TLG 5026 001 :: SCHOLIA IN HOMERUM :: Scholia in Iliadem (scholia vetera) SCHOLIA IN HOMERUM Schol. Cf. et Joannes GALENUS Gramm. (3039 002) Scholia in Iliadem (scholia vetera)
Citation: Book of Iliad — verse — (line of scholion) | |||
11a | D | ex. | ex. | Μῆνιν ἄειδε: ζητοῦσι, διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτω δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μέν, ἵν’ ἐκ τοῦ πάθους †ἀποκαταρρεύσῃ† τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσε‐ κτικωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προεθίσῃ | |
5 | φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτε‐ ρον δέ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως †οὐ κατατρέχει ἀξιοπιστότερον† ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ. | ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέ‐ | ||
---|---|---|---|
10 | γονεν· ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, καὶ ὡς ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον | ||
τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. | ἰστέον δέ· ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ σῦ‐ | |||
15 | κον ἰσχάς, οὕτω πρῶτον ὀργή, θυμὸς χόλος κότος μῆνις. ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται· „ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν“ (Α 192)· „οὐδ’ ὄθομαι κοτέοντοσ“ (Α 181)· „αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενοσ“ (Α 488). AT | ||
11b | ex. | ex. | ex. | ζητεῖται, διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι, καὶ οὐδὲ περὶ πόλεων μεγίστων· οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος οὐδέποτε ἐξῄεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν | |
5 | ἐτέλεσαν τὰς ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν, μὴ παρούσης ὕλης τῷ λόγῳ. λέ‐ γουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμ‐ βάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. | ἔτι ζητεῖται, διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπιλύουσι δὲ αὐτὸ οἱ | ||
10 | περὶ Ζηνόδοτον οὕτως ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους ποιοῦν, εἰ μέλλοι πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων. b (BC) T | πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δ’ ὅτι ἐκεῖ μέν, ἅτε μόνως | ||
15 | ἐφ’ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται· οὐ γὰρ μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γε καὶ ἐξισοῖ τινας αὐτῷ. ἔκ τινος οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆς πόλεως ὀνομάζει | ||
20 | καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα. b (BCE4) T | ||
11c | ex. | μῆνις παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. A b (BCE4) T οἱ | |
δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς. AT | |||
11d | ex. | ἄειδε: ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμ‐ βάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι (opp. 2)· „δεῦτε δὴ ἐννέπετε,“ καὶ Πίνδαρος (fr. 150 Sn.)· „μαντεύεο Μοῦσα“, AT καὶ Ἀντίμαχος ὁ Κολοφώνιος (fr. 1 W.)· „ἐννέπετε Κρονίδαο | |
5 | Διὸς μεγάλοιο θύγατρεσ“. A δεύτερον δέ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπιτάσσουσιν, ἀλλ’ ἑαυτοῖς. AT | ||
11e1 | ex. | [ἄειδε:] ᾄδειν ποίει, [μετ]ωνυμικῶς [ὡς „πάντας μέν ῥ’ ἔλπει“ (β 91)· ἡδονῇ γὰρ αὐτὰ καλύπτειν θέ]λει δυσχερῆ [ὄντα. π]ερὶ δὲ τοῦ ῥή[τορος λέγων] „ἔννεπε“ [φησίν] (α 1).T | |
11e2 | 〈ἄειδε:〉 μετωνυμικῶς, ποίει τὸ ἀείδειν· βούλεται γὰρ τὰ λυπηρὰ μᾶλλον ᾄδειν, ἤτοι τῇ ἡδονῇ συγκαλύπτειν καὶ σκέπειν. ὅταν δὲ περὶ τοῦ ῥήτορος ὁ λόγος, „ἔννεπε“ φησὶν ἁπλῶς. b (BCE4) | ||
11f1 | ex. | 〈ἄειδε, θεά:〉 ἔθος τοῦτο ποιητικόν, ὃ πάντες μικροῦ δεῖν ἐφυλάξαντο, καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡς ἐπικουρῆσον αὐτοῖς. καὶ ἐν Ὀδυσσείᾳ γάρ φησιν (α 1)· „ἄνδρα μοι ἔννεπε Μοῦσα“, καὶ πάλιν ἐπάγει (α 10)· „τῶν ἁμόθεν γε θεά“, καὶ ἀλλαχοῦ (θ 499)· | |
5 | „ὁ δ’ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ’ ἀοιδήν“. οἱ δὲ λέγοντες ὡς ἐχρῆν ἐπὶ τοῖς οὕτω δυσφήμοις λέγειν „ἄειδέ μοι, ἠεροφοῖτις Ἐρινύσ“ τοῦ | ||
δέοντος ἁμαρτάνουσιν· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ. ἐνθάδε μέντοι μίαν καλεῖ, ἐν δὲ τῇ ἀπαριθμήσει (Β 484) πάσας· „ἔσπετε νῦν μοι, Μοῦσαι“. b (BCE4) T | |||
11f2 | θεά: οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν Ὀδυσσείᾳ (α 1)· „ἄνδρα μοι ἔννεπε, Μοῦσα.“ A | ||
11g | ex. | 〈Πηληιάδεω:〉 παράγωγον. Til | |
11h | Πηληιάδεω Ἀχιλῆος: οὕτως ἀναγνωστέον δι’ ἑνὸς λ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι †τροφῆς†· ὅλως γὰρ οὐ μετέσχε γάλακτος. AT | ||
11i | Porph.(?) | 〈Ἀχιλῆος:〉 ὁ Κοτιαεὺς Ἀχιλῆος, διὰ τὸ μέτρον ἓν λ γράφει· καὶ γὰρ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεσθαι. Aim | |
12a | ex. | οὐλομένην: τὴν ὀλέσασαν ἢ τὴν ὀλεθρίαν. ὡς ἐπὶ ἰδίοις δὲ ἀλγῶν δυσφημεῖ αὐτήν. ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑπο‐ φαίνουσι τὸ πλῆθος τῶν ἱστορηθησομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ. | |
b (BCE4) T ἔχει δὲ τοὺς γενικωτάτους τῶν τόπων τὸ προοίμιον· | |||
5 | b (BE4) T ποσόν, πολλάς· ποιόν, „ἰφθίμουσ“· οὐσίαν, „ψυ‐ χάσ“· τόπον, „Ἄϊδι“· χρόνον, „προΐαψεν“ (Α 3). b (BE4) TTt | ||
12b | ex. | Ariston. (?) | ἣ μυρία: ῥητορικὴ ἡ μετάληψις· παρὸν γὰρ ἦν φάναι· ‘ὃς μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν‘· ἀλλ’ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. | τὸ δὲ ἥ κατὰ δοτικήν τινες ἤκου‐ σαν, οὐκ ὀρθῶς. b (BCE4) T | |
12c | ex. | ἣ μυρία: κατὰ συλλογισμὸν ἡ δ[ι]ή[γησις]. T | |
12d | ex. | μυρία: τινὲς θρηνητικά, παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφ’ οἷς μύρεσθαι τὸ κλαῦσαι. οὐδὲν δὲ ἄτοπον, εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάν‐ των εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις. | |
5 | A b (BCE4) T | ||
D | Ἀχαιοῖς: Ξοῦθος—ἐκλήθησαν Ἕλληνες. A | ||
13a | ex. | πολλὰς δ’ ἰφθίμους ψυχάς: κίνησιν οὐ τὴν τυχοῦσαν ἔχει τὸ προοίμιον, εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡ‐ ρώων. b (BCE4) T | |
13b1 | Did. (?) | ψυχάς: Ἀπολλώνιος ὁ Ῥόδιος γράφει (fr. 13 M.) „κεφα‐ λάσ“. b (BCE4) TTt | |
13b2 | Ariston. | ὅτι κακῶς τινες μεταγράφουσι „πολλὰς δ’ ἰφθίμους κεφα‐ | |
λάσ“, ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ κεφαλάς. Aim | |||
13c | ex. | 〈Ἄϊδι προΐαψεν:〉 ἐναντίον τῷ „μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν“ (Ζ 488). ἀλλ’ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο· νῦν γὰρ δοκεῖ λέγειν ὡς οὐ διὰ τὴν Μοῖραν, ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα (sc. in Α 3) ἀκουστέον τὴν | |
5 | πρὸ τῆς ὡρισμένης τελευτήν· πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ γινόμενος· „γῆρασ“ γάρ φησι „καὶ θάνατος, τά τ’ ἐπ’ ἀν‐ θρώποισι πέλονται“ (ν 59—60)· προΐαψεν οὖν ἔβλαψε πρὸ ὅρου παραπέμψασα Ἅιδῃ, τουτέστι πρὸ τοῦ πρέποντος ἀνθρώποις θανά‐ του. b (BCE4) T ἢ περιττεύει ἡ πρό, ὡς τὸ „νῆάς τε προπάσασ“ | ||
10 | (Β 493). b (BC) Tt | ||
14a | Ariston. | D | ἡρώων, αὐτοὺς δέ: ὅτι Ζηνόδοτος τοὺς δύο (sc. Α 4—5) ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέ‐ σταλκε τὸ αὐτοὺς δέ, ἐπὶ τῶν σωμάτων. | ἥρωας δέ φασι—τὸ γένος τῶν ἀνθρώπων. A | |
14b | ex. | αὐτοὺς δὲ ἑλώρια: καὶ ἀλλαχοῦ (Ι 547)· „ἡ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον“ (ἤτοι περὶ τοῦ σώματος αὐτοῦ)· b (BCE4) T „ἀμφὶ συὸσ“ γάρ φησι (Ι 548) „κεφαλῇ“. b (BE4) T | |
14c | ex. | ex. | ex. | 〈ἑλώρια:〉 δασύνεται τὸ ἑλώρια· παρὰ γὰρ τὸ ἕλω ἕλωρ ἐγίνετο, ὡς παρὰ τὸ πέλω πέλωρ. καὶ κτητικὸν τὸ ἑλώριον, ᾧ | |
ἐχρήσατο ἀντὶ τοῦ ἕλωρ. | χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ τεῦχε αὐτῷ παράτασις. b (BCE4) T | Εὐκλείδης φησὶ τὸ ἑξῆς | |||
5 | τεῦχε κύνεσ〈σ〉ιν / „οἰωνοῖσί τε πᾶσιν (Α 5), / ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε“ (Α 6). T | ||
14d | ex. | αὐτοὺς δὲ ἑλώρια: δυσμενεῖς φασι τοὺς ἀκροωμένους ἀπεργάζεται, τοὺς Ἕλληνας βλασφημεῖσθαι ποιῶν ὅτι τὰ σώματα οὐκ ἐκήδευσαν ἀνελόμενοι. ἀλλ’ οὐδὲ δι’ ἀμέλειαν περιεῖδον ἀτάφους, ἀλλὰ καιρὸν τοῦ κηδεύειν οὐκ ἔχοντες. τεκμήριον δέ· ἐν μὲν τῇ πρώτῃ | |
5 | μάχῃ, ἐν ᾗ Τρώων ἐκράτουν, θάπτουσι τοὺς πεσόντας, τῇ δὲ μετ’ αὐτὴν ἡττώμενοι, διὰ τὴν Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς σφῶν αὐτῶν σωτηρίας φροντίζουσιν. b (BCE4) T εἶτα γράφει ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξοδον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ | ||
10 | Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ ἐχόμενα γράφει. εἶτα καταλαβούσης ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα ἡ Ἰλιὰς τελευτᾷ. b (BCE4) | ||
14e | D (?) | 〈κύνεσσιν:〉 κατὰ Αἰολεῖς. Til | |
15a | ex. | 〈οἰωνοῖσι:〉 καὶ ἀλλαχοῦ „τάχα κέν σε γῦπες ἔδονται“ (cf. Χ 42)· οἱ γὰρ γῦπες ἀντερείδοντες τοῖς ποσὶ τῇ βίᾳ τὸ πᾶν ἕλ‐ κουσι σῶμα. εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλ’ οὖν ἀνέδην πᾶσι | |
προὔκειτο τούτων. b (BCE4) | |||
15b | Did. | Διὸς δ’ ἐτελείετο βουλή: τινὲς σὺν τῷ ι κατὰ δοτικήν, οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο. A | |
15c | ex. | 〈Διὸς δ’ ἐτελείετο βουλή:〉 Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· „Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι βούλετο κῦδοσ“ (Ν 347). Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς ἑπό‐ μενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλ’ ὡς κεχωρισμένον καὶ καθ’ ἑαυτὸ | |
5 | λεγόμενον· ἡ δὲ τοῦ Διὸς ἐτελειοῦτο βουλὴ τὸ τοὺς ἠδικηκότας ἀξίαν δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τὸ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φράσεως, τὸ „πολλὰς δ’ ἰφθίμους ψυχάσ“, τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ. b (BE4) Tt | ||
15-6 | Ariston. | Διὸς δ’ ἐτελείετο βουλή, / ἐξ οὗ δὴ τὰ πρῶτα: Ἀρίσταρχος συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθ’ Ἑλλήνων, ἀλλ’ ἀφ’ οὗ χρόνου ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς νεωτέροις πλάσματα δεξώμεθα. A | |
5 | D | Διὸς βουλὴν—καθάπερ ἐν τῷ προοιμίῳ. A | |
1.6 | ex. | 〈διαστήτην:〉 διέστησαν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. τὸ δὲ „ἔριδι“ (Α 8) ἀντὶ τοῦ μετὰ ἔριδος, ὡς μεθ’ ὅπλων. b (BE4) Tt | |
17a | ex. | Ἀτρείδης: ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων, | |
ὡς καὶ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ. ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν Μενέλαον ἐδήλου, ἀντιδιαστέλλων προσέθηκεν τὸ ἄναξ ἀνδρῶν. b (BE4) T | |||
5 | D | Ἀτρείδης τε ἄναξ: Ἀγαμέμνων—Ἰφιγένειαν καὶ Ἠλέκτραν. A | |
17b | ex. | δῖος ὁ ἔνδοξος ἀπὸ τῆς Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ τὸ δῖος, φησὶν ἡ κατὰ συλλογισμὸν διήγησις· Ἀχιλλεὺς μὲν γὰρ πάντων χά‐ ριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυταιμνήστρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα καὶ Χάρυβδις μεγέθους. τὸν δὲ | |
5 | Ἀχιλλέα καὶ διογενῆ δίχα τοῦ κυρίου: „αὐτὰρ ὁ διογενήσ“ (Φ 17). b (BE4) T | ||
18-9 | ex. | 〈τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; / Λητοῦς καὶ Διὸς υἱός:〉 ἐπὶ τὸ διηγηματικὸν μετιὼν οὐχ ὑποβάλλει τὰς διηγήσεις αὐτομάτους, ἵνα μὴ δοκῇ τοῖς ἀκούουσι προσκορὴς εἶναι, ἀλλὰ διὰ πεύσεως καὶ ἀποκρίσεως τὴν πραγματείαν πεποίηται, τὸν | |
5 | τῶν ἀκροατῶν νοῦν ἀναρτῶν καὶ ὑψῶν αὐτοὺς πρότερον τῇ πεύσει, εἶτα τὴν ἀπόκρισιν ἐπάγων. ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρτήσας φιλοτέχνως διηγεῖται τὴν μῆνιν. τοιοῦτος δέ ἐστι, κεφαλαιώδεις τινὰς ἐκδιδοὺς περιοχὰς καὶ ἐξ ἀναστροφῆς κατὰ μέρος διηγούμενος. b (BE4) | ||
18a | Ariston. | 〈σφωέ:〉 ὅτι Ζηνόδοτος „σφωι“ ἔγραφεν. Aim | |
18b | ex. | σφωέ: οἱ περὶ τὸν Σιδώνιον τῇ „σφωι“ ἀρέσκονται, οὐ | |
καλῶς· ἡ γὰρ σφῶϊ δύο πτώσεις ἐπιδέχεται, ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει. τὸ δὲ σφωέ μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου καὶ σημαίνει τὸ αὐτούς. b (BE4) T | |||
18c | Hrd. | 〈ξυνέηκε:〉 δασύνεται τὸ ξυνἕηκε. Aint | |
18d | ex. | ἔριδι ξυνέηκε μάχεσθαι: ὡς δι’ ὅ γε Τρωσὶ μάχεσθαι. T | |
1.9 | D | Λητοῦς καὶ Διὸς υἱός: Ζεὺς ἐρασθεὶς—βάσεως ἐρ‐ ριζώθη. A | |
ex. | 〈βασιλῆϊ:〉 διὰ τί οὐκ Ἀγαμέμνονι, ἀλλὰ βασιλεῖ φησιν; δείκνυσι διὰ τούτου ὡς οὐδὲν ὀνίνησι τύχη τοὺς περὶ τὸ θεῖον πλημ‐ | ||
5 | μελήσαντας. b (BE4) | ||
110a | ex. | 〈ὦρσε:〉 ψιλωτέον τὸ ὦρσε· ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολικῶς γίνεται. b (BE4) Tt | |
110b | ex. | 〈λαοί:〉 καίτοι τοῦ λαός περιλημματικοῦ ὄντος πρὸς πλεί‐ ονα ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο. b (BE4) Tt | |
111a | Ariston. | 〈τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα:〉 διὰ τὴν τάξιν τοῦ ἄρθρου, τὸν ἀρητῆρα Χρύσην. Aim | |
111b | ex. | ex. | οὕνεκα τὸν Χρύσην: ὑπερβατόν, ἵν’ ᾖ τὸν ἀρητῆρα Χρύ‐ σην· τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώσεων κατηγοροίη· τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθ’ ὑπερβατόν, ὡς τὸ | |
5 | „ἀλλ’ ὅτε δὴ †ὁ μοχλὸς ἐλάϊνοσ“ (ι 378). | κατὰ συλλογισμὸν δὲ ἡ διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον εἰ θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, τί ἄρα πείσεται ἰδιώτης; b (BE4) T | ||
113-6 | Ariston | 〈λυσόμενός τε θύγατρα—κοσμήτορε λαῶν:〉 οὐ καλῶς γὰρ ἐν τοῖς ἑξῆς (sc. Α 372—5) μετετέθησαν. Aint | |
113-4a | ex. | 〈φέρων τ’ ἀπερείσια δῶρα / στέμματ’ ἔχων— Ἀπόλλωνος:〉 πανταχόθεν τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ χηρώσει τῆς παιδός, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν δώρων κομιδῇ. καὶ τὰ μὲν στέμματα κατέχει, τὰ δὲ δῶρα (χρυσὸς δὲ | |
5 | ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν) δι’ οἰκετῶν προσῆγε· καὶ τὰ μὲν τῶν θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ δῶρα δίδωσιν, ἵνα κἂν τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην. b (BCE4) T | ||
113-4b1 | ex. | 〈φέρων—χερσίν:〉 ἵνα, εἰ μὲν θεοσεβής, τὰ στέμματα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, τὰ δῶρα δέξηται, εἰ δὲ μή, τὸ γῆρας οἰκτειρήσῃ· πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται. b (BCE4) T | |
113-4b | εἰ μὲν εἶεν θεοσεβεῖς, τὸ στέμμα, εἰ δὲ φιλοχρήματοι, τὰ ἄποινα, εἰ δὲ οἰκτίρμονες, τὸ γῆρας αἰδεσθήσονται. Aint | ||
114a | Ariston. | 〈στέμματ’:〉 ὅτι ἔθος αὐτῷ πληθυντικῶς ἀντὶ τοῦ ἑνικῶς λέγειν. Aim | |
D | στέμματ’ ἔχων ἐν χερσίν: Λάδωνος—ἐστέψατο. A | ||
114b | ex. | 〈ἑκηβόλου:〉 τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ ἕκαθεν βάλλουσιν, ἀλλ’ οὐ τυγχάνουσι τοῦ σκοποῦ· „οὐκ ἔβαλες τὸν ξεῖνον“ (υ 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπιτυγ‐ | |
χάνειν. b (BCE4) T | |||
115-6 | ex. | 〈καὶ λίσσετο πάντας Ἀχαιούς, / Ἀτρεΐδα δὲ μάλιστα δύω:〉 εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ „νηῒ παρὰ πρύμνῃ Ἀγαμέμνονοσ“ (Η 383). b (BCE4) T | |
1.16 | Did | 〈Ἀτρείδα:〉 τινὲς „Ἀτρείδασ“. Aim | |
1.17 | ex. | 〈Ἀτρεΐδαι τε:〉 εἴωθεν ὑπεξαιρεῖν τὰ προὔχοντα πρόσωπα ὡς τὸ „Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1). ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ τὸ μιμητικὸν μέτεισιν, ὡς τὸ „ἱππεῦσιν μὲν †πρώτοις† ἐπετέλλετο“ (Δ 301). b (BC) T | |
118-9 | ex. | 〈ὑμῖν μὲν θεοὶ δοῖεν—οἴκαδ’ ἱκέσθαι:〉 θεραπευ‐ τικὴ ἡ τοιαύτη ἔντευξις, τὸ ὑπερεύχεσθαι χειρώσασθαι τοὺς ἐχθροὺς καὶ τὸ εὐθεῖαν καὶ εὐάγωγον δοθῆναι ὁδόν. οἰκεία δέ ἐστιν ἡ ἱκετεία τῷ ἱερεῖ. ἅπασαν οὖν αὐτῶν ἐπιθυμίαν πληρωθῆναι ἐπεύχεται, τὴν παῖδα | |
5 | πρὸ ὀφθαλμῶν βλέπων αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λύτρων ἤρξατο, ἵνα μὴ μᾶλλον αὐτοὺς ἀπηνεστέρους ποιήσῃ. ἡ ἀνάγκη δὲ αὐτὸν ποιεῖ καὶ τοῖς οἰκείοις ἐπαρᾶσθαι. ἢ εἰκότως τοὺς Τρῶας 〈ἐπ〉αρᾶται, ἐπειδὴ οὗτοι καὶ αὐτῷ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν αἴτιοι κακῶν γεγόνασιν. ἰστέον δὲ ὡς εἰς Θήβας ἥκουσα ἡ Χρυσηῒς | ||
10 | πρὸς Ἰφινόην τὴν Ἠετίωνος μὲν ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως. b (BCE4) | ||
1.18 | ex. | 〈Ὀλύμπια δώματ’ ἔχοντες:〉 οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς | |
μακρὰν ὄντων. b (BCE4) T | |||
1.19 | D | εὖ δ’ οἴκαδ’ ἱκέσθαι: διὰ τί ὁ Χρύσης—κατ’ αὐτῶν. A | |
Hrd. | 〈ἱκέσθαι:〉 μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται. Aim | ||
120a1 | Hrd. | ex. (?) | Ariston. | 〈ἐμοὶ ... φίλην ... δέχεσθαι:〉 ἀντιδιέσταλται πρὸς τὴν ὑμῖν· διὸ ὀρθοτονεῖται. | ἐλεεινὴ δὲ ἡ προσθήκη τοῦ φίλην· δηλοῖ γὰρ τὴν μόνην. b (BC) T | τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμ‐ φατον. b (B) T | |
120a2 | Ariston. | {δέχθαι ἄποινα:} ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Aint | |
121a | Hrd. | 〈ἁζόμενοι:〉 δασύνεται διὰ τὸ σημαινόμενον. Ail | |
121b1 | ex. | 〈ἑκηβόλον Ἀπόλλωνα:〉 ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς ἑκηβόλον εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφοβῶν αὐτούς. b (BCE4) T | |
121b2 | {ἁζόμενοι Διὸς υἱόν:} ἵνα μὴ δοκοῖεν †ἔμπορον† εἶναι, τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς. A | ||
122a | ex. | 〈ἐπευφήμησαν Ἀχαιοί:〉 δεισίδαιμον γὰρ τὸ πλῆθος καὶ μισοπόνηρον. b (BC) T | |
122b | ex. (?) | D | 〈Ἀχαιοί:〉 ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς πέντε διῃρεῖτο μοίρας, Ἀργολικήν, Πυλικήν, Λακωνικήν, Μεσσηνιακήν, Ἀρκαδικήν. | ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος—τὸν Ταντάλου υἱὸν | |
Πέλοπα. A | |||
1.23 | ex. | 〈αἰδεῖσθαί θ’ ἱερῆα:〉 ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετ’ αἰδοῦς δέχεσθαι. ὁ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει (sc. Α 26). b (BC) T | |
124a | Ariston. | 〈ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ:〉 ὅτι Ζηνόδοτος γράφει „ἀλλ’ οὐκ Ἀτρείδεω 〈Ἀγαμέμνονοσ〉“. ὁ δὲ ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει. A | |
124b | ex. | 〈ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ:〉 ἀρχι‐ κὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλως τε καὶ οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχο‐ μένων. Aext b (BC) T | |
1.25 | ex. | 〈ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε: κακῶσ〉 αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. τὸ δὲ κρατερόν ἀντὶ τοῦ ἀπηνῆ, b (BC) T ὡς τὸ „ἀνδρὶ παρὰ κρατερῷ“ (Ω 212), „κρατέρ’ ἄλγεα πάσχων“ (Β 721). τὸ δὲ ἑξῆς | |
5 | ἐπέτελλεν. b (B) T | ||
126a | ex. | μή σε, γέρον, κοίλῃσι: μετὰ σπουδῆς ὁ Ἀγαμέμνων ἀπελαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. A | |
126b | ex. | 〈γέρον:〉 τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπ’ ὀνείδει προ‐ βάλλεται. b (BCE4) T | |
126c | Ariston. | 〈κιχείω:〉 ὅτι ἀντὶ τοῦ κιχείοιμι. Aim | |
127a | Hrd. (?) | 〈δηθύνοντα:〉 ἓν μέρος λόγου. Ail | |
127b | ex. | 〈ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα:〉 ἢ γὰρ ἐπι‐ μένοντες ἀνύομεν, ἢ πρὸς τὸ ὀξὺ ἐνδιδόαμεν, ὕστερον δὲ ὀχλοῦμεν· ὧν ἁπάντων αὐτὸν ἐκκόπτει. τὸ δὲ νῦν τὸν ἐνεστῶτα ἐσήμανεν, οὐ | |
τὸν †πλατικὸν† χρόνον. b (BCE4) T | |||
1.28 | ex. | μή νύ τοι οὐ χραίσμῃ 〈σκῆπτρον καὶ στέμμα θεοῖο〉: ἀναιρεῖ τὴν ἐλπίδα, καὶ ἔστι· μήποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε. ἢ ὡς πορθούμενον περιεῖδε, πάντως καὶ φονευόμενον. A | |
129-31 | Ariston. | τὴν δ’ ἐγὼ οὐ λύσω〈—ἀντιόωσαν〉: ἀθετοῦνται, ὅτι ἀναλύουσι τὴν ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν· ἠσμένισε γὰρ καὶ ὁ Χρύσης †εἰπούσης† αὐτῆς τῷ βασιλεῖ. ἀπρεπὲς δὲ καὶ τὸ τὸν Ἀγαμέμνονα τοιαῦτα λέγειν. A | |
129a | Ariston. | 〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉 {καὶ} οὐ τοῦτο {δὲ} λέγει, ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλ’ ὅτι πρότερον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται. A | |
129b | ex. | 〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉 μᾶλλον γηράσει παρ’ ἐμοὶ ἢ λυθήσεται. ἔστι δὲ ὡς τὸ „οὐδέποτ’ ἐκπέρσει· πρίν μιν κύνες ἠδ’ οἰωνοί“ (Σ 283). b (BC) Tt | |
129c | ex. | 〈τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν:〉 πολλὰς περικοπὰς ἔχει ὁ λόγος, τὸ θυμικὸν ἐμφαίνων. b (BC) Tt | |
129d | ex. | τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν: κατ’ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι γάρ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, „βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητήσ“ (Γ 179). διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρίζεται, τοῖς δὲ | |
5 | πολεμίοις λίαν ἐστὶν ἀπηνής, ὡς Ἀδράστῳ (cf. Ζ 53—65) καὶ τοῖς Ἀντιμάχου παισίν (cf. Λ 137—47). A b (BC) T | ||
130a | Nic. | 〈ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης:〉 καθ’ ἑαυτὸ τοῦτο προφερόμεθα· καὶ γὰρ ἐμφαντικώτερον. Aint | |
130b | Hrd. | 〈Ἄργει:〉 διῃρημένως. A | |
131a | ex. | 〈ἱστὸν ἐποιχομένην:〉 ταῦτα λέγων ὑπ’ ὄψιν ἄγει τὰ τῆς Ἑλένης (sc. Γ 125—8). b (BC) Tt | |
131b | ex. | 〈ἐμὸν λέχος ἀντιόωσαν:〉 τῆς ἐμῆς κοίτης μεταλαμβάνου‐ σαν ὡς τὸ „ἀντιόων ταύρων τε“ (α 25). b (BC) Tt ἐφύβριστος δὲ ἡ παρὰ πολεμίοις μίξις. ὅτι δὲ ἐφ’ ὕβρει φησὶν αὐτῇ χρῆσθαι, δηλοῖ διὰ τοῦ ἐκφωνῆσαι τὸ ἱστὸν ἐποιχομένην καὶ τούτῳ τῷ λόγῳ | |
5 | συμπεριλαβεῖν τὸ λέχος. b (BC) Tt | ||
132a | ex. | μή μ’ ἐρέθιζε: τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα εἶναι. πρῶτος δὲ Ὅμηρος τὴν δύναμιν τῆς Ἀδραστείας ἐνεδείξατο· ὁ γὰρ τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυγχάνει· ὁ δῶρα μὴ λαβὼν ἑτέρῳ δίδωσιν· ὁ κατασχὼν γέροντος θυγατέρα, διδοὺς τὴν | |
5 | ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται. b (BCE4) T | ||
132b | Ariston. | 〈σαώτερος:〉 ὅτι τὸ σαώτερος ἀντὶ 〈τοῦ〉 ἁπλοῦ. Aim | |
1.33 | ex. | ἐπείθετο: ἀντὶ τοῦ οὐκ ἀντέπρασσε. διδάσκει δὲ ὁ ποιητὴς εἴκειν ταῖς ὑπερβολαῖς. οἰκείως δὲ τὸν ἠτιμασμένον καὶ φοβούμενον | |
γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος. b (BCE4) T | |||
134a | Ariston. | 〈ἀκέων:〉 ὅτι Ζηνόδοτος διὰ τοῦ χ. Aim | |
134b | ex. | 〈ἀκέων παρὰ θῖνα:〉 οὐκ οἰμώξας διὰ τὸν καιρόν. b (BCE4) T τὸ δὲ θῖνα νῦν μὲν θηλυκῶς εἴρηται. ἔστι δὲ καὶ ἀρσενικόν, ὡς τὸ „ἐκβάντες δ’ ἐπὶ θῖνα βαθύν“ (Theocr. 22, 32). b (BC) | |
134c | ex. | 〈πολυφλοίσβοιο:〉 ὀνοματοποιΐα. Ail | |
1.35 | ex. | ἀπάνευθε κιών: ἵνα μὴ ἀκούσωσιν οἱ πολέμιοι. ἐπισύνηθες δέ ἐστι τοῖς καταδεεστέροις καταφεύγειν ἐπὶ τὸ θεῖον ἀδικουμένους. b (BCE4) TTt | |
136a | Hrd. | 〈Ἀπόλλωνι:〉 ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν. Aim | |
136b | Hrd. | ex. | 〈Ἀπόλλωνι ἄνακτι:〉 τὸ α ἐκτείνει Ἀρίσταρχος διὰ τὸ μέτρον. b (BC) | τὸ δὲ ἄνακτι ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων καὶ γενομένων αἴτιος, ἢ ὡς μουσικὸν ἄνακτα αὐτὸν ὁ ποιητής φησιν, ἢ τῷ ἰδίῳ ἄνακτι. b (BCE4) T | |
137a | ex. (?) vel D (?) | 〈κλῦθι:〉 Λαμψακηνῶν. Ail | |
137b | ex. | 〈κλῦθί μευ:〉 ἐν γενικῇ τὸ μεῦ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν ἀναλογοῦν τῷ „τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων“ (Α 43). b (BC) T | |
137c | ex. | 〈ἀργυρότοξε:〉 διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν· ἔοικε δὲ μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν· b (BCE4) T „ἀμφὶ δ’ ἄρ’ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον“ (Β 45) καὶ „ἐν δέ οἱ ἧλοι / χρύσειοι πάμφαινον“ (Λ 29—30). b (BCE4) | |
137d | ex. | ex. | 〈Χρύσην:〉 ἀπόρθητος καὶ αὕτη καὶ ἡ Κίλλα, ἡ δὲ Τένεδος πεπορθημένη· „τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων“ (Λ 625). b (BCE4) T | τὸ δὲ παρὸν ἕτοιμον πρὸς ὑπόμνησιν, ὥς πού φησιν ἐν τῷ τῆς Ἰλιάδος ταύτης ἰῶτα (183) περὶ τῶν πρεσβευτῶν· „πολλὰ μάλ’ εὐχομένω | |
5 | γαιηόχῳ“· b (BC) T ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ αὐτοὶ ἀντιπάσχουσιν. b (BC) | ||
137e | Ariston. | 〈ἀμφιβέβηκας:〉 ὅτι κατὰ μεταφορὰν ἐκ τῶν τετραπό‐ δων, ὑπερμαχεῖς. Aim | |
138a | ex. | 〈Κίλλαν τε ζαθέην:〉 Κίλλος ἡνίοχος Πέλοπος περὶ Λέ‐ σβον ἀποθανών. ἀθυμοῦντι δὲ αὐτῷ παρέστη, κελεύων Κιλλαίῳ Ἀπόλ‐ λωνι θύειν διὰ τὸν αἰφνίδιον θάνατον, καὶ νικήσειν· ὅθεν καὶ τῆς ὀνο‐ μασίας ἔτυχεν ἡ πόλις. b (BCE4) T | |
5 | D | Κίλλαν τε ζαθέην: Πέλοψ ὁ Ταντάλου—ἡ ἱστορία παρὰ Θεοπόμπῳ (FGrHist 115, 350). A | |
138b | ex. | 〈Τενέδοιό τε:〉 Κύκνου καὶ Σκαμανδροδίκης Τέννης καὶ Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν ἐπιβουλὴν τῆς μητρυιᾶς Καλύκης ᾤκησε τὴν Λεύκοφρυν, καὶ ἀφ’ ἑαυ‐ τοῦ Τένεδον ὠνόμασεν. b (BCE4) Tt | |
5 | D | Τενέδοιό τε: καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος—προση‐ γόρευσαν. A | |
1.39 | D | Σμινθεῦ: ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ—ἡ ἱστο‐ ρία παρὰ Πολέμωνι (fr. 31 Pr.). A | |
D | ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες—διὰ τὸ ὑπερασπίζειν αὐ‐ | ||
τῆς. A | |||
139a | Ariston. | 〈ἐπὶ νηὸν ἔρεψα:〉 ὅτι παρέλκει ἡ ἐπί. Aint | |
139b1 | ex. | ἔρεψα: παρὰ τὸ ἐρέφω· ὅθεν καὶ Εἰραφιώτης ὁ Διόνυσος λέγεται· ἐστέφετο γὰρ κισσῷ· ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι. A | |
139b2 | ἐκ τοῦ ἐρέφω, ἐξ οὗ καὶ Εἰραφιώτης Διόνυσος· ἢ παρὰ τὸ ἐρίφῳ συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι. Tt | ||
141a | ex. | 〈ταύρων ἠδ’ αἰγῶν:〉 θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται ὁ Ἀπόλλων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν. b (BCE4) T | |
141b | Hrd. | 〈τὸ δέ:〉 Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δέ, Ἡρω‐ διανὸς ἕν. Aint | |
141c | Ariston. | 〈τὸ δέ:〉 ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ. Aim | |
142a | Ariston. | 〈τίσειαν:〉 ὅτι Ζηνόδοτος †τίσειεν. Aim | |
142b | ex. | τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν: μικρῷ | |
λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, ὅ ἐστι τοξεύων εἰσπράξαιο αὐτοὺς ἅπερ ἐγὼ ἐξέχεα δάκρυα. ἐν σχή‐ ματι δὲ ὃ παρῆκεν ἔφρασεν ὡς ἄρα ἔκλαιεν ὁ γέρων. b (BCE4) T | |||
142c | ex. | 〈Δαναοί:〉 πῶς Ἕλλησιν ἐπαρᾶται τοῖς ἐπευφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα καὶ μὴ μᾶλλον Ἀγαμέμνονι; φαμὲν οὖν ὅτι, εἰ ἀπέθανεν Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοι‐ μοῦ· ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἔμεινεν | |
5 | ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθήσαντες ἐξέδοντο αὐτὴν Ἀγαμέ‐ μνονι· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν. b (BCE4) T | ||
D | Δαναοί: Ἕλληνες οὕτως. Βῆλος—ὠνόμασεν. ἱστορεῖ Ἀπολλόδωρος ἐν βʹ (bi 1. 2, 10—3). A | ||
1.43 | ex. | τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων: συνητίμαστο γὰρ τῷ ἱερεῖ ἐν τῷ „μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο“ (Α 28)· καὶ ὅτι Τρωϊκός ἐστιν ὁ θεός. ἀπολίτευτον δὲ τὸ πρὸ τῆς εὐχῆς ἐπικου‐ ρῆσαι. διδάσκει οὖν ὅσον ὀνίνησιν εὐχὴ καθαρά, ὅσον δὲ ἀνωφελὴς ἡ | |
5 | μυσαρὰ θυσία, Αἴγισθος. b (BCE4) T | ||
144a | Ariston. | 〈Οὐλύμποιο καρήνων:〉 ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ κάρηνα ἐπὶ ὄρους. Aint | |
144b | ex. | 〈κῆρ:〉 παρὰ τὴν καῦσιν. τὸ δὲ ἔμφυτον θερμόν φασιν | |
εἶναι τὴν ψυχήν. b (BCE4) Tt | |||
145a | ex. | τόξα: προαναφώνησις· T ἓν εἶχε τόξον, ἀλλὰ τῇ φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος. b(BCE4)T | |
145b | Hrd. | 〈ἀμφηρεφέα:〉 κοινή ἐστιν, οὐκ ἔκτασις. Ail | |
145c | ex. | 〈ἀμφηρεφέα:〉 ἀμφοτέρωθεν ὠροφωμένην, ἐκ τοῦ ἐρέ‐ φω. Til | |
146-7 | Ariston. | 〈ἔκλαγξαν—νυκτὶ ἐοικώς:〉 ὅτι Ζηνόδοτος ἀμ‐ φοτέρους ἠθέτηκεν, οὐ καλῶς. Aim | |
1.46 | ex. | ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί: ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ τὰ ἄψυχα αἰσθάνεσθαι τῆς θείας δυνάμεως, b(BCE4) T ὡς καὶ ἐπὶ Ἀχιλλέως „τὰ δ’ ἀνέκραγεν“ (Τ 13). T | |
147a | ex. | 〈αὐτοῦ κινηθέντος:〉 ὅτι αὐτοῦ τοπικὸν ἐπίρρημα, ἢ ὅτι αὐτοῦ τοῦ δαίμονος. Til | |
147b | ex. | 〈νυκτὶ ἐοικώς:〉 τὰ φοβερὰ νυκτὶ εἰκάζει. b (BCE4) Til | |
1.48 | ex. | 〈ἕζετ’ ... ἰόν:〉 τὸ ἕζετο ἐφεδρείαν τινὰ δηλοῖ καὶ ἀναμονὴν ἐπιστροφῆς. b (BCE4) T τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς ἐκάλεσεν. b (BCE4) | |
149a | ex. | 〈κλαγγή:〉 λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων (sc. Γ 2). ἐπὶ δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ „λίγξε βιόσ“ (Δ 125). b(BC)T | |
149b | Hrd. | Or. | 〈βιοῖο:〉 Ἀριστάρχειος ὁ τόνος. | παρὰ τὴν βίαν. Aint | |
150a | Ariston. | 〈οὐρῆας:〉 ὅτι οὐκ ὀρθῶς τινες οὐρῆας τοὺς φύλακας· ἀντιδιαστέλλει γὰρ διὰ τοῦ „αὐτοῖσι“ (Α 51). Aim | |
150b | ex. | ex. | ex. | οὐρῆας μὲν πρῶτον ἐπῴχετο 〈καὶ κύνας ἀργούς:〉 | |
οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ᾠὰ καλοῦμεν. εὐπαθῆ δὲ τὰ ζῷα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσων· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι | |||
5 | δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. | ἀργούς δὲ ἀκουστέον τοὺς λευκούς, ὅτι ἀσθενέστερά ἐστι ταῦτα τὰ σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. A b (BCE4) T εἰσὶ δὲ οἱ μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν | ||
10 | μάλιστα τὰς τροφὰς ἐπορίζοντο. | εἰ δὲ καὶ θεὸς ὢν καὶ πολέμιος ἠτι‐ μασμένος καιρὸν δίδωσι μετανοίας, τί δεῖ τοὺς ἀνθρώπους ποιεῖν; b (BCE4) T | ||
D | διὰ τί ἀπὸ τῶν κυνῶν—οὐ ζητοῦσιν, ἀλλ’ ἢ ὁ Ἀχιλ‐ λεύς; Aext | ||
150c | ex. | 〈οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς:〉 φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῷα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθη‐ | |
5 | σιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν· οἱ μὲν γὰρ κύνες ἀπὸ τῆς ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται, αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι τινων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν. Aint | ||
151a | Fp. Hom. | αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος: διαφέρει ὁ αὐτάρ τοῦ δέ, ὅτι ὁ μὲν προτάσσεται, ὁ δὲ ὑποτάσσεται· ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. A | |
151b | ex. | 〈αὐτοῖσι:〉 αὐτοῖς τοῖς Ἕλλησι. πρὶν ἢ δὲ τὸ ἄκρον καταλαβεῖν, ἤτοι τοὺς ἀρχηγούς, Ἀχιλλεὺς δημηγορεῖ. b (BC) T | |
151c | Ariston. | 〈ἐχεπευκές:〉 ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης. Aim | |
D | ἐχεπευκές: ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης—ἐστι πικρόν. A | ||
151-2 | ex. | 〈βέλος ἐχεπευκὲς ἐφιείς | βάλλ’:〉 ἰοῖς ἔβαλλεν, ὡς τὸ „ᾤχετο“ (Α 53), κατὰ Ἰωνικὴν περίφρασιν· b (B) Tt ἢ τὸ βάλλεν ἀντὶ τοῦ ἐφόνευεν. b (B) TtTil | |
1.52 | Hrd. | θαμειαί: Πάμφιλος „θαμεῖαι“ λέγει ὡς „ὀξεῖαι“ (Λ 268. τ 517), Ἀρίσταρχος δὲ ὡς „πυκιναί“ (Δ 281 al.)· ὁμοίως δὲ καὶ τὸ ταρφειαί. b (BC) T | |
D | θαμειαί: πῶς, φασίν, ὁ ποιητὴς—ἐκαίοντο. A | ||
D | αἰεὶ δὲ πυραὶ νεκύων: τὸ παλαιὸν—τυχεῖν. A | ||
153-5 | ex. | ἐννῆμαρ μὲν〈—λευκώλενος Ἥρη〉: ἐπὶ ἐννέα ἡμέρας, ὅτι οὐδὲ ἄλλως ἠδύνατο γνωσθῆναι τὸ τῆς νόσου ἴδιον, ὅτι καὶ λοιμικὴ καὶ φθαρτική, ἢ ἐν τοσούτῳ χρόνῳ· ὡς γὰρ ἐπὶ πλέον ἐν ταῖς ἐννέα ἡμέραις καὶ μικρόν τι πρότερον ἢ ὕστερον κρίνεται τὰ τοι‐ | |
5 | αῦτα νοσήματα ἢ ἀπόλλυσι τοὺς νοσοῦντας. καλῶς οὖν καὶ ἡ Ἥρα μετὰ τὰς ἐννέα ἡμέρας ἐπὶ νοῦν τίθησι ζητῆσαι τὸν λοιμὸν Ἀχιλλεῖ (εἰ γὰρ μή, τοῦτο ἔλεξεν)· Ἥρα γὰρ ὁ ἀήρ, καὶ φθαρτὸν γενόμενον πρῶ‐ τος ὁ Ἀχιλλεὺς ὡς ὢν ἰατρὸς καὶ Χείρωνος μαθητὴς τοῦτον συνέβαλε. λευκώλενον δὲ τὴν Ἥραν φησίν, ὅτι διαφανής ἐστιν ὁ ἀήρ, καὶ παρ‐ | ||
10 | όντων τῶν φωσφόρων καὶ λαμπρύνεται· διὸ καὶ „βοῶπισ“ (Α 551 al.), ὅτι δι’ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια ἐν νυκτὶ καὶ ἡμέρᾳ γνω‐ | ||
ρίζει. b (BCE4) T | |||
153a | Hrd. | ἐννῆμαρ: ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρ’ οὐδετέρου συγκείμενον. ἀλλ’ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων. A | |
153b | ex. | 〈ᾤχετο:〉 οὐκ εἶπεν ἐπέμπετο, ἀλλ’ ὥσπερ ἐπὶ ἐμψύχῳ εἴδει ἐπορεύετο. b (BCE4) T | |
153c | ex. | 〈κῆλα:〉 ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικόν, οὕτω καὶ τὸ κῆλον. ἢ κῆλα τὰ δείματά φησιν, ἢ b (BC) T τὰ καύσεως αἴτια. b (BCE4) T | |
D | 〈κῆλα:〉 νῦν τὰ βέλη· ὁτὲ δὲ καὶ σημεῖα. Ail | ||
1.54 | ex. (Ariston.?) | 〈ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς:〉 αὐτοκράτωρ γάρ, οὐ μισθωτὸς ἦν· τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγε· συνάγει μὲν γὰρ Ὀδυσσεὺς ἐν τῇ Β καὶ Ἀχιλλεὺς ἐν τῇ Τ. ἄλλως τε καὶ αὐτὸς ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς· ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν, ἐκ | |
5 | τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς Λιταῖς (e. g. Ι 260. 315). b (BCE4) T | ||
1.55 | ex. | 〈θεὰ λευκώλενος Ἥρη:〉 προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, τοῦτο δὲ καὶ φαντασίαν παρεντιθείς. b (BC) T | |
156a | ex. | κήδετο: πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκή‐ | |
δετο; b (BCE4) T εἰ γὰρ μὴ τοῦτο ὑπῆρξεν, οὐκ ἂν διηνέχθη ὁ Ἀγαμέμνων οὐδὲ ἐχθρὰ συνέβη, δι’ ὧν μᾶλλον ἐβλάβησαν Ἕλληνες. T ῥητέον οὖν ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες | |||
5 | οἱ Τρῶες τῷ πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι· εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἐγένετο καὶ ἀτε‐ λεύτητος ὁ πόλεμος. b (BCE4) T | ||
D | κήδετο γὰρ Δαναῶν: εὐλόγως ἐφρόντιζε—ὄλεθρος. A | ||
156b | Hrd. | ὅτι ῥα: δασυντέον τὸν ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχό‐ μενον δασύνεται, πλὴν τοῦ ᾿Ρᾶρος. b (BC) T | |
156c | Ariston. | 〈ὁρᾶτο:〉 ὅτι Ζηνόδοτος „ὁρῆτο“ γράφει. ἀγνοεῖ δὲ ὅτι Δωρικὸν γίνεται. Aim | |
1.57 | ex. | ἤγερθεν 〈ὁμηγερέες τε γένοντο〉: κατ’ ὀλίγον γὰρ συνιόντες πληθύνονται. b (BCE4) T | |
1.58 | Ariston. | 〈μετέφη:〉 διὰ τὴν μετά. Aint | |
D | τοῖσι δ’ ἀνιστάμενος: τὸ γὰρ παλαιὸν—ὀρθὸς ἵστατο. A | ||
159a | Nic. | Ἀτρείδη, νῦν ἄμμε: μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσιν. A | |
159b | ex. | Ἀτρείδη: κατ’ ἰδίαν τὸ Ἀτρείδη· κλητικὴ γάρ ἐστι καὶ αὐτοτελής. οὐ μέντοι ἐν τῷ „Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν“ (Β 434). b (BC) T σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως. b (B) T | |
159c | Ariston. | 〈παλιμπλαγχθέντας:〉 πρὸς τὴν τῶν νεωτέρων ἱστο‐ ρίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν. Aim | |
159d | Hrd. | ex. | παλιμπλαγχθέντας: ὑφ’ ἓν Ἀρίσταρχος τὸ παλιμ‐ πλαγχθέντας. | τὸ πάλιν δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι b (BC) T μάτην ἀπράκτους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ εἰσβολὴν ποιησαμένους: b (BCE4) TTt τὰ γὰρ περὶ Μυσίαν | |
5 | ἀγνοεῖ. Tt | ||
159e | D | D ad Α 60 | Ep. Hom. | παλιμπλαγχθέντας: εἰς τοὐπίσω πλανηθέντας | ἀπελ‐ θεῖν, μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύγοιμεν. | οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ συν‐ τέθειται διὰ τὸ „ἂψ ἀπονοστήσειν“ (Α 60). A | |
5 | D | Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας: οἱ νεώτεροι —τὸν ἐπὶ Ἴλιον πλοῦν. A | |
1.60 | Ariston. | 〈εἴ κεν:〉 ὅτι Ζηνόδοτος „οἵ κεν“ γράφει, οὐ καλῶς· καλὴ γὰρ ἡ ἀπόγνωσις τῆς σωτηρίας. Aint | |
1.61 | ex.(?) | 〈εἰ δή:〉 ἀντὶ τοῦ καὶ γάρ. Ail | |
1.62 | Ariston. | ἀλλ’ ἄγε δή τινα μάντιν: ἡ διπλῆ, ὅτι μάντις γενικῶς, ἱερεύς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν αὐτόν (sc. Α 63)· μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς. A | |
162-3a | Hrd., Nic. | 〈μάντιν ἐρείομεν, ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον:〉 μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡρωδια‐ νός (2, 22, 19). καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει (p. 141 Friedl.). A | |
5 | D | ἔστι γένος τι ἡ μαντική, —τῶν ὀνειράτων. A | |
162-3b | Hrd. | Porph. | 〈μάντιν ἐρείομεν, ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον:〉 Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ ἐρείομεν, ἵνα γενικὸν εἴη τὸ μάντις. | ὁ δὲ Πορφύριος (1, 5, 14) τρία ἀποδέχεται, μάντιν λέγων τὸν διὰ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ | |
5 | θυσιῶν, ὀνειροπόλον δὲ τὸν †ὀνειροκρίτην. A b (BCE4) T | ||
163a | ex. | καὶ γάρ τ’ ὄναρ 〈ἐκ Διός ἐστιν〉: καὶ γάρ τι ὄναρ, ὅ ἐστι τὸ τέλειον. ἐπεὶ δὲ τὸ ὄναρ σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ. b (BC) T | |
163b | Porph. (?) | καὶ γάρ τ’ ὄναρ 〈ἐκ Διός ἐστιν〉: τοῦ τι ἐστὶ συναλιφή, καὶ γάρ τι ὄναρ· οὐ γὰρ πάντα λέγει ἀληθῆ. ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους ἀληθεῖς· „αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ’ ἐλέφαντι“ (τ 563). A | |
163c | Hrd. | 〈ἐκ Διός ἐστιν:〉 τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ προηγεῖται αὐτοῦ ἡ οὔ ἀπόφασις. b (BC) Tt | |
1.64 | ex. | ex. | 〈ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων:〉 τῶν αἰφνι‐ δίων θανάτων αἴτιόν φασιν εἶναι Ἀπόλλωνα. | τῷ δὲ ὅ τι λείπει ἡ διά. b (BCE4) T | |
165a | Hrd. | εἴ ταρ: οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλι‐ τικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ | |
τ· οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ. A | |||
165b | Ariston. | 〈εὐχωλῆς:〉 ὅτι ἐλλείπει ἡ περί. Aim | |
165c | ex. | ex. | εὐχωλῆς: ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω ἐλπωρή, οὕτω παρὰ τὸ εὔχω εὐχωλή. | ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν καὶ τοῦ βοῦς. b (BC) T | |
D | ἑκατόμβης: ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν—ζώων. Aint | ||
166a | ex. | αἴ κέν πως: περισσὸς ὁ κέν, καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως. A b (BC) T | |
166b | Did. | αἴ κέν πως ἀρνῶν κνίσης: Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι. A | |
166c | ex. | κνίσης: Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρατι‐ ώτης, ὡς δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ „αὔριον ἱερὰ Διῒ ῥέξασ“ (Ι 357) b (BC) T καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας (cf. Π 225‐ 54)· πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὔτε φρόνιμος οὔτε σώφρων | |
5 | οὔτε ἀνδρεῖος; T πηγὴ γάρ τίς ἐστι τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν θεοὺς εἶναι. b (BC) T | ||
167a | ex. (Hrd.?) | ἡμῖν ἀπὸ λοιγόν: ὀρθοτονεῖται τὸ ἡμῖν· ἀρκτικὸν γάρ ἐστι κατὰ τὴν τῆς ἀπό σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται. b (BC) T | |
167b | Hrd. | ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον· ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφε‐ ρόμενον, τὸν ἴδιον τόνον φυλάσσει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν. A | |
1.68 | Ariston. | κατ’ ἄρ’ ἕζετο: ὅτι Ζηνόδοτος γράφει „ἐκαθέζετο“. οὐκ ἐᾷ δὲ ἑλληνίζειν τὸν Ὅμηρον. ὥσπερ γὰρ οὐδὲ λέγει ἐκατέβαινεν, οὕτως οὐδὲ ἐκαθέζετο. A | |
169a | Ariston. | Κάλχας Θεστορίδης: ὅτι Ζηνόδοτος γράφει „μάντις Θεστορίδησ“. οὐ δύναται δὲ τῷ γένει τὸ εἶδος ἅμα συγκατατίθεσθαι. A | |
169b | ex. | Θεστορίδης: ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα, b (BC) T Tt ὡς καὶ ἑτέρου ὑπάρχοντος. b (BC) T | |
1.70 | ex. | τά τ’ ἐόντα: τὰς αἰτίας φησίν, ἐπεὶ τὸν λοιμὸν ᾔδεσαν πάν‐ τες, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ· b (BCE4) T διὸ καὶ τρίποδα τίθησι τῷ θεῷ. T | |
171a | Ariston. | καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν 〈Ἴλιον εἴσω〉: ὅτι ἀντὶ τοῦ νεῶν, καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ Τήλεφος, ὥς τινες νεώτεροι, καὶ 〈ὅτι〉 τὸ εἴσω A ἀντὶ τοῦ εἴς. A Aim | |
171b | ex. | καὶ νήεσς’ ἡγήσατο: διὰ τὰς διοσημίας· „πειθόμενοι“ γάρ φησι „τεράεσσι θεῶν“ (Δ 408). b (BCE4) T | |
1.72 | ex. | πόρε Φοῖβος: τὰς εἰς ἄκρον εὐεξίας θεῶν εἶναι δῶρά φησιν. b (BC) T Εὐρύτῳ „†τόξον πόρεν† Ἑκηβόλοσ“ (Ap. Rh. 1, 88). T | |
173a | Did. | 〈ὅ σφιν:〉 οὕτως διὰ τοῦ ἑνὸς ς. Aint | |
173b | Ariston. | 〈ὅ σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπεν:〉 ὅτι Ζηνόδοτος γράφει „ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα“. Aim | |
173c | ex. | ἐϋφρονέων: πρὸς τὴν τοῦ βασιλέως ἀβελτερίαν. b (BC) T | |
1.74 | ex. | ὦ Ἀχιλλεῦ, κέλεαί με: καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγ‐ καζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προ‐ | |
ειπών. A b (BC) T | |||
176a | Hrd. | τοιγὰρ ἐγών: οὐκ ἔστιν ἀντωνυμία ἡ τοί (οὐδέποτε γὰρ ἀρκτική ἐστιν), ἀλλ’ ἀντὶ τοῦ δή. b (BCE4) T | |
176b | ex. | καί μοι ὄμοσσον: οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει τὸν ὅρκον, ἀλλ’ ἵνα ἔχῃ πρόφασιν πρὸς τὸν βασιλέα· ὃ συνεὶς Ἀχιλ‐ λεὺς οὐκ ἀγανακτεῖ ἐξαιτούμενος, ἀλλ’ ἑτοίμως ὄμνυσιν. b (BCE4) T | |
177-8a1 | Hrd. | ἠμέν μοι πρόφρων〈— / ἦ γὰρ ὀΐομαι〉: ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται· „ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα“ (Κ 322) „ἠμὲν | |
5 | ἐμοὶ δώσειν“ (Ξ 275). τὸ δὲ ἦ γὰρ ὀΐομαι (78) περισπωμένῃ τάσει ἀναγνωστέον· διαβεβαιωτικὸς γὰρ ὁ σύνδεσμος. A | ||
177-8a2 | ἠμέν μοι: ἀντὶ τοῦ ἠμήν. ἔστι δὲ ἐπίρρημα ὁρκικόν· διὸ βαρύνομεν τὸν η· εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός. b (BC) T | ||
1.78 | ex. | ὀΐομαι: ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην αὐτῷ μῆνιν. b (BC) T | |
180a | Ariston. | 〈κρείσσων:〉 ὅτι Ζηνόδοτος χωρὶς 〈τοῦ ν〉 γράφει. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν. Aim | |
180b | ex. | Ariston. (?) | κρείσσων: μέλλων βαρύνειν τὸν βασιλέα προαπολογεῖται αὐτῷ. b (BC) T | Ζηνόδοτος δὲ „κρείσσω“ γράφει. ἀθετεῖ δὲ καὶ τὸν στίχον, b (BC) κακῶς. b (BC) T | |
180c | Hrd. | χέρηϊ: ὡς „Ἄρηϊ“ (Β 385 al.). γέγονε δὲ οὕτως· ἔστι †τι χερείωνος† γενικὴ καὶ αἰτιατικὴ „χερείονά περ καταπέφνων“ (Ρ 539). ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη „ἀλλὰ τὸν υἱόν / γείνατο εἷο χέρεια“ (Δ 399—400), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια | |
5 | „χέρεια δὲ χείρονι δόσκεν“ (Ξ 382), τοῦτον τὸν τρόπον καὶ τὴν χε‐ ρείονι χέρειϊ· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η. οὕτως Ἡρωδιανός (2, 23, 9). A | ||
181-2 | ex. | 〈εἴ περ γάρ τε—ἔχει κότον:〉 πιθανῶς τὴν εἰς τὸ μετέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ ἦν τὸ μὲν παρόν, αἰδεσθέντα τὸ πλῆθος, παριδεῖν b (BCE4) T Tinf αὐτόν, εἰς δὲ τὸ μετέπειτα τι‐ μωρήσασθαι. b (BCE4) Tinf | |
1.81 | Hrd. | Ap. H.? | αὐτῆμαρ: ἐπίρρημα ὡς καὶ τὸ „ἐννῆμαρ“ (Α 53 al.) καὶ „ἑξ‐ ῆμαρ“ (κ 80 al.). καὶ ἐχρῆν μὲν αὐτὰ ἀναπέμπειν τὸν τόνον ὡς βού‐ κερως. ἀλλ’ ἐπεὶ οὐδὲν τῶν εἰς αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς τὴν παρηλλαγμένην σύνθεσιν ἦν παρηλλαγμένος καὶ ὁ τόνος. δεῖ δὲ | |
5 | εἰδέναι ὡς μετὰ ἀκλίτων τίθενται. T | ||
D | καταπέψῃ: ἡ μεταφορὰ—γινομένην. A | ||
1.82 | ex. | ex. | 〈ἔχει κότον:〉 ἔδειξε διαφορὰν κότου πρὸς χόλον. b (BCE4) T διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον Ἀγαμέμνονος καὶ ἁπλοῦν Ἀχιλλέως. b (BC) T | τὸ ἔχω ἐνταῦθα ἀντὶ τοῦ κρύπτω. b (B) | |
1.83 | Ariston. | 〈φράσαι:〉 ὅτι Ζηνόδοτος γράφει „φράσον“. μᾶλλον δὲ τὸ φράσσαι ἁρμόζει. A | |
185a | ex. | θαρσήσας: ὡς ἀγαθὸς προτρέπει, μᾶλλον δὲ προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέροντος. b (BC) T Tt | |
185b | Nic. | 〈μάλα:〉 διασταλτέον ἐπὶ τὸ μάλα. Aim | |
185c | Hrd | {θαρσήσας μάλα} εἰπέ: τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ. ἰδίως δὲ καὶ μακρᾷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ. A | |
185d | ex. | θεοπρόπιον: τὸ προειρημένον ὑπὸ θεοῦ σοι. τοῦτο δὲ πρὸς δυσώπησιν τῶν ἀκουόντων. b (BC) T | |
185e | Ariston. | 〈οἶσθα:〉 ὅτι οἶσθα χωρὶς τοῦ ς· οὕτως γὰρ λέγει διὰ παντός· „οἶσθα· τίη τοι ταῦτα“ (Α 365), „οἶσθα, γέρον“ (δ 465). A | |
1.86 | D | οὐ μὰ γὰρ Ἀπόλλωνα: ἡ οὔ ἀπωμοτικῶς—συνή‐ θειαν. A | |
Ariston. | Κάλχαν: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, „Κάλχα“. τὰ δὲ εἰς ας λήγοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν, | ||
5 | „Θόαν“ (Ν 222. 228), „Αἶαν“ (Η 234 al.). A | ||
1.88 | ex. | οὔτις ἐμεῦ ζῶντος: πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος· συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν. A b (BCE4) T | |
188-9 | Nic. | 〈οὔ τις ἐμεῦ—ἐποίσει:〉 τινὲς τὸ σοί (89) τοῖς ἐπάνω προ〈σ〉διδόασιν, ἵν’ ᾖ σοὶ δερκομένοιο. βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις. A | |
1.89 | ex. | βαρείας: τὰς ὅπλῳ βεβαρημένας. T | |
1.90 | ex. (?) | ex. | οὐδ’ ἢν Ἀγαμέμνονα: ὁ τρόπος ὑπερβολή. A | ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυπτεν Ἀχιλλεύς. A b (BCE4) T οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην †ἀσφαλῆ† ποιεῖσθαι ἐγγύην. | |
5 | καὶ τῇ ὑπερβολῇ (cf. Α 91) θεραπεύει τὸν Ἀγαμέμνονα. b (BCE4) T | ||
1.91 | Did. | 〈ἐνὶ στρατῷ:〉 „Ἀχαιῶν“, οὐκ ἐνὶ στρατῷ. οὕτω καὶ αἱ Ἀριστάρχου καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου. Aint T | |
193a | Hrd. | οὔ ταρ ὅ γ’ εὐχωλῆς: οὕτως ὀξεῖαν ἐπὶ τὴν οὔ· ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικός, ὡς καὶ ἐπὶ τοῦ „εἴ ταρ ὅ γ’ εὐχωλῆσ“ (Α 65)· οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέ‐ ρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθ’ ἑκατόμβης· οὕτως γὰρ | |
5 | ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· „ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν“ (δ 87). A | ||
193b | ex. (Hrd.) | ex. | οὔ ταρ ὅ γ’ εὐχωλῆς: οὐ δή. τέλειος δέ ἐστιν ὁ τάρ, οὐκ ἐκ τοῦ τὲ ἄρ. b (BCE4) T | προθεραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς θυσίας οὐκ ὀφεῖλον. b (BC) T | |
193-5 | Ariston. | ex. | 〈εὐχωλῆς ἐπιμέμφεται—καὶ οὐκ ἀπεδέξατ’ ἄποινα:〉 ὅτι ἐλλείπει ἡ περί καὶ †περισσὸν† τὸ ἐπιμέμφεται. | κατ‐ εκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον εἰς διαβολήν. Aim | |
193-4a | Nic. | 〈οὔ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμ‐ βης, / ἀλλ’ ἕνεκ’ ἀρητῆρος:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἑκατόμ‐ βης (93) καὶ ἀρητῆρος (94). κοινὸν δὲ τὸ ἕνεκα (94), οὔτ’ εὐχωλῆς οὔθ’ ἑκατόμβης ἕνεκα, ἀλλ’ ἀρητῆρος ἕνεκα μέμφεται. A | |
193-4b | ex. | τὸ ἐπιμέμφεται ἀπὸ κοινοῦ δεῖ λαμβάνειν. b (BC) Tsup | |
1.96 | Ariston. | τοὔνεκ’ ἄρ’ ἄλγε’: ἀθετεῖται, ὅτι περισσός. πρόκειται γὰρ „ἀλλ’ ἕνεκ’ ἀρητῆρος, A b (BC) Tsup Tsin ὃν ἠτίμης’ Ἀγα‐ μέμνων“ (Α 94). b (BC) Tsup | |
197a1 | Did. | 〈λοιμοῖο βαρείας χεῖρας ἀφέξει:〉 „Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει“. οὕτως αἱ Ἀριστάρχου. Aint | |
197a2 | καὶ ἡ Μασσαλιωτικὴ δὲ καὶ ἡ Ῥιανοῦ (fr. 7 M.) τὸν αὐτὸν ἔχει τρόπον. ἔοικεν οὖν ἡ ἑτέρα Ζηνοδότου εἶναι, ἡ „οὐδ’ ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει“. A | ||
197a3 | οὐδ’ ὅ γε 〈πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει〉: καὶ ἡ Μασσαλιωτικὴ 〈καὶ〉 ἡ Ῥιανοῦ καὶ σχεδὸν πᾶσαι „οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει“. ἔοικε δὲ ἡ ἑτέρα Ζηνοδότου εἶναι. T | ||
197b | D | 〈πρίν:〉 πρότερον. Til | |
197-9 | Did. | ἀεικέα λοιγὸν ... ἀπριάτην: λέξεις ἐκ τῶν Πρὸς Κο‐ μανόν, τὸ μὲν ἀεικέα λοιγόν ὄλεθρον ἀπεοικότα λέγειν (τοῦτο δέ ἐστιν ἀπεχθῆ), ἀπριάτην δὲ σαφές, ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταὐτὸν τῷ νῦν λεγομένῳ δωρεάν. A | |
198a | ex.(?) | 〈πρίν:〉 πρὸ τοῦ, πρότερον. Til | |
198b1 | ex. | 〈ἑλικώπιδα:〉 τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος· ἢ τὴν οὐκ †ἀτενιτὴν τῇ θέα†ͅ· ἢ τὴν ἀξιοθέατον· ἢ b (BC) T πρὸς ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν. b (BCE4) TTt | |
198b2 | D | ex. + ex. ad | ἑλικώπιδα: μελανόφθαλμον, ἀφ’ οὗ εὐπρεπῆ 〈***〉 | | |
Β 825 | ex. | ὡς {Καλλίμαχος} „ὕδωρ μέλαν Αἰσήποιο“ (Β 825) καὶ 〈Καλλίμαχοσ〉 (fr. 299, 1 Pf.)· „Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ“. | ἢ τὴν οὐκ ἀτενῆ | ||
τὴν θέαν· ἢ τὴν ἀξιοθέατον, πρὸς ἣν πάντες ἑλίσσουσι τὴν θέαν. A | |||
199a | Ariston. | Nic. | | ἀπριάτην ἀνάποινον: ὅτι οὐ κατὰ προσηγορίαν τὴν | |
ex. | ἀπριάτην λέγει, ἀλλ’ ἀντὶ τοῦ ἀπρατί, καὶ παράλληλον τὸ ἀνά‐ ποινον· τὸ γὰρ αὐτὸ δι’ ἀμφοτέρων δηλοῦται. | διασταλτέον δὲ βραχὺ ἀπριάτην, ἀνάποινον, στικτέον δὲ „ἐς Χρύσην“ (Α 100), | ||
5 | ἐπεὶ κοινὸν κατὰ πάντων τὸ „πρίν“ (Α 98). A | τὸ ἀπριάτην ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος (adv. 198, 18) ἀντὶ τοῦ ἀπριάδην. A b (BC) T | ||
199b1 | ex. | ex. | ἄγειν: τοῦτο ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ „οἴκοθεν ἦγ’ ὁ γεραιόσ“ (Λ 632). καὶ „ἦγον δὲ Μαχάονα ποιμένα λαῶν“ (Λ 598). | παράλειψις δὲ ὁ τρόπος· οὐ γὰρ ἐπ’ ἴσοις ἀπαλλάσσεσθαι δεῖ τοὺς προαμαρτήσαντας. A | |
199b2 | 〈ἄγειν θ’〉 ἱερὴν ἑκατόμβην: οὐ γὰρ ἐκ μόνης μετα‐ μελείας, ἀλλὰ καὶ ἐκ κόπου καὶ προσφορᾶς τοὺς προημαρτηκότας ἀπαλλάττεσθαι δεῖ. | τὸ δὲ ἄγειν ἐπὶ νηὸς ἢ ἅρματος, „ὃ οἴκοθεν ἦγ’ ὁ †γηραιός†“, „ἦγον δὲ Μαχάονα ποιμένα λαῶν“. b (BC) T | ||
1100a | Ariston. | τότε κέν μιν: ὅτι Ζηνόδοτος γράφει „αἴ κέν μιν“· γε‐ λοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν. A b (BC) T | |
1100b | Ariston. | 〈πεπίθοιμεν:〉 ὅμοιόν ἐστι τῷ „ῥηϊδίως πεπιθεῖν“ (Ι 184). εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν. b (BC) | |
1103-4a | Ariston. | 〈ἀχνύμενος—ἐΐκτην:〉 ὅτι ἀμφότεροι εἰς τὴν | |
Ὀδύσσειαν (δ 661—2) μετάκεινται, οὐκ ὀρθῶς. Aint | |||
1103b | ex. | ἀχνύμενος—ἐΐκτην: ἐκκλίνειν δεῖ τὸν θυμὸν καὶ φυλάττεσθαι, ὅπου γε καὶ τοῦ τοιούτου ἥρωος περιεγένετο. b (BC) T | |
1103c | ex. | ex. | 〈μένεος δὲ μέγα〉 φρένες ἀμφιμέλαιναι 〈/ πίμ‐ πλαντ’〉: ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς· A b (BC) T ὡς γὰρ ἐκ κεράμου ὑπερεξεχεῖτο ὁ θυμός. b (BC) T | εἰσὶ δὲ τῶν ἐντοσθίων αἱ φρένες· „πλευρὰς ὑφ’ ἧπαρ καὶ | |
5 | φρένασ“ (Soph. Trach. 931). ἤδη δὲ οἱ νεώτεροι μελαίνας τὰς φρένας φασίν. A | ||
1.104 | ex. | ὄσσε: παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ †πέττω† πέσσω· ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὄσσος, τὸ δυϊκὸν ὄσσω καὶ τροπῇ τοῦ ω εἰς ε ὄσσε. b (BCE4) T | |
1104-5 | Ep. Hom. | ex. | | ἐΐκτην 〈... πρώτιστα〉: εἴκω εἶκα εἴκειν εἰκείτην, καὶ | |
ex. | συγκοπῇ εἴκτην, ἐν διαλύσει ἐΐκτην. b (BC) T | προδιατυποῖ δὲ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινόν, καὶ δοκεῖ τὸ „ὑπόδρα ἰδών“ (Α 148) ἔχειν καὶ ἐπεξήγησιν. | διὰ δὲ τοῦ πρώτιστα σημαίνει τὸν καὶ ἐπ’ | ||
5 | ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς. b (BC) TTsin | ||
1105a | Ariston. | κάκ’ ὀσσόμενος: ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος, οὐκ ἀπὸ τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμηρος τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας κληδόνος. A | |
1105b1 | Porph. | κάκ’ ὀσσόμενος: παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου τινὸς ἐπάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ λόγος· οἷον εἰπόντος „τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη“ (Α 148), ὑβριστικούς· καὶ πάλιν „καί μιν νεικείων“ (ς 9), θεωρητέον, εἰ οἱ μέλ‐ | |
5 | λοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη· ὅταν δὲ „ὅ σφιν ἐϋφρονέων“ (Α 253), φρονίμους προσδεκτέον λόγους· b (BC) T φρόνιμον γὰρ τὸ τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα. T πάλιν δὲ ὅταν προείπῃ „καὶ τότε κουφότερον μετ‐ εφώνεε Φαιήκεσσιν“ (θ 201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων | ||
10 | ἀκούειν, ἐπηρμένου καὶ ὑψηγοροῦντος Ὀδυσσέως b (BC) T διὰ τὴν νίκην. πάλιν τοίνυν ὁ ποιητὴς τοῦ Ἀγαμέμνονος μέλλοντος λέ‐ γειν πρὸς τὸν Κάλχαντα „μάντι κακῶν“ (Α 106) καὶ τὰ ἑξῆς, T προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ κάκ’ ὀσσόμενος, οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλ’ ὅτι κακόμαντιν ἀποκαλῶν· | ||
15 | ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις b (BC) T—„ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν“ (Η 53)—, T διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, b (BC) κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. T | ||
1105b2 | 〈κάκ’ ὀσσόμενος:〉 κακοφημίσας. Til | ||
1106a1 | Nic. | 〈μάντι κακῶν:〉 μετὰ τὸ κακῶν στικτέον. Aim | |
1106a2 | μάντι κακῶν: ἡ συνήθεια μετὰ τὸ κακῶν στίζει, καὶ ἔστι τὸ σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος, | ||
καὶ ἀεὶ τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολου‐ θοῦν ἀεὶ τοῖς μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβο‐ | |||
5 | μένου· μάντεως γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινες ὦσιν. A | ||
1106b | ex. | μάντι κακῶν: ὁ ζητῶν τὸ τί κακὸν ἐμαντεύσατο, ὀργῆς οὐκ οἶδε φύσιν ἐπ’ ἀλήθειαν οὐ φερομένην. b (BC) T τάχα δὲ καὶ κακόμαντιν αὐτόν φησι b (BCE4) T διὰ τὸ εἰπεῖν „τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν“ (Β 329)· ᾤετο γὰρ ταχύτερον πορθή‐ | |
5 | σειν αὐτὴν διὰ τὸ τὸν Δία „ἀστράπτειν ἐπιδέξι’, ἐναίσιμα σήματα φαίνειν“ (cf. Β 353)· b (BC) T τὸ γὰρ Ἰφιγενείας ὄνομα οὐδὲ οἶδεν ὁ ποιητής. ἐπεὶ οὖν οὐ κατέγνωσται, οὐ ψευδῆ αὐτόν, ἀλλὰ κακόφημόν φησι διὰ τὴν ἀναβολὴν τῆς νίκης· T εἰ γὰρ καὶ ἀληθεῖς αἱ τῶν φαύλων προγνώσεις, οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προ‐ | ||
10 | ειρηκότας μισοῦσιν ὡς αἰτίους. b (BC) T | ||
1106c | Ariston. | κρήγυον: ὅτι ἅπαξ εἴρηται τὸ κρήγυον, A Aext καὶ οὐκ ἔστιν ἀληθές, ἀλλ’ ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ „αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα“ (Α 107). A | |
D | μάντι κακῶν: συντείνει τοῦτο—τῶν στρουθῶν. A | ||
1106d | ex. | 〈κρήγυον:〉 τροπῇ τοῦ δ εἰς γ, ὡς γνοφερὸν καὶ „δνο‐ φερόν“ (Ι 15. Π 4), οἷον κρήδυνόν τι ὄν, τὸ ἡδῦνον τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, οἷον τὸ θυμῆρες τῇ ψυχῇ μου. Til | |
1106e | Ep. Hom. | Did. | κρήγυον: τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτόν ἐστι τῷ θυμῆρες. A b (BC) | τὸ δὲ εἶπες „εἶπασ“ Ἀρίσταρχος γράφει, κακῶς· εἰπών γὰρ ἀεὶ καὶ εἴποιμι λέγομεν. b (BC) | |
1108-9a1 | ex. | ex. | ἐσθλὸν δ’ οὔτε τί πω—ἀγορεύεις: δυσκατα‐ παύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι. | τὸ δὲ καί νυν ἐν Δαναοῖσι (109) μᾶλλον αὐτὸν λυπεῖ, ἐπεὶ μὴ κατ’ ἰδίαν ἐκοίνωσεν | |
αὐτῷ. T | |||
1108-9a2 | δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀρ‐ γιζόμενοι καὶ τὰ αὐτὰ ἐπαναπολοῦσιν, ὡς μὴ κατ’ ἀξίαν εἰρηκότες. A b (BC) | ||
1108-9b | D ? | ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλή‐ νων ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, ἁθροισθέντων καὶ ἀπλοίᾳ κα‐ τασχεθέντων, Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλ‐ λως ἐκπλεῦσαι αὐτούς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα | |
5 | αὐτοῦ σφαγιάσῃ Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν τρεφομένην ἐν τῷ ἄλσει αὐτῆς καὶ πρὸς τούτῳ καυχησάμενον εἰπεῖν ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῷ βωμῷ, κατοικτει‐ ρήσασαν τὴν θεὰν καὶ ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν | ||
10 | σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφ‐ θῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς τῶν νεωτέρων καὶ παρὰ Δί‐ κτυϊ τῷ γράψαντι τὰ Τρωϊκά (FGrHist 49,5). A | ||
1108a | Did. | ἐσθλὸν δ’ οὐδέ τί πω εἶπες ἔπος οὐδ’ ἐτέλεσ〈σ〉ας: οὕτως 〈***〉 αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφα‐ τικὸν τὸ „οὔτε“ δὶς λεγόμενον. A | |
1108b | Did. | ex. | 〈ἐσθλὸν δ’ οὐδέ τί πω εἶπες ἔπος οὐδ’ ἐτέλεσσας:〉 ἐμφατικόν ἐστι τὸ †οὐδέ† δὶς λεγόμενον, | καὶ τὴν τῆς μαντείας τύχην λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ. b (BC) T εὐτυχίας οὖν ἔργον καὶ τὴν τέχνην ἀμαυροῦν. T | |
1110a1 | Ariston. | ὡς δὴ τοῦδ’ ἕνεκά σφιν: ἀθετεῖται, ὅτι αἰρομένου τούτου σύντομος γίνεται ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα. A | |
1110a2 | ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπής, ἀλλὰ σύντομος ἔσται | ||
ἡ ἑρμηνεία. b (BC) Tt | |||
1.111 | Ariston. | 〈κούρης:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις. AintTil | |
1113a | ex. | Κλυταιμνήστρης: ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην δοκῇ κατατίθεσθαι τοῖς Ἀχαιοῖς χάριν (δημαγωγικώτατος γάρ ἐστιν). ἢ ὅτι περισπούδαστος τοῖς ἐπ’ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν πόθος· ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τοιούτου πόθου ἐπαινεῖ τὴν | |
5 | αἰχμάλωτον. b (BC) T | ||
D | Κλυταιμήστρης: ἡ Κλυταιμήστρα—Ἑλένης δὲ ἀδελφή. A | ||
1113b | Ep. Hom. | προβέβουλα: ἀπὸ τοῦ βούλω μέσος, μόνος ὀφθεὶς ἐν τοῖς ἐνεργητικοῖς. A | |
1.114 | D | κουριδίης ἀλόχου: διὰ τί ὁ Ἀγαμέμνων—ἐφύβριστον πασχούσης; A | |
1114a | Hrd. | {ἐπεὶ} οὔ ἑθεν: οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵν’ εἰς ἁπλῆν μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος παρήγγειλεν (ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον). οὕτως 〈οὖν〉 ὡς τὸ „οἵ ἑθεν ὀτρύνοντοσ“ (Ο 199) καὶ „οὕς ἑθεν εἵνεκ’ | |
5 | ἔπασχον“ (Γ 128). A | ||
1114b | ex. | οὔ ἑθεν: τὸ μὲν πρῶτον καὶ δεύτερον πρόσωπον τοῦ ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλι‐ τέον. b (BC) T | |
1.115 | ex. | ex. | 〈οὐ δέμας οὐδὲ φυὴν οὔτ’ ἂρ φρένας οὔτε τι ἔργα:〉 ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν γυναικὸς περιέλαβεν. καὶ ἀλλαχοῦ· „κάλλεϊ | |
καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν“ (Ν 432), b (BCE4) Tt „καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα“ (ο 418). b (BCE4) T | φυήν δὲ τὸ | |||
5 | δι’ ὅλου κάλλος, b (BCE4 E4il) T ὡς τὸ „φυήν γε μὲν οὐ κακός b (BCE4) T ἐστι / μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρασ“ (θ 134—5). b (BCE4) | ||
D | οὐ δέμας: δέμας ὁ ποιητὴς—σῶμα αἰσχύνομαι. A | ||
1116a | Hrd. | 〈καὶ ὧς:〉 τὸ ὡς ὁπότε σημαντικόν ἐστι τοῦ ὅμως, περι‐ σπᾶται. Aint | |
1116b | Nic. | 〈ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ’ ἄμει‐ νον:〉 στικτέον ἐπὶ τὸ ἄμεινον· ψυχροὶ γὰρ οἱ ἐπὶ τὸ πάλιν στίζον‐ τες. Aim | |
1117a | Ariston. | βούλομ’ ἐγὼ λαὸν σόον: ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτη‐ κεν ὡς τῆς διανοίας εὐήθους οὔσης. οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρε‐ σθαι, ἀλλὰ συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται. A | |
1117b1 | Did. | D | ex. | σόον ἔμμεναι: οὕτως „σῶν“ αἱ Ἀριστάρχου, οὐ διῃρη‐ μένως „σόον“, ἀλλὰ „σῶν“. συνᾴδει καὶ τὸ „νῦν μοι σῶς αἰπὺς ὄλε‐ θροσ“ (ε 305). ἔσθ’ ὅπου δὲ καὶ διαιρεῖ „σόον δ’ ἀνένευσε“ (Π 252). | ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησίν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ | |
5 | αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται τῷ ποιητῇ. | Πορφύριος (1,7,22) δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέσθαι ἐγώ. A | ||
1117b2 | Did. | αἱ πᾶσαι „σῶν“ εἶχον· καὶ συνᾴδει τὸ „νῦν τοι σῶς αἰπὺς ὄλεθροσ“ (Ν 773). b (BC) T | |
1117c | ex. | Porph. | 〈ἢ ἀπολέσθαι:〉 διασαφητικῶς ἀντὶ τοῦ ἤπερ, ὡς τὸ „ἢ ἀφνειότεροι“ (α 165). ἔστι δὲ μετὰ ἤθους. | Πορφύριος δὲ (1,7,22) παραδιαζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ ἀπολέσθαι ἐγώ. b (BC) T | |
1.118 | ex. | αὐτὰρ ἐμοὶ 〈γέρας αὐτίχ’ ἑτοιμάσατ’〉: ἀλλοιωτικῇ στάσει κέχρηται μετατιθεὶς τὰ ὀνόματα πρὸς κόσμον ἑαυτοῦ. b (BC) T προσφυῶς δὲ πρὸς τὸν Ἀχιλλέα ἐπεισέρχεται. b (BC) | |
1118-9 | ex. | μὴ οἶος / 〈Ἀργείων〉: ἱκανὸν μὲν ἦν αὐτῷ καὶ τῶν ἀριστέων μόνον εἰπεῖν. ἀλλὰ διὰ τοῦτο πάντων ἔφη, ἵνα τὴν εἰς αὑτὸν ἀτιμίαν αὐξήσῃ. b (BCE4) T | |
1.119 | ex. (?) | ex. | ἀγέραστος: ὡς ἀπείραστος, ἀβίαστος. b (BC) T | ἵνα δὲ μὴ δοκῇ τοῦ μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ. b (BCE4) T | |
1120a | Hrd. | λεύσσετε: Ἀρίσταρχος διὰ δύο σς, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ τοῦ μέλλοντος, ὡς „ἄξετε“ (Γ 105), „οἴσετε“ (Γ 103), „καταβήσεο δίφρου“ (Ε 109). A | |
1120b | Hrd. | ex. (?) | Did. | λεύσετε γὰρ τό γε πάντες〈—ἄλλῃ〉: Ἀρίσταρ‐ χος μέλλοντά φησιν, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ „ἄξετε“, „οἴσετε“ b (BC) T | τὸ δὲ ὅ μοι ἀποκοπὴ τοῦ ὅτι. b (BCE4) T | τὸ δὲ ἄλλῃ μετὰ τοῦ ι γράφομεν. b (BC) T | |
1120c | ex. (?) | 〈ὅ μοι:〉 ἀποκοπὴ τοῦ ὅτι μοι. Ail | |
1120d | Did. | {λεύσσετε γὰρ πάντες ὅ μοι γέρας ἔρχεται} ἄλλῃ: σὺν τῷ ι τὸ ἄλλῃ. καὶ ἔστιν ἄλλοσε, ὥσπερ τὸ „πάντῃ“ (Α 384. Ε 495 al.)· ὁ γὰρ νοῦς τῶν λεγο‐ μένων τοιοῦτος· ἐμοὶ δὲ γέρας παρασκευάσατε, ὅπως μὴ ὑπολειφθῶ | |
ἀγέραστος ἐν τοῖς Ἕλλησι· ὁρᾶτε γὰρ δή μου τὸ γέρας ἀλλαχόσε | |||
5 | ἀπερχόμενον. θαυμάσειε δ’ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμηρικῶν ὑποδειγμάτων, παρα‐ δεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθ’ ὅπῃ καταχρῆται Ὅμηρος, καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον „λεύσσετε γὰρ 〈...〉 ὅ μοι γέρας ἔρχεται ἄλλῃ“ ὡς ἐκεῖνο „πῦρ ἕτερον μὲν ὑπ’ αἰθούσης εὐεργέος | ||
10 | αὐλῆς, / ἄλλο δ’ ἐνὶ προδόμῳ“ (Ι 472—3) καὶ „ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“ (Ι 313). ἁπλῶς δ’ ἔοικε νοῦς ὑγιὴς μὴ ὑπο‐ φαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης, καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπι‐ στήσαντος αὐτοῦ τοῖς παραδείγμασιν. A | ||
1.121 | ex. | ποδάρκης: ὁ ἑαυτῷ τοῖς ποσὶν ἐπαρκῶν, ἢ καὶ τοῖς ἄλλοις ὡς τὸ „λαοσσόοσ“ (Ν 128 al.). b (BC) T | |
1.122 | ex. | 〈φιλοκτεανώτατε:〉 οὐ γὰρ γέρως Ἀγαμέμνων, ἀλλὰ κέρδους ἀντιποιεῖται. b (BCE4) T | |
1.123 | ex. | πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί: ὡς ἐν ἀρχῇ προσκρούει μετρίως, κατ’ ὀλίγον ἐμφαίνων τὸ εἰρωνικόν. συνάξας δὲ τὴν ἐκκλησίαν δικαίως ὑπὲρ ἁπάντων στασιάζει, ὡς καὶ τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ μεγάθυμοι δημαγωγικόν. b (BC) T | |
1123-4 | ex. | Did. | | πῶς γάρ τοι, / οὐδέ τί πω ἴδμεν: ὁ δέ ἀντὶ τοῦ γάρ. | | |
ex. | αἱ πᾶσαι δὲ που ἔχουσιν. | ὡς πρὸς ἐντροπὴν δὲ τὴν κοινὴν ἀπορίαν προβάλλεται. b (BC) TTinf | ||
1124a | Did. | 〈οὐδέ τί πω:〉 διὰ τοῦ ο καὶ υ. οὕτως καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους. A | |
1124b | Nic. | οὐδέ τί πω ἴδμεν ξυνήϊα 〈κείμενα πολλά〉: τινὲς ἐπὶ | |
τὸ κείμενα στίζουσι, καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσιν, κακῶς. A | ξυνὸν δὲ ξυνεῖον ὡς κοινὸν κοινεῖον· καὶ διαιρέσει Ἰωνικῇ ξυνή‐ ϊον. A b (BC) T | |||
1.125 | Hrd. | τὰ δέδασται: †τὰ καθόλου. πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυ‐ μίας λαμβανόμενον βαρύνεται. b (BC) T | |
1.126 | D (od A 10) | λαούς: παρὰ τὸ λᾶαν. λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος. Προμηθέως παῖς—οὓς δὲ ἡ Πύρρα γυναῖκες. A | |
1126a | D | Ep. Hom. | | παλίλλογα 〈ταῦτ’〉: οὐ δίκαιόν ἐστι εἰς τὸ αὐτὸ πάλιν | |
Hrd. | συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. | παρὰ τὸ λέγω, ὅθεν καὶ τὸ συλλέγω. | τὸ δὲ ταῦτα Τυραννίων (fr. 2 P. = H.) ὀξύνει. A | ||
1126b | Hrd. | ταῦτ’ ἐπαγείρειν: ταῦτα Τυραννίων (fr. 2 P.) ὀξύ‐ νει, ἵν’ ᾖ τὰ αὐτά. b (BCE4) T | |
1.127 | ex. | θεῷ πρόες: πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε πατρὶ πρόες οὐδ’ Ἀχαιοῖς, ἀλλὰ τῷ θεῷ. b (BC) T | |
1127-8 | ex. | αὐτὰρ Ἀχαιοί / τριπλῇ τετραπλῇ τ’ ἀποτίσο‐ μεν: οὐ χάριν αἰτεῖ, ἀλλ’ ὡς κακῷ δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται. A | |
1128a | ex. (?) | 〈τριπλῇ:〉 ἀντὶ τοῦ τριπλῶς. Til | |
1128b | ex. | ἀποτίσομεν, αἴ κέ ποθι Ζεύς: πιστοῦται τὴν ὑπό‐ σχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει. A b (BC) T | |
1128c | ex. | αἴ κέ ποθι Ζεύς: ὅτι μεθ’ ὑπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς | |
ὑποσχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης. A b (BC) | |||
1129a1 | Ariston. | Hrd. | δῷσι πόλιν Τροΐην: ὅτι Ζηνόδοτος γράφει „δῷσι πόλιν | |
vel ex. | Hrd. ὀρθ. | Τροίην“, ὡς ἐπὶ τὴν Ἴλιον βουλόμενος γενέσθαι τὴν ἀναφοράν, ἀπι‐ θάνως· ἄδηλον γὰρ ἦν, εἰ ἑλοῦσιν αὐτήν. ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν περιοίκων· ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς· διὸ καὶ ἐν τρισὶ | ||
5 | συλλαβαῖς ἀναγινώσκεται. | Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης (fr. 14 Friedl. = FGrHist 71,6) καὶ Χρύσιππος ὁ Στωϊκὸς (St. V. Fr. III 769) σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμε‐ νον ῥήματι· τὸ γὰρ δῷσι φασὶ πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν | ||
10 | ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (α 168), τὸ „φῇσιν ἐλεύσεσθαι“ καὶ τὸ „εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα“ (θ 318)· κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον. | μέμνηται αὐτοῦ κἀν τῇ Ὀρθογραφίᾳ ὁ Ἡρωδιανός (2,419,8). A | ||
1129a2 | Hrd. vel ex. | 〈δῷσι:〉 δίδωσιν, ὡς „φῇσιν ἐλεύσεσθαι“. Til | |
1129b | Hrd. | ex. | δῷσι: ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσι. b (BC) T | ἔμφασιν δὲ ἔχει καὶ ἡ προσθήκη τῆς εξ. b (BC) T Til | |
1129c | Hrd. | Τροΐην: οὕτως Ἀρίσταρχος τρισυλλάβως, καὶ ἐνθάδε καὶ ἐν τῇ λ τῆς Ὀδυσσείας (510)· „ἤτοι ὅτ’ ἀμφὶ πόλιν Τροΐην φρά‐ ζευ“. καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροίη | |
5 | δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον „εἰσόκε περ Τροίην | ||
διαπέρσομεν“ (Ι 46), „ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεσ“ (Π 698), „Τροίῃ ἐν εὐρείῃ“ (Ω 256), καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν 〈τῷ〉 Τροΐην· δῷσι πόλιν Τρο‐ ΐην καὶ τὸ „ἤτοι †ἀμφὶ πόλιν Τροΐην“ (λ 510). ταῦτα ὁ Ἡρωδιανός | |||
10 | (2, 23, 36). A | ||
1131a | Ariston. | μηδ’ οὕτως ἀγαθός περ: ὅτι ἰδίως κέχρηται τῷ πέρ συνδέσμῳ ἀντὶ τοῦ γέ ἢ τοῦ δή. A | |
1131b | ex. | ἀγαθός περ: ἀντειρωνεύεται b (BCE4) T πρὸς τὸ „κύδιστε“ (Α 122). ὁ δὲ πέρ ἐναντιωματικός ἐστιν. b (BC) T | |
D | θεοείκελ’ Ἀχιλλεῦ: εὐειδὴς γὰρ—ὅτι εἴη ἀνήρ. A | ||
1.132 | ex. | κλέπτε νόῳ, 〈ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεισ〉: ἀπὸ τῶν δρομέων· b (BC) T οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πεί‐ σεις. b (BCE4) T | |
1133-4 | Ariston. | ἦε θέλεις, ὄφρ’〈—ἀποδοῦναι〉: ἀθετοῦνται, ὅτι εὐτελεῖς τῇ συνθέσει καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι. A | |
1133a | ex. | ἢ ἐθέλεις: πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας μέτεισιν ἐφ’ ἑτέραν παρασκευήν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι βλάπτει τὸ κοινὸν ἐχομένης τῆς παλλακῆς αὐτοῦ. b (BC) T | |
1133b | ex. | 〈ὄφρ’ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ’ αὔτως:〉 ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔμ’ αὔτως. Aint | |
1.134 | ex. | κέλεαι: καὶ μὴν ὁ μάντις εἶπε· „πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι“ (Α 98). ἀλλά γε αὐτὸς ἐκκλησιάζει. b (BC) T | |
1135-9 | ex. | ἀλλ’ εἰ μέν〈—ἄξω ἑλών〉: εὐφυῶς δὲ ἐπεισέρχε‐ ται Ἀχιλλεῖ. T | |
1135-7 | ex. | ἀλλ’ εἰ μὲν δώσουσι〈—αὐτὸς ἕλωμαι〉: | |
Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς τὸ „κἂν μὲν ἀποφήνω μόνην / ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμέ / ὑμῖν δι’ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή, / ποιεῖτον ἤδη τοῦθ’ ὅ τι ἂν ὑμῖν δοκῇ“ (Ar. Plut. | |||
5 | 468—71). καὶ ἐν Θεσμοφοριαζούσαις (536)· „εἰ μὲν οὖν ἔστι τις· εἰ δὲ μή, ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι“· b(BCE4) T ἐπὶ γὰρ πάντων τὸ καλῶς ἔχει, ὡς καὶ ἐνταῦθα, ἐλλείπει. b (BCE4) | ||
1136a | ex. | ex. | ἄρσαντες: Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγο‐ νέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς (2,24,14) ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ α καὶ τὸ ε πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντος ἐπιφερομένου, ψιλοῦται. A b (BC) T | ἔοικε δὲ βα‐ | |
5 | σιλικὸν εἶναι τὸ ἐκλέγεσθαι τῆς λείας ὃ θέλει. b (BCE4) TTil | ||
1136b | ex. | 〈ἀντάξιον:〉 τοῦτο πῶς ἀντάξιον ἔσται; Til | |
1.137 | Ariston. | ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι: ὅτι περισσεύει ὁ δέ σύνδεσμος, καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται περισσὸς ὁ „ἄξω ἑλών“ (Α 139). A | |
1138a | ex. | D | ex. | ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσσῆος: ἐνδεικνύ‐ μενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθάνεται, μάλιστα δὲ τοῖς Ἀχιλλέως. b (BCE4) T | Ὀδυσσέως δὲ γέρας Λαοδίκη ἡ Κύκνου. b (BC) T | τούτων δὲ μέμνηται, ὅτι ὁ μὲν συγγενής, ὁ δὲ φίλος. ἀμέλει καὶ τελευτῶντος | |
5 | αὐτοῦ μόνοι προὔστησαν τοῦ σώματος αὐτοῦ, καὶ μόνοι πρεσβεύονται πρὸς αὐτόν. b (BCE4) T | ||
1138b | ex. | ἰὼν γέρας: μέχρι τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον, τὰ δὲ λοιπὰ τοῖς ἑξῆς ἐπιφέρειν, ἵνα μὴ ἐνοχλεῖν δοκῇ δὶς τὸ ἑλεῖν κείμενον. b (BCE4) T | |
1139a | Ariston. | ἄξω ἑλών: ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γε‐ νομένης τοῦ ῥήματος, „ἕλωμαι“ (Α 137) ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες τὸ προσκείμενον ὁ δέ κεν κεχολώσεται· πῶς γὰρ οὐκ ἔμελλε χο‐ λοῦσθαι; A | |
1139b | ex. | ὁ δέ κεν κεχολώσεται: δοκεῖ ὑπὲρ ἑαυτοῦ ἀπολογεῖ‐ σθαι, τὸ διάφορον οὐκ εἰδὼς τῆς ἀφαιρέσεως. Tt | |
1.140 | ex. | ἀλλ’ ἤτοι μὲν ταῦτα: εὐσεβῶς καὶ βασιλικῶς μεταφέρει τὸν λόγον· καὶ οἶδε μὲν εὖ ἔχουσαν τὴν παραίνεσιν (ἐπεὶ οὐκ ἂν ἔπραξεν), ἐπιφέρει δὲ τὴν δυσχέρειαν κατὰ τῶν συμβουλευσάντων. b (BC) T | |
1141-4 | ex. | Hrd. (?) | 〈νῦν δ’ ἄγε νῆα—βήσομεν:〉 καὶ ταῖς φωναῖς κυρίως χρῆται, καὶ μίαν τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει ποιεῖ. ἔστι δὲ ἐν τῷ λόγῳ καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα. b | |
(BC) T | τὸ δὲ ἐπιτηδές (142) ὀξυντέον. T | |||
1.141 | Ariston. | 〈ἐρύσσομεν:〉 ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσωμεν· συνέσταλται γάρ. Aim | |
1142a | Did. | 〈ἐς δ’ ἐρέτας:〉 διὰ τοῦ ν Ἀρίσταρχος, „ἐν δ’ ἐρέτασ“. Aint | |
1142b | D | 〈ἐρέτας:〉 κωπηλάτας. Til | |
1142c | ex. (?) | ἐπιτηδές: τὸ ἐπιτηδές ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδεῖς γάρ, τὰ δὲ ὀνοματικὰ ἐπιρρήματα τὸν αὐτὸν τοῖς ὀνόμασι φυλάσσει τόνον. b (BC) T | |
1.143 | Ariston. | θείομεν, ἂν δ’ αὐτήν: ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν. ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο καὶ ὁ λοιμός. A | |
1144a | Nic. | 〈εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀρχός, ἵν’ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω. Aim | |
1144b | D | 〈ἀρχός:〉 ναύαρχος. Til | |
1144c | ex. | ex. | βουληφόρος: ᾧ τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται. b (BCE4) TTil | ἐκ τοῦ ἀρχός δὲ τὸν ναύαρχον ἐδήλωσεν. b (BC) T | |
1145-6 | ex. | 〈ἢ Αἴας—ἐκπαγλότατ’ ἀνδρῶν:〉 θεραπεύει τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ τῆς ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν Ἰδομενέα, b (BC) T ὅς ἐστι καὶ συγγενὴς αὐτῷ. T παραφυλακτέον δὲ ὅτι, ὅτε μὲν ἀτιμάσαι | |
5 | ἀπειλεῖ, προτίθησι τῶν ἀτιμαζομένων τὸν Ἀχιλλέα, b (BC) T „ἢ τεὸν ἢ Αἴαντοσ“ (Α 138), T ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἔδει ἀπελθόντα, τελευταῖον αὐτὸν καταλέγει καὶ μετὰ ὕβρεως, b (BC) T ἐκπαγλότατε (146)· ὑβριστικὸν γὰρ τὸ ἔκπαγλον καὶ ἀεικές. b (BCE4) T | ||
1.146 | ex. | 〈ἠὲ σύ, Πηλείδη:〉 ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν | |
αἰτίαν ἔχῃ τοῦ λοιμοῦ. b (BCE4) T | |||
1147a1 | Hrd. | ὄφρ’ ἥμιν: οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον. A | |
1147a2 | 〈ἥμιν:〉 ἐγκλιτέον. Ail | ||
1.148 | Ariston. | ex. | τὸν δ’ ἄρ’ ὑπόδρα 〈ἰδών〉: τὸ σημεῖον ὅτι 〈***〉 | εἰκὸς ἦν διαπεπυρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων „ἢ τεὸν ἢ Αἴαντοσ“ (Α 138). ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰ‐ πεῖν, μέχρις οὗ συγκλείσῃ τὸν Ἀγαμέμνονος λόγον. A | |
1149a | ex. | ὤ μοι ἀναιδείην: διετύπωσε νέον φιλότιμον, ἥττονα †δικαίου† θυμοῦ, διὰ τοῦ „ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην“ (Α 104). b (BCE4) T | |
1149b | ex. | 〈ἀναιδείην〉 ἐπιειμένε: προφανῆ τὴν ἀναίδειαν ἔχων, b (BCE4) T ἀπὸ μεταφορᾶς τῆς ἔξω καὶ πᾶσιν ὁρωμένης ἐσθῆτος. b (BCE4) ἔστι δὲ φύσει ὁ φιλοχρήματος καὶ ἀναιδής. b (BCE4) T ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι, | |
5 | φιλοτέχνως τὴν ἰδίαν ὕβριν κοινοποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ πλῆθος. b (BE4) T | ||
1149c | Hrd. | κερδαλεόφρον: παροξυτόνως ἡ κλητική. καὶ καθόλου τὰ παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παρ‐ οξύνεται, Λυκόφρον, „καρτερόθυμε δαΐφρον“ (Ε 277). τὰ δὲ ἄλλα ἐπὶ κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς ον βαρύτονα, | |
5 | „Ἀγάμεμνον“ (Β 362 al.), „ὀλβιόδαιμον“ (Γ 182), „κυλλοπόδιον“ (Φ 331), „Ποσείδαον“ (Υ 115 al.). ἔνθεν παράλογος ἡ Λακεδαῖμον | ||
προπερισπωμένη κλητική. A | |||
1149d | ex. | Hrd. | κερδαλεόφρον: ἁπλᾶ μὲν ὄντα μέσα ἐστί, συντιθέμενα δὲ ψόγον δηλοῖ, ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν· „κέρδεά θ’ οἷ’ οὔ πώ τιν’ ἀκούομεν“ (β 118). A b (BC) T | φυλάσσει δὲ τὸν τόνον τὰ παρὰ τὸ φρήν· τὰ δ’ ἄλλα ἀναπέμπει, οἷον „Ἀγάμεμνον“, | |
5 | „δαΐφρον“ (Δ 93. Ε 277) δέ, πλὴν τοῦ Λακεδαῖμον. b (BC) T | ||
1.150 | ex. | 〈πῶς τίς τοι:〉 τοῦτο κατὰ ἀγανάκτησιν, ἤτοι ἐπιτίμησιν. b (B) | |
1151a | ex. | ἢ ὁδόν: φασὶ μέν τινες περὶ τοῦ πλοῦ λέγειν. b (BCE4) ἐγὼ δὲ τὸν λόχον φημί, b (BCE4) T ἐπείπερ τὴν ὁδὸν λοχῶσι, T ἵνα τοὺς δύο κινδύνους ὁρίζῃ ἐν ταὐτῷ, ὃν μὲν τῶν ἀριστέων ὡς ἴδιον, ὃν δὲ τῶν ὄχλων ὡς κοινόν, ὡς κἀκεῖ b (BE4) T „οὐδέ ποτ’ | |
5 | ἐς πόλεμον ἅμα λαῷ / οὔτε λόχον 〈δ’〉 ἰέναι σὺν ἀριστήεσσιν“ (Α 226—7). b (BCE4) T | ||
1151b | Choer. O. | ἶφι: ἐσχημάτισται οὕτως· ἴς ἰνός ἰνόφι, ὡς χαλκός χαλκοῦ „χαλκόφι“ (Λ 351), καὶ κατὰ συγκοπὴν τῆς νο συλλαβῆς ἶφι. A | |
1.152 | ex. | 〈αἰχμητάων:〉 ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμνονα λυπεῖ καὶ Ἀχιλλεῖ δόξαν φέρει, ὡς ἐπὶ γενναίους στρατεύσαντι. b (BCE4) T | |
1153a | Nic. | δεῦρο μαχησόμενος: βέλτιον ἐπὶ τὸ δεῦρο διαστέλλειν, ἵν’ ᾖ ἤλυθεν δεῦρο, 〈***〉 ἐπεὶ σόλοικον ἔσται, τὴν εἰς τόπον σχέσιν δηλοῦντος τοῦ ἐπιρρήματος. δύναται δ’ ἴσως τις λέγειν ὡς καὶ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ ἐν Ὀδυσσείᾳ (δ 384) „πωλεῖταί τις δεῦρο γέρων | |
5 | ἅλιοσ“, σημαίνει δὲ ἀντὶ τοῦ ἀναστρέφεται ἐν τούτῳ τῷ τόπῳ. βέλτιον δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ ἀντὶ τοῦ παραγίνεται πολλάκις ἐνθάδε. A | ||
1153b | ex. | οὔ τί μοι 〈αἴτιοί εἰσιν〉: ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν πρόφασιν τῆς †στρατιᾶς† ἔχει (ἄλλως γὰρ ἂν προβάσης αἰτίας εὐλόγου ἐστράτευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δ’ ὡς οἱ Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον), ἅμα δέ γε παρεμφαίνει ὡς βια‐ | |
5 | σθεὶς πρὸς Ἴλιον ἔπλευσεν. b (BCE4) T | ||
1.154 | Hrd. | ex. (?) | οὐ γὰρ πώποτ’: οὕτως ὑφ’ ἓν πώποτε Ἀρίσταρχος. | ἀεὶ δὲ τὸ πώποτε ἐν συνθέσει ὂν ἐπὶ παρῳχημένου παραλαμβάνεται, οὐδέποτε δὲ ἐπὶ μέλλοντος. A | |
1.155 | ex. | οὔτε ποτ’ 〈ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ〉: διὰ τού‐ των ἐξαίρων δὲ τὴν χάριν ἐπαινεῖ τὴν πατρίδα. b (BC) T | |
1156a1 | Hrd. | 〈ἐπειῆ:〉 περισπαστέον τὸ〈ν〉 η· ἔστι γὰρ βεβαιωτι‐ κός. Aim | |
1156a2 | ἐπειῆ: καθόλου ὁ η βεβαιωτικὸς περισπᾶται· b (BCE4) T „ἐπειῆ καὶ ἐμέ“ (π 442), „ἐπειῆ φατε“ (ρ 196). T | ||
1157a1 | Did. | 〈σκιόεντα:〉 „σκιόωντα“ διὰ τοῦ ω Ἀρίσταρχος. Aint | |
1157a2 | αἱ Ἀριστάρχου „σκιόωντα“. Til | ||
1157b | ex. | οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα: ποιὰ ἡ ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ θαλάσσης διαστημάτων. διὰ δὲ τῶν ἐπιθέτων τῶν μὲν ὀρέων τὸ ὕψος, τῆς δὲ θαλάσσης ἐδήλωσε τὴν | |
τραχύτητα. b (BCE4) TTinf | |||
5 | D | θάλασσά τε ἠχήεσσα: ὁ λόγος· οὐδέποτε—μήτε ἀστυγείτονα. A | |
1.158 | ex. | ὦ μέγ’ ἀναιδές: μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ ἄτι‐ μον, τοῦ θυμοῦ τὰς βλασφημίας παραφωνοῦντος. b (BCE4) T | |
1.159 | Ariston. | τιμὴν ἀρνύμενοι: ὅτι Ζηνόδοτος γράφει „τιμὴν ἀρνύ‐ μενοσ“, καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς τιμωρίας κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλ’ ἀντὶ τοῦ εἰσπραττόμενος παρὰ Τρώων. A | |
1159-60 | ex. | τιμὴν ἀρνύμενοι〈— / πρὸς Τρώων〉: τὴν παρὰ τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες Μενελάῳ. λεληθότως δέ φησιν ὅτι ταῦτα πάσχομεν οἱ διὰ σέ, Μενέλαε, στρατεύσαντες. b (BCE4) T | |
1160a | Nic. | πρὸς Τρώων τῶν οὔ τι μετατρέπῃ: τινὲς ἐπὶ τὸ Τρώων στίζουσι, καὶ τὸ ἐπιφερόμενον μόριον ἐπὶ τὰ προειρημένα πράγματα, οὐ〈κ〉 ἐπὶ τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται. ἐὰν μέντοι ἐπὶ τὸ Τρώων ἀναφέρηται 〈καὶ〉 ἀντὶ ὑποτακτικοῦ τοῦ ὧν | |
5 | κέηται, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Τρώων, ὡς ἐπὶ τοῦ „οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖσ“ (Α 2). A | ||
1160b1 | ex. | τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις: ἤτοι τῶν πεπραγμένων εἰς τὴν σὴν χάριν, ἢ τῶν ἀκολουθησάντων. δύναται δὲ καὶ ὑπὲρ τῶν Τρώων ἀκούεσθαι, ἵν’ ᾖ ὧν οὐκ ἀλεγίζεις, τῶν ἐπικειμέ‐ νων πολεμίων. A | |
1160b2 | τῶν οὔτι μετατρέπῃ: τῶν ἀκολουθησάντων· ἢ τῶν προπεπονημένων· ἢ τῶν Τρώων, ὧν ἀμελήσας περὶ παλλακιδίου διαλέγῃ. b (BCE4) T | ||
1161-2 | ex. | καὶ δή μοι γέρασ〈—Ἀχαιῶν〉: ὃ ἄλλοι δικαίως | |
ἐδωρήσαντο (ἔκαμον γάρ), σὺ ἀπειλεῖς ἀφαιρήσεσθαι. b (BC) T | |||
1.162 | Did. | 〈ἐμόγησα:〉 Ἰακῶς τὸ ἐμόγησα αἱ Ἀριστάρχου. Aint | |
1163a | Ariston. | 〈ἔχω γέρας ὁππότ’ Ἀχαιοί:〉 ὅτι Ζηνόδοτος γράφει „οὐδ’ ὅτ’ Ἀχαιοί“. ἠγνόηκε δὲ ὅτι ἤλλακται τὸ ἔχω ἀντὶ τοῦ ἔσχον. Aim | |
1163b | Ariston. | ex. | ἔχω: ἀντὶ τοῦ ἔσχον. | ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γε‐ γονότα ὡς γινόμενα ἀπαγγέλλειν. b (BC) T | |
1.164 | Ariston. | Τρώων ἐκπέρσως’ 〈εὖ ναιόμενον πτολίεθρον〉: ὅτι φανερὸν ἐκ τούτου, ὡς καὶ ἐν τοῖς ἐπάνω (sc. ad Α 129), ὅτι περί τινος τῶν περιχώρων ἐστὶ πόλεων ὁ λόγος. καὶ ὅτι ὁ χρόνος ἤλλακται, ἐκπέρσωσι〈ν〉 ἀντὶ τοῦ †ἐκπέρσουσι. A | |
1165-6 | ex. | 〈ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο / χεῖρες ἐμαὶ διέπους’:〉 τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τοὺς ἀκούοντας φέρει, ὑποθωπεύων τοὺς παρόντας, ἐπεὶ ὅταν μόνος ᾖ δικαιολογούμε‐ νος πρὸς τοὺς πρέσβεις, ἀποτομώτερον φέρεται καί φησι· „δώδεκα δὴ | |
5 | σὺν νηυσὶ πόλεισ“ (Ι 328). b (BC) T | ||
1165-7 | ex. | 〈ἀλλὰ τὸ μὲν πλεῖον—σοὶ τὸ γέρας πολὺ μεῖζον:〉 ἐξ ἐπιδρομῆς τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν, οὐκ ἀπέχθειαν παρὰ τῶν ἀκουόντων ἐπηγάγετο. ἄκρα δὲ Ἀγα‐ μέμνονος πλεονεξία, ὃς ἐν τῷ δασμῷ τὸ δίκαιον ὑπερβαίνων οὐδὲ | |
5 | τούτῳ ἀρκεῖται. b (BC) T | ||
1.166 | ex. | 〈ἤν ποτε δασμὸς ἵκηται:〉 ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος, | |
ἀλλὰ πάντα πολλάκις σφετεριζομένου. b (BC) T | |||
1.167 | ex. | ὀλίγον τε φίλον τε: φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθω‐ μάτων· αὕτη γὰρ ἡ κτῆσις εὐφραίνει, ἡ δὲ ἐναντία ἐλέγχει. ἐλεύθερον δὲ τὸ μὴ διὰ χρήματα, ἀλλὰ δι’ ἀρετὴν πονεῖν. b (BCE4) T | |
1168a | Ariston. | ἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω: ὅτι δύναται ὑφ’ ἓν κεκάμω, δύναται 〈δὲ〉 καὶ χωρὶς τοῦ κε. καὶ ὅτι ἤλλακται ὁ χρόνος, ἔρχομαι ἀντὶ τοῦ ἠρχόμην. A | |
1168b | Did. | Hrd. | 〈ἐπὴν κεκάμω:〉 Ἀρίσταρχος γράφει „ἐπεί κε κάμω“, ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν τῷ ῥήματι. καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. | οὕτω δὲ καὶ Ἡρωδιανὸς (2,24,24), φάσκων ὅτι „τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς | |
5 | ‘ἐπήν κε‘ γράφουσι.“ A | ||
1168c | Did. + Hrd. | | ἐπήν κε 〈κάμω〉: Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος „ἐπεί | |
ex. | κε“ γράφουσιν. | οἱ δὲ γράφοντες ἐπήν τὸ „κεκάμω“ ὑφ’ ἓν ἀναγι‐ νώσκουσιν, ὡς τὸ „λελάχωσι“ (Η 80 al.) καὶ †πεπίθονται†, ὅπερ καὶ ἄμεινον. εἰσὶ δὲ πολλάκις καὶ ἄμφω σύνδεσμοι, ὡς τὸ „ἃς οὔτ’ ἄν κεν | ||
5 | Ἄρησ“ (Ν 127). b (BC) T | ||
1169a | Did. | 〈Φθίην δ’:〉 οὕτως σὺν τῷ δ αἱ Ἀριστάρχου, Φθίην δέ. καὶ ἡ Ζηνοδότου †ὁμοίως. Aim | |
1169b | ex. | 〈νῦν δ’ εἶμι Φθίην δέ:〉 νῦν δὲ ἄπειμι εἰς τὴν Φθίαν. ἐκφοβῶν τὸν βασιλέα τοῦτό φησι. b (C) | |
1169-71 | ex. | D | νῦν δ’ εἶμι Φθίην δέ〈—ἐνθάδ’ ἄτιμος ἐών〉: ὁ νοῦς | |
ὑπερβατόν· νῦν δ’ εἶμι Φθίην δὲ σὺν νηυσὶ κορωνίσιν, ἐνθάδ’ ἄτιμος ἐών, ἐπειῆ πολὺ φέρτερόν ἐστιν. | οὐχ ὑπολαμβάνω δέ σέ φησιν ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν σχεῖν. A | |||
1.170 | ex. | 〈οὐδέ ς’ ὀΐω:〉 οὐδέ σοι τὸ τέλειον. Til | |
1171a | Ariston. | 〈ἄτιμος ἐών:〉 ὅτι πτῶσις ἐνήλ〈λ〉ακται· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνομαστικῇ, ἀντὶ τοῦ οὐχ ὑπονοῶ δὲ ἐνθάδε σε ἐμοῦ ὄντος 〈ἀτίμου〉 πλουτήσειν. Aint | |
1171b | ex. | 〈ἄφενος καὶ πλοῦτον ἀφύξειν:〉 πικρῶς φησι σκοπὸν συναγωγῆς χρημάτων αὐτῷ τὸν πόλεμον ἐξευρεῖν. b (BC) T | |
D | ἄφενος καὶ πλοῦτον: ἄφενος καλεῖται—ἀπὸ πολ‐ λῶν. A | ||
1173a | Nic. | φεῦγε μάλ’: διασταλτέον βραχὺ ἤτοι ἐπὶ τὸ φεῦγε ἢ ἐπὶ τὸ μάλα· ἢ γὰρ φεῦγε μάλα, ἢ εἴ τοι μάλα θυμὸς ἐπέσσυται, εἰ λίαν ὥρμησαι. ἢ τάχα περιττεύει τὸ μάλα. A | |
1173b | ex. | Did. | φεῦγε μάλ’: τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύ‐ νων αὐτόν. b (BCE4) T | γράφεται δὲ καὶ „ἦ τοι θυμὸς ἐέλδεται“. T | |
D | θυμός: τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ—ἐπίφρονι βουλῇ. A | ||
1173c | Hrd. | 〈ἔγωγε:〉 οὕτως προπαροξυτονητέον τὸ ἔγωγε, ἵν’ ᾖ ἕν. Aim | |
1173-4 | ex. | Hrd. | οὐδέ ς’ ἔγωγε / λίσσομαι εἵνεκ’ ἐμοῖο μένειν· πάρ’ ἔμοιγε καὶ ἄλλοι: ταπεινὸν γὰρ ἦν τὸ δεῖσθαι μένειν· οὐκ ἂν γὰρ ἐπένευσε δεομένου. | τὸ δὲ ἔμοιγε (174) προπαροξυτόνως ὡς ἔγωγε. b (BC) T Tsup | |
1.174 | Hrd. | πάρ’ ἔμοιγε: τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυ‐ | |
τονητέον. καὶ καθόλου ὁπότε σημαντικαί εἰσι ῥημάτων αἱ προθέσεις, τοῦτον τὸν τόνον ἀναδέχονται· „ἐπεὶ οὔ τοι ἔπι δέοσ“ (Α 515), „οὐ γὰρ ἔπ’ ἀνήρ / οἷος Ὀδυσσεύσ“ (β 58—9). τὴν δὲ ἔμοιγε προπα‐ | |||
5 | ροξυτονητέον· ἔστι γὰρ Ἀττικὴ ὡς καὶ ἡ ἔγωγε. A | ||
1175a | Ariston. | 〈οἵ κέ με τιμήσουσι:〉 ὅτι περισσὸς ὁ κέ σύνδεσμος, ἢ τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν. Aint | |
1175b | Did. (?) | ex. | οἵ κέ με τιμήσουσι: καὶ „τιμήσωσι“. T | οὐχ ὁμοτιμίαν μὲν αὐτοῖς ἐνέδωκεν, οὐκ εἶπε δὲ πάλιν ὑπηρετήσουσι. προσάγεται οὖν διὰ τῶν λόγων τούτων τὸ πλῆθος. b (BC) T | |
1175c | ex. | ex. | μάλιστα δὲ μητίετα Ζεύς: ὡς καὶ τὸ „ἐκ δὲ Διὸς βασι‐ λῆεσ“ (Hsd. th. 96). T | θαρσύνει δὲ τοὺς ἄλλους, παρατιθεὶς αὐτοῖς τὸν Δία ἀντὶ Ἀχιλλέως. τῇ δὲ πρὸς τὸν θεὸν κοινωνίᾳ οὐχ ὑπηρέτας αὐτοὺς πεποίηκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας. | |
5 | b (BC) T Tsup | ||
1175d | Hrd. | 〈μητίετα:〉 οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. καὶ ἴσως πλεονασμός ἐστι τοῦ ε. Aim | |
D | οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς: Βοιωτῶν | ||
5 | καὶ Αἰολέων—ἐπὶ τῆς εὐθείας εἰς α λήγει. A | ||
1175e | Orus | μητίετα: τὰ εἰς ης βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ ς κατὰ γενικήν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυ‐ λάττει τὸν τόνον. σεσημείωται τὸ δέσποτα καὶ „εὐρύοπα“ (Ε 265. Θ 442 al.) καὶ μητίετα. A Tt | |
1.176 | Ariston. | 〈ἔχθιστος:〉 ὅτι ὑπερθετικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο. Aint | |
D | διοτρεφέων: τῶν σὺν Διὸς γνώμῃ—ἐκ δὲ Διὸς βα‐ | ||
σιλῆες. A | |||
1177a | Ariston. | 〈αἰεὶ γάρ τοι ἔρις:〉 ὅτι ἐνταῦθα 〈οὐκ〉 ὀρθῶς κεῖται, ἐν δὲ τῇ †ὀδυσσείᾳ οὔ†. A | |
1177b | ex. | Ariston. | αἰεὶ γάρ τοι ἔρις τε: τὰ πλεονεκτήματα τοῦ ἀνδρὸς εἰς ὀνείδη μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπη‐ λὸν δόλιον. b (BC) T | τὸ δὲ „ἔχθιστοσ“ (Α 176) ἀναγνωστέον ὡς τὸ „δικαιότατος Κενταύρων“ (Λ 832). T | |
1178-80 | Nic. | εἰ μάλα καρτερός ἐσσι〈—Μυρμιδόνεσσιν ἄνασσε〉: ἐπὶ τὸ ἐσσί (178) ὑποστικτέον, ἵνα στίζωμεν κατὰ τὸ τέλος τοῦ στίχου, τὰ δὲ ἑξῆς ἀπ’ ἄλλης ἀρχῆς προφερώμεθα, οἴκαδ’ ἰών (179). ἢ ὑποστικτέον καὶ ἐπὶ τὸ ἔδωκεν (178) ἀνυποκρίτως, ὡς | |
5 | διὰ μέσου τὸ ἡμιστίχιον ἀναφωνεῖσθαι καὶ τὸ ἑξῆς εἶναι· εἰ μάλα καρ‐ τερός ἐσσι, οἴκαδ’ ἰών (178—9). A | ||
1.178 | ex. | θεός πού σοι τό γ’ ἔδωκε: εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν αὐτῷ μαρτυρεῖ. b (BCE4) TTsup πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως ἀορίστως ἔφη τὸ θεός, ἐπὶ δὲ αὑτοῦ ὡρισμένως φέρει τὸν Δία (cf. Α 175). b (BC) T Tsup | |
1.180 | ex. | 〈Μυρμιδόνεσσιν ἄνασσε:〉 φασὶν Αἰγίνης τῆς Ἀσωποῦ ἐρασθῆναι τὸν Δία καί τῳ τῶν φίλων παρεικασθῆναι, καὶ εἰς Φλιοῦντα διακομίσαι, καὶ εἶθ’ οὕτως αὐτῇ μιγῆναι. ἀδημονοῦντος δὲ τοῦ ἐκεῖσε βασιλεύοντος διὰ τὴν τῶν ἐνοικούντων σπάνιν, λέγουσι τὸν Δία τοὺς | |
5 | αὐτόθι μύρμηκας ἀνδρωθῆναι ποιῆσαι, τοῦ βασιλέως Αἴγιναν αἰτησα‐ μένου καὶ αὐτῆς τὸν Δία παραπεισάσης. ἔνθεν τοὺς Μυρμιδόνας μυθο‐ | ||
λογοῦσι γενέσθαι. b (BC) | |||
D | Μυρμιδόνεσσιν ἄνασσε: Αἴγιναν τὴν Ἀσωποῦ— Μυρμιδόνες ἐκλήθησαν. A | ||
1.181 | ex. | 〈οὐδ’〉 ὄθομαι: οὐ ταράσσομαι, παρὰ τὸν ὄτοβον τὸν τά‐ ραχον. T | |
1181-2 | Nic. | ἀπειλήσω δέ τοι ὧδε〈—Ἀπόλλων〉: στικτέον ἐπὶ τὸ ὧδε (181) καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλλων (182), ἵνα ἀπ’ ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔμ’ ἀφαιρεῖται (182). A | |
1.182 | ex. | ὡς ἔμ’ ἀφαιρεῖται 〈Χρυσηΐδα Φοῖβοσ〉: πιθανῶς οὐχ ὑπὸ τῶν Ἑλλήνων φησὶν ἀφαιρεῖσθαι τὸ γέρας, ἵνα μὴ ὕποπτος γένηται ὡς μισῶν αὐτούς, διότι ἀποδίδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ Ἕλληνες Ἀχιλλεῖ χάριν ἔχωσιν· ἀλλ’ ὑπὸ τοῦ θεοῦ ἀφαιρεῖσθαί φη‐ | |
5 | σιν, ὡς οὐκ ἀνθρώπων ἥττων, ἀλλὰ θεοῦ γενόμενος. εὖ δὲ καὶ τὸ καθ’ ἑαυτὸν ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προὔχων ὅσον τοῦ θεοῦ ἀπολείπεται. b (BCE4) T | ||
1.183 | ex. | ex. | σὺν νηΐ τ’ ἐμῇ 〈καὶ ἐμοῖς ἑτάροισι〉: ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν, ὡς οὐ γνωριοῦντος τοῦ θεοῦ τὸν αἴτιον τῆς ἀποστολῆς. b (BCE4) T | οὗτος ὁ λόγος ἤδη ἀποτέθειται τῶν φίλων τὸν Ἀχιλλέα. b (BC) T | |
1.184 | Ariston. | 〈ἄγω:〉 ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι. Aim | |
1184-5 | ex. | ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον / αὐτὸς ἰὼν κλισίην δέ: ἐπειδὴ τὸ ἐγώ (184) ἠδύνατο καὶ διὰ θεραπόντων | |
νοεῖσθαι, b (BCE4) T προσέθηκε τὸ αὐτὸς ἰών (185). T ὁμοία δέ ἐστιν ἡ ἀπειλὴ τῇ „τὴν δ’ ἐγὼ οὐ λύσω“ (Α 29). b (BCE4) T | |||
1185-7 | Nic. | αὐτὸς ἰὼν κλισίην δὲ 〈τὸ σὸν γέρας, — ἶσον ἐμοὶ φάσθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ γέρας (185) καὶ σέθεν (186) καὶ φάσθαι (187)· ἐπανάληψις γάρ ἐστιν ὑποτακτικοῦ μέρους. καὶ τὸ ὄφρα (185) κοινὸν κατὰ πάντων νοεῖται. A | |
1.185 | Hrd. | 〈εἰδῇς:〉 οὕτω περισπαστέον τὸ εἰδῇς. Aint | |
1.186 | ex. (?) | 〈καὶ ἄλλος:〉 τῶν φιλούντων Ἀχιλλέα. Til | |
1.187 | ex. | ἶσον ἐμοὶ 〈φάσθαι〉: ἀναιρεῖ τὴν ἐν ταῖς ἐκκλησίαις ἰσηγο‐ ρίαν· διὸ καὶ οἱ Ἀχαιοὶ φεύγουσιν, οὐ δυνάμενοι δικαιολογεῖσθαι αὐτῷ. b (BCE4) T ὁ δὲ Διομήδης „ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ“ (Ι 33) φησίν. b (BC) T | |
1189a | D | ex. | στήθεσσιν λασίοισι: νῦν περὶ τοῦ θυμοειδοῦς— μανικὸν τῆς ψυχῆς. | σημαίνει δὲ καὶ τοῖς A θερμοῖς· ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. A b (BCE4) T | |
1189b | Ep. Hom. | μερμήριξε: μερίζω μερμερίζω, καὶ ἐκτάσει μερμηρίζω, ὡς δάπτω δαρδάπτω. A | |
1189c | Ariston. | Nic. | διάνδιχα μερμήριξεν: ὅτι δύο ἐμερίμνησεν οὐκ ἐναντία ἀλλήλοις, ὅπερ ἐκλαβών τις προσέθηκεν· „ἦε χόλον παύσειεν“ (Α 192). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μερμήριξεν· ὁ γὰρ λόγος, διχῶς ἐλογίσατο, τοὺς μὲν ἀναστῆσαι, τὸν δὲ Ἀγαμέμνονα ἀνελεῖν. A | |
1189-93 | ex. | διάνδιχα μερμήριξεν—καὶ κατὰ θυμόν: θέλει εἰπεῖν ὡς δύο ἐβουλεύσατο, ἀναστῆσαι ἐκείνους καὶ ἀνελεῖν Ἀγα‐ μέμνονα· ὅθεν περισσόν φασι τὸν ἠὲ χόλον παύσειεν (192). ἀλλ’ | |
οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ἐκείνους ἀναστῆσαι καὶ ἀνελεῖν Ἀγαμέμνονα ἓν | |||
5 | θετέον, τὸ δὲ ἠὲ χόλον παύσειε (192) δεύτερον· ὃ καὶ ἄμεινον· ἡ γὰρ ὕβρις ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλε. τοῦτο δὲ ὑποφαίνει διὰ τοῦ κατὰ φρένα καὶ κατὰ θυμόν (193). b (BCE4) T | ||
1190-2 | Hrd. | Hrd. καθ. | ἠ ... ἠε: τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. A b (BCE4) T | καὶ οὕτως ἐν τῇ Καθόλου (1,517,12). b (BCE4) | |
1.190 | D | 〈ἐρυσσάμενος:〉 σπασάμενος. Til | |
1192a | Ariston. | 〈ἦε χόλον παύσειεν:〉 ὅτι ἐκλύεται τὰ τῆς ὀργῆς· διὸ ἀθετεῖται. Aint | |
1192b | ex. | ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν: ἐπειδὴ τὸ μὲν διαχεόμενόν ἐστιν, ὡς ἐπὶ ὕδατος ῥέοντος εἶπε παύσειεν. ὁ δὲ θυμὸς ἐπειδὴ τὸ θῦόν ἐστι, τῷ ἐρητύσειεν ἐχρήσατο. b (BCE4) T | |
1192c | D | 〈ἐρητύσειε:〉 κωλύσει〈ε〉. Til | |
1193a | D | 〈ὥρμαινε:〉 διενοεῖτο. Til | |
1193b | ex. | κατὰ φρένα 〈καὶ κατὰ θυμόν〉: φρένα μὲν τὸν λογι‐ σμόν, θυμόν δὲ τὸ θυμικόν. τὸ οὖν ἀναστῆσαι ἐκείνους ἀνελεῖν δὲ Ἀγα‐ μέμνονα κατὰ τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐλογίζετο, τὸ δὲ „ἦε χόλον παύσειε“ (Α 192) κατὰ τὴν φρένα. b (BCE4) T | |
1193-4a | Nic. | ἕως ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν: ἐνταῦθα μὲν ὑποστικτέον, ἐπὶ δὲ τὸ ξίφος (194) ἤτοι ὑποστικτέον ἢ στικτέον. ἐὰν μὲν οὖν ὑποστίζωμεν, ὁ ἐπιφερόμενος σύνδεσμος περισ‐ σὸς ἔσται, ἦλθε δ’ Ἀθήνη (194)· ἐὰν δὲ στίζωμεν, οὗτος μὲν καλῶς | |
5 | κείσεται, ὁ δὲ πρότερος πλεονάσει ἐν τῷ ἕλκετο δ’ ἐκ κολεοῖο (194). βέλτιον δὲ ὑποστίζειν ἀμφότερα· ἐν ὅσῳ γὰρ λογίζεταί τε καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνᾶ. A | ||
1193b | ex. | ex. | ἕλκετο: ἡ παράτασις τοῦ χρόνου τὴν ἀπὸ τῶν ἐπιλογι‐ σμῶν ἔνστασιν δηλοῖ. τὸ δὲ μέγα (194) καιρὸν δίδωσι καθόδου τῇ Ἀθηνᾷ. τὸ δὲ ἕως (193) νῦν ἀντὶ τοῦ τέως ὡς τὸ „εἵως μέν ῥ’ ἐπέτον‐ το“ (β 148). ἐπεὶ ποῦ ἡ ἀνταπόδοσις τοῦ ἕως; ἤγουν τῷ ἕλκετο δο‐ | |
5 | τέον τὸν καί. b (BCE4) T | διδάσκει δὲ ὁ ποιητὴς μὴ ὑπερχρῆσθαι ταῖς ἐξουσίαις τοὺς βασιλεῖς. b (BE4) T | ||
1.194 | Ariston. | 〈ἦλθε δ’ Ἀθήνη:〉 ὅτι περισσὸς ὁ δέ σύνδεσμος. Aint | |
1194-5 | D | ἦλθε δ’ Ἀθήνη / οὐρανόθεν: ἐκ τοῦ οὐρανοῦ παρεγέ‐ νετο—σὺν ὅπλοις. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ (bibl. 1, 20). A | |
1195-6a | Ariston. | 〈οὐρανόθεν· πρὸ γὰρ ἧκε—φιλέουσά τε κηδομένη τε:〉 ὅτι οὐκ ὀρθῶς ἐκ τοῦ ποιητικοῦ προσώπου λέγον‐ ται. Aim | |
1195b | ex. | πρὸ γὰρ ἧκε: τοῦ μὲν ἵνα μή τι πάθῃ δεινόν, τοῦ δὲ ἵνα μή τι δράσῃ, ἐκήδετο. εἴωθε δὲ εἰς τοσοῦτον αὔξειν τὰς περιπετείας ὡς μὴ δύνασθαι ἄνθρωπον αὐτὰς παῦσαι, b (BCE4) T ὡς καὶ ἐπὶ τῆς Πείρας (sc. Β 166—82) χρείαν πάλιν ἔσχε τῆς Ἀθηνᾶς. T | |
1.197 | Ariston. | D | ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα: ὅτι οὕτως λέγει, τὸν Πηλείωνα τῆς κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην. ἀγνοή‐ σαντες δέ τινες γράφουσι „ξανθῆς δὲ κόμης ἕλε Πηλείωνοσ“. | διὰ τού‐ του δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι | |
5 | τοιοῦτοι. A | ||
1198a | ex. | Did. (?) | ex, | οἴῳ φαινομένη: τοὺς γὰρ μεγαλοψύχους ὀργιζομένους οὐκ ἐμφανῶς δεῖ παύειν, τῶν ἐχθρῶν ὁρώντων. b (BC) T | τὸ δὲ φαινο‐ μένη ἀντὶ τοῦ φανησομένη. b (BC) γράφεται δὲ καὶ „φαινο‐ μένην“. | πολλὴ δὲ ἡ φαντασία, ὅτι καὶ ἐνεργείας ἐδέησε τῇ θεῷ. b | |
5 | (B) T | ||
1198b1 | Ariston. | 〈ὁρᾶτο:〉 ὅτι Ζηνόδοτος γράφει „ὁρῆτο“. τοῦτο δὲ Δώριον. Aint | |
1198b2 | Ζηνόδοτος ἀγνοήσας τὸ τῆς διαλέκτου ἰδίωμα ὡς Ἰωνι‐ κὸν ἐξέθετο 〈„ὁρῆτο“〉. ἔστι δὲ Δώριον· οἱ γὰρ Δωριεῖς τῆς δευτέρας συζυγίας τῶν περισπωμένων τὸ α εἰς η τρέπουσιν. b (BC) Tt | ||
1199-200 | ex. | ex. | αὐτίκα δ’ ἔγνω / 〈Παλλάδ’ Ἀθηναίην〉: εἶδεν: ἢ ὅτι συνήθης ἡ θέα τοῖς ἐπικουρουμένοις Ἕλλησιν, ἢ ὅτι τοῖς διογενέσι δηλοῦνται οἱ θεοί, ὡς τῇ Ἑλένῃ (sc. Γ 396—7). b (BCE4) T καὶ „Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωνα / ἔγνω ἐς ἄντα ἰδών“ (Ρ 333—4). | | |
5 | Παλλὰς δὲ παρὰ τὰς παλάμας, ἢ ὅτι εὐκίνητος ὁ νοῦς „ὡσεὶ πτερὸν ἠὲ νόημα“ (η 36). b (BE4) T | ||
1.200 | D | Παλλάδα τὴν Ἀθηνᾶν—προσκομίσαι τῷ Διΐ. A | |
Ariston. | ex. | δεινὼ δέ οἱ ὄσσε φάανθεν: ὁ δέ ἀντὶ τοῦ γάρ. b (BC) T | διὰ δὲ τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέ‐ στησεν. A b (BC) T τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτίσθησαν A b | ||
5 | (BCE4) T οἱ τοῦ ἥρωος ὀφθαλμοί. A b (BC) T | ||
1201a | Ap. Dysc.(?), D(?), ex.(?) | 〈καί μιν:〉 τὸ μίν Ἰώνων. Aint | |
1201b | ex. | φωνήσας: προσκαλεσάμενος, ἢ τὸ ὄνομα αὐτῆς εἰπών. b | |
(BCE3E4) T | |||
1.202 | ex. | ex. | αἰγιόχοιο: τοῦ ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος· ὅθεν καὶ Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν τυγχά‐ νον. A b (BCE3) T | πυνθανομένου μᾶλλον ἤπερ ὀργιζομένου ὁ λό‐ γος. b (BCE3) T | |
1203a | Ariston. | Did. | 〈ἴδῃ:〉 ὅτι χωρὶς τοῦ ς τὸ ἴδῃ. | οὕτως καὶ ἡ Ἀρι‐ στάρχου. Aim | |
1203b | Did. | ex. | ἴδῃ: δίχα τοῦ ς. | ὑψοῖ δὲ τὴν ὕβριν, ὡς καὶ θεοὺς κι‐ νήσασαν εἰς θέαν. b (BCE3) T | |
1204a | Nic. | ἀλλ’ ἔκ τοι ἐρέω: ἤτοι στικτέον ἐπὶ τὸ ἐρέω ἢ βραχὺ διασταλτέον. ἐὰν μὲν οὖν στίζωμεν, ἔσται τὸ λεγόμενον, τοῦτο δὲ τε‐ τελέσθαι ὑπολαμβάνω· ἐὰν δὲ διαστέλλωμεν, ἔσται ὁ δέ κείμενος ἀντὶ τοῦ δή, καὶ τὸ τό ἀντὶ ὑποτακτικοῦ τοῦ ὅ. A | |
1204b | Ariston. | τὸ δὲ καὶ τετελέσθαι ὀΐω: ὅτι Ζηνόδοτος γράφει „τὸ δὲ καὶ τετελεσμένον ἔσται“. τοῦτο δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβε‐ βαιοῦν. A | |
1204c | Did. | 〈τετελέσθαι:〉 Ἀρίσταρχος „τελέεσθαι“, οὐ τετελέ‐ σθαι γράφει. Aint b (BCE4) T | |
1205a | ex. | 〈ᾗς ὑπεροπλίῃσι τάχ’ ἄν ποτε θυμὸν ὀλέσσῃ:〉 πρὸ τῶν λόγων ἐνέδωκε τῇ παρουσίᾳ αὐτῆς. b (BCE4) T | |
1205b | ex. | ἄλλως. τάχ’ ἄν 〈ποτε θυμὸν ὀλέσσῃ〉: ταχέως· καὶ πλεονάζει τὸ ποτέ. ὑπ’ ἐμοῦ δέ φησιν ἀπολεῖται· διό φησιν ἡ θεὸς „μηδὲ ξίφος ἕλκεο χειρί“ (Α 210). b (BCE3) T | |
1207-9 | ex. | ἦλθον ἐγώ〈—ἄμφω ὁμῶς θυμῷ φιλέουσα〉: τὸ σφριγῶν τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις. ὅμως ἐκδειματοῖ, καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. A b (BCE3E4) T οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται ὡς λύκος ἄρνα. A b (BE3E4) T | |
1208-9 | Ariston. | οὐρανόθεν· πρὸ δέ μ’ ἧκεν〈—φιλέουσά τε κηδομένη τε〉: ὅτι ἀμφοτέρους Ζηνόδοτος ἠθέτηκεν. οἰκείως δὲ μᾶλ‐ λον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλέως. A | |
1210-1 | ex. | ex. | ἀλλὰ λῆγ’ ἔριδοσ〈—ὀνείδισον〉: τεχνικῶς λίαν οὐχ ἅμα πάσης αὐτὸν ἐκκόπτει τῆς ἐπιθυμίας, ἀλλ’ ὡς ἰατρὸς οἶνον ἀπαγορεύων ὕδωρ δίδωσιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέψαι συγχωρεῖ τὸ ὀλίγον, ὡς καὶ Ἡσίοδος „τοῦ κε κορεσσάμενος νείκεα καὶ | |
5 | δῆριν ὀφέλλοισ“ (opp. 33). | ἢ ὀνειδίσαι φησὶ τὸ ὑπομνῆσαι τῶν εὐεργεσιῶν, ὡς Πορφύριός φησιν (1,9,10), b (BCE3) T ὡς ὑπό‐ μνησίς ἐστιν ἀχάριστον αἰτιᾶσθαι. b(BCE3E4)T | ||
1211-2a1 | Nic. | ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον〈—τετε‐ λεσμένον ἔσται〉: Πτολεμαῖος (p. 40) καὶ Σέλευκος (fr. 5 M. = 8 D.) ἐπὶ τὸ ὀνείδισον στίζειν ἀξιοῦσι, καὶ ὑποστίζειν κατὰ τὸ τέλος τοῦ στίχου, ἵν’ ᾖ τὸ λεγόμενον· ὥσπερ γὰρ ἔσται, οὕτω καὶ ἐρῶ. ἐναντι‐ | |
5 | οῦται δὲ αὐτοῖς τό τε ὑπερβατὸν τοῦ γάρ (212) συνδέσμου, καὶ τὸ διλογεῖσθαι τὰ ἡμιστίχια ταῦτα, ὡς ἔσεταί περ (211) καὶ ὣς τετε‐ λεσμένον ἔσται (212). μήποτε οὖν ἄμεινον στίζειν ἐπὶ τὸ τέλος τοῦ στίχου, ἵνα μὴ μόνον συμβουλεύῃ, ἀλλὰ καὶ μαντεύηται, ὃ θεοῖς μά‐ | ||
λιστα πρέπει. A | |||
1211-2a2 | ἀναπαυστέον τὸν λόγον εἰς τὸ ὀνείδισον· τὸ δὲ ὡς ἔσεταί περ / ὧδε γὰρ ἐξερέω ἀναγνωστέον ἐν ταὐτῷ. b(BCE3)T | ||
1212a | Hrd. | τὸ δέ: δύο μέρη λόγου εἰσίν. Aint | |
1212b | Ariston. | τετελεσμένον ἔσται: ὅτι Ζηνόδοτος γράφει „τετελέ‐ σθαι ὀΐω“. τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν. A | |
1212c | ex. | τετελεσμένον ἔσται: ὁ μὲν ὡς ἄνθρωπος „ὀΐω“ φησίν (Α 204), ἡ δὲ ὡς θεὸς διαβεβαιοῦται. b(BCE3E4)T | |
1.213 | ex. | ex. (Porph.?) | τρὶς τόσσα: πρὸς τὴν ὕβριν ἡ σύγκρισις ἢ τὴν κόρην. τὰς Λιτὰς δὲ οἰκονομεῖ. ἐν δὲ τῷ ἐπ’ ἀτιμίᾳ δυσχεραίνοντι τὴν ἐσομένην τιμὴν προβέβληται. | πόθεν δέ φασιν ἡ Ἀθηνᾶ οἶδεν, ὅτι ὁ Ἀχιλλεὺς λήψεται πολλαπλάσια δῶρα; οὐδέπω γὰρ τῇ Θέτιδι τὴν Ἀχιλλέως | |
5 | τιμὴν ὑπέσχετο ὁ Ζεύς. ὅτι οὐ μόνον θεός, ἀλλὰ καὶ ὁ τυχὼν ἄνθρωπος γνοίη, ὅτι οἱ τοὺς κρείττους ἀτιμάσαντες, εἰ κινδυνεύσειαν, ἐπὶ τοὺς ὑβρισμένους καταφεύγουσιν. T | ||
1214a1 | ex. | Hrd. | 〈ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν:〉 μαλάσσουσα αὐτὸν συμφωνεῖ αὐτῷ, ὑβρίσθαι αὐτὸν λέγουσα. b (BCE3E4)T | τὸ δὲ ἡμῖν ὀρθοτονητέον· διέσταλται γάρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ σῇ ὀργῇ. κακῶς οὖν Ἀρίσταρχος συστέλλει τὴν | |
5 | μιν. b(BCE4)T | ||
1214a2 | Hrd. | 〈ἡμῖν:〉 ὅτι ὀρθο〈το〉νητέον, ἵνα ᾖ διασταλτική. Aim | |
1216a | x (Hrd. ?) | χρή: ὀξυτονούμενον καὶ ἐν τῇ συντάξει βαρυνόμενον σημαίνει ἐπίρρημα τὸ δεῖ, χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος εἰρύσσασθαι, περισπώμενον δὲ ῥῆμα Ἀττικόν· ἀπὸ γὰρ τοῦ χρῶ‐ | |
μαι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἐστὶ χρᾷ Ἰωνικῶς, Ἀττικὸν δὲ | |||
5 | χρῇ, ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσῳ (fr. 1, III p. 372 K.)· „ἰδοὺ κάτοπτρον. εἰπέ μοι †τί χρὴ τοῦτο;“ A | ||
1216b | Ariston. | χρὴ μὲν σφωΐτερόν γε: ὅτι πρὸς δύο ἀμείβεται· τὸ γὰρ σφωΐτερόν ἐστι δυϊκόν. κακῶς ἄρα ἀθετεῖ Ζηνόδοτος τὸν „〈οὐρανό‐ θεν·〉 πρὸ δέ μ’ ἧκε θεά“ καὶ 〈τὸν〉 „ἄμφω ὁμῶσ“ (Α 208—9). A | |
1216-8 | Nic. | 〈χρὴ μὲν σφωΐτερόν γε—μάλα τ’ ἔκλυον αὐ‐ τοῦ:〉 ὁ λόγος αἱρεῖ στίζειν ἐπὶ τὸ κεχολωμένον (217) καὶ ἄμεινον (217)· ἕκαστος γὰρ καθ’ ἑαυτὸν λόγος ἀπηρτισμένος ἐστί, καὶ οἱ μὲν πρῶτοι δύο ὑπὸ τοῦ γάρ (217) συνδέσμου συνημμένοι εἰσίν· ὁ δὲ | |
5 | τρίτος (ὅς κε θεοῖς ἐπιπείθηται, 218) ἀσύνδετός ἐστι πρὸς τὸν δεύ‐ τερον· διὸ τελείαν ἔχει τὴν πρὸ ἑαυτοῦ στιγμήν. γελοίως δὲ ὁ Πτολε‐ μαῖος (p. 40) αἰτίαν ἡγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέ‐ γεσθαι τὸν τελευταῖον στίχον· καὶ γὰρ εἰ μὴ γνωμικὸς ἦν, οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω ἀσύνδετος ὢν ὁ λόγος. A | ||
1216-9 | Hrd. | ὣς γὰρ ἄμεινον: στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς „ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ“ (Α 218)· γνωμικώτερον γὰρ τὸ τοιοῦτο εἴρηται. οὕτως Ἡρωδιανός. A | |
1218a | Ariston. | 〈ἔκλυον:〉 πρὸς τὸ σχῆμα, ὅτι οὐ κλύουσιν εἶπεν ἢ ἀκού‐ σονται. Aim | |
1218b | ex. (?) | 〈ἔκλυον:〉 οἱ θεοί. Til | |
1219a | Ap. S. | Did. vel Ariston. | Ap. S. | ἦ καὶ ἐπ’ ἀργυρέῃ: τοῦτο τὸ ἦ ψιλῶς λεγόμενον καὶ πε‐ ρισπωμένως δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι, ἴσον τῷ δή, οἷον „ἐπειῆ πολὺ φέρτερόν ἐστι“ (Α 169), καὶ παραλλήλως „ἦ δὴ | |
λοίγια ἔργα“ (Α 518). δηλοῖ δὲ καὶ ἀπορηματικὸν σύνδεσμον· „ἦ οὐχ | |||
5 | Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; / ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀν‐ θρώπων / Ἀτρεῖδαι;“ (Ι 339—41). δηλοῖ δὲ καὶ τὸ ἔφη· „ἦ καὶ κυα‐ νέῃσιν“ (Α 528). | καὶ σεσημείωται Ἀρίσταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη, ὡς ἐπὶ τοῦ προ‐ κειμένου, ὁ δὲ Πλάτων μετ’ αὐτὸ ἐπιφέρει τὸν λόγον. | ψιλούμενον δὲ | ||
10 | καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικόν· „ἦ εὖ ἠὲ κακῶσ“ (Β 253). ἔστι δὲ ὅτε καὶ ἀντὶ συναπτικοῦ τοῦ εἴ τίθεται, οἷον „οὐδ’ ἀφα‐ μαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν“ (Γ 215). ποτὲ δὲ παρέλκει· „ἀλλὰ τίη με ταῦτα παρεξερέεσθαι ἕκαστα;“ (Κ 432). δασυνόμενον δὲ καὶ ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ· „ἣ δ’ ἑτέρη θέρεϊ προρρέει | ||
15 | εἰκυῖα χαλάζῃ“ (Χ 151). δηλοῖ δὲ καὶ ἄρθρον ὑποτακτικόν, οἷον „ἣ μυρί’ Ἀχαιοῖσ“ (Α 2). δηλοῖ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν· „ὣς ἥ γ’ ἀμφιπόλοισι μετέπρεπεν“ (ζ 109). 〈***〉 δηλοῖ δὲ καὶ τὴν σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου, συζυγοῦσαν τῇ ἐμή, σή. ὑποδείγματα δὲ ταύτης παρ’ Ὁμήρῳ οὐχ εὑρίσκεται, ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται· | ||
20 | αἱ γὰρ πλάγιοι πᾶσαι δι’ αὐτῆς παρ’ Ὁμήρῳ σώζονται. A | ||
1219b | ex. | 〈ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν:〉 τῇ ἀργυροήλῳ. κώπη δὲ τὸ κωπίον, ἤγουν ἡ τοῦ ξίφους λαβή. βαρεῖαν δὲ b(BCE3)Til τὴν πρώην ἐπτερωμένην τῷ θράσει, ἢ τὴν ἑτέρους τοῖς ὅπλοις βαρύνουσαν. b(BCE3E4)Til | |
1219c | ex. (?) | κώπη: παρὰ 〈τὸ〉 κοπτικὸν τοῦ ξίφους. A | |
1219-20 | Ariston. | ἦ καὶ ἐπ’ ἀργυρέῃ〈—οὐδ’ ἀπίθησε〉: ὅτι Ζηνόδοτος μεταγράφει „ὣς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδ’ ἀπί‐ θησε“ καὶ τοὺς δύο ἕνα ἐποίησεν. A | |
1.220 | ex. (?) | 〈κουλεὸν ... ξίφος:〉 κουλεόν παρὰ 〈τὸ〉 κοῖλον εἶναι, ξίφος παρὰ τὸ σκίπτω σκίφος καὶ ξίφος Δωρικῶς. A | |
1222a | Nic. | 〈δώματ’ ἐς αἰγιόχοιο Διός:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ Διός. Aim | |
1222b | Ariston. | 〈μετά:〉 ὅτι ἀντὶ τοῦ ἐπί. Ail | |
1222c | Did. (?) | δώματ’ ἐς αἰγιόχοιο 〈Διὸς μετὰ δαίμονας ἄλλουσ〉: δύναται μὲν ἀθετεῖσθαι· οἱ γὰρ θεοὶ πρὸ μιᾶς ἡμέρας εἰς Αἰθιοπίαν εἰσὶ κεχωρισμένοι. δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι †ἡμῶν† μετὰ δαίμονας ἄλλους, εἰς τὸν τῶν δαιμόνων τόπον. A | |
1222d | ex. | δαίμονας ἄλλους: τὸν τῶν δαιμόνων τόπον μετωνυμι‐ κῶς ἐκάλεσεν, ὡς „ὕεσσι παρήμενον“ (ν 407). ἢ μόνους τοὺς ἄρσενάς φησι ἕπεσθαι τῷ Διῒ εἰς Αἰθιοπίαν καὶ τὰς θηλείας καταλελεῖφθαι, „οἱ δ’ ἅμα πάντες ἕποντο“ (Α 424). ἢ ὅτι τὸ „πάντεσ“ ἐκεῖσε ἀντὶ τοῦ οἱ | |
5 | πλείους τέτακται. b(BCE3E4)T | ||
D | μετὰ δαίμονας ἄλλους: οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς —δαίμονας φύλακας θνητῶν ἀνθρώπων. A | ||
1223a1 | D | ex. | 〈ἀταρτηροῖς:〉 ἀτηροῖς, | καὶ πλεονασμῷ τῆς ταρ συλ‐ λαβῆς ἀταρτηροῖς, ὡς τὸ τάρροθος καὶ μετὰ τῆς ἐπί προθέσεως „ἐπι‐ τάρροθοσ“ (Ε 808 al.). b(BCE3) | |
1223a2 | πλεονάζει ἡ ταρ ὡς τὸ „ἐπιτάρ〈ρ〉οθοσ“. Til | ||
1225-33 | Ariston. | οἰνοβαρὲς κυνὸς ὄμματ’ ἔχων〈—ὅρκον ὀμοῦμαι〉: ὅτι Ζηνόδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν, ἕως τοῦ „ναὶ | |
μὰ τόδε σκῆπτρον“ (Α 234). A | |||
1225a | Nic. | 〈οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλά‐ φοιο:〉 καθ’ ἑκάστην {δὲ} λοιδορίαν βραχὺ διασταλτέον, ἐπὶ δὲ τὸ τέλος στικτέον· προσαγορευτικὴ γὰρ ἡ περίοδος. ἡ δὲ ἑξῆς περίοδος ῥηματική· διὸ ἀπ’ ἄλλης ἀρχῆς „οὔτε ποτ’ ἐς πόλεμον / οὔτε λόχον“ | |
5 | (Α 226—7). A | ||
1225b | ex. | οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλά‐ φοιο: Ἰσοκράτης (4, 142) Κόνωνι τῷ Ἀθηναίων στρατηγῷ τρία μαρτυρεῖ, ἐπιμέλειαν, πίστιν, ἐμπειρίαν πολέμου. τούτων τὰ ἐναντία κατανοήσας Ἀγαμέμνονα ὀνειδίζει· ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια, | |
5 | ἀπιστία δὲ ἐξ ἀναιδείας, καὶ πολέμων ἀπειρίαν ἡ δειλία ἐργάζεται. καὶ δειλὸν μὲν ἐπὶ τρίτον ἐν Ἰλιάδι φαίνεται λέγων διὰ τὸ „φεύγωμεν σὺν νηυσί“ (Β 140. Ι 27, cf. Σ 75), μέθυσον δὲ διὰ τὸ „πλεῖαί τοι οἴνου κλισίαι“ (Ι 71) b(BCE3E4)T καὶ „σὸν δὲ {μάλιστα} πλεῖον δέπας αἰεί“ (Δ 262) παρ’ Ἀτρείδῃσι, καὶ Εὔνηος „χίλια μέτρα“ (Η 471) | ||
10 | αὐτοῖς ἀποστέλλει, καὶ „Τρώων δ’ ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνο‐ χοεύειν“ (Β 127). T μάλιστα δὲ τῷ ἀναιδεῖ ἐπιμένει, ὅπου μὲν λέγων „ἀλλὰ σοί, ὦ μέγ’ ἀναιδέσ“ (Α 158), ὅπου δὲ „ἀναιδείην ἐπιει‐ μένε“ (Α 149), πῇ δὲ „σοί τε, κυνῶπα“ (Α 159)· ἐπεὶ προμεμαρτύρηται αὐτοῦ τὸ τῆς θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα b(BCE3E4)T | ||
15 | διαλόγῳ, „ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην“ (Α 104) καὶ „κάκ’ ὀσσόμενος προσέειπεν“ (Α 105). T φύσει δὲ ἀλλήλαις αἱ κακίαι, ὡς καὶ αἱ ἀρεταί, παρέπονται. b(BCE3E4)T | ||
1225c | ex. | ἄλλως: εἰώθασιν οἱ ἄνθρωποι τὰ πλεονεκτήματα πολλάκις ὡς ἐλαττώματα προάγειν· „στρεπτὴ γὰρ γλῶσς’ ἐστὶ βροτῶν“ (Υ 248)· ἐπειδὴ γὰρ τοῖς βασιλεῦσι πλεῖον δέπας οἴνου παρέκειτο ἀξιώμα‐ | |
τος χάριν, τοῦτο εἰς μέθην ὀνειδίζει τῷ βασιλεῖ. τὸ δὲ διὰ τὸ μὴ περι‐ | |||
5 | φρονεῖσθαι ἰταμὸν τῶν βασιλέων καὶ δυσπαράκλητον ἀναίδειαν εἶπεν. ἐπεὶ δὲ καὶ προκινδυνεύειν τῆς φάλαγγος οὐκ οἰκεῖόν ἐστι βασιλεῖ, τοῦ‐ το δειλίαν ἐκάλεσεν. οὐκ οἰητέον δὲ τοιοῦτον εἶναι τὸν Ἀγαμέμνονα οἷον νῦν λοιδορεῖ, ὃν †Ἕλληνες ἐν τοῖς πρώτοις ἠρίθμουν· „ἢ Αἴαντα λαχεῖν ἢ Τυδέως υἱόν, / ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο 〈Μυκήνησ〉“ | ||
10 | (Η 179—80). οὐχ ὅτι τρίτος ἦν κατ’ ἀρετὴν Ἀγαμέμνων, τρίτον αὐ‐ τὸν ἀριθμοῦσιν, ἀλλ’ ὡς ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα. εἴς τε τὸ πρὸς Ἕκτορα μονομάχιον „ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων“ (Η 162). ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς ἄλ‐ λαις παραβάλλων μείζονα εὕροι τις ἄν· Διομήδης μὲν γὰρ ἠρίστευσεν | ||
15 | ἔτι τῶν Τρώων ἀγνοούντων τὴν μῆνιν Ἀχιλλέως b(BCE3E4) T καὶ διὰ τὸ συνειδέναι σφίσιν αὐτοῖς τὴν τῶν ὅρκων παράβασιν κατεπτηχότων, T τὸν δὲ Αἴαντα ὁ περὶ τῶν νεῶν κίνδυνος καὶ ἡ τῆς σωτηρίας ἀπόγνωσις διήγειρε, καὶ Πάτροκλος ἠρίστευσεν Ἀχιλ‐ λεὺς νομιζόμενος, b(BCE3E4)T Ἀχιλλεὺς δὲ αὐτοῖς φοβερὸς ὤφθη | ||
20 | διὰ τὴν τῶν θείων ὅπλων εὐπρέπειαν. T Ἀγαμέμνονι δὲ ἡσσήθη‐ σαν νικῶντες τῇ προτεραίᾳ καὶ ἐπαυλιζόμενοι ταῖς ναυσὶ τῶν πο‐ λεμίων. διὰ τοῦτο Ἕκτωρ Αἴαντι μὲν καὶ Πατρόκλῳ καὶ Ἀχιλλεῖ καὶ Διομήδει θαρρῶν εἰς μάχην ἔρχεται, Ἀγαμέμνονα δὲ ἐκκλίνει. b(BCE3 E4)T ἀλλὰ καὶ ὁ Ζεὺς αὐτῷ παραινεῖ· „ὄφρα μέν κεν ὁρᾷς Ἀγα‐ | ||
25 | μέμνονα ποιμένα λαῶν ἐν προμάχοισι, τόφρ’ ὑπόεικε μάχησ“ (cf. Λ 202—4). b(BE3E4)T | ||
1225d | ex. (?) | ex. | 〈κραδίην δ’ ἐλάφοιο:〉 λέγεται A b (BCE3)T καρ‐ δίαν μὴ ἔχειν τὸ ἐλάφιον, | μᾶλλον δὲ T χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπα‐ τι περικειμένην ἡ ἔλαφος. A b (BCE3)T | |
1.226 | ex. | οὔτε ποτ’ ἐς πόλεμον: τοῦτο δημοκρατικοῦ βασιλέως καὶ δημαγωγικοῦ. ATil | |
1.227 | ex. | οὔτε λόχον δ’ ἰέναι: τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα, δῆλον ἀπὸ Λυκάονος (cf. Φ 35—9). A b (BCE3)T καὶ „ἐς λόχον, ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν“ (Ν 277). AT | |
1.228 | Hrd. | τὸ δέ {τοι κήρ}: ἐν δύο μέρεσι λόγου, ἵνα ᾖ τοῦτο δέ σοι θάνατος νομίζεται. A | |
1229a1 | Hrd. | Nic. | ἦ πολὺ λώϊόν 〈ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαι‐ ῶν:〉 περισπαστέον τὸν ἦ· κατ’ ἀρχὴν γὰρ κεῖται, ἰσοδυναμῶν τῷ δή. | δύναται δὲ βραχὺ διαστέλλεσθαι ἐπὶ τὸ εὐρύν, ἵν’ ᾖ Ἀχαιῶν / „δῶρ’ ἀποαιρεῖσθαι“ (Α 230). A | |
1229a2 | Hrd. | περισπαστέον τὸν ἦ. καὶ ἐν τῷ „ἦ γὰρ ἄν, Ἀτρείδη“ (Α 232). Aim | |
1229-31 | Hrd. | ex. | Nic. | 〈ἦ πολὺ λώϊόν ἐστι—ἀνάσσεις:〉 περι‐ σπαστέον τὸν ἦ· ἀρκτικὸς γάρ ἐστιν, ἀντὶ τοῦ δή. | ἀπολελυμένον δὲ τὸ σχῆμα καὶ πολλὰς ἔχον περικοπάς· ἄπληστον γάρ ἐστι πρὸς λοι‐ δορίαν ὀργή. b(BCE3)T | ὑποστικτέον δὲ εἰς τὸ εὐρύν (229). | |
5 | b(BCE3E4)T | ||
1230a | ex. | 〈δῶρα:〉 ἃ δωροῦνται οἱ Ἀχαιοί, ὡς τὸ „δόσαν δέ μοι υἷες Ἀχαιῶν“ (Α 162). Til | |
1230b | ex. | 〈ἀντίον εἴπῃ:〉 οὐκ εἶπεν ἀδικήσει τις, ἀλλ’ ὡς ἀναι‐ ροῦντα τὴν ἰσολογίαν διαβάλλει. ἐπεγείρει δὲ αὐτῷ τοὺς στρατηγούς. b(BCE3)TTil | |
1231a | Nic. | δημοβόρος βασιλεύς: καθ’ ἑαυτὸ τοῦτο ἀναγνωστέον, ὡς καὶ Φιλοξένῳ ἐν τῷ Περὶ προσῳδιῶν δοκεῖ, ἵνα τὸ κομματικὸν τῆς προφορᾶς τὴν ὀργὴν μᾶλλον ἐμφαίνῃ. δύναται δὲ καὶ τὸ εἶ ῥῆμα λεί‐ πειν, ὑφ’ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵν’ ᾖ δημοβόρος εἶ | |
5 | βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλ’ οὐκ ἐπείγει. A | ||
1231b | ex. | δημοβόρος: κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ κατηγορία τὸ σφετερίζεσθαι τὰ κοινά. b(BCE3E4)T | |
1.232 | Ariston. | | ἦ γὰρ ἄν, Ἀτρείδη, 〈νῦν ὕστατα λωβήσαιο〉: ὅτι τὸ | |
Hrd. | εὐκτικὸν ἀντὶ παρεληλυθότος ὁριστικοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς „καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείασ“ (Ε 311). | τὸν δὲ η περισπαστέον· βεβαιωτικὸς γάρ ἐστιν. A | ||
1.233 | ex. | D | ex. | καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι: ἐπιομοῦμαι. b(BCE3)T | ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον ὀμόσαι, ἀπομνύναι δὲ τὸ ἀπο‐ φάσκειν. A b (BCE3)T | μέγαν δὲ ὅρκον ἢ τὸν κοινὸν τῶν ὅρκων ἢ τὸν ὡς ἀληθῶς παρ’ αὐτοῦ τελεσθησόμενον. b(BCE3)T | |
1.234 | D | ναὶ μὰ τόδε: πεπλεόνακεν τὸ μά—τὸν ἔφορον τῆς βασιλείας θεόν. A | |
1234-40a | Nic. | ναὶ μὰ τόδε σκῆπτρον〈—ἦ ποτ’ Ἀχιλ‐ λῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν〉: ὅλη ἡ παρέκβασις διὰ μέσου ἕως τοῦ ἦ ποτ’ Ἀχιλλῆος ποθή (240)· διὸ τὰ μεταξὺ διαστολαῖς τε καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν· τὸ γὰρ ἑξῆς ναὶ μὰ τόδε | |
5 | σκῆπτρον, ἦ ποτ’ Ἀχιλλῆος. A | ||
1234-40b | ex. | ναὶ μὰ τόδε σκῆπτρον〈—〉ἦ ποτ’ Ἀχιλλῆος: μεταξὺ παρενείρει, ἅτε σκεπτόμενος ὅπως ὀμόσῃ, †οὔτε ὁμοίως ἐὼν ὅλως† κατὰ τῆς βεβαιότητος τοῦ ὅρκου, ἀλλὰ δεικνὺς ἐν ἤθει ὅτι τι‐ μιώτερον †καταξύλον† τὸ σκῆπτρον καθ’ Ὅμηρον· διὸ καὶ ἐπιφέρει· | |
5 | ὁ δέ τοι μέγας ἔσσεται ὅρκος (239) A | ||
1234-5 | ex. | 〈ναὶ μὰ τόδε σκῆπτρον—λέλοιπεν:〉 τὸν τῆς βασιλείας ἔφορον ὄμνυσι θεόν, ὡς εἰ τράπεζαν ἢ πέλαγός τις ὀμόσει ἢ τοὺς ἰδίους δεσμούς. ἐν σχήματι δὲ ἔφρασεν, ὅτι δημηγοροῦντι αὐτῷ δέδοται τὸ σκῆπτρον. διὰ δὲ τῆς ἐκκοπῆς τὴν ἀπαλλαγὴν ἴσως τῆς | |
5 | συνηθείας αὐτοῦ δηλοῖ· μόνος δὲ Ἀγαμέμνων ἐσκηπτροφόρει. b | ||
(BCE3E4)T | |||
1238-9 | ex. | οἵτε θέμιστας 〈/ πρὸς Διὸς εἰρύαται〉: εἰς δικαιοσύ‐ νην παρακαλεῖ τοὺς ἄρχοντας, εἴγε τὸ δίκαιον ἐγχειρίζει αὐτοῖς ὁ Ζεύς, παραφθειρομένου δὲ αὐτοῦ δίκας δώσουσι Διΐ. ἢ ὅτι οὔπω νομογρα‐ φίας οὔσης ὁ λόγος τῶν βασιλέων νόμος ἦν. b(BC) T | |
1.239 | Hrd. | ὁ δέ {τοι μέγας ἔσσεται}: ἄμεινον δύο μέρη λόγου ποιεῖν· „ὁ δέ τοι νημερτὲς ἐνίψει“ (λ 148). A | |
1240a | ex. | ἦ ποτ’ Ἀχιλλῆος 〈ποθὴ ἵξεται υἷας Ἀχαιῶν〉: τοῦτό φησι πεισθεὶς Ἀθηνᾷ. T | |
1240b | Hrd. | 〈ποθή:〉 τὸ ποθή ὀξυτόνως. Aim | |
1.241 | Did. | 〈τότε δ’ οὔτι:〉 οὕτως Ἀρίσταρχος, „τότε δ’ οὔτι“. Aint | |
1.242 | ex. | Ἕκτορος ἀνδροφόνοιο: προσυνίστησιν ἡμῖν τὸν Ἕκτορα λεληθότως ὁ ποιητής, μέλλων αὐτῷ χρῆσθαι πρὸς τὰ ἐπιφανῆ τῆς Ἰλιάδος ἔργα. b(BCE3)T πρὸς δὲ κατάπληξιν τῶν ἀκουόντων καὶ τὸ ἐπίθετον αὐτοῦ δεδήλωκεν. T | |
1.243 | ex. | θνήσκοντες 〈πίπτωσι〉: †ἀναστροφὴ† ὁ τρόπος· b(BCE3 E4)TTil τὸ ἐναντίον γὰρ γίνεται. b(BCE3)TTil | |
1244a | ex. | ὅτ’ ἄριστον: ἐπειδή. „νῦν δ’ †ὑμέων ὅτε δὴ γλῶσσαν“, | |
„ὅτε με βροτοὶ οὔτι τίουσιν“ (ν 129). TT | |||
1244b | ex. | 〈ἄριστον Ἀχαιῶν:〉 ἢ τὸν ἐν Ἀχαιοῖς ἀριστέα, ἢ τὸν τῶν Θεσσαλῶν· „Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί“ (Β 684). b(BCE3)Til | |
1244c | Ariston. | οὐδὲν ἔτισας: πλεονάζει τὸ δεν· ἰσοδυναμεῖ γὰρ τῷ οὐκ ἔτισας. A | |
1244d | ex. (?) | 〈οὐδέν:〉 Ἀρίσταρχος παρέλκειν λέγει τὸ δεν, Ἀπολ‐ λόδωρος δὲ ἐν Γλώσσαις (FGr Hist 244, 221) εἶναι τὸ πλῆρες οὐδὲ ἕν· πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν δοκεῖ τρία εἶναι μέρη λόγου, οὔ καὶ δέ καὶ ἕν. A | |
1245a | ex. | ποτὶ δὲ σκῆπτρον βάλε 〈γαίῃ〉: νῦν μὲν τὸν Ἀχιλλέα, ἐν δὲ τῇ Ὀδυσσείᾳ (sc. β 80—1) τὸν Τηλέμαχον ποιῶν τὸ σκῆπτρον ἀποτιθεμέ‐ νους, ἐπ’ ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων (καὶ γὰρ νεώτερος, καὶ αἱ συμφοραὶ δειναί). ὁ δὲ Ἀχιλλεὺς οὐ μάλα ὀλοφύρεται· οὔτε | |
5 | γὰρ ὁμοίως νέος, καὶ περὶ γυναικὸς ἡ μάχη. b(BCE3E4)T | ||
1245b | ex. | 〈ποτὶ δὲ σκῆπτρον βάλε γαίη:〉 ὁ θυμὸς τὰ μετὰ χεῖρας ἐχόμενα ῥίπτει. b(BCE3E4) | |
1247-8 | ex. | ex. | ex. | 〈Ἀτρείδης δ’ ἑτέρωθεν ἐμήνιε·〉 τοῖσι δὲ Νέστωρ / 〈ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητήσ〉: ἔστι μὲν ἔγγο‐ νος Ποσειδῶνος, ἐνενήκοντα δὲ ἄρχει νεῶν, γεραίτερος δὲ πάντων καὶ ἡδύγλωσσος· οἱ περὶ Ὀδυσσέα γὰρ παραινοῦντες ἐδόκουν θωπεύειν | |
5 | b(BCE3E4)T πρὸς τὸ μὴ ἀφαιρεῖσθαι τοῦ γέρως. T ἀλλ’ οὔτε Μενέλαος ἠδύνατο παραινεῖν· τῷ μὲν γὰρ ἀδελφῷ προστιθέμενος ἀπήχθετο Ἀχιλλεῖ b(BCE3E4)T τῷ δι’ αὑτὸν προπονήσαντι· T τῷ δὲ Φοίνικι ταμιεύεται τὰς Λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων τὸν Νέστορα πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν, b(BCE3E4) | ||
10 | T ἡδυεπῆ λέγων αὐτὸν καὶ λιγύν. T | προσυνίστησι τὸ εἶδος τῶν | ||
λόγων ὡς προσηνὲς καὶ καταστέλλειν ὀργὴν δυνάμενον· b(BCE3E4) T ὁ γὰρ αὐστηρὸς λόγος θυμὸν ἀναζωπυρεῖ. b(BE3E4)T | ἑτέ‐ ρωθε (247) δὲ ἐκ τῆς ἑτέρας στάσεως. T | |||
1.248 | ex. | D | 〈ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής:〉 καὶ ἐκ πατέρων ἔχων αὐτὸν ἐπαινεῖν, οὐκ ἀναγκαῖον ἡγήσατο· οὐδεὶς γὰρ λόγος εὐγενείας ὅσον λόγων δυνάμεως ἐν τοιούτῳ καιρῷ. | τὸ δὲ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ περιτίθησι κίνησιν· οὐδὲ | |
5 | γὰρ γέροντα κυβερνήτην μέμψαιο κινδυνεύοντος σκάφους ὑπὲρ τὸ δέον κινούμενον. b(BCE3E4)T | ||
1.249 | D | τοῦ καὶ ἀπὸ γλώσσης: ἡ γλῶσσα τρία σημαίνει— τῶν λέξεων. A | |
1249a | ex. | μέλιτος γλυκίων 〈ῥέεν αὐδή〉: μέλιτος διὰ τὸ πεί‐ θειν, ῥέεν δὲ διὰ τὸ ἀνεμπόδιστον. A b (BCE3E4)T ἔοικε δὲ ἀπο‐ τείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ συλλογισμὸν ἔπαινος. A b (BCE3) | |
1249b | Ariston. | 〈γλυκίων:〉 ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν „γλυκίω“. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει τὸ ν. Aim | |
1250a | Porph. | τῷ δ’ ἤδη δύο μὲν γενεαί: ἥ τε τῶν πατέρων, ὑφ’ ὧν γεννηθεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν. „ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακλη〈ε〉ίη / τῶν οἶος λιπόμην“ (Λ 690 et 693). τριτάτης δὲ ἄρχει τῆς τῶν παίδων ἑαυτοῦ γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο· καὶ γὰρ | |
5 | ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ †τῇ τρίτῃ τῇ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ | ||
τρίτης ἀποδημεῖν λέγεται καίτοι μίαν μόνην τὴν μέσην τελέσας. ἄλλως τε ἡ γενεὰ τριάκοντα ἔτη ἔχει· δύο οὖν γενεὰς πληρώσας εἰς τὴν τρί‐ την κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν. οὐχ ὅτι δὲ ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περιοδικὰς γενεάς, τουτέστι τὰς | |||
10 | καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡσεὶ ἔλεγε δύο τριακονταετίας. b (BCE3E4)T οὕτω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων, ὅμως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι. αὐτὸς δὲ ναύαρχος ἦν τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν. b(BE3E4)T | ||
1250b | ex. | καὶ παρ’ ἄλλῳ· δύο τριακονταετηρίδες παρεληλύθεισαν ἐπὶ αὐτῷ· ἡ γὰρ γενεὰ τριάκοντα ἔτη ἔχει· τελεία γὰρ αὕτη πρὸς γένεσιν ἡλικία, „μήτε τριηκόντων ἐτέων“ (Hsd. opp. 696). οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολώλεισαν ὑπὸ Ἡρακλέους, οἱ δὲ συγγηρά‐ | |
5 | σαντες οὐ συνεστράτευσαν, αὐτὸς δὲ „οὐ †μὴν† ἐπέτρεπε γήραϊ λυγρῷ“ (Κ 79). τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν. ἔστιν οὖν ἑβδομηκον‐ τούτης. ἀμέλει τήν τε Ἑκαμήδην ἔχει καὶ μετὰ τὸν νόστον σύνεστι τῇ γυναικί. A b (BCE3, E4 [fol. 3r et 9v]) T | ||
1250c | D | ex. | μερόπων ἀνθρώπων: μεμερισμένην—τὴν φωνήν. A | ἀπὸ Μέροπος τοῦ Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συν‐ ῴκισε τοὺς ἀνθρώπους. ἢ A b (BCE3E4) τῶν μορούντων περὶ τὴν ὄπα· ἢ τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων. A b (BCE3E4)T | |
1251a | Ariston. | {ἐφθίαθ’} οἵ οἱ: ὅτι Ζηνόδοτος γράφει „αἵ οἱ“. γενέσθαι δὲ ἅμα τραφῆναί τε 〈γενεὰσ〉 ἀδύνατον. A | |
1251b | ex. | οἵ οἱ πρόσθεν: οἱ μὲν εὐθεῖαν ἀντὶ γενικῆς, ὡς τὸ „οἱ δὲ δύο σκόπελοι“ (μ 73), b(BCE3E4)T ἵν’ ᾗ οἵτινες αὐτῶν, τῶν ἀνθρώπων δηλονότι· καὶ ἔστι τὸ δεύτερον οἱ ἀντὶ τοῦ αὐτῷ. b (BE3E4)T οἱ δὲ πρὸς τὸ „γενεαί,“ ὡς „φάλαγγες / ἱστάμενοι“ (Π | |
5 | 280—1). b(BCE3E4)T | ||
1251c | ex. | 〈ἅμα τράφεν ἠδ’ ἐγένοντο:〉 ὡς „ἀμφιέσασα 〈θυώ‐ δεα〉 καὶ λούσασα“ (ε 264), „ἔσω εἰσῄει“ (cf. ρ 30). b(BCE3) | |
1251d | Ep. Hom. | 〈ἅμα:〉 τὸ ἅμα ἐπὶ καιροῦ, τὸ ὁμοῦ ἐπὶ τόπου. Aim | |
1252a | Nic. | ἐν Πύλῳ ἠγαθέῃ: τοῦ〈το〉 καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις δύναται συντάττεσθαι. A | |
1252b | ex. | 〈τριτάτοισιν:〉 τοῖς ἀπὸ τῆς αὐτοῦ γενέσεως τρίτην ἡλικίαν ἄγουσιν. b(BCE3E49 [fol. 3r et 10r]) Til | |
1254-6 | ex. | ex. | {ὢ πόποι:} ὅταν τὸ πρᾶγμα προοίμιον ᾖ τῷ μεγέθει καὶ | |
τῷ πάθει, οὐ δεῖ πορίζειν ἑτέρωθεν προοίμια. b(BE3)T ἔχει δὲ τὴν προσοχὴν ἀπὸ ὀλοφυρμοῦ ἀρξάμενος. b(BCE3)T | δημηγορικῶς δὲ τὰς δύο παρίστησιν ἠπείρους αὐτοῖς, τὴν μὲν πενθήσουσαν, τὴν δὲ | |||
5 | χαρησομένην, εἰς κατήφειαν αὐτοὺς ἄγων. b(BE3)T | ||
1255-8 | Nic. | Hrd. | ἦ κεν γηθήσαι Πρίαμοσ〈—περὶ δ’ ἐστὲ μάχε‐ σθαι〉: ἕως τοῦ μάχεσθαι (258) συναπτέον. βραχὺ δὲ διασταλτέον παῖδες (255), θυμῷ (256), μαρναμένοιϊν (257). | περισπαστέον δὲ τὸν η (255)· βεβαιωτικὸς γάρ. τὸ δὲ γηθήσαι (255) παροξυτο‐ | |
5 | νητέον, ἐπειδὴ εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν. A | ||
1.255 | ex. | ἦ κεν γηθήσαι 〈Πρίαμος Πριάμοιό τε παῖδεσ〉: ἐρεθι‐ στικὸς ὁ τῶν ἐχθρῶν ἔπαινος· καὶ διὰ μὲν Πριάμου Ἀγαμέμνονα, διὰ δὲ Ἕκτορος Ἀχιλλέα ἐρεθίζει, b(BCE3E4)T οὗ τὸ ὄνομα ἐφυλά‐ ξατο, ὅπως μὴ δοκῇ συνηγορεῖν Ἀχιλλεῖ. b(BE3E4)T | |
1.257 | ex. | ex. | τάδε πάντα 〈... μαρναμένοιϊν〉: ἔμφασιν ἔχει καὶ αὔξησιν ἡ δεῖξις καὶ οἱ ἀριθμοί. | τὸ δὲ μαρναμένοιϊν διὰ τὴν ξιφουλκίαν. b (BCE3E4)T | |
1258a1 | Hrd. | οἳ περὶ μὲν βουλῇ: ἡ περί ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ. τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως πα‐ ραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων“ (Α 287). εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ | |
5 | περίεστε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ „νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο / ἤσθιον“ (α 8—9). A | ||
1258a2 | φυλάττεται τῆς περί ὁ τόνος, κἄν τε ἀντὶ τῆς ὑπέρ ἐστι, κἄν τε πρὸς τὸ ἐστέ φέρηται, b(BCE3E4)Til ὥς φησιν Ἡρω‐ | ||
διανός (cf. 2, 25, 17). b(BCE3E4) | |||
1258b1 | Did. | 〈βουλήν:〉 διὰ τοῦ ν βουλήν, οὐ διὰ τοῦ ι. οὕτως Ἀρί‐ σταρχος, καὶ ἐν τῇ πολυστίχῳ (Seleuc. fr. 6 = fr. dub. D.). Aim | |
1258b2 | τὸ δὲ βουλήν διὰ τοῦ ν, καὶ οὐ διὰ τοῦ ι. b(BCE3E4) T Til | ||
1.260 | Ariston. | ἠέπερ ἡμῖν: ὅτι Ζηνόδοτος γράφει „ἠέπερ ὑμῖν“. ἐφύβρι‐ στος δὲ ὁ λόγος. διὰ δὲ τοῦ ἡμῖν καὶ ἑαυτὸν συγκαταριθμεῖ καὶ πάν‐ τας τοὺς καθ’ αὑτόν. A | |
1261a | ex. | ex. | ἀθέριζον: ἀνεπαχθὲς τοῦτο, παρὰ τοὺς ἀθέρας, οἳ εἰς οὐδὲν συντελοῦντες ἀνεμόφθοροι γίνονται. b(BCE3E4)T σημαί‐ νει δὲ τὸ ἀπεκήρυττον καὶ ἀδόκιμον ἔκρινον. b(BE3E4) | μαλακτικώ‐ τατον δὲ τοῖς θυμουμένοις μῦθος, ὥς που καὶ Φοῖνίξ φησι πρὸς Ἀχιλ‐ | |
5 | λέα (cf. Ι 526—99). b(BE3E4)TT | ||
1261b | ex. | 〈ἀθέριζον:〉 ἀπεδίωκον. Til | |
1262a | ex. | οὐ γάρ πω τοίους 〈ἴδον ἀνέρας οὐδὲ ἴδωμαι〉: ἀπο‐ λογούμενος ὑπὲρ ὧν ἠλάττωσεν αὐτούς, οὐδὲ ἔσεσθαι τοιούτους λέ‐ γει· b(BCE3E4) τοῖς γὰρ ἀποθανοῦσιν οὐδεὶς φθονεῖ, ἐπειδὴ τὸ ἀπὸν ἀνεμποδίστῳ εὐνοίᾳ τετίμηται. b(BCE3E4)T οὐ παρέθετο | |
5 | δὲ τὰ ἐν Πελοποννήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πο‐ λέμῳ †πρὸς Ἀρκάδας· οὐ γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προ‐ ῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ Θετταλικῶν παραινεῖ, ἐπεὶ κἀκείνοις περὶ γυναικῶν ἦν ἡ στάσις, ἵν’ ἐξ ἑτοίμου τῷ μύθῳ τούτῳ πείσῃ αὐτόν. b(BE3E4)T | ||
1262b | Ariston. | οὐδὲ ἴδωμαι: ὅτι παραλέλειπται ἡ μή ἀπαγόρευσις· ἔστι γὰρ οὐδὲ μὴ ἴδωμαι, ὅμοιον τῷ „πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω“ (Β 488). A | |
1.263 | D | οἷον Πειρίθοον: Πειρίθους ὁ Ἰξίονος—τῇ μητρὶ αὐτοῦ. A | |
1.264 | D | Καινέα τ’: ὁ Καινεὺς Ἐλάτου—καταΐγδην ἐλάτῃσι. A | |
1264a1 | Hrd. | Ἐξάδιόν τε: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο, παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεὺς μὲν παρὰ τῷ ποιητῇ, †καὶ† παρ’ Ἡσιόδῳ (cf. fr. 235, 1). εἰ δὲ χρὴ πρὸς τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡς ὅτι ἐχρῆν | |
5 | δασύνεσθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἔξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις ἑξῆς ἕξω. χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. A | ||
1264a2 | παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται τὸ Ἐξάδιον, ὃ | ||
καὶ ἄμεινον, παρὰ δὲ τοῖς νεωτέροις ἀπὸ τοῦ ξ. b(BCE4)TT | |||
1266-8 | ex. | ex. | 〈κάρτιστοι δὴ κεῖνοι—ἀπόλεσσαν:〉 κάρτι‐ στοι μὲν οὗτοι τῶν ἀνδρῶν· ἐκεῖνοι δὲ κράτιστοι πρὸς τὰ λοιπὰ συγκρινόμενοι θηρία. b(BCE3E4)TT | ἐκ Στίλβης μὲν οὖν τῆς Πη‐ νειοῦ κόρης καὶ Ἀπόλλωνος γέγονε Λαπίθης, ἀφ’ οὗ Λαπίθαι. ἑξήκον‐ | |
5 | τα δὲ τοὺς ἐπισημοτάτους αὐτῶν καταλέγει Πορφύριος. οἱ δὲ Κένταυ‐ ροι κατὰ μὲν τοὺς ποιητὰς λέγονται Ἰξίονος καὶ νεφέλης· τινὲς δὲ Δουλίδι Ἰξίονα μιγῆναι, ἅμα δὲ καὶ Πήγασον τὸν πτερωτὸν κατὰ τὴν αὐτὴν νύκτα, ἐξ ὧν γενέσθαι Κένταυρον, ἀφ’ οὗ πολὺ πλῆθος γίνεται. ὁ δὲ Χείρων δοκεῖ ἐκ Κρόνου γεγενῆσθαι. ἀσελγεῖς δὲ λίαν γεγόνασιν. | ||
10 | ἐκ Φολόης δὲ αὐτοὺς Ἡρακλῆς ἐδίωξεν· εἶτα ἧκον εἰς τὸ Πήλιον. b (BCE3E4) | ||
1.268 | D | φηρσίν: τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς—ἐπὶ τροχοῦ σιδηροῦ. A | |
1268a | ex. | φηρσίν: θηρσίν, Αἰολικῶς· ἢ φυήρεσιν, τοῖς τὴν φύσιν ἡρμοσμένοις. ᾤκουν δὲ περὶ τὸ Πήλιον A b (BCE3)TT καὶ τὴν Οἴτην. b(BCE3)T τὸ δὲ ἀπώλοντο, b(BCE3E4)T ἵνα μὴ ζητῶμεν τὸ γένος αὐτῶν. b(BCE3E4)TTsup | |
1268b | Ep. Hom. (?) | ὀρεσκῴοισι: κείω κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος. A | |
1269a | Hrd. | 〈μεθ’ ὁμίλεον:〉 οὕτως Ἀρίσταρχος τὴν μετά φυλάσσειν τὸν τόνον. Aint | |
1269b | ex. | μεθομίλεον: οὐκ εἶπεν ἐπεκούρουν οὐδὲ συνεμάχουν· οὐ γὰρ ἂν αὐτοῖς συνεμάχει μὴ ὢν καὶ παρόμοιος. b(BCE3E4)T | |
1270a | Ariston. | τηλόθεν ἐξ ἀπίης: ὅτι παραλλήλως τηλόθεν ἐξ ἀπίης. οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον. A | |
1270b1 | ex. | ἐξ ἀπίης δὲ ἀντὶ τοῦ ἀπούσης. T | |
1270b2 | τῆς πόρρωθεν οὔσης, ἐκ τοῦ ἴημι. b(BCE3E4) | ||
1270c | ex. | καλέσαντο: ἐπεὶ ἐνδέχεται καὶ τὸν ἄποθεν οἰκοῦντα αὐτεπάγγελτον ἥκειν, δόξης ἕνεκεν τοῦτό φησιν, ὅτι μετεπέμψαντο καὶ οὕτως ἧκεν. b(BCE3E4)T | |
1271a | Ariston. | 〈κατ’ ἔμ’ αὐτόν:〉 ὅτι Ζηνόδοτος γράφει „κατ’ ἐμωυ‐ τόν“. τὸ δὲ πλῆρες ἐμὲ αὐτόν. Aim | |
1271b | Hrd. | κατ’ ἔμ’ αὐτόν: οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις, ἐμὲ αὐτόν· σύνθετος γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔστιν. A | |
1271c | ex. (?) | ex. | κείνοισι: Κενταύροις. T | παρεισάγει τοὺς πάντας ἡσ‐ σωμένους αὐτοῖς, b(BCE3E4) ἵνα τῇ συμβουλῇ δοκοῖεν καὶ τῶν κρεισσόνων περιγεγενῆσθαι. Πηλέως δὲ οὐκ ἐμνήσθη ὡς Ἀγαμέ‐ μνονος φίλος, ἵνα μὴ δοκῇ ἐλέγχειν Ἀχιλλέα, εἴ γε ὁ πατὴρ αὐτοῦ τι | |
5 | πέπεισται, ὁ δὲ οὔ. b(BCE3E4)T | ||
1.272 | Ariston. | μαχέοιτο: ὅτι ἀντὶ τοῦ μάχοιτο, οὐ κατὰ διαίρεσιν, ἀλλὰ | |
κατὰ παρένθεσιν τοῦ ε. A | |||
1273a1 | Did. | 〈ξύνιεν:〉 οὕτως ἡ Ἀριστάρχειος διὰ τοῦ ε ξύνιεν, ὡς „κόσμηθεν“ (Γ 1). Aint | |
1273a2 | Did. | Hrd. καθ. | ξύνιεν: διὰ τοῦ ε τὸ ξύνιεν, ὡς τὸ „αὐτὰρ ἐπεὶ κόσμη‐ θεν“. A b (BCE3) | μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῷ ιζʹ ὁ Ἡρωδιανός (1,469,2). A | |
1273a3 | Did. | ξύνιον: γράφεται καὶ „ξύνιεν“, ὡς τὸ „κόσμηθεν“. T | |
1275a | ex. | Ariston. | μήτε σὺ 〈τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην〉: διὰ τῆς δευτέρας συλλαβῆς δίδωσιν ὑπόνοιαν ὡς οὐδὲ τὸν ἄλλον ἀνου‐ θέτητον ἐάσει. ἤρξατο δὲ ἀπὸ Ἀγαμέμνονος, ὅτι αὐτὸς ἦρξε τῆς στά‐ σεως καὶ τὰ δοθέντα ἀφῃρεῖτο καὶ μᾶλλον συνήθης ἦν τῷ Νέστορι | |
5 | (διὸ παρρησιάζεται), καὶ διὰ τὸ θυμῶδες Ἀχιλλέως. b(BCE3E4)T προκαταστέλλει δὲ τὸν θυμὸν διὰ τοῦ ἀγαθός, b(BCE3E4E4il) T ὅ ἐστι μὴ θελήσῃς ἀνάξια σαυτοῦ ποιεῖν. b(BCE3E4il)T | τὸ δὲ ἀποαίρεο Ἀττικόν. T | ||
1275b | Ariston. | 〈τόνδ’ ἀποαίρεο:〉 ὅτι ἀρχαϊκῶς τόνδε ἀφαιροῦ, οὐχὶ τοῦδε. Aim | |
1276a | Hrd. | 〈ἔα:〉 ἐκτατέον τὸ α. Aint | |
1276b | ex. | 〈πρῶτα:〉 πρῶτα μὲν καὶ πρῶτον τὰ ἐπιρρήματα· τὸ δὲ πρώτως ἀντὶ τοῦ ἐξόχως. b(BCE3E4)Til | |
1277a | Ariston. | 〈Πηλείδήθελ’:〉 ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα δια‐ λύηται εἰς τὸ ἔθελε. Aim | |
1277b | Hrd. | Πηλείδήθελ’: Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ. „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει“ | |
(Α 287), „ἤθελε Μηριόνησ“ (Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συν‐ | |||
5 | ηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παρα‐ λαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ συνήθης ἐστὶν ὁ ποιητής. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς Περὶ ῥημάτων (fr. 1 [2, 787,6]). A | ||
1277c | Hrd. | ex. | 〈Πηλείδ’ ἤθελ’:〉 Ἀρίσταρχος ὀξύνει τὸν δη, τὸ πλῆρες λέγων ἔθελε· ἀεὶ γὰρ τὸ ἐθέλω παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται. | ἐν‐ ταῦθα δὲ διὰ τὸ μέτρον ἀποκοπὴ μὲν τοῦ ὀνόματος ἐγένετο, μετά‐ βασις δὲ τοῦ ε εἰς η. b(BE3E4) | |
1277-8 | ex. | 〈ἐριζέμεναι βασιλῆϊ /〉 ἀντιβίην: πολλαχοῦ ἀγαθὸν ἡ ἔρις· διὸ ἀντιδιαστέλλων ἐπήνεγκε τὸ ἀντιβίην, τὸ μετὰ βίας καὶ φιλονεικίας δηλῶσαι θέλων· ἐν γὰρ ταῖς μέσαις τῶν λέξεων τὸ μὲν ἀγαθὸν δίχα ἐπιθέτου φησί, τὸ δὲ φαῦλον μετὰ ἐπιθέτου. καὶ τὸ μὲν | |
5 | ἀγαθὸν ὡς τὸ „δῶκε μένος καὶ θάρσοσ“ (Ε 2), τὸ δὲ κακὸν „θάρσος ἄητον ἔχουσα“ (Φ 395), „καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε“ (Δ 339)· πρόσκειται γὰρ τὸ κακοῖσιν. ἔστι δὲ καὶ ἄμφω εὑρεῖν ἐν ἑνὶ στίχῳ· „ἀλλ’ ἐπεὶ οὖν δὴ ἔργα κάκ’ ἔμαθεν, οὐκ ἐθελήσει / ἔργον ἐποίχεσθαι“ (ρ 226—7): b(BCE3E4)T ἰδοὺ γὰρ τὸ ἔργον χωρὶς ἐκτέθειται. | ||
10 | b(BCE3E4). | ||
1280-1a | Nic. | εἰ δὲ σὺ καρτερός ἐσσι〈—φέρτερός ἐστιν〉: ὑποστικτέον ἐπὶ τὸ ἐσσί (280) καὶ μήτηρ (280), τοῦ ἀλλά (281) πρὸς μὲν τὴν σύνδεσιν πλεονάζοντος, μόνην δὲ ἐναντίωσιν παριστάν‐ | |
τος. δύναται δέ τις τὸ μὲν ἐσσί (280) ὑποστίζειν, τὸ δὲ μήτηρ (280) | |||
5 | στίζειν, ἵνα ὁ δέ (280) περισσεύῃ, ἀπ’ ἄλλης δὲ ἀρχῆς ἀλλ’ ὅδε φέρτερός ἐστιν (281). βέλτιον δὲ τὸ πρότερον. A | ||
1280-1b | ex. | 〈εἰ δὲ σὺ καρτερός ἐσσι—ἀνάσσει:〉 πλείονα μὲν τὰ Ἀχιλλέως πλεονεκτήματα, ἓν δὲ τὸ Ἀγαμέμνονος, ὅπερ δὴ πολυλογῶν ἀντισηκοῖ τοῖς ἄλλοις. b(BCE4)T | |
1280a | ex. (?) | 〈εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ:〉 ἡ σύ διὰ τὸ σέ. Tt | |
1280b | Hrd. | καρτερός: τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, οἷον σφέ‐ τερος, „πρότεροσ“ (Α 548 al.), κύντερος. πῶς οὐχὶ κάρτερος κατὰ βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰς τερος, ἀλλ’ εἰς ερος· τὸ γὰρ τ οὐκ ἐν τῇ παραγωγῇ ἔσχεν· ἦν γὰρ ἀπὸ τοῦ κράτος. ὡς ἀπὸ τοῦ | |
5 | βλάβος βλαβερός οὐ διὰ τοῦ βερος ἡ παραγωγή (ἐν γὰρ πρωτοτύπῳ τὸ β), οὕτως καὶ ἀπὸ τοῦ κράτος κρατερός διὰ τοῦ ερος ἡ παραγωγή, οὐ διὰ τοῦ τερος. A | ||
1.281 | ex. | 〈ἀλλ’ ὅδε φέρτερός ἐστι:〉 οὐ γὰρ γενναῖός τις ὢν ἢ εὐ‐ σθενής τε καὶ εὐγενὴς ἄρξει βασιλέως, τοὐναντίον δέ, ἐπειδὴ καὶ θείας λήξεως ὁ βασιλεὺς τυγχάνει. b(BCE3E4)T | |
1282-4 | ex. | ἔγωγε〈—κακοῖο〉: πρὸς δυσώπησιν μὲν ἰδίαν ὁρίζεται χάριν, ὡς ὑπερέχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ Ἀχιλλέα ὡς δίχα αὐτοῦ οὐδὲν ὄντων τῶν ἄλλων Ἀχαιῶν. b(BCE3E4)T | |
1283-4 | ex. | 〈μέγα πᾶσιν / ἕρκος:〉 πιθανῶς προσέθηκε τὸ μέγα, | |
ἐπεὶ ἕρκος φησὶ καὶ τὸν Αἴαντα (e. g. Γ 229). b(BCE3E4)Tt | |||
1.286 | ex. | 〈ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες:〉 καὶ διὰ τί μὴ πείσει; ἢ ὅτι αἰδούμενοι τὴν πρόληψιν τὰς αἰτίας τοῖς πέλας ὑπὸ φιλονεικίας τίθεμεν. εἴπομεν δὲ ἐν ἀρχῇ (sc. ad Α 3), ὅσα δηλοῖ τὸ μοῖρα. T | |
1287-9a | ex. | ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλ‐ λων〈—ἅ τιν’ οὐ πείσεσθαι ὀΐω〉: ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι οἱ θυμούμενοι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολή, ἐν μιᾷ περιόδῳ ἀρχὰς | |
5 | πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ „ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς A b (BCE3E4)T †ὡμίλεον†, ἐν δ’ ὀλοὴ Κήρ“ (Σ 535). ἐκτὸς εἰ μὴ τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσσειν, ἐπιτάσσειν δὲ τὸ σημαίνειν. b(BCE3E4)T | ||
1287-9b | ex. | 〈ἀλλ’ ὅδ’ ἀνὴρ—ὀΐω:〉 τῷ Ἀχιλλεῖ κινεῖ φθόνον ὡς οὐχ ὑπὲρ τῆς Βρισηΐδος, ἀλλ’ ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφε‐ ρομένῳ. b(BCE3E4)Tt | |
1.289 | ex. | 〈ἅ τιν’ οὐ πείσεσθαι ὀΐω:〉 ἱκανὸν ἦθος ἔχει ὁ δισταγμός. b(BCE3)Til Tt | |
1290-1 | Nic. | εἰ δέ μιν αἰχμητὴν〈—μυθήσασθαι〉: ὑποστι‐ κτέον ἐπὶ τὸ ἐόντες, ἐπὶ δὲ τὸ μυθήσασθαι (291) στικτέον· οὐδὲν γὰρ ἐλλείπει, ὡς ᾠήθησάν τινες. ἀναφέρεται δὲ ταῦτα ἐπὶ τὸ „οὔ〈τε〉 ποτ’ ἐς πόλεμον“ (Α 226) καὶ „οὔτε λόχον δ’ ἰέναι“ (Α 227). τοῦ δευτέρου οὖν | |
5 | στίχου πευστικῶς ἀναγινωσκομένου γίνεται ὁ λόγος τοιοῦτος· εἰ δὲ πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοί, ἆρα ὀφείλει διὰ τοῦτο ἄλλοις ὀνει‐ | ||
δίζειν; A | |||
1291a | ex. | 〈τούνεκα—μυθήσασθαι:〉 ἦθος ὑποφαίνει ὁ λόγος, εἰ κατ’ ἐρώτησιν ἐκφέροιτο. b(BCE3) | |
1291b | Ariston. | 〈προθέουσιν ὀνείδεα:〉 ὅτι συνήθως ἑαυτῷ προθέουσι τὰ ὀνείδη. A | |
1.292 | ex. | 〈ὑποβλήδην:〉 σύμβολον θυμοῦ μὴ ἀνέχεσθαι διεξοδικῆς κατηγορίας. b(BCE3)T | |
1293a | ex. | 〈δειλός:〉 μέγιστον ὄνειδος ἄριστος ὢν οἴεται τὴν δει‐ λίαν. b(BCE3)T | |
1293b | Hrd. | ex. | οὐτιδανός: ὡς πευκεδανός (cf. Κ 8), ληθεδανός. οἱ δὲ οὔτις οὐτίδανος, ὡς οὐδάμινος. A | μέγιστον δὲ ὄνειδος ἡγεῖται τὴν δειλίαν. A Aint | |
1294a1 | Hrd. | εἰ δὴ σοὶ πᾶν ἔργον: οὕτως ὀρθοτονητέον τὴν ἀντωνυ‐ μίαν· ἀντιδιασταλτικὴ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ διὰ τοῦ ς οὖσα· εἰ γὰρ ἦν ἐγκλιτική, ὁμοίως ἂν ἐγράφετο τῷ „εἰ δή τοι σοῦ πατρόσ“ (β 271), „καί τοι ἐγὼ συνέριθοσ“ (ζ 32). περὶ δὲ ταύτης τῆς | |
5 | ἀναγνώσεως ἐντελέστερον διαληψόμεθα ἐν τῇ γʹ τῆς Ὀδυσσείας (sc. ad v. 50), ὅταν περὶ τῆς Ζηνοδοτείου γραφῆς ἐπιζητῶμεν, πότε‐ ρον „τοῦ ἕνεκα σοὶ προτέρῳ“ ἢ „τοῦ ἕνεκά τοι“. A | ||
1294a2 | ὀρθοτονεῖ Ἡρωδιανὸς (2,26,13) τὴν σοί· b(BCE3) T δῆλον γὰρ κἀκ τῆς γραφῆς· b(BE3)T εἰ γὰρ ἦν ἐγκλιτική, ἐγράφετο ἂν διὰ τοῦ τ, b(BCE3)T ὡς τὸ „εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται b(BE3)T μένος ἠΰ“ καὶ τὸ „†ἐγὼ δὲ καί τοι συνέριθος | ||
5 | ἕψομαι“. b(BE3) | ||
1295a | Ariston. | 〈ἄλλοισι δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε:〉 κοι‐ | |
νὸν τὸ ἐπιτέλλεο. καὶ †ὁ γάρ περισσὸς ὁ ἑξῆς· διὸ ἀθετεῖται. Aim | |||
1295b | ex. | Hrd. | 〈ἄλλοισι δὴ ταῦτ’ ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε:〉 ταῦ‐ τα ἃ ἐμοὶ ἐπιτάττεις. b(BCE3E4) | τὸ δὲ ἐμοί b(BCE3) ὀφείλει ὀρθοτο‐ νεῖσθαι διὰ τὴν ἀντιδιαστολὴν τοῦ ἄλλοισιν. b(BCE3)T | |
1.296 | ex. | ἐγώ γ’ ἔτι: ἐὰν μὲν ἔτι, ἠθικῶς, ἐὰν δὲ τί, ἀποφαντικῶς λέ‐ γει. ἄμεινον δὲ ἔτι διὰ τὸ καὶ τὸ ὀΐω ἠθικὸν εἶναι. b(BCE3E4)T | |
1298a | ex. | 〈χερσὶ μὲν οὔτοι ἔγωγε μαχέσσομαι:〉 ἔγνω οὐκ ἐνδιδόντα Ἀγαμέμνονα· καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ μετανοήσειν αὐτόν. ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα Χρυσηΐδα ὑπὲρ πάντων. b(BCE3E4)T | |
1298b | ex. | 〈χερσὶ μὲν οὔτοι ἔγωγε μαχέσσομαι:〉 ὁ μὲν τυραν‐ νικὸν αὐτόν φησιν, ὁ δὲ τὸ ἐναντίον παύσεσθαί φησιν ὑπεικόμενος. b (BCE3) | |
1298c1 | Did. | μαχήσομαι: οὕτως διὰ τοῦ η, A Aint οὐ διὰ τοῦ ες, καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Ἀντι‐ μάχου (fr. 131) καὶ 〈ἡ〉 Ἀριστοφάνους. A | |
1298c2 | ὁ μὲν Ἀρίσταρχος διὰ τοῦ η γράφει, ὁ δὲ Ἡρακλέων (fr. 1) τὰ μὲν ὀνόματα διὰ τοῦ η, ὡς τὸ „μαχήμων“ (Μ 247), „μαχητήσ“ (e. g. Ε 801), τὰ δὲ ῥήματα διὰ τοῦ ε καὶ τῶν δύο σς, ὡς τὸ „Σο‐ λύμοισι μαχέσσατο“ (Ζ 184)· ὃ καὶ ἄμεινον. b(BCE3)T | ||
1.299 | D | οὔτε τῳ: τὸ τω σημαίνει πέντε—οὐ δύναμαι. A | |
1299a | ex. | οὔτε σοὶ οὔτε τῳ ἄλλῳ: ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπεριείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς, A b | |
(BCE3E4)T καὶ πρὸς τὸ μὴ δοκεῖν βίᾳ, ἀλλ’ ἐθελοντὴς δεδωκέναι. | |||
5 | καὶ οἱ μὲν οὖν ἔφασαν, ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι ταύ‐ την τῷ βασιλεῖ, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φείδεται, προσίετο, καὶ ὅτι νόμος ἦν τῷ βασιλεῖ ἐξαιρεῖσθαι πρώτῳ. γεγένηται δὲ ἀναδάσιμα πάντα τὰ τῶν αἰχμαλωτίδων τῆς Χρυσηΐδος ἀποληφθείσης, ὥστε παρηνόμει μὴ δοὺς τὴν αἱρεθεῖσαν ὑπὸ τοῦ βασιλέως· ἐξῆν γὰρ αὐτῷ | ||
10 | ὅ, τι βούλοιτο λαβεῖν· διό φησιν· „ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ †ὀδυσ‐ σῆος†“ (Α 138), καὶ πάλιν· „αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατε“ (Α 118). ὥστε τὸ μὲν τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν, τῶν δὲ ἄλλων, εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπιτρέπειν· οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστί, τὸ δὲ ἀνανδρίας. b | ||
15 | (BCE3E4)T | ||
1299b | Ariston. | ἐπεί μ’ ἀφέλεσθέ γε δόντες: ὅτι Ζηνόδοτος γράφει „ἐπεί ῥ’ ἐθέλεις ἀφελέσθαι“. ἔργῳ δὲ κοινωνεῖ εἰς ἅπαντας, τὴν αἰτίαν τῆς ἀφαιρέσεως ἀγνοῶν. A | |
D | καὶ ὑβρίσατε ἑαυτούς· οὐ γὰρ ἐμέ. Aint | ||
1301a | Hrd. | 〈ἀνελών:〉 ὑφ’ ἓν τὸ ἀνελών· Aim b(BCE3) προείρη‐ ται γὰρ οὐκ ἄν τι φέροις. b(BCE3) | |
1301b | Hrd. | ex. | ἀνελών: προείρηται γὰρ οὐκ ἄν. | Ἀττικοὶ δὲ περισσά‐ κις χρῶνται τῷ ἄν. T | |
1301c | Hrd. | 〈ἀέκοντος:〉 δασυντέον τὸ ἀέκοντος· κατὰ στέρησιν γάρ ἐστι τὸ α. b(BCE3) | |
1302a1 | Hrd. | πείρησαι: προπαροξυτονητέον τὸ πείρησαι, ἵνα ᾖ προστακτικόν, καίτοι πολλάκις τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν | |
ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰς αι ληγόντων· „ἀλλά με κακκεῖαι σὺν τεύχεσι“ (λ 74), „τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι“ (ε | |||
5 | 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκές· ἔστι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τό‐ νον· „ἀλλὰ σὺ μὲν κατάλεξαι“ (τ 44), „νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι“ (Χ 285). καὶ τὸ τοιοῦτο †δόξει† ἂν ὅτι ἐπί τινων 〈μὲν〉 ἤλλαξαν τοὺς τόνους, ἐπί τινων δ’ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστα‐ κτικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν | ||
10 | ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις „δεῦρ’ ἄγε καὶ σὺ ξεῖνε †πείρησαι ἀέθλων“ (θ 145). A | ||
1302a2 | τὸ πείρησαι προπαροξυτόνως· προστακτικὸν γάρ ἐστιν, ὡς τὸ „σὺ δὲ φράσαι“ (Α 83). Aint b (BCE3) | ||
1.303 | ex. | 〈ἐρωήσει:〉 παρὰ τὴν ἐρωήν, ὁρμήσει. ἐναργῶς δὲ πεφάν‐ τασται τὸ περὶ τὸ δόρυ μεθ’ ὁρμῆς ἐκχεόμενον αἷμα. καὶ ταύτας ἐμ‐ ψύχους ἔλεγεν εἶναι παρ’ αὐτῷ τὰς λέξεις Ἀριστοτέλης (rhet. 3, 11 p. 1411b32). b(BCE3E4)T | |
1304a | ex. | ὣς τώ γε: ὁ τρόπος παραγραφή· μετιὼν γὰρ ἐπὶ ἑτέραν διήγησιν τούτῳ χρῆται. b(BCE3)T | |
1304b | Did. | 〈μαχεσσαμένω:〉 καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ (sc. Α 298) διὰ τοῦ η ἀξιοῖ Ἀρίσταρχος. Aim | |
1305a | Did. (?) | 〈ἀνστήτην:〉 ὥσπερ ἀνασχεθέειν „ἀνσχεθέειν“ (ε 320), οὕτως ἀναστήτην ἀνστήτην. b(BCE3) | |
1305b | ex. (?) | 〈ἀγορήν:〉 τὸ πλῆθος. Til | |
1305c | Nic. | {ἀνστήτην,} λῦσαν δ’ ἀγορὴν παρὰ νηυσὶν 〈Ἀχαι‐ ῶν〉: δύναταί τις διαστέλλειν βραχὺ ἐπὶ τὸ νηυσίν, ἵν’ ᾖ τὸ ἑξῆς ἀγορὴν Ἀχαιῶν. A | |
1.306 | ex. | 〈ἐΐσας:〉 τινὲς πορευτικὰς παρὰ τὸ ἴω. Tt | |
1307a | Ariston. | ἤϊε σύν τε Μενοιτιάδῃ: ὅτι εἰπὼν τὸ πατρωνυμικὸν παρέλιπε τὸ κύριον. A | |
1307b | ex. | 〈ἤϊε σύν τε Μενοιτιάδῃ:〉 εἰκότως τῷ Ἀχιλλεῖ θυμικῷ ὄντι ἤπιος ὢν Πάτροκλος πάρεστι πρὸς τὸ τὸν θυμὸν αὐτοῦ μαλάσ‐ σειν. ὅτι δὲ πρᾷός ἐστι, δῆλον ἐξ ὧν οἰκτείρει τοὺς Ἀχαιούς· Εὐρύπυ‐ λον μὲν γὰρ ἰᾶται (sc. Λ 844—8), καὶ περὶ τῶν λοιπῶν Ἀχιλλεῖ παρακλαίει (sc. Π 3—11). καὶ | |
5 | Μενέλαος περὶ αὐτοῦ φησι· „νῦν τις ἐνηείης Πατροκλῆος / μεμνήσθω“ (Ρ 670—1). κατ’ ἐξοχὴν δὲ ἰδιαζόντως εἶπε περὶ αὐτοῦ καὶ νῦν, ἵνα ἀξιόχρεως ᾖ, ὅταν τελευταῖον αὐτὸν εἰς τὴν μάχην ἐγείρῃ (cf Σ 98—126). b(BCE3,E4 [fol. 3r] T | ||
1308-11 | ex. | 〈Ἀτρείδης δ’ ἄρα νῆα—πολύμητις Ὀδυσσεύς:〉 αὐτεπαγγέλτους ἔχουσι τὰς ἐννοίας οἱ στίχοι, ὧν ἀφ‐ ελών τι ἢ προσθεὶς μᾶλλον ἀδικήσεις. δῆλον δὲ ὅτι οὐκ ἐθαλάσσευ‐ όν τινες τῶν νεῶν, ἐπεὶ τίς χρεία νεουλκίας; ἔστι δὲ ὁμοιοτέλευτον τὸ | |
5 | σχῆμα· προέρυσσεν (308), ἔκρινεν (309), βῆσεν (310), εἷσεν ἄγων (311). b(BCE3E4)T | ||
1.309 | Did. | 〈ἐς δ’ ἐρέτας:〉 διὰ τοῦ ν Ἀρίσταρχος, „ἐν δ’ ἐρέτασ“. Aim | |
1.311 | ex. | εἷσεν ἄγων: ἀνάγων τὴν Χρυσηΐδα εἷσεν. ὁ δὲ μετὰ δώρων μὴ διδοὺς αὐτὴν μετὰ προσθήκης ἀποδίδωσιν ἐξυπηρετούμενος πρὸς | |
δυσώπησιν τοῦ θεοῦ. b(BCE3E4)T | |||
1312a1 | ex. (?) | {ὑγρὰ} κέλευθα: παρὰ τὸ ἐλεύθω. ἔστι δὲ ὡς τὸ δίφρα, λύχνα, μεταβολὴ γένους· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν· γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος, ὡς ἀπὸ τοῦ τράχηλος τὸ τράχηλον, ἔνθεν πληθυντικὸν παρὰ Καλλιμάχῳ (fr. 191, 86)· „τὰ | |
5 | τράχηλα γυμνάζει“. καὶ λύχνος λύχνα, δίφρος δίφρα, καὶ ἀπὸ τοῦ ἐρετμὸς τὸ ἐρετμόν, ἔνθεν „ἐρετμὰ προήκεα“ (μ 205). Τάρταρος ἀρσενικῶς καὶ κατὰ μεταβολὴν ἡ Τάρταρος παρὰ Πινδάρῳ (P. 1, 15)· „ὅς τ’ ἐν αἰνᾷ Ταρτάρῳ,“ καὶ οὐδέτερον τὸ Τάρταρον Ἡσίοδος (th. 119)· „Τάρταρά τ’ ἠερόεντα“. τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ | ||
10 | κέλευθα. A | ||
1312a2 | D | ex. (?) | τὰς ὁδούς. | ὡς ἀπὸ τοῦ δίφρος δίφρα, οὕτως ἀπὸ τοῦ κέλευθος κέλευθα· καὶ ἔστι μεταβολὴ γένους. b(BCE3E4 | |
1312-3 | ex. | 〈οἱ μὲν ἔπειτ’ ἀναβάντες— / λαοὺς δ’ Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν:〉 διὰ τί μὴ καθαροὺς ἐκπέμπει; b(BCE3E4)Til ὅτι προὐργιαιτέρα τῷ θεῷ ἡ ἀπόδο‐ σις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες | |
5 | εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν. b(BCE3E4) | ||
1314a | ex. | καὶ εἰς ἅλα λύματ’ ἔβαλλον: τὰ περιττώματα εἰς τὴν ἀπέριττον θάλασσαν βάλλουσι. καὶ Εὐριπίδης (I. T. 1193)· | |
„θάλασσα κλύζει †πάντ’ ἀνθρώπων† κακά“. A | |||
1314b | D | Did. (?) | 〈οἱ δ’ ἀπελυμαίνοντο—βάλλον:〉 ἀπεκα‐ θαίροντο καὶ εἰς τὴν θάλατταν τὰ περιττώματα καὶ καθάρματα ἔβαλλον. | Ἰακῶς δέ ἐστι τὸ βάλλον, κατὰ ἀποκοπήν· τὸ δὲ ὄνομά ἐστιν ὁλόκληρον. b(BCE3) | |
5 | D | φύσει γὰρ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν. Aint | |
1315-7 | ex. | 〈ἔρδον δ’ Ἀπόλλωνι—περὶ καπνῷ:〉 ἀξιο‐ πρεπὴς ἡ παρὰ τὸν αἰγιαλὸν θέα. μεγαλοφυεῖς δὲ καὶ αἱ ἐπιτελού‐ μεναι θυσίαι· τοῦτο γὰρ δηλοῖ τὸ τεληέσσας (315). b(BCE3E4) | |
1317a | ex. | 〈κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ κα‐ πνῷ:〉 ὡς ἂν μελλόντων τῶν ἄλλων θεοσεβέστατα, T ὑπ’ ὄψιν ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς. b(BCE3E4)T | |
1317b | D | Ep. Hom. | ex. | Ep. Hom. | κνίση δ’ οὐρανὸν ἷκεν: δοκεῖ ἡ λέξις τέσσαρα σημαί‐ νειν, ὡς καὶ τῷ Πορφυρίῳ (1,253,13) δοκεῖ, αὐτό τε τὸ λίπος καὶ τὸν ἐπίπλουν καὶ τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. | ἔστι δὲ παρὰ τὸ κνίσω. | ὑπ’ ὄψιν δὲ ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγο‐ | |
5 | μένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς. | ἀπὸ οὖν τοῦ κνίσω μέλλοντος γέγονε· πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν, οἷον ἅψω ἁψίς, λέξω λέξις, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως οὖν καὶ κνίσω κνίσα. εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ | ||
10 | ι μόνον ἔχουσι. τὸ δὲ κνισμός ὁμοίως ἐκ τοῦ †κνίσω† κνισμός, ὡς λογίσω λογισμός. τὸ κνίσα καὶ τὸ ι καὶ τὸ α βραχύ, καὶ τὸ μὲν ι, ἐπειδὴ τὰ διὰ τοῦ ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ α, ἐπειδὴ τὰ εἰς α θηλυκά, ἀπὸ μελλόντων ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς | ||
15 | τὰ δύο· κνίση δ’ οὐρανὸν ἷκεν. A | ||
1320a | Ariston. | {ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ} Εὐρυβάτην: ὅτι καὶ ἕτε‐ ρος Εὐρυβάτης, Ὀδυσσέως κῆρυξ (cf. Β 184). ἡ δὲ ἀναφορὰ πρὸς τὸν Πυλαιμένεα (cf. Β 851. Ε 576. Ν 643). A | |
1320b | ex. (Ariston.?) | 〈Εὐρυβάτην:〉 ἄλλος ὁ κατὰ Ὀδυσσέα Εὐρυβάτης καὶ οὗτος ἄλλος. b(BCE3)Til | |
1.321 | ex. | ὀτρηρὼ θεράποντε: παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες δὲ οἱ τοὺς κρείσσονας δι’ ὠφέλειαν θεραπεύοντες ὡς Ἐτεωνεὺς (cf. δ 22—3) καὶ Μηριόνης (cf. Κ 58—9). ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θερά‐ ποντες καλοῦνται. A b (BCE3)T | |
1.322 | Nic. | ἔρχεσθον κλισίην 〈Πηληϊάδεω Ἀχιλῆοσ〉: στι‐ κτέον κατὰ τὸ τέλος τοῦ στίχου· αὐτοτελὴς γὰρ ὁ λόγος, καὶ ὁ ἑξῆς ὁμοίως. τὸ δὲ „ἀγέμεν“ (Α 323) ἀντὶ προστακτικοῦ τοῦ ἄγε. A | |
1322-3 | ex. | 〈ἔρχεσθον κλισίην—Βρισηΐδα καλλιπά‐ ρῃον:〉 βασιλικὸν τὸ ἀπόλυτον τῆς φράσεως καὶ τὸ δι’ ἄλλων πειρᾶσθαι καὶ οὕτως ἐπιχειρεῖν. ὑβριστικὸν δὲ καὶ τοῦτο· οὐ γὰρ ἐντυχεῖν Ἀχιλλεῖ κελεύει, ἀλλ’ ὡς κενῆς οὔσης τῆς νεὼς ἄγειν αὐτήν. | |
5 | b(BCE3E4)T | ||
1.323 | Did. (?) | χειρὸς ἑλόντ’ 〈ἀγέμεν〉: †ὅτι „χειρὸς ἑλόντε ἄγειν“ Ἀριστόνικος† ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ· ἀμφίβολον γὰρ ἔσται, ἐὰν κατὰ συναλιφὴν ἀναγινώσκωμεν. A | |
1324-5 | Ariston. | Nic. | εἰ δέ κε μὴ δώῃσιν, 〈ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι/ ἐλθὼν σὺν πλεόνεσσι〉: πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἑλοίμην. | ὑποστικτέον δὲ εἰς τὸ δώῃσι (324), στικτέον δὲ ἐπὶ τὸ πλεόνεσσι (325), ἵνα ὁ δέ (324) περιττεύῃ. A | |
1.324 | ex. | Ariston. | 〈δώῃσιν—ἕλωμαι:〉 δώῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις, †ἐάν† ἐστιν ἀπὸ τοῦ δῶ, A b (BCE3) T τό τε η καὶ τὴν σι συλλαβήν. A | τὸ δὲ ἕλωμαι ἀντὶ τοῦ ἑλοῦμαι ἢ ἑλοίμην. b(BCE3)T | |
1325a | ex. | 〈τό οἱ καὶ ῥίγιον ἔσται:〉 δύναται ὑπερβατὸν εἶναι, καὶ τοῦτο αὐτῷ ῥίγιον ἔσται. Aim | |
1325b | ex. | 〈τό οἱ καὶ〉 ῥίγιον 〈ἔσται〉: βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν· „πάντες δέ με πεφρίκασιν“ (Ω 775) ἀντὶ τοῦ βδελύσσονται. b(BCE3 E4)T | |
1.326 | ex. | προΐει: ἀπὸ τοῦ ἱῶ περισπωμένου. T | τὸ δὲ ἐπὶ ἔτελλεν ἀντὶ τοῦ συνεχῶς ἐπέταττεν. b(BCE3E4)T | |
1.327 | ex. | τὼ δ’ ἀέκοντε βάτην: εἰκότως· καὶ τὸν Ἀγαμέμνονα γὰρ δεδοίκασι καὶ πρὸς ὃν ἀποστέλλονται. b(BCE3E4)T | |
1329a | ex. | 〈παρά τε κλισίῃ:〉 πλησίον τῆς σκηνῆς. b(BCE3E4) T | |
1329b | ex. | καὶ νηῒ μελαίνῃ: διὰ τῆς μελαίνης νηὸς τὸ σκυθρωπὸν τῆς ἕδρας δηλοῖ. b(BCE3)T | |
1330a | Ariston. | {ἥμενον·} οὐδ’ ἄρα τώ γε 〈ἰδὼν γήθησεν〉: ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἀκουστέον· οὐκ ἐγήθησεν, ἀλλ’ ἐλυπήθη. A | |
1330b | ex. | οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν: ὁ τρόπος ἀντίφρασις. | |
T | |||
1330c | ex. | οὐδ’ ἄρα 〈...〉 γήθησεν: μεμετρημένη ἡ διάθεσις οὔτε πλέον λυπουμένου (ἀγεννὲς γάρ) οὔτε ἧττον· ἀσυμπαθὲς γάρ. b (BCE3E4)T | |
1331a | ex. | τὼ μὲν ταρβήσαντε 〈καὶ αἰδομένω〉: εὖ τὸ αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ἀεὶ ὁ ποιητής φησιν, αἰδῶ καὶ φόβον· „αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε“ (Γ 172). b | |
5 | (BCE3E4)T | ||
1331b | ex. | τὼ μὲν ταρβήσαντε: διὰ τὴν ξιφουλκίαν. b(BCE3 E4)T | |
1331c | ex. | αἰδομένω: παρὰ τὸ αἴδω. οἶδε δὲ καὶ τὸ αἰδῶ· „ἀλλή‐ λους τ’ αἰδεῖσθε“ (Ε 530). T | |
1332a | Did. | 〈οὐδέ τι:〉 διὰ τοῦ ι, οὐδέ τι, οὐ διὰ τοῦ ε. καὶ ἡ Κύ‐ πριος. Aim | |
1332b | ex. | οὐδέ τί μιν προσεφώνεον: τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικόν, τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ παρήγαγεν εἰς τὴν τραγῳδίαν. A b (BCE3E4)T | |
1334-5 | Nic. | χαίρετε κήρυκεσ〈—ὔμμες ἐπαίτιοι, ἀλλ’ Ἀγαμέμνων〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 334), καὶ βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπαίτιοι (335)· ὡς γὰρ ἀγγέλους σεμ‐ νύνων αὐτοὺς εἶπεν. A | |
1334a1 | ex. | Διὸς ἄγγελοι: ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν, ὃς ἄγγελος Διός. b(BCE3)T καλῶς δὲ οὐκ Ἀγαμέμνονος ἔφη, ἀλλ’ ἀνδρῶν καὶ Διός, οἷς δικαίως ὑπηρε‐ τοῦσι· τούτῳ γὰρ ἀδίκως. b(BCE3E4)T κοινὸς δὲ νόμος μὴ | |
5 | ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰ πρὸς θυσίαν ἑτοιμάζοντες· b(BCE3)T {ἀμέλει παρ’ Ἀθηναίοις τὸ τῶν Κηρύκων γένος} „κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυΐ“ (Σ 558), „κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν“ (Γ 274). T | ||
1334a2 | D | ex. | Διὸς ἄγγελοι: ἄσυλον γὰρ—Κήρυκα, ἀφ’ οὗ τὸ τῶν Κηρύκων γένος, ὡς ἱστορεῖ Πτολεμαῖος (fr. inc. sed. 2 [p. 46 Chatz.]) | ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσιν, ὃς ἄγγελος Διός. A | |
1335a | ex. | ἆσσον ἴτε: διὰ σχήματος ἐδήλωσεν, ὡς τῷ δέει οὐ προ‐ έκοψαν. b(BCE3E4)T τιμήσαντες οὖν ἀντιτιμῶνται. b(BCE3)T | |
1335b1 | Hrd. | {οὔτι μοι} ὔμμες: οὕτως ψιλωτέον τὸ υ τοῦ ὔμμες· ἡ γὰρ λέξις Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ συναλιφή, „αἴ κ’ ὔμμιν ὑπέρ‐ σχῃ χεῖρα Κρονίων“ (Δ 249). A | |
1335b2 | τὸ δὲ ὔμμες ψιλοῦται· Αἰολικὸν γάρ ἐστιν, ὡς δηλοῖ καὶ ἡ συναλιφή, „αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα“. b(BCE3)T | ||
1335c | D | οὔτί μοι ὔμμες ἐπαίτιοι: πεπαιδευμένως· οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφ’ ἑτέρους μετάγειν ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου. A b (BCE3)T | |
1335d | ex. | 〈οὔ τί μοι ὔμμες ἐπαίτιοι:〉 ἀντίφρασις. T | |
1336a | Did. | Ariston. | ὃ σφῶϊ: διὰ τοῦ ἑνὸς ς, ὃ σφῶϊ, ὁμοίως τῷ „καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ“ (Σ 460). A b (BCE3)T | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν „ὃ σφῶϊν“. τοῦτο δὲ σημαίνει ὑμῶν ἢ ὑμῖν, ὧν | |
οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ, ἀλλὰ τὸ ὑμᾶς. A | |||
1336b | ex. | 〈ὃ σφῶϊ προΐει:〉 „σφῶϊ μὲν ἀμφὶ βοόσ“ (Λ 776), ὑμεῖς· ὃ σφῶϊ προΐει, ὑμᾶς· „ὃ σφῶϊ〈ν〉 μάλα πολλάκισ“ (Ψ 281), ὑμῶν· „καί σφωϊν δὸς ἄγειν“ (Α 338), αὐτοῖς. T | |
1337a | ex. | διογενὲς Πατρόκλεις: ἐξαίρει πάλιν τὸ πρόσωπον· τοῖς γὰρ τῶν φίλων γνησιωτάτοις εἰώθαμεν πιστεύειν τὰ γύναια. b(BCE3E4)T | |
1337b | D | 〈Πατρόκλεις:〉 ἡ εὐθεῖα Πατροκλῆς ὡς Ἡρακλῆς. Til | |
D | Πατρόκλεις: ἀντὶ τοῦ Πάτροκλε, ἐσχημάτισται— Ἡρακλῆς. A | ||
1338a | D | 〈σφωΐν:〉 αὐτοῖς. Til | |
1338b | ex. | μάρτυροι ἔστων: μαρτύρεται τὼ κήρυκε, ὅπως μὴ δοκῇ προδότης εἶναι ὑπερορῶν τοὺς Ἀχαιοὺς ἀναιρουμένους. τὰ δὲ ἄλλα οὐχ ἅπτεται Ἀγαμέμνονος, ὅπως μὴ δοκῇ μικροψυχεῖν ἐπὶ τῇ ἀφαιρέσει. b(BCE3E4)T | |
1339-40a | ex. | πρός τε θεῶν μακάρων〈— / καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέοσ〉: πρότερος τῶν Πυθαγορικῶν Ὅμηρος μέσην ἀνθρώπου καὶ θεοῦ φύσιν b(BCE3E4)T βασιλικὴν τέ‐ θεικε· τὸν μὲν γὰρ ἁπλῶς ἄνθρωπον τοῦ βασιλέως κατ’ ἀμφότερά | |
5 | φησιν ἐλάττονα, καίπερ b(BCE3E4) ἀνθρώπου καὶ αὐτοῦ ὄντος· θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ φθαρτόν. b(BCE3E4)T | ||
1339-40b1 | ex. | 〈πρός τε θεῶν μακάρων—βασιλῆος ἀπη‐ νέος:〉 ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων καὶ ὑπὸ Ἀγαμέμνονος εὔλογον ἔχῃ τὴν ἀφορμὴν τῆς ἀπηνείας ἕνεκεν. b | |
(BCE3E4) | |||
1339-40b2 | {πρός τε θνητῶν:} ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων καὶ ὑπὸ Ἀγαμέμνονος αὐτοὺς ἔχω μάρτυρας. T | ||
1340a | Did. | Nic. | | ἀπηνέος: Σέλευκος (fr. 7 M. = 9 D.) ἐν τῇ πολυστίχῳ | |
Ariston. | γράφει „ἀναιδέοσ“· εὐεπίφορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ καλεῖν τὸν Ἀγαμέμνονα· „αἰὲν ἀναιδείην ἐπιειμένε κερδαλεόφρον“ (cf. Α 149). ἀπηνῆ δὲ καλεῖ τὸν Ἀγαμέμνονα διὰ τὰ εἰς αὐτὸν πεπραγ‐ | ||
5 | μένα. | διασταλτέον δὲ μετὰ τὸ ἀπηνέος. | ἡ διπλῆ δέ, ὅτι τὸ ἄρθρον μετάκειται. ἔδει δὲ ‘καὶ πρὸς τοῦ ἀπηνέος βασιλῆοσ‘. καὶ ἄνω κατὰ τὸ „οὕνεκα τὸν Χρύσην ἠτίμασεν 〈ἀρητῆρα〉“ (Α 11). A | ||
1340b | ex. | εἴ ποτε: καλῶς οὐκ εἶπεν ὁπότε· νεμεσητὸν γὰρ ἦν. b (BCE4) | |
1341a | Hrd. | χρειώ: ὡς Κλειώ· Aim b (BCE3E4)T καὶ γὰρ „χρειοῖ ἀναγκαίῃ“ (Θ 57) Aim b (BCE4)T ὡς Κλειοῖ. Aim | |
1341b | ex. | ἀεικέα λοιγόν: τὸν ὑβριστικόν· „ἀεικίζει μενεαίνων“ (Ω 54) b(BCE3E4)T | |
1342a | ex. (?) | 〈ὀλοιῇσι:〉 ὀλοῇσι πλεονασμῷ τοῦ ι. Aint | |
1342b | ex. | φρεσὶ θύει: ἐμφαντικῶς τὸ λυσσῶδες αὐτοῦ καὶ ἄλογον παρέστησε. μάρτυρας οὖν ὑμᾶς σχήσω τῆς παραπληξίας αὐτοῦ, | |
ὅτι οὐκ οἶδε προνοῆσαι στρατιᾶς. b(BCE3E4)T | |||
1343-4 | Nic. | οὐδέ τι οἶδε νοῆσαι〈—μαχέοιντο Ἀχαι‐ οί〉: διασταλτέον ἐπὶ τὸ ὀπίσσω (343), ἴσως δὲ καὶ ἐπὶ τὸ νοῆσαι (343), ἵν’ ᾖ ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἅμα πρόσσω καὶ ὀπίσσω, καὶ νῦν καὶ ὕστερον, ἢ καὶ ἑτέρως ἐκ τῶν | |
5 | ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα, ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ (109— 10) ἐστίν· „οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω / 〈λεύσ‐ σει〉“. A | ||
1.343 | ex. | οὐδέ τι οἶδεν 〈νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω〉: τὸ δὲ ἐναντίον „ὅρα πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω“ (Σ 250): T δεῖ γὰρ τὸν ὅλως ἔχοντα γνῶσιν μὴ τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα σκοπεῖν. b(BCE3E4)T λείπει οὖν τοῖς ἐπιρρήμασι τὸ | |
5 | †τ. T μέγιστον δὲ καὶ ψιλῷ ἀνθρώπῳ πρὸς κατηγορίαν ἡ ἀπρο‐ νοησία, ὥς πού φησι „νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντεσ“ (φ 85). b(BCE3E4)T | ||
1.344 | Ariston. (?) | 〈μαχέοιντο:〉 μάχοιντο. b(BCE3E4) πλεονασμὸς δέ ἐστι τοῦ ε. b(BCE3E4)Til | |
1.345 | ex. | Πάτροκλος δὲ φίλῳ 〈ἐπεπείθετ’ ἑταίρῳ〉: τὸ ἤπιον αὐ‐ τοῦ διὰ τῆς σιωπῆς τῆς νῦν τε κἀν ὅλῃ τῇ στάσει κἀν τῷ μηνιθμῷ (sc. Ι 205) δείκνυται. καὶ νῦν δὲ οὐ φθέγγεται, ἵνα μὴ ᾖ παροξυντικός. b (BCE3)T | |
1.346 | ex. | 〈καλλιπάρῃον:〉 εὔκαιρον τὸ ἐπίθετον, τὴν τοῦ ἐρῶντος διάθεσιν ἐμφαῖνον τῷ δηλοῦν οἵας ἐρᾶται. b(BCE3)Til | |
1.347 | ex. | τὼ δ’ αὖτις ἴτην: οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν εἶχον τὸ λεχθέν. b(BCE3)T οὐ λαβόμενοι δὲ τῆς χειρὸς ἦγον, ὡς ἐπετά‐ χθησαν. b(BCE3E4)T | |
1.348 | ex. | 〈ἀέκουσα:〉 ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς δηλοῖ. δευτέραν δὲ ταύτην ὁρίζεται εἶναι αἰχμαλωσίαν καὶ διὰ μιᾶς | |
λέξεως ὁλόκληρον ἡμῖν ἦθος προσώπου δεδήλωκεν. b(BCE3)T | |||
1349a | Nic. | δακρύσας ἑτάρων: βραχὺ διασταλτέον ἐπὶ τὸ δακρύ‐ σας· μᾶλλον γὰρ σαφηνίζει τὰ πράγματα. A | |
1349b | ex. | δακρύσας ἑτάρων: ἕτοιμον τὸ ἡρωϊκὸν πρὸς δάκρυα. καὶ Ὀδυσσεὺς „ὡς δὲ γυνὴ κλαίῃσι“ (θ 523), καὶ ἡ παροιμία „ἀεὶ δ’ ἀριδάκρυες ἀνέρες ἐσθλοί“ (cf. Zenob. 1, 14). b(BCE3E4)T Ἀγα‐ μέμνων 〈***〉 „ἥτε κατ’ αἰγίλιπος πέτρησ“ (Ι 15). T ἄλλως τε | |
5 | καὶ φιλότιμος ὢν ἀνιᾶται τῇ ὕβρει παλαιᾶς τε συνηθείας στέρεται, ἴσως δὲ καὶ τὸ γύναιον ἀκουσίως ἀπαλλαττόμενον ἐλεεῖ. ἄκρως δὲ ἐρῶντα χαρακτηρίζει· οὗτοι γὰρ ταῖς ἐρημίαις ἥδονται, ἵν’ οὕτω τῷ πάθει σχολάζωσιν b(BCE3E4)T ὑπὸ μηδενὸς ὀχλούμενοι. T | ||
1349c1 | ex. | 〈νόσφι:〉 ὅπως μὴ γελῷτο παρὰ τῶν ἑταίρων. ἢ πρὸς τὴν διάλεξιν τῆς μητρός. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα· „τό κεν ἧμιν ἄφαρ πολὺ λώϊον“ (Ρ 417). Til | |
1349c2 | τὸ δὲ νόσφι, ὅπως μὴ γνώριμον τοῖς ἑτέροις ᾖ τὸ πρὸς τὴν μητέρα ἐντύχημα. τὸ δὲ ἄφαρ δηλοῖ καὶ τὸ ἔπειτα, b(BCE3E4) ὡς ἐν τῷ „τό κεν ἧμιν ἄφαρ πολὺ λώϊον“. b (E4) | ||
1350a | ex. | Did. | θῖν’ ἐφ’ ἁλὸς πολιῆς, ὁρ〈ό〉ων ἐπὶ οἴνοπα πόντον: οἰκεῖον τῇ θινὶ τὸ πολιόν, τῷ δὲ πόντῳ τὸ οἶνοψ. | γράφεται καὶ „ἐπ’ ἀπείρονα πόντον“. b(BCE3E4)T | |
1350b | Did. | 〈οἴνοπα:〉 οὕτως „ἀπείρονα“, οὐκ οἴνοπα ἡ Ἀριστάρ‐ χου. Aint | |
1350c | ex. | ὁρόων ἐπὶ οἴνοπα πόντον: ἱκανὴ παραμυθία τοῖς ἐπὶ ξένης λυπουμένοις εἰς τὴν θάλασσαν ἀφορᾶν, δι’ ἧς τῶν πατρίδων εἴρ‐ γονται. καὶ Ὀδυσσεὺς „πόντον ἐπ’ ἀτρύγετον δερκέσκετο“ (ε 84). τάχα δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς εἰς συγγενὲς τῇ μητρὶ χωρίον ἀφορᾷ τὴν | |
5 | θάλασσαν. b(BCE3E4)T | ||
1351a | Ariston. | 〈χεῖρας ὀρεγνύς:〉 ὅτι Ζηνόδοτος γράφει „χεῖρας ἀνα‐ πτάσ“. Aim | |
1351b | ex. | Did. (?) | χεῖρας ὀρεγνύς: ὥσπερ ἀσπαζόμενος ὀρέγει τὼ χεῖρε τῇ μητρί. καὶ ἐπὶ Πολυφήμου „εὔχετο χεῖρ’ ὀρέγων b(BCE3E4)T εἰς οὐρανόν“ (ι 527). | τινὲς „ἀνασχών“ γράφουσιν. T | |
1352a | ex. | μινυνθάδιον: τοῦτο μάλιστα δύναται λυπῆσαι μητέρα, ὀλιγοχρόνιος υἱός· ὃ πρῶτον προβάλλεται. b(BCE3E4)T | |
1352b | ex. | 〈μινυνθάδιόν περ〉 ἐόντα: ἐσόμενον. ᾔδει δὲ δι’ ὧν εἶπεν αὐτῷ ἡ μήτηρ „διχθαδίας κῆρασ“ (Ι 411). παιδευτικὸν δὲ τὸ μὴ εἰς ῥᾳστώνην, ἀλλ’ εἰς †πρακτικὸν νεῦσαι τὸν ἥρωα. φιλοστοργίᾳ δὲ καὶ ἐλέῳ προκαλεῖ τὴν μητέρα. ἐν κεφαλαίῳ δὲ τὴν εὐχὴν ἐκθέμενος | |
5 | ὕστερον λεπτολογήσει. | ἔστι δὲ παρὰ τὸ μίνυνθα. παραπληροῖ δὲ ὁ περ. b(BCE3E4)T | ||
1353a1 | ex. | ὄφελλεν: ἡ μὲν ἀρχὴ Ἰακή, τὸ δὲ μέσον Αἰολικόν. T | |
1353a2 | ὄφειλεν ὄφελλεν Αἰολικῶς, ὡς χεῖρες χέρρες. Aim | ||
1353b | ex. | Ὀλύμπιος: οὕτω κατ’ ἐξοχὴν τὸν Δία. καὶ „Κρονίδην“ (Α 498 al.) αὐτόν φησιν. b(BCE3)T | |
D | Ὀλύμπιος: ὁ Ὄλυμπος ὄρος—ἀλληγορικῶς δὲ ὁ οὐρανός. A | ||
1353c | ex. | ἐγγυαλίξαι: κυρίως τὸ ἐγγυῆσαι, παρὰ τὸ †γῦον†, ὃ κυρίως ἐπὶ χειρός. T | |
1354a | ex. | ὑψιβρεμέτης: ὁ ἐν ὕψει βρέμων διὰ τῶν βροντῶν ἢ τῶν ἀνέμων. b(BCE3E4)T | |
1354b | D | Or. (?) | ὑψιβρεμέτης: βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος. | ὅθεν | |
καὶ τὸν ἀπὸ πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν. A | |||
1354c | ex. | οὐδέ με τυτθόν: φιλεγκλήμονες κατὰ θεῶν οἱ ἀτυχεῖς. b (BCE3)T | |
1.355 | ex. | 〈εὐρυκρείων〉: ποιητικὸν τὸ ἐπίθετον. b(BCE3) | |
1356a | ex. (?) | 〈ἠτίμησεν:〉 τῶν σπανίων ἡ τομὴ κατὰ τὸν ἕβδομον χρό‐ νον. Aint | |
1356b | ex. | ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας: ἑλὼν ἔχει T ἀντὶ τοῦ ἔλαβεν, οὐ πειθοῖ, ἀλλ’ ἀπουρίσας· „ἄλλοι γάρ οἱ ἀπου‐ ρίσσουσιν ἀρούρασ“ (Χ 489). b(BCE3E4)T συγκοπὴ οὖν ἐστιν. T | |
1357a | Hrd. | δακρυχέων: τὸ δακρυχέων ὑφ’ ἓν ἀναγνωστέον· b (BCE3)T καὶ „δακρυπλώειν“ γάρ πού φησιν (τ 122). T | |
1357b | ex. | πότνια: σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕδεσι τῶν θεῶν. A b (BCE3)T ἢ παρὰ τὸν πότμον, ἡ εὐτυχής, ὅς ἐστιν ἀπὸ τοῦ „πέσῃ μετὰ †ποσὶ† γυναικόσ“ (Τ 110). AT καὶ ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρακαλεῖν. A b (BCE3)T | |
1.358 | ex. | 〈πατρὶ γέροντι:〉 ἴσως τοὺς ἐν θαλάσσῃ τιμωμένους ἁλίους γέροντάς φησιν, ὡς Πρωτέα Φόρκυνα Νηρέα. b(BCE3)T | |
D | παρὰ πατρὶ γέροντι: τῷ Νηρεῖ. τὸν δὲ—αἱ Νηρεΐ‐ δες. A | ||
1.359 | ex. | καρπαλίμως 〈δ’ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ’ ὀμίχλη〉: ἀντὶ τοῦ κραιπνῶς. ταχεῖα δὲ ἡ ἄνοδος ὡς μητρὸς καὶ θεοῦ. φαντασία δὲ περίκειται τῇ θεῷ διὰ τῆς ὁμίχλης. b(BCE3E4)T ἢ ὅτι θαλασσία ἐστὶν ἡ θεός. τὴν δὲ Ἥραν τῷ ἀέρι εἰκάζει· λεπτομερὴς γὰρ ὁ ἀὴρ ὡς | |
5 | πρὸς σύγκρισιν τῶν ὑδάτων. b(BE3E4)T | ||
1360a1 | ex. | 〈δακρυχέοντος:〉 οὐκ ἐξίσταται τοῦ κλαυθμοῦ, ἐπεὶ οὐ | |
μεμπτέος· οὐδὲν γὰρ ἄτοπον, εἰ καὶ ἄλκιμος ἦν, ὅτι λελύπηται· ἐλεύ‐ θερος γὰρ ὢν καὶ ἁπλοῦς τοῦτο ποιεῖ, οὐ διὰ μικροψυχίαν. b(BCE3) | |||
1360a2 | οὐκ ἐξίσταται τούτου· οὐ γὰρ ἄτοπον ἐλεύθερον ἁπλοῦν ἄλκιμον λυπεῖσθαι. T | ||
1.361 | Nic. | χειρί τέ μιν κατέρεξεν 〈ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε〉: στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατο καὶ ὀνόμαζεν· ἡ περίοδος γὰρ καθ’ ἑαυτὴν ἑκάστη. A | |
1.362 | ex. | τέκνον, 〈τί κλαίεισ〉: φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν ὀνομάτων οὐκ ἐξίσταται· b(BCE3E4)T ἕνα γὰρ ἔχουσα καὶ τοῦ‐ τον ἄθλιον, πῶς ἂν αὐτὸν ἄλλως καλέσειεν; b(BE3E4)T ἔστι δὲ καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης. b(BCE3E4)T | |
1363a | ex. | ἐξαύδα: τῇ γὰρ τῶν λόγων ἀνοχῇ καὶ κουφιεῖται τοῦ βάρους ἡ ψυχή. b(BE3E4)T | |
1363b | Hrd. | ἵνα εἴδομεν ἄμφω: προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει. ἢ ὅτι A ἀνθ’ ὑποτακτικοῦ ἐστι καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον· A b (BCE3)T οὐ γὰρ παροξύνομεν | |
5 | κατὰ τὸν Πάμφιλον. A b (BE3)T | ||
1364a | Ariston. | 〈βαρυστενάχων:〉 ὅτι τὸ βαρυστενάχων κατὰ βα‐ ρεῖαν τάσιν. Aint | |
1364b1 | Hrd. | τὴν δὲ βαρὺ στενάχων: βαρύνεται ἡ μετοχή. διδα‐ σκόμεθα δὲ ἐξ ἐκείνου „τοὺς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγα‐ μέμνων, / χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δ’ ἑταῖροι“ (Δ 153—4)· ἡ γὰρ ἐπίζευξις τοῦ „ἐπεστενάχοντο“ διδάσκει ὅτι καὶ τὸ | |
5 | στενάχω βαρύνεται· εἰ γὰρ ἦν περισπώμενον, ἐστεναχοῦντο ἐγίνετο | ||
ὡς ἐν〈ε〉νοοῦντο. καὶ ἡ κλίσις δὲ τοῦτο δείκνυσι· „βαρὺ δὲ στενάχον‐ τος ἄκουσα“ (θ 95), οὐχὶ στεναχοῦντος. καὶ ἡ δοτικὴ „τῷ δὲ βαρὺ στενάχοντι“ (Σ 70). A | |||
1364b2 | βαρὺ στενάχων: ὁ Σιδώνιος περισπᾷ· b(BCE3)T περισπᾶσθαι γὰρ καὶ „ἀδινὰ στοναχῆσαι“ (Σ 124) φησίν. T Ἀρί‐ σταρχος δὲ βαρύνει· τὰ πολλὰ γὰρ κινήματα ὡς ἀπὸ βαρυτόνου γέ‐ γονε· „βαρὺ δὲ στενάχοντος ἄκουσα“ (θ 95), „ἐπεστενάχοντο δ’ | ||
5 | ἑταῖροι“ (Δ 154). b(BCE3)T | ||
1365a | Ariston. | οἶσθα· τίη τοι 〈ταῦτα ἰδυίῃ πάντ’ ἀγορεύω;〉: ὅτι παλιλλογεῖν παρῄτηται. ἀλλότριοι ἄρα οἱ ἐπιφερόμενοι στίχοι εἴκοσι ἑπτά (sc. Α 366—92). A | |
1365b | ex. | οἶσθα: ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου. καὶ πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην. b(BCE3 E4)T | |
1.366 | D | ᾠχόμεθ’ ἐς Θήβην: νῦν λέγει τὰς Ὑποπλακίους—καὶ αἱ τῆς Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ Ι (381). A | |
1366a | ex. | ᾠχόμεθ’ ἐς Θήβην: ῥητορικὸς ὢν ὁ ποιητὴς καὶ τρόπον ἀνακεφαλαιώσεως βουλόμενος διδάξαι ἡμᾶς ταὐτὰ πάλιν ἐξ ἀρχῆς διηγεῖται. b(BCE3)T | |
1366b | ex. | ᾠχόμεθ’ ἐς Θήβην: ὁ τρόπος ἀνακεφαλαίωσις. AAim b (BCE3E4)T τέσσαρες δὲ διηγήσεων ἰδέαι· ἡ μὲν ὁμιλητική, ὡς | |
ὅταν παρά τινος ἀκούσας τις αὐτῷ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ „πολ‐ λάκι γὰρ σέο πατρόσ“ (Α 396). τὸ δὲ ἀπαγγελτικόν, ὅταν ἃ παρ’ | |||
5 | ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, ὡς τὸ „ἀγγελίην τινά τοι, γαιήοχε“ (Ο 174). τὸ δὲ ὑποστατικόν, ὅταν τῶν πραγμάτων τινὰ ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, A b (BCE3E4)T ὡς τὸ „ὡς ὁπόθ’ Ἠλείοι‐ σι καὶ ἡμῖν νεῖκος ἐτύχθη“ (Λ 671). b(BCE3E4)T τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ „ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεά, | ||
10 | ὑπελύσαο δεσμῶν“ (Α 401): A b (BCE3E4)T εἰ γὰρ ἦν ὁμιλητι‐ κόν, οὕτως ἂν εἶπεν· ἀλλὰ σὲ τῶν δεσμῶν αὐτὸν ἀπολῦσαι καλέσασαν τὸν ἑκατόγχειρον. ὁ δὲ ἐφ’ ἑτέραν πτῶσιν μετελθὼν ὡς ἴδιον ἤδη λόγον καὶ οὐχ ὡς παρ’ ἐκείνης ἀκούσας διέξεισιν. b(BCE3E4)T | ||
1366c | ex. | 〈ᾠχόμεθ’ ἐς Θήβην:〉 Θήβη χωρίον ἔρημον πλησίον Λέσβου, ἀπὸ Θήβης τῆς Ἀδράμυος· ἆθλον γὰρ ταύτην ὁ πατὴρ προὔθετο τῷ προὔχοντι γυμνικῷ ἀγῶνι, λαβὼν δὲ αὐτὴν Ἡρακλῆς ἔκτισε τὴν πόλιν, ὀνομάσας ἐκ ταύτης. ὅσοι δὲ ἀθετοῦσι τοὺς στίχους | |
5 | (sc. Α 366—92), οὐκ ἐῶσιν ἡμᾶς μαθεῖν, ὅθεν ἥλω Χρυσηΐς. ἔπλει δὲ πορθήσων Ἀχιλλεὺς Χρῦσαν, Ἀθηνᾶ δ’ οὐκ εἴα φάσκουσα μὴ αἱρήσειν δι’ Ἀπόλλωνα. εἰς Θήβας δὲ ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως. μεγαλοφυῶς δὲ συντέμνει τὰ περισσὰ τῶν λόγων καὶ | ||
10 | τῶν ἱστοριῶν. b(BCE3E4)T | ||
1368a | ex. | 〈δάσσαντο μετὰ σφίσιν:〉 κοινωνὸν μὲν ἑαυτὸν ἐν τοῖς κατορθώμασί φησιν (cf. Α 367), ἐν δὲ τῷ δάσσαντο χωρίζει. b(BCE3) | |
1368b1 | Hrd. | μετὰ σφίσιν: τοῦ σφίσι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰς σύνθετον ἡ μετάληψις, εἰ καὶ οὐκέτι διηνεκὴς ὁ λόγος· | |
ἔστι γάρ τινα ἐναντιούμενα· „τοὺς δ’ ἄναγον ζῳούς, σφίσιν ἐργάζε‐ σθαι, ἀνάγκῃ“ (ξ 272. ρ 441), „σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι“ (δ 683). | |||
5 | καὶ ὅτι μετὰ προθέσεώς ἐστιν· ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας, ὀρθοτονεῖται ἡ ἀντωνυμία· „σὺν σοί, δῖα θεά“ (Κ 290), „προτὶ οἷ δ’ ἔλαβ’ †ἔντεα“ (Υ 418), „κατὰ σφέας γὰρ μαχέοιντο“ (Β 366), „ἀπὸ ἕο κάββαλεν“ (Ε 343), „ἀμφὶ ἓ παπτήνασ“ (Δ 497), τοῦ „ἆλτ’ ἐπί οἱ μεμαώσ“ (Φ 174) ζήτησιν ἔχοντος. A | ||
1368b2 | ὀρθοτονητέον τὴν σφίσιν, ἐπεὶ εἰς σύνθετον παραλαμβά‐ νεται, καὶ ὅτι προθέσει συντέτακται. b(BCE3)Til | ||
1.371 | ex. | 〈χαλκοχιτώνων:〉 λαμπρὸν ἢ πορφυροῦν ἐχόντων χιτῶνα. Til | |
1374a | Did. | λίσσετο: οὕτως Ἰακῶς τὸ λίσσετο. Aim T | |
1374b | ex. | καὶ ἐλίσσετο: οὐ προσέθηκε τοὺς λόγους, οὓς οὗτος ἔφη‐ σεν· οὐ γὰρ ἀναγκαῖον νῦν. ἢ καὶ διὰ τὸ μῆκος ἀπέφυγεν. b(BCE3)T | |
1.381 | Did. | ἐπεὶ μάλα οἱ φίλος ἦεν: Σέλευκός (fr. 8 M. = 10 D.) φησιν ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ „ἐπεί ῥά νύ οἱ φίλος ἦεν“, καὶ Θεαγένης (Vors.6 8, 3) δὲ οὕτως προφέρεται· ἀπίθανον γὰρ τὸ †οδένυ† λίαν φίλος ἦν. A | |
1.382 | D | 〈οἱ δέ νυ:〉 οἱ δὲ δή. Til | |
1383a | ex. (?) vel D (?) | ἐπασσύτεροι: Αἰολικόν ἐστιν. ἆσσον ἀσσότερος ἀσσύ‐ τερος, ὡς ὄνομα ὄνυμα, καὶ ἐπασσύτερος. A | |
1383b | ex. | ἐπασσύτεροι: παρὰ τὸ ἆσσον ἀσσύτεροι, ὡς ἀφάρτεροι, | |
παροίτεροι ἢ ἑκάτεροι. b(BCE3E4)T | |||
1.384 | ex. | ἄμμι δὲ μάντις: οὐ προσέθηκεν, ὡς αὐτὸς τὴν ἐκκλησίαν συνήγαγεν, οὐδὲ ὅλως ὕποπτον ἑαυτὸν καθίστησι τῇ μητρί. T | |
1.386 | ex. | αὐτίκ’ ἐγὼ πρῶτος: ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων τὸν σκοπόν. b(BCE3)T | |
1.388 | Nic. | ἠπείλησεν μῦθον 〈ὃ δὴ τετελεσμένος ἐστί〉: ἀμφίβολος ἡ στιγμὴ διὰ τὸ μόριον, ἐπεὶ καὶ αὐτὸ ἀμφίβολον. ὅμως δὲ εἰς τὸ ὅς ὑποτακτικὸν ἄρθρον αὐτὸ μεταληπτέον. A | |
1392a | ex. | 〈κούρην Βρισῆος:〉 ἀντονομασία. Til | |
1392b | D | ex. | κούρην Βρισῆος: ἔοικε πατρωνυμικῶς—δὲ Ἱππο‐ δάμεια. | ὁ δὲ τρόπος ἀντωνομασία. A | |
1393a | Nic. | 〈ἀλλὰ σὺ εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος:〉 ὑποστικτέον ἐπὶ τὸ γέ, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. Aim | |
1393b | ex. | εἰ δύνασαί 〈γε〉: οὐ διστάζων, ἀλλὰ σχετλιάζων φησίν, εἴ γέ σοι κἂν τοῦτο χαριεῖται ὁ Ζεύς, b(BCE3E4)T ἅμα δὲ καὶ κολα‐ κεύων αὐτήν, ὅπως ἐρεθίσῃ πρὸς τὸ αἰτούμενον, καὶ τὴν ἰσχὺν ἐν‐ δείξηται ὡς δῆθεν τοῦ παιδὸς ἀγνοοῦντος. T | |
1393c | Ariston. | ἑῆος: ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“. A | |
1.394 | ex. | Δία λίσαι: ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ „ἐλισάμην b(BCE3E4) T καί σφιν μενοεικέα“ (ν 273), „καὶ κῆρα λιτέσθαι“ (Π 47). T | |
1396-407 | ex. | πολλάκι γάρ〈— / τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων:〉 δικαίως ἡ αἰτία ἡμῖν εἴρηται τῆς ἀπο‐ στάσεως Διός, ὅπως μὴ δοκῇ εἶναι †ὡς ἕλλην† ὁ Ζεύς. οἱ δὲ βασιλεῖς θεοποιοῦντες αὑτοὺς τοιαῦτα περὶ θεῶν ἐφήμιζον, ὅπως καὶ αὐτοὶ | |
5 | αὐχοῦντες μὴ ἀπιστοῖντο θεῶν εἶναι φάσκοντες παῖδες. ἐστοχάσατο δὲ πάντων ὁ ποιητής, ἐν μὲν τῷ πρὸς Δία 〈δια〉λόγῳ (sc. Α 503—27) οὐδὲν εἰπών, ὅπως μὴ ὀνειδίζειν δοκῇ, οὐ μὴν τὴν αἰτίαν ἐάσας ἄγνωστον. b(BCE3E4) | ||
T διαθρύπτονται δὲ πρὸς τοὺς ἄνδρας γυναῖκες, †εἴ πού τι δρά‐ σουσι† θαυμαστόν. T ἄξιον δὲ καὶ τοῦτο παρασημήνασθαι, ὅτι | |||
10 | καθ’ Ὅμηρον οὐ νεογνὸν κατέλιπεν Ἀχιλλέα ἡ Θέτις. b(BCE3E4)T | ||
1396a | Ariston. | Nic. | 〈πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα:〉 ἡ διπλῆ {δέ}, ὅτι ἀπὸ τούτου τοῦ στίχου ἕως τοῦ „τὸν καὶ ὑπέδδει‐ σαν“ (Α 406) Ζηνόδοτος ἀθετεῖ. | βραχὺ δὲ διασταλτέον μετὰ τὴν ἀντωνυμίαν· τὸ γὰρ ἑξῆς ἐστι, πολλάκι γάρ σου ἤκουσα. A | |
1396b1 | Hrd. | πολλάκι γάρ σεο: Ἀρίσταρχος ἐγκλιτικὴν παρέ‐ λαβε τὴν ἀντωνυμίαν, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλά‐ κις γάρ σου, ἐν τοῖς τοῦ πατρός μου δόμοις, ἤκουσα καυχωμένης· ἐὰν γάρ, φησί, κατ’ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔσται ἐν τοῖς τοῦ | |
5 | Νηρέως οἴκοις ὁ Ἀχιλλεὺς αὐτῆς ἀκηκοώς. ταύτην δὲ τὴν ἱστορίαν οὐκ οἶδεν Ὅμηρος. τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπ’ αὐτοῦ. Πτολεμαῖος (p. 40) δὲ συγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀνα‐ γνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως | ||
10 | χρῆται κατὰ γενικήν, ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν (ὁμοίως καὶ ἐπὶ δευτέρου καὶ τρίτου), ταῖς δὲ κτητικαῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητική, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται ἀμφίβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστι καὶ | ||
15 | οὐκ ἔχει ἀντιδιαστολήν. καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. A | ||
1396b2 | Ἀρίσταρχος ἐγκλίνει τὴν σέο, λέγων ἁπλῆν τε εἶναι αὐ‐ τὴν καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς (cf. 2,27,22) καί‐ τοι, φησίν, ὀφείλουσα ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης ἀκήκοα, ὅμως πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ. b(BCE3 | ||
5 | E4)T | ||
1396c | ex. | πολλάκι γάρ σεο: ὁ νοῦς οὕτως, πολλάκις γάρ σου ἐν | |
τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα εὐχομένης. b(BCE3E4)T | |||
1397-401 | Nic. | εὐχομένησ〈—Ἀθήνη· / ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα〉: διασταλτέον μετὰ τὸ εὐχομένης (397) καὶ ἀμῦναι (398), ἐπὶ δὲ τὸ Ἀθήνη (400) στιγμήν. ἐνδέχεται δὲ καὶ οὕτως, ἐπὶ μὲν τὸ λοιγὸν ἀμῦναι (398) στίζειν, τὰ δ’ ἄλλα ἀπ’ ἄλλης προφέρεσθαι | |
5 | ἀρχῆς ἕως τοῦ Ἀθήνη (400). A | ||
1.397 | ex. | κελαινεφέϊ: παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν. A b (BCE3)T | |
1399-406 | ex. | ὁππότε μιν ξυνδῆσαι〈—ἔδησαν〉: τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε, πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρ‐ μοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβούλοντο συνδῆσαι τὸν Δία, ἡ μὲν θυγάτηρ οὖσα, οἱ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινες | |
5 | γράφουσι „καὶ Φοῖβος Ἀπόλλων“, ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη· „οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι / Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, / ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι“ (Α 398. 400. 399), ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθήσαντες αὐτῷ μετὰ τῆς Θέτιδος, | ||
10 | ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες· καὶ μύθους λέγουσιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὰ ἔπη τὸ „οἴη ἐν ἀθανάτοισι“ (Α 398)· πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη, ἐνδέχεται καὶ ἄλ‐ λους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς οὗτος βίῃ οὗ πατρὸς ἀμείνων (404); —δεῖ τοίνυν φυσικόν τινα | ||
15 | μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερ‐ μασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον (πάν‐ των γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι), Θέτιν δὲ τὴν θέσιν καὶ φύ‐ σιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινά, | ||
20 | ψύξεως γινομένης ἐν τοῖς καθ’ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ | ||
δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησίν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρατέστερον | |||
25 | εἶναι τοῦ θερμοῦ. ἀλλ’ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διΐ. εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολλαῖς ὁμοῦ χερσὶν ἐργαζόμενος. οὗ πατρὸς δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα γάρ φησι τὸν ἥλιον. b(BCE3E4)T | ||
1.399 | D ad Α 400 | ὁππότε μιν ξυνδῆσαι: Ζεὺς παραλαβὼν—ἐτα‐ μιεύσατο. ἱστορεῖ Δίδυμος (p. 179). A | |
1400a | Ariston. | Παλλὰς Ἀθήνη: ὅτι Ζηνόδοτος γράφει „Φοῖβος Ἀπόλλων“. ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς Ἕλλησι βοηθοῦντας 〈***〉. A | |
1400b | ex. | Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη: πιθανῶς τοὺς Ἀχαϊκοὺς θεοὺς ἠχθρευκέναι Διΐ φησιν, ἵνα ἀκούοιτο Θέτις. τινὲς δὲ γράφουσι „καὶ Φοῖβος Ἀπόλλων“· τοῦτον γὰρ εἰκὸς ἠχθρευκέναι μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος· | |
5 | ὅθεν Ἥραν μὲν δεῖ, τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἱ δὲ Ἥραν μὲν διὰ τὸ πολλαῖς μίγνυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ πλεονεκτεῖσθαι εἰς τὴν διανομήν, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαίστῳ. b(BCE3E4)T | ||
1400c | ex. | Ἥρη τ’ ἠδὲ Ποσειδάων 〈καὶ Παλλὰς Ἀθήνη〉: τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν δηλοῖ, Δία τὸ πῦρ, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν (ὀργανικὴ γάρ ἐστι καὶ ἐπινοητικὴ τῶν ἁπάντων)· μόνον γὰρ τὸ πῦρ ἐν αὐτοῖς καθαρὰν | |
5 | καὶ ἀμιγῆ τὴν φύσιν ἔχει. b(BCE3E4)T | ||
1.401 | Nic. | 〈ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν:〉 συναπτέον τοῦτον τῷ ἑξῆς. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ „Ὄλυμ‐ | |
πον“ (402). Aint | |||
1.402 | Ariston. | 〈μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς ὄρος· τὸν δὲ οὐρανὸν εὐρύν (cf. Γ 364 al.). Aint | |
1.403 | ex. | ὃν Βριάρεων: Ἡσίοδος δὲ „Ὀβριάρεῳ δ’ ὡς πρῶτα“ (th. 617). T ὡς μουσοτραφὴς καὶ τὰς παρὰ θεοῖς ἐπίσταται λέξεις. ἢ τὰ τελειότερα θεοῖς ἀνατίθησιν. b(BCE4)T | |
D | ὃν Βριάρεων καλέουσι: τῶν διωνύμων—δὲ Σκά‐ | ||
5 | μανδρον. A | ||
1404a | Ariston. | {αἰγαίων’·} ὁ γὰρ αὖτε 〈βίῃ οὗ πατρὸς ἀμεί‐ νων〉: ὅτι Ζηνόδοτος γράφει „ὁ γὰρ αὖτε βίῃ πολὺ φέρτατος †ἁπάν‐ των / ὁππόσοι ναίους’ ὑπὸ Τάρταρον εὐρώεντα“. οὐκ ἔστι δὲ τῶν Τιτάνων ὁ Αἰγεύς, ἀλλὰ ἐνάλιος δαίμων· οὕτως γὰρ καὶ ἡ σύγκρισις | |
5 | λαμβανομένη πρὸς τὸν Ποσειδῶνα λόγον ἕξει. A | ||
1404b | Did. | 〈βίῃ:〉 οὕτως διὰ τοῦ ν βίην Ἀρίσταρχος. Aim | |
1404c | ex. | οὗ πατρὸς ἀμείνων: Ὅμηρος ὡς Στωϊκὸς Ποσειδῶνος αὐτὸν εἶναί φησιν. ἢ ὅτι, φησί, „παῦροι δέ τε πατρὸς ἀρείουσ“ (β 277). AT | |
1405a | Ariston. | ὅς ῥα παρὰ Κρονίωνι 〈καθέζετο κύδεϊ γαίων〉: ὅτι ἐντεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς „πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο κύδεϊ γαίων“ (Ε 906). A | |
1405b | ex. | παρὰ Κρονίωνι: καθ’ ὑπεροχὴν αὐτὸν Κρονίδην καὶ | |
Ὀλύμπιον ὀνομάζει. T | |||
1407-12 | Nic. | 〈τῶν νῦν μιν μνήσασα παρέζεο〉 καὶ λαβὲ γούνων〈—οὐδὲν ἔτισεν〉: βραχὺ διασταλτέον μνήσασα, παρέζεο (407) 〈***〉 καὶ κτεινομένους 〈καὶ〉 βασιλῆος (410) καὶ ἣν ἄτην (412)· πάντα γὰρ ἤρτηται τοῦ αἴ κέν πως ἐθέλῃσι | |
5 | (408). A | ||
1407a | Porph. | τῶν νῦν μιν μνήσασα: καὶ πῶς ταύτην οὐκ ᾔτει τὴν χάριν κατὰ τῶν Τρώων, ὅτε φησὶ „πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον“ (Ι 325); ἢ ὅτι ἡ δόξα τῆς νίκης εἰς Ἀγαμέμνονα ἀνέτρεχεν, b(BCE3E4)T ὥς φησιν „τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται, εἴ | |
5 | κεν Ἀχαιοί / Τρώων ἐκπέρσως’ εὖ ναιόμενον πτολίεθρον“ (Δ 415. Α 164), τά τε τῆς νίκης ὡμολογήσατο διὰ τοῦ ἀστράπτειν τὸν Δία (cf. Β 353). T εὐημερούντων τοίνυν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μεταβαλεῖν τὴν Διὸς γνώμην. | ||
10 | ἀλλ’ εἴπερ, φησίν, ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονος δίκαιον ἦν δήπου· ἀλλ’ εἰ Ἀγαμέμνων ἐκολάσθη, ἀθῷοι ἀναπλεύσαντες οἱ Ἀχαιοὶ οὐκ ἐζήτησαν Ἀχιλλέα. μένει δὲ συγκολαζόμενος αὐτοῖς ἀχαρίστοις οὖσιν ὁ βασιλεύς, οἳ τῷ διὰ τὴν κοινὴν ὑβρισθέντι σωτηρίαν οὐκ | ||
15 | ἐπήρκεσαν. b(BCE3E4)T | ||
1407b | ex. | μνήσασα: διὰ τὴν Ἥραν· διό φησιν· „αἴ κέν πως ἐθέ‐ λῃσιν b(BCE3E4)Til ἐπὶ Τρώεσσιν ἀρῆξαι“ (Α 408). b(BCE3E4) | |
1407c | ex. | καὶ λαβὲ γούνων: κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν· δεξιᾶς, ἐπεὶ πρακτικόν· γονάτων (δι’ αὐτῶν γὰρ ἐπικλᾶ‐ ται τὸ σῶμα) ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις. A b (BC | |
E3)T | |||
1.408 | ex. | 〈ἐπὶ Τρώεσσιν ἀρῆξαι:〉 τὸ ἑξῆς, ἐπαρῆξαι τοῖς Τρωσίν. Til | |
1.410 | ex. | ex. | ἐπαύρωνται: ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι, b(BCE3E4) T καὶ κατ’ εἰρωνείαν εἴρηται παρ’ αὐτοῦ. b(BCE3E4) | τὸ δὲ ἐπαυρῶ ἐστι καὶ πρώτης καὶ δευτέρας συζυγίας, τὸ δὲ ἁμαρτῶ πρώτης, καὶ ἁμαρτῶν ἡ μετοχή. T | |
1.412 | Ariston. | 〈οὐδέν:〉 ὅτι τὸ δεν παρέλκει. Aim Til | |
1414a | ex. | ὤ μοι τέκνον: οὐκ εὐθὺς αὐτῷ τὴν διακονίαν ὑπισχνεῖ‐ ται, προολοφύρεται δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν θανάτου. b(BCE3E4)T | |
1414b | ex. | 〈ἔτρεφον:〉 ἀνέθρεψα. Til | |
1414c | ex. | 〈ἔτρεφον:〉 παρατατικῶς. Til | |
1414-6 | Nic. | ex. | τί νύ ς’ ἔτρεφον αἰνὰ τεκοῦσα, / αἴθ’ ὄφελες —ἀπήμων / ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ: τὸ ἑξῆς αἰνὰ τεκοῦσα (414), ἐπεί νύ τοι αἶσα (416). τὸ δὲ αἴθ’ ὄφελες παρὰ νηυσί (415) διὰ μέσου. | τὸ δὲ αἰνά (414) | |
5 | ἀντὶ τοῦ αἰνῶς, ἤτοι ματαίως καὶ ἀπράκτως. b(BCE3E4)T | ||
1415a | ex. | αἴθ’ ὄφελες: μᾶλλον ἂν προεθέμην σε τὸν ἄπρακτον βίον ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ „δυσ‐ αριστοτόκειαν“ (cf. Σ 54) ἑαυτὴν ὀνομάζει. b(BCE3)T | |
1415b | ex. | ὄφελες: ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· „ὡς δὴ μὴ ὄφελον νικᾶν“ (λ 548), „ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι“ (Φ 279), | |
A b (BCE3)T „μὴ ὄφελες λίσσεσθαι“ (Ι 698), AT „Ἕκτορος ὠφέλετ’ ἀντί“ (Ω 254). T Καλλίμαχος δὲ ἐπίρρημα εὐκτικόν· | |||
5 | „ὤφελε μηδ’ ἐγένοντο θοαὶ νῆεσ“ (ep. 17, 1). AT | ||
1.416 | ex. | μίνυνθα: ἐπ’ ὀλίγον χρόνον, ἢ κατὰ ἀποκοπὴν τοῦ „μι‐ νυνθάδιος δέ τοι αἰών“ (Δ 478. Ρ 302). παιδευτικὸν δὲ τὸ μηδὲ τὸν ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρασις ἐν τῷ στίχῳ, ὡς τὸ „ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν“ (Γ 59). | |
5 | b(BCE3E4)T | ||
1417a | ex. | ὀϊζυρός: εἰ τοιαῦτα περὶ Ἀχιλλέως ὁ ποιητής φησι, τί περὶ τῶν ἄλλων εἴποιμεν; b(BCE3)T | |
1417b | D | ex. | ὀϊζυρός: ταλαίπωρος. | μετωνυμία. T | |
1.418 | D | ἔπλεο: λέγεται τὴν Θέτιν—μία τῶν Κυκλάδων. A | |
1.419 | ex. | D | τοῦτο δέ τοι ἐρέουσα: διὰ μὲν τὴν περίστασιν οὐκ ἀν‐ τιπράσσει τῷ παιδί, καιρὸν δὲ μετανοίας αὐτῷ δίδωσι. b(BCE3)T | τερπικεραύνῳ δὲ τῷ τρέποντι τοῖς κεραυνοῖς, καθ’ ὑπέρθεσιν. b (BCE3) | |
1420a | Hrd. | εἶμ’ {αὐτῆ}: προπερισπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι· ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται. A | |
1420b | Ariston. | 〈πρὸς Ὄλυμπον:〉 ὅτι ὄρος ὁ Ὄλυμπος. Aim | |
1420c | D | ex. (?) | ἀγάννιφον: τὸν λίαν νιφόμενον κατὰ τὰ ὑπὸ τοῖς νέ‐ φεσι †ὄρη· T τὰ γὰρ ἄκρα τοῦ Ὀλύμπου ὡς ὑπερνεφῆ οὔτε νίφεται οὔτε κατομβρεῖται, κατ’ αὐτὸν τὸν ποιητὴν λέγοντα· „†ὀ‐ λυμπόν θ’†, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί / ἔμμεναι· οὔτ’ ἀνέμοισι | |
5 | †τινασσόμενον† οὔτε ποτ’ ὄμβρῳ / δεύεται, οὔτε χιὼν ἐπιπίλναται, | ||
ἀλλὰ μάλ’ αἴθρη / πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη“ (ζ 42—5). ἀγάννιφον οὖν ἢ τὸν πάνυ κατανιφόμενον, ἢ τὸν †οὔτε ὅλως, AT | εἴπερ ἀπόστροφος εἰς τὸ γ τεθῇ. T | |||
1420d | ex. | ex. | ἀγάννιφον: τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τὸν ἄγαν νίφοντα, b(BCE3)T ὡς βριήπυον (cf. Ν 521) καὶ γαιήοχον (cf. Ι 183 al.)· T τὰ γὰρ ὄρη „νιφόεντα“ καλεῖ (Ξ 227 al.), ὡς καὶ Τήλεφος. b(BCE3)T | τὸ δὲ αἴ κε πίθηται διὰ τὸ ἄδικα μέλλειν αἰτεῖν. | |
5 | b(BCE3E4) | ||
1420e | Choer. O. (?) | 〈ἀγάννιφον:〉 τὸ νείφω σημαίνει τὸ βρέχω, ὅπερ γράφεται διὰ τῆς ει διφθόγγου, ἐξ οὗ νέφος καὶ νεφρός. νίφω τὸ χιονίζω διὰ τοῦ ι, ἐξ οὗ τὸ ἀγάννιφον. νήφω τὸ σπένδω διὰ τοῦ η, ἐξ οὗ 〈τὰ〉 νηφάλια ξύλα. νήφω τὸ προσέχω· καὶ διὰ τοῦ η τοῦτο· ἐξ οὗ τὸ | |
5 | „νήφων προσεύχου“. A | ||
1421-2 | Hrd. | ex. | ἀλλὰ σὺ μὲν νῦν 〈... / μήνι’〉: τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων (fr. 4 P.) ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. AAint b (BCE3)T | τῆς ὀργῆς δὲ αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ καὶ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις | |
5 | δὲ ἀναβάλλεται. b(BCE3)T | ||
1423-4 | Did. | 〈Ζεὺς ... μετ’ ἀμύμονας Αἰθιοπῆας /〉 χθιζὸς ἔβη 〈κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕπονται〉: λέξις Ἀριστάρχου ἐκ τοῦ Α τῆς Ἰλιάδος ὑπομνήματος· „τὸ μὲν μετ’ ἀμύμονας (423) ἐπ’ ἀμύμονας, ὅ ἐστι πρὸς ἀμώμους, ἀγαθούς, τὸ | |
5 | δὲ κατὰ δαῖτα (424) ἀντὶ τοῦ ἐπὶ δαῖτα· οὕτως γὰρ νῦν Ὅμηρος τέθεικεν. ἔνιοι δὲ ποιοῦσι ‘μετὰ δαῖτα‘, ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ μετά ἐπί. χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατά ἀντὶ τῆς ἐπί. Σοφοκλῆς (fr. 812 N. = 898 P. = R.)· ‘ἐγὼ κατ’ αὐτόν, ὡς ὁρᾷς, ἐξέρχομαι‘. οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῇ καὶ Σινωπικῇ | ||
10 | καὶ Κυπρίᾳ καὶ Ἀντιμαχείῳ (fr. 132) καὶ Ἀριστοφανείῳ (p. 43).“ Καλλίστρατος δὲ ἐν τῷ Πρὸς τὰς ἀθετήσεις (p. 320,36) ὁμοίως, καὶ ὁ Σιδώνιος καὶ ὁ Ἰξίων ἐν τῷ ἕκτῳ Πρὸς τὰς ἐξηγήσεις (fr. 27). καὶ τὸ θεοὶ †δὲ† πάντες ἕπονται (424) διὰ τοῦ αι. A | ||
1423a | ex. | ex. | Did. (?) | ἐς Ὠκεανόν 〈μετ’ ἀμύμονας Αἰθιοπῆασ〉: νῦν τὸν ποταμὸν δηλοῖ, ἔστι δὲ ὅτε καὶ σωματοειδῆ †τῶν† „θεῶν γένεσιν“ (Ξ 201). b(BCE3E4)T ἡ δὲ ἔς ἀντὶ τῆς πρὸς b(BCE3E4)T ἐπὶ ἐμψύχων· „ἀλλ’ ἐς 〈μὲν〉 Μενέλαον“ (γ 317), „εἰς Ἀγαμέμνονα δῖον“ | |
5 | (Ψ 36). | εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν τοὺς θεούς. δισσοὶ δέ εἰσιν Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι. T | τινὲς δὲ γράφουσι „μετὰ Μέμνονας Αἰθιοπῆασ“. ἔθνος δὲ οὗτοι. AT | ||
1423b | Did. | ex. | μετ’ ἀμύμονας: Ἀρίσταρχος „ἐπ’ ἀμύμονασ“. T | ἡ μετά ἀντὶ τῆς ἐπί. ἔστι δὲ καὶ ἀντὶ τῆς ἔν· „στεροπὴν μετὰ χερσὶν“ (Λ 184) ἔχων. b(BCE3E4)T | |
1423c1 | ex. | ex. | Αἰθιοπῆας: ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. | δισσοὶ δέ εἰσιν οἱ Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι, ὡς ἡ Ἰθάκη καὶ αἱ λοιπαὶ νῆσοι. A | |
1423c2 | ex. | ex. | τὸ Αἰθιοπῆας ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. | εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμελεῖν τὸ θεῖον. διττοὶ δέ εἰσιν οἱ Αἰθίοπες· οἱ μὲν πρὸς ἀνατολήν, οἱ δὲ πρὸς δύσιν, ὁριζόμενοι διχῆ ὑπὸ Νείλου. b(BCE3E4) | |
1424a | ex. | χθιζός 〈... πάντεσ〉: ἐπιρρηματικῶς ὡς καὶ τὸ τήμερος παρὰ τοῖς Ἀττικοῖς. τὸ δὲ πάντες συλληπτικόν, ὡς τὸ „ἀριστῆες Παναχαιῶν / εὗδον παννύχιοι“ (Κ 1—2)· καὶ γὰρ Ἀθηνᾶ πρὸ ὀλίγου ἐξ οὐρανοῦ κατῆλθε, πεμφθεῖσα ὑπὸ Ἥρας. b(BCE3E4)T | |
1424b1 | Did. | 〈μετὰ δαῖτα:〉 Ἀρίσταρχος „κατὰ δαῖτα“. Aim | |
1424b2 | Ἀρίσταρχος γράφει „ἐπὶ δαῖτα“, οἱ δὲ ἄλλοι „κατὰ δαῖ‐ τα“, καὶ τὸ ἕπονται διὰ τῆς αι. T | ||
1424c | Ariston. | 〈κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕπονται:〉 ὅτι τινὲς γράφουσι 〈***〉 „μετὰ δαίμονας ἄλλουσ“ (Α 222)· διὸ ἀθετεῖ‐ ται. Aint | |
1.425 | ex. | δωδεκάτῃ δέ τοι αὖθις: φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερόν, ἀφ’ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν ἄλλων ἐγχωρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς Λιβύης καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ | |
5 | τοσοῦτοι οἱ θεοί. A b (BCE3E4)T | ||
1.426 | ex. | ex. | 〈χαλκοβατές:〉 στερεὰν ἔχον τὴν βάσιν. b(BCE3E4)T | οὐκ ἄπεισι δὲ εἰς Αἰθιοπίαν ἡ Θέτις, ὅτι ἐκεῖ ἦσαν οἱ Ἀχαιϊκοὶ θεοί, καὶ τῷ υἱῷ καιρὸν μετανοίας διδοῦσα καὶ αὐτοῖς τοῖς Ἕλλησι, καὶ ἵνα Τρῶες αἴσθωνται τῆς μήνιδος καὶ τολμήσωσι λοιπὸν εἰς τὴν | |
5 | μάχην. b(BCE3E4)T | ||
1.427 | ex. | καί μιν πείσεσθαι ὀΐω: ἀπιοῦσα ἐν χρηστῇ ἐλπίδι κατα‐ λιμπάνει τὸν παῖδα. ὅμοιον δέ ἐστι τῷ „αἴ κε πίθηται“ (Α 420). b (BCE3E4)T | |
1.429 | Ariston. | γυναικός: ὅτι ἐλλείπει ἡ περί· Aim Til ἔστι γὰρ περὶ γυναικός. Aim | |
1430a | ex. | τήν ῥα βίῃ 〈ἀέκοντος ἀπηύρων〉: ἐν τάξει ἀπολο‐ γίας τοῦτό φησιν, ὅτι οὐκ ἦν εὔλογον περὶ γυναίου αὐτὸν θυμοῦσθαι. ἄλλως τε τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητής, ἠδικῆσθαι αὐτὸν ὁμολογῶν. b(BCE3E4)T | |
1430b | ex. | αὐτὰρ Ὀδυσσεύς: ὅπως μὴ τῇ τῆς Θέτιδος ἀπαλλαγῇ συνάψῃ τὴν ἐπάνοδον, διὰ μέσου βάλλει τὰ κατὰ τὸν Ὀδυσσέα, μόνον οὐχὶ λόγῳ καταμετρήσας τὸν ἐπὶ Χρύσην πλοῦν. ἑκατέροις δὲ μετρίως χρώμενος διαναπαύει τὸν ἀκροατήν, τῶν μὲν τὸν κόρον | |
5 | περιαιρῶν, τῶν δὲ τὴν ἐπιθυμίαν ἀποπληρῶν. b(BE3)T | ||
1430c | ex. | αὐτὰρ Ὀδυσσεύς: ζήτει τὸ προηγούμενον τῆς τοιαύ‐ της ἐννοίας· „ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν“ (Α 318). ἐκεῖσε καταλιμπάνει τὸν Ὀδυσσέα. T | |
1432a | ex. | ex. | λιμένος πολυβενθέος: ἤδη καὶ λιμένων ἐπεσημήνατο φύσιν μιᾷ λέξει ὁ ποιητής. b(BCE3)T | διαφέρει δὲ λιμὴν ὅρμου· λιμὴν μὲν γάρ ἐστι τὸ πᾶν, ὅρμος δὲ τὸ πρὸς τὴν γῆν. b(BCE3) | |
1432b | Did. | 〈ἐντός:〉 Ἀρίσταρχος „ἐγγύσ“, οἷον πλησίον, οὐχὶ ἐν‐ τός. Aint | |
1434a1 | ex. | ἱστοδόκῃ: διὰ τοῦ κ ἐστι τὰ παρὰ τὸ δέχω, ὡς ξεινο‐ δόκος καὶ πανδοκεῖον. b(BCE3E4)T | |
1434a2 | D | ex. | ἱστοδόκη τὸ κατὰ τὴν πρύμναν ἐξέχον ξύλον, καθ’ οὗ κλίνεται ὁ ἱστός. | τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος, ἱστοδόκη. A | |
1434b | ex. | πέλασαν: πελασθῆναι ἐποίησαν, ὡς τὸ „πάντας μέν ῥ’ ἔλπει“ (β 91). b(BCE3)Til καὶ ἔστιν ὁ τρόπος μετωνυμία. b (BCE3) | |
1434c | Did. | 〈ὑφέντες:〉 Ἀρίσταρχος „ἀφέντεσ“. Aim | |
1434d | Did. | ex. | 〈προτόνοισιν ὑφέντες:〉 Ζηνόδοτος μὲν ὑφέντες, αἱ δὲ ἄλλαι πᾶσαι „ἐφέντεσ“. | πρότονοι δὲ τὰ ἀπὸ πρύμνης εἰς πρῷραν διήκοντα σχοινία. b(BCE3E4)T | |
1435a | Nic. | 〈καρπαλίμως:〉 βέλτιον τοῖς ἐπάνω προσδίδοσθαι τὸ | |
καρπαλίμως. Aim | |||
1435b | ex. | τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς: οὐ γὰρ ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμβολον. ἄλλως τε ἐν Ἰλιάδι ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε προσορμισμοῦ. A b (BCE3E4)T | |
1435c1 | Did. | προέρυσσαν: διὰ τοῦ ε, „προέρεσσαν“, οὐ διὰ τοῦ υ, προέρυσσαν, καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Σωσιγένους. A | |
1435c2 | 〈προέρεσσαν:〉 οὕτω πᾶσαι. Til | ||
1436-9 | ex. | ἐκ δ’ εὐνὰς ἔβαλον— / ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο: πολλὴν ἔχει τὴν ἡδονὴν ἡ τῆς προθέσεως ἐπαγωγή. τὸ δὲ σχῆμα ἐπανάληψις. b(BCE3E4)T | |
1.436 | D | ἐκ δ’ εὐνάς: παρὰ τὸ εὐνάζειν—ἔμμεναι εὐνάς. A | |
1.437 | ex. | ἐπὶ ῥηγμῖνι: ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ „χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει“ (Δ 425). πάντα δὲ ἐν ὀλίγῳ πέφρασται. A b (BCE3)T | |
1440a | ex. | ἐπὶ βωμὸν ἄγων: προσάγει τὴν κόρην τῷ βωμῷ ὥσπερ ἀποδιδοὺς ἐπὶ τοῦ θεοῦ μάρτυρος. ἔστι δὲ ἡ ἐπί ἀντὶ τῆς παρά. b(BCE3E4)T | |
1440b | ex. | πολύμητις: τὰ ἐπίθετα Ὀδυσσέως „δῖος Ὀδυσσεύσ“ (Α 145 al.), πολύμητις Ὀδυσσεύς. ὅτε δὲ καιρὸς τῆς σοφίας „Διῒ μῆτιν ἀτάλαντον“ (Β 169 al.) φησίν. A b (BCE3) | |
1441a1 | ex. | ἐν χερσὶ τίθει: ὅτι οὐ μόνον τὸ τίθημι κέκλιται, b (BCE3)T ἀλλ’ ἔστι καὶ περισπώμενον. b(BCE3) καὶ ὅτι οὐκ ἐπὶ μόνων τῶν ἀψύχων τὸ τιθέναι. b(BCE3)T | |
1441a2 | τίθει: ἐπὶ ἐμψύχων. T | ||
1442-3 | ex. | ὦ Χρύση, πρό μ’ ἔπεμψεν〈—ἱερὴν ἑκα‐ τόμβην〉: αὐτὰ τὰ ἀναγκαῖα συλλαβὼν λέγει ἁπλῶς, ὡς ἐπὶ θεοῦ πανοῦργον οὐδέν. b(BCE3)T | |
1.442 | ex. | πρό μ’ ἔπεμψε: πρό τὴν εἰς τὸ ἔμπροσθεν δηλοῖ σχέσιν, οὐ χρονικήν. b(BCE3)T | |
1443a | Ariston. | παῖδά τε σοὶ ἀγέμεν, 〈Φοίβῳ θ’ ἱερὴν ἑκατόμ‐ βην〉: ὅτι τὸ ἀγέμεν κοινόν, ὥστε γίνεσθαι τὸν ἑξῆς περισσόν· διὸ ἀθετεῖται. A | |
1443b | Hrd. | σοί: ὡς ἀντιδιαστελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν καὶ διὰ τὸν τέ. b(BCE3)T | |
1444a | Ariston. | 〈ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ’ ἱλασόμεσθα ἄνακτα:〉 ὅτι περισσός. Aint | |
1444b | ex. | ῥέξαι: καὶ σφάξαι· τὸ δὲ θῦσαι ἐπὶ τοῦ †θυσιάσαι† μόνως φησίν. b(BCE3)T | |
1444c | ex. | ἱλασόμεσθα: πλεονασμὸς τοῦ ς. b(BCE3)Til | |
1.445 | ex. | ὃς νῦν Ἀργείοισι 〈πολύστονα κήδε’ ἐφῆκεν〉: ἐμφρό‐ νως τὸ μὴ ἐπενεγκεῖν ὅτι Χρύσου εὐξαμένου ὁ λοιμὸς ἐπηνέχθη, ἵνα μὴ διατρέψῃ τὸν γέροντα ὡς κακῶν αἴτιον. καίτοι Ἀχιλλεύς φησι· „τοῖο δ’ Ἀπόλλων / εὐξαμένου ἤκουσεν“ (Α 380—1). b(BCE3E4)T | |
1446-8 | Ariston. | ὣς εἰπὼν ἐν χερσὶ τίθει〈—ἔστησαν〉: ὅτι Ζηνόδοτος οὕτως συντετμημένως· „ὣς †εἰπῶν†· τοὶ δ’ ὦκα θεῷ ἱερὴν ἑκατόμβην / ἑξείης ἔστησαν“. τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα πε‐ ριεῖλεν. A | |
1.446 | ex. | ἐδέξατο χαίρων: περιέτεμε τὸν λόγον τοῦ γέροντος· οὔτε γὰρ ἐπαινεῖν οὔτε ψέγειν ἦν τοὺς ἀποδόντας· τὸ μὲν γὰρ δουλοπρε‐ πές, τὸ δὲ παροξυντικόν. ἀλλ’ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα λε‐ γόμενα ὁπόσην τὰ λυπηρά. b(BCE3E4)T | |
1447a1 | Did. | κλειτήν {ἑκατόμβην}: „ἱερήν“, οὐ κλειτήν εἶχον αἱ Ἀριστάρχου. A | |
1447a2 | κλειτήν: πᾶσαι „ἱερήν“ εἶχον. T | ||
1448a | ex. | ἑξείης: οἶμαι τὴν ει πεπλεονακέναι ὡς ἐν τῷ „ἀδελφειόσ“ (cf. Ε 21 al.). b(BCE3E4)T | |
1448b | ex. | ἐΰδμητον: δέμω δμῶ δμήσω δέδμηται, δμητός, ἐΰδμητος, ὡς „ἐΰννητοσ“ (cf. Σ 596 al.). b(BCE3)T | |
1449a | ex. | Porph. | χερνίψαντο: δεῖ γὰρ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰ‐ κάζειν αὑτὸν θεῷ. b(BCE3E4)T ἀπὸ δὲ τῆς χερὸς ἑνικῆς χερνί‐ ψαντο. T | διὰ τί μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀπονίζον‐ τας τὰς χεῖρας; ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπο‐ | |
5 | νίψεως, καὶ ὅτι παυσάμενοι τοῦ δειπνεῖν ἔσπενδον· μετὰ δὲ σπονδὰς οὐ δεῖ ἀπονίζεσθαι. ῥητέον δὲ καὶ τοῦτο· ὅταν γὰρ λέγῃ· „χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα / καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος / νίψασθαι“ (α 136—8), φήσομεν οὐκ εἰς τὸ νίψασθαι πρὸ τοῦ δείπνου μόνον· ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος | ||
10 | ἐπέξεισιν, ὥστε παρέκειτο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίζεσθαι· καὶ γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιντο χρήσασθαι αὐ‐ | ||
τοῖς παρέκειτο. οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου εὐωχουμένους (sc. γ 5—9) οὐκέτι δεδήλωκεν, ὅπως ἐκ τῆς ἠϊόνος ἀναστάντες ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ | |||
15 | τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ (sc. α 121) οὐκέτι φησίν, ὅπως τοῦτο ἀπιοῦσα ἀπέλαβεν· ἐπεὶ καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι δίδωσι Μηριόνης Ὀδυσσεῖ (sc. Κ 260)· ὅπως δὲ τοῦτο ἀπέδωκεν, οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθ’ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρ’ αὐτῷ· οὐ γὰρ | ||
20 | μόνον, τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ, ἐφρόντισεν. b(BCE3E4)T | ||
1449b | ex. | D | οὐλοχύτας: τινὲς τὰ κανᾶ, δι’ ὧν ἐπέχεον τὰς οὐλάς, †αἳ† πρὸς ἀντιδιαστολὴν εἴρηνται τῶν ψαιστῶν, A b (BCE3E4) T ἀπαρχὴ δὲ τῆς προτέρας ζωῆς θεοῖς ἀπεδίδοντο· b(BCE3E4) T πρὸ τῶν πυρῶν γὰρ εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν | |
5 | βαλάνων οὕτως ὠνομάσθησαν. A b (BCE3E4)T | κριθὰς δὲ μετὰ ἁλῶν μεμιγμένας ἐπέχεον—αὐτάς φησιν ὁ ποιητής. A | ||
1.450 | ex. | μεγάλ’ εὔχετο 〈χεῖρας ἀνασχών〉: μεγάλως ἀνασχὼν τὰς χεῖρας· ἐπὶ σωτηρίᾳ γὰρ εὐχόμενος παρρησίαν ἄγει. ὅτε δὲ κατη‐ ρᾶτο τοὺς Ἕλληνας, ἡσυχῇ ηὔχετο· ἐπ’ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ αἴτησις. b(BCE3E4)T | |
1.451 | Did. | 〈κλῦθί μευ:〉 τὸ μεῦ διὰ τοῦ ευ κατὰ γενικὴν πτῶσιν. Aim | |
1.453 | ex. | πάρος ἔκλυες: ἐλεύθερον ἅμα καὶ †προσακτικὸν† τὸ χάριτας εἰδέναι. φησὶν οὖν, εἰ προήκουσάς μου, καὶ νῦν δίκαιος εἶ ἀκοῦσαι. b (BCE3)T | |
1.454 | Ariston. | 〈τιμήσας μὲν ἐμέ,〉 μέγα δ’ ἴψαο λαὸν 〈Ἀχαιῶν〉: ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον (sc. Π 237) οὐκ ὀρθῶς λέγεται, ἐντεῦθεν μετενεχθείς· Aim b (BCE3)T οὐ γὰρ εἰκότως Ἀχιλλεὺς ἐπιχαίρει τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης βάρβαρος καὶ μισέλλην. b(BCE3) | |
5 | T | ||
1.456 | ex. | λοιγὸν ἄμυνον: οὐ πολλῆς ἐδέησεν εὐχῆς αὐτῷ· ἐλεῆμον γάρ ἐστι τὸ θεῖον. T | |
1.457 | ex. | τοῦ δ’ ἔκλυε: δεξιὸν καὶ παιδευτικὸν τὸ παραχρῆμα μετα‐ τίθεσθαι εἰς ἔλεον τὸν θεόν. b(BCE3E4)T | |
1458a | ex. | προβάλοντο προεβάλοντο εἰς τὸν βωμόν· b(BCE3E4) T οὐχ ὡς Ἀριστοφάνης (pac. 960)· „σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν“. T | |
1458b | ex. | 〈προβάλοντο:〉 ὁμοιοτέλευτον τὸ σχῆμα. b(BCE3E4)Til | |
1.459 | ex. | αὐέρυσαν: τὸ αὖ τὸ πάλιν δηλοῖ. b(BCE3E4)T ἢ ἃ ἔρυσαν, καὶ πλεονασμῷ τοῦ υ. T Κυμαίων δὲ ἔθος τὸ αὐερύειν, αἰτούντων τὸν θεὸν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω αὐτοὺς ἕλκειν. τηρεῖ δὲ τὰ Ἑλληνικὰ ἔθη. b(BCE3E4)T | |
5 | D | αὐέρυσαν μὲν πρῶτα: εἰς τοὐπίσω ἀνέκλων—κάτω εἰς γῆν. A | |
1.460 | ex. | μηρούς 〈τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν〉: ἐπεὶ στάσεως αἴτια μᾶλλον τῶν ἄλλων ὀστῶν. τὸ δὲ λίπος ὡς λαμπρόν, ἢ διὰ τὸ καίεσθαι δι’ αὐτοῦ τὰ μηρία. b(BCE3E4)T | |
1461a | ex. | δίπτυχα: τινὲς ὡς ὑπόβρυχα. καὶ τῷ μὲν ἑνὶ ἐπιτίθεται ὁ μηρός, θατέρῳ δὲ τὰ ἄκρα. b(BCE3E4)T | |
1461b | D | Ariston. | ὠμοθέτησαν: ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι. | διὸ ἡ διπλῆ. A | |
1461c | ex. | ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν: ἀλλαχοῦ ἡρμήνευσε τί ἐστι τὸ ὠμοθέτησαν· „ὁ δ’ ὠμοθετεῖτο συβώτης, / πάντοθεν ἀρχό‐ | |
μενος μελέων, ἐς πίονα δημόν“ (ξ 427—8). b(BCE3E4)T | |||
1.463 | ex. | πεμπώβολα: διὰ τὸ μὴ συμπεσεῖν τῷ πεντώβολον. καὶ τοὺς μὲν ἄλλους τρισὶν ὀβελοῖς πείρειν, Κυμαίους δέ φασι πέντε. b (BCE3)T | |
1464a | Hrd. | αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη: Πτολεμαῖος (p. 41) τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα Ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ Ἀρίσταρχος δὲ οὕτως. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν „ἢ | |
5 | εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα“ (Α 40). τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μῆρον· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπεί τοι εὐθύνεται ὁ τόνος· τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ | ||
10 | εἰς ον λῆγον τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν τὰ ζυγά, δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά, εἰ δὲ μῆρα, καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖ‐ ται, τὸ περὶ τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει. A | ||
1464b1 | Hrd. | Did. | 〈μῆρ’ ... πάσαντο:〉 ἀπὸ τοῦ μηρία συνεκόπη καὶ ἐγένετο μῆρα, b(BCE3E4) καὶ κατὰ ἀποκοπὴν μῆρ’. δηλοῖ δὲ τὰ ἐναγίσματα τῶν θεῶν. | Ἰακῶς δὲ τὸ πάσαντο προενεκτέον. b | |
(BCE3) | |||
1464b2 | Hrd. | μῆρα: ἀπὸ τοῦ μηρία συνεκόπη, καὶ μάλιστα τὰ ἐναγί‐ σματα τῶν θεῶν δηλοῖ. T | |
1464c | ex. | σπλάγχνα: ἀντὶ τοῦ τῶν σπλάγχνων, ὅ ἐστι τῶν ἐντο‐ σθιδίων, ἥπατος νεφρῶν καὶ τῶν ἑξῆς. τούτων δὲ πάντων ἀπεγεύσαν‐ το, ἀπὸ σπλάγχνων καὶ ψυχικῆς σπουδῆς δηλοῦντες τὴν θυσίαν ποι‐ εῖν. b(BCE3E4)T | |
1464d | Did. | 〈σπλάγχν’ ἐπάσαντο:〉 Ἀρίσταρχος Ἰακῶς „πάσαν‐ το“. Aim | |
1465a | ex. | 〈μίστυλλον:〉 παρὰ τὸ μεῖον, b(BCE3E4)T Til μείως ἔτιλλον, καὶ κατὰ συγκοπὴν μίστυλλον. b(BCE3E4)T οὐκ ἔχει δὲ τὸ ε, ὡς οὐδὲ τὸ μικρός παρὰ τὸ μεῖον ὄν. b(BE3E4)T Til | |
1465b1 | Hrd. | ἄρα τ’ ἄλλα: Πτολεμαῖος (p. 41) ὡς τἆργα „τἆλλα“. ἡ μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τέ σύνδεσμον, ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν, καθότι ἤδη ἔθος ἐστὶ τῷ ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις. A | |
1465b2 | τὸ δὲ τἆλλα κατὰ συναλιφὴν ὡς τἆργα. b(BE3E4) T ὁ δὲ Ἡρωδιανὸς (2,28,16) τὸν τέ παραπληρωματικὸν ἀπο‐ δέχεται, καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει. b(BE3)T | ||
1.466 | ex. | 〈ὤπτησάν τε〉 περιφραδέως: ἐμπειρίας γὰρ προσδεῖ τοῖς ὀπτῶσι· καὶ ὀπτᾶν δὲ εἴρηται διὰ τὸ πυκνότερον ἐποπτεύειν τὸν | |
ὀπτῶντα. b(BCE3E4)T | |||
1467a | Ariston. | {αὐτὰρ ἐπεὶ παύσαντο} πόνου: ὅτι πόνον τὸ ἐπὶ τῆς ἱε‐ ρουργίας ἔργον. οὐδέποτε δὲ τὴν ἀλγηδόνα πόνον εἴρηκεν. A | |
1467b1 | ex. | Ariston. | πόνου τῆς περὶ τὴν ἱεροποιΐαν σπουδῆς, ἐνίοτε δὲ καὶ τὴν ταλαιπωρίαν δηλοῖ· „ἦ μὴν καὶ πόνος ἐστί“ (Β 291). | οἱ δὲ μόνην τὴν τῆς ἱερουργίας φασὶ σπουδήν, καὶ οὐδέπω πόνον τὴν ἀλγηδόνα καλεῖν τὸν ποιητήν. T | |
1467b2 | Ariston. | ex. | τοῦ τῆς ἱερουργίας πόνου, ἤτοι τῆς ἐνεργείας· οὐδέποτε γὰρ πόνον τὴν ἀλγηδόνα φησὶν ὁ ποιητής. | ἐνίοτε δὲ καὶ τὴν τα‐ λαιπωρίαν δηλοῖ· „ἦ μὴν καὶ πόνος ἐστί“. νῦν δὲ τὴν περὶ τὴν ἱερο‐ ποιΐαν σπουδήν. b(BCE3E4) | |
1467c | ex. | τετύκοντο: τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο, ποιητικὸς Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις· μετὰ τροπῆς τετύκοντο, ὡς παρὰ τὸ χάζω „κεκάδοντο“ (Δ 497. Ο 574). A b (BCE3)T „κεχάροντο δὲ πάντες Ἀχαιοί“ (δ 344 = ρ 135). AT | |
1.468 | ex. | δαιτὸς ἐΐσης: τῆς ὁμοίως πᾶσιν ἐπιγινομένης διὰ τὸν ἔρωτα. ἢ τῆς μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσι τὴν ἰσότητα ἐτήρουν ὡς τὸ „δαιτρὸν πίνωσιν“ (Δ 262). b(BCE3E4)T | |
1469a | Hrd. | ἐξ ἔρον ἕντο: τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο | |
δασυντέον· ἔστι γὰρ A b (BE3)T παρὰ τὸ ἵημι, δεύτερος ἀόριστος ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. A b (BE3E4) | |||
5 | T ταῦτα δὲ καὶ πλεονάζουσι †τὸ† ι. A b (BE3)T | ||
1469b | ex. | 〈ἐξ ἔρον ἕντο:〉 ἀστικὸν δὲ τὸ μὴ φάναι ὅτι μέχρι κόρου ἤσθιον· τοῦτο γὰρ δουλοπρεπές, ὡς ἐπὶ Εὐμαίου· „πλησάμενος δ’ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος / βῆ ῥ’ ἴμεναι μεθ’ †υἵας†“ (ρ 603—4)· διὸ b(BE3)T τὸ μὲν ἔρος ἐπὶ πάντων λέγουσι λέγεσθαι, τὸ δὲ | |
5 | ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων, b(BE3E4)T ὅ ἐστι ἀπίθανον· Πίνδαρος γοῦν „καὶ γάρ / ἑτέροις ἑτέρων ἔρως ἔκνιξε φρένασ“ (P. 10, 59—60). T | ||
1470a | ex. | κοῦροι μὲν κρητῆρας: ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέ‐ ους· A b (BCE3E4)T „οἰνοχόει δ’ υἱὸς Μενελάου“ (ο 141), „ἐπὶ δ’ ἀνέρες ἐσθλοὶ †ὤροντο† / οἶνον ἐνοινοχοεῦντεσ“ (γ 471—2): b(BCE3 E4)T διὸ καὶ παῖδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμέν· καὶ Γανυ‐ | |
5 | μήδης (cf. Υ 234) καὶ Ἥβη (cf. Δ 2—3) ὑπηρέται θεῶν εἰσιν. A b (BCE3E4)T | ||
1470b | ex. | ἐπεστέψαντο: ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ· A b (BCE3E4)T „κρητῆρας ἐπιστεφέας οἴνοιο“ (Θ 232). b(BCE3E4)T | |
1.471 | D | ex. | | νώμησαν: διέδωκαν. T | ἐπαρξάμενοι δὲ ἐπιχέαντες. b | |
ex. | ex. | (BCE3E4)T ὁ δὲ νοῦς· τῇ οἰνοχόῃ ἐπιχέαντες τοῖς ποτηρίοις διέ‐ δωκαν πᾶσιν. ἢ ἀπαρξάμενοι σπονδὴν τοῖς θεοῖς πᾶσιν ἐνώμησαν. | νέμω δὲ νωμῶ, b(BE3E4)T ὡς τρέχω τρωχῶ. b(BCE3E4). | τὸ | ||
5 | δὲ δεπάεσσι πλεονασμῷ τοῦ ε ὡς πλέοσι πλεόνεσσι. b(BE3E4) | ||
1472a | Ariston. | οἱ δὲ πανημέριοι: ὅτι οὐ δι’ ὅλης φησὶ τῆς ἡμέρας, ἀλλὰ τοῦ λείποντος τῆς ἡμέρας· καὶ γὰρ τὸ μὲν πεπλεύκασι, τὸ δὲ λεῖπον εὐωχήθησαν. A | |
1472b | Ariston. | ex. | πανημέριοι: ἀντὶ τοῦ τὸ πᾶν τὸ λοιπὸν τῆς ἡμέρας εἰς τὴν ᾠδὴν ἀναλίσκοντες· οὐ γὰρ δι’ ὅλης τῆς ἡμέρας. | ἡ δὲ μολπή ποτε καὶ ἐπὶ παιδιᾶς τίθεται, „ἤρχετο μολπῆσ“ (ζ 101), κυνῶν δὲ μέλπηθρα τὰ ὀρχήματά φησιν (cf. Ν 233). b(BCE3E4)T | |
1473a1 | Ariston. | καλὸν ἀείδοντες 〈παιήονα〉: ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα, ἀλλὰ τὸν ἐπὶ καταλύσει λοιμοῦ ὕμνον. καὶ τὸ καλόν ἀντὶ τοῦ καλῶς. A | |
1473a2 | παιήονα: οὔτε τὸν Ἀπόλλωνα οὔτε τὸν ἰατρὸν τῶν θεῶν, ἀλλὰ τὸν ὕμνον b(BCE3)T τὸν ἐπὶ καταπαύσει τοῦ λοι‐ μοῦ. T | ||
1473b1 | ex. | παιήονα: παιὼν καὶ παιὰν ὕμνος ἐπὶ καταπαύσει λοι[μοῦ] ἢ πολέμου ᾀδόμενος, πολλάκις καὶ προσδοκωμένου τοῦ δει‐ νοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί, παιανικόν, ὡς [νῦν· θρη]‐ νητικόν, ὅπερ ἐπὶ γυναικῶν τάσσει, „ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο“ | |
5 | (Ω 725)· ὑπορχηματικόν, „κοῦροι δ’ ἐπελήκεον ἄλλ[οι]“ (θ 379)· σω‐ φρονιστικόν, ὡς ὁ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας (cf. γ 267)· ἐγκωμια‐ στικόν, οἷον †ὁ φήμιος† εὕρηται ᾄδων, „ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν“ | ||
(Ι 189). T | |||
1473b2 | παιήων γὰρ καὶ παιὰν ὕμνοι εἰσὶν ἐπὶ καταπαύσει λοι‐ μοῦ ἢ πολέμου ᾀδόμενοι, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. b (BCE3E4) πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί· σωφρονιστικόν, ὡς τὸ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας· ἐγκωμιαστικόν, οἷον Ἀχιλλεὺς | ||
5 | εὕρηται ᾄδων· παιανικόν, ὡς νῦν· θρηνητικόν, ὅπερ ἐπὶ γυναικῶν μᾶλλον τάσσει, καὶ ὑπορχηματικόν. b(BE3E4) | ||
1474a | Ariston. | D | μέλποντες ἑκάεργον· 〈ὁ δὲ φρένα τέρπετ’ ἀκούων〉: ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέ‐ θηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προείρηκε γὰρ „οἱ δὲ πανη‐ μέριοι μολπῇ θεὸν ἱλάσκοντο“ (Α 472). | ἀπὸ δὲ τοῦ εἰπεῖν— | |
5 | ἕκαστος ὕμνοις. A | ||
1474b | ex. | Ariston. | τέρπετο: ὡς μουσηγέτης, ἢ ὅτι κάλλιστον τῶν εἰς θεοὺς δώρων λόγος. b(BCE3)T | ἀθετεῖται δὲ ὁ στίχος. T | |
1.475 | ex. | ἠέλιος κατέδυ: ὅρος τοῦ κατὰ φύσιν ὕπνου καὶ παρὰ θε‐ οῖς καὶ παρ’ ἀνθρώποις ἡλίου δύσις. b(BCE3)T καὶ ἄλλως· „οὐ γὰρ ἔοικε / δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι“ (γ 335—6). b(BE3)T | |
1.476 | ex. | 〈παρὰ πρυμνήσια νηός:〉 ἵνα, ἐὰν εὔφορος αὔρα γένηται, αἴσθωνται κινηθείσης τῆς νεώς. b(BCE3E4)Til | |
1477a | Ariston. | ἦμος δ’ ἠριγένεια: ὅτι τῇ ἑξῆς ἐκ τῆς Χρύσης κατέρ‐ χονται. ἡ δὲ ἀναφορὰ ἀπὸ τῆς σημειώσεως πρὸς τὸν τῶν ἡμερῶν ἀριθμόν. A | |
1477b | ex. | ἠριγένεια: ἡ ἐκ τοῦ ἦρι γεννωμένη· „ἦρι μάλ’ Ἑλ‐ λήσποντον“ (Ι 360), b(BCE3E4)T ὡς „λυκηγενήσ“ (cf. Δ 101), | |
„τριτογενήσ“ (cf. h. Hom. 28, 4)· ὅλα γὰρ ταῦτα εἰς πάθος ἀναλύεται, οὐκ εἰς ἐνέργειαν. b(BE3E4)T τί οὖν ἐστι τὸ „αἰθρηγενέος Βο‐ | |||
5 | ρέαο“ (Ο 171); τὸ δὲ ἦρι ὀνοματικόν ἐστιν ἐπίρρημα. T γίνεται δὲ ἐκ τοῦ ἀήρ ἀέρος ἀέρι καὶ ἦρι. b(BCE3E4) | ||
1477c | D | ex. | ῥοδοδάκτυλος: πυρώδης γὰρ—ἀκτίνων σχῆμα. A | συνεκδοχή, ἀπὸ μέρους τὸ ὅλον. A b (BE3E4)T τὴν δὲ πολὺ τοῦ φωτὸς μετέχουσαν οὕτω καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους „κρο‐ κόπεπλον“ (cf. Θ 1 al.). A b (BCE3E4)T | |
1.478 | ex. | 〈ἀνάγοντο:〉 ἐφ’ ὕψους γάρ ἐστιν ἡ Τροία. Til | |
1.479 | D | ex. | ἴκμενον: παρὰ τὸ ἱκνεῖσθαι—ἀέντων. A | ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης τὸ διαχυθὲν ἄνεμόν τινες ἔφασαν· διὸ ψι‐ λωτέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθαι. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος. A b (BE3E4)T | |
1.480 | ex. | πέτασ〈σ〉αν: ἔστιν ἰδεῖν λυόμενον ἄρμενον καὶ ὑπὸ τοῦ ἀνέ‐ μου ἐπαιρόμενον. b(BCE3)T | |
1481a | D | ex. | ex. | πρῆσεν: ἐφύσησεν, b(BCE3)T | ἐς κόλπον ἐνέπρησεν. T ὑπέγραψε δὲ τὴν οὐριοδρομοῦσαν ναῦν. | συγχαίρων αὐτοῖς νῦν καλλιγραφεῖ τὸν ἀπόπλουν, οὐχ ὅτε ἀπῄεσαν, ὅπερ καὶ ἐπὶ Ποσει‐ δῶνος (cf. Ν 17—31). b(BCE3)T | |
1481b | ex. | ἐν δ’ ἄνεμος πρῆσεν: Ἀριστοτέλης φησὶν (rhet. 3, 11 p. 1411 b 31) ὡς κινούμενα ὀνόματα γράφει ὁ ποιητής. b(BCE3)T | |
1.482 | D | στείρῃ: ἐπεὶ στερεώτερα—τὰ ἄλλα ξύλα τῆς νεώς. A | |
1.483 | ex. | 〈κατὰ κῦμα:〉 ἀντὶ τοῦ κατὰ κύματος. τὸ δὲ πρὸς κῦμα | |
ἐναντίωσιν σημαίνει. b(BCE3)Til | |||
1484a1 | Did. | 〈μετὰ στρατόν:〉 Ἀρίσταρχος „κατά“, οὐ μετά. καὶ „χθιζὸς ἔβη κατὰ δαῖτα“ (Α 424). Aim | |
1484a2 | „κατὰ στρατόν“ Ἀρίσταρχος, οὐ μετά. Til | ||
1.485 | ex. | ἐπ’ ἠπείροιο ἔρυσ〈σ〉αν: διδάσκει πολὺ ἀπὸ θαλάττης νεωλκεῖν ὑφορωμένους τὴν πλήμμυραν. b(BCE3E4)T | |
1486a | ex. | ὑψοῦ ἐπὶ ψαμάθοις: ψάμαθος. A καὶ ἡ ποταμία οὕτως καλεῖται· „κείμενον ἐν ψαμάθοις Αἰσήποιο“ (Φ 202 + B 825). A b (BCE3) | |
1486b | Hrd. | {ὑπὸ δ’} ἕρματα {μακρά}: τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς ὅρμαθος. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι „ἄρμενον“ | |
5 | (Σ 600 al.) καὶ „ὄρμενον“ (Ρ 738 al.) ψιλὸν πνεῦμα ἀνεδέξατο. A | ||
1486c | D | 〈ἕρματα〉 δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ, ἐπαγο‐ μένου τοῦ μ, δασύνεται πλὴν τοῦ ἄρμενον. b(BCE3) | |
1.487 | ex. | αὐτοὶ δ’ ἐσκίδναντο: περισσὸν τὸ ἀποπρεσβεύεσθαι πρὸς Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ. b(BCE3)T | |
1.488 | Ariston. | αὐτὰρ ὁ μήνιε: ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ „αὖθι μένων“ (Α 492). τὸν δὲ „οὔτέ ποτ’ ἐς πόλεμον“ (Α 491) οὐδὲ ἔγραφεν. A | |
1488-9 | ex. (?) | 〈αὐτὰρ ὁ— / διογενής:〉 ὁ δὲ διογενής. Til | |
1490-1a | ex. | οὔτέ ποτ’ εἰς ἀγορήν〈—οὔτέ ποτ’ ἐς πόλε‐ μον〉: ἢ πρόληψίς ἐστιν, ἢ T εἰκὸς κατὰ τὸ σιωπώμενον καὶ ἐκκλησίαν καὶ πόλεμον πρὸς τοὺς περιοίκους γενέσθαι· ἐφ’ ἑκάστης γὰρ συνῄεσαν „νηῒ παρὰ πρυμνῇ Ἀγαμέμνονοσ“ (Η 383), αὐτὸς | |
5 | δὲ ἦν ὁ ἐπὶ τοὺς πολεμίους ἐξάγων, ὅπερ οὐκ ἐποίει νῦν. εὖ δὲ τῶν | ||
γενναίων ψυχῶν φθορὰν εἶπε τὴν ἀργίαν· τοῖς πρακτικοῖς γὰρ ἡ ἀργία φθορά ἐστιν· καὶ „κεῖτο γὰρ ἐν νήεσσι“ (Β 688) φησὶ καὶ „κεῖτ’ ἀπομηνίσασ“ (Β 772). b(BCE3E4)T | |||
1490-1b | ex. | 〈οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνει‐ ραν /〉 οὔτέ ποτ’ ἐς πόλεμον: δύο οἶδεν ἀνδρῶν ἀρετάς, πρᾶ‐ ξιν καὶ λόγον. προκρίνει δὲ τὸν λόγον. καὶ ἀλλαχοῦ „οὔπω εἰδόθ’ ὁμοιΐου πτολέμοιο / οὐδ’ ἀγορέων, ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέ‐ | |
5 | θουσιν“ (Ι 440—1). b(BCE3E4)T | ||
1.492 | ex. | 〈ποθέεσκε:〉 ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις. Aint | |
1493a | Hrd. | Choer. (?) | ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο: Ἀρίσταρχος „ὁτεδή“ ὡς δηλαδή παραλόγως ἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατ’ ἰδίαν ἀναφορικὸν ἀναλόγως· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀ〈ο〉ρίστου. ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀνα‐ | |
5 | γινώσκειν „ὁτεδή“ ὡς δηλαδή, πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ σημαινόμενον παραφθείρει. τὸ δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο. | ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ (cf. 2,28,26) διαλαμβάνων περὶ τοῦ „ἀλλ’ | ||
10 | ὅτε δή ῥ’ ἐκ τοῖο“ λέγει ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ χρῆσις παρὰ τῷ ποιητῇ, ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆς Καθόλου (1,498,3) τὸ „ὣς Ἕκτωρ ὁτὲ μέν 〈τε〉 μετὰ πρώτοισι φάνεσκεν“ (Λ 64) ὀξυτόνως δεῖν φησιν ἀναγινώσκεσθαι. A | ||
1493b | ex. | 〈ἐκ τοῖο:〉 ἐκ τούτου δὴ τοῦ χρόνου, τοῦ τῆς μήνιδος· εἶπε γὰρ ἡ Θέτις· „χθιζὸς ἔβη μετὰ δαῖτα“ (Α 424). b(BCE3E4) Til | |
1.495 | ex. | 〈πάντες ἅμα:〉 οἱ ἐκεῖσε ἀπομείναντες. Til | |
1.496 | Ep. Hom. | Ep. Hom. | ἀνεδύσετο: παρατατικοῦ παθητικοῦ, ὡς ἀπὸ δύω ἐνεστῶ‐ τος τὸ παράγωγον δῦμι, ὁ μέλλων δύσω καὶ ἐγένετο ὁ μέλλων ἐνε‐ στώς, οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο. | ὥσπερ ἐκ τοῦ βῶ βιβῶ βίβημι, ὁ μέλλων βήσω· καὶ μετάγεται εἰς | |
5 | ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην ἐβήσετο. A | ||
1497a | ex. | ἠερίη δ’ ἀνέβη: ἐπιρρηματικῶς. b(BCE3)T διδά‐ σκει δὲ καὶ τὸν τῶν ἐντεύξεων καιρόν· ἥσυχος γὰρ καὶ νηφάλιος ὁ ἐωθινὸς καιρός. b(BCE3E4)T | |
1497b1 | Ariston. | μέγαν οὐρανὸν Οὔλυμπόν τε: ὅτι οὕτως εἴρηκεν οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ’ οὐρανοῦ ὄντος, ἀλλ’ ἐπεὶ καὶ αἱ κορυφαὶ τοῦ ὄρους ὑπὲρ τὰ νέφη εἰσίν, ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ. †ἀλλὰ καὶ† ἐν οὐρανῷ καὶ ἐν | |
5 | Ὀλύμπῳ γεγονέναι αὐτὴν λέγει. A | ||
1497b2 | μέγαν οὐρανόν: οὕτω καὶ τὸ στερέωμα καλεῖ („οὐρα‐ νοῦ ἐκκατεπᾶλτο δι’ αἰθέροσ“ [Τ 351]) καὶ τὸν ὑπερνέφιον τόπον. αἱ δὲ κορυφαὶ τῶν ὀρέων ὑπερνέφιοί εἰσιν. b(BCE3E4)T | ||
1497c | ex. (?) | 〈οὐρανὸν Οὔλυμπόν τε:〉 ὅτι ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμ‐ που ἐστὶν ὁμώνυμος πόλις Ὄλυμπος. Aim | |
1.498 | D | εὐρύοπα: ἤτοι μεγαλόφθαλμον—ὅ ἐστι τὴν φωνήν. A | |
ex. | εὐρύοπα: ψιλῶς μεγαλόφωνον, ὡς τὸ „ἐριβρεμέτησ“ (cf. Ν 624). ἢ μεγαλόφθαλμον διὰ τὸ προνοητικόν. A b (BCE3)T ἰδίᾳ δὲ κάθηται διὰ τὴν ἐξοχήν, b(BCE3)T „ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζει“ | ||
5 | (Ο 106), ἅμα δὲ καὶ πρὸς τὸ παρόν. T | ||
1499a1 | Ariston. | 〈πολυδειράδος Οὐλύμποιο:〉 ὅτι καὶ ἀρσενικῶς τὸ πολυδειράδος ὡς ἐνταῦθα. Aint | |
1499a2 | ἀρσενικὸν τὸ πολυδειράδος. Til | ||
1499b | ex. (?) | 〈πολυδειράδος Οὐλύμποιο:〉 παροιμία· „τρὶς δὲ τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου.“ Aint | |
1500a1 | ex. | καὶ λάβε γούνων: ἱκανὸν καὶ τὸ σχῆμα ἐπικλάσαι. εἰκόνα δὲ ὡς ἐν γραφῇ προέβαλεν. T | |
1500a2 | εἰκόνα δεομένου ὡς ἐν γραφῇ προέβαλεν. ἱκανὸν δὲ τὸ σχῆμα ἐπικλάσαι αὐτόν. b(BCE3) | ||
1.501 | ex. | ὑπ’ ἀνθερεῶνος ἑλοῦσα: ὑπολαβοῦσα τὸν ἀνθερεῶνα· ἀντιφράζων γοῦν φησιν· „ἥ οἱ γούνατ’ ἔκυσσε καὶ ἔλαβε χειρὶ γενείου“ (Θ 371). ἀγαθὰ δὲ οἰωνιζομένη λεχθῆναι τοῦ γενείου αὐτοῦ προσελάβετο. b(BCE3)T | |
1.503 | ex. | ὄνησα: πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρί‐ αν· b(BCE3E4)T ὑπέμνησε μέντοι τῆς χάριτος, ἀλλ’ οὐκ ὠνεί‐ δισεν. b(BCE3E4)Til | |
1504a | Ariston. | ἢ ἔπει ἢ ἔργῳ: ὅτι εἰ μὴ προϊστορήσαμεν τὰ περὶ τῶν δεσμῶν, ἐφ’ ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦμεν ἂν, τί αὐτὸν ὤνησεν. A | |
1504b | ex. | ἢ ἔπει ἢ ἔργῳ: ἔνιοι μέν φασιν ὅτι καὶ λόγῳ ὤνησε τὸν Δία καὶ ἔργῳ, λόγῳ μὲν βοηθὸν ἐλθεῖν πείσασα τὸν Βριάρεων, ἔργῳ δὲ διὰ τὸ μηκέτι δεθῆναι. ἄμεινον δὲ φάσκειν, ὅτι προσέθηκε †τῷ† λόγῳ οὐ γενόμενον, ἵνα μὴ δοκῇ φανερῶς ὀνειδίζειν τὸ ἔργον. | |
5 | b(BCE3E4)T | ||
1505a | ex. | τίμησόν μοι υἱόν: εἰ ἐγὼ ἀλλοτρία οὖσα ὠφέλησα, πῶς οὐ δίκαιον ἐμὲ παρακαλεῖν ὑπὲρ τοῦ ἐμοῦ παιδός, καὶ ταῦτα ὑβρι‐ σθέντος καὶ δυστυχοῦντος; b(BCE3E4)T πλήρωσον οὖν μοι τὴν αἴτησιν. b(BCE3E4) | |
1505b | ex. | τίμησόν μοι υἱόν: εὖ τὸ μὴ εἰπεῖν „Ἀχιλλέα“· ἀγωγὸν γὰρ πειθοῦς μᾶλλον τὸ τῆς φύσεως ὄνομα. καὶ ἐν τοῖς ἑξῆς „υἱὸν ἐμὸν τίσωσιν“ (Α 510). b(BCE3E4) T | |
1505c | ex. | ὃς ὠκυμορώτατος: ἔλεον ἐπάγει τὴν ἀωρίαν τοῦ παιδὸς οἰκτισαμένη, καὶ δεικνύουσα ὅτι βίου πολυχρονίου προκρίνας τιμὴν καὶ ταύτης συνεστέρηται. ἐν βραχεῖ δὲ πάντα πέφρασται. b (BCE3E4)T | |
1508a | ex. | ἀλλὰ σύ πέρ μιν: ἠθικὸν τὸ σύ· ὃν ἐκεῖνος ὕβρισε, σὺ μὴ ἐξουθενήσῃς. b(BCE3)T | |
1508b | D | Orus | | μητίετα: βουλευτικώτατε. | ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε | |
Ap. Dysc. | τὰ εἰς της λήγοντα βαρύτονα, βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ ς ἐπὶ γενικῆς, καὶ 〈ἐπὶ〉 κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα εὐ‐ νέτα. παραλόγως ἄρα ἡ „εὐρύοπα“ (Π 241), δέσποτα καὶ τὸ μη‐ | ||
5 | τίετα. ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι, ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως Ὦρος. | καὶ Ἀπολλώνιος ἐν τῷ Περὶ παρωνύμων (Fr. p. 47, 37) καὶ ἀπὸ τοῦ μητῖτά φησι τὸ μητίετα. A | ||
1509-10 | Nic. | 〈τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ’ ἂν Ἀχαιοί / υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τέ ἑ τιμῇ:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ κράτος (509) καὶ τίσωσιν (510). Aim | |
1.509 | ex. | τόφρα δ’ ἐπὶ Τρώεσσιν: ἐλάχιστον ὁρίζει καιρὸν πρὸς πειθώ. κακῶς δὲ τὸ ἀναφορικόν. ἀλλαχοῦ δὲ „ὄφρα μὲν ἠέλιος, /τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο“ (Π 777—8). b(BCE3)T | |
1510a | D | ex. | ὀφέλλωσιν 〈τέ ἑ τιμῇ〉: αὐξήσωσιν αὐτὸν τιμῇ. | εἰκότως δὲ τὸ τῆς τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ· τοῖς γὰρ ἀγαθοῖς ἀνδράσι τιμὴ φίλον, ἀτιμία δ’ ἐχθρόν. b(BCE3)T | |
1510b | ex. | 〈ὀφέλλωσιν:〉 αὔξωσιν. ὅθεν καὶ ὄφλημα τὸ χρέος διὰ | |
τὸν τόκον. Aim | |||
1.511 | ex. | ex. | τὴν δ’ οὔ τι προσέφη: ὅτι μετ’ ἐπισκέψεως ποιεῖσθαι τὰς ἀποκρίσεις δεῖ, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται· ἅμα δὲ καὶ ὅτι περὶ πάσης ἐνθυμεῖται τῆς Ἰλιακῆς περιπετείας. b(BCE3E4)T | τὸ δὲ τί περιττόν. b(BCE3)T | |
1512a | ex. | ἀκέων: ἀντὶ τοῦ ἀκεόντως. T | |
1512b | Nic. | Θέτις δ’ ὡς ἥψατο γούνων: ὑποστιγμὴ ἐν ὑποκρίσει ἐπὶ τὸ γούνων διὰ τὸ ὡς μόριον. A | |
1512c | ex. | ὡς ἥψατο γούνων: ὡς ὥσπερ, ἀναφορικῶς. διδάσκει δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις. b(BCE3E4)T | |
1513a | ex. | ὣς ἔχετ’ ἐμπεφυυῖα: οὕτως, ἀνταποδοτικῶς. b (BCE3E4)T ἐμφαντικὴ δὲ ἡ μεταφορά, ὥσπερ ἡνωμένης. διά‐ στημα δὲ δίδωσιν ἐπικλῶσα αὐτὸν εἰς ἔλεον καὶ τῷ σχήματι καὶ τῷ λόγῳ. b(BCE3)T | |
1513b | Hrd. | 〈εἴρετο:〉 Δημήτριος ὁ Ἰξίων (fr. 1) προπερισπᾷ παρα‐ λαμβάνων τὸ τό ἄρθρον. Aim | |
1513c | ex. | Hrd. | εἴρετο: ἔλεγεν. b(BCE3)TTil „εἴροντο δὲ κήδε’ ἑκάστη“ (λ 542). b(BCE3)T | ὁ Ἰξίων „καὶ εἶρε τὸ δεύτερον“, κακῶς. T | |
1.515 | ex. | ἐπεὶ οὔ τοι ἔπι δέος: ἐπεί σύνδεσμος, ἔπι πρόθεσις ἀναστραφεῖσα· οὐδένα φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο δὲ δυσωπητικόν, b(BCE3)T †καὶ ὅτι† ὁ τηλικαύτην ὀφειλήσας χάριν οὐδὲ τὴν τυχοῦσαν χαριεῖται. b(BCE3) | |
1.516 | ex. | 〈ἀτιμοτάτη θεός εἰμι:〉 ἣν ἔδει καὶ λίαν τιμιωτάτην εἶναι παρὰ σοί. πιθανῶς δὲ οὐκ εἶπεν, ὅσον ἀχάριστος παρὰ πάντας εἶ, ἑαυτὴν δὲ ἀτιμοτάτην ἔσεσθαι. b(BCE3) | |
1.517 | ex. | ὀχθήσας: εἰς ὕψος ἐπάρας τὸν θυμόν, παρὰ τοὺς ὄχθους. ἢ παρὰ τὸ ἄχθος ἀχθήσας, ὅ ἐστιν ἀχθεσθείς, καὶ ὀχθήσας. A b (BCE3 E4)T | |
1518a | Hrd. | ἦ δὴ λοίγια: περισπαστέον τὸν ἦ· ἔστι γὰρ βεβαιω‐ τικὸς ἐν ἀρχῇ κείμενος ὁμοίως τῷ „ἦ δὴ ἀλιτρός ἐσσι“ (ε 182). A | |
1518b | ex. | ἐχθοδοπῆσαι ἐφήσεις: ἐντέχνως ηὔξησε τὴν χάριν, δι’ αὐτὴν φάσκων τὴν εἰς τοὺς φιλτάτους παρορᾶν τιμήν. b(BCE3E4)Tt | |
1519a | Did. | ex. | Ἥρῃ, ὅτ’ ἄν μ’ ἐρέθῃσιν: Ἀρίσταρχος τὸ „Ἥρη“ | |
(Hrd. ?) | κατ’ εὐθεῖάν φησιν, οὐ κατὰ δοτικήν, ἵν’ ᾖ ὅταν με ἐρέθῃ Ἥρη, ἐχθοδοπῆσαί με ἐφήσεις. A b (BCE3E4)Tt | τὸ δὲ ὅτ’ ἄν 〈με〉 τρία μέρη λόγου. A | ||
1519b | ex. (Hrd. ?) | ὅτ’ ἄν με: τρία μέρη λόγου. T | |
1519c | Hrd. | ὅταν {μ’ ἐρέθῃσιν}: τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ συναλιφὴν ὅτ’ ἄν. ἐν δὲ τῇ συντάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ „οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων“ (Θ 455), „οὐκ ἂν δὴ μείνειασ“ (Γ 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν | |
5 | ποιοῦντες· „ὡς ὅτ’ ἂν ὠδίνουσαν“ (Λ 269). καὶ τοτὲ μὲν ἐν σημαινομέ‐ νῳ ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ „πάμπαν“ (Α 422 al.) οὐ φύσει | ||
10 | ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ’ ἀρχὰς συντίθεται. A | ||
D | Ζεὺς ἐρασθεὶς—πάντας ἥρωας. A | ||
1.520 | ex. | αὔτως: μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικουροῦν‐ τος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ κεχα‐ ρισμένα αὐταῖς. b(BCE3E4)T | |
1522a1 | Did. | μή σε {νοήσῃ}: οὐχὶ μή σε, ἀλλὰ „μή τι“ αἱ Ἀριστάρ‐ χου καὶ αἱ ἄλλαι σχεδὸν πᾶσαι διορθώσεις. καὶ μήποτε ἐκ περισσοῦ τὸ τί πρόσκειται, ὡς ἐπὶ τούτων „μή τι φόβον δ’ ἀγόρευε“ (Ε 252), „μή τί μευ ἠΰτε παιδόσ“ (Η 235), „μή τι σὺ ταῦτα ἕκαστα διείρεο“ | |
5 | (A 550). A | ||
1522a2 | μή σε {νοήσῃ}: αἱ πᾶσαι „μή τι“, καὶ ἔστιν ἐκ περιττοῦ τὸ τί, ὡς τὸ „μή τι φόβον δ’ ἀγόρευε“, „μή τί μευ ἠΰτε παιδὸς ἀ‐ φαυροῦ πειρήτιζε“ (Η 235). T | ||
1523a | Ariston. | 〈ἐμοὶ δέ κε ταῦτα μελήσεται:〉 ὅτι περισσὸς ὁ κέ. Aim | |
1523b | ex. | μελήσεται: μελήσει δέ μοι, πῶς ταῦτα τελέσω. τῆς δω‐ ρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος ὅτι τε τῇ γυναικὶ προσκρούσει δοὺς αὐ‐ τήν, ὅμως ἐπὶ τελέσει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ ὡς μέ‐ γιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα. b(BCE3)T | |
1524a | D | 〈εἰ δ’ ἄγε τοι:〉 ἰδοὺ δή σοι. Til | |
1524b | ex. | κεφαλῇ κατανεύσομαι: τὸ λογιστικὸν περὶ κεφαλήν, τὸ θυμικὸν περὶ καρδίαν, „κραδίη δέ οἱ ἔνδον ὑλάκτει“ (υ 13), Ab (BCE3E4)T „οἰδάνεται κραδίη χόλῳ“ (Ι 646), AT τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ, „ἧπαρ ἔκειρον“ (λ 578). A b (BCE3E4)T | |
1524c | Did. | κεφαλῇ κατανεύσομαι: οὕτως κατανεύσομαι, οὐχὶ „ἐπινεύσομαι“ Ἀρίσταρχος ἐν τοῖς Πρὸς Φιλίταν (fr. 54 = Test. A 7 K.) προ‐ φέρεται. A | |
1525-7 | Ariston. | Nic. | | 〈τοῦτο γὰρ—μέγιστον /〉 τέκμωρ· οὐ γὰρ | |
Ariston. | ἐμὸν παλινάγρετον 〈οὐδ’ ἀπατηλόν / οὐδ’ ἀτελεύτη‐ τον〉: ὅτι περιώρικε τοὺς τρόπους. | στικτέον δὲ ἐπὶ τὸ †παλινάγρε‐ τον†, τὰ δὲ ἄλλα συναπτέον. εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ (526), | ||
5 | ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται 〈***〉. | διὰ τοῦ παλινάγρετον (526) ἐσήμανεν ὅτι βέβαιός ἐστιν· ὅτι φιλάγαθος διὰ τοῦ ἀπατηλόν (526)· ὅτι τελεσιουργός διὰ τοῦ ἀτελεύτητον (527). A | ||
1526-7 | ex. | οὐ γὰρ ἐμὸν παλινάγρετον 〈οὐδ’ ἀπατηλόν / οὐδ’ ἀτελεύτητον〉: ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας εἶπε, δι’ ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ δηλοῖ τὸ παλινάγρετον (526), ἢ παραλογιζόμενοι τοὺς δεηθέντας, | |
5 | ὅπερ ἐν τῷ †ἀπατηλῷ† νοεῖται, ἢ οὐ δυνηθέντες ἐπιτελεῖν τὰς ὑποσχέ‐ σεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον (527). b(BCE3E4)T | ||
1526a | ex.(?) | 〈παλινάγρετον:〉 ὑστερόληπτον, οἱονεὶ μεταμελητόν. Ail | |
1526b | ex. | 〈παλινάγρετον:〉 εὐμετάτρεπτον. b(BCE3E4)Til | |
1528a | D | D | D | D | ἦ: ἔφη, εἶπεν. | δηλοῖ δὲ πλείονα, καὶ τὸ ἥτις, ὡς ἐπὶ τοῦ „ἣ μυρί’ Ἀχαιοῖσ“ (Α 2), | καὶ τὸν καί σύνδεσμον, ὡς ἐπὶ τοῦ „βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι“ (Α 117). | δηλοῖ καὶ τὸ ἀληθῶς, ὡς ἐπὶ τοῦ „ἦ δὴ λοίγια ἔργα“ (Α 573)· τὸ γὰρ ὄντως ἐπὶ τοῦ | |
5 | ἀληθοῦς λαμβάνεται. A | ||
1528b | D | ex. | ἐπ’ ὀφρύσι: ταῖς ὀφρύσι, | συνεκδοχικῶς ὡς ἀπὸ μέρους τὴν κεφαλήν· εὐθὺς γὰρ ἐπάγει „ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαν‐ το ἄνακτος / κρατὸς ἀπ’ ἀθανάτοιο“ (Α 528—9). A | |
1528c | ex. | ἐπ’ ὀφρύσι νεῦσε: ἐπένευσε ταῖς ὀφρύσι· b(BCE3)T | |
μέρος γὰρ αὗται τῆς κεφαλῆς. b(BCE3E4)T κυάνεαι δὲ αἱ μέλαιναι, b(BCE3)T „κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον“, (Ω 94) T καὶ αἱ καταπληκτικαί, b(BCE3)T „κυάνεαι σάκεσίν τε καὶ | |||
5 | ἔγχεσι“ (Δ 282). T | ||
1528-9 | ex. (?) | ἦ καὶ κυανέῃσιν—ἐπερρώσαντο ἄνακτος: ἀπὸ τούτων λέγεται τῶν δύο στίχων Φειδίαν τὸν ἀγαλματοποιὸν ποιῆσαι τὸν ἐν Ἤλιδι χαλκοῦν ἀνδριάντα οὕτως καμπτόμενον καὶ συνωθούμενον. A | |
1530a | Ariston. | κρατός {ἀπ’ ἀθανάτοιο}: ὅτι Ζηνόδοτος γράφει „κρη‐ τόσ“. οὐκ ἔστι δὲ Ἰακόν· „ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενοσ“ (θ 92). A | |
1530b | ex. | ex. | μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον: κατὰ συλλογισμὸν ὁ ἔπαινος· οἷος γάρ ἐστιν ὅλος κινούμενος, ὃς νεύματι τὸν Ὄλυμπον κι‐ νεῖ. περὶ δὲ τῆς Ἥρας μετριώτερον· „σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον“ (Θ 199). b(BCE3E4)T | Εὐφράνωρ δὲ Ἀθήνησι | |
5 | τοὺς δώδεκα θεοὺς γράφων ἐν τῇ στοᾷ, ὡς ἠπόρει ποῖον ἀρχέτυπον περιθείη Διΐ, παριὼν ἐν διδασκάλου τῶν ἐπῶν 〈τούτων〉 ἤκουσε, κεκραγώς τε ὡς ἔχοι τὸ ἀρχέτυπον ἀπιὼν ἔγραψεν. ἴσως οὖν τοῦτο ἐνεφάνισεν αὐτῷ ἡ Ἥρα (cf Θ 199). T | ||
1530c | ex. | ex. | μέγαν δ’ ἐλέλιξεν: οὐκ ἀργὸν τὸ μέγαν, ἀλλ’ ὅτι καὶ το‐ σοῦτος ὢν τῷ νεύματι ἐσείσθη. b(BCE3E4)T | τῷ δὲ τάχει τῶν συλ‐ λαβῶν τὸν τρόμον τοῦ ὄρους διαγράφει καὶ τὸ ταχὺ τῆς κινήσεως δη‐ λοῖ. A b (BCE3E4)T | |
1531a | Did. | ex. | διέτμαγεν: αἱ πᾶσαι διὰ τοῦ ε. | ἡ μεταφορὰ δὲ ἀπὸ τῶν | |
τεμνομένων σωμάτων. AT | |||
1531b | D | ex. | 〈διέτμαγεν:〉 διεχωρίσθησαν. b(BCE3) | ἡ δὲ μετα‐ φορὰ ἀπὸ τῶν τεμνομένων σωματών. b(BCE3E4) | |
1532a | Hrd. | ἆλτο: ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλόμε‐ νον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δασυνόμενον, εἴ γε τὸ α πρὸ δύο λλ ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δέ, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ, ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυ‐ | |
5 | γίας, ψιλοῦται· „Ἄλτεω, ὃς Λελέγεσσι“ (Φ 86), „ληΐου ἀλδήσκον‐ τοσ“ (Ψ 599), „ἄλθετο χείρ“ (Ε 417). ἔνθεν τινὲς καὶ τὸ „ὃς τοῦτον τὸν ἄναλτον“ (ς 114) ψιλῶς προφέρονται. A | ||
1531b | ex. | Hrd. | εἰς ἅλα ἆλτο: πρὸς τὸν παῖδα γὰρ ἀπιοῦσα ὑπόνοιαν ἂν ἔδωκε τῇ Ἥρᾳ. b(BCE3E4)T | τὸ δὲ ἆλτο ψιλωτέον· τὸ γὰρ α καταλῆγον εἰς λ, ἑνὸς τῶν τῆς τρίτης συζυγίας ἐπαγομένου, ψιλοῦται. b(BCE3)T | |
1.534 | ex. | Did. | ἐξ ἑδέων: δασύνεται παρὰ τὸ ἕζω. | οἱ δὲ μετὰ τοῦ ρ, „ἐξ ἑδρέων“. A b (BCE3)T | |
1534-5a | ex. | 〈ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον—ἅπαν‐ τες:〉 ἀπὸ τούτων τῶν δύο στίχων λέγουσι γέροντας τιμῆσαι τὸν Λυκοῦργον τὸν τῶν Λακεδαιμονίων γράψαντα νόμον ἐπανίστασθαι τοὺς νέους τοῖς πρεσβυτέροις. A | |
1534-5b | ex. | ex. | σφοῦ: συγκοπῇ τοῦ σφετέρου. Aim b(BCE3E4)T | ἔνθεν καὶ Λυκοῦργος ἐθέσπισεν ἐπανίστασθαι τοῖς γεραιτέροις. τοιοῦτος καὶ Τηλέμαχος (sc. π 44?). b(BCE3)T | |
1535a | ex. | Did. (?) | 〈μεῖναι〉 ἐπερχόμενον 〈... ἔσταν〉: ἀντὶ τοῦ ἐπερ‐ χομένου. b(BCE3E4)T | ἄμεινον δὲ „ἦλθον“ γράφειν· τοῦτο γὰρ | |
ἐναντίον τῷ μεῖναι καὶ πλείονος τιμῆς ἐχόμενον. b(BCE3)T | |||
1535b | Hrd. | ἔσταν {ἅπαντες}: ψιλωτέον τὸ ἔσταν, ἐπεὶ γίνεται „στὰν δὲ μεταστοιχεί“ (Ψ 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματος ε ἐν ψιλῷ πνεύματι †οὐ δασύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε. ὁ δὲ ἔστησα ψιλοῦται, ἐπεὶ γίνεται „στῆσα δ’ ἐν Ἀμνησῷ ποταμῷ“ (τ 188). A | |
1538a | ex. | ἀργυρόπεζα: κόσμον περὶ τὰς ᾤας ἔχουσα· ἢ διὰ τοὺς αἰγιαλούς. A Aint b(BCE3)T | |
1538b | ex. | ἁλίοιο γέροντος: ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ „κλῦτε κασίγνηται Νηρηΐδεσ“ (Σ 52). A b (BCE3)T | |
1.539 | ex. | κερτομίοισι: τοῖς τὸ κέαρ βάλλουσι. γυναικεῖα δὲ ἄμφω, τό τε ὑπονοῆσαι καὶ τὸ μὴ ἐπισχεῖν τοῦ λόγου. b(BCE3)T | |
D | κερτομίοισ〈ι〉: τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχήν, καὶ λυποῦσιν, οἱονεὶ κεαροτομίοις. A | ||
1540a1 | Hrd. | {τίς δ’ αὖ τοι} δολομῆτα: προπερισπαστέον τὸ δολο‐ μῆτα ὁμοίως τῷ „σχέτλιε, ποικιλομῆτα“ (ν 293). καὶ καθόλου τὰ εἰς της λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆς εἰς α λήγει, προπερισπᾶται, ἀλῆτα πλανῆτα νικῆτα πεδῆτα αἰσυμνῆτα. ὅθεν οὖν σημειωτέον τὸ | |
5 | „ἀκάκητα“ (cf. Π 185. ω 10). A | ||
1540a2 | δολομῆτα: τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ εἰς α τὴν κλητικὴν ἔχοντα προπερισπᾶται, ἀγκυλομῆτα πεδῆτα, πλὴν | ||
τοῦ „ἀκάκητα“. b(BCE3)T | |||
1.541 | Hrd. | ex. | ἀπὸ νόσφιν ἐόντα: τὸ ἑξῆς ἀπεόντα· A b (BCE3E4) T διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό. A b (BCE3)T | ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι, ὡς „σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντασ“ (Δ 341), ἀντὶ τοῦ ἐοῦσιν. A b (BCE3E4)T | |
1542a | Hrd. (?) | 〈κρυπτάδια:〉 ὡς „διχθάδια“ (cf. Ξ 21). Ail | |
1542b | ex. (?) | 〈δικαζέμεν:〉 τὸ δικαζέμεν ἀντὶ τοῦ πράττειν. Aim | |
1542c1 | Hrd. | 〈οὐδέ τί πώ μοι:〉 τὸ δὲ πω ὀξύνεται διὰ τὴν μοί ἀντ‐ ωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. Aint | |
1542c2 | οὐδέ τί πώ μοι: ὀξυντέον τὸ πω διὰ τὴν μοί. T | ||
1542d | ex. | ex. | οὐδέ τί πώ μοι: δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάν‐ τα αὐταῖς ἀνακοινοῖντο οἱ ἄνδρες. A b (BCE3)T | ἀρχοντικὸν δὲ τὸ δικάζειν. b(BE3)T | |
1.544 | ex. | πατὴρ ἀνδρῶν τε θεῶν τε: διὰ τί τὸν Δία μόνον τῶν θεῶν οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μέν ἐστι πατὴρ καθ’ Ὅμηρον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεος, Ἑρμοῦ, Διονύ‐ σου, Χαρίτων, Μουσῶν, Ἀφροδίτης, καὶ πολλῶν θνητῶν, Σαρπηδό‐ | |
5 | νος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, Μίνωος, Ῥαδαμάνθυος, Ἡρακλέους, Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλοὶ καθ’ Ὅμηρον πατέ‐ ρες εἰσὶ μόνως ἢ θνητῶν ἢ ἀθανάτων, οἷον Κρόνος μὲν Διός, Ἥρας, Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν οὐδενός, θνητοῦ δὲ Κύκλωπος, Ἐφιάλτου, Ὤτου, A b (BCE3E4) | ||
10 | T Πελίου, T Νηλέως. AT | ||
1.545 | ex. | μὴ δὴ 〈...〉 ἐπιέλπεο: θεσπίζει μὴ πάντα ὀφείλειν αὐταῖς | |
κοινοῦσθαι, ὅπως, εἰ καί τι μάθοιεν, ἀγαπῷεν. ἀκόλουθα δὲ τούτοις καὶ τὰ παρὰ Ἀγαμέμνονος πρὸς Ὀδυσσέα λεγόμενα „ἀλλὰ τὸ μὲν φάσθαι b(BCE3E4)T ἔπος, τὸ δ’ ἐνὶ φρεσὶ κεύθειν“ (λ 443). b(BCE3E4) | |||
1.547 | D | ἀλλ’ ὃν μέν κ’ ἐπιεικές: ἀλλ’ ὅντινα μὲν—οὔτε ἀνθρώπων. A | |
1547a | ex. | ἐπιεικές: πράως διαλεγόμενος ὡς τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ καὶ βιωτικὰ μιμήματα, A b (BCE3E4)T πρῶτον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον. A b (BCE3E4) | |
1547b | ex. | 〈ἔπειτα:〉 ἀντὶ τοῦ δή. Til | |
1.552 | ex. | ποῖον τὸν μῦθον ἔειπες: τὸν ποῖον μῦθον, Ἀττικῶς προσ‐ ελθόντος τοῦ ἄρθρου τῷ πύσματι. b(BCE3)T | |
1553a | ex. | καὶ λίην σε πάρος: ἔθος γυναιξὶν ἀρνεῖσθαι, ὅτι ποτὲ παρηνώχλησαν τοῖς ἀνδράσιν. b(BCE3)T | |
1553b | Did. | οὔτ’ εἴρομαι οὔτε μεταλλῶ: οὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ῥιανοῦ (fr. 11 M.) καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν ἐμφατικὸν δὶς λεγόμενον τὸ οὔτε. οἱ γράφοντες „οὐδὲ μεταλλῶ“ κακῶς γράφου‐ σιν. A | |
1553c | Did. | ex. | οὔτ’ εἴρομαι οὔτε μεταλλῶ: οὔτε οὔτε, ἄμφω διὰ τοῦ τ, ἵν’ ᾖ ἐμφαντικὸν †δεύτερον† λεγόμενον. | καὶ ἐν τῇ ἀπολογίᾳ δὲ μέμφεται ὡς ἀεὶ ἰδιάζοντος αὐτοῦ. b(BCE3)T | |
1554a1 | Hrd. | εὔκηλος: τὸ εὔκηλος ψιλοῦται κατὰ δύο λόγους, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος „οὖροσ“ (cf. Φ 405), ὅλος „οὖλοσ“ (cf. ρ 343), καὶ ὅτι ἡ ευ δίφθογγος ἐπιφερομένου συμφώνου ψιλοῦται, „εὐνή“ (cf. Ξ 349 al.), „εὐχή“ (cf. κ 526), „εὖροσ“ (λ 312, cf. Β 145 al.). ἐναντιοῦται τὸ | |
4 | „εὕδω“ (cf. Β 2 al.) καὶ „εὑρίσκω“ (cf. Α 498 al.)· τὸ γὰρ „εὗσεν“ (ι 389) ἀπὸ | ||
5 | θέματος τοῦ εὕω. A | ||
1554a2 | εὔκηλος: ἡ ευ πρὸ συμφώνου ψιλοῦται πλὴν τοῦ εὕδω, | ||
εὑρίσκω· τὸ γὰρ εὗσεν ἀπὸ τοῦ εὕω. b(BCE3)T | |||
1554b | Hrd | ἅσς’ {ἐθέληισθα}: ὁ μὲν Πτολεμαῖος (p. 41) δασύνει, τρία λέγων σημαίνειν τὸ ἅσσα, τό τε ἅτινα καὶ ὅσα καὶ τινά. καὶ ὅτε μὲν ἰσοδυναμεῖ τῷ ἅτινα, δασύνεται, ἀλλὰ καὶ ὅτε τῷ ὅσα, ὡς ἐπὶ τοῦ „ἅσς’ ἂν ἐμοί περ / αὐτῇ“ (ε 188—9). ψιλοῖ δὲ ὅτε ἐπὶ τοῦ τινά πα‐ | |
5 | ραλαμβάνεται. A | ||
1554c | ex. | ἄσσα: Ἀρίσταρχός φησι τρία σημαίνειν τὴν λέξιν, τὸ τινά, τὸ ἅτινα, τὸ ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν τοῦ ὅτε δηλοῖ τὸ ἅτινα· τότε γὰρ δασύνεται. καὶ ἔστι κατὰ Ἡρωδιανὸν (cf. 1,541,30) δύο μέρη λόγου, τὸ ἅ ἄρθρον καὶ τὸ σά Μεγαρικὸν δηλοῦν τὸ τινά. ἐν δὲ | |
5 | τῷ προκειμένῳ στίχῳ ψιλοῦται τὸ ἄσσα, καί φησιν αὐτὸ δηλοῦν τὸ ὅσα. b(BCE3E4)T καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως, ὁ δὲ Σιδώνιος „ὅττι“. T | ||
1555a | ex. | νῦν δ’ αἰνῶς δείδοικα 〈κατὰ φρένα〉: πάνυ ἐμφρόνως οὐκ ἐπήγαγε „καὶ κατὰ θυμόν.“ T | |
1555b | ex. | αἰνῶς δείδοικα: ἠθικῶς δεδοικέναι φησί, μὴ πλεονεκτη‐ θῇ ὑπὸ Θέτιδος b(BCE3E4)T | |
1557-8 | ex. | ἠερίη: καὶ τοῦτο καὶ τὸ κατανεῦσαι (558) ἐλεγχούσης εἰσίν. b(BCE3E4)T | |
1.558 | Nic. | τῇ ς’ ὀΐω κατανεῦσαι 〈ἐτήτυμον〉: διασταλτέον ἐπὶ τὸ ἐτήτυμον, ἵν’ ᾖ ἀληθὲς κατανενευκέναι. A | |
1.559 | Did. vel Ariston. | πολέας: Ζηνόδοτος „πολεῖσ“. T | |
1.560 | Did.(?) | 〈τὴν δ’ ἀπαμειβόμενος:〉 γράφεται „τὴν δὲ μέγ’ ὀχθή‐ σασ“. Aint | |
1561a | ex. | δαιμονίη: μακαρία, ἐν σαρκασμῷ. b(BCE3)T | |
1561b | ex. | ὀΐεαι: ἀπὸ τοῦ οἴει· δύο διαιρέσεις. b(BCE3)T | |
1561c | ex. | 〈ὀΐεαι:〉 ὑπονοεῖς τὰ ἐμὰ βουλεύματα. Til | |
1562-3 | ex. | ἀλλ’ ἀπὸ θυμοῦ 〈...〉 ἔσεαι: ὡς τὸ „ἐκ θυμοῦ πεσέειν“ (Ψ 595). T | |
1.563 | ex. | ῥίγιον: ἡ γὰρ ἄγνοια οὐ τοσοῦτον λυπεῖ, ὅσον τὸ ἀποθύμια γινώσκειν. b(BCE3E4)T | |
1.564 | D | εἰ δ’ οὕτω τοῦτ’ ἐστί: εἰ δὲ τοῦτο οὕτως—τιμήν. A | |
1564a | ex. | εἰ δ’ οὕτω τοῦτ’ ἔστιν: εἰ συνεθέμην δέ, πάντως τοῦτο κατὰ τὸ ἀρέσκον μοι ἐποίησα. ἀρχοντικῶς δὲ οὔτε συντίθεται οὔτε ἀρνεῖται. b(BCE3E4)T | |
1564b | Ariston. | 〈μέλλει:〉 ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικόν, ἀλλ’ ἀντὶ τοῦ ἔοικεν. Aim | |
1565a | Hrd. | κάθησο: προπαροξυτόνως· τὰ γὰρ σύνθετα προστα‐ κτικὰ βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τό‐ νον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάσσει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε. οὕτως οὖν | |
5 | καὶ ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. A | ||
1565b1 | ex. | ἀλλ’ ἀκέουσα κάθησο: τὴν πολυπραγμοσύνην αὐτῶν | |
ἀναιρεῖ, καὶ διὰ τοῦ „ἀλλ’ εἰς οἶκον ἰοῦσα“ (Ζ 490 al.). T | |||
1565b2 | ἀποπαύει δὲ διὰ τούτου καὶ τὴν τῶν λοιπῶν πολυπραγ‐ μοσύνην. b(BCE3E4) | ||
1566a | ex. | μή νύ τοι οὐ χραίσμωσι: νῦν μὲν λόγοις αὐτὴν ἀπο‐ κρούεται, ἑτέρωθι δὲ (cf. Ο 18—24) καὶ ἔργῳ κολάζει, b(BCE3E4) TTsin διδάσκοντος ἴσως τοῦ ποιητοῦ ὅτι ἀφόρητον ἂν εἴη γυνὴ μὴ ἐπηρεαζομένη. b(BCE3E4)Tsin | |
1566b | Ep. Hom. | εἰς’: ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον πρόσωπον ἐμέν, ὡς τίθημι τίθεμεν τίθετε, καὶ τὸ τρίτον ἐσί, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰσί. μαρτυρεῖ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ γὰρ ἐκ τοῦ τιθέασι τιθεῖσιν, οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν. A | |
1567a1 | Ariston. | 〈ἄσσον ἰόνθ’:〉 ὅτι Ζηνόδοτος γράφει „ἄσσον ἰόντε“. οὐκ ἔστι δέ, ἀλλ’ ἀντὶ 〈τοῦ〉 ἰόντος. συγχεῖ δὲ καὶ τὸ δυϊκόν. Aint | |
1567a2 | ἀντὶ τοῦ ἰόντος· δοτικῇ δὲ κέχρηται ἀντὶ γενικῆς. Aim | ||
1567a3 | ἄσσον ἰόνθ’: ἰόντα ἀντὶ τοῦ ἰόντος. T | ||
1567b1 | Hrd. | ἀάπτους {χείρας}: οὕτως ψιλῶς προενεκτέον. οὕτως δὲ καὶ Ἀρίσταρχος. ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος (sc. in glossis, p. 191. 194 Pusch) καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι, εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀριστοφάνους Γλώσσαις (fr. | |
5 | 59, p. 212) διὰ τοῦ ε ἐγέγραπτο „ἀέπτουσ“. εἰσὶ δὲ οἳ ἀπροσπελάστους | ||
ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι’ ἰσχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ διαφθείρω καὶ βλά‐ πτω· ἔνθεν τὸ „πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν“ (Α 3). καὶ μέσον αὐτοῦ κατ’ ἔλλειψιν τοῦ α „μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν“ (Α | |||
10 | 454). ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τού‐ του τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατ’ ἔλλειψιν τοῦ ι ἀάπτους, ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ’ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι. A | ||
1567b2 | ἀάπτους: Ἡρωδιανὸς (2,30,11) παρὰ τὸ ἰάπτω τὸ βλάπτω, κατ’ ἔλλειψιν τοῦ ι ἄπτους, καὶ πλεονασμὸν τοῦ α ἀάπτους, ἃς οὐδεὶς βλάψαι δύναιτο, ἢ κατ’ ἐπίτασιν τὰς δυναμένας μεγάλως βλάψαι. τινὲς δὲ ὧν οὐδεὶς ἅψαιτο· ἢ ἀπτοήτους. b(BCE3E4)T | ||
1567c | Did. (?) | ἀάπτους: αἱ πᾶσαι „ἀέπτουσ“ ἔχουσιν. T | |
1569a | Hrd. (?) | καθῆστο: τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο, A b (BCE3)T καὶ ἐν συνθέσει καθῆστο· εἰ γὰρ ἦν ἐκ τοῦ ἧμαι, ὡς ἀπὸ τῶν εἰς μι, ἀνεδίδου τὸν τόνον. A οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι, ἔχοντες δύο σύμφωνα ἐν τῇ συνθέσει, | |
5 | φυλάσσουσι τὸν τόνον, εἶργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως οὖν καὶ τὸ καθῆστο. A b (BCE3)T | ||
1569b | ex. | ἐπιγνάμψασα: τὴν ἀκουσίως πεισθεῖσαν δηλοῖ. b(BCE3 E4)T | |
1569c | ex. | φίλον κῆρ: φίλον τὸ ἴδιον, ὡς „φίλα εἵματα“ (Β 261). διδάσκει δὲ ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν ἐστὶν ἀφόρητα. β (BCE3E4)T | |
1.570 | Nic. | 〈ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες:〉 βραχὺ | |
διασταλτέον ἐπὶ τὸ Διός· ὁ γὰρ οἶκος Διός. Aint | |||
1.571 | ex. | ex. | τοῖσι δ’ Ἥφαιστος: εἰ μὲν ἄνθρωποι ἦσαν, διὰ πρεσβυτι‐ κοῦ προσώπου τὴν στάσιν ἔλυσεν. ἀλλ’ ὅρα τὸ ἀξίωμα τοῦ Διός· Ποσειδῶν μὲν γὰρ συμβουλεύων ἔδοξεν ἂν θωπεύειν δι’ Ἕλληνας, ἄλ‐ λως τε καὶ αἰτίαν ἔχει εἰς Θέτιν· ὁμοίως καὶ Ἀθηνᾶ. βιωτικῶς οὖν διὰ | |
5 | τοῦ παιδὸς λύει τὴν στάσιν καὶ τὸ κατηφὲς τοῦ συμποσίου, γελώμενον παρεισάγων τὸν Ἥφαιστον. b(BCE3E4)T | καιρὸν δὲ δίδωσι Διΐ, χάριτας εἰδὼς τῇ Θέτιδι· „εἰ μή μ’ Εὐρυνόμη τε Θέτις θ’ ὑπεδέξατο κόλπῳ“ (Σ 398). b(BE3E4) | ||
1572a | Ariston. | Ep. Hom. | | {μητρὶ φίλῃ} ἐπίηρα: ὅτι ἐπίηρα τὴν μετὰ χάριτος ἐπι‐ κουρίαν. οἱ δὲ νεώτεροι ἀντὶ συνδέσμου αἰτιώδους χρῶνται, ἀντὶ τοῦ | |
Hrd. (?) | χάριν, ἕνεκα. | ἔστι δὲ παρὰ τὸ ἔρω ἔρανον ὡς ἔχω ὄχανον καὶ κόπτω κόπανον, τροπῇ τοῦ ε εἰς η ἤρανον. ἡ εὐθεῖα τοῦ πληθυντικοῦ ἤρανα, | ||
5 | εἶτα συγκοπῇ ἢ ἀποκοπῇ ἦρα. ἐν δὲ τῇ Καθόλου (1,398,8) οὕτως· ἔστιν ἢρ ἡ ἐπικουρία, καὶ ὀξύνεται ἡ γενική, ἠρός· καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν συνθέσει ἐπίηρα. Ἀρίσταρχος δὲ ὑφ’ ἓν κατ’ ὀρθὴν ση‐ μασίαν †τὸ ἐπίηρα. | καὶ ἐπεκράτησεν ἡ Ἀριστάρχου, καίτοι λόγον οὐκ ἔχουσα. A | ||
1572b | Ep. Hom. | ἐπίηρα: παρὰ τὸ ἔρω ἔρανον καὶ ἤρανον ὡς ἔχω ὄχανον, τὰ ἤρανα καὶ κατὰ ἀποκοπὴν ἦρα. Ἀρίσταρχος δὲ ὑφ’ ἕν. b(BCE3E4) T | |
1572c | Did. (?) | λευκωλένῳ Ἥρῃ: ἄμεινον γράφειν „τετιημένῃ ἦτορ“. b(BCE3)T | |
1.573 | Nic. | 〈ἀνεκτά:〉 διασταλτέον ἐπὶ τὸ ἀνεκτά· ἔχεται γὰρ τῶν | |
ἑξῆς. Aim | |||
1574a | Hrd. | σφώ: πρωτόθετον αὐτήν φησιν Ἡρωδιανός (2,30,19), οὐκ ἀπὸ τοῦ σφῶϊ· b(BCE3E4)T διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέστραπται τὴν περισπωμένην. b(BCE3)T | |
1574b | ex. | σφώ: τοῦτο πρὸς ἔμφασιν τῶν προσώπων. b(BCE3)T τὸ δὲ ἕνεκα θνητῶν πρὸς εὐτελισμὸν τῆς αἰτίας. τὸ δὲ ὧδε πρὸς τὴν αὔξησιν τῆς ἔριδος. b(BCE3E4)T | |
1575a1 | ex. | D | κολῳόν: ἀπὸ τοῦ κολοιός ἐγένετο τὸ κολῳός, τοῦ ο τραπέντος εἰς τὸ ω· διὸ καὶ τὸ ι 〈προσ〉γράφεται, ὡς κλοιός κλῳός. | ὁ δὲ Φιλόξενος—τὸ ι. A | |
1575a2 | D | κολῳόν: παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ κλωός καὶ κολωός. καὶ οὐδὲ προσγράφει τὸ ι. τοῦ δὲ κλῶ παράγωγον τὸ κλάζω. b(BCE3)T | |
1575b | ex. | 〈ἐλαύνετον:〉 ἐπιτείνετε, ὡς καὶ τὸ „ἤλασε τάφρον“ (Ι 349). Til | |
1.576 | Hrd. | ἦδος: ψιλωτέον ὡς τροχαϊκὸν A b (BCE3)Til τῶν εἰς ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή· δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὡς τὸ | |
ἡμέρα μετασχηματίζεται εἰς τὸ „ἦμαρ“ (Δ 164 al.) ψιλούμενον καὶ | |||
5 | τὸ ἅμα εἰς τὸ „ἄμυδισ“ (Ι 6 al.) οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ (2,30,22). A | ||
1577a1 | Hrd. | παράφημι: ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ ὀξυνόμενα τῶν εἰς μι τοιαῦτα. A | |
1577a2 | τὸ ἠμί καὶ φημί καὶ εἰμί ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον. b(BCE3)T | ||
1577b | ex. | νοεούσῃ: οὐ δεομένῃ παραινέσεώς τινος. ἀνθρωπίνως δὲ κοινῇ μὲν ἀμφοτέροις ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένοις, ἰδίᾳ δὲ τῇ Ἥρᾳ εἴκειν τῷ Διῒ παραινεῖ. b(BCE3E4)T | |
1.578 | Ariston. | 〈ἐπίηρα:〉 πρὸς τὸ αὐτό. Aim | |
1579a | Hrd. | {σὺν δ’} ἥμιν {δαῖτα:}: πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. A | |
1579b | Hrd. (?) | 〈ἡμῖν:〉 ἀντὶ τοῦ ἡμῶν. Til | |
1580-3a | Nic. | 〈εἴπερ γάρ κ’ ἐθέλῃσιν—ἔσσεται ἡμῖν:〉 αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι· οἱ μὲν εἰς τὸ ἀστεροπητής (580) ὑποστίζουσιν καὶ τὸ στυφελίξαι (581) ὑποτελείαν στίζουσι στιγμήν, ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα, | |
5 | ὁμοίως δὲ καὶ τὸ ἐστίν (581)· καὶ τὸ μαλακοῖσι (582) τελείαν. οἱ δὲ τὸ στυφελίξαι (581) ὑποστίξαντες καὶ τὸ ἐστί (581) καὶ τὸ μαλακοῖσι (582), ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχῳ τὸ ἐθέλῃς, τοῦ ἀλλά (582) παραλαμβανομένου ἀντὶ τοῦ δέ, ἵν’ ᾖ ἡ ἔννοια τοιαύτη „σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι“, {καὶ} εἰς τὸ | ||
10 | ἔσσεται ἡμῖν (583) τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ στυφελίξαι (581) καὶ τὸ ἐστίν (581), εἰς τὸ μαλακοῖσι (582) τιθέασι τὴν τελείαν, ἵν’ ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις. A | ||
1580-3b | ex. | εἴπερ γάρ κ’ ἐθέλῃσιν〈—ἡμῖν〉: θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ προβάλλεται, ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεύς (δυνήσεται γάρ), b(BCE3E4)T σὺ δὲ θωπεύσεις αὐτόν, εὐθέως ἡμερωθήσε‐ | |
5 | ται. b(BCE3)T | ||
1.580 | D | ἀστεροπητής: ἀστραπὰς ποιῶν. A | |
1581a | Nic. (?) | 〈στυφελίξαι:〉 ἀντὶ τοῦ στυφελίξειε. Aint | |
1581b | ex. (?) | 〈στυφελίξαι:〉 λείπει τὸ δύναται. Aim | |
1.583 | ex. | ἵλαος: διὰ τί ἵλαος; T τοσαύτην ὑπεροχὴν δείκνυσι πρὸς θεοὺς τοῦ Διός, ὅση πρὸς ἀνθρώπους ἐστὶ θεῶν. b(BCE3E4)T | |
1584a | Nic. | 〈ἀναΐξας:〉 βραχὺ διασταλτέον μετὰ τὴν μετοχήν. Aim | |
1584b1 | ex. | καὶ ἀναΐξας: γέλωτα κινεῖ τὸ ἀναΐξας ἐπὶ τοῦ χωλοῦ τιθέμενον· γελοῖος γάρ ἐστι μιμούμενος τοὺς καλλίστους οἰνοχόους, Ἥβην καὶ Γανυμήδεα, καὶ μεμνημένος, πῶς ὁ Ζεὺς τοῦ ποδὸς λαβόμε‐ νος ἔρριψεν αὐτὸν οὐρανόθεν. b(BCE3E4)T | |
1584b2 | γελοῖος δέ ἐστιν Ἥφαιστος ἀναπηδῶν καὶ μιμούμενος Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ῥίψεως. A | ||
1584c | ex. | δέπας: οἱονεὶ δέχας. καὶ „πλησάμενος δ’ οἴνοιο δέπασ“ (Ι 224), „καὶ δεικανόωντο δέπασσιν“ (Ο 86). AT | |
1584d | ex. | 〈ἀμφικύπελλον:〉 ἀμφίκυρτον, ἐξ οὗ τὸ περιφερές. Til | |
1585a1 | Did. | ἐν χερσὶ τίθει: οὕτως αἱ Ἀριστάρχου „ἐν χειρί“, οὐ πληθυντικῶς ἐν χερσίν. ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σω‐ σιγένους καὶ ἡ Ἀριστοφάνους. συνᾴδει δὲ καὶ τὸ ἐπιφερόμενον „μει‐ δήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον“ (Α 596). A | |
1585a2 | ἐν χερσὶ τίθει: πᾶσαι ἑνικῶς ἔχουσι τὸ „χειρί“, οὐ πληθυντικῶς. καὶ συνᾴδει τῷ „ἐδέξατο χειρὶ κύπελλον“. T | ||
1586a | ex. | 〈τέτλαθι, μῆτερ ἐμή:〉 ὅτε κατεπράϋνε τὸν θυμόν, τότε καὶ τὴν ἰδίαν παραίνεσιν ἐπήγαγεν. b(BCE3E4)Til | |
1586b | D | 〈κηδομένη:〉 λυπουμένη. Til | |
1.588 | ex. | οὔτι δυνήσομαι: κωμικῶς τὴν ἰδίαν πήρωσιν προτίθησι. T | |
1.589 | ex. | ἀντιφέρεσθαι: ἐναντιοῦσθαι ἢ ἐξισοῦσθαι. λείπει δὲ ἡ εἴς πρόθεσις. T | |
1.590 | D | ἤδη γάρ με: εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διός. T | |
D | ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα: Ἡρακλῆς ἀνακομιζόμενος—διὸ καὶ ἱερὰ τοῦ θεοῦ ἡ Λῆμνος. A | ||
1591a | Ariston. | ῥῖψε ποδός: ὅτι ἀπὸ δυεῖν τόποιν συμπεπλήρωκε τὸν μῦθον· νῦν μὲν γάρ, ὅτι ἐρρίφη, κατὰ δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ἥρας δεσμῶν (Ο 18—30) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν, δι’ ἣν ἐρρίφη. A | |
1591b | ex. | 〈ῥῖψε ποδός:〉 δύο ῥίψεις Ἡφαίστου, προτέρα μὲν ἡ ὑπὸ τὴν γένεσιν 〈ὑπὸ〉 τῆς Ἥρας (cf. Σ 395—7), δευτέρα δὲ ἡ ὑπὸ Διὸς διὰ τοὺς τῆς Ἥρας δεσμούς. A | |
D | ἀπὸ βηλοῦ: ἀπὸ τοῦ βεβηκέναι—ἀπὸ τοῦ διοδεύε‐ | ||
5 | σθαι. A | ||
1591c | ex. | ἀπὸ βηλοῦ: βηλόν τινες κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας τὸν Ὄλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν. A b (BE3)T | |
1.592 | ex. | πᾶν δ’ ἦμαρ φερόμην: πῶς τῶν ἄλλων θεῶν †οὐ κινήσει† ἀπὸ τοῦ οὐρανοῦ φερομένων ἐπὶ γῆς, Ἥφαιστος δι’ ὅλης ἡμέρας φέρεται; φαμὲν οὖν ὅτι τὸ πᾶν ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ | |
πρωΐας ἕως ἑσπέρας καιρόν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, | |||
5 | ὡς καὶ ἀλλαχοῦ (Α 472) „οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο“ καὶ ἑξῆς (Α 601—2) „πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα / δαίνυντο“. b(BCE3E4)T | ||
1593a1 | Ariston. | Did. | κάππεσον ἐν Λήμνῳ: πρὸς τὰ περὶ Ὀλύμπου· παράκειται γὰρ ἡ Λῆμνος τῇ Θρᾴκῃ. | τινὲς δὲ μεταποιοῦσιν „ἐς Λῆμνον“. ἀλλ’ ὁ ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι· „ἐν δ’ ἔπες’ Ὠκεανῷ“ (Θ 485), „κάππεσεν ἐν κονίῃσι“ (Ο 538), „θοῇ ἐν νηῒ | |
5 | πέσῃσιν“ (Ο 624). οὕτως Ἀρίσταρχος. A | ||
1593a2 | 〈ἐν Λήμνῳ:〉 ἀντὶ τοῦ εἰς Λῆμνον. Til | ||
1593b | ex. | ex. | ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν: ὀλίγη δὲ ἰσχὺς ἐνῆν μοι. T | εἰ ἐλασσοῦται, φασί, τὸ θεῖον, καὶ τέλεον ἐπιλείψει. ἀγνοοῦσι δὲ ὅτι πολλαὶ ἐν τῷ κόσμῳ φύσεις μειοῦσθαι μὲν πεφύκασιν, οὐκ ἐκ‐ λείπουσι δὲ τέλεον· καὶ γὰρ καὶ αὐχμῶν πλεοναζόντων μειοῦται τὸ | |
5 | ὑγρόν, ἀλλ’ οὐκ ἐπιλείπει, καὶ Ἄρης „μόγις δ’ ἐσαγείρατο θυμόν“ (Φ 417). b(BCE3E4)T | ||
1.594 | ex. | Σίντιες ἄνδρες: Φιλόχορος (FGrHist 328, 101) φησὶ Πε‐ λασγοὺς αὐτοὺς ὄντας οὕτω προσαγορευθῆναι, ἐπεὶ πλεύσαντες εἰς Βραυρῶνα κανηφόρους παρθένους ἥρπασαν· σίνεσθαι δὲ τὸ βλάπτειν λέγουσιν. Ἐρατοσθένης (FGrHist 241, 41) δέ, ἐπεὶ γόητες ὄντες | |
5 | εὗρον δηλητήρια φάρμακα. ὁ δὲ Πορφύριος, ἐπεὶ πρῶτοι τὰ πολεμιστή‐ ρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην ἀνθρώπων συντελεῖ. ἢ ἐπεὶ πρῶτοι λῃστήρια ἐξεῦρον. b(BCE3)T | ||
D | Σίντιες: ἀπὸ τοῦ σίνεσθαι—ὁμολογουμένως βλά‐ πτει. A | ||
1595a1 | ex. | 〈μείδησεν:〉 παρὰ τὸν μείονα γέλωτα. Til | |
1595a2 | παρὰ τὸ μειδιῶ, τὸ δὲ μειδιῶ παρὰ τὸ τὸν μέσον διϊέναι γέλωτα. b(BCE3E4) | ||
1596a | Nic. | 〈μειδήσασα δέ:〉 βραχὺ μετὰ τὸν σύνδεσμον διασταλτέ‐ ον. Aim | |
1596b | Ariston. | 〈παιδὸς ἐδέξατο:〉 ὅτι ἐλλείπει ἡ παρά πρόθεσις, ἵν’ ᾖ παρὰ παιδός. Aint | |
1.597 | ex. | 〈ἐνδέξια:〉 ἐπιδεξίως. Til | |
1598a | Did. | ᾠνοχόει: οὕτως „οἰνοχόει“ Ἀρίσταρχος, Ἰακῶς· καὶ ἐν τῇ Ἀργολικῇ καὶ Μασσαλιωτικῇ καὶ Ἀντιμαχ〈ε〉ίῳ (fr. 133) καὶ ἐν τῇ Ζηνοδότου καὶ Ἀριστοφάνους. A | |
1598b | Did. | ex. | ᾠνοχόει: „οἰνοχόει“ Ἰακῶς πᾶσαι. | κατάχρησις δὲ ὁ τρόπος. T | |
1600a1 | Hrd. | 〈Ἥφαιστον:〉 Ἥφαιστος δασύνεται διὰ τὴν ἐτυμολο‐ γίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. A | |
1600a2 | δασύνεται τὸ Ἥφαιστος· παρὰ γὰρ τὸ ἅπτω ἐστίν, ὅθεν καὶ Ἥβη. b(BCE3)T | ||
1600b | Did. (?) | ex. | ποιπνύοντα: „ποιπνύσαντα“ αἱ πᾶσαι, συντελικῶς. T | ἔστι δὲ παρὰ τὸ πονῶ, πονύω, πνύω, ποπνύω καὶ ποιπνύω. b | |
(BCE3E4)T | |||
1.601 | ex. | πρόπαν ἦμαρ: τὸ ὑπόλοιπον ὅλον τῆς ἡμέρας. b(BCE3 E4)T τὸ δὲ ἐς ἠέλιον καταδύντα Ἀττικόν ἐστιν, b(BCE3)T ὡς τὸ ἐς τρίτην ἥκειν. T | |
1.602 | Nic. | δαίνυντ’ οὐδέ τι θυμός 〈ἐδεύετο δαιτὸς ἐΐσησ〉: βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἐν τῷ ἑξῆς κοινόν ἐστι τὸ ἐδεύετο. A | |
1604a1 | ex. | Μουσάων θ’: εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι, τίνα ᾖδον αἱ Μοῦσαι, ὡς Ἡσίοδος „ἄειδον δ’ οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, / οἵ τ’ ἐκ τῶν ἐγένοντο“ (th. 45—6). T | |
1604a2 | εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι τὴν ᾠδήν, †ἀλλ’ αὐτόν, εἶτα τὰς Μούσας ᾆσαι. b(BCE3) | ||
D | Μουσάων θ’ αἳ ἄειδον: ὁ λόγος· ὥσπερ τῆς εὐωχίας —παρὰ μέρος ᾖδον. A | ||
1606a | Ariston. | D | οἱ μὲν κακκείοντες ἔβαν: ὅτι οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται. | πρῶτος δὲ Ὅμηρος—ἴδιον οἶκον ἔχειν. A | |
1606b | Did. | οἱ μὲν κακκείοντες: „οἱ μὲν δὴ κείοντεσ“, οὕτω πᾶσαι. καὶ ἔστιν ὅμοιον τῷ „κείων ἐς θάλαμον“ (τ 48). T | |
1607a1 | Did. | 〈ἧχι:〉 Ἀρίσταρχος τὸ ἧχι χωρὶς τοῦ ι γράφει, καὶ Διονύσιος (fr. 31). παρατίθεται δὲ ὁ Διονύσιος τοὺς Δωριεῖς λέγοντας ἇχι. Aint | |
1607a2 | ἧχι ἑκάστῳ: τὸ ἧχι χωρὶς τοῦ ι κελεύει γράφειν Διονύσιος καὶ παρατίθεται τοὺς Δωριεῖς λέγοντας ἇχι. b(BCE3)T | ||
1607b | ex. | ἀμφιγυήεις: ὁ ἀμφοτέρωθεν βεβλαμμένος, παρὰ τὸ γυῶ τὸ τὰ μέλη διαλύω, ἐπειδὴ τὸ πῦρ πολλῆς δεῖται τῆς ὕλης. b(BCE3 | |
E4)T | |||
D | ἀμφιγυήεις: ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος, διότι | ||
5 | —ἀμφιγυήεντος. A | ||
1.608 | Did. | 〈εἰδυίῃσι:〉 Ἰωνικῶς διὰ τοῦ ι. Til | |
1609a1 | Ariston. | {Ζεὺς δὲ} πρὸς ὃν λέχος: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, „πρὸς ὃ 〈λέχοσ〉“, οὐ νοῶν ὅτι κοινόν ἐστι τὸ ὅν ἀρσενικοῦ καὶ οὐδετέρου. A | |
1609a2 | Ζηνόδοτος „πρὸς ὅ“. Til | ||
D | Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄρρενες—παρίστησιν ὁ ποιητής. A | ||
1609b | Nic. | 〈πρὸς ὃν λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀστεροπητής· τὸ γὰρ ἐπιφερόμενον „ἔνθα“ (Α 610) τὸ ὅπου σημαίνει. ἐν δὲ τῷ ἑξῆς στιγμὴν τελείαν θε‐ τέον ἐπὶ τὸ „ἱκάνοι“ (Α 610)· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ „ἔνθα“ | |
5 | (Α 611) τὸ ἐνταῦθα σημαίνεσθαι. A | ||
1611a | Ariston. | Hrd. | ἔνθα καθεῦδ’ ἀναβάς: ὅτι Ζηνόδοτος γράφει „ἔνθ’ ἐκάθευδ’ ἀναβάσ“. | τὸ δὲ καθεῦδε προπερισπᾶται, ὅτι τὰ ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατὰ τοὺς παρῳχημένους χρόνους ἐν ὁριστικοῖς, ἀπαθῆ ὄντα, φυλάσσει τὸν τόνον ἐν τῇ συνθέσει, εἶχον κατ‐ | |
5 | εῖχον· ὅθεν εἰ „εὗδε δ’ ἀνακλιθείσ“ (δ 794), δῆλον ὅτι καθεῦδεν ὁμοτό‐ νως ὀφείλομεν προφέρεσθαι. A | ||
1611b | ex. | Hrd. | ex. | ἔνθα καθεῦδ’ ἀναβάς: ἀνέβη καθευδήσων, ἢ ἀντὶ τοῦ ἀνεκέκλιτο. b(BCE3E4)T | τὸ δὲ καθεῦδε προπερισπωμένως· | |
ἐφύλαξε γὰρ ἡ σύνθεσις τὸν τόνον. b(BE3)T | διδάσκει δὲ ὁ ποιητὴς μὴ χωρίζεσθαι ἄνδρα γυναικὸς ἐν κοίτῃ, b(BCE3)T ὡς μὴ τῇ | |||
5 | ἀπουσίᾳ λυπήσῃ αὐτόν. b(BCE3) | ||
D | χρυσόθρονος: ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι—ἐπὶ τοῦ πυρός. A | ||
1postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
καὶ Νικάνορος Περὶ στιγμῆς. A | |||
2,pap1t | Pap. I (ad Β 397—865) | ||
2,pap1397 | 〈γένωνται:〉 ἢ κοινῶς „γένηται“. | ||
2,pap1436 | 〈ἐγγυαλίζει:〉 [ ] „ἐ̣γγυαλίζει“. | ||
2,pap1447 | 〈ἀγήραον:〉 [Ἀρί]σταρχ(ος) „ἀγήρω[ν“. | ||
2,pap1462 | 〈ποτῶνται:〉 ]........ πο]τῶνται ε̣ι̣.. | ||
2,pap1665 | 〈βῆ φεύγων:〉 ἔν τ(ισι) „βῆ φεύγειν“. | ||
2,pap1671 | 〈ἄγεν τρεῖς νῆας:〉 Ἀρίσταρχ(ος) „ἄγε“ διὰ τὸ ε....... σ̣υμφων̣ο. | ||
2,pap1682 | 〈Τρηχεῖν’ ἐνέμοντο:〉 Ἀρίσταρχ(ος) Ἰακῶς „Τρη‐ χεῖνα νέμοντο“. | ||
2,pap1694 | 〈ἀνστήσεσθαι:〉 Ἀρίσταρχ(ος) „ἀνστής̣..[ | ||
2,pap1707 | 〈ὁ δ’ ἄρα πρότερος:〉 Ἀρίσταρχ(ος) „ὁ δ’ ἅμα πρότ(εροσ)“. | ||
2,pap1751 | 〈ἔργ’ ἐνέμοντο:〉 ............ „ἔ̣ρ̣γ̣α̣ νέμοντο“. | ||
2,pap1769 | 〈φέρτερος ἦεν:〉 ἔν τ(ισι) „φέρτερος ἦεν“. | ||
2,pap1782 | 〈χωομένωι:〉 Ἀρ̣ί̣σταρχ(ος) ὅτι τινὲς „χωόμενοσ“ ὡς ἀπ’ ἄλλης ἀρχῆς. | ||
2,pap1798 | 〈ἦ μὲν δή:〉 Ἀρίσ̣τ̣α̣ρ̣χ̣(ος) „ἦ δ̣ὴ̣ μέν“. | ||
2,pap1865 | 〈Γυγαίη τέκε:〉 ἔν τ(ισι) „Γυραίη τέκε“. | ||
2,pap2t | Pap. II (ad Β 751—827) | ||
2,pap2751 | [......................) οἵ τ’ ἀμφ’ {ε}ἱ]μερτὸν Τιταρήσιον ἔρ[γ.]νέμοντο: {ε}ἱμερτόν | ||
2,pap2752 | [ἐπιθυμητόν. ὅς ῥ’ ἐς Πηνειὸν προΐει] καλλίρροον ὕδωρ: ὁ Τιταρήσιος ποταμὸς ἔχων τὴν [πηγὴν ἀπὸ τοῦ Τιταρίου ὄρους ἐκ τοῦ] Σ̣τυγὸς ὕδατος ἐπιρρέων τῶι Πηνειῶ〈ι〉 οὐ συμμισ‐ | ||
5 | [γ......................... ὥσ]περ ἔλαιον ἐπιρρεῖ τὸν Πηνειόν. λέγεται δὲ δι‐ [........................... ἢ] διὰ τὸ τὸν Πηνειὸν θολερὸν εἶναι, τοῖς δὲ Τιταρη‐ [σίου ...................... Τέ]μ̣πη ἑκατέρωθεν (εἶ‐ | ||
10 | ναι) τοῦ Πηνειοῦ, ἅ ἐστι δενδρηισου [......................... σκιά]ζει τὸν ποταμὸν ὥστε τὸν ἀέρα μὴ ὁρᾶσθαι διὰ τὴν | ||
2,pap2756 | [σκιάν. Μαγνήτων δ’ ἦρχε Πρόθ]οος Τενδρηδόνος υἱός: ἡ Μαγνησία χώρα ὠνόμασ‐ | ||
2,pap2757 | [ται ............... οἳ περ]ὶ Πηνειὸν κ(αὶ) | ||
Πήλιον εἰνο̣σίφυλλον: κινησίφυλλον· [....................... ακολο]υθοῦντος βούλεται τὸ σύνδενδρον δηλοῦν. | |||
2,pap2763 | [ἵπποι μ(ὲν) μέγ’ ἄρισται: τὸ σημεῖον ὅτ]ι πρ(ὸς) τὸ δεύτερον πρότερον ἀπήντησεν. τὴν δ’ ἀ‐ [πολογίαν τοῦ ποιητοῦ ἐντεῦθεν ὁ Ἀρ]ίσταρχος πεπο̣ίηται πρ(ὸς) Πραξιφάνην· ἐκεῖνος | ||
5 | [γὰρ ........................]π̣αρη[γ]ο̣ρ̣ικῶς ὡ‐ μ{ε}ιληκότα τῆι μητρὶ κα‐ [τὰ ...........(.) περὶ Τηλεμάχου κ(αὶ) ]Πηνελόπης ἐρωτῆ‐ σαι, ἐπειδήπερ ὡς ἔνι μάλιστα [..............................(.) ἀ]πουσία̣ι̣. ἡ δέ, φησίν, | ||
10 | ἡ Ἀντίκλεια συνετωτάτη [..............................(.) ]γίνεται· δι’ ἣν αἰ‐ τίαν ὁ Ἀρίσταρχος δεικνὺς ὁ‐ [..........................]ε̣ι̣ ἡ Ἀντίκλεια. ση‐ μειοῦται δὲ ὅτι διὰ παντὸς | ||
15 | [.......................... πρ]ότερο̣ς ἀπή̣ντα κατὰ | ||
2,pap2764 | ἰδίαν συνήθειαν. τὰς [Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας] ὥς: ὄρνιθας ὥς, ὡς ὄρνιθας, οὕτως ταχη‐ | ||
2,pap2765 | [............................(.)]μ̣εν̣α̣. ὄτριχας οἰέτεας 〈σ〉ταφύληι ἐπὶ νῶτον [ἐ{ε}ΐσας: ὄτριχας ὁμότρ]ι̣χας, οἰέτε̣ας ἰσοετεῖς, στα‐ φύληι ἐπὶ νῶτον ἐ{ε}ΐσας | ||
5 | [οὕτως ἴσας τοῖς νώτο]ι̣ς ὥστε σταφύληι ἀφισοῦσθαι. στα‐ | ||
φύλη δέ ἐστιν ὁ λαο‐ [ξοϊκὸς διαβήτης, ὃς ἔ]χει ἐπ̣’ αὐτοῦ σπάρτο̣ν κ(αὶ) ἐπ’ ἄκρου τοῦ σπάρτου μολύβιον ἐξ‐ [ημμένον, ὧι μετροῦσι ]τὴν ἰσότητα. σταφύλην δὲ ὠνόμασεν, | |||
10 | ἐπεὶ τὸ | ||
2,pap2766 | [μολύβιόν (ἐστι) ἀσταφίδι ψυ]κτῆι ὅμοιον. τὰς̣ ἐμ Πηρείη〈ι〉 θρέψ’ ἀργυρότοξος Ἀπόλλων: [..................]ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν „τὰς ἐμ Π{ε}ιερίη〈ι〉“ πλα‐ | ||
5 | [νώμενοι, ἐπεὶ ἡ μ(ὲν) Πιερί]α τῆς Μακεδονίας, ἡ δὲ Πήρεια τῆς | ||
2,pap2767 | Θεσσαλίας. 〉ἄμφω θη‐ [λείας φόβον Ἄρηος φορ]ε̣ούσας: τὸ σημεῖον πρ(ὸς) τὸν φόβον ὅτι τὴν τοῦ Ἄ‐ [ρεως φυγὴν σημαίνει,] τουτέστιν τὴν ἐκ τοῦ πολέμου φυγὴν | ||
5 | ὑπομε‐ [νούσας ............]οι ἔλαβον ἐπικεχαράχθαι αὐταῖς πρό‐ σωπον, ὅ (ἐστι) φόβου [σημεῖον ...........]καλων τὸ ἐμ παρατάξει ἵππους θηλείας ἔχειν· οἱ γ(ὰρ) ἄρσε‐ | ||
10 | [νες ...............].ουρ̣ίζονται, αἱ δὲ θήλειαι οὐδὲν τούτ(ων) ποιοῦσιν. ἔτι δὲ [.............. ἐν τῶ]ι φυγεῖν χρησιμεύ[ο]υσιν, ὅθεν κ(αὶ) ἐπὶ τ(ῶν) τοῦ Αἰνεία{ι} φησίν· [„οἷοι Τρώϊοι ἵπποι ἐπιστάμ]ενοι πεδίοιο / κραιπνὰ μάλ’ ἔνθα | ||
15 | καὶ ἔνθα διωκέμ(εν) | ||
2,pap2776 | [ἠδὲ φέβεσθαι.“ λωτὸ]ν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέ‐ λινον: λωτὸν ἐρε‐ [πτόμενοι οἷον λωτὸ]ν̣ ἀναρπάζοντες. λ[ω]τὸν δὲ ἤτοι τὸν παρ’ ἡμ{ε}ῖν λεγόμενον | ||
5 | [μελίλωτον ἢ κ(αὶ) ἄλλο ὅ]μοιόν τι τούτωι ἔδεσμα. ἐλεόθρε‐ πτον δὲ σέλινον τὸ | ||
2,pap2777 | [ἐξ ἕλους .........] ἕσ[τ]ασαν· ἅρματα δ’ αὖ πεπυκασμένα κεῖτο ἀνά‐ [κτων ............ ]πεπυκα̣[σ]μένα. ἐκ δὲ τούτου τὰ ἐπιμελείας κα‐ | ||
2,pap2779 | [θηκούσης ........] φοίτ(ων) [ἔ]νθα [καὶ ἔν]θα | ||
κατὰ στρατόν: φοιτᾶν (ἐστι) τὸ αἰεὶ | |||
2,pap2780 | ἐπὶ τοῦ αὐτοῦ τό̣π̣ου ἐνθουσιωδῶς ὁρμᾶν. οἱ δ’ ἄρ’ [ἴ]σαν ὡς ε[ἴ] τε πυρὶ χθὼν πᾶ[σ]α νέμοιτο: οὕτως δὲ ἐπορεύοντο ὥς[τ]ε̣ δόξαι ὅτι καθ’ ὅλην τὴν γῆν πῦρ κατα‐ νέμεται. τοῦ[τ]ο̣ δὲ δεῖ λα‐ | ||
5 | ☧ | βεῖν πρ(ὸς) τὸ ἄνω τὸ „ἵπποι θ’ οἳ φορ[έεσ]κον ἀμύμονα“, οἱ δ’ ἄρ’ ἴσαν ὡς εἴ τε πυρὶ χθών. τὰ δ̣ὲ λοιπὰ πα‐ | |
2,pap2781-2 | ραναπεφώνηται. γαῖα δ’ ὑπεστενάχιζε Διῒ ὣς τερπικεραύνωι / χωομένωι, ὅτε τ’ ἀμφὶ Τυ‐ φωέϊ γαῖαν ἱμάσση̣〈ι〉: ἡ̣ δ̣ὲ̣ γῆ οὕτως ὑπέστεν̣εν ὡς ὅτε περὶ τῶι Τυφωέϊ χωόμενος | ||
5 | ὁ Ζεὺς ἔπλησσεν αὐτήν· ἱμάσσαι γ(ὰρ) κυρίως (ἐστὶ) τὸ ἱμάντι πλῆξαι, καταχρηστικῶς δὲ ὁ‐ πωσδήποτε. τὸ δὲ σημεῖον πρ(ὸς) τὸ χωομένωι ὅτι νῦν τὸ χολου‐ μένωι δηλοῖ. ἐσχη‐ | ||
2,pap2783 | μάτικε δὲ †τα Τυφωέα ἀπ̣ὸ̣ τῆς Τυφωεύς. εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς: Ἄριμα τῆς Πισιδίας̣ (ἐστίν), ὑφ’ οἷς δοκεῖ ὁ Τυφὼς (εἶναι) καθ’ Ὅμηρον. οἱ μ(έν)τοι γε νεώτε‐ | ||
5 | ροι ὑπὸ τὴν Αἴτν̣[ην] τὸ ἐν Σικελίαι ὄρος φασὶν αὐτὸν (εἶναι), ὧν Πίνδαρος· „κείνωι μ(ὲν) | ||
2,pap2784 | Αἴτνα δεσμὸς ὑπερφίαλος ἀμφίκειται“. ὣς ἄρα τ(ῶν) ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα: ὣς ἄρα τ(ῶν) οὕτως τούτ(ων). μέγα ἀντὶ το̣ῦ̣ | ||
μεγάλως. στεναχίζετο ἀντὶ τοῦ ἔσ‐ | |||
5 | τενεν, τῶι παθητικῶι ἀντὶ τοῦ ἐνεργητικοῦ. ὁ δὲ λόγος οὕτως, τούτ(ων) ὑπὸ τοῖς | ||
2,pap2785 | ποσσὶν μεγάλως ἔστενεν ἡ γῆ. 〉ἐρχομένων. μάλα δ’ ὦκα διέ‐ πρησσον πεδίοιο: ἡ διπλῆ ὅτι ἐλλείπε[ι] ἡ δ̣ιά πρόθ̣ε̣σις. ὦκα δὲ ἀντὶ τοῦ ὠκέως· ὠκέως δὲ διέπρησ‐ | ||
2,pap2787 | σον διὰ πεδίοιο. πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίηι ἀλεγεινῆι: ἀλεγεινῆι τὴν ἄλγος ἐ‐ | ||
2,pap2788 | ☧ | πιφέρουσαν. ο[ἱ] δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο: οἷον μύθους ἔλεγον, μύθους ἐμυθοῦν‐ το. δεῖ δὲ νοεῖν ὅ[τ]ι κα̣[τ’ αὐ]τ̣ὸν τὸν χρόνον τοῦ ὀνείρου ἔ̣τι κ(αὶ) αὕτ̣η̣ ἀπέσταλται. ὁ δὲ ποιη‐ | |
5 | τὴς διηγηματικὸς ὤν, [ο]ὐ δυνάμενος ἅπαντα εἰπεῖν, τὰ κατὰ τὸν χρόνον πραχθέντα | ||
2,pap2790 | παρὰ μέρος εἴρηκεν. ἀγχοῦ δ’ ἱσταμένη πρ(οσ)έφη πόδας ὠκέ̣α̣ Ἶρις: ἱσταμένη ἀντὶ | ||
2,pap2791-3 | τοῦ στᾶσα. 〈—〉εἴ[σ]ατο δὲ φθογγὴν ὑεῖ Πριάμοιο | ||
2,pap2795 | Πολ{ε}ίτηι, / —ὃς Τρώων σκοπὸς ἷζε ποδω‐ κείη〈ι〉σι πεποιθώς, / —τύμβωι ἐπ’ ἀκροτάτωι Αἰσυιήταο γέρον‐ τος· / —τῶι σφιν ἐεισα‐ μένη μετέφη πόδας ὠκέα Ἶρις: ἀθετεῖ τούτους Ἀρίσταρχος, ὅτι | ||
5 | πρῶτον μ(ὲν) οὐδέπο‐ τε ὑπὸ Διὸς πεμπομένη ἡ Ἶρις ὁμοιοῦταί τινι, ἀλλ’ αἰεὶ αὐτοπρόσω‐ πος παραγ{ε}ίνε‐ ται. ἔτι δὲ κ(αὶ) ἡ ὑπόκρισις ἀπίθανος· εἰ γ(ὰρ) ἕνεκα τοῦ ψιλῶς εἰπεῖν ὅτι ἔρχονται παρῆκται ἡ Ἶρις, | ||
10 | τοῦτο κ(αὶ) ὁ Πολίτης ἠδύνατ̣ο ποιῆσαι· εἰ δὲ πρ(ὸς) τοῦτο, ἵνα οἱ | ||
πρότερον μὴ τολμῶντες ἐξελθεῖν ἐξέλθωσιν, 〈ἡ〉 Ἶρις ἔστω λέγουσα ὡς κ(αὶ) παρὰ τοῦ Διὸς ἀπεσταλμένη. ὅτι δὲ Ὅμηρος, ὅταν τινὰ εἰκάζη〈ι〉 τινί, κ(αὶ) τοὺς πρέποντας λόγους | |||
15 | περιτίθησιν, δῆλον. ἡ γοῦν ἀρχὴ οὐ Πολίτου (ἐστίν), ἀλλ’ ὑπὲρ τὸν Πολίτην· φησὶ γ(άρ) „ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν“. τοῦτο εἰ μ(ὲν) ἡ Ἶρις λέγουσα, πρεπόντως ἔχει, εἰ δὲ ὁ υἱὸς πατρί, ἀπρε‐ | ||
20 | πῶς· ἔδει γ(ὰρ) λέγειν ‘ὦ πάτερ‘. κ(αὶ) τὸ „μῦθοι φίλοι ἄκριτοί εἰ‐ σιν“, ὅ (ἐστιν) ἀχώριστοι· κρῖ‐ ναι γ(ὰρ) τὸ χωρίσαι· κ(αὶ) τοῦτο οὐ Πολίτου πρ(ὸς) πατέρα· †ἀκουοντ.ς † λέγειν ἔοικεν· ἀλλὰ μᾶλ‐ | ||
2,pap2797 | λον τῆς Ἴριδος. ὥς τέ ποτ’ ε[ἰ]ρήνης· πόλεμος δ’ ἀλίαστος ὄρωρεν: ἀλίαστος ἀν‐ έκκλιτος, ἀναπότρεπτος, ὃν οὐ ῥά〈ι〉διόν (ἐστιν) ἐκκλῖναι· κ(αὶ) γ(ὰρ) ἐν ἄλλοις „νόσφι λιασθείσ“, τοῦ‐ | ||
2,pap2798 | το (ἔστι) χωρὶς ἐκκλίνων. ἦ μ(ὲν) δὴ μάλα πολλὰ μάχας εἰσ‐ ήλυθον ἀνδρῶν: κ(αὶ) τοῦ‐ το δὲ ἀπ{ο}εοικὸς Πολίτηι λέγ̣ειν, τῆι δὲ Ἴριδι πρ(οσ)ῆκον, ὅτι αἰεί ποτέ (ἐστιν) | ||
2,pap2799 | ἐμ πολέμοις, ἐκ〈ε〉ῖνος δὲ οὔ. ἀλλ’ οὔ πω τοιόνδε τοσόνδε τε λαὸν ὄπωπα: κ(αὶ) οὗ‐ τος δὲ τῆς αὐτῆς ἐννοίας ἔχεται ὥστε, εἰ μ(ὲν) ἡ Ἶρις ἡ λέγουσα αὐ[τ]‐ ο̣π[ρ]ό‐ | ||
5 | σωπος, {ειχ} οἰκείως ἔχειν, εἰ δὲ Πολίτης, ἀπίθανον. πότε γ̣(ὰρ) ε̣[ἶδε λα]ό̣[ν, ὃς ἄξ]ι̣‐ ός (ἐστι) θαυμασμοῦ; ἐπίστ̣ασθαι οὖν Ἴριδι οἰκεῖον, Πολίτηι δὲ οὐ | ||
2,pap2800 | [πρέ]πο̣ν̣[ λί‐] ην γ(ὰρ) φύ̣λλοισιν ἐοικότες ἢ ψαμάθοισιν: [............... ..... εἰ γ(ὰρ) ὑπὸ Ἴ‐] | ||
2,pap2801 | ριδος λέγοιτο̣, ἔχοι ἂν πρεπόντως, εἰ δὲ Π[ολίτης λέγει, οὔ. 〉ἔρ‐ χονται πεδίοιο] μαχησόμενοι περὶ ἄστυ: τὸ σημεῖον ὅτ̣[ι ἐλλείπει πάλιν ἡ διά | ||
2,pap2802 | πρόθεσις. Ἕκ‐] τορ, σοὶ δὲ μάλιστ̣’ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι: κ[.......... .......... πρεσβύ‐] τερον ὄντα ἀδελφὸν ἀπίθανον· ἔδει γ(ὰρ) εἰπε[ῖν ............... | ||
5 | ..... εἰ αὐ‐] τοπρόσωπος̣ ἡ Ἶρις̣ παραγ{ε}ίνεται. κ(αὶ) γ(ὰρ) λέγει .[........ ...............] τουτ.. ῥ̣[έ]ξ̣α̣ι̣ πρ̣ᾶξαι. ἀπίθανον οὖν ἀδ[ελφῶι πρεβυτέρωι νεώτερον ἐπι‐] | ||
10 | τάσσειν. ἕ̣ν̣ε̣κ̣ε̣ν̣ τούτ(ων) πάντ(ων) ἠθέτη̣σ̣ε̣ν̣[ ὁ Ἀρίσταρχος τοὺς | ||
2,pap2804 | στίχους. ἄλλη] δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀ[νθρώπων: .......... | ||
2,pap2805 | ......... τοῖσιν ἕκασ‐] τος ἀνὴ̣ρ̣ σημαινέτω οἷσί περ ἄρχει: τούτοις δὲ ἕκαστος ἐπιτασ‐ σέτ[ω, ὧν ἄρχει· ...(.)] σημαίνειν τὸ ἐπιτάσσειν. φαίνεται δὲ πάλιν ἐπιτάσσειν ὁ Πολίτησ[. | ||
5 | ......(.) οἰ‐] | ||
2,pap2806 | κεῖον ὑπ̣ὸ αὐτοῦ λέγεσθαι, ἀλλ’ ὑπὸ Ἴριδος. 〈τῶν δ’ ἐξηγείσθω κοσμησάμενος πολιήτας:〉 τούτ(ων) δ’ ἡγ̣ε̣ίσθω διατά‐ ξας̣ [ἕκαστος τοὺς πο‐] | ||
2,pap2807 | λίτας. ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν: τοῦτο ἀμφίβολ[ον· ἕτερον μ(ὲν) γ(ὰρ) ση‐] μαίνει, οἷον ἔγνω ὅτι θεᾶς (ἐστιν) ἔπος, ἕτερον δὲ οὐ̣[κ ἠ]γ̣ν̣όησεν τὸ τῆς [θεᾶς ἔπος, οἷ‐] | ||
5 | ον οὐκ ἠφ̣ροντίστησεν· ὃ καὶ μᾶλλον· ὅτι μ(ὲν) γ(ὰρ) ἐξ.[.].[..... ................... αὐ‐] τὴν ὁμοιοῦσθαι, αὐτόπτιν δὲ λέγ̣ειν, δῆλον ἐκ τ(ῶν) πρ[οειρημένων. τῆς δὲ λεγούσης ὡς] | ||
2,pap2809 | γ{ε}ινωσκομένης ὅτι Ἶρίς (ἐστι), πάλι μὴ ἀγνοεῖσθαι τὸ ἔπος. 〉[πᾶ‐ σαι δ’ ὠΐγνυντο πύλαι, ἐκ] δ’ ἔσσυτο λαός: τὸ σημεῖον πρ(ὸς) τοῦτο ὅτι τὴν πύλην π̣[ληθυν‐ | ||
2,pap2811 | τικῶς εἴρηκεν. ἔσ‐] τι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη: τοῦτο ὁ ποιη[τὴς ............. ἐκ] δὲ τούτου τὸν αὐτόπτ[η]ν ἐνδείκνυσ̣[ι]. κολώνη (ἐστὶ) [π]ᾶ̣ν̣ [ἀνά‐] | ||
2,pap2812 | σ[τ]η̣μ̣α̣ [γῆς. ἐν πεδίωι ἀπά‐] νευθε περίδρομος ἔνθ[α κ]αὶ ἔνθα: ἀπάνευθε χω[ρὶς σημαίνει ὡς „εἵως μ(έν) ῥ’ ἀπάνευ‐] | ||
2,pap2813-4 | θε θεοὶ θνητῶν ἔσαν ἀνδ[ρ]ῶν“. τὴν ἤτοι ἄνδρες [Βατίειαν κι‐ | ||
κλήσκουσιν, / ἀθάνα‐] τοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης: ταύτη[ν .......... ..................] | |||
5 | γυναῖκα, οἱ δὲ οὔ, ἀλλὰ μίαν τ(ῶν) Ἀμαζονίδων [............... .......... πολύσκαρ‐] θμον δὲ αὐτὴν εἴρηκεν τὴν πολυσκάριστον· σ[καρθμὸς γ(ὰρ) ἡ τ(ῶν) | ||
2,pap2815 | ποδῶν κίνησις. ἔν‐] θα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι: ἔνθα ὅπου, [..... | ||
2,pap2816 | .................... 〉Τρω‐] σὶ μ(ὲν) ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ: τὸ σημ̣[εῖον πρ(ὸς) τὴν ἐναλλαγὴν τῆς] πτώσεως, ὅτι εἴρηκεν Τρωσὶν ἀντὶ τοῦ Τρώων, ὁμοί[ως τῶι „Τρωσὶν | ||
5 | μ(ὲν) προμάχιζεν Ἀ‐] λέξανδρος θεοειδήσ“. κορυθαίολος δέ (ἐστιν) ἤτοι ὁ ποικίλη[ν ..... ............... αἰό‐] λον γ(ὰρ) τὸ ποικίλον· ἢ καὶ ὁ ἐν τῆι πε̣ρικεφαλαίαι ὀξέω[ς ..... ............... εὐ‐] | ||
10 | θετεῖ γ(ὰρ) κ(αὶ) ἐπὶ τοῦ ὀξέος κ(αὶ) εὐστραφοῦς τὸ αἰόλον, οἷον ὅταν λέγηι· „ἔ̣[νθα ἴδον πλείσ‐] | ||
☧ | τους Φρύγας ἀνέρας αἰολοπώλουσ“. ὅθεν Ἀλκαῖος ἀμφο̣[τερ.. ...............] λέγων οὕτως· „καὶ χρυσοπάσταν τὰν κυνίαν ἔχων / ἔλαφρα π[... | ||
15 | ...............] | ||
2,pap2819 | ζων. 〉Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο: τὸ | ||
σημ[εῖον ὅτι ............] τοὺς Τ̣ρ̣[ῶ]α̣ς διέστα〈λ〉κεν τ(ῶν) Δαρδάνων. τὸ δὲ ἑξῆς (ἐστι) Δαρδα[νίων αὖτ’ ἦρχεν ἐῢς] | |||
5 | πάϊς Ἀγχίσαο / „Αἰνείασ“, „οὐκ οἶοσ“, τὰ δὲ λοιπὰ .[..... ......................... τὴν] | ||
2,pap2824 | εὐγένειαν. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατο[ν Ἴδης: τὴν ὑπώρειαν, τὸν ἔσχα‐] | ||
2,pap2825 | τ[ον] πόδα τῆς Ἴδης. ἀφνειοί, π{ε}ίν[ο]ν̣τες ὕδωρ μ[έλαν Αἰσήποιο: ...............] | ||
2,pap2827 | ε̣[.]..λ̣... „μέλαν Ἀνδ̣είροιο“. Πάνδαρος, ὧ〈ι〉 κ(αὶ) τό[ξον Ἀπόλλων αὐτὸς ἔδωκεν: ..........] [...]ν[ ]νοητέον ἐκ του̣[.....].[..]τ[ὴν το]ξικὴν[ .......... ....................] | ||
5 | [...]σεν· αὐτὸς γ(ὰρ) ἑαυ[τ]ῶ̣ι̣ [ἐποίησεν] [ | ||
21a1 | Ariston. | ἄλλοι {μέν ῥα}: ὅτι Ζηνόδοτος γράφει „ὦλλοι“. ὁ δὲ ποιητὴς ἀσυνάρθρως ἐκφέρει. A | |
21a2 | Ζηνόδοτος „ὦλλοι“ γράφει, κακῶς· ἐλλείπει γὰρ ὁ ποιητὴς τοῖς ἄρθροις ἀεί. b(BCE3) | ||
21b | ex. | θεοί τε καὶ ἀνέρες: ὅτι μετὰ θεὸν ἄνθρωπος· καὶ ἀπὸ τοῦ ἀνδρὸς τὸ πᾶν γένος. b(BCE3E4)T | |
21c | ex. | ἱπποκορυσταί: οὓς ἀγρυπνεῖν ἔδει διὰ τὴν τοῦ πολέμου πρόνοιαν. οἱ δὲ τοὺς βασιλεῖς ἤκουον. b(BCE3E4)T | |
21-2 | ex. | 〈θεοὶ—παννύχιοι:〉 ἀπὸ κοινοῦ τὸ παννύχιοι. Aim | |
2.2 | D | παννύχιοι: πῶς ἐν τῇ Α εἰπὼν—τῆς νυκτός, ὡς οἱ ἄλλοι, μεριμνῶν. A | |
22a | Porph. | Δία δ’ οὐκ ἔχε: καὶ πῶς φησιν „ἔνθα καθεῦδ’ ἀναβάσ“ (Α 611); λύοιτο δ’ ἂν κατὰ λέξιν· τὸ γὰρ εὕδειν, ἰαύειν, κοιμᾶσθαι καὶ ἐπὶ ψιλῆς ἀνακλίσεως λαμβάνει, οἷον „πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον“ (Ι 325) καὶ „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. / | |
5 | ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ / κεῖτ’ ἐγρηγορόων“ (υ 4—6). ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, ὁ δὲ Ζεὺς οὐ παννύχιος. b(BCE3E4)T | ||
22b | Ariston. | νήδυμος: ὅτι τὸ νήδυμος μετὰ τοῦ ν, καὶ οὐχὶ „ἥδυμοσ“ (ὡς ἔνιοι) παρὰ τὸ ἡδύς, ὡς δῆλον ἐκ τοῦ „νήδυμος ἀμφιχυθείσ“ (Ξ 253). οἱ δὲ μεθ’ Ὅμηρον καὶ χωρὶς τοῦ ν λέγουσι· καὶ Ἀντίμαχος (fr. 94 W.)· „ἐπεί ῥά οἱ ἥδυμος ἐλθών“, καὶ Σιμωνίδης (fr. 94 P.)· „οὗτος | |
5 | δέ τοι ἥδυμον ὕπνον ἔχων“. ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς εἶναι παράγωγον τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ τοῦ | ||
ἀνεκδύτου τίθησι τὴν λέξιν. A | |||
22c1 | ex. | Ariston. | νήδυμος: Ἀρίσταρχός φησιν ἐκ τοῦ δύνω δύμος καὶ ἐν ἐπ‐ εκτάσει νήδυμος (ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός)· οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δέ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθύς (παρὰ τὴν νηδύν) | |
5 | ἢ ἀνώδυνος. | ὅτι δὲ μετὰ τοῦ ν φησὶ „νήδυμος ἀμφιχυθείσ“ (Ξ 253). b(BCE3E4)T | ||
22c2 | ex. | καὶ δῆλον ὅτι παρὰ τὸ δύω ἢ δύνω ἐξέπιπτε ῥηματικὸν τὸ δύμος, καὶ κατὰ στέρησιν τοῦ νη ὁ νήδυμος ἐγίνετο (ὅθεν καὶ οἱ δίδυ‐ μοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός), καὶ οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δέ, ὃν οὐ δυνατὸν ἀποδύ‐ | |
5 | σασθαι, ἢ ὁ βαθύς (παρὰ τὴν νηδύν) ἢ ὁ ἀνώδυνος. A | ||
23a1 | D | ex. | ἀλλ’ ὅ γε μερμήριζε: ἐμερίμνα. | διδάσκει δὲ μηδὲν ἀπερι‐ σκέπτως ποιεῖν· ὅτε γὰρ ἀμελεῖ, ἁλίσκεται, ὡς ἐν τῇ Ξ ἀπατᾶται ὑπὸ Ἥρας, καὶ ἐπὶ Ὀδυσσέως „στάσκεν, ὑπαὶ δὲ ἴδεσκεν“ (Γ 217). καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδος, εἰ πρακτέον, νῦν δὲ τὸ πῶς πρα‐ | |
5 | κτέον. T | ||
23a2 | ex. | διδάσκει μηδὲν ἀπερισκέπτως ποιεῖν, ὥσπερ αὐτὸς ὑπὸ Ἥρας ἐν τῷ Ξ ἁλίσκεται, καὶ τοὺς ἄλλους, εἰ μὴ προγνοῖεν, ταὐτὸν πάσχειν οἰόμενος. καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδι, εἰ πρακτέον, b(BCE3 E4) νῦν δὲ τὸ πῶς πρακτέον. b (E3E4) | |
23b | ex. | ἀλλ’ ὅ γε μερμήριζε: διδάσκει ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νύξ, τούς τε ἄρχοντας οὐ παννυχίζειν δεῖ, καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν. A b (BCE3E4)T διὰ τοῦτο οἱ μὲν τοῦ Διὸς δεηθέντες καθεύδοντες αὐτῷ πεποίηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος | |
5 | προτιμῆσαι Ἀχιλλέα. b(BCE3E4)T | ||
23c | ex. | μερμήριζε: εἰς μέρη ἐμερίζετο· καὶ διάνοια μὲν ἡ ἑδραία, μέριμνα δὲ ἡ μεριζομένη. b(BCE3E4)T | |
23-4 | Nic. | 〈μερμήριζε κατὰ φρένα, ὡς Ἀχιλῆα / τιμήσῃ:〉 βραχὺ διασταλτέον μετὰ τὸ φρένα καὶ τιμήσῃ. Aint | |
24a | ex. | ex. | τιμήσει’: τοῦτο εὐκτικόν, τὸ δὲ ὀλέσῃ ὑποτακτικόν, A b (BCE3)T ὡς τὸ „χόλον τελέσει’ Ἀγαμέμνων“ (Δ 178). A | στι‐ κτέον δὲ ἐν τῷ νηυσί· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελε· διό φησιν· „ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν“ (Π 780), ὥστε διωχθῆναι μέχρι | |
5 | νηῶν. A b (BCE3)T | ||
24b | Ariston. | πολέας: ὅτι Ζηνόδοτος γράφει „πολύσ“. μόνα δὲ τὰ εἰς υς μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἢ συστολὴν ἑνικὰ καὶ πληθυν‐ τικὰ γίνεσθαι, οἷον βότρῠς καὶ βότρῡς. A | |
24c | Hrd. (?) | 〈πολέας:〉 ὡς ταχέας. Ail | |
25a | ex. | ἥδε δέ οἱ κατὰ θυμὸν 〈ἀρίστη φαίνετο βουλή〉: πολλὰ προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν. ἔστιν οὖν ὡς τὸ „αἱ δεύτεραί πως φροντίδες σοφώτεραι“ (Eur. Hipp. 436) καὶ „ἕτερος δέ με θυμὸς ἔρυκεν“ (ι 302). A b (BCE3E4)T | |
25b | Nic. | 〈ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:〉 βραχὺ διασταλτέον κατὰ τὸ τέλος· μέρος γὰρ κατὰ τὸ ἐπιφερόμενον τῆς πε‐ ριόδου. Aim | |
26a | Hrd. | πέμψαι ἐπ’ Ἀτρείδῃ: οὐκ ἀναστρέφεται ἡ πρόθεσις· αἱ γὰρ συναλειφόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιϊστά‐ | |
μεναι. A | |||
26b | Ariston. | 〈οὖλον:〉 ὅτι οὐ τὸν μαλακόν, ἀλλὰ τὸν ὀλέθριον· πέμπεται γὰρ ἐπ’ ἀπίστῳ καὶ κακῷ. Aint | |
26c | ex. | οὖλον: τοῦτο κατὰ συμπάθειαν, ὡς „οὐλομένην“ (Α 2), b (BCE3E4)T καὶ ἵνα ποθοῖμεν μαθεῖν, τί εἴργασται ὁ οὖλος ὄνειρος. Ἕκτορι δὲ Ἶρις πέμπεται (cf. Λ 182—210), ἀλλ’ οὐχὶ νῦν, ὅπως μὴ πρὸ τοῦ Καταλό‐ γου ἡ ναυμαχία γένηται. ἢ οὖλον τὸν ἀσαφῆ καὶ ὕπουλον b(BCE3) | |
5 | T (εἰ μὴ ἄρα τὸν μαλακὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος οὕτω φησίν· b [BE3] T „οὖλε“ [Β 8])· καὶ Τρῶας γὰρ ἀπώλεσε θαρρήσαντας ὑπομεῖναι τὸν Ἀχιλλέα, ποιητικὸν δὲ τὸ πλάσσειν ὀνεί‐ ρους. ἢ τὸν ἐπ’ ὀλέθρῳ πεμπόμενον. ἢ τὸν ὁλόκληρον, ὡς τὸ 〈***〉 „οὖλέ τε καὶ μέγα χαῖρε“ (ω 402). T | ||
10 | D | οὖλον ὄνειρον: δηλοῖ ἡ λέξις καὶ τὸν προσηνῆ—ὄλβια δοῖεν. A | |
2.7 | ex. | 〈καί μιν φωνήσας:〉 τὸ μίν τριγενές· νῦν ἀρσενικόν, θηλυκῶς δὲ ὡς τὸ „καί μιν ἔτις’, ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη“ (η 67), καὶ οὐδέτερον ὡς τὸ „νῦν αὖτέ μιν υἷες Ἀχαιῶν / ἐν παλάμῃ φορέουσιν“ (Α 237—8), τὸ σκῆπτρον. Tt Til | |
28a1 | Hrd. | ex. | βάσκ’ ἴθι {οὖλε}: Τυραννίων (fr. 5 P.) ὑφ’ ἕν, ὡς ἄπιθι. παρ‐ αιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι, μετ’ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ θι παραχθέντα κατ’ ἀρχὴν οὐ θέλει συντίθεσθαι. | καὶ ἄμεινον ταὐτολογίαν εἶναι ἐμφαίνου‐ | |
5 | σαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ „ἔλθοι καὶ ἵκοιτο“ (ρ 539 al.), „ὣς ἔφατ’ ἔκ τ’ ὀνόμαζε“ (Α 361 al.). καὶ Ἡρωδιανὸς (cf. 2,843,18) μέν φησι τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπαφρόδιτος (fr. 17 L.) δὲ ἀόριστον. δύναται δὲ καὶ ἴθι ἐπίρρημα παρακελεύσεως 〈εἶναι ἀντὶ τοῦ ἄγε〉 ὡς 〈τὸ〉 „ἴθ’ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν“ (Soph. Ai. 1003). Aext | ||
28a2 | ex. | Hrd. (?) | | βάσκ’ ἴθι: Ἡρωδιανὸς μὲν τὸ ἴθι ἐνεστῶτός φησι νῦν, | |
ex. | Ἐπαφρόδιτος δὲ ἀορίστου. T | Τυραννίων δὲ ὑφ’ ἕν, ὡς ἄπιθι. | ἄμει‐ νον δὲ b(BCE3)T ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν. b (BCE3E4)T καὶ ἀλλαχοῦ „ἔλθοι καὶ ἵκοιτο“ καὶ „ὣς ἔφατ’ ἔκ τ’ | ||
5 | ὀνόμαζε.“ καὶ πάνυ σφόδρα φασὶν Ἀττικοί. δύναται δὲ τὸ ἴθι καὶ ἐπίρρημα παρακελεύσεως εἶναι ἀντὶ τοῦ ἄγε, ὡς τὸ „ἴθ’ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.“ b(BCE3)T | ||
28b | Ariston. | 〈βάσκ’ ἴθι:〉 ὅτι παραλλήλως βάσκε καὶ ἴθι· ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις. Aint | |
28c | Nic. | βάσκ’ ἴθι 〈οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν〉: στι‐ κτέον κατὰ τὸ τέλος τοῦ στίχου· περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος ἔχει, καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως διὰ τοῦ ἀσυνδέτου φαίνεται. A Aext | |
2.9 | ex. | ἐλθὼν ἐς κλισίην: ἀσύνδετος καὶ ἀρχοντικὸς ὁ λόγος. b (BCE3)T | |
210a | ex. | πάντα μάλ’ ἀτρεκέως: διδάσκει τοὺς ἀγγέλους μὴ πε‐ ρισσὸν τῶν ἀκουομένων περιεργάζεσθαι. b(BCE3)T | |
210b | Ariston. | 〈ἀγορευέμεν:〉 ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτι‐ κοῦ, ἀγορευέμεν ἀντὶ τοῦ ἀγόρευε. Aim | |
210c | ex. | ἀγορευέμεν: Ἀττικῶς· „φάσκειν Μυκήνασ“ (Soph. El. 9). ἐπιτέλλω δὲ ἀντὶ τοῦ ἐπιστέλλω. T | |
211a | Hrd. | ex. | 〈θωρῆξαί ἑ:〉 ἐγκλιτέον τὴν ἕ. b(BCE3)Til | θωρήσ‐ σεσθαι καὶ κορύσσεσθαι ἀπὸ τῶν ἡγεμονικῶν, ὡς „ὄμματα καὶ κεφαλήν,/ Ἄρεϊ δὲ ζώνην“ (cf. Β 478—9). καὶ ὁπλίζεσθαι δέ πού (cf. Η 417 al.) | |
φησιν ὁ ποιητής. b(BCE3)T | |||
211b1 | ex. | ex. | κάρη κομόωντας: κομῶσι γὰρ Λάκωνες, ἀφ’ ὧν τὸ πᾶν Ἑλληνικόν, ἢ διὰ τὸ πρὸς τοὺς πολεμίους βλοσυρόν, ἢ πρὸς τὸ μὴ ὁμοιοῦσθαι τοῖς βαναύσοις, ἢ διὰ τὸ μὴ θλίβεσθαι ταῖς κόρυσι· Τρῶες γὰρ τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ καὶ ἀπεσκυθι‐ | |
5 | σμένοι λέγονται. b(BCE3E4)T | κάρη κομόωντες, ἕκαστος τὸ ἴδιον κάρη, ὡς „ἀπὸ βλεφάροιϊν ὀλώλει“ (Κ 187). T | ||
211b2 | D | ex. | ex. | κομόωντας: διαίρεσις. | κάρη κομόωντας: ἕκαστος τὸ ἴδιον. | ὅτι οἱ Τρῶες τιάρας ἐφόρουν. T | |
D | κάρη κομόωντας: τῶν Ἑλλήνων τὸ παλαιὸν— ἀναθεῖναι τῷ Ἀπόλλωνι. A | ||
212a | Did. | 〈πανσυδίῃ:〉 οὕτως διὰ τοῦ ν τὸ πανσυδίῃ ὁ Ἀρίσταρ‐ χος, καὶ τὰ παραπλήσια τούτοις „ἄνστησον“ (Κ 176) καὶ „τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν“ (Β 694). κἀν ταῖς πλείοσι δὲ καὶ χαριεστέραις τῶν ἐκδόσεων κἀν τῇ Καλλιστράτου οὕτως εἶχον. A | |
212b | ex. | νῦν: τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνους· „νῦν γὰρ δὴ γένος ἐστί“ (Hsd. opp. 176)· „νῦν ὤλετο πᾶσα κατ’ ἄκρησ“ (Ν 772)· „νῦν | |
δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει“ (Υ 307). A b (BCE3E4)T | |||
212c | Ariston. | ἕλοις: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ς, „ἕλοι“. ἀπέστροφε δὲ τὸν λόγον σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς τὸν Ἀγα‐ μέμνονα. A | |
213-4 | D | ἀμφὶσ〈—〉φράζονται: διχογνωμοῦσι περὶ— ὑπὲρ Ἑλλήνων. A | |
2.13 | D | 〈ἀμφίς:〉 χωρίς. Til | |
2.14 | Porph. | ἐπέγναψεν γὰρ ἅπαντας: δῆλον ἐξ ὧν φησι περὶ Ἄρεος· „ὃς πρώην μὲν ἐμοί“ (Ε 832), καὶ Ἀπόλλωνος· „αἰὲν ἄπιστε“ (Ω 63). T | |
2.19 | ex. | ἀμβρόσιος: ἥδιστος αὐτῷ ἐστιν ὁ ὕπνος διὰ τὴν κατά‐ παυσιν τοῦ λοιμοῦ, ἐπεὶ ἐν ταῖς χρείαις ἀεὶ διαγρυπνεῖ. b(BCE3E4)T | |
220a | ex. | στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς: ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν αἰσθήσεων φθεγγόμενος πλησίον. αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν. A b (BCE3E4)T | |
220b | ex. | ex.(?) | Νηληΐῳ υἷϊ: τῷ Νέστορι ὡμοίωται A b (BCE3E4) T ὡς συμβούλῳ καὶ φιλεταίρῳ, b(BCE3E4)T ὡς Ναυσικάᾳ | |
(cf. ζ 21—3) ἢ Πηνελόπῃ (cf. δ 796—803). | τὸ δὲ υἷϊ †διχῶς. T | |||
221a | Nic. | 〈Νέστορι:〉 μετὰ τὸ Νέστορι βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου τελείαν θετέον. Aim | |
221b | ex. | μάλιστα γερόντων: τῶν †ἐννέα τιμίων†, ἐν οἷς καὶ Διο‐ μήδης καὶ Αἴαντες. AT | |
223a | ex. | δαΐφρονος: συνετοῦ, παρὰ τὸ δαῆναι, b(BCE3E4) T ὡς „δαΐφρονι Πηνελοπείῃ“. ἐπὶ δὲ Τυδέως (cf. Ε 181) πολεμικοῦ. δυσωπεῖ δὲ τοῖς ἐγκωμίοις τοῦ πατρός. ἢ ὅτι ἡ πατρωνυμία τοὺς εὐγενεῖς ἥδει, ὡς τοὐναντίον „οὐ χρή“ (Β 24). τῶν δὲ οἰκείων ἐστὶ τὸ | |
5 | ἐγκαλεῖν, b(BCE3)T ὡς καὶ ἀλλαχοῦ (Κ 159) γνωμολογεῖ ὁ Νέστωρ· „τί πάννυχον ὕπνον ἀωτεῖς;“ b(BCE3) | ||
223b | Nic. | εὕδεις, Ἀτρέος υἱὲ 〈δαΐφρονος, ἱπποδάμοιο〉: τελεία στιγμὴ κατὰ τὸ τέλος, ἐπεὶ ἀσύνδετος ὁ λόγος. τέσσαρας δὲ αὕτη χρό‐ νους σιωπῆς δύναται. A | |
224-5 | ex. | οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, / ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε: ταῦτα πρὸς τὸ πεῖσαι· „ἐσθλὸν“ γὰρ „καὶ τὸ τέτυκται“ (Ο 207). ἀλλ’ οὐδὲ Νέστορι εἰκασθῆναι ἐκελεύσθη. b(BCE3)T | |
2.25 | D | 〈μέμηλε:〉 διὰ φροντίδος ἐστίν. Til | |
226a | ex. | ξύνες ὦκα· 〈Διὸς δέ τοι ἄγγελός εἰμι〉: αὔξησιν ἔχει τὸ μὴ πολλὰ εἰπεῖν, ἀλλὰ δεῖξαι ὅτι προσοχὴν ἐργάζεται τὸ τοῦ προστάσσοντος ἀξίωμα. b(BCE3)T | |
226b | ex. | 〈ξύνες:〉 ἀπὸ τοῦ ξυνίημι. Til | |
226c | Hrd. | 〈ἄγγελος:〉 τὴν λος ὀξυτονητέον διὰ τὸ εἰμί. Aint | |
227a | Ariston. | ὃς σεῦ ἄνευθεν ἐὼν 〈μέγα κήδεται ἠδ’ ἐλεαίρει〉: ὅτι τοῦτο ὀρθῶς πρὸς Πρίαμον Ἶρις λέγει (Ω 174)· ἐπεὶ καὶ τίνος χάριν | |
ἐλεεῖν αὐτὸν μέλλει; A | |||
227b | Hrd. | ὃς σεῦ: ὀρθοτονητέον τὴν σεῦ. ἀντιδιέσταλται γὰρ πρὸς τὸν Ἀχιλλέα. ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία. A b (BCE3 E4)T | |
227c | ex. | μέγα κήδεται: δυσωπεῖ τοῦτον νυστάξαντα. ἠλέηται δὲ b(BCE3)T διὰ τὸν χρόνον τῆς ξενιτείας, διὰ τὸν λοιμόν, διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν. b(BCE3E4)T | |
2.28 | Hrd. | 〈θωρῆξαί σε:〉 τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπολελυμένη γάρ ἐστιν ἡ σέ. Aim | |
229a | ex. (?) | Did. | πανσυδίῃ: ἐν δοτικῇ, | διὰ τοῦ ν, ὡς „ἀνστήτην“ (Α 305), κατὰ Ἀρίσταρχον. T | |
229b | ex. | νῦν γάρ κεν: ἐκείνη γὰρ ἡ ἡμέρα πεπόρθηκε τὴν πόλιν διὰ τὴν τῶν ὅρκων παράβασιν. b(BCE3E4)T | |
2.31 | D | 〈ἐπέγναψεν:〉 ἐπέκαμψεν. Til | |
2.32 | D | 〈ἐφῆπται:〉 ἐπήρτηται. Til | |
2.33 | ex. | ἔχε: ἀντὶ τοῦ φύλασσε. b(BCE3E4)Til | |
233-4a1 | ex. | 〈μηδέ σε λήθη / αἱρείτω, εὖτ’ ἄν σε— ἀνήῃ:〉 τὸ λήθη προστέθειται, ἵνα μὴ πάλιν τῷ ὕπνῳ μαλακισθεὶς ἐπιλάθηται. b(BCE3E4) τῷ οὖν τέλει τοῦ ὁράματος καὶ ἡ ἔγερσις ἕπεται, καὶ διὰ τοῦτο παννυχίζειν αὐτὸν οὐκ εἴασεν. b(BE3E4) | |
233-4a2 | {μηδέ σε λήθη:} διὰ τοῦτο γὰρ οὐκ ἐᾷ αὐτὸν παννυχί‐ ζειν· τῷ γὰρ τέλει τοῦ ὁράματος καὶ ἔγερσις ἕπεται. T | ||
2.34 | ex. | ἀνήῃ: διαίρεσίς b(BCE3E4)T ἐστι τῆς τοῦ ῥήματος τοῦ †ἕω† κλίσεως, ὡς b(BCE3E4) καὶ Πλάτων (Prot. 310 d)· „ἐπεὶ | |
ἤδη με ἀνῆκεν ὁ ὕπνοσ“. b(BCE3E4)T | |||
235a | ex. (?) | 〈ἀπεβήσετο:〉 εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ, 〈διὰ τοῦ ε γραπτέον „ἀπεβήσετο“, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου,〉 διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος (fr. 18). Aim | |
235b | Did. | 〈δὲ λίπ’:〉 οὕτως Ἰωνικῶς τὸ λίπε. Aint | |
236a | Hrd. | 〈ἅ ῥ’:〉 δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι. καὶ δύο μέρη λόγου· ἅ ῥα, ἃ δή. Aim | |
236b | ex. | ἅ ῥ’ οὐ τελέεσθαι: διδάσκει ὁ ποιητὴς μὴ ἐπαίρεσθαι ταῖς ὄψεσι τῶν ὀνείρων. b(BCE3E4)T | |
236c | Ariston. | ἔμελλον: πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον. ἡμεῖς δὲ ἐροῦμεν „ἔμελλεν“ ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν. A | |
236d1 | Did. | {ἄρ’ οὐ τελέεσθαι} ἔμελλεν: ἡ Ζηνοδότειος γραφὴ διὰ τοῦ ε. οἱ δὲ διὰ τοῦ ο. T | |
236d2 | ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ε γράφει, ὃ καὶ ἄμεινον. οἱ δὲ ἄλλοι διὰ τοῦ ο. b(BCE3) | ||
238a | ex. | 〈νήπιος:〉 νήπιος ὁ Ἀγαμέμνων, ὅτι τὸ „νῦν“ (Β 12. 29) ἐπὶ μιᾶς ἡμέρας ἐνόμισεν· b(BCE3E4)T οὐ γὰρ δὴ διὰ τὸ „παν‐ συδίῃ“ (Β 12. 29)· οὐδ’ εἰ γὰρ τὸ Θεσσαλικὸν ἐστράτευσεν, ἐπόρθει, „οὐδ’ ὑπ’ Ἀχιλῆοσ“ (Π 709). T | |
238b | D | 〈μήδετο:〉 ἐβουλεύετο. Til | |
239a | ex.(?) | θήσειν γὰρ ἔτ’ 〈ἔμελλεν ἐπ’ ἄλγεα〉: τὸ ἑξῆς ἐπιθήσειν | |
ἄλγεα. b(BCE3)T | |||
239b | ex. | θήσειν γὰρ ἔτι: ἡ προαναφώνησις ἐγερτική. πείθεται δὲ ὀνείρῳ Ἀγαμέμνων σφαλλόμενος ὑπὸ Διός. b(BCE3)T | |
2.40 | ex. | 〈διὰ κρατερὰς ὑσμίνας:〉 τὸ ὑσμίνας αἰτιατικὴ ἀντὶ γενικῆς b(BCE3) ἀντὶ τοῦ διὰ ὑσμινῶν. b(BCE3)T | |
2.41 | Ariston. | D | ἀμφέχυτ’ ὀμφή: ὅτι ὀμφή ἡ θεία κληδών, οὐ πᾶσα φήμη· διὸ καὶ ὁ Ζεὺς πανομφαῖος (cf. Θ 250), ὁ κληδόνιος. A | ὀμφὴ δὲ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαν‐ τικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι. A b (BCE3 | |
5 | E4)T | ||
242a | Hrd. (?) | 〈ἕζετο: τὸ〉 ἕζετο ἐκαθέσθη, καὶ δασύνεται. b (C) | |
242b | ex. | ὀρθωθείς: ὀρθωθεὶς b(BCE3)T ἐκ τῆς ἀνακλίσεως, b(BCE3E4)T ὡς τὸ „ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνοσ“ (Κ 80). b (BCE3)T καὶ τὸ ἐπὶ γόνατα δὲ †ἐνεχθῆναι† στῆναί φησιν (cf. Θ 329). b(BCE3E4)T | |
242c | D | χιτῶνα: χιτὼν εἴρηται τὸ λεπτότερον ἱμάτιον A b (BCE3 E4)T παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον. A b (BCE3)T | |
243a1 | D | νηγάτεον: ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον νεωστὶ γεγονότα. δηλοῖ δὲ ὁ χιτὼν παρ’ αὐτῷ καὶ τὸν σιδηροῦν (cf. Ν 439). b(BCE3)T | |
243a2 | D | Ep. Hom. | νηγάτεον: ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ τὸ νεωστὶ γε‐ γονός, νεογάτεόν τι ὄν. | ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως | |
γείνομαι γατός, νεήγατος, ὑπέρθεσις τοῦ ε, νηγάτεος. A | |||
243b | ex. | μέγα 〈βάλλετο〉 φᾶρος: τῷ μεγέθει τοῦ ἱματίου καὶ τὸ τοῦ φοροῦντος αὐτὸ συνεμφαίνει μέγεθος. πρεπώδης δὲ στολὴ τῷ ἐπὶ βουλὴν ἐξιόντι, ἐπὶ δὲ κατασκοπὴν λεοντῆ καὶ δόρυ (cf. Κ 29—31). ἀφαιρεῖται δὲ τὸν τῦφον, ἑαυτοῖς διακονεῖσθαι λέγων· καὶ τί θαυμάσεις | |
5 | Τηλέμαχον ὀρφανὸν ὄντα καὶ νησιώτην (cf. β 2—4); b(BCE3)T | ||
243c | ex. | φᾶρος: παρὰ τὸ φέρεσθαι, A b (BCE3) ἢ τῇ ὑφῇ ἀρη‐ ρέναι. b(BCE3) καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται αὐτό· „αὐτὴ δ’ ἀργύφεον φᾶροσ“ (ε 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις εἰσὶ γλώσσαις. A b (BCE3) | |
2.44 | D | ex. | πέδιλα: παρὰ τὸ—περιτίθεσθαι. ἢ A | παρὰ τὴν ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα. A b (BCE3E4) | |
245a | Ariston. | ξίφος ἀργυρόηλον: ὅτι τὸ Ἀγαμέμνονος 〈ξίφοσ〉 νῦν μὲν ἀργυρόηλον, ἐν ἄλλοις δὲ (cf. Λ 29—30) χρυσόηλον. καὶ Εὐριπίδης „σφυρῶν σιδηρᾶ κέντρα“ εἰπὼν (Phoen. 26) ἐν ἄλλοις φησί (ib. 805)· „χρυσοδέτοις περόναισ“. τὰ τοιαῦτα δὲ κυρίως οὐ | |
5 | λέγεται, ἀλλὰ κατ’ ἐπιφοράν ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ περὶ τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει (sc. Λ 19—28 et 32—40), οὕτω καὶ τὸ ξίφος κοσμεῖ (sc. Λ 29—31). A | ||
245b | ex. | ἀργυρόηλον: ἢ παρέλκει τὸ ἐπίθετον, ἢ μεμιγμένους ἔχον | |
χρυσοῦς ἥλους. T | |||
2.46 | ex. | ἄφθιτον 〈αἰεί〉: τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ τῶν Ἡρακλειδῶν ᾑρημένον. ἢ ὅτι Ἡφαιστότευκτον. οὐκ ἀκριβολο‐ γεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλ’ ἑξῆς (sc. Β 101—8). A b (BCE3)T | |
2.47 | Did.(?) | 〈κατὰ νῆας:〉 ἀντὶ τοῦ ἐπὶ νῆας. Til | |
248a | Ariston. | ἠὼς μέν ῥα 〈θεὰ προσεβήσετο μακρὸν Ὄλυμ‐ πον〉: πρὸς 〈τὸν〉 τῶν ἡμερῶν ἀριθμόν, ὅτι τρίτη καὶ εἰκοστή· δέκα μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιοπίᾳ ὄντων. ἡ δὲ ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή ἐστιν. καὶ ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ | |
5 | καὶ μακρός. A | ||
248b | ex. | ἠώς: νῦν τὸν ὄρθρον λέγει. σημαίνει δὲ καὶ τὴν θεάν, „ἥρπα‐ σεν Ἠώσ“ (ο 250), καὶ τὸ ἑωθινὸν κατάστημα, „ὄφρα μὲν ἠὼς ἦν“ (Θ 66), καὶ τὴν ἀνατολήν, „πρὸς ἠῶ τ’ ἠέλιόν τε“ (ι 26), καὶ τὴν ἡμέραν, „ἠὼς εἶσι δυσώνυμοσ“ (τ 571). τὸν ὄνειρον δὲ εὐθὺς διεδέ‐ | |
5 | ξατο ἡ ἡμέρα. b(BCE3E4)T οἱ δὲ πρὸς ἕω ὄνειροι ἀληθεῖς πεπτομένων τῶν σιτίων. Aint b (BCE3E4)T | ||
248c | ex. | προσεβήσατο μακρὸν Ὄλυμπον: αἱ γὰρ ἀκρώρειαι πρῶται φωτίζονται b(BCE3E4)T | |
249a | D | ex. | φόως: φῶς. | τὸν ἥλιον· τοῦτον γὰρ ἀγγέλλει, ὡς καὶ αὐτὴν ὁ ἑωσφόρος. κατ’ ἐξοχὴν δὲ ὁ ἥλιος φῶς λέγεται. b(BCE3E4)T | |
249b | Ariston. | 〈ἐρέουσα:〉 ὅτι μεταφορικῶς τὸ ἐρέουσα ἀντὶ τοῦ σημανοῦσα. Aim | |
2.50 | D | 〈λιγυφθόγγοισι:〉 ὀξυφώνοις. Til | |
252a | Nic. | 〈ἐκήρυσσον:〉 ἐπὶ τὸ κήρυσσον ἄνω πρώτη στιγμή, | |
ἥτις δύο δύναται χρόνους σιωπῆς. Aim | |||
252b | ex. | ἠγείροντο μάλ’ ὦκα: πάνυ σπουδαίως διὰ τὸ εὐπει‐ θές. ἢ πευσόμενοί τι περὶ Ἀχιλλέως. T | |
253a1 | Did. | βουλήν {δὲ πρῶτον}: αἱ πλείους καὶ χαριέσταται δίχα τοῦ ν, „βουλή“, καὶ ἡ Ἀριστοφάνους. ἐν δὲ ταῖς κοιναῖς ἐγέγραπτο καὶ τῇ Ζηνοδοτείῳ βουλήν. ἀστειοτέρα δὲ ἡ χωρὶς τοῦ ν καὶ Ἀρι‐ στάρχειος. A | |
253a2 | βουλήν: αἱ πλείους καὶ χαριέστεραι δίχα τοῦ ν †εἰσι† καὶ ἡ Ἀριστάρχειος. ἡ δὲ σὺν τῷ ν Ζηνοδότειος. b(BE3E4)T | ||
253b | ex. | βουλὴν δὲ πρῶτον: τὸ κενὸν τῆς συναγωγῆς τοῦ πλή‐ θους ἀναπληροῖ. b(BCE3E4)T φθάνει δὲ τὴν Λακώνων πολιτείαν, βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων. A b (BCE3E4)T εἰσὶ δὲ Ἰδομενεὺς μὲν καὶ Αἴας Βοιωτοί, Φιλοκτήτης δὲ καὶ Πρωτεσίλαος | |
5 | Λοκροί, Ἐπειὸς δὲ Ἠλεῖος, Ἀθηναῖοι δὲ Μαχάων, Εὐρύπυλος, Με‐ νέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεύς, Διομήδης. b(BE3E4)T | ||
253c1 | Hrd. | ἵζε: Ἀρίσταρχος τὸ ἷζε ἐκτείνει, ἡ δὲ κοινὴ συστέλλει. b(BCE3E4)T | |
253c2 | 〈ἵζε:〉 συσταλτέον τοῦ ἵζε τὴν ἄρχουσαν. Aint | ||
253c3 | ἵζε {γερόντων}: ἡ κοινὴ τὸ ἵζε συστέλλει. A | ||
253d | ex. | γερόντων: γέροντας συνεχῶς ὁ ποιητὴς τοὺς γερα‐ σμίους φησί, διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθ’ ἡλικίαν, ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσιν. A b (BCE3E4) | |
T τὸν δὲ ἔντιμον ἑνικῶς οὐδέποτε ὠνόμασεν. b(BCE3E4)T | |||
2.54 | ex. | Νεστορέῃ παρὰ νηΐ: εἰκότως παρὰ τῇ νηῒ Νέστορος· τούτῳ γὰρ ὁ ὄνειρος εἴκασται. b(BCE3E4)T Πυλοιγενέος δὲ b(BCE3)T ὡς „ὁδοιπόροσ“ (cf. Ω 375) καὶ χοροιτύπος. b(BE3) σημαίνει δὲ τὸν b(BCE3) ἐν Πύλῳ τὸ γένος ἔχοντα. b(BCE3)T | |
255a | Ariston. | τοὺς ὅ γε συγκαλέσας 〈πυκινὴν ἀρτύνετο βου‐ λήν〉: ὅτι Ζηνόδοτος γράφει „αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο, / τοῖσι δ’ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων“. ἀπί‐ θανον δὲ ἐν ἑπτὰ ὀρθὸν δημηγορεῖν. A | |
255b | ex. | ἠρτύνετο: ἥρμοζε παρὰ τὸ ἄρω. ὡς ὀργιζόμενος δὲ οὐκ ἀναφέρει Κάλχαντι, ἢ ὡς †αὐτοκρίτου† ὄντος, ἢ ὅτι τῶν ὀνείρων τὰ χρηστὰ φίλοις λέγομεν. οὐκ ἄποθεν δὲ μαντικῆς ὁ Νέστωρ. b(BCE3 E4)T | |
256a | Nic. | 〈κλῦτε φίλοι:〉 τελεία στιγμὴ ἐπὶ τὸ φίλοι· αὐτοτελὴς γὰρ ὁ λόγος. Aint | |
256b | Ariston. | θεῖός μοι ἐνύπνιον: ὅτι Ζηνόδοτος γράφει „θεῖόν μοι ἐνύπνιον“. οὐ λέγει δὲ ὡς ἡμεῖς, ἀλλ’ ἀντὶ τοῦ κατὰ τοὺς ὕπνους, ἐνυπνίως. ὁ δὲ ἀστερίσκος, ὅτι ἐν τῇ ξ τῆς Ὀδυσσείας (495) κακῶς φέρεται. A | |
256c | ex. | θεῖός μοι ἐνύπνιον: ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως. b(BCE3E4)T ἔστι δὲ καὶ ὄνομα. Κρατῖνος †θράττει μέν (fr. 363 K.). b(BCE3)T | |
2.57 | ex. | διὰ νύκτα: ἀντὶ τοῦ διὰ τῆς νυκτός. b(BCE3E4)T | |
258a1 | ex. | φυήν τ’ ἄγχιστα 〈ἐῴκει〉: ἴσως τῷ ἐξειδέναι ψυχῆς | |
φυὴν τοῦτό φησιν. T | |||
258a2 | τὸ ἐκ σωματικοῦ καὶ ψυχικοῦ εἴδους σύγκραμα φυὴν ἴσως ὀνομάζει. b(BCE3E4) | ||
260-71 | Ariston. | εὕδεις, Ἀτρέος υἱὲ〈—ᾤχετ’ ἀποπτάμενοσ〉: ὅτι Ζηνόδοτος συντέτμηκεν, οὕτως εἰπών· „ἠνώγει σε πατὴρ ὑψίζυ‐ γος, αἰθέρι ναίων, / Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὁ μὲν εἰπών / ᾤχετ’ ἀποπτάμενοσ“. τὰ δὲ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ τρὶς | |
5 | ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι. καὶ οὐ δυσωπητέον· ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι. A | ||
2.64 | Ariston. | 〈ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει:〉 ὅτι ὑπὸ τῆς Ἴριδος πρὸς Πρίαμον δεόντως λέγεται (sc. Ω 174). Aim | |
2.70 | Ariston. | 〈σῇσιν ἔχε φρεσίν:〉 ὅτι οὐ λέγει μηδενὶ εἴπῃς, ἀλλ’ οἷον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον. Aim | |
272a | ex. | 〈ἀλλ’ ἄγετε:〉 λείπει τὸ σκοπήσωμεν. οἶδε δὲ καὶ αὐτὸς τὸ δυσχερές. Til | |
272b | ex. | ἀλλ’ ἄγετ’ αἴ κέν πως: δισταγμὸς ὁ τρόπος. οὐ πε‐ ριμένει δὲ κρίσιν· οὐ γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτούς, ἀλλ’ ὅπως εὐέλπιδας ποιήσῃ. b(BCE3E4)T | |
272c | D | ex. | ἀλλ’ ἄγετ’ αἴ κέν πως 〈θωρήξομεν υἷας Ἀχαι‐ ῶν〉: ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν, πότερον οἰκείᾳ πολεμοῦσι προθυμίᾳ ἢ ἀνάγκῃ· AT | ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν | |
5 | ηὐτομόλησεν. T | ||
272d | Ariston. | 〈θωρήξομεν:〉 ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρήξωμεν. Aint | |
273a | ex. | πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι: οἶδεν αὐτοὺς | |
ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν δ’ οὐκ ἐνῆν τὸν πρώην φοβερὸν καὶ λέγοντα „στυγέῃ δὲ καὶ ἄλλος / ἶσον ἐμοὶ φάσθαι“ (Α 186—7), ἀλλ’ †οὔτε† ἐπιτάσσειν, | |||
5 | μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. (ἄλλως τε τῇ παρα‐ δόξῳ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ), φίλτρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μή, ἐλάνθανε τὸ βούλευμα. A b (BCE3E4)T ἄλλως δ’ ἀπέβη· βλάπτει γὰρ ὁ | ||
10 | Ζεύς. b(BCE3E4)T | ||
273b1 | Hrd. | ἣ θέμις ἐστί: τὸ ἥ δασυντέον· οὐ γάρ ἐστι σύνδεσμος, ἀλλ’ ἰσοδυναμοῦν τῷ ὥς ἐπιρρήματι. A | |
273b2 | ἀντὶ τοῦ ὥς· διὸ δασύνεται. Til | ||
2.74 | ex. | πολυκλήϊσι: κληῒς παρὰ τὸ κλᾶσθαι ἐπ’ αὐτῆς καθεζο‐ μένους. A b (BCE3E4)T | |
275a | Hrd. | ἄλλοθεν: τὸ ἄλλοθεν προπαροξύνεται, ὅτι ἀόριστον τόπον σημαίνει· τὰ γὰρ εἰς θεν λήγοντα ἐπιρρήματα, ἔχοντα πρὸ τοῦ τέλους τὸ ο μόνον, μὴ ὄντος ἑτέρου συμφώνου, παρωξύνετο, Κυπρόθεν, „Ἀβυδόθεν“ (Δ 500). ταῦτα δὲ προπαρωξύνετο, λέγω | |
5 | δὲ τὸ ἄλλοθεν, „πάντοθεν“ (Ν 28 al.), „οἴκοθεν“ (Η 364 al.), καθότι ἀόριστον καὶ κοινὴν τόπου σημασίαν ἀναδέχεται. A | ||
275b | ex. | ἐρητύειν: οὐκ ἐκείνους φεύγοντας, ἀλλ’ ἐμὲ ταῦτα λέ‐ γοντα· οὐ γὰρ ᾤετο τοσοῦτον ταχέως ἀναπτερωθῆναι πρὸς φυγὴν αὐτούς. b(BCE3E4)T | |
276a | Ariston. | ἤτοι ὅγ’ ὣς εἰπών: ἀπὸ τούτου ἕως τοῦ „ἀλλ’ ἄγετ’ | |
αἴ κέν πωσ“ (Β 83) ἀθετοῦνται στίχοι ὀκτώ, ὅτι οὐκ ὀρθοῦ εἰρηκότος τοῦ Ἀγαμέμνονος λέγει ἤτοι ὅγ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ. ἀλλὰ καὶ | |||
5 | εὔηθες τὸ εἰπεῖν „εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, / ψεῦδός κεν φαῖμεν“ (Β 80—1)· οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν. αἰρομένων δὲ αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέ‐ μνονος ἐπενεχθήσεται „πείθοντο δὲ ποιμένι λαῶν“ (Β 85)· μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγει ποιμένα λαῶν (cf. Ψ 411. | ||
10 | o 151)· ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους. A | ||
276b1 | ex. | τοῖσι δ’ ἀνέστη: ἔθος γὰρ ὀρθοὺς λέγειν. T | |
276b2 | ἔθος γὰρ ἦν αὐτοῖς ἵστασθαι καὶ δημηγορεῖν. b(BCE3E4) | ||
277a | Nic. | 〈Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος:〉 μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου τελείαν στιγμὴν θετέον. Aim | |
277b | ex. | ἠμαθόεντος: παραθαλασσίας. b(BCE3)T ἢ †Ἠμα‐ θόης† ποταμὸς Πύλου. b(BE3E4)T | |
2.79 | ex. | μέδοντες: πρόβουλοι παρὰ τὸ μήδεα. b(BCE3E4)T τὸ δὲ ῥῆμα καὶ ὡς περισπώμενον· b(BCE3)T „Ἴδηθεν μεδέων“ (Γ 276). b(BCE3) | |
280a | Nic. | 〈εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε:〉 ὑποστιγμὴ ἐπὶ τὸ ἔνισπε διὰ τὸν εἴ σύνδεσμον. Aint | |
280b | Hrd.(?) | {ἄλλος} ἔνισπε: ὡς ἤνιπτε. T | |
2.81 | ex. | νοσφιζοίμεθα: ἐχωριζόμεθα τῆς πίστεως. τὸ δὲ μᾶλλον ἢ Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι, b(BCE3E4)T ἐξαιρέτως ἂν ἐχωρίσθημεν. b(BCE3E4) | |
282a | νῦν δ’ ἴδεν, ὃς μέγ’ ἄριστος: οἷς οἰκεῖον τὸ μεριμνᾶν, τού‐ τοις ἀληθεῖς αἱ ἐμφάσεις, καὶ ᾧ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν ψεύσαιτο. A | ||
282b | ex. | νῦν δ’ ἴδεν, ὃς μέγ’ ἄριστος: ἀληθῆ γὰρ δοκεῖ, ὅσα ἢ θεοὶ ἢ ἀξιόλογοι ἄνδρες δοκοῦσι λέγειν. T | |
2.84 | ex. | βουλῆς ἐξῆρχε 〈νέεσθαι〉: ἐκ τοῦ βουλευτηρίου ὥστε νεῖσθαι. τοῦτο δὲ ἡ ἡλικία καὶ ἡ τιμὴ ἡ παρὰ Ἀγαμέμνονος δίδωσι τῷ Νέστορι. b(BCE3)T | |
285-6 | Nic. | οἱ δ’ ἐπανέστησαν, 〈πείθοντό τε ποιμένι λαῶν, / σκηπτοῦχοι βασιλῆεσ〉: διαστολὴ ἐπὶ τὸ ἀνέστησαν (85) καὶ λαῶν (85). κοινὸν δὲ τὸ σκηπτοῦχοι βασιλῆες (86) κατ’ ἀμφοτέρων. A | |
285a | ex. | οἱ δὲ πανέστησαν: ἀντὶ τοῦ πάντες ἀνέστησαν. b (BCE3)T τινὲς „δ’ ἐπανέστησαν“. T | |
285b | ex. | 〈ποιμένι λαῶν:〉 δεῖ γὰρ τὸν ἄρχοντα τοσοῦτον εἶ‐ ναι τῶν ἀρχομένων προνούστερον ὅσον ποιμένα προβάτων. λέγει δὲ τὸν Ἀγαμέμνονα. b(BCE3E4) | |
286a | ex. | σκηπτοῦχοι βασιλῆες: καὶ γέροντες γὰρ καὶ ἱερεῖς | |
ἐσκηπτροφόρουν. b(BCE3)T | |||
286b | ex. | ἐπεσσεύοντο 〈δὲ λαοί〉: ὁρῶντες ἤδη συνιόντας τοὺς ἐν τέλει b(BCE3E4)T καὶ αὐτοὶ ἠκολούθουν ἅμα. b(BCE3E4) | |
286-90 | Nic. | 〈ἐπεσσεύοντο δὲ λαοί· / ἠΰτε—αἱ δέ τε ἔνθα:〉 στικτέον κατὰ τὸ λαοί (86), ἵνα ἀπ’ ἄλλης ἀρχῆς ἡ παραβολὴ γενομένη ὑποστίζηται μέχρι τοῦ αἱ δέ τε ἔνθα (90)· οὕτως γὰρ βέλτιον. Aim | |
287a | Ariston. | ex. | ἔθνεα: πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα ἔδει. | πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ τὸ ζῷον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου. ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι τε | |
5 | κέντροις εἰσίν, ὑπήκοοι τε καὶ αὐταί εἰσι καὶ ἐπ’ ἔργον ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι (cf. Γ 3—7), φιλάλληλοί τέ εἰσι μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται. A b (BCE3E4)T | ||
287b | ex. | ἔθνεα εἶσι: τὸ εἰσι καὶ ἑνικὸν δύναται εἶναι ὡς „δοῦρα σέσηπε“ (Β 135), καὶ πληθυντικόν, ὡς „σπάρτα λέλυνται“ (ib.). b(BE3)T | |
287c1 | Hrd. | 〈ἁδινάων:〉 δασυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἁδινός ἡ κίνησις. Aim | |
287c2 | ἁδινάων: παρὰ τὸ ἅδην· διὸ δασύνεται. b(BCE3)T | ||
2.88 | ex. | αἰεὶ νέον ἐρχομενάων: οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ δοκεῖν αὐτὰς ἄρχεσθαι τῆς ἐξόδου. A b (BCE3E4)T οἱ δὲ νέον τὸ ἔαρ φασίν. b(BCE3E4)T ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις | |
5 | ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιησάμεναι ἐφίζουσι τοῖς ἄνθεσι καὶ ἐπαρθεῖσαι πέτονται πάλιν καὶ πάλιν ἐφίζουσι. A b (BCE3E4)T κατ’ ὀλίγον οὖν ἡ πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ ἄλλο ταῖς μελίσσαις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι ἀπ’ ἀρχῆς | ||
10 | ἕως πέρατος, οὐκ ἀποληγούσαις κατ’ ὀλίγον ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ καὶ χερσαῖα ζῷα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως ἐπισημαίνεται ὡς ἄρτι γινομένης. A | ||
289a | ex. | βοτρυδόν: πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥᾶγες. οὕτω δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου. Aint b(BCE3E4)T | |
289b | Ariston. | 〈ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν:〉 ὅτι ἀντὶ τοῦ ἐπ’ ἄνθη εἰαρινά, ὡς ἐν τῇ Δ (251)· „ἦλθε δ’ ἐπὶ Κρήτεσσιν“ ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας. Aim | |
289c | ex. | εἰαρινοῖσιν: τότε γὰρ γλυκέα καὶ τῆς ἰκμάδος πλήρη | |
τὰ ἄνθη διὰ τὸ εὔκρατον τοῦ ἀέρος. b(BCE3E4)T | |||
292a1 | ex. | ex. | ἠϊόνος προπάροιθε 〈βαθείησ〉: χρόνου καὶ τόπου. | ἠϊὼν δέ, οὗ ἀκούεται τῶν κυμάτων ὁ κτύπος. βαθείης δὲ οἱ μὲν μα‐ κρᾶς, ἐπεὶ καὶ „φρείατα μακρὰ νάουσιν“ (Φ 197) ἀντὶ τοῦ βαθέα. ἢ τοῖς μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή· διό φησι | |
5 | „προκρόσ〈σ〉ασ“ (Ξ 35). Ἀρίσταρχος. T | ||
292a2 | ex. | 〈προπάροιθε:〉 καὶ ἐπὶ χρόνου· „οὔ τις ἀνὴρ προπά‐ ροιθεν“ (λ 483). Til | |
292a3 | ex. | ex. | οὐ λέγεται ὁ τῶν κυμάτων κτύπος, ἀλλ’ αὐτὸς ὁ αἰ‐ γιαλός. βαθείης δὲ οἱ μὲν μακρᾶς, ἐπεὶ καὶ „φρείατα μακρὰ νάουσιν“ ἀντὶ τοῦ βαθέα· b(BCE3) ἢ ὅτι τοῖς μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή. b(BCE3E4) | τὸ δὲ προπάροιθεν | |
5 | καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου λαμβάνεται. b(BCE3) | ||
292b | ex. | ἐστιχόωντο: στείχω στιχῶ, ὡς πείθω πιθῶ καὶ φείδω φιδῶ. b(BCE3)T | |
293a | ex. | ἰλαδόν: ὁμοίως τῷ „βοτρυδόν“ (Β 89), b(BCE3)T ᾧ καὶ ἀκολουθεῖ· σημαίνει δὲ τὸ b(BCE3) μετὰ συστροφῆς καὶ εὐκινησίας. b(BCE3E4) | |
293b | Ariston. | 〈ὄσσα:〉 ὅτι ὄσσα ἡ θεία κληδών, οἱ δὲ νεώτεροι ψιλῶς ἐπὶ πάσης φωνῆς. Aim | |
293c1 | ex. | μετὰ δέ σφισιν ὄσσα δεδήει: ἐν αὐτοῖς δὲ θεία τις φήμη ἐξῆπτο καὶ διηγείρετο παρορμῶσα τὸν λαὸν ἐπὶ τὴν ἀγοράν. T | |
293c2 | δεδήει δὲ ἀντὶ τοῦ ἐξήπτετο παρὰ τὸ δαίω. b(BCE3E4) | ||
2.94 | ex. | 〈Διὸς ἄγγελος:〉 πανομφαῖος γὰρ ὁ Ζεὺς λέγεται (cf. Θ 250), ὅτι τὰ αὐτομάτως γινόμενα εἰς αὐτὸν ἀναφέρεται. ἄγγε‐ | |
λος δὲ ἡ θεία κληδών, ἣ περὶ ἀπόπλου λέγειν ἔμελλε. b(BCE3E4) | |||
295a1 | ex. | τετρήχει: ἐκ τοῦ ταράσσω, οὗ ὁ παρακείμενος τε‐ τάραχα καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν Ἰωνικὴν τοῦ α εἰς η τέ‐ τρηχα, ὁ ὑπερσυντέλικος ἐτετρήχειν. ἐτεθορύβητο οὖν καὶ ἀσύμ‐ φωνος ἦν. T | |
295a2 | ἐθορυβεῖτο καὶ ἀσύμφωνος ἦν. ἐκ τοῦ ταράσσω. b(BCE3 E4) | ||
295b | ex. | ἀγορή: τὸ πλῆθος. b(BCE3E4)Til | |
295-6 | Nic. | 〈τετρήχει δ’ ἀγορὴ ὑπὸ δὲ στεναχίζετο γαῖα / λαῶν ἱζόντων:〉 ἤτοι στικτέον ἐπὶ τὸ ἀγορή, ἢ διασταλτέον καὶ ἐπ’ αὐτὸ καὶ ἐπὶ τὸ γαῖα, ἵν’ ᾖ κοινὸν τὸ λαῶν ἱζόντων. Aint | |
296a | ex. | ex. | ὅμαδος: ὁμόαυδός τις ὤν, b(BCE3E4)T ἡ ὁμοῦ αὐδή, T ὡς ὀπαδὸς παρὰ τὴν ὄπα. b(BCE3E4)T | πιθανῶς δὲ ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ τὴν βοὴν παύοντες, ἐν δὲ τοῖς ἑξῆς (cf. Β 169 sq.) τὴν Ἀθηνᾶν τῷ Ὀδυσσεῖ παρέστησε· πλείων | |
5 | γὰρ ἦν ὁ θόρυβος. A b (BCE3E4)T | ||
296b | Hrd. | 〈ἐννέα:〉 τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆ‐ γον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, ψιλοῦται, „ἀντίοσ“ (Β 185 al.), „ἔγχοσ“ (Γ 317 al.), τοῦ ἁνδάνω (cf. β 114) ὑπεξ〈αιρουμένου〉. Aim | |
296-7 | ex. | ἐννέα δὲ〈— /〉 κήρυκες: οἱ τῶν †ἐννέα† γερόντων, Ὁδίος Αἴαντος, οἱ περὶ Ταλθύβιον καὶ Εὐρυβάτην Ἀγαμέμνονος, | |
Εὐρυβάτης Ὀδυσσέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου, Θο‐ ώτης, Στέντωρ b(BCE3E4)T Νέστορος, Μηριόνης Διομήδους. | |||
5 | b(BCE3E4) | ||
299a | Ariston. | 〈σπουδῇ:〉 ὅτι σπουδῇ λέγει οὐχ οἷον ἐν τάχει, ἀλλὰ μόγις καὶ δυσχερῶς, ὡς τὸ „ὣς ἄρ’ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύσ“ (φ 409). Aint | |
299b | ex. | σπουδῇ δ’ ἕζετο: μόγις. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ ταχέως· „σπουδῇ νῦν ἀνάβαινε“ (ο 209). b(BCE3E4)T | |
299c | ex. | ἐρήτυθεν δὲ καθ’ ἕδρας: λαὸς ἐρήτυθεν. T | |
299-100 | Nic. | σπουδῇ δ’ ἕζετο λαός, 〈ἐρήτυθεν δὲ καθ’ ἕδρας / παυσάμενοι κλαγγῆσ〉: ἤτοι στικτέον ἐπὶ τὸ λαός (99) καὶ τὰ ἑξῆς συναπτέον ἕως κλαγγῆς (100)· ἢ ὡς διὰ μέσου κειμένου τοῦ ἐρήτυθεν δὲ καθ’ ἕδρας (99), ἀνυποκρίτως ὑποστικτέον | |
5 | ἐπὶ τὸ καθ’ ἕδρας (99), ὅτε ἐστὶ διαστολὴ ἐπὶ τὸ λαός (99), ἵν’ ᾖ τὸ ἑξῆς· σπουδῇ δ’ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς. καὶ τὸ σχῆμα Ὁμηρικόν, καὶ ἡ διὰ μέσου ἀναφώνησις ὁμοίως. ὁ δὲ νοῦς τοῦ ἡμιστιχίου οὗτος, ἐρήτυθεν δὲ κατὰ τὰς ἕδρας, οἷον ἠρέμησαν καθίσαντες. A | ||
2100-1a1 | ex. | ἀνὰ δὲ κρείων 〈Ἀγαμέμνων / ἔστη σκῆπ‐ τρον ἔχων〉: ἢ ἐπὶ βήματος ἀνέστη, ἢ ἀνέχων τὸ σκῆπτρον. T | |
2100-1a2 | τὸ ἑξῆς ἀνέστη. ἅμα δὲ καὶ τὸ σκῆπτρον ἀνέτεινε κατ’ ἔθος. b(BCE3) | ||
2101-7a | ex. | τὸ μὲν Ἥφαιστος 〈κάμε τεύχων. / Ἥφαι‐ στος μὲν δῶκε—Ἀγαμέμνονι λεῖπε φορῆναι〉: ὁ τρόπος κλῖμαξ· τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῶν ἑξῆς. Aint b(BCE3E4)T ἕκαστος δὲ στίχος τὸ γένος, τὸν δόντα, τὸν | |
5 | εἰληφότα φησί. μέγα δέ ἐστι καὶ θεῖον ὂν καὶ ὑπὸ θεῶν διακονούμενον. b(BCE3E4)T | ||
2101-7b | ex. | ex. | 〈Ἥφαιστος κάμε τεύχων. /〉 Ἥφαιστος μὲν δῶκε〈—λεῖπε φορῆναι〉: ὁ μὲν Ἥφαιστος κατεσκεύασε τῷ | |
Διῒ ὡς χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι διακονίαν τινὰ Πέλοπι· Πέλοψ δὲ καταλείπει Ἀτρεῖ πρεσβυτάτῳ ὄντι | |||
5 | τῶν υἱῶν· Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆται τῷ ἀδελφῷ· ὁ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν ἀρχὴν ἐνεχείρισεν, ἀλλ’ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν Ἀγαμέμνονι. A b (BCE3E4)T | ἄχρι δὲ τοῦ αὐτὰρ ὁ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι (107) καλεῖται κλῖμαξ. δίδωσι δὲ | ||
10 | Ἥφαιστος τῷ μὲν Διῒ τὸ σκῆπτρον ὡς βασιλικόν, τῷ δὲ Ἑρμῇ πάλιν ὁ Ζεὺς ὡς κηρυκικόν. A | ||
2.101 | ex. | κάμε τεύχων: καμὼν ἔτευξεν. ἀντιστροφὴ ὁ τρόπος. b (BCE3)T | |
2103-7 | ex. | αὐτὰρ ἄρα Ζεὺσ〈— / αὐτὰρ ὁ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι〉: καλῶς ὁτὲ μὲν ἀπὸ τοῦ ὀνόματος, ὁτὲ δὲ ἀπὸ τοῦ συνδέσμου ἄρχεται, τὸ ὁμοειδὲς ἐκκλίνων. b(BCE3E4)T | |
2.103 | ex. | ἀργεϊφόντῃ: ἀργῷ φόνου· b(BCE3E4)T „μηδέ τί τοι θάνατοσ“ (Ω 152) καταθύμιος ἔστω· b(BCE3)T „τοῖον γάρ τοι πομπὸν 〈ὀπάσσομεν ἀργεϊφόντην〉“ (Ω 153)· καὶ „δώτορα ἑάων“ αὐτόν φησι (cf. θ 335). b(BE3)T ἢ ἀεργοφόντης ἀργεοφόντης | |
5 | καὶ ἀργειφόντης, ὡς πλέον πλεῖν, Νεόλαος Νείλεως· τὸν γὰρ Ἰοῦς ἔρωτα οὐκ οἶδεν ὁ ποιητής, πέπλασται δὲ τοῖς νεωτέροις τὰ περὶ | ||
τὸν Ἄργον. b(BCE3)T | |||
D | αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ: ἀργεϊ‐ φόντῃ ἀργῷ καὶ—παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ (5—8). A | ||
2104-6 | ex. | 〈Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ / — ἔλιπεν πολύαρνι Θυέστῃ:〉 ἐκ τοῦ Πέλοπι πληξίππῳ (104) ὁ ἱππικὸς ἀγὼν Πέλοπος καὶ Οἰνομάου δηλοῦται. τὸ δὲ ἐπίθετον Θυέ‐ στου, ὅτι πολύαρνος ὢν ἐγέννησε τὸν μῦθον τὸν περὶ τῆς χρυσῆς ἀρνός. | |
5 | b(BCE3) | ||
2104a | ex. | 〈Ἑρμείας δὲ ἄναξ:〉 Ἑρμείας, „Αἰνείασ“ (B 820 al.), „Αὐγείασ“ (Λ 701) διὰ τοῦ α παρὰ τῷ ποιητῇ. ἄναξ δὲ ὁ θεός. T | |
2104b | ex. | ex. | Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι 〈πληξίππῳ〉: Ἑρ‐ μοῦ γάρ φασιν αὐτὸν καὶ Καλύκης· ἢ †διὰ τὸν κύνα†. πέπλασται οὖν τοῖς νεωτέροις τὰ περὶ Οἰνόμαον καὶ τὴν χρυσῆν ἄρνα. T | πλήξιπ‐ πον δέ φασιν εἰρῆσθαι τὸν Πέλοπα διὰ τὸ μετὰ θάνατον Μυρτίλου | |
5 | αὐτὸν ἡνιοχῆσαι τοὺς ἵππους ἀπὸ Εὐβοίας μέχρι Πελοποννήσου. b (BCE3E4)T | ||
D | Ἑρμείας δὲ ἄναξ δῶκε: Ἱπποδάμεια ἡ Οἰνομάου— διὰ τὴν τῶν ἵππων αὐτουργίαν. A | ||
2.105 | ex. | Πέλοψ δῶκ’ Ἀτρέϊ: φασὶν Ἀτρέα καὶ Θυέστην ἐπιβου‐ λεύσαντας Χρυσίππῳ νόθῳ ἑαυτῶν ἀδελφῷ ἐκβεβλῆσθαι ὑπὸ τοῦ πατρός, μετὰ δὲ θάνατον Πέλοπος Ἀτρέα ἐπιστρατηγήσαντα εἰς Ἦλιν κρατῆσαι τῶν σκήπτρων τοῦ πατρός. b(BCE3)T | |
5 | D | αὐτὰρ ὁ αὖτε Πέλοψ: Πέλοψ ἐκ προτέρας γυναικὸς— ἐκράτησε τῶν τόπων. ἱστορεῖ Ἑλλάνικος (FGrHist 4, 157). A | |
2106a | Ariston. | Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ: ἡ διπλῆ, ὅτι 〈οὐ〉 γινώσκει τὴν ἔχθραν Ἀτρέως καὶ Θυέστου. αὐτῷ γοῦν παραδίδωσι τὸ σκῆπτρον, οὐ τοῖς υἱοῖς ὁ Ἀτρεύς. A | |
2106b | ex. | ἔλιπεν πολύαρνι Θυέστῃ: ὅτι Ὅμηρος οἶδεν αὐτοὺς ἄχρι τέλους ἀδελφικὴν εὔνοιαν φυλάξαντας. εἰ δὲ ἦν αὐτοῖς ἔχθρα, οὔτ’ | |
ἂν b(BCE3)T ὡς Αἴγισθον Ἀγαμέμνων κατήγετο, οὔτε T οἱ θεοὶ ἐπέστελλον Αἰγίσθῳ μὴ ἀμύνασθαι Ἀγαμέμνονα (cf. α 37—9)· | |||
5 | †οὔτε† τὸν Αἴγισθον Ὅμηρος πικρῶς οὕτως ἐλοιδόρει ἄναλκιν (cf. γ 310) καὶ „δολόμητιν“ (α 300 al.) καλῶν, εἰ μὴ τὰ τῆς συγγενείας πρῶ‐ τος ἐλυμήνατο. Λικύμνιος (fr. 7 R.) δὲ παραδηλοῦσθαί φησι τὴν ἔχθραν λεληθότως, ἵνα μὴ βλασφημήσῃ τὸ γένος· τὸ μὲν γὰρ „δῶκε“ (Β 105) φιλίας τεκμήριόν φησι, τὸ δὲ καταλιπεῖν ἀνάγκης· διὸ ἐφ’ ὧν | ||
10 | μὲν τῷ „δῶκεν“ ἐχρήσατο, ἐφ’ ὧν δὲ τῷ ἔλιπεν. b(BCE3)T | πο‐ λύαρνι δὲ ἐκ τοῦ †ποληάρην. T | ||
D | Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων—καὶ Θυέστην ἐφυγάδευσεν. A | ||
2107a | Ariston. | αὐτὰρ ὁ αὖτε Θυέστ’: ὅτι συμφωνοῦντας αὐτοὺς συν‐ ίστησι· καὶ γὰρ ὁ Θυέστης οὐ τῷ υἱῷ αὐτοῦ Αἰγίσθῳ καταλείπει τὸ σκῆπτρον, ἀλλ’ Ἀγαμέμνονι. καὶ ὅτι κλητικὴ ἀντὶ τῆς ὀρθῆς, Θυέστα ἀντὶ τοῦ Θυέστης. A | |
2107b1 | ex. | λεῖπε φορῆναι: μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυ‐ χρόνιος καὶ παλαιὸν †τροφῆς† ἀξίωμα. ἐξῆρεν οὖν τὸν φοροῦντα. | φορῆναι δὲ ἐφόρη φορῆναι. T | |
2107b2 | μεγάλη καὶ πολυχρόνιος πρὸς ἀρχὴν ἡ τοιαύτη κατα‐ σκευὴ καὶ τὸ παλαιὸν ἀξίωμα. ἐξαίρει δὲ τὸν φοροῦντα. b(BCE3E4) | ||
2.108 | ex. | 〈πολλῇσιν νήσοισι:〉 τούτῳ τοῦτο συνέβη διὰ τὴν ἐπὶ Ἴλιον στρατείαν· Ῥόδιοι γὰρ καὶ Αἰγινῆται καὶ οἱ λοιποὶ λαοὶ Ἀτρείδεω Ἀγαμέμνονος λέγονται. τινὲς δὲ ἐννέα κώμας φασὶν ἐν Ἄργει, αἳ ὑπέκειντο αὐτῷ, ἃς καλοῦσι καὶ νήσους. b(BCE3) | |
2109a1 | ex. | 〈ἐρεισάμενος:〉 ἐπερείσας ἑαυτόν. Til | |
2109a2 | ἀπερείδων ἑαυτὸν καὶ ἀναπαύων. b(BCE3E4) | ||
2109b | Ariston. | 〈ἔπε’ Ἀργείοισι μετ’ ηὔδα:〉 ὅτι τὸ ἑξῆς ἐστι μετ’ Ἀργείοισιν ἔπεα ηὔδα. Aim | |
2110a | Ariston. | Nic. | 〈ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος:〉 ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. ἡ δὲ ἀναφορὰ πρὸς Ἴστρον (FGrHist 334, 69) λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι. | στικτέον δὲ κατὰ τὸ τέλος· προσαγορευτικὴ γὰρ ἡ περίοδος. A | |
2110b | ex. | ἥρωες Δαναοί: προεπαίρει τοῖς ἐγκωμίοις, ὅπως αἰδοῖν‐ το φεύγειν. οὐ λέγει δὲ αὐτοῖς τὸ ὄναρ, ὅπως μὴ δοκῇ σκευώρημα b (BCE3E4)T εἶναι, ἢ ἑτέρως ἀποβῇ καὶ θεομισὴς δόξῃ. b(BE3E4)T | |
2111a | Ariston. | Ζεύς με μέγα 〈Κρονίδησ〉: ὅτι Ζηνόδοτος γράφει „Ζεύς με μέγας Κρονίδησ“. καὶ ὅτι ἀπὸ τούτου ἕως 〈τοῦ) „αἰσχρὸν γὰρ τόδε γ’ ἐστί“ (Β 119) οὕτως συντέμνει „ὦ φίλοι ἥρωες Δαναοί, θε‐ ράποντες Ἄρηος· / λώβη γὰρ τάδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι / | |
5 | μὰψ οὕτω“ (= Β 110. ω 433. Β 120). A | ||
2111b | Did. | {Ζεύς με} μέγα {Κρονίδης}: σχολικὸν ἀγνόημα τὸ δοκεῖν Ζηνοδότειον εἶναι τὴν μετὰ τοῦ ς γραφήν. καὶ δόξειεν ἂν ὑπὸ Διονυ‐ σίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι· ἐν γὰρ τῷ Περὶ ποσοτήτων (fr. 6) καθ‐ άπτεται Ζηνοδότου ὡς ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως | |
5 | Ὅμηρος ἀποχρῆται· παρ’ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετ‐ ειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τἀκριβὲς οὕτως· εἰ γὰρ τὰ συγγράμματα τῶν ὑπομνημάτων προτάτ〈τ〉οιμεν, ἕνεκα γοῦν τἀκριβοῦς γράφοιμεν κατὰ Ἀρίσταρχον „Ζεύς με μέγασ“. ἐν γοῦν τῷ | ||
Πρὸς Φιλήταν συγγράμματι (fr. 55 K.) τῇ γραφῇ κέχρηται, δύο | |||
10 | λέγων τὸ μέγας σημαίνειν, τοτὲ μὲν τὸ καθ’ αὑτό, καθάπερ νῦν „Ζεύς με μέγα〈σ〉 Κρονίδησ“ καὶ „κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱππο‐ συνάων“ (Π 776), τοτὲ δὲ αὖ τὸ πρὸς τὴν κατὰ τὸν Αἴαντα τὸν ἕτερον διάκρισιν „Αἴας δ’ ὁ μέγασ“ (Π 358). κἀν ταῖς Λιταῖς ἐξηγούμενος „αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 169) ἔν τινι τῶν ἠκριβωμένων ὑπομνη‐ | ||
15 | μάτων γράφει ταῦτα κατὰ λέξιν· „οὐ κατ’ ἐπίθετον λέγει μέγας, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος. ὅταν δὲ λέγῃ ‘Ζεύς με μέγας Κρονίδησ‘, οὐκέτι ὅτι καὶ ἕτερος μικρός ἐστιν.“ καὶ τοὺς ἀπ’ αὐτοῦ δὲ χρωμένους ἔστιν εὑρεῖν τῇ γραφῇ Διονυσόδωρον καὶ Ἀμμώνιον τὸν Ἀλεξανδρέα. ἐπιλέγουσι δὲ οὐδέν· διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ | ||
20 | ἐγράψαμεν. καὶ Καλλίστρατος δὲ ἐν τῷ Περὶ Ἰλιάδος (p. 320, 36 Schm.) οὕτως προφέρεται ὥστε ὅμοιον εἶναι τῷ „ἐπεὶ μέγας ὠδύσατο Ζεύσ“ (Σ 292). οὐδὲ ὁ Ἐπιθέτης δὲ Πτολεμαῖος, τὰς Ζηνοδότου γρα‐ φὰς ἐκτιθέμενος, ταύτην ὡμολόγει Ζηνοδότου εἶναι. ταῦτα ὁ Δίδυμος (p. 112 Schm.). A | ||
2111c | ex. | ἄτῃ: ἡ ἑκούσιος ἁμαρτία· b(BCE3)TTil καὶ ἀτηρός καὶ „ἶσα ἄτῃσιν“ (Hsd. opp. 352). οἱ δὲ ζημία· b(BCE3)T τοῦτο δὲ ἀναπόδεικτόν ἐστιν. b(BE3)T | |
2112a | Nic. | σχέτλιος: τοῦτο καθ’ ἑαυτὸ προενεκτέον, ὡς ἐν τοῖς ἄνω (Β 38) τὸ „νήπιοσ“. μᾶλλον γάρ, κομματικῶς λεγόμενον, ἐμφαίνει. A | |
2112b | ex. | ὃς πρὶν μέν μοι 〈ὑπέσχετο καὶ κατένευσεν〉: προ‐ τρεπτικὸν τοῦτο πρὸς τὸ μένειν τοὺς Ἀχαιούς· οὐ γὰρ ἀτελεύτητον „ὅ τί κεν κεφαλῇ κατανεύσει“ (Α 527). ἀνάγει δὲ ἐπὶ τοὺς νεοσσοὺς (cf. Β 311) καὶ τὰς διοσημίας (cf. Β 353). b(BCE3E4)T | |
2113a | ex.(?) | 〈Ἴλιον:〉 Ἴλιον μὲν λέγει Ὅμηρος, Ἰλιεῖς δὲ οὐκέτι φησί· καὶ „Εὔβοιαν“ (Β 536 al.), ἀλλ’ οὐκ Εὐβοεῖς. Aim | |
2113b | ex. | ἐκπέρσαντ’: τὸ ἐντελὲς ἐκπέρσαντι, ὡς „χρυσέῃ κερκίδ’ ὕφαινε“ (ε 62) b(BCE3)T καὶ „Αἴανθ’, ὃς βελέεσσι βιάζετο καὶ οὐ | |
χάζετ’ ὄπισθεν“ (cf. Λ 589 et Σ 160). b(BCE3) | |||
2.114 | ex. | κακὴν ἀπάτην: ἔστι γὰρ καὶ δικαία. Αἰσχύλος (fr. 301 N.2 = 601 c M.)· „ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεόσ“. A b (BCE3E4)T καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι; A b (BE3E4)T | |
2115a | Ariston. | δυσκλέα Ἄργος: ὅτι κατὰ συστολὴν Ὅμηρος τὰ τοι‐ αῦτα ἐκφέρει, δυσκλέα καὶ „ἀκλέα“ (δ 728), Ἰωνικῶς. οἱ δὲ Ἀττικοὶ ἐκτείνουσιν. A | |
2115b | Hrd. | δυσκλέα: συσταλτέον τὴν τελευταίαν τοῦ δυσκλέα ὡς „ἀμφηρεφέα“ (Α 45), ὁμοίως τῷ „ἄρα κλέα ἀνδρῶν“ (Ι 189), „ἀκλέα ἐν μεγάρῳ“ (δ 728). A | |
2115c | ex. | ex. | 〈δυσκλέα:〉 ἐκ τοῦ δυσκλεεύς δυσκλεέα. ἔστι δὲ b(BCE3) ἔλλειψις τοῦ ε, οὐ συναλιφή. b(BCE3)Til οἱ δὲ νεώτεροι ἐκτεί‐ νουσι καὶ περισπῶσιν ὡς ἀπὸ τοῦ δυσκλεής. b(BCE3) | τοῦτο δὲ εἶπεν οἰόμενος ὡς οὐ πείσονται οἱ Ἕλληνες δυσκλεεῖς ὑποστρέψαι. b | |
5 | (BCE3E4) | ||
2115d | ex. | 〈ἐπεὶ πολὺν ὤλεσα λαόν:〉 ἀντὶ τοῦ ὅτε ἢ ἀφ’ οὗ. οἰκειοῦται δὲ τὴν ἀπώλειαν b(BCE3)Til τοῦ στρατοῦ παραμυ‐ θίας ἕνεκεν. b(BCE3) | |
2116-8 | Ariston. | οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος ἐστὶ μέγιστον〉: πρὸς τὸ μέλλει (116), ὅτι ἀντὶ τοῦ ἔοικεν. ὁ δὲ ἀστερί‐ σκος, ὅτι εἰς τὰς Λιτὰς (Ι 23—5) οὐκ ὀρθῶς μετάκεινται οἱ τρεῖς. A | |
2116a | D | ex. | 〈μέλλει:〉 ἔοικε. | διὰ τούτου δὲ διστάξιμον αὐτὸ ἐποίησεν. b(BCE3)Til | |
2116b | Hrd. | 〈ὑπερμενέϊ:〉 συσταλτέον τὸ ι τοῦ ὑπερμενέϊ. Aint | |
2117a | D | 〈πολλάων:〉 τὸ πολλάων ἐπέκτασις, καὶ ἴδιον Ἰώνων. Aim | |
2117b | ex. | ex. | πολλάων πολίων: ἀδίκων, ὡς „ἔπαθον αἳ μεγάλα“ (Pind. O1. 2, 23). T | ἄδηλον δὲ εἴτε καθολικῶς αὐτὸ λέγει εἴτε περὶ τῶν εἰκοσιτριῶν A b (BCE3E4)T ὑπόνοιαν διδοὺς καὶ περὶ Ἰλίου· πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ θεοῦ. A b | |
5 | (BE3E4)T | ||
2118a1 | ex. | 〈τοῦ γὰρ κράτος:〉 Πυθαγόρας †φησὶ† τί ἐστι θεῖον ἐρωτηθεὶς τὸ πάντων ἔφη κρατοῦν, τῷ αἰτίῳ καὶ τοῖς ἄλλοις, ὥστε καὶ πολέμων ἔχειν ἐξουσίαν. τίς ἂν οὖν εἴην ἐγώ, φησὶν Ἀγαμέμνων, πρὸς τὸ κράτος ἐκείνου; b(BCE3E4) | |
2118a2 | Πυθαγόρας ἐρωτηθείς, τί ἐστι θεός, τὸ πάντων κρατοῦν εἶπεν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. Til | ||
2118a3 | τοῦ γὰρ κράτος: Πυθαγόρας φησὶ τί ἐστι θεός· τὸ πάν‐ των κρατοῦν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς οὖν ἂν εἴην ἐγώ; A | ||
2.119 | Ariston. | 〈πυθέσθαι:〉 ὅτι τὸ πυθέσθαι ἀντὶ τοῦ ἀκοῦσαι τίθησιν. Aim | |
2.120 | ex. | τοσόνδε τε λαόν: διὰ τῶν ἐγκωμίων μείζων ἡ κατηγορία· καὶ ὅτι ἀΐδιος ἔσται αὐτοῖς ὕβρις τὸν πόλεμον ἀτελῆ καταλιποῦσιν. b (BCE3E4)T | |
2122a | Ariston. | 〈ἀνδράσι παυροτέροισι:〉 ὅτι ἥσσονες κατὰ τὸν ἀριθμὸν οἱ βάρβαροι. Aim | |
D | παυροτέροισι: οἱ μὲν Τρῶες χωρὶς—ἄλλοι δὲ ιδʹ. A | ||
2122b | ex. | τέλος δ’ οὔ πώ τι: τὸ δέ ἀντὶ τοῦ γάρ· b(BCE3)T κρίσις γὰρ νίκης ἢ ἥττης οὐ πεφανέρωται. πῶς οὖν πρὸ τέλους ὑποχωρήσουσιν; ἐκδεκτέον οὖν τὸ τῆς μάχης πέρας. b(BCE3E4)T | |
2123-7 | Nic. | εἴπερ γάρ κ’ ἐθέλοιμεν〈—ἑλοίμεθα οἰνο‐ χοεύειν〉: ἕως τοῦ οἰνοχοεύειν (127) ὑποστιγμαί εἰσιν ἐν ὑπο‐ κρίσει πᾶσαι, ἄμφω (124) καὶ ἔασιν (125) καὶ Ἀχαιοί (126) καὶ | |
οἰνοχοεύειν (127). τῆς δὲ ἀναρτήσεως ὁ εἴ σύνδεσμος αἴτιος. A | |||
2123a | Ariston. | 〈εἴπερ γάρ κ’ ἐθέλοιμεν:〉 ὅτι περισσὸς ὁ κέ σύνδε‐ σμος. Aint | |
2123b | ex. | εἴπερ γάρ κ’ ἐθέλοιμεν: ταχεῖα οὖν ἐλπὶς τῆς νίκης, εἴ γε καὶ πλείους καὶ ἰσχυρότεροι καὶ Δία ἔχοντες σύμμαχον, καὶ τῆς ἥττης πολλὴ ἡ αἰσχύνη. b(BCE3E4)T | |
2124a | Ariston. | ὅρκια πιστὰ ταμόντες: ἀθετεῖται· οὐ γὰρ ἐπ’ ἀλη‐ θείας λέγεται, ἀλλ’ ὑπερβολικῶς τὰ τῶν δεκάδων. πρὸς τί οὖν ὅρκια; A | |
2124b | ex. | ὅρκια πιστά: πρὸς τὸ συνελθεῖν. T | |
2125a | Did. | Ariston. | Τρῶας μὲν λέξασθαι 〈ἐφέστιοι ὅσσοι ἔασιν〉: Ἀρι‐ στάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων· „ἐὰν καὶ τὰ παιδία καὶ τοὺς πρεσβύτας ἀριθμήσωσιν, οὐ μὴ γένωνται ὅσοι ἡμεῖς. τοῦτο δέ ἐστι, κατοικίδιοι καὶ ἔναυλοι. καὶ ἐν Ὀδυσσείᾳ (ζ 265)· ‘πᾶσιν γὰρ ἐπί‐ | |
5 | στιόν ἐστιν ἑκάστῳ‘, ὡσεὶ κατάλυμα παρὰ τῇ νηΐ.“ | ἡ διπλῆ δέ, ὅτι τὸ λέξασθαι νῦν οὔτε ἐπὶ τοῦ κοιμηθῆναι οὔτε ἐπὶ τοῦ καταριθμη‐ θῆναι κεῖται, ἀλλ’ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἁθροισθῆναι ἐν ταὐτῷ· καὶ ὅτι ἐφέστιοι, ὅσοι ἑστίας (τουτέστιν οἰκίας) αὐτόθι †διαμένουσιν. A | ||
2125b | ex. | 〈λέξασθαι:〉 τὸ λέξασθαι δηλοῖ πέντε· τὸ λέγειν, ὡς τὸ „λέξασθαι δὲ περὶ τῶν οὐ δύναται“ (auct. ign.), τὸ κοιμᾶσθαι, ὡς τὸ „λέξομαι {δ’} εἰς εὐνήν“ (ρ 102), τὸ ἐκλέγεσθαι, ὡς τὸ „λέξασθαι κούρουσ“ (Φ 27), τὸ ἀριθμεῖν, ὡς τὸ „λέγε κήτεσσι“ (δ 452), τὸ οἰκο‐ | |
5 | δομεῖν, ὡς τὸ „αἱμασιὰς λέξονται“ (ω 224). b(BCE3E4) | ||
2125c | ex. | ex. | Τρῶας μὲν λέξασθαι: ἀπὸ κοινοῦ τὸ θελήσουσιν. T | τὸ λέξασθαι δηλοῖ τὸ κοιμᾶσθαι, „λέξομαι εἰς εὐνήν“· τὸ ἐπιλέξασθαι, „λέξατο κούρουσ“· τὸ ἀριθμεῖν, „λέγε κήτεσι“· AT τὸ οἰκοδομεῖν, | |
„αἱμασιὰς λέξοντεσ“. T | |||
2125d | ex. | ἐφέστιοι: ἔνοικοι, συναριθμουμένων παιδίων καὶ γερόν‐ των· οὗτοι γάρ εἰσιν οἱ προθύμως ὑπὲρ τῆς σφετέρας ἀμυνόμενοι. b (BCE3E4)T | |
2125e | ex. | 〈ἔασιν:〉 ἀντὶ τοῦ εἰσίν. Til | |
2125-6 | ex. | 〈Τρῶας μὲν λέξασθαι, ἐφέστιοι ὅσσοι ἔασιν, /〉 ἡμεῖς δ’ ἐς δεκάδας 〈διακοσμηθεῖμεν Ἀχαιοί〉: ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας (125) τὸ ἡμεῖς (126) ἐπαγαγών. Aim b (BCE3E4)T ἀντίστροφον δὲ τοῦτο κατὰ τὰς πτώσεις τῷ „ἢ | |
5 | ἐθέλεις †ὄφρ’ αὐτὸς μὲν ἔχειν† γέρας, αὐτὰρ ἔμ’ αὔτωσ“ (Α 133). b (BCE3E4)T | ||
2126a | ex. | ἐς δεκάδας: ἔθος ἦν πλείονας τῶν δέκα μὴ συνεσθίειν, ὡς καὶ Ἀριστοτέλης ἐν Πολιτείαις φησίν (fr. 503 R.). b(BCE3E4)T | |
2126b | ex. (Did.?) | διακοσμηθήμεν’: ἀντὶ τοῦ διακοσμηθῆναι, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ „ἐθελήσομεν“ (β 123). οἱ δὲ „διακοσμηθεῖμεν“, ἵν’ ᾖ δια‐ κοσμηθείημεν εὐκτικόν. b(BCE3E4)T | |
2127a1 | Did. | 〈ἕκαστον:〉 ὁ Ἰξίων (fr. 2 St.) διὰ τοῦ ν, ἕκαστον. Aint | |
2127a2 | {ἄνδρα} ἕκαστον 〈ἑλοίμεθα〉: ὁ Ἰξίων διὰ τοῦ †ι†, τινὲς δὲ διὰ τοῦ †ν†, „ἕκαστοι ἑλοίμεθα“, οἱ ἐν τῇ δεκάδι. οὕτως †ἰξίων. T | ||
2127b | ex. | ἑλοίμεθα οἰνοχοεύειν: πιθανῶς κἀν τῷ ἀριθμεῖν τὰ ἔθνη αἰχμαλωσίαν οἰωνίζεται Τρωσίν, ἢ ὡς φιλοίνοις ἢ ὡς ἐν συμπο‐ σίοις ἀλαζονευομένοις. ἢ διαπαίζει τὸν Γανυμήδους μῦθον. b(BCE3E4) | |
T | |||
2.128 | ex. | πολλαί κεν δεκάδες: ὑπερβολικῶς· Τρώων μὲν γὰρ ἦσαν μυριάδες πέντε, Ἑλλήνων δὲ δώδεκα. T | |
2.129 | ex. | 〈πλέας:〉 τὸ πλέας ἀπὸ τοῦ πλέονας συγκέκοπται. Aim b (BCE3)Til | |
2130-3 | Ariston. | Τρώων οἳ ναίουσι: ἕως τοῦ Ἰλίου ἐκπέρσαι (133) ἀθετοῦνται στίχοι τέτταρες, ὅτι καθόλου πάντας τοὺς βαρβάρους σὺν τοῖς ἐπικούροις ἥσσονας τῶν Ἑλλήνων διὰ παντός φησι〈ν〉 εἶναι. A | |
2130-1a | ex. | ἀλλ’ ἐπίκουροι / πολ〈λ〉έων ἐκ πολίων: καὶ γάρ φησι· „κέκλυτε, μυρία φῦλα περικτιόνων ἐπικούρων“ (Ρ 220). b (BCE3)T ἐπίκουροι δὲ οἱ ἐξ ἀλλοδαπῆς ἥκοντες πρὸς συμ‐ μαχίαν. b(BCE3) | |
2130-1b | ex. | 〈ἀλλ’ ἐπίκουροι / —〉ἐγχέσπαλοι ἄνδρες: διὰ τούτου ὑποχωρεῖν κελεύει, καὶ ὀνειδίζει τῷ ἰδίῳ συμμαχικῷ. b (BCE3)T ἐπίκουροι μὲν οὖν λέγονται οἱ τοῖς πολεμουμένοις βοηθοῦντες, σύμμαχοι δὲ οἱ τοῖς πολεμοῦσιν. T | |
2131a1 | Did. | D | {ἐγχέσπαλοι ἄνδρες} ἔασιν: ἐν τῇ ἑτέρᾳ τῶν Ἀρι‐ στάρχου εὕρομεν „ἔνεισιν“. καὶ Καλλίστρατος οὕτως ἐν τῷ Περὶ Ἰλιάδος (p. 320, 36 Schm.) γράφει, καθάπερ καὶ τὸ „ἡμεῖς δὲ μαχό‐ με〈σ〉θ’, οἵπερ τ’ ἐπίκουροι ἔνειμεν“ (Ε 477). παρ’ ὃ καὶ διχῇ γράφομεν. | | |
5 | ἐγχέσπαλοι δέ, ὅτι ἔσειον τὰ δόρατα πρὸ τῆς ἀφέσεως, μήποτε ἄρα εἶεν κλασθέντα. A | ||
2131a2 | τὸ δὲ ἔασι τινὲς „ἔνεισιν“, b(BCE3) ὡς τὸ „ἔνειμεν“. b(BE3) | ||
2131-2 | Nic. | 〈ἐγχέσπαλοι ἄνδρες ἔασιν /〉 οἵ με μέγα πλά‐ ζουσι: τὸ οἵ (132) ἤτοι ἄρθρον ὑποτακτικόν ἐστιν, ἢ ἀντὶ τῆς οὗτοι | |
ἀντωνυμίας. πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἢ διαστολὴν θήσομεν ἐπὶ τὸ ἄνδρες ἔασιν (131). ἐπὶ δὲ τὸ πλάζουσι (132) θετέον τὴν | |||
5 | ἄνω δευτέραν στιγμήν, ἥτις ἕνα χρόνον δύναται σιωπῆς. A | ||
2132a1 | ex. | οἵ με μέγα πλάζουσι: ἀποσφάλλουσι τῆς ὁρμῆς. b (BCE3E4)T εὖ δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ ἐλέγχειν τὸ κοινόν. b(BCE3)T | |
2132a2 | D | ex. | 〈οἵ με μέγα πλάζουσι:〉 πλανῶσι καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας. | καλὸν δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ ἐλέγχειν τὸ κοινόν. Aint | |
2132b | D | καὶ οὐκ εἰῶς’ ἐθέλοντα: ἀντὶ τοῦ δυνάμενον. b(BC E3E4)T | |
2133a | Did. | Ἰλίου {ἐκπέρσαι}: ἐν τοῖς κατ’ Ἀριστοφάνην ὑπο‐ μνήμασιν Ἀριστάρχου „Ἴλιον“ ἐγέγραπτο, οὐκ Ἰλίου· καὶ μήποτε ἄμεινον ἔχει. A | |
2133b1 | Did. | ex. | Ἰλίου {ἐκπέρσαι}: ἄμεινον τὸ „Ἴλιον“ ἤπερ Ἰλίου. | Ἰλίου πτολίεθρον ὡς „Ἀργοῦς σκάφοσ“ (Eur. Med. 1). T | |
2133b2 | Ἰλίου δὲ πτολίεθρον ἄμεινον ἦν εἰπεῖν τὸ „Ἴλιον“ ἤπερ Ἰλίου. | ἀλλὰ συνωνυμικῶς εἶπεν ὡς „Ἀργοῦς νηὸς σκάφοσ“. b(BE3) | ||
2134a | ex. | ex. | ἐννέα δή: κοινὸν καὶ τοῦτο πρός τε τὸ ἀπιέναι, ὡς ἐγκαθημένων ἀπράκτων τοσοῦτον χρόνον, καὶ πρὸς τὸ μένειν, ὡς τοῦ τῆς ἁλώσεως χρόνου πληρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει ἁλώσεσθαι τὴν Ἴλιον ὁ Κάλχας ἔφη (cf. Β 329). | ἐλπίδα τοῦ τέλους ὑπογράφων | |
5 | αὐτοῖς οὐκ ἐνεστηκέναι τὸν ἔνατον ἐνιαυτὸν εἶπε· καίτοι τοῦτο ἦν τὸ ἀληθές, ὥσπερ καὶ Ὀδυσσεύς φησιν· „ἡμῖν δ’ εἴνατός ἐστι περι‐ τροπέων ἐνιαυτόσ“ (Β 295)· ἀλλὰ παρεληλύθασί φησιν ἐννέα ἐνιαυτοί. b(BCE3E4)T | ||
2134b | ex. | βεβάασι: ἀντὶ τοῦ πεπόρευνται, ὡς τὸ „βῆ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδην“ (Β 18) ἀντὶ τοῦ ἐπορεύθη. b(BCE3)T | |
2134c | ex. | Διὸς μεγάλου: τοῦ ἡλίου ἢ τοῦ διερχομένου χρόνου. b(BCE3E4)Til | |
2135a | Ariston. | 〈καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυν‐ ται:〉 ὅτι κατὰ τὸν αὐτὸν στίχον καὶ ἑαυτῷ καὶ ἡμῖν συνήθως ἐξε‐ νήνοχε τὸ λέλυνται καὶ σέσηπε. Aim | |
2135b | ex. | 〈καὶ δὴ δοῦρα—λέλυνται:〉 ἐν ἑνὶ στίχῳ ἔθηκε τὴν Ἀτθίδα καὶ κοινὴν χρῆσιν. b(BCE3E4)Til | |
2135c | ex. | καὶ δὴ δοῦρα σέσηπε: καὶ τοῦτο ἀμφοτέροις συνᾴδει, τῷ μὲν ἀπιέναι πρὶν διαφθαρῆναι τέλεον τὰς νῆας, καὶ τῷ μένειν ὡς διὰ τὸ σεσηπέναι τὰς ναῦς τέως πλεῖν οὐ δυναμένων. καὶ Θεό‐ πομπος (FGrHist 115, 351) δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου | |
5 | φησίν, ὡς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλ‐ λάττεσθαι. b(BCE3E4)T | ||
2136-7 | Nic. | αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι〈—ποτιδέγ‐ μεναι〉: συναπτέον ἕως τοῦ ποτιδέγμεναι (137)· μία γὰρ ἡ περίοδος. εἰ δέ τις ἐπὶ τὸ ἄλοχοι (136) διαστέλλοι, ἀπρεπῆ τὸν νοῦν τίθησι. A | |
2136-8 | ex. | αἱ δέ που ἡμέτεραι〈—ἱκόμεσθα〉: ἀπαλλαττώ‐ μεθα οὖν ὡς ποθούμενοι, ἢ ὡς μηδὲν ἄξιον τῆς προσδοκίας εἰργασμένοι. b(BCE3E4)T | |
2.138 | ex. | 〈αὔτως:〉 ἔτι, ἀκμήν. „λευκὸν ἔτ’ αὔτωσ“ (Ψ 268). Til | |
2139a | ex. | 〈ἀλλ’ ἄγεθ’:〉 ἄγετε ἐπίρρημα. Til | |
2139b | Nic. | ἀλλ’ ἄγετ’ ὡς ἂν ἐγὼ εἴπω: ὑποστικτέον ἐν ὑπο‐ κρίσει μετὰ τὸ εἴπω διὰ τὸ ὡς μόριον· ᾧ λόγῳ καὶ τῶν παραβολῶν αἱ πλεῖσται ἀνήρτηνται μέχρι τῆς ἀνταποδόσεως. A | |
2140a | ex. | φεύγωμεν σὺν νηυσί: ἠδύνατο μὲν εἰπεῖν στείχωμεν. ἀλλὰ τῷ αἰσχρῷ ὀνόματι ἀποτρέπει τοῦ ἀπόπλου. b(BCE3E4)T | |
2140b | ex. | φίλην ἐς πατρίδα γαῖαν: φίλην τὴν ἰδίαν· „φίλους λήθοντε τοκῆασ“ (Ξ 296). πατρίδα δέ, ἕκαστος τὴν ἰδίαν. b(BC E3E4)T ἔδει δὲ πατρίδα αἶαν. b(BCE3)T | |
2.141 | Did. (?) | οὐ γὰρ ἔτι Τροίην: οὗτος ὁ στίχος ἀναιρεῖ τὴν ἀμ‐ φιβολίαν· διὸ ἔν τισι οὐ φέρεται. T | |
2.142 | ex. | τοῖσι δὲ θυμὸν〈—〉ὄρινε: τὸ αἰφνίδιον τῆς τῶν ἀνθρώπων ὁρμῆς ἐσήμανε περὶ τῶν οἴκοι τερπνῶν ἀκουσάντων. b (BCE3E4)T | |
2143a | Ariston. | 〈πᾶσι μετὰ πληθύν, ὅσοι οὐ βουλῆς ἐπάκου‐ σαν:〉 ἀθετεῖται, ὅτι κενῶς ἐπεξηγεῖται· τὸ γὰρ νοούμενον τὸ αὐτό. Aint | |
2143b | ex. | μετὰ πληθύν: ἐν τῷ πλήθει ἢ κατὰ τὸ πλῆθος. b(BCE3 E4)Til | |
2143c | ex. | ὅσοι οὐ βουλῆς ἐπάκουσαν: ἀντὶ τοῦ ᾔσθοντο τῆς τοῦ Ἀγαμέμνονος γνώμης. b(BCE3E4)T | |
2144-5 | Nic. | 〈κινήθη δ’ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης / πόντου Ἰκαρίοιο:〉 ἐπὶ τὸ Ἰκαρίοιο στιγμή. βραχὺ δὲ δια‐ στελοῦμεν ἐπὶ τὸ ἀγορή. Aim | |
2144a | ex. | 〈κινήθη:〉 ὥρμησε. b(BCE3E4)Til | |
2144b | Ariston. | ὡς κύματα: ὅτι Ζηνόδοτος γράφει „φὴ κύματα“. οὐδέ‐ | |
ποτε δὲ Ὅμηρος τὸ φή ἀντὶ τοῦ ὥς τέταχεν. A | |||
2144c | ex. | ὡς κύματα μακρά: ὑψηλά, τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται γὰρ ἄλλα ἐπ’ ἄλλοις, ὡς ὅλης ἐκ βυθοῦ ταρασσομένης τῆς θαλάσσης. A b (BCE3E4)T | |
2144d | ex. | 〈κινήθη δ’ ἀγορὴ ὡς κύματα:〉 διὰ τί προειπόντος τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμένοις „ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν“ (Β 75), ὁρμησάντων τῶν Ἑλλήνων ἐπὶ τὰς ναῦς, οὔτε ἄλλος οὐδεὶς οὔτε Ὀδυσσεὺς τοῦτο ἐποίησε ταχέως, | |
5 | ἀλλ’ ὁ μὲν ἕστηκεν ἁπλῶς μόνον οὐχ ἁπτόμενος τῆς νηός (cf. Β 170—1), οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παραγίνεται ἡ Ἀθηνᾶ ἀπὸ μηχανῆς ὥσπερ καθεύδοντα τὸν Ὀδυσσέα ἐγείρουσα; ἢ ὅτι οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτούς, θορύβου κατέχοντος τοσούτου· θεατὰς γοῦν ἡμᾶς σχεδὸν ποιῶν τῆς τότε | ||
10 | ἀταξίας αὐτῶν ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· κινήθη δ’ ἀγορὴ ὡς κύματα· διὸ ὁ Ὀδυσσεύς, μετὰ τὸν Νέστορα συνέσει προὔχων, ἵσταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου ἐπιδεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα πρᾶξαι τὰ διὰ τοῦ σώματος, τῶν δὲ ἄλλων συνετώτερος· διὸ πρὸς | ||
15 | τοῦτον ἐλήλυθεν ἡ Ἀθηνᾶ· οὐ γὰρ δίχα θεοῦ πιθανὸν τοσοῦτον καταστέλλεσθαι θόρυβον. b(BCE3E4)T | ||
2.145 | D | πόντου Ἰκαρίοιο: τοῦ Ἰκαρίου πελάγους, κεκλημένου —καὶ Καλλίμαχος ἐν Αἰτίοις (cf. fr. 23, 3 et 43, 48). A | |
2146a | ex. | 〈ὤρορ’:〉 ἀπὸ τοῦ ὄρωρε ὑπέρθεσις χρόνου. Aint Til | |
2146b | ex. | 〈ὤρορ’ ἐπαΐξας:〉 ἀπὸ τοῦ ὄρωρεν Ἀττικοῦ ὑπέρ‐ θεσις ἐγένετο τοῦ χρόνου. ἐπαΐξας δὲ b(BCE3) ἄνωθεν αἰγι‐ δώδης πνεύσας. b(BCE3E4)Til | |
2147a1 | ex. | ex. | 〈ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον:〉 πρὸς συμπλήρωσιν τῶν ἀσταχύων οἱ ζέφυροι πνέουσι. | ληΐῳ δὲ τὴν ἠϊόνα | |
παρεικάζει. ἠπειρωτικὴ δὲ ἡ παραβολή, ὅπερ ἄμεινον ἐνταῦθα· ἡ πρώτη μὲν γὰρ τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυμαδὸν ὁρμὴν | |||
5 | παρίστησιν. b(BCE3E4) | ||
2147a2 | ex. | ex. | ex. | ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος 〈βαθὺ λήϊον〉: πρὸς συμπλήρωσιν τῶν σταχύων πνέουσι ζέφυροι. AT | λήϊον δὲ ἀντὶ τοῦ γήϊον, ὡς μόγις μόλις. T | †ἠπειρώταις† ἡ παραβολή, ὅπερ ἄμεινον· ἡ πρώτη μὲν τὸν τάραχον, ἡ δὲ τὴν ὁμοθυμαδὸν ὁρμήν. ATil | |
2148a | Ariston. | λάβρος ἐπαιγίζων, 〈ἐπί τ’ ἠμύει ἀσταχύεσ‐ σιν〉: ὅτι χωρὶς προθέσεως εἴρηκεν ἀντὶ τοῦ ἐπικαταιγίζων· αἰγίδας γὰρ ἔλεγον, ἃς ἡμεῖς καταιγίδας. καὶ ὅτι πτῶσις ἤλλακται· ἀντὶ τοῦ ἐπιμύει δὲ τοὺς ἀστάχυας, οἷον ἐπικλίνει. A | |
2148b | Nic. | 〈λάβρος ἐπαιγίζων, ἐπί τ’ ἠμύει ἀσταχύεσσιν:〉 ὑποστιγμαὶ ἐν ὑποκρίσει 〈ἐπὶ τὸ〉 ἐπαιγίζων 〈καὶ〉 ἀσταχύεσσιν. Aim | |
2148c1 | ex. | ἐπί τ’ ἠμύει: ἠμύει τὸ λήϊον τοῖς στάχυσιν, ὡς „ἔφρι‐ ξεν δὲ μάχη †ἐγχείῃσιν“ (Ν 339). ἢ οἱ στάχυες τῷ ἀνέμῳ ἠμύουσι. AT | |
2148c2 | πυκνοῖ τὸ λήϊον τοῖς στάχυσιν, b(BCE3E4) ὡς „ἔφριξε δὲ μάχη ἐγχείῃσιν“. b(BCE3) οἱ δὲ στάχυες ὑπὸ τοῦ ἀνέμου συνειλούμενοι πυκνοῦσι τὸ λήϊον. b(BCE3E4) | ||
2150a | Did. (?) | 〈νῆας ἐπεσσεύοντο:〉 οὕτως νῆας ἐπεσσεύοντο. Aint | |
2150b1 | Hrd. | νῆας ἐπεσσεύοντο: οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ὅτι συνήλειπται· διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγνωκέναι τὸ „στεῦτο γὰρ Ἡφαί‐ στοιο πάρ’ οἰσέμεναι“ (S 191)· οὐκ ἀναστρέφονται γάρ, εἰ μὴ ἐπὶ | |
5 | τέλους κέωνται ῥῆμα δηλοῦσαι. A | ||
2150b2 | οὐκ ἀναστρεπτέον· αἱ γὰρ συναλειφόμεναι οὐκ ἀναστρέ‐ | ||
φονται, εἰ μὴ ἐπὶ τέλους κεῖνται ῥῆμα δηλοῦσαι. b(BCE3)Til | |||
2150-1 | ex. | ποδῶν δ’ ὑπένερθε 〈κονίη / ἵστατ’ ἀειρομένη〉: ὑπὸ δὲ τῶν ποδῶν αὐτῶν νέρθεν ἀειρομένη ἡ κόνις ἀνίστατο. b (BCE3E4)T | |
2.152 | ex. | 〈ἅπτεσθαι—δῖαν:〉 ἐπιλαμβάνεσθαι, Aint b (BCE3) Til ὡς τὸ „ἑανοῦ ἁπτομένη“ (Π 9). Aint b (BCE3) τὸ δὲ δῖαν Δωρικῶς συνέστειλεν. b(BCE3) | |
2153a | Hrd. | οὐρούς {τ’ ἐξεκάθαιρον}: ψιλοῦται· ἐν πλεονασμῷ γὰρ τοῦ υ ἐγένετο, ὡς καὶ ὅλος „οὖλοσ“ (cf. ρ 343. ω 118). ἀνεγνώσθη δὲ κατ’ ὀξεῖαν τάσιν· ὁ γὰρ Ἀρίσταρχος παρήγγελλεν. ἴσως δὲ σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα δισύλλαβα ἁπλᾶ, ἔχοντα | |
5 | τὴν ου δίφθογγον ἐβαρύνετο, „κοῦροσ“ (Δ 321), „θοῦροσ“ (Ε 507. Ω 498), „οὖροσ“ (cf. Φ 405)· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ. ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ’ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A | ||
2153b | ex. | 〈οὐρούς:〉 ἐκ τοῦ ὀρούειν· b(BCE3) δι’ αὐτῶν γὰρ αἱ νῆες ὀρούουσιν. b(BCE3E4)Til τῷ δὲ χρόνῳ πολλή τις ὕλη περὶ αὐτοὺς ἦν, b(BCE3)Til ἣν καὶ ὑφεῖλκον. b(BCE3) | |
2153c | ex. | ἀϋτὴ δ’ οὐρανὸν ἷκεν: μεγαλοφυῶς ηὔξησε τὴν ταρα‐ χήν, ἣν κατελεπτολόγησεν Ἀριστοφάνης Ἀχαρνεῦσιν (sc. 545—6). A b (BCE3E4)T | |
2154a | Hrd. | ᾕρεον: δασυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περι‐ σπωμένου καὶ δασυνομένου γέγονεν. A | |
2154b | Hrd. (?) | 〈ᾕρεον:〉 παραλόγως δασύνεται τὸ αἱρῶ. Aim | |
2155-6 | Nic. | ἔνθα κεν Ἀργείοισι〈ν ὑπέρμορα νόστος ἐτύ‐ χθη, / εἰ μὴ Ἀθηναίην〉: ἀσύνδετος ὁ λόγος πρὸς τὰ ἐπάνω· διὸ προϋποστικτέον τελείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐτύχθη (155) | |
διὰ τὸν εἴ σύνδεσμον, εἰ μὴ Ἀθηναίην (156). A | |||
2155a | Hrd. | ὑπέρμορα: οὕτως ὑφ’ ἓν τὸ ὑπέρμορα· οὐ γὰρ (ὥς τι‐ νες) κατὰ διάστασιν. ἔστιν οὖν τι μόρος, ὃ συντεθὲν γίνεται ὑπέρ‐ μορος ὡς ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὸ ὑπέρμορα. ὡς οὖν τὸ καλά καὶ ὄνομα, ἀλλὰ καὶ ἐπίρρημα—„ἦ | |
5 | μευ καλὰ πατὴρ ὣς κήδεαι υἷοσ“ (ρ 397) καὶ „πυκνὰ μάλα στενά‐ χων“ (Σ 318)—, οὕτως καὶ ὑπέρμορα νόστος ἐτύχθη. A | ||
2155b | ex. | ὑπέρμορα: ὀνοματικὸν ἐπίρρημα. b(BCE3E4)Til | |
2155c | ex. | νόστος: ἡ εἰς τὸν οἰκεῖον τόπον ὑποστροφή· „νόστου †δεῖ† μνῆσαι“ (Κ 509) καὶ „νοστήσαντα ἄνακτα“ (Ν 38). b(BCE3)T | |
2156-69 | Ariston. | εἰ μὴ Ἀθηναίην〈— / εὗρεν ἔπειτ’ Ὀδυ‐ σῆα〉: ὅτι Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν· „εἰ μὴ Ἀθηναίη λαοσσόος ἦλθ’ ἀπ’ Ὀλύμπου. / εὗρεν ἔπειτ’ Ὀδυσῆα“, καθόλου τὸν τῆς Ἥρας λόγον περιγράψας Ὁμηρικῶς ἔχοντα· καὶ γὰρ καὶ | |
5 | τῆς ξιφουλκίας αὕτη ἀφίστησιν, ἡ δὲ Ἀθηνᾶ ὑπηρετεῖ (cf. Α 195. 208), κατὰ διαφορὰν τῆς ἀξίας τηρουμένης τῶν προσώπων. A | ||
2.156 | ex. | εἰ μὴ Ἀθηναίην: εἰς τοσοῦτον προάγει τὰς περιπετείας ὡς δύνασθαι θεὸν μόνον αὐτὰς μεταθεῖναι. πρῶτος δὲ καὶ τοῖς τραγι‐ κοῖς μηχανὰς εἰσηγήσατο. b(BCE3)T | |
2157-61 | ex. | ὦ πόποι〈—Ἀργείην Ἑλένην〉: καὶ τῷ σχετλιασμῷ καλῶς κέχρηται, καὶ τὴν αἰσχύνην τῶν φίλων προβέβλη‐ ται, καὶ τῶν πολεμίων τὴν χαρὰν ἐπάγει. συμφέρεσθαι δὲ ἀλλήλαις | |
Ἥραν καὶ Ἀθηνᾶν λέγων δείκνυσιν ὅτι οὔτε μητρυιὰ πρόγονον | |||
5 | μισεῖ οὔτε πρόγονοι μητρυιαῖς διαφέρονται νοῦν ἔχοντες. b(BCE3E4) T | ||
2.157 | D | αἰγιόχοιο: αἰγίς ἐστιν ὅπλον—καλεῖσθαι. ἱστορεῖ Εὐφορίων (fr. 162 Pow.) A | |
2.159 | D | 〈νῶτα θαλάσσης:〉 οὐδετέρως—οὐκ ἀρσενικῶς τὸν νῶτον. Aint | |
2160a | Ariston. | κὰδ δέ κεν εὐχωλήν: ἀπὸ τούτου ἕως τοῦ „ἐν Τροίῃ ἀπόλοντο“ (Β 162) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παρά‐ κεινται, ὅτι οἰκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσι τεταγμένοι (sc. Β 176—8), νῦν δὲ κυκλικώτερον λέγονται. A | |
2160b | ex. | Πριάμῳ καὶ Τρωσί: καλῶς οὐκ Ἀλεξάνδρῳ, ἀλλὰ Τρωσὶν εἶπε καὶ Πριάμῳ, τῆς Ἑλένης τὸ ἐγκώμιον αὔξων. b(BCE3 E4)T | |
2161a | Ariston. | Ἀργείην Ἑλένην: ὅτι Ζηνόδοτος γράφει „Ἀργείην θ’ Ἑλένην“ σὺν τῷ συνδέσμῳ ὥστε εἶναι χωρὶς καύχημα καὶ σὺν τούτῳ τὴν Ἑλένην. οὐ λέγει δὲ οὕτως, ἀλλ’ αὐτὴν τὴν Ἑλένην καύ‐ χημα. A | |
2161b | ex. | Ἀργείην Ἑλένην: ἣν τὸ δίκαιον αὐτῶν οἶδεν. T | |
D | 〈Ἀργείην:〉 ἡ Λακωνικὴ πέμπτον τῆς ὅλης Πελοποννή‐ σου. Aint | ||
2.162 | Hrd. | φίλης ἀπὸ πατρίδος αἴης: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὡς Τυραννίων (fr. 6 P.) καὶ Πτολεμαῖος (p. 41 B.)· ὁπότε γὰρ γενικῇ συντάττεται ἡ ἀπό, 〈***〉 τηρεῖ τὸν τόνον· „καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο“ (Β 292). A | |
2163a | ex. | ἀλλ’ ἴθι νῦν: οὐκ ἄτοπον καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπηρεσία. b(BCE3E4)T | |
2163b | Did. | 〈κατὰ λαόν:〉 οὕτω „κατὰ λαόν“ συμφώνως εἶχον | |
ἅπασαι. Aim | |||
2164a1 | Did. | ex. | | σοῖς δ’ ἀγανοῖς: χωρὶς τοῦ δ εἶχον αἱ χαριέσταται, | |
Ariston. | „σοῖς ἀγανοῖσ“· καὶ ἡ Ἀριστοφάνους οὕτως εἶχεν. | ἀγανοῖς δὲ ἄγαν προσηνέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μα‐ λάσσειν τὸν θυμὸν ζέοντα. | ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκει‐ | ||
5 | ται, ὅτι καὶ οὗτος πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται (sc. Β 180), καὶ ψεῦδος περιέχει νῦν· οὐ γὰρ ἡ Ἀθηνᾶ παρίσταται ἑκά‐ στῳ, ἀλλ’ ὁ Ὀδυσσεύς. A | ||
2164a2 | D | ex. | σοῖς δ’ ἀγανοῖς: προσηνέσι, πράοις, b(BCE3)T | ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸ σφριγῶδες τοῦ θυμοῦ. b(BCE3E4)T | |
2164b1 | Hrd. | 〈ἀγανοῖς:〉 ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ. Aint | |
2164b2 | τὸ δὲ α πρὸ τοῦ γ ψιλοῦται πλὴν τοῦ „ἁγνόσ“ (cf. ε 123 al.). b(BCE3) | ||
2.165 | ex. | ἀμφιελίσ〈σ〉ας: ἀμφοτέρωθεν στρεφομένας b(BCE3E4)T καὶ ἐρεσσομένας. b(BCE3E4) | |
2167a | Ariston. | 〈Οὐλύμποιο:〉 ὅτι ὄρος ὁ Ὄλυμπος. Aim | |
2167b | Nic. | 〈ἀΐξασα:〉 τελεία ἐπὶ τὸ ἀΐξασα· ἀσύνδετον γὰρ τὸ ἑξῆς πρὸς τὰ ἐπάνω. Aint | |
2169a | ex. | εὗρεν ἔπειτ’ Ὀδυσῆα: ὃ κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ, δι’ ἑνὸς ἀδρανοῦς ὑπηρέτου ποιεῖ, ὡς σοφὸς ἀρχιτέκτων· οὗτος γὰρ μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν ἔχει, οὐχ ὡς Νέστωρ τὸ ἕν. b(BC E3)T | |
2169b | ex. | Διῒ μῆτιν ἀτάλαντον: εἰ μὴ δεξιὰ Ὅμηρος περὶ θεῶν ἐφρόνει, οὐκ ἂν τὸν Ὀδυσσέα Διῒ μῆτιν ἀτάλαντον ἔλεγε καὶ „θεοῖς ἐναλίγκια μήδε’ ἔχοντα“ (ν 89)· πῶς γὰρ οἱ θεοὶ ἄδικοι ἢ ἄφρονες, ὁπότε ὁ ἔπαινος τῶν ἀγαθῶν ἐπὶ τούτους ἀναφέρει τὴν | |
5 | εἰκόνα; b(BCE3)T | ||
2170a1 | ex. | 〈οὐδ’ ὅγε νηός:〉 ὃ οἱ ἄλλοι βασιλεῖς μὴ ἐποίουν, οὐδὲ αὐτὸς ποιεῖ. b(BCE3E4) | |
2170a2 | ὡς οὐδὲ οἱ ἄλλοι βασιλεῖς. Til | ||
2170b | ex. | ἐϋσ〈σ〉έλμοιο: σέλματα αἱ σανίδες, σελμὶς τὸ σπάρτον {κλητικῶς ὁμοιόπτωτον}. T | |
2.171 | ex. | ἐπεί μιν ἄχος: τὸ μίν ἀντὶ τοῦ αὐτοῦ. ἄχος δὲ ἡ ἄφω‐ νος ἀνία, οἵαν ἔσχεν ἡ Νιόβη. b(BCE3)T | |
2173a | Nic. | 〈διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ:〉 προσαγορευτικὴ ἡ περίοδος· διὸ τελείαν στικτέον. Aint | |
2173b | ex. | διογενὲς Λαερτιάδη, 〈πολυμήχαν’ Ὀδυσσεῦ〉: τὸ σχῆμα ὁμοιόπτωτόν ἐστι καὶ κλητικὸν προσαγορεύεται. b(BCE3) T ἔστι δὲ Λαέρτου τοῦ Ἀρκεισίου τοῦ Κιλ〈λ〉έως τοῦ Κεφάλου τοῦ Ἑρμοῦ. ἐναρχόμενος δὲ τῶν πράξεων τοῦ ἀνδρὸς ὅσοις αὐτὸν | |
5 | κοσμεῖ ἐγκωμίοις. T | ||
2173c | ex. | πολυμήχανε: τινὲς ταὐτὸν τῷ πολύτροπέ φασιν. b (BCE3)Til | |
2175a | ex. | φεύξεσθε: εὖ τὸ καὶ τὸν Ὀδυσσέα συμπεριλαβεῖν τῇ φυγῇ· παρώξυνε γὰρ αὐτὸν πρὸς τὸ τοὺς ἄλλους ἐπέχειν, ἐπαγαγοῦσα τῷ ἥρωϊ δειλίας ἔγκλημα. b(BCE3E4)T | |
2175b | Hrd. | πολυκλήϊσι: τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἁπλοῦν | |
„ἐπὶ κληῖσι κάθιζον“ (β 419)· ὡς γὰρ πλοκαμίς „ἐϋπλοκαμῖδες Ἀχαιαί“ (β 119), οὕτως καὶ κληΐς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος· τὰ | |||
5 | εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ †μεταληπτικὸν† γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, περισκελίς, τοῦ δὲ δευτέρου, δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύ‐ | ||
10 | νεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ „εὐκλήϊσ“ (Ω 318) καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις (cf. Χ 294)· καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς (fr. 47 Pow. = FgrHist 265,29)· „τοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος | ||
15 | Ἰτώνης.“ A | ||
2175c | ex. | Hrd. (?) | πολυκλήϊσι: ταῖς πολλὰς τὰς τάξεις ἐχούσαις. b(BCE3 E4) | τὰ τῷ η παραληγόμενα εἰς ιϛ μακροκατάληκτα ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον, οἷον μελαμψήφις, μελαγκρήπις εὐκνήμις· οὕτω καὶ τὸ πολυκλήϊς. b(BCE3)T | |
2175d1 | ex. | πεσόντες: πεσόντες, οὐκ ἐμβάντες· ὅ ἐστι σύμβολον ἀτάκτου φυγῆς. Aint T | |
2175d2 | τὸ δὲ πεσόντες σύμβολόν ἐστιν ἀτάκτου φυγῆς· οὐ γὰρ δηλοῖ τὸ ἐμβάντες. b(BCE3E4) | ||
2176-8 | Ariston. | 〈κὰδ δέ κεν εὐχωλὴν—φίλης ἀπὸ πατρίδος αἴης:〉 ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν. Aim | |
2179a | ex. | ἀλλ’ ἴθι νῦν: ἴσον ἐποίησε τῇ Ἀθηνᾷ τὸν Ὀδυσσέα, τοῦ‐ το παραγαγὼν αὐτὸν ὑπ’ αὐτῆς κελευόμενον, ὅπερ ἐκείνη ὑπὸ τῆς Ἥρας ποιεῖν ἐπετέτακτο. b(BCE3)T | |
2179b | Did. (?) | ἀλλ’ ἴθι νῦν μετὰ λαόν:〉 ἐνταῦθα καὶ τὸν λόγον ὑπο‐ τέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι· ἴθι κατὰ λαόν. Aint | |
2179c | ex. | μηδ’ ἔτ’ ἐρώει: ὁρμᾶν ἔα, ἢ μὴ παύου. T | |
2180a | Ariston. | 〈σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον:〉 ὅτι ἐνταῦθα οἰκείως τέτακται. Aim | |
2180b | Did. | 〈σοῖς δ’ ἀγανοῖς:〉 καθὰ καὶ ἄνω (sc. Β 164) χωρὶς τοῦ δέ συνδέσμου. Ail | |
2182a | ex. | ὁ δὲ ξυνέηκε 〈θεᾶς ὄπα φωνησάσησ〉: συνῆκε τὴν ὄπα φωνησάσης τῆς θεᾶς. b(BCE3)T | |
2182b | D | ὄπα φωνησάσης: φωνὴν εἰπούσης. T | |
2183a | ex. | ex. | βῆ δὲ θέειν: ὥστε θέειν. T | ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. ἔστι δέ, ὥρμησεν ἐπὶ τὸ θέειν. A b (BCE3E4) T ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς. A b (BCE3)T | |
2183b | ex. | ex. | ἀπὸ δὲ χλαῖναν 〈βάλε〉: χλαῖνα ἡ τετράγωνος, χλαμύς ἡ εἰς ὀξὺ λήγουσα. Aint T | ἀπέβαλε δὲ τὴν χλαῖναν ἢ διὰ τὸ εὐπερί‐ σταλτον, ἢ διὰ τὸ ἐπιστρέφειν τῇ παραδόξῳ θέᾳ τοὺς πολλούς, ἢ ἵνα ταπεινὸς ὑπηρέτης δοκῇ εἶναι τῶν βασιλικῶν δογμάτων. οἱ δέ, ὅτι | |
5 | ἀπὸ τῆς σπουδῆς αὐτομάτως πέπτωκε. καὶ περὶ Ἀγαμέμνονος δὲ ἑτέρωθί φησι· „πορφύρεον μέγα φᾶρος ἔχων“ (Θ 221). b(BCE3)T | ||
2184a | Ariston. | 〈κῆρυξ Εὐρυβάτης:〉 ὅτι καὶ ἕτερος Εὐρυβάτης ὁμώ‐ | |
νυμος (sc. Α 320. Ι 170). Aim | |||
2184b | ex. | κῆρυξ Εὐρυβάτης 〈Ἰθακήσιοσ〉: ἕτερός ἐστιν οὗτος παρὰ τὸν Ἀγαμέμνονος, ὡς Πορφύριος (1,85,7)· διὸ καὶ τὸ Ἰθακή‐ σιος προσέθηκεν. T | |
2184c | D | 〈ὀπήδει:〉 ἠκολούθει. Til | |
2186a | Ariston. | δέξατό οἱ σκῆπτρον: ὅτι ἀρχαϊκώτερον δέξατο αὐτῷ τὸ σκῆπτρον ἀντὶ τοῦ παρ’ αὐτοῦ. A | |
2186b | ex. | δέξατό οἱ σκῆπτρον: τὸ σκῆπτρον δέχεται, ἵνα δόξῃ παρὰ τοῦ βασιλέως εἰληφέναι τὴν κατὰ τῶν ἀκοσμούντων ἐξουσίαν καὶ μὴ χολῷεν ἐπιτιμώμενοι. ἡ ἔπειξις δὲ τοῦ καιροῦ περιεῖλε τοὺς Ἀγα‐ μέμνονος λόγους. b(BCE3)T | |
2186c | D | πατρώϊον ἄφθιτον: ποιητικῶς τοῦτο πέπλασται. b (BCE3)T τὸ δὲ ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσ‐ σουσι, τὸ δὲ ἄφθιτον ἐπὶ τῶν ἀψύχων. Aim b (BCE3E4)T | |
D | {αὐτὸς δ’ ἀτρείδεω ἀγαμέμνονος:} Ὀδυσσεύς, φησί, παρὰ | ||
5 | —κρατεῖν αὐτούς. A | ||
2.187 | Ariston. | 〈σὺν τῷ ἔβη κατὰ νῆας:〉 ὅτι Ζηνόδοτος γράφει „σὺν τῷ βὰς κατὰ νῆασ“. Aim | |
2188a | Ariston. | πρὸς τὴν τάξιν τῶν ἑξῆς (sc. Β 203—5) τὸ ἀντίσιγμα. Aint | |
2188b | Did. | {ἔξοχον ἄνδρα} κιχείη: τινὲς „κιχοίη“. T | |
2189a | Hrd. | τὸν δ’: δύο μέρη λόγου εἰσίν. ὁ δὲ δέ ἀντὶ τοῦ δή. b (BCE3)T | |
2189b1 | Ariston. | τὸν δ’: ὅτι οὐκ ἐγκλιτέον τὸν δέ AT σύνδεσμον, ὡς ἄν τις εἴποι ὑφ’ ἓν τόνδε· χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ. A | |
2189b2 | οὐκ ἐγκλιτέον δὲ αὐτόν· χρῆται γὰρ αὐτῷ συνήθως ὁ | ||
ποιητὴς περιττῷ. b(BCE3) | |||
2189c | D | 〈ἐρητύσασκε:〉 ἀντὶ τοῦ ἐρήτυεν. Aim | |
2.190 | D | δαιμόνι’: αὕτη ἡ λέξις—ὑπερέχοντα δὲ ἀνθρώπου. A | |
2190a | Hrd. | οὔ σε ἔοικε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ συνήθεια. b(BCE3)T | |
2190b | ex. | κακὸν ὣς δειδίσσεσθαι: εὐλαβεῖσθαι. θωπεύων δὲ δυσ‐ ωπεῖ. b(BCE3E4)T | |
2191a1 | ex. | κάθησο: κάθου Ἀττικῶς. T | |
2191a2 | τοῦτο οἱ Ἀττικοὶ κάθου λέγουσιν. b(BCE3) | ||
2191b | ex. | καὶ ἄλλους ἵδρυε 〈λαούσ〉: αὐτὸς διὰ τῶν ἐπιφανῶν τὸ πᾶν ἱδρύει πλῆθος. b(BCE3)T | |
2192a | Ariston. | οὐ γάρ πω σάφα οἶσθ’: τὸ ἀντίσιγμα, ὅτι ὑπὸ τοῦτον ἔδει τετάχθαι τοὺς ἑξῆς παρεστιγμένους τρεῖς στίχους (sc. Β 203—5)· εἰσὶ γὰρ πρὸς βασιλεῖς ἁρμόζοντες, οὐ πρὸς δημότας· „οὐ μέν πως πάντες AT βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί· / οὐκ ἀγαθὸν πολυκοι‐ | |
5 | ρανίη“ καὶ τὰ ἑξῆς. A | ||
2192b1 | Did. | οἷος νόος Ἀτρείδαο: „οἷος νόος Ἀτρείωνοσ“ κἀν ταῖς διορθώσεσι καὶ ἐν τοῖς ὑπομνήμασιν οὕτως ἐγέγραπτο „Ἀτρείωνοσ“. καὶ αἱ πλείους δὲ τῶν χαριεστάτων οὕτως εἶχον, καὶ ἡ Ἀριστοφάνειος. καὶ ὁ Σιδώνιος δὲ καὶ ὁ Ἰξίων (fr. 3 St.) οὕτως γράφουσιν. A | |
2192b2 | Did. | οἷος νόος Ἀτρείδαο: αἱ χαριέστεραι „Ἀτρείωνοσ“. T | |
2193a1 | Ariston. | νῦν μὲν πειρᾶται: ἀπὸ τούτου ἕως τοῦ „τιμὴ δ’ ἐκ Διός ἐστιν“ (Β 197) ἀθετοῦνται AT στίχοι πέντε, ὅτι ἀπεοικότες οἱ λόγοι καὶ A οὐ προτρεπτικοὶ εἰς καταστολήν. AT | |
2193a2 | ἀπὸ τοῦ νῦν μέν ἕως τοῦ „τιμὴ δ’ ἐκ Διός ἐστι“ τὸ νόημα εἴρηται. b(BCE3E4) ἀθετοῦνται δὲ τὰ ἔπη ὡς εἰς καταστολὴν οὐ προτρεπτικά. b(BCE3) | ||
2193b | ex. | τάχα: διστακτικὸν τοῦτο. b(BCE3E4)T | |
2194a | ex. | ἐν βουλῇ δ’ οὐ πάντες: εἰς ὑπόνοιάν τε αὐτοὺς ἄγει καὶ οὐ δοκεῖ ἐκφαίνειν τὰ τοῦ βασιλέως ἀπόρρητα, b(BCE3E4)T ἀλλὰ συγκαλύπτει τὸν τοῦ λόγου νοῦν. b(BCE3E4) | |
2194b | ex. | ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν: μετρίως, ἵνα μὴ καταισχύνῃ τοὺς ἄλλους, εἶπε τὸ ἀκούσαμεν. τινὲς δὲ ἐν ἐρωτήσει· μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς, τί εἶπεν ἐν τῇ βουλῇ ὁ Ἀγα‐ μέμνων; b(BCE3E4)T | |
2195a | Nic. | μή τι χολωσάμενος 〈ῥέξῃ κακὸν υἷας Ἀχαιῶν〉: καθ’ ἑαυτὸν ὁ στίχος λέγεται· βούλεται γὰρ λέγειν, εὐλαβοῦμαι μή τι χολωσάμενος ῥέξῃ κακόν. A | |
2195b | ex. | 〈μή τι:〉 τὸ μή τι διστακτικόν. b(BCE3E4)Til | |
2196a | ex. | μέγας: ἐπηρμένος καὶ φοβερός. καὶ „μεγαλήτορασ“ (cf. Β 547. 641 al.) γοῦν αὐτούς φησιν. b(BCE3E4)T | |
2196b | Ariston. | διοτρεφέος βασιλῆος: ὅτι Ζηνόδοτος γράφει „διοτρε‐ φέων βασιλήων“. ἐπὶ δὲ τὸν Ἀγαμέμνονα ἀναφέρεται ὁ λόγος· διό φησι „φιλεῖ δέ ἑ μητίετα Ζεύσ“ (Β 197). A | |
2196c1 | Did. | διοτρεφέος βασιλῆος: οὕτως ἑνικῶς αἱ Ἀριστάρχου. καὶ Πτολεμαῖος δὲ ὁ Ἐπιθέτης ἐν τῷ πρώτῳ Περὶ Ἰλιάδος Ἀριστάρχειον ὁμολογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως ἄνευ τῆς Ζηνοδότου. A | |
2196c2 | διοτρεφέος βασιλῆος: οὕτως αἱ πᾶσαι πλὴν τῆς Ζηνο‐ δότου. T | ||
2197a1 | ex. | τιμὴ δ’ ἐκ Διός ἐστι: καλῶς καὶ ταῦτα, ἵνα δεδοικότες μὲν ὦσιν ὡς μεγαλόφρονα—τοῦτο γὰρ δηλοῖ „θυμὸς δὲ μέγας ἐστίν“ (Β 196)—, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα. καὶ θεῷ πειθαρχεῖ ὁ ὑποκείμενος †βασιλεύς. T | |
2197a2 | καλῶς δὲ ταῦτα προστέθειται, ἵν’ ὦσι μὲν δεδοικότες ὡς μεγαλόφρονα, τιμῶσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, ἐπειδὴ καὶ θεὸν τιμᾷ ὁ μετ’ αἰδοῦς πειθαρχῶν βασιλεῖ. b(BCE3E4) | ||
2198a | Nic. | 〈ὃν δ’ αὖ δή μου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι:〉 ἐπὶ τὸ ἐφεύροι ὑποστικτέον διὰ τὸ ὅν ἄρθρον ὑποτακτικόν. Aim | |
2198b1 | ex. | βοόωντά τ’ ἐφεύροι: περὶ Ἀχιλλέως, αὐτὸν ἄρχειν θέλοντες. ἢ ἐπεί φησι· „τοὶ δ’ ἀλλήλοισι κέλευον / ἅπτεσθαι νηῶν“ (Β 151—2). T | |
2198b2 | ἐπειδὴ περὶ Ἀχιλλέως ὀργισθέντες ἤθελον ἑαυτῶν ἄρχειν, οὗ χάριν καὶ βοὴν ἐκίνουν. ἢ ἐπεί φησι· „τοὶ δ’ ἀλλήλοισι κέλευον / ἅπτεσθαι νηῶν“. b(BCE3) | ||
2199a | ex. | τὸν σκήπτρῳ ἐλάσασκε: δόξειε καὶ τοῦτο εἶναι ἄλογον, ὅτι τῆς Ἀθηνᾶς εἰπούσης „σοῖς δ’ ἀγανοῖς b(BCE3E4)T ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον“ (Β 180) b(BCE3E4) φαίνεται τύπτων τινάς, ὡς παρακούων τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς ἐπὶ Ὀδυσσέως. | |
5 | ἐροῦμεν δὲ ὅτι ἡ μίμησις οὐκ ἄλογος· τὸ γὰρ ἐν τοσούτῳ θορύβῳ μη‐ δὲν σφαλλόμενον τὸν Ὀδυσσέα ποιεῖν ἀμίμητον· πάντες γὰρ ἐν τοιού‐ τοις καιροῖς ταραττόμεθα παρηχούμενοι ὡς πολλὰ ἐπιλανθάνεσθαι. b (BCE3E4)T | ||
2199b | ex. | τὸν σκήπτρῳ ἐλάσασκεν: οἱ γὰρ θρασεῖς κολακευόμε‐ νοι ἐπαίρονται, εἴκουσι δὲ πληγαῖς μᾶλλον. A b (BCE3E4)T πῶς οὖν „δημοχαριστήσ“ κατὰ τοὺς τραγικοὺς (sc. Eur. Hec. 132) ὁ Ὀδυσσεύς; AT | |
2.200 | ex. | ἀτρέμας ἧσο 〈καὶ ἄλλων μῦθον ἄκουε〉: ἐν ἡσυχίᾳ κάθ‐ ησο καὶ b(BCE3)T ἄκουε τῶν βασιλέων. b(BCE3E4)T τοῦ‐ το δέ φησιν, b(BCE3E4) ἵνα ἔκδηλος τοῖς πολλοῖς ἡ βουλὴ γένη‐ | |
ται. b(BCE3E4)T | |||
2.201 | Hrd. | οἳ σέο: οὕτως ὀρθοτονητέον τὴν σέο· Aint T ἀντιδια‐ σταλτικὴ γάρ ἐστιν. Aint | |
2203a | Ariston. | 〈οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί:〉 τούτῳ καὶ τοῖς μετ’ αὐτὸν δύο (sc. Β 204—5) ἡ στιγμὴ παράκειται. Aim | |
2203b | ex. | οὐ μέν πως πάντες βασιλεύσομεν: οὐκ ἔσται δημοκρα‐ τία, φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, b(BCE3E4)T ἐξῆπτε τὴν στάσιν, σπουδαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτό‐ μενος. b(BCE3)T | |
2204-5 | Nic. | οὐκ ἀγαθὸν πολυκοιρανίη· 〈εἷς κοίρανος ἔστω, / εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω〉: τελεία στιγμὴ ἐπὶ τὸ πολυκοιρανίη (204), ἐπὶ δὲ τὸ ἔστω (204) διαστολὴ καὶ ὁμοίως ἐπὶ τὸ βασιλεύς (205). καὶ καθόλου τὰς ἐπαναλήψεις | |
5 | τῶν λέξεων οὕτως κατορθοῦμεν. A | ||
2.204 | ex. | οὐκ ἀγαθὸν πολυκοιρανίη: ἀντὶ τοῦ οὐ συμφέρον. δογ‐ ματίζει δὲ περὶ πολιτειῶν. b(BCE3)T | |
D | κοίρανος: οὕτως ἡ Περσῶν ἀρχὴ—ἀφ’ οὗ φθορά. A | ||
2205a1 | ex. | 〈ᾧ ἔδωκε Κρόνου παῖς:〉 εἰ μὴ γὰρ ἦν, φησί, καλόν, οὐδ’ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. δηλοῖ δὲ ὅτι μισητὸν αὐτοῖς τὸ περὶ βασιλείας φιλονεικεῖν καὶ διαφέρεσθαι, ἅμα δὲ καὶ σημαίνει, ὅτι τὸ βα‐ σιλεύειν οὐκ ἔστιν ἄλλο ἢ θεόσδοτον. b(BCE3) | |
2205a2 | ᾧ ἔδωκε Κρόνου παῖς: εἰ μὴ γὰρ ἦν καλόν, οὐδὲ θεοὶ αὐτῷ ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας | ||
γέρας. T | |||
2205b | Did. | εἷς βασιλεὺς ᾧ δῶκε: τὸ δῶκε Ἰακῶς. AintT οὕτως Ἀρίσταρχος. Aint | |
D | ἀγκυλομήτεω: ἀγκυλομήτης ὁ Κρόνος—ὥς φησι καὶ ἡ Δημώ (fr. 2 L.). A | ||
2207a1 | ex. | κοιρανέων δίεπε 〈στρατόν〉: βασιλικὰ διαπρασσό‐ μενος ἔργα {ἢ} διὰ τοῦ στρατοῦ ἐνήργει. T | |
2207a2 | ἀντὶ τοῦ βασιλικὰ διαπρασσόμενος καὶ οἱονεὶ ὡς περὶ ἑαυτοῦ φροντίζων. δίεπε δὲ ἀντὶ τοῦ διὰ τοῦ στρατοῦ ἐνήργει. b (BCE3E4) | ||
2207b | Hrd. | 〈δίἑπε:〉 δασυντέον τὸ ἕπω· πρόδηλον γὰρ κἀκ τῆς συναλιφῆς· „ὣς ἔφεπε κλονέων“ (Λ 496). Aim | |
2207-10 | Nic. | οἱ δ’ ἀγορὴν δέ / αὖτις ἐπεσσεύ〈ον〉το〈— πόντοσ〉: συναπτέον ἕως 〈τοῦ〉 ἠχῇ (209), ἐφ’ ὃ διασταλτέον βραχύ· ἀν〈τ〉έστραπται γὰρ ἡ παραβολὴ καὶ 〈ἡ〉 ἀνταπόδοσις προτερεῖ. εἰ οὖν τεταγμένη ἦν ἡ παραβολὴ προτέρα καὶ ἡ ἀνταπόδοσις δευτέρα, | |
5 | πάντως ἂν πρὸ τῆς παραβολῆς ἐστίξαμεν τὸν τρόπον τοῦτον· ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης / αἰγιαλῷ βρέμεται (209—10), οὕτως ἐκεῖνοι ἀγορὴν δὲ αὖτις ἐπεσσεύοντο. καὶ ἐγίνοντο αἱ συνήθεις ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ ἀν〈τ〉έστραπται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστίν, ἀδύνατον πρὸ τῆς | ||
10 | παραβολῆς στίζειν. A | ||
2209a1 | D | {ἠχῇ ὡς ὅτε} κῦμα: τὸ †ἠχῇ† πρὸς τὴν κίνησιν, τὸν δὲ βρόμον (cf. Β 210) πρὸς τὴν ἀντήχησιν. T | |
2209a2 | τοῦτο μὲν πρὸς τὴν κίνησιν ἔλαβε τὸ εἰκόνισμα, πρὸς δὲ τὴν ἀπήχησιν τὸν βρόμον (cf. Β 210). b(BCE3) | ||
2210a | ex. | βρέμεται, σμαραγεῖ: συμφυῶς τῷ ὑποκειμένῳ τετρά‐ χυνται τὸ ἔπος ταῖς ὀνοματοποιΐαις. b(BCE3)T καλῶς δὲ καὶ τὸ μεγάλῳ αἰγιαλῷ, ἐμφῆναι θέλων τὴν παράτασιν τῶν κυμάτων. b (BCE3E4)T | |
2210b | D | 〈βρέμεται:〉 ἠχεῖ, κτυπεῖ. Til | |
2212-6 | Nic. | Θερσίτης δ’ ἔτι μοῦνοσ〈—ἔμμεναι〉: ἕως τοῦ ἔμμεναι (216) στιγμὴ οὐδεμία ἐστίν, ἀλλὰ πᾶσαι διαστολαί, ἐκο‐ λῴα (212) ᾔδη (213), μάψ (214), βασιλεῦσιν (214), ἐπὶ δὲ τὸ ἔμμεναι (216) στιγμή. ὁ δὲ λόγος· Θερσίτης δ’ ἔτι μοῦνος ἐθορύβει, | |
5 | ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο ὥστε μάτην καὶ οὐ πρὸς λό‐ γον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλ’ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος ἄξιον φανήσεσθαι τοῖς Ἕλλησι. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο (215) καὶ ἀφ’ ἑτέρας γελοίϊον Ἀργείοισιν / ἔμ〈μ〉εναι (215—6), τελεία, ἵν’ ᾖ ὁ λόγος τοιοῦτος· πᾶν τὸ παραστὰν αὐτῷ, κἂν εἰ μετὰ | ||
10 | σπουδῆς παρέστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι (216) ἀντὶ τοῦ ἦν κεῖται. πιθανώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν καὶ ἑκόντα ἁμαρτάνειν. οὕτως Νικάνωρ (p. 156 Friedl.) A | ||
2212a1 | ex. | Θερσίτης δ’ ἔτι: ὠνοματοποίησε τὸ ὄνομα παρὰ τὸ θέρσος Αἰολικόν. T | |
2212a2 | Θερσίτης δὲ παρὰ τὸ θάρσος, Αἰολικῶς θέρσος· θάρσος γὰρ ἐκ θράσους εἶχεν ἀκόσμου. b(BCE3) | ||
D | D | Θερσίτης δ’ ἔτι μοῦνος: Οἰνεῖ ἀμελήσαντι— παρίστησιν. ἱστορεῖ Εὐφορίων (fr. 106 Pow.). | ἐζήτηται δὲ διὰ ποίαν | ||
5 | αἰτίαν—ὑψώσεως χάριν. A | ||
D | σχόλιον. Οἰνεὺς καὶ Ἄγριος ἀδελφοί—Θερσίτου Δία. A | ||
2212b | ex. | Θερσίτης δ’ ἔτι: ἐπίτροπον τοῦ ποιητοῦ φασιν αὐτόν, σφετερισάμενον τὴν οὐσίαν, A b (BCE3E4)T ὃν κακῶς λέγει. b (BCE3E4)T τῶν ἀκόσμων δὲ εἰδὼς τὴν ὀργὴν ἐπιπλήξεσιν ἢ γέ‐ λωτι παυομένην πρὸς μὲν τὸ ἐπιπλήσσειν Ὀδυσσέα, πρὸς δὲ τὸ †γε‐ | |
5 | λᾶν† Θερσίτην ἔλαβεν, A b (BCE3E4)T ὡς καὶ ἐπὶ τῶν θεῶν ἐν τῇ Α τὴν Ἥραν καταστέλλει Ζεὺς μὲν ἀπειλῶν, Ἥφαιστος δὲ γελοῖος φα‐ νείς. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγαμέμνονα· δίκαιον γάρ· ἀλλ’ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει (cf. Vors.6 21A), ἀλλ’ Ὁμήρῳ πρώτῳ | ||
10 | σίλλοι πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερ‐ σίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ λοιποῦ „νεικείειν βασιλῆασ“ (Β 277). Φερεκύδης δὲ καὶ τοῦτον ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευσάντων φησίν (FGr Hist 3, 123). ἐκκλίνοντα δὲ τὴν τοῦ συὸς μάχην ὑπὸ Μελεάγρου κα‐ | ||
15 | τακρημνισθῆναι· διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Ἀγρίου δὲ καὶ Δίας τῆς Πορθάονος αὐτόν φασιν. εἰ δὲ συγγενὴς ἦν Διομήδους, οὐκ ἂν αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ ἰδιώτας μόνον ἔτυπτεν. εὖ δὲ καὶ οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν, οὐδ’ ἀπὸ πατρίδος, ἀλλ’ ἀπὸ τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν χρεία τὰ νῦν. b(BCE3E4)T | ||
2212c | ex. (?) | 〈μοῦνος:〉 γινώσκειν χρὴ ὅτι αἱ τῶν διχρόνων ἐπενθέσεις τὰ μὲν ψιλούμενα οὐ μεταβάλλουσιν εἰς δασέα, τὰ δὲ δασυνόμενα ψι‐ λοῦσιν. A | |
2212d | ex. | ἀμετροεπής: „πάντων γὰρ κόρος ἐστίν“ (Ν 636), b | |
(BCE3E4)T ὃν οὐκ ᾔδει οὗτος. b(BCE3E4) οἱ δὲ μέτρον τὴν τάξιν. ἡμεῖς δὲ ἀπεραντολόγον τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυό‐ μενοι τὴν πατρίδα ἤγαγον μετ’ αὐτῶν αὐτόν· b(BCE3E4)T ἦσαν | |||
5 | γὰρ „καὶ ταμίαι παρὰ νηυσίν“ (Τ 44). T | ||
2.213 | ex. | ἄκοσμά τε 〈πολλά τε〉: τοῦτο ἄτοπον, κἂν ᾖ βραχύ. b (BCE3)T | |
2.214 | ex. | ἐριζέμεναι βασιλεῦσιν: ἀπὸ κοινοῦ τὸ „ᾔδει“ (B 213). T | |
2215a | ex. | ἀλλ’ ὅ τι οἱ: τὸ ὅ τι ἀναφορικόν ἐστιν. b(BCE3)T | |
2215b | ex. | εἴσαιτο: φανείη, δόξειεν. b(BCE3)T | |
2215c | Ariston. | ἀλλ’ ὅ τι οἱ εἴσαιτο: τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, b(BCE3)T ἀντὶ τοῦ ἐδόκει, T ὡς τὸ „καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρησ“ (Ε 311), b(BCE3)T „καί νύ κε δὴ τανύσειε βίῃ τὸ τέταρ‐ τον ἀνέλκων“ (φ 128). T | |
2215-6 | ex. | Ἀργείοισιν / ἔμμεναι: ἀπὸ κοινοῦ τὸ ἐδόκει. T | |
2216a | ex. | αἴσχιστος: τοῦτο καὶ ἐπὶ πιθήκου. T | |
2216b | ex. | ὑπὸ Ἴλιον ἦλθεν: „πῶς ἦλθες ὑπὸ ζόφον;“ (λ 57), ἀντὶ τοῦ ἐπί. T | |
2217a | Ariston. | Ep. | φολκός: ὅτι ἅπαξ εἴρηται. Aim b (BCE3)T | ἔστι δὲ | |
Hom. | φολκὸς ὁ τὰ φάη εἱλκυσμένος, ὅ ἐστιν ἐστραμμένος. Aim | ||
2.217 | ex. | φολκὸς ἔην: ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου ἄρχεται, ὡς b(BCE3)T „ὄμματα καὶ κεφαλήν“ (Β 478), „κάρη κομόωντεσ“ (Β 323 al.), „ὄψιν τ’ ἀγαθὴν καὶ μῦθον“ (Ω 632). b (BE3)T ἔστιν οὖν ἐφελκόμενος τὰ φάη· b(BE3E4)T ὁ γὰρ | |
5 | τυφλὸς μᾶλλον ἐλεεῖται. b(BCE3)T | ||
2217c | ex. | ἕτερον πόδα: οἰκείως ἐπὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν δεξιόν. τοῦτο δὲ πρὸς τὸ γελωτοποιεῖν· ἧττον γὰρ ἐγελᾶτο, εἰ ἄμφω τὼ πόδε. A b (BCE3)T | |
2218a | ex. | ἐπὶ στῆθος: ἵν’ ὁρῷτο τὸ κυρτὸν ἔμπροσθεν. b(BCE3) T | |
2218b | ex. | συνοχωκότε: ἀπὸ τοῦ συνοχωκώς, ὅ ἐστι συμπεπτω‐ κότες. b(BCE3E4)T καὶ „ξυνοχῇσιν ὁδοῦ“ (Ψ 330) ταῖς b (BCE3)T ἀπὸ πλάτους εἰς στενὸν συμπτώσεσιν. b(BCE3E4)T | |
2219a | ex. | φοξὸς ἔην: φοξὰ κυρίως εἰσὶ τὰ πυρορραγῆ ὄστρακα, †φλοξά† τινα ὄντα. b(BCE3)T | |
2219b | Ep. Hom. | φοξός: φοξὸς εἴρηται ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σι‐ μωνίδης (immo Semon.). „αὕτη δέ“ φησι (fr. 24 D.3 = 27 W.) „φοξίχειλος Ἀργείη κύλιξ“. ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα, | |
5 | ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. †ἀμφοτέρων† τὸ πρότερον. A | ||
2219c | ex. | ψεδνή: πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ | |
καλυπτόμενον. b(BCE3E4)T | |||
2219d1 | ex. | ἐπενήνοθεν: ἀπὸ τοῦ θέω· ὑπερβιβασμὸς ἔθω, ὡς ῥέων Ἀχέρων, ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα, ὅθεν καὶ †ἔνωσις. T | |
2219d2 | Ep. Hom. | ex. | ἐπενήνοθε: ἀπὸ τοῦ ἔθω ἐνέθω, ἤνοθα καὶ ἐπενήνοθα. | ὅθεν καὶ †ἔνωσις†. ἢ ἀπὸ τοῦ θέω ὑπερβιβασμὸς ἔθω, ὡς ῥέω ἔρω· ἐν συνθέσει ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα. A | |
2219d3 | ex. | τὸ δὲ ἐπενήνοθεν ἀπὸ τοῦ θέω, ἐν ὑπερβιβασμῷ ἔθω, ἀναδιπλασιασμῷ ἐνέθω, ἤνοθα καὶ ἐνήνοθα. b(BCE3) | |
2219e | ex. | λάχνη: πύκνωσις, παρὰ τὸ λα καὶ τὸν χ〈ν〉οῦν. T | |
2220a | Ariston. | D | ἔχθιστος δ’ Ἀχιλῆϊ: ὅτι Ζηνόδοτος τοῦτον καὶ τοὺς μετ’ αὐτὸν τρεῖς (sc. Β 221—3) ἠθέτηκεν. πρὸς ὑπόθεσιν δέ τινα λέγονται· ἐπίτηδες γὰρ τούτων τῶν ἀγαθῶν „〈λωβητῆρα〉 ἐπεσβόλον“ (Β 275) παραγείο‐ χεν. | ἰστέον δὲ ὅτι Ἀχιλλεὺς—αὐτοῦ ἐνεχθέντων χαμαί. A | |
2220b | ex. | 〈ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ:〉 τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων ἐτέτακτο Ὀδυσσεύς. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς οὐκ ἠνείχοντο γελώντων πονηρῶν ἀνθρώπων· καὶ τὸ παροιμιῶδες δὲ | |
5 | συνᾴδει τούτοις· „†συνετὸς συνετὸν φιλεῖ†, ἄφρονα δὲ ἄφρων.“ τοῖς οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος. b(BCE3) | ||
2.221 | Did. | τώ {γὰρ νεικείεσκε}: κἀν ταῖς Ἀριστάρχου ἐκδόσεσι δυϊκῶς εἶχε τὸ τώ, κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως ἐφέρετο. A | |
2221-2 | ex. | τότ’ αὖτ’ Ἀγαμέμνονι δίῳ / ὀξέα κεκληγὼς λέγ’ ὀνείδεα: αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι τοὺς ταπεινούς. A b (BCE3E4)T αἴτιος δὲ ὁ τὸν ἀριστέα ὑβρίσας· διὸ οὐδὲ τολμᾷ | |
σωφρονίσαι. b(BCE3E4)T | |||
2222-3 | ex. | 〈τῷ δ’ ἄρ’ Ἀχαιοί /〉 ἐκπάγλως 〈κοτέοντο〉: ὑβριστικῶς. κοτέοντο δὲ ἡδόμενοι τῷ βασιλεῖ. T | |
2.223 | Hrd. | 〈νεμέσσηθέν τ’:〉 ὁ τέ σύνδεσμος ἐγκλιτικὸς ὢν τὴν πρὸ ἑαυτοῦ συλλαβὴν ὀξύνει. Aim | |
2.224 | ex. | νείκεε μύθῳ: ἐξήγησις τοῦ „λέγ’ ὀνείδεα“ (Β 222). T | |
2225a | ex. | Ἀτρείδη, τέο δ’ αὖτ’ ἐπιμέμφεαι: τὸν ἀμετροεπῆ δείκνυσιν· ἃ γὰρ ἔδει ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγαμέμνων „ἀγέραστος ἔω“ (Α 119) καὶ „ἧσθαι δευόμενον“ (Α 134), νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νι‐ | |
5 | κώμενος. b(BCE3)T | ||
2225b | Did. | τέο δ’ αὖτε: οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ διὰ τοῦ η. T | |
2225c | ex. | †ἐπιμέμφεαι†: παρονομασία. T | |
2225d | ex. | ἐπιμέμφεαι: πρὸς τὸ „ὄφρα μὴ ἀγέραστος ἔω“ (Α 118—9). T | |
2226a | ex. | πλεῖαί τοι χαλκοῦ κλισίαι: τοιαῦτα μὲν ἦν καὶ τὰ παρὰ Ἀχιλλέως „ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, / σοὶ τὸ γέρας πολὺ μεῖζον“ (Α 166—7). τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει. A b (BCE3)T | |
5 | Ariston. | πολλαὶ δὲ γυναῖκες: ὅτι Ζηνόδοτος γράφει „πλεῖαι δὲ γυναικῶν“ καὶ τοὺς ἑξῆς δύο (sc. Β 227—8) ἠθέτηκεν, ἐν οἷς μάλιστα ὁ Θερσίτης γελοιοποιός. A | |
2.227 | Ariston. | εἰσὶν ἐνὶ κλισίῃς: ὅτι τοῦτον καὶ τὸν ἑξῆς (sc. Β 228) Ζηνόδοτος ἠθέτηκεν. ἡ δὲ αἰτία προείρηται. A | |
2228a | ex. | πρωτίστῳ: φωνὴ ὑπερθετική, ὡς ἐλευθεριώτατα μονώ‐ | |
τατα. b(BCE3)T | |||
2228b1 | ex. | εὖτ’ ἂν πτολίεθρον ἕλωμεν: ὁ δὲ Ἀχιλλεὺς „Τρώων ἐκπέρσωσι“ (Α 164). T | |
2228b2 | οὗτος μὲν οὖν ἕλωμέν φησιν, ὁ δὲ Ἀχιλλεὺς „Τρώων ἐκπέρσωσ’“· οὗτος γὰρ καὶ ἑαυτῷ ἐπιγράφει τοὺς πολεμίους (cf. Β 231). b(BCE3) | ||
2229a | ex. | ἢ ἔτι καὶ χρυσοῦ: οἶμαι τὸ ἔτι τὴν παράτασιν τῆς ἀπληστίας αὐτοῦ δηλοῦν. b(BCE3E4)T | |
2229b | ex. | ἢ ἔτι τοῦ χρυσοῦ ἐπιδεύεαι 〈ὅν κέ τις οἴσει〉: πῶς μὴ προγνωσθέντος τοῦ χρυσοῦ τὸ ἄρθρον ἐπῆξε καὶ τῷ οἴσει μέλ‐ λοντι τὸν ἄν; T | |
2229c | Ariston. | 〈ὅν κέ τις οἴσει:〉 ὅτι περισσὸς ὁ κέ. Aint | |
2231-4 | Ariston. | ὅν κεν ἐγὼ δήσασ〈—υἷας Ἀχαιῶν〉: ὅτι Ζηνόδοτος τοὺς τέσσαρας ἠθέτηκεν, ἐν οἷς πάλιν ἐστὶ τὰ γελοιότατα. A | |
2231a1 | ex. | ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν: ἐνταῦ‐ θα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτόν. πάντως δὲ ἐπιθεὶς τῷ στήθει τὴν χεῖρά φησιν. T | |
2231a2 | ἐνταῦθα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτόν, ὃ δὴ δεί‐ κνυσιν αὐτὸν καὶ γελοῖον παρὰ πᾶσιν ὑπὲρ πάντα. b(BCE3) | ||
2232a1 | ex. | 〈ἠὲ γυναῖκα νέην:〉 ἐλεεινὸς παρ’ αὐτοῦ καὶ ἐφύβρι‐ στος διὰ Χρυσηΐδα ὁ βασιλεὺς δείκνυται. τὸ δὲ „ἀγάγω“ (Β 231) ἀπὸ κοινοῦ. b(BCE3) | |
2232a2 | γυναῖκα ἀγάγω. Til | ||
2232b | Ariston. (?) | 〈γυναῖκα:〉 ἀντὶ τοῦ γυναικός. Aim | |
2233-4a1 | ex. | οὐ μὲν ἔοικεν / ἀρχὸν ἐόντα 〈κακῶν ἐπιβα‐ | |
σκέμεν υἷας Ἀχαιῶν〉: διὰ τὸν λοιμὸν καὶ τὴν ἀποστασία〈ν〉 Ἀχιλλέως. τὸ δὲ ἀρχὸν ἐόντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι τὸ Ἀχαιῶν. T | |||
2233-4a2 | ἄρχοντα ὄντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι. κακῶν δὲ b(BCE3) διὰ τὸν λοιμὸν καὶ τὴν Ἀχιλλέως ἀπόστασιν δι’ αὐτόν. b(BCE3E4) | ||
2235a | Nic. | ex. | ὦ πέπονες, 〈κάκ’ ἐλέγχε’, Ἀχαιΐδες, οὐκέτ’ Ἀχαιοί〉: ἡ μὲν τελευταία τοῦ στίχου τελεία, αἱ δὲ μεταξὺ βραχεῖαι διαστολαί, πέπονες, ἐλέγχεα, Ἀχαιΐδες. A | ὁ πέπων καὶ ἡ πέπων κοινῶς καὶ τὰ πέπονα. A b(BCE3)T παρὰ δὲ τὸ „ἐπεὶ | |
5 | οὐτιδανοῖσιν ἀνάσσεισ“ (Α 231). b(BCE3)T γέλωτα δὲ κινεῖ κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχήν. A b (BCE3)T | ||
2235b | ex. | Ἀχαιΐδες: παρονομασία, οἵα „οὐ Φίλιππος, ἀλλὰ Φι‐ λίππιον κεκράτηκεν δὶς Ἑλλάδος.“ T | |
2.236 | ex. | οἴκαδέ περ σὺν νηυσὶ 〈νεώμεθα〉: σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφ’ ὅνπερ ὁρμήσαν‐ τες κατεσχέθησαν. καὶ διὰ τοῦ νεώμεθα τὸ „φεύγωμεν“ (Β 140) ἰάσατο. b(BCE3)T | |
2.237 | ex. | 〈γέρα πεσσέμεν:〉 κυβεύειν· ἢ κατέχειν, b(BCE3)Til ὡς τὸ „χόλον θυμαλγέα πέσσων“ (Ι 565). b(BCE3E4)Til | |
D | γέρα πεσσέμεν: τὰ γέρα, ὅ ἐστι—οὐ πέπτεται. A | ||
2238a | ex. | 〈προσαμύνομεν:〉 διὰ τὸ „οἵ με μέγα πλάζουσιν“ (Β 132). Til | |
2238b | Ariston. | 〈ἠὲ καὶ οὐκί:〉 ὅτι τὴν ἀπόφασιν διὰ τοῦ κ, οὐ διὰ | |
τοῦ χ. Aim | |||
2.239 | Ariston. | ἕο: ὅτι Ζηνόδοτος γράφει „ἑοῦ“. τοῦτο δὲ σύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ. A | |
2241a | ex. | ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος: οὕτω τὴν ἐκ χολῆς γινομένην τοῦ θυμοῦ κίνησιν ὀνομάζει. τοῦτο δὲ πρὸς τὸ ἀτελὲς τῆς ξιφουλκίας ἔφησεν (cf. Α 220). b(BCE3E4)T | |
2241b | ex. | ἀλλὰ μεθήμων: ἔκλυτος· ἔνθεν καὶ μέθη. T | |
2.242 | Ariston. | λωβήσαιο: πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἐλωβήσω ἄν, ἔβλα‐ ψας ἢ λωβητὸς ἐγένου. A | |
2243-4a | ex. | ὣς φάτο νεικείων Ἀγαμέμνονα〈—〉Θερ‐ σίτης: μεθ’ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνό‐ ματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν ἔσται ἡ ἀνάγνωσις. A b (BCE3E4)T | |
2243-4b | ex. | ὣς φάτο νεικείων〈—Ὀδυσσεύσ〉: ὡς καὶ μεταξὺ λέγοντι παρέστη Ὀδυσσεύς. ἀναφέρει δὲ ἐπὶ τὰ „ὃν δ’ αὖ δήμου †ἄνδρα ἴδοι“ (Β 198). οὐκοῦν οὐ τῶν βασιλέων Θερσίτης. βασιλικῶς δὲ ὑπερφρονεῖ τούτου Ἀγαμέμνων. καὶ τὸν Ἀλεξάνδρου | |
5 | φασὶ κύνα τὰ μὲν μικρὰ θηρία παρορᾶν, ἐπὶ δὲ σῦς ἢ λέοντας ὁρμᾶν. b(BCE3E4)T | ||
2.245 | ex. | ἠνίπαπε: ἐνίπτω, ἤνιπα καὶ ἠνίπαπε〈ν〉 ὡς ἠρύκακεν. T | |
2.246 | ex. | ἀκριτόμυθε: μετὰ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπές (cf. Β 212), πρὸς κατάγνωσιν | |
τῶν εἰρημένων. A b (BCE3E4)T | |||
2247a | Ariston. | 〈μηδὲ ἔθελ’:〉 ὅτι ἔθελε κατὰ συναλιφήν. Aim | |
2247b | ex. (Ariston. ?) | μηδ’ ἔθελε: ἀεὶ ἐθέλω ἔφησεν ὁ ποιητής· καὶ ἀλλαχοῦ γὰρ „οὔτ’ ἔθελεν“ (Φ 366). T | |
2247c | ex. | μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι: καὶ τοῦτον ἐλέγχει καὶ τῶν λοιπῶν ἐνεχυράζει τὴν γνώμην. ὁμώνυμον δὲ ἔρις καὶ ὄνειδος (cf. Β 251). b(BCE3E4)T | |
2.248 | ex. | χερειότερον: ὡς μειζότερον καὶ βελτιώτερον. b(BCE3)T | |
2.249 | D | ὅσσοι ἅμ’ Ἀτρείδῃς: οὗτοι ἦσαν κατὰ μὲν τὸ σύνηθες —αὐτοῦ παῖδες ἐκλήθησαν. A | |
2250a | ex. | {βασιλῆας} ἀνὰ στόμ’ ἔχων: ἀνὰ στόμα T διὰ συνεχοῦς μνήμης· ἢ ἀντὶ σκήπτρου τὸ στόμα ἀνέχων. b(BCE3E4)T | |
2250b1 | ex. | {ἀνὰ στόμ’ ἔχων} ἀγορεύοις: ὀνομάζοις, μή τι καὶ ὑβρίζοις. T | |
2250b2 | ἀγορεύοις δὲ ὀνομαστὶ περιφέροις ἢ ὑβρίζοις. b(BCE3 E4) | ||
2.251 | ex. | νόστον τε φυλάσσοις: τὴν πρὸς τὴν φυγὴν εὐκαιρίαν παρατηροῖς. b(BCE3E4)T | |
2252a | Ariston. | Nic. | οὐδέ τί πω σάφα ἴδμεν: ἀπὸ τούτου ἕως τοῦ „ἥρωες Δαναοί“ (Β 256) ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροι τῇ συνθέσει καὶ τὸ „ἧσαι“ (Β 255) οὐ κυρίως ἔστι δέξασθαι· οὐ γὰρ κάθηται, οὐδ’ ὡς ὁ Διομήδης λέγει „τέττα, σιωπῇ ἧσο“ (Δ 412) ἀντὶ τοῦ | |
5 | ἡσύχαζε. | διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου (sc. 252)· τὸ γὰρ ἐπιφερόμενον (sc. Β 253) τοιοῦτον, πότερον εὖ ἢ κακῶς· διὸ καὶ περισπᾶται. A | ||
2252b | ex. | οὐδέ τί πω σάφα ἴδμεν: ὡς περιττοὶ οἱ πέντε ἀθετοῦν‐ | |
ται. ἔχουσι δέ τι καὶ ψευδές· τῶν γὰρ ἄλλων καθεσθέντων Θερσί‐ της μόνος ἀκοσμεῖ. b(BCE3E4)T ἐνταῦθα δὲ ὡς περὶ καθημένου λέγει. ἢ τὸ „ἧσαι“ (Β 255) ἀντὶ τοῦ b(BCE3E4) προεδρεύεις καὶ | |||
5 | προηγῇ τῆς ὕβρεως. b(BCE3E4E4il) | ||
2252-3 | ex. | οὐδέ τί πω σάφα ἴδμεν〈—Ἀχαιῶν〉: ἐντέχνως πάνυ ὡς πρὸς τὸν Θερσίτην λέγων πρὸς τοὺς Ἕλληνας ἀποτείνεται· μέσης γὰρ αὐτῷ δεῖ γνώμης στοχαζομένῳ τοῦ πλήθους. φησὶν οὖν ὡς οὐκ ἴσασιν, εἰ ἐπ’ ἀγαθῷ τὰ τῆς ἐπανόδου αὐτοῖς | |
5 | ἔσται. b(BCE3E4)T | ||
2254-5 | ex. | τῷ νῦν Ἀτρείδῃ〈— /〉 ἧσαι ὀνειδίζων: ἀδήλου ὄντος τοῦ νόστου σὺ τὸν βασιλέα ἐπισκώπτεις, λέγων ὡς πολλὰ παρὰ τῶν Ἑλλήνων λαμβάνει. b(BCE3E4)T | |
2255a | ex. | ἧσαι ὀνειδίζων: προσεδρεύεις, ἀπὸ τῶν πολιορκούν‐ των· „ἧμαι ἐν〈ὶ〉 Τροίῃ“ (Ω 542). ἢ ἀντὶ τοῦ τέρπῃ. T | |
2255b | Hrd. | ὅτι οἱ: τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶσα γὰρ δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο ἀντωνυμία A b (BCE3E4)T διὰ τοῦ σφ, σεσημειω‐ μένου τοῦ „ἔνθ’ ἔσάν οἱ πέπλοι“ (ο 105). AT | |
2255c | Hrd. | 〈διδοῦσιν:〉 οὕτως περισπωμένως τὸ διδοῦσιν· τὸ γὰρ ῥῆμα διδῶ. Aim | |
2258a1 | Ariston | | εἴ κ’ ἔτι ς’ ἀφραίνοντα 〈κιχήσομαι, ὥς νύ | |
Did. | περ ὧδε〉: ὅτι περισσὸς ὁ κέ. †καὶ ὅτι συνεκδοχῇ εἴ σε „ἀφραίνοντα† κιχήσομαι ὕστερον αὖτισ“. ἐν δὲ τῇ κατὰ Φιλήμονα τὸν Κρητικὸν | ||
„κιχήσομαι ἐν Δαναοῖσι“. δύναιτο δ’ ἂν τὸ ὥς νύ περ ὧδε ἀκούε‐ | |||
5 | σθαι ἁπλούστερον ἀντὶ τοῦ οὕτως, ὡσαύτως. ταῦτα ὁ Δίδυμος (p. 113 Schm.). A | ||
2258a2 | Did. | εἴ κ’ ἔτι ς’ ἀφραίνοντα 〈κιχήσομαι, ὥς νύ περ ὧδε〉: αἱ μὲν Ἀριστάρχου εἶχον „εἰ δέ τί σε“. ἡ δὲ Σινωπικὴ εἶχε „κιχήσομαι ὡς τὸ πάρος περ“, ἡ δὲ Μασσαλιωτικὴ „ὕστερον αὖτισ“, ἡ δὲ κατὰ Φιλήμονα „ἐν Δαναοῖσιν“. T | |
2258a3 | ὁ μὲν Ἀρίσταρχος „εἰ δέ τί σε“, ὁ δὲ Ζηνόδοτος „εἴ κ’ ἔτι σε“, ὃ προκριτέον. ἡ δὲ Σινωπικὴ εἶχε „κιχήσομαι ὡς τὸ πάρος περ“, ἡ δὲ Μασσαλιωτικὴ „ὕστερον αὖτισ“, ἡ δὲ κατὰ Φιλήμονα „ἐν Δαναοῖσιν“. b(BCE3E4) | ||
2258a4 | κιχήσομαι: Πτολεμαῖος „κιχείομαι“ γράφει. T | ||
2258b | Nic. | 〈εἴ κ’ ἔτι—ὥς νύ περ ὧδε:〉 κατὰ τὸ τέλος τοῦ στίχου ὑποστικτέον. Aim | |
2258c | ex. (?) | 〈ἀφραίνοντα〉 κιχήσομαι, ὥς νύ περ 〈ὧδε〉: ὅτι ἀφρόνων ἐστὶ τὸ τὰ τοιαῦτα πράσσειν. T | |
2259a | ex. | μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη: οἱ γὰρ πολέμιοι δειροτομοῦσιν, οὓς λήψονται, ὡς τὸ „ἵν’ ἀπ’ ὤμοιϊν κεφαλὴν τάμοι“ (Ρ 126) καὶ „σὺν σφῇσιν κεφαλῇσιν“ (Δ 162). b(BCE3E4)T | |
2259b | ex. | κάρη ὤμοισι: σὺν τῷ αὐχένι κάρη λέγεται. T | |
2260a | ex. | Ariston. | μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην: οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ τοῦ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ τοῦ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. A b (BCE3E4)T | |
5 | προοικονομεῖ δὲ τὰ περὶ τὴν Ὀδύσσειαν. T | ἡ διπλῆ δὲ 〈ὅτι〉 προ‐ διασυνίστησιν τὰ κατὰ τὴν Ὀδύσσειαν μέλλοντα λόγου τυχεῖν | ||
πλείονος. A | |||
2260b | ex. | μηδ’ ἔτι Τηλεμάχοιο: ἅμα καὶ τοῖς Ἕλλησιν ἐντέχνως ἐμφαίνει ὅτι υἱὸν μονογενῆ ἔχων οὐ σπεύδει ἐπ’ αὐτόν. καὶ προ‐ συνίστησι τὰ κατὰ τὴν Ὀδύσσειαν ὁ ποιητής. b(BCE3E4)T | |
2261a | ex. | 〈λαβών:〉 ἐκλαβών. Til | |
2261b | ex. | 〈φίλα:〉 ἴδια. Til | |
2262a | Nic. | 〈χλαῖνάν τ’ ἠδὲ χιτῶνα, τά τ’ αἰδῶ ἀμφικα‐ λύπτει〉: διαστολαὶ χιτῶνα, ἀμφικαλύπτει. Aim | |
2262b | Hrd. | {τά τ’} αἰδῶ {ἀμφικαλύπτει}: Ἀρίσταρχος περισπω‐ μένως ἀναγινώσκει, ὁμοίως καὶ τὸ „ἠῶ δῖαν ἔμιμνε“ (Ι 662). καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει. Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αἰτιατικὰς περισπᾷ, „Λητῶ γὰρ | |
5 | ἥλκησε“ (λ 580) καὶ „Πυθῶ δ’ ἐρχομένην“ (λ 581). ἐπεί, φησί, Λη‐ τόα ἐστὶ καὶ Πυθόα. Διονύσιος δὲ ὁ Θρᾷξ (fr. 14) φησι κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ’ ὀξεῖαν τάσιν, Πυθώ, Λητώ· ἐχρῆν γάρ, φησίν, ὁμοί‐ ως ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριστάρχῳ, εἴ γε ἤδη διά‐ | ||
10 | φοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς, Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος ὑπὲρ τῆς Ἀρισταρχείου ἀναγνώσεως καὶ τῆς κατεγνωσμένης προσ‐ ῳδίας οὗτος ὅτι ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα ἐστί, καὶ τοῦτο ἀπῄτει ἡ συναλιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ | ||
15 | γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξυνοῦμεν. οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω. δεύτερος δὲ λόγος ἀληθής ἐστιν ὡς εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἐπιφέρεται, οἱ | ||
ταχεῖς τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται, πάντως καὶ ἡ αἰτιατική. | |||
20 | διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλιφῆς, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος. ἡ δὲ Λητώ καὶ Πυθώ, καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς φωνῆς, κατέχονται καὶ τῷ τόνῳ. A | ||
2262c | ex. | αἰδῶ: ἢ τὴν τοῦ ὅλου σώματος ἢ τὴν τοῦ μορίου, b (BCE3)T ὅπερ καὶ ἄμεινον· b(BCE3) „μέχρι παρ’ αἰδῶ“ (Arat. Ph. 493), ἀντὶ τοῦ μορίου. T | |
2264a | Ariston. | 〈πεπληγώς:〉 ὅτι Aint ἀντὶ τοῦ πλήσσων Aint Til τὸ παθητικὸν παρείληφεν. Aint | |
2264b | Did. | | 〈πεπληγώς:〉 τινὲς „πεπλήγων“, ὡς τὸ „πέπληγον δὲ | |
Ariston. | χορὸν †ποσσίν“ (θ 264). | ἢ ὅτι τὸ πεπληγώς ἀντὶ τοῦ πλήσσων. b(BCE3) | ||
2265-6 | ex. | ὣς ἄρ’ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω / πλῆξεν: πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπει‐ λὴν ἐκτελεῖ; ἀλλ’ οὐχ ἃ ἠπείλησεν ἐτέλεσεν, ἀλλὰ διὰ τῆς βραχείας πληγῆς πιστοῦται ὅτι μὴ σωφρονιζόμενος καὶ ταῖς μείζοσιν αἰκίσεται | |
5 | πληγαῖς. ἢ ἀπόπειρα ἦν διὰ τῆς ἀπειλῆς, ὅπως οἱ πολλοὶ ἕξουσι τυπτομένου, εἶτα βουλομένους ἰδὼν τοὺς Ἕλληνας οὐχ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμω‐ ρεῖται βραχείᾳ πληγῇ· b(BCE3E4)T κολάζεται γὰρ ὁ μὲν | ||
10 | εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος ὕβρει, ὑγιὴς δὲ τὸ σῶμα βασάνοις καὶ χρημάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ | ||
πληγῇ καὶ μεθ’ ὅρκων ἀπειλῇ. A b (BCE3E4)T | |||
2266a | ex. | 〈ἰδνώθη:〉 ἀνεκλάσθη, ὅπως πλεῖον προκύψῃ τὸ κυρτόν. b(BCE3E4)Til | |
2266b | ex. | Did. | θαλερὸν δέ οἱ 〈ἔκπεσε δάκρυ〉: θαλερὸν ἔνικμον, ἀπὸ τῶν φυτῶν. | τινὲς δὲ γράφουσιν „ἔκφυγε δάκρυ“ διὰ τὸ τάχος δηλοῦν τὴν λέξιν. b(BCE3E4)T | |
2266c | Did. | ἔκπεσε: οὕτως αἱ Ἀριστάρχου „ἔκφυγε“. καὶ ἔστιν ἡ χρῆσις Ὁμηρικὴ τῆς λέξεως· παρίστησι γὰρ ἐνίοτε τάχος· „φύγεν ἡνία“ (Θ 137 al.) καὶ „ἔκφυγε χειρόσ“ (Ε 18 al.). A | |
2267a | ex. | σμῶδιξ: τὸ ἐκ πληγῆς οἴδημα. b(BCE3E4)Til | |
2267b1 | ex. | ἐξυπανέστη: ἐμφαντικῶς τὰς προθέσεις πυκνὰς παρέλα‐ βεν b(BCE3E4)T ὡς ἐν τῷ „ὑπεξαναδύσ“ (Ν 352), b(BCE3) T καὶ διὰ μὲν τῆς ὑπό τὴν κάτωθεν, διὰ δὲ τῆς ἔξ τὴν εἰς εὐθύ, διὰ δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. ἢ ὑποτρέχοντος τοῦ αἵματος ἔξω | |
5 | διῆρεν. b(BCE3E4)T | ||
2267b2 | D | ex. | ἐξυπανέστη: ἀνέστη ὑπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου. | ἐμφατικῶς ὡς τὸ „ὑπεξαναδύσ“. διὰ τῆς ὑπό τὴν κατ’ ὀλίγον, διὰ τῆς ἔξ τὴν εἰς εὐθύ, διὰ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. A | |
2.268 | ex. | ὁ δ’ ἄρ’ ἕζετο: δηλοῖ ὅτι νῦν καθέζεται. μάτην ἄρα ἔλεγε τὸ | |
„ἧσαι ὀνειδίζων“ (Β 255). b(BCE3E4)T | |||
2269a1 | Hrd. | ἀχρεῖον {ἰδών}: Διονύσιος (fr. 32) καὶ Τυραννίων (fr. 7) τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως· παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος, ὡς μοῦσα ἄμουσος. ἡ μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἀφορμῆς ἐχομένη τῆς κατὰ τὴν | |
5 | συνεκδρομήν, 〈προ〉περιεσπάσθη· τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικόν, προπερισπᾶται, ἀν‐ δρεῖος, „Ἀργεῖοσ“ (cf. B 161 al.). οὕτως καὶ ἀχρεῖος. A | ||
2269a2 | ἀχρεῖον: παρὰ μὲν τῷ ποιητῇ προπερισπώμενον, παρὰ δὲ τοῖς Ἀττικοῖς προπαροξύτονον. b(BE3)Til | ||
2269b | Or. | ἀχρεῖον: χρῶ ἐστι ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παράγωγον χραύω· „χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον“ (Ε 138). ἀφ’ οὗ †ἔχραε τὸ βαρύνειν† καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἀχρὴς καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· „ἀλγήσας δ’ ἀχρεῖον | |
5 | ἰδών“. ἐπὶ δὲ τῆς Πηνελόπης „ἀχρεῖον δὲ γέλασσε〈ν〉“ (ς 163), ἐπίπλαστον καὶ ὑποκεκριμένον μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν. τοῦ δὲ ἀχρής κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων (fr. 3 Th.). A | ||
2269c | Ariston. | {ἀλγήσας δ’} ἀχρεῖον ἰδών: ὅτι Φιλίτας (fr. 56 K.) τὸ ἰδών περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας τοὺς ὀφθαλμοὺς εἶπεν. ἔστιν οὖν τὸ ἀχρεῖον ἰδών εὐτελῶς σχηματί‐ σας. A | |
2269d | ex. | ἀχρεῖον ἰδών: ὀργιζομένου καὶ μὴ δυναμένου ἀμύνασθαι τὸ βλέμμα διαγράφει. b(BCE3E4)T ἔστιν οὖν ἀκαίρως ὑποβλέψας, ὡς τὸ „ἀχρεῖον δ’ ἐγέλασσεν“ (ς 163), ἢ b(BCE3)T τὸ πρόσω‐ πον τοῖς δάκρυσιν ἀμορφώσας, „ὡς αἰσχρόν ἐστιν μὴ καλῶν ἀπ’ ὀμ‐ | |
5 | μάτων / κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν“ (trag. ad. fr. 447 N.2). b(BCE3E4)T ἄκρως δὲ τὸ εὐτελὲς τῶν θρασυδείλων κωμῳ‐ δεῖ. b(BCE3)T | ||
2269e | ex. | 〈δάκρυ:〉 δάκρυον, ἀποκοπῇ τοῦ ον. b(BCE3) | |
2.270 | D | ex. | οἱ δὲ καὶ ἀχνύμενοί περ: στικτέον μετὰ τὸ—ἐπὶ τῇ ὄψει τοῦ Θερσίτου. A | ἀχνύμενοι δὲ διὰ τὸν τῶν οἴκοι ἔρον. b (BCE3)T στασιάζον δὲ πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς ἀμφοῖν ἐχρήσατο ὁ ποιητής. A b (BCE3E4)T | |
2271a | Ap. S. | ὧδε {δέ τις εἴπεσκεν}: κατὰ Ἀρίσταρχον οὐδέποτε το‐ πικῶς, ἀλλ’ ἀντὶ τοῦ οὕτως τάσσει· „ὧδε δέ τις εἴπεσκεν ἰδών“. ἐπὶ δὲ τοῦ „Ἥφαιστε, πρόμολ’ ὧδε“ (Σ 392) οὕτως ἀκούει, πρόελθε οὕτως ὡς ἔχεις, ἐκ προχείρου. A | |
2271b | ex. (?) | 〈ἰδών:〉 βλέπων. Til | |
2272a | Hrd. | ἦ {δυμυρί}: τὸν ἦ περισπαστέον· παραλλήλως γὰρ κεῖται τῷ δή, βεβαιωτικὸς ὤν, ὁμοίως τῷ „ἦ δὴ λοίγια ἔργα“ (Α 573). A | |
2272b | ex. | ἦ δὴ μυρί’ Ὀδυσσεύς: φιλαλήθεις οἱ Ἕλληνες, οἳ καὶ τυφθέντες ὑπὸ Ὀ[δυσσέως] οὐκ ἀποκρύπτουσι τὸν [ἔ]παινον. T | |
2272c | ex. (Porph. ?) | ἦ δὴ μυρί’ Ὀδυσσεύς: πῶς προειπὼν αὐτοὺς γεγελα‐ | |
κέναι σπουδαῖα καὶ οὐ γελοῖα παράγει λέγοντας; τάχα οὖν τοῖς ἐπὶ Θερσίτου παρῄρηται τὸ θρασὺ καὶ παρρησιαστικὸν αὐτῶν Ὀδυσ‐ σεύς. ἄλλως τε προοικονομεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερ‐ | |||
5 | σίτου διὰ τοῦ „οὔ θήν μιν πάλιν“ (Β 276). b(BCE3E4)T | ||
2273a | ex. | βουλάς τ’ ἐξάρχων: Ἴων (fr. 63, 3 N.2)· „βουλὴ μὲν ἄρχει, χεὶρ δ’ †ἐπεργάζεται.“ b(BCE3E4)T | |
2273b1 | ex. | 〈κορύσσων:〉 Αἰολικῶς, ἀπὸ τοῦ κορύπτω. Til | |
2273b2 | τὸ δὲ κορύσσων Αἰολικὸν ἀπὸ τοῦ κόρυς, ὃ δηλοῖ τὴν περικεφαλαίαν. b(BCE3) | ||
2275a | ex. | 〈λωβητῆρα:〉 τὸν ψεύστην ἢ τὸν λωβηθέντα. b(BCE3 E4)Til | |
2275b | ex. | Hrd. καθ. (?) | 〈ἐπεσβόλον〉 ἔσχ’ ἀγοράων: ὡς συνεχῶς αὐτοῦ παρ‐ ρησιαζομένου. | ἐπεσβόλον δὲ ὡς ἐγχεσπάλον (cf. Β 131) b(BCE3 E4)T ἤτοι τὸν ἔπεσι βάλλοντα τοὺς πολλούς. b(BCE3E4) | |
2276a | Ariston. | 〈πάλιν αὖτις:〉 ὅτι τὸ μὲν πάλιν εἰς τοὐπίσω, τὸ δὲ αὖτις χρονικόν, ἐξ ὑστέρου. Aim | |
2276b1 | ex. | Ariston. | ex. | οὔ θήν μιν πάλιν: τοῦτο διὰ τὸ μὴ ἔτι μνησθῆναι αὐτοῦ ἐν τῇ ποιήσει. | τὸ δὲ πάλιν εἰς τὸ ὀπίσω, τὸ δὲ αὖτις χρονικόν. | σημειοῦνται δέ τινες καὶ τὸν πρὸ αὐτοῦ, „ὃς τὸν λωβητῆρα ἐπεσβό‐ λον“ (Β 275), ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων. T | |
2276b2 | ex. | Ariston. | σημειοῦνται δέ τινες τὸ „λωβητῆρα“ καὶ „ἐπεσβόλον“ ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων. b(BCE3) | τὸ μὲν οὖν πάλιν τὸ εἰς τοὐ‐ πίσω δηλοῖ, τὸ δὲ αὖτις χρονικόν ἐστιν. b(BCE3E4) | |
2278a | Ariston. | ὣς φάσαν ἡ πληθύς· 〈ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσ‐ σεύσ〉: πρὸς τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητὸν ἀπήντηκε· τῷ γὰρ ἔν‐ | |
νοιαν ἔχοντι πλήθους ὀνόματι πληθυντικὸν ῥῆμα συνέζευξε τὸ φά‐ σαν· ᾧ εἴη ἂν ὅμοιον „ἀγρόμενοι πᾶς δῆμοσ“ (Υ 166). καὶ πρὸς τὸ | |||
5 | πτολίπορθον, ὅτι διὰ τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον (cf. δ 271—89). A | ||
2278b | Did. | ex. | ἀνὰ δ’ ὁ πτολίπορθος: οὕτως Ἀρίσταρχος· τινὲς δὲ χωρὶς τοῦ ἄρθρου, κακῶς. | προαναφωνεῖ τὴν πόρθησιν δι’ αὐτοῦ γενησο[μένην]. T | |
2278c1 | Did. | ὁ μὲν Ἀρίσταρχος μετὰ τοῦ ἄρθρου· τινὲς δὲ χωρίς, κα‐ κῶς. b(BCE3) | |
2278c2 | οὕτως Ἀρίσταρχος, 〈ἀνὰ δ’ ὁ〉 πτολίπορθος· ἄλλοι δὲ διὰ τοῦ ε, οὐκ ὀρθῶς. Aim | ||
D | ἀνὰ δ’ ὁ πτολίπορθος: ἀνέστη δὲ ὁ τὰς πόλεις— Πριάμοιο ἄνακτος (cf. Χ 230). A | ||
2278-82 | Ariston. | ex. | ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεύς / ἔστη〈— βουλήν〉: πρὸς τὸ σχῆμα. | ψῆφον λαβὼν παρὰ τοῦ πλήθους τολμᾷ παρελθεῖν. ἡ δὲ Ἀθηνᾶ πρὸς ἡσυχίαν καὶ πειθώ· πῶς γὰρ ἄλλως ἡσύχασαν, οὓς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ ἦν τοῖς | |
5 | δημηγόροις παρίστασθαι κήρυκα, ὅπως σιωπήσωσι καὶ νοήσωσιν. διὰ τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου τοσούτου ὄντος ὡς καὶ τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει τὸν πρῶ‐ τον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε καὶ | ||
10 | ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ, ὡς γέρων, βοᾶν οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς „ὄπα τε μεγάλην ἐκ στήθεος †εἴ熓 (Γ 221). διὰ τοῦτο ὁ μὲν ἔτι τεταραγμένων δημηγορεῖ, ὁ δὲ Νέστωρ ἤδη | ||
ἡσυχίαν ἀγόντων. b(BCE3E4)T | |||
2279-80 | ex. | 〈παρὰ δὲ γλαυκῶπις—ἀνώγει:〉 ἐπεὶ ἔδει κήρυκα συμπαρεῖναι τῷ δημηγοροῦντι. Til | |
2.283 | ex. | ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν: τρία ῥη‐ τορικῆς εἴδη· συμβουλευτικόν, ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς, ὡς νῦν· δικανικὸν ἐκ κατηγορίας καὶ ἀπολογίας, ὡς „δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆσ“ (Σ 498)· πανηγυρικὸν ἐξ ἐγκωμίου καὶ ψόγου, | |
5 | ὡς „ὦ μάκαρ Ἀτρείδη“ (Γ 182), „οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων“ (Α 225). A b (BCE3E4)T | ||
2284a | Ariston. | Ἀτρείδη, νῦν γάρ σε: ὅτι αὕτη ἡ γραφὴ ἡ διὰ τοῦ γάρ μετὰ τῆς προσηγορίας †καὶ τὸν† λόγον ἔχει. ἔθος δὲ αὐτῷ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, „ὢ πόποι, ἦ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιούσ“ (ς 259). A | |
2284b | ex. | Ariston. | 〈Ἀτρείδη, νῦν δή σε:〉 ἀντὶ τοῦ γάρ. | ἔθος δὲ τῷ ποιητῇ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, ὡς τὸ „πολλοὶ γὰρ τεθνᾶσι“ (Η 328) καὶ „νῦν γὰρ καὶ πόνος ἐστί“ (Β 291). b(BCE3E4) | |
2284-5a1 | ex. | Ἀτρείδη, νῦν δή σε〈—βροτοῖσιν〉: ἐντέ‐ χνως πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλλήνων λέγει. T | |
2284-5a2 | ἐθέλουσιν Ἀχαιοὶ / 〈πᾶσιν—μερόπεσσι βροτοῖσιν〉: τὸ μὲν ἐθέλουσιν ὡς ἐξ οὐδεμιᾶς αἰτίας τοῦτο προαι‐ ρούμενοι. διασύρει δὲ αὐτοὺς ὡς οὐ νοήσαντας τὴν ἀπόπειραν· εἰ γὰρ | ||
ἐπονείδιστος ἔσται φευγόντων αὐτῶν, πῶς ἂν αὐτοὺς προτρέποιτο | |||
5 | φεύγειν; ηὔξηται δὲ καὶ τῷ πᾶσι βροτοῖσιν, ἀλλὰ μὴ Ἕλλησιν εἰ‐ πεῖν. ἐντέχνως δὲ πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλλήνων λέγει ὥσπερ συναχθόμενος αὐτῷ ὅτι καταλείπεται· πικρὸν γάρ ἐστι τὸ φάναι ‘ἐπονείδιστον, ὦ Ἀχαιοί, ποιήσετε τὸν βασιλέα‘. πικρὸν δὲ ἦν κἀκεῖνο πρὸς αὐτοὺς λέγειν ‘ὡς γὰρ νήπιοι παῖδες ἢ κόρη ἀποδύρεσθε‘ | ||
10 | (cf. Β 289). ἅμα δὲ καὶ ἐμφαίνει ὅτι κατέχει αὐτοὺς ἐκείνου θέλοντος. b (BCE3E4)T | ||
2.286 | Ariston. | 〈ἐκτελέουσιν:〉 πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ 〈τοῦ〉 ἐκτελέσουσιν. Aim | |
2286-7 | ex. | οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν〈—ἱππο‐ βότοιο〉: τοῦτο ἀνελεύθερον καὶ δουλοπρεπές. καλῶς δὲ ἀπὸ τῶν ὡμολογημένων ἤρξατο, ὃ μάλιστα δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς τοὺς Τυνδαρίδας ὅρκους ὁ ποιητής· καὶ γοῦν Ἰδομενεύς φησιν· „ὡς | |
5 | τὸ πρῶτον ὑπέστην καὶ κατένευσα“ (Δ 267). b(BCE3E4)T | ||
2.287 | ex. | ἐνθάδ’ ἔτι στείχοντες: πορευθησόμενοι, ὡς „ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κι[ούσῃ]“ (δ 736). T | |
2.288 | ex. | Ἴλιον ἐκπέρσαντι: πορθήσαντί σοι τὸ Ἴλιον συναπονέε‐ σθαι. T | |
2289-90 | ex. | ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες / —νέεσθαι: ἄμφω παρέτεινε, τὸ μὲν τῷ νεαροί, τὸ δὲ τῷ χῆραι· οἱ μὲν γὰρ εὐθὺς κόρον λαβόντες τῆς ἀγορᾶς ἵενται οἴκαδε, αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ | |
5 | ἀγεννές, ὡς οὐ διὰ τὴν ὑπερτέλειαν τῶν πολεμίων, διὰ δὲ τὸ ἴδιον μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν. A b (BCE3E4)T | ||
2291a | Hrd. | 〈ἦ:〉 ὁμοίως τὸν ἦ περισπαστέον. Aint | |
2291b | Ariston. | 〈πόνος ἐστίν:〉 πρὸς τὸν πόνον, ὅτι ἀντὶ τοῦ ἔργον· οὐδέποτε γὰρ οὕτως εἶπε τὴν ἀλγηδόνα. Aim | |
2291c | ex. | 〈πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:〉 ἀναγκαίως ἐνδί‐ δωσιν, ὅπως πικρὰ θεραπευθέντες μεγάλα χαρήσονται. b(BCE3)Til | |
2291d | ex. | 〈ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:〉 πολὺς μὲν οὖν ἐστιν ὁ πόνος ὥστε λοιπὸν ἀκηδιάσαντά τινα νεῖσθαι. ἀνίησι δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ. δυνάμεως δὲ ῥητορικῆς, ἀπὸ τοῦ αὐτοῦ πράγματος πρὸς ἑκάτερον ἐξ ἐναντίου λαμβάνειν τὰς ἀφορμάς. | |
5 | b(BCE3)T | ||
2292a | ex. | καὶ γάρ τις θ’ ἕνα μῆνα: ἀνίησι τὴν ἐπιτίμησιν τῆς φυ‐ γῆς τῇ συγγνώμῃ· πάντες γὰρ ἀγαπῶμεν τοὺς ὑπὲρ ὧν ἡμάρτομεν ἀπολογουμένους. δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι τούτοις τοῦ μένειν, αὐτοῖς αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτως καὶ ὀφθῆ‐ | |
5 | ναι διὰ τοῦ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ ἐπάγει· „αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι“ (Β 298). b(BCE3)T | ||
2292b1 | Hrd. | ἀπὸ ἧς ἀλόχοιο: τινὲς ἀνέγνωσαν „ἄπο ἧς ἀλόχοιο“ κατὰ ἀναστροφήν, ἵνα σημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεσθαι τῇ κατηθισμένῃ ἀναγνώσει· συντέτακται γὰρ τῇ γενικῇ. A | |
2292b2 | ex. | ἀπὸ ἧς 〈ἀλόχοιο〉: τῇ γενικῇ δεῖ συντάττειν. Aint | |
2292c | 〈ἀπὸ ἧς ἀλόχοιο:〉 τοῦτο καὶ τὴν Ὀδυσσέως καὶ Πηνε‐ λόπης προανακρούεται στοργήν· ἅμα δὲ ὅτι καὶ αὐτῷ τὸ γύναιον ὑπολέλειπται, οὐ μόνον δέ, ἀλλὰ καὶ νήπιος ἔτι παῖς τῇ ἡλικίᾳ. τότε δὲ πιθανοὶ οἱ λέγοντες, ὅταν τοῖς ἀκούουσιν ὁμοιοπαθεῖς καὶ αὐτοὶ | ||
5 | τυγχάνωσιν. b(BCE3) | ||
2292-3 | Nic. | 〈καὶ γάρ τίς θ’—ἀλόχοιο〉 / ἀσχαλάᾳ σὺν νηῒ 〈πολυζύγῳ〉: διασταλτέον· τὸ γὰρ ἑξῆς ἐστι, καὶ γάρ τις θ’ ἕνα μῆνα μένων σὺν νηῒ πολυζύγῳ ἀπὸ ἧς ἀλόχοιο ἀσχα‐ λάᾳ. γελοίως δὲ οἱ πλεῖστοι ἐπὶ τὸ ἀσχαλάᾳ (293) διϊστᾶσι. A | |
2293-6 | ex. | ὅνπερ ἄελλαι〈—ἐνθάδε μιμνόντεσσι〉: τὸ δυσχερὲς τῆς ἀνακομιδῆς πρὸ ὀφθαλμῶν αὐτοῖς ἄγει, b(BCE3E4) | |
T καὶ τὴν τοῦ ὡρισμένου χρόνου συμπλήρωσιν. b(BCE3) | |||
2.295 | ex. | περιτροπέων ἐνιαυτός: τροπὰς λαμβάνων, τουτέστι συμπληρούμενος. b(BCE3E4)T | |
2.296 | ex. | ἐνθάδε μιμνόντεσσι: ἀργοῦσιν, ἀπράκτοις καθημένοις, b(BCE3E4)T ἐπεὶ παρῆν αὐτῷ φάναι καὶ τὸ μαρναμένοισιν. b (BCE3)T | |
2.297 | Ariston. | ἀσχαλάαν παρὰ νηυσὶ 〈κορωνίσιν. ἀλλὰ καὶ ἔμ‐ πησ〉: ὅτι Ζηνόδοτος γράφει „ἀσχαλάαν †μιμνόντεσσ醓, τὰ πλη‐ θυντικὰ δυϊκῶς ἐκφέρων. περιττεύει δὲ ὁ καί σύνδεσμος. A | |
2298a | ex. | αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι: ἀνιαρὸν τὸ χωρίζεσθαι τῶν οἴκοι ἐπὶ πολὺ καὶ ἄπρακτον ὑποστρέψαι. b(BCE3E4)T τὸ δὲ κενεόν ἤτοι διὰ κενῆς πολεμήσαντα ἢ κενὸν λαφύρων. δέλεαρ δὲ τοῦ μένειν ὑποβάλλει αὐτοῖς λαφύρων ἐλ‐ | |
5 | πίδα. b(BCE3E4) | ||
2298b | D | 〈δηρόν:〉 ἐπὶ πολὺν χρόνον. Til | |
2299a | ex. | 〈τλῆτε φίλοι:〉 μαλάξας τὸ πλῆθος ἀποστρέφει τε πρὸς αὐτοὺς τὸν λόγον καὶ ἀντὶ Ἀχαιῶν φίλους καλεῖ. b(BCE3E4)T | |
2299b | Ariston. | ἐπὶ χρόνον: ὅτι Ζηνόδοτος γράφει „ἔτι χρόνον“, ἀπι‐ θάνως· ἔμφασις γὰρ γίνεται πολλοῦ χρόνου διὰ τοῦ ἔτι. A | |
2300a | Ariston. | Did. | 〈ἢ ἐτεὸν ... οὐκί:〉 ὅτι διὰ τοῦ κ γραπτέον, οὐ διὰ τοῦ χ. | καὶ τὸ ἢ ἐτεόν διὰ τοῦ η Ἀρίσταρχος. Aim | |
2300b | ex. | 〈ἤ:〉 ἀντὶ τοῦ εἴ, ὡς τὸ „ἢ καὶ ἐμὸν δόρυ μαίνεται“ (Θ 111). Til | |
2300c | ex. | ἢ ἐτεὸν Κάλχας: δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαν‐ τος Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει, | |
Ποσειδῶν καὶ Ἀθηνᾶ καθ’ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆ‐ θος (cf. Ν 45). στρατὸς δὲ ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διο‐ | |||
5 | σημίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς. b(BCE3E4) T ἄκρως δὲ κατηγορεῖ αὐτῶν, ὅτι τότε μὲν τὸ μῆκος ἀκούσαντες οὐκ ὤκνησαν στρατεύειν, νῦν δὲ πρὸς τὸ τέλος ἐκλέλυνται. b(BCE3E4) | ||
2302a | Ariston. | μάρτυροι {οὓς μὴ κῆρες}: ὅτι Ζηνόδοτος γράφει „μάρ‐ τυρεσ“. ὁ δ’ Ὅμηρος οὕτως ἐσχημάτικεν· „Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω“ (Η 76), οὗ τὸ πληθυντικὸν μάρτυροί ἐστε. A | |
2302b | ex. | Ariston. | | 〈μάρτυροι,〉 οὓς μὴ κῆρες ἔβαν: κῆρες ἐπὶ τοῦ λοιμοῦ. | |
ex. | b(BCE3E4)T | Ζηνόδοτος „μάρτυρεσ“, Ὁμήρου σχηματίζοντος ἀπὸ τοῦ μάρτυρος. b(BCE3)T | πιστὸς δὲ ὁ λόγος γίνεται, ὅταν τοὺς ἀκούοντας μάρτυρας ἔχῃ τῶν λεγομένων. b(BCE3E4) | ||
2.303 | ex. | 〈χθιζά τε:〉 τὸν τοσοῦτον χρόνον χθιζά φησιν, ὅπως τὸν προσδοκώμενον b(BCE3E4)Til ὡς μηδὲν ἡγήσωνται. b(BCE3E4) | |
D | χθιζά τε καὶ πρωΐζ’: κατεσμίκρυνε τὸν—Ἕλλη‐ νας. A | ||
5 | D | ὅτ’ ἐς Αὐλίδα: Αὐλὶς οὕτως ἐκλήθη ἀπὸ τοῦ— στρατόν. A | |
2.304 | ex. | 〈κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι:〉 δεῖ οὖν ἀναπλη‐ ρῶσαι τὸν σκοπόν. Til | |
2305-9 | Nic. | ἡμεῖς δ’ ἀμφὶ περὶ κρήνην〈—σμερδαλέοσ〉: ἕως 〈τοῦ〉 ἀγλαὸν ὕδωρ (307) ὑποστικτέον, καὶ τὸ ἔνθα (308) 〈***〉 ἵν’ ᾖ τοπικὸν διὰ τὴν πλατάνιστον, χρονικὸν διὰ τὸ „χθιζά τε καὶ πρωϊζά“ (Β 303). ἐνδέχεται δὲ καὶ τεληέσσας ἑκατόμβας | |
5 | (306) ὑποστίζειν, ἵνα συνάπτηται καλῇ ὑπὸ πλατανίστῳ (307) ἕως 〈τοῦ〉 σμερδαλέος (309). δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τὸ „χθιζά τε καὶ πρωΐζ’“ (Β 303), ἵνα πάντα συνημμένα ᾖ ἐκ τοῦ „εὖ γὰρ δὴ τόδε ἴδμεν“ (Β 301). A | ||
2.305 | ex. | ἀμφὶ περὶ κρήνην: οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις, ἀλλὰ τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν παντὸς τοῦ στρατοῦ ἐσήμανε. πιστοῦται δὲ τὸ τέρας, εἴ γε ἐπὶ τοσούτου πλήθους καὶ θυ‐ | |
σιῶν ἔν τε ἱερῷ γέγονεν. b(BCE3E4)T | |||
2307a1 | ex. | καλῇ ὑπὸ πλατανίστῳ: μόνον οὐχὶ χρώμασιν ἡμῖν τὸν †λόγον† ἐσήμανε. καὶ Πλάτων Φαίδρῳ (cf. 230 b) πλάτανον καὶ τὸ παραρρέον ὕδωρ φησί· b(BCE3)T διυδατίζεσθαι γὰρ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν. b | |
5 | (BCE3E4)T οἶδε δὲ τὰς φύσεις ἁπάντων, καὶ „ὠλεσικάρπουσ“ τὰς ἰτέας φησίν (κ 510). b(BE3) | ||
2307a2 | D | ex. | καλῇ ὑπὸ πλατανίστῳ: τῇ τάσει ἀναγνωστέον ὡς κυ‐ παρίσσῳ. | διυδατίζεσθαι δὲ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν. A | |
2.308 | ex. | 〈σῆμα:〉 ὧδε ἡ στιγμή. Til | |
D | δράκων: τοῦτο τὸ ὄνομα—Διονυσίῳ ἐν τῷ εʹ τῶν Ἀπόρων (F Gr Hist 15, 15). A | ||
2308-19 | ex. | ἔνθ’ ἐφάνη μέγα σῆμα— / λᾶαν γάρ μιν ἔθη‐ κε Κρόνου παῖς: ὁ δράκων Ἀθηνᾶς ἱερός, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. ἢ τὸ μὲν ἐφ’ ὕψους κεῖσθαι τὴν νεοσσιάν, | |
5 | τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπε‐ σοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐννεατηρίδος τὸν ἔσχατον ἀγῶνα | ||
ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι’ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοσσιὰν τὸ μὴ παν‐ | |||
10 | τελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπο‐ λίθωσις ἢ τὸ δυσδιεξόδευτον τῶν νόστων A b (BCE3E4)T ἢ ὅλου τοῦ ἀγῶνος παῦσιν (οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλ‐ ληνας οἱ Τρῶες) b(BCE3)T ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πο‐ λέμου τὸ τέλος. ἔστι δὲ σημεῖον μὲν τὸ παρὰ τόπον γινόμενον ὡς μέλισ‐ | ||
15 | σαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε, σημεῖον μὲν τὸ ἐπ’ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νεοσσιάν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ. A b (BCE3E4)T | ||
2309a | D | 〈σμερδαλέος:〉 καταπληκτικός, φοβερός. Til | |
2309b | ex. | 〈αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ:〉 ἐπεὶ τὸ σημεῖον τὸ φανὲν δύναιτό τις ἀποφαίνειν καὶ ἄλλως γενόμενον (πολλὰ γὰρ τοιαῦ‐ τα συμβαίνει καὶ ἐν οἰκίαις γίνεσθαι), ἐξαίρειν δὲ αὐτὸ πειρᾶται ὡς μέγα καὶ θεῖον καὶ δηλωτικὸν τῶν τοῦ πολέμου ἀγαθῶν. b(BCE3E4) | |
2309c | ex. | 〈φόως δέ:〉 ἐς φανερόν. Til | |
2310a | Nic. | βωμοῦ ὑπαΐξας: ἀφ’ ἑτέρας ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λό‐ γος· διὸ καὶ τελείαν στικτέον ἐπὶ τὸ „φόως δέ“ (Β 309). A | |
2310b | D | 〈ὄρουσεν:〉 ἀνώρμησεν. Til | |
2.311 | Hrd. | Ep. Hom. | στρουθοῖο: ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις. Χαίριδι (fr. 7 B.) δὲ ἤρεσκε βαρύνειν, καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισσύ‐ λαβα μονογενῆ, φύσει μακρᾷ παραληγόμενα, ἐβαρύνετο, Ξοῦθος, „Ζῆθοσ“ (cf. λ 262. τ 523) καὶ „μῦθοσ“ (Ε 493 a.). | ἔχει δὲ ἡ τετριμ‐ | |
5 | μένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν· ἐτυμολογοῦσι γὰρ τὸ ζῷον παρὰ τὸ μετὰ οἴστρου θέειν. τὰ δὲ παρὰ τοῦτο τὸ ῥῆμα ἑωρῶμεν ὀξυνόμενα, ὥσπερ τὸ ἀγαθός καὶ βοηθός. A | ||
2312a | Hrd. | ὑποπεπτηῶτες: δύναται καὶ ἀναστρέφεσθαι. πιθανώ‐ τερον δὲ συντάσσειν τῇ μετοχῇ τὴν πρόθεσιν διὰ τὴν ἔμφασιν. A | |
2312b | ex. | ὑποπεπτηῶτες: ὑφ’ ἕν. τοῦτο δὲ διὰ τὴν ἀσθένειαν τῶν | |
νεοσσῶν. A b (BCE3E4)T | |||
2314a | ex. | κατήσθιε: ἐπὶ δὲ λύκων „οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔ‐ ρεσι δῃώσαντεσ“ (Π 158), ἐπὶ δὲ λεόντων „ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον“ (Σ 583), b(BCE3)T ὥσπερ ἐπαναβαίνων ταῖς λέ‐ ξεσιν. b(BE3)T | |
2314b | Ariston. | τετριγῶτας: ὅτι Ζηνόδοτος γράφει „τιτίζοντασ“. εὐ‐ τελὴς δὲ ἡ λέξις· κατὰ φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν, οἱ δὲ κατεσθιόμενοι τρίζουσιν. A | |
2316a | ex. | Porph. | ἐλελιξάμενος: ἐπιστραφείς. | οὐδὲ τοῦτο δὲ ἄχρηστον πρὸς τὴν μαντείαν· οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν αὐτοὺς καὶ εἷλον, ἀλλ’ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος, εἶτα ὑποστρέψαντες. b(BCE3E4) T | |
2316b | D | πτερύγος: παροξυτόνως. καὶ ὁ μὲν κανὼν θέλει προπαρ‐ οξυτόνως, ὡς δοίδυκος. ἀλλ’ ἐπειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀρι‐ στάρχῳ, πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ. AT | |
2316c | Hrd. | ἀμφιαχυῖαν: μετοχή ἐστι· διὸ προπερισπαστέον. ση‐ μειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι συνεστάλη τὸ α. A | |
2316d | ex. | ἀμφιαχυῖαν: τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ „†τε‐ τρηγότασ“ (Β 314). b(BE3E4)T | |
2.318 | Ariston. | {τὸν μὲν} ἀρίζηλον: ὅτι Ζηνόδοτος γράφει „ἀρίδηλον“ καὶ τὸν ἐχόμενον προσέθηκεν 〈***〉 τὸ γὰρ „ἀρίδηλον“ ἄγαν ἐμφανές, ὅπερ ἀπίθανον· ὃ γὰρ ἐὰν πλάσῃ, τοῦτο ἀναιρεῖ. λέγει μέντοι γε ὅτι ὁ φήνας αὐτὸν θεὸς καὶ ἄδηλον ἐποίησεν. A | |
2319a1 | Ariston. | λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω: ἀθετεῖται· πιθανώτερον γὰρ αὐτὸν καθάπαξ πεποιηκέναι ἀφανῆ τὸν καὶ φήναντα θεόν. T | |
2319a2 | ἀθετεῖται. προείρηται δὲ ἡ αἰτία. Aim | ||
2320a | Ariston. | {ἡμεῖς δ’ ἑσταότες} θαυμάζομεν: ὅτι ἀντὶ τοῦ ἐξεπλητ‐ τόμεθα, οὐχ ὡς ἐνίοτε τίθησιν ἀντὶ ψιλοῦ τοῦ θεάσασθαι. A | |
2320b | ex. | 〈ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν:〉 καὶ ἀπὸ τῆς τῶν ὁ‐ ρώντων διαθέσεως κινεῖ τὴν ἔμφασιν. b(BCE3) | |
2323a | ex. | Hrd. | τίπτ’ ἄνεῳ ἐγένεσθε: ἐπιτιμᾷ ὡς οὐ δεομένοις μαντείας. καλῶς δὲ οὐ περιέτεμε τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται ῥήμασιν, ὅπως ψυχαγωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν. b(BCE3)T | τὸ δὲ ἄνεῳ ὧδε μὲν διὰ τοῦ ι, b(BCE3) ἐπὶ δὲ τοῦ „ἡ δ’ | |
5 | ἄνεω δὴν ἧστο“ (ψ 93) χωρὶς τοῦ ι. b(BE3) | ||
2323b | D | Hrd. | {τίπτ’} ἄνεῳ: κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι φωνῆς. | ὧδε δὲ μετὰ τοῦ ι, οἷον οἱ ἄνεῳ, ἐπὶ δὲ τοῦ „ἡ δ’ ἄνεω δὴν ἧστο“ (ψ 93) δίχα τοῦ ι. A | |
2325a | ex. | ὅου κλέος 〈οὔποτ’ ὀλεῖται〉: κλέος τοῦ πολέμου ἢ τοῦ σημείου. τοῦτο δὲ πρὸς τὸ πεῖσαι. τὸν δὲ λίθον οὐκ ἐξηγεῖται ἢ πρὸς τὸ μὴ λυπῆσαι, ἢ ὅτι τέρας ἐστί. προσέθηκε δὲ καὶ τὸ οὔποτ’ ὀλεῖ‐ | |
ται, ἵνα μὴ διὰ τὸ μῆκος ἀπογνῶσι πρὸς τὴν μάχην. b(BCE3E4)T | |||
2325b | Hrd. | ὅου κλέος: τὰ ἄρθρα διαιροῦνται· αἱ γὰρ ἀντωνυμίαι πλεονάζουσι τῷ ε. T | |
2328a | ex. | ὣς ἡμεῖς τοσαῦτ’ ἔτεα: τρεῖς εἰσι χρόνοι, δι’ ὧν ὁ πᾶς αἰὼν ἀριθμεῖται, ἡμέρα, μήν, ἐνιαυτός. καὶ ἡ μὲν ἡμέρα οὐρανοῦ ἐστιν ἀποκατάστασις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς ἡλίου. εἰ μὲν οὖν ἦσαν ἐν τῷ στελέχει, ἡμέρας εἶπεν, εἰ δὲ ἐν μέσῳ, μῆνας. ἐπεὶ δὲ πρὸς τῷ τέ‐ | |
5 | λει, ἐνιαυτούς. b(BCE3)T | ||
2328b | Ariston. | αὖθι: ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν ἐπὶ τῆς Αὐλίδος, αὐτὸς ὢν ἐπὶ τῆς Τροίας· διὸ κέχρηται τῷ αὖθι το‐ πικῷ ἀντὶ τοῦ αὐτόθι, ὅπου νῦν ἐσμεν. A | |
2328c | ex.(?) | 〈αὖθι:〉 τὸ αὖθι ἐν Ἰλίῳ, οὐκ ἐν Αὐλίδι. b(BCE3E4)Til | |
2329a | ex. | τῷ δεκάτῳ δὲ πόλιν: διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης „ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν“ (Β 313); ἢ ὅτι τῶν ἐννέα πλη‐ ρωθέντων ἀνάγκη νοεῖν τὸν ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα | |
5 | αὐτὸν δεῖ συναριθμεῖν, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύεσθαι. A b (BCE3E4)T ὁ λιθωθεὶς οὖν δράκων ἐσήμανεν ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. b(BCE3E4)T | ||
2329b | ex. | 〈τῷ δεκάτῳ:〉 ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν. b(BCE3E4)Til | |
2330a | Hrd. | 〈κεῖνός θ’ ὥς:〉 ὀξυτονητέον τὴν νος διὰ τὸν τέ. οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἡρωδιανὸς ὡς „τὼς δέ ς’ ἀπεχθήρω“ (Γ 415). | |
b(BCE3)T | |||
2330b | Ep. Hom. | 〈κεῖνός θ’ ὥς:〉 οὕτως Ἡρωδιανὸς διὰ τοῦ θ. Ἀρίσταρ‐ χος διὰ τοῦ τ. Aim | |
2330c | ex. | ὣς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται: πρὸς τὸ „χθιζά τε καὶ πρωϊζά“ (Β 303) καὶ τὸ νῦν φησι, καὶ τὸ τελεῖται ἀντὶ τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε· „νῦν γάρ κεν ἕλοις πόλιν“ (Β 29). b(BCE3E4)T | |
2.332 | ex. | εἰς ὅ κεν: καλῶς ἐπὶ πέρατι τοῦ λόγου πιστοῦται τὸ λόγιον, οὐχ ὡς ἐν ἀρχῇ· „ἢ ἐτεὸν Κάλχας μαντεύεται“ (Β 300). T | |
2333-5 | Nic. | ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον〈— / μῦθον ἐπαινήσαντεσ〉: ἐπὶ τὸ ἴαχον (333) διαστολή, καὶ ἐπὶ τὸ Ἀχαι‐ ῶν (334) ὑποστιγμή· διὰ μέσου δὲ τὸ ἀμφὶ δὲ νῆες καὶ τὰ ἑξῆς ἕως 〈τοῦ〉 Ἀχαιῶν (333—4). καὶ τὸ ἑξῆς ἐστιν ἴαχον μῦθον ἐπαινή‐ | |
5 | σαντες (333. 335). ἐὰν δὲ στίζωμεν, γίνεται σολοικισμός, ἀϋσάν‐ των ὑπ’ Ἀχαιῶν / μῦθον ἐπαινήσαντες (334—5). A | ||
2333a | ex. | ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον: „οἷόν γέ πού ’στι γλῶσσα κἀνθρώπου λόγοσ“ κατὰ Εὔπολιν (fr. 314 K. = 342 [V p. 493] K.—A.)· ὁ μὲν γὰρ λέγων „φεύγωμεν“ (Β 140) ἀναπτεροῖ, ὁ δὲ „μίμνωμεν“ (cf. Β 331) πείθει. ἅμα δὲ καὶ τὸ παλίμβολον τῶν δήμων ἐσήμανεν. b(BCE3E4)T | |
2333b | ex. | μέγ’ ἴαχον: ἐπὶ μὲν τούτων ἴαχον, ἐπὶ δὲ Τρώων „κε‐ λάδησαν“ (Θ 542). T | |
2333c | D | 〈ἀμφὶ δὲ νῆες:〉 ἀντὶ τοῦ πᾶσαι. Til | |
2333-4 | ex. | νῆεσ〈—〉κονάβησαν: ἴδιος ἦχος τῶν πεπληγό‐ των ξύλων ὁ κόναβος. T | |
2336-59 | ex. | τοῖσι δὲ καὶ μετέειπε—ἐπίσπῃ: δεινῶς ἅμα καὶ εὐπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξεσιν ἐκφράζει ὁ ποιητής. παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ. b(BCE3E4)T | |
2.336 | D | Γερήνιος ἱππότα Νέστωρ: ἀντὶ τοῦ ἱππικός, νῦν δὲ | |
—ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν Καταλόγοις (fr. 33 b M.—W.). A | |||
2337a | Nic. | ὦ πόποι: στικτέον ἐπὶ τὸ ὦ πόποι· κομματικὸν γάρ, καὶ μᾶλλον ἐμφαίνει καθ’ ἑαυτὸ λεγόμενον. A Aim | |
2337b1 | ex. | ἦ δὴ παισίν: παισίν, οὐ γυναιξίν· ἔστι γὰρ καὶ ταύ‐ ταις φρόνησις. T | |
2337b2 | καλῶς οὐκ εἶπε γυναιξίν, ἀλλὰ παισί· καὶ γὰρ ταύταις ἐστὶ φρόνησις. b(BCE3E4) | ||
2337c | ex. | 〈ἦ δὴ παισὶν ἐοικότεσ〉 ἀγοράασθε: τότε ὅτε συνετί‐ θεσθε Ἀγαμέμνονι. ἢ μᾶλλον πρὸς Ὀδυσσέα ἀποτείνεται δημοχαρι‐ στικῶς παρελθόντα· ἐπιτρίψει γὰρ †ταῦτα† μᾶλλον εἰς ἀναρχίαν τὸ πλῆθος, πῇ μὲν „σέ“ λέγων „ἐθέλουσιν Ἀχαιοὶ ἐλέγχιστον θέμεναι“ | |
5 | (Β 284—5), πῇ δὲ τῷ „οὐ νεμεσίζομ’ Ἀχαιούσ“ (Β 296). b(BCE3)T | ||
2339-42 | ex. | πῇ δὴ συνθεσίαι τε〈— / αὔτως γὰρ ἐπέεσς’ ἐριδαίνομεν〉: τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ συνθῆκαι καὶ τὰ ὅρκια σπονδαί τε καὶ δεξιαί; ἵν’ ᾖ καὶ τὸ βήσεται (339) ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο (340) ἀντὶ τοῦ ἐγένοντο, | |
5 | καὶ τὸ A b (BCE3E4)T ἐριδαίνομεν (342) ἀντὶ παρῳχημένου, ἵν’ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ AT „ἀγοράασθε“ (Β 337) ἀντὶ τοῦ ἠγοράασθε A b (BCE3E4) T τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι. A b (BCE3E4) | ||
2339a | ex. | πῇ δὴ συνθεσίαι τε: ἐν δισταγμῷ· ποῦ ἄρα τελευτήσει τὰ τῶν ὅρκων καὶ συνθηκῶν; b(BCE3E4)T | |
2339b | Hrd. | συνθεσίαι τε: οὕτως συνθεσίαι τε ὡς θυσίαι τε. ὅσοι δὲ προπαροξύνουσι, πταίουσι· τῆς γὰρ μεταγενεστέρας Ἀτθίδος ἡ τοιάδε ἀνάγνωσις. A | |
2339c | Hrd. | βήσεται ἥμιν: ἀπολύτως ἀναγνωστέον τὸ ἥμιν. b (BCE3E4)T | |
D | πῆ δὴ συνθεσίαι τε: τῶν ἐκ τῆς Ἑλλάδος—τοὺς | ||
γενομένους †ὄρθρους†. ἡ ἱστορία παρὰ τῷ Στησιχόρῳ (fr. 13 P.). A | |||
2340a | ex. | ἐν πυρὶ δὴ βουλαί τε 〈γενοίατο〉: οὐκέτι βουλῶν ὄνη‐ σις. ἀφανισθήσεται δὲ παντελῶς ἡ βουλή, b(BCE3E4)T εἰ λογο‐ μαχεῖν μόνον παρασκευάζουσιν, T οὐδὲν ἀνίσχουσα τὸ ὠφελοῦν. οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα (cf. Β 286), ἀλλὰ γυμνότερον | |
5 | αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν (sc. Β 341)· ὅσα γὰρ παρέδρα‐ μεν ἐκεῖνος, ἐπεξεργάζεται οὗτος, καὶ τοὐναντίον. δεινῶς δὲ ἐλέγχει ὡς ἐνεδρεύσαντας ὁσιώμασιν· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐ‐ τῶν. b(BCE3E4)T | ||
2340b | ex. | 〈ἀνδρῶν:〉 εὖ τὸ μὴ εἰπεῖν ὑμῶν, ἀλλὰ καθολικῶς ἀν‐ δρῶν. b(BCE3E4)Til | |
2.341 | Ariston. | σπονδαί τ’ ἄκρητοι: ὅτι ὅταν λέγῃ ἐν ἄλλοις „κρητῆρι δὲ οἶνον / μίσγον“ (Γ 269—70), οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλ’ ὅτι τὸν τῶν Τρώων καὶ Ἀχαιῶν οἶνον ἔμισγον. A b (BCE3E4)T | |
2342-3 | ex. | οὐδέ τι μῆχος / εὑρέμεναι: καὶ Ὀδυσσεὺς „αἰσχρόν τοι δηρόν 〈τε〉 μένειν“ (Β 298). T | |
2344a | ex. | Ἀτρείδη, σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων: ἐναντίως τῷ Ὀδυσ‐ σεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν. b(BCE3)T | |
2344b | ex. | σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν: ἀντὶ τοῦ μηδὲν ἐνδιδούς, ὡς νῦν ἐνδέδωκας πρὸς φυγήν. b(BCE3E4)T ἀ‐ στεμφέα δὲ ἀντὶ τοῦ ἀμετακίνητον, βεβαίαν. T | |
2.345 | ex. | ἄρχευ’ Ἀργείοισιν: καταπλήττει διὰ τούτων τὸ πλῆ‐ θος. b(BCE3E4)T | |
2346a | Hrd. | 〈τοῦσδε:〉 ἕν ἐστι τὸ τοῦσδε· διὸ προπερισπαστέον. Aint | |
2346b | ex. (?) | τούσδε δ’ ἔα: ὑφ’ ἓν ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ | |
δεικτικά ἐστιν. b(BCE3)T | |||
2346c | ex. | ἕνα: τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς ἄλλους εὐέλπιδας ποιεῖ. b(BCE3E4)Til | |
D | ἕνα καὶ δύο: εὐφυέστερον αἰνίττεται—καὶ ἕτερον τοιοῦτον. A | ||
2346d | ex. | τοί κεν Ἀχαιῶν: Ἀχαιῶν, οὐκ εἶπε σοῦ, ἀλλὰ κοινὴν αὐτῶν κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος. b(BCE3)T | |
2347a | Did. | 〈βουλεύως’:〉 †ὅτι† βουλεύωσιν αἱ Ἀριστάρχου. Aim | |
2347b | D | Hrd. | ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν: ἐντελὴς δὲ πρᾶξις —πρὶν γνῶμεν τὴν Διὸς γνώμην. A | τὸ δὲ α πρὸ τοῦ ν ψιλοῦται, πλὴν τοῦ „ἁνδάνω“. (cf. β 114). A b (BCE3) | |
2347-9a | Nic. | 〈ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν, /〉 πρὶν Ἄργος δ’ ἰέναι, 〈πρὶν καὶ Διὸς αἰγιόχοιο / γνώμεναι, εἴ τε— οὐκί〉: ἀμφίβολος ὁ λόγος ἢ διαστελλόντων ἡμῶν ἐπὶ τὸ αὐτῶν ἢ συναπτόντων μέχρι τοῦ ἰέναι· ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν, οὐδὲν | |
5 | ἐπινοήσουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου· ἢ τοῦτο, ἀνύσουσι δὲ οὐδὲν πρὶν ὑποστρέψαι τε ἡμᾶς καὶ πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου, ἀντεστραμμένου τοῦ λόγου. A | ||
2347-9b | ex. | ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν〈—καὶ οὐκί〉: οὐδὲν ἀνύσουσι πρὸς τὸν ἀπόπλουν, ἄχρις ὅτου πέρας λάβῃ ἡ τοῦ Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε λέγων „τλῆτε φίλοι b (BE3E4)T καὶ μείνατε“ (Β 299). b(BE3E4) | |
2349a | D | εἴτε ψεῦδος ὑπόσχεσις: ἀντὶ τοῦ ψευδής. b(BCE3)T | |
2349b | ex. | ex. | εἴτε ψεῦδος ὑπόσχεσις: ταῦτα παρὰ τοῖς Στωϊκοῖς (St. V. Fr. II fr. 169) λεκτὰ καλοῦνται, τὰ πρὸς τὴν σημασίαν | |
φερόμενα. | ψεῦδος τὸ ἐπάγγελμα. A b (BCE3)T | |||
2349c | Ariston. | οὐκί: ὅτι διὰ τοῦ κ καὶ οὐ διὰ τοῦ χ. A | |
2.350 | ex. | φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα: οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαριστικῶς δημηγορῶν τοῦ Κάλχαντος προβάλλεται τὴν μαντείαν, ὃς ἦν τοῖς Ἀτρείδαις ἐχθρός, τῷ δὲ πλή‐ θει γλυκύς· ὁ δὲ Νέστωρ τῷ βασιλεῖ χαριζόμενος τὰ τοῦ βασιλέως τῶν | |
5 | θεῶν προβάλλεται· διὸ ὁ μὲν παρὰ τῶν Ἑλλήνων, ὁ δὲ Νέστωρ παρὰ τοῦ βασιλέως ἐγκωμιάζεται, b(BCE3E4)T „ἦ μὰν αὖτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν (Β 370). ἐπὶ δὲ Ὀδυσσέως „ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον“ (Β 333) καὶ τὰ ἑξῆς. b(BE3E4) | ||
2350-2 | Nic. | 〈φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα / ἤματι τῷ, ὅτε—φέροντεσ〉: διασταλτέον ἐπὶ τὸ Κρονίωνα (350)· ἐπὶ δὲ τὸ φέροντες (352) ὑποστιγμή. Aim | |
2350-3 | ex. | φημὶ γὰρ οὖν〈—ἀστράπτων〉: τελειότερον ἀφεὶς τοὺς νεοσσοὺς ἐπὶ τὸν βασιλέα φέρεται τῶν θεῶν. τὸ δὲ ἑξῆς ὑπερμενέα Κρονίωνα ἀστράπτων, ἀντὶ τοῦ ἀστράπτοντα. b (BE3E4)T | |
2.352 | ex. | 〈Τρώεσσι φόνον καὶ κῆρα φέροντες:〉 καὶ Ὀδυσσεὺς ὁμοίως „ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν / ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι“ (Β 303—4). b(BCE3E4) | |
2353a1 | Ariston. | | ἀστράπτων 〈ἐπιδέξι’, ἐναίσιμα σήματα φαίνων〉: | |
Nic. | ὅτι ἀκαταλλήλως εἴρηται· ἔδει γὰρ ἀστράπτοντα καὶ φαίνοντα, b (BCE3E4)T ὡς καὶ Εὐριπίδης ἐν Παλαμήδει (fr. 579 N.2)· „Λάϊε, πάλαι δή ς’ ἐξερωτῆσαι θέλων / σχολή μ’ ἀπεῖργε.“ b(BE3E4) | | ||
5 | βραχὺ δὲ διασταλτέον ἐν τῷ ἐπιδέξι’ ἀσύνδετος γὰρ ὁ λόγος, λεί‐ | ||
ποντος τοῦ καί. b(BE3E4)T | |||
2353a2 | ἀστράπτων ἐπιδέξι’: ὅτι ἀκαταλλήλως· ἔδει γὰρ „κατανεῦσαι“ (Β 350) ἀστράπτοντα. | διασταλτέον δὲ βραχὺ ἐπι‐ δέξι’· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί, {καὶ} ἀστράπτων καὶ φαίνων. A | ||
2353b | ex. | 〈ἐπιδέξι’:〉 ἐπὶ δεξιά, ὡς „ἐνδέξια πᾶσιν“ (Α 597). Til | |
2353c | ex. (?) | ἐναίσιμα: λείπει ὁ καί· T Til καὶ ἐναίσιμα σήματα T φαίνοντα. T Til | |
2354a1 | ex. | τῶ μή τις πρὶν ἐπειγέσθω: προστακτικῶς· ὁ δὲ Ὀδυσσεὺς „ἀλλ’ ἄγε, μίμνετε πάντεσ“ (Β 331). T | |
2354a2 | ὁ δὲ Ὀδυσσεὺς ἐπιταγματικῶς „ἀλλ’ ἄγε, μίμνετε πάν‐ τεσ“. οὗτος δὲ συμβουλευτικῶς. b(BCE3E4) | ||
2355a1 | Did. | πρίν τινά περ Τρώων: οὕτως Ἀρίσταρχος διὰ τοῦ ε καὶ τὰ ὑπομνήματα. A | |
2355a2 | ἐν τοῖς Ἀριστάρχου ὑπομνήμασι „πρίν τινά περ“, οὐ καλῶς. b(BCE3) | ||
2355b | ex. | 〈πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι:〉 μέγιστον εἰς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολε‐ μίους γενέσθαι. b(BCE3E4)Til | |
2355c | ex. | πρίν τινα πὰρ Τρώων: φασί τινες ὡς αἰσχρὸν αὐτοὺς μένειν δελεαζομένους τῇ προσδοκίᾳ τῶν ἀφροδισίων ὑπὸ τοῦ παν‐ σόφου Νέστορος. ῥητέον οὖν ὡς ἐξ ὧν ἐπλημμέλησαν Τρῶες, ἐκ τού‐ των αὐτοὺς δίκας αἰτεῖν πεπείραται. οἶδε δὲ τὸ πλῆθος Ἀφροδίτης | |
5 | ἡττημένον, καὶ ταῦτα ὅταν εὔλογος ἡ ἡδονή. ὁ δὲ Ὀδυσσεὺς οὐδέ φησι τοιοῦτον, ἀλλ’ ὁ τῶν ἀφροδισίων ἤδη παυσάμενος. T | ||
2356a1 | Ariston. | τίσασθαι δ’ Ἑλένης 〈ὁρμήματά τε στοναχάς τε〉: πρὸς τοὺς Χωρίζοντας· ἔφασαν (fr. 1 K.) γὰρ τὸν μὲν τῆς Ἰλιάδος | |
ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν διὰ τὸ βίᾳ ἀπῆχθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, τὸν δὲ τῆς Ὀδυσσείας ἑκοῦσαν, οὐ | |||
5 | νοοῦντες ὅτι οὐκ ἔστιν ἐπ’ αὐτῆς ὁ λόγος, ἀλλ’ ἔξωθεν πρόθεσιν τὴν περί δεῖ λαβεῖν, ἵν’ ᾖ περὶ Ἑλένης. καὶ ἔστιν ὁ λόγος, τιμωρίαν λαβεῖν ἀνθ’ ὧν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περὶ Ἑλένης· παραλειπτικὸς γὰρ προθέσεών ἐστιν ὁ ποιητής. A | ||
2356a2 | λείπει ἡ περί, ἵν’ ᾖ τίσασθαι τὰ περὶ τῆς Ἑλένης ὁρμήματα b(BCE3E4)Til καὶ τὰς στοναχάς. Til | ||
2356b | ex. | Ἑλένης ὁρμήματα: μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης, ἵν’ ἀξιόχρεως ᾖ βοηθεῖσθαι. A b (BCE3E4) T | |
2.357 | ex.(?) | 〈ἐκπάγλως:〉 ὑβριστικῶς. Til | |
2.359 | ex. | 〈ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ:〉 τοῦτο παρὰ ὑπόνοιαν ἐπήγαγεν. ἀρετῆς δὲ ῥήτορος τὰ μὲν χαρίζεσθαι, τὰ δὲ καταπλήσσειν ἀπειλῇ κολάσεων. b(BCE3E4)Til | |
D | θάνατον καὶ πότμον: εὐθὺς πρὸ—τὴν εἱμαρμένην. A | ||
2360a1 | ex. | ἀλλὰ ἄναξ: φοβερώτερον καθιστὰς τοῖς ἁμαρτάνουσι τὸν Ἀγαμέμνονα ἄνακτα αὐτὸν καλεῖ, οὐκ Ἀτρείδην. T | |
2360a2 | φοβερώτερον καθίσταται τοῦτο τοῖς ἁμαρτάνουσι τὸ τὸν Ἀγαμέμνονα ἄνακτα αὐτῶν καὶ οὐκ Ἀτρείδην καλεῖν. b(BCE3) | ||
ex. | ἀλλὰ ἄναξ, αὐτός τ’ εὖ: ἀποστρέφει τὸν λόγον— ἀποστροφή. A | ||
5 | D | τὸ σχῆμα ἀποστροφή. Aint | |
2360b | ex. | ἀλλὰ ἄναξ—τ’ ἄλλῳ: τοῖς βασιλεῦσι νόμον τίθησιν, εἰς δύο μερίζων αὐτῶν τὴν εὐβουλίαν, τήν τε ἰδίαν καὶ τὴν σὺν ἄλλοις γινομένην· ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον· „οὗτος μὲν πανάριστος, ὃς αὐτῷ πάντα νοήσει“ (Hsd. opp. 293). b(BCE3)T | |
2.361 | ex. | 〈οὔ τοι ἀπόβλητον:〉 ἐξ ἀποφάσεως τὴν κατάφασιν δηλοῖ τῶν ἐπαίνων, φεύγων τὸ φορτικόν· διὸ οὐκ εἶπεν ‘ἐπαινέσεις τὴν | |
βουλήν‘. b(BCE3)Til | |||
2362a | ex. | κρῖν’ ἄνδρας κατὰ φῦλα: προοικονομεῖ ἑαυτῷ τὸν Κα‐ τάλογον, ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν ἀριθμὸν τῶν νεῶν λέγειν. περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαν αὐτοῖς μένειν· καὶ εἰς τοῦτο τρέπων λήθην ἐμποιεῖ τοῦ νόστου. τί δήποτε δὲ | |
5 | οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ Νέστωρ; ῥητέον δὲ ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο ὡς οὐδὲ τοῦ πλήθους. b(BCE3)T | ||
2362b | ex. | 〈φῦλα:〉 τὰς φυλὰς παρὰ Ἀττικοῖς. Til | |
2362c | ex. | 〈φρήτρας:〉 τὰς τριττῦς, ὅ ἐστι τρίτον φυλῆς. Til | |
2.363 | ex. | ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ: τοῦτο ἐξηγήσατο ἐν τῷ „ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν“ (Γ 9)· τοῦτο δὲ ἵνα μὴ περι‐ ορῷεν τοὺς οἰκείους, καὶ εὐδοξεῖν σπουδάζοιεν γνωριζόμενοι. οὕτω δὲ τὸ βούλευμα χαρίεν τὸ περὶ τῆς διατάξεως ὥστε καὶ τὸν Δία εἰσηγή‐ | |
5 | σασθαι αὐτὸ τοῖς βαρβάροις διὰ τῆς Ἴριδος (sc. Β 805). b(BCE3E4)T | ||
2.366 | ex. | 〈κατὰ σφέας:〉 διακεκριμένοι. b(BCE3E4)Til τοῦτο δὲ χαρίζεται Νέστορι τὸ γῆρας καὶ ἡ ἐμπειρία τῶν πολέμων. b (BCE3E4) | |
2367a1 | ex. | γνώσεαι εἰ καὶ θεσπεσίῃ: λείπει βουλῇ, ὡς Πίνδαρος b (BCE3E4)T „τὸν δὲ ἄνδρα δαιμονίᾳ γεγάμεν“ (Ol. 9, 110): T ἢ ἀπὸ κοινοῦ τὸ „κακότητι“ (Β 368), θεσπεσίῃ κακότητι ἢ ἀν‐ δρῶν κακότητι. b(BCE3E4)T | |
2367a2 | βουλῇ ἢ κακότητι. Til | ||
2368a1 | Hrd. | ἦ {ἀνδρῶν κακότητι}: Πτολεμαῖος (p. 42 B.) περισπᾷ τὸν η, διαπορητικὸν ἐκδεχόμενος. εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ | |
τὸν Ἀλεξίωνα (fr. 27 B.), ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν η. A | |||
2368a2 | ἢ ἀνδρῶν: Πτολεμαῖος περισπᾷ τὸν η, „ἦ ἀνδρῶν“, ὡς διαπορητικὸν ἐκδεχόμενος. οἱ δὲ περὶ Ἀλεξίωνα ὀξύνουσιν ὡς δια‐ ζευκτικόν, ἵν’ ᾖ ὁ ἤ ἀντὶ τοῦ ἀλλά. b(BCE3)T | ||
D | καὶ ἀφραδίῃ πολέμοιο: ἐζήτηται διὰ τί—διά‐ | ||
5 | ταξιν εἰσάγει. A | ||
2370a | ex. | ἦ μὰν αὖτ’ ἀγορῇ 〈νικᾶσ〉: ἐπιεικὴς ὁ βασιλεύς, ὃς οὐκ οἴεται δεῖν ἐν ἅπασι πάντων ὑπερέχειν. ἅμα δὲ καὶ πλέον Ὀδυσσέως αὐτὸν θαυμάζει, ὅτι ὁ μὲν εἰσηγήσατο ὡς μενετέον, ὁ δὲ Νέστωρ καὶ τί χρὴ πράττειν μένοντας. b(BCE3E4)T | |
2370b1 | ex. | ἦ μὰν αὖτ’ ἀγορῇ: τὸν μὲν τὸ πλῆθος, τὸν δὲ ὁ βασι‐ λεὺς ἐπαινεῖ. ἰσοστάσιος οὖν ὁ ἔπαινος. T | |
2370b2 | ἰσοστάσιος δὲ ὁ ἔπαινος, εἰ καὶ τὸν μὲν τὸ πλῆθος, τὸν δὲ αὐτὸς ἐπαινεῖ. b(BCE3E4) | ||
2.371 | ex. | αἲ γάρ, Ζεῦ τε πάτερ 〈καὶ Ἀθηναίη καὶ Ἄπολλον〉: πάτριοι τοῖς Ἀθηναίοις οἱ θεοί. b(BCE3E4)T | |
D | αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη: ἐντεῦθέν τινες —τὸν ὅρκον φασὶ τῶν Ἀθηναίων. A | ||
2372a | ex. | τοιοῦτοι δέκα μοι συμφράδμονες: εἰ πάντες †φησὶ† συμβουλεύσειαν τὰ αὐτὰ τῷ Νέστορι, οὐδὲν ἐκείνου διοίσουσιν· ἀπαρ‐ κεῖ οὖν τὸ χρηστὸν τῆς γνώμης ὁ Νέστωρ μόνος εἰσηγούμενος. ἀγνο‐ οῦσι δὲ ὅτι οὐ τοὺς ἀλλήλων †μηδὲ ἅμα† διοίσοντας τοῖς λόγοις φη‐ | |
5 | σίν, ἀλλ’ οἷς ἡ αὐτὴ μέν ἐστιν ἕξις· b(BE3E4)T „πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην / βουλὴν βουλεύσει“ (Ι 74—5). T τάχα δὲ ἐπὶ ταύτην τὴν εὐχὴν κατηνέχθη, ἵνα τῇ ὑπερβολῇ τῶν τοῦ Νέστορος ἐπαίνων προτρέψῃ τὸ στράτευμα πείθεσθαι ταῖς παραινέσεσιν αὐτοῦ. b(BE3E4)T | ||
2372b | ex. | τοιοῦτοι δέκα μοι: δῆλός ἐστιν ὁ ποιητὴς τῶν σωματι‐ | |
κῶν τὰ ψυχικὰ προτιμῶν· ἐνθάδε μὲν γὰρ δέκα Νέστορες †ἀπαρκέσω‐ σιν† αὐτῷ πρὸς τὴν ἅλωσιν τῆς Ἰλίου· τοὺς δὲ Αἴαντας ἐπὶ τὸν πό‐ λεμον προτρέπων Ἀγαμέμνων φησί· „τοῖος πᾶσι θυμὸς ἐνὶ στήθεσσι | |||
5 | γένοιτο“ (Δ 289). ἐντεῦθεν δὲ ὁ Εὐριπίδης λαβὼν λέγει (fr. 200, 3—4 N.2)· „†σὺν ὄχλῳ δ’ ἓν† βούλευμα τὰς πολλὰς χέρας / νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία πλεῖστον κακόν.“ b(BE3E4)T | ||
2373a | Orus | Hrd. | τῶ {κε τάχ’}: τὸ τῶ πολλὰ σημαίνει. | ἐπὶ μὲν τοῦ τοιού‐ του περισπᾶται καὶ τὸ ι οὐκ ἔχει. Aim | |
2373b | ex. | ἠμύσειε: ἀπὸ τῶν ὀφθαλμῶν, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται. Aim b (BCE3E4)T ὅθεν „ἑτερόφθαλμον“ ἔσεσθαι τὴν Ἑλλάδα ἔφασαν, καὶ „Σικελίας τ’ ἔσαν / ὀφθαλμόσ“ (Pind. Ol. 2, 9—10). T | |
2.374 | D | ἁλοῦσά τε περθομένη τε: ἐζήτηται διὰ τί Ὀδυσσέως —βεβαιότερον γὰρ νίκης φῶς. A | |
2.375 | ex. | ἀλλά μοι αἰγίοχος: εὐεπίφοροι κατὰ θεῶν οἱ ἀτυχεῖς. b (BCE3E4)T | |
2.376 | ex. | ὅς με μετ’ ἀπρήκτους ἔριδας: προμαλάσσει τὸ πλῆθος τὴν αἰτίαν θεῷ ἀνατιθεὶς καὶ θυμῷ, ὡς μήτις ἐθελοκακοίη αὐτῷ. συγ‐ γνώμονες δὲ πάντες τοῖς ὁμολογοῦσι τὰ πταίσματα. b(BCE3E4)T | |
2377a1 | Did. | 〈μαχεσσάμεθ’:〉 διὰ τοῦ η αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ „μαχήσονται περὶ σεῖο“ (Γ 137). Aim | |
2377a2 | μαχεσ〈σ〉άμεθ’ {εἵνεκα κούρης}: οὕτως „μαχησόμεθ“, ὡς „μαχήσονται περὶ σεῖο“. T | ||
2377-8 | ex. | 〈καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα | |
κούρης / ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ’ ἦρχον χαλεπαίνων:〉 πόρρωθεν ἑαυτῷ τὰς πρὸς Ἀχιλλέα διαλλαγὰς μνηστεύεται, τοὺς ᾠκειωμένους ἐκείνῳ ὑπερχόμενος. b(BCE3E4)Til | |||
2.379 | ex. | εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν: καὶ πῶς οὐ παρακα‐ λεῖ; αἰδεῖται γὰρ χωρὶς ἀνάγκης, καὶ πέποιθε τῷ ὀνείρατι. b(BCE3)T | |
2380a1 | ex. vel Hrd. | οὐδ’ ἠβαιόν: οἱ μὲν τὸ πλῆρές φασι βαιόν, οἱ δὲ ἠβαι‐ όν. ἔστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ η ποιεῖ τὴν ἀρχὴν ἀεί, „ἐλθόντες δ’ ἠβαιόν“ (ι 462), παρὰ μέντοι τοῖς νεωτέροις δισσὴ ἡ χρῆσις· „βαιὸν ὑπὲρ Ποταμοῖο“ (Arat. Ph. 358), καὶ Καλλίμαχος δὲ | |
5 | (fr. 625)· „ἠβαιὴν οὔτι κατὰ πρόφασιν“. A | ||
2380a2 | οὐδ’ ἠβαιόν: ἀεὶ μὲν παρὰ τῷ ποιητῇ ἐν ἑνὶ μέρει λό‐ γου. ἔνθεν καὶ Καλλίμαχος· „ἠβαιὴν οὔτι κατὰ πρόφασιν“. b(BCE3) T | ||
2381a | Ariston. (?) | δεῖπνον: τὸ ἑωθινὸν ἄριστον, ὃ δι’ ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται. δόρπον δὲ τὸ ἑσπερινόν, A b (BCE3E4) δό‐ ροπόν τι ὄν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἔσθ’ ὅτε πᾶσαν τροφήν. A b (BCE3) Αἰσχύλος (fr. 182, | |
5 | 3 N.2 = 304 c M. = 182,3 R.) δὲ κακῶς· „ἄριστα, δεῖπνα δόρπα θ’ αἱρεῖσθαι τρίτα“. A b (BE3) τρισὶ δὲ οὐδέποτε οὔτε μνηστῆρες οὔτε μὴν Κύκλωψ ἐχρῶντο τροφαῖς. b(BE3E4) | ||
2381b | ex. | {νῦν δ’ ἔρχεσθ’ ἐπὶ} δεῖπνον: τρισὶ τροφαῖς ἐχρῶντο οἱ | |
παλαιοί. καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας σχεδὸν ἔτι σκοτίας οὔσης· καὶ ὠνόμασται ἄριστον ἢ παρὰ τὸ λαμβά‐ νειν αὐτὸ πρὶν εἰς ἀριστείαν προέρχεσθαι, ἢ ἀπὸ τοῦ προφέρεσθαι | |||
5 | ταύτην πρώτην τροφήν, παρὰ τὸ ἄειρε, „μή μοι οἶνον ἄειρε“ (Ζ 264). τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθ’ ἡμᾶς ἄριστον· καὶ ἔστι κατὰ τὸ ἔτυμον δεῖπνον, μεθ’ ὃ δεῖ πονεῖν· λαβόντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὸ δὲ τρίτον δόρπον, τὸ καθ’ ἡμᾶς δεῖπνον· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν | ||
10 | πορευώμεθα, ὅ ἐστι κοιμᾶσθαι, ἢ παρὰ τὸ παῦσιν ἔχειν τοῦ δόρα‐ τος. T | ||
2381c | ex. | ἵνα ξυνάγωμεν Ἄρηα: ἰδὼν ὁ Ἀγαμέμνων τοὺς Ἀχαιοὺς καὶ τὸν Ὀδυσσέα ἐπαινέσαντας καὶ τὴν Νέστορος ἐπιτίμη‐ σιν πρᾴως ἐνεγκόντας τρέπεται ἐπὶ τὸ προστάσσειν. b(BE3)T | |
2382a | ex. | εὖ μέν τις δόρυ 〈θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω〉: κινητικὰ τοῦ μέλλοντος ἔσεσθαι πολέμου ταῦτα, καὶ τὴν πολεμικὴν παρασκευὴν διδάσκοντα τὸν ἀκροατήν· οἶδε γὰρ καὶ ταῦτα αἴτια εἶναι τῆς ἥττης· „οὐδὲ διαπρὸ δυνήσατο“ (Ν 607), „τῇ ὅ γ’ ἐνὶ βλα‐ | |
5 | φθεὶς πέσεν ὕπτιοσ“ (Ο 647). δεῖ οὖν μὴ τὴν αἰτίαν ἐξ ἡμῶν εἶναι τοῦ κακοῦ. b(BCE3)T | ||
2382b | ex. | εὖ μέν τις δόρυ〈—θέσθω〉: δύο συνέπλεξε σχή‐ ματα, ὁμοιοτέλευτον καὶ ἐπαναφοράν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων. A b (BCE3)T | |
2382c | ex. | εὖ δ’ ἀσπίδα θέσθω: ὁ τρόπος ἐπαναφορικός, ὡς τὸ „εὖ μὲν Μυρμιδόνας φάς’ ἐλθέμεν, εὖ δὲ Φιλοκτήτην“ (γ 188. 190), „κλαῖε μὲν Ἀργείη Ἑλένη, κλαῖε δὲ Τηλέμαχοσ“ (δ 184. 185). b(BE3) T | |
2382d | ex. | 〈θέσθω:〉 ἀντὶ τοῦ περιθέσθω. b(BCE3)Til | |
2.384 | ex. | ex. | 〈ἅρματος ἀμφὶς ἰδών:〉 περιβλεψάμενος τὸ ἅρμα. Til τοῦτο δὲ καὶ ὁ †Θουκυδίδης† ἐν Πολιτείαις φησὶ τὸ ὅπλισμα. b(BCE3) | |
2385a | ex. | ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ’ Ἄρηϊ: ἀβέλτερος, †φησίν†, Ἀγαμέμνων μὴ συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ τοῖς μαχομένοις κεῖται τὸ τοῦ πολέμου τέλος, ἀλλ’ ὡς ἂν τύχῃ. ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι | |
5 | πόνῳ προθυμότερον παρασκευασθῶσιν· ἢ γὰρ ἀποβάντων ἧττον ἠχθέσθημεν ἢ μὴ τελεσθέντων ὑπεράγαν ἐχάρημεν. b(BCE3)T καὶ Ἀττικοὶ δὲ „ἥκειν ἔχοντας σιτί’ 〈ἡμερῶν τριῶν〉“ (Ar. Pax 312) βοῶσιν. T | ||
2385b | Ariston. | {ὥς κε} πανημέριοι: ὅτι προεληλυθυίας λέγει τῆς ἡμέρας ἤδη τὸ πανημέριοι ἐπὶ τοῦ ἀπολείποντος αὐτῆς μέρους, καὶ οὐ πάν‐ τως τὸ ἀπ’ ἀνατολῆς μέχρι δύσεως λέγει „πρόπαν ἦμαρ“ (Α 601. Τ 162 al.). A | |
D | κρινώμεθ’ Ἄρηϊ: τούτῳ τῷ ὀνόματι τετραχῶς κέχρηται | ||
5 | —ὀϊζυροῖσι βροτοῖσιν (Ν 569). A | ||
2388a | Ariston. | 〈τελαμών:〉 ὅτι ἐκ τελαμώνων ἀνῆπτον τὰς ἀσπίδας. Aim | |
2388b | ex. | ex. | D | ἱδρώσει μέν τευ 〈τελαμών〉: ὅτι οὔπω πόρπακες, ἀλλὰ τελαμῶνες ἦσαν. εἴρηται δὲ τελαμὼν παρὰ τὸ τέταμαι. | ἱδρῶτα μὲν καὶ πόνον προβάλλεται, κίνδυνον δὲ οὐδαμοῦ. b(BCE3)T πρὸς ἕκαστον δὲ τῶν προτραπέντων αἰτίαν ἐπάγει. b(BE3)T | τὸ δὲ | |
5 | ἱδρώσει ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος. b(B) T | ||
D | τελαμών: ὁ ἀναφορεὺς—τοῦ ξίφους. A | ||
2389a | Ariston. | ἀσπίδος ἀμφιβρότης: ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ | |
ἀσπίδες. A | |||
2389b | ex. | ἀμφιβρότης: ἐν τῇ συνθέσει προσλαμβάνει τὸ μ ὡς κε‐ χρεωστημένον τὸ βροτός, A b (BCE3) ὡς τὸ ἄμβροτος καὶ τὰ ὅμοια. b(BE3) τοῦτο δὲ οὐχ οὕτως. A b (BE3) ἴσως δὲ διὰ τὸ †προεῖναι. b(BCE3) | |
2391-3 | ex. | ὃν δέκ’ ἐγών〈—οἰωνούσ〉: εὐτόνως κατέστρεψε τὸν λόγον· οὐ γὰρ τῆς πειθοῦς μόνης, ἀλλὰ καὶ ἀπειλῆς προσδεῖ τῷ πλήθει. b(BCE3)T πρῶτος δὲ τὸν κατὰ τῶν λειποτακτῶν συν‐ εῖδε θάνατον· καὶ ὁ Ἕκτωρ „ἀλλὰ κύνες ἐρύουσιν“ (Ο 351). τοῦτο | |
5 | δέ, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ δυσκλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ προδήλου θάνατον ἕλωνται. b(BE3)T | ||
2392-3 | ex. | 〈οὔ οἱ ἔπειτα / ἄρκιον ἐσσεῖται φυγέειν:〉 ἐπαρ‐ κοῦν αὐτῷ οὐκ ἔσται πρὸς τὸ φυγεῖν. b(BCE3)Til | |
2393a | Hrd. | {ἄρκιον} ἐσσεῖται: προπερισπαστέον τὸ ἐσσεῖται· οὐ γὰρ 〈προ〉παροξυντέον, ὥς τινες, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆ‐ σις τῶν τοιούτων παρὰ Ἀττικοῖς. A | |
2393b | ex. | 〈ἐσσεῖται:〉 τὸ δὲ ἐσσεῖται Ἀττικόν ἐστιν, ἔσσεται ἐσσεῖται ἔσται. b(BCE3) | |
D | ἄρκιον ἐσσεῖται φυγέειν: ὁ λόγος, τῷ θέλοντι φυγεῖν —διασπασθῆναι. A | ||
2395a1 | ex. | ἀκτῇ ἐφ’ ὑψηλῇ〈—ἐλθών〉: ἐξηγεῖται αὐτὸ διὰ τοῦ „ἔνθα νότος μέγα κῦμα“ (γ 295) †ἄγων σκαιὸν χαλεπώτατον τὸ κῦμα τὸ μετεώρῳ ἐπιφερόμενον αἰγιαλῷ. T | |
2395a2 | ἐξηγεῖται διὰ τούτου ὅτι ὁ νότος ὅπῃ πνεῖ, τὸ κῦμα μᾶλλον οἰδεῖ τῶν ἄλλων· καὶ ὅτι σκαιὸν ἐκεῖνο τὸ κῦμα καὶ χαλεπώτατον τῷ | ||
μετεώρῳ αἰγιαλῷ προσρησσόμενον. b(BCE3E4) | |||
2.396 | ex. | 〈σκοπέλῳ:〉 ἀφ’ οὗ ἐστιν ἅλις σκοπεῖν. Til | |
2397a | Ariston. | γένωνται: ὅτι οὐ γραπτέον, ὥς τινες, „γένηται“· Ὁμη‐ ρικώτερον γὰρ οὕτως λέγειν, γένωνται τὰ κύματα, ὡς „σπάρτα λέ‐ λυνται“ (Β 135). A | |
Did. | γένωνται: οὕτως γένωνται αἱ Ἀριστάρχου. τούτῳ δὲ | ||
5 | καὶ ὁ ἐκ τῶν ὑπομνημάτων λόγος ὑπόκειται ἔχων τῇδε· „ἐπὶ τῶν κυμάτων λέγει τὸ γένωνται. τῷ τοιούτῳ πλεονάκις κέχρηται, ὥστε καὶ ἐπὶ τῶν οὐδετέρων τὰ πληθυντικὰ παραλαμβάνει.“ μεταποιοῦσι δέ τινες „γένηται“, οὐκ ὀρθῶς. ταῦτα ὁ Δίδυμος (p. 113 Schm.) A | ||
ex. | Did. | γένωνται: γένωνται οἱ ἄνεμοι. | οἱ δὲ ἀήθεις μετα‐ | ||
10 | γράφουσι „γένηται“. b(BCE3)T | ||
2398a | Did. | ἀνστάντες: διὰ τοῦ ν· τὸ γὰρ πλῆρές ἐστιν ἀναστάντες. T | |
2398b | D | 〈ὀρέοντο:〉 ὥρμων. Til | |
2.399 | D | 〈κάπνισσαν:〉 πῦρ ἀνῆψαν. Til | |
2.400 | ex. | ἄλλος δ’ ἄλλῳ ἔρεζε: δείκνυσιν ὡς πολύκλητοι ἦσαν· ἕκα‐ στος γὰρ τοῖς πατρίοις θύει· τὸ γὰρ θεῖον φύσει μὲν ἕν, θέσει δὲ πολύ. Ἑλληνικὸν δὲ τὸ ἔχειν εἰς θεοὺς τὴν ἐλπίδα. b(BE3E4)T | |
2401a1 | ex. | εὐχόμενος θάνατόν τε φυγεῖν: ἤρκει γὰρ αὐτοῖς μό‐ νον τὸ ζῆν, τῷ δὲ βασιλεῖ τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχε‐ ται „καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον / αἰθαλόεν“ (Β 414—5). T | |
2401a2 | ἀλλ’ οἱ μὲν ηὔχοντο μόνον τὸ ζῆν (ἤρκει γὰρ αὐτοῖς), ὁ δὲ βασιλεὺς τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχεται „καταπρηνὲς | ||
βαλέειν Πριάμοιο μέλαθρον / αἰθαλόεν.“ b(BE3E4) | |||
2.402 | ex. | αὐτὰρ ὁ βοῦν: ἐπὶ μὲν τῶν ἄλλων τὴν θυσίαν ἐπὶ κεφα‐ λαίου λέγων, πῶς καὶ τίνι ἔθυον οὐ λέγει· ἐπὶ δὲ τοῦ βασιλέως ἅπαντα ἀκριβῶς διέξεισι. καλῶς δὲ ὁ βασιλεὺς βασιλεῖ θύει, καὶ τῷ τελειοτάτῳ τῶν θεῶν τὸ μέγιστον τῶν ζῴων. b(BCE3)T πρόσθες δὲ ὅτι καὶ | |
5 | τὸν ὄνειρον αὐτὸς ἦν ὁ πέμψας. T | ||
2403a | ex. | πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι: οἰκεῖα ταῦτα τῷ τελείῳ Διΐ. T | |
2403b | ex. | 〈πενταέτηρον:〉 τότε γὰρ ἀκμάζει. Til | |
2404-7 | Nic. | κίκλησκεν δὲ γέροντασ〈—Διῒ μῆτιν ἀτάλαν‐ τον〉: αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ ἐν αἰτήματι· ὁ γὰρ λόγος συνάπτει καὶ τοὺς ἑξῆς ἕως τοῦ ἀτάλαντον (407)· κοινὸν γὰρ αὐτοτελὲς ῥῆμα τὸ κίκλησκεν (404) κατὰ πάντων, τὸ δὲ πρέπον | |
5 | διΐστησι. A b (BCE3) | ||
2.404 | ex. | κίκλησκεν δὲ γέροντας: κοινωνικὸν τὸ συνθύειν τοῖς ἀρίστοις b(BCE3E4)T καὶ βασιλεῖ ἁρμόδιον. b(BCE3E4) | |
2405-9 | ex. | Νέστορα μὲν πρώτιστα〈—ὡς ἐπονεῖτο〉: ἄριστα τῇ τάξει ὁ πρεσβύτερος καὶ σύμβουλος πρῶτος καλεῖται· δεύ‐ τερος Ἰδομενεύς, καὶ οὗτος δὲ καθ’ ἡλικίαν καὶ ὅτι τῶν Ἀτρειδῶν γέ‐ νους· τρίτος Αἴας, ὅτι ἄριστος ἦν τῶν Ἑλλήνων μετ’ Ἀχιλλέα, καὶ ὁ | |
5 | Λοκρὸς σὺν αὐτῷ, ὅτι „ἶσον θυμὸν †ἔχοντες†“ (Ν 704)· πέμπτος Διο‐ μήδης, τῷ Αἴαντι †δευτερῶν† κατ’ ἀλκήν· ἕκτος Ὀδυσσεύς, οὐχ ὡς τῶν προειρημένων ἥττων—πῶς γὰρ ὁ „βουλάς τ’ ἐξάρχων ἀγα‐ θὰς πόλεμόν τε κορύσσων“ (Β 273); —, ἀλλ’ ὡς μᾶλλον αὐτὸν φιλῶν | ||
παρεῖδεν ὁ Ἀγαμέμνων· τὸν γὰρ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλ’ αὐτό‐ | |||
10 | ματος ἦλθεν· b(BCE3E4)T ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεόν, ὡς ἐπονεῖτο (409). ἅμα δὲ διδάσκει συμπεριφέρεσθαι ταῖς τῶν ἀδελ‐ φῶν ἀσχολίαις. b(BE3E4)T | ||
2.407 | ex. | 〈ἕκτον δ’ αὖτ’ Ὀδυσσῆα, Διῒ μῆτιν ἀτάλαντον:〉 ἴσως ἔσχατον ἐᾷ τὸν Ὀδυσσέα, b(BCE3)T ὅπως ὑψώσῃ τοῖς ἐγκωμίοις. ἄμεινον δὲ λέγειν ὅτι τὰ δύο ἄκρα τοῖς σοφωτάτοις ἀπένειμε, Νέστορι καὶ Ὀδυσσεῖ. b(BCE3E4)T | |
2408a1 | ex. | αὐτόματος δέ οἱ ἦλθε: ἀπαλ〈λ〉άσσει τὸν ἀδελφὸν τῆς περὶ ἑαυτὸν σπουδῆς· ᾔδει γὰρ αὐτὸν ἠσχολημένον. T | |
2408a2 | καὶ ἵνα μὴ δόξῃ ἐπιλελῆσθαι αὐτοῦ ὁ ἀδελφός, αὐτόματος ἔρχεται ἀπαλλάσσων αὐτὸν ὡς πονούμενον τοῦ ἐγκλήματος. b (BE3E4) | ||
2408b | ex. | D | ex. | βοὴν ἀγαθός: τί δήποτε τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς ἀποκαλεῖ, νῦν μὲν τὸν Μενέλαον, ἀλλαχοῦ δὲ (sc. Β 563. Ε 114) τὸν Διομήδην, b(BCE3E4)T πῇ δὲ „βοὴν ἀγαθὸς βάλεν Αἴασ“ (Ο 249) καὶ „Ἕκτορα δ’ ἐφράσσα〈ν〉το βοὴν ἀγαθόν“ (Ο 671) καὶ ἑτέ‐ | |
5 | ρους; b(BE3E4)T ῥητέον δὲ ὅτι μήπω σάλπιγγος εὑρεθείσης βοῇ διῴκουν τὰς τῆς μάχης ἐπιθέσεις καὶ ἀνακλήσεις, ἄλλως τε καὶ σημεῖον τοῦ θαρσεῖν τὸ βοᾶν· b(BCE3E4)T | ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦ‐ μα βραχίστην ἀπεργάζεται τὴν φωνήν. b(BE3E4)T | διὰ τοῦτο βοῶντας παρεισάγει τοὺς ἥρωας· „σμερδαλέον δ’ ἐβόησεν“ (Θ 92), | ||
10 | „ἤϋσεν δὲ διαπρύσιον“ (Θ 227). b(BCE3E4)T | ||
D | βοὴν ἀγαθός: ἡ γὰρ δειλία—τὴν φωνήν. A | ||
2.409 | ex. | ᾔδεε γὰρ〈—〉ἀδελφεὸν ὡς ἐπονεῖτο: ὅτι θυσίαν | |
ἐπετέλει. T | |||
2412a | Ariston. | Ζεῦ κύδιστε μέγιστε: ὅτι ἔν τισι γέγραπται „Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, 〈κύδιστε μέγιστε〉“ (= Γ 276). οὐχ ἁρμόζει δὲ τὸν ἐγχώριον Δία προσκαλεῖσθαι ἐπὶ τῆς πορθήσεως, ἀλλὰ βέλτιον κοινοτέραν. A | |
2412b | ex. | Ζεῦ κύδιστε μέγιστε: κύδιστε T ἐν δόξῃ προὔχων, μέγιστε δυνάμει προὔχων. b(BE3)T | |
2.413 | ex. | μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν: ἀντὶ τοῦ δύναντος ἡλίου τὸ κνέφας ἐλθεῖν. b(BCE3)T λείπει δὲ τὸ δός. b(BCE3E4)T οἰκεία δὲ ἡ περίφρασις τοῖς ἐκτενῶς εὐχομένοις· ἐν‐ διατρίβομεν γὰρ ὡς οὐ διδάξοντες τἀληθῆ τὸ θεῖον. b(BCE3)T | |
2414a | ex. | πρίν με καταπρηνὲς βαλέειν: ἄπληστος ἡ ὄρεξις τοῦ πρὸ τῆς τῶν φίλων σωτηρίας τὴν καταστροφὴν εὐχομένου· διὸ ἀνα‐ νεύει ὁ Ζεύς. b(BCE3E4)T | |
2414b | ex. | 〈κατὰ πρηνὲς βαλέειν:〉 ἔμφασιν ἔχει ἡ ἀπὸ τῶν ἐμ‐ ψύχων μεταφορά. b(BCE3E4)T | |
2415a | ex. | αἰθαλόεν: κατὰ πρόληψιν τὸ αἰθαλωθησόμενον, ἢ τὸ διαφανές. μικροῖς δὲ λόγοις μεγάλα αἰτεῖ· ἀντὶ γὰρ Ἰλίου οἰκίαν μίαν πρῆσαι. ὁ δὲ θυμὸς ἄκρως διὰ τῶν προσώπων παρίσταται Πριά‐ μου (cf. Β 414) καὶ Ἕκτορος (cf. Β 416). b(BCE3E4)T | |
2415b | Did. | {αἰθαλόεν} πρῆσαι {δὲ}: ἐν ταῖς πλείσταις διὰ τοῦ λ· καὶ αἱ Ἀριστάρχου. δύναιτο δ’ ἂν καὶ διὰ τοῦ πρῆσαι ταὐτὸν δηλοῦσθαι, ὡς ἐκεῖ „ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱστίον“ (Α 481). A | |
2.416 | ex. | Ἑκτόρεον δὲ χιτῶνα: προσυνίστησιν ἡμῖν καὶ νῦν τὸν | |
Ἕκτορα. b(BCE3)T | |||
2417a | Ariston. | χαλκῷ ῥωγαλέον: ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ χαλκῷ ῥη‐ γέντα, καὶ ἐκ παρεπομένου †ἐν μέρει† τὸ ἀνελεῖν. A | |
2417b1 | D | ex. | χαλκῷ ῥωγαλέον: τῷ σιδήρῳ διακοφθησόμενον· | ἢ παρὰ τὸ ῥήσσω, ἐξ οὗ καὶ τὸ κατερρωγότα ἱμάτια. T | |
2417b2 | ex. | διερρωγότα, b(BCE3) παρὰ τὸ ῥήσσω. b(BCE3E4) | |
2.418 | D | ὀδὰξ λαζοίατο: δάκω δάξω δάξ ὀδάξ. τοῦτο δὲ συμβαίνει τοῖς ὀδυνωμένοις. b(BCE3)T | |
2.419 | ex. | οὐδ’ ἄρα πώ οἱ ἐπεκραίαινε: διὰ τοῦ πώ ἐλπίδα ὑπολείπει τῆς εὐχῆς. ἐπὶ δὲ Θεανοῦς „ἀνένευε δέ“ (Ζ 311). b(BCE3)T | |
2420a1 | Did. | ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀλίαστον 〈ὄφελ‐ λεν〉: τούτῳ καὶ λέξις ὑπόκειται διὰ τοῦ Β τῶν ὑπομνημάτων, καὶ ἔστιν ἐμφατικωτέρα. οὐ χεῖρον δ’ ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι· „ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀλίαστον ὄφελλεν, οἷον αἴσια ἐσή‐ | |
5 | μαινε〈ν〉 ὥστε λέγειν τοὺς μάντεις ὅτι δέδεκται, τοιοῦτον μέντοι πόνον αὐτὸς ηὖξεν, ὃν οὐκ ἂν †ἐκκλίνειεν†· γελοῖον γὰρ ἂν ἦν, εἰ μὴ ἐποίει τοῦτο.“ A | ||
2420a2 | ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά: ὡς τῶν μάντεων λεγόντων ὡς δέδεκται τὴν θυσίαν. καὶ δώσει τὸ πέρας, οὐκ ἀκονιτὶ δέ. T | ||
2420b | D | πόνον δ’ ἀμέγαρτον: ἄφθονον, πολύν. T | |
2.422 | Ariston. | αὖ ἔρυσαν: ὅτι τὸ αὖ ἔρυσαν ἀντὶ τοῦ εἰς τοὐπίσω ἀνέκλα‐ | |
σαν, ὃ ποιοῦσιν οἱ σφάζοντες. A | |||
2.424 | Ariston. | ὠμοθέτησαν: πρὸς τὸ ὠμοθέτησαν ὅτι ἐστὶν ἀπὸ τῶν μελῶν τῶν ὠμῶν ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι. A | |
2427a | Hrd. | {αὐτὰρ ἐπεὶ κατὰ} μῆρ’ ἐκάη: Πτολεμαῖος (p. 42 B.) ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, „μῆρε“ παραλαμβάνων, εἶτα „κάη“, ἵνα, φησίν, Ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ συνεκτικόν, ὥσπερ εἶπον ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ „ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ | |
5 | ἔκηα“ (Α 40), εἴ γε ἤδη οἶδε καὶ τὰ μῆρα· „μῆρα δὲ κείαντεσ“ (ν 26). A | ||
2427b | Did. | 〈ἐπάσαντο:〉 Ἀρίσταρχος Ἰακῶς „πάσαντο“. Aim | |
2435a1 | Did. | μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα: οὕτως αἱ Ἀριστάρχου. λέξεις ἐκ τοῦ Β τῆς Ἰλιάδος· „δηθά πολὺν χρόνον, αὖθι αὐτοῦ, λε‐ γώμεθα συναθροιζώμεθα.“ ὁ δὲ λόγος τοιοῦτος· μηκέτι νῦν ἐπὶ πολὺν χρόνον αὐτοῦ συνηθροισμένοι μένωμεν. Ζηνόδοτος δὲ ποιεῖ ‘μηκέτι | |
5 | †νῦν† ταῦτα λεγώμεθα‘. Καλλίστρατος δὲ ἐν τῷ πρώτῳ Περὶ Ἰλιάδος οὕτως προφέρεται „μηκέτι δὴ νῦν αὖθι λεγώμεθα“· καὶ ἔστιν εὐφρα‐ δὴς μᾶλλον, ἀλλ’ οὐκ Ἀριστάρχειος. ταῦτα ὁ Δίδυμος (p. 113 Schm.). A | ||
2435a2 | μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα: αἱ μὲν Ἀριστάρχου μη〈κέ〉τι νῦν δῆθ’ αὖθι λεγώμεθα, ἡ δὲ Ζηνοδότου „μηκέτι †νῦν† ταῦτα“, τινὲς δὲ „δὴ αὖθι“ χωρὶς τοῦ θ, Καλλίστρατος δὲ „μηκέτι δὴ νῦν b(BCE3)T αὖθι λεγώμεθα“. T | ||
2435b | Ariston. | μηκέτι νῦν δήθ’ 〈αὖθι λεγώμεθα〉: ὅτι Ζηνόδοτος γράφει „〈***〉 ταῦτα λεγώμεθα.“ ὁ δὲ Ὅμηρος εἴωθε λέγειν, ὅταν πολλὰ προειρημένα ᾖ, ὡς ἐπ’ Αἰνείου καὶ Ἀχιλλέως· „ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα“ (Υ 244). A | |
2435c1 | ex. | λεγώμεθα: ἠθροισμένοι ὦμεν. b(BCE3)T | |
2435c2 | ἀντὶ τοῦ ἀναλεγώμεθα. Aim | ||
2435-6 | D | μηδ’ ἔτι δηρόν / ἀμβαλλώμεθα ἔργον: στρατηγικὴ ἡ παραγγελία χρόνου †μὴ† φείδεσθαι· A b (BCE3)T οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. AT ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος, πῶς τῆς Ἑλλάδος ἐκράτησε, | |
5 | „μηδὲν ἀναβαλλόμενοσ“ εἶπεν. A b (BCE3)T | ||
2436a | Did. | {ὃ δὴ θεὸς} ἐγγυαλίξει: διὰ τοῦ ζ τὸ „ἐγγυαλίζει“ αἱ Ἀριστάρχειοι, καὶ Ἀπολλώνιος δὲ ὁ Ῥόδιος (fr. 14 M.) ὁμοίως προ‐ φέρεται, καὶ ἡ Ἀριστοφάνους. A | |
2436b | ex. | Did. | ὃ δὴ θεὸς ἐγγυαλίξει: δώσει τὴν πόρθησιν, ἣν διὰ τοῦ ὀνείρου ἐπηγγείλατο. b(BCE3E4)T | αἱ πᾶσαι δὲ διὰ τοῦ ζ εἶχον. T | |
2437-8 | Nic. | ἀλλ’ ἄγε κήρυκες μὲν〈—κατὰ νῆασ〉: ἀδιάφορον εἴτε ἐπὶ τὸν μέν (437) σύνδεσμον διαστέλλοιμεν, ἵν’ ᾖ Ἀχαιῶν λαόν, εἴτε ἐπὶ τὸ χαλκοχιτώνων (437), ἵν’ ᾖ κήρυκες Ἀχαιῶν (437). A | |
2.438 | Ariston. | 〈ἀγειρόντων:〉 ἀντὶ τοῦ ἀγειρέτωσαν. Aim | |
2439a | Hrd. | 〈ἀθρόοι:〉 δασύνειν δεῖ καὶ παροξύνειν τὸ ἁθρόοι ἐνθάδε. Aint | |
2439b | ex. | ἡμεῖς δ’ ἀθρόοι ὧδε: θαυμαστῶς τὴν τάξιν τοῦ Ἀχιλλέως ἀποπληροῖ· τὴν γὰρ στρατηγίαν †πρώτην† εἶχεν. b(BCE3E4)T | |
2.440 | Ariston. | 〈ἐγείρομεν:〉 ἀντὶ τοῦ ἐγείρωμεν. Aim | |
2.444 | ex. | τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα: δύο αὐτοῖς τὰ μέγιστα μαρ‐ τυρεῖ, εὐταξίαν καὶ εὐψυχίαν. b(BCE3E4)T | |
2446a | ex. | 〈κρίνοντες:〉 φυλοκρινοῦντες. Til | |
2446b | Nic. | 〈θῦνον κρίνοντες,〉 μετὰ δὲ γλαυκῶπις Ἀθήνη: λείπει τὸ ἦν αὐτοτελὲς ῥῆμα· διὸ καὶ στικτέον ἐπὶ τὸ κρίνοντες. εἰ δέ τις κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπὸ τοῦ θῦνον, συναπτέον τοῖς ἐπάνω. A | |
2446c | ex. | θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη: ἵνα μὴ ἀπιστοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελ‐ λόντων αὐτῶν κατορθοῦν. b(BCE3E4)T | |
2447a | D | 〈ἐρίτιμον:〉 μεγαλότιμον. Til | |
2447b | Did. | ἀγήραον ἀθανάτην τε: διὰ τοῦ ων „ἀγήρων“ ἡ Ἀρι‐ στάρχου, καὶ ἔστι παραπλήσιον τὸ σχῆμα τῷ „ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε“ (Ρ 444). οὕτως καὶ ἡ Ἀριστοφάνειος. A | |
2447c | Did. | ex. | ἀγήραον: Ἀρίσταρχος „ἀγήρων“ καὶ †Ἀριστοτέλης†, ὡς κἀκεῖ „ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε“ (Ρ 444). b(BCE3E4)T | ἡ δὲ αἰγὶς ὅπλον Διός. T | |
2448a | ex. | τῆς ἑκατὸν θύσανοι: ἀντὶ τοῦ πολλοί· ἢ τῷ ἀριθμῷ πίστιν πεπόρισται. b(BCE3E4)T | |
2448b | D | ex. | θύσανοι: οἱ κροσ〈σ〉οί. | θύσανοι δὲ παρὰ τὸ †αἰθύεσθαι. T | |
2448c | D | Ep. Hom. | | ἠερέθονται: αἰωροῦνται. | παράγωγον δέ ἐστι τοῦ ἀείρω, | |
Ariston.(?) | ὡς τοῦ ἀγείρω τὸ „ἠγερέθονται“ (Γ 231). | Ζηνόδοτος δὲ γράφει πα‐ ρατατικῶς „ἠερέθοντο“, ὅπερ οὐχ ἁρμόζει ἐπὶ ἀθανάτων. A | ||
2.449 | D | ἑκατόμβοιος: ἑκατὸν βοῶν—βασιλέως πρόσωπον. A | |
2450a1 | ex. | παιφάσσουσα: πάντῃ τὰ φάη ἀΐσσουσα. AintT φῶ τὸ φαίνω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πταίνω παπταίνω, πάσω πάλη παιπάλη. καὶ ἐπὶ Τυδέως μὴ „ἐκπαιφάσσειν“ (Ε 803), φανεροῦν ἑαυτὸν, ἀλλ’ ἐν ἀγγέλου σχή‐ | |
5 | ματι μένειν. T | ||
2450a2 | ἀναδιπλασιασμός ἐστι b(BCE3) φάσσω παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πάσσω πάλη †πασπάλη†. παιφάσσειν δέ ἐστι τὸ φανεροῦν ἑαυτόν, ἀλλ’ ἐν ἀγγέλου σχήματι μένειν. b(BCE3E4) | ||
2450b | Nic. | λαὸν Ἀχαιῶν: ἑκατέρῳ δύναται προσδίδοσθαι, καὶ λόγον ἔχει ἀμφότερα. A | |
2452a | Nic. | καρδίῃ ἄλληκτον: ἐπὶ τὸ καρδίῃ βραχὺ διασταλτέον. ἔχει δὲ λόγον καὶ ἐπὶ τὸ ἄλληκτον διαστέλλειν, ἵν’ ᾖ „σθένοσ“ (Β 451) ἄλληκτον. A | |
2452b | Nic. | ex. | καρδίῃ ἄληκτον: εἰς τὸ καρδίῃ στικτέον. | τὸ δὲ ἄλη‐ κτον ἀντὶ τοῦ ἀλήκτως. b(BCE3)T | |
2453-4a | Ariston. | Nic. | τοῖσι δ’ ἄφαρ πόλεμος 〈γλυκίων γένετ’ ἠὲ νέε‐ σθαι / —γαῖαν〉: ὅτι πρὸ τῆς Ἀγαμέμνονος ἀριστείας (Λ 13—4) οὐκ ὀρθῶς φέρονται. | διαστολὴ δὲ βραχεῖα ἐπὶ τὸ γένετ’, ἐπεὶ μέρος ἐστὶ περιόδου 〈***〉. A | |
2455-4b | ex. | τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων〈—γαῖαν〉: | |
(Ariston.?) | νῦν ἄμεινον κεῖνται ἤπερ ἐν τῇ Λ (sc. 13—4): b(BCE3)T πρόσ‐ φατος γὰρ αὐτοῖς ἡ τοῦ νόστου μνήμη. καὶ ἡ αἰφνίδιος δὲ μετα‐ βολὴ οὐκ ἄνευ θεῶν· πῶς γάρ; b(BCE3E4)T | ||
2455-6 | ex. | ex. | ἠΰτε πῦρ ἀΐδηλον〈—αὐγή〉: νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε καθ’ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη δὲ εἰκὼν ἡ ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος. μεγε‐ θύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ τῷ ὄρει, ἔνθα καταιγίδες εἰσί, καὶ τῇ | |
5 | κορυφῇ· διὸ θαρρῶν ἐπάγει ἕκαθεν δέ τε φαίνεται αὐγή (456). A b (BCE3E4)T | ἀΐδηλον (455) δὲ παρὰ τὸ ἀϊδνόν. T | ||
2.457 | ex. (Nic.?) | ὣς τῶν ἐρχομένων: ὧδε στικτέον. T | |
2457-8 | ex. (Nic. ?) | ἀπὸ χαλκοῦ θεσπεσίοιο / —οὐρανὸν ἷκε· παμφανόωσα (458) τοῦ χαλκοῦ ἡ αἴγλη εἰς οὐρανὸν παρεγίνετο. T | |
2.458 | Ariston. | δι’ αἰθέρος: ὅτι καθ’ Ὅμηρον πρῶτος ἀπὸ γῆς ἐστιν ὁ ἀήρ, εἶτα μετὰ τὰ νέφη αἰθήρ, ὃν καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ. A | |
2.460 | ex. | χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων: μουσικὰ καὶ ἥμερα καὶ συναγελαστικά. b(BCE3E4)T ὅθεν διδαχθεὶς Ἀρι‐ στοτέλης (cf. h. an. 1, 1p. 488a 3) τὰ γαμψώνυχα οἰονόμα φησί, τὰ δὲ τὴν ἐπιδερμίδα ἔχοντα συναγελαστικά. T οἰκείως οὖν ἐπ’ αὐτῶν | |
5 | καὶ „ἔθνεα“ (Β 459) φησίν. b(BCE3E4)T | ||
2461a | ex. | Ἀσίω ἐν λειμῶνι 〈Καϋστρίου ἀμφὶ ῥέεθρα〉: οἱ μὲν τῷ ἄσιν ἔχοντι. ἀλλὰ πιστότερον αὐτῷ τὸ κύριον ὄνομα περιτιθέναι, b (BCE3)T ὡς τὸ ἀπὸ τοῦ Ἀσίου, ὃς ἦρξε Λυδίας. T ἐν γενικῇ οὖν αὐτὸ ἐκληπτέον καὶ χωρὶς τοῦ ἰῶτα, ὡς τὸ „ἐϋμελίω Πριάμοιο“ | |
5 | (Δ 165), ὡς Ἡρωδιανὸς b(BE3E4)T ἐν τῇ Καθολικῇ (1,408,16) καὶ Πτολεμαῖος ἐν τῷ Περὶ συναλιφῆς (p. 64 B.). κατὰ δὲ τὰς προχοὰς πηλώδη τὸν τόπον ὁ Κάϋστρος ἀπεργάζεται. b(BE3)T ὅπου δὲ ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνίθων. b(BCE3)T | ||
2461b | D vel Orus | Ἀσίω ἐν λειμῶνι: Ἰωνικὴ γενικὴ παθοῦσα· τὸ γὰρ | |
ὑγιές ἐστιν Ἀσίεω ὡς „Ἀτρείδεω“ (Β 185 al.)· διὸ χωρὶς τοῦ ι. A | |||
2461c | ex. | 〈Ἀσίω:〉 Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς, Λυδῶν βασιλεύς, ὥς φησι Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς (FGrHist 283, 1)· „Κότυς λευκώλενον ἄλλην / ἤγετο κουριδίην ὁμοδέμνιον, οὔνομα Μυιοῦν· / ἡ δ’ Ἄσιον τέκε κοῦρον“. A | |
2461d | Ep. Hom. | | 〈Ἀσίω:〉 ἀπὸ τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας | |
ex. (Porph. ?) | Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημεν τὴν Δερκετὼ καὶ ἐξ αὐτῆς ἔσχεν τὴν Σεμίραμιν. | ἡ δὲ Δερκετὼ παρὰ Σύροις καλεῖται Ἀταργατῖς. A | ||
2462a1 | Did. | ἀγαλλόμενα: οὕτως χωρὶς τοῦ ι ἀγαλλόμενα Ἀρί‐ σταρχος, ἵν’ ᾖ τὰ ἔθνη ἀγαλλόμενα. ἔνιοι δὲ προστιθέασι τὸ ι, πρὸς τὸ „ὀρνίθων“ (Β 459) ἀνάγοντες τὸ „ἀγαλλόμεναι“· καὶ λόγου τινὸς ἔχονται. A | |
2462a2 | Ἀρίσταρχος ἀγαλλόμενα, ἵν’ ᾖ πρὸς τὰ ἔθνη. ἀλλ’ οὐδὲ τὸ „ἀγαλλόμεναι“ ἄχαρι. b(BCE3) | ||
2462a3 | Ἀρίσταρχος ἀγαλλόμενα, ἵν’ ᾖ πρὸς τὰ ἔθνη. οὐδὲ ἡ ἄλλη δὲ γραφὴ ἄχαρις. T | ||
2462b | Ariston. (?) | 〈ἀγαλλόμεναι:〉 πρὸς τὸ νοητὸν ὑπήντησε τὸ ὄρνιθες (cf. Β 459), ὡς τὸ „ἐκίνηθεν δὲ φάλαγγες / ἐλπόμενοι παρὰ ναῦφι“ (Π 280—1)· „τῶν δ’ ὥς τ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ“ ἀγαλ‐ λόμεναι πτερύγεσσι. b(BCE3)T | |
2463a | ex. | κλαγγηδὸν προκαθιζόντων: ἄλλου πρὸ ἄλλου καθ‐ ιπταμένου μετὰ βοῆς. ἢ πρὸ τοῦ καθίσαι βοώντων· κέκραγε γὰρ τὰ ὄρνεα ἐπὶ τὴν γῆν καταφερόμενα. καὶ ὧδε μὲν κατέμιξε τὰς γεράνους μουσικοῖς ὀρνέοις καὶ εἰς λειμῶνάς φησιν αὐτὰς ἐξιέναι, ἐπὶ δὲ Τρώων | |
5 | ἐπὶ φθορᾷ (cf. Γ 6). b(BCE3E4)T | ||
2463b | Nic. | Ep. | κλαγγηδὸν προκαθιζόντων, 〈σμαραγεῖ δέ τε λει‐ μών〉: ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων διὰ τὸ „ὥσ“ (Β 459) μόριον, καὶ ἐπὶ τὸ λειμών· μακρὰ γὰρ ἡ περίοδος, πέντε ἔπη περιέ‐ χουσα. τὸ δὲ ἑξῆς· „ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ“ (Β 459) κλαγ‐ | |
5 | γηδὸν προκαθιζόντων, „ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι“ (Β 462), σμαραγεῖ δέ τε λειμών. τὰ δὲ ἄλλα (sc. Β 460—1) διὰ μέσου A b (BCE3E4)T | τὸ δὲ σμαραγεῖ λάμπει· ὅθεν καὶ σμάραγδος ὁ λαμπρὸς λίθος. A | ||
D | προκαθιζόντων: τὰ συναγελαστικὰ—εἴωθε τὰ | ||
10 | ὑστεροῦντα. A | ||
2463c | ex. | Did. | σμαραγεῖ δέ τε λειμών: τὸ τραχὺ τῆς ἀπὸ τοῦ σμαρα‐ γεῖ ὀνοματοποιΐας τὸ τοῦ λειμῶνος παρέτεινε μέγεθος. b(BCE3E4) T | Ἀρίσταρχος οὕτως ἔφη· T „‘σμαραγεῖ 〈δέ〉 τε γαῖα‘ εἰς βραχεῖαν τελευτῶσα τὸν ἦχον ἐμείου.“ b(BE3)T | |
2465-6 | ex. | D | αὐτὰρ ὑπὸ χθών / 〈σμερδαλέον κονάβιζε ποδῶν〉: ἡ ὑπό πρὸς τὸ ποδῶν b(BCE3)T ἀποδοτέα. κονάβιζε δὲ ἀντὶ τοῦ ἤχει. b(BCE3) | |
2.467 | D | Σκαμανδρίῳ ἀνθεμόεντι: τὸ τῷ Σκαμάνδρῳ— καλεῖται δὲ οὗτος καὶ Ξάνθος. A | |
ex. | Σκαμανδρίῳ ἀνθεμόεντι: τῷ πρώην ἄνθη ἔχοντι, b (BCE3E4)T ὡς „ἐϋμελίω Πριάμοιο“ (Δ 165), „ἥρως Αἰγύπτιοσ“ | ||
5 | (β 15), „ἠϋκόμος Νιόβη“ (Ω 602). T ἐπεὶ πῶς ἠχεῖ, ἢ πῶς ἀνθεῖ | ||
πατούμενα; b(BE3E4)T | |||
2.468 | ex. | 〈φύλλα:〉 φύλλα πρὸς τὸ οἰκεῖον τῆς †ἐσθῆτος. Til | |
2469-72 | Nic. | ἠΰτε μυϊάων〈—Τρώεσσι〉: ἀπ’ ἄλλης ἀρχῆς τὴν παραβολὴν προοιστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ δεύει (471), τῆς ἀνταποδιδομένης τῷ ἠΰτε (469) λέξεως ἀνακολούθως ἐχούσης, ὡς ἐν τῇ Θ (555—60)· „ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα, τόσσα μεσηγὺ νεῶν“. A | |
2469a | ex. | ἠΰτε μυιάων: πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος. ἐπάγει γοῦν „τόσσοι ἐπὶ Τρώεσσι 〈κάρη κομόωντες Ἀχαιοί / ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτεσ〉“ (Β 472—3). b(BCE3E4)T | |
2469b | ex. | ἁδινάων: ἁθρόως ἱπταμένων, b(BCE3E4)Til ἢ τῶν λεπτῶν μυϊῶν. Til | |
2470a1 | ex. | αἵ τε κατὰ σταθμόν: τὴν ἔπαυλιν, καὶ „σταθμὸν ἔχουσα καὶ εἴριον“ (Μ 434) καὶ „σταθμοῖϊν ἑκάτερθε“ (ζ 19). τρία οὖν δηλοῖ ἡ λέξις. τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν †ἐρίων† αὔξονται αἱ μυῖαι. T | |
2470a2 | σταθμόν νυνὶ τὴν ἔπαυλιν. τρία δὲ δηλοῖ ἡ λέξις, τὸν σταθμόν, τὴν τῆς θύρας παραστάδα καὶ τὸν ἀριθμὸν τοῦ μέτρου. b (BCE3E4) τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν ἀερίων αὔξονται αἱ μυῖαι. b(BE3E4) | ||
2470b | ex. | ἠλάσκουσιν: ἤτοι συνελαύνονται ἢ ἀποπλανῶνται. b (BCE3E4) οὐ γὰρ διατέταται τῶν μυιῶν ἡ πτῆσις, ἀλλὰ περὶ τὸν αὐτὸν εἰλεῖται τόπον· ὡς πλανώμεναι οὖν εἰσιν. b(BE3E4)T | |
2.471 | D | 〈ὥρῃ ἐν εἰαρινῇ:〉 κατ’ ἐξοχὴν τῶν ἄλλων ὡρῶν. Aim | |
2474a | D | 〈αἰπόλια:〉 αἰπόλιον αἰγῶν πλῆθος, ποίμνιον προβάτων, συβόσιον χοίρων, βουκόλιον βοῶν, ἱπποφόρβιον ἵππων. b(BCE3E4) | |
D | τοὺς ὥς τ’ αἰπόλια: αἰπόλιον τὸ—τὸ τῶν ἵππων. A | ||
2474b | ex. | αἰπόλια πλατέα: διεσκεδασμέναι γὰρ νέμονται. b (BCE3E4)T ἐπὶ δὲ προβάτων „ἁδινά“ φησιν (α 92) καὶ „αἱ μέν τ’ ἀγχηστῖναι“ (Ε 141). T | |
D | πλατέα: μεγάλα· ἢ ὅτι—αἱ αἶγες. Aint | ||
2474-5 | ex. | τοὺς δ’ ὥς τ’ αἰπόλια〈—μιγέωσιν〉: ὅταν αἰ‐ πόλια πολλὰ ἀλλήλοις ἀναμιχθῇ νεμόμενα, ἀπαλλαττόμενοι περὶ τὴν ἑσπέραν οἱ αἰπόλοι ἕκαστος ἐπιλαμβάνεται τράγου, ᾧ τὸ οἰκεῖον ἕπε‐ ται αἰπόλιον. εὐπειθὲς δὲ τὸ Ἑλληνικόν. b(BCE3)T | |
2.476 | ex. | 〈τούς:〉 ἐπανείληφε τὸ ἄρθρον. Til | |
2.477 | ex. | 〈μετὰ δὲ κρείων Ἀγαμέμνων:〉 ἀπὸ κοινοῦ τὸ διεκό‐ σμει. Til | |
2478-9a | ex. | ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ〈—Ποσει‐ δάωνι〉: γραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνό‐ τερον, κωμικοὶ δὲ τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστι, κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου, γραφικὴ δὲ ὡς ἐπὶ τοῦ „τῷ δ’ ἔχεν | |
5 | Αὐτομέδων, τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύσ“ (Ι 209), A b (BCE3E4)T ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν A b (BE3E4)T καλλίων τῆς ἀληθι‐ νῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται. b(BE3E4)T | ||
2478-9b | ex. | ὄμματα καὶ κεφαλὴν〈—Ποσειδάωνι〉: ἱκανὸν μὲν ἑνὶ θεῷ εἰκάζειν αὐτόν. ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρε‐ | |
πὲς ἐκλεξάμενος, τοῦ βασιλέως μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικόν, ἐν‐ νοσιγαίου δὲ τὸ ἰσχυρόν, τὸ δὲ κόσμιον τῆς παντευχίας ὅμοιον Ἄρει. | |||
5 | οἱ δὲ τὸ ἀξιωματικόν, τὸ γεραρόν, τὸ πολεμικόν. A b (BCE3E4)T | ||
2.478 | D | 〈ἴκελος Διΐ:〉 τὸ ὅμοιος καὶ—συντάσσεται. Aim | |
2.480 | ex. | ἠΰτε βοῦς ἀγέληφι: πῶς μετὰ θεοὺς βοῒ παρέβαλε τὸν Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φασιν τοῖς μὴ δυναμένοις τὴν θείαν νοῆσαι φύσιν ἀπὸ γνωρίμου ζῴου παρέλαβε τὴν εἰκόνα ὡς νοητῆς οὔσης τῆς προτέρας παραβολῆς καὶ ἐπὶ τὴν αἰσθητὴν καὶ ὁρατὴν ἐλθών. ἔστι δὲ | |
5 | εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι δι’ ἀγέλης, ὅπερ ἐστὶ ζῷον ἡγεμονικώτατον. b(BE3)T τὴν αὐτὴν δὲ ταύτην εἰκόνα Ὀδυσσεῖ προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος ἐμείωσεν, ἀρνειῷ παρεικάσας αὐτόν (cf. Γ 193—7). b(BE3E4)T ἐπειδὴ δὲ ἐν τῇ πρώτῃ μάχῃ οὐ πλεονεκτήσει Ἀγαμέμνων, κατὰ τὴν | ||
10 | ἔξοδον αὐτὸν κοσμεῖ· οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως. b (BE3)T | ||
2480-1 | ex. | 〈ἠΰτε βοῦς ἀγέληφι〉 μέγ’ ἔξοχος ἔπλετο πάν‐ των 〈/ ταῦροσ〉: πάντων, T τῶν ἄλλων ταύρων· εἰ μὴ γὰρ ἐπαρθείη, οὐ γίνεται κήλων. ἐπεὶ δὲ τὸ βοῦς (480) καὶ τὸ ἔξοχος (480) κοινὰ τῷ γένει, προσῆψε τὸ ταῦρος (481). b(BCE3E4)T | |
2.482 | ex. | τοῖον ἄρ’ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ: ἐπεὶ ἄπι‐ στα τὰ τῶν εἰκόνων ὧν προσήρτησεν Ἀγαμέμνονι, πρῶτον μὲν αὐτὰ τῇ θείᾳ δυνάμει πεπίστωται, ἔπειτα πρὸς μίαν ἡμέραν συμβῆναί | |
φησιν. b(BCE3E4)T | |||
2484-93a1 | ex. vel Hrd. | ex. (~D) | ex. (Did.) | 〈ἔσπετε:〉 ψιλωτέον· ἀπὸ γὰρ τοῦ ἔπω ἐστὶ τοῦ ση‐ μαίνοντος τὸ λέγω κατὰ πλεονασμὸν τοῦ ς. | ὁ δὲ λόγος· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες Δαναῶν· ἀρχοὺς γὰρ νηῶν ἐρέω, πλη‐ θὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδὲ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι· | |
5 | ὑμῶν γάρ ἐστι τὸ ἔργον A T τοῦτο. | γράφεται δὲ καὶ „ἔνσπετε“ ἀπὸ τοῦ ἐνίσπετε, ἐπεὶ καὶ „ἐνίσπεσ“ (Λ 186) φησίν. T | ||
2484-93a2 | τὸ ἔσπετε ἀπὸ τοῦ ἐνίσπετε κατὰ συγκοπήν. καὶ „ἔνι‐ σπε“ (Λ 186) φησὶν ἀλλαχοῦ. | ἢ ἀπὸ τοῦ ἔπω τοῦ σημαίνοντος τὸ λέγω κατὰ πλεονασμὸν τοῦ ς. ψιλωτέον οὖν αὐτό. b(BCE3E4) | ὁ δὲ λόγος τοιοῦτος· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γάρ, | ||
5 | φησί, νηῶν ἐρέω, πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ’ εἰ δεκαπλα‐ σίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο. b(BE3E4) | ||
D | ζητοῦσί τινες, διὰ ποίαν αἰτίαν—τὸν λόγον ἀπερεί‐ δεται. A | ||
2484-7 | Nic. | ἔσπετε νῦν μοι, Μοῦσαι, 〈—ἡγεμόνεσ〉: τὸ ἑξῆς ἐστιν, ἔσπετε οἵ τινες (484 et 487), τὰ δὲ λοιπὰ διὰ μέσου· καὶ διασταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι (484), ἀνυποκρίτως δὲ στίζεται ἐπὶ τὸ ἐστέ καὶ πάρεστέ 〈τε〉 καὶ πάντα (485) καὶ ἀκούομεν καὶ ἴδμεν | |
5 | (486). δύναται δὲ καὶ στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος, ἵνα ἕκαστον ᾖ καθ’ ἑαυτὸ καὶ συνάπτηται οὐδέ τι ἴδμεν / οἵτινες ἡγεμόνες (486—7), περισσεύοντος τοῦ τί μορίου· πρότερον γὰρ ἐπεῖχέ τινα χώραν. A | ||
2.484 | Ariston. | Ὀλύμπια δώματ’ ἔχουσαι: ὅτι Ζηνόδοτος γράφει „Ὀλυμπιάδες βαθύκολποι“. οὐδέποτε δὲ τὰς Ἑλληνίδας γυναῖκας βαθυκόλπους εἴρηκεν, ὥστε οὐδὲ τὰς Μούσας. A | |
2485-6a | ex. | ὑμεῖς γὰρ θεαί ἐστε〈—οὐδέ τι ἴδμεν〉: ὡς ἐπὶ ἐργώδη καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ ὡς τὸν ἀκροατὴν διὰ τὸ μέγεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστε‐ ρον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων | |
5 | ἐπεσπάσατο εὔνοιαν. A b (BE3)T | ||
2485-6b | ex. | ὑμεῖς γὰρ θεαί ἐστε〈—οὐδέ τι ἴδμεν〉: ὁ νοῦς· ὑμεῖς γὰρ θεαί ἐστε καὶ ἀεὶ ἐνυπάρχετε τοῖς ζῶσι καὶ ἐπίστασθε πάντα ἀκριβῆ. ἡμεῖς δὲ μόνα τὰ ἐν τῷ βίῳ εὐκλεῆ ἀκούομεν. T | |
2.485 | Ariston. | πάρεστε: ὅτι τινὲς γράφουσι „παρῆστε“, οἷον κατ’ ἐκεῖνον τὸν χρόνον. βέλτιον δὲ καθολικῶς ἐπὶ πάντων. A | |
2486-93 | ex. | οὐδέ τι ἴδμεν / οἵτινες ἡγεμόνεσ〈—προπά‐ σασ〉: εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών φησιν ἀρχοὺς αὖ νηῶν ἐρέω (493); στικτέον οὖν εἰς τὸ ἴδμεν (486) καὶ τὸν λόγον οὕτως ἐκδεκτέον· A b (BCE3)T δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδὲ | |
5 | ὅλως δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μέν, χρῄζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας. A b (BE3)T ἔστιν οὖν τὸ πᾶν· „ἔσπετε νῦν μοι, Μοῦσαι,“ (Β 484) οἵτινες ἡγεμόνες (487). ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας (493), πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι (488), εἰ μὴ αὐταὶ αἱ Μοῦσαι δι’ ἑαυτῶν εἴποιεν (cf. | ||
10 | 491—2). τὸ δὲ „ὑμεῖς γὰρ θεαί ἐστε“ (Β 485) ἐμεσολάβησε τοῦ „ἔ‐ σπετε νῦν μοι, Μοῦσαι,“ οἵτινες ἡγεμόνες (Β 484 et 487), ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον. A b (BCE3)T | ||
2488-92 | Ariston. | Nic. | πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι〈—θυγα‐ τέρεσ〉: ἤτοι ὅτι περισσὸς †εἰ† μυθήσομαι εἴρηκεν ἀντὶ τοῦ μυθησαί‐ μην. | πάλιν δὲ διὰ μέσου τὸ διστίχιον (sc. 489—90)· τὸ γὰρ ἑξῆς, πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ Ὀλυμπιάδες (488 et | |
5 | 491), τὰ δὲ λοιπὰ διὰ μέσου, ὡς ἔθος. διὸ στίζομεν ἀνυποκρίτως ἐπὶ τὸ †μοῦσαι. διασταλτέον δὲ† καὶ θυγατέρες (492). A | ||
2488a | ex. | πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι: καίτοι λέγει καὶ περὶ τοῦ πλήθους· δι’ ὧν γὰρ τὰς μὲν Φιλοκτήτου φησὶν ἐκ πεντή‐ κοντα εἶναι ἐρετῶν, „ἑπτὰ νεῶν, ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκοντα“ (Β 719), τὰς δὲ τῶν Βοιωτῶν ἑκατὸν εἴκοσι (sc. Β 510), δηλονότι ὡς | |
5 | ἐμφῆναι βουλόμενος τὸ πλῆθος, ὡς ὀφειλόντων ἡμῶν b(BCE3) T ἐξ ἀμφοῖν τούτοιν συντιθεμένων τὸ μέσον σκοπεῖν· ἔστι γὰρ τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαμβάνοντας κατὰ τὸν Θουκυδίδην (sc. 1, 10, 4) τεκμαίρεσθαι, πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ. χρὴ οὖν νομίζειν ὅτι οὐ χαλεπὸν τὸ εἰπεῖν τὸν ἀριθμόν, ἀλλὰ τὸ περὶ ἑκάστου | ||
10 | διελθεῖν οὕτως ἀκριβῶς ὡς περὶ τῶν ἡγεμόνων, τίς καὶ πόθεν καὶ τίνων πατέρων καὶ προγόνων, b(BE3)T καὶ τὰς πράξεις καὶ τὰ πάθη, ἃ καὶ ὑπὲρ διήγησιν. b(BE3) | ||
2488b | ex. | πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι: ὑπισχνεῖται τοὺς ἡγεμόνας μὲν εἰπεῖν Μουσῶν συλλαμβανομένων, τὸ δὲ πλῆθος οὐδὲ τῆς παρ’ ἐκείνων βοηθείας τυχών. μήποτε οὖν τὸ „μνησαίατε“ (Β 492) τοιαύτην χώραν ἔχῃ· αὐταὶ εἴποιεν καὶ διεξέλθοιεν. b(BE3)T | |
2489-90 | Ariston. | οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι〈—ἦτορ ἐνείη〉: ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική. καὶ ἐν Ὀδυσσείᾳ „οὐδ’ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν“ (μ 78). ἡ δὲ ἀναφορὰ πρὸς τοὺς περιγράφοντας τούτους τοὺς στίχους. A | |
2.490 | D | 〈φωνὴ δ’ ἄρρηκτος:〉 διὰ {δὲ} τοῦ εἰπεῖν φωνὴ δ’ ἄρρηκ‐ τος δηλοῖ ὅτι σῶμα ἡ φωνή. ATil | |
2.493 | Ariston. | 〈προπάσας:〉 ὅτι περισσὴ ἡ πρό πρόθεσις. Aim | |
2494-877 | ex. | 〈Βοιωτῶν μὲν—Ξάνθου ἄπο δινήεντος:〉 θαυμάσιος ὁ ποιητὴς μηδ’ ὁτιοῦν παραλιμπάνων τῆς ὑποθέσεως, πάν‐ τα δ’ ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος, τὴν τῶν θεῶν ἔριν, τὴν τῆς Ἑλένης ἁρπαγήν, τὸν Ἀχιλλέως θάνατον· ἡ | |
5 | γὰρ κατὰ τάξιν διήγησις νεωτερικὸν καὶ συγγραφικὸν καὶ τῆς ποιητι‐ κῆς ἄπο σεμνότητος. εὔκαιρον τοίνυν ἐπιθεὶς Νέστορι ῥητορείαν (cf. Β 362—8) τὸν | ||
Κατάλογον ἐμνηστεύσατο, ὅπως μὴ ἐν τῷ αὐτῷ λόγῳ λέγων τὰ πρα‐ κτικὰ καὶ γενεαλογικὰ τὴν ἀκοὴν ἐπιταράσσοι· τὸ γὰρ μὴ γνωρίζεσθαι τοὺς ἥρωας ζήτησιν ἐποίει. τρεῖς δέ φησιν ὁ Πλάτων (cf. rep. 393 d | |||
10 | —394d) λόγων ἰδέας, δραματικήν, ἔνθα ὁ ποιητὴς συνεχῶς εὐδοκι‐ μεῖ τοῖς ἤθεσι τῶν ὑποκειμένων προσώπων, ἀμίμητον, ὡς τὴν Φωκυλί‐ δου, †μιμητικήν†, ὡς τὴν Ἡσιόδου. ἐν τῇ οὖν ἀμιμήτῳ καὶ ψιλῇ τοῖς κεφαλαίοις ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι, τοῖς σχήμασι καὶ ταῖς ἐναλλαγαῖς ἐπικαλλύνοντα τὴν φράσιν, ὅπερ ἐποίησε πρῶτα μὲν ἐν | ||
15 | τοῖς τῶν πόλεων ἐπιθέτοις καὶ τούτοις ἠκριβωμένοις· οὐ γὰρ ἀνεξέλεγ‐ κτος ἦν περὶ χωρίων Ἑλληνικῶν διεξιών. καί ποτε μὲν τῷ ἔναιον (511 al.), ἄλλοτε δὲ τῷ εἶχον (500 al.), ποτὲ δὲ τῷ ἐνέμοντο (496 al.) χρῆται. καί ποτε μὲν τοὺς ἄρχοντας προλέγων ἐπιφέρει τὰς πό‐ λεις (cf. 494—510 al.), ποτὲ δὲ τοὐναντίον (cf. 511—2 al.). καί ποτε | ||
20 | μὲν διὰ τέλους ἐξαριθμεῖ τὰς πόλεις (496—508 al.), ποτὲ δὲ κατ’ ἐπι‐ τομήν (645—9 al.). Νεῶν δὲ κατάλογος ἀντὶ τοῦ ἐξαρίθμησις, ὡς κατά‐ λογος στρατιωτῶν. ἦρκται δὲ ἀπὸ Βοιωτῶν κατὰ μὲν Ἀρίσταρχον οὐκ ἔκ τινος παρατηρήσεως, κατὰ δὲ ἐνίους, ἐπεὶ †μεσαιτάτῳ† τῆς Ἑλλάδος ἡ Βοιωτία· ἔστι δ’ αὐτῆς ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ | ||
25 | δυσμῶν δὲ Φωκίς, βορείων δὲ Λοκρίς, ἀπὸ δὲ μεσημβρίας Ἀττική. ἢ ὅτι μέγιστον εἶχε ναυτικὸν ὡς Φοινίκων ἄποικος. ἢ ὅτι ἐν Αὐλίδι συνήχθη τὸ ναυτικόν. b(BCE3E4) ἢ ὅτι Ἕλλην ὁ Δευκαλίωνος ἐν Βοιωτίᾳ ᾤκησεν. b(BE3E4) οὕτω δὲ ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ Κατάλογος, ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι τοῖς Ὁμήρου ἔπεσι χρῶν‐ | ||
30 | ται. Καλυδῶνα μὲν Αἰτωλοῖς ἐχαρίσατο ἀμφισβητοῦσι πρὸς Αἰολέας, μνησθεὶς αὐτῆς ἐν Αἰτωλῶν καταλόγῳ (sc. 640). Ἀβυδηνοὶ δὲ Σηστὸν παρὰ Ἀθηναίων ἐκομίσαντο διὰ τοῦτο τὸ ἔπος· καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην (836). Μιλησίοις δὲ πρὸς Πριη‐ νεῖς ὑπὲρ Μυκαλησ〈σ〉οῦ διαφερομένοις ἤρκεσε πρὸς νίκην τὰ ἔπη ταῦ‐ | ||
35 | τα· οἳ Μίλητον ἔχον Φθειρῶν τ’ ὄρος ἀκριτόφυλλον / Μαιάν‐ | ||
δρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρηνα (868—9). b(BCE3E4) καὶ Σόλων τὴν Σαλαμῖνα Ἀθηναίοις ἀπένειμε διὰ τὸ Αἴας δ’ ἐκ Σα‐ λαμῖνος ἄγεν δυοκαίδεκα νῆας (557), προσθεὶς τὸ στῆσε δ’ ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες (558) καίτοι Μεγαρέων | |||
40 | ἀντεχομένων τῆς νήσου. b(BE3E4) | ||
2.494 | D | Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον: ἄρξασθαι φασί τινες—τὴν αἰτίαν τῆς ἀρχῆς. A | |
2494-5 | ex. | 〈Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον / Ἀρ‐ κεσίλαός τε Προθοήνωρ τε Κλονίος τε:〉 Ἄρνης τῆς Αἰόλου καὶ Ποσειδῶνος Βοιωτός (ἀφ’ οὗ ἡ Βοιωτία), οὗ †Ἐτεωνός†, οὗ Ἀρηΐλυ‐ κος, Ἠλεκτρύων, Ἵππαλκμος, Ἀλεγήνωρ. Ἀρηϊλύκου Ἀρκεσί‐ | |
5 | λαος καὶ Προθοήνωρ, Ἠλεκτρύονος Λήϊτος, Ἱππάλκμου Πηνέ‐ λεως, Ἀλεγήνορος Κλονίος. πάντες δ’ ἅμα ᾤκουν. b(BCE3E4) | ||
D | Βοιωτῶν μὲν Πηνέλεωσ〈—Κλονίος τε〉: ἰστέον ὅτι ἐτίθεσαν—κλόνος γὰρ ἡ μάχη. A | ||
D | Βοιωτῶν {μὲν Πηνέλεως}: ἡ Βοιωτία τὸ πρότερον— | ||
10 | καὶ Ἀπολλόδωρος ἐν τῷ τρίτῳ (21—5 W.). A | ||
2495a1 | Hrd. | Κλονίος: παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα, τῷ ι πα‐ ραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, „Σχεδίοσ“ (Β 517 al.), „Χρομίοσ“ (Δ 295 al.), „Δολίοσ“ (δ 735 al.). ἀντιπίπτει τὸ „Ἅλιοσ“ (cf. Ε 678) κατὰ τὴν παράδοσιν καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ | |
5 | Ξένιος. A | ||
2495a2 | τὰ εἰς ος κύρια τριβράχεα, παραληγόμενα τῷ ι, παροξύ‐ | ||
νεται πλὴν τοῦ Ἄνιος, „Ἅλιοσ“, Κρόνιος, Ξένιος. b(BCE3) | |||
2496a1 | Did. (?) | οἵ θ’ Ὑρίην ἐνέμοντο: τινὲς οὐ παρέλαβον σύνδεσμον τὸν τέ, ἀλλ’ οὕτως „Θυρίαν“ τὴν πόλιν, οὐκ εὖ δέ· ἀπὸ γὰρ Ὑριέως καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ υ φθόγγον. μαρτυρεῖ καὶ Ἡσίοδος λέγων (fr. 181 M.—W.)· „ἢ †δίη† Ὑρίη †Βοιωτίης τρέφε† | |
5 | κούρην“. A | ||
2496a2 | ἀπὸ Ὑριέως. b(BCE3E4) οἱ δὲ „Θυρίην“ γράφοντες ἁμαρτάνουσιν. b(BCE3) | ||
2496b | Hrd. | Αὐλίδα {πετρήεσσαν}: ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνά‐ γνωσις, καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι (fr. 60 Pow.) „Αὖλιν †τεσφά‐ γο톓 αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνομένης γέγονεν· ἡ γὰρ εἰς ιν κατά‐ ληξις ἀπὸ βαρυτόνων ἐστίν, ἡ δὲ εἰς δα καὶ ἀπὸ βαρυτόνων καὶ ὀξυ‐ | |
5 | τόνων. A | ||
2496c | ex. vel D | 〈Αὐλίδα:〉 παρὰ τὸ τοὺς Ἀχαιοὺς ἐκεῖ αὐλισθῆναι. b (BCE3E4) | |
2497a | Nic. | Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’ Ἐτεωνόν: καθ’ ἕκαστον ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή ἐστι βραχυτάτη διὰ τὴν ἐπανάληψιν τῶν ὀνοματικῶν, ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι οὐκ ἐπείγει, κατὰ δὲ τὴν προφορὰν σώζει〈ν〉. A | |
2497b | D | 〈Σχοῖνον:〉 ἀπὸ Σχοινέως τοῦ πατρὸς Ἀταλάντης. b (BCE3) | |
2497c | ex. | πολύκνημόν τ’ Ἐτεωνόν: ἀπὸ Ἐτεωνοῦ τοῦ ἀπογό‐ νου μὲν Βοιωτοῦ, πατρὸς δὲ Ἐλεῶνος καὶ τῶν ἄλλων. b(BCE3E4) ὀξυτόνως δὲ ὡς μελεδωνός. πολύκνημον δὲ b(BE3) ὀρεινήν, 〈ἢ〉 τὴν | |
πολὺ κνημὸν ἔχουσαν ἤτοι ὀρίγανον. b(BE3E4) | |||
2498a | Hrd. | Hrd. καθ. | Hrd. ὀρθ. | Θέσπιαν {Γραῖάν τε}: ἐκτετάσθαι φασὶ διὰ τὸ μέτρον· τὸ γὰρ τῆς ἱστορίας ἐν συστολῇ τέ ἐστι πληθυντικῶς τε λεγόμενον. ἴσως οὖν ὅλον ποιητικόν ἐστιν· σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντι‐ κῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, „καὶ εὐρυάγυιαν Ἀθήνην“ (η | |
5 | 80), „πολυχρύσοιο Μυκήνησ“ (Η 180), καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶς· „ἐκ μὲν Κρητάων γένος εὔχομαι“ (ξ 199). ταῦτα ἐν τῇ Προσῳδίᾳ ὁ Ἡρωδιανός (2,34,25). | ἐν μέντοι τῷ ιαʹ τῆς Καθολικῆς προσῳδίας (1,280,18) ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέ‐ λους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν | ||
10 | παρατίθησι, | καὶ ἀλλαχοῦ (cf. 2, 451, 23) λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς, καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιαί ὀξυτόνως λέγεται. A | ||
2498b | ex. | Θέσπειαν 〈Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν〉: ἀπὸ Θεσπειοῦ τοῦ Κηφέως, ᾧ θυγατέρες ἦσαν πεντήκοντα. b(BCE3 E4) Μυκαλησσὸς δὲ παρὰ τὸ ἐκεῖσε τὰς Γοργόνας ἐλθούσας μυκή‐ σασθαι. ἔστι δὲ καὶ ὄρος ἀντικρὺ Σάμου Μυκάλη (cf. Β 869). b(BE3 | |
5 | E4) | ||
2498c | ex. | 〈Γραῖαν:〉 ἀπὸ Γραίας τῆς Μεδεῶνος θυγατρός, Λευκίπ‐ που δὲ γυναικός· b(BCE3E4) Ταναγραῖοι γὰρ οὐκ ἐστράτευσαν, ὡς Εὐφορίων (fr. 59 Pow.)· „οἳ πλόον ἠρνήσαντο καὶ ὅρκους Αἰγια‐ λήων“. b(BE3E4) | |
2499a | ex. | 〈Ἅρμ’:〉 ὅτι ἐκεῖ †κατεπάγη† τὸ ἅρμα τοῦ Ἀδράστου, οἱ δὲ τὸ Ἀμφιαράου. b(BCE3) | |
2499b | ex. | 〈Ἐρυθράς:〉 ὑπὸ τὸν Κιθαιρῶνα οὗτος ὁ τόπος. b (BCE3E4) ἔστι δὲ ἀπὸ Ἐρυθρίου τοῦ νεωτέρου τῶν Ἀθαμαν‐ τιδῶν. b(BE3E4) | |
2500a | ex. | 〈Ἐλεῶν’:〉 ἀπὸ Ἐλεῶνος τοῦ Ἐτεωνοῦ. b(BCE3E4) | |
2500b | Ariston. | Ὕλην: ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν, ἐν ἄλλοις δὲ συνεσταλμένως „Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). νῦν δὲ καλοῦνται Ὗλαι πληθυντικῶς. A | |
2500c | Ariston. | ex. | 〈ἠδ’ Ὕλην:〉 ἐξέτεινε τὸ υ διὰ τὸ μέτρον· b(BCE3) „Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). b(BCE3E4) | ἔστι δὲ καὶ Ὕλη ἑτέρα ἐν Λυδίᾳ· „Τμώλῳ ὕπο νιφόεντι, Ὕλης ἐν πίονι δήμῳ“ (Υ 385). b(BE3E4) | |
2.502 | Ariston. | πολυτρήρωνά τε Θίσβην: ὅτι Ζηνόδοτος γράφει „πο‐ λυτρήρωνά τε Μέσσην“. ἔστι δὲ ἡ Μέσση τῆς Λακωνικῆς, ἣν ἐν ἄλλοις (sc. φ 15) Μεσσήνην καλεῖ. A | |
2.503 | ex. | 〈Κορώνειαν ... Ἁλίαρτον:〉 Κόρωνος καὶ Ἁλίαρτος Θερσάνδρου τοῦ Σισύφου παῖδες, ἀφ’ ὧν ὠνομάσθησαν αἱ πόλεις. b (BCE3E4) | |
2504a | D | 〈Πλάταιαν:〉 ἀντὶ τοῦ Πλαταιάς, b(BCE3) ἀπὸ Πλάτης τῆς Ὀγχήστου θυγατρός. b(BCE3E4) | |
2504b | Hrd. | 〈Γλισαντ’:〉 ἡ συνήθεια προπερισπᾷ τὸ ὄνομα, ἡ δὲ ἱστορία προπαροξύνει. b(BCE3) | |
2.505 | ex. | 〈οἵ θ’ ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον:〉 πο‐ λίχνιον ἀνώνυμον· οὐ γὰρ εὔλογον στρατεύειν Θηβαίους, νεωστὶ ὑπ’ Ἀργείων πορθηθέντας. ἢ ὅτι νεωστὶ ἦν οἰκισθεῖσα· διό φησιν ἐϋκτί‐ μενον. b(BCE3E4) | |
2.506 | ex. | 〈Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήϊον ἀγλαὸν ἄλσος:〉 οὗτος Βοιωτοῦ παῖς, ὃς ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο ἱερόν. b(BCE3E4) | |
2507a | Ariston. | Ἄρνην ἔχον: ὅτι Ζηνόδοτος γράφει „Ἄσκρην ἔχον“. οὐ δύναται δὲ πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γάρ ἐστιν Ἡσίοδος λέγων· „Ἄσκρη χεῖμα κακή, θέρει ἀργαλέη“ (opp. 640)· ὥστε οὐδὲ πολύκαρπος λέγοιτο ἄν. A | |
2507b | ex. | 〈Ἄρνην ἔχον:〉 ἡ νῦν Χαιρώνεια. ἑτέρα δὲ ἡ Λεοντάρνη, ἡ ὑπὸ τὸν Ἑλικῶνα, ἀπὸ τοῦ αὐτόθι λέοντος. b(BCE3E4) | |
2.508 | D | ex. | 〈Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ’:〉 Νῖσα Βοιωτίας, οὐ Μεγαρίδος. ἔστι δὲ ἐν αὐτῇ Διονύσου ἐπιφανὲς ἱερόν. | Ἀνθηδὼν δὲ παρὰ τὰ ἄνθη ἢ Ἄνθιον τὸν Ποσειδῶνος. b(BCE3E4) ἔστι δὲ πα‐ ρὰ τὸν Εὔριπον. b(BCE3) | |
2.509 | ex. | 〈πεντήκοντα νέες:〉 ἀπὸ Φοινίκων εἰσί· καὶ Τῖφυς γὰρ Βοιωτὸς ὑπῆρχεν. b(BCE3) | |
2511a | Ariston. | Ὀρχομενὸν Μινύειον: ὅτι καὶ ἕτερος Ὀρχομενός ἐστιν Ἀρκαδικός. ἀλλ’ ὁ μὲν Βοιωτιακὸς Μινύειος καλεῖται, ὁ δὲ Ἀρκαδικὸς πολύμηλος (cf. Β 605), καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία. A | |
2511b | ex. | 〈Ὀρχομενὸν Μινύειον:〉 ἀπὸ Μινυοῦ τοῦ Σισύφου τοῦ Αἰόλου· ὁ γὰρ Ἀρκαδίας Ὀρχομενὸς πολύμηλος (cf. Β 605). b(BCE3) | |
2511c | ex. | 〈Ὀρχομενὸν Μινύειον:〉 Ὄλμος Πορφυρίων Ἀθάμας οἱ Σισύφου παῖδες πρὸς τὸν Ἑλικῶνα πόλιν ᾤκησαν, ἣν ὠνόμασαν Ὄλμιον. Ὄλμου δὲ υἱὸς Μινυός, ὃς ἀφ’ ἑαυτοῦ Μινύας αὐτοὺς ἐκάλε‐ σεν. τούτῳ παῖς ἦν Ὀρχομενός, ὃς τὴν πόλιν ἀφ’ ἑαυτοῦ ὠνόμασεν. | |
5 | b(BCE3) | ||
2.514 | Nic. | ὑπερώϊον εἲς ἀναβᾶσα: τὴν εἴς πρόθεσιν χωριστέον τοῦ ἀναβᾶσα· ἀναστροφὴ γάρ, εἰς ὑπερῷον ἀναβᾶσα. τὸ δὲ διάστημα οὐ πάνυ τι αἰσθητόν. A | |
D | ὑπερώϊον 〈εἰς〉αναβᾶσα: εἰς τὸ δίστεγον—αὐτὰς | ||
5 | εἶναι. A | ||
2.516 | Did. | τῶν δέ {τριήκοντα γλαφυραί}: κατὰ δοτικὴν „τοῖς δέ“ αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ „τοῖσι δ’ ἅμ’ ὀγδώκοντα“ (Β 568). καὶ τὸ ἑνικὸν „τῷ δ’ ἅμα τεσσαράκοντα“ (Β 534). A | |
2517a | Did. | D | {αὐτὰρ} Φωκήων: τὰ τοιαῦτα διχῶς ἐν ταῖς Ἀριστάρχου εὑρίσκομεν, καὶ διὰ τοῦ ει „Φωκείων“, καὶ διὰ τοῦ η Φωκήων. | τοὺς | |
δὲ Φωκεῖς—τῆς Ἀσωποῦ. A | |||
2517b | ex. | 〈Φωκήων:〉 Ὄρνυτος ὁ Σισύφου εἰς Ὑάμπολιν ἐλθὼν ἐπικουρῆσαι τοῖς αὐτόθι τοῖς Λοκροῖς πολεμοῦσι καὶ νικήσας, ἦρξε τῆς χώρας αὐτός· οὗ υἱὸς Φῶκος, ἀφ’ οὗ Φωκέας αὑτοὺς ὠνόμασαν, οὗ Ὀρνυτίων, οὗ Ναύβολος, οὗ Ἴφιτος, οὗ Σχεδίος. τὰ δὲ δυτικὰ τῆς | |
5 | Φωκίδος Ὀζόλαι καὶ Λοκροὶ οἰκοῦσιν. b(BCE3E4) | ||
2517c | Ariston. | Σχεδίος: ὅτι καὶ ἕτερος Σχεδίος ἐστὶ Φωκεύς, τῶν ἐπὶ μέρους ἡγεμών, καὶ ἀμφότεροι ὑφ’ Ἕκτορος ἀναιροῦνται (sc. Ο 515. Ρ 306). „ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον, / ἀρχὸν Φωκήων“ (Ο 515—6). ἡ δὲ ἀναφορὰ πρὸς τὰ 〈περὶ〉 Πυλαιμένους. A | |
2517d | ex. | 〈Σχεδίος:〉 δύο Σχεδίοι παρ’ Ὁμήρῳ, „Σχεδίον Περι‐ μήδεος υἱόν“ (Ο 515) καὶ „Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν“ (Ρ 306). b(BCE3E4) καὶ δύο Εὐρυβάται κήρυκες, ὁ μὲν Ἀγαμέμνο‐ νος (cf. Α 320), ὁ δὲ Ὀδυσσέως (cf. Β 184)· πάλιν τε δύο Εὐρυμέδον‐ | |
5 | τες, ὅ τε Ἀγαμέμνονος (cf. Δ 228) καὶ ὁ Νέστορος (cf. Θ 114. Λ 620) ἡνίοχος. b(BCE3) | ||
2.518 | Hrd. | υἱέες Ἰφίτου: τὴν μέσην συλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου διὰ τὸ μέτρον. ἐν ἑτέροις γοῦν φυλάσσομεν τὸν χρόνον· „Ἴφιτος Εὐρυτίδησ“ (φ 14). A | |
2519a | D | Ariston. | οἳ Κυπάρισσον ἔχον: ὠνομάσθη Κυπάρισσος ἀπὸ— —φυομένων κυπαρίσσων. | ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη. A | |
2519b | ex. | 〈Κυπάρισσον:〉 Κυπάρισσος ἡ νῦν Ἀπολλωνιάς, ἀπὸ Κυπαρίσσου τοῦ υἱοῦ Μινυοῦ. b(BCE3) | |
D | Πυθῶνά τε: καὶ αὕτη πόλις—περὶ ὧν ἐθέλουσιν. A | ||
2.520 | Ariston. | καὶ Πανοπῆα: ὅτι Ζηνόδοτος γράφει „καὶ Πανοπτέων“, ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθ’ Ὅμηρον σχηματίζων τὸ ὄνομα· ἔστι γὰρ Πανοπεύς ὡς Ἀχιλλεύς· „ὃς ἐν κλειτῷ Πανοπῆϊ“ (Ρ 307). A | |
D | D | Κρῖσα: πεδίον ἐν Λοκρίδι—Δηϊονέως. | Δαυλὶς δὲ | ||
5 | πόλις Φωκίδος—ἔλεγον οἱ ἀρχαῖοι. A | ||
D | Πανοπῆα: πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φωκοῦ. A | ||
2521a | ex. | 〈Ἀνεμώρειαν:〉 ἀνεμώδη καὶ δυσχείμερον, παρὰ τὸ κατ‐ αιγίζεσθαι ἀπὸ τοῦ Κατοπτευτηρίου. b(BCE3) | |
D | οἵ τ’ Ἀνεμώρειαν: αὕτη μεταξὺ κεῖται—αὐτὴν σφοδρῶς. A | ||
2521b | Hrd. | {καὶ} Ὑάμπολιν: οὕτως ἀνεγνώσθη ὡς φιλόπολις· ἓν γάρ ἐστιν. ἱστοροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ ς λέγειν Ὑσάμπο‐ λιν. A | |
2.522 | D | οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισσόν: οὗτοι Ἐπικηφίσιοι —καλλίρροον ὕδωρ (Hsd. fr. 70, 18 M.—W.) A | |
2523a | ex. | 〈Λίλαιαν:〉 τόπος παρὰ τὸν Παρνασσόν, ἀπὸ Λιλαίας τῆς Κηφισσοῦ θυγατρός, οὗ μέμνηται καὶ Ἡσίοδος (cf. fr. 70, 18). b (BCE3) | |
2523b | Hrd. | πηγῇς ἔπι Κηφισοῖο: Πτολεμαῖος (p. 42 B.) ἀναστρέφει καὶ Πάμφιλος, Ἀλεξίων (fr. 28 B.) συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν καὶ οὐκ ἀναστρέφει. Ἀρίσταρχος δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς | |
προθέσεις. A | |||
2523c | ex. | 〈πηγῇς ἔπι:〉 ἐπὶ ταῖς ἀκροχθίοις βρύσεσιν, αἳ καλοῦνται ποτάμιοι. τοῦτο δὲ τὸ ὄνομα μέτρῳ οὐχ ὑπόκειται. b(BCE3E4) | |
2.526 | ex. | 〈ἔμπλην:〉 ἐμπελάδην. δηλοῖ δὲ καὶ τὸ χωρίς· „ἔμπλην αἰ‐ γιαλοῦ τε καὶ ἄστεοσ“ (Call. h. 4, 73). b(BCE3E4) | |
2527-31 | Ariston. | | Λοκρῶν δ’ ἡγεμόνευεν 〈Ὀϊλῆος ταχὺς Αἴασ〉: | |
Nic. | ὅτι τινὲς τῶν νεωτέρων (cf. Hsd. fr. 235, 1) ἀνέγνωσαν χωρὶς τὸ ο, ὡς ἄρθρου ὄντος, εἶτα Ἰλῆος. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ὀϊλῆα. | τὸ δὲ ἑξῆς ἐστι Λοκρῶν 〈δὲ〉 (527) οἳ Κῦνον (531)· τὰ δὲ λοιπὰ διὰ μέ‐ | ||
5 | σου, ὧν ἡ διόρθωσις προείρηται (e. g. ad Β 488—92). A | ||
2.527 | D | Λοκρῶν νῦν μέμνηται—τῆς Ἰταλίας παροικεῖν. A | |
Hrd. | 〈Ὀϊλῆος:〉 ψιλωτέον· οὐ γάρ ἐστιν ἄρθρον. ὁ δὲ Ἡσίο‐ δος (fr. 235, 1 M.—W.) διχῶς. b(BCE3) | ||
2.528 | Ariston. | μείων, οὔτι τόσος γε 〈ὅσος Τελαμώνιος Αἴασ〉: ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν. ἀναγκαῖος δέ ἐστι· προδιασυνίστησι γὰρ ὅτι ἥττων ἐστὶ κατὰ τὸ μέγεθος τοῦ Τελαμωνίου. ἐκεῖνον μέντοι γε „μέγαν“ (Ρ 115, cf. Π 358) λέγει. A | |
2529-30 | Ariston. | ἀλλὰ πολὺ μείων〈—Ἀχαιούσ〉: ἀθετοῦνται | |
ἀμφότεροι, ὅτι προείρηκε „μείων, οὔτι τόσος γε“ (Β 528), καὶ πρὸς οὐδὲν διλογεῖ ἀλλὰ πολὺ μείων. καὶ οὐδὲ πολὺ λείπεται τοῦ ἑτέ‐ ρου. κακῶς δὲ καὶ τὸ λινοθώρηξ· οἱ γὰρ Ἕλληνες οὐκ ἐχρῶντο λι‐ | |||
5 | νοῖς θώραξι· διὰ παντὸς γὰρ χαλκοχίτωνας (cf. Α 371 al.) αὐτοὺς λέγει. καὶ Ἕλληνας οὐδέποτε εἴρηκεν, ἀλλ’ Ἀργείους (cf. Α 79 al.) ἢ Δαναούς (cf. Α 42 al.)· καὶ οὐδὲ Ἑλλάδα τὴν οἰκουμένην ὑπὸ Ἑλλή‐ νων, ἀλλὰ μίαν πόλιν Θεσσαλίας, ἧς τοὺς οἰκήτορας Ἕλληνας λέγει· „Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί“ (Β 684). A | ||
2532a | Ariston. | Βῆσσαν {τε}: ὅτι Ζηνόδοτος γράφει „Βῆσαν“ ἐν τῷ ἑνὶ ς, διὰ τὸ βήσ〈σ〉ας λέγεσθαι τῶν ὀρῶν τοὺς καθύγρους τόπους. ἔστι μέντοι προσηγορικά, ἅ τινων κύρια γίνεται, οἷον κυπάρισσος καὶ πόλεως ὄνομα (cf. Β 519). A | |
2532b1 | Hrd. (?) | Αὐγειάς: ὡς καλιάς· συνήθης γὰρ ἡ τοιαύτη ἀνάγνωσις {παρὰ} τῷ ποιητῇ Ἰωνικωτέρα οὖσα. A | |
2532b2 | ὡς „παρειάσ“ (Γ 35 al.)· ἡ γὰρ τοιαύτη ἀνάγνωσις Ἰωνικωτέρα οὖσα συνήθης Ὁμήρῳ ἐστίν. b(BCE3) | ||
2.535 | D | ἱερῆς Εὐβοίης: Εὔβοια νῆσος παρακειμένη—ἀπὸ | |
Εὐβοίας τῆς Ἀσωποῦ. A | |||
2536-41 | ex. | 〈οἳ δ’ Εὔβοιαν ἔχον—ἀρχὸς Ἀβάντων:〉 ἐπὶ μὲν τῶν ἄλλων „Βοιωτῶν μέν“ (Β 494), „αὐτὰρ Φωκήων“ (Β 517). ὧδε δέ, ἐπεὶ διαφόρως ὡς πρὸς τὴν πόλιν ὀνομάζονται, διαφο‐ ρὰν αὐτοῖς προσῆψεν· ἢ τὸ ὁμοειδὲς ἐκκλίνων τῆς φράσεως. γίνεται δὲ | |
5 | ἀπὸ μὲν Ἐρεχθέως Κέκροψ, οὗ Μητίων, ἀφ’ οὗ οἱ Μητιονίδαι, οὗ Χάλ‐ κων, οὗ Ἄβας, ὃς Ἄβαντας αὐτοὺς ἐκάλεσεν, οὗ Χαλκώδων, οὗ Ἐλε‐ φήνωρ. b(BCE3E4) | ||
2537a | ex. | Χαλκίδα: οὗτος ἀντικρύ ἐστιν Αὐλίδος παρὰ τὸν Εὔρι‐ πον ὁ τόπος. b(BCE3E4) | |
2537b | ex. | Εἰρέτριαν: καὶ αὕτη πέραν τοῦ Εὐρίπου. b(BCE3E4) | |
2537c | ex. | 〈Ἱστίαιαν:〉 αὕτη ἐστὶν ἡ νῦν Ὠρεὸς καλουμένη. b (BCE3E4) | |
2.538 | ex. | 〈Κήρινθόν τ’ ἔφαλον:〉 τούτου γὰρ τὰ θεμέλια ὑπὸ θα‐ λάσσης ἁλμίζεται. ἔστι δὲ περὶ τὴν παρὰ τὸ Αἰγαῖον πλευράν. b (BCE3E4) | |
2540-1 | D | 〈Ἐλεφήνωρ— / Χαλκωδοντιάδης: Χαλκώδον‐ τος παῖς Ἐλεφήνωρ. εἰ δέ, ὡς προείρηται (D ad Β 494—5), προλη‐ πτικῶς τὰ ὀνόματα ἐτίθουν οἱ παλαιοὶ τοῖς παισί, πεποίηται παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν τοὺς πολεμίους βλάπτοντα. A | |
2542-3 | Nic. | τῷ δ’ ἅμ’ Ἄβαντες 〈ἕποντο θοοὶ ὄπιθεν κομόων‐ τες / αἰχμηταί〉: βραχὺ διασταλτέον θοοί, κομόωντες, αἰχμη‐ | |
ταί· μᾶλλον γὰρ ἐμφαίνει ἕκαστον συμβεβηκὸς ἰδίᾳ λεγόμενον. A | |||
2.542 | Strab. | 〈ὄπιθεν κομόωντες:〉 Ἀρχέμαχος ὁ Εὐβοεὺς (F Gr Hist 424,9) φησὶ τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι· συνεχῶς δὲ τοῖς ἀστυ‐ γείτοσι ἐπολέμουν. ἐπεὶ δὲ οἱ πολέμιοι τῆς κόμης ἁπτόμενοι κατέσπων αὐτούς, ὀπισθοκόμους γενέσθαι φησί, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ | |
5 | καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναί φησιν. b(BCE3E4) | ||
D | ὄπιθεν κομόωντες: τὰ ὀπίσω μέρη—τρίχας βα‐ θείας ἔχειν. A | ||
2.543 | ex. | αἰχμηταί: καὶ ὁ χρησμὸς περὶ αὐτῶν οὕτως· „ἄνδρες δου‐ ρίμαχοι ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσησ“ (cf. fr. 1, 3 P.—W.). ἦν δὲ παρ’ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν. A b (BCE3E4) | |
D | ὀρεκτῇσι μελίῃσι: τοῖς ἐκ χειρῶν—ἐκ χειρὸς πα‐ | ||
5 | τάξαι. A | ||
2.546 | D | οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον: Ἀθήνας νῦν κέκληκε—κα‐ ταταγῆναι. A | |
2.547 | D | δῆμον Ἐρεχθῆος: Ἐρεχθέως τοῦ βασιλέως—ἱστορεῖ Καλλίμαχος (cf. fr. 260, 19). A | |
2547-9 | ex. | 〈ὅν ποτ’ Ἀθήνη / —ἐν πίονι νηῷ:〉 ἐξαίρει τὴν χώραν τῇ γενέσει, τῇ ἀνατροφῇ, τῇ τῆς βασιλείας μεγαλειότητι. b (BCE3) | |
2548a1 | ex. | ζείδωρος ἄρουρα: τοῦτο ὡς κύριον ἔλαβεν ἐπὶ τῆς Ἀττικῆς· ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός· διὸ νῦν πρῶτον τῷ ἐπι‐ | |
θέτῳ ἐχρήσατο. A | |||
2548a2 | κυρίως ἐπὶ Ἀττικῆς τὸ ζείδωρος· δοκεῖ γὰρ ἐκεῖσε πρῶ‐ τον ἀναδοθῆναι καρπός· διὸ νῦν ὡς ἐπιθέτῳ ἐχρήσατο αὐτῷ. b (BCE3E4) | ||
2.550 | ex. | 〈ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται:〉 ἡ θεὸς γὰρ ἔχρησε τοῦτον τιμᾶν. θήλεα δὲ τῇ Ἀθηνᾷ θύουσι· διὸ τὸ μίν οὐκ ἐπ’ αὐτῆς. b(BCE3E4) | |
2.552 | Hrd. raq. | 〈Πετεῶο:〉 Πετεώ. πλεονασμὸς γάρ ἐστι τοῦ ο, ὡς Ἡρω‐ διανός (2,198,25). b(BCE3) | |
2553a | Ariston. | τῷ δ’ οὔ πώ τις ὁμοῖος: ὅτι Ζηνόδοτος ἀπὸ τούτου τρεῖς στίχους (sc. 553—5) ἠθέτηκεν, μήποτε διότι διὰ τῶν ἐπὶ μέρους οὐδέποτε αὐτὸν διατάσσοντα συνέστησεν. πολλὰ μέντοι Ὅμηρος κεφαλαιωδῶς συνίστησιν, αὐτὰ τὰ ἔργα παραλιπών, ὡς τὴν Μαχάο‐ | |
5 | νος ἀριστείαν· „παῦσεν ἀριστεύοντα μάχασ“ (Λ 506). A | ||
2553b | ex. | 〈τῷ δ’ οὔ πώ τις ὁμοῖος:〉 τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ μὴ εὐδοκιμήσει ἐν ταῖς μάχαις. b(BCE3) | |
2.554 | ex. | 〈κοσμῆσαι:〉 πρῶτος κόσμον πολέμου τὴν παράταξιν ὠνό‐ μασεν. b(BCE3) | |
2.555 | ex. | 〈ὁ γὰρ προγενέστερος ἦεν:〉 καὶ οὗτος, φησίν, οὐκ ἐκ πείρας, ἀλλ’ ἐξ ἡλικίας. b(BCE3E4) | |
2557a1 | Hrd. | {αἴας δ’ ἐκ σαλαμῖνος ἄγεν} δυοκαίδεκα: Πάμφιλος τρία ποιεῖ καὶ κατὰ παράθεσιν ἀναγινώσκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ σύν‐ θεσιν ἀνάγνωσις τὴν ποιητικὴν χρῆσιν, ἥτις τὰ κατὰ παράθεσιν πολ‐ | |
λάκις ἑνοῖ, ὡς τὸ „πασιμέλουσα“ (μ 70) καὶ τὰ τοιαῦτα. A | |||
2557a2 | τὸ δυοκαίδεκα ὑφ’ ἓν ἀναγνωστέον. καὶ ἔστι ποιητικὴ ἡ χρῆσις. b(BCE3) | ||
2.558 | ex. (Did. ?) | 〈στῆσε δ’ ἄγων, ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες:〉 γράφει δὲ καὶ τὸν Σόλωνος λόγον, ὥς τινες, παραλόγως, τὸ ἵν’ Ἀθη‐ ναίων ἵσταντο· ἐν γὰρ τῇ πρώτῃ οὐκ †εἶχε ποιήσει† τοῦτο, ἀλλ’ ἡ ἀκολουθία οὕτως, „οἳ δ’ Ἄργος 〈τ’〉 εἶχον“ (Β 559). b(BCE3) | |
2.559 | ex. | 〈οἳ δ’ Ἄργος τ’ εἶχον:〉 ἀπὸ Ἄργου τοῦ Διὸς καὶ Νιόβης τῆς Φορωνέως. διὰ δὲ τὸ πρῶτον ᾠκίσθαι πρότερον ἐτάχθη τῶν ὑπὸ Ἀγαμέμνονα. ἀφ’ οὗ καὶ πάντας Ἕλληνας Ἀργείους καλεῖ. b(BCE3) | |
2561a | D | 〈Τροιζῆν’:〉 ἀπὸ Τροιζῆνος τοῦ Πέλοπος. b(BCE3) | |
2561b | ex. | 〈Ἠϊόνας: ***〉 λέγουσι δὲ τὴν Καλαυρίαν εἶναι. b (BCE3) | |
2.562 | ex. | 〈οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε:〉 Αἴγινα πλησίον Ἐπι‐ δαύρου. ὁ δὲ Μάσης ἐπίνειον Ἀργείων. ἐκτέταται δὲ διὰ τὸ μέτρον. b(BCE3) | |
2.564 | ex. | 〈Σθένελος:〉 Προίτου Μεγαπένθης, οὗ Ἀναξαγόρας, οὗ Ἱππόνους, οὗ Καπανεύς, οὗ Σθένελος. b(BCE3) | |
2.565 | ex. | 〈Εὐρύαλος:〉 Βίαντος Περιάλκης, οὗ Ταλαός, οὗ Μηκιστεύς, οὗ Εὐρύαλος. b(BCE3) | |
D | ἰσόθεος φώς: τὸ φώς ὀξυτονούμενον—Λυκάονος ἕνδεκα δίφροι (Ε 193). A | ||
2.566 | ex. | 〈Ταλαϊονίδαο:〉 ἀπὸ τοῦ Ταλαΐων ἐστὶν ἡ κλίσις. ἢ κατὰ πλεονασμόν ἐστι τοῦ ονι. b(BCE3) | |
2.567 | ex. | 〈ΣΥΜΠΑΝΤΩΝ δ’ ἡγεῖτο:〉 ὡς ἄριστος. ἢ κατὰ τὸν τῶν Φαιάκων νόμον· „τρισκαιδέκατος δ’ ἐγὼ αὐτόσ“ (θ 391). b(BCE3) | |
2.569 | ex. | 〈οἳ δὲ Μυκήνας εἶχον:〉 Μυκηνῶν ἦρχεν Εὐρυσθεύς. ἐπεὶ δὲ συμβαλὼν Ἀθηναίοις ἐτελεύτα, ἱστῶσιν Ἀτρέα αὐτόθι διάγοντα, | |
ἅμα Θυέστῃ ἐπὶ τῷ φόνῳ Χρυσίππου φυγόντα. b(BCE3) | |||
2570a1 | ex. | Ariston. | ἀφνειόν τε Κόρινθον: ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ Θουκυδίδην (cf. 1, 13, 5) ἡ Κόρινθος. | ἡ διπλῆ δέ, ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον· ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λό‐ γον, Ἔφυραν λέγει· „ἔστι πόλις Ἐφύρη“ (Ζ 152). A | |
2570a2 | ἐμπόριον γὰρ ἦν τῆς Ἑλλάδος κατὰ Θουκυδίδην. | ἡνίκα δὲ ἡρωϊκόν ἐστι τὸ λαλοῦν πρόσωπον, „Ἐφύρην“ αὐτὴν καλεῖ. b (BCE3) | ||
2.571 | Ariston. | Ἀραιθυρέην: ὅτι Ζηνόδοτος γράφει „Παραιθυρέην“. οὐκ ἐπίσταται δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην. A | |
2.572 | ex. | 〈Ἄδρηστος:〉 ἐκπεσὼν γὰρ Ἄργους παρὰ Πολύβῳ τῷ μητροπάτορι ᾤκει, καὶ ὑπέταξεν αὐτοὺς οὐκ εἰωθότας ἄρχεσθαι. b (BCE3) | |
2.574 | D | x | D | Πελλήνην τ’ εἶχον: διαφέρει Πελλήνη Παλλήνης· Παλλήνη 〈μὲν〉 γὰρ πόλις Θρᾴκης. | Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς. | Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαΐας, ἥ ἐστι Πελοπόννησος. A | |
2.575 | D | Αἰγιαλόν τ’ ἀνὰ πάντα: οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία —μέχρι Ἤλιδος. A | |
2.576 | Ariston. | τῶν ἑκατὸν νηῶν 〈ἦρχε〉: ὅτι τὸ τῶν οὐχ ὡς ἄρθρον παρ‐ είληπται, ἀλλ’ ἀντὶ ἀντωνυμίας τῆς τούτων, καὶ παραλέλειπται ἡ ἔκ πρόθεσις, ἵν’ ᾖ ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν. A | |
2579-80a | Ariston. | κυδιόων ὅτι πᾶσι〈—λαούσ〉: ὅτι Ζηνόδο‐ τος ἀμφοτέρους ἠθέτηκεν, ἐπεὶ διὰ τῶν ἑξῆς (sc. Β 768) ἄριστος ὁ Αἴας λέγεται. ἐν διαφόροις δὲ πράγμασίν εἰσιν οὗτοι ἄριστοι, ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῇ κατὰ πόλεμον ἀρετῇ. A | |
2579-80b | ex. | 〈κυδιόων—λαούς:〉 οὐ τοῖς οἰκείοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις, ἵνα καὶ τὸ οὕνεκ’ ἄριστος ἔην (580) ἔχῃ αἰτίαν. διέπρεπε δὲ κάλλει καὶ μεγέθει. κυδιᾷ δὲ οὐκ ἐπὶ πλούτῳ, ἀλλ’ ἐπ’ ἀρετῇ. b(BCE3E4) | |
2.579 | Did. | πᾶσιν δέ: οὕτως ἡ ἑτέρα τῶν Ἀρισταρχείων, καὶ ἔστι χα‐ ριεστέρα· „ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκόν / κυδιόων· πᾶσι〈ν〉 δὲ μετέπρεπεν ἡρώεσσιν, / οὕνεκ’ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούσ“ (Β 578—80)· ἡ γὰρ αἰτία τοῦ διαπρέπειν διὰ τοῦ ἑξῆς | |
5 | ἀποδίδοται, „οὕνεκ’ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούσ“ (Β | ||
580). ὁμοίως δὲ καὶ Ζηνόδοτος γράφει. A | |||
2581-6 | ex. | 〈οἳ δ’ εἶχον κοίλην Λακεδαίμονα—βοὴν ἀγαθὸς Μενέλαος:〉 Οἴβαλος ὁ Περιήρους ἦρχε Λακεδαιμονίων, οὗ Τυνδάρεως Ἰκάριος Ἀρήνη καὶ νόθος Ἱπποκόων, ὃς συμφρασάμενος Ἰκαρίῳ τὸν Τυνδάρεων ἀπελαύνει, καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. | |
5 | Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας κατὰ χρησμὸν ἐξέρχεται. Λικυμνίου δὲ †τοῦ υἱωνοῦ αὐτοῦ† προελθόντος ἐπὶ θέαν Λακεδαίμονος, ἀναιροῦσιν αὐτὸν οἱ Ἱπποκοωντίδαι θανάτου κυνὸς ἕνεκα. ἐφ’ οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς τὴν ἀρχὴν Τυνδάρεῳ δίδωσι καὶ τοῖς παισί, Κάστορι καὶ Πολυδεύκει. ὧν | ||
10 | μὴ στρατευσάντων (cf. Γ 239—44) Μενέλαος ἄρχει. κοίλην (581) δέ, ὅτι περιέχεται ὑπὸ Ταϋγέτου καὶ Παρθενίου. b(BCE3E4) | ||
2.581 | D | κοίλην Λακεδαίμονα: τὴν ὑπὸ ὀρῶν—τὴν δὲ πόλιν Σπάρτην καλοῦσιν. A | |
D | κητώεσσαν: μεγάλην, παρὰ τὸ κῆτος—ζῴων. A | ||
2582a | Ariston. | Μέσσην: ὅτι Μέσσην τὴν ἐπὶ τῆς Λακωνικῆς Μεσσήνην λέγει, συγκόψας τοὔνομα. A | |
2582b | ex. | Μέσσην: τὴν Μεσ〈σ〉ήνην λέγει· b(BCE3E4) ὅτι γὰρ | |
ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδεν, δῆλον ἐξ ὧν φησι „δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε. / τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν“ (φ 13 et 15). A b (BCE3E4) | |||
2.585 | D (?) | Hrd. | Hrd. καθ. | οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον: ὁ ποιητὴς διεῖλεν· μονο‐ συλλάβως γὰρ λέγεται Λᾶς. | Οἴτυλον δὲ ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. κακῶς δὲ Τυραννίων (fr. 8 P.), οἰό‐ μενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτά‐ | |
5 | νων καὶ παρὰ τὴν ἱστορίαν, εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης (FGr Hist 3, 168)· „τοῦ δὲ γίνεται Ἀμφ〈ι〉άναξ, τοῦ δ’ Οἴτυλος, ἀφ’ οὗ ἡ πό‐ λις ἡ ἐν Σπάρτῃ καλεῖται“. | τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Προσῳ‐ δίᾳ τῷ Ἡρωδιανῷ (1,163,19) περὶ τῆς ἀναγνώσεως τῆς Τυραννίω‐ νος. A | ||
2.588 | ex. | Hrd. (?) | 〈προθυμίῃσι πεποιθώς:〉 βασιλεὺς ὢν ἑαυτὸν αὐτὸς διατάττει. | ἐξέτεινε δὲ τὴν μι διὰ τὸ μέτρον. b(BCE3) | |
2.591 | ex. | 〈οἳ δὲ Πύλον τ’ ἐνέμοντο:〉 ἐξ Αἰόλου Κρηθεύς, ὃς Ἰωλκὸν κατέσχε Πελασγοὺς ἐκβαλών. τούτου δὲ οἱ παῖδες Πελίας μὲν ἅμα Ἰάσονι Ἰωλκὸν ᾤκουν, Νηλεὺς 〈δὲ〉 Πύλον σὺν Ἀμυθάονι, Φέρης δὲ | |
Φεράς. τρεῖς δὲ Πύλοι εἰσίν, Μεσ〈σ〉ηνίας Τριφυλίας Ἀρκαδίας. b(BCE3) | |||
2592a | Ariston. | καὶ Θρύον {ἀλφειοῖο}: ὅτι Θρύον εἶπεν τὴν ἐν ἄλλοις Θρυόεσσαν· „ἔστι δέ τις Θρυόεσσα πόλισ“ (Λ 711). A | |
2592b | Hrd. | Hrd. | καὶ ἐΰκτιτον Αἰπύ: Ἀρίσταρχος ὡς „ὀξύ“ (Α 190 al.)· | |
καθ. | Hrd. | συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος (FGrHist 244, 176). Φερεκύδης δὲ ὁ Ἀθηναῖος (FGrHis 3, 169) τὸ μὲν Ἐΰκτιτον κύριον ὄνομα παρέλαβεν, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ | ||
5 | μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ Αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις (Λ 711) εἴρηκεν· „ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη“, ὃ νῦν εἴρηκεν Αἰπύ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δὲ (p. 42 B.) φησὶ μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς, | ||
10 | „Ἕλοσ“ (Β 584. 594), „Αἰγιαλόσ“ (cf. Β 575. 855). χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς υ μονογενῆ οὐδέτερα βαρύνεται, „πῶϋ“ (Γ 198 al.), „μέθυ“ (Η 471 al.). ταῦτα ἐν τῇ Προσῳδίᾳ (2,35,22). | καὶ ἐν τῇ Καθόλου (1,354, 24) δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. | ἐν μέντοι τῇ Ζ (422) τῆς Ἰλιάδος | ||
15 | διαλαμβάνων περὶ τοῦ ἰῷ, „οἱ μὲν πάντες ἰῷ κίον ἤματι“, φανερῶς λέγει ὅτι Ἀρίσταρχος ὀξύνει τὸ Αἰπύ, καὶ ἐπείσθη αὐτῷ ἡ πλείων χρῆσις. A | ||
2592c | Hrd. | ex. | D | 〈Αἶπυ:〉 τοῦτο κύριόν ἐστι, περὶ ἧς φησι „πόλις αἰ‐ πεῖα κολώνη“ (Λ 711). Ἡρωδιανὸς δὲ ἀναλογωτέραν φησὶ τὴν βαρεῖαν εἶναι τάσιν. | ἴσως δὲ ἀπὸ τοῦ Αἰπύτου. κατὰ ταύτην δὲ τὴν πόλιν ποσὶ περατός ἐστιν ὁ Ἀλφειός, κἂν σφόδρα ῥυῇ. b(BCE3) | | |
5 | βαρυτόνως λεκτέον τὸ Αἶπυ· ὄνομα γάρ ἐστι πόλεως. τὸ δὲ ὀξυτο‐ | ||
νούμενον ἐπίθετόν ἐστι καὶ σημαίνει τὸ ὑψηλόν. b(BE3) | |||
2.595 | ex. | 〈Θάμυριν:〉 Θρᾷξ ἐστι, Φιλάμμονος υἱός. ἑαυτῷ δὲ ὥρισε τῆς μὲν ἥττης τὴν πήρωσιν πρόστιμον, τῆς δὲ νίκης γάμον μιᾶς τῶν Μουσῶν. b(BCE3) φασὶ δὲ αὐτὸν τῶν ὀφθαλμῶν τὸν μὲν γλαυκὸν ἔχειν, τὸν δὲ μέλανα. τότε δὲ τελείως τὸν ἕτερον ἀπώλεσεν. b(BCE3E4) | |
5 | D | ἀντόμεναι Θάμυριν: οὗτος παῖς ἦν—καὶ τοῦ νοῦ ἐστέρησαν. A | |
2596-600 | ex. | ex. | 〈Οἰχαλίηθεν ... Οἰχαλιῆος· στεῦτο γὰρ —κιθαριστύν:〉 πιθανῶς τῷ ὁμ〈οι〉οτρόπῳ ἐνδιατρίβει. | διδάσκει οὖν μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας. b(BCE3E4) | |
2.596 | Ariston. | Οἰχαλίηθεν {ἰόντα}: ὅτι Θεσσαλίας ἡ Οἰχαλία καθ’ Ὅμη‐ ρον. οἱ δὲ νεώτεροι ἐπ’ Εὐβοίας πεποιήκασιν. A | |
2.597 | Ariston. | στεῦτο γὰρ εὐχόμενος 〈νικησέμεν, εἴπερ ἂν αὐταί〉: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, οὐκ ἐπὶ τῆς τῶν ποδῶν στάσεως, ὡς ἐν τοῖς κατὰ τὴν Νέκυιαν ἠθετημένοις „στεῦτο δὲ διψάων“ (λ 584). καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντὶ τοῦ εἰ καὶ αὐταί. A | |
2599a | Ariston. | πηρὸν θέσαν: ὅτι πηρόν οὐ τυφλὸν †ἀπεδέξαντο οἱ | |
νεώτεροι, ἀλλὰ τῆς ᾠδῆς πηρόν· τί γὰρ ἦν αὐτῷ βλαβερὸν κιθαρῳδῷ ὄντι, εἰ τῶν ὀφθαλμῶν ἐστηρήθη; μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγέ‐ νετο τῇ φωνασκίᾳ. τόν γε δή τοι Δημόδοκον ἡ Μοῦσα „ὀφθαλμῶν | |||
5 | μὲν ἄμερσε, δίδου δ’ †ἰδίαν† ἀοιδήν“ (θ 64). A | ||
2599b | Hrd. | πηρόν {θέσαν}: ὡς χρηστὸν κατ’ ὀξεῖαν τάσιν παρὰ τῷ ποιητῇ. παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον. ὑγιεστέρα δὲ ἡ πα‐ ρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον „πη‐ | |
5 | όσ“ (θ 581), πηλός. οὕτως καὶ πηρός. A | ||
2599c | Hrd. | ex. | 〈πηρὸν θέσαν:〉 ὁ μὲν ποιητὴς ὀξυτόνως. οἱ δὲ Ἀττι‐ κοὶ ὡς τὸ λῆρος. | οὐδὲν δὲ ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς μόνον ἄγουσα ὄγκον. b(BCE3) | |
2.600 | ex. | ἀφέλοντο καὶ ἐκλέλαθον: ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλον‐ το, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν ἄλλως, ἀλλ’ ἐπιλήθεται. A b (BCE3E4) | |
2603-9 | ex. | ex. | οἳ δ’ ἔχον Ἀρκαδίην〈—Ἀγαπήνωρ〉: Ἀρκαδία ἀπὸ Ἀρκάδος τοῦ Διός, οὗ Ἀμφιδάμας, οὗ Λυκοῦργος, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. A b (BCE3) | ὡς ἐπισήμων δὲ ὄντων, ἐκ τάφου καὶ ὄρους ἐσήμανε τὴν χώραν. b(BCE3) | |
2.603 | D | 〈Κυλλήνης:〉 Κυλλήνη ὄρος ὑφηλὸν—τὸν θεόν φασιν. A | |
2.605 | Ariston. | καὶ Ὀρχομενὸν πολύμηλον: πρὸς τὴν ὁμωνυμίαν τοῦ | |
Ὀρχομενοῦ, ὅτι τῷ ἐπιθέτῳ διέσταλκεν. A | |||
2.608 | Hrd. | 〈Στύμφηλον:〉 ὡς Εὔμηλον (cf. Β 714 al.)· ἴδιον γάρ. Aint | |
2.612 | Ariston. | αὐτὸς γάρ σφιν: ἀπὸ τούτου ἕως τοῦ „Ἀτρεΐδης, ἐπεὶ οὔ σφι“ (Β 614) Ζηνόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰ‐ σιν· παριστόρηται γὰρ δι’ αὐτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγα‐ μέμνων, „ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει“ (Β 614). A | |
2612-4 | ex. | αὐτὸς γάρ σφιν〈—μεμήλει〉: ἐπεὶ μεσογείους ὄντας εἰς Ἴλιον ἤγαγε, λύει τὸ ζήτημα, πόθεν εἶχον ναῦς. A b (BCE3) | |
2615-7 | ex. | οἳ δ’ ἄρα Βουπράσιον〈—ἐντὸς ἐέργει〉: Βουπράσιον πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτὴν περιγράφει, μὴ θέλων πάλιν τὰ κατὰ μέρος λεπτολογεῖν. A b (BCE3) | |
2.616 | D | Ariston. | ὅσσον ἐφ’ Ὑρμίνη: ἐφ’ ὅσον ἥ τε Ὑρμίνη—οἱ Ἠλεῖοι ἐβασίλευον. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος σὺν τῷ ι γράφει. γίνεται δὲ ἀκατάλληλος ὁ λόγος. A | |
2.618 | ex. | 〈δέκα δ’ ἀνδρὶ ἑκάστῳ:〉 ἔδειξε τὴν διαίρεσιν τῆς ἀρχῆς, μὴ εἰπών, ὡς ἐπὶ τῶν ἄλλων, „τοῖς δ’ ἅμα τεσσαράκοντα“ | |
(cf. Β 524). b(BCE3) | |||
2.619 | ex. | 〈Ἐπειοί:〉 διῃρημένως πρὸς τὴν πόλιν ὀνομάζονται, ὡς 〈οἱ〉 Ἄβαντες (cf. Β 536. 542). b(BCE3) | |
2.621 | Ariston. | υἷες ὁ μὲν Κτεάτου, 〈ὁ δ’ ἄρ’ Εὐρύτου, Ἀκτο‐ ρίωνε〉: ὅτι παρὰ τὸ ἠθισμένον πρὸς τὸ πρότερον ἀπήντηκεν· ἔστι γὰρ ὁ προκατειρημένος „Ἀμφίμαχοσ“ (Β 620) Κτεάτου υἱός, ὁ δὲ „Θάλπιοσ“ (ib.) Εὐρύτου. καὶ ὅτι οὕτως εἴρηκεν Ἀκτορίωνε, | |
5 | δέον Ἀκτοριώνων. A | ||
2625a | Ariston. | οἳ δ’ ἐκ Δουλιχίοιο 〈Ἐχινάων θ’ ἱεράων〉: ὅτι οὐχ ὡς κεχωρισμένου Δουλιχίου τῶν Ἐχινά〈δ〉ων οὕτως εἴρηκεν, ἀλλ’ ἀντὶ τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων. καὶ ὅτι ἀπό του Ἐχίνου εἴρηκεν Ἐχινάων. A | |
2625b | ex. | 〈Δουλιχίοιο:〉 μία τῶν Ἐχινάδων τὸ Δουλίχιον. ὅτι δὲ πλησίον Πελοποννήσου, δηλοῖ Τηλέμαχος πρὸς Νέστορα ἀπιών | |
(cf. γ 4—5). b(BCE3) | |||
2626a1 | Ariston. | 〈αἳ ναίουσι:〉 ὅτι Ζηνόδοτος γράφει „οἳ ναίουσι“, ἐπὶ τῶν ἀνδρῶν. οὐ νοεῖ δὲ ὅτι ἀντὶ τοῦ ναίονται. Aim | |
2626a2 | ἀντὶ τοῦ ναίονται, ὡς τὸ „νῆσοι / πολλαὶ ναιετάουσι 〈μάλα〉 σχεδὸν ἀλλήλῃσιν“ (ι 22—3). b(BCE3) | ||
2629a | Ariston. | ὅς ποτε Δουλίχιον 〈δ’ ἀπενάσσατο πατρὶ χολωθείσ〉: πρὸς τὴν ἀμφιβολίαν, πότερον ὁ Μέγης ἀπῴκησεν ἢ ὁ Φυλεύς, ὃ καὶ 〈Ὁ〉μηρικώτερον· Ὅμηρος γὰρ ἀεὶ πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ. A | |
2629b | ex. | 〈ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ χολωθείς:〉 διδάσκει ὡς ἀνηκέστου διαφορᾶς τῶν οἰκείων κρείσσων ὁ χωρισμός. b(BCE3E4) | |
D | Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας. αἱ δὲ Ἐχινάδες | ||
5 | —καλοῦνται Ἐπειοί. A | ||
D | πατρὶ χολωθείς: ὃς εἰς τὸ Δουλίχιον—ἡ ἱστο‐ ρία καὶ παρὰ Καλλιμάχῳ (fr. 77). A | ||
2.631 | ex. | 〈Κεφαλλῆνας:〉 ἡ Κεφαλληνία παράκειται ταῖς Ἐχινάσι· Κέφαλος γὰρ ὁ Δηΐονος, φεύγων ἐκ Φωκίδος διὰ τὸν τῆς γυναικὸς ἀκούσιον φόνον ᾤκει ἐν Θήβαις. συστρατεύσας δὲ Ἀμφιτρύωνι καὶ ταύτην γέρας λαβὼν οὕτως ἀφ’ ἑαυτοῦ ὠνόμασεν. ἐκ τούτου Κιλλεύς, | |
5 | οὗ Ἀρκείσιος, οὗ Λαέρτης. b(BCE3) | ||
2.634 | Ariston. | ex. | ἠδ’ οἳ Σάμον ἀμφενέμοντο: ὅτι Ζηνόδοτος γράφει „ἠδ’ οἳ Σάμην 〈ἐνέμοντο〉“, καὶ ἄμετρον ποιῶν καὶ ἀγνοῶν ὅτι κατὰ τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς η λήγοντα· „μεσσηγὺς Τενέδοιο Σάμοιό τε“ (cf. Ν 33 et δ 845)· οὐ γὰρ εἶπε Σάμης τε. | φρούριον | |
5 | δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος, ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον. A | ||
2.637 | ex. (?) | μιλτοπάρῃοι: ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις τῇ ζωγραφι‐ κῇ ἐπιπολάσασα ἦν. αἱ δὲ νῆες Ὀδυσσέως ἐξηλλαγμέναι, ὅπως ὀλί‐ γαι οὖσαι κἂν διὰ τῆς χρίσεως τὸ ἐπίσημον ἔχωσι, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν | |
5 | ἄλλων ἔταξαν, A b (BCE3E4) καὶ τὴν ἀγορὴν ἐκεῖσε ἐποίησαν. A | ||
2.641 | Ariston. | οὐ γὰρ ἔτ’ Οἰνῆος: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν, ἴσως ὑποπτεύσας τὸν Μελέαγρον κεχωρίσθαι τῶν Οἰνέως παίδων. εἴρηται δὲ ἐξ ὀνόματος κατ’ ἐξοχήν, καθάπερ ἐπὶ τοῦ „Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1)· καὶ γὰρ ὁ Ἕκτωρ Τρὼς ἦν. A | |
2641-2 | ex. | 〈οὐ γὰρ ἔτ’ Οἰνῆος—Μελέαγρος:〉 ἄστατος ἡ τύχη, ὅταν μάλιστα δι’ ἀσέβειάν τινες πορθοῖντο. προαπώλοντο δὲ Μελεάγρου οὗτοι. b(BCE3E4) | |
2642a | Nic. | οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, 〈θάνε δὲ ξανθὸς Μελέα‐ γροσ〉: ἐὰν στίζωμεν ἐπὶ τὸ ἔην, ἔσται τὸ αὐτός ἐπὶ τοῦ Οἰνέως· ἐὰν δὲ βραχὺ διαστέλλωμεν, ὅλος ὁ στίχος ἐπὶ τοῦ Μελεάγρου, καὶ τὰ ἑξῆς, οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην ξανθὸς Μελέαγρος, θάνε δέ. A | |
2642b | ex. | 〈θάνε δὲ ξανθὸς Μελέαγρος:〉 διὰ τὸ προὔχειν αὐτὸν τῶν ἀδελφῶν καὶ ἰδίᾳ παρ’ αὐτοὺς ἔταξεν. b(BCE3) | |
2.643 | ex. (?) | 〈τῷ:〉 ἐπὶ τοῦ Θόαντος (cf. Β 638), ἵν’ ᾖ τούτῳ. Aint | |
2645-80 | ex. | 〈Κρητῶν δ’ Ἰδομενεὺς—γλαφυραὶ νέες ἐστιχόωντο:〉 ἀκολούθως ἐπὶ τὴν πρὸς ἀνατολὰς τοῦ Ἰσθμοῦ θάλασσαν μέτεισι καὶ τὰς νήσους αὐτῆς ὀνομάζει. b(BCE3) | |
2.647 | Hrd. | 〈Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον:〉 πᾶσαι ἐν τῇ ἀρχούσῃ τὸν τόνον ἔχουσι. „Λυκαστόν“ δέ τινές φασιν, οὐκ ὀρθῶς. b(BCE3) | |
2648a | Hrd. | Φαιστόν: ὡς „πιστόν“ (Ο 331 al.), ὀξυτόνως· βαρυνό‐ μενον γὰρ ἐπὶ τοῦ ἥρωος τίθεται, „Ἰδομενεὺς δ’ ἄρα Φαῖστον“ (Ε 43). A | |
2648b | Hrd. | Ῥύτιον: προπαροξυτόνως ὡς στάδιον. οὐκ εὖ δὲ Τυραν‐ νίων (fr. 9 P.) παροξύνει αὐτὸ ὡς „πεδίον“ (Β 465 al.)· οὔτε γὰρ ὑποκοριστικὸν οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο καθότι τρί‐ | |
βραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ „Θρόνιον“ (Β 533). A | |||
2.649 | Ariston. | ἄλλοι θ’ οἳ Κρήτην 〈ἑκατόμπολιν ἀμφενέμοντο〉: πρὸς τοὺς Χωρίζοντας (fr. 2 K.), ὅτι νῦν μὲν ἑκατόμπολιν τὴν Κρήτην, ἐν Ὀδυσσείᾳ (cf. τ 174) δὲ ἐνενηκοντάπολιν. ἤτοι οὖν ἑκατόμπολιν ἀντὶ τοῦ πολύπολιν, ἢ ἐπὶ τὸν σύνεγγυς καὶ ἀπαρτί‐ | |
5 | ζοντα ἀριθμὸν κατενήνεκται νῦν, ἐν Ὀδυσσείᾳ δὲ τὸ ἀκριβὲς ἐξενή‐ νοχεν, ὡς παρὰ Σοφοκλεῖ (fr. 813 N.2 = 899 P. = 899 R.). τινὲς δέ †φασι πυλαιμένη† τὸν Λακεδαιμόνιον δεκάπολιν κτίσαι. A | ||
2.654 | ex. (Ariston. ?) | 〈ἀγερώχων:〉 ἄγαν γέρας ἐχόντων, ἐντίμων. b(BCE3) | |
2.655 | Hrd. | τρίχα: τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰς ως λήγοντα ἐπιρ‐ ρήματα, εἰ ἔχοι παρακείμενα εἰς α λήγοντα μὴ συνεμπίπτοντα ὀνόμασι, πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς „σάφα“ (Β 192 al.)· ὅθεν εἰ τριχῶς, τρίχα. A | |
2.658 | Ariston. | Ἡρακληείῃ: ὅτι Ζηνόδοτος γράφει „Ἡρακλεΐῃ“, καὶ ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα· ἀπὸ γὰρ τοῦ Ἡρακλῆος Ἡρακληείῃ ἐκπίπτει. A | |
2.659 | Ariston. | τὴν ἄγετ’ ἐξ Ἐφύρης 〈ποταμοῦ ἄπο Σελλήεν‐ τοσ〉: ὅτι ἡ Ἔφυρα αὕτη ἑτέρα ἐστὶ τῆς Κορίνθου, τῆς Θεσπρωτίας οὖσα· καὶ ὅτι σὺν τῷ ς Σελλήεντα τὸν ποταμὸν λέγει, ἀφ’ οὗ τὸ παροικοῦν ἔθνος Σελλοὺς καλεῖ (sc. Π 234). οἱ δὲ νεώτεροι Ἑλλοὺς | |
5 | λέγουσι πλανηθέντες. A | ||
2.662 | D | αὐτίκα πατρὸς ἑοῖο: ἱστόρηται ὅτι Τληπόλεμος— φυγὰς τῆς πατρίδος. A | |
2662a1 | Hrd. | {φίλον μήτρωα} κατέκτα: Πτολεμαῖός φησιν ὁ Ἀσκα‐ λωνίτης (p. 42 B.) Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ „ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ“ (λ 410) κατὰ συστολήν. Τυραννίων (fr. 10 P.) δὲ κατ’ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομι‐ | |
5 | ζομένῃ ὑπ’ Ἀριστάρχου „ὣς ἔμεν †ὅτε δῖον Ἐρευθαλίωνα κατέκτα〈ν〉“ (Δ 319). ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε | ||
τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ „οὖτα κατὰ λαπάρην“ (Ζ 64). A | |||
2662a2 | Hrd. (?) | διὰ βραχέος τοῦ α· ἀποκοπὴ γάρ ἐστι τοῦ „ἔκτανεν“ (Β 701 al.). b(BCE3) | |
2665a | Did. | βῆ φεύγων {ἐπὶ πόντον}: τὸ μὲν Ὁμηρικὸν ἔθος „βῆ φεύγειν“ προφέρεται. ἀλλ’ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν, ἀλλ’ οὕ‐ τως γράφει βῆ φεύγων. A | |
2665b | ex. | 〈βῆ φεύγων:〉 Ἑλληνικόν ἐστι τὸ μὴ φόνῳ φόνον λύειν, φυγαδεύειν δὲ τὸν ἅπαντα χρόνον· ὅθεν Σόλων (fr. 7 R. = 388 M.) ἔτη πέντε ὥρισεν. b(BCE3E4) | |
2665c1 | Hrd. | {ἀπείλησαν} γάρ οἱ {ἄλλοι}: ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως 〈τὸ οἱ〉, καὶ μὴ ἄρ‐ θρον· καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παραλείπειν τὰ ἄρθρα. A | |
2665c2 | τὸ οἱ ἀντωνυμία ἐστίν, οὐκ ἄρθρον· ἐλλειπτικὸς γάρ ἐστι τοῖς ἄρθροις ὁ ποιητής. b(BCE3) | ||
2.667 | Ariston. | αὐτὰρ ὅ γ’ ἐς Ῥόδον: ὅτι Ζηνόδοτος γράφει „αἶψα δ’ ὅ γ’ ἐς Ῥόδον“. οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπὶ τὴν Ῥόδον ὁ πρότερον μὲν ναῦς πεπηχώς, εἶτα ἀλώμενος καὶ οὐκ †εὐθὺ πλοικῶς†. A | |
2.668 | Ariston. | τριχθὰ δὲ ᾤκηθεν 〈καταφυλαδὸν ἠδὲ φίληθεν〉: σεσημείωται πρὸς τὸν ἑξῆς ἀθετούμενον· οὐ γὰρ νοήσας τις ὅτι τὸ σημαινόμενον τοιοῦτόν ἐστι, καίπερ οὐκ ἐπὶ τῆς αὐτῆς οἰκοῦντες πόλεως, ἀλλὰ τριχῇ διασπαρέντες ἐφιλήθησαν ὑπὸ ἀλλήλων καὶ οὐ | |
5 | διήχθρευσαν, ἐζήτησεν ὑπὸ τίνος ἐφιλήθησαν. διὸ προσέθηκε τὸν „ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει“ (Β 669). A | ||
2668-9 | ex. | 〈ἠδὲ φίληθεν / ἐκ Διός:〉 τοῦτο πρὸς τὴν κοινὴν ὑπό‐ νοιαν καὶ δόξαν· θεοφιλεῖς γὰρ οἱ πολλοὶ τοὺς πλουσίους οἴονται. b(BCE3E4) | |
2.669 | Ariston. | 〈ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει:〉 | |
ἀθετεῖται. ἡ δὲ αἰτία προείρηται (ad Β 668). Aim | |||
2.670 | Ariston. | καί σφιν θεσπέσιον πλοῦτον 〈κατέχευε Κρονίων〉: ὅτι Πίνδαρος (Ol. 7, 34) κυρίως δέδεκται χρυσὸν ὗσαι τὸν Δία, Ὁμή‐ ρου μεταφορᾷ κεχρημένου διὰ τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου. A | |
2.671 | D | Νιρεὺς αὖ Σύμηθεν: ἐνταῦθα τρὶς ὀνομάσας— εἵπετο λαός (Β 675). A | |
2671a1 | Did. | ἄγε τρεῖς νῆας: χωρὶς τοῦ ν τὸ ἄγε. καὶ ὅλως ἐφ’ ὧν †τὰ ἐπιφερόμενα† σύμφωνά ἐστι, τὸ ἐκ τῆς προτέρας λέξεως σύμφω‐ νον περιαιρετέον. A | |
2671a2 | ὅτε δύο σύμφωνα ἡ συλλαβὴ ἐπάγεται, περιγραπτέον αὐτῇ τῆς προτέρας τὸ σύμφωνον. b(BCE3) | ||
2.672 | Hrd. | Χαρόποιο {τ’ ἄνακτος}: ὡς Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆς εὐθεῖά ἐστι παρειλημμένη ὡς τὸ „υἱὸς Τροιζήνοιο“ (Β 847). καὶ εἰς ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάσις παραλαμβάνεσθαι. A | |
2673-5 | Ariston. | Νιρεὺς ὃς κάλλιστοσ〈—εἵπετο λαόσ〉: τρισὶ στίχοις παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι ἐκ τῶν τριῶν τοὺς δύο (sc. 673. 675) ἠθέτηκε Ζηνόδοτος, τὸν δὲ μέσον (sc. 674) οὐδὲ ἔγραφεν, τοῦ Ὁμήρου φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα | |
5 | προτεροῦντα στῆσαι. A | ||
2673-4 | ex. | 〈Νιρεύς, ὃς κάλλιστος—μετ’ ἀμύμονα Πηλείωνα:〉 οὐδὲ ἓν πρὸς δόξαν κάλλος ἀγεννές· Ἀχιλλεὺς δὲ ἀμ‐ φοτέροις κεκόσμηται. φιλέλλην δὲ ὢν πάντας ἀξιομνήστους ποιεῖ καὶ πάντας ἐπαινεῖ, ὅπως πιστεύοιτο, καὶ ἵνα τοὺς ἐν ἀνδρείᾳ καὶ | |
5 | σώματι καὶ κάλλει διαφέροντας εἰδῶμεν Ἕλληνας. b(BCE3E4) | ||
2.675 | ex. | 〈ἀλλ’ ἀλαπαδνὸς ἔην:〉 ἀπήλλαξεν ἡμᾶς τῆς ζητήσεως τῆς πολυπράγμονος τοῦτο ἐπαγαγών. b(BCE3E4) | |
2.676 | Hrd. | Κράπαθον {τε}: ὡς λάπαθον, οὕτως Κράπαθον· καὶ γὰρ ὁ τοιοῦτος χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰς θος λήγων ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγόμενος, ἄμαθος (cf. Ε 587), „ψάμαθοσ“ (λ 385). A | |
2677a | ex. | 〈καὶ Κῶν Εὐρυπύλοιο πόλιν:〉 ταύτην ἑλὼν Ἡρακλῆς μίγνυται Χαλκιόπῃ τῇ Εὐρυπύλου καὶ ποιεῖ Θεσσαλόν, οὗ μέμνηται οὗτος (sc. Β 679). b(BCE3) | |
2677b | Hrd. | 〈Καλύδνας:〉 ὡς καλύβας ἀναγνωστέον. Aint | |
2681a | Ariston. | νῦν αὖ τοὺς ὅσσοι 〈τὸ Πελασγικὸν Ἄργος ἔναιον〉: ὅτι Ζηνόδοτος μετέγραφεν οὕτως „οἳ δ’ Ἄργος τ’ εἶχον τὸ Πελασγικόν, οὖθαρ ἀρούρησ“, τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ προοιμιαζομένου διὰ τὸ μεταβαίνειν ἀπὸ τῶν νήσων καὶ τῆς Πελοπον‐ | |
5 | νήσου ἐπὶ τὰ κατὰ Θεσσαλίαν, οὐκ ὄντα συναφῆ τοῖς προειρημένοις. A | ||
2681b | ex. | 〈νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον:〉 ἐπιστρέφει ἠθικῶς τὸν Κατάλογον ἐπὶ Ἀχιλλέα, δευτέ‐ | |
ραν ἀρχὴν Καταλόγου ποιούμενος. ἔστι δὲ ἡ Θεσσαλία πεδίον μέγα καὶ κοῖλον, πάντοθεν ὄρεσι καλυπτόμενον. τούτου πρῶτος ἦρχε Θεσ‐ | |||
5 | σαλός, ἀφ’ οὗ καὶ ὠνομάσθη· b(BCE3E4) οὗ ἔκγονος Αἵμων, ἐξ οὗ καὶ Αἵμονες· οὗ Πελασγός, Φθῖος, Ἀχαιός. ἄρχει δὲ Πελασγὸς ταύ‐ της τῆς χώρας· Ἄργος δὲ ἀπὸ Ἀργείας τῆς αὐτοῦ μητρός, μετὰ δὲ θάνατον αὐτοῦ οἱ ἀδελφοὶ ἄρξαντες Φθίαν καὶ Ἀχαΐαν ὠνόμασαν. ᾤκει δὲ αὐτόθι καὶ Δευκαλίων ὁ τούτων κατά τινας ἔκγονος· οὗ | ||
10 | Ἕλλην, ὃς Ἕλληνας αὐτοὺς ὠνόμασεν. b(BE3E4) | ||
2681-5 | Nic. | Hrd. | νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον〈—Ἀχιλλεύσ〉: μακρόθεν ὑπακούεται τὸ „ἔσπετε“ (Β 484) ἢ τὸ „ἐρέω“ (Β 493)· καὶ τὰ τοιαῦτα τοῖς αἰτήμασιν ὑποπί‐ πτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον (681), ἵν’ ᾖ τὸ ἐπιφερόμενον οἵ τ’ | |
5 | Ἄλον †τε καὶ Ἀλόπην† ἐνέμοντο (682)· τὸ γὰρ οἵ κατ’ ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοί (684) κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοικοῦσιν οἱ ὑπ’ Ἀχιλλεῖ τεταγμένοι. | τὸ δὲ τούς (681) | ||
10 | ἀντωνυμία ἐστί· διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ. A | ||
2.682 | Did. | 〈Τρηχῖν’ ἐνέμοντο:〉 Ἰακῶς τὸ ἐνέμοντο Ἀρίσταρχος. | |
Aint | |||
2.683 | ex. | Ἑλλάδα: οἱ μὲν πόλιν μίαν, οἱ δὲ πᾶσαν Φθιῶτιν· ὃ καὶ βέλτιον. b(BCE3) | |
2.684 | Ariston. | Μυρμιδόνες δὲ καλεῦντο 〈καὶ Ἕλληνεσ〉: ὅτι | |
μόνους τοὺς ὑπ’ Ἀχιλλεῖ τεταγμένους Ἕλληνας καλεῖ. A | |||
2.685 | ex. | 〈ἦν ἀρχὸς Ἀχιλλεύς:〉 τοῦ πρακτικοῦ μόνου καὶ πολιτι‐ κοῦ ἡγεῖται, τὸ δὲ λοιπὸν ἐᾷ. b(BCE3) | |
2.686 | Ariston. | ἀλλ’ οἵ γ’ οὐ πολέμοιο: ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπὸ τούτου ἕως τοῦ „τῆς ὅ γε κεῖτ’ ἀχέων“ (Β 694) στίχους ἐννέα. ἀναγκαῖοι δέ εἰσιν· δι’ αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφ’ ἑαυτῶν ἔμενον οἱ Μυρμιδό‐ νες. A | |
2.689 | Ariston. | 〈κούρης χωόμενος:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις. Aim | |
2.690 | Ariston. | τὴν ἐκ Λυρνησσοῦ: ὅτι Ζηνόδοτος γράφει „τὴν ἐν Λυρ‐ νησσῷ“. οὐκ ἔλαβε δὲ αὐτὴν ἐν Λυρνησσῷ, ἀλλὰ πρότερον κατάξας τῷ Ἀγαμέμνονι ἐξαίρετον ἔλαβεν αὐτὴν γέρας. A | |
2.692 | ex. | 〈κὰδ δὲ Μύνητ’ ἔβαλεν:〉 ἀπὸ μετοχῆς (cf. Β 691) μετ‐ ῆλθεν εἰς ῥῆμα. ἀεὶ δὲ πρὸς Ἀχιλλέα προσπαθῶς ἔχει. b(BCE3) | |
2694a | Ariston. | ἀνστήσεσθαι ἔμελλεν: ὅτι Ζηνόδοτος γράφει „†ἀνα‐ τάσασθαι† ἔμελλεν“, †διὰ τοῦ καταπροηγουμένως λόγου† αἰολίζον‐ τος, ἀλλ’ οὐχὶ σπανίως δι’ εὐφωνίαν. οὐδ’ οἱ Αἰολεῖς δὲ οὕτως λέγου‐ σιν. A | |
2694b | ex. | Did. (?) | 〈τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν:〉 ψυχαγωγεῖ ταῖς ἐλπίσι τοὺς ἀκροατάς. | σὺν τῷ ν δὲ ἡ γραφή. b(BCE3) | |
2695a | Hrd. | 〈Φυλάκην:〉 βαρυτονητέον τὸ Φυλάκην πρὸς ἀντι‐ διαστολὴν τοῦ ὀξυνομένου. Aint | |
2695b | ex. | 〈Φυλάκην:〉 εἷς τῶν Αἰολιδῶν ὁ Δηΐων, οὗ Φύλακος, ἀφ’ οὗ ἡ Φυλάκη, οὗ 〈***〉 Ποίας καὶ Ἴφικλος, οὗ Πρωτεσίλαος. b | |
(BCE3) | |||
2696a | Ariston. | Δήμητρος τέμενος: ὅτι οὐ τὸν „Πύρασον“ (Β 695) λέ‐ γει Δήμητρος τέμενος, ἀλλὰ πόλις ἐστὶ Δημήτρειον καλουμένη. A | |
2696b | Nic. | Δήμητρος τέμενος: τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς χωριστέον· ἡ Δημήτρειον γὰρ πόλις καθ’ ἑαυτήν ἐστιν. ἀσυνδέτως δὲ ἐξενήνεκται ὡς καὶ ἐπάνω „Ἑρμιόνην †Ἄσην† τε“ (Β 560), „Τροι‐ ζῆνα Ἠϊόνας τε“ (Β 561)· ἡ γὰρ Ἑρμιόνη καὶ ἡ Τροιζὴν ἀσύνδετα. | |
5 | 〈οἱ δὲ〉 πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵν’ ὁ Πύρασος (cf. Β 695) λέ‐ γηται Δήμητρος τέμενος δι’ εὐκαρπίαν, κακῶς. A | ||
2.697 | Ariston. | D | ἀ〈γ〉χίαλόν τ’ Ἀντρῶνα: ὅτι Ζηνόδοτος γράφει „ἀ〈γ〉χιάλην τ’ Ἀντρῶνα“. καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. | διάφοροι δὲ καὶ | |
ἄριστοι ὄνοι—παρῆλθεν τὸ Ἀντρώνιος ὄνος. A | |||
2699a1 | Hrd. | ἔχεν κάτα {γαῖα μέλαινα}: εἰ συντάσσεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναστρέφεται. πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς φησιν ἐν ἄλλοις „τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα“ (Γ 243). A | |
2699a2 | ἀναστρεπτέον τὴν κατά πρὸς τὸ εἶχεν. b(BCE3) | ||
2.701 | D | καὶ δόμος ἡμιτελής, τὸν δ’ ἔκτανε Δάρδανος ἀνήρ: ἤτοι ἄτεκνος ἢ—ἀλλὰ πρότερον ἐστράτευσεν. A | |
D | Δάρδανος ἀνήρ: οἱ μὲν τὸν Αἰνείαν—τῶν Δαρδα‐ νίων λέγειν. A | ||
2.702 | ex. | 〈ἀποθρῴσκοντα:〉 ἀφορμῶντα διὰ τὸ πρόθυμον. b (BCE3) | |
2.703 | ex. | 〈πόθεόν γε μέν:〉 καίτοι ἔχοντες τὸν κοσμήσαντα. τῇ δὲ | |
ἐπαναλήψει (sc. Β 709) οἰκτρότερον τὸ πάθος ἐποίησεν. b(BCE3) | |||
2.707 | Did. | 〈ἄρα:〉 οὕτως αἱ Ἀριστάρχου „ἅμα“, οὐ διὰ τοῦ ρ ἄρα. Aint | |
2.716 | ex. | 〈Μηθώνην:〉 ἐξέτεινε τὴν ε εἰς η. Μεθῶναι δὲ τρεῖς, ἡ ἐν Μακεδονίᾳ, ἡ ὑπὸ Φιλοκτήτην καὶ ἡ περὶ Τροιζῆνα. b(BCE3) | |
2.717 | Hrd. | Ὀλιζῶνα: προπερισπωμένως ὡς „Μεδεῶνα“ (Β 501). Νικίας (fr. 1 B.) δὲ οὐκ εὖ ὡς περίζωμα. A | |
2.718 | Ariston. | τῶν δὲ Φιλοκτήτης ἦρχεν 〈τόξων ἐῢ εἰδώς〉: ὅτι Ζηνό‐ δοτος γράφει „τῶν αὖ ἡγεμόνευε Φιλοκτήτης ἀγὸς ἀνδρῶν“. ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ Καταλόγῳ τὴν {περὶ} ἑκάστου ἀρετήν. A | |
2721a | ex. | 〈ἐν νήσῳ:〉 περὶ Τένεδον ἢ περὶ Ἴμβρον δηχθεὶς ὑπὸ ἐχίδνης εἰς Λῆμνον ἐξετέθη. b(BCE3) | |
2721b | ex. (?) | ἄλγεα: καὶ ἐπὶ τῶν ψυχικῶν ὀδυνῶν ἔλαβεν. Aim | |
2.722 | Ariston. | Λήμνῳ ἐν ἠγαθέῃ: ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλοκτήτης. οἱ δὲ νεώτεροι ἐν νησιδίῳ ἐρήμῳ. A | |
D | ἱστόρηται ὅτι Φιλοκτήτης—θεραπεύειν τοὺς ὀφιο‐ δήκτους. A | ||
2.723 | ex. | 〈ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου:〉 πρόσ‐ κειται τὸ κακῷ, ἵνα τὸ τοῦ ἥρωος καρτερικὸν δηλωθῇ. ὕδρου δὲ τοῦ χερσύδρου· οὗτος γὰρ τῷ σώματι σηπεδόνας παρέχει. λέγουσι δὲ κατέχειν αὐτοῦ τὴν σῆψιν προσραινόμενον θαλάσσης ὕδωρ. b(BCE3 | |
5 | E4) | ||
2724a | Ariston. | ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων· 〈τάχα δὲ μνήσεσθαι ἔμελ‐ λον〉: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἀναγκαῖον δέ ἐστι γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης. A | |
2724b | ex. | 〈μνήσεσθαι:〉 φροντίσαι καὶ μνείαν ποιήσασθαι. καλῶς δὲ προστέθειται· οὐδαμοῦ γὰρ ἔδειξε τῆς ποιήσεως, πότε αὐτὸν μετε‐ πέμψα〈ν〉το. b(BCE3E4) | |
D | τάχα δὲ μνήσεσθαι ἔμελλον: ταχέως δὲ οἱ Ἕλληνες | ||
5 | —ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης. A | ||
2.727 | Ariston. | ἀλλὰ Μέδων κόσμησεν: ὅτι Ζηνόδοτος γράφει „τοὺς δὲ Μέδων κόσμησεν“, ἵνα συνδήσῃ τὴν φράσιν, ἠθετηκὼς τοὺς προειρη‐ μένους στίχους (sc. Β 724—6). A | |
2.730 | Ariston. | {οἵ τ’ ἔχον} Οἰχαλίην: ὅτι οὐ τῆς Εὐβοίας ἡ Οἰχαλία καθ’ Ὅμηρον, ὡς παρὰ τοῖς νεωτέροις, ἀλλὰ τῆς Θεσσαλίας. A | |
2.731 | Hrd. | 〈Ἀσκληπιοῦ:〉 οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκλη‐ πιοῦ. Aim | |
2.732 | ex. | 〈ἰητῆρ’ ἀγαθώ:〉 ἔθος ἦν τοῖς πάλαι βασιλεῦσι μανθάνειν τι τῶν χρησίμων· ὃ καὶ οὗτοι ποιοῦσι καλῶς, ἵνα καὶ τοῖς ἰδίοις καὶ τοῖς ἑτέρων νοσήμασι μάχοιντο. b(BCE3E4) | |
2.733 | Did. | 〈τοῖς δέ:〉 οὕτως κατὰ δοτικὴν πτῶσιν τοῖς δέ Ἀρίσταρ‐ χος, ὡς πρόκειται (sc. ad Β 516). Aim | |
2735a1 | ex. | 〈Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα:〉 Ἀστέ‐ ριον, ὅτι ἐφ’ ὑψηλοῦ ἐστι τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτως κέκληκε. b (BCE3E4) Τιτάνοιο δὲ διὰ τὸ λευκόν· τίτανος γὰρ ἡ κονία κα‐ λεῖται, A b(BCE3E4) καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς οἰκίας. A | |
2735a2 | 〈Ἀστέριον:〉 διαφανὴς καὶ ἐφ’ ὕψους κειμένη πόλις. | ||
Aim | |||
2739a | Hrd. | ex. | Ὄρθην: ὡς „Σπάρτην“ (Β 582). Ἠλώνην τε ὡς „κορώνην“ (Δ 111). | ταύτην δὲ Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρου. A | |
2739b | Hrd. | 〈Ὄρθην:〉 οὕτως ὡς „Σπάρτην (Β 582. α 93 al.), ἵν’ ᾖ ἴδιον. Aim | |
2739c | Hrd. καθ. | Ὀλοοσ〈σ〉όνα {δὲ}: οὕτως παροξυτόνως φησὶν ἐν τῇ Καθόλου (1,36,8). Aim | |
2739d | Hrd. | 〈λευκήν:〉 οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. Aim | |
2739e | Hrd. | ex. | Hrd. | 〈Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευ‐ κήν:〉 Ὄρθην ὡς ἅρπην, Ἠλώνην δὲ ὡς κορώνην. | ταύτην Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρων. | λευκήν δὲ ὀξυτόνως· τῆς γὰρ Ὀλοοσσόνος ἐστὶν ἐπίθετον. b(BCE3E4) | |
2.740 | D | μενεπτόλεμος Πολυποίτης: ὁ Πολυποίτης ἦν— ὑβρίσαι ἐπεχείρησαν. A | |
2.741 | Ariston. | τὸν ἀθάνατος τέκετο Ζεύς: ὅτι Ζηνόδοτος γράφει „τὸν | |
ἀθάνατον τέκετο Ζεύσ“· ὅπερ ψεῦδος. A | |||
2.742 | Ariston. | 〈κλυτὸς Ἱπποδάμεια:〉 ὅτι ἀντὶ τοῦ κλυτή κλυτός εἶ‐ πεν. Aint | |
2.744 | Did. | {καὶ} Αἰθίκεσσι {πέλασσεν}: Δημοκρίνης ἀγνοήσας „Αἰ‐ θιόπεσσιν“ ἔγραφεν, κακῶς. A | |
2.745 | Ariston. | οὐκ οἶος, ἅμα τῷ γε: ὅτι διὰ μέσου τὰ περὶ τοὺς Κενταύ‐ ρους παριστόρηται. τὸ δὲ ἑξῆς ἐστι τοῦ λόγου, „τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτησ“ (Β 740) οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος. A | |
2.749 | ex. | 〈τῷ δ’ Ἐνιῆνες ἕποντο—Περαιβοί:〉 ἤδη εἰς βαρ‐ | |
βάρους ἥκων ἐθνικῶς καὶ οὐκ ἀπὸ πόλεως αὐτοὺς ὀνομάζει. b(BCE3) | |||
2.750 | D | οἳ περὶ Δωδώνην: χωρίον ἐν Ὑπερβορέοις—τοῦ Δωδωναίου Διός. A | |
2.751 | Did. | 〈ἔργ’ ἐνέμοντο:〉 Ἰακῶς τὸ „νέμοντο“ Ἀρίσταρχος. Aim | |
2755a | ex. (?) | 〈ὅρκου γὰρ—ἀπορρώξ:〉 εἰς αὐτὸν γὰρ ὀμνύου‐ σιν οἱ ἐπιχώριοι. Aim | |
2755b | Hrd. | ἀπορρώξ: Ἀρίσταρχος ὀξυτόνως ὡς θυλακοτρώξ. καὶ ἡ σύνθεσις δὲ τοῦτο ἀπαιτεῖ, ὅ τι ἂν σημαίνῃ, εἴτε πάθος εἴτε ἐνέργειαν. A | |
2755c | x | ὀξυτόνως ἀπορρώξ ἡ ἀπορροή, βαρυτόνως δὲ τὸ †ἀπόρ‐ ρυμα. A | |
2756a | ex. | 〈Μαγνήτων δ’ ἦρχε Πρόθοος, Τενθρηδόνος υἱός:〉 Μάγνης εἷς τῶν Αἰολιδῶν ὑπὸ τὸ Πήλιον κτίσας πόλιν ἀπὸ τῆς γυναι‐ κὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερον δὲ τὴν πᾶσαν χώραν Μαγνησίαν· οὗ Ἀλέκτωρ 〈***〉 οὗ Τενθρηδών, οὗ Πρόθοος. b(BCE3) | |
2756b | Did. | 〈ἦρχε:〉 χωρὶς τοῦ ν τὸ ἦρχε διὰ τὸ ἐπιφέρεσθαι δύο σύμφωνα. Aint | |
2.760 | ex. | 〈οὗτοι:〉 διὰ τοῦ οὗτοι συνεκεφαλαιώσατο τὸν Κατάλο‐ γον, τῶν μὲν εἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργα‐ ζόμενος. ἀφορισμὸν δὲ τοῦτο καλοῦσιν οἱ ῥήτορες. b(BCE3E4) | |
2761-5 | ex. | 〈σύ μοι ἔννεπε, Μοῦσα, / —ἐΐσας:〉 ἐπὶ μὲν | |
Τρώων οὐκ ἀξιοῖ Μοῦσαν καλεῖν· ἢ ὅτι οὗτοι μὲν ἐφάμιλλοι, Ἕκτωρ δὲ μόνος ἄριστος. παρὰ Μούσης δὲ τὴν ψῆφον ἐξάγει, ὅπως μὴ λυπεῖν ἢ χαρίζεσθαι δοκῇ. Εὐμήλου δὲ ἵππους προκρίνει ὡς Θεσσαλικάς. | |||
5 | καὶ εἰ προὔχουσι δὲ αἱ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλ’ οὖν γε καὶ αὐταὶ Θεσσαλὸν ἡνίοχον ἔχουσιν. σπέρματα δὲ προκαταβάλλει τῇ ἱππο‐ δρομίᾳ καὶ τῇ ἀριστείᾳ τούτων τῶν ἵππων. b(BCE3E4) | ||
2.763 | Ariston. | 〈ἵπποι μὲν μέγ’ ἄριστοι ἔσαν Φηρητιάδαο:〉 ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν. Aim | |
2.764 | Hrd. | ποδώκεας: τινὲς ὡς εὐσεβέας· καὶ οὕτως αἱρεῖ ὁ λόγος, εἴ γε καὶ τὸ ποδώκης ὀφ〈ε〉ίλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυλάσ‐ σοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδρι‐ μυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς | |
5 | ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης· παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι· „ποδωκὴς δῖ’ Ἀταλάντη“ (fr. 73, 2 = 76, 5. 20). τί οὖν ἐπὶ τοῦ Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασιν καὶ ἐπὶ | ||
10 | τούτου· „ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκησ“ (Κ 316). A | ||
2765a | ex. | ex. | ὄτριχας οἰέτεας, 〈σταφύλῃ ἐπὶ νῶτον ἐΐσασ〉: συν‐ τόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν· διαφέρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει. A b (BCE3E4) | τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν | |
5 | ἀρετὴν ἐμφαίνειν, ὡς τὸ „καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα“ (ο 418) καὶ τὸ „οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἄρ’ φρένας οὔτε τι ἔργα“ | ||
(Α 115). A | |||
2765b | Hrd. | οἰέτεας: ὡς Διομήδεας. ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχη‐ ματισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέ‐ τερα δισύλλαβα, συντιθέμενα, εἰς ης λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής ἀκλεής εὐειδής· οὕτως δὲ καὶ | |
5 | εὐτ〈ε〉ιχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλ’ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· „ἑξετέα“ γὰρ „ἀδμήτην“ (Ψ 266) ἀναγινώ‐ σκουσιν ὡς εὐσεβέα. A | ||
2765c | ex. | 〈οἰέτεας:〉 οἰέτης ὡς εὐνέτης γαμέτης· συνεξηκολούθησε γὰρ αὐτοῖς καὶ τοῦτο. τὸ δὲ εὑρετής μόνον σεσημείωται. b(BCE3E4) | |
2765d | Hrd. | ex. | σταφύλῃ: οὕτως σταφύλῃ ὡς κοτύλῃ. | ἔστι δέ, ἄμφω ἴσας τὸν νῶτον ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι †λαοξικῷ† διαβήτῃ, A b (BCE3) ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ, A b (BCE3E4) ὁ δὲ διαβήτης μόνον πλάτος. A | |
2765e | D (?) | 〈σταφύλῃ:〉 διαβήτῃ. Aim | |
2767a | Ariston. | φόβον Ἄρηος φορεούσας: ὅτι τὴν ἐν πολέμῳ φυγὴν φόβον Ἄρεως εἴρηκεν· ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν, ἀλλὰ καὶ ὅτε δέοι ἀταράχως φεύγειν, „διωκέμεν ἠδὲ φέβεσθαι“ (Ε 223. Θ 107). A | |
2767b | ex. | 〈φόβον Ἄρηος φορεούσας:〉 τὸ δόρυ, ἢ τὸν ἐκ σιδήρου καυτῆρα. οἱ δὲ μὴ φοβουμένας, ὡς λύπην φέρειν τὸ μὴ λυπεῖσθαι. οἱ δὲ ἀπτοήτως φευγούσας. ἄμεινον δὲ ὡς τὸ „ἐπιστά‐ μενοι πεδίοιο“ (Ε 222. Θ 106). ἐπειδὴ δὲ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν, | |
5 | καὶ θηλείας ἤγαγον, τοῦτο μὲν ἀφθονίας τοῦ γένους χάριν, ὅπως τε οἱ ἄρσενες ῥυθμίζοιντο μὴ ἐξοιστροῦσθαι (ἔστι γὰρ μάλιστα αἰσθό‐ μενον ἵππος), διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις. b(BCE3E4) | ||
2.769 | Did. | 〈φέρτατος:〉 οὕτως φέρτατος, οὐ „φέρτεροσ“ αἱ Ἀρι‐ στάρχου. Aim | |
2.774 | ex. | 〈δίσκοισιν τέρποντο:〉 διδάσκει τοὺς εἰωθότας κινεῖσθαι μὴ ἀγυμναστεῖν. Λυκοῦργός τε γυμνοπαιδίας ὥρισεν, ὅπως μέμνοιν‐ το καὶ παρὰ καιρὸν τῶν πόνων. b(BCE3E4) | |
2.776 | ex. | Or. (?) | ἐλεόθρεπτόν τε σέλινον: ἄλλο τοῦτο τὸ ἕλειον σέλινον παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγ‐ γουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων. A b (BCE3E4) | ἠτυμολόγηκεν δὲ διὰ τοῦ ἐλεόθρεπτον τὸ σέλινον, τὸ ἐξ ἕλους | |
5 | σευόμενον· ἐν τοῖς ἕλεσι γὰρ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον. A | ||
2.777 | Hrd. | ἕστασαν: δασυντέον τὸ ἕστασαν· ὑπερσυντέλικος γάρ | |
ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυν‐ τέλικος· οἱ δὲ ἀόριστοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέ‐ γονται· „στὰν δὲ μεταστοιχεί“ (Ψ 358), καὶ ὁ πρότερος „στῆσαν | |||
5 | ἀείραντεσ“ (β 425). οὐκέτι δὲ ὁ ἕστασαν στάσαν. A | ||
2.779 | ex. | 〈φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατόν:〉 τῇ γὰρ ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιῄεσαν τὴν παράταξιν θεώμενοι. b(BCE3 E4) | |
2.780 | ex. | 〈ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο:〉 θείᾳ δυνάμει τὴν ἰσχὺν τῆς πορείας αὐτῶν παρέβαλε, καὶ διὰ μὲν τοῦ πυρὸς τὴν ἔκλαμψιν, διὰ δὲ τοῦ πᾶσα τὸ ταχὺ τῆς ἐπιδρομῆς ἐδήλωσεν. b (BCE3E4) | |
2781-4 | ex. (?) | 〈γαῖα δ’ ὑπεστενάχιζε—ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα:〉 ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ προλέγεται καὶ ἐπιλέγεται. Aim | |
2783a | ex. | 〈εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:〉 φασὶ τὴν Γῆν ἀγανακτοῦσαν ἐπὶ τῷ φόνῳ τῶν Γιγάντων διαβαλεῖν Δία τῇ Ἥρᾳ. τὴν δὲ πρὸς Κρόνον ἀπελθοῦσαν ἐξειπεῖν. τὸν δὲ δοῦναι αὐτῇ δύο ᾠά, τῷ ἰδίῳ χρίσαντα θορῷ καὶ κελεύσαντα κατὰ γῆς ἀπο‐ | |
5 | θέσθαι, ἀφ’ ὧν ἀναδοθήσεται δαίμων ὁ ἀποστήσων Δία τῆς ἀρχῆς. ἡ δέ, ὡς εἶχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ τὸ Ἄριμον τῆς Κιλικίας. ἀναδο‐ θέντος δὲ τοῦ Τυφῶνος Ἥρα διαλλαγεῖσα Διῒ τὸ πᾶν ἐκφαίνει. ὁ δὲ | ||
κεραυνώσας Αἴτνην τὸ ὄρος ὠνόμασεν. καλῶς δὲ καὶ τὸ φασίν, ἵνα μὴ προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι τῷ στίχῳ. εὐφήμως δὲ τὸν | |||
10 | τάφον εὐνὰς ἐκάλεσεν. b(BCE3E4) | ||
2783b | Hrd. | {εἰν ἀρίμοις ὅθι φασὶ} Τυφωέος: οὕτως Τυφωέος ὡς Ἀχιλλέως· καὶ γὰρ „Τυφωέϊ γαῖαν ἱμάσσῃ“ (Β 782), ἀπ’ εὐθείας τῆς Τυφωεύς. συνήθης δὲ αὐτῷ ὁ τοιοῦτος τύπος παρώνυμος. A | |
2.787 | D | ex. | 〈ἀλεγεινῇ:〉 φροντίδος ἀξίᾳ. | ἤδη δὲ τὸ δειλὸν τῶν Τρώ‐ ων προανακρούεται ὁ ποιητής. b(BCE3E4) | |
2.788 | ex. | 〈ἐπὶ Πριάμοιο θύρῃσιν:〉 πρὸ γὰρ τῶν βασιλείων ἦν τὸ ἐκκλησιαστήριον. ἡ δὲ βουλὴ ἴσως περὶ πολέμου, ἀκούσασι τὴν μῆ‐ νιν Ἀχιλλέως. Πρίαμος μὲν οὖν διὰ γῆρας ἔσω διῴκει τὰ τοῦ πολέ‐ μου, ὁ δὲ Ἕκτωρ διὰ θράσος ἔξω αὐτὰ ἔπραττεν. b(BCE3E4) | |
2.789 | ex. | 〈πάντες ὁμηγερέες:〉 παρὰ δὲ τοῖς Ἕλλησιν οἱ δυνατοὶ καὶ ἄριστοι. ἔστι δὲ ἀπὸ τοῦ ὁμηγερεῖς. b(BCE3) | |
2.791 | Ariston. | εἴσατο δὲ φθογγήν: ἀπὸ τούτου ἕως τοῦ „τῷ μιν ἐεισα‐ μένη“ (Β 795) ἀθετοῦνται στίχοι πέντε· εἰ γὰρ ἕνεκα τοῦ προαπαγγεῖ‐ λαι ὅτι παραγίνονται οἱ Ἕλληνες, ἤρκει ὁ Πολίτης, εἴπερ ὅλως ἐπετήρει. εἰ δὲ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντας προελθεῖν, | |
5 | ἔδει αὐτοπρόσωπον παρεῖναι. ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν τεκμήριον εἰς ἐπίγνωσιν. οἵ τε λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματισμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα, ἀλλ’ εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί. καὶ τὸ „Ἕκτορ, σοὶ δὲ μάλιστ’ ἐπιτέλλομαι“ (Β 802) Πολίτῃ ἀνοίκειον. μᾶλλον δὲ Ἴριδι | ||
10 | ἁρμόζει ἐπιτάσσειν. A | ||
2.792 | ex. | 〈ποδωκείῃσι πεποιθώς:〉 κωμῳδῶν τοῦτό φησιν, ἢ πρὸς τὸ προλαμβάνειν τὴν ἔφοδον τῶν πολεμίων. b(BCE3) | |
2.795 | Did. (?) | 〈προσέφη:〉 γράφεται „μετέφη“. Aim | |
2.796 | ex. | 〈ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν:〉 διὰ ταύτης τῆς ἐπιπλήξεως ἐμφαίνει ὅτι 〈οὐ〉 Πολίτης ἐστίν. ἄκριτοι δὲ οἱ ἀναρίθμητοι. b(BCE3E4) | |
2798a | Did. | ἦ μὲν δή {μάλα πολλά}: οὕτως αἱ Ἀριστάρχου „ἤδη 〈μέν〉“. καὶ ἐν τοῖς Πρὸς Κομανὸν ὁμοίως προφέρεται. καὶ μήποτε παραπλήσιόν ἐστι τῷ „ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν“ (Γ 184). A | |
2798b | Hrd. | 〈ἦ:〉 τὸν ἦ περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. Aint | |
2801a | Did. | {μαχησόμενοι} προτὶ ἄστυ: οὕτως προτὶ ἄστυ, οὐ „περὶ ἄστυ“, ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλιν. ὁμοίως καὶ Ζηνόδο‐ τος καὶ Ἀριστοφάνης γράφουσιν. A | |
2801b | ex. | 〈μαχησόμενοι περὶ ἄστυ:〉 τοῦτο ἀράσσουσα αὐτούς φησιν, ὅπως ὡς περὶ πόλεως ἀμύνοιντο. b(BCE3E4) | |
2.802 | Ariston. | 〈ὧδε δὲ ῥέξαι:〉 ὅτι περισσεύει ὁ δέ σύνδεσμος. Aint | |
2805a | Nic. | τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω: ἀπ’ ἄλλης ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς τοῖσιν ἕκαστος ἀνὴρ σημαι‐ νέτω· „πολλοὶ γὰρ κατὰ ἄστυ μέγα“, (Β 803), τὴν αἰτίαν (sc. Β 803—4) προλαβόντος τοῦ ποιητοῦ. A | |
2805b | Nic. | ex. | 〈τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, οἷσί περ ἄρχει:〉 τοῦτο πρῶτον, εἶτα „πολλοὶ γὰρ“ [Β 803), τὴν αἰτίαν προθέν‐ τος τοῦ ποιητοῦ, ὡς τὸ „ἔνδον γάρ τις ἐποιχομένη“ (κ 226). | | |
ἀρχαϊκὸν δὲ τὸ κατὰ δοτικῆς τίθεσθαι τὸ ἄρχει. ἔδειξεν οὖν ὅτι | |||
5 | θεοῦ κοινὸν καὶ ἀνθρώπου ἀρετή, καὶ μᾶλλον τοῦτο ἐν πολέμῳ ἀδιά‐ φορον. b(BCE3E4) | ||
2.807 | Ariston. | ἠγνοίησεν: ὅτι τοῦτό ἐστι τὸ πλανῆσαν τὸν τὰ ἐπάνω (sc. Β 791—5) διασκευάσαντα. οὐ κεῖται δὲ συνήθως ἡμῖν τὸ ἠγνοί‐ ησεν, ἀλλ’ ἀντὶ τοῦ οὐκ ἀπίθησεν. A | |
2.808 | Hrd. | {αἶψα} δ’ ἔλυς’ {ἀγορήν}: τινὲς ἀπὸ τοῦ λ τὴν ἀρχὴν ποιοῦνται καὶ προπερισπῶσιν, ἵνα ποιητικώτερον γένηται. ἔφαμεν δὲ (sc. ad Α 464) τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ 〈ἀ〉διαφόρως ὁρᾶσθαι· „ἂν δ’ ἄρ’ ἔβη Πρίαμοσ“ (Γ 261), „αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι“ (Κ 73)· | |
5 | „οὐδ’ ἔλαθ’ Ἀτρέος υἱόν“ (Ρ 1), „ἐμὲ δ’ οὐ λάθεν“ (ι 281). A | ||
2.809 | Ariston. | πᾶσαι δ’ ὠΐγνυντο πύλαι: ὅτι ἔμφασιν ἔχει πολλῶν πυλῶν, μία δέ ἐστι, καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι. A | |
2.811 | Hrd. | 〈αἰπεῖα:〉 οὕτως αἰπεῖα ὡς „ὀξεῖα“ (Ρ 372). Aim | |
2813-4 | ex. | 〈τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, / ἀθά‐ νατοι δὲ—Μυρίνης:〉 τὴν μὲν δημωδεστέραν ἀνθρώποις, τὴν δὲ ἀληθῆ θεοῖς προσάπτει. ἢ ὡς μουσοτραφὴς οἶδε τὴν τῶν θεῶν διάλεκτον. Βατίεια δὲ παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις. b(BCE3E4) | |
2.813 | Hrd. | Βατίειαν: οὕτως προπαροξυτόνως Βατίειαν ὡς Ἀλεξάν‐ δρειαν. A | |
2.814 | D | πολυσκάρθμοιο: πολυκινήτου—Μυρίνα δὲ Ἀμα‐ | |
ζόνος ὄνομα. A | |||
2.816 | ex. | ex. | 〈κορυθαίολος:〉 ποικίλος καὶ παρηλλαγμένος περὶ τὸν ὁπλισμόν, ἢ τὴν κόρυν κινῶν. | δι’ ἐθνῶν δέ, οὐ πόλεων ὀνομάζει τοὺς βαρβάρους. b(BCE3) | |
D | κορυθαίολος: ὁ αἰόλλων τὴν—ἐν τοῖς πολέμοις. A | ||
2.819 | Ariston. | Δαρδανίων αὖτ’ ἦρχεν 〈ἐῢς πάϊς Ἀγχίσαο〉: ὅτι τῶν Δαρδάνων ἦρχεν Αἰνείας καὶ αὐτὸς ὢν Δάρδανος. πρὸς τὸ „τὸν δ’ ἔκτανε Δάρδανος ἀνήρ“ (Β 701). A | |
2.820 | Ariston. | 〈ὑπ’ Ἀγχίσῃ:〉 ὅτι περιττεύει ἡ ὑπό. Aim | |
2.822 | ex. | 〈δύω Ἀντήνορος υἷε:〉 ἴσως ὑποπτεύων Αἰνείαν 〈ὁ βασιλεὺσ〉 τούτους αὐτῷ φύλακας ἔταξεν. b(BCE3E4) | |
2824a | Hrd. | ὑπαὶ πόδα: οὕτως ὑπαί ὡς καταί καὶ παραί· αἱ γὰρ προθέσεις ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάσσουσι τὸν αὐτὸν τόνον. A | |
2824b | ex. | 〈ὑπαὶ πόδα:〉 ἔμπροσθεν τοῦ ποδός, ἣν ἡμεῖς ὑπώρειαν καλοῦμεν. b(BCE3) | |
2.825 | ex. | 〈μέλαν:〉 τοῦτο κοινὸν ὑδάτων ἐπίθετον, ὡς „κυανώπιδος Ἀμφιτρίτησ“ (μ 60). b(BCE3E4) καὶ Καλλίμαχος (fr. 299, 1)· „Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ“. b(BE3E4) | |
2826-7 | ex. | 〈Τρῶες, τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱός | |
/ Πάνδαρος:〉 Πάνδαρος οὗτος ὁ Λυκάονος ἡγεῖτο τῶν ἐκ Ζελείας, ὧν τὴν μὲν χώραν καλεῖ Λυκίαν (cf. Ε 105. 173), τοὺς δὲ οἰκήτορας Τρῶας. b(BCE3E4) | |||
2827a | Ariston. | Πάνδαρος, ᾧ καὶ τόξον 〈Ἀπόλλων αὐτὸς ἔδωκεν〉: ὅτι οὐ τὸ τόξον λέγει, ἀλλὰ τὴν τοξικὴν ἐμπειρίαν· τὸ γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει (cf. Δ 110). A | |
2827b | ex. | 〈Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν:〉 τὴν τοξείαν μετωνυμικῶς. b(BCE3) προσυνίστησι δὲ αὐτὸν κατὰ Μενελάου (sc. Δ 116—40). τὰς δὲ εἰς ἄκρον εὐεξίας θεοῖς ἀνατίθησιν ὁ ποιητής. b(BCE3E4) | |
2.828 | Hrd. | Ἀπαισοῦ: οὕτως Ἀπαισοῦ ὡς ἀγανοῦ. καὶ ἴσως ἀκο‐ λούθως τῷ „ὅς ῥ’ ἐνὶ Παισῷ“ (Ε 612). A | |
2.829 | ex. | 〈Πιτύειαν:〉 διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πιτύων. b(BCE3) | |
2830a | Ariston. | 〈Ἄμφιος λινοθώρηξ:〉 ὅτι καὶ ἕτερος Ἄμφιος Περκώ‐ σιος, Ἐλάτου υἱός (sc. Ε 612). Aim | |
2830b | ex. | 〈λινοθώρηξ:〉 σφενδονήτης ἢ τοξότης. b(BCE3E4) | |
2831a | ex. | Hrd. | 〈Περκωσίου, ὃς περὶ πάντων:〉 ἐν Περκώτῃ τρα‐ φέντος. | τὸ δὲ περὶ πάντων οὐ δεῖ ἀναστρέφειν. b(BCE3) | |
2831b | Hrd. | ὃς περὶ πάντων: οὕτως φυλακτέον τὸν τόνον τῆς προ‐ θέσεως· εἴτε γὰρ πρόθεσίς ἐστιν ἀντὶ προθέσεως παρειλημμένη, ἀν‐ τὶ τοῦ ὑπὲρ πάντων, φυλάσσεται ὁ τόνος, καθότι πᾶσα πρόθεσις ἀντὶ ἑτέρας προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε | |
5 | ἀντὶ τοῦ περισσός, φυλάσσει τὸν τόνον, ὡς τὸ „ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσιν“ (α 66)· „οὗ περὶ μὲν πρόφρων κραδίη“ (Κ 244). καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται. A | ||
2832a1 | Hrd. | {οὐδ’ ἑοὺς παῖδας} ἔασκε: οὕτως τὸ α τοῦ ἔασκε κατὰ συστολήν. οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκ παρηγμένα Ἰα‐ κῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν· „ὧδε δέ τις εἴπεσκε“ (Β 271), „τὴν αὐτὸς φορέεσκε“ (Ο 646). A | |
2832a2 | διὰ βραχέος α· τὰ γὰρ διὰ τοῦ ς καὶ κ παράγωγα Ἰα‐ κὰ βραχείᾳ παραλήγεται. b(BCE3) | ||
2.833 | ex. | 〈πόλεμον φθισήνορα:〉 „Ἄρης γὰρ οὐδένα τῶν κακῶν ληΐζεται“ (Soph. fr. 657, 4 N.2 = 724,4 P. = 724,4 R.). b(BCE3) | |
2.834 | ex. | 〈κῆρες γὰρ ἄγον:〉 οὐδὲν ἄρα μαντικὴ μοίρας ἀντιτασσο‐ μένης. b(BCE3E4) | |
2835a | Ariston. | 〈Πράκτιον:〉 ὅτι ἔνιοι ποταμὸν λέγουσι τὸν Πράκτιον. Aim | |
2835b | Hrd. (?) | 〈Πράκτιον:〉 τινὲς ἐκτείνουσι τὴν πρώτην τοῦ Πρά‐ | |
κτιον. Ail | |||
2.836 | ex. | 〈καὶ Σηστόν:〉 Σηστὸς ἐναντίον Ἀβύδου ἐν τῇ Θρακῴῳ Χερσονήσῳ. b(BCE3E4) | |
D | D (?) | καὶ Σηστὸν καὶ Ἄβυδον: πόλεις περὶ—Τρῳάδα πορθμός. | εἴρηται δὲ Ἑλλήσποντος ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι | ||
5 | Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα. A | ||
2837-8 | Ariston. | τῶν αὖθ’ Ὑρτακίδης 〈ἦρχ’ Ἄσιος, ὄρχαμος ἀνδρῶν, / Ἄσιος Ὑρτακίδησ〉: ὅτι ὁ Ἄσιος οὗτος ὁμώνυμός ἐστι τῷ Ἑκάβης ἀδελφῷ (cf. Π 717). ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος τὰς ὁμωνυμίας πρὸς τὰ 〈περὶ〉 Πυλαιμένους. καὶ πρὸς τὴν ἐπανάληψιν, | |
5 | ὅτι πλεονάζει ἐν Ἰλιάδι. A | ||
2.838 | ex. (Ariston.?) | 〈Ἄσιος Ὑρτακίδης:〉 τῇ ἐπαναλήψει ἐσημειώσατο τὸν ἥρωα ὡς λέξων περὶ αὐτοῦ. καὶ ὅτι διὰ τοὺς ἵππους ὀλεῖται (cf. Ν 392). b(BCE3) | |
2839a | Ariston. | ποταμοῦ ἀπὸ Σελλήεντος: ὅτι Σελλήεις ποταμός ἐστιν Ἀσίας, ὁμώνυμος τῷ Θεσπρωτίας. A | |
2839b1 | Hrd. | ποταμοῦ ἀπὸ Σελλήεντος: Πτολεμαῖος ὁ Ἀσκαλωνί‐ της (p. 43 B.) ἀναστρέφει, πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις· ὁμοίως καὶ Νικίας (fr. 2 B.). οὐκέτι μέντοι ἐπὶ τοῦ „Ξάνθῳ ἐπὶ δινήεντι“ (Ε 479), „μάχῃ ἐνὶ κυδιανείρῃ“ (Ζ 124)· | |
5 | ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε „Ξάνθου ἄπο δινήεντοσ“ (Β 877), φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ ποταμοῦ ἀπὸ Σελλήεντος. εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός φησιν ὅτι (2,38,21) „ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδος ἀνα‐ | ||
10 | γινώσκειν κατὰ ἀναστροφήν· εἰ γὰρ δύο ὀνόματά ἐστι καθ’ ἑνὸς ὑποκειμένου λαμβανόμενα καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον καὶ θέλει ἡ πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθ’ ὑποταγήν, ὡς ὑποτεταγμένη ἀναστραφήσεται.“ A | ||
2839b2 | ἀναστρεπτέον τὴν πρόθεσιν. b(BCE3) | ||
2.841 | ex. | 〈τῶν οἳ Λάρισαν:〉 ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μετανα‐ στάντες ἔκτισαν· διὸ 〈καὶ „δίουσ“ τοὺσ〉 Πελασγούς φησιν (cf. Κ 429), ὡς ἄνωθεν Ἕλληνας ὄντας. καὶ μετὰ τὸν κατακλυσμὸν σῶσαι τὰ στοιχεῖα μόνους Ἑλλήνων φασίν. b(BCE3) | |
2.842 | Hrd. | Πύλαιος {τ’ ὄζος ἄρηος}: τοῦ Πύλαιος τὴν πρώτην ὀξυ‐ τονητέον πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ· καὶ τὸν Ἑρμῆν τὸν Πυλαῖον. A | |
2.844 | ex. | 〈αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως:〉 καὶ πῶς Ἰφιδάμαντα (cf. Λ 221—30) καὶ Ῥῆσόν (cf. Κ 434—5) φησιν ἄρχειν τῶν Θρᾳκῶν; ἀλλὰ προστέθεικεν „ὅσ〈σ〉ους Ἑλλήσποντοσ“ (Β 845)· τῶν γὰρ Ἑλλησποντίων ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν | |
5 | Ἀκάμας, ἑτέρων δὲ Ἰφιδάμας, ὃς ἦλθε „σὺν δυοκαίδεκα νηυσίν“ (Λ 228), ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ Λυδίαν. b(BE3) | ||
2.847 | Hrd. | {υἱὸς} Τροιζήνοιο: οὕτως Τροιζήνοιο ὡς „Εὐμήλοιο“ (Ψ 380)· ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητι‐ κῷ. A | |
2.848 | ex. | 〈Παίονας ἀγκυλοτόξους:〉 οὗτοι τοξόται, οἱ δὲ ὑπὸ | |
Ἀστεροπαῖον δολιχέγχεες (cf. Φ 155). εἰκὸς δὲ τὸν Ἀστεροπαῖον χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα (cf. Λ 221—40) καὶ Ῥῆσον (cf. Κ 435—97). b(BCE3) | |||
2851a | ex. | 〈Παφλαγόνων:〉 ἀπὸ τῶν Εὐρωπαίων ἐπὶ τοὺς Ἀσια‐ νοὺς ἔρχεται. b(BCE3) | |
2851b | Ariston. | Πυλαιμένεος: ὅτι οὗτός ἐστι Πυλαιμένης, περὶ οὗ πολ‐ λοὶ τῶν ἀρχαίων ἐζητήκασιν. A | |
2851c | ex. | 〈λάσιον κῆρ:〉 μεταληπτικῶς τὸ συνετόν. b(BCE3E4) | |
2852a | Ariston. | 〈ἐξ Ἐνετῶν:〉 ὅτι Ζηνόδοτος γράφει „ἐξ Ἐνετῆσ“. Aint | |
2852b | ex. | Hrd. | ἐξ Ἐνετῶν ὅθεν ἡμιόνων 〈γένος ἀγροτεράων〉: παρὰ Ἐνετοῖς πρῶτον ἡ ὄνων καὶ ἵππων μίξις. ἀγροτεράων δὲ τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων. A b (BCE3E4) | τὸ δὲ Ἐνετῶν ὡς Θεσσαλῶν. A | |
2.854 | Ariston. | 〈ἀμφί τε Παρθένιον ποταμόν:〉 ὅτι ἡ παρθένος Ἄρτεμις ἀπολούεται ἐν αὐτῷ. b(BCE3) | |
D | ἀμφί τε Παρθένιον ποταμόν: τοῦτον ἔνιοι—ἐν αὐτῷ ἐλούσατο. A | ||
2.855 | Hrd. | ex. | Ἐρυθίνους: ὡς Ἀκραγαντίνους. | παραδηλοῖ δὲ τὴν ἣν | |
ἔχουσι τόπου θέσιν. b(BCE3) | |||
2856a | ex. | 〈Ἁλιζώνων:〉 οὗτοι γὰρ οἰκοῦσι γῆν ὑπὸ θαλάσσης ἐζωσμένην. b(BCE3E4) | |
2856b | Ariston. | D | {αὐτὰρ ἀλιζώνων} Ὀδίος 〈καὶ Ἐπίστροφοσ〉: ὅτι καὶ ἕτερός ἐστιν Ὀδίος ὁμώνυμος (Ι 170), καὶ παρὰ τοῖς Ἕλλησιν Ἐπίστροφος (Β 517). | Ἀλίζωνες δὲ ἔθνος—οἱ δὲ ἔθνος Αἰακῶν. A | |
2.858 | Ariston. | {μυσῶν τε} Χρόμις: ὅτι νῦν μὲν Χρόμιν, ἐν ἄλλοις (sc. Ρ 218) δὲ λέγει Χρομίον τὸν αὐτόν. A | |
2860-1 | Ariston. | ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ〈—καὶ ἄλλουσ〉: ἀθετοῦνται ἀμφότεροι, ὅτι κατὰ τὴν παραποταμίαν μάχην (sc. in libro Φ) οὐχ εὑρίσκεται ἐπ’ ὀνόματι πίπτων. εἴωθεν δὲ ὁ ποιητὴς τοὺς τῶν ἡγεμόνων θανάτους διαδήλως λέγειν. ἐὰν δὲ μὴ ὁρισθῇ ὁ | |
5 | τόπος καὶ ὁ καιρός, δύναται ὁ ἕτερος μένειν. A | ||
2862a1 | Ariston. | ex. | Φρύγας: ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν | |
τὴν αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως. Αἰσχύλος (fr. 446 N.2 = 242c M. = 446 R.) δὲ συνέχεεν. | οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας. ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται, ὅθεν καὶ Ἄσιος, „ὃς μήτρως ἦν | |||
5 | Ἕκτορος ἱπποδάμοιο“ (Π 717). A | ||
2862a2 | τοὺς Φρύγας ὁ ποιητὴς διαστέλλει, ὁ δὲ Αἰσχύλος συν‐ έχεεν. | οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας. ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται. b(BCE3) | ||
2.864 | ex. | 〈Μέσθλης:〉 μέδω Μέστρης Μέσθλης ὡς φύτρη φύτλη. b (BCE3) | |
2.865 | Did. | {τῶι} Γυγαίη τέκε λίμνη: ἄνευ τοῦ ι, Γυγαίη τέκε λίμνη, ἡ κατὰ Ἀρίσταρχον εἶχε διόρθωσις. οἱ δὲ περὶ Χαῖριν (fr. 1 B.) καὶ Διόδωρον καί τινες τῶν καθ’ ἡμᾶς προστιθέασι τὸ ι, ἵν’ 〈ᾖ〉 λίμνῃ ἔπι Γυγαίη τέκε, †κακῶς†· μηδέποτε γὰρ Ὅμηρον λιμνῶν | |
5 | τέκνα ἱστορεῖν. βίαιοι δέ εἰσιν. A | ||
2867a | Ariston. | βαρβαροφώνων: ὅτι Θουκυδίδης (1,3,3) λέγει τὴν ὀνομασίαν τῶν βαρβάρων νεωτερικὴν εἶναι. ἐλέγχεται δὲ ἐντεῦθεν. A | |
2867b | ex. | 〈βαρβαροφώνων:〉 ὅτι Κρητῶν ἄποικοι ὄντες ἠχρή‐ στωσαν τὴν Ἑλληνίδα φωνήν. ἢ βαρβαροφωνεῖν ἐστι τὸ τοὺς ἐπι‐ μιγνυμένους Ἕλλησι βαρβάρους ἑλληνίζειν μὲν διδάσκεσθαι, τῇ φωνῇ δὲ μὴ καθαρεύειν. ἢ ὅτι μεγαλόφωνοι ὑπῆρχον. b(BCE3E4) | |
2.868 | ex. | 〈Φθειρῶν τ’ ὄρος:〉 Φθειρῶν ὄρος τὸ πιτυῶδές φησιν· φθεὶρ γὰρ ὁ τῆς πίτυος καρπός. b(BCE3) | |
D | Φθειρῶν ὄρος τῆς Καρίας—ἢ ἀπὸ Φθιρὸς τοῦ Ἐν‐ δυμίωνος. A | ||
2869a1 | ex. | 〈Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρη‐ να:〉 ὁ γὰρ Μαίανδρος σκολιός ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. Μυκάλη δὲ ὄρος ἀντικρὺ Σάμου. ἔστι δὲ καὶ ἐν μυχοῖς Καρίας ἕτερον. b(BCE3) | |
2869a2 | D | ex. | Μαιάνδρου τε ῥοάς: Μαίανδρος ποταμὸς— | |
Μιλήτου. | σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. A | |||
2872a | Ariston. | ὃς καὶ χρυσὸν ἔχων〈—ἠΰτε κούρη〉: ὅτι ἐπὶ τοῦ Ἀμφιμάχου ἐστὶ τὸ ὃς καὶ χρυσὸν ἔχων, ὁ δὲ Σιμωνίδης (fr. 60 P.) ἐπὶ τοῦ Νάστου λέγει. καὶ ὅτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν χρυσᾶ, ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν, ἀλλὰ κόσμον χρυσοῦν· | |
5 | λέγει γὰρ ἠΰτε κούρη· ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι· „πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). A | ||
2872b | ex. | 〈ὃς καὶ χρυσὸν ἔχων—ἠΰτε κούρη:〉 προ‐ ανεφώνησεν, ἵνα μὴ ἔτι αὐτοῦ μνησθῇ. Εὔφορβος μέντοι καὶ Γλαῦκος (cf. Ρ 52. Ζ 236) χρυσᾶ ὅπλα ἔχουσιν, ἀλλ’ οὐ κωμῳδοῦνται, ἐπεὶ μὴ γυναικεῖα τὰ αὐτῶν ὡς τὰ τούτου. b(BCE3E4) | |
2.876 | ex. | 〈Σαρπηδών:〉 εἴασε νῦν τὸ γένος αὐτοῦ, ἵν’ ἐν ἄλλῳ τό‐ πῳ μνείαν τούτου ποιούμενος πρὸς πλείονα αὐτὸ ποικιλίαν ἔχῃ. b (BCE3) | |
2877a | ex. (Hrd. + Ap. | Ξάνθου ἄπο δινήεντος: πᾶσα πρόθεσις μεταξὺ | |
Dysc.) | ex. | κυρίου καὶ ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ Πτολεμαῖον (p. 43 Β.) τῷ προσηγορικῷ. κατὰ δὲ Ἀπολλώνιον (Fr. p. 136, 16) πάντως ἀναστρέφεται. A b (BCE3) | τὸ δὲ Ξάνθου πρὸς | ||
5 | τοὺς Ζελείτας Λυκίους (cf. Β 824). A | ||
2877b | Nic. (?) | 〈Ξάνθου ἄπο δινήεντος:〉 στικτέον {δὲ} ἐπὶ τὸ δινήεντος, ἐπειδὴ εἱρμός ἐστι τῶν ἑξῆς. ἐπὶ μέντοι τοῦ τέλους τῶν | |
ἄλλων ποιημάτων οὐκέτι· σιωπὴ γὰρ ἐκδέχεται. b(BCE3) | |||
2postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τοῦ Νικάνορος Περὶ στιγμῆς. A | |||
3.1 | D | διαφέρει δὲ ὁ αὐτάρ τοῦ δέ, καθὸ ὁ μὲν αὐτάρ προτάσσεται —πάντες δὲ ὀξύνονται. A | |
D | D | κόσμηθεν: ὁ τρόπος μεταφορὰ—Δωρίς. | εὐταξίᾳ δὲ μάλιστα πόλεμος κατορθοῦται. A | ||
31a | ex. | ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι: ἀντὶ τοῦ ἑκάτεροι. καὶ ἕκαστος ἀντὶ τοῦ ἑκάτερος. T | |
31b | ex. | ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι: πῶς ἐπὶ δύο στρατιῶν τὸ ἕκαστοι ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς ἐκοσμήθησαν, ἢ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ „δενδίλλων ἐς ἕκαστον“ (λ 180)· δύο γὰρ πρέσβεις. ἔστι δὲ Ἀττικόν. b(BCE3E4)T | |
32a | Ariston. (?) | 〈Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν:〉 ὅτι ἀντὶ τοῦ μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ὀνόματα. Aint | |
32b1 | x | ex. | Τρῶες μὲν κλαγγῇ: λείπει Ἀττικῶς ἡ σύν, „αὐταῖς διαβολαῖσ“ (Ar. equ. 7). ἐκ τοῦ κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ γ. T | ἄμφω δὲ τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους· „ὥστ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ“ (Δ 433) καὶ „ἐς | |
5 | Τρώων ὅμαδον κίε“ (Η 307). AT | ||
32c1 | ex. | ὄρνιθες ὥς: τὸ διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. T | |
32b2/c2 | x | ex. | ex. | κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ ἑνὸς γ. ἐνοπῇ δὲ b(BCE3) τῇ εἰς ὀπὴν ὤτων φέρεσθαι δυναμένῃ βοῇ. b(BCE3E4) | τὸ μέντοι διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. | ἀμφοτέρας δὲ τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται | |
5 | τοῦ ἤθους. „ὥστ’ ὄϊες πολυπάμονοσ“ καὶ „ἐς Τρώων ὅμαδον κίε“. b(BCE3) | ||
32d | Nic. | ὄρνιθες ὥς: βραχὺ διασταλτέον ἐπὶ τὸ ὥς· ἡ γὰρ ἀντ‐ απόδοσις πρόκειται, καὶ ἀνεστραμμένη ἡ περίοδός ἐστιν. A | |
33a | ex. | ἠΰτε περ κλαγγὴ 〈γεράνων πέλει〉: μετὰ τοσαύτης κραυγῆς, ὅσης καὶ γέρανοι. ἐπὶ δὲ τοῦ ἠΰτε ἡ ἀπόδοσις. T | |
33b | Ariston. | οὐρανόθι πρό: ὅτι ἀντὶ τοῦ ἐν τῷ ὑπὸ τὰ νέφη τόπῳ· οὐ‐ ρανὸν γὰρ καλεῖ τὸν †ὑπὸ† τὰ νέφη τόπον· διὸ καὶ τὰς τοῦ Ὀλύμπου κορυφὰς ἐπουρανίους νοητέον. A | |
33c | ex. | ex. | οὐρανόθι πρό: καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸν ἀπὸ νεφελῶν εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, b(BCE3E4)T ὡς „ὀφθαλμοῖο διαπρό“ (Ξ 494). T | τὴν δὲ τοῦ λόγου ἀπόδοσιν εἰς τὸ ἠΰτε περ. εἶτά φησιν ὅτι μετὰ τοσαύτης πορεύονται κραυγῆς, | |
5 | ὅσης αἱ γέρανοι. b(BCE3E4) | ||
34a | Ariston. | χειμῶνα: ὅτι χειμῶνα οὐ τὴν χειμερινὴν κατάστασιν λέ‐ γει, ἀλλὰ τὸν χειμερινὸν τόπον τῆς Θρᾴκης· οὐ γὰρ ἐνστάντος χειμῶνος τότε ἀπαίρουσιν, ἀλλὰ προσδοκίας οὔσης. A | |
34b1 | ex. | 〈ἀθέσφατον〉: ὃν οὐδὲ θεὸς ἑρμηνεύσειεν. Til | |
34b2 | ὃν οὐδεὶς ὅσος ἐστὶν ἑρμηνεύσειε λόγος. b(BCE3E4) | ||
3.5 | Ariston. | ex. | 〈κλαγγῇ ταί γε πέτονται〉 ἐπ’ Ὠκεανοῖο ῥοάων: ἀντὶ τοῦ εἰς ῥοάς, Ἀττικῶς. A b (BCE3)T | τὸ ἀδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγγήν. τὰ δὲ δειλότερα τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων. A b (BCE3E4)T | |
3.6 | ex. | ἀνδράσι Πυγμαίοισι· καὶ τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ καὶ τὸν θροῦν αὔξει· A b (BCE3)T κροτάλοις γὰρ αὐτὰς ἀλέξονται. T φησὶ δὲ αὐτοὺς Ἑκαταῖος (FGrHist 1, 328) †ἐπὶ σχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς, τὰς δὲ καταφρονούσας τοῦ μήκους | |
5 | πολεμεῖν πρὸς αὐτούς. A b (BCE3)T | ||
3.7 | ex. | 〈ἠέριαι:〉 διὰ τὸν καύσωνα. Til | |
38a1 | ex. | οἱ δ’ ἄρ’ ἴσαν σιγῇ 〈μένεα πνείοντες Ἀχαιοί〉: ποῦ τῆς προτέρας παραβολῆς ἡ ἀπόδοσις; ἢ τάχα οὕτως ἔχει· „Τρῶες μὲν κλαγγῇ ἴσαν, / ἠΰτε περ“ (Γ 2—3), ἵνα τὸ „ἠΰτε“ (Γ 3) ἀπόδοσις ᾖ. καὶ ἔστι „Τρῶες μὲν κλαγγῇ“ (Γ 2), οἱ δ’ ἄρ’ ἴσαν | |
5 | σιγῇ. ἐπεὶ δὲ καὶ κατάπληξις σιωπὴν ποιεῖ, προσέθηκεν μένεα. T | ||
38a2 | ταύτης ποῦ τῆς παραβολῆς ἡ ἀπόδοσις ἢ τάχα εἰς τὸ „Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν“, †οἱ δ’ ἄρ’ ἴσαν „ἠΰτε περ“, ἵνα τὸ „ἠΰτε“ ἀπόδοσις ᾖ. ἐπεὶ δὲ πολλάκις καὶ κατάπληξις σιωπὴν ποιεῖ, τὸ μένεα προστέθειται. b(BCE3E4) | ||
39a1 | ex. | 〈ἀλεξέμεν ἀλλήλοισιν:〉 τοῦτο γὰρ ἐν ταῖς φάλαγξι· σκέπει γὰρ τὸν †ὑπασπίζοντα† ἕκαστος ὡς αὑτόν, κἀκεῖνος τοῦτον. b (BCE3E4) | |
39a2 | ἡ γὰρ φάλαγξ σωθείη, ὅταν τὸ τοῦ παρασπίζοντος σκοπῇ Til | ||
310a | Ariston. | 〈εὖτ’:〉 ὅτι τὸ εὖτε οὐκ ἔστιν χρονικόν, ἀλλ’ ὁμοιω‐ ματικόν, ἀναλογοῦν τῷ „ἠΰτε“ (Β 87 al.). Aint | |
310b | Did. | εὖτ’ ὄρεος κορυφῇσι: διὰ τοῦ ε αἱ Ἀριστάρχου τὸ εὖτε καὶ τὸ ἐτέρωθί που λεγόμενον „τῷ δ’ εὖτε πτερὰ γίνετ’“ (Τ 386) ἀντὶ τοῦ ὡς πτερὰ ἐγίνετο ἐλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλα τῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν ἐκδόσεων, τῇ τε Χίᾳ καὶ τῇ Μασσαλι‐ | |
5 | ωτικῇ καί τισιν ἄλλαις, ἐκ πλήρους ἐγέγραπτο „ἠΰτε ὄρευς κο‐ ρυφῇσι“, παρὰ τὸ εἰωθὸς Ὁμήρῳ· ἐκ πλήρους γὰρ παρ’ ἕκαστα γράφειν „ὄρεοσ“ (Ε 554 al.). εἰσὶ δὲ οἳ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις· „εὖτε γὰρ ἠέλιος φαέθων“ (Λ 735) καὶ „εὖτ’ ἀστὴρ ὑπερέσχε“ (ν 93). λαμβάνουσι δὲ ὑπὸ μίαν | ||
10 | περιγραφὴν τὸ ὅλον· εὖτ’ ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην / „ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, / τόσ‐ σον τίς τ’ ἐπιλεύσσει ὅσον ἐπὶ λᾶαν ἵησιν“ (Γ 10—2)· ὁπότε ὁ νότος ταῖς τοῦ ὄρους κορυφαῖς κατέχεεν ὁμίχλην τοῖς μὲν ποιμέσιν οὐ | ||
προσφιλῆ, τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε ἐπὶ τοσοῦτον δύναταί | |||
15 | τις βλέπειν, ὅσον ἐστὶ λίθου βολῆς διάστημα. ἄμεινον δὲ τὸ πρότερον· τῷ γὰρ ὥσπερ ἀνταποδίδοται τὸ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσα‐ λοσ“ (Γ 13). ταῦτα ὁ Δίδυμος (p. 114 Schm.). A | ||
311a | ex. | ποιμέσιν οὔτι φίλην· οὐ βουκόλοις, ἐπεὶ μὴ νέμουσιν ἡμέρας διὰ τοὺς οἴστρους. b(BCE3E4)T | |
311b | Ariston. | ἀμείνω: ὅτι τινὲς γράφουσι σὺν τῷ ν „ἀμείνων“. εἰ δὲ κατ’ αἰτιατικήν ἐστι, χωρὶς τοῦ ν γράφεται· ἀνάλογον γάρ ἐστι τῷ ἀμείνονα. ἄλλοι δὲ γράφουσιν ἀντὶ τοῦ νυκτὸς ἀμείνω. A | |
312a | ex. | 〈ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν:〉 ἀόριστα ταῦτα, καὶ „ὅσον τε γέγωνε βοήσασ“ (μ 181). b(BCE3)Til | |
312b | D | 〈ἵησιν:〉 ἀφίησιν. Til | |
313a | Ariston. | 〈ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ ἀελλής:〉 ὅτι οὐ λέγει ὑπὸ ποδῶν ἀέλλης, ἀλλὰ κονίσαλος ἀελλής, ἀελλώδης. Aint | |
313b | Did. | ex. | κονίσαλος 〈ὤρνυτ’〉 ἀελλής: Ἀριστοφάνης γράφει „κονισάλου ὤρνυτ’ ἀέλλησ“. b(BCE3)T | ἄριστος δὲ κριτὴς ὁμοιοτήτων Ὅμηρος· ὁμίχλη γὰρ καὶ κονιορτὸς ὁμόχροα καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν. b(BCE3E4)T | |
3.14 | D (~) | 〈διέπρησσον πεδίοιο:〉 τὴν πεδιάδα διήνυον. Til | |
3.16 | D | 〈Τρωσίν:〉 ἀντὶ τοῦ Τρώων. πτωτικὸν—ποιηταί. Aint | |
316a | ex. | 〈Τρωσὶν μέν:〉 τῷ μέν οὐκ ἐπάγει τὸν δέ. Til | |
316b | ex. | ex. | ex. | Τρωσὶν 〈μὲν〉 προμάχιζεν Ἀλέξανδρος θεοειδής: τὸ δίκαιον νομοθετεῖ· οἱ γὰρ αἴτιοι προασπίζουσιν. ἐγείρει δὲ τὸν ἀκροατὴν προκινδυνεύοντα εἰσάγων τὸν πλείστων κινδύνων ἑτέροις αἴτιον. b(BCE3E4)T | ὁ δὲ μέν τὸ δέ ἐνταῦθα οὐκ ἐπάγεται. b | |
5 | (BCE3E4) | διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον; τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος τὸν ἄνδρα. λεκτέον δὲ ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψις. ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος, | ||
10 | εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει. b(BCE3E4)T | ||
3.17 | ex. | 〈παρδαλέην:〉 τὸ δὲ ζῷον πάρδαλις. Til | |
318a | Did. | Ariston. | {καὶ ξίφος} αὐτὰρ ὁ δοῦρε: Ἀρίσταρχος ἄνευ τοῦ ἄρθρου, „αὐτὰρ δοῦρε“. οὕτως καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Καλλιστρά‐ του (p. 320 Schm.) καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται· καὶ ὁ Ἰξίων (fr. 28 St.) ἐν τῷ πρώτῳ Πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρε‐ | |
5 | ται. ἔχει δὲ τὸν Ὁμηρικὸν χαρακτῆρα καὶ ἡ σὺν τῷ ἄρθρῳ γραφή, καίπερ οὐκ οὖσα Ἀριστάρχειος· σύνηθες γὰρ τῷ ποιητῇ ἐπὶ τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περὶ ἑτέρου διαλέγοιτο προσ‐ θέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ τοῦ Κύκλωπος „κὰδ δέ μιν ὕπνος / ᾕρει πανδαμάτωρ, ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“ | ||
10 | (cf. ι 372—4) ἀντὶ τοῦ καὶ ἐρεύγετο. | Ζηνόδοτος δὲ ἠθέτηκε τοῖς ἑξῆς οὐ συντιθέμενον. δεῖ δὲ κοινὸν παραλαβεῖν „αὐτὰρ ὁ δοῦρε δύω ἔχων“ (cf. Γ 17—8), καὶ νοεῖν τὸ ἄρθρον ἐξ ἐπαναλήψεως παρειλημ‐ μένον ἐπὶ τοῦ αὐτοῦ προσώπου. A | ||
318b1 | Did. | αὐτὰρ ὁ δοῦρε δύω: ἄνευ τοῦ ἄρθρου τὸ „αὐτὰρ | |
δοῦρε“ ἐν πάσαις ταῖς χαριεστέραις. ἡ δὲ σὺν τῷ ἄρθρῳ γραφή, καίτοι μὴ οὖσα Ἀριστάρχου, ὅμως ἔχει Ὁμηρικὴν συνήθειαν· ἔθος γὰρ αὐτῷ περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς περὶ | |||
5 | ἄλλου λέγοντι, ὡς ἐπὶ τοῦ Σαρπηδόνος· „αὐτοῦ μὲν ἤμβροτεν, ὁ δὲ Πήδασον οὔτα“ (cf. Π 466—7). T | ||
318b2 | τὸ αὐτάρ παρὰ Ζηνοδότῳ καὶ τοῖς ἄλλοις οὐκ ἐπάγεται τὸ ἄρθρον. ὅμως οὖν ἐστι καὶ τοῦτο τῆς Ὁμηρικῆς συνηθείας· ἔθος γὰρ αὐτῷ περὶ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς καὶ περὶ ἄλλου λέγων ποιεῖ· „Σαρπηδὼν αὐτοῦ μὲν ἀπήμβροτεν, ὁ δὲ | ||
5 | Πήδασον“ b(BCE3) | ||
318c | ex. (Ariston.) | δοῦρε δύω: δῆθεν ἵνα, εἰ †ἀποτύχῃ† τοξεύων, προσ‐ πεσὼν μάχοιτο. b(BCE3E4)T | |
318d | D | 〈κεκορυθμένα:〉 ἠκονημένα, ἐστομωμένα. Til | |
319-20 | Ariston. | 〈πάλλων Ἀργείων—ἐν αἰνῇ δηϊοτῆτι:〉 τὸ πάλλων (19) καὶ τὸ ἀντίβιον (20) ἀθετοῦνται ἀμφότεροι· ὁ γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν προκα‐ λοῖτο εἰς μονομαχίαν, ἀλλ’ ὕστερον ἐπὶ τοῦτο ἔρχεται ὀνειδισθεὶς | |
5 | ὑφ’ Ἕκτορος. ἄτοπον δὲ καὶ τὸ ἅμα πάντας προκαλεῖσθαι. A | ||
3.19 | ex. | προκαλίζετο πάντας ἀρίστους: τῇ φαντασίᾳ, οὐ λόγῳ, ὡς „αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηροσ“ (π 294). κραδαίνων δέ φησι τὰ δόρατα προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων „ἀντί‐ βιον μαχέσασθαι“ (Γ 20). ἢ τοὺς ἀρίστους τῶν Τρώων προετρέπετο | |
5 | κατὰ τῶν Ἑλλήνων. ἦθος δὲ θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος, Δόλωνος, Θερσίτου, Ἕκτορος, προπετὲς ἐν ἐπαγγέλματι, δειλὸν ἐν πράξει, ἐπονείδιστον πρὸς τῷ τέλει. b(BCE3E4)T | ||
D | ἐζήτηται, πῶς ὁ Ἀλέξανδρος—τὸν γέλωτα. A | ||
3.20 | Hrd. | 〈δηϊοτῆτι:〉 οὕτως ὁ Ἀρίσταρχος προπερισπᾷ δηϊοτῆτι, ὡς ἀπὸ ὀξυτόνου εὐθείας. τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ. Aint | |
321a1 | ex. | 〈ἐνόησεν ἀρηΐφιλος Μενέλαος:〉 καθεστὼς γὰρ καὶ ζητῶν τὸν ἀδικήσαντα, ὁ δὲ ἀλαζονείᾳ ἐπτοημένος. Til | |
321a2 | οὗτος γὰρ ἦν μόνον ἑστὼς καὶ τὸν ἀδικήσαντα ζητῶν, ὁ δὲ ἀλαζονείᾳ ἐπτοημένος. b(BCE3E4) | ||
3.22 | Nic. | 〈ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα:〉 τὸ προπάροιθεν ὁμίλου †ἤτοι τοῖς ἐπάνω προσδοτέον. Ail | |
323-7 | Nic. | 〈ὥς τε λέων— / ὣς ἐχάρη Μενέλαος:〉 συνα‐ πτέον ἕως τοῦ πεινάων (25)· φαῦλοι γὰρ οἱ συνάπτοντες τὸ πεινάων τοῖς ἑπομένοις. ὑποστικτέον δὲ εἰς τὸ αἰζηοί (26). Aim | |
3.23 | ex. | μεγάλῳ ἐπὶ σώματι κύρσας: σῶμα μὲν Ὅμηρος ἐπὶ νεκροῦ, οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων· ἢ ὃ αὐτὸς νεκρὸν εἰργάσατο ἢ τὸ τοξευθέν, b(BCE3E4)T ὡς τὸ „θῶες μέν τε διέτρεσαν“ (Λ 481)· ἢ τῷ „πεινάων“ (Γ 25) λύεται. T | |
5 | D | νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα. Aint | |
324a | ex. | εὑρὼν ἢ ἔλαφον: ὁ μὲν ἐλάφῳ καὶ τεθνεῶτι, ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται. A b (BCE3E4)T μέγα δὲ πρὸς θάρσος καὶ δειλίας ὄνειδος. b(BCE3E4)T | |
324b | ex. | κεραόν: τέλειον· τὰ νέα γὰρ ἀμβλυκέρατά φασιν. T | |
D | ἢ ἔλαφον κεραόν: αἱ γὰρ θήλειαι—φωλεῶν ἐξία‐ σιν. A | ||
324c | ex. | ἄγριον αἶγα: κατωφερὴς καὶ ὁ τράγος καὶ κερασφόρος. τοξότης δὲ καὶ ὁ Πάρις. b(BCE3E4)T | |
325a | Nic. | ex. | πεινάων: δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑπο‐ στιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. b(BCE3)T | χαλεπὸς δέ ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος. A b (BCE3)T | |
325b | Ariston. | 〈μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτόν:〉 ὅτι τὸ εἴπερ ἂν αὐτόν ἀντὶ τοῦ εἰ καὶ αὐτόν, ὡς ὅταν λέγῃ „εἴπερ ἂν αὐταί / Μοῦσαι ἀείδοιεν“ (Β 597—8) ἀντὶ τοῦ 〈εἰ〉 καὶ αὐταί. καὶ ὅτι ὁ τέ σύνδεσμος περισσός. Aint | |
325-6 | ex. | εἴπερ ἂν αὐτόν / σεύωνται: ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτω καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται. A b (BCE3E4) T | |
328a | ex. | 〈ὀφθαλμοῖσιν ἰδών·〉 φάτο γάρ: πρώην γὰρ ἀναπολῶν αὐτὸν τῇ διανοίᾳ νῦν τὴν θέαν πρὸς ἐρεθισμὸν ἐδέξατο. b(BCE3E4)T | |
328b | Ariston. | ἀλείτην: ὅτι Ζηνόδοτος γράφει „ἀλείτασ“, τὰς ἁμαρτίας ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσθαι ἀλείτην. A | |
329a | ex. | ἐξ ὀχέων: ἀπὸ τοῦ ὄχος, ὅθεν καὶ τὸ „ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο“ (Ε 745). b(BCE3)T | |
329b | Hrd. | χαμᾶζε: προπερισπᾶται. ἐχρῆν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν συστελλομένου τοῦ α, ὥσπερ τὸ Ἀφίδναζε, Θήβαζε, „ἔραζε“ (Μ 156 al.), χωρὶς εἰ μή ἐστιν ἀφορμὴ ὅτι ταῦτα ἀπὸ ὀνομάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ | |
5 | δὲ „μέταζε“ (Hsd. opp. 394) χρονικὸν παρὰ πρόθεσιν παρῆκται. A | ||
331a | ex. | ex. | ἐν προμάχοισι φανέντα: φανέντα μόνον, οὐ μαχό‐ μενον. | διὰ δὲ τοῦ „ἐξ ὀχέων“ (Γ 29) ἐν σχήματι πέφρακεν ὡς ἱππεὺς ἦν Μενέλαος. b(BCE3E4)T | |
331b | Nic. | Ariston. | ἐν προμάχοισι φανέντα, 〈κατεπλήγη〉: ἡ ὑπο‐ στιγμὴ διὰ τὸ „ὡσ“ μόριον, „τὸν δ’ ὡς οὖν“ (Γ 30). | ἡ διπλῆ δέ, ὅτι ἀντὶ τοῦ κατεπλάγη. A | |
331c | ex. (Ariston.?) | 〈κατεπλήγη:〉 ἔδει διὰ τοῦ α. Til | |
3.32 | ex. | 〈ἑτάρων:〉 εἶχε γὰρ ἴσως Ἀντιμαχείους φίλους (cf. Λ 123). Til | |
3.33 | ex. | ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδών: ἀνωτέρω περὶ τοῦ λέοντος ἐξειργάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται ἢ μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ. | |
5 | A b (BCE3E4)T | ||
3.34 | ex. | ὑπό τε τρόμος ἔλαβε γυῖα: γυῖα πάντα τὰ μέλη· „ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων“ (Ω 514). b(BCE3E4)T | |
335a | ex. | ἄψ: συνωνύμως τῷ „παλίνορσοσ“ (Γ 33). b(BCE3)T | |
335b1 | Hrd. | ὦχρος: οὕτως ὦχρος ὡς μῶμος, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροός ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος, | |
καὶ κατὰ συναλιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον, ἄλλως τε τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκει‐ | |||
5 | μένου τοῦ ι, βαρύνεται, „ὦμοσ“ (Π 519), †ὦμος†. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδός τραγῳδός. A | ||
335b2 | ὦχρος τέ μιν: ὡς μῶμος· ἄχροος, ἄοχρος, ᾦχρος. b (BCE3)T | ||
335c | Did. | Hrd. | παρειά: οὕτως Ἀρίσταρχος, | ὀξυτόνως καὶ χωρὶς τοῦ ς γραπτέον, ἵνα ᾖ οὐδέτερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένοντος, τὸν αὐτὸν φυ‐ λάσσει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ | |
5 | νευραί καὶ νεῦρα· διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν „παρειάσ“ σὺν τῷ ς, ἐπειδὴ καὶ „παρειάων ἁπαλάων“ λέγει (Σ 123). | ||
A | |||
335d | Did. (?) | Hrd. | εἷλε παρειά: Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυ‐ κῶς. b(BCE3E4)T ὁ δὲ Σιδώνιος διὰ τοῦ η διὰ τὸ „παρήϊον“ (Δ 142 al.). T | τὸ δὲ παρειά ὡς ἀγαθά· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν Ἰωνικῶς μεταποιούμενα εἰς οὐδέτερον γένος φυλάσσει τὸν | |
5 | αὐτὸν τόνον, πλευραί πλευρά. b(BE3E4)T οὕτως οὖν καὶ τὸ παρειά παρῆκται. b(BE3) | ||
335e | Hrd. | 〈παρειά:〉 μεταπλασμός. Aint | |
336a | ex. | D | καθ’ ὅμιλον ἔδυ: τὸ ἑξῆς κατέδυ. | ἀπὸ μεταφορᾶς τῶν εἰς τοὺς φωλεοὺς καταδυομένων ἑρπετῶν. T | |
336b | Ariston. | 〈Τρώων〉 ἀγερώχων: ὅτι ἀγερώχους τοὺς Τρῶας, οὐ μόνον τοὺς Ῥοδίους (cf. Β 654), ὥς τινες ᾠήθησαν, διὰ τὸ ἀγεί‐ ρειν τὴν ὀχήν, τουτέστι τὴν τροφήν· ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραόχους καὶ σεμνοὺς λέγει. A | |
336c | ex. | ἀγερώχων: λίαν γέρας ἐχόντων, ὅ ἐστι μεγαλοφρόνων. b(BCE3E4)T | |
3.37 | ex. | δείσας Ἀτρέος υἱόν: διὰ τοῦ ὀνόματος τοῦ πατρὸς Μενε‐ | |
λάου καὶ τὸ τούτου παρεδήλωσεν ἀδεὲς ἐν σχήματι. b(BCE3)T | |||
3.38 | ex. | 〈αἰσχροῖς:〉 αἶσχος ἐπάγουσι. Til | |
339a | D | ex. (?) | Δύσπαρι: ἐπὶ κακῷ ὠνομασμένε Πάρι, κακὲ Πάρι. | καὶ Ἀλκμὰν (fr. 77 P.) φησί· „Δύσπαρις, Αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ“. A | |
339b | ex. | Δύσπαρι: ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε δυσχεραίνων τῷ ὀνόματι, ὡς καὶ „Κακοΐλιον“ πού φησιν ἡ Πηνελόπη (τ 260. 597. ψ 19). b(BCE3E4)T | |
339c | ex. | ex. | D | εἶδος ἄριστε: ἐφ’ ᾧ μεγαλύνεται, τούτῳ αὐτὸν διασύ‐ ρει. ὄνειδος δέ ἐστιν οὐχ ὁμοιούμενον τῇ ψυχῇ, ὡς τὸ „Ἕκτορ, εἶδος ἄριστε“ (Ρ 142) καὶ „εἶδος ἀγητόσ“ (Ω 376) καὶ „σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδοσ“ (Hsd. opp. 714). b(BCE3E4)T | γυναι‐ | |
5 | μανὴς δὲ ὁ τὰς γυναῖκας ὡς μαινάδας τῇ τῆς ὥρας ποιῶν ἀπάτῃ, b (BCE3) | ἢ ὁ ἐπ’ αὐταῖς μαινόμενος. b(BCE3E4) | ||
340a | ex. | ἄγονός τ’ ἔμεναι: ὁ τέ ἀντὶ τοῦ διαζευκτικοῦ ἤ, ὡς καὶ ὁ καί, οἷον „πρώτῃσι καὶ ὑστατίῃσι βόεσσι“ (Ο 634). ἢ τῷ θυμῷ ἐπὶ τὸ ἀδύνατον τῆς κατάρας ἐκπίπτει. b(BCE3)T | |
340b | Porph. vel ex. | ἄγονός 〈τ’ ἔμεναι〉: Διονύσιός φησιν ὁ Σκυτοβραχίων (FgrHist 32, 11 = fr. 39 Rusten) Δάρδανον ἀπὸ Ἑλένης καὶ Πάριδος γενέσθαι. A | |
341-2 | Nic. | 〈καί κε τὸ—ἄλλων:〉 στικτέον ἐπὶ τὸ βουλοί‐ | |
μην (41), τὰ δὲ ἑξῆς συναπτέον ἕως 〈τοῦ〉 ἄλλων. Aim | |||
341a1 | ex. | 〈καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦεν:〉 ἐβουλόμην ἂν τοῦτο ὡς καλῶς γενησόμενον. ἀλλὰ καὶ πολύ, φησί, κρεῖττον ἂν ἐγεγόνει, σοὶ δηλονότι. b(BCE3E4) | |
341a2 | καί κε τὸ βουλοίμην, 〈καί κεν πολὺ κέρδιον ἦεν〉: ἐβουλόμην ἂν τοῦτο. †φέρτερον† δὲ κρεῖττον, σοὶ δηλονότι. T | ||
342a | ex. | ex. | ἢ οὕτω λώβην τ’ ἔμεναι 〈καὶ ὑπόψιον ἄλλων〉: ἢ {ὅτι} οὕτως ἐπὶ πάντων ὁρώντων τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην κερδαίνειν. T | δεῖ δὲ εἰς τὸ λώβην 〈τ’〉 ἔμεναι στίξαι καὶ τὸ λοιπὸν συνάψαι ἕως τοῦ ἄλλων b(BCE3E4)T ἵν’ ᾖ βουλοίμην | |
5 | ἄν σε ἄγονον καὶ ἄγαμον εἶναι 〈***〉. b(BCE3E4) | ||
342b | ex. | ὑπόψιον ἄλλων: ἢ ὑφορώμενον τοὺς ἄλλους, μὴ ἃ δέδρακας πείσῃ, b(BCE3E4)T ἢ ὃν διὰ μῖσος ὑπόδρα ὁρᾷ τὸ πλῆθος. T βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν μῖσος. b(BCE3E4)T Ἀριστοφάνης δὲ „ἐπόψιον“ γράφει καὶ οὐ | |
5 | στίζει, ἵν’ ᾖ ἐπὶ πάντων ὁρώντων κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην. b(BE3E4)T | ||
343a | Hrd. | ἦ {που καγχαλόωσι}: περισπαστέον τὸν ἦ· βεβαιωτικὸς γάρ ἐστι καὶ ἰσοδυναμεῖ τῷ δή. A | |
343b | ex. | ἦ που καγχαλόωσι: ἐκ προοιμίου τὸ φιλότιμον δεί‐ κνυσιν Ἕκτορος καὶ τῆς παρὰ τοῖς πολλοῖς πεφροντικὸς δόξης· „αἰδέο‐ μαι Τρῶασ“ (Ζ 442), „πατρὸς δ’ ὅγε πολλὸν ἀμείνων“ (Ζ 479), „ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ“ (Η 90). b | |
5 | (BCE3E4)T | ||
343-5 | Nic. | ἦ που καγχαλόωσι〈—βίη φρεσὶν οὐδέ τις | |
ἀλκή〉: τὸ ἑξῆς· ἦ που καγχαλόωσιν (43), οὕνεκα καλόν / εἶδος ἐπ’, ἀλλ’ οὐκ ἔστι βίη φρεσίν (44—5). τὸ δὲ φάντες ἀριστῆα (44) διὰ μέσου· καίτοι γε, φησίν, ἀριστέα σε ὑπονοήσαντες | |||
5 | εἶναι ἐκ τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι τῆς παρατάξεως. b (BCE3E4)T | ||
344a | ex. | φάντες ἀριστῆα: πότε ὑπέλαβον αὐτὸν ἀριστέα εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα „Ἀργείων προκαλίζετο πάντας ἀρίστουσ“ (Γ 19). A b (BCE3)T | |
344b | Ariston. | πρόμον: ὅτι κατὰ συγκοπὴν τὸν πρόμαχον εἴρηκεν, οὐχ ὡς οἱ Γλωσσογράφοι τὸν βασιλέα. A | |
3.45 | Nic. | εἶδος ἐπ’: μετὰ τὸ εἶδος ἐπ’ ἐὰν στίξῃς, A b (BCE3)T τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίξῃς, b(BCE3)T ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ „φάντεσ“ (Γ 44) ὅτι καλὸς μέν ἐστι, γύννις δέ. A b (BCE3)T | |
5 | D | 〈οὐκ ἔστι βίη φρεσίν:〉 βίη δύναμις—ἔχεις δύναμιν. A | |
346-52 | Nic. | ἢ τοιόσδε ἐὼν〈—ἀρηΐφιλον Μενέλαον〉: τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλός, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, τῷ πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ ἄλλης ἀρχῆς οὐκ ἂν δὴ | |
5 | μείνειας †Μενέλαον (52), ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἤ ἀντὶ τοῦ εἴ, εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείναις τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ (p. 166—7) | ||
ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον. A b (BE3E4)T | |||
3.46 | Hrd. | 〈ἢ τοιόσδε ἐών:〉 ἐνταῦθα {δὲ} ἐγκλίνεται ὁ σύνδεσμος ὁμοίως τῷ „ἢ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω“ (π 138)· καί μοι δοκεῖ ἰσοδυναμεῖν τῷ εἴ. λέγω δὲ τὸ τοιοῦτον· „†εἰ ἤδεις σάφα οἵη† περίφρων Πηνελόπεια“ (ω 404). A | |
347a | Ap. Dysc. | ἐπιπλώσας: ὁ Ἀπολλώνιος (Frg. 3, 129, 9) σχηματίζει τὸ ἐπιπλώσας οὕτως· πλέω καὶ ἐπιπλώω, οὗ ἀόριστος ἐπέπλωσα, μετοχὴ ἐπιπλώσας, εἶτα ἀποκοπὴ ἐπιπλώς. καὶ τὸ ἐπέπλως δὲ ῥῆμα „τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλωσ“ (γ 15) ὁμοίως ἐκ τοῦ | |
5 | †ἐπιπλώσας ἀπεκόπη· ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλῶμι δῆλον ἐκ τοῦ μηδὲ〈ν〉 εἶναι ὡς ἀπὸ τῶν εἰς μι κίνημα, οὐκ ἀπαρέμφατον ἐπιπλῶναι, οὐκ εὐκτικὸν ἐπιπλοίην, οὐ προστακτικὸν ἐπίπλοθι, οὐκ ἄλλο οὐδέν. ἔδει δὲ καὶ τὴν μετοχὴν εἶναι ἐπιπλούς ὡς βιούς καὶ γνούς· ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοῦς βῶς, | ||
10 | δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι αὐτοῦ ἐν χρήσει τὸ κοινόν. A | ||
347b | ex. | ἐρίηρας: παρὰ τὸ ερι καὶ τὸ ἄρω, ὅ ἐστιν ἁρμόζω, b (BCE3E4)T 〈ἢ〉 τὸ ἦρα, ὅ ἐστι χάρις. T | |
3.48 | Ariston. | ἀνῆγες: ἡ διπλῆ, ὅτι ἀναγωγὴν λέγει τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν· ἔστι γὰρ ὑψηλότερα τὰ πρὸς ἄρκτους. A | |
349a1 | Ariston. | ἐξ ἀπίης γαίης: ὅτι ἀπίαν τὴν πολὺ ἀφεστῶσαν, οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον. A | |
349a2 | οὐ τῆς Πελοποννήσου· φησὶ γοῦν „ἐξ ἀπίης γαίης δεκά‐ | ||
τῳ ἐνιαυτῷ“ (π 18). Til | |||
349b | ex. | νυὸν ἀνδρῶν 〈αἰχμητάων〉: πάντες γὰρ οἱ ἄριστοι ἐμνηστεύσαντο τὴν Ἑλένην, Μενελάου δὲ γέγονε θαλερὴ παράκοιτις (cf. Γ 53). b(BCE3E4)T ἢ ὅτι παντὶ {τῷ} οἰκείῳ τοῦ νυμφίου νυὸς ὀνομάζεται. T | |
3.50 | ex. | πατρί τε σῷ μέγα πῆμα: ἀπλήρωτον καὶ ἄτακτον ὁ θυμός. πολλὰς γοῦν εἴωθεν ἐπὶ τῶν ὀργιζομένων ποιεῖσθαι ἀρχὰς ὁ ποιητής, ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ „οἰνοβαρέσ“ (Α 225) καὶ τὰ ἑξῆς· ἄτοπον γὰρ πῆμα καλεῖν τὴν Ἑλένην Ἕκτορα, περὶ οὗ φησιν | |
5 | „ἀλλ’ οὔπω σεῦ ἄκουσα κακὸν ἔποσ“ (Ω 767). b(BCE3)T | ||
3.51 | Did. | κατηφείην {δὲ σοὶ αὐτῶι}: οὕτως κατηφείην σὺν τῷ ν ὡμολόγουν αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀργολική, καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν. ἡ δὲ Ζηνοδότου χωρὶς τοῦ ν. A | |
353a | ex. | γνοίης 〈χ’〉 οἵου φωτός: ἀσύνδετος ὁ λόγος· θυμου‐ μένου γὰρ ἀνδρὸς τὰ ῥήματα. T | |
353b1 | ex. | 〈γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοι‐ τιν:〉 οἷος ὤν, φησί, τίνα τίνος ἐστέρησας. οὐκ ἄρα Χίλωνος (cf. Vors.6 10 γ 1), ὡς ὑποφαίνεται, δόγμα τὸ „γνῶθι σαυτόν“, ἀλλ’ Ὁμήρου. b(BCE3E4) | |
353b2 | οἷος ὢν τίνα ἐστέρησας, ἵν’ ᾖ τὸ „γνῶθι σαυτὸν“ ὑπο‐ φαινόμενον. Til | ||
354a | Ariston. | κίθαρις: ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν {οὐκ ἄν τοι χραίσμη} „κί‐ δαρισ“. τοῦτο δὲ πίλου γένος εἶναι λέγουσιν. πολλὰ δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητῇ. A | |
354b | ex. | οὐκ ἄν τοι χραισμῇ κίθαρις: κίθαρις ἡ ἐπὶ πορνείᾳ πρὸς χάριν Ἀφροδίτης, οὐ Μουσῶν διδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα καὶ τὸ εἶδος ἐνάρετον. b(BCE3E4)T πᾶν δὲ σωματικὸν πλεο‐ νέκτημα δίχα ψυχικῆς ἀρετῆς ἄχρειόν ἐστι· διὸ καὶ Ἀφροδίτης αὐτά | |
5 | φησι, b(BCE3)T τὸ δὲ ἄλλο θεῶν. „τῷ δὲ θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινήν / ὤπασαν“ (Ζ 156—7). T | ||
3.55 | ex. (?) | 〈ὅτ’ ἐν κονίῃσι μιγείης:〉 ὅταν συνέλθῃς εἰς μάχην. Til | |
356a | Ariston. | δειδήμονες: ὅτι Ζηνόδοτος γράφει „ἐλεήμονεσ“. οὐκ ἐλεοῦσι δὲ αὐτόν, ἀλλὰ μισοῦσι〈ν〉· „οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύ‐ θανον· / ἶσον γάρ σφιν πᾶσι〈ν〉 ἀπήχθετο“ (cf. Γ 453—4). διὰ δὲ τὸν Πρίαμον καὶ τὸν Ἕκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν. A | |
356b | ex. | Τρῶες δειλήμονες: εὐλαβεῖς περὶ τοὺς ἄρχοντας. φι‐ λάδελφος δέ, ὃς κατὰ πρόσωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν b(BCE3E4)T | |
357a | Did. | ἕσσο διὰ τῶν δύο σς εἶχον αἱ Ἀριστάρχου· καὶ οὐ μόνον ἐν τοῖς ὑπομνήμασι〈ν〉 †εἶχον† οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο ὅτι ἀνάλογον ἦν τῷ „ἕσσω μιν χλαῖνάν τε“ (π 79) καὶ „ἕσσασ“ (ξ 396). καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχεν καὶ ἡ Ἀριστοφάνους. A | |
357b1 | Nic. | 〈κακῶν ἕνεχ’ ὅσσα ἔοργας:〉 ἐπὶ τὸ ἕνεκα βραχὺ διασταλτέον· ἀνέστραπται γὰρ ὁ λόγος. Σέλευκος (fr. 11 M. = 12 D.) δὲ ἀξιοῖ στίζειν, ἵνα γένηται θαυμαστικόν, ὅσσα ἔοργας, καθ’ ἑαυ‐ τὸ λεγόμενον· ὅπερ οὐ πάνυ τι δοκεῖ μοι. A | |
357b2 | εἰς τὸ ἕνεκα στικτέον, b(BCE3E4)T καὶ τὸ ἑξῆς ἰδίᾳ μετὰ ἤθους προενεκτέον. b(BCE3)T | ||
359-64a | Nic. | Ἕκτορ, ἐπεί με κατ’ αἶσαν〈—χρυσέης Ἀφροδίτησ〉: μετὰ τὴν κλητικὴν στικτέον, κατὰ δὲ τὸ τέλος τοῦ | |
στίχου στικτέον ἐν ὑποκρίσει. ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου· τὸ γὰρ ἑξῆς, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας (59), μή μοι δῶρ’ ἐρατὰ | |||
5 | πρόφερε (64). τὰ δὲ ἄλλα διὰ μέσου. ἐπὶ δὲ τῶν τοιούτων ὑπερ‐ βατῶν τὰς παραλλήλους δύο ὀξείας ὑποτίθεμεν ἑκατέρωθεν τῶν διὰ μέσου. ἔστι δὲ καὶ αὕτη ἀνταπόδοσις· αἰεί τοι κραδίη πέλεκυς 〈ὥς〉 (60), ὁ δὲ λόγος, ἐπεί μοι ἐπέπληξας, σιδήρου τομώτερον εἶναί σέ φημι. A | ||
359-64b | Nic. | ex. | Ἕκτορ, ἐπεί με κατ’ αἶσαν〈—χρυσέης Ἀφροδίτησ〉: τὸ ἑξῆς· ἐπεί με κατ’ αἶσαν ἐνείκεσας (59), μή μοι δῶρ’ ἐρατὰ πρόφερε (64). διὰ μέσου δὲ ἡ παραβολή. b(BCE3E4)T | τοιοῦτον δέ φησιν, ὅτι ἐπιπλήττει μὲν αὐτῷ εἰκότα, | |
5 | οὐ μὴν ἀληθῆ. b(BCE3) | ||
359a1 | ex. | Ἕκτορ: οὐκ „ἠθεῖε“ οὐδὲ „κασίγνητε“, AT ὡς πολλαχοῦ (Ζ 518 al., Δ 155 al.), ἀλλ’ Ἕκτορ· A πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν. AT | |
359a2 | οὔτε κασίγνητόν φησιν οὔτε φίλον: πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψε. b(BCE3) | ||
3.60 | ex. | αἰεί τοι κραδίη πέλεκυς ὥς: μή †πώ† μου οὖν καταγί‐ νωσκε πρὸς ἑαυτόν με συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην εὗρε τὴν τοῦ σιδήρου, καὶ οὐκ ἀργοῦ ἀλλὰ καὶ δρῶντός τι. b(BCE3)T | |
3.61 | ex. | 〈δουρός:〉 παντὸς ξύλου διὰ τὴν δρῦν. Til | |
3.62 | ex. | ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν: ὀξὺς ὢν καὶ ἠκονημένος τὴν ὁρμὴν τοῦ τέμνοντος αὔξει, b(BCE3E4)T ὡς καὶ ὁ ἀμβλὺς θραύει. b(BCE3)T | |
363a | Hrd. | ὣς σοί {ἐνὶ στήθεσσιν}: ἡ σοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδιαστολήν. A | |
363b | ex. | ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος: δύο ὑπεροχῶν | |
ὁμοιότητας παρέθετο, πελέκεως καὶ γνώμης, ὡς εἴ τις λέγοι· ὅσον ἦν Αἴας πρᾶξαι δυνατός, τοσοῦτον Ὀδυσσεὺς βουλεύειν. b(BCE3)T | |||
363c | ex. | 〈ἀτάρβητος:〉 †ἀκατάπαυστος. Til | |
364a | Nic. | μή μοι δῶρ’: τὸ ἑξῆς „ἐπεί με κατ’ αἶσαν ἐνείκεσασ“ (Γ 59), μή μοι δῶρα. διὰ μέσου δὲ ἡ παραβολή. A | |
364b | ex. | μή μοι δῶρ’ ἐρατὰ πρόφερε 〈χρυσῆς Ἀφροδί‐ τησ〉: ὡς ὑγρὸς ἄμφω αὔξει. ὁ δὲ Ἕκτωρ „δῶρ’ Ἀφροδίτησ“ (Γ 54). T | |
364c | ex. | 〈χρυσῆς Ἀφροδίτης:〉 χρυσῆν {δὲ} τὴν Ἀφροδίτην ἀπὸ τῆς στολῆς καλεῖ. b(BCE3) | |
3.65 | Ariston. | οὔ τοι ἀπόβλητ’: πρὸς τὸ ζητούμενον, πῶς, εἰ οὐκ ἔστιν ἀπόβλητα, „ἑκὼν οὐκ ἄν τις ἕλοιτο“ (cf. Γ 66). A | |
D | ἀπόβλητα: τὰ ὑπὸ τῶν θεῶν—σπουδῇ. A | ||
368a1 | ex. | 〈ἄλλους μὲν κάθισον:〉 ἐν σχήματι δηλοῖ ὅτι οὐ διὰ τὴν Μενελάου δύναμιν δειλιᾷ, ἀλλὰ διὰ τὴν τῶν συμμαχούντων, καὶ διὰ τοῦτο μόνος μόνῳ αἰτεῖ πολεμῆσαι. b(BCE3E4) | |
368a2 | ἄλλους μὲν κάθισον: ὡς διὰ τοὺς συμμάχους αὐτοῦ μὴ πολεμῶν. T | ||
3.69 | ex. | 〈αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον:〉 βαρβαρικὸν τὸ μονομαχεῖν ἔθος. b(BCE3)T τὸ δὲ ἐπίθετον Μενελάου ποιητικόν. b(BCE3)Til | |
370a | ex. | 〈συμβάλετ’:〉 πολεμοῦσιν, ἵνα ὁ μὲν λάβῃ ἅπερ ἀφῄρητο, ὁ δὲ ἀσφαλῶς κτήσηται. b(BCE3E4) | |
370b | ex. (?) | 〈κτήμασι:〉 ἀντὶ τοῦ χρήμασιν. Til | |
371a | Nic. | ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται: | |
καὶ εἰς τὸ νικήσῃ καὶ εἰς τὸ γένηται βραχὺ διασταλτέον. b(BCE3)T | |||
371b | Ariston. | κρείσσων: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ 〈ν〉 „κρείσ‐ σω“. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς ἔχει τὸ ν. A | |
3.73 | ex. | 〈ταμόντες:〉 δι’ ἐντόμων ποιησάμενοι, b(BCE3) του‐ τέστι θυσιῶν. b(BCE3E4) | |
374a | Ariston. | ναίοιτε: ὅτι Ζηνόδοτος γράφει „ναίοιμεν“. γελοῖος δέ ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν, ἀδη‐ λότητος οὔσης εἰ †οἰκήσει. A | |
374b | ex. | ναίοιτε: διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν. b(BCE3)T | |
375a | ex. | Ἄργος {ἐς ἱππόβοτον}: τὴν Θεσσαλίαν. καὶ ὁ Ἀχιλλεὺς „οἶον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεοσ“ (Τ 329). T | |
375b | ex. | Ἄργος ἐς ἱππόβοτον: Ἑλ〈λ〉άνικός φησι (FGrHist 4, 36a) Φορωνέως γεγενῆσθαι παῖδας τρεῖς, οἵτινες μετὰ θάνατον τοῦ πατρὸς διενείμαντο τὴν Ἀργείαν. καὶ τὴν μὲν πρὸς Ἐρασίνῳ τῷ ποταμῷ Πελασγὸς λαχὼν ἔκτισε τὴν νῦν καλουμένην Λάρισσαν, | |
5 | Ἴασος δὲ τὰ πρὸς † Ἦλιν†. ἀναλωθείσης δὲ τῆς γῆς ὁ νεώτερος Ἀγή‐ νωρ πολλὴν ἵππον ἐκτήσατο, ὅθεν ἐν τῷ αὐτῷ χρόνῳ ὠνόμασται τριχῶς τὸ Ἄργος· Ἴασον Ἄργος, Πελασγικὸν Ἄργος, ἱππόβοτον Ἄργος. T | ||
D | ἱππόβοτον: Ἴασος καὶ Πελασγὸς—Ἑλλάνικος ἐν | ||
10 | Ἀργολικοῖς (FGrHist 4, 36). A | ||
375c | ex. | Ἀχαιΐδα 〈καλλιγύναικα〉: τὴν πᾶσαν Ἑλλήνων γῆν A b (BCE3)T Ἀχαιΐδα φησί. AT τῷ δὲ ἔρωτι Ἑλένης τὴν | |
πᾶσαν τοιαύτην εἶναι μαντεύεται. A b (BCE3)T | |||
3.76 | ex. | Ἕκτωρ δ’ αὖτ’ ἐχάρη 〈μέγα〉: εἰκότως ἥδεται· ἢ γὰρ νικήσει, ἢ ἀκλεοῦς ἀδελφοῦ ἀπαλλαγήσεται. b(BCE3E4)T | |
3.77 | D | 〈ἀνέεργε:〉 ἐκώλυε τοῦ πολέμου. Til | |
3.78 | ex. | μέσσου δουρὸς ἑλών: διὰ τί μέσ〈σ〉ου δουρὸς ἑλών; ἐπεὶ ἕως ἐν καταστάσει τὰ τῆς μάχης, καὶ ἀκούεται. ἡνίκα δὲ μεσοῖ ὁ πόλεμος, τοῦτο ποιεῖ. T | |
3.79 | ex. | τῷ δ’ ἐπετοξάζοντο: πληροῦν γὰρ τούτῳ τὴν μάχην ᾤοντο· Ἀλεξάνδρου δὲ προϊόντος οὐκ ἠκόντιζον. b(BCE3)T | |
380a | ex. | ἰοῖσίν τε τιτυσκόμενοι 〈λάεσσί τ’ ἔβαλλον〉: ἀπὸ μετοχῆς εἰς ῥῆμα, ἢ ἀπὸ κοινοῦ τὸ ἔβαλλον. οἱ δὲ τιτυσκόμενοι ἰοῖς ἐτόξαζον. b(BCE3E4)T | |
380b | Ariston. | ἔβαλλον: ὅτι Ὅμηρος τὸ βάλλειν ἐπὶ τοῦ τιτρώσκειν τίθησι· νῦν δὲ ἔμφασιν ἔχει. A | |
382a | ex. | 〈ἴσχεσθ’:〉 ἀντὶ τοῦ ἴσχετε Aim Til ἐνεργητικοῦ. Aim | |
382b | Ariston. | βάλλετε: ὅτι τὸ βάλλετε ἀντὶ τοῦ τιτρώσκετε. A | |
383a1 | Ariston. | στεῦται {γάρ τι ἔπος}: ὅτι τὸ στεῦται ἀντὶ τοῦ κατὰ διάνοιαν ὁρίζεται. A | |
383a2 | ὁρίζεται. Til | ||
3.85 | D | 〈ἐσσυμένως:〉 σπουδαίως. Til | |
387a | ex. | μῦθον Ἀλεξάνδροιο: οἶδεν ἄδικα ἀξιῶν· διὸ Ἀλεξάν‐ δρου φησὶν ἐρεῖν, οὐχ ἑαυτοῦ λόγον, ἐλευθερῶν ἑαυτόν· ἐπιδυσχε‐ ραίνων τε αὐτῷ φησι· τοῦ εἵνεκα b(BCE3E4)T νεῖκος | |
ὄρωρεν. T | |||
3b | D | 〈νεῖκος ὄρωρεν:〉 φιλονεικία διεγήγερται. Til | |
3.89 | Nic. | πουλυβοτείρῃ: βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ „κέλε‐ ται“ (Γ 88) ῥῆμα. A | |
3.92 | Ariston. | κρείσσων: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν „κρείσσω“. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς τὸ ν προσλαμβάνει. A | |
3.94 | ex. | 〈ὅρκια πιστὰ τάμωμεν:〉 μετὰ γὰρ τὴν ἱερείων τομὴν οἱ ὅρκοι συντελοῦνται. b(BCE3E4) | |
395a | ex. | ὣς ἔφαθ’· οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: καλῶς. καταπλήσσει δὲ αὐτοὺς τὸ ξένον, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλοῖτο τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν | |
5 | φθέγγεται, οὔτε προκινδυνεύειν τὸν ἀδελφὸν θέλων (φιλάδελφος γάρ) οὔτε ἀναδύεσθαι· οὐ γὰρ ἔπρεπε γινομένης τῆς κρίσεως περὶ τῶν ὅλων. b(BCE3E4)T | ||
395b | ex. | ἀκὴν ἐγένοντο σιωπῇ: πρεπόντως οἱ πολλοὶ σιωπῶ‐ σιν· ἕνα γὰρ προὐκαλοῦντο εἰς μάχην. b(BCE3E4)T | |
397-9 | ex. | κέκλυτε νῦν καὶ ἐμεῖο〈—πολλὰ πέπασθε〉: ἀκούσατέ μου, φησίν· οὐ μὲν ἐπὶ δικαίοις κινδυνεύσω, ἀλλὰ λυπούμενος ἐφ’ ὑμῖν καταπονουμένοις, καὶ εἰς τὸ ἀπαλλάξαι ὑμᾶς τὸν ἀλυσι‐ τελῆ ὑπομενῶ πόλεμον· b(BCE3)T Τυνδάρεων γὰρ ἔδει τοῦτο | |
5 | προτείνειν. T | ||
3.97 | Hrd. | νῦν: τὸ νυν AAim περισπαστέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ. A | |
399a | Ariston. | Ἀργείους καὶ Τρῶας: ὅτι Ζηνόδοτος γράφει „Ἀργεῖοι καὶ Τρῶεσ“, ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αὐτούς. ἔστι δὲ τὸ διακρινθῆναι (cf. Γ 98) διχῶς χωρισθῆναι. ὁ δὲ Ζηνόδοτος | |
συνήθως ἡμῖν τέταχεν. A | |||
399b | Did. | 〈πέποσθε:〉 διὰ τοῦ α τὸ „πέπασθε“ Ἀρίσταρχος. Aint | |
399c | Did. | Ep. Hom. (?) | πέποσθε: „πέπασθε“ οὕτω πᾶσαι. | ἀπὸ τοῦ πήθω δὲ τὸ πέποσθε 〈ἢ〉 τοῦ πεπόνησθε συγκοπῇ. οἱ δὲ ἀπὸ τοῦ πέπασθε μεταβολῇ. T | |
3100a | ex. | εἵνεκ’ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς: ἐπιεικῶς συγκατασπᾷ καὶ ἑαυτὸν ὡς προσφιλονεικήσαντα τῷ ἄρξαντι. ἀντέστρεψε δὲ τὴν τάξιν. b(BCE3)T | |
3100b | Ariston. | ἕνεκ’ ἀρχῆς: ὅτι Ζηνόδοτος γράφει „ἕνεκ’ ἄτησ“. ἔσται δὲ ἀπολογούμενος Μενέλαος ὅτι ἄτῃ περιέπεσεν ὁ Ἀλέξανδρος. διὰ μέντοι τοῦ ἕνεκ’ ἀρχῆς ἐνδείκνυται ὅτι προκατῆρξεν. A | |
3.101 | ex. | ἡμέων δ’ ὁπποτέρῳ: καταγνωστέος, φασίν, Ἀλέξανδρος μαχόμενος περὶ ὧν ἔχει, καὶ Μενέλαος περὶ τῶν ἰδίων. ἀλλ’ ὁ μὲν εἶχε μέν, οὐκ ἴδια δέ, μάχεται δὲ ἵνα γένηται ἴδια, ὁ δὲ ἵνα τῶν ἰδίων κρατήσῃ, καὶ ὁ μέν, ἵνα τὴν πόλιν ἐλευθερώσῃ, ὁ δέ, ἵνα τὸ πρόστιμον | |
5 | ἀπαιτήσῃ. b(BCE3)T | ||
3.102 | Hrd. | διακρινθεῖτε {τάχιστα}: οὕτως προπερισπᾶται· ἔστι γὰρ εὐκτικόν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε, ὁμοίως τῷ „καὶ εἴ ποθεν ἄλλ’ ἐπιθεῖτε“ (χ 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ „ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν | |
5 | Ἀχαιοί“ (Β 126). A | ||
3103a | Ariston. | οἴσετε: πρὸς τὸ οἴσετε, ὅτι οὐ μέλλοντός ἐστι χρό‐ νου, ἀλλ’ ἀντὶ τοῦ φέρετε, ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὅ ἐστι | |
φέρε. A | |||
3103b | Nic. | 〈ἄρν’:〉 ἐπὶ τὸ ἄρνε διαστολὴ βραχεῖα· συλληπτικῶς γὰρ λέγει ἄρνε, εἶτα διαιρεῖ. Aim | |
3103c | ex. | οἴσετε δ’ ἄρν’: ἐὰν στίξωμεν εἰς τὸ ἄρνε, δυϊκὸν ἔσται, ἐὰν δὲ συνάψωμεν, ἔσται αἰτιατικῆς πτώσεως. ἀπὸ κοινοῦ τὸ νοούμενον. b(BCE3E4)T | |
3103-4 | Ariston. | ex. | οἴσετε: ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὡς „ἄξετε“ (Γ 105) ἀπὸ τοῦ ἄξε. T | ταῦτα δὲ θύουσιν, ἐπεὶ καρποφόρα, τῇ Γῇ καὶ †ἥλιος δὲ καὶ γῆ αἴτια τῶν καρπῶν. διὰ τί δὲ οἱ Τρῶες Γῇ καὶ Ἡλίῳ; ὅτι ὁ κίν‐ δυνος περὶ σωτηρίας καὶ γῆς. Ἕλληνες δὲ Διΐ, ἐπεὶ ξένιος· περὶ ξενίαν | |
5 | δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. b(BCE3E4)T ἐπὶ δὲ Διὸς οὐκ εἶπε τί χρῶμα· γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον. b(BE3E4)T | ||
D | D | ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν: τὰ οἰκεῖα —τοιαύτη ἡ θεός. | τῷ δὲ Διΐ—προσαγορεύεται. A | ||
3.104 | Ariston. | ἄλλον: ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν, ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν. A (bis) | |
3105a | Ariston. | 〈ἄξετε:〉 ὅτι τὸ ἄξετε οὐ τὸν μέλλοντα σημαίνει, ἀλλ’ ἴσον τῷ ἄγετε. Aint | |
3105b | ex. | ὄφρ’ ὅρκια τάμνῃ: συνετῶς ἀξιοῖ ὅρκους γενέσθαι, ὅπως εἰ μὲν στέργοιεν Τρῶες, εὖ ἔχοι, εἰ δὲ μή, τὸν θεὸν αὐτοῖς ἐκπολε‐ | |
μώσαι. ἐμφρόνως δὲ γέροντι πιστεύει τοὺς ὅρκους. b(BCE3E4)T | |||
3.106 | ex. | ἐπεί οἱ παῖδες ὑπερφίαλοι: οὐκ ἀλόγως· αὐτὸς γάρ ἐστι τῆς ἀπιστίας Ἀλέξανδρος κατήγορος. T | |
3108a | Ariston. | αἰεὶ δ’ ὁπλοτέρων: ἀπὸ τούτου ἕως τοῦ „λεύσσει“ (Γ 110) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπολογία ἐστὶν αὕτη ὑπὲρ τῶν παραβάντων Πριαμιδῶν· εἰ γὰρ κατὰ κοινοῦ αἱ φρένες τῶν νέων κρέμανται, οὐδὲν ξένον ἁμάρτημα πεποιήκασιν. A | |
3108b | ex. | 〈αἰεὶ δ’ ὁπλοτέρων:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til | |
3108c | ex. | ex. | ἠερέθονται: ἀβέβαιοί εἰσιν καὶ ἄστατοι. | ὑποτέμνε‐ ται δὲ τὴν ὕβριν, ἀνάγων ἐφ’ ἅπαντας τοὺς νέους τὸ ἔγκλημα. b (BCE3E4)T | |
3109-10a | Nic. | οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσ〈σ〉ω / 〈λεύσσει—γένηται〉: ὑποστικτέον ἤτοι μετέῃ‐ σιν ἢ ὀπίσσω. ἡ μὲν οὖν προτέρα τοιοῦτον ποιεῖ τὸν λόγον· τά τε παρόντα καὶ τὰ ὕστερον προορᾶται, ὅπως ἐν ἀμφοτέροις ἄριστα | |
5 | πραχθῇ. ἡ δὲ δευτέρα οὕτως· οἷς δ’ ἂν παρῇ πρεσβύτης εἴς τε τὸ παρὸν καὶ εἰς ὕστερον, οἷον πάντοτε. A | ||
3109-10b | ex. | Nic. | οἷς δ’ ὁ γέρων μετέῃσιν: περὶ Πριάμου ὁ λόγος· πεπείραται γὰρ αὐτοῦ. | ἡ δὲ στιγμὴ εἰ μὲν μετὰ τὸ μετέῃσιν εἴη, οὕτως ὁ νοῦς· τὰ παρόντα καὶ τὰ μέλλοντα προορᾷ, ὅπως ἄμφω ἄριστα πραχθῇ· εἰ δὲ εἰς τὸ ὀπίσσω, οὕτως· οἷς παρῇ ὁ γέρων εἰς | |
5 | τὸ νῦν καὶ τὸ μέλλον, ὅ ἐστιν ἑκάστοτε. b(BCE3E4)T | ||
3.113 | D | 〈ἔρυξαν:〉 κατέσχον. Til | |
3.114 | ex. | τεύχεά τ’ ἐξεδύοντο: τὰς ἀσπίδας· αὗται γὰρ τελα‐ | |
μῶνας εἶχον, οὐκ ὄχανα. b(BCE3E4)T | |||
3114-5 | ex. | κατέθεντ’ ἐπὶ γαίῃ / πλησίον ἀλλήλων: μὴ γέ‐ νοιτό τις αὐτῶν χρεία. T | |
3.115 | ex. | ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα: ἡ διακεχωρισμένη γῆ μετα‐ ξὺ Τρώων καὶ Ἑλλήνων. T | |
3117a1 | Nic. | καρπαλίμως 〈ἄρνας τε φέρειν〉: οὕτως συναπτέον καρπαλίμως ἄρνας τε φέρειν: ἐνετείλατο γὰρ φέρειν ταχέως, ἐπεὶ παρελκόμενον ἔσται τὸ καρπαλίμως. A | |
3117a2 | καρπαλίμως ἄρνας τε φέρειν: τὸ καρπαλίμως τούτῳ τῷ στίχῳ συναπτέον, οὐ τοῖς ὀπίσω. T | ||
3.121 | ex. | ex. | 〈Ἶρις δ’ αὖθ’ Ἑλένῃ〉 λευκωλένῳ ἄγγελος ἦλθε: ἐν ἀρχαῖς τῷ τῆς Ἥρας αὐτὴν ἐπιθέτῳ κοσμεῖ, Ἀργείας τε ἄμφω κα‐ λεῖ· „Ἥρη τ’ Ἀργείη“ (Δ 8) καὶ „Ἀργείη †Ἑλένη“ (Ζ 323). | ἦλθε δὲ ἄγγελος b(BCE3E4) δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ αὐ‐ | |
5 | τάγγελος. θῆλυ δὲ θήλεϊ πείθεται· ἐρωτική τε θεὸς ἡ Ἶρις b(BCE3E4)T καὶ ἀεὶ συμπαροῦσα τῇ Ἀφροδίτῃ. b(BCE3E4) τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου τὸν Ἔρωτα λέγουσιν εἶναι υἱόν. b(BCE3E4)T | ||
3122a | Hrd. | {εἰδομένη} γαλόῳ· βαρύνειν δεῖ· τὰ γὰρ εἰς ως θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν βραχείᾳ παραληγόμενα βαρύνεται, ἅλως Κέως ἕως· οὕτω γάλως. τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφων ἐν τῷ πρώτῳ Περὶ ἀρχαίας ἀναγνώσεως (fr. 94). A | |
3122b | Ariston. | 〈γαλόῳ:〉 διὰ τὸ γαλόῳ. Aint | |
3122c | ex.(?) | 〈γαλόῳ:〉 γάλως ὡς Ἄθως· καὶ διαίρεσις γαλόῳ ὡς | |
„ἐξ Ἀθόω δ’ ἐπὶ πόντῳ“ (Ξ 229). Aim | |||
3122d | D(?) | 〈γαλόῳ:〉 ἀνδρὸς ἀδελφῇ. ἡ γάλως, τῆς γάλω. Til | |
3122-4 | ex. | 〈εἰδομένη γαλόῳ,〉 Ἀντηνορίδαο δάμαρτι 〈/ τὴν— / Λαοδίκην〉: οὔτε τῇ γαλόῳ (122) δοτικῇ, οὔτε τῇ Ἀντηνορίδαο (122) γενικῇ ὑπήντησε σχηματίζων τὸν λόγον. b (BCE3E4)T | |
3123a1 | ex. | τὴν Ἀντηνορίδης: τὸ γένος γὰρ Ἀντήνορος ἠγάπα μᾶλλον Ἑλένη, ἐπεὶ πρόξενος ἦν τῶν Ἑλλήνων. T | |
3123a2 | ἠγάπα δὲ τὸ γένος τοῦ Ἀντήνορος ἡ Ἑλένη, ἐπεὶ †πρώ‐ ην ξένος† ἦν τῶν Ἑλλήνων. b(BCE3E4) | ||
3.124 | ex. | εἶδος ἀρίστην: ἀντὶ τοῦ ἁπλοῦ· φησὶ γοῦν „Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην / †Κασάνδρα톓 (Ν 365—6). εἰ μὴ τὴν μὲν παρθένων, τὴν δὲ γαμηθεισῶν ἀρίστην φησὶν εἶναι. T | |
3125a | ex. | ἐν μεγάρῳ: ἐν θαλάμῳ· A οὗτος γὰρ διαίτημα γαμη‐ θεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον. A b (BE3E4)T | |
3125b | ex. | ἡ δὲ μέγαν ἱστὸν ὕφαινε: οὐκ ᾄδει ὡς Κίρκη καὶ Καλυψώ· ἀπαθῶς γὰρ ἐκεῖναι καὶ ἠρέμα ζῶσαι. T | |
3126a | Did. | δίπλακα μαρμαρέην: καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνο‐ δότου καὶ ἡ Ἀριστοφάνους „πορφυρέην“ εἶχον, οὐ μαρμαρέην. καὶ ἔστι πρεπωδέστερον· καὶ γὰρ ἐπὶ τῶν νυμφῶν „φάρε’ ὑφαίνουσιν ἁλιπόρφυρα“ (ν 108). A (bis) | |
3126b1 | ex. | Did. | δίπλακα μαρμαρέην: διπλοΐδα χλαῖναν, οἱ δὲ δίμι‐ τον. | αἱ πᾶσαι δὲ „πορφυρέην“ εἶχον, καὶ ἔστι συνῳδὸν τῷ „ἰοδνεφὲς | |
εἶρος ἔχουσα“ (δ 135) καὶ „†φάρεα ὑφαίνουσα† ἁλιπόρφυρα“. T | |||
3126b2 | ex. | D | Did. | δίμιτον χλαῖναν. | τὸ δὲ μαρμαρέην τὴν λαμπράν. | συνῳδὸν δὲ τοῦτο τῷ „ἰοδνεφὲς εἶρος ἔχουσα“ καὶ τῷ „φάρε’ †ὑφαί‐ νουσ’† ἁλιπόρφυρα“. b(BCE3) | |
3126c | Ariston. | 〈δίπλακα μαρμαρέην·〉 ὅτι παραλέλειπται τὸ κύριον, ἡ χλαῖνα. λέγει δὲ δίπλακα χλαῖναν, ἣν ἔστι διπλῆν ἀμφιέσασθαι. Aint | |
3126-7 | ex. | πολέας δ’ ἐνέπασσεν ἀέθλουσ〈—χαλκοχι‐ τώνων〉: ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας ποιήσεως. ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν. b(BCE3E4)T | |
3128a | Hrd. | οὕς ἑθεν: ἐγκλιτικῶς ἀνεγνώσθη διὰ τὸ μεταλαμβα‐ νόμενον, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψις, οὓς αὐτῆς. τοῦτο δὲ ἐπὶ τῆς ἕθεν φασὶν ὅτι εἰ μὲν εἰς ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀνα‐ γινώσκειν δεῖ, εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτως | |
5 | ἀνεγνώσθη, „ἐπεὶ οὔ ἑθέν ἐστι χερείων“ (Α 114), „οἵ ἑθεν †ὤτρυνο톓 (Ο 199)· ἐκεῖνο δὲ κατ’ ὀρθὴν τάσιν „ἀπὸ ἕθεν ὤσατο χειρί“ (Ζ 62)· ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ „πρόσθεν ἕθεν φεύγοντα“ (Ε 56. 80. Υ 402)· ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν. A | ||
3128b | ex. | οὕς ἑθεν: ἐγκλιτικῶς. τὸ δὲ „ἐμέθεν“ (Α 525 al.) καὶ „σέθεν“ (Α 180 al.) †μόνα† ὀρθοτονοῦνται παρ’ αὐτῷ. b(BCE3)T | |
3130a1 | ex. | ex. | δεῦρ’ ἴθι, 〈νύμφα〉: δεῦρο ἀντὶ τοῦ ἄγε. b(BE3) T | τὸ δὲ νύμφα Ἰωνικὸν ὡς τὸ τόλμα, τῆθα, κοῦρα. T | |
3130a2 | ex. | Ἰωνικὰ νύμφα, τόλμα. Aint | |
3130b | ex. | ἵνα θέσκελα: θεοείκελα θέσκελα, ὡς θεόφατα θέσφατα· | |
Aim b(BCE3)T μετὰ τὴν συγκοπὴν ὁ πλεονασμός. Aim b(BE3)T | |||
3130-4 | Nic. | δεῦρ’ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι / —ἕαται σιγῇ: 〈***〉 εἶτα ἀπ’ ἄλλης ἀρχῆς· ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω· διὸ τελεία〈ν〉 στικτέον, ὑποστικτέον δὲ ἐν ὑποκρίσει, ἀνταποδοτικῆς οὔσης τῆς περιόδου, ὑποτακτικοῦ δὲ | |
5 | τοῦ προτέρου οἵ (132), τοῦ δὲ δευτέρου (sc. 134) ἀντωνυμίαν δηλοῦν‐ τος. A | ||
3.132 | ex. | Nic. | οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον: ἡ ἐπί πρὸς τὸ φέρον. T | τοῦτο δὲ τὸ οἵ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς (sc. Γ 134) ἀντωνυμικόν. b(BCE3)T | |
3.133 | Nic. | λιλαιόμενοι πολέμοιο: εἰς τὸ πολέμοιο ὑποστικτέον. T | |
3134a1 | ex. | οἱ δὴ νῦν ἕαται: ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέα‐ ται. T | |
3134a2 | ἀπὸ τοῦ ἧνται, διάλυσις. Aim | ||
3134b | Nic. | πόλεμος δὲ πέπαυται: διὰ μέσου τὸ ἡμιστίχιον πόλεμος δὲ πέπαυται· διόπερ διαστέλλομεν ἐπὶ τὸ σιγῇ, στίζο‐ μεν δὲ ἀνυποκρίτως ἐπὶ τὸ πέπαυται. A | |
3134-6 | Nic. (?) | 〈οἱ δὴ νῦν ἕαται σιγῇ— / αὐτὰρ Ἀλέξαν‐ δρος:〉 διὰ μέσου τὸ πόλεμος δὲ πέπαυται (134), b(BCE3E4) Til ἵν’ ᾖ οἱ δὴ νῦν ἕαται σιγῇ (134), ἀσπίσι κεκλιμένοι, παρὰ δ’ ἔγχεα μακρὰ πέπηγε (135). πόλεμος δὲ πέπαυται | |
5 | (134). αὐτὰρ Ἀλέξανδρος (136). b(BCE3E4) | ||
3.135 | ex. | ἀσπίσι κεκλιμένοι: ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων ἐμποδιζόμενοι πολεμεῖν. b(BCE3E4)T | |
3.137 | ex. | μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο: τὸ δέος | |
ἀναιρεῖ τοῦ μὴ τοξευθῆναι Μενέλαον b(BCE3E4)T ὑπὸ Ἀλεξάν‐ δρου, ἐπεὶ τὴν τοξείαν εὖ ἤσκητο, τὸ δ’ ἔγχος οὐδαμῶς, εἰ καὶ δύο πάλλων προὐκαλεῖτο πάντας ἀρίστους· καὶ τοῦτο γὰρ δειλίας τεκ‐ | |||
5 | μήριον, ὡς τῇ θέᾳ δῆθεν ἐκπλήξῃ τὸν ἀντιτεταγμένον. T | ||
3138a | Ariston. | 〈τῷ δέ κε νικήσαντι:〉 ὅτι περισσὸς ὁ κέ, καὶ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ 〈τοῦ〉 δὲ νικήσαντος. Aim | |
3138b | ex. | φίλη κεκλήσῃ ἄκοιτις: ὅτι οὐ μνησικακήσει ὁ λαβών. b(BCE3)T τὸ δὲ κεκλήσῃ ἀντὶ τοῦ ἔσῃ, ὡς τὸ „σὴ παράκοι‐ τις / κέκλημαι“ (Δ 60—1). b(BCE3E4)T | |
3140a | ex. | ἀνδρός τε προτέροιο: ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ ποιητής· b(BCE3E4)T ἐπὶ δύο γοῦν τὸ προτέροιό φησιν. T ἢ τὸ προτέροιο ἐπὶ μόνου Μενελάου τέθεικεν ὡς εἶναι δεύτερον Ἀλέξανδρον· ἐπεὶ πρῶτον μὲν ὑπὸ Θησέως, εἶτα Μενελάου, εἶτα | |
5 | Ἀλεξάνδρου, Δηϊφόβου καὶ Ἀχιλλέως ἐν ὀνείρῳ, ὧν αὐτὸς οὐ μέμνη‐ ται. b(BCE3E4) | ||
3140b | ex. | καὶ ἄστεος ἠδὲ τοκήων: καὶ περὶ Ἡρακλέους „κρατε‐ ρὸς παῖς Ἀμφιτρύωνοσ“ (Ε 392) φησίν· διὰ τοῦτο κἀνταῦθα καὶ ἄστεος ἠδὲ τοκήων. T | |
3.141 | ex. | ἀργεν〈ν〉ῇσι καλυψαμένη 〈ὀθόνῃσιν〉: οὗτος γὰρ σώφρονι γυναικὶ κόσμος· καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἀμπίσχεται ποικίλα. ὀθόνη δὲ ὁ ἑανὸς, ὃν καὶ „πέπλον“ (Ε 734 al.) καλεῖ. b (BCE3E4)T | |
3142a1 | ex. | ex. | δάκρυ χέουσα: διαίρεσις, οὐ σύνθεσις. | ἐθρήνει δὲ δεδοικυῖα ὑπὲρ Μενελάου, ἢ μνήμῃ χαρᾶς. T | |
3142a2 | ex. | δακρύει ὑπὲρ Μενελάου δεδοικυῖα, ἢ καὶ τῇ μνήμῃ αὐτοῦ | |
μόνῃ συγχεῖται. b(BCE3E4) | |||
3143a1 | Nic. | οὐκ οἴη: στικτέον μετὰ τοῦτο τελείαν· τοῖς γὰρ ἄνω συνάπτεται. τὸ δὲ ἑξῆς ἀσύνδετον. εἰ δὲ προστεθῇ ὁ ἀλλά εἰς τὸ πλῆρες, καὶ ὁ λόγος συνδεδεμένος καὶ ἡ στιγμὴ †ὑποτείνεται. A | |
3143a2 | οὐκ οἴη: στικτέον εἰς τὸ οἴη, καὶ τὸ ἑξῆς ἀσύνδετον. b (BCE3)T | ||
3144a | Ariston. | Αἴθρη, Πιτθῆος θυγάτηρ: εἰ μὲν τὴν Θησέως λέγει μητέρα ἀθετητέον· ἀπίθανον γάρ ἐστιν Ἑλένης ἀμφίπολον 〈εἶναι〉 τὴν οὕτως ὑπεραρχαίαν, ἣν οὐκ ἐκποιεῖ ζῆν διὰ τὸ μῆκος τοῦ χρόνου. εἰ δὲ ὁμωνυμία ἐστί, καθάπερ καὶ ἐπὶ πλειόνων, δύναται μένειν· καὶ | |
5 | γὰρ ἄλλοι εἰσὶν ὁμώνυμοί τινες κατὰ τὰ Ἰλιακά, „Ἄδραστοσ“ (Β 572, 830 al.), Τεύθρας (cf. Ε 705), Οἰνόμαος (cf. Ε 706. Μ 140 al.). A | ||
3144b1 | ex. | Αἴθρη, Πιτθῆος 〈θυγάτηρ, Κλυμένη τε βοῶ‐ πισ〉: εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. Ἀντίμαχος δὲ τὴν Κλυμένην Ἱππάλκ〈μ〉ου θυγατέρα εἶναί φησιν (fr. 144 W.). T | |
3144c1 | ex. | Πιτθῆος θυγάτηρ: καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμ‐ φιπολεῖν δύναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται „γρηῒ σὺν ἀμ‐ φιπόλῳ“ (α 191). πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἡλικία ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησιν (cf. | |
5 | λ 630—1). πῶς τε ἡ ἐν Τροιζῆνι ἐκεῖ ἦν; πῶς τε Μενέλαος τὴν θείαν δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν, „κουρι〈δί〉ην“ τε „ἄλοχον“ Μενέλαος αὐτήν φησιν (Ν 626). T | ||
3144b2/c2 | ex. | ex. | εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. | πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἂν τοσούτων οὖσα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο. b(BCE3 | |
E4) | |||
5 | D | Αἴθρη, Πιτθῆος θυγάτηρ: ἑτέρα τῆς Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα· αἰσχρὸν γὰρ ὑπάρχει—αἰχμαλωτί‐ ζουσιν. A | |
3.145 | D | ὅθι Σκαιαὶ πύλαι: καὶ Δαρδανίας ἐνίοτε (cf. Ε 789. Χ 194 al.) αὐτάς φησιν, ἢ τὰς ἀριστεράς, ἢ ὅτι κατὰ ταύτας εἰσῆλθεν ὁ δούρειος ἵππος καὶ ἐπορθήθη ἡ πόλις. T | |
D | Σκαιαὶ πύλαι: Δαρδανίας αὐτὰς ἐνίοτέ φησι, δι’ ὧν | ||
5 | —κατὰ ταύτας ἐδέξαντο τὰς πύλας. A | ||
3.146 | ex. | οἱ δ’ ἀμφὶ Πρίαμον: ὡς ἡμεῖς οἱ περὶ τόνδε καὶ τόνδε ἀντὶ τοῦ ὅδε καὶ ὅδε. T | |
3.147 | ex. | Ἱκετάονά 〈τ’〉 ὄζον Ἄρηος: ὡς καὶ ὁ Πρίαμος εὐμελίης (cf. Δ 47 al.) οὐ νῦν, ἀλλ’ ἐπὶ νεότητι. T | |
3.148 | ex. | Οὐκαλέγων τε 〈καὶ Ἀντήνωρ〉: μεταβὰς ἐπὶ ἕτερον γένος καὶ τὴν πτῶσιν ἤλλαξεν· b(BCE3)T Αἰσυήτου γὰρ οὗτοι. T Ἀττικὸν δὲ τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν. b(BCE3)T | |
3.149 | ex. | εἵατο δημογέροντες: οἱ γέρας ἐν τῷ δήμῳ ἔχοντες. ἀπὸ δὲ τῶν ἐνδόξων τοὺς πάντας δηλοῖ. b(BCE3)T | |
3150a1 | Did. (?) | 〈γήραϊ:〉 γράφεται καὶ „γήρεϊ“ ὡς „οὔδεϊ“ (Ψ 283). Aim | |
3150b1 | Hrd. (?) | 〈γήραϊ:〉 ἀσυναλείπτως τῷ γήραϊ ἀναγνωστέον. Aint | |
3150b2/a2 | Hrd. (?) | Did. (?) | γήραϊ: ἐντελῶς γήραϊ b(BCE3)T | γράφεται δὲ καὶ „γήρεϊ“ ὡς „οὔδεϊ“. b(BCE3E4)T | |
3150c | ex. | γήραϊ δὴ πολέμοιο πεπαυμένοι, 〈ἀλλ’ ἀγορη‐ ταί〉: δύο οἶδεν ἀνδρῶν ἀρετάς· „βουλάς τ’ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων“ (Β 273). b(BCE3E4)T | |
3.151 | Nic. | 〈ἐσθλοί:〉 διασταλτέον βραχὺ ἐπὶ τὸ ἐσθλοί· τὴν γὰρ ἐπίτασιν μᾶλλον ἐμφαίνει. Aim | |
D | ἐσθλοὶ τεττίγεσ〈σ〉ιν: Τιθωνοῦ τοῦ Λαομέδοντος— | ||
εἰκάζει ὁ ποιητής. ἱστορεῖ Ἑλλάνικος (FGrHist 4, 140). A | |||
3151-2a1 | ex. | ex. | τεττίγεσσιν— / δενδρέῳ ἐφεζόμενοι: ἀρσενικῶς· οἱ γὰρ ἄρσενες μόνοι τέττιγες ᾄδουσιν. | τούτοις δὲ παρείκασε τοὺς γέροντας· A ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον. ἐπί τε τείχους κάθηνται. AT | |
3151-2a2 | τεττίγεσ〈σ〉ιν ἐοικότες: ὅτι οἱ ἄρσενες τῶν τετ‐ τίγων ᾄδουσιν. T | ||
3151-2a3 | ἄναιμα καὶ ψυχρὰ ταῦτα τὰ ζῷα. | οἱ δὲ ἄρρενες ᾄδου‐ σιν ἐφ’ ὑψηλῶν καθήμενοι τόπων διὰ τὸ θέρεσθαι. b(BCE3E4) | ||
3152a1 | Ariston. | δενδρέῳ {ἐφεζόμενοι}: ὅτι Ζηνόδοτος γράφει „δέν‐ δρει“. ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος ἐρεῖ δένδρει ὡς κάλλει, ὁ δὲ δένδρον ὡς βάθρον ἐρεῖ δένδρῳ ὡς βάθρῳ. Ὅμηρος δὲ λέγων „δέν‐ δρεον ὑψιπέτηλον“ (Ν 437) ὡς χάλκεον ἐρεῖ καὶ δενδρέῳ ὡς χαλκέῳ. | |
5 | A | ||
3152a2 | ὅτι Ζηνόδοτος γράφει „δένδρει“. Aint | ||
3152b | ex. | ὄπα λειριόεσσαν: ἀνθηράν. T παρὰ τὰ λείρια, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ἀκουόμενα. οἱ δὲ τὴν ἐκ δρόσου ἀνθοῦσαν ὡς βοτάνην. b(BCE3E4)T | |
3152c | Hrd. | ἱεῖσιν: προπερισπαστέον ὡς „τιθεῖσιν“ (Π 262. β 125)· τὰ γὰρ τρίτα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε | |
5 | ἱστᾶσι καὶ τοῖς ἱστᾶσι〈ν〉· οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ „φασί“ (Β 783. α 33) πρὸς τὸ φᾶσι μετοχικόν, ὡς στᾶσι. A | ||
3155a | Ariston. | ἦκα {πρὸς ἀλλήλους}: ὅτι Ζηνόδοτος γράφει „ὦκα“. εἴτε δὲ ἐπὶ τῆς Ἑλένης ἐστίν, ὅτι ὦκα ἐπορεύετο, ἀπρεπὲς ἔσται· εἴτε ἐπὶ τῶν δημογερόντων, ὅτι ὦκα διελέγοντο, ἀνάρμοστον· βραδυλόγοι γάρ εἰσιν οἱ γέροντες. A | |
3155b | Nic. | ἦκα {πρὸς ἀλλήλους}: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ Περὶ τῆς Κρατητ〈ε〉ίου αἱρέσεως (p. 64 B.) φησίν· „‘ὦκα‘ γράφει ἀντὶ τοῦ ἦκα“. καὶ ἀπολογούμενός φησιν ὅτι μετ’ αὐτὸ διασταλτέ‐ ον, ἵν’ ᾖ „Ἑλένην ἐπὶ πύργον ἰοῦσαν“ (Γ 154) / ὦκα. πρὸς δὲ τῷ | |
5 | μὴ ἁρμόζειν ἐπὶ τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι, μὴ καὶ ἔτι καταλάβῃ αὐτοὺς ταῦτα διαλεγομένους, καὶ ἡ ἀρετὴ τοῦ πρέ‐ ποντος ἀφαιρεῖται· τὸ γὰρ ἦκα ἐπὶ πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρ‐ μόζει, καὶ μάλιστα ὅτι κάλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων κα‐ ταφρονοῦσι κινδύνων. τοῦτο οὖν οὐκ ἦν πρέπον ἄλλον ἀκούειν. | ||
10 | ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξεν, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβύταις πρέπον, προσθεὶς τὸ ἦκα. A | ||
3155c | D | ex. | ἦκα πρὸς ἀλλήλους: ἠρέμα, ἡσύχως· T | αἰσχύνην γὰρ αὐτοῖς ὁ λόγος ἔφερε παρ’ ὥραν κάλλος γυναικὸς θαυμάζουσιν καὶ ἄλλως φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία. b(BCE3E4)T | |
3156-8a | Nic. | οὐ νέμεσις Τρῶασ〈—ἔοικεν〉: ἡ στιγμὴ κατὰ τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν (157). εἶτα ἀφ’ ἑτέρας ἀρχῆς αἰνῶς ἀθανάτῃσι (158), τοῦ αἰνῶς ἐν ἴσῳ κειμένου τῷ λίαν, ὡς κἀκεῖ „αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά“ (α 208). | |
5 | τινὲς δὲ τῶν καθ’ ἡμᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς. A | ||
3156-8b | ex. | οὐ νέμεσις 〈Τρῶας—ἔοικεν〉: τρίγωνον ἐπί‐ γραμμα πρῶτος Ὅμηρος γέγραφε τὸ „οὐ νέμεσις Τρῶασ“· ἀφ’ οἵου γὰρ τῶν τριῶν στίχων ἀρξόμεθα, ἀδιάφορον. AT | |
3.156 | ex. | οὐ νέμεσις: οὐ νεμεσητόν, ὡς τὸ „οὐχ ὁσίη“ (χ 412) ἀντὶ τοῦ οὐχ ὅσιον. b(BCE3E4)T | |
3.157 | Hrd. | 〈τοιῇδ’:〉 ἕν ἐστι· διὸ προπερισπαστέον τὸ τοιῇδε. Aint | |
3158a | D | Nic. | αἰνῶς ἀθανάτῃσι: ἀντὶ τοῦ λίαν. b(BCE3E4) | ὡς τὸ „αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα“ (α 208): Aint b (BCE3E4)T οὐκ ὀρθῶς οὖν τινες τὸ αἰνῶς τῷ „πάσχειν“ (Γ 157) συνάπτουσιν. Aim b (BCE3E4)T | |
3158b | ex. | ἀθανάτῃσι θεῇσι: δι’ ὑπερβολὴν ἄμφω κεῖται. T | |
3.159 | Hrd. | 〈ὧσ〉: περισπαστέον τὸ ως· ἀντὶ γὰρ τοῦ ὅμως. Aint | |
3160a | Hrd. | ἡμῖν: ὀρθοτονητέον· ἔστι γὰρ ἐν συμπλοκῇ διασταλτι‐ κῶς εἰλημμένη, ἡμῖν καὶ τοῖς τέκνοις. A | |
3160b | Hrd. | ex. | μηδ’ ἡμῖν τεκέεσ〈σ〉ί τ’ 〈ὀπίσσω πῆμα λίποι‐ το〉: ὀρθοτονητέον τὸ ἡμῖν· b(BCE3)T | μόλις δὲ ἀνακαλοῦνται τοῦ πάθους τὸν λογισμόν. b(BCE3E4)T | |
3.161 | ex. | 〈ἐκαλέσσατο φωνῇ:〉 ἐφώνησεν, ἀλλ’ b(BCE3E4) οὐ δι’ ἀγγέλου b(BCE3E4)T ἐκάλεσε. b(BCE3E4) | |
3162a1 | ex. | φίλον τέκος: φίλον, ἵνα μὴ ὑπονοοῦντας αὐτοὺς ἀπο‐ στρέφηται. T | |
3162a2 | φίλον {δὲ} τέκος, ἵνα μὴ ὑπονοοῦσά τι ἐν αὐτοῖς δεινὸν ἀποστραφῇ. b(BCE3E4) | ||
3163a | Ariston. | 〈ἴδῃ:〉 ὅτι χωρὶς τοῦ ς γράφειν ὁμηρικώτερον. Aint | |
3163b1 | ex. | πηούς: πηοὶ λέγονται οἱ ἐπίκτητοι συγγενεῖς παρὰ τὸ πάσασθαι. T | |
3163b2 | πηοὶ οὐχ οἱ κυρίως, ἀλλ’ οἱ ἐπείσακτοι συγγενεῖς b | ||
(BCE3E4) καὶ ἐπίκτητοι. b(BE3E4) | |||
3164a1 | ex. | οὔτι μοι αἰτίη ἐσσί: πατρικὴν σῴζων διάθεσιν οὔ φησι ‘παῖς νύ μοι αἴτιός ἐστι‘. T | |
3164a2 | πατρικήν πως σώζων διάθεσιν κατὰ τὸν λόγον οὔ φησιν αὐτὴν αἰτίαν· πῶς γάρ; b(BCE3) | ||
3.165 | ex. | οἵ μοι ἐφώρμησαν 〈πόλεμον πολύδακρυν Ἀχαι‐ ῶν〉: ἐμφαντικῶς ἀπὸ τῶν θηρευτικῶν κυνῶν φησι τὸ ἐφώρμησαν. b (BCE3E4)T δῆλον δ’ ὅτι τοὺς Ἕλληνάς φησιν. b(BE3E4) | |
3166a | ex. | 〈ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονο‐ μήνῃς:〉 πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις συμβολαῖς οὐ παρεκάλει Πρίαμος παρ’ Ἑλένης τοὺς ἀρίστους μαθεῖν; ὡς ἐνόπλων αὐτῶν †προσβαλόντων† τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι τῶν | |
5 | ὅπλων πολλάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου „καί τοι τεύχεα καλὰ δότω, / αἴ κέ σε τῷ ἴσκοντες ἀπόσχωνται“ (cf. Λ 798—9). b(BCE3E4)T | ||
D | ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει—πάντας ἐνόπλους ὡς νῦν. A | ||
3166b1 | Nic. | ὥς μοι καὶ τόνδ’ ἄνδρα 〈πελώριον ἐξονο‐ μήνῃσ〉: ἐὰν τὸ ἵνα ἐκ τοῦ ὥς σημαίνηται, ἔσται τῶν ἄνω ἐχόμενος ὁ λόγος, „ὄφρα ἴδῃ πρότερόν τε πόσιν“ (Γ 163) καὶ ὥς μοι τόνδ’ ἄνδρα (cf. 166). βέλτιον δέ, εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντὶ τοῦ | |
5 | εὐκτικοῦ παραλαμβάνῃς. A | ||
3166b2 | ὥς μοι καὶ τόνδ’ ἄνδρα 〈πελώριον ἐξονο‐ μήνῃσ〉: τὸ ἑξῆς, „ὄφρα ἴδῃς πρότερόν τε πόσιν“ καὶ ὥς μοι τόνδ’ ἄνδρα, ἵν’ ᾖ τὸ ὥς ἀντὶ τοῦ ἵνα. τινὲς δὲ τὸ ὥς ἀντὶ τοῦ εἴθε καὶ τὸ | ||
ὀνομήνῃς ἀντὶ τοῦ ὀνομήναις. b(BCE3E4)T | |||
3.168 | ex. | κεφαλῇ καὶ μείζονες ἄλλοι: καὶ πῶς „κεφαλὴν ἴκελος Διΐ“ (Β 478); ἢ τὸ ἡγεμονικὸν ἔλεγε τότε, ἢ τῷ εἰπεῖν „ἤματι τῷ“ (Β 482) δηλοῖ τότε μόνον πρὸς ἡμέραν ταῦτα συμβῆναι αὐτῷ. T | |
3.169 | ex. | καλὸν δ’ οὕτω ἐγὼν 〈οὔπω ἴδον ὀφθαλμοῖσιν〉: τὸ ἑξῆς, καλὸν ὀφθαλμοῖσιν. T | |
3.170 | ex. | γεραρόν: τὸν γεραηρόν, συγκοπῇ. T | |
3.172 | ex. | αἰδοῖός τέ μοί ἐσσι, 〈φίλε ἑκυρέ, δεινός τε〉: εὐφυῶς τὰ τῆς δυσαρεστήσεως ἰάσατο, φάσκουσα τὰ μὲν αἰδεῖσθαι, τὰ δὲ φοβεῖσθαι αὐτόν. ἐπειδὴ δὲ αὐτὸς „τέκοσ“ (Γ 162) αὐτὴν εἶπε, καὶ αὐτή φησιν· πατρικὴν αἰδῶ καὶ φόβον σῴζω περὶ σέ· ἡ γὰρ | |
5 | ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ καὶ φόβῳ κεῖται. b(BCE3E4)T | ||
3173a1 | ex. | 〈ὡς ὄφελεν θάνατός μοι ἁδεῖν:〉 ὄφελεν ἐμοὶ τερφθῆναι. εἰ δὲ ἀρέσαι λέγοι, δηλοῖ ὡς ὡραϊσθεῖσα ἠκολούθησεν Ἀλεξάνδρῳ, ἀλλὰ μὴ ἀπατηθεῖσα. b(BCE3E4) | |
3173a2 | θάνατός μοι ἁδεῖν κακός: τερφθῆναί μοι· ἐρασθεῖσα γὰρ ἠκολούθησεν Ἀλεξάνδρῳ. T | ||
3.174 | ex. | θάλαμον: μετ’ ἐπικρύψεως τὸν ἄνδρα δηλοῖ. T | |
3.175 | D | παῖδά τε τηλυγέτην: λέγει τὴν Ἑρμιόνην. ὁ δὲ Πορφύ‐ ριος—δύο παῖδες τιμῶνται, Νικόστρατος καὶ Αἰθιόλας. A | |
D | τηλυγέτην: καταχρηστικῶς εἶπεν. κυρίως δὲ τηλύγετοι —μᾶλλον ἀγαπᾶσθαι. A | ||
3.176 | Did. | 〈τά γ’:〉 διὰ τοῦ κέ συνδέσμου συνήλειπται, „τά κε“. | |
γράφεται δὲ καὶ τά γε. Aint | |||
3.178 | ex. | οὗτός γ’ Ἀτρείδησ〈—αἰχμητήσ〉: ὡς ἑνὶ λόγῳ ἐπιγραμματικῶς αὐτὸν δηλοῖ. T | |
3.179 | ex. | ἀμφότερον: τοῦτο συναπτέον τῷ ἀγαθός, ἵν’ ᾖ κατ’ ἄμ‐ φω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βα‐ σιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα. A b (BCE3E4)T τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ | |
5 | μὲν Ὀδυσσέως καὶ Διομήδους ἐνίοτε ὑβριζόμενος (cf. Ξ 82—102 et Ι 31—44), ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχόμενος (cf. Ζ 53—65). b (BCE3E4)T | ||
3180a1 | ex. | ex. | δαὴρ αὖτ’ ἐμὸς 〈ἔσκε〉 κυνώπιδος: πρὸς τὴν σημασίαν ὑπήντησεν· τὸ γὰρ δαὴρ ἐμός δηλοῖ τὸ δαήρ †μου† τῆς κυνώπιδος. AT | τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται. T | |
3180b1 | ex. | εἴποτ’ ἔην γε: εἴποτε ἦν δαήρ, ἐμὸς ἦν δαήρ. T | |
3180a2/b2 | ex. | ex. | ex. | πρὸς τὴν σημασίαν ὑπήντησε· τοῦ κυνώπιδος καὶ τὸ ἐμός· δαὴρ γὰρ ἐμοῦ κυνώπιδος. b(BCE3) | ἢ οὕτως· εἴ ποτ’ ἔην δαήρ, ἐμὸς ἔην. b(BCE3E4) | τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται. b(BE3) | |
5 | T | ||
3182a | ex. | ex. | ὦ μάκαρ Ἀτρείδη, 〈μοιρηγενές, ὀλβιόδαι‐ μον〉: ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν οὐ κατὰ πρόσωπον γινόμενος ἔπαινος. b(BCE3E4)T | σημειώσαιο δ’ ἂν ὡς κατὰ πρόο‐ δον συλλαβῇ ηὔξηται μετ’ ἐκπλήξεως ὁ ἔπαινος κλιμακηδόν. Aim b | |
5 | (BCE3)T | ||
3182b | Hrd. | ὀλβιόδαιμον: προπαροξυτόνως· ἔστι γὰρ σύνθετον. τὰ | |
δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰς ον περατου‐ μένην, προπερισπᾶται ἁπλᾶ ὄντα, „Μαχᾶον“ (Ξ 3) Ἀρετᾶον (cf. Ζ 31), σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον, „κυλλοπόδιον“ | |||
5 | (Φ 331) „Ποσείδαον“ (Ξ 357 al.) ὀλβιόδαιμον. καὶ ἐπὶ τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτό, λέγω δὲ τὸ „Αὐτόμεδον“ (Ρ 469) καὶ „Ἀγά‐ μεμνον“ (Β 362 al.)· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλη‐ τικήν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον (cf. Ο 430) „δαΐφρον“ (Δ 93). ὅθεν σημειῶδες | ||
10 | ἐκεῖνο κατὰ κλητικὴν „ἰὼ Λακεδαῖμον“ Ἀριστοφάνης Ὁλκάσι (fr. 401 K. = 420 K.—A.), καὶ εἰ σύνθετον τὸ „ψευδόμεναί σε Παλαῖμον“ (Call. fr. 787). A | ||
3183a | ex. | ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο: λείπει τὸ δικαίως, ὡσεὶ λέγοι· δικαίως αὐτῷ πολλοὶ ὑπείκουσι τοιούτῳ ὄντι. T | |
3183b | D | Ep. Hom. (?) | δεδμήατο: ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζον‐ ται γὰρ κυρίως ταῦτα. | τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ „πεφο‐ βήατο“ (Φ 206). ἔστι δὲ συγκεκομμένον· παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο | |
5 | ἦν τὸ ἐντελές. δύο οὖν πάθη ὑπέμεινε, συγκοπὴν τοῦ α καὶ ἔκτασιν τοῦ ε. A | ||
3184a | Ariston. | ἤδη καὶ Φρυγίην: ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας καθ’ Ὅμηρον, οἱ δὲ νεώτεροι συγχέουσιν. καὶ ὅτι τὸ ἤδη παρείληπται ἀντὶ χρονικοῦ τοῦ ποτέ· διὸ καὶ παραλλήλως λέγεται τὸ ἤδη τῷ ποτέ· „ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθεν“ (Γ 205). A | |
3184b | ex. | ἤδη καὶ Φρυγίην: τὴν παρὰ τῷ Σαγγαρίῳ, ἥ ἐστι | |
μεγάλη· ἡ γὰρ μικρὰ παρὰ τῇ Τροίᾳ. b(BCE3E4)T | |||
3.185 | ex. (?) | αἰολοπώλους: εὐκινήτους πώλους ἔχοντας. T | |
3.186 | ex. | λαοὺς Ὀτρῆος: λαοὺς τοὺς ἐπικούρους φησίν· „λαοὶ δ’ Ἀτρείδεω Ἀγαμέμνονοσ“ (ι 263). b(BCE3E4)T | |
3.187 | ex. | ἐστρατόωντο παρ’ ὄχθας: διὰ τούτου τὸ μῆκος δηλοῖ τοῦ ποταμοῦ· διϊὼν γὰρ Φρυγίαν †ἐξίεισι† διὰ Βιθυνίας. b(BCE3E4)T | |
3.188 | ex. | καὶ γὰρ ἐγὼν ἐπίκουρος 〈ἐών〉: ἴσως διὰ τούτου καὶ τοῦ γάμου τῆς Ἑκάβης ἠξίωται. b(BCE3E4)T | |
3188-9 | D | καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν〈—ἀντιάνει‐ ραι〉: Μελανίππη καὶ Ἱππολύτη—σὺν αὐτοῖς, κατ’ ἐκεῖνον ἀκμάζων τὸν καιρόν. A | |
3.189 | ex. | D | Ἀμαζόνες 〈ἀντιάνειραι〉: παρὰ τῷ Θερμώδοντι οἰκοῦσιν. b(BCE3E4)T Ἄρεος καὶ Ἁρμονίας νύμφης Ναΐδος θυγατέρες εἰσίν. T αἱ δὲ ἐπιφανεῖς αὐτῶν Ἱππολύτη, Ἀντιόπη, ἣν ἥρπασε Θησεύς, Ἀναία, Ἀνδρομάχη, Γλαύκη, Ὀτρηρή, ἧς | |
5 | Πενθεσίλεια· ἃς ἐπὶ πυριπνόων ἵππων μαχομένας ληΐζεσθαι τὰς περιχώρους καταδραμεῖν τε ὕστερον τὴν Φρυγίαν λείας ἕνεκεν ἐπὶ Μύγδονος τοῦ Ἄκμονος b(BCE3E4)T καὶ Ὀτρέως τοῦ Δύμαν‐ τος. T ὠνομάσθησαν δὲ ἢ παρὰ τὸ μὴ ἔχειν τὸν ἕτερον τῶν | ||
μαζῶν (ἐπυράκτουν γὰρ αὐτὸν πρὸς τὸ μὴ ἐμποδίζεσθαι ἐν τῇ | |||
10 | τοξείᾳ) ἢ παρὰ τὸ μὴ χρῆσθαι μάζαις, χελώναις δὲ καὶ σαύροις καὶ ὄφεσιν. b(BCE3E4)T τινὲς δὲ ταῖς Σαυροματίσι φασὶ 〈τὰσ〉 αὐτάς. T | ἀντιάνειραι δὲ αἱ ἶσαι ἢ ἐναντίαι τοῖς ἀνδράσιν. b(BCE3E4) | ||
D | Ἀμαζόνες ἀντιάνειραι: αἱ Ἀμαζόνες λέγονται εἶναι | ||
15 | —ἐν τῷ τοξεύειν. A | ||
3190a | ex. | ἑλίκωπες: ἀξιοθέατοι, εὐγενεῖς τὴν θέαν. b(BCE3E4)T | |
3190b | ex. | 〈ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν, ὅσοι ἑλίκωπες Ἀχαιοί:〉 οὐκ ἀλόγως αὔξει τοὺς Ἕλληνας· τοὺς γὰρ πλείους καὶ κρατῆσαι καλὸν καὶ ἡσσᾶσθαι ὑπὸ τούτων οὐκ ἐπονείδιστον. b(BCE3E4)Til | |
3.191 | ex. | δεύτερον αὖτ’ Ὀδυσῆα: οὐδετέρως διὰ 〈τὸ〉 „τὸ τρίτον αὖτ’ Αἴαντα“ (Γ 225), εἰ μὴ ἐνήλλακται, ὡς τὸ „πρώτην ἄλοχον θέτο Μῆτιν“ (Hsd. th. 886), „τὸ τρίτον ἠγάγετο“ (ib. 901). T | |
3.192 | ex. | ex. | εἴπ’ ἄγε μοι καὶ τόνδε: καλῶς ἔταξεν ἀρχήν, φρόνησιν, ἀνδρίαν. | ὁ δὲ χρόνος αὐτῷ λήθην ἐνεποίησεν Ὀδυσσέως. T | |
3193a | Did. | Nic. | 〈μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο:〉 Ἀρίσταρχος „κεφαλήν“. | βέλτιον δὲ ἀπ’ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστίν. Aim | |
3193b | Nic. | 〈μείων μέν:〉 τοῦτο ἀπὸ ἄλλης ἀρχῆς λείποντος τοῦ ἐστί. Til | |
3.194 | ex. | ἰδέ {στέρνοισιν}: ἀντὶ τοῦ καί. σημαίνει δὲ ἐνίοτε καὶ τὸ | |
ὅπως. T | |||
3.196 | ex. | D (?) | αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν: περιφοιτᾷ, μὴ δόλος τις εἴη περὶ τὴν στρατιάν. στὶξ δὲ τὸ ἐκ δύο φα‐ λάγγων, ὅ ἐστι διακοσίων τετταράκοντα ἀνδρῶν. b(BCE3E4)T | κτίλος οἱονεὶ κίλος τις ὢν παρὰ τὸ κίειν. T | |
3.197 | ex. | πηγεσιμάλλῳ: μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίῳ διάδηλος ἔσται. A b (BCE3E4)T τῷ πραϋτάτῳ δὲ εἴκασται A b (BCE3)T διὰ τὸ ἀτάραχον. A b (BCE3E4)T | |
3198a | Hrd. | {ὥστ’} οἰῶν: Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν, καὶ Πτο‐ λεμαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.). Ἀριστόνικος δὲ τρισυλλάβως, ὅς τ’ ὀΐων μέγα πῶϋ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς δισυλλάβου ἀναγνώσεως· φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν, | |
5 | οἶς ὡς αἴξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν, δισυλλάβως δέ, „τοῖσι δ’ ὄϊς λάσιοσ“ (Ω 125). καὶ τὰς πλαγίους δὲ κατὰ διάστασιν τοῦ ι λέγει, εἰ μὴ κωλύοι μέτρον· „ἐν δ’ ἄρα νῶτον ἔθηκ’ ὄϊοσ“ (Ι 207) καὶ „μῆλ’ ὄϊές τε καὶ αἶγεσ“ (ι 184) καὶ „Τειρεσίῃ δ’ ἀπάνευθεν ὄϊν“ (κ 524). ἕνεκα δὲ μέτρου „οἰὸς ἀώτῳ“ | ||
10 | (α 443) καὶ „οἰῶν τε βληχήν“ (μ 266). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνά‐ γνωσιν· καὶ γὰρ ἄλλως τὸ ὄϊς ἀναλογώτερον ἔσται δισύλλαβον ὂν τοῦ μονοσυλλάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπ’ εὐθείας, οὐδὲν δὲ εἰς οις, ὅ τι μὴ μόνον τὸ οἶς καὶ παρ’ Ἀττικοῖς τὸ φθοῖς. A | ||
3198b | Hrd. | ex. | ὅς τ’ οἰῶν μέγα πῶϋ: ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς, αἰγῶν ὁ δὲ Ἡρωδιανὸς „ὀΐων“ ὡς δαΐδων, λέγων ὡς οὐ κλίνει τὸ μονοσύλλαβον ὁ ποιητής, εἰ μὴ μέτρον κωλύσειεν. A b (BCE3E4)T | πῶϋ δὲ παρὰ τὴν πόαν· ἢ πῶϋ ἐστὶ 〈παρὰ τὸ πῶ τὸ〉 πίνω. T | |
3200-2 | ex. | οὗτος δ’ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς / 〈—πυκνά〉: ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ. A b (BCE3E4)T | |
3.201 | D | ἐν δήμῳ Ἰθάκης: ἔστι νῆσος τῆς Κεφαλ〈λ〉ηνίας. καὶ τόπος—καὶ πλῆθος τῶν ἀνδρῶν. A | |
ex. | κραναῆς περ ἐούσης: καὶ λυπρὰ γὰρ χωρία πέφυκεν ἀρί‐ στους ἄνδρας ἐκβάλλειν. ᾔδει δὲ τούτους ὡς ξενισθέντας παρ’ αὐτῇ, ὃ | ||
5 | διὰ τὸ προσκορὲς ἐπὶ μόνου Ἰδομενέως ἐσήμανε· b(BCE3)T „πολ‐ λάκι μιν ξείνισ〈σ〉ε〈ν〉“ (Γ 232). T | ||
3.202 | ex. | 〈παντοίους τε δόλους:〉 εἰσὶ γὰρ καὶ κακοὶ καὶ καλοί. b (BCE3E4)Til | |
3203-6 | ex. | 〈Ἀντήνωρ πεπνυμένος—δῖος Ὀδυσσεύς / —σὺν ἀρηϊφίλῳ Μενελάῳ:〉 ὁ ἄρχων τὸν ἄρχοντα καὶ ὁ ῥήτωρ τὸν ῥήτορα ἐπαινεῖ. b(BCE3)Til | |
3205a | ex. | ἤδη γὰρ καὶ δεῦρο: ὅτε ἐκ Τενέδου ἐπρεσβεύοντο οἱ περὶ Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπεδέξατο αὐτούς, b(BCE3) T καὶ δολοφονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐκέλευσεν Ἀγαμέμνων φείσασθαι τῶν οἰκείων Ἀντήνορος, | |
5 | παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ. b(BCE3E4)T | ||
3205b | Ariston. | 〈ἤδη γὰρ καὶ δεῦρό ποτ’:〉 ὅτι παραλλήλως τὸ ἤδη | |
ex. | τῷ ποτέ. Aint | ||
3205c | 〈δεῦρό ποτ’:〉 ποτὲ δεῦρο, εἰς τόπον. Til | ||
3206a | Ariston. | D | σεῦ ἕνεκ’ 〈ἀγγελίησ〉: ὅτι Ζηνόδοτος γράφει „σῆς ἕνεκ’ ἀγγελίησ“. οὐ λέγει δὲ συνήθως ἡμῖν, τῆς σῆς ἀγγελίας χάριν, ἀλλ’ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος. | πρὸ τοῦ στρατεῦσαι—Ἀν‐ τήνωρ ξενίζει φιλοφρόνως. A | |
3206b | ex. | 〈ἀγγελίης:〉 ὡς ἀγχονίης· θάνατος, ὀρθῆς. Til | |
3206c | ex. | σεῦ ἕνεκ’ ἀγγελίης 〈σὺν ἀρηϊφίλῳ Μενελάῳ〉: οὐ ῥιψοκινδύνως Μενέλαος ἔρχεται, ἀλλ’ εἴ πως αἰδεσθῶσι τὸν παθόντα· εἰ γὰρ Ἑλένης χάριν ὁ πόλεμος, πόσον εἰ Μενέλαος ἀνῄρητο; b (BCE3E4)T Ὀδυσσεὺς δὲ ὡς συνετὸς σκοπῆσαι τὰ βαρβάρων, | |
5 | ὅπως ῥώμης ἔχοιεν. οὐχὶ δὲ Νέστωρ· οὐ γὰρ μόνον συνετούς, ἀλλὰ καὶ δραστηρίους πρεσβεύεσθαι δεῖ. b(BE3E4)T | ||
3.207 | Ariston. | 〈ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα:〉 ὅτι παραλλήλως ἐξείνισα καὶ ἐφίλησα· τὸ γὰρ φιλεῖν ἐνίοτε ἀντὶ τοῦ ξενίζειν τίθησι. Aint | |
3.208 | ex. | 〈φυήν:〉 τὸ εἶδος. Til | |
3.210 | ex. | 〈ὑπείρεχεν:〉 ὑπὲρ αὐτὸν εἶχεν. Til | |
3211a1 | Ariston. | ἄμφω δ’ ἑζομένω 〈γεραρώτερος ἦεν Ὀδυσσεύσ〉: ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει „ἑζομένων“. τὸ δὲ ἄμφω δύο πτώσεις ἔχει, ἀμφότεροι ἢ ἀμφοτέρους. καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι, κατ’ ἐναλλαγὴν πτώσεως, ἀντὶ τοῦ καθημένων δὲ ἀμφοτέρων, καὶ | |
5 | ἔστι σύνηθες ὡς ἐπ’ ἐκείνου· „οἱ δὲ δύο σκόπελοι, ὁ μέν“ (μ 73), ἀντὶ | ||
〈τοῦ〉 τῶν δύο σκοπέλων. A | |||
3211a2 | ἄμφω δ’ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς: ὡς τὸ „σύν τε δύ’ ἐρχομένω“ (Κ 224) καὶ „οἱ δὲ δύο σκόπελοι“. T | ||
3.212 | ex. | ἀλλ’ ὅτε δὴ μύθους: τρεῖς τρόπους ῥητορείας οἶδεν Ὅμη‐ ρος, τὸν ἀπολελυμένον, βραχύν, ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παραστῆ‐ σαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν δὲ ὑψηλόν, καταπληκτικόν, μεστὸν ἐνθυμημάτων, καὶ τούτων ἀθρόως λεγομένων, ὃν Δημοσθένης· τὸν δὲ | |
5 | πιθανὸν καὶ τεχνικόν, πολλῶν πλήρη δογμάτων, ὃν Ἰσοκράτης ἐζήλωσε, τὸ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενος. A b (BE3E4)T ἀπολελυμένος Μενέλαος Λυσίας, πυκνὸς Ὀδυσσεὺς Δημοσθένης, πιθα‐ νὸς Νέστωρ Ἰσοκράτης. T | ||
3.213 | ex. | ἐπιτροχάδην ἀγόρευε: παρατρέχων καὶ τὰ καίρια μόνον λέγων. b(BCE3E4)T | |
D | ἐπιτροχάδην: βραχυλόγοι γὰρ οἱ Λάκωνες—τουτ‐ έστι πυκνὰ καὶ πολλά. A | ||
3214a1 | ex. | παῦρα μέν, ἀλλὰ μάλα λιγέως: οὐχ ὡς Λάκων· οὔπω γὰρ Δωριεῖς. ἀλλ’ ὅτι ἀπορώτεροι οἱ νέοι καὶ τὸ ἀνθηρὸν διώ‐ κοντες. T | |
3214a2 | οἱ γὰρ νέοι, ἀπειρότεροι τοῦ τὰ πλείονα καὶ συμφέροντα λέγειν ὄντες τὸ ἀνθηρὸν μόνον καὶ χαρίεν διώκουσιν. b(BCE3E4) | ||
3215a1 | Nic. | 〈οὐδ’ ἀφαμαρτοεπήσ〉 ἠ καὶ γένος ὕστερος ἦεν: ἐὰν βαρύνωμεν τὸν ἤ σύνδεσμον, διαστελοῦμεν βραχύ· κείσεται γὰρ ἀντὶ τοῦ εἴ συναπτικοῦ. ἐὰν δὲ περισπῶμεν, τελείαν στίξομεν· παρα‐ | |
πληρωματικὸς γάρ ἐστι· καίτοι νεώτερος ἦν. A | |||
3215a2 | ἀντὶ τοῦ εἴ. τινὲς δὲ εἰς τὸ ἀφαμαρτοεπής στίζουσι τελείαν, εἶτα καὶ περισπῶσι τὸν η μετ’ ἐπιτάσεως· καίτοι νεώτερος ἦν. b(BCE3E4)T | ||
3215b | Hrd. | 〈ἤ:〉 πιθανώτερον βαρύνειν τὸν η, καὶ ἀντὶ τοῦ εἴ παρα‐ λαμβάνεται. Aim | |
3.216 | ex. | ἀναΐξειεν Ὀδυσσεύς: τὸ πρόθυμον δηλοῖ τῆς ἐγέρσεως πρὸς κατάπληξιν. b(BCE3E4)T | |
3217a | ex. | στάσκεν: ὅτι οὐ σχεδιάζειν δεῖ, ἀλλὰ καὶ τὴν στάσιν τῶν ἐρούντων μεμελετημένην εἶναι· b(BCE3E4)T οἶδε γὰρ καὶ αὕτη πολλάκις ὑπόνοιαν κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις αὐτοῦ. ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν· ἢ οἷα εἰκὸς | |
5 | Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας. A b (BCE3E4)T | ||
3217b | Hrd. | 〈ὑπαί:〉 ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάτ‐ τοντας τῆς προθέσεως τὸν τόνον. Aim | |
3.218 | D | 〈σκῆπτρον:〉 σημειωτέον δὲ ὅτι—ὄμνυσι κατ’ αὐ‐ τοῦ. Aint | |
3219a | Ariston. | ἀλλ’ ἀστεμφὲς 〈ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώσ〉: πρὸς τὸ ἀστεμφές, ὅτι τὸ ἀμετακίνητον· ὁ γὰρ Ἀνακρέων· „σὺ γὰρ ἦς ἔμοιγ’ ἀστεμφήσ“ (fr. 22 P.). καὶ ὅτι τὸ ἀΐδρεϊ κατὰ τὸ βαρὺ προενεκτέον. A | |
3219b1 | Hrd. | 〈ἀΐδρεϊ φωτὶ ἐοικώς:〉 ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπ’ εὐθείας τῆς ἄϊδρις· „χώρου ἄϊδρις ἐών“ (κ 282). ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεος, καὶ ἀΐδρεϊ· οὐ γὰρ | |
δή γε διὰ τοῦ δ· οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον. | |||
5 | ἀλλ’ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ τὸ „πολυΐδριδι“ (fr. 190 L.—P.), εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς „ἴδριδα“ ἔφη (fr. 953 N.2 = 1056 P. = 1056 R.) τὴν αἰτιατικήν. ὅ τε Φρύνι‐ χος (fr. 22 N.2 = com. fr. 90 K.) τὴν εὐθεῖαν „ἴδριδεσ“. γένοιτο | ||
10 | οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαστόν, εἰ διὰ τοῦ ι πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής φησιν „εὐνήν τ’ αἰδομένη πόσιοσ“ (π 75), τὴν δὲ δοτικὴν „χαριζο‐ | ||
15 | μένη πόσεϊ ᾧ“ (Ε 71). A | ||
3219b2 | ἀΐδριϊ ἀπὸ τοῦ ἄϊδρις, καὶ δι’ εὐφωνίαν τὸ ἕτερον ι μετατίθεται. b(BCE3)T | ||
3220a | Ariston. | φαίης κεν: ὅτι τὸ φαίης τὴν φαντασίαν ἔχει ὡς πρὸς τὴν Ἑλένην λεγόμενον. κατὰ μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέ‐ ον ἐν ἴσῳ τῷ ἔφη τις ἄν, ὡς ἔχει τὸ „ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοισ“ (Δ 223) ἀντὶ τοῦ ἴδοι τις ἄν. A | |
3220b | ex. | ζάκοτον〈—ἄφρονα〉: διὰ τὸ ὑπόδρα ὁρᾶν, ἄφρονα δὲ διὰ τὸ ἀκίνητον τοῦ σκήπτρου. b(BCE3E4)T | |
3221-2 | Nic. | ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην〈—χειμερίῃ‐ σιν〉: τετράκις ἐν τῷ προσώπῳ φυλακτέον τὰς ὑποστιγμὰς διὰ τοῦ | |
〈ὅτ〉ε 〈ἀποτελουμένασ〉. T | |||
3.221 | ex. | μεγάλην: διὰ τὸν θόρυβον τῶν Τρώων ἢ διὰ τὴν κατά‐ πληξιν τῶν ἀδίκων. b(BCE3E4)T | |
3222a1 | ex. | 〈νιφάδεσσιν ἐοικότα χειμερίῃσιν〉: ἡ εἰκὼν ἀφορᾷ πρὸς τὸ τάχος τῆς ῥητορείας· διὰ μὲν γὰρ τοῦ †ἔπεα† πλήθους δηλοῖ τὸ πυκνὸν τοῦ λόγου, διὰ δὲ τοῦ λευκοῦ τὸ σαφές, διὰ τῆς νιφάδος τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐαριναὶ | |
5 | ἐκκόπτουσι τοὺς καρπούς. b(BCE3E4) | ||
3222a2 | νιφάδεσσιν ἐοικότα 〈χειμερίῃσιν〉: ἡ εἰκὼν πρὸς τὸ τάχος, τὸ πλῆθος, τὸ πυκνόν, τὸ σαφές, τὸ λευκὸν τῆς νιφάδος, τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐα‐ ριναὶ ἐκκόπτουσι τοὺς καρπούς. T | ||
3224a | Ariston. | οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος 〈ἀγασσάμεθ’ εἶδος ἰδόντεσ〉: πρὸς τὸ σιωπώμενον, ὅτι συνυπακοῦσαι δεῖ τὸ οὐ τότε οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ἰδόντες ὡς τὴν κατὰ λόγον δύναμιν. A | |
3224b1 | ex. | οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασ〈σ〉άμεθα: οὐχ ὡς ἔτι τὴν μορφὴν ἐθαυμάσαμεν, ὥσπερ τὸν λόγον. T | |
3224b2 | οὐχ οὕτως ἐπὶ τῇ μορφῇ τότε ἐθαυμάσαμεν, ὅσον ἐπὶ τῷ λόγῳ ἐξεπλάγημεν. b(BCE3) | ||
3225a1 | ex. | 〈τὸ τρίτον αὖτ’ Αἴαντα:〉 μετὰ τὴν τῆς φρονήσεως τάξιν τὴν τῆς ἀνδρίας τέταχεν· Ὀδυσσεὺς μὲν γὰρ φρονιμώτερος, Αἴας δὲ ἀνδρειότερος. b(BCE3E4) | |
3225a2 | τὸ τρίτον αὖτ’ Αἴαντα: μετὰ φρόνησιν ἡ ἀνδρεία. T | ||
3.226 | ex. | ἠΰς τε: προσηνὴς τὴν ὄψιν. T | |
3227a | Did. | κεφαλήν τε καὶ εὐρέας ὤμους: οὕτως σὺν τῷ τέ ἡ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν εὐφραδέστερον. Aim | |
3227b | ex. | ἔξοχοσ〈—〉κεφαλὴν ἠδ’ εὐρέας ὤμους: διὰ | |
μὲν τῆς κεφαλῆς τὸ μῆκος, διὰ δὲ τῶν ὤμων τὸ πλάτος. T | |||
3.229 | ex. | ex. | 〈πελώριος,〉 ἕρκος Ἀχαιῶν: πελώριος οὗτος διὰ τὸν ἕτερον Αἴαντα, τὸν Ὀϊλέως. | ὅρα δὲ πῶς b(BCE3E4) ἐπὶ μὲν Ἀχιλλέως „μέγα ἕρκοσ“ φησίν (cf. Α 283—4), b(BCE3E4)T ἐν‐ ταῦθα δὲ μόνον ἕρκος ἁπλῶς. b(BCE3E4) | |
3230a | Ariston. | Ἰδομενεὺς δ’ ἑτέρωθεν: ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τελαμωνίου ἐτάσσετο κατὰ τὴν ἐπιπώλησιν (cf. Δ 251—74) συμφώνως. παραιτητέον ἄρα ἐκεῖνον τὸν στίχον τὸν ἐν τῷ Καταλόγῳ (Β 558) ὑπό τινων γραφόμενον „στῆσε δ’ ἄγων ἵν’ | |
5 | Ἀθηναίων ἵσταντο φάλαγγεσ“· οὐ γὰρ ἦσαν πλησίον Αἴαντος Ἀθηναῖοι (cf. Δ 326—7). A | ||
3230b | ex. | 〈ἐνὶ Κρήτεσσι〉 θεὸς ὥς: τῷ κάλλει. τὸ δὲ Κρήτεσσι προσέθηκεν, ὅπως δειχθῇ μὴ δελεασθεῖσα. ἢ τοῖς τρόποις αὐτὸν ἐχαρακτήρισεν ὡς εἰδυῖα τῇ συνεχεῖ ξενίᾳ. b(BCE3E4)T | |
3.232 | ex. | 〈ξείνισσεν:〉 ὡς συγγενῆ. Til | |
3.235 | ex. | 〈οὕς κεν εὖ γνοίην καὶ τοὔνομα μυθησαίμην:〉 ἀντὶ τοῦ γινώσκω b(BCE3E4)Til καὶ μυθοῦμαι. b(BCE3E4) | |
3236a | ex. | ex. | ex. (?) | οὐ δύναμαι ἰδέειν: τοῦτό φησιν ὡς πάντη μὲν ἐκπετά‐ σασα τὴν θέαν, οὐδαμῆ δὲ ἰδοῦσα. | πῶς δὲ οὐκ ἐρωτηθεῖσα προβάλ‐ λεται τὰ περὶ τῶν ἀδελφῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητής, βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν, | |
5 | ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς αἰχμαλώτοις. b(BCE3E4) T | Ζηνόδοτος δὲ διοικητὰς ὑπολελεῖφθαι τῆς Ἑλλάδος φησὶν τοὺς Διοσκούρους. T | ||
3236b | Hrd. | ἰδέειν: οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ | |
„εὐφρανέειν“ (Ε 688)· οἱ γὰρ δεύτεροι 〈ἀόριστοι καὶ〉 μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες. A | |||
3.237 | D | πὺξ ἀγαθόν: ἐν πυγμῇ ἀνδρεῖον—Ὅμηρος ἐπ‐ εμνήσθη. A | |
3238a1 | Nic. | αὐτοκασιγνήτω: τοῦτο καὶ τοῖς πρώτοις δύναται συνάπτεσθαι. b(BCE3)T | |
3238a2 | δύναται αὕτη ἡ λέξις συνάπτεσθαι. Aim | ||
3238b | ex. | αὐτοκασιγνήτω: ἀλλήλων ἀδελφοὺς ὁμομητρίους· καὶ τοὺς ὁμοπατρίους δὲ οὕτω καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον. b(BCE3)T | |
3239-41 | Hrd. | 〈ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς / ἦ δεύρω—ἀνδρῶν:〉 ὁ μὲν πρῶτος ἤ σύνδεσμος βαρύνεται, ὁ δὲ δεύτερος περισπᾶται, ἵνα τοιαύτη ἡ φράσις γένηται· ἢ οὐκ ἠκολούθησαν, 〈ἦ ἠκολούθησαν〉 μέν, οὐκ ἐθέλουσι δὲ μάχην κατα‐ | |
5 | δύμεναι ἀνδρῶν; Aim | ||
3239-40 | ex. (Nic. et | ἢ οὐχ ἑσπέσθην〈—〉 / ἠ δεῦρο μὲν ἕποντο: | |
Hrd.) | ὁ Νικάνωρ (p. 170 Friedl.) ἄμφω ὀξύνει ὡς διαζευκτικούς, ὁ δὲ Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχό‐ μενος. Aim b (BCE3E4)T | ||
3240a | ex. |ex. | ἢ δεύρω〈—νέεσς’ ἐνὶ ποντοπόροισιν〉: οὐκ | |
(Hrd.) | ἔστιν Ἀττικὸν τὸ δεύρω b(BCE3E4)T (οὔποτε γὰρ μακρᾶς προκειμένης τὴν τοιαύτην ἔκτασιν ποιοῦνται), b(BCE3)T ἀλλ’ Ἰωνικόν. b(BCE3E4) | τὴν δὲ πρόθεσιν ἔδει μὲν ἀναστρέφεσθαι καὶ | ||
5 | τῷ κυριωτέρῳ συντάττεσθαι· ὅμως ἀδιαφόρως συντέτακται. b | ||
(BCE3)T | |||
3240b | Hrd. | νέεσς’ ἐνὶ ποντοπόροισιν: Νικίας (fr. 3 B.) 〈οὐκ〉 ἀναστρέφει. οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῷ· φασὶ γὰρ Ἀρί‐ σταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις. A | |
3242a | ex. | δειδιότες: στυγοῦντες, b(BCE3E4)T ὡς „ῥιγε‐ δανῆς Ἑλένησ“ (Τ 325) τῆς στυγητῆς. T | |
3242b1 | Nic. | ὀνείδεα 〈πόλλ’ ἅ μοί ἐστιν〉: ἐπὶ τὸ ὀνείδεα βραχὺ διασταλτέον· ἐπὶ δὲ τὸ πολλά ὁ λόγος μὲν αἱρεῖ, διὰ δὲ τὴν συναλι‐ φὴν οὐ παραδεκτέα ἡ ἀνάγνωσις. A | |
3242b2 | καὶ ὀνείδεα 〈πόλλ’ ἅ μοί ἐστιν〉: εἰς τὸ ὀνείδεα στικτέον, ἐπειδὴ τὸ πολλά συναλειφόμενον οὐ δέχεται στιγμὴν ἐν μεταξύτητι. b(BCE3E4)T | ||
3242c | πόλλ’ ἅ μοί ἐστιν: ἀντὶ τοῦ δι’ ἐμέ ἐστιν. b(BCE3E4) T ἑαυτῆς δὲ κατηγοροῦσα ἔλεον ἐπισπᾶται. b(BCE3)T | ||
D | αἴσχεα: Ἑλένη ἁρπασθεῖσα—παρὰ Ἀλκμᾶνι τῷ λυρικῷ (fr. 21 P.). A | ||
3.243 | D | D | ὣς φάτο· τοὺς δ’ ἤδη κάτεχεν 〈φυσίζοος αἶα〉: οὗτοι δέ φησι—λελόγχασιν ἶσα θεοῖσιν. | φυσίζοος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν—πάλιν ἀναδοθῆναι. A | |
D | ἄλλως: Ἴδας καὶ Λυγκεύς, Ἀφαρέως παῖδες— | ||
5 | ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ (N. 10, 55—90). A | ||
3.244 | Ariston. | 〈φίλῃ〉 ἐν πατρίδι {γαίῃ}: ὅτι Ζηνόδοτος γράφει „ἑῇ ἐν πατρίδι“. εἴτε δὲ ἐπὶ τῶν Διοσκούρων ἔσται τὸ „ἑῇ“, ἑνικὸν οὐχ ἁρμόσει, εἴτε ἐπὶ τῆς Ἑλένης, ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν· τοὺς δὲ | |
ἤδη κάτεχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πατρίδι. A | |||
3245a1 | Nic. | κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον 〈ὅρκια πι‐ στά〉: τὸ θεῶν δύναται καὶ 〈τοῖσ〉 ἐπάνω συνάπτεσθαι, ἵν’ ᾖ κήρυ‐ κες θεῶν, δύναται καὶ τοῖς ἑξῆς, ὅρκια πιστὰ θεῶν· ὅπερ καὶ βέλτιον. A | |
3245a2 | κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν 〈φέρον ὅρκια πι‐ στά〉: ἐδύνατο τὸ θεῶν καὶ τοῖς πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι ἐν τοῖς ἑξῆς (Γ 269) φησιν· „ὅρκια πιστὰ θεῶν σύναγον“. b(BCE3)T | ||
3246a1 | ex. | καὶ οἶνον ἐΰφρονα: παρὰ γὰρ τὴν ὄνησιν ἐτυμολο‐ γοῦσιν· „καὶ αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα“ (Ζ 260). T | |
3246a2 | ἐτυμολογεῖται παρὰ τὴν ὄνησιν, ὡς καὶ τὸ „αὐτὸς ὀνή‐ σεαι“. ἢ παρὰ τὴν οἴησιν. b(BCE3) | ||
3.248 | ex. | κύπελλα: χύπελά τινα ὄντα, ἔνθα ὁ πηλὸς χεῖται. T | |
3250a | Nic. | 〈ὄρσεο, Λαομεδοντιάδη, καλέουσιν ἄριστοι:〉 τελεία〈ν〉 στικτέον μετὰ τὴν κλητικήν· καὶ γὰρ τὰ ἑξῆς ἀσύνδετα· καλέουσιν ἄριστοι. Aint | |
3250b | Nic. | ex. | ὄρσεο, Λαομεδοντιάδη: μετὰ τὴν προσαγορευτικὴν ἡ στιγμή. b(BCE3)T | τὸ δὲ ὄρσεο ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός ἐστιν. b(BCE3E4)T | |
D | Λαομεδοντιάδη: μήτηρ Πριάμου—κατὰ δὲ Ἑλλάνικον | ||
5 | (FGrHist 4, 139) Στρυμώ. A | ||
3.252 | ex. | ἐς πεδίον καταβῆναι: „ἠνεμόεσσαν“ (cf. Γ 305 al.) γὰρ ἡ πόλις. T | |
3.254 | ex. | μακρῇς ἐγχείῃσι: τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα. b(BCE3E4)T τὰ δὲ ὑπὸ Μενελάου βλασφημηθέντα (sc. Γ | |
108—10) σιωπῶσιν. b(BCE3E4) | |||
3.257 | Ariston. | ναίοιμεν: ὅτι νῦν ὀρθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφε‐ ται ναίοιμεν, ἐν δὲ τοῖς ἐπάνω, ὅτε Ἀλέξανδρος λέγει (cf. Γ 74), οὐκέτι. A | |
3.258 | ex. | Ἄργος ἐς ἱππόβοτον 〈καὶ Ἀχαιΐδα καλλιγύ‐ ναικα〉: Ἄργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ τὴν Θεσσαλίαν καλεῖ. ἄμεινον δὲ Ἄργος ἱππόβοτον τὴν Θεσσαλίαν λέγειν, Ἀχαιΐδα δὲ πᾶσαν τὴν Ἑλλήνων. b(BCE3)T | |
3259a | ex. | ῥίγησεν δ’ ὁ γέρων: φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ Ἕκτωρ „ἐχάρη μέγα μῦθον ἀκούσασ“ (Γ 76), b(BCE3E4)T τέλος ὡσανεὶ ἐπιζητῶν τοῦ πολέμου. b(BCE3E4) | |
3259b | Did. | 〈ἐκέλευσε δ’ ἑταίροις:〉 οὕτως τοῖς ἑταίροις κατὰ δοτικὴν αἱ Ἀριστάρχου. συνεφώνει καὶ ἡ Ζηνοδότου. Aint | |
3261-2a | Ariston. | ἂν δ’ ἄρ’ ἔβη Πρίαμος, 〈κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω· / πὰρ δέ οἱ Ἀντήνωρ〉: ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι· διὸ νῦν Πρίαμος ἡνιοχεῖ παραβατοῦντος Ἀντήνορος. καὶ ὅτι οἱ ἥρωες πάντες ἔμπειροι καὶ αὐτουργοί· διὸ καὶ ὁ Ὀδυσσεὺς ναυπηγεῖ | |
5 | (sc. ε 234—61) καὶ κυβερνᾷ (sc. ε 270—7). A | ||
3261-2b | ex. | ἂν δ’ ἄρ’ ἔβη Πρίαμοσ〈—Ἀντήνωρ〉: προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν (sc. 326—7). ἄγει δὲ τὸν Ἀντή‐ νορα ὡς συνετὸν καὶ πρόξενον Ἑλλήνων. b(BCE3E4)T | |
3262a1 | Did. | 〈βήσετο:〉 προκρίνει μὲν τὴν διὰ τοῦ ε γραφήν, βήσετο, πλὴν οὐ μετατίθησιν, ἀλλὰ διὰ τοῦ α γράφει ὁ Ἀρίσταρχος. Aint | |
3262a2 | βήσετο {δίφρον}: ὁ μὲν Ἀρίσταρχος ἄμεινόν φησι τὸ | ||
βήσετο, οὐ μεταποιεῖ δὲ τὴν γραφήν. T | |||
3.263 | Ariston. | {τῶι δὲ διὰ} Σκαιῶν: ὅτι παραλέλοιπε τὸ πυλῶν, καὶ ὅτι ἀδιαιρέτως ἐξενήνοχεν· ἤθισται γὰρ λέγειν „Σκαιάων“ (Χ 6). A | |
3.267 | ex. | ὤρνυτο δ’ αὐτίκ’ ἔπειτα: ἔπειτα ἀντὶ τοῦ δή. T | |
3269-70 | ex. | κρητῆρι δὲ οἶνον / μίσγον: λείπει τὸν Τρώων καὶ τὸν Ἑλλήνων. T | |
3270a | Ariston. | μίσγον: ὅτι οὐχ ὕδατι ἔμισγον τὸν οἶνον, ἀλλὰ τὸν τῶν Τρώων καὶ Ἀχαιῶν· διὸ καὶ ἐν ἄλλοις „σπονδαί τ’ ἄκρητοι“ (Β 341. Δ 159). A | |
3270b1 | Did. | 〈ἔχευαν:〉 Ἀρίσταρχος διὰ τοῦ ο· καὶ ἀναλογεῖ τῷ μίσγον. Aint | |
3270b2 | ἔχευον: διὰ τοῦ ο τὸ ἔχευον, καὶ ἔστιν ἀναλογοῦν τῷ μίσγον. b(BCE3)T | ||
3271a | ex. | Ἀτρείδης δὲ ἐρυσσάμενος: ἀξιόχρεως αὐτουργῶν ὁ βασιλεύς. ἢ ὡς ἀγνοούντων τῶν Τρώων b(BCE3E4)T τὸν ἐν θυσίαις νόμον· b(BCE3E4) Μενέλαος γοῦν αὐτοὺς διδάσκει (cf. Γ 103—10). T | |
3271b | Ariston. | μάχαιραν: ὅτι τὴν παραξιφίδα μάχαιραν καλεῖ· διὸ καὶ λέγει αὐτὴν παρηρτῆσθαι τῷ κουλεῷ τοῦ ξίφους. τὸ δὲ πολεμιστή‐ ριον ἄορ, ξίφος, φάσγανον καλοῦσιν· συνώνυμα γάρ. A | |
3272a1 | Hrd. παθ. | ἄωρτο: ἄρω ἐστὶ τὸ σημαντικὸν τοῦ ἁρμόζω, οὗ μέλλων ἄρσω, ἀόριστος ἦρσα· „θύρας σταθμοῖσιν ἐπῆρσεν“ (Ξ 167. 339) ἀντὶ τοῦ ἐφήρμοσε· „καὶ πώμασιν ἄρσον ἅπαντα“ (β 353) ἀντὶ | |
τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, | |||
5 | ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει τοῦ ω ἄωρτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ βʹ ὑπομνήματι †τὸ† Περὶ παθῶν Διδύμου (2,389,25). A | ||
3272a2 | ἄωρτο: Ἡρωδιανὸς ἄρω κατὰ πλεονασμὸν τοῦ ω. T | ||
3273a | Ariston. | ἀρνῶν ἐκ κεφαλέων: ὅτι Ζηνόδοτος γράφει „ἀρνέων ἐκ κεφαλέων“. ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες οὐ γίνονται τοιαῦται διαιρέσεις, ἀλλ’ ἀπὸ τῶν εἰς αι· εἰ δὲ ἄρνες, ἀρνῶν. ἀπὸ δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων. A | |
3273b | Did. (?) | ex. | ἀρνῶν ἐκ κεφαλέων: τινὲς „ἀρνέων“, ἵν’ ᾖ ὡς „ἱππεί‐ ων ὁπλέων“ (Λ 536). b(BCE3)T | σημειωτέον δὲ ὅτι τῶν ἐναγιζο‐ μένων οὐκ ἐπιβάλλουσι τὰς τρίχας πυρί, ὡς οὐδὲ τοῦ κάπρου (cf. Τ 254—5). b(BCE3E4)T | |
3.274 | ex. | νεῖμον ἀρίστοις: τοῦ οἴνου, ἢ τῶν τριχῶν ἅψασθαι. T | |
3276-9a1 | Nic. | Ζεῦ πάτερ, Ἴδηθεν〈—ἐπίορκον ὀμόσ‐ | |
σῃ〉: καθ’ ἑκάστην προσαγόρευσιν διασταλτέον, μέγιστε (276), ἐπακούεις (277), ποταμοί, γαῖα (278). τελεία δὲ ἐπὶ τὸ ὀμόσσῃ (279)· ἀσύνδετον γὰρ πρὸς τὰ ἑξῆς. A | |||
3276-9a2 | Ζεῦ πάτερ, Ἴδηθεν μεδέων〈—ἐπίορκον ὀμόσσῃ〉: καθ’ ἑκάστην προαγόρευσιν διασταλτέον. b(BCE3E4)T | ||
3276a | Ariston. | 〈Ἴδηθεν μεδέων:〉 ὅτι ἀντὶ τοῦ Ἴδης μεδέων. Aim | |
3276b | ex. | ex. | Ἴδηθεν μεδέων: ἀντὶ τοῦ ἐξ Ἴδης ἐποπτεύων. | τὸν ἐπιχώριον καλεῖ ἐκπολεμῶν αὐτὸν αὐτοῖς, εἰ παραβαῖεν τοὺς ὅρκους. b(BCE3E4)T | |
3277a1 | Ariston. | Ἠέλιος {θ’}: ὅτι ἀντὶ τοῦ Ἥλιε, ὡς κἀκεῖ „δός, φίλοσ“ (ρ 415) καὶ „ἀλλά, φίλος, θάνε καὶ σύ“ (Φ 106). καὶ πρὸς τὴν ἀθέ‐ τησιν τῶν ἐν Ὀδυσσείᾳ „ὠκέα δ’ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθεν“ (μ 374) περὶ τῆς ἀπωλείας τῶν βοῶν τῷ πάντα ἐφορῶντι. A | |
3277a2 | Ἠέλιος {τε}: Ἀττικῶς· „ἀλλά, φίλος, θάνε καὶ σύ.“ T | ||
3278-9a1 | ex. | καὶ οἳ ὑπένερθε〈—ὀμόσσῃ〉: ἐκφοβῶν τοὺς Τρῶας οὐρανίους, ἐπιγείους, ὑπογείους καλεῖ θεούς· δεισιδαι‐ μονεῖν δὲ διδάσκει μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτά‐ νοντας λέγων. ὑπένερθε δὲ θεοὺς λέγει Πλούτωνα καὶ Περσεφόνην. T | |
3278-9a2 | Πλούτωνα καὶ Περσεφόνην φησίν. b(BCE3) ἐκφοβῶν οὖν πρῶτον μὲν τοὺς οὐρανίους, ἔπειτα τοὺς ὑπογείους καλεῖ. δεισιδαι‐ μονεῖν δὲ διδάσκει, μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτά‐ νοντας λέγων. b(BCE3E4) | ||
3279a | Ariston. | ἀνθρώπους τίνυσθον: πρὸς Ζηνόδοτον, ὅτι ἐκ τοῦ δυϊκῶς γράφεσθαι τὸ τίνυσθον ἐλέγχεται ὅτι ἐπὶ Περσεφόνης καὶ Πλούτωνός ἐστιν ὁ λόγος, οὐκ ἐπὶ τῶν νεκρῶν. A | |
3.279 | Hrd. | ἐπίορκον: οὕτως προπαροξυτόνως· ἓν γάρ ἐστι τὸ ὅλον, ὥσπερ καὶ τὸ πρᾶγμα· „οὐδ’ ἐπιορκήσω πρὸς δαίμονα“ (Τ 188). A | |
3279c | Nic. | ὅστις 〈κ’〉 ἐπίορκον ὀμόσσῃ: τελεία εἰς τὸ ὀμόσσῃ. b(BE3)T | |
3280a | Ariston. | Hrd. | {ὑμεῖς} μάρτυροι ἔστε: ὅτι Ζηνόδοτος γράφει „μάρτυ‐ ρεσ“. Ὅμηρος δὲ μάρτυρος κατὰ τὸ ἑνικὸν λέγει· „Ζεὺς δ’ ἄμμ’ ἐπι‐ μάρτυρος ἔστω“ (Η 76), οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. | παρ‐ οξύνεται δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσ‐ | |
5 | σετε· πιθανωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προσ‐ | ||
τακτικὰ ὡς πρὸς τοὺς θεούς· „Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, / ποίησόν τ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν“ (cf. P 645—6). ἀναγκαῖον μέντοι ἐστὶ παραφυλάξαι ἐκεῖνο ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ ὁριστικὰ καὶ προστακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, | |||
10 | οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὅτι ἄγετε. A | ||
3280b | Hrd. | ἔστε: βαρυντέον τὸ ἔστε καὶ προστακτικῶς ἐκδεκτέον. b(BCE3)T | |
3280c | ex. | φυλάσσετε δ’ ὅρκια πιστά: ἀντὶ τοῦ πιστώσασθε τὰ ἐπὶ πίστει γινόμενα ὅρκια. b(BCE3E4)T | |
3.281 | ex. | 〈εἰ μέν κεν Μενέλαον〉 Ἀλέξανδρος καταπέφνῃ: ἀνεμεσήτως προέταξε τὴν τοῦ ἀδελφοῦ ἧτταν. b(BCE3E4)T | |
3281-7 | ex. | εἰ μέν κεν Μενέλαον〈—πέληται〉: ὅλῃ τῇ παραβάσει τῶν συνθηκῶν ἀπολογίαν δίδωσι προσθεὶς τὸ κτείνῃ ξανθὸς Μενέλαος (284)· δικαίαν γὰρ ἀπολογίαν παρέχει τοῖς Τρωσὶ δυναμένοις λέγειν ὅτι οὐκ ἐγένετο τὸ ὁρισθὲν ὑπὸ σοῦ· οὐ γὰρ | |
5 | ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος. b(BCE3E4)T δύνανται δὲ καὶ οἱ Ἕλληνες, τὴν πρόκλησιν τοῦ Ἕκτορος προβαλλόμενοι „ὁππότερος δέ κε †νικήσει† κρείσσων τε γένηται“ (Γ 92), εὐλόγως ἀπαιτεῖν τὰς συνθήκας. ἰσχυρότερα δὲ τὰ τῶν Τρώων, ὅτι μάλιστα δεῖ ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοις ὁριζόμενα. b(BE3E4)T | ||
3.285 | Ariston. | 〈Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀπο‐ δοῦναι:〉 ἀντὶ τοῦ Τρῶες ἀποδότωσαν. Aim | |
3286a | Ariston. | τιμήν {δ’ ἀργείοις}: ὅτι τιμὴν τὸ ἐπιτίμιον λέγει, ὃ | |
πολλάκις λέγει ποινήν. A | |||
3286b1 | ex. | τιμὴν δ’ Ἀργείοις: ἔθος τοῖς παρακαθημένοις τὰς ἡμίσεις αἰτεῖν. ὁ οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν, ὁ δὲ μεγαλοφυῶς τὸ ἐπιζήμιον ὁρίζει. ἐπειδὴ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ. T | |
3286c1 | ex. | τιμὴν δ’ Ἀργείοις: οὐ δίκαιον γὰρ τοὺς προκατάρ‐ ξαντας ἐπίσης ἀπαλλάττεσθαι. T | |
3286b2/c2 | ex. | ex. | ex. | ἔθος γὰρ τοῖς παρακαθημένοις αἰτεῖν καὶ πρόστιμα· | καὶ οὐ δίκαιον τοὺς προκατάρξαντας ἐπ’ ἴσης ἀπαλλάττεσθαι. | ὁ μὲν οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν, ὁ δὲ μεγαλοφυῶς ὁρίζει τὸ ἐπιζήμιον. ἐπεὶ δὲ οὐδεὶς ἐμνήσθη | |
5 | τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ. b(BCE3E4) | ||
3.287 | ex. | ἥ τε καὶ ἐσσομένοισιν: καὶ τοῦτο πρὸς εὔκλειαν τοῦ κατορθώματος. T | |
3.288 | Nic. | ex. | εἰ δ’ ἂν ἐμοὶ τιμήν: τρίτον ἐν τῇ προσωποποιΐᾳ †ὅτι† ὑποστιγμὴν ἐποίησε. | τὸ δὲ ἐμοί ὡς τῷ μὲν ἀδελφῷ τῆς Ἑλένης, αὐτῷ δὲ τῆς ποινῆς ὀφειλομένης. T | |
3290a | Did. | 〈μαχήσομαι:〉 οὕτως διὰ τοῦ η τὸ μαχήσομαι Ἀρίσταρχος. Aim | |
3290b | ex. | καὶ ἔπειτα μαχήσομαι: οἶδε γὰρ εὔνους τοὺς θεούς, εἰ παραβαῖεν. ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται ἡ Ἑλένη. b(BCE3E4)T | |
3292a1 | Did. | {ἦ καὶ} ἀπὸ στομάχους: οὕτως αἱ Ἀριστάρχου, ἀπὸ στομάχους. αἱ δὲ πλείους διὰ τοῦ ε, „ἐπὶ στομάχουσ“· καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή. A | |
3292a2 | {ἦ καὶ} ἀπὸ στομάχους: οὕτως Ἀρίσταρχος. αἱ δὲ ἄλλαι πᾶσαι „ἐπὶ στομάχουσ“. T | ||
3295a1 | Did. | 〈ἀφυσσόμενοι:〉 Ἀρίσταρχος ἀφυσσόμενοι διὰ τοῦ ο, ἄλλοι δὲ διὰ τοῦ α. Aim | |
3295a2 | ἀφυσσόμενοι: διὰ †τὴν† ο τὸ ἀφυσσόμενοι ἐν | ||
παρατατικῷ· καὶ ἀναλογεῖ τῷ „ἔκχεον“ (Γ 296). T | |||
3296a1 | ex. | ἔκχεον: οὐκ εἶπεν ἔσπενδον προειδὼς τὸ ἀτελὲς αὐτῶν. T | |
3296a2 | προειδὼς τὸ αὐτῶν ἀτελὲς οὐκ εἶπεν ἔσπενδον, ἀλλ’ †ἔχεον. b(BCE3E4) | ||
3296b1 | ex. | θεοῖς ἀειγενέτῃσι: ἀΐδιον γενεὰν ἔχουσιν. T | |
3296b2 | ἀειγενέτῃσι δὲ τοῖς ἀΐδιον ἔχουσι τὴν γενεὰν ἤτοι ἀεὶ οὖσιν. b(BCE3E4) | ||
3297a | Ariston. | ὧδε {δέ τις εἴπεσκεν}: ὅτι τὸ ὧδε οὐδέποτε τοπικῶς, καθάπερ ἡμεῖς, λέγει, ἀλλ’ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει. A | |
3297b | ex. | εἴπεσκεν: τὸ εἴπεσκεν ἀπὸ τοῦ εἶπα, ὡς τὸ στρέψα‐ σκε. T | |
3.299 | ex. | 〈ὑπὲρ ὅρκια:〉 ὑπερβάντες τὰ ὅρκια. Til | |
3.300 | ex. | ὧδέ σφ’ ἐγκέφαλος: ἀντὶ τοῦ αὐτῶν, ὡς „ἡμῖν δ’ αὖτε κατεκλάσθη φίλον ἦτορ / δεισάντων b(BCE3)T φθόγγον τε βαρύν“ (ι 256—7). b(BCE3) | |
3301-2 | ex. | 〈αὐτῶν καὶ τεκέων—〉οὐδ’ ἄρα πώ σφιν: κεφαλαιωδῶς τὴν τῶν μελλόντων προαπήγγειλεν ἐπίδειξιν b (BCE3)T διὰ τοῦ αὐτῶν καὶ τεκέων: ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν (301). T διὰ δὲ τοῦ πώ ἐλπίδα πάλιν ὑπολείπεται τῷ | |
5 | φιλέλληνι. b(BCE3)T | ||
3305a | ex. | εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν: ἐπεὶ σῴζειν μέλλει Ἀλέξανδρον, πιθανῶς ὑπεξάγει τὸν πατέρα, Ἕκτορος δὲ αὐτόπτην ἐᾷ ἐπὶ τῷ τὸν οἶκτον αὔξειν (cf. Χ 25—78). καὶ παρὼν ἔδωκεν ἂν | |
τὴν Ἑλένην ὡς τοὺς ὅρκους ἐμπιστευθείς. b(BCE3E4)T | |||
3305b | Ariston. | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς ἀεὶ τὴν Ἴλιον λέγει. Aim | |
3306a | Nic. | ἄψ, ἐπεί: βραχὺ διασταλτέον ἐπὶ τὸ ἄψ διὰ τὸν λόγον. ὁ γὰρ ἐπεί σύνδεσμος, ὥσπερ τὰ ἑξῆς συνδέων, ὑποστιγμὴν ἀποτε‐ λεῖ. A | |
3306b | ex. | ἐπεὶ οὔπω τλήσομαι: εἰ καὶ πᾶσι γὰρ ὡς κὴρ ἀπέχθε‐ ται Ἀλέξανδρος, ἀλλ’ ὁ πατὴρ τὸ φυσικὸν οὐ δύναται μὴ σῴζειν. b (BCE3E4)T | |
3306-10 | Ariston. | Nic. | ex. | ὁρᾶσθαι: παθητικὸν ἀντὶ ἐνεργητικοῦ. | ἀντέστρα‐ πται δὲ ἡ περίοδος. ὀρθὴ δ’ ἂν ἦν οὕτως· ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον 〈ἐστίν〉, Ζεὺς μὲν τοῦτό γε οἶδεν. | εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν, ἵνα αὐτοὺς περιστείλῃ· | |
5 | ἔθος γὰρ ἦν τὰ ἐπὶ τοῖς ὅρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν, τοὺς δὲ ἐπήλυδας εἰς τὴν θάλασσαν ῥίπτειν. A | ||
3308a | ex. | Ζεὺς μέν που: ἴσως ὁ μέν που ἀντὶ τοῦ μέντοι, ὅς ἐστιν ἀντὶ τοῦ δέ· ἐγὼ μὲν ἄπειμι, Ζεὺς δὲ τὸ τέλος οἶδε, τὸν οἰωνὸν καὶ τὴν τύχην. οὐκ ἀποκόπτει δὲ τοῦ υἱοῦ τὴν ἐλπίδα. b(BCE3E4)T | |
3308b | Nic. | Ζεὺς μέν που 〈τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἄλλοι· ἀντέστραπται γὰρ ἡ περίοδος. A | |
3310a | ex. | καὶ ἐς δίφρον ἄρνας: τὰ γὰρ θεοῖς θυόμενα ἤσθιον· | |
ἡγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς θεοῖς. AT | |||
3310b | ex. | καὶ ἐς δίφρον ἄρνας θέτο: τὰ γὰρ ἐν ὅρκοις σφαζόμε‐ να οἱ μὲν ἐγχώριοι ἔκρυπτον γῇ, οἱ δὲ ξένοι θαλάσσῃ. ἢ δείξων ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσόμενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων. A b (BCE3E4)T | |
3.313 | D | ἄψορροι: διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ—ὅπερ ἄμεινον. A | |
3314-5 | ex. | Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς / χῶρον 〈—〉διεμέτρεον: ὑπηρετικὸν γὰρ τοῦτο. τὸ δὲ τῶν σπονδῶν βασιλικόν. b(BCE3E4)T | |
3.314 | D. | Πριάμοιο πάϊς: Πορφύριος ἐν τοῖς—Εὐφορίων (fr. 56 Pow.), Λυκόφρων (Al. 265). A | |
3.315 | ex. | χῶρον μὲν πρῶτον: καὶ πῶς ἐπὶ Ἕκτορος, ὅτε Αἴαντι μο‐ νομαχεῖ (cf. Η 200—312), μὴ διαμετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆς ἀλλήλων σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς ἐλπίδος ἐστὶν ὁ πόλεμος· b(BCE3E4)T διὸ οἵ τε ὅρκοι καὶ ἡ | |
5 | γύμνωσις τῶν στρατῶν, μή ποτέ τις ἔνοπλος ὢν προσαμύνῃ τῷ στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερικωτέρους ἐργάζεται τοὺς πολε‐ μοῦντας. ἄλλως τε δεδίασι μὴ τοξότης ὢν Ἀλέξανδρος δραπετεύσῃ τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισάξῃ τῷ Μενελάῳ· σκόπει γὰρ ὅτι καὶ ἀφανισθέντος αὐτοῦ, Μενελάου δὲ τοξευθέντος οὐκ ἴσασι μὴ καὶ | ||
10 | αὐτὸς εἴη ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων „ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδώς, / Τρώων ἢ Λυκίων“ (Δ 196—7). b(BE3E4)T | ||
D | χῶρον μὲν πρῶτον: ἀναγκαίως διεμέτρουν—τῇ περιγραφῇ μένωσιν. A | ||
3315-6 | D | ex. (?) | αὐτὰρ ἔπειτα / κλήρους: μετὰ ταῦτα δεόντως— ἀνελεῖν τὸν πολέμιον. | ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐση‐ μειοῦτο ἕκαστος· οὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπ’ αὐτῶν εἰς τὰς πράξεις. A | |
3316a1 | Hrd. | χαλκήρεϊ: προπαροξυτόνως· ἔστι γὰρ παραγωγὴ ἡ διὰ τοῦ ηρης, ἥτις βαρύνεται, ξιφήρης, ὀλιγήρης, θυμήρης, ἔνθεν τὸ „θυμῆρες κεράσασα“ (κ 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου, καὶ διὰ τοῦ α ἡ σύνθεσις γένοιτο καὶ ὀξεῖα τάσις ἐστίν· „ἔχει δ’ | |
5 | ἄλοχον θυμαρέα“ (Ι 336). A | ||
3316a2 | χαλκήρει: ἡ διὰ τοῦ ηρης παραγωγὴ βαρύνεται, εἰ μὴ τοῦ ἄρω ἐγκειμένου διὰ τοῦ α γένοιτο ἡ παραγωγή, ὡς τὸ „ἔχει δ’ ἄλοχον θυμαρέα“. b(BCE3)T | ||
3318a1 | Nic. | λαοὶ δ’ ἠρήσαντο 〈θεοῖσι δὲ χεῖρας ἀνέσχον〉: ἐὰν εἰς τὸ ἠρήσαντο στίξωμεν, φησὶν ὁ Νικάνωρ (p. 172 Friedl.), ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείναντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ θεοῖς, καὶ τὸ ἰδέ ἀντὶ τοῦ καί. A b (BCE3E4)T | |
3318a2 | δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον, καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί. Aim | ||
3.320 | Ariston. | 〈Ἴδηθεν μεδέων:〉 ἀντὶ τοῦ Ἴδης μεδέων. Aint | |
3.321 | ex. | ὁππότερος τάδε ἔργα: „ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ“ (Γ 454). T | |
3323a1 | Nic. | 〈ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι:〉 ἐὰν στίζωμεν πρὸ τούτου τοῦ στίχου ἐπὶ τὸ „εἴσω“ (Γ 322), ἐλλείπει ῥῆμα εὐκτικὸν τὸ εἴη· ἐὰν δὲ διαστέλλωμεν, κοινὸν ἔσται τὸ „δόσ“ (Γ 322). Aim | |
3323a2 | ἀπὸ κοινοῦ τὸ „δόσ“ ἐπ’ ἀμφοτέροις τέτακται. b(BCE3E4) | ||
3323b | ex. | ἡμῖν δ’ αὖ φιλότητα〈—γενέσθαι〉: ἢ φιλότης γενέσθω, ὡς καὶ παρὰ Θεοκρίτῳ (10, 48)· „σῖτον ἀλοιῶντας φεύγειν 〈τὸ〉 μεσαμβρινὸν ὕπνον“ ἀντὶ τοῦ ἀλοιῶντες φευγέτωσαν. T | |
3324a1 | ex. | πάλλεν δὲ μέγας 〈κορυθαίολος Ἕκτωρ〉: παν‐ ταχόθεν ἀπροφασίστους καθίστησι τοὺς Τρῶας. T | |
3324a2 | πανταχόθεν τοὺς Τρῶας ἀπροφασίστους ποιεῖ. b(BCE3). | ||
3325a | ex. | ἂψ ὁρόων· Πάριος δὲ θοῶς 〈ἐκ κλῆρος ὄρουσεν〉: τούτῳ μὲν τὰ ἀπὸ τῆς τύχης, ὅτι καὶ τοῖς ἥσσοσι προσγίνεται ἡ τύχη, τῷ δὲ τὰ ἀπ’ ἀρετῆς περιποιεῖ. δηλοῖ δὲ διὰ τούτων ὡς κενὰ τὰ τῆς τύχης πρὸς τοὺς ἀνεπιτηδείους. b(BCE3E4)T | |
3325b | D | Porph. (?) | Πάριος δέ: Πάρις ὁ Ἀλέξανδρος ἐκλήθη παρὰ τὸ— εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν. | Πορφύριός φησιν ἱστορεῖν τὸν γράψαντα τὰ Τραγῳδούμενα (cf. FGrHist 12, 12) ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς †ἀρχιάλας† ἐκαλεῖτο. A | |
3326a | Did. | 〈ἧχι:〉 τὸ ἧχι χωρὶς τοῦ ι ἡ Ἀριστάρχου. Aint | |
3326b1 | Did. | 〈ἑκάστῳ:〉 Ἀρίσταρχος κατὰ γενικὴν „ἑκάστου“. Aim | |
3326b2 | {ἧχι} ἑκάστῳ: μόνως κατὰ γενικὴν τὸ „ἑκάστου“. T | ||
3326c | Did. | ex. | 〈ἑκάστῳ:〉 μόνως κατὰ γενικήν. | τὸ ἑκάστῳ ἀντὶ τοῦ ἑκάστου. b(BCE3). | |
3327a | ex. | ἵπποι ἀερσίποδες 〈καὶ ποικίλα τεύχε’ ἔκειντο:〉 τὸ ἔκειντο οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων, ἀλλὰ προσυπακούομεν τὸ ἑστήκεσαν, ὡς ἐπὶ τοῦ „ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;“ (Κ 407). b(BCE3)T „ἐλεύσομεν ἐγγὺς ἐόντων / καπνὸν 〈τ’〉 αὐτῶν | |
5 | τε φθογγήν“ (ι 166—7). T ἢ ὡς ἰσοδυναμοῦν τῷ ἕστασαν· ἐφ‐ ίστασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ ἀργῶν | ||
ἵππων τὸ ἔκειντο. b(BCE3)T | |||
3327b | D | ex. | ἀερσίποδες: αἴροντες εἰς ὕψος—τρέχειν ἵπποι. A | καὶ ἔστιν ἰδίωμα παρὰ τὸ ἀείρω ἀέρω ἀέρσω, ὡς κέρσω. AT | |
3.328 | ex. | ἐδύσατο τεύχεα καλά: ὡς ἰδίᾳ μέλλοντες κινδυνεύειν ἀσφαλέστερον ὁπλίζονται· ἢ ὡς μέλλοντες κάμνειν προανεκτήσαντο αὑτοὺς τῇ τῶν ὅπλων ἀνέσει. b(BCE3E4)T | |
3.329 | ex. | Ἑλένης πόσις ἠϋκόμοιο: κοσμεῖ αὐτὸν τῷ γάμῳ ὡς „πό‐ σις Ἥρησ“ (Κ 5). πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται. b(BCE3E4)T | |
3330-1a1 | ex. | κνημῖδας μὲν πρῶτα〈—ἐπισφυρίοις ἀρα‐ ρυίασ〉: ὁπλισμὸν διδάσκει. ἐπισφύρια δέ εἰσιν οἱ †γλυμμοὶ† τῶν σφυρῶν. T | |
3330-1a2 | ὁπλισμὸν διδάσκει διὰ τούτου. ἐπισφύρια δέ εἰσιν οἱ †γλουτοί†, ἤτοι τὰ τῶν σφυρῶν σφαιρώματα. b(BCE3E4). | ||
3333a | ex. | κασιγνήτοιο Λυκάονος: κωμῳδεῖται ὡς οὐκ εἰδὼς τὸ συστάδην, ἄλλως τε καὶ δειλὸς Λυκάων, ὃς ἔρριψε τὴν παντευχίαν οὐ φέρων τὸν ἱδρῶτα (cf. Φ 50—1). b(BCE3E4)T | |
3333b | ex. | ἥρμοσε δ’ αὐτῷ: τοῖς γὰρ ὁμοιογενέσι καὶ ὁμοιοτρόποις ὅμοιαι τῶν σωμάτων αἱ κατασκευαί. b(BCE3E4)T | |
3334-5a | Ariston. | ἀμφὶ δ’ ἄρ’ ὤμοισιν〈—στιβαρόν τε〉: ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, καὶ μετὰ τὸν „οἷο κασιγνήτοιο“ (Γ 333) ὑποτάσσει „κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν / ἵπ‐ πουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· / †εἵλετο δ’ ἄλκιμον | |
5 | ἔγχος,† / ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετ’ ἀσπίδα τερσανόεσσαν“ (Γ 336—7. 338, cf. 334). ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ (cf. Α 19—42. Ο 479—81) ἔχειν· πρὸ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμ‐ | ||
βάνων τὴν περικεφαλαίαν καὶ ξίφος μὴ ἔχων. A | |||
3334-5b | ex. | ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος—, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε: ἀπὸ κοινοῦ τὸ ὤμοισιν βάλετο (334), ἀναγκαίως διὰ τοὺς τελαμῶνας. Aim b(BCE3)T | |
3335a1 | Nic. | 〈χάλκεον:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ χάλκεον· κοινὸν γὰρ τὸ „ἀμφ’ ὤμοισι βάλετο“ (cf. Γ 334) καὶ ἐπὶ τοῦ σάκους. Aim | |
3335a2 | χάλκεον: βραχὺ διασταλτέον εἰς τὸ χάλκεον. ἔστι δὲ κοινὸν καὶ τοῖς ἑξῆς. b(BCE3)T | ||
3.336 | ex. | κυνέην〈—〉ἔθηκεν: Ἀττικῶς ἀντὶ τοῦ περιέθηκεν, b(BCE3)T ὡς „τιθήμενον ἔντεα καλά“ (Κ 34), καὶ „αὐτὸς ὑπὲρ τοῦ δήμου θέμενος τὰ ὅπλα“, ὅ ἐστι περιθέμενος, ἐν τῷ Κατὰ Μειδίου (Dem. or. 21, 145). T | |
3337a1 | ex. | δεινὸν δὲ λόφος 〈καθύπερθεν ἔνευεν〉: πολλὴν ἔμ‐ φασιν ἔχει νεύων ὁ λόφος. T | |
3337a2 | πολλὴν δὲ καὶ ὁ λόφος νεύων ἔχει τὴν ἔμφασιν. b(BCE3). | ||
3.338 | Did. (?) | 〈εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει:〉 ἐν ἄλλῳ „εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκάχμενον ὀξέϊ χαλκῷ“ (= Κ 135). Aim | |
3.339 | Ariston. | ὣς δ’ αὔτως Μενέλαος: ὅτι οὗτος ξίφος ἔχει. εἰ δὲ ὡσαύ‐ τως τῷ Ἀλεξάνδρῳ καθώπλισται, πάντως κἀκεῖνος εἶχε ξίφος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον. A | |
D | ἔντε’: ὅπλα. εἴρηται δὲ ἀπὸ τοῦ—ἔντεα δαιτός (η | ||
5 | 232). A | ||
3.340 | ex. | {οἱ δ’ ἐπεὶ οὖν} ἑκάτερθεν 〈ὁμίλου〉: ἐξ ἑκατέρου ὁμίλου. T | |
3342a | ex. | δεινὸν δερκόμενοι: ζῆλος αὐτοὺς ἐρεθίζει. T | |
3342b | ex. | θάμβος δ’ ἔχεν εἰσορόωντας: ἐκ παντὸς τόπου καὶ προσώπου τὴν ἔμφασιν κινεῖ. b(BCE3)T τὸ δὲ ἄδηλον καραδο‐ κοῦντες ἐκπλήσσονται· „ξυνὸσ“ γὰρ „Ἐνυάλιοσ“ (Σ 309). b(BCE3 | |
E4)T | |||
3.344 | Hrd. | διαμετρητῷ: Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕ‐ τως ἔχει ἡ παράδοσις. καὶ ἔστιν παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέ‐ θηται ἐν τῷ „χῶρον μὲν πρῶτον διεμέτρεον“ (Γ 315). A | |
3.345 | Nic. | 〈σείοντ’ ἐγχείας:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγχείας. Aim | |
3.346 | ex. | ex. | πρόσθε δ’ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος: οἱ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ τὴν σκιάν. Aint b (BCE3E4)T | οὐκ ἔχει δὲ παρρησίαν Ἀλέξανδρος εὐχῆς ἄδικος ὤν. b (BCE3E4). | |
3348a1 | Did. | ex. | 〈οὐδ’ ἔρρηξεν χαλκός:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ ν, „χαλκόν“. Aim †οὕτως ἄμεινον† διὰ τοῦ ς γράφειν· καὶ γὰρ ὕστερόν (Γ 349) φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ“ ἀντὶ τοῦ τῷ δόρατι. | καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος | |
5 | ἀπώλεσεν. A | ||
3348a2 | οὐδ’ ἔρρηξε〈ν〉 χαλκόν: οὕτως Ἀρίσταρχος. ἄμεινον δὲ διὰ τοῦ ς γράφειν· καὶ γὰρ ὕστερόν φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ“ ἀντὶ τοῦ τῷ δόρατι. | καὶ τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν. T | ||
3348a3 | Ἀρίσταρχος μὲν χαλκόν, ἄμεινον δὲ „χαλκόσ“· καὶ γὰρ ὕστερόν φησιν· „ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ“ ἀντὶ τοῦ δόρατι. | καὶ τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν. b(BCE3E4) | ||
3.350 | ex. | ἐπευξάμενος: Ἑλληνικὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῇ ῥώμῃ· b(BCE3)T καὶ γὰρ μὴ βουλομένου θεοῦ ὁ πολλῶν κρατήσας ἑνὸς ἡττᾶται μόνου πολλάκις. T | |
3352a | Ariston. | Nic. | δῖον Ἀλέξανδρον 〈καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον〉: ἀθετεῖται, ὅτι οὐκ ἀναγκαίως ἐπιλέγεται· καὶ γὰρ ὁ καιρὸς τὸ σύντο‐ μον ἔχειν θέλει. καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν ἐχθρὸν λέγει. | ἐὰν δὲ | |
γράφηται „δαμῆναι“, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Ἀλέξανδρον· | |||
5 | κοινὸν γὰρ τὸ „δόσ“ (Γ 351), ἐὰν δὲ δάμασσον, δευτέραν ἄνω θε‐ τέον, ἐπεὶ καὶ καθ’ ἑαυτὸ δύναται πλῆρες εἶναι τὸ ἑξῆς. A | ||
3352b | ex. | δῖον Ἀλέξανδρον: τινὲς τὸ δῖον τῷ „ἐμὲ“ (Γ 351) συν‐ άπτουσιν. ἢ ἐρεθίσαι κατ’ αὐτοῦ βούλεται τὸν θεὸν ὡς αἰσχύναντος τὸ ἀπὸ Δαρδάνου γένος. b(BCE3E4)T | |
3352c1 | Did. | 〈δάμασσον:〉 Ἀρίσταρχος „δαμῆναι“. Aim | |
3352c2 | γράφεται „δαμῆναι“, ἵνα συνᾴδῃ τῷ „δὸς τίσασθαι“ (Γ 351). Til | ||
3.353 | ex. | ἐρρίγῃσι: ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς, AT οὗ παρατατικὸς ἐρρίγουν, A ὁ μέσος παρακείμενος ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐν‐ εστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω. AT | |
3354a | Hrd. | ξεινοδόκον {κακὰ ῥέξαι}: παροξύνεται διὰ τὴν ἐνέργειαν. οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μέν, ὅτε ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεσθαι δέ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύοιεν, οὓς παρατίθεται ὁ Ἡρωδιανός (cf. 1,235,11). ὥστε | |
5 | διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλλοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡς παρ’ Εὐριπίδῃ ἐν Φοινίσσαις (1063)· „λιθόβο‐ λον †εἷμα† κατειργάσω“ A | ||
3354b | ex. | Hrd. (?) | ξεινοδόκον: διὰ τοῦ κ ὡς πανδοκεῖον. | ὁ δεχόμενος δὲ ἐνεργεῖ, οὐ πάσχει· διὸ παροξύνεται. b(BCE3)T | |
3354c1 | Ariston. | 〈φιλότητα:〉 ὅτι σαφῶς νῦν φιλότητα τὴν ξενίαν εἴρη‐ | |
κεν. Aim | |||
3354c2 | φιλότητα παράσχῃ: †μόνως ὅτι γράφεται† φιλό‐ τητα δὲ ξενίαν· καὶ „ἐν μεγάροις ἐφίλησα“ (Γ 207). T | ||
D | φιλότητα: ἀπελθόντα γὰρ ὡς—καταφρονηθέντι. A | ||
3.355 | ex. | ἀμπεπαλών: ἀνακραδήνας ἀπὸ τοῦ πάλλω, ὡς „τετα‐ γών“ (Α 591. Ο 23). T | |
3.358 | ex. | ἠρήρειστο: τὸ βίαιον τῆς πληγῆς δηλοῦται τῷ τραχεῖ τοῦ ῥήματος. b(BCE3)T | |
3.359 | D | ἀντικρύ: διαφέρει τὸ ἀντικρύ—τὸ φανερῶς. A | |
3.361 | Ariston. | 〈ἐρυσσάμενος ξίφος:〉 ὅτι ξίφος ἔχει, πρὸς Ζηνόδοτον. Aint | |
3.362 | D | κόρυθος φάλον: τὸ προμετωπίδιον ἀνάστημα—τὸ κάρα. A | |
3362a1 | Did. | 〈ἀμφὶ δ’ ἄρ’ αὐτῷ:〉 Ἀρίσταρχος „ἀμφὶ δ’ ἄρ’ αὐτῇ,“ τῇ περικεφαλαίᾳ. Aim | |
3362a2 | ἀμφὶ δ’ ἄρ’ αὐτῷ: αἱ χαριέστεραι καὶ πλείονες θηλυκῶς ἔχουσιν, ἵν’ ᾖ „ἀμφὶ δ’ ἄρ’ αὐτῇ“, τῇ κόρυθι. ἐὰν δὲ ᾖ ἀρσενικόν, ἐπὶ τοῦ λόφου κεῖται. T | ||
3363a | ex. | 〈διατρυφέν:〉 τὰ γὰρ ὑπερβάλλουσαν ἀκμὴν ἔχοντα εὔθρυπτα. b(BCE3E4)T | |
3363b | ex. | διατρυφέν: παρὰ τὸ θρύπτω, ὅθεν καὶ τρυφὴ ἡ θρύ‐ πτουσα τὸ σῶμα· καὶ γὰρ οὐδὲν ἧττον αὕτη τὸ σῶμα ἢ ὁ σίδηρος διαθρύπτει τὸ δόρυ. T | |
D (ad Γ 369) | διὰ τί ὁ Μενέλαος συγκλασθέντος—τῷ ἐκείνου θα‐ | ||
5 | νάτῳ. A | ||
3364-5 | ex. | ex. | Ἀτρείδης δ’ ᾤμωξεν 〈ἰδὼν εἰς οὐρανὸν εὐρύν· / Ζεῦ πάτερ〉: διοτρεφεῖς γὰρ οἱ βασιλεῖς. T | καὶ φιλεγκλήμονες οἱ ἀτυχεῖς. b(BCE3E4)T | |
3.364 | Ariston. | εὐρύν: ὅτι Ζηνόδοτος γράφει „αἰπύν“. αἰπὺ δὲ ὄρος ἂν λέ‐ | |
γοιτο, ὁ δὲ οὐρανὸς εὐρύς· παρήκει γὰρ τῇ γῇ. A | |||
3.365 | ex. | ὀλοώτερος: ὀλέθρων αἰτιώτερος· ἀναιρουμένου γὰρ Ἀλε‐ ξάνδρου τὰ τῆς μάχης ἐλύετο. b(BCE3E4)T | |
D | ὀλοώτερος ἄλλων: ἐμοὶ τῷ Μενελάῳ—ἐπὶ τῷ παρ’ ἀξίαν σωζομένῳ. A | ||
3366a | Hrd. | 〈ἦ:〉 περισπᾶται ὁ ἦ· βεβαιωτικὸς γάρ {ἦν}. Aint | |
3366b | ex. | ex. | 〈ἦ τ’ ἐφάμην〉 τίσασθαι〈—〉κακότητος: Ἀτ‐ τικῶς πέφρασται, ὡς „ἐγραψάμην Φιλῖνον κλοπῆσ“. b(BCE3)T | παρὰ βραχύ, εἰ μὴ ἐσφάλην. b(BCE3) | |
3.367 | ex. | ἄγη {ξίφος}: πλεονασμῷ „ἐάγη“. T | |
3368a | Did. | Ariston. | οὐδ’ ἔβαλόν μιν: ὅτι Ἀμμώνιος ἐν τῷ Πρὸς Ἀθηνοκλέα συγγράμματι ὁμοίως εἶχεν „οὐδ’ ἐδάμασ〈σ〉α“. καὶ ἔστι †συναιρῶν† τοῖς λεγομένοις πρότερον (Γ 352) ὑπὸ τοῦ Μενελάου· „δῖον Ἀλέξαν‐ δρον καὶ ἐμῇς ὑπὸ χερσὶ δαμῆναι“. | ὅτι σαφῶς τὸ οὐδ’ ἔβαλόν μιν | |
5 | σημαίνει ἀντὶ τοῦ οὐδὲ ἐπάταξα αὐτόν. A | ||
3368b | Did. | οὐδ’ ἔβαλόν μιν: πᾶσαι „οὐδὲ δάμασ〈σ〉α“ γράφουσι καὶ οὐδ’ ἔβαλόν μιν. T | |
3369a | ex. | καὶ ἐπαΐξας κόρυθος λάβεν: εἴδωλον Ἀλεξάνδρου καταλιμπάνει τῇ ὑποθέσει τριχῇ φονεύσας αὐτόν, δόρατι ξίφει αἰχμα‐ λωσίᾳ. b(BCE3E4)T | |
3369b | ex. | κόρυθος λάβεν: ὃ γὰρ ἂν τῷ θυμῷ παραπέσῃ, τοῦτο | |
ὅπλον χορηγεῖται τῷ θυμῷ. T | |||
3.370 | ex. | ἕλκε δ’ ἐπιστρέψας: διὰ τοῦ ῥήματος παρέτεινεν αὐτοῦ τὴν αἰσχύνην. οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει, ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ τοῖς ὅπλοις ἀπογνούς, ἢ καὶ ὅτι ἶσον ἦν θανάτου τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν | |
5 | βουλόμενος, ὅπερ ἦν μεῖζον· οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν †ἢ συντόμως ἀνελών. b(BCE3E4)T | ||
3371a | ex. | ἄγχε δέ μιν πολύκεστος ἱμάς: θέραψ γάρ ἐστι τοῦ κε‐ στοῦ τῆς Ἀφροδίτης. b(BCE3E4)T συναπάγει δὲ αὐτόν, ὅπως μὴ ἀγχονισθείη. b(BCE3)T | |
3371b | Ariston. | πολύκεστος: ὅτι πολύκεστος ὁ πυλοκέντητος. ἐκ δὲ τούτου ὁ ποικίλος δηλοῦται διὰ τὰς ῥαφάς. καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἀπὸ τούτου· „τῆ νῦν τοῦτον ἱμάντα / ποικίλον“ (Ξ 219—20). ὁ δὲ Καλλίμαχος (cf. fr. 43, 53) ὡς ὄνομα κύριον τοῦ ἱμάντος τὸν | |
5 | κεστὸν ἐκδέχεται. A | ||
3371c1 | ex. | ἁπαλὴν ὑπὸ δειρήν: ὡς ἐπὶ γυναικὸς εἶπεν οὐκ εἰωθυίας κόρυθα φορεῖν. b(BCE3E4)T | |
3371c2 | ἁπαλήν εἶπεν ὡς ἐπὶ γυναικὸς οὐκ εἰωθυίας κόρυθα φέρειν. Aim | ||
3.372 | ex. (?) | 〈ὑπ’ ἀνθερεῶνος:〉 τοῦ ἀνθερεῶνος αὐτοῦ. Til | |
3.373 | Did. | καί νύ κεν εἴρυσ〈σ〉έν τε: ἐν τῇ Ἀριστοφάνους „καί νύ κεν †ἐξείρυσε톓, Aint T οὐ μέντοι ἐν τῇ Ἀριστάρχου. T | |
3374a | Nic. | 〈εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ〉 Ἀφροδίτη: πάλιν διαστολὴ πρὸ τούτου· ἀνέστραπται γὰρ ἡ περίοδος. ὀρθὴ δ’ ἂν ἐγένετο οὕτως· εἰ μὴ ἄρ’ ὀξὺ νόησε, „καί νύ κεν εἴρυσ〈σ〉έν τε“ | |
(Γ 374 et 373). A | |||
3374b | ex. | εἰ μὴ ἄρ’ ὀξὺ νόησε: οὐ βοηθεῖ Ἀθηνᾶ Μενελάῳ, ὅπως ἡ Ἴλιος πορθηθῇ σῳζομένου Ἀλεξάνδρου. b(BCE3E4)T | |
3.375 | ex. | ῥῆξεν ἱμάντα: οὐ λῦσεν· τάχους γὰρ ἦν χρεία. b(BCE3E4) T οὐ σῴζεται δὲ σὺν τῇ κόρυθι, ὅπως τὸ κάλλιστον τῶν λαφύρων παρὰ τοῖς πολεμίοις καταλειφθῇ. b(BCE3)T | |
D | ἶφι κταμένοιο: ἰσχυρῶς καὶ μετὰ βίας—ὑπὸ τῆς | ||
5 | νόσου. A | ||
3.377 | ex. | ἥρως: εὔκαιρον ἐπὶ τῇ νίκῃ τὸ ἥρως, καίτοι δυνάμενον „Ἀτρείδησ“ κεῖσθαι. b(BCE3)T | |
3.378 | ex. | ῥῖψ’ ἐπιδινήσας: σύμβολον τῆς νίκης· ταὐτὸν γάρ ἐστι τῷ καὶ τὴν κεφαλὴν ῥῖψαι (cf. Ν 204—5). b(BCE3)T | |
3380a | Ariston. | 〈ἔγχεϊ:〉 ζητεῖται ποίῳ ἔγχει· ὃ γὰρ εἶχεν, ἐξηκόντισεν· διὸ ἡ διπλῆ. λεκτέον οὖν ὅτι ἐπόρουσεν, ἐφ’ ὃ ἐξηκόντισεν ἔγχος ἐνεχόμενον τῇ ἀσπίδι καὶ τῷ θώρακι τοῦ Ἀλεξάνδρου, ἵνα τοῦτο ἐκσπά‐ σας ἀνέλοι αὐτόν. οὕτως οὖν ληπτέον τὸ ἑξῆς, „ἐπόρουσε“ (Γ 379) | |
5 | ἔγχει χαλκείῳ, εἶτα χωρὶς „κατακτάμεναι μενεαίνων“ (Γ 379). A | ||
3380b | ex. | ἔγχεϊ χαλκείῳ: καὶ πῶς φησιν „ἐκ δέ μοι ἔγχος / ἠΐχθη παλάμηφιν“ (Γ 367—8); ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρ‐ όντων ἥρπασεν· b(BCE3E4)T ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχρη‐ σόμενος ἐπεδίωκεν. b(BCE3)T | |
3380c | ex. | τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτη: ἐπὶ τοσοῦτον ἄγει τὰς περιπετείας ὁ ποιητὴς ὡς ὑπὸ μόνων ἰᾶσθαι θεῶν. b(BCE3)T | |
3.382 | ex. | κηώεντι: κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας | |
Ἀλεξάνδρου τεκμήριον. b(BCE3)T | |||
3383a | ex. | αὐτὴ δ’ αὖθ’ Ἑλένην: κατηγοροῦσιν ὡς προαγωγὸν εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλ’ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν, τῆς δὲ τὴν σωφροσύνην ὑπ’ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα δι’ | |
5 | ἑτέρου τινὸς συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφροδίτην. b (BE3)T | ||
3383b | D (?) | 〈καλέους’:〉 †καλέουσα. Til | |
3383-4a1 | ex. | 〈αὐτὴ δ’ αὖθ’ Ἑλένην καλέους’ ἴε〉· τὴν δ’ ἐκίχανε / πύργῳ ἐφ’ ὑψηλῷ: ὅπως μὴ ἀποδοθῇ ὁρωμένη ἀπὸ τοῦ τείχους· διὰ τοῦτο γὰρ εἶπε περὶ δὲ Τρωαὶ ἅλις ἦσαν (384). ἢ ὅπως μὴ οἰόμενος αὐτὴν ἐκδεδόσθαι καὶ διαχρήσηται | |
5 | ἑαυτόν. T | ||
3383-4a2 | καλεῖ δὲ αὐτὴν, ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ, ἢ μή πως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχρήσηται ἑαυτόν. b(BE3E4). | ||
3.384 | ex. | 〈περὶ δὲ Τρωαὶ ἅλις ἦσαν:〉 πυθόμεναι γὰρ τὸ μονο‐ μάχιον ἐξῆλθον. b(BCE3E4)T πιθανὸν δὲ ἀποστάντος τοῦ Πριά‐ μου προστεθῆναι ταῖς Τρῳάσιν αὐτήν· b(BCE3)T θεωροῦσα δὲ τὴν μάχην οὐδ’ ὁτιοῦν φθέγγεται, ὅπως μὴ τὸ πάθος ἐκφήνῃ. b | |
5 | (BCE3E4)T | ||
3.385 | ex. | ex. | χειρὶ δὲ νεκταρέου 〈ἑανοῦ〉: γραφικῶς τοῦτο. T ὑπεξάγει δὲ αὐτήν, ὅπως μὴ ἐν μέσαις ταῖς Τρῳάσι διαλέγηται αὐτῇ. b (BCE3E4)T πρᾶγμα δὲ εὐτελὲς μεθ’ ὅσης φαντασίας δηλοῖ, ὑψῶν τῷ κόμπῳ τῶν ἐπιθέτων. b(BCE3)T | νεκταρέου δὲ θείου, παρὰ τὸ | |
5 | νέκταρ. ἑανοῦ δὲ λευκοῦ ὡς „ἑανῷ λιτί“ (Σ 352) καὶ „ἑανοῦ κασ〈σ〉ιτέροιο“ (Σ 613). T | ||
3387a | ex. | Λακεδαίμονι ναιεταώσῃ: μιᾷ τῶν ὑπολειφθεισῶν εἴκασται, δηλοῦσα ὅτι θεός ἐστιν· ἢ λείπει ὁ καί, ἵν’ ᾖ καὶ ἐν Λακεδαί‐ | |
μονι. T | |||
3387b1 | ex. | ναιεταώσῃ: ναίω ναιέτης, καὶ ὡς κυνηγέτης κυνηγετῶ, οὕτως ναιέτης ναιετῶ ναιετᾷς, διαίρεσις ναιετάω. καὶ ἔδει μὲν ναιεταού‐ σῃ. AT ὡς βοαούσῃ, T ἀλλ’ ἔστιν ὅμοιον τῷ „ἱδρῶσαι, ἦγον δέ“ (Λ 598). AT | |
3387b2 | ἐκ τοῦ ναίω ναιέτης· καὶ ὥσπερ ἀπὸ τοῦ κυνηγέτης κυ‐ νηγετῶ, οὕτως ἀπὸ τοῦ ναιέτης ναιετῶ. καὶ ὤφειλε μὲν ναιεταούσῃ, ἀλλ’ ἔστιν ἡ χρῆσις Ἰώνων. b(BCE3) | ||
3388a | ex. (Did. ?) | 〈ἤσκειν:〉 ὡς ἐδεδειπνήκειν. Til | |
3388b | ex. | μάλιστα δέ μιν φιλέεσκε: τὴν γραῦν, ὡς καὶ ὁ ὄνειρος εἴκασται τῷ φιλτάτῳ Νέστορι (cf. Β 20—1). T | |
3390a1 | Nic. | δεῦρ’ ἴθ’· 〈Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέε‐ σθαι:〉 στικτέον μετὰ τὸ ἴθι· αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον πρὸς τὰ ἑξῆς. καὶ κατὰ τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ. A | |
3390a2 | τελεία μετὰ τὸ ἴθι στιγμή. Til | ||
3390-2 | ex. | Ἀλέξανδρός σε καλεῖ〈—στίλβων καὶ εἵμα‐ σιν〉: διχῇ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνῄσκουσα τοῦ ἀνδρὸς ἀπὸ τοῦ κάλλους καὶ τοῦ τόπου. b(BCE3E4)T | |
3391a | Ariston. | δεινωτοῖσι λέχεσσιν: ὅτι δεινωτὰ λέχη λέγει ἤτοι διὰ τὸ τετορνεῦσθαι τοὺς πόδας, ἢ διὰ τὴν ἔντασιν τῶν ἱμάντων· πρώτῃ γὰρ ἐχρῶντο τῇ διὰ τῶν ἱμάντων πλοκῇ. A | |
3391b | ex. | δινωτοῖσι: ἐφ’ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν. ἢ ὅτι δῖνος ὁ τόρνος. b(BCE3E4)T καὶ διὰ τοῦ ι φησὶν ὁ Ἡρω‐ | |
διανὸς ἐν τῷ Περὶ σχημάτων (2,847,8). b(BCE3)T | |||
3391-2 | ex. | 〈κεῖνος ὅ γε—καὶ εἵμασιν:〉 λείπει τὸ ἐστίν. ἐπεὶ δὲ συνήθης ἡ φράσις, ἐὰν τεθῇ, δοκεῖ πλεονάζειν. b(BCE3)Til | |
3392a1 | ex. | κάλλεΐ τε στίλβων 〈καὶ εἵμασιν〉: ταῦτά φησιν, ἵνα μὴ διὰ τὸν λύθρον αὐτὸν μυσαχθῇ. T | |
3392a2 | ταῦτά φησιν, ἵνα μὴ μυσαχθῇ αὐτὸν διὰ τὸ λύθρον. b (BCE3E4) | ||
3392b | Ariston. | οὐδέ κε φαίης: ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου προσώπου, ἀντὶ τοῦ φαίη τις ἄν. A | |
3393a1 | Nic. | 〈ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν:〉 διαστολὴ βραχεῖα ἐπὶ τὸ ἐλθεῖν· κοινὸν γὰρ τὸ „οὐδέ κε φαίησ“ (Γ 392). Aim | |
3393a2 | ὀλίγον διασταλτέον μετὰ τὸ ἐλθεῖν. Ail | ||
3393b | ex. | ἀλλὰ χορόν: ἠϊθέων τὸ χορεύειν· ἐφ’ ᾧ καὶ Πρίαμος ὀνειδίζει τοῖς υἱοῖς· „χοροιτυπίῃσιν ἄριστοι“ (Ω 261). b(BCE3)T | |
3.395 | Ariston. | 〈ὣς φάτο· τῇ δ’ ἄρα θυμὸν〉 ἐνὶ στήθεσσιν ὄρινε: ὅτι οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν ὄρινεν (395) ἐθύμωσεν, ἀλλὰ τὸ παρώρ‐ μησεν· δεξάμενος δέ τις τὸ πρότερον τοὺς ἑξῆς (sc. 396—418) ἐνδια‐ σκευάζει· διὸ ἀθετοῦνται ἀπὸ τοῦ „καί ῥ’ ὡς οὖν ἐνόησεν“ (Γ 396) | |
5 | ἕως τοῦ „ὣς ἔφατ’, ἔδδεισεν δ’ Ἑλένη“ (418) στίχοι εἴκοσι τρεῖς· πῶς γὰρ ἡ γραίᾳ παλαιγενεῖ εἰκασμένη „περικαλλέα δειρὴν“ (Γ 396) εἶχεν καὶ „ὄμματα μαρμαίροντα“ (397) καὶ „στήθεα ἱμερόεντα“ (Γ 397); καὶ βλάσφημα παρὰ τὸ πρόσωπόν ἐστι τὰ λεγόμενα „ἧσο παρ’ αὐτὸν ἰοῦσα, θεῶν δ’ ἀπόειπε κελεύθους, / μηδ’ ἔτι σοῖσι πόδεσσιν“ | ||
10 | (Γ 406—7). καὶ εὐτελὴς κατὰ τὴν διάνοιαν „μή μ’ ἔρεθε, σχετλίη“ (Γ 414). αἰρομένων δὲ αὐτῶν καὶ τῆς συνεπείας γινομένης οὕτως· ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· / „βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ / σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν, | ||
ἦρχε δὲ δαίμων“ (Γ 395. 419—20). A | |||
3.396 | ex. | περικαλλέα δειρήν: καὶ μὴν γραῒ παρεικασθεῖσα ἦν. ἀλλ’ ἔθος τοῖς ἡμιθέοις ἐπιγινώσκειν τοὺς θεούς, b(BCE3E4)T ὡς Αἴας τὸν Ποσειδῶνα (cf. Ν 70—2). b(BCE3)T | |
3.397 | ex. | στήθεά τ’ ἱμερόεντα: οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι τὴν θεόν· Ἑλένῃ γὰρ ἦλθε γνωρισθῆναι, κρύπτεται δὲ τὰς Τρῳάς. b (BCE3E4)T | |
3.398 | ex. (?) | ἔπειτα: τὸ δεύτερον. Til | |
3399a | ex. | δαιμονίη: παρρησιάζεται ἡ Ἑλένη ὡς πρὸς ἀδελφήν. b (BCE3)T | |
3399b | ex. | λιλαίεαι: λῶ τὸ θέλω· ἀναδιπλασιασμὸς λιλῶ. ὡς κερῶ κεραίω, οὕτω καὶ λιλῶ λιλαίω. T | |
3400a1 | Hrd. (?) | ἦ πή με: τὸν ἦ σύνδεσμον περισπαστέον, τὸ δὲ πή ὀξυτονητέον διὰ τὸ μέ ἐγκλιτικόν· ἐνθάδε γὰρ τὸ πη οὐ πύσμα, ἀλλὰ ἀόριστον. A | |
3400a2 | ἦ πή με: τὸ ἦ περισπαστέον, τὸ δὲ πή ὀξυντέον διὰ τὸ μέ· οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πη, ἀλλὰ ἀόριστον. b(BCE3)T | ||
3400b1 | ex. | προτέρω: ἀπὸ τοῦ †προσωτέρου† ἐστί· διὸ δίχα τοῦ ι. T | |
3400b2 | δίχα τοῦ ι τὸ προτέρω· b(BCE3) ἀπὸ τοῦ προσω‐ τέρω b(BCE3E4) γάρ ἐστιν. b(BCE3) | ||
3401a | ex. (?) | 〈Φρυγίης:〉 λείπει ἡ ἐπί. Til | |
3401b | D | Hdt. | Μῃονίης: Μῄονες ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, | εἶτα | |
Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, ὥς φησιν Ἡρόδοτος (cf. 7, 74, 1). A | |||
3402a | Nic. | 〈εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων:〉 πρὸ τούτου διαστολὴν θετέον· ἀνέστραπται γὰρ ὁ λόγος. Aim | |
3402b1 | Did. | 〈καὶ κεῖθι:〉 Ἀρίσταρχος μετὰ τοῦ ι, καὶ κεῖθι. Aim | |
3402b2 | {εἴ τίς τοι} καὶ κεῖθι {φίλος}: ἐκ πλήρους ὁ καί σύνδε‐ σμος. T | ||
3403-5a1 | Nic. | οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον〈—παρ‐ έστησ〉: ἀπ’ ἄλλης ἀρχῆς τὸ οὕνεκα (403)· ἀσύνδετος γὰρ πρὸς τὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι (404), ἐπεὶ τῶν ἀνταποδοτικῶν ἐστι καὶ ταῦτα, οὕνεκα (403)—τοὔνεκα | |
5 | (405). A | ||
3403-5a2 | τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. Til | ||
3403-5b | ex. | οὕνεκα δὴ νῦν: κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ διανοία. θέλει δὲ εἰπεῖν ὅτι οὔ με λανθάνεις, ἐφ’ ᾧ ἦλθες ἐνθάδε. b (BCE3E4)T | |
3.405 | Nic. | τοὔνεκα δὴ νῦν 〈δεῦρο〉 δολοφρονέουσα παρέστης: ἠθικῶς πυνθάνεται· διὸ οὐ δεῖ ὑποστίζειν εἰς τὸ παρέστης. T | |
3406a1 | Did. | θεῶν δ’ ἀπόειπε κελεύθους: Ἀρίσταρχος „ἀπόεικε“ διὰ τοῦ κ, καὶ χωρὶς τοῦ ς „κελεύθου“. θαυμάσειε δ’ ἄν τις, ἡ ἑτέρα διὰ τοῦ π πόθεν παρέδυ· οὔτε γὰρ ἐν ταῖς Ἀρισταρχείοις οὔτε ἐν ἑτέρᾳ τῶν γοῦν μετρίων ἐμφερόμενον πέφυκεν, καὶ οὐ μόνον ἐν ταῖς ἐκδό‐ | |
5 | σεσιν, ἀλλὰ καὶ ἐν τοῖς συγγράμμασιν ἁπαξάπαντες οὕτως ἐκτίθενται. προσθήσειν μοι δοκῶ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν· „†τί δὲ† εἰς τὰς θεοὺς ὁδοῦ εἶκε καὶ παραχώρει, μὴ βαδίζουσα εἰς αὐτούς.“ A | ||
3406a2 | Ἀρίσταρχος „κελεύθου“. Aim | ||
3406b | Did. | ex. | θεῶν δ’ ἀπόεικε κελεύθου: †οὐ† πᾶσαι. | οὐκ ἐπαρᾶται δέ, ἀλλ’ ὀνειδίζει ἀντὶ τοῦ μὴ πρᾶσσε τὰ θεῶν. T | |
3410-1 | Nic. | 〈κεῖσε δ’ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· / κείνου πορσανέουσα λέχος:〉 τὸ ἑξῆς ἐστι κεῖσε δ’ ἐγὼν οὐκ | |
εἶμι κείνου πορσανέουσα λέχος. Aim | |||
3.411 | ex. | Nic. | κείνου πορσανέουσα λέχος: εὐτρεπίζουσα, ὡς τὸ „λέχος πόρσυνε καὶ εὐνήν“ (γ 403. η 347). | τὸ δὲ ἑξῆς „οὐκ εἶμι κεῖσε“ (cf. Γ 410) πορσανέουσα λέχος. τὸ δὲ †νεμεσητόν† διὰ μέσου. b (BCE3)T | |
3411-2a1 | ex. | Τρῳαὶ δέ μ’ ὀπίσσω / πᾶσαι μωμήσονται: ὡς δευτέρας μάχης αἰτίαν οὖσαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι. T | |
3411-2a2 | μωμήσονται γάρ με, φησίν, αἱ Τρωάδες ὡς δευτέρας μάχης οὖσαν αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι. b(BCE3 E4) | ||
3414-6 | Nic. | μή μ’ ἔρεθε, σχετλίη, 〈—ἔχθεα λυγρά〉: βραχὺ διασταλτέον σχετλίη, μεθείω (414), ἀπεχθήρω (415). στικτέον δὲ φίλησα (415), ἐὰν ᾖ τὸ μητίσομαι (416) ὁριστικόν· ἐὰν δὲ ὑποτακτικὸν συνεσταλμένον, κἀκεῖ διαστολὴν θετέον, ἵνα κοι‐ | |
5 | νὸν ᾖ τὸ μή (414) ἐπίρρημα κατὰ πάντων, μή σε μεθείω, μὴ ἀπε‐ χθήρω. A | ||
3414a | ex. | μή μ’ ἔρεθε, σχετλίη: τὸ ἀνεξίκακον τῆς θείας ἐδήλωσε φύσεως. „†θεὸς γὰρ ἐπὶ σμικροῖς† οὐ θερμαίνεται / ἀλλ’ ὡς λέβης τις μείζονος δεῖται πυρόσ“ (trag. fr. ad. 448 N.2). b(BCE3E4)T | |
3414b | ex. | μὴ χωσαμένη σε μεθείω: μετωνυμικῶς ἀντὶ τοῦ ἐαθῆναι ποιήσω καὶ μισηθῆναι, Aim b (BCE3)T ὡς καὶ φιληθῆναι ἐποίη‐ | |
σα. b(BCE3)T | |||
3.415 | Did. | 〈ἔκπαγλ’ ἐφίλησα:〉 Ἀρίσταρχος Ἰακῶς „ἔκπαγλα φίλη‐ σα“. Aint | |
3416a | ex. | μητίσομαι αἴσχεα λυγρά: καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν ἐξουσίαν οἱ θεοί, ὡς αἱ Μοῦσαι ἐπὶ Θαμύριδος (Β 599—600). b (BCE3E4)T | |
3416b1 | Did. | ἔχθεα: ἐν τῇ ἑτέρᾳ τῶν Ἀρισταρχείων „ἄχθεα“ ἐγέ‐ γραπτο, τινὲς δὲ „ἄλγεα“ γράφουσιν. AAim | |
3416b2 | αἴσχεα {λυγρά}: ἡ μὲν ἑτέρα τῶν Ἀριστάρχου „αἴσχεα“, ἡ δὲ ἑτέρα „ἄλγεα“. T | ||
3417a | Hrd. | 〈ὄληαι:〉 ὡς „πύθηαι“ (Ε 351 al.)· μέσος γὰρ δεύτερος ἀόριστος. Aim | |
3417b | ex. | 〈ὄληαι:〉 ἀντὶ τοῦ ὄλοιο. Til | |
3.418 | ex. | ἔδδεισεν δ’ Ἑλένη: διδάσκει μὴ θρασείας γίνεσθαι πρὸς τοὺς ὑπερέχοντας τὰς ἀποκρίσεις. b(BCE3E4)T | |
3419a | ex. | βῆ δὲ κατασχομένη: πάλιν κοσμίως ἀναχωρεῖ. T | |
3419b1 | ex. (?) | {ἑανῷ} ἀργῆτι φαεινῷ: ἐκ παραλλήλου τὸ αὐτό. T | |
3419b2 | τοῦτο ἐκ παραλλήλου εἴρηται. Aim | ||
3.421 | ex. | δόμον περικαλλέ’ ἵκοντο: τοῦ Ἀλεξάνδρου· ἐπὶ δὲ Ἕκτορος „δόμους εὖ ναιετάοντασ“ (Ζ 497). T | |
3.422 | ex. | ἀμφίπολοι μὲν 〈ἔπειτα θοῶσ〉 ἐπὶ ἔργα 〈τρά‐ ποντο〉: ἔδει γὰρ αὐτὰς χωρίζεσθαι διαλέξεως ἀνδρὸς καὶ γυναικός, τὰ συνήθη πρασσούσας. b(BCE3E4)T | |
3423a | Ariston. | ἡ δ’ εἰς ὑψόροφον: ἀπὸ τούτου ἕως τοῦ „ἔνθα κάθιζ’ | |
Ἑλένη“ (Γ 426) στίχοις τέσσαρσι παράκεινται διπλαῖ περιεστιγμέ‐ ναι, ὅτι Ζηνόδοτος μετετίθει τὴν συνέπειαν οὕτως· „ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο (Γ 422) / αὐτὴ δ’ ἀντίον ἷζεν Ἀλε‐ | |||
5 | ξάνδροιο ἄνακτος, (pro Γ 423—6) / ὄσσε πάλιν κλίνασα, πόσιν δ’ ἠνίπαπε μύθῳ“ (Γ 427)· ἀπρεπὲς γὰρ αὐτῷ ἐφαίνετο τὸ τῇ Ἑλένῃ τὴν Ἀφροδίτην δίφρον βαστάζειν. ἐπιλέλησται δὲ ὅτι γραῒ εἴκασται καὶ ταύτῃ τῇ μορφῇ τὰ προσήκοντα ἐπιτηδεύει. A | ||
3423b | ex. | 〈δῖα:〉 ἀντὶ τοῦ διοτάτη. καλῶς δὲ τὰ ἐπὶ Διὸς οὐκ ἐπιτείνονται. b(BCE3) | |
3424a | ex. | δίφρον ἑλοῦσα〈—〉Ἀφροδίτη: εἰ μὲν ὡς γραῦς, οὐκ ἄτοπον· εἰ δὲ ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει Ὀδυσσεῖ (τ 33—4). καὶ οὐ θαυμαστόν, εἰ ἀδελφῇ ὑπηρετεῖται· διὸ καὶ ἐπάγει „κούρη Διόσ“ (Γ 426). b(BCE3E4)T | |
3424b | ex. | φιλομ〈μ〉ειδὴς 〈Ἀφροδίτη〉: τὰ γὰρ ἀφροδίσια λύπης ἀπήλλακται. A b (BCE3E4) | |
3.425 | ex. | 〈ἀντί’ Ἀλεξάνδροιο:〉 ἡ θέα γὰρ ἐρώτων συνεργός· „ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν“ (Sthenel. fr. 1 vel Agath. fr. 29 N.2). A b (BCE3) | |
3.426 | Hrd. | {ἔνθα} κάθιζ’: συστέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ κάθιζε· ὅσα γὰρ παρῳχημένου χρόνου ῥήματα βραχυκατάληκτα ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα συντιθέμενα ἀναδίδωσι τὸν τό‐ νον· εἶχον συνεῖχον· ἀλλ’ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος, „νὺξ | |
5 | δὲ μάλα στυγερὴ κάτεχ’ οὐρανόν“ (ν 269). οὕτως ἷζε κάθιζε· „Νέ‐ στωρ τ’ †αὐτός τ’† ἔφιζε“ (γ 411). A | ||
3.427 | ex. | ὄσσε πάλιν κλίνασα: ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης· | |
τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ. b(BCE3E4)T | |||
3428a | ex. (Nic.) | ἤλυθες ἐκ πολέμου: πλανώμενοί τινες ὑποστίζουσιν ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν. Νικάνωρ (p. 174 Friedl.) δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτόν φησιν. A b (BCE3)T | |
3428b | D (?) | 〈ὡς:〉 τὸ ὥς ἀντὶ τοῦ εἴθε. Til | |
3.429 | ex. | ἀνδρὶ δαμείς, ὃς ἐμός: διαθρύπτεται, ὡς τὸ „δαὴρ αὖτ’ ἐμόσ“ (Γ 180). T | |
3.430 | ex. | ἦ μὲν δὴ πρίν γ’ εὔχεο: ἠθικῶς αὐτοῦ τὸ ἀλαζονικὸν ἔσκωψεν· ἴδιον γὰρ †ἐρῶντος ἀνδραγαθίας† αὐχεῖν. b(BCE3E4)T | |
3.431 | ex. | σῇ τε βίῃ 〈καὶ χερσὶ〉 καὶ ἔγχει φέρτερος εἶναι: βίῃ τῇ ψυχῇ, χερσί τῷ σώματι, ἔγχει τοῖς ἀμυντηρίοις. b(BCE3 E4)T | |
3.432 | Ariston. | ἀλλ’ ἴθι νῦν: ἀπὸ τούτου ἕως τοῦ „ἀφραδέωσ“ (Γ 436) ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροί εἰσι καὶ τοῖς νοήμασι ψυχροὶ καὶ ἀκατάλληλοι· ἅμα μὲν γὰρ λέγει ἀλλ’ ἴθι προκάλεσσαι καὶ κατὰ τὸ συνεχὲς ἐπιφέρει „ἀλλά ς’ ἔγωγε / παύσασθαι κέλομαι“ | |
5 | (Γ 433—4), ὡς φροντιζούσης. A | ||
3433-4 | ex. | ἀλλά ς’ ἔγωγε / παύσασθαι κέλομαι: θελγομένη ὑπὸ Ἀφροδίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα λεληθότως παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀποδοθείη κατὰ τὰ δεδογμένα. καὶ διὰ τοῦτο καὶ ἐκδειματοῦσα „ἀρηΐφιλον“ (Γ | |
5 | 432) αὐτόν φησιν. b(BCE3E4)T | ||
3.434 | Did. | 〈παύσασθαι:〉 Ἀρίσταρχος „παύεσθαι“. Aim | |
3434-5a | Nic. | παύσασθαι κέλομαι〈—ἠδὲ μάχεσθαι〉: στικτέον ἐπὶ τὸ κέλομαι (434)· τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντὶ προστακτικῶν, πολέμιζε καὶ μάχου. ἐὰν δὲ βραχὺ διαστέλλωμεν ἐπὶ τὸ κέλομαι, ὄντως ἀπαρέμφατα. A | |
3434-5b1 | Did. | Nic. | παύσασθαι κέλομαι: παρατατικῶς τὸ „παύεσθαι“. | |
| τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικοῦ. T | |||
3434-5b2 | τὸ δὲ „παύεσθαι“ ἐνεστῶτος, οὐ παύσασθαι. |τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικῶν. b(BCE3E4) | ||
3436a | D | 〈ἀφραδέως:〉 ἀπείρως. Til | |
3436b | Did. | 〈δαμασθῇς:〉 Ἀρίσταρχος „†δαμείησ“. Aint | |
3.438 | ex.(?) | 〈μή με:〉 ἀντὶ τοῦ μή μου. Til | |
3439-40a | ex. | νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ 〈/ κεῖνον δ’ αὖτις ἐγώ〉: οἷαι τῶν ἠσχημονηκότων αἱ ἀπολογίαι. διὰ τὴν Ἀθηνᾶν φησι νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων διὰ τὴν Ἀφροδίτην αὐτὸς σωθείς. νικήσειν δὲ ὑπισχνεῖται τὸν Μενέλαον, | |
5 | οὐδὲ μετὰ τὴν ἧτταν τῆς ἀλαζονείας παυόμενος. b(BCE3E4)T | ||
3439-40b1 | Nic. | 〈νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, / κεῖνον δ’ αὖτις ἐγώ:〉 ἐπὶ τὸ †ἐγὼ† βραχὺ δια‐ σταλτέον· κοινὸν γὰρ ἀπὸ τοῦ ἐνίκησε (439) τὸ νικήσω. Aim | |
3439-40b2 | {κεῖνον δ’ αὖτις ἐγώ:} †κεῖνον ἀντὶ† τοῦ ἐνίκησε νική‐ σω αὖτις αὐτὸν ἐγώ· διὸ βραχὺ στικτέον. T | ||
3439-40b3 | βραχὺ διασταλτέον εἰς τὸ †ἐγώ†, καὶ τὸ νικήσω ἐκδεκτέ‐ ον· κοινὸν γὰρ ἄμφω τὸ ἐνίκησεν. b(BCE3E4) | ||
3.440 | Hrd. | πάρα γὰρ θεοί εἰσι 〈καὶ ἡμῖν〉: ὀξυτονητέον τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν. ἔστι δὲ οὐκ ἀναστροφή, ἀλλὰ καθ’ ὑπερβατὸν κεῖται διαλελυμένου τοῦ πάρεισιν. εἰκότως τινές φασιν ὅτι αἱ προθέσεις, ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ | |
5 | ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· „κατὰ ταῦρον ἐδηδώσ“ (Ρ 542), „κατὰ βοῦς Ὑπερίονος / ἤσθιον“ (α 8—9), „ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεύς / ἔστη“ (Β 278—9). ἐχρῆν οὖν καὶ τῆς παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι τὸν τόνον· πρὸς οὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτί‐ | ||
10 | θεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προ‐ θέσεων, οἷον κατήσθιον, κατεδηδώς· οὐ γάρ τις τῶν προθέσεων τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον. τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀνα‐ γινώσκομεν. A | ||
3441a | ex. | ἀλλ’ ἄγε δὴ φιλότητι: πῶς, φασί, μετὰ τοσαύτην αἰσχύνην ὀργᾷ; ἐμφανίζει οὖν τὴν πρόξενον ἁπάντων τῶν κακῶν αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, ὑπονοῶν ὀργίζεσθαι αὐτήν, ἐφ’ οἷς ἐκδοῦναι αὐτὴν ἔσπευσεν τῷ | |
5 | πολεμίῳ. ἢ ὅτι ὧν στερόμεθα ἐρῶμεν. b(BCE3E4)T | ||
3441b | ex. | φιλότητι τραπείομεν: τερφθῶμεν. κινδυνεύσας δὲ ὑπὲρ αὐτῆς, ὡς νικήσας, τῶν ἐπινικίων ἀπολαύειν ἀξιοῖ. b(BCE3E4)T | |
3.442 | ex. | ἔρως φρένας ἀμφεκάλυψεν: ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ τῶν περισκεπόντων δικτύων. b(BCE3E4)T | |
3.443 | D | οὐδ’ ὅτε σε πρῶτον: Ἀλέξανδρος υἱὸς Πριάμου— ὡς δηλοῖ ὁ ποιητὴς διὰ τῶν ἑαυτοῦ λόγων (sc. Γ 447—8). A | |
ex. | Λακεδαίμονος ἐξ ἐρατεινῆς: τοῖς ἐρῶσι καὶ αἱ πατρίδες | ||
τῶν ἐρωμένων δοκοῦσιν εἶναι καλαί. b(BCE3)T | |||
3445a | Ariston. | νήσῳ δ’ ἐν ΚΡΑΝΑΗΙ 〈ἐμίγην〉: ὅτι οὐκ ἐν Σπάρτῃ ἐμίγη τῇ Ἑλένῃ, ἵνα μὴ περιφανὴς γένηται. καὶ ὅτι ἄδηλον, πότερον ὄνομα κύριόν ἐστιν ἀπὸ τοῦ κρανθῆναι ἐπ’ αὐτῆς πρῶτον τὸν γάμον καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης, ἢ ἐπιθετικῶς τὴν | |
5 | τραχεῖαν· τινὲς γὰρ τὴν λεγομένην Ἑλένην πρὸς τῇ Ἀττικῇ εἶναι ἀπὸ τῆς Ἑλένης, ὅτι ταύτῃ πρώτῃ ἐπέβη. A | ||
3445b | ex. | νήσῳ δ’ ἐν Κραναῇ: ταύτην πρὸ Ἀττικῆς εἶναί φασιν. οἱ δὲ τὰ Κύθηρα· Ἀφροδίτης γὰρ ἱερά. b(BCE3)T οἱ δὲ ἐν τῇ νῦν Ἑλένῃ· τῷ χειμῶνι γὰρ πολλοὶ τῶν Ἀχαιῶν ἀπολώλασιν αὐτόθι. T | |
3446a1 | Hrd. | Nic. | ὥς σεο νῦν ἔραμαι: ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ ἀντιδιαστολὴ προσώπου. ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον „ὡς σέο νῦν ἔραμαι“ (Ξ 328)· ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. | τὸ δὲ ὥς ἐὰν ἀντὶ τοῦ οὕτως κέηται, στικτέον ἐπὶ τὸ „εὐνῇ“ (Γ | |
5 | 445)· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ „εὐνῇ“, ὡς 〈μὴ〉 ἀπηρτισμένου τοῦ λόγου, ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς· οὐδέποτε γὰρ οὕτως, φησί, κατέσχεν με ἔρως (cf. Γ 442), ὡς νῦν ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, | ||
10 | οὐδ’ ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον. A | ||
3446a2 | ὥς σεο νῦν ἔραμαι: ἐγκλιτέον· ἀπόλυτος γάρ ἐστιν. ἐπὶ δὲ Διὸς ὀρθοτονητέον. | τὸ δὲ ἑξῆς· οὐδέποτε οὕτως ἔρως ἀμφ‐ εκάλυψεν, ὡς νῦν ἐρῶ σου. b(BCE3)T | ||
3447a1 | ex. | ἦ ῥα, καὶ ἄρχε λέχος 〈δὲ κιών· ἅμα δ’ εἵπετ’ ἄκοιτισ〉: τηρεῖ τὸν νόμον, ὡς ἐπὶ Ἥρας καὶ Διός (cf. Α 609—11). T | |
3447a2 | τηρεῖ τοῦτο, καίπερ μὴ ὂν κατὰ τὸν τῆς συναφείας νό‐ | ||
μον, ὡς ἐπὶ Ἥρας καὶ Διός. b(BCE3) | |||
3447b | ex. | ἅμα δ’ εἵπετ’ ἄκοιτις: ἄκοιτις νῦν μόνον εἴρηται ἡ Ἑλένη τοῦ Πάριδος. T | |
3448a | Ap. S. | ἐν τρητοῖσι: ὁ μὲν Ἀπίων (fr. 132 B.) κυρίως· ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι. ὁ δὲ Ἡλιόδωρος τοῖς εὖ †τετραμμένοις†. Ἀπολλώνιος δὲ ὁ τοῦ Χαίριδος (fr. 2 B.) διὰ τὸ κατὰ τὴν ἁρμογὴν τετρῆσθαι. Aim | |
3448b | ex. | κατεύνα〈σ〉θεν: ἐπὶ τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ φιλότητα ὀνομάζει· ἐπὶ δὲ Πηνελόπης καὶ πλέον τι „λέκτροιο παλαι‐ οῦ θεσμόν“ (ψ 296)· ἐπὶ δὲ τῶν παρανόμων „†παριᾶσι τῆι πρῶτο톓 (ο 420), „†ἐμίσγοντο† πάροιθεν“ (υ 7). b(BCE3)T | |
3449a | ex. | Ἀτρείδης δ’ ἂν ὅμιλον ἐφοίτα: τὸν Τρωϊκόν. T | |
3449b | ex. | θηρὶ ἐοικώς: ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω (sc. Γ 23) ἐπιτυχόντι αὐτὸν εἰκάζει. b(BCE3E4)T | |
3.450 | ex. | εἴ που ἐσαθρήσειεν: γελοίως ζητεῖ τὸν ἀφροδισιάζοντα. T | |
3.453 | Ariston. | οὐ μὲν γὰρ φιλότητί γ’ 〈ἐκεύθανον, εἴ τις ἴδοι‐ το〉: ὅτι ἀπηλλοτρίωντο τῷ Ἀλεξάνδρῳ οἱ Τρῶες. οὐκ ἂν οὖν λέγοι ἐν τοῖς ἐπάνω (Γ 56) ὁ Ἕκτωρ· „ἀλλὰ μάλα Τρῶες ἐλεήμονεσ“, ὡς Ζηνόδοτος γράφει, ἀλλὰ „δειδήμονεσ“. A | |
3.455 | ex. | 〈τοῖσι δὲ καί:〉 πλεονάζει ὁ καί. Til | |
3.456 | ex. | Τρῶες καὶ Δάρδανοι: εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ διῄρητο ἀπὸ Ἀσσαράκου καὶ Ἴλου, b(BCE3)T ὧν οἱ υἱοὶ πολίζουσι· b(BCE3) Γανυμήδης γὰρ ἥρπαστο. b(BCE3)T | |
3.457 | ex. | νίκη μὲν δὴ φαίνετ’ 〈ἀρηϊφίλου Μενελάου〉: | |
ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος καὶ καλούμενος ἄπεστιν. καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος ἐπίκουρον φωνήν, „εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ“ (Γ 284), Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, „ὁππότερος | |||
5 | δέ κε νικήσῃ“ (Γ 71). καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια· A b (BCE3E4)T διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου. A b (BE3E4)T | ||
3458a1 | ex. | {ὑμεῖς δ’} Ἀργείην Ἑλένην: τὴν προσήκουσαν Ἀχαιοῖς. T | |
3458a2 | D (?) | ex. | τὴν οὖσαν ἐξ Ἄργους b(BCE3E4) | καὶ Ἀργείοις προσ‐ ήκουσαν. b(BCE3) | |
3.459 | Ariston. | ἀποτινέμεν: ὅτι Ζηνόδοτος „ἀποτίνετο〈ν〉“. συγχεῖται δὲ τὸ δυϊκὸν σχῆμα ἐπὶ πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ χρῆται Ὅμηρος, ἀποτι‐ νέμεν ἀντὶ τοῦ ἀποτίνετε. A | |
3.460 | Ariston. | 〈ἐσσομένοισι μετ’ ἀνθρώποισι:〉 ὅτι ἡ μετά ἀντὶ τῆς ἔν. Aim (il) | |
3.461 | ex. | ὣς ἔφατ’ Ἀτρείδης, ἐπὶ δ’ ᾔνεον 〈ἄλλοι〉 Ἀχαιοί: Τρῶες σιωπῶσιν, οὔτε τῶν βασιλέων καταγινώσκοντες οὔτε τοῦ δικαίου. b(BCE3E4)T | |
3postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδί‐ | ||
ας Ἡρωδιανοῦ καὶ Νικάνορος Περὶ τῆς Ὁμηρικῆς στιγμῆς. A | |||
4,pap2a164 | [ ]ο.[ [ πάν]τως αἱρεθήσεται ...[ [ ]α δ̣ιοριζόμε(νός) φη(σιν) εὖ ἐπι ..[ [ ].ου πάντως μέντοι ...[ | ||
5 | [ ].των (ἡ διπλῆ) δὲ παράκειτα[ι ... τὴν] Ἴλιον θηλυκῶς ὥς (ἐστιν) α̣[ | ||
4,pap2a167 | αὐτὸς ἐπισσείη〈ι〉σι ἐρεμν̣[ὴ]ν αἰγίδ[α πᾶσι〈:〉 ἡ αἰγὶς] ἴδιόν (ἐστι) τοῦ Διὸς ὅπλον, ὅπερ οἱ νεώτερο[ι κακῶς] ἴδιον Ἀθηνᾶς ἀπεφήναντο. (ἔστι) μ(ὲν) ἡ αἰγὶς [ὅπλον τοῦ] | ||
5 | Διὸς σκεπαστικόν, ὁ δὲ κεραυνὸς ..[ ἐπισειομένη δὲ πνοῶν γίνεται παρα[σκευαστική,] ὅθεν καὶ τὰς καταιγίδας ἀπο..υ̣...(.)[ κατὰ τιμὴν δὲ .....[..]τ[.]....[.(.)]...[ ὑποτίθεται τὴν αἰγ[ίδα | ||
10 | „ἡ δὲ χιτῶν’ ἐνδῦσα Δι]όσ“ καὶ 〈τὸ〉 ὅπλον Ἀπόλλωνι ......(.)[... „ἀλλὰ σύ] γ’ ⸏ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσαν[όεσσαν“. καὶ] αὐτὴν εἶναί φησιν ἐρεμ[νὴν οὕτως εἴρηται καὶ ...[...]...[ | ||
15 | μέντοι ὀμίχλην 〈καὶ〉 ζόφον κα[ὶ] σκοτιά[ν | ||
μέντοι οτ[..]...[...(.)]...[ ] „ὁ δ’ ἐρεμνῆι νυκτὶ ἐοικώσ“ ην[ βέλτιον τ..........χρη[ ἁπλῶς εν...[.....]....[ | |||
4,pap2a168(?) | ρ.ον.......[ ἀκαταλλήλως εἴρηται τ.[ | ||
4,pap2a169-70(?) | ....................[ πεποίηται μὲν τὸν λόγον ο[ ἀλλὰ ἀπέστρεψε τὸν λόγον καὶ[ | ||
μέρος ὁ ποιητὴς τῶι „Μενέλαε“ | |||
4,pap3t | Pap. III (ad Δ 306—316) | ||
4,pap3306-7* | ...... | ||
1 | [.................]...[ [.............]εικοτως [............]ις την τα‐ [ξιν.........(.)]ην τῶν πο‐ | ||
5 | [λεμίων .....ί]κ̣ηται τιμω‐ [...........]τόν ἐστιν [...........]α̣ν τὰ ἑαυτοῦ [........] ἅρματα ἢ ἵππου [.......]ος ἢ ἄλλου τινὸς | ||
10 | [.....(.)]μ̣ατος γενομένου [ἐπ’ ἄλλων ἐπι]βῆναι βιάζη‐ [ται, παταξ]άτω{ι} τις αὐτὸν [......εὐ]τελὲς γὰρ κρίνει | ||
[....... (.)]α̣ι̣ τὸν τοιοῦτον | |||
15 | [........α]ὐτὸν συγχέον‐ [τα .......]. ἐγδέχονται [δὲ .........]ι̣ Ἀπολλώνι‐ [ος ...........(.)].. α̣ὐτοῦ | ||
18 | ........ | ||
4,pap3310* | ...... | ||
1 | ..[..................] μηδε[................] παρεισά[γει Διομήδην πα‐] ραδεχόμεν̣[ον ..........] | ||
5 | φησὶ γάρ· „Νέσ[τωρ δ’ ἐν χείρεσ‐] σι λάβ’ ἡνία σ[ιγαλόεντα“· .(.)] γ̣α̣ρ ἀγωνιζ[...........] π̣[....] ουνο[...........] χρη.[.(.)] τ̣αλ[............] | ||
4,pap3315-6 | μενη[.] ἀλ[λά σε γῆρας τείρει] ὁμοίϊον· ὡσ[ ὄφελέν τις / ἀν‐] δρ[ῶ]ν ἄλλος [ἔχειν, σὺ δὲ κου‐] ροτ̣έ̣ρ̣ο̣ι̣σ̣ι̣ με̣[τεῖναι .....] | ||
5 | [..](.)...νοιγ̣[...........] [..](.)ρ̣α̣φω̣[.............] | ||
6 | ...... | ||
41a | ex. | 〈οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο:〉 πιθανῶς ἐκ τοῦ κάτωθεν θορύβου εἰς οὐρανὸν τὴν σκηνὴν σεμνύνων μετήγαγε, b(BCE3E4)T ποικίλλων ἅμα τὴν ποίησιν τόποις τε καὶ προσώποις καὶ λόγοις. ὑπονοεῖν δὲ δεῖ παρὰ τὴν ἁρπαγὴν | |
5 | Ἀλεξάνδρου τοὺς λόγους γεγενῆσθαι τοῖς θεοῖς. ηὔξησε δὲ τὸ ἀγω‐ νιστικὸν τῆς ὑποθέσεως τῇ τῶν θεῶν προνοίᾳ. b(BE3E4)T | ||
41b | ex. | 〈πάρ:〉 τὸ πάθος ἀποκοπή, οὐ συναλιφή· συναλιφὴ γὰρ γίνεται φωνήεντος ἐπιφερομένου. T | |
41c | ex. | 〈ἠγορόωντο:〉 ἐδημηγόρουν, ἐκ τοῦ b(BCE3) ἀγορή ἀγορῶ ἠγορῶντο, b(BCE3)Til καὶ διαιρέσει ἢ μᾶλλον πλεονα‐ σμῷ ἠγορόωντο. b(BCE3) | |
4.2 | D (?) | χρυσέῳ ἐν δαπέδῳ: πῶς τὸν οὐρανὸν „πολύχαλκον“ λέγει (Ε 504) καὶ πάλιν χρυσοῦν, ὡς τὸ χρυσέῳ ἐν δαπέδῳ; ἰστέον δὲ ὅτι—ὅταν δὲ καλόν, χρυσοῦν. A | |
42a | ex. | ex. | ex. | χρυσέῳ ἐν δαπέδῳ: ἀπὸ τῶν παρ’ ἀνθρώποις τιμίων αὔξει τὰ θεῖα. τέως δὲ νῦν ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεοὺς προρ‐ ρυθμίζων ἡμᾶς πληγὰς αὐτῶν ἀκούειν καὶ πάθη. b(BCE3E4)T | δάπεδον δὲ τὸ ὁμαλὸν χωρίον, γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προ‐ | |
5 | κείμενα ταῖς οἰκίαις οἷον κηπίδια· οἰκόπεδα δὲ οἰκίας κατεριφθείσης ἔδαφος. A b (BCE3E4)T | δύο δὲ δηλοῖ ὅτι τε ἀεὶ τὰ τῶν θεῶν ἡβᾷ | ||
καὶ ὅτι παρὰ τὸν καιρὸν τῆς ἥβης οὐκ ἀπρονοητοῦσιν. b(BCE3E4)T | |||
42b1 | ex. | ex. | μετὰ δέ σφισι πότνια Ἥβη: ὅτι τῷ „δέ“ (Δ 1) †τὸν δέ ἀνθυπήγαγεν εἰς τὸν δέ†, „τὴν δέ, / ἐκ δ’ εὐνάς, κατὰ δὲ πρυμνή‐ σια“ (cf. Α 435—6), ὡς „εἰ μὲν δὴ Ὀδυσεύς, / ταῦτα μέν“ (cf. χ 45—6) T | 〈***〉 Διὸς οἰνοχόος· ἢ ὅτι περὶ Ἰλίου ὁ λόγος, ἵνα | |
5 | μὴ λυπῇ τὸ συμπόσιον. νέων δὲ τὸ ὑπηρετεῖν, ὡς καὶ Μεγαπένθης (cf. ο 103. 122). ὅθεν καὶ παῖδας τοὺς δούλους φαμέν. b(BCE3E4)T | ||
42b2 | τόνδε τὸν δέ ὧδε ἀνθυπήγαγεν †ὁ δέ†· συνδετικὸς γάρ ἐστι καὶ αὐτῷ ἀεὶ ἀκολουθεῖ, b (BCE3) ὡς τὸ „τὴν δ’ ἐξ ἁλὸς ἤπειρον ἔρυσσαν, / ἐκ δ’ εὐνὰς ἔβαλον, / ἐκ δὲ καὶ αὐτοὶ βαῖνον“ (cf. Α 435—7). b(BE3) | ||
42c | Hrd. | μετὰ δέ σφισι: τὸ σφίσι κατ’ ἔγκλισιν ἀναγνωστέον νῦν, ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται. τοῦτο δὲ τὸ παρατή‐ ρημα οἱ ἀπ’ Ἀριστάρχου παραγγείλαντες διηνεκῆ τὴν ἀνάγνωσιν οὐκ ἐφύλαξαν· ἀληθὲς γάρ ἐστιν ὅτι ἡ σφίσιν ἐγκλιτικὴ οὖσα εἰς | |
5 | ἁπλῆν μεταλαμβάνεται, ὥσπερ καὶ ἐπὶ τοῦ „ἔτι γάρ σφισι κῦδος ὀρέξω“ (Ρ 453), οὐ μὴν ὀρθοτονουμένη πάντως εἰς σύνθετον· ἔστι γὰρ ὅτε καὶ εἰς ἁπλῆν. εἰς μὲν οὖν σύνθετον οὕτως „αἵ ἑ μετὰ σφίσιν εἶχον“ (Χ 474), εἰς ἁπλῆν δὲ οὕτως „τοὺς δ’ ἄναγον ζῳούς, σφίσιν ἐργάζεσθαι“ (ξ 272), „σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι“ (δ | ||
10 | 683)· οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργάζεσθαι, ἀλλ’ αὐτοῖς τοῖς ἄγουσι· οὐδὲ οἱ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς | ||
παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς. A | |||
42d | Ariston. | | πότνια Ἥβη: ὅτι παρθένος ἡ Ἥβη· οἰνοχοεῖ γάρ. οὐκ | |
D | D | ἄρα γεγάμηται ὑφ’ Ἡρακλέους, ὡς ἐν τοῖς κατὰ τὴν Νέκυιαν ἠθετημέ‐ νοις (sc. λ 602—4). | δι’ ἣν δὲ αἰτίαν οὐ πάρεστι—διὰ τὴν πρὸς αὐτὸν χάριν. | διὰ τί δὲ καὶ μόνῳ τῷ Διῒ—τοῦτο γὰρ ὁ Γανυ‐ | ||
5 | μήδης. A | ||
43a | Did. | Hrd. | {νέκταρ} ἐῳνοχόει: κατ’ ἔνια τῶν ὑπομνημάτων „ἐνῳνο‐ χόει“ φέρεται. οἱ δέ φασι Ζηνοδότειον εἶναι τὴν γραφήν· ἐν μέντοι ταῖς ἐκδόσεσι χωρὶς τοῦ ν εὕραμεν. | διαφόρους δὲ δόξας ἐκτίθε‐ ται 〈ἐν〉 τῇ Προσῳδίᾳ (2,42,30) ὁ Ἡρωδιανός. ᾗ δὲ ἀρέσκεται, | |
5 | αὕτη ἐστίν· ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατ’ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔσθ’ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήσεις· „στῆσα δ’ ἐν Ἀμνησῷ“ (τ 188), „σκῆπτρον μέν τοι δῶκε“ (Ι 38)· τὸ γὰρ ἐντελὲς „τῷ δ’ ἕτερον μὲν ἔδωκεν“ (Π 250). οὕτως οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ | ||
10 | τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· „τόνδ’ οὐ θεὸς ἄλλος ἀνῷγεν“ (Ξ 168)· ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε „χηλοῦ δ’ ἀπὸ πῶμ’ ἀνέῳγεν“ (Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανε〈ν〉· „ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέ‐ 〈μνονι〉 ἥνδανε“ (Α 24)· τὸ δὲ κατὰ πλεονασμὸν „οὐδ’ Ἀγαμέμνονι πάμπαν ἑήνδανε“ (γ 143). καὶ πάλιν „ἕσσατο δ’ ἔκτοσθεν“ (Κ 334), | ||
15 | εἶτα ἐν ἑτέροις „ἑέσσατο δέρμα“ (Κ 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτό‐ νου τὸ „ὦσα παρέξ“ (ι 488), καὶ ὦσε τὸ τρίτον, ὃ ἐν πλε〈ονασμῷ〉 φησι „κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσεν“ (Π 410). οὕτως οὖν καὶ ἐπὶ τού‐ του· ἐν ἑτέροις γάρ φησι „ᾠνοχ〈όει〉 δ’ υἱὸς Μενελάου“ (ο 141), ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο νέκταρ | ||
20 | ἐῳνοχ〈όει〉. A | ||
43b1 | ex. | Hrd. | | νέκταρ ἐῳνοχόει: καταχρηστικῶς, ὡς βωμὸν οἰκοδομεῖν | |
Did. | καὶ „ἵπποι βουκολέοντο“ (Υ 221). | πλεονασμὸς δέ ἐστιν ὡς τὸ „ἑήνδανε“. | τινὲς δὲ γράφουσιν „ἐνῳ〈νο〉χόει“. T | ||
43b2 | Hrd. | ex. | πλεονασμός ἐστιν ὡς τὸ „ἀνέωγε“ καὶ „ἑήνδανε“. | κατα‐ χρηστικῶς οὖν τὸ †ἐωνοχόουν† ἐπὶ τοῦ νέκταρος, ὡς τὸ βωμὸν οἰκο‐ δομεῖν καὶ ἵππους βουκολέειν. b(BCE3E4) | |
44a | ex. | δειδέχατο: ἀπὸ τῆς δεξιᾶς· ἐδήλωσε δὲ αὐτὸς ἐκ τοῦ „πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτο“ (Ι 224). καὶ ὁ φιλόφρων „ἀριδείκετοσ“ (Λ 248 al.). b(BCE3)T | |
44b | ex. | Τρώων πόλιν εἰσορόωντες: ἀπρεπές φασιν, εἰ τέρπει τοὺς θεοὺς πολέμων θέα. ἢ οὐκ ἀπρεπές· τέρπει γὰρ τὰ γενναῖα ἔργα· ἄλλως τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα δεινά· συμπληροῖ γὰρ ἅπαντα τὴν ἁρμονίαν τῶν ὅλων, ἅπερ καὶ | |
5 | Ἡράκλειτος (Vors.6 22 B 102) λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν, ἃ δὲ δί‐ καια. b(BCE3E4)T | ||
4.5 | ex. | 〈ἐρεθιζέμεν Ἥρην:〉 ἤθελε μὲν παράβασιν τῶν ὅρκων ποιῆσαι δι’ Ἀχιλλέα, τὴν δὲ αἰτίαν αὐταῖς περιτιθέναι. b(BCE3E4) Til | |
46a1 | ex. | 〈παραβλήδην:〉 ἀπατητικῶς διὰ τὸ λέγειν „αὖτις δ’ Ἀργείην Ἑλένην“ (Δ 19). ἢ ἀντιπαραβάλλων τὰς ἐπικούρους θεάς. Til | |
46a2 | λέγει δὲ τοῦτο ὁ Ζεὺς ἢ ἀπατητικῶς, ἢ πρὸς τὰς τῶν Τρώ‐ | ||
ων ἐπικούρους συγκρίνων θεὰς αὐτήν. b(BCE3E4) | |||
4.7 | ex. | ἀρηγόνες: ἐπὶ θηλυκοῦ μόνου τάσσει αὐτὸ ὁ ποιητής, ἡ ἀρηγών. b(BCE3E4)T | |
4.8 | ex. | 〈Ἀλαλκομενηΐς:〉 τοῦτο Κέκροψ αὐτῇ ἐπιτέθεικε πρῶτος, καὶ οὕτως ἐτίμησε. b(BCE3) | |
4.9 | ex. | νόσφι καθήμεναι: νόσφι τοῦ Μενελάου. διασταλτέον δὲ εἰς τὸ καθήμεναι· λείπει γὰρ ὁ καί. b(BCE3)T | |
410a1 | ex. | 〈φιλομειδὴς Ἀφροδίτη:〉 ὅρα δὲ πῶς πάντοθεν τὸ παράδοξον θηρῶν τὴν μὲν Ἥραν Ἀργείαν καὶ τὴν Ἀθηνᾶν καλεῖ πολεμικήν (sc. Δ 8), τὴν δὲ Ἀφροδίτην φιλομειδέα μόνον. πόρρωθεν δὲ ἄρχεται τῶν βουλευμάτων. b(BCE3) | |
410a2 | πάντοθεν τὸ παράδοξον τηρῶν †τὴν† μὲν Ἀργείαν καὶ πολεμικήν, τὴν δὲ φιλομειδέα φησίν. πόρρωθεν δὲ ἄρχεται τῶν βου‐ λευμάτων. T | ||
411a | ex. | παρμέμβλωκε: ἀπὸ τοῦ μελῶ μελήσω μεμέληκα, καὶ κατὰ τροπὴν τοῦ η εἰς τὸ ω μεμέλωκα, καὶ κατὰ ἀποβολὴν τοῦ δευτέρου ε καὶ πλεονασμῷ τοῦ β μέμβλωκα. καὶ ἐπειδὴ ἀμετάβολον πρὸ ἀμεταβόλου οὐχ εὑρίσκεται ἐν συλλήψει, εἰ μὴ τὸ †ν τοῦ μ† ὡς ἐν τῷ | |
5 | μνῆμα, τούτου χάριν πλεονάζει τὸ β καὶ γίνεται μέμβλωκα καὶ ἐν συνθέσει τῆς παρά προθέσεως καὶ συγκοπῇ παρμέμβλωκα καὶ τὸ τρίτον παρμέμβλωκεν. T | ||
411b | ex. | καὶ αὐτοῦ κῆρας 〈ἀμύνει〉: τινὲς ἀντὶ τοῦ αὐτόθι, τουτέστιν ἐπὶ τοῦ αὐτοῦ μένουσα τόπου. τὸ δὲ ἀμύνει ἀντὶ τοῦ ἀναβάλλεται. T | |
4.12 | ex. | καὶ νῦν ἐξεσάωσεν: ἐπαναλαμβάνων ἐρεθίζει αὐτὰς | |
πλέον. T | |||
4.13 | ex. | ἀλλ’ ἦ τοι νίκη μὲν ἀρηϊφίλου Μενελάου: λείπει τὸ ἐστί. b(BCE3)T διέκρινε δὲ τὸ ἀμφίβολον ὁ λόγος τοῦ Διός, ὅπως μὴ δοκῇ τοῖς Ἀχαιοῖς χαρίζεσθαι ὁ ποιητής. b(BCE3E4)T | |
414-6 | Nic. | 〈ἡμεῖς δὲ φραζώμεθ’,〉 ὅπως ἔσται τάδε ἔργα, 〈/ ἤ ῥ’ αὖτις—βάλωμεν〉: βραχὺ διασταλτέον ἐπὶ τὸ τάδε ἔργα (14) καὶ ὄρσομεν (16), βαρυνομένου τοῦ προτέρου συνδέσμου, περισπωμένου δὲ τοῦ δευτέρου. οἱ δὲ ὑποστίζοντες ἐπὶ τὸ | |
5 | ὄρσομεν (16) πάλιν ὑπὸ τῆς πευστικῆς ὑποκρίσεως πλανῶνται, ἐπεὶ καὶ τοῖς δισταγμοῖς αὕτη συμβέβηκε πολλάκις. μηδὲ στίζωμεν ἐπὶ τὸ ὄρσομεν (16)· ὁ γὰρ λόγος, φραζώμεθ’, ὡς ἔσται ταῦτα, πότερον πάλιν πόλεμον ποιήσομεν ἢ φιλίαν ἐμβαλοῦμεν. A | ||
414-5 | Nic. | ex. | ex. | ὅπως ἔσται τάδε ἔργα, / 〈ἦ ῥ’ αὖτισ〉: βραχὺ διασταλτέον εἰς τὸ ἔργα (14). | τὸ δὲ ἦ ῥα (15) δύο μέρη λόγου· b (BCE3)T ἐλλείπει γὰρ τοῦ ῥά συνδέσμου τὸ α. b(BCE3) | ἄρχεται δὲ τῶν κερτομιῶν. b(BCE3)T | |
4.15 | ex. | φύλοπιν: ἐπεὶ κατὰ φῦλα μάχονται. b(BCE3E4): T | |
416a1 | Nic. vel Hrd. | φιλότητα: περισπαστέον τὸ δεύτερον ἦ· ἔστι γὰρ δια‐ πορητικόν. b(BE3)T | |
416a2 | περισπαστέον δὲ καὶ τὸ ἦ φιλότητα· ἔστι γὰρ διαπορη‐ τικόν. b(BCE3) | ||
417a | Did. | εἰ δ’ αὕτως: διὰ τοῦ π αἱ Ἀριστάρχου, „εἰ δ’ αὖ πωσ“. AAim ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη εἰ δ’ αὕτως διὰ τοῦ τ. A | |
417b | ex. + Did. | εἰ δ’ αὕτως τόδε πᾶσι: ἀντὶ τοῦ ὁμοίως. καὶ ἡδὺ γένοιτο οὕτως Ἀριστοφάνης. Ἀρίσταρχος δὲ „πέλοιτο“. T | |
4.18 | ex. | 〈οἰκέοιτο:〉 ἀντὶ τοῦ οἰκείσθω. Til | |
4.19 | ex. | Ἀργείην Ἑλένην: πᾶσι τοῖς Ἥρας ἐπιθέτοις κοσμεῖ αὐτήν, Ἀργείην (cf. Δ 8), „λευκώλενον“ (cf. Γ 121 et Α 55)· „πόσις Ἥρησ“ (Κ 5), „Ἑλένης πόσισ“ (Γ 329). T | |
4.20 | D | ex. | ἐπέμυξαν: μεμυκόσι τοῖς χείλεσιν ἐπεμύχθησαν. b(BCE3) T | ἠθικῶς δὲ καὶ τὸ γυναικεῖον τῷ σχήματι ἐμφαίνει, ὅπως γνώμης ἔχουσιν. καὶ ἤρκει μὲν τοῦτο, ἡ δὲ ὀργὴ καὶ ἐπὶ λόγους αὐτὴν ἄγει. b(BCE3E4)T | |
421a | Ariston. (?) | πλησίαι αἵ γ’ ἥσθην: τὴν καθέδραν Ἥρας καὶ Ἀθηνᾶς ὑποτίθεται ἑκατέρωθεν, πλησίον τοῦ Διός. A | |
4.21 | ex. | πλησίαι 〈αἵ γ’〉 ἥσθην: πλησίον τοῦ Διός· καὶ εἶξε δὲ ἡ Ἀθήνη ἐξ ἀριστερῶν οὖσα τοῦ Διός. T | |
4.22 | Ariston. | Ap. | ἀκέων: πρὸς τὸ ἀκέων, ὅτι ἀντὶ τοῦ ἀκέουσα ἐξενήνεκται· | |
Dysc. | οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἡσύχως, ὡς ὁ Ἀριστόνικος ἐν τοῖς Σημείοις φησίν (p. 91 Friedl.), ὁμοίως τῷ „ἀλλ’ ἀκέων δαίνυσθε“ (φ 89)· | ὁ γὰρ Ἀπολλώνιος (Ap. Dysc. Frg. p. 128, 20) ἐν τῷ Περὶ μετοχῆς | ||
5 | ἀποδείκνυσιν ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύναται εἶναι ἐπίρρημα μεσότητος. A | ||
4.23 | D | ex. | σκυζομένη: ὀργιζομένη. | καὶ οἱ ὀργιλώτατοι Σκύθαι κα‐ | |
λοῦνται. A b (BCE3)T | |||
4.24 | ex. | ex. | Ἥρη δ’ οὐκ ἔχαδε: εὐθείας ἐστίν. T | ἔμφασις δὲ τῆς ὑπερ‐ εκχεομένης διὰ τοῦ στόματος ὀργῆς. b(BCE3)T | |
425a | ex. | αἰνότατε Κρονίδη: σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλο‐ φρονεῖται αὐτόν, „Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω;“ (Ε 421). b(BCE3E4)T | |
424b | ex. | 〈ποῖον τὸν μῦθον:〉 τὸν ποῖον μῦθον. Til | |
426a | Hrd. | ἅλιον: δασυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλός γενικὴν κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔ‐ χρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ· τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμὸς λέγεται. A | |
426b1 | ex. | ἅλιον θεῖναι πόνον: εὔλογον αἰτίαν τῆς †ἀπωλείας† φησὶ τὸ ἀκυρῶσαι τὰ πεπονημένα. T | |
426b2 | εὔλογον αἰτίαν τῆς ἀτιμίας προστίθησι τὸ βουληθῆναι ἀκυρῶσαι τὰ πεπονημένα αὐτῇ. b(BCE3E4) | ||
427a | Hrd. | ἱδρῶθ’ ὃν ἵδρωσα: αἰτιατική ἐστι κατ’ ἔκθλιψιν εἰλημ‐ μένη, ἔνθεν προπερισπῶμεν· ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. τὸ δὲ ἵδρωσα οὐκ ἀναγκαῖον συστέλλειν· δύναται γὰρ καὶ ἐκτείνεσθαι καὶ μηδὲν λυμαίνεσθαι τῷ μέτρῳ. ἔφαμεν δὲ (sc. ad Δ 3) τὸν ποιητὴν | |
5 | ἀδιαφόρως καὶ φυλάσσειν τὸν χρόνον τῶν παρῳχημένων καὶ ἀπο‐ βάλλειν. δύναται μέντοι καὶ „ἱδρῶ τε“ εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι, „ἱδρῶ ἀπεψύχοντο“ (Λ 621). A | ||
427b | ex. | ἱδρῶ θ’ ὃν ἵδρωσα: μόνως ἱδρῶ τε· ἀεὶ γὰρ δισυλλά‐ βως ὁ ποιητής φησιν. b(BCE3E4)T | |
427c1 | ex. | καμέτην δέ μοι ἵπποι: ἐξήλλαξε τὴν φράσιν· ἔδει γὰρ | |
εἰπεῖν· καὶ τὸν κάματον τῶν ἵππων. T | |||
427c2 | ἐξήλλαξε δὲ τὴν φράσιν εἰπὼν καμέτην δέ μοι ἵπποι: ἔδει γὰρ εἰπεῖν· πῶς βούλει ἀκυρῶσαι καὶ τὸν ἐμὸν ἱδρῶτα καὶ τὸν κάματον τῶν ἵππων; b(BCE3E4) | ||
427d | ex. | 〈ἵπποι:〉 τὰ ὀνόματα τῶν ἵππων τῆς Ἥρας Γλαῦκος καὶ Πυρ〈ρ〉ίας. T | |
4.29 | ex. | οὔ τοι πάντες ἐπαινέομεν: ὃ ἕκαστος ἀποδέχεται, καὶ τοῖς ἄλλοις περιτίθησιν. ἢ οἱ Ἑλληνικοί, ὡς „πάντες δ’ ᾐτιόωντο“ (Λ 78). παιδεύει δὲ μὴ ἰδία ψήφῳ τοὺς βασιλεῖς ἀρέσκεσθαι. b(BCE3E4)T | |
4.30 | ex. | τὴν δὲ μέγ’ ὀχθήσας: ἠθικῶς, ὅπως δοκῇ παρὰ τὴν γνώμην αὐτῇ χαρίζεσθαι. b(BCE3E4)T | |
4.31 | ex. | δαιμονίη: ἠθικῶς ἀντὶ τοῦ μακαρία. b(BCE3)T | |
431-2a1 | ex. | τί νύ σε Πρίαμοσ〈— / τόσσα κακά〉: τί νύ σε τόσσα ὡς „κῆτος, ἃ μυρία“ (μ 97). οἱ δὲ ἀντὶ τοῦ πῶς δή, ὡς „τί νυ βείομαι, αἰνὰ παθοῦσα“ (Χ 431), ὅ ἐστι πῶς δή. T | |
431-2a2 | τὸ δὲ τί νύ σε ἀντὶ τοῦ πῶς δή, ὡς τὸ „τί νύ ς’ ἔτρεφον αἰνὰ παθοῦσα“ (Α 414). b(BCE3E4) | ||
431-2b | Nic. | 〈τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες /〉 τόσσα κα‐ κὰ ῥέζουσι〈ν, ὅ τ’ ἀσπερχὲς μενεαίνεισ〉: διασταλτέον ἐπὶ τὸ ῥέζουσιν· ἀνέστραπται γὰρ ἡ περίοδος. A | |
432a | Ariston. | τόσ〈σ〉α κακὰ ῥέζουσιν: ἀντὶ τοῦ ἔρεξαν. ἀγνοεῖ δὲ τὴν κρίσιν. T | |
432b | ex. | ἀσπερχές {μενεαίνεις}: ἄγαν ἐσπευσμένως. T | |
4.35 | ex. | ὠμὸν βεβρώθοις: ηὔξησε τὸ ὑπερβάλλον τῆς γυναικείας κακίας, ὡς ἐν τῷ „τοῦ ἐγὼ μέσον ἧπαρ“ (Ω 212). b(BCE3E4)T | |
αὔξεται οὖν ὁ λόγος ἐν τῇ καθ’ ἕκαστον ἐξεργασίᾳ. b(BCE3)T | |||
4.37 | ex. | ἔρξον ὅπως ἐθέλεις: ἵνα μηδὲ αὕτη ἐναντιωθῇ τῇ τῶν Ἑλλήνων ἄτη. b(BCE3E4)T | |
437-8 | ex. | ex. | ἔρξον ὅπως ἐθέλεισ〈—γένηται〉: ὡς θέλεις πρᾶξον, A b (BCE3)T μή πως ἡ ἀμφιβολία αὕτη ἐμοὶ καὶ σοὶ πό‐ λεμος γένηται. οἱ δὲ στίζοντες εἰς τὸ νεῖκος (37) λείπειν φασὶ τὴν διά, καὶ τὸ γένηται ὑποτακτικὸν (38) ἀντὶ τοῦ γένοιτο ἢ γενέσθω. A b | |
5 | (BCE3E4)T | νεῖκος (37) δὲ παρὰ τὸ εἴκειν. T | ||
440a | ex. | 〈ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι:〉 καὶ ταῦτα κερτομικά, πρὸς τὸ τὴν χάριν αὔξειν. b(BCE3E4)Til | |
440b | ex. | ἐξαλαπάξαι: παντελῆ δηλοῦσιν ἀπώλειαν αἱ δύο προθέ‐ σεις. T | |
441a1 | ex. | ἐγγεγάασιν: ἐνδιατρίβουσιν. καὶ ἡμεῖς γεγενῆσθαι ἐν Ῥόδῳ φαμέν. T | |
441a2 | ἐνδιατρίβουσιν, οὐ γεγέννηνται· πολλοὶ γὰρ ἀλλαχοῦ γεννώμενοι ἀλλαχοῦ οἰκοῦσιν. b(BCE3E4) | ||
4.42 | ex. | διατρίβειν: μαλάσσειν. ἡ μεταφορὰ ἐκ τοῦ κηροῦ. ἐμφαίνει δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον. b(BCE3E4)T | |
443a1 | Hrd. | 〈ἐγὼ σοί:〉 ὀρθοτονητέον τὴν σοί· δύναται γὰρ ἀντιδια‐ στολὴ εἶναι. Aint | |
443a2 | {καὶ γὰρ} ἐγώ σοι {δῶκα}: τινὲς ὀρθοτονοῦσι τὸ σοί. T | ||
443b | Nic. | ex. | ἑκὼν ἀέκοντί γε θυμῷ: τὸ δοκοῦν ἀπεμφαίνειν ἐν τῷ στίχῳ οὐδεμίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς. ὁ μέντοι λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ ἑκών. | λέγει δὲ ἑκών μέν, ἐπεὶ μὴ ἐβιάσθη, ἀλλὰ εἶξεν, ἀέκοντι δὲ θυμῷ, ἐπεὶ μὴ προείλετο, ἀλλ’ ἀπροαιρέτως τὴν | |
5 | πόλιν προΐεται τῇ γαμετῇ. σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο | ||
ἀτόπων προκειμένων τὸ ἔλαττον αἱρουμένοις. A | |||
443c | ex. | ἑκὼν ἀέκοντί γε θυμῷ: πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, A b (BCE3)T κατεδεξάμην μὲν ἐγώ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν. A b (BCE3E4)T | |
443d | ex. (?) | 〈θυμῷ:〉 τῇ ἐπιθυμίᾳ. Til | |
D (~) | D | ἐν ἄλλῳ. ἀέκοντί γε θυμῷ: βιαζόμενος, ὥσπερ οἱ πλέοντες ἑκόντες μὲν ἀποβάλλουσι τὰ φορτία, ἵνα σωθῶσιν, ἄκοντες δὲ ζημιοῦν‐ ται. | δοκεῖ δέ πως—μὴ βουλόμενος. A | ||
4.44 | ex. | ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ: ἡμέρας καὶ νυκτὸς παρείληφε λαμπτῆρας, ἥλιον καὶ ἀστέρας. b(BCE3E4)T | |
445a | Ariston. | ναιετάουσι: ὅτι τῷ ἐνεργητικῷ A ἀντὶ τοῦ παθητι‐ κοῦ AT κέχρηται, ἀντὶ τοῦ ναιετάονται. A | |
445b | D (?) | 〈ναιετάουσι:〉 οἰκοῦνται. Til | |
446a1 | Hrd. | {τάων μοι} περὶ κῆρι: τὸ περί φυλάσσει τὸν τόνον, ὅτε σημαίνει τὸ περισσῶς, ὁμοίως τῷ „ὡς περὶ μὲν νόον ἐστί, περὶ δ’ ἱερὰ θεοῖσι“ (cf. α 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπερισπᾶται (ἐκ γὰρ τοῦ κέαρι συνήλειπται), ὅταν δὲ θηλυκὸν ᾖ, ὀξύνεται. | |
5 | ἐνθάδε δὲ οὐδέτερόν ἐστι· προπερισπασθήσεται ἄρα. A | ||
446a2 | περισσῶς τῷ κέαρι. b(BCE3)T | ||
446b1 | Ariston. | 〈Ἴλιος ἱρή:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
446b2 | Ἴλιος ἱρή: διὰ παντὸς θηλυκῶς, ἅπαξ δὲ οὐδετέρως | ||
„Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάσ“ (Ο 71). A | |||
447a | ex. | καὶ Πρίαμος καὶ λαός: ψεύδεται αὔξων τὴν χάριν· φησὶ γοῦν Ποσειδῶν· „ἤδη γὰρ Πριάμου γενεὴν ἤχθαιρε Κρονίων“ (Υ 306), καὶ μάλα εἰκότως, ἀσεβῆ γενομένην. b(BCE3E4)T | |
447b1 | ex. | ἐϋμελίω: ἢ τοῦ ε συγκοπὴ ἢ συναίρεσις. ἔστι δὲ ἀντὶ τοῦ ἐϋμελίου. T | |
447b2 | ἀντὶ γενικῆς. Til | ||
448-9 | ex. | δαιτὸς ἐΐσης 〈/ λοιβῆς τε—ἡμεῖσ〉: καὶ αὐτοῖς γὰρ ἐμέριζον οἱ θύοντες, b(BCE3E4)T „καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ“ (ξ 435). T καλῶς δὲ προαναγινώσκει νόμον εὐσεβείας. ἵνα δὲ μὴ δοκῇ ἐπ’ ὀλίγοις ἀγάλλεσθαι, φησίν· τὸ γὰρ λάχομεν γέρας | |
5 | ἡμεῖς (49). b(BCE3E4)T | ||
4.49 | ex. | κνίσης {τε}: ἡ κνῖσα τῇ ἀναθυμιάσει τῆς γῆς ἔοικε τῶν σω‐ μάτων καιομένων. T | |
4.51 | ex. | ἤτοι ἐμοὶ τρεῖς: ἐκτίθεται τὴν αἰτίαν τῆς περὶ τοὺς Ἕλληνας σπουδῆς· ἀγνοεῖ οὖν τὴν κρίσιν. T | |
451-2 | ex. | 〈ἤτοι ἐμοὶ τρεῖς—Μυκήνη:〉 διὰ τί ὁ μὲν Ζεὺς μίαν, ἡ δὲ Ἥρα τρεῖς φησιν ἔχειν πόλεις φιλτάτας, b(BCE3E4)T καὶ ἡ μὲν Ἑλληνίδας, ὁ δὲ βάρβαρον; ἔδει γὰρ τὰς κρείσσονας τὸν βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. b(BCE3E4) ῥητέον δὲ ὅτι | |
5 | εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητής, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτιμηθῆναι τῆς Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους τοῖς Τρωσὶν ἐχαλέπαινεν, ἐπίτη‐ δες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονεν, b(BCE3E4)T Ἄργος τε Σπάρτη 〈τε〉 | ||
10 | (52). T σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμ‐ βάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διῒ μᾶλλον οὕτως ἐπέραστος φανείη· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας | ||
τῆς παρ’ αὐτῆς, ἵνα τῷ ἰδίῳ ἀνδρὶ ἀρέσειεν, ἀγανακτεῖν ἡττηθεῖσαν ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν πόλιν λέγων φιλεῖν ἐξαίρει | |||
15 | τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι. b(BE3E4)T | ||
4.52 | Ariston. | Ἄργος τε Σπάρτη τε 〈καὶ εὐρυάγυια Μυκήνη〉: ὅτι τούτων τῶν πόλεων ἕνεκα συνεμάχουν τοῖς Ἕλλησιν, οὐ διὰ τὸ ἀποκεκρίσθαι ὑπὸ Ἀλεξάνδρου τὸ κάλλος αὐτῶν, ὅπερ οὐκ οἶδεν Ὅμηρος. A | |
453a | Hrd. | {τὰς} διαπέρσαι: πρὸ τέλους ἡ ὀξεῖα τοῦ διαπέρσαι, ἵν’ ᾖ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. A | |
453b | ex. (?) | 〈διαπέρσαι:〉 ἀντὶ τοῦ πέρσον. Til | |
453c | ex. | τὰς διαπέρσαι 〈ὅτ’—περὶ κῆρι〉: δείκνυσι τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον†, οἳ πόθῳ τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν. A b (BCE3E4)T διὰ δὲ τοῦ περὶ κῆρι ἐμφαί‐ νει περὶ τῶν Τρώων, ὡς ὁμοίως αὐτῇ μισοῦνται b(BCE3E4)T ὡς | |
5 | ἐκείνῳ φιλοῦνται (cf. Δ 46). b(BCE3E4) | ||
4.54 | ex. | μεγαίρω: ἀντὶ μέλλοντος τοῦ φθονήσω. ἀνθυπάγει οὖν αὐτῷ τὸ „φθονέω“ (Δ 55). ATil | |
455-6 | Ariston. | εἴπερ γὰρ φθονέω τε〈—φέρτερός ἐσσι〉: ἀθε‐ τοῦνται ἀμφότεροι, ὅτι τὴν χάριν ἀναλύουσιν, εἰ καὶ μὴ προσδεηθεὶς δύναται τοῦτ’ ἔχειν. A | |
455a | ex. | εἴπερ γὰρ φθονέω τε: κωλύω, T Til ὡς „ᾧ δέ κ’ ἐπιφθονέοισ“ (λ 149). T | |
455b | ex. | εἴπερ γὰρ φθονέω: μειοῖ τὴν χάριν, φησίν, εἰ διὰ τοῦτο | |
δίδωσιν ἑκοῦσα, ὅτι καὶ ἀκούσης ὁ Ζεὺς δύναται λαβεῖν. ῥητέον δὲ ὅτι οὐ μειοῖ τὴν χάριν, ἀλλ’ ἐμφαίνει, ὡς οὐ θέλει μέν τι παθεῖν τὰς πό‐ λεις, οὐκ ἀντιπράξει δὲ διὰ τὸ ἀδύνατον. οἶκτον δὲ ἐμφαίνει τῷ λόγῳ, | |||
5 | ὅπως μὴ ἐξ αὐτῆς ἀπαιτῇ τὴν χάριν. T | ||
4.56 | Did. (?) | 〈φέρτερός ἐσσι:〉 φέρτατός ἐσσι. Aim | |
4.57 | ex. | οὐκ ἀτέλεστον: ἀντὶ τοῦ μὴ ἀτέλεστον. T | |
4.58 | ex. | καὶ γὰρ ἐγὼ θεός εἰμι, 〈γένος δέ μοι ἔνθεν ὅθεν σοί〉: ἔντεχνον τὸ σχῆμα· τὰ γὰρ ἑαυτῆς δίκαια, δι’ ὧνπερ ὀφείλει τιμῆς τυγχάνειν, ἐκ τῆς περὶ τὸν ἄνδρα δόξης λαμβάνει, προσαγομένη τὸν θεὸν λεληθότως. b(BCE3)T | |
459a | Ariston. | 〈πρεσβυτάτην:〉 ὅτι οὐ καθ’ ἡλικίαν λέγει, ἀλλ’ ἐν τιμῇ. Aim | |
459b | ex. | πρεσβυτάτην: τιμιωτάτην νῦν. πλανηθεὶς δὲ ἐντεῦθεν Ἡσίοδος νεώτερόν φησι τὸν Δία (cf. th. 454—7). A b (BCE3E4)T | |
459c | ex. | D | ἀγκυλομήτης: ὁ καὶ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδώς. A b(BCE3)T | ἢ ὁ περὶ τῶν δυσευρέτων—συνετός. A | |
460-1 | Nic. | ἀμφότερον γενεῇ〈—ἀνάσσεισ〉: διασταλτέον ἀμφότερον, γενεῇ τε (60), κέκλημαι (61)· φησὶ γὰρ διὰ ταῦτα πάντα ἔντιμος εἶναι, διά τε τὴν εὐγένειαν καὶ διότι Διὸς γυνὴ τοῦ πάντων βασιλέως. A | |
460a | D (?) | 〈ἀμφότερον:〉 λείπει ἡ κατά. Til | |
460b | Ariston. | 〈γενεῇ:〉 ὅτι ἀντὶ τοῦ τῷ γένει· ἐκ Κρόνου γάρ. Aim | |
460c1 | ex. | 〈γενεῇ:〉 γενεὰ σημειοῖ ἑπτά· ἡλικίαν, ὡς τὸ „ὁπλότερος γενεῆφιν“ (Ι 58)· εὐγένειαν, „γενεῇ μὲν ὑπέρτεροσ“ (Λ 786)· ἐκγό‐ νους, „ὄφρα μὴ ἄσπερμος γενεή“ (Υ 303)· πατρίδα, „γενεὴ δέ τοί | |
†ἐστιν† ἐπὶ λίμνῃ“ (Υ 390)· χρόνον ὡρισμένον, „δύο μὲν γενεαί“ (Α | |||
5 | 250), τριάκοντα τρία ἔτη ἀνθρώπου 〈***〉 „ἐννέα γὰρ †ζῶσι† γε‐ νεάσ“ (Hsd. fr. 304, 1 M.—W.)· τὴν φύσιν, „οἵη περ †φῦλον† γενεή“ (Ζ 146). καὶ ὁ ἐνιαυτὸς παρὰ τοῖς νεωτέροις. T | ||
460c2 | ἐπὶ τῶν ἓξ τούτων ἡ γενεὰ λαμβάνεται, ἐπὶ ἡλικίας, ὡς τὸ „ὁπλότερος γενεήν“ (Β 707)· ἐπὶ εὐγενείας, ὡς τὸ „γενεῇ μὲν ὑπέρ‐ τεροσ“· ἐπὶ ἐκγόνων, ὡς τὸ „ὄφρα μὴ ἄσπερμος γενεή“· ἐπὶ πατρίδος, ὡς τὸ „γενεὴ δέ τοί ἐστ’ †ἐνὶ Λήμνῳ†·“ ἐπὶ ὡρισμένου χρόνου, ὡς τὸ | ||
5 | „τῷ δ’ ἤδη δύο μὲν γενεαί“· b(BE3E4) ἡ γὰρ τοιαύτη γενεὰ τριάκοντα ἔχει χρόνους· b(BE3) ἐπὶ φύσεως, ὡς τὸ „οἵη περ φύλλων γενεή“. λαμβάνεται δὲ καὶ ἐπὶ χρόνου ζωῆς ἀνθρώπων, ὡς τὸ „ἐννέα γὰρ †ζῶσι† γενεάσ“. b(BE3E4) | ||
461a1 | ex. | κέκλημαι: οὐκ ἔστι τελεία εἰς τὸ κέκλημαι· φησὶ 〈γάρ〉, διότι σοῦ εἰμι γυνὴ τοῦ πάντων ἀνάσσοντος. ἡδὺ δὲ τὸ τῆς ἐξαλ‐ λαγῆς· ἔδει γὰρ τῶν πάντων βασιλέως εἰπεῖν. T | |
461b1 | ex. | 〈κέκλημαι:〉 Ἰακῶς εἰμί. Til | |
461a2/b2 | ex. | ex. | ex. | οὐκ ἔστι τελεία εἰς τὸ κέκλημαι· φησὶ γάρ, διότι σοῦ εἰμι γυνὴ τοῦ πάντων ἀνάσσοντος. | τοῦτο δὲ δηλοῖ τὸ κέκλημαι. | ἡδὺ δὲ καὶ τὸ τῆς ἐξαλλαγῆς· ἔδει γὰρ εἰπεῖν, σοῦ τοῦ πάντων βασιλεύον‐ τος. b(BCE3) | |
461c | ex. | 〈μετ’ ἀθανάτοισιν:〉 παρέλκεται ἡ μετά. Til | |
4.63 | ex. | σοὶ μὲν ἐγώ, 〈σὺ δ’ ἐμοί· ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι〉: πιθανῶς προτέραν ἔταξε τὴν ἰδίαν χάριν, ὡς προκατάρχουσα καὶ οὐκ ἀμειβομένη. b(BCE3)T τὸ δὲ επω δηλοῦν μὲν τὸ λέγω ψιλοῦται, τὸ δὲ ἀκολουθῶ δασύνεται. ἀνάγκη δὲ πᾶσα τοῖς ἄρχουσι τοὺς ποσῶς | |
5 | ὑποκειμένους ἕπεσθαι. b(BCE3) | ||
464-6 | Ariston. | | σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι〈— / πειρᾶν | |
Nic. | δ’ ὥς κε Τρῶεσ〉: ὅτι τὸ ἐπιτεῖλαι (64) ἀντὶ προστακτικοῦ κεῖ‐ ται. | τὸ δὲ πειρᾶν (66) εἰ μὲν ἀπαρέμφατον σημαίνει, διαστολὴν ἕξει πρὸ αὑτοῦ· ἤρτηται γὰρ τοῦ προτέρου λόγου. εἰ δὲ ἀντὶ προσ‐ | ||
5 | τακτικοῦ αὐτὸ κέοιτο τοῦ †πειρᾶτο, στικτέον. A | ||
464-5 | ex. | 〈σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι / ἐλθεῖν〉: τὸ θᾶσσον (64) συντακτέον τῷ ἐλθεῖν (65): b(BCE3E4)Til φησὶ γὰρ „αἶψα μάλ’ ἐς στρατὸν ἐλθέ“ (Δ 70). b(BCE3E4) | |
4.64 | D | 〈ἐπιτεῖλαι:〉 ἐπίτειλον. Til | |
466a | ex. | πειρᾶν δ’ ὥς κεν Τρῶες: οὐκ ἀναγκάζουσιν ἐπιορκεῖν Πάνδαρον, ἀλλὰ πειρῶνται εἰς πλείω τε ἁμαρτίαν προκαλοῦνται Τρῶας, ὅπως ἀξίαν τίσωσι δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέ‐ γων „κεῖνον δ’ αὖτις ἐγώ“ (Γ 440). b(BCE3)T | |
466b | ex. | πειρᾶν: ἀντὶ τοῦ πειράτω. b(BCE3E4)Til Ἀττικοὶ δὲ ἐπὶ συνουσίας τάττουσι τὴν λέξιν. Til | |
466c1 | ex. | ex. | ὑπερκύδαντας: μεγάλως γαυριάσαντας ἐπὶ Μενελάου νίκῃ. μέγιστον δὲ πρὸς εὐσέβειαν †προθεῖσθαι† Τροίαν διὰ τὴν πα‐ ράβασιν τῶν ὅρκων· καὶ Ὀδυσσείας τὸ συνεκτικὸν ἡ κατὰ Ποσει‐ δῶνος βλασφημία. | ὑπερκύδαντας παρὰ τὸ κῦδος κύδας καὶ ἐν | |
5 | συνθέσει· ἢ μεταπέπλασται ἀπὸ τῆς †ὑπερκύδαντος†. T | ||
466c2 | μεγάλως γαυριάσαντας ἐπὶ τῇ Μενελάου νίκῃ. b(BCE3 E4) μέγιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παρά‐ βασιν τῶν ὅρκων, ὥσπερ καὶ Ὀδυσσέως ἡ συχνὴ ναυάγησις διὰ τὴν εἰς Ποσειδῶνα βλασφημίαν. b(BCE3) | ὑπερκύδας δὲ ἐκ τοῦ κῦδος | ||
5 | κύδας καὶ ὑπερκύδας. b(BE3) | ||
466d | Choer. | ὑπερκύδαντας: τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλά‐ βως κλίνονται, οἷον Ἀκάδας Ἀκάδα, Τιμαχίδας Τιμαχίδα, Σουΐδας | |
Σουΐδα, Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ δὲ προσθεῖναι, χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένωνται· ἐκεῖνα γὰρ περιττο‐ | |||
5 | συλλάβως κλίνονται ἤγουν διὰ τοῦ ντ, οἷον οἶδα Οἴδας Οἴδαντος, μειδιῶ Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι Ἀφείδας Ἀφείδαντος. τούτων οὕτως ἐχόντων τὸ ὑπερκύδαντας Ἀχαιούς μήποτε ἀπὸ βαρυτόνου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ σημαίνοντος τὸ δοξάζω. γέγονε †κυδίεις κυδίεντος κυδίεντας καὶ | ||
10 | ὑπερκυδίεντας†. λέγουσι δέ τινες ὅτι ἐν τοῖς Ἐπιμερισμοῖς (fr. 1) λέγει ὁ Ἡρωδιανὸς ὅτι μετοχή ἐστιν· λέγει γὰρ ὅτι ἔστι κυδαίνω ὑπερκυ‐ δαίνω, ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατὰ συγκοπὴν ὑπερκύδαντας. ἐν δὲ τῷ Ὀνοματικῷ (2,613,5) λέγει ὅτι ὄνομά ἐστι. καὶ μᾶλλον ὄνομα δεῖ λέγειν αὐτὸ ἤπερ μετοχήν· τῷ | ||
15 | γὰρ Ὀνοματικῷ †δεῖ πιστευτέον† ἢ τοῖς Ἐπιμερισμοῖς· τοῦτο γὰρ ὡμολόγηται εἶναι Ἡρωδιανοῦ 〈***〉 ἀλλ’ εἰσὶ καὶ ψευδεπίγραφοι. A | ||
4.67 | ex. | ὑπερόρκια {δηλήσασθαι}: ὑπερβάντες τὰ ὅρκια. T | |
4.69 | ex. | αὐτίκ’ Ἀθηναίην: οὐ γὰρ ἀγγέλου μόνον, ἀλλὰ καὶ τοῦ πείσοντος Πάνδαρον ἔδει καὶ Μενέλαον σώσοντος. διὰ τοῦτο καὶ ἡ πάρος μεμαυῖα (cf. Δ 73) πέμπεται. b(BCE3)T | |
470-1 | Ariston. | ἐς στρατὸν ἐλθὲ〈— / πειρᾶν δ’〉: ὅτι τὸ μὲν ἐλθέ (70) προστακτικόν, τὸ δὲ πειρᾶν (71) ἀπαρέμφατον ἀντὶ τοῦ πείρα προστακτικοῦ. A | |
4.74 | Ariston. | 〈βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων:〉 ὅτι ὡς περὶ ὄρους τοῦ | |
Ὀλύμπου λέγει. Aim | |||
4.75 | ex. | 〈ἀστέρα:〉 ἀστέρα νῦν φησι τὸν ἀστεροειδῶς ἐξακοντιζό‐ μενον. b(BCE3E4)T | |
475-9a1 | ex. | ex. | οἷον δ’ ἀστέρα〈—θάμβος δ’ ἔχεν εἰσορόων‐ τασ〉: τούτους διᾴττοντας καλοῦσιν. δοκοῦσι δὲ ἀπὸ συστροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσιν. σπινθηρίζουσι δὲ καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. AT | ἐν ᾧ δὲ ταραττόμενοι | |
5 | σκοποῦσι περὶ τοῦ 〈***〉, τέως λανθάνει βαλὼν ὁ τοξότης. T | ||
475-9a2 | καλοῦσι δὲ τούτους διᾴττοντας, καὶ δοκοῦσι ἀπὸ συ‐ στροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσι. σπινθηρίζουσι δὲ καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι †κωλύονται†. | ἐν ὅσῳ δέ, φησί, ταραττόμενοι σκοποῦσι περὶ τοῦ πολέμου διὰ τὸ τέρας, ἐν | ||
5 | τοσούτῳ ἡ Ἀθηνᾶ ὁμοιουμένη αὐτῷ εἰς τὴν γῆν παρεγένετο. b (BCE3E4) | ||
4.76 | ex. | ἠὲ στρατῷ εὐρέϊ: καλῶς ἡ πολεμικὴ πολεμικῷ σημείῳ εἴ‐ κασται. b(BCE3E4)T | |
4.77 | Hrd. | ἀπὸ σπινθῆρες 〈ἵενται〉: ἐὰν δηλοῖ τὸ ἄποθεν ἡ ἀπό, βαρύνεται. A b (BCE3)T εἰ δὲ ἀναστρέφεται πρὸς τὸ ῥῆμα, ὃ καὶ βέλτιον, οὐ βαρύνεται. b(BCE3) | |
4.79 | ex. | κὰδ δ’ ἔθορ’ ἐς μέσσον· 〈θάμβος δ’ ἔχεν εἰσορόωντασ〉: τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις δηλοῖ. τὸ θάμβος δὲ οὐδετέρως παρ’ Ὁμήρῳ, Σιμωνίδης δὲ (fr. 115 P.) ἀρσενικῶς. A b (BCE3)T | |
4.81 | ex. | 〈ἄλλον:〉 ἀντὶ τοῦ τινά. Til | |
482a1 | ex. | ἦ ῥ’ αὖτις πόλεμος: πόλεμον μὲν ὑφορῶσιν ἐκ τοῦ πυρός, διστάζουσι δὲ †τὴν σβέσιν. T | |
482a2 | πόλεμον μὲν ἐκ τοῦ πυρὸς τοῦ ἀστέρος ὑφορῶσιν, διὰ δὲ | ||
τὴν σβέσιν διστάζουσιν. b(BCE3E4) | |||
482-3a1 | Nic. | 〈ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή /〉 ἔσσεται: ὁ λόγος στίζει ἐπὶ τὸ ἔσσεται (83)· εἴρηται γὰρ καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ (sc. ad Γ 428) ὅτι οὐ πάντως ἐπὶ τῶν πευστικῶς λεγομένων ὑποστικτέον. οὕτως Νικάνωρ (p. 176 Friedl.), εἰ καὶ | |
5 | ἀπατᾷ, φησίν, ἡ ὑπόκρισις. A | ||
482-3a2 | 〈ἦ ῥ’—κακὸσ〉 καὶ φύλοπις αἰνή / ἔσσεται: τε‐ λείαν εἰς τὸ ἔσσεται, φησὶ Νικάνωρ, εἰ καὶ ἀπατᾷ ἡ ὑπόκρισις. b (BCE3E4)T | ||
4.84 | ex. | ἀνθρώπων ταμίης 〈πολέμοιο〉: καλῶς τοῦτο τῇ φιλότητι (cf. Γ 83) ἐπήγαγεν· ταμιεύειν γὰρ τὸ ἐναποκλείειν. b(BCE3E4)T | |
486a | ex. | ἡ δ’ ἀνδρὶ ἰκέλη: ἔπεσε μὲν εἰς τὸ πλῆθος τῶν Τρώων ὡς ἀστήρ, ἀνδρὶ δὲ εἰκασθεῖσα Πάνδαρον ζητεῖ. b(BCE3E4)T | |
486b | ex. | 〈κατεδύσεθ’:〉 ἐπήρχετο. Til | |
487a1 | ex. | ex. | Λαοδόκῳ 〈Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ:〉 καλῶς ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καλεῖται. | καλῶς δὲ τούτῳ εἴκασται· Ἀντήνορος γὰρ ὢν παῖς καὶ παραβὰς νόμον προξενίας καὶ τοῦτον θέλει παραβῆναι, νόμον σπονδῶν· εἰ γὰρ ἕτερος ἦν ὁ συμβου‐ | |
5 | λεύων, ἔφη ἂν ὁ Πάνδαρος· ‘Διὰ τί μὴ σὺ παραβήσῃ τοὺς ὅρκους;‘ T | ||
487a2 | καλῶς τούτῳ εἰκάσθη· παρέβη γὰρ καὶ ἕτερον νόμον οὗτος πρὸ τοῦ νῦν. b(BCE3E4) βούλεται δὲ παραβῆναι καὶ τοῦτον τὸν νόμον ἤτοι τῶν σπονδῶν· b(BCE3) εἰ γὰρ ἕτερος ἦν ὁ συμβου‐ λεύων, ἔφη ἂν ὁ Πάνδαρος· ‘Διὰ τί μὴ καὶ σὺ παραβήσῃ τοὺς ὅρκους;‘ | | ||
5 | εἰκότως δὲ ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καίτοι μὴ ὢν καλεῖ‐ ται. ἀλλὰ καὶ κρατερὸς αἰχμητής, ἤτοι εἰς τὸ αἰχμάζειν ἰσχυρός. b (BE3) | ||
488a | Ariston. | Πάνδαρον ἀντίθεον διζημένη: τούτῳ καὶ τῷ ἑξῆς πα‐ | |
ράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζηνόδοτος τούτου μὲν τὸ ἀκροτελεύτιον οὕτως γράφει „εὗρε δὲ τόνδε“, τὸν δὲ δεύτερον οὐδὲ γράφει δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι. καταλέλοιπε δὲ τὸ διζη‐ | |||
5 | μένη. ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνθρώπινα ἐπιτηδεύειν. A | ||
488b | ex. | 〈Πάνδαρον ἀντίθεον διζημένη:〉 εἰκότως εἰκασθεῖσα ἀνδρὶ (cf. Ζ 86—7) καὶ τὰ ἀνδρῶν ποιεῖ. ἀντίθεον δὲ τὸν ἴσον Ἀπόλλωνι ἐν τοξείᾳ· τοὺς γὰρ ὑπερέχοντας ἔν τινι οὕτως φησίν. b (BCE3E4) | |
5 | D | εἴ που ἐφεύροι: οὐκ ἀσεβεῖ—οὐ πείθειν. A | |
488-9a1 | ex. | ex. | ex. | 〈Πάνδαρον— /〉 εὗρε Λυκάονος υἱόν: αἰσχροκερδὴς οὗτος ὁ καὶ τοὺς ἵππους οἴκοι καταλιπὼν φειδοῖ τροφῆς (cf. Ε 192—204). | Πάνδαρος ἡ πάντων ἀρά. τοῦτον δὲ ζητεῖ ὡς σμικρολόγον καὶ πεισόμενον ὑποσχέσει δώρων. | φασὶ δὲ Τριόπαν Περραιβῶν | |
5 | τύραννον τοσοῦτον ὠμὸν εἶναι ὡς τὸν ὑωνὸν ἀποκτείναντα αὐτὸν Καρνάβαν τυραννοκτονίας γέρας λαβεῖν παρὰ τῶν πολιτῶν. φυγὰς δὲ ἥκων εἰς Βρένθιν τῆς Τροίας καθαρθείς τε ὑπὸ Τρωὸς λαβὼν ἔδαφος κτίζει Ζέλειαν †τὴν μικρὰν λυκίαν†. ὥστε ἀναγκαίως ἐκ τούτου τοῦ αἵματός ἐστιν ὁ συγχέας τοὺς ὅρκους. T | ||
488-9b1 | ex. | ἀμύμονα: σώματι ἢ τέχνῃ ἢ γένει· οὐ γὰρ ἐπὶ τρό‐ πων. T | |
488-9a2/b2 | αἰσχροκερδὴς δὲ οὗτος καὶ τοὺς ἵππους οἴκοι καταλιπὼν φειδοῖ τροφῆς. | ἀμύμονα (89) δὲ αὐτὸν λέγει τῷ σώματι ἢ τῇ τέχνῃ ἢ τῷ γένει· οὐ γὰρ τοιοῦτος τοῖς τρόποις ἦν. b(BCE3) | ὡς μικρολό‐ γον τοίνυν καὶ πεισόμενον ὑποσχέσει δώρων αὐτὸν ζητεῖ. b(BCE3E4) | ||
490a1 | ex. | ἀμφὶ δέ μιν κρατεραὶ 〈στίχες ἀσπιστάων〉: προοι‐ | |
κονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην (cf. Δ 113—5). οὐκ ἄτοπον δὲ τοξότην εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους. Λοκροὶ γοῦν ὁπλίτην ἔχουσιν ἄρχοντα· περὶ ὧν φησι „καὶ ἐϋστρόφῳ †οἷος† ἀώτῳ / | |||
5 | Ἴλιον εἰς ἅμ’ ἕποντο πεποιθότεσ“ (Ν 716—7), ὁ δὲ Αἴας „ἐγχείῃ ἐκέκαστο“ (Β 530). T | ||
490a2 | προοικονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην. οὐκ ἄτοπον δὲ τοξότην μὲν εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους· b(BCE3) Λοκροὶ γάρ, περὶ ὧν φησι „καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ †πεποιθότες Ἴλιον εἰσανέβαινο톓, τοξόται μέν εἰσιν, ὁπλίτην δὲ ἔχουσι τὸν | ||
5 | ἄρχοντα· ὁ γὰρ Αἴας ἔγχει ἐκέκαστο παρὰ πάντας Ἕλληνας. b (BE3) | ||
4.91 | Ariston. | οἵ: πρὸς τὸ λαῶν ἀπέδωκεν, ὡς τὸ „γενεαὶ ἀνθρώπων, / οἵ οἱ πρόσθεν ἅμα τράφεν“ (Α 250—1). b(BCE3)T | |
493a | ex. | ἦ ῥά νύ μοί 〈τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον〉: οἰκεία ἡ παραίνεσις ὁμοτίμῳ ἀνδρὶ †εὐσχήμονα† πρᾶξιν ὑποτιθεμένῳ. ἕτοιμον δὲ πρὸς πειθὼ τὸ μὴ κελεύειν καὶ τὸ ἐκ πατέρων ὀνομάζειν. b (BCE3)T | |
493b | ex. | 〈Λυκάονος υἱὲ δαΐφρον:〉 οἰκειότητα ὑποφαίνει· „πα‐ τρόθεν ἐκ γενεῆσ“ (Κ 68). T | |
493c | Nic. | Λυκάονος υἱὲ δαΐφρον: τελεία ἐνταῦθα καὶ εἰς τὸ „τα‐ χὺν ἰόν“ (Δ 94). T | |
D | πίθοιο: διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν—αὐτὸν ἐπελέξατο τοξότην. A | ||
494a1 | Hrd. | {τλαίης κεν μενελάωι} ἐπιπροέμεν: Ἀρίσταρχος ἀναστρέ‐ φει, ἵνα τὸ ἑξῆς γένηται ἐπὶ Μενελάῳ, ὡς καὶ ἐπ’ ἐκείνου „ἦ καὶ ἐπ’ Ἀντινόῳ ἴθυνεν“ (χ 8). Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφ’ ἕν, ἐπιπροέ‐ μεν, ὁμοίως τῷ „ἐπιπροΐηλε“ (Λ 628) καὶ „ἐπιπροέηκε“ (ο 299), ἵν’ | |
5 | ἔμφασις μᾶλλον γένηται. A | ||
494a2 | 〈ἐπιπροέμεν:〉 Ἀρίσταρχος μὲν βαρύνει τὴν ἐπί, Μενε‐ κράτης δὲ ὑφ’ ἓν ἀναγινώσκει. b(BCE3) | ||
494a3 | ἔπι προέμεν: οὕτως Ἀρίσταρχος, Μενεκράτης δὲ ὑφ’ | ||
ἓν „ἐπιπροέμεν“. T | |||
4.95 | ex. | χάριν καὶ κῦδος ἄροιο: χάριν ὡς τῆς μάχης παύσας αὐ‐ τούς, κῦδος δὲ ὡς τὸν βασιλέα τῶν πολεμίων ἀνελών. βεβαιωτικῶς δὲ ἀναγνωστέον· b(BCE3E4)T ὅμοιον γάρ ἐστι τῷ „ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο“ (Ι 303). πιστὸς δὲ ὁ λόγος ἀνδρὶ περικείμενος | |
5 | ἐπιφανεῖ. b(BCE3)T | ||
4.96 | ex. | Ἀλεξάνδρῳ βασιλῆϊ: προσαγωγικῶς, εἴ γε †αὐτῷ† τυχόντι χαρίσεται τοῦτο ποιῶν. b(BCE3)T ἀγχίνουν δὲ τὸ τοῖς καιροῖς οἰκείους τοὺς ἐπαίνους καὶ τοιούτους ποιεῖν. b(BE3)T | |
D | Ἀλεξάνδρῳ βασιλῆϊ: πρὸς καιρὸν—μείζονος δω‐ | ||
5 | ρεᾶς. A | ||
497a | Hrd. | τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο: τινὲς ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις †γενικῇ συντασσομένη πτώσει· A b (BE3)T ἔστι γὰρ τὸ ἑξῆς παραφέροιο. A | |
497b | ex. | ex. | 〈πάμπρωτα παρ’ ἀγλαά:〉 πρῶτα ὡς καὶ ἄλλων δω‐ σόντων, ἀγλαά δὲ ὡς παρὰ βασιλέως. b(BCE3E4)Til | ἀπείργει δὲ ἡμᾶς δωροδοκίας διὰ Πανδάρου καὶ Ἀντιμάχου (cf. Λ 123—5). b (BE3) | |
499a | ex. | σῷ βέλεϊ δμηθέντα: ἐφελκυστικῶς, ὡς πάντως αὐτοῦ τεθνηξομένου. b(BCE3E4)T | |
499b | Hrd. | πυρῆς ἐπιβάντ’: οὐκ ἀναγκαῖον ἀναστρέφειν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα· ἔμφασις γὰρ γίνεται τῇ μετοχῇ, εἰ συντα‐ γείη ἡ πρόθεσις. A | |
499c | ex. | {πυρῆς} ἀλεγεινῆς: ἀλεγεινῆς τοῖς οἰκείοις τῶν ἀπο‐ θνῃσκόντων. T | |
D | ὅτι οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον—τινι ἀποθέ‐ | ||
μενοι. A | |||
4100a | ex. | ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου: πῶς μὴ μᾶλλον Ἀγα‐ μέμνονα τοξεύει μὴ καθωπλισμένον ἤ τινα τῶν ἀρίστων, ἀλλὰ τὸν ἐντεθωρακισμένον; δῆλον οὖν ὡς ἀποτριβόμενος τὴν κατηγορίαν τῆς ἐπιορκίας, b(BCE3)T ἵνα δοκῇ {ὡς} οὐ Πάνδαρος, Ἀλέξανδρος | |
5 | δὲ εἶναι ὁ ἐκ λόχου τὸν Μενέλαον τοξεύσας. b(BE3)T | ||
4100b | Ariston. | 〈Μενελάου:〉 πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐπὶ τὸν Μενέ‐ λαον. Aint | |
4100c | ex. | ὀΐστευσον Μενελάου: ὡς „ἐξέρρηξεν ὁδοῖο“ (Ψ 421) καὶ „κατεάγη τῆς κεφαλῆσ“ (Ar. vesp. 1428). T | |
4101a | Ariston. | 〈Λυκηγενέϊ:〉 ὅτι ἀπὸ τῆς Τρωϊκῆς Λυκίας, ἐξ ἧς ἐστιν ὁ Πάνδαρος. Aim | |
4101b1 | ex. | Λυκηγενέϊ: ἐν Λυκίᾳ γενομένῳ· ἀψευδέστατον γάρ ἐστιν ἱερὸν Ἀπόλλωνος ἐν Λυκίᾳ. ἢ ὅτι λύκος ἡγήσατο 〈μετὰ〉 τὰς ὠδῖνας Λητοῖ ὥστε καθαρθῆναι εἰς τὸν Ξάνθον. φρονήματος δὲ αὐτὸν πληροῖ πολίτην ὑποτιθέμενος αὐτοῦ τὸν θεόν. T | |
4101b2 | ἀψευδέστατον γάρ ἐστιν Ἀπόλλωνος ἱερὸν ἐν Λυκίᾳ. πληροῖ δὲ αὐτὸν φρονήματος μείζονος, πολίτην αὐτοῦ τὸν θεὸν ὑπο‐ θέμενος εἶναι. b(BCE3) | ||
D | D | Λυκηγενέϊ: φασὶν ὅτι λαθεῖν—δεκαστίχῳ λέγει. | | ||
5 | τεσσάρων δὲ τεχνῶν—μαντικῆς καὶ μουσικῆς. A | ||
4.102 | ex. | ἀρνῶν πρωτογόνων: καὶ πῶς ὁ Χρύσης „ταύρων ἠδ’ | |
αἰγῶν“ (Α 41) θυσίαν ὑπισχνεῖται; ἐροῦμεν ὡς ὅτι τὰ ἀπόρρητα τοῦ θεοῦ σαφῶς ἐπιστάμενος εἰκότως τὰ τῷ θεῷ φίλα θύει· θυσίαις γὰρ ταύρων καὶ αἰγῶν Ἀπόλλων ἥδεται· b(BCE3E4)T ὕλη γὰρ | |||
5 | τοῖς τόξοις τὰ κέρατα τούτων. Πάνδαρος δὲ ὑπὸ τῆς Ἀθηνᾶς πειθό‐ μενος τοξεῦσαι οὐκ αἶγας ἢ ταύρους ὑπισχνεῖται, ἀλλὰ πρωτογόνους ἄρνας· ἀποτυχεῖν γὰρ αὐτὸν ἡ Ἀθηνᾶ τῆς καιρίας πληγῆς ἐβούλετο. b(BE3E4)T πρωτογόνων δὲ νέων (ἀεὶ γὰρ νεάζει τὸ θεῖον) ἢ πρωτευόντων ἐν γονῇ ἢ ἠριτόκων· πρῶτον γὰρ πάσης ὥρας τὸ | ||
10 | ἔαρ. b(BCE3E4)T | ||
4.103 | ex. | ἱερῆς εἰς ἄστυ Ζελείης: τοῦτο πρὸς τὸ ἐπᾶραι Πάνδα‐ ρον· ἢ b(BCE3)T ἐπεὶ χρηστήριόν ἐστι τοῦ θεοῦ ἐκεῖ. b(BCE3 E4)T | |
D | οἴκαδε νοστήσας: ὅτι ἡ ὑπὸ τῇ Ἴδῃ Λυκία—λίαν | ||
5 | εὐσεβεῖσθαι. A | ||
4.104 | ex. | φρένας ἄφρονι: ὅτι θεοὺς ἐκάλει εἰς τὴν κατὰ θεῶν πρᾶξιν. διδάσκει δὲ †μήτε† θεῷ παρὰ τὸ δέον συμβουλεύοντι πείθεσθαι. b (BCE3E4)T | |
4105a | ex. | ἐσύλα τόξον: ὅτι ἡσυχῆ μέλλει κλέπτειν τὴν πρᾶξιν ἢ θεῶν πίστιν λύειν ὡς ἱερόσυλος. b(BCE3E4)T | |
4105b1 | ex. | ἰξάλου αἰγός: ὄνομα ἡλικίας· ἢ τὸν ἐπὶ ἅλας ἱκνούμε‐ νον (ψωριᾷ γάρ) μετὰ †λοιμόν†· ἢ ἀφηγούμενον ἄλλων· ἢ τὸν εἰς τὰς ἰξύας ἐρχόμενον, ὅ ἐστι κήλωνα· ἢ τὸν τομίαν (οἱ γὰρ τέλειοι διωκόμενοι ἐντρίβονται τοὺς ὄρχεις)· ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνά‐ | |
5 | μενον, ὅθεν καὶ ἡ αἰγίλιψ πέτρα (cf. Ι 15 al.). T | ||
4105b2 | τοῦ ἰξάλου δὲ τοῦ ἱκνουμένου ἐπὶ τοὺς ἅλας (ψωριῶν γὰρ οὐδενὸς ἑτέρου μεταλαμβάνει)· ἢ τὸν εἰς τὰς ἰξύας ἐρχόμενον, ὅ ἐστι κήλωνα· ἢ ἐντομίαν (οἱ γὰρ τέλειοι διωκόμενοι ἐντρίβονται τοὺς ὄρχεις)· ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνάμενον. b(BCE3E4) | ||
5 | D | ἰξάλου: ἤτοι τελείου, ἢ πηδητικοῦ—τὰ γεννητικὰ μόρια. A | |
4105-6 | ex. | {ἰξάλου} αἰγός 〈/ ἀγρίου〉: ὁ τρόπος μετατύπω‐ σις, ὡς „πόλιν ἄκρην“ (Χ 383). T | |
4106a | ex. | ὅν ῥά ποτ’ αὐτὸς 〈ὑπὸ στέρνοιο〉 τυχήσας: προπαρασκευάζει διὰ τούτου τὴν εὐστοχίαν τοῦ ἀνδρός. b(BCE3 E4)T | |
ex. | ex. | τυχήσας: παρὰ τὸ τύχη τυχῶ. ἀτριβὴς δὲ ὁ σχηματι‐ | ||
5 | σμὸς τῆς μετοχῆς· οὐδὲ γὰρ παρὰ τὸ λαβών εἴποι τις λαβήσας. | οὐκ οἶδεν Ὅμηρος ὄνομα τῆς τύχης. T | ||
4107a | ex. | 〈πέτρης ἐκβαίνοντα:〉 γραφικῶς πάλιν ἡμῖν ὁ τόπος ἠκρίβωται. Til | |
4107b | ex. | προδοκῇσι: τόποις προβλήματα ἔχουσιν. οἱ δὲ ταῖς ἐνέδραις b(BCE3E4)T παρὰ τὸ προσδέχεσθαι. T | |
4108a | Ariston. | ὃ δ’ ὕπτιος 〈ἔμπεσε πέτρῃ〉: ὅτι οὐ πρηνεῖς, ἀλλ’ ἀνατρεπομένους ὑπὸ τῆς πληγῆς συνίστησι, διὰ τὰς βίας τῶν βα‐ λόντων. A | |
4108b1 | ex. | ὁ δ’ ὕπτιος ἔμπεσε 〈πέτρῃ〉: ἐναργῶς ἐδήλωσε τὸν ὑπὸ βιαίας πληγῆς ὑπτιασθέντα. T | |
4108b2 | ὕπτιον δὲ λέγει πεσεῖν, ἵνα τὸ καίριον τῆς πληγῆς δηλωθῇ, ὃ αὐτὸν ὑπτιάζει. b(BCE3E4) | ||
4109a | ex. | κέρα: ἀποκοπὴ τοῦ κέρατα. Ἡρωδιανὸς (cf. 2,7,4) συν‐ | |
αλιφὴν τοῦ κέραα. A b (BCE3)T τὸ δὲ χρέεα χρέα συγκοπή. AT | |||
4109b | ex. | τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει: καὶ ποῦ ἐστι κέρας δύο ἥμισυ πήχεων; ἀλλ’ οὐκ ἐπὶ ἑκατέρου φησίν, ἀλλ’ ἀμφοτέρων. A b (BCE3)T Ἀλέξανδρος δέ φησιν (FGr Hist 25, 6 vel 273, 143) ἐν Δήλῳ κεῖσθαι κέρατα ἀπὸ τῆς Ἐρυθρᾶς | |
5 | θαλάσσης, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, σταθμούμενα δὲ μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ ἴσου. AT | ||
D | δῶρον καλεῖται—ὅπερ ἄτοπον. A | ||
4109c | Did. | 〈πεφύκει:〉 Ἰακῶς τὸ πεφύκει. Aint | |
4110-1 | ex. | καὶ τὰ μὲν ἀσκήσας / πᾶν δ’ εὖ λειήνας: πρὸς τὸ νοητὸν ἀπὸ πληθυντικοῦ ἑνικόν· „αἱ δ’ αὖ πρὸς νότου εἰσί, οὐδέ τι τῇ γε“ (cf. ν 111)· „Εὔμαι’, ἦ μάλα δὴ 〈τάδε δώματα κάλ’ Ὀδυσῆος· / ῥεῖα δ’ ἀρίγνωτ’ ἐστί〉“ (ρ 264—5). T | |
4.110 | ex. | κεραξόοσ〈—〉τέκτων: τέκτων πᾶς τεχνίτης· ὅθεν λιθοτέκτονες καὶ χρυσοτέκτονες. b(BCE3)T Πίνδαρος δὲ „τέκτονα νωδυνίασ“ (P. 3, 6) φησίν. T | |
4111a1 | ex. | ἐπέθηκε κορώνην: κορώνη πᾶν ἐπικαμπὲς μεταφο‐ ρικῶς ἀπὸ τοῦ ζῴου. ἐπέθηκε δὲ ἐπάνω ἔθηκεν. T | |
4111a2 | ἤτοι ἐπάνω ἔθηκεν. κορώνη δὲ πᾶν τὸ ἐπικαμπὲς ἀπὸ μεταφορᾶς τοῦ ζῴου. b(BCE3E4) | ||
4112-3 | Nic. | καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος 〈ποτὶ γαίῃ / ἀγκλίνασ〉: ἐπὶ τὸ τανυσσάμενος βραχὺ διασταλτέον· πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτό, πρότερον ἐντείνας τὴν νευράν. A | |
D | ποτὶ γαίῃ ἀγκλίνας: πρὸς τῇ γῇ—ὑπὸ τῶν | ||
5 | Ἑλλήνων. A | ||
4.112 | ex. | Nic. | καὶ τὸ μὲν εὖ—τανυσσάμενος: καὶ ἐπαναβιβά‐ σας τῇ κορώνῃ τὴν νευράν. b(BCE3E4)Til | βραχὺ δὲ διασταλτέον εἰς τὸ τανυσσάμενος. b(BCE3)Til | |
4113a | ex. | 〈ἀγκλίνας:〉 ἀπερείσας, b(BCE3)Til ὡς „κλίνας κολλητῇσιν“ (φ 164). Til | |
4113b | ex. | πρόσθεν δὲ σάκεα: κατάφωρον αὐτὸν μᾶλλον ποιοῦσι τειχίζοντες τοῖς ὅπλοις. ἀλλ’ ἅμα ἔτεινεν καὶ οὕτως ἀφῆκεν, οὐ πρὸς τὴν τῶν λόγων ἀφήγησιν. b(BCE3E4)T | |
4117a | Ariston. | ἀβλῆτα πτερόεντα μελαινέων 〈ἕρμ’ ὀδυνάων〉: ἀθετεῖται, ὅτι νῦν ἁπλῶς ἄβλητον καὶ μηδέποτε βεβλημένον καὶ ἀφειμένον, οὐχ Ὁμηρικῶς· τὸ γὰρ βάλλειν Ὅμηρος οὐκ ἐπὶ τοῦ ψιλῶς προέσθαι τίθησι. καὶ διὰ τοῦ μελαινέων ἕρμ’ ὀδυνάων | |
5 | οὐχ ὃ θέλει λέγει· ἕρμα γὰρ καθ’ Ὅμηρον ἔρεισμα καὶ κώλυμα, οὐ γίνεται δὲ ὀδυνῶν κώλυμα τὸ βέλος. A | ||
4117b | ex. | ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων: σημειοῦται ὁ στίχος ὡς ἐνοχλῶν τῇ τάξει· καὶ τὸ ἀβλῆτα οὐχ Ὁμηρικόν, ἄμεινόν τε τοῦ πτερόεντα τὸ „πικρὸν ὀϊστόν“ (Δ 118). b(BE3)T | |
4117c | Did. | 〈μελαινέων:〉 οὕτω διὰ τοῦ ε διὰ τὸ μέτρον. Aim | |
4117d | ex. | ἕρμα: ἔρεισμα· συνέχει γὰρ ἕως ἀφαιρεθῇ τὴν ὀδύνην. | |
b(BE3E4)Til ὅμοιον δέ ἐστι καὶ τὸ „ἕρμα πόληοσ“ (Π 549 al.). b(BE3)Til μελαινάων δέ, b(BE3) ὅτι μελαίνονται αἱ σάρκες τῶν ἐκ πεφαρμακευμένων βληθέντων ὀϊστῶν, b(BE3E4) | |||
5 | ὡς τὸ „μελαίνετο δὲ χρόα καλόν“ (Ε 354). b(BE3) | ||
4118a | ex. | 〈αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν:〉 τὸ „αὐτίκ’ ἐσύλα τόξον“ (Δ 105) b(BCE3E4)T καὶ τὸ αἶψα τὸν ἐπτερωμένον τοῖς δώροις δηλοῦσιν. b(BCE3)T τὸ δὲ κατε‐ κόσμει διὰ τὸ ἐπικίνδυνον τῆς βολῆς. b(BCE3E4)T ἀμέλει καὶ | |
5 | ὀϊστὸν ἐπιλέγεται, ὃν μάλιστα εὐστοχήσειν οἴεται. Ὀδυσσεὺς δὲ „ταχέας †ἐκχεύατ’ ὀϊστούσ“ (χ 3)· κατὰ γυμνῶν γὰρ ἵησιν, οὐ σκοποῦ δεόμενος. b(BCE3)T | ||
4118b | ex. | 〈πικρόν:〉 μεταφορικῶς ἀπὸ τῶν γευμάτων. Til | |
4122-3 | ex. | γλυφίδας τε λαβὼν〈—μαζῷ πέλασεν〉: γλυφίδας ἀντὶ ἑνικοῦ· b(BCE3)T οὕτω γὰρ ἡ χηλὴ καὶ ἐγκοπὴ τοῦ βέλους. T ἐπεὶ δὲ πρώτη βέλους ἐστὶν ἄφεσις αὕτη, εἰκότως αὐτὴν ἐπεξεργάζεται. b(BCE3)T μαζῷ δὲ τῷ ἀριστερῷ. | |
5 | T νόμον δὲ τοξείας γράφει. b(BCE3)T Σκύθαι μὲν οὖν ἐπὶ τῶν ὤμων τείνουσι καὶ νεύροις ἱππείοις, Κρῆτες δὲ τούτοις ἐναντίως καὶ νεύροις βοείοις. b(BCE3)TTil | ||
4.122 | ex. | 〈νεῦρα:〉 ἀντὶ ἑνικοῦ. Til | |
4123a1 | Ariston. | νευρὴν μὲν μαζῷ: ὅτι Ζηνόδοτος πρὸ τούτου τὸν ἑξῆς τέταχεν, οὕτως ποιήσας· „ἕλκε δ’ ὁμοῦ γλυφίδας καὶ νεῦρα | |
βόεια“ (Δ 122), εἶτα „αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε“ (Δ 124), νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον, εἶτα | |||
5 | „λίγξε βιόσ“ (Δ 125), οὐ νοήσας ὅτι διὰ τῶν παρεπομένων, τοῦ „ἕλκε δ’ ὁμοῦ“ (Δ 122) καὶ νευρὴν μὲν μαζῷ πέλασεν, συνίστησι τὴν ἔντασιν γεγενημένην, εἶθ’ ἑξῆς λέγει, ἐπειδὴ ἐνετάθη καὶ κυκλο‐ τερὲς ἐγένετο, ἀπέστειλε τὸ βέλος. A | ||
4123a2 | ἀπὸ τῶν παρεπομένων τὴν ἔντασιν δηλοῖ. b(BCE3)Til | ||
4124a1 | ex. | 〈κυκλοτερὲς—ἔτεινεν:〉 τείνας ἐκύκλωσεν. Til | |
4124a2 | ἀντὶ τοῦ τείνας κυκλοτερὲς ἐποίησε. b(BCE3E4) | ||
4125a | ex. | λίγξε βιός: ὀνοματοποιΐα. ἐκ δὲ τῶν παρεπομένων τὴν ἄφεσιν δηλοῖ. b(BCE3)Til | |
4125b | ἆλτο ὀϊστός: συνέτεμε τὴν λέξιν πρὸς τὸ τάχος τῆς ἀφέσεως. b(BCE3)T | ||
4126a | ex. | 〈ὀξυβελής:〉 ὀξέως βάλλων ἢ βληθείς. b(BCE3E4)Til | |
4126b | ex. | καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων: ἐπιπεσεῖν τῷ πλήθει θέλων. ἐμφαντικῶς δὲ τὴν τοῦ βαλόντος προθυμίαν εἰς τὸ βληθὲν μετήγαγεν, b(BCE3)T ὡς „λιλαιόμενα χροὸς ἆσαι“ (Λ 574. Ο 317), b(BCE3E4)T „ἀγαλλόμεναι Διὸς οὔρῳ“ (ε | |
5 | 176). b(BCE3)T | ||
4126c | Hrd. | ἐπιπτέσθαι: παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος, ὁμοίως τῷ „τότ’ ἂν οὔ τοι ἀποσχέσθαι“ (ι 211), καὶ τὸ ἁπλοῦν αὐτοῦ ἐστι πτέσθαι. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον. A | |
4126d | ex. | ἐπιπτέσθαι: ἀπὸ τοῦ πτῶ b(BE3)T τὸ πτέσθαι· καὶ Σοφοκλῆς „πτέσθαι σθένοντεσ“ (O. R. 17). T τὸ δὲ „διαπτά‐ | |
σθαι“ (Eur. Med. 1) ἀπὸ τοῦ πτῆμι. b(BE3)T | |||
4127a | ex. | οὐδὲ σέθεν, Μενέλαε: ἀποστροφὴ ἀπὸ προσώπου εἰς πρόσωπον. προσπέπονθε δὲ Μενελάῳ ὁ ποιητής. διὸ συνεχέστερον αὐτῷ διαλέγεται, ὡς καὶ Πατρόκλῳ (cf. Π 20 al.), Εὐμαίῳ (cf. ξ 55 al.), Μελανίππῳ (cf. Ο 582). ἀποστροφῆς εἴδη· τὸ †περὶ† λέξιν, | |
5 | ὡς ὅταν ἐκ μετοχῆς εἰς ῥῆμα μετέλθῃ, b(BCE3E4)T „ἐξ ὁμόθεν †πεφυότες†· ὁ μὲν〈—〉ὁ δέ“ (ε 477): T τὸ †περὶ† φράσιν, ὅταν ἀπὸ τοῦ διηγηματικοῦ εἰς τὸ μιμητικὸν μετέλθῃ, b(BCE3E4)T „ἱππεῦσι μὲν πρῶτα, / ὃς δέ κ’ ἀνήρ“ (Δ 301. 306), T ἢ τὸ ἐναντίον· ἢ ἀπὸ προσώπου εἰς πρόσωπον, ὡς νῦν b(BCE3E4)T | ||
10 | οὐδὲ σέθεν, Μενέλαε· T ἢ ἀπὸ τόπου εἰς τόπον. b(BCE3E4)T | ||
4127b | ex. | 〈οὐδὲ ...〉 λελάθοντο: κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ἐφρόντισαν. ἡ δὲ ἀντίφρασις ἢ κατὰ ἐναντίωσιν, ὡς νῦν, ἢ κατὰ εὐ‐ φήμησιν, ἢ παρ’ ὑπόνοιαν, ὡς „χωρίον σκληρὸν μέν, οὐκ ἔχον δὲ ὕλην“, δέον εἰπεῖν „εὔγειον μέν“. b(BE3E4)T | |
4128a1 | Nic. | ἀθάνατοι· 〈πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἀθάνατοι· κοινὸν γὰρ ἐπὶ τὸ ἑξῆς τὸ †οὐκ ἔλαθεν. A | |
4128a2 | ἀπὸ κοινοῦ τὸ οὐκ ἐλάθετο. Til | ||
4129a | Did. | 〈ἥ τοι:〉 οὕτως μετὰ τοῦ τ, ἥ τοι. Aim | |
4129b | ex. | 〈βέλος ἐχεπευκὲς ἄμυνε:〉 ἤμυνε τὸ βέλος πρὸς τὸ μὴ γενέσθαι αὐτὸ ἐχεπευκές. b(BCE3E4)Til | |
4130-1 | ex. | ὡς ὅτε μήτηρ〈—ὕπνῳ〉: ἡ μήτηρ πρὸς τὸ εὔνουν· ἡ μυῖα πρὸς τὸ εὐχερῶς μὲν ἀποσοβεῖσθαι, μεταπηδᾶν δὲ εἰς ἕτερον τόπον· ὁ δὲ ὕπνος πρὸς τὸ ἀπαραφύλακτον καὶ τὸ ἀσθενὲς | |
τῆς πληγῆς. b(BCE3E4)T | |||
4.131 | D (?) | 〈ὅθ’:〉 ὅτε. Til | |
4132a | ex. | ὅθι ζωστῆρος ὀχῆες: Αὐτόχθων οὕτως· T „ἵνα μὴ χαλεπὴ γένηται ἡ πληγή, εἰς τοῦτο τὸ μέρος τὸ βέλος ἄγει, καθ’ ὃ ἀλλήλοις ἐπιφερόμενα τὰ πτερύγια τοῦ θώρακος ἐσφίγγετο ὑπὸ τοῦ ζωστῆρος. b(BCE3E4)T οὗτός ἐστιν ὁ θώραξ ὁ διπλοῦς.“ T | |
4132b | ex. | ὅθι ζωστῆρος ὀχῆες: ζωστὴρ ἡ θωρακῖτις ζώνη, ᾗ ζώννυνται τὸν θώρακα. b(BCE3E4)T | |
4133a | Ariston. | χρύσειοι σύνεχον 〈καὶ διπλόος ἤντετο θώρηξ〉: ὅτι καθ’ ὃν τόπον ἐζώννυντο, διπλοῦς ἦν ὁ θώραξ, καθὸ ὑποβέβλητο τῷ στατῷ θώρακι τὸ λεγόμενον ζῶμα, καθῆκον μέχρι τῶν γονάτων ἀπὸ τῶν λαγόνων. A | |
4133b | ex. | καὶ διπλόος ἤντετο θώρηξ: ὑπῆρχε διὰ τὴν συνάντη‐ σιν τοῦ χαλκοῦ θώρακος πρὸς τὸ ζῶμα· Τήλεφος γάρ φησι τὸ ἀπὸ τοῦ αὐχένος ἄχρι ὀμφαλοῦ στατὸν θώρακα καλεῖσθαι, τὸ δὲ ἀπὸ λαγόνων ἄχρι κνημῶν ζῶμα. περὶ δὲ τὸ ἦτρον ἡ μίτρα, ἔσωθεν | |
5 | ἐριώδης, περὶ δὲ τὴν ἐπιφάνειαν χαλκῆ οὖσα, πρὸς τὸ μὴ θλίβεσθαι τὴν γαστέρα b(BCE3E4)T ὑπὸ τοῦ θώρακος καὶ τοῦ ζώματος· T διὸ τὴν συμβολὴν διπλόον θώρακά φησιν. b(BCE3E4)T ἄνωθεν δὲ τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ ζώματος καὶ τοῦ θώρακος ζώνη ἐπέκειτο συσφίγγουσα τὰ πάντα, ἣν ζωστῆρα καλεῖ. b(BE3 | ||
10 | E4)T | ||
4133c | ex. | καὶ διπλόος ἤντετο θώρηξ: Αὐτόχθων οὕτως· „τὰ πρὸς ταῖς λαγόσι μέρη τοῦ θώρακος διὰ τὸ μὴ συνδεδέσθαι ἀλλήλοις πτερύγια καλεῖται. ταῦτα ἐπιτιθέμενα ἀλλήλοις καὶ σφιγγόμενα ὑπὸ τοῦ ζωστῆρος διπλοῦν τὸν θώρακα ἐκεῖσε ἀπεργάζονται. ἔστιν | |
5 | οὖν ἐν μὲν τῷ χρωτὶ ἡ μίτρα, μεθ’ ἣν τὸ ζῶμα τὸ ἀπὸ κνημῶν ἀνιὸν ἄχρι λαγόνων· μεθ’ ὃ ὁ θώραξ, ὡς εἴρηται (sc. ad Δ 132a), περὶ τὰς λαγόνας διπλούμενος· ἄνωθεν δὲ ὁ ζωστήρ.“ b(BE3E4)T | ||
4.135 | Ariston. | διὰ μὲν ἂρ ζωστῆρος 〈ἐλήλατο〉: πρὸς τὸν ὁπλισμόν· πρῶτος γάρ ἐστι πρὸς τὴν ἐπιφάνειαν ὁ ζωστήρ, καὶ κατὰ τοῦ στατοῦ καὶ κατὰ τοῦ ζώματος. ἀμφότερα δὲ ταῦτα θώρακα καλεῖ· διόπερ ὅταν τοῦ ἑτέρου μνησθῇ, τὸ ἕτερον παραλείπει. ἔνδοθεν δὲ | |
5 | τούτων πρὸς τῷ χρωτὶ κατὰ τὰ κοῖλα καὶ τὰς λαγόνας ἡ μίτρα. A | ||
4.136 | ex. | καὶ διὰ θώρηκος πολυδαιδάλου: ἐσίγησε τὸ ζῶμα, ἐν δὲ τοῖς ἑξῆς (sc. Δ 186—7) ἐναντίον· „εἰρύσατο ζωστήρ τε παναίο‐ λος ἠδ’ ὑπένερθε / ζῶμά τε καὶ μίτρη“. b(BCE3E4)T | |
4137a1 | Did. | ἔρυμα: ἡ Ζηνοδότου καὶ Ἀριστοφάνους „ἔλυμα“ εἶχον, οἱονεὶ εἴλημα. A | |
4137a2 | Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἔλυμα“ Til | ||
4138a | Ariston. | | ἥ οἱ πλεῖστον ἔρυτο· 〈διὰ πρὸ δὲ εἴσατο καὶ | |
Hrd. | τῆσ〉: ἡ διπλῆ πρὸς τὸ ζητούμενον ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος „τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ’ ἔσχετο“ (Υ 272), καθὸ ἠμαύρωσεν τὴν φορὰν τοῦ δόρατος, ὅμως μέντοι διεκόπη, καθάπερ νῦν ἐπὶ τῆς μίτρας | ||
5 | λέγει. | τὸ δὲ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται. οὕτως Ἀρίσταρ‐ χος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις 〈***〉· ἔστι γάρ τι ῥῆμα ἐρύω· τούτου ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλιφῇ καὶ ἐνδείᾳ τοῦ ι ἐγένετο ἔρυτο. A | ||
4138b | ex. | ἥ οἱ πλεῖστον ἔρυτο: διὰ τί μᾶλλον αὕτη τοῦ θώρα‐ κος συνεργεῖ πρὸς ἀσφάλειαν; ὅτι δυσπαθέστερα τῶν ἀντιτυπούντων τὰ ὑπείκοντα. b(BCE3E4)T | |
4139a | ex. | 〈ἀκρότατον:〉 ἀντὶ τοῦ ἄκρον· χρὼς γάρ ἐστιν ἡ ψιλὴ τοῦ σώματος ἐπιφάνεια. Til | |
4139b | Ariston. | ἀκρότατον δ’ ἄρ’ 〈ὀϊστόσ〉: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει „χαλκόσ“· ἐπιλέλησται δὲ ὅτι ἐν τοῖς ἐπάνω (sc. Δ 123) σιδηρᾶν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι. καὶ ὅτι τὸ ἀκρότατον οὐχ ὑπερθετικόν ἐστιν, ἀλλ’ ἀντὶ τοῦ ἄκρον τὸν χρῶτα. A | |
4139c | Did. | 〈ὀϊστὸς ἐπέγραψε〉: τὸ ἐπέγραψε χωρὶς τοῦ ν. ἐν δέ τισιν „χαλκόσ“ γράφεται. οὐκ ἀρέσκει δὲ Ἀριστάρχῳ. Aint | |
4140a | Ariston. | D | αὐτίκα δ’ ἔρρεεν αἷμα 〈κελαινεφὲς ἐξ ὠτειλῆσ〉: ἀθετεῖται, ὅτι οὐκ ἂν λέγοι Ὅμηρος ὠτειλὴν τὸ ἐκ βολῆς τραῦμα· διαστέλλει γὰρ τὸ οὐτάσαι πρὸς τὸ βαλεῖν. | διαφέρει δὲ ὠτειλὴ —τραύματος. A | |
4140b | ex. | αὐτίκα δ’ ἔρρεεν αἷμα 〈κελαινεφέσ〉: ἴσως φλὲψ ἦν λυθεῖσα· καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιάν, διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· „νέφος εἵπετο πεζῶν“ (Δ 274). ἐπεξεργάζεται δὲ τὴν πληγήν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν. T | |
4140c | ex. | ἐξ ὠτειλῆς: οὕτω τὴν ἀπὸ δόρατος μόνην πληγὴν καλεῖ, εἰ μὴ ἄρα τῷ γενικωτέρῳ χρῆται, ὡς τὸ „ἀλλ’ οὐ γάρ σε θέλω βαλέειν“ (Η 242). T | |
4140d | ex. | 〈ὠτειλῆς:〉 νῦν ἡ ἀπὸ βέλους. Til | |
4139-40 | ex. | ex. | | ἴσως φλὲψ ἦν λυθεῖσα | ἐκ τοῦ χρωτός· χρὼς δέ ἐστιν | |
ex. | ex. | ἡ τοῦ σώματος ἐπιφάνεια. | καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιάν, διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· „νέφος εἵπετο πεζῶν“ (Δ 274). ἐπεξεργάζε‐ ται δὲ τὴν πληγήν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν. | | ||
5 | ὠτειλὴ δέ ἐστι μόνη ἡ ἀπὸ δόρατος πληγή. b(BCE3E4) | ||
4141a | Ariston. | ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα: ἡ διπλῆ, ὅτι τινὲς „ἐλε‐ φαντά“ ὡς βλαβερά διενεγκάμενοι τῷ τόνῳ ἀπέδωκαν ἔρια λευκά. †νῦν δὲ κυρίως ἀκούειν τὸν ἐλέφαντα. A | |
4141b | Hrd. | 〈ἐλέφαντα:〉 οὕτως ὁμοτόνως τῷ ζῴῳ τὸ ὀστέον· καὶ γὰρ ἐν ἑτέροις φησί· „λευκοτέρην δ’ ἄρα μιν θῆκε πριστοῦ ἐλέ‐ φαντοσ“ (ς 196). Aint | |
4141c | ex. | ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα: ὄψιν ἡμῖν γραφικὴν παρ‐ έστησεν. θαυμάζεται δὲ παρὰ Λάκωσι λευκὸς χρὼς καὶ ξανθὴ κόμη. διὰ τοῦτο καὶ Τρῶες μαλθακὸν αὐτὸν οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγχροόν ἐστιν ἰσχυρότερον. b(BCE3E4)T | |
4141d | ex. | φοίνικι μιήνῃ: φοινικῷ ἄνθει, ὃ ἀπὸ τῆς πρίνου συλ‐ λέγουσι Τροιζήνιοι. μιήνῃ δὲ ἑνώσει, παρὰ τὴν μίαν, ἢ βάψει· μιάσματα γὰρ τὰ βάμματα. b(BCE3E4)T | |
4142a | ex. | Μῃονίς: ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. b(BE3E4)Til | |
4142b | D | ex. | Κάειρα: Καρίνη, ἀπὸ—βαφαῖς χρωμένων. | φα‐ σὶ δέ A τινες τὸ Καῖρα διῃρῆσθαι, οἱ δὲ ὡς ἀπὸ τοῦ φαίνω φα‐ | |
είνω. καὶ ὁ λόγος δὲ τὴν ει δίφθογγον ἀπαιτεῖ. ATil | |||
4142c1 | ex. | παρήϊον: τὸ τῇ γνάθῳ ἐπικείμενον, ἀπὸ τοῦ παρειά. b(BCE3E4) | |
4142c2 | παρήϊον {ἔμμεναι}: τὴν γνάθον γὰρ παρηΐδα φησίν. T | ||
4142d1 | Did. | {ἔμμεναι} ἵππων: διχῶς, καὶ †ἵππω δυϊκῶς καὶ† πλη‐ θυντικῶς. ἐν δὲ τῇ κατὰ Ἀριστοφάνη μόνως δυϊκῶς. A | |
4142d2 | τὸ δὲ ἵππων ἀντὶ ἑνικοῦ. οἱ δὲ †ἵππω† δυϊκῶς. T | ||
4143a1 | ex. | κεῖται δ’ ἐν θαλάμῳ: θάλαμος ὁ οἶκος· „πρίν γ’ ὅτε δὴ θάλαμοσ“ (Ι 588). ἡ ἀποθήκη· „ὅθι νητὸς χρυσόσ“ (β 338). ὁ κοιτών· „Τηλέμαχος δ’ ὅθι οἱ θάλαμοσ“ (α 425), ὅθεν „θαλαμη‐ πόλοσ“ (η 8. ψ 293). T | |
4143a2 | θάλαμος ὁ κοινὸς οἶκος, θάλαμος ἡ ἀποθήκη, καὶ θά‐ λαμος ὁ κοιτών. b(BCE3E4) | ||
4143-4 | ex. | 〈πολέες τέ μιν—ἄγαλμα:〉 πολλοὶ μὲν οἱ ἐπι‐ θυμοῦντες, b(BCE3)Til βασιλεὺς δὲ ἐπέτυχεν. b(BCE3E4)Til | |
4145a1 | ex. | 〈ἀμφότερον:〉 ἐπίρ〈ρ〉ημα· οὐ γάρ ἐστιν ἑνικὸν τοῦ ἀμφότεροι. Til | |
4145a2 | ἐπίρρημα ἀντὶ τοῦ κατὰ τὸ ἀμφότερον, ἀλλ’ οὐκ ὄνομα. b(BCE3) | ||
4145b1 | ex. | ἐλατῆρι δὲ κῦδος: μεγαλοπρεπέστερον γὰρ ἀπο‐ φαίνει τὸν ὀχούμενον. T | |
4145b2 | μεγαλοπρεπέστερον δὲ ἀπεργάζεται ὑπὲρ τοὺς ἵππους τὸν ἐποχούμενον. b(BCE3) | ||
4146a | ex. | τοῖοί τοι, Μενέλαε, 〈μιάνθην αἵματι μηροί〉: ἀντὶ τοῦ τοῖον. b(BCE3E4)T περιπαθῶς δὲ ἐπιμένει τῇ ἀπο‐ στροφῇ b(BCE3)T ὁ ποιητής. τὸ δὲ μιάνθην ἀντὶ τοῦ μιανθή‐ | |
την· ἔστι δὲ δυϊκὸν ἐκ συγκοπῆς. b(BCE3) | |||
4146b | D | 〈τοῖοί τοι:〉 οὕτως σοι. Til | |
4147a | Nic. | 〈εὐφυέες:〉 ἑκατέροις δύναται προσδίδοσθαι τὸ εὐ‐ φυέες. βέλτιον δὲ τοῖς ἄνω διὰ τὸ ὑπερβατόν. Aint | |
4147b | ex. | ex. | 〈εὐφυέες κνῆμαί τε:〉 Νικάνωρ (p. 177 Friedl.) τὸ εὐφυέες τῷ „μηροί“ (Δ 146) προσάπτει, οἱ δὲ ὑπομνηματισταὶ τῷ κνῆμαι. b(BCE3)T ἄμεινον δὲ τὸ Νικάνορος. b(BCE3) | καὶ Πείσανδρος (fr. 17 D. = 18 H.)· „ξανθοκόμης, μέγας †ἢ†, | |
5 | γλαυκόμματος, ἄρτι †παρεῖα† / λοχμάζων, εὔκνημος.“ T | ||
D | σφυρά: τὰ ἀπολήγοντα—ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν. A | ||
4148a | Did. | 〈ῥίγησεν δ’ ἄρ’:〉 οὕτως Ἀρίσταρχος, ῥίγησεν δ’ ἄρ’, διὰ τοῦ δ, οὐ διὰ τοῦ τ. Aint | |
4148b | ex. | Did. | 〈δάρ:〉 εἷς ὁ σύνδεσμος, οὐ δύο. | διὰ τοῦ δ δὲ γραπτέον, μὴ διὰ τοῦ τ. b(BE3) | |
4148c | ex. | ῥίγησεν δ’ ἄρ’ ἔπειτα 〈ἄναξ ἀνδρῶν Ἀγα‐ μέμνων〉: δείκνυσι τοῦ μὲν τὸ φιλάδελφον, εἰ πρὸ τοῦ τετρωμένου αἴσθεται, τοῦ δὲ τὸ καρτερικόν (cf. Δ 152). ἐπ’ ἴσης δὲ ἄμφω ἀσχάλλουσιν, ὁ μὲν τοῦ ἀδελφοῦ, ὁ δὲ τοῦ πλήθους χάριν. b(BE3E4)T | |
4149a | Ariston. | 〈ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς:〉 ἀθετεῖται πάλιν διὰ τὴν ὠτειλήν. Aint | |
4149b | ex. | ὡς εἶδεν μέλαν αἷμα: τὸ μὲν γὰρ ἐξ ἐπιπολῆς κατ’ ἀρχὰς φερόμενον πυρρόν ἐστι, τὸ δὲ ἐκ βάθους μέλαν. b(BE3E4)T ἢ διὰ τὸ παγῆναι. T | |
4.150 | ex. | ῥίγησεν δὲ καὶ αὐτός: κοινῇ λέξει χρησάμενος ἐπ’ ἀμφοῖν τὸ ἴσον τοῦ δέους ὑπέφηνε. b(BCE3)Til | |
4151a | Hrd. | ὡς δὲ ἴδεν 〈νεῦρόν τε〉: συσταλτέον τοῦ ἴδε τὸ ι, | |
ὁμοίως τῷ „οὐκ ἴδον, οὐ πυθόμην“ (ψ 40). εἰσὶ δὲ οἳ ἀναγινώ‐ σκουσιν „ὡς δ’ εἶδεν νεῦρόν τε“ ὁμοίως τῷ „ὡς εἶδεν δύο φῶτε“ (Ε 572), οὐχ ὑγιῶς· ἐνθάδε γὰρ οὐκ ἄλλως δυνάμεθα ἀναγνῶναι ἢ | |||
5 | φυλάσσοντες τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι 〈ὅτι〉, ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγῃ, ἤτοι διαστέλλει τὸ ι ἀπ’ αὐτῆς μετὰ συστολῆς ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτως „τὸν δ’ ἴδεν Αἰνείασ“ (Ε 166), „νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστοσ“ (Β 82), διαστολὴν δὲ οὕτως μετὰ συστολῆς „τὴν δὲ ἴδεν προμολοῦ‐ | ||
10 | σαν“ (Σ 382), „τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ“ (ε 333). οὕτως οὖν καὶ ἐνθάδε. A | ||
4151b1 | ex. | 〈ὡς δὲ ἴδεν:〉 ἀντὶ τοῦ ᾔσθετο· πῶς γὰρ ἑώρα τὸ ἐμπεπηγὸς τῇ παντευχίᾳ; Til | |
4151b2 | †λείπει τὸ† ᾔσθετο· πρὸ γὰρ τούτου οὐχ ὡρᾶτο ἐμ‐ πεπηγὸς τῇ παντευχίᾳ. b(BCE3E4) | ||
4151c | ex. (?) | 〈ὄγκους:〉 τοὺς τῆς ἀκίδος λέγει πώγωνας. Aim | |
4152a | ex. | 〈ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη:〉 ἤτοι ὀπισθόρμητος b(BCE3) εὐθέως ἐπὶ τὴν πρώτην ἠνέχθη τάξιν. b(BCE3E4) | |
4152b | ex. | 〈ἐνὶ στήθεσσι:〉 φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στή‐ θη εἰδώς· ἐκεῖ γοῦν ἀθροισθῆναι τὸν λογισμόν φησιν. b(BCE3E4)Til | |
4153a | Ariston. | 〈στενάχων:〉 ὅτι δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς ὀρέγων· καὶ γὰρ „στενάχοντο“ (Π 393 al.) ὡς ὀρέγοντο. Aint | |
4153b | ex. | 〈βαρὺ στενάχων:〉 ἠθικὸν καὶ περιπαθές· ηὔξηται δὲ τὸ βαρύ 〈τῷ〉 „οἶον προστήσασ“ (Δ 156). b(BCE3)Til | |
4.154 | ex. | χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δ’ ἑταῖ‐ ροι: ἄφελε τὸν στίχον, καὶ οὐ βλάψεις τὴν σαφήνειαν, ἀπολέσεις δὲ τὴν ἐνάργειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν | |
τῶν συναχθομένων ἑταίρων διάθεσιν. b(BCE3)T | |||
4155a | ex. | φίλε κασίγνητε, 〈θάνατόν νύ τοι ὅρκι’ ἔταμ‐ νον〉: περιπαθῶς αὐτῷ διαλέγεται, b(BCE3)T καὶ τὸν θάνατον οἰκειοῦται τοῦ ἀδελφοῦ, ὅπερ ἐστὶ τῶν μᾶλλον στεργόντων τινάς. b (BCE3) | |
4155b | ex. (?) | 〈ἔταμνον:〉 ἐγὼ δηλονότι. Aim | |
4156a | ex. | οἶον προστήσας: μεταφορικῶς ἀπὸ τῶν θυμάτων, ἅπερ προϊστῶσι τῶν βωμῶν, b(BCE3E4)T ὡς καὶ παρὰ Νέστο‐ ρι „προὔχοντο ἑκάστοθι ταύρουσ“ (γ 8). T | |
4156b | ex. | πρὸ Ἀχαιῶν: οἶκτον ἅμα καὶ σπουδὴν κινεῖ τοῖς Ἀχαιοῖς. b(BCE3)Til | |
4157a | Ariston. | 〈ἔβαλον:〉 ὅτι ἐκ βολῆς ἔτρωσαν, πρὸς τὸ „αὐτίκα δ’ ἔρρεεν αἷμα“ (Δ 140). Aint | |
4157b | ex. | ὥς ς’ ἔβαλον Τρῶες: μετ’ ἀγανακτήσεως εἴρηται· διὸ καὶ ἀπὸ ἄλλης ἀρχῆς ἐστιν. συνασχάλλων δὲ τῇ πληγῇ οὐ παραμυ‐ θεῖται. b(BCE3)T | |
4157c1 | ex. | ὥς ς’ ἔβαλον Τρῶες: ὡς κοινῇ παρασπονδησάντων αὐτῶν, καὶ λόγῳ μὲν τὸ μονομάχιον, ἔργῳ δὲ τὸν δόλον σοφισαμέ‐ νων. T | |
4157c2 | κοινῇ γὰρ ἅπαντες παρεσπόνδησαν. καὶ λόγῳ μὲν τὸ μονομάχιον, φησίν, ἔργῳ δὲ τὸν δόλον ἐσοφίσαντο. b(BCE3) | ||
4158a1 | ex. | οὐ μέν πως ἅλιον 〈πέλει ὅρκιον〉: γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεοὺς τὴν ἐλπίδα, b(BCE3E4)T ἄλλως τε καὶ ἐπὶ πολεμίων λαλεῖ. b (BCE3)T | |
4158a2 | οὐ μέν πως: γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτωκέ‐ ναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεὸν τὴν ἐλπίδα, καὶ τὸ σύμπτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι. A | ||
4159a | Ariston. | σπονδαί τ’ ἄκρητοι: ὅτι εὐκρινὲς γίνεται ἐντεῦθεν τὸ „κρητῆρι δὲ οἶνον / μίσγον“ (Γ 269—70)· οὐ γὰρ κεκραμένον | |
ἔσπενδον. A | |||
4159b | ex. | καὶ δεξιαί: δεξιαί ἴσως ἐγένοντο κατὰ τὸ σιωπώμε‐ νον. ἢ διὰ τὸ δέξασθαι τὰς τρίχας. b(BCE3E4)T | |
4161a | Ariston. | ἔκ τε καὶ ὀψὲ τελεῖ, 〈σύν τε μεγάλῳ ἀπέτισαν〉: ὅτι Ζηνόδοτος γράφει „†τελέσει“ καὶ „σύν τε μεγάλῳ τίσουσιν“, ἐπὶ τῶν Τρώων δεχόμενος τὸν λόγον. οὐκ ἔχει δὲ οὕτως, ἀλλὰ καθολικῶς ἐπὶ τῶν παραβαινόντων τὰ ὅρκια. A | |
4161b | ex. | 〈τελεῖ:〉 ἀντὶ τοῦ τελέσει. b(BCE3)Til | |
4161c1 | ex. | σύν τε μεγάλῳ ἀπέτισαν: λείπει κακῷ, παρὰ τὸ „με‐ γάλων ἄτερ ἰσώσασθαι“ (Arat. Ph. 658). T | |
4161c2 | εἰς δὲ τὸ μεγάλῳ ἐκδεκτέον τὸ κακῷ. b(BCE3) | ||
4.162 | ex. | σὺν σφῇσιν κεφαλῇσι〈—καὶ τεκέεσσιν〉: εὐσεβὲς τὸ δι’ ἑαυτῶν καὶ τῶν φιλτάτων προσδοκᾶν τὴν τίσιν. ἀπὸ μέρους δὲ ἑαυτοῖς. b(BCE3E4)T | |
4.163 | Nic. | εὖ γὰρ 〈ἐγὼ〉 τόδε οἶδα 〈κατὰ φρένα καὶ κατὰ θυ‐ μόν〉: τελεία· ἀσύνδετος γὰρ ὁ λόγος. T | |
4164a | Nic. | ἔσσεται ἦμαρ: ἀπ’ ἄλλης ἀρχῆς τοῦτο· διὸ τελείᾳ στικτέον πρὸ αὐτῆς· ἀσύνδετος γὰρ ὁ λόγος. A | |
4164b1 | ex. | ἔσσεται ἦμαρ: τούτοις προτρέπεται πολεμεῖν τοὺς ἀκούοντας. T | |
4164c1 | ex. | ὅταν ποτ’ ὀλώλῃ: ἀπόληται, οὐχ ὑπ’ αὐτοῦ πάντως, ἀλλ’ ὑφ’ ἑτέρων· φησὶ γοῦν· „καί κεν ἐλέγχιστος πολυδίψιον“ (Δ 171). τὸ δὲ ὀλώλῃ ὑποτακτικὸς παρακείμενος χρόνος. T | |
4164c2/b2 | ἀπειλεῖ τοῦτο οὐχ ὑπ’ αὐτοῦ γενέσθαι, ἀλλ’ ὑφ’ ἑτέρων τινῶν· φησὶ γοῦν· „καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργοσ“. | ἢ μᾶλ‐ λον διὰ τούτων τοὺς ἀκούοντας προτρέπεται πολεμεῖν. b(BCE3E4) | ||
4164d | Ariston. | 〈ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή:〉 ἀντὶ τοῦ ἀπολεῖται, | |
πρὸς ὃ ἡ διπλῆ. †τὸ† Ἴλιος θηλυκῶς. Aint | |||
4.166 | D | ὑψίζυγος: ἡ μεταφορὰ ἀπὸ—τὸ πεπρωμένον. A | |
4167a1 | Ariston. | 〈ἐπισσείῃσιν:〉 ἀντὶ τοῦ †ἐπισείη†· πρὸς ὃ ἡ διπλῆ. Aim | |
4167a2 | ἐπισσείῃσιν: ἀντὶ τοῦ μέλλοντος b(BCE3)T τοῦ ἐπισείσει. T | ||
4167b | Ariston. | ἐρεμνὴν αἰγίδα: ὅτι τοῦ Διὸς ὅπλον ἡ αἰγίς, πρὸς τοὺς νεωτέρους ποιητάς· καὶ ὅτι καταιγίδων καὶ ζοφώδους καταστάσεως παρασκευαστική ἐστιν. A | |
4167c | ex. | ἐρεμνὴν αἰγίδα: σκοτοποιόν· b(BCE3)T φησὶ γοῦν· „Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν“ (Ρ 594). b(BCE3E4)T | |
4169-70 | ex. | ἀλλά μοι αἰνὸν ἄχοσ〈—βιότοιο〉: ἠθικῶς οὐκ εἶναί φησιν ὄφελος ἑαυτῷ, εἰ οὗτος μὲν ἀπολεῖται, ὕστερον δὲ Τρῶες δίκας †τίσωσι†. b(BCE3E4)T περιπαθῶς δὲ τοὔνομα πάλιν ἀνακαλεῖται τοῦ Μενελάου. b(BCE3)T | |
4.170 | Did. | μοῖραν: †ὅτι† „πότμον“ αἱ Ἀριστάρχου, οὐ μοῖραν, ὡς ἐν ταῖς κοιναῖς. A | |
4171a | Did. | 〈ἐλέγχιστος:〉 διχῶς Ἀρίσταρχος, καὶ „ἐλέγχιστον“. Aim | |
4171b | ex. | καί κεν ἐλέγχιστος 〈πολυδίψιον Ἄργος ἱκοίμην〉: διὰ τί; ὅτι Ἕλληνες μὲν ἄπρακτοι ἐπανελεύσονται, Τρῶες δὲ κερτο‐ | |
μήσουσι τὸν Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, ἀτελὴς ἡ μάχη μενεῖ. τεχνικῶς δὲ δι’ ὧν ἀπολοφύρεται ὡς καταλειφθησόμενος | |||
5 | ὑπὸ τῶν συμμάχων, εἰ ὁ Μενέλαος ἀποθάνοι, κατέχειν αὐτοὺς πειρᾶ‐ ται μὴ τεθνηκότος τοῦ Μενελάου. b(BCE3E4)T | ||
4171c1 | ex. | ex. | πολυδίψιον: πλεονασμῷ τοῦ δ ὡς „ἐνδίεσαν“ (Σ 584). | πολυδίψιον πολυπόθητον ἀπὸ τῆς δίψης, ἢ πολυβλαβὲς διὰ τὴν ἧτταν. T | |
4171c2 | πολυβλαβὲς διὰ τὴν ἧτταν. b(BCE3E4) | ἔστι δὲ πλεο‐ νασμὸς τοῦ δ. b(BCE3) | ||
D | πολυδίψιον: ἄνυδρον οὖσαν τὴν Πελοπόννησον— ἢ βλαβερόν, ἀπὸ τοῦ ἴψιον. A | ||
4171d | Ariston. | 〈Ἄργος:〉 ὅτι Ἄργος τὴν Πελοπόννησον, οὐ τὴν πόλιν λέγει. Aint | |
4.173 | ex. | κὰδ δέ κεν εὐχωλὴν 〈Πριάμῳ καὶ Τρωσὶ λίποιεν〉: κινητικὸν ἡ τῶν ἐχθρῶν εὐημερία. b(BCE3E4)T | |
4.174 | Ariston. | σέο δ’ ὀστέα πύσει ἄρουρα: ὅτι τῶν ἐπὶ ξένης τελευτών‐ των οὐκ ἀπεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. οὐκ ἄρα Ὁμήρου ἐστὶ ταῦτα· „ὥς κ’ ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ, ὅτ’ ἂν αὖτε | |
νεώμεθα“ (Η 334—5). A | |||
4176a | Ariston. | καί κέ τις ὧδ’ ἐρέει: ἤτοι ὅτι ὁ κέ περισσεύει ἢ τὸ ῥῆμα ἐνήλλακται, 〈κε ...〉 ἐρέει ἀντὶ τοῦ εἴποι ἄν. A | |
4176b | ex. | ὑπερηνορεόντων: ὑπερηφανούντων· ἡ γὰρ ὑπὲρ ἄνδρα δύναμις ὑβριστὰς ποιεῖ. b(BCE3E4)T | |
4.177 | ex. | τύμβῳ ἐπιθρῴσκων: ὅσον ἐφ’ ἑαυτῷ βαρεῖαν †αὐτὴν† τῷ νεκρῷ ποιῶν, b(BCE3)T εἴγε ἡμεῖς κούφην αὐτὴν ἑαυτοῖς εὐχό‐ μεθα εἶναι. παρατέταται δὲ τὸ πάθος ἐπὶ ζῶντι καὶ παρόντι λεγόμενον. b(BE3)T | |
4178-81a | Nic. | 〈αἴθ’ οὕτως ἐπὶ πᾶσι—Μενέλαον:〉 χρήσι‐ μον ἀνεστραμμένης περιόδου ὑπόδειγμα. Aim | |
4178-81b | ex. (?) | αἴθ’ οὕτως ἐπὶ πᾶσι〈—Μενέλαον〉: χρήσιμον ἀνεστραμμένης τύχης ὑπόδειγμα. b(BCE3E4)T | |
4.178 | ex. | 〈τελέσει’:〉 ἀντὶ τοῦ τελέσειεν εὐκτικῶς. Til | |
4.179 | ex. | 〈ἅλιον:〉 ἁλίως. Til | |
4181a | D | Nic. | σὺν κεινῇσιν νηυσί: κεναῖς εἶπεν—πλεῖν ἐν αὐ‐ ταῖς. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νηυσί. A | |
4181b | ex. | σὺν κεινῇσι νηυσί: κεναῖς τῶν συστρατευομένων ἢ τῶν λαφύρων ἢ τῶν ἡρπασμένων· ἢ περιπαθῶς κενὰς αὐτὰς καλεῖ, ἐν αἷς ὁ Μενέλαος οὐ πλεῖ. b(BCE3E4)T | |
4181c1 | ex. | λιπὼν ἀγαθὸν Μενέλαον: ἀγαθόν ἢ κατ’ εἰρωνείαν, ὡς ἀπὸ τῶν Τρώων, ἢ ὡσεὶ πατέρα τις θάψας λέγοι „ἀγαθὸν πατέρα ἀπώλεσα“· οὐ τοσοῦτον γὰρ τὰ τοῦ γένους ὅσον τὰ τῶν τρόπων ἀγαπητά. T | |
4181c2 | τὸ δὲ ἀγαθόν κατ’ εἰρωνείαν, εἰ ἀπὸ τῶν Τρώων ᾖ. εἰ δὲ ἀπὸ τοῦ Ἀγαμέμνονος, ὡσεί τις πατέρα θάψας λέγοι ὅτι „ἀγαθὸν πατέρα ἀπώλεσα“· οὐ γὰρ τὰ τοῦ γένους τοσοῦτον ὅσον τὰ τῶν | ||
τρόπων ἀγαπητά. b(BCE3E4) | |||
4182a | Ariston. | εὐρεῖα χθών: ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον τὸ εὐρεῖα, ἀλλ’ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη, οἷον εὐρύ μοι χάσμα γῆς γένοιτο. A | |
4182b | ex. (?) | εὐρεῖα: ἀντὶ τοῦ εὐρέως, b(BCE3E4)T Til ὡς τὸ „λῦσε〈ν〉 δ’ ἀγορὴν αἰψηρήν“ (β 257) b(BCE3E4)T καὶ „ταχέες δ’ ἱππῆες ἄγερθεν“ (Ψ 287). T | |
4.183 | ex. | τὸν δ’ ἐπιθαρσύνων: τοιοῦτός ἐστιν, ὡσεὶ νοσῶν υἱὸς παραμυθοῖτο γονεῖς. ἄτοπος δὲ ἦν μαλθακευόμενος Μενέλαος ἐκείνων οἰκειουμένων b(BCE3E4)T τὴν αἰτίαν τοῦ θανάτου αὐτοῦ. T | |
4184a1 | Did. | 〈πώ:〉 οὕτω πώ Ἀρίσταρχος, οὐχὶ „πού“, ὥς τινες. Aim | |
4184a2 | οὐ „πού“. Til | ||
4184b | ex. | μηδέ τί πω δειδίσσεο: μὴ εἰς φυγὴν παρακάλει τὸν λαὸν διὰ τοῦ ἐμοῦ θανάτου. b(BCE3E4)T | |
4184c | Nic. | 〈μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν:〉 στικτέον ἐπὶ τὸ τέλος τοῦ στίχου τελείᾳ· ἀσύνδετος γὰρ ὁ λόγος πρὸς τὰ ἑξῆς. Aim | |
4.185 | ex. | οὐκ ἐν καιρίῳ: τῷ κούφῳ τῆς πληγῆς ἐπικουφίζει τὴν λύ‐ πην τοῦ ἀδελφοῦ. b(BCE3E4)T | |
4187a | Ariston. | ζῶμά τε καὶ μίτρη: ὅτι τοῦ ζώματος μνησθεὶς παρα‐ λέλοιπε τὸν θώρακα ὥστε ἀπὸ μέρους τὸ ὅλον δεδηλῶσθαι. A | |
4187b | ex. | ζῶμά τε: τοῦτο προσῆπται τῷ θώρακι· „καὶ ζῶμα φαει‐ νόν“ (ξ 482) διὰ τὸν χαλκόν. AT | |
4187c | ex. | καὶ μίτρη: ἡ μίτρα ἔσωθεν ἐριώδης ἐστὶ περὶ τὴν ἐπιφά‐ | |
νειαν χαλκῆ ὑπάρχουσα. A b (BCE3)T | |||
4189a | ex. | αἰ γὰρ δὴ οὕτως εἴη: εἰκότως θαρσυνθεὶς οὐ μηκύνει τὸν λόγον. οὐδέποτε δὲ παρὰ τῷ ποιητῇ τὸ αἴ ἀντὶ τοῦ εἴ. T | |
4189b | Ariston. | 〈φίλος ὦ Μενέλαε:〉 τῇ ὀρθῇ ἀντὶ τῆς κλητικῆς, φίλος ἀντὶ τοῦ φίλε. Aint | |
4.190 | ex. | ἐπιμάσσεται: παρὰ τὸ μῶ μαίω μάω, ὡς νῶ ναίω νάω· ἀφ’ οὗ καὶ ὁ μαστὸς καὶ ἡ μάσταξ. AT | |
4191a | ex. | φάρμαχ’: τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀν‐ θῶν. καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὴν ἐκ τῆς βαφῆς στό‐ μωσιν φαρμάσσειν φησίν (cf. ι 393). A b (BCE3E4)T | |
4191b | Ariston. | 〈φάρμαχ’, ἅ κεν παύσῃσι:〉 τὸ παύσῃσιν ἀντὶ τοῦ παύσειεν ἄν, ὡς τὸ „ἰχθύς, ὅς κε φάγῃσιν“ (Φ 127), ὅτι καὶ τοῦτο οὕτως λέγει ἀντὶ τοῦ ὃς φάγοι ἄν. A | |
4192a | ex. | ex. | 〈ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα:〉 ὅτι Διός ἐστιν ἄγγελος. | εἰκότως δὲ θαρσυνθεὶς οὐ μηκύνει τὸν πρὸς Μενέ‐ λαον λόγον. b(BCE3E4) | |
4192b | ex. | θεῖον κήρυκα: ἐπεὶ Διός εἰσιν ἄγγελοι. ἢ ὅτι ἐκ τοῦ Ἑρμοῦ κατάγεται τὸ γένος τῶν κηρύκων. T | |
4193a | ex. | 〈ὅττι τάχιστα:〉 ὅττι τάχιστα ποιητικόν, ὅσον τάχος Ἀττικοί, ὡς τάχος ἡ συνήθεια. b(BCE3E4)T | |
4193b | ex. | Μαχάονα: οὐ μεταπέμπεται ἄμφω, ὅτι ὁ μὲν περὶ τὰ | |
τραύματα ἦν, ὁ δὲ περὶ τὰ ἄλλα νοσήματα. b(BCE3E4)T | |||
4.194 | ex. | φῶτ’ Ἀσκληπιοῦ υἱόν: οὐ περιττὸς ὁ στίχος, ἐλπίδα ὑποκαίων τῆς σωτηρίας Μενελάῳ ὡς ἀγαθοῦ ἰατροῦ τυγχάνειν μέλ‐ λοντι. b(BCE3E4)T | |
4195a | Ariston. | | ὄφρα ἴδῃ Μενέλαον: ὁ ἀστερίσκος καὶ ὁ ὀβελός, ὅτι νῦν | |
D | D | παρέλκει· ὁρᾷ γὰρ ὁ κῆρυξ τὴν χρείαν τοῦ Μαχάονος. | Μαχάων δὲ οὗτος υἱὸς Ἀσκληπιοῦ †καὶ Ἀρσινόης—κατὰ δὲ Ἡσίοδον (fr. 53 M.—W.) Ξάνθης. | Ἀσκληπιὸς δὲ εἴρηται παρὰ τὸ ἀσκεῖν καὶ | ||
5 | ἤπια τὰ μέλη ποιεῖν. A | ||
4.195 | ex. | ὄφρ〈α〉 ἴδῃ Μενέλαον: θορυβούμενος πέρα τοῦ δέοντος φέρεται. οὐ περιττὸς οὖν ὁ στίχος τὸ „ὅν τις ὀϊστεύσασ“ (Δ 196), μι‐ μούμενος τὸ ἦθος τῶν τεταραγμένων. b(BCE3E4)T | |
4195c | Did. (?) | 〈Ἀτρέος υἱόν:〉 γράφεται „ἀρχὸν Ἀχαιῶν“. Aim | |
4.196 | ex. | τόξων εὖ εἰδώς: ἀντὶ τοῦ 〈τόξων〉 εἰδήμων. T | |
4.198 | ex. | 〈οὐδ’—ἀπίθησεν:〉 ἀντὶ τοῦ ἠθέλησεν. Til | |
4.199 | ex. | βῆ δ’ ἰέναι: τὸ „βῆ δὲ θέειν“ (Β 183 al.) ἀνοίκειον τῷ παπταίνοντι. οὐδὲ τὴν ἔφοδον δὲ αὐτοῦ ἐσιώπησεν. b(BCE3E4)T | |
4200a1 | ex. | παπταίνων: πέτω πτῶ πταίω παπταίνω. πανταχόσε ῥίπτων τοὺς ὀφθαλμούς. T | |
4200a2 | ὄπτω πτῶ πταίω πταίνω. b(BCE3) ἦν δὲ παν‐ ταχόσε τοὺς ὀφθαλμοὺς ῥίπτων, ὡς μὴ λάθοι αὐτόν. b(BCE3E4) | ||
4200b | Or. | ex. | παπταίνων: πέτω πτῶ πταίω πταίνω, καὶ κατὰ ἀνα‐ | |
διπλασιασμὸν παπταίνων, | ὁ πανταχόσε περιβλεπόμενος. A | |||
4.203 | Did. (?) | 〈προσηύδα:〉 γράφεται „ἀγόρευεν“. Aim | |
4205a | Ariston. | ὄφρα ἴδῃ Μενέλαον: ὁ ἀστερίσκος, ὅτι νῦν δεόντως λέγεται πρὸς Μαχάονα ὑπὸ τοῦ κήρυκος. A | |
4205b1 | Did. | 〈ἴδῃ:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς, ἴδῃ. Aim | |
4205b2 | ἄνευ τοῦ ς. Til | ||
4.206 | Ariston. | ὅν τις ὀϊστεύσας 〈ἔβαλεν〉: ἡ διπλῆ, ὅτι ἐκ βολῆς ἔτρωσεν, πρὸς τὸ „αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆσ“ (Δ 140). A | |
4207a | ex. | Τρώων ἢ Λυκίων: Τρώων πρὸς σύστασιν τῆς μάχης, Λυκίων ὡς ἀρίστων συμμάχων. b(BCE3E4)T | |
4207b | Nic. | 〈τῷ μὲν κλέος,〉 ἄμμι δὲ πένθος: ἑκάτερον καθ’ ἑαυτό· λείπει γὰρ τὸ ἐστίν ἐν ἀμφοτέροις. A | |
4207c | ex. | τῷ μὲν κλέος, ἄμμι δὲ πένθος: οὐ διακόνου ὁ λόγος, φίλου δὲ καὶ συμπαθοῦς· τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς Μενέλαον συνίστησιν ὁ ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ. b (BCE3E4)T | |
4208a | Ariston. | ὣς φάτο, 〈τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε〉: ἡ διπλῆ πρὸς τὸ ὄρινεν, ἀντὶ τοῦ κατὰ ψυχὴν ἐκίνησεν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν“ (Γ 395), ὅτι οὐκ ἔστιν ἐθύμωσεν, ὡς ὁ διασκευάσας ἐκλαβὼν ἔταξεν τοὺς ἑξῆς | |
5 | εἴκοσι 〈τρεῖσ〉 στίχους (sc. Γ 396—418), ἀλλ’ ἀντὶ τοῦ ἐκίνησε καὶ παρώρμησε κατὰ τὸ ἐρωτικόν. A | ||
4208b | ex. | τῷ δ’ ἄρα θυμόν: περιεῖλεν αὐτοῦ τοὺς λόγους διὰ τὴν σπουδήν. b(BCE3)T | |
4211-2a | ex. | 〈βλήμενος ἦν, περὶ δ’ αὐτὸν〉 ἀγήγεραθ’ ὅσσοι ἄριστοι 〈/ —ἰσόθεος φώσ〉: ταῦτα τὰ δύο ἔπη τὰ μὲν πράγ‐ ματα οὐ λυπεῖ περιγραφόμενα, ἀπόλλυσι δὲ τὴν ἔμφασιν· ἐμφαντικὸν γὰρ τὸ τοὺς φίλους ἀγωνιῶντας περιεστάναι. b(BCE3)T | |
4211-2b | Nic. | βλήμενος ἦν· 〈περὶ δ’ αὐτὸν ἀγήγεραθ’ ὅσσοι ἄριστοι / κυκλόσ’〉: ὑποστικτέον εἰς τὸ ἦν (211) καὶ κυκλόσε (212), ὧν ἡ δευτέρα ἀνυπόκριτός ἐστιν. διὰ μέσου δὲ ταῦτα. A | |
4.211 | ex. | 〈βλήμενος:〉 ἀπὸ τοῦ ἐβλήμην. Til | |
4212a1 | Hrd. | κυκλός’ {ὁ δ’ ἐν μέσοισι παρίστατο}: Ἀρίσταρχος μὲν ὀνοματικῶς, ἵν’ ᾖ ἀγηγέρατο κύκλος, ὁμοίως τῷ „ἀγρόμενοι πᾶς δῆμοσ“ (Υ 166)· τοιοῦτο γὰρ βούλεται σημᾶναι, κύκλος γενόμενοι. Νικίας (fr. 4 B.) δὲ καὶ ὁ Ἀσκαλωνίτης (p. 44 B.) κυκλόσε, ὡς | |
5 | „πόσε φεύγετε“ (Π 422), ὅπερ καὶ πιθανώτερον· οὐ γὰρ δύναται ἐν‐ τελὴς εἶναι ἡ σύνταξις τοῦ Ἀριστάρχου, ἀγηγέρατο κύκλος· λείπει γάρ τι· διὸ ὁ Ἀρίσταρχος ἔξωθεν προστίθησι τὸ γενόμενοι. εἰ δὲ προστίθησιν, ἄμεινον αὐτόθεν ἀναγινώσκειν κυκλόσε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην σχέσιν σημαῖνον. εἰ δέ τις λέγοι „διὰ τί | ||
10 | γὰρ τὸ ‘ἀγρόμενοι πᾶς δῆμοσ‘ εὐπαράδεκτόν ἐστιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλος;“, ἴστω ὅτι τὸ δῆμος τῇ μὲν φωνῇ ἑνικόν ἐστι, τῷ δὲ σημαινομένῳ πληθυντικόν. τῷ οὖν σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὡς καὶ ἐπὶ τοῦ „ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο“ (Ο 305). οὔ γε μὴν ὁ κύκλος ἔχεται τούτου τοῦ σημαινομένου· διὸ οὐδὲ ἐντελὴς ἡ | ||
15 | τοιαύτη σύνταξις ἐπ’ αὐτῷ δύναται γενέσθαι. A | ||
4212a2 | 〈κυκλός’:〉 ὁ μὲν Ἀρίσταρχος „κύκλοσ“ γράφει καὶ τὸ ὥς ἐκδέχεται. ὁ δὲ Ἡρωδιανὸς (2,44,25) κυκλόσε, ὃ καὶ ἄμεινον. b (BCE3) | ||
4212a3 | κύκλος: οὕτως Ἀρίσταρχος, καὶ λείπει τὸ ὥς. Ἡρω‐ διανὸς δὲ „κυκλόσε“. T | ||
4212b | ex. | ἰσόθεος φώς: διὰ τὴν τέχνην· b(BCE3E4)T ἀπὸ γὰρ τοῦ Ἀπόλλωνος τὴν τοιαύτην δεδιδαγμένος ἦν τέχνην. T | |
4213a | ex. | αὐτίκα δ’ ἐκ ζωστῆρος: καλῶς παραχρῆμα αὐτὸν ἔχε‐ σθαι τοῦ ἔργου φησίν. b(BCE3)T | |
4213b1 | Did. | 〈εἷλκεν·〉 Ἀρίσταρχος Ἰακῶς „ἕλκεν“, καὶ αἱ πλείους. Aim | |
4213b2 | τὸ δὲ „ἕλκεν“ Ἰακῶς εἴρηται. b(BCE3) | ||
4213c | ex. | 〈εἷλκεν ὀϊστόν:〉 τρεῖς βελουλκίας οἶδεν· ἐξολκήν, ὡς ἐπὶ Μενελάου, ἐκτομήν, ὡς ἐπ’ Εὐρυπύλου (cf. Λ 844), διωσμόν, ὡς ἐπὶ Διομήδους (cf. Ε 112). b(BCE3E4)T | |
4214a | Nic. | τοῦ δ’ ἐξελκομένοιο πάλιν ἄγεν: τὸ πάλιν εἰ μὲν τοῖς | |
ἡγουμένοις συντάττοιμεν, ἔσται τὸ ἄγεν ἀντὶ τοῦ κατεάχθησαν, ὡς „νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφοσ“ (Γ 367), ἤτοι συνεσταλμένης τῆς ἀρχῆς ποιητικῶς ἢ τοῦ ε ἀφῃρημένου ἀπὸ τοῦ ἔαγεν. ἐὰν δὲ τοῖς ἑξῆς | |||
5 | προσδῶμεν αὐτό, ἔσται εἰς τοὐπίσω ἤχθησαν, τουτέστιν ὑπέστρεψαν. A | ||
4214b | Nic. (?) | ex. | 〈τοῦ δ’ ἐξελκομένοιο〉 πάλιν ἄγεν ὀξέες ὄγκοι: πάλιν ἄγεν εἰς τοὐπίσω ἀνεκάμφθησαν. εἰ δὲ στίξομεν εἰς τὸ πάλιν, δύναται εἰς τοὐπίσω ἑλκομένου ἢ εἰς τοὐπίσω ἀνακαμπτομένου ἐν τῇ ἐμπήξει ἐκλάσθησαν. | ἄδηλοι δὲ ἦσαν συνεσφιγμένοι, ἕως ἀφείθησαν. | |
5 | b(BCE3E4)T | ||
4.216 | Ariston. | ζῶμα τέ: ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα πα‐ ραλέλοιπεν. A | |
4.217 | ex. | πικρὸς ὀϊστός: τὸ τοῦ πληγέντος πάθος ἐπὶ τὸ τῆς ὀδύνης αἴτιον μετήγαγεν. b(BCE3E4)T | |
4218a | ex. | αἷμ’ ἐκμυζήσας: τῷ μὴ πυῶσαι καὶ ἐμποδίσαι πρὸς τὴν ἀπούλωσιν. b(BCE3E4)T | |
4218b | ex. | ad Δ 213c | ἤπια φάρμακα εἰδώς: τρεῖς φαρμάκων ἰδέαι· ἐπίπαστα, | |
(ex.) | ex. | ex. | ὡς ἐπὶ Μενελάου· χριστά, „ἰοὺς χρίεσθαι χαλκήρεασ“ (α 262)· πότι‐ μα, ὡς ἐπὶ Ἑλένης (cf. δ 220—33) A b (BE3E4), T (bis) | καὶ τρεῖς βελουλκίας οἶδεν· ἐξολκήν, ὡς ἐπὶ Μενελάου· ἐκτομήν, ὡς ἐπ’ Εὐ‐ | ||
5 | ρυπύλου· διωσμόν, ὡς ἐπὶ Διομήδους. AT | ἤπια δέ, διότι νευρώ‐ δεις οἱ τόποι καὶ αἰσθητικοί· διὸ οὐ προσίεται τὰ δάκνοντα. b(BCE3 E4)T | εἰδὼς πάσσε ἤτοι εἰδήμων ὤν. b(BE3E4) | ||
4.219 | ex. | τὰ οἵ ποτε πατρὶ〈—〉πόρε Χείρων: οὐκ ἐκεῖνα, ἀλλὰ τὰς δυνάμεις αὐτῶν b(BCE3E4)T Ἀσκληπιῷ δέδωκεν. T | |
D | Χείρων εἷς τῶν Κενταύρων—Ποσειδῶνος. A | ||
4.221 | ex. | τόφρα δ’ ἐπὶ Τρώων στίχες 〈ἤλυθον〉: διὰ τί οἱ Τρῶες, εἴπερ καταθέσθαι τὸν πόλεμον ἐβούλοντο, οὐκ ἐζήτουν τὸν βαλόντα, ἀλλ’ εὐθὺς ὁρμῶσιν ἐπὶ τὰ ὅπλα; ὅτι ᾤοντο βουλῇ τῶν βασιλέων πεπρᾶχθαι τὴν παράβασιν· b(BCE3E4)T καὶ εἰ μὲν | |
5 | τέθνηκε Μενέλαος, κρατήσειν Ἑλλήνων ἤλπιζον διὰ τὴν ἐπ’ ἐκείνῳ λύπην καταπεπτωκότων, εἰ δὲ μή, κἂν φθάσαι ἀόπλοις αὐτοῖς ἐμπεσεῖν. πῶς δὲ πάλιν ὁ Ἕκτωρ οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ ἦν ἀναλαβεῖν τὸ πταῖσμα ἅπαξ Μενελάου τρωθέντος. b(BE3E4)T | ||
4222a | Hrd. | {τεύχε’} ἔδυν: συσταλτέον· πληθυντικὸν γάρ ἐστι. τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν· „δῦ δέ μιν Ἄρησ“ (Ρ 210). ὅμοιόν ἐστιν αὐτῷ καὶ τὸ „ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδόν“ (ε 481). εἰ δέ τις λέγοι ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐστιν, | |
5 | οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστι τοῦτο τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχήν· ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· „φάνεν δέ οἱ εὐρέες ὦμοι“ (ς 68), φανέντος | ||
10 | γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυσαν ἔδυν, ἐπεὶ δύντος. περὶ δὲ τοῦ „τῆς δ’ ἦν τρεῖς κεφαλαί“ (Hsd. th. 321) ἐν τοῖς Περὶ ῥήματος (fr. 6 = 2, 792, 5) ἐροῦμεν. τὸ μέντοι γε ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶς δεύτερος ἀόριστος ἐπὶ τῶν εἰς μι μακροκα‐ τάληκτός ἐστιν, ἔγνων ἑάλων ἐξέτρων ἔτλην ἔστην ἔδην ἔφην. ἔφυν | ||
15 | ἄρα καὶ ἔδυν. A | ||
4222b | ex. | Hrd. | οἱ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν: συνῳκείωσε τὸν λόγον τῇ τῶν ὁπλιζομένων σπουδῇ. | συσταλτέον δὲ τὸ ἔδυν· πληθυντικὸν γάρ ἐστι συγκοπὲν ἀπὸ τοῦ ἔδυσαν, ὡς τὸ „ἀλλήλοισιν ἔφυν“ (ε 481). αἱ δὲ τοιαῦται συγκοπαὶ λῆξιν ἔχουσι τὴν παράληξιν | |
5 | τῆς γενικῆς τῆς μετοχῆς ἀπὸ τῆς δύντος καὶ φύντος ἔδυν καὶ ἔφυν. b(BE3)T | ||
D | χάρμης: χάρμη ἡ μάχη—τοῖς νικῶσιν. A | ||
4223a | ex. | ἔνθ’ οὐκ ἂν βρίζοντα: τότε (cf. Δ 148—82) καταπε‐ σὼν τῇ φιλαδελφίᾳ νῦν ἀνοιστρεῖται τῇ προθυμίᾳ, καὶ τότε συμ‐ παθὴς καὶ νῦν συμπρακτικός· ἐπειδὴ γὰρ τὸ παράδοξον τῆς παραβά‐ σεως εἰς ἀθυμίαν αὐτοὺς ἐκάλει, διεγείρει αὐτούς. †προσευκτικὸν† | |
5 | δὲ λίαν εἰς Ἀγαμέμνονα τὸν ἀκροατὴν ποιεῖ. b(BCE3E4)T | ||
4223b1 | ex. | ἔνθ’ οὐκ ἂν βρίζοντα: †ὑπεραποφαντικὸν† τοῦτο, ὅ ἐστι καταφατικόν. τὸ δὲ βρίζοντα ἀναπαυόμενον ἢ ἡσυχάζοντα. T | |
4223b2 | βρίζειν δὲ τὸ ἀναπαύεσθαι. b(BCE3E4) | ||
D | βρίζοντα: βρίξαι κυρίως τὸ μετὰ βάρους τροφῆς ἀπο‐ νυστάξαι. A | ||
4223c | Ariston. | ἴδοις: {ὅτι} ἡ διπλῆ, ὅτι οὐ πρὸς ὑφεστὸς πρόσωπον, ἀλλ’ ἀντὶ τοῦ ἴδοι τις ἄν. A | |
4224a | Nic. | 〈οὐδὲ καταπτώσσοντ’ οὐδ’ οὐκ ἐθέλοντα μά‐ χεσθαι:〉 βραχείας διαστολὰς θετέον, πτώσσοντα, μάχεσθαι. Aim | |
4224b1 | ex. | οὐδ’ οὐκ ἐθέλοντα: †ὑπεραποφαντικόν† ἐστι τοῦτο· αἱ γὰρ δύο ἀρνήσεις ἀντὶ μιᾶς εἰσι καταφάσεως. b(BCE3E4) | |
4224b2 | ὁμοίως δὲ καὶ τὸ „οὐκ ἐθέλοντα“ †ὑπεραποφαντικόν. T | ||
4226a | ex. | ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα: τῇ φιλοπονίᾳ τοῦ σώματος δυσωπεῖ τοὺς ὁρῶντας, ὥς πού φησιν· „ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα“ (Κ 70)· ἐκκόπτει τε πᾶσαν ὑπόνοιαν δειλίας. ἄλλως τε γελοῖος ἦν καὶ ἐπαχθὴς ἀπὸ τῶν ἁρμάτων διαλεγόμενος | |
5 | τοῖς Ἕλλησιν. b(BCE3E4)T | ||
4226b | Ariston. | 〈ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα:〉 ὅτι τὰ ὀχήματα νῦν χωρὶς τῶν ἵππων ἅρματα εἴρηκεν. Aim | |
4228a | Ariston. | | Εὐρυμέδων〈—Πειραΐδαο〉: ὅτι καὶ Ἀγαμέμνονος | |
Hrd. | καὶ Νέστορος ὁμώνυμος ἦν ἡνίοχος Εὐρυμέδων (cf. Θ 114. Λ 620). | τὸ δὲ Πειραΐδαο ἐν τέσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων (fr. 11 P.) δὲ τρισυλ‐ | ||
5 | λάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντος, οἷον „Πανθοίδησ“ (Ξ 450), „Βοηθοίδησ“ (ο 95. 140), „Πηλείδησ“ (Α 223 al.)· οὐδ’ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι καὶ ὅτι οὐκ ἔχομεν | ||
10 | τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. A | ||
4228b | ex. (Hrd. ?) | Πειραΐδαο: Πείραιος Πειραίδης, καὶ ἐν διαστάσει τοῦ ι Πειραΐδης, ὡς Ἀλκαΐδης. b(BCE3E4)T | |
4229a1 | ex. | τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν: ἔδει γὰρ δύναμιν εἰς τὴν μέλλουσαν ταμιεύεσθαι μάχην. T | |
4229a2 | ἀναπαύει αὐτοῖς τὴν δύναμιν, εἰς τὴν μέλλουσαν τα‐ μιευόμενος μάχην. b(BCE3E4) | ||
4.232 | Ariston. | καί ῥ’ οὓς μὲν σπεύδοντας: ὅτι τὸ σπεύδοντας οὐχ οἷον ταχύνοντας, ἀλλ’ ἐνεργοῦντας καὶ κακοπαθοῦντας. „σπουδῇ δ’ | |
ἕζετο λαόσ“ (Β 99), μετὰ πάσης κακοπ〈αθείασ〉. A | |||
4235a1 | Hrd. | {οὐ γὰρ ἐπὶ} ψεύδεσσι: Ἀρίσταρχος ἀναγινώσκει „ψευδέσσι“ ὡς σαφέσσι: τοῦτο γάρ φησι θέλει δηλοῦν· οὐ γὰρ τοῖς ψεύσταις Τρωσὶ βοηθεῖ ὁ Ζεύς. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα πα‐ ραλαβεῖν, ψεύδεσσιν ἀνέγνωμεν ὡς „βέλεσσιν“ (Α 42 al.), ἵνα ἀπ’ | |
5 | εὐθείας ᾖ ἡ κλίσις· „ψεῦδος †οὐκ ἐρέει“ (γ 20). οὕτως δὲ καὶ Πτολε‐ μαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.) συγκατατίθεται Ἀριστάρχῳ. ὁ μέντοι γε Ἑρμαππίας ἀναγινώσκει ψεύδεσσιν ὡς „τείχεσσιν“ (Η 135), ἐπεὶ οὐδέποτε, φησίν, οἶδεν ὁ ποιητὴς ἁπλοῦν τὸ ψευδής, ἐν δὲ συνθέτῳ, „φιλοψευδήσ“ (Μ 164), „Ἀψευδήσ“ (Σ 46)· ἢ οἶδεν | ||
10 | ἑτέρως λεγόμενον τὸ „ψεῦσταί τ’ ὀρχησταί τε“ (Ω 261), συνεχῶς δὲ τὸ ψεῦδος· „ὦ γέρον, οὔτι ψεῦδοσ“ (Ι 115), „ψεῦδος δ’ οὐκ ἐρέει“ (γ 20), „ἴσκε ψεύδεα πολλά“ (τ 203). ταῦτα ὁ Ἡρωδιανός (2,45,23). καὶ μᾶλλον π〈ε〉στέον Ἀριστάρχῳ ἢ τῷ Ἑρμαππίᾳ, εἰ καὶ δοκεῖ ἀληθεύειν. A | ||
4235a2 | {οὐ γὰρ ἐπὶ} ψευδέσσι: Ἀρίσταρχος ἐπιθετικῶς ὡς σαφέσι. Ἑρμαπίας προσηγορικὸν ὡς „βέλεσι〈ν〉“ (Λ 657. π 277). T | ||
4235-9 | ex. | ex. | 〈οὐ γὰρ ἐπὶ— / ἄξομεν ἐν νήεσσιν:〉 στρατηγικὸς ὁρᾶται, ὃς τὴν αἰτίαν τῆς ἀθυμίας ἐλπίδα νίκης ὑπέγρα‐ ψεν. ἐν βραχεῖ δὲ προὔτρεψε δύο προβαλών, θεοῦ βοήθειαν καὶ λαφύρων ἐλπίδα. | ἡ δὲ ἐπί (235) πρὸς τὸ ἀρωγός (235). b(BCE3 | |
5 | E4)T | ||
4236a1 | ex. | 〈πρότεροι:〉 καὶ οὗτοι γὰρ παρὰ τοὺς ὅρκους ποιοῦσιν. | |
ἐκεῖνοι δὲ ἦρξαν. Til | |||
4236a2 | καὶ οὗτοι παρὰ τοὺς ὅρκους ποιοῦσιν, ὅτι πρότεροι τῆς μάχης ἦρξαν. b(BCE3E4) | ||
4238a1 | Did. | 〈ἡμεῖς δ’ αὖτ’:〉 Ἀρίσταρχος χωρὶς τοῦ δέ. Aint | |
4238a2 | ἡμεῖς ἄνευ τοῦ †μέν. Til | ||
4.240 | ex. | οὕστινας αὖ μεθιέντας: εἰκὸς γὰρ ἐνίους ἀγνοεῖν τὸ πραχθέν. b(BCE3E4)T | |
4.241 | ex. | χολωτοῖσιν: τοῖς ἀπὸ κινήσεως λεγομένοις χολῆς ἢ πρὸς χολὴν τοὺς ἀκούοντας ἄγουσιν. b(BCE3E4)T | |
4.242 | ex. | ex. | ex. | ἰόμωροι: οἱ μὲν ἰῶν φύλακες, b(BCE3E4)T ἐν πλεο‐ νασμῷ τοῦ μ. T ἐπονείδιστον δὲ τὸ μόνον τοξεύειν. ἀμέλει δὲ εἰδότες οὐ τοξεύουσιν. οἱ δὲ περὶ ἰοὺς πεπονημένοι. | τετάρακται δὲ τῇ Μενελάου λύπῃ b(BCE3E4)T | ἢ περὶ τὴν μάχην καὶ τὸν πό‐ | |
5 | λεμον ἀναστρεφόμενοι. T | ||
4243a | Hrd. | ἕστητε: Πτολεμαῖος (p. 44 B.) ψιλοῖ, ἐπεὶ γίνεται στῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔστιν, ἀλλ’ ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ α εἰς η, στάτε δὲ οὐ γίνεται· ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστιν τῷ ἑστήκα‐ | |
5 | μεν τὸ ἕστατε. A | ||
4243b | Ariston. | 〈ἕστητε:〉 ὅτι μετείληπται τὸ α εἰς τὸ η, ἀντὶ τοῦ ἕστατε. Aim | |
4243c | ex. | τεθηπότες: εἰκὸς γὰρ ἐπὶ τῷ παραδόξῳ ἐκπεπλῆχθαι αὐτούς. b(BCE3E4)T | |
4243-5a1 | ex. | 〈τεθηπότεσ〉 ἠΰτε νεβροὶ〈—ἑστᾶσ’〉: πρόχειρον γὰρ εἰς φυγὴν ἔλαφος. καμοῦσαι δὲ ἀλλήλαις ἐμπεπληγ‐ μέναι ἵστανται ἠΰτε νεβροί. καὶ τὸ ἀπὸ τῆς ἡλικίας προσέλαβεν. T | |
4243-5a2 | εὗρε δὲ εἰκόνα καὶ τὴν ἡλικίαν καὶ τὴν ἀνδρίαν ὀνειδίζου‐ σαν· πρόχειρον γὰρ καὶ εἰς φυγὴν ἔλαφος. ἀλλὰ γὰρ καὶ καμοῦσαι | ||
μάτην ἐκπεπληγμέναι λοιπὸν ἵστανται. b(BE3E4) | |||
4244a | ex. (?) | 〈αἵ:〉 τὸ „νεβροί“ (Δ 243) διχῶς. Til | |
4244b | Ariston. | πολέος πεδίοιο θέουσαι: ἡ διπλῆ διὰ τὸ ἐλλείπειν τὴν διά πρόθεσιν, ἵν’ ᾖ διὰ πεδίου. A | |
4245a1 | Did. | 〈τίς σφι:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ ς, τίς σφι. Aim | |
4245a2 | σὺν τῷ ς τὸ τίς. Til | ||
4246a | Ariston. | 〈ἕστητε:〉 ὅτι πάλιν ἀντὶ τοῦ ἕστατε. Aim | |
4246b | ex. | 〈ἕστητε:〉 ἀντὶ τοῦ ἵστασθε, ὡς „ἐπίδρομον ἔπλετο τεῖχοσ“ (Ζ 434). Til | |
4247a1 | ex. | ἦ μένετε Τρῶασ〈—νῆεσ〉: ἀνδρίας παρασκευα‐ στικὸν σωτηρίας ἀπόγνωσις. T | |
4247a2 | ἀνδρίας ἐγερτικὸν ἅμα καὶ θάρσους σωτηρίας ἀπόγνω‐ σις. b(BCE3E4) | ||
4247-8a1 | Nic. | 〈σχεδὸν ἐλθέμεν, ἔνθα τε νῆες / —θα‐ λάσσης:〉 αἱ διαστολαὶ ἐλθέμεν (247), θαλάσσης (248). Aim | |
4247-8a2 | σχεδὸν ἐλθέμεν〈—θαλάσσησ〉: καὶ εἰς τὸ ἐλθέμεν καὶ εἰς τὸ θαλάσσης βραχεῖα διαστολή. T | ||
4247-8a3 | βραχεῖα δὲ διαστολὴ καὶ εἰς τὸ θαλάσσης καὶ εἰς τὸ ἐλθέμεν. b(BCE3E4) | ||
4249a | Did. | αἴ κ’ ὔμμιν: οὕτως τὸ αἴ κ’ ὔμμιν διὰ τοῦ κ δεῖ συν‐ αλείφειν· ἔστιν γὰρ Αἰολικὴ ἡ ἀντωνυμία. A | |
4249b | ex. | ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων: ἐπεὶ ἔλεγεν „οὐ γὰρ ἐπὶ ψεύδεσσι b(BCE3E4)T πατὴρ Ζεὺς ἔσσετ’ ἀρωγόσ“ (Δ 235) b(BCE3E4) καὶ „αὐτὸς ἐπισ〈σ〉είῃσι“ (Δ 167), T συμβουλεύει τὸν οἰκεῖον πόνον προσεπεισφέρειν | |
5 | ὑπηρετοῦντας τῇ τοῦ θεοῦ βουλήσει· καὶ τὸ τραγικόν (Eur. fr. 432 N.2)· b(BCE3E4)T „αὐτός τι νῦν δρᾶ, †χοὔτως† δαίμονας κάλει· / T τῷ γὰρ πονοῦντι χὠ θεὸς συλλαμβάνει.“ τοῦτο οὖν | ||
πρῶτος Ὅμηρος εἶπεν. b(BCE3E4)T | |||
4.250 | ex. | 〈κοιρανέων:〉 ἔργα πρέποντα βασιλεῖ ποιῶν. b(BCE3E4) | |
4251a | Ariston. | 〈ἐπὶ Κρήτεσσι:〉 ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὡς ἐπὶ Κρῆτας. Aint | |
4251b | Ariston. | ex. | ἐπὶ Κρήτεσσι: ἀντὶ τοῦ T πρὸς Κρῆτας· καὶ „ἐπ’ ἄνθεσιν“ (Β 89) ἀντὶ τοῦ πρὸς ἄνθη. | οὓς δὲ κατέλεξεν ἡ Ἑλένη (cf. Γ 172—242), τούτους πάλιν ἡμῖν δηλοῖ, καὶ ὃ παραλέλοιπεν ἐκεῖ, τοῦτο ὧδε ἀναπληροῖ. b(BCE3E4)T | |
4251c | ex. | οὐλαμὸν [ἀνδρῶν]: συστρ[αφέντων] ἀπὸ τῆς εἰλή‐ σεως. T | |
D | ἀνὰ οὐλαμὸν ἀνδρῶν: ἀνὰ τὸν θόρυβον— ἀνδρῶν. A | ||
4253a | Nic. | Ἰδομενεὺς μὲν 〈ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν〉: ἐπὶ τὸ τέλος τοῦ στίχου διαστολὴ βραχεῖα· κοινὸν γὰρ τὸ „ὤτρυνε φάλαγγασ“ (Δ 254). A | |
4253b | ex. | συῒ εἴκελος: διώκειν γὰρ οὐ δύναται ὡς μεσαιπόλιος. ἢ ὅτι δεύτερος μετὰ λέοντα. Αἴας δὲ (e. g. Λ 548) καὶ Ἀγαμέμνων (e. g. Λ 113) καὶ Ἀχιλλεὺς (e. g. Υ 164) εἰς λέοντος εἰκόνα φέρονται ἀλκιμωτάτου ζῴου. b(BCE3E4)T | |
4.254 | ex. | πυμάτας ὤτρυνε φάλαγγας: οὐκ εἶπε συνῆν αὐταῖς. ἀλλ’ οἱονεὶ ἔρεισμα αὐτῶν. ἦσαν οὖν οἱ μὲν ἐχόμενοι ἔργου, οἱ δὲ παρασκευαζόμενοι. τὸν πλέονα δὲ πόνον ἀναδέχεται καὶ †τὸ τιμιώ‐ τερον ἐξίστησι† τῷ βασιλεῖ. τινὲς δὲ πύματα τὰ ἀριστερὰ τῆς πα‐ | |
5 | ρατάξεως. b(BCE3E4)T | ||
D | φάλαγγας: τάξεις τῶν στρατιωτῶν—φάλαγγας καλοῦμεν. A | ||
4.257 | ex. | περὶ μέν σε τίω: τῶν τιμῶν αὐτὸν ὑπομνήσας προθυ‐ μότερον εἰς τὸ παρὸν ποιεῖ, b(BCE3E4)T τῶν αὐτῶν ἐφιέμενον | |
πάλιν. b(BCE3E4) | |||
4258a | ex. | ἠμὲν ἐνὶ πτολέμῳ: πτολέμῳ τῇ διαιρέσει τῶν λαφύρων. b(BCE3E4)T | |
4258b | ex. | ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ: ἀλλοίῳ προεδρίᾳ, συμβουλῇ. ὅσα δὲ εἶπεν Ἑλένη, ἀνακεφαλαιοῦται, Ἰδομενεὺς „θεὸς ὥσ“ (Γ 230), Αἴας „ἕρκος Ἀχαιῶν“ (Γ 229), Ἀγαμέμνων ἀγαθὸς βασιλεύς (cf. Γ 179), Ὀδυσσεὺς δόλιος (cf. Γ 202). b(BCE3E4)T | |
4.259 | ex. | ἠδ’ ἐν δαίθ’, 〈ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον〉: τίμιον τοῦτο παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἔτι νῦν παρὰ Κυμαίοις. γερούσιον δὲ τὸν τοῖς ἐντίμοις διδόμενον· κατελείπετο γάρ τι τῶν λαφύρων εἰς τὰς κοινὰς εὐωχίας. b(BCE3E4)T | |
4260a1 | Did. | 〈ἐνὶ κρητῆρσι:〉 Ἀρίσταρχος ἑνικῶς „ἐνὶ κρητῆρι“. Aim | |
4260a2 | „κρητῆρι“ ἑνικῶς. Til | ||
4262a | Ariston. | δαιτρὸν πίνωσιν, 〈σὸν δὲ πλεῖον δέπας αἰεί〉: ὅτι διὰ παντὸς αἱ τράπεζαι παρέκειντο καὶ πλήρη τὰ ποτήρια τοῖς ἐν τιμῇ ἔκειτο, τοῖς δὲ ἄλλοις πρὸς μέρος ἐνεχεῖτο. A | |
4262b | D | 〈δαιτρόν:〉 μεριστόν, διαιρετόν. Til | |
4.266 | ex. | ἐρίηρος ἑταῖρος· συντόμως ἄρα καὶ μετρίως· οὐ γὰρ ἀρι‐ στεύσειν ὑπισχνεῖται, ἀλλ’ οὐκ ἀδικήσειν τὴν ἑταιρίαν. b(BCE3)T | |
4.269 | Did. | {ἐπεὶ} σύν γ’ ὅρκια {ἔχευαν}: διὰ τοῦ ν τὸ σύν γ’ ὅρκια· οὐ γὰρ συνῆπται. ἐπὶ δὲ τῶν συνθέτων αἱ μεταβολαί. A | |
4.270 | ex. | 〈θάνατος καὶ κήδεα:〉 ἤλλακται ἡ τάξις. Til | |
4273a | Ariston. | ἦλθε δ’ ἐπ’ Αἰάντεσσι: ὅτι ἡ τάξις Ἰδομενέως πλησίον Αἴαντος. πρὸς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον (cf. Β 558). A | |
4273b | Ariston. (?) | ἦλθε δ’ ἐπ’ Αἰάντεσσι: ἀντὶ τοῦ πρὸς Αἴαντας. T | |
4274a | ex. | νέφος εἵπετο πεζῶν: τινὲς νέφος τὸ ἄτακτον πλῆθός φασιν. b(BCE3E4)T | |
4274b | ex. | νέφος: τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ λέξει περιέλαβεν εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μετα‐ φορᾶς καὶ εἰκόνα πεποίηκεν. A b (BCE3E4)T | |
4275-8 | ex. | αἰπόλος ἀνήρ〈—λαίλαπα πολλήν〉: ὑψίνο‐ μοι γὰρ αἱ αἶγες καὶ δύσριγοι. καλῶς δὲ ἀπὸ ὕψους ὁρᾷ, οὐδενὸς ἐπι‐ προσθοῦντος τῇ θέᾳ. πελάγιον δὲ νέφος ὄμβρον ἐπάγει. εὖ δὲ καὶ ὑπὸ Ζεφύρου ἐλαύνεσθαί φησιν αὐτό· αὐτὸς γὰρ μάλιστα συνάγει νέφη | |
5 | καὶ δεινὴν χειμῶνος ἀπειλήν, Εὖρος δὲ καὶ Νότος χειμῶνα παύουσι διαλυομένων εἰς ὄμβρον τῶν νεφῶν. παρεικάζει δὲ τὸν μὲν Αἴαντα Ζεφύρῳ, τὸν δὲ στρατὸν νέφει, τοὺς δὲ Τρῶας τῷ ποιμένι. b(BCE3E4) T | ||
4.276 | D | Ζεφύροιο: ὅτι ἀπὸ τοῦ—οἱ ἀρχαῖοι. A | |
4277a1 | Ariston. | Did. | D. (Nic.?) | τῷ δέ τ’ ἄνευθεν ἰόντι 〈μελάντερον ἠΰτε πίσσα〉: ὅτι ἰδίως εἴρηκεν οὔτε μελάντερον πίσσης οὔτε μέλαν ὡς πίσσα, κέ‐ χρηται δὲ τῷ συγκριτικῷ ἀντὶ ἁπλοῦ. | τὸ δὲ ἰόντι Ἀρίσταρχος διὰ τοῦ ε, ὁ δὲ Ζηνόδοτος διὰ τοῦ ι. | στικτέον δὲ μετὰ τὸ μελάντερον, | |
5 | ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον ἠΰτε πίσσα, ἵν’ ᾖ· τῷ αἰ‐ πόλῳ πόρρω διατελοῦντι μελάντερον αὐτῷ καταφαίνεται τὸ νέφος καὶ ὅμοιον πίσσῃ. A | ||
4277a2 | Did. | ἐόντι: οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἰόντι“, κα‐ κῶς. T | |
4277a3 | Ἀρίσταρχος ἐόντι. Aim | ||
4277b1 | D | ex. | μελάντερον ἠΰτε πίσσα: μέλαν, | ὡς „ἀδινώτερον ἤ τ’ οἰωνοί“ (π 216). ἢ τῶν ἄλλων νεφῶν μελάντερον. T | |
4277b2 | ex. | ὡς „ἀδινώτερον“. μελάντερον δέ ἐστι τῶν ἄλλων νεφῶν. b | |
(BCE3E4) | |||
4.278 | ex. | λαίλαπα: τὴν μεθ’ ὑετοῦ αὔραν· „ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθών“ (Π 384). b(BCE3E4)T | |
4.279 | ex. | ὑπό τε σπέος ἤλασε μῆλα: κύουσα γὰρ ὄϊς, ἐὰν ἔξω ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει. A b (BCE3E4)T | |
4.281 | ex. | πυκιναί: πυκνούμεναι γὰρ καὶ μελαινόμεναι ὁρῶνται. b (BCE3E4)T | |
4282a | Ariston. | ex. | | κυάνεαι 〈σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι〉: ὅτι | |
Nic. | Did. | Ζηνόδοτος γράφει „ἡρώων σάκεσιν“. γέγονεν δὲ ἀντιπαράθεσις τοῦ μέλανος νέφους (cf. Δ 277) πρὸς τὸ κυάνεαι. | τοῦτο δὲ οἷον πυκναί (cf. Δ 281)· αἱ γὰρ ἀραιαὶ νεφέλαι διαυγεῖς. | διασταλτέον δὲ βραχὺ | ||
5 | ἐπὶ τὸ σάκεσίν 〈τε〉, ἵνα διὰ μὲν τὰ ὅπλα καταπληκτικαὶ ὦσι, τοῖς δὲ δόρασι πεφρικυῖαι, τουτέστιν ὠρθωμένα ἔχουσαι τὰ δόρατα. A | ἡ ἑτέρα δὲ τῶν Ἀριστάρχου „βεβριθυῖαι“ εἶχεν. AAim καὶ μήποτε λόγον ἔχει, ὡς ἐκεῖ „βεβρίθει δὲ σάκεσ〈σ〉ιν“ (π 474). A | ||
4282b | ex. | Nic. | Did. | ex. | 〈κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι〉 πεφρικυῖαι: ὠρθω‐ μέναι. καὶ „ἔφριξεν δὲ μάχη“ (Ν 339). | βραχὺ δὲ διασταλτέον εἰς τὸ σάκεσίν τε· ἐξ αὐτῶν γὰρ ἦσαν μέλαιναι, ἐκ δὲ τῶν δοράτων ὠρθωμέναι. b(BCE3E4)T | Ἀρίσταρχος δὲ „βεβριθυῖαι.“ | τὸ δὲ | |
5 | πεφρικυῖαι ἐκ τοῦ φρίσσω. T | ||
4.285 | ex. | Ἀργείων ἡγήτορε: τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις. A b (BCE3)T | |
4286a | Nic. | σφῶϊ μέν· 〈οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω〉: διαστολὴ ἐπὶ τὸν μέν, ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος. A | |
4286b | Nic. | ex. | σφῶϊ μέν· 〈οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω〉: | |
εἰς τὸ μέν διαστολή, εἰς δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος. τὸ δὲ ἑξῆς, ὑμᾶς μὲν οὔτι κελεύω μάχεσθαι· οὐ γὰρ ἔοικεν ὀτρυνέμεν ὑμᾶς. b (BCE3)T | καὶ Ἰδομενέα μὲν τῆς τιμῆς καὶ τοῦ γέρως ὑπέμνησε, τοὺς | |||
5 | δὲ τῇ φιλοτιμίᾳ προὐτρέψατο. b(BE3)T τινὲς δὲ τὸ σφῶϊ ἀντὶ δοτικῆς. T | ||
4.287 | ex. (?) | 〈λαόν:〉 τὸν Ἑλληνικόν. Til | |
4289a | ex. | τοῖος πᾶσιν θυμός: πᾶσι τοῖς ἡγεμόσιν, ἵνα πρὸς τοὺς ὁμοτίμους ἡ σύγκρισις ᾖ. b(BCE3E4)T | |
4289b | ex. | τοῖος πᾶσιν θυμός: ἐπὶ δὲ Νέστορος „τοιοῦτοι δέκα μοι συμφράδμονεσ“ (Β 372). μᾶλλον οὖν φρόνησιν ἐπαινῶν φαίνεται. b (BCE3E4)T | |
4295-6 | ex. | Πελάγοντα〈—Βίαντα〉: Πελάγων, Ἀλάστωρ, Βίας καὶ ἐν Τρωσί (cf. Ε 695. 677. Υ 460). b(BCE3)T | |
4.295 | Ariston. | D | ἀμφὶ μέγαν Πελάγοντα 〈Ἀλάστορά τε Χρομίον τε〉: ὅτι τρίτος οὗτος Χρομίος Πύλιος. πρὸς τὰ Πυλαιμένους. | οὗτοι δὲ ταξιάρχαι ὑπῆρχον. βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ. A | |
4.296 | ex. | 〈αἵμονά τε κρείοντα:〉 ἄδηλον, ποῖον κύριόν ἐστιν. Til | |
4297-9 | ex. | ἱππῆας μὲν πρῶτα〈—ἔλασσεν〉: οὐ δεόντως, φασί, τὴν πρώτην τάξιν οἱ ἱππεῖς ἔχουσι κινδύνου ὄντος, εἰ τροπὴ γέ‐ νοιτο τῶν ἱππέων, συμπατηθῆναι τὴν ἀκολουθοῦσαν φάλαγγα. ἀγνοοῦσι δὲ ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν, ὅπως τῶν ἱππέων ὑποχωρούν‐ | |
5 | των διϊστάμενοι δέχοιντο αὐτούς—ἀλλαχοῦ φησι· „τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας;“ (Δ 371)—καὶ πάλιν ἑνούμενοι ὡσεὶ τεῖχος δέχοιντο | ||
τοὺς πολεμίους ἐπιόντας· μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλεν. τινὲς δὲ τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρατος λαμβάνουσιν, τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων | |||
10 | καὶ ὑπ’ ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν ἐπιτάσσων b(BCE3E4)T περὶ τοῦ πολέμου· ἄλλως δὲ οὐκ ἠδύ‐ ναντο ἕκαστοι κατὰ ἡγεμόνα τοὺς ἱππέας ἔχειν ἐπὶ τοῦ δεξιοῦ κέρως, μιᾶς παρατάξεως ἐξ ὅλων οὔσης καὶ συνεχοῦς. T | ||
D | D | ἱππῆας μὲν πρῶτα: πρώτους εἰκὸς εἰρῆσθαι—ἀναγ‐ | ||
15 | καίῃ πολεμίζῃ· | ἐπὶ γὰρ μετώπου—κακὸν ἔβαλλεν. A | ||
4297-8 | Nic. | ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, / πεζοὺς δ’ ἐξόπιθε στῆσεν: βραχὺ διασταλτέον ἐπὶ τὸ ὄχεσφι· κοινὸν γὰρ τὸ στῆσε (298). Aint b(BCE3)T | |
4299a | ex. | ἕρκος ἔμεν πολέμοιο: ὅπως τῶν ἱππέων ὑποχωρούν‐ των ὡσεὶ τεῖχος δέχοιντο τοὺς ἐπιόντας οἱ πεζοί. b(BCE3E4)T | |
4299b | ex. | κακοὺς δ’ ἐς μέσσον ἔλασσεν: ἵνα μιμοῖντο τοὺς ἔμ‐ προσθεν καὶ ὑπὸ τῶν ὄπισθεν ἐπείγοιντο. ἤτοι δὲ τοὺς πάντων κακοὺς ἢ τοὺς τῶν πεζῶν· οἱ δὲ ὅτι ἐν τοῖς δύο τάγμασι τοὺς κακοὺς ἐμέσασεν. | |
b(BCE3E4)T | |||
4299c | Did. | 〈ἔλασσεν:〉 οὕτως Ἀρίσταρχος ἔλασσεν. ἄλλοι δὲ „ἔεργεν“. Aint | |
4301a | ex. | 〈ἱππεῦσιν μὲν πρῶτα:〉 ποῦ ὁ δέ; Til | |
4301b | ex. | ἱππεῦσιν μὲν πρῶτα: ἐπεὶ μὴ μεταβαίνει εἰς ἄλλην φάλαγγα, οὐκ ἐπάγει τὸν δέ. T | |
4.302 | ex. | σφοὺς ἵππους ἐχέμεν: ἐπὶ τόπῳ τὰς φάλαγγας πολεμεῖν καὶ μὴ διαλύειν τὸ στῖφος. θαυμασίως δὲ καὶ τὸ λιποτακτεῖν ἀνεῖλε μηδὲ τοῖς ἀριστεῦσιν ἐάσας τρόπον ἐκτροπῆς b(BCE3E4)T μηδὲ τοῖς ἄλλοις· b(BCE3E4) ἴσον γὰρ ἑκάτερος τῇ οἰκείᾳ ἀπουσίᾳ | |
5 | λυμαίνεται τὴν τάξιν. b(BCE3E4)T | ||
4303a | Ariston. | 〈μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθώς:〉 ὅτι ἀπέστροφε τὸν λόγον διὰ τῶν ἑξῆς (sc. Δ 304—9), σχηματίσας ὡς ἂν αὐτὸς ὁ Νέστωρ εἴποι. Aint | |
4303b | ex. | μηδέ τις ἱπποσύνῃ τε: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μέτεισιν. b(BCE3)T | |
4.306 | ex. | ἕτερ’ ἅρμαθ’ ἵκηται: τὰ τῶν πολεμίων· εἰ γὰρ ἐπὶ τῶν ὁμοφύλων, εἶπεν ἂν ἄλλα· πολλαὶ γὰρ αἱ τάξεις. b(BCE3E4)T | |
4307a | Ariston. | ἔγχει ὀρεξάσθω, 〈ἐπειῆ πολὺ φέρτερον οὕτω〉: ἡ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι ἐκ τοῦ ἔγχει ὀρεξάσθω ἐστὶν ἔγχει παταξάτω τις αὐτόν, ὥστε παραλείπει τὸ τίς καὶ τὸ αὐτόν. καὶ τὸ ἐπιλεγόμενον τοῦτο συνίστησιν, ἐπειῆ πολὺ φέρτερον οὕτω τὸ | |
5 | ἕνα τεθνάναι ἢ τὴν ὅλην τάξιν συγχυθῆναι. A | ||
4307b | ex. | 〈ἔγχει ὀρεξάσθω:〉 ἐκ τοῦ παρεπομένου· οἱ γὰρ ἀπο‐ θνῄσκοντες ἐκτείνονται. b(BCE3)Til | |
4307c1 | ex. | ἔγχει ὀρεξάσθω, ἐπειῆ πολὺ φέρτερον οὕτως: αἱρετώτερον ὡς πρὸς μεῖζον κακόν. καὶ ἀλλαχοῦ· „κακῶν δέ κε φέρτε‐ ρον εἴη“ (Ρ 105) καὶ „ἓξ ἑτάρους ἐν νηῒ ποθήμεναι“ (μ 110). T | |
4307c2 | αἱρετώτερον δέ φησι τοῦτο, ὅτι μεῖζον τὸ ἕτερον κακόν. b (BCE3) | ||
D | τοῦτο τὸ ῥῆμα κατὰ—ὅ ἐστι πολεμείτω. A | ||
D | πολὺ φέρτερον: κατὰ πολὺ κρεῖττον. A | ||
4308a1 | Hrd. | πόλεας: οὕτως Ἀρίσταρχος προπαροξύνει καὶ ἐπὶ τῶν πόλεων τὸ σημαινόμενον ἐκδέχεται, ᾧ συγκατατίθεται καὶ ὁ Ἀσκα‐ λωνίτης (p. 44 B.) λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν καὶ διὰ τοῦ ι, διὰ μὲν τοῦ ι „ἐκ πόλιος δ’ ἄλοχον“ (ι 41), „πολλέων ἐκ | |
5 | πολίων“ (Β 131. Ι 544), διὰ δὲ τοῦ ε πόλεως, „χρυσείην ἑκατὸν πόλεων“ (Ε 744). πιθανὸν οὖν ἐστιν ἐκδέξασθαι ἐνθάδε ἐπὶ τῶν πό‐ λεων τὸ σημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει. A | ||
4308a2 | Ἡρωδιανὸς (2,45,39) διὰ τοῦ ε πόλεας. Aim | ||
4308b | ex. | Hrd. | πόλιας καὶ τείχεα: ἤλλαξε τὴν τάξιν, πόλιας καὶ τείχεα. | Ἀρίσταρχος „πόλεασ“· T ἐπαμφοτερίζει γὰρ ἡ χρῆσις παρὰ τῷ ποιητῇ, ποτὲ διὰ τοῦ ε, ποτὲ διὰ τοῦ ι. b(BCE3E4)T | |
4308c | ex. | ὧδε καὶ οἱ πρότεροι πόλιας καὶ τείχε’ ἐπόρθουν: τρία παρείληφε χρήσιμα, διάταξιν, ἀπειλήν, ζῆλον. b(BCE3E4)T | |
4310a1 | Nic. | ὣς ὁ γέρων ὤτρυνε: τοῦτο ὁ ποιητὴς λέγει καθ’ ἑαυ‐ τό〈ν〉· οὐ προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἶναι διάνοιαν οἰομέ‐ νοις ἐν τοῖς τρισὶ στίχοις· „ὧδε καὶ οἱ πρότεροι πόλεας / τόνδε νόον καὶ θυμόν“ / ὡς ὁ γέρων ὤτρυνε (Δ 308—10), οἷον τοῦτον τὸν | |
5 | τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ. πρὸς δὲ τῷ γελοῖον εἶναι τὸ διανόημα οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπὸ τῶν προσώπων ποιεῖσθαι. A | ||
4310a2 | Nic. (?) | †νικᾶ δὲ ἀπὸ τοῦ „ὧδε καὶ οἱ πρότεροι“ (Δ 308) τοῦ ποιητοῦ φησιν. T | |
4310b1 | ex. | πάλαι πολέμων εὖ εἰδώς: καὶ πρὸ τῶν Ἰλιακῶν εὐτυ‐ χήσας τὴν πεῖραν τῶν πολεμίων. T | |
4310b2 | εὐτύχησε γὰρ πολλαχοῦ, ὡς ἐν Ἤλιδι, καὶ πρὸ τούτου τοῦ Ἰλιακοῦ πολέμου. b(BCE3E4) | ||
4.313 | ex. | ὦ γέρον, εἴθ’ ὡς θυμός: ἁρμόζουσαν τῷ γήρᾳ ποιεῖ τὴν εὐχήν. τιμᾷ οὖν αὐτὸν εὐχῇ. b(BCE3E4) T θυμός δὲ ἡ προαίρεσις. b(BCE3E4)Til | |
4315a | Ariston. | 〈ὁμοίϊον:〉 ὅτι οἱ Γλωσσογράφοι ὁμοίϊον τὸ κακόν. Aim | |
4315b | ex. | D | sch. (?) | γῆρασ〈—〉ὁμοίϊον: καὶ θάνατος ὁμοίϊος (cf. γ 236) καὶ „νεῖκος ὁμοίϊον“ (Δ 444), b(BCE3)T | τὸ ὁμοίως πᾶσι χαλεπὸν | καὶ κοινῇ ἐπερχόμενον. T | |
D | ὁμοίϊον: ἰστέον ὅτι ὁ ποιητὴς πανταχοῦ—πτολέ‐ | ||
5 | μοιο. A | ||
4.316 | D | 〈κουροτέροισι:〉 τοῖς σου νεωτέροις. Til | |
4319a | ex. | 〈ὣς ἔμεν,〉 ὡς ὅτε δῖον Ἐρευθαλίωνα: καὶ φιλόμυθος ὢν ὁ γέρων ἄκρως κατεμέτρησε τὸν καιρόν 〈***〉· ἑξῆς δὲ αὐτὸν πληροῖ. b (BCE3)T | |
4319b | ex. | ὣς ἔμεν ὡς ὅτε δῖον: Πύλιοι πρὸς Ἀρκάδας ἐπολέμουν περὶ ὅρων γῆς. γίνεται δὲ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποτα‐ μόν. Ἐρευθαλίωνος δὲ τοῦ Ξανθίππου προτρεπομένου τὸν βουλόμε‐ νον Νέστωρ ἀντιστὰς ἐνίκησεν. ὑπὸ δὲ τῆς ἡδονῆς †βαλλόμενος† | |
5 | ἐκπεπήδηκε τοῦ περιορισθέντος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα μᾶλλον ἔφασαν νικᾶν b(BCE3)T τὸν μὴ ἐξελθόντα τοῦ τόπου, | ||
T καὶ συμβαλόντες ἐκ δευτέρου περιγράφουσι χωρίον, b(BCE3) T καὶ ἀναιρεῖται ὑπὸ Νέστορος· T καὶ θάψαντες αὐτὸν ἐπέγραψαν τῷ σήματι (I. G. M. 229 Preger)· „Ἐνθάδ’ Ἐρευθαλίωνι | |||
10 | φίλοι περὶ τύμβον ἔθηκαν, / Ἀρκαδίης †βασιλῆες†, γένος ἔξοχον Ἀμφιδάμαντος, / οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.“ b (BCE3)T ἱστορεῖ Ἀρίαιθος (FGrHist 316, 7). T | ||
4319c1 | D | Hrd. | κατέκταν: Πύλιοι καὶ Ἀρκάδες—δαμάσαντο. ἱστορεῖ Ἀρίαιθος. | κατέκταν δὲ μετὰ τοῦ ν αἱ Ἀριστάρχου καὶ ἐν ἐκτάσει τοῦ α Δωρικῇ οὔσῃ, ὡς „ἔβαν ἐγώ“ (Soph. Ai. 868)· ἡ γὰρ χρῆσις τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι | |
5 | κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι κοινῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει (fr. 625 N.2)· „οὐ τὸν σὸν ἔκταν πα‐ τέρα πολέμιόν γε μήν“, Αἰσχύλος δὲ Παλαμήδει (fr. 181 N.2 = 305 M. = 181 R.)· „τίνος κατέκτας ἕνεκα παῖδ’ ἐμὸν βλάβης;“ καὶ ἐν Σεμέλῃ ἢ | ||
10 | Ὑδροφόροις (fr. 221 N.2 = 359 M. = 221 R.)· „Ζεὺς ὃς κατέκτα τοῦτον“. ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν· „ἡμεῖς ἕρμα πόληος ἀπέκτα‐ μεν“ (ψ 121), καὶ τρίτον πρόσωπον πληθυντικὸν πρώτου ἀορίστου παθητικοῦ κατὰ συγκοπήν· „οὐδέ τις Αἰγίσθου, ἀλλ’ ἔκταθεν ἐν με‐ γάροισι“ (δ 537), καὶ μέσον δεύτερον ἀόριστον {ἐνεργητικόν}· | ||
15 | „Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖροσ“ (Ο 437), ᾧ ἀκό‐ λουθον ἀπαρέμφατον τὸ „κτάσθαι τε πολίτασ“ (Ο 558), μετοχαί τε σημαίνουσαι τὸ κτῆμι, ἥ τε κτάς καὶ κτάμενος, ἀπαρέμφατόν τε 〈ἐνεργητικὸν〉 τὸ „κτάμεναι“ (Ε 301 al.). ὑγιῶς ἄρα Ἀρίσταρχος ἔκταν γράφει, ὡς ἔκταν ἐγώ. A | ||
4319c2 | οὕτως Ἡρωδιανὸς (2,46,7) μετὰ τοῦ ν, κατέκταν. Aim | ||
4319c3 | κατέκταν: μετὰ τοῦ ν ἐκτεταμένως· b(BCE3)T ἀπὸ | ||
γὰρ τοῦ κτῆμι δεύτερος ἀόριστος ἔκτην καὶ Δωρικῶς ἔκταν. T | |||
4320a | Ariston. | ἀλλ’ οὔ πως 〈ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποι‐ σιν〉: ὁ ἀστερίσκος καὶ ὁ ὀβελός, ὅτι εἰ ἀμφότερα αἱρετὰ ἔκρινεν ὁ Νέστωρ, καὶ τὸ γῆρας καὶ τὴν νεότητα, εὐλόγως ἂν ἔλεγεν ἅμα πάν‐ τα. μετενήνεκται δὲ ἐξ ἄλλου τόπου, ὅπου φησίν· „ἀλλ’ οὔ πως ἅμα | |
5 | πάντα θεοὶ δόσαν ἀνθρώποισιν· / ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολε‐ μήϊα ἔργα, / ἄλλῳ δ’ ἐν στήθεσσιν“ (Ν 729—30. 732). A | ||
4320b | ex. | 〈πάντα:〉 λείπει τὸ ἡδέα. b(BCE3)Til | |
4321a | ex. | εἰ τότε κοῦρος ἔα, 〈νῦν αὖτέ με γῆρας ἱκάνει〉: οὐκ εἶπεν, εἰ τότε ἰσχυρὸς ἦν, νῦν εὔβουλός εἰμι, διὰ τὸ φορτικόν· ἀντὶ δὲ τῶν ἀρετῶν τὰς ἡλικίας ὑπήλλαξεν. b(BCE3E4)T τὸ δὲ ἔα ἀπὸ τοῦ ἦν διῄρηται, ὡς ἧδε ἕαδε, ἥλη ἑάλη. T | |
4321b | Did. | 〈γῆρας ἱκάνει:〉 Ἀρίσταρχος „γῆρας ὀπάζει“· ἐπείγει, ἐλαύνει. ἀπὸ δὲ τοῦ κατόπιν ἐσχημάτισται. Aim | |
4.322 | ex. | 〈ἱππεῦσι μετέσσομαι:〉 οὐ γὰρ δύναται πεζὸς μάχεσθαι διὰ τὸ γῆρας. b(BCE3E4)Til | |
4323a | ex. | 〈βουλῇ καὶ μύθοισι:〉 ὑπηρετεῖ γὰρ ὁ λόγος τῇ βου‐ λῇ. b(BCE3E4)Til | |
4323b | ex. | τὸ γὰρ γέρας ἐστὶ 〈γερόντων〉: ἐν τούτῳ γὰρ προέχουσιν οἱ γέροντες. T | |
4324a1 | ex. | 〈αἰχμάς:〉 πάντα ἀπὸ μέρους τὰ ὅπλα. b(BCE3E4) | |
4324a2 | ἀπὸ μέρους τὸ πᾶν φησιν. Til | ||
4324-5 | Ariston. | 〈νεώτεροι, οἵ περ ἐμεῖο /〉 ὁπλότεροι: ὅτι παραλλήλως νεώτεροι (324) μὲν ἀντὶ τοῦ νέοι, ὁπλότεροι (325) δὲ συγκριτικῶς ἀντὶ τοῦ ἐμοῦ νεώτεροι· οὐδέποτε γὰρ ἀντὶ τοῦ νέοι εἴρηκεν τὸ ὁπλότεροι. τὸ δὲ νεώτεροι κατ’ ἀμφοτέρων τίθεται | |
5 | παρ’ αὐτῷ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως. A | ||
4.327 | D | εὗρ’ υἱὸν Πετεῶο: ἰστέον ὅτι τούτου—καὶ κατὰ πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο. A | |
4327-8 | D | ex. | Μενεσθῆα πλήξιππον καὶ Ἀθηναῖοι μήστωρες ἀϋτῆς: δυνάμενοι κατὰ—μάχης. A | οὐκ ἐπεξεργάζεται δὲ τὸ τακτικὸν τοῦ Μενεσθέως· ἠρκέσθη γὰρ Νέστορι. AT | |
4.328 | ex. | 〈ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι:〉 ἀπὸ κοινοῦ τὸ ἵσταν‐ το. Til | |
4.329 | Did. | 〈ἑστήκει:〉 οὕτως Ἀρίσταρχος Aim Ἰακῶς ἑστήκει. Aim Til | |
4330a | ex. | 〈πὰρ δὲ Κεφαλλήνων:〉 ἴσως, ἐπεὶ Κέφαλος ὁ Δηΐονος Ἀθηναῖος ὢν ᾤκισε τὴν Κεφαλ〈λ〉ηνίαν, συνετάγησαν αὐτῷ. Til | |
4330b1 | ex. | οὐκ ἀλαπαδναί: διὰ τοῦ οὐκ ἀλαπαδναί ἀπολογία τῆς ἀργίας. T | |
4330b2 | ὡς ἀπολογίαν τῆς ἀργίας ποιούμενος οὐκ ἀλαπαδνὰς αὐτάς φησιν. b(BCE3E4) | ||
4331a | Ariston. | {ἕστασαν} οὐ γάρ πώ σφιν ἀκούετο: ὅτι τὸ ἀκούετο ἀντὶ τοῦ ἤκουεν, καὶ ὅτι πτῶσις ἤλλακται· οὐ γάρ πω αὐτοῖς ἤ‐ κουεν ἀντὶ τοῦ αὐτῶν. A | |
4331b | ex. | οὐ γάρ πώ σφιν ἀκούετο 〈λαὸς ἀϋτῆσ〉: ὁ λαὸς γὰρ αὐτῶν οὔπω ἤκουσε τῆς βοῆς· οὐ γὰρ ἠλάλαξαν οἱ Τρῶες, ἵνα μὴ νοηθῶσιν. b(BCE3E4)T | |
4333a1 | Did. | 〈Τρώων θ’ ἱπποδάμων:〉 Ἀρίσταρχος χωρὶς τοῦ θ „Τρώων ἱπποδάμων“. Aim | |
4333a2 | χωρὶς τοῦ συνδέσμου. Til | ||
4334a | ex. | ἕστασαν, ὁππότε πύργος: εἴτε διὰ τοῦτο ἕστασαν, ἵνα οἱ Τρῶες πρότερον κατάρξωσιν, εἴτε ἵνα τινὲς ἄλλοι τῶν Ἑλ‐ λήνων, ἄμφω ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προληφθῆναι (οὐ γὰρ | |
μικρὰ καὶ τοῦτο βλάπτει) καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συν‐ | |||
5 | τεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον, ἵνα οἱ Τρῶες παραβαίνοντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν. ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ „νῦν δὲ φίλως χ’ ὁρόῳτε, καὶ εἰ δέκα πύργοι Ἀχαιῶν / b(BE3E4)T ὑμείων προπάροιθε μαχοίατο“ (Δ 347—8). T | ||
4334b | Did. | ὁππότε πύργος 〈Ἀχαιῶν〉: ἔν τισι γράφεται „〈ὁππότε〉 κέν τις †ἀχαιῶν“. T | |
4334c | ex. | {ἕστασαν ὁππότε} πύργος: πύργος τάξις. συνέστηκε δὲ ὁ πύργος ἐκ τριακοσίων ἑξήκοντα ἀνδρῶν. ὁ δὲ τρόπος μετα‐ φορά. A | |
4334-5a1 | Ariston. | Did. | ἕστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών / Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο: {ὅτι} ἡ διπλῆ πρὸς τὸ σχῆμα, διότι ἐλλείπει ἡ ἐπί καὶ πτῶσις ἐνήλ〈λ〉ακται· ἔστι γὰρ ἀντὶ τοῦ ὡς ἐπὶ Τρῶας ὁρμήσειεν. | †ὅτι δὲ† ἡ κατὰ Ἀρί‐ | |
5 | σταρχον ἔχει. καὶ τὸ Ἀχαιῶν (334) ἄμεινον ἀκούειν ἐπ’ Ἀχαιούς· πιθανὸν γὰρ ἐπιμένειν τοὺς Ἕλληνας, ἕως ἂν προεπιχειρήσωσιν αὐτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρα‐ σπονδήσωσιν· διὸ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ (= Seleuc. fr. 12 = fr. dub. ap. D.) φέρεται· „ἕστασαν, ὁππότε κέν τις ἐναντίον | ||
10 | ἄλλος ἐπελθών / Τρώων ὁρμήσειε καὶ ἄρξειεν πολέμοιο.“ A | ||
4334-5a2 | Did. | τὸ δὲ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπ’ Ἀχαιούς. Aim | |
4.335 | ex. | Τρώων ὁρμήσειε: λείπει ἡ κατά, ὡς „ὡρμήθη δ’ Ἀκάμαν‐ τοσ“ (Ξ 488). θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους Ἕλληνας ἄρξασθαι τῆς μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμε‐ | |
νοι σῶσαι· διὸ καὶ δόλιον αὐτὸν καλεῖ ὁ Ἀγαμέμνων (cf. Δ 339), | |||
5 | ἐπεὶ οὐ φιλέλλην, ἀλλὰ φίλαυτος φωρᾶται. καὶ ὁ μὲν ἕνα πύργον περιμένει (cf. Δ 334), ὁ δὲ ὀνειδίζων „δέκα πύργοι Ἀχαιῶν“ (Δ 347) φησιν. b(BE3E4)T | ||
4338-9 | ex. | ὦ υἱὲ Πετεῶο〈—κερδαλεόφρον〉: τὸν μὲν τῇ τοῦ πατρὸς ὑπεροχῇ κατῄσχυνεν, τῷ δὲ παρρησιαστικώτερον ὡς καὶ φίλῳ ἐπιφέρεται, τοῖς ἄλλοις δι’ αὐτοῦ μείζονα τὴν προτροπὴν ποιῶν. b(BCE3E4)T | |
4339a | ex. | καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε: μέσον γὰρ ὁ δόλος, b(BCE3E4)T καὶ ἐπὶ μὲν τοῦ κακοῦ μόνως, b(BCE3E4) ἐπὶ δὲ τοῦ ἀμφότερα εἰδότος „εἰδὼς παντοίους τε δόλους b(BCE3E4) T καὶ μήδεα πυκνά“ (Γ 202). τὸ δὲ κεκασμένε T ἐπὶ κακοῦ, | |
5 | ὡς τὸ „ἐκέκαστο / κλεπτοσύνῃ θ’ ὅρκῳ τε“ (τ 395—6). AT | ||
4339b | Ariston. | 〈κερδαλεόφρον:〉 ὅτι Ζηνόδοτος γράφει „φαίδιμ’ Ὀ‐ δυσσεῦ“. ἀσυμφώνως δὲ τῇ ἐπιπλήξει φαίδιμος ἂν νῦν λέγοιτο. Aint | |
4340a1 | ex. | καταπτώσσοντες: προτρεπτικὸν ἀνδρείου ἀνδρὸς ψυχῇ τὸ καταπτώσσειν λεγόμενον. T | |
4340a2 | προτρεπτικὸν τὸ πτώσσειν ἀνδρείᾳ ψυχῇ λεγόμενον. b (BCE3E4) | ||
4340b1 | ex. | τίπτε καταπτώσσοντες: ᾔσθετο γὰρ †διὸ† ἀνεβάλ‐ λοντο· διὸ καὶ δόλιον αὐτὸν καὶ κερδαλεόφρονα καλεῖ (cf. Δ 339). ὀνειδίζει οὖν τῆς μονῆς. T | |
4340b2 | τοῦτο δέ φησιν, ὅτι καὶ τῆς βοῆς ᾔσθετο καὶ ἀνεβάλλετο. b(BCE3E4) | ||
4.341 | ex. | σφῶϊν〈—〉ἐόντας: ἀντὶ τοῦ ἐοῦσιν. T | |
4.342 | ex. | μάχης καυστείρης: „ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς | |
αἰθομένοιο“ (Ν 673). T | |||
4343a | Ariston. | Did. | | πρώτω γὰρ 〈καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο〉: ὅτι | |
Ap. Dysc. | συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὸς καὶ ἐπὶ τοῦ Μενεσθέως κεκοινοποίηκεν· οὐ γὰρ ὁ Μενεσθεύς ἐστι τῶν ἑπτὰ γερόντων, ἀλλ’ Ὀδυσσεύς {διομήδης}, οὐδὲ σὺν τῷ Ἀγαμέμνονι εὐωχεῖται. καὶ ὅτι | ||
5 | ἀκουάζεσθον εἶπε τροπικῶς ἀντὶ τοῦ ἐπαισθάνεσθαι, ἐπεὶ ἡ ἀκοὴ εἶδός ἐστιν αἰσθήσεως, καὶ τὸ „†οὐδὲ† πληγῆς ἀΐοντεσ“ (Λ 532). | „οὐ λέγει δὲ τῆς ἐμῆς δαιτὸς πρῶτοι ἀκούετε, ἀλλὰ πρῶτοί μου ἀκούετε περὶ δαιτός.“ οὕτως Ἀρίσταρχος. | λείπειν δέ φασι τὴν περί ἐθίμως, ἵν’ ᾖ· οἳ περὶ δαιτὸς πρῶτοι ἐμοῦ μεταλαμβάνετε. οὕτως | ||
10 | Ἀπολλώνιος ἐν τῷ Περὶ ἀντωνυμιῶν (108, 6—7). A | ||
4343b | ex. | πρώτω γὰρ καὶ δαιτὸς 〈ἀκουάζεσθον ἐμεῖο〉: οὐ περὶ βρωμάτων, ἀλλὰ περὶ τιμῆς ὁ λόγος. τινὲς τὸ δαιτός πρὸς τὸ ἐμεῖο. b(BCE3E4)T | |
4.344 | ex. | ὁππότε δαῖτα γέρουσιν: ὡς τὸ „γερούσιον αἴθοπα οἶνον“ (Δ 259). A b (BCE3)T αἰσχρὸν δὲ τὸ ἐν συμποσίῳ μὲν τοῖς ἀρίστοις καταλέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις. A b (BCE3 E4)T καὶ ὁ Σαρπηδών· „τί δὴ νῶϊ τετιμήμεσθα μάλιστα;“ | |
5 | (Μ 310). T | ||
4345-6a | Did. (?) | ἔνθα φίλ’ ὀπταλέα〈—ὄφρ’ ἐθέλητον〉: οὗτοι ἐν μὲν τοῖς ὑπομνήμασιν οὐκ ἀθετοῦνται, ἐπαιτιῶνται δὲ αὐτοὺς οἱ ἡμέτεροι ὡς ἀπρεπῶς καὶ παρὰ τὰ πρόσωπα εἰς κρεάδιον ὀνει‐ | |
δίζοντος τοῦ Ἀγαμέμνονος. A | |||
4345-6b | ex. (?) | λείπει τὸ ἐστί. Aim | |
4.345 | ex. | 〈φίλ’:〉 φίλα ἀντὶ τοῦ φίλως. Til | |
4.346 | Hrd. | 〈μελιηδέος:〉 δασυντέον τὸ μελιηδέος. Aim | |
4347-8 | ex. | νῦν δὲ φίλως χ’ ὁρόῳτε〈—μαχοίατο〉: ἔλυσε τὸ ἔμπροσθεν ἀμφίβολον. καὶ οἱ μὲν ἀναμένουσιν, ὁ δὲ ὀνειδίζων φησὶ b(BCE3E4)T „τίπτε καταπτώσσοντεσ“ (Δ 340). T | |
4.350 | ex. | ποῖόν σε ἔπος φύγεν 〈ἕρκος ὀδόντων〉: φαντασίαν ἐποίησε τοῦ ἀπερισκέπτως ἐξενεχθέντος λόγου· πρὸς φυλακὴν γὰρ τῶν φαύλων τούτους ἡμῖν ἡ φύσις ἐχορήγησεν. b(BCE3)T | |
D | ἕρκος ὀδόντων: ὁποῖον τοῦτον λόγον—περι‐ | ||
5 | φραστικῶς. A | ||
4351-3 | Nic. | πῶς δὴ φῂσ〈—ὄψεαι〉: ἀμφίβολος ἡ ἀνάγνω‐ σις· ἤτοι γὰρ εἰς τὸ μεθιέμεν (351) διαστολή, στιγμὴ δὲ τελεία εἰς τὸ Ἄρηα (352)· ἢ εἰς τὸ μεθιέμεν τελεία στιγμή, ὑποστιγμὴ δὲ εἰς τὸ Ἄρηα, ὃ καὶ βέλτιον, ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρεῖος, | |
5 | ὁπόταν πόλεμος ᾖ. A | ||
4351-2a | ex. | Nic. | πῶς δὴ φῂς πολέμοιο μεθιέμεν〈—Ἄρηα〉: ἠθικὸν καὶ τῶν προγεγονότων ὑπομνηστικόν. | ἐν δὲ τῷ μεθιέμεν (351) τελείαν, ἐν δὲ τῷ Ἄρηα (352) ὑποστιγμήν. b(BCE3E4)T | |
4351-2b | Nic. | ὁππότ’ Ἀχαιοί / Τρωσὶν ἐφ’ ἱπποδάμοισιν: ταῦτα ἀπ’ ἄλλης ἀρχῆς. T | |
4.353 | ex. | ὄψεαι, ἤν κ’ ἐθέλῃσθα: ἐὰν ἀπεχόμενος τῶν ἀγώνων ἐποπτεύειν ἡμᾶς θέλῃς. b(BCE3E4)T | |
4354a | Ariston. | Τηλεμάχοιο: ὅτι προτετυπωμένος τὰ κατὰ τὴν Ὀ‐ δύσσειαν μνημονεύει τοῦ Τηλεμάχου. τοῦ αὐτοῦ ἄρα ποιητοῦ καὶ ἡ | |
Ὀδύσσεια. A | |||
4354b | ex. | Τηλεμάχοιο φίλον πατέρα: προσυνίστησι τὰ πρό‐ σωπα καὶ τὰς διαθέσεις. ἢ ὡς φιλόδοξος καὶ τὸν παῖδα συνίστησιν. b(BCE3E4)T | |
4.356 | ex. | τὸν δ’ ἐπιμειδήσας 〈προσέφη〉: τῷ σχήματι καὶ τῷ λόγῳ θεραπεύει τὸν Ὀδυσσέα. b(BCE3E4)T | |
4357a1 | Ariston. | 〈ὡς γνῶ χωομένοιο:〉 πρὸς τὸ σχῆμα, ὅτι τῇ γενικῇ ἀντὶ τῆς αἰτιατικῆς. Aim | |
4357a2 | ὡς γνῶ χωομένοιο: ἀντὶ τοῦ χωόμενον. T | ||
4357b | ex. | πάλιν δ’ ὅ γε λάζετο μῦθον: εἰς τοὐναντίον μετή‐ γαγε τὸ „καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε“ (Δ 339). b(BCE3E4)T | |
4.359 | ex. | περιώσιον: περισσόν, b(BCE3)T πλέον τοῦ Μενεσθέ‐ ως. b(BCE3E4)T | |
4.362 | ex. | ὄπισθεν ἀρεσσόμεθα: †λαβόμεθα† T εἰς ἄρεσίν τε μετάξομεν. τεχνικὸν δὲ τὸ ὁμολογεῖν ὑπὸ τῆς ὀργῆς εἰς τὰ μὴ δέοντα ἐξῆχθαι. b(BCE3)T | |
4365-6 | ex. | εὗρε δὲ Τυδέος υἱὸν〈—〉 / ἑσταότα: ζηλωτὴς γὰρ Ὀδυσσεὺς Διομήδους, b(BCE3E4)T καὶ οὗτος αὐτοῦ. b (BCE3E4) καὶ πικρότερον δὲ αὐτοῦ ἅπτεται, ἐπεὶ καὶ ἐφ’ ἁρ‐ μάτων ἵστατο· ὃ συνιεὶς καθήλατο (sc. Δ 419). ηὐτρέπιστο μὲν πρὸς τὴν μάχην, | |
5 | ἀνέμενε δὲ Ὀδυσσέα. b(BCE3E4)T | ||
4367a1 | Did. | 〈ἑστήκει:〉 οὕτως ἑστήκει Ἰακῶς Ἀρίσταρχος. Aim | |
4367a2 | Ἰακῶς τὸ ἑστήκει. Til | ||
4.371 | ex. | τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας: τὰς διόδους τῶν φαλάγγων. T | |
4371-2 | Nic. | τί δ’ ὀπιπεύεισ〈—ἦεν〉: τινὲς περιέργως εἰς τὸ ὀπιπεύεις στίζουσιν· εἶτα τὸ ἑξῆς πολέμοιο γεφύρας / 〈οὐ | |
μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν〉. T | |||
4.372 | ex. | οὐ μὲν Τυδέϊ γ’ ὧδε: τὴν ὕβριν μειοῖ ὁ ἔπαινος τοῦ πατρός· ἡδέα γὰρ τὰ τῶν πατέρων ἐγκώμια λεγόμενα. ξενικωτέρας δὲ διαλέξεις βούλεται εἰσαγαγεῖν. ἢ ἐν κεφαλαίοις μὲν εἴρηται, τῇ δὲ ποιήσει ἐπιτέταται. b(BCE3E4)T | |
4.375 | ex. | οὐδὲ ἴδον: ἀπὸ κοινοῦ τὸ „πονεύμενον“ (Δ 374). δῶμεν δὲ τὴν ἀδολεσχίαν τῷ τεταραγμένῳ Ἀγαμέμνονι. b(BCE3E4)T | |
4.376 | D | ἄτερ πολέμου: Οἰδίπους ἀποβαλὼν Ἰοκάστην— ἀναιρεῖ. A | |
4377a | Did. | | ξεῖνος ἅμ’ ἀντιθέῳ 〈Πολυνείκεϊ λαὸν ἀγείρων〉: | |
Ariston. | γράφεται καὶ „κεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκει“. τὸ δὲ ἀγείρων παρατατικῶς. | ἰστέον δὲ ὅτι ἐπὶ τὰς τοιαύτας λειτουργίας δύο ἐπέμποντο κατάσκοποι πρέσβεις. ἡ ἀναφορὰ δέ, ὅτι οὐδὲ ὁ Φοῖνιξ ἐν | ||
5 | ταῖς Λιταῖς (cf. Ι 168—98) πρεσβεύει. A | ||
4377b | ex. | Did. | ξεῖνος: ξένος καὶ ὁ δεχόμενος καὶ ὁ δεχθείς· „ξεῖνος γάρ μοι ὅδ’ ἐστί“ (θ 208). πρόξενος ὁ ὑπὸ πόλεως ἠξιωμένος ὥστε ἐν τῇ σφετέρᾳ προΐστασθαι αὐτῆς. ἰδιόξενος, ὡς ὁ Μέντωρ τῷ Τηλε‐ μάχῳ. ἀστόξενος ὁ ἐκ προγόνων ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξὶ καὶ | |
5 | Τεῦκρος Τρωσίν. δορύξενος, ὡς Γλαῦκος καὶ Διομήδης. b(BCE3E4) T | γράφεται δὲ καὶ „κεῖνοσ“. T | ||
4.378 | ex. | ἱερὰ πρὸς τείχεα Θήβης: διὰ τὸ μουσικῇ γεγενῆσθαι. Til | |
D | πρὸς τείχεα Θήβης: Θῆβαί εἰσιν αἱ πᾶσαι—ἐν τῇ Ι. A | ||
4.380 | ex. | ἐκέλευον: ἀντὶ τοῦ παρεκάλουν· TTil „ἔνθα δ’ ἔπειτα, ἄναξ, κέλομαι“ (ι 71). T | |
4381a | ex. | ἀλλὰ Ζεὺς ἔτρεψε: ἠρέμα ἀπολογεῖται· ἄτοπον γὰρ ἦν προτρέπειν, ᾧ συμμαχίας μὴ μεταδέδωκεν. T | |
4381b | ex. | παραίσιμα σήματα φαίνων: παρὰ τὴν αἶσαν. ἢ | |
αἴσια περὶ ζωῆς ἡμῖν φαίνων παρέτρεψεν. T | |||
4382-3 | ex. | Nic. | πρὸ ὁδοῦ ἐγένοντο, / Ἀσωπὸν δ’ ἵκοντο —λεχεποίην: ἔμπροσθεν τῆς ὁδοῦ, ὅ ἐστιν εἰς Θήβας. | τινὲς δὲ εἰς τὸ ἐγένοντο (382) ὑποστίζουσι καὶ τῷ λεχεποίην (383) τὴν τελείαν παρέχονται, πλεονάζειν λέγοντες τὸν δέ (383). b(BCE3E4)T | |
4383a | ex. | λεχεποίην: παρὰ τὸ λέχος ἢ τὸν λόχον. b(BCE3E4)T | |
4383b | ex. (?) | λεχεποίην: εἰ μὲν τὸ λέχος ἔγκειται, τροπῇ λεχοποίην λεχεποίην. εἰ μὴ τὸ λέχος ἔγκειται, ἐχεποίην, πλεονασμῷ τοῦ λ. ὥστε εἰ μὲν τὸ ἔχειν ἔγκειται, πλεονασμός, εἰ δὲ τὸ λέχος, ἀντίθεσις, πρὸς τὴν διάφορον ἐτυμολογίαν διάφορον πάθος. A | |
4384a | Ariston. | 〈ἀγγελίην:〉 ὅτι ἀντὶ τοῦ ἄγγελον. Aim | |
4384b | Ariston. (?) | 〈ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν:〉 τὸ ἐπί περιττόν. Aim | |
4384c | ex. | ἀγγελίην ἐπὶ Τυδῆ: Τυδῆ ὡς „ἀλλ’ Ὀδυσῆ ποθέου‐ σα“ (τ 136) καὶ „Μηκιστῆ δ’ ἕλε Πο〈υ〉λυδάμασ“ (Ο 339). T | |
4384d | ex. | 〈ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί:〉 πλη‐ σιάσαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδέα πρὸς αὐτούς, ἐντευξόμενον δηλονότι αὐτοῖς τοῖς Θηβαίοις, περὶ ὧν ἐνόμιζον ἐγ‐ καλεῖν οἱ Ἀχαιοί. Aint | |
4.386 | ex. | βίης Ἐτεοκληείης: ἴσως ἐπὶ τυραννίδι. T | |
D | περιφραστικῶς, τοῦ Ἐτεοκλέους. Aim | ||
4.388 | ex. | μοῦνος ἐὼν πολέσιν: καὶ μόνος καὶ πολλοῖς. T | |
4389a | ex. | ἀεθλεύειν προκαλίζετο: μετὰ τὸ δεῖπνον γὰρ οἱ ἀγῶνες· b(BCE3E4)T „νῦν δ’ ἐξέλθωμεν καὶ ἀέθλων †πειρήσω‐ με톓 (θ 100). T καὶ Πηνελόπη τὸ τόξον μετὰ τὸ δεῖπνον τίθησιν (cf. υ 390—φ 79). b(BCE3E4)T | |
4389b1 | ex. | προκαλίζετο: ἴσως ηὐτέλιζον τοὺς Ἀργείους διὰ τὸ βραχὺ αὐτοῦ· διὸ ἀπαλλάξαι θέλων τοὺς οἰκείους τοῦτο ἐποίει. T | |
4389b2 | ἴσως δὲ καὶ τοὺς ἄλλους Ἀργείους ηὐτέλιζον διὰ τὸ αὐτοῦ βραχύ. βουλόμενος οὖν τοῦ μώμου ἑαυτὸν ἀπαλλάξαι καὶ τοὺς | ||
οἰκείους τοῦτο ποιεῖ. b(BCE3E4) | |||
4.390 | Ariston. | ῥηϊδίως· 〈τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη〉: ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα ὑγιῶς τέτακται, ἐν δὲ τῷ τῆς Ἀθηνᾶς πρὸς τὸν Διομήδη λόγῳ (Ε 808) οὐκέτι. A | |
4.391 | ex. | κέντορες ἵππων: ἔνθεν καὶ †εὐάρμοστον† τὴν Θήβην φη‐ σὶν ὁ Πίνδαρος (fr. 195). T | |
4.392 | ex. | ἂψ †δ’ ἀνερχομένῳ† πυκινὸν λόχον εἷσαν: ἵνα μὴ τοῖς Ἀργείοις ἐξαγγείλῃ τὴν ἀσθένειαν Θηβαίων. b(BCE3E4)T | |
4.394 | Hrd. (?) | 〈Μαίων:〉 οὕτως Μαίων βαρυτόνως εἰς ἀποφυγὴν τοῦ ἐθνικοῦ. Aint | |
D | Μαίων Αἱμονίδης: τὸν Μαίονά τινες—οὐδὲ ὑβρίζε‐ ται. A | ||
4.395 | Did. | 〈Πολυφόντης:〉 γράφεται „Λυκοφόντησ“. Aim | |
4.396 | ex. | Τυδεὺς μὲν καὶ τοῖσιν: οὐ μόνον, φησί, τοὺς προκλη‐ θέντας ἐνίκησεν, ἀλλὰ καὶ τοὺς ἐνηδρευκότας. b(BCE3E4)T | |
4.398 | ex. | Μαίον’ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας: ἡ Ἀθηνᾶ γὰρ αὐτῷ εἶπεν· ἢ τὸ δόρυ ἐκλάσθη. b(BCE3E4)T | |
4400a | ex. | ex. | ex. | ἀγορῇ δέ τ’ ἀμείνω: οὐ γὰρ μετεῖχε λόγου Τυδεύς. b (BCE3E4) | Ἀντίμαχός (fr. 13 W.) φησι παρὰ συφορβοῖς τετράφθαι Τυδέα, Εὐριπίδης δὲ „οὐκ ἐν λόγοις ἦν δεινός, ἀλλ’ ἐν ἀσπίδι“ (Suppl. 902). | πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν αὐτόν φησιν, ἵνα | |
5 | πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης. A b (BCE3E4)T | ||
4400b1 | Did. | 〈ἀγορῇ δέ τ’ ἀμείνων:〉 σὺν τῷ ν ἀμείνων Ἀρί‐ σταρχος, ἵνα καθ’ ἑαυτὸ λέγηται ἐκπληκτικῶς. ἐλλείπει δὲ τὸ ἐστί | |
ῥῆμα. Aim | |||
4400b2 | ἀγορῇ δέ τ’ ἀμείνω: Ἀρίσταρχος μετὰ τοῦ ν τὸ „ἀμείνων“, ἵνα λείπῃ τὸ ἐστίν. T | ||
4.401 | ex. | τὸν δ’ οὔτι προσέφη: πῶς οὗτος νεώτερος ὢν τὴν ἐπί‐ πληξιν ἤνεγκεν, ὁ δὲ Ὀδυσσεὺς καὶ πρεσβύτερος καὶ φρονιμώτερος ἐπιπληχθεὶς ἐχαλέπηνεν; ῥητέον, διὰ τοῦτο (ἐπεὶ καὶ πρεσβύτερος καὶ φρονιμώτερός ἐστι) τὴν βλασφημίαν οὐ φέρει· τιμᾶσθαι γὰρ σφᾶς | |
5 | αὐτοὺς οἱ πρεσβύτεροι δεῖν νομίζουσιν. ἄλλως τε οὐχ ὁμοίως ἀμφο‐ τέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον, τὸν δὲ ἥττω τοῦ πατρὸς εἰπών· ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. b(BCE3E4)T πρὸς τούτοις ἐπιπληχθεὶς ὡς λάλος οὐκ ἤμελλεν ἐπιβεβαιοῦν τὸ λάλος εἶναι. b(BE3E4)T | ||
4.402 | ex. | αἰδεσθεὶς βασιλῆος 〈ἐνιπὴν αἰδοίοιο〉: σώφρων, ὃς οὐδέποτε τοὺς πολεμίους δείσας φοβεῖται τὴν ἐπίπληξιν τοῦ στρα‐ τηγοῦ. καὶ νῦν μέν, ἵνα μὴ δοκῇ λάλος, ἡσυχάζει, τοῖς γε μὴν ἔργοις δείξας ἑαυτὸν ἐφάμιλλον τῷ πατρί φησιν· „ἀλκὴν μέν μοι πρῶτον | |
5 | †ὠνείδισας†“ (Ι 34). καὶ τὸ „κρατερόσ“ (Δ 401) νῦν ἔμφασιν ἔχει πληροῦν ὃ παρέλιπεν ὁ βασιλεύς. b(BCE3E4)T | ||
4404a | Hrd. | 〈μὴ ψεύδε’:〉 τὸ πλῆρές ἐστι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ ὀξεῖα. Aim | |
4404b | ex. | Hrd. | μὴ ψεύδεαι: ὡς τὸ νήχεαι. | Ἡρωδιανὸς (2,46,23) δὲ τὸ ἐντελὲς ψεύδεο φησίν. T | |
4405a1 | ex. | ἡμεῖς τοι πατέρων 〈μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶ‐ ναι〉· παροιμία· „τίς πατέρ’ αἰνέσει, εἰ μὴ κακοδαίμονα τέκνα,“ (Diog. prov. 8, 46). T | |
4405a2 | οὐδεὶς δὲ παρ’ Ὁμήρῳ „πατέρα αἰνέσει, εἰ μὴ κακοδαί‐ μονα τέκνα.“ b(BCE3E4) | ||
4405b | ex. | πατέρων μέγ’ ἀμείνονες: ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι οὐδὲ | |
γονεῦσί φησι δεῖν παραχωρεῖν· b(BCE3E4)T φησὶ γοῦν „υἱός θ’ υἱωνός τ’ ἀρετῆς πέρι“ (ω 515). T ὕψωσε δὲ καὶ τῷ μέγα καὶ τὴν μαρτυρίαν ἐπήγαγεν· τοῦτο δέ, ὅτι οὐ δεῖ ταῖς τῶν προγόνων | |||
5 | ἀρεταῖς κοσμεῖσθαι. b(BCE3E4)T | ||
D | ἡμεῖς τοι πατέρων: περὶ ἑαυτοῦ λέγει—οἱ παῖ‐ δες. A | ||
4406a | ex. | ἡμεῖς καὶ Θήβης: ὁ τρόπος ἐπαναφορά. b(BCE3E4) | καὶ γὰρ στρατεύσαντες οἱ ἐπίγονοι τὰς Θήβας κατέσκαψαν καὶ τὸν βασιλέα ἀνεῖλον Λαοδάμαντα b(BCE3E4)T τὸν Ἐτεοκλέους, ἐννέα T ὄντες τὸν ἀριθμόν, Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος | |
5 | Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέδοντος, b(BE3E4)T Μέδων Ἐτεόκλου. T | ||
4406b | ex. | ἑπταπύλοιο: πρὸς γὰρ ἑπτάχορδον Ἀμφίονος λύραν ἡρμόσθη. T | |
4407a | Ariston. | παυρότερον 〈λαὸν ἀγαγόνθ’—ἄρειον〉: ἀπὸ τούτου ἕως τοῦ „κεῖνοι δὲ σφετέρῃσιν“ (Δ 409) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐπιλύει τὸ διὰ τῶν προειρημένων λεγόμενον. καὶ εἰ μὲν ἐφ’ ἑαυτοῦ καὶ τοῦ Διομήδους λέγει ἀγαγόντε, ὑγιῶς τὸ δυϊκὸν παρεί‐ | |
5 | ληπται, ψεῦδος δὲ περιέχει· οὐ γὰρ μόνοι ἐπεστράτευσαν. εἰ δὲ ἐπὶ πάντων τῶν στρατευσάντων, συγχεῖται τὸ δυϊκὸν καὶ ἐκλύεται ἡ ἀλκή· γίνονται γὰρ οἱ πατέρες ἀλκιμώτεροι, οὗτοι δὲ διὰ τὸ τοὺς θεοὺς συνεργεῖν πεπορθηκότες. A | ||
4407b | ex. | παυρότερον λαὸν ἀγαγόντε: ἐπεὶ δύο εἰσὶν οἱ κακο‐ λογούμενοι. ἔδειξε δὲ καὶ νῦν τὴν σύμπνευσιν αὐτῶν, καὶ „αὐτὰρ ἐγὼ Σθένελός τε“ (Ι 48). b(BCE3E4)T | |
4407c | D | ex. | ὑπὸ τεῖχος ἄρειον: ἤτοι τὸ Ἄρεως ἱερόν· | ἢ τοῦ ἐν Τροίᾳ, ὅπερ καὶ βέλτιον. A | |
4407d | ex. | ὑπὸ τεῖχος ἄρειον: τοῦ παυροτέρου λαοῦ βέλτιον· ἢ | |
καθ’ ὃ Ἄρεως ἦν ἱερόν, ὡς καὶ ἡ Δίρκη. T | |||
4.408 | ex. | πειθόμενοι τεράεσσι θεῶν: ὑποφαίνει ὡς καὶ νῦν διὰ δεισιδαιμονίαν οὐκ ἠθέλησαν ἄρχειν τῆς πρὸς τοὺς Τρῶας συμβολῆς, b (BCE3E4)T ἣν οἱ πατέρες μὴ κτησάμενοι ἀπώλοντο. b(BCE3E4) | |
4410a | Hrd. | 〈ὁμοίῃ〉 ἔνθεο: Ἀρίσταρχος ἓν ποιεῖ τὸ ἔνθεο ἀντὶ τοῦ ἔνθου, ἵνα γένηται Ἀττικόν, ὅμοιον τῷ „μὴ ψεῦσον, ὦ Ζεῦ, 〈τῆς ἐπιούσης ἐλπίδοσ〉“ (Ar. Thesm. 870). Ἀπολλώνιος (fr. 15 M.) δὲ διαστέλλει τὸ ἔν, ἵνα γένηται ἐν ὁμοία. A | |
4410b | Did. | 〈ὁμοίῃ ἒν θέο τιμῇ:〉 ἀντὶ τοῦ ἐν ὁμοίῃ· οὕτω πᾶσαι. Ἀρίσταρχος δὲ „†ἔνθεο τιμήν“. Til | |
4412a | Ariston. | τέττα: ὅτι προσφώνησίς ἐστι φιλεταιρικὴ ἀμετάφραστος καὶ ἀμετάληπτος. A | |
4412b1 | ex. | ex. | τέττα, σιωπῇ ἧσο: ἐπίδειξις χρηστοῦ ἤθους μὴ δεῖν ταῖς τῶν πατέρων ἐπαίρεσθαι συμφοραῖς. καὶ ἐνδείκνυται μὲν τῷ βασιλεῖ ὡς ἀδίκως ὕβρισται, συγγινώσκει δὲ τῷ καιρῷ. T | τὸ δὲ τέτ‐ τα οἱ μὲν ἐπίρρημα σχετλιαστικόν, οἱ δὲ κατὰ πάθος ἀπὸ τοῦ τέτλαθι, | |
5 | οἱ δὲ ὡς βάπτω βαπτίζω βάπτης, οὕτω τέττω τεττίζω—ἤδη γάρ τινες ἀξιοῦσι γράφειν „ἔνθ’ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντασ“ (Β 314)—τέττης, ἡ κλητικὴ τέττα. AT οὕτω Σωτήρας. A | ||
4412b2 | ἔστι δὲ ἐπίδειξις χρηστοῦ ἤθους τὸ μὴ δεῖν ταῖς τῶν πατέ‐ ρων ἐπαίρεσθαι συμφοραῖς. καὶ ἐνδείκνυται τῷ βασιλεῖ ὡς ἀδίκως μὲν ὕβρισται, συγγινώσκει δὲ διὰ τὸν καιρόν. b(BCE3E4) | τὸ δὲ τέττα ἐπίρρημά ἐστι σχετλιαστικὸν ἀντὶ τοῦ νήπιε †πρεσβυτέρου λεγόμενον | ||
5 | πρὸς νεώτερον. b(BCE3) | ||
4412c | Hrd. | 〈ἧσο:〉 δασυντέον τὸ ἧσο. Aim b (BCE3) | |
4.412 | ex. | {σιωπῇ} ἧσο: δασυντέον καὶ ἐκδεκτέον ἀντὶ τοῦ διάτριβε, ὡς τὸ „ἧμαι ἐνὶ Τροίῃ“ (Ω 542). ἢ ψιλῶς ἀντὶ τοῦ ἔσο, γίνου. T | |
D | ἧσο: οὐκ ἔπρεπεν αὐτὸν—μετὰ σιωπῆς ἔσο. A | ||
4413a1 | ex. | οὐ γὰρ ἐγὼ νεμεσῶ 〈Ἀγαμέμνονι ποιμένι λαῶν〉: αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν βασιλέα, οὐ παραλέλοιπε δὲ τὴν εἰς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς Σθένελον λόγῳ. δέδεικται οὖν καὶ ἐκ τούτου τὸ περὶ τὰς ἀποκρίσεις φιλότιμον αὐτοῦ, ὃ ἔφη „ἀγορῇ δέ τ’ | |
5 | ἀμείνω“ (Δ 400). T | ||
4413a2 | αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν βασιλέα, ὅμως οὐ παραλέλοιπε τὴν εἰς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς Σθένελον λόγῳ. δέ‐ δεικται οὖν καὶ ἐκ τούτου τὸ περὶ τὰς ἀποκρίσεις αὐτοῦ φιλότιμον· διὰ τοῦτο γὰρ οὐκ ἀντιλέγει, ὅτι ἀμείνονα τοῦ πατρὸς αὐτὸν ἐν τῇ δη‐ | ||
5 | μηγορίᾳ εἶπε. b(BCE3E4) | ||
4413-7a1 | ex. | οὐ γὰρ ἐγὼ νεμεσῶ—δῃωθέντων: νομο‐ θετεῖ, ποῖον δεῖ εἶναι περὶ τοὺς ἄρχοντας ὡς καὶ τῆς φθορᾶς καὶ τῆς | |
σωτηρίας μέλλοντας αἰτίαν ἔχειν. T | |||
4413-7a2 | νομοθετεῖ δέ, ποῖον δεῖ τὸν ἄρχοντα περὶ τοὺς ἀρχομέ‐ νους εἶναι, καὶ μᾶλλον ἐπαινεῖ ὡς αὐτοῦ καὶ τῆς φθορᾶς καὶ τῆς σωτη‐ ρίας τὰ τέλη ἀναλαμβάνεσθαι μέλλοντος. b(BCE3E4) | ||
4.416 | Ariston. | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint | |
4420a | D | 〈ἔβραχε:〉 ἤχησεν. Til | |
4420b | Nic. | 〈ἄνακτος:〉 τινὲς τελείαν εἰς τὸ ἄνακτος. Til | |
4421a | Nic. | ὀρνυμένου 〈ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν〉: τοῖς ἄνω προσδοτέον τὸ ὀρνυμένου καὶ στικτέον †πρὸ αὐτοῦ† τελείᾳ. δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτὸ τελείας στιγμῆς πρὸ αὐτοῦ οὔσης, ἵν’ ᾖ ὁ λόγος· ὁρμῶντος αὐτοῦ καὶ τὸν ἀνδρεῖον φόβος | |
5 | κατέλαβεν. A | ||
4421b | ex. | 〈ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν:〉 προανυψοῖ τὸ πρόσωπον Διομήδους. b(BCE3E4)Til | |
4.422 | ex. | ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ 〈πολυηχέϊ〉: οὐ πρὸς τὸν ἦχον, ἀλλὰ τὴν ἐπάλ‐ ληλον τῶν φαλάγγων φοράν· πορεύονται γὰρ „σιγῇ δειδιότες σημάν‐ τορασ“ (Δ 431)· Ζέφυρον γὰρ παρέλαβεν ἄνωθεν ἐπικυλίοντα τὰ κύματα, ἠρεμαίως τε ἄρχεται, ἐπιτείνεται δὲ ὕστερον· διὸ καὶ τὸ | |
5 | „ὑποκινήσαντοσ“ (Δ 423). καὶ νῦν οὕτως αὔξει τὰ τοῦ πολέμου. b (BCE3E4)T | ||
4423a1 | Hrd. | Ζεφύρου ὑποκινήσαντος: Πτολεμαῖος ὁ τοῦ Ἀριστο‐ νίκου καὶ Νικίας (fr. 5 B.) καὶ Τυραννίων (fr. 12 P.) ἀναστρέφουσιν. οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν πρόθεσιν, ἔνθεν καὶ φυλάσσεται ὁ τόνος ὁμοίως τῷ „ἔσκεν ὑφηνίοχοσ“ (Ζ 19) 〈καὶ〉 „Ποσειδάωνος ὑποδμώσ“ | |
5 | (δ 386). A | ||
4423a2 | Ζεφύρου ὑποκινήσαντος: Πτολεμαῖος ἀναστρέφει τὴν πρόθεσιν, καλῶς. οἱ δὲ ἄλλοι παρέλκειν αὐτήν φασι καὶ φυλάττουσι τὸν τόνον b(BCE3)T ὡς ἐπὶ τοῦ „ὑφηνίοχοσ“ καὶ „Ποσειδάωνος | ||
ὑποδμώσ“. T | |||
4426a1 | Did. | 〈ἐόν:〉 Ἀρίσταρχος διὰ τοῦ ι, „ἰόν“. Aim | |
4426a2 | ἰόν: οὐκ „ἐόν“. T | ||
4426b | ex. | ex. (?) | ἀποπτύει δ’ ἁλὸς ἄχνην: πτύελον γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρός, ὃν ἐρευγομένη ἐκχεῖ· A b (BCE3E4)T διὸ ἀπο‐ πτύει φησίν. T | ἄλλοι δὲ καὶ φυκίον φασίν. A | |
4429-31a | Ariston. | | οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης / — / | |
Nic. | σιγῇ δειδιότες σημάντορας: ἡ διπλῆ, ὅτι ὡς πρὸς ὑποκείμενον πρόσωπον λέγει οὐδέ κε φαίης (429) ἀντὶ τοῦ οὐδὲ φαίη τις ἄν. | τὸ δὲ ἑξῆς ἐστιν, οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν (429) σημάντορας δεδιότες (cf. | ||
5 | 431). τὰ δὲ ἄλλα διὰ μέσου. A | ||
4429-31b | ex. | Nic. | οἱ δ’ ἄλλοι ἀκὴν 〈ἴσαν—σιγῇ〉: ὡς „ἀκὴν ἐγέ‐ νοντο σιωπῇ“ (Γ 95). b(BCE3)T | τὸ δὲ ἑξῆς οἱ δὲ ἄλλοι ἀκὴν †ἦσαν† (429) σιγῇ (431). b(BCE3E4)T | |
4429-30 | ex. | οὐδέ κε φαίης / τόσσον λαὸν ἕπεσθαι: ἄρρητος ἡ ἐπίνοια σιωπὴν τοσούτου στρατοῦ εἰκάσαντος ἀφωνίᾳ. b(BCE3E4) T | |
4.431 | ex. | δειδιότες: ἄκρως εὐπειθεῖς Ἕλληνες τοὺς πολεμίους οὐ δε‐ διότες, ἀλλὰ τοὺς ἡγεμόνας. b(BCE3E4)T | |
4.433 | ex. | Τρῶες δ’ ὥς τ’ ὄϊες: εἴωθεν ἀεὶ ἀντιπαραβάλλειν τὸ θο‐ ρυβῶδες τῶν Τρώων. δειλὸν δὲ καὶ κατωφερὲς ἡ ὄϊς. b(BCE3E4)T | |
D | πολυπάμονος· πάματα καλεῖται παρὰ—τὸ κτή‐ σασθαι, ἐκτεινομένου τοῦ α. A | ||
4.435 | ex. | ex. | ἀζηχὲς μεμακυῖαι, 〈ἀκούουσαι ὄπα ἀρνῶν〉: ηὔξησε τὸν θόρυβον παραλαβὼν τὰς ὄϊς ἀντιμηκωμένας τοῖς νεογνοῖς. b | |
(BCE3E4)T | ἀζηχές δὲ ἀκατάπαυστον. T | |||
4.436 | ex. | Τρώων ἀλαλητός: λαλητός καὶ ἀλαλητός πλεονασμῷ τοῦ α. T | |
4.437 | ex. | οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος: εἰκότως τὸ βάρβαρον θορυβῶδές ἐστιν· ἑτερόγλωσσον γάρ ἐστιν (cf. Δ 438). ὃ δὲ οὐκ ἔστιν ὁμόφωνον, τοῦτο ἀνάγκῃ θορυβῶδες. b(BCE3E4)T | |
4439-40 | Ariston. | ὦρσε δὲ τοὺς μὲν Ἄρησ〈—ἄμοτον μεμα‐ υῖα〉: αἱ διπλαῖ, ὅτι διὰ μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθη‐ νᾶν, καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεως υἱοί. πλανηθεὶς δὲ Ἀντίμαχος ἵππων Ἄρεως ὀνόματα ἀποδέδωκεν (fr. 37 W.) „Δεῖμος τ’ ἠδὲ | |
5 | Φόβος πόδας αἰνετώ, υἷε θυέλλησ“. A | ||
4.439 | ex. | ὦρσε δὲ τοὺς μὲν Ἄρης: μεγαλοπρεπὴς ἡ φαντασία· δεῖ γὰρ αὐτοὺς ὅμοια τῶν ἡγουμένων πράσσειν· b(BCE3E4)T ἄλ‐ λως τε καὶ τὴν πρώτην συμβολὴν μᾶλλον αὔξει. b(BCE3)T | |
4440a1 | ex. | Δεῖμός τ’ ἠδὲ Φόβος: δαίμονες ἐκ τῶν ἡμετέρων πα‐ θῶν πεπλασμένοι, οὐ σύμμαχοι. T | |
4440b1 | ex. | 〈ἄμοτον:〉 †ἄτρωτον. Til | |
4440b2/a2 | ἄπληστον, πολύ. b(BCE3) | παραγενέσθαι δὲ αὐτούς φησιν οὐχ ὡς συμμάχους, ἀλλ’ ἐκ τῶν ἡμετέρων ταῦτα παθῶν ἐπλά‐ σατο. b(BCE3E4) | ||
D | ἄμοτον: ἀπλήρωτον· ἀφ’ οὗ καὶ μότα τὰ ἐπιτιθέμενα τοῖς | ||
5 | κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκός. A | ||
4441a1 | ex. | Ἄρεος ἀνδροφόνοιο κασιγνήτη: ἀπὸ τῆς ὁμοιότη‐ τος τῶν παθῶν πλάττουσι τὰς συγγενείας, ὡς Δεῖμος καὶ Φόβος καὶ „Φύζα, Φόβου κρυόεντος ἑταίρη“ (Ι 2). ἔστιν οὖν †ἀδελφὸς† αὐτῷ τοὺς τρόπους, οὐ ξυγγενὴς ἡ Ἄρεος ἀνδροφόνοιο κασιγνήτη | |
5 | ἑτάρη τε. T | ||
4441a2 | ἀπὸ τῆς ὁμοιότητος τῶν παθῶν πλάττει καὶ τὰς συγγε‐ νείας, ὡς Δεῖμος καὶ Φόβος καὶ Ἔρις. ἔστιν οὖν ἀδελφὴ οὐ τῇ συγγε‐ νείᾳ, ἀλλὰ τοῖς τρόποις. b(BCE3E4) | ||
4442-3 | ex. | ἥ τ’ ὀλίγη μὲν πρῶτα〈—ἐπὶ χθονὶ βαίνει〉: ποιητικῶς ἐσήμανε τῆς Ἔριδος τὸ πάθος. b(BCE3E4)T | |
4.445 | ex. | ὀφέλλουσα στόνον ἀνδρῶν: ἐκ γὰρ τοῦ ἐρίζειν πλείων ὁ φόνος γίνεται. b(BCE3E4)T | |
4.447 | ex. | σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα: τὰς μὲν πρὸς τὸ μηδὲν παθεῖν, τὰ δέ, ἵνα τι δράσωσιν. b(BCE3E4)T | |
4448a | Ariston. | χαλκεοθωρήκων: 〈ἀτὰρ ἀσπίδεσ〉: ὅτι ἐξ ἐπαναλή‐ ψεως λέγει ἀτὰρ ἀσπίδες: προείρηκεν γὰρ „σύν ῥ’ ἔβαλον ῥινούσ“ (Δ 447). A | |
4448b | ex. | ὀμφαλόεσσαι: τινὲς ὀμφαλοέσσας T τὰς εὐομφάλους, ὡς „ποιητὰς πύλασ“ (cf. Μ 470) εὐποιήτους. b(BCE3)T | |
4448c | ex. | ὀμφαλόεσσαι: ὁτὲ μὲν αὐτὰς „εὐκύκλουσ“ (Ε 453 al.), ὁτὲ δὲ „ὀμφαλοέσσασ“ (τ 32 al.) καλεῖ, τὴν ἀπὸ κέντρου πρὸς τέλος τυπῶν αὐτῶν ἰσότητα, καὶ „πάντος’ ἐΐσασ“ (cf. Γ 347 al.). b(BCE3E4) T | |
4.449 | ex. | ὀρυμαγδός: ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον ὅπλων, στρατιωτῶν ἀλαλαγμόν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγωνιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδός, ἔνθα ὄρνυται ὅμαδος. A b (BE3E4)T | |
4450a | ex. | οἰμωγή τε καὶ εὐχωλή: Θουκυδίδης „πάντα ὁμοῦ ἀκοῦσαι,“ φησίν (7,71,4), „ὀλοφυρμὸς βοή, κρατοῦντες κρατού‐ μενοι“. καὶ Γοργίας (Vors.6 82 B 27)· „ἀνεμίσγοντο δὲ λιταῖς ἀπειλαὶ | |
καὶ εὐχαῖς οἰμωγαί“. T | |||
4450b | ex. | οἰμωγή τε καὶ εὐχωλή: ἀκριβῶς ἔχει ἡ λέξις· πρό‐ τερον γὰρ ὁ παθὼν ἀνοιμώζει, εἶτα ὁ δράσας ἐπ’ αὐτῷ μεγαλαυ‐ χεῖ. b(BCE3E4)T | |
4451a | Ariston. | 〈ὀλλύντων τε καὶ ὀλλυμένων:〉 ὅτι πρὸς τὸ δεύτερον πρῶτον ἀπήντηκεν· ἡ γὰρ εὐχωλὴ τῶν ὀλλύντων. Aint | |
4451b | ex. | 〈ῥέε δ’ αἵματι γαῖα:〉 ἐμφαντικῶς· οὐ γὰρ εἶπεν ἐρ‐ ραίνετο, ἀλλ’ ὡσεὶ λέγοις ‘ἐπήγαζεν αἷμα‘. b(BE3E4)T | |
4452-5 | ex. | ὡς δ’ ὅτε χείμαρροι〈—ἔκλυε ποιμήν〉: ἔστιν ἀκοῦσαι δύο ποταμῶν ἤχου. πανταχόθεν δὲ αὐτῶν ηὔξησε τὸν ἦχον· οὐ γὰρ διὰ πεδίων, ἀλλ’ ἐξ ὄρους ῥέουσιν, ἵνα μὴ ῥύσις, ἀλλ’ ἐμβολὴ ὕδατος ᾖ· καὶ εἰς τὸν αὐτὸν τόπον καταφέρονται, τῇ συμπτώ‐ | |
5 | σει τῶν ῥευμάτων πολὺν ἀπεργαζόμενοι τὸν ἦχον· καὶ κρουνῶν ἐκ μεγάλων (454) προστίθησι, τῷ πλήθει τοῦ καταρρήσσοντος ὕδα‐ τος τραχὺν τὸν ψόφον ἐγείρων· καὶ τὸ κοίλωμα δὲ τὸ δεχόμενον αὐτοὺς μισγάγκεια (cf. 453) εἴρηται, τραχυνόμενον τῇ ὀνοματο‐ ποιΐᾳ καὶ †συναπειλοῦν† τῷ ῥεύματι. ἴσως δὲ καὶ b(BCE3)T δύο | ||
10 | τοὺς ποταμοὺς παρέλαβεν οὐκ αὐξήσεως μόνον ἕνεκεν, ἀλλ’ ὅτι εἰσὶ καὶ τὰ στρατεύματα δύο, καὶ τούτους ἐμπίπτοντας ἀλλήλοις· καὶ γὰρ οἱ στρατοὶ ἀλλήλοις ἐπεφέροντο. b(BCE3E4)T | ||
4452a | Hrd. | χείμαρροι: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 44 B.) παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐστι χειμάρρους· Νικίας (fr. 6 B.) δὲ ὡς εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονός, εἴ γε μᾶλλον ἐντελέστερον οἶδε τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ | |
5 | συνηλειμμένον· „ὅσσους Ἑλλήσποντος ἀγάρροοσ“ (Β 845), „στήῃ ἐπ’ †ὠκυρρόῳ† ποταμῷ“ (Ε 598), „ἐς ποταμὸν εἰλεῦντο βαθύρ‐ | ||
ροον“ (Φ 8), „ἀψορρόου Ὠκεανοῖο“ (Σ 399). σπανίως δὲ τὸ ἕτερον· „χειμάρρους κατ’ ὄρεσφιν †ὄπαζεν“ (Λ 493), „ποταμῷ πλήθοντι ἐοικώς / χειμάρρῳ“ (Ε 87—8). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς | |||
10 | ἀποφαίνεται ῥόος· „ὤθει δ’ ἐν σάκεϊ πίπτων ῥόοσ“ (Φ 241). A | ||
4452b | ex. | 〈ὄρεσφι:〉 τὸ ς ἔδωκεν ἡ συγκοπή, ὡς θεόφατον „θέσφα‐ τον“ (Θ 477). Til | |
4.453 | ex. | 〈μισγάγκειαν:〉 τὸ ἄγκος, εἰς ὃ μίγνυνται οἱ ποταμοί. Aint b (BCE3E4)Til | |
4453-6 | ex. | ἐς μισγάγκειαν〈—μισγομένων〉: τὸ ἑξῆς „ὡς δ’ ὅτε χείμαρροι κατ’ ὄρεσφι ῥέοντεσ“ (Δ 452) / ἐς μισγάγκειαν συμβάλλετον τὸ ὕδωρ ἐκ τῶν κρουνῶν ἔσω τῆς χαράδρας, b (BCE3)T ὣς τῶν μισγομένων (456). b(BCE3) | |
4.454 | ex. | 〈κρουνῶν:〉 κρουνοὶ {δὲ} στεναί τινες καὶ βαθεῖαι ἐκ‐ ρύσεις. b(BE3E4) | |
D | χαράδρης: τῆς ἐγχαράξεως—τῇ φορᾷ τοῦ ὕδατος. A | ||
4455a1 | ex. (Did. ?) | τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν: γράφεται τηλόσε, εἰς μακρὰν ἀφικνουμένων τῶν ψόφων. ἄμεινον δὲ τὸ „τηλόθι“. †ἀποκεκλεῖσθαι† δέ που χειμῶνος ὄντος ὁ ποιμήν. T | |
4455a2 | εἰς μακράν, φησίν, ἀφικνουμένων ὁ ψόφος ἀκούεται. ἄμεινον δὲ „τηλόθι“ γράφειν καὶ πρὸς τὸν ποιμένα ἀποδιδόναι· ἀποκέκλεισται γὰρ τηλόθι που χειμῶνος ὄντος ὁ ποιμήν. b(BCE3) | ||
4456a | Ariston. | 〈ἰαχή τε φόβος τε:〉 ὅτι τὴν μετὰ δέους φυγὴν φό‐ βον εἴρηκεν. Aint | |
4456b | Did. | 〈ἰαχή τε φόβος τε:〉 Ἀρίσταρχος „ἰαχή τε πόνος | |
τε“· οὐ γὰρ γέγονέ πω φυγή. Aim | |||
4456c | Did. | ex. (?) | {ὣς τῶν μισγομένων γένετ’ ἰαχή τε} φόβος τε: Ἀρί‐ σταρχος „πόνοσ“· οὔπω γὰρ γέγονε φυγή. | ἀλλ’ ἐὰν „πόνοσ“ ᾖ, ἐνέργειαν, ἐὰν δὲ φόβος, τὸ δέος δηλοῖ ὁμοίως τῷ τοῦ ποιμένος φόβῳ. T | |
4457a | Ariston. | πρῶτος δ’ Ἀντίλοχος: ὅτι οὐ κατὰ τὸ ἐσθλὸν πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει, ἀλλ’ ὅτι τάχιστον αὐτὸν †παρασυνίστησι† διὰ τῶν ἄλλων καὶ εὐκίνητον. A | |
4457b | ex. | πρῶτος δ’ Ἀντίλοχος: τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ ἄλλην ἀριστείαν αὐτοῦ οὐ γράφει. ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα —„πρῶτος ἐγὼν ἕλον ἄνδρα“ (Λ 738)—καὶ θεατὴν αὐτὸν ἔχει. b (BCE3E4)T καὶ „Ἀντίλοχ’, οὔτις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν“ | |
5 | (Ο 569): T θερμότητος οὖν νεωτερικῆς τὸ ἔργον. b(BCE3E4)T ἢ Τρῶες καταφρονοῦντες Νέστορος κατὰ τοῦτο μᾶλλον ἐνέκρουσαν τὸ μέρος. b(BE3E4)T | ||
4457-8 | Nic. | 〈ἕλεν ἄνδρα κορυστήν / ἐσθλὸν ἐνὶ προμάχοι‐ σι:〉 συναπτέον κορυστὴν ἐσθλόν, ἵν’ ᾖ τὸ ἑξῆς 〈***〉. Aim | |
4458a | Ariston. | 〈Θαλυσιάδην Ἐχέπωλον:〉 ὅτι ἄδηλον πότερον κύριον, ὁ Θαλυσιάδης ἢ ὁ Ἐχέπωλος. Aint | |
4458b | ex. | D | Θαλυσιάδην Ἐχέπωλον: κύριον τὸ δεύτερον· ἐπι‐ θετικῶς γὰρ ὅτε φησί, „ταχυπώλων“ (Δ 232 al.) λέγει καὶ „εὔπωλον“ (Ε 551 al.) καὶ „αἰολοπώλουσ“ (Γ 185). καὶ πατρωνυμικοῖς ἀντὶ κυρίων οὐ χρῆται, ὅτι μὴ ἐπὶ τοῦ „καὶ Ἀργεάδην πολύμηλον“ (Π | |
5 | 417). A b (BCE3)T | πῶς οὐκ Αἴας πρῶτος—αἰνισσόμενος κράτος. A | ||
4.459 | ex. | 〈φάλον:〉 τὸ τετυφωμένον. Til | |
4460-1a1 | ex. | 〈ἐν δὲ μετώπῳ πῆξε—ὄσσε κάλυψεν:〉 ἱκανὴ μὲν καὶ ἡ αἰφνίδιος ὁρμὴ καὶ ἡ ἀπρόοπτος πληγή, εἰ καὶ καιρία μὴ ἦν, εἰς τὸ θανατῶσαι. νῦν δὲ καὶ ἄμφω ἐπισυμβαίνει· καὶ γὰρ καὶ αὐτῆς τῆς μήνιγγος ἥψατο, ἣ διείργει τὸν ἐγκέφαλον ἄνω καὶ | |
5 | κάτω κειμένη καὶ μόνως περιφυλάττουσα· ἄχρι γὰρ τῆς τοῦ ἐγκε‐ φάλου βάσεως αὐτῆς εἰσέθορε τὸ δόρυ. σημείωσαι δὲ ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν· „τόν ῥ’† ἔβαλε κεφαλὴν ὑπ’† οὔατος, ὦκα δὲ θυμός / ᾤχετ’ ἀπὸ μελέων“ (Ο 433 et Ν 671—2), „αὐτὰρ ἔπειτ’ Εὐρύαλον †πέτρῳ βάλε / μέσην† κὰκ κεφαλήν | ||
10 | / ἀμφὶ δέ †οἱ† θάνατος χύτο“ (Π 411—2. 414)· τοῦ κυρίου γὰρ τρω‐ θέντος τόπου καιρίως ἀκολουθεῖ θάνατος τῇ πληγῇ, οὐδὲ ὀλίγον χρό‐ νον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. καὶ ἐπὶ ὀμφαλοῦ †ταὐτὸ† „ἔνθα μάλιστα / γίνετ’ Ἄρης ἀλεγεινόσ“ (Ν 458—9), „ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλόν / γνὺξ δ’ ἔριπ’ οἰμώξασ“ (Υ 416—7)· οἱ γὰρ | ||
15 | περὶ γαστέρα τόποι νευρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν πλειόνως δέχονται. b(BE3E4) | ||
4460-1a2 | ἐν δὲ μετώπῳ πῆξεν〈—ὄσσε κάλυψεν〉: ἱκανὴ μὲν καὶ ἡ τῆς πληγῆς ἔκπληξις †ἄπειρος† οὖσα θανατῶσαι· ἢ καὶ τῆς μήνιγγος, ἣ διείργει τὸν ἐγκέφαλον, διῃρημένης καὶ τοῦ δόρατος ἄχρι τῆς τοῦ ἐγκεφάλου βάσεως εἰσθορόντος. σημείωσαι δὲ | ||
5 | ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν· „τόν ῥ’ †ἔβαλε† κεφαλὴν ὑπὲρ οὔατος, ὦκα δὲ θυμός / ᾤχετ’ ἀπὸ μελέων“, „αὐτὰρ ἔπειτ’ Εὐρύαλον †ἀπεσσύμενον† βάλε πέτρῳ / †μέσην† κὰκ κεφαλήν· ἡ δ’ ἄνδιχα πᾶσα κεάσθη / ἐν κόρυθι βριαρῇ. ὁ δ’ ἄρα πρηνὴς ἐπὶ γαίῃ / κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο“ (Π 411—4)· | ||
10 | τοῦ κυρίου γὰρ τρωθέντος τόπου ἅμα τῇ πληγῇ ὁ θάνατος, οὐδὲ ὀλίγον χρόνον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. ἐπὶ δὲ ὀμφαλοῦ „ἔνθα μάλιστα / γίνετ’ Ἄρης ἀλεγεινόσ“, „ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλόν / γνὺξ δ’ ἔριπ’ οἰμώξασ“· οἱ γὰρ περὶ γαστέρα τόποι νευρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν δέχονται. T | ||
4462a | ex. | ἤριπε δ’, ὡς ὅτε πύργος: ὕπτιος γὰρ ἔπεσεν ὑπὸ τῆς ὁρμῆς τοῦ δόρατος. b(BCE3)T | |
4462b | ex. | ἤριπε: εἰς τὴν ἔραν ἔπεσεν. b(BE4)T | |
4.463 | Ariston. | τὸν δὲ πεσόντα 〈ποδῶν ἔλαβε κρείων Ἐλεφή‐ νωρ〉: ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε· τοὺς γὰρ πόδας τοῖς πολε‐ μίοις δέδωκεν. A | |
4465-6 | Nic. | ἕλκε δ’ ὑπὲκ βελέων 〈λελιημένος ὄφρα τάχιστα / τεύχεα συλήσειε〉: διαστολὴ βραχεῖα βελέων (465). τἆλλα δὲ συναπτέον λελιημένος ὄφρα τάχιστα (465). A | |
4.465 | Nic. | ex. | ἕλκε δ’ ὑπὲκ βελέων: εἰς τὸ βελέων ὀλίγη διαστολή. T | ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω τοῦ κειμένου φο‐ ράν. b(BCE3E4)T | |
4.466 | ex. | τεύχεα συλήσειε· 〈μίνυνθα δέ οἱ γένεθ’ ὁρμή〉: δικαίως κολάζεται ὁ αἰσχροκερδής, δέον τῶν ζώντων ἅπτεσθαι. b (BCE3)T | |
4468-9 | Nic. | 〈πλευρά, τά οἱ—ἐξεφαάνθη, / οὔτησε:〉 τὸ ἑξῆς πλευρὰ οὔτησε, τὰ δὲ λοιπὰ διὰ μέσου. Aim | |
4468a | ex. | πλευρὰ〈—〉ἐξεφαάνθη: καὶ ἡμεῖς εἴδομεν αὐτοῦ τὰ πλευρά. καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα. b(BCE3E4)T | |
4468b | ex. | παρ’ ἀσπίδος ἐξεφαάνθη: ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀπερισκέπτως ποιεῖν. b(BCE3E4)T | |
4.470 | ex. | ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη: ἀνανεοῦται τὴν στάσιν καὶ ὑπεκκαύματα δίδωσι τὰς τῶν ἀριστέων πτώσεις καὶ τὸν πόλεμον ἐπιφανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτό‐ πτης ὤν. b(BCE3)T | |
4470-1 | ex. | ἔργον ἐτύχθη / ἀργαλέον Τρώων καὶ Ἀχαιῶν: ἤλλακται ἡ φράσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες δι’ Ἐλεφήνορα | |
πεσόντα. b(BCE3)T | |||
4.472 | ex. | ἐδνοπάλιζεν: δονῶ δονοπίζω, πλεονασμῷ δονοπαλίζω, συγκοπῇ δνοπαλίζω, ὡς πυκτεύω „πυκταλεύω“ (Sophr. fr. 111 K.). AT σημαίνει δὲ κατέβαλ〈λ〉ε〈ν〉· „τὰ σὰ ῥάκεα δνοπαλίξεισ“ (ξ 512). T | |
4473-9 | ex. | Ἀνθεμίωνος υἱὸν〈—δαμέντι〉: οὐ ψιλὸν τοῦ τετρωμένου τὸ ὄνομα τέθεικεν, ἀλλὰ καὶ τὴν αἰτίαν, δι’ ἣν ἐκαλεῖτο Σιμοείσιος, καὶ τοῦ πατρὸς τὸ ὄνομα καὶ τὸ χωρίον, ἐν ᾧ ἐτέχθη, καὶ ἐπὶ τί πορευομένη ἡ μήτηρ ἔτεκεν αὐτόν, καὶ τὴν ἡλικίαν ἣν ἔχων | |
5 | ἀπέθανεν, ὅτι ἠΐθεος ἦν. ταῦτα δὲ εἶπε πολλὴν πίστιν ἐπιφέρων τῷ λόγῳ ὡς αὐτόπτης ὤν. b(BE3E4)T | ||
4.474 | ex. | 〈ἠΐθεον:〉 τὸν ἰσόθεον ἡλικίαν ἔχοντα. Til | |
4.475 | D | Ἴδηθεν: Ἴδη ἐστὶν—ἀπ’ αὐτῶν πάντα καθορᾶν. A | |
4.476 | ex. | μῆλα ἰδέσθαι: μῆλα ὁ ποιητὴς τὰ πρόβατα καὶ τὰς αἶ‐ γας, †ἡρόδικος† δὲ τὰ τετράποδα πάντα. b(BCE3E4)T | |
4477-8 | ex. | 〈οὐδὲ τοκεῦσι / θρέπτρα φίλοις ἀπέδωκε:〉 δι‐ δάσκει μὴ καραδοκεῖν τὴν ἀπὸ παίδων †γηρωκομίαν. b(BCE3E4)Til | |
4.478 | Ariston. | θρέπτρα {φίλοις}: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ρ. λέγεται δὲ θρεπτὰ τὰ τεθραμμένα, θρέπτρα δὲ σὺν τῷ ρ τὰ θρεπτή‐ ρια, ὥσπερ λύτρα τὰ λυτήρια. A | |
4.480 | ex. | 〈πρῶτον:〉 ἐν τοῖς προμάχοις δηλονότι. b(BCE3E4)Til | |
4480-2 | ex. | 〈βάλε στῆθος παρὰ μαζὸν—χαμαὶ πέσεν:〉 καίριος ὁ τόπος· διελθὸν γὰρ τὸν πνεύμονα περὶ τὸν ὦμον ἀνέσχεν. | |
b(BCE3E4) | |||
4.482 | ex. | πέσεν αἴγειρος ὥς: μέχρι τούτου τὰ τῆς ὁμοιώσεως. τὰ δὲ λοιπὰ ἐκ περιουσίας ἐναβρυνόμενός φησι καὶ διώκων ἡδονήν. b(BCE3)T ποιητικὴ δὲ ἡ ἀναστροφή, οὐ μετρική. b(BE3E4)T | |
4483a | Hrd. | 〈ἐν εἱαμενῇ:〉 τὸ εἱαμενή δασυντέον ἀπὸ τῆς ἕσεως. Aim | |
4483b | ex. | Hrd. | ἥ ῥά τ’ ἐν εἱαμενῇ: καὶ ἀλλαχοῦ „αἰγείρων ὑδατο‐ τρεφέων“ (ρ 208). εἱαμενὴ δὲ ἡ συνεστηκυῖα τῶν ὑδάτων συμβολή· εἱμένη εἱαμένη εἱαμενή, ὡς δεξαμενή. | δασυντέον δὲ τὸ εἱαμενῇ παρὰ τὴν ἕσιν. T | |
4483c | D | D | Or. | ἐν εἱαμενῇ: ἐν καθύδρῳ καὶ βοτανώδει τόπῳ. | ὠνο‐ μάσθη δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως. | παρὰ τὴν ἕσιν (ἕσιν δὲ λέγει τὴν ἀνάδοσιν τῶν φυτῶν). ἢ ῥειαμενή τις οὖσα, ὁ καταρρεόμενος τόπος, κατὰ ἀφαίρεσιν τοῦ ρ. ἢ γέγονεν ἀπὸ τοῦ | |
5 | ἡμένη, ὁ ὁμαλὸς τόπος, ὡς δεξάμενος δεξαμενή, ἀκεσσάμενος ἀκεσσα‐ μενή, εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α ἑαμενή, ὡς ἥλω ἑάλω, ἤγη ἐάγη, καὶ κατὰ πλεονασμὸν τοῦ ι 〈ε〉ἱαμενή. A | ||
4.484 | ex. | ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασιν: τὰ γὰρ ἄοζα ἕτοιμα πρὸς κάμψιν. παρυδατίῳ δὲ φυτῷ εἴκασε τὸν παρὰ ποταμὸν γεγενημένον. b(BCE3E4)T | |
4.486 | ex. | {ὄφρ’} ἴτυν {κάμψῃ}: παντὸς περιφεροῦς τὸ τελευταῖον | |
μέρος. T | |||
4487a | Ariston. | ἡ μέν τ’ ἀζομένη 〈κεῖται ποταμοῖο παρ’ ὄ‐ χθασ〉: ὅτι τὴν αἰτίαν ἐν ἄλλοις παραδίδωσι, δι’ ἣν παρὰ ταῖς τῶν ποταμῶν ἀναβολαῖς τίθεται τὰ δρυοτομούμενα ξύλα· „ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίον 〈δὲ〉 κάτεισι, / χειμάρρους κατ’ ὄρεσφιν | |
5 | ὀπαζόμενος Διὸς ὄμβρῳ, / πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκασ“ (Λ 492—4). τούτου χάριν, ἵνα κατάγηται ὑπὸ τοῦ ῥεύ‐ ματος. A | ||
4487b | ex. | ποταμοῖο παρ’ ὄχθας: πρὸς τὸ ἀχθῆναι ὑπὸ τοῦ ποτα‐ μοῦ, b(BCE3E4)T „πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύ‐ κας / εἰσφέρεται“ (Λ 494—5). τίς δὲ παραπλέων ποταμὸν οὐχ ὑπο‐ μνησθήσεται τοῦ ἔπους; b(BCE3)T | |
4.488 | ex. | τοῖον: πεσόντα ἢ ὄντα. T | |
4489-90 | ex. | Ἄντιφος ... / Πριαμίδης: ἐπεὶ καὶ Ἰθακήσιος Αἰγυπτίου υἱός (sc. β 19). T | |
4.490 | Did. | 〈ἀκόντισεν ὀξέϊ δουρί:〉 ἐν ἄλλῳ „ἀκόντισε δουρὶ φα‐ εινῷ“. Aim | |
4491a | Ariston. | 〈τοῦ μὲν ἅμαρθ’, ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον:〉 ὅτι συγχεῖται τὰ τῆς τάξεως διὰ τὴν τοῦ πολέμου ταρα‐ χήν. Aint | |
4491b | ex. | Ὀδυσσέος ἐσθλὸν ἑταῖρον: πῶς ἑταῖρον αὐτόν φησιν Ὀδυσσέως μὴ στρατευομένων Ἰθακησίων πλησίον Σαλαμινίων; ἑταῖ‐ ρον οὖν οὐ τὸν πολίτην, ἀλλὰ τὸν συνεργόν φησιν· τί γὰρ ἄτοπον, εἰ Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ; b(BCE3E4)T Ἀρίσταρ‐ | |
5 | χος δὲ ὡς ποιητικὸν παραιτεῖται. T οἱ δέ, ὅτι συγκέχυται ἡ μάχη, b(BCE3E4)T ὡς καὶ „ἀνὴρ ἄνδρ’ ἐδνοπάλιζεν“ (Δ 472). T ἢ | ||
ὅτι Αἴας ἐπῄει τὰς τάξεις βοηθῶν· καί που γὰρ Ὀδυσσεῖ βοηθεῖ, ὡς δηλοῖ ἡ πεδιὰς μάχη (cf. Λ 473—86), καί που Μενεσθεῖ βοηθεῖ ἐν τῇ τειχομαχίᾳ (cf. Μ 370 sq.) καὶ Μενέλαος αὐτὸν ἄγει ἐπὶ Πάτροκλον | |||
10 | (cf. Ρ 120—2). b(BCE3E4)T | ||
4492a | Nic. | Hrd. | βεβλήκει βουβῶνα, νέκυν: βραχὺ διασταλτέον ἐπὶ τὸ βουβῶνα. | οὐκ ἀναγκαῖον δὲ ἐκτείνειν τὴν τελευταίαν τοῦ νέκυν διὰ τὸ μέτρον· ἀπήρτικε γὰρ εἰς μέρος λόγου. A | |
4492b | ex. | βεβλήκει βουβῶνα: ἐμπεφύκασι μεγάλαι ἀρτηρίαι καὶ φλέβες τοῖς βουβῶσιν αἱμορραγίας ποιοῦσαι, αἳ βοηθούμεναι μὲν ἐπι‐ κίνδυνοι, ἀμελούμεναι δέ εἰσι θανατώδεις. b(BCE3E4)T | |
4.493 | ex. | ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε: ὡς ἐκεῖ „μί‐ νυνθα δέ οἱ γένεθ’ ὁρμή“ (Δ 466). περὶ ὃ δὲ μάλιστα ἐσπούδαζον, τού‐ του στερῶν αὐτοὺς ὁ ποιητὴς κολάζει. b(BCE3)T | |
4494-5 | ex. | τοῦ δ’ Ὀδυσεὺσ〈—〉ἀποκταμένοιο χολώθη, / βῆ δὲ διὰ προμάχων: „ἀρνύμενος ἥν τε ψυχήν“ (α 5). T | |
4.496 | ex. | στῆ δὲ μάλ’ ἐγγὺς ἰών: ἐγγὺς ἰών τοῦ Λεύκου ὑπερα‐ σπίζων. b(BCE3E4)T | |
4497a | Hrd. | ἀμφὶ ἕ {παπτήνας}: δασυντέον τὸ ε καὶ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον. A | |
D | ἑαυτόν. Aint | ||
4497b | ex. | ἀμφὶ ἓ παπτήνας: οἰκεῖον τῷ προνοητικῷ Ὀδυσσεῖ, οὐχ ὡς ὁ Ἐλεφήνωρ (cf. Δ 465—9). οὗτος δὲ περισκοπεῖ, μή τι γυμνὸν εἴη τοῦ σώματος. b(BCE3E4)T | |
4497c | ex. | κεκάδοντο: διὰ τὴν τοῦ δόρατος ὁρμὴν οἱ μὲν ἔνθεν, οἱ δὲ ἐκεῖθεν ἐχωρίσθησαν. b(BCE3E4)T | |
4499a | D | Or. | νόθον: τὸν οὐ γνήσιον υἱόν, ἀλλ’ ἐκ—Πολυμήλη. | | |
γίνεται δὲ νόθος †νόθιος† καὶ ἐν ὑπερθέσει ὀθνεῖος. A | |||
4499b | ex. | Δημοκόωντα: πρῶτος τῶν Πριαμιδῶν οὗτος ἀναιρεῖται. b(BCE3)T | |
4500a | ex. | ὅς οἱ Ἀβυδόθεν ἦλθε: τῆς Ἑλλησποντίδος Ἀβύδου μέμνηται· τὰς γὰρ πλησίον τῆς Τροίας πόλεις ἀσφαλεστέρας ἔδει εἶναι ὡς τῶν ἐπιτηδείων χορηγούς· διὸ οὐ πεπόρθηται ὑπὸ Ἀχιλλέως. b (BCE3E4)T | |
4500b | Ariston. | 〈ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων:〉 ὅτι οὕτως λέγει ὡς ἐν Ἀβύδῳ ἱπποτροφίων ὄντων τοῦ Πριάμου. Aint | |
4500c | ex. | παρ’ ἵππων: ἐκ τῶν ἵππων, ὡς ἐκεῖ ὄντων τῶν ἱππο‐ στασίων Πριάμου. οἱ δὲ ἀντὶ τοῦ ἐφ’ ἵππων. b(BCE3E4)T | |
D | παρ’ ἵππων ὠκειάων: ἐξ ἐκείνου—τοῦ Πριάμου. A | ||
4502a | ex. | κόρσην: τὸν κρόταφον· ἐπὶ κόρσης γὰρ λέγουσιν Ἀττι‐ κοὶ τὴν γνάθον. A b (BCE3E4)T καὶ ἑτέροιο διὰ κροτάφοιο· AT ὡς οὖν ἐλλὸς ἔλαφος, οὕτω κόρση κρόταφος. A b (BCE3E4)T | |
4502b | Ariston. | 〈κόρσην· ἡ δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεν:〉 ἡ διπλῆ {δέ}, διότι προειπὼν τὴν κόρσην διέσταλκε κατὰ μέρος τὸν κρόταφον. A | |
4.503 | D | τὸν δὲ σκότος ὄσσε κάλυψεν: σολοικισμὸς παρὰ— σκότος ὄσσε κάλυψεν. A | |
4.505 | ex. | χώρησαν δ’ ὑπό τε πρόμαχοι 〈καὶ φαίδιμος Ἕκτωρ〉: πῶς νικῶσιν Ἕλληνες, οὓς ὁ Ζεὺς θέλει ἡττᾶσθαι; ἐροῦμεν ὅτι ἐᾷ Ζεὺς ποινὰς τίνειν τῶν πλημ‐ μελημάτων τοὺς Τρῶας· ἢ δείκνυσι †καθότι δι’ ἀμφοτέρων τὴν δύνα‐ μιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴ γε ὃν ἔτρεψε | |
5 | μόνος Αἴας, οὗτος ἅμα Διῒ καὶ τοὺς πάντας Ἕλληνας διώκει. b(BCE3 | ||
E4)T | |||
4.506 | ex. | ἐρύσαντο δὲ νεκρούς: τοὺς ἰδίους· b(BCE3)T φιλάλ‐ ληλοι γάρ, καὶ ὑπὲρ Ἐλεφήνορος πόλεμος γίνεται, καὶ Ὀδυσσεὺς ὑπερασπίζει Λεύκου. b(BCE3E4)T | |
4507a | D | 〈ἴθυσαν:〉 ἐπ’ εὐθείας ὥρμησαν. T | |
4507b | ex. | νεμέσησε δ’ Ἀπόλλων: φθονεῖ μὲν τῇ τῶν Ἀχαιῶν εὐπραγίᾳ, συνάχθεται δὲ Τρωσί. καλῶς δὲ πρῶτοι βοηθοῦνται, ἵνα καὶ Ἀθηνᾶ παραστῇ τούτοις. b(BCE3E4)T | |
4.508 | D | Περγάμου ἐκκατιδών: ἐκ τῆς ἀκροπόλεως—κατα‐ κλυσμοῖς. A | |
4510a | ex. | οὔ σφι λίθος χρὼς 〈οὐδὲ σίδηροσ〉: καὶ Ἀγησίλαος παρατασσόμενος ὑπεμίμνῃσκεν ὅτι πρὸς ἀνθρώπους καὶ τρωτοὺς ἡ μάχη. ὑπερβολὴ δὲ δέους, εἴ γε τοιούτους ὑπειλήφασι τοὺς πολεμίους. b(BCE3E4)T καὶ ἀλλαχοῦ· „καὶ γάρ τ’ ἦν τούτῳ {γε} τρωτὸς | |
5 | χρὼς ὀξέϊ χαλκῷ“ (Φ 568). T | ||
4510b | D | 〈λίθος:〉 λίθινος. Til | |
4.511 | ex. | ταμεσίχροα: ὡς ἐμῶ ἐμέσω, οὕτω ταμῶ ταμέσω. T | |
4512-3 | ex. | οὐδ’ Ἀχιλεὺσ〈—〉 / μάρναται: εἰδότας ὑπομι‐ μνῄσκει θρασυτέρους ποιῶν καὶ ἡμᾶς εἰς ἐπιπόθησιν ἄγει τῆς Ἀχιλλέως ἐξόδου. ἅμα δὲ καὶ αὔξει τὸ πρόσωπον. b(BCE3E4)T | |
4513a | Ariston. | 〈χόλον:〉 ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι ἐπὶ τοῦ αὐ‐ τοῦ προσώπου. Aim | |
4513b1 | ex. | χόλον †τε† πέσσει: ἐπὶ πολὺ κατέχει· πολὺ γὰρ τὸ διάστημα ἄχρι †πεύσεως† τῶν καρπῶν. ἐδηλώθη οὖν ἡ μῆνις Ἀχιλ‐ λέως. T | |
4513b2 | ἐπὶ πολὺ κατέχει. πολὺ δὲ τὸ μεταξὺ διάστημα μετὰ τὴν βλάστησιν τῶν καρπῶν ἄχρι τῆς πέψεως· ὅθεν καὶ τὴν παραβολὴν | ||
εἴληφε ταύτην. b(BCE3E4) | |||
4.515 | D | ex. | Τριτογένεια: ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν—Λιβύης γεννη‐ θεῖσα. A | ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί. A b (BCE3E4)T | |
4.516 | ex. | ὅθι μεθιέντας ἴδοιτο: οὐχ ὡς Ἀπόλλων τοὺς πάντας, ἀλλὰ τοὺς ἀμελεῖς· τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν ἑκούσιον ὂν πταῖσμα, τὸ δὲ φυσικόν. b(BCE3)T | |
4517a | ex. | ἔνθ’ Ἀμαρυγκείδην 〈Διώρεα μοῖρ’ ἐπέδησε〉: νῦν ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπεὶ τότε (sc. Δ 457 et 473) ἀπὸ τῶν Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. b(BCE3)T καὶ ἐπέδησε καλῶς ἐπὶ τοῦ κατὰ τὸν πόδα βληθέντος. b(BCE3E4)T | |
4517b | Did. | 〈μοῖρ’ ἐπέδησε:〉 Ἀρίσταρχος „μοῖρα πέδησε“ Ἰακῶς. Aim | |
4519-20a1 | ex. | 〈Θρῃκῶν ἀγὸς—Αἰνόθεν εἰληλούθει:〉 πῶς ἐν τῷ Καταλόγῳ (cf. Β 844—5) φησὶν ὅτι Θρήϊκας ἦγε σὺν Ἀκάμαντι, ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει, νῦν δὲ λέγει ὅτι Αἰνό‐ θεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περιῴκουν, τὰ δὲ βασίλεια | |
5 | ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ. b(BCE3E4) | ||
4519-20a2 | βάλε δὲ Θρῃκῶν ἀγὸσ〈—Αἰνόθεν εἰληλού‐ θει〉: ἐν γὰρ τῷ Καταλόγῳ (Β 844—5) φησὶ μόνον ὅτι Θρᾷκας ἦγε σὺν Ἀκάμαντι· „αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως, / 〈ὅσσ〉ους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.“ δύναται οὖν ἐν | ||
5 | Αἴνῳ τὰ βασίλεια εἶναι. T | ||
4521a | Ariston. | 〈λᾶας ἀναιδής:〉 ὅτι μεταφορικῶς τὸ ἀνένδοτον καὶ σκληρὸν ἀναιδὲς λέγει. Aim | |
4521b | ex. | λᾶας ἀναιδής: ὁ σκληρὸς μεταφορικῶς, εἴγε ἀμφότερα τὰ νεῦρα καὶ τὰ ὀστᾶ διαρρήγνυσι. T | |
4.522 | ex. | ὁ δ’ ὕπτιος: εἰκότως· σφοδρὰ γὰρ ἡ πληγή, εἴγε τὰ ὀστᾶ | |
καὶ ἄμφω τὼ τένοντε συνηλοίησεν ὁ λᾶας. b(BCE3E4)T | |||
4523a | Nic. | 〈κάππεσεν:〉 βραχεῖα διαστολὴ μετὰ τὸ ῥῆμα. Aim | |
4523b | ex. | χεῖρε 〈φίλοις ἑτάροισι〉 πετάσσας: συμμαχίαν αἰτῶν. b(BCE3E4)T | |
4526a1 | ex. | χύντο χαμαὶ χολάδες: μαλθακὰ γὰρ καὶ ὀλισθηρά εἰσι τὰ ἔντερα. χολάδες δὲ τὰ παχέα ἔντερα, ὅθεν καὶ χόλιξ. T | |
4526a2 | τὰ παχέα ἔντερα, ὅθεν καὶ χόλιξ. χύντο δέ, ὅτι μαλθακὰ καὶ ὀλισθηρὰ τὰ ἔντερα. b(BCE3E4) | ||
D | {χύντο χαμαὶ} χολάδες: τὰ ἔντερα—τὸ χεῖσθαι, οὐ καλῶς. A | ||
4527a1 | Did. | 〈ἐπεσσύμενον:〉 Ἀρίσταρχος διὰ τοῦ α „ἀπεσσύμε‐ νον“, ἀπιόντα τὸν Πείρωα. ἐν δὲ τῇ ἑτέρᾳ „ἐπεσσύμενοσ“, ἵνα ἐπὶ τοῦ Θόαντος λέγηται. ἄτοπος δὲ τέλεον ἡ φερομένη ἐπεσσύμενον. Aim | |
4527a2 | ἀπεσσύμενον {βάλε δουρί}: ἀπεσσύμενον διὰ τοῦ α. T | ||
4527b | Ariston. | 〈βάλε:〉 ὅτι τὸ βάλε ἐκ βολῆς ἔτρωσε. Aint | |
4.534 | Hrd. | οἵ ἑ {μέγαν περ ἐόντα}: ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται. A | |
4535a1 | ex. | ὁ δὲ χασσάμενος πελεμίχθη: ἄμεινον οὕτως· οὐ γὰρ ἐπὶ αὐτῶν, μὴ καὶ γυμνωθῇ τῆς ἀσπίδος. T | |
4535a2 | καλῶς οὐκ ἐπὶ αὐτῶν, ἀλλὰ χασσάμενος, b(BCE3) μήποτε γυμνωθῇ τῆς ἀσπίδος. b(BCE3E4) | ||
4535b | Ariston. | πελεμίχθη: ἡ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι τὰ ἐμ‐ | |
πησσόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον, ἵνα ἐκ‐ πέσῃ. A | |||
4536-8 | Nic. | 〈ὣς τώ γ’ ἐν κονίῃσι— / ἡγεμόνες:〉 συναπ‐ τέον ἕως τοῦ ἡγεμόνες (538). Aim | |
4539a | Ariston. | | ἔνθα κεν οὔ κέ τι ἔργον 〈ἀνὴρ ὀνόσαιτο μετελθών〉: | |
Hrd. | x | ὅτι περισσὸς ὁ κέν, καὶ ὅτι ῥῆμα καὶ χρόνος ἐνήλλακται. | ἰστέον δὲ ὅτι ὁ Ἀσκαλωνίτης (p. 45 B.) βαρύνει τὴν οὔ ἀπόφασιν, „οὐκέτι“, ἵνα ᾖ τὸ ἑξῆς ἀρχὴ „ἔτι“. φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις {ἐν παραλλή‐ | ||
5 | λοις} οὔ κέ τι, ἐν παραλλήλοις δύο ὀξείαις, ἵνα τρία μέρη λόγου γένη‐ ται, οὔ καὶ ὁ κέ σύνδεσμος καὶ τὸ τί, ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσαιτο καὶ φανέντα. | ὅτι διὰ λόγον τοιοῦτον τὸ „ἔτι“ μόριον μετὰ τοῦ οὐχὶ ἔννοιαν ἀναδέχεται τοιαύτην, ἀπόφασιν γεγονότος πράγματος, οἷον „οὐκέτι φιλολογεῖ“· πρότερον γάρ τις ἐφιλολόγει. „οὐκέτι περιπατεῖ“. | ||
10 | ἐὰν οὖν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο, τοιοῦτό τι παραληψό‐ μεθα, ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἦν τὸ ἔργον, νῦν δὲ οὐκέτι· ἔνθεν οἱ μὲν τρία μέρη λόγου παρελάμβανον. οἱ δὲ κατὰ παρολκὴν τὸ „ἔτι“, οἷον τὸ ἐν τῇ Ὀδυσσείᾳ (ε 153)· „ἔνθ’ οὐκ ἔτι ἥνδανε νύμφη“. A | ||
4539b | ex. | ex. | οὐκέτι: πλεονασμὸς τὸ ἔτι· b(BCE3)T „μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε“ (Υ 376)· „ὅν μοι δῶκε πατὴρ ἔτι“ (ψ 228). T | παντοδαπὰς δὲ πληγὰς καὶ πτώματα διελθὼν ἐπαναπαύει τὸν ἀκροατήν. b(BCE3)T | |
4.540 | Ariston. | 〈ὅστις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ:〉 ὅτι διέσταλκε τὸ οὐτάσαι καὶ τὸ βαλεῖν. Aint | |
4541-2 | Nic. | δινεύοι κατὰ μέσ〈σ〉ον〈—ἀπερύκοι ἐρωήν〉: διασταλτέον μέσον (541) καὶ ἑλοῦσα (542)· ἤρτηται γὰρ ὁ λόγος | |
ἐκ τῶν προκειμένων, ἵν’ ᾖ ἡ διάνοια· τότε ἄν τις πάντα τὰ τῆς μάχης ἔργα κατεπλάγη παρατυχών, εἴ γέ τις ἄτρωτος διὰ μέσων ἐδύνατο | |||
5 | πορευθῆναι, ἦγε δὲ αὐτὸν ἡ Ἀθηνᾶ ἁπτομένη τῆς χειρὸς 〈καὶ〉 τὰ φερόμενα ἀπέτρεπε βέλη. A | ||
4.541 | ex. | ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη: θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς μάχης, b(BCE3)T ὑπὸ θεῶν ὁδηγούμενον, T ἵνα ἀθορύβως σκοπῇ καὶ ἐν μέσοις τοῖς μαχομένοις, καὶ ἵνα ἀκριβῶς θεῷτο. b(BCE3) T | |
4postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ τοῦ Νικάνορος Περὶ Ὁμηρικῆς στιγμῆς. A | |||
51a | ex. | ἔνθ’ αὖ: τότε, ὅτε καὶ πολλοὶ ἀπώλλοντο. Aint b (BCE3 E4)T | |
51b | ex. | ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ: πῶς ἐν τῷ Καταλόγῳ (cf. Β 768—9) δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ τούτῳ, τῷ δὲ Διομήδει ἀνατίθησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγα‐ λόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν μάχην ἦν ἄριστος, ὁ δὲ | |
5 | ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται (οἱ γὰρ νεανίσκοι καὶ θυμοειδεῖς ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπί‐ δοσιν ἀναφέρονται), ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν· A b (BCE3E4)T ἥττων γὰρ †ἐπ’ ἀδείας† καὶ διὰ τὸ δέος Ἀχιλλέως καὶ διὰ τὴν ἐκ τῶν ὅρκων ὑποψίαν. b(BCE3 | ||
10 | E4)T | ||
51c | ex. | ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ: καλῶς Διομήδης προτρέπε‐ ται ἰδίᾳ· ἡ γὰρ κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθ’ ἕνα ἀμε‐ λέστερον ἐργάζεται, ἡ δὲ πρὸς ἕνα τινὰ †συμμαχίαν. b(BCE3E4)T | |
52a | D | x | ex. | x | {δῶκε} μένος καὶ θάρσος: τὸ μένος ἐστὶ—θράσος δὲ τοὐναντίον. | δεόντως οὖν φησι μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ δύναμίς τί ἐστιν ἄνευ θάρσους οὔτε τὸ θάρσος ἄνευ δυνάμεως. A | ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον. οὐχ ὡς πρότερον δὲ μὴ | |
5 | ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. Θαρσὼ δὲ παρά τισιν ἡ Ἀθηνᾶ τιμᾶται. θάρσος δὲ τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. A b (BCE3E4)T | συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα. A | ||
52b | ex. | ἵν’ ἔκδηλος: ἐπεσκοτεῖτο γὰρ ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς. b(BCE3E4)T ἢ ὅτι πρώτην ἐγεώργει τὴν Θρᾴκην. T | |
52c | ex. | μετὰ πᾶσιν: ἀντὶ τοῦ ἐν πᾶσιν, ὡς τὸ „†σφῶϊ† μέν τ’ ἐπέοικε b(BCE3)T μετὰ πρώτοισιν ἐόντασ“ (Δ 341). b(BE3)T | |
5.3 | ex. | ἄροιτο: ἀπὸ τοῦ αἴρω μέσος δεύτερος ἀόριστος. b(BCE3)T | |
5.4 | ex. | δαῖέ οἱ ἐκ κόρυθος: ἄλλο φῶς ἀντὶ Ἀχιλλέως ἤστραψεν Ἕλλησιν ὁ ποιητής. b(BCE3)T | |
D | δαῖέ οἱ: ἀντὶ τοῦ φαντασίαν—τοῖς Τρωσίν. A | ||
D | ἀκάματον: Ζωΐλος—οὐκ ἰδικῶς πῦρ. A | ||
55a | Ariston. | 〈ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα:〉 ὅτι τὸν Κύνα λέγει ἀστέρα. ὁ δὲ τέ περισσός. Aint | |
55b1 | ex. | ἀστέρ’ ὀπωρινῷ: τὸν Ἀρκτοῦρον ἢ τὸν Κύνα. T | |
55b2 | ἀστέρα δὲ ἐνταῦθα τὸν Ἀρκτοῦρον λέγει. b(BCE3) | ||
D | ἀστέρ’ ὀπωρινῷ: ἰστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου— καὶ νότιος καλεῖται. A | ||
56a | Ariston. | 〈παμφαίνῃσι λελουμένος Ὠκεανοῖο:〉 ὅτι ἀντὶ τοῦ παμφαίνει. πλεονάζει δὲ Ἴβυκος (cf. fr. 22 P. = P.M.G. 303) τῷ | |
τοιούτῳ. ἐλλείπει δὲ ἡ ἔξ. A | |||
56b | Ariston. | ex. | Ὠκεανοῖο: λείπει ἡ ἔξ. | Ὠκεανὸς δὲ ὁ ὁρίζων παρὰ τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, καὶ ἐπὶ ἡλίου· „πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοάσ“ (Σ 240). A b (BCE3E4)T | |
57a1 | ex. | τοῖόν οἱ πῦρ δαῖεν: ἀντὶ τοῦ λαμπηδόνα τῶν ὤμων αὐτοῦ ἀπολάμπειν ἐποίει ὡς {ἀπὸ} πυρός, ὡς καὶ ἀλλαχοῦ „ὣς οἱ μὲν μάρναντο δέμας πυρόσ“ (Λ 596 al.) ἀντὶ τοῦ ὥς δέμας· εἰ γὰρ πῦρ, ἐκινδύνευεν ἂν ὁ ἥρως καταφλεχθῆναι. ἀλλ’ οὖν τοῖς θεοῖς πάντα | |
5 | εὐχερῆ. T | ||
57a2 | πῦρ ἐνταῦθα τὴν λαμπηδόνα καλεῖ. b(BCE3E4) | ||
58a1 | ex. | ὦρσε δέ μιν κατὰ μέσ〈σ〉ον: ἐκεῖ γὰρ τὸ τῆς μάχης ἤνθει. καὶ ἀλλαχοῦ „δινεύοι κατὰ μέσ〈σ〉ον“ (Δ 541). T | |
58a2 | ἐκεῖ γὰρ ἡ μάχη τὰ τῶν πολεμιστῶν ἄνθη συναγείρει ἀεί. b(BCE3E4) | ||
59a | D | ἦν δέ τις ἐν Τρώεσσι Δάρης: τοῦτο τὸ εἶδος διήγησις λέγεται. A τρεῖς δὲ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθα‐ νότης, ἅπερ ἐνέθηκεν τὸ ἔθνος, τὸ ὄνομα, τὸν τρόπον, τὴν τύχην, τὴν ἀρχήν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετήν. A b (BCE3E4)T | |
59b | Hrd. | Hrd. | Δάρης: ὡς Χάρης. ὁμολογεῖ καὶ ἡ γενική· „Δάρητοσ“ | |
παθ. (?) | (Ε 27) γὰρ ὡς Χάρητος· εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς ους περατοῦται κατὰ τὴν γενικήν, σαφοῦς, πρηνοῦς, πρυλοῦς, φρα‐ | ||
5 | δοῦς, „φραδέος νόου ἔργα“ (Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ | ||
προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρ’ Αἰσχύλῳ (fr. 451 N.2 = 732 M.) καὶ τοῦ „Κουρῆτές τ’ ἐμάχοντο“ (Ι 529) καὶ τοῦ κριτής ἐν τοῖς Περὶ ὀνομάτων (fr. 7 = 2, 614, 7) ἀποδώσομεν τὸν λόγον. | γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸς | |||
10 | γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς α. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ. A | ||
59c | ex. | Δάρης: παρὰ τὸ τὰ θύη ἐκδέρειν. b(BCE3E4)T | |
59d | ex. | ἀφνειὸς ἀμύμων: τοῦτο λελυμένον φασίν. T | |
5.10 | Hrd. | ἰρεύς: ἀπὸ τοῦ ἱερεὺς συνήλειπται ὡς πόλιες πόλις. ψιλοῦ‐ ται δέ, ἐπεὶ τὸ ι μακρὸν ψιλοῦται μὴ ἐκ κλίσεως ὂν μηδὲ ἐκτεινόμενον διὰ χρείαν. b(BCE3)T | |
5.12 | ex. | ἐναντίον ὡρμηθήτην: θρασεῖς γὰρ οἱ Τρῶες. T | |
514a | ex. | οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν: Διομήδης καὶ οἱ νέοι. T | |
514b | Ariston. | 〈ἐπ’ ἀλλήλοισιν:〉 ἀντὶ τοῦ ἐπ’ ἀλλήλους. Aim | |
5.15 | ex. | ex. | Φηγεύς ῥα πρότερος: πρότερος Διομήδους· οἰκεῖον δὲ τῷ προπηδῶντι καὶ προακοντίζειν. ἀεὶ δὲ τοὺς πρώτους εἰσάγει ἐπὶ τὸ πλεῖστον ὀλλυμένους. b(BCE3E4)T | ἅμα δὲ παρίστησιν ὅτι θρα‐ σεῖς οἱ Τρῶες. b(BCE3E4) | |
5.17 | Ariston. | 〈οὐδ’ ἔβαλ’:〉 ἀντὶ τοῦ οὐκ ἐπέτυχεν. Aim | |
5.19 | Hrd. | μεταμάζιον: οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ „μετά‐ φρενον“ (Ψ 380) καὶ „ἐνώπιον“ (cf. Θ 435 al.). παρῆκται δὲ παρὰ τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ χθονός καὶ τὴν ἐπί „ἐπιχθόνιοσ“ (Β 553. Ω 505), παρὰ ποταμὸν παραποτάμιος· γίνεται γὰρ καὶ ἀπὸ | |
5 | δύο λέξεων κατὰ παράθεσιν ἕν τι παράγωγον, ὡς τὸ Νεαπολίτης καὶ ἄλλα μυρία. A | ||
5.20 | D | Ἰδαῖος δ’ ἀπόρουσε: κατηγορεῖ καὶ τούτου—κατὰ τοῦ πολεμίου. A | |
ex. | λιπὼν περικαλλέα δίφρον: ἵνα ἀσχολίαν λίπῃ Διομήδει τὸ λάφυρον πρὸς τὸ αὐτὸς ἀποφυγεῖν. b(BCE3E4)T | ||
521a | ex. | οὐδ’ ἔτλη περιβῆναι: κατακερτομεῖ αὐτὸν ὀνειδίζων τὴν δειλίαν. Ὀδυσσεὺς δὲ ὑπὲρ Λεύκου ἀγωνίζεται ἑταίρου μόνον ὄντος (cf. Δ 491—502). b(BCE3)T | |
521b | Ariston. | 〈περιβῆναι:〉 πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν τὸ ὑπερμαχῆσαι, καὶ τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37) τοιοῦτόν ἐστι. Aim | |
522a | ex. | οὐδὲ γὰρ οὐδέ κεν αὐτός: συνέστησε Διομήδεα T καὶ μὴ φονεύσαντι δίδωσι τὴν ψῆφον τῆς σφαγῆς. b(BCE3E4)T | |
522b | D | οὐδὲ γὰρ οὐδέ κεν: ἡ μία περισσὴ ἀπόφασις· „οὐδὲ γὰρ οὐδὲ βίη“ (Σ 117), „οὐδὲ γὰρ οὐδὲ Δρύαντοσ“ (Ζ 130), καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου. A b (BCE3 E4)T | |
5.23 | ex. | ἀλλ’ Ἥφαιστος ἔρυτο: ηὔξηται μὲν Διομήδης ἀντιτασσο‐ | |
μένου θεοῦ, πεπαιδεύμεθα δὲ ἡμεῖς εὐσεβεῖν· καὶ γὰρ †Ἑλλήνων† ὁ θεὸς ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ Ἥφαιστος καὶ περὶ Θέτιν. b(BCE3E4)T | |||
524a | ex. | ὡς δή οἱ μὴ πάγχυ γέρων 〈ἀκαχήμενος εἴη〉: †καὶ μὴν ἵσταται† Δάρης. ἀλλ’ T ἐμφαίνει ὅτι παίδων ἑτέρων οὐκ εἶχεν ἐλπίδα. b(BCE3E4)T | |
524b | D | ἀκαχήμενος: 〈ὡσ〉 „τιθήμενοσ“ (cf. Κ 34), „ὀνήμενοσ“ (β 33) Αἰολικῶς. T | |
5.25 | ex. | 〈ἵππους δ’ ἐξελάσας:〉 ἱππομανὴς ἀεὶ ὁ Διομήδης· b(BC E3E4)T Ἀργεῖος γάρ, „ἱππόβοτον“ δὲ ἀεὶ τὸ Ἄργος καλεῖ (cf. B 287 al.). b(BCE3)T | |
5.26 | ex. | 〈κατάγειν〉 κοίλας ἐπὶ νῆας: ἐν ταπεινῷ γὰρ τὸ ναύ‐ σταθμον. ἡ δὲ πόλις „ἠνεμόεσσα“ (cf. Γ 305 al.). b(BCE3E4)T καὶ „οἱ δ’ ἐπεὶ ἐκ πόλιος κατέβαν“ (Ω 329). T | |
527-8 | Ariston. | 〈ἐπεὶ ἴδον υἷε Δάρητος / τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον:〉 πρὸς τὸ σχῆμα· ἔδει γὰρ ‘τῶν υἱῶν Δάρητος τὸν μὲν ἀλευόμενον, τὸν δὲ κτάμενον‘. Aim | |
528a | Nic. | παρ’ ὄχεσφι: τὸ παρ’ ὄχεσφι προσδιδόασί τινες τοῖς ἑξῆς, ἵν’ ᾖ παρ’ ὄχεσφι / „πᾶσιν ὀρίνθη θυμόσ“ (Ε 29), καὶ λέγῃ τοὺς ἁρματηλάτας τεταράχθαι· καὶ †ἀλλαχοῦ ἱππηλάσθαι φησὶν† ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι καὶ νοεῖν ἐκ | |
5 | τοῦ παρ’ ὄχεσφι τὸν τόπον τῶν ἁρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ | ||
ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι. A | |||
528b | ex. | παρ’ ὄχεσφι: καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν· διό τινες ἔλεγον παρ’ ὄχεσφι / „πᾶσιν ὀρίνθη θυμόσ“ (Ε 29), ἵν’ ᾖ τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφ’ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπι‐ | |
5 | φέρει καὶ τὸ τῶν Τρώων πάθος. b(BCE3E4)T | ||
531a | ex. | Hrd. | ex. | Ἆρες Ἄρες, βροτολοιγέ, 〈μιαιφόνε, τειχεσι‐ πλῆτα〉: ἐπαναλαβὴ ὁ τρόπος. | Ἰξίων (fr. 6 St.) δὲ τὸ δεύτερον ὀξύνει, ἵν’ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλασιά‐ ζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. A b (BCE3 | |
5 | E4)T | τὸ δὲ ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις. AT | ||
531b | D | 〈Ἆρες Ἄρες:〉 παλιλ〈λ〉ογία. Aim | |
531c | ex. | 〈μιαιφόνε:〉 ἰαιφόνε. Til | |
531d | Ariston. | τειχεσιπλῆτα: ὅτι Ζηνόδοτος γράφει „τειχεσιβλῆτα“, ὁ τείχη καταβάλλων. Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλ‐ λειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ (cf. fr. 65 P. = P.M.G. | |
5 | 242) „†πυλεμάχῳ“. A | ||
532a1 | ex. | οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν: ἀγωγὸν τὸ ἐρωτη‐ | |
ματικῶς καὶ μὴ προστακτικῶς λέγειν. T | |||
532a2 | ἀγωγὸν τὸ ἐρωτηματικόν, τὸ δὲ προστακτικὸν καὶ λυπη‐ ρόν. b(BCE3) | ||
5.33 | ex. | μάρνασθαι: πυρώδης γὰρ ὁ πόλεμος, καὶ μαραίνει τὰ σύμ‐ παντα. b(BCE3E4)T | |
5.35 | ex. | θοῦρον {ἄρηα}: θείως ὀρούοντα. T | |
537a | ex. | Τρῶας δ’ ἔκλιναν Δαναοί: εἰκότως ἐπὶ τῇ Ἄρεος ἀπου‐ σίᾳ καὶ τῇ ταραχῇ, ᾗ παρέσχον οἱ Δάρητος παῖδες. b(BCE3E4)T | |
537b | Ariston. | 〈ἔκλιναν:〉 ὅτι ἀντὶ τοῦ εἰς κλίσιν ἤγαγον καὶ κλιθῆναι ἐποίησαν. Aim | |
538a1 | ex. | πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων: ἄτοπον γὰρ τὸν πρώην ἐγκαλοῦντα πᾶσιν ἀργὸν εἶναι, καὶ ταῦτα κλινομένων τῶν βαρβάρων. T | |
538a2 | ἄτοπον γὰρ εἶναι ἀργὸν καὶ τοῖς ἄλλοις ἐγκαλοῦντα. b(BCE3E4) | ||
539a | ex. | ex. | ἀρχὸν Ἁλιζώνων: τῆς Παφλαγονίας, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί. | καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ λεληθότως ἐπεῖπε· „πρώτῳ γὰρ στρεφθέντι“ (Ε 40). b(BCE3)T | |
539b | Hrd. | 〈Ἁλιζώνων:〉 δασυντέον τὸ Ἁλιζώνων· οὕτω γὰρ ἱστοροῦνται λεγόμενοι. Aint | |
D | {ἀρχὸν} Ἁλιζώνων: ἔθνους Θρακῶν—οἰκούντων Περσῶν. A | ||
539c1 | Hrd. | Ariston. | ΟΔΙΟΝ: πρὸ τέλους ἡ ὀξεῖα, ἐπεὶ κύριόν ἐστιν. τὸ δὲ | |
προσηγορικὸν ὅδιος ὡς „σκότιοσ“ (cf. Ζ 24)· βούλονται γὰρ τὰ τοι‐ αῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν προπαροξύνειν, „Τυχίοσ“ (Η 220), „Δολίοσ“ (cf. δ 735 al.), κἂν μὴ | |||
5 | ἔχῃ διαστολήν, ὡς τὸ „Χρομίοσ“ (cf. Δ 295 al.). Πτολεμαῖος (p. 45 B.) μέντοι γε κἀν τῇ Ὀδυσσείᾳ (θ 370) ἀνεγίνωσκεν· „Ἀλκίνοος δ’ Ἁλίον“, πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινά, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος (cf. fr. 37 Pow.) „Ξένιοσ“, καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος. | ἡ δὲ διπλῆ A πρὸς τὴν ὁμωνυμίαν | ||
10 | τοῦ Ὀδίου. AAim | ||
539c2 | Hrd. | τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαροξύ‐ νεται. b(BCE3)T | |
5.40 | ex. | μεταφρένῳ: μεθ’ ὅ εἰσιν αἱ φρένες. οὐδένα δὲ τῶν Ἀχαιῶν οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον (cf. Π 791—2). b(BCE3E4)T | |
543a | ex. | Ἰδομενεὺς δ’ ἄρα Φαῖστον: Ἰδομενεὺς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ εἴα συνανδραγαθεῖν τῷ ἀδελφῷ τὸ τραῦμα. b(BCE3)T | |
543b | Hrd. | Φαῖστον: προπερισπᾶται ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς πόλεως ὀξύνεται, „ἐς Φαιστόν, μικρὸς δὲ λίθοσ“ (γ 296). A | |
544a1 | D | 〈Τάρνης:〉 Τάρνη ἐστὶν ἡ νῦν καλουμένη Σάρδις. b(B CE3E4) | |
544a2 | πόλις Λυδίας, ἡ νῦν Σάρδεις. Aint | ||
546a | ex. | ἵππων ἐπιβησόμενον: ἐφαψάμενον αὐτὸν τοῦ ἅρματος καὶ μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή. b(BCE3E4)T | |
546b | ex. | 〈ἵππων ἐπιβησόμενον:〉 πρὸς τὸ φυγεῖν δηλονότι. Aim | |
5.48 | ex. | ἐσύλευον θεράποντες: ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς· Ἐλεφήνωρ γοῦν παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται (sc. Δ 463‐ 70). σῴζεται δὲ καὶ τὸ ἀξίωμα τοῦ βασιλέως. b(BCE3)T | |
5.49 | ex. | Σκαμάνδριον: οἰκεῖον κυνηγῷ τὸ ὄνομα· ποταμοὶ γὰρ αὐτοῖς ἡ διαγωγὴ καὶ ὗλαι. b(BCE3E4)T | |
550a | ex. | Ἀτρείδης Μενέλαος ἕλ’ ἔγχει: καταπλήττει τοὺς πολεμίους καὶ θαρσύνει τοὺς Ἀχαιοὺς ὑπογύως τρωθεὶς καὶ μαχό‐ μενος. b(BCE3E4)T | |
550b | ex. | ὀξυόεντι: οὐκ ἀπὸ ὀξύας· μελίνοις γὰρ ἐχρῶντο. T | |
5.51 | ex. | δίδαξε γὰρ Ἄρτεμις: τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσά‐ πτουσι θεοῖς· b(BCE3E4)T „κλεπτοσύνῃ θ’ ὅρκῳ τε· 〈θεὸς δέ οἱ αὐτὸς ἔδωκεν / Ἑρμείασ〉“ (τ 396—7). T | |
5.52 | Ariston. | 〈βάλλειν:〉 ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τοῦ τυγχάνειν. Aim | |
553a1 | ex. | ἀλλ’ οὔ οἱ τότε χραῖσμε: δείκνυται τὸ ἀπαράβατον τοῦ μοιριδίου καὶ διὰ τούτου. T | |
553a2 | δείκνυται διὰ τούτου τὸ τοῦ μοιριδίου ἀπαράβατον. b(BCE3E4) | ||
553b | Ariston. | 〈χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα:〉 ὅτι Ζηνόδοτος γράφει „χραῖσμεν θανάτοιο πέλωρα“. ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον. A | |
5.54 | Hrd. | {οὐδὲ} ἑκηβολίαι: οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι· ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν, ὅτε περὶ τοῦ „πῇ δὴ συνθεσίαι“ (Β 339) διελαμβάνομεν. A | |
5.56 | ex. | μετάφρενον οὔτασε: ἀσθενὴς γὰρ ἡ βολὴ Πανδάρου, b(BCE3E4)T ἣν ἐβλήθη Μενέλαος. b(BCE3E4) ἢ διὰ τὴν ἀσέβειαν τῶν Τρώων ἐξῆπται προθυμίᾳ ἢ διὰ τὴν ἐπικουρίαν τῶν | |
θεῶν. b(BCE3E4)T | |||
558a | Ariston. | 〈ἤριπε δὲ πρηνής:〉 ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε φεύ‐ γων καὶ τετραμμένος ἐπὶ στόμα. Aim | |
558b | ex. | ἤριπε δὲ πρηνής: ἀπὸ τῆς βίας τοῦ δόρατος ἀνατραπείς. b(BCE3E4)T ἔδειξε δὲ ἡμῖν ὅπλα κραδαινόμενα τῇ πτώσει τοῦ τεθνηῶτος. b(BCE3)T | |
5.59 | ex. | 〈Φέρεκλον:〉 Φέρεκλος ὁ φέρων κλόνον διὰ τῶν νέων. b(BC E3E4)Til | |
559-60a1 | ex. | [Τέκτονος υἱόν / Ἁρμονίδεω:] ὄνομα κύριον †ὁ Ἁρμονίδου. T | |
559-60a2 | †ὁ δὲ ἁρμονίδης† ὄνομά ἐστι κύριον. b(BCE3E4) | ||
560-2 | ex. | 〈ὃς χερσὶν ἐπίστατο— /〉 ὃς καὶ Ἀλεξάνδρῳ: ὁ Ἁρμονίδης, οὐχ ὁ Φέρεκλος, ἐπεὶ πρὸς τὰ δεύτερα ὑπαντᾷ. b(BC E3E4)T καὶ οἱ ἱστορικοί. ὁ δὲ δεύτερος ὅς (62) ἐπὶ Φερέκλου, T ὡς καὶ Λυκόφρων (Alex. 97)· „τράμπις ς’ ὀχήσει καὶ Φερέκλειοι πό‐ | |
5 | δεσ“. b(BCE3E4)T | ||
560a | Ariston. | Ἁρμονίδεω: ὅτι ὀνοματοθετικὸς ὁ ποιητής, καὶ ἐν Ὀδυσ‐ σείᾳ παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ (sc. χ 330)· „Τερπιάδης δέ τ’ ἀοιδόσ“. καὶ ὅτι ἀμφίβολον, πότερον ὁ Φέ‐ ρεκλος ἔπηξεν τὰς ναῦς ἢ ὁ Ἁρμονίδης, ἐφ’ ἃ καὶ Ἀρίσταρχος φέ‐ | |
5 | ρεται. A | ||
560b1 | Did. | 〈δαίδαλα πάντα:〉 ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „δαί‐ δαλα πολλά“. Aim | |
560b2 | δαίδαλα πάντα: Ἀρίσταρχος δὲ „δαίδαλα πολλά“. T | ||
560c | ex. | δαίδαλα {πάντα}: ἀπὸ τῆς δαήσεως. T | |
5.61 | ex. | ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη: ἡ †ὀργανική†. διδάσκει δὲ μὴ κακῶς κεχρῆσθαι τοῖς παρὰ θεῶν δώροις b(BCE3E4) T μηδὲ συμπράττειν ἀδίκοις. b(BCE3E4) | |
5.62 | ex. | νῆας ἐΐσας: ἴσας τὰς ναῦς φησιν, ὅτι ἀντιρρόπως πορεύον‐ ται. ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατὰ τὸ μέγεθος καὶ σχῆμα καὶ βάρος. A b (BCE3E4)T | |
564a | Ariston. | Hrd. | οἷ τ’ αὐτῷ: ἀθετεῖται, ὅτι οὐχ ὑγιῶς ἐξενήνοχεν, „αἳ πᾶσι | |
κακὸν Τρώεσσι γένοντο“ (Ε 63) ἑαυτῷ τε· ἔδει γὰρ αὐτῷ τε. | ἡ δὲ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντως δὲ εἰς σύνθετον μεταλη‐ φθήσεται. ὅμοιον δέ ἐστι τὸ „ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κάλ‐ | |||
5 | λιον ἠδὲ οἷ αὐτῷ“ (Ο 226). A | ||
564b | Ariston.(?) | 〈οἷ τ’ αὐτῷ:〉 αὐτῷ 〈τε〉. Til | |
564c | Did. | 〈ᾔδη:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ η, ᾔδη. Aint | |
564d | ex. | ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη: Λακεδαιμονίους φασὶ λιμῷ πιεζομένους τὸ αἴτιον ἀνακρίνειν τὸν θεόν. τὸν δὲ εἰπεῖν ἐξιλά‐ σκεσθαι τοὺς Τεύκρων δαίμονας, Χιμαιρέα τε καὶ Λύκον. τὸν δὲ Μενέ‐ λαον ἀπελθόντα εἰς Ἴλιον ἐπιτελεῖν τὰ προσταχθέντα καὶ συμμίξαντα | |
5 | Ἀλεξάνδρῳ ἅμα αὐτῷ ἀπιέναι εἰς †θεοὺς† ἐρησόμενον περὶ παίδων γονῆς· ἐρωτᾶν δὲ καὶ Ἀλέξανδρον, ὅπως ἂν ἁρπάσοι τὴν Ἑλένην. τὸν δὲ θεὸν εἰπεῖν (406 P.—W., cf. O. G. 14)· „Τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν, / οὐκέθ’ ὁμὰ φρονέοντες ἐμὸν ποτὶ νηὸν ἔβητε, / ἤτοι ὁ μὲν γενεὴν ἵππου διζήμενος εὑρεῖν, / αὐτὰρ ὁ [..........]; | ||
10 | τί νυ μήσεαι, ὦ μάκαρ ὦ Ζεῦ;“ τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι. τοῦτο οὖν λέγει ὁ ποιητὴς ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη. b | ||
(BCE3)T | |||
D | ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη: Λακεδαιμόνιοι λοι‐ μῷ—αὐτοὺς δὲ καὶ τὴν πόλιν. A | ||
5.66 | ex. (?) | 〈γλουτόν:〉 τοῦ ἰσχίου τὸ μέρος. Til | |
5.67 | ex. | ἀντικρὺ κατὰ κύστιν: αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορ‐ νείας ναυπηγοῦ. A b (BCE3E4)T βία δὲ δηλοῦται τῆς πληγῆς· ὀστέοις γὰρ σκέπεται ἡ κύστις, ἃ παρῆλθε τὸ δόρυ. A b (BE3E4)T | |
568a | Ariston. | 〈γνὺξ δ’ ἔριπ’ οἰμώξας:〉 ὅτι καὶ οὗτος 〈οὐκ〉 ἐπὶ τὴν πληγὴν πέπτωκε. Aim | |
568b | ex. | γνὺξ δ’ ἔριπε: τὸ εἰς γόνατα πεσεῖν. T | πιθανὸν σπα‐ σμοῦ γεγονότος συννεῦσαι τὸν τρωθέντα. b(BCE3E4)T | |
569a1 | Hrd. | Πήδαιον {δὰρ}: Ἀρίσταρχος ὡς Πήδασον, καὶ ἐπεκρά‐ τησεν. καὶ ἴσως ἔχει ἀφορμὴν τοιαύτην ὡς πολλάκις τὰ τοιαῦτα τρί‐ την ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥσπερ ἔχουσι τὸ βέβαιος (παρὰ γὰρ τὸ βέβηκα), ὡς τὸ Φίλαιος, τὸ Νίκαιος, | |
5 | τὸ Τίμαιος. τοιοῦτον οὖν καὶ τὸ Πήδαιος· οὐ γάρ, ὡς οἴεται ὁ Ἅβρων (fr. 19 B.), παρὰ τὴν πῆδον· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχηματίσθαι. A | ||
569a2 | Πήδαιον {δ’ ἂρ}: Ἀρίσταρχος †πῆδον παρὰ τὸ πηδῶν. T | ||
570a | Ariston. | ὅς ῥα νόθος μὲν ἔην: ὅτι βαρβαρικὸν ἔθος τὸ ἐκ πλειόνων | |
γυναικῶν παιδοποιεῖσθαι. A | |||
570b | Ariston. (?) | | ὅς ῥα νόθος μὲν ἔην, 〈πύκα δ’ ἔτρεφε δῖα Θεανώ〉: | |
ex. | ex. | βάρβαρον ἔθος τὸ ταῖς πολλαῖς γυναιξὶ μίγνυσθαι· Λαέρτης γοῦν „χόλον δ’ ἀλέεινε γυναικόσ“ (α 433). | ἢ τάχα ἥγνευεν αὐτὴ διὰ τὴν ἱερωσύνην. νόμον δὲ τοῦτον ὑπογράφει ταῖς γυναιξὶν ὁ ποιητής· | ||
5 | σώφρονος γὰρ γυναικὸς τὸ γεγονὸς ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν. b(BCE3E4)T φησὶ δὲ καὶ τὸ Εὐριπίδειον „σοὶ καὶ ξυνήρων“ (Andr. 223). | νόθος δὲ ὀνοτός τις ὢν ἢ νωθὴς τῷ γένει. T | ||
570c | ex. | πύκα δ’ ἔτρεφε: δείκνυσιν ὡς ἀγαθὸς τρόπος περιγίνεται τῶν παθῶν τοῦ λογισμοῦ. ἕκαστον δὲ σαφηνίζει τοὺς βάλλοντας καὶ πίπτοντας αὔξων καὶ τὸ προσκορὲς ἀφανίζων. b(BCE3E4)T | |
570d | ex. | 〈Θεανώ:〉 παρὰ τὸ θέαινα. Til | |
5.73 | D | ἰνίον: τὸ κοῖλον τοῦ τένοντος—τὸν αὐχένα. A | |
5.74 | ex. | 〈ἀν’ ὀδόντασ〉 ὑπὸ γλῶσσαν τάμε χαλκός: ὑπὸ τὴν γλῶσσαν ἰὼν ὁ χαλκὸς τοὺς ὀδόντας ἀνέτεμεν. b(BCE3E4)T ὀξέως δὲ δι’ ἀναί‐ μων ὀστέων διϊόντος τοῦ σιδήρου „ψυχρόν“ (Ε 75) αὐτὸν ὀνομάζει. ἀλλαχοῦ δὲ „πᾶν δ’ ὑπεθερμάνθη ξίφοσ“ (Π 333). b(BE3E4)T | |
575a | Did. | 〈ἤριπε δ’ ἐν κονίῃς:〉 ἐν ἄλλῳ „ἤριπε δ’ ἐξ ὀχέων“. Aim | |
575b | ex. | ἤριπε δ’ ἐν κονίῃσι: εἰκότως τελευτᾷ· ἠνέχθη γὰρ τὸ δόρυ, καθὸ λήγει ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελὸς ἄρχεται. b(BC E3E4)T ἴσον δὲ τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ δύναται †ὧι οὐ† τοῦτο τὸ μέρος. b(BE3E4)T δῆλον δὲ ἐκ τῶν ἱερείων, ἃ τιτρωσκόμενα | |
5 | κατὰ τὸ ἰνίον διαλύεται. T | ||
D | ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι: ἤτοι κυρίως διὰ τὸ— | ||
τοῖς ὀδοῦσι ἔλαβεν. A | |||
576a | Hrd. | {εὐρύπυλος} Εὐαιμονίδης: ψιλοῖ ὁ Ἀσκαλωνίτης (p. 45 B.), ἵνα κύριον γένηται, ὥσπερ καὶ τὸ Φίλιππος καὶ τὸ „Μελά‐ νιπποσ“ (cf. Q 276 al.). ἔστι μὲν οὖν ὃ λέγει πιθανόν—διὰ τοῦτο γοῦν καὶ τὸ „ΠΟΛΥΜΝΙΑ“ (Hsd. th. 78) πῇ μὲν ψιλοῦμεν πῇ δὲ | |
5 | δασύνομεν, καὶ τὸ „Εὐρύαλοσ“ (Β 565 al.), „ΑΓΧΙΑΛΟΣ“ (cf. Ε 609 et Β 640. 697)—, οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πάνορμος δασυ‐ νόμενον καὶ Ἔφιππος ὁ κωμικός. A | ||
576b | Ariston.(?) | Ὑψήνορα δῖον: δύο Ὑψήνορες· καὶ ἀλλαχοῦ γάρ φησιν „Ἱππασίδην Ὑψήνορα“ (Ν 411). T | |
5.78 | ex. | θεὸς δ’ ὣς τίετο δήμῳ: διδάσκει, πῶς χρὴ διακεῖσθαι πρὸς τοὺς ἱερεῖς. b(BCE3E4)T | |
5.79 | Ariston. | 〈Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός:〉 πρὸς τὴν ἐπα‐ νάληψιν τοῦ ὀνόματος (cf. Ε 76). Aim | |
580-1 | ex. | μεταδρομάδην〈—ἀΐξασ〉: τὸ ἑξῆς μεταδρο‐ μάδην ἀΐξας, ἐπιδιώξας τὸν φεύγοντα. b(BCE3)T | |
5.81 | ex. | ἀπὸ δ’ ἔξεσε χεῖρα: τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξε‐ σεν εἰπών, οὐκ ἀπέκοψεν. A b (BCE3)T | |
5.82 | ex. | αἱματόεσσα δὲ χεὶρ 〈πεδίῳ πέσε〉: οἶκτον ἔχει ἡ χεὶρ δίχα παντὸς τοῦ σώματος κειμένη· ὑπ’ ὄψιν γοῦν ἤγαγε τὸ πάθος. | |
b(BCE3)T | |||
583a1 | Ariston. | πορφύρεος θάνατος: ὅτι οἱ ἀρχαῖοι κριτικοὶ πορφύ‐ ρεον θάνατον τὸν τοῦ ἐπὶ στόμα πεπτωκότος ὁπλίτου. λέγει δὲ πορφύ‐ ρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· „πορφύρεον δ’ ἄρα κῦμα“ (Φ 326) ἀναλόγως τῷ „μέλαν δέ ἑ κῦμα κάλυψεν“ (Ψ 693). A | |
583a2 | πορφύρεος θάνατος: ὁ μέλας, καὶ „πορφύρεον δ’ ἄρα κῦμα“, „μέλαν δέ ἑ κῦμα κάλυψεν“. b(BCE3E4)T | ||
5.84 | ex. | ὣς οἱ μὲν πονέοντο: ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργη‐ σάντων. b(BCE3)T | |
585a | Ariston. | Τυδεΐδην δ’ οὐκ ἂν γνοίης: ἡ διπλῆ, ὅτι ὡς πρός τινα διαλέγεται μὴ ὑποκειμένου προσώπου, καὶ ὅτι ἀντὶ τοῦ οὐκ ἄν τις ἔγνω, καὶ χρόνος ἐνήλλακται. A | |
585b | ex. | Τυδεΐδην δ’ οὐκ ἂν γνοίης: ἡδὺ τὸ τῆς ἀποστροφῆς ὡς πρὸς πρόσωπον· „φαίης †κεν† ζάκοτόν τέ τιν’ ἔμμεναι“ (Γ 220). ἡ δὲ τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν. b(BCE3E4)T | |
5.87 | ex. | θῦνε γάρ: ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπιτείνει δὲ αὐτὸν τῷ „χειμάρρῳ“ (Ε 88), εἰκονίσας ἡμῖν, τί ἐστι χειμάρρους, καὶ τῷ πλήθοντι. b(BCE3E4)T | |
5.88 | ex. | ἐκέδασσε γεφύρας: καλῶς κἀκ τῶν πασχόντων τοῦ ποταμοῦ τὴν βίαν ηὔξησεν. b(BCE3E4)T | |
589a | ex. | τὸν δ’ οὔτ’ ἄρ τε γέφυραι: ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ „πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε“ (Ε 92). b(BCE3E4)T | |
589b1 | Did. | 〈ἐεργμέναι:〉 Ἀρίσταρχος „ἐερμέναι“. Aim | |
589b2 | χωρὶς τοῦ γ „ἐερμέναι“. Til | ||
5.90 | D | 〈ἀλωάων:〉 τῶν ἀμπελοφύτων. Til | |
5.92 | ex. | ex. | 〈ἔργα〉 κατήριπε κάλ’ αἰζηῶν: ἀντὶ τοῦ ἀνθρώπων· b (BCE3)T „μινύθει δέ τε ἔργα ἀνθρώπων“ (Π 392). T | ἐμφαντι‐ κῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομηθέντα παρασύρεσθαί φησιν. b (BCE3E4)T | |
597-8 | ex. | αἶψ’ ἐπὶ Τυδεΐδῃ〈— / καὶ βάλ’〉: καλῶς τιτρώσκει Διομήδεα, „ἐπεί / ῥέζοντά τι καὶ παθεῖν ἔοικεν“ (Pind. N. 4, 31—2). b(BCE3)T | |
598a1 | ex. | ἐπαΐσσοντα τυχών: συνήργησεν ἡ Διομήδους ὁρμὴ πρὸς τὴν δίοδον τοῦ βέλους. T | |
598a2 | ἡ δὲ ὁρμὴ ἡ Διομήδους καὶ τῷ βέλει συνήργησεν. b(BCE3) | ||
599a | Ariston. | Hrd. | θώρηκος γύαλον: ὅτι τὸ ὅλον κύτος τοῦ θώρακος γύα‐ λον διὰ τὴν †ποικιλότητα† λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος. A | τὸ γύαλον, ὅταν ἐπίθετον ᾖ, ὀξύνεται· „εὖτ’ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον †ἀγκάσασθαι“ (Call. fr. 236, 1). AT | |
599b | ex. | 〈θώρηκος:〉 τοῦτο〈ν〉 ἐγκωμιάζων Ἕκτωρ ἡφαιστότευ‐ κτον οἶδε καλεῖν (cf. Θ 195), ἐπεὶ καὶ τὸ Πανδάρου τόξον Ἀπόλλωνος (cf. Β 827). b(BCE3E4) | |
599c1 | ex. | θώρηκος γύαλον: πρὸς ἀντιδιαστολὴν τῶν χειρίδων θώρηκος γύαλόν φησι τὸ περὶ τὸν ὦμον μέρος. λέγει δὲ τὸ κοί‐ λωμα. T | |
599c2 | γύαλον δὲ τὸ περὶ τὸν ὦμον κοῖλον τοῦ θώρακος μέρος. | ||
b(BCE3E4) | |||
5.100 | Hrd. | ἀντικρύ {δὲ διέσχε}: ὀξύνεται καὶ ἐκτείνεται. ὅταν δὲ ἔχῃ τὸ ς, συστέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ Περὶ ἐπιρρήματος (fr. 1 L. = 2, 846, 24) ἐροῦμεν. A | |
5.101 | ex. | ἐπὶ μακρὸν ἄϋσε: οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ ἀλαζὼν ἐφθέγξατο· διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι „τὸν δ’ οὐ βέλος ὠκὺ δάμασσεν“ (Ε 106). οὐ φθέγγεται δὲ τρώσας Μενέ‐ λαον, ὅτι ἡ πρᾶξις αἰσχρά, καὶ ἔλεγχον †βασιλείας† ἔχει, ἢ βουλό‐ | |
5 | μενος ἑαυτὸν μὴ φανερὸν ποιῆσαι τοὺς ὅρκους παραβῆναι ἐν τοῖς Τρωσίν. b(BCE3E4)T | ||
5.103 | ex. | βέβληται γὰρ ἄριστος Ἀχαιῶν: ἀντὶ τοῦ ἀριστεύς (Αἴας γὰρ μετ’ Ἀχιλλέα)· ἢ διὰ τὴν εὐδαιμονίαν, „ὃν δὴ ἐγὼ κάρτι‐ στον Ἀχαιῶν“ (Ζ 98)· ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρω‐ θέντα φησίν. A b (BCE3E4)T | |
5104a | Did. | 〈δῆθ’ ἀνσχήσεσθαι:〉 Ἀρίσταρχος δῆθ’ ἀνσχήσε‐ σθαι. Aint | |
5104b | Did. | 〈βέλος:〉 Ἀρίσταρχος βέλος. Aim | |
5.105 | Ariston. | 〈Λυκίηθεν:〉 ὅτι τῆς Τρωϊκῆς Λυκίας. Aint | |
D | Λυκίηθεν: Λυκίας χώρας—ἐβασίλευε Πάνδαρος. A | ||
5.107 | Nic | 〈ἀλλ’ ἀναχωρήσας:〉 ἐπὶ τὸ ἀναχωρήσας βραχὺ δια‐ σταλτέον. Aint | |
5107-8a1 | ex. | πρόσθ’ ἵπποιϊν καὶ ὄχεσφιν / ἔστη: γενναῖον ἦθος | |
Διομήδους, ὃς οὐκ οἴχεται καιρίαν λαβὼν τὴν πληγήν. T | |||
5107-8a2 | γενναῖον τὸ Διομήδους ἦθος, ὅτι μὴ τελείως ἀναχωρεῖ καίπερ καιρίαν λαβὼν τὴν πληγήν. b(BCE3E4) | ||
5109-10 | ex. | ὄρσο, πέπον〈—ὀϊστόν〉: οὐδὲν ἀποιμώζει πρὸς τὴν πληγήν, ἀλλὰ γενναίως τὴν χρείαν μόνην φησίν. b(BCE3 E4)T | |
5.111 | ex. | Σθένελος δὲ καθ’ ἵππων 〈ἆλτο χαμᾶζε〉: πρεπόντως καὶ Σθένελος οὐδὲν ἐπιζητεῖ· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ. b(BCE3)T | |
5112a | Nic. | 〈πὰρ δὲ στάς:〉 ἐπὶ τὸ στάς βραχὺ διασταλτέον. Aim | |
5112b | ex. | 〈διαμπερὲσ〉 ἐξέρυς’ ὤμου: αὕτη ἐστὶν ἡ κατὰ διωσμὸν βελουλκία, ἵνα μὴ πάλιν τιτρώσκοιτο ταῖς ἀκίσιν ὑποστρεφούσαις. b(BCE3E4)T | |
5.113 | ex. | αἷμα δ’ ἀνηκόντιζε: ἐμφαντικὴ ἡ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος. A b (BCE3E4)T | |
5116-7 | Nic. | 〈εἴ ποτέ μοι—πολέμῳ:〉 ταῦτα τοῖς ἑξῆς βέλτιον προσνέμειν. Aim | |
5.116 | ex. | ex. | εἴ ποτέ μοι καὶ πατρί: ἀντὶ τοῦ μού. | προῳκονόμησε δὲ τὸν Τυδέα ὁ ποιητής (cf. Ε 126, vide Ε 800—13). b(BC) T | |
5.117 | Nic. | Hrd. | δηΐῳ ἐν πολέμῳ, 〈νῦν αὖτ’ ἐμὲ φῖλαι〉: ὑποστικτέον ἐν τῷ πολέμῳ. | ἄμεινον δὲ b(BC) T ὀρθοτονεῖν τὸ ἐμέ, ἵν’ ᾖ· καὶ | |
ἐμὲ ὡς ἐκεῖνον. b(BCE4)T | |||
5118a | Did. | 〈δὸς δέ τέ μ’ ἄνδρα:〉 οὕτως †ἔν τισιν ἡρωδιανός. ἡ δὲ γραφὴ† „τόνδε τέ μ’ ἄνδρα“. Aim | |
5118b | ex. | δὸς δέ τέ μ’ ἄνδρα ἑλεῖν: οὐ περὶ τῆς ἰάσεως, ἀλλὰ τῆς τοῦ βαλόντος εὔχεται τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ εὐχό‐ μενοι τοῖς θεοῖς τὰ ἐπίθετα ποιοῦνται· καὶ νῦν μὲν ὁ καταπονούμενος „Ἀτρυτώνην“ (cf. Ε 115), ἡ δὲ †ἑκάτη† εὐχομένη τὴν Ἴλιον σῴ‐ | |
5 | ζεσθαι ἐπικαλεῖται τὴν „ἐρυσίπτολιν“ (cf. Ζ 305), οἱ δὲ τὴν λείαν λα‐ βόντες ἀνατιθέασι τῇ „ληΐτιδι“ (Κ 460). b(BCE3E4)T | ||
5118c | ex. | καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν: τουτέστιν διὰ δόρατος ἀγωνίσασθαι, μὴ τόξοις μακρόθεν, καὶ ὑπ’ ἐμοῦ ἀναιρεθῆναι. ἢ ἐμὲ ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος, τουτέστιν δύνασθαι ἀφεῖναι δόρυ· κάμνει γὰρ ἤδη. ἢ εἰς τὴν ὁρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐ‐ | |
5 | τὸν ὑπαντῆσαι. A | ||
5118d | ex. | καὶ ἐς ὁρμὴν ἔγχεος: ἢ ἐμὲ ἰσχῦσαι πάλλειν τὸ δόρυ κατὰ τοῦ βαλόντος, ἢ αὐτὸν ἀντιστῆναι τῇ ὁρμῇ τοῦ ἐμοῦ δόρατος. μόνον δὲ πλησιάσαι αὐτὸν εὔχεται· πέποιθε γὰρ ὡς αἱρήσων τὸν Πάνδαρον. b(BCE4)T | |
5119a | ex. | 〈ὅς μ’ ἔβαλε φθάμενος:〉 καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ τὴν ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν. b(BCE4)Til | |
5119b | ex. | καὶ ἐπεύχεται: ἅπτεται τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία. Aim b (BCE4)T | |
5.121 | Ariston. | 〈ὣς ἔφατ’ εὐχόμενος:〉 ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν τὸ εὐχόμενος. Aim | |
5122a | Ariston. | γυῖα δ’ ἔθηκεν ἐλαφρά: ὁ ἀστερίσκος, ὅτι ἐντεῦθεν μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα ἐπ’ Ὀδυσσέως τρέχοντος | |
(sc. Ψ 772). A | |||
5122b | ex. | γυῖα δ’ ἔθηκεν ἐλαφρά: οἰκείως· τρωθεὶς γὰρ ἐβεβά‐ ρητο. οὐκ ἔχομεν οὖν εἰπεῖν· ‘πῶς ἀριστεύει πάλιν;‘ b(BCE4)T | |
5.124 | D | 〈μάχεσθαι:〉 ἀντὶ τοῦ μάχου. Aint | |
5.126 | ex. | ἄτρομον, οἷον ἔχεσκε: φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆ‐ σαι. Ἀμφιάρεων δὲ κτείναντα τὸν Μελάνιππον δοῦναι τὴν κεφαλὴν Τυδεῖ. τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφᾶν τὸν ἐγκέφαλον ἀπὸ | |
5 | θυμοῦ. κατ’ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέ‐ ρουσαν ἐξ οὐρανοῦ καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης (FGrHist 3, 97). A b (BC) T | ||
5.127 | ex. | ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον: παιδευτικῶς ἐδογ‐ μάτισεν ἀχλὺν ἐπικεχύσθαι τοῖς ἀνθρώποις, ὅπως ἀεὶ δοκοῖμεν ἡμῖν παρεστάναι καὶ τὸ θεῖον. b(BCE4)T | |
D | ἀχλὺν †αὐτοι καὶ: τὴν ἀορασίαν—τὸν Γλαῦκον. A | ||
5128a1 | ex. | 〈ὄφρ’ εὖ γινώσκοις ἠμὲν θεὸν〉 ἠδὲ καὶ ἄνδρα: θεὸν ὁμοιωθέντα ἀνδρί, ἵνα διακρίνῃς καὶ τὸν ὄντως ἄνδρα· τοῦτο γὰρ δηλοῖ ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. T | |
5128a2 | ὅπως εὖ διακρίνοιο καὶ τὸν ἄτρεπτον θεὸν καὶ τὸν ὡς ἄνδρα πάλιν θεόν. b(BCE4) | ||
5128b | Ariston. | ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα: ὅτι Ζηνόδοτος γράφει „ἠμὲν θεὸν ἠδ’ ἄνθρωπον“. ἰδίως δὲ εἴρηκεν ἄνδρα διὰ τὸ καὶ ἄνδρας πολε‐ | |
μεῖν. A | |||
5.129 | D | πειρώμενος: ἀπόπειραν—μορφῇ. A | |
5.130 | Hrd. | ἀντικρὺ μάχεσθαι: ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν συστέλλειν διὰ τὸ μέτρον. A | |
5131-2a1 | ex. | Ἀφροδίτη 〈/ —〉τήν γ’ οὐτάμεν: ἡ πρακτικὴ φρόνησις καταφρονεῖν αὐτὸν τῶν ἡδονῶν παρασκευάζει. b(BCE4)T | |
5131-2a2 | D | D | ex. | ἀτὰρ εἴ κε: ἐὰν δέ. μόνην δὲ βούλεται—ἀμύνει. | κατὰ χεῖρα τιτρώσκεται ἡ Ἀφροδίτη, ὅτι—τῇ Ἑλένῃ καὶ †ἄλλως ἠρέθισται ἀκούουσα·† / ἡ πρακτικὴ φρόνησις καταφρονεῖν τὸν Διομήδη ἡδονῶν παρασκευάζει. A | |
5132a1 | Did. | 〈τήν γ’ οὐτάμεν:〉 Ζηνόδοτος „τὴν οὔτασαι“. Aim | |
5132a2 | διχῶς Ἀρίσταρχος, καὶ οὕτως καὶ χωρὶς τοῦ γέ, „τὴν οὐτάμεν“. Aim | ||
5132a3 | τήν γ’ οὐτάμεν: καὶ μετὰ τοῦ γ καὶ χωρὶς τοῦ γ. Ζηνό‐ δοτος δὲ „τὴν οὐτάσαι“. T | ||
5.133 | Did.(?) | 〈ἡ μὲν ἄρ’ ὣς εἰποῦς’:〉 „ὣς ἄρα φωνήσασ’“. Ail | |
5136a1 | Did. | 〈ἕλεν μένος:〉 Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ Περὶ τῆς ὁπλοποιΐας διὰ τοῦ χ προφέρεται, „ἔχεν μένοσ“. Aim | |
5136a2 | Πτολεμαῖος διὰ τοῦ χ „ἔχεν μένοσ“. T | ||
5136-40 | ex. | ὥστε λέοντα〈—φοβεῖται〉: καλῶς τῶν μὲν τετραπόδων τὰ ἀσθενέστερα παρείληφε, τὰ πρόβατα, τῶν δὲ θηρίων τὸν ἀλκιμώτατον λέοντα, καὶ τὸν μὲν ὑπὸ τῆς πληγῆς ἠρεθισμένον, τὰ δὲ ἔρημα τοῦ φυλάττοντος. b(BCE4)T | |
5.137 | ex. | ὀΐεσσιν: ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ „ποιμαίνων δ’ ἐπ’ ὄεσσι μίγη“ (Ζ 25). b(BC) T | |
5138a | ex. | ex. | χραύσῃ: τύψῃ ἢ τρώσῃ. T | εὖ δὲ τὸ μὴ φάναι τύψῃ ἢ βάλῃ, ἀλλὰ θίξῃ διὰ τὴν ἐπιπολαίαν πληγήν. b(BCE4)T | |
5138b | ex.(?) | 〈χραύσῃ:〉 ξύσῃ, ψαύσῃ. Aint | |
5138c | Hrd. | ὑπεράλμενον: Διονύσιος (fr. 33 S.) ἀναστρέφει τὴν ὑπέρ, ὁ δὲ Ἀσκαλωνίτης (p. 45 B.) ἓν ἐποίει, ὃ καὶ πιθανώτερον. A | |
5140a1 | Ariston. | ἀλλὰ κατὰ σταθμοὺς 〈δύεται· τὰ δ’ ἐρῆμα φοβεῖ‐ ται〉: ὅτι σταθμοὺς τὰς κατ’ ἀγρὸν ἐπαύλεις, καὶ ὅτι ἐπὶ τὸ συνώνυμον εἴληφεν· ἄνω γὰρ εἴρηκεν „εἰροπόκοις ὀΐεσσι“ (Ε 137), νῦν δὲ τὰ δ’ ἐρῆμα φοβεῖται. A | |
5140a2 | ὅτι πρὸς τὸ σημαινόμενον καὶ οὐ πρὸς τὸ ῥητὸν τοῦτο ἐπήγαγε. Aim | ||
5140b | ex. | ἀλλὰ κατὰ σταθμοὺς δύεται: ἐναργῶς τὸν δεδιότα ἐσήμανεν. T | |
5141a | ex. | αἱ μέν τ’ ἀγχηστῖναι ἐπ’ ἀλλήλοισι κέχυνται: οὕτω γὰρ συνέρχονται ἀλλήλαις, ἐπειδὰν πτοηθῶσιν. b(BCE4)T ἤτοι δὲ αἱ ζῶσαι ἢ αἱ καταβαλλόμεναι. b(BC) T | |
5141b | ex. | ex. | κέχυνται: τὸ πλῆθος δηλοῖ· b(BCE4)T διὸ καὶ „μελισσάων ἀδινάων“ (Β 87) φησὶ καὶ „μῆλ’ ἀδινά“ (α 92). b(BC) T | ἐναργῶς δὲ τὸ τῶν δεδιότων ἐσήμανε σχῆμα. b(BC) | |
5142a | ex. | ex. | ἐξάλλεται αὐλῆς: ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς. ἢ ἀντὶ τοῦ καθάλλεται. ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγο‐ μεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δέ, εἴγε καὶ ὑψηλῶς οὔσης τῆς αὐλῆς †ἅλλεται† αὐτήν. ἔστι δὲ ὡς τὸ „Τρώων †ὁρμήσεια톓 (Δ 335)· οὐ | |
5 | γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν. b(BCE4)T | ἢ ἐξάλ‐ | ||
λεται ἐκ τῆς αὐλῆς, ἐκ τοῦ σταθμοῦ. T | |||
5142b | Hrd. | Ap. Dysc. | βαθέης ἐξάλλεται αὐλῆς: ἔνιοι τὸ ἔξ ἀντὶ τοῦ ἔξω ἀκού‐ ουσιν· ἔξω ὢν βαθέης αὐλῆς ἅλλεται εἰς τὸ ἐντός. | ὁ μέντοι Ἀπολ‐ λώνιος ἐν τῷ Περὶ προθέσεως (Fr. p. 135, 30) ἓν λέγει εἶναι τὸ ἐξάλλεται. A | |
5.143 | ex. | ὣς μεμαὼς Τρώεσσι: δηλονότι τῆς προθυμίας ἐποιήσατο τὴν ὁμοίωσιν. οὐκέτι δὲ καθ’ ἕνα, ἀλλὰ †σὺν δύο† ἀναιρεῖ. ὅρα δὲ τὴν ποικιλίαν τῆς ἑρμηνείας. b(BCE4)T | |
5.145 | Ariston. | 〈βαλών:〉 ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει. Aint | |
5146a | Ariston. | 〈τὸν δ’ ἕτερον:〉 ὅτι Ζηνόδοτος γράφει „τοῦ δ’ ἑτέρου“. ὁ δὲ ποιητὴς οὕτως λέγει „ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα“ (Α 197). Aim | |
5146b | ex. | κληῗδα παρ’ ὦμον: †πρώτη μέν τις ἀπεκόπη τῆς χειρός. οὕτως δὲ διήιρηται· κρεμᾶται ἡ χείρ†. T | |
D | κληῗδα: τὴν κατακλεῖδα—Δημοσθένης φησί (or. 18, 67)· „τὴν κλεῖν κατεαγότα“. A | ||
5147a | Ariston. | 〈πλῆξεν:〉 πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ „ἔβαλεν“ (Β 692 al.), ὅτι ἐκ χειρὸς ἐπάταξεν. Aint | |
5147b | ex. | πλῆξε: ἀπὸ μετοχῆς τῆς „βαλών“ (Ε 145) εἰς ῥῆμα, ὡς τὸ „ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον“ (Γ 80). b(BC) T | |
5.148 | Ariston. | τοὺς μὲν ἔας’, 〈ὁ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύϊ‐ δον〉: πρὸς τὴν ὁμωνυμίαν· καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „Αἴθρη | |
Πιτθῆος θυγάτηρ“ (Γ 144). A | |||
5.149 | Ariston. | 〈ὀνειροπόλοιο:〉 ὅτι ὀνειροπόλος ὁ διὰ τῶν ἰδίων ὀνείρων μαντευόμενος, οὐχ ὁ ὀνειροκρίτης. Aim | |
5150a | Ariston. | D | τοῖς οὐκ ἐρχομένοις 〈ὁ γέρων ἐκρίνατ’ ὀνείρουσ〉: ἡ διπλῆ πρὸς τὴν ἑρμηνείαν. | τὸ δὲ ὅλον· οἷς τισι μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους· ἔστι γὰρ—ἀναιρεθήσον‐ ται. A | |
5150b | ex. | τοῖς οὐκ ἐρχομένοις 〈ὁ γέρων ἐκρίνατ’ ὀνείρουσ〉: ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύσατο. b(BCE4)T ὅμοιον δέ ἐστι τῷ „ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα“ (Ε 53). b(BC) T | |
5153a | Ariston. | 〈ἄμφω τηλυγέτω:〉 ὅτι καὶ ἐπὶ δύο τὸ τηλύγετος. Aint | |
5153b | ex. | ἄμφω τηλυγέτω: μεθ’ οὓς οὐκ ἐπαιδοποίησεν ὁ πατήρ, οἱ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ γεννηθέντες. b(B,C[bis],E4)T | |
5153c | ex. | ὁ δὲ τείρετο γήραϊ λυγρῷ: ἐλέγχει τοὺς οἰομένους δεῖν ἐπὶ γήρᾳ παιδοποιεῖν, ὅπως διαδόχοις χρήσωνται, ὡς κακῶς οἰο‐ μένους· νικᾷ γὰρ ἡ πήρωσις. b(B,C[bis],E4)T | |
5.156 | Ariston. | ἀμφοτέρω: ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν „ἀμφοτέρων“. οὕτως δὲ λέγει, ἀμφοτέρους ἀφείλετο τὸν θυμόν· τὸ γὰρ ἀμφοτέρω νῦν ἀμφοτέρους σημαίνει. ὁμοίως δὲ λέγεται καὶ κατὰ τὸ ἑνικὸν „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). A | |
5158a | Hrd. | χηρωσταί: ὡς ἀθληταί. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 45 B.)· τὰ γὰρ εἰς της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει μακρᾷ παραληγόμενα, ὀξύνεται, τορευτής βραβευτής ἀθλητής ποι‐ ητής „ὀρχηστήσ“ (cf. Π 617), χρυσωτής. οὕτως οὖν καὶ παρὰ τὸ „ἑεδνώσαιτο θύ‐ | |
5 | γατρα“ (β 53) τὸ ἑεδνωτής, καὶ παρὰ τὸ „χήρωσας δὲ γυναῖκα“ | ||
(Ρ 36) τὸ χηρωστής. μάχεται τὸ „κυβερνήτησ“ (Ψ 316)· τὸ γὰρ ἀήτης ἄλλως γέγονε. τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ (fr. 91 N2 = 94 P.) „στείχων δ’ ἀγρώστην ὄχλον“ παρώνυμον. A | |||
5158b | ex. | Hrd. | ex. (?) | χηρωσταί: οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι. b(BCE4)T | χηρωσταί δὲ ὡς ἀθληταί. b(BC) T | ἢ ἀγχιστεῖς ἢ κληρονόμοι. T | |
5158c | Synag. | 〈χηρωσταί:〉 οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι. Aint | |
5158d | ex. | διὰ κτῆσιν δατέοντο: προληπτικῶς· οὔπω γὰρ ἀπέ‐ θανεν ὁ γέρων. b(BC) T | |
5.161 | ex. | ἐξ αὐχένα ἄξει: ἔμφασιν διακοπῆς ἔχει ἡ ὑπέρθεσις ὡς τὸ „λέων κατὰ ταῦρον ἐδηδώσ“ (Ρ 542). T | |
5161-2 | ex. | ἐν βουσὶ θορὼν—πόρτιος ἠὲ βοός: εἰπὼν τὸ γενικὸν ἐπὶ τὰ ἰδικὰ ἔρχεται. b(BC) T ὁ δὲ ἠέ ἀντὶ τοῦ καί, ὡς „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων“ (Υ 138). b(BC E4)T | |
5162a | Ariston. | 〈πόρτιος ἠὲ βοός:〉 ὅτι Ζηνόδοτος γράφει „βουκόλου ἠὲ βοόσ“. παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχεν. Aim | |
5162b | ex. | πόρτιος: νέου βοός, μόσχου. T | |
5162c | ex. | ξύλοχον: τόπον σύνδενδρον, οἱ δὲ κοίτην θηρίου. T | |
5.164 | Hrd. | ἀέκοντας: στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυν‐ τέον τὸ ε. πταίει οὖν Νικίας (fr. 7 B.) ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἀκόντα ἐπε〈ν〉τίθεσθαι τὸ ε, ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλιφή ἐστι τοῦ ἀέκοντα. διὰ τί δὲ τὸ α ἐψιλώθη, ἐν ἑτέροις (e. g. ad Α 301) | |
5 | 24efamen. A | ||
5166a | ex. | τὸν δ’ ἴδεν Αἰνείας: τὸ ὁμοειδές τε ἐκκλίνει καὶ πρόθυμον | |
Πάνδαρον ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει. b(BCE3)T | |||
5166b | ex.(?) | 〈ἀλαπάζοντα:〉 ἀναλίσκοντα. Til | |
5.168 | ex. | Πάνδαρον〈—〉διζήμενος: αὐτὸς ἔξω κινδύνων στὰς τοξότην ἀντικαθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας. b(BCE3)T | |
5.169 | Ariston. | 〈εὗρε Λυκάονος υἱόν:〉 πρὸς τὸ ἀσύνδετον. Aim | |
5171-3 | ex.(?) | ex. | ποῦ τοι τόξον〈—ἀμείνων〉: ἡ τοξεία. T | οἰκεῖα δὲ τὰ ἐγκώμια τῇ προτροπῇ, ὡς †εἰς αὐτὸν μόνον† σαλευούσης τῆς σωτηρίας τῶν Τρώων. b(BCE3E4)T | |
5.173 | Ariston. | 〈οὐδέ τις ἐν Λυκίῃ:〉 ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει. Aim | |
5177a | Ariston. | εἰ μή τις θεός ἐστι κοτεσσάμενος 〈Τρώεσσιν〉: πρὸς τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει 〈***〉. A | |
5177b | ex. | εἰ μή τις θεός ἐστι: οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ θεᾶς. ἅμα δὲ καὶ ἦθος ὁ λόγος ἔχει. b(BCE3E4)T | |
5178a1 | Hrd. | ἐπιμῆνις: Ἀρίσταρχος παρολκὴν οἴεται τῆς ἐπί, ὁμοίως τῷ „ἐπισμυγερῶσ“ (γ 195) καὶ „βοῶν ἐπιβουκόλος ἀνήρ“ (γ 422). ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ὁμοίως τῷ „ἐπεὶ οὔ τοι ἔπι δέοσ“ (Α 515), ἵνα τὸ ἔπεστι | |
5 | σημαίνηται. ἄλλοι δὲ „ἐπίμηνισ“, ἓν μέρος λόγου ποιοῦντες. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι. A | ||
5178a2 | κατὰ παρολκήν ἐστιν ἡ ἐπί πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν | ||
τόνον. b(BCE3)T | |||
5181a1 | Did. | 〈Τυδείδῃ μιν ἔγωγε:〉 Ἀρίσταρχος διχῶς, καὶ μίν καὶ „μέν“, Τυδείδῃ μιν ἐγώ. Aim | |
5181a2 | Τυδείδῃ μιν: διχῶς, καὶ μίν καὶ „μέν“. T | ||
5181b | ex. | Τυδείδῃ μιν〈—〉πάντα ἐΐσκω: καὶ πῶς γινώσκει τοῦ πυρὸς καιομένου; ἢ οὐ πάντα τὸν καιρὸν καίεται. T | |
5181-2 | ex. | 〈Τυδείδῃ μιν—τρυφαλείῃ:〉 καὶ πῶς γινώσκει πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατ’ αὐτὸν τὸν πόλεμον συναντῶσιν ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δ’ ὅτε μὴ ὄντος πολέμου κατοπτεύον‐ τες βλέπουσι τοὺς ἀλλήλων ἀριστεῖς. b(BCE3E4) | |
5.182 | D | ex. (?) | αὐλώπιδί τε τρυφαλείῃ: εἶδος περικεφαλείας λόφον εἰς ὀξὺ ἀνατεταμένον ἐχούσης. | †τρυφαλὴς† δὲ τρυφάλεια. T | |
5.183 | Ariston. | ἵππους τ’ εἰσορόων. 〈σάφα δ’ οὐκ οἶδ’, εἰ θεός ἐστιν〉: ἀθετεῖται, ὅτι δεξάμενός τις, „εἰ μή τις θεός ἐστιν“ ὁ ἐναντιούμενος (cf. ad Ε 177), ἐνέγραψεν αὐτόν. οὐ διστάζει δέ, ἀλλ’ ἐπίσταται σαφῶς ὅτι Διομήδης ἐστί· διὸ λέγει „Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα | |
5 | ἐΐσκω / ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ“ (Ε 181—2). A | ||
5.186 | ex. | εἰλυμένος ὤμους: ἀπὸ μέρους τὸ πᾶν. T | |
5187a | Ariston. | ὃς τούτου βέλος ὠκὺ 〈κιχήμενον ἔτραπεν ἄλλῃ〉: ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν· οὐ γὰρ ἐτράπετο ἄλλῃ τὸ βέλος, ἀλλ’ ἔτυχεν αὐτοῦ. οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν, ἀλλ’ ὅτι ἐπὶ καί‐ ριον τόπον φερόμενον παρέτρεψεν. A | |
5187b | D | 〈ἔτραπεν:〉 ἀντὶ τοῦ ἔτρεψεν. Til | |
5.188 | ex. (?) | 〈ἐφῆκα βέλος καί μιν βάλον ὦμον:〉 καὶ προηκάμην, φησί, καὶ ἔτρωσα τὸν ὦμον. Aim | |
5.189 | Ariston. | 〈θώρηκος γυάλοιο:〉 ὅτι περιφραστικῶς πάλιν 〈τοῦ〉 | |
κύτους. Aint | |||
5191a | Ariston. | ἔμπης δ’ οὐκ ἐδάμασσα· 〈θεὸς νύ τίς ἐστι κοτήεισ〉: ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω (sc. Ε 177) ἀμφίβολον ὅτι συνερ‐ γὸν λέγει τῷ πολεμίῳ θεόν. A | |
5191b | ex. | θεός νύ τίς ἐστι κοτήεις: ἐν ἤθει τοῦτο διὰ τὸ μὴ ἀνῃ‐ ρῆσθαι αὐτόν. b(BCE3E4)T | |
5.192 | ex.(?) | 〈ἐπιβαίην:〉 ἵνα φύγῃ. Til | |
5.193 | ex. | ἀλλά που ἐν μεγάροισι: κερτομεῖ αὐτοῦ τὸ φιλάργυρον ὡς ἀμελοῦντος τῆς ἰδίας σωτηρίας ἀναλωμάτων φειδοῖ. b(BCE3E4)T | |
5194a | Ariston. | καλοὶ πρωτοπαγεῖς 〈νεοτευχέεσ〉: ὅτι Ζηνόδοτος μετέθηκεν ὡς ταυτολογοῦντος πρωτοπαγεῖς νεοτευχέες, ἀγνοῶν ὅτι ἐνίοτε παραλλήλως τάσσει τὰς ἰσοδυναμούσας λέξεις. A | |
5194b | ex. | (?) | πρωτοπαγεῖς: πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως· A b(BCE3)T | ἢ νέοι. b(BCE3) | |
5194c | ex. | πρωτοπαγεῖς νεοτευχέες: τὸν φειδωλὸν ὅρα καὶ ἀ‐ χράντους φυλάξαντα ὡς ἀναθήματα τοὺς δίφρους καὶ ταῦτα πλῆθος ἔχοντα συνωρίδων· b(BCE3E4)T „ἕνδεκα δίφροι“ (Ε 193). T | |
5195a | Ariston.(?) | παρὰ δέ σφιν ἑκάστῳ: σφίν ἀντὶ τοῦ σφῶν. T | |
5195b | Ariston. | 〈δίζυγες ἵπποι:〉 ὅτι δύο ἵπποις ἐχρῶντο. Aint | |
5196a | D | ex. | κρῖ λευκόν: κριθάς. ἀποκοπὴ τὸ πάθος. A | εἰδέναι δὲ δεῖ | |
καὶ ζητεῖν, πότερον ἐκ τοῦ κρῖμνον ἢ ἀπὸ τῆς κριθῆς ἀποκέκοπται τὸ κρῖ· εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύν‐ ταξιν μετὰ τοῦ λευκόν οὐδετέρου, οἷον κρῖ λευκὸν ἐρεπτόμενοι | |||
5 | καὶ ὀλύρας· καὶ αὐτὸ γὰρ τὸ κρῖμνον οὐδετέρου γένους ἐστίν. φαίη τις πρὸς τοῦτο· ‘οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβά‐ νεσθαι, οἷον τὴν κρῖ λευκὸν οὖσαν ἀντὶ τοῦ †ὥσπερ τὴν λευκὴν† θεόν, τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά‘. AT πρὸς ὃ λέγομεν ὅτι †ὃν πείσει† οὐδέτερον καὶ μόνον ὂν ἐνταῦθα τὸ „εὐρυφυὲς κρῖ 〈λευκόν〉“ | ||
10 | (δ 604). T κρῖμνον δέ ἐστι τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς. ἀπο‐ δέδεικται οὖν ὅτι τὸ κρῖ ἐκ τοῦ κρῖμνον καὶ οὐκ ἐκ τοῦ κριθή ἐστι γε‐ γονός. AT | ||
5196b | ex. | ἐρεπτόμενοι: κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· A b (BCE3)T οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις. b(BCE3) | |
5197-203 | ex. | ἦ μέν μοι μάλα πολλὰ γέρων〈—ἔδμεναι ἄδην〉: ἐπιτείνει τὴν φειδωλίαν· τοὐναντίον γὰρ ἔδει· τὸ φιλότιμον γὰρ τῶν νέων ἐπέχουσιν οἱ γέροντες, ὁ δὲ καὶ τοῦ γέροντος ὤφθη σμικρολογώτερος. b(BCE3E4)T | |
5.197 | Ariston. | 〈αἰχμητά:〉 ὅτι ἀντὶ τοῦ αἰχμητής, ὡς „αὐτὰρ ὁ αὖτε Θυέστα“ (Β 107). Aint | |
5.199 | D | Did. | 〈ἐμβεβαῶτα:〉 ἐμβεβηκότα. | οὕτως Ἀρίσταρχος. Ail | |
5.200 | Ariston. | ἀρχεύειν Τρώεσσι: ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπὸ τὴν | |
Ἴδην καὶ ὑπὸ Πάνδαρον Τρῶες ἐλέγοντο. A | |||
5.202 | Hrd. | φορβῆς: ὡς τροφῆς· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον στρέφω στροφή, τροπή τροφή ῥοπή σπονδή νομή ὁλκή πλοκή. οὕτως καὶ φορβή. προσέθηκα | |
5 | ‘τῷ ε παραληγομένων μόνῳ‘, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω. A | ||
5203a1 | Hrd. | D ad Ν 315 | ἄδδην: Νικίας (fr. 8 B.) διὰ δύο δδ γράφει διὰ τὸ μέτρον, ὁμοίως τῷ „κύον ἀδδεέσ“ (Θ 423. Φ 481), καὶ ψιλοῖ. A b (BCE3)T Ἀρίσταρχος δὲ δι’ ἑνὸς δ καὶ βραχέως καὶ δασέως· τὸ γὰρ α πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον | |
5 | δασύνεται· „ἅδε δ’ Ἕκτορι“ (Μ 80), „ἅδος τέ μιν ἵκετο θυμόν“ (Λ 88), A b (BCE3E4)T Ἅδωνις· καὶ τοῦτο γὰρ παρὰ τὸ ἥδω. A b (BE3E4) μάχεται τὸ ἁδράφαξυς, δεκτικὸν ἔχον τὸ α καὶ δασυνό‐ μενον. A | ἄδδην δὲ εἰς κόρον. T | ||
5203a2 | Ἀρίσταρχος „ἅδην“, ἄλλοι δὲ ἄδδην διὰ δύο δδ. Aint | ||
5206a1 | ex. | ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν: ὡς πρὸς φίλον ὁμο‐ λογεῖν ὑπὸ μεγαλαυχίας ἐξέλκεται τὰ ἀπόρρητα. T | |
5206a2 | ὡς πρὸς φίλον ὁμιλῶν ἐξέλκεται ὑπὸ μεγαλαυχίας καὶ τὰ ἑαυτοῦ ὁμολογεῖν ἀπόρρητα. b(BCE3E4) | ||
5208a | Ariston. | 〈ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών:〉 ὅτι τρώσας, καὶ οὐ | |
ῥίψας ἁπλῶς τὸ βέλος. Aim | |||
5208b | Nic. | 〈ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών:〉 στικτέον μετὰ τὸ βα‐ λών. Aint | |
5208c | ex. | Nic. | ἀτρεκὲς αἷμ’ 〈ἔσσευα βαλών〉: ἀντὶ τοῦ ἀτρεκέως εἶδον αὐτό, οὐκ ἠπάτημαι. b(BCE3E4)T | διαστολὴ δὲ εἰς τὸ βαλών. b(BCE3)T | |
5.210 | Ariston. | 〈Ἴλιον εἰς ἐρατεινήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
5211a1 | Ariston. | ἡγεόμην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: ὅτι A ἀντὶ τοῦ Τρώων AAil τῶν ὑπὸ τὴν Ἴδην, χαριζόμενος δὲ τῷ Ἕκτορι. τινὲς δὲ ἀγνοοῦντες ὅτι λέγονται καὶ οἱ ὑπὸ Πάνδαρον Τρῶες, μεταγράφουσι „Τρώεσσι φέρων χάριν ἱπποδάμοισιν“. A | |
5211a2 | φέρων χάριν Ἕκτορι δίῳ: ἔν τισι „φέρων χάριν ἱππο‐ δάμοισιν“. T | ||
5211b | Nic. | ex. | ἡγεόμην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: μετὰ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ· ἡγούμην τῶν Τρώων χάριν φέρων τῷ Ἕκτορι. | τὸ δὲ Τρώεσσιν ἤτοι καθολικῶς ὡς „Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν“ (Ζ 1) καὶ τοῖς ὑφ’ Ἕκτορι τεταγμένοις „Τρωσὶ μὲν | |
5 | ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ“ (Β 816). ἢ καὶ τοῖς Ζελείταις, A b (BCE3E4)T „οἱ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, / AT Τρῶες, T τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱός / A b | ||
(BCE3E4)T Πάνδαροσ“ (Β 824. 826—7). T | |||
5211c | ex. | ἡγέομην Τρώεσσι 〈φέρων χάριν Ἕκτορι δίῳ〉: τοῖς Ζελείταις. T τινὲς δὲ μὴ θέλοντες Τρῶας εἶναι τοὺς Ζελείτας τὸ Ἕκτορι ἀντὶ τοῦ δι’ Ἕκτορά φασιν, b(BCE3E4)T ὡς τὸ „σοὶ πάντες μαχόμεσθα“ (Ε 875), οὐκ εὖ. T | |
5.212 | Ariston. | 〈εἰ δέ κε νοστήσω:〉 ἀντὶ τοῦ νοστήσαιμι, ὡς „πληθὺν δ’ οὐκ ἂν ἐγὼ ὀνομήνω“ (Β 488). περιττεύει δὲ καὶ ὁ κέ σύνδεσμος. Aim | |
5.215 | Nic. | 〈εἰ μὴ ἐγὼ τάδε:〉 συναπτέον ὡς ἐν τῇ Β „εἰ μὴ ἐγώ σε λαβών“ (Β 261). Aim | |
5216a | ex. | χερσὶ διακλάσσας: διὰ τῆς ἀναδιπλασιάσεως τοῦ ς τὸν ἀπὸ τῆς συντρίψεως τῶν κεράτων γινόμενον κτύπον ἐμιμήσατο. b (BCE3E4)T | |
5216b1 | ex. | ἀνεμώλια γάρ μοι: ἀνέμοις ἀπολέσθαι ὀφείλοντα· ἀλ‐ λαχοῦ (δ 727) φησιν „ἀνηρείψαντο θύελλαι“. T | |
5216b2 | ἀνέμοις ἀπολέσθαι ὀφείλοντα, οἷον ἀλλαχοῦ (α 241) φη‐ σιν „ἅρπυιαι ἀνηρείψαντο“, τουτέστι θύελλαι, ἄνεμοι †νειφώδεις. b (BCE3E4) | ||
5.217 | ex. | Αἰνείας Τρώων ἀγός: καὶ Δαρδάνιοι γὰρ τῶν Τρώ‐ ων. T | |
5219a | Hrd. | Ap. Dysc. | {πρίν γ’ ἐπὶ} νώ: τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι, καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ (ο 475) ἐχρήσατο κατ’ αἰτιατικὴν πτῶσιν, ὥσπερ καὶ ἐνθάδε, „νὼ ἀναβησάμενοι“. ὁπότε μέντοι γε σὺν τῷ ι λέγεται, καὶ ἐπ’ εὐθείας αὐτὸ τάσσει καὶ ἐπ’ αἰτιατικῆς καὶ προπερι‐ | |
5 | σπᾶται· „νῶϊ δ’ ἐγὼ Σθένελός τε“ (Ι 48) καὶ „οὐδ’ ἂν νῶϊ διαδράκοι | ||
ἠέλιός περ“ (Ξ 344). | περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί οὐ περιεσπάσθη, ἐν τῷ Περὶ ἀντωνυμιῶν (Ap. Dysc. pron. 86, 10) δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ω λῆγον περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπ’ εὐθείας καὶ ἐπ’ αἰτιατικῆς. | |||
10 | καὶ παρ’ αὐτῷ „σφὼ δὲ μάλ’ ἠθέλετον“ (Λ 782), „Ζεὺς σφὼ ε〈ἰ〉ς Ἴδην“ (Ο 146). A | ||
5219b | ex. (?) | Hrd. | πρίν γ’ ἐπὶ νὼ 〈τῷδ’ ἀνδρί〉: πρὶν νὼ T ἐπὶ τῷδε τῷ ἀνδρί. | ἐνταῦθα δὲ μόνον κέχρηται τῷ νώ καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ, b(BCE3)T „νὼ ἀναβησάμενοι“ (ο 475). T | |
5222a | ex. | οἷοι Τρώϊοι ἵπποι: τοῦτο κοινόν, εἰ μὴ καὶ τοὺς ἀπὸ Τρωὸς λάβοιμεν. b(BCE3)T | |
5222b | Ariston. | 〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά· διὰ πεδίου γάρ. Aint | |
5223a | ex. | κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα: συνέτεμε τὸ ἐγκώμιον πρὸς εἰδότα λέγων. Διομήδης δὲ ἐξέτεινεν (cf. Ε 263—73), ὅπως μὴ καταφρονήσῃ ὁ Σθένελος. b(BCE3E4)T | |
5223b1 | Ariston. | φέβεσθαι: ὅτι τοῦτό ἐστι τὸ „φόβον Ἄρηος φορεούσασ“ (Β 767), τὴν ἐν πολέμῳ φυγήν. καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπὶ τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ ἐπὶ τοῦ κατὰ ψυχὴν δέους. A | |
5223b2 | {διωκέμεν ἠδὲ} φέβεσθαι: φοβεῖσθαι. τοῦτο δὲ ἐπὶ τὸ | ||
„φόβον Ἄρηος φορεούσασ“. T | |||
5224a | Ariston. | 〈τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον:〉 ὅτι δύο ἵπποι. Aim | |
5224b | ex. | τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον: πιθανῶς ἀλαζονευό‐ μενος ἐπ’ αὐτοῖς στέρεται αὐτῶν καὶ πρὸ πείρας φυγὴν προσδοκᾷ. Διομήδης δὲ τοὐναντίον. b(BCE3E4)T | |
5.226 | D | σιγαλόεντα: ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ—σιγηλό‐ εντά τινα ὄντα. A | |
5226-7 | ex. | σιγαλόεντα | δέξαι: δέξαι ἀπὸ τοῦ ἡνιόχου. b(BC E3E4)T σιγαλόεντα δὲ τὰ σῖγα ἁλλόμενα. T | |
5227a1 | Did. | ἐγὼ δ’ ἵππων ἀποβήσομαι: Ἀρίσταρχος. ἀποβή‐ σομαι δὲ ἵππων ἔφη, οἷον τῆς τῶν ἵππων φροντίδος· ἐπιφέρει γοῦν „ἠὲ σὺ τόνδε δέδεξο“ (Ε 228), τὸν Διομήδη. Ζηνοδότ〈ε〉ιος δὲ ἡ διὰ τοῦ ε, „ἐπιβήσομαι“. A | |
5227a2 | οὕτως Ἀρίσταρχος ἀποβήσομαι διὰ τοῦ α, Aim τῆς φροντίδος τῆς περὶ αὐτούς. Ail | ||
5227a3 | ἐγὼ δ’ ἵππων ἀποβήσομαι: Ζηνόδοτος „ἐπιβήσο‐ μαι“· φησὶ γοῦν „†εἰς† ἅρματα ποικίλα βάντεσ“ (Ε 239). ἐὰν δὲ γρά‐ ψῃς ἀποβήσομαι, ἀντὶ τοῦ ἐκστήσομαι τῆς ἐπιμελείας αὐτῶν. b (BCE3E4)T | ||
5.228 | Ariston. | δέδεξο: ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ, ὡς ἐπὶ τοῦ πεπί‐ θωνται, „λελάχωσιν“ (Η 80). A | |
5.230 | Ariston. | 〈τεὼ ἵππω:〉 ὅτι δυοῖν ἵπποις ἐχρῶντο· διὸ καὶ δυϊκῶς λέγει. Aint | |
5231a | Nic. | 〈μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι:〉 ταῦτα ἀφ’ ἑτέρας | |
ἀρχῆς. Aim | |||
5231b | Did. | εἰωθότι: οὕτως εἰωθότι καὶ Ἀρίσταρχος καὶ σχεδὸν ἅπαντες· μᾶλλον γάρ φησιν ὑπὸ τῷ ἐθάδι καὶ συνήθει ἡνιόχῳ οἴσειν τοὺς ἵππους τὸ ἅρμα. καὶ τὴν αἰτίαν ἐπιφέρει „μὴ τὼ μὲν δείσαντε ματήσετον οὐδ’ ἐθέλητον / ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέ‐ | |
5 | οντεσ“ (Ε 233—4). τοιοῦτό ἐστι καὶ τὸ ἐν τῇ Δολων〈ε〉ίᾳ „ἀήθεσσον γὰρ ἔτ’ αὐτόν“ (Κ 493). διὰ τοῦτό φασιν ἔνιοι καὶ τὸν Τηλέμαχον τῷ Πεισιστράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους (cf. ο 46—7). εἴη δ’ ἂν ὁ τοῦ Αἰνείου ἡνίοχος κατὰ τὸ σιωπώμενον καταβεβηκώς, καὶ ἔστι παρ’ Ὁμήρῳ πολλὰ τοιαῦτα. A | ||
5231c | ex. | Did. | ὑφ’ ἡνιόχῳ εἰωθότι: ὡς ἄπειρος προφασίζεται, ἐπεὶ Κεβριόνου ἀποθανόντος (cf. Π 733—82) ἄλλον Ἕκτωρ δίδωσιν ἡνί‐ οχον. καὶ Διομήδης σὺν αὐτοῖς ἀγωνίζεται (cf. Ψ 290—2) καὶ Μενέ‐ λαος Αἴθῃ τῇ Ἀγαμέμνονος ἵππῳ (cf. Ψ 293—5). b(BCE3E4)T | | |
5 | μόνως διὰ τοῦ ι τὸ εἰωθότι. T | ||
5233a | Ariston. | 〈μὴ τὼ μὲν δείσαντε ματήσετον οὐδ’ ἐθέλητον:〉 ὅτι πεπλεόνακεν κατὰ τὸν τόπον τοῦτον τοῖς δυϊκοῖς σχήμασιν. Aim | |
5233b | ex. | μὴ τὼ μὲν δείσαντε ματήσετον: οὐδὲ περὶ αὐτῶν τι χρηστὸν μαντεύεται. Δημοσθένης (or. 18, 97) δέ φησιν· „Δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν †δ’ ἃ ἂν† ὁ θεὸς διδῷ γενναίωσ“. b | |
5 | (BCE3E4)T | ||
5.237 | Hrd. | 〈τέ’ ἅρματα καὶ τεὼ ἵππω:〉 τὸ πλῆρές ἐστι τεά· διὸ βαρυτονητέον· ἐπιφέρει γοῦν καὶ τεὼ ἵππω. Aim | |
5.238 | Ariston. | 〈δεδέξομαι:〉 ὅτι ἀντὶ τοῦ δέξομαι, ἐπιτηρήσω, ὡς „λε‐ λάχωσιν“ (Η 80) ἀντὶ τοῦ λάχωσιν. Aint | |
5.241 | ex. | τοὺς δὲ ἴδε Σθένελος: ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους. A b (BC E3E4)T | |
5.242 | ex. | αἶψα δὲ Τυδείδην: ἐπείγει γὰρ τοὺς λόγους ὁ καιρός. b (BCE3)T | |
5245a | Ariston. | Nic. | ex. | ἶν’ ἀπέλεθρον ἔχοντας· 〈ὁ μὲν τόξων ἐῢ εἰδώσ〉: ἡ διπλῆ πρὸς τὴν ἰδιότητα τῆς φράσεως· ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν μὲν τόξων εὖ εἰδότα. | στικτέον δὲ ἐπὶ τὸ ἔχοντας, ἵνα μὴ σολοικι‐ σμὸς γένηται, ἐὰν {δὲ} συνάπτωμεν. λείπει 〈δὲ〉 τὸ ἐστίν. | τὸ πέλεθρον | |
5 | ἔχει πήχεις ἑξήκοντα ἓξ δίμοιρον. A | ||
5245b | ex. (Ariston.?) | ἶν’ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων ἐῢ εἰδώς: ἀντὶ τοῦ τὸν μέν, ὡς b(BCE3)T „ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα“ (Β 353) καὶ T „ἐξ ὁμόθεν πεφυῶτε, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίησ“ (ε 477). b(BCE3)T | |
5245c | Nic. | ex. | ἶν’ ἀπέλεθρον ἔχοντας: στιγμὴ εἰς τὸ ἔχοντας. b (BCE3)T λείπει δὲ τῷ ἑξῆς τὸ ἐστίν· οὐ γὰρ δύναται σχῆμα εἶναι, ὡς Νικάνωρ (p. 182) φησίν. T | ἀπέλεθρον δὲ λέγει τὴν ἀνά‐ ριθμον. b(BCE3) τὸ δὲ πλέθρον πήχεις ἔχει ἑξήκοντα ἓξ δίμοιρον. | |
5 | b(BCE3)T | ||
5246-8 | ex. | 〈Πάνδαρος—Ἀφροδίτη:〉 οὐκ ἀκαίρως γενεα‐ λογεῖ· συνίστησι γὰρ ἐκ προγόνων αὐτούς, οὐκ εὐχερῆ τὴν πρὸς αὐ‐ τοὺς μάχην δεικνύς. καὶ ἐπὶ μὲν τοῦ πατρὸς εὔχεται (246. 248), ἐπὶ δὲ τῆς μητρὸς ἐστίν (248), ὡς τὸ „μήτηρ μέν τέ μέ φησιν“ (α 215). | |
5 | b(BCE3E4)T | ||
5.247 | Did.(?) | 〈υἱὸς μεγαλήτορος Ἀγχίσαο:〉 ἐν ἄλλῳ „υἱὸς μὲν ἀμύ‐ μονος Ἀγχίσαο“. Aim | |
5249a | Did. | ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων: οὕτως Ἀρίσταρχος „ἐφ’ ἵππων“, AAint ὡς εἰ ἔλεγεν ἐπ’ Ἀθηνῶν ἀντὶ τοῦ ἐπ’ Ἀθή‐ νας· λέγει γὰρ ἐπιστραφῶμεν ἐπὶ τοὺς ἵππους, καὶ μὴ κινδύνευε πεζὸς πρὸς τὸν ἐφ’ ἅρματος ὀχούμενον. A | |
5249b | ex. (Did.?) | χαζώμεθ’ ἐφ’ ἵππων: ἀντὶ τοῦ εἰς ἵππους, ὡς ἐπὶ Ἀθη‐ νῶν πλεῖν φαμεν· καὶ „πέτονται ἐπ’ Ὠκεανοῖο ῥοάων“ (Γ 5). b(BC E3E4)T | |
5249c | Ariston. | ἀλλ’ ἄγε δὴ χαζώμεθ’ 〈ἐφ’ ἵππων〉: ὅτι Ἀττικῶς ἐξ‐ ενήνοχεν ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς ἵππους. δοκεῖ δὲ Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθετηκέναι. A | |
5249d | ex. | χαζώμεθ’ ἐφ’ ἵππων: οὐκ ἀναχωρεῖν αὐτῷ τῆς μάχης παραινεῖ ἐπὶ τῶν ἵππων, ἀλλ’ ἀναβῆναι ἐπὶ τὸ ἅρμα καὶ μὴ πεζὸν πρὸς ἱππέας μάχεσθαι. b(BCE3E4)T | |
5252a | Ariston. | 〈μή τι φόβον δ’ ἀγόρευε:〉 ὅτι πάλιν φόβον τὴν φυγὴν | |
εἶπεν. Aint | |||
5252b | Hrd. | {ἐπεὶ} οὐδὲ σέ: ὁ Ἀσκαλωνίτης (p. 45 B.) τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶς ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλ’ ὀρθοτονεῖν· καὶ γὰρ δύναται συνδεδέσθαι. A | |
5252c | ex. | μή τι φόβον δ’ ἀγόρευ’, 〈ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω〉: ὡς γενναῖος καὶ τὴν ἐπὶ τὸ ἅρμα ἀνάβασιν φυγὴν ὁρίζει καὶ τὸ μετα‐ κινῆσαί τι τῆς στάσεως, ἐν οἵᾳ κατελείφθη. ἠθικὸν δὲ τὸ ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω, τὸν πάνυ φίλον· ἠθικὸν δὲ καὶ τὸ οἴω. b(BCE3E4)T | |
5253a | Ariston. | {οὐ γὰρ μοὶ} γενναῖον: σημειοῦνταί τινες ὅτι οὕτως εἴ‐ ρηται ἐγγενές, πάτριον. A | |
5253b | D | 〈ἀλυσκάζοντι:〉 φεύγοντι. Til | |
5255a | Ariston. | 〈ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν:〉 σημειοῦνται δὲ καὶ τὸ ὀκνείω δ’ ἵππων ἀντὶ τοῦ ὀκνηρῶς ἔχω. τινὲς δὲ ἐπὶ τοῦ φόβου τιθέασι τὸν ὄκνον. A | |
5255b | ex. | 〈ἀλλὰ καὶ αὔτως:〉 ἀλλὰ καίπερ πεζὸς ὑπάρχων. Aint | |
5256a1 | ex. | Hrd. | τρεῖν μ’ οὐκ ἔα Παλλὰς Ἀθήνη: καὶ ἀνδρείου καὶ εὐ‐ σεβοῦς πείθεσθαι θεῷ. | τὸ δὲ οὐκ ἔα ἀπὸ τοῦ ἐάᾳ τρίτον πρόσωπόν ἐστι κατ’ ἀποκοπήν· „οὐκ ἐάᾳ Κρονίδησ“ (Θ 414). T | |
5256a2 | ex. | ἀνδρείου δὲ καὶ εὐσεβοῦς τὰ τοιαῦτα ῥήματα τῷ πάντα τῇ θείᾳ ἀνατιθέναι προνοίᾳ. b(BE3E4) | |
5256b1 | Hrd. | {τρεῖν μ’ οὐκ} ἔα: συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ, σὺν τῷ ι γραφόμενον, ὡς | |
τιμῶ τιμᾷς τιμᾷ, τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα, οὐ προσγραφο‐ μένου τοῦ ι, „οὔ μ’ εἴας μακάρεσσι“ (Ε 819), καὶ τὸ τρίτον ἐν Ἰωνικῇ | |||
5 | παραγωγῇ „τὸν δ’ οὔτι πατὴρ εἴασκε μάχεσθαι“ (Υ 408) καὶ „τόνδε δ’ ἔασκεν“ (Ω 17). καὶ προστακτικὸν „ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν“ (Α 276). εἰ τοίνυν ἐστὶ τοιοῦτο τρεῖν μ’ οὐκ ἔα, μόνον συνεστάλη τὸ ἄλφα καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνε‐ στὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ | ||
10 | πάθη· συστολὴ γὰρ τοῦ α καὶ ἐκβολὴ τοῦ ι καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκδεξαίμεθα ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυ‐ γίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο αα, ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτε‐ ταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς „οὐχ ὁράᾳς οἷος κἀγώ“ (Φ | ||
15 | 108), καὶ ἐπὶ τοῦ τρίτου „ἰσχανάᾳ δακέειν“ (Ρ 572), „ἥτ’ ἐκπεράᾳ μέγα λαῖτμα“ (ι 323), „οὐκ ἐάᾳ Κρονίδησ“ (Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι, τρεῖν μ’ οὐκ ἔ͝α͝. ἔνθεν καὶ συνέσταλται τὸ α, καὶ βαρύνεται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀπο‐ κόπτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ „οὖτα καταὶ λαπάρην“ | ||
20 | (Ζ 64). εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπω‐ μένων ἢ βαρυτόνων 〈ἐνεστῶτοσ〉 ἐπὶ τρίτου ἀποκοπὴν καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβά‐ νομεν. A | ||
5256b2 | Hrd. | Ap. Dysc. vel Choer. | συστέλλεται τὸ α καὶ βαρύνεται, ἵν’ ᾖ παρατατικοῦ εἴων εἴας εἴα, καὶ τὸ προστακτικὸν „ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν γέρασ“. ποιητικῶς οὖν συνέσταλται τὸ α καὶ ἔστιν παρατατικὸς ἰσοδυναμῶν | |
ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμηρικῷ λυθήσεται· τὰ γὰρ τῆς | |||
5 | δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύει εἰς δύο α, ὧν τὸ μὲν πρῶτον συνέσταλται, τὸ δὲ δεύτερον ἐκτέταται καὶ σὺν τῷ ι γράφεται· „οὐχ ὁράᾳς οἷος κἀγώ“, b(BCE3 E4)T „ἰσχανάᾳ δακέειν“, T „ἥτ’ ἐκπεράᾳ μέγα λαῖτμα“, „οὐκ ἐάᾳ Κρονίδησ“. τοῦτο τοίνυν τὸ „ἐάᾳ“ ἀποκέκοπται, ἔνθεν καὶ | ||
10 | συνέσταλται τὸ α, καὶ βαρύνεται. b(BCE3E4)T | ὡς τὸ „σὲ γάρ φη Ταργήλιοσ“ παρὰ Ἀνακρέοντι (fr. 19 P. [P.M.G. 364] = 119 G.). T | ||
5257a | Ariston. | 〈πάλιν αὖτις:〉 ὅτι οὐ τὸ αὐτὸ λέγει διὰ τοῦ πάλιν καὶ αὖτις, ἀλλὰ τὸ μὲν αὖτις ἀντὶ τοῦ πάλιν, τὸ δὲ πάλιν τοπικόν, ἀντὶ τοῦ εἰς τοὐπίσω. Aint | |
5257b | ex. | τούτω δ’ οὐ πάλιν αὖτις ἀποίσετον: πολὺ τὸ διάφο‐ ρον αὐτοῦ τε καὶ τῶν Πανδάρου λόγων. b(BCE3E4)T | |
5258a | Did. | 〈εἴ γ’ οὖν:〉 οὕτως εἴ γ’ οὖν διὰ τοῦ γ Ἀρίσταρχος, εἰ δὴ ἕτερος αὐτῶν φύγῃ. Aim | |
5258b | ex. | εἰ γοῦν ἕτερός γε φύγῃσι: γενναῖον τὸ †λῆμμα†, εἰ μὴ ἀμφοτέρων, τοῦ ἑτέρου κρατήσειν πεπεισμένου. ἅμα δὲ καὶ ἀνθρω‐ πίνως οὐ περὶ τῶν δύο ἀποφαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἀνατίθη‐ σιν (cf. Ε 256). b(BCE3E4)T | |
5.260 | ex. | αἴ κέν μοι πολύβουλος Ἀθήνη: ἐξέκοψε διὰ τῆς θεοῦ τὸ ἑαυτοῦ καὶ Σθενέλου ἀλαζονικόν. b(BE3)T παιδευτικὸς δὲ ὁ λόγος. b (CE3) | |
5.261 | Ariston. | 〈ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους:〉 | |
ὅτι περισσὸς ὁ δέ σύνδεσμος. Aim | |||
5261-4 | ex. | σὺ δὲ τούσ〈δε〉 μὲν ὠκέας ἵππουσ〈—Ἀχαιούσ〉: νηφαλίως ἅπαντα προορᾷ οὐκ ἐκκρουόμενος ὑπὸ τοῦ προσδοκωμένου κινδύνου, εἴγε ὁ μὲν θεᾶς υἱός, ὁ δὲ τοξότης ἄριστος, ὃς ἤδη καὶ ἔβαλεν αὐτόν. πολεμικοῦ δὲ ἀνδρὸς ἀντιποιεῖσθαι τῶν πρὸς τὸν πόλεμον | |
5 | χρησίμων· καὶ ὁ Ἕκτωρ γοῦν τὸν Διομήδους θώρακα σπεύδει λαβεῖν καὶ „ἀσπίδα Νεστορέην“ (Θ 192). b (CE3)T | ||
5262a | Ariston. | 〈αὐτοῦ ἐρυκακέειν:〉 ὅτι ἀπαρέμφατον ἀντὶ προστακτι‐ κοῦ τοῦ ἐρύκακε. Aim | |
5262b | ex. | ἐξ ἄντυγος ἡνία τείνας: ἵνα δοκῶσιν ὑπό τινος ἄγ‐ χεσθαι. T | |
5263a | Ariston. | Αἰνείαο δ’ ἐπαΐξαι: ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ προστα‐ κτικοῦ ἐχρήσατο. Ζηνόδοτος δὲ „†αἰνείω†“ γράφει. A | |
5263b | ex.(?) | 〈μεμνημένος:〉 μεμνημένος μου. Til | |
5.264 | Ariston. | 〈ἐκ δ’ ἐλάσαι:〉 διὰ τὴν αὐτὴν αἰτίαν. Aim | |
5.265 | ex. | τῆς γάρ τοι γενεῆς: ὁ μὲν Αἰνείας τὸ φορτικὸν ἐκκλίνων ἐπετέμετο τὸν ἔπαινον (sc. Ε 222—3). ὁ δὲ ἐπιμελέστερον ἐπαινεῖ πα‐ ραγγέλων τὸν Σθένελον. πόθεν δὲ οἶδεν; ἐξ αἰχμαλώτων δηλονότι, ὅθεν καὶ Ἰδομενεὺς ἔμαθε τὰ περὶ Ὀθρυονέως (cf. Ν 374—82). δύ‐ | |
5 | ναται δὲ καὶ ὡς Ἀργεῖος εἰδέναι ταῦτα, εἴγε Ἡρακλῆς ἐστράτευσεν ἐπὶ Τροίαν. b (CE3)T | ||
5266a1 | Hrd. | {δῶχ’} υἷος: προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης τῆς υἷϊς, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος. αὕτη τοίνυν συναλιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται, ἧς ἀκόλουθος δοτικὴ „Νηληΐῳ υἷϊ ἐοικώσ“ (Β 20). καὶ αἰτιατικὴ „ἀλλ’ | |
5 | υἷα Κλυτίοιο σαώσομεν“ (Ο 427) καὶ πληθυντικὴ εὐθεῖα „υἷες ὁ μὲν Κτεάτου“ (Β 621) καὶ αἰτιατικὴ „υἷάς τ’ ὀλλυμένουσ“ (Χ 62). ἀπο‐ δείξομεν δὲ καὶ τὸ „υἱάσι δὲ Πριάμοιο“ (Ε 463) παρὰ τοῦτο κεκλίσθαι ἐν τοῖς Περὶ ὀνομάτων (fr. 10 = 2, 614, 36), ὅταν καὶ περὶ τῆς καθο‐ λικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν. A | ||
5266a2 | προπερισπαστέον τὸ υἷος· ἀπὸ γὰρ τοῦ ὕϊος ἦν καὶ κατὰ κρᾶσιν υἷος. b (CE3)T | ||
5266b | Ariston. | ποινὴν〈—οὕνεκ’〉: ὅτι ἰδίως τῷ ποινή κέχρηται· κυρίως γὰρ ἐπὶ φόνου, „ποινὴν δεξαμένῳ“ (Ι 636). καὶ ὅτι τὸ οὕνεκα ἀντὶ τοῦ τοὔνεκα. A | |
5.267 | D(?) | 〈ἵππων, ὅσσοι ἔασιν ὑπ’ ἠῶ τ’ ἠέλιόν τε:〉 ὁ τρόπος περίφρασις. Aint | |
5.268 | Ariston. | τῆς γενεῆς ἔκλεψεν: ἀντὶ τοῦ ταύτης. καὶ λείπει τὸ ἄρθρον, ἵν’ ᾖ ταύτης τῆς γενεῆς. b (CE3)T | |
5269a | ex. | λάθρῃ Λαομέδοντος: περισπούδαστοι γὰρ ἦσαν αὐτῷ. πῶς οὖν παρὰ τῷ Πριάμῳ τὸ γένος τῶν ἵππων οὐ σῴζεται; ὅτι τοὺς Λαομέδοντος Ἡρακλῆς ἀπήγαγε πορθήσας τὴν Ἴλιον. b (CE3)T | |
5269b | ex. | D ad Ε 715 | 〈ὑποσχών:〉 ἀντὶ τοῦ ὑποστήσας. | καὶ „ὑπέστημεν“ (Ε 715) ὑπεσχόμεθα. Til | |
5269c1 | Hrd. | θήλεας ἵππους: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ἵνα ἀπ’ εὐ‐ θείας τῆς θῆλυς ᾖ κεκλιμένον· „θῆλυς ἐέρση“ (ε 467), „Ἥρη θῆλυς ἐοῦσα“ (Τ 97), „θῆλυν ὑπόρρηνον“ (Κ 216). οὕτως Ἀρίσταρχος καὶ 〈ὁ〉 Ἀσκαλωνίτης (p. 45 B.). A | |
5269c2 | προπαροξυτόνως ἀπὸ τοῦ ἡ θῆλυς, ὡς „θῆλυς ἐέρση“ καὶ „γυνὴ δὲ θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν“ (Soph. Trach. 1062). οἶδε | ||
δὲ καὶ τὸ θήλεια· „ἄμφω θηλείασ“ (Β 767). b (CE3)T | |||
5269d | Ariston. | θήλεας: ὅτι οἱ περὶ Ἑλλάνικον ἀνεγίνωσκον „θηλέασ“ ὡς ταχέας, ὡς Δωρικῶς ἐκτιθεμένου τοῦ ποιητοῦ. τὸ δὲ τοιοῦτο παρ’ Ἡσιόδῳ (e. g. th. 60. 401 al.) πλεονάζει, Ὅμηρος δὲ οὐ χρῆται. A | |
5271-2a1 | ex. | τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων〈— /〉 τὼ δὲ δύ’ Αἰνείᾳ δῶκεν: οὐχ ὡς ἀποθανόντος Ἀγχίσου φησὶ „τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα“ (Υ 210). ἔστιν οὖν ὅτε ἦν ἔφηβος· νῦν γὰρ διὰ γῆρας ἐν Δαρδανίᾳ διάγει· διὸ οὐδὲ μετὰ τῶν δημογερόντων | |
5 | ἐστίν. διδάσκει δέ, πῶς δεῖ μερίζεσθαι ζῶντι πατρί. T | ||
5271-2a2 | οὐχ ὡς ἀποθανὼν Ἀγχίσης κατέλιπεν αὐτὰς τῷ υἱῷ, ἀλλ’ ὅτε κἀκεῖνος ἔφηβος ἦν. νῦν δὲ γηράσας ἐν Δαρδανίᾳ διάγει· διὸ οὐδὲ μετὰ τῶν δημογερόντων ἐστί. διδάσκει δέ, πῶς δεῖ μερίζεσθαι ζῶντι πατρί. b (CE3) | ||
5272a | Ariston. | τὼ δὲ δύ’ Αἰνείᾳ 〈δῶκεν, μήστωρε φόβοιο〉: ὅτι δύο ἵπποις ἐχρῶντο. ἡ δὲ ἀναφορὰ πρὸς τὸ τέτρωρον „Ξάνθε τε καὶ σύ, Πόδαργε 〈καὶ Αἴθων Λάμπε τε δῖε〉“ (Θ 185). καὶ ὅτι φόβον τὴν φυγὴν λέγει. A | |
5272b | Did. | 〈μήστωρε:〉 οὕτως Ἀρίσταρχος μήστωρε δυϊκῶς· ἐπὶ γὰρ τῶν ἵππων. Aint | |
5277a1 | ex. | καρτερόθυμε, δαΐφρον: εἰρωνικός ἐστιν ὁ ἔπαινος. T | |
5277a2 | καὶ ὁ ἔπαινος τοῦ ἀεὶ ἀλαζόνος εἰρωνικός ἐστιν. b (CE3) | ||
5278a1 | Ariston. | Hrd. | | η μάλα ς’ 〈οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς | |
Nic. | ὀϊστόσ〉: πρὸς τὴν ἑρμηνείαν· ἦ μάλα σε οὐκ ἐδάμασε τὸ βέλος, ὅ ἐστιν ὁ ὀϊστός. | περισπαστέον δὲ τὸν η· ἔστι γὰρ μᾶλλον βεβαιωτι‐ κός. | ὑποστιγμὴ δὲ κατὰ τὸ τέλος τοῦ στίχου· κεῖται γὰρ ὁ η ἀντὶ | ||
5 | τοῦ εἴ καὶ βαρύνεται. οἱ δὲ περισπῶντες στίζουσι κατὰ τὸ τέλος. A | ||
5278a2 | Nic. | ἀντὶ τοῦ εἴ. Aim | |
5278b | ex. (Nic.) | ἢ μάλα ς’ οὐ βέλος 〈ὠκὺ δαμάσσατο, πικρὸς ὀϊ‐ στός:〉 ὁ ἤ ἀντὶ τοῦ εἴ, καὶ τὸ ὀϊστός ὑποστιχθήσεται· εἰ γὰρ περι‐ σπάσομεν τὸν η, ἀνηθοποίητον ἔσται. b (CE3)T | |
5278c | ex. | βέλος ὠκὺ 〈...〉, πικρὸς ὀϊστός: βέλος κοινόν, ὀϊστός εἰδικόν. b (CE3)T | |
5279a | ex. | νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι: εἰκὸς κατὰ τὸ σιωπώ‐ μενον ἐντεθωρακίσθαι αὐτόν. T | |
5279b | ex. | αἴ κε τύχωμι: ἐν πλεονασμῷ ἐστι τὸ μι. T | |
5283a1 | Hrd. | τῷ δ’ ἐπὶ μακρὸν ἄϋσεν: οὐκ ἀναστρεπτέον τὴν πρό‐ θεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. καὶ εἰ πρὸς τὸ ἄρθρον δὲ συνετάτ‐ τετο, οὐκ ἀνεστρέφετο, δι’ ὃν προείπομεν πολλάκις λόγον ὡς ὅτι, ἐὰν μεταξὺ πέσῃ μέρος λόγου, οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως, | |
5 | ἐὰν μὴ τελευταία στίχου τεθῇ. A | ||
5283a2 | τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε: οὐκ ἀναστρεπτέον τὴν πρό‐ θεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. ἀλλ’ οὐδ’ εἰ πρὸς τὸ ἄρθρον ἐφέ‐ ρετο, ἀνεστρέφετο· ἐὰν γὰρ μεταξὺ πέσῃ μέρος λόγου, οὐκ ἀναστρέ‐ φεται, εἰ μὴ ἐν τέλει, ὡς τὸ „ἔπτυσε πολὺ κάτα“ (Call. [?] fr. 779). | ||
5 | b (CE3)T | ||
5.284 | ex. | βέβληαι κενεῶνα: ἄκρως ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἑστῶτος τοῦ πολεμίου καὶ περὶ τοῦ τόπου τῆς πληγῆς ὁρίζεται. b (CE3)T | |
D | κενεῶνα: τὸν ὑπὸ τὰς πλευρὰς—ὀστέων. A | ||
5.287 | ex. | οὐδ’ ἔτυχες: οὐ γὰρ ἔτυχες, οἷον οὐκ ἐπέτυχες. T | |
5289a | Ariston. | ταλαύρινον πολεμιστήν: ὅτι παρηγμένως λέγει τα‐ λαύρινον πολεμιστήν, καὶ ἕν ἐστιν ἐξ ἀμφοτέρων, ὑπομενητικὸν ἐν τῇ μάχῃ. A | |
5289b1 | Hrd. | ταλαύρινον: Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γάρ, φησί, σύνθετον δεῖ νοεῖν τὸν σχηματισμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν· τὸν γὰρ εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφωνι (fr. 96 V.) δὲ ἀρέσκει ὁ σχηματισμὸς σύνθετος εἶναι παρὰ τὸ ταλαόν | |
5 | καὶ τὸ ῥινόν. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλκει, ὀφείλει φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν περὶ τοῦ „μελιηδέος οἴνου“ (cf. Δ 346), ᾧ καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι παράδοσις ἐπείσθη Ἀριστάρχῳ. A | ||
5289b2 | ex.(?) | Hrd. | ταλαύρινον: ἰσχυρόχρωτα. T | Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γὰρ σύνθετον αὐτὸ ἐκδέχεται, ἀλλὰ καθ’ ἁπλῆν ἔννοιαν τὸν εὔτολμον, καὶ πέπεισται αὐτῷ ἡ παράδοσις. Τρύφων δὲ σύνθετον αὐτὸ ἐκδέχεται παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν ὁμοίως τῷ ταναόποδα | |
5 | „ταναύποδα“ (ι 464). b (CE3)T | ||
5290-1 | ex. | 〈βέλος δ’ ἴθυνεν Ἀθήνη / ῥῖνα παρ’ ὀφθαλμόν, λευκοὺς δ’ ἐπέρησεν ὀδόντας:〉 καὶ πῶς, φασίν, πεδόθεν πολεμῶν τοιαύτην τῷ ἱππεῖ τὴν πληγὴν ἐπήνεγκε; λύεται γοῦν διὰ τῆς ἐνερ‐ γείας τῆς Ἀθηνᾶς· ἢ εἰκὸς τὸν Πάνδαρον κύψαι πρὸς τὸ ἐκκλῖναι τὴν | |
5 | βολήν. b (CE3) | ||
D | D | βέλος δ’ ἴθυνεν Ἀθήνη καὶ τὰ ἑξῆς: ζητεῖται πῶς Διο‐ μήδης—ἀφ’ ὕψους βεβληκέναι. | ὅτι †δηλωθεὶς† τῇ ὁρμῇ τοῦ | ||
ἥρωος ὁ Πάνδαρος συνεκάθισεν. A | |||
5.292 | Hrd. | πρυμνήν: ὡς „πυκνήν“ (ξ 521. 529). ἐπίθετον γάρ. ὅταν δὲ ἰδίως ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡς λεύκη καὶ „λευκή“ (ζ 45. κ 94). ὀξύνεται δὲ ὁ πρυμνός, ἐπεὶ τὰ εἰς νος λήγοντα μετ’ ἐπιπλοκῆς συμ‐ φώνου τριγενῆ ἁπλᾶ ὀξύνεται, συχνός πυκνός. οὕτως „πρυμνόσ“ | |
5 | (Μ 446). A | ||
5292-3a1 | ex. (?) | Hrd. | ex. | πρυμνὴν τάμε (292): τὸ ἔσχατον. παρὰ νείατον δὲ ἀνθερεῶνα (293) παρὰ τὸ ἔσχατον μέρος. | πρυμνή τὸ ἐπίθετον ὀξύνεται, ἐπὶ δὲ τοῦ πλοίου βαρύνεται. | πρυμνὴν δὲ τάμε (292) τὴν πρὸς τῇ ῥίζῃ. T | |
5292-3a2 | ex. | Hrd. | τὴν πρὸς τῇ ῥίζῃ. | τοῦτο μὲν οὖν ὡς ἐπίθετον ὀξύνεται· τὸ δὲ ἐπὶ τῆς νηὸς βαρύνεται. b (CE3) | |
5292-3a3 | ex.(?) | πρὸς τὸ τοῦ ἀνθερεῶνος ἔσχατον μέρος. b (CE3) | |
5293a | Did. | 〈ἐξελύθη:〉 οὕτως Ἀρίσταρχος ἐξελύθη, ἄλλοι δὲ „ἐξεσύθη“ Aint | |
5293b | ex. | Did. | ἐξελύθη: τῆς ὁρμῆς ἐπαύσατο. b (CE3)T | ἐξελύθη Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἐξεσύθη“. T | |
5297a | ex. | ἀπόρουσε: χρησίμως, ἵνα ὑπεκστῶσιν οἱ ἵπποι, καὶ μὴ δύνηται ἐπιβεβηκὼς αὐτοῖς ὑπερμαχεῖν Αἰνείας. b (CE3)T | |
5297b | ex. | Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε: ἦν γὰρ τόπος τῶν ὅπλων τοῦ ἡνιόχου. φησὶ περὶ Αὐτομέδοντος· „ὣς εἰπὼν εἰς δίφρον ἑλὼν ἔναρα βροτόεντα“ (Ρ 540). T | |
5297c1 | Hrd. | Αἰνείας δ’ ἀπόρουσε{ν} 〈σὺν ἀσπίδι δουρί τε μακρῷ〉: Ἡλιόδωρος στίζει ἕως τοῦ ἀπόρουσεν, εἶτα ἄρχεται ἀπὸ | |
τοῦ σὺν ἀσπίδι δουρί τε μακρῷ· ἃ γὰρ εἶχε, φησί, πρότερον, ταῦτα τῷ Πανδάρῳ μετέδωκεν. αἴρει γοῦν, φησί, τὴν ἀσπίδα ἀπὸ | |||
5 | τοῦ νεκροῦ καὶ καθοπλίζεται καὶ τὸ βληθὲν ὑπὸ τοῦ Διομήδους δόρυ. τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς ὡς ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείας αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωσεν ὁ ποιητής, ἀπίθανόν τε αὐτὸν †εἶναι† τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις, ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθοπλίσηται ὁ Αἰνείας καὶ μὴ εὐθέως | ||
10 | αὐτὸν ἀνελεῖν· διὸ καὶ ὁ Ἀσκαλωνίτης (p. 46 B.) συνάπτει ὥστε ἐπὶ τοῦ Αἰνείου κεῖσθαι τὸ σὺν ἀσπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπ’ ἄλλου κατὰ τὸ σιωπώμενον καθώπλιστο, ὁ δὲ Αἰ‐ νείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα, εἶχε δὲ τὸ δόρυ παρα‐ κείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομήδει, | ||
15 | ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου „αἴ κε λάβωμεν / ἀσπίδα Νεστο‐ ρέην“ (Θ 191—2). οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺς οὖν τὰς ἡνίας Ἀλκιμέδοντι πολεμεῖ τοῖς ἰδίοις ὅπλοις (cf. Ρ 481—3). ταῦτα Ἡρωδιανὸς ἐν τῇ Προσῳδίᾳ (2,51,5). A | ||
5297c2 | Ἡλιόδωρος ἔστιξεν εἰς τὸ ἀπόρουσε· παρεδεδώκει γὰρ, φησίν, ὁ Αἰνείας τὰ ἴδια ὅπλα τῷ Πανδάρῳ ὡς μέλλων ἡνιοχεῖν, εἶθ’ οὕτω κατελθὼν ἐκδιδύσκει τὸν νεκρὸν καὶ τούτοις ὁπλίζεται· ὅπερ ἄτοπον, τὸ ἐπιτηρεῖν Διομήδεα, ἄχρις οὗ ὁπλισθῇ Αἰνείας. ἀλλὰ μᾶλ‐ | ||
5 | λον, ὡς καὶ Ἡρωδιανῷ (2,51,16) δοκεῖ, κατὰ μὲν τὸ σιωπώμενον Πάνδαρος ὁπλίζεται, παράκειται δὲ τὰ ὅπλα τῷ Αἰνείᾳ παρὰ τὸν δίφρον ὡς καὶ Νέστορι· b (CE3)T δῆλον γάρ, ἐξ ὧν φησιν Ἕκτωρ „αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην“. T καὶ Αὐτομέδων παρα‐ δοὺς Ἀλκιμέδοντι τὰς ἡνίας αὐτὸς πολεμεῖ. ἦν οὖν τόπος τῶν ὅπλων | ||
10 | τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵν’ εἰ χρεία γένοιτο, μαχέσωνται. b (CE3)T | ||
5297d1 | Nic. | Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ: ὅλον συναπτέον τὸν στίχον, ὡς Νικάνωρ (p. 183 Friedl.). T | |
5297d2 | συναπτέον ὅλον τὸν στίχον. Aint | ||
5.298 | Ariston. | 〈οἱ:〉 ὅτι ἀντὶ τοῦ αὐτοῦ. Aint | |
5299a | Ariston. | ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε: ὅτι ἀπὸ τῶν τετραπόδων ἡ μεταφορά, πρὸς τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37). A | |
5299b | Hrd. | ἀλκί: ἀλκί ὡς σαρκί, καὶ ἔστι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ ἀλκή. τινὲς δὲ ἀπὸ τοῦ †ἀλκίς† Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ εἰς η παράκειται †εἰς† ις, ὡς „ἑορτή“ (υ 156. φ 258) καὶ ἑορτίς καὶ ἐν ὑπερθέσει ἔροτις (cf. Eur. El. 625). AT ὤφειλε δὲ ἐκτείνειν τὸ ι. | |
5 | T †εἴτε† ἀπ’ εὐθείας τῆς ἄλξ πεποίηται, ὡς οἴεται ὁ Ἀσκαλω‐ νίτης (p. 46 B.). Τρύφων δὲ ἐν τῷ Περὶ τῆς ἀρχαίας ἀναγνώσεως (fr. 97 V.) φησὶν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστι λέγειν τὴν ἰωκὴν „ἰῶκα“ (Λ 601) καὶ τὴν κρόκην „κρόκα“ (Hsd. opp. 538) καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. εἰ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκί ὡς σαρκί. A | ||
5299c | ex. (?) | Hrd.(?) | 〈ἀλκί:〉 ἐκ τοῦ ἄλκιμος ἐστὶ κατὰ ἀποκοπήν. | τινὲς δὲ ἀπὸ τοῦ †ἀλκίς† Αἰολικοῦ. ἐγὼ δέ φημι κατὰ μεταπλασμὸν τοῦ η εἶναι, ἐπειδὴ καὶ τὸ μακρὸν εἰς βραχὺ μεταπέπλασται. b (CE3) | |
5.300 | Ariston. | 〈οἱ:〉 ὅτι πάλιν ἀντὶ τοῦ αὐτοῦ. Aint | |
5302a | Hrd. | {σμερδαλέα} ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται Τυραννίων (fr. 13 P.). διδάσκει τὰ κινήματα· „ἡμεῖς δὲ ἰάχοντεσ“ (δ 454)· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο· „ἐπὶ δ’ ἴαχε λαὸς | |
5 | ὄπισθε“ (Ν 834), „τρὶς δ’ ἄϊεν ἰάχοντοσ“ (Λ 463). οὕτως οὖν καὶ τὸ | ||
„φθέγξομ’ ἐγὼν ἰάχουσα“ (Φ 341) ὀφείλομεν προπαροξύνειν. A | |||
5302b | ex. | σμερδαλέα ἰάχων: διὰ τῆς βοῆς ἀποτρέπων τοὺς ἐπιόν‐ τας ἢ πρὸς συμμαχίαν καλῶν. b (CE3)T | |
5302-3a1 | ex. | ὁ δὲ χερμάδιον λάβε χερσίν / Τυδείδης: φθάσας γὰρ τῷ δόρατι προὔτυψεν. T | |
5302-3a2 | ἀποστέλλει τὸν λίθον, ὅτι φθάσας τὸ δόρυ προὔπεμψεν. b (CE3) | ||
5304a | ex. | οἷοι νῦν βροτοί εἰσι: πολλῷ κατωτέρω τῶν ἡρωϊκῶν ἐστι· διὸ τῷ διαστήματι τοῦ χρόνου πιστοῦται τὰς ὑπεροχὰς τῶν ἡρώων. b (CE3)T | |
5304b | ex. | ῥέα πάλλε: καὶ διὰ τοῦ ῥέα καὶ διὰ τοῦ πάλλε τὸ εὐ‐ μεταχείριστον ἐδήλωσεν. b (CE3)T | |
5305-6 | ex. | κατ’ ἰσχίον—κοτύλην δέ τέ μιν καλέουσι: ἰσχίον τὸ πᾶν ὀστέον. b (CE3)T κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. A b (CE3)T | |
D | ἰσχίον: τὸ ὑπὸ τὴν ὀσφὺν—κοιλότητα. A | ||
5307a | ex. | θλάσ〈σ〉ε 〈δέ οἱ κοτύλην〉: ἐδήλωσε, τί ἐστι κοτύλη. T | |
5307b | ex. | ἄμφω ῥῆξε τένοντε: οὕτω τὰ τεταμένα νεῦρα, ὡς δύο τινῶν πλατέων νεύρων συνεχόντων τὴν κοτύλην. b (CE3)T | |
5.308 | Hrd. | ὦσε δ’ ἀπὸ ῥινόν: οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης (p. 46 B.) ἀναστραφήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστιν ἀπῶσε· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A | |
5309a1 | Ariston. | 〈ἔστη γνὺξ ἐριπών:〉 ὅτι ἔστη ἀντὶ τοῦ ἔμεινεν ἐπὶ τὰ γόνατα πεσών. Aint | |
5309a2 | Ariston.(?) | τὸ δὲ ἔστη T ἀντὶ τοῦ ἔμεινεν †ἢ† τὸ ἐριπὼν ἀντὶ | |
τοῦ κατενεχθείς. b (CE3)T | |||
5309b | ex. | ἔστη γνὺξ 〈ἐριπών〉: πιθανῶς οὐκ ἀνατρέπεται, ἀλλ’ οὕτω σχηματίζεται πρὸς τὸ εὐμετακόμιστον τῆς ἁρπαζούσης μητρός. b (CE3)T | |
5.310 | Ariston. | 〈γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε:〉 ὅτι οὐκ ὀρθῶς ἐπὶ Ἕκτορος (sc. Λ 356) λέγεται μετενεχθεὶς ἐντεῦθεν. Aim | |
5311a | Ariston. | 〈καί νύ κεν ἔνθ’ ἀπόλοιτο:〉 καὶ ὁ χρόνος καὶ τὸ ῥῆμα ἐνήλλακται, ἀντὶ τοῦ ἀπώλετο ἄν. Aim | |
5311b | ex. | Ariston. | καί νύ κεν ἔνθ’ ἀπόλοιτο: οὐχ ὡς καιρίας οὔσης τῆς πληγῆς πρὸς θάνατον, ἀλλ’ ἴσως δεύτερον τραῦμα ὑπὸ τῶν πολε‐ μίων πληγείς. καὶ ἡ Ἀφροδίτη τοῦτο δέδοικε, „μή τις Δαναῶν ταχυ‐ πώλων / χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο“ (Ε 316—7). | |
5 | b (CE3)T | τὸ δὲ ἀπόλοιτο ἀντὶ τοῦ ἀπώλετο. T | ||
5314-6 | ex. | ἀμφὶ δ’ ἑὸν φίλον υἱὸν〈—βελέων〉: οὐχ ἵνα μὴ τρωθῇ· πῶς γὰρ ἐνόμισεν ἄτρωτον τὸν ἑαυτῆς πέπλον εἶναι τιτρω‐ σκομένων καὶ τῶν θεῶν; ἀλλ’ ὑπ’ οὐδενὸς αὐτὸν τῶν πολεμίων ὁρα‐ θῆναι θέλει· ὡς γὰρ αὐτοὶ οἱ θεοὶ τοῖς ἀνθρώποις εἰσὶν ἀφανεῖς, οὕτω | |
5 | καὶ ἡ ἐσθὴς αὐτῶν ἀόρατος. πῶς οὖν ἐπιφέρει „μή τις Δαναῶν ταχυ‐ πώλων / χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕληται“ (Ε 316—7); ἀπὸ τοῦ ἡγουμένου ἐδήλωσε τὸ ἑπόμενον· εἰ γὰρ ὤφθη, ἴσως ἂν ἐτρώθη, καὶ τρωθεὶς ἀπέθανεν. Διομήδης δὲ μόνος ἐπιδιώκει· τὴν ἀχλὺν γὰρ ἦν ἀφῃρημένος. b (CE3)T | ||
5.314 | ex. | ἐχεύατο πήχεε λευκώ: τὸ τρυφερὸν τῆς θεοῦ διὰ τοῦ ἐχεύατο παρέστησεν. b (C) T | |
5315a | ex. | 〈πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν:〉 ἔμπροσθεν δέ φησιν αὐτοῦ τὸν πέπλον ἐπέτασε πρὸς τὸ καλύψαι αὐ‐ τόν. b (CE3) | |
D | πρόσθε δέ οἱ: ἔμπροσθεν—κρύψῃ αὐτόν. A | ||
5315b | ex. | 〈πτύγμα:〉 πτύγμα δὲ τὸ περίσσευμα. b (CE3) | |
5.316 | ex. | ἕρκος ἔμεν βελέων: ἕρκος ὡς ἀφανείας ποιητικόν. T | |
5.317 | Did. | 〈ἕλοιτο:〉 Ἀρίσταρχος †ὄλοιτο. Aint | |
5319a | ex. | οὐδ’ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων: τὸ σπου‐ δαῖον Διομήδους τὸ περὶ τοὺς ἵππους ἐνέφηνε σπουδάζοντα ποιῶν τὸν ἡνίοχον. b (CE3)T | |
5319b | Ariston. | 〈συνθεσιάων:〉 ὅτι ἰδίως συνθεσιάων ἀντὶ τοῦ ἐντο‐ λῶν. Aint | |
5322a | Hrd. | νόσφιν ἀπὸ φλοίσβου: οὐκ ἀναστρεπτέον· δύναται γὰρ καὶ 〈τῇ〉 γενικῇ συντάττεσθαι καὶ σημαίνει〈ν〉 τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεοσ“ (Ι 353). ἢ καὶ παρέλκεται. A | |
5322b | ex. | ἐξ ἄντυγος ἡνία τείνας: ἐξ οὐδενὸς γὰρ ἦν ἐᾶσαι αὐ‐ τοὺς ἐν τῷ πεδίῳ· ἵνα τε δοκῶσιν ὑπό τινος ἄγχεσθαι. T | |
5.323 | Ariston. | 〈Αἰνείαο:〉 ὅτι Ζηνόδοτος γράφει „†αἰνείω†“. οὐκ ἔστι δὲ Αἰνείως ὡς Πετεώς. Aim | |
5.325 | Hrd. | ὃν περὶ πάσης: οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ Α ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων“ (Α 287). A | |
5.326 | ex. | ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη: ὁ μὲν Σθένελος ὡς Ἕλλην τὰ ψυχικὰ προτιμᾷ, οἱ δὲ βάρβαροι τὸν Δημοκόωντα „ὁμῶς Πριάμοιο τέκεσσι / τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι“ (Ε 535—6). b (CE3)T | |
5.327 | ex. | νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαύνειν: ὅπως ἠθάδες αὐτῶν γένωνται· ἀπειρόκαλον γὰρ τὸ εὐθέως ἐναβρύνεσθαι τοῖς ἀλλοτρίοις | |
ὡς Ἕκτωρ (cf. Ρ 210—4). b (CE3)T | |||
5329a | Ariston. | 〈αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους:〉 ὅτι Ζηνόδοτος γράφει „κρατερωνύχες’ 〈ἵπποισ〉“. βίαιος †δ’ ἔφη† συναλιφή. τὸ δὲ ἑξῆς ἐστιν· αἶψα δὲ Τυδείδην μέθεπε τοὺς ἵππους, τουτέστι κατόπιν ἐλαύνειν. A | |
5329b | ex. | αἶψα δὲ Τυδείδην μέθεπε〈—ἵππουσ〉: ἐπὶ Τυδείδην †εἰ πρόεστιν† ἤλαυνεν. ἢ ἀντὶ τοῦ μετεδίωκεν. T | |
5.330 | ex. | Κύπριν: οἱ μὲν τὴν ἐπιθυμίαν, οἱ δὲ τὴν βαρβαρικὴν ἀφρο‐ σύνην αὐτὴν εἶναι λέγουσιν. A b (CE3)T | |
5.331 | ex. | γινώσκων ὅτ’ ἄναλκις ἔην θεός: οὐ διὰ τοῦτο ἐδίωκεν, ἀλλὰ διὰ τὴν τῆς Ἀθηνᾶς ἐντολήν. ἐγίγνωσκε δὲ ὅτι τούτου χάριν ἐκείνη ἐπέτρεπεν αὐτὴν τρωθῆναι. b (CE3)T | |
5332a1 | Hrd. | 〈πόλεμον〉 κατακοιρανέουσιν: ὁ Ἀσκαλωνίτης (p. 46 B.) ἀναστρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφασις γενέσθαι, εἰ συνάπτοιτο τῷ κοιρανέουσιν ὡς „ἀνακοιρανέοντα“ (cf. Ε 824). καὶ ἔστιν ὅμοιον τὸ „Ἰθάκην κατακοιρανέουσιν“ (α 247). A | |
5332a2 | ἔμφασιν σημαίνει ἡ κατά, εἰ συνάπτοις τῷ κοιρανέου‐ σιν. b (CE3)T | ||
5333a | Ariston. | 〈οὔτε πτολίπορθος Ἐνυώ:〉· ὅτι πολεμικὴ ἡ θεός. Aint | |
5333b | ex. | ex. | Ἐνυώ: ἀνθρωποπαθῶς πέπλασται ὡς Δεῖμος καὶ Ἔρις. εἰ δὲ ἦν θεός, ποῦ ἦν ἐν τῇ θεομαχίᾳ; b (CE3)T | Ἐνυὼ δὲ παρὰ τὸ ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν†. τινὲς δὲ παρὰ τὸ ἔνω, ὅ ἐστι φονεύω, ἔνθεν καὶ αὐτοέντης. παρ’ αὐτῆς δὲ καὶ ὁ Ἐνυάλιος. A b (CE3)T | |
5333c | Hrd. | D | 〈Ἐνυώ:〉 κακῶς ὅσοι δασύνουσι τὸ υ τοῦ Ἐνυώ· ἄμει‐ νον γὰρ ψιλοῦν. | ἀναπέπλασται γὰρ πολεμικὴ θεός, ἧς οἱ νεώτεροι —μητρωνυμικῶς. A | |
5334a | Hrd. | ἀλλ’ ὅτε δή ῥ’: τὸ πλῆρές ἐστι δή ῥα, οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης (p. 46 B.) ὅτι τὸ δή ἐπλεόνασε τῷ ρ· διὸ βαρύνει. A | |
5334b | ex. | ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων: μέμνηται ἑαυτοῦ ὁ ποιητής· εἶπε γὰρ „ὑπεξέφερεν πολέμοιο“ (Ε 318). b (CE3)T προκόψασαν οὖν μεταθέων αὐτὴν κατέλαβεν. b (E3)T | |
D | ὀπάζων: ἡ λέξις αὕτη πλείονα—καθ’ ὅμιλον ὀπά‐ | ||
5 | ζων. A | ||
5335-6 | ex. | ex. | ἔνθ’ ἐπορεξάμενοσ〈—μετάλμενος ὀξέϊ δουρί〉: τοῦτο πρὸς τὸ μέγεθος τῆς θεοῦ· καὶ ἐπάλμενος γὰρ μόγις τὴν ἄκρην χεῖρα ἔτρωσεν, ὅτι μετέωρος ἦν ἡ θεός. νῦν δὲ οὐκ ἐνεργεῖ ἡ Ἀθηνᾶ· εὐτελὴς γὰρ ἡ Ἀφροδίτη. | ἔοικε δὲ Διομήδης ἐπιθυμίας ἅμα καὶ θυμοῦ | |
5 | κρατεῖν, Ἄρεως καὶ Ἀφροδίτης. b (CE3)T | ||
5337a1 | ex. | ἀβληχρήν: ἀβληχρὸν τὸ ἰσχυρόν, οἱ δὲ τὴν εὐώνυμον. T | |
5337a2 | βληχρὸν τὸ †ἰσχυρόν† καὶ στερήσει τοῦ α ἀβληχρόν. †οἶδε δὲ† τὴν εὐώνυμον ἐνταῦθα χεῖρα. b (CE3) | ||
5337b1 | ex. | εἶθαρ: τινὲς κατ’ ἰθὺ ἢ ἀντὶ τοῦ ταχύ. ἀντετόρησε δὲ χροός ἀντὶ τοῦ τὸν χρόα διέτρησεν. T | |
5337b2 | τὸ δὲ εἶθαρ οἱ μὲν τὸ εὐθύς, οἱ δὲ τὸ κατ’ ἰθύ, ὃ καὶ ἄμει‐ νον. ἀντετόρησε δὲ τὸν χρόα δηλονότι διέτρησεν. b (CE3) | ||
5.338 | ex. | ἀμβροσίου διὰ πέπλου: καὶ πῶς αὐτὸν προβάλλεται (sc. Ε 315—6); οὐχ ὡς ἄτρωτον, ἀλλ’ ὡς ἀφανείας ποιητικόν. Διομήδης δὲ ὁρᾷ αὐ‐ τὸν ὑπὸ Ἀθηνᾶς συνεργούμενος. b (CE3)T | |
5339a | ex. | πρυμνὸν ὕπερ θέναρος: ὑπὲρ τὸ ἔσχατον τοῦ θέναρος εἰς τὴν πρὸς τὸν καρπὸν συνάφειαν. †θέναρος† δὲ τὸ τῆς χειρὸς κοῖ‐ λον. b (CE3)T | |
5339b | Ariston.(?) | ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο: ἔρ〈ρ〉εε δὲ τῆς θεοῦ ὁ ἰχὼρ ὡς αἷμα· λείπει γὰρ τὸ ὥς, ὡς „Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον“ (φ 216). T | |
5339c | ex. | 〈ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο:〉 καταχρηστικώτερόν | |
ἐστι τὸ ῥέεν, ὡς τὸ „νέκταρ ἐῳνοχόει“ (Δ 3). b (CE3) | |||
5.340 | ex. | ἰχώρ: οὐχ οἷον ἡμεῖς οἴδαμεν, ἀλλ’ ἄλλης τινὸς οὐσίας παρὰ τὸ αἷμα· διὸ καὶ ἐπήγαγεν· οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν. b (CE3)T | |
5.341 | D | οὐ γὰρ σῖτον ἔδους’, 〈οὐ πίνους’ αἴθοπα οἶνον〉: καὶ μὴν πολλὰ τῶν ζῴων οὐ σῖτον ἔδουσιν, οὐ πίνουσιν οἶνον καὶ οὔτε ἄναιμα οὔτε ἀθάνατά εἰσιν. δεῖ τοίνυν προσυπακούειν τῷ οὐ σῖτον, ἀλλ’ ἀμβροσίαν, οὐ πίνουσιν οἶνον, ἀλλὰ νέκταρ. b (CE3)T | |
5.342 | D | τοὔνεκ’ ἀναίμονές 〈εἰσι〉 καὶ ἀθάνατοι καλέονται: ἀναίμονες μέν, ἐπεὶ οὐ τρέφονται, ἀθάνατοι δέ, ὅτι ἀναίμονες· ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται. b (CE3)T | |
5.343 | Hrd. | ἡ δὲ μέγα ἰάχουσα: Τυραννίων (fr. 13 P.) προπερισπᾷ τὸ ἰάχουσα, κακῶς. T | |
5344-5 | ex. | καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλ‐ λων / κυανέῃ νεφέλῃ: ἢ τῇ μετὰ χερσὶ νεφέλῃ· ἢ πρῶτον χερσίν, ἔπειτα νεφέλῃ. b (CE3)T | |
5.348 | ex. | εἶκε, Διὸς θύγατερ: προπαρασκευάζει μηκέτι φανῆναι αὐτὴν ἐν τῇ θεομαχίᾳ. b (CE3)T | |
5.349 | ex. | ἢ οὐχ ἅλις ὅτ〈τ〉ι γυναῖκας ἀνάλκιδας: τινὲς ἀναφέ‐ ρουσιν ἐπὶ τὴν Ἑλένην. T | |
5.350 | Did. (?) | εἰ δὲ σύ γ’ ἐς πόλεμον: ἔν τισι γράφεται „εἰ δὲ καὶ ἐς πό‐ λεμον“. T | |
5.352 | Hrd. | ex. | ἀλύουσα: ψιλωτέον τὸ ἀλύουσα· παρὰ γὰρ τὴν ἄλην γέγονεν· b (CE3)T οἱ γὰρ λυπούμενοι ἐν πλάνῃ ἔχουσι τὴν ψυ‐ | |
χήν, ὁμοίως καὶ οἱ λίαν χαίροντες. b (E3)T ὁ δὲ Ἀσκαλωνίτης (p. 46 B.) δασύνει „ἁλύεισ“ (ς 333) τὸ ἐπιχαίρεις. | τὸ δὲ ἀλύουσα | |||
5 | ἀντὶ τοῦ T λύσιν οὐχ εὑρίσκουσα τῶν δεινῶν· διὸ οὐδὲ φθέγ‐ γεται. b (CE3)T | ||
5.353 | ex. | τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα: ὡς κοινῶς ἅπασι τοῖς θεοῖς ὑπηρετοῦσα ἢ ὡς ἐρωτική. b (C[bis], E3)T οὐκ ἀπέστη δὲ ἀφ’ οὗ „Τρωσὶν ἄγγελος ἦλθεν“ (Β 786). b (E3)T | |
5.355 | ex. | εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηα: καὶ ἐπὶ Ἕκτορος „ἐπεί ῥα μάχης ἐπ’ ἀριστερά“ (Λ 498) τοῦ ναυστάθ‐ μου. T | |
5.356 | ex. | ἠέρι δ’ ἔγχος ἐκέκλιτο: ἔγχος ἀπὸ μέρους τὸ πᾶν. | τὸ δὲ ἐκέκλιτο T ἀπὸ τοῦ κλίνω· καὶ „σάκε’ ὤμοισι κλίναντεσ“ (Λ 593) καὶ „στήλῃ κεκλιμένος ἀνδροκμήτῳ“ (Λ 371). b(BCE3)T | |
5357-8 | Nic. | ex. | ἡ δὲ γνὺξ ἐριποῦσα〈—ᾔτεεν ἵππουσ〉: δια‐ στολὴ εἰς τὸ ἐριποῦσα (357), καὶ τὸ ἑξῆς †κασιγνήτοιο ἵππους†. | οἰκεῖον δὲ τὸ γνύξ (357) τῇ ἀνάλκιδι (cf. Ε 331), ὡς τὸ „ἡ δ’ ἐν γού‐ νασι πῖπτε Διώνησ“ (Ε 370). b(BCE3)T | |
5.358 | ex. | ex. | πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους: οὐκ εὖ, φασὶν ἔνιοι, πρόσκειται τὸ πολλά· καὶ γὰρ ἐραστὴς καὶ ἀδελφός, καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον δὲ ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμφαί‐ νει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν (cf. Ε 370). b(BCE3E4)T | | |
5 | ἄμπυξ δέ, ᾧ τὰς τρίχας περιλαμβάνουσιν. T | ||
5370-2 | ex. | ἡ δ’ ἐν γούνασι πῖπτε Διώνησ〈—κατέρεξεν〉: βιωτικὰ ταῦτα, τὸ καὶ τοὺς προβεβηκότας τῶν παίδων ὡς μικροὺς ὑπὸ τῶν γονέων θωπεύεσθαι. διὰ δὲ τὸ τρυφερὸν τῆς δαίμονος πῖ‐ πτεν εἶπεν, ἅμα δὲ καὶ τὴν ἐκ τοῦ τραύματος παρειμένην ἐμφῆναι θέ‐ | |
5 | λων. b(BCE3E4)T | ||
5.373 | ex. | 〈τίς νύ σε τοιάδ’ ἔρεξε〉 φίλον τέκος Οὐρανιώνων: φίλον Οὐρανιώνων ἢ τίς {τῶν} Οὐρανιώνων. T | |
5374a | ex. | μαψιδίως: ἴδιον γονέων ἀδικοῦσι παισὶν ὑπερασπίζειν. b(BCE3E4)T | |
5374b | ex. | ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ: οἷον ἐν ὄψει ἀδικοῦ‐ σαν. b(BCE3E4)T | |
5.376 | ex. | ὑπέρθυμος: ἀλόγιστος καὶ μεστὸς θυμοῦ. b(BCE3)T | |
5.377 | ex. | οὕνεκ’ ἐγὼ φίλον υἱόν: ηὔξησε τὸ θράσος Διομήδους εὔ‐ λογον ἔχουσα τὴν αἰτίαν. b(BCE3)T | |
5.380 | ex. | ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται: ὡς Τρωσὶ βοηθοῦσα κοινοποιεῖται τὸ πταῖσμα, καὶ ἵνα μὴ δοκῇ μόνη ἀδικεῖσθαι. b(BCE3E4)T | |
5.384 | ex. | ἐξ ἀνδρῶν, χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες: τινὲς συνάπτουσιν, ἵν’ ᾖ δι’ ἀνδρῶν ἀλλήλους κακοποιοῦντες. b(BC | |
E3E4)T | |||
5385a | ex. | τλῆ μὲν Ἄρης: ἐπίτηδες μύθους συλλέξας Διώνῃ περι‐ τίθησιν ὁ ποιητής, δι’ ὧν τῆς οἰκείας ἀπολύεται βλασφημίας ὡς οὐ καινίσας, ἀλλὰ παλαιαῖς παραδόσεσι πεισθείς. οὐδὲν δὲ ἄτοπον τοὺς Ποσειδῶνος δῆσαι Ἄρεα (cf. Ε 385—7). b(BE3)T | |
5385b | ex. | τλῆ μὲν Ἄρης: Ἀδώνιδος τοῦ Κινύρου ἐρασθεῖσα Ἀφρο‐ δίτη καὶ τὸν φθόνον ὑφορωμένη παρέθετο τοῖς περὶ Ὦτον καὶ Ἐφι‐ άλτην, οἳ θέσει μὲν ἦσαν Ἀλωέως, φύσει δὲ Ποσειδῶνος καὶ Ἰφιμε‐ δείας. τοῦτον θηρολετοῦντα ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας ἀναιρεῖ Ἄρης. | |
5 | οἱ δὲ ὀργισθέντες ἐπὶ τρισκαίδεκα μῆνας ἀποκλείσαντες τὸν Ἄρεα εἶχον ἐν εἱρκτῇ. ἡ δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ Ἑρμοῦ, ἀπήγγειλεν Ἑρμῇ. ὁ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ κλέπτει τὸν Ἄρεα. ὁ δὲ φυγὼν ἧκεν εἰς Νάξον καὶ κατέκρυψεν ἑαυτὸν εἰς τὴν σιδηροβρῶτιν καλουμένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν | ||
10 | Ἥρας καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν· κατὰ πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσου αὐτῶν διῆλθε, καθ’ | ||
ἧς ῥίψαντες ἄμφω ἀλλήλους διεχρήσαντο. b(BCE3)T | |||
5388a | ex. | καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης: ἢ ὑπερβολικῶς εἶπεν, ἢ ἀντὶ τοῦ ἀφανὴς ἐγένετο, ὥσπερ φαμὲν „ἀπόλωλεν ὁ παῖσ“. b(BC E3E4)T | |
5388b | ex. (Ariston.) | 〈ἀπόλοιτο:〉 ἀντὶ τοῦ ἀπώλετο. Til | |
5388c | D | 〈ἆτος:〉 ἀκόρεστος. Til | |
5392-400 | [Her.] Qu. Hom. | τλῆ δ’ Ἥρη〈—κῆδε δὲ θυμόν〉: φιλόσοφος Ἡρακλῆς καὶ σοφίας οὐρανίου μύστης, ὃς ὡσπερεὶ κατὰ βαθείας δεδυκυῖαν ἀχλύος φιλοσοφίαν ἐφώτισε. τὸν θολερὸν τοίνυν ἀέρα καὶ πρὸς τὴν ἑκάστου διάνοιαν ἐπαχλύοντα πρῶτος Ἡρακλῆς θείῳ | |
5 | διήρθρωσε λόγῳ τὴν ἑκάστου τῶν ἀνθρώπων ἄνοιαν πολλαῖς νου‐ θεσίαις κατατρώσας· ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ βέλη· πᾶς γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν ὥσπερ τι βέλος τὸν νοῦν εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ τριγώνου βέλους ἡ τριμερὴς ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ Ἥραν τοξεύει Ἅιδην· οὐδεὶς γὰρ | ||
10 | ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατω‐ τάτω φύσιν· διὸ καὶ ἀνεληλυθέναι τὸν Ἅιδην φησί, μόνον οὐχὶ συν‐ άπτων ἄμφω τὰς γνώσεις· καὶ τὸν ἀλαμπῆ πᾶσιν ἀνθρώποις τόπον ὁ τῆς φιλοσοφίας ὀϊστὸς εὐστόχως βληθεὶς διευκρίνησεν. b(BCE3 | ||
E4)T | |||
5392-4a1 | ex. | τλῆ δ’ Ἥρη〈—λάβεν ἄλγοσ〉: οἱ μὲν ἐν τῇ πρὸς Πυλίους μάχῃ, οἱ δὲ διὰ τὸ μὴ ἐᾶσαι αὐτὴν νήπιον ὄντα σπάσαι τὸν ἴδιον μαζόν. διὰ μειζόνων δὲ προσώπων παρεμυθήσατο τὴν Ἀφροδίτην. T | |
5392-4a2 | ἡ δὲ ἱστορία ὅτι ἐν τῇ πρὸς Πυλίους μάχῃ αὐτὴν ἔτρωσεν. οἱ δέ φασιν ὅτι, διότι νήπιον ὄντα οὐκ εἴασεν αὐτὸν σπάσαι τὸν ἴδιον μαζόν, ἔτρωσεν αὐτήν. διὰ μειζόνων δὲ προσώπων παραμυθεῖται †ἀφροδίτη†. b(BCE3E4) | ||
5.394 | Did. | 〈τότε καί μιν:〉 ἐν τῇ ἑτέρᾳ „τότε κέν μιν“. Til | |
5395-7 | ex. | τλῆ δ’ Ἀΐδησ〈—ὀδύνῃσιν ἔδωκεν〉: φασὶν Ἡρακλέα ἐπιταχθέντα ὑπὸ Πλούτωνος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν δορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος, τοῖς δὲ βέλεσι λιθίνας ἀκίδας κατασκευάσαι. μετὰ δὲ τὴν νίκην πάλιν | |
5 | ἐναντιουμένου τοῦ θεοῦ τὸν Ἡρακλέα ὀργισθέντα τοξεῦσαι αὐτόν. b(BCE3E4)T | ||
5.397 | Ariston.(?) | ἐν Πύλῳ ἐν νεκύεσσι: Ἀρίσταρχος „πύλῳ“ ὡς „χόλῳ“ (Ζ 335 al.) καὶ ἑσπέρῳ. ἀλλὰ πληθυντικῶς ἀεὶ λέγει· „ὠΐγνυντο πύλαι“ (Β 809), „πύλας Ἀΐδαο“ (Ε 646). ἐν τῇ Πύλῳ οὖν φησιν. T | |
5.399 | ex. | 〈κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος:〉 κατὰ μέτρον ἡ ἀνά‐ | |
παυσις. Til | |||
5401-2a1 | ex. | Hrd. | 〈τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσ‐ σων / ἠκέσατ’:〉 πρὸς τὸ πεῖσαι τὴν θυγατέρα ἐναργῶς περὶ τοῦ πλήγματος διαλέγεται. b(BCE3E4) | οὐκ ἀναστρεπτέον δὲ τὴν πρό‐ θεσιν· τῷ γὰρ ἑξῆς συντέτακται. b(BCE3) | |
5401-2a2 | Hrd. | {ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο:} οὐκ ἀναστρεπτέον τὴν πρό‐ θεσιν· τῷ γὰρ ἑξῆς συντέτακται. T | |
5401-2b | ex. | τῷ δ’ ἐπὶ Παιήων〈—ἐτέτυκτο〉: ηὔξησε τὴν ἰα‐ τρικήν, εἴγε καὶ θεοὶ δέονται αὐτῆς. παραμυθεῖται δὲ τὴν παῖδα ὡς οὐδὲν ἐκ τῆς πληγῆς πεισομένην. διάφορος δὲ παρ’ Ἀπόλλωνα ὁ Παιήων. b(BCE3E4)T | |
5.402 | ex. | 〈καταθνητός:〉 περισσὴ ἡ κατα. Til | |
5403a | Did. | 〈ὀβριμοεργός:〉 Ἀρίσταρχος „αἰσυλοεργόσ“. Til | |
5403b | Did.(?) | 〈ὃς οὐκ ὄθετ’:〉 διὰ τοῦ τ „ὅτ’ οὐκ ὄθετ’“. Til | |
5404a1 | ex. | D | ὃς τόξοισιν ἔκηδε θεούς: οὐκ οἶδεν αὐτὸν ῥοπάλῳ χρώμενον. | τὸ δὲ ἔκηδε ἀντὶ τοῦ ἐκάκου. T | |
5404a2 | ex. | οὐδέποτε οἶδεν ὁ ποιητὴς Ἡρακλέα ῥοπάλῳ χρώμενον. b(BCE3) | |
5.405 | Hrd. | ex. | σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε〈—Ἀθήνη〉: οὐκ ἀνα‐ στρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἀνῆκε συντέτακται. b(BCE3 E4)T | οὐχ ὑπὸ θνητοῦ δὲ τέτρωται, ἀλλ’ ὑπὸ θεοῦ ἰσοτίμου. καὶ ὁ ὑπηρετήσας δὲ οὐκ ἀβλαβὴς ἐκφέρεται (cf. Ε 406—15). b(BCE3E4) | |
5.406 | ex. | 〈νήπιος, οὐ δὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός:〉 ἡδὺ τὸ τῆς ἐξαλλαγῆς. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b(BCE3) | |
5407a | ex. | ex. | μάλ’ οὐ δηναιός: οὐ μάλα δηναιός. b(BCE3)T | εἰς εὐ‐ σέβειαν δὲ ἡμᾶς διὰ τούτων παρακαλεῖ. b(BCE3E4)T | |
5407b | D | 〈δηναιός:〉 πολυχρόνιος. Til | |
5408a | ex. | οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν: λανθάνει τὸ ταπεινὸν τῆς λέξεως καὶ διὰ τὸ λέγον πρόσωπον καὶ διὰ τὸ ἀκοῦον· οὐ γὰρ ἐξ ἄρσενος λέγεται, οὐχ ἥρωος, οὐ θεοῦ, ἀλλ’ ὑπὸ θεᾶς καὶ μητρὸς καὶ ἐναγκαλισαμένης τὴν παῖδα. b(BE3E4)T | |
5408b | Did. | ex. | οὐδέ τί μιν {παῖδες}: διχῶς, καὶ „οὐδέ τέ μιν“. T | σεμνύ‐ νει δὲ τὴν παιδοποιΐαν, τοὺς ἀσεβοῦντας κολάζεσθαι λέγων ἀτεκνίᾳ. b(BCE3E4)T εἰ δὲ λέγοις καὶ μὴν „τέτρατον ἦμαρ ἔην, ὅτ’ ἐν Ἄργει“ (γ 180), ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ Διομήδης. b | |
5 | (BE3E4)T | ||
5408c | D | 〈παππάζουσιν:〉 πατέρα καλοῦσιν. Til | |
5.411 | ex. | μή τίς οἱ ἀμείνων σεῖο μάχηται: περὶ Ἄρεος προλέγει. T | |
5412a1 | ex. | μὴ δὴν Αἰγιάλεια: ἄμεινον τὸ δήν χρονικὸν ἐπίρρημα ἐκδέχεσθαι, ἵν’ ᾖ τὸ ἑξῆς οὕτως· μὴ ἀμείνων σεῖό τις ἀντιμάχηται καὶ μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτῷ ἡ γυνὴ θρηνοῦσα. T | |
5412a2 | τὸ δὲ δήν ἄμεινον εἶναι χρονικὸν ἐπίρρημα, ἵν’ ᾖ τὸ ἑξῆς οὕτω· φραζέσθω, μή πώς τις αὐτῷ ἀμείνων σεῖο μάχηται καὶ b(BC E3) μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτὸν ἡ γυνὴ θρηνοῦσα. b(BCE3E4) | ||
5412b | ex. | ex. | μὴ δὴν Αἰγιάλεια: φασὶν Αἰγιάλειαν τὴν νεωτέραν τῶν Ἀδρηστίδων γυναῖκα Διομήδους οὖσαν σφόδρα αὐτὸν ἐπιποθεῖν καὶ ἀπολοφύρεσθαι καὶ κατὰ τὰς νύκτας. ὕστερον δὲ κατὰ μῆνιν Ἀφρο‐ δίτης πάσῃ τῇ νεολαίᾳ τῶν Ἀργείων αὐτὴν συγκωμάσαι, ἔσχατον | |
5 | δὲ καὶ †σθενέλῳ τῷ κομήτου†, ὃς ἦν ὑπὸ Διομήδους πιστευθεὶς τὰ κατ’ οἶκον. ἥκοντα δὲ αὐτὸν μέλλων ἀνελεῖν ἐφείσατο διὰ τὸ κατα‐ φυγεῖν εἰς τὸν τῆς Ἀθηνᾶς βωμόν· ὅθεν αὐτὸν φυγόντα φασὶν ἥκειν | ||
εἰς †ἰβηρίαν† κἀκεῖ, ὡς μέν τινες, δολοφονηθῆναι ὑπὸ Δαύνου τοῦ βασιλέως, ὡς δὲ ἔνιοι, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς | |||
10 | ἐν κυνηγεσίοις· ὅθεν αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους εἰς ἐρωδιοὺς μετέβαλεν. b(BCE3)T | τὸν Κομήτου πόθον {καὶ} Αἰγια‐ λείας οὐκ οἶδεν ὁ ποιητής. T | ||
5412-3a1 | ex. | 〈μὴ δὴν Αἰγιάλεια—ἐγείρῃ:〉 βουλευέσθω, μή πως ἡ Αἰγιάλεια ποθοῦσα αὐτόν, ἀκούσασα δὲ τὴν αὐτοῦ ἀπώ‐ λειαν, θρηνοῦσα ἐκ τοῦ ὕπνου τοὺς οἰκείους ἀνεγείρῃ. b(BCE3E4) οὐκ οἶδε δὲ ὁ ποιητὴς τὸν τοῦ Κομήτου πόθον. b(BCE3) | |
5412-3a2 | μὴ †δὲ ἐὰν† ἀπολομένου αὐτοῦ, φησί, τοὺς οἰκείους ἀνε‐ γείρῃ θρηνοῦσα αὐτὸν ἡ γαμετή· τὸν γὰρ Κομήτου πόθον οὐκ οἶ‐ δεν. T | ||
5.413 | ex. | οἰκῆας: τοὺς ἐν οἴκῳ τρεφομένους. T | |
5.414 | ex. | τὸν ἄριστον Ἀχαιῶν: ἐν εἰρωνείᾳ, τὸν φρόνημα ἔχοντα b(BCE3E4)T ὅτι ἄριστός ἐστιν. ἢ ὡς αὐτὴ λέξει θρηνοῦσα. ἢ καὶ πρὸς παραμυθίαν τῆς Ἀφροδίτης λέγεται ὅτι ὁ τρώσας αὐτὴν ἄριστός ἐστιν. b(BCE3)T | |
5416a | Did. | ex. | ἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ: ἡ Ἀριστάρχου ἑνικῶς, ἡ Ζηνοδότου „χερσίν“. | Ἀττικῶς δὲ τὸ ἰχῶ. τὸ δὲ ὀμόργνυ ἀντὶ τοῦ ἀπέψησεν. T | |
5416b | ex. | ex. | 〈ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ:〉 Ἀττικόν ἐστι κατὰ ἀπο‐ κοπὴν τοῦ ρ καὶ α, ἢ κατὰ συναίρεσιν, ἰχῶρα ἰχῶ. | ἡ δὲ ἀπό πρὸς | |
τὸ ὀμόργνυ ἢ πρὸς τὸ χειρός. b(BE3) | |||
5.417 | ex. | ex. | ἄλθετο χείρ: ἔδειξεν ἐπὶ ποίῳ τραύματι ἤσχαλλεν Ἀφρο‐ δίτη, ὅπου οὐκ ἐδέησεν ἰατροῦ. b(BCE3)T καὶ ὅτι τὸ λάλον ἐνδείκνυται τῶν γυναικῶν, πῶς καὶ τὰ δοκοῦντα μικρὰ μεγάλα διὰ τὸ λάλοι εἶναι ποιοῦσιν. b(BCE3) | ἄλθετο δὲ τὸ ὑγιοῦτο, b(BCE3) | |
5 | T ἐκ τοῦ ἄλθω τὸ αὔξω· τὰ γὰρ ὑγιῆ καὶ αὔξεται. b(BCE3E4)T | ||
5.419 | ex. | κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον: ἐπεὶ ἐκερ‐ τόμησεν αὐτὰς ὁ Ζεὺς „δοιαὶ μὲν Μενελάου“ (Δ 7), τρωθείσης Ἀφρο‐ δίτης ἀντικερτομοῦσι τὸν Δία. τοῦτο καὶ ὁ Ζεὺς συνεὶς ἐμειδίασεν. ἅμα δὲ τὴν κατὰ Διομήδους ὀργὴν μαλάσσουσιν, ἃ μέλλουσι κατη‐ | |
5 | γορεῖσθαι, ταῦτα προδιασύρουσαι. b(BCE3)T | ||
5.420 | ex. | τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη: εὖ τὸ τῇ Ἀθηνᾷ τὴν εἰρωνείαν περιθεῖναι· ἡ γὰρ Ἥρα μείζονος ἀξιώματός ἐστιν. b(BCE3E4)T | |
5422-5 | ex. | ἦ μάλα δή τινα Κύπρισ〈—κατεμύξατο χεῖρα ἀραιήν〉: ὡς προκαταρχούσης τῆς εἰς Ἑλένην ὕβρεως. διὰ δὲ τοῦ κατεμύξατο (425) λεληθότως ἀπολογεῖται. b(BCE3)T | |
5425a1 | Did. | ex. | Hrd. | καταμύξατο χεῖρα ἀραιήν: διὰ τοῦ α Ἀρίσταρχος καταμύξατο. | τὸ δὲ χεῖρα ἀραιήν πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. | Ἀρίσταρχος δὲ τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ. T | |
5425a2 | ex. | Hrd. | Did. | πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. b(BCE3) | Ἀρίσταρχος δὲ τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ. | | |
τὸ δὲ κατεμύξατο „καταμύξατό“ φησι διὰ τοῦ α. b(BCE3E4) | |||
5.428 | ex. | οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα: τὸ „γνῶθι σαυτόν“ φησιν. οὐδὲν δέ φησιν· οἶδε γὰρ αὐτὴν τὴν αἰτίαν ἔχουσαν διὰ τὴν ἁρπαγὴν Ἀλεξάνδρου, b(BCE3E4)T ἣν ταῖς αὐτῆς βουλαῖς ἐποιήσατο· b(BCE3E4) διὸ οὐδὲ αὐτὴ φθέγγεταί | |
5 | τι ὡς ἡμαρτηκυῖα, b(BCE3E4)T ἀλλὰ μᾶλλον ἀσκεῖ σιωπήν. b(BCE3E4) πᾶς γὰρ ἁμαρτὼν †ἀνταιρεῖν† οὐ δύναται. T | ||
5.429 | ex. | ἔργα γάμοιο: τὰ περὶ τὸν ἔρωτά φησι καὶ τοὺς ἐργαζο‐ μένους τὸν γάμον, b(BCE3E4)T ἐπεί τοι Ἥρα ζυγία ἐστίν. T | |
5.430 | ex. | ταῦτα δ’ Ἄρηϊ θοῷ: καὶ πῶς ὕστερον ὑβρίζει αὐτόν; ὅτι τὸ δίκαιον ὑπερέβαινεν, οὐ βοηθῶν, ἀλλὰ καὶ αὐτουργῶν κατὰ τῶν Ἀχαιῶν· Περίφαντα γοῦν ἀπέκτεινεν (cf. Ε 842—4). T | |
5.434 | ex. | ἀλλ’ ὁ γὰρ οὐδὲ θεὸν μέγαν ἅζετο: οὐδὲν πράσσει, δεικνὺς ὡς οὐδὲ τὸ κατὰ Ἀφροδίτην αὐτοῦ ἦν. b(BCE3E4)T | |
5.437 | ex. (?) | 〈ἐστυφέλιξε:〉 ἔρριψεν. Til | |
5.442 | ex. | {οὔποτε φίλον ὁμοῖον ἀθανάτων θεῶν} χαμαὶ ἐρχομένων {ἀνθρώπων}: πρὸς τὰ πτηνὰ ἡ σύγκρισις τὰ διὰ τοῦ ἀέρος πορευό‐ | |
μενα. T | |||
5443a | ex. | ἀνεχάζετο τυτθὸν ὀπίσσω: ἐμφαίνει τὴν ἀρετὴν Διο‐ μήδους διὰ τοῦ τυτθόν. ἐπὶ δὲ Πατρόκλου „πολλὸν ὀπίσσω“ (Π 710)· ὑπ’ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται καὶ τὸν Ἀπόλλωνα δέδοικεν. b(BC E3E4)T | |
5443b | Did. | {ἀνεχάζετο} τυτθόν {ὀπίσσω}: Ἀρίσταρχος τυτθόν, οὐ „πολλόν“ (Π 710). T | |
5.444 | Did. | ἀλευάμενος: οὕτως Ἀρίσταρχος διὰ τοῦ ο. Aa | |
5.446 | ex. | Περγάμῳ ἐν ἱερῇ, 〈ὅθι οἱ νηός γ’ ἐτέτυκτο〉: καὶ Ἀθη‐ νᾶς δὲ ἦν αὐτόθι ναός· „νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ / οἴξασα“ (Ζ 88—9). b(BCE3E4)T | |
5447-8 | ex. | ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμισ〈—ἀκέοντο〉: θεοὺς γὰρ εἰς ἀνθρώπους πάντα πράσσειν πέφυκεν. b(BCE3E4)T | |
5.448 | ex. | κύδαινόν τε: λόγῳ παρεμυθοῦντο. ἀκολούθως δὲ τοῖς ἰατρι‐ κοῖς παραγγέλμασι τοὺς τραυματίας λόγῳ θεραπεύει· ἄλλως τε καὶ Ἀφροδίτης ἦν υἱὸς b(BCE3E4)T καὶ τῶν Τρώων ἄριστος μεθ’ Ἕκτορα. b(BCE4)T | |
5449-50a | ex. | αὐτὰρ ὁ εἴδωλον〈—τοῖον〉: εἴδωλον μὲν ἄκουε πᾶν τὸ δημιούργημα τοῦ κόσμου, ὅπερ τύπος ὂν τοῦ ὄντως ὄντος ὑπὸ πάντων μὲν τῶν ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμέ‐ νως δὲ ὑπὸ τοῦ Ἡλίου, ὅς ἐστιν ἡγεμὼν παντὸς γεννητοῦ τε καὶ | |
5 | ὁρατοῦ. οὐδὲν δὲ ἧττον Αἰνείου ἐστὶ τὸ εἴδωλον, υἱοῦ Ἀφροδίτης καὶ Τρωός, ὅ ἐστι τὸ ἐγχώριον κάλλος· πᾶν γὰρ ἐξ Ἀφροδίτης κάλ‐ λος ἐστι, περὶ ὃ αἱ ὑλικώτεραι τῶν ψυχῶν οὐκ ἀπαλλάσσονται συν‐ | ||
τριβόμεναι. b(BCE3E4)T | |||
5449-50b | ex. | αὐτὰρ ὁ εἴδωλον τεῦξε〈—τοῖον〉: ἵνα φιλοτιμο‐ τέρως μάχωνται Τρῶες τὸ πτῶμα σῶσαι θέλοντες. b(BCE3E4)T | |
5451-2 | ex. | ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ〈— /〉 δῄουν ἀλλήλων: καὶ πῶς Διομήδης οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν; ἀφῄρηται γὰρ τὴν ἀχλύν· „ὄφρ’ εὖ γινώσκῃ †θεὸν† ἠδὲ καὶ ἄνδρα“ (Ε 128). ῥητέον ὅτι τὸ εἴδωλον ἀμφοῖν ἐστέρηται. b(BCE3E4)T | |
5.453 | ex. | D(?) | λαισήϊα: οἱ μὲν τοὺς ἐπιμήκεις θυρεούς, οἱ δὲ ἐκ τριχωδῶν δερμάτων γεγονότα, οἱ δὲ παρὰ τὸ λάσια αὐτὰ εἶναι. b(BCE3E4)T | ἢ λαισήϊα τὰ τῇ λαιᾷ φερόμενα. T | |
5.454 | ex. | θοῦρον Ἄρηα προσηύδα Φοῖβος: φυλάσσεται μὲν αὐ‐ τὸς τὴν πρὸς Ἀθηνᾶν ἔχθραν, πείθει δὲ τὸν ἀλλοπρόσαλλον. b(BC E3)T | |
5.456 | ex. | μάχης ἐρύσαιο: λείπει ἡ ἔξ. T | |
5.458 | ex. | Κύπριδα μὲν πρῶτα: τὴν ἐρωμένην σοι. T | |
5461a1 | Nic.(?) | Τρῳὰς δὲ στίχας: ἀντὶ τοῦ Τρωϊκάς· καὶ δεῖ ὑποστί‐ ζειν εἰς τὸ στίχας. εἰ δὲ †γράφει τρωὰς ἢ εἰς τὸ στίχας† ὑποστικτέον, ἵν’ ᾖ Τρῶας ἀντὶ τοῦ Τρώων, ὡς „ἐρινεὸν τάμ〈ν〉ε νέους ὄρπηκασ“ (cf. Φ 37—8), ἢ εἰς τὸ δέ ὑποστικτέον, ἵν’ ᾖ τὸ ἑξῆς Τρῶας ὤτρυνε | |
5 | τὰς στίχας μετελθών. T | ||
5461a2 | ἀντὶ τοῦ Τρωϊκάς· καὶ b(BCE3) δεῖ ὑποστίζειν εἰς τὸ στίχας. εἰ δὲ †γράφει† „Τρῶασ“, ὑποστικτέον εἰς τὸν δέ, ἵν’ ᾖ τὰς δὲ στίχας (ἤτοι τάξεις) ὁ οὖλος Ἄρης μεταβὰς τοὺς Τρῶας ὤτρυ‐ νεν. b(BCE3E4) | ||
5461b | Did. + Hrd. (?) | Τρῳὰς δὲ στίχας: ἐν τῇ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντι‐ μάχου (fr. 134) Τρῳάς εἶχε σὺν τῷ ι, ὡς „ἵππους δὲ Τρῳούσ“ (Ψ 291). ἡ μέντοι κοινή, ᾗ συντίθεται καὶ ὁ Ἀσκαλωνίτης (p. 46 B.), „Τρῶασ“ ὡς Κᾶρας· καὶ τὸ ἑξῆς οὕτω· Τρῶας δὲ Ἄρης ὤτρυνε, στίχας μετελ‐ | |
5 | θών, ἀντὶ τοῦ †ὑπερβὰς† 〈τὰσ〉 τάξεις. T ἢ οὕτω· τοὺς Τρῶας μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν. b(BCE3E4)T | ||
5.462 | ex. | εἰδόμενοσ〈—〉ἡγήτορι Θρῃκῶν: τιμᾶται γὰρ ὁ θεὸς παρὰ Θρᾳξίν. T | |
5.465 | ex. (?) | ἐς τί ἔτι: τὸ ἔς ἀντὶ τοῦ ἕως, τὸ δὲ τί ἀντὶ τοῦ τίνος· b(BC E3E4)T διὸ καὶ εἰς τὸ τί ἡ ὀξεῖα. b(BCE3)T καὶ ἔστι πρό‐ θεσις ἀντὶ ἐπιρρήματος. b(BCE3E4)T τὸ πᾶν οὖν ἕως τίνος. T | |
5.466 | ex. | Did. | 〈ἢ〉 εἰσόκεν ἀμφὶ πύλῃς 〈εὖ ποιητῇσι μάχωνται〉: ὅμοιόν ἐστι τῷ „ἢ μένετε Τρῶασ“ (Δ 247). b(BCE3E4)T | „ποιη‐ τοῖσι“ δὲ Ἀρίσταρχος, Ζηνόδοτος δὲ ποιητῇσι. T | |
5467-8 | ex. | 〈κεῖται ἀνὴρ—Ἀγχίσαο:〉 οὐκ ἀγνοῶν b(BC E3)Til τὰ περὶ αὐτοῦ τοῦτο λέγει, b(BCE3) ἀλλὰ παρορ‐ μῶν. b(BCE3)Til | |
5.468 | ex. | υἱὸσ〈—〉Ἀγχίσαο: εὖ τὸ μὴ Ἀφροδίτης νῦν φάναι, ἀλλ’ Ἀγχίσου, ἵνα ἐμφανῇ ὅτι συγγενής ἐστιν αὐτῶν ὁ ἀνῃρημένος. b(BCE3)T | |
5.472 | ex. | Ἕκτορ, πῇ δή τοι μένος: ἀνεδύετο γὰρ τὴν μάχην, οὐ διὰ δειλίαν, ἀλλὰ τὴν τῶν ὅρκων σύγχυσιν, οὓς αὐτὸς ἐπεπρυτανεύ‐ κει. b(BCE3E4)T | |
5473a | ex. | φῆς που: ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοι‐ | |
οῦτον εἰς τοὺς συμμάχους. b(BCE3E4)T | |||
5473b | ex. | ἄτερ λαῶν: τῶν τῆς πόλεως. b(BCE3E4)T | |
5.475 | ex. | οὔ τιν’ ἐγὼ ἰδέειν δύναμαι: εἰς τὸν Πάριν, ὃς ἥρπασται. T | |
5.476 | Ariston. (?) | κύνες ὣς ἀμφὶ λέοντα: περιττὴ ἡ ἀμφί. b (CE3)T | |
5.477 | Did. aut Hrd. (?) | | ἔνειμεν: οὕτως αἱ Ἀριστάρχου. T | τὸ ἁπλοῦν ἐστιν εἰμέν. | |
Hrd. | b(BCE3E4)T πᾶν δὲ ῥῆμα ὀξυνόμενον b(BCE3)T ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον. b(BCE3E4)T | ||
5.478 | ex. | μάλα τηλόθεν ἥκω: ὅμοια τοῖς Ἀχιλλέως· „ἐπειὴ μάλα πολλὰ μεταξύ / οὔρεά τε σκιόεντα“ (Α 156—7). b(BCE3)T | |
5479a | Nic. | τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι: ὅλον τὸν στί‐ χον συναπτέον. T | |
5479b | Ariston. (?) | 〈Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι:〉 προσέθηκε τὸ Ξάνθῳ, ὅπως διαστείλῃ ταύτην τὴν Λυκίαν ἀπὸ τῆς ἐν Ἴδῃ Λυκίας. Aa | |
5.480 | ex. | ἔνθ’ ἄλοχόν τε φίλην 〈ἔλιπον〉 καὶ νήπιον υἱόν: ὅτι τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐκ ἀστυγείτονας δεδιὼς οὐδὲ πόθῳ χρημάτων ἁλούς. b(BCE3E4)T | |
5.481 | ex. | κὰδ δὲ κτήματα πολλά, τά τ’ ἔλδεται ὅς κ’ ἐπιδευής: ἔχω, φησί, τὰ πρὸς ζωήν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυ‐ νεύειν. b(BCE3E4)T | |
5482-3 | ex. | καὶ μέμον’ αὐτός / ἀνδρὶ μαχέσ〈σ〉ασθαι: ἀντιπα‐ ραβαλὼν ἑκατέρους τοὺς λαλοῦντας ὄψει, πόσον πρὸς αἰσχύνην ὁρῶ‐ | |
σιν οἱ λόγοι. b(BCE3)T | |||
5485a | ex. | τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις: πῶς γὰρ ἂν ἀμελῶν αὐτὸς τοὺς ἄλλους πείσειε κινδυνεύειν· b(BCE3E4)T | |
5485b | D | τύνη: ἀπὸ τοῦ τύ ἐν παραγωγῇ b(BCE3)T τύνη, ὡς ἐγώνη καὶ „ἐμίνη“ (Rhint. fr. 13 K.). T | |
5486a | ex. | καὶ ἀμυνέμεν〈αι〉 ὤρεσσι: ταῖς ὑμῶν. b(BCE3E4)T ὅμοιον δέ ἐστι τῷ „ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν“ (Γ 301). αὔξει δὲ τὸν γάμον. b(BCE3)T | |
5486b | ex. | ὤρεσσι: ἀπὸ τοῦ ὀαρίζειν b(BCE3E4)T κατὰ συγ‐ κοπήν· b(BCE3E4) καὶ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). b (BCE3E4)T | |
5487a | ex.(?) | ἀψῖσι: ψιλωτέον τὸ ἀψῖσι b(BE3)T εἰς ἰδιότητα. ὅτε δὲ βαρύνεται, συμ〈μετα〉βάλλεται καὶ τὸ πνεῦμα καὶ ὁ χρόνος. T | |
5487b | ex. | ἁλόντε: ὑμεῖς καὶ αἱ γυναῖκες. ἀλλοτριοῖ δὲ τῶν κινδύνων ἑαυτόν, ὡς περὶ τῶν ἐκείνοις συμφερόντων λαλῶν. ἡ δὲ τοῦ λίνου ὁμοίωσις οἰκεία, πολλῶν καὶ διαφόρων ἀνθρώπων ὡς ἰχθύων περι‐ | |
ληφθέντων. b(BCE3E4)T | |||
5.489 | ex. | εὖ ναιομένην: ἢ ἀπὸ τοῦ †ὁμοῦ ναίειν. T | |
5490-1 | ex. | 〈σοὶ δὲ χρὴ— /〉 ἀρχοὺς λισσομένῳ: ὀνειδιστι‐ κῶς· ὃν ἐχρῆν τοὺς ἄλλους ὀτρύνειν, ὑπὸ τῶν συμμάχων προτρέπε‐ ται. b(BCE3E4)T | |
5492a | ex. | {νωλεμέως} ἐχέμεν: ἀντὶ τοῦ φυλάσσειν. „ἔχε〈σ〉 δ’ ἀλόχουσ“ (Ω 730). T | |
ex. | ex. | κρατερὴν δ’ ἀποθέσθαι ἐνιπήν: τοιοῦτος γὰρ Ἕ‐ κτωρ· „οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος / ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων | ||
5 | ἤγειρα ἕκαστον“ (Ρ 221—2). ἀπὸ κοινοῦ δὲ τὸ „χρή“ (Ε 490). b (BCE3E4)T | 〈ἀποθέσθαι〉 ἀντὶ τοῦ ἀποτίθεσθαι. T | ||
ex. | ἐνιπήν: πληγήν. T | ||
5.493 | ex. | δάκε: ἠνίασεν· καὶ „θυμοδακὴς γὰρ μῦθοσ“ (θ 185). b(BC E3E4)T | |
5.494 | ex. | ex. | αὐτίκα δ’ ἐξ ὀχέων: ἔδει γὰρ ἔργοις, οὐ λόγοις ἀπολο‐ γεῖσθαι. b(BCE3E4)T | ὡς τὸ τάριχος δέ, οὕτω καὶ τὸ ὄχος. T | |
5.495 | ex. | 〈πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ:〉 καὶ εἰς τὸ δοῦρα δύναται καὶ εἰς τὸ στρατόν εἶναι στιγμή· εὐκρινὲς γὰρ κατ’ ἄμφω τὸ νόημα. b(BCE3) | |
5.499 | ex. (Hrd.) | ἀλῳάς: ἀλῳάς ὡς ἀγαθάς· ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ σὺν τῷ ι | |
γράφεται· παρὰ γὰρ τὸ ἀλοιῶ ἐστιν. b(BCE3E4)T | |||
5.500 | ex. (vel Did.) | {ὡς δ’ ἄνεμος ἄχνας} ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ: Πτολεμαῖος (p. 64 B.) τοὺς δωδεκασυλλάβους στίχους ἐκτιθείς φησι καὶ τοῦτον οὕτω γράφεσθαι „εὖτ’ ἂν ξανθὴ Δημήτηρ“. T | |
5502a | ex. | αἱ δ’ ὑπολευκαίνονται: καλῶς ἡ ὑπό· οὐ γὰρ ἀθρόα ἡ τῶν ἀχύρων πτῶσις ἐπὶ τὴν ἅλω, κατ’ ὀλίγον δὲ ἑτεροιοῦται τὸ χρῶμα τοῦ ἐπιδεχομένου αὐτὰ χωρίου. ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατ’ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός. b(BCE3E4)T | |
5502b | Hrd. | ex. | ἀχυρμιαί: κατ’ ὀξεῖαν τὸ ἀχυρμιαί· Ἰωνικώτερον γάρ ἐστιν ὡς τὸ „ἀγυιαί“ (β 388 al.), „θαμειαί“ (Α 52 al.), „ταρφειαί“ (Τ 357. 359). | εἰσὶ δὲ οἱ τόποι, ἔνθα ἐκτινάσσεται τὰ ἄχυρα. b(BCE3 E4)T | |
5.505 | ex. | ἂψ ἐπιμισγομένων: ἐκ δευτέρου τῶν Τρώων προσμιγνύν‐ των τοῖς Ἀχαιοῖς. b(BCE3E4)T | |
5505-6 | ex. | ex. | ὑπὸ δ’ ἔστρεφον 〈ἡνιοχῆες / οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον〉: οἱ μὲν ἡνίοχοι ἐπιστρέφουσι τοὺς ἵππους, οἱ δὲ ἐπιβά‐ ται τὸ μένος φέρουσιν. b(BCE3E4)T | ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. T | |
5506-7 | ex. | ἀμφὶ δὲ νύκτα / θοῦρος Ἄρης: σκέπει αὐτούς, ὡς εἰ καὶ θέλοιεν, μὴ δύναιντο φυγεῖν, ὡς „πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν“ (Φ 7). ἢ ἑαυτὸν ἐσκέπασεν, ὡς μὴ ὁρῷτο κακῶν τοὺς Ἕλληνας. ἢ ἵνα οἱ μὲν λευκανθέντες ὁρῷντο, οἱ δὲ σκέποιντο. b(BCE3E4)T | |
5507a1 | ex. | μάχῃ Τρώεσσι ἀρήγων: τινὲς ἀντὶ μάχῃ Τρώων. οἱ δὲ εἰς τὸ †μάχην† στίζουσιν. T | |
5507a2 | στιγμὴ δὲ εἰς τὸ μάχῃ. b(BCE3E4) | ||
5.509 | ex. | Ἀπόλλωνος χρυσαόρου: τινὲς τιμίως λαλοῦντος, διὰ τὴν λύραν. T | |
5511a1 | Hrd. | {ἡ γάρ ῥα πέλεν δαναοῖσιν} ἀρηγών: Ἀρίσταρχος ὀξυ‐ τόνως· καὶ δῆλον ἐκ τῆς πλαγίου „δοιαὶ μὲν Μενελάου ἀρηγόνεσ“ (Δ 7). T | |
5511a2 | ὅτι προενεκτέον ἀρηγών ὡς ἀηδών· λέγει γὰρ καὶ ἀλ‐ λαχοῦ „ἀρηγόνεσ“ ὡς ἀηδόνες. Aa | ||
5511b1 | ex. | 〈οἰχομένην·〉 ἡ γάρ ῥα πέλεν Δαναοῖσιν: πιθανῶς τοῦτο, ἵνα μὴ προλάβῃ ἡ θεομαχία. T | |
5511b2 | πιθανῶς αὐτοὶ τῆς ἀδικίας προάρχουσιν, ἵνα μὴ προλάβῃ ἡ Διομήδους θεομαχία. b(BCE3E4) | ||
5.512 | ex. | πίονος ἐξ ἀδύτοιο: τοῦ †κεκνισσωμένου b(BCE3E4)T καὶ λελιπασμένου. b(BCE3E4) | |
5.515 | ex. | ἀρτεμέα: πρὸς τὸ ἄρτιον. T | |
5.516 | ex. | ex. | μετάλλησάν γε μὲν οὔτι: πιθανῶς τὸ ψυχρὸν τῆς δισσο‐ λογίας περιεῖλε, τὴν διάθεσιν ἤδη ἐμφήνας. b(BCE3E4)T | τὸ δὲ μετάλλησαν ἀντὶ τοῦ ἠρώτησαν. T | |
5.518 | ex. | ἄμοτον {μεμαυῖα}: ἄπληστον ἢ σφοδρόν. T | |
5.519 | ex. | τοὺς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης: ἱκα‐ νὸν πρὸς αὔξησιν. ἄλλως τε καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν κτῶνται ἔρημοι θεῶν ὄντες Ἕλληνες. καὶ δικαίως ἐπάξει τῷ Ἄρει τὴν Ἀθηνᾶν. b(BCE3E4)T | |
5.522 | ex. | 〈νεφέλῃσιν ἐοικότες:〉 διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι | |
ὕστερον κινηθήσονται. b(BCE3E4) | |||
5.523 | ex. | νηνεμίης: ποικίλως ἄνω (sc. Ε 499—501) μὲν ἀπὸ ταραχῆς ἀνέμου ἔλαβε τὴν εἰκόνα, ὧδε δὲ ἀπὸ νηνεμίας. b(BCE3E4)T | |
5524a | Nic. | ἀτρέμας ὄφρ’ εὕδῃσι: τὸ ἀτρέμας καὶ τοῖς ἄνω δύ‐ ναται καὶ τοῖς κάτω συνάπτεσθαι. b(BCE3E4)T | |
5524b1 | ex.(?) | ὄφρ’ εὕδῃσι: ἐν ὅσῳ. εὕδῃσι ὡς „παμφαίνῃσι“ (Ε 6). T | |
5524b2 | τὸ ἐν ὅσῳ ἐνταῦθα δηλοῖ, τὸ δὲ εὕδησιν τὸ εὕδει. b(BC E3E4) | ||
5.526 | ex. | ἀέντες: ὡς τιθέντες· ἀπὸ γὰρ τοῦ ἄημι. b(BE3)T τὸ δὲ παρ’ Ἡσιόδῳ (th. 875) „ἄλλοτε δ’ ἄλλοι ἄεισι“ Αἰολικόν. T | |
5.528 | ex. | Ἀτρείδης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων: ἄνω παραλιπὼν αὐτὸν ἰάσατο διὰ τοῦ πολλά b(BCE3E4)T τὸ ἐλ‐ λεῖπον, b(BCE3E4) ὅ ἐστι ταῦτα. T | |
5.529 | ex. | ἀνέρες ἔστε: οὐκ εἶπεν ἀνδρεῖοι, ἀλλὰ μὴ προδῶτε τὴν φύ‐ σιν. b(BCE3E4)T | |
5530a | ex. | ἀλλήλους τ’ αἰδεῖσθε: εἰκότως· κατὰ φῦλα γάρ εἰσιν· δογματίζει δὲ ὅτι χρήσιμον αἰδὼς οὐ μόνον ἐν εἰρήνῃ, ἀλλὰ καὶ ἐν πολέμῳ. μετρίως δὲ οὐ λέγει αἰσχύνθητε ἐμέ, ἀλλ’ ἀλλήλους. b(BC E3E4)T | |
5530b | Nic. | 〈κατὰ κρατερὰς ὑσμίνας:〉 τελεία εἰς τὸ ὑσμίνας. b | |
(BCE3E4)T | |||
5.531 | ex. | αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι: †οὐ γὰρ τὸ περὶ αὐτοῦ† μόνον σκοπεῖ, αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους χωρίζει. b(BCE3E4)T | |
5.533 | ex. | ἦ καὶ ἀκόντισε δουρὶ θοῶς: καλῶς τοῖς κελεύσμασι πρῶ‐ τος ὑπακούει, τύπον ἑαυτὸν τοῖς ἄλλοις παρεχόμενος. b(BCE3E4)T | |
5535a | Hrd. | ὁμῶς {Πριάμοιο τέκεσσι}: προκατάρχει τοῦ ὁμῶς τὸ ὁμός καὶ ὁμή καὶ ὁμόν· διὸ περισπᾶται ὡς „καλῶσ“ (β 63). T | |
5535b | ex. | 〈ὁμῶς:〉 παραπλησίως. Til | |
5538a | D | 〈ἔρυτο:〉 ἀντὶ τοῦ ἐφύλαξεν. Til | |
5538b | D | 〈διὰ πρὸ δὲ εἴσατο:〉 διῆλθε. Til | |
5.539 | ex. | νειαίρῃ δ’ ἐν γαστρί: τῷ παχεῖ ἐντέρῳ ἢ τῇ κύστει. b (BCE3E4)T | |
5.541 | ex. | Αἰνείας Δαναῶν ἕλεν 〈ἄνδρας ἀρίστουσ〉: δικαίως, ἐπεὶ καὶ ἀριστεὺς καὶ παροξύνεται διὰ τὸν ἑταῖρον καὶ προθυμίαν ἔχει παρὰ τοῦ Ἀπόλλωνος. b(BCE3E4)T | |
5542a | ex. | υἷε Διοκλῆος: Ἑλληνικὸν καὶ φιλάδελφον τὸ συναπο‐ θνῄσκειν τοὺς ἀδελφούς, οὐχ οἷον τὸ Ἰδαίου ἦθος τοῦ ἀδελφοῦ τοῦ Φηγέως (cf. Ε 20—1). b(BCE3)T | |
5542b | Did.(?) | Κρήθωνά τε Ὀρσίλοχόν τε: ὁ πρόγονος διὰ τοῦ τ, ὁ παῖς διὰ τοῦ ς· καὶ ἐν Ὀδυσσείᾳ (sc. γ 489. ο 187. φ 16) οὖν διὰ τοῦ τ. T | |
5543a | ex. | Φηρῇ: Μεσ〈σ〉ήνης. καὶ Φηρὰς αὐτὴν καλεῖ (sc. Ι 151. 293. γ 488. ο 186). Φεραὶ Θεσσαλίας (cf. Β 711. δ 798). T | |
5543b | Did.(?) | 〈ἐνὶ Φηρῇ:〉 γράφεται „†ἐφηρῃ“. Til | |
5.544 | ex. | ἀφνειὸς βιότοιο: προσυνίστησιν αὐτοὺς αὔξων τὴν περὶ αὐτῶν μάχην. οὐ μέμνηται δὲ αὐτῶν ἐν τῷ Καταλόγῳ, ἐπεὶ †μεσή‐ νιοί† εἰσιν οἵτινες ὑπὸ Μενελάῳ ἐτέλουν δῶρα, b(BE3E4)T „τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσασ“ (φ 13), „τὼ δ’ ἐν †μεσήνῃ† | |
5 | ξυμβλήτην / οἴκῳ ἐν Ὀρτιλόχου“ (φ 15—6). T διὰ τοῦτο καὶ πεσόντας αὐτοὺς οὐδεὶς ἄλλος ἢ ὁ Μενέλαος ἐλεεῖ (cf. Ε 561). b (BE3E4)T | ||
5550a1 | ex. | 〈ἡβήσαντε:〉 ηὔξησε τὸ πάθος καὶ ὅτι ἡβῶντες καὶ ὅτι δίδυμοι ἦσαν δηλώσας, καὶ εἰς οἶκτον κινεῖ τὸν ἀκροατήν. b(BCE3) | |
5550a2 | {τὼ μὲν ἄρ’} ἡβήσαντε: ἡμᾶς ὤτρυνε διὰ τοῦ παθητι‐ κοῦ, τῆς ἥβης, τῆς τιμῆς, ὅτι δίδυμοι. T | ||
5.554 | ex. | οἵω τώ γε λέοντε: λέοντε μὲν διὰ τὸ εὐγενὲς ἄνωθεν καὶ εἰς ἀλκὴν προκόπτον, ἀτελεῖς δὲ διὰ τὸ μήπω θαρρεῖν τῇ δυνάμει. ἄλλως τε ἡ λέαινα δύο τίκτει δύο μαζοὺς ἔχουσα, οἳ ἀμύξαντες τὴν μήτραν τοῦ λοιποῦ ποιοῦσι τὴν μητέρα στεῖραν. ἡ δὲ πόρδαλις τέσ‐ | |
5 | σαρα τίκτει. b(BCE3E4)T | ||
5.555 | Hrd. | τάρφεσιν {ὕλης}: ὡς „βέλεσιν“ (π 277), ἀπὸ τοῦ τάρφος. ὅτε δὲ ἀπὸ τοῦ ταρφοῦς, ὡς „ὀξέσιν“ (Μ 56). T | |
5.556 | ex. | τὼ μὲν ἄρ’ ἁρπάζοντε: ἁρπάζειν λέγεται †ἀπὸ† τῶν κωλυομένων λαβεῖν. διὰ μιᾶς οὖν λέξεως ἐδήλωσε καὶ τῶν πασχόντων τὴν ἄμυναν καὶ τῶν ἁρπαζόντων τὴν βίαν. b(BCE3E4)T | |
5557-8 | ex. | σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτώ / ἀνδρῶν ἐν παλάμῃσιν: πιθανῶς ἐπὶ μὲν τῶν πασχόντων τὸ τῶν ἀνθρώπων ἔθηκεν ὄνομα, ἐπὶ δὲ τῶν κτεινόντων τὰ θηρία τὸ τῶν ἀνδρῶν. b(BCE3E4)T | |
5560a | Did. | 〈ἐοικότες:〉 δυϊκῶς „ἐοικότε“ Ἀρίσταρχος. Til | |
5560b | ex. | 〈ἐλάτῃσιν ἐοικότες ὑψηλῇσιν:〉 περιπαθῶς τὸ ἐλά‐ τῃσιν ὑψηλῇσι διά τε τὸ κάλλος καὶ τὴν ἥβην. b(BCE3E4) | |
5.561 | ex. | τὼ δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Μενέλαος: ὡς Λά‐ κων, καὶ Ἀντίλοχος (cf. Ε 565—70) ὡς τῆς Τριφυλίας ὤν· ἡμερή‐ σιός τε ἡ ἀπόστασις οἴκου Ὀρτιλόχου καὶ Μενελάου, ὃ πόρρω (cf. ο 185—7) δηλῶν ὁ ποιητὴς γυμνάζει τὸν ἀκροατήν. T | |
5.563 | ex. | τοῦ δ’ ὤτρυνεν μένος Ἄρης: ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς, πλέον πάντων τὸν ἀλλοπρόσαλλον Ἄρεα. b(BCE3E4)T | |
5.565 | ex. | τὸν δ’ ἴδεν Ἀντίλοχος: ἐν τοῖς καιροῖς ἀεὶ ὀξὺς ὁ Ἀντί‐ λοχος. b(BCE3E4)T τιμᾷ δὲ αὐτὸν διὰ Νέστορα τιμῶντα τοὺς βασιλεῖς καὶ ὑπ’ αὐτῶν τιμώμενον. b(BCE3E4) καὶ ὁ μὲν Ἀλέ‐ ξανδρος ὡς ἠδικηκὼς τοῖς Τρωσὶν „ἶσον ἀπήχθετο κηρὶ μελαίνῃ“ (Γ | |
5 | 454), ὁ δὲ Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος. b | ||
(BCE3E4)T | |||
5567a | D | {μέγα δέ} σφας: συσταλτέον διὰ τὸ μέτρον. T | |
5567b | D | ex. | 〈ἀποσφήλειε:〉 ἀποτυχεῖν ποιήσειεν· b(BCE3E4) | „αὐ‐ τίκα γάρ“, φησί, „μνήσονται Ἀχαιοί“ (Δ 172). b(BCE3) | |
5571-2 | ex. | Αἰνείας δ’ οὐ μεῖνε〈— /〉 ὡς εἶδεν δύο φῶτε: δείκνυσιν, ὅσον αἰδὼς καὶ φιλαλληλία, ἣν ἔχειν συνεβούλευσεν Ἀγα‐ μέμνων (sc. Ε 530—1). b(BCE3E4)T | |
5.574 | ex. | τὼ μὲν ἄρα δειλώ: καλῶς τὸ δειλώ· b(BCE3E4) προ‐ εῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας, τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς περὶ τοὺς φίλους σπουδῆς· μηδέπω γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον ἐπίκουροι. b(BCE3E4)T | |
5.576 | ex. | ex. | Hrd. | ἔνθα Πυλαιμένεα ἑλέτην: σκόπει τὴν φράσιν, ἕλετο ἑλέτην ἐπόρθησαν, διὰ τὸν ἡνίοχον καὶ τοὺς ἵππους· ἢ συλληπτικῶς, ὡς „τώ τε Θρῄκηθεν ἄητον“ (Ι 5). T | πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ, „ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος | |
5 | βασιλῆοσ“ (Ν 643, cf. 658); ἔστιν οὖν ὁμωνυμία. καὶ ὁ μὲν ἀρχηγὸς ὡς „Ἴασος αὖτ’ ἀρχὸς μέν“ (Ο 337), ὁ δὲ βασιλεύς· διὸ πολλὴ γίνε‐ ται περὶ αὐτὸν σπουδὴ τῶν Παφλαγόνων καὶ τοῦ Ἀλεξάνδρου· b (BCE3E4)T πῶς δὲ ὁ Ἁρπαλίων (cf. Ν 644) ἐνταῦθα οὐκ ἐπή‐ μυνε τῷ πατρί, εἰ τούτου ἦν υἱὸς τοῦ Πυλαιμένεος; | Πυλαιμένεα | ||
10 | δὲ ὡς „Διομήδεα“ (Δ 365 al.). T | ||
5.581 | Nic.(?) | ὁ δ’ ὑπέστρεφε μώνυχας ἵππους: τοῦτο διὰ μέσου. T | |
5.582 | ex. | χερμαδίῳ ἀγκῶνα: ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας ἀπέβαλε (cf. Ε 583) καὶ φεύγειν οὐκ ἔχων εὐάλωτος γέγονεν. b(BC E3E4)T | |
5.583 | ex. | ἡνία λεύκ’ ἐλέφαντι: λείπει τὸ ὥς, ἵν’ ᾖ λευκὰ ὡς ἐλέφας. οἱ δὲ ἐξ ἐλεφαντίνων λελευκασμένα ὀστῶν· ἔχουσι γὰρ αἱ ἡνίαι ἐλε‐ φαντίνους ἀστραγάλους ἑκατέρωθεν, δι’ ὧν ἕλκουσιν οἱ ἡνίοχοι. b (BCE3E4)T | |
5.584 | ex. | ξίφει ἤλασε 〈κόρσην〉: πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν κεφαλὴν ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν ἐθέλων ἢ ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν. b(BCE3E4)T | |
5586a | ex. | 〈κύμβαχος:〉 τῆς κυνῆς ὁ λόφος. ἔνιοι τὸ ἐπὶ κεφαλῇ. Til | |
5586b | ex. | βρεχμόν: βρεχμὸς λέγεται ἡ τοῦ αὐχένος σπονδυλώδης ἀρχή, καὶ b(BCE3E4) †βρέχμα ἀπόπτυγμα† ἀπὸ θώρακος. b (BCE3E4)T | |
5587a | ex. | δηθὰ μάλ’ εἱστήκει: οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ μεταξὺ τῶν ἵππων καὶ τοῦ ἅρματος, καὶ ἦν ἡ μὲν κεφαλὴ βυθισθεῖσα, | |
οἱ δὲ ὦμοι ἑδραῖοι ὄντες μετὰ τοῦ σώματος, b(BCE3E4)T οἱ δὲ πόδες τῷ ἅρματι ἐρειδόμενοι. b(BCE3E4) γέγονε δὲ τοῦτο διὰ | |||
5 | τὸ τοῦ θανάτου αἰφνίδιον· ψυχορραγῶν γὰρ ἔτι ἔπνει καὶ ἐνήλατο. ἀκριβῶς δὲ τὸ „κύμβαχοσ“ (Ε 586) διὰ τούτου ἐπεξηγήσατο. b(BC E3E4)T | ||
5587b | ex.(?) | ἀμάθοιο {βαθείης}: διάφορος ἡ σημασία ἐπὶ τῆς ἀμάθου καὶ ψαμάθου. T | |
5.593 | ex. | ἡ μὲν ἔχουσα ΚΥΔΟΙΜΌΝ: ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη ἔχουσα, ἢ ὡς φίλη τῆς χειρὸς κατέχουσα, ἢ ὡς „†τέρας πολέμοιο† b(BCE3E4)T μετὰ χερσὶν ἔχουσα“ (Λ 4). b(BCE3E4) | |
5.596 | ex. | 〈ῥίγησε:〉 ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλ‐ λων θεῶν πόλεμον. b(BCE3E4)T | |
5.597 | ex. | ἀπάλαμνος: ἄπειρος· καὶ Διομήδης γὰρ ἄπειρος τῆς πρὸς Ἄρεα ἀντιπαρατάξεως. b(BCE3E4)T | |
5.598 | ex. | στήῃ ἐπ’ ὠκυρόῳ 〈ποταμῷ ἅλα δὲ προρέοντι〉: αἰφνι‐ δίως ἐπιστὰς τῷ ποταμῷ πλημμυροῦντί τε καὶ ὑπὸ τῆς θαλάσσης ἀνακρουομένῳ. T | |
5.599 | D | 〈μορμύροντα:〉 ὀνοματοποιΐα ὁ τρόπος· ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς ὕδασι γινομένου. Til | |
5601-6 | ex. | ὦ φίλοι, οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον〈— μάχεσθαι〉: ἄμφω ποιεῖ, τῷ θεῷ εἴκειν παραινεῖ καὶ τὸν πόλεμον μὴ | |
δεδιέναι προτρέπεται. b(BCE3E4)T | |||
5605-6 | ex. | ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν {καὶ} ὀπίσσω / εἴκετε: κατ’ ὀλίγον ὑποχωρεῖτε ὑποποδίζοντες. διδάσκει δέ, πῶς δεῖ τὰς τροπὰς ποιεῖσθαι. b(BCE3E4)T | |
5609a | Hrd. (Did.?) | | Μενέσθην Ἀγχίαλόν τε: Ἀρίσταρχος „Μενεσθῆν“ ὡς | |
ex. | Hrd. | Ἀπελ〈λ〉ῆν. τινὲς δὲ διὰ τοῦ τ „Μενέστην“ ὡς „Ὀρέστην“ (Ε 705 al.). | τινὲς δὲ Ἐλωρέα τὸν Ἡφαίστου κατ’ ἐπίκλησιν οὕτω φασὶ κεκλῆσθαι. | τὸ δὲ Ἀγχίαλον ψιλωτέον· κύριον γάρ. T | ||
5609b | ex. (Hrd.?) | Μενέσθην: ὡς ὄρος Ὀρέστης, οὕτω μένος Μενέστης, καὶ μεταβολῇ Μενέσθης. b(BCE3)T | |
5.612 | ex. | {ὅς ῥ’ ἐνὶ} Παισῷ: Ἀπαισός ἐστιν, ἣν διὰ τὸ μέτρον Παισὸν εἶπεν, ὡς Σπληδόνα. T | |
5.613 | ex. | πολυκτήμων πολυλήϊος· 〈ἀλλά ἑ Μοῖρα〉: διδάσκει τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν b(BCE3E4) T μηδὲν ἧττον παρεῖναι, T ἀλλὰ μὴ πλούτῳ ἐπῆρθαι. b | |
(BCE3E4) | |||
5.619 | ex. | σάκος δ’ ἀνεδέξατο πολλά: τὸ πλῆθος τῶν βληθέντων δοράτων καὶ τὴν ἀνδρίαν τοῦ βληθέντος δηλοῖ. b(BCE3E4)T | |
5.620 | ex. | 〈λὰξ προσβάς:〉 λὰξ λέγεται τὸ πλατὺ τοῦ ποδός, ὁμω‐ νύμως δὲ καὶ ἡ ἀπὸ τούτου πληγὴ λὰξ καλεῖται. ἐλάκτισε δὲ προσελ‐ θών. Aa | |
5.621 | ex. | {οὐδ’ ἄρ’} ἔτ’ ἄλλα {δυνήσατο}: τινὲς ὡς τὰ ὅλα, κακῶς. T | |
5.629 | D | ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι: φασὶν Εὐρώπῃ τῇ Φοί‐ νικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχήματι ταύρου κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος. ἐπικαθεσθείσης δὲ τοῖς νώτοις τῆς κόρης πρὸς ἀπανθισμόν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν· b(BCE3E4)T ἀφ’ | |
5 | ἧς φασι Σαρπηδόνα γενέσθαι. b(BCE3E4) | ||
5.630 | Did. | {ἐπ’ ἀλλήλοισιν} ἰόντες: ἐν τῇ ἑτέρᾳ „ἰόντε“ κεῖται. T | |
5.631 | ex. | υἱός θ’ υἱωνός τε 〈Διόσ〉: ταχέως ἄμφω ἐδήλωσεν· τὸν μὲν γὰρ ἴσμεν διὰ τοῦ Καταλόγου (sc. Β 653), τὸν δὲ γνωσόμεθα. πῶς δὲ συγγενεῖς ὄντες μάχονται; οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος· ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· „ψευδόμενοι δέ | |
5 | σέ φασι Διὸς γόνον“ (Ε 635). b(BCE3E4)T | ||
5633-4 | Ariston.(?) | | 〈τίς τοι ἀνάγκη / πτώσσειν ἐνθάδ’ ἐόντι μάχης | |
ex. | ex.(?) | ἀδαήμονι φωτί:〉 τίς σοι ἀνάγκη πτώσσειν καὶ δειλιᾶν ἐνθάδε ἐόντι, δηλονότι ἐν τῷ πολέμῳ, ὡς ἀπείρῳ ὄντι τῆς μάχης. λείπει τὸ ὥς. | εἰ δὲ σημαίνει τὸ πτώσσειν ἀντὶ τοῦ ἐπέρχεσθαι, ἔστιν ἡ ἑρμη‐ | ||
5 | νεία οὕτως· ποία σοὶ ἀνάγκη ἐνθάδε ἐπέρχεσθαι ἐν τῷ πολέμῳ ὄντι σοι ἀμαθεῖ καὶ ἀπείρῳ τῆς μάχης; ὃ καὶ κρεῖττον. | ἢ καὶ ἄλλως· ὄντι σοὶ τῆς μάχης ἀπείρῳ ἀνδρὶ τίς σοι ἀνάγκη 〈εἰσ〉 τοὺς Ἕλληνας ἐμ‐ βάλλειν; Αa | ||
5.634 | ex.(?) | πτώσσειν {ἐνθάδε}: πτήσσειν. T | |
5.635 | ex. | ψευδόμενοι δέ σέ φασι 〈Διὸς γόνον〉: ἀλλοτριοῖ αὐτὸν ἐκείνου, ἐφ’ ᾧ αὐτὸς αὐχεῖ. ἄλογος δὲ ὁ μηδὲν ἑαυτοῦ διεξιών, ἀλλὰ τοῦ πατρός. ἠρέμα οὖν ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦν‐ τας καὶ τούτου χάριν ἐθέλοντας πρωτεύειν· διὸ καὶ ἀποκτείνει Τλη‐ | |
5 | πόλεμον. b(BCE3E4)T | ||
5638a | Ariston. | 〈ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην:〉 ὅτι τὸ οἷον ἐπὶ θαυμασμοῦ. τινὲς δὲ „ἀλλοῖον“ παρὰ τοὺς νῦν. Ζηνόδοτος δὲ καὶ ἀμέτρως γράφει „Ἡρακλεΐην“. Aim | |
5638b | Nic. | ἀλλ’ οἷόν τινα: ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς πάντως ἀ‐ ναγνωστέον, ἐάν τε δασύνωμεν τὸ οἷον, ὡς Ἀριστοφάνης (cf. p. 53 Nck.) καὶ Ἀρίσταρχος, ἐάν τε ψιλῶμεν, ὡς Παρμενίσκος (fr. 1 B.). μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμὸς νοεῖται καὶ μάλιστα, ὅτι | |
5 | πρό〈σ〉κειται τὸ τινά. A | ||
5638c | Hrd. | ἀλλ’ οἷον: Νικίας (fr. 9 B.) ψιλοῖ ἐκδεχόμενος τὸ μόνον. ἄλλοι δὲ δασύνουσι θαυμαστικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων (fr. 3 B.), ἵνα ὅμοιον ᾖ τῷ „ἀλλ’ οἷον τὸν Τηλεφίδην“ (λ 519). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶς „οἷόν τε κρομύοιο λοπόν“ (τ 233) | |
5 | καὶ ἀντὶ τοῦ ὥς, „οἷον ἀναΐξασ“ (α 410). Τυραννίων (fr. 14 P.) δὲ „ἀλλοῖον“ ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ „ἀλλοῖός μοι, ξεῖνε“ (π 181). ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ „ὁσσάτιόν τε καὶ οἷον“ (Ε 758) καὶ „ἀλλ’ οἷον τόδ’ ἔρεξεν“ (δ 242), „οἷον τὸν Τηλεφίδην“ (λ | ||
10 | 519). οὕτως ἀρέσκει καὶ Φιλοξένῳ (fr. 408 Th.). A | ||
5638d1 | ex. | Hrd.(?) | ἀλλ’ οἷον {τινά}: ἀλλ’ οἷον, οὐχ οἷος σύ. οὕτω Πῖος (fr. 1 H.)· τί γὰρ βούλεται ὁ ἀλλά; | δασυντέον δὲ τὸ οἷον· θαυ‐ μαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφ’ ἕν „ἀλλοῖον“, ἵν’ ᾖ οὕτω· πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός, | |
5 | ἀλλοῖον δέ φασι καὶ ὑπὲρ πάντας εἶναι τὸν Ἡρακλέα. T | ||
5638d2 | Hrd.(?) | ex. | δασυντέον τὸ οἷον· θαυμαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφ’ ἓν „ἀλλοῖον“, ἵν’ ᾖ οὕτως· πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός, ἐξηλλαγμένον δὲ καὶ ὑπὲρ πάντας φασὶν εἶναι τὸν Ἡρακλέα. | ὁ δὲ Πῖος ἀντὶ τοῦ ὁποῖον, οὐχ ὡς εἶ σύ, | |
5 | φησίν, ἀλλ’ οἷος ὁ Ἡρακλῆς: οὕτω γάρ, φησί, βούλεται ὁ ἀλλά. b(BCE3E4) | ||
5.639 | ex. | θρασυμέμνονα: τοὺς θρασεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ Λυ‐ κίους Ῥοδίοις ἐχθρεύειν. b(BCE3E4)T | |
D | θρασυμέμνονα: τολμηρόν, —ἐν τῇ μάχῃ. A | ||
5.640 | ex. | ὅς ποτε δεῦρ’ ἐλθών: εὖ τὸ παράδειγμα τῆς Ἡρακλέους ἀρετῆς, ὅτι οὐκ ἄλλοθεν αὐτὸ φέρει ἢ ἐκ τῆς νῦν πολεμουμένης πό‐ λεως. Μενεκλῆς (FGrHist 270, 11) δέ φησιν ἐψεῦσθαι τὴν ἐπὶ Ἴλιον στρατείαν. b(BCE3E4)T | |
5.642 | ex. | χήρωσε δ’ ἀγυιάς: αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης ἐδή‐ | |
λωσεν ἐρημίαν. b(BCE3E4)T | |||
5.646 | ex. | ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα: ἄξιοι θανάτου οἱ λόγοι. T | |
5648-54 | ex. | ἀπώλεσεν Ἴλιον〈—〉ἀφραδίῃσιν 〈ἀγαυοῦ〉 Λαομέδοντοσ〈— / εὖχος ἐμοὶ δώσειν〉: ηὐτέλισε τὴν δύνα‐ μιν Ἡρακλέους τὴν ἀδικίαν ἐκείνου αἰτίαν εἶναι λέγων τῆς ἁλώσεως. ἔδει δὲ ἐπαγαγεῖν· σὺ δὲ ἀδίκως πολεμῶν †ἁλώσειν†, οὐχ αἱρήσεις | |
5 | ἡμᾶς δικαίως πολεμοῦντας· ὁ δὲ θυμῷ φερόμενος ἐκομμάτισε τὸν λό‐ γον. ἢ ἠθικὸς ὁ λόγος· ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους. b(BCE3E4)T | ἀγαυοῦ δὲ Λαο‐ μέδοντος (649) τῷ σώματι. T | ||
5.648 | Ariston. | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
5.651 | ex. | οὐδ’ ἀπέδωχ’ ἵππους: ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὁ μὲν γάρ φησιν ὅτι δι’ ἵππους (cf. Ε 640), ὁ δὲ διὰ ποίους ἵππους. τελειοῦται ἐν τῷ „τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆοσ“ (Υ 145). b(BC E3E4)T | |
5.654 | D | ex. | κλυτοπώλῳ: ἐνδόξους ἵππους—ἁρπαγήν. ἢ κλυτο‐ πώλῳ τῷ ἱππικῷ. A | ἁρμόδιον τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ παν‐ ταχοῦ ζῷα καταλαμβάνοντι. A b (BCE3E4)T | |
5656a | Hrd. | {καὶ τὸν μὲν} ἁμαρτῇ: τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ καὶ ὁ Ἀσκαλωνίτης (p. 47 B.) καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ’ αὐτὸν χωρὶς τοῦ ι γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμε‐ | |
5 | νον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A | ||
5656b1 | Hrd. | ex.(?) | ἁμαρτῇ: Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ †ἀποξύνει†· ἀποκοπὴ〈ν〉 γὰρ ἐκδέχεται ἀπὸ τοῦ ἁμαρτήδην. ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ πλείους περισπῶσι παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ περισπώμενον ἐκδεχόμενοι, ὃ καὶ ἐπεκράτησεν. | τὸ δὲ ἁμαρτῇ | |
5 | ὁμοῦ ἢ κατ’ ἐπακολούθησιν. T | ||
5656b2 | Hrd. | ὁ μὲν Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ ὀξύνει, οἱ δὲ περὶ Ἡρωδιανὸν (cf. 2,52,19) περισπῶσι καὶ προσγράφουσι, παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ περισπώμενον. οὕτως δὲ αὐτὸ καὶ ἡ συνήθεια δέχεται, καὶ τοῦτο ἐπεκράτησεν. b(BCE3E4) | |
5657a | Ariston. | 〈ἐκ χειρῶν ἤϊξαν:〉 ὅτι τὰ δόρατα ἤϊξαν. Aint | |
5657b | ex. | αὐχένα μέσσον: ὅτι ἐπὶ τοῦ ἐμπροσθίου αὐχένα φησίν. Tt | |
5657-9 | ex. | βάλεν αὐχένα μέσσον〈—ἐκάλυψε〉: τοῦ βρόγχου διαιρεθέντος καὶ τῆς ἀναπνοῆς εἰργομένης ταχὺς ὁ θάνατος ἐπεγένετο. b(BCE3E4)T | |
5.658 | ex. | αἰχμὴ δὲ διαμπερές: ὑπὸ συγγενοῦς ἀναιρεῖται, ἐπεὶ καὶ συγγενῆ ἀνεῖλε τὸν Λικύμνιον· „φίλον“ γὰρ „μήτρωα κατέκτα“ (Β 662). b(BCE3E4)T | |
5661a | Did. | 〈βεβλήκει:〉 Ἀρίσταρχος μετὰ τοῦ ν „βεβλήκειν“. Aim | |
5661b | ex.(?) | μαιμώωσα: πλεονάζει τὸ μ· ἔστι γὰρ αἱμώωσα. T | |
D | μαιμώωσα: ἐνθουσιῶσα—τοῦ μ πλεονάζοντος. A | ||
5661-2 | Ariston. | μαιμώωσα / ὀστέῳ ἐγχριμφθεῖσα: ὅτι ἀκαταλλή‐ λως· ἔδει γὰρ εἰπεῖν ‘μαιμώωσα ὀστέῳ ἐγχριμφθῆναι‘. A | |
5.662 | ex. | πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν: προαναφωνεῖ μὲν τὸν θά‐ νατον τοῦ Σαρπηδόνος διὰ τοῦ ἔτι, παραμυθεῖται δὲ τὴν ἧτταν τοῦ πολεμίου ἀργὸν ποιήσας Σαρπηδόνα. b(BCE3E4)T | |
5.664 | ex. | 〈ἐξέφερον—〉βάρυνε δέ μιν δόρυ μακρόν: πολὺ τὸ ἐναργὲς φερομένου μὲν τοῦ Σαρπηδόνος, συρομένου δὲ τοῦ δόρατος. γραφικῶς οὖν καὶ ταῦτα. T | |
5665a1 | Did. | 〈τὸ μὲν οὔτις:〉 ἔν τισι „τό οἱ οὔτισ“. Aim | |
5665b1 | Nic. | ἑλκόμενον τὸ μὲν οὔτις ἐπεφράσατ’ οὐδ’ ἐνόησε: στικτέον ἐπεφράσατο· ἢ βραχὺ διασταλτέον, ἵν’ ᾖ ἐκ παραλλήλου τὸ ἐπεφράσατο καὶ ἐνόησεν. A | |
5665a2/b2 | Did. | Nic. | τὸ μὲν οὔτις ἐπεφράσατ’ 〈οὐδ’ ἐνόησε〉: ἔν τισι „τό οἱ οὔτισ“. | τελεία δὲ εἰς τὸ ἐπεφράσατο. δύναται δὲ καὶ ὅλον ἓν 〈εἶναι〉 ἕως τέλους. T | |
5666-7a | Nic. | 〈ὄφρ’ ἐπιβαίη / σπευδόντων:〉 συναπτέον, οἷον ἐπειγομένων αὐτὸν ἐπιβῆναι. Aim | |
5666-7b | ex. | Nic. | ex. | 〈ὄφρ’ ἐπιβαίη /〉 σπευδόντων· τοῖον γὰρ ἔχον πό‐ νον: ἐπ’ αὐτῷ ταρασσομένων. | ἢ οἷον σπευδόντων αὐτὸν ἐπιβῆναι. | ὁ μὲν Τληπόλεμος πρότερον καυχησάμενος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλαζονεύεται. b(BCE3E4)T | |
5667a | Ariston. | 〈σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέπον‐ | |
τες:〉 πάλιν πρὸς τὸν πόνον. Aint | |||
5667b | ex. | σπευδόντων· τοῖον γὰρ ἔχον πόνον: ἄκρος μιμητὴς τῆς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ παρορῶμεν σπεύδοντες. b(BC E3E4)T | |
5670a | Ariston. | 〈τλήμονα:〉 ὅτι οἱ νεώτεροι τλήμονα τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν ὑπομενητικόν, ἀπὸ τοῦ τλῆναι. Aim | |
5670b | ex. | 〈μαίμησε δέ οἱ:〉 συνεπάθησεν ἐπὶ τῷ νεκρῷ. b(BCE3 E4)Til | |
5.671 | ex. | μερμήριξε δ’ ἔπειτα: διδάσκει διὰ τοῦ Ὀδυσσέως †καὶ† τοῖς κινδύνοις φρονήσει δεῖν χρῆσθαι, μὴ θυμῷ καὶ πάθει. b(BCE3 E4)T | |
5672-3 | Hrd. | ἢ προτέρω Διὸς υἱόν / ἦ ὅ γε τῶν πλεόνων: ὁ μὲν πρότερος κεῖται ἀντὶ τοῦ πότερον· διὸ ἐγκλιτέον. τὸν δὲ δεύτερον περισπαστέον. A | |
5672a1 | ex. | προτέρω ... διώκοι: προσωτέρω διώκοι. T | |
5672a2 | ἀπὸ τοῦ προσσωτέρω γέγονεν ἐν συγκοπῇ. b(BCE3E4) | ||
5677-8a1 | Hrd. | 〈Χρομίον ... Ἅλιον:〉 Χρομίον παροξυτόνως, Ἅλιον προπαροξυτόνως. εἴπομεν (sc. ad Ε 39 c) τὰ τοιαῦτα τρι‐ βράχεα ἐπὶ κυρίων παροξύνεσθαι καὶ ἐσημειούμεθα τὸ Ἅλιος Ξένιος Κρόνιος. ἐπεκράτησε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος | |
5 | προπαροξυνόμενον. A | ||
5677-8a2 | Χρομίον καὶ Ὁδίον καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυ‐ ρίων παροξύνεσθαί φησι πλὴν τοῦ Ἄνιος Ξένιος Κρόνιος Ἅλιος. b | ||
(BCE3)T | |||
5.683 | ex. | ἔπος δ’ ὀλοφυδνόν: οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν ἐν τῇ σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς οἰομένους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν τὸ μηδὲν εἶναι. b(BCE3E4)T | |
5684-8 | ex. | 〈Πριαμίδη—νήπιον υἱόν:〉 ἀντιπαράβαλε τὰ Μενελάου, καὶ εὑρήσεις τὸ διάφορον. T | |
5.684 | Ariston. | 〈ἕλωρ Δαναοῖσιν:〉 ὅτι οὐ πάντως βρῶμα· πρὸς τὸ „ἑλώ‐ ρια τεῦχε κύνεσσιν“ (Α 4). Aim | |
5686-7 | ex. | ἐπεὶ οὐκ ἄρ’ ἔμελλον 〈ἔγωγε /〉 νοστήσας: ἐντέχνως ὑπομιμνῄσκει τῆς συμμαχικῆς χάριτος τὸν Ἕκτορα. b(BCE3E4)T | |
5.689 | ex. | τὸν δ’ οὔτι προσέφη: πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ· καὶ οὐκ ἦν ἀδολεσχίας ὁ καιρός. b(BCE3E4)T | |
5.690 | ex. | 〈λελιημένος:〉 τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος· b(BCE3E4) λιαρὸν γὰρ τὸ θερμόν. b(BCE3E4)Til | |
5.693 | ex. | εἶσαν ὑπ’ αἰγιόχοιο 〈Διὸσ〉 περικαλλέϊ φηγῷ: ἀπα‐ γαγὼν ἡμῶν τὸν νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὰν καθίζει δρῦν τὸν τραυ‐ ματίαν. καλῶς δὲ αὕτη ἱερὰ τοῦ Διός, ἐπεὶ βαλάνοις πρώην ἐχρῶντο, καὶ ἵνα ὑπὸ τοῦ πατρὸς ἰαθῇ· πλησιάζον γὰρ ἦν καὶ ἱερόν, εἰς ὃ παρ‐ | |
5 | εγένετο, εἰ καὶ ἐπὶ δρῦν φησιν. b(BCE3E4)T | ||
5695a1 | Did. | 〈Πελάγων:〉 Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου διὰ τοῦ ς „Σελάγων“ Aint | |
5695a2 | {ἴφθιμος} Πελάγων: Πτολεμαῖος διὰ τοῦ ς γράφει „Σε‐ | ||
λάγων“. T | |||
5696a1 | ex. | 〈τὸν δ’ ἔλιπε ψυχή:〉 ψυχὴ τὸ ἐκπνεόμενον πνεῦμα. διὰ τὴν αἱμορραγίαν δὲ †ὠλιγώρησε† πάντως. b(BCE3E4) | |
5696a2 | τὸν δ’ ἔλιπε ψυχή: ψυχὴ τὸ πνεῦμα. διὰ τὴν αἱμορ‐ ραγίαν. T | ||
5697a | 〈ἀμπνύνθη:〉 ἔν τισι διὰ τοῦ ε „ἐμπνύνθη“ γράφεται. Aim | ||
5697b | ex. | Did. | αὖτις δ’ ἀμπνύ〈ν〉θη: ἀνέλαβε τὸ πνεῦμα. b(BCE3E4) T | ἔν τισι δὲ διὰ τοῦ ε γράφεται „ἐμπνύνθη“. T | |
5697-8 | ex. | D | περὶ δὲ πνο〈ι〉ὴ Βορέαο / ζώγρει 〈ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν〉: ὃ ἐνέλιπε τῷ πνεύματι, προσεπορίζετο ὁ ἄνεμος. | κάπος δὲ τὸ πνεῦμα. b(BCE3E4)T | |
5.698 | D | κεκαφηότα: ἐκπεπνευκότα· ATil κάφος γὰρ— τόπος. A | |
5700a | Did. | Ariston. | | οὔτε ποτὲ προτρέποντο 〈μελαινάων ἐπὶ νηῶν〉: | |
Did. | οὕτως Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ ε, προτρέποντο καὶ ἐπὶ νηῶν· λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπὶ τὰς ναῦς. | ἡ δὲ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι Ἀττικῶς ἐξενήνοχε, οὐκ ἔφευγον | ||
5 | προτροπάδην ἐπὶ τὰς ναῦς. | ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν „ἀπὸ νηῶν“. γίνεται δὲ ἀδιανόητον· οὐ γὰρ ἀπὸ τῶν νεῶν φεύγειν ἔμελ‐ λον. A | ||
5700b | ex. | οὔτε ποτὲ προτρέποντο: τὸ προτροπάδην φεύγειν ὄνειδος ἡγεῖται. ἐπεξηγεῖται δὲ αὐτὸ διὰ τοῦ „αἰὲν ὀπίσσω / χάζοντο“ (Ε 701—2). b(BCE3E4)T | |
5701-2 | ex. | οὔτε ποτ’ ἀντεφέροντο μάχῃ, 〈ἀλλ’ αἰὲν ὀπίσσω / χάζοντο〉: τοῦτο ἐδήλωσε τὸ †πρώην†. διασταλτέον δὲ τὸ ἀντε‐ | |
φέροντο· οὐ γάρ ἐστιν ‘ἀλλ’ ἀντεφέροντο‘. T | |||
5703a1 | Did. | ἐξενάριξαν: οὕτως διὰ τοῦ α τὸ ἐξενάριξαν, ὅ τε Ἄρης δηλονότι καὶ ὁ Ἕκτωρ. A | |
5703a2 | Ἀρίσταρχος διὰ τοῦ α, ἐξενάριξαν. Aim | ||
5703a3 | ἐξενάριξεν: διὰ τοῦ α τὸ ἐξενάριξεν. b(BCE3)T | ||
5703-4a1 | ex. | 〈ἐξενάριξεν / Ἕκτωρ—Ἄρης:〉 οὐκ ἀτόπως οὖν τρωθήσεται φονεύων δι’ ἑαυτοῦ ὁ Ἄρης. αὔξων δὲ τὴν τοῦ Ἕ‐ κτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. T | |
5703-4a2 | αὔξων τὴν Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. οὐκ ἀτόπως δὲ τρωθήσεται καὶ δι’ ἑαυτοῦ φονεύων ὁ Ἄρης. b(BC E3E4) | ||
5.705 | Ariston. | ἐπὶ δὲ πλήξιππον Ὀρέστην: ἡ διπλῆ πρὸς τὴν ὁμωνυ‐ μίαν, ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος υἱῷ {τεύθραντι}. A | |
5708a1 | Ariston. | ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε: ὅτι Ζηνόδοτος γράφει „Ὕδῃ“. ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη, ὁ δὲ ἀνὴρ Βοιωτὸς καὶ κώμη Βοιωτίας ἡ Ὕλη. καὶ ὅτι †οὐ† συνεσταλμένως λέγεται ἡ πόλις, ἐκτέταται δὲ ἐν τῷ Καταλόγῳ (sc. Β 500) διὰ μέτρον. A | |
5708a2 | ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε: τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει, b(BCE3) ἐν δὲ τῷ Καταλόγῳ ἐκτείνει, „ἠδ’ Ὕλην καὶ Πετεῶνα“ (Β 500). b(BCE3)T | ||
5708b1 | ex. | μέγα πλούτοιο μεμηλώς: διὰ γεωργίας †ἐπιμελώ‐ μενος†, ὅπως πλουτῇ. T | |
5708b2 | μεγάλως τῆς γεωργίας ἐπιμελόμενος, ὅπως ἐκ ταύτης κτή‐ | ||
σαιτο πλοῦτον. b(BCE3E4) | |||
5.709 | D | ex. | λίμνῃ κεκλιμένος 〈Κηφισίδι〉: ἀντὶ τοῦ παρακείμενος, b(BCE3) | ὡς „αἵ θ’ ἁλὶ κεκλίαται“ (δ 608). b(BCE3E4)T Κη‐ φισίδι δὲ ἢ τῇ λίμνῃ ἢ τῷ ποταμῷ. T | |
5.717 | ex. | εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα: πρὸ πολλοῦ θεραπεύει τὴν κατὰ Ἄρεος ἁμαρτίαν ὁ ποιητής. T | |
5.720 | ex. | ἔντυεν ἵππους: ἀπὸ τῶν εἰς πόλεμον εὐτρεπιζομένων. T | |
5722a | ex. | Ἥβη δ’ ἀμφ’ ὀχέ〈ε〉σφι: ὑπηρετικήν τινα τὴν Ἥβην παρεισάγει ὁ ποιητής. καὶ ἀνωτέρω (sc. Δ 2—3) μὲν εὐωχουμένοις τοῖς θεοῖς διηκόνει, ἐν δὲ τοῖς ἑξῆς (sc. Ε 905) λούει τὸν Ἄρεα· παρ‐ θενικὸν γὰρ τὸ τοιοῦτον, ὡς „Τηλέμαχον Πολυκάστη“ (γ 464). b | |
5 | (BCE3E4)T | ||
5722b | D(?) | κύκλα: οἱ τροχοί. A | |
5722-31 | ex. | 〈Ἥβη δ’ ἀμφ’ ὀχέεσφι—κάλ’ ἔβαλε χρύσει’:〉 τὸν δίφρον τῆς Ἥρας οὕτως ἡ Δημὼ (fr. 5 L.) φυσιολογεῖ· Ἥραν γάρ φησιν εἶναι τὸν ἀέρα. τὴν δὲ φύσιν ἐκτιθέμενον τοῦ στοιχείου φησὶ τὸν ποιητὴν τὰ μὲν περίγεια αὐτοῦ μέρη, ἅπερ ἐστὶ ζοφωδέστερα | |
5 | καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς παχυτέραις ὕλαις †εἰκάζει†, χαλκῷ τε καὶ σιδήρῳ (cf. 723—5). „καὶ χρυσὸν μερικῶς ἐγκατέμιξεν, ἴσως διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι. τὰ μέντοι μετεωρότερα (τὸν ῥυμόν φημι) ἀργύρεον λέγει (cf. 729), τὸ δὲ πάντων ἀνωτέρω καὶ συναφὲς τῷ αἰθέρι χρύσεον ζυγόν (συνέζευκται γὰρ τῷ αἰθέρι [cf. | ||
10 | 730]), ἱμάντας δὲ χρυσέους καὶ ἀργυροῦς (cf. 727) τοὺς ἐξ ἡλίου καὶ σελήνης φωτισμούς, δύο δὲ ἄντυγας (cf. 728) τὸ ὑπόγειόν τε καὶ ὑπέργειον ἡμισφαίριον.“ b(BCE3E4)T | ||
5723a | ex. | χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι: τὰ γὰρ ἐνεργῆ μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυ‐ | |
τελέσιν. b(BCE3E4)T | |||
5723b | ex. | ὀκτάκνημα: κνῆμαι καλοῦνται αἱ ἀπὸ τῆς χοινικίδος ἕως τοῦ τροχοῦ ῥάβδοι. A b (BCE3E4)T | |
5723c | ex. | 〈ἄξονι:〉 ἄξων τὸ ὑποκείμενον τῷ ἅρματι ξύλον, περὶ ὃ στρέφονται οἱ τροχοί. A | |
5723d | D | 〈ἄξονι:〉 ἄξων τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκα‐ τέρου τροχοῦ. b(BCE3)T | |
5.724 | D(~) | ἴτυς: ἡ ἁψίς, εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἐμπή‐ γνυνται, A b (BCE3E4)T ἤγουν ἡ τοῦ τροχοῦ περιφέρεια παρὰ τὸ ἰέναι. A | |
5725a1 | Did. | 〈ἐπίσσωτρα:〉 ἔν τισι γράφεται „ὀπίσσωτρα“ διὰ τοῦ ο. Aim | |
5725a2 | ἔν τισι διὰ τοῦ ο „ὀπίσσωτρα“. b(BE3E4)Til | ||
5725b | ex.(?) | ἐπίσσωτρα: οἱ σιδηροῖ κύκλοι οἱ ἄνωθεν περιβαλλόμενοι τοῖς τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς, οἱ καλούμενοι κανθοί. A | |
5725c | ex. | 〈ἐπίσσωτρα:〉 ἐπίσσωτρον τὸ εἰς γῆν κυλινδούμενον ἤτοι τοῦ b(BCE3) παντὸς περιφεροῦς τὸ τελευταῖον. b(BCE3)T | |
5726a | ex. | πλῆμναι: τὰ μέσα τῶν συριγγίων, εἰς ἃς ἐντίθεται ὁ | |
ἄξων, αἱ καλούμεναι χοινικίδες. A | |||
5726b1 | ex. | πλῆμναι δ’ ἀργύρου εἰσί: καλῶς τὸ εἰσί πρὸς ἀλη‐ θείας ὑπόληψιν. πλῆμναι δὲ αἱ χοινικίδες. πλῆμναι δὲ εἴρηνται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος. ταύτας δὲ ἔνιοι †χνείσας† ὀνομάζου‐ σιν. T | |
5726b2 | πλῆμναι λέγονται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος. b(BCE3E4) ταύτας δὲ ἔνιοι †χήσας† ὀνομάζουσι. καλῶς δὲ καὶ τὸ εἰσί πρὸς ἀληθείας ὑπόληψιν. b(BE3E4) εἰσὶ δὲ πλῆμναι αἱ χοινικίδες. b(BE3) | ||
5727a | ex. | δίφρος: ἐφ’ οὗ ἑστᾶσιν ὅ τε ἡνίοχος καὶ ὁ παραβάτης. A | |
5727b | ex. | δίφρος: παρὰ τὸ δύο φέρειν. b(BCE3E4)T | |
5728a | ex. | ἄντυγες: αἱ περιφέρειαι τοῦ δίφρου, αἱ ἁψῖδες, ὧν ἀντι‐ λαμβάνονται οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα. A | |
5728b | D | ἄντυγες: τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία ἐξάπτονται. b(BCE3E4)T | |
5729a | Ariston. | 〈τοῦ δ’ ἐξ ἀργύρεος ῥυμὸς πέλεν:〉 ὅτι ὅταν εἴπῃ „ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40), τῷ ἄκρῳ λέγει· εἷς γάρ ἐστι ῥυμός. τὸ δὲ πέλεν ἀντὶ τοῦ πέλει. Aim | |
5729b | ex. | ῥυμός: τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ ἐρύειν. A b (BCE3E4)T | |
5730a | D | ex. | ζυγός: τὸ ἐπικείμενον τοῖς τραχήλοις τῶν ἵππων, A | | |
παρὰ τὸ δύο εἰς ἓν ἄγειν αὐτόν. A b (BCE3)T | |||
5730b | ex. | λέπαδνα: ὡς κόπτω κόπανον, λέπω λέπαδνον. εἰσὶ δὲ Tt τὰ περιτραχήλια τῶν ἵππων. b(BCE3)Tt | |
5730c | D | ex. | λέπαδνα: πλατεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχη‐ λοι τῶν ἵππων πρὸς τὸν ζυγόν. | ὡς κόπτω κόπανον, λέπω λέπα‐ δνον. A | |
5734-6 | Ariston. | πέπλον μὲν κατέχευεν〈—Διὸς νεφεληγερέ‐ ταο〉: οἱ ἀστερίσκοι, ὅτι ἐνταῦθα μὲν καλῶς κεῖνται, ἐν δὲ τῇ κόλῳ μάχῃ (sc. Θ 385—7) μηδεμιᾶς φαινομένης ἀριστείας οὐ δεόντως. ὁ δὲ Ζηνόδοτος τούτους μὲν ἀθετεῖ, ἐκείνους δὲ †καταλείπει†. τῷ δὲ τρίτῳ | |
5 | παράκειται καὶ διπλῆ, ὅτι δασύνειν δεῖ τὸ ἡ δέ· ἐπανέλαβε γάρ, ὡς ἔθος αὐτῷ, τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. A | ||
5734a1 | ex. | ex. | πέπλον μὲν κατέχευε〈ν〉: τὰς περόνας λύσασα κατα‐ φέρεσθαι ἀφῆκεν. γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως ἐνέφη‐ νεν. | πρέπω δὲ πρέπαλος πέπαλος πέπλος. T | |
5734a2 | πρέπω πρέπαλος πέπαλος πέπλος. | τὸ δὲ κατέχευεν ἀντὶ τοῦ τὰς περόνας λύσασα καταφέρεσθαι ἀφῆκε. γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως παρέστησεν. b(BCE3E4) | ||
5734b | D | D | ex. vel Ep. Hom. | πέπλον: γυναικεῖον ἔνδυμα—ἐπερονῶντο. | ἀρ‐ θεισῶν—ἔδαφος. | πρέπω πρέπαλος, κατὰ συγκοπὴν πέπαλος | |
καὶ κατὰ δευτέραν συγκοπὴν πέπλος. A | |||
5736a | Hrd. | ἡ δέ: δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀντωνυμικόν. τινὲς δὲ ψιλοῦσι σύνδεσμον ἐκδεχόμενοι τὸν „ἠδέ“, κακῶς. A b (BC E3E4)T | |
5736b1 | ex. | χιτῶν’ ἐνδῦσα 〈Διὸς νεφεληγερέταο〉: οὗτος γὰρ μᾶλλον ἐπιτήδειος ἐν πολέμῳ, καὶ ὅτι ἴση †παραβολὴ† Διὸς καὶ Ἀθη‐ νᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος (cf. Σ 192—3). T | |
5736b2 | οὗτος δὲ ὁ χιτὼν ἐπιτήδειός ἐστιν ἐν πολέμῳ, ἵν’ ᾖ ἴση περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος. b(BCE3E4) | ||
5736c | Nic. | 〈Διὸς νεφεληγερέταο:〉 τὸ ἡμιστίχιον ἢ τοῖς ἐπάνω ἢ τοῖς ἑξῆς προσδοτέον. ἐὰν μὲν οὖν τοῖς ἐπάνω, μόνος ὁ θώραξ ἔσται τοῦ Διός· ἐὰν δὲ τοῖς ἑξῆς, πάντα ἔσται τὰ ὅπλα αὐτοῦ τοῦ Διός, ὅπερ καὶ πιθανόν. οὕτως δὲ καὶ Ἀρίσταρχος. A | |
5736d | ex. | ἡ δὲ χιτῶν’ ἐνδῦσα 〈Διὸς νεφεληγερέταο〉: τὸ Διὸς νεφεληγερέταο τινὲς τῷ πρώτῳ, οἱ δὲ τῷ ἑξῆς 〈***〉, ἵν’ ᾖ ὅλα τὰ ὅπλα τοῦ Διός. κοινὸν δὲ καὶ ἐπὶ τοῦ πρώτου. T | |
5737a1 | ex. | 〈τεύχεσιν:〉 τεύχεα δὲ τὴν αἰγίδα καὶ τὴν περικεφα‐ λαίαν λέγει. T | |
5737a2 | τεύχεσι δὲ λέγει τῇ αἰγίδι καὶ τῇ περικεφαλαίᾳ. b(BC E3E4) | ||
5739a | ex. | δεινήν: διὰ τὸ δυνάμεις ἀρεϊκὰς ἐντετυπῶσθαι ἐν αὐτῇ. b(BCE3E4)T | |
5739b | Hrd. | 〈ἣν πέρι μὲν πάντῃ Φόβος ἐστεφάνωται:〉 ἀνα‐ | |
στρεπτέον τὴν πρόθεσιν, ἵνα πρὸς τὸ ἥν συντάττηται. Aim | |||
5739c1 | ex. | Hrd. | ἣν πέρι μὲν πάντῃ φόβος 〈ἐστεφάνωται〉: ὅσος ἦν, κύκλῳ εἴχετο. | ἀναστρεπτέον δὲ τὴν περί. T | |
5739c2 | κύκλῳ περιείχετο. b(BCE3E4) | ἀναστρεπτέον δὲ τὴν περί. b(BCE3) | ||
5740a | ex. | ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, 〈ἐν δὲ κρυόεσσα Ἰωκή〉: ἄδηλον, πότερον εἴδωλα ταῦτά ἐστιν ἢ διαθέσεις, ὡς τὸ „ἔνθ’ ἔνι μὲν φιλότησ“ (Ξ 216). b(BCE3)T | |
5740b | ex. | κρυόεσσα ἰωκή: πολέμου ἐπιφορά. T | |
5.741 | ex. | ἐν δέ τε γοργείη κεφαλή: οἷον κατάστημά τι γοργότητος δεινὸν καὶ βλοσυρόν· Ἡσίοδος (sc. th. 274 sq.) γὰρ διέπλασε τὸν μῦθον τῶν Γοργόνων. b(BCE3)T | |
5.742 | D | ex. | σμερδνή: καταπληκτική, φοβερά. A | ὡς ἀλαπάζω ἀλα‐ παδνός, οὕτω μερίζω μεριδνός μερδνός καὶ σμερδνός· A b (BCE3E4) T καὶ „ὣς ἐδαΐζετο θυμόσ“ (Ο 629). T | |
5.743 | D | 〈ἀμφίφαλον:〉 φάλοι οἱ κατὰ—ἀσπιδίσκοι. A | |
ex. | τετραφάληρον: φάλαρα οἱ ἐν ταῖς παραγναθίσι κρίκοι, δι’ ὧν αἱ παραγναθίδες καταλαμβάνονται τῆς περικεφαλαίας. A | ||
5744a | Ariston. | 〈πρυλέεσς’:〉 ὅτι πεζοὶ οἱ πρυλέες ὅπλα ἔχοντες. Aim | |
5744b | D | ex. (?) | πρυλέεσς’: πεζοῖς ὁπλίταις. | πρύλις, ὡς δαμάσω δά‐ μαλις, περύω πέρυλις καὶ πρύλις. A | |
5744c | ex. | ex. | ἑκατὸν πόλεων πρυλέεσς’ ἀραρυῖαν: εἶχεν ἐν ἑαυτῇ πολίτας τετυπωμένους πόλεων ἑκατόν. ὑποτυποῖ δὲ ἡμῖν τὸ μέγε‐ θος τῆς φορούσης b(BCE3E4)T καὶ αὐτὴν τὴν κόρυθα ἑκατὸν πόλεων ὁπλίτας δύνασθαι κατακαλύπτειν φησίν. T εἰ δὲ ἡ κόρυς | |
5 | τοσαύτη, πόσον τὸ μέγεθος τῆς περικειμένης τὸ κράνος; καὶ ἐπὶ Πο‐ σειδῶνος „†ὅσον† τ’ ἐννεάχιλοι“ (Ξ 148)· οὐ γὰρ εἶπε τὸ μέγεθος αὐτοῦ ὥσπερ οὐδὲ τὸ τῆς Ἀθηνᾶς, κατ’ ἔμφασιν δὲ ἔδωκε συλλογί‐ ζεσθαι, πηλίκος ἦν ὁ τὴν τοιαύτην φωνὴν ἔχων. b(BCE3E4)T | πρυ‐ λέες δὲ ὁπλῖται ἢ πρόμαχοι ἢ ἀθρόοι. T | ||
5.745 | ex. | ἐς δ’ ὄχεα φλόγεα: ὀξέα κατὰ τὴν κίνησιν ὡς πῦρ, b(BC E3E4)T ἢ μᾶλλον ἀεί. b(BCE3E4) | |
5746-7 | Ariston. | 〈βριθὺ μέγα—ὀβριμοπάτρη:〉 ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (sc. α 100—1) μετάκεινται. Aim | |
5746a | Did. | δάμνησι: ὁ Σιδώνιος ἄνευ τοῦ ι τὸ δάμνησι, ὁ δὲ Ἀρί‐ σταρχος σὺν τῷ ι. A | |
5746b | ex. | τῷ δάμνησι 〈στίχας ἀνδρῶν〉: οὐκ ἄνδρας εἶπεν, ἀλλ’ ὑπερφυῶς στίχας ἀνδρῶν. b(BCE3E4)T | |
5.747 | Did. | 〈τοῖσίν τε:〉 αἱ Ἀριστάρχου ἄνευ τοῦ τ „οἷσίν τε.“ Til | |
5748a | D | ἐπεμαίετ’ ἄρ’ ἵππους: ἀντὶ τοῦ ἐπέψαυσεν. T | |
5748b | ex. | 〈ἵππους:〉 ἀντὶ τοῦ τῶν ἵππων. Aim | |
5749a | Ariston. | αὐτόματοι δὲ πύλαι 〈μύκον οὐρανοῦ〉: ὅτι πύλαι οὐρανοῦ τὰ νέφη· ὁ γὰρ ὑπὲρ ταῦτα τόπος ὁμώνυμος τῷ στερεμνίῳ οὐρανὸς καλεῖται. A | |
5749b | ex. | Ariston. | πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι: ἐπεὶ τὴν τῶν οὐρανίων τάξιν καὶ τοὺς καιροὺς διοικοῦσιν· ἐμφαίνεται δὲ καὶ τὸ ἀξίωμα τῶν θεῶν, εἴγε ἑκοῦσαι αἱ πύλαι εἴκουσιν αὐταῖς. | οὐρανὸν δὲ τὸν ὑπὲρ τὰ νέφη τόπον. b(BCE3E4)T | |
5.752 | ex. | κεντρηνεκέας: τοὺς οὕτω φέροντας ἑαυτοὺς καὶ τοὺς ἐπι‐ βάντας ὡς ὑπὸ κέντρου μαστιζομένους, παρὰ τὸ κέντρον καὶ τὸ ἐνεγ‐ κεῖν. b(BCE3E4)T | |
5.754 | Ariston. | 〈ἀκροτάτῃ κορυφῇ πολυδειράδοσ〉 Οὐλύμποιο: ὅτι ὄρος ὁ Ὄλυμπος, καὶ ὅτι ὑπερθετικὸν ἀντὶ ἁπλοῦ, ἀκροτάτῃ ἀντὶ τοῦ ἄκρᾳ. οὐ ζητητέον οὖν, πῶς τὸν †ὑπὲρ† τὰ νέφη τόπον ἀκρο‐ τάτην εἴρηκε κορυφήν· λέγει γὰρ ἄκραν οἱανδήποτε. A | |
5757a | ex. | οὐ νεμεσίζῃ Ἄρῃ: χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα παρὰ γνώμην τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ τοῦτο οὐκ ἀναμένει; ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος· καὶ Ζεὺς „οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα“ (Ε 428). b(BCE3E4)T | |
5757b | Did. | 〈τάδε καρτερὰ ἔργα:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ | |
„τάδε ἔργ’ ἀΐδηλα“. Aim | |||
5759a | Hrd. | Orus (?) | | ἕκηλοι: δασυντέον· | παρὰ γὰρ τὸ εἴκων ἐγένετο, ὅπερ ἐστὶ σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων. ὁ δὲ ὑποχωρῶν καὶ ἡσυχάζει. | ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται μὴ ὂν ἐκ κλίσεως ἢ προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον „ἑκάσ“ (Ε 791 al.), Ἑκάτη. | |
5 | οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. A | ||
5759b | Hrd. | ἕκηλοι: δασυντέον· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεται, εἰ μὴ ἐκ κλίσεως εἴη, σεσημειωμένου τοῦ ἐκεχειρία. b(BCE3)T | |
5.760 | ex. | τέρπονται Κύπρις τε: πιθανῶς, ἵνα μὴ δοκῇ μάτην τε‐ τρῶσθαι. b(BCE3E4)T | |
5.763 | Ariston. | 〈πεπληγυῖα:〉 ὅτι ἀντὶ τοῦ πλήσσουσα τῷ παθητικῷ. Aim | |
5.764 | Ariston. | 〈τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:〉 ὅτι ἔνιοι γράφουσι „τὴν δ’ αὖτε προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε“. Aim | |
5765a | ex. | ἔπορσον Ἀθηναίην: ἄνωθεν κατασκευάζει τὴν τρῶσιν Ἄρεως. ἄλλως τε τὸν ταραχώδη ἡ τῆς συνέσεως προεστηκυῖα κατα‐ λύει. b(BCE3E4)T | |
5765b | ex. (?) | ἄγρει: λαβέ, φέρε, ἄγε. T | |
5770-2 | ex. | ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν〈—ὑψηχέες ἵπ‐ ποι〉: διὰ τοῦ ὀξυτάτου τοῦ ἐν ἡμῖν ἐδήλωσε τὸ τάχος τῶν ἵππων· ὅσον γάρ τις ἐκτείνει τὴν ὄψιν εἰς τὸν παρὰ θάλασσαν ἀτενίζων ἀέρα μηδενὸς ἀντικόπτοντος, ἀλλὰ τοῦ ὁρωμένου παντὸς ἀέρος ὄντος, | |
5 | τοσοῦτόν ἐστι τὸ βῆμα τῶν θείων ἵππων ὁρμώντων. b(BCE3E4)T | ||
5.770 | ex. | ἠεροειδές: τὸ τοῦ ἀέρος εἶδος. b(BCE3E4)T | |
D | {ὅσσον δ’} ἠεροειδές {ἀνήρ}: ἀναπεπταμένου—ἐμπο‐ δίζοντος· ἢ ἀερῶδες σκοτεινόν {ᾗχι ῥοάς}. A | ||
5.772 | ex. | ὑψηχέες ἵπποι: ὑψαύχενες ἤτοι εἰς ὕψος ἀειρόμενοι μετὰ ἤχου· ἄριστοι γὰρ οἱ κυμβαλίζοντες ἵπποι. b(BCE3E4)T | |
5.774 | Ariston. | ex. | ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος: ὅτι τὸ κατ’ ἀμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομάτων τέταχεν· ἔδει γὰρ ‘ἧχι ῥοὰς Σιμόεις καὶ Σκάμανδρος συμβάλλετον‘. τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ καλεῖται Ἀλκμανικόν, οὐχ ὅτι αὐτὸς | |
5 | πρῶτος ἐχρήσατο, ἀλλ’ ὅτι τῷ τοιούτῳ ἔθει πεπλεόνακε. A | τὸ δὲ σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα †δυϊκὸν ἐπάγει πληθυν‐ τικὸν καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγωγῇ· A b (B, C[bis], E3E4)T „ἦ μὲν δὴ θάρσος μοι 〈Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη〉“ (ξ 216), A „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι / Κωκυτός τε“ (κ | ||
10 | 513—4), „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων“ (Υ 138). A b (B, C[bis], E3E4) ἀλλαχοῦ δὲ „μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων“ (Ζ 4). A b (BCE3E4) | ||
5776a | Ariston. | 〈ἠέρα πουλύν:〉 ὅτι ἀντὶ τοῦ πολλὴν σκοτίαν. Aint | |
5776b | ex. (Ariston.?) | ἠέρα πουλύν: ἀντὶ τοῦ πολλήν· ἀεὶ γὰρ θηλυκῶς φησι καὶ τὸ σκότος δηλοῖ. τὸ δὲ ἐπὶ τοῦ συνήθους ἅπαξ εἶπε „δι’ ἠέρος αἰθέρ’ ἵκανεν“ (Ξ 288). b(BCE3)T | |
5.777 | ex. | τοῖσι〈ν〉 δ’ ἀμβροσίην Σιμόεις: ποιητικοῦ κάλλους ἴδια ταῦτα, ὡς καὶ ἐπὶ τοῦ λέχους τοῦ Διός (sc. Ξ 347—9). καλῶς δὲ οὐχ ὁ Σκάμανδρος ἀνέτειλεν· Τρωσὶ γὰρ βοηθὸς οὗτος. b(BCE3E4)T | |
5.778 | ex. | ex. | ex. | τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι: τὴν ὁρμὴν καὶ τὴν πτῆσιν· ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευα‐ σμένας. b(BCE3E4)T | ἄλλως· καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ τὰ τῶν περιστερῶν ἴχνη καὶ Ἀρι‐ | |
5 | στοτέλης λέγει (fr. 154 R.). | ἄλλως· πρὸς τὸ καθαρὸν καὶ ταχύ· b (BCE3)T ὅτι γὰρ καὶ ταχύ, δῆλον ἀφ’ οὗ τὴν κομιδὴν τῆς ἀμ‐ βροσίας πεπίστευται (sc. μ 63). T | ||
5.784 | Hrd. | 〈στᾶς’:〉 περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα. Aint | |
5785a | Ariston. | 〈Στέντορι:〉 ὅτι ἐνταῦθα μόνον μνημονεύει{τ} τοῦ Στέν‐ τορος. Aim | |
5785b | ex. | Στέντορι: τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα‐ λοφωνίας ἐρίσαντα ἀναιρεθῆναι· αὐτὸν δὲ εὑρεῖν καὶ τὴν διὰ κόχλου μηχανὴν εἰς τὰς μάχας. A b (BCE3E4)T ἀλλ’ ἔθος Ὁμήρῳ τοῖς παροῦσιν εἰκάζειν τοὺς θεούς. b(BCE3E4)T τινὲς δὲ Ἀρκάδα | |
5 | φασὶν εἶναι τὸν Στέντορα καὶ ἐν τῷ Καταλόγῳ (an post Β 609?) | ||
πλάττουσι περὶ αὐτοῦ στίχους. AT | |||
5.786 | Did. | ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα: ἔν τισιν οὐκ ἦν ὁ στίχος διὰ τὴν ὑπερβολήν. A b (BCE3E4)T | |
5787a | Hrd. | 〈ἐλέγχεα:〉 ἐλέγχεα ὡς „τείχεα“ (Β 691 al.)· οὐ γὰρ νῦν ἐπιθετικόν. Aim | |
5787b | Did. | 〈κάκ’ ἐλέγχεα:〉 Ἀρίσταρχος „†κακκελέχεες†“. τὸ δὲ ἑξῆς διχῶς, „εἶδος ἄριστοι“ καὶ εἶδος ἀγητοί. Aim | |
5787c | ex. | κάκ’ ἐλέγχεα: ὡς καὶ Ἀλέξανδρον „λώβην“ (Γ 42). T | |
5787d | ex. (?) | εἶδος ἀγητοί: τῷ εἴδει μόνον θαυμαστοί. A | |
5.788 | ex. | πωλέσκετο δῖος Ἀχιλλεύς: οὐκ ἐᾷ λήθῃ δίδοσθαι τὸ ὄνομα τοῦτο ὁ ποιητής. b(BCE3)T | |
5.789 | Ariston. | πυλάων Δαρδανιάων: τῶν Σκαιῶν· b(BCE3E4)T φησὶ γὰρ „ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανον“ (Ι 354). b (BCE3E4) | |
5.790 | D | 〈οἴχνεσκον:〉 ἐπορεύοντο. Til | |
5795a | ex. | ἕλκος ἀναψύχοντα: γυμνοῦντα πρὸς τὸ ἀποψῆν τὸν λύθρον. b(BCE3E4)T | |
5795b | Ariston. | ex. | ἕλκοσ〈—〉τό μιν βάλε Πάνδαρος ἰῷ: οὐ τὸ ἕλκος ἔβαλεν, εἰργάσατο δὲ ἕλκος βαλών, ὡς τὸ „νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύσ“ (Ω 151), ὅ ἐστι κτανὼν νεκρὸν εἰργά‐ σατο. | ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ ἀναχωρῆσαι εἰς τὰς ναῦς | |
5 | μετὰ τὸ τραῦμα. b(BCE3E4)T | ||
5795c | Ariston. | 〈ἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ:〉 ὅτι | |
ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὃ βαλὼν ἕλκος ἐποίησεν. Aim | |||
5.796 | Ariston | 〈ὑπὸ πλατέος τελαμῶνος:〉 ὅτι τελαμῶσιν ἐπὶ τῶν ἀσπί‐ δων ἐχρῶντο. Aint | |
5797a1 | Did. | 〈τῷ τείρετο:〉 Ἀρίσταρχος τῷ τείρετο, ἄλλοι δὲ „τῷ τρίβετο“. Aim | |
5797a2 | Ἀρίσταρχος τείρετο, b(BCE3E4)T αἱ δὲ κοιναὶ „τρίβετο“. b(BCE3)T | ||
5.798 | Hrd. | ex.(?) | ἴσχων: ὡς λέγων, ἔχων· ATil οὐδὲ γὰρ δύναται ὀξύ‐ νεσθαι ὡς δευτέρου ἀορίστου· ἄνευ γὰρ τοῦ ι ἐλέγετο ἂν σχών. | ζη‐ τεῖται, πότερον ἴσχων ὡς τρέχων ἢ ὡς νοῶν· εὑρέθη γὰρ ἴσχηκα ὁ παρακείμενος. ἀλλὰ τοῦτο οὐδὲν συμβάλλεται πρὸς τὴν Ὁμηρικὴν | |
5 | ἀνάγνωσιν· παρ’ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου „ἴσχεσθ’ Ἀργεῖοι“ (Γ 82), „ἴσχον γὰρ πυργηδόν“ (Ο 618), ἥ τε πληθυντικὴ μετοχὴ „χεῖρας {τ’} ἀνίσχοντεσ“ (Θ 347). A | ||
5.799 | ex. | ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο: ἄκρως τὸ ἀνθρώπινον ἦθος μεμίμηται· τοῦτο γὰρ γίνεται καὶ νῦν. b(BCE3E4)T | |
5.800 | Ariston. | Hrd. | ἦ ὀλίγον οἷ παῖδα 〈ἐοικότα γείνατο Τυδεύσ〉: ὅτι οὐ λέγει κατά τι ὅμοιον, ἀλλ’ ἀντὶ τοῦ οὐδὲ ὅλως ὅμοιον. AAint | τὸν δὲ ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ βεβαι‐ ωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατ’ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθο‐ | |
5 | τονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται. A | ||
5.801 | ex. | Τυδεύς: τῇ ἐπαναλήψει τοῦ ὀνόματος ηὔξησε τὸν Τυδέα. | |
b(BCE3)T | |||
5802-4 | ex. | 〈καί ῥ’〉 ὅτε πέρ μιν 〈ἐγὼ〉 πολεμίζειν οὐκ εἴασκον 〈—Καδμείωνασ〉: καὶ ὅτε ἐγὼ αὐτὸν ἀπετρεπόμην, ἐκεῖνος ὅμως μαχητὴς ἦν, ἡνίκα ἦλθεν ἄγγελος εἰς Θήβας. τὸ δὲ ἑξῆς ἀσύνδετον. b(BCE3E4)T | |
5803-7 | ex. | Nic. (?) | ex. | οὐδ’ ἐκπαιφάσσειν〈—ἐνίκα〉: †φανεροῦν ἑαυ‐ τόν, ἀλλ’ ἐν ἀγγέλου σχήματι μένειν. | δύναται δὲ εἰς τὸ ἐκπαιφάσ‐ σειν (803) εἶναι στιγμή, εἶτα ἀπὸ ἄλλης ἀρχῆς ὅτε τ’ ἤλυθεν ἐς Θήβας (cf. 803—4), ἐκέλευον μὲν ἐγὼ δαίνυσθαι, ὁ δὲ ἐπολέμει. b | |
5 | (BCE3E4)T | τὸ δὲ ἐκπαιφάσσειν γίνεται παρὰ τὸ T φῶ τὸ φαίνω φάσσω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πτῶ πταίνω παπταίνω. b(BCE3E4)T | ||
5806-7 | ex. | αὐτὰρ ὁ θυμὸν ἔχων κρατερόν〈—ἐνίκα〉: ὑπερ‐ βολή, εἴγε καὶ ὑπὸ τῆς πολεμικωτάτης θεοῦ κελεύεται ἡσυχάζειν, b (BCE3E4)T ὁ δὲ οὐκ εἴκει, ἀλλὰ πολεμεῖ, T ὡσὰν ἄμετρον ἔχων ὁρμήν. b(BCE3E4)T | |
5.807 | Ariston. | κούρους Καδμείων προκαλίζετο, πάντα δ’ ἐνίκα: ὅτι Ζηνόδοτος ὑποτάσσει τούτῳ στίχον „ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρ‐ ροθος ἦα“ (= Ε 808). ἐναντιοῦται δέ· ἡ γὰρ Ἀθηνᾶ οὔ φησι παρο‐ τρύνειν, ἀλλὰ κωλύειν (cf. Ε 802 et 805). κατήχθη δὲ οὐ δεόντως ἐκ | |
5 | τοῦ Ἀγαμέμνονος λόγου (sc. Δ 390). A | ||
5807-8 | ex. | Did. | πάντα δ’ ἐνίκα 〈/ ῥηϊδίως—ἦα〉: πάντα κοῦ‐ ρον· ἢ τὰ ἀγωνίσματα. | οὐ καθόλου δὲ εὑρέθη ἐν τοῖς Ἀριστάρχου τὸ ῥηϊδίως· τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα (808)· ἐναντίον γάρ ἐστι τοῖς προκειμένοις. b(BCE3E4)T | |
5.808 | Did.(?) vel ex.(?) | 〈ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα:〉 τοῦτον τὸν στίχον οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου· καὶ γὰρ ἀντιπράττει καὶ πρὸς τὸ „δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκη‐ λον“ (Ε 805), καὶ οὐχ οἷόν τε ἐπιφέρειν „σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ | |
5 | ἵσταμαι ἠδὲ φυλάσσω“ (Ε 809). Aint | ||
5.809 | ex. | σοὶ δ’ ἦ τοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι: ἐκ τῆς ἀντι‐ παραθέσεως ἤλεγξεν αὐτόν· b(BCE3E4)T φησὶ γὰρ „καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι“ (Ε 810). T | |
5.811 | ex. | κάματος πολυᾶϊξ 〈γυῖα δέδυκεν〉: ἐκ γὰρ πολλῆς κινή‐ σεως ὁ κάματος. b(BCE3E4)T τὸ δὲ δέδυκεν ἀντὶ τοῦ ἐκάκω‐ σεν. T | |
5812a | Hrd. | ἤ νύ σέ που: ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν | |
διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν. A | |||
5812b | ex. | D | ἀκήριον: ἄψυχον, ἀσθενές. σημαίνει δὲ καὶ ὑγιὲς καὶ ἄνο‐ σον καὶ ἀθάνατον, / νῦν δὲ T εἰς ἀψυχίαν ἄγον. b(BCE3E4)T | |
5.813 | x | 〈ἔκγονοσ〉: ὁ υἱός, ἔγγονος ὁ υἱωνός. A | |
5.814 | Ariston. | 〈τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομή‐ δης:〉 ὅτι ἔνιοι „τὴν δ’ αὖτε προσέειπε 〈***〉“. Aim | |
5.818 | Did. | {ἀλλ’ ἔτι} σῶν {μέμνημαι}: Ἀρίσταρχος „σέων“ γρά‐ φει. T | |
5824a | Hrd. | μάχην ἀνὰ κοιρανέοντα: οἱ μὲν ἀνέστρεψαν, ἵνα γένη‐ ται ἀνὰ τὴν μάχην. Ἀρίσταρχος δὲ παρῃτήσατο τὴν ἀνά ἀναστρέ‐ ψαι, ὁπότε μὴ σημαντικὴ εἴη τοῦ ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ „Ζεῦ ἄνα Δωδωναῖε“ (Π 233). ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν | |
5 | λόγον ὡς ὅτι ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται, „ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι“ (Α 287), „θεῖναι Ἀθηναίης ἐπὶ γούνασι“ (Ζ 92). οὕτως οὖν κἀνθάδε δύναται ἡ ἀνά ἀντὶ τῆς κατά. A | ||
5824b | D | μάχην ἀνὰ κοιρανέοντα: αἱ προθέσεις ἀντιπαραλαμ‐ βανόμεναι ἀλλήλων τοὺς οἰκείους τόνους τηροῦσιν. T | |
D | τὸ ἀνά ἀντὶ τῆς κατά. Aim | ||
5.827 | ex. | μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον: οὐ καθολική, ἀλλὰ πρὸς τὸ παρὸν προτρεπτικὴ ἡ παραίνεσις. b(BC | |
E3E4)T | |||
5.830 | D | 〈τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα:〉 ἐγγύθεν αὐτοῦ, πλησίον. οὕτως αὐτοῦ καταφρόνησον, μὴ μακρόθεν ἐπ’ αὐ‐ τὸν βαλών. Aim | |
5831a1 | ex. | τυκτὸν κακόν: οὐ φυσικόν, ἀλλὰ κατ’ ἐπιτήδευσιν. T | |
5831a2 | οὐ μόνον, φησί, φυσικόν, ἀλλὰ καὶ ἐπιτηδευτόν. b(BC E3E4) | ||
5831b | Hrd. | ἀλλοπρόσαλ〈λ〉ον: σύνθετόν ἐστι· διὸ οὐ κατ’ ἰδίαν ὁ τόνος τῆς πρώτης λέξεως λέγεται, ὁμοίως δὲ τῷ „ἀλλοθρόουσ“ (α 183 al.), „ἀλλοειδέασ“ (cf. ν 194). A | |
5.832 | Ariston. | 〈στεῦτ’:〉 πρὸς τὸ στεῦτο, ὅτι τὸ κατὰ διάνοιαν διωρί‐ ζετο ἡ λέξις σημαίνει. Aim | |
5.834 | Ariston. | 〈νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ:〉 ὅτι ἀντὶ τοῦ ἐν τοῖς Τρωσίν †ἐστι† μετὰ τῶν Τρώων. Aim | |
5836a | Ariston. | 〈πάλιν:〉 ὅτι ἀντὶ τοῦ εἰς τοὐπίσω. Aim | |
5836b | ex. | ἐμμαπέως: συντόμως παρὰ τὸ μάρψαι, ἢ ἐρρωμένως. T | |
5838-9 | Ariston. | ἐμμεμαυῖα 〈θεὰ—ἄνδρα τ’ ἄριστον〉: ἀθε‐ τοῦνται στίχοι δύο, ὅτι οὐκ ἀναγκαῖοι καὶ γελοῖοι καί τι ἐναντίον ἔχον‐ | |
τες. τί γάρ, εἰ χείριστοι ἦσαν ταῖς ψυχαῖς, εὐειδεῖς δὲ καὶ εὔσαρκοι; A | |||
5.838 | ex. | μέγα δ’ ἔβραχεν ἄξων: ἐμψύχως, ὡς καὶ ἐπὶ τοῦ „ἔκλαγ‐ ξαν δ’ ἄρ’ ὀϊστοί“ (Α 46). b(BCE3)T | |
5.839 | Did. | 〈ἄνδρα τ’ ἄριστον:〉 διὰ τοῦ δέ αἱ Ἀριστάρχου, „ἄνδρα δ’ ἄριστον“. Aim | |
5.842 | Ariston. | ἤ τοι ὁ μὲν Περίφαντα 〈πελώριον ἐξενάριζεν〉: ὅτι ἀπὸ τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ, καὶ ὅτι τινὲς γράφουσιν „ἐξενάριξεν“. συντελικὸν δὲ γίνεται, δεῖ δὲ παρατατικῶς· καὶ γὰρ ἐπιφέρει „τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνοσ“ (Ε 844) ἀντὶ τοῦ ἀνῄρει. A | |
5.843 | ex. | Ὀχησίου: Ὀχήσιος υἱὸς Οἰνέως, ὡς Νίκανδρος ἐν τοῖς Αἰτωλικοῖς (fr. 8a, p. 130, 1). κατὰ Διομήδους οὖν ἡ τοῦ Ἄρεως πρᾶξις. b(BCE3)T | |
5845a | ex. | δῦν’ Ἄϊδος κυνέην: ἐπὶ τῷ πρὸ τῆς πληγῆς λαθεῖν. ἀμέλει μετὰ τὴν πληγὴν ὁρᾶται ὡς καὶ τὸν Ἄρεα λέγειν κατ’ αὐτῆς πρὸς τὸν Δία (sc. Ε 875—84). b(BCE3E4)T | |
5845b | ex. (?) | Ἄϊδος κυνέην: νέφος, δι’ οὗ οἱ θεοὶ ἀλλήλοις ἀφανεῖς | |
γίνονται. Aim | |||
5.849 | ex. | ἰθὺς Διομήδεος: ὡς „εὐθὺ τῆς σωτηρίασ“ (Ar. pac. 301). T | |
5850-5 | ex. | οἱ δ’ ὅτε δὴ σχεδὸν〈—Διομήδησ〉: δύναται μὲν Ἄρει μονομαχεῖν Ἀθηνᾶ, φυλάσσει δὲ τὸν πόλεμον εἰς ἄλλον καιρὸν (sc. Φ 391—414) ὁ ποιητής. b(BCE3E4)T | |
5.851 | ex. | ὠρέξαθ’ ὑπὲρ ζυγόν: τινὲς ἀντὶ τῆς ὑπό, ἵνα λαθὼν αὐ‐ τὸν τρώσῃ. b(BCE3E4)T | |
5.852 | Did. (?) | 〈ἑλέσθαι:〉 γράφεται „ὀλέσσαι“. Aim | |
5856a | Hrd. | ἔγχεϊ {χαλκείῳ}: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν, πότε κατὰ διάστασιν, ὡς νῦν, καὶ πότε κατὰ συναλιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοι γε μέτρου μὴ ἐμποδίζοντος, ὡς τὸ „πλήθει πρόσθε βαλόντεσ“ (Ψ 639). A | |
5856b | ex. | ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη: μόνον ὁρμᾶται {διομή‐ δης} καὶ b(BCE3E4) μόνον ὄνομα τρώσεως ἔχει ὁ Διομήδης. δύο οὖν παρίστησι, καὶ τοὺς ἀσθενεῖς τῶν κρειττόνων ποιῶν κρατεῖν κατὰ προστασίαν θεῶν καὶ τοὺς ἀτακτοῦντας κολάζων. b(BCE3E4)T | |
5857a | ex. | νείατον ἐς κενεῶνα: κατὰ τὸ ἔσχατον τῆς λαγόνος ἤτοι τὸ ἐνδότατον. b(BCE3E4) εἰ οὖν ἑπταπέλεθρος ὁ Ἄρης (cf. Φ 407), πῶς φθάνει τὸ δόρυ Διομήδους τρία πλέθρα; ὅτι νῦν ἀνδρὶ εἴ‐ κασται· „καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώσ“ (Ε 604). | |
5 | b(BCE3E4)T | ||
5857b | Ariston. | Did. | νείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρην: ὅτι κατὰ τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν· καὶ ἔστιν διδασκαλικὸς ὁ τόπος. | ὁ δὲ Ἀρίσταρχος „μίτρῃ“ κατὰ δοτικήν. ἐν δέ τισι τῶν | |
ὑπομνημάτων „ὅθι †στελέσκετο μίτρῃ“. A | |||
5857c1 | Did. | ὅθι ζων〈ν〉ύσκετο μίτρη〈ν〉: αἱ Ἀριστάρχου κατὰ δοτικὴν †τὸ μίτρη†. ἔν τισι δὲ τῶν ὑπομνημάτων „ὅθι †τελέσκετο μίτρ熓. T | |
5857c2 | Did. + rec.(?) | τὸ δὲ μίτρην κατὰ δοτικὴν Ἀρίσταρχος, Ἡρωδιανὸς δὲ μετὰ τοῦ ν, ὃ καὶ βέλτιον. b(BCE3E4) | |
5.862 | Hrd. | 〈τοὺς δ’ ἄρ’ ὑπὸ τρόμος εἷλεν:〉 βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ. Aim | |
5.863 | ex. (?) | ἔβραχ’ 〈Ἄρης, ἆτος πολέμοιο〉: ἐψόφησεν, ἐφώνησεν. ἆτος δὲ ὁ βλαπτικός. T | |
5.864 | Ariston. | οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ 〈φαίνεται ἀήρ〉: πρὸς τὴν πλοκὴν τοῦ ἑξῆς λόγου, οἵα φαίνεται ἀὴρ ἐκ νεφέων δυσαέος ἀνέμου ὀρνυμένου ἐκ καύματος. A | |
5864-5 | D | D vel ex. | οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀήρ 〈/ — ὀρνυμένοιο〉: ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας πρὸς ἀνα‐ τολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. τὸ δὲ ἑξῆς οὕτως· ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος, | ὅ ἐστι σφοδροῦ. | |
5 | b(BCE3E4)T | ||
5.865 | ex. | καύματος ἒξ ἀνέμοιο: γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ | |
κατὰ τὰς ἐαρινὰς καὶ θερινὰς ὥρας, ὅτε νότοι πνέουσιν. b(BCE3E4)T | |||
5866-7 | ex. | τοῖος Τυδείδῃ〈— / φαίνεθ’〉: γραφικῶς ἔχει Διο‐ μήδης τὴν ἄνοδον θεώμενος Ἄρεος. T | |
5867a | Nic. | φαίνεθ’ ὁμοῦ νεφέεσσιν 〈ἰὼν εἰς οὐρανὸν εὐρύν〉: διασταλτέον ἐπὶ τὸ νεφέεσσιν· οὐ γὰρ σὺν τοῖς νέφεσιν εἰς οὐρανὸν ἀνῄει, ἀλλὰ κατ’ αὐτὰ γενόμενος ἑωρᾶτο, ἐξ οὗ τὸ τάχος παρίστησι καὶ τοῦ θεοῦ τὴν δύναμιν. δύναται δὲ ὅλος συναπτόμενος ὁ στίχος | |
5 | δηλοῦν ὅτι νέφεσι κεκαλυμμένος ἀπὸ γῆς ἀνήρχετο. A | ||
5867b | D | ὁμοῦ νεφέεσσιν 〈ἰὼν εἰς οὐρανὸν εὐρύν〉: εἰς τὸ νεφέεσσιν διαστολή, ἵν’ ᾖ ἐγγὺς τῶν νεφῶν. Δημοσθένης (or. 25, 51)· „Ἀθηναῖοι δέ εἰσιν ὁμοῦ δισμύριοι.“ οἱ δὲ συνάπτουσιν ὅλον, ἀντὶ τοῦ ὑπὸ νεφῶν κεκαλυμμένος καὶ ἀνιὼν εἰς οὐρανόν. b(BCE3E4)T | |
5.870 | ex. | ἄμβροτον αἷμα: οὐκέτι προσέθηκε τὸ „ἰχώρ“ (Ε 340)· προεδίδαξε γὰρ ἡμᾶς (sc. Ε 340—2), τί ἐστιν ἰχώρ. b(BCE3E4)T | |
5871a1 | ex. | καί ῥ’ ὀλοφυρόμενος: κυρίως ὁ μετὰ τίλσεως τριχῶν θρῆνος παρὰ τὸ ὀλόψαι. T | |
5871a2 | κυρίως ὀλοφυρμὸς ὁ μετὰ τίλσεως τριχῶν θρῆνος, παρὰ τὸ τὰς οὔλας, ὅ ἐστι τὰς τρίχας, φύρειν. b(BCE3E4) | ||
5.872 | Did. | {τάδε} καρτερὰ ἔργα: γράφεται „ἔργ’ ἀΐδηλα“, ὅ ἐστι φθοροποιά. T | |
5.873 | ex. | ῥίγιστα: κακά, ἄνομα. T | |
5874a1 | Did. | 〈χάριν δ’ ἄνδρεσσι:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ δέ, χάριν δ’ ἄνδρεσσι. Aim | |
5874a2 | Ἀρίσταρχος δὲ σὺν τῷ δέ γράφει. T | ||
5874b | ex. | χάριν ἄνδρεσσι φέροντες: χαριζόμενοι ἀνθρώποις ἀλ‐ λήλους διατίθεμεν κακῶς, οὐχ ὑπ’ ἀνθρώπων δὲ πάσχομεν· ἀσθενεῖς | |
γὰρ οὗτοι. b(BCE3E4)T | |||
5875a | Ariston. | σοὶ πάντες μαχόμεσθα· 〈σὺ γὰρ τέκες ἄφρονα κού‐ ρην〉: ὅτι ἀντὶ τοῦ διὰ σέ, καὶ ὅτι ἐμφαίνει ὡς ἐκ μόνου τοῦ Διὸς γε‐ νομένης τῆς Ἀθηνᾶς. A | |
5875b | Ariston. | ex. | σοὶ πάντες μαχόμεσθα: ἢ διὰ σέ, | ἢ σὺ πᾶσι πολέμιος εἶ ταύτην ἐπιτρέπων ἀδεῶς καθ’ ἡμῶν. b(BCE3E4)T | |
5875c | ex. | σὺ γὰρ τέκες: ἁπλοϊκῶς. καὶ ἐπὶ Ἡφαίστου „ἀλλὰ τοκῆε †δύο“ (θ 312). b(BCE3E4)T | |
5876a1 | D | ἀήσυλα: ἥδω ἥσω ἥσυλον καὶ ἀήσυλα, τὰ μὴ εὐφραί‐ νοντα. T | |
5876a2 | ἥδω ἥσω ἥσυλον καὶ ἀήσυλον. δηλοῖ δὲ τὰ μὴ τέρποντα καὶ ἥδοντα, μᾶλλον δὲ λυποῦντα. b(BCE3E4) | ||
5877-8 | ex. | ἄλλοι μὲν γὰρ πάντεσ〈— /〉 σοί τ’ ἐπιπείθον‐ ται: τῇ ἀντιπαραθέσει χαλεπωτέραν ἐποιήσατο τὴν κατηγορίαν. διὰ δὲ τοῦ πειθηνίου τοὺς ἄλλους θεοὺς ἐπάγεται. b(BCE3E4)T | |
5878a | Ariston. | σοί τ’ ἐπιπείθονται 〈καὶ δεδμήμεσθα ἕκαστοσ〉: πρὸς τὸ σχῆμα· ἔδει γὰρ πειθόμεθα καὶ δεδμήμεθα ἕκαστος. A | |
5878b | ex. | σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος: περὶ πρόσωπον τὸ σχῆμα, ὡς παρὰ Εὐριπίδῃ (Or. 1483)· „διαπρεπεῖς ἐγένοντο Φρύγεσ“, b(BCE3E4)T ἕκαστος καλῶς μαχόμενος. b | |
(BCE3E4) | |||
5.879 | ex. | προτιβάλλεαι: ὑπερβάλλεις, νικᾷς, ὅπως ὑπακούοι σοι. b(BCE3E4)T | |
5.880 | ex. | 〈ἀλλ’ ἀνιεῖς,〉 ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον: τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ εἰπεῖν „αὐτὸς δ’ ἐκ κεφαλῆσ“ (th. 924)· νῦν γὰρ τὸ αὐτός ἀντὶ τοῦ μόνος φησίν, ὅπερ οὐκ οἶδεν ὁ ποι‐ ητής, ἀλλὰ λέγει ἀνίεις αὐτήν, ἐπεὶ ἀΐδηλον σὺ αὐτὴν ἐγέννησας, ὅ | |
5 | ἐστι φθοροποιόν. b(BCE3E4)T | ||
5881a1 | Did. | ὑπέρθυμον {διομήδεα}: αἱ Ἀριστάρχου „ὑπερφίαλον“, οὐχ ὑπέρθυμον, ὥσπερ αἱ δημώδεις. A | |
5881a2 | Ἀρίσταρχος „ὑπερφίαλον“. Til | ||
5.882 | D | 〈μαργαίνειν:〉 ἐνθουσιᾶν, μαίνεσθαι. Til | |
5.883 | ex. | Κύπριδα μὲν πρῶτον: ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν, ἀλλ’ ἐξ ἑτέρων ὡμολογημένων. A b (BCE3 E4)T | |
5.884 | ex. | ἐπέσσυτο δαίμονι ἶσος: ἐπιφθόνως καὶ κινητικῶς τοῦτό φησιν· ἢ ἀλαζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι, b (BCE3E4)T ὡς καὶ ἑξῆς „ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδεσ“ (Ε 885). T | |
5885-7a | Hrd. | ἤ—ἤ: διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ ἐπιφερόμενα ἐγκλιτικά, χωρὶς εἰ μὴ ὁ δεύτερος βεβαιωτικός· καὶ | |
γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια. A | |||
5885-7b | ex. | ἦ τέ κε δηρόν〈—τυπῇσι〉: καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων ἤ κεν ζὼς ἀμενηνὸς ἔα (887); εἰ δὲ καὶ τεθνηκώς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο, ὡς καὶ ἀποθανὼν ἔπασχε δεινά; λύσις γὰρ | |
5 | τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος ἤ ἀντὶ τοῦ εἴ συνα‐ πτικοῦ κεῖται, ὡς τὸ „ὄφρα καὶ Ἕκτωρ / εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαί‐ νεται ἐν παλάμῃσιν“ (Θ 110—1). καὶ ὁ λόγος γίνεται· δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν. b(BCE3E4)T | ||
5.886 | ex. | 〈αὐτοῦ πήματ’ ἔπασχον:〉 αὐτόθι δεινὰ ἂν ἔπασχον. Til | |
5887a1 | Hrd. | ζώς: τὸ ζώς ὁ Ἀσκαλωνίτης (p. 47 B.) ἀξιοῖ περισπᾶν, οὐχ ὑγιῶς· μόνον γὰρ τὸ „σῶσ“ (Ν 773. Χ 332) ἐστι περισπώμενον μονοσύλλαβον εἰς ως λῆγον, ἀρσενικόν, γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος (fr. 596 Th.), ἢ ἐκ τοῦ σάος, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης †ἀξιοῖ αὐτὸ† ἐκ τοῦ | |
5 | ζωός, ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο τὸ σῶς· τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός †ἄμεινον δὲ† | ||
ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ ἰσοσύλλαβος εὑρέθη. A | |||
5887a2 | ὀξυντέον τὸ ζώς. Til | ||
5887b | D | ζώς: ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστιν ἡ συναί‐ ρεσις. b(BCE3)T | |
5887c | D | 〈ἀμενηνός:〉 ἀσθενής. Til | |
5887d | Hrd. | {ἀμενηνὸς} ἔα: τὸ ἔα Ἰωνικόν ἐστιν, ἐκ τοῦ ἦ γεγονός· διὸ συσταλτέον τὸ ἄλφα ὁμοίως τῷ „τοῖος ἔα ἐν πολέμῳ“ (ξ 222)· ὃ καὶ διὰ τοῦ η λέγεται „†τοῖς ἦα φιλοπτόλεμος†“. τὸ δὲ μέτρον οὐ κωλύεται· ἀπήρτισε γὰρ εἰς μέρος λόγου καὶ ἐπέχει τόπον μακρᾶς | |
5 | ὁμοίως τῷ „ἀμφηρεφέα τε φαρέτρην“ (Α 45). A | ||
5887e | Hrd. | τυπῇσιν: ὡς „πληγῇσιν“ (Β 264 al.). δοκεῖ δὲ ὡς πρὸς τὴν ἀναλογίαν σημειοῦσθαι· τὰ γὰρ εἰς πη μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι. εἰ δέ τι ὀξύνεται, ἔχει πρὸ τέλους ἢ ι ἢ ο. πῶς οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη; A | |
5890-1 | ex. | ἔχθιστος δέ μοί ἐσσι 〈θεῶν, οἳ Ὄλυμπον ἔχου‐ σιν· /〉 αἰεὶ γάρ τοι ἔρις 〈τε〉 φίλη: ἀπαλλάσσει ἡμᾶς τῶν τοι‐ ούτων ὁ ποιητής, καὶ †πάτριόν τι† μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ Διῒ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει—ἐπεὶ αὐτὸς | |
5 | γελᾷ, „ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντασ“ (Φ 390)—, ἀλλ’ ὅτι ἀεὶ καὶ πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων b(BCE3E4)T καὶ σφόδρα καὶ ἀεί. τινὲς δέ, ἐπεὶ ὑποκατιὼν ὁ Ἄρης ἐπισκοτεῖ τῷ ἀστέρι | ||
τοῦ Διός. T | |||
5.891 | Ariston. | αἰεὶ γάρ τοι 〈ἔρις τε φίλη πόλεμοί τε μάχαι τε〉: ὅτι ἐντεῦθεν μετενήνεκται ἐν τῇ πρώτῃ ῥαψῳδίᾳ (sc. Α 177) ἐπὶ τὸν πρὸς Ἀχιλλέα ὑπὸ Ἀγαμέμνονος λόγον. A | |
5892a | Ariston. | μητρός τοι: ἡ διπλῆ, ὅτι σαφῶς Ἥρας ὁ Ἄρης, οὐκ Ἐνυοῦς, ὥς τινες. A | |
5892b | ex. | μητρός τοι μένος 〈ἐστὶν〉 ἀάσχετον: τῆς Ἥρας μέγας ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σού ἐστιν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ. b(BCE3E4)T | |
5.893 | Ariston. | 〈σπουδῇ:〉 ὅτι μετὰ σπουδῆς καὶ κακοπ〈αθείασ〉. Aim | |
5895-6 | ex. | 〈ἀλλ’ οὐ μάν σ’—μήτηρ:〉 ἔδειξεν ἦθος πατέρων b(BCE3E4)Til διὰ τούτου τοῦ σχήματος. b(BCE3E4) | |
5898a | Ariston. | καί κεν δὴ πάλαι ἦσθας ἐνέρτερος Οὐρανιώνων: ὅτι Ζηνόδοτος γράφει „ἐνέρτατοσ“. οὐ δεῖ δέ· ἡ γὰρ σύγκρισίς ἐστι πρὸς τοὺς Τιτᾶνας ἀνομοιογενεῖς καὶ ἐν ἑνὶ κατηγμένους τόπῳ. τού‐ των οὖν ἐνέρτερος ὁ μὴ κατὰ γένος ὢν ἐξ αὐτῶν. A | |
5898b | Did. | 〈ἐνέρτερος:〉 οὕτως Ἀρίσταρχος, ὁ δὲ Ζηνόδοτος „ἐνέρ‐ τατοσ“. Til | |
5898c | D | ex. | ἐνέρτερος Οὐρανιώνων: τῶν Τιτάνων. T | εἰ μὴ ὅτι ὡς πατὴρ σὸς ἐπέχω αὐτὴν τῆς κατὰ σοῦ ὀργῆς, b(BCE3E4)T πά‐ λαι ἄν, φησίν, ἦς τῶν ποτε οὐρανίων Τιτάνων ὑποχθονιώτερος. b | |
(BCE3E4) | |||
5.899 | Ariston. | {ὣς φάτο καὶ} Παιήον’: ὅτι ἰατρὸν τῶν θεῶν ἕτερον παρὰ τὸν Ἀπόλλωνα παραδίδωσι τοῦτον. A | |
5.900 | Did. | 〈φάρμακ’ ἔπασσεν:〉 Ἰακῶς „φάρμακα πάσσεν“. Til | |
5.902 | ex. | ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν: οὕτω καὶ τὸ φάρμακον ἔπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὁ μὲν γάρ ἐστι θεὸς καὶ τὴν τέχνην ἔχων, ὁ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων. b(BCE3E4)T λευ‐ | |
5 | κὸν δὲ γάλα τὸ μὴ ποιοῦν σκιάν. T | ||
5903a1 | ex. (Ariston.†) | 〈κυκόωντι:〉 δοτικὴ ἀντὶ γενικῆς· κυκόωντι γὰρ ἀντὶ τοῦ ὑπὸ κυκόωντος. b(BCE3) | |
5903a2 | τὸ δὲ κυκόωντι ἀντὶ ὑπὸ κυκόωντος. T | ||
5905a | Ariston. | τὸν δ’ Ἥβη λοῦσεν: ὅτι παρθενικὸν τὸ λούειν. οὐκ οἶδεν ἄρα ὑφ’ Ἡρακλέους αὐτὴν γεγαμημένην, ὡς ἐν τοῖς ἠθετημένοις ἐν Ὀδυσσείᾳ (sc. λ 602—4). A | |
5905b | ex. | τὸν δ’ Ἥβη λοῦσεν: ὡς ὑπηρέτις οὖσα παρθένος· καὶ Ὀδυσσέα γὰρ ἡ ἀμφίπολος λούει (sc. ψ 154, cf. θ 454. κ 361). τὸ δὲ | |
ἐπὶ Πολυκάστῃ „λοῦσεν“ (γ 464) ἀντὶ τοῦ λουτροῦ ἐπεμελήθη· „ἀλλ’ ὅτε δή μιν ἐγὼν ἐλόευν“ (δ 252), „καὶ λοῦς’ ἐν ποταμῷ καί μοι τάδε | |||
5 | εἵματ’ ἔδωκεν“ (η 296). T | ||
5906a | Ariston. | πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο: ὅτι οὐ δεόντως ἐκ τοῦ περὶ Βριάρεω λόγου (sc. Α 405) ἐνθάδε μετάκειται ὁ στίχος· οὐ γὰρ καὶ κύδους ἄξιον πέπρακται αὐτῷ. καὶ ὅτι ἄτοπον ἐπὶ τῷ κύδει γαυ‐ ριᾶν τὸν ὑπὸ θνητοῦ ἡττημένον. A | |
5906b1 | ex. | Did. | καθέζετο κύδεϊ γαίων: ὡς ἀλλοπρόσαλλος ἤδη ἐπι‐ λέλησται ὧν πέπονθεν. | Ἀρίσταρχος δὲ ἀθετεῖ. T | |
5906b2 | ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθε· | διὸ τὸ ἔπος Ζηνόδοτος ἀθετεῖ. b(BCE3E4) | ||
5.907 | ex. | αἱ δ’ αὖτις πρὸς δῶμα Διὸς 〈μεγάλοιο〉 νέοντο: καλῶς οὐ πάρεισιν, ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσιν· προ‐ ετερατολόγησε γὰρ αὐτοὺς ὁ ποιητής (sc. Ε 775—7). b(BCE3E4)T | |
5909a | ex. | παύσασθαι {βροτολοιγόν:} παύσασθαι συλληπτι‐ κῶς. T | |
5909b | Hrd. | 〈Ἄρην:〉 οὕτως Ἡρωδιανός φησι (cf. 2,682,9) μετὰ τοῦ ν Ἄρην. Aim | |
5postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ 〈καὶ〉 ἐκ τῆς Ἰλιακῆς προσῳ‐ | ||
δίας Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
6,pap4t | Pap. IV (ad Ζ 128—494) | ||
6,pap4128 | 〈κατ’ οὐρανὸν εἰλήλουθας:〉 κατ]αβέβηκας ]ἡ κο(ινὴ) „οὐρανοῦ“ | ||
6,pap4148 | 〈ὥρηι:〉 αιαρ.χ η̣κους „ὥρη“. | ||
6,pap4449 | 〈ἐϋμμελίω:〉 δο(τικὴ) μ(ε)τ(ὰ) τοῦ ι· γ' ἐϋμμελίοιο. | ||
6,pap4464 | 〈τεθνηῶτα:〉 ἡ κ(οινὴ) „τεθνειῶτα“. | ||
6,pap4478 | 〈βίην τ’ ἀγαθόν:〉 ἡ κο̣(ινὴ) „βίη[ν“. | ||
6,pap4479 | 〈δ’ ὅ γε:〉 διχ(ῶς). | ||
6,pap4494 | 〈χειρὶ παχείηι:〉 „φαί[διμος Ἕκτωρ]“. | ||
6,pap5t | Pap. V (ad Ζ 240—85) | ||
6,pap5ante240-1 | ....... | ||
1 | []ν [οὐ]κ ὀρθῶ(ς) [].ταδ(ε) []α γ(ὰρ) | ||
5 | []α̣ς̣ τ(ῶν) []έβη []ου. []ων κ(αὶ) | ||
6,pap5240-1 | [ εὔχεσ]θαι ἀνώ‐ [γει ]. πρ(ὸς) ἑκά‐ [στην ]στέλλειν [ ]ου τ(ῶν) ἀλλο‐ | ||
5 | [ ].τας.[ | ||
5 | ....... | ||
6,pap5251-2?* | [ ]....[ .ν..(.) ποιεῖσθαι ἐξόδους [..]. φ....λ̣.ν δ’ αν[.]σ̣ς ευδο.ω[ ὑ[π]ολάβοι ὅ(τι) ἡ Λαοδίκη σὺν τῆ[ι Ἑλένηι | ||
5 | .. Λ̣υκάονι. ὁ δ’ Ἀντήνωρ ἴσην [ π(αρὰ) το[ῖ]ς βαρβάροις κ(αὶ) δι..ω̣σ̣ερο̣[ [ο]ὖν πρὸς τὴν Λαοδίκην, ἵνα π[ ..ρ̣ι̣β̣...... ταραχὴ γ(ὰρ) κατέσ[τη βέ‐] [β]ηκ’ Ἀνδρομάχη ἐπὶ τὸ τεῖχο(ς) .[ | ||
6,pap5257 | 〉[ἐ]ξ [ἄ]κρης πόλιος Διῒ χεῖρας ἀνασχ[εῖν· διηι‐ ρημένως ἐξενήνοχ(εν) ἐξ ἄκρης π[όλιος· σύν‐ θετον ἐξ ἀκροπόλεως· ἐν Ὀδ[υσσείαι συν‐ | ||
θέτως εἰρ( ), „ὅν ποτ’ ἐς ἀκρόπο[λιν δόλ(ον) ἤγαγε | |||
5 | δ[ῖ]ος Ὀδυσσεύσ“. κ(αὶ) πρ(ὸς) τὸ Διῒ χεῖρ[ας ἀνασχεῖν ὅ(τι) τοῖς μ(ὲν) οὐρανίοις θεοῖς ἀνατείν[ ..........(.).νανοις επ̣[ [.....] τοὺς δ’ ὑποχθον[ίους κόπ‐ [τοντες] τὴν γῆν· „πολλὰ δ(ὲ) [καὶ γαῖαν πολυφόρβην | ||
10 | [χερσὶ]ν ἀλοία κικλ̣ή̣σκου[ς’ Αΐδην [.....]ς κἀκεῖ λεκτέον· „π[ολλὰ δ(ὲ) μητρὶ φίληι ἠρή‐ [σατο] χεῖρας ὀρεγνύς.“ σ̣[ [.....(.)] ἐπὶ τάδ̣(ε) [ | ||
13 | [ ].[.].[ | ||
13 | ................ | ||
6,pap5ante277 | ....... | ||
1 | [ ]ε̣[6—8 litt. ] ...[ [ ].αχος κακῶ(ν) ..[.].οσο̣τ̣[ [ ]λέγων τὸ ἱερεῖον. 〉α̣ἴ κεν Τυδέο[ς υἱ‐ | ||
6,pap5277 | [ὸν ἀπόσχηι Ἰλίου ἱ]ρῆς· τὸ σημεῖο(ν) ὅ(τι) θηλυκῶ[ς τὴν Ἴ‐ | ||
6,pap5278 | [λιον ...........]〉 ἄγριον αἰχμητή[ν, κρατε‐ [ρὸν μήστωρα φ]όβοιο· τὸ σημεῖο(ν) ὅ(τι) [π]άλ[ι]ν φ[όβον [τὴν φυγήν· ἄγριον] δ(ὲ) τῶι αἰχμάζειν ὅ(τι) αἰχμὰ[ς | ||
6,pap5280 | [............ ἐγ]ὼ δὲ Πάριν (μετ)ελεύσομαι· (μετὰ) Π[άριν [.................]ν ἢ πρὸς Πάριν οὐκ αν..[ | ||
6,pap5281-2 | [.................].ντιβην. ὥς κέ οἱ αὖθι / γαῖα [χάνοι [....................]η̣ ὁ λέγων [ταῦ]τα κ(αὶ) κ(ατα)ρώ‐ [μενος ..................].βη ὁ Πάρ[ι]ς σῆς ἀ̣π̣ρ̣ο‐ [.................] νῦν δ’ ὄντως ἀδελφὸς ὢν | ||
5 | [..................]..[..(.)].ο.χεται τοῦτο [........................]’ως σὺν αἷς ἔχει ἄλ‐ [λαις .................... ὄ]φελον νῦν π(αρὰ) ..(.)[ [........................]...... ἐν ἄλλοις μ̣[ | ||
6,pap5284-5 | [........................].ο ἀντὶ (τοῦ) ὄφε̣λ̣ον [εἰ κεῖν(όν) [γε ἴδοιμι κατελθόντ’ Ἄϊδος ]εἴσω, / φαίην κε [φρέν’ ἀ‐ [τέρπου ὀϊζύος ἐκλελαθέσθαι ]......[ | ||
........ | |||
6,pap5post284-5 | ......... | ||
1 | [ νος ἐγὼ[ [ ]α̣ ποτ[ [ ]γράφω σ̣[ [ ] περιπεσὼν .[ | ||
5 | [ ]ν̣ ⟦κ̣α̣ι̣⟧ συνκα̣τ[ [ ].(.)που[.]. κ(ατὰ) .[ | ||
6 | ......... | ||
61a | ex. | 〈Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή:〉 ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει, τὰ δὲ βόρεια πρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα Φρυγίαν, τὰ δὲ †πρὸς μεσημβρίαν λυδίαν†. ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς καὶ ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη | |
5 | δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπίασιν, Ἀπόλλων δὲ εἰς Πέργαμον. ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους. A b (BCE3E4)T | ||
61b1 | ex. | D | {τρώων δ’} οἰώθη: τινὲς ὡμοιώθη, ἰσώθη. ἢ | ἀντὶ τοῦ ἐμονώθη τῆς τῶν θεῶν συμμαχίας. T | |
61b2 | ex. | τινὲς δὲ τὸ οἰώθη ἀντὶ τοῦ ἰσώθη, ὡμοιώθη. b(BCE3E4) | |
61c1 | ex. | φύλοπις ὁ ἐμφύλιος πόλεμος κακῶς παρά τισι λέγεται· ἀλλ’ ἡ μετὰ βοῆς φῦλα συνάπτουσα ἀμφότερα τῶν τε Τρώων καὶ Ἑλλή‐ νων μάχη. λέγεται δὲ καὶ ἡ κατὰ φῦλα, οἷον ἔθνους μετὰ ἑταίρου οἰ‐ κείου, πολεμούντων ἄλλων διὰ τὸ ὁμοψυχεῖν· „κρῖνε“, γάρ φησιν, | |
5 | „ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον“ (Β 362). b(BC E3E4) | ||
61c2 | φύλοπις {αἰνή}: ἡ μετὰ βοῆς συνάπτουσα τὰ φῦλα. T | ||
62a | ex. | πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθα: ἢ ἐν τῷ διώκειν καὶ φεύγειν ἢ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερά. ἐξηγεῖται δὲ τὸ „πολυάϊκος πολέμοιο“ (Α 165). b(BCE3E4)T | |
62b | ex. | ἴθυσε: ἰθὺς ὥρμησεν. b(BE3E4)Til | |
D | ἴθυσε μάχη: ἐπ’ εὐθείας—ὑπ’ αὐτῶν. A | ||
62c | Ariston. | 〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, ἵν’ ᾖ διὰ πεδίου. Aint | |
63a | Ariston. | ἀλλήλων ἰθυνομένων {χαλκήρεα δοῦρα}: ὅτι ἀντὶ τοῦ ἐπ’ ἀλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί πρόθεσις. A | |
63b | ex. | 〈ἀλλήλων:〉 λείπει ἡ κατά, ἵν’ ᾖ κατ’ ἀλλήλων. Til | |
64a | Ariston. | μεσσηγὺς Σιμόεντος 〈ἰδὲ Ξάνθοιο ῥοάων〉: ὅτι ἐν τοῖς ἀρχαίοις ἐγέγραπτο „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Στομα‐ λίμνησ“· διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται. καὶ ὕστερον δὲ περι‐ πεσὼν ἔγραψε· μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων· τοῖς | |
5 | γὰρ τοῦ ναυστάθμου τόποις ἡ γραφὴ συμφέρει, πρὸς οὓς μάχονται. A | ||
64b | Did. | μεσσηγὺς Σιμόεντος 〈ἰδὲ Ξάνθοιο ῥοάων〉: πρότερον ἐγέγραπτο „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Στομαλίμνησ“. ὕστερον δὲ Ἀρίσταρχος ταύτην εὑρὼν †ἐπέκρινεν†. Χαῖρις (fr. 2 B.) δὲ γράφει „μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντοσ“. b(BC | |
5 | E3E4)T | ||
64c | ex. | ἰδὲ Ξάνθοιο ῥοάων: διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν ὄνομα τῷ μέτρῳ ἐμπῖπτον, ἵνα μὴ δόξῃ ζήτημα εἶναι. καὶ †ἐφ’ ὃ οὐκ ἐπὶ μέτρου ἀπαιτεῖται, διττὰ ὀνόματα τάττει· „χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν“ (Ξ 291), „ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες | |
5 | δέ τε πάντες / Αἰγαίωνα“ (Α 403—4), „ἄνδρες †βιτίειαν† κικλήσκου‐ σιν, / ἀθάνατοι δέ τε σῆμα“ (Β 813—4). διὰ ταύτην τὴν αἰτίαν καὶ τῷ Ἕκτορος υἱῷ Σκαμανδρίῳ ἕτερον ὄνομα ἔθετο τὸ Ἀστυάναξ (cf. Ζ 402—3). εἰ δέ τις ἐπιζητεῖ, πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον, ἀλλὰ καὶ Σκάμανδρον τὸν ποταμὸν καλεῖ, ἴστω ὅτι ψεύδους παρεῖχεν | ||
10 | ὑποψίαν τὸ μὴ παραλαβεῖν ποτε τὸ κύριον ὄνομα. b(BCE3E4)T Ξάνθος δὲ ὠνόμασται διὰ τὸ ξανθίζειν τὰς τρίχας. T | ||
6.5 | ex. | Αἴας 〈δὲ〉 πρῶτος: πρώην ἰσοπαλοῦς οὔσης τῆς μάχης, ἢ μετὰ τὴν ἀναχώρησιν τῶν θεῶν πρῶτος ἔτρωσεν. T | |
65-6 | D | ἕρκος Ἀχαιῶν, / Τρώων ῥῆξε φάλαγγα, 〈φόως δ’ ἑτάροισιν ἔθηκεν〉: τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων τὴν ὁμοιότητα· ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ. καὶ πάλιν· ὃ δύναται ῥῆξις | |
5 | ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα ῥήξας. καὶ πάλιν· ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτω †τοὺς νικωμένους† ὑπὸ τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοή‐ θεια. A b (BCE3E4)T | ||
6.6 | ex. | 〈φάλαγγα:〉 ἀπὸ τῶν φάλων. Til | |
6.7 | ex. | 〈ὃς ἄριστος:〉 ἄριστον ἢ ἀνδρεῖον, ἢ διὰ τὸ εἰκάσθαι αὐτῷ Ἄρεα ἐν τῇ συμβολῇ (cf. Ε 462). Til | |
69a | Ariston. | 〈ἔβαλε:〉 ὅτι ἀντὶ τοῦ ἔπαισε. Aim | |
69b1 | ex. | 〈κόρυθος φάλον:〉 τὸ λαμπρὸν τῆς περικεφαλαίας 〈τὸ〉 κατὰ τὸ μέτωπον. Til | |
69b2 | τὸ τῆς περικεφαλαίας λαμπρόν, τὸ προμετωπίδιον. b(BC | ||
E3E4) | |||
610a1 | D | 〈μετώπῳ:〉 τινὲς τὸ μετώπῳ δυϊκῶς· καὶ ἀλλαχοῦ γάρ φησιν· „ἐμῆς κόρυθος λεύσσουσι μέτωπα“ (Π 70). b(BCE3) | |
610a2 | τινὲς δυϊκῶς· „οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπα“. Til | ||
6.12 | ex. | 〈Ἄξυλον:〉 οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ τὸ ἄγειν ὡς καὶ παρὰ τὸ καλεῖν Καλήσιος (cf. Ζ 18). τινὲς δὲ τὸν ξύλα δαπανῶντά b(BCE3E4)Til φασιν, ἐπιτάσει τοῦ α. b(BCE3E4) | |
613a | ex. | 〈Τευθρανίδην:〉 ἢ λείπει τὸ τ· ἢ Τευθράνου παῖδα. Til | |
613b | ex. | 〈Ἀρίσβῃ:〉 Τροίας. ἔστι δὲ καὶ Λέσβου. Til | |
614a | ex. | ex. | 〈ἀφνειὸς βιότοιο:〉 πλούσιος τῷ βίῳ. b(BCE3) | δηλο‐ νότι δι’ ὅλης πλουτῶν τῆς ζωῆς. b(BCE3E4) | |
614b | ex. | 〈βιότοιο:〉 ὡς καὶ „προτέρων ἐτέων“ (Λ 691). Til | |
615a | ex. | 〈πάντας:〉 πάντας τοὺς παρατυγχάνοντας. b(BCE3E4)Til | |
615b | Ariston. | 〈φιλέεσκεν: ὅτι〉 ἀντὶ τοῦ ἐξένιζεν. Aim | |
615c1 | ex. (Ariston.) | 〈ὁδῷ ἔπι:〉 ἀντὶ †τοῦ πατρῶια†, ὡς καὶ ἐπὶ τῷ λιμένι οἰκῶν. Til | |
615c2 | ἡ δὲ ἐπί ἀντὶ τῆς παρά, ὡς τὸ ἐπὶ λιμένι οἰκῶν. b(BCE3E4) | ||
6.16 | ex. | ἀλλά οἱ οὔτις τῶν γε 〈τότ’ ἤρκεσε λυγρὸν ὄλεθρον〉: | |
δοκεῖ ἡ προσθήκη κάλλιστον τοῦτο καὶ βιωφελὲς ὑπάρχον ἐξευτελί‐ ζειν ὡς οὐκ ὂν καλόν. καίτοι ἐχρῆν μᾶλλον καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάσαι, ἵν’ ἡμεῖς προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν | |||
5 | ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ „οὐδὲ ἑκηβολίαι“ (Ε 54), ἢ ἀποδοκι‐ μάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν, ποῖός τίς ἐστιν ᾧ μέλλει δεξιὰν συνάπτειν· ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν, ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων ὑπόκειται, τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει. b(BE3 | ||
10 | E4)T | ||
617a | Nic. | 〈πρόσθεν ὑπαντιάσας:〉 διασταλτέον ἐπὶ τὸ ὑπαντι‐ άσας. Aim | |
617b1 | ex. | ὑπαντιάσας: ἢ ὑπερασπίσας ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ τοῦ πρὸ τούτου, ἵν’ ᾖ τὸ ὑπερβατόν· ‘ἀλλὰ πρόσθεν ὑπαντιά‐ σας ἄμφω θυμὸν ἀπηύρα‘. T | |
617b2 | ἢ ὑπερασπίσας ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ τοῦ πρὸ τούτου, ἵνα ᾖ πρὸς Διομήδην καὶ καθ’ ὑπερβατόν: ‘ἀλλὰ πρόσθεν ὑπαντιάσας ἄμφω θυμὸν ἀπηύρα‘, τουτέστιν ἀμφοτέρων ἀφελόμενος τὸν θυμόν, αὐτοὺς ἀφείλετο· ἀφῃρημένης γὰρ τῆς ψυχῆς κωφὸν τὸ | ||
5 | σῶμα λείπεται. b(BCE3E4) | ||
617c1 | Ariston. | ἄμφω θυμὸν ἀπηύρα: πρὸς τὸ σχῆμα ἡ διπλῆ, ἀμφο‐ τέρους τὴν ψυχὴν ἀφείλετο ἀντὶ τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἢ ἀμφότεροι ἢ ἀμφοτέρους σημαίνει. A | |
617c2 | ἀμφοτέρους ἀφείλετο. Til | ||
6.18 | Ariston. | {αὐτὸν καὶ θεράποντα} Καλήσιον: ὅτι ὀνοματοθετικὸς ὁ | |
ποιητής· ἀπὸ γὰρ τοῦ καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος. A | |||
619a | Ariston. | {ἔσκεν} ὑφηνίοχος: ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ „Ποσειδάωνος ὑποδμώσ“ (δ 386). A | |
619b | ex. (Ariston.) | ὑφηνίοχος: πλεονάζει ἡ ὑπό, ὥσπερ τὸ „ὑποδμώσ“ (δ 386) b(BCE3E4)T καὶ „ἐπαινὴ Περσεφόνεια“ (Ι 457). T ἢ ὅτι καὶ ὁ παραιβάτης ἡνίοχος λέγεται, ὡς τὸ „θρασὺν ἡνίοχον †φέ‐ ροντες† / Ἕκτορα“ (Θ 89—90). b(BCE3E4)T | |
619c1 | ex. | 〈γαῖαν ἐδύτην:〉 ἐνεδύσαντο τὴν γῆν ταφέντες. Tt | |
619c2 | τὸ δὲ γαῖαν ἐδύτην φησίν, ὅτι γῆν ταφέντες ἐνεδύσαντο. b(BCE3E4) | ||
621a1 | ex. | βῆ δὲ μετ’ Αἴσηπον 〈καὶ Πήδασον〉: Αἴσηπος ἐκ τοῦ ποταμοῦ, Πήδασος παρὰ τὸ †πηδύειν†. οἱ δὲ ἄλλοι ἱστορικοὶ τὸν Πήδασον „Τήρεχον“ καλοῦσιν. T | |
621a2 | οὗτος μὲν ἐξ Αἰσήπου τοῦ ποταμοῦ λέγεται, ὁ δὲ Πήδασος παρὰ τὸ πηδᾶν. οἱ δὲ περὶ Ἀρίσταρχον „Πήρεχον“ †τὴν† Πήδα‐ σον λέγουσιν. b(BCE3E4) | ||
622a1 | ex. | νηΐς: ἢ παρὰ τὰ νάματα, ἢ παρὰ τὰ νήϊα ξύλα· φασὶ γὰρ τὰς λεγομένας νηΐδας νύμφας ἐν ὑλώδεσιν ὄρεσι διαιτᾶσθαι. b(BCE3E4) | |
622a2 | νηΐς: παρὰ τὰ νήματα· ἢ παρὰ τὰ νήϊα ξύλα, ὅ ἐστιν ἁμαδρυάς. T | ||
622b1 | ex. | Ἀβαρβαρέη: κύριον. λέγεται δὲ τὸ πολὺ καὶ χυδαῖον †ἀβέρβελλον. b(BCE3E4) | |
622b2 | τὸ πολὺ †ἀβερβερέ. Til | ||
6.23 | ex. | ἀγαυοῦ Λαομέδοντος: ἀγαυοῦ τῷ γένει ἢ τῷ κάλλει· οὐ γὰρ δὴ τοῦ Λαομέδοντος τὸν τρόπον ἐπαινεῖ, ὃς τοὺς περὶ Ἀπόλ‐ | |
λωνα καὶ Ποσειδῶνα ἠδίκησε καὶ αὖθις τὸν Ἡρακλέα. b(BCE3E4)T | |||
624a | Ariston. | σκότιον: ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνουσίας, λαθραίας δὲ μίξεως γεγονότας σκοτίους καλεῖ, τοὺς δὲ αὐτοὺς καὶ παρθενίους (cf. Π 180). A | |
624b | Hrd. | σκότιον: ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν ὀξεῖαν. Aim | |
624c | ex. | Hrd. | σκότιον: τὸν ἐξ ἀδᾳδουχήτων γάμων, τὸν νόθον. | σκό‐ τιον δὲ ὡς λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ (fr. 319). b(BCE3)T | |
624d | ex.(?) | 〈ἑ:〉 τὸν Βουκολίωνα. Aint | |
625a | Ariston. | {ποιμαίνων δ’} ἐπ’ ὄεσσι: 〈ὅτι〉 ἀντὶ τοῦ παρ’ ὄεσσι, καὶ ὅτι ἐν τῷ τόπῳ τῶν οἰῶν λέγει. A | |
625b | ex. | 〈ἐπ’ ὄεσσι:〉 Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον δηλοῖ, ὡς τὸ „δήεις τόν γε σύεσσι παρήμενον“ (ν 407). b(BCE3E4)T | |
6.27 | ex. | 〈καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα:〉 οὗ μὲν τὰ γένη προλέγει τῶν θανάτων, οὗ δὲ ἐπιλέγει. b(BCE3)Til | |
6.28 | ex. | καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα: καὶ ἀπεγύμνου τῶν ὤμων τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν καὶ συνεκδοχὴ ὅλου τοῦ σώματος. A | |
630-1 | ex. | ἐξενάριξεν / ἔγχεϊ χαλκείῳ: τὸ ἔγχεϊ (31) δύναται καὶ τοῖς †ἄνω τοῦ ἐξενάριξεν† συνεκδοχικῶς ἀντὶ τοῦ ἐφόνευσεν. σῴ‐ ζει μὲν οὖν καὶ πρὸς τὰ ἑξῆς. T | |
631a | Nic. | ἔγχεϊ χαλκείῳ: τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι· | |
κοινὸν γὰρ τὸ „ἐξενάριξεν“ (Ζ 30). A | |||
631b1 | Did.(?) | 〈Ἀρετάονα:〉 οἱ μὲν Ἀρετάονα ἐξεδέξαντο, οἱ δὲ „ἄρ’“, εἶτα „Ἐτάονα“. Aim | |
631b2 | διχῶς καὶ „†ἐτήονα“. Til | ||
6.32 | ex. | Ἄβληρον: βλῶ βλήσω βληρός καὶ Ἄβληρος. T | |
6.34 | Ariston. | ναῖε δὲ Σατνιόεντος: ὅτι Ζηνόδοτος γράφει „ὃς †ναῖε† Σα‐ τνιόεντοσ“, ὁ Ἔλατος. κακόφωνον δὲ γίνεται. A | |
635a | ex. | Πήδασον αἰπεινήν: ταύτην τὴν Πήδασον πρότερον μὲν Μονηνίαν φασὶ καλεῖσθαι. Ἀχιλλέως δὲ αὐτὴν ἐπὶ πολὺ πολιορκοῦν‐ τος, εἶτα μέλλοντος ἀναχωρεῖν †πεισιδίκη† παρθένος τις ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν· „Μὴ σπεῦδ’, Ἀχιλλεῦ, πρὶν Μονηνίαν | |
5 | ἕλῃς· / ὕδωρ γὰρ οὐκ ἔνεστι. †διψῶσι† κακῶσ“. ὁ δὲ περιμείνας ὑπέ‐ ταξε τὴν πόλιν b(BCE3E4)T καὶ Πήδασον ὠνόμασε διὰ τὴν παρθένον. b(BCE3E4) | ||
D | Πήδασον αἰπεινήν {φύλακον δ’ ἕλε λήϊτος ἥρως}: Ἀχιλ‐ λεὺς ὑπὸ τὸν Τρωϊκὸν πόλεμον—παρὰ Δημητρίῳ (Demetr. | ||
10 | Sc. fr. 32 G.; Demetr. Phal., FGrHist 228, 50 = fr. 207 We.) καὶ Ἡσιόδῳ (fr. 214 M.—W.). A | ||
635b | ex. | Πήδασον: τὴν πρὸς Καρίᾳ καὶ Ἁλικαρνασ〈σ〉ῷ, ἣν ἀπὸ Πηγάσου καλοῦσιν· ὑπέσχοντο γὰρ δώσειν αὐτῷ χώραν, ἣν ὁ ἵππος νυχθημέρῳ περιτροχάσει· διὸ καὶ χάραγμα τοῦ ἵππου ἔχουσιν. ἔστι | |
δὲ καὶ ἄλλη Τρῳάς, ἣν ἅμα Λυρνησ〈σ〉ῷ καταλέγει (sc. Υ 92). T | |||
6.36 | Nic. | φεύγοντ’ {εὐρύπυλος δέ}: καὶ τοῦτο δύναται τοῖς ἑξῆς συνάπτεσθαι, φεύγοντ’ Εὐρύπυλος δέ. ἐπὶ δὲ τῶν τοιούτων νοεί‐ σθω ὅτι οὐχ Ὁμηρικὸν τὸ τοῦ συνδέσμου ὑπερβατόν. A | |
637-65 | ex. | Ἄδρηστον δ’ ἄρ’ ἔπειτα〈—μείλινον ἔγχοσ〉: καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος. b(BCE3)T | |
638a | Ariston. | 〈ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, καὶ ἵππω δυϊκῶς ὡς ἐπὶ ξυνωρίδος ἔφη. Aim | |
638b1 | ex. | D | ἀτυζομένω: ἀτῶ ἄττω ἀτύσω, ἀτύζω Αἰολικῶς. | ἀτυ‐ ζομένω δὲ ἀντὶ τοῦ ταρασσομένω. T | |
638b2 | ex. | ἀπὸ τοῦ †ἄττω ἀτῶ† ἀτύσω, Αἰολικῶς ἀτύζω. b(BCE3, bis in E4) | |
638-41 | Nic. | ἵππω γὰρ—φοβέοντο: ἀναγκαῖαι διαστολαὶ ἐπὶ τὸ πεδίοιο (38), μυρικίνῳ (39), ῥυμῷ (40), πρὸς πόλιν (41), ἵν’ ᾖ σαφέστερον. A | |
639a | Hrd. | ἐνί: οὐκ ἀναγκαῖον ἀναστρέφειν· δύναται γὰρ πρὸς τὸ μυρικίνῳ συντάσσεσθαι. A | |
639b | ex. | ὄζῳ 〈...〉 μυρικίνῳ: ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκό‐ τως μυρίκαι πολλαί. καὶ ἐν τῇ Δολωνοφονίᾳ (Κ 466)· „θῆκεν ἀνὰ μυρίκην“. b(BCE3E4)T | |
639c | ἀγκύλον: διὰ τοὺς τροχούς. b(BCE3E4)Til | ||
640a | Ariston. | 〈ἐν πρώτῳ ῥυμῷ:〉 ὅτι πρώτῳ ἀντὶ τοῦ ἄκρῳ καὶ ὅτι εἷς ῥυμός. Aint | |
640b1 | ex. | 〈ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ:〉 ἐνταῦθα ἢ τὸν ἄξονα λέγει ἢ τὸ τοῦ ῥυμοῦ τέλος, ὃ προσερείδεται τῷ ζυγῷ. b(BCE3E4) ἄμει‐ νον δὲ λέγειν τὸν ἄξονα· καὶ γὰρ καὶ „παρὰ τροχὸν ἐξεκυλίσθη“ | |
(Ζ 42). b(BCE3) | |||
640b2 | παρὰ τὸν ἄξονα, ἐπεὶ καὶ „παρὰ τροχὸν ἐξεκυλίσθη“. Til | ||
640-4 | D | αὐτὼ μὲν ἐβήτην / πρὸς πόλιν〈—ἔγχοσ〉: γρα‐ φικῶς οἱ μὲν ἵπποι φεύγουσιν ἐπικειμένου τοῦ ζυγοῦ, τὸ δὲ ἅρμα ἐμπλέκεται μυρίκης κλάδῳ, ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον, ὁ δὲ Μενέλαος ἀνατετακὼς | |
5 | τὸ δόρυ ἐφέστηκεν αὐτῷ. b(BCE3E4)T | ||
641a | Ariston. | ex. | {πρὸς πόλιν ἧιπερ οἱ ἄλλοι} ἀτυζόμενοι φοβέοντο: ὅτι ἀντὶ τοῦ ἔφευγον· ἐπὶ τούτου γὰρ ἀεὶ τὴν λέξιν τίθησιν. | τὸ δὲ ἀτυ‐ ζόμενοι παρὰ τὸ ἀτῶ ἄττω ἀτύω καὶ ἀτύζω Αἰολικῶς. A | |
641b | ex. | 〈ἀτυζόμενοι φοβέοντο:〉 ἐκπλησσόμενοι ἔφευγον καὶ φοβούμενοι καὶ ταρασσόμενοι. Til | |
6.43 | Ariston. | ex. | πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα: ἡ διπλῆ, ὅτι ἐξηγήσατο τί ἐστι τὸ πρηνής, ὡς „μῆλ’, ὄϊές τε καὶ αἶγεσ“ (ι 184). A | στόμα τὸ πρόσωπον. οὕτως Λάκωνες. ATil | |
6.45 | ex. | ἐλίσσετο γούνων: οὐδεὶς Ἑλλήνων τοῦτο ποιεῖ. T γού‐ νων δὲ ὡς ἀσθενούσης κατ’ ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς. AT | |
645-6 | ex. | 〈λαβὼν ἐλίσσετο γούνων· / „ζώγρει, Ἀτρέος υἱέ“:〉 λείπει ‘ταῦτα λέγων‘. ἢ Til ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμη‐ τικὸν μέτεισιν. b(BCE3)Til | |
6.46 | ex. | ἄξια δέξαι ἄποινα: οὐχ ὥρισε ποσότητα, †ἐν ἑαυτῷ† κα‐ ταλιπὼν τὸν ἀριθμόν. b(BCE3)T | |
647-9a1 | ex. | 〈πολλὰ δ’—ἄποινα:〉 ἵνα μὴ ὡς πτωχῷ ἀπιστῇ. Til | |
647-9a2 | ταῦτα δὲ λέγει, ἵνα μὴ ὡς πένητι αὐτῷ ἀπιστήσῃ. b(BCE3) | ||
6.48 | ex. | πολύκμητος: ὁ ἤδη εἰργασμένος· ἢ ὁ πολλοὺς κάμνειν, του‐ τέστιν ἀποθνῄσκειν, ποιῶν· ἢ ὁ εἰς πολλοὺς καμάτους ἐπιτήδειος. b(BCE3E4)T ἢ ὁ δυσκατέργαστος. b(BCE3)T | |
6.49 | ex. | χαρίσαιτο: μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι ἐσκέπασεν. b(BCE3E4)Til | |
6.50 | Ariston. | 〈πεπύθοιτ’:〉 πρὸς τὸν ἀναδιπλασιασμὸν ὅτι ὡς „λελάχω‐ σιν“ (Η 80 al.), ἀντὶ τοῦ πύθοιτο. Aint | |
651a1 | ex. | 〈τῷ δ’ ἄρα θυμόν:〉 διὸ καὶ „μαλθακὸς αἰχμητήσ“ (Ρ 588). Til | |
651a2 | „μαλθακόσ“ ἐστιν „αἰχμητήσ“, ὅτι λόγος πολεμίου τὴν ψυχὴν αὐτοῦ ὤρινεν. b(BCE3E4) | ||
6.53 | D | 〈καταξέμεν:〉 ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος. b(BCE3E4) | |
654a1 | Did. | 〈ἀντίος:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ς, ἄλλοι δὲ διὰ τοῦ ν. Aim | |
654a2 | τὸ δὲ ἀντίος ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ν γράφει „ἀντίον“, ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ ς, ἀντίος, ὃ καὶ ἄμεινον. b(BCE3) | ||
654b | ex. | 〈ἦλθε θέων:〉 ἦλθε πρὶν συνθέσθαι Μενέλαον. b(BCE3 E4)Til | |
655a | ex. | 〈ὦ πέπον ὦ Μενέλαε:〉 πλεονάζει τὸ ἄρθρον. τὸ δὲ σχῆμα πολὺ παρὰ Ἀττικοῖς ἐστιν. Til | |
655b | ex. | ex.(?) | τίη δὲ σὺ κήδεαι: εὐχὴν δαιμονίαν τὸν ἔλεον εἶπεν. | τίη μία λέξις ἀδιαίρετος. T | |
6.56 | Hrd. | 〈ἦ:〉 ὁ ἦ περισπᾶται· διαπορητικὸς γάρ. Aim | |
656-7 | Hrd. | ex. | ἦ σοι ἄριστα〈— / πρὸς Τρώων:〉 περισπαστέον τὸν ἦ· διαπορητικὸς γάρ ἐστι. | πολὺ δὲ τὸ ἦθος ἐμφαίνει λέγων b (BCE3)T ‘ἆρα καλά ἐστιν, ἃ πέπονθας πρὸς αὐτῶν;‘ b(BCE3 E4)T | |
658-9a1 | Nic. | 〈χεῖράς θ’ ἡμετέρας. μηδ’ ὅν τινα γαστέρι μήτηρ / κοῦρον ἐόντα φέροι, μηδ’ ὃς φύγοι:〉 ὑποστικτέον ἐπὶ τὸ φέροι (59) ἵνα στίζωμεν ἐπὶ τὸ ἡμετέρας (58). Aim | |
658-9a2 | στικτέον εἰς τὸ ἡμετέρας. b(BCE3)Til | ||
658-9b | ex. | μηδ’ ὅντινα〈—μηδ’ ὃς φύγοι〉: μισητὰ καὶ οὐχ ἁρμόζοντα βασιλικῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριό‐ τητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάν‐ θρωπον. ὅθεν κἀν ταῖς τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοι‐ | |
5 | αῦτα ἐν ταῖς σκηναῖς καὶ ἢ φωναῖς τισιν ἐξακουομέναις ἢ δι’ ἀγγέλων ὕστερον σημαίνουσι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούμενοι, μὴ αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. λεκτέον δὲ ὅτι, εἰ μὲν ἐλέγετο ταῦτα πρὸ τῆς ἐπιορκίας, ἔγκλημα ἂν ἦν· ἐπεὶ δὲ μετὰ τοὺς ὅρκους καὶ τὴν παράβασιν, οὐκ ἐπαχθὴς Ἀγαμέμνων· σχεδὸν γὰρ καὶ ὁ | ||
10 | ἀκροατὴς τοῦτο βούλεται, τὸ μηδὲ γένος ἐπιλιμπάνεσθαι τῶν ἐπιόρ‐ κων. b(BCE3E4)T σχεδὸν οὖν ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλως δὲ πρᾷος μέν ἐστι πρὸς τοὺς ἀρχομένους, βαρὺς δὲ τοῖς ἀντιπάλοις· b(BE3E4)T τοῦτο γὰρ βασιλέως ἀγαθοῦ καὶ ἰσχυροῦ. b(BE3 E4) καὶ „αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι“ (Ω 654)· „〈ἀμφότερον〉 | ||
15 | βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητήσ“ (Γ 179). T | ||
6.59 | ex. | 〈κοῦρον ἐόντα:〉 ἄχρηστον γὰρ εἰς μάχην τὸ θῆλυ. b (E3) | |
660a | ex. | ἀκήδεστοι: μὴ ἔχοντες τὸν κηδεύοντα. b(BCE3E4)T | |
660b | ex. | ἄφαντοι: ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι. b(BC E3E4)T | |
6.61 | Did.(?) | 〈παρέπεισεν:〉 γράφεται „ἔτρεψεν“. Aim | |
662a | ex. | αἴσιμα παρειπών: εἱμαρμένα, ἢ T τὰ πρέποντα τοῖς ἀδικουμένοις. ἐμαρτύρησε δὲ ὁ ποιητὴς αὐτῷ ὡς καλῶς διαθεμένῳ τοὺς λόγους. b(BCE3E4)T | |
662b1 | ex. | ὁ δ’ ἀπὸ ἕθεν ὤσατο χειρί: μέτριον καὶ ἀόργητον χα‐ ρακτηρίζει τοῦ Μενελάου τὸ ἦθος· †ὁ πρότερον μὲν ἀδικηθείς, νῦν δὲ ἐπὶ σπονδαῖς τρωθεὶς φείδεται τῆς τοῦ πολεμίου πληγῆς καὶ ὡς ἱκέτην οὐ φονεύει. T | |
662b2 | ὁ δὲ Μενέλαος ὡς ἱκέτην οὐ φονεύει. μέτριον οὖν καὶ ἀόργη‐ τον τὸ τούτου ἦθος χαρακτηρίζει· ὁ πρότερον γὰρ ἀδικηθείς, νῦν δὲ τρωθεὶς ἐπὶ σπονδαῖς φείδεται τοῦ πολεμίου. b(BCE3E4) | ||
6.63 | ex. | 〈ἥρω Ἄδρηστον:〉 τὸ δὲ ἥρω Ἄδρηστον κατὰ συναλι‐ φήν. T | |
6.64 | Ariston. | 〈Ἀτρείδης δέ:〉 πρὸς τὴν ἐπανάληψιν. Aim | |
666a1 | ex. | Νέστωρ δ’ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀύσας: μακρὸν ὡς πρὸς ἑαυτόν. ἢ ῥώννυται ὑπὸ τῆς χαρᾶς. T | |
666a2 | ὡς πρὸς τὴν ἑαυτοῦ δύναμιν μακρόν. ἢ καὶ αὐτὸς ὑπὸ | ||
τῆς χαρᾶς ἐπιρρώνυται. b(BCE3E4) | |||
668-9 | Nic. | 〈μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν / μιμνέτω:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπιβαλλόμενος πρὸς τὸ σαφέστερον. Aim | |
6.68 | D | 〈ἐπιβαλλόμενος:〉 ἀντὶ τοῦ ἐπιθυμῶν. Til | |
D | {ὅτι} ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν. Aint | ||
6.70 | ex. | ἀλλ’ ἄνδρας κτείνωμεν: τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν δυσωπῶν τοὺς νέους. διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο παραινεῖ. b(BCE3E4)T καὶ Ἕκτωρ „ἐᾶν δ’ ἔναρα“ (Ο 347). καὶ Λακεδαιμόνιοι τοῦτο ἐθέσπισαν, †τοὺς† ἄνδρας ἐπὶ τὸ πράσσειν | |
5 | τοῦτο τεταχότες. T τακτικὸς οὖν καὶ νῦν ὁ Νέστωρ φαίνεται. b(BCE3E4)T | ||
671a1 | Did. | νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας: οὕτως Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος „Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα νεκρούσ“. Ἀθηνοκλέους δὲ ἐν τῷ Περὶ Ὁμήρου παρατηρήσαντος ὅτι τῷ μὲν καμάτῳ καὶ ἑαυτὸν ὁ Νέστωρ ὑποβάλλει λέγων „κτείνωμεν“ | |
5 | (Ζ 70), τὸ δὲ κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν ἐν τῷ συλήσετε, ὁ Χαῖρις (fr. 3 B.) Ὁμηρικὸν εἶναί φησι τὸν τῆς ἑρμηνείας χαρα‐ κτῆρα ὡς ἐν τούτοις· „ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμ‐ πῳ, / σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστοσ“ (Ε 877—8)· ἔδει γὰρ δέδμηνται ὡς πείθονται ἢ ἀνάπαλιν. καὶ πάλιν· „ἀλλ’ ἄγεθ’, ὡς | ||
10 | ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· / νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρα‐ τόν“ (Σ 297—8), καὶ ἀλλαχοῦ· οὐδὲ γὰρ ἄλλως ἀκμάζει ὁ Νέστωρ, ἀλλ’ ὑπὸ γήρως ἔοικεν ἀπειρηκέναι. ταῦτα ὁ Δίδυμος (p. 114 Schm.). A | ||
671a2 | οὕτως Ἀρίσταρχος τεθνηῶτας. Aim | ||
671b | Did. | ex. | νεκροὺς ἂμ πεδίον 〈συλήσετε τεθνηῶτασ〉: Ζηνόδοτος „Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα νεκρούσ“, ἵνα μὴ μόνον εἰς τὴν πρᾶξιν, ἀλλὰ καὶ εἰς τὸ κέρδος συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ ἀγνοεῖ δὲ ὅτι ἔθος ἐστὶν Ὁμηρικὸν τὸ τοιοῦτον ὡς ἐν τῷ b(BCE3 | |
5 | E4)T „ἄλλοι μὲν γὰρ 〈πάντεσ〉, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ, / σοί τ’ ἐπιπείθονται καὶ δεδμήμε〈σ〉θα ἕκαστοσ“ (Ε 877—8)· ἔδει γὰρ δέδμηνται. καὶ πάλιν· T „ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώ‐ μεθα πάντες· / νῦν μὲν δόρπον ἕλεσθε b(BCE3E4)T κατὰ στρα‐ τὸν ἐν τελέεσσιν“ (Σ 297—8)· ἔδει γὰρ εἰπεῖν ἑλώμεθα. b(BCE3E4) | | ||
10 | τὸ δὲ νεκροὺς τεθνηῶτας ὡς „τάφρον ὀρυκτήν“ (Ι 67). b(BCE3 E4)T | ||
6.73 | ex. | ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν: οἶδε τὸ τῆς εἱμαρμένης ὁ ποιητής, ὡς καὶ ἐπὶ Ἀχιλλέως· καὶ νῦν ἀπώλοντο ἄν, εἰ μὴ ἱκέτευσαν· ἐπεὶ δὲ ἱκέτευσαν, μόνον ἐδυστύχησαν. b(BCE3)T | |
676a | ex. | Πριαμίδης Ἕλενος: λέγεται τὸν Ἕλενον δίδυμον εἶναι Κασάνδρας, τεχθέντα〈σ〉 δὲ καταλειφθῆναι μόνους ἐν τῷ τοῦ Θυμ‐ βραίου Ἀπόλλωνος ἱερῷ, καὶ δράκοντας ἀποψῆσαι τὴν ἀκοήν, καὶ τὴν μαντείαν ἐντεῦθεν λαβεῖν. T | |
676b1 | Did. | Πριαμίδης Ἕλενος, 〈οἰωνοπόλων ὄχ’ ἄριστοσ〉: Ἀμμώνιος ὡς Ἀριστάρχειον προφέρεται καὶ ταύτην τὴν γραφὴν „Πριαμίδης Ἕλενος μάντις τ’ οἰωνοπόλος τε“. ἔργον δὲ τὸ σαφὲς εἰπεῖν· διὸ διχῶς. A | |
676b2 | Ἀρίσταρχος „μάντις τ’ οἰωνοπόλος τε“. Til | ||
677a | ex. | Αἰνεία τε καὶ Ἕκτορ: διὰ τὸ ἀλαζονικὸν συμπεριλαμ‐ βάνει καὶ τὸν Αἰνείαν· τραχὺς γὰρ πρὸς τοὺς συμβούλους ὁ Ἕκτωρ. b(BCE3E4)T | |
677b | Ariston. | 〈πόνος:〉 ὅτι τὸ κατὰ τὸν πόλεμον ἔργον πόνον εἴρηκε πάλιν. Aim | |
678a | ex. | Τρώων καὶ Λυκίων 〈ἐγκέκλιται〉: Λυκίων κατ’ ἐξοχὴν τῶν συμμάχων. ἐγκέκλιται δὲ ἐρήρεισται, ὅθεν καὶ „ἀστραβῆ κίονα“ (Pind. Ol. 2, 82) καὶ „κίονι κεκλιμένη“ (ζ 307) καὶ „Ἀλκινόου δ’ ἐκ τοῦδ’ ἔχεται“ (λ 346), οἷον ἐὰν ἀπόλησθε ὑμεῖς, στραφήσεται ὁ | |
5 | πόλεμος καὶ ἡ βουλή. T | ||
678b | ex. | ex. | ἐγκέκλιται: ἐρήρεισται, ἐκ μεταφορᾶς τῶν καμνόντων ἀρρωστίαις καὶ προσαναπαυομένων ἰσχυροτέροις σώμασιν, ἢ τῶν ζυγοστατουμένων. A b (BCE3E4) | Λυκίων δὲ κατ’ ἐξοχὴν τῶν συμμάχων. φησὶ δὲ ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, στραφήσεται ὁ πόλεμος | |
5 | καὶ ἡ βουλή. b(BCE3E4) | ||
D | ἐγκέκλιται: ἐπίκειται, ἔγκειται, ἐμπέπηκται, ἐν τῇ ὑμετέρᾳ —πραγμάτων. A | ||
679a | ex.(?) | 〈πᾶσαν ἐπ’ ἰθύν:〉 εἰς πᾶσαν ὁρμήν. Aim | |
679b | ex. | μάχεσθαί 〈τε〉 φρονέειν τε: ἀρετὴ τῶν ἡγουμένων βου‐ λεύεσθαι μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβου‐ λευμένον. θεραπεύει δὲ αὐτούς, ἵνα ὡς φρόνιμοι δέξαιντο τὴν συμβου‐ λήν. Ἕκτορα δὲ πέμπει ὡς πείσοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας. | |
5 | b(BCE3E4)T | ||
680-1 | ex. | στῆτ’ αὐτοῦ 〈καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων /〉 πάντῃ ἐποιχόμενοι: ὁ τρόπος σύλληψις· b(BCE3)T τῷ μὲν ἑνὶ στῆναι κελεύει πρὸ τῶν πυλῶν μὴ συγχωροῦντι φυγεῖν, τῷ δὲ ἑτέρῳ περιϊέναι ὀτρύνοντι. ἢ τὸ στῆτε (80) τῆς φυγῆς παύεσθε. οἱ | |
5 | δὲ ἀναστρέφουσιν ὡς τὸ „εἵματα †ἀμφιέσασα θυώδεα καὶ λούσασα“ (ε 264). b(BCE3E4)T | ||
681a1 | ex. | ἐν χερσὶ γυναικῶν: καλῶς οὐκ εἶπε πύλῃσιν ἢ †οἴκησιν· εὐσχερωνέστερον† δὲ τοῦ ἱστορουμένου περὶ τὰς Περσικὰς γυναῖκας. T | |
681a2 | καλῶς οὐκ εἶπε πύλῃσιν ἢ οἴκοισιν (τοῦτο γὰρ εὐσχημο‐ νέστερον), ἀλλὰ χερσὶ γυναικῶν· τοῦτο δὲ ἀσχημονέστερον καὶ ἀτι‐ μότερον. b(BCE3E4) | ||
6.84 | ex. | 〈ἡμεῖς:〉 ἐγὼ καὶ Αἰνείας. πιθανῶς τοῖς ἐπικινδύνοις ἑαυτὸν καταλέγει. b(BCE3E4)Til | |
6.86 | ex. | 〈μετέρχεο:〉 πλεονάζει ἡ μετα. Til | |
687a1 | Ariston. | 〈ξυνάγουσα:〉 ὅτι 〈ὁ〉 χρόνος ἐνήλλακται, ἀντὶ τοῦ συνα‐ | |
γαγοῦσα. Aint | |||
687a2 | τὸ δὲ ξυνάγουσα ἀντὶ τοῦ συνάξασα. T | ||
687b | ex. (Did.?) | γεραιάς: τινὲς „γεραίρασ“, τὰς ἱερείας τὰς ἐκ τῶν ἱερῶν γέρας δεχομένας. b(BCE3E4)T | |
687-9 | Nic. | ἡ δὲ ξυνάγουσα γεραιάς—δόμοιο: συναπτέον τὸ ἡ δὲ ξυνάγουσα γεραιάς (87) τῷ νηὸν Ἀθηναίης (88), A Aint ἵνα διαστέλλωμεν ἐν πόλει ἄκρῃ· A λειπούσης γὰρ τῆς εἴς προθέσεως καὶ τοῦ καί συνδέσμου γίνεται ὁ λόγος· ἡ δὲ ξυνά‐ | |
5 | γουσα τὰς γεραιὰς εἰς τὸν τῆς Ἀθηνᾶς ναὸν καὶ ἀνοίξασα τὰς θύρας AAint τοῦ ἱεροῦ οἴκου τὸν πέπλον ἀναθέτω. A ἐὰν δὲ συν‐ άπτωνται οἱ δύο στίχοι, AAint νηὸν Ἀθηναίης (88) καὶ οἴξασα κληῗδι θύρας (89), A ἡ φράσις σόλοικος, AAint τὸν ναὸν ἀνοίξασα τὰς θύρας αὐτοῦ. A | ||
688-9 | ex. | νηὸν〈— /〉 οἴξασα κληῗδι θύρας: περισσοὶ οἱ δύο· διὸ οὐδὲ ὑπὸ τοῦ Ἕκτορος λέγονται (cf. Ζ 269 sq.)· τί γὰρ αὐτῇ προσῆκε τὸ οἶξαι; b(BCE3)T | |
688a | ex. | Ἀθηναίης γλαυκώπιδος: εἰς τὸ γλαυκώπιδος στι‐ κτέον, καὶ λείπει ἡ εἴς· b(BCE3)T συνάξασα εἰς τὸν ναὸν τὰς γεραιὰς καὶ ἀνοίξασα τὰς θύρας ἐν τῇ ἀκροπόλει. b(BCE3E4)T | |
688b | D | ex. | ἐν πόλει ἄκρῃ: διάλυσις ἢ μετατύπωσις ὁ τρόπος. ATt | φασὶν Ἥφαιστον ἐκ τῶν ὀστῶν Πέλοπος πεποιηκέναι τὸ Παλλάδιον. | |
b (E4)Tt | |||
690a | Hrd. | {πέπλον} ὅς οἱ: τὴν ὅς ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνυ‐ μίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. A | |
690b | ex. | 〈ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος:〉 διδάσκει ἐκ τῶν καλλιστευόντων τιμᾶν τοὺς θεούς. b(BCE3, E4 [bis]) Til | |
692a | Ariston. | Hrd. | ἐπὶ γούνασιν: ἡ διπλῆ, ὅτι ἀντὶ τῆς παρά, ἵν’ ᾖ παρὰ γούνασιν· ὀρθὰ γὰρ τὰ Παλλάδια κατεσκεύασται. καὶ ἔστιν ὅμοιον τῷ „ἡ μὲν ἐπ’ ἐσχάρῃ“ (ζ 52) ἀντὶ τοῦ παρ’ ἐσχάρῃ· ἡ γὰρ ἐπί τὴν ἐπάνω σχέσιν σημαίνει. | διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. A | |
692b | Ariston. | ex. | Ἀθηναίης ἐπὶ γούνασιν: ἡ ἐπί ἀντὶ τῆς παρά, ὁμοίως τῷ „ἡ μὲν ἐπ’ ἐσχάρῃ ἧστο“ (ζ 52). b(BCE3)T | Στράβων (13, 1, 41, p. 601) γάρ φησι καθῆσθαι πρώην τὰ ἀγάλματα τῆς Ἀθηνᾶς. ἢ ἐξαρτῆσαι αὐτῆς κελεύει. b(BCE3E4)T | |
692c | ex. | θεῖναι Ἀθηναίης 〈ἐπὶ γούνασιν ἠϋκόμοιο〉: φασὶ τὸ διοπετὲς †ἀνδρὸς† δορὰν ἠμφιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλα‐ κάτην, ἐν δὲ τῇ κεφαλῇ πόλιν κἀν τῇ δεξιᾷ δόρυ. A b (BCE3E4)T | |
6.93 | ex. | δυοκαίδεκα βοῦς: δωδεκηῒς θυσία παρὰ τοῖς Ἀττικοῖς. εὐεπίφορος δὲ ὁ ποιητὴς εἰς τὸ δώδεκα. T | |
693-4 | ex. | 〈δυοκαίδεκα βοῦς ... / ἤνις ἠκέστας ἱερευσέμεν:〉 „βοῦν ἀγελαίην“ (Λ 729). Til | |
6.94 | x | D | ἤνις ἠκέστας: νέας | ἀδαμάστους, ἀκεντήτους. T | |
696a | Did. | 〈αἴ κεν Τυδέος:〉 Ἀρίσταρχος „ὥς κεν Τυδέοσ“. AintTil | |
696b | Ariston. | 〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
697a1 | Nic. | ἄγριον αἰχμητὴν 〈κρατερὸν μήστωρα φόβοιο〉: τινὲς οὕτως διεῖλον· ἄγριον, εἶτα αἰχμητὴν κρατερόν, εἶτα μήστωρα φόβοιο. Ἀπολλόδωρος (FGrHist 244, 227) δὲ διχῶς· ἄγριον αἰχμητήν, εἶτα κρατερὸν μήστωρα φόβοιο, ἵνα ᾖ | |
5 | ἰσχυρὸν ἐν τῷ μήσασθαι φυγὴν τοῖς πολεμίοις. εἰ μέντοι βούλοιντό τινες ταῦτα συνάψαι, ἴστωσαν ὅτι λείψουσι σύνδεσμοι. A | ||
697a2 | {ἀπόσχῃ ἰλίου ἱρῆς:} τινὲς οὕτω διεῖλον· {ἀπόσχῃ ἰλίου ἱρῆς} ἄγριον αἰχμητὴν κρατερόν, Ἀπολλόδωρος δὲ κρατερὸν μήστωρα φόβοιο, ὅ ἐστιν ἰσχυρὸν εἰς τὸ μήσασθαι φυγήν. T | ||
697b | ex. | αἰχμητὴν 〈κρατερόν〉: ἐν τῷ αἰχμάζειν κράτιστον, ἵνα μὴ ὑπὲρ εὐτελοῦς δοκοῖεν καταφεύγειν εἰς θεούς. T | |
697c | Ariston. | 〈φόβοιο:〉 ὅτι ἀντὶ τοῦ φυγῆς. Aim | |
6.98 | ex. | φημὶ γενέσθαι: καλῶς οὐκ εἶπεν εἶναι, ἀλλὰ γενέσθαι, νῦν ὑπὸ Ἀθηνᾶς δηλονότι. T | |
699a | ex. | οὐδ’ Ἀχιλῆά ποθ’ 〈ὧδέ γ’ ἐδείδιμεν〉: ἐπεὶ τὰ παρ‐ όντα μᾶλλον λυπεῖ. ἀμφότερα δὲ ἐξῆρε τὰ πρόσωπα, τὸ μὲν ὡς προὖχον, τὸ δὲ ὡς τὸν ἄριστον ὑπερβαλλόμενον. T | |
699b | D | 〈ὄρχαμον:〉 ἡγεμόνα. Til | |
6.102 | ex. | οὔτι κασιγνήτῳ ἀπίθησεν: καὶ τὸ μονομάχιον αὐτῷ πεισθεὶς ποιεῖ (cf. Η 54 sq.). b(BCE3E4)T | |
6104a1 | ex. | 〈ᾤχετο πάντῃ:〉 διὰ τὸ „πάντῃ ἐποιχόμενοι“ (Ζ 81). Til | |
6104a2 | διεγείρει γὰρ αὐτὸν ἡ τοῦ „πάντῃ ἐποιχόμενοι“ ἔπειξις. | ||
b(BCE3) | |||
6.108 | ex. | 〈δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)Til | |
6109a1 | Nic. | Τρωσὶν ἀλεξήσοντα 〈κατελθέμεν ὡς ἐλέλιχθεν〉: ἤτοι στικτέον ἐπὶ τὸ κατελθέμεν, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς λέγηται τὸ ὣς ἐλέλιχθεν ἀντὶ τοῦ οὕτως ἐλέλιχθεν. ἢ συναπτέον, ἵν’ ᾖ τὸ ὥς ἀντὶ τοῦ ὅτε. βέλτιον δὲ τὸ πρότερον. A | |
6109a2 | ἀντὶ τοῦ οὕτως. τινὲς δὲ συνάπτουσιν ὅλον, τὸ ὥς ἀντὶ τοῦ ὅτε λέγοντες. b(BCE3E4) | ||
6108b | D | ὡς ἐλέλιχθεν: ὡς συνεστράφησαν. T | |
6110a1 | ex. | ἐκέκλετο: ἀπὸ τοῦ κικλῶ ἔδει ἐκίκλετο. ἢ μᾶλλον ἀπὸ τοῦ ἐκέλετο. T | |
6110a2 | ἀπὸ τοῦ κέλω ἐκέλετο καὶ πλεονασμῷ τοῦ κ ἐκέκλετο. b(BCE3E4) | ||
6.111 | ex. | Τρῶες ὑπέρθυμοι 〈τηλεκλειτοί τ’ ἐπίκουροι〉: ἐπι‐ πληχθεὶς ὑπὸ Σαρπηδόνος (sc. Ε 472—92) μετριώτερος γέγονε καὶ τὴν προσφώνησιν ποιεῖται φιλάνθρωπον. b(BCE3)T | |
6.112 | Ariston. | ἀνέρες ἔστε, φίλοι, 〈μνήσασθε δὲ θούριδος ἀλκῆσ〉: ὅτι Ζηνόδοτος γράφει „ἀνέρες ἔστε θοοὶ καὶ ἀμύνετον ἄστεϊ λώβην“. συγχεῖται δὲ τὸ δυϊκὸν πρὸς πολλοὺς λεγόμενον. A | |
6113a | Did. | 〈ὄφρ’ ἂν ἐγώ:〉 διχῶς Ἀρίσταρχος, καὶ διὰ τοῦ κέ, „ὄφρα κ’ ἐγώ“ καὶ διὰ τοῦ ἄν. Aim | |
6113b1 | ex. | 〈ὄφρ’ ἂν ἐγὼ βείω:〉 ταύτην τὴν ἀπολογίαν ποιεῖται, ἵνα μὴ δοκῇ φεύγειν. b(BCE3E4) | |
6113b2 | ὄφρ’ ἂν ἐγὼ βείω: ἵνα μὴ δοκοῖεν αὐτὸν φυγεῖν. T | ||
6114a1 | ex. | εἴπω βουλευτῇσι: προβούλοις. πιθανῶς δέ, ἵνα μὴ γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζῃ. T | |
6114b1 | ex. | εἴπω βουλευτῇσι: ὁ μὲν Ἕλενος ἔλεγεν· „εἰπὲ δ’ ἔπειτα / μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιάσ“ (Ζ 86—7). ὁ δὲ Ἕκτωρ τοῦ εὐπρεποῦς ἕνεκα προστίθησι μὲν τοὺς γέροντας, ἐκκλέπτει | |
δὲ τὴν ὑπὲρ Διομήδους εὐχήν (sc. Ζ 96—101). T | |||
6114b2/a2 | ex. | ex. | ὁ μὲν Ἕλενος ἔλεγεν· „εἰπὲ δ’ ἔπειτα / μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιάσ“. ὁ δὲ Ἕκτωρ τὴν μὲν ὑπὲρ Διομήδους ἐκκλέπτει εὐχήν, τοῦ δὲ εὐπρεποῦς ἕνεκα προστίθησι τοὺς προβού‐ λους γέροντας. | πιθανῶς δὲ καὶ τοῖς βουλευταῖς φησιν, ἵνα μὴ δοκῇ | |
5 | γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζειν. b(BE3E4) | ||
6114c | ex. | εἴπω βουλευτῇσι: καὶ πῶς οὐδὲν εἶπε τοῖς βουλευταῖς, ἀλλὰ ταῖς γυναιξίν; νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις αὐτὸν εἰρηκέναι ἢ ὡς ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος χάριν τοῦτο προστεθεικέναι. A | |
6.115 | ex. | δαίμοσιν ἀρήσασθαι: ἐπέρρωσεν αὐτοὺς χρηστῇ ἐλπίδι· δεδίασι γὰρ ὡς παρασπονδήσαντες. b(BCE3E4)T | |
6116a | ex. | ὣς ἄρα φωνήσας ἀπέβη: καὶ πῶς ἔδει τοσαύτῃ περι‐ στάσει συνεχομένων τῶν Τρώων ἀναχωρεῖν καὶ μὴ μᾶλλον ἐπικηρυ‐ κεύσασθαι τὴν θυσίαν; ἀλλ’ ᾔδει τοὺς Τρῶας ἐθελοκακοῦντας τῇ ἀπουσίᾳ Ἀλεξάνδρου, ἐφ’ ὃν μάλιστα ὥρμητο. ἢ δεισιδαίμων ὢν οὐ | |
5 | θέλει παρέργως τὴν θυσίαν γενέσθαι. ἄλλως τε παροξύνει αὐτοὺς καὶ καταλείπει Αἰνείαν. ἢ πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων· διὸ καὶ τὸ μονομάχιον παράγεται. ἢ ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος, Ἀλέ‐ ξανδρον θέλει παρεγεῖραι. b(BCE3E4)T | ||
6116b | ex. | ἀπέβη〈—〉Ἕκτωρ: οὐκ ἐπὶ ἵππων ἀναχωρεῖ διὰ τὸ μὴ δοκεῖν φεύγειν, ἢ ἐπεὶ πρὸς ἱκετείαν ἄπεισιν, ἢ ὅπως καὶ οἱ πο‐ λέμιοι θεώμενοι τὸ ἅρμα μὴ δοκοῖεν αὐτὸν ἀπηλλάχθαι. b(BCE3E4)T | |
6117a | Ariston. | ἀμφὶ δέ μιν 〈σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαι‐ νόν:〉 ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες ἕως σφυρῶν καὶ | |
αὐχένος καλύπτουσαι. A | |||
6117b | ex. | 〈ἀμφὶ δέ μιν〉 σφυρὰ τύπτε 〈καὶ αὐχένα δέρμα κε‐ λαινόν:〉 ἐναργῶς ἐδήλωσε θέοντα καὶ ὑπὸ τῆς ἀμφιβρότης ἀσπίδος τυπτόμενον. καταλλήλως δὲ εἶπε· τὰ σφυρὰ καὶ τὸν αὐχένα αὐτὸν ἔτυπτεν ἡ ἄντυξ. b(BCE3E4)T | |
6119a | Ariston. | Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς 〈καὶ Τυδέος υἱόσ〉: ὅτι μετατιθέασί τινες ἀλλαχόσε ταύτην τὴν σύστασιν (sc. Ζ 119—236). A | |
6119b | ex. | Γλαῦκος δ’ 〈Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱόσ〉: διαναπαύει τὸν ἀκροατὴν γενεαλογίας καὶ μύθους παρεμβάλλων, οὐκ ἐᾷ τε κενὴν τὴν ἔξοδον Ἕκτορος, ὅ τε στρατὸς διαναπαύεται ἀφορῶν τὸ τέλος τῶν ἀριστέων. καὶ Ἑλλήνων ὑποχωρησάντων κενοῦ ὄντος | |
5 | τοῦ μεταιχμίου προπηδᾷ Γλαῦκος. καὶ ἐν τάχει μὲν πέφρασται, πρὸς ὠφέλειαν δὲ ἐπεξείργασται ταῦτα ὁ ποιητής. b(BCE3)T | ||
6120a1 | ex. | 〈ἐς μέσον ἀμφοτέρων:〉 ὡς διεστώτων καὶ ἀναπαυο‐ μένων. Til | |
6120a2 | διεστῶτες γὰρ ἦσαν καὶ ἀναπαυόμενοι. b(BCE3E4) | ||
6121a1 | Did. | {οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν} ἰόντες: Ζηνό‐ δοτος καὶ Ἀριστοφάνης δυϊκῶς „ἰόντε“. ἐν δὲ τοῖς ἔμπροσθεν (sc. ad Ε 630) εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν. A | |
6121a2 | 〈ἰόντες:〉 Ἀρίσταρχος δυϊκῶς. Til | ||
6123a1 | ex. | τίς δὲ σύ ἐσσι, φέριστε: μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς ἀφῄρηται τὴν ἀχλύν. T | |
6123a2 | μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς τὴν ἀχλὺν ἀφῄρητο. | ||
νῦν δὲ περίκειται αὐτήν. b(BCE3E4) | |||
6.124 | ex. | 〈οὐ μὲν γάρ ποτ’ ὄπωπα:〉 δευτέραν γὰρ ἔχων τάξιν Σαρπηδόνος οὐ προεμάχει. ἢ ἐν τῇ πρὸς ἐμὲ μάχῃ. b(BCE3E4)Til | |
6125a1 | ex. | προβέβηκας: ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων. T | |
6125a2 | ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων χώραν λαβὼν ἔπει‐ σιν αὐτῷ. b(BCE3E4) | ||
6127a1 | ex. | δυστήνων: κακὴν στάσιν ἐχόντων. T | |
6127a2 | κακὴν ἐχόντων τὴν στάσιν, ἢ δυσθανῶν. b(BE3E4) | ||
6127b | ex. | 〈δυστήνων δέ τε παῖδες:〉 ὡς „υἷες Ἀχαιῶν“ (Α 162 al.). Til | |
6128a | Ariston. | 〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας:〉 ὅτι οὐ καθόλου τὴν ἀχλὺν ἀφῃρέθη πρὸς τῆς θεοῦ. Aint | |
6128b | Nic. | 〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας:〉 συναπτέον ὅλον τὸν στίχον. Ail | |
6128c | Did. | {εἰ δέ τις ἀθανάτων γε} κατ’ οὐρανοῦ εἰλήλουθας: οὕ‐ τως Ἀρίσταρχος οἷον καταβέβηκας τὸν οὐρανόν· διὸ διὰ τοῦ ν γρά‐ φει „κατ’ οὐρανόν“. A | |
6128d1 | ex. | εἰ δέ τις ἀθανάτων: ἐπεὶ εἶπε „φὰν δέ τιν’ ἀθανάτων“ (Ζ 108), διὰ τοῦτο ταῦτά φησιν. T | |
6128e1 | ex. | κατ’ οὐρανοῦ εἰλήλουθας: οὕτως Ἀρίσταρχος ὡς τὸ „ὣς φαμένη κατέβαιν’ ὑπερ[ώ]ϊ[α]“ (ς 206). „†βὰν† δὲ κατ’ | |
Ἰδαίων ὀρέων“ (Λ 196). T | |||
6128e2/d2 | ex. | ex. | ὡς τὸ †βὰν† δὲ κατ’ Ἰδαίων ὀρέων“ καὶ „ὣς φαμένη κατέβαιν’ †ὑπερῶα† σιγαλόεντα“, ἵνα καὶ τοῦτο τῷ εἰλήλουθας συντάσσοιτο. οἱ δὲ ἀντὶ τῆς ἀπό. | τοῦτο δέ φησιν, ἐπεὶ εἶπε „φὰν δέ τιν’ ἀθανάτων“. b(BE3E4) | |
6128f1 | ex. | 〈εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλου‐ θας:〉 τὸ παράδοξον τῆς τόλμης ἐκπληττόμενος λέγει ταῦτα. Til | |
6128f2 | τὸ γὰρ παράδοξον τῆς τόλμης ἀπιστεῖν αὐτὸν εἰκότως ἐργάζεται. b(BE3E4) | ||
6130-2 | Ariston. | D | οὐδὲ γὰρ οὐ〈δὲ〉 Δρύαντοσ〈—Διωνύσοιο〉: σημειοῦνταί τινες, ὅτι ὡς περὶ θεοῦ τοῦ Διονύσου διαλέγεται. ὁμώ‐ νυμος δὲ οὗτος ὁ Λυκοῦργος ἐκείνῳ „τὸν Λυκοῦργος ἔπεφνεν“ (Η 142) καὶ ὁ Δρύας δὲ τῷ Λαπίθῃ (cf. Α 263). | Διόνυσος ὁ Διὸς—Εὔ‐ | |
5 | μηλος (fr. 10 [p. 192] K.). A | ||
6.130 | ex. | οὐ〈δὲ〉 Δρύαντος υἱός: Ἠδωνῶν τῶν πρὸς Παγγαίῳ βασιλεύς, μὴ προσδεξάμενος τὴν ἔφοδον Διονύσου. T | |
6132a | Ariston. | {ὅς ποτε} μαινομένοιο: ὅτι ἤτοι μανιοποιοῦ, βακχείας παρασκευαστικοῦ, ἢ αὐτοῦ μαινομένου, ἐνθουσιαστοῦ ἢ βακχευτοῦ. A | |
6132b | D | ex. | μαινομένοιο Διωνύσου: ὡς „χλωρὸν δέοσ“ (Η 479 al.). | Διόνυσος δὲ παρὰ τὸν Δία καὶ τὴν Νῦσαν. T | |
6.133 | ex. | Νυσήϊον: ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ †νυσίαν†. ἄμεινον δὲ τὰ περὶ Θρᾴκην ἀκούειν καὶ κατὰ Σαμοθρᾴκην δύνειν τὸν Διόνυσον, ἔνθα καὶ Θέτις διῆγε, „μεσσηγὺς †Σάμου τε καὶ Ἴμβρου | |
παιπαλοέσσησ“ (Ω 78). b(BCE3)T | |||
5 | D | Νυσήϊον: τὴν λεγομένην—Θρᾴκης νῦν. ἐν ἄλλοις· αὕτη ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος—δίωξιν ἐγένετο. A | |
6.134 | D | θύσθλα: οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τὰς ἀμπέλους, οἱ δὲ τοὺς θύρσους, b(BCE3)T οὓς ἐβάσταζον, ὃ καὶ ἄμεινον. b(BCE3) | |
D | θύσθλα: οἱ μὲν τοὺς κλάδους—τὴν τελετήν. A | ||
6134-5 | Nic. | 〈θύσθλα〉 χαμαὶ κατέχευαν〈—βουπλῆγι〉: διασταλτέον μετὰ τὸ κατέχευαν (134). τὸ δὲ ἑξῆς συναπτέον, ὑπ’ ἀνδροφόνοιο Λυκούργου / θεινόμεναι βουπλῆγι. A | |
6135a | Hrd. | βουπλῆγι: προπερισπωμένως· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον συντιθέμενα φιλεῖ ὀξύνεσθαι, ὁπότε καὶ μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος, „ἀδμήσ“ (ζ 109. 228), ἡμιθνής, κυαμοτρώξ. οὕτως καὶ μεθυπλήξ †ὡπλήξ. A | |
6135b | D (~) | βουπλῆγι: μάστιγι ἢ πελέκει. T | |
6135c | Ariston. | 〈Διώνυσος δὲ φοβηθείς:〉 ὅτι Ζηνόδοτος γράφει „χολω‐ θείσ“, καὶ ὅτι περισσὸς ὁ δέ. Aim | |
6135d | ex. | Διώνυσος δὲ φοβηθείς: μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς τιθήνας αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι καὶ μὴ τιμωρήσασθαι τὸν Λυκοῦργον. b(BCE3E4)T | |
6.136 | ex. | Θέτις δ’ ὑπεδέξατο: Θέτις, ἵν’ εὐλόγως τὸν ἀμφορέα λάβῃ (cf. ω 73—5). ἢ ὅτι χρησμὸς ἐδόθη †ἁλιεύειν ἐν τόπῳ Διόνυσον ἁλιέα† βαπτίζοιτε, ὡς Φιλόχορος (FGrHist 328, 191). T | |
6138a | D | 〈ὀδύσαντο:〉 ὠργίσθησαν. Til | |
6138b | ex. | θεοὶ ῥεῖα ζώοντες: ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν. b (BCE3E4)T | |
6139a1 | ex. | τυφλὸν ἔθηκε: ἐπεὶ ἐθεώρει τὰς τελετάς, οἰκείως κολά‐ ζεται τὰς ὄψεις. T | |
6139a2 | ἐπεὶ τὰς τελετὰς ὁρῶν οὐκ ἐσωφρόνει, οἰκείως τὰς ὄψεις κολάζεται. b(BCE3E4) | ||
6146a1 | ex. | οἵη περ φύλ〈λ〉ων γενεή: οὐκ ἄντικρυς ὀνειδίζει τὸ γένος, ἀλλὰ τὰ φύλλα, οἷς εἴκασεν. καὶ ἀλλαχοῦ· „δειλῶν, οἳ φύλλοι‐ σιν 〈ἐοικότεσ〉“ (Φ 464). T | |
6146a2 | φύλλα. Til | ||
6146b | Ariston. | Hrd. | {οἵη περ φύλλων γενεὴ} τοίη δέ {καὶ ἀνδρῶν}: ὅτι | δύο μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περισπαστέον τὸ ΤΟΙ‐ ΗΔΕ. A | |
6148a | Did. | τηλεθόωσα φύει, 〈ἔαρος δ’ ἐπιγίνεται ὥρη〉: Ἀρι‐ στοφάνης γράφει „τηλεθόωντα“ ATil καὶ ἐπὶ τῶν φύλλων ἀκούει καὶ τὸ ὥρη μετὰ τοῦ ι γράφει κατὰ δοτικήν. A | |
6148b | ex.(?) | 〈τηλεθόωσα:〉 εἰς ὕψος θάλλουσα b(BCE3E4)Til καὶ αὐξομένη. b(BCE3E4) | |
6149a | Hrd. | ἠμὲν φύει ἠδ’ ἀπολήγει: ἀντὶ τοῦ καί. δύναται δὲ καὶ | |
ἄρθρα εἶναι. βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν. A | |||
6149b | Hrd. | ex. | ἠμὲν φύει ἠδ’ ἀπολήγει: δύναται μὲν καὶ ἄρθρα εἶναι, ἄμεινον δὲ συνδέσμους ἐκδέχεσθαι αὐτούς. | Ἀλεξίων (fr. 29 B.) δὲ εὐθύνει τὰ ἄρθρα σολοικισμὸν κατὰ τὴν φράσιν νομίζων καί φησι· „πῶς ἑνικὸν ὂν τὸ γενεή ἐπιμερίζεσθαι δύναται;“ κακῶς· δύναται | |
5 | γὰρ καὶ ἐξ ἑνικοῦ ἐπιμερισμὸς γενέσθαι. b(BCE3E4)T | ||
6150a | Nic. | εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι: ὑποστικτέον εἰς τὸ ἐθέλεις, ἵνα 〈ᾖ〉 τὸ δαήμεναι ἀντὶ προστακτικοῦ τοῦ δάηθι. A | |
6150b | Hrd. | {ὄφρ’ ἐῢ} εἰδῇς: Ἀρίσταρχος περισπᾷ εἰδῇς, καὶ οὕτως ἐπεκράτησεν ἡ προσῳδία· ἦν γὰρ καὶ λόγον ἔχουσα. A | |
6150-1 | Nic. | ex. | εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι〈—ἴσασιν〉: ὑποστικτέον εἰς τὸ θέλεις (150), καὶ τὸ δαήμεναι (150) ἀντὶ τοῦ δάηθι. b(BCE3)T | τινὲς δέ φασι τὸ ἔστω, ὡς τὸ „ξεῖνε φίλ’, 〈εἰ〉 καί μοι νεμεσήσεαι“ (α 158). ἢ διὰ μέσου τὸ πολλοὶ δέ μιν ἄνδρες | |
5 | ἴσασιν (151). T | ||
6152a | Hrd. | ἔστι {πόλις}: τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται, „ἔστι δέ τις προπάροιθε πόλιοσ“ (Β 811), καὶ ὅταν ὑποτάσσηται τῇ οὔ ἀποφάσει, „ὡς οὐκ ἔσθ’ ὅδε μῦθοσ“ (Ψ 62). εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει | |
5 | τὴν ὀξεῖαν, οἷον „ὃ δὴ τετελεσμένον ἐστίν“ (Ξ 196. Σ 427. ε 90). A | ||
6152b | Ariston. | ἔστι πόλις Ἐφύρη 〈μυχῷ Ἄργεος ἱπποβότοιο〉: | |
ὅτι Ἔφυραν τὴν Κόρινθον ἐξ ἡρωϊκοῦ προσώπου εἶπεν. ἔστι δὲ καί τις Θεσπρωτίας Ἔφυρα πόλις. Ἄργος δὲ ἱππόβοτον τὴν Πελοπόν‐ νησον καλεῖ, τὴν δὲ Θετταλίαν Ἄργος Πελασγικόν. A | |||
6152c1 | ex. | πόλις Ἐφύρη: ἡ Κόρινθος. ἔστι δὲ καὶ ἐν Θεσπρωτίᾳ καὶ ἐν Θεσσαλίᾳ καὶ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον. T | |
6152c2 | τὴν Κόρινθον λέγει. εἰσὶ δὲ Ἔφυραι καὶ ἄλλαι, ἡ ἐν Θε‐ σπρωτίᾳ, ἡ ἐν Θεσσαλίᾳ, ἡ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον. b(BCE3) | ||
6.153 | D | ἔνθα δὲ Σίσυφος ἔσκεν: Διὸς τὴν Ἀσωποῦ θυγατέρα— παρὰ Φερεκύδει (F Gr Hist 3, 119). A | |
6153a | Ariston. | κέρδιστος: ἡ διπλῆ, ὅτι τὸν συνετὸν καὶ κερδαλέον κέρ‐ διστον λέγει. οἱ δὲ νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο. A | |
6153b | D | x | κέρδιστος: συνετώτατος, | ἐντρεχέστατος· οὐ γὰρ ἂν τὸν πρόγονον αὐτοῦ πανουργότατον ἔλεγεν. A | |
6153c | ex. | κέρδιστος: μέσον ἐστὶ τοῦτο. ὡς συγγενὴς δὲ οὐ βλα‐ σφημεῖ. ἡ δὲ ἐπανάληψις (cf. Ζ 154) τὸν ἔνδοξον παρίστησιν. b(BC | |
E3)T | |||
6.154 | Ariston. | Σίσυφος: ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. καὶ ὅτι ἐν Ἰλιάδι συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται, ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ κατ’ ἀρχάς, „Αἰθίοπας τοὶ διχθά“ (α 23). A | |
6155a | Did. | 〈ἔτικτεν:〉 Ἰακῶς τὸ „τίκτεν“ Ἀρίσταρχος. Aim | |
6155b | ex. | Βελλεροφόντην: Λεωφόντης πρότερον ἐκαλεῖτο. Βέλ‐ λερον δὲ ἱππικῇ φονεύσας οὕτως ὠνόμασται. b(BCE3E4)T | |
D | αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην: οὗτος πρότερον—παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις (F Gr | ||
5 | Hist 12, 13). A | ||
6.156 | ex. | κάλλος τε καὶ ἠνορέην 〈ἐρατεινήν〉: οὐδὲν γὰρ κάλλος ἄνευ ἀνδρίας, b(BCE3E4)T ὡς δῆλον ἐκ Νιρέως (cf. Β 673—5). δυεῖν δὲ ὄντων πλεονεκτημάτων τὴν ἀνδρίαν ἐρατεινὴν εἶπεν. b (BCE3E4)T | |
6157a1 | Did. | 〈κάκ’ ἐμήσατο:〉 Ἀρίσταρχος Ἰακῶς „κακὰ μήσατο“. Aim | |
6157a2 | {ἐμήσατο:} Ἰακῶς τὸ ἐμήσατο. T | ||
6158-9 | ex. | 〈ἐπεὶ πολὺ φέρτατος ἦεν / —ἐδάμασσε:〉 τὸ πολὺ φέρτατος καὶ τὰ ἑξῆς ἐπὶ τοῦ Προίτου παραδεκτέον. Aint | |
6.158 | ex. | ἐπεὶ πολὺ φέρτερος ἦεν: ὁ Προῖτος τῶν Ἀργείων διὰ τὴν ἀρχήν. b(BCE3E4)T | |
6159a1 | ex. | Ζεὺς γάρ 〈οἱ〉 ὑπὸ σκήπτρῳ ἐδάμασ〈σ〉εν: τοὺς Ἀργείους Προίτῳ ὑπέταξεν. T | |
6159a2 | τοὺς γὰρ Ἀργείους ὁ Ζεὺς τῇ βασιλείᾳ Προίτου ὑπέ‐ ταξεν. b(BCE3) | ||
6159b | Did.(?) | 〈Ζεὺς γάρ μιν:〉 γράφεται „Ζεὺς γάρ οἱ“. Aim | |
6160a | Ariston. | {τῶι δὲ γυνὴ προίτου ἐπεμείνατο} δῖ’ Ἄντεια: ἡ διπλῆ, ὅτι Ὅμηρος Ἄντειαν, οἱ δὲ νεώτεροι Σθενέβοιαν, καὶ ὅτι ἀκαίρως τὸ δῖα· μάχεται γὰρ ἡ μάχλος. A | |
6160b | Hrd. | δῖ’ Ἄντεια: προπερισπαστέον τὸ δῖα καὶ τὸ Ἄντεια προενεκτέον ὡς Κράτεια. ἔνιοι δὲ ὑπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα 〈***〉 κατὰ κόσμον ποιητικὸν προσέρριπται, ὡς καὶ ἐπὶ τοῦ „δῖα Κλυταιμνήστρη“ (γ 266). A | |
6160c | ex. | Hrd. | ἐπεμήνατο 〈δῖ’ Ἄντεια〉: πρὸς ἀποτροπὴν μανίαν ὀνομάζει τὸ πάθος, ὃ καὶ δῖα οὖσα ἐπεμήνατο. τινὲς δὲ ὑφ’ ἓν „Δι‐ άντεια“, κακῶς· ἀγνοοῦσι γὰρ ὅτι τὸ δῖα πολλαχῶς νοεῖται παρ’ Ὁμήρῳ. b(BCE3E4)T | ἢ δῖα Ἄντεια ὡς „δῖα Κλυταιμήστρη“ | |
5 | (γ 266). T | ||
6162a | ex. | 〈πεῖθε:〉 ὁ παρατατικὸς τὴν πολλάκις ταῦτα λέγουσαν ἐσήμανεν. b(BCE3E4)T | |
6162b | ex. | ἀγαθὰ φρονέοντα: τοῦτο ἐκπεφώνηκεν ἀφ’ ἑαυτοῦ, ὡς κἀκεῖ κατὰ μοιχῶν νομοθετῶν φησιν· „ὡς ἀπόλοιτο καὶ ἄλλος ὅ τις τοιαῦτά γε ῥέζοι“ (α 47) καὶ „οὐκ ἀρετᾷ κακὰ ἔργα“ (θ 329). b(BC E3)T | |
6162c | ex. | δαΐφρονα Βελλεροφόντην: δῆλον μὲν ἦν καὶ μὴ προσ‐ τεθέντος τοῦ ὀνόματος ὅτι Βελλεροφόντης λέγεται· περὶ γὰρ τού‐ του ὁ λόγος ἦν. ἀλλ’ ὅμως b(BE3)T ἐπήνεικε τοὔνομα, τοῦτο μὲν †σχήματι κινῶν†, τοῦτο δὲ T ἐπὶ τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς | |
5 | ἡδόμενος διὰ στόμα αὐτὸν ἔχει· οἷς γὰρ ἡδόμεθα, τούτους ἀνὰ στόμα | ||
ἔχομεν. b(BE3)T | |||
6.163 | ex. | ἡ δὲ ψευσαμένη: δείκνυσιν ὅτι τέλος ἔρωτος ἀποτυχόντος μῖσός ἐστιν. b(BCE3E4)T | |
6.164 | ex. | τεθναίης, ὦ Προῖτε: καλόν σοι τὸ ἀποθανεῖν, εἰ μὴ τοῦ καθυβρίσαντός σε κατισχύσεις. ἀλλ’ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε· εἰ γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται. b(BCE3E4)T | |
6165a | ex. | 〈μ’:〉 ἀντὶ τοῦ μοί, ὡς „οὐδέ ς’ ὀΐω“ (Α 170), „ἥ μ’ οἴῳ ἔρροντι“ (δ 367). Til | |
6165b | Porph. | μιγήμεναι οὐκ ἐθελούσῃ: τρεῖς τρόποι μίξεων. ἢ βού‐ λεταί τις μὴ βουλομένῃ, ὡς νῦν· ἢ μὴ βουλόμενος βουλομένῃ, ὡς Ὀδυσσεὺς „παρ’ οὐκ ἐθέλων ἐθελούσῃ“ (ε 155) τῇ Καλυψοῖ· ἢ ὡς Αἴγισθος τὴν Κλυταιμνήστραν „ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὃν δὲ | |
5 | δόμον δέ“ (γ 272). τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων ἀκούσῃ μίγνυται. b(BCE3)T | ||
6.166 | ex. | οἷον: ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξεν; ἢ διασύρει τὸ γυναικοπαθὲς τῶν ἀνθρώπων. b(BCE3)T | |
6.167 | ex. | 〈ἀλέεινε:〉 ὡς ξένον. Til | |
6.168 | ex. | σήματα λυγρά: γράμματα· „οἱ δὲ κλῆρον ἐσημήνα〈ν〉το“ (Η 175), „ὅς μιν ἐπιγράψασ“ (Η 187)· ἄτοπον γὰρ τοὺς πᾶσαν τέχνην εὑρόντας οὐκ εἰδέναι γράμματα. τινὲς δὲ ὡς παρ’ Αἰγυπτίοις | |
ἱερὰ ζῴδια, δι’ ὧν δηλοῦται τὰ πράγματα. T | |||
6169a | Ariston. | γράψας ἐν πίνακι πτυκτῷ: ὅτι ἔμφασίς ἐστι τοῦ τῆς λέξεως γράμμασι χρῆσθαι. οὐ δεῖ δὲ τοῦτο δέξασθαι, ἀλλ’ ἔστι γράψαι τὸ ξέσαι· οἷον οὖν ἐγχαράξας εἴδωλα, δι’ ὧν ἔδει γνῶναι τὸν πενθε‐ ρὸν τοῦ Προίτου. A | |
6169b | ex. | 〈πίνακι πτυκτῷ:〉 πινακιδίῳ. Til | |
6168-9 | ex. | 〈σήματα—πίνακι πτυκτῷ:〉 σήματα μὲν τὰ γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον. b(BC) | |
6170a | Did. | {δεῖξαι δ’} ἠνώγειν: οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρί‐ σταρχος· ἠνώγεεν γάρ. A | |
6170b | Ariston. | 〈ᾧ πενθερῷ:〉 ὅτι τοῦτον οἱ νεώτεροι Ἰοβάτην φασί. Aint | |
6170c | ex. | ᾧ πενθερῷ: Ἰοβάτῃ ἢ Ἀμισωδάρῳ (cf. Π 328). T | |
6171a | Did. | ὑπ’ ἀμύμονι {πομπῇ}: ὁ Ἰξίων (fr. 29 St.) ἐν τῷ πρώτῳ τῷ Πρὸς τὰς ἐξηγήσεις προφέρεται „μετ’ ἀμύμονι“. A | |
6171b | ex.(?) | 〈θεῶν ὑπ’ ἀμύμονι πομπῇ:〉 αἰσίοις οἰωνοῖς. Til | |
6172a1 | ex. | Ξάνθον τε ῥέοντα: ποῖος γάρ †φησι† ποταμὸς οὐ ῥεῖ; ῥητέον ὅτι ἐπεὶ καὶ πόλις Λυκίας ἐστὶ Ξάνθος. ἢ εὐρὺ ῥέοντα. ἢ ἐπεὶ ἀέναός ἐστιν. T | |
6172a2 | καὶ ποῖος †φησὶ† ποταμὸς οὐ ῥεῖ; b(BCE3E4) ῥη‐ τέον· ἐπεὶ Ξάνθος ἐστὶ Λυκίας πόλις, πρὸς ἀντιδιαστολὴν ἁπλῶς τὸ ῥέοντα τέθεικεν. b(BCE3) ἢ τὸν ἀένναον λέγει καὶ ἀεὶ ὡσαύτως ἔχοντα. ἢ μᾶλλον τὸν ῥευματώδη. b(BCE3E4) | ||
6.173 | ex. | 〈προφρονέως:〉 ἀπὸ τοῦ προφρόνως. Til | |
6174a | Ariston. | ἐννῆμαρ: ἡ διπλῆ, ὅτι A ἐπίφορός ἐστι πρὸς τὸν ἐννέα ἀριθμόν. AAint | |
6174b | Did. | 〈ξείνισσε:〉 Ἀρίσταρχος καὶ ξείνισσε καὶ „ξείνιζε“. Aim | |
6174c | ex. | ἐννῆμαρ ξείνισσε: ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλο‐ φρονεῖται, ἢ ὅτι ἐν θυσίαις αὐτὸν εὗρεν, ἢ ὀκνῶν οὗτος οὐκ ἀπεδίδου, μὴ θέλων ἀποδημεῖν τάχιστα διὰ τὴν γυναῖκα. b(BCE3E4)T | |
6176a | Ariston. | καὶ τότε μιν ἐρέεινε: ὅτι ἔθος ἦν παρὰ τοῖς παλαιοῖς ξενίζειν πρότερον, εἶτα πυνθάνεσθαι, τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι. A | |
6176b | ex. | σῆμα {ἰδέσθαι}: σῆμα τὸ ἐπίταγμα, „σημαίνων ἐπέτελ‐ λεν“ (Φ 445)· ἢ τὸ πτυκτὸν τὸ ἔχον τὰ σήματα, ὅ ἐστι τὰ γράμ‐ ματα. T | |
6.178 | Ariston. | {αὐτὰρ ἐπεὶ δὴ} σῆμα κακόν: ὅτι σημεῖα λέγει, οὐ γράμ‐ ματα· εἴδωλα ἄρα ἐνέγραψεν. A | |
6.179 | ex. | 〈ἀμαιμακέτην:〉 τὴν ἄγαν μαιμῶσαν ἢ τὴν ἀκαταμάχη‐ τον. Til | |
6.180 | ex. | θεῖον γένος: τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ τὸ παρηλλαγμένῃ κεχρῆσθαι φύσει ἢ διὰ τὸ Τυφῶνος καὶ Ἐχίδνης εἶναι. b(BCE3E4)T | |
6181a | Ariston. | 〈πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χί‐ | |
μαιρα:〉 ὅτι ἓν σῶμα ἡ Χίμαιρα. Aint | |||
6181b | ex. | πρόσθε λέων, 〈ὄπιθεν δὲ δράκων, μέσση δὲ χί‐ μαιρα〉: εἰ τὸ πλεῖον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος, ἔδει αὐτὴν λέοντα καλεῖσθαι. ἦν οὖν τὸ πᾶν χίμαιρα, ἀφ’ οὗ καὶ ὠνομάζετο, κεφαλὴν δὲ εἶχε λεαίνης, οὐρὰν δὲ δράκοντος. τοίνυν πῦρ εἰσάγεται | |
5 | ἀναπνέουσα διὰ τοῦ στόματος τοῦ λέοντος. Ἡσίοδος (sc. th. 321) δὲ ἠπατήθη τρικέφαλον αὐτὴν εἰπών. b(BCE3E4)T οἱ δὲ παν‐ δοκεῖς εἶναι λέγουσι 〈Λέοντα〉 καὶ Δράκοντα καλουμένους, μέσην δὲ αὐτῶν πανδοκεύτριαν Χίμαιραν, ἣ τοὺς παριόντας ἧψε μεληδὸν καὶ τοῖς ἄλλοις παρεῖχε παρατιθεῖσα. ἔνιοι δὲ ὄρος εἶναι κατὰ Λυκίαν, ὃ | ||
10 | καλεῖται Χίμαιρα· τοῦτο δὲ κατὰ μέσον ἔχειν ἀναφυσήματα πυρός, κατὰ δὲ τὰ ἄκρα πολύθηρον 〈εἶναι〉. T | ||
6.182 | ex. | 〈πυρὸς μένος:〉 λείπει τὸ ὥς, ὡς πυρός. Til | |
6183a | Ariston. | καὶ τὴν μὲν κατέπεφνε 〈θεῶν τεράεσσι πιθήσασ〉: ὅτι οὐδὲν περὶ τῆς κατὰ τὸν Πήγασον ἱστορίας ἐμφαίνει. A | |
6183b | ex. | καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας: ἀπίστου ὄντος, πῶς τὸ τοιοῦτον θηρίον κατηγωνίσατο, ἰάσατο τὸ ἄπιστον θείαν δύναμιν ἐπαγαγών. b(BCE3E4)T | |
6.184 | ex. | δεύτερον αὖ Σολύμοισι: καὶ „ἐκ Σολύμων ὀρέων“ (ε 283)· ἀπὸ γὰρ τῶν ἀνατολικῶν Αἰθιόπων ἐπανιὼν ἀπὸ Πισιδίας καὶ Κι‐ | |
λικίας ὁρᾷ Ὀδυσσέα ὁ Ποσειδῶν. T | |||
6.185 | ex. | 〈φάτο:〉 εὖ τὸ μὴ εἰπεῖν ‘ἔφασαν ἄλλοι‘, ἀλλ’ αὐτὸς ὁ πε‐ πειραμένος. b(BCE3)Til | |
6186a1 | ex. | 〈Ἀμαζόνας:〉 κατέτρεχον γὰρ τὴν Ἀσίαν. ἀμέλει ἐξ αὐτῶν Ἔφεσος καὶ Σμύρνα καλεῖται· „καὶ †φρυνα’ ἐσήλυθον“ (Γ 184). Til | |
6186a2 | αὗται γὰρ κατατρέχουσαι τὴν Ἀσίαν ἐληΐζοντο. οὐ †μὴν† δέ, ἀλλὰ „καὶ Φρυγίην εἰσήλυθον“. b(BCE3E4) | ||
6187a1 | Did. | 〈ἀνερχομένῳ:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ †ε, „ἐπερχομένῳ†“. Aint | |
6187a2 | τῷ δ’ ἄρ’ ἀνερχομένῳ: Ἀρίσταρχος „†ἀπερχομένῳ“ γράφει διὰ τοῦ α. γράφεται δὲ καὶ τῷ δ’ ἀνερχομένῳ†. T | ||
6188a | Nic. | κρίνας ἐκ Λυκίης: βέλτιον τοῖς ἑξῆς συντάττειν τοῦτον τὸν στίχον. A | |
6188b1 | ex. (Nic.) | κρίνας ἐκ Λυκίης: ἀπὸ οἰκείας ἀρχῆς ὁ στίχος. T | |
6188b2 | ἀπὸ ἰδίας δὲ ὁ στίχος ἀρχῆς. b(BCE3) | ||
6188c | ex. | 〈φῶτας ἀρίστους:〉 διδάσκει τοὺς ἀλκιμωτάτους μό‐ νους λοχᾶν· „ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν“ (Ν 277). b (BCE3E4)T | |
6189a | ex. | εἷσε λόχον: δῆλον οὖν ὡς καὶ αὐτὸς διὰ τὴν καλοκἀγα‐ θίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν ἐκ τοῦ προφανοῦς αὐτὸν φονεῦσαι. b(BCE3)T | |
6189b | Ariston. | 〈τοὶ δ’ οὔ τι πάλιν οἶκον δὲ νέοντο:〉 πρὸς τὸ πάλιν, ὅτι οὐ χρονικῶς. Aint | |
6191a1 | Ariston. | ἀλλ’ ὅτε δὴ γίνωσκε 〈θεοῦ γόνον〉: ὅτι ἐκ τῶν πρατ‐ τομένων τοῦτο συνέβαλεν. εἰ δὲ προσέκειτο καὶ ὁ Πήγασος, πολὺ | |
πλέον αὐτοῦ τὴν δόξαν ἐπιστώσατο. A | |||
6191a2 | ὅτι οὐκ οἶδεν Ὅμηρος τὸν Πήγασον. T | ||
6191b1 | ex. | 〈ἀλλ’ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠῢν ἐόντα:〉 ἐκ τῶν πράξεων τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. Ποσειδῶνος δὲ ἦν καὶ Μήστρας τῆς Ἐρυσίχθονος. Til | |
6191b2 | ἡ πρᾶξις αὐτὸν ὡς θεοῦ ἔδειξεν υἱόν· ἐκ τῶν πράξεων γὰρ τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. b(BCE3E4) | ||
6.192 | ex. | δίδου δ’ ὅγε θυγατέρα ἥν: Ἀλκιμέδουσαν ἢ Πασάνδραν. T | |
6194a1 | ex. | 〈καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων:〉 ὡς τῶν δεινῶν δι’ αὐτοῦ ἀπηλλαγμένοι· πολλὰ γὰρ παρὰ τῶν γει‐ τονούντων δεινὰ καθ’ ἑκάστην ἔπασχον. b(BCE3) | |
6194a2 | καὶ μέν οἱ Λύκιοι τέμενος τάμον: ὡς †ἀπηλαγμένοι† τῶν δεινῶν. T | ||
6194b | Ariston. | {καὶ μέν οἱ λύκιοι} τέμενος τάμον: ὅτι παρετυμολογεῖ τὸ τέμενος ἀπὸ τοῦ τεμεῖν καὶ ἀφορίσαι. A | |
6.195 | Did.(?) | 〈πυροφόροιο:〉 γράφεται „ὄφρα νέμοιτο“. Aim | |
6.198 | Ariston. | Λαοδαμείῃ μέν: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήν‐ τηκεν. A | |
6.199 | Ariston. | ἡ δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα: ὅτι καθ’ Ὅμηρον Σαρ‐ πηδὼν υἱὸς Εὐρώπης οὐκ ἔστιν οὐδ’ ἀδελφὸς Μίνωος, ὡς οἱ νεώ‐ | |
τεροι· καὶ γὰρ οἱ χρόνοι εὔδηλοι. A | |||
6198-9a1 | ex. | Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς· / ἣ δ’ ἔτεκ’ 〈ἀντίθεον〉 Σαρπηδόνα: ἐπεὶ πῶς Εὐρώπης ὢν συστρα‐ τεύει Ἰδομενεῖ; ἢ ὅτι παρὰ Διὸς τὴν ἥβην †ἐπεὶ ἓξ ἔσχον† γενεάς. τινὲς δὲ Εὐρώπην τὴν Λαοδάμειαν, ἐπεὶ εὐόφθαλμος ἦν. T | |
6198-9a2 | καὶ πῶς ἐν ἑτέρᾳ ἱστορίᾳ Εὐρώπης αὐτόν φησιν; λέγομεν δὲ ὅτι ἡ αὐτή ἐστιν· εἴρηται γὰρ Εὐρώπη οὐχὶ κυρίως, ἀλλὰ τοῦ ρ πλεονάζοντος· εὐόφθαλμος γὰρ ἦν. b(BCE3E4) | ||
6200-5 | ex. | ἀλλ’ ὅτε δὴ κἀκεῖνος (200) / ἤτοι ὁ κὰπ πεδίον (201), / Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης (203) / 〈κατ〉έκτανε (204), / τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα (205): ἵνα ἡ ἀπώλεια τῶν παίδων αἰτία αὐτῷ ᾖ μονασμοῦ, ὡς καὶ τῷ Λαέρτῃ | |
5 | (cf. λ 187—96). καὶ Ἀλήϊον πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀν‐ θρώπους. τὰ δὲ ἐκ τῆς τύχης εἰς θεοὺς ἀναφέρομεν. ὥσπερ δὲ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα τὸ φρύαγμα Διομήδους καθαιρῶν (sc. Ζ 145—9), καὶ νῦν οὐκ ἀπώκνησε τὴν περὶ τὸν πρόγονον μεταβολὴν τῆς τύχης ὁμολογῆσαι. ἢ τάχα πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν | ||
10 | ἀτυχιῶν. b(BCE3E4)T εἰ δὲ χωλὸς ἦν, πῶς ἠλᾶτο; T | ||
6200a1 | ex. | ἀλλ’ ὅτε δὴ κἀκεῖνος ἀπήχθετο: ὥσπερ καὶ οἱ †πρόγονοι† αὐτοῦ, Ἴσανδρος δὲ καὶ †λαοδάμειαν† ἢ ὡς τὸ γένος | |
τῶν ἀνθρώπων. T | |||
6200a2 | ὥσπερ καὶ οἱ ἀπόγονοι αὐτοῦ Ἴσανδρος καὶ Λαοδάμεια ἢ ὡς οἱ ὑπ’ αὐτοῦ ἀναιρεθέντες. b(BCE3E4) | ||
6201a | Ariston. | Hrd. | Ἀλήϊον οἶος ἀλᾶτο: ὅτι παρετυμολογεῖ τὸ Ἀλήϊον ἀπὸ τῆς γενομένης ἐν αὐτῷ τοῦ Βελλεροφόντου πλάνης. | τὸ δὲ Ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι. βέλτιον δὲ τὸ πρό‐ | |
5 | τερον. A | ||
6201b | ex. (Hrd.) | Ἀλήϊον: τινὲς ἐδάσυναν διὰ τὸ ἅλας ἐκεῖ πήγνυσθαι. ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης. b(BCE3E4)T | |
6202a | ex. | ὃν θυμὸν κατέδων: οὐχ ὡς οἱ νεώτεροί φασι, μελαγχο‐ λάνας, ἀλλ’ ὀδυνώμενος ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ ἐμόναζεν. b (BCE3E4)T | |
6202b | ex. | 〈ὃν θυμὸν κατέδων:〉 διδάσκει, πόσην †ψυχαγωγίαν† ἔχει ἡ συντυχία, b(BCE3E4)Til καὶ μάλιστα ἡ τῶν ἰδίων, ὅτι δι’ αὐτοὺς τὴν ψυχὴν ἀπελέγετο. b(BCE3E4) | |
6202c | Hrd. | πάτον {ἀνθρώπων ἀλεείνων}: πάτον ὡς λόγον· τὰ γὰρ εἰς τος λήγοντα δισύλλαβα, βραχείᾳ παραληγόμενα, μονογενῆ βα‐ | |
ρύνεται, κρότος κότος μίτος, „Νότοσ“ (Β 145 al.), πότος. οὕτως ἄρα καὶ πάτος. δοκεῖ ἀντικεῖσθαι τὸ „στρατόσ“ (ω 81)· τὸ γὰρ „βρο‐ | |||
5 | τόσ“ (Γ 223 al.) κατὰ δύο τρόπους ἀποφεύγει, ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφασιν. A | ||
6.204 | ex. | μαρνάμενον Σολύμοισι: ἴσως ὡς γηράσαντος τοῦ Βελ‐ λεροφόντου ἀπέστησαν, ὁ δὲ ὡς πατρῴας ἀρχῆς ἀντιποιούμενος ἐπολέμει. b(BCE3E4)T | |
6205a | ex. | 〈χολωσαμένη:〉 ἴσως διὰ τὰς Ἀμαζόνας. Til | |
6205b | Hrd. | 〈ἔκτα:〉 ἀποκοπὴ τοῦ „ἔκταν’ ἐπὶ προμάχων“ (Σ 456). Aim | |
6.206 | ex. | 〈Ἱππόλοχος δέ μ’ ἔτικτε:〉 ἐκ Δημωνάσ〈σ〉ης. Til | |
6207-8 | ex. | καί μοι μάλα πόλλ’ ἐπέτελλεν / αἰὲν ἀριστεύειν: τοῦτο ἀναφέρει πρὸς τὸ ὑπὸ Διομήδους εἰρημένον „ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων“ (Ζ 125). b(BCE3)T | |
6.210 | Ariston. | ἔν τ’ Ἐφύρῃ ἐγένοντο: ὅτι οἱ μὲν ἥρωες Ἔφυραν παρ‐ άγονται λέγοντες, αὐτὸς δὲ Κόρινθον λέγει τὴν πόλιν (sc. Β 570. Ν 664). A | |
6.211 | ex. | ταύτης τοι γενεῆς καὶ αἵματος: σπέρματος· τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται· οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τὸ τελευ‐ ταῖον αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμε‐ τάβλητον ἐξέλκουσιν. A b (BCE3E4)T | |
6.212 | ex. | γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης: ἔοικε διὰ τὸ ὄνομα Βελλεροφόντου καὶ τοὺς πολλοὺς ἀνασχέσθαι λόγους τοῦ Γλαύκου. b(BCE3)T | |
6.213 | ex. | ἔγχος μὲν κατέπηξεν: γραφικῶς ἔχει καὶ τοῦτο. A b (B CE3)T ἵνα δὲ μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος ὁ Διομήδης. A b (BCE3E4)T | |
6.214 | ex. | 〈μειλιχίοισι:〉 ἐπὶ φιλοξενίαν προτρέπεται, δεικνὺς ὡς καὶ ἐκ κινδύνων ῥύεται. b(BCE3)Til | |
6217a | Did.(?) | 〈ξείνισεν ἐν μεγάροισι:〉 γράφεται „ξείνις’ ἐνὶ μεγά‐ ροισι“. Aim | |
6217b | ex. | 〈ἐείκοσιν:〉 οὕτως Ἀττικοί· ὅθεν καὶ „εἰκοσινήριτα“ (Χ 349). Til | |
6.218 | Ariston. | 〈οἱ δὲ καὶ ἀλλήλοισι:〉 ὅτι περιττὸς ὁ καί σύνδεσμος. Aint | |
6219a | Ariston. | Οἰνεὺς μέν: σημειοῦνταί τινες ὅτι πρὸς τὸ πρῶτον ἀπήν‐ τηκεν. A | |
6219b | ex. | Οἰνεὺς μὲν ζωστῆρα: οὐκ ἐκαπήλευε γὰρ τὰς δόσεις. ἢ καὶ ὁ ζωστὴρ πολυτιμότερος ἦν. T | |
6219-20 | ex. | Οἰνεὺς μὲν ζωστῆρα / Βελλεροφόντης δὲ χρύσεον δέπας: ὁ μὲν ὡς μένοντι, ὁ δὲ ὡς ἐκδημοῦντι. b(BCE3E4)T | |
6221a | ex. | καί μιν ἐγὼ κατέλειπον: ἄπαιδος γὰρ τελευτῶντος Οἰνέως Διομήδης αὐτὸ κληρονομεῖ. b(BCE3E4)T | |
6221b | ex. | καί μιν ἐγὼ 〈κατέλειπον〉: „μνῆμα ξείνοιο φίλοιο“ (φ 40). T | |
6221c | ex. | 〈μίν:〉 τὸ δέπας. Aint | |
6222-3 | ex. | ex. | Τυδέα δ’ οὐ μέμνημαι〈—Ἀχαιῶν〉: ἄτοποι οἱ δύο στίχοι. | τὸ δὲ Τυδέα δ’ οὐ μέμνημαι (222) ὡς „μέμνημαι | |
τόδε ἔργον“ (Ι 527). T | |||
6.224 | ex. | Ἄργεϊ μέσσῳ: τὸ Ἄργος μέσον Πελοποννήσου. T | |
6226a | Nic. | ἔγχεσι δ’ ἀλλήλων ἀλεώμεθα 〈καὶ δι’ ὁμίλου〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. ἀμφίβολον δὲ τὸ λεγόμενον· ἤτοι γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομήδη καὶ τὸν Γλαῦ‐ κον καὶ πάλιν ἀλλήλων τὰ πλήθη, τοὺς Λυκίους καὶ τοὺς Ἀργείους, | |
5 | ἵν’ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη. ἢ καὶ ἐναλλὰξ καὶ οἱ βασιλεῖς τῶν πληθῶν καὶ τὰ πλήθη τῶν βασιλέων, ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων, Διομήδης Γλαῦκος, Ἀρ‐ γεῖοι Λύκιοι· μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασι‐ λεῖς ἀλλήλων ἀφέξονται. A | ||
6226b | Did. | 〈ἀλλήλων:〉 οὕτως ἀλλήλων. Ζηνοδότειος δέ ἐστιν ἡ „ἀλλήλουσ“. Aim | |
6226c | ex. (Did.) | ἔγχεα δ’ ἀλλήλων 〈ἀλεώμεθα〉: ἀλλήλων τὰ ἔγχη ἐκκλίνωμεν. b (BCE3E4)T γράφεται δὲ καὶ „ἔγχεσιν“, ἵν’ ᾖ b(BCE3E4) ἀπο‐ τύχωμεν ἀλλήλων καίτοι ἐν πλήθει ὄντες. b(BCE3E4)T Ζηνό‐ δοτος δὲ γράφει „ἀλλήλους †ἀλεσώμεθα“. T | |
6226d | ex. | ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου: ἐπὶ παντὸς τοῦ πλήθους, ὅπως γνῶσιν ὅτι ξεῖνοί εἰσιν· ἢ διὰ πάσης τῆς μάχης, ὡς „τανυσσάμενος διὰ μήλων“ (ι 298)· ἢ καὶ ἡμεῖς καὶ αἱ ἡμέτεραι στρατιαὶ παραφυλάξωνται τὴν πρὸς ἀλλήλας στάσιν. b | |
5 | (BCE3E4)T | ||
6226e | ex.(?) | 〈ἀλεώμεθα:〉 ἀντὶ τοῦ φειδώμεθα. Aint | |
6227-9a | ex. | 〈πολλοὶ μὲν γὰρ—δύνηαι:〉 οἷον οὐκ ἐπείγει πρὸς ἀλλήλους ἡμᾶς ἀμφοτέρους μάχεσθαι. Aim | |
6227-9b | ex. | πολλοὶ μὲν γὰρ ἐμοὶ 〈Τρῶες κλειτοί τ’ ἐπίκουροι /〉 κτείνειν ὅν κε θεός γε πόροι〈—ὅν κε δύνηαι〉: καίτοι εὐημερῶν παραπεφυλαγμένως λαλεῖ ὡς πρὸς φίλον μετριάζων· b(BC E3)T ηὔξησέ τε αὐτὸν διὰ τοῦ δύνηαι. T | |
6.229 | Hrd. | {ὅν κε} δύνηαι: ὡς λέγηαι καὶ φέρηαι· „σὺ δέ κεν κακὸν οἶτον ὄληαι“ (Γ 417). Τυραννίων (fr. 15 P.) δὲ προπερισπᾷ· καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶ‐ μαι. ἀλλ’ εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, | |
5 | καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτα‐ κτικά. οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι. A | ||
6.230 | ex. | 〈τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν:〉 ἁπλοϊκῶς τοῦτο, οὐ δι’ αἰσχροκέρδειαν. b(BCE3E4)T | |
6230-1 | ex. | ὄφρα καὶ οἵδε | γνῶσιν: δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ τὰ πλήθη, καραδοκοῦντες τὸ τέλος. b(BCE3E4)T | |
6234a | ex. | ἔνθ’ αὖτε Γλαύκῳ 〈Κρονίδης φρένας ἐξέλετο Ζεύσ〉: εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλερο‐ φόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν· ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ γινόμενος ἰδιόξενος τοῦ παναρίστου Διομήδους. b(BCE3 | |
5 | E4)T τὸ δὲ ἐξέλετο ἀντὶ τοῦ ὑπερηύξησε τῇ φιλοτιμίᾳ, ὡς τὸ „γέρας ἔξελον“ (Π 56 al.). b(BE3E4)T | ||
6234b1 | ex. | ἔνθ’ αὖτε Γλαύκῳ 〈Κρονίδησ〉 φρένας ἐξέλετο: ὅτι κατὰ τῶν συμμάχων ἐκόσμει λαμπροτέροις αὐτὸν ὅπλοις. ἢ ὡς Ἡφαι‐ στότευκτα. ἢ, ὡς Πῖος (fr. 2 H.), ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα μὴ ἐξ ἴσου ἀπηλ〈λ〉αγμένον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν. T | |
6234b2 | ἢ μᾶλλον αἰτιᾶται αὐτόν, ὅτι λαμπροῖς ὅπλοις ἐκοσμεῖτο κατὰ ἑαυτοῦ καὶ τῶν συμμάχων· ὅπου γὰρ ταῦτα, εὔκαιρος ἡ τῶν πολεμίων ὁρμή. b(BE3E4) | ||
6235a1 | ex. | ὃς πρὸς Τυδείδην Διομήδη 〈τεύχε’ ἄμειβε〉: καὶ πῶς οὐ δέδιε Διομήδης γυμνούμενος πρὸ μικροῦ †τρώων† παρασπον‐ δησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα (cf. Η 303—5) ἤμειψαν· †χάρης† γὰρ οὐ θέλει τὴν ἀσπίδα· | |
5 | ἦ γὰρ †αὖ† προὔκρινεν αὐτὴν Ἕκτωρ τοῦ Νέστορος. T | ||
6235a2 | καὶ πῶς οὐ Διομήδης φρενῶν λείπεται γυμνούμενος πρὸ μικροῦ τῶν Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα ἤμειψαν· οὐ γὰρ τὴν ἀσπίδα πρὸς χάριν ἐδίδουν· ἢ γὰρ ἂν προὔκρινε τὴν Αἴαντος Ἕκτωρ, εἰ | ||
5 | ἐδίδοτο, ὑπὲρ τὴν Νέστορος. b(BCE3E4) | ||
6236a1 | ex. | 〈ἑκατόμβοι’:〉 ἑκατὸν ἄξια νομισμάτων· οἱ γὰρ Ἀθη‐ ναῖοι ἐν τοῖς ἑαυτῶν νομίσμασι βοῦν ἐνετύπουν. b(BCE3) | |
6236a2 | ex. | D | ex. | ἑκατόμβοι’: ἐκ τοῦ παρ’ Ἀθηναίοις νομίσματος· | οὐ γὰρ νομίσμασιν ἐχρῶντο· ὅθεν καὶ „ἀλφεσίβοιαι“ (Σ 593). | οἱ δὲ παρ’ Ἀθηναίοις νόμισμα ἔχον βοῦν. T | |
6236a3 | D | ex. | ἑκατόμβοια: ἑκατὸν βοῶν ἄξια· οὐ γὰρ νομίσμασιν ἐχρῶντο· ὅθεν καὶ „ἀλφεσίβοιαι“. | οἱ δὲ παρ’ Ἀθηναίοις νόμισμα ἔχον βοῦν. A | |
6236b | D | ἐννεαβοίων: ἐννέα βοῶν. A κεκώλυται δὲ ὑπὸ τοῦ μέτρου εἰπεῖν δεκαβοίων. AT | |
6237a | ex. | 〈Ἕκτωρ δ’ ὡς:〉 εὐκαίρως μεταβαίνει τὸ διάκενον τῆς πορείας Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους. b(BCE3)Til | |
6237b | Ariston. | Σκαιάς τε 〈πύλας καὶ φηγὸν ἵκανεν〉: ὅτι τὰς Σκαιὰς ὀνοματικῶς Δαρδανίας λέγει (sc. Ε 789. Χ 194. 413). AAint | |
6.238 | ex. | ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι 〈θέον ἠδὲ θύγατρεσ〉: ἤδη ἐπὶ τὸ περιπαθὲς ἔρχεται· διὸ οὐδὲ τῶν γερόντων ἐμνήσθη, ἀλλὰ τῶν γυναικῶν. οἰκεῖον δὲ ἐπ’ αὐτῶν τὸ θέειν. b(BCE3)T | |
6239a | Ariston. | εἰρόμεναι 〈παῖδάς τε κασιγνήτους τε ἔτας τε〉: πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι. A | |
6239b | D | 〈παῖδας:〉 ἀντὶ τοῦ ὑπὲρ παίδων. b(BCE3E4)Til | |
6239c | Hrd. | ἔτας {τε}: ὁ Ἀσκαλωνίτης (p. 47 B.) ψιλοῖ, ἐφ’ οὗ ἂν τάσσηται, φησί, σημαινομένου· πολλὰ γὰρ ἡ λέξις σημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων, φησί, πάλιν ψιλωτέον, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ ἥλατο „ἆλτο“ (Α 532 al.). πιθανώτερον δέ ἐστι, φησίν, | |
5 | ἐνθάδε ἀκούειν ἐπὶ τῶν συγγενῶν. Ἀλεξίων (fr. 30 B.) δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι· εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ συναλιφή, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκατα‐ | ||
10 | θετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰσχύλῳ (fr. 377 N.2 = 530,28 M. = 281 a 28 R.) οὕτως εὕρομεν· „οὔτε δῆμος οὔτ’ ἔτης ἀνήρ“, καὶ παρ’ Εὐριπίδῃ (fr. 1014 N.2) τὸ „†πόλει μὲν ἄρχων†, φωτὶ δ’ οὐκ ἔτῃ | ||
πρέπον“. A | |||
6239d | ex. (Hrd.?) | ἔτας: ψιλωτέον τὸ ἔτας. b(BCE3)T ἔται δὲ λέγον‐ ται καὶ οἱ πολῖται καὶ οἱ συγγενεῖς. b(BCE3E4)T | |
6.240 | ex. | θεοῖς εὔχεσθαι ἀνώγει: ὡς πάντων περιόντων χρηστὰς ὑπέδειξεν ἐλπίδας· οὐδεὶς γὰρ ὑπὲρ τεθνεώτων εὔχεται. b(BCE3E4)T | |
6241a | Ariston. | πάσας ἑξείης: ὅτι ἔν τισι γράφεται „πᾶσι μάλ’ ἑξείησ“ (= λ 134), κατὰ τὸ ἑξῆς λέγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλὰ μὴ κατὰ τὸ τυχόν. A | |
6241b | ex. | 〈πάσας ἑξείης:〉 πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρι‐ σιν ἐποιεῖτο. b(BCE3)Til | |
6242-51a1 | Nic. | ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον〈—ἤλυθε μήτηρ〉: τὸ ἑξῆς ἀλλ’ ὅτε δὴ Πριάμοιο (242), ἔνθα οἱ ἠπιόδω‐ ρος (251). τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον. A | |
6242-51a2 | τὸ ἑξῆς ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον, ἔνθα οἱ ἠπιό‐ δωρος. τὰ δὲ †ἑξῆς† διὰ μέσου. b(BCE3E4)T | ||
6243a1 | ex. | 〈αἰθούσῃσι:〉 τειχίοις τῆς αὐλῆς. Til | |
6243a2 | αἴθουσαι δὲ τὰ τῆς αὐλῆς τειχία. b(BCE3) | ||
D | αἰθούσῃσι: στοαῖς ταῖς—ἡλίου βολήν. A | ||
6244-6 | ex. | πεντήκοντα ἔσαν θάλαμοι〈—ἀλόχοισι〉: ἴσως οἱ περὶ Ἕκτορα ἀνδρωθέντες καὶ βασιλικοὶ γεγονότες ἀπέστη‐ | |
σαν τοῦ πατρός. b(BE3E4)T | |||
6.244 | Hrd. | {πεντήκοντ’} ἔνεσαν {θάλαμοι}: ἔνεσαν ὡς ἔλεξαν. οὕτως καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος, παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος, ἀναδίδωσι τὸν τόνον, κατεῖχε „κάτεχε“ (Γ 243. ν 269). οὕτως οὖν ἀνέγνωμεν „ἥμε‐ | |
5 | νον εἰσεῖδε“ (Ξ 158) προπερισπωμένως, τὸ δὲ ἕτερον „τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην“ (α 118) προπαροξυτόνως. A | ||
6.246 | Did. (?) | 〈παρὰ μνηστῇς ἀλόχοισι:〉 ἐν ἄλλῳ „παρ’ αἰδοίῃς ἀλόχοισι“. Aim | |
6248a | Hrd. | τέγεοι: ὡς τέλεοι· τέγος γὰρ ὡς „τέλοσ“ (Γ 291 al.) καὶ τέγειος ὡς τέλειος. Aim | |
6248b | Ariston. | {δώδεκ’ ἔσαν} τέγεοι θάλαμοι: ὅτι ὑπερῷοι ἦσαν· διὸ τέγεοι, ἵνα μὴ διοδεύωνται. ἐπιμελῶς δὲ Ὅμηρος καὶ διὰ τῆς Ἰλιά‐ δος καὶ διὰ τῆς Ὀδυσσείας τοὺς γυναικείους θαλάμους συνίστησιν. A | |
6248c | τέγεοι 〈θάλαμοι〉: ὑπερῷοι ἐπὶ τοῦ τέγους ᾠκοδομη‐ μένοι· b(BCE3)T τοιοῦτοι γὰρ κατεσκευάζοντο ταῖς γυναιξὶ πρὸς τὸ μὴ ὁρᾶσθαι συνεχῶς ἀνδράσιν. b(BCE3E4)T | ||
6249-50 | ex. | ἔνθα δὲ γαμβροί / κοιμῶντο Πριάμοιο παρ’ αἰ‐ δοίῃς ἀλόχοισιν: εἰς τὸ φιλότεκνον Πριάμου· φησὶ γὰρ „πλησίοι ἀλλήλων δεδμημένοι“ (Ζ 245. 249). T | |
6250a1 | Did. | 〈παρ’ αἰδοίῃς ἀλόχοισιν:〉 οὕτως Ἀρίσταρχος παρ’ αἰδοίῃς 〈ἀλόχοισιν〉. Aint | |
6250a2 | ἐν ἄλλῳ „παρὰ μνηστῇς ἀλόχοισι“. Aim | ||
6.251 | ex. | ἠπιόδωρος: δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, A b (BCE3E4)T ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ τὸν μαστὸν | |
προτείνουσι τὸν „λαθικηδέα“ (Χ 83). A b (BCE3)T | |||
6252a | Ariston. | 〈Λαοδίκην ἒς ἄγουσα:〉 ὅτι πρὸς Λαοδίκην πορευο‐ μένη, „εἰς Ἀγαμέμνονα“ (Η 312). Aim | |
6252b | ex. | Λαοδίκην ἐσάγουσα: εἰσιοῦσα, b(BCE3E4)TTil ὥς φαμεν ‘ποῖ εἰσάγεισ‘ ἀντὶ τοῦ εἰσέρχῃ. τινὲς δὲ τὴν ἔς ἀντὶ τῆς πρός, πρὸς Λαοδίκην. εἴσεισι δὲ πρὸς Λαοδίκην πευσομένη τὴν αἰτίαν, δι’ ἣν ἐξήγαγεν Ἑλένην· αὐτῇ γὰρ ἡ Ἶρις εἰκασθεῖσα ἐξήγαγεν εἰς τὸ | |
5 | τεῖχος τὴν Ἑλένην (sc. Γ 121—4). b(BCE3E4)T | ||
6.255 | ex. | δυσώνυμοι υἷες Ἀχαιῶν: οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνο‐ μάζειν ἐθέλει. καὶ ἡ Πηνελόπη „Κακοΐλιον οὐκ ὀνομαστήν“ φησιν (τ 260). A b (BCE3)T | |
6256-7a1 | ex. | σὲ δ’ ἐνθάδε θυμὸς ἀνῆκεν 〈/ —〉Διῒ χεῖρας ἀνασχεῖν: εἰκότως διὰ τὴν ἀρετὴν τούτου οὐχ ὑπώπτευσε φυγήν. T | |
6256-7a2 | δεόντως τὴν τοῦ παιδὸς ἀρετὴν ἐξειδυῖα φυγὴν οὐχ ὑπώπτευσεν. b(BCE3) | ||
6.257 | Ariston. | 〈ἄκρης πόλιος:〉 ὅτι διαλελυμένως ἄκρην πόλιν εἶπε τὴν ἀκρόπολιν. Aim | |
6260a1 | Hrd. | {πρῶτον ἔπειτα} ΔΕ ΚΑΥΤΟΣ: τοῦτο διχῶς ἀναγινώ‐ | |
σκεται· ὅσοι γὰρ ἡγοῦνται τὸν κέ ἐγκλιτικόν, ῥωννύουσι τοῦ δέ τὴν ὀξεῖαν, ὡς καὶ 〈ὁ〉 Ἀσκαλωνίτης (p. 48 B.)· οὕτως γὰρ καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (γ 255) ἀναγινώσκει· „ἤτοι μὲν τόδε κ’ αὐτὸς ὀΐεαι“. ὅσοι | |||
5 | δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός καὐτός, ἐγκλίνουσι τὸν δέ. A | ||
6260a2 | τὸ 〈δε〉 καυτός διχῶς, καὶ βαρέως καὶ ὀξέως. Aim | ||
6260a3 | δε καυτός: διχῶς· οἱ μὲν γὰρ τὸν κέ συνηλεῖφθαι, οἱ δὲ τὸν καί, ἵν’ ᾖ κατὰ ἔλλειψιν ἢ κρᾶσιν. T | ||
6260b | Ariston. | 〈κ’ αὐτός:〉 ὅτι τὸ πλῆρές ἐστι κὲ αὐτός. Ὁμηρικὸν δὲ τὸ τὸν κέ περιττὸν εἶναι. Aint | |
6260c | ex. | ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, 〈αἴ κε πίῃσθα:〉 μητρὸς ἦθος ἀναφαίνεται· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν ἀξιοῦσι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆς κινήσεως τοῦ πολέμου. ὑφαι‐ ρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ „σπείσῃσ“ (Ζ 259) εἶπεν. ὀνίνησι | |
5 | δὲ οἶνος μέτριος ποθεὶς δύναμίν τε ἐμποιεῖ, ὡς καὶ τὸ „τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή“ (Ι 706). b(BCE3E4)T καὶ Ὀδυσσεὺς „ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς / ἀνδράσι δυσμενέεσσι πανη‐ μέριος πολεμίζῃ, / θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα / πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο“ (Τ 167—70). T ὁ δέ, | ||
10 | ἐπεὶ πραΰνει ὁ οἶνος, b(BCE3E4)T βούλεται δὲ ἄγριος πρὸς τοὺς πολεμίους εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλάπτει τῶν νεύρων καθαπτόμενος, b(BE3E4)T ὥς φησι Λύκος (fr. 260 D.) ἢ ὅτι μετέωρον ἔχει | ||
τὸ πνεῦμα ὡς δρομαῖος ἐλθών, σπεύδει δὲ καὶ ἀπελθεῖν δρομαῖος. T ἄλλως τε στρατιώταις μὲν θράσος πορίζεται, στρατηγοὺς δὲ τῆς φρο‐ | |||
15 | νήσεως ὑπεκλύει. ἢ τοῖς ἀποκαμοῦσιν μόνον ὠφέλιμος, ὁ δὲ ἔτι ἰσχύει. b(BE3E4)T | ||
6260d | ex. | ἔπειτα δὲ καὐτὸς ὀνήσεαι: καὶ πῶς φησι „μή μ’ ἀπο‐ γυιώσῃσ“ (Ζ 265); T ἀλλ’ ἔστιν ἐν ὑπερβατῷ· „χερσὶ δ’ ἀνί‐ πτοισιν Διῒ λείβειν / ἅζομαι (Ζ 266—7), μή μ’ ἀπογυιώσῃσ“ (Ζ 265). ἄλλως τε ὁ μὲν μετὰ πόνους οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπιβλα‐ | |
5 | βής. b(BE3E4)T | ||
6261a | ex. | 〈ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει:〉 ὡς γραῦς ἀποδέχεται τὴν πόσιν. Til | |
6261b1 | ex. | μένος: ἡ προθυμία παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προ‐ θυμοῦμαι, ὅθεν παρακείμενος μέμακα, μετοχὴ μεμακώς, ἐνδείᾳ τοῦ κ μεμαώς· „μεμαὼς πόλιν ἐξαλαπάξαι“ (Δ 40). μέσος παρακείμενος μέμονα. καὶ ὡς φθείρω φθαρτός, οὕτως μένω ματὸς καὶ αὐτόματος | |
5 | ἐν συνθέσει. A | ||
6261b2 | μένος: ἡ προθυμία παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προ‐ θυμοῦμαι, ὅθεν ὁ παρακείμενος γράφεται μέμακα, ὁ μέσος μέμαα, ἐξ οὗ καὶ τὸ „μεμαὼς ἀπὸ θυμὸν ὀλέσσαι“ (Ε 852). ἔστι δὲ καὶ μέμονα ὁ παρακείμενος ἀπὸ τοῦ μένω μενῶ. καὶ ὡς φθείρω φθαρτός, οὕτως | ||
5 | μένω ματὸς καὶ αὐτόματος. b(BCE3) | ||
6262a | Ariston. | 〈τύνη:〉 ὅτι ἄκρον Δώριον τὸ τύνη. Aim | |
6262b | ex. | ἔτῃσιν: πολίταις. εὖ δὲ τὸ μὴ φάναι ἑαυτῷ μηδὲ τοῖς οἰ‐ κείοις, b(BCE3E4)T ἀλλὰ τῇ πόλει· T ἡγεμόνι γὰρ τοῦτο | |
πρέπον. b(BCE3E4)T | |||
6264a | Ariston. | 〈ἄειρε:〉 ἀντὶ τοῦ πρόσφερε, δίδου. Aim | |
6264b | ex. | μελίφρονα: τὸν ἀναγκάζοντα ἡδέα διανοεῖσθαι· ἱλαρω‐ τέρους γὰρ ποιεῖ ὡς τὰ πολλὰ τοὺς πίνοντας. ὁ δὲ βούλεται εἶναι ἄγριος πρὸς τοὺς πολεμίους. b(BCE3E4)T | |
6.265 | Ariston. | μή μ’ ἀπογυιώσῃς 〈μένεος, ἀλκῆς τε λάθωμαι〉: ἡ δι‐ πλῆ πρὸς τὸ δοκοῦν μάχεσθαι· ἡ γὰρ Ἑκάβη λέγει· „μένος μέγα οἶ‐ νος ἀέξει“ (Ζ 261), ὁ δὲ Ἕκτωρ μή μ’ ἀπογυιώσῃς μένεος. ἔστι δὲ διάφορα τὰ λέγοντα πρόσωπα, καὶ ἑκάτερον πρός τι εἴρηται. A | |
6266a | Did. | 〈ἀνίπτοισιν:〉 οὕτως Ἀρίσταρχος. ὁ δὲ †ἡρωδιανὸς† διὰ τοῦ η „ἀνίπτῃσιν“. Aim | |
6266b | Ariston. | 〈ἀνίπτοισιν:〉 ὅτι Ζηνόδοτος γράφει „ἀνίπτῃσιν“. οὐκ ἔστι δὲ ἡ εὐθεῖα ἀνίπτη. Aint | |
6266c | ex. | χερσὶ δ’ ἀνίπτοισιν: ἄμφω τὰς προτάσεις αὐτῆς παραι‐ | |
τεῖται ὁ Ἕκτωρ. b(BCE3E4)T | |||
6266d1 | ex. | χερσὶ δ’ ἀνίπτοισιν: ἐδύνατο ὑπὸ τῆς Ἑκάβης ῥᾳ‐ δίως λυθῆναι ἡ πρόφασις Ἕκτορος ὕδωρ αὐτῷ κομισθῆναι κελευού‐ σης, ἵνα πρότερον νίψηται. ἢ οὐ τοῦτο ἦν ἀρχαῖον ἔθος τὸ τὰς χεῖρας ἀποπλύνασθαι μόνας, ἀλλὰ †τῶι ὅλωι σώματι† ἀπολούεσθαι, ὅπερ | |
5 | οὐκ εὔκαιρόν ἐστιν Ἕκτορι ἐπειγομένῳ. ἀλλὰ πῶς ἐν τοῖς ἑξῆς ἀνί‐ πτοις χερσὶν εὔχεται· „Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι / παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ“ (Ζ 476—7); ἢ οὐδὲ τοῦτο ἐναντίον· οὐ γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν λόγων γίνεται. T | ||
6266d2 | ἠδύνατο μὲν οὖν ῥᾳδίως κομισθῆναι ὕδωρ κελευσάσης, ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφασις. ἀλλ’ οὐ τοῦτο ἦν ἔθος ἀρχαῖον τὸ τὰς χεῖρας ἀπονίπτεσθαι μόνον, ἀλλὰ τὸ ὅλον ἀπολούεσθαι σῶμα, ὅπερ †εὐχερὲς Ἕκτορι ἐπειγομένῳ. καὶ πῶς ἐν | ||
5 | τοῖς ἑξῆς ἀνίπτοις χερσὶν εὔχεται· „Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι / παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ“; οὐκ ἔστιν τοίνυν ἐναν‐ τίον· οὐ γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχε‐ σθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται. b(BE3E4) | ||
6267-8 | ex. | ex. | 〈οὐδέ πῃ ἔστι—εὐχετάασθαι:〉 αἵματι (268) τῷ ἐκ πολέμου. | φεύγων δὲ τὴν καταφρόνησιν τῶν θεῶν ἐπέτεινε τὴν εὐσέβειαν. Til | |
6268a | ex. | 〈αἵματι καὶ λύθρῳ·〉 αἵματι τῷ ἐκ πολέμου, ὁμοίως καὶ λύθρῳ τῷ τῇ κόνει ἐπιμίκτῳ. b(BCE3E4) | |
6268b1 | Hrd. | εὐχετάασθαι: Ἀρίσταρχος τὸ δεύτερον ἄλφα συστέλ‐ λει καὶ ὁ Ἀσκαλωνίτης (p. 48 B.). ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς· ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρί‐ | |
την ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, | |||
5 | „λέγεσθαι“ (Ν 275), τίθεσθαι, „ἵστασθαι“ (τ 201), κίχρασθαι, πίμ‐ πρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακράν, προπερισπᾶσθαι θέ‐ λει, νικᾶσθαι φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα δίζησθαι φίλησθαι ὑπο‐ φαίνει Αἰολικὸν χαρακτῆρα· ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι | ||
10 | τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον· „ἀλλ’ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα“ (π 316), „ἐν μεγάροισι δ’ ἕκητι σέθεν κακὰ μηχανάασθαι“ (γ 213), „ἄλλοτε μέν σε καὶ αἰτιά‐ ασθαι ἄνωγα“ (Κ 120), „καὶ ἑδριάασθαι ἄνωγον“ (γ 35), „μήτε | ||
15 | μνάασθαι ἄκοιτιν“ (α 39). A | ||
6268b2 | εὐχετάασθαι: τὸ δεύτερον α συσταλτέον· τὰ γὰρ εἰς θαι ἀπαρέμφατα προπαροξυνόμενα βραχυπαράληκτά εἰσι, τὰ δὲ παροξυνόμενα μακροπαράληκτα. b(BCE3)T | ||
6270a1 | ex. | {ἔρχεο σὺν} θυέεσσι〈ν〉: ἡμεῖς θυμιάματα, Ἀττικοὶ †θηλύματα†· τὸ δὲ ἔμψυχον ἱερεῦσαι, σφάξαι, ῥέξαι. T | |
6270a2 | ἃ ἡμεῖς θυμιάματά φαμεν, οἱ δὲ Ἀττικοὶ †θηλύματα† ἀπὸ τοῦ ἐκθηλύνειν. ἐπὶ δὲ τῶν ἐμψύχων κυρίως τὸ ἱερεῦσαι λέγεται, ὅ ἐστι σφάξαι. b(BCE3E4) | ||
6270a3 | τοῖς θυλήμασιν, ὅ ἐστι θυμιάμασιν. Til | ||
6270b | Did.(?) | 〈γεραιάς:〉 γράφεται καὶ „γεραιράσ“. Aint | |
6.272 | ex. | 〈καί τοι πολὺ φίλτατος αὐτῇ:〉 ἵνα ἐκ προθυμίας ᾖ τὸ δῶρον. b(BCE3E4)Til | |
6.273 | Ariston. | 〈ἐπὶ γούνασιν:〉 ὅτι πάλιν ἀντὶ τοῦ παρὰ γούνασιν. Aim | |
6.277 | Ariston. | 〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
6.278 | Ariston. | 〈φόβοιο:〉 ὅτι πάλιν φόβον τὴν φυγήν. Aim | |
6.280 | ex. | Πάριν μετελεύσομαι: ἵνα μὴ δι’ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων· A b (BCE3, E4[bis]) T τοῦτο γάρ ἐστι φρονήσεως τὸ πάντα εἰδέναι, τὰ δὲ ὠφέλιμα αἱρετώτερα ἡγεῖσθαι. b(BCE3E4) | |
6281-2a1 | 〈αἴ κ’ ἐθέλῃς’ εἰπόντος ἀκουέμεν—Ὀλύμ‐ πιος ἔτρεφε πῆμα:〉 ἐνδείκνυται διὰ τούτου τὸ ἀπειθές, μᾶλλον δὲ ἐμπαθὲς Ἀλεξάνδρου. οὐκ εἶπε δὲ ὅτι σὺ αὐτὸν ἔτρεφες, ἵνα 〈μὴ〉 μᾶλ‐ λον λυπήσῃ αὐτὴν ὡς κακοῦ θρέπτριαν, ἀλλ’ ὁ Ὀλύμπιος. b(BC | ||
5 | E3E4) | ||
6281-2a2 | εἰς τὸ ἀπειθὲς Ἀλεξάνδρου. Til | ||
6281-2a3 | Ὀλύμπιος (282), ἵνα μὴ εἴπῃ σύ. Til | ||
6.282 | D | γαῖα χάνοι: διασταίη ἡ γῆ—καταπίοι ἡ γῆ. A | |
6283a1 | ex. | 〈Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παι‐ σίν:〉 οὐ προσέθηκεν οὐδὲ ἐνταῦθα τὸ σοί, ἵνα ἔτι ἔχῃ ἐλπίδας ὡς ἡ πόλις οὐχ ἁλωθήσεται. b(BCE3E4) | |
6283a2 | οὐκ εἶπε σοί. Til | ||
6285a | Ariston. | φαίην κε φρέν’ ἄτερ που οἰζύος ἐκλελαθέσθαι: ὅτι τὸ σημαινόμενον, εἰ ἐκεῖνον ἴδοιμι τετελευτηκότα, δόξαιμι ἂν ἐκλε‐ λῆσθαι τῆς κακοπαθείας καὶ χωρὶς αὐτῆς γεγονέναι. ἔνιοι δὲ ἀγνοή‐ σαντες γράφουσιν „ἀτέρπου“. A | |
6285b1 | Did. | φαίην κε φρέν’ ἀτέρπου: Ζηνόδοτος „φαίην κεν φίλον ἦτορ“. ἔστι δὲ καὶ ἄλλη γραφὴ „†φαίνῃ περ“. T | |
6285b2 | Ζηνόδοτος „〈φαίην κεν〉 φίλον ἦτορ“. Aim | ||
6285c1 | ex. | ἄτερ που οἰζύος: ἄτερ †που ἀπολόμενον, ἵνα μὴ ἐπὶ ἐμοῦ διὰ τὸ φιλάδελφον. ἀλλ’ εἶπεν „ἴδοιμι“ (Ζ 284). οἱ δὲ τὸ γενο‐ μένην ἀκούουσιν. T | |
6285c2 | εἰ εἶδον, φησίν, αὐτὸν ὀλεσθέντα, ὑπέλαβον ἂν κατὰ φρένα χωρὶς ταλαιπωρίας καὶ θλίψεως ἐπιλαθέσθαι αὐτοῦ καίπερ μὴ οὕτως διὰ τὸ φιλάδελφον ἐπιλαθόμενος. b(BCE3E4) | ||
6.286 | ex. | ὣς ἔφαθ’, ἡ δὲ μολοῦσα: εὔκαιρος ἡ ἀποσιώπησις· οὔτε γὰρ συναινεῖν τῇ Ἀλεξάνδρου ἀρᾷ δύναται ὡς μήτηρ, οὔτε ἀπολο‐ γεῖσθαι, ἵνα μὴ παροξύνῃ Ἕκτορα. b(BCE3E4)T | |
6.288 | Did | 〈αὐτὴ δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα:〉 ἐν ταῖς Ἀριστάρχου φέρεται καὶ ἑτέρως „ἡ δ’ εἰς οἶκον ἰοῦσα παρίστατο φωριαμοῖσιν“. Aim | |
6289a1 | Hrd. | ἔσάν οἱ: ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τό‐ νοις, καίτοι πυρριχιακῆς οὔσης τῆς λέξεως, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι, ἀλλ’ ἀντωνυμία. A | |
6289a2 | ἔσάν οἱ: δύο παράλληλοι ὀξεῖαι ὑπὲρ τοῦ 〈μὴ〉 συν‐ εμπίπτειν τὴν οι ἄρθρῳ πληθυντικῷ. T | ||
6291a | ex. | ἤγαγε Σιδονίηθεν: δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοι‐ νίκης καὶ Αἰγύπτου ἦλθεν, A b (BCE3)T ὡς καὶ οἱ Ἀργοναῦται διὰ τοῦ Ἴστρου. AT τῆς περιεργίας δὲ Ἀλεξάνδρου τὸ μὴ† ὠνήσασθαι πέπλους, ἀλλὰ καὶ πρίασθαι τὰς ἐργαζομένας. A b (BC | |
5 | E3E4)T | ||
6291b | Ariston. | 〈Σιδονίηθεν:〉 ὅτι ἀπὸ μιᾶς πόλεως τῆς Σιδῶνος τὴν Φοινίκην σημαίνει. Aint | |
6291c | ex. | ἐπιπλώς: ἀποκοπή, οὐ συγκοπή. T | |
6292a | Ariston. | ἀνήγαγεν: ὅτι τὸν ἐκ Πελοποννήσου ἐπ’ Ἴλιον πλοῦν ἀναγωγὴν λέγει. A | |
6292b | ex. | ἀνήγαγεν: καλῶς τὸ ἀνήγαγε· b(BE3E4) βορειο‐ τέρα γὰρ τῆς Ἑλλάδος ἐστὶν ἡ Ἰλιάς. b(BE3E4)T | |
6293a | ex. | τῶν ἕν’ ἀειραμένη〈—φέρε δῶρον Ἀθήνῃ〉: οὐ πρεπόντως, φασίν, ἐκ τῆς Ἀλε‐ ξάνδρου ἀδικίας δίδοται τῇ θεῷ τὸ δῶρον. ἀλλ’ οὔτε Ἑλένης ὁ πέ‐ πλος ἐστὶν οὔτε ἐκ Λακεδαίμονος αἱ γυναῖκες. T | |
6293b | ex. | τῶν ἕν’ ἀειραμένη 〈Ἑκάβη φέρε〉: τὰ σπουδαῖα δι’ ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονομοῦσι παρ’ Ὁμήρῳ. καὶ νῦν μὲν ἡ Ἑκάβη τὸν πέπλον ἐκφέρει, ἑτέρωθι (sc. ο 123—8) δὲ ἡ Ἑλένη Τηλεμάχῳ τὸν πέπλον καὶ ἡ Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον (cf. φ 59—60). | |
5 | b(BCE3E4)T | ||
6.295 | ex. | ἔκειτο δὲ νείατος ἄλλων: ὧν γὰρ ἡ χρῆσις συνεχής, ταῦτα καὶ πρόχειρα· b(BCE3E4)T οἷς δὲ μὴ χρῷτό τις, ταῦτα καὶ νείατα. b(BCE3E4) | |
6.299 | Nic. | 〈Κισσηΐς, ἄλοχος Ἀντήνορος ἱπποδάμοιο:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ Κισσηΐς. Aint | |
6.300 | ex. | τὴν γὰρ Τρῶες ἔθηκαν: οὔτε κληρωτοὺς οὔτε ἐκ γένους βούλεται τοὺς ἱερεῖς εἶναι οὔτε ἑνὸς ψήφῳ, ἀλλ’ ὃν πλῆθος ἕλοιτο, b(BCE3E4)T διὰ τὸ πολλὰς δημοτικὰς τοῖς προχειριζομένοις | |
καὶ προχειρίζουσι τὰς αἰτίας ἀνακύπτειν. b(BCE3E4) | |||
6.303 | Ariston. | 〈ἐπὶ γούνασιν:〉 ὅτι πάλιν παρὰ γούνασιν. Aim | |
6.304 | ex. | εὐχομένη δ’ ἠρᾶτο: ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔ‐ χεσθαι δεῖ, οὐκ ἰδίᾳ ἕκαστον. ἑκάστου δὲ τὸ ἀξίωμα οἶδεν ὁ ποιητής· τὴν Θεανὼ γοῦν Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, καὶ τὸν Χρύσην τῷ Ἀπόλλωνι ὑπὲρ τῶν Ἑλλήνων παρόντος τοῦ Ὀδυσ‐ | |
5 | σέως (cf. Α 446—56). b(BCE3E4)T | ||
6.305 | ex. | ἐρυσίπτολι: πλεονασμὸς τοῦ ε. παρὰ Καλλιμάχῳ (fr. 626)· „†οἱ δὲ τῶν οὐκ ἀγαθῶν ἐρυσίπτολιν“. παρά τισι δὲ ἡ ποιοῦσα ἐρι‐ πεῖν τὰς πόλεις. ἄμεινον δὲ „ῥυσίπτολι“. AT καὶ οἰκεῖον ταῖς περὶ σωτηρίας εὐχομέναις τῆς πόλεως, ὡς καὶ ἐκεῖ „Ἀθηναίῃ ληΐτιδι“ | |
5 | (Κ 460). A b (BCE3E4)T | ||
6307a | ex. | πρηνέα δὸς πεσέειν: ἕτερα παρὰ τὴν πρόσταξιν (sc. Ζ 96—7. 277—8) εὔχεται· διὸ ἀνανεύει ἡ Ἀθηνᾶ. T | |
6307b | ex. | Σκαιῶν προπάροιθε πυλάων: ὡς μέχρι τούτων ἐλά‐ σαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖσθαι εἰς τὴν πόλιν. b(BCE3E4)T | |
6311a | Ariston. | ὣς ἔφατ’ εὐχομένη, 〈ἀνένευε δὲ Παλλὰς Ἀθήνη〉: ἀθετεῖται, ὅτι πρὸς οὐδὲν τὸ ἐπιφώνημα καὶ οὐκ ἠθισμένον· κατὰ μὲν γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ κατανεύων (sc. Α 528). καὶ ἑξῆς δὲ ἐπιλεγομένου „ὣς αἱ μέν ῥ’ εὔχοντο“ (Ζ 312) σαφῶς γίνεται πε‐ | |
5 | ρισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ. A | ||
6311b | ex. | ἀνένευε δέ: τῇ γνώμῃ ἀνένευεν ἐπὶ τῇ ἀναιρέσει, ἐπεί τοι παύει Διομήδεα διὰ τῆς Αἴαντος πρὸς Ἕκτορα μονομαχίας. b(BC E3E4)T | |
6313-4 | ex. | πρὸς δώματ’ Ἀλεξάνδροιο βεβήκει 〈/ —αὐ‐ τὸς ἔτευξε〉: ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλ’ ἑαυτῷ ἐδείματο οἴκησιν κατ’ ἰδίαν. b(BCE3E4)T | |
6.315 | ex. | τέκτονες: τέκτονες οἱ λαοξόοι, b(BCE3E4)T ὅθεν καὶ ἀρχιτέκτων. T τὸ δὲ „ἔτευξεν“ (Ζ 314) ἐπεστάτησε (καλλωπιστὴς γάρ) καὶ ἴσως πρὸς ζῆλον τῆς Μενελάου οἰκίας, ὥστε, εἰ δυνατὸν ἦν, ἥρπασεν ἂν καὶ αὐτήν. b(BCE3E4)T | |
6316a1 | ex. | οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλήν: δῶμα ἐποίησαν, ἐν ᾧ ἦν θάλαμος καὶ αὐλή. ἢ δῶμα τὸν ἀνδρῶνά φησιν. T | |
6316a2 | οἴκημα αὐτῷ ἐποίησαν, ἐν ᾧ ἦν θάλαμος, ὅ ἐστι νυμφικὸς κοιτωνίσκος, καὶ δῶμα, τουτέστιν ἀνδρών, καὶ αὐλή, ὅ ἐστι τὸ ἐξώ‐ τερον. b(BCE3E4) | ||
6317a | Ariston. | 〈πόλει ἄκρῃ:〉 ὅτι πάλιν διῃρημένως εἴρηκεν. Aim | |
6317b | ex. | ἐν πόλει ἄκρῃ: μέχρι νῦν ἴχνη αὐτῶν ἔστιν. τὰ δὲ Ἕκτορος πρυτανεῖά ἐστι νῦν τῇ πόλει. T | |
6319-20 | ex. | ἔγχος ἔχ’ 〈ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο | |
δουρός / αἰχμὴ χαλκείη〉: πρὸς ὑπογραμμὸν καὶ προτροπὴν Ἀλε‐ ξάνδρου θρασὺς φαίνεται Ἕκτωρ διὰ τοῦ δόρατος προμηνύων τὴν ἄφιξιν. ἑνδεκάπηχυ (319) δὲ ἕνδεκα πηχῶν, ἐπεὶ τὸ κολλητὸν δύο | |||
5 | καὶ εἰκοσίπηχυ (cf. Ο 678). b(BCE3E4)T | ||
6319a | Ariston. | 〈ἑνδεκάπηχυ:〉 ὅτι ὑφ’ ἓν ἑνδεκάπηχυ ἀναγνωστέον· τὸ γὰρ διπλάσιον δύο καὶ εἰκοσίπηχυ (cf. Ο 678). Aim | |
6319b | Hrd. | 〈ἔχ’〉 ἑνδεκάπηχυ: οἱ μὲν διαιροῦσιν, „ἔχεν“, εἶτα „δε‐ κάπηχυ“, οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀσκαλωνίτης (p. 48 B.) οὐδεμίαν προκρίνει· οἱ δὲ περὶ Ἡρακλέωνα (fr. 4 B.) καὶ Ἀλεξίωνα (fr. 31 B.) πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαστολήν, | |
5 | ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα, λέγε‐ ται „δύο καὶ εἰκοσίπηχυ“ (Ο 678). A | ||
6320a1 | ex. | πόρκης: ὁ τῆς ἐπιδορατίδος δακτύλιος. b(BCE3)T πόρκης δὲ διὰ τὸ πείρειν τὸ δόρυ δι’ αὐτοῦ. T | |
6320a2 | D | ex. | πόρκης: ὁ κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, | διὰ τὸ πείρειν τὸ δόρυ δι’ αὐτοῦ. A | |
6.321 | ex. | τὸν δ’ εὗρ’ ἐν μεγάροις περικαλλέα τεύχε’ ἕποντα: τὸν καλλωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ καὶ μόνον οὐχὶ πομπῆς χάριν κεκτημένον τὴν σκευήν. b(BCE3E4)T ἄλλως τε οὐδὲ ἐν τῇ αὐλῇ ἐστιν, ἀλλ’ ἐν μέσαις ταῖς ἐρίθοις. T | |
6322a | Nic. | ἀσπίδα καὶ θώρηκα, 〈καὶ ἀγκύλα τόξ’ ἁφόωντα〉: βραχὺ διασταλτέον ἐπὶ τὸ θώρηκα· πρεπωδέστερον γὰρ ἐπὶ τοῦ τόξου τὸ ἁφόωντα. A | |
6322b1 | Nic. | ex. | ἀσπίδα καὶ θώρηκα, 〈καὶ ἀγκύλα ΤΟΞΑΦΟΩΝ‐ ΤΑ〉: βραχὺ διασταλτέον εἰς τὸ θώρηκα. | τὸ δὲ „φόωντα“ τινὲς λαμ‐ πρύνοντα παρὰ τὸ φῶς. ἢ „ἁφόωντα“ ἀντὶ τοῦ ἐρευνῶντα, ψηλαφῶν‐ | |
τα. T | |||
6322b2 | Nic. | βραχὺ διασταλτέον εἰς τὸ θώρηκα, ἵν’ ᾖ πρὸς τὸ „ἕπον‐ τα“ (Ζ 321). b(BCE3E4) | |
6.324 | ex. | καὶ ἀμφιπόλοισι 〈περικλυτὰ ἔργα〉 κέλευε: ἐμπρα‐ κτοτέρα αὕτη Ἀλεξάνδρου. περικλυτὰ δὲ ἔργα κέλευεν ἀντὶ τοῦ περὶ τῶν ἔργων. b(BCE3E4)T | |
6325a | Ariston. | τὸν δ’ Ἕκτωρ νείκεσσεν 〈ἰδὼν αἰσχροῖς ἐπέεσ‐ σιν〉: ὅτι κυκλικῶς κατακέχρηται· οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν. A | |
6.325 | ex. | αἰσχροῖς: λοιδόροις. b(BCE3E4)T παρ’ ἑαυτοῦ δὲ ἐξήνεγκεν ὁ ποιητὴς τὸν στίχον. b(BCE3)T | |
6326a | Ariston. | δαιμόνι’, 〈οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ〉: ὅτι ἄπορον, ποῖον χόλον. λύοιτο δ’ ἂν ἐξ ὑποθέσεως. μήποτ’ οὖν ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο. ἀμείβεται γοῦν „οὔτοι ἐγὼ 〈Τρώων〉 τόσσον χόλῳ οὐδὲ νεμέσσει“ (Ζ 335). A | |
6326b1 | ex. | οὐ μὲν καλὰ χόλον: ἀφορμὴν αὐτῷ δίδωσι τῆς ἀργίας· οὐ γὰρ ὡς ἀσθενοῦς, ἀλλ’ ὡς ῥᾳθύμου κατηγορεῖ· οὐχ ὑγιῶς, φησίν, ἐν νῷ ἔχεις τὴν μῆνιν, ἥν σοι οἱ Τρῶες μηνίουσιν (ὡς θελήσαντες αὐτὸν ἐκδοῦναι Μενελάῳ). ἄλλως τε οὐκ ἔδει ἐπὶ Ἑλένης αὐτὸν λοιδορεῖ‐ | |
5 | σθαι. T | ||
6326b2 | ἀφορμὴν λαμβάνει διὰ τῆς αὐτοῦ ἀργίας· οὐ γὰρ ὡς ἀσθενοῦς, ἀλλ’ ὡς ῥᾳθύμου αὐτοῦ κατηγορεῖ. καί φησιν· οὐχ ὑγιῶς ἐν ἑαυτῷ τὴν μῆνιν ἔχεις· σοὶ γὰρ οἱ Τρῶες μηνίουσιν (ὡς θελησάντων αὐτὸν ἐκδοῦναι Μενελάῳ). ἢ χόλον τὴν ῥᾳθυμίαν λέγει. ἐβούλετο μὲν | ||
5 | οὖν αὐτοῦ πλειόνως καθάψασθαι, ἀλλ’ οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένης | ||
λοιδορεῖσθαι. b(BCE3E4) | |||
6327-8 | ex. | λαοὶ μὲν φθινύθουσι〈— / μαρνάμενοι〉: περι‐ κέκοπται ὁ λόγος· ἐφυλάξατο γὰρ εἰπεῖν· σὺ δὲ καθέζῃ ἀκίνδυνος. b(BCE3E4)T | |
6.327 | ex. | περὶ π〈τ〉όλιν: περὶ πόλιν εἶπε διαφθείρεσθαι τὸν λαόν, ὡς ἐγγὺς ὄντος τοῦ δεινοῦ. T | |
6.328 | ex. | σέο δ’ εἵνεκ’ ἀϋτή: Μενέλαος δὲ πολεμεῖ πρὸς Ἀλεξάνδρου †ἀδίκως†, πρὸς Ἕκτορα ὑπὲρ ἑαυτόν· νυκτὶ γὰρ ἔτι ὑπερασπίζει Πατρόκλου (cf. Ρ 563 sq., imprimis 581. 717). T | |
6330a1 | Did. | 〈εἴ τινά που:〉 Ἀρίσταρχος „ὅν τινά που“. Aim | |
6330a2 | εἴ τινά που {μεθιέντα}: „ὅντινά που“. οὕτως αἱ Ἀρι‐ στάρχου. T | ||
6331a | ex. | ἀλλ’ ἄνα: ἐφυλάξατο ἐπαγαγεῖν τῷ „λαοὶ μὲν“ (Ζ 327) ‘σὺ δὲ καθέζῃ‘. T | |
6331b | Ariston. | 〈πυρὸς δηΐοιο θέρηται:〉 ὅτι ἐλλείπει ἡ ὑπό πρόθεσις, ὑπὸ πυρός. Aint | |
6331c | ex.(?) | 〈θέρηται:〉 καυθῇ. Til | |
6335a | Ariston. | οὔτοι ἐγὼ Τρώων 〈τόσσον χόλῳ〉: ὅτι σαφὲς γέγονε τὸ ἐν τοῖς ἐπάνω ἄδηλον διὰ τοῦ „δαιμόνι’, οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ“ (Ζ 326). A | |
6335b | ex. | {οὔτε} νεμέσ〈σ〉ι: διὰ τοῦ ι μακροῦ τὸ νεμέσ〈σ〉ι ὡς Θέτι. T | |
6336a1 | Hrd. | ἥμην {ἐν θαλάμῳ}: προσπνευστέον τὸ η· ἐνδιατρίβειν γὰρ σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ ὑπάρχειν, ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ Περὶ τῶν εἰς μι (fr. 12, | |
5 | Hrd. 2, 840, 9). ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο. A | ||
6336a2 | δασυντέον τὸ ἥμην, ἀντὶ τοῦ ἐκαθήμην. τινὲς δὲ ψιλοῦσιν ἀντὶ τοῦ ὑπῆρχον, κακῶς. b(BCE3)T | ||
6336b | ex. | ἄχεϊ προτραπέσθαι: εἶξαι τῇ συμφορᾷ καὶ ἀφησυχά‐ σαι. δέον δὲ ἔργοις ἀνανεοῦσθαι τὸ πταῖσμα διὰ ἡσυχίας φησὶν ἀνακτᾶσθαι ἑαυτόν. b(BCE3E4)T | |
6336c | ex. | 〈ἄχεϊ προτραπέσθαι:〉 οἱονεὶ εἶξαι τῇ συμφορᾷ καὶ σχολάσαι τῇ μάχῃ. Aint | |
D | {ἔθελον δ’} ἄχεϊ προτραπέσθαι: διὰ τὴν λύπην τοῦ δυση‐ μερήματος—δὲ εἶξαι. A | ||
6337a | Ariston. | νῦν δέ με 〈παρειποῦς’ ἄλοχος μαλακοῖς ἐπέεσ‐ σιν〉: ὅτι οὐ κατὰ τὸ ῥητὸν παραγείοχε τὴν παραμυθίαν, δεῖ δὲ κατὰ τὸ σιωπώμενον νοῆσαι· διὸ καὶ εὑρίσκεται περὶ τὰ ὅπλα ἀσχο‐ λούμενος. A | |
5 | ex. | νῦν δέ με παρειποῦς’ ἄλοχος: ὡς ἐρῶν κηδεμόνα τῆς πόλεως αὐτὴν θέλει δεῖξαι· ἅμα δὲ μειοῖ τὴν παραίνεσιν τοῦ ἀδελ‐ φοῦ. T | |
6.339 | ex. | Ariston.(?) | νίκη δ’ ἐπαμείβεται ἄνδρας: ὡς τὸ „κεῖνον δ’ αὖθις ἐγώ“ (Γ 440). b(BCE3)T τῇ δὲ τύχῃ, οὐ τῷ πολεμίῳ περιά‐ πτει τὸ κατόρθωμα. b(BCE3E4)T | ὁ δὲ δέ ἀντὶ τοῦ γὰρ. T | |
6340-1 | ex. | ἀλλ’ ἄγε νῦν ἐπίμεινον〈— /〉 ἢ ἴθ’ 〈ἐγὼ δὲ μέτειμι,〉 κιχήσεσθαι δέ ς’ ὀΐω: πρὸς ἀναβολὴν καὶ εὐκαιρίαν Ἕκτορος. T | |
6.342 | ex. | τὸν δ’ οὔτι προσέφη: καλῶς οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσεν εἰπόντα „νῦν δέ με παρειποῦς’ ἄλοχοσ“ (Ζ 337), ἀλλὰ τῇ Ἑλένῃ αὐτὸν παρορμᾶν παραινεῖ· b(BCE3E4)T „ἀλλὰ σύ 〈γ’〉 ὄρνυθι τοῦτον“ (Ζ 363). T | |
6343a | Did. | 〈προσηύδα μειλιχίοισι:〉 ἐν ἄλλῳ „προσηύδα δῖα γυ‐ | |
ναικῶν“. Aint | |||
6343b | ex. | προσηύδα μειλιχίοισι: προσάγεται αὐτόν· ξυνίησι γὰρ ὡς διὰ τὴν πρὸς αὐτὴν αἰδῶ τὰς ἐπιπλήξεις παρῆκεν. b(BCE3E4) T | |
6.344 | ex. | δᾶερ 〈ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσησ〉: τῷ συγγενικῷ ὀνόματι προσάγεται τὸν Ἕκτορα. ἐπεὶ δὲ δι’ αὐτὴν ἀτυχοῦσι Τρῶες, προαναστέλλει τὴν κατηγορίαν καὶ τὴν εὔνοιαν αὐ‐ τῶν ἐπισπᾶται. b(BCE3E4)T | |
6.345 | ex. | ὅτε με πρῶτον τέκε μήτηρ: ὡς παρ’ αὐτὸ τῆς γενέ‐ σεως εἱμαρμένων τούτων, ἅπερ αὐτῆς ἐδόκει εἶναι πλημμελήματα. b(BCE3E4)T | |
6348a | Hrd. | ἀπόερσε: ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ ρ, ἐπιφερομένου τοῦ ς, ψιλοῦσθαι φιλεῖ, „ἄρσαντεσ“—οὕτως γὰρ ἐλέγομεν περὶ τούτου καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (136)—, Ἀρσινόη, „ἐν δὲ σταθμοὺς ἄρσε“ (φ 45), „ὄρσασ“ (Χ 190 al.), „ὄρσεο, κυλλοπόδιον“ | |
5 | (Φ 331). ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον. A | ||
6348b | Hrd. | ex. | ἀπόερσε: ψιλωτέον τὸ ἔρσε· πᾶν γὰρ φωνῆεν λῆγον εἰς ρ, ἐπιφερομένου τοῦ ς, ψιλοῦσθαι θέλει. b(BCE3)T | γίνεται δὲ ἀπὸ τοῦ ἔρρω, „ἔναυλος ἀποέρσει“ (Φ 283). T | |
6348c | ex. | πάρος τάδε ἔργα γενέσθαι: πιθανῶς παρέδραμε τὴν αἰσχύνην τῶν εἰργασμένων. b(BCE3E4)T | |
6.349 | D | ex. | 〈τεκμήραντο:〉 εἰς τέλος ἤγαγον, | διὰ τὸ τέκμωρ. b(BC E3E4)Til | |
6.350 | ex. | ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος: διδάσκει ὁ ποιητὴς τὰς ἐπιγαμίας πρὸς συνετοὺς ποιεῖσθαι. ἡ γοῦν Ἑλένη πλούσιον ἄνδρα ἔχουσα τὸν Ἀλέξανδρον καὶ υἱὸν βασιλέως εὔχεται συνετοῦ γε‐ | |
γενῆσθαι γυνή. b(BCE3E4)T | |||
6.351 | ex. | ᾔδη νέμεσίν τε 〈καὶ αἴσχεα〉: ᾔδει πρὸς τὸ φυλάσσεσθαι μὴ ἐμπίπτειν εἰς αὐτά· b(BCE3E4)T „οἶδεν τό γ’ αἰσχρὸν κα‐ νόνι τοῦ καλοῦ μαθών“ (Eur. Hec. 602). T | |
6352-3 | ex. | οὔτ’ ἂρ 〈νῦν〉 φρένες 〈ἔμπεδοι〉 οὔτ’ ἄρ’ ὀπίσ〈σ〉ω / 〈ἔσσονται〉: οὐδὲ ἐλπίδα ὑποδείκνυσι σωτηρίας. T | |
6353a | Did.(?) | 〈κέν μιν:〉 γράφεται „καί μιν“. Aint | |
6353b | ex.(?) | 〈ἐπαυρήσεσθαι:〉 τῆς ἰδίας ἀνοίας δηλονότι. Aint | |
6354a | Did. | 〈ἀλλ’ ἄγε νῦν:〉 οὕτω νῦν αἱ Ἀριστάρχου. Aint | |
6354b | ex. | ἕζεο: τὸ μὲν παθητικὸν διὰ τοῦ ε, τὸ δὲ ἐνεργητικὸν διὰ τοῦ ι. T | |
6354-5a | ex. | ἀλλ’ ἄγε νῦν εἴσελθε〈—, /〉 δᾶερ: τὸ συνεχὲς τοῦ λόγου ἐκεῖνο ἦν „δᾶερ ἐμεῖο κυνὸσ“ (Ζ 344) εἴσελθε καὶ ἕζεο (354). μέσα δὲ παρενθεῖσα πλείονα ἀπ’ ἄλλης ἀρχῆς ἤρξατο, ἀλλ’ ἄγε νῦν εἴσελθε καὶ ἕζεο (354). b(BCE3E4)T τὸ δὲ δᾶερ | |
5 | (355) ἕνεκα φιλοφροσύνης ἐπαναλαμβάνει. b(BE3E4)T | ||
6354-5b | ex. | ἀλλ’ ἄγε νῦν εἴσελθε〈—, / δᾶερ〉: μέχρι γὰρ τῆς αὐλῆς προεληλύθει, φιλοφρονητικὸν δὲ τοῦτο. b(BCE3E4)T | |
6355a1 | Hrd. | δᾶερ, ἐπεί σε μάλιστα: τὸ δᾶερ ὡς „ἆνερ“ (Ω 725)· τοιαῦται γὰρ αἱ εἰς ερ κλητικαί. τὴν δὲ σέ ἀντωνυμίαν ὀξυτονοῦσι, τουτέστιν ὀρθοτονοῦσιν, ἐπεὶ πρός τί ἐστιν. ἔστι μὲν οὖν ἀληθὲς ὅτι ἀντιδιασταλτική ἐστιν νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωσις | |
5 | ἀνέγνω ἐγκλιτικῶς ἀεὶ τὴν τοιαύτην σύνταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς ἀεί, μὴ ἐπιφερομένου συνδέσμου, „ἐπεί ς’ εἴασεν Ἀχιλλεύσ“ (Ω 684) | ||
„ἐπεί σε πρῶτα κιχάνω“ (ν 228), „ἐπεί σε φυγὼν ἱκέτευσα“ (ο 277), „ἐπεί σε λέοντα“ (Φ 483). οὕτως δὲ καὶ ἐπεί σε μάλιστα πόνος | |||
10 | φρένας. καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως ἀνεγνωκότες, πιθανῶς πάνυ· διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσω‐ πον ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ αἰτιατική, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ | ||
15 | ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε· „Ἕκτορ, ἐπεί με κατ’ αἶσαν“ (Γ 59), „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς ἐπεί σε μάλιστα. A | ||
6355a2 | ἐπεί σε μάλιστα: ἔστι μὲν νῦν ἀντιδιασταλτικὴ ἡ σέ ἀντωνυμία, καὶ ἐχρῆν αὐτὴν ὀρθοτονεῖσθαι. ἡ δὲ συνήθεια ἐγκλιτικῶς ἀνέγνω. b(BCE3)T | ||
6.356 | ex. | εἵνεκ’ ἐμεῖο κυνός: Ἕκτωρ μὲν οὐ συμπαραλαμβάνει αὐτὴν Ἀλεξάνδρῳ· „σέο“ γάρ φησιν „εἵνεκ’ ἀϋτή τε †πόλεμός† τε“ (Ζ 328). ἡ δὲ τὴν αἰτίαν τοῦ πολέμου καὶ εἰς ἑαυτὴν φέρει προκαταλαμβάνουσα τὴν αἰτίαν Ἕκτορος. b(BCE3E4)T | |
6357a1 | Hrd. | οἷσιν ἐπὶ Ζεὺς θῆκε: ὁ Ἀσκαλωνίτης (p. 48 B.) ἀνα‐ στρέφει, ἵν’ ᾖ ἐφ’ οἷς. δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκε〈ν〉· οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα (fr. 5 B.)· ἢ περισσὴν λαμβάνειν τὴν ἐπί, ἥτις πάλιν οὐκ ἀναστραφήσεται, δι’ ὃν εἴπομεν λόγον (sc. ad | |
5 | Δ 423)· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων (fr. 32 B.). οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκα‐ στικόν. A | ||
6357a2 | Πτολεμαῖος ἀναστρέφει τὴν ἐπί πρόθεσιν, b(BCE3)Til Ἡρακλέων δὲ οὔ. b(BE3)T | ||
6357b | ex. | 〈Ζεύς:〉 ἰᾶται τὰ πταίσματα, b(BE3)Tt εἰς τὸν Δία | |
ἀνάγουσα τὴν αἰτίαν. Tt | |||
6.358 | ex. | πελώμεθ’ ἀοίδιμοι: λεληθότως αὔξει τὴν ποίησιν. b(BE3)T | |
6360a | ex. | φιλέουσά περ: πιθανῶς προσέθηκε τὸ φιλέουσα, ἵνα μὴ ὑπ’ ἀπεχθείας δοκῇ μὴ καθέζεσθαι. b(BCE3E4)T | |
6360b | Ariston. | 〈οὐ δέ με πείσεις:〉 ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ με πείσεις. Aim | |
6362a | Hrd. | 〈Τρώεσς’:〉 τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνε‐ ται. Aim | |
6362b | ex. | οἳ μέγ’ ἐμεῖο ποθὴν 〈ἀπεόντοσ〉 ἔχουσιν: στρατιω‐ τικὸν τὸ τῆς ἀλαζονείας καὶ κατὰ τὸν Ἕκτορα. b(BCE3E4)T | |
6362c | Hrd. | 〈ποθήν:〉 τὸ ποθήν ὡς κριθήν. Aint | |
6.363 | ex. | ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον: οὐκ ἠξίωσεν αὐτῷ διαλέξα‐ σθαι τὸ πᾶν ἐπιτρέποντι τῇ γυναικί. b(BCE3E4)T | |
6364a1 | ex. | ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος: ὡς τάχιστα διαλεξόμενος τῇ γυναικί. T | |
6364a2 | ἐδήλωσεν ὅτι οὐ χρονίσει ἐν τῷ τῇ γυναικὶ ὁμιλεῖν. b(BCE3E4) | ||
6365-6 | ex. | ὄφρα ἴδωμαι / οἰκῆας: τοὺς ἐν τῷ οἴκῳ· ἀσυμπαθοῦς γὰρ ἐλθόντα μὴ ἰδεῖν. προὔκρινε δὲ τῶν ἡδέων τὰ ἀναγκαῖα. b(BCE3 E4)T | |
6.366 | ex.(?) | 〈οἰκῆας:〉 οἰκέτας. Aim | |
6367a | ex. | οὐ γάρ τ’ οἶδ’, εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι: τὸ τέλειον ‘οὐ γάρ τε οἶδα‘. Aim b (BCE3E4)T πολεμικὸς δὲ ὢν †ὁ | |
μὲν† τὸ τῶν πολεμικῶν κινδύνων ἄδηλον. b(BCE3E4)T | |||
6367b | Hrd. | Ap. H.(?) | {οὐ γάρ τ’ οἶδ’ εἰ} ἔτι σφιν {ὑπότροπος ἵξομαι αὖτις}: οὕτως {εἰ} ἔτι σφιν, εἷς τόνος. καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεσθαι ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ „ὅθί σφισι πέφραδ’ Ἀχιλλεύσ“ (Ψ 138), „ἦρχε δ’ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων“ | |
5 | (Ξ 134). | σεσημείωται οὖν αὕτη ἡ ἀνάγνωσις μόνη, ὡς ἐν ἄλλοις (sc. ad Β 255) ὁ Ἡρωδιανὸς λέγει (2,57,18). A | ||
6370a | Ariston. | 〈εὖ ναιετάοντας:〉 ὅτι ἀντὶ τοῦ εὖ ναιομένους. Aim | |
6370b | ex. | δόμους εὖ ναιετάοντας: διὰ τὴν τῶν δεσποτῶν πρό‐ νοιαν· ἐπὶ δὲ Ἀλεξάνδρου (sc. Ζ 314) „καλά“. b(BCE3E4)T | |
6.371 | ex. | οὐδ’ εὗρ’ Ἀνδρομάχην: ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον, ἅμα δὲ καὶ †κρίνειν† τὸν ἀκροατήν, εἴγε Ἑκάβην μὲν εὗρε καὶ Ἑλένην, ἀπῄει δὲ κατηφὴς τῶν φιλτάτων †οὐκ ἀπολλυμένων†, ἐν δὲ τῷ τείχει παραδόξως συν‐ | |
5 | τυγχάνει αὐτοῖς. b(BCE3E4)T | ||
6373a | Did. | 〈ἐφειστήκει:〉 Ἀρίσταρχος χωρὶς τοῦ ι „ἐφεστήκει“. Aim | |
6373b | Ariston.(?) | 〈γοόωσά τε μυρομένη τε:〉 ἐκ παραλλήλου τὸ αὐτό. Aint | |
6373c | ex. | πύργῳ ἐφεστήκει 〈γοόωσά τε μυρομένη τε〉: τὴν αἰτίαν τῆς ἐξόδου φησί, παραμυθούμενος ἡμᾶς συναχθομένους τῷ Ἕκτορι. βούλεται δὲ ὥσπερ ἱκετήριον τῷ πατρὶ προτεῖναι τὸν παῖδα διὰ τὸ ῥιψοκίνδυνον. b(BCE3)T | |
6.377 | ex. | πῇ ἔβη Ἀνδρομάχη λευκώλενος: τοῦ ποιητοῦ τὸ ἐπί‐ | |
θετον, οὐ τοῦ προσώπου. b(BCE3E4)T | |||
6378a | ex. | ἠέ πῃ ἐς γαλόων: τὰς αἰτίας φησί, δι’ ἃς προϊέναι τὰς σώφρονας δεῖ. b(BCE3E4)T | |
6378b | D | 〈εἰνατέρων:〉 εἰνάτερες αἱ τῶν ἀδελφῶν γυναῖκες. Til | |
6.383 | ex. | οὔτε πῃ ἐς γαλόων: ὀργιζομένῳ τῷ Ἕκτορι ἀπολογεῖται ὑπὲρ αὐτῆς ἡ θεράπαινα ὡς οὐ χαιρούσης προόδοις, ἠναγκασμένης δὲ νῦν διὰ φιλανδρίαν, ἵνα οἰκτίσῃ μᾶλλον αὐτὴν ὁ Ἕκτωρ. b(BCE3 E4)T | |
6389a | ex. | μαινομένῃ εἰκυῖα: ἵνα ἀπροαιρέτως δοκῇ ἐκβεβακχεῦ‐ σθαι τῇ προόδῳ. b(BCE3E4)T | |
6389b | ex. | φέρει δ’ ἅμα παῖδα τιθήνη: ἢ ὅτι ὑποτίτθιος ὁ παῖς ἦν, ἢ ἐπεὶ ἐν τοῖς δεινοῖς οὐκ ἐῶσι μόνους τοὺς παῖδας. b(BCE3E4)T | |
6.390 | ex. | ὁ δ’ ἀπέσσυτο δώματος Ἕκτωρ: οὐκ ἀποκρίνεται ὑπὸ θυμοῦ. εὖ δὲ τὸ μὴ περιμεῖναι τὴν γυναῖκα. καὶ ἔστιν ἰδεῖν ἀντικείμενα τὰ πρόσωπα, Ἕκτορος μὲν προτιμήσαντος τῶν ἡδέων τὴν βοήθειαν τῶν πολιτῶν, Ἀλεξάνδρου δὲ τῇ Ἑλένῃ παρακαθημένου. b(BCE3 | |
5 | E4)T | ||
6.392 | ex. | 〈εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ:〉 μετὰ τὸ διελθεῖν τὰς λεωφόρους πρὸς τέλει ἐλθών. b(BCE3E4)Til τοῦτο δέ φησιν, b(BCE3) ἵνα ἀγωνιώτερος ὁ ἀκροατὴς γένηται. b(BCE3) Til | |
6.393 | ex. | τῇ ἄρ’ ἔμελλε διεξίμεναι: ἐῴκει αὐτῷ, καὶ ἐδόκει ἡ γυνὴ | |
προεληλυθέναι. T | |||
6394a | ex. | ἔνθ’ ἄλοχος πολύδωροσ〈—θέουσα〉: ἀναβέβηκεν ἐπὶ τὸ τεῖχος ὡς ἐκεῖθεν ὀψομένη τὸν Ἕκτορα, b(BCE3E4)T ὡς δῆλον ἐκ τοῦ „πύργῳ ἐφεστήκει“ (Ζ 373). T οὐδαμοῦ δὲ ὁρωμένου οἴκαδε ἐπανέρχεται καὶ ἰδοῦσα ἐξιέναι μέλλοντα προστρέχει, ἵνα αὐτὴν μὴ | |
5 | φθάσῃ παραλλάξαι. b(BCE3E4)T | ||
D | 〈πολύδωρος:〉 πολλὰ ἕδνα παρὰ τοῦ ἀνδρὸς λαβοῦσα. Aim | ||
6394b1 | ex. | ἦλθε θέουσα: μὴ προεξελθεῖν φθάσῃ Ἕκτωρ. δείκνυσι δὲ τὸ φίλανδρον τῆς Ἀνδρομάχης. T | |
6394b2 | διὰ τοῦτο γὰρ ἔθει πάντως, ἵνα μὴ ἐξελθεῖν φθάσῃ. b (BCE3E4) | ||
6395-6a | Nic. | Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίω‐ νος, 〈/ Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ〉: τὸ Ἠετίων (396) εἰ μὲν τοῖς ἄνω συντάττοιμεν, ἐμφανέστερον ποιεῖ τὸ ἀκατάλληλον τῆς ἐπαναλήψεως, ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι· εἰ δὲ τοῖς μετὰ ταῦ‐ | |
5 | τα, δύναται εἶναι ὁ λόγος κατὰ τὸ ἑξῆς μεγαλήτορος Ἠετίωνος (395), ὅστις Ἠετίων ᾤκει ὑπὸ Πλάκῳ. A | ||
6395-6b | ex. | μεγαλήτορος Ἠετίωνος, / Ἠετίων: „οἵη περ φύλ‐ 〈λ〉ων γενεή〈— /〉 φύλλα“ (Ζ 146—7). T | |
6396a | Ariston. | Ἠετίων, ὃς ἔναιεν: ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι, καὶ τὸ τῶν πτώσεων ἀκατάλληλον. A | |
6396b | ex. | Ἠετίων: ἐνήλλακται ἡ πτῶσις. τινὲς δὲ Ἠετίων〈α〉 τὸ τέλειόν φασιν ἀντὶ γενικῆς, ὡς τὸ „ἆσσον ἰόνθ’ ὅτε κέν τοι“ (Α 567). T | |
D | ὃς ἔναιεν ὑπὸ Πλάκῳ: Γράνικος, οἱ δὲ—ἐκάλεσεν. ἡ | ||
ἱστορία παρὰ Δικαιάρχῳ (fr. 53 We.). A | |||
6397a | ex. | Θήβῃ Ὑποπλακίῃ: †ἀνδράμυς τις Πελασγὸς ἀφικόμε‐ νος εἰς τὴν Ἴδην τὴν ἐν Κιλικίᾳ κτίζει πόλιν †ἀδραμύστειαν† καλου‐ μένην. ἔχων δὲ θυγατέρα Θήβην ἔπαθλον δρόμου αὐτὴν ὥρισε τῷ βουλομένῳ. Ἡρακλῆς δὲ ταύτην λαβὼν ὑπὸ τὸ Πλάκιον τῆς Κιλικίας | |
5 | πόλιν κτίσας Θήβην αὐτὴν ὠνόμασεν. b(BCE3)T | ||
6397b | ex. | ἄλλως· Ἐριθήλας καὶ Λέβης οἱ Ἀστάκου ἀπαρχὰς εἰς Φοινίκην ἀπὸ Θήβης φέροντες ἐξώσθησαν καὶ †οἰκήσαντες ἔκτισαν† αὐτὴν καθ’ ὁμωνυμίαν. T ὑπέρκειται δὲ αὐτῆς πλακῶδες ὄρος συνεχεῖς ἔχον πέτρας b(BCE3E4)T προσπιπτούσας ἀλλήλαις. | |
5 | ἄλλοι δὲ οὗτοι παρὰ τοὺς Σύρους Κίλικας ὑπὸ τὴν Ἴδην καὶ Πήδασον ὄντες. T | ||
6398a | Ariston. | 〈ἔχεθ’ Ἕκτορι:〉 ὅτι ἀντὶ τοῦ εἴχετο ὑφ’ Ἕκτορος· ἡ γὰρ γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει. Aint | |
6398b | ex. | τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι: ἐπὶ ἀνδρὸς „θύ‐ γατρ’ εἶχε ξανθὴν Ἀγαμήδην“ (Λ 740), ὡς ἐγάμει καὶ ἐγαμεῖτο. T | |
6400a | Ariston. | {παῖδ’ ἐπὶ} κόλπῳ: ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν. εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· „κόλπον ἀνιεμένη“ (Χ 80). A | |
6400b | D | 〈ἀταλάφρονα:〉 μὴ δυνάμενον τλῆναι κακοπάθειαν. b(BE3)Til | |
D(~) | 〈ἀταλάφρονα:〉 ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι καὶ κακοπαθεῖν. Aint | ||
6400c | ex.(?) | 〈νήπιον αὔτως:〉 οὕτως ὡς οἱ παῖδες. Ail | |
6.401 | ex. | Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ: προ‐ παραδίδωσιν ἡμῖν τὸ χάριεν τοῦ παιδός, ἵνα προσανέχωμεν αὐτῷ τὸν νοῦν, ὅταν εἴπῃ τὸ „οὗ παιδὸς †ὠρέξατο“ (Ζ 466). πρέπον δὲ παιδίῳ τὸ μὴ ἡλίῳ ἢ σελήνῃ, ἀλλ’ ἀστέρι αὐτὸν εἰκάσαι. b(BCE3E4)T | |
6402-3a | ex. | τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, 〈αὐτὰρ οἱ ἄλλοι / Ἀστυάνακτα〉: ἄμφω πρέποντα· ὁ μὲν οὐ βουλόμενος ὀνειδίζειν τοῖς ὑποτεταγμένοις ἣν παρεῖχεν αὐτοῖς σωτηρίαν, ἀπὸ τοῦ ἐγχωρίου Σκαμάνδρου καλεῖ τὸν υἱόν, οἱ δὲ Τρῶες, ἀνθ’ ὧν ἐφύλαττεν | |
5 | αὐτοὺς ὁμολογοῦντες χάριν, Ἀστυάνακτα καλοῦσιν αὐτὸν οἰκείαν θέμενοι τὴν προσηγορίαν· καὶ γὰρ ὁ Ἕκτωρ οὕτως ἐκαλεῖτο διὰ τὸ ἔχειν „ἀλόχους κεδνὰς b(BCE3E4)T καὶ νήπια τέκνα“ (Ω 730). T | ||
6402-3b | ex. | αὐτὰρ οἱ ἄλλοι / Ἀστυάνακτα: προτρέπει ἡμᾶς ἐπ’ ἀρετήν, δι’ ὧν καὶ παισὶν αἴτιοι εὐκλείας οἱ ἀγαθοί. b(BCE3E4)T | |
6.402 | ex. | 〈καλέεσκε Σκαμάνδριον:〉 σημείωσαι τὸ μέτρον. Aint | |
6.403 | Ariston. | 〈Ἀστυάνακτ’· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ:〉 ὅτι παρετυμολογεῖ. Aim | |
6404a | ex. | ἤτοι ὁ μὲν μείδησεν: πατρικὸν ἦθος δείκνυσιν ὁ ποι‐ ητής· προσαγορεύομεν γὰρ μειδιασμῷ τοὺς παῖδας τοὺς μηδέπω μὲν συνιέντας λόγους, γνωρίζοντας δὲ ἤδη τὴν ὄψιν. b(BE3E4)T | |
6404b | ex. | ἤτοι ὁ μὲν μείδησεν 〈ἰδὼν〉 ἐς παῖδα σιωπῇ: ἡρωϊ‐ κὸν καὶ μεγαλοφυὲς τὸ μὴ ἀθρόως γελᾶν. χαρίζεσθαι δὲ ταῖς γυναιξὶ δοκοῦσι τοὺς παῖδας φιλοφρονοῦντες· σύνδεσμος γὰρ ἀνδρῶν καὶ γυ‐ | |
ναικῶν ἡ παιδοποιΐα. b(BE3E4)T | |||
6.405 | ex. | δακρυχέουσα: ἤδη προεδίδαξε, τί μέλλει λεχθῆναι. πιθα‐ νὸν δὲ ἀπὸ τῆς ἀπροσδοκήτου χαρᾶς κλαίειν τὴν γυναῖκα. γραφικῶς δὲ ὁ μὲν μειδιᾷ ἀφορῶν εἰς τὸ παιδίον, ἡ δὲ δακρύουσα παρέστηκεν αὐτῷ. b(BCE3E4)T | |
6.406 | ex. | 〈φῦ χειρί:〉 τὸ δυσαποσπάστως ἔχεσθαι τοῦ ἀνδρὸς δηλοῖ τὸ φῦ χειρί. b(BCE3E4)Til | |
6407a | ex. | φθίσει σε τὸ σὸν μένος: διὰ τὴν φιλοστοργίαν πέπει‐ σται αὐτὸν ὑπερέχειν Ἑλλήνων καὶ οὐ τοσοῦτον τοῖς πολεμίοις εὐ‐ χείρωτον εἶναι, ὅσον ἑαυτῷ διὰ τὸ ῥιψοκίνδυνον. b(BCE3E4)T | |
6407b | ex. | 〈δαιμόνιε,〉 φθίσει σε τὸ σὸν μένος: θαυμάζει τὴν ἰσχύν, οὐκ ἐπαινεῖ δὲ τὸ θράσος. οὔτε δὲ „Ἕκτορ“ (ut Ζ 429) οὔτε „ἆνερ“ (ut Ω 725) φησίν, ἀλλὰ δαιμόνιε, ᾧ παρεμφαίνει θυμόν τε καὶ εὔνοιαν. b(BCE3E4)T | |
6407-8 | ex. | οὐδ’ ἐλεαίρεις / παῖδά τε νηπίαχον: τοιαύτη τίς ἐστιν, οἵα ἂν μήτηρ ἐκ πολλῶν παίδων ἐφ’ ἑνὶ σαλεύουσα. T | |
6.408 | Ariston. | 〈καὶ ἔμ’ ἄμμορον:〉 ὅτι τινὲς γράφουσι „καὶ ἐμὸν μόρον“, οὐκ εὖ. Aim | |
6.409 | ex. | 〈σεῦ ἔσομαι:〉 οὐ τῇ κοινῇ χηρείᾳ ἄχθεται, ἀλλὰ τῇ Ἕκτο‐ ρος. b(BE3E4)Til | |
6410a1 | ex. | 〈πάντες ἐφορμηθέντες:〉 ἕνα ἕκαστον ἥττω αὐτοῦ ἡγεῖται. Til | |
6410a2 | ἕνα γὰρ ἕκαστον αὐτοῦ ἥττονα ἡγεῖται αὕτη. b(BCE3 E4) | ||
6411a1 | ex. | 〈σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι:〉 φίλανδρον τὸ ἦθος. ἡ δὲ ἀντωνυμία ἦθος κινεῖ παραληφθεῖσα πολλάκις. Til | |
6411a2 | †φιλάδελφον† τὸ ἦθος αὐτῆς. ἡ δὲ ἀντωνυμία πολλάκις | ||
παραληφθεῖσα πάθος καὶ ἦθος κινεῖ. b(BCE3E4) | |||
6411-2a1 | ex. | οὐ γὰρ ἔτ’ ἄλλη / ἔσται θαλπωρή: περιπαθῶς συναπολεῖσθαί φησι τῷ Ἕκτορι πάντα αὐτῆς τὰ καλά, καὶ τὸ κοινότα‐ τον ἀνθρώπων ἁπάντων ἀφαιρεθήσεσθαι, τὴν ἐλπίδα. T | |
6411-2a2 | περιπαθῶς φησιν ὅτι ἅμα σοὶ πάντα τὰ ἐμοὶ ἀπολοῦνται καλά, ἀλλὰ καὶ τὸ κοινότατον πάντων ἀνθρώπων ἀφαιρεθήσεται, ἡ ἐλπίς. b(BCE3E4) | ||
6.412 | ex. | πότμον ἐπίσπῃς: ὑπὸ τοῦ πότμου καταληφθήσῃ. b (BCE3E4)Til | |
6.413 | eu. | 〈οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ:〉 οἶκτον ἐπά‐ γεται ἀντὶ πάντων αὐτὸν λέγουσα ἔχειν· ἐλεοῦμεν γὰρ μᾶλλον τοὺς ἡμῶν μόνον ἠρτημένους. b(BE3E4)Til | |
6414a | ex.(?) | ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς: διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισμὸς τοῦ συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσι καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν. A | |
6414b | ex. | ἤτοι γὰρ πατέρ’ ἁμόν: οὐκ ἀγνοοῦντι διαλέγεται, ἀλλ’ ἐκ πάντων τῶν οἰκείων αὔξουσα Ἕκτορα· οἱ γὰρ ἀτυχοῦντες φιλοῦσι καὶ πρὸς εἰδότας λέγειν τὸ μῆκος τοῦ λόγου. τὸ δὲ ΑΜΌΝ ἐν μὲν τῇ Ἰλιακῇ προσῳδίᾳ (2,57,19) φησὶν ὁ Ἡρωδιανὸς Δωρικώτερον εἶναι | |
5 | ἀπὸ τοῦ ἁμέτερον, ἐν δὲ Ἐπιμερισμῷ (fr. 8 L.) φησιν ὅτι ἀπὸ τοῦ ἐμόν ἐκτέταται τὸ ε εἰς α μακρόν, b(BE3E4)T ὡς τὸ αἴ κα, „αἴ κα τῆνος ἕλῃ“ (Theocr. 1, 4). T | ||
6414c | Hrd. | Ap. | ἁμόν: Δημήτριός (fr. 7 = 48 St.) φησιν ἀντὶ τοῦ ἐμόν· | |
Dysc. | διὸ καὶ ἄντικρυς ψιλοῖ. | πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι ἀντὶ | ||
τοῦ ἡμέτερον ἁμόν. οὕτως Ἀπολλώνιος (cf. pron. 112, 3). A | |||
6415a | Ariston. | 〈εὖ ναιετάωσαν:〉 ὅτι ἀντὶ τοῦ εὖ ναιομένην. Aint | |
6415b1 | Did. | 〈ναιετάωσαν:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ναιετόωσαν“. Aim | |
6415b2 | „ναιετόωσαν“ διὰ τοῦ ο. Til | ||
6417a | Ariston. | οὐδέ μιν ἐξενάριξε: ὅτι διδάσκει, τί τὸ ἐξενάριξεν· ἐπιφέρει γὰρ „ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσιν“ (Ζ 418). A | |
6417b | D | 〈ἐξενάριξε:〉 ἐσκύλευσε. Aim | |
6415c | ex. | 〈οὐδέ μιν ἐξενάριξε:〉 ὡς τίμιον καὶ βασιλικόν. οὐ πε‐ ριττὰ δὲ ταῦτα· ἀξίωμα γὰρ τοῦ πατρὸς ἐμφαίνει, ὃν ᾐδέσθη καὶ πολέ‐ μιος b(BCE3E4)Til 〈ὢν〉 καὶ κτείνας. Til | |
6.419 | D(?) | 〈ἠδ’ ἐπὶ σῆμ’ ἔχεεν:〉 καὶ τάφον ἔχωσεν. Aim | |
6422a1 | Hrd. | {οἱ μὲν πάντες} ἰῷ {κίον}: ἰῷ ὡς σοφῷ Ἀρίσταρχος, καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνάγνωσις. ἐκεῖνο μέντοι ἀναγκαῖον προσθεῖναι ὅτι τὸ ἴα βαρυτόνως ἀνέγνω ὁ ἀνὴρ καὶ τὸ μία, „οὐδ’ ἴα γῆρυσ“ (Δ 437) καὶ „μία δ’ οἴη“ (Σ 565). τὰς μέντοι δοτικὰς περιέσπασεν „ἰῇ | |
5 | ἄρα γινόμεθ’ αἴσῃ“ (Χ 477) καὶ „ἰῇ δ’ ἐν νυκτὶ γένοντο“ (Σ 251). καί φασί γε τὸ τοιοῦτο εἶδος Ἰώνων εἶναι. τινὲς δὲ ἐτόλμησαν λέγειν αὐτὸ Ἀττικόν, λέγω δὲ 〈τὸ〉 ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβασμὸν γίνεσθαι τόνου. οὕτως οὖν καὶ „μέσην ἐς ἄγυιαν“ (Υ 254) ἀνέγνω, „ἐϋκτιμένασ“ δὲ „κατ’ ἀγυιάσ“ (Ζ 391). μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ | ||
10 | ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως. A | ||
6422a2 | ἰῷ {κίον ἤματι}: τὰς μὲν εὐθείας τούτων βαρέως ἀναγι‐ νώσκει ὁ Ἀρίσταρχος, τὰς δὲ δοτικὰς περισπωμένως, ἴα ἰῇ, μία μιᾷ, | ||
ἴον ἰῷ. T | |||
6.423 | ex. | 〈πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς:〉 λεληθότως ὑποβάλλει αὐτῷ κἀκ τούτου φοβεῖσθαι τὸν Ἀχιλλέα. b (BCE3E4)Til | |
6428a | ex. | πατρὸς δ’ ἐν μεγάροισι: μητροπάτορος· ἐτεθνήκει γὰρ Ἠετίων. b(BCE3E4)T | |
6428b | ex.(?) | 〈βάλ’ Ἄρτεμις ἰοχέαιρα:〉 αἰφνιδίως ἐτελεύτησε· τοὺς γὰρ αἰφνιδίους θανάτους ἀναφέρουσιν εἰς Ἀπόλλωνα καὶ Ἄρτε‐ μιν. Aim | |
6.429 | ex. | Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατήρ: τὸ σχῆμα καλεῖται σχέσις. ἐμφαίνει δὲ εὔνοιαν καὶ πάθος ψυχῆς. b(BCE3E4)T | |
6.430 | ex. | θαλερός: ἀγαπητός· „τοιόνδε θάλοσ“ (ζ 157), ἀγάπημα. b(BCE3E4)T | |
6.431 | ex. | ἀλλ’ ἄγε, νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπὶ πύργῳ: ἡ μὲν Ἑλένη ὡς αἴτιον τοῦ πολέμου ἐκπέμπει τὸν Πάριν, ἡ δὲ ὡς ῥιψο‐ κίνδυνον κατέχει. καλῶς δὲ οὐ μένειν αὐτὸν οἴκοι ἀξιοῖ (οἶδε γὰρ ὅτι οὐ πείσει), ἀλλ’ ἐπὶ τοῦ τείχους μένειν, ὅθεν καὶ ἀμυνεῖται τοὺς πολε‐ | |
5 | μίους, ὅθεν καὶ σωθήσεται. b(BCE3E4)T | ||
6.432 | Did. | θήῃς: οὕτως Ἀρίσταρχος διὰ τοῦ η, θήῃς. AimT | |
6433-9 | Ariston. | λαὸν δὲ στῆσον παρ’ ἐρινεόν〈—καὶ ἀνώ‐ γει:〉 ἀθετοῦνται στίχοι ἑπτὰ ἕως τοῦ (439) ἤ νυ καὶ αὐτῶν θυ‐ μός, ὅτι ἀνοίκειοι οἱ λόγοι τῇ Ἀνδρομάχῃ· ἀντιστρατηγεῖ γὰρ τῷ Ἕκτορι. καὶ ψεῦδος περιέχουσιν· οὐ γὰρ παρέδωκεν εὐεπίδρομον τὸ | |
5 | τεῖχος κατὰ τοῦτο τὸ μέρος, οὐδ’ οὕτως ἐστὶ πλησίον ἡ μάχη τοῦ τείχους. καὶ ὁ Ἕκτωρ πρὸς τὰ πρότερα ἀπαντᾷ λέγων· „ἦ καὶ ἐμοὶ | ||
τάδε πάντα“ (Z 441). A | |||
6.433 | ex. | λαὸν δὲ στῆσον παρ’ ἐρινεόν: οὐ πρέποντα τὰ τῆς ὑποθήκης γυναικί. ἀλλ’ εἰ καὶ γυναικὶ μὴ πρέπει, τῇ γε Ἀνδρομάχῃ πρέπει, ἐπεὶ καὶ οὐχ ἱπποκομεῖν γυναικός, ἡ δὲ Ἀνδρομάχη τοῖς Ἕκτορος καὶ πυρὸν παρατίθησι καὶ κεράσασα οἶνον (cf. Θ 186—90), | |
5 | ὡς φίλανδρος ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα. b(BC E3E4)T μείνασα δὲ χρόνον ἐπὶ τοῦ τείχους εἶδεν. T | ||
6434a | Did. | 〈ἀμβατός:〉 οὕτως Ἀρίσταρχος ἀμβατός. AimTil Καλλίστρατος (p. 316, 26) δὲ διὰ τοῦ η „ἀμβατή.“ AintTil | |
6434b1 | ex. | ἀμβατός ἐστι πόλις: πέπλασται πρὸς τὸ ἀποστῆσαι τὸν ἄνδρα τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ αὐτῶν ὁ Ἕκτωρ. T | |
6434b2 | περίπλασμά τι τοῦτό ἐστιν, ὅπως αὐτὸν ἀποστήσῃ τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ τούτου. b(BCE3E4) | ||
6435a | Did. (?) | τῇ γ’ ἐλθόντες: γράφεται καὶ διὰ τοῦ δ καὶ διὰ τοῦ γ. Aim | |
6435b1 | ex. | τρὶς γὰρ τῇδ’ ἐλθόντες: διὰ τί, φασί, τοῦτο οὐ συνεῖ‐ δεν ὁ Ἕκτωρ; ἀλλὰ συνεῖδεν· φησὶ γὰρ „ἦ καὶ ἐμοὶ τάδε πάντα †μέλλει†, γύναι“ (Ζ 441). T | |
6435b2 | διὰ τί δέ, φασίν, οὐ συνεῖδε ταῦτα ὁ Ἕκτωρ; φαμὲν οὖν | ||
ὅτι συνεῖδεν· „ἐμοί“, γάρ φησι, „τάδε πάντα μέλει, γύναι.“ b(BCE3E4) | |||
6436-7 | ex. | ἀμφ’ Αἴαντε δύω〈—Τυδέος ἄλκιμον υἱόν〉: περιειργάσατο τὰ ὀνόματα παρά τινος. ἅμα δὲ θέλει ὁ ποιητὴς καὶ δηλῶσαί τι τῶν μετὰ τὴν Γλαύκου καὶ Διομήδους μάχην γεγονότων. b(BCE3E4)T | |
6437a1 | Did. | {ἠδ’ ἀμφ’} Ἀτρείδας: ὁ Ἰξίων (fr. 30 St.) ἐν τῷ Πρὸς τοὺς ἠθετημένους „Ἀτρείδα“ προφέρεται δυϊκῶς. A | |
6437a2 | Ἰξίων δυϊκῶς „†ἀτρεῖδα醓. Til | ||
6.438 | ex. | ἦ πού τί〈σ〉 σφιν ἔνισπε θεοπροπίων εὖ εἰδώς: ὑπο‐ βάλλει ταῦτα προοικονομῶν, ὡς κατὰ τοῦτο τὸ μέρος εἵμαρτο ἁλῶναι τὴν πόλιν. b(BCE3E4)T | |
6438-9a1 | Hrd. | ἤ πού / ἤ νυ: διὰ τὸ ποῦ (438) καὶ νύ (439) τὸν ἤ ὀξυτονητέον, ὃς δύναται εἶναι διαζευκτικὸς ἢ καὶ παραδιαζευκτι‐ κός. A | |
6438-9a2 | {ἤ νυ καὶ αὐτῶν θυμός:} διὰ τὸ ἤ που καὶ τὸ νύ ὀξυν‐ τέον τὸν η, ὃς δύναται διαζευκτικὸς ἢ παραδιαζευκτικὸς εἶναι. T | ||
6439a1 | Did. | 〈ἤ νυ καὶ αὐτῶν θυμός:〉 ἐν ἐνίοις „ἤ νυ καὶ αὐτοὺς θυμός.“ Aint | |
6439a2 | γράφει δὲ καὶ „αὐτούσ“. T | ||
6441a | Ariston. | ἦ καὶ ἐμοὶ τάδε 〈πάντα μέλει, γύναι〉: ὅτι πρὸς τὴν λέγουσαν „ἀλλ’ ἄγε νῦν ἐλέαιρε“ (Ζ 431) καὶ „μὴ παῖδ’ ὀρφανικὸν θείησ“ (Ζ 432) οἰκείως ἀπήντηκεν. ὁ δὲ διασκευαστὴς ἐπλανήθη. A | |
6441b1 | ex. | 〈τάδε πάντα:〉 ἡ ὀρφανία τοῦ παιδὸς καὶ ἡ χηρεία. Til | |
6441b2 | ἡ ὀρφανία καὶ ἡ χηρεία καὶ ἡ τῶν πολεμίων σκόπησις. b(BCE3E4) | ||
6442a | ex. | αἰδέομαι Τρῶας 〈καὶ Τρωάδασ〉: νόμος ἄρχουσιν αἰ‐ δεῖσθαι τοὺς ὑποτεταγμένους. χεῖρον δὲ παρὰ γυναιξὶν ἀκούειν δει‐ | |
λόν. b(BCE3E4)T | |||
6442b1 | ex. | ἑλκεσιπέπλους: αἱ ἐν τῷ βαδίζειν ἐπισύρουσαι τοὺς πέπλους. A | |
6442b2 | ἑλκεσιπέπλους δὲ τὰς ἐν τῷ βαδίζειν ἑλκούσας τὸν πέπλον. T | ||
6444a1 | ex. | 〈οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐ‐ σθλός:〉 ἐξ ἐπιλογισμοῦ. Til | |
6444a2 | ἐξ ἐπιλογισμοῦ δὲ τοῦτό φησιν. b(BCE3E4) | ||
6444b | ex. | ἐπεὶ μάθον ἔμμεναι ἐσθλός: διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ τὸ μάθον ἀντὶ τοῦ εἴωθα. A b (BCE3E4)T | |
6445a | Nic. | αἰεὶ καὶ πρώτοισι 〈μετὰ Τρώεσσι μάχεσθαι〉: τὸ αἰεί τοῖς ἐπάνω προσδοτέον, ἵνα μὴ ὑπερβατὸν γένηται τοῦ καί συν‐ δέσμου, καὶ αἰεὶ πρώτοισι. κοινὸν μέντοι νοεῖται κατ’ ἀμφοτέρων τὸ αἰεί ὥσπερ καὶ τὸ „μάθον“ (Ζ 444). A | |
6445b | ex. | αἰεὶ καὶ πρώτοισι 〈μετὰ Τρώεσσι μάχεσθαι〉: ὁ Νικάνωρ (p. 187 Friedl.) φησὶν ὅτι δεῖ στίζειν εἰς τὸ †ἀεί†, b(BCE3E4) T ὅπως μὴ τοῦ συνδέσμου ὑπερβατὸν γένηται. b(BCE3)T κοινὸν δὲ τὸ αἰεί, †μάθον καὶ ἀεὶ μάθον†. T | |
6446a | ex. | 〈ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ:〉 οὐ μόνον ἑαυτῷ δόξαν, ἀλλὰ καὶ τῷ πατρὶ θέλει διασῴζειν. b(BCE3) Til | |
6446b | ex. | 〈ἀρνύμενος:〉 ἀντὶ τοῦ περικτώμενος. Aim | |
6448a1 | ex. | ἔσσεται ἦμαρ: οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐ‐ παράμυθον ποιεῖ. AT ἢ οὐ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ τὴν | |
ἑαυτοῦ φιλοστοργίαν ἐμφαίνει πρὸς τὴν γυναῖκα· διὸ T οὐδὲ τὸν χρόνον τῆς ἁλώσεως ὁρίζει· ὧν δὲ δεινῶν ὁ χρόνος οὐχ ὁρίζεται, τού‐ | |||
5 | των ἧττον ἐλύπησεν ἡ προσδοκία, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θα‐ νάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα. AT | ||
6448a2 | οὐκ ἐκφοβεῖ, εἰ καὶ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ μᾶλλον εὐπαράμυθον ποιεῖ καὶ τὴν αὐτοῦ φιλοστοργίαν πρὸς τὴν γυναῖκα ἐμφαίνει· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει χρόνον. ὧν δὲ δεινῶν χρόνος οὐχ ὁρίζεται, τούτων ἧττον ἡ προσδοκία ἐλύπησεν, ὥσπερ ἔστιν | ||
5 | ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα. b(BCE3E4) | ||
6448b | ex. | 〈ἔσσεται ἦμαρ:〉 ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν καὶ τὴν ἀριστείαν Διομήδους. b(BE3E4)Til | |
6448c | Ariston. | 〈Ἴλιος ἱρή:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
6450-4a | ex. | ἀλλ’ οὔ μοι Τρώων〈— /〉 οὔτ’ αὐτῆς Ἑκά‐ βης οὔτε Πριάμοιο〈— / ὅσσον σεῖ’〉: ἐπεὶ ἐκεῖνοι ἑκόντες ἐδυστύχουν ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν. ἡ δὲ Ἀνδρομάχη διὰ τὰς ἐκείνων ἁμαρτίας καὶ προητυχήκει τοσούτων οἰκείων στερηθεῖσα | |
5 | ἐν ἡμέρᾳ μιᾷ. b(BCE3E4)T | ||
6450-4b | ex. | ἀλλ’ οὔ μοι Τρώων τόσ〈σ〉ον μέλει〈— / ὅσσον σεῖ’〉: ὑπερεβάλετο τὴν τῆς γυναικὸς φιλοστοργίαν· ἡ μὲν γὰρ ἀντὶ τῶν οὐκέτι ὄντων οἰκείων ἔθετο αὐτόν, ὁ δὲ καὶ τῶν περιόντων αὐτὴν προτιμᾷ. ἅμα δὲ ἐλεεινὴ καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ βαρ‐ | |
5 | βάρου φιλογύναιον ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας. b(BCE3E4)T | ||
6.451 | ex. | 〈οὔτ’ αὐτῆς Ἑκάβης:〉 ηὔξηται διὰ τῆς ἀντωνυμίας ἡ φι‐ | |
λοστοργία. Til | |||
6454a1 | ex. | ὅσσον σεῖ’, ὅτε κέν τις: δεινὸν γὰρ ἡ τῶν γυναικῶν ὕβρις καὶ αὐτῶν αἰσχύνη· „πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοι‐ μηθῆναι“ (Β 355). T | |
6454a2 | δεινῶν γὰρ πάντων χείρων ἡ τῶν γυναικῶν ὕβρις. b (BCE3) | ||
6.455 | ex. | 〈ἦμαρ:〉 ἀντὶ τοῦ ἤματος. Til | |
6456a | ex. | πρὸς ἄλλης ἱστὸν ὑφαίνοις: ἀντὶ τοῦ ὑπὲρ ἄλλης, ὡς „πρὸς Τρώων“ (Ζ 57) καὶ „πρὸς ἄνακτοσ“ (Ω 734), ἵνα μὴ κακοπα‐ θῇ. T | |
6456b | ex. | ἄλλως· πρὸς ἄλλης: ἀντὶ τοῦ T ὑπὸ ἄλλης κελευο‐ μένη· τοῦτο γὰρ τὴν ὕβριν φέρει, οὐχὶ τὸ ἔργον σύνηθες ὂν ταῖς ἀρχαίαις. b(BCE3E4)T | |
6457a | Ariston. | καί κεν ὕδωρ φορέοις: ὅτι κατὰ τὸ προστυχὸν οὕτως εἰπόντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν αὐτήν. A | |
6457b | ex. | καί κεν ὕδωρ φορέοις: τέτακται μὲν ἡ δουλεία εἰς ὑδρο‐ φορίαν ἢ εἰς ἱστουργίαν. ὁ δὲ ἄμφω φησὶν (sc. Ζ 456 et 457) εἰς ἐπίτα‐ σιν. θαρρῶν δὲ τῇ σωφροσύνῃ τῆς γυναικὸς ὅτι οὐκ ἂν ὑπομείνειεν οὐδὲ ἀκουσίως προδοῦναι ἑαυτῆς τὸ σῶμα, ἑτέρου ἀνδρὸς οὐ μέμνηται. | |
5 | b(BCE3E4)T | ||
6457c | D(?) | 〈Μεσσηΐδος ἢ Ὑπερείης:〉 Μεσ〈σ〉ηῒς καὶ Ὑπέρεια κρῆναι Ἄργους. Aim | |
6457d | ex. | Ὑπερείης: Ὑπέρεια Θεσσαλίας. Πίνδαρος (P. 4, 125)· | |
„ἐγγὺς μὲν Φέρης κράναν Ὑπερῇδα λιπών“. T | |||
6.459 | Ariston. | εἴπῃσιν: ὅτι τὸ εἴπῃσιν ἀντὶ τοῦ εἴποι ἄν. ἡ δὲ ἀναφορὰ πρὸς Φιλίταν γράφοντα (fr. 57 K.) „θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαλύξει“ (Φ 126). οὗτος γὰρ μὴ νοήσας ὅτι τὸ „ὑπαΐξει“ (Φ 126) ἐστὶ τὸ ἐφορμῆσαι ὑπὸ τὴν φρῖκα, τουτέστι τὸ τοῦ ὕδατος ἐπα‐ | |
5 | νάστημα, ὃς φάγοι ἂν Λυκάονος τοῦ δημοῦ (cf. Φ 127), τὴν φρῖκα ἐδέξατο τὴν ὑπὸ τοῦ ψύχους γινομένην φρίκην καί φησι τοὺς πιμελώ‐ δεις τῶν ἰχθύων ὑπομένειν τὸ ψῦχος, ὥστε ὃς ἂν τὸ τοῦ Λυκάονος λίπος φάγῃ, ἐκκλινεῖ τὴν φρίκην. A | ||
6460a | ex. | Ἕκτορος ἥδε γυνή, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉: παρέδραμε τὰ ἑαυτοῦ. ἔστι δὲ ἐν τῇ λέξει πάντα ὑπονοεῖν. b(BCE3 E4)T | |
6460b | ex. | Ἕκτορος ἥδε γυνή, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉: ἐπιγραμματικὸν ἔχει τύπον ὁ στίχος. b(BCE3)T | |
6462-3 | ex. | σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος 〈/ χήτεϊ τοιοῦδ’ ἀν‐ δρόσ〉: βεβαιοῖ αὐτῆς τοὺς λόγους. χήτει δὲ ἀπορίᾳ, σπάνει. T | |
6464a1 | ex. | ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι: ὑπερβάλλει τῇ φιλοστοργίᾳ τὴν γυναῖκα· ἡ μὲν γὰρ στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔχεται λέγουσα „ἐμοὶ δέ κε κέρδιον εἴη χθόνα δύμε‐ ναι“ (cf. Ζ 410—1), ὁ δὲ αἱρεῖται θανεῖν, ἵνα μηδὲ κλαίουσαν ἴδῃ. T | |
6464a2 | καὶ πάλιν ἡ Ἕκτορος ὑπερβάλλει φιλία· ἡ μὲν γὰρ Ἀν‐ δρομάχη στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔχεται, ὁ δὲ μὴ κλαιούσης αὐτῆς ἀκοῦσαι. b(BCE3E4) | ||
6464b | Ariston. | χυτή: ὅτι οὐ πᾶσα γῆ οὕτως λέγεται παρ’ αὐτῷ, ἀλλ’ ἡ | |
τοῖς νεκροῖς ἐπιχεομένη. A | |||
6.465 | Hrd. | πρίν γέ τι {σῆς τε βοῆς}: Διονύσιος ὁ Σιδώνιος τὸν γέ ἐκ πλήρους ποιεῖ. οὕτως καὶ Ἀλεξίων (fr. 33 B.) καὶ οἱ περὶ Ἡρακλέωνα (fr. 6 B.)· οὐ γὰρ πιθανὸν ἐγκεῖσθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότε‐ ρον συνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔστιν οὖν τὸ τί καθ’ ὕπαρξίν τινα | |
5 | λεγόμενον ἢ καὶ παρελκόμενον ὁμοίως τῷ „ἤ νύ τοι οὔ τι μέλει Τρώων πόνοσ“ (Χ 11) καὶ „μή τι φόβον δ’ ἀγόρευε“ (Ε 252) καὶ „μή τί μευ ἠΰτε παιδόσ“ (Η 235). οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος (p. 48 B.) οἴεται συναλιφὴν εἶναι. A | ||
6.466 | ex. | οὗ παιδὸς ὀρέξατο: πρῶτος παῖδας εἰσάγει τῇ τραγῳδίᾳ. b(BCE3E4)T | |
D | ὀρέξατο: ἀντὶ τοῦ ἐλάβετο. Aim | ||
6.467 | ex. | ἂψ δ’ ὁ πάϊς πρὸς κόλπον: δυσαποσπάστως μὲν ἔχουσι τῶν τροφῶν. τοῦτον δὲ καὶ ἡ ὄψις φοβεῖ. ταῦτα δὲ τὰ ἔπη οὕτως ἐστὶν ἐναργείας μεστά, ὅτι οὐ μόνον ἀκούεται τὰ πράγματα, ἀλλὰ καὶ ὁρᾶται. λαβὼν δὲ τοῦτο ἐκ τοῦ βίου ὁ ποιητὴς ἄκρως περιεγένετο | |
5 | τῇ μιμήσει. b(BCE3E4)T | ||
6.468 | ex. | πατρὸς 〈φίλου〉 ὄψιν ἀτυχθείς: ἐπὶ τῇ τοῦ πατρὸς ὄψει b(BCE3E4) ταραχθείς. ἠθικὸν δὲ ὅτι οὐκ ἄλλον, ἀλλὰ τὸν πατέρα φοβηθείς. b(BCE3E4)T | |
6469a1 | Nic. | ταρβήσας χαλκόν τε: διασταλτέον χαλκόν τε· μέρος γάρ ἐστι περιόδου ἐπανειλημμένον μετοχικόν. ἀτυχθεὶς ὄψιν (cf. Ζ 468) καὶ ταρβήσας χαλκὸν καὶ λόφον νοήσας (cf. Ζ 469—70). A | |
6469a2 | ταρβήσας χαλκόν τε: διασταλτέον εἰς τὸ τέλος τῶν τριῶν ἐπῶν. ἔστι γάρ· ἀτυχθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον δεινὸν νεύοντα νοήσας. b(BCE3)T | ||
6469b | ex. | ταρβήσας χαλκόν τε: τὰ γὰρ ἀνόμοια φόβον κινεῖ. T | |
6471a1 | ex. | ἐκ δ’ ἐγέλασ〈σ〉ε: ἀπὸ τῆς πολλῆς λύπης ἐκ μικρᾶς αἰ‐ τίας γέλωτα κινεῖ. T | |
6471a2 | ἀπὸ τῆς πολλῆς αὐτῶν λύπης ἡ μικρὰ τοῦ παιδὸς αἰτία φυσικόν τινα κινεῖ καὶ μέτριον γέλωτα. b(BCE3E4) | ||
6472a | Ariston. | αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος 〈Ἕ‐ κτωρ〉: σημειοῦνταί τινες τοῦτον διὰ τὸ τὸν τραγικὸν Ἀστυδάμαντα παράγειν τὸν Ἕκτορα λέγοντα (fr. 2, p. 778 N2.)· „δέξαι †κοινήν μοι πρὸς πόλεμον δὲ καὶ φοβηθῇ παῖσ“. A | |
6472b | ex. | αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο: μιμητικῶς· εὐάλω‐ τος γὰρ καὶ ὁ τραχὺς τέκνου φιλοστοργίᾳ. b(BCE3E4)T | |
6.474 | ex. | ἐπεὶ κύσε πῆλέ τε χερσίν: τοῦτο γὰρ ποιοῦμεν πρὸς διάχυσιν αὐτῶν. ἄκρως δὲ περιεγένετο τῇ μιμήσει οὐδέν τι λυπήσας τὴν ἡρωϊκὴν σεμνότητα. ταῖς δὲ χερσὶ τὴν ἐπιθυμίαν πληροῖ, ἐπειδὴ μὴ δύναται περιπλέξασθαι αὐτόν. b(BCE3E4)T τὸ δὲ πῆλε ἀν‐ | |
5 | τὶ τοῦ †ἐκλήρωσεν. T | ||
6475a1 | Did. | 〈εἶπεν ἐπευξάμενος:〉 Ἀρίσταρχος διὰ τοῦ δ, „εἶπε δ’ ἐπευξάμενοσ“. Aim | |
6475a2 | εἶπεν ἐπευξάμενος: „εἶπε δ’ ἐπευξάμενοσ“· Ἀρίσταρ‐ χος γὰρ σὺν τῷ „δέ“ γράφει. T | ||
6476a1 | ex. | δότε δὴ καὶ τόνδε γενέσθαι: φιλότιμος ἡ εὐχή. δια‐ χυθεὶς δὲ ἐπιλέλησται τῶν πρώην. ἢ ὅτι δυνατὸν θεοῖς καὶ παρ’ ἐλπίδα τι ποιῆσαι. οὐ πλούσιον δὲ ὡς νῦν †εὔχονται τὸν υἱόν, ἀλλ’ ἀγαθὸν βίην, θαρσύνων τὴν μητέρα, ἵνα ἔχῃ ἐπίκουρον. T | |
6476a2 | φιλότιμος ἡ εὐχή. διαχυθεὶς δὲ ἐπιλέλησται τῶν πρώην. ἢ ὅτι δυνατὸν θεοῖς καὶ παρ’ ἐλπίδα τι ποιῆσαι. ὡς νῦν δέ ἐστι πλούσιος, οὐκ εὔχεται τὸν υἱὸν γενέσθαι, ἀλλ’ ἢ μόνον ἄρχοντα καὶ ἀνδρεῖον, τὴν μητέρα θρασύνων, ἵν’ ἔχῃ ἐπίκουρον. b(BCE3E4) | ||
6478a1 | Did. | 〈ὧδε βίην τ’ ἀγαθόν:〉 ἄλλοι „ὧδε βίην ἀγαθόν τε“. Aim | |
6478a2 | οὕτως „ἀγαθόν τε.“ Til | ||
6479a | Did. | 〈πατρὸς δ’ ὅγε:〉 Ἀρίσταρχος „πατρός γ’ ὅδε“. AimT | |
6479b | ex. | πατρὸς δ’ ὅ γε πολλὸν ἀμείνω: φυσικῶς ἐκ τοῦ βίου τοῦτο ἔλαβεν· ἐν ἅπασι γὰρ τῶν ἄλλων ἀμείνονες εἶναι θέλοντες μόνοις ἡττᾶσθαι παισὶν εὐχόμεθα. b(BCE3E4)T | |
6479-80a1 | Nic. | Ariston. | καί ποτέ τις εἴποι〈—ἀνιόντα〉: τὸ ἑξῆς· καί ποτέ τις εἴποι ἐκ πολέμου ἀνιόντα. καὶ οὐ λείπει τὸ ἰδών, ἀλλ’ ἔστι συνήθης Ἀττικοῖς ἡ φράσις. Εὐριπίδης Ῥήσῳ (390—1)· „χαίρω δέ ς’ εὐτυχοῦντα καὶ προσήμενον / πύργοισιν ἐχθρῶν“, καὶ αὐτὸς | |
5 | Ὅμηρος ἀλλαχοῦ „ἤχθετο γάρ ῥα / Τρωσὶ〈ν〉 δαμναμένουσ“ (Ν 352—3). | ἤλ〈λ〉ακται δὲ πτῶσις, ἀντὶ τοῦ ἐκ πολέμου ἀνιόντος. A | ||
6479-80a2 | Ariston. | ἀνιόντα: ἀνιόντος, ὡς τὸ „γυναῖκά τε θήσατο μαζόν“ (Ω 58). T | |
6479-80a3 | Nic. | ἄλλως· στικτέον εἰς τὸ ἀνιόντα (480), καὶ †λείπει τὸ ἰδών· ἤδη γὰρ σύνηθές ἐστι τοῖς Ἀττικοῖς· „χαίρω δέ ς’ εὐτυχοῦντα καὶ προσήμενον“. καὶ ἀλλαχοῦ ὁ ποιητής· „ἤχθετο γάρ ῥα / Τρωσὶν δαμναμένουσ“. T | |
6480a1 | ex. | ἄλλως· ἐκ πολέμου ἀνιόντα: οὐκ ἀεὶ εὔχεται πολε‐ μεῖσθαι τὴν πόλιν, ἀλλ’ ἐν ταῖς χρείαις ἄριστον εἶναι. T | |
6480a2 | οὐκ ἀεὶ πολεμεῖσθαι καὶ πολεμεῖν εὔχεται, ἀλλ’ ἐν μόναις ἄριστον εἶναι ταῖς χρείαις. b(BCE3E4) | ||
D | ἔναρα βροτόεντα: τὰ ἀπὸ πολέμου—νεκροὶ ἔνα‐ ροι. A | ||
5 | D | βροτόεντα: ᾑμαγμένα· βρότος—ἢ ᾑματωμένα. A | |
6.482 | ex. | 〈ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε:〉 ἵνα καὶ αὐτὴ δια‐ | |
χυθῇ. Til | |||
6.483 | ex. | κηώδεϊ: ἐν ᾧ τὰ βρέφη κοιμίζεται. ATil | |
6.484 | ex. | δακρυόεν γελάσασα: δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν· οὐ γὰρ ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδονῆς καὶ λύπης· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προήγαγε τὸ βρέφος, εἰς δά‐ κρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία. A b (BCE3E4)T οὐκ ἐνόησεν | |
5 | οὖν Καλλίμαχος τὸν στίχον εἰπών· „ἐπεὶ θεὸς οὐδὲ †γέλασεν† / ἀ‐ κλαυτί“ (fr. 298 Pf.)· ᾠήθη γὰρ ὑπὸ τῆς διαχύσεως τοῦ γέλωτος τὰ δάκρυα γενέσθαι. T | ||
6.487 | ex. | 〈οὐ γάρ τίς μ’ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει:〉 ὑποθεὶς αὑτὸν τῇ εἱμαρμένῃ ἴσον ἐποίησε τό τε κινδυνεύειν καὶ τὸ ἀ‐ σφαλῶς ζῆν. b(BCE3E4)Til | |
6.489 | ex. | ex. | ἐπὴν τὰ πρῶτα γένηται: τινὲς „πρωτά“ ὡς γνωστά, ἵν’ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. T | φαίνεται δὲ καὶ τὴν μαθηματικὴν πρῶτος εἰδὼς Ὅμηρος, ἐν οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ ἀποτελέσματα λέγει. A b (BCE3E4)T | |
6490-3 | Ariston. | ἀλλ’ εἰς οἶκον ἰοῦσα〈—ἐγγεγάασιν〉: τέσ‐ σαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται, ὅτι νῦν μὲν ὀρθῶς κεῖνται καὶ πρὸ τῆς μνηστηροφονίας (sc. φ 350—3), ἐν δὲ τῇ α ῥαψῳδίᾳ τῆς | |
Ὀδυσσείας (sc. 356—9) οὐκέτι. A | |||
6491-2 | ex. | ἱστόν τ’ ἠλακάτην τε〈—ἐποίχεσθαι〉: διὰ βραχέων βίον καὶ οἰκονομίαν ὑπογράφει σώφρονος γυναικός. οἰκονομικῶς δὲ ἐποίησε τὸν Ἕκτορα ἐπιτρέποντα αὐτῇ οἰκουρεῖν, ἵνα μὴ κατὰ τὴν πρὸς τὸν Ἀχιλλέα μάχην ὀφθεῖσα ἐπὶ τοῦ τείχους πείσῃ αὐτὸν μὴ πολεμεῖν Ἀχιλλεῖ. b | |
5 | (BCE3E4)T | ||
D | ἠλακάτην: τὸ τῶν γυναικῶν—ἔχουσαν Ἄρτεμιν. A | ||
6492a | ex. | πόλεμος δ’ ἄνδρεσ〈σ〉ι μελήσει: ἄνδρεσ〈σ〉ι διὰ τὰς παραινέσεις αὐτῆς. ἔστι δὲ ἤθη σκοπεῖν διάφορα Ἀλεξάνδρου καὶ Ἕ‐ κτορος· ὁ μὲν γάρ φησι πόλεμος δ’ ἄνδρεσσι μελήσει, ὁ δὲ Ἀλέ‐ ξανδρος „νῦν δέ με παρειποῦς’ ἄλοχοσ“ (Ζ 337). b(BCE3E4)T | |
6492b | ex. | πόλεμος 〈δ’〉 ἄνδρεσσι μελήσει: ἐνθάδε πόλεμος, ἐπὶ δὲ Τηλεμάχου „μῦθοσ“ (α 358), ἐπὶ δὲ τῆς θέσεως τοῦ τόξου „τό‐ ξον δ’ ἄνδρεσσι μελήσει“ (φ 352). A | |
6.493 | ex. | 〈πᾶσιν, ἐμοὶ δὲ μάλιστα:〉 ἀντὶ τοῦ πλέω πάντων τῶν ἐν Ἰλίῳ. Aint | |
6495-6 | ex. | οἶκον δὲ βεβήκει / ἐντροπαλιζομένη: ἀπῆγε μὲν ἡ ἐπίπληξις, ἐπέστρεφε δὲ ἡ εὔνοια· ποία γὰρ ἂν ἦν, τοιοῦτον ἄνδρα τοιούτῳ κινδύνῳ προπέμπουσα; b(BCE3E4)T τὸ δὲ ἐντροπα‐ λιζομένη (496) ἀντὶ τοῦ μεταστρεφομένη. T | |
6.499 | ex. | γόον πάσῃσιν ἐνῶρσεν: ἢ διηγησαμένη, ἢ ἀπὸ τῶν ἰδίων δακρύων. ηὔξησε δὲ τὸ συμπαθὲς διὰ τοῦ παρανόμου θρήνου· θρηνοῦσι γὰρ ζῶντα. ἅμα δὲ καὶ ἐνδείκνυται ὡς δεῖ οὕτω δεσπόζειν, ἵνα καὶ εὐνοῶνται. b(BCE3E4)T | |
6500a1 | ex. | γόον {ἕκτορα}: γόαον καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ βα‐ ρυτόνου. T | |
6500a2 | ἀντὶ τοῦ ἐγόων συνεστάλη. Aint | ||
6.503 | ex. | οὐδὲ Πάρις δήθυνε: δῆλον οὖν ὡς διὰ τοῦτον ἐνδιέτριβεν ὁμιλῶν τῇ γυναικὶ ὁ Ἕκτωρ καὶ οὐ ταχέως διῆλθεν, ἵνα μετ’ αὐτοῦ προελθὼν παραθαρσύνῃ τοὺς Τρῶας ἰδόντας αὐτὸν παραδόξως σε‐ σωσμένον, ὡς τῶν θεῶν εὐνοϊκῶς ἐχόντων πρὸς αὐτούς. b(BCE3E4)T | |
6.505 | ex. | σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ 〈ποσὶ κραιπνοῖσι πεποι‐ θώσ〉: ἑαυτῷ πρόεισι ἀρέσκων, τὴν ἧτταν οὐδ’ ὅλως ἐνθυμούμενος. b(BCE3E4)T | |
6506-11a1 | Ariston. | ὡς δ’ ὅτε τις στατὸσ〈—καὶ νομὸν ἵπ‐ πων〉: καὶ τούτοις ὁμοίως ἀστερίσκοι παράκεινται, ὅτι τὴν παρα‐ βολὴν ὅλην ἐπὶ Ἕκτορος βληθέντος λίθῳ ὑπ’ Αἴαντος (sc. Ο 263—8) μετήνεγκεν ἐντεῦθεν. ἡ δὲ διπλῆ πρὸς τὸ ἀκοστήσας (506), ὅτι ἄλ‐ | |
5 | λοι ἄλλως ἀπέδωκαν. ἔστι δὲ ἤτοι ἐν ἄχει γενόμενος διὰ τὴν στάσιν ἢ ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν. A | ||
6506-11a2 | ὅτι εἰς Ο κεῖται. Aext | ||
6506a | ex. | στατὸς ἵππος: ὁ τῆς ἀγέλης ἀποσπασθεὶς καὶ ἐπὶ φά‐ τνης ἑστώς· οὕτω γὰρ ποθεῖ τὴν συνήθη δίαιταν. b(BCE3E4)T | |
6506b | ἀκοστήσας: ἄκος τῆς στάσεως λαβών, τουτέστιν ἴαμα, | ||
D | ex. | D | ex. | καὶ κριθιάσας. κυρίως δὲ {αἱ} πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται | παρὰ Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος (cf. al. 106), | παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ· καιρῷ παραλαβών. βέλτιον δὲ δυσ‐ | ||
5 | χεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. | οἱ δὲ „ἀγοστήσασ“. ἀγοστὸς γὰρ ὁ ῥύπος. ἢ ἡσυχάσας παρὰ τὴν ἀκήν. A | ||
6506-8 | ex. | ἀκοστήσας ἐπὶ φάτνῃ 〈/ — /〉 εἰωθὼς λούεσθαι 〈ἐϋρρεῖος ποταμοῖο〉: οὐ πονεῖν ἐθελήσας, ἀλλὰ μεταβολὴν τῆς στάσεως εὑρεῖν. ἀκοστήσας (506) δὲ ἡσυχάσας παρὰ τὴν ἀκήν. οἱ δὲ παρὰ Θεσσαλοῖς ἀκοστὰς τὰς κριθάς, b(BCE3E4)T ὡς καὶ Νί‐ | |
5 | κανδρος (cf. al. 106). οἱ δὲ „ἀγοστήσασ“. ἀγοστὸς γὰρ ὁ ῥύπος. | ||
εὐρρεῖος (508) δὲ ἀπὸ τοῦ εὐρρεής. T | |||
6507a | ex. | 〈δεσμόν:〉 δεσμὸς Ἀλεξάνδρου ἡ Ἑλένη. b(BCE3E4)Til | |
6507b1 | Ariston. | πεδίοιο κροαίνων: ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ διά, καὶ τὸ κροαίνων οὐκ ἔστιν ἐπιθυμῶν, ὡς Ἀρχίλοχος ἐξέλαβεν (fr. 176 Bgk.4 = 252 T. = 272 W.), ἀλλ’ ἐπικροτῶν τοῖς ποσὶ διὰ τοῦ πεδίου. A | |
6507b2 | ἄλλως· οἱ νεώτεροι ἐπιθυμεῖν τὸ κροαίνειν, καὶ Ἀρχίλο‐ χος. A | ||
6507c1 | ex. | κροαίνων: κυμβαλίζων. καὶ „ἐρίγδουποι“ (Λ 152) καὶ „ὑψηχέες ἵπποι“ (Ε 772, cf. Ψ 27). Στησίχορος κοιλωνύχων ἵππων πρύτανιν τὸν Ποσειδῶνά φησιν (fr. 58 P. = P.M.G. 235). T | |
6507c2 | ὑψηχῶν, ἐριγδουπῶν, κυμβαλίζων· ἀρίστῳ γὰρ ἵππῳ χηλὴ ἡ κοίλη, ᾗ καὶ κυμβαλίζει. b(BCE3E4) | ||
6.508 | ex. | 〈εἰωθὼς λούεσθαι:〉 φιλόλουτρον γὰρ τὸ ζῷον· ἐν πο‐ ταμῷ δέ, ἐπεὶ τοῖς θολεροῖς ὕδασιν ἥδεται b(BCE3E4)Til ὁ ἵππος. τὰ δὲ στάδια διαυγῆ. Til | |
D | εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο: λείπει— | ||
5 | ὕδωρ. A | ||
6.509 | ex. | ἀμφὶ δὲ χαῖται: δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι τοῖς ἵπποις. A b (BCE3E4)T καὶ Πάρις δὲ εὔκομος. b(BCE3E4)T | |
6510a | Ariston. | 〈ὁ δ’ ἀγλαΐηφι πεποιθώς:〉 πρὸς τὸ σχῆμα, Aim ἀντὶ τοῦ ἀγλαΐηφι πεποιθότα. Aint | |
6510b1 | ex. | ὁ δ’ ἀγλαΐηφι πεποιθώς: πρεπόντως ἐπὶ τοῦ καλλω‐ πιστοῦ. ὡσαύτως καὶ τὸ „ἀμφὶ δὲ χαῖται / ὤμοις ἀΐσσονται“ (Ζ 509—10). T | |
6510b2 | πρεπόντως δὲ τοῦτο ἐπὶ τοῦ καλλωπιστοῦ. καὶ τὸ παρά‐ | ||
δειγμα ἀπὸ γαυρικοῦ ἵππου καὶ ἀλογίστου. b(BCE3E4) | |||
6511a | Ariston. | ῥίμφα 〈ἑ γοῦνα φέρει〉: Ζηνόδοτος „ῥίμφ’ ἑὰ γοῦνα φέρει“. Ποσειδώνιος δὲ ὁ ἀναγνώστης Ἀριστάρχου 〈ἄνευ〉 διαιρέσεως τὸ ε ψιλῶς προφέρεται, παρέλκειν αὐτὸ λέγων ὡς ἐν τῷ „ἠὲ σὺ τόνδε δέδεξο“ (Ε 228), καὶ λύεται τὸ σολοικοφανές. ὁ δὲ Ὅμηρος ὑπὸ τῶν | |
5 | γονάτων καὶ ποδῶν φέρεσθαι λέγει· „τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον“ (Ο 405). A | ||
6511b | ex.(?) | 〈ῥίμφα ἑ γοῦνα φέρει:〉 μετέβη τὴν πτῶσιν· τὸ γὰρ ἕ αὐτόν σημαίνει. Aim | |
6510-1a1 | Ariston. | ex. | | ὁ δ’ ἀγλαΐηφι 〈πεποιθώς / ῥίμφα ἑ γοῦνα φέ‐ | |
Ariston. | ρει〉: ἀντὶ τοῦ τοῦτον. | καὶ τὸ ἕ ἀντὶ τοῦ αὐτόν, φημὶ τὸ ῥίμφα †ι. | Ποσειδώνιος δὲ ψιλῶς τὸ ἕ προφέρεται καί φησιν αὐτὸ πλεονάζειν ὡς ἐν τῷ „ἠὲ σύ“ (Ε 228). T | ||
6510-1a2 | Ariston. | ex. | ἀντὶ τοῦ τὸν δὲ πεποιθότα. | καὶ τὸ ῥίμφα ἑ ἀντὶ τοῦ αὐ‐ τόν. b(BCE3E4) | |
6513a | Nic. | 〈τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ:〉 διασταλτέον ἐπὶ τὸ ἠλέκτωρ· λάμπειν γὰρ αὐτόν φησιν ὡς ἥλιον. Aim | |
6513b | Nic. | ex. | ὥς τ’ ἠλέκτωρ: διαστολὴ εἰς τὸ ἠλέκτωρ. b(BCE3)T | |
| δύο δὲ παραβολὰς ἔμιξεν. b(BCE3E4)T | |||
6513c | ex. | ἠλέκτωρ: ὁ ἥλιος παρὰ τὸ λέχους μὴ μεταλαμβάνειν. A | |
6514a | ex. | καγχαλόων: ὡς ἠγαπημένος τῇ Ἀφροδίτῃ γαυριᾷ ἐν μέσαις ταῖς Τρῳάσιν. ὁ δὲ Ἀχιλλεὺς Κυνὶ εἴκασται (cf. Χ 26—31), ἅμα τῷ λαμπρῷ καὶ τὸ φθοροποιὸν ἔχων. b(BCE3E4)T | |
6514b | Ariston. | πόδες φέρον: ὅτι ὑπὸ τῶν ποδῶν φέρεται, οὐκ αὐτὸς τοὺς πόδας φέρει. πρὸς ἔλεγχον Ζηνοδότου. A | |
6515-6 | ex. | εὖτ’ ἄρ’ ἔμελλε / στρέψασθ’ 〈ἐκ χώρης, ὅθι ᾗ ὀάριζε γυναικί〉: οἰκονομικῶς· τί γὰρ ἂν ἔδρασεν ὁ γυναικώδης ἀκούσας Ἕκτορος „ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει“ (Ζ 450)· κα‐ ταλιπὼν γὰρ ἂν τὴν μάχην πάλιν οἴκοι ἐκαθέζετο παρὰ τῇ Ἑλένῃ. b | |
5 | (BCE3E4)T | ||
6.516 | ex.(?) | 〈ὀάριζε:〉 διελέγετο. Til | |
6.517 | ex. | πρότερος: ὡς τὸ πταῖσμα θεραπεύων ἑαυτοῦ. b(BE3E4) | |
6518a | ex. (D) | Choer. | ἠθεῖε: ταῦτά τινες προσαγορευτικά. οὐδέποτε δὲ περί τινος αὐτά φησιν· „τέττα“ (Δ 412) φίλου, „ἄττα“ (Ι 607 al.) τροφέως, „πάπ〈π〉α“ (ζ 57) πατρός, ἠθεῖε ἀδελφοῦ. | γέγονε δὲ τὸ ἠθεῖος ἢ παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος—πλεονάζει γὰρ τὸ η ἐν | |
5 | πολλαῖς λέξεσι〈ν〉, ὡς μύει ἠμύει, „τῶ κε τάχ’ ἠμύσειε πόλισ“ (Β 373), πεδανός „ἠπεδανόσ“ (Θ 104. θ 311), εὐγενής εὐηγενής, „τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι“ (Ψ 81), βαιός ἠβαιός (cf. Β 380 al.) — ἢ παρὰ τὸ ἔθος ἔθειος, ὡς τέλος τέλειος (cf. Α 66, Ω 34), ὄρος ὄρειος, | ||
ὄνειδος ὀνείδ〈ε〉ιος (cf. Α 519 al.), καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ κατα‐ | |||
10 | βιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται. A | ||
6518b1 | Hrd. | ἠθεῖε: Ἀρίσταρχος προπερισπᾷ ὡς οἰκεῖε. καὶ ἴσως 〈πα‐ ρὰ〉 τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐστὶ πρὸς πρεσβύτερον ἀδελφὸν ἔχουσα σεβασμὸν προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθ’ | |
5 | Ὅμηρον. A | ||
6518b2 | Hrd. | D | ἠθεῖε: παρὰ τὸ θεῖος τὸ σημαντικὸν τοῦ θαυμασίου κατὰ πλεονασμὸν τοῦ η ἠθεῖε· διὸ καὶ προπερισπαστέον. | ταῦτα δέ τινες προσαγορευτικά. οὐδέποτε δὲ περί τινος αὐτά φησιν, ἀλλὰ πρός τινα· „τέττα“ φίλου, „ἄττα“ τροφέως, „πάππα“ πατρός, ἠθεῖε ἀδελφοῦ. | |
5 | b(BCE3)T | ||
6518c1 | ex. | 〈ἦ:〉 τὸ ἦ ἐνταῦθα πευστικὸν καὶ ἠθικόν. b(BCE3)Til | |
6518c2 | τὸ ἦ πευστικῶς καὶ ἠθικῶς. Aim | ||
6.519 | ex. | 〈οὐδ’ ... ἐναίσιμον:〉 ἀσυντάκτως. Til | |
6.521 | ex. | δαιμόνι’, οὐκ ἄν τίς τοι ἀνήρ: ὁμοίως τοῖς πρόσθεν ἀμε‐ λείας αὐτὸν κρίνει, οὐ βουλόμενος αὐτοῦ θραύειν τὴν ὁρμήν. b(BCE3 E4)T | |
6522-3 | ex.(?) | 〈ἐπεὶ ἄλκιμός ἐσσι, / ἀλλὰ ἑκὼν μεθιεῖς:〉 ἀλλ’ ἐπεὶ ἄλκιμός ἐσσι, ἑκὼν μεθιεῖς. Aim | |
6523-4 | ex. | τὸ δ’ ἐμὸν κῆρ / ἄχνυται ἐν θυμῷ, 〈ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούω〉: φιλαδέλφως ἀπολογεῖται ὑπὲρ τῶν ὕβρεων. θυμῷ | |
(524) δὲ τῷ λογισμῷ, καὶ „ἕτερος δέ με θυμὸς ἔρυκε“ (ι 302). λυποῦμαι δέ, φησί, λογιζόμενος, b(BCE3E4)T ὅταν κατὰ σοῦ b(BCE3E4) | |||
5 | Til ὕβρεις ἀκούω. τοῦτο δὲ λέγει b(BCE3E4) διὰ τὸν τοῦ Σαρπηδόνος λόγον (cf. Ε 472—92). b(BCE3E4)Til | ||
6.525 | ex. | 〈πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο:〉 ἀπολογεῖται ὑπὲρ αὐτῶν. Til | |
6.526 | ex. | τὰ δ’ ὄπισθεν ἀρεσσόμεθα: ἁρμοσόμεθα ἢ πρὸς Τρῶας ἢ πρὸς ἀλλήλους. τοῦτο δὲ παρ’ Ὁμήρῳ φασὶν οἱ μετὰ τὸ ἀδικῆσαι εἰς εὐμένειαν προτρεπόμενοι τὸν ἀδικηθέντα (cf. Δ 362). b(BCE3E4)T | |
6527-8 | Nic. | 〈δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσιν / κρητῆ‐ ρα στήσασθαι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ δώῃ (527)· θεοῖς γὰρ κρατῆρα στήσασθαι λέγει. Aim | |
6.528 | ex. | κρητῆρα 〈στήσασθαι〉 ἐλεύθερον: τὸν ἐπὶ ἐλευθερίᾳ ἱστώμενον. b(BCE3E4)T | |
6.529 | ex. | ἐκ Τροίης ἐλάσαντας: μεγαλοφυῶς, ἵνα μὴ εἴπῃ φόβων ἀπηλλαγμένους. b(BCE3E4)T | |
6postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳ‐ | ||
δίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
7,pap6ante75 | Pap. VI: ad Η 75—83 [.....].(.)ρ̣ε̣[...]ω̣ν.μ̣ο̣ι̣τεκ̣.π̣ρ..[..]ε̣σα̣ι πάν‐ [τ.....]ε̣σ̣[....]εἰκὸ̣ς ἦν καὶ [.]....λαχεῖν δ̣ί̣‐ [κ....]μ π̣ο̣ι̣[.]ν̣, ἔτι δ’ ἀπολύσ̣ε̣σθαι τοὐγκλή̣‐ | ||
5 | [ματο]ς̣ .ο(.)σ[...]ησ[.(.)]ντ̣α̣ς, ὡ̣ς̣ Ἕλενος αὐτῶι | ||
7,pap675 | [ἐπέ]τειλε.[...]. πρόμος ἔμμεναι· ἀντι [......(.)]ς, ὡς κα̣[ὶ τὸ] „μὴ δὲ πρόμος ἵστασο τού̣‐ [τω]ι“: Ἕκτ[ορι δί]ωι· ἀν(τὶ τοῦ) ἐμοί· συ[ν]εχὲς γάρ [ἐστι τὸ σ]χῆμα [.]..ε...θη[.]αιυπ̣[...]χης θέ‐ | ||
5 | [λο]ν̣τ̣ε̣ς̣ ἐ̣μ̣φε... ἐ̣ξ ὀ̣ν̣ομ[άτω]ν̣ π̣οιο̣ῦ̣‐ [νται] τ̣ὸ̣ν περὶ̣ αὑτῶν λόγον· „ἀλλ’ οὐκ̣ ἂ̣ν̣ [ἐ]‐ [ρύσαι]τ’ ἐξ οὐρανόθεν πεδίον δέ / Ζῆν’ ὕπ[α]‐ | ||
[τον] μήστωρ̣α̣“. καὶ ὁ Ἀπόλλων δὲ πιθα‐ [νῶ]ς̣ εἰ̣ς̣ ῥῶσιν τοῦ Ἕκτορος καὶ τὴν ὑπερ‐ | |||
10 | [οχὴ]ν διασαφεῖ καὶ ἑαυτόν· „θάρσει νῦν· [τοῖόν τ]οι ἀοσσητῆρα Κρονίων / ἐξ Ἴδης [προέ]ηκε παρεστάμεναι καὶ ἀμύνειν, / [Φοῖβ]ο̣ν̣ Ἀπόλλωνα.“ αὐτέπαινος δ’ ἑαυ‐ [τὸ]ν̣ δῖον καλῶν, πλὴν ὅμοιος τοῖς | ||
15 | [πλ]είστο̣ις ἐκ σκηνῆς στρατιώταις. | ||
7,pap676 | [Ζεὺς δ’ ἄ]μμι· τὸν̣ ἐξ ὑμῶν προελευσόμε‐ [νόν] μ̣οι ἐμέ̣ τ̣ε̣. ἐπὶ μάρτυρος ἔστω· τὸ [ἑξῆς ἐ]π̣έστω. τὸ̣ δ̣ὲ μάρτυρος παρώνυμον [τῆι γ]ε̣ν̣ι̣κ̣ῆ̣[ι] τοῦ πρωτοτύπου συν‐ | ||
5 | [πέ]π̣τωκεν, ὡς τὸ Τροίζηνος, ἔνθε̣ν [„Τρ]ο̣ι̣ζήνοιο“· χρυσάορος, ἔνθεν „χρυ‐ [...(.)].αισ“ εἴρηκε Πίνδαρος· τὸ Χάροπος, [ἔνθε]ν τὸ „Χαρόποιό τ’ ἄνακτοσ“· τὸ Χά‐ [λυβος], ἔνθεν „Χαλύβοισ“ εἶπεν Εὐριπ〈ί〉δης | ||
10 | [ἐν Τη]μένωι· τὸ Μέλητος—οὕ(τως) δ’ ἐλέγετ̣ο̣ ὁ Σ̣ω‐ [κράτους] κ̣ατ̣ηγορήσας—· τὸ τανυπτέρυ‐ [γος, ἔνθ]ε̣ν̣ Σιμωνίδης· „ὠκεῖα γὰρ οὐδὲ τα‐ [νυπτερύ]γου μυίασ“· τὸ διάκτορος, ἀφ’ οὗ „Ἑρ‐ | ||
[μείαν] π̣έμψαντε διάκτορον“· τὸ ἅρπαγος, | |||
15 | ἔ̣ν̣θ̣ε̣ν ἐ̣π̣[λ]ήθυνεν Αἰσχ[ύ]λ̣ος ἐν Φινεῖ „ἁ̣ρ̣π̣άγοι̣〈ν〉 χ̣ε̣[ρ]ο̣ῖν“ καὶ Σοφοκ̣λ̣ῆς ἐν Φινεῖ α „χερσὶν ἁρπ̣[ά]γοισ“· τὸ πολυπί̣δ̣α̣κος· τὸ „Ἴβηρος †τοτ̣ρα̣[..].ωνοσ“ παρὰ Κρα‐ ⸏τίνωι ἐν Μαλθακοῖς· τὸ ἄτμενος | ||
20 | παρ’ Ἀρχιλόχωι· τὸ λᾶος, ἀφ’ οὗ φη(σι) Σιμωνί‐ δης· „ξύλα κ̣α̣[ὶ] λ̣άους ἐπιβάλλων“· τὸ Ἔρυ‐ ⸏κ̣ος παρὰ Ξεν̣[ο]φ̣ά̣ν̣ει ἐν ε Σίλλων· τὸ Ἄι‐ δος, ἔνθεν τ̣ὴ̣ν̣ αἰτιατικὴν τέθηκεν Ἀ̣ν̣τίμαχος ἐν α Θηβαΐδος „Ἄιδον δέ“· | ||
25 | τὸ Κάωνος, ἔνθεν τὴν αἰτιατικὴν τέ‐ ⸏θηκε Λεάνδριος „Κάωνον“· τὸ ῥιψάσπι‐ δος, ἀφ’ οὗ φη(σιν) Εὔπολις· „ῥ[ι]ψάσπιδόν τε χεῖ‐ ⸏ρα τὴν Κλεωνύμου“· τὸ λίθακος, ἔνθεν ⸏φη(σὶ) Στησίχορος ἐν Ὀρεστείας β „λιθάκοισ“· | ||
30 | τὸ Κ[ό]ρυθος—γέγονε δ’ οὗτος υἱὸς Ἀλεξάνδρου | ||
⸏τοῦ [Π]άριδος—· τὸ ἀπάτωρος, ἔνθεν ἐν τῶι ⸏Κή[υκ]ο̣ς γάμωι εἴρηται τὸ „ἀπάτωροι“· τὸ ⸏κόκ̣κ̣υγος—ἡ δὲ λέξις παρ’ Ἀλκαίωι—· τὸ δμωός παρ’ Ἡσιόδωι· „δμωὸς ἔχων μα‐ | |||
35 | κέλην“· καὶ παρὰ Λεύκωνι ἐν Φράτερσι ⸏„[δ]μ[ω]ὸν ἀλλ’ οὐκ οἰκέτην“· τὸ Τρωός πα‐ ⸏ρ’ Ἡσι[όδ]ωι· „Τεύκρου δὲ Τρωόσ“· τὸ σωλῆνος π[α]ρ’ Ἀ̣ν̣α̣νίωι. ἔσθ’ ὅτε δὲ καὶ ἀλλασσομέ‐ νου τοῦ τόνου ὡς τὸ ἄγωνος, ἔνθεν τὴν | ||
40 | αἰ̣[τ]ι̣α̣τικὴν εἴρηκεν Εὐριπίδης ἐν Αἰ‐ γεῖ· „ἄγω̣[νο]ν ἀθλήσαντα“· καὶ τὸ ἴκτινο[ς] | ||
7,pap677 | δ’ ἐ̣ν̣ίκ̣[ησε]. ταναήκεϊ χαλκῶι· τετα‐ μένην ἔχον[τι τ]ὴν ἀκμήν. Μῆνις δὲ ἢ ὀξεῖ | ||
7,pap679 | ὡς Αἰτωλ̣ο̣ὶ̣ ἢ̣ ὀξυθήκτωι ὡς Λοκροί: δό‐ μενα[ι] πάλ̣ιν[·] ἀποδότω ὁ πρὸς ἐμὲ μαχό‐ μενος: ὄφρα πυρός με· πυρὶ γὰρ ἐκαί‐ ετο πάν̣τα τὰ σώματα εἰς τὸ μὴ νεκρῶν | ||
5 | [ ⸏σ̣[ δ̣[ δ[ | ||
σ̣ι̣[ | |||
10 | α[ τρ.[ πτ.[ ⸏νο[ ειν̣[ | ||
15 | τι.[ τω.[ ⸏αντ[ μητ.[ ⸏Φρυξὶ.[ | ||
20 | οιδεν[ τοὺς ν[ τουτο[ | ||
7,pap680 | ὥς φη(σι) Κ[.......... λελάχωσι θανόν‐ τα· λαχεῖν[ φρων.[ μέμφε[ | ||
5 | ποιη̣τ̣ᾶ̣[ | ||
7,pap681 | εἰ δέ κ’ ἐγ[ὼ τὸν ἕλω· ........... δώῃ δέ] | ||
μοι εὖχος Ἀπ[όλλων· ε̣[ ..[ | |||
5 | ....(.)[ | ||
7,pap683 | μάχας α.[...............(.) καὶ κρεμόω] ποτὶ νηόν· ουσ̣[ νος οὐδὲν π[ παρεπομεν[........... τὸ κρεμόω] | ||
5 | δὲ βαρυτον[ητέον. | ||
7.1 | ex. | πυλέων ἐξέσσυτο: διὰ τῶν πυλῶν ἐξώρμησε. δηλοῖ δὲ τὸ πρόθυμον Ἕκτορος, ὃ ἐνεδείκνυτο πρὸς προτροπὴν Ἀλεξάνδρου· διὸ καὶ ὁ ποιητὴς ἐπάγει κἀκείνου τὴν προθυμίαν. b(BCE3E4)T | |
7.2 | ex. | 〈τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός:〉 διδάσκει, ὅσον ἐστὶ προτροπὴ κατὰ καιρὸν γινομένη. b(BCE3E4)Til | |
7.3 | ex. | 〈πολεμίζειν ἠδὲ μάχεσθαι:〉 ἐπανείληφε τὸ αὐτὸ πρὸς ἔμ‐ φασιν τῆς προθυμίας. b(BCE3E4)T | |
74-6 | ex. | ὡς δὲ θεὸς ναύτῃσι〈—λέλυνται〉: καὶ ἀλλαχοῦ ἐπὶ λήξει τῶν δεινῶν „ἀσπάσιος γῆ νηχομένοισι φανείη“ (ψ 233) φη‐ σίν. ἐνταῦθα δὲ μεσοῦντος τοῦ δεινοῦ τὸν οὖρον (5) ἔλαβεν. b(BCE3 E4)T | |
75a | Ariston. | {οὖρον} ἐπεί κε 〈κάμωσιν〉: ὅτι ἔν τισι γράφεται „ἐπήν“. ἐὰν δὲ οὕτως ἔχῃ, προενεκτέον ὑφ’ ἓν „κεκάμωσιν“ ὡς „λελάχωσιν“ (Η 80 al.). A | |
75b | Did. | 〈ἐπεί κε:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἐπήν κε“· Aint | |
75c | ex. | ἐπήν κε κάμωσι: οὕτως. τινὲς δὲ „κεκάμωσιν“ ὡς „λελάχω‐ σιν“ (Η 80). ἀλλ’ ἐν τοῖς τοιούτοις μᾶλλον οἱ σύνδεσμοι ἐπικρατοῦσιν ἤπερ οἱ διπλασιασμοί· φιλεῖ γὰρ μετὰ τὸν ἐπεί καὶ τὸν εἴ ὁ κέ σύνδεσμος ἐπι‐ φέρεσθαι. τινὲς „ἐπεί κε“· ὁ δὲ Σιδώνιος ἐπήν κε ὡς „οὔτ’ ἄν κεν | |
76a1 | Did. | ex.(?) | {πόντον} ἐλαύνοντες, 〈καμάτῳ δ’ ὑπὸ γυῖα λέλυν‐ ται〉: κατ’ ἔνια τῶν ὑπομνημάτων „ἐρέσσοντεσ“· | τὸ δὲ λέλυνται ἐπὶ τὰ γυῖα ἀνενεκτέον. A | |
76a2 | Did. | τινὲς „ἐρέσσοντεσ“ γράφουσιν. Til | |
76b | Hrd. | καμάτῳ δ’ ὑπὸ γυῖα 〈λέλυνται〉: οὐκ ἀναστρεπτέον διὰ τὸν σύνδεσμον, ἄλλως τε καὶ τὸ ἑξῆς ἐστιν ὑπολέλυνται. A | |
76c | Ariston | 〈γυῖα λέλυνται:〉 πρὸς τὸ σχῆμα, ὡς „σπάρτα λέλυνται“ (Β 135). Aint | |
77a1 | Did. | 〈τώ:〉 Ἀμμώνιος ἐν τῷ Πρὸς Ἀθηνοκλέα „τοί“ {τρώεσσι} προφέρεται πληθυντικῶς. Aint | |
77a2 | οὕτως Ἀρίσταρχος τώ δυϊκῶς. Aim | ||
77a3 | Ἀρίσταρχος τώ, Ἀμμώνιος δὲ „τοί“. Til | ||
78a | Ariston. | {ἔνθ’} ἑλέτην: ὅτι ἑλέτην συλληπτικῶς, ὕστερον δὲ προσ‐ διασαφεῖ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκε· τὸν γὰρ Ἀλέξανδρον 〈δεύτερον〉 κατείρηκεν (cf. Η 2). A | |
78b | Nic | 〈ἑλέτην ὁ μέν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἑλέτην· ἡ γὰρ σύλληψις εἰς διάλυσιν τρέπεται. Aint | |
78c | Nic. | ex. | ἑλέτην: εἰς τὸ ἑλέτην βραχεῖα διαστολή. | πρῶτος δὲ ἀριστεύει Ἀλέξανδρος ὡς προπετής· „Τρωσὶν μὲν προμάχιζεν“ (Γ 16)· ἢ ὡς ἐξ ἀναπαύσεως ὢν καὶ ὑπὸ τῶν Ἕκτορος λόγων ἠρεθισμένος. b(BCE3E4)T | |
7.9 | Ariston. | Ἄρνῃ: ὅτι Ζηνόδοτος ἐν μὲν τῷ Καταλόγῳ (sc. Β 507) πεποίηκεν „οἵ τε πολυστάφυλον Ἄσκρην ἔχον“, ἐνθάδε δὲ εἴασε τὴν Ἄρνην· διὸ ἡ διπλῆ ἐν τῷ Ἄρνῃ. A | |
79b | ex. | Μενέσθιον: δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς ἀεὶ πρεσβύτε‐ ρον λέγων Νέστορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων—„μετὰ δὲ τρι‐ τάτοισιν ἄνασσεν“ (Ω 252)—, ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γε‐ νεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος· Ἀρηϊθόου γὰρ λέγει | |
5 | (sc. Η 9—10) τοῦ ἐπικαλουμένου κορυνήτου παῖδα εἶναι Μενέσθιον· | ||
ὑπὸ δὲ Λυκούργου φησὶν (sc. Η 142—56) ἀνῃρῆσθαι τὸν Ἀρηΐθοον, ὃν δὴ καὶ τὰ ὅπλα αὐτοῦ λαβεῖν· γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου ὄντος· φησὶ γὰρ „γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων“ (Η 153). — | |||
10 | ῥητέον δὲ ὅτι ἴσως ἀπέθανεν Ἀρηΐθοος ἐνιαύσιον ἐάσας τὸν υἱόν, ἀνεῖλε †τὸν Ἀρηΐθοον ὁ Λυκοῦργος ἤδη γηραιὸς ὤν· φησὶ γοῦν „ἔπεφνε δόλῳ, οὔτι κράτεΐ γε“ (Η 142). ὀλίγον δὲ ἐπιβιοὺς δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενος δὲ οὗτος τοὺς Πυλίους οὐκ ἀπεικότως ὑπὸ Νέστορος νέου ὄντος ἀναιρεῖται | ||
15 | ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον στρατευσάντων μείζονα Μενέσθιον. b(BCE3E4)T | ||
79c | ex. | ἄλλως· Μενέσθιος Ἀρηϊθόου ἦν παῖς τοῦ Ἀρηϊθόου 〈τοῦ〉 καὶ κορυνήτου, ὁμωνυμούντων τοῦ πατρὸς καὶ τοῦ πάππου, ἵν’ ᾖ „ὃν κορυνήτης | γείνατ’ Ἀρηΐθοοσ“ (Η 9—10). τίνα γείνατο; δηλονότι Ἀρηΐθοον (cf. Η 8) τὸν πατέρα Μενεσθίου. T | |
79d1 | ex. | ἄλλως· πλανῶνται τῇ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ Ἀρηΐθοος Βοιωτὸς ἦν, κατοικῶν Ἄρνην—ἔστι δὲ αὕτη Βοι‐ ωτίας, ὡς καὶ Ἡσίοδός φησιν (fr. 218 M.—W.) —, ὁ δὲ ὑπὸ Λυκούρ‐ γου ἀναιρεθεὶς (cf. Η 142) Ἀρκάς (cf. Η 134). τινὲς δὲ Ἄρνην τὴν | |
5 | Ἀρήνην τὴν Ἀρκαδικὴν ὡς Μέσσην τὴν Μεσ〈σ〉ήνην (cf. Β 582) φασίν. T | ||
79d2 | ἢ τῇ τοῦ ὀνόματος πλανῶνται ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενε‐ σθίου πατὴρ Ἀρηΐθοος Βοιωτὸς ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς Ἀρκάς. b(BCE3E4) | ||
79e | ex. | ὃν κορυνήτης: ἐπεὶ κορύνῃ ὅπλῳ ἐχρῆτο. τὸ δὲ κύριον ὄνομα „Ἀρηΐθοοσ“ (Η 10). T | |
7.10 | D | Ἀρηΐθοος ὁ Βοιώτιος ἄριστος—μετὰ καὶ τῆς κορύνης. ἡ ἱστορία παρὰ Φερεκύδει (FGrHist 3, 158). A | |
710a1 | Ariston. | γείνατ’ Ἀρηΐθοος 〈καὶ Φυλομέδουσα βοῶπισ〉: ἡ διπλῆ, ὅτι οὗτος τοῦ Ἀρηϊθόου ὁμώνυμός ἐστι τοῦ ὑπὸ Νέστορος | |
λεγομένου „τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτοσ“ (Η 137). καὶ ὅτι ἐνθάδε μόνον ἐφ’ ἡρωΐνης τὸ ἐπίθετον καὶ ἐν τῷ ἀθετουμένῳ „Αἴ‐ | |||
5 | θρη, Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπισ“ (Γ 144). A | ||
710a2 | ὅτι καὶ νῦν ἐπὶ θνητῆς. Til | ||
7.11 | ex. | 〈ὀξυόεντι:〉 ἀπὸ παραγωγῆς, ὡς φαίδιμος φαιδιμόεις· „φαι‐ διμόεντες Ἐπειοί“ (Ν 686). b(BCE3)Til | |
712a | Ariston. | 〈στεφάνης:〉 ὅτι περικεφαλαίας εἶδος ἡ στεφάνη. Aint | |
712b | ex. | 〈στεφάνης:〉 στεφάνη Til εἶδος περικεφαλαίας ἐξο‐ χὴν ἔχον. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς τῶν ὀρῶν ἐξοχῆς. b(BCE3)Til | |
D | {αὐχέν’ ὑπὸ} στεφάνης: στεφάνη εἶδος—χειμάρροος ὤσῃ (Ν 138). A | ||
712c | Did. | 〈λῦσε δὲ γυῖα:〉 Ἀρίσταρχος „λύντο δὲ γυῖα“. Aim | |
7.13 | ex. | Γλαῦκος δ’ Ἱππολόχοιο: καλῶς τρίτος ἀριστεύει μὴ σβέ‐ σας τὴν εἰς Διομήδην ὁρμήν· ὁρμήσας γὰρ ἐπὶ ἀνδραγαθίαν τῷ ἀνα‐ γνωρισμῷ τῶν προγόνων ἐκεκώλυτο. b(BCE3E4)T | |
715a1 | Nic. | Δεξιάδην: εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιότητος ἢ τόπου ἐπίρρημα, δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις συνάπτεσθαι· ἢ γὰρ „Ἰφίνοον“ (Η 14) Δεξιάδην, ἢ „βάλε“ (Η 14) δεξιάδην „ὦμον“ (Η 16), ἢ δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δε‐ | |
5 | ξιῶν μερῶν ἐφαλλόμενον. A | ||
715a2 | τινὲς δεξιάδην ἐπιάλμενον, ἀπὸ τῶν δεξιῶν μερῶν ἁλλόμενον. Til | ||
715a3 | τινὲς δεξιάδην †ἐπάλμενον ἤτοι ἀπὸ τῶν δεξιῶν ἐπι‐ βαίνοντα. b(BCE3) | ||
716a | ex. | 〈ὦμον:〉 κατὰ τὸν ὦμον. Aint | |
716b | Ariston. | 〈λύντο:〉 ὅτι λύντο εἶπεν ἀντὶ τοῦ ἐλύθη. Aim | |
717-8 | ex. | τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ〈—ὑσμίνῃ〉: ἀγω‐ νιστικὸν τὸν πόλεμον τῇ ὁρμῇ τῶν θεῶν ποιεῖ, καὶ διαναπαύει τὸ ὁμοειδές. ὡς φιλέλλην δὲ καὶ τοὺς τρεῖς τοὺς ἀπολωλότας πολλοὺς εἶναι δοκεῖ. b(BCE3E4)T | |
7.17 | ex. | 〈τοὺς δ’ ὡς οὖν ἐνόησε:〉 τὴν ὁρμὴν ἑωρακυῖα. Til | |
7.20 | Ariston. | 〈Ἴλιον εἰς ἱερήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint | |
7.21 | ex. | Περγάμου ἐκκατιδών: διὰ τὸ „αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ“ (Ε 460)· παρατηρεῖ γάρ, μή τις θεῶν ἐπίθηται Τρωσίν. b (BCE3E4)T Πέργαμα δέ φασιν οἱ νεώτεροι. T | |
722a | Ariston. | φηγῷ: ἡ διπλῆ, ὅτι πρὸ τῶν πυλῶν τὴν φηγὸν ταύτην ὑποτίθεται. πρὸ πολλοῦ δὲ (sc. Ε 446. 460) ὁ Ἀπόλλων ἐστὶν ἐπὶ τῆς Περγάμου. A | |
722b | ex. | φηγῷ: ἀξιοπίστως ἔθηκε καὶ τὸν τόπον. A b (BCE3E4)T ἔστι δὲ τὸ δένδρον τοῦτο καὶ ἰσχυρὸν καὶ πολυχρόνιον. φηγὸς δὲ b (BCE3E4)T παρὰ τὸ φώγω, ὅ ἐστι τὸ καίω· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. A | |
5 | b(BCE3E4)T καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν | ||
αὐτῇ ἐκέχρηντο τῇ τροφῇ. AT | |||
7.24 | ex. | τίπτε 〈σὺ〉 δ’ αὖ μεμαυῖα: τί πάλιν ἐθέλουσα ποιεῖν, ἐπειδὴ ἡ πρώτη αὐτῆς ὁρμὴ μέγιστα τοῖς Ἀχαιοῖς συνεβάλετο. b(BCE3 E4)T | |
726-7 | ex.(?) | ex. | ἦ ἵνα 〈δὴ〉 Δαναοῖσι 〈μάχης ἑτεραλκέα νίκην /〉 δῷς: οὐ γὰρ λεκτέον ἵνα †δώσεις† ἐπὶ πρώτου ἀορίστου καὶ μέλλοντος. | ἑτεραλκέα δὲ ἐπίθετον τῆς νίκης· καὶ γὰρ ἑτεραλκὴς λέγεται νίκη, ὅταν οἱ νικηθέντες πρώην πάλιν νικήσωσιν. T | |
726a1 | ex. | 〈ἑτεραλκέα:〉 ἐπίθετον τοῦτο τῆς νίκης. γίνεται δὲ ὅταν οἱ πρότερον νικήσαντες ἐξ ἑτεροδυναμίας τινὸς παρεισβαλούσης ἡτ‐ τηθῶσιν. b(BCE3E4) | |
726a2 | D | ex. | ἑτεραλκέα: οὕτως ἡ νίκη—παρέχουσαν. | ἢ ὅταν οἱ πρώην νικηθέντες νικήσωσιν. A | |
728a1 | Nic. | ἀλλ’ εἴ μοί τι πίθοιο 〈τό κεν πολὺ κέρδιον εἴη〉: ὑποστικτέον εἰς τὸ πίθοιο καὶ εἰς τὸ πολὺ κέρδιον εἴη. τινὲς δὲ τελεί‐ αν τῷ στίχῳ νέμουσιν. b(BCE3E4)T | |
728a2 | {ἀλλ’ εἴ μοι τί πίθοιο:} ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ ὑποστικτέον. A | ||
7.29 | ex. | νῦν μὲν παύσωμεν: ὁ μὲν ἀκροατὴς δεινὰ ἐλπίζει ἐπὶ τῇ πα‐ ρόδῳ τῶν θεῶν, οἷα καὶ πρώην γέγονεν, ὁ δὲ ἀνακόπτει τὸ προσδο‐ κώμενον, θέαμα δὲ ἀντεισάγει τὴν ἀλαζονείαν Ἕκτορος, τὴν αἰδῶ Ἑλλήνων, τὴν σπουδὴν Μενελάου καὶ Ἀγαμέμνονος, τὴν Νέστορος | |
5 | δημηγορίαν. b(BE3E4)T | ||
7.31 | Hrd. | 〈ὥς:〉 βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως. Aim | |
732a1 | Did. | ὑμῖν ἀθανάτῃσι: Ζηνόδοτος „〈ὑμῖν〉 ἀθανάτοισιν“. ἐν μέντοι τῇ Ἀριστοφάνους „ὑμῖν ἀμφοτέρῃσιν“ εἶχε, τῇ Ἀθηνᾷ καὶ τῇ | |
Ἥρᾳ, οὐκ ἀπιθάνως. A | |||
732a2 | Ζηνόδοτος „ἀθανάτοισι“, Ἀριστοφάνης „ἀμφοτέρῃσι“. T | ||
732b | ex. | ὑμῖν ἀθανάτῃσιν: ἐμφαντικῶς, Ἥρᾳ καὶ Ἀθηνᾷ. T | |
732c | Ariston. | 〈ὑμῖν ἀθανάτῃσιν:〉 ὅτι Ζηνόδοτος 〈***〉. Aim | |
7.33 | Did. | 〈τὸν δ’ αὖτε προσέειπε:〉 γράφεται „τὸν δ’ ἠμείβετ’ ἔπειτα“. Aim | |
734-5 | ex. | τὰ γὰρ φρονέουσα καὶ αὐτή 〈/ ἦλθον〉: ἧκε γὰρ πρὸς τὸ μηδὲν βλαβῆναι τὸ Ἑλληνικόν. ἡ οὖν ἡσυχία οὐδὲν ἔβλαπτεν. b(BCE3E4)T | |
7.36 | ex. | ἀλλ’ ἄγε, πῶς μέμονας: οὐκ ἔδει γὰρ ἀλόγως ἐν τοιαύτῃ ἀκμῇ γίνεσθαι τὴν παῦσιν. b(BE3E4)T | |
7.38 | ex. | Ἕκτορος ὄρσωμεν 〈κρατερὸν μένοσ〉: ἵνα ὀλίγην ἀνα‐ κωχὴν δῷ Τρωσίν· εἶπε γὰρ „ὡς δὲ θεὸς ναύτῃσιν“ (Η 4). καὶ Ἀθηνᾶ δὲ συναινεῖ πρὸς τὸ κεχαρισμένον ταῖς Τρῳάδων εὐχαῖς ποιοῦσα. b(BCE3E4)T | |
739a | Ariston. | προκαλέσσεται οἰόθεν οἶος: ὅτι συνέσταλται διὰ τοῦ ε τὸ η· ἔστι γὰρ προκαλέσσηται. καὶ πρὸς τὸ σχῆμα, μονόθεν μόνος ἀντὶ τοῦ μόνος πρὸς μόνον. A | |
739b1 | ex. | ex. | οἰόθεν: ἀντὶ τοῦ οἴως | ἢ οἰόθεν· οἰόθεν ἐστὶ μὲν ἐξ οἴου, ὡς οὐρανόθεν. ἰδίως δὲ ὁ ποιητὴς αὐτῷ χρῆται ἀντὶ τοῦ οἴως. T | |
739b2 | ex. | τὸ μὲν οἰόθεν ἐξ οἴου σημαίνει, b(BCE3) ὡς τὸ οὐρα‐ νόθεν. ἰδίως δὲ ὁ ποιητὴς χρῆται αὐτῷ ἀντὶ τοῦ †οἴῳ, τουτέστι μόνος μόνῳ. b(BCE3E4) | |
7.40 | ex. | ex. | ἐν αἰνῇ δηϊοτῆτι: ἄμεινον τελείαν δοῦναι εἰς τὸ δηϊοτῆτι καὶ τὸν ἑξῆς „δέ“ (Η 41) ἀντὶ τοῦ γάρ λέγειν. b(BCE3)T | δηϊοτής δὲ παρὰ τὸ δῃοῦν, ὅθεν καὶ „δηΐῳ 〈ἐν πολέμῳ〉“ (Ε 117)· πόλεμος δὲ | |
παρὰ τὸ πελεμίζεσθαι. T | |||
741a | Ariston. | οἱ δέ κ’ ἀγασσάμενοι: ὅτι τὸ ἀγάσσεσθαι ποτὲ μὲν ἐπὶ τοῦ ἀποδέχεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ φθονεῖν τίθησι. περιττεύει δὲ καὶ ὁ κέ σύνδεσμος. A | |
741b | Did. | 〈ἀγασσάμενοι:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ἀγασσόμε‐ νοι“. Aim | |
741c | ex. | 〈ἀγασσάμενοι:〉 φθονήσαντες ἢ θαυμάσαντες. Til | |
7.44 | Ariston. | D | σύνθετο θυμῷ: ὅτι μαντικῶς συνῆκεν οὐκ ἀκούσας αὐτῶν τῆς φωνῆς. | μυθεύεται τῶν ἐξ Ἑκάβης—μεταλαβεῖν. ἡ ἱστορία παρὰ Ἀντικλείδῃ (FGrHist 140, 17). A | |
744-5 | ex. | τῶν δ’ Ἕλενοσ〈—〉σύνθετο 〈θυμῷ /〉 βουλήν: διὰ τί γὰρ οὐχ ὁ Ἀπόλλων ὑπέθετο Ἕκτορι προκαλέσασθαι; ὅτι ἡτ‐ τηθεὶς ἔμελλεν ἀπιέναι. b(BCE3E4)T φασὶ δὲ Ἕλενον καὶ Κασάν‐ δραν διδύμους εἶναι, λαθόντας δὲ τοὺς γονεῖς ποτε νυκτὸς καταδραθεῖν | |
5 | τὸν μὲν εἰς τὸν τοῦ Ἀπόλλωνος τοῦ Θυμβραίου ναόν, τὴν δὲ εἰς τὸν τῆς Ἀρτέμιδος, ἕωθεν δὲ εὑρεθῆναι †ἐκκαθαριζομένους† τὰς ἀκοάς. b(BCE3)T | ||
7.46 | Ariston. | 〈ἰών:〉 ὅτι ἀντὶ τοῦ πορευθείς. Aim | |
747a | ex. | Ἕκτορ, υἱὲ Πριάμοιο: τινὲς οὕτω ποδίζουσιν „Ἕκτορ, †υἱὲ Πριάμοιο“. T | |
747b | ex. | Διῒ μῆτιν ἀτάλαντε: διδάσκει ὅτι δεῖ τὸν ἄρχοντα μὴ μόνον μιᾶς πόλεως, ἅπαντος δὲ κόσμου προνοεῖν δύνασθαι. b(BCE3 E4)T | |
7.48 | ex. | κασίγνητος δέ τοί εἰμι: βραχεῖ προοιμίῳ τῆς φύσεως ὑπο‐ | |
μιμνῄσκων προτρέπεται. b(BCE3E4)T | |||
752a | ex. | οὐ γάρ πώ τοι μοῖρα θανεῖν: πάντοθεν θαρσύνει αὐτόν· ἐπ’ οὐδεμιᾷ γὰρ χρείᾳ ὡς Ἀλέξανδρος μέγιστον αἱρεῖται κίνδυνον. b(BCE3E4)T ἄλλως τε †προυφαίνει† τὴν ἀρετὴν Αἴαντος, ὡς, εἰ μὴ τὸ μοιρίδιον ἐπεῖχε, κἂν ἀπώλετο ὑπὸ Αἴαντος. b(BCE3)T | |
752b1 | Hrd. | ἐπισπεῖν: ὡς „ἐπιπλεῖν“ (ι 227. 470)· μονοσύλλαβον γὰρ τὸ σπεῖν ἀπαρέμφατον. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον. A | |
752b2 | ὡς πλεῖν οὕτω καὶ ἐπισπεῖν. πᾶν δὲ ἀπαρέμφατον ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον. b(BCE3)Til | ||
753a | Ariston. | ὣς γὰρ ἐγὼν 〈ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων〉: ἀθε‐ τεῖται· διὰ γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν, ὡς εἴρηται (sc. Η 44). A | |
753b | ex. | ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα 〈θεῶν〉: καὶ μὴν οὔτε τοῦτο εἰρήκασιν οὔτε †τε παραστάντες αὐτῷ. ἢ οὖν ὄπα λέγει τὴν μαντικήν· καὶ γὰρ ὁ τυχὼν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ ἄκουσα ᾐσθόμην, ὡς τὸ „μάλιστα δέ τ’ ἔκλυον αὐτοί“ (ζ 185). b(BCE3E4)T ἢ τὸ | |
5 | ἑξῆς ἐστιν „αὐτὸς δὲ †προκάλεσαι“ (Η 50). ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν, δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ ἔφη· „οὐ γάρ πώ τοι μοῖρα θανεῖν“ (Η 52), παρ’ ἑαυτοῦ τοῦτο προσ‐ θείς. b(BE3E4)T | ||
754a | ex. | ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτ’ ἐχάρη: τὸ φιλότιμον ὑπέφηνε τῷ μὴ ἀποκρίνασθαι. οὐ διακηρυκεύεται δέ, ἀλλὰ πρὸς κατάπληξιν | |
τῶν πολεμίων καὶ ἰδίαν δόξαν αὐτουργεῖ. b(BCE3E4)T | |||
754b | ex. | ἄλλως· Ἕκτωρ δ’ αὖτ’ ἐχάρη: ὡς ἀκινδύνως εὐδοξήσων καὶ τὴν πρώην θεραπεύσων ἀργίαν. b(BCE3)T | |
756a | ex. | μέσ〈σ〉ου δουρὸς ἑλών: μέσου τοῦ δόρατος ἐπιλαβόμενος πρὸς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτό, ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι. ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ. A | |
756b | ex. | μέσ〈σ〉ου δουρὸς ἑλών: τοῦ ἀπράκτου· ἀκμαζούσης γὰρ τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου (sc. Γ 78) ἀρχὴ τῆς μάχης ἦν. b(BCE3E4)T | |
7.57 | ex. | κὰδ δ’ Ἀγαμέμνων εἷσε: ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι τὴν παράβασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πό‐ λει. b(BCE3E4)T | |
758-61 | ex. | κὰδ δ’ ἄρ’ Ἀθηναίη 〈τε〉 καὶ〈—〉Ἀπόλλων 〈/ —τερπόμενοι〉: ὑψῶν τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπο‐ γράφει θεούς. b(BCE3E4)T | |
7.59 | ex. | 〈ἑζέσθην ὄρνισιν ἐοικότεσ〉 αἰγυπιοῖσι: σαρκοφάγον γὰρ τὸ ζῷον. παιδεύει δὲ πᾶν ζῷον ὁρῶντας ὑπονοεῖν εἶναι θεόν, b (BCE3E4)T καὶ ἐν αὐτῷ τῷ πολέμῳ λογισμῷ χρῆσθαι τῷ θυμῷ. b(BCE3E4) ἢ ὡς ἐφίζει ὄρνεον φυτῷ, οὕτω καὶ αὐτοὶ ῥᾳ‐ | |
5 | δίως ἐκαθέσθησαν. T | ||
7.60 | ex. | φηγῷ 〈ἐφ’ ὑψηλῇ〉 πατρὸς Διός: καλῶς τοῦ Διὸς τὰ τέ‐ κνα ἐπὶ τῇ τοῦ πατρὸς κάθηνται δρυΐ. καὶ τὸ ὑψηλὸν πρὸς θέαν ἐπι‐ | |
τήδειον. b(BCE3E4)T | |||
761a1 | ex. | ἀνδράσι τερπόμενοι· 〈τῶν δὲ στίχες εἵατο πυ‐ κναί〉: ἐχρῆν ἐπαγαγεῖν τοὺς λόγους. Ἕκτορος δὲ τῷ φιλοτίμῳ προσλιπαρεῖ τῇ τε διαγραφῇ καὶ εἰκόνα παραφέρει. T | |
761b1 | ex. | ἄλλως· ἀνδράσι τερπόμενοι: φιλοσόφως ὡς ἰδίῳ κτή‐ ματι. T | |
761b2/a2 | ex. | ex. | φιλοσόφως, οἷς ἕκαστος πρόσκειται, ὡς ἰδίοις τέρπονται κτήμασιν· ᾧ γὰρ ἐμφύτως τις ἔγκειται, τούτῳ καὶ ὑπερήδεται μηδὲν φροντίζων τοῦ ἀπολλυμένου. οὐκ ἀμφοτέροις δὲ ἀμφότεροι τέρπονται, ἀλλ’ εἷς ἑνί. b(BCE3E4) | ἐχρῆν δὲ μετὰ τοῦτο τοὺς λόγους ἐπαγα‐ | |
5 | γεῖν Ἕκτορος, ὅπως φιλοτίμως ἐκλιπαρεῖ. ἀλλὰ τῇ τοῦ πλήθους δια‐ γραφῇ καὶ εἰκόνα παραφέρει. b(BE3) | ||
762a | ex. | ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι: ἡ τοι‐ αύτη προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ ποιεῖ. b(BCE3E4)T | |
762b | Did. | 〈πεφρικυῖαι:〉 γράφεται καὶ „βεβριθυῖαι“. Aim | |
762c | D | ex. | πεφρικυῖαι: φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. | ἐψύχωσεν οὖν τὰ ὅπλα, φρίσσειν αὐτὰ λέγων. b(BCE3)T | |
D | φρίσσει τις—φρίσσειν φησί. A | ||
763a | ex. | ex. | οἵη δὲ Ζεφύροιο〈—φρίξ〉: καλῶς τὴν ἠρεμίαν τῶν ὅπλων κινήσει Ζεφύρου παρέβαλεν· οὐ γὰρ ἀθρόως ἐμπίπτει ὁ ἄνεμος | |
οὗτος τῇ θαλάττῃ, μελαίνων δὲ αὐτὴν καὶ ὥσπερ ἐπιστίζων κατὰ μικρὸν ἐγείρεται. καὶ ἀλλαχοῦ „Ζεφύρου ὑποκινήσαντοσ“ (Δ 423). | |||
5 | b(BE3E4)T | φρὶξ δὲ ἡ ἐπανάστασις τῶν κυμάτων. b(BCE3)T | ||
763b | Hrd. | D | πόντον ἔπι φρίξ: ὁ Ἀσκαλωνίτης (p. 48 B.) ἀναστρέ‐ φει, ἐπὶ πόντον· οὕτως καὶ οἱ ἄλλοι, καὶ ἄμεινον· οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρίξ, χωρὶς εἰ μὴ παρέλκῃ ἡ πρόθεσις· ὅπερ οὐ πιθανόν· οὐ γὰρ κατεπείγει. | φρὶξ δὲ ἡ ἐξ ἐπιπλοκῆς—πνεῖν. βέλτιον δὲ τὴν | |
5 | πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν. A | ||
764a | Hrd. | μελάνει: ὡς „οἰδάνει“ (Ι 554), ὁ Ἀσκαλωνίτης (p. 48 B.)· ἐκ γὰρ τοῦ μελαίνει, φησίν, ἐνδείᾳ τοῦ ι ἐγένετο. A | |
764b | Did. | 〈πόντος ὑπ’ αὐτῆς:〉 Ἀρίσταρχος „πόντον“ διὰ τοῦ ν, καὶ „ὑπ’ αὐτῇ“, τῇ φρικί. ἄλλοι δὲ „πόντος ὑπ’ αὐτοῦ“. Aint | |
764c | Ariston. | {ὀρνυμένοιο νέον} μελάνει δέ τε πόντος 〈ὑπ’ αὐτῆσ〉: ὅτι ἐὰν μὲν γράφηται „πόντος ὑπ’ αὐτοῦ“, ἔσται μελαίνεται ὁ πόν‐ τος ὑπὸ Ζεφύρου, ἐὰν δὲ „πόντον ὑπ’ αὐτῇ“, ἔσται μελαίνει δὲ τὸν πόντον ὁ Ζέφυρος ὑπὸ τῇ φρίκῃ. A | |
764d1 | ex. (Ariston.?) | Hrd. | μελάνει δέ τε πόντος ὑπ’ αὐτῇ: διὰ τοῦ ν τὸ „πόν‐ τον“, καὶ ἔστι ‘μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυροσ‘· καὶ ἔστι Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ †γράφει† „πόντος ὑπ’ †αὐτῆς†“, τὸ μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον δὲ τὸ | |
5 | πρῶτον. | τὸ δὲ μελάνει ὡς „οἰδάνει“ (Ι 554) βαρυτονητέον· ἀπὸ γὰρ τοῦ μελαίνει γέγονεν. T | ||
764d2 | διὰ τοῦ ν τὸ „πόντον“, „μελάνει δέ τε πόντον ὑπ’ αὐτῇ“. καὶ ἔστι ‘μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυροσ‘. ἔστι δὲ Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφεται „μελάνει δέ τε πόντος ὑπ’ αὐτῇ“, τὸ μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον | ||
5 | δὲ τὸ πρῶτον. | τὸ δὲ μελάνει ἀπὸ βαρυτόνου ἐνεστῶτος ἀποβολῇ | ||
τοῦ ι, ὡς τὸ κοιλάνει ἀντὶ τοῦ κοιλαίνει. b(BE3E4) | |||
7.69 | ex. | ὅρκια μὲν Κρονίδης 〈ὑψίζυγος οὐκ ἐτέλεσσεν〉: εἰς θε‐ οὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας ἐλευθερῶν καὶ τὸ παράδοξον προφέρων τῆς προκλήσεως. b(BCE3E4)T | |
7.70 | ex. | 〈τεκμαίρεται:〉 ἐπιτελεῖ· τέκμωρ γὰρ τὸ τέλος. Aint | |
771-2a | ex. | 〈εἰς ὅ κεν ἢ ὑμεῖς—ἕλοιτε /〉 ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε: ἔδει ἐπαγαγεῖν ‘ἢ ἡμεῖς παρὰ ταῖς ναυσὶν ἕλοιμεν ὑμᾶσ‘. ὁ δὲ διὰ τὸ νεμεσητὸν ἐσχημάτισε τὸν λόγον. b(BCE3E4)T | |
771-2b | ex. | ἄλλως· εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην〈—〉ἕλοιτε / ἢ αὐτοὶ〈—〉δαμείετε: πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέ‐ ροις κατέστησεν, παρελὼν Ἑλλήνων τὴν ἐκ θεῶν ἐπικουρίαν. b(BC E3E4)T | |
773a1 | Did. | ὑμῖν μὲν γὰρ ἔασιν 〈ἀριστῆεσ〉: αἱ Ἀριστάρχου οὕτως „ὑμῖν δ’ ἐν γὰρ ἔασιν“· καὶ ἔστι τὸ ἑξῆς· ὑμῖν δ’ ἔνεισι γάρ, ἢ ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες. A | |
773a2 | „ὑμῖν †ἐν γάρ“, οὕτως αἱ Ἀριστάρχου. καὶ ἔστι τὸ ἑξῆς· ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες. Til | ||
774a1 | Did. | 〈τῶν νῦν ὅν τινα θυμός:〉 γράφεται καὶ „τῶν εἰ καί τινα θυμόσ“. Aint | |
774a2 | γράφεται „τῶν 〈εἰ〉 καί τινα θυμόσ“. Til | ||
774b | ex. | ὅντινα θυμὸσ〈—〉ἀνώγει: οὐ πρὸς διορισμόν· πρὸς ἀνάπαυσιν γὰρ τοῦ στρατοῦ γίνεται ἡ μάχη. T | |
775a1 | Ariston. | πρόμος ἔμμεναι Ἕκτορι δίῳ: ὅτι ἰδίως ὡς περὶ ἑτέρου. καὶ ὅτι πρόμον τὸν πρόμαχον κατὰ συγκοπήν. καὶ ὅτι ἀκαίρως δῖον | |
ἑαυτὸν ὁ Ἕκτωρ. A | |||
775a2 | πρόμαχος. πάθος συγκοπή. Aim | ||
775b | ex. | δεῦρ’ ἴτω ἐκ πάντων πρόμος: ἵνα πάντες αἰδεσθῶσι μὴ προβαλλόμενοι, καὶ ὡς πρόμος ἐκεῖνος τοῦ στρατοῦ σαλεύει περὶ τὴν κοινὴν ὑπόληψιν. T | |
775c1 | ex. | 〈Ἕκτορι δίῳ:〉 γίνονται αἱ τοιαῦται προσφωνήσεις δι’ ἐξοχήν, ὡς τὸ „Ζῆν’ ὕπατον“ (Θ 22)· δι’ οἶκτον, ὡς τὸ „Σαρπηδόνος ἀμφιμάχεσθαι“ (Π 496) καὶ δι’ ἦθος, ὡς τὸ „οὐδὲ σύ γ’ ἔγνως / Παλ‐ λάδ’ Ἀθηναίην“ (ν 299—300). b(BCE3E4) | |
775c2 | Ἕκτορι δίῳ: κατ’ ἐξοχήν. „Σαρπηδόνος ἀμφιμάχεσθαι“ διὰ οἶκτον. „Παλλάδ’ Ἀθηναίην“ διὰ ἦθος. T | ||
776a | ex. | Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος: παρατέμνει τὰ ὅρκια, ἐπεὶ ἔναγχος παρέβησαν ὅρκους. T | |
776b | Ariston. | ἐπιμάρτυρος: ὅτι οὕτως λέγει, ὁ μάρτυρος, ἀφ’ οὗ οἱ μάρτυροι. ἀπὸ δὲ τοῦ μάρτυς μάρτυρες. A | |
774-6 | ex. (rec.) | 〈τῶν νῦν—ἔστω:〉 ἵνα πάντες αἰδεσθῶσι μὴ προ‐ βαλλόμενοι, κουφότερον διαλέγεται· ὅθεν καὶ δῖον ἑαυτὸν κατ’ ἐξοχὴν ἐκάλεσεν. οὐκ ἀπαιτεῖται δὲ ὅρκων προσθήκη, ὅτι πρὸς μόνην ἀνάπαυ‐ σιν τοῦ στρατοῦ ἡ μάχη γίνεται, ἢ ὅτι ἔναγχος τοὺς ὅρκους παρέβη‐ | |
5 | σαν. b(BCE3E4) | ||
779a | ex. | σῶμα δὲ οἴκαδ’ ἐμόν: βαρβαρικὸν τὸ σπεύδειν περὶ τὰς ταφάς. περιπαθῶς δὲ προπαρασκευάζει ὁ ποιητής, πρὸς ὃ μάλιστα | |
ἀπεύχεται, εἰς τοῦτο δυστυχήσαντα (cf. Χ 346—54). b(BCE3)T | |||
779b | Ariston. | ὄφρα πυρός με: ὅτι καθόλου διὰ πυρὸς οἶδεν γινομένας τὰς ταφάς. A | |
7.80 | Ariston. | 〈λελάχωσι:〉 ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν. ἀναδιπλα‐ σιασμὸς λελάχωσι. A | |
7.82 | Ariston. | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint | |
785-7a1 | Nic. | ὄφρα ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί 〈/ — / καί ποτέ τις εἴπῃσι〉: διαστολαὶ Ἀχαιοί (85), Ἑλ‐ λησπόντῳ (86), καὶ κοινὸν κατὰ πάντων τὸ ὄφρα (85), ἵνα ταρχύ‐ σωσι καὶ χέωσι καὶ εἴπῃ ποτέ τις. A | |
785-7a2 | ἀπὸ κοινοῦ τὸ ὄφρα. b(BCE3E4)Til | ||
785a1 | ex. | D | ὄφρα ἑ ταρχύσωσι: πόθεν τὸ ταρχῦσαι; | †ταρχῶα† τὰ νενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν, ἀπὸ τῆς ταραχῆς. T | |
785a2 | ἀπὸ τοῦ ταρχύω. | καὶ †ταρχύματα† δὲ ἃ τοῖς νεκροῖς πρὸς κηδείαν ὡς νενομισμένα ἐποίουν. b(BCE3E4) | ||
D | ταρχύσωσι: θάψωσι. †ταρχέα† τὰ νενομισμένα τοῖς νε‐ κροῖς, ἀπὸ τῆς ταραχῆς. A | ||
786a | Ariston. | σῆμά τέ οἱ χεύσωσι〈ν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ〉: ὅτι οὐ κατεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. πλατεῖ δὲ καθ’ ὃ μέρος ἐ〈σ〉τὶ πλατύς, καὶ ἀντὶ τοῦ παρὰ πλατεῖ. A | |
786b | ex. | σῆμά τέ οἱ χεύσωσι: λεληθότως ἀποτρέπει τῆς μονο‐ μαχίας τοὺς Ἕλληνας· αὐτὸς γὰρ ἂν ἔμελλεν ἀναιρούμενος θάπτεσθαι | |
ἐν Ἰλίῳ πόρρω τῆς θαλάττης ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ φο‐ νεύσαντι. τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος ἀείμνη‐ | |||
5 | στον κλέος ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν· διὸ καὶ ἐγκολάπτει δυοῖν ἐποῖν ἐπιγραφὴν τῷ τάφω· „ἀνδρὸς μὲν τόδε σῆμα, / ὅν ποτ’ ἀριστεύ‐ οντα“ (Η 89—90). b(BCE3E4)T | ||
786c | ex. | ἐπὶ πλατεῖ Ἑλλησπόντῳ: καθ’ ὃ μέρος ἐστὶ †πλατύτε‐ ρος† ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου. b(BCE3E4)T | |
D | Ἀθάμας ὁ Αἰόλου μὲν παῖς, βασιλεὺς δὲ—ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ (F.H.G. 3, 34, fr. 37). A | ||
789a | ex. | ἀνδρὸς μὲν τόδε σῆμα: ὡς ἤδη νενικηκὼς ἐπιγράφει τῷ τάφῳ †τὸν† ἐπινίκιον, οὐκ ἐπὶ τεθνηκότι, ἀλλ’ οὐδὲ γιγνωσκομένῳ τῷ μέλλοντι μονομαχεῖν τὸ ἐπικήδειον πρὸ τοῦ θανάτου διατιθείς. b(BCE3E4)T | |
789b | ex.(?) | ἀνδρὸς μὲν τόδε σῆμα: πρὸς τὴν τῶν γραμμάτων εὕρε‐ σιν. T | |
789c | Ariston. | 〈μέν:〉 ὅτι ὁ μέν ἀντὶ τοῦ δέ, ὅ ἐστιν ἀντὶ τοῦ δή. Aint | |
789d | ex. | 〈μέν:〉 τὸ μέν ἀντὶ τοῦ μήν. Til | |
789e | Did. | 〈κατατεθνειῶτος:〉 Ἀρίσταρχος διὰ τοῦ η „κατα‐ τεθνηῶτοσ“. Aim | |
790a | Did.(?) | 〈ὅν ποτε:〉 γράφεται καὶ „ὅν τινα“. Ail Til | |
790b1 | ex. | ὅν ποτ’ ἀριστεύοντα: πρὸς ἰδίαν ἐπίτασιν, εἰ τοῦ ἀρί‐ στου φανεῖται κρείττων. φιλότιμος δὲ ὁ Ἕκτωρ χαρακτηρίζεται, ὡς καὶ ἐκεῖ „ἀλλὰ μέγα ῥέξας τι“ (Χ 305). T | |
790b2 | ἀριστεύοντα δὲ προστίθησι πρὸς ἰδίαν ἐπίτασιν, εἰ καὶ τοῦ ἀρίστου φανεῖται κρείττων. φιλότιμος δὲ καὶ ἀλαζὼν καὶ βαρβα‐ | ||
ροήθης ἀεὶ ὁ Ἕκτωρ χαρακτηρίζεται. b(BCE3E4) | |||
793a | D | αἴδεσθεν μὲν ἀνήνασθαι, 〈δεῖσαν δ’ ὑποδέχθαι〉: ἰσόκωλον τὸ ἔπος, ὅπερ ἐστὶ φράσις δύο ἢ καὶ πλειόνων κώλων ἀπη‐ κριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν· „χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν“ (ο 74). ἢ ὁμοιόπτωτον καὶ | |
5 | ὁμότροπον· „Ὕλλῳ ἐπ’ ἰχθυόεντι 〈καὶ Ἕρμῳ δινήεντι〉“ (Υ 392). T | ||
793b | D | αἴδεσθεν μέν: δειλῶν γάρ· καλεῖ δὲ διὰ τὸν παρασπον‐ δησμόν· ἢ περιμένοντες κέλευσιν, b(BCE3E4)Tὡς δῆλον ἐπὶ τῶν ἑξῆς· ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου ἡτ‐ τώμενον· καὶ γὰρ τοῦ Διομήδους ἀκηκόασι· „καὶ †γάρ† οἱ πάρα κεῖνος | |
5 | Ἄρησ“ (Ε 604). b(BCE3)T τινὲς δέ· δείσαντες τὸν Ἀγαμέμνονα, ὡς καὶ „σιγῇ δειδιότεσ“ (Δ 431). T | ||
D | αἴδεσθεν μὲν ἀνήνασθαι: αἴδεσθεν μέν· δειλῶν γάρ. δεῖ‐ σαν δὲ διὰ τὰς—ὡς καὶ „σιγῇ δεδιότεσ“. A | ||
794a1 | ex. | ὀψὲ δὲ δὴ Μενέλαος: ὡς αἰτίαν ἔχων τοῦ παντός. καὶ τῇ πρὸς Ἀλέξανδρον δὲ ἐπῆρται μονομαχία. διὰ δὲ τοῦ ὀψέ διδάσκει | |
μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις. T | |||
794a2 | ὡς αἴτιος ὢν τοῦ παντὸς καὶ πλέον ὀδυνώμενος. καὶ ἐν τῇ πρὸς Ἀλέξανδρον δὲ μονομαχίᾳ οὕτως προπετεύεται. διὰ δὲ τοῦ ὀψέ διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις. b(BCE3E4) | ||
795a1 | Did. | νείκει ὀνειδίζων: ἔν τισι τῶν ὑπομνημάτων „νείκε’ ὀνειδίζων“ ἔξω τοῦ ι ὥστε κατὰ συναλιφὴν νοεῖσθαι τὸ ὑγιὲς „νεί‐ κεε“. A | |
795a2 | ἔν τισι „νείκε’ ὀνειδίζων“. Aim | ||
7.95 | ex.(?) | 〈νείκει:〉 τῷ ἐλέγχῳ. Til | |
7.96 | D | ex.(?) | ἀπειλητῆρες: καυχηταί—καυχηματίας λέγουσιν. | ἐν ἄλλῳ· ὑβρισταί. A | |
7.97 | D | ex.(?) | | ἦ μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς: ἐκ δεινοῦ | |
Did.(?) | δεινὰ ἢ καὶ τῶν δεινῶν δεινότερα. A | ἐκ τῶν δεινοτάτων ὑμῶν πράξεων δεινή ἐστιν ἡ λώβη. Aim b (BCE3E4)T | ἔν τισι δὲ „λώβη γε τάδ’ ἔσσεται“. T | ||
7.99 | D | ὕδωρ καὶ γαῖα γένοισθε: τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ δι’ ἑαυτῶν. ταῦτα οὖν φησι τὴν ἀκινησίαν ὀνειδίζων· ἢ ἐξ ὧν συνεστήκασιν, εἰς ταῦτα αὐτοὺς ἀνα‐ λυθῆναι εὔχεται. b(BCE3E4)T καὶ Ξενοφάνης (Vors.6 21 B | |
5 | 33 + 27)· „πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμε〈σ〉θα· / ἐκ γῆς γὰρ †πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.“ b(BCE3)T ἢ ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει. T | ||
D | ὕδωρ καὶ γαῖα γένοισθε: ἀναλυθείητε εἰς ὕδωρ—ψυ‐ | ||
χὰς διαφθείρει. A | |||
7.101 | ex. | 〈αὐτὸς θωρήξομαι:〉 ὡς ἀνάγκῃ δεχόμενος τὸ μονο‐ μάχιον. Til | |
7102a | Ariston. | νίκης πείρατ’ ἔχοντα〈ι〉: ὅτι τῷ ἀπηρτισμένῳ κέχρη‐ ται, νίκης πείρατ’ ἔχονται, οὐκ ἔχεται. A | |
7102b | ex. | 〈νίκης πείρατα:〉 τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος· „Ζεὺς μέν που τόδε οἶδε“ (Γ 308). b(BE3E4)Til | |
7103a1 | ex. | ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά: ἀλλά, φασίν, ὥπλισται. ἴστωσαν δὲ ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει ὡς ἂν μέλλων μονομαχεῖν. T | |
7103a2 | πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος; φαμὲν ὅτι ἀσφα‐ λέστερα ὅπλα ἀναλαβεῖν θέλει μέλλων εἰσιέναι εἰς μονομάχιον. b(BC E3E4) | ||
7104-8 | ex. | ἔνθα κέ τοι, Μενέλαε, φάνη βιότοιο τελευτή 〈—ἔκ τ’ ὀνόμαζεν〉: εἰς κίνδυνον προαγαγὼν τὴν ὑπόθεσιν καὶ λύσιν τοῦ παντὸς πιθανῶς ἀνίστησι τὸν ἀδελφόν. φιλοστόργως δὲ πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὁ ποιητὴς καὶ συμπαθῶς προανεφώνη‐ | |
5 | σεν αὐτοῦ τὸν κίνδυνον. καὶ τὸ βασιλῆες (106) δὲ χαρίεν καὶ εὐνοϊ‐ κὸν διὰ τὸ προλαβεῖν τοὺς φίλους τὴν σπουδὴν Ἀγαμέμνονος. b (BE3E4)T | ||
7104a1 | Did. | {ἔνθα κέ τοι μενέλαε φάνη} βιότοιο τελευτή: γράφεται καὶ „θανάτοιο τελευτή“, οἷον θανάσιμον τέλος. AAim | |
7104a2 | γράφεται καὶ „θανάτοιο“. Til | ||
7.107 | ex. | αὐτός τ’ Ἀτρείδης: διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει μονομαχεῖν Ἕκτωρ, τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων καὶ οἱ ἄλλοι τῶν Ἀχαιῶν βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦν‐ τος ἡδέως οἱ Τρῶες ἀπηλλάττοντο, τὸν δὲ ὡς ἀδικούμενον ἠλέουν. b | |
5 | (BCE3E4)T | ||
7.109 | D | ex. | ἀφραίνεις, Μενέλαε: παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς. A | φιλοδόξως γάρ, οὐ φρονίμως ἐσπούδακεν ἐπὶ τὴν μάχην. δεῖ οὖν τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν. A b (BCE3E4)T ἄλλως τε πρώην μαχεσάμενος τοῦ μὲν ἄθλου ἀφῄρηται, τὸν δὲ κίνδυνον | |
5 | ᾕρηται. T | ||
7110a1 | Did. | 〈ἀνὰ δὲ σχέο:〉 Ἀρίσταρχος „ἀνὰ †δ’ ἄνσχε, ἀνά‐ σχου δέ. Aint | |
7110a2 | Ἀρίσταρχος καὶ Ἡρωδιανὸς „†ἀναδίσχε. Til | ||
7110b | Hrd. | ἀνὰ δὲ σχέο: τὸ σχέο τὴν ὀξεῖαν ἴσχει ἐφ’ ἑαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τό‐ νον, „ἀνάσχεο“ (Α 586. Ε 382 al.). A | |
7111a | Ariston. | 〈μηδ’ ἔθελ’:〉 ὅτι τὸ ἐθέλω ἀεὶ ἀπὸ τοῦ ε ἄρχεται. Aint | |
7111b | ex. | μηδ’ ἔθελ’ ἐξ ἔριδος: τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ τοῦτο τὸ γνῶθι σαυτόν. b(BCE3E4)T | |
7111c | ex. | τεῦ ἀμείνονι φωτί: τεχνικῶς ἥττονα πολύ φησιν αὐτὸν Ἕκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων †καταφρονήσειν δοκοίη†, τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος. | |
b(BCE3E4)T | |||
7.112 | ex. | 〈στυγέουσι:〉 καταπλήττονται. Til | |
7113-4 | ex. | καὶ δ’ Ἀχιλλεὺς τούτῳ γε〈— /〉 ἔρριγ’ ἀν‐ τιβολῆσαι: τοῦτον παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων εἶναι ὁμολογεῖν, οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενελάου κρειττόνων. ἀναπολεῖ δὲ πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆ‐ | |
5 | ναι. b(BCE3E4)T | ||
7.113 | Did. | 〈τούτῳ γε:〉 †ὅτι† τούτῳ γε, τῷ Ἕκτορι. γράφεται καὶ „τοῦτόν γε“. Aint | |
7114a1 | Did. | ἔρριγ’ ἀντιβολῆσαι, 〈ὅ περ σέο πολλὸν ἀμείνων〉: γράφεται καὶ διὰ τοῦ μ, „ἀντιμολῆσαι“. βέλτιον δ’ ἄν, φασίν, εἴρητο Ὁμήρῳ „ὅ περ μέγα φέρτατός ἐστιν“ (cf. Α 581)· ἐπ’ αὐτοῦ γὰρ ψι‐ λῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν. A | |
7114b1 | Ariston. | 〈ἀμείνων:〉 Ζηνόδοτος χωρὶς τοῦ ν „ἀμείνω“ γράφει. Aim | |
7114b2/a2 | Ariston. | Did. | ὅπερ σέο πολλὸν ἀμείνων: γράφεται καὶ „†ἀμεί‐ νω톓. | ἄμεινον δέ φασιν „ὅπερ μέγα φέρτατός ἐστιν“, ἵνα ψιλότερος εἴη ὁ ὀνειδισμὸς Μενελάου. T | |
7116a | ex. | τούτῳ δὲ πρόμον ἄλλον 〈ἀναστήσουσιν Ἀχαιοί〉: ἐντέχνως παρυπέμνησεν ὅτι πάντως δεῖ τινα αὐτῶν ἀναστῆναι. b(BC E3E4)T | |
7116b | Ariston. | 〈πρόμον:〉 ὅτι πρόμον τὸν πρόμαχον κοινῶς λέγει. Aim | |
7117-8 | Did. | Nic. | εἴπερ ἀδειής τ’ ἐστὶ 〈καὶ εἰ μόθου ἐστ’ ἀκόρητος, / —φύγῃσι〉: γράφεται καὶ διὰ τοῦ γέ, „ἀδειής γε“ (117). A Αint | ἀφ’ ἑτέρας δὲ ἀρχῆς ταῦτα· διόπερ ὑποστικτέον ἀκόρητος (117)· ὁ γὰρ λόγος· εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλήρωτος πολέμου | |
5 | ἐστίν, ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθαι. A | ||
7.117 | D | μόθου 〈ἀκόρητοσ〉: †μότος† παρὰ τὸ τάχιστα πληροῦ‐ σθαι τὴν ἐπιθυμίαν. T | |
7118a | ex. | φημί μιν ἀσπασίως: ταῦτα εἰς προτροπὴν τῶν Ἀχαιῶν. T | |
7118b | ex.(?) | γόνυ κάμψειν: ἀντὶ τοῦ φυγεῖν. Aint | |
D | γόνυ κάμψειν: ἀναπαύσεσθαι, ἢ—διώκεσθαι. A | ||
7122a1 | ex. | γηθόσυνοι θεράποντες: παρὸν αὐτῷ καὶ ‘ὀτρηροὶ θεράποντεσ‘ (cf. Α 321) εἰπεῖν καὶ ‘καρπαλίμως θεράποντεσ‘ γηθό‐ συνοι φησί, τὴν τῶν θεραπόντων πρὸς τὸν βασιλέα ἐμφαίνων κηδε‐ μονίαν. T | |
7122a2 | τὴν πρὸς αὐτὸν ἁπάντων κηδεμονίαν δηλοῖ. b(BCE3E4) | ||
7.123 | ex. | Νέστωρ δ’ Ἀργείοισιν: πιθανῶς τοῦτον ἐπιπλήσσοντα παρεισάγει, ὃς διὰ τὴν ἡλικίαν οὐχ ὑποφέρει τὸ ὅμοιον ἔγκλημα. b (BCE3E4)T καὶ μετὰ Ἀγαμέμνονα (cf. Η 109—119) δὲ ὅμως ἀσφαλεῖς πάλιν οἱ Ἕλληνες. T | |
7.124 | ex. | ὢ πόποι, 〈ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει〉: λειπόμενοι γὰρ οἱ γέροντες δυνάμει τῷ σχετλιάζειν ἐμφαίνουσι τὴν οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν ἐν αὐτοῖς ἐλεεῖν φησιν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν, ἀλλὰ πένθος καὶ μέγα. b(BCE3 | |
5 | E4)T | ||
7.125 | ex. | ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα 〈Πηλεύσ〉: διδά‐ | |
σκει ὅτι καὶ ἀπόντας δεῖ τοὺς πρεσβυτέρους τιμᾶν, λέγων ὡς δεῖ τοὺς Ἕλληνας ἀρέσκειν Πηλεῖ καὶ μὴ παρόντι. ἀνόητον δέ φασι τὸ μὴ τοὺς γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαί‐ | |||
5 | ρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. τοῦτο δέ ἐστιν ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ ἡμῶν· ἅμα δὲ καὶ ὑπομιμνῄσκει Ἀγαμέμνονα Ἀχιλλέως ὅτι ὁ νῦν προκαλούμενος πάντας, ὄφρ’ Ἀχιλλεὺς μετ’ Ἀχαιοῖσι πολέμιζεν (cf. Ι 352), „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ“ (Ι 353)· | ||
10 | ἐπαχθὲς γὰρ ἦν τὸ σαφῶς ὀνειδίσαι. †προμνηστεύει† οὖν τὰς Λιτάς, καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρό‐ νιος τοῦ Πηλέως οὕτω πρὸς τοὺς Ἕλληνας διακειμένου· καὶ τὸν Ἀχιλ‐ λέα ὑποθωπεύει λεληθότως. b(BCE3E4)T | ||
7.126 | ex. | βουληφόρος: ὁ φέρων εἰς πέρας, ἃ βούλεται. συνίστησι δὲ τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινότατος ἐγείρῃ τοὺς Ἕλληνας. b(BCE3E4)T | |
7127a1 | Ariston. | Did. | ὅς ποτέ μ’ εἰρόμενος 〈μέγ’ ἐγήθεεν〉: ὅτι Ζηνόδοτος γράφει „μέγα δ’ ἔστενεν“, ἐξ οὗ φανερός ἐστιν ἀνεγνωκὼς „μειρόμε‐ νοσ“, οἷον στερόμενος. ὁ δὲ Ὅμηρος τὸ μείρεσθαι οὐκ ἐπὶ τοῦ στέρεσθαι τίθησιν, ἀλλ’ ἐπὶ τοῦ μερίζεσθαι· „καὶ ἥμισυ μείρεο τιμῆσ“ (Ι 616). | |
5 | δέον οὖν εἰρόμενος, ἐρωτῶν. | προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν μέγ’ ἐγήθεεν γραφήν. A | ||
7127a2 | Ariston. | Ζηνόδοτος „μειρόμενοσ“ γράφει, κακῶς. Til | |
7127b | ex.(?) | ὅς ποτέ μ’ εἰρόμενος: τὸ πλῆρες· ἐμὲ εἰρόμενός †τε. A | |
7128a1 | ex. | ἐρέων γενεήν τε τόκον τε: θαυμασίως τῆς εὐγενείας αὐτοὺς ὑπέμνησεν οὐκ ἐπαινῶν τοὺς γονεῖς αὐτῶν, ἀλλὰ Πηλέα τὸν ἄκρον ἐπ’ εὐγενείᾳ χαίρειν ἐπὶ τῇ γονῇ αὐτῶν λέγων. ἀλλ’ οὐδέ φησιν ὅτι ἐμαρτύρησα τῷ Πηλεῖ περὶ ὑμῶν· τὸ μὲν γὰρ κολακικόν, τὸ δὲ | |
5 | λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον. b(BCE3E4)T | ||
7128a2 | D. | ex. | γενεήν τε τόκον τε: πατέρα καὶ παῖδα· | τὸ μὲν γὰρ ἐπαινεῖν τοὺς προγόνους κολακικόν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον. A | |
7129-130 | Hrd. | ἀκούσαι ... ἀείραι: παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ (sc. ad Α 255) τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν εἶναι. A | |
7130a1 | Did. | 〈φίλασ〉 ἀνὰ χεῖρας {ἀείρας}: ἐν ταῖς ἐξητασμέναις Ἀρι‐ στάρχου „βαρείας χεῖρασ“, τὰς βεβαρημένας ὑπὸ γήρως νῦν καὶ δυσ‐ κινήτους. ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας· „βαρείας χεῖρας ἐποίσειν“ (Α 89). A | |
7130a2 | φίλας ἀνὰ χεῖρας {ἀείραι}: Ἀρίσταρχος „βαρείας χεῖ‐ ρασ“, τὰς ὑπὸ τοῦ γήρως δυσκινήτους. T | ||
7131a | ex. | θυμὸν ἀπὸ μελέων: δηλοῖ ὅτι παρέσπαρται ἡ ψυχὴ παν‐ τὶ τῷ τοῦ σώματος μέρει. b(BCE3E4)T | |
7131b1 | ex. | ἄλλως· θυμὸν ἀπὸ μελέων δῦναι: ὅτι τοιούτοις πεπί‐ στευκε τὸν ἴδιον υἱόν. T | |
7131b2 | τοῦτο δὲ πάσχει, φησίν, ὅτι τοιούτοις ἀγενέσι καὶ δειλοῖς | ||
τὸν ἴδιον υἱὸν πεπίστευκεν. b(BCE3E4) | |||
7131c1 | ex. | δῦναι δόμον Ἄιδος 〈εἴσω〉: μέτριος μὲν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ τῇ δυνάμει· εἰ γὰρ ἐκεῖνος ἀκούων ἀβίωτα σπεύ‐ δει, πόσῳ μᾶλλον ἐγὼ ὁρῶν †ἢ ὑμεῖς ἀσχημονοῦντες†; πραγματικῶς καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτω βαρέως οἴσει ὁ Πηλεὺς | |
5 | τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄ‐ χθοιτο; T | ||
7131c2 | μέτριος μὲν οὖν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ τῇ δυνά‐ μει· εἰ γὰρ ὁ Πηλεὺς τὰ ὑμῶν ἀκούων δεινὰ θανεῖν εὔχεται, πόσῳ μᾶλ‐ λον ἐγὼ ὁ τοσαῦτα ποιήσας ἐν νεότητι καὶ νῦν ὁρῶν ὑμᾶς· πραγμα‐ τικῶς δὲ καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτως βαρέως οἴσει ὁ | ||
5 | Πηλεὺς τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄχθοιτο; b(BE3E4) | ||
7.132 | ex. | αἲ γάρ, Ζεῦ τε πάτερ: οὐκ ἄκαιρος ὁ λόγος· ἐπιτιμήσας γὰρ τοῖς ἀρίστοις ὤφειλεν ἀποδεῖξαι διὰ τῆς παραθέσεως τῶν πε‐ πραγμένων αὐτῷ ὅτι δεόντως ἄγει ταύτην τὴν παρρησίαν, ἵνα πρὸς ζῆλον αὐτοὺς τῶν ὁμοίων κινήσῃ. b(BE3E4)T τοιοῦτος καὶ Φοῖ‐ | |
5 | νιξ καὶ Λαέρτης. T | ||
7133-5a | Ariston. | ἐπ’ ὠκυρόῳ κελάδοντι ..., Ἰαρδάνου ἀμφὶ ῥέεθρα: ὅτι ἰδίως τὰ ἐπίθετα προτάξας τὸ κύριον ἐπήγαγεν, Ἰαρ‐ δάνου ἀμφὶ ῥέεθρα (135). A | |
7133-5b | ex. | ex. (Ariston.) | Κελάδοντι (133): τῷ νῦν Ἀκίδωνι. | τινὲς δὲ ἄμφω ἐπί‐ θετα τοῦ Ἰαρδάνου καὶ τὴν φράσιν σημειοῦνται· προτάξας γὰρ δοτι‐ | |
κὰς ἐπιφέρει γενικὴν Ἰαρδάνου (135). T | |||
7135a | Ariston. | Φειᾶς {πὰρ τείχεσσιν}: ὅτι ἐν Ὀδυσσείᾳ (ο 297) πλη‐ θυντικῶς· „ἡ δὲ Φεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ“, ὡς Μυκήνην καὶ Μυκήνας. A | |
7135b | Hrd. | D | Φειᾶς 〈πὰρ τείχεσσιν: Φειᾶσ〉 περισπαστέον· ἑνικὴ γάρ ἐστι γενική. πρόδηλον κἀκ τῆς συντάξεως τοῦ τείχεσ〈σ〉ι, παρὰ τοῖς τῆς Φειᾶς τείχεσι. | Φεὰ δὲ πόλις—παρ’ ἣν ὁ †ἰορδάνης† ῥεῖ. A | |
7135c | ex. | Φειᾶς πὰρ τείχεσσιν: καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι, καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος (p. 114 Schm.) „Φηρᾶσ“ γράφειν καὶ „Δαρδάνου ἀμφὶ ῥέεθρα“. οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ (FGrHist 3, 159). AT | |
7136a | Ariston. | 〈πρόμος:〉 ὅτι ἀντὶ τοῦ πρόμαχος κοινῶς. Aim | |
7136b | ex. | 〈ἰσόθεος φώς:〉 ἐπαίρει τὸν πολέμιον Ἐρευθαλίωνα. Til | |
7138a | Ariston. | δίου Ἀρηϊθόου: ὅτι πυκναὶ ἐν Ἰλιάδι αἱ ἐπαναλήψεις, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ (sc. α 23). καὶ ὅτι οὗτος ὁ Ἀρηΐθοος Ἀρκὰς ὢν ὁμώνυμός ἐστι τῷ Βοιωτῷ. A | |
7138b1 | ex. | ex. | δίου Ἀρηϊθόου: εὐκαίρως ἐρευνᾷ, πρώην (sc. Η 9—10) ἁπλῶς παρελθών. | οὗτος δὲ ὁ Ἀρηΐθους Βοιωτὸς μὲν ἦν τῷ γένει, συνεμάχει δὲ Ἀρκάσιν. τούτῳ φθονέσας Λυκοῦργος ἀναιρεῖ. T | |
7138b2 | οὗτος †ὁ μὲν† Ἀρηΐθους Βοιωτὸς ἦν τὸ γένος, Ἀρκάσι δὲ συνεμάχει. τοῦτον δὲ Λυκοῦργος ὁ Ἀρκὰς φθόνῳ ἀναιρεῖ. b(BCE3E4) | | ||
εὐκαίρως δὲ ἐνταῦθα ἐρευνᾷ, πρώην ἁπλῶς παρελθών. b(BE3E4) | |||
7.139 | ex. | 〈ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες:〉 ἔμφασις τοῦ κλέους, ὅπου καὶ γυναιξὶν ἐγνώσθη. b(BCE3E4)Til | |
7.140 | Nic. | οὕνεκ’ ἄρ’ οὐ τόξοισι μαχέσκετο 〈δουρί τε μακρῷ〉: τοῖς ἐπάνω συναπτέον· αἰτία γὰρ τῆς τοῦ κορυνήτου (cf. Η 138) ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ „ἀλλὰ σιδηρείῃ κορύνῃ“ (Η 141), βραχὺ μόνον διαστέλλοντα. A | |
7.142 | ex. | 〈δόλῳ, οὔτι κράτεΐ γε:〉 εἰς σύστασιν αὐτοῦ. Til | |
7143-4 | ex. | 〈στεινωπῷ ἐν ὁδῷ, ὅθ’ ἄρ’ οὐ κορύνη οἱ ὄλεθρον / χραῖσμε:〉 οὐ διὰ τὸ στενόν, ἀλλὰ διὰ τὴν πρόληψιν. b(BCE3E4)Til | |
7144a | Ariston. | Did. | {χραῖσμε σιδηρεῖν: πρὶν γὰρ λυκόοργος} ὑποφθάς: ὅτι ἀντὶ τοῦ ὑποφθάσας Ἰακῶς. | Ἀρίσταρχος δέ φησι καὶ „ἀναστάσ“, οἷον ἐκ λόχου ἀναστάς. A | |
7144b1 | Did. | 〈ὑποφθάς:〉 Ἀρίσταρχος „ἀναστάσ“, ἐκ τοῦ λόχου δηλονότι. Til | |
7144b2 | γράφεται καὶ „ἀναστάσ“. Aint (Ail) | ||
7146a1 | Did. | 〈τεύχεα δ’ ἐξενάριξε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ τέ, „τεύχεά τ’ ἐξενάριξε“. Aim | |
7146a2 | Ἀρίσταρχος διὰ τοῦ δέ. Til | ||
7146b | Ariston. | τεύχεά τ’ ἐξενάριξε: ὅτι κυρίως τὸ ἐξενάριξεν νῦν, τὰ ἔναρα περιεῖλεν. A | |
7146c | ex. | τά οἱ πόρε χάλκεος Ἄρης: λεληθότως τὸν ἴδιον ἔπαι‐ νον αὔξει ὁ Νέστωρ, εἰ περιεγένετο ἀνδρὸς ὅπλα φοροῦντος θεῖα. b (BCE3E4)T | |
7146d | ex. | ἄλλως· τά οἱ πόρε χάλκεος Ἄρης: τινὲς ‘ἃ ἦν σκυ‐ λεύσας ἐκ τοῦ πολέμου‘. T | |
7.147 | ex. | μετὰ μῶλον Ἄρηος: τὸν ἐγχρονισμὸν καὶ μώλυνσιν τῆς μάχης. T | |
7.148 | Ariston. | 〈ἐγήρα:〉 ὅτι ἀντὶ τοῦ ἐγήρασεν τὸν παρατατικὸν ἔταξεν. Aint | |
7.149 | Ariston. | δῶκε δ’ Ἐρευθαλίωνι: ὅτι οὕτως εἴωθε φράζειν, καὶ ὅτι περιττὸς ὁ δέ. τινὲς δὲ γράφουσι „δῶκεν Ἐρευθαλίωνι“. A | |
7152-3 | ex. | 〈πολεμίζειν /〉 θάρσει ᾧ: τῷ ἑαυτοῦ· „βουλὴ γὰρ ἄρχει, χεὶρ δ’ ἐπεξεργάζεται“ (Io fr. 63, 3 N.2). b(BCE3E4)T τινὲς δὲ ἀντὶ τοῦ τῷ ἀπλήστῳ θάρσει αὐτοῦ τοῦ Ἐρευθαλίωνος μάχεσθαι. T | |
7153a1 | Ariston. | θάρσει ᾧ: ὅτι Ζηνόδοτος „θάρσει ἐμῷ“. ἀδιανόητον δὲ γίνεται, ἡ ψυχή με ἀνέπεισε τῷ θάρσει τῷ ἐμῷ. A | |
7153a2 | Ariston. (Did.?) | γράφεται δὲ καὶ „θάρσει ἐμῷ“. ἀμείνων δὲ ἡ ἄλλη. T | |
7153b | ex. | γενεῇ δὲ νεώτατος 〈ἔσκον ἁπάντων〉: διὸ ἐθάρσουν. ἐντέχνως δὲ τοὺς μὲν πρεσβυτέρους ἀπολύει τοῦ κινδύνου, τοὺς δὲ νεωτέρους ἀνίστησιν. b(BCE3E4)T | |
7.154 | ex. | δῶκεν δέ μοι εὖχος Ἀθήνη: ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέ‐ ρειν· καὶ γὰρ συνεργοῦσι τοῖς προθύμοις. b(BCE3E4)T | |
7.155 | ex. | τὸν δὴ μήκιστον καὶ κάρτιστον: †καὶ ὡς† οὐχ ἑαυτὸν μήκιστον εἶπε καὶ κάρτιστον, ἀλλὰ τῷ μὲν Ἐρευθαλίωνι ταῦτα ἐμαρ‐ τύρησεν, ἐκείνου δὲ περιγεγενῆσθαι λέγων λεληθότως καὶ ἀνεπιφθόνως | |
ἑαυτὸν ηὔξησεν. ζηλωτὸν δὲ ἑαυτὸν καθιστὰς προτρέπει αὐτοὺς εἰς | |||
5 | ἔννοιαν ἀγωνίας. b(BCE3E4)T | ||
7156a | ex. | ex. | πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα· | |
(Ariston.?) | ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μεγέθη, A b (BCE3E4)T ὡς τὸ „τύμβον †δὲ οὐ† μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα“ (Ψ 245). A T | παρήορος δὲ εἰς μῆκος καὶ πλάτος παρηρτημένος. b(BCE3)T | ||
7156b | Ariston. | πολλὸς γάρ τις ἔκειτο παρήορος: σημειοῦνταί τινες διὰ τὸ παρήορος, ὅτι παρηρτημένος καὶ κεχυμένος. A | |
D | παρήορος: παρῃωρημένος τῷ σώματι—καὶ τὸν ἄ‐ φρονα. A | ||
7.158 | ex.(?) | 〈κε ... ἀντήσειε:〉 ἤντησεν ἄν. Til | |
7.159 | ex. | 〈ὑμέων δ’ οἵπερ ἔασιν:〉 σχῆμα περὶ πρόσωπον. b(BCE3 E4)Til | |
7.160 | ex. | 〈οὐδ’ οἳ προφρονέως μέματε:〉 σχῆμα περὶ πρόσωπον. Til | |
7161a | Ariston. | ὣς νείκεσς’ ὁ γέρων, 〈οἱ δ’ ἐννέα πάντες ἀνέσταν〉: πρὸς τὸ νείκεσσεν, ὅτι ἀντὶ τοῦ ἐπέπληξεν, οὐδέποτε δὲ ἐπὶ τοῦ ἔκρι‐ νεν, ὡς ἐν τῷ „ὃς †νείκεσσεν τε† θεάσ“ (Ω 29). καὶ ὅτι παρέλκει συνή‐ θως αὐτῷ τὸ πάντες. A | |
7161b | ex. | οἱ δ’ ἐννέα πάντες ἀνέσταν: πλεονάζει τὸ πάντες· οὐ γάρ, ὥς τινες, οἱ ἅπαντες ἐννέα· τί γὰρ ἐπὶ τοῦ „δέκα πάντα τάλαντα“ (Τ 247. Ω 232); ἴσχυσε δὲ καὶ τοὺς ὁμογέροντας ἐγεῖραι. T | |
7.162 | ex. | ὦρτο πολὺ πρῶτοσ〈—〉Ἀγαμέμνων: ὡς βασι‐ λεὺς προτρέπων καὶ ὡς ἀχθόμενος τῇ †μελήσει† αὐτῶν. καὶ τὸν ἀδελ‐ φὸν ἐπισχὼν ἐνδείκνυται †οὐχ ὡς δεδιὼς Ἕκτορα ἀπέτρεπε τὸν Με‐ | |
νέλαον. b(BCE3E4)T | |||
7163a | Hrd. | τῷ δ’ ἐπί {τυδείδης}: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ σύνδεσμος. A | |
7163b | ex. | τῷ δ’ ἐπὶ Τυδείδης: φιλοτιμεῖται γὰρ ἐπὶ τοῖς πεπρα‐ γμένοις καὶ θερμότερός ἐστι τῶν Αἰάντων. b(BCE3E4)T | |
7.164 | ex. | τοῖσι δ’ ἐπ’ Αἴαντες: δευτερεύει γὰρ Αἴας Ἀχιλλέως. συν‐ ανέστησε δὲ αὐτῷ καὶ τὸν Λοκρόν· „ἶσον“ γὰρ „θυμὸν †ἔχοντες†“ (Ν 704). πολεμεῖ δὲ νῦν καὶ κρατεῖ, ἵνα, ὅταν ἡττᾶται Ἕκτορι (cf. | |
ex. | Π 114—24), τὸν Δία νοοῖμεν. b(BCE3E4)T | ||
7165-6 | τοῖσι δ’ ἐπ’ Ἰδομενεὺσ〈— / Μηριόνησ〉: ἐκεί‐ νων μὲν λείπονται, Εὐρυπύλου δὲ καὶ Θόαντος ὑπερέχουσιν. συνεργεῖ δὲ ἀεὶ Μηριόνης τῷ Ἰδομενεῖ. b(BCE3E4)T | ||
7167a | Hrd. | τοῖσι δ’ ἐπ’ Εὐρύπυλος: οὐδὲ ἐνθάδε ἀναστρεπτέον, καὶ ὅτι συνήλειπται. A | |
7167b | ex. | τοῖσι δ’ ἐπ’ Εὐρύπυλος: κρείττων καὶ οὗτος τὰ πολεμι‐ κὰ Θόαντος· περὶ λόγους γὰρ μᾶλλον δεινὸς ὁ Θόας· „ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν / νίκων, b(BCE3E4)T ὁπ〈π〉ότε κοῦροι ἐρίσ‐ 〈σ〉ειαν“ (Ο 283—4). T | |
7167c | Hrd. | 〈Εὐαἴμονος:〉 ψιλωτέον τὸ Εὐαίμονος εἰς ἰδιότητα. προείρηται δέ (sc. ad Ε 76). Aint | |
7168a1 | ex. | δῖος Ὀδυσσεύς: οὐχ ὡς δειλός, ἀλλ’ ὡς σοφὸς εἰς πάντα μέλλει. ἄλλως τε περὶ πάντων ἀπελογίσατο· „πάντες ἄρ’ οἵ γ’ ἔθε‐ λον“ (Η 169). T | |
7168a2 | ἔσχατος τέθειται οὐχ ὡς δειλός, ἀλλ’ ὡς σοφός· πάντα γὰρ λογισμῷ πράττων εἰς πάντα μέλλει. b(BCE3E4) | ||
7.170 | ex. | ex. | τοῖς δ’ αὖτις μετέειπε Γερήνιος 〈ἱππότα Νέστωρ〉: ὁ καὶ ἀναστῆναι προτρέψας, οὐχ ὁ βασιλεύς, ὃς πονεῖν ἐθέλει. b(BCE3 | |
E4)T | ὅτι τοὺς μὲν καθίστησι, τοὺς δὲ ἀνίστησι Νέστωρ. T | |||
7171a | Ariston. | κλήρῳ νῦν πεπάλασθε 〈διαμπερές, ὅς κε λάχῃ‐ σιν〉: ὅτι τηρεῖ τὴν διαφορὰν τοῦ κληρώσασθαι καὶ λαχεῖν. καὶ πρὸς τὸ λάχῃσιν, ὅτι ὃς ἂν λάχοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἰχθύς, ὅς κε φάγῃσι“ (Φ 127) πρὸς Φιλίταν. A | |
7171b | Did. + Hrd. | 〈πεπάλασθε:〉 οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανὸς διὰ τοῦ ς, πεπάλασθε, οὐ διὰ τοῦ χ. Aim | |
7171c1 | ex. | πεπάλαχθε: αἱ πᾶσαι „πεπάλασθε“ παρὰ τὸν Πάλλαν‐ τα ἢ ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους. πεπάλαχθε δὲ μολύνθητε. T | |
7171c2 | αἱ πᾶσαι „πεπάλασθε“, ὅ ἐστι τῷ κλήρῳ ἤτοι τῷ λαχμῷ κινήθητε. ἕκαστος, φησί, τῷ ἑαυτοῦ κλήρῳ ἐν λαχήσει κινήθητε. ἀπὸ τοῦ πάλλω παλάσσω. τὸ δὲ πεπάλαχθε τὸ μολύνθητε δηλοῖ. b(BCE3E4) | ||
7171d | ex. | Did.(?) | πεπάλασθε: οἷον κλήρῳ διακληρώσασθε. ἀπὸ τοῦ ἀνα‐ πάλλεσθαι τοὺς κλήρους πεπάλασθε λέγει. | τὸ δὲ ὅς κε λάχῃσι τινὲς γράφουσι διὰ τοῦ ω, ἵνα λείπῃ τὸ τίς, ὡς πολλαχοῦ παρ’ αὐτῷ. A | |
7171e | ex. | ἄλλως· κλήρῳ νῦν πεπάλαχθε: ἀνοήτως, φασίν, ἐπὶ | |
κλῆρον ἔρχεται, δέον ἑλέσθαι τὸν ἄριστον, ὅπου κίνδυνος ἦν καὶ τὸν φαυλότατον λαχεῖν. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ, ἵνα †μηδενὸς† προ‐ κριθέντος ὑβρισθῶσιν οἱ λοιποί, πρός τε τὸν πολέμιον ἵνα ἐνδείξηται | |||
5 | ὅτι οὐχ ἕνα μόνον οἴεται ἀξιόχρεων εἶναι πρὸς αὐτὸν μάχεσθαι, καὶ ἵνα μήτε νικήσας τὸν ἄριστον δοκῇ νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ τοῦ κλήρου δεδομένον, μήτε ληφθεὶς ὑπὸ τοῦ ἀρίστου λελῆφθαι, ἀλλ’ ὑπὸ τοῦ λαχόντος. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής. b(BE3 E4)T | ||
7171-4a1 | Nic | κλήρῳ νῦν πεπάλασθε〈—δηϊοτῆτοσ〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 171). τὸ δὲ ἑξῆς λεγόμενον οὗτος γὰρ δὴ ὀνήσει (172) ἤτοι περὶ τοῦ κλήρου ἐστὶν ἢ τοῦ λα‐ χόντος, ὃ καὶ βέλτιον· ἐπιφέρει γὰρ καὶ δ’ αὐτὸς ὃν θυμὸν ὀνήσε‐ | |
5 | ται (173). ἄλλως μέντοι γε ὕποπτος οὗτος ὁ στίχος ἦν· δυσέλπιδας γὰρ †τούτους† ποιεῖ. τὸ δὲ ἐν τῷ πρώτῳ στίχῳ δοκοῦν ἀκατάλληλον εἶναι ‘κληρώθητε ὃς ἂν λάχῃσι‘ (cf. 171) σύνηθες Ὁμήρῳ ἐστίν, οἷον κληρώθητε· λάχοι γὰρ ἄν τις. τὸ δὲ διαμπερές πρόσκειται ἀντὶ τοῦ διηνεκῶς, οἷον πάντες. ταῦτα δέ τινες ὑπιδόμενοι ἀφ’ ἑτέρας ἀρχῆς | ||
10 | ποιοῦσιν ἀναγινώσκειν, διαμπερές, ὅς κε λάχῃσιν, / οὗτος γὰρ δὴ ὀνήσει (171—2), ἵν’ ᾖ τὸ ἑξῆς οὗτος γὰρ δὴ διαμπερὲς ὀνήσει, ὅς κε λάχῃσι. οἱ δὲ καὶ οὕτως· ὅς κε λάχῃσιν, / οὗτος γὰρ δὴ ὀνήσει (171—2), δῆλον ὅτι μετὰ τὸ διαμπερές (171) στίζοντες. ταῦτα ὁ Νικάνωρ (p. 191 Friedl.). A | ||
7171-4a2 | οὕτως συνάπτειν δεῖ ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει. Aint | ||
7171-3 | ex. (Nic.) | διαμπερὲσ〈—ὀνήσεται〉: διηνεκῶς ἀπὸ πέρατος | |
εἰς πέρας ἐλθόντος τοῦ κλήρου, ὅ ἐστι διὰ πάντων. εἶτα ἀπὸ ἄλλης ἀρχῆς· ὃς γὰρ ἂν λάχῃ, καὶ Ἕλληνας καὶ ἑαυτὸν ὠφελήσει. τινὲς τε‐ λείαν εἰς τὸ λάχῃσιν (171). λέγει δὲ κληρώθητε· λάχοι γὰρ ἄν τις, | |||
5 | b(BCE3E4)T ὡς καὶ τὸ „μάρνασθ’, ὁπ〈π〉οτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξει“ (Ε 33). T οἱ δὲ στίζουσιν εἰς τὸ „πεπάλασθε“ (171), εἶτα, ὃς γὰρ ἂν λάχῃ, διηνεκῶς καὶ εἰς πάντα τὸν βίον ὠφελήσει τοὺς Ἀχαιούς. b(BCE3E4)T | ||
7.172 | ex. | 〈Ἀχαιούς:〉 ὡς ἔχοντας ἀξιόμαχον Ἕκτορι. Til | |
7175a | Ariston. | 〈ἐσημήναντο:〉 ὅτι σημείοις χρῶνται, οὐ γράμμασιν. AimAint | |
7175b1 | ex. | ἐσημήναντο: γράμμασιν. T καὶ πῶς οὐ γινώσκει ὁ κῆρυξ; ἐθνικὰ γὰρ ἦν. T | |
7175b2 | γράμμασιν ἐσημήναντο. b(BCE3E4) καὶ πῶς ὁ κῆ‐ ρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουσιν; ὅτι ἐθνικὰ ἦν. b(BCE3) | ||
7177a1 | Hrd. | 〈λαοὶ δ’ ἠρήσαντο〉 θεοῖς ἰδὲ χεῖρας ἀνέσχον: ὁ Ἀσκαλωνίτης (p. 48 B.) διαστέλλει ἰδὲ χεῖρας ἀνέσχον, ὡς „ἰδὲ κλέος ἐσθλὸν ἄροιτο“ (Ε 3), ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων (fr. 34 B.) δὲ τὴν κατειθισμένην παραλαμβάνει, „λαοὶ δ’ ἠρήσαντο, | |
5 | θεοῖσι δὲ χεῖρας ἀνέσχον“. οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα (fr. 7 B.). οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δο‐ κεῖ. A | ||
7177a2 | διχῶς, καὶ „θεοῖσι δέ“ καὶ θεοῖς ἰδέ. Aim | ||
7177a3 | διχῶς δὲ θεοῖς 〈ἰδὲ χεῖρας〉 καὶ „θεοῖσι δὲ χεῖρασ“. T | ||
7177b | λαοὶ δ’ ἠρήσαντο 〈θεοῖς ἰδὲ χεῖρας ἀνέσχον〉: ἡδέα καὶ Ἑλληνικὰ ἀγωνιᾶν τοὺς Ἕλληνας περὶ εὐδοξίας. b(BCE3E4)T | ||
7179-80 | ex. | ἢ Αἴαντα λαχεῖν〈—Μυκήνησ〉: τάξιν ἡ εὐχὴ ἔχει, τὸν πρῶτον κατ’ ἀλκὴν καὶ τὸν δεύτερον καὶ τὸν τρίτον κατα‐ | |
λέγουσα. b(BCE3E4)T | |||
7.179 | ex. | 〈λαχεῖν:〉 λείπει τὸ δός. Til | |
7.180 | Ariston. | 〈Μυκήνης:〉 ὅτι ἀλλαχοῦ (sc. Β 569. Δ 376) πληθυντικῶς Μυκήνας. Aint | |
7.181 | ex. | D | πάλλεν δὲ Γερήνιος: ὡς μὴ κακουργηθῆναί τι περὶ τὸν κλῆρον· πιστότατος γάρ. b(BCE3E4)T | τὸ δὲ πάλλεν ἀντὶ τοῦ ἐκλήρου. T | |
7182a | Ariston. | 〈ἐκ δ’ ἔθορε κλῆρος κυνέης:〉 ὅτι ἀνέσειον τοὺς κλήρους, οὐκ ἐξῃροῦντο, ὡς ἡμεῖς νῦν. Aim | |
7182b | ex. | 〈ὃν ἄρ’ ἤθελον αὐτοί:〉 πιθανῶς εἴρηται τοῦτο, εὐχῆς γὰρ τὸ ἔργον ἦν, καὶ κεχαρισμένως τῷ ἀκροατῇ. b(BCE3E4) | |
7184a1 | Hrd. | ἐνδέξια: ὅταν ἀντὶ ἐπιρρήματος ᾖ, ἀντὶ τοῦ ἐπιδεξί‐ ως ἐνδέξια, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. A | |
7184a2 | βαρυντέον τὸ ἐνδέξια· ἐπίρρημα γάρ ἐστιν ἀντὶ τοῦ ἐν‐ δεξίως. b(BCE3)T | ||
7185a | ex. | οἱ δ’ οὐ γιγνώσκοντες: οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν παρὰ πᾶσι τοῖς Ἕλλησι χαρακτῆρες. διάφορα δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα, ὡς τὸ σάν. Καλλίστρατος δὲ Σάμιος ἐπὶ τῶν Πελοποννησια‐ κῶν μετήνεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις ἐπὶ ἄρχον‐ | |
5 | τος Εὐκλείδου, ὥς φησιν Ἔφορος (FGrHist 70, 106). b(BCE3E4)T τινὲς δὲ τὸ οὔ περισπωμένως καὶ δασέως, ἵν’ ᾖ αὐτοῦ τοῦ Αἴαντος αὐ‐ τὸν εἰδότες, κακῶς. T | ||
7185b | ex. | 〈ἀπηνήναντο ἕκαστος:〉 ἐναρτᾷ τέως ἡμῶν τὸν νοῦν, | |
οὐκ εὐθὺς ἐπὶ τὸν Αἴαντα τὸν κλῆρον φέρων. b(BCE3E4)T | |||
7186a1 | Did. | 〈ἀλλ’ ὅτε δή ῥ’ ἵκανε:〉 διχῶς· ἀλλ’ ὅτε δή ῥ’ ἵκα‐ νε καὶ „ἀλλ’ ὅτε δὴ τὸν ἵκανε“. Aim | |
7186a2 | διχῶς ἡ γραφή. Til | ||
7.187 | Ariston. | ὅς μιν ἐπιγράψας: ὅτι οὐ γράμμασι τῆς λέξεως, ἀλλ’ ἐγ‐ χαράξας σημεῖα· εἰ γὰρ κοινῶς ᾔδεσαν γράμματα, ἔδει τὸν κήρυκα ἀναγνῶναι καὶ τοὺς ἄλλους, οἷς ἐπεδείκνυτο ὁ κλῆρος. A | |
7189-90a1 | ex. | γήθησε δὲ θυμῷ. 〈/ τὸν μὲν πὰρ πόδ’ ἑὸν χα‐ μάδις βάλε〉: ἀλλαχοῦ τὸ σῶμα, νῦν δὲ τὴν γνώμην αὐτοῦ ἐπαινεῖ. καλῶς δὲ οὐκ εἶπεν ἐμειδίασεν· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ τῶν φίλων ἦν, ἑξῆς δὲ (sc. Η 212—6) καταπλῆσσον τὸν πολέμιον. T | |
7189-90a2 | καλῶς οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ τῶν φίλων ἦν. βάλλει δὲ χαμαὶ τὸν κλῆρον τύπον τῆς ἥττης Ἕκτορος παρεντιθείς. b(BCE3E4) | ||
7.192 | ex. | δοκέω νικησέμεν: μέτριον καὶ Ἑλληνικὸν τὸ ἦθος· οὐχ ὡς ὁ Ἕκτωρ γὰρ περὶ τῶν ἀδήλων ὑπισχνούμενος b(BCE3E4)T „ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούσ“ (Θ 182). T | |
7193a | ex. | 〈ὄφρ’—δύω:〉 ἐπασφαλίζεται ὡς διακινδυνεύων. Til | |
7193b | Did. | 〈δύω:〉 Ἀρίσταρχος „δύνω“, ἄλλοι δὲ δύω. Aint | |
7.194 | ex. | ex. | τόφρ’ ὑμεῖς εὔχεσθε: Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔχεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ εἰσα‐ κούεται. | ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν. b(BCE3 E4)T | |
7195-9 | Ariston. | σιγῇ ἐφ’ ὑμείων (195) ἕως τοῦ ἔλπομαι ἐν Σαλα‐ μῖνι (199): στίχοι πέντε ἀθετοῦνται, ὅτι οὐ κατὰ τὸν Αἴαντα οἱ λό‐ | |
γοι καὶ ἑαυτῷ ἀνθυποφέρει γελοίως. A | |||
7.195 | ex. | σιγῇ ἐφ’ ὑμείων: ἵνα μὴ δόξωσιν ἐπ’ εὐχὰς τρέπεσθαι τὸν Ἕκτορα δεδοικότες. b(BCE3E4)T | |
7.196 | ex. | 〈οὔτινα δείδιμεν:〉 οὐ διὰ δέος αὐτὸ ποιοῦμεν. Til | |
7197-8a1 | ex. | οὐ γάρ τίς με βίῃ〈— /〉 οὐδέ τ’ ἀϊδρείῃ: ἐκ δυοῖν γὰρ νίκη προσγίνεται †περὶ† ὧν τὸ μὲν ἐγνωσμένον παρῆκε, τὸ δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως δέ φησιν οὐ βιάσεταί μέ τις. ὁ δὲ Ἕκτωρ „αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας ἀνδροκτασίας τε“ (Η 237). T | |
7197-8a2 | ἐκ δυοῖν γὰρ ἡ νίκη προσγίνεται, ἀνδρείας καὶ πολυπει‐ ρίας, ὧν τὸ μὲν ἐγνωσμένον παρῆκε, τὸ δὲ ἑξῆς ἐπεξεργάζεται. μετρίως δέ φησιν ὅτι μὴ βουλόμενόν με οὐδεὶς βουλόμενος βιάσασθαι βιάσεται. καὶ τίς, φασί, βούλεται βιασθῆναι; διὰ τούτου φαμὲν ὅτι τὸ τῶν | ||
5 | πολλῶν ἀμελὲς ἐνδείκνυται. b(BE3E4) | ||
7197a1 | Did. | 〈ἑκών:〉 Ἀρίσταρχος διὰ τοῦ λ „ἑλών“. Aim | |
7197a2 | αἱ Ἀριστάρχου καὶ αἱ πλείους „ἑλών“. Til | ||
7197a3 | γράφεται {δὲ} καὶ „ἑλών“. b(BE3E4) | ||
7197b | ex. | 〈δίηται:〉 †πορεύηται. Til | |
7198a1 | Did. | Did. | οὐδέ τ’ ἀϊδρείῃ: διὰ τοῦ τι εἶχον αἱ Ἀριστάρχου. ἡ δὲ Ἀριστοφάνους „οὐδὲ μὲν ἰδρείῃ“. | ἠθέτηντο δὲ καὶ παρὰ Ἀρι‐ στοφάνει καὶ Ζηνοδότῳ. A | |
7198a2 | οὐδέ τ’ ἀϊδρείῃ: „οὐδέ τι ἰδρείῃ“. παρὰ Ἀριστοφάνει „οὐδὲ μὲν ἰδρείῃ“. | ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνο‐ δότῳ. T | ||
7198b | ex. | ἀϊδρείῃ: τῇ πολυπειρίᾳ, ἐπιτάσει τοῦ α. b(BE3E4) | |
7198c1 | Hrd. | {ἐπεὶ οὐδ’} ἐμέ: ἐν ὀρθῇ τάσει ἀναγνωστέον, ἵνα ᾖ ἀντι‐ | |
διαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα. A | |||
7198c2 | ἡ παράδοσις ὀρθοτονεῖ τὴν ἐμέ. Tt | ||
7198c3 | τὴν δὲ ἐμέ ὁ Ἡρωδιανὸς (cf. 2,58,37) εὐλόγως ὤξυνεν. b(BE3E4) | ||
7198d | ex.(?) | 〈νήϊδα:〉 δειλόν. Til | |
7199a | ex. | ἔλπομαι ἐν Σαλαμῖνι: καλῶς τὴν ἐκ παιδείας ἀρετὴν τῇ θρεψαμένῃ περιάπτει b(BCE3E4)T πατρίδι· καὶ τοῦτο γὰρ Ἑλ‐ ληνικὸν καὶ φιλοδίκαιον. b(BCE3E4) | |
7199b | Hrd. | γενέσθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι σπονδειακόν ἐστιν, ἀλλ’ ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος, λέγω δὲ τοῦ τετραφέμεν τε, ὡς καὶ ἐν τῇ τ τῆς Ὀδυσσείας (sc. 320) παραλό‐ γως ἐνεκλίναμεν ἐν τῷ „ἠῶθεν δὲ μάλ’ ἦρι λοέσσαί τε χρῖσαί τε“, ἵνα | |
5 | μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. A | ||
7202a | Ariston. | {ζεῦ πάτερ} Ἴδηθεν: ὅτι τὸ θεν παρέλκει νῦν· ἔστι γὰρ ἀντὶ τοῦ Ἴδης. A | |
7202b | ex. | Ἴδηθεν μεδέων: καλῶς †ἐγχωρίως† καλεῖ τὸν θεόν, ἐν ᾗ καὶ ἀγωνίζονται, ἵνα μὴ παρὰ μόνοις Τρωσὶ τιμώμενος ἐναντίος εἴη Αἴαντι. b(BCE3E4)T | |
7.204 | ex. | εἰ δὲ καὶ Ἕκτορά 〈περ〉 φιλέεις: θέλων αὐτοὺς ἐπ’ ἴσης διαλλάξαι ὁ ποιητὴς οὐ συνίστησιν ἐν τῇ εὐχῇ. b(BCE3E4)T | |
7208a | ex. | σεύατ’ ἔπειθ’ 〈οἷός τε πελώριος ἔρχεται Ἄρησ〉: ἐκτείνει τὰς συλλαβάς, τὸ σχῆμα τῆς ὄψεως καὶ τῆς πορείας δηλῶν. b (BCE3E4)T | |
7208b | ex. | οἷός τε πελώριοσ〈—〉Ἄρης: ἤδη προεπαίρει τὸν Αἴαντα καὶ τὴν ἔκβασιν ὑποφαίνει. καὶ ἀπήρκει μὲν μέχρι τούτου τὸ τῆς εἰκόνος, προσφιλοτιμεῖται δὲ ὁ ποιητὴς τὰ λοιπά (sc. Η 209 | |
—10). b(BCE3E4)T | |||
7.210 | ex. | 〈ἔριδος μένεϊ:〉 περιφραστικῶς ἔριδι. Aint Til | |
7212a | ex. | μειδιόων βλοσυροῖσι 〈προσώπασι〉: οἷον ἥμερόν τι καὶ γενναῖον ἔχων τὸ πρόσωπον. b(BE3E4)T | |
7212b | ex. | μειδιόων: πολλὰ τεκμήρια τῆς τοῦ Αἴαντος γενναιότη‐ τος· καὶ λαχὼν γὰρ ἥσθη, πλησίον δὲ ὢν τοῦ δεινοῦ μειδιᾷ, οὐ γελᾷ· τὸ μὲν γὰρ γελᾶν θρασύτητος ἄφρονος, τὸ δὲ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον, b(BCE3E4)T ἐκ‐ | |
5 | πλῆττον Ἕκτορα, θρασῦνον δὲ τοὺς φίλους. b(BE3E4)T | ||
7212c | ex. | ex. | προσώπασι: ἀπὸ τῆς πρόσωπα b(BCE3E4)Til εὐ‐ θείας Αἰολικῶς προσώπατα καὶ προσώπασιν. b(BCE3E4) | εὖ τὸ πληθυντικῶς προσώπασι· σμικρύνει γὰρ τὸ πρόσωπον καὶ ἀπο‐ στενοῖ δειλία, χαρὰ δὲ πληθύνει τε καὶ διαχέει. b(BCE3E4)T | |
5 | D | 〈προσώπασι:〉 ἀντὶ τοῦ προσώπῳ. Aim | |
7213a | ex. | μακρὰ βιβάς: ἡ κίνησις τοῦ σώματος ἐμφαίνει τὸ θρασὺ τῆς ψυχῆς. τῶν δὲ δειλῶν „μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει“ (Ν 281). b(BCE3E4)T | |
7213b | Did. | 〈βιβάς:〉 οὕτως Ἀρίσταρχος βιβάς. Aint | |
7214a | Did. | 〈τὸν δὲ καὶ Ἀργεῖοι μέγ’ ἐγήθεον:〉 Ἀρίσταρχος „τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον“. Aim | |
7214b | ex. | Ἀργεῖοι μέγ’ ἐγήθεον: ἣν ὁ ποιητὴς ἔχει διάθεσιν, καὶ τοῖς †πρώτοις† περιάπτει. ἀπὸ δὲ τῆς τῶν ὁρώντων διαθέσεως τὸν | |
ἔπαινον τοῦ ὁρωμένου ηὔξησεν. b(BCE3E4)T | |||
7.215 | ex. | Τρῶας δὲ τρόμος αἰνός: οὐ μόνος ὁ κινδυνεύων ἔτρεμεν, ἀλλὰ καὶ οἱ λοιποί. b(BCE3E4)T ταῦτα δὲ λέγει ὁ ποιητὴς με‐ γαλύνων Αἴαντα. T | |
7.216 | ex. | Ἕκτορι δ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν: τὴν κίνησιν καὶ ἀγωνίαν τῆς διανοίας ὑπέγραψε, τῶν δὲ σημείων τῆς δει‐ λίας οὐδὲν παρέλαβεν ὡς ἐπὶ τοῦ Ἀλεξάνδρου „ὦχρός τέ μιν εἷλε πα‐ ρειάσ“ (Γ 35) καὶ ἐπὶ τοῦ Δόλωνος „ὑπὸ δ’ ἔτρεμε γυῖα“ (Κ 390), | |
5 | ἀλλὰ μόνον τὴν ἀγωνίαν· περὶ γὰρ ἀξιοπίστου προσώπου ἐστὶν ὁ λόγος αὐτῷ. b(BCE3E4)T | ||
7.217 | ex. | ἀλλ’ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι: ὡς, εἴγε δυνατὸν ἦν, κἂν ἔφυγεν. ταῦτα δὲ καὶ περὶ τοῦ Ἴρου νόει (cf. ς 75—88). b (BE3E4)T | |
7.218 | ex. | χάρμῃ: κατ’ εὐφημισμόν, ἢ παρὰ τὸ κείρω κάρμη, ἢ παρὰ τὸ χαράσσεσθαι τὰ δόρατα. T | |
7219a1 | ex. | Αἴας δ’ ἐγγύθεν ἦλθε: ὅτι οὐ περιμένει τὸν προκαλε‐ σάμενον. T | |
7219a2 | γενναῖος γὰρ ὢν οὐ μένει τὸν προκαλεσάμενον. b(BCE3 E4) | ||
7220a1 | ex. | ὅ οἱ Τυχίος κάμε τεύχων: δόξαν ἡμῖν ἀληθείας ἐμποιῆ‐ σαι θέλων τὸν τρόπον τῆς παρασκευῆς, τὸν τεχνίτην, τὴν πόλιν φη‐ | |
σίν. πηρωθεὶς δὲ ἐκ Κολοφῶνος μετῳκίζετο εἰς Σμύρναν· μετὰ δὲ βίου ζήτησιν εἰς Κύμην μετοικιζόμενος †ἐλθεῖν εἰς Νέον τεῖχος, ὅπερ ἦν ἀποι‐ | |||
5 | κία Κυμαίων, ὅπου μεταλαβὼν τῆς τοῦ σκυτέως Τυχίου φιλοφροσύνης ταῦτα περὶ αὐτοῦ φησιν· ὁπότε γὰρ περὶ ἥρωος δημιουργοῦ λέγει, ἱκανὸν προσθεῖναι καὶ μόνον τὸ ὄνομα, „ὅν ποτε τέκτων / ποίης’ Ἰκμάλιοσ“ (τ 56—7). †πολλῆι τε αὐτοῦ ἀριστεία μετῆλθεν ἀφικνεῖ‐ σθαι πρὸς αὐτὸν καὶ τοῦ φοροῦντος σπουδῆ†, ὃς ἐκ Σαλαμῖνος ἧκεν εἰς | ||
10 | Βοιωτίαν πρὸς τὸν ἄριστον ὁπλοποιόν. T | ||
7220a2 | δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι θέλων τὸν τρόπον τῆς κατασκευῆς καὶ τὸν τεχνίτην καὶ τὴν πόλιν ὑπέγραψε, καὶ μαρτυρεῖ αὐτῷ ὡς τῶν ἄλλων τεχνιτῶν ἐν τεχνητοῖς ἀρίστῳ. b(BCE3E4) | ||
7.221 | Ariston. | {σκτυτοτόμων ὄχ’ ἄριστος} Ὕλῃ {ἐνιοικία ναίων}: ὅτι ἐν‐ ταῦθα συνεσταλμένως, ἐν δὲ τῷ Καταλόγῳ (Β 500) ἐκτεταμένως „ἠδ’ Ὕλην καὶ Πετεῶνα“. A | |
7222a1 | ex. | σάκος αἰόλον: ποικίλον· διὸ „κάμε τεύχων“ (Η 220). ἢ εὐκίνητον. ἢ αἰόλον ἀντὶ τοῦ αἰόλως. T | |
7222a2 | ποικίλον· διὸ καὶ τὸ „τεύχων“ πρόσκειται· δηλοῖ γὰρ τὸ καλλωπίζων. b(BCE3E4) | ||
7225a1 | ex. | 〈ἀπειλήσας δὲ προσηύδα:〉 νωθὴς μέν ἐστι, κινηθεὶς δὲ ὀργὴν ἐνδείκνυται, ἀφ’ ἧς αὐτῷ καὶ ἡ κίνησις· εὐμεγέθης γὰρ ὢν κινεῖσθαι οὐ δύναται. τὴν ὀργὴν δὲ καὶ πρὸ τῶν λόγων τῷ σχήματι ἐπεδείξατο. b(BCE3E4) | |
7225a2 | ἀπειλήσας δὲ προσηύδα: νωθής ἐστι, κινηθεὶς δὲ ἐν‐ | ||
δείκνυται ὀργήν. τὴν δὲ καὶ πρὸ τῶν λόγων ἀπέδειξε τῷ σχήματι. T | |||
7226-7 | ex. | εἴσεαι οἰόθεν οἶος, 〈/ οἷοι—μετέασι〉: οὐκ εἶπεν γνώσῃ οἷός εἰμι, κοινοποιεῖται δὲ ἅπαντα τοῖς φίλοις καὶ ἕνα ἐκ πολ‐ λῶν ἑαυτόν φησιν· οὐχ οἷος Ἕκτωρ „οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστε‐ ρά“ (Η 238). b(BCE3E4)T | |
7228-9 | ex. | καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα〈— /〉. ἀλλ’ ὁ μὲν ἐν νήεσσι: ἐπίτηδες καταπλήττει τὸν πολέμιον τῇ τοῦ κρείττο‐ νος προσδοκίᾳ, ὅπως μὴ εὔελπις ᾖ οἰόμενος τεθνάναι Ἀχιλλέα ἢ ἀπο‐ πεπλευκέναι. b(BCE3E4)T | |
7.228 | ex. | ῥηξήνορα: τὸν ῥηγνύντα—ἠνορέῃ δυνάμενον του‐ τέστι τῇ ἀνδρείᾳ. A | |
7.230 | Did.(?) | 〈ἀπομηνίσας:〉 Ἀρίσταρχος „ἐπιμηνίσασ“. Til | |
7231a1 | ex. | 〈τοῖοι:〉 οἱ Γλωσσογράφοι τὸ τοῖοι ἀντὶ τοῦ ἀγαθοί· ὅθεν καὶ Καλλίμαχος τῷ „τοῖον †ἀεὶ“ κέχρηται (fr. 627). b(BCE3E4) | |
7231a2 | ἀγαθοί. Til | ||
7.232 | ex. | ἀλλ’ ἄρχε μάχης: βραδὺς γὰρ καὶ δεύτερος ὁ Αἴας ἀεί. ἅμα δὲ εὐτελίζει τὸ προπετές. ἢ καὶ αὐτὸν εὐτελίζων τοῦτό φησιν εἰρωνικῶς, b(BCE3E4)T ὡς καὶ αὐτὸς „ἠΰτε παιδὸς ἀφαυροῦ“ (Η 235) φησίν, ἢ ἵνα πλεονεκτῇ κἀν τούτῳ ὁ Ἕκτωρ. T | |
7.235 | ex. | μή τί μευ ἠΰτε παιδός: συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι μεμφόμε‐ νος καὶ καταπλήττων αὐτὸν ἄρχειν ἐκέλευε τῆς μάχης. b(BCE3E4)T | |
7238a1 | ex. | οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστερά: ὁ Κάσ〈σ〉ιος δεξιά μὲν τὸ διώκειν, ἀριστερά δὲ τὸ φεύγειν· καὶ Ἀχιλλεὺς γάρ, | |
φησί, „ποδώκησ“ (Σ 234 al.) καὶ „ποδάρκησ“ (Α 121 al.). T | |||
7238a2 | δεξιά μὲν τὸ †φεύγειν†, ἀριστερά δὲ τὸ †διώκειν. b (BCE3E4) | ||
7238b | ex. | D | νωμῆσαι βῶν: τοῦτο ἐξήγησίς ἐστι τοῦ„ σακέσπαλοσ“ (Ε 126). | βῶν δὲ ἀντὶ τοῦ †ἀσπίδος. T | |
7238c1 | Did. | βῶν: οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν. ἡ Ἀριστο‐ φάνους „βοῦν“. τινὲς δὲ ἔξω τοῦ ν „βῶ“, καὶ μήποτε πιθανῶς, ἀντὶ τοῦ βόα. A | |
7238c2 | βῶν {ἀζαλέην}: αἱ Ἀριστάρχου βῶν. ἡ Ἀριστοφάνους „βοῦν“. ἡ Ῥιανοῦ (deest M.) „βῶ“, ὡς βορέαο „βορέω ὑπ’ ἰωγῇ“ (ξ 533). ἐν τοῖς παλαιοῖς ἐγέγραπτο ΒΟΝ, ὅπερ οὐκ ἐνόησαν οἱ διορ‐ θωταί. T | ||
7238d | Did. | D | 〈βῶν:〉 οὕτως Ἀρίσταρχος βῶν | ἀντὶ τοῦ ἀσπίδα. Aim | |
D | βῶν: βοῦν Δωρικῶς τὴν ἀσπίδα—τῷ ὅπλῳ. A | ||
7239a | Ariston. | ἀζαλέην: ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει „βῶν“ (Η 238) διὰ τὸ ἐκ βοείων εἶναι δερμάτων· καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον ἐπήνεγκεν τό μοί ἐστι πρὸς τὸ σημαινόμενον. τὸ δὲ ταλαύρινον παρῆκται, εὔτολμον· οὐ γὰρ ἡ ῥινὸς ἔγκειται, ὡς ᾠήθησάν τινες. A | |
7239b | ex. | τό μοί ἐστι ταλαύρινον: τὸ σάκος· πρὸς γὰρ τὸ συνώ‐ νυμον ἀπήντησεν, ὡς „νεφέλη δέ μιν 〈ἀμφιβέβηκε / κυανέη·〉 τὸ μὲν οὔποτε“ (μ 74—5). T | |
7.240 | Did. | 〈ἐπαΐξαι:〉 γράφεται καὶ „ἐπαΐσσειν“. AimTil | |
7241a1 | Did. | 〈δηΐῳ:〉 Ἀρίσταρχος σὺν τῷ ν „δηΐων“ πληθυντικῶς. Aim | |
7241a2 | δηΐῳ μέλπεσθαι: αἱ Ἀριστάρχου „δηΐων μέλπεσθαι“. T | ||
7241b | ex. | 〈μέλπεσθαι:〉 ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλε‐ μος. πολλὴν δὲ εὐχέρειαν ἐμφαίνει τῶν δεινῶν. b(BCE3E4)T | |
D | μέλπεσθαι: κυρίως μὲν παίζειν—μάχην. A | ||
7242-3a1 | ex. | ἀλλ’ οὐ γάρ σε θέλω βαλέειν〈— /〉 λάθρῃ: καίτοι πάντα τρόπον μάχης εἰδώς· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰ‐ σχρά. T | |
7242-3a2 | καίτοι πάντα τρόπον μάχης εἰδώς, φησίν, οὐ θέλω σε λά‐ θρα βαλεῖν· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά. b(BCE3E4) | ||
7242a1 | ex. | 〈τοιοῦτον:〉 ἠθικῶς, μέγαν τε ὁρῶν καὶ θαυμαστόν. Til | |
7242a2 | ἠθικὸν δέ ἐστι καὶ τὸ τοιοῦτον, οἱονεὶ μέγαν καὶ θαυ‐ μαστόν. b(BCE3E4) | ||
7.246 | ex.(?) | 〈ἀκρότατον:〉 ἄκρον. Til | |
7247-8a1 | ex. | ἓξ δὲ διὰ πτύχας ἦλθε〈— / ἐν τῇ δ’ ἑβδο‐ μάτῃ ῥινῷ σχέτο〉: συναριθμουμένου τοῦ χαλκοῦ τῇ ἑβδόμῃ, ἥτις ἦν ῥινός, ἢ μιᾶς παραλειπομένης. T | |
7247-8a2 | ἢ καὶ τὸν χαλκὸν συναριθμήσεις, ἵνα καὶ αὐτός ἐστιν ἡ ἑβδόμη ῥινός, ἢ ὄγδοον αὐτὸν λάβῃς· ὃ καὶ ἄμεινον. b(BCE3E4) | ||
7.252 | ex. | ἠρήρειστο: ἐτράχυνε τὰς συλλαβάς, τὴν βίαν τῆς εἰσόδου δηλῶν. b(BCE3E4)T | |
7255a | Ariston. | τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα: ὅτι κυρίως ἔγχη τὰ δόρατα, οὐχ ὥς τινες τὰ ξίφη. λέγει δὲ τὰ ἐνεχόμενα ταῖς ἀσπίσι〈ν〉, | |
ἃ προήκαντο. A | |||
7255b | Nic. | 〈τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα χερσὶν ἅμ’ ἄμφω:〉 ἐπὶ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον. Aim | |
7255c | ex. | τὼ δ’ ἐκσπασ〈σ〉αμένω δολίχ’ ἔγχεα: τὸ ἴδιον ἑκάτε‐ ρος ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος. b(BCE3E4)T | |
7256-7 | Did. | Ap. H. | {τῶι δ’ ἑκσπασσαμένω} σύν ῥ’ ἔπεσον 〈λείουσιν ἐοικότες ὠμοφάγοισιν /〉 ἢ συσὶ κάπροισιν: τοὺς στίχους τού‐ τους οὐ προσίενται ἔνιοι, ὥσπερ οὐδὲ Ζηνόδοτος, ἀλλὰ τὸ τῆς συνε‐ πείας οὕτως ἔχει παρ’ αὐτῷ, | ὥσπερ καὶ ὁ Ἀριστόνικος (p. 132 | |
5 | Friedl.) ἐκτίθησιν, ἣν περιττὸν ἐνομίσαμεν γράψαι. A | ||
7.258 | ex. | Πριαμίδης μὲν〈—〉σάκος: ἐνάρχεται πάλιν, οὐκ ἂν οἶμαι ἀμβλυνθείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ. b(BCE3E4)T | |
7.259 | Did. | 〈χαλκόν:〉 Ἀρίσταρχος διὰ τοῦ ς „χαλκόσ“. Aim | |
7.261 | ex. | στυφέλιξε δέ μιν μεμαῶτα: εἰς τοὔμπροσθεν ὁρμῶντα ἔστησε καὶ εἴλησεν. b(BCE3E4)T | |
7.262 | ex. | τμήδην αὐχέν’ ἐπῆλθε: φυλάσσει μὲν Ἕκτορα τῇ ὑπο‐ θέσει, τὴν δὲ καιρίαν Αἴαντι δωρεῖται ἐπὶ τὸ ἐπικίνδυνον φέρων τὴν ὑπόθεσιν. b(BCE3E4)T | |
7.263 | ex. | ἀλλ’ οὐδ’ ὣς ἀπέληγε: Αἴαντα ἐπιτείνει, τὸ πρόθυμον τοῦ Ἕκτορος αὔξων. b(BCE3E4)T | |
7.264 | ex. | ἀλλ’ ἀναχασσάμενος 〈λίθον εἵλετο〉: ἡττώμενος ἐν τῇ συστάδην μετάγει τὴν μάχην ὡς πρὸς ἄτρωτον ἢ βαρύοπλον πολε‐ μῶν. b(BCE3E4)T | |
7.265 | ex. | μέλανα τρηχύν τε: τραχύν· τοῦτο συμβαίνει τοῖς μέλα‐ σιν. T | |
7.269 | ex. | ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον: συνεπέδωκεν ὅλον τὸ σῶμα | |
τῇ βολῇ, καὶ πάσῃ δυνάμει ἐχρήσατο. b(BCE3E4)T | |||
7.270 | ex. | εἴσω δ’ ἀσπίδ’ ἔαξε: ἐπὶ μὲν Ἕκτορος τὸ ἀσθενὲς τῆς βο‐ λῆς δηλῶν „περιήχησεν“ (Η 267) εἶπεν, ὡσὰν μηδὲ τοῦ ὀμφαλοῦ θλασθέντος· ἐπὶ δὲ Αἴαντος οὕτω κατέαξε τὴν ἀσπίδα ὡς καὶ πεσεῖν Ἕκτορα. b(BCE3E4)T | |
7271-2a1 | ex. | 〈ὁ δ’ ὕπτιος ἐξετανύσθη / ἀσπίδι ἐγχριμφθείς:〉 οὐκ εἶπεν ὑπὸ λίθου, ἀλλὰ καὶ ὑπὸ τῆς ἀσπίδος· συνῶσε γὰρ αὐτὴν ἐπ’ αὐτὸν ἡ βολή. b(BCE3E4) | |
7271-2a2 | {βλάψε δέ οἱ φίλα γούναθ’:} οὐκ εἶπεν ὑπὸ τοῦ λίθου, ἀλλὰ καὶ τῆς βολῆς συνωσάσης ἐπ’ αὐτὸν τὴν ἀσπίδα. T | ||
7272a | Did. | 〈ἀσπίδι ἐγχριμφθείς:〉 Ἀρίσταρχος „ἀσπίδ’ ἐνιχριμ‐ φθείσ“. Aim | |
7272b | Did. | τὸν δ’ αἶψ’ ὤρθωσεν Ἀπόλλων: οὕτως Ἀρίσταρχος, οὐκ „ἄψ“· χρεία γὰρ τάχους πρὸς τὴν σωτηρίαν. παρῆν δὲ „φηγῷ ἐφ’ ὑψηλῇ“ (Η 60). T | |
7273a | Ariston. | καί νύ κε 〈δὴ ξιφέεσσ’〉: ὅτι ἀρτίως ἐπὶ 〈τὸ〉 τοῖς ξίφεσι χρῆσθαι ἐληλύθασιν. ὅταν δὲ λέγῃ „τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα“ (Η 255), τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο. A | |
7273b | ex. | Hrd. | καί νύ κε δὴ ξιφέ〈ε〉σς’ αὐτοσχεδὸν 〈οὐτάζοντο〉: τοῦτο γὰρ ἔλειπεν. T | τὸ δὲ αὐτοσχεδόν ὀξυντέον· τὰ γὰρ εἰς δον ἐπιρρήματα ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον. b(BCE3)T | |
7274-5 | ex. | εἰ μὴ κήρυκεσ〈— /〉 ἦλθον: οἰκονομικῶς σῶσαι θέ‐ λων τὸν Ἕκτορα τῇ ποιήσει διαλύει τὴν μάχην. b(BCE3E4)T | |
7276a | Ariston. | 〈Ταλθύβιός τε καὶ Ἰδαῖος:〉 ὅτι πρὸς τὸ δεύτερον πρῶ‐ τον· ὁ γὰρ Ταλθύβιός ἐστιν Ἀχαϊκός. Aim | |
7276b | ex. | Ταλθύβιός τε καὶ Ἰδαῖος: ὁ μὲν Ἰδαῖος εἰκότως προσ‐ έρχεται τὸν Ἕκτορα σώσων κινδυνεύοντα, ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν | |
νίκην τοῦ Αἴαντος παραιρούμενος. ἀλλ’ οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα (ἐπὶ ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει), ἔτι τε καὶ τὸν | |||
5 | Ἕκτορα ὁρῶν ὑπὸ θεῶν βοηθούμενον· καὶ διὰ τὸ τῆς νυκτὸς κατά‐ στημα, ἔνθα τύχης οὐ τέχνης κρίσις. ἀπὸ ἴσου †γὰρ† ὁρμῶνται. A b (BCE3E4)T | ||
7276c | ex. | 〈Ταλθύβιός τε καὶ Ἰδαῖος:〉 κατὰ τὸ σιωπώμενον οἱ ἡγεμόνες αὐτοὺς πέμπουσιν. b(BCE3E4)Til | |
7.278 | ex. | 〈κῆρυξ Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς:〉 ἠτυμολόγη‐ ται ὁ Ἰδαῖος· δεῖ δὲ συνετὸν εἶναι τὸν κήρυκα. Til | |
7.279 | ex. | μηκέτι, παῖδε φίλω: ὁ μὲν σεμνοποιῶν τὰ καθ’ ἑαυτὸν παῖδε φίλω φησίν, ὁ δὲ Αἴας ἐξ ὀνόματος „Ἰδαῖε“ (Η 284). b(BCE3 E4)T | |
7.281 | ex. | ἄμφω δ’ αἰχμητά: ἴσους ἔφησεν αὐτούς, τὴν τοῦ Ἕκτορος ἧτταν ἐπικαλύπτων. b(BCE3E4)T | |
7282a | Ariston. | νὺξ δ’ ἤδη τελέθει· 〈ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι〉: ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς (sc. Η 293) μετενήνεκται· ὁ μὲν γὰρ κῆρυξ αἰτίαν λέγει, δι’ ἣν οὐ πολεμητέον, ὁ δὲ Ἕκτωρ ἑαυτὸν μετὰ προφά‐ σεως μὴ συλλυέτω. A | |
7282b | ex. | νὺξ ἤδη τελέθει: εὐπροσώπως, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ. τὸ δὲ τελέθει ἀντὶ τοῦ γίνεται, ἀρ[χὴν] λαμβάνει ἡ νύξ, τέ‐ λει[ος] ἐγένετο νύξ. T | |
7282c | Hrd. | πιθέσθαι: παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόρι‐ | |
στος. A | |||
7.284 | ex. | Ἕκτορα ταῦτα κελεύε〈τε μυθήσασθαι〉: πρᾴου μὲν τὸ ἦθος· οὐ γὰρ προσφιλονεικεῖ κρατῶν τῇ μάχῃ· συνετοῦ δέ, ὅτι μὴ εὐθέως τῷ κήρυκι συνεχώρησεν, ἵνα μὴ ἄσμενος δοκῇ τὴν διάλυσιν προσίεσθαι, b(BCE3E4)T ἀλλὰ τὸν προκαλεσάμενον ᾠήθη δεῖν | |
5 | περὶ διαλύσεως ποιεῖσθαι τοὺς λόγους. ἀξιόπιστον δὲ ἑαυτῷ πορίζει νίκην· τὸ μὲν γὰρ φονεύειν κοινόν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι καὶ ἀπαγορεύσαντα ἐᾶσαι ἀξιόπιστον· διό φησι „καὶ πινυτήν“ (Η 289) καὶ νῦν ἐγκωμιάζει, ὑπογύως τῆς ἀρετῆς αὐτοῦ πειραθεὶς καὶ πρὸς ἀπαλλαγὴν ὑποθωπεύων. ἡνίκα δὲ ὑπὸ τῆς τύχης ἐπῆρτο, „Αἶαν | ||
10 | ἁμαρτοεπέσ“ φησιν (Ν 824). b(BE3E4)T ἀντὶ δὲ τοῦ ἐπιταφίου εἰκόνα ἀνιεροῖ Αἴαντι ὁ ποιητής. T | ||
7.285 | Did.(?) | 〈αὐτὸς γάρ:〉 ἐν ἄλλῳ „οὗτος γάρ“. Aim | |
7.286 | ex.(?) | 〈ᾗπερ ἄν:〉 ὥσπερ ἄν. Til | |
7289a | Hrd. | Nic. | καὶ πινυτήν, περὶ δ’ ἔγχει 〈Ἀχαιῶν φέρτατός ἐσσι〉: Ἀρίσταρχος 〈πινυτήν〉 ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. | ὑποστικτέον πινυτήν, ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ· ἢ ὑποστικτέον καὶ κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα γένηται ἀνταπόδοσις | |
5 | αὕτη, „νῦν μὲν παυσώμεσθα“ (Η 290). A | ||
7289b | Nic. | ex. | καὶ πινυτήν〈—ἐσσι〉: ὑποστικτέον εἰς τὸ πινυ‐ τήν ἢ εἰς τὸ ἐσσί. b(BCE3E4)T | καλῶς δὲ τὸ Ἀχαιῶν, ἵνα μὴ καὶ ἑαυτὸν συμπεριλάβῃ· ἀλαζὼν γάρ ἐστι καὶ οὐδὲ ὑπὸ τοῦ ἀρίστου πλεονεκτεῖσθαι θέλει. b(BCE3E4) ἢ μᾶλλον· οὐ μόνον ἐμοῦ ἐσσι | |
5 | κρείττων, ἀλλὰ καὶ τῶν ἄλλων Ἀχαιῶν. b(BE3E4) | ||
7.290 | Did.(?) | 〈νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος:〉 ἐν ἄλλῳ | |
„νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα“ (= Η 29). Aim | |||
7290-1a1 | ex. | νῦν μὲν παυσώμεσθα〈— /〉 σήμερον: καλῶς προσέθηκε σήμερον, ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστιν. T | |
7290-1a2 | ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστι, διὰ τοῦτο καὶ τὸ σήμερον προστέθειται. b(BCE3E4) | ||
7.292 | ex. | 〈δώῃ δ’ ἑτέροισί γε νίκην:〉 ἐντέχνως b(BCE3E4)Til ἑαυτὸν τῆς νίκης ὑπεξίστησιν, b(BCE3E4) ὡς νῦν μὴ νικηθείς. b(BCE3E4)Til | |
7293a | Ariston. | 〈νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:〉 ὅτι ἀπὸ τοῦ λόγου τοῦ κήρυκος (sc. Η 282) μετενήνεκται. Aim | |
7293b | ex. | 〈νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:〉 εὐπροσώπως καὶ τοῦτο, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ. b(BCE3E4) | |
7293c | Hrd. | πιθέσθαι: παροξυντέον· μέσου γάρ ἐστι δευτέρου ἀο‐ ρίστου, b(BE3)T ἀντὶ τοῦ πεισθῆναι. T | |
7295a | Ariston. | σούς τε μάλιστα ἔτας 〈καὶ ἑταίρους, οἵ τοι ἔασιν〉: ἀθετεῖται ὡς καθαιρῶν τὰ προειρημένα „ὡς σύ τ’ ἐϋφρήνῃς πάντασ“ (Η 294). ἔχει δὲ καὶ διλογίαν ἔτας καὶ ἑταίρους. A | |
7295b | ex. | σούς τε μάλιστα ἔτας: καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη· πολλοὺς γὰρ εἶχεν ἀντιζήλους, οἳ συνανέστησαν αὐτῷ κληρωσόμενοι. εὐφρανεῖς οὖν πάντας μέν, φησίν, ἐπεὶ δὲ διαφθονοῦνται τοῖς ἀρίστοις οἱ ἄριστοι, ἀλλά γε τοὺς σοὺς ἑταίρους. Ἕκτωρ δὲ ἀντίζηλον οὐκ | |
5 | ἔχει. b(BCE3E4)T ἔται δὲ λέγονται οἱ συνήθεις παρὰ τὸ ἦθος. T | ||
7298a | Ariston. | {αἵ τε μοι εὐχόμεναι} θεῖον δύσονται ἀγῶνα: ὅτι οὕ‐ τως τὴν ἄγυριν καὶ συναγωγὴν τῶν θεῶν διὰ τὸ πολλῶν θεῶν ἐν ταὐ‐ | |
τῷ εἶναι ἀγάλματα. A | |||
7298b | ex. | θεῖον δύσονται ἀγῶνα: τὰ ἱερά, ἔνθα οἱ θεοὶ αὐλίζονται, διὰ τὰ ἀγάλματα. b(BCE3E4)T | |
7298c1 | Did.(?) | 〈δύσονται:〉 ἔν τισι „δύνονται“, οὐκ ὀρθῶς. Til | |
7298c2 | rec. | γράφεται δὲ καὶ „θύονται“, ὡς Ἡρωδιανός· οὕτω γὰρ ἄμεινον. b(BCE3E4) | |
7.299 | ex. | δῶρα δ’ ἄγ’ ἀλλήλοισι: ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι, καὶ ἐπαγόμενος τὴν φιλίαν Αἴαντος. b(BCE3E4)T | |
7.301 | ex.(?) | 〈ἦ:〉 τὸ ἦ ἀντὶ τοῦ καί. Til | |
7.302 | ex. | ἀρθμήσαντε: ἁρμοσθέντες καὶ συμβιβασθέντες. b(BCE3)T | |
7303a | Ariston. | δῶκε ξίφος: σημειοῦνταί τινες ὅτι ἀφώπλισεν ἑαυτὸν δοὺς τὸ ξίφος ὁ Ἕκτωρ. A | |
7303b | ex. | δῶκε ξίφος ἀργυρόηλον: ὁ μὲν ἀφρόνως ἄοπλον ἑαυ‐ τὸν ἐκδίδωσιν, ὁ δὲ ὅμως καὶ προπαρασπονδησάντων Τρώων οὐδὲν εἰς αὐτὸν πλημμελεῖ. b(BCE3E4)T ἄλλως τε ἐπεποίθει ὁ Ἕ‐ κτωρ μηδὲν πείσεσθαι· „οὐ γάρ πώ τοι μοῖρα θανεῖν“ (Η 52) ἤκου‐ | |
5 | σεν. b(BCE3E4) | ||
7304a | ex. | σὺν κολεῷ τε φέρων: οὐ περιττὸν τὸ ἔπος, ἀλλ’ ἐπειδὴ ἐσπασμένον ἦν τὸ ξίφος, b(BCE3E4)T ἵνα μὴ μόνον νοοῖμεν αὐτό. b(BCE3E4) ἀναφορεὺς δὲ μαχαίρας ἢ ἀσπίδος 〈ὁ τελαμών〉. T | |
7304b | Did. | 〈ἐϋτμήτῳ:〉 Ἀρίσταρχος διὰ τοῦ κ „ἐϋκμήτῳ“. AimTil | |
7305a | ex. | Αἴας 〈δὲ〉 ζωστῆρα: οὐκ ὠφέλιμος τῷ πολεμίῳ ἡ δωρεά· ἐπάγει γὰρ „τὼ δὲ διακρινθέντεσ“ (Η 306). T | |
7305b | Ariston. | φοίνικι φαεινόν: ὅτι ἀντὶ τοῦ φοινικῷ ἄνθει πεφωτι‐ | |
σμένον, 〈ὅ〉 ἐστι κεχρωτισμένον. A | |||
7306-7a | Ariston. | τὼ δὲ διακρινθέντε 〈ὁ μὲν—ὁ δέ: ὅτι〉 οὕτως εἴρηκεν ἀντὶ τοῦ τῶν δὲ διακριθέντων ὁ μέν, ὁ δέ. καὶ ὅτι πρὸς τὸ δεύ‐ τερον πρότερον ἀπήντηκεν. A | |
7306-7b1 | ex. | 〈μετὰ λαὸν Ἀχαιῶν ...〉 ἐς Τρώων ὅμαδον: †κα‐ λὸν† καὶ ὅμαδον καλῶς διέστειλε· πανταχοῦ δὲ τὸ θορυβῶδες ὑποσημαίνει τῶν Τρώων. T | |
7306-7b2 | ἐπὶ μὲν Αἴαντος τὸ λαόν, ἐπὶ δὲ Ἕκτορος ὅμαδον φησὶ διαστείλας· ἀεὶ γὰρ θορυβώδεις αὐτοὺς ἐκδέχεται. b(BCE3E4) | ||
7307-8a1 | ex. | τοὶ δ’ ἐχάρησαν, / ὡς εἶδον ζῶόν τε 〈καὶ ἀρ‐ τεμέα προσιόντα〉: οἷον ἀνέλπιστον πρᾶγμα. καλῶς δὲ ἐπὶ μὲν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν. AT | |
7307-8a2 | καλῶς θαυμάζουσι καὶ χαίρουσιν ὡς ἀνέλπιστον πρᾶγμα ἰδόντες. ἐπὶ μὲν οὖν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν. b(BCE3E4) | ||
7310a1 | ex. | ἀελπτέοντες σόον εἶναι: μείζονα χαρὰν εἶχον, ὅτι ἐξ ἀπροσδοκήτου τὸν στρατηγὸν ἐδέξαντο. T | |
7310a2 | μείζων αὐτοῖς ἡ χαρά, ὅτι ἐξ ἀπροσδοκήτου τὸν στρατη‐ γὸν ἐδέξαντο. b(BCE3E4) | ||
7310b | D | ex.(?) | ἀελπτέοντες: οὐκ ἐλπίζοντες, | ἀλλ’ ἀπεγνωκότες. Aim | |
7312a | Ariston. | 〈εἰς Ἀγαμέμνονα:〉 ὅτι ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα. Aim | |
7312b | ex. | εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ: ὥς φαμεν εἰς διδασκάλου, κἂν μὴ ᾖ [ἐκ]εῖ ὁ διδάσκαλος. κεχαρηότα δὲ νίκῃ: T τέτρωται γὰρ καὶ πέπτωκεν Ἕκτωρ καὶ ἀπηγόρευσε τῇ | |
μάχῃ. b(BCE3E4)T | |||
7314a | Ariston. | 〈τοῖσι δέ:〉 ὅτι ὁ δέ περισσός. Aint | |
7314b | ex. | τοῖσι δὲ βοῦν ἱέρευσε: ἡ μὲν τιμὴ εἰς Δία γίνεται, ἡ δὲ χρεία τῶν κρεῶν εἰς τοὺς στρατιώτας. b(BCE3E4)T | |
7.319 | Ariston. | 〈πόνου:〉 ὅτι ἀντὶ τοῦ ἔργου. Aint | |
7.321 | ex. | νώτοισιν δ’ Αἴαντα: εὐτελῆ γὰρ τῆς ἀνδραγαθίας τὰ ἆθλα, ὡς κότινος καὶ σέλινον, τὰ δὲ τῆς πλεονεξίας χρυσὸς καὶ ἄργυρος. ἅμα δὲ διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα. b(BCE3E4)T | |
7.324 | ex. | τοῖς ὁ γέρων πάμπρωτος 〈ὑφαίνειν ἤρχετο μῆτιν〉: ὁ γέρων κατ’ ἐξοχὴν ὡς ὁ ποιητής· εἰς τοῦ[το] γὰρ ἐστράτευσεν, ἀγω‐ νιούμενος τῇ βουλῇ. T | |
7.325 | ex. | Νέστωρ, οὗ καὶ πρόσθεν 〈ἀρίστη φαίνετο βουλή〉: Ἀχιλλέα γὰρ †τὸ ὅσον ἐφ’ ἑαυτῷ χαλεπαίνοντα διήλλαξεν Ἀγα‐ μέμνονι καὶ τοὺς Ἕλληνας ὁρμῶντας εἰς τὰς πατρίδας ἐπέσχεν· καὶ περὶ διατάξεως ὑπέθετο „ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ“ (Β 363) καὶ | |
5 | τοὺς ἀριστέας ὀκνοῦντας εἰς τὴν πρὸς Ἕκτορα μάχην ἀνήγειρεν. b(BC E3E4)T | ||
7.327 | ex. | Ἀτρείδη τε καὶ ἄλλοι: καλῶς τὴν ἀρχὴν τῆς συμβου‐ λίας εἰς τὸν ἄρχοντα φέρει μηδὲ τοὺς ἄλλους παρείς. b(BCE3E4)T | |
7328a | ex. | πολλοὶ γὰρ τεθνᾶσι: προθυμοτέρους τοὺς ζῶντας ποιεῖ τῶν τεθνεώτων μεταποιούμενος· αἰσχρὸν γὰρ ἐδόκει τὸ μὴ ἀξιοῦσθαι ταφῆς. ἅμα δὲ καὶ διαναπαύειν θέλει τὸν ἀκροατὴν καὶ τειχοποιΐαν εἰσφέρειν. δῆλον δὲ ὡς ἑκάστοτε τὰς ἀναιρέσεις ἐποιοῦντο τῶν νε‐ | |
5 | κρῶν. b(BCE3E4)T | ||
7328b | Ariston. | 〈πολλοὶ γὰρ τεθνᾶσι:〉 ὅτι ἀπὸ τοῦ γάρ αἰτιώδους εἰσέβαλεν ἀρχαϊκῶς. Aim | |
7328c1 | ex. | πολλοὶ γὰρ τεθνᾶσι: εἴωθεν ἄρχεσθαι ἀπὸ †ἡλίου†· τὴν γὰρ αἰτίαν προτάσσει τοῦ πράγματος. ἐχρῆν δὲ τοὐναντίον ποι‐ εῖν. T | |
7328c2 | εἴωθεν ἀεὶ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, b(BCE3) τὴν αἰτίαν προτάσσων τοῦ πράγματος. b(BCE3E4) | ||
7330a | ex. | ἐσκέδας’ ὀξὺς Ἄρης: σκληρῶς καὶ ἐμφαντικῶς τοῦτό φησιν. T | |
7330b1 | Ariston. | ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον: ὅτι συμφώνως τῷ κατὰ τὴν ἀρχὴν τῆς Ἰλιάδος (Α 3) „πολλὰς δ’ ἰφθίμους ψυχάσ“· οὐκ ἄρα γραπτέον „κεφαλάσ“. A | |
7330b2 | ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον: ὅτι κἀκεῖ δεῖ γράφειν „πολλὰς δ’ ἰφθίμους ψυχάσ“, οὐ „κεφαλάσ“. T | ||
7.331 | ex. | 〈τῶ σὲ χρή:〉 τὸ σέ παρέλκει. Aim | |
7.332 | D(~) | 〈κυκλήσομεν:〉 ἐπ’ ἀμαξῶν κομίσομεν. Til | |
7.333 | Ariston. | 〈κατακείομεν:〉 ὅτι οἱ ἀρχαῖοι ἔκαιον τὰ σώματα. Aint | |
7334-5 | Ariston. | τυτθὸν ἀπὸ πρὸ νεῶν〈—γαῖαν〉: ἀθετοῦνται, ὅτι οὐ διὰ τοῦτο ἐκαίοντο, ὅπως τὰ ὀστᾶ κομίσωνται, ἀλλὰ συνη‐ θείᾳ· καὶ γὰρ οἱ ἐπὶ τῆς ἰδίας 〈πατρίδοσ〉 τελευτῶντες ἐκαίοντο. καθόλου οὖν οἶδεν πυρὶ καιομένους τοὺς πάλαι καὶ ἐνταῦθα τιθεμένους, ὅπου καὶ ἐτελεύ‐ | |
5 | τησαν. ἐναντιοῦνται δὲ καὶ τὰ ἑξῆς „τύμβον δ’ ἀμφὶ πυρήν / ἄκριτον ἐκ πεδίου“ (cf. Η 336—7), ἀδιαχώριστον, ἀδιάστατον, τουτέστι πο‐ | ||
λυάνδριον· πῶς οὖν ὥς κ’ ὀστέα παισὶν ἕκαστος (334); A | |||
7334a | Hrd. | ἀπὸ πρὸ νεῶν: τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό συντάσσηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A | |
7334b1 | ex. | {τυτθὸν} ἀπὸ πρὸ νεῶν: ἄπωθεν μὲν αὐτῶν, ἔμπροσθεν δέ. Ἀρίσταρχος ἀναστρέφει τὴν ἀπό, ἵνα σημαίνῃ τὸ ἄπωθεν, καὶ τὴν πρό πλεονάζουσαν κοιμίζει. ὁ δὲ Ἡρωδιανὸς (2,59,10) τῆς ἀπό φυλάσσει τὸν τόνον καὶ συντάσσει αὐτὴν †τῇ† νεῶν, τὴν δὲ | |
5 | πρό ὡς πλεονάζουσαν κοιμίζει. τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν. T | ||
7334b2 | ὁ Ἡρωδιανὸς τῆς ἀπό φυλάσσει τὸν τόνον καὶ συντάσσει αὐτὴν τῷ νεῶν· τὴν δὲ πρό ὡς πλεονάζουσαν †κομίζει†. τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν. ἢ ἡ ἀπό σημαίνει τὸ ἄποθεν, τὸ δὲ πρό νεῶν ἀντὶ τοῦ πλησίον, τουτέστι καύσομεν αὐτοὺς ὀλίγον | ||
5 | μὲν ἡμῶν ἄποθεν, πρὸ τῶν νεῶν δέ. b(BCE3E4) | ||
7.335 | ex. | οἴκαδ’ ἄγῃ: καὶ πῶς ἐν Ὀδυσσείᾳ φησίν· „ἀμφ’ αὐτοῖ‐ σ〈ι δ’〉 ἔπειτα μέγαν 〈καὶ ἀμύμονα τύμβον / χεύαμεν〉“ (ω 80—1); T τοῦτο πρὸς παραμυθίαν τῶν ζώντων εἴρηται μέν, οὐχ οὕτω δὲ πέπρακται διὰ τὴν στάσιν τῶν Ἀτρειδῶν καὶ τὸν ἀποθύμιον πλοῦν. | |
5 | b(BCE3E4)T | ||
7336a | Did. | 〈τύμβον δ’ ἀμφί:〉 Ἀρίσταρχος διὰ τοῦ τ „τύμβον τ’ ἀμφί“. Aim | |
7336b | Nic. | τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες: διασταλτέον ἐπὶ τὸ χεύομεν. τὸ δὲ ἐξαγαγόντες ἤτοι ὕλην πρὸς τὴν τειχοποιΐαν ἢ ἀντὶ τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον, ἵνα ἡ μὲν ἐξ πρόθεσις ἀντὶ τοῦ ἔξω ἐπιρρήματος κέηται, τὸ δὲ ἀγαγόντες ἐν | |
5 | ἴσῳ τῷ πορευθέντες· περιλαμβάνουσι γὰρ τῷ ναυστάθμῳ καὶ τοῦ πεδίου μέρος. τὸ δὲ δεύτερον ἄμεινον. A | ||
7336c | ex. | τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα: μεγάλην περιβολὴν ποιη‐ σάμενοι. γράφεται δὲ καὶ „ἀμφίβολον“, μέγιστον, ἐν ᾧ ἑκάστου ἀπο‐ κείσονται τὰ ὀστᾶ. T | |
7336-7a1 | Nic. | Porph. | ἕνα χεύομεν ἐξαγαγόντες 〈/ ἄκριτον ἐκ πε‐ | |
δίου〉: ὑποστικτέον εἰς τὸ χεύομεν | τὸ δὲ ἐξαγαγόντες ὅμοιόν ἐστι †τοῦ† „Λαοδίκην ἐσάγουσα“ (Ζ 252) ἀντὶ τοῦ εἰσερχομένη. οὕτω καὶ νῦν ἀντὶ τοῦ ἐξελθόντες τοῦ πεδίου. ἄκριτον δὲ ἀντὶ τοῦ | |||
5 | χύδην ἰσόπεδον, ὅπως μὴ ἐπιγινώσκηται, εἰ ἔστι τάφος. οὕτω Πορ‐ φύριος (1,99,9). T | ||
7336-7a2 | ὑποστικτέον εἰς τὸ χεύομεν. | τὸ δὲ ἐξαγαγόντες ὅμοιόν ἐστι τῷ „Λαοδίκην ἐσάγουσα“ ἀντὶ τοῦ εἰσερχομένη. οὕτω καὶ τὸ ἐξαγαγόντες ἀντὶ τοῦ ἐξελθόντες. τὸ δὲ ἄκριτον ἀντὶ τοῦ ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ. b(BCE3) | ||
7337-8 | ex. | δείμομεν ὦκα / πύργους: ὦκα, ἵνα μὴ ἀπίθανον δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος γενέσθαι. b(BE3E4)T | |
7.338 | ex. | 〈εἶλαρ:〉 ὀχύρωμα. Til | |
7339a | Ariston. | Did.(?) | ἐν δ’ αὐτοῖσι πύλας ποιήσομεν 〈εὖ ἀραρυίας〉: ὅτι πληθυντικῶς, καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει. | τινὲς δὲ γρά‐ φουσιν „ἕπτ’ ἀραρυίασ“. A | |
7339b1 | ex. | ἐν δ’ αὐτοῖσ〈ι〉 πύλας ποιήσομεν: μία μὲν ἦν ἱππήλα‐ τος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου πρὸς τὸ Ῥοίτειον, „νηῶν ἐπ’ ἀριστερά, τῇ περ Ἀχαιοί / 〈ἐκ πεδίου〉 νίσοντο σὺν ἵπποισιν“ (Μ 118—9)· ἄλλας δὲ πυλίδας εἶχον πρὸς ἄλλας χρείας. T | |
7339b2 | μία μὲν ἱππήλατος ἐπὶ τὸ ἀριστερὸν τοῦ ναυστάθμου. τὰς δὲ λοιπὰς πυλίδας εἶχον πρὸς τὰς ἄλλας μικρὰς χρείας. b(BCE3E4) | ||
7.342 | Did.(?) | 〈ἀμφὶς ἐοῦσα:〉 γράφεται „ἀμφὶς ἔχουσα“. Til | |
7345a | ex. | Τρώων αὖτ’ ἀγορή: ἔδει γὰρ τῶν τοῦ βασιλέως υἱῶν ἡττωμένων καὶ κινδυνευσάσης τῆς πόλεως ὑπὸ Διομήδους, δυσελπί‐ δων ὄντων διὰ τὴν παράβασιν, σκοπεῖν τι τῶν ἀναγκαίων. ἔστι δὲ ἐν τοῖς Ἕλλησι Νέστωρ, ἐν δὲ Τρωσὶν Ἀντήνωρ. b(BE3E4)T | |
7345b | Ariston. | 〈πόλει ἄκρῃ:〉 ὅτι διαλελυμένως τῇ ἀκροπόλει. Aim | |
7346a1 | Nic. | δεινή, τετρηχυῖα: βραχὺ διασταλτέον κατ’ ἀμφότερα· μᾶλλον γὰρ οὕτως ἐμφαίνει. A | |
7346a2 | κατ’ ἄμφω ὀλίγον διασταλτέον. Til | ||
7346b | ex. | τετρηχυῖα: τεταραγμένη, ἢ διὰ τὰ προλεχθέντα ἢ διὰ τὸ „πολύκλητοι δ’ ἔσαν“ (Δ 438) ἢ διὰ τὸ διχογνωμεῖν περὶ Ἑλένης ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος (cf. Η 347—53 et Λ 123—5). δηλοῖ ὡς οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτούς, ἀλλ’ ἀγανακτοῦντες ἧκον εἰς τὰ | |
5 | βασίλεια. A b (BCE3E4)T | ||
7347a | ex. | τοῖσιν δ’ Ἀντήνωρ: ὡς πρόξενος Ἑλλήνων καὶ δημη‐ γορῶν καὶ θεοσεβής. Ἕκτωρ δὲ σιωπᾷ αἰσχυνόμενος διαλύειν τὴν μά‐ χην, ἵνα μὴ δοκῇ δεδοικέναι διὰ τὸ νεωστὶ ἡττῆσθαι. b(BCE3E4)T | |
7347b | Did.(?) | 〈ἀντίον ηὔδα:〉 γράφεται „ἦρχ’ ἀγορεύειν“. Aint | |
7351-2 | ex. | ὅρκια 〈πιστά /〉 ψευσάμενοι: μετρίως καὶ ἑαυτὸν συγκαταλέγει, ἵνα μὴ πικρότερον χρήσηται τῷ ἐλέγχῳ. b(BCE3E4)T | |
7353a | Ariston. | ἔλπομαι ἐκτελέεσθαι, 〈ἵνα μὴ ῥέξομεν ὧδε〉: ἀθετεῖ‐ ται, ὅτι ἀγνοήσας τις ὅτι ὑπακοῦσαι δεῖ τῷ „οὔ νύ τι κέρδιον ἡμῖν“ (Η 352) τὸ ἔσται, ὡς ἐλλείποντος τοῦ λόγου προσανεπλήρωσεν· καὶ ὅτι τὸ ἵνα οὐχ Ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν. A | |
7353b | ex. | 〈ἔλπομαι ἐκτελέεσθαι:〉 μετριώτερον, ὡς τὸ „ὀΐομαι ἄν‐ | |
δρα χολωσέμεν“ (Α 78). Til | |||
7353c | Did. | 〈ἐκτελέεσθαι, ἵνα μή:〉 Ἀρίσταρχος „ἐκτελέεσθαι, †ἵνα† ἂν μή“. Aim | |
7353d | Did. | | ἵνα {μὴ ῥέξωμεν ὧδε}: „ἵν’ ἄν“ αἱ Ἀριστάρχου σὺν τῷ | |
Ariston.(?) | ν, | καίτοι ὠβελισμένου τοῦ στίχου. T | ||
7353e | D(~) | | 〈ἵνα:〉 τὸ ἵνα ἀντὶ τοῦ ἐάν παρὰ Ἡρωδιανῷ. | παρὰ δὲ | |
Ariston.(?) | τοῖς ἄλλοις ὠβέλισται. b(BCE3E4) | ||
7357a1 | ex. | οὐκέτ’ ἐμοὶ φίλα: οὐ γὰρ τὰ κοινῇ συμφέροντα θέλει ἀκούειν, ἅπαξ καταβυθισθεὶς τῷ ἔρωτι τῆς Ἑλένης. T | |
7357a2 | οὐ γὰρ τὰ κοινῇ συμφέροντα βούλεται ἀκούειν, ἀλλὰ τὰ πρὸς ἰδίαν χάριν. b(BCE3E4) | ||
7358a1 | ex. | οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα: καὶ τί βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν; ὡς πολέμια δὲ φρονοῦντα διαβάλλει, οὐ διὰ τὸ εὐσεβές. T | |
7358a2 | καίτοι οὐδὲν ἦν βέλτιον τοῦ δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν. οὗτος δὲ ἡττώμενος θηλυμανίας ὡς πολέμιον αὐτὸν διαβάλλει. b(BCE3E4) | ||
7359a | Did. | 〈εἰ δ’ ἐτεόν:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δίχα τοῦ δ, „εἰ ἐτεόν“. Aint | |
7359b | Nic. | εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις: ὑπο‐ στικτέον κατὰ τὸ τέλος τοῦ στίχου καὶ γραπτέον τὴν ἀρχὴν μετὰ τοῦ δέ συνδέσμου, εἰ δ’ ἐτεὸν δὴ τοῦτον· τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς ἐνθάδε. A | |
7.360 | ex. | ἐξ ἄρα δή τοι ἔπειτα: αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν τοῦτο ὀνειδίζει τῷ γέροντι. b(BCE3E4)T | |
7362a | ex. | ἀντικρύ: κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων. b | |
(BCE3E4)T | |||
7362b | Hrd. | ἀπόφημι: ὡς „ἄπειμι“ (ρ 593)· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον. A | |
7362c | ex. | γυναῖκα μὲν οὐκ ἀποδώσω: χαρακτηρίζει κιναίδου λόγον καὶ τέλεον ἀπηρυθριακότος· διὰ γοῦν τοῦ ἀποδώσω ὁμολογεῖ ἀδίκως αὐτὴν ἔχειν. b(BCE3E4)T | |
7363-4 | ex. | κτήματα δ’〈—〉ἐθέλω δόμεναι / οὐχ ὡς πει‐ σομένων Ἑλλήνων, ἀλλ’ ὅπως ἔχῃ πρόβλημά τι. b(BCE3E4)T | |
7366-7 | ex. | Δαρδανίδης Πρίαμοσ〈—〉ἀγορήσατο: οὔτε γὰρ Ἀντήνορι ἀντιλέγει οὔτε τῷ παιδί, πολιτικὴν ὑφορώμενος στάσιν διὰ τοὺς συναιρομένους αὐτοῖς. ἢ τάχα καὶ τοὺς Ἕλληνας ἀκούων δυσχεραίνειν τῷ μήκει τῆς μάχης ᾤετο δέξασθαι τὴν πρεσβείαν. b | |
5 | (BCE3E4)T | ||
7.370 | Did. | 〈κατὰ πτόλιν:〉 γράφεται „κατὰ στρατόν“. Aim | |
7.374 | ex. | μῦθον Ἀλεξάνδροιο, 〈τοῦ εἵνεκα νεῖκος ὄρωρε〉: τὸ τυραννικὸν Ἀλεξάνδρου †δείκνυσι πρᾳοτέρους κατὰ τῶν Τρώων τοὺς Ἕλληνας· b(BCE3E4)T διὰ τοῦτο γὰρ εἶπε· τοῦ εἵνεκα νεῖκος ὄρωρε. T | |
7375a1 | ex. | καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος: πυκινόν, ἐπειδὴ τοῦτο ἀνακτήσεται τοὺς κάμνοντας, †ἵνα δὲ ὡς† ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιήσασθαι εἰρήνην λάβωσιν. ὃ ἔσπευδον δ’ Ἕλληνες, τοῦτο δοκοῦσι χαρίζεσθαι. T | |
7375a2 | ὅτι τοῦτο τοὺς κάμνοντας ἀνακτήσεται, καὶ ἵνα ἀδεῶς ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιῆσαι εἰρήνην λάβωσιν. ὃ δὲ καὶ Ἕλληνες ἐβούλοντο, τὸ συνάξαι τοὺς νεκρούς, τοῦτο καὶ αὐτοῖς | ||
δοκοῦσι χαρίζεσθαι. b(BCE3E4) | |||
7.382 | ex. | τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ: οὐκ εἰς ἐκκλησίαν, ἀλλ’ ἕωθεν πρὸς Ἀγαμέμνονα ἐλθόντας, εἴ τι δέοι πράσσειν τῶν βουλευθέντων. b(BCE3E4)T | |
7.384 | ex. | D | ἠπύτα: ὡς „ἱππότα“ (Β 336 al.) καὶ „ἱππηλάτα“ (Δ 387 al.). | ἠπύτα δὲ ἀντὶ τοῦ μεγαλόφωνος. T | |
7.390 | Ariston. | ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι: ὅτι σαφῶς ὑπὸ τῶν Τρώων ἐμισεῖτο Ἀλέξανδρος, πρὸς Ζηνόδοτον γράφοντα „ἀλλὰ μάλα Τρῶες ἐλεήμονεσ“ (Γ 56). A | |
7390-1 | Nic. | 〈ἠγάγετο Τροίην δ’, ὡς πρὶν ὤφελλ’ ἀπολέ‐ σθαι, / πάντ’ ἐθέλει δόμεναι:〉 τὸ ὡς πρὶν ὤφελ〈λ〉’ ἀπολέ‐ σθαι (390) εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθ’ | |
5 | ἑαυτὸν καὶ ἠρέμα, ὡς Δημόκριτος ἀξιοῖ (Vors.6 68 B 23) ἀπρεπὲς ἡγη‐ σάμενος τὸ φανερῶς λέγεσθαι, †ἀμφότερα προστικτέον† ὡς διὰ μέσου †ἀναπεφωνημένου†· τὸ γὰρ ἑξῆς ἠγάγετο Τροίην δέ (390), πάντ’ ἐθέλει δόμεναι (391). A | ||
7.392 | Ariston. | 〈κουριδίην δ’ ἄλοχον Μενελάου:〉 ὅτι οὐ προγεγάμη‐ ται ἑτέρῳ καθ’ Ὅμηρον ἡ Ἑλένη. Aint | |
7393a | Hrd. | ἦ μήν: περισπᾶται ὁ ἦ· ἰσοδυναμεῖ γὰρ 〈τῷ δή〉 βεβαιω‐ τικῷ. ὅμοιον δέ ἐστι τὸ „ἦ μὴν καὶ πόνος ἐστίν“ (Β 291). A | |
7393b | Did. | 〈ἦ μὴν Τρῶές γε κέλονται:〉 οὕτως ἦ μήν· βούλεται | |
γὰρ λέγειν, Τρῶές γε μὴν †ἕλωνται. Aim | |||
7393c | ex. | ἦ μὴν Τρῶές γε κέλονται: ψεύδεται εἰς τὸ κεχαρισμένον Τρωσί, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας καὶ γνόντες ὡς οὐχ οἷοί τέ εἰσιν ἀναγκάσαι Ἀλέξανδρον, ἀποπλεύσωσιν. b(BCE3E4)T | |
7.394 | ex. | 〈ἠνώγεον:〉 οἱ ἄλλοι Τρῶες. Til | |
7.398 | ex. | ἀκὴν ἐγένοντο: στρατηγικῶς τέως Ἀγαμέμνων σιωπᾷ ἐπιτρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν ἄναν‐ δρον εἴπωσι καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων προθυ‐ μίᾳ. b(BCE3E4)T | |
7.399 | ex. | ὀψὲ δὲ δὴ μετέειπε〈—〉Διομήδης: ἀνέμενε γὰρ τὴν τῶν Ἀτρειδῶν γνώμην· ὡς πεποιθὼς δὲ τῇ ἀριστείᾳ ἀνέστη. b (BCE3E4)T | |
7401a | ex. | 〈μήθ’ Ἑλένην:〉 ἐπιτατικῶς. Til | |
7401b | ex. (Ariston.) | 〈δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til | |
7402a | ex. | Τρώεσσιν ὀλέθρου πείρατα: καὶ διὰ τὴν παράβασιν καὶ τὸ σπεύδειν ἐπὶ τὴν διάλυσιν Τρῶας. b(BCE3E4)T | |
7402b | ex. | 〈ἐφῆπται:〉 ἐγγύς. πᾶν γὰρ τὸ ἁπτόμενον ἐγγὺς οὗ ἅπτεται. Aint | |
7403-4 | ex. | 〈ἐπίαχον υἷες Ἀχαιῶν /〉 μῦθον ἀγασσάμενοι: σύμψηφοι γίνονται τῇ καταθέσει· διό φησιν· „ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεισ“ (Η 406). b(BCE3E4)T | |
7.404 | Ariston. | 〈μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο:〉 ὅτι ἐντεῦθεν μετάκειται εἰς τὴν ἀποπρεσβείαν (sc. Ι 694). Aim | |
7407a | Ariston. | ὥς τοι ὑποκρίνονται: ἡ διπλῆ, ὅτι πρόθεσις ἐνήλλα‐ | |
κται, ἀντὶ τοῦ ἀποκρίνονται. A | |||
7407b | ex. | ὥς τοι ὑποκρίνονται: ἀποκρίνονται· b(BCE3)T ὅθεν καὶ ὑποκριτὴς ὁ πρὸς τὸν χορὸν ἀποκρινόμενος. b(BCE3E4)T | |
7408a | Nic. | ἀμφὶ δὲ νεκροῖσιν 〈κατακαιέμεν οὔ τι μεγαίρω〉: βραχὺ διασταλτέον ἐπὶ τὸ νεκροῖσιν· καὶ γὰρ ἡμῖν οὕτως σύνηθες δια〈σ〉τέλλειν· ‘περὶ δὲ τῶν νεκρῶν, οὐ φθονῶ θάπτειν.‘ καὶ ἄλλως συναπτόμενα σόλοικον ποιεῖ τὸν λόγον. A | |
7408b | Nic. | ex. | ἀμφὶ δὲ νεκροῖσιν· μετὰ ὑποκρίσεως δεῖ ὑποστίζειν εἰς τὸ νεκροῖσιν. | μεγαλοφυῶς δὲ οὐκ ἀποκρύπτει τὴν ἰδίαν γνώμην. ἠθικεύεται δὲ δοκῶν αὐτοῖς χαρίζεσθαι. b(BCE3E4)T | |
7409-10a | ex. | οὐ γάρ τις φειδὼ νεκύων〈—μειλισσέμεν ὦκα〉: οὐδὲν γὰρ κέρδος τοὺς τῶν πολεμίων νεκροὺς ἀτάφους εἶναι. b(BCE3E4)T | |
7409-10b1 | ex. | ἄλλως· οὐ γάρ τις φειδὼ〈—μειλισσέμεν ὦκα〉: Ἀττικὴ ἡ σύνταξις· οὐ γάρ τις φειδὼ γίνεται τοῖς τεθνεῶσι νέκυσι χαρίζεσθαι τοῦ πυρός· τοῦτο γὰρ δηλοῖ τὸ μειλισσέμεν (410), ἐπεὶ γλυκεῖα ἡ χάρις. b(BCE3E4)T οὕτως ἔχει καὶ τὸ „μη‐ | |
5 | δέ τί μ’ αἰδόμενος μειλίσσεο“ (γ 96) ἀντὶ τοῦ χαρίζεο. T | ||
7409-10b2 | 〈οὐ γάρ τις φειδὼ—〉πυρὸς μειλισσέμεν ὦκα: ὁ νοῦς· οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκρούς. A | ||
7.409 | Did. | 〈κατατεθνειώτων:〉 Ἀρίσταρχος „τεθνηώτων“, ἄλλοι δὲ τεθνειώτων. Aint | |
7.410 | Ariston. | 〈πυρὸς μειλισσέμεν ὦκα:〉 ὅτι διὰ πυρὸς ἐθάπτοντο πάν‐ τες. Ail | |
7.411 | ex. | ὅρκια δὲ Ζεὺς ἴστω: ἢ τὰ νῦν περὶ τῶν νεκρῶν ἢ τὰ πρό‐ τερα, ἃ παρέβησαν, ἵνα ἐκδειματώσῃ τοὺς Τρῶας. b(BCE3E4)T | |
7.412 | ex. | τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσι: μάρτυρας αὐτοὺς | |
καλῶν. T | |||
7.413 | Ariston. | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. AimAint | |
7416a1 | ex. | ἀγγελίην ἀπέειπε: †ὅπως† μὴ προσεδέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες. T | |
7416a2 | ἀπεδοκίμασε καὶ ὡς ἀνωφελῆ ἀνήγγειλεν, ὅτι μὴ προσε‐ δέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες. b(BCE3E4) | ||
7.417 | ex. | τοὶ δ’ ὡπλίζοντο μάλ’ ὦκα: οὐκ ἔδει γὰρ λόγων ἀλλ’ ἀντέχεσθαι ἔργου. b(BCE3E4)T | |
7.420 | Did. | 〈ὤτρυνον νέκυας:〉 Ἀρίσταρχος „νέκυσ“ ἐκτεταμένως καὶ „ὀτρύνοντο“, οὐκ ὄτρυνον. A | |
7421-2 | ex. | D | νέον προσέβαλ〈λ〉εν ἀρούρας 〈/ ἐξ ἀκαλαρρεί‐ ταο〉: καλῶς τῷ παρατατικῷ ἐχρήσατο· κατ’ ὀλίγον γὰρ φωτίζει τὴν γῆν ὁ ἥλιος σφαιροειδῆ οὖσαν. b(BCE3E4)T | ἐξ ἀκαλαρρείταο (422) δὲ ἐκ τοῦ πραέως ῥέοντος. T | |
7.422 | Ariston. | ἐξ ἀκαλαρρείταο 〈βαθυρρόου Ὠκεανοῖο〉: ὅτι αὐτὸς μὲν ἐξ Ὠκεανοῦ ἀνατέλλειν καὶ εἰς Ὠκεανόν φησι καταδύεσθαι τὸν ἥλιον. ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ γῆς καὶ ὑπὸ γῆν. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσσείᾳ. A | |
5 | D | ἐξ ἀκαλαρ〈ρ〉είταο: ἡσύχως καὶ—ἥσυχον λέγουσιν. A | |
7.424 | ex. | ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρ〈α〉 ἕκαστον: καὶ τοῦτο προσετραγῴδησεν. T | |
7.425 | Hrd. | 〈νίζοντες ἄπο:〉 τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀνα‐ | |
στρεπτέον. Aint | |||
7426a1 | ex. | δάκρυα θερμὰ χέοντες: βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν Ἑλλήνων μόνον „ἀχνύμενοι“ φησίν (Η 431)· AT πάλιν γὰρ τὸ μὴ λυπεῖσθαι ἀπαθείας ἦν. T | |
7426a2 | βαρβάρων ἴδιον ὁ θρῆνος, τῶν δὲ Ἑλλήνων τὸ μεγαλό‐ ψυχον· μόνον γὰρ „ἀχνύμενοι“ φησίν· τὸ γὰρ μηδ’ ὅλως λυπεῖσθαι ἀπαθείας ἐστίν. b(BCE3E4) | ||
7427a | ex. | οὐδ’ εἴα κλαίειν Πρίαμος: ἵνα μὴ κατάδηλοι τοῖς πο‐ λεμίοις εἶεν μαλακιζόμενοι. b(BCE3E4)T | |
7427b | Did.(?) | 〈οἱ δὲ σιωπῇ:〉 ἐν ἄλλῳ „ἀλλὰ σιωπῇ“. Aint | |
7427-8 | ex.(?) | οἱ δὲ σιωπῇ / νεκροὺς 〈πυρκαϊῇσ〉 ἐπενήνεον: πληθυντικῶς, ἐπὶ τῶν Τρώων. T | |
7428a1 | Did. | πυρκαϊῆς: οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· †αἱ† δὲ Ζηνοδότου „πυρκαϊῇ“. καὶ ἔστι χαριέστερον, ὡς τὸ „ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν“ (Ψ 165). AT | |
7428a2 | οὕτως Ἀρίσταρχος †πυρκαϊὰς† κατὰ γενικήν. Aint | ||
7428b | Did. | ἐπενήνεον: γράφεται καὶ „ἐπινήνεον“, καὶ ἔστιν Ἰακόν. AT | |
7.429 | Ariston. | ἐν δὲ πυρῇ πρήσαντες 〈ἔβαν προτὶ Ἴλιον ἱρήν:〉 ὅτι ἐκαίοντο οἱ νεκροί, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον. A | |
7433a | D | Ariston. | ἀμφιλύκη νύξ: τὸ καλούμενον λυκόφως—ἔτι σκο‐ τῶδες. | ἡ διπλῆ δέ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται. A | |
7433b | ex. | ἀμφιλύκη νύξ: παρὰ τὴν λύγην, ὅ ἐστι σκιάν. καὶ λυ‐ | |
κόφως τὸ μεταξὺ σκότους καὶ φωτός. b(BCE3E4)T | |||
7.434 | ex. | κριτὸσ〈—〉λαός: εἰς αὐτὸ τοῦτο κριθεὶς τὰ περὶ τὴν πυρκαϊὰν ἐκπονῆσαι. b(BCE3E4)T | |
7435a1 | ex. | τύμβον δ’ ἀμφ’ αὐτὴν ἕνα ποίεον: τὰ ἀνάξια τῆς ἡρωϊκῆς μεγαλονοίας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χειρωνακτῶν ὁρᾶται. T | |
7435a2 | οὐ προστέθειται θρῆνος ἐνταῦθα· τὰ γὰρ ἀνάξια τῆς ἡρωϊκῆς μεγαλοφυΐας παρατρέχει. καὶ οὐδεὶς αὐτῶν χείρων ὁρᾶται τῶν ἀτάκτων καὶ θορυβωδῶν ἐκείνων Τρώων. b(BCE3E4) | ||
7436a | Ariston. | 〈ἄκριτον ἐκ πεδίου:〉 ὅτι πολυάνδριον. πῶς οὖν „ὥς κ’ ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ“ (Η 334—5); Aim | |
7436b1 | Did. | ἄκριτον ἐκ πεδίου, 〈ποτὶ δ’ αὐτὸν τεῖχος ἔδει‐ μαν〉: ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, „ἄκριτον ἐν πεδίῳ, περὶ δ’ αὐτὸν τεῖχος ἔδειμαν“· καὶ μήποτε ἄμεινον οὕτως. A | |
7436b2 | {ἄκριτον} ἐκ πεδίου: ἐν τῇ Ἀριστοφάνους „ἐν πεδίῳ“, καὶ μήποτε ἄμεινον οὕτως. T | ||
7443-64a | Ariston. | οἱ δὲ θεοὶ πὰρ Ζηνί (443) ἕως τοῦ ὣς οἱ μὲν τοι‐ αῦτα πρὸς ἀλλήλους ἀγόρευον (464) ἀθετοῦνται στίχοι εἴκοσι δύο, ὅτι περὶ τῆς ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομα‐ | |
χίας (sc. Μ 3—35) ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε. A | |||
7443-64b1 | Did. | 〈οἱ δὲ θεοὶ—ὣς οἱ μὲν τοιαῦτα:〉 καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος. A | |
7443-64b2 | οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ〈— ὣς οἱ μὲν τοιαῦτα〉: τὴν ἀγορὰν τῶν θεῶν ἠθέτουν οἱ περὶ Ζηνόδο‐ τον καὶ αὐτὸς Ἀρίσταρχος. T | ||
7443-64c | ex. | οἱ δὲ θεοὶ πὰρ Ζηνὶ〈—ὣς οἱ μὲν τοιαῦτα〉: τοῦ‐ το εἰς ἀξιοπιστίαν τοῦ ἔργου καὶ ἀναιρῶν, ὃ ἐπλάσατο. T | |
7.445 | ex. | τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων: ἀναιρῆσαι τὸ πλάσμα τοῦ τείχους σπουδάζων ὁ ποιητὴς ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πο‐ ρίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ ἥρμοττεν ἡ κατηγορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων | |
5 | τῶν Ἑλλήνων τῷ Τρωϊκῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ—ἦ γὰρ ἂν εἶπεν ἡ Ἥρα „εἴη κεν καὶ τοῦτο τεὸν ἔποσ“ (Ω 56)—Ποσειδῶν δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν Ἑλλήνων κατηγορεῖν. b (BCE3E4)T | ||
7446-7 | ex. | ἦ ῥά τίς ἐστι βροτῶν〈—μῆτιν ἐνίψει〉: ἆρα ἔτι, φησί, τίς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν, ἃ βούλεται, τοῖς θεοῖς; A | |
7447a | Ariston. | {ὅστις ἔτ’} ἀθανάτοισι: ὅτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνα‐ τος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει. A | |
7447b | D | ex. | καὶ μῆτιν ἐνίψει: λέξει, T | ἀνακοινώσεται διὰ θυσιῶν συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν, εἰ δεῖ ἐγχειρεῖν ἔργοις ἢ οὔ. b(BCE3E4)T | |
7447c | ex. | ἐνίψει: τινὲς ἀντὶ τοῦ „ἐνισπήσει“ (cf. ε 98) ἢ λοιδορήσει. T | |
7.450 | ex. | οὐδὲ θεοῖσι δόσαν: ἠθικὸν μὴ συγκαταλέγειν ἑαυτόν, ὡς τὸ „ὅστις ἔτ’ ἀθανάτοισι“ (Η 447). παιδεύει δὲ ὅτι καὶ προσφιλὴς ὢν τοῖς Ἕλλησιν ὁ θεὸς οὐ νέμει συγγνώμην, οὐδὲ Ἀθηνᾶ, Ἀπόλλων δὲ σιωπᾷ· ἦ γὰρ εἶπεν Ἥρα „εἴη κεν καὶ τοῦτο τεὸν ἔποσ“ (Ω 56). Ἕλλη‐ | |
5 | νες δὲ πρόφασιν ἔχουσι τὸ ἐπὶ τῇ τῶν νεκρῶν ταφῇ τὸ τεῖχος ἐγεῖραι. T | ||
7451a | ex. | τοῦ δ’ ἤτοι κλέος ἔσται, 〈ὅσην τ’ ἐπικίδναται ἠώσ〉: ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδι‐ μόν ἐστιν, οὐ δομηθὲν τοῖς Ἕλλησιν, ἀλλ’ Ὁμήρῳ γενόμενον ἕνεκεν τῆς ἐπ’ αὐτῷ μάχης. b(BCE3E4)T διὰ δὲ τοῦ ὅσην τ’ ἐπικί‐ | |
5 | δναται ἠώς ὑπερβολικῶς καὶ τὴν ἀοίκητον περιέλαβεν. b(BE3E4)T | ||
7451b1 | Did. | 〈ὅσην:〉 Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ „ὅσον“. Aim | |
7451b2 | ὅσην: οὕτως Ἀρίσταρχος, Ζηνόδοτος „†τόσον“. T | ||
7452a1 | Did. | τό τ’ ἐγὼ καὶ Φοῖβος: χωρὶς τοῦ τέ ἐν ταῖς Ἀριστάρ‐ χου „τὸ ἐγὼ καὶ Φοῖβοσ“, κατ’ ἔνια δὲ τῶν ὑπομνημάτων „τὸ δ’ ἐγώ“. A | |
7452a2 | Ἀρίσταρχος „τὸ ἐγώ“. Aim | ||
7453a | Ariston. | 〈ἥρῳ:〉 ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ (θ 483)· „ἥρῳ Δημοδόκῳ“. Aint | |
7453b | ex. | ἥρῳ Λαομέδοντι 〈πολίσσαμεν〉: καὶ „ἥρῳ Δημοδό‐ κῳ“ (θ 483) καὶ „ἦλθεν Ἄρῃ ἐπίκουροσ“ (Φ 431). τὸ δὲ πολίσσαμεν ἀντὶ τοῦ περὶ πόλιν ᾠκοδομήσαμεν. T | |
7.455 | ex. | ἐννοσίγαι’ εὐρυσθενές: κατὰ γὰρ Θαλῆν (cf. Vors.6 11 A | |
14) ὕδατι ὀχεῖται ἡ γῆ· ὅθεν καὶ χάσματα γίνεται. T | |||
7.458 | Did. | ὅσον τ’ ἐπικίδναται {ἠώς}: οὕτως Ἀρίσταρχος, ὅσην τ’ ἐπικίδναται θηλυκῶς, Ζηνοδότ〈ε〉ιος δὲ ἡ „ὅσον τ’ ἐπικίδναται“. A | |
7.464 | ex. | ὣς οἱ μὲν τοιαῦτα: παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν „ὣς οἱ μὲν πονέοντο“ (Η 442), εἶτα εὐθὺς „δύσετό τ’ ἠέλιοσ“ (Η 465). b(BCE3E4)T | |
7.465 | Ariston. | 〈δύσετο:〉 σημειοῦνταί τινες 〈ὅτι〉 ἀντὶ τοῦ ἐδύετο. Aint | |
7.466 | ex. | βουφόνεον: βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα‐ σκευήν. A b (BCE3E4)T | |
7.467 | ex. | νῆες δ’ ἐκ Λήμνοιο: ἐπιτηδείως ἐδήλωσεν, πόθεν αὐτοῖς ἡ χορηγία ἦν. b(BCE3)T | |
D | νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν: Λήμνιοι τὰς ἐξ ἔθους —παρ’ Ἀσκληπιάδῃ ἐν τοῖς Τραγῳδουμένοις (FGrHist 12, | ||
5 | 14). A | ||
7.468 | ex. (Ariston.?) | Ἰησονίδης Εὔνηος: ὅτι καὶ τὰ Ἀργοναυτικὰ οἶδεν. οἰ‐ κεία δὲ Εὐνήῳ ἡ ἐμπορία καὶ πρὸς ὁμοφύλους γινομένη. T | |
7.471 | ex. | μέθυ χίλια μέτρα: ἀντὶ τοῦ μέθυος, ὅ ἐστι οἴνου. T | |
7.473 | Ariston. | ἄλλοι μὲν χαλκῷ, 〈ἄλλοι δ’ αἴθωνι σιδήρῳ〉: ὅτι ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν. A | |
7.474 | Ariston. | D | ἄλλοι δὲ ῥινοῖς, 〈ἄλλοι δ’ αὐτῇσι βόεσσιν〉: ὅτι ῥι‐ νοῖς ταῖς βύρσαις, αὐταῖς δὲ βουσὶν ἀντὶ τοῦ ζώσαις. | ἰστέον δὲ ὅτι ὁπόταν περὶ πλήθους—προφέρονται. A | |
7475a | Ariston. | ἄλλοι δ’ ἀνδραπόδεσσι· 〈τίθεντο δὲ δαῖτα θά‐ λειαν〉: ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον· οὐδὲ γὰρ παρὰ τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται. λυπεῖ δὲ καὶ τὸ ἄλλοι πλεονάζον. A | |
7475b | Did. | 〈ἀνδραπόδεσσι:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ἀνδραπό‐ δοισι“. Aint | |
7475c | ex. | Did. | | ἄλλοι δ’ ἀνδραπόδεσσι: οὐ περισπούδαστος γὰρ ἡ | |
Ariston. | τῶν ἀνδραπόδων κτῆσις b(BCE3E4)T ἐκεῖσε οὖσιν ἦν πρὸς φυ‐ λακήν. b(BCE3E4) | γράφεται καὶ „ἀνδραπόδοισι“. | νεωτερικὸν τὸ τῶν ἀνδραπόδων ὄνομα· διὸ καὶ ἠθέτητο ὑπὸ Ἀριστάρχου. T | ||
7475d | ex.(?) | 〈θάλειαν:〉 ἡδεῖαν. Til | |
7.479 | ex. | σμερδαλέα κτυπέων: προκινεῖ καὶ ἀγωνιᾶν ποιεῖ τὸν ἀκροατὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής. b(BCE3E4)T | |
7.480 | ex. | χέον: καλῶς τὸ χέον, ἐπεὶ μὴ προσίεται τὴν σπονδὴν ὁ Ζεύς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (sc. Γ 296—302). b (BCE3E4)T | |
7481a | Did. | 〈πρὶν πιέειν, πρὶν λεῖψαι:〉 Ἀρίσταρχος „πιέμεναι, πρὶν †λείψω“. Aim | |
7481b1 | ex. | πρὶν λεῖψαι: πρὶν ἤ, ὡς τὸ „μὴ πρὶν παρ’ νηῶν〈— /〉 πρὶν πυρί“ (Ξ 46—7). T | |
7481b2 | 〈πρὶν πιέειν, πρὶν λεῖψαι:〉 τὸ δεύτερον πρίν ἀντὶ τοῦ πρὶν ἤ, τὸ δὲ πρῶτον ἀντὶ τοῦ πρότερον. b(BCE3) | ||
7481c | ex. | 〈ὑπερμενέϊ:〉 ὡς καταιβάτῃ. Til | |
7482a | Ariston. | κοιμήσαντ’ ἄρ’ ἔπειτα 〈καὶ ὕπνου δῶρον ἕλον‐ το〉: ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι. τοῦτο δὲ πρὸς τὸ ἐν Ὀδυσσείᾳ (υ 4)· „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι“· ἐπιφέρει γὰρ „κεῖτ’ ἐγρηγορόων“ (υ 6). Ζηνόδοτος δὲ καὶ τοῦτον | |
5 | καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας (sc. Θ 1) ἦρκε στίχον. A | ||
7482b | ex. | κοιμήσαντο: ἀνεκλίθησαν, ὡς τὸ „Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι“ (υ 4). b(BCE3E4)T | |
7482c | ex. | ὕπνου δῶρον: δῶρον ὕπνου τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς Ὕπνος δωρεῖται. A b (BCE3E4)T | |
7postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
8.0 | ex. | Τὴν ῥαψῳδίαν †κῶλον† μάχην καλοῦσι· συντέμνει γὰρ τὴν διήγησιν συναχθόμενος τοῖς Ἀχαιοῖς. A b (BCE3E4)T | |
8.1 | D | ἠώς: σημαίνει πολλά. ὁτὲ μὲν—ἐς Ἴλιον εἰλήλουθα (Φ 80—1). A | |
81a | Ariston. | ἠὼς 〈μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν〉: ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ „οἱ δ’ ἄρα δεῖπνον ἕλοντο“ (Θ 53), ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι ἀπρεπῶς. A | |
81b | ex. | κροκόπεπλος: ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. τὸ δὲ „ῥοδοδάκτυλοσ“ (Α 477 al.) ἐναντίον. ποιητικὴ δέ ἐστι περί‐ φρασις, A b (BCE3E4)T ὡσεὶ εἶπεν ‘ἡμέρα μὲν γέγονεν‘. A b (BE3E4)T | |
81c | ex. | ἐκίδνατο: ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφ’ ἓν φωτίζεται. A b (BCE3E4)T | |
82a | ex. | Ζεὺς δὲ θεῶν ἀγορήν: εἰκότως νῦν ἄρχεται συμμαχεῖν Τρω‐ σὶν ὁ Ζεύς, ὁπότε τῆς παραβάσεως δίκας ἀπέτισαν Διομήδει καὶ Πάν‐ δαρος ἀνῃρέθη καὶ Τρῶες ὡμολόγησαν τὴν παράβασιν, δι’ ὧν πέμ‐ πουσιν Ἰδαῖον ἀπολογούμενον τοῖς Ἕλλησιν. b(BCE3E4)T αὔξει | |
5 | δὲ τὰ Ἑλλήνων ὁ ποιητής, εἴ γε καὶ ἐκκλησίας ἐδέησε τῷ Διῒ ἔν τε τοῖς | ||
ἑξῆς (sc. Θ 133—5) καὶ κεραυνῶν πρὸς τὴν ἧτταν αὐτῶν· καὶ ἐν ἄλλοις (sc. Δ 1. Η 443. Υ 4) μὲν γὰρ ποιεῖ ἐκκλησιάζοντας τοὺς θεούς, ἀλλ’ ἁπλούστερον, ἐνταῦθα δὲ Ζεὺς συνάγει καὶ πρωτολογεῖ, τόπος τε ἀποδείκνυται τῇ ἀγορᾷ ὡς δὴ περὶ μεγάλων καὶ ἀναγκαίων. δηλοῖ δὲ | |||
10 | καὶ ἡ ἕωθεν ἀγορὰ τὸ παννύχιον αὐτὸν περὶ αὐτῆς ἐσκέφθαι· ἄλλως τε καὶ προεῖπε· „παννύχιος δέ σφιν κακὰ μήδετο“ (Η 478). μέγα οὖν, εἰ ἐν τοιούτῳ καιρῷ κἂν ἀντέσχον Ἕλληνες. b(BE3E4)T | ||
82b | D | 〈τερπικέραυνος:〉 ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναν‐ τίους. b(BCE3)Til | |
8.3 | Ariston. | 〈ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:〉 καὶ ὅτι ἀντὶ τοῦ ἄκρᾳ, καὶ ὅτι λείπει ἡ ἐπί, καὶ ὅτι τὰ ἐπίθετα ὡς ἐπὶ ὄρους. Aim | |
84a1 | Hrd. | θεοὶ δ’ ὑπὸ πάντες ἄκουον: ἡ ὑπό φέρεται †καὶ ἐπὶ τοῦ† ἄκουον· διὸ οὐκ ἀναστρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης προ‐ θέσεως ἔστιν ἰδεῖν ἐχούσης σύνταξιν πρὸς τὰ ἐπιφερόμενα. „οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο / ἤσθιον“ (α 8—9)· καὶ γὰρ διαφέρει τὸ | |
5 | ἀκούειν ἁπλῶς λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τ’ ἐστὶν ἐκδέξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λε‐ γομένοις. οὕτως οὖν τινες ἐδέξαντο „οὐδ’ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύσ“ (Θ 97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη· διὸ ἐν ἑτέροις Ὀδυσ‐ σεὺς ἐπαινούμενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώ‐ | ||
10 | πτεσθαι, ἐν οἷς φησι „Τυδείδη, μή τ’ ἄρ με μάλ’ αἴνεε μή τέ τι νείκει“ (Κ 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγ‐ μένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ Διῒ | ||
ὡς ὑποτεταγμένοι. A | |||
84a2 | θεοὶ δ’ ὑπὸ πάντες ἄκουον: ἡ ὑπό πρὸς τὸ ἄκουον· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, πρὸς τὸ πειθαρχικόν· b(BCE3) T ὑπακούειν γάρ ἐστι τὸ τὰ λεγόμενα πράσσειν ἑκόντας ἢ ἄκον‐ τας. b(BCE3E4)T | ||
8.5 | ex. | κέκλυτέ μευ, πάντες 〈τε〉 θεοὶ 〈πᾶσαί τε θέαιναι〉: κοινοποιεῖται τὴν ἀρετήν, ἵνα μὴ λυπήσῃ τοὺς Ἀχαϊκούς. τὸ δὲ θέαιναι δι’ Ἥραν καὶ Ἀθηνᾶν. b(BCE3E4)T | |
87a1 | ex. | μήτε τις οὖν θήλεια θεός: καὶ νῦν ἀπ’ αὐτῶν ἄρχεται, ὑπονοῶν τὰς περὶ Ἥραν· οἶδε γὰρ ταύτας ἀπειθούσας. T | |
87a2 | ἀπὸ τῶν θηλειῶν ἄρχεται ὑπονοῶν αὐτῶν τὸ θορυβῶδες καὶ ἄτακτον· ἧττον γὰρ οἱ ἄρρενες ἢ αἱ θήλειαι ταραχώδεις εἰσί. b (BCE3E4) ταῦτα δὲ δι’ Ἥραν καὶ Ἀθηνᾶν φησιν. b(BE3E4) | ||
87b | Did. | 〈θεός:〉 Ἀρίσταρχος „θεῶν“. Aim | |
87c | ex. | θήλεια θεὸσ〈—ἄρσην〉: τὸ θεός κοινόν, ᾧ ἀντὶ τοῦ ἄρθρου παρέπλεξε τὸ θήλεια καὶ ἄρσην. b(BCE3E4)T | |
8.8 | ex. | διακέρσαι 〈ἐμὸν ἔποσ〉: διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς μικρὰ διακεκομμένον. a b (BCE3)T τὸ δὲ ἐμὸν ἔπος τὴν ἐμὴν ἐπαγγελίαν, ἣν ὑπεσχόμην Θέτιδι. πρόθυμος δέ ἐστι δεικνύς, οἵους δεῖ περὶ τὰς ὑποσχέσεις εἶναι. b(BCE3E4)T | |
89a | ex. | 〈τάχιστα:〉 σπεύδει γὰρ ἐξαγαγεῖν Πάτροκλον καὶ τιμῆσαι Ἀχιλλέα. b(BCE3E4)Til | |
89b | ex. | τελευτήσω τάδε ἔργα: ποῖα ἔργα; τὸ τιμῆσαι μὲν Ἀχιλ‐ λέα, πολλοὺς δὲ τῶν Ἑλλήνων ἀπολέσαι. πιθανῶς δὲ οὐκ ἐπεξηγεῖται, | |
ποῖα ἔργα. b(BE3E4)T | |||
810-1 | ex. | ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν 〈ἐθέλοντα νοήσω / ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι〉: τὸ ἑξῆς· ὃν ἂν ἐγὼ ἴδω τῶν θεῶν χωρὶς ἐμοῦ καὶ δίχα τῆς ἐμῆς ἐπιτροπῆς ἐλθόντα εἰς τὴν μάχην, θέλοντα Τρωσὶν ἢ Ἕλλησι βοηθῆσαι. b(BCE3E4)T | |
810a1 | Did. | 〈ἀπάνευθε:〉 ἐν τῇ Ἀριστοφάνους „ἀπάτερθε“, Ζηνόδο‐ τος „μετόπισθε“. Aim | |
810a2 | Ἀριστοφάνης „ἀπάτερθε“. {χωρὶς ἐμοῦ, δίχα ἐμῆς ἐπιτρο‐ πῆς} Til | ||
8.11 | ex. | 〈ἢ Τρώεσσιν—ἢ Δαναοῖσιν:〉 τὸ κοινὸν οὐ λυπεῖ. b(BCE3E4)Til | |
812a | Nic. | 〈πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ:〉 τὸ οὐ κατὰ κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν· †συλλαβῶν γὰρ αὐτόν. Aim | |
812b | ex. (Nic.) | ἄμεινον ὑποστίζειν εἰς τὸ πληγείς, καὶ ἔστιν b(BCE3)Til ἀντὶ τοῦ κεραυνωθείς· b(BCE3E4)Til καὶ „οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ“ (Θ 455). Til | |
812c | ex. | πληγεὶς οὐ κατὰ κόσμον 〈ἐλεύσεται Οὔλυμπον δέ〉: διδάσκει ὡς οἱ παραβαίνοντες τὰ τῶν ἀρχόντων θεσπίσματα κολαστέοι εἰσίν. b(BCE3E4)T | |
813a | ex. | 〈ἤ:〉 τὸ ἤ ἀντὶ τοῦ ἀλλά. Til | |
813b | D (ad Θ 16) | ex. | ἐς Τάρταρον ἠερόεντα: ὡς τὰ οὐράνια—εἰς Τάρ‐ ταρον. Α | ἐναντίος Ὀλύμπῳ ὁ Τάρταρος· ὁ μὲν γὰρ „†οὔποτ’† ἀνέμοισι τινάσσεται οὐδέ ποτ’ ὄμβρῳ“ (ζ 43), ὁ δὲ Τάρταρος καὶ τε‐ τάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν τὸ σφόδρα ῥιγοῦν ταρ‐ | |
5 | ταρίζειν φασίν. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠερόεις ἐστίν. A b(BCE3E4)T | ||
D | Τάρταρος: τὸ ὑπὸ τὴν γῆν—ἀπεδέξαντο. A | ||
814a1 | ex. | ὑπὸ χθονός ἐστι βέρεθρον: οἱ Ἀττικοὶ βάραθρόν φα‐ σιν. πῶς δὲ †μεσούσης† κατενεχθήσεται εἰς Τάρταρον· ἢ ὅτι οἱ ἀπει‐ λοῦντες †πάντα δυνατά. T | |
814a2 | οἱ Ἀττικοὶ βάραθρον αὐτό φασιν. b(BCE3E4) πῶς δὲ δύναταί τις ἐκεῖσε κατελθεῖν· φαμὲν δὲ ὅτι οἱ ἀπειλοῦντες τὰ ἀδύνατα σχεδὸν ἀπειλοῦσι πρὸς κατάπληξιν. b(BE3E4) | ||
8.15 | ex. | ἔνθα σιδήρειαί τε πύλαι: κολαστήριον γάρ ἐστι φυλάσσον τοὺς δεσμώτας· b(BCE3E4)T καὶ „πυλάρταο κρατεροῖο“ (Ν 415). οὐχ ἱστορεῖ δέ, ἀλλὰ φοβερὰν δείκνυσι τὴν ἄνοδον. b(BE3E4)T | |
816a | Ariston. | τόσσον ἔνερθ’ Ἀΐδεω, 〈ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίησ〉: πρὸς τὴν καθ’ Ὅμηρον τοῦ κόσμου τάξιν. καὶ ὅτι οὐδὲν τοιοῦτον ἐπὶ τοῦ Ὀλύμπου λέγει. καὶ ὅτι λείπει τὸ ὕπερθεν, ὅσον | |
ἐστὶν ὕπερθεν. A | |||
5 | D | τόσσον ἔνερθ’ Ἀΐδεω: τοσοῦτόν φησι—ἴσας λέγων εἶναι. A | |
816b1 | ex. | D | τόσσον ἔνερθ’ Ἀΐδεω: ἔδει τόσον ἔνερθ’ ἀπὸ γῆς. τάχα οὖν ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν. | ὡς οὐράνια τρία διαστή‐ ματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆς, οὕτω καὶ ἀπὸ γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς Τάρτα‐ | |
5 | ρον. δῆλον δὲ ὅτι οὐ σφαιροειδὴς ἡ γῆ κατὰ τοῦτον τὸν λόγον, ἀλλ’ ἐπίπεδος. T | ||
816b2 | D | ex. | τὰ οὐράνια, ὥς φησι, τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων καὶ τῆς Διὸς ἀρχῆς· οὕτω καὶ ἀπὸ τῆς γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς τὸν Τάρταρον. δῆ‐ λον δὲ ὡς τὸ μέσον κέντρον ἐστὶν ἡ γῆ. b(BCE3E4) | ἔδει δὲ εἰπεῖν τόσ‐ | |
5 | σον ἔνερθε γῆς ὅσον ἀπ’ αὐτῆς εἰς οὐρανόν. τάχα οὖν τὸ Ἀΐδεω ἀπὸ τῆς ἀρχῆς τοῦ Ἅιδου φησίν. b(BE3E4) | ||
818a | D | ex. | ex. | εἰ δ’ ἄγε πειρήσασθε: πεῖραν λάβετε. A | τῷ ἀποτόμως | |
(Nic.) | ἀπειλοῦντι καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι· A b (BCE3E4) T εἰ βούλεσθε τὴν διαφορὰν γνῶναι, πειράθητε. b(BCE3E4)T μεγάλα δὲ ὄντα τὰ προστάγματα A b (BE3E4)T μείζοσιν ὑπερ‐ | ||
5 | βολαῖς ἐπιστώσατο. | τοῦτον δὲ καὶ τὸν ἑξῆς συνάπτει Νικάνωρ (p. 193 Frdl.)· b(BE3E4)T εἰς δὲ τὸ „κρεμάσαντεσ“ (Θ 19) τελείαν τίθησιν. b(BCE3E4)T | ||
818b1 | Hrd. | {ἵνα} εἴδετε {πάντες}: ὡς λέγετε. ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον ἢ ἐναλλαγὰς ἐγκλίσεων, „ὄφρ’ εὖ πᾶσαι / | |
εἴδετ’ ἀκούουσαι“ (Σ 52—3)· „μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι τεθνειῶτα“ (Τ 403)· „ὄφρα καὶ †αὐτώ μοι σαώσετον ἐκ πολέμου“ (Ρ | |||
5 | 452)· „αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων / βούλεται ἀντιάσασ“ (Α 66—7). A | ||
818b2 | {ἵνα εἰδῆτε πάντες:} ἢ συστολὰς ἢ ἐναλλαγὰς κλίσεων νο‐ μιστέον τὰ τοιαῦτα, ὡς τὸ „ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ“ (Δ 131). T | ||
8.19 | Ariston. | σειρὴν χρυσείην 〈ἐξ οὐρανόθεν κρεμάσαντεσ〉: ὅτι εἰ μὴ ἐκδεξόμεθα Ὄλυμπον (cf. Θ 25) τὸ ἐπὶ Μακεδονίας ὄρος, οὐ συμφωνή‐ σει τῇ διαθέσει ταύτῃ· ἐπὶ γὰρ τοῦ οὐρανοῦ στάς φησιν τὸν Ὄλυμ‐ πον ἀνέλκειν τῆς σειρᾶς ἐκ τοῦ ῥίου (cf. Θ 25) ἐκδεθείσης. καὶ ὅτι ἡ | |
5 | ἔξ περισσή. A | ||
D | σειρὴν χρυσείην: χρυσῆν προσέθηκεν—τὸν ἥλιον. A | ||
D | σειρὴν ἐξ †οὐρανῶθεν† κρεμάσαντες καὶ τὰ ἑξῆς: κατὰ τὸν μῦθον ὁ Ζεὺς—ὥστε ἢ αὐτὸν καθελκυσθῆναι †ὑπ’ αὐτοῦ. A | ||
8.20 | ex. | πάντες δ’ ἐξάπτεσθε θεοὶ 〈πᾶσαί τε θέαιναι〉: ταῦτά φησι δεικνὺς ὡς οὐ καθ’ ἕνα, συλλήβδην δὲ πάντων κρείττων. b (BCE3E4)T καὶ Ποσειδῶν· οὔ πως ἔστι „Διῒ Κρονίωνι μάχεσθαι/ ἡμέας τοὺς ἄλ[λουσ]“ (Θ 210—1). T | |
822a | Ariston. | 〈Ζῆν’ ὕπατον μήστωρ’:〉 ὅτι ἀντὶ τοῦ ἐμέ, ὡς περὶ ἄλ‐ λου. Aint | |
822b | ex. | 〈Ζῆν’ ὕπατον μήστωρ’:〉 δείκνυσιν, οἷς δεῖ κοσμεῖσθαι τὸν ἄρχοντα, ῥώμῃ καὶ συνέσει. b(BCE3E4)Til | |
822c | Did. | 〈κάμοιτε:〉 γράφεται καὶ „πάθοιτε“. AimT | |
823a1 | Did. | πρόφρων ἐθέλοιμι {ἐρρῦσαι}: Ἀρίσταρχος διὰ τοῦ ω „ἐθέλωμι“. Πτολεμαῖος δὲ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων „πρόσσω“ γράφει. A | |
823a2 | {ἀλλ’ ὅτε δὴ πρόφρων:} οὕτω διὰ τοῦ ω. Πτολεμαῖος δὲ ἀντὶ τοῦ πρόφρων „πρόσ〈σ〉ω“ [γράφει]. T | ||
823a3 | Ἀρίσταρχος „ἐθέλωμι“. Aim | ||
8.24 | Ariston. | ex. | αὐτῇ κεν γαίῃ ἐρύσαιμι: λείπει ἡ σύν, ὡς τὸ „αὐτῇσι ῥίζῃσι“ (Ι 542). | πιθανῶς δὲ οὐ μόνους εἶπεν ἀνασπάσειν θεούς, ἀλλὰ καὶ τὸν περιέχοντα αὐτοὺς τόπον, τὸν Ὄλυμπον. b(BCE3E4)T | |
825-6 | Ariston. | σειρὴν μέν κεν〈—πάντα γένοιτο〉: ὅτι Ζηνόδο‐ τος ἀμφοτέρους ἠθέτηκεν. δι’ αὐτῶν δὲ διδασκόμεθα †πᾶσαν τὴν γῆν σὺν τῇ θαλάσσῃ. A | |
825a | Ariston. | 〈ἔπειτα:〉 ὅταν θελήσω ἐρύσαι φησίν. Aint | |
825b | Ariston. | περὶ ῥίον: ἵνα αὐτὸ δεσμεύσας καὶ τὰ λοιπὰ ἐπάρῃ, συν‐ ερριζωμένης αὐτῷ μὲν τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης. b(BCE3E4)T | |
D | σειρὴν μέν κεν: ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττε‐ σθαι—ἐκ τοῦ φανερῶς κρατεῖν. A | ||
8.26 | Ariston. | 〈τὰ δέ κ’ αὖτε μετήορα πάντα γένοιτο:〉 δείκνυσιν ὅτι | |
βέβηκεν ὁ Ὄλυμπος καὶ οὐκ ἔστι μετέωρος. Til | |||
8.27 | ex. | περί τ’ εἰμὶ θεῶν περί τ’ εἴμ’ ἀνθρώπων: ἔδει τὸ ἀσθενὲς προτάξαι. ἢ τὸ μέτρον αἴτιον· b(BCE3)T „ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνησ“ (δ 45): T ἢ εὐτελίζων τοὺς θεούς. b (BCE3)T | |
8.28 | Ariston. | ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες: ἐντεῦθεν ἕως τοῦ „πρόφρονι μυθέομαι“ (Θ 40) ἀθετοῦνται στίχοι τρεῖς καὶ δέκα, ὅτι ἐξ ἄλλων τό‐ πων μετάκεινται. καὶ ἐν τοῖς κατὰ μέρος διαπίπτει οὐκ ὀρθῶς χρώμενος ταῖς λέξεσιν· „ὀδυσσαμένοιο τεοῖο“ (Θ 37)· τοῦτο γάρ ἐστι τοῦ σοῦ, | |
5 | θέλει δὲ ὁ λόγος ὀργισθέντος σοῦ, ἀσυνάρθρως. A | ||
8.29 | Did. | ἀγασσάμενοι: γράφεται καὶ „φρασσάμενοι“· ATil μᾶλ‐ λον δὲ τὸ ἀγασσάμενοι τοῖς ἑξῆς συνᾴδει. A | |
8.30 | ex. | ὀψὲ δὲ δὴ μετέειπε 〈θεὰ γλαυκῶπις Ἀθήνη〉: πιθανῶς οὐχὶ Ἥρα λέγει· ἐξεκαύθη γὰρ ἂν μεγάλη ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ μετὰ αἰδοῦς τῷ πατρὶ διαλέγεται b(BCE3 E4)T μετριώτερον, οὐχ ὡς ἡ Ἥρα φθεγγομένη· ἄλλως τε καὶ | |
5 | τοῖς προοιμίοις αὐτὸν ἐξαίρει καὶ τὰ μὲν κελευσθέντα φησὶν ἀποπλη‐ ροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονέσαι, καὶ ταῦτα οὐχ ἵνα αὐτῷ ἐμπο‐ δίσῃ, ἀλλ’ ὅπως μὴ πάντες ἀπόλωνται. b(BE3E4)T | ||
8.31 | ex. | ὦ πάτερ ἡμέτερε, 〈Κρονίδη, ὕπατε κρειόντων〉: με‐ τρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ τῶν ἄλλων θεῶν μέγιστον καὶ τὴν ὑπεροχήν, ἣν ἔχειν βούλεται, μαρ‐ | |
τυρεῖ συντόμως. b(BCE3E4)T | |||
832-4 | Ariston. | D | εὖ νυ καὶ ἡμεῖς—ὄλωνται: τούτους πάλιν μετ’ | |
ad Θ 31 | ὀλίγα ἡ Ἥρα παραγίνεται λέγουσα (sc. Θ 463—5). | αἱ τοιαῦται δὲ προσφωνήσεις—παραδίδωσιν. A | ||
8.33 | ex. | ἀλλ’ ἔμπης Δαναῶν 〈ὀλοφυρόμεθ’ αἰχμητάων〉: ὁ μὲν οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, b(BCE3E4)T ἀλλ’ ἀμφοτέροις βοηθεῖν ἐκώλυσεν· b(BE3E4)T ἡ δὲ ξυνιεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν. b(BCE3E4)T | |
8.34 | ex. | κακὸν οἶτον: διὰ τοῦτο γὰρ ἄχθεται, οὐχ ὅτι ἀπολοῦνται· ὃ καὶ οἶκτον ἐκίνησεν. b(BCE3E4)T | |
835-6 | ex. | πολέμου μὲν ἀφεξόμεθα〈—ὀνήσει〉: τὸ μὲν γὰρ ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός· τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάν‐ τας ἀπολέσθαι, ἀλλὰ δεηθῆναι Ἀχιλλέως καὶ αὐτὸς θέλει· b(BCE3E4) T „οὐδ’ ὅ γε πάμπαν / ἤθελε λαὸν ὀλέσθαι / ἀλλὰ Θέτιν κύδαινε“ | |
5 | (Ν 348—50). T | ||
835a1 | Did. | 〈ὡς σὺ κελεύεις:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „εἰ σὺ κελεύεισ“. Aim | |
835a2 | „ὡς σὺ κελεύεισ“. Til | ||
837a | Ariston. | ex. | 〈ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο〉 τεοῖο: ἀθε‐ τοῦσιν. οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἐφέρετο· τὸ γὰρ τεοῖο συγχεῖ τὸν λόγον. | ὀδοὺς ὀδύσσω, παρ’ ὃ „ὀδὰξ ἐν χείλεσι φύντεσ“ (α 381. ς 410). T | |
837b | ex. | ὀδυσσαμένοιο τεοῖο: τοῦ σοῦ οὐδετέρως, ὡσεὶ λέγοι· | |
ἐπεὶ τὰ σὰ οὕτω πρὸς αὐτοὺς ἔχει. T | |||
839-40 | Ariston. | θάρσει, Τριτογένεια, 〈—ἤπιος εἶναι〉: ὅτι ὑπὸ Διὸς πάλιν λέγονται πρὸς Ἀθηνᾶν πρὸ τῆς Ἕκτορος τελευτῆς (sc. Χ 183—4). ἐναντιοῦνται δὲ ἐνθάδε τοῖς ὑποκειμένοις. A | |
839a | ex. | Τριτογένεια: Μῆτιν τὴν Ὠκεανοῦ ἀμείβουσαν εἰς πολλὰ τὴν μορφὴν Ζεὺς βουλόμενος παρ’ ἑαυτῷ ἔχειν κατέπιεν ἔγκυον οὖσαν ὑπὸ Βρόντου τοῦ Κύκλωπος. τελεσφορηθείσης δὲ τῆς παιδὸς ὁ Ζεὺς διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ ποταμῷ τρέφειν. ὅθεν | |
5 | Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα, Βρόντου Διὸς Τρί‐ τωνος. Δημόκριτος (Vors.6 68 B 2) δὲ ἐτυμολογῶν τὸ ὄνομά φησιν ὅτι φρόνησίς ἐστιν, ἀφ’ ἧς τρία συμβαίνει, εὖ λογίζεσθαι, λέγειν κα‐ λῶς, πράττειν ἃ δεῖ. b(BCE3E4)T ἢ ὅτι τρίτῃ φθίνοντος ἐτέχθη. καὶ παροιμία (cf. prov. ap. Su. τ 1019) „παῖς μοι τριτογενὴς εἴη, μὴ | ||
10 | τριτογένεια“· ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες. b(BE3E4)T | ||
D | Τριτογένεια: Ὅμηρος μὲν—τῆς Λιβύης. A | ||
839b | ex. | θάρσει, Τριτογένεια: δείκνυσιν ὅσον δύναται λόγος εὐμενὴς b(BCE3E4)T καίτοι παιδὸς πρὸς πατέρα. b(BCE3)T | |
840a | ex. | πρόφρονι: ἀντὶ τοῦ ὑπέρφρονι, ὡς „πρό τε παίδων καὶ πρὸ γυναικῶν“ (Θ 57). ὁ λόγος οὖν οὐ τυραννικὴν ἀπήνειαν, ἀλλὰ | |
βασιλικὴν παρίστησι προσήνειαν. b(BCE3E4)T | |||
840b | ex. | 〈ἐθέλω δέ τοι ἤπιος εἶναι:〉 εἰρωνεύεται αὐτήν. Aim | |
8.41 | ex. | τιτύσκετο: οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν. b(BCE3 E4)Til | |
8.42 | ex. | 〈χρυσέῃσιν ἐθείρῃσιν κομόωντε:〉 μεγαλοπρεπὴς ἡ διάνοια. Til | |
843a | Ariston. | χρυσὸν δ’ αὐτὸς ἔδυνε 〈περὶ χροΐ, γέντο δ’ ἱμάσ‐ θλην〉: ὅτι ἀντὶ τοῦ χρυσῆν πανοπλίαν· καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν, οὐκέτι ἑξῆς (sc. Θ 387) ἐγχωρεῖ τὴν αὐτὴν ταύτην πανοπλίαν ἀνειληφέναι τὴν Ἀθηνᾶν· καὶ | |
5 | ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντὶ τοῦ ἔλαβεν. A | ||
843b | ex. | 〈χρυσόν:〉 τὴν αἰγίδα φησίν· καὶ ἀλλαχοῦ „περὶ δ’ αἰγίδι πάντα κάλυψε / χρυσείῃ“ (Ω 20—1). b(BCE3E4)T | |
845a | ex. | 〈μάστιξεν δ’ ἐλάαν:〉 τὸν ἀέρα ἔπληξε〈ν〉 ὀτρύνων αὐ‐ τούς. Til | |
845b | ex. | 〈οὐκ ἄκοντε:〉 οὐκ ἀπρόθυμοι. Aim | |
846a | Ariston. | μεσσηγὺς γαίης τε 〈καὶ οὐρανοῦ ἀστερόεντοσ〉: ὅτι οὐδέποτε εἶπεν μεσσηγὺς γαίης τε καὶ Ὀλύμπου νιφόεντος, οὐδὲ τὸν Ὄλυμπον ἀστερόεντα· διαφέρει γὰρ κατ’ αὐτὸν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ. A | |
846b | ex. | 〈οὐρανοῦ ἀστερόεντος:〉 οὐδέποτε δὲ Ὀλύμπου ἀστε‐ ρόεντός φησιν. b(BCE3E4)Til ἔνθεν δῆλον ὅτι Ὄλυμπος οὐ | |
τὸν οὐράνιον τόπον δηλοῖ, ἀλλὰ τὸν ὑπ’ οὐρανόν. b(BCE3E4) | |||
847-8a | Ariston. | Ἴδην δ’ ἵκανεν 〈... / Γάργαρον〉: πρὸς τὴν ἰδιό‐ τητα τῆς φράσεως, ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν· προτάξας γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν· μέρη γὰρ τῆς Ἴδης ἄλλα τε καὶ τὸ Γάργαρον. A | |
847-8b | ex. | Ἴδην δ’ ἵκανεν 〈... /〉 Γάργαρον: Ἴδην Γάργαρον ἀντὶ τοῦ εἰς Γάργαρον Ἴδης, ὡς „ἡ δ’ ἄρα Κύπρον ἵκανε 〈... /〉 ἐς Πάφον“ (θ 362—3). ἔστι δὲ καὶ πόλις Γάργαρος. b(BCE3E4)T | |
847a | ex. | 〈πολυπίδακα:〉 πίδακές εἰσι〈ν〉 αἱ τῶν ὑδάτων ἀναδό‐ σεις αἱ μικραί. Aim | |
847b | ex. | μητέρα θηρῶν: ἁρμόδιον τὸ ἐπίθετον τῷ ὄρει· λέγεται γὰρ ὄφεις ἐνεγκεῖν, οἳ τῷ μεγέθει τοὺς ἐλάφους ἀναιροῦσιν, εἰλούμενοι περὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, καὶ τοῖς δένδροις προσαρτῶντες αὑ‐ τούς, καὶ οὕτω διαφθείροντες. b(BCE3E4)T | |
8.48 | D | Γάργαρον: τὸ ἀκρωτήριον—Φαλάκρη. τούτου μνη‐ μονεύει Καλλίμαχος ἐν πρώτῳ Αἰτίων (fr. 34). A | |
8.51 | ex. | 〈κύδεϊ γαίων:〉 τῇ ἑαυτοῦ ἐνηδόμενος δόξῃ καὶ ἀρετῇ. b | |
(BCE3) | |||
853a | Ariston. | οἱ δ’ ἄρα δεῖπνον ἕλοντο 〈καρηκομόωντες Ἀχαιοί〉: ὅτι πρὸ τούτου τὴν ἀνατολὴν τίθησι Ζηνόδοτος. τὸ δὲ συνεχὲς τοῦ λό‐ γου οὕτως ἐστίν· ἡμέρας ἐνστάσης ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο, οἱ δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντο. A | |
853b | ex. | οἱ δ’ ἄρα δεῖπνον ἕλοντο〈—〉Ἀχαιοί: καλῶς μετὰ θεοὺς εἰς Ἕλληνας μέτεισιν. δυσὶ δὲ τροφαῖς ἐχρῶντο, ὧν ἡ μὲν δόρπον τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον, ἡ δὲ δεῖπνον καὶ ἄριστον. T | |
853c | ex.(?) | 〈δεῖπνον ἕλοντο:〉 ἠρίστησαν. Aint | |
854a | D | ex.(?) | 〈ῥίμφα:〉 ταχέως | ἢ ἐλαφρῶς. Til | |
854b | Did. | ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο: ἐξωπλίζοντο καὶ ἀνελάμ‐ βανον τὰ ὅπλα, ὅπερ ἀγνοήσαντές τινες γράφουσι „τοὶ δ’ αὐτόθι θω‐ ρήσσοντο“ A | |
855a1 | Did. | 〈ὡπλίζοντο:〉 Ἀρίσταρχος διὰ τοῦ ο „ὁπλίζοντο“. Aint | |
855a2 | τὸ δὲ „ὁπλίζοντο“ διὰ τοῦ ο. T | ||
856a | Ariston. | παυρότεροι: ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας σὺν τοῖς ἐπι‐ κούροις λέγει. ἡ δὲ ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα „πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρεσ“ (Β 131) καὶ πρὸς Ζηνόδοτον γράφοντα (sc. in Θ 562) „μυρία δ’ ἐν πεδίῳ“. A | |
856b | ex. | παυρότεροι: καὶ πῶς φησι „πολλέων ἐκ πολίων“ (Β 131); καὶ νῦν τοὺς ἰθαγενεῖς φησιν· διὸ καὶ τὸ „πρό τε παίδων καὶ πρὸ γυ‐ | |
ναικῶν“ (Θ 57). ἢ ἑαυτῶν ἥττους διὰ τὸν θάνατον. b(BCE3E4)T | |||
856c | ex. | μέμασαν δὲ καὶ ὣς 〈ὑσμῖνι μάχεσθαι〉: ἀναγκαίως τοῦτο ἐπιφέρει, ἵνα μὴ νομίσωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προγενομένην ἧτταν. b(BCE3E4)T | |
857a | Hrd. | 〈χρειοῖ:〉 ὡς „Λητοῖ“ (Υ 72. W 607)· ἡ γὰρ εὐθεῖα „χρειὼ ἐμεῖο γένηται“ (Α 341). Aim | |
857b | D(?) | 〈πρό τε παίδων:〉 ἀντὶ τοῦ ὑπὲρ τῶν παίδων. Til | |
858a1 | Ariston. | πᾶσαι δ’ ὠΐγνυντο πύλαι: ὅτι μία ἐστὶ πύλη καὶ πληθυντικῶς εἶπεν πύλαι. τὸ δὲ πᾶσαι ἀντὶ τοῦ ὅλαι, ὡς „θριξὶ δὲ πάντα νέκυν καταείνυον“ (Ψ 135). A | |
858a2 | ἀντὶ τοῦ ὅλαι, ὡς „πάντα νέκυν καταείνυον“. μία δὲ ἦν ἱππήλατος πύλη. Til | ||
8.60 | Did.(?) | 〈ἵκοντο:〉 γράφεται „ἵκανον“. Aint | |
862a | Ariston. | ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι: ὅτι ταὐτὸν ἐξ ἐπαναλή‐ ψεως εἶπεν· προειπὼν γὰρ „ῥινούσ“ (Θ 61), ἐπενήνοχεν ἀτὰρ ἀ‐ σπίδες ὀμφαλόεσσαι, ἐξ ἀμφοτέρων ταὐτὰ σημαίνων. A | |
862b | ex. | ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι: ὅτι ἐξ ἀναλήψεως τὸ ἀσπίδες· b(BCE3E4)T καὶ γὰρ καὶ „ῥινοὺσ“ τὰς αὐτάς φησι (sc. Θ 61). b(BCE3E4) | |
8.63 | ex. | ἔπληντ’ ἀλλήλῃσι: πρὸς φαντασίαν τῶν ῥηθησομένων τὸ ἔπληντο. b(BCE3E4)T ἔστι δὲ ὡς τὸ „ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρει‐ δε“ (Ν 131). b(BCE3)T πρὸ δὲ τοῦ κατὰ μέρος ἐξαίρει τὸν | |
ἀκροατήν. b(BCE3E4)T | |||
8.65 | Ariston. | 〈ὀλλύντων τε καὶ ὀλλυμένων,〉 ῥέε δ’ αἵματι γαῖα: ὅτι ἀντὶ τοῦ ἐρρεῖτο ἡ γῆ, καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντη‐ κεν. A | |
866a | Ariston. | ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ: ἡ διπλῆ, ὅτι νῦν τὴν πρὸ μεσημβρίας ὥραν ἠῶ λέγει. A | |
866b | ex. | ὄφρα μὲν ἠὼς ἦν: πρὸς πίστιν τὸν καιρὸν ὡς παρατυγ‐ χάνων. ἠῶ δὲ καὶ τὸν ὄρθρον καὶ τὴν ἕως ἕκτης καὶ ἡμέραν τὴν σωμα‐ τοειδῆ. εἰς τρία δὲ αὐτὴν διαιρεῖ· „ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“ (Φ 111). b(BCE3E4)T „ἦρι“ (Ι 360) δὲ παρὰ τὸ αἴρεσθαι. T | |
866c | ex. | καὶ ἀέξετο ἱερὸν ἦμαρ: τὸ μέχρι μεσημβρίας αὔξησιν ἀποκαλεῖ ὡς σφαιροειδεῖ τῷ οὐρανῷ προσαναβαίνοντος τοῦ ἡλίου. b(BCE3E4)T | |
D | ἀέξετο: αὔξησιν ἐλάμβανεν—ποιῶν. A | ||
866d | ex. | ἱερὸν ἦμαρ: τὸ πρὸ τῆς μεσημβρίας διὰ τὸ ἐν τούτῳ τοῖς θεοῖς θύειν· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις νέμεται. b(BCE3 E4)T | |
868a | Ariston. | Did. | ἦμος δ’ ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει〉: ὅτι οὐδέποτε ἐν Ὀλύμπῳ τὸν ἥλιον, ἀλλ’ ἐν οὐρανῷ· οὐκ ἄρα ὁ αὐτὸς τῷ οὐρανῷ. | τὸ δὲ ἀμφιβεβήκει A γράφεται καὶ σὺν τῷ ν, | |
„ἀμφιβεβήκειν“. AAim | |||
868b | ex. | ἦμος δ’ ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει〉: γινώ‐ σκει καὶ μεσουράνημα, †ἡνίκα οὖν δηλονότι κατ’ ἶσον† ἀπόστημα ἀνατολῆς τε καὶ δύσεως. b(BCE3)T | |
868c | ex. | μέσον οὐρανὸν ἀμφιβεβήκει: δείκνυσιν ὡς μείζων ὁ ἥλιος οὐρανοῦ· τὸ γὰρ ἀμφιβῆναι μείζονός ἐστι περὶ ἔλαττον, ὡς λέον‐ τες μὲν σκύμνοις περιβαίνουσι, κύνες δὲ σκύλαξιν. b(BCE3)T | |
8.69 | ex. | καὶ τότε δὴ χρύσεια 〈πατὴρ ἐτίταινε τάλαντα〉: ποιη‐ τικῶς τὸ δισταζόμενον ἐπανάγει τῷ ζυγῷ. οἱ Στωϊκοὶ (St. V. Fr. II 267, 41 = Chrys. fr. 931) δέ φασιν ὡς ταὐτὸν εἱμαρμένη καὶ Ζεύς. διττὸν δὲ τὸ τῆς Μοίρας· ἀπαράβατον, ὡς τὸ δεῖ θνητὸν ὄντα ἀπο‐ | |
5 | θανεῖν, οὗ οὐδὲ Ζεὺς κρατεῖ, ὡς ἐπὶ Σαρπηδόνος (cf. Π 431—61)· τὸ δὲ ταχὺ ἢ βραδύ, ὡς ἐπὶ Ἀχιλλέως, οὗ κρατεῖ Ζεύς (cf. Ο 72—7. Χ 356—60 al.). b(BE3E4)T ταύτην οὖν ταλαντεύει· T ταῦτα δὲ λεγόμενα ἔχει φαντασίαν, δρώμενα δὲ οὐδέν ἐστι διὰ τὸ σύνηθες. b (BE3E4)T | ||
10 | D | τάλαντα: τὴν τοῦ Διὸς διάνοιαν. A | |
870a | Ariston. | ἐν δ’ ἐτίθει δύο κῆρε 〈τανηλεγέος θανάτοιο〉: μίαν ὑπὲρ ἑκατέρου στρατεύματος· καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει. ὁ δὲ Αἰσχύλος (p. 88 N.2 = fr. 205 b M. = p. 375 R.) νομίσας λέγεσθαι τὰς ψυχὰς ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστιν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ζυγῷ | |
5 | τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν. A | ||
870b | ex. | ex. | ἐν δ’ ἐτίθει δύο κῆρε: πῶς δύο κῆρας ἐντίθησιν ὁ Ζεὺς ὥσπερ ἀνὰ μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς (sc. Θ 73—4) πλείους αὐτάς φησιν, „αἱ μὲν Ἀχαιῶν κῆρεσ“ (Θ 73); ἢ ὅτι αἱ δύο καὶ πολλαὶ ἂν εἶεν· λέγομεν γοῦν διττὰ πράγματα. πλειόνων δὲ ἔμφασιν | |
5 | διδόντος τοῦ ὀνόματος εἰκότως ἐν τῇ μεταλήψει πλέονας εἶπε κῆρας. b(BCE3)T συνεκδοχὴ δέ ἐστιν. b(BE3)T | ΚΗΡ δὲ παρὰ τὸ κῆαι (διὰ πυρὸς γὰρ ἔθαπτον), οἱ δὲ παρὰ τὸν κηρόν· ἐντετυπῶσθαι γὰρ αὐτῇ καθάπερ ἐν κηρῷ τὰ πράγματα. b(BCE3E4)T | ||
8.72 | ex. | ex. | ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν: οὐκ ἄρα, φασίν, ἐχαρίσατο τῇ Θέτιδι, εἰ μοιρίδιον ἦν. φαμὲν δὲ ὅτι εἰς ἐπίτασιν τῆς Μοίρας καὶ Δία ὁπλίζει κατ’ Ἀχαιῶν· b(BCE3E4)T ὅπερ ἦν τῆς χάριτος. b (BCE3E4) | ὅτι δισσὸν τὸ τῆς Μοίρας. T | |
873-4 | Ariston. | αἱ μὲν Ἀχαιῶν κῆρεσ〈—ἄερθεν〉: ἀθετοῦνται, ὅτι ὑπὲρ ἑκάστου στρατεύματος κῆρα ζυγοστατεῖ ὁ Ζεύς, οὐ πλείους, ὡς ἐπὶ Ἀχιλλέως καὶ Ἕκτορος (cf. Χ 210—1). ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς. εἰ δέ τις δύο ὑπὲρ ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος | |
5 | τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχήματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλ’ οὐ μία; A | ||
873a1 | ex. | †ἐν δ’ ἐτίθει δύο κῆρε (Θ 70)† αἱ μὲν Ἀχαιῶν κῆρες: ὡς τὸ „†δύο† δέ τέ οἱ θύραι εἰσίν, / αἱ μὲν πρὸς Βορέαο“ (ν 109—10). T | |
873a2 | ὅμοιόν ἐστι τῷ „δύω δέ τε †θύραι εἰσίν, / αἱ μὲν πρὸς Βο‐ ρέαο καταιβαταὶ ἀνθρώποισιν“, οἷον δύο μὲν τὰ μέρη, ἀρκτικὸν καὶ μεσημβρινόν, καὶ δύο θυρῶν ἔξοδοι· εἰς δὲ τὸ κατὰ μέρος πλείονες αἱ κῆρες. b(BCE3) | ||
873b | ex. | αἱ μὲν Ἀχαιῶν κῆρες: ἀπὸ μὲν τοῦ ζυγοῦ τὸ μέγεθος τοῦ ταλαντεύοντος δηλοῖ. ἐπειδὴ δὲ τὰ ἐπίγεια θνητά, τὰ μὲν δυστυχῆ πλησιάζει τῇ γῇ, τὰ δὲ εὐτυχῆ μετεώρῳ τῇ πλάστιγγι ἕπεται. b | |
(BCE3)T | |||
874a | Did. | 〈ἑζέσθην:〉 ἐν ἐνίοις διὰ τοῦ ε, „ἕζεσθεν“. Aint | |
874b | ex. | ἑζέσθην: ἀντὶ τοῦ ἕζεσθεν, ὡς „κόσμηθεν“ (Γ 1). ὅμοιον δέ ἐστιν αὐτῷ καὶ τὸ „μιάνθην αἵματι μηροί“ (Δ 146). b(BE3)T | |
875-6 | ex. | δαιόμενον δέ 〈/ ἧκε〉 σέλας: τὸ σέλας (76) δηλοῖ τὴν ἔλλαμψιν. βουλόμενος οὖν εἰπεῖν ὡς οὐκ ἦν ἀστραπὴ τὸ γινόμενον, ἀλλὰ κεραυνὸς μετὰ τὴν βροντὴν προσέθηκε τὸ δαιόμενον (75)· b (BCE3)T ἡ γὰρ πρὸ βροντῆς ἀστραπὴ οὐ κεραυνός· μετὰ γὰρ | |
5 | τὴν βροντὴν ὁ κεραυνός, ὅς ἐστι καυστικός. b(BCE3) | ||
877a1 | ex. | καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν: δαιμονίαν ὑπο‐ φαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐτούς, ὅπως μὴ μένοντος ἑτέ‐ ρου αἰσχύνοιτο ἄλλος τις. κατ’ αὐτῶν δὲ φέρεται τὸ πῦρ· οὐ γὰρ Ἑλ‐ ληνικὸς ὁ Ζεύς. T | |
877a2 | δαιμονίαν ὑποφαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν αὔξων αὐ‐ τούς· ἑτέρου γὰρ ὑποχωροῦντος καὶ οἱ λοιποὶ τοῦτο ποιοῦσι· δόξαν γὰρ ἔχουσι περὶ αὑτῶν ὡς οὐδείς ἐστι φυγοπόλεμος, ἀλλ’ ἕνα θυμὸν ἔχουσιν. ὅταν οὖν ἴδωσι τοὺς ἀρίστους ὑποχωροῦντας, οὐκ ἐξ ἀναλ‐ | ||
5 | κίας ὑποπτεύουσι φεύγειν, ἀλλὰ θεομηνίαν νοοῦσιν εἶναι· ὃ γέγονε καὶ νῦν. b(BCE3E4) | ||
877b | Did. | 〈εἷλεν:〉 ἐν ἄλλῳ „{δέος} ᾕρει“. Aim | |
8.78 | ex. | ἔνθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν: ὡς φιλέλλην παρατρέ‐ χει τὰ δυσχερῆ, ἐπ’ ὀλίγα πρόσωπα τὴν ἧτταν φέρων. καὶ ἡ ἐκλογὴ δὲ τῶν ὀνομάτων θεραπεύοντός ἐστι τὴν ἧτταν· b(BCE3)T οὐ γὰρ εἶπεν ἔφυγεν, ἀλλὰ τλῆ μίμνειν· ἐκφαίνει γὰρ τὸν βουλόμενον | |
5 | κακοῖς ἀγωνίζεσθαι ἐπηρεαζόμενον ὑπὸ τοῦ Διός. b(BE3)T | ||
8.80 | ex. | ex. | ex.(?) | Νέστωρ οἶος ἔμιμνε 〈Γερήνιος, οὖρος Ἀχαιῶν〉: μετα‐ φορικῶς ὁ ἄνεμος· δι’ αὐτοῦ γὰρ ἰθύνεται τὰ πράγματα, καὶ εἰ οὗτος ἀπολεῖται, συναπόλλυσι σχεδὸν τὸ πᾶν. b(BCE3E4) | οὐκ εἰσάγει | |
αὐτὸν ἀναιροῦντα διὰ τὸ ἀπίθανον, ἀλλ’ οὐδὲ πάσχοντά τι διὰ τὴν | |||
5 | ἐξαίρετον φυλακὴν περὶ αὐτόν. οὐ τυχόντα δὲ δι’ αὐτοῦ ἐκίνησεν ἡμῖν ἀγῶνα. ἐπεὶ δὲ ἄπιστον ἦν τοσούτων νέων φευγόντων μόνον μεῖναι τὸν γέροντα, ὥσπερ ἐν ἀπολογίας μέρει ἐπιφέρει τὸ „οὔτι ἑκών, b(BE3E4)T ἀλλ’ ἵππος ἐτείρετο“ (Θ 81). | οὖρος δὲ εὐθύντωρ ἢ φύλαξ. T | ||
881a1 | Did. | 〈ἐτείρετο:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἐδάμνατο“. Aint | |
881a2 | γράφεται καὶ „ἐδάμνατο“. Til | ||
882-3 | ex. | τὸν βάλεν ἰῷ / δῖος Ἀλέξανδρος: καὶ πόρρωθεν πο‐ λεμεῖ καὶ οὐκ ἄνδρα τοξεύει, ἀλλ’ ἵππον γέροντος βάλλει. καὶ συμ‐ πλέκεται οὗτος πάντων φευγόντων. b(BCE3)T | |
883a1 | ex. | ὅθι τε πρῶται τρίχες: πρῶται ἀντὶ τοῦ ἄκραι. θερμὸς δὲ ὁ περὶ τὴν μήνιγγα τόπος· διὸ προφύει τρίχας. T | |
883a2 | ἀντὶ τοῦ ἄκραι. θανάσιμος δέ ἐστιν ὁ τόπος διὰ τὸ τὸν ἐγκέφαλον πλησιάζειν ταῖς μήνιγξιν. b(BCE3E4) | ||
8.84 | D | 〈καίριον:〉 ἐπικίνδυνον. Til | |
D | καίριόν ἐστι: εὔκαιρον—ὅ ἐστιν ἐπικίνδυνον. A | ||
885a | ex. | 〈ἀλγήσας δ’ ἀνέπαλτο, βέλος δ’ εἰς ἐγκέφαλον δῦ:〉 γραφικῶς εἶπε πάντα. Til | |
885b | Ariston. | 〈βέλος δ’:〉 ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· βέλος γάρ. AintTil | |
887a1 | ex. | 〈ὄφρ’ ὁ γέρων ἵπποιο〉 παρηορίας ἀπέτεμνε: διὰ τοῦ ἀπέτεμνε τὸ νωθρὸν τοῦ γήρως δηλοῖ. ἐπὶ δὲ Αὐτομέδοντος ῥᾳδίως ἐνεργήσαντός φησιν „ἀΐξας ἀπέκοψε παρήορον“ (Π 474). γέ‐ ροντα δὲ εἶπεν (ὄφρ’ ὁ γέρων) ἢ δι’ οἶκτον ἢ †πᾶσα τῶν ἑλλήνων ἡ | |
5 | εὐχή†. ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα | ||
αὐτῷ ἐπάγει. T | |||
887a2 | οἴκτου χάριν τὸ γέρων τίθησιν. ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν καὶ τὸν δεινὸν Ἕκτορα αὐτῷ ἐπάγει. διὰ δὲ τοῦ ἀπέτεμνε τὸ νωθρὸν τοῦ γήρως ἐδήλωσεν. b(BCE3) | ||
887b | Hrd. (?) | 〈παρηορίας:〉 ὡς παρηγορίας. Aim | |
D | παρηορίας: τὰς τοῦ †παρήορος—ἱμάντας. A | ||
D | ἀπέταμνε: δεινός ἐστιν Ὅμηρος—συντόμως τὸ πρᾶγ‐ μα δηλῶν. A | ||
889a | ex.(?) | 〈ἀν’ ἰωχμόν:〉 παρὰ τὴν συμβολήν. Til | |
889b | Ariston. | 〈ἡνίοχον:〉 ὅτι τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶ‐ πεν. Aint | |
891a | ex. | εἰ μὴ ἄρ’ ὀξὺ νόησε 〈βοὴν ἀγαθὸς Διομήδησ〉: εἰκό‐ τως Διομήδης τὸν πρεσβύτην κινδυνεύοντα ὁρᾷ ὡς ἀναχωρῶν ἔσχα‐ τος· θελήσας γὰρ μονομαχῆσαι, ἀποσφαλεὶς δὲ τῷ κλήρῳ, νῦν καὶ τοῦ καιροῦ μὴ συγχωροῦντος πειρᾶται πολεμεῖν. b(BCE3E4)T βοηθεῖ | |
5 | δὲ τῷ Νέστορι διὰ τὸ τῶν ἠθῶν παραπλήσιον· b(BCE3)T καὶ ἐν τῇ νυκτεγερσίᾳ δυσχεραίνει κάμνοντα ὁρῶν παρ’ ἡλικίαν τὸν Νέστο‐ ρα καί φησι· „σχέτλιός ἐσσι, γεραιέ“ (Κ 164), καὶ ἐπὶ τὴν κατασκοπὴν ἐξιὼν παρὰ Θρασυμήδους ὅπλα λαμβάνει, „Τυδείδῃ μὲν δῶκε“ (Κ 255)· καὶ ὁ Νέστωρ φησὶ πρὸς αὐτόν· „Τυδείδη Διόμηδες, ἐμῷ κεχα‐ | ||
10 | ρισμένε θυμῷ“ (Κ 234). T | ||
891b | ex. | 〈εἰ μὴ ἄρ’—Διομήδης:〉 εἰκότως Διομήδης αὐτὸν σῴζει· ἐραστὴς γὰρ συνέσεως. Til | |
8.92 | ex. | σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα: ἐν σχή‐ ματι ἐδήλωσεν ὡς καὶ Ὀδυσσεὺς ἔφυγεν ἄνω μὴ μνησθεὶς αὐτοῦ. b (BCE3E4)T ἀεὶ δὲ ἀσφαλὴς Διομήδης· καὶ ἐν τῇ κατασκοπῇ— „σύν τε δύ’ ἐρχομένω“ (Κ 224)—Ὀδυσσέα τε καλεῖ ὡς φίλον καὶ | |
5 | ἑταῖρον Νέστορι. Νέστωρ γοῦν φησι· „ἔνθ’ ἤτοι 〈εἵωσ〉 μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεύς / οὔτε ποτ’ εἰν ἀγορῇ δίχ’ ἐβάζομεν“ (γ 126—7). b | ||
(BCE3)T | |||
893a1 | ex. | πολυμήχαν’ Ὀδυσσεῦ: πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον. ἔστι δὲ γεωργός, „ἐν ποίῃ, δρέπανον μέν“ (ς 368)· κυβερνήτης, „αἰεὶ γὰρ πόδα νηόσ“ (κ 32)· τέκτων ἀπὸ τῆς κλίνης (cf. ψ 189) AT καὶ τοῦ δουρείου ἵππου (at cf. λ 523): T ναυπηγὸς ἀπὸ τῆς σχεδίας | |
5 | (cf. ε 243—61)· κυνηγὸς ἀπὸ τοῦ Παρνασοῦ (cf. τ 428—54)· μάν‐ τις, „φήμην τίς μοι φάσθω“ (υ 100)· μάγειρος, „δαιτρεῦσαί τε καὶ ὀπτῆσαι“ (ο 323)· ἰατρός, „ὄφρα οἱ εἴη | ἰοὺς χρίεσθαι“ (α 261—2)· μουσικός, „μῦθον δ’ ὡς ὅτ’ ἀοιδόσ“ (λ 368)· πύκτης, „πὺξ μὲν ἐνίκησα Κλυτομήδεα“ (Ψ 634)· παλαιστής, „Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον“ | ||
10 | (Ψ 635)· δισκευτὴς παρὰ Φαίαξι (cf. θ 186—98)· τοξότης, „εὖ μὲν τόξον οἶδα“ (θ 215)· ἀκοντιστής, „δουρὶ δ’ ἀκοντίζω“ (θ 229)· ῥή‐ τωρ, „καὶ ἔπεα νιφάδεσ〈σ〉ιν ἐοικότα“ (Γ 222)· ἀστρολόγος, „Πληϊά‐ δας θ’ ὁρόωντι“ (ε 272). AT | ||
893a2 | πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται· δεῖ γὰρ τὸν στρα‐ τιώτην τοιοῦτον εἶναι· γεωργὸς μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνή‐ της ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν | ||
5 | λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων, ναυπηγὸς ἀπὸ τῆς νηός, b (BCE3E4) κυνηγὸς ἀπὸ τῆς κυναγωγῆς καὶ τῆς ὀρεσινομίας, μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ δαιτρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰούς, μουσι‐ κὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ | ||
10 | εὐστροφίας καὶ χειρῶν συμπλοκῆς, b(BE3E4) τοξότης ἀπὸ δια‐ σκέψεως ἀρίστης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανότητος, στρατηγὸς ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης | ||
ἀπὸ πολυμηχανίας καὶ πολυπειρίας. b(BCE3E4) | |||
894a | Nic. | πῇ φεύγεις 〈μετὰ νῶτα βαλών, κακὸς ὥς, ἐν ὁμίλῳ〉: βραχὺ διασταλτέον ἐπὶ τὸ βαλών καὶ ὥς· χωριζόμενον γὰρ σαφέ‐ στερον ποιεῖ τὸν λόγον. ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον· ἤτοι γὰρ ὡς δειλὸς ἐν πλήθει φεύγεις, οἶον μετὰ ταραχῆς, ἢ ὡς ἐν | |
5 | ὄχλῳ ἀπαρακαλύπτως. ἢ τὸ ἑξῆς ἐστι· πῇ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ σὺ μετὰ τοῦ πλήθους ὡς εἷς τῶν πολλῶν. A | ||
894b1 | ex. | ex. (Nic.?) | 〈πῇ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὣς ἐν ὁμίλῳ:〉 οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ποιοῦντα ἔργον. | ὀλίγον δὲ δια‐ σταλτέον εἰς τὸ βαλών, ἵν’ ᾖ ποῦ φεύγεις μεταβαλὼν τὰ νῶτα ὡς οἱ δειλοὶ ἐν ὁμίλῳ καὶ θορύβῳ; ἢ πῇ φεύγεις ἐν ὁμίλῳ ὡς κακός, †ἵν’ ᾖ† | |
5 | εἰς τὸ κακὸς ὥς ἡ στιγμή, τὸ δὲ ἐν ὁμίλῳ τῷ ἑξῆς συναπτέον. b (BCE3E4) | ||
894b2 | {κακὸς ὣς ἐν ὁμίλῳ:} οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ἀνδρὸς ἔργα †ποιεῖν†. | ὀλίγον δὲ διασταλτέον εἰς τὸ μετὰ νῶτα βα‐ λών, ὡς φεύγουσι δειλοὶ ἐν θορύβῳ. ἢ πῇ φεύγεις ἐν ὁμίλῳ; T | ||
894-5 | ex. | 〈πῇ φεύγεις—βαλών, κακὸς ὥς,〉 ἐν ὁμίλῳ; / μήτις τοι φεύγοντι〈—πήξῃ〉: περικέκοπται ὁ λόγος τὸν ἀγωνιῶντα ὑποφαίνων. T ἀπὸ δὲ τοῦ εὐπρεποῦς καὶ συμφέροντος ἀναστέλλει τὴν φυγήν. αἰσχρότερον δὲ καὶ τοῦ ἀκοντίσαι τὸ πῆξαι. | |
5 | b(BCE3E4)T | ||
8.95 | Nic. | μή τίς τοι φεύγοντι 〈μεταφρένῳ ἐν δόρυ πήξῃ〉: τινὲς διαστέλλουσιν ἐπὶ τὸ φεύγοντι. κἂν συνάπτωμεν δὲ ὅλον τὸν στί‐ χον, ἴσμεν ὅτι οὐ τὸ μετάφρενον φεύγει. A | |
8.96 | ex. | 〈ἄγριον:〉 ἄγριον τὸν βάρβαρον· καὶ „ἀγριοφώνουσ“ (θ | |
294) αὐτούς φησιν. Til | |||
897a | Ariston. | {ὡς ἔφατ’} οὐδ’ ἐσάκουσε: πρὸς τὸ ἀμφίβολον, πότερον οὐκ ἀντελάβετο καθόλου τῆς φωνῆς διὰ τὸν θόρυβον ἢ ἀκούσας παρε‐ πέμψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος. A | |
D | οὐδ’ ἐσάκουσεν: οὐδὲ ἤκουσεν. | †ἐξηγεῖται† δὲ πότερον | ||
5 | ἄρα οὐδ’ ὅλως—ἐπιδεικνύμενος. A | ||
897b | ex. | οὐδ’ ἐσάκουσεν: οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου, ἢ οὐκ ἐπείσθη διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει· b(BCE3E4)T „ἐν γὰρ δαιμονίοισ〈ι〉 φόβοις / φεύγοντι καὶ παῖ‐ δες θεῶν“ (Pind. N. 9, 27). T πῶς δὲ δειλὸς ὁ μετὰ πάντας φεύ‐ | |
5 | γων· οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει. b(BCE3E4)T δει‐ λὸν δὲ αὐτόν φασι καὶ ἀπὸ τοῦ ἔσχατον ἀναστῆναι (cf. Η 168) καὶ Δόλωνα ἰδεῖν (cf. Κ 339—48) καὶ Ῥῆσον μὴ φονεῦσαι (cf. Κ 481) καὶ τὴν μάστιγα μὴ ἑλέσθαι (cf. Κ 500—1). T | ||
8.99 | Ariston. | 〈αὐτός:〉 ὅτι ἐν ἴσῳ τῷ μόνος. Aim | |
8.101 | ex. | 〈ἔπεα πτερόεντα προσηύδα:〉 τὰ μὲν πράγματα τάχι‐ στα γέγονεν, ἡ δὲ τῶν λόγων σχολὴ ποιητική. b(BCE3)Til | |
8.102 | ex. | 〈νέοι τείρουσι:〉 ἀλλ’ οὐ νῦν δι’ ἐμέ. Tt | |
8103a | ex. | 〈λέλυται:〉 πέπηγε γὰρ ἐν τῇ νεότητι. τέλος δὲ λύσεως | |
θάνατος. b(BCE3)Til | |||
8103b1 | Did. | 〈ὀπάζει:〉 οὕτως Ἀρίσταρχος ὀπάζει. ὁ δὲ Ἰξίων (fr. 9 St.) „ἐπείγει“. Aim | |
8103b2 | ἐν ἄλλῳ „{γῆρας} ἱκάνει“. Aint | ||
8104a | D | ἠπεδανός: ὁ μὴ δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ ἀσθενές. b(BCE3E4)T | |
D | ἠπεδανός: ἀσθενὴς ἢ—ἑστώς. A | ||
8104b | ex. | ἠπεδανὸς δέ 〈νύ τοι〉 θεράπων, βραδέες δέ τοι ἵπ‐ ποι: εἰκότως ὅλα συνήγαγε τὰ κακά, ὅπως πείσῃ τῷ ἰδίῳ ἐπιβῆναι ἅρματι τὸν εἰπόντα „ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων“ (Δ 306). b(BCE3 E4)T εὖ δὲ τὸ μὴ τὸν Νέστορα ταῦτα προβαλέσθαι εἰς τὸ τυχεῖν | |
5 | βοηθείας. ἐγκώμιον δὲ Νέστορος ἔχει ὁ λόγος, ὃς οὐδὲ τῷ γήραϊ ἐπέτραπεν ἑαυτόν (cf. Κ 79). b(BE3E4)T | ||
8105-7 | ex. | ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων〈—φέβεσθαι〉: ὑπογρά‐ φων ἄνω τὸ ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθ‐ υπήγαγεν, ἀλλ’ ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τοῦ τάχους. b (BCE3E4)T | |
8106-7 | Nic. | οἷοι Τρώϊοι ἵπποι〈—ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἵπποι (106)· μᾶλλον γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτόμενον ἀκατ‐ άλληλόν ἐστι τὸ ἐπιστάμενοι (106). οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα | |
5 | λείπει, ἵν’ ᾖ διὰ πεδίου, ἀλλὰ τὸ ἑξῆς ἐστιν ἔνθα καὶ ἔνθα πεδίου. τοιοῦτο καὶ τὸ 〈ἐν τῷ〉 ἕκτῳ „πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη πεδίοιο“ (Ζ 2). A | ||
8106a | ex. (Ariston.?) | 〈ἐπιστάμενοι:〉 ἀντὶ τοῦ δυνάμενοι· „ἐπίστατο πῆλαι Ἀχιλλεύσ“ (Π 142). Til | |
8106b | Ariston. | 〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά. Aint | |
8107a | Ariston. | κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβε‐ σθαι: ὅτι ἀντὶ τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρ’ αὐτῷ, καὶ ὅτι ἐν‐ τεῦθεν τὸ „φόβον Ἄρηος φορεούσασ“ (Β 767). A | |
8107b | ex. | 〈ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι:〉 τοὺς δίχα ταράχου πάντῃ δεόντως δυναμένους φέρειν τοὺς ἐπιβάτας. Til | |
8108a | Ariston. | οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην: ἀθετεῖται, ὅτι ἄτοπον προστιθέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας. καὶ ὅτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν τῆς ἀφαιρέσεως γεγονυίας τῇ πρὸ ταύτης ἡμέρᾳ. A | |
8108b | ex. | ex. | | οὕς ποτ’ ἀπ’ Αἰνείαν 〈ἑλόμην, μήστωρε φόβοιο〉: | |
Did.(?) | ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον· καὶ Φιλοίτιος· „τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ’ ἔδωκας / ἀντιθέῳ †ὀδυσσῆϊ†“ (χ 290—1). b(BCE3) T ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν γέροντα ἡ Αἰνείου νίκη. | ||
5 | b(BCE3E4)T | τὸ δὲ ποτέ ἀντὶ τοῦ χθές. | τὸ δὲ μήστωρε τινὲς „μήστωρα“ ἐπὶ τοῦ Αἰνείου διὰ τὸ αὐξητικόν. T | ||
8109a | Ariston. | τούτω μὲν θεράποντε: ὅτι τετήρηται παρ’ αὐτῷ κα‐ θαρῶς τὰ δυϊκά, καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται. A | |
8109b1 | Did. | 〈κομείτην:〉 Ἀρίσταρχος „κομείτων“. Aim | |
8109b2 | τὸ δὲ κομείτην Ἀρίσταρχος μὲν „κομείτων“, Ζηνόδοτος δὲ κομείτην. T | ||
8109c | Hrd. | τώδε δὲ νῶϊ: παροξύνεται τὸ τώδε παραλόγως· ἀληθὲς γὰρ ὡς ὅτι τὰ διὰ τοῦ δε ἐκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν, προπερισπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ’ ὅμως πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδια‐ | |
5 | νὸς (2,57,22; cf. 2,60,3) ἐν τῇ Ζ (sc. ad 422), ὅπου περὶ τοῦ ἰῷ | ||
διαλαμβάνει. A | |||
8.111 | ex. | ἢ καὶ ἐμὸν δόρυ μαίνεται: καὶ ἐμόν διὰ Ἀχιλλέα ἢ Αἴαντα τὸν μονομαχήσαντα αὐτῷ ὑπογύως. b(BCE3E4)T ὁ δὲ ἤ ἀντὶ τοῦ εἴ συναπτικοῦ, ὡς τὸ „ἤ κεν ζὼς ἀμενηνόσ“ (Ε 887), ἢ ἀντὶ τοῦ ὥς καὶ δασύνεται, ὡς τὸ „ἣ θέμις 〈ἐστίν〉, ἄναξ“ (Ι 276). T | |
8112a | ex. | οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ: οἰκονομι‐ κῶς ἐπὶ τὸ ἅρμα Διομήδους ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυ‐ γεῖν καὶ εἴκειν Διῒ ταῖς τοῦ Νέστορος παραινέσεσιν· Σθενέλῳ γὰρ οὐκ ἂν ἐπείσθη, ὅπου γε μηδὲ ἐν τοῖς ἀνωτέρω (sc. Ε 249—56), ἀναβῆναι | |
5 | ἐπὶ τὸ ἅρμα παραινοῦντι b(BCE3E4)T καὶ μὴ ἀγωνίζεσθαι πρὸς Πάνδαρον πεζόν. T | ||
8112b | ex. | 〈οὐδ’ ἀπίθησε:〉 τῷ καιρῷ πειθόμενος πάντα σιωπῇ πράσσει. Til | |
8.113 | ex. | Νεστορέασ〈—〉ἵππους: πῶς ἐν τῷ ἐπιταφίῳ ἀγῶνι τοὺς ἵππους φησὶν ἄρσενας „ἀλλά τοι ἵπποι | βάρδιστοι θείειν“ (Ψ 309—10), καὶ πρὸς τοὺς ἵππους Ἀντίλοχος „μὴ σφῶϊν ἐλεγχείην κα‐ ταχεύῃ | Αἴθη θῆλυς ἐοῦσα“ (Ψ 408—9); ὅτι δὲ τοῖς τοῦ πατρὸς ἵπ‐ | |
5 | ποις Ἀντίλοχος ἐχρῆτο, μαρτυρεῖ τὸ „οὐ σφῶϊ〈ν〉 κομιδὴ παρὰ Νέστορι“ (Ψ 411). ἀδιαφόρως οὖν ἵππους καὶ θηλυκῶς καὶ ἀρσενι‐ κῶς φησιν. T | ||
8114a | ex. | Σθένελός τε καὶ Εὐρυμέδων: ἐν σχήματι ἐδήλωσε τὸ δοκοῦν παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω, ποῖοι ἦσαν οἱ θε‐ ράποντες. τὸν δὲ Σθένελόν φασιν ἀπὸ τοῦ τείχους κατενεχθέντα τρω‐ | |
θῆναι τὸ σκέλος· διὸ ἡνιοχεῖ Διομήδει. b(BCE3E4)T | |||
8114b | Ariston. | 〈Εὐρυμέδων:〉 ὅτι ὁμωνύμως οὗτος τῷ Ἀγαμέμνονος ἡνιόχῳ (cf. Δ 228). Aim | |
8.115 | ex. | τὼ δ’ εἰς ἀμφοτέρω 〈Διομήδεος ἅρματα βήτην〉: ἔδει εἰπεῖν ‘Διομήδης δὲ ἅμα Νέστορι εἰς τὸ ἴδιον ἔβη ἅρμα‘ †ὡς† ἑτέρου τινὸς ὄντος τοῦ Διομήδους φησίν. T | |
8116a | ex. | 〈ἡνία σιγαλόεντα:〉 τὰ ἡνία αὐτῶν ἐξ ἀστραγαλίσκων ἐλεφαντίνων ἦσαν, ὅθεν καὶ τὸ „ἡνία λεύκ’ ἐλέφαντι“ (Ε 583). b(BCE3E4) | |
8116b | Did.(?) | 〈φοινικόεντα:〉 ἐν ἄλλῳ „σιγαλόεντα“. Aim | |
8117a | ex. (Ariston.?) | 〈μάστιξεν δ’ ἵππους:〉 σημειωτέον ὅτι καὶ πολεμισταὶ καὶ ἡνίοχοι οἱ πρώην βασιλεῖς. b(BCE3E4)Til | |
8117b | ex. | τάχα δ’ Ἕκτορος ἄγχι γένοντο: εἰ τοσοῦτον ἀπῆν, διὰ τί μὴ φεύγει; τὸ ὅλον πεπραγμάτευται πρὸς τὸ μὴ ἀθρόως ἀ‐ κμητὶ νικᾶν Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν λαβεῖν. ἄλλως τε ἢ νικήσειν οἴεται ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι. b(BE3E4)T | |
8.118 | ex. | 〈ἰθὺς μεμαῶτος:〉 ἄντικρυς βουλομένου ὁρμᾶν. Aint | |
8120a1 | ex. | ex. | 〈υἱὸν—Θηβαίου〉 Ἠνιοπῆα: παρὰ τὰς ἡνίας τῶν ἵππων ἐστὶ τὸ ὄνομα. εἰκὸς δὲ καὶ τοῦτον εἰς τοῦτο ἀγηοχέναι τὴν Ἀν‐ δρομάχην διὰ τὴν τῶν ἵππων ἐπιμέλειαν (cf. Θ 186—90). | τὸ δὲ Θηβαίου οὐ γένει, ἀλλὰ κύριον ὄνομα, ὡς ἐν Ὀδυσσείᾳ „Αἰγύ‐ | |
5 | πτιοσ“ (β 15). T | ||
8120a2 | ex. | υἱὸς Θηβαίου οὐ τῷ γένει· κύριον γάρ ἐστιν ὄνομα, ὡς καὶ ἐν Ὀδυσσείᾳ ὁ „Αἰγύπτιοσ“. b(BCE3) | |
8.122 | ex. | ὑπερώησαν δέ οἱ ἵπποι: ὡς ὑπεχώρησαν παρὰ τὴν χώ‐ ραν, οὕτως ὑπερώησαν παρὰ τὴν †ἔραν†. δηλοῖ δὲ καὶ τὴν ὁρμήν, „ἐρωήσει περὶ δουρί“ (Α 303). b(BCE3E4)T ἀναγκαῖον δὲ τοῦτο εἰς τοὐπίσω φερομένου τοῦ ἡνιόχου. b(BE3E4)T | |
8124a | Ariston. | 〈Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:〉 | |
ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι ἀντὶ τοῦ Ἕκτορος φρένας. Aint | |||
8124b1 | ex. | 〈πύκασε:〉 ἐσκέπασε, „πυκάσασα ἓ αὐτήν“ (Ρ 551). Til | |
8124b2 | D | ex.(?) | ἐσκέπασε, περιεκάλυψεν· | ἀπὸ τοῦ πυκάζειν, ὅ ἐστι κα‐ λύπτειν. b(BCE3E4) | |
8125a | Hrd. | καὶ ἀχνύμενός περ ἑταίρου: οὐκ ἔστιν ἡ περί πρόθε‐ σις, ἀλλ’ ὁ πέρ σύνδεσμος ἐναντιωματικὸς καὶ ἐγκλιτικός· διὸ τὸ τέ‐ λος τῆς μετοχῆς ὀξυτονητέον. A | |
8125b | Ariston. | 〈ἑταίρου:〉 ὅτι καὶ ἐνθάδε λείπει ἡ περί. Aim | |
8126a1 | ex. | 〈ἡνίοχον μέθεπε θρασύν:〉 ἀνάλογον ἑαυτῷ (cf. Θ 89) ἡνίοχον 〈...〉 θρασύν. Til | |
8126a2 | θρασύς ἐστι καὶ ὁ ἡνίοχος ἀναλόγως αὐτῷ διὰ τὸ ὁμο‐ ψυχεῖν. b(BCE3E4) | ||
8.128 | Ariston. | Ἀρχεπτόλεμον: ὅτι Ζηνόδοτος ἐνθάδε μὲν γράφει „Ἐρα‐ σιπτόλεμον“, ἐν δὲ τοῖς μετὰ ταῦτα (sc. Θ 312) εἴασεν „Ἀρχεπτόλε‐ μον“. A | |
8130a1 | ex. | ἔνθα κε λοιγὸς ἔην: δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομήδους. ὅρα δὲ ὡς οὐδὲ ἡ φυγὴ τῶν Ἀχαιῶν ἄπρακτός ἐστιν. T | |
8130a2 | δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομήδους. τέως δὲ ἡ τῶν Ἀχαιῶν φυγὴ οὐ μεμένηκεν ἄπρακτος, ἀλλὰ Τρῶες ἀναιροῦνται. b (BCE3E4) | ||
8130b | Ariston. | 〈ἔργα γένοντο:〉 ὅτι κατὰ τοῦ οὐδετέρου τὸ πληθυν‐ τικόν, ὡς „σπάρτα λέλυνται“ (Β 135). Aint | |
8130-1 | ex. (Did.) | ἔνθα κε λοιγὸς ἔην / καί νύ κ’ ἐσήκασθεν: ἔν τισι τῶν παλαιῶν φέρονται δύο στίχοι „Τρῶες ὑπ’ Ἀργείων, ἔλιπον δέ κεν Ἕκτορα δῖον / χαλκῷ δηϊόωντα, δάμασ〈σ〉ε δέ μιν Διομήδησ“ (= Θ 131 a et b). T | |
8.131 | D | σήκασθεν: εἰς σηκὸν—τὰ ἀγάλματα. A | |
8131a | Ariston. | 〈σήκασθεν—ἠΰτε ἄρνες:〉 ὅτι τὸ σήκασθεν αὐτὸς | |
ἐπεξηγεῖται εἰπὼν ἠΰτε ἄρνες. A | |||
8133b | ex. | καὶ νύ κ’ ἐσήκασθε〈ν〉 κατὰ Ἴλιον ἠΰτ〈ε〉 ἄρνες: καὶ τὴν Διομήδους ἀρετὴν αὔξει καὶ τὴν βαρβάρων δειλίαν κωμῳδεῖ, εἰ δὴ τοῦ Διὸς ἐπαμύνοντος αὐτοῖς καθειρχθῆναι ἐκινδύνευσαν προβά‐ των τρόπον, καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν. b(BE3E4) | |
5 | T | τί δ’ ἐστὶν ἠΰτ〈ε〉 ἄρνες, πρώην εἶπεν· „αἱ μέν τ’ ἀγχηστῖναι“ (Ε 141). T | ||
8.133 | Nic. | βροντήσας δ’ ἄρα δεινόν, 〈ἀφῆκ’ ἀργῆτα κεραυνόν〉: βραχὺ διασταλτέον ἐπὶ τὸ δεινόν· κεῖται γὰρ ἀντὶ μεσότητος, δεινῶς βροντήσας. ἐπὶ δὲ τοῦ κεραυνοῦ ἓν ἀρκεῖ ἐπίθετον τὸ ἀργῆτα. A | |
8.134 | ex. | κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος: πεφεισμένως· ἐκδειμα‐ τοῦν γὰρ αὐτὸν βούλεται· οὐ γὰρ μισέλλην ὁ Ζεύς. b(BCE3E4)T | |
8135a | ex. | 〈δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο:〉 δεινὴ γάρ ἐστιν ἡ δυσωδία αὐτοῦ, ὅταν προσψαύσῃ ὕλῃ τινί, καὶ πικραίνει τὴν αἴσθησιν. b(BCE3E4) | |
8135b | Ap. S. | 〈θεείου καιομένοιο:〉 τοῦ κεραυνίου πυρός. Aim | |
D | θεείου: θείου. προσληπτέον δὲ—τῷ τόπῳ. A | ||
8137a | Did. | 〈φύγον:〉 Ἀρίσταρχος φύγον, ἄλλοι δὲ „φύγεν“. Aim | |
8137b | Did.(?) | 〈σιγαλόεντα:〉 ἐν ἄλλῳ δὲ τὸ „φοινικόεντα“. Aim | |
8137c | ex. | Did. | Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία: παρατηρεῖ γὰρ τὰς διοσημίας ὁ Νέστωρ ἐν οἷς φησιν „ἀστράπτων ἐπιδέξια“ (Β 353). †πῶς† ἀντιτάξεται αὐταῖς; ἢ οὐχ ὑπὸ δέους τὰς ἡνίας εἴασεν, ἀλλ’ οἱ ἵπποι καταπτήξαντες ὑπὸ τοῖς ἅρμασι βιαιότερον αὐτὰς ἐπεσπάσαν‐ | |
5 | το. b(BCE3E4)T διὰ τοῦτό φησι Νέστορα δ’ ἐκ χειρῶν φύγον | ||
ἡνία. | τὸ δὲ φύγον διὰ τοῦ ο. T | |||
8.138 | ex. | δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ: ἐν θυμῷ κατὰ κρίσιν, οὐκ ἔκ‐ πληξιν. T | |
8139a | Ariston. | ἄγε δ’ αὖτε φόβον δ’: ὅτι πάλιν φόβον τὴν φυγήν· καὶ ὅτι Ζηνόδοτος γράφει „ἄγε νῶϊ φόβον δέ“, ὅ ἐστιν ἡμεῖς ἢ ἡμᾶς, ὧν οὐδέτερον ἁρμόζει. A | |
8139b | ex. | Τυδείδη, ἄγε δ’ αὖτε φόβον δ’ ἔχε: ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ στρατηγικοῦ προσώπου δηλοῖ· καὶ ἑτέ‐ ρωθι διὰ τοῦ Ἀγαμέμνονος „βέλτερον, ὃς φεύγων προφύγῃ κακόν“ (Ξ 81)· εἰ γὰρ τὰ βέλη φεύγομεν παρασχηματίζοντες τὸ σῶμα b | |
5 | (BCE3E4)T οὐδὲν αἰσχρὸν οἰόμενοι δρᾶν, T πόσῳ μᾶλλον τὸν θάνατον φεύγειν δεῖ. b(BCE3E4)T | ||
8139-40a1 | ex. | φόβον δ’ ἔχε μώνυχας ἵππους. 〈/ ἦ οὐ— ἀλκή〉: εὐπρεπῶς οὐκ εἶπεν ὅτι ἐναντιοῦταί σοι ὁ θεός—ὑπεκλύοντος γὰρ ἦν—, ἀλλὰ μὴ ἀντιστῇς τῷ θεῷ. T | |
8139-40a2 | ἵνα μὴ τῷ θεῷ ἀντιστῇ, λέγει ὅτι οὐ βοηθῇ, φησί, παρ’ αὐτοῦ. εὐπρεπῶς δὲ οὐκ εἶπεν ὅτι ἐναντιοῦταί σοι ὁ θεός· ὑπεκλύοντος γὰρ ὁ λόγος ἦν. b(BCE3E4) | ||
8141-2a1 | ex. | νῦν μὲν γὰρ τούτῳ 〈Κρονίδης Ζεὺσ〉 κῦδος ὀπάζει / σήμερον: νῦν σήμερον, ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ χαρά. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερόν, ἀλλὰ τὸν Δία φησίν. T | |
8141-2a2 | δηλοῖ διὰ τῆς ἐπαναλήψεως ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ χαρά· b(B, C [bis], E3E4) νῦν γάρ φησι καὶ τὸ σήμερον προστίθησι, ἵνα μὴ τὸ νῦν ᾖ ἀόριστον. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερόν, ἀλλὰ τὸν Δία φησίν. b(BCE3E4) | ||
8142-3 | ex. | ὕστερον αὖτε καὶ ἡμῖν〈— / δώσει〉: χρηστὰς αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ αἰδεσθῇ φυγεῖν, ὡς ἀνακαλέσασθαι τὴν ἧτταν δυνάμενος. οὐ δεῖ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν | |
προΐσχεσθαι ἐλπίδα. b(BCE3E4)T | |||
8143a | ex. | 〈ἀνὴρ δέ κεν〉 οὔ τι{ς} Διὸς νόον εἰρύσ〈σ〉αιτο: λεί‐ πει ἡ μετά. τὸ δὲ ὅλον· ἀνὴρ γὰρ ἂν τὸν τοῦ Διὸς νοῦν, παρ’ ὃ θέλει αὐτὸς ὁ Ζεύς, οὐκ ἂν μεθελκύσαι οὐδὲ μεταθείη. b(BCE3E4)T | |
8143b | ex. | ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσσαιτο: ὁ λόγος· οὐ‐ δεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἢ φυλάξαιτο ὥστε τὰ συμ‐ φέροντα αὐτῷ γενέσθαι. A | |
8144a1 | ex. | οὐδὲ μάλ’ ἴφθιμος: οὐδὲν γὰρ ἀνθρωπίνη ἰσχὺς πρὸς θείαν. T | |
8144a2 | ὅτι ἡ ἀνθρωπίνη ἰσχύς, οἵα τε ἂν ᾖ, πρὸς τὴν θείαν οὐδέν ἐστιν. b(BCE3E4) | ||
8.146 | ex. | ναὶ δὴ ταῦτά 〈γε πάντα〉, γέρον, κατὰ μοῖραν ἔει‐ πες: θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴ γέ φησι „σὺν γὰρ θεῷ εἰλήλουθμεν“ (Ι 49). b(BCE3)T | |
8.148 | ex. | Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσ〈σ〉’ ἀγορεύων: κἀν τούτοις τὸ φιλότιμον Διομήδους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν σπουδάζει, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις. b(BCE3E4)T ἄλλως τε καὶ νεωτερικὸν τὸ δόξης μᾶλλον ἢ τοῦ | |
5 | ἀσφαλοῦς ἔχεσθαι, ἀμηχανῶν τε καταισχῦναι τὰ πραχθέντα ταῦτά φησιν. T | ||
8.149 | Ariston. | 〈φοβεύμενος:〉 ὅτι σαφῶς ἀντὶ τοῦ φεύγων. Aint | |
8150a1 | ex. | 〈ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών:〉 τὸ εὐρεῖα ἀντὶ τοῦ εὐρέως. κρείσσων δέ φησι θάνατος ψόγου. b (BCE3E4) | |
8150a2 | {εὐρεῖα χθών:} ἀντὶ τοῦ εὐρέως. ὅτι κρείσσων θάνατος ψόγου. T | ||
D | ἀπειλήσει: καυχήσεται, κομπάσει—ἐλεύσεσθαι (Ο 179—80). A | ||
8150b | ex. | 〈τότε μοι χάνοι εὐρεῖα χθών:〉 τότε ἡ γῆ χανοῦσα | |
εὐρέως δέξαιτό με. Aint | |||
8150c | Ariston. | τότε μοι χάνοι εὐρεῖα χθών: ὅτι οὐκ ἐν τῷ καθόλου εὐρεῖαν λέγει, ἀλλ’ ἐμοὶ εὐρεῖα ἡ γῆ γένοιτο ἀντὶ τοῦ εὐρὺ χάσμα ποιήσει〈εν〉. A | |
8152a | Nic. | 〈ὤ μοι Τυδέος υἱὲ δαΐφρονος:〉 ἐπὶ τὸ δαΐφρονος στικτέον· μᾶλλον γὰρ ἐμφαίνει. Aim | |
8152b | ex. | Nic. | D(?) | ὤ μοι Τυδέος υἱὲ 〈δαΐφρονοσ〉: διὰ τῆς οἰμωγῆς καὶ τοῦ μοί ἐκφαυλίζει τὸν λόγον ὡς ἀνάξιον ὄντα τοῦ λέγοντος. | εἰς τὸ δαΐφρονος δὲ στικτέον. b(BCE3E4)T | καὶ ἔστιν ἀντὶ τοῦ πολε‐ μικοῦ. T | |
8153-4 | ex. | εἴπερ γάρ ς’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει 〈/ —πείσονται〉: πρῶτον μὲν ἄδηλον, εἰ ἐρεῖ, ἄλλως τε οὐ πεί‐ σει. καθάπτεται δὲ τῶν φροντιζόντων, τί ἐροῦσιν †αὐτοῖς† οἱ ἄνθρω‐ ποι, τοῦ δὲ πράγματος ὁποῖόν ἐστιν ἀμελούντων. b(BCE3E4)T | |
8157a | Hrd. | φύγαδε {τράπε}: ὡς „ἅλαδε“ (Β 165 al.). καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκον δέ „οἴκαδε“ (Α 19 al.), οὕτως φυγὴν δέ φύγαδε. A | |
8157b | Did. | 〈τράπε:〉 οὕτως διὰ τοῦ α τράπε αἱ Ἀριστάρχου. Aim | |
8157c | ex. | Hrd. | Did. | ὣς ἄρα φωνήσας φύγαδ’ ἔτραπε: φρονίμως οὔτε ἀν‐ τίρρησιν Διομήδους περιμένει οὔτε βιάζεται αὐτὸν φιλότιμον ὄντα φεύγειν ὁμολογεῖν, ἀλλ’ αὐτὸς τρέπει τοὺς ἵππους, ἵνα μηδὲ ἐκ τούτων μειώσῃ τὸν Διομήδην ὁ ποιητής. b(BCE3E4)T | τὸ δὲ φύγαδε ὡς | |
5 | οἴκαδε. ἢ τὴν φυγὴν εἶπε κατὰ μεταπλασμόν, ὡς τὸ σκέπην σκέπα{ν}· ἢ ἀπὸ τῆς φυγῆς. | διὰ τοῦ α δὲ ἔτραπε. T | ||
8.159 | ex. | βέλεα στονόεντα χέοντο: ἔμφασιν ἐκίνησεν ἡ μεταφορά. δηλοῖ δὲ ὅτι λίαν ἀπελείποντο· ἐπεὶ πῶς αὐτὸν βλασφημεῖ ὁ Ἕκτωρ | |
λόγοις; b(BCE3E4)T | |||
8.161 | Hrd. | {τυδείδη} περὶ μέν σε τίον: ἡ σέ ἐγκλιτική ἐστιν· ἀπο‐ λέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ’ ἀρχὴν χρόνον· διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν (sc. ad Β 808) ὅτι ἴση ἐστὶν ἡ χρῆσις παρὰ τῷ | |
5 | ποιητῇ. A | ||
8163a | Hrd. | ἀντ’: κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέ‐ φεται 〈οὔ〉ποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ δια‐ νοίᾳ παραλήψονται. A | |
8163b | Did. | 〈ἀντ’ ἐτέτυξο:〉 Ἀρίσταρχος „ἀντὶ {τοῦ} τέτυξο“. Aim | |
8163c1 | Did. | ex. | Hrd. | γυναικὸς ἄρ’ ἀντ’ ἐτέτυξο: διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις „ἀντί“. | ὁ δὲ λόγος ‘γυναικὸς ἄρα ἶσος ἦσθα‘, ὡς „ἀντί τοί εἰμ’ ἱκέ‐ ταο“ (Φ 75). ‘οὐ διαφέρει γυναικόσ‘ τὸ δημῶδες. | ὁ δὲ Ἡρωδιανὸς (cf. 2,60,19) διὰ τοῦ ε ἀντ’ ἐτέτυξο. T | |
8163c2 | Did. | Hrd. | ex. | διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις. | ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε ἐξέθετο. | ἔστι δὲ τὸ ὅλον οὕτως ‘γυναικὸς ἄρα ἴσος ἦσθα‘. b(BCE3) | |
8164-6a | Ariston. | ἔρ〈ρ〉ε κακὴ γλήνη〈—δαίμονα δώσω〉: ἀθετοῦνται στίχοι τρεῖς ὅτι εὐτελεῖς εἰσι τῇ κατασκευῇ καὶ τὸ πάρος τοι δαίμονα δώσω (166) τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν. ἀνάρ‐ μοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις. A | |
8164-6b1 | Did. | 〈ἔρρε—δώσω:〉 τούτους καὶ Ἀριστοφάνης ἠθέ‐ τηκεν. Aim | |
8164-6b2 | Ἀριστοφάνης δὲ ἀθετεῖ T | ||
8164a | ex. | κακὴ γλήνη: τινὲς ὅτι μικρόφθαλμος ἦν ὁ Διομήδης. T | |
8164b | ex. | 〈κακὴ γλήνη:〉 ὅτι μικρόφθαλμος, ὥς φασί τινες, ὁ Διο‐ | |
μήδης ἦν ἢ ὑπόρραιβος, ὃ καὶ ὀνειδίζεται. b(BCE3E4) | |||
8164c1 | ex. | οὐκ εἴξαντος ἐμεῖο: ἀλλὰ μείναντος, ὅπερ σὺ ποιεῖς. ἀναφέρει δὲ εἰς τὰ ἀπαγγελθέντα ὑπὸ Ἰδαίου Τρώεσσιν (cf. Η 400—17). T | |
8164c2 | τὸ δὲ οὐκ εἴξαντος οὐχ ὑποχωρήσαντος, ἀλλὰ μείναν‐ τος, b(BCE3E4) ὅπερ σύ, φησί, ποιεῖς. ἀναφέρει δὲ τὸν λόγον ἐπὶ τὰ ὑπὸ Ἰδαίου ἀπαγγελθέντα Τρωσίν. b(BE3E4) | ||
8166a | Did. | 〈δαίμονα δώσω:〉 ἐν τῇ Ζηνοδότου „πότμον ἐφήσω“. AintTil | |
8166b1 | ex. | 〈ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω:〉 λόγον κακὸν καὶ ἀγγελίαν· δώσω γάρ σοι, φησίν, ὑπόμνησιν, ὅταν ἐν ταῖς ναυσὶ κρατήσω σου. ἢ μᾶλλον τὴν δαίμονα ἤτοι τὴν τοῦ θανάτου ψῆφον. b(BCE3E4) | |
8166b2 | δαίμονα λόγον κακόν. Til | ||
8.167 | ex. | Τυδείδης δὲ διάνδιχα μερμήριξεν: πῶς δύο εἰπὼν τὸν Διομήδην μεριμνῆσαι ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν εἰς ἓν νευούσας „ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι“ (Θ 168)· ἢ ὡς ὡμολογημένον ἀφίησι τὸ ἓν b(BCE3E4)T †καὶ† ὡς | |
5 | αἰσχρὸν ἐσιώπησεν. T | ||
8.168 | Ariston. | ἵππους τε στρέψαι 〈καὶ ἐναντίβιον μαχέσασθαι〉: ὅτι ὑποτάσσουσιν „ἢ μήτε στρέψαι μήτ’ ἀντίβιον μαχέσασθαι“ (Θ 168a). οὐκ ἔστιν δέ· τὸ γὰρ „διάνδιχα“ (Θ 167) οὐκ ἔστι δύο ἐμερίμνησεν ἐναντία, | |
ἀλλ’ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μάχεσθαι. A | |||
8.169 | ex. | τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν: φρένα μὲν τὸ λογιστικόν, θυμὸν δὲ τὸ θυμοειδές. ἐπεμερίζετο οὖν, φησίν, ὑπό τε τοῦ νοῦ κωλυόμενος καὶ τοὐναντίον ὑπὸ τοῦ θυμοῦ διεγειρόμε‐ νος πρὸς τὴν πρᾶξιν. b(BCE3E4)T | |
8.170 | Did. | 〈ἀπ’ Ἰδαίων:〉 γράφεται καὶ „ἐπ’ Ἰδαίων“. Aint | |
8171a | Nic. | σῆμα τιθεὶς Τρώεσσι, 〈μάχης ἑτεραλκέα νίκην〉: βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ σημεῖον, πρὸς τὸ σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνάπτωμεν, γίνεται σολοικοφανές. A | |
8171b | ex. | Nic. | 〈σῆμα τιθεὶς Τρώεσσι:〉 ἀντὶ τοῦ σημαίνων. | καὶ εἰς τὸ Τρώεσσι στιγμήν. b(BCE3E4)Til | |
8171c | ex. | σῆμα τιθείς: ὧδε στικτέον. T τί δὲ ἦν τὸ σῆμα; Τρώεσ〈σ〉ι μάχης ἑτεραλκέα νίκην. b(BCE3E4)T | |
8.175 | ex. | γινώσκω δ’ ὅτι μοι πρόφρων 〈κατένευσε Κρονίων〉: στρατηγικῶς μὲν τὴν εὐημερίαν αὐτοῖς δηλοῖ, οἰκειοῦται δὲ αὐτὴν ὑπερόπτως. b(BCE3E4)T ὁμοίως καὶ τὸ „κτείνω δὲ καὶ αὐτούσ“ (Θ 182). ὁ δὲ Ἕλλην „ἀλλ’ ἄνδρας κτείνωμεν“ (Ζ 70) φησίν. T | |
8.177 | Hrd. | {νήπιοι} οἵ {ἄρα δὴ τάδε}: Ἀρίσταρχος τὸ οἵ ἄρθρον φησίν, ὁ Σιδώνιος δὲ οἷα τὸ πλῆρες, οὐχ ὑγιῶς. T | |
8178a | Hrd. | ἀβλήχρ’: Ἡρακλείδης ὁ Μιλήσιος (fr. 7 C.) βαρύνει ὡς ἄσιτα. λόγῳ δὲ χρῆται τούτῳ ὡς βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος: σημαίνει γὰρ τὸ ἀ‐ σθενές. ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρά καὶ „ἀβληχρήν“ (Ε | |
5 | 337), πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἁπλῷ· οὕτως γὰρ παρεσχηματίσθη· ὡς πενιχρά, ψυχρά (λέγω δὲ θηλυκῶς), οὕτως ἀ‐ βληχρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους (λέγω δὲ ὁ ἄβληχρος καὶ ἡ ἄβληχρος). ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖ‐ στον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʹ (fr. 319 L.—P.)· „βληχρῶν ἀνέ‐ | ||
10 | μων ἀχείμαντοι πνοαί“· καὶ ὁ Νίκανδρος· „βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροῒ νύγμα“ (ther. 446). †τούτωι δὴ πλεονάσαν τὸ† α φυλάξει τὸν αὐτὸν τόνον 〈***〉 ἀεί· οἶδα γὰρ τὸ ἄβορος, †ἄγαυ‐ ρος†, ἄσταχυς. A | ||
8178b | ex. | 〈ἀβλήχρ’:〉 δύναται καὶ ἐν ἐπιτάσει εἶναι τὸ α. Til | |
D | οὐδενόσωρα: οὐδεμιᾶς φροντίδος—φροντίς. A | ||
8178c | Hrd. | οὐδενόσωρα: ὡς κυνόσουρα ὑφ’ ἓν κατὰ σύνθεσιν, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνὸς γενικῆς ἐντελοῦς· οὐδέποτε γὰρ οὕτως αὕτη ἡ γενικὴ συντίθεται. | |
ἀλλ’ οἵ γε ποιηταὶ τολμῶσι ξένας συνθέσεις. A | |||
8178d | Hrd. | ex. | ex. | οὐδενόσωρα: ὑφ’ ἓν τὸ οὐδενόσωρα, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνὸς γενικῆς τελείας. b(BCE3E4)T | τινὲς δὲ οὐδενὸς φυλακτικά. | πι‐ θανῶς δὲ καὶ τοῦ ὑπογύου ἔργου μνημονεύει ἐξευτελίζων τὴν πρᾶξιν. | |
5 | b(BE3E4)T | ||
8.180 | ex. | 〈ἀλλ’ ὅτε κεν—γένωμαι:〉 ἀλαζονεύεται, ὡς οὐ πρὸ μικροῦ σηκασθεὶς „ἠΰτε ἄρνεσ“ (Θ 131). b(BCE3E4)T | |
8.182 | ex. | ὡς πυρὶ νῆας ἐνιπρήσω: ἀλαζονείαν βαρβαρικὴν ἔχει τὸ πρὸ τῆς †χρείας† διορίζεσθαι. ἅμα δὲ καὶ στρατηγικὸν τὸ προνοεῖ‐ σθαι. b(BCE3E4)T | |
8185a | Ariston. | Nic. | Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε: 〈ἀθετεῖται,〉 ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσιν παρεισάγει. μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκά, καὶ ἡ προσφώνησις εὐήθης. | | |
βραχὺ δὲ διασταλτέον καθ’ ἕκαστον ὄνομα. κἂν συνάπτηται δέ, τὸ | |||
5 | ψυχρὸν ἐκεῖνο οὐ δύναται νοεῖσθαι ὅτι δύο μέν ἐστιν ἐπίθετα, δύο δὲ κύρια· ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι χωρίζουσιν αὐτὰ ἀπ’ ἀλλή‐ λων, τὰ δὲ κύρια πρὸς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται. A | ||
8185b | ex. | Ξάνθε τε καὶ σὺ Πόδαργε 〈καὶ Αἴθων Λάμπε τε δῖε〉: ἀθετεῖται ὁ στίχος πρῶτόν γε διὰ τὸ σύ, εἶτα διὰ τὰ ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστιν ἵππος (cf. ψ 246), Ξάνθος δὲ Ἀχιλλέως (cf. Τ 400), Πόδαργος Μενελάου (cf. Ψ 295), Αἴθη Ἀγαμέμνονος (cf. | |
5 | ib.), ἣν Αἴθωνα νῦν εἶπε μεταθεὶς τὸ γένος. οὐδαμοῦ τε τεθρίππῳ κέ‐ χρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσεία ἐπὶ παραβολῆς· „ἡ δ’, ὥς τ’ ἐν πεδίῳ †τετράωροι† ἄρσενες ἵπποι“ (ν 81)· τὸ γὰρ „†τέσσαρας ἀθλο‐ φόρους ἵππους†“ (Λ 699) ὑπώπτευται ὡς νόθον, ἢ δύο ἅρματα δη‐ λοῦν βούλεται· „τὸ〈ν〉 δ’ ἐλατῆρ’ ἀφίει ἀκαχημένον“ (Λ 702), τὸν | ||
10 | ἑκατέρας συνωρίδος. —εἴποι δ’ ἄν τις πρὸς τοῦτο ὅτι εἰκός, τῶν ἄλ‐ λων τεθρίπποις μὴ χρωμένων, τὸν Ἕκτορα θαρσῆσαι τέσσαρας ἵπ‐ πους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων b(BCE3E4)T διὰ τὸ ἀπόγονον αὐτὸν εἶναι Τρωός, ᾧ Ζεὺς ὑπὲρ Γανυμήδους ἔδωκεν ἵππους, ὅθεν φιλότιμός ἐστι περὶ ἱππικήν· οἶδε γὰρ ἵππος ἀγαθὸς | ||
15 | πρὸς ἱππικὴν ἐγείρειν ὡς καὶ πρὸς πόλεμον διάφορα ὅπλα καὶ θηρευ‐ τικὴ κύων ἐπὶ κυνηγέσιον ἐξοιστρᾶν τὸν κτώμενον. διὰ τοῦτο τὸν Ἕ‐ κτορα „θρασὺν ἡνίοχόν“ φησιν Ὅμηρος (sc. Θ 89), καὶ οὐ μόνον τοῦ‐ τον θρασύν, ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ „Ἰφιτίδην Ἀρχεπτόλε‐ μον θρασύν“ (Θ 128, cf. 312)· οὐ τοῦ τυχόντος γὰρ ἦν τέτρωρον | ||
20 | ἡνιοχεῖν. —ἀλλ’ εἰ τέτρωρον ἦν, φασί, πῶς δυϊκὸν ἐπήγαγε „τὴν | ||
κομιδὴν ἀποτίνετον“ (Θ 186) καὶ „ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδε‐ τον“ (Θ 191); ῥητέον δὲ καὶ πρὸς τοῦτο ὅτι πρὸς τὰ συστήματα (δύο γὰρ ζύγιοι καὶ δύο παρήοροι ἦσαν), ὡς τὸ „τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο“ (Θ 67)· πρὸς ἑκατέραν γὰρ στρατιάν, καὶ τὸ „ὡς | |||
25 | ἁψῖσι λίνου ἁλόντε“ (Ε 487), τὸν Ἕκτορα καὶ τοὺς Τρῶας· φησὶ γὰρ „τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις 〈/ — /〉 μή πως ὡς ἁψῖσι λίνου ἁλόντε“ (Ε 485. 487). b(BE3E4)T καὶ τὸ „αἴ κ’ ἀπο‐ κηδήσαντε φερώμεθα χεῖρον ἄεθλον“ (Ψ 413) τὸ δυϊκὸν ἔχει πρὸς τὸν ἡνίοχον καὶ τοὺς ἵππους. T τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα | ||
30 | τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν ὁ παρήορος ἄγηται. οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκόμενοι οὐχ ὁρῶν‐ ται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ προειρημένα, ἅμα δὲ καὶ τοῖν δυοῖν ἵπποιν τρῶσιν ὑφορώμενος. b(BE3E4)T | ||
8185c | ex. (Nic.) | Ξάνθε τε 〈καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε〉: καθ’ ἑκάστην κλητικὴν βραχεῖα διαστολή. οὐκ ἐῶσι δὲ οἱ σύνδεσμοι, ὥς τινες, εἶναι δύο ἐπίθετα καὶ δύο κύρια. b(BE3E4)T | |
8.186 | Ariston. | 〈ἀποτίνετον:〉 ὅτι ἐπὶ δυεῖν ἡ φράσις, ἀλλ’ οὐκ ἐπὶ τεσσά‐ ρων. Aint | |
8186-8 | ex. | ἣν μάλα πολλήν / Ἀνδρομάχη〈—πυρὸν | |
ἔθηκεν〉: οἰκονομικὸν καὶ εἰς σωτηρίαν τοῦ ἀνδρὸς τεῖνον, εἴ γε καὶ τὰ ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ Ζεύς· „ὅ οἱ οὔτι μάχης ἐκνοστήσαντι / δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα“ (Ρ 207—8). b(BCE3E4)T ὡς | |||
5 | γυνὴ δὲ παρὰ φύσιν τὸν πυρὸν αὐτοῖς παραβάλλει. καὶ αἱ Διομήδους δὲ ἵπποι „μελιηδέα πυρὸν“ (Κ 569) ἔδουσι. παρὰ προτέροις (cf. 188) δὲ διὰ τὸ μὴ ἐπιλαθέσθαι αὐτῶν· ἄλογον γὰρ ὂν τὸ ζῷον ἀφ’ ἑαυτοῦ τροφὴν οὐκ αἰτεῖ. b(BCE3E4) | ||
8188-90a1 | ex. | 〈ὑμῖν πὰρ προτέροισι—εὔχομαι εἶναι:〉 ἀθετεῖται {δὲ} τὸ οἶνόν τ’ ἐγκεράσασα (189), ὅτι οὐ σύνηθες οἶνον πίνειν ἵππους, καὶ διὰ τὸ ὅτε θυμὸς ἀνώγοι (189) ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. —ἔστιν οὖν ὑπερβατόν· ὑμῖν προτέροις πυρὸν | |
5 | παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τ’ ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι (189), ἵν’ ᾖ τὸ πυρὸν ἔθηκεν (188) ἀπὸ κοινοῦ. b(BE3E4) | ||
8188-90a2 | {οἶνον τ’ ἐγκεράσασα ἢ ἐμοί:} τὸ ἑξῆς „ἣν μάλα πολλὴν“ (Θ 186) / ὑμῖν πὰρ προτέροισιν ἔθηκεν (188)—τί δ’ ἔθηκεν; μελίφρονα πυρόν (188)—ἢ ἐμοὶ οἶνον ἐγκεράσασα (190. 189) καὶ τὰ ἑξῆς συναπτέον· ὑπερβατὸν γάρ ἐστιν, ὅτι οὐκ ἔστι σύνηθες ἵπ‐ | ||
5 | πους πίνειν οἶνον. ψυχρὸν δὲ ἐπὶ ἵππων καὶ τὸ ὅτε θυμὸς ἀνώγοι | ||
(189). T | |||
8188-90a3 | ex. | D | {ὑμῖν παρ προτέροισι:} τὸ ἑξῆς τοῦτό ἐστιν· ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι, / οἶνόν τ’ ἐγκεράσασα πιεῖν, ὅτε {μοι} θυμὸς ἀνώγοι (190. 189). | ἰστέον δὲ ὅτι πρὸ τοῦ εὑρεθῆναι—κέρασιν ἔπινον. A | |
8189a | Ariston. | οἶνόν τ’ ἐγκεράσασα 〈πιεῖν, ὅτε θυμὸς ἀνώγοι〉: γελοιότατος ἐπὶ ἵππων ὁ στίχος, ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτι θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον. A | |
8189b | Did. | 〈οἶνόν τ’—ἀνώγοι:〉 καὶ παρὰ Ἀριστοφάνει ἀθε‐ τεῖται. Aint | |
8191a | Ariston. | {ἀλλ’} ἐφομαρτεῖτον καὶ σπεύδετον: ὅτι ὡς πρὸς δύο τοῖς δυϊκοῖς σχήμασι χρῆται· διὸ ἀθετητέον τὸν προκείμενον στίχον (sc. Θ 185), ἐν ᾧ τέσσαρά ἐστιν ὀνόματα. A | |
8191b | ex. | 〈ἐφομαρτεῖτον:〉 ἐπιδιώκετον. Til | |
8191c | Did. | 〈ὄφρα λάβωμεν:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „αἴ κε λάβωμεν“. Aint | |
8192-7 | ex. | ἀσπίδα Νεστορέην, 〈—〉αὐτὰρ ἀπ’ ὤμοιϊν Διομήδεοσ〈—ἐπιβησέμεν ὠκειάων〉: ἄτοπον νῦν φυσιολο‐ γεῖν Ἕκτορα· ἔστιν οὖν τίμια τὰ Ἐρευθαλίωνος ὅπλα. δηλοῖ δὲ (sc. 196—7) ὅτι, εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς εὐ‐ | |
5 | κόλως Ἕλληνας ἕξει. b(BCE3E4)T | ||
8.192 | D | ἀσπίδα Νεστορέην: αὐτὸν τὸν Νέστορα—γὰρ ἦν. A | |
8.193 | Ariston. | 〈πᾶσαν:〉 ὅτι Aim ἀντὶ τοῦ ὅλην, Aim Til ὡς, „πᾶ‐ σαι 〈...〉 πύλαι“ (Θ 58), ὅλη πύλη. Til | |
D | κανόνας: ῥάβδους, αἷς—ὀχάνοιο. A | ||
8195a | Ariston. | τὸν Ἥφαιστος κάμε τεύχων: ὅτι Ἡφαιστότευκτα τὰ ὅπλα· ἀπὸ γὰρ Γλαύκου ἔλαβεν (cf. Ζ 235—6). καὶ ἀπὸ τῶν ὅπλων ἐπὶ τοὺς ἄνδρας ἀναφέρεται, καὶ οὐκ ἔστιν ἀλληγορία. A | |
8195b | ex. | 〈τὸν Ἥφαιστος κάμε:〉 διὰ τὸ διάπυρον Διομήδους. οἱ δὲ ὅτι τὸν Γλαύκου θώρακά φησιν. Til | |
8196-7 | ex. | ἐελποίμην 〈κεν〉 Ἀχαιούς / αὐτονυχὶ νηῶν ἐπι‐ βησέμεν: καὶ πῶς πρὸ ὀλίγου καῦσαι ἤθελεν αὐτάς; κωμῳδεῖ τοίνυν τὴν βαρβαρικὴν μεταβολὴν ὁ ποιητής. b(BCE3E4)T | |
8.198 | D | νεμέσησε δὲ πότνια Ἥρη: ἐβάσκηνεν, ὠργίσθη, ἐφ’ οἷς ἀναξίως εἶπεν. T | |
8199a | ex. | σείσατο δ’ εἰνὶ θρόνῳ: γυναικεῖον ἦθος ὑπογράφει τῆς Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ δὲ τὸ σῶμα ὑπὸ τῆς ὀργῆς καὶ τὸν ὁμότιμον Διῒ Ποσειδῶνα διεγείρει. καὶ νῦν μὲν μέχρι λόγων προέρχεται· b(BCE3E4)T ἑξῆς δὲ (sc. | |
5 | Θ 218—9) ἐντίθησιν Ἀγαμέμνονι αὐτῷ ποιπνύσαντι θοῶς ἐγεῖραι Ἀχαιούς· τέλεον δὲ ἡττηθεῖσα ὑπὸ τοῦ θυμοῦ καὶ προέρχεται (cf. Θ 350—483). b (BCE3E4) | ||
8199b | ex. | 〈σείσατο δ’ εἰνὶ θρόνῳ:〉 Ζεὺς δὲ νεύματι μόνῳ σείει τὸν Ὄλυμπον. Til | |
8199c | Ariston. | 〈μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸν Ὄλυμπον ὡς ὄρος. Aim | |
8.201 | ex. | ὢ πόποι, ἐννοσίγαι’ 〈εὐρυσθενέσ〉: παροξύνει αὐτὸν διὰ τῶν ἐπιθέτων, ἰσότιμον αὐτὸν ἀποφαίνουσα τῷ Διῒ καὶ ἀξιόμαχον. | |
b(BCE3E4)T | |||
8201-2 | ex. | οὐδέ νυ σοί περ / ὀλλυμένων Δαναῶν〈—θυ‐ μόσ〉: ἠθικῶς τῶν ἄλλων φησὶ θεῶν ἀμελούντων τοῦ Ἑλληνικοῦ οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς. b(BCE3E4)T | |
8203a | ex. | οἱ δέ τοι〈—〉δῶρ’ ἀνάγουσιν: προτρεπτικὸν τοῦτο πρὸς τὴν βοήθειαν, b(BCE3E4)T ἵνα μὴ προκατάρχειν, ἀμείβεσθαι δὲ μᾶλλον δοκοίη, ὡς καὶ τὸ „εἴ ποτέ τοι χαρίεντα“ (Α 39). T | |
8203b | ex. | 〈Ἑλίκην τε καὶ Αἰγάς:〉 Ἑλίκη πόλις τῆς Ἀχαίας ὑπὸ σεισμοῦ ἠφανισμένη, b(BCE3E4)T ὅθεν καὶ Ἑλικώνιος (cf. Υ 404) ὁ Ποσειδῶν. T καὶ Αἰγαὶ νῆσος πλησίον Εὐβοίας. b(BCE3) T | |
8203c | ex. | {οἱ δέ τοι εἰς} Ἑλίκην {τε καὶ αἰγάς}: Ἑλίκη πόλις ἐν Πελοποννήσῳ Ποσειδῶνος, ἀφ’ ἧς αὐτὸν „Ἑλικώνιον“ (Υ 404) ὁ ποιητὴς καλεῖ. A | |
8203d | ex. | 〈ἀνάγουσι:〉 ἀντὶ τοῦ ἄξουσι. Til | |
8204a1 | ex. | 〈σφίσι βούλεο νίκην:〉 ἠθικῶς· οἷον, εἰ θελήσειας, δύ‐ νασαι 〈συγ〉κροτῆσαι. Til | |
8204a2 | ἠθικῶς καὶ τοῦτο· οἷον, εἰ θελήσειας, δύνασαι καὶ βοηθῆσαι αὐτοῖς. βούλεο οὖν, φησίν, αὐτοῖς τὴν νίκην. b(BCE3E4) | ||
8206a1 | ex. | καὶ ἐρυκέμεν: ὧδε στικτέον. καὶ †ἑξῆς εὐρύοπα ζεύς†· οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν Διῒ τὴν πρώην κολασθεῖσαν· ἐμφαίνεται δὲ καὶ θρασὺς θυμὸς γυναικεῖος θρασύτερον τῶν ὑπερεχόντων καταφρο‐ | |
νῶν. T | |||
8206a2 | στικτέον εἰς τὸ ἐρυκέμεν. τὸ δὲ ἑξῆς εὐρύοπα Ζήν (ἀν‐ τὶ τοῦ Ζεύς) / „αὐτοῦ †κεν† ἀκάχοιτο“ (Θ 206—7)· οὐ γὰρ εἰκὸς ἐπι‐ βουλεύειν τῷ Διῒ καὶ αὐτὸν κωλῦσαι σπεύδειν τὴν παρ’ αὐτοῦ κολα‐ σθεῖσαν πολλάκις. ἐμφαίνεται δὲ αὐτῆς καὶ τὸ ἄγαν θρασύ· ὁ γὰρ | ||
5 | γυναικεῖος θυμὸς θρασύτερος ὢν τῶν ὑπερεχόντων καταφρονεῖν ἀλό‐ γως ποιεῖ. b(BCE3E4) | ||
8206b | Ariston. | 〈Ζῆ/ν’:〉 πρὸς τὴν συναλιφὴν ἀντὶ τοῦ Ζῆνα. Aim | |
8206-7a1 | Nic. | Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆ/ν’, αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο: ἡ διὰ τὸν „εἴ“ (Θ 205) σύνδεσμον ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετὰ τὸ Ζῆν’ (206) ὄνομα. ἀλλ’ εἰ μὲν ἐκ πλήρους ἔκειτο, οὐδὲν ἂν ἐζητεῖτο. ἐπεὶ δὲ συνήλειπται καὶ ὑπὸ | |
5 | τῶν γραμματικῶν μετενήνεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον, δύο παρη‐ κολούθησεν ἄλογα· ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ ὑποστιγ‐ μὴ πέπτωκεν, καὶ αὕτη χρόνου ἔχουσα διάστημα, ᾧ παραπλήσια κἀ‐ κεῖνα „ὣς ἔφαθ’, αἱ δ’ ἐπέμυξαν“ (Δ 20), „ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν“ (Β 166). ἕτερον δὲ ὅτι συμβήσεται κατ’ ἀρχὰς τοῦ στίχου (sc. 207) | ||
10 | μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς. A | ||
8206-7a2 | {ν’. αὐτοῦ:} ὅτι καὶ μεταξὺ συλλαβῆς στιγμὴ καὶ μετὰ συναλιφὴν καὶ ἐν ἀρχῇ στίχου. T | ||
8206-7a3 | ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θετέον, ὅτι τὸ πρὸ τῆς ἀπο‐ στρόφου σύμφωνον τῷ ἐπιφερομένῳ συνάπτεται φωνήεντι. μετὰ δὲ τὸ ν ἡ στιγμή· καὶ μεταξὺ γὰρ συλλαβῆς καὶ †μεταξὺ† συναλιφῆς καὶ ἐν | ||
ἀρχῇ στίχου πολλάκις ποιητικῶς ἡ στιγμὴ τίθεται. b(BCE3E4) | |||
8.207 | Ariston. | αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος: ὅτι Ζηνόδοτος ἀνά‐ παλιν „αὐτοῦ κ’ ἔνθα κάθοιτ’ ἀκαχήμενοσ“. ATil | |
8.208 | ex. | 〈τὴν δὲ μέγ’ ὀχθήσας προσέφη:〉 οὐκ ἔφη κοινῶς „τὴν δ’ ἠμείβετ’ ἔπειτα“ (Υ 132), ἀλλὰ διὰ τοῦ σχετλιασμοῦ τὸ θράσος αὐτῆς ἀναστέλλει. b(BCE3E4)Til | |
8209a | Ariston. | ἀπτοεπές: ὅτι δασύνουσιν „ἁπτοεπέσ“, καθαπτομένη τοῖς ἔπεσιν. Ἀρίσταρχος δὲ ψιλοῖ. ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν, καὶ ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι, ἡ ἄγαν πτοοῦσα, ἢ παρὰ τὸ ἀπτόν, τὸ ἰσχυρόν, ὥστε εἶναι δεινοεπές. A | |
8209b | ex. | ex. | ἁπτοεπές: ἁπτομένη· ἢ ἀάπτους λόγους λέγουσα. ἢ ἀπτόητε· b(BCE3)T διὸ καὶ ποῖον τὸν μῦθον ἔειπες. b(BCE3 E4)T | ἀναπαύων δὲ ἡμᾶς τῆς διηγήσεως τῶν Ἑλληνικῶν ἀτυχη‐ μάτων παρεισάγει τὸν διάλογον τῶν θεῶν. b(BCE3)T | |
8209c | ex. | 〈ποῖον τὸν μῦθον:〉 Ἀττικῶς τὸν ποῖον μῦθον. b (BCE3E4)Til | |
8210a1 | ex. | οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διῒ〈—〉μάχεσθαι: πῶς οὖν αὐτὸς ἐναντιοῦται τῷ Διῒ ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ (sc. Ν 10—Ο 219); ὁ πολὺς αὐτὸν ἀνέκλασε φόνος τῶν Ἑλλήνων. T | |
8210a2 | πῶς οὖν ἐν τῇ περὶ τὰς νῆας μάχῃ ἠναντίωται αὐτὸς τῷ Διΐ; ὅτι ἐκεῖσε αὐτὸν ὁ πολὺς τῶν Ἑλλήνων ἀνέπεισεν ὄλεθρος. b (BCE3E4) | ||
8213a1 | Did. | ex. | τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε: διχῶς αἱ Ἀριστάρχου ἔεργε καὶ „ἔρυκε“. καὶ τὸ δι’ ἀμφοτέρων ση‐ μαινόμενόν ἐστι τοιοῦτον· τῶν Ἀχαιῶν, ὅσον ἀπὸ τοῦ τείχους ἡ τά‐ | |
φρος ὥριζεν, ἐπλήθυεν ὁμοίως ἵππων καὶ ἀνδρῶν συνελαυνομένων καὶ | |||
5 | συνειργομένων ὑπὸ τοῦ Ἕκτορος. Ζηνόδοτος δὲ γράφει· „τῶν δ’ †ὅσων ἐν† νηῶν καὶ πύργου“. | ἔνιοι δὲ τὰ δύο διαστήματα πεπλη‐ ρῶσθαί φασι τῶν Ἑλλήνων, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ 〈τὸ〉 ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου, ὃ δὴ στεῖνος προσαγορεύει (sc. Θ 476). A | ||
8213a2 | Did. | διχῶς Ἀρίσταρχος, καὶ ἔεργε καὶ „ἔρυκε“. Aim | |
8213a3 | γράφεται καὶ „ἔρυκεν“. Til | ||
8213b | ex. | τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου 〈τάφρος ἔεργε〉: τινὲς οὕτω τὸ ἑξῆς· ὅσον ἀπέεργεν ἡ τάφρος ἐκ τοῦ πύργου τῶν νεῶν, τουτέστιν ἐκ τοῦ πύργου τοῦ διὰ τὰς ναῦς γενομένου. b(BE3E4)T | |
8213c | ex. | ex.(?) | | τῶν δ’ ὅσον ἐκ νηῶν 〈ἀπὸ πύργου τάφρος ἔεργε〉: | |
Did. | τοῦτο δήλωσίς ἐστι τοῦ συνελάσθαι τοὺς Ἕλληνας εἰς τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους στενόν, b(BCE3E4)T ὃ δὴ καὶ στεῖνος καλεῖ (sc. Θ 476). T τὸ δὲ ἑξῆς· ὅσον εἶργε διάστημα ἀπὸ τῶν | ||
5 | νεῶν ἔξω τοῦ τείχους ἡ τάφρος, ἐπλήθυνεν ὁμοίως ἵππων τε καὶ ἀνδρῶν b(BCE3E4)T ἀποκλειομένων (cf. Θ 214—5) †ἅμα μήτε δυνηθέντων εἰσδραμεῖν τῷ τείχει, ἀλλὰ μήτε† τολμήσαντος ἔξω τῆς τάφρου μεῖναί τινος. b(BE3E4)T καὶ τὸ „ἵππων“ (Θ 214) δὲ ἐπέτεινε δηλῶν τὴν στενοχωρίαν. T ἔνιοι δὲ τὰ δύο διαστήματα | ||
10 | πεπληρῶσθαί φασι, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου. b(BE3E4)T | τὸ δὲ ἑξῆς· ὅσον δὲ ἡ τά‐ φρος διώριζεν ἐκ τῶν νεῶν καὶ τοῦ τείχους τοὺς πολεμίους, τοῦτο ἐπε‐ πλήρωτο· ἡ γὰρ ἀπό πρὸς τὸ ἔεργε, καὶ λείπει ὁ καί, ἵν’ ᾖ ‘καὶ πύργου‘. | Ζηνόδοτος δὲ γράφει „τῶν δ’ ὅσον ἐκ νηῶν καὶ πύργου“, | ||
15 | ὃ καὶ ἄμεινον. T | ||
8213d | Ariston. | ἄλλως· ὅτι ἔν τισι γράφεται „ἀπὸ τάφρου πύργος ἔεργε“. 〈οὐ〉 δύναται δὲ τὸ ἐκ νηῶν συναφὲς εἶναι τῷ „ἀπὸ τάφρου“· πρὸς | |
γὰρ ταῖς ναυσὶ μᾶλλον ὁ πύργος ἢ ἡ τάφρος. καὶ ἔστι τὸ λεγόμενον· τὸ μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου πλῆρες ἦν ἵππων καὶ ἀνδρῶν. | |||
5 | ἐκ νηῶν δὲ λέγει ἀπὸ τοῦ κατὰ τὰς ναῦς τόπου. σημειωτέον δὲ ὅτι μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου διάστημα ἀπελείπετο κατὰ τὴν το‐ ποθεσίαν τῆς νεωλκίας. A | ||
8213e | Nic. | τῶν δ’ ὅσον ἐκ νηῶν 〈ἀπὸ πύργου τάφρος ἔεργε〉: βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν· σαφεστέραν γὰρ ποιεῖ τὴν διάνοιαν τοιαύτην οὖσαν· ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νηῶν, τοῦτο πλῆρες ἦν πεζῶν τε καὶ ἵππων (cf. Θ 214), λείποντος τοῦ καί | |
5 | συνδέσμου· τὸ γὰρ ἔεργεν ἐστὶ περιώριζεν· ἐντός, τῶν τε νηῶν καὶ τοῦ τείχους μεταξύ, κενὸν ἦν εἰς δίοδον, τὸ μὲν πλάτος πλεθριαῖον ὑπάρχον, τὸ δὲ μῆκος δι’ ὅλου τοῦ ναυστάθμου. πάλιν δὲ οὕτως τοῦ τείχους ἐκτὸς ἦν διάστημα βραχύ, μεθ’ ὃ ἡ τάφρος ὤρυκτο. τοσοῦτον μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ἐντὸς βέλους εἶναι τὴν τάφρον καὶ | ||
10 | ἐφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπὸ τῶν ἐπιόντων. ἀμφότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, τὸ δὲ πρὸς τὰς ναῦς, ἐπεπλήρωτο. οὕτως Νικάνωρ (p. 194 Friedl.). A | ||
8.216 | ex. | ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε: τοῦτο πρὸς μείωσιν τοῦ πολε‐ μίου Ἕκτορος. T | |
8217a | ex. | καί νύ κ’ ἐνέπρησεν: εἰς ἄκρον τοὺς κινδύνους εἴωθεν ἐξάγειν ἀεί, καὶ ἐναγώνιον ποιήσας τὸν ἀκροατὴν τῇ προσδοκίᾳ εὐθὺς τὴν ἴασιν ἐπιφέρει. b(BCE3E4)T | |
8217b | Hrd. | κηλέῳ: ὡς μελέῳ. γέγονε δὲ παρὰ 〈τὸ〉 κᾶλον καὶ κῆλον κήλ〈ε〉ιον, ὡς παρὰ τὸ μῆλον μήλ〈ε〉ιον δέρος, καὶ Ἰωνικῶς κήλεον καὶ κηλέῳ. ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ „σὺν πυρὶ κηλείῳ χάριν Ἕκτοροσ“ (Ο 744). A | |
8217c | ex. | 〈κηλέῳ:〉 κᾶλον κάλειον κήλεον. σημαίνει δὲ τὸ καυστι‐ κόν. Til | |
8.218 | ex. | εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ 〈Ἀγαμέμνονι πότνια Ἥρη〉: ἐν καταπλήξει γὰρ ἦσαν ἅπαντες. τοῦτο δὲ ἰάσατο ἡ Ἀγαμέμνονος προτροπή. b(BCE3E4)T δεῖ δὲ αὐτουργεῖν ἐν τοῖς δεινοῖς τοὺς ἄρχοντας. b(BE3E4)T | |
8221a | ex. | πορφύρεον μέγα φᾶρος 〈ἔχων ἐν χειρὶ παχείῃ〉: κατὰ τὸ σιωπώμενον ἔλαβε τὸ φᾶρος. ἐπισείων δὲ τὸ φᾶρος τῇ χειρὶ τῷ παραδόξῳ τοῦ σχήματος ἐπιστρέφειν πειρᾶται τοὺς ἔσω τείχους εἰσ‐ ελθόντας. b(BCE3E4)T | |
8221b | Ariston. | D | ἔχων ἐν χειρί: πρὸς τὸ ἔχων ἐν χειρί, τί ποτε σημαίνει. ὁ μὲν Ἀπολλόδωρος (FGrHist 244, 228) ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί· ὁ δὲ Διονύσιος (fr. 34 S.), πρὸς τὸ κατασείειν εὐθέτως λαβόμενος τοῦ φάρους. | φᾶρος δέ ἐστι πορφυροῦν ἱμάτιον—αὐτοὺς κατα‐ | |
5 | στεῖλαι. A | ||
8.222 | D | 〈μεγακήτεϊ:〉 μεγάλῃ, παρὰ τὸ κῆτος. Til | |
8.223 | Ariston. | ἥ ῥ’ ἐν μεσσάτῳ 〈ἔσκε γεγωνέμεν ἀμφοτέρωσε〉: πρὸς τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις, καὶ πρὸς τὸ γεγωνέμεν ὅτι οὐ ψιλῶς ἐστι φωνεῖν, ἀλλ’ ἀκουστὸν φθέγγεσθαι. A | |
8227a1 | ex. | 〈διαπρύσιον:〉 †διαπερύσιον† ἢ διαπορεύσιμον. Til | |
8227a2 | διαπορεύσιμον καὶ μέγα καὶ εἰς πάντας ἧκον. b(BCE3E4) | ||
8.228 | ex. | ex. | αἰδώς, Ἀργεῖοι, 〈—〉εἶδος ἀγητοί: οἱ τὰ μὲν παρὰ τῆς φύσεως εὐποροῦντες, οἰκείᾳ δὲ κακίᾳ μειοῦντες· ὃ καὶ ἀλλαχοῦ „οὐκ ἄρα σοί γε ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν“ (ρ 454)· ἢ ὅτι οὐδέν ἐστι κάλλος δίχα δυνάμεως. b(BCE3E4)T | τὸ δὲ εἶδος ἀγητοί θαυμα‐ | |
5 | στοί· ἄγη γὰρ ἡ ἔκπληξις. T | ||
8229a | ex. | πῇ ἔβαν εὐχωλαί, 〈ὅτε δή φαμεν εἶναι ἄριστοι〉: λεληθότως μανθάνομεν τὰ προγεγονότα. πιθανῶς δὲ συμπεριέλαβε καὶ ἑαυτόν, ἵνα μὴ ἄντικρυς αὐτοὺς διαστρέψῃ. b(BCE3E4)T | |
8229b | Hrd. | ὅτε δὴ φάμεν: οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις γένηται, ὁμοίως τῷ „μήτε σὺ Πηλείδήθελε“ (Α 277)· ἐπὶ μὲν γὰρ τοῦ ἐθέλω πᾶσα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητήν, ὡς εἴρηται (sc. ad Α 277)· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβε‐ | |
5 | βλῆσθαι τὸ ε, ὥστε ἐπὶ τὴν φα συλλαβὴν θετέον τὴν προσῳδίαν. καὶ ἔστιν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ „†τηλέμαχος δ’ ὡς εἶδεν†· φάμεν δέ οἱ οὐ τελέεσθαι“ (δ 664 = π 347). A | ||
8230a | Ariston. | ἃς ὁπότ’ ἐν Λήμνῳ 〈κενεαυχέες ἠγοράασθε〉: ὅτι τοῦτο γινόμενον μὲν οὐ παρέστησεν, ὡς γενόμενον δὲ παραδίδωσιν. A | |
8230b | ex. | 〈ἃσ〉 ὁπότ’ ἐν Λήμνῳ: τὸ ὁπότε ἀντὶ τοῦ ποτέ. Aint b (BCE3E4)T οἱ δὲ εἰς τὸ Λήμνῳ στίζουσιν, λείποντος τοῦ ἦμεν. δείκνυσι δὲ ὡς ἀβέβαιος ἡ παρὰ κύλικας ὑπόσχεσις. b(BCE3E4)T | |
8230c | Did. | 〈ἠγοράασθε:〉 ἐν ἄλλῳ „εὐχετάασθε“. Aim | |
8231a | Ariston. | ἔσθοντες κρέα πολλὰ 〈βοῶν ὀρθοκραιράων〉: πε‐ ριττὸς ὁ στίχος· ἐκ γὰρ τοῦ πίνειν, οὐκ ἐκ τοῦ ἐσθίειν τὸ καυχᾶσθαι συμβαίνει. A | |
8231b | ex. | 〈ὀρθοκραιράων:〉 κ〈ρ〉αῖρα ἡ κεφαλή. Til | |
8231-2 | ex. | ἔσθοντες κρέα πολλὰ〈— /〉 πίνοντες κρητῆ‐ ρας: πρῶτος ἔγραψε στράτευμα μεθύον καὶ †μεγαλορημονοῦν† Ὅμηρος, εἶτα σῶφρον †μετ’ αὐτόν† b(BCE3E4)T | |
8233a | Ariston. | 〈Τρώων ἀνθ’ ἑκατόν:〉 πρὸς τὴν ἀνάγνωσιν, ὅτι οὕτως προενεκτέον. Aint | |
8233b | Hrd. | Τρώων ἄνθ’ ἑκατόν {τε}: ἐπὶ τὴν ανθ συλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ Γονύπεσος· καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας· ἄντικρυς γὰρ Τρώων ἑκα‐ τὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν· οὐ γὰρ κωλύεται ἡ | |
5 | τοῦ ἄντα σύνταξις, εἴ γε ἐπὶ γενικὴν φέρεται. A | ||
8233c1 | ex. (Hrd.+ | 〈Τρώων ἄνθ’ ἑκατόν:〉 τὸ πλῆρες μᾶλλον ἄντα, ὡς καὶ | |
Ariston.) | τῷ Ἡρωδιανῷ (sc. 2,61,16) ἀρέσκει, οὐχὶ δὲ ἀντί, καθὼς Ἀριστάρ‐ χῳ ἔδοξεν. b(BCE3E4) | ||
8233c2 | ἄνθ’ ἑκατόν τε: τὸ πλῆρες ἄντα, οὐκ ἀντί, ὡς ἀρέσκει τῷ Ἡρωδιανῷ. T | ||
8235a | Ariston. | Ἕκτορος, ὃς τάχα νῆας 〈ἐνιπρήσει πυρὶ κηλέῳ〉: ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος· κρεῖσσον γὰρ κα‐ θολικώτερον ἐᾶσαι, οὑδήποτε ἀνδρός, ἀλλ’ οὐχὶ τοῦ διαφορωτά‐ του. A | |
8235b1 | Did. | Ἕκτορος, ὃς τάχα 〈νῆας ἐνιπρήσει πυρὶ κηλέῳ〉: ἧττον ἄν φησιν Ἀρίσταρχος ὀνειδιστικὸν εἶναι, εἴπερ οὕτως ἐγέγρα‐ πτο „Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει“. ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει. A | |
8235b2 | Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει 〈πυρὶ κηλέῳ〉: ἥττονά φησιν ὀνειδισμὸν Ἀρίσταρχος εἶναι, εἰ οὕτως ἐγέγραπτο „Ἕκτορος, ᾧ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει“. περισσὸς δέ· ὡς γὰρ ἐκεῖνοι ἀοριστώδως ἔλεγον, οὕτως ἔδει καὶ τοῦτον ἀοριστώδως. T | ||
8235c | ex. | 〈Ἕκτορος, ὃς—κηλέῳ:〉 μέγαν {δὲ} φησὶν ὀνει‐ δισμὸν τὸ τοιοῦτον εἶναι, εἰ πάντες ἄξιοι ἑνὸς τοῦ Ἕκτορος οὐκ εἰσίν, ἀλλ’ ὡς νεβροὶ ἡσσῶνται λέοντος. b(BCE3E4) | |
8235d | ex. | πυρὶ κηλέῳ: καθ’ ὕφεσιν τοῦ ι γέγονεν· τὸ γὰρ τέλειόν ἐστι κηλείῳ. T | |
8.236 | ex. | Ζεῦ πάτερ: διὰ τῆς ἀναφωνήσεως καὶ ὀνειδίζει καὶ ψυχα‐ γωγεῖ, τὴν αἰτίαν εἰς θεοὺς ἀνάγων. b(BCE3E4)T οἰκειοῦται δὲ τὴν συμφοράν, ὅπως καταιδῇ παρακαλῶν. b(BE3E4)T ἄλλως τε „τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται, / τούτῳ δ’ αὖ μέγα πένθος | |
5 | Ἀχαιῶν δῃωθέντων“ (Δ 415. 417). T | ||
8236-7 | ex. | ex. | 〈ἦ ῥά τιν’—〉καί μιν μέγα κῦδος ἀπηύρας: καί μιν ἀπηύρας Ἀττικῶς, ὡς καταφρονεῖ με. | ἀντὶ τοῦ ‘εἰργάσω ἄλλον τινὰ τῶν βασιλέων οἷα ἐμέ;‘ T | |
8.237 | ex.(?) | 〈μὶν ... ἀπηύρας:〉 ἀπηύρας αὐτόν. Til | |
8239a | Ariston. | {νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε} ἔρρων: ὅτι τὸ ἔρ‐ ρων οὐκ ἔστι ψιλῶς παραγινόμενος, ἀλλὰ μετὰ φθορᾶς· δυσαρε〈σ〉τεῖ γὰρ τῇ παρουσίᾳ. A | |
8239b | ex. | ἔρρων: φθοράν, οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν. b(BCE3 E4)T | |
8240a | Hrd. | δημόν: Ἀρίσταρχος κατ’ ὀξεῖαν τάσιν ἐπὶ τοῦ λίπους· τὸ γὰρ ἐπὶ τοῦ πλήθους βαρύνει. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 49 B.) λέγων τὸ μὲν παρὰ τὸ δέμας γεγενῆσθαι, οἱονεὶ σῶμά τι τυγχάνον, ἢ παρὰ τὸν δασμόν, τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκα〈υ〉στον | |
5 | γὰρ τὸ λίπος. δύναιτο δ’ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο· δέεμος καὶ ἐν συναλιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος· τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως. A | ||
8240b1 | ex. | ex. | βοῶν δημὸν καὶ μηρί’ ἔκηα: διὰ τούτων παιδεύει ἡμᾶς καὶ ἐπὶ ξένης θύειν. | δημὸν δὲ στέαρ, π[ι]μελήν, παρὰ τὸ δαίω τὸ καίω. T | |
8240b2 | ex. | παιδεύει δὲ ἡμᾶς καὶ ἐπὶ ξένης ὄντας θεῷ προσανέχειν ἀεί, ἀφ’ οὗ πᾶν τὸ διδόμενον. b(BCE3E4) | |
8242a1 | ex. | 〈ἀλλά, Ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ:〉 Ἕλλην ὢν καὶ ἀγαθὰ φρονῶν τῆς εἰς θεοὺς ἐλπίδος οὐδέποτε ἀφίστα‐ ται. παιδευτικοὶ δὲ οἱ λόγοι. b(BCE3E4) | |
8242a2 | {τόδε μοι κρήηνον ἐέλδωρ:} ὡς †ἑλληνικὸς† οὐκ ἀφίστα‐ ται τῆς εἰς θεοὺς ἐλπίδος. T | ||
8243a1 | ex. | αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν: ἐλεεινὸν ἡ παρ’ ἐλπίδας ἀπόδοσις· πάλαι μὲν εὐχόμεθα περὶ νίκης, νῦν δὲ περὶ σωτη‐ ρίας αἰτοῦμεν. T | |
8243a2 | ἐλεεινὸν ἡ παρ’ ἐλπίδας ἀτυχία· πάλαι γὰρ περὶ νίκης εὐχόμενοι νῦν περὶ τῆς σφῶν αἰτοῦσι σωτηρίας. b(BCE3E4) | ||
8.245 | ex. | 〈δακρυχέοντα:〉 καὶ ὅτι ἐδάκρυσεν Ἀγαμέμνων, νῦν ἐσή‐ μανεν. b(BCE3E4)Til | |
8246a | ex. | 〈νεῦσε—ἔμμεναι:〉 ὑπὲρ ἀναπαύσεως τοῦ ἀκροα‐ τοῦ. Til | |
8246b | Did. | 〈οὐδ’ ἀπολέσθαι:〉 Ἀρίσταρχος „οὐδ’ Aim ἀπο‐ λεῖσθαι“. AimTil | |
8247-50 | ex. | αἰετὸν ἧκε〈—ῥέζεσκον Ἀχαιοί〉: οἱ μέν φασι τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ τὸν ἀετόν, οἱ δὲ καὶ ἐν τῇ γιγαντο‐ μαχίᾳ αἴσιον τῷ Διῒ γενέσθαι· διὸ ἱερὸς αὐτοῦ ἐστιν. εἴρηται δὲ ἀετὸς παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν εἶναι, ὅ ἐστιν ἀληθῆ. τελειότατον δὲ πε‐ | |
5 | τεεινῶν (247) ἤτοι τὸν τελεστικώτατον, ἐπεὶ Διός ἐστιν, ἢ τὸν μείζονα. b(BCE3)T ὁ δὲ νεβρὸς (cf. 248 et 249) τοὺς κατεπτη‐ χότας δηλοῖ Ἕλληνας καὶ ὁ κοινὸς βωμὸς τὴν κοινὴν ἅπασιν ἀπὸ τοῦ Διὸς σωτηρίαν (cf. 249): b(BCE3E4)T ἄδειαν γὰρ τοῖς καταφεύ‐ γουσιν ὁ βωμὸς πορίζεται. ὅτι δὲ κοινὸς καὶ τῷ πανομφαίῳ (250) | ||
10 | δηλοῖ, οἷον ἀπὸ πάσης φωνῆς καὶ γλώττης τετιμημένῳ· b(BE3E4)T ὀμφὴ γὰρ ἡ φωνή. T | ||
8.247 | D | αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον: μέγιστον ἢ ἐντελῆ —δηλοῦν, τὸ ἀληθές. A | |
8248a1 | ex. | νεβρόν: τὸ νεωστὶ βορᾶς δεχόμενον †εὔθυμον† φασὶ γε‐ νόμενον †σάρκα φάγεσθαι ἀετοῦ· νεβρὸς αἰετοῦ ἀετός†. T | |
8248a2 | ὁ νεωστὶ βορὰν δεχόμενος ἢ πρὸς αὐτὴν ἐπιτήδειος. b | ||
(BCE3E4) | |||
8249a1 | ex. | πὰρ δὲ Διὸς βωμῷ: καλὸν τὸ ἔσω γενέσθαι τὸ ση‐ μεῖον· ἦ γὰρ ἂν ἰδόντες Τρῶες πλέον ἐθάρρουν. T | |
8249a2 | καλῶς δὲ τοῦ τείχους ἐντὸς τὸ σημεῖον ἐγένετο· εἰ γὰρ εἶ‐ δον αὐτὸ οἱ Τρῶες, πλέον ἂν ἐθάρρησαν. b(BCE3) | ||
8249b | Did.(?) | 〈κάββαλε νεβρόν:〉 ἐν ἄλλῳ „θήκατο νεβρόν“. Aint | |
8250a | Ariston. | πανομφαίῳ: ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον ὁ πανομ‐ φαῖος, ὁ κληδόνιος καὶ πάσης κληδόνος παραίτιος. καὶ ὅτι ἅπαξ ἐν‐ ταῦθα τὸ ἐπίθετον. A | |
8250b | ex. | πανομφαίῳ: τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον αὐτός ἐστιν ὁ ἀήρ, A b (BCE3)T ὅθεν ἡ φωνή. ὀμφὴ δὲ ἡ φωνή, ἡ τὸ ὂν φαίνουσα. b(BCE3)T ἢ ὅτι †ἐν† τῇ Ὀδυσσέως νηΐ, ὅπου ἡ ἀγορά (cf. Λ 806—8), διὰ τὰς γινομένας ἐξ αὐτῆς φήμας. ἢ ὅτι φησὶν | |
5 | „ἢ ὄσσαν ἀκούσεις / ἐκ Διόσ“ (α 282—3). T | ||
8.251 | ex. | οἱ δ’ ὡς οὖν εἶδον ὅτ’ ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις: ἐπὶ τοῖς Ἀγαμέμνονος λόγοις γέγονεν· διὸ φανερὸν ἦν τοῖς Ἕλλησιν b(BCE3 E4)T ὡς πάντως ἠλέηται ὑπὸ Διός. b(BCE3E4) | |
8251-2 | ex. | οἱ δ’ ὡς οὖν εἶδον—ὄρνις / μᾶλλον ἐπὶ Τρώ‐ εσσι θόρον: ὅτι καὶ πρώην ἦσαν πρόθυμοι ἐκ τῶν Ἀγαμέμνο‐ νος παρορμήσεων. μᾶλλον δὲ ἐθάρρησαν τοῦ σημείου πεφηνότος. b (BCE3E4)T | |
8253-4 | ex. | οὔ τις πρότεροσ〈— /〉 εὔξατο Τυδεΐδαο 〈πά‐ | |
ρος σχέμεν ὠκέας ἵππουσ〉: τελευταῖος γὰρ ὑποχωρῶν πρῶτός ἐστιν εἰς ἐπιστροφήν· ἄλλως τε καὶ παρώξυνται ὑφ’ Ἕκτορος. δείκνυ‐ σιν οὖν ὅτι τοῖς κεραυνοῖς εἶκεν. Ὀδυσσεὺς δὲ πολέμιον ὁρῶν τὸν Δία | |||
5 | οὐ πιστεύει ταῖς αἰφνιδίοις μεταβολαῖς. b(BCE3E4)T | ||
8257a | Ariston.(?) | ὁ μὲν φύγαδ’ ἔτραπεν ἵππους: ὅτι εὐθέως ἐτράπησαν Τρῶες. ἐν δὲ τῇ τηλικαύτῃ τροπῇ οὐδεὶς Ἑλλήνων πλήττεται. b (BCE3)T | |
8257b | Hrd. | 〈φύγαδ’:〉 φύγαδε ὡς „οἴκαδε“ (Β 154 al.). Aim | |
8.260 | Did.(?) | 〈ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ:〉 ἐν ἄλλῳ „ὑπερώησαν δέ οἱ ἵπποι“ (= Θ 314). Aim | |
8261-6 | ex. | τὸν δὲ μετ’ Ἀτρεΐδαι— / Τεῦκρος δ’ εἴνατος ἦλθε: τὴν μὲν φυγὴν τῶν Ἑλλήνων ἀπήγγειλεν οὐ πολλὰ διελθὼν ὀνόματα, νῦν δὲ εἰς τὴν μάχην ἐπιστρέφων αὐτοὺς τῶν πλείστων Ἑλ‐ λήνων μέμνηται. b(BCE3)T | |
8.261 | ex. | 〈τὸν δὲ μετ’ Ἀτρεΐδαι:〉 τάφρου ἐξήλασαν δηλονότι. Aint | |
8266a | Ariston. | Τεῦκρος δ’ εἴνατος: ὅτι πάντων ὑποστρεψάντων μόνος ὁ Ὀδυσσεὺς παρέμεινε πρὸς ταῖς ναυσὶν ὥστε τὸ ἐπάνω εὐκρινὲς γί‐ νεσθαι τὸ „ὣς ἔφατ’ οὐδ’ ἐσάκουσεν“ (Θ 97), ὅτι ἑκουσίως παρεπέμ‐ ψατο. A | |
8266b | ex. | Τεῦκρος δ’ εἴνατος ἦλθε παλίν〈τονα〉 τόξα 〈τι‐ ταίνων〉: διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν Ὀδυσσεὺς ὀτρύνων δι’ Ἀγαμέμνονα. ἀλλ’ οὐδὲ Θόαντος μέμνηται, καὶ οὐ πάντως ἐστὶ δειλός (cf. Η 168). b(BCE3)T | |
8266c | D | Ariston. | 〈παλίντονα τόξα τιταίνων:〉 εἰς τοὐπίσω τεινόμενα. | εἶδος δὲ τοξ〈ε〉ίας. Aint | |
8.267 | Did.(?) | 〈στῆ δὲ παρ’ Αἴαντος:〉 γράφεται „στῆ δ’ ἄρ’ ὑπ’ Αἴαν‐ | |
τοσ“. Aim | |||
8268a1 | ex. | ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν 〈σάκοσ〉: τοῦτο καὶ τὴν φι‐ λαδελφίαν δείκνυσι τῶν Αἰάντων καὶ τὸ μέγεθος τῆς ἀσπίδος †περι‐ λαμβανούσης. „ὕπαιθα† ἔφερεν“, ὅ ἐστιν ἔμπροσθεν. T | |
8268a2 | ἀντὶ τοῦ ἔμπροσθεν αὐτοῦ ἔφερε. τοῦτο δὲ καὶ τὴν φιλαδελ‐ φίαν τῶν Τελαμωνίων ἐδήλωσε καὶ τὸ μέγεθος φανεροῖ τῆς ἀσπίδος περιλαμβανούσης αὐτούς. b(BCE3E4) | ||
8269-70 | Nic. | παπτήνας, 〈ἐπεὶ ἄρ’ τιν’ ὀϊστεύσας ἐν ὁμίλῳ / βεβλήκει〉: βραχὺ διασταλτέον ἐπὶ τὸ παπτήνας (269), ὑπο‐ στικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει (270). A | |
8.269 | ex. (Nic. + ex.) | παπτήνας: βραχεῖα διαστολὴ εἰς τὸ παπτήνας. ἡδὺς δὲ ὁ λόγος καὶ τὸ σχῆμα. b(BCE3)T | |
8270a | Did. | βεβλήκει: Ἀρίσταρχος διὰ τοῦ ο „βεβλήκοι“. AimT | |
8270b | Ariston. | 〈βεβλήκοι:〉 ὅτι σαφῶς ἀντὶ τοῦ ἐκ βολῆς ἐπιτύχοι. Aint | |
8274-6a1 | ex. | 〈Ὀρσίλοχον μὲν πρῶτα—Μελάνιπ‐ πον:〉 φιλέλλην ὢν τοὺς μὲν ἐξ αὐτῶν ἐν τῇ πρώην ἥττῃ τελευτήσαν‐ τας οὐ καταλέγει νεκρούς, τοὺς δὲ τῶν Τρώων ἀεὶ ἀριθμεῖ καὶ νῦν. b(BCE3) | |
8274-6a2 | {ὀρσίλοχον μὲν πρῶτον:} τοὺς δὲ τῶν Ἑλλήνων οὐ κατέ‐ λεξεν. T | ||
8276a1 | Hrd. | Πολυαιμονίδην Ἀμοπάονα 〈καὶ Μελάνιππον〉: ψιλωτέον πάντα, ἵνα κύρια γένηται. παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμοπάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, | |
ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ. A | |||
8276a2 | ψιλωτέον· κύριον γάρ ἐστιν. Til | ||
8276a3 | τὸ Ἀμοπάονα ἐν ἑνὶ μέρει λόγου ἀναγνωστέον· κύ‐ ριον γάρ. Aint | ||
8279a1 | ex. | Τρώων ὀλέκοντα φάλαγγας: πλῆθός τι δηλοῖ τῶν ἀναιρουμένων. T | |
8279a2 | τὸ πλῆθος τῶν ἀναιρουμένων διὰ τῆς φάλαγγος ἐδήλω‐ σεν. b(BCE3) | ||
8281-2 | ex. | Τεῦκρε, φίλη κεφαλή, 〈Τελαμώνιε, κοίρανε λαῶν, / βάλλ’ οὕτωσ〉: εἰς εὔνοιαν αὐτὸν διὰ τῆς φιλίας ἐπάγεται καὶ τοῦ πατρὸς ὑπομνήσας καὶ τῆς ἡγεμονίας, ὅπως μὴ ἀνάξιος ὀφθῇ τού‐ των. καλὴ δὲ καὶ ἡ παράτασις τοῦ βάλλε (282). b(BCE3E4)T | |
8.281 | ex. | Τελαμώνιε, κοίρανε λαῶν: „πατρόθεν ἐκ γενεῆς / πάν‐ τας κυδαίνων“ (Κ 68—9). T | |
8.282 | ex. | αἴ κέν τι φόως Δαναοῖσι 〈γένηαι〉: λεληθότως καθ’ Ἕ‐ κτορος αὐτὸν ὁπλίζει· ὅθεν κἀκεῖνος συνείς φησι· „τοῦτον δ’ οὐ δύ‐ ναμαι βαλέειν κύνα“ (Θ 299). b(BCE3E4)T | |
8283a | Hrd. | ὅ ς’ ἔτρεφε: ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ πα‐ ρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς. A | |
8283b | Hrd. | ex. | ὅ ς’ ἔτρεφε: τὸ ὅ ἀντὶ τοῦ ὅς. b(BCE3)T | παν‐ ταχόθεν δὲ αὐτὸν προτρέπει ὡς καὶ τὸν πατέρα καὶ τοὺς Ἕλληνας εὐεργετήσοντα. b(BCE3E4)T | |
8284a | Did. | Ariston. | καί σε νόθον περ ἐόντα〈—οἴκῳ〉: παρὰ Ζηνο‐ δότῳ οὐδὲ ἦν. ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει. | ὅτι ἄκαιρος ἡ γε‐ νεαλογία καὶ οὐκ ἔχουσα προτροπήν, ἀλλὰ τοὐναντίον ὀνειδισμὸν καὶ ἀποτροπήν. A | |
8284b | Did. | καί σε νόθον περ〈—οἴκῳ〉: παρὰ Ζηνοδότῳ οὐκ | |
ἦν. ἠθέτει δὲ καὶ Ἀριστοφάνης. T | |||
8284c | ex. | καί σε νόθον περ〈—οἴκῳ〉: οὐκ ὀνειδίζει, ἀλλ’ ἐπαινεῖ, ὅτι διὰ τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη. ἄλλως τε διδάσκει ὅτι οὐκ ἔστιν ὄνειδος τὰ ἴδια ἀκούουσιν. ἀλλ’ οὐδὲ ὄνειδος ἦν ἡ νοθεία παρὰ τοῖς παλαιοῖς. πολεμεῖ δὲ τοὺς ὁμοφύλους | |
5 | νικώμενος τῇ φιλαδελφίᾳ. b(BCE3E4)T | ||
D | Ἡρακλῆς πορθήσας Ἴλιον—τοὺς γνησίους ὑπερ‐ έβαλεν. A | ||
8.289 | ex. | πρώτῳ τοι μετ’ ἐμέ: φιλαλήθως πρὸς πίστιν. ἐντεῦθεν νό‐ μος τοὺς ἀριστεῖς γέρας δέχεσθαι. T | |
8290a | Hrd. | ἢ τρίποδ’ ἠὲ δύω ἵππους: παραδιαζευκτικὸς ὁ ἤ ὡς τὸ „ἠὲ δύω †ἢ† τρεῖς ἄνδρας ἔρυσθαι“ (ε 484). AT | |
8290b | Ariston. | 〈δύω ἵππους αὐτοῖσιν ὄχεσφιν:〉 ὅτι δύο ἵπποις ἐχρῶντο. Aint | |
8290c | Did. | 〈ἵππους:〉 οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη „ἵπ‐ πω“. Aim | |
8291a | Did. | 〈γυναῖκα:〉 Ζηνόδοτος „Ἰόπην“. Til | |
8291b1 | ex. | ὁμὸν λέχος εἰσαναβαίνοι: ἀρίστην, ἣν ἀξιώσεις καὶ γαμετὴν κτᾶσθαι. T | |
8291b2 | τοιαύτην φησὶ δώσω σοι, ἣν ἂν ἀξιώσαις κτᾶσθαι καὶ γαμετήν. b(BCE3E4) | ||
8293a | Ariston. | 〈σπεύδοντα:〉 ἀντὶ τοῦ προθύμως ἐνεργοῦντα. Aint | |
8293b1 | ex. | 〈σπεύδοντα:〉 τὸ σπεύδειν ἐνταῦθα τὸ κακοπαθεῖν δη‐ λοῖ, b(BCE3E4) ἢ μᾶλλον ἐπείγεσθαι. b(BCE3) | |
8293b2 | {τί με σπεύδοντα:} παρ’ Ὁμήρῳ κακοπαθοῦντα. T | ||
8296a | ex. | τόξοισι: βέλεσιν. „συναίνυτο καμπύλα τόξα / πεπτεῶ‐ | |
τα“ (Φ 502—3). T | |||
8296b1 | Did. | {ἐκ τοῦ δὴ τόξοισι} δεδεγμένος: οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ γ δεδεγμένος. †ἡρωδιανοῦ† διὰ τοῦ χ„ δεδεχμένοσ“. καί φησι Διογένης ἐν τοῖς ὑπομνήμασιν ὅτι εἰρωνευόμενος λέγει, οἷον δε‐ ξιούμενος τοῖς τόξοις· τὸ γὰρ δέχεσθαι δεξιοῦσθαί ἐστιν. οὐκ ἄχαρις ἡ | |
5 | ἐξήγησις. A | ||
8296b2 | δεδεγμένος {ἄνδρας ἐναίρω}: αἱ Ἀριστάρχου διὰ τοῦ γ, †ἡρωδιανοῦ† διὰ τοῦ χ. καί φησιν ὅτι εἰρωνευόμενός φησιν ἀντὶ τοῦ δεξιούμενος αὐτούς· δέχεσθαι γάρ ἐστι τὸ δεξιοῦσθαι. T | ||
8296b3 | εἰρωνευόμενος τοῦτό φησιν ἀντὶ τοῦ δεξιούμενος καὶ φιλο‐ φρονούμενος· τοῦτο γὰρ δηλοῖ τὸ δεδεγμένος ἀπὸ τοῦ δέχεσθαι. b (BCE3E4) | ||
8299a | Ariston. | 〈βαλέειν:〉 ὅτι ἀντὶ τοῦ παῖσαι τὸ βαλεῖν. Aim | |
8299b | ex. | κύνα: διὰ τὸ θρασὺ καὶ πολύλαλον· „ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον“ (Λ 362): A b (BCE3E4)T „ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου“ (Θ 338). AT | |
8.301 | Ariston. | 〈βαλέειν:〉 πρὸς τὸ βαλέειν. Aim | |
8304a | Did. | 〈Αἰσύμηθεν:〉 Ἀρίσταρχος „Αἰσύμνηθεν“ καὶ ἡ Ζηνο‐ δότου καὶ ἡ Ἀριστοφάνους. Aim | |
8304b | Did. | ex. | ἐξ ΑΙΣΥΜΝΗΘΕΝ: „Αἰσύ〈μ〉νηθεν“ διὰ τοῦ ν καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους. | „ἐξ Αἰσύμηθεν“ ἴσως τῆς Νιρέως | |
Σύμης (cf. Β 671). οἱ δὲ „αἰσύμνηθεν“ ἀπὸ βασιλικοῦ γένους. T | |||
8306-8a | Nic. | μήκων δ’ ὡς ἑτέρωσε〈—βαρυνθέν〉: ἤτοι τὸ ἑξῆς ἐστιν ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων, ἥτ’ ἐνὶ κήπῳ καρπῷ βρι‐ θομένη ἐστί (cf. 306—7)· λείπει γὰρ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἔστιν ἡ μετοχὴ ἀντὶ ῥήματος. ἔσται δὲ οὕτως δὶς ἡ ἀνταπόδοσις λεγομένη· καὶ | |
5 | γὰρ ἑξῆς ἐπιφέρει· ὣς ἑτέρως’ ἤμυσε κάρη (308)· καὶ ἐν ἄλλοις δὲ εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ βάλε (306) διαστε‐ λοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν (307) ὑποστίξομεν. δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπι‐ φερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλε (cf. 306), | ||
10 | ὣς ἑτέρως’ ἤμυσε κάρη (308). ἢ περισσόν ἐστι τὸ ἥ (306) ἄρθρον καὶ ὁ τέ (306) σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλε {ὣς ἑτέρως’ ἤμυσε κάρη βάλλει} καρπῷ βριθομένη, ὣς ἑτέρως’ ἤμυσε (308). βέλτιον δὲ 〈δὶσ〉 ὑποστίζειν. A | ||
8306-8b | ex. | | μήκων δ’ ὡς ἑτέρωσε〈—βαρυνθέν〉: ὅλον ὅλῳ | |
Ariston.(?) | παραβέβληται. ἔστι δὲ διάκενος ἡ μήκων· διὸ βαρεῖται. | ἔστι δὲ κοι‐ νὸν τὸ κάρη βάλεν (306). A b (BCE3E4)T | ||
8307a | Ariston. | καρπῷ βριθομένη: ὅτι ἔξωθεν προσληπτέον τὸ ἔστιν, εἰ μὴ ἡ μετοχὴ ἀντὶ ῥήματος παρείληπται, βριθομένη ἀντὶ τοῦ βρί‐ θεται. ἢ κοινὸν τὸ „κάρη βάλεν“ (Θ 306). A | |
8307b | ex. (Nic) | καρπῷ βριθομένη: λείπει τὸ ἔστιν· οὐ γὰρ ἀναδέχεται ὁ Νικάνωρ (p. 195 Friedl.) τὴν μετοχὴν ἀντὶ ῥήματος. b(BCE3E4)T | |
8307c | ex. | νοτίῃσί τε εἰαρινῇσιν: εἰ γὰρ μὴ ἦν ὑγρά, οὐκ ἂν | |
ἐπεκάμφθη, ἀλλ’ ἐκλᾶτο. b(BCE3E4)T | |||
8308a | Ariston. | 〈ἑτέρως’:〉 ὅτι τὸ πλῆρες ἑτέρωσε. Aim | |
8308b | ex. | πήληκι βαρυνθέν: Αἰτωλικὸν τὸ πήληξ. T | |
8311a | Did. | 〈ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε:〉 διχῶς „ἀλλ’ ὅ γε τοῦ μὲν ἅμαρτε“ καὶ ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε. Aim | |
8311b | ex. | παρέσφηλε〈ν〉 γὰρ Ἀπόλλων: καὶ τὸν Ἕκτορα σῴζει καὶ Τεῦκρον ἐπαίρει ὡς μὴ ἀποτυχόντα, ἀλλὰ σφαλέντα. παρέσφηλε δὲ τὸ βέλος ἢ τὸν Τεῦκρον. b(BCE3E4)T | |
8312a | Ariston. | {ἀλλ’} Ἀρχεπτόλεμον: ὅτι ἐνταῦθα καταλέλοιπε Ζη‐ νόδοτος Ἀρχεπτόλεμον, πεποίηκε δὲ ἄνω (sc. Θ 128) „Ἰφιτίδην Ἐρασιπτόλεμον“. A | |
8312b | ex. | ex. | ἀλλ’ Ἀρχεπτόλεμον: ὅτι μόνους τοὺς Ἕκτορος ἡνιό‐ χους ἐποίησεν ἐν τῷ πολέμῳ τιτρωσκομένους, ἄνω μὲν (sc. Θ 119—23) Ἠνιοπέα, νῦν δὲ Ἀρχεπτόλεμον, μετὰ δὲ ταῦτα (sc. Π 737—43) Κε‐ βριόνην· θρασὺς γὰρ ἡνίοχός ἐστιν ὁ Ἕκτωρ (cf. Θ 89—90). διδάσκει | |
5 | οὖν ὅτι βλάπτει ἡ πρὸς τοὺς θρασεῖς φιλία. b(BCE3E4)T / τρεῖς δὲ αὐ‐ τοῦ ἡνίοχοι ἀναιροῦνται. T | ||
8313a | Nic. | 〈ἱέμενον πόλεμον δέ:〉 βραχὺ διασταλτέον μετὰ τὴν δε συλλαβήν. Aim | |
8313b1 | ex. | ἱέμενον πόλεμον δέ: ἔδρασεν οὖν ἄν τι χαλεπόν, εἰ μὴ †βέβληται. T | |
8313b2 | ἐμφαίνει διὰ τούτου ὅτι ἔδρασεν ἄν τι χαλεπόν, εἰ μὴ ὑπὸ Ἀπόλλωνος μὲν παρεσφάλη, ὑπὸ δὲ Ἕκτορος ἐτρώθη. b(BCE3E4) | ||
8313c | Ariston. | 〈βάλε στῆθος:〉 πρὸς τὸ βάλε ἀντὶ τοῦ ἔπαισεν. Aint | |
8316a | Ariston. | 〈Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:〉 | |
ὅτι ἐλλείπει ἡ [περί], περὶ ἡ[νι]όχου. Aint | |||
8316b1 | ex. | πύκασε φρένας ἡνιόχοιο: λείπει ἡ περί, ὡς „οἰκτρο‐ τάτην ἤκουσα ὄπα Πριάμοιο θυγατρόσ“ (λ 421), οὐ κατ’ αὐτῆς ὄπα, ἀλλὰ περὶ αὐτῆς, ἣν ἔλεγε Κλυταιμνήστρα καταβοῶσα Ἀγαμέμνονος ὅτι ἐπαγάγοι αὐτῇ βάρβαρον γυναῖκα. ὁ οὖν ἐξ αὐτῆς ψόγος οἰκτρὸς | |
5 | ἦν τῷ Ἀγαμέμνονι. οὕτως οὖν καὶ ἐνταῦθα λείπει ἡ περί, Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας περὶ τοῦ ἡνιόχου. T | ||
8316b2 | 〈ἡνιόχοιο:〉 περί. Til | ||
8.317 | Ariston. | 〈καὶ ἀχνύμενός περ ἑταίρου:〉 λείπει ἡ περί, περὶ ἑταί‐ ρου. Aim | |
8321a | Ariston. | σμερδαλέα ἰάχων, ὁ δὲ 〈χερμάδιον λάβε χειρί〉: ὅτι ὡς περὶ ἑτέρου ὁ δὲ χερμάδιον ἐπὶ τὸ αὐτὸ ἀναφέρων πρόσωπον, ὡς εἰ ἔλεγεν· οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί. A | |
8321b | ex. (Ariston.?) | ὁ δὲ χερμάδιον: ὁ δέ Ὁμηρικὸν ἔθος, ὡς περὶ ἑτέρου λε‐ γόμενον. AT | |
8.322 | Ariston. | 〈βαλέειν:〉 ὅτι ἐπὶ τοῦ τρῶσαι. Aim | |
8325a1 | Ariston. | Nic. | αὐερύοντα 〈παρ’ ὦμον〉: ὅτι αὐερύοντα σαφῶς εἰς τοὐπίσω ἕλκοντα· καὶ „παλίντονα τόξα“ (Θ 266, cf. Κ 459. Ο 443) ἀπὸ τούτου. | οὐ πάντως διασταλτέον ἐπὶ τὸ αὐερύοντα, ὡς ἀξιοῖ Νεοτέλης· ἀμφότερα γὰρ συμβέβηκε πρὸς τὸν ὦμον, καὶ τὸ βληθῆναι | |
5 | αὐτὸν καὶ τὸ ἐρύσαι. ὁ μέντοι Νεοτέλης Σκυθικὴν εἶναι τὴν τοξείαν ἔφα‐ | ||
σκεν τοῦ τόξου πρὸς τὸν ὦμον ἑλκομένου. A | |||
8325a2 | Nic.(?) | παρ’ ὦμον: δύναται ἀμφοῖν συντάσσεσθαι. T | |
8325b | Did.(?) | {ὅθι κληῒς} ἀποέργει: οὕτω χωρὶς τοῦ ι ἀποέργει. T | |
8.326 | ex. | μάλιστα δὲ καίριόν ἐστιν: διὰ τὸν σύνδεσμον τῆς ὠμο‐ πλάτης πρὸς τὸν ὦμον. καίριον δὲ ὡς πρὸς τοξότην. b(BE3E4)T | |
8328a | Ariston. | ῥῆξε δέ οἱ νευρήν· 〈νάρκησε δὲ χεῖρ’ ἐπὶ καρπῷ〉: ὅτι ἐν τοῖς ἑξῆς (sc. Ο 469) τούτου μνημονεύει „νευρὴν δ’ ἐξέρ〈ρ〉ηξε νεοστρεφέα“. καὶ ὅτι οὕτως εἶπε τὸ ἐνάρκησεν ἐν ἴσῳ 〈***〉 τὴν χεῖρα κατὰ τὸν καρπόν. A | |
8328b | ex. | ῥῆξε δέ οἱ νευρήν: προδιέλυσε τὴν ὁρμὴν τοῦ λίθου ἡ νευρὰ κοπεῖσα. b(BE3E4)T | |
8328c | ex. | νάρκησε δὲ χείρ: ποῖος ὦμος βέβληται; δηλονότι ὁ ἀριστερὸς δι’ ὧν φησι „τόξον δέ οἱ ἔκπεσε χειρόσ“ (Θ 329). ἄλλως τε τὸν προβεβλημένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ τοξεύειν. A b (BE3E4)T | |
8328d1 | Hrd. | χεὶρ ἐπὶ καρπῷ: τινὲς προπεριέσπασαν τὸ χειρ, ἵν’ ἔχῃ ἐντέλειαν πτώσεως αἰτιατικῆς. ὁ μέντοι Ἀσκαλωνίτης (p. 49 B.) ὀξύνει καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα μὴ σχῆμα γένηται. A | |
8328d2 | χεὶρ ἐπὶ καρπῷ: τινὲς „χεῖρα“ κατ’ αἰτιατικήν. AT | ||
8331a1 | ex. | ἀλλὰ θέων περίβη: τὴν προθυμίαν αὐτοῦ δηλοῖ διὰ τοῦ θέων. οὐ γὰρ ἦν πόρρω. T | |
8331a2 | τὴν προθυμίαν καὶ σπουδὴν αὐτοῦ διὰ τοῦ θέων ἐδήλω‐ σεν, ἐπεὶ οὐ μακρόθεν ἦν, ἀλλ’ ἐγγύς. b(BE3E4) | ||
8331b | Ariston. | περίβη: ὅτι ἀπὸ τῶν ὑπερμαχούντων τοῖς ἐκγόνοις ζώων, πρὸς τὸ „Χρύσην ἀμφιβέβηκεν“ (Α 37). A | |
8.335 | ex. | Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν: πάλιν ἐπὶ τὸν Δία τὸ αἴτιον ἀναφέρει τῆς νίκης, b(BE3E4)T μὴ θέλων μωμῆσαι | |
Ἕλληνας. b(BE3E4) | |||
8.336 | ex. | 〈οἱ δ’ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς:〉 τῇ τα‐ ραχῇ τῶν φευγόντων μονονουχὶ καὶ οἱ ἄριστοι τῇ τάφρῳ φεύγοντες ἐνέπεσον. b(BCE3E4) | |
8.337 | Did. | Ἕκτωρ δ’ ἐν πρώτοισι κίε: αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, AT „Ἕκτωρ δὲ πρώτοισι“· A καὶ ἔστιν· ὁ δὲ Ἕκτωρ ἐπὶ τοὺς πρώτους ὥρμα. AT | |
8338-40 | ex. | ὡς δ’ ὅτε τίς τε κύων〈—δοκεύει〉: οὐ δεόν‐ τως, φασί, τῷ κυνὶ ἓν ζῷον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώ‐ κοντα A b (BCE3E4)T πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα b(BCE3E4)T κυνί, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ | |
5 | ζῴῳ †καὶ πρώην† λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ „αἰὲν ἀπο‐ κτείνων τὸν ὀπίστατον“ (Θ 342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ οὐ πρὸς ἰσχύν, ἀλλὰ τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. A b (BCE3E4) | ||
10 | T τὰ δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχω‐ ροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. b(BCE3E4)T ἔπειτα καὶ δεόντως τοῖς ἀλκιμωτέροις ζῴοις φεύγουσι παρέβαλε τοὺς Ἕλλη‐ νας· προεῖχον γὰρ τῇ ῥώμῃ καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακοπραγοῦντας αὐτοὺς εἰκάζειν θηρσίν· b(BE3E4)T ὁ μὲν | ||
15 | γὰρ Ἀντίλοχος θηρί, „ἀλλ’ ὁ γὰρ ἔτρεσε θηρὶ 〈κακὸν ῥέξαντι ἐοι‐ κώσ〉“ (Ο 586), ὁ δὲ Αἴας καὶ τοῦ Διὸς φοβοῦντος αὐτὸν ἀναχωρῶν λέοντι παραβάλλεται (sc. Λ 548—57), οἱ δὲ Τρῶες νεβροῖς (cf. Χ 1). T | ||
8339-40 | ex. | ἅπτηται〈— / ἰσχία τε γλουτούς τε ἑλισσό‐ μενόν τε δοκεύει〉: εὖ τὸ ἅπτηται (339)· οὐ γὰρ ἐπιλαμβάνεται, ἐπιπηδᾷ δὲ ὑλακτῶν. εὖ δὲ καὶ τὸ ὄπισθεν· ἐναντίος γὰρ οὐ πρόσεισι τῷ θηρίῳ τὴν ἐμβολὴν αὐτοῦ φοβούμενος. καλῶς δὲ οὐ τῇ πλευρᾷ | |
5 | ἐπίκειται, ἀλλὰ τοῖς γλουτοῖς καὶ τοῖς ἰσχίοις πρὸς τὸ ῥᾳδίως ἐκκλίνειν τὴν ἐπιστροφὴν τοῦ θηρίου· ἐπιφέρει γοῦν ἑλισσόμενόν τε δο‐ κεύει (340). καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἑλληνικόν. b(BCE3 | ||
E4)T | |||
8.339 | Did. | 〈διώκων:〉 γράφεται „πεποιθώσ“. Aim | |
8340a1 | Nic. | ἰσχία τε γλουτούς τε: τὸ ἡμιστίχιον ἢ τοῖς ἄνω συν‐ απτέον, ἵν’ ᾖ σχῆμα „ἅπτηται“ (339) ἰσχία ἀντὶ τοῦ ἰσχίων, ὡς „Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππουσ“ (Ε 748. Θ 392). ἢ τοῖς ἑξῆς προσδοτέον, ἵνα τὸ δοκεύει κοινὸν ᾖ. A | |
8340a2 | {ἅπτηται ἰσχία:} ὡς „ἐπεμαίετ’ ἄρ’ ἵππουσ“. οἱ δὲ ‘δο‐ κεύει ἰσχία καὶ ἑλισσόμενον‘. T | ||
8340b | Ariston. | 〈ἰσχία τε γλουτούς τε:〉 σημειοῦνταί τινες ὅτι ὑγιῶς διέσταλκεν. Aim | |
8340c1 | Did. | 〈ἑλισσόμενον:〉 οὕτω διὰ τοῦ ν ἑλισσόμενον· τὸν γὰρ ὗν ἐπιστρεφόμενον παρατηρεῖ. Aint | |
8340c2 | διὰ τοῦ ν· περὶ γὰρ τοῦ συὸς λέγει. Til | ||
8343-4 | ex. | αὐτὰρ ἐπεὶ διά τε σκόλοπας 〈καὶ τάφρον ἔβησαν/ φεύγοντεσ〉: τῇ ταραχῇ τῶν φευγόντων καὶ μονονουχὶ ἐμπιπτόν‐ των τῇ τάφρῳ οἰκεῖον τὸ ὑπερβατόν. T | |
8.344 | ex. (Ariston.?) | 〈πολλοὶ δέ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. ἔστι δὲ διὰ μέσου. Til | |
8345-7 | ex. | οἱ μὲν δὴ παρὰ νηυσὶν〈— /〉 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι/ χεῖρας 〈ἀνίσχοντες—εὐχε‐ τόωντο ἕκαστοσ〉: οὐχ ὥσπερ οἱ Τρῶες „πεφυζότες ἠΰτε νεβροί“ (Χ 1)· φιλάλληλον γὰρ καὶ αἰδέσιμον τὸ Ἑλληνικόν. εὔχονται γοῦν | |
5 | θεοῖς καὶ ἀλλήλους παρακαλοῦσιν. b(BCE3E4)T | ||
8346-7a | Nic. | ἀλλήλοισί τε κεκλόμενοι 〈καὶ πᾶσι θεοῖσι | χεῖ‐ ρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστοσ〉: μετὰ τὸ κεκλό‐ μενοι (346) στικτέον· ἑτέραν γὰρ πεποίηκε περίοδον τὴν ἑξῆς, ὡς εἴ γε διὰ τοῦ δ ἐγράφετο „μέγα δ’ εὐχετόωντο“, ἐστίξαμεν ἂν ἐπὶ τὸ | |
5 | ἀνίσχοντες (347). καὶ τάχα γραφικὸν ἁμάρτημα γέγονεν. A | ||
8346-7b | ex. | 〈ἀλλήλοισί τε κεκλόμενοι καὶ— /〉 χεῖρας ἀνί‐ σχοντες μεγάλ’ εὐχετόωντο: ἀπὸ μετοχῆς εἰς ῥῆμα μετέβη, ὡς τὸ „ἰοῖσίν τε τιτυσκόμενοι λάεσ〈σ〉ί τ’ ἔβαλλον“ (Γ 80). T | |
8.348 | ex. | ἀμφιπεριστρώφα: οὐ περιττὴ ἡ ἑτέρα πρόθεσις, ἀλλ’ ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος ἐπιστροφὴν ζητοῦντος, κατὰ ποῖον εἰσελάσει τοὺς ἵππους μέρος. b (BCE3E4)T | |
8349a1 | Ariston.(?) | | Γοργοῦς ὄμματ’ ἔχων 〈ἠδὲ βροτολοιγοῦ Ἄρηοσ〉: | |
Did. | ὁ Ζηνόδοτος γράφει „Γοργόνος ὄμματ’ ἔχων ἠὲ βροτολοιγοῦ Ἄρη‐ οσ“. ὁ δὲ Ὅμηρος χωρὶς τοῦ ν λέγει „τῇ δ’ ἐπὶ μὲν Γοργώ“ (Λ 36) ὡς Σαπφώ· διὸ λέγει Γοργοῦς ὡς Σαπφοῦς. | Ἀρίσταρχος δὲ γράφει | ||
5 | σὺν τῷ ι „οἴματ’ ἔχων“, καί φασι παρὰ τὴν οἶμον γεγενῆσθαι· τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους τὴν δημώδη εἶχον Γοργοῦς ὄμματ’ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον „τῇ δ’ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπισ“ (Λ 36). χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν. A | ||
8349a2 | Did. | Ἀρίσταρχος „Γοργοῦς οἴματ’ ἔχων“. Aim | |
8349b | ex. (Ariston.?) | Γοργοῦς ὄμματ’ ἔχων: Ζηνόδοτος „Γοργόνοσ“, κα‐ κῶς· οὔτε γὰρ ὁ ποιητὴς οὔτε Ἡσίοδος Γοργών φασιν, ἀλλὰ „Γορ‐ γώ“ (Λ 36, Hsd. scut. 224) b(BCE3E4)T καὶ „Γοργείη κεφαλή“ (Ε 741) καὶ „Γοργούς θ’, αἳ ναίουσι“ (Hsd. th. 274). T | |
8349c1 | ex. (Did.) | Γοργοῦς ὄμματ’ ἔχων: αἱ Ἀριστάρχου „οἴματα“, αἱ δὲ πλείους ὄμματα· φησὶ γὰρ „Γοργὼ βλοσυρῶπισ“ (Λ 36), καὶ ἀπὸ τῶν ὀμμάτων εἴωθε χαρακτηρίζειν, ὡς „ὄμματα καὶ κεφαλήν“ (Β 478), | |
„κυνὸς ὄμματ’ ἔχων“ (Α 225) καὶ „φολκὸς ἔην“ (Β 217). T | |||
8349c2 | Ἀρίσταρχος μὲν „οἴματα“ φησίν, οἱ δὲ ἄλλοι ὄμματα· φησὶ γὰρ „βλοσυρῶπισ“, καὶ ἀπὸ τῶν ὀμμάτων δὲ εἴωθε καὶ τοῦ προσώπου χαρακτηρίζειν, ὡς τὸ „κυνὸς ὄμματ’ ἔχων“. b(BCE3E4) | ||
8.350 | ex. | τοὺς δὲ ἰδοῦς’ ἐλέησε 〈θεὰ λευκώλενος Ἥρη〉: ἀναρτᾷ πάλιν ἡμᾶς ἀπὸ τῶν παρόντων μὴ διηγούμενος τὴν δυστυχίαν τῶν Ἑλλήνων ὡς φιλέλλην. b(BCE3)T | |
8.351 | ex. | αἶψα δ’ Ἀθηναίην: αἶψα δίχα ἐπιλογισμοῦ· διὸ καὶ με‐ ταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος (sc. Θ 198—211) ταύτην πείθει. b(BCE3E4)T | |
8.352 | ex. | 〈ὦ πόποι:〉 οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον. b (BCE3E4)Til | |
D | νῶϊ: †ἡμῖν† κοινῇ διαλέκτῳ· Δωριεῖς—πτώσεως, †ἡμῶν καὶ ἡμῖν. A | ||
8352-3a1 | ex. | οὐκέτι νῶϊ / Ἀργείων 〈Δαναῶν〉 κεκαδησόμεθ’ ὑστάτιόν περ: οὐκέτι ὕστερον χαριούμεθα †τῶν ἑλλήνων†· ἀπο‐ λοῦνται γάρ, ὡς μὴ χρείαν ἔχειν τῆς ἐξ ἡμῶν ἐπικουρίας. τινὲς δὲ κατ’ ἐρώτησιν. T | |
8352-3a2 | κατ’ ἐρώτησιν δὲ αὐτῇ διαλέγεται· οὐκέτι, φησί, κἂν ἐ‐ σχάτως τῶν Ἀργείων κεκαδησόμεθα Ἑλλήνων; b(BCE3E4) | ||
8353a | Did.(?) | 〈ὀλλυμένων:〉 γράφεται „Ἀργείων“. Aim | |
8353b | ex. | ex. | ex. | κεκαδησόμεθα: ἀντὶ τοῦ φροντιοῦμεν, παρὰ τὸ κήδε‐ σθαι. b(BCE3)T | ἔχουσιν οὖν ἀπολογίαν διὰ τὸ μὴ περιορᾶν τὴν Ἑλλήνων ἐσχάτην ἀπώλειαν. | ἔστι δὲ μέσος δεύτερος μέλλων καδή‐ σομαι καὶ Αἰολικῷ ἀναδιπλασιασμῷ κεκαδήσομαι. T | |
8353c | Nic. | ὑστάτιόν περ: δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνα ᾖ ὑστάτιον „οἶτον“ (Θ 354), βέλτιον δέ, ὡς σύνηθες, τοῖς ἄνω. ἡ δὲ διάνοια· οὐκέθ’ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πανύστατον | |
νῦν. A | |||
8353d | ex. | ὑστάτιον: ἀντὶ τοῦ ὕστατον, ὡς „†μάλλιο톓 (Tyrt. fr. 9, 6 D.3 = P.) τὸ μᾶλλον. AT | |
8355-6 | ex. | ἀνδρὸς ἑνὸς ῥιπῇ, ὁ δὲ μαίνετ〈αι οὐκέτ’ ἀνεκτῶσ〉 / Ἕκτωρ Πριαμίδης: τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μὴ ἄρα αἰδεσθῇ τῷ πατρὶ ἐναντιοῦσθαι. ἡ δὲ συνιεῖσα τὸ σιωπηθέν φησιν „ἀλλὰ πατὴρ οὑμόσ“ (Θ 360). ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ | |
5 | ῥιπῇ (355) ἐπὶ ἀνέμου καὶ πυρὸς τάττεται, ἄμφω δὲ ἔχει ἐπὶ Ἕκτο‐ ρος· „ἐν δ’ ἔπες’ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ“ (Λ 297) καὶ „μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ“ (Ο 605). b(BE3E4)T | ||
8.355 | Hrd. | ἀνεκτῶς: ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾷ. λέλεκται δὲ ἡμῖν περὶ τῆς προσῳδίας, ὁπότε διελάβομεν περὶ τοῦ „ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται, οὐκέτ’ ἀνεκτά“ (Α 573). A | |
8358-60 | ex. | 〈καὶ λίην οὗτός γε—μαίνεται οὐκ ἀγαθῇ‐ σι:〉 περὶ τούτου μὲν οὖν οὔ μοι μέλει, φησίν· ἀπολεῖται γὰρ ὅσον οὐδέπω. ὁ δὲ πατήρ ἐστιν ὁ ἐμὸς αἴτιος. b(BCE3E4)Til | |
8.358 | ex. | λίην: ὅσον οὐδέπω. οὕτως ἔχει καὶ τὸ „ἀλλ’ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται“ (Κ 251). T | |
8360a | ex. | 〈οὑμός:〉 ὁ μέγας καὶ σεμνός. Til | |
8360b | ex. | φρεσὶ μαίνεται: ἐνθουσιᾷ, ὡς τὸ „μαίνετο δ’ ὡς ὅτ’ Ἄρησ“ (Ο 605). τὸ φιλότιμον δὲ τῆς κακώσεως δηλοῖ. b(BCE3E4)T | |
8361a | Ariston. | σχέτλιος: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ ἀγνώμων, οὐκ ἐν τῷ καθόλου δέ, ἀλλ’ εἰς ταύτην μόνην. A | |
8361b | ex. | 〈ἀλιτρός:〉 εἰς ἐμὲ ἀλιτρός, διὰ τὰ πεπονημένα εἰς Ἡρακλέα. Til | |
8361c | D | 〈ἀπερωεύς:〉 ἀποκωλυτής. Til | |
8.362 | ex. | οὐδέ τι τῶν μέμνηται: πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς τὸν Ἡρακλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι· αὕτη γὰρ ἠναντιοῦτο αὐτῇ σῳζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσενεγ‐ | |
5 | κάμενοι καὶ δι’ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρί‐ στων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέρειν πρὸς οὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμφόμενοι ἑαυτοὺς ἐπὶ τῇ ἀβούλῳ κρίσει. b(BE3E4)T | ||
8.363 | D | 〈ἀέθλων:〉 κακοπαθειῶν. Til | |
8364a1 | ex. | 〈πρὸς οὐρανόν:〉 αὔξει τὴν ἐπικουρίαν. δηλοῖ δὲ καὶ τὸ εὐσεβὲς Ἡρακλέους. Til | |
8364a2 | τὸ εὐσεβὲς Ἡρακλέους δηλοῖ καὶ τὴν ἑαυτῆς αὔξει ἐπικου‐ ρίαν. b(BCE3E4) | ||
8364-5 | ex. | 〈αὐτὰρ ἐμὲ Ζεύς / —προΐαλλεν:〉 ἀπολογεῖται τῇ μητρυᾷ. Til | |
8367-8 | ex. | εὖτέ μιν εἰς Ἀΐδαο〈—Ἀΐδαο〉: ἀπὸ τοῦ μείζο‐ νος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίν‐ δαρος (fr. 249 b, p. 75 Sn.) δὲ ἑκατόν, Ἡσίοδος (cf. th. 312) δὲ πεν‐ τήκοντα ἔχειν αὐτὸν κεφαλάς φασιν. A b (BCE3E4)T | |
8.367 | ex. | 〈πυλάρταο:〉 διὰ τὸ μηδένα ἀνιέναι. Til | |
D | πυλάρταο: ἰσχυρῶς—ἐξ Ἅιδου. A | ||
8.368 | Ariston. | ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο: ὅτι τού‐ του μόνου τοῦ ἄθλου μέμνηται κατὰ τὸ ῥητὸν †τίνες ἦσαν†. καὶ ὅτι κύνα μόνον λέγει, Κέρβερον δὲ οὐκ ὀνομάζει, ὡς οἱ νεώτεροι (e. g. Hsd. | |
th. 311). A | |||
5 | D | κύνα 〈στυγεροῦ〉 Ἀΐδαο: τὸν Κέρβερον. τελεσθέντων —Ἅιδου βοῶν ἀπέσφαξεν. A | |
8.369 | D | Στυγὸς ὕδατος: Στὺξ μία—κρήνη ἐν Ἅιδου. A | |
ex. | αἰπὰ ῥέεθρα: προσάντη καὶ ἄνωθεν καταρρέοντα. b (BCE3E4)T „καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ“ (Ο 37). T τὸν πλοῦν δὲ τοῦ Κωκυτοῦ φησιν, „ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ“ | ||
5 | (κ 514). b(BCE3E4)T | ||
8370a | ex. | 〈στυγέει:〉 οὐκ εἶπεν ὅτι οὐδὲν ἀντευεργετεῖ, ἀλλ’ ἠθι‐ κῶς ὅτι καὶ μισεῖ με. b(BCE3E4)Til | |
8370b1 | ex. | Θέτιδος δ’ ἐξήνυσε βουλάς: ἀπέκρυψεν αὐτῆς τὴν χάριν, τὴν δὲ ἰδίαν ὠνείδισεν. T | |
8370b2 | τὴν μὲν Θέτιδος χάριν ἀπέκρυψε λέγουσα δωρεὰν αὐτὴν εὐεργετεῖσθαι, τὴν δὲ ἰδίαν ὠνείδισε εὐεργετουμένη. b(BCE3E4) | ||
8371-2a | Ariston. | ἥ οἱ γούνατ’ ἔκυσσε〈—πτολίπορθον〉: ἀθετοῦνται δύο στίχοι, ὅτι οὐκ ἔδει κατὰ μέρος διηγήσασθαι, καὶ ταῦ‐ τα πρὸς τὴν καλῶς εἰδυῖαν. καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστο‐ ροῦμεν. A | |
8371b1 | Did.(?) | ἥ οἱ γούνατ’ ἔκυσσε〈—πτολίπορθον〉: παρὰ Ζηνοδότῳ οὐκ ἦσαν οἱ δύο. T | |
8371b2 | οὐδὲ παρὰ Ζηνοδότῳ ἦσαν. Aim | ||
8373a | Ariston. | ἔσται μάν, 〈ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ〉: πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον, ὡς ἐκεῖ „ἔσσεται ἦμαρ, ὅτ’ ἄν ποτ’ ὀλώλῃ | |
Ἴλιος ἱρή“ (Δ 164. Ζ 448) ἀντὶ τοῦ ὅτε ὀλεῖται. A | |||
8373b | ex. | ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα: ἠθικῶς πάνυ τῶν φιλοφρονήσεων τοῦ πατρὸς μέμνηται ταῦτα τὰ ὀνόματα εἰποῦσα, οἷς ὑπεκορίζετο αὐτὴν ὁ Ζεὺς πρὸς τὰς χρείας παρακαλῶν. b(BCE3E4)T | |
8.374 | ex. | ἐπέντυε μώνυχας ἵππους: οὐχ ὡς ἥττονι προστάσσει, ἀλλὰ καιρὸν λαμβάνουσα πρὸς τὸν ὁπλισμόν. b(BCE3E4)T | |
8.376 | Did.(?) | 〈ἴδωμαι:〉 γράφεται „ἴδωμεν“. Aim | |
8377-8 | ex. | εἰ νῶϊν Πριάμοιο πάϊσ〈— / γηθήσει〉: ἠθι‐ κῶς πρὸς τὸ „ὁ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶσ“ (Θ 355). b(BCE3E4)T | |
8377a1 | Ariston. | {εἰ} νῶϊ: ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν „νῶϊν“. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶϊ ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς. A | |
8377a2 | ἀντὶ τοῦ ἡμῶν. Aint | ||
8378a1 | Did. | Hrd.(?) | | γηθήσει προφανείσα 〈ἀνὰ πτολέμοιο γεφύρασ〉: | |
Did. | Hrd.(?) | Ἀρίσταρχος „προφανέντε“ ὡς „πληγέντε κεραυνῷ“ (Θ 455), δυϊκῶς. ὁ δὲ Ζηνόδοτος „γηθήσει προφανεῖσας ἰδὼν ἐς δοῦπον ἀκόντων“ (cf. Λ 364), συστέλλων τὴν τελευταίαν, | παροξυτόνως προφερόμενος | ||
5 | μετ’ ἐκτάσεως τοῦ α. | ἔστι δὲ ἄκρατον Δώριον. | σπάνιον δὲ τὸ τοιοῦ‐ το παρὰ τῷ ποιητῇ. A | ||
8378a2 | Hrd.(?) | γράφεται „προφανείσα“. Aim | |
8378b1 | ex. (Did.) | 〈γηθήσει〉 προφανείσα 〈ἀνὰ πτολέμοιο γεφύ‐ ρασ〉: δυϊκῶς. Ἀρίσταρχος δὲ „προφανέντε“ ὡς „πληγέντε κεραυνῷ“ (Θ 455). ὁ δὲ Ζηνόδοτος „γηθήσει προφανεῖσας ἰδὼν ἐς δοῦπον ἀκόντων“, συστέλλων τὸ σας ὡς Δωρικώτερον, ὡς τὸ „λαγέτας | |
5 | υἱούσ“ (cf. Pind. Ol. 1, 89) καὶ „τροπὰς ἠελίοιο“ (Hsd. opp. 564. 663). T | ||
8378b2 | προφανείσα δὲ γράφει Ἀρίσταρχος δυϊκῶς, ὁ δὲ Ἡρω‐ διανὸς „προφανεῖσασ“ βούλεται συστέλλων Δωρικῶς τὸ α, ᾧ καὶ πειθόμεθα. b(BCE3E4) | ||
8379a | Hrd. | ἦ τις {καὶ Τρώων}: περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα διαπορητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ἦ περισπασθήσεται. A | |
8379b | Hrd. | ex. | ἦ τις καὶ Τρώων κορέσει 〈κύνασ〉: περισπαστέον τὸ〈ν〉 ἦ· διαπορητικὸς γάρ ἐστιν. | τὸ δὲ τίς ἢ περισσόν, ἢ τὶς ἐκ τῶν Τρώων. εἰ δὲ ἐπὶ Ἕκτορος, οὗτος ὁ νοῦς· ‘ὡς ἄλλος τις κορέσει κύ‐ νασ‘. T | |
8385-7a1 | Ariston. | Did. | πέπλον μὲν κατέχευεν〈—νεφεληγερέ‐ ταο〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστείᾳ (sc. Ε 734—6) καλῶς ἐπεξείργασται· πράττεται γάρ τινα. ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν. | ἠθέτει δὲ καὶ Ἀριστοφάνης. Ζη‐ | |
5 | νόδοτος δὲ οὐδὲ ἔγραφεν. A | ||
8385-7a2 | Did. | {πέπλον μὲν κατέχευε:} Ἀριστοφάνης ἠθέτει τοὺς τρεῖς, Ζηνόδοτος δὲ οὐδὲ ἔγραψεν. T | |
8.385 | ex. | 〈κατέχευεν:〉 θαυμασίως οὐ γυμνοῖ τὴν παρθένον. Til | |
8389a1 | Did. | λάζετο {δ’ ἔγχος}: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ Περὶ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ υ προφέρεται „λάζυτο“. καὶ ἔστιν | |
οὐκ ἀδόκιμος ἡ φράσις. A | |||
8389a2 | {λάζετο δ’ ἔγχος:} Πτολεμαῖος διὰ τοῦ υ. καὶ ἔστιν οὐκ ἄκαιρος ἡ γραφὴ „λάζυτο“. T | ||
8390-1 | Ariston. | βριθὺ μέγα〈—ὀβριμοπάτρη〉: ἀθετοῦνται καὶ οὗτοι, ὅτι ἀκαίρως ἐκεῖθεν (sc. ex Ε 746—7) μετηνέχθησαν. A | |
8393a | Ariston. | πύλαι μύκον οὐρανοῦ: ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται· τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ. πρὸς τὰ περὶ Ὀλύμπου. A | |
8393b | ex. | ex.(?) | μύκον: οὕτω λέγει ἐπὶ τῶν θυρῶν, b(BCE3E4)T ἀεὶ ταύτην μιμούμενος τὴν φωνήν· b(BCE3E4) „τὰ δ’ ἀνέβραχεν ἠΰτε ταῦρος 〈/ βοσκόμενος λειμῶνι〉· τός’ ἔβραχε καλὰ θύρετρα“ (φ 48—9). b(BCE3E4)T | τὸ δὲ μύκον ἀντὶ τοῦ ἀνεῴχθησαν. T | |
8.396 | ex. | 〈τῇ:〉 ἀντὶ τοῦ ἐκεῖ. Til | |
8399a | Ariston. | βάσκ’ ἴθι Ἶρι ταχεῖα: ὅτι οὐκ ἔστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα, ἀλλὰ πορεύου ταχεῖα. A | |
8399b | ex. | βάσκ’ ἴθι, Ἶρι, ταχεῖα: ἀντὶ τοῦ ταχέως—„λῦσεν δ’ ἀγορὴν αἰψηρήν“ (Τ 276) b(BCE3E4)T ἀντὶ τοῦ αἰψηρῶς, T καὶ „ταχέες δ’ ἱππῆες ἄγερθεν“ (Ψ 287) b(BCE3E4)T καὶ „βράχε δ’ εὐρεῖα χθών“ (Φ 387)—· ἀελλόπους γάρ (cf. Θ 409 al.). T | |
8399-400a1 | ex. | μηδ’ ἔα ἄντην 〈/ ἔρχεσθ’—πτόλεμον δέ〉: μηδὲ ἔα εἰς τὸ ἐναντίον τῆς ἐμῆς κελεύσεως ἔρχεσθαι αὐτάς· οὐ γὰρ καλῶς εἰς τὸν πόλεμον σπευσόμεθα. T | |
8399-400a2 | λέγει δὲ ὅτι μὴ συγχώρει αὐτὰς ἐξ ἐναντίας τῆς ἐμῆς κε‐ λεύσεως ἔρχεσθαι· οὐ γὰρ καλῶς ὑποστραφήσονται. b(BCE3E4) | ||
8.401 | Did. (?) | 〈ὡς καὶ τετελεσμένον ἔσται:〉 γράφεται „τὸ δὲ καὶ τε‐ τελεσμένον ἔσται“. Aim | |
8402a | ex. | γυιώσω μέν σφωϊν〈—ὠκέας ἵππουσ〉: βλάψω, | |
ὅ ἐστι χωλανῶ, καὶ κενοὺς εἰς τὴν πορείαν ποιήσω. T | |||
8402b | Hrd. | σφωϊν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ ἀντωνυμία· τρίτου γὰρ προσώπου, τὰ δὲ τρίτα δυϊκά, τό τε σφωέ καὶ σφωΐν, ἐγκλιτικά ἐστι〈ν〉. ὅτε μέντοι δευτέρου γίνεται τὸ σφωϊν, προπερισπᾶται· ὀρ‐ θοτονεῖται γὰρ τὸ „γυιώσειν μὲν σφῶϊν“ (Θ 416). A | |
8405a | Did. | ἕλκε’ ἀπαλθήσεσθον: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „ἕλκε’ ἀπαλθήσονται“· καὶ μήποτε κρεῖττον, τὰ ἕλκη ἀπαλθήσον‐ ται. A | |
8405b | ex. | ἀπαλθήσεσθον: ἀποθεραπευθήσεσθον· ἀλθαίνω γὰρ τὸ θεραπεύω. T | |
8406-8 | Ariston. | ὄφρ’ εἰδῇ〈—ὅττι κεν εἴπω〉: ὅτι τῷ τοῦ Διὸς προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ἴριδος (sc. Θ 420—2) οὐκέτι. A | |
8.406 | ex. | ὄφρ’ εἰδῇ γλαυκῶπις, 〈ὅτ’ ἂν ᾧ πατρὶ μάχηται〉: καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ τὴν ἰσχύν, ἀλλὰ τὴν φύσιν προβάλλεται. b(BCE3E4)T | |
8.407 | ex. | Ἥρῃ δ’ οὔτι 〈τόσον〉 νεμεσίζομαι: τὰ μὲν θεῖα ἐᾷ, σκοπεῖ δὲ τὰ βιωτικά· ἐναντιοῦνται γὰρ ἀλλήλοις ἄνδρες καὶ γυναῖ‐ κες. b(BCE3E4)T | |
8408a1 | ex. | Did. | ἐνικλᾶν, ὅττι νοήσω: ἐνικλᾶν ἐμποδίζειν. ἡ μετα‐ φορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων. A b (BCE3E4)T | οὕτως δὲ γραπτέον „ὅττι κεν εἴπω“, οἷον κατακάμ‐ πτειν καὶ μὴ ἐᾶν τὰ ὑπ’ ἐμοῦ εἰρημένα. καὶ πάλιν ἑξῆς, ἐν οἷς ἡ Ἶρίς | |
5 | φησιν, „ὅττι κεν εἴπῃ“ γράφεται (Θ 422). A | ||
8408a2 | Did. | 〈ὅττι νοήσω:〉 Ἀρίσταρχος „ὅττι κεν εἴπω“. Aim | |
8.409 | ex. | ἀελλόπος: κατ’ ἔλλειψιν τοῦ υ, ἀελλόπους, ταχεῖα, ἀέλ‐ λαις κατὰ τὸ τάχος παραπλησία. A | |
8411a | Ariston. | πρώτῃσιν δὲ πύλῃσι: οὐχ ὡς καὶ ἄλλων οὐσῶν, ἀλλ’ ἀντὶ τοῦ ἄκραι, ὡς τὸ „ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40. Π 371) ἀντὶ τοῦ ἄκρῳ. A | |
8411b | ex. (Ariston. | πρώτῃσιν δὲ πύλῃσι: ἄκραις, ὡς „πρώτῳ ῥυμῷ“ (Ζ | |
+ ex.?) | 40)· οὐ γὰρ πολλαὶ πύλαι τοῦ Ὀλύμπου. πολὺ δὲ τάχος ὑποφαί‐ νεται Ἴριδος. b(BCE3E4)T | ||
8.413 | ex. | πῇ μέματον: καλῶς μηδὲ προσφωνήσασα αὐταῖς τοῦ πράγματος ἄρχεται. οἰκεῖον δὲ τῇ ἐπιπλησσούσῃ πολλαῖς ἀρχαῖς κε‐ χρῆσθαι. b(BCE3E4)T | |
8415a1 | Did. | εἰ τελέει περ: εἰ ἀντὶ τοῦ ὥς, ἵν’ ᾖ σύμφωνον τῷ „ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται“ (Θ 401). αἱ δὲ Ἀριστάρχου διὰ τοῦ η, „ᾗ τελέει περ“· καὶ γὰρ ὁ Ζεύς φησι „τὸ δὲ καὶ τετελεσμένον ἔσται“ (Θ 401). A | |
8415a2 | Ἀρίσταρχος διὰ τοῦ η, „ᾗ τελέει περ“. Aim | ||
8415a3 | Ἀρίσταρχος διὰ τοῦ η. καὶ ἔστιν ἀντὶ τοῦ ὥς, ἵν’ ᾖ σύμ‐ φωνον τῷ „ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται“. b(BCE3E4) | ||
8420-4a | Ariston. | ὄφρ’ εἰδῇς, γλαυκῶπι, 〈—ἔγχος ἀεῖραι〉: ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τῶν ἐπάνω (sc. e Θ 406—8) μετά‐ κεινται. ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ ἐᾷ ὁ Ζεύς, καὶ ἀποσυνίσταται ἐπιει‐ κὲς ὂν τὸ τῆς Ἴριδος πρόσωπον· οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές | |
5 | (423). A | ||
8420b | ex. | ὄφρ’ εἰδῇς—ἀεῖραι: οὐκ ἔδει, φασί, ταῦτα πρὸς τῆς Ἴριδος λέγεσθαι, ἀλλὰ μόνον τὰ τῆς ἀπειλῆς (sc. Θ 414—9)· ταῦ‐ τα γὰρ σχετλιάζων ἀναπεφώνηκεν. ἢ οὐ σχετλιάζων, ἀλλ’ ἐντέχνως τὴν ὁμόνοιαν αὐτῶν διϊστάς, δι’ ὧν τὴν μὲν ἀεὶ ἐναντιοῦσθαι αὐτῷ | |
5 | λέγει, τὴν δὲ νῦν πρῶτον, ἵνα αἰδεσθῇ μεταβάλλεσθαι. b(BCE3E4)T | ||
8423-4 | ex. | ἀλλὰ σύ γ’ αἰνοτάτη, κύον—ἀεῖραι: ἀθε‐ τοῦνται διὰ τὸ τραχύ. ὅσῳ δὲ δεινά ἐστι, τοσούτῳ τὴν κηδομένην ἐμ‐ φαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ εἰ ἐτεόν γε / τολμήσεις· οὐ γὰρ ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλ’ εἰ ἐθελήσεις μάχεσθαι τῷ Διΐ. πιθα‐ | |
5 | νῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον τὰ παρὰ Διός, ἀλλὰ καὶ παρ’ αὑτῆς τι προσέθηκεν. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσει‐ δῶνα πέμπεται, οὐ μόνον τὴν τοῦ ἀγγέλου, ἀλλὰ καὶ τὴν τοῦ συμβού‐ λου ἀποπληροῦσα χώραν (cf. Ο 178—83 et 201—4). b(BCE3E4)T | ||
8423a1 | Did. | 〈ἀλλὰ σύ γ’, αἰνοτάτη, κύον ἀδδεές:〉 οὕτως „σύ“ διὰ τοῦ υ, τὸ δὲ „ἀδεέσ“ δι’ ἑνὸς δ ὁ Ἀρίσταρχος. Aim | |
8423a2 | {ἀλλὰ σύ:} „σύ“ ἄνευ τοῦ γέ, καὶ „ἀδεέσ“ δι’ ἑνὸς δ. T | ||
8.424 | ex. | Διὸς ἄντα: ῥητορικῶς ἀμφοτέρας ἐνέθηκε τὰς προσηγο‐ ρίας, ἐκεῖ μὲν ἐντρέπουσα „σῷ πατρί“ (Θ 420), νῦν δὲ ἐκδειματοῦσα Διὸς ἄντα φησίν. καὶ ἡ μὲν καθ’ Ἕκτορος ὁρμᾷ, ἡ δὲ ἀλλοιωτικῇ στά‐ σει χρωμένη κατὰ Διός φησιν αὐτὴν πολεμεῖν. b(BCE3E4)T | |
8.425 | ex. | ἡ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη: οὐ περιμένει τὴν ἀπόκρισιν, ἀλλ’ ἐν ταῖς ἀπειλαῖς αὐτὰς καταλείπει πρὸς κατάπληξιν μείζονα. b (BCE3E4)T | |
8426a1 | ex. | αὐτὰρ Ἀθηναίην Ἥρη 〈πρὸς μῦθον ἔειπεν〉: Ἥρη ἡ καὶ προκαταρξαμένη τῆς νουθεσίας. T | |
8426a2 | ἡ καὶ τῆς συμβουλῆς προκατάρξασα. b(BCE3E4) | ||
8428a | Ariston. | 〈νῶϊ:〉 ὅτι τινὲς γράφουσι σὺν τῷ ν, κακῶς. Aint | |
8428b1 | Did. | 〈νῶϊ:〉 οὕτως νῶϊ χωρὶς τοῦ ν. Aim | |
8428b2 | †διχῶς† τοῦ ν τὸ νῶϊ. Til | ||
8428c | ex. | Διὸς ἄντα βροτῶν ἕνεκα: τὸν ἐναντιούμενον ηὔξησε καὶ τὴν αἰτίαν ἐμείωσεν, ἕνεκεν ἀνθρώπων λέγουσα μὴ δεῖν διαφέρεσθαι τῷ Διΐ, b(BCE3E4)T ὡς ἐκεῖ „εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνε‐ τον“ (Α 574). T | |
8.429 | ex. | τῶν ἄλλος μὲν ἀποφθίσθω: ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι περὶ θνητῶν ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων. ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, b(BCE3E4)T συμμαχίας καὶ | |
5 | θεομαχίας παράγων. A b (BE3E4)T | ||
8433a1 | ex. | τῇσιν δ’ Ὧραι μὲν λῦσαν: ὅτι οὐκέτι μέλλουσιν ἐναν‐ τιοῦσθαι τῷ Διΐ, αἱ Ὧραι ὑπηρετοῦσιν αὐταῖς. T | |
8433a2 | διὰ τοῦτο αὐταῖς αἱ Ὧραι ὑπηρετοῦσιν, ὅτι οὐκέτι τῷ Διῒ μέλλουσιν ἐναντιοῦσθαι. b(BCE3E4) | ||
8.434 | D | κάπῃσιν: φάτναις—ὅ ἐστιν ἐσθίειν. A | |
8435a | Ariston. | 〈ἅρματα:〉 ὅτι τὰ ὀχήματα ἅρματα λέγουσι. Aint | |
8435b | Nic. | Ariston. | 〈ἅρματα δ’ ἔκλιναν〉 πρὸς ἐνώπια παμφανόωντα: βραχὺ διασταλτέον ἐπὶ τὸ πρὸς ἐνώπια, ἵνα ᾖ ἅρματα παμφα‐ νόωντα. | ἰστέον δὲ ὅτι τὰ ὀχήματα ἅρματα λέγει. A | |
8435c | ex. | ἐνώπια παμφανόωντα: τοὺς παροδίους τοίχους· οὗ‐ τοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα παμφανόωντα· A b (BCE3E4)T τί οὖν ἐστι τὸ „τόξον μὲν | |
πρὸς σταθμὸν ἔκλινε πρὸς ἐνώπια παμφανόωντα“ (cf. χ 120—1); T | |||
8439a | Ariston. | {οὔλυμπον δὲ} δίωκε: ὅτι κυρίως διώκειν λέγεται, ὅταν προφεύγῃ τις, νῦν δὲ ἐπὶ τοῦ συντόνως ἐλαύνοντος. A | |
8439b | ex. | ἐδίωκε: οὐκ εἶπεν ἤλαυνεν, ἀλλ’ ἐδίωκεν ἐμφαντικῶς διὰ τὸ ταχύ, ὡς „ῥίμφα διωκομένη“ (ν 162) b(BCE3E4)T ἤτοι ἐπειγομένη. b(BCE3E4) | |
8440a1 | ex. | ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος: ἐπεὶ ἵππιός ἐστιν ὁ θεός. ἱκανὸν δὲ πρὸς φιλαδελφίαν τοῦτο. T | |
8440a2 | διὰ φιλαδελφίαν τοῦτο, οὐ διὰ τὴν τοῦ Διὸς ποιεῖ ἐνδοξό‐ τητα. b(BCE3E4) | ||
8441a1 | Did. | 〈ἀμβωμοῖσι:〉 οὕτως Ἀρίσταρχος „†βωμοῖσ醓. Aim ἐν τοῖς Διογένους „ἀμβώνεσσι“. Aint | |
8441b1 | Hrd. | Hrd. ὀρθ. | ἀμβωμοῖσι: Χρύσιππος (St. V. Fr. III, fr. 771) ὑφ’ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ „χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμή‐ των ἐπὶ βωμῶν“ (η 100). χρὴ μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφε‐ | |
5 | ται, κἂν παράθεσις ᾖ, ὁμοίως τῷ „ἂμ φόνον, ἂν νέκυασ“ (Κ 298). | τὸ δὲ αἴτιον ἐν τοῖς Περὶ ὀρθογραφίας εἴρηται (2,408,20). A | ||
8441b2/a2 | Hrd. | Did. | D | ἂμ βωμοῖσι: διὰ τοῦ μ ἡ γραφή· ὅμοιον γάρ ἐστι τῷ „ἂμ φόνον“. φησὶ δὲ „ἐϋδμήτων ἐπὶ βωμῶν“. | Ἀρίσταρχος „†βωμοῖσ醓, Διογένης „†ἀμβώνεσ醓, | τοῖς ἀναβαθμοῖς. T | |
8441c | Hrd. | ex.(?) | κατὰ λῖτα πετάσσας: μεταπλασμός ἐστιν, ἔνθεν βαρύ‐ νεται, ἐπεὶ πᾶσα αἰτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς α λήγουσα βαρύνεται, ὑπεσταλμένης τῆς τινά. ἀπαθὴς διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. | τὸ δὲ ἑξῆς ἐστι καταπετάσας καὶ καλύψας λιτῷ περιβολαίῳ. A | |
8441d | ex. | λῖτα: ὡς θῆτα, „λιτί“ (Σ 352) δὲ ὡς θητί. ἔστι δὲ μετα‐ πλασμός· διὸ βαρύνεται. ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν λινοῦν ἱμά‐ τιον. T | |
8444a | Ariston. | {αἱ δ’ οἶαι} Διὸς ἀμφίς: πρὸς τὴν καθέδραν, ὅτι ἑκα‐ τέρωθεν τοῦ Διὸς Ἥρα καὶ Ἀθηνᾶ. A | |
8444b | ex. | Διὸς ἀμφίς: χωρίς, οὐκ εἰς τὴν συνήθη ἕδραν· ἀλλαχοῦ γοῦν „πλησίαι αἵ γ’ ἥσθην“ (Δ 21)· ὅθεν φησὶν „οὐδ’ εἴ κε τὰ νείατα πείραθ’ ἵκηαι“ (Θ 478). b(BCE3E4)T | |
8.446 | ex. | αὐτὰρ ὁ ἔγνω: ἐκ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος. b (BCE3E4)T | |
8.447 | ex. | τετίησθον: καταπέπληχθε, ὡς τὸ „φίλον τετιημέναι ἦτορ“ (Θ 437), „ἷζον 〈δ’〉 εἰν ἀγορῇ 〈τετιηότεσ〉“ (Ι 13). T | |
8448-9 | ex. | οὐ μέν θην κάμετόν 〈γε μάχῃ ἔνι κυδιανείρῃ / ὀλ‐ λῦσαι Τρῶασ〉: τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι μάχης, οἷον ‘οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα;‘. οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ τῆς νῦν κερτομικῶς. A b (BCE3E4)T | |
8.448 | Ariston. | {οὐ μέν θην} κάμετον {γέ}: ὅτι Ζηνόδοτος γράφει „κα‐ μέτην“ διὰ τοῦ η ἀντὶ τοῦ ἔκαμον. τὸ δὲ κάμετον πρὸς τὸ πρόσωπον ἀντὶ τοῦ ἐκάμετε, ὃ καὶ συμφωνεῖ. A | |
8.449 | Did. | 〈τοῖσιν κότον:〉 Ἀρίσταρχος „τοῖον κότον“, καὶ ἔχει τινὰ ἔμφασιν. Aim | |
8450-6 | ex. | πάντως, οἷον ἐμόν γε μένος 〈καὶ χεῖρες ἄαπτοι, / οὐκ ἂν .../ ἂψ ἐς Ὄλυμπον ἵκεσθον〉: ὡς ἔχω χειρὸς καὶ δυνά‐ μεως, οὐκ ἂν ἐπανήλθετε. T | |
8450-1 | ex. | 〈πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι / οὐκ ἄν με τρέψειαν:〉 ἀντὶ τοῦ ἐκ παντὸς τρόπου οὐκ ἄν με τρέ‐ ψειαν. Aim | |
D | πάντως, οἷον ἐμόν γε μένος καὶ τὰ ἑξῆς: εἰ δὲ τοῦ— | ||
5 | καταγωνισθῆναι. A | ||
8.454 | Did.(?) | 〈τὸ δέ κεν τετελεσμένον ἦεν:〉 ἐν ἄλλῳ „καί κεν τετελε‐ σμένον ἔπλεν“. Aim | |
8455a | Ariston. | {οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων} πληγέντε: ὅτι ἀρσενικῶς τὸ δυϊκὸν ἐσχημάτισται, πληγέντε A ἀντὶ τοῦ πληγεῖσαι. AAint καὶ Ἡσίοδος „προλιπόντ’ ἀνθρώπων“ (opp. 199) ἐπὶ Αἰδοῦς καὶ Νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι. A | |
8455b | ex. | πληγέντε κεραυνῷ: ὡς „καλυψαμένω χρόα καλόν“ (Hsd. opp. 198). T | |
8.459 | Ariston. | 〈ἀκέων:〉 ὅτι ἀντὶ τοῦ ἀκέουσα. Aint | |
8.460 | ex. | σκυζομένη: παρὰ τὸ ἐπεισάγειν τὸ ἐπισκύνιον. AimT | |
8462a | ex. | αἰνότατε Κρονίδη: οὐκ ἔδει λέγειν ‘Ζεῦ πάτερ‘ (οὐ γὰρ φιλοφρονεῖται), οὐδὲ αἰνότατε Κρονίδη πρὸς τὸ μὴ ἐρεθίσαι αὐτόν. αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταῦτα | |
ἔλεγεν, ἀλλὰ φιλοφρόνως (διὸ ἐδάμασε τὸν Δία), ἡ δὲ ἐπιτεταμένως. | |||
5 | b(BCE3E4)T λέγω δὴ τὸ „ἔμπης Δαναῶν ὀλοφυρόμεθα“ (Θ 464)· T διὸ ἐπιτείνει τὴν ὀργὴν Διός. b(BCE3E4)T | ||
8462b | ex. | 〈ποῖον τὸν μῦθον:〉 τὸν ποῖον μῦθον. Til | |
8463-5 | Ariston. | 〈εὖ νυ καὶ ἡμεῖς—ὄλωνται:〉 ὅτι ἐντεῦθεν ἄνω (sc. Θ 32—4) μετάκεινται. Aim | |
8.463 | Did. | 〈οὐκ ἀλαπαδνόν:〉 γράφεται „οὐκ ἐπιεικτόν“ (Θ 32). Aint | |
8470a | Ariston. | ἠοῦς δή: ὅτι Ζηνόδοτος γράφει „ἄας δή“ {καὶ μᾶλλον} ἀντὶ τοῦ ἐσαύριον. ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική. A | |
8470b | ex. | 〈ἠοῦς:〉 ἅμα ἡμέρᾳ, οἱονεὶ ὄρθρου, σημαίνει δὲ τὸ αὔ‐ ριον. Aint | |
8470c | D | ἠοῦς: ἕωθεν, ὄρθρου, τῇ ἐπιούσῃ ἡμέρᾳ. T | |
8470-6 | ex. | 〈ἠοῦς—θανόντος:〉 κινητικὰ μὲν ταῦτα τῶν ἀκουόντων. ἀλλ’ ὁρίζων τὸ πέρας παραμυθεῖται τὴν ἀτυχίαν. b (BCE3E4)T | |
8.471 | Did. | 〈αἴ κ’ ἐθέλῃσθα:〉 ἐν ἄλλῳ „ἢν ἐθέλῃσθα“. Aim | |
8473a1 | ex. | οὐ γὰρ πρὶν 〈πολέμου ἀπο〉παύσεται ὄβριμος Ἕκτωρ: τὸ ὄβριμος προσέθηκε πρὸς τὸ λυπεῖν αὐτήν. T | |
8473a2 | τὸ οὐκ ἀποπαύσεται καὶ τὸ ὄβριμος πρὸς τὸ ἔτι λυ‐ πεῖν προστέθεινται. b(BCE3E4) | ||
8474a | Hrd. | {πρὶν} ὄρθαι: ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐστι βαρύτονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ „ὅτε τ’ ὤρετο“ (Μ 279), „ὦρτο πολὺ πρῶτος μέν“ (Η 162). A | |
8474b | D | 〈ὄρθαι:〉 διεγερθῆναι. AimTil | |
8475-6 | Ariston. | D | D | ἤματι τῷ, ὅτ’ ἂν—θανόντος: ἀθετοῦνται στί‐ χοι δύο, ὅτι διὰ τοῦ ἤματι τῷ (475) πλείονος χρόνου ὑπέρθεσιν ση‐ μαίνει, τῇ δὲ ἑξῆς ἐπὶ τὸν τάφρον παράγει τὸν Ἀχιλλέα (cf. Σ 215—29). καὶ ἀκριβολογεῖν οὐκ ἀναγκαῖον, κατὰ τίνα καιρὸν ἐξαναστήσεται, | |
5 | ἀρκεῖ δὲ „πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλείωνα“ (Θ 474). τό τε ἐπιφερόμενον ψεῦδός τι ἔχει· οὐ γὰρ ἐν τῷ στείνει μάχονται. | στείνει (476) δὲ εἴωθε λέγειν—στενοχωρίαν. | αἰνοτάτῳ (476) δὲ τῷ χαλεπῷ διὰ τὸν φόβον. A | ||
8476a | ex. | στείνει {ἐν αἰνοτάτῳ}: τὴν τῶν πραγμάτων στενοχω‐ ρίαν δηλοῖ. ἅμα δὲ καὶ στενός ἐστι τόπος οὕτω καλούμενος. T | |
8476b | Did.(?) | 〈θανόντος:〉 γράφεται „πεσόντοσ“. Aint | |
8.477 | ex. | ὣς γὰρ θέσφατόν ἐστι: τὸ μοιρίδιον προβάλλεται, ἵνα μὴ δοκῇ τυραννεῖν. b(BCE3E4)T | |
8478-9 | ex. | πείραθ’ ἵκηαι / γαίης καὶ πόντοιο: δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περι‐ κεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνε‐ χουσῶν ἠπείρων, ἐν αἷς κατοικοῦμεν. A b (BCE3E4)T | |
8.479 | D | 〈Ἰαπετός:〉 εἷς τῶν Τιτάνων. Aim | |
D | 〈Ἰαπετός τε Κρόνος τε:〉 Διὸς μεταστήσαντος— ὄρος ἐπιθεὶς †ἀφ οὗ Ὀφιώνιον προσηγορεύθη. A | ||
8.480 | ex. | 〈ὑπερίονος ἠελίοιο:〉 τοῦ ὑπὲρ ἡμᾶς ὄντος ἡλίου. Aim | |
D | Ὑπερίονος: τοῦ ἡλίου. ἤτοι—τὰ ὅλα συνέχεται. A | ||
8.484 | ex. | τὸν δ’ οὔτι προσέφη λευκώλενος: ἐν καιρῷ ἡ ἀποσιώ‐ πησις· οὔτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὔτε ἀντιλέγειν πρὸς ὀργὴν τοιαύτην. b(BCE3E4)T | |
8485a | Ariston. | ἐν δ’ ἔπες’ Ὠκεανῷ 〈λαμπρὸν φάος ἠελίοιο〉: ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ὠκεανοῦ ἀνίσχοντα λέγει τὸν ἥλιον, ἐξ ἡρωϊκοῦ δὲ 〈προσώπου〉 οὐκέτι. A | |
8485b | ex. | ἐν δ’ ἔπες’ Ὠκεανῷ 〈λαμπρὸν φάος ἠελίοιο〉: τῷ ὁρίζοντί φησιν, ὃς διατειχίζει τοῦ κόσμου τὸ φανερὸν καὶ ἀφανές. οὐκ ἀληθῆ οὖν δηλοῖ ἔμπτωσιν τοῦ ἡλίου, ἀλλὰ φαντασίαν δίδωσιν, ὡς | |
ἐπὶ τὸν Ὠκεανὸν ἔρχεται ἐπὶ τὴν δύσιν ἐλθών. b(BCE3E4)T | |||
8.486 | ex. | ἕλκον νύκτα μέλαιναν 〈ἐπὶ ζείδωρον ἄρουραν〉: ἕλ‐ κον T τῇ ἀσθενείᾳ τοῦ φωτὸς τῶν ἀκτίνων. εὖ δὲ καὶ τὸ παρατα‐ τικόν· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφ’ ἓν σκιάζεται, b (BCE3E4)T ἀλλὰ κατὰ μικρόν. T | |
8487-8 | ex. | Τρωσὶ μέν ῥ’ ἀέκουσι〈—ἐρεβεννή〉: βραχεῖαν ταύτην τὴν μάχην ἐποίησεν, ἐγχρονίζειν ταῖς τῶν Ἑλλήνων δυστυ‐ χίαις οὐ θέλων· ὅθεν τινὲς αὐτὴν καλοῦσι †κῶλον. b(BCE3)T | |
8488a | Ariston. | τρίλλιστος: ὅτι τὰ τρία ἐπὶ πλήθους τάσσει. τρίλλι‐ στος οὖν πολυλιτάνευτος. A | |
8488b1 | ex. | 〈τρίλλιστος:〉 πολυλιτάνευτος. πλεονάζει δὲ τὸ λ. Til | |
8488b2 | πλεονάζει τὸ λ. ὁ πολυλιτάνευτος. Aint | ||
8.490 | ex. | νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι: συνελάσας μέχρι τῶν νεῶν αὐτοὺς ἀφίσταται παρὰ τὸν ποταμὸν b(BCE3E4)T ὡς προβλήματι χρησόμενος τῷ ῥείθρῳ καὶ T πρὸς τὸ μὴ ἐξακούε‐ σθαι τοῖς πολεμίοις καὶ μὴ μακρὰν ἀπεῖναι τῆς πόλεως. b(BCE3E4)T | |
8491a | Ariston. | ἐν καθαρῷ, ὅθι δὴ 〈νεκύων διεφαίνετο χῶροσ〉: ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις. πρὸς Ἴστρον (cf. FGrHist 334, 70). A | |
8491b | ex.(?) | 〈ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉 ἀμέτοχος ἦν καὶ καθαρός. Aim | |
D | ἐν καθαρῷ ὅθι δὴ νεκύων: ἔξωθεν δεῖ λαβεῖν—τῶν | ||
νεκρῶν. A | |||
8493a | Ariston. | τόν ῥ’ Ἕκτωρ: ὅτι Ζηνόδοτος περιγράφει ἀπὸ τούτου τέσσαρας στίχους κατὰ τὸ ἑξῆς (sc. Θ 493—6) διὰ τὸ καὶ ἐν ἄλλῳ τόπῳ γεγράφθαι (cf. Ζ 318—20). ὁ δὲ Ἀρίσταρχος οἰκειότερον ἐν‐ ταῦθα κεῖσθαι λέγει διὰ τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι. A | |
8493b | ex. | Διῒ φίλος: οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη Διῒ φίλος ἢ νῦν, εἴ γε καὶ θεοῖς ἀπέχθεται δι’ αὐτόν. b(BCE3E4)T | |
8494a1 | ex. | ἔγχος ἔχε: ὡς ἐν πολέμῳ δημηγορῶν ἀντὶ σκήπτρου τῷ δόρατι χρῆται, τὰ σημεῖα τῆς ἀνδρίας προβαλλόμενος. T | |
8494a2 | καλῶς οὐ σκῆπτρον κατέχων δημηγορεῖ, ἀλλὰ τὰ τῆς ἀνδρίας σημεῖα προβαλλόμενος. b(BCE3E4) | ||
8.496 | Did.(?) | 〈ἔπεα Τρώεσσι μετηύδα:〉 γράφεται „ἔπεα πτερόεντ’ ἀγόρευε“. Aim | |
8.497 | ex. | κέκλυτέ μευ, Τρῶες: ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχᾶσθαι, οὐχ ὡς τὸ „ὦ φίλοι, ἥρωες Δαναοί“ (Β 110). b(BCE3E4)T | |
8498-9a1 | ex. | νῦν ἐφάμην νῆάς 〈τ’〉 ὀλέσασ〈— / ἂψ ἀπο‐ νοστήσειν〉: πάλιν οἰκειοῦται τὸ κατόρθωμα καὶ ἐν τοῖς ἑξῆς „ἔλπο‐ μαι εὐχόμενοσ〈— /〉 ἐξελάαν ἐνθένδε κύνας κηρεσ〈σ〉ιφορήτουσ“ (Θ 526—7). T | |
8498-9a2 | καὶ πάλιν δὲ τὸ κοινὸν οἰκειοῦται κατόρθωμα καὶ πάλιν τῇ νίκῃ γαυριᾷ. b(BCE3E4) | ||
8.499 | Ariston. | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
8.500 | ex. | ἀλλὰ πρὶν κνέφας ἦλθε: εὐέλπιδας καὶ ἐπιθυμητὰς ἐποίη‐ σεν αὐτοὺς τῆς ἠοῦς. T | |
8.501 | Ariston. | ἐπὶ ῥηγμῖνι θαλάσσης: ὅτι Ζηνόδοτος γράφει „ἐπεὶ Διὸς ἐτράπετο φρήν“. ἐξ ἄλλου δὲ στίχου (sc. Κ 45) τὸ ἡμιστίχιόν ἐστι νῦν ἀναρμόστως προστεθειμένον· οὐ γὰρ κατὰ Διὸς προαίρεσιν | |
νὺξ ἐγένετο. A | |||
8.502 | ex. | ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτί: τοῦτο, ἐπεὶ ἧσσον ἦν, ἐκοινοποίησε πρὸς αὐτούς. T | |
8.503 | Ariston. | 〈ἐφοπλισόμεσθα:〉 ὅτι Ζηνόδοτος γράφει „ἐφοπλίζε‐ σθον“. συγχεῖ δὲ τὸ δυϊκόν. Aint | |
8503-4 | ex. | ἀτὰρ καλλίτριχας ἵππους 〈/ —ἐδωδήν〉: στρα‐ τηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρομάχη ποιεῖ· „ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν“ (Θ 188). b(BCE3E4) T | |
8505a | Ariston. | 〈ἄξεσθε:〉 ὅτι οὐ μέλλοντα σημαίνει τὸ ἄξεσθε, ἀλλ’ ἐν ἴσῳ τῷ ἄγετε. Aint | |
8505b | ex.(?) | 〈ἴφια:〉 εὔχρηστα. οἱ δὲ ἰσχυροποιά. ἢ εὐθηνοῦντα καὶ λιπαρά. Aim | |
8.507 | ex. | σῖτόν τ’ ἐκ μεγάρων: οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ „ἄξεσθε“ (Θ 505)· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον οὖν τὸ φέρετε. A b (BCE3E4)T | |
8.509 | ex. | καίωμεν πυρὰ πολλά: πρὸς ἀσφάλειαν μὲν ἑαυτῶν, κα‐ τάπληξιν δὲ τῶν πολεμίων. b(BCE3E4)T | |
8510-1 | ex. | μή πως καὶ διὰ νύκτα〈— /〉 φεύγειν ὁρμήσων‐ ται: στρατηγικῶς εὐέλπιδας αὐτοὺς ποιεῖ διὰ τῆς τῶν πολεμίων φυγῆς. b(BCE3E4)T | |
8.510 | D | 〈διὰ νύκτα:〉 διὰ νυκτός. Aim | |
8.512 | Ariston. | 〈μὴ μὰν ἀσπουδί γε:〉 ὅτι ἀντὶ τοῦ μὴ ῥᾳδίως, μήπως | |
χωρὶ〈σ〉 σπουδῆς. Aim | |||
8513a1 | Did. | 〈ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ:〉 αἱ Ἀριστοφάνους „πέσσοι“. Παρμενίσκος δὲ ἐν τῷ αʹ Πρὸς Κράτητα (fr. 2 Br.) ὡς Ἀριστάρχειον γραφὴν προφέρεται „ἀλλ’ ὥς τις κείνων γε“. A | |
8513a2 | {ἀλλ’ ὅστις τούτων γε:} Ἀρίσταρχος δὲ „κείνων γε“. T | ||
8513a3 | Ἀριστοφάνης „πέσσοι“. Til | ||
8513b | Ariston. | {ἀλλ’ ὥς τις τοῦτόν γε} βέλος: ὅτι βέλος εἴρηκε τὸ τραῦ‐ μα ὁμωνύμως τῷ τιτρώσκοντι. A | |
8513c1 | ex. (Ariston.) | {ἀλλ’ ὥς τις τούτων γε} βέλος: βέλος νῦν τὸ βεβλημένον μέρος, τὸ τραῦμα τὸ ἐκ βολῆς· „ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλοσ“ (Λ 269). T | |
8513c2 | τὸ ἐκ βολῆς τραῦμα, ὡς τὸ „ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλοσ“. b(BCE3E4) | ||
8513d | ex. | 〈οἴκοθι πέσσοι:〉 καὶ μέχρις οἴκου κατάσχοι τὴν πλη‐ γήν. Aint | |
8515a | Did.(?) | 〈νηὸς ἐπιθρώσκων:〉 γράφεται „νηὸς ἀποθρώσκων“. Aim | |
8515b | ex. | ἵνα τις στυγέῃσι καὶ ἄλλος: ἀλαζονείαν ἔχει ὁ λόγος βαρβαρικήν. T | |
8.517 | Ariston. | 〈ἀγγελλόντων:〉 ὅτι ἀντὶ τοῦ ἀγγελλέτωσαν. Aint | |
8.518 | ex. | παῖδας πρωθήβας 〈πολιοκροτάφους τε γέροντασ〉: πᾶς γὰρ ἱκανὸς ἀπὸ τείχους ἀμῦναι. καὶ οἱ μὲν παῖδες μεθ’ ἡδονῆς φιλο‐ νεικῶς ἀγρυπνοῦσιν, οἱ δὲ γέροντες πρὸς ὕπνον ἀλλοτρίως ἔχουσιν. T | |
8519a | Ariston. | ex.(?) | λέξασθαι προτὶ ἄστυ 〈θεοδμήτων ἐπὶ πύργων〉: ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. | θεοδμήτων δέ, καθὸ ὑπὸ θεῶν ᾠκοδο‐ | |
μήθη τὸ τεῖχος τῆς Ἰλίου. A | |||
8519b1 | ex. | λέξασθαι: παρὰ τὸ λέχος. καὶ „ξύλα †λέγετε“ (cf. Θ 507), συλλέγεσθε†. καὶ „Σύλλογος Ἀχαιῶν“ (cf. T.G.F. p. 161 N.2 = Soph. frgg. I p. 97 P. = T.G.F. IV p. 163 R.). „Τρῶας λέξασθαι“ (cf. Β 125), ἀριθμηθῆ‐ ναι· ὅθεν λογάδες. T | |
8519b2 | παρὰ τὸ λέχος. καὶ ξύλα λέξασθαι καὶ „Τρῶας μὲν λέξα‐ σθαι“ (Β 125), ὅθεν καὶ λογάδες καὶ „Σύλλογος Ἀχαιῶν“. b(BCE3) | ||
8519c | Did.(?) | 〈προτὶ ἄστυ:〉 γράφεται „περὶ ἄστυ“. Aim | |
8519d | ex. | θεοδμήτων: ἀπαρκεῖ πρὸς φυλακὴν ἡ ἄχρηστος ἡλικία· ἀφ’ ἑαυτῶν γὰρ τὸ ὀχυρὸν ἔχουσι τὰ τείχη, θεόδμητα ὑπάρχοντα. T | |
8.520 | ex. | θηλύτεραι: τῶν ἄλλων ζῴων, ἢ τῶν παρθένων. αἱ τε‐ τοκυῖαι τὴν συνήθη, φησίν, οἰκουρίαν προσεχέτωσαν ἅμα συνεργοῦ‐ σαι κατὰ δύναμιν τοῖς κακοπαθοῦσιν. b(BCE3E4)T | |
D | θηλύτεραι: αἱ πρὸς τὰ ἀφροδίσια—πλησιάζουσιν. A | ||
8.521 | Ariston. | 〈καιόντων: ***〉 ἀντὶ τοῦ Aim καιέτωσαν. AimTil | |
8523a1 | ex. | ὧδ’ ἔστω, Τρῶες: τυραννικῶς ἀπειλεῖ· ὅθεν καὶ „χαλε‐ πὴν ἀποθέσθαι ἐνιπήν“ (Ε 492). T | |
8523a2 | τυραννικῶς αὐτοῖς, οὐχὶ βασιλικῶς διαλέγεται ἐπηρμένος τῇ ἀλαζονείᾳ. b(BCE3E4) | ||
8524-5 | Ariston. | ex.(?) | μῦθος δ’ ὃσ〈—ἀγορεύσω〉: ἀθετοῦνται δύο στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει καὶ τὸ ὑποτακτικὸν ἄρθρον ἀντὶ προ‐ τακτικοῦ παρείληπται, ὃς μέν (524) ἀντὶ τοῦ ὁ μέν. | ὁ δὲ νοῦς ἐστι τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ τήμερον συντετέλεσταί μοι ὁ λόγος καὶ | |
5 | οὐδὲν παραλέλειπται, περὶ δὲ τῶν εἰς αὔριον ὑπὸ τὴν ἕω μηνύσω. A | ||
8524a1 | ex. | 〈ὑγιής:〉 ὁ ἀπαραποίητος καὶ ἀπαράβατος. b(BCE3) | |
8524a2 | ἀπαράβατος ὑμῖν. Til | ||
8.525 | ex. | τὸν δ’ ἠοῦσ〈—〉ἀγορεύσω: τὸν δὲ ἑξῆς αὔριον ἐρῶ. πάντως δὲ περὶ διανομῆς σκύλων. T | |
8526a | Ariston. | εὔχομαι ἐλπόμενος: ὅτι Ζηνόδοτος γράφει „ἔλπομαι εὐχόμενοσ“. οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπηρμένον λέγει, ἐλπίζω εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι ἐλπόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων | |
5 | θεῶν. A | ||
8526b | Did. | 〈εὔχομαι ἐλπόμενος:〉 οὕτως ἡ γραφή, εὔχομαι ἐλ‐ πόμενος, οὐ τὸ ἐναντίον. Aim | |
8526c | ex. | εὔχομαι ἐλπόμενος: ἀντὶ τοῦ καυχῶμαι. T | |
8527a | Hrd. | ex. | ἐξελάαν ἐνθένδε κύνας κηρεσ〈σ〉ιφορήτους: ὑφ’ ἓν Ἀρίσταρχος. T | ὅρα δὲ τὸ παλίμβολον Ἕκτορος· τῇ γυναικὶ ἔλεγεν „ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή“ (Ζ 448)· ἐκεῖ μὲν γὰρ τῶν Τρώων ἡττωμένων δύσελπις ἦν, ἐνταῦθα δὲ τῇ | |
5 | μάχῃ κρατῶν ἐλπίζει τὰ χρηστά. b(BCE3E4)T | ||
8527b | Hrd. | κηρεσσιφορήτους: συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος καὶ οἱ πλείους, ἴσως δέ, ἐπεὶ ἀναλύει αὐτὸ „οὓς κῆρες φορέουσιν“ (Θ 528)· ἔθος γὰρ αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δο‐ τικὴ ἐπεκτεταμένη κατ’ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσι, | |
5 | „πασιμέλουσα“ (μ 70), οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· „Ναυ‐ σικάα“ (ζ 17 al.), „Ναυσίθοοσ“ (ζ 7 al.), „ἐγχεσίμωροι“ (Η 134 al.), „τειχεσιπλήτησ“ (cf. Ε 31. 455). κατ’ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρ’ Ἐπιχάρμῳ (fr. 218 K.) κατὰ τέλος συντεθειμένον „γυναικάνδρεσσι ποθεινοί“. εἴπερ οὖν τοῦτο ἀληθές, δηλονότι παράλογον τὸ κηρεσ‐ | ||
10 | σιφορήτους κατὰ σύνθεσιν †ἀναγνωστέον†. ἀλλ’ ὅμως ἐπεκράτησεν | ||
ἡ Ἀριστάρχειος, δι’ ὃν εἴπομεν λόγον. A | |||
8.528 | Ariston. | Did. | οὓς κῆρες φορέουσι 〈μελαινάων ἐπὶ νηῶν〉: ἀθετεῖται, ὅτι περισσός· ἐν γὰρ τῷ „κηρεσσιφορήτουσ“ (θ 527) τὸ αὐτὸ συντό‐ μως εἴρηκεν. | ὁ δὲ A Ζηνόδοτος οὐδὲ ἔγραφεν αὐτόν. ATil | |
8.529 | Did.(?) | 〈ἐπὶ νυκτί:〉 γράφεται „ἐπὶ νύκτα“. Aint | |
8.532 | Ariston. | εἴσομαι: ὅτι τὸ εἴσομαι πολλὰ σημαίνει, νῦν μὲν γνώσο‐ μαι, ἐν ἄλλοις δὲ πορεύσομαι, „εἴσομαι ἐξ ἁλόθεν“ (Φ 335)· καὶ ἀντὶ τοῦ ἐφάνη, „εἴσατο 〈δ’〉 ὡς †ὅτε ἐρινεόσ“ (ε 281). A | |
8532-4a | ex. | αἴ κέ μ’ ὁ Τυδείδης—φέρωμαι: ἐντέχνως ἐφ’ ἑαυτοῦ μὲν εἶπεν ὅτι οὐκ ἀπωσθήσεται, ἐπὶ δὲ τοῦ Διομήδους ὅτι ἀναιρεθήσεται καὶ ὅτι σκῦλα παρέξει αὐτῷ ἀποθανών. b(BCE3E4)T | |
8532-4b | ex. | αἴ κέ μ’ ὁ Τυδείδησ〈—φέρωμαι〉: στρατηγικῶς παραθαρσύνει αὐτούς· δεδίασι γὰρ Διομήδην διὰ τὴν ὑπόγυον ἀρι‐ στείαν. καὶ τὸ Τυδείδης (532) προσλαβὸν τὸ ἄρθρον οὐκ ἀργὴν ἔχει τὴν ἀναφοράν. b(BCE3E4)T | |
8.534 | Did.(?) | 〈φέρωμαι:〉 ἐν ἄλλῳ „φεροίμην“. Aim | |
8535-7 | Ariston. | Ap. | αὔριον ἣν ἀρετὴν〈—ἑταῖροι〉: ὅτι ἢ τούτους | |
H.(?) | δεῖ τοὺς τρεῖς στίχους μένειν, οἷς τὸ ἀντίσιγμα παράκειται, ἢ τοὺς | ||
ἑξῆς τρεῖς, οἷς αἱ στιγμαὶ παράκεινται (sc. Θ 538—40)· εἰς γὰρ τὴν αὐτὴν γεγραμμένοι εἰσὶ διάνοιαν. ἐγκρίνει δὲ μᾶλλον ὁ Ἀρίσταρχος | |||
5 | τοὺς δευτέρους διὰ τὸ καυχηματικωτέρους εἶναι τοὺς λόγους. ὁ δὲ Ζη‐ νόδοτος τοὺς πρώτους τρεῖς οὐδὲ ἔγραφεν. | τὰ αὐτὰ δὲ λέγει περὶ τῶν στίχων τούτων ὁ Δίδυμος (p. 115 Schm.), ἃ καὶ ὁ Ἀριστόνικος· διὸ οὐκ ἐγράψαμεν τὰ Διδύμου. A | ||
8537a1 | ex. | 〈κείσεται οὐτηθείς,〉 πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖ‐ ροι: κοινὸν ληπτέον τὸ ‘κείσονται‘. T | |
8537a2 | ἀπὸ κοινοῦ ληπτέον τὸ ‘κείσονται‘. b(BCE3E4) | ||
8538-9a | Did. | εἰ γὰρ ἐγὼν ὥς 〈/ εἴην ἀθάνατος καὶ ἀγήρωσ〉: οὕτως διὰ τοῦ εἰ γὰρ ἐγὼν ὥς, καὶ τὸ ἀγήρως διὰ τοῦ ω. A | |
8538-9b | ex. | αἲ γὰρ ἐγὼν〈— /〉 εἴην ἀθάνατος: βαρβαρικὸν τὸ εὔχεσθαι τὰ ἀδύνατα. b(BCE3E4)T | |
8.542 | ex. | ἐπὶ δὲ Τρῶες κελάδησαν: καλῶς ἐπὶ μὲν Ἑλλήνων φησὶν „Ἀργεῖοι δὲ μέγ’ ἴαχον, A b (BCE3E4)T ἀμφὶ δὲ νῆες / σμερδα‐ λέον“ (Β 333—4), AT ἐπὶ δὲ τῶν Τρώων κελάδησαν λέγει· θορυβῶδες γὰρ τὸ βαρβαρικόν. A b (BCE3E4)T | |
8.545 | Ariston. | ἄξοντο: τὸ ἄξοντο οὐ τὸν μέλλοντα σημαίνει, ἀλλ’ ἀντὶ | |
τοῦ †ἄγοντο. A | |||
8553a | Nic. | {οἱ δὲ μέγα φρονέοντες} ἐπὶ πτολέμοιο γεφύρῃ: προ‐ ηγουμένως μὲν τοῖς ἑξῆς συναπτέον· τὸν γὰρ τόπον, ἐν ᾧ ἡ τοῦ πολέ‐ μου συμβολὴ γίνεται, γέφυραν εἶπε πολέμου· ἢ τὰς διαβάσεις αὐτάς, αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο. λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν, | |
5 | ἵν’ ᾖ περίφρασις, πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ· ὁ δὲ λό‐ γος, μέγα φρονοῦντες ἐπὶ τῷ πολέμῳ, τουτέστι τῷ κεκρατηκέναι κατὰ τὸν πόλεμον. A | ||
8553b | Did.(?) | 〈γεφύρας:〉 γράφεται „γεφύρῃ“. Aim | |
8553c | ex. | ἐπὶ πτολέμοιο γεφύρῃ: τὸν μεταξὺ τῶν στρατιωτῶν τόπον. T | |
8555a | Ariston.(?) | ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην: †οὕτως† οὐ τὴν τότε οὖσαν φαεινήν, ἀλλὰ τὴν καθόλου φαεινήν. ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησι καὶ οὐκ Ὀλύμπῳ. A | |
8555b1 | ex. | φαεινὴν ἀμφὶ σελήνην: οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχο‐ μένην, οἷον νέαν ἐν τῷ φάει· οἱ δὲ λεπτήν, „μάστιγα φαεινήν“ (Κ 500)· οἱ δὲ τὴν φύσει φαεινήν, καὶ „ζέσ〈σ〉εν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ“ (Σ 349) καὶ „εὐμελίω Πριάμοιο“ (Δ 47) καὶ „Σκαμανδρίῳ ἀνθεμόεντι“ | |
5 | (Β 467). προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ αὐτὰ ἀπεικάζει. T | ||
8555b2 | οἱ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην, οἱ δὲ λεπτήν, ὡς τὸ „μάστιγα φαεινήν“, οἱ δὲ τὴν φύσει φαεινήν. προσφυῶς δὲ τῷ νυκτε‐ | ||
ρινῷ φωτὶ παρεικάζει αὐτά. b(BCE3E4) | |||
8557a | Ariston. | Did. | ἔκ τ’ ἔφανεν πᾶσαι 〈σκοπιαὶ καὶ πρώονες ἄκροι〉: ἀθετεῖται, ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφάνειαν (sc. Π 299). καὶ ὁ ἑξῆς (= Π 300) δὲ συναθετεῖται αὐτῷ· ἐκεῖ γὰρ αἰφνί‐ διον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφα‐ | |
5 | νέντος, ἐνταῦθα δὲ παρατεταμένην νηνεμίαν κατ’ εὐδίαν. | οὐκ ἐφέροντο δὲ οὐδὲ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης. A | ||
8557b | Hrd. | πρώονες: ὡς σώφρονες· τὸ γὰρ πρῶνες πληθυντικὸν διῃρέθη, καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη. A | |
8557c | ex. | πρώονες: ἀπὸ τοῦ ὁ πρών πρῶνες, καὶ κατὰ διαίρεσιν πρώονες· εἰσὶ δὲ ὄρους ἐξοχαί. T | |
8557-8 | Did. | ἔκ τ’ ἔφανεν—αἰθήρ: οὐκ ἐφέροντο †τά γ’† παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης †τὰ γ’†. T | |
8.559 | Did. | 〈δέ τ’:〉 ἄνευ τοῦ τέ. Til | |
8560a | Ariston. | τόσσα μεσηγὺ νεῶν 〈ἠδὲ Ξάνθοιο ῥοάων〉: ἡ διπλῆ, ὅτι τῷ „ὡσ“ (Θ 555) ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ τόσσα ποσότητος ὂν δηλωτικόν· διὸ καί τινες γράφουσιν „ὣς τὰ μεσηγὺ νεῶν“. τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει, τὸ δ’ | |
5 | ἀνταποδιδόμενον τὸ τοῦ πλήθους παρεμφαίνει. καὶ ὅτι οὐ †τὸν Σκά‐ μανδρον Ξάνθον καλεῖ, ἀλλὰ διὰ τῶν ἑξῆς „ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον“ (Υ 74). A | ||
8560b | Did. | 〈τόσσα μεσηγύ:〉 γράφεται καὶ „τοῖα μεσηγύ“ καὶ „ὣς τὰ μεσηγύ“. Aim | |
8560c | ex. | τόσ〈σ〉α μεσηγὺ νεῶν: ἄλλως ἐσχημάτισε τὸν λόγον, οὐκ ἐπενεγκὼν τῷ „ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα“ (Θ 555) τὸ ‘οὕτω μεταξὺ νεῶν‘. b(BCE3E4)T | |
8.562 | Ariston. | χίλι’ {ἄρ}: ὅτι Ζηνόδοτος γράφει „μύρια“. ἐπιφέρει δὲ „ἐν δὲ ἑκάστῳ / εἵατο πεντήκοντα σέλᾳ“ (Θ 562—3) ὥστε γίνεσθαι μυριάδας πεντήκοντα, ἐὰν δὲ γράφηται χίλια, πέντε μυριάδας, συμ‐ φώνως· διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἑλλήνων | |
5 | συνίστησιν. A | ||
8562-3a | ex. | πὰρ δὲ ἑκάστῳ 〈/ εἵατο πεντήκοντα σέλα〉: τὸ ἑξῆς παρὰ ἑκάστῳ σέλᾳ εἵατο πεντήκοντα ἄνδρες· ἀποκοπὴ γάρ ἐστι τοῦ σέλαϊ. τὸ φιλότιμον δὲ τῶν ἀριθμῶν καὶ ἐν Ὀδυσσείᾳ „πεντηκόσιοι δ’ ἀν’ ἑκάστῃ“ (γ 7) καὶ „νῆες μέν μοι ἕποντο δυώδεκα“ (ι 159). T | |
8562-3b | ex.(?) | 〈πὰρ δὲ ... σέλα:〉 πρὸς τῷ σέλα. b(BE3) | |
8.563 | ex. | εἵατο πεντήκοντα: ἀφορμὴν λαβὼν καὶ τὸν τῶν Τρώων ἡμῖν ἀριθμὸν ἐδήλωσεν ὅτι ἀμφὶ τὰς πέντε μυριάδας ἐστὶν αὐτῶν τῶν πολιτῶν· b(BCE3)T οἱ γὰρ ἐπίκουροι καθεύδουσι, Τρωσὶ τὴν φυλακὴν ἐπιτρέψαντες. b(BCE3E4)T | |
5 | D | εἵατο πεντήκοντα σέλαι πυρός: παρ’ †ἑκάστῃ† δὲ σέλᾳ πυρός, τουτέστι παρ’ ἑκάστῃ δὲ πυρᾷ, πεντήκοντα ἐκαθέζοντο ἄν‐ δρες. ἐκ τούτων—πέντε μυριάδες ἦσαν. A | |
8.564 | ex. | κρῖ λευκόν: εἰ ἦν ἀπὸ τοῦ κριθή, λευκὴν ἂν ἐπήγαγεν. T | |
8postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
9,pap7a129? | .......... | ||
1 | []α̣σ̣α.[ ] | ||
1 | [] πεποιη[ ] [] .εναυτο̣[ ] []ως λέγοντ̣α̣ | ||
5 | [ ] τ̣α̣[ς γ]υ̣ναῖ̣κ̣α̣ς. ⸏μή ποτε τῆς] ε̣ὐνῆς ἐπιβήμεναι: | ||
9,pap7a133 | οὐδεμίαν χ]ώραν ἔχει νῦν̣ τὸ ἄρθρον τὸ τῆ]ς ἀλλ’ οὕτω λέγει ἀν(τὶ) τοῦ τῆς τα]ύ̣της τῆς προδε‐ δηλωμένης τῆ]ς Βρισ̣ηίδος ἐπιβῆ‐ | ||
5 | ⸏ναι εὐνῆς. | ||
9,pap7a141 | εἰ δ]έ κεν Ἄργος ἱκώ‐ μεθ’ Ἀχαιϊκόν, ο]ὖθαρ ἀρούρης: []. τον [].[ | ||
4 | ......... | ||
5 | ....... | ||
5 | ⸏β̣[ ω.[ τα.[ του[ ⸏το̣υ.[ c. 4 | ||
9,pap7a147 | πρὸς οἶκον Πηλῆος· ἐγὼ δ[’ ἐπιμείλια δώσω: μελ̣[ τω[ | ||
5 | τω[ τω[ ελα[ τει̣[ καυ̣[ | ||
10 | ⸏πο[ | ||
10 | ........ | ||
9,pap7t | Pap. VII (ad Ι 447?) | ||
9,pap7ante447 | .......... | ||
1 | [ ]ο̣υφο[ | ||
9,pap7447 | οἷον ὅτε πρ]ωτον λίπ[ον Ἑλλάδα: Φοῖ‐ νιξ ὁ Ἀμύ]ν̣τορος κα[ .......]εις ὑπὸ τ.[ .... ὅπω]ς μισῇ του[ | ||
5 | ...... κ]α̣τὰ τοῦ Φο[ίνικος ....... γ]εννῆσαι̣[ .......]ς παραγει̣[ .......]σ̣μενωσ[ ........]τίθεται[ | ||
10 | ......... | ||
90a | ex. | Λιτὰς μὲν τὴν ῥαψῳδίαν καλοῦσιν. ἐπειδὴ δὲ οἱ Τρῶες ἐκ παραδόξου νικῶσι βέλεσι Διός, οὐκ οἰκείᾳ δυνάμει, παντὶ πόνῳ τὴν τύχην φυλάττουσιν, παρεμβολὴν ἐπὶ τῷ ναυστάθμῳ ποιούμενοι. τοῖς δὲ Ἕλλησιν ἅπαντα δυσχερῆ, b(BCE3E4)T πρῶτα μὲν ἐν καιρῷ | |
5 | μὴ παρόντος ἀγαθοῦ συμμάχου, εἶτα καὶ μετὰ παράβασιν τοσοῦτον εὐτυχούντων 〈τῶν〉 Τρώων· 〈εἶτα〉 οἱ κεραυνοὶ τοῦ Διός. μάλιστα δὲ πάντων ὁ τὴν αἰτίαν ἔχων Ἀγαμέμνων ἄχθεται. b(BCE3E4) ὅταν δὲ ἄλλων πραγμάτων ἄρχεσθαι μέλλῃ, παραγραφὰς ἐμβάλλει, ὡς οἱ νόμοι τῶν ἱστοριογράφων· b(BE3E4)T μεταβαίνων γὰρ ἐπὶ τὰ | ||
10 | Ἑλλήνων ἀπεκορύφωσε τὸν λόγον. b(BE3E4) | ||
90b | ex.(?) | ἡ Ι τῆς Ἰλιάδος ἐπιγράφεται Λιτή, ὅτι Ἀγαμέμνων Νέ‐ στορος συμβουλεύσαντος πρὸς τὸν Ἀχιλλέα ἄνδρας λίσσεσθαι ἔπεμψεν ἀρίστους, Φοίνικα Ὀδυσσέα Αἴαντα. A | |
91-2 | ex. | 〈Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιούς / ... ἔχε φύζα:〉 ὅρα τὸ ἀντίθετον πῶς ἐδήλωσεν ἑνὶ ῥήματι, Τρῶες ἔχον (1), Ἀχαιοὺς ἔχε (1—2). A b (BCE3E4)T | |
D | ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: καλῶς εἶπεν· οἱ μὲν γὰρ | ||
5 | Τρῶες—ὑπὸ τοῦ δέους. A | ||
92a | ex. | 〈θεσπεσίη:〉 ἡ βουλήσει θεῶν †προγεγενημένη†, b(BCE3 E4)Til ὡς καὶ ἀλλαχοῦ „ἢ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις/ ἢ ἀνδρῶν κακότητι“ (Β 367—8). Til | |
92b | Ariston. | ex. | θεσπεσίη ἔχε φύζα, 〈φόβου κρυόεντος ἑταίρη〉: φύζα σημαίνει τὴν μετὰ δέους φυγήν, ὅθεν καὶ „φυζακινῇς ἐλάφοισι“ (Ν | |
102)· νῦν δὲ ἔκπληξις. | ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν. κρυόεις δὲ φόβος ὁ ψυχρός· τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδιότας. A b (BCE3E4)T | |||
92c | D | ὀκρυόεντος: φρικτοῦ, φοβεροῦ· συμβαίνει γὰρ τοὺς δεδιό‐ τας συγκρούειν τοὺς ὀδόντας. T | |
93a | ex. | x (Ariston.?) | πένθεϊ δ’ ἀτλήτῳ 〈βεβολήατο πάντες ἄριστοι〉: οἱ μὲν ἄλλοι περὶ φυγήν, οἱ δὲ ἄριστοι ἐν πένθει· ἀνάξιον γὰρ Ἑλληνικῶν ἀρχηγῶν ἡ φυγή. μάλιστα δὲ αὐτῶν ἅπτονται αἱ συμφοραί, ἐπεὶ καὶ τὴν αἰτίαν τῶν κατορθωμάτων ἐπὶ τούτους ἀνάγομεν. b(BCE3E4)T | | |
5 | τὸ μὲν οὖν βεβολήατο ἐπὶ ψυχῆς, τὸ δὲ „βεβλήατο“ (Ξ 28) ἐπὶ σώ‐ ματος. b(BCE3E4) | ||
93b | D | 〈ἀτλήτῳ:〉 ἀνυπομονήτῳ, ἀφορήτῳ. Til | |
93c | Ariston. | Ep. Hom. | {πένθεϊ δ’ ἀτλήτῳ} βεβολήατο: 〈ὅτι〉 ἔνιοι „βεβλήατο“, καὶ Ζηνόδοτος οὕτως. ἐπὶ δὲ τῆς κατὰ ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει, ἐπὶ δὲ τῆς κατὰ σῶμα πληγῆς οὐκέτι οὕτως. | τὸ βε‐ βολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν | |
5 | τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ „πεφοβήατο δινήεντα“ (Φ 206) καὶ τὸ „ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν“ (Γ 183). A | ||
94a1 | ex. | ὡς δ’ ἄνεμοι δύο: διττὰ γὰρ αὐτοὺς ἐλύπει, ἔκπληξις τῶν παρόντων καὶ δέος τῶν μελλόντων. οἱ δὲ „Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοί“ (Π 103). T | |
94a2 | καὶ γὰρ καὶ τὰ τούτους λυποῦντα διττά, ἡ τῶν παρελθόν‐ των ἔκπληξις καὶ δέος τῶν μελλόντων. b(BCE3E4) | ||
D | ὡς δ’ ἄνεμοι δύο: καλῶς δύο ἀνέμους παρέλαβεν—λύ‐ πης τε καὶ φόβου. A | ||
94b1 | Did. | 〈ἄνεμοι: ἡ〉 Ἀριστοφάνειος „ἀνέμω“ δυϊκῶς. Aim | |
94b2 | ὡς δ’ ἄνεμοι: ἢ ὡς Ἀριστοφάνης „ὡς δ’ ἀνέμω 〈... /〉 ἐλθόντ’ ἐξαπίνησ“ (Ι 4 et 6). T | ||
95-6a | Nic. | D | Βορέης καὶ Ζέφυρος, 〈τώ τε Θρῄκηθεν ἄητον/ ἐλ‐ θόντ’ ἐξαπίνησ〉: ἤτοι συναπτέον ἄητον / ἐλθόντ’ ἐξαπίνης, ἢ ὑποστικτέον ἀνυποκρίτως ἐπὶ τὸ ἄητον (5), ἵν’ ᾖ τὸ ἑξῆς· Βορέης καὶ Ζέφυρος (5) ἐξελθόντες ἐξαπίνης (6). | πῶς δὲ ἀμφοτέρους | |
5 | —ἀπὸ Θρᾴκης πνεῖ. A | ||
95-6b | ex. | D | τώ τε Θρῄκηθεν 〈ἄητον/ ἐλθόντ’ ἐξαπίνησ〉: οἱ μὲν συνεκδοχικῶς, ὡς „ὅσοι βεβλήατο χαλκῷ“ (Ξ 28). οἱ δὲ ὅτι οἰκητήριον τῶν ἀνέμων ἡ Θρᾴκη· εὐωχοῦνται 〈γ〉οῦν παρὰ Ζεφύρῳ ἐν Θρᾴκῃ (cf. Ψ 200—1)· ἔστιν οὖν ἐλθόντε ἀπὸ Θρᾴκης ἄητον (5), ὅθεν ἑκάτερος | |
5 | εἴωθε πνεῖν. | ἢ ὅτι ἡ τῶν Θρᾳκῶν γῆ σιγματοειδῶς κεῖται καὶ ἐπὶ πολὺ διήκει μέχρι τῆς δύσεως· ἀφ’ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. T | ||
9.5 | ex. | 〈Ζέφυρος:〉 ὁ τὰ πρὸς τὸ ζῆν φέρων· ἔαρος γὰρ ἄρχεται πνεῖν. Til | |
96a | ex. | 〈ἐξαπίνης:〉 σφοδρότεραι γὰρ αἱ αἰφνίδιοι τῶν ἀνέμων ἐμβολαί. AimT | |
96b1 | Hrd. | ἄμυδις: Νικίας (fr. 10 B.) καὶ Πάμφιλος δασύνουσι τὸ αμυδις, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης (p. 49 B.) καὶ οἱ περὶ Ἀλεξίωνα (fr. 35 B.) ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ | |
Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων {πως} πολλάκις | |||
5 | μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα „ἦμαρ“ (Α 592 al.), ἡδονὴ „ἦδοσ“ (Α 576 al.). πρόδηλον δὲ κἀκ τῆς συναλιφῆς· „πάντ’ ἄμυδις κεφαλῆσ“ (Μ 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο ὡς ὅτι τὸ „ἄλλυ‐ δισ“ (Λ 486 al.) καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τὸ υ ἐξηνέχθησαν. ἐχρῆν | ||
10 | οὖν ἁμάδις τι εἶναι ὡς „χαμάδισ“ (Γ 300 al.). τροπὴ δὲ τοῦ α ἐγένετο εἰς τὸ υ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα. A | ||
96b2 | ἄμυδις: ψιλωτέον τὸ ἄμυδις· Αἰολικὸν γὰρ καὶ πνεῦμα καὶ τόνον ἀνεδέξατο b(BCE3E4)T ὁμοίως τῷ „ἄλλυδισ“· T | ||
96c | ex. | 〈ἄμυδις:〉 ἅμα τῷ πνεῦσαι τοὺς ἀνέμους. b(BCE3E4)T | |
96d | D | ex.(?) | 〈κελαινόν:〉 μέλαν | ἢ φοβερόν. Til | |
97a | Hrd. | πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν: τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις· διὸ καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ ἔξ· „παρὲκ μέγα τειχίον αὐλῆσ“ (π 165. 343). ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἔξ προθέ‐ | |
5 | σεως, ἔσθ’ ὅτε καὶ τῆς παρά· „ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον“ (μ 276), „ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ“ (Κ 349). ἐνθάδε μὲν οὖν ἡγεῖ‐ ται ὁ Ἀσκαλωνίτης (p. 49 B.) παρέλκειν τὴν παρά, ἵν’ ᾖ ἐξ ἁλός. ἄλ‐ | ||
λοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρ’ ἅλα φῦκος, καὶ τὴν ἔξ συντάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρ’ ἁλὶ φῦκος | |||
10 | ἐξέχευαν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἔξ οὐ τρέπει τὸ ξ· „διὲξ σωλῆνος εἰς ἄγγοσ“ (Archil. fr. 213 T.). Τυραννίων (fr. 16 P.) δὲ ἓν μέρος λό‐ γου ἤκουσεν, ἵν’ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδο‐ τος ἐν δʹ (46, 1)· „πάρεξ τοῦ Σκυθικοῦ ἔθνουσ“. παρὰ δὲ τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. A | ||
97b | ex. (Hrd.) | παρέξ: δύο εἰσὶ προθέσεις. ἀμέλει καὶ τρέπεται τὸ ξ εἰς κ, „παρὲκ μέγα“ (π 165. 343), „παρὲκ νόον“ (Κ 391. Υ 133), b(BCE3 E4)T „παρὲξ ὁδοῦ“ (Κ 349), „παρὲξ εἴποιμι“ (ρ 139), „παρὲξ ἀγορευέμεν“ (Μ 213). T τινὲς δὲ ἓν μέρος λόγου, ὅπερ ἐστὶν ἐπίρ‐ | |
5 | ρημα. ἔστι δὲ καὶ πάρεξ, ὃ γενικῇ θέλει συντάσσεσθαι. b(BCE3E4)T μετὰ τὴν διά δὲ οὖσα ἡ ἔξ οὐδέποτε τρέπει τὸ ξ. τὸ δὲ ἑξῆς οὕτω· πολ‐ λὸν δὲ παρὰ τὴν ἅλα φῦκος ἐξέχευαν. b(BCE3)T | ||
97c | Did. | 〈ἔχευεν:〉 διχῶς, καὶ διὰ τοῦ α. Aint | |
9.8 | D | 〈ἐδαΐζετο:〉 ἐταράσσετο, διεκόπτετο. Til | |
99a | ex. | ἄχεϊ μεγάλῳ: τῇ ἀλάλῳ λύπῃ. TTil καὶ ἑξῆς· „ἷζον δ’ εἰν ἀγορῇ τετιηότεσ“ (Ι 13)· πένθους γὰρ ὄψιν γράφει τοῦ στρα‐ τοῦ. T | |
99b | Ariston. | 〈βεβολημένος ἦτορ:〉 ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπὶ ψυχῆς λέγει. Aim | |
9.11 | ex. | 〈κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον:〉 τὸ μὲν πλῆθος οὐ συνάγει, ἐπεὶ ἐν ταῖς δυσπραγίαις ὀργίζονται τοῖς ἄρχουσιν, ἐπ’ ἐκείνους τὴν αἰτίαν τῆς συμφορᾶς ἀναφέροντες, ἄλλως τε, εἰ μηδὲν δυστυχήσαντες οὕτω πρώην ἐδέξαντο τὴν φυγήν, πολλῷ μᾶλ‐ | |
5 | λον νῦν δυστυχήσαντες· κατ’ ὄνομα δὲ τοὺς ἀρίστους συνάγει, ἵνα μὴ ἔκπυστα γένηται τοῖς πολεμίοις τὰ πρασσόμενα, ἢ καὶ πρὸς τὸ μὴ τα‐ ράξαι τοὺς οἰκείους. οὐδὲ ἐν ταῖς δυσπραγίαις οὖν ἐξίσταται τῶν πρα‐ κτέων ὁ βασιλεύς. b(BCE3E4)T | ||
912a | ex. | μηδὲ βοᾶν: ἀντὶ τοῦ μὴ βοᾶν δέ, ὡς „δόλῳ οὐδὲ βίηφιν“ (ι 408) ἀντὶ 〈τοῦ〉 βίᾳ δὲ οὔ. T | |
912b | ex. | μετὰ πρώτοισι πονεῖτο: ταὐτὰ ποιεῖ τοῖς κήρυξι πρὸς τὸ δυσωπεῖν ἐκείνους, καὶ εἰκότως· ἡ γὰρ συμφορὰ ταπεινοῖ καὶ τὰ μεγάλα φρονήματα. b (E3)T | |
912c | Ariston. | D | 〈πονεῖτο:〉 ὅτι τὸ πονεῖν ἀεὶ ἐπὶ τοῦ ἐνεργεῖν τίθησιν. | νυκτὸς δὲ οὔσης—καλεῖ, ἵνα μή τις ταραχὴ γένηται. Aint | |
9.13 | D (ad Ι 30) | 〈τετιηότες:〉 τετιμωρημένοι ἢ λυπούμενοι. Til | |
914a | ex. | ἵστατο δακρυχέων: ἵνα ἐλεεινὸς γεγονὼς μὴ καταλειφθῇ παρ’ αὐτῶν. b(BCE3)T | |
914b | Ariston. | ὥστε κρήνη μελάνυδρος: ὅτι Ζηνόδοτος γράφει „με‐ τ〈ὰ δ’〉 Ἀργείοισιν ἔειπεν (14) / ὦ φίλοι Ἀργείων“ (Ι 17). περιῄρηκε δὲ πάντα τὰ κατὰ τὴν παράθεσιν (sc. Ι 15—6). ἀναγκαῖα δέ ἐστιν εἰς αὔξησιν. A | |
5 | D | μελάνυδρος: πολύυδρος. φύσει γὰρ—τὸ βάθος. A | |
915a | D | αἰγίλιπος: ὑψηλῆς, ἣν καὶ αἲξ ἂν ἀπολίπῃ διὰ τὸ ἄγαν ὑψηλὸν AT καὶ δύσβατον· ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπί‐ παν νέμονται. A ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν. AT | |
915b | D | ex. | δνοφερόν: μέλαν. | ἢ T μετὰ δονήσεως φερόμενον· τῷ δὲ ψόφῳ ὁ στεναγμὸς εἴκασται. b(BCE3E4)T | |
916a | Ariston. | ὣς ὁ βαρὺ στενάχων: ὅτι τινὲς γράφουσιν „ὣς ὅγε δα‐ κρυχέων“ διὰ τὸ ἀκαταλλήλως πρὸς τὰ δάκρυα (cf. Ι 14) τὸ στε‐ νάχων ἀποδεδόσθαι. ἔστιν δὲ ἐν τῷ στενάχειν καὶ δακρύειν ἀπὸ προηγουμένου νοούμενον. A | |
916b | ex. | ὣς ὁ βαρὺ στενάχων: ἀλλ’ εἶπε „δάκρυ χέων ὥς τε κρήνη“ (Ι 14), εἰ μὴ λέγοις ὅτι T διὰ τοῦ βαρέως στενάζειν τὸ δα‐ κρυχέειν δηλοῦται, ὡς τὸ „ἑζόμενοι λεύκαινον ὕδωρ“ (μ 172). b (BCE3)TTil | |
917a | Ariston. | Nic. | ὦ φίλοι, Ἀργείων 〈ἡγήτορες ἠδὲ μέδοντεσ〉: ἡ δι‐ πλῆ, ὅτι ἐνθάδε 〈οὕτωσ〉 γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους, οὐ πρὸς τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ, προσ‐ φυέστερον γράφεται „ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηοσ“ (Β | |
5 | 110). | διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμφασιν· ἑαυτῷ μὲν γὰρ προσφιλεῖς, Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει. A | ||
917b | ex. | ex. | ὦ φίλοι, Ἀργείων ἡγήτορες: οὐ πρὸς τὸ πλῆθος ἀποτεί‐ νεται, ἐπεὶ καὶ ἡγεμόνες μόνοι εἰσὶν οἱ παρόντες. b(BCE3E4)T | τὴν μὲν πρώτην πεῖραν ὁ Ἀγαμέμνων σύμπαντος τοῦ πλήθους ἐποιεῖτο καὶ „ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηοσ“ (Β 110) ἔλεγεν. νῦν | |
5 | δὲ ταύτην δευτέραν πεῖραν εἰς τοὺς Ἀργείων ἡγεμόνας φέρει δεδοικὼς μὴ καὶ τούτων τὴν γνώμην ἡ γενομένη ἧττα καὶ ὁ παρὰ τοῦ Διὸς φόβος ἀνέτρεψεν· ὅτι γὰρ ἀποπειρωμένου καὶ ἡ σύνοδος αὕτη, δῆλον μὲν καὶ ἐξ ὧν Ἀγαμέμνων τὴν τοῦ Διομήδους ἐπίπληξιν φέρει οὐκ ἐνεγκὼν τὴν τοῦ κρείττονος Ἀχιλλέως δικαιολογίαν, δῆλον δὲ καὶ ἐξ | ||
10 | ὧν ὁ Νέστωρ, ὡς τὴν τοῦ βασιλέως γνώμην ἐπιστάμενος, τὸν Διο‐ μήδην ἐπαινεῖ (cf. Ι 53—6), πρότερον ἐπιτιμήσας Ἀχιλλεῖ (sc. Α 277—81). b(BE3E4)T | ||
918a1 | Did. | 〈μέγα:〉 Ἀρίσταρχος σὺν τῷ ς „μέγασ“. Aint | |
918a2 | {ζεύς με} μέγα: σὺν τῷ ς „μέγασ“. T | ||
918b | Ariston. | {ζεύς με} μέγα: ὅτι μέγα δεῖ γράφειν ἀντὶ τοῦ μεγάλως ὡς „σάφα“ (Β 192 al.). ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ ς, „μέγασ“. A | |
918c | ex. | 〈ἄτῃ ἐνέδησε:〉 ἀπαλλάσσει τῶν κατηγοριῶν ἑαυτόν. b(BCE3)T | |
919a | Did. | 〈ὃς πρὶν μέν μοι:〉 Ἀρίσταρχος „ὃς τότε μέν μοι“. Aint | |
919b | Ariston. | ὃς πρὶν μέν μοι: ὅτι νῦν οὕτως γραπτέον „ὃς τότε μέν μοι“· ἀναφέρει γὰρ ἐπὶ τὸ πρώην κατὰ τὸν ὄνειρον. ἐν ἐκείνοις (sc. Β 112) μέντοι „ὃς πρὶν μέν μοι“· χρόνια γὰρ ἐσήμαινε τὰ κατὰ τὴν πρώτην ἔξοδον τῶν Ἑλλήνων. A | |
919c1 | ex. | ὃς πρὶν μέν μοι: „ὃς τότε μέν μοι“ οὕτως Ἀρίσταρχος· ὅτε τὸν ὄνειρον ἔπεμψεν. ἐκεῖ δὲ (sc. Β 112) „πρίν“ διὰ τὸ „ἀστρά‐ πτων ἐπιδέξια“ (Β 353). γράφεται δὲ καὶ ἐνταῦθα ὃς πρὶν μέν μοι. T | |
919c2 | τότε δέ μοι, φησίν, ὑπέσχετο καὶ κατένευσε τὴν Ἴλιον ἐκ‐ πορθήσαντα ἀναστρέψαι, ὅτε αὐτῷ ἐν Αὐλίδι τὰς θυσίας ἐποιοῦμεν καὶ τὸ τέρας ἡμῖν ὑπέφηνεν ἀκριβῶς. b(BCE3E4) | ||
9.21 | ex. | καί με κελεύει {δυσκλέα}: κελεύει διὰ τοῦ κεραυνοῦ (cf. | |
Θ 133—6). T | |||
923-5a | Did. | οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος ἐστὶ μέγιστον〉: παρὰ Ζηνοδότῳ οὐκ ἐφέροντο. καὶ Ἀριστοφάνης δὲ ἠθέτει. AintT | |
923-5b | Ariston. | οὕτω που Διῒ μέλλει〈—τοῦ γὰρ κράτος ἐστὶ μέγιστον〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ Ἀποπείρᾳ (sc. Β 116—8). νῦν δὲ οὐκ ἀποπειρᾶται, ἀλλὰ περὶ ἀπο‐ στάσεως ἀληθῶς λέγει ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν. A | |
925a1 | ex. (Ariston.?) | ἠδ’ ἔτι καὶ λύσει: ὑπόψυχρον διστάζειν περὶ τῆς ἁλώ‐ σεως τῆς Τροίας ἐν τοιαύτῃ περιστάσει ὄντα. T | |
925a2 | ὑπόψυχρόν ἐστι τὸ διστάζειν περὶ τῆς ἁλώσεως Τροίας ἐν τοιαύτῃ δεινῇ συγκεκλεισμένον τῇ περιστάσει. b(BCE3E4) | ||
926-31 | Ariston. | ἀλλ’ ἄγεθ’—ἀγαθὸς Διομήδης: ὅτι Ζηνόδοτος ἦρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, ἀλλ’ ἕνεκα τοῦ κατ’ ἄλλους τόπους φέρεσθαι. τοιοῦτος δέ ἐστιν ἐπὶ τῶν διφορουμένων. τὴν δὲ συνέπειαν οὕτως ποιεῖ· „δυσκλέα Ἄργος ἱκέσθαι, 〈ἐπεὶ πολὺν | |
5 | ὤλεσα λαόν〉 (Ι 22). / ἤτοι ὅγ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο θυμὸν ἀχεύων (~ Α 68 al. + Ε 869 al.). / τοῖσι δ’ ἀνιστάμενος μετέφη κρατερὸς | ||
Διομήδησ“ (= Α 58 al. + Δ 401). A | |||
929a | ex. | ἀκή〈ν〉: ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ „βῆ δ’ ἀκέων“ (Α 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχή τίς ἐστι παρὰ τὴν †ἀχανίαν, A b (BCE3E4)T „οὔτ’ ἄν τι χανεῖν δέον“ (fr. com. ?), ὅθεν καὶ | |
5 | „προχάνα“ (Call. h. 6, 73). T | ||
929b | ex. | ἀκὴν ἐγένοντο: τὸ εὐσταθὲς καὶ ἐν ταῖς συμφοραῖς τῶν Ἀχαιῶν δεδήλωται. T | |
9.30 | ex. | δὴν δ’ ἄνεῳ ἦσαν: οὔτε γὰρ μένοντες χρηστὴν εἶχον ἐλπίδα οὔτε φεύγειν εὐκλεὲς ἡγοῦντο. ἅμα δὲ καὶ τὴν προτέραν πεῖραν εἰδότες ὑποπτεύουσι, τίς ὁ νοῦς τοῦ λέγοντος. ἔοικε δὲ αὐτὸς ὁ ποιητὴς δι‐ στάζειν, τίνα ἀντιτάξει τῇ ῥητορείᾳ Ἀγαμέμνονος εὖ ἐχούσῃ καὶ κη‐ | |
5 | δεμονικῶς. b(BCE3E4)T | ||
9.31 | ex. | ὀψὲ δὲ δὴ μετέειπε 〈βοὴν ἀγαθὸς Διομήδησ〉: οἰκεία Διομήδους ἡ ῥητορεία· τὸν γὰρ παραιβάτην Ἕκτορος ἐφόνευσε (cf. Θ 120—3), τὴν σώσασαν Ἀλέξανδρον ἔτρωσε (cf. Ε 335—40), τοὺς Αἰνείου ἵππους ἔλαβε (cf. Ε 323—7), χρύσεα ὅπλα ἔσχεν (cf. Ζ | |
5 | 234—6), Ἰδαίῳ μόνος ἀντεῖπε (cf. Η 400—2), τοὺς κεραυνοὺς μόνος ὑπέμεινεν (cf. Θ 133—50), ἔφυγεν ὕστερος (cf. Θ 99—100), ὑπέ‐ στρεψε πρῶτος (cf. Θ 254—5), ὀνειδισθείς τε ὑπὸ Ἀγαμέμνονος (cf. | ||
Δ 370—400) εὐκαίρως αὐτῷ νῦν ἀντονειδίζει μετὰ τὴν ἀριστείαν, b (BCE3E4)T ἀρετῇ δὲ καὶ θυμῷ καὶ φιλοδοξίᾳ παρώξυνται. εἰ δὲ | |||
10 | ἦν γέρων, ἐδόκει ἐκγελᾶν ἀλλοτρίους πόνους· εἰ δὲ ἀσύνετος ἐτύγχα‐ νεν, ὑπωπτεύετο πάντως τῆς ἀσφαλείας καταφρονῶν. b(BCE3E4) | ||
932a | Did. | 〈μαχήσομαι:〉 Ἀρίσταρχος διὰ τοῦ η, μαχήσομαι. Aim | |
932b1 | ex. | σοὶ πρῶτα μαχήσομαι: δῆλον ὡς καὶ τοῖς ἄλλοις μέμ‐ φεται ὡς συναινοῦσι τῇ φυγῇ διὰ τοῦ σιωπᾶν. μάχην δέ φησι τὴν ἐναντίωσιν τοῦ λόγου. T | |
932b2 | εἰπὼν τὸ πρῶτα δηλοῖ ὡς καὶ τοῖς ἄλλοις ἐπιμέμφεται τῇ φυγῇ διὰ τῆς σιωπῆς συναινοῦσι. b(BCE3E4) μάχην δέ φησι τὴν τοῦ λόγου ἐναντίωσιν. b(BCE3) | ||
933a | D | Nic. | ἣ θέμις 〈ἐστίν, ἄναξ, ἀγορῇ〉: ὡς νόμος ἐστὶν—ἐν δημοκρατίᾳ. | ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον, ὡς νόμος ἐστὶν ἐκκλησίας μετὰ παρρησίας λέγειν. Σέλευκον (fr. 13 M. = fr. 12 D.) μέντοι φασὶν ἐπὶ τὸ ἄναξ διαστέλλειν. A | |
933b | ex. | ἣ θέμις ἐστίν, ἄναξ, 〈ἀγορῇ· σὺ δὲ μή τι χολωθῇσ〉: προδιόρθωσις, ἐπειδὴ σφοδρότερον αὐτοῦ μέλλει καθάπτεσθαι ὡς ἐφιεμένου μὴ ἄλλοτε, ἐν δὲ ταῖς ἐκκλησίαις ἀντιλέγειν τοῖς βασιλεῦσιν. προπαραιτεῖται δὲ τὴν ὀργήν, ἀξιῶν δέξασθαι τὴν πρὸς τὸ συμφέρον | |
5 | ἀλήθειαν καὶ δηλῶν ὡς τοῖς εἰρημένοις, οὐκ αὐτῷ ἀπέχθεται. b(BCE3 E4)T | ||
933c1 | ex. | 〈ἣ θέμις ἐστὶν ... ἀγορῇ:〉 τὸ παρρησιάζεσθαι τὸ δο‐ κοῦν. T | |
933c2 | θέμις δὲ τῆς δημηγορίας τὸ τὸ δοκοῦν παρρησιάζεσθαι. b(BCE3E4) | ||
933d1 | ex. | σὺ δὲ μή τι χολωθῇς: ἀξιοπίστως. εἰ καὶ οἶδε καταθύ‐ μια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ „†στυγέει† δὲ καὶ ἄλλοσ“ (Α 186). T | |
933d2 | εὖ δὲ καὶ τὸ μή τι χολωθῇς ἀξιοπίστως εἰρημένον· εἰ γὰρ καὶ οἶδε τὰ καταθύμια αὐτῷ λέξων, ὅμως ἀναφέρει πρὸς τὸ „†στυ‐ | ||
γέει† δὲ καὶ ἄλλοσ“. b(BCE3E4) | |||
934a | Ariston. | 〈ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν:〉 ὅτι τῶν κατὰ τὴν ἐπιπώλησιν πλη〈κ〉τικῶς εἰρημένων (sc. Δ 370—400) μέμνηται. Aim | |
934b1 | ex. | ex. | ἀλκὴν μέν μοι πρῶτος 〈ὀνείδισας ἐν Δαναοῖσιν〉: πρῶτος ἀντὶ τοῦ εἷς καὶ μόνος. | ὃν δὲ βαρύτατα φέρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνήν· ὁ θυμὸς γὰρ καὶ ἡ φιλοδοξία τοιοῦτον· †παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν †πρῶτος† | |
5 | εἰσήγαγεν. T | ||
934b2 | οὐ „πρῶτον“, ἀλλὰ πρῶτος. δηλοῖ δὲ τὸ μόνος, οἷον μετὰ σεαυτοῦ μὴ ἔχων ἕτερον· οὐ γὰρ τίς με, φησί, καὶ ἄλλος ὕβρισεν, ἀλλὰ σὺ πρῶτος ἤτοι μόνος αὐτὸς καὶ τέλος καὶ ἀρχή. | ὃν δὲ βαρύτατα φέ‐ ρων ἠνέσχετο ψόγον δειλίας, περὶ τούτου πρῶτον ἔρρηξε φωνήν· ἐκ | ||
5 | γὰρ θυμοῦ καὶ φιλοδοξίας τὰ συμβουλευόμενα παρεὶς τὴν ὑπὲρ ἑαυτοῦ παρρησίαν πρῶτον εἰσήγαγεν. b(BCE3E4) | ||
D | ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας: περὶ τῆς δυνάμεώς μου ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενεστάτου. ἤτοι δὲ ἐν—πτώσ‐ σεις; A | ||
934c | Nic. | 〈ἐν Δαναοῖσι:〉 τὸ ἐν Δαναοῖσιν ἴσως τις ἀξιώσει τοῖς ἑξῆς συνάπτειν. ἀλλ’ οὐ κατεπείγει. Aim | |
936a | Did. | 〈ἠμὲν νέοι ἠδὲ γέροντες:〉 οὕτως Ἀρίσταρχος ἠμὲν νέοι ἠδὲ γέροντες. γράφεσθαι δέ φησι καὶ „ἡγήτορες ἠδὲ μέδοντεσ“. Aim | |
936b | Ariston. | ἠμὲν νέοι ἠδὲ γέροντες: ὅτι Ζηνόδοτος γράφει „ἡγήτορες ἠδὲ μέδοντεσ“. βέλτιον δὲ καθολικώτερον γεγράφθαι· καταλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα τἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθ’ ἡλικίαν, ἐπεὶ μικρῷ πρότερον τὸν Νέστορα αὐτὸς ἐσεσώκει ἐν τῷ πολέμῳ (sc. Θ | |
5 | 90—171). A | ||
936c | ex. | ἠμὲν νέοι ἠδὲ γέροντες: ἀνεπαχθῶς διὰ τὸ σῶσαι Νέ‐ στορα· διό φησι· „πολέμῳ ἔνι καρτερός ἐσσι“ (Ι 53). b(BCE3E4)T νέοι δὲ διὰ τὸν Σθένελον· ὅτι δὲ ἡνίοχος ἦν τοῦ Διομήδους καὶ τὰς ἀριστείας ἑώρα αὐτοῦ· καὶ γάρ φησι· „μήτι φόβον δ’ ἀγόρευε“ (Ε | |
5 | 252). T | ||
937a | ex. | σοὶ δὲ διάνδιχ’ ἔδωκε: τὴν τιμὴν εἰς δύο διελὼν καὶ μερί‐ σας τὸ ἕτερόν σοι ἔδωκε· λέγει δὲ τὸ βασιλεύειν. A | |
937b | ex. | διάνδιχα: διῃρημένως τὸ ἕτερον τῶν δυεῖν, οὐχ ἑκάτερον. b(BCE3E4)T | |
9.38 | ex. | 〈σκήπτρῳ μέν τοι:〉 προθεραπεύει μέλλων ὡς δειλοῦ καθά‐ πτεσθαι. b(BCE3E4)Til | |
939a | ex. | ἀλκὴν δ’ οὔ τοι δῶκεν: καὶ Ἀχιλλεὺς ταῦτα ὀνειδίζει (sc. Α 225—8). οὐ πειστέοι δὲ ἀντιπολιτευόμενοι· τὰ δὲ ἀπαθῆ τῶν προ‐ σώπων ἱκανὰ πρὸς μαρτύρησιν, „ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρα‐ τερός τ’ αἰχμητήσ“ (Γ 179) καὶ „ἢ αὐτὸν βασιλῆα“ (Η 180). b(BCE3 | |
5 | E4)T | ||
939b | ex. | ὅ τε κράτος ἐστὶ μέγιστον: τὸ ἄμφω κεκτῆσθαι, ὡς οὐ τέλειος εἴη βασιλεὺς ὁ μὴ ἔχων τὰ δύο· καὶ ὅτι ἡ μὲν δύναται βασι‐ λείαν περιποιεῖν, ἡ δὲ βασιλεία πρὸς κτῆσιν ἀλκῆς ἀδύνατος. δύο δέ εἰσι, τὸ μὲν ἐκ τύχης, τὸ δὲ ἐξ ἀρετῆς, ὅπερ ἀποδέχεται ὁ ποιητής, b | |
5 | (BCE3E4)T ὡς μὴ δεήσοντος πόνου. b(BCE3E4) | ||
939c | ex.(?) | 〈ὅ τε:〉 τὸ ὅ τε ἀντὶ τοῦ ὅπερ. Aim | |
9.40 | ex. | 〈δαιμόνι’:〉 εὔκαιρος ὁ ἔπαινος διὰ τὰ εἰρημένα κατ’ αὐτοῦ. | |
b(BCE3E4)Til | |||
9.41 | ex. | 〈καὶ ἀνάλκιδας ὡς ἀγορεύεις:〉 προενεχυριάζων αὐτῶν τὴν ἀλκήν φησιν. Til | |
943-5 | ex. | ἔρχεο· πάρ τοι ὁδόσ〈— /〉 ἀλλ’ ἄλλοι μενέουσι: πικρὰ μὲν τῷ ἀκούεσθαι, ἥδιστα δέ ἐστι τῷ νοεῖν· ταῦτα γὰρ ἀκούειν ἐθέλει Ἀγαμέμνων παρὰ τῶν Ἀχαιῶν ὡς ἐθελονταὶ τὸν κίνδυνον ἀνα‐ δέχονται ὡς δημοκρατούμενοι, οὐ βιαζόμενοι. b(BCE3E4)T | |
943a | ex. | 〈πάρ τοι ὁδός:〉 εὐμαρής ἐστί σοι ὁδός. Aim | |
943b | Ariston. | νῆες δέ τοι ἄγχι θαλάσσης: ὅτι ἀπὸ κοινοῦ τοῦ πάρ τοι ὁδός τὸ πάρεισί σοι· ὅπερ οὐ συνέντες τινὲς προστεθήκασι τὸν ἑξῆς. A | |
944a | Ariston. | ἑστᾶς’, 〈αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί〉: ἀθετεῖται, ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ ἐμφαντικώτε‐ ρος ὁ λόγος γίνεται· ἐφορμοῦσιν αἱ νῆες πορευσόμεναι. οἱ δὲ γράφουσιν (sc. in Ι 43) „νῆες †μέν τοι† ἀμφιέλισσαι“ ὥστε παντελῶς ἀποκρίνε‐ | |
5 | σθαι τὸν στίχον. A | ||
944b | ex. | αἵ τοι ἕποντο Μυκήνηθεν: τούτων γὰρ ἄρχει μόνων, οὐχ Ἑλλήνων. πῶς δὲ οὐκ αἰσχρὸν ἐλθόντα πολλῷ στόλῳ μάταιον ὑποχωρεῖν; b(BCE3E4)T | |
9.45 | ex. | ἀλλ’ ἄλλοι μενέουσι: ῥητορικῶς προενεχυριάζει αὐτῶν τὴν γνώμην. b(BCE3E4)T | |
946-7a1 | Nic. | εἰ δὲ καὶ αὐτοί / φευγόντων 〈σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν〉: ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζή‐ τηται. καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν ὑποστίζοντες ἐπὶ τὸ αὐτοί | |
(46). οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ „ἐπέσσυται ὥστε νέεσθαι“ | |||
5 | (Ι 42), εἶτα φευγόντων σὺν νηυσί (47) ἀντὶ τοῦ φευγέτωσαν. ἄμει‐ νον δὲ ὑφ’ ἓν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοί / φευγόντων, στίζειν δὲ ἐπὶ τὸ γαῖαν (47), ἵνα λέγηται μὲν ἀποφα〈ν〉τικῶς, τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ· ‘ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδασ‘· εἴρηται γὰρ ὡς ὁ εἴ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικήν, ὡς ἐκεῖ „ἀλλ’ | ||
10 | εἴ τις καλέσειε θεῶν Θέτιν“ (Ω 74) τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κει‐ μένου, ὡς κἀκεῖ „ἐξελθών τις ἴδοι“ (ω 491) ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς παρακελευστι‐ κὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε περιττεύοντος τοῦ α. ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι· „εἰ δ’ ἄγε νῦν, φίλε Φοῖβε“ (Π | ||
15 | 667)· οὐδὲν γὰρ πλέον τοῦ ἄγε δή. καὶ ἐνθάδε ‘ἄγε δὴ καὶ οὗτοι φευ‐ γέτωσαν‘. A | ||
946-7a2 | {εἰ δὲ καὶ αὐτοί}: τὸ εἴ παρακελευστικόν φησιν ὁ Νικάνωρ (p. 198 Friedl.). ὡς τὸ „εἰ δὲ σὺ μέν μευ ἄκουσον“ (Ι 262), „ἀλλ’ εἴ τις καλέσειε“, „εἰ δ’ ἄγε νῦν, φίλε Φοῖβε“· φησὶν οὖν ‘ἄγε δὴ καὶ αὐτοὶ φευγέτωσαν· ἐγὼ γὰρ καὶ Σθένελος μαχούμεθα‘ (cf. Ι 48). T | ||
946-7b | Nic. | ex. | ἄλλως· εἰ δὲ καὶ αὐτοί / φευγόντων: ὑποστικτέον εἰς τὸ αὐτοί (46), καὶ λείπει τὸ θέλουσι φυγεῖν. ἢ κοινὸν τὸ „ἐπέσσυται ὥστε νέεσθαι (Ι 42).“ b(BCE3E4)T | κομματικῶς δὲ εἶπε μιμούμενος τὸν θυμούμενον. b(BE3E4)T | |
947a | Ariston. | 〈φευγόντων:〉 ὅτι Ἀττικῶς ἀντὶ τοῦ φευγέτωσαν. Aim | |
947b | ex. | 〈φευγόντων:〉 αἰσχρῷ ὀνόματι αὐτὸ εἶπεν. Til | |
948a1 | ex. | ἐγὼ Σθένελός τε 〈μαχησόμεθ’〉: οὐκ ἐδίστασε προτρεπόμενος. T | |
948a2 | προτρεπόμενος αὐτοὺς οὐκ ἐδίστασεν, ἀλλὰ προθύμως φθέγγεται ταῦτα. b(BCE3E4) | ||
9.49 | ex. | σὺν γὰρ θεῷ εἰλήλουθμεν: τῶν λόγων τὸ ὑψηλὸν τῇ θείᾳ ῥοπῇ λύει. ἔστι δὲ ὅμοιον τῷ „πειθόμενοι τεράεσσι θεῶν“ (Δ 408). | |
b(BE3)T | |||
950-1 | ex. | 〈ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες— / μῦθον ἀγασσά‐ μενοι:〉 θαυμαστὴ τῶν λόγων ἡ δύναμις συγχέουσα καὶ διαστέλ‐ λουσα τὴν ψυχήν. b(BE3)Til | |
952a | Did. (?) | 〈τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν:〉 „τοῖσι δὲ καὶ μετέειπε Γερήνιοσ“. A | |
952b | ex. | μετεφώνεεν ἱππότα Νέστωρ: καλῶς μετὰ τὸ μαθεῖν τὴν γνώμην τῶν Ἀχαιῶν ἐπάγει τὸν λόγον ὁ Νέστωρ. b(BCE3E4)T | |
952c | ex. | μετεφώνεεν〈—〉Νέστωρ: ἡ σιωπὴ Ἀγαμέμνονος ἀπόπειραν δευτέραν ἔχει τῶν Ἑλλήνων. οὔτε δὲ ἀντιπράσσει Διομή‐ δει (θυμήρη γὰρ εἶπεν) οὔτε ὡς ἡδόμενος συναινεῖ, ἵνα μὴ πρὸς τὸ μέλ‐ λον ἄπιστον ἑαυτὸν καταστήσῃ τοιοῦτόν τι τεχνάσασθαι. b(BCE3 | |
5 | E4)T | ||
953-4a1 | ex. | περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι / καὶ βουλῇ παρὰ πάντας ὁμήλικας 〈ἔπλευ ἄριστοσ〉: οἷς ἀμφοῖν ἐλοιδόρησε τὸν βασιλέα, τούτοις αὐτὸν προὔχειν φησίν, ἀλλ’ οὐκ ἄκρως· οὔτε γὰρ ‘καρτερώτατοσ‘ εἶπεν, ἵνα μὴ τοὺς ἄλλους τοὺς τῆς ἀνδρίας ἀντιποιου‐ | |
5 | μένους λυπήσῃ, ἀλλὰ μετὰ πάντας ὁμήλικας (54), ἵνα μὴ τοὺς πρεσβυτέρους ἀνιάσῃ. ἄλλως τε καὶ ἀνατρέψαι αὐτοῦ τὸν λόγον βού‐ λεται· διὸ †οὐ† συνετώτατον αὐτὸν καλεῖ. b(B, C [bis], E3E4)T | ||
953-4a2 | {τυδείδη περὶ μὲν πολέμωι ἒν καρτερός ἐσσι}: οἷς ἀμφοῖν τὸν βασιλέα ἐλοιδόρησε, τούτοις αὐτὸν προὔχειν εἰπών, ἀλλ’ οὐ καθ’ ὑπεροχήν· οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὐδὲ συνετώτατον. A | ||
9.53 | Ariston. | 〈περί:〉 ὅτι τὸ περί ἀντὶ τοῦ περισσῶς. Aint | |
955a1 | ex. | 〈οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται:〉 δύο γὰρ ἀκυροῦσι λόγον, ἐναντίωσις καὶ μέμψις. Til | |
955a2 | δύο γὰρ τὰ ἀκυροῦντα πάντα, ἥ τε τῶν λόγων ἐναντίωσις καὶ ἡ μέμψις. b(BCE3E4) | ||
D | οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται: οὐδείς σου τὸν λόγον —κἀκεῖνος εἰσηγεῖται. A | ||
956-7 | Ariston. | | οὐδὲ πάλιν ἐρέει〈— / ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς | |
Ariston. | δέ κε καὶ πάϊς εἴησ〉: ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι λέγειν ‘ἐμὸς ἂν παῖς εἴησ‘ (cf. 57) κατὰ τὴν ἡλικίαν. πρὸς ἐπιτίμησιν τοῦ πολέμου. | τὸ δὲ πάλιν (56) οὐκ ἔστιν ἐκ δευτέρου, ὡς ἡμεῖς, | ||
5 | ἀλλ’ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ, ἐναντίως. A | ||
9.56 | ex.(?) | οὐδὲ πάλιν ἐρέει. 〈ἀτὰρ οὐ τέλος ἵκεο μύθων〉: οὐδὲ ἀντερεῖ. τὸ δὲ τέλος οὐκ ἐπέθηκας τοῖς λόγοις. Aint | |
D | ἀτὰρ οὐ τέλος ἵκεο μύθων: οὐ μὴν τέλος—ἅτινα αὐ‐ τὸς ἀναπληροῖ. A | ||
957-8 | Nic. | ἦ μὴν καὶ νέος ἐσσί, 〈ἐμὸς δέ κε καὶ πάϊς εἴης/ ὁπλό‐ τερος γενεῆφιν〉: ἡ συνήθεια στίζει μετὰ τὸ ἐσσί (57), τὸ δὲ ἑξῆς συνάπτει. ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν ἦ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος γενεῆφι, δῆλον ὅτι τὰ διὰ μέσου λεγόμενα ἐμὸς δέ κε | |
5 | καὶ πάϊς εἴης τῆς ἐοικυίας διορθώσεως τεύξεται. A | ||
957a | Did. | 〈ἦ μήν:〉 διὰ τοῦ ε αἱ Ἀριστάρχου, „ἦ μέν“ {καὶ νέος}. Aim | |
957b | ex. | 〈νέος ἐσσί:〉 ἀπολογεῖται τοῦ μὴ τελέσαι τὸν λόγον. Til | |
957c | ex. | ἐμὸς δέ κε 〈καὶ〉 πάϊς 〈εἴησ〉: τῷ τῆς συγγενείας ὀνόματι τὴν ἐξ αὐτοῦ ἐπισπᾶται εὔνοιαν. b(BCE3E4)T | |
958a1 | Did.(?) | 〈ὁπλότατος:〉 γράφεται „ὁπλότεροσ“. Aim | |
958a2 | 〈ὁπλότερος:〉 γράφεται „ὁπλότατοσ“. Til | ||
958b | ex. | ἀτὰρ πεπνυμένα βάζεις: ὁρᾷς ὅσοι οἱ ἔπαινοι· σχεδὸν γὰρ αὐτῷ ἀπονέμει τὸ πᾶν τῆς συμβουλῆς, b(BCE3E4)T ὀλίγα αὐτὸς προσθήσειν ἐρῶν. T | |
958-9a1 | Nic. | ἀτὰρ πεπνυμένα βάζεις 〈/ Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπεσ〉: τὸ Ἀργείων βασιλῆας (59) δύναται καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς. καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμ‐ φοτέροις· τοὺς Ἀργείων βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς. | |
5 | εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις, εἴτε τοῖς ἑξῆς, γίνεται βασιλεῖς ἔειπες. A | ||
958-9a2 | {ἐπεὶ κατὰ μοῖραν ἔειπας:} τοῦτο ἀμφοῖν δύναται συνά‐ πτεσθαι. T | ||
9.60 | ex. | ὃς σεῖο γεραίτερος: ἀνεπιφθόνως οὐ τὴν σύνεσιν, ἀλλὰ τὴν ἡλικίαν προβάλλεται, διὰ ταύτης κρεῖσσον ἔχειν ἀξιῶν, οὐ λογιώτε‐ ρον. b(BCE3E4)T | |
961a | ex.(?) | 〈διΐξομαι:〉 διελεύσομαι τὰ πράγματα ἀπ’ ἀρχῆς μέχρι τέλους. Aint | |
961b1 | Hrd.(?) | διΐξομαι: δασυντέον τὸ διΐξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο. †ἐπιφέρει γοῦν† „ἀτὰρ οὐ τέλος ἵκεο μύθων“ (Ι 56). A | |
961b2 | δασυντέον δὲ τὸ 〈δι〉ΐξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο ἀντὶ 〈τοῦ〉 ‘διεξέλθω πάντα‘. T | ||
961c | ἐξείπω καὶ πάντα διΐξομαι: πρὸς τὸ „ἀτὰρ οὐ τέλος ἵκεο μύθων“ (Ι 56). b(BCE3E4)T | ||
961-2 | ex. | οὐδέ κέ τίς μοι / μῦθον ἀτιμήσει οὐδὲ κρείων Ἀγα‐ μέμνων: πρὸς τὸ μὴ ἀντειπεῖν Διομήδην τοῖς λεχθησομένοις. οἶδε δὲ Ἀγαμέμνονα εἰπόντα „εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν“ (Β 379). | |
b(BCE3E4)T | |||
963-4 | ex. | ἀφρήτωρ〈—ὀκρυόεντοσ〉: ὁ μὲν μένειν παρήγ‐ γειλεν, ὁ δὲ τοὺς συμμάχους ὁμονοοῦντας †ἔχει†. διδάσκει δὲ ὡς εἶναι μὲν πολεμικὸν δεῖ, δι’ ὧν φησιν „οἷς οὔτι μέλει πολεμήϊα ἔργα“ (Β 338), οὐ μὴν φιλοπόλεμον· ἀνατρέπει γὰρ τοῦτο πᾶσαν πολιτείαν. | |
5 | Διομήδης δὲ νῦν μὲν οὐκ ἀντεῖπεν, ἵνα μὴ ἀφρήτωρ δοκῇ. ὅτι δὲ οὐκ ἠρέσθη τῇ γνώμῃ, δηλοῖ διὰ τοῦ „μὴ ὄφελες λίσσεσθαι“ (Ι 698). b(BCE3E4)T καὶ τὸ μὲν κεφάλαιον τῆς συμβουλῆς ἐπὶ τοῦ πλή‐ θους εἶπεν, μὴ ὑπέρθηται τὰς λιτὰς ὁ Ἀγαμέμνων, τὸ δὲ κατὰ μέρος ἐπὶ τῶν †δείπνων† (sc. Ι 112—3. 163—73). καὶ Ἰσοκράτης ἐν τῷ Πανη‐ | ||
10 | γυρικῷ (sc. or. 4, 15—7), τῶν ῥητόρων συμβουλευόντων πλεῖν ἐπὶ Ἀσίαν, ἔλεγε πρῶτον διαλλάσσειν τὰς Ἑλληνίδας πόλεις καὶ κοινῇ τὴν ὁρμὴν ποιεῖσθαι. b(BE3E4)T διὰ δὲ τῆς τῶν ὀνομάτων ὑπερβολῆς δυσωπεῖ Ἀγαμέμνονα, μηδὲ βασιλέα ἔσεσθαι αὐτὸν καλὸν στρατοῦ, ἀλλ’ οὐδὲ κοινῆς ἑστίας, εἰ ἀντείποι ταῖς λιταῖς. T | ||
963a | ex. | 〈ἀφρήτωρ:〉 κοινῶς 〈ὁ〉 φρατρίας καὶ συγγεν〈ε〉ίας μὴ μετέχων, ἀπάνθρωπος. Aint | |
D(~) | ἀφρήτωρ: ἄπολις καὶ συγγένειαν οὐκ ἔχων· φρατρία γὰρ ἡ συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλῆς. A | ||
963b1 | ex. | ἀθέμιστος: θηριώδης, ἄνομος, ὅπου καὶ Κύκλωπες θε‐ μιστεύουσι „παίδων ἠδ’ ἀλόχων“ (ι 115), οἱονεὶ τὸ περὶ τὴν συγγέ‐ νειαν φυλάσσουσι δίκαιον. b(BE3E4)T | |
963b2 | D | ex. | ἄδικος | καὶ ἄνομος καὶ θηριώδης, ὅπου καὶ οἱ Κύκλωπες θεμιστεύουσι καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν. A | |
963c | ex. | ἀνέστιος: ὁ γὰρ ἑστίαν νέμων καὶ βίον ἑδραῖον τιμῶν τῆς πρὸς τοὺς οἰκείους ἀπέχεται στάσεως· b(BE3E4)T ἐπιδήμιος (cf. | |
Ι 64) γὰρ πόλεμος ὁ ἐμφύλιος. T | |||
9.64 | ex.(?) | 〈ἔραται:〉 ἐπιθυμεῖ. ἡ λέξις Ἰωνική. Aim | |
9.65 | ex. | 〈ἀλλ’ ἤτοι νῦν μέν—μελαίνῃ:〉 τοῦ καιροῦ στοχάζεται καὶ προδείξας τὸ ὠφελοῦν σιωπᾷ τέως τὴν θεραπείαν. b(BCE3E4)Til | |
966a | ex. | δόρπα τ’ ἐφοπλισόμεσθα: ἄξιον γὰρ προνοεῖν τῆς θε‐ ραπείας τοῦ σώματος τοὺς κάμνοντας. οἱονεὶ δὲ ὅπλα τῆς μάχης ποιη‐ σώμεθα τὰ δόρπα. b(BCE3E4)T | |
966b | Did. | φυλακτῆρες: Ἀρίσταρχος διὰ τοῦ α „φυλακτῆρασ“, AT τοὺς φύλακας. A | |
967a | ex. | 〈λεξάσθων:〉 διαταγήτωσαν. Aint | |
967b | Ariston. | 〈λεξάσθων:〉 ὅτι ἀντὶ τοῦ λεξάσθωσαν. Aint | |
967c | Did.(?) | 〈παρὰ τάφρον:〉 γράφεται καὶ „περὶ τάφρον“. Aim | |
967d | ex. | τείχεος ἐκτός: ἵνα ὁρμώμενοι τοῖς πολεμίοις καταπλήσ‐ σοιεν αὐτούς, ἔσω δὲ ὄντες τῆς τάφρου †ἀσφαλῶς ὦσιν. b(BCE3E4)T | |
9.69 | ex. | 〈ἄρχε:〉 ἀντὶ τοῦ σύναγε ἡμᾶς. Til | |
970a | ex. | ex. | δαίνυ δαῖτα γέρουσιν· 〈ἔοικέ τοι, οὔ τοι ἀεικέσ〉: ἔθος μὲν ἦν. ἀλλ’ οἴεται αὐτὸν παραλείψειν τῇ ἐπιπλήξει τὸ ἔθος. ἄρι‐ στος δὲ ὁ καιρὸς ἐπὶ ὀλίγων, ἔνθα τὸν ἔλεγχον προσδέξεται· νῦν μὲν γὰρ οἱ τῶν Ἀργείων ἡγήτορες καὶ μέδοντές εἰσι συνειλεγμένοι, ἐπὶ δὲ | |
5 | τὸ δεῖπνον οἱ γέροντες μόνοι συνάγονται, ἐφ’ ὧν ἤνεγκεν ἂν τὴν τοῦ γέροντος παρρησίαν b(BCE3E4)T ὁ Ἀγαμέμνων. T | καὶ ἄλλως· ἐν οἴνῳ ῥᾴους ἑαυτῶν ἐσμεν, ἥ τε ὁμοτράπεζος κοινωνία πάντας φίλους ποιεῖ· διὸ καὶ Πέρσαι μεθύοντες συμβουλεύονται, νήφοντες δ’ ἐπικρίνου‐ | ||
σιν. καὶ τὸ μὲν πλῆθος ἀπαλλάσσει χρηστὰς ὑπογράψας ἐλπίδας περὶ | |||
10 | τῶν λιτῶν, οὐ μὴν ἀναγκάσας ἐπ’ αὐτῶν τὸν βασιλέα ἀντιφωνῆσαι περὶ τῶν δώρων· πιέζοντος γὰρ ἦν τὸν καιρόν. καὶ ὁ Ῥοδίων δὲ νόμος κελεύει ταῖς μεγίσταις ἀρχαῖς συσσιτεῖσθαι τοὺς ἀρίστους, περὶ τῶν ἕωθεν πρακτέων βουλευομένους. b(BE3E4)T | ||
970b | ex. | δαίνυ δαῖτα γέρουσι: παρασκεύαζε τὴν εὐωχίαν τοῖς ἐντίμοις ἢ ἐφ’ 〈ἑσ〉τίασιν ἄγε τοὺς πρωταγωνιστάς. A | |
9.71 | Ariston. | πλεῖαι {τοι οἴνου κλισίαι}: ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις. πρὸς τὸ „παρῴχηκε〈ν〉 δὲ πλέω νύξ“ (Κ 252) ἀντὶ τοῦ πλήρης. A | |
9.72 | ex. | 〈ἠμάτιαι:〉 ἀνὰ ἑκάστην ἡμέραν ἢ διὰ μιᾶς ἡμέρας. Aint | |
973a1 | Hrd. | Hrd. | {πᾶσά τοι ἐσθ’} ὑποδεξείη, 〈πολέεσσι δ’ ἀνάσσεις: | |
καθ. | Did. | ὑποδεξείη〉 ὡς „Ἀργείη“ (Δ 8 al.). τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ Προσῳ‐ δίᾳ (Hrd. 2,63,18). | ἐν μέντοι τῇ Καθόλου (Hrd. 1,292,22) οὕτως· | ||
5 | „‘πᾶσά τοί ἐσθ’ ὑποδεξίη‘ ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται“. | †καὶ οὕτως ἔχει ἡ τῶν ἀντιφάνους† παράδοσις. αἱ δὲ Ἀριστάρχου οὕτως εἶχον διὰ τοῦ γάρ, „πολέσιν γὰρ 〈ἀνάσσεισ〉“. ἔχει δέ τι Ὁμηρικὸν | ||
καὶ ἡ διὰ τοῦ δέ. A | |||
973a2 | Did. | Ἀρίσταρχος „πολέσιν γὰρ ἀνάσσεισ“. Aim | |
973b1 | ex. | πᾶσά τοί ἐσθ’ ὑποδεξίη: ἡ πρὸς ὑποδοχὴν χορηγία. τινὲς δὲ οὕτως, ὅτι καὶ πάντας, ἢν θέλῃς, εὐχερῶς ὑποδέξῃ. b(BCE3 E4)T | |
973b2 | πᾶσά τοί ἐσθ’ ὑποδεξείη: πρὸς ὑποδοχὴν ηὐτρέπισταί σοι χορηγία. A | ||
973c | ex. | πολέεσσι δ’ ἀνάσσεις: ἐπαίρει τὸν βασιλέα, εἰς τὸ μετέ‐ πειτα αὐτὸν ὑπήκοον σχήσων. A b (BCE3E4)T | |
974-5 | ex. | πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι 〈ὅς κεν ἀρίστην / βουλὴν βουλεύσῃ〉: μετρίως οὐκ ἀποδίδωσιν ‘ἑαυτῷ‘. διδάσκει δὲ τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ κράτιστον. b(BCE3E4)T | |
975-6a | ex. | μάλα δὲ χρεὼ πάντας Ἀχαιούς 〈/ ἐσθλῆς καὶ πυ‐ κινῆσ〉: πρὸς τὸ πεῖσαι Ἀχιλλέα· οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον. b(BCE3E4)T | |
975-6b | ex. | χρεὼ〈—〉Ἀχαιούς / ἐσθλῆς: „χρεὼ βουλῆς ἐμὲ καὶ σέ“ (Κ 43) ἀντὶ τοῦ δεῖ. T | |
9.75 | ex. | 〈χρεώ:〉 χρεία καταλαμβάνει. Aint | |
9.76 | Did. | 〈ὅτι δήϊοι:〉 οὕτως γράφεται ὅτι δήϊοι. Aim | |
976-7 | ex. | ἐγγύθι νηῶν / καίουσιν πυρά: δέδια σκοπῶν ἐγγὺς νεῶν πυρά. ἐπὶ δὲ Ἑλλήνων „ἔνθα δὲ πῦρ κήαντο“ (Ι 88). T | |
977a | Ariston. | τίς ἂν τάδε γηθήσειεν: προσυπακουστέον τὸ {ὁρῶν καὶ βλέπων γελάση} καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται; καὶ ὅτι | |
{τὸ} ἔξωθεν τὸ ἰδών. A | |||
977b1 | ex. | τίς ἂν τάδε γηθήσειεν: οὐ λείπει τὸ ὁρῶν, ἀλλ’ ἔστι πα‐ λαιὰ συνήθεια· „ἀλλ’ ἕτερον ἥσθην“ (Ar. Ach. 13) καὶ ἐν Πανόπταις Κρατῖνος (fr. 158 K. = 164 K.—A.)· „γέγηθα τὸν ἄνδρα“. καὶ ἔστιν ἐξ ἀντικειμένου· τίς οὐκ ἂν κλαύσειεν; ἔοικε δὲ προσκρούειν Διομήδει λέγοντι „νῶϊ δ’, | |
5 | ἐγὼ Σθένελός 〈τε〉“ (Ι 48). T | ||
977b2 | οὐ λείπει τὸ ὁρῶν, ἀλλ’ ἔστι παλαιὰ συνήθεια ἡ ἐξ ἀντικει‐ μένου, οἷον τίς οὐκ ἂν κλαύσειε; b(BCE3) | ||
978a | Did. | 〈διαρραίσει:〉 δι’ ἑνὸς ρ αἱ Ἀριστάρχου. Aim | |
978b | ex. | ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει: ἐν τῷ πεῖσαι Ἀχιλλέα τὴν σωτηρίαν τίθεται· τί γὰρ ἕτερον πράσσειν νυκτὸς ἠδύ‐ ναντο; b(BCE3E4)T | |
9.80 | ex. | ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσ〈σ〉εύοντο: ἄτοπον γὰρ περὶ πρώτου λέγειν τοῦ συμποσίου. T | |
9.81 | ex. | ἀμφί τε Νεστορίδην: εὖ τοῦ περὶ φυλακῆς εἰσηγησαμένου πρῶτος ἀριθμεῖται ὁ υἱός. καὶ ὅτι ὁ παρὼν καιρὸς οὐκ εὐτελεῖς ἄνδρας ἐπέτρεπε φυλάσσειν. b(BCE3E4)T | |
9.86 | Did. | 〈ἅμ’ ἔστειχον:〉 Ἰακῶς τὸ „στεῖχον“ Aim Til αἱ Ἀριστάρ‐ χου, „ἅμα στεῖχον“. Aim | |
988a | ex. | πῦρ κήαντο: πυρκαϊὰν τοῦ δεῖπνον ποιῆσαι· ἀσφαλέστε‐ ρον γὰρ ἦν αὐτοῖς τὸ ἀπὸ σκότους ὁρᾶν τοὺς πολεμίους. b(BCE3E4)T | |
988b | ex. | ἄλλως· ἐνθάδε πῦρ κήαντο, τίθεντο δὲ δόρπον ἕκαστος: ἐπὶ μὲν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δείπνου παρασκευή, καὶ ἑνικῶς πῦρ φησιν, ἐπὶ δὲ τῶν εὐημερούντων βαρ‐ βάρων καὶ τὰ τῆς εὐωχίας μετὰ πολλῆς ἐπεξεργασίας δεδήλωται, „ἐκ | |
5 | πόλιος δ’ ἄξαντο βόας καὶ ἴφια μῆλα“ (Θ 545), καὶ λαμπρότερα τὰ τῆς φυλακῆς, b(BCE3E4)T „μέγα φρονέοντες ἀνὰ πτολέμοιο γε‐ φύρας / εἵατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά“ (Θ 553—4). | ||
ἔστι δὲ ὅλα γραφικά. T | |||
988c1 | Did. | τίθεντο δὲ δόρπον ἕκαστος: διὰ τοῦ α „δόρπα“ αἱ Ἀριστάρχου. ἄκαιρος δὲ Ζηνόδοτος γράφων „τίθεντο δὲ δαῖτα θά‐ λειαν“· ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ (cf. Ι 3) τὴν ψυχὴν βεβλημένους. A | |
988c2 | Ἀρίσταρχος μετὰ τοῦ α „δόρπα“. Aim | ||
D ad Β 381(?) | 〈δόρπον:〉 ἄριστον μὲν τὸ πρωϊνὸν ἔμβρωμα, †δόρπος δὲ τὸ νῦν ἄριστον, ἢ δεῖπνον†, μεθ’ ὃ τὰ δόρατα ἔπαυον. A | ||
9.89 | Did. | 〈γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν:〉 Ἀρίσταρχος „γέ‐ ροντας ἀριστέας Aim Aint ἦγεν Ἀχαιῶν“. Aint | |
9.92 | ex. | 〈ἐξ ἔρον ἕντο:〉 τὴν ἐπιθυμίαν ἐπλήρουν. Aint | |
9.93 | ex. | πάμπρωτος: οἷον προφθάσας τοὺς ἀπαιτοῦντας αὐτοῦ τὴν γνώμην. b(BCE3E4)T | |
9.94 | ex. | Νέστωρ, οὗ καὶ πρόσθεν 〈ἀρίστη φαίνετο βουλή〉: ὅτε παρῄνει Ἀγαμέμνονι παύσασθαι τῆς πρὸς Ἀχιλλέα ὀργῆς· „Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένοσ“ (Α 282): b(BCE3E4)T ὃ καὶ νῦν φησιν· „οὔτι καθ’ ἡμέτερόν γε νόον“ (Ι 108). T καὶ ὅτε τὸ μο‐ | |
5 | νομάχιον ἦν καὶ ἤγειρε τοὺς ἀρίστους (cf. Η 124—60). b(BCE3E4) | ||
997-9a1 | ex. | 〈ἐν σοὶ μὲν λήξω—βουλεύῃσθα:〉 κατα‐ πτήξαντα ἀνακτᾶται τοῖς ἐγκωμίοις καὶ πρὸς πειθὼ παρακαλεῖ. Til | |
997-9a2 | καταπτήξαντα αὐτὸν τῇ τῶν πολεμίων ὁρμῇ καὶ τῇ τῶν συμμαχικῶν λόγων ταραχῇ καὶ συγχύσει ἀνακτᾶται καὶ πρὸς πειθὼ παρακαλεῖ διὰ τῶν ἐγκωμίων. b(BE3E4) | ||
997-9a3 | D | ex. | {ἐν σοὶ μὲν λήξω:} σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήσῃ. | ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις, πρότερον καταπτοή‐ σας. A | |
997-9b | ex. | ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι〈—βουλεύῃ‐ | |
σθα〉: πρὸς τὸ μὴ δοκεῖν ἐπιτάσσειν κύριον αὐτὸν τῆς ἁπάντων ἀπο‐ φαίνει γνώμης, προσεκτικόν τε αὐτὸν ἀπεργάζεται ὡς ὅλου τοῦ πράγ‐ ματος ἐπ’ αὐτῷ κειμένου. ἢ ἐπεὶ τότε εἰς αὐτὸν ἔληξε λέγων· „λίσσομ’ | |||
5 | Ἀχιλλῆϊ μεθέμεν χόλον“ (Α 283), ἐκείνην τὴν λῆξιν ἀρχὴν ποιεῖται τοῦ νῦν διαλόγου. b(BCE3E4)T | ||
9.98 | D | 〈ἐγγυάλιξε:〉 ἐνεχείρισεν. Til | |
999a | ex. | σκῆπτρόν 〈τ’〉 ἠδὲ θέμιστας: σκῆπτρον διὰ τὸ κρά‐ τος, θέμιστας διὰ τὸ δίκαιον· οὔπω γὰρ εἶχον γραπτοὺς νόμους, ἀλλὰ τὸ πᾶν ἦν ἐν τοῖς κρατοῦσιν· ὅθεν καὶ „δικασπόλοι, b(BCE3E4)T οἵ τε θέμιστας 〈/ πρὸς Διὸς εἰρύαται〉“ (Α 238—9). T †εὐγενῆ† δ’ αὐ‐ | |
5 | τὸν ποιεῖ τὰς εὐτυχίας ἐξαριθμούμενος, καὶ ἄξια δὲ τῆς ἰδίας δόξης ποιεῖν ὑποτίθεται. καὶ ὅτι πρώτη ἀρετῶν ἐστιν ἡ φρόνησις. b(BCE3) T | ||
999b | ex. | σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσθα: ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασι‐ λέως δὲ καὶ τῶν θεμίστων κρατοῦντος· οὐδέπω γὰρ ἐχρῶντο γρα‐ πτοῖς νόμοις. A | |
9.100 | ex. | περὶ μὲν φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι: ἵνα ἐξ ἁπάντων αἱροῖτο τὸ χρήσιμον. ἅμα δὲ καὶ ἀναιρεῖ τὴν δόξαν τῆς ἥσσης, καθ’ ἥν τινες οἴονται ἀδοξεῖν τοῖς πλησίον πειθόμενοι. b(BCE3E4)T | |
9.101 | ex. | 〈κρηῆναι δὲ καὶ ἄλλῳ:〉 καὶ ἄλλου δέ τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην. Aim | |
9102a | D | Hrd. | σέο δ’ ἕξεται, 〈ὅττι κεν ἄρχῃ〉: ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ —ἀνενεχθήσεται. | τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἕξω μέλ‐ | |
λοντος δασυνομένου μέσος ἐστίν. A | |||
9102b | ex. | σέο δ’ ἕξεται, ὅττι κεν ἄρχῃ: ἴσον ἀπέφηνε τῷ συμ‐ βούλῳ τὸν βασιλέα †λέγων† κυροῦντα τὸ τέλος, ὅπως μὴ φθονοίη ταῖς ἀγαθαῖς ὑποθήκαις· οἶδε γὰρ φθόνῳ καὶ θυμῷ καὶ ζηλοτυπίαις ἀδίκοις πολλὰς πράξεις ἀγαθὰς ἀνῃρημένας. τὸ πέρας οὖν τῶν λεγομένων ἐπὶ | |
5 | τὸν κορυφοῦντα ἀναφέρει. b(BCE3E4)T | ||
9102c | ex. | ἄλλως· ὅττι κεν ἄρχῃ: ὃ δή ποτε τῆς παραινέσεως πρω‐ τεύῃ καὶ ἐπικρατυνθῇ, ἐκ σοῦ γίνεται. καὶ ἀλλαχοῦ „Ἀλκινόου δ’ ἐκ τοῦδ’ ἔχεται ἔργον τε ἔπος τε“ (λ 346). b(BCE3E4)T | |
9.103 | ex. | ὥς μοι δοκεῖ εἶναι ἄριστα: προσεκτικὸν μὲν τὸν ἀκροα‐ τὴν ποιεῖ, δι’ ὧν ἄριστα ὑπισχνεῖται ἐρεῖν, εὔνουν δέ, ὅτι μεθ’ ὑπο‐ στολῆς τὸ δοκεῖ προσέθηκεν. b(BCE3)T | |
9104a | ex. | οὐ γάρ τις νόον 〈ἄλλος ἀμείνονα τοῦδε νοήσει〉: ἐπὶ διαλλαγὰς τὸν βασιλέα φέρων οὐκ ἐν ἐπιτιμήσεως μέρει τὴν Ἀχιλ‐ λέως ἔχθραν προφέρει, ἀλλὰ μόνον ἄριστα συνεωρακέναι φησὶν ἑαυ‐ τόν· b(BCE3E4)T φησὶ γοῦν „πολλάκι δή μοι τοῦτον“ (Τ 85). | |
5 | τὸ δὲ νοήσει ἀντὶ τοῦ νοήσειεν. T | ||
9104b | Did.(?) | 〈ἄλλος: γράφεται〉 καὶ „ἄλλον“. Aim | |
9.105 | ex. | 〈οἷον ἐγὼ νοέω, ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν:〉 εἰ τὰ μέλλοντα προέγνω Νέστωρ, πῶς περὶ τῶν ἐνεστώτων οὐκ ὀφείλει πείθειν; b(BCE3)Til | |
9.106 | Hrd. | διογενεῦς: {προ}περισπωμένως ἀναγνῶμεν· συναίρεσιν γὰρ ἔπαθε τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογε‐ | |
νεῦς· γενικῆς γάρ ἐστι πτώσεως. A | |||
9108-13a1 | ex. | 〈οὔ τι καθ’ ἡμέτερόν γε νόον—μειλιχίοι‐ σι:〉 προτρεπτικῶς δὲ αὐτῷ διαλέγεται καὶ τὴν πειθὼ τοῖς χείλεσι συνεπάγεται· τοῦτο γὰρ τῆς φρονήσεως ἴδιον. b(BCE3E4) | |
9108-13a2 | ἐντρεπτικῶς· †εἰ γὰρ καὶ τότε προέγνω τὰ μέλλοντα, πῶς οὐχ ὑπὲρ τῶν παρόντων πείσει;† Til | ||
9108-9 | ex. | οὔτι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγω‐ 〈γε /〉 πόλλ’ ἀπεμυθεόμην: εὐμάθειαν ἐργάζεται· ὁμολογῶν γὰρ ὅτι οὐκ ἠρέσκετο τῇ εἰς τὸν Ἀχιλλέα ἀτιμίᾳ δῆλός ἐστι τὸν λόγον ὑπὲρ τοῦ τιμῆσαι τοῦτον συνιστάς. T οὐκ ὀνειδίσαι δὲ τὴν ἁμαρτίαν | |
5 | θέλει, ἀλλὰ παρακελεύεται μὴ δεύτερον ἐξαμαρτάνειν. b(BCE3E4)T | ||
9.108 | D | 〈οὔτι καθ’ ἡμέτερόν γε νόον:〉 ἀντὶ τοῦ οὐ κατὰ τὴν ἐμὴν γνώμην. Aim | |
9.109 | Did. | 〈ἀπεμυθεόμην:〉 οὕτως Ἀρίσταρχος ἀπεμυθεόμην. Aim | |
D | ἀπεμυθεόμην: ἀπηγόρευον, ἐκώλυον. γράφεται δὲ καὶ „†ἀπεμυθευόμη톓, ἵν’ ᾖ ἀπελογιζόμην. A | ||
9109-10 | ex. | σὺ δὲ σῷ μεγαλήτορι θυμῷ 〈/ εἴξασ〉: δεξιῶς ὑπήλ‐ λαξε τὰ ὀνόματα, τὴν αὐθάδειαν μεγαλοφροσύνην καλῶν καὶ τὸ προ‐ πετὲς εἶξαι λέγων. b(BCE3E4)T | |
9110a | Nic. | εἴξας 〈ἄνδρα φέριστον ὃν ἀθάνατοί περ ἔτισαν〉: ὁ λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ εἴξας, ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπὶ τὸ ἔτισαν. A | |
9110b1 | ex. | 〈ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν:〉 συν‐ θέμενος ἐν συντόμῳ τὰ κατορθώματα Ἀχιλλέως εἶπεν. Til | |
9110b2 | ἐν συντόμῳ δὲ καὶ τὰ Ἀχιλλέως εἰσφέρει κατορθώματα. | ||
b(BCE3E4) | |||
9111-2 | ex. | ἀλλ’ ἔτι καὶ νῦν / φραζώμεσθ’, 〈ὥς κέν μιν ἀρεσσά‐ μενοι πεπίθοιμεν〉: προσποιεῖται τὴν παράκλησιν, ὅπως μὴ αἰσχυν‐ θῇ ὁ βασιλεύς (τὸ γὰρ φράζου πικρότερον ἦν καὶ προστάξεως ἐχόμε‐ νον, καλαὶ δὲ αἱ λιταὶ διὰ τὸ ὁμοειδές), καὶ ἵνα προμαλαχθῇ Ἀχιλλεύς. | |
5 | b(BCE3E4)T | ||
9112a1 | Did. | 〈πεπίθοιμεν:〉 Ἀρίσταρχος „πεπίθωμεν“· ἔστιν γὰρ π〈ε〉ίθωμεν. Aim | |
9112a2 | διὰ τοῦ ω ἡ γραφή. T | ||
9112b | ex. | φραζώμεσθ’〈—πεπίθοιμεν〉: δεῖ γὰρ τὸν προα‐ δικήσαντα παρακαλεῖν. b(BCE3E4)T | |
9113a1 | ex. | δώροισίν τε 〈...〉 ἔπεσσί τε: ἴσην ὑποτίθησι κτῆσιν χρημάτων καὶ λόγων πρὸς πειθώ. T | |
9113a2 | ἴσην τῶν χρημάτων καὶ μείζονα πρὸς πειθὼ τὴν τῶν λό‐ γων ὑποτίθησι κτῆσιν. b(BCE3E4) | ||
9113b | ex. | μειλιχίοισι: δεητικοῖς, οὐ δικαιολογουμένοις· τὰ γὰρ τοιαῦτα ἀνάπτει τὸν θυμόν. T | |
9115a | ex. | Nic. | 〈ὦ γέρον, οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας:〉 ὦ γέρον, φησίν, οὐδὲ〈ν〉 ψευσάμενος τὰς ἐμὰς ἀδικίας ἀπηριθμήσω, βλάψαι με βουλόμενος, ὡς ᾠήθης. | ἐπὶ δὲ τὸ τέλος τοῦ στίχου στι‐ κτέον· τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς. A | |
9115b | ex. | οὔτι ψεῦδος ἐμὰς ἄτας: ὁμολογεῖ πρᾶξαι, ἵνα μὴ αἰσχύνοιτο παρακαλῶν· διὸ ἡμαρτηκέναι φησὶ οὐκ ἀδικεῖ τε εὔνοιαν ποριζόμενος ἑαυτῷ. ἁπλοῦς δὲ ὁ τρόπος· τὸ μὲν γὰρ ἐπίκαιρον ἔχειν νοῦν μακάριον, τὸ δὲ χρόνῳ μετανοῆσαι οὐκ ἄχαρι. b(BCE3E4)T | |
9115c1 | ex. (Nic.) | ἄλλως· οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας: συνα‐ | |
πτέον ὅλον. T | |||
9115c2 | τὸ δὲ ψεῦδος ἀντὶ τοῦ ψευδῶς. τὸν ὅλον δὲ συναπτέον στίχον. μὴ στικτέον εἰς τὸ ψεῦδος, ὥς τινες κακῶς. b(BCE3E4) | ||
9116a | Ariston. | {ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι} ἀντί νυ πολλῶν: ὅτι τὸ ἀντί ἐπὶ τοῦ ἴσου ἐστί· τὸ γὰρ λεγόμενον· ἴσος ἐστὶ πολλοῖς ὁ εἷς ἀνήρ, ὅταν ᾖ θεοφιλής. A | |
9116b | Ariston. | ex. | ἀντί νυ πολλῶν: ἀντὶ τοῦ ἶσος. | προτρεπτικὸν δὲ εἰς εὐσέβειαν. T | |
9.118 | Did.(?) | 〈ἔτισεν, ὄλεσσε δὲ λαὸν Ἀχαιῶν:〉 γράφεται „ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν“. Aim | |
9119a | Ariston. | λευγαλέῃσι: ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ τοῦ Ἀχιλλέως· „νῦν δέ με λευγαλέον θάνατον“ (Φ 281). ἔστι δὲ λευ‐ γαλέον τὸ ὀλέθριον παρὰ τὸν λοιγόν. A | |
9119b1 | ex. | 〈φρεσὶ〉 λευγαλέῃσι 〈πιθήσας: ὅ ἐστιν ὀργῇ πει‐ σθείς· †ὀλοθρεύει† γὰρ αὕτη τὰς φρένας· „φρένας ἔφθιεν“ (Σ 446). T | |
9119b2 | οἱονεὶ λοιγαλέῃσιν ἀπὸ τοῦ λοιγός. λέγει δὲ τῇ ὀργῇ πει‐ σθείς· ὀλεθρεύειν γὰρ ὁ θυμὸς τὰς φρένας εἴωθεν. b(BCE3E4) | ||
9120a | ex. | ἐθέλω ἀρέσαι: ἐλευθερίως ὁμολογεῖ, ὃ Νέστωρ ἐκοινο‐ ποιήσατο. b(BCE3E4)T | |
9120b | ex. | ἀπερείσια: ἵνα μὴ σμικροψυχίας ἕνεκεν δοκῇ τὸν στρα‐ τὸν ἀποστερεῖν συμμαχίας. b(BCE3E4)T | |
9.121 | ex. | 〈ἐν πάντεσσι περικλυτὰ δῶρ’ ὀνομήνω:〉 δῆλον ὡς καὶ | |
προεσκέπτετο τὰς Λιτάς. Til | |||
9122-56 | ex. | 〈ἕπτ’ ἀπύρους τρίποδας—θέμιστας:〉 διῄ‐ ρηται ἡ ὑπόσχεσις εἰς δύο τόπους καὶ χρόνους. διὰ δὲ τῆς ποικιλίας τῶν δώρων θηρεύειν οἴεται Ἀχιλλέα, εἴτε φιλότιμος, διὰ τῶν ἵππων, εἴτε φιλοχρήματος, πολὺν χρυσὸν καὶ χαλκὸν διδούς, εἴτε φιλογύνης | |
5 | εἴη, θυγατέρα πρὸς γάμον. b(BCE3E4)T | ||
9122-3 | ex. | ex.(?) | ἀπύρουσ〈— / αἴθωνασ〉: ὡς πρὸς σύγκρισιν τῶν ἐμπυριβητῶν. αἴθωνας δὲ τοὺς εἰς πῦρ βαλλομένους· „ὡς δὲ λέβης ζεῖ ἔνδον“ (Φ 362). b(BCE3E4)T | αἴθων δὲ ἀπὸ τοῦ ὑπαίθεσθαι ἤτοι ὑποκαίεσθαι. b(BCE3) | |
9.122 | D | ἕπτ’ ἀπύρους: τοὺς μὴ εἰς πῦρ—ἐν τῷ οἴκῳ. A | |
D | τάλαντα: τὰ νῦν †ἑξακισχιλίων λέγει† παρὰ—ταῦτα δὲ χρυσίου †τάλαντα. A | ||
9123a1 | ex. | δώδεκα δ’ ἵππους: ἱπποτρόφοι †Θεσσαλοί. καλῶς δὲ ὁ ἄρτιος τῶν ἵππων ἀριθμὸς ἱκανὸς πρὸς ἐπίζευξιν. T | |
9123a2 | καλῶς δὲ καὶ τὸν ἄρτιον τῶν ἵππων ἀριθμὸν τίθησιν· b (BCE3E4) ἱκανῶς γὰρ ταῦτα πρὸς ἐπίζευξιν τυγχάνει. ἱππο‐ τρόφοι δὲ οἱ Θεσσαλοὶ ἀεί. b(BE3E4) | ||
9124a | ex. | πηγούς {ἀθλοφόρους}: μέλανας· τούτους γὰρ ἀρί‐ στους φασὶν οἱ περὶ ἵππων γράψαντες. b(BCE3E4)T ὁμοίως καὶ „κύματι πηγῷ“ (ε 388. ψ 235), εἴγε ἀλλαχοῦ φησι „μέλαν τέ ἑ κῦμ’ ἐκάλυψεν“ (Ψ 693, cf. ε 353). T τινὲς δὲ μεγάλους, εὐτραφεῖς, | |
5 | ὑψαύχενας. b(BCE3)T | ||
9124b | ex. | οἳ ἀέθλια ποσ〈σ〉ὶν ἄροντο: οὐκ ἐν Πελοποννήσῳ εἰσὶν οἱ ἵπποι ἠγωνισμένοι (εἶεν γὰρ ἂν ἤδη γέροντες), ἀλλ’ ἐν Ἰλίῳ νενική‐ κασιν ἐπιταφίους ἀγῶνας b(BCE3E4)T ἀγωνιζόμενοι. T | |
9125-7 | ex. | οὔ κεν ἀλήϊος εἴη〈—μώνυχες ἵπποι〉: διακό‐ πτει τὸ ὁμοειδὲς τοῦ καταλόγου, τῶν δώρων τὸ ὁμοειδὲς ἐκκλίνων. ἅμα δὲ καὶ ἑκάστην μερίδα σπουδαίαν ἀποδείκνυσι καὶ δῶρα δώροις προστίθησι καὶ τὴν ἔπειτα χάριν αὔξει. b(BCE3)T | |
9125a1 | ex. | D(?) | ἀλήϊος: πένης, ἄπορος· ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν σιτόσπορον, ἣν λήϊον καλεῖ, | ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν· λείας δὲ λέγει τὰς ἀγέλας τῶν θρεμμάτων. A | |
9125a2 | ex. | ἀλήϊος δὲ λέγεται ὁ μὴ ἔχων λήϊα. b(BCE3E4) | |
9128a | ex. | δώσω δ’ ἑπτὰ γυναῖκας: ἐντέχνως τῶν δώρων μέσας ἔταξε τὰς γυναῖκας, ἵνα μὴ ὑπόνοιαν παράσχῃ ὡς ἀκρασίαν κατα‐ ψηφιζόμενος αὐτοῦ. b(BCE3E4)T καὶ περὶ μὲν ὧν οἶδε, μαρτυρεῖ· περὶ δὲ τῶν Ἰλιάδων „αἵ κε μετ’ Ἀργείην Ἑλένην b(BE3E4)T | |
5 | κάλλισται ἔωσιν“ (Ι 140). T | ||
9128b | Ariston. | {δώσω δ’ ἑπτὰ γυναῖκας} ἀμύμονα: ὅτι χωρὶς τοῦ ς γραπτέον· οὐ γάρ ἐστι κατὰ τῶν γυναικῶν, ἀλλὰ κατὰ τῶν ἔργων. ὕστερον δὲ (sc. Ι 270) ἐπὶ τῶν γυναικῶν, „αἳ κάλλει ἐνίκων“ (Ι 130). T | |
9128c1 | Did. | 〈ἀμύμονα:〉 οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „ἀμύ‐ μονασ“. T | |
9128c2 | Ἀρίσταρχος μετὰ τοῦ ς „ἀμύμονασ“. Aim Aint | ||
9129-30 | Nic. | 〈ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτός / ἐξελό‐ μην:〉 τὸ αὐτός βέλτιον ἐπὶ τοῦ Ἀχιλλέως †ἄκουσον† καὶ τοῖς ἄνω συναπτέον. A | |
D | Λεσβίδας: παρὰ Λεσβίοις ἀγὼν—†μιθύμνην πυρίαν | ||
5 | μιτυλήνην. A | ||
9.129 | ex. | ἃς ὅτε Λέσβον: πιθανῶς ἔπαινον Ἀχιλλέως παρέμιξε καὶ μόνον οὐχὶ παραχωρήσειν αὐτῷ τῶν αὐτοῦ σκύλων φησίν. ἅμα δὲ καὶ ὑπ’ ὄψιν αὐτῷ τὴν δωρεὰν ἄγει, ἐμφαίνων ὅτι ἃ οἶδεν ἐκεῖνος δίδωσιν. ἁπλοῦν δὲ τὸ ἦθος, καὶ πάντα πρὸς πειθώ. b(BCE3E4)T | |
9130a | Hrd. | ἐξελόμην: Ἀρίσταρχος ψιλοῖ καὶ πρόθεσιν παραδέχεται ὥστε εἶναι ἓν μέρος λόγου. A | |
9130b | ex. (Ariston.?) | ἐξελόμην: Ζηνόδοτος δασύνει τὸ εξ, ἀριθμὸν αὐτὸ ἐκ‐ δεχόμενος, οὐχ ὑγιῶς· φησὶ γὰρ „ἀτὰρ ὀγδοάτη〈ν〉“ (Τ 246). ἄλλως τε οὐ δῶρον Βρισηΐς. T | |
9.131 | Ariston. | μετὰ δ’ ἔσσεται: ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συνα‐ ριθμεῖσθαι ἐν ταῖς ἑπτὰ (cf. Ι 128) καὶ τὴν Βρισηΐδα ἔδοξεν· καὶ ἐν ἄλ‐ λοις γράφει „ἐκ δ’ ἄγεν ἑπτὰ γυναῖκας ἀμύμονα ἔργ’ εἰδυίας / ἕξ, ἀτὰρ ἑβδομάτην Βρισηΐδα καλλιπάρῃον“ (cf. Τ 245—6). ἔστι δὲ ἐκτὸς ἡ | |
5 | Βρισηΐς. A | ||
9132a1 | Did. | 〈κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:〉 Ἀρίσταρχος „κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι“. Aint | |
9132a2 | Did.(?) | 〈κούρην Βρισῆος:〉 Αὐτόχθων δίχα τοῦ ν „κούρη Βρισῆοσ“. Til | |
9132a3 | δίχα τοῦ ν τὸ „κούρη“. b(BCE3) | ||
9132b | ex. | ὅρκον ὀμοῦμαι: διὰ τοῦ ὅρκου τὸν ζῆλον τοῦ ἔρωτος τοῦ Ἀχιλλέως θεραπεύει καὶ τὸ σῶφρον ἑαυτοῦ ἐνδείκνυται, διὰ φιλο‐ τιμίαν, οὐκ ἀκρασίας ἕνεκεν ἀφελόμενος Βρισηΐδα. b(BCE3E4)T | |
9133a1 | Ariston. | μήποτε τῆς εὐνῆς ἐπιβήμεναι: ὅτι ἔξωθεν δεῖ λαβεῖν τὸ ἄρθρον· τὸ γὰρ τῆς νῦν ἀντὶ τοῦ ταύτης παρείληπται, καὶ ἔστιν ὁ λόγος ‘μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι‘. A | |
9133a2 | λείπει τὸ ἄρθρον. καὶ „εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν“ (β 206). Til | ||
9134a1 | Hrd. | Nic. | ἣ θέμις 〈ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναι‐ κῶν〉: τὸ η τὸ πρῶτον δασυντέον· ἔστι γὰρ ἰσοδυναμοῦν τῷ ὥς· διὸ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις· ὡς γὰρ λέγομεν „ὥς τε γὰρ ἢ παῖδες νεαροί“ (Β 289), οὕτως „ἥ τε ξείνων θέμις ἐστίν“ (ι | |
5 | 268). τὸ δὲ ἠδέ ψιλωτέον· σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τῷ καί, ὁμοίως τῷ „ἠδ’ εὔφρονα καρπὸν ἀμᾶσθαι“ (Hsd. opp. 775). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ πέλει· σαφέστερος γὰρ γίνεται ὁ νοῦς· ‘ὅπερ ἐστὶν ἔθος ἀνθρώποις, ἀνδράσιν τε καὶ γυναιξίν‘. A | ||
9134a2 | Hrd. | δασυντέον τὸν η καὶ ὀξυντέον, ἰσοδυναμοῦντα τῷ ὥς. b(BE3)Til | |
9134b | ex. | ἣ θέμις ἀνθρώπων: θαυμασίως φύσεως νόμῳ τὴν αἰ‐ σχρὰν λέξιν ἐκάλυψε, τὰ τῆς συμπλοκῆς ταπεινὰ καὶ ἀνθρώπινα τι‐ μιωτάταις προσηγορίαις ἐπισκιάζων. b(BE3E4)T | |
9135-41a1 | ex. | 〈ταῦτα μὲν αὐτίκα—ἱκοίμεθ’:〉 εἰς τρεῖς δὲ χρόνους ἡ διαίρεσις γέγονεν, εἰς τὸ αὐτίκα πάντα (135), εἰς τὸ εἰ δέ κεν αὖτε/ ἄστυ μέγα (135—6) καὶ εἰς τὸ εἰ δέ κεν Ἄργος ἱκοί‐ μην (141). b(BE3E4) | |
9135-41a2 | ὥστε εἰς τρεῖς καιροὺς ἡ διαίρεσις. Til | ||
9137a | Ariston. | νῆα ἅλις χρυσοῦ〈—νηησάσθω〉: ὅτι παρετυ‐ μολογεῖ τὴν ναῦν ἀπὸ τοῦ νῆσαι, ὅ ἐστι σωρεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ ὀνόματα ἀπὸ τοῦ ἐτύμου λαμβάνει, Τερπιάδην τὸν Φήμιον (cf. Χ 330—1) ἀπὸ τοῦ τέρπειν τὸν κιθαρῳδόν· ὁ αὐτὸς ἄρα ποιητής. A | |
9137b | ex. | 〈νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω:〉 ἄδηλον, πότερον δύο ἢ μίαν. πολύχρυσοι δὲ ἐξ ἀρχῆς οἱ βάρβαροι. Til | |
9.139 | ex. | αὐτὸς ἑλέσθω: τὴν δωρεὰν ἡ ἐκλογὴ ποιεῖ μείζω μακράν τε αὐτὸν τίθησι τοῦ γυναικείου πόθου. b(BCE3E4)T | |
9140a | Ariston. | αἵ κε μετ’ Ἀργείην 〈Ἑλένην κάλλισται ἔωσιν〉: ὅτι ἔνιοι ὑποτάσσουσι στίχον „τὴν γὰρ ἀπ’ αὖτις ἐγὼ δώσω ξανθῷ Μενελάῳ“, εὐήθως πάνυ. A | |
9140b | ex. | 〈αἴ κε:〉 τὸ αἴ 〈κεν〉 ἀντὶ τοῦ ἐάν, ἐπεὶ καὶ τὸ ἔωσιν ὑποτακτικόν. Til | |
9140c | ex. | αἵ κε μετ’ Ἀργείην Ἑλένην 〈κάλλισται ἔωσιν〉: οὐχ ὡς αἰχμάλωτον, ἀλλ’ ὡς πρεσβεύουσαν ἁπασῶν ἐν κάλλει. A b(BCE3E4)T | |
9141a | Ariston. | εἰ δέ κεν Ἄργος 〈ἱκοίμεθ’ Ἀχαιϊκόν〉: ὅτι τὴν Πελο‐ πόννησον Ἀχαιϊκὸν Ἄργος λέγει καὶ Ἴασον, „εἰ πάντες σε ἴδοιεν ἀν’ Ἴασον Ἄργοσ“ (ς 246), „Πελασγικὸν“ δὲ „Ἄργοσ“ (Β 681) τὴν Θεσσα‐ λίαν. A | |
9141b1 | ex. | 〈οὖθαρ ἀρούρης:〉 τρόφιμον τῆς γῆς. Til | |
9141b2 | τῆς γῆς τὸ τροφιμώτερον. b(BCE3E4) | ||
9143a | ex. | τηλύγετος: μονογενής, ἢ μεθ’ ὃν οὐ παιδοποιεῖ τις. τι‐ νὲς δέ φασι λείπειν τὸ ὥς. b(BCE3E4)T | |
9143b | ex.(?) | 〈τηλύγετος:〉 ὅτι ἀγαπητὸς μόνος ἐπὶ ταῖς θηλείαις. Aim | |
D | {ὅς μοι} τηλύγετος: ἀγαπητός, —Κλυταιμνήστρας. A | ||
D | θαλίῃ ἔνι πολλῇ: ἐν πολλῇ—τοὺς εὐωχουμένους. A | ||
9.144 | ex. | τρεῖς δέ μοί εἰσι θύγατρες: εἰς ὃ μάλιστα λυπεῖ αὐτὸν λέγων· „κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονοσ“ (Ι 388). T | |
9145a | Ariston. | 〈Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα:〉 ὅτι οὐκ οἶδε τὴν παρὰ τοῖς νεωτέροις σφαγὴν Ἰφιγενείας. Aim | |
9145b | ex. | Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα: οἰκεῖα θυ‐ γατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν ἀρχήν, νόμος ὀρθός, ἔπειτα κρίσις καὶ ἰσχύς. A b (BCE3E4)T | |
9146a | ex. | τάων ἥν κε θέλῃσι〈—ἀγέσθω〉: διὰ τῆς ἐπιγα‐ μίας πιστοῦται τὴν φιλίαν, ὅπως μὴ δοκῇ πρὸς τὴν χρείαν κολακεύειν b(BCE3E4)T ὑπούλως ἔχων. T | |
9146b | Ariston. | 〈ἀνάεδνον:〉 ὅτι ἕδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθέ‐ νοις. Aint | |
9147a1 | Hrd. | ἐπιμείλια {δώσω}: Ἀρίσταρχος ἓν μέρος λόγου παρέ‐ | |
λαβεν ὡς ἐπιφέρνια. Ἀπολλόδωρος (FGrHist. 244, 248) δὲ διαλύει, „ἐπί“, εἶτα „μείλια“· οὕτως δὲ καὶ Ἀλεξίων (fr. 36 B.). καὶ ἔστι τὸ ἑξῆς ἐπιδώσω μείλια. Τρύφων (fr. 98 V.) δὲ ζητεῖ περὶ τοῦ τόνου, πό‐ | |||
5 | τερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως ὁρισαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακρὰν διὰ τοῦ ι ἐκφερομένην ἤτοι μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, „Ἴλιον“ (Ο 71 al.), | ||
10 | ποίμνιον †σίγιον† λείριον αἴτιον· οὕτως καὶ μείλιον. σπάνια δὲ τὰ παροξυνόμενα, ὥσπερ τὸ „ἰνίον“ (Ε 73)· τὸ γὰρ „τειχίον“ (π 165. 343) ὑποκοριστικὸν καὶ τὸ κλειδίον. A | ||
9147a2 | {ἐπιμείλια δώσω:} Ἀρίσταρχος ὑφ’ ἓν ὡς ἐπιφέρνια, Ἀπολλόδωρος κατὰ διάλυσιν. T | ||
9147b | Ariston. | D | Hrd. | 〈ἐγὼ δ’ ἐπὶ μείλια δώσω:〉 ὅτι καὶ ὑπὸ τῶν πατέρων ἐπεδίδοτο ταῖς θυγατράσιν, οὐχ ὑπὸ τῶν ἀνδρῶν μόνον ἐπέμπετο, ἃ λέγει 〈***〉. | μείλια δέ εἰσιν, οἷς μειλίσσονται τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν. | Ἀρίσταρχος δὲ | |
5 | 〈***〉 ἐπιφέρνια. A | ||
9.148 | Ariston. | 〈ὅσς’ οὔ πώ τις ... ἐπέδωκε:〉 ὅτι οὐ λέγει ‘ὅ τι πρῶτος | |
ἐπιδέδωκα‘. Aim | |||
9.149 | ex. | ἑπτὰ δέ οἱ δώσω〈—〉πτολίεθρα: ἄδηλον, εἴτε φερνὴν ἐπὶ τῇ θυγατρὶ καὶ ταύτας δίδωσι τὰς πόλεις, ἢ ἔξωθεν, ὡς καὶ τὰ ἄλλα δῶρα. b(BCE3)T ἄμεινον δὲ ἀντὶ φερνῆς αὐτὰς ἡγεῖσθαι. b(BE3) | |
9150-2 | ex. | Καρδαμύλην Ἐνόπην τε〈—Πήδασον ἀμπε‐ λόεσσαν〉: Μεσσηνίδες αὗται πόλεις, ἡ δὲ Μεσσήνη εἰς τὸν Λακεδαι‐ μονίων †νόμον† πάλαι συνετέλει. πῶς οὖν, φασίν, Ἀγαμέμνων ταύτας δίδωσιν οὐκ οὔσας ἑαυτοῦ; καὶ οἱ μὲν Κλυταιμνήστρας εἶναι, ἢ ὅτι κοινὰ | |
5 | ἡγεῖται τὰ τοῦ ἀδελφοῦ ὡς κἀκεῖνος τὴν Αἴθην (cf. Ψ 295): b(BCE3E4) T εἰ δὲ ὑπὸ Μενελάῳ εἰσί, καὶ Μενέλαος αὐτὸν ἱκετεύει. διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐν τῷ Καταλόγῳ; ὅτι νεωστὶ ὑπὸ τῶν Διοσκούρων ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς οὐδὲ Νηρίκου (cf. ω 377)· φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν· | ||
10 | ἢ περὶ αὐτῶν φησιν, ἐν οἷς λέγει „Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν“ (Β 575). T μεγάλη δὲ ἡ δόξα Ἀχιλλεῖ, ὅταν καὶ τῶν πόρρω χωρίων ἄρχῃ, διὰ δὲ τῶν ἐπιθέτων σεμνοποιῶν μικροῦ δεῖν τῆς Πηλέως ἀρχῆς μείζους φησὶν αὐτάς· διάφοροι μὲν γάρ εἰσι τοῖς καρποῖς, ποικίλαι δὲ ταῖς φύσεσι τῶν ζώων, φιλάνθρωποι ταῖς κατοι‐ | ||
15 | κίαις, εὐνομώταται ταῖς ἀγωγαῖς (cf. Ι 154—6). b(BCE3E4)T | ||
9150a1 | Hrd. | Ἱρήν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ „ἱρήν“ (Δ 416 al.). εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα, ὥσπερ ἐδηλώ‐ σαμεν (sc. ad Β 739; ad Β 646 non exstat) ἐπὶ τοῦ „Ῥίπην τε Στρατίην τε“ (Β 646), „Ὄρθην“ (Β 739). | |
ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος· καὶ πάλιν ἐπ’ ἐκείνων | |||
5 | ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καὶ ἔστιν ὁρί‐ σασθαι τὰ μείναντα 〈ὅτι〉 ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀντιστρέφον‐ τος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή, „Ἀρήτη“ (η 54), τῶν δὲ μεινάντων Πινυτή· „μήτηρ πινυτή“ (υ 131), „Ἀγαυή“ (Σ 42). οὕτως καὶ Ἱρή. A | ||
9150a2 | Ἀρίσταρχος ὀξύνει τὸ Ἱρήν ὁμοίως τῷ ἐπιθέτῳ. Til | ||
9153a1 | ex. | 〈πᾶσαι δ’ ἐγγὺς ἁλός:〉 ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀπο‐ λαύ〈σ〉ειεν ἀγαθῶν παραλίων οὐσῶν. Til | |
9153a2 | παράλιοι δέ εἰσιν, ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀγαθῶν ἀπο‐ λαύωσι παρακείμεναι αὐτῇ. b(BCE3E4) | ||
9153b | Ariston. | 〈νέαται:〉 ὅτι ἀντὶ τοῦ ναίονται. ἔνιοι δὲ ἀντὶ τοῦ ἔσχα‐ ται, οὐκ εὖ. Aim | |
9153c | Hrd. | Did.(?) | νέαται: ὡς „κέαται“ (Λ 659 al.). σημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ τὸ νῶ, οὗ παράγωγον ναίω. ὅσοι δὲ παροξύνουσιν, ὡς ἐπὶ τοῦ ἔσχαται κατὰ τὸ νοητὸν παραλαμβάνουσιν· οὐδ’ ἐνθάδε δὲ ὑγιῶς παροξύνουσιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι. | Ἀπολλώνιος | |
5 | (Frg. p. 110, 15) δὲ διὰ τοῦ κ γράφει „κέαται“. A | ||
9153d1 | Hrd. | Nic. | Did.(?) | νέαται: ὡς „κέαται“ (Λ 659 al.). καὶ σημαίνει τὸ οἰκοῦν‐ ται ἀπὸ τοῦ νῶ γεγονός, οὗ παράγωγον τὸ †νεάω. | ὁ δὲ Νικάνωρ (p. 199 Friedl.) ὄνομά φησι τὸ νέαται καὶ πρὸς ἄμφω χωρεῖν δύνα‐ σθαι, ὡς „τηλοῦ ἐπ’ Ἀλφειῷ νεάτη Πύλου ἠμαθόεντοσ“ (Λ 712). | | |
5 | Ἀπολλόδωρος (FGrHist 244, 306) δὲ γράφει „κέαται“· T | ||
9153d2 | Hrd. | ὁμοίως τῷ „κέαται“. σημαίνει δὲ τὸ οἰκοῦνται ἀπὸ τοῦ νῶ τοῦ δηλοῦντος τὸ οἰκῶ, οὗ παράγωγον νέω καὶ πλεονασμῷ νεάω. | |
b(BCE3E4) | |||
9.154 | Did. | 〈πολύρρηνες:〉 διὰ τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ Ἀριστάρχου. Aint | |
9155a1 | ex. | θεὸν ὣς τι〈μή〉σουσιν: ὡς θεῷ τὰς τῶν ὄντων προσά‐ γοντες ἀπαρχάς. T | |
9155a2 | ὡς θεῷ, φησί, προσάγοντες τὰς ἀπαρχὰς τῶν ὄντων. b (BCE3E4) | ||
9.155 | Did. | 〈τιμήσουσι:〉 Ἀρίσταρχος „τιμήσονται“. Aint | |
9156a | ex. | D | | καί οἱ ὑπὸ σκήπτρῳ 〈λιπαρὰς τελέουσι θέμιστασ〉: | |
Ariston. | καὶ ὑπ’ αὐτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται. | ὅσα δεῖ βασιλέα —λαμπροὺς φόρους τελέσουσιν. | ἡ διπλῆ δέ, ὅτι χρόνος ἐνήλλα‐ κται, τελέουσι ἀντὶ τοῦ τελέσουσιν. A | ||
9156b | ex. | Ariston. | | καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας: | |
ex. | οὐ στασιαζόντων, ἀλλὰ πειθαρχούντων ἀνδρῶν ἄρξει. b(BCE3E4) T | τελέουσι δὲ ἀντὶ τοῦ τελέσουσιν. | λιπαρὰς δὲ τὰς θέμιστας κα‐ λῶν τοῦτο δηλοῖ ὅτι τὸ κρίνειν καλῶς εὐδαιμονίαν ἄγει. b(BE3E4)T | ||
9158a1 | Did. | 〈δμηθήτω:〉 παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει „καμ‐ φθήτω“. Aim | |
9158a2 | Ἀριστοφάνης „καμφθήτω“. Til | ||
9158b | ex. | δμηθήτω· 〈Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστοσ〉: διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται (cf. Ι 497), τὸν δὲ Ἅιδην ἀνελεήμονά φησιν; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημά‐ των (διὸ καὶ συγγινώσκουσιν), ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων· | |
5 | διὸ ἀνελεής ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βωμός ἐστιν. Αἰσχύ‐ λος (fr. 161 N.2 = 279 b1 M. = 161 R.)· „μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ, / οὐδ’ ἄν τι θύων οὐδ’ ἐπισπένδων λάβοις, / οὐδ’ ἔστι βωμός, οὐδὲ | ||
παιωνίζεται“. A b (BCE3E4)T | |||
9158c | ex. | ἀμείλιχος ἠδ’ ἀδάμαστος: ἀμείλιχος ἀγοήτευτος, ἀδάμαστος ἀτεράμων, ὅ ἐστιν ἀκαμπής· δύο γάρ εἰσιν, οἷς πείθομεν, λόγῳ καὶ βίᾳ. διὰ δὲ τοῦ Ἅιδου ἐδήλωσεν ὡς, †ἐάν τίς ἐστιν ἀμείλιχος, βδελυρὸς ἔσται πᾶσιν. b(BCE3E4)T | |
9158-60 | ex. | Nic. | δμηθήτω〈— / καί μοι ὑποστήτω〉: ἀναγκαῖον μετὰ τὰ δῶρα παράκλησιν ἐπαγαγεῖν διὰ τὸ ὑπεκκλίνειν τὸ ἀλαζονι‐ κόν. b(BCE3E4)T | τὸ ἑξῆς δμηθήτω καί μοι ὑποστήτω, τὸ δὲ Ἅιδης τοι 〈ἀμείλιχος—ἁπάντων〉 (158—9) διὰ μέσου. T | |
9.159 | Did. | τούνεκα καί τε βροτοῖσι 〈θεῶν ἔχθιστος ἁπάντων〉: φησὶν ὁ Ἀρίσταρχος ὅτι A ἔνιοι ὑποτάσσουσι τούτῳ „οὕνεκ’ ἐπεί κε λάβῃσι πέλωρ ἔχει οὐδ’ ἀνίησιν“· AT οὐκ εἶναι δὲ ἀναγ‐ καῖον. A | |
9160-1 | ex. | καί μοι ὑποστήτω, ὅσ〈σ〉ον βασιλεύτερός εἰμι / ἠδ’ ὅσσον γενεῇ προγενέστερος: ὡσανεὶ δέησιν προσάγει τὴν ἡλικίαν καὶ τὸ σκῆπτρον, οἷς εἴκουσι καὶ μεγαλόφρονες. ἐξέφυγε δὲ τὸ ἐλεεινόν, εἴκειν αὐτὸν ἀξιῶν τοῖς μείζοσιν ἀξιώμασιν. b(BCE3E4)T | |
9.160 | Ariston. | ὅσσον βασιλεύτερός εἰμι: ὅτι τὸ ὅσσον οὐκ ἔστι πλή‐ θους, ἀλλ’ ἀντὶ τοῦ καθ’ ὅσον εἰμὶ βασιλικώτερος. A | |
9.161 | ex. | 〈ἠδ’ ὅσσον γενεῇ προγενέστερος:〉 καὶ ὁ Νέστωρ „ἄμφω 〈δὲ〉 νεωτέρω ἐστὸν ἐμεῖο“ (Α 259). Til | |
9.164 | Hrd. | διδοῖς: ὡς ὀρθοῖς. οὕτως καὶ Ἀρίσταρχος· καὶ γὰρ τὸ τρί‐ | |
τον „εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ“ (Ι 515 + 519). A | |||
9165a | Ariston. | {ἀλλ’ ἄγετε} κλητοὺς 〈ὀτρύνομεν〉: ὅτι τοὺς ἀπὸ τοῦ καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ὀδυσσείᾳ (ρ 386)· „οὗτοι γὰρ κλητοί γε“. καὶ τὸ ὀτρύνομεν ἀντὶ τοῦ ὀτρύνωμεν. A | |
9165b1 | ex. | κλητοὺς ὀτρύνομεν: τοὺς ἐξ ὀνόματος πρέσβεις. κα‐ λῶς δὲ πρέσβεις πέμπει, ὅπως ἢ πείσωσιν ἢ πρᾳότερον αὐτὸν ἀπερ‐ γάσωνται. b(BCE3E4)T | |
9165b2 | ex. | D | πρέσβεις | ἐπιλέκτους ἢ ἐξ ὀνόματος †καλέσαντες. Aint | |
9165c | ex. | τάχιστα: διὰ τὸν ἐπείγοντα καιρὸν τῆς νυκτός. b (BCE3E4)T | |
9167a | Did. | 〈ἐγώ:〉 Ἀρίσταρχος ἐγώ, ἄλλοι δὲ „ἐγών“. Aim | |
9167b | ex.(?) | 〈ἐπιόψομαι:〉 φησὶν ἐπικρινῶ τοὺς ἀποσταλησομένους. Til | |
9167c | Hrd. | D | οἱ δέ: βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗ‐ τοι δέ. εἰσὶ δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συν‐ δέσμου. | ἐζήτηται δέ, πῶς μᾶλλον—ἕνα καὶ δύο. A | |
9167d | ex. | Did. | Hrd. | εἰ δ’ ἄγε, τοὺς ἂν ἐγὼ ἐπιόψομαι, 〈οἱ δὲ πιθέ‐ σθων〉: αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας—„Νεστορέῃ“ γοῦν „πα‐ ρὰ νηΐ“ (Β 54)—, ἢ καὶ ὑποπτεύεσθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζει ὡς ἐκπληρῶν τὴν αὐτοῦ ἀπουσίαν, τοῦτο μὲν τῇ διατάξει τοῦ στρατοῦ, | |
5 | „ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ“ (Β 363), τοῦτο δὲ τάφρον περιβαλ‐ λόμενος καὶ τεῖχος, ὃ καὶ Ἀχιλλεὺς ὀνειδίζει „ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, / καὶ δὴ τεῖχος ἔδειμε“ (Ι 348—9): b(BCE3E4) T ἢ ὅτι εἶπεν „τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο“ (Β 346). εἰ δὲ ἐν τῷ ἐπιταφίῳ (cf. Ψ 616—50) φιάλην αὐτῷ ἐδωρήσατο, οὐδὲν θαυ‐ | ||
10 | μαστόν, εἰ τὴν ἔχθραν καταθέμενος τὴν πρὸς τὸν Ἀγαμέμνονα λύει καὶ τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος, εἰ πείσειε, καλῶς ἑτέρους | ||
ἔπεμψεν· πεισάντων γὰρ ἤμελλεν αὐτὸς ἔχειν τὴν δόξαν †ὡσεὶ ἡγησά‐ μενος†, ἀποτευχθείσης δὲ τῆς ἱκεσίας αἰτίαν εἶχον οἱ πρέσβεις ἐνδεῶς διειλεγμένοι. b(BE3E4)T ἢ συμπεριλαμβάνοι ἑαυτὸν Ἀγα‐ | |||
15 | μέμνονι ἐντευξόμενον. | τὸ δὲ ἐγὼ ἄνευ τοῦ ν. | δύο δὲ μέρη λόγου τὸ οἱ δέ, ἵν’ ᾖ οὗτοι δέ. T | ||
9167e | ex. | 〈οἱ δὲ πιθέσθων:〉 λεληθότως ἑαυτὸν τῆς πρεσβείας ὑπεξέκλεψεν. Til | |
9168a | Ariston. | Φοῖνιξ μὲν πρώτιστα 〈Διῒ φίλος ἡγησάσθω〉: ὅτι ὁ Φοῖνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα ὥστε μὴ συγχεῖσθαι διὰ τῶν ἑξῆς τὰ δυϊκά. A | |
9168b | ex. | Φοῖνιξ μὲν 〈πρώτιστα Διῒ φίλος ἡγησάσθω〉: ἀπὸ τῆς Ἀχιλλέως σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν Φοίνικα ὡς ἐπὶ θέαν τῆς μάχης, ὅτι ἐδόκουν ἐν ἐσχάτοις εἶναι κινδύνοις συνελασθέντες εἰς τὸ τεῖχος, κἀνταῦθα γενόμενον κατασχεθῆναι ὑπὸ τῶν ἀριστέων εἰς τὴν | |
5 | εὐωχίαν· b(BCE3E4)T ἐθεράπευον γὰρ αὐτὸν ὡς τροφέα Ἀχιλ‐ λέως. ἴσως δὲ καὶ συμβιβάσαι αὐτοὺς θέλων παρῆν καὶ ἰάσασθαι τὴν ὀργὴν Ἀχιλλέως. πέμπεται οὖν ὁ Φοῖνιξ οὐχ ὡς πρεσβευτής—δύο γὰρ ἦν ἔθος πρεσβεύειν, ὡς „ἄνδρε δύω κρίνασ“ (ι 90) καὶ „ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι“ (Λ 140)—, ἀλλ’ ἵνα τοῖς πρεσβευταῖς | ||
10 | συλλάβηται· διό φησιν Φοῖνιξ ἡγησάσθω, ὡς ἐκεῖθεν ἥκοντος αὐ‐ τοῦ καὶ πάλιν ἐπανελθεῖν ἀνάγκην ἔχοντος, ὅπου καὶ μὴ πρεσβεύσαν‐ τός φησιν· „Ἀτρείδῃ ἥρωϊ φέρων χάριν“ (Ι 613) καὶ „Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων κατακοιμηθήτω“ (Ι 427), ὡς μέλλοντος αὐτοῦ ἐπαν‐ ιέναι πρὸς Ἀγαμέμνονα καὶ ἀπαγγεῖλαι, ἃ ἤκουσεν. b(BE3E4)T | ||
9169a | Ariston. | αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας 〈καὶ δῖος Ὀδυσσεύσ〉: ἡ διπλῆ, ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντὶ χρονικοῦ παραλαμβάνει, ἀντὶ τοῦ μετὰ ταῦτα, ὡς καὶ „Ἑρμείας μὲν ἔπειτα“ (κ 307)· βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα, εἶτα τὸν | |
5 | Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντὶ | ||
τοῦ δή συνδέσμου λαμβάνει. A | |||
9169b | ex. | Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς: καὶ τούτων ἠπεί‐ λησεν Ἀγαμέμνων τὸ γέρας λαβεῖν, b(BCE3E4)T „ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆοσ“ (Α 138). T πρεσβεύουσιν οὖν οἱ συνυβρισθέντες καὶ μὴ μνησικακήσαντες, ἵνα δυσωπήσωσιν αὐτόν. | |
5 | b(BCE3E4)T | ||
9169c | ex. | Αἴας τε μέγα〈ς καὶ δῖος Ὀδυσσεύσ〉: ἕκαστον ὑπο‐ θωπεύει τῶν ἀπιόντων. b(BCE3E4)T | |
9170a | ex. | κηρύκων δ’ Ὁδίος τε καὶ Εὐρυβάτης: ἵνα δηλωθῇ ὅτι δημοσία ἡ πρεσβεία. Ταλθύβιος δὲ οὐ πέμπεται ὡς Ἀγαμέμνονος ὤν. b(BE3E4)T | |
9170b | Ariston. | {κηρύκων ὁδίος τὲ καὶ} Εὐρυβάτης: ὅτι οὐ τὸν Ἀγαμέ‐ μνονος (cf. Α 320) ὑποληπτέον νῦν λέγεσθαι, ἀλλὰ τὸν Ὀδυσσέως (cf. Β 184), ἐπεὶ κἂν ἐξωργίσθη τῆς δι’ αὐτοῦ γενομένης ἀφαιρέσεως ὑπομνησθείς. A | |
9170c | Ariston. | Did. | 〈ἑπέσθων:〉 ἀντὶ τοῦ ἑπέσθωσαν. | γράφεται δὲ καὶ χωρὶς τοῦ ν. Aim | |
9.171 | Ariston. | 〈φέρτε:〉 ὅτι συγκέκοπται ἀντὶ τοῦ φέρετε. Aint | |
9.172 | ex. | ὄφρα Διῒ〈—〉ἀρησόμεθα: ὅτι δεῖ ἐν παντὶ καιρῷ ἐκ θεῶν ἄρχεσθαι, μάλιστα δὲ ἐν κινδύνοις· οὕτω γὰρ ἥδιον ἐπὶ τὴν πρᾶξιν ὁρμῶμεν καὶ οὐδὲν ἑαυτοῖς ἀποτυχόντες ἐγκαλοῦμεν. ὕψωσε δὲ τὸ πρᾶγμα, εἴ γε συμπρεσβευτὴν αἱροῦνται Δία. b(BCE3E4)T | |
9180a | Ariston. | δενδίλλων 〈ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα〉: ὅτι παρόντος τοῦ Φοίνικος ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ· διὸ καὶ ἁρμόσει τὸ ἐς ἕκαστον πληθυντικῶς εἰσενηνεγμένον (καὶ οὐκ εἰς ἑκάτερον, ὅπερ ἐπὶ δύο τίθεται) καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρημένον. A | |
9180b | ex. | δενδίλλων ἐς ἕκαστον, 〈Ὀδυσσῆϊ δὲ μάλιστα〉: ἀντὶ τοῦ ἑκάτερον· b(BE3E4)T οὐ γὰρ παρῆν Φοῖνιξ, ἐπεὶ καταισχύ‐ νεται διὰ τοῦ Ὀδυσσῆϊ δὲ μάλιστα. A b (BE3E4)T | |
9180c | ex. | ἄλλως· δενδίλλων: κατὰ τὸ δέον διαστρέφων τοὺς ὀφθαλμοὺς καὶ οἷον τῇ ὄψει ἱκετεύων ὡς ἐπὶ σωτηρίᾳ τοῦ παντὸς στελλομένους. b(BCE3E4)T | |
D | 〈δενδίλλων:〉 διανεύων τοῖς ὀφθαλμοῖς. Aint | ||
9.182 | Ariston. | D | τὼ δὲ βάτην: ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολήν, οὗτοι δὲ μετὰ ταῦτα. | ζητοῦμεν δὲ εἰ καὶ Φοῖνιξ—„†τὼ κούρω κριθέντε δύο† καὶ πεντήκοντα“ (θ 48). A | |
9183a | ex. | εὐχομένω γαιηόχῳ: τὸ γὰρ παρὸν εἰς μνήμην ἕτοιμον. καὶ Εὔμαιος θύει ταῖς Νύμφαις (cf. ξ 435—6) καὶ Ἕλληνες ἐπικαλοῦνται τὸν Ἰδαῖον Δία (cf. Γ 320. Η 202), καὶ νῦν δὲ Ποσειδῶνα, ὅτι ἐπίκου‐ ρος τῶν Ἀχαιῶν· ἢ ὅτι Νηρηΐδος παῖς ἐστιν Ἀχιλλεύς, τῶν δὲ ἐνα‐ | |
5 | λίων θεῶν οὗτός ἐστι βασιλεύς. b(BCE3E4)T | ||
9182b | ex. | 〈εὐχομένω γαιηόχῳ:〉 ἐπεὶ παρὰ θάλασσαν ἐβάδιζον, διὰ τοῦτο τῷ Ποσειδῶνι εὔχονται. Aint | |
9.184 | Hrd. | ex. | ῥηϊδίως πεπιθεῖν 〈μεγάλας φρένας Αἰακίδαο〉: περι‐ σπαστέον· δεύτερος γὰρ ἀόριστός ἐστιν. Aim b (BCE3)T | τὸ δὲ με‐ | |
γάλας φρένας εὐκαίρως· οὐ γὰρ ἔπεισαν. b(BCE3)T | |||
9.185 | Did.(?) | 〈ἱκέσθην:〉 γράφεται „ἵκοντο“. Ail | |
9.186 | ex. | φρένα τερπόμενον 〈φόρμιγγι λιγείῃ〉: οὐκ ἀνοίκειον τῷ ἥρωϊ νυκτὸς οὔσης γυμνάζεσθαι μᾶλλον τὰ μουσικὰ καὶ μὴ δια‐ παννυχίζειν· παραμυθία γὰρ τοῦτο θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ φιλόμουσος καὶ λάφυρον ἔχων τὴν κιθάραν· καὶ οὐ θηλυδριώδη μέλη, | |
5 | ἀλλὰ κλέα ἀνδρῶν ᾄδει, b(BCE3E4)T καὶ ἑσπέρας καιρός. T ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης ᾄδει, ὅπως μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἑλλή‐ νων ἀσφαλείας, προσποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν· „δῖε Μενοι‐ τιάδη, / νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιούσ“ (Λ 608—9), | ||
10 | καὶ πάλιν· „ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε. / λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν“ (Π 126—7). b(BCE3E4)T οὐκ ἤθελε δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλ’ ἡτοίμαζεν αὐτὴν πρὸς τὰς πράξεις καὶ ἐπ’ εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμι‐ δόνες (cf. Β 773—9). b(BE3E4)T | ||
9.187 | D | ζυγόν: ζυγὸς ὁ πῆχυς—παρὰ τὸ κεκολλῆσθαι. A | |
9188a | Ariston. | τὴν ἄρετ’ ἐξ ἐνάρων: ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι ὥσπερ μέλλοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλ’ ἐκ τῶν λαφύρων ἀνῃ‐ ρῆσθαι ἁρμόνιον καὶ οὐκ ἄμουσον. A | |
9188b | D | ex.(?) | D | ἄλλως· πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθάραν τὸν Ἀχιλλέα· | ἀνοίκειον γὰρ εἰς πόλεμον ἥκοντα κιθάραν ἐπικο‐ μίζεσθαι. | εὑρόντα οὖν, φησίν, παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν. A | |
9188c | ex. | τὴν ἄρετ’ ἐξ ἐνάρων: ἵππον διὰ πόλεμον, δίσκον (cf. Ψ 826—9) καὶ κιθάραν πρὸς σωματικὴν καὶ ψυχικὴν γυμνασίαν εἶχεν. σύντροφον δὲ ὄργανον εὑρὼν οὐ παρῆκεν· οὐ γὰρ οἴκοθεν εἵλετο. καὶ ἴσως Ἑλληνικὸν ἄνδρα εὑρὼν Ἠετίωνα σὺν τοῖς ὅπλοις ἐκήδευσε (cf. | |
5 | Ζ 418) καὶ τοῖς ἐκείνου χρῆται. b(BCE3E4)T | ||
9189a | ex. | 〈ἔτερπεν:〉 ἀντὶ τοῦ ἔτρεπεν. Til | |
9189b | ex. | κλέα ἀνδρῶν: ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνι‐ ζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους. A b (BCE3E4)T | |
9190a | Ariston. | Πάτροκλος δέ οἱ 〈οἶος ἐναντίος ἧστο σιωπῇ〉: ὅτι οὐ μόνος ἐν τῇ κλισίᾳ, ἀλλὰ μόνος Αἰακίδην δεδεγμένος ἀντίος ἧστο· καὶ γὰρ Αὐτομέδων ἐπὶ τῆς κλισίας ἦν (cf. Ι 209), ὁμοίως καὶ ὁ Φοῖ‐ νιξ (cf. Ι 223). A | |
9190b | ex. | Πάτροκλος δέ 〈οἱ〉 οἶος 〈ἐναντίος ἧστο σιωπῇ〉: ἡδεῖα γὰρ ἐπίδειξις ἡ ἐπὶ τῶν φίλων. ἤτοι δὲ μόνον αὐτὸν καθέζεσθαι λέγει ἢ μόνον ἐναντίον παρὰ τοὺς ἄλλους Μυρμιδόνας. καὶ ὅτι ἐν ἡσυχίᾳ δεῖ ἀκροᾶσθαι μουσικῆς. b(B, C [bis], E3E4)T | |
9.191 | Did. | 〈δέγμενος:〉 γράφεται καὶ „δέχμενοσ“ διὰ τοῦ χ. Aim | |
9192a | Ariston. | τὼ δὲ βάτην 〈προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσ‐ σεύσ〉: ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· παρόντος γὰρ τοῦ Φοίνικος ἀπίθανον λέγειν ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς. A | |
9192b | ex. | βάτην προτέρω: καὶ ἐπὶ χρόνου „καί νύ κ’ ἔτι προτέ‐ ρω“ (Ψ 490). δίχα τοῦ ι δὲ τὸ προτέρω· ἀπὸ γὰρ τοῦ προσωτέρω συγκέκοπται. T | |
9193a | ex. | ταφὼν 〈δ’ ἀνόρουσεν Ἀχιλλεύσ〉: ἢ διὰ τὸ φίλον ἢ διὰ τὸ χαίρειν ἐπὶ τῇ προσδοκωμένῃ πρεσβείᾳ ἢ διὰ τὸ νυκτὸς αὐτοὺς παρεῖναι. b(BCE3E4)T | |
9193b | Ep. Hom.(?) | | ταφών: Ἰωνικῶς λέγεται κατὰ τροπὴν τοῦ θ εἰς τὸ τ· αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαπών ταφών, δευτέρου ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ | |
ἐπιορκῆσαι †φησίν†. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας κατ’ ἀφαίρεσιν τοῦ α | |||
5 | καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· „Τάμμεω θυγατέροσ“ Καλ‐ λίμαχος ἐν δευτέρῳ Αἰτίων (fr. 49). | ἐκ τῶν τάφων δὲ ἡ—τὸ μέλλον δεινόν. A | ||
9194a | D | Nic. = D | αὐτῇ σὺν φόρμιγγι: στικτέον μετὰ τὸ φόρμιγγι ὡς ἔκπληξιν Ἀχιλλέως ὁρᾶσθαι 〈ἀνα〉πεπηδηκότος σὺν τῇ κιθάρᾳ. | τὸ ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι, τό τε ἀναπηδῆσαι σὺν αὐτῇ τῇ κιθάρᾳ καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ | |
5 | τὴν κιθάραν συναντῆσαι. βέλτιον δὲ τὸ πρότερον ὥστε τοῖς ἄνω συν‐ άπτειν. A | ||
9194b1 | ex. (Nic.) | αὐτῇ σὺν φόρμιγγι: ὧδε στικτέον· ὑπὸ γὰρ φιλοφρο‐ σύνης ἀπήντησεν αὐτοῖς οὕτως ὡς εἶχε, σὺν τῇ κιθάρᾳ. b(BCE3E4) T τινὲς δὲ ὑφ’ ἓν αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος, καὶ τὴν φόρμιγγα λιπὼν ὡς αἰδούμενος. b(BCE3)T | |
9194b2 | διχῶς ἡ στιγμή. Til | ||
9.195 | ex. | 〈ἐπεὶ ἴδε:〉 ὅτε εἶδεν Ἀχιλλεύς. Til | |
9196a | Did.(?) | 〈τώ:〉 γράφεται καὶ „τούσ“. Aim | |
9196b | ex. | τὼ καὶ δεικνύμενος: δεξιούμενος λόγοις. ἐν ἄλλοις δὲ ἀντὶ τοῦ δεικνύς, „δεικνύμενος Δαναοῖσι“ (Ψ 701). T | |
9196c | D | 〈δεικνύμενος:〉 δεξιούμενος, φιλοφρονούμενος. b(BCE3 E4) | |
9197a | Hrd. | Ariston. | χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον· ἦ τι μάλα χρεώ: ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ. A b (BCE3E4)Til | ἡ διπλῆ δέ, ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι πρὸς Ὀδυσσέα καὶ Αἴαντα, καὶ τὰ τῆς διαθέσεως οὐκ ἐμφαίνει συμ‐ | |
5 | παρόντα τὸν Φοίνικα· οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπήδησεν, ἢ | ||
ἐδεξιοῦτο ὡς αἰφνιδίως παραγενομένους. Aint | |||
9197b | Did. | 〈ἱκάνετον· ἦ τι μάλα χρεώ:〉 Παρμενίσκος (fr. 3 B.) προφέρεται „ἱκάνετον ἡμέτερον δέ“. Aint | |
9197c | ex. | ἦ τι μάλα χρεώ: ἀντὶ τοῦ τινά. „τί νύ μοι μήκιστα;“ (ε 299) ἀντὶ τοῦ τίνα. T | |
9197d | ex. | ἄλλως· ἦ τι μάλα χρεώ: τί ἀντὶ τοῦ τινός. b(BCE3E4) T οἱ δὲ ἀντὶ τοῦ ὄντως. T δυσωπεῖ δὲ αὐτοὺς ὡς παρὰ τὸν τῶν φίλων θεσμὸν δι’ ἀνάγκην ἐλθόντας. οὐχ ὁμολογεῖ δὲ εἰδέναι τὰ περὶ τῆς ἐντεύξεως b(BCE3E4)T ἐναβρυνόμενος. T | |
9198a | ex. | 〈οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον:〉 εἴωθε γὰρ ὁ θυμὸς παρορᾶν καὶ τὸ πρὸς φίλους δίκαιον. Til | |
9198b | Did. | 〈φίλτατοι:〉 καὶ ἐνθάδε τινὲς δυϊκῶς, „φιλτάτω“. Ail | |
9.199 | ex. | 〈ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς:〉 Ἑλληνικὰ πάντα, καὶ τὸ μὴ ἐκείνους πρῶτον ἐνάρξασθαι. Til | |
9202a | Hrd. | καθίστα: ὡς καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπὶ τῆς ἀποκοπῆς. εἰσὶ δὲ οἳ ἐκτείνουσιν, ἀπὸ τοῦ ἱστῶ τὴν κλίσιν παραλαμ‐ βάνοντες. A | |
9202b | ex. | καθίστα: κίρνα, ὅμοιον τῷ „κρητῆρα στήσασθαι ἐλεύ‐ θερον“ (Ζ 528). φιλοφρονεῖται δὲ αὐτοὺς καταισχύνων Ἀγαμέμνο‐ να. T | |
9203a | ex. | ζωρότερον: ἀκρατότερον, παρὰ τὸ ζῆν. οἱ δὲ ἀντὶ τοῦ ταχύτερον. ἢ ἴσως, b(BCE3E4)T ἐπεὶ οἱ ξένοι ὕδωρ μὲν αἰτοῦσιν, οὐκέτι δὲ οἶνον, ἢ T ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων, ἀφ’ ὧν | |
ὀνειδίζει Ἀγαμέμνονι οἰνοφλυγίαν (cf. Α 225). b(BCE3E4)T ἢ | |||
5 | τὸν ἀκρατότερον, ὃν εἶχεν ἐν τῷ ἀμφορεῖ Διονύσου (cf. ω 74—5)· οὐ γὰρ εἰκὸς δεδόσθαι κενόν, ἀπαρχὴν δὲ ἔχοντα τῶν ἐκείνου εὑρημάτων οἶνον θαυμάσιον. τοῦτον δὲ οἱ ἥρωες ἀπεδέχοντο· „ἓν δέπας ἐμπλήσασ“ (ι 209). T | ||
9203b | ex.(?) | ζωρότερον: τὸ ἄκρατον, παρὰ τὸ μηδέπω ἐσβέσθαι τὴν ἰσχὺν τοῦ οἴνου ὑπὸ τῆς τοῦ ὕδατος κράσεως. A | |
9203c | Did. | ex. | ζωρότερον 〈δὲ〉 κέραιε: δίχα τοῦ ρ Ἀριστοφάνης, κέραιε. | οὐκ ἄτοπον δὲ νυκτὸς οὔσης ζωρότερον πίνειν. T | |
9203d | Did. | Hrd. | 〈κέραιε:〉 οὕτως κέραιε χωρὶς τοῦ ρ. | μέμνηται καὶ | |
καθ. | Ἡρωδιανός (1,453,9). Aim | ||
9.204 | ex.(?) | 〈μελάθρῳ:〉 νῦν σκηνῇ, κυρίως δὲ οἴκῳ. Aint | |
9206a1 | Ariston. | Hrd. | αὐτὰρ ὅ γε κρεῖον 〈μέγα κάββαλεν ἐν πυρὸς | |
αὐγῇ〉: ὅτι Εὐφορίων (fr. 155 Pow.) κρεῖον τὸ κρέας ἐξεδέξατο, Ὅμηρος δὲ τὸ κρεοδόχον ἀγγεῖον. καὶ πρὸς τὸ ἐν πυρὸς αὐγῇ τὸ ἀπὸ τοῦ πυρὸς φωτιζόμενον. | κρεῖον δὲ ὡς „θεῖον“ (Ζ 180 al.). γέ‐ | |||
5 | γονε δὲ παρὰ τὸ κρέας. A | ||
9206a2 | Hrd. | Ariston. | ὡς „θεῖον“. | οἱ νεώτεροι κρεῖον τὸ κρέας φασίν. Til | |
9206b | ex. | αὐτὰρ ὅ γε κρεῖον 〈μέγα κάμβαλεν〉: εἰς ταπεινὴν τάξιν μαγειρικὴν κατερχόμενος οὐδὲν ἧττον τὴν ἡρωϊκὴν διαφυλάττει σεμνότητα. αἰτία δὲ ἡ ἐκλογὴ τῶν ὀνομάτων· πρῶτον μὲν οὐκ εἶπε κατέθηκεν, ἀλλὰ κάμβαλεν ἔπειξιν ἐμφαίνων τοῦ διακονουμένου, | |
5 | ἔπειτα τροπικὸν εἰσήνεγκεν ὄνομα τὸ „τεθαλυῖα“ (cf. Ι 208). b(BCE3 E4)T | ||
9206c | ex. | ἐν πυρὸς αὐγῇ: καὶ „Ἠελίου τ’ αὐγή“ (μ 176)· ἥλιος δὲ τὸ ἄστρον· ἡμεῖς δὲ ἀφυῶς φαμεν ἐν ἡλίῳ καθῆσθαι. b(BCE3E4) T ἐνταῦθα οὖν ἐν τῇ αὐγῇ τοῦ λύχνου τέθεικε τὸ κρεῖον, ἐπεὶ νὺξ ἦν, οἷον ‘παρὰ τῷ λύχνῳ‘. T | |
9.207 | Hrd.(?) | ὄϊος: ὡς „πόλιοσ“ (Ε 791 al.)· εἰ μὴ διὰ μέτρον γάρ, οὔ φησιν „οἰόσ“. T | |
9208a1 | ex. | σιάλοιο 〈ῥάχιν τεθαλυῖαν ἀλοιφῇ〉: †ἐντροφίου†, „ἁπαλοτρεφέος σιάλοιο“ (Φ 363): b(BCE3E4)T „α〈ἰ〉εὶ ζατρε‐ φέων σιάλων“ (ξ 19). T | |
9208a2 | ex. | ex.(?) | {σιάλοιο:} †ἐντροφίου†, ἁπαλοτρεφοῦς, ὡς „ζατρεφέων | |
σιάλων“. | ἢ σεσιτευμένου. A | |||
9209a | Ariston. | τῷ δ’ ἔχεν 〈Αὐτομέδων〉: ὅτι Αὐτομέδοντος ὄντος κα‐ τὰ τὴν κλισίαν ἄνω εἶπεν· „Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο“ (Ι 190). A | |
9209b | ex. | ex. | τῷ δ’ ἔχεν Αὐτομέδων: τούτῳ δὲ (τῷ Ἀχιλλεῖ) ὑπη‐ ρέτει τὰ κρέα ὁ Αὐτομέδων, οἷον ὑπεῖχεν αὐτά, ἐκεῖνος δὲ διέτεμνεν. T | ἐν σχήματι ἔδειξεν ὡς καὶ Αὐτομέδων ἔνδον ἦν b(BCE3E4)T με‐ τὰ Πατρόκλου, ὡς καὶ αὐτὸς φίλτατος (cf. Ψ 563). b(BCE3E4) | |
9209c | ex. | τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύς: τὸν τῦφον ἡμῶν ἐκβάλ‐ λει ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς. A b (BCE3E4)T | |
9.210 | Did. | ex. | μίστυλε: διὰ τοῦ ἑτέρου λ τὸ μίστυλε. | γίνεται δὲ παρὰ τὸ μεῖον ἢ μεῖστον. T | |
9212a | ex. | αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη 〈καὶ φλὸξ ἐμαράνθη〉: εἰς ταπεινὴν ἀπαγγελίαν οὐδεὶς ἂν τοσαύτην ἐπέθηκε σεμνότητα καὶ λέξεις 〈τοιαύτασ〉. T | |
9212b | Ariston. | αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη 〈καὶ φλὸξ ἐμαράνθη〉: ὅτι ἔν τισι γράφεται „αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξ“. γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος. A | |
9212c | Did. | ἄλλως· αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμα‐ ράνθη: ἔνιοι γράφουσιν „αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσα‐ το δὲ φλόξ“. ὁ δὲ Ἀρίσταρχος ταύτην προέκρινεν. ἔνιοι δὲ γράφουσιν „αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐμαρήνατο, παύσατο δὲ φλόξ“. γράφεται δὲ | |
5 | καὶ ἐκάη. T | ||
9214a | ex. | D | πάσσε δ’ ἁλὸς θείοιο: ἢ ὅτι τὰ ἁλίπαστα διαμένει, b (BCE3)T ἢ ὅτι τὰς φιλίας συνάγει. b(BCE3E4)T | θείους δὲ λέγει τοὺς ἅλας διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασσόμενα. AT | |
9214b1 | ex. | ἄλλως· πάσσε δ’ ἁλὸς 〈θείοιο〉 κρατευτάων ἐπαεί‐ ρας: ἵνα μὴ εἰς τὸ πῦρ πάττων ἐνοχλῇ. τὸ δὲ ἑξῆς· κρατευτάων ἐπαείρας πάσσε. T | |
9214b2 | ἐκβάλλει δὲ ἐκ τοῦ πυρός, ἵνα μὴ ἐκεῖσε πάττων ἐνοχλῇ. b(BCE3E4) | ||
9214c1 | ex. | κρατευτάων: οἱ μὲν τῶν ἁλοθηκῶν, τουτέστι τῶν ἀγ‐ γείων, ἐν οἷς οἱ ἅλες εἰσίν. οἱ δὲ τῶν ἐξοχῶν τῆς ἐσχάρας, αἷς ἐπιτίθεν‐ ται οἱ ὀβελοί. T | |
9214c2 | κρατευτάων δὲ τῶν ἢ ἁλοθηκῶν ἢ τῶν ἐξοχῶν τῆς ἐσχάρας. b(BCE3E4) | ||
D | κρατευτάων: τῶν βάσεων—εἶπον, κακῶς. A | ||
9214d1 | Did. | 〈ἐπαείρας:〉 Ἀρίσταρχος „ἀπαείρασ“, ἀπὸ τῶν κρα‐ τευτάων ἄρας. Aim | |
9214d2 | διὰ τοῦ α. Til | ||
9215a | ex. | D | εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις ἐξ ἑλείων ῥάβδων πεπλεγμένοις. b(BCE3E4)T | δασύνεται δὲ τὸ „ἑλεοῖσιν“· τινὲς γὰρ | |
παρὰ τὸ ἑλεῖν. T | |||
9215b | ex. | D | ex. | εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις | ἤτοι μαγειρικοῖς. δασύνεται δέ· ἀπὸ γὰρ τοῦ ἑλεῖν. ἢ ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν πε‐ πλεγμέναι. | ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πιμελῆς. A | |
9215c1 | Did.(?) | 〈ἔχευεν:〉 διχῶς, καὶ „ἔθηκεν“. Til | |
9215c2 | ἐν ἄλλῳ „ἔθηκεν“. Aint | ||
9.217 | ex. | 〈κανέοισιν:〉 ὡς ὀστέοισιν. Til | |
9.218 | ex. | ἀντίον ἷζεν Ὀδυσσῆος: ὡς διαλεξόμενος· οἶδε γὰρ ὡς αὐτὸς τὴν πρεσβείαν πεπίστευται. b(BCE3E4)T | |
9219a | ex. | 〈τοίχου τοῦ ἑτέροιο:〉 ὡς „ὀΐστευσον Μενελάου“ (Δ 100). Til | |
9219b | Ariston. | θῦσαι {ἀνώγει}: ὅτι θῦσαι οὐ σφάξαι, 〈ὡσ〉 ὁ Τιμόθεος (fr. 7 P. = P.M.G. fr. 783) ὑπέλαβεν καὶ Φιλόξενος (cf. fr. 10 P. = P. M. G. fr. 823) ὁμοίως τῇ ἡμετέρᾳ συνηθείᾳ, ἀλλὰ θυμιᾶσαι. καὶ ὅτι „θυηλάσ“ (Ι 220) τὰς ἐπιθυομένας ἀπαρχάς. καὶ ἐν Ὀδυσσείᾳ (sc. | |
5 | ξ 446)· „ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς’ αἰεὶ γενέτῃσιν“. A | ||
9219c | D | ex. | θεοῖσι δὲ θῦσαι ἀνώγει: ἀπάρξασθαι. A | δεισιδαί‐ μων, ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται καὶ ἀποπλεύσεσθαι λέγει „αὔριον ἱρὰ Διῒ ῥέξασ“ (Ι 357), A b (BCE3E4)T καὶ „χηλοῦ δ’ | |
ἀπὸ πῶμ’ ἀνέῳγεν“ (Π 221). AT | |||
9219d | ex. | θῦσαι: ἀπάρξασθαι, b(BCE3E4)T ὡς τὸ „ἦ ῥα καὶ ἄργματα θῦσε“ (ξ 446), T ἢ θυμιᾶσαι, ὡς τὸ „πῦρ κήαντες ἐθύ‐ σαμεν“ (ι 231). b(BCE3E4)T Καλλίμαχος δὲ κακῶς „τὸ μὲν θύος ἤρχετο βάλλειν“ (fr. 5). Ὅμηρος δὲ „θύου“ (ε 60) τοῦ θυμιάματος. T | |
9.220 | Hrd. | θυηλάς: ὡς ἀπαρχάς. ATil τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ ὑπὲρ δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή θυηλή, καὶ βαρύνεται, ὡς τὸ ἀνθήλη. A | |
9.221 | ex. | οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα: πῶς παρ’ Ἀγαμέμνονι δεδειπνη‐ κότες νῦν πάλιν ἐσθίουσιν; ἢ οὖν τὸ Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβη‐ κὸς συλληπτικῶς περὶ πάντων φησίν, ἢ πάλιν ἐσθίουσιν εἰς ἔνδειξιν τοῦ ἥδεσθαι τῇ παρ’ αὐτῷ ἑστιάσει. b(BCE3E4)T | |
9222a | Ariston. | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος 〈ἐξ ἔρον ἕντο〉: κυκλικώτερον κατακέχρηται τῷ στίχῳ δεδειπνηκότων αὐτῶν πρὸ ὀλίγου· οὐ γὰρ ἤρων δαιτός. A | |
9222b1 | Did. | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος 〈ἐξ ἔρον ἕντο〉: φαίνονται καὶ παρ’ Ἀγαμέμνονι πρὶν ἐπὶ τὴν πρεσβείαν στείλασθαι δειπνοῦντες· φησὶ γοῦν „αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’, ὅσον ἤθελε θυμός, / ὡρμῶντ’ ἐκ κλισίησ“ (Ι 177—8). ἄμεινον οὖν εἶχεν ἄν, φησὶν ὁ | |
5 | Ἀρίσταρχος, 〈εἰ〉 ἐγέγραπτο „ἂψ ἐπάσαντο“ ἢ „αἶψ’ ἐπάσαντο“, ἵν’ ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται. ἀλλ’ ὅμως ὑπὸ περιττῆς εὐλαβείας οὐδὲν | ||
μετέθηκεν, ἐν πολλαῖς οὕτως εὑρὼν φερομένην τὴν γραφήν. A | |||
9222b2 | ἄμεινον, φησίν, εἶχεν, Ἀρίσταρχος, εἰ ἐγέγραπτο „ἂψ ἐπάσαντο“. A | ||
9222b3 | {αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:} Ἀρίσταρ‐ χος γράφει „ἂψ ἐπάσαντο“· ἤδη γὰρ ἦσαν παρ’ Ἀγαμέμνονι κορε‐ σθέντες· οὐ μετέθηκε δὲ τὴν γραφήν. T | ||
9.223 | ex. | νεῦς’ Αἴας Φοίνικι· 〈νόησε δὲ δῖος Ὀδυσσεύσ〉: οὐχ ἵνα εἴπῃ, ἀλλ’ εἰ καιρός ἐστιν· Ὀδυσσεὺς γὰρ προσκεπτόμενος, τί δεῖ λέγειν, τὸν καιρὸν οὐχ ὁρᾷ. συνεὶς δὲ ταῦτα Ὀδυσσεὺς αὐτὸς λέγειν ἄρχεται, οὐχ ὑπὸ βασκανίας τοῦ Φοίνικος τὸν λόγον προαρπάζων, | |
5 | ἀλλὰ τὸ δυσχερὲς ἐφ’ ἑαυτὸν φέρων· b(BCE3E4)T οἶδε γὰρ δυνη‐ σόμενος ἀντιτάξασθαι Ἀχιλλεῖ. ἴσως δὲ οὐδὲ ἐπιτήδειον εἶναι τὸν Φοί‐ νικα ἐλογίζετο ἄρχειν τοῦ λόγου, ὅπως μὴ ὡς οἰκείῳ ἀπιστήσας Ἀχιλ‐ λεὺς ἀναστείλῃ καὶ τὸν αὐτῶν λόγον. Αἴας δὲ οὐ λέγει· βραδὺς γάρ ἐστι καὶ μεμψίμοιρος. b(BE3E4)T | ||
10 | D | D | νεῦς’ Αἴας Φοίνικι: διενεύσατο—λόγων. | ἐνόησε δὲ Ὀδυσσεύς. ζητεῖται δέ, διὰ τί—τοῖς οἰκείοις προσδοθῆναι χάρι‐ τος. A | |
9.224 | Ariston. | πλησάμενος δ’ οἴνοιο 〈δέπας δείδεκτ’ Ἀχιλῆα〉: πρὸς τὸ ἔθος, ὅτι πλήρη καὶ οὐ κενὰ προὔπινον ὀρέγοντες τὰ ποτήρια. δεῖ δὲ νοῆσαι ὅτι κατὰ τὸ σιωπώμενον ἐδέξατο ὁ Ἀχιλλεύς. ἰδίως δὲ οὐχ ὑπέθηκε „καί μιν φωνήσασ“ (e. g. Α 201 al.). A | |
9225-9 | Nic. (?) | χαῖρ’, Ἀχιλλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς / ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο / ἠδὲ καὶ ἐνθάδε νῦν〈—ἀλλὰ λίην μέγα πῆμα〉: τὸ ἑξῆς ἐστι δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς (225)· ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα | |
5 | μέμηλεν, / ἀλλὰ λίην μέγα πῆμα (228—9)· ἐκεῖνα γὰρ μεταξὺ τέθειται ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο / ἠδὲ καὶ | ||
ἐνθάδε νῦν (226—7). οὕτως †ἡρωδιανός. A | |||
9225a | ex. | χαῖρ’, Ἀχιλλεῦ, 〈δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖσ〉: πρὸς τὸ διαχέαι τὸ σκυθρωπὸν αὐτοῦ, ὃν ἦν σκεψάμενος λόγον, ἀφῆκε καὶ ἀπὸ τοῦ καιροῦ ἔλαβε τὸ προοίμιον, ὡς τὸ „ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, / ὃς λαὸν ἤγειρα, / b(BCE3E4)T μητρί τ’ ἐμῇ μνη‐ | |
5 | στῆρεσ“ (β 40. 41. 50). T | ||
9225b | Ariston. | οὐκ ἐπιδεύῃ: ὅτι προστιθέασι τὸ ς, „οὐκ ἐπιδευεῖσ“, κακῶς. οὗτοι δὲ καὶ τὸ ἑξῆς περισπῶσιν „ἦμεν ἐνὶ κλισίῃ“ (Ι 226), ἵν’ ᾖ ἦμεν ἐτυγχάνομεν. Ἀρίσταρχος δὲ χωρὶς τοῦ ς. A | |
9225c | Did.(?) | 〈ἐπιδεύῃ:〉 γράφεται „〈ἐπιδευ〉εῖσ“. Aim | |
9225d | ex. | δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδεύῃ: οὐκ ἐπιδεύῃ δαιτός, ὡς τὸ „ἀποιχομένου Ὀδυσῆος / δεύῃ“ (α 253—4)· τὸ γὰρ ἕτερον ὑβρι‐ στικόν. ἔνιοι δὲ προστιθεῖσι τὸ ς. οὗτοι δὲ καὶ τὸ „ἠμέν“ (Ι 226) ῥῆμά φασιν. T | |
9.226 | ex. | ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος: λεληθότως ἐσήμανεν ὡς ἐξ αὐτοῦ ἐπέμφθησαν, οὐ διαρρήδην, ὅπως μὴ τραχὺς γένηται Ἀχιλ‐ | |
λεύς. καλῶς δὲ τὰ περὶ τὴν ἑστίασιν ὅμοια τῇ παρ’ ἐκείνῳ λέγει, ἐν ᾗ οὐδεμίαν ἑώρα φιλοτιμίαν, τὴν δὲ σωτηρίαν ἐν Ἀχιλλεῖ κεῖσθαι μόνῳ | |||
5 | φησίν (cf. Ι 228—31). b(BCE3E4)T τοῦτο γάρ φησιν ἥκομεν αἰτοῦντες, ὃ ἐξ ἄλλου λαβεῖν οὐ δυνάμεθα. | ὅτι διὰ φιλίαν ἠνέσχοντο τῆς παρ’ αὐτῷ ξενίας. b(BE3E4)T | ||
D | ἠμὲν ἐνὶ κλισίῃ 〈Ἀγαμέμνονος Ἀτρείδαο〉: διὰ τί τὸν ἐχθρὸν—μετεσχήκαμεν τραπέζης. A | ||
9.228 | ex. | ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν: εἰς δύο στά‐ σεις διεῖλε τὸν λόγον, τὴν παρορμητικήν, τραγῳδήσας τὰς συμ‐ φοράς, εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρ‐ όρμησιν, καὶ εἰς τὴν ἀλλοιωτικήν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ | |
5 | γὰρ Ἀγαμέμνονος τὴν †στρατείαν† ἔλαβεν. A b (BCE3E4)T | ||
9230a | D | Hrd. | ἐν δοιῇ: ἐν δισταγμῷ, ἐν διχοστασίᾳ. | περισπαστέον δέ· δοτικὴ γὰρ ἀκόλουθος εὐθείᾳ τῇ δοιός, οὗ τὸ θηλυκὸν δοιή. A | |
9230b1 | ex. | 〈ἐν δοιῇ:〉 παρὰ τὸ δύο· καὶ „†δοιάσατ (Ν 458 al.) τὸ ἓν τῶν δύο ἐξελέξατο. Til | |
9230b2 | παρὰ τὸ δέω τὸ διαχωρίζω δοή καὶ δοιή· ἐξ οὗ καὶ τὸ „δοάσσατο θυμῷ“ ἀντὶ τοῦ τῶν δύο τὸ ἓν ἐξελέξατο. b(BCE3E4) | ||
9230-1 | ex. | ex. | 〈σαωσέμεν〉 ἢ ἀπολέσθαι / νῆας: τὸ πρῶτον κεφά‐ λαιον τὸν κίνδυνον τῶν νεῶν περιέχει, b(BCE3E4)T ὃ καὶ τῷ Ἀχιλλεῖ ἐλογίζετο πᾶν δέος· ὅθεν καὶ πολλάκις ἐπὶ τοῦτο καταφέρε‐ ται· „ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο“ (Ι 232), „ἀλλ’ ἐν | |
5 | νηυσὶ 〈μελαίνῃσιν〉 πεσέεσθαι“ (ι 235), „στεῦται γὰρ νηῶν ἀπο‐ κόψειν ἄκρα κόρυμβα“ (Ι 241). T | τεχνικῶς ἐξαίρει δεικνὺς ὡς ἐπὶ | ||
τηλικούτοις τὴν χάριν τίσουσιν Ἕλληνες. b(BCE3E4)T | |||
9231a1 | ex. | εἰ μὴ σύ γε δύσεαι ἀλκήν: ὡς νῦν ἐκδεδυμένου αὐτὴν δυσωπεῖ· „θόρε φρεσὶν εἱμένος ἀλκήν“ (Ψ 381). τὴν δὲ πάντων σωτη‐ ρίαν εἰς αὐτὸν ἀνάγει, †ἵνα μᾶλλον ἁπάντων ὁ φιλότιμος ἕλοιτο. T | |
9231a2 | ὡς νῦν ἐκδεδυμένου αὐτήν. λέγει δὲ τὴν εἰς τὸν πόλεμον ὁρμήν. τὴν δὲ πάντων σωτηρίαν εἰς αὐτὸν ἀνάγει, †ἵνα πεισθῆναι ὡς φιλότιμος ἕλοιτο. b(BCE3E4) | ||
9232a | ex. | 〈ἐγγὺς γὰρ νηῶν:〉 ἔνθεν ἡ διήγησις. τῷ δὲ τόπῳ τὸν κίνδυνον ηὔξησεν, ὃ περιέμενεν Ἀχιλλεύς· b(BCE3E4)Til „τοὺς δὲ κατὰ πρύμνασ“ (Α 409). Til | |
9232b | ex. | αὖλιν ἔθεντο: ὡς ἐπὶ ἀγρίων, ἴσως ὑποφαίνων ὅτι ὁ ποιμὴν Πάρις ἀριστεύει. T δι’ ὧν δὲ οἱ ἱκέται μείζονα τὴν χρείαν ποιοῦνται, τὴν προθυμίαν αὔξουσι τῶν ἐπικούρων. b(BCE3E4)T | |
9.233 | ex. | τηλεκλειτοί τ’ ἐπίκουροι: ὀνειδίζει ὅτι καὶ ἀδικοῦσιν αὐ‐ τοῖς παραμένουσιν οἱ σύμμαχοι, ὁ δὲ Ἀχιλλεὺς τῆς Ἑλλήνων συμ‐ μαχίας ἀπέστη, καὶ διὰ λόγον μόνον. b(BCE3E4)T | |
9235a | Ariston. | 〈σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι:〉 ὅτι ἐπὶ τῶν Τρώων ἐστίν· ἐμπεσοῦνται ταῖς ναυσίν, ἐνσείσουσι. Aim | |
9235b | ex.(?) | 〈ἀλλ’ ἐν νηυσὶ—πεσέεσθαι:〉 ἀλλ’ ἐμπεσεῖσθαι ταῖς ναυσὶ διώκοντες ἡμᾶς. Aint | |
9236a | ex. | Did. | Ζεὺς δέ σφιν Κρονίδης ἐνδέξια σήματα 〈φαίνων〉: θεραπεύων τὸν Ἀχιλλέα φησὶν ὅτι μηνίσαντος αὐτοῦ καὶ τὸ θεῖον τοῖς ὑβρίσασιν αὐτὸν συνωργίσθη. b(BCE3E4)T | τὸ δὲ „σφί“ δίχα | |
τοῦ ν. T | |||
9236b | Hrd. | ἐνδέξια 〈σήματα φαίνων〉: Ἀρίσταρχος ὑφ’ ἓν μέρος λόγου τὸ ἐνδέξια ἐπὶ τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν. ὁ δὲ Ἀ‐ σκαλωνίτης (p. 49 B.) κατὰ παρολκὴν παραλαμβάνει τὴν ἔν πρόθεσιν ὥστε εἶναι δεξιὰ σήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον. A | |
9237-9 | ex. | Ἕκτωρ δὲ μέγα〈—λύσσα δέδυκεν〉: ὀνομάζων αὐτὸν κινεῖ τὸν Ἀχιλλέα. τὸ δὲ μαίνεται (238) καὶ λύσσα (239) δηλοῖ εὐχερῶς κρατηθήσεσθαι τὸν ἀπροαιρέτως κινδυνεύοντα. b (BCE3E4)T | |
9.237 | ex. | βλεμεαίνων: βρέμω βρεμαίνω βλεμαίνω, ὡς κρίβανος κλί‐ βανος. T | |
9238-9 | ex. | οὐδέ τι τίει 〈/ ἀνέρας οὐδὲ θεούσ〉: εὐτελίζει, φησίν, οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ θεούς. τῇ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν. A | |
9.238 | ex. | 〈πίσυνος Διΐ:〉 αὐτὸς γάρ φησι „γιγνώσκω δ’ ὅτι μοι Κρονίδης Ζεὺς κῦδοσ“ (Θ 175 + 141). Til | |
9239a | Nic. | 〈ἀνέρας οὐδὲ θεούς:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀνέ‐ ρας, AimTil ἵνα μείζων ἔμφασις γένηται. Til | |
9239b1 | ex. | ex. | κρατερὴ δέ ἑ λύσσα δέδυκεν: τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. πολλὴ δὲ ἡ τοῦ θράσους ἔμφασις, b(BCE3E4) T ἐρεθισμός τε ἱκανὸς ὁ τῶν ἐχθρῶν ἔπαινος. b(BE3E4)T | λύσ‐ σα δὲ παρὰ τὸ λύειν τὸν νοῦν. T | |
9239b2 | D | ex. | ex. | ex. | λύσσα· μανία. | τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυ‐ ται. | εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν. | ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν | |
ἔπαινος. A | |||
9.240 | Hrd. | ἠῶ {δίαν}: τὴν ἠῶ κατ’ αἰτιατικὴν πτῶσιν περισπαστέον καὶ τὴν „αἰδῶ“ (Β 262 al.), οὐ μὴν καὶ τὸ „Λητώ“ (Α 36 al.) καὶ τὰ τοιαῦτα πάντα. ἀλλὰ τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπ’ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνόμενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἕξει ἐπ’ | |
5 | αἰτιατικῆς τὴν περισπωμένην τάσιν. A | ||
9241a | Ariston. | στεῦται {γὰρ νηῶν}: διορίζεται· στάσιν γὰρ ψυχῆς ση‐ μαίνει ἡ λέξις. ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ (λ 584)· „στεῦτο δὲ διψάων“. A | |
9241b | ex. | ex. | 〈ἀποκόψειν〉 ἄκρα κόρυμβα: οὐκ ἀγαπᾶν αὐτόν φη‐ σιν, εἰ μόνον ἐμπρήσειε τὰς ναῦς, ἀλλὰ καὶ τὰ κόρυμβα ἀποκόψαι θέ‐ λειν, ὥσπερ τρόπαιον τῆς κατὰ τῶν Ἑλλήνων νίκης ἀναθεῖναι θέλον‐ τα. | ἵνα γοῦν καὶ αὐχῇ ὡς τηλικούτων ῥυσάμενος καὶ τὸν πολέ‐ | |
5 | μ〈ι〉ον μεγάλης ἐλπίδος ἀποκόψῃ. καὶ ἄλλως δὲ τὰ ἄκρα ἀποκόπτει Ἕκτωρ διὰ τὸ ἔχειν θεοὺς ἐντετυπωμένους, ὅπως μὴ κατακαέντες ὑπὸ τοῦ πυρὸς ὀργισθῶσιν αὐτῷ. b(BCE3E4)T | ||
D | ἄκρα κόρυμβα: τὰ τῶν νεῶν ἀκροστόλια. διὰ τί δὲ— τοῦτο ποιεῖ. A | ||
9242a | Did. | 〈ἐμπρήσειν:〉 Ἀρίσταρχος „ἐμπλήσειν“. Aim | |
9242b | Ariston. | 〈μαλεροῦ πυρός:〉 σημειοῦνταί τινες, 〈ὅτι〉 ἀντὶ τοῦ | |
μαλερῷ πυρί. Aint | |||
9.243 | ex. | 〈ὀρινομένους ὑπὸ καπνοῦ:〉 δίκην σφηκῶν. Til | |
9244-5 | Nic. | 〈ταῦτ’ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλάς / ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη:〉 διασταλτέον βραχὺ φρένα (244) καὶ θεοί (245). Aim | |
9.245 | ex. | ἡμῖν δὲ δὴ αἴσιμον εἴη: ἀπὸ κοινοῦ τὸ ‘δέδοικα‘ καὶ τὸ „μή“ (Ι 244). Til | |
9.246 | Ariston. | 〈Ἄργεος ἱπποβότοιο:〉 σημειοῦνταί τινες, ὅτι τὴν ὅλην Πελοπόννησον †οὐκ οἶδεν ὁ ποιητής, Ἡσίοδος δέ (fr. 189 M.—W.). Aim | |
9.247 | ex. | καὶ ὀψέ περ: καλῶς τὸ ὀψέ· εἰ γὰρ καὶ δύο γεγόνασιν αἱ ἡμέραι τῆς μάχης, ἀλλ’ οὖν γε τοῖς κεκακωμένοις ὁ τῆς δυστυχίας χρό‐ νος, κἂν ἐπ’ ὀλίγον γένηται, πολὺς εἶναι δοκεῖ. καὶ τοῦ χρόνου ἡ αὔξησις ἔνδειξίς ἐστιν ὡς ἱκανῶς πο〈ι〉νηθέντων Ἑλλήνων. b(BCE3 | |
5 | E4)T τάχα δὲ καὶ τοιοῦτός ἐστιν ὁ λόγος· εἰ μέλλεις ὀψὲ ἀμύνειν, νῦν ἄμυνον. συνᾴδει καὶ τὸ ἑξῆς (sc. Ι 249—50) ὅτι νῦν μὴ ἐπαμύνας οὐχ εὑρήσεις τοῦ κακοῦ ἴασιν. b(BE3E4)T | ||
9249-50a | ex. | Nic. | οὐδέ τι μῆχος / ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν: οὐδεμία ἐστὶ μηχανὴ τοῦ κακοῦ ῥεχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως τυγχάνει. A b (BE3E4)T | ἐπὶ τὸ μῆχος (249) βραχὺ διασταλτέ‐ | |
5 | ον· σαφέστερον γὰρ οὕτω παρίσταται. A | ||
9249-50b | ex. | 〈οὐδέ τι μῆχος / ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑ‐ ρεῖν:〉 τὸ „οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω“ (Α 343) ἐντέχνως αὐτῷ προβάλλεται· τοῦτο γὰρ περὶ Ἀγαμέμνονος ἔλεγε τοῖς κήρυξιν. ἐφ’ ἕτερον δὲ κεφάλαιον ἔρχεται ὡς καὶ αὐτῷ συμφέρον | |
5 | καὶ ὠφέλιμον τὸ μὴ παριδεῖν τὸν νῦν καιρόν. b(BE3E4) | ||
9.251 | ex. | 〈Δαναοῖσιν:〉 οὐκ Ἀγαμέμνονι· τοῦτο γὰρ κατακρύπτει b(BCE3E4)Til διὰ τὸ μὴ αἴφνης παροξῦναι αὐτόν. b(BCE3E4) | |
9252a | x | ὦ πέπον: ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ δὲ τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ. A | |
9252b | ex. | πατὴρ ἐπετέλλετο Πηλεύς: τοῦτο δεύτερον κεφά‐ λαιον, εἰς ἐπιείκειαν καὶ πραότητα προκαλούμενον. τὸ δὲ στασιαστι‐ κὸν θέλων ὀνειδίζειν †οὐδὲ† τοῖς ῥήμασιν ἀνακεκαλυμμένως χρῆται οὔτε ἐξ ἰδίου προσώπου τὴν ἐπιτίμησιν ποιεῖ, ἀλλ’ ἐν ἠθοποιΐᾳ ἐξ | |
5 | ἀπόντων προσώπων ταύτην εἰσήγαγεν. ἔστιν οὖν ἀνεπαχθὴς ὡς οὐκ ἰδίας ὑποθήκας εἰσάγων, ἀλλ’ ὑπομιμνῄσκων τοῦ πατρός. καὶ ὁ Νέ‐ στωρ ὁμοίως πρὸς Πάτροκλον (sc. Λ 785—90). b(BCE3E4)T | ||
9253a | ex. | ἐκ Φθίης Ἀγαμέμνονι πέμπε: ὡσανεὶ δευτέρῳ πατρί. ἐντέχνως οὖν οὐκ εἶπε ‘σὺν Ἀγαμέμνονι‘. b(BCE3E4)T | |
9253b | ex. | 〈Ἀγαμέμνονι πέμπε:〉 ἔνδοξόν τι· καὶ πρὸς πειθὼ γὰρ ἐπιτήδειον τοῦτο. Til | |
9.254 | Ariston. | 〈τέκνον ἐμόν:〉 σημειοῦνταί τινες, ὅτι παρεῖται τὸ ‘τάδε | |
λέγων‘. Aim | |||
9254-8 | ex. | τέκνον ἐμόν〈—νέοι ἠδὲ γέροντεσ〉: συνετῶν τὸ τὰς φύσεις τῶν υἱῶν καταμαθόντας πρὸς ταύτας ἁρμόττεσθαι τοὺς λό‐ γους, ὡς καὶ ὁ Πηλεὺς εἰδὼς Ἀχιλλέα ἀνδρεῖον μέν, ὀργίλον δὲ καὶ πλήρη φιλοτιμίας, παραινεῖ αὐτῷ ἀποθέσθαι τοῦ ἤθους τὸ φιλόνει‐ | |
5 | κον, b(BCE3E4)T ὡς ἐκ τούτου μάλιστα τιμῆς τευξόμενον, ἧς ὀρεγόμενον ἑώρα τὸν Ἀχιλλέα. ἔστι δὲ πιστὸς ὡς πατὴρ καὶ ἐν πολέ‐ μοις πολλάκις εὐδοκιμήσας. b(BE3E4)T | ||
9.255 | ex. | δώσους’, αἴ κ’ ἐθέλωσι: καλῶς τὸ ἐθέλωσι, ὡς οὐ δω‐ σόντων, εἰ ἀνάξιος ὀφθείη τῆς δωρεᾶς. A b (BCE3E4)Til | |
9256a | D | ex.(?) | ἴσχειν 〈ἐν στήθεσσι: ἴσχειν·〉 ἐπέχειν, παύειν. | τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται οὖσα αἰτία τῆς ὀργῆς, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι, φησί, ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς ὄρεξιν ἀντιλυπήσεως. A | |
9256b | ex. | 〈ἴσχειν ἐν στήθεσσι:〉 διδασκαλία καὶ ἡμῖν, κρατεῖν ὀργῆς. Til | |
9.257 | ex. | ἔριδος κακομηχάνου: πρὸς τὴν ἀγαθὴν διέστειλεν. ἐπεί‐ περ οἱ ἐρίζοντες κακὰ τοῖς πλησίον μηχανῶνται. δείκνυσι δέ, ὅτι οὐ τοσοῦτον ὀνίνησιν ἰσχύς, ὅσον ἡ πρὸς τοὺς φίλους ἔρις βλάπτει. b (BCE3E4)T | |
9257-8 | ex. | ὄφρα σε 〈μᾶλλον〉 / τίως’ 〈Ἀργείων〉 ἠμὲν νέοι | |
ἠδὲ γέροντες: εἰ μὴ ὑποθήκη πατρὸς ἐδόκει τὸ †πρασσόμενον†, κἂν ἠρέθισεν Ἀχιλλέα ὑποσημαίνων ὡς ἀσχημονεῖ νῦν καὶ παρὰ νέοις καὶ παρὰ γέρουσιν. b(BCE3E4)T | |||
9.259 | ex. | σὺ δὲ λήθεαι: πρᾴως καθήψατο, οὐκ ἀμελεῖν αὐτὸν φήσας, ἀλλ’ ἐπιλελῆσθαι. ὄνομα οὖν ἐξελέξατο συγγνώμης ἀξιούμενον. b(BCE3E4)T | |
9259-60 | ex. | ἀλλ’ ἔτι καὶ νῦν / παῦε: καλῶς νῦν (259), ἵνα δη‐ λώσῃ τὸν ἱκέτην. ἅμα δὲ καὶ ὑποφαίνει ὡς οὗτος αὐτῷ ὑποτάττεται, ᾧ ὁ πατὴρ αὐτὸν ὑπέταξεν. μετὰ δὲ τὸ τοὺς τοῦ πατρὸς λόγους πε‐ πᾶναι αὐτὸν προφέρει τὰ δῶρα· b(BCE3E4)T αἰσχροκερδὲς γὰρ | |
5 | ἦν τὸ ἀπ’ ἀρχῆς. b(BE3E4)T | ||
9261a | ex. | 〈ἄξια δῶρα δίδωσι:〉 τρίτον κεφάλαιον τὸ περὶ τῶν δώρων. b(BE3E4)Til | |
9261b | Ariston. | 〈χόλοιο:〉 ὅτι ἀντιφράζει τῇ μήνιδι τὸν χόλον. Aim | |
9262a | Nic. | Ariston. | | εἰ δὲ σὺ μέν μευ 〈ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω〉: | |
Hrd. καθ.(?) | οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δέ, ὡς λείποντος τοῦ θέλεις, διηλέγχθησαν ἐν τοῖς ἐπάνω (sc. ad Ι 46—7 a). καὶ νῦν δέ ἐστιν ὁ λόγος· ‘ἄγε δὴ σὺ μέν μου ἄκουσον‘. | ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐγὼ δ’ ἄν | ||
5 | σοι καταλέξαιμι, ἢ περισσὸς ὁ κέ. | τὸ εἴ παρακελευστικὸν ἐπίρρημά ἐστιν, ὃν τρόπον ἐπὶ τοῦ Διὸς „ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν“ (Ω 74). καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ τούτου γεγονέναι τοῦ συν‐ δέσμου τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλλαγέντος εἰς περισπώμενον | ||
ἀναγκαίως καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης. A | |||
9262b | ex. | εἰ δέ, σὺ μέν μευ ἄκουσον: ἀντὶ τοῦ ἄγε δή. δυσχεραί‐ νοντος δὲ αὐτοῦ πρὸς τοὔνομα τῶν δώρων δεῖται ἀκουσθῆναι. ἢ τάχα ἔμφασίς ἐστι τοῦ πλήθους τῶν δοθησομένων. b(BCE3E4)T | |
9.265 | ex. | 〈αἴθωνας δὲ λέβητας:〉 διαιρεῖ τῶν ἀναθεματιαίων, ἐμπυ‐ ριβήτας (cf. Ψ 702) καὶ αἴθωνας αὐτοὺς καλῶν. Til | |
9.270 | Did. | 〈ἀμύμονας:〉 οὕτως Ἀρίσταρχος μετὰ τοῦ ς „ἀμύμονασ“. Aim | |
9.271 | Ariston. | Λεσβίδας: ὅτι τὰς ἑπτὰ Λεσβίδας ὑπισχνεῖται, οὐχ ὡς ὁ Ζηνόδοτος ἐν ταῖς ἑπτὰ καὶ τὴν Βρισηΐδα τάττει· ἔστι γὰρ Λυρνησ‐ σία. A | |
9.274 | Did. | 〈κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖται:〉 Ἀρίσταρχος γράφει „κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον 〈ὀμεῖται〉“. Aim | |
9.279 | Ariston. | 〈νηήσασθαι:〉 ἀντὶ προστακτικοῦ. Aim | |
9.292 | Hrd. καθ. | 〈Ἱρήν:〉 οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ Καθόλου (1, 263,6). Aim | |
9.297 | Ariston. | οἵ κέ σε δωτίνῃσι 〈θεὸν ὣς τιμήσονται〉: ἡ διπλῆ, ὅτι τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο· οὕτως γὰρ Ἀρίσταρ‐ χος τιμήσονται ὡς ἐλεύσονται. A | |
9.299 | Did. | 〈μεταλλήξαντι:〉 διὰ τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ | |
Ἀριστάρχου. Aim | |||
9300a | ex. | εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο: τέταρτον κεφά‐ λαιον δεητικὸν ὑπὲρ τῶν Ἑλλήνων. ὑποφορᾷ δὲ χρῆται, προλαμβά‐ νων αὐτοῦ τὴν ἀντίρρησιν καὶ τῇ Ἀγαμέμνονος ἔχθρᾳ ἀντιτιθεὶς τὸν ἁπάντων ἔλεον καὶ μόνον οὐχὶ πᾶσαν ἱκετεύουσαν παράγων Ἑλλάδα. | |
5 | ἐπὶ τὴν δευτέραν δὲ μεταβέβηκε στάσιν καὶ πανταχόθεν πείθει· ὑπο‐ σχέσει, δεήσει, ὠφελίμῳ, ἐλέῳ. b(BCE3E4)T | ||
9300b | ex. | ex. | κηρόθι μᾶλλον: κηρὸς μᾶλλον. T | εἰς δύο δὲ μερίζει τὴν ἱκετείαν, Ἀγαμέμνονα καὶ Ἕλληνας. b(BCE3E4)T | |
9300c | ex. | κηρόθι μᾶλλον: ἤτοι θανάτου πλέον, παρὰ τὴν κῆρα, τουτέστι θανατηφόρον μοῖραν. ἢ ἐν τῇ ψυχῇ μισεῖται μᾶλλον, παρὰ τὸ κῆρ, ὅ ἐστι ψυχή. A | |
9302-3a | Nic. | τειρομένους ἐλέαιρε 〈κατὰ στρατὸν οἵ σε θεὸν ὥς / τίσουσι〉: τὸ κατὰ στρατόν (302) ἀμφοτέροις δύναται συνάπτεσθαι τοῖς μέρεσιν. εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ ἑξῆς· τειρομένους κατὰ στρατόν, οἷον καταπονουμένους ἤδη | |
5 | ἐν τῷ στρατοπέδῳ καὶ δεδιωγμένους μέχρι θαλάσσης. εἰ δὲ τοῖς ἑξῆς, ἔσται ὁ λόγος· οἵτινές σε κατὰ πᾶν τὸ στράτευμα τιμήσουσιν ὡς θεόν, οἷον πάντες ὁμοίως. A | ||
9302-3b | Nic. | ex. | 〈τειρομένουσ〉 ἐλέαιρε κατὰ στρατὸν 〈οἵ σε θεὸν ὥς / τίσουσι〉: τὸ 〈κατὰ〉 στρατόν (302) δύναται πρὸς ἄμφω εἶναι. | αὔξων τὴν εὔκλειαν δείκνυσιν ὡς πρὸς αὐτούς ἐστιν ἡ πρᾶξις. T | |
9.303 | ex. | ἦ γάρ κέ σφι 〈μάλα〉 μέγα κῦδος ἄροιο: ὡς „πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδοσ“ (Δ 95) ἀντὶ τοῦ παρὰ πάντων ἢ ἐκ πάν‐ | |
των. T | |||
9304a | ex. | νῦν γάρ 〈χ’〉 Ἕκτορ’ ἕλοις: τρία ποιεῖ· τῷ μὲν καλῷ τῆς ἐπικουρίας τὸ φιλότιμον συνάπτει, ἀντὶ δὲ τῆς κατὰ τοῦ ἀδικήσαντος ὀργῆς τὴν τῶν ἀτυχούντων ἱκετείαν οἰκτίζεται, τὸ δὲ ἀνθέλκον τοῦ θυμοῦ ἐπιρρεπὲς ποιεῖ φθόνῳ τῶν περὶ τοὺς ἐχθροὺς εὐτυχημάτων. | |
5 | b(BCE3E4)T | ||
9304b | ex. | 〈νῦν:〉 καλῶς εἶπε νῦν, T ὡς πρώην αὐτοῦ πτήσσον‐ τος ἐν τῷ τείχει· ὥστε μὴ ἀπολέσῃς τὸν καιρόν, ἐν ᾧ μεγάλα δυνήσῃ ἐπιδείξασθαι κατὰ τῶν πολεμίων. b(BCE3E4)T | |
9.305 | ex. | 〈οὔτινα:〉 οὐδὲ σέ. ἐρεθιστικὰ δὲ ταῦτα. Til | |
9307-9 | ex. | τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς 〈/ — /〉 χρὴ μέν: τὸν Ἀχιλλέα παραδίδωσι φιλότι‐ μον, ἁπλοῦν, φιλαλήθη, βαρύθυμον, εἴρωνα. καὶ ὅσα μὲν φθέγγεται συνετά, ταῦτα αὐτῷ ἡ παιδεία δέδωκεν, ὅσα δὲ αὐθάδη καὶ μεγαλό‐ | |
5 | φρονα, ταῦτα ὑπὸ τῆς φύσεως λέγειν προάγεται. b(BCE3E4)T | ||
9309a | ex. | χρὴ μὲν δὴ τὸν μῦθον 〈ἀπηλεγέως ἀποειπεῖν〉: γυμνός ἐστιν ὑπὸ τῆς ὀργῆς καὶ περιπλοκὰς οὐκ οἶδε λόγων· ἔδει γὰρ δικαιολογεῖσθαι, εἶθ’ οὕτω τὴν ἀπόφασιν ἐπαγαγεῖν. ὁ δὲ τοὐναντίον φησίν· ἔστι γὰρ θυμὸς μεστὸς ἀκοσμήτου παρρησίας, τοσοῦτον δὲ | |
5 | ἀπέχει πειθοῦς, ὅτι καὶ τῶν ἄλλων προαναστέλλει τοὺς λόγους „ὡς μή μοι τρύζητε παρήμενοι“ (Ι 311). πάντες δὲ οἱ παρὰ θυμὸν ἀπει‐ λοῦντες πίστιν ἐπάγουσι τοῖς ἰδίοις λόγοις, οἱ μὲν λόγῳ, οἱ δὲ δι’ ἀπο‐ δείξεων, οἱ δὲ διὰ γνωμῶν, ὃ νῦν (sc. Ι 312—3) ποιεῖ. b(BCE3E4)T | ||
9309b | ex. | 〈τὸν μῦθον:〉 τὸν ἀντικείμενον τοῖς ῥηθεῖσιν. Til | |
9309c | D | ex. | ἀπηλεγέως: ἀποτόμως, σκληρῶς· ἢ ἀπαγορευτικῶς, κεκριμένως. A | ἀπαγορευτικῶς, A b (BCE3E4)T διαρρήδην· ἢ συντόμως ἀπὸ τοῦ λῆξαι, ὅ ἐστιν εἰπόντα παύσασθαι· φιλοσύντομος γὰρ ὁ θυμός. ἢ ἀσυμπαθῶς καὶ ἀπηλγημένως παρὰ τὸ ἀλέγειν· οἱ γὰρ | |
5 | λυπεῖν θέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς πρὸς μὲν Ὀδυσσέα ἀπιέναι φησίν (sc. Ι 356—63), πρὸς Φοίνικα δὲ μένειν (cf. Ι 618—9), μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα δὲ πολεμήσειν, ἀλλ’ ὅταν ἀνάγκη καλῇ (sc. Ι 650—55). A b (BE3E4)T τοῦτο δὲ θυμώδους ἀνδρὸς καὶ πρὸς τὸ μὴ καταφρονηθῆναι ἀγωνιζομένου. T | ||
9310a | Did. | 〈ᾗπερ δὴ κρανέω:〉 Ἀρίσταρχος „ᾗπερ δὴ φρονέω“. Aint | |
9310b | Did. | ex. | ᾗπερ δὴ κρανέω {τε}: αἱ Ἀριστάρχου „φρονέω“. | τὸ δὲ κρανέω ἀντὶ τοῦ τελειώσω, πληρώσω. ὁ δὲ ᾗ ἀντὶ τοῦ ὥς. T | |
9311a | ex. | ὡς μή μοι τρύζητε 〈παρήμενοι ἄλλοθεν ἄλλοσ〉: αὐ‐ θαδῶς ἐπισκώπτει τὴν ἐπιτέχνησιν τῶν λόγων Ὀδυσσέως, καὶ Φοί‐ νικα προανακόπτει, ὃν ὑποπτεύει παρακεκλῆσθαι ὑπὸ τοῦ Ἀγαμέ‐ μνονος. b(BCE3E4)T τινὲς δὲ διὰ τὸ „καί μ’ ᾐτιάασθε ἕκαστοσ“ | |
5 | (Π 202). T | ||
9311b1 | ex. | τρύζητε: παρὰ τὸ τρυγών ἐστιν· ἢ τρύχητε τὴν ἀκοήν, ἢ τονθορύζητε. T | |
9311b2 | τρύζητε ἤτοι τρύχητε τὴν ἀκοὴν καὶ βαρύνητε. b | ||
(BCE3E4) | |||
9311c | Did.(?) | 〈παρήμενος:〉 γράφεται „παρήμενοι“. Aim | |
9312-3 | ex. | ἐχθρὸς γάρ μοι κεῖνοσ〈— /〉 ὅς 〈χ’〉 ἕτερον μὲν κεύθῃ 〈ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ〉: πρὸς τὴν ἀλλοιωτικὴν στάσιν Ὀδυσσέως. τὸ δὲ ἄλλο (313) ἐπὶ τῶν ἑτερογενῶν· „ὄρνεον ἄλλο“ (Ν 64), „φάρμακον ἄλλο“ (κ 392). κακῶς οὖν ἔχει νῦν ἀντὶ τοῦ ἕτερον | |
5 | τὸ ἄλλο δὲ εἴπῃ (313). T | ||
9.312 | ex. | ὁμῶς Ἀΐδαο πύλῃσιν: πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν | |
5 | ἐναντίων ὁ θάνατος; A b (BCE3E4)T | ||
9.313 | Ariston. | ὅς χ’ ἕτερον μὲν κεύθῃ 〈ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ〉: ὅτι δοκεῖ συγκεχύσθαι τὸ 〈ἄλλο πρὸς τὸ〉 ἕτερον· ἔδει γὰρ ‘ἕτερον δὲ εἴπῃ‘, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου· τὸ γὰρ ἄλλο ἐπὶ πλειόνων τίθεται. A | |
9314-6 | ex. | αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·/ οὔτ’ ἐμ〈έγ’〉 Ἀτρείδην 〈Ἀγαμέμνονα〉 πεισέμεν οἴω / οὔτ’ ἄλλους Δαναούς: τὸ καλὸν καὶ ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως ἐξέκοψεν· καὶ τὸ μὲν κεφάλαιον τῆς ἀντιρρήσεώς ἐστι τὸ μὴ πεισθή‐ | |
5 | σεσθαι τοῖς λεγομένοις. ἀλλ’ ἐπεὶ τὸ ἀτιμασθὲν ἀπλήρωτον πρὸς ἀγα‐ νάκτησιν, ἀνθέλκεται πρὸς μῆκος λόγων. b(BCE3E4)T | ||
9.314 | Did.(?) | 〈ὥς μοι δοκεῖ εἶναι ἄριστα:〉 ἐν ἄλλῳ „ὡς καὶ τετελε‐ | |
σμένον ἔσται“. Aint | |||
9316a | ex. | οὔτ’ ἄλλους Δαναούς: πρὸς τὸ „εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο, σὺ δ’ ἄλλους περ 〈Παν〉αχαιούσ“ (cf. Ι 300—1)· ἀνέ‐ τρεψεν οὖν καὶ ταύτην τὴν στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν ‘οὔτε ὑμεῖς πείσετε οἱ πρέσβεισ‘, εὐπρεπῶς τῷ κοινῷ ὀνόματι τῶν | |
5 | Ἑλλήνων αὐτοὺς περιέλαβεν. καλῶς δὲ οὔ φησιν ‘οὐκ ἐλεῶ αὐτούσ‘, ἀλλ’ ‘οὐ πείσουσί με‘ (cf. Ι 315). b(BE3E4)T | ||
9316b | ex. | ἐπεὶ 〈οὐκ〉 ἄρα τις χάρις ἦεν: πρὸς τὸ „οἵ 〈κέ〉 σε 〈δωτίνῃσι〉 θεὸν ὣς τι〈μή〉σουσιν“ (Ι 297). χάρις οὖν ἡδονή. T | |
9.317 | Did. | 〈μετ’ ἀνδράσιν:〉 Ἀρίσταρχος „ἐπ’ ἀνδράσι“. AimAint | |
9318a | ex. | 〈ἴση μοῖρα:〉 παρ’ ὑμῖν δηλονότι. Til | |
9318b | ex. | ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι: τοῦτο μάλιστα τοὺς χρηστοὺς λυπεῖ, ὅταν μὴ κατ’ ἀξίαν τιμῶνται. b (BCE3E4)T ἔφυγε δὲ τὸ ὁμοειδές· οὐ γὰρ εἶπε ‘πολεμίζοντι‘. T | |
9319a | ex. | 〈ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός:〉 ἐν δὲ τῇ αὐτῇ τιμῇ καὶ ὁ δειλὸς καὶ ὁ ἀνδρεῖος. Aint | |
9319b | ex. | ἐν δὲ ἰῇ τιμῇ 〈ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλόσ〉: ἀλλάξας τὸ ὄνομα τὸ αὐτὸ εἶπεν. T | |
9.320 | ex. | κάτθαν’ ὁμῶς 〈ὅ τ’ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐορ‐ γώσ〉: ὅρον οὐκ ἔχει κατηγορίας θυμός. τοῦτο δὲ πρὸς τὸ „τύμβον δ’ | |
ἀμφὶ πυρήν“ (Η 336)· οὐ γὰρ πρὸς τὰς πράξεις ὁ τάφος. b(BCE3E4)T | |||
9321a | Hrd. | {οὐδέ τί μοι} περίκειται: ὁ Ἀσκαλωνίτης (p. 50 B.) δύο ποιεῖ, „περί“ εἶτα „κεῖται“, καὶ προπερισπᾷ· σημαίνει δέ, φησί, τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφ’ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι· τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συν‐ | |
5 | θέσει τὸ αὐτὸ νοεῖν; A | ||
9321b | ex. | περίκειται: περισσὸν τῶν ἄλλων ἀπόκειται. b(BCE3E4) T | |
9321-32 | ex. | ἐπεὶ πάθον ἄλγεα 〈θυμῷ / — / Ἀτρείδῃ〉: διὰ μὲν τοῦ πάθον ἄλγεα (321) τὸ ἐπίπονον ἑαυτοῦ παρίστησι, διὰ δὲ τῆς μάστακος (cf. 324) τὸ κηδεμονικόν, διὰ δὲ τοῦ ἀγρυπνεῖν καὶ νύ‐ κτας οὐκ ὀλίγας (cf. 325) τὴν πρόνοιαν καὶ ἐπιμέλειαν, διὰ δὲ τοῦ | |
5 | τὰ ποριζόμενα ἐκ τῆς μάχης ἐπὶ τὸν βασιλέα ἅπαντα ἀναφέρειν (cf. 331—2) τὸ ἐλεύθερον τῆς ψυχῆς, διὰ δὲ τῶν πόλεων, ὧν ἐχειρώσατο (cf. 328—9), τὸ ἀνδρεῖον ἑαυτοῦ φησιν. b(BCE3E4)T | ||
9.322 | Did. | 〈πολεμίζειν:〉 οὕτως Ἀρίσταρχος πολεμίζειν κατὰ τὸ ἀπαρέμφατον. Aint | |
9323a | ex. | ὡς δ’ ὄρνις ἀπτῇσι 〈νεοσσοῖσι προφέρῃσι〉: εἰς τὸ ἐπιδεικτικὸν ἐρχόμενος διὰ τῆς κηδεμονίας αὔξει τὴν ῥώμην, τοσοῦ‐ τον προὔχειν φάσκων Ἑλλήνων ὅσον μήτηρ νεοσσῶν. b(BCE3E4) T εὖ δὲ τὸ μηδὲν τῶν τετραπόδων λαβεῖν εἰς τέκνου φιλοστορ‐ | |
5 | γίαν· ταῦτα γὰρ τρέφοντα τῷ γάλακτι οὐδὲν ἧττον ὠφελεῖται τῶν τρεφομένων· εἰ γὰρ μὴ ἀμελχθείη, καὶ ἀνιᾶται· „οὔθατα γὰρ σφαρα‐ γεῦντο“ (ι 440). ἡ δὲ ὄρνις τὴν ἑαυτῆς τροφὴν εἰς τοὺς νεοσσοὺς ἀνα‐ λίσκει· ὅθεν καὶ πιθανῶς ἐπήνεγκε τὸ „κακῶς δέ τέ οἱ πέλει αὐτῇ“ (Ι 324). εὖ δὲ καὶ τὸ ἀπτῇσιν· οἱ γὰρ πετόμενοι, κἂν ὀλίγον, †προσπο‐ | ||
10 | ρίζονται†. b(BE3E4)T καὶ διὰ τὸ περιϊέναι (cf. Ι 326—9) καὶ λῃζόμενον πάντα φέρειν (cf. Ι 330—2) 〈***〉. T | ||
9323b | ex. | προφέρῃσι: ὡς τὸ „οἱ δὲ προπεσόντες ἔρεσσον“ (μ | |
194). T | |||
9324a | Ariston. | 〈μάστακ’:〉 ὅτι οἱ Γλωσσογράφοι μάστακα τὴν ἀκρίδα, δέον μάσημα καὶ βρῶμα. ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως, κα‐ θάπερ χοίνικα τὸ μετροῦν καὶ τὸ μετρούμενον· „ἀλλ’ Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν“ (δ 287). A | |
9324b | ex. (Ariston.?) | 〈μάστακ’:〉 Νίκανδρος (th. 802) τὴν ἀκρίδα. ὁμώνυμος 〈δὲ〉 τῷ στόματι, ὡς καὶ χεῖλος. Til | |
9324c1 | Did. | κακῶς δέ τέ οἱ πέλει αὐτῇ: διὰ τοῦ „ἄρα“ γράφουσι καὶ αἱ Ἀριστάρχου, „κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ“. αἱ δὲ εἰκαιότεραι κακῶς δέ τέ οἱ πέλει αὐτῇ. A | |
9324c2 | Ἀρίσταρχος „κακῶς δ’ ἄρα οἱ“. Aint | ||
9324d | ex. | κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ: ἵνα ἡ εὐεργεσία μὴ ἐξ ἀκινδύνου περιουσίας προσεῖναι δοκῇ. T | |
9325a1 | ex. | Or. | ex. | | ἴαυον: ἐμονομάχουν. | παρὰ τὸ αὔω τὸ κοιμῶμαι | ἢ | |
d | παρὰ τὴν ἴαν τὴν μίαν. | ἢ διετέλουν. A | ||
9325a2 | ex. | ἐμονομάχουν· παρὰ τὴν ἴαν. Til | |
9326a | ex. | ἤματα δ’ αἱματόεντα 〈διέπρησσον πολεμίζων〉: διὰ φόνων ἦν ὁ βίος, οὐ δι’ ἐμὴν ἡδονήν· „οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον“ (Α 152), ἀλλὰ διὰ τὸ γύναιον Μενελάου· τοῦτο γὰρ δηλοῖ τὸ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). ἢ τολμηρῶς πολεμῶν πρὸς ἄν‐ | |
5 | δρας ὑπὲρ παίδων καὶ γυναίων ῥιψοκινδύνως ἀγωνιζομένους. b (BCE3E4)T | ||
9326b | ex. | 〈αἱματόεντα:〉 ἐν αἵματι ἢ ἐν μόχθῳ. Aint | |
9327a | Ariston. | 〈ὀάρων:〉 ὅτι ὄαροι αἱ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁμι‐ λίαι. νῦν δὲ λέγει τῶν γυναικῶν. Aint | |
9327b1 | ex. | ὀάρων {ἕνεκα}: γράφεται καὶ „ὠρέων“. ὀάρων μὲν †σὺν ἄορσιν†, ὅ ἐστι τῶν γυναικῶν τῶν αἰχμαλωτίδων, παρὰ τὸ ἄορ, ὅ ἐστι ξίφος, ὅτι διὰ πολέμου καὶ αἰχμῆς καὶ φασγάνου ἐλῄζοντο. „ὠρέων“ δὲ τῶν συμβίων παρὰ τὸ ξυνωρεῖν, ὅθεν καὶ ξυνωρίδας τὰς | |
5 | συζυγίας τῶν ἵππων φαμέν. T | ||
9327b2 | ὀάρων: γράφεται καὶ „†ὀρέω톓. ἓν δὲ ἐξ ἀμφοτέρων τὸ σημαινόμενον, τῶν γυναικῶν. ὀάρων μὲν ἀπὸ τοῦ ὀαρίζειν, „ὠρέων“ δὲ ὡς ἄν τις εἴποι συναόρων, ἀπὸ τοῦ συνωρεῖν, καθὸ καὶ συνωρίδας | ||
ἐπὶ τῶν ἵππων. A | |||
9.328 | ex. | δώδεκα δὴ σὺν νηυσὶ 〈πόλεις ἀλάπαξ’ ἀνθρώπων〉: ἐντέχνως τὰς πράξεις ἐπάγει, πίστιν τοῖς προειρημένοις (sc. Ι 321—7) φέρων. εὖ δὲ καὶ τὸ μὴ κατ’ ἄνδρα τὰ πραχθέντα φράζειν, ἀλλὰ κατὰ πόλεις καὶ ταύτας ἀθρόας. ἅμα δὲ καὶ συμπληροῖ τὴν ὑπόθεσιν. | |
5 | Σηστὸν δὲ καὶ Ἄβυδον οὐ πορθεῖ ὡς ἠσφαλισμένας· λαφύρων γὰρ ἔδει, οὐ κατορθωμάτων. b(BCE3E4)T | ||
9.329 | ex. | 〈πεζὸς δ’ ἕνδεκά φημι:〉 ὡς ἐν ἀμφισβητησίμῳ διορίζε‐ ται. Til | |
9.332 | ex. | ὁ δ’ ὄπισθε μένων: ἐμοῦ ἀποδημοῦντος. τὴν δειλίαν δὲ Ἀγαμέμνονος ἐμφαίνει τὸ ὄπισθε. b(BCE3E4)T | |
9333a | ex. | δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ’ ἔχε‐ σκεν: ἀμφοτέρωθεν ηὔξηται ἡ ἀχαριστία τοῦ βασιλέως, ὅτι τοιαῦτα καὶ τοσαῦτα λαβὼν καὶ βραχὺ δοὺς γέρας τῷ κομίσαντι καὶ τοῦτο ἀφῄρηται. b(BCE3E4)T | |
5 | D. | 〈δεξάμενος διὰ παῦρα δασάσκετο:〉 †ὁ δὲ† λαμβάνων ὀλίγα διένειμε καὶ ἐδίδου. Aint | |
9333b | ex. | πολλὰ δ’ ἔχεσκεν: τεχνικῶς ἐνδείκνυται ὅτι καὶ τὰ νῦν αὐτῷ διδόμενα δῶρα μέρος ἐστίν, ὧν Ἀγαμέμνων παρ’ αὐτοῦ λαμ‐ βάνων ἀδίκως ἐσφετερίσατο. b(BCE3E4)T | |
9334-6 | ex. | ἄλλα δ’ ἀριστήεσσι δίδου 〈γέρα〉 καὶ βασιλεῦσι· / τοῖσιν δ’ ἔμπεδα κεῖται, ἐμοῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν / εἵλετο: ἐπιφθόνως φησὶ ‘τοῖς ἄλλοις ἐφύλαξε τὰ γέρα, ἐμοὶ δὲ οὔ, b(BCE3E4)T δι’ οὗ καὶ αὐτοὶ ἐλάμβανον‘ T εὐπρεπῶς δὲ | |
5 | οὐκ εἶπεν ‘ὑμῖν‘. ἄτοπον δέ, εἰ πολλὰ μὲν ἔχων, μικρὰ δὲ παρέχων | ||
οὐδὲ ἐπ’ ἴσης τῶν ἄλλων ἐᾷ αὐτῷ τὰ δοθέντα. b(BCE3E4)T | |||
9335-6 | ex. | ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν 〈/ εἵλετ’〉: καλὰ τὰ μετὰ τὴν καταρίθμησιν τῶν κατορθωμάτων. T | |
9336a | ex. | 〈εἵλετ’, ἔχει δ’:〉 γράφεται δὲ καὶ „εἵλετ’ ἔχειν“ ἀντὶ τοῦ ἠθέλησεν, ὅπερ ὁ Ἡρωδιανὸς ἀποδέχεται ὡς ἄμεινον. b(BCE3E4) | |
9336b | ex. | 〈ἄλοχον θυμαρέα:〉 ηὔξησε τὴν ὕβριν ἄλοχον αὐτὴν εἰπὼν καὶ θυμαρέα. b(BCE3E4)T | |
9336c | D | Hrd. | θυμαρέα: τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. | σύνθετον δέ ἐστι παρὰ τὸ ἄρω θυμαρής, ὀξυτόνως. καὶ οὕτως ἀνέγνωμεν „Εὔμαιος δ’ ἄρα οἱ σκῆπτρον θυμαρέσ“ (ρ 199) διὰ τοῦ α· οὐ γάρ ἐστι παρώ‐ νυμον διὰ τοῦ ηρης· τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύ‐ | |
5 | νεται, ξιφήρης ὀλιγήρης τοξήρης ὀνώδης καὶ βοώδης. A | ||
9336d | ex. | τῇ παριαύων: οὐ συνιαύων, διὰ τὸ βίαιον· φησὶ γοῦν „δμωῇσι δὲ γυναιξὶ †παρευνάζεσθαι† βιαίωσ“ (χ 37). b(BCE3E4)T | |
9337-9 | ex. | τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσ〈σ〉ι〈ν/ Ἀργείους;〉 τί δὲ λαὸν ἀνήγαγεν 〈ἐνθάδ’ ἀγείρας /〉 Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκα: πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγαμέμνονα ἢ ἀσύνετον ἢ ἄδικον· εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆναι περὶ γυ‐ | |
5 | ναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστι περὶ μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπ’ ἀλλοφύ‐ λων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει; καὶ πρῶτον μὲν ἀπηρίθμηται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν. A b(BE3E4)T | ||
9.338 | Ariston. | τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’: ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, διὰ τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι. A | |
9.339 | ex. | 〈Ἑλένης:〉 αὐξητικῶς τῇ Διὸς εἴκασε τὴν Βρισηΐδα. Til | |
9340-3 | ex. | ἦ μοῦνοι φιλέους’ ἀλόχους—περ ἐοῦσαν: τὸ τοιοῦτον ἐπιμονὴ λέγεται, ὅταν τις ἔχων αἰτίαν ἐπί τινι μὴ φεύγῃ τὸ ἔγκλημα. καὶ Ἀχιλλεὺς οὖν, ἐπεὶ διαβολὴν εἶχεν ὡς γυναικὸς χάριν ὀρ‐ γισθείς, οὐ φεύγων τὴν ὁμολογίαν εἰς τὸ ὅτι δικαίως ἐχαλέπηνεν ἔρχε‐ | |
5 | ται, b(BCE3E4)T καὶ πρῶτον μὲν διέστρεψε δυσαπόκριτον προ‐ βαλλόμενος ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων/ Ἀτρεῖδαι; (340—1), εἶτα πανδήμῳ κρίσει τὴν γνώμην ἐπεσφραγί‐ σατο· b(BE3E4)T ἐπεὶ ὅστις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων (341). b(BE3E4) | ||
9.341 | ex. | 〈ἀγαθὸς καὶ ἐχέφρων:〉 τεχνικῶς τὸ ἄνομον ἰᾶται διὰ τοῦ παρὰ τοῖς σπουδαίοις ἰσότιμον εἶναι τὸν γάμον. b(BE3E4)T | |
9342a1 | Hrd. | τὴν αὐτοῦ φιλέει: ὁ Ἀσκαλωνίτης (p. 50 B.) δασύνει, | |
σύνθετον ἐκδεχόμενος τὴν ἀντωνυμίαν 〈***〉· διὸ καὶ τὰς τοιαύτας κατὰ διάλυσιν ἀναγινώσκομεν· „καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ“ (Α 271) καὶ „πυκάσασα ἓ αὐτήν“ (Ρ 551)· τί οὖν ἔστιν ἐνθάδε λέγειν ἢ | |||
5 | ὅτι λείπει ἡ ἕο; ὡς τὸ „ἕο τ’ αὐτοῦ πάντα κολούει“ (θ 211), οὕτως καὶ ἐνθάδε ‘τὴν ἕο αὐτοῦ φιλέει‘. A | ||
9342a2 | Πτολεμαῖος δασύνει νομίζων τὸ πλῆρες εἶναι ἑαυτοῦ, ἀγνοῶν ὅτι Ὅμηρος οὐδέποτε συνθέτῳ κέχρηται ἀντωνυμίᾳ. λείπει οὖν ἡ ἕο, ὡς τὸ „ἕο τ’ αὐτοῦ“. T | ||
9343a1 | Hrd. | δουρικτήτην· δουρικτήτη ὡς „ἀριγνώτη“ (ζ 108), ἵνα τοῦ δουρίκτητος παρώνυμον ᾖ· οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητής, ἀμφιρύτη (cf. a 50 al.), περιξέστη (cf. μ 79). A | |
9343a2 | ὡς ἀμφιρύτη, περιξέστη. Til | ||
9344a | ex. | νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο: ὁ νῦν πολλὰ ὑπισχνούμενος καὶ τὸ βραχὺ ἀφῄρηται. ὥσπερ δὲ σπινθὴρ κεκρυμμέ‐ νος ὕστερον τὸ πᾶν τῆς ὕλης καταναλώσας ἔκδηλος γίνεται, οὕτως ὁ ἥρως τοὺς ἐπιπλάστους λόγους ἀποσειόμενος διάδηλος γίνεται. b | |
5 | (BCE3E4)T | ||
9344b | ex. | 〈καί μ’ ἀπάτησεν:〉 ἴσως ὑποσχόμενος αὐτὸν ἐντίμως πέμψειν οἴκαδε ἠπάτησεν. b(BCE3E4)T | |
9345a | ex. | 〈μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει:〉 τὰ σκυθρωπὰ οὐκ ἐπὶ τὸν Ὀδυσσέα τείνει. Til | |
9345b | ex. | 〈εὖ εἰδότος:〉 καλῶς ἐπισταμένου μου ὅτι ἀπατεών ἐστιν. Aim | |
9346a | ex. | ἀλλ’ Ὀδυσεῦ: οὔτε γὰρ ἔδει Φοίνικα εἰρωνεύεσθαι ὡς τροφέα οὔτε Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα. b(BCE3 E4)T | |
9346b | ex. | 〈σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσιν:〉 διὰ τὸ „παρ’ | |
ἔμοιγε καὶ ἄλλοι“ (Α 174). b(BCE3E4)T | |||
9347a | Ariston. | φραζέσθω: πρὸς τὸ ἐν Ὀδυσσείᾳ (θ 75) ζητούμενον „νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆοσ“, ὅτι ἐμφαίνει καὶ νῦν ἀναι‐ ρῶν τὴν ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέα, λεγόντων βουλῇ καὶ λόγῳ αἱρεθήσεσθαι τὴν πόλιν· νῦν γὰρ οἷον ἐπισαρκάζων λέγει. A | |
9347b | ex. | 〈ἀλεξέμεναι:〉 ἀντὶ τοῦ ὅπως ἀλεξήσῃ. Til | |
9.348 | ex. | ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο 〈νόσφιν ἐμεῖο〉: εἰρω‐ νικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν βουλὴν Νέστορος εὐτελίζειν. b(BCE3E4)T | |
9349-50 | Did. | καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ / ... ἐν δὲ σκόλοπας κατέπηξεν: ἐν τῷ Περὶ Ἰλιάδος καὶ Ὀδυσσείας ὁ Ἀρίσταρχος προ‐ φέρεται „καὶ ἤλασεν ἔκτοθι τάφρον“ (349) καὶ ἐν τῷ ἑξῆς (sc. 350) „περὶ δὲ σκόλοπας κατέπηξεν“. εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαί. A | |
9.349 | ex. | Did. | καὶ ἤλασε τάφρον 〈ἐπ’ αὐτῷ〉: ἐξέτεινεν, ἀπὸ τοῦ σιδή‐ ρου· ἢ ὤρυξεν, b(BCE3E4)T ἀπὸ τοῦ παρεπομένου. T | Ἀρί‐ σταρχος „καὶ ἤλασεν ἔκτοθι τάφρον“. AimT | |
9350a1 | Nic. | 〈εὐρεῖαν, μεγάλην:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ εὐ‐ ρεῖα〈ν〉 πρὸς ἔμφασιν. Aint | |
9350a2 | ὀλίγη διαστολὴ εἰς τὸ εὐρεῖαν. Til | ||
9350b | Did. | ἐν δὲ σκόλοπας: Ἀρίσταρχος „περὶ δὲ σκόλοπασ“. T | |
9351-2 | ex. | 〈ἀλλ’ οὐδ’ ὣς δύναται σθένος Ἕκτορος ἀνδροφό‐ | |
νοιο / ἴσχειν:〉 οὐχ ὅτι περιγράφειν, ἀλλ’ 〈οὐδ’〉 ἴσχειν. Til | |||
9352-3 | ex. | ὄφρα δ’ ἐγὼ 〈μετ’ Ἀχαιοῖσιν〉 πολέμιζον, / οὐκ ἐθέλεσκε μάχην 〈... ὀρνύμεν Ἕκτωρ〉: μείζων τείχους Ἀχιλλεύς, εἴ γε τούτῳ μὲν ἐπαυλίζεται Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγε. Ὀδυσσέως δὲ εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐημερίας τῶν Τρώων (cf. Ι 236—7) Ἀχιλλεὺς ἐπὶ | |
5 | τὴν αὑτοῦ ἀπουσίαν τρέπει. b(BCE3E4)T | ||
9353a | ex. | οὐκ ἐθέλεσκε μάχην: ἐθέλεσκε T ἐδύνατο. καὶ ἀνάπαλιν „οὔτε τελευτήν / ποιῆσαι δύναται“ (α 249—50). b(BCE3 E4)T | |
9353b | Hrd. | ἀπό {τείχεος ὀρνύμεν}: δύναται τῇ γενικῇ συντάσσεσθαι καὶ μὴ πάντως σημαίνειν τὸ ἄπωθεν. A | |
9353c | ex. | ἀπὸ τείχους: τινὲς ‘ἐπάνω τοῦ τείχουσ‘, ὑπερβολή. εἰ δὲ σημαίνει τὸ ἄπωθεν, βαρύνεται ὡς τὸ ἄνα ἔπι. T | |
9354a | Ariston. | {ἀλλ’ ὅσον ἐς} Σκαιάς τε πύλας: ὅτι πληθυντικῶς εἶπε τὴν πύλην μίαν οὖσαν. Σκαιαὶ δὲ καὶ Δαρδάνιαι αἱ αὐταί. ἡ δὲ δρῦς πρὸ τῆς Ἰλίου ἦν. A | |
9354b | ex. | καὶ φηγὸν ἵκανεν: δύο εἰσὶ φηγοί· ὑφ’ ᾗ μὲν ἱερὸν Διός (cf. Η 60), ὑφ’ ᾗ δὲ Ἴλου τάφος (cf. Λ 166—7). T | |
9356a | ex. | νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω: τινὲς εἰρωνικῶς ‘οὐ δύναμαι δι’ Ἀγαμέμνονα‘· „καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ/ ἔρριγ’ ἀντιβολῆσαι“ (Η 113—4). b(BCE3E4)T | |
9356b | Did.(?) | 〈πολεμιζέμεν:〉 γράφεται καὶ „πολεμίζειν“. Aim | |
9357-61a1 | ex. | αὔριον ἱρὰ Διῒ ῥέξασ〈— / νῆας ἐμάσ〉: δι‐ δάσκει πρὸ ἁπάσης πράξεως ἡγεμόνας θεοὺς ἐπικαλεῖσθαι. ἵνα δὲ καὶ | |
μὴ λαθραῖον δοκῇ ποιῆσαι τὴν ἀποπομπήν. πρὸς δὲ τὸ „ἀρᾶται 〈δὲ〉 τάχιστα φανήμεναι Ἠῶ δῖαν“ (Ι 240) ἀποκόπτει αὐτῶν τὴν | |||
5 | ἐλπίδα. τὸ δὲ ἑξῆς· ἐπὴν αὔριον ἱρὰ Διῒ ῥέξας καὶ νηήσας τὰς ναῦς προερύσω, ὄψεαι ἡμᾶς πλέοντας. T | ||
9357-61a2 | τὸ ἑξῆς οὕτως· ἐπὴν αὔριον ἱρὰ Διῒ ῥέξας καὶ νηήσας τὰς ναῦς ἅλα δὲ προερύσσω, ὄψεαι, ἢν ἐθέλῃσθα, πλέοντας ἡμᾶς. διδάσκει δὲ πρὸ ἁπάσης πράξεως ἡγεμόνας θεοὺς ἐπικαλεῖσθαι. καὶ ἵνα μὴ λάθρα δοκῇ ὑποχωρεῖν, προλέγει αὐτοῖς καὶ τῶν ἐλπίδων ἀποτειχίζει πασῶν. | ||
5 | b(BCE3E4) | ||
9.358 | ex. | 〈ἐπὴν ... προερύσσω:〉 ἀντὶ τοῦ κινήσαντος. Aim | |
9359a1 | ex. | ὄψεαι, ἢν ἐθέλῃσθα: ἐθέλῃσθα δυνηθῇς, ἐὰν ὑμῖν ἐπιτρέψωσιν οἱ πολέμιοι. ἠθικῶς δὲ εἰρωνεύεται. T | |
9359a2 | δυνηθήσῃ. ἐὰν οἱ πολέμιοι, φησίν, ἐπιτρέπωσί σοι. ἠθικῶς δὲ εἰρωνεύεται. b(BCE3E4) | ||
9360-1 | ex. | ἦρι μάλα〈—〉πλεούσας / νῆας ἐμάς, ἐν δ’ ἄνδρας: πιθανῶς προσέθηκε καὶ τοῦτο, ἵνα ἀπελπίσωσι καὶ τὴν παρὰ τῶν Μυρμιδόνων ἐπικουρίαν ὡς συναχθομένων αὐτοῦ τῇ ἀτιμίᾳ. b(BCE3E4) T | |
9.360 | D | Ἑλλήσποντον: ἀντὶ τοῦ δι’ Ἑλλησπόντου. Ἑλλήσπον‐ τος δέ ἐστιν—Φρίξου ἀδελφῆς. A | |
ex. | {ἐπ’} ἰχθυόεντα: καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀνα‐ γράφονται, ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος, ἀλλὰ καὶ ὁ | ||
5 | Βόσπορος. A | ||
9.361 | ex. | 〈ἐρεσσέμεναι μεμαῶτας:〉 τὸ περὶ τὸν ἀπόπλουν πρό‐ θυμον αὐτῶν δηλοῖ. b(BCE3E4)Til | |
9363a | ex. | ἤματί κεν τριτάτῳ 〈Φθίην ἐρίβωλον ἱκοίμην〉: ἐμ‐ πείρως· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ Ἑλλησπόντου εἰς τὴν Φθίαν | |
πλοῦς ἀνέμῳ χρωμένῳ οὐρίῳ. b(BCE3E4)T | |||
9363b | ex. | 〈ἤματί κε τριτάτῳ—ἱκοίμην:〉 πρὸς τὸ „ἐπειὴ μάλα πολλὰ μεταξύ / οὔρεά τε〈—θάλασσά τε ἠχήεσσα〉“ (Α 156—7). Til | |
9364a | ex. | ἔστι δέ μοι μάλα πολλά: ἀντίθεσιν ποιεῖται τῶν δώρων Ἀγαμέμνονος, ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά, A b (BCE3E4) T τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λα‐ φύρων ἐδέξατο. A b (BE3E4)T | |
9364b | Ariston. | ἐνθάδε ἔρρων: ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινό‐ μενος, ἀλλὰ δυσαρεστῶν τῇ παρουσίᾳ φησίν, ἐνθάδε μετὰ φθορᾶς πα‐ ραγινόμενος. A | |
9364c | ex. (Ariston.?) | ἐνθάδε ἔρρων: τοῦτό φησι δυσαρεστῶν τῇ στρατείᾳ. b(BE3E4)T | |
9.365 | ex. | ἄλλον δ’ ἐνθένδε χρυσὸν 〈καὶ χαλκὸν ἐρυθρόν〉: ταῦ‐ τα ἀντιτίθησι πρὸς τὸ „νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω“ (Ι 137). b(BCE3E4)T | |
9366a | ex. | 〈γυναῖκας ἐϋζώνους:〉 πρὸς τὸ „Τρωϊάδας δὲ γυναῖ‐ κας ἐείκοσιν b(BCE3E4)Til αὐτὸς ἑλέσθω“ (Ι 281). Til | |
9366b | ex. | πολιόν: ἢ ἔντιμον διὰ τὰς γεωργίας, ἢ πολιτικὸν διὰ τὰ ὅπλα, ἢ μέλανα κατὰ ἀντίφρασιν. b(BCE3E4)T | |
D | πολιόν: λαμπρόν· ὀξυνθεὶς—γίνεται. A | ||
9367a | Ariston. | ἅσς’ ἔλαχόν γε: ὅτι παραπλησίως καὶ κατ’ ἀρχὴν τῆς μήνιδος λέγει „τῶν δ’ ἄλλων, ἅ μοί ἐστι“ (Α 300)· τὰ μὲν γὰρ ἄλλα κατὰ κλῆρον ἔλαβεν, τὴν δὲ Βρισηΐδα ἐξαίρετον παρ’ Ἀγαμέμνονος. A | |
9367b | Did.(?) | 〈ἅσς’ ἔλαχόν γε:〉 γράφεται καὶ „ἅσσα λέλογχα“. Aim | |
9367c | ex. | ἅσ〈σ’〉 ἔλαχόν γε: ἔλαχον ὁμοίως τῷ ψιλῷ πλήθει. λέγει γοῦν „τῶν δ’ ἄλλων, ἅ μοί ἐστι“ (Α 300)· ταῦτα γὰρ οὐκ εἰλή‐ φει παρ’ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόντος ἦν. διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξόν, ὃ δέδωκε, λαβεῖν, ἀφαιρεῖται. b | |
5 | (BE3E4)T | ||
9367d | ex. | γέρας δέ μοι, ὥσπερ ἔδωκεν: πάλιν τὸ κυμάζον πάθος εἵλκυσεν αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν ὕβριν Ἀγαμέμνονός φησιν ὥσπερ ἔδωκεν. ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆ‐ θος „δόσαν δέ μοι υἷες Ἀχαιῶν“ (Α 162) φησιν. b(BE3E4)T | |
9368a1 | Did.(?) | 〈ἐφυβρίζων:〉 καὶ „ἐνυβρίζων“. Aint | |
9368a2 | 〈ἐφυβρίζων:〉 „ἐνυβρίζων“, διχῶς. Til | ||
9.369 | ex. | Ἀτρείδης· τῷ πάντ’ ἀγορευέμεν, 〈ὡς ἐπιτέλλω〉: πι‐ θανῶς ἵνα μὴ τὸν Ἀγαμέμνονα εὐφράνωσιν ἀφελόντες τι τῶν τραχύ‐ τερον εἰρημένων, αὐτὸν δὲ ταπεινὸν ἀποφήνωσι, πρᾳότερον τῆς ἀπει‐ λῆς ἀποπρεσβεύσαντες. ἔστι δὲ καὶ χαρακτηριστικὸν τῶν ὀργιζομένων | |
5 | τὸ ἀξιοῦν αὐτὰς τὰς φωνὰς τοῖς ἐχθροῖς διακομίζειν καὶ τὸ ἐπὶ πολλῶν ταὐτὰ λέγειν· b(BCE3E4)T οὐ γὰρ μόνον τὸ κακόν τι τὸν ἐ‐ χθρὸν εἰπεῖν τοῖς ὀργιζομένοις ἡδύ, ἀλλὰ καὶ τὸ παρόντων πολλῶν μαρτύρων. ἴσως δὲ καὶ τῆς παρὰ τοῖς Ἕλλησιν αἰτίας ἀπολυθῆναι θέ‐ λει, ἵνα μὴ αὐτῷ δυσχεραίνωσι τὴν συμμαχίαν ἐγκαταλιπόντι, ἀλλὰ | ||
10 | τῷ τὸν ἄριστον τῶν Δαναῶν ἀτιμάσαντι. ἅμα δὲ καὶ ὡς δίκαια λέγων | ||
ἐπὶ πλειόνων αὐτὰ βούλεται ἐξετάζεσθαι. b(BE3E4)T | |||
9371-3 | ex. | εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν 〈—ἰδέσθαι〉: εἴ γε οἴεται περὶ ἐμοῦ λέγων ἀπατήσειν τοὺς Ἀχαιούς· ἐμὲ γὰρ οὐ πείθειν, ἀλλ’ οὐδὲ ὁρᾶν (cf. 373) διὰ τὴν συνεί‐ δησιν τῶν μεγίστων ἀδικημάτων ἐκείνων δυνήσεται. b(BCE3E4)T | |
9.371 | ex. | {εἴ τινά που δαναῶν ἔτι ἔλπεται} ἐξαπατήσειν: διὰ τί ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος, ἀφαιρεθεὶς δὲ τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη ἐχθρός, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυ‐ | |
5 | λάττεσθαι καὶ μὴ προσέχειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφε‐ λέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν. A | ||
9372a | Nic. | αἰὲν ἀναιδείην 〈ἐπιειμένοσ〉: δύναται μὲν συνάπτε‐ σθαι τῷ ἐπάνω στίχῳ, ὡς καὶ τέτριπται. βέλτιον δὲ καθ’ αὑτὸ προφέ‐ ρεσθαι· μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον. A | |
9372b | ex. | 〈αἰὲν ἀναιδείην ἐπιειμένος:〉 τοῦτο καθ’ αὑτόν, ἵν’ ᾖ κομματικὴ ἡ ἀπαγγελία, τὸν θυμούμενον δηλοῦσα. b(BCE3E4)Til | |
9374-9 | Nic. | ex. | οὐδέ τί οἱ βουλὰς συμφράσσομαι〈—τόσα δοίη〉: ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶττον διακοπτόμενοι· ἐν γοῦν τέτρασι στίχοις ὀκτώ εἰσιν αὐτοτελεῖς στιγμαί, ἀπὸ τοῦ ἐκ γὰρ δή με (375) ἕως τοῦ αἴσῃ (378). | τὸ δὲ ἑξῆς· οὐ συμφράσομαι | |
5 | αὐτῷ οὐδὲ ἀπατήσει με, οὐδὲ ἐάν μοι δεκάκις τόσα δοίη. ἐντεῦθεν δὲ δῆλον ὅτι οὐ μόνον τὰ πολεμικὰ ἤσκητο Ἀχιλλεύς, ἀλλὰ καὶ βουλεύειν ἄριστος ἦν· καὶ γοῦν καὶ διδάσκαλον ἔπεμψεν αὐτῷ ὁ πατήρ, „μύθων τε †ῥητῆρα† ἔμεναι πρηκτῆρά τε ἔργων“ (Ι 443). b(BCE3E4)T | ||
9375-8 | Nic. | ἐκ γὰρ δή μ’ ἀπάτησε, καὶ ἤλιτεν· 〈—ἐν καρὸς | |
αἴσῃ〉: παρατηρητέον ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι· ἡ γὰρ ὀργὴ μᾶλλον παρίσταται διὰ τοῦ τοιούτου. ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ το‐ | |||
5 | σαῦται αἱ στιγμαί, ἕως τοῦ ἐν καρὸς αἴσῃ (378). A | ||
9.375 | ex. | 〈ἀπάτησε:〉 τὴν φιλίαν στρέψας εἰς ἔχθραν. Til | |
9.376 | D | ex. | ἐξαπάφοιτο: ἐξαπατήσειε〈ν〉. A | ἀπὸ τῶν ταῖς ἁφαῖς φι‐ λοφρονουμένων· εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δέ, ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει. A b (BCE3E4)T | |
9.377 | ex. | ἐρρέτω: ἱκανὴν οἴεται τιμωρίαν παρὰ τοῦ ἐχθροῦ λαμβά‐ νειν τὸ ἀπαλλάσσεσθαι τῆς φιλίας αὐτοῦ, ὡς εἰώθαμεν λέγειν ‘ἑαυτὸν ἐχέτω‘. b(BCE3E4)T | |
9378a | ex. | ἐχθρὰ δέ μοι τοῦ δῶρα: πρὸς τὸ δεύτερον κεφάλαιον (sc. Ι 252—60), τὴν παραίνεσιν τὴν τοῦ Πηλέως, οὐδὲν ἀντειπεῖν ἔχων παρῆλθεν αὐτό. b(BCE3)T | |
9378b | Ariston. | | τίω δέ μιν ἐν καρὸς αἴσῃ: ὅτι συνέσταλται Ἰακῶς ἐν | |
ex. | D | καρός ἀντὶ τοῦ ἐν κηρός· A ὅμοιον γάρ ἐστι τῷ „ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ“ (Γ 454). A b (BCE3E4)T | οἱ δὲ ἔγ‐ καρ τὸν φθεῖρα. οἱ δὲ ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ λοιδορεῖ ὁ ποιητής. ἢ | ||
5 | ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὔτε ἤσθιον οὔτε ὠνόμαζον· „ἔγκαροσ“ οὖν τοῦ ἐγκεφάλου. AT | ἄλλως· ἢ ὡς ἔνιοι, ἐν τάξει—ἀτιμό‐ τατοι. A | ||
9379-87 | Nic. | οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις 〈τόσα δοίη —λώβην〉: ἤτοι καθ’ ἑαυτὰ προενεκτέον ταῦτα, ἵνα ἄνωθεν κοιναὶ λαμβάνωνται ἀρνήσεις· „οὐδέ τί οἱ βουλὰς συμφράσσομαι“ (Ι 374), „οὐδ’ ἂν ἔτ’ αὖτις / ἐξαπάφοιτ’ ἐπέεσσιν“ (Ι 375—6), οὐδ’ εἴ | |
5 | μοι δεκάκις τε καὶ τὰ ἑξῆς διασταλτέον καθ’ ἕκαστον· ἢ ὑποστι‐ κτέον πάντα ἕως τοῦ ψάμαθός τε κόνις τε (385), ἵνα ἀνταποδί‐ δωται οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσῃ (386). A | ||
9379-86 | ex. | οὐδ’ εἴ μοι δεκάκις τε〈—θυμὸν ἐμὸν πεί‐ σει’〉: πλείσταις ὑπερβολαῖς λόγων εἰώθασιν οἱ ὀργιζόμενοι χρῆσθαι. ἵνα δὲ μὴ ὑπόνοιαν δῷ ὡς πλειόνων ὀρεγόμενος ἢ ὅτι δώροις αὐτὸν πείσουσιν, ἀπεριορίστῳ ἀριθμῷ δώρων ἐχρήσατο καὶ οὐδὲ οὕτω | |
5 | πεισθήσεσθαι ἐπαγγέλλεται. b(BE3E4)T | ||
9381a | Did.(?) | 〈ἠδ’ ὅς’ ἐς Ὀρχομενὸν ... ἠδ’ ὅσα Θήβας:〉 γράφε‐ ται „οὐδ’ ὅς’ ἐ〈ς Ὀ〉ρχομενόν“ καὶ „οὐδ’ ὅσα Θήβασ“. Aim | |
9381b1 | ex. | Ὀρχομενόν: τὸν τῆς Βοιωτίας φησίν, ὃν †μηνύαι† κατ‐ ῴκησαν· πολὺ γὰρ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφο‐ ρος (FGrHist 70, 152), πολλὰ δὲ καὶ ταῖς Χάρισι ταῖς αὐτόθι τιμωμέ‐ ναις δῶρα πέμπεται. κἂν τὸν „πολύμηλον“ (Β 605) δὲ λέγῃ, οὐδὲν | |
5 | ἧττον πλούσιον· φησὶ γοῦν „ἐν δ’ ἄνδρες ναίουσι πολύρ〈ρ〉ηνες πολυ‐ βοῦται“ (Ι 296). T | ||
9381b2 | Ὀρχομενὸν δὲ τὸν τῆς Βοιωτίας φησίν, ὃν †μηνυῖαι† κατ‐ ῴκησαν. b(BCE3) πολὺ δὲ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφορος, πλῆρες πολλῶν ἀγαθῶν, ὧν ταῖς ἐκεῖσε τιμωμέναις Χάρισι πέμπουσιν οἱ περίοικοι. b(BE3) | ||
9381-2 | ex. | οὐδ’ ὅς’ ἐς Ὀρχομενὸν ποτινίσσεται οὐδ’ ὅσα Θήβας / Αἰγυπτίας: δύο πόλεις συνήγαγεν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κομώσας πλούτῳ καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἐπὶ τὸν ἀόριστον ἀριθμὸν ψάμμου τε καὶ κόνεως τὴν ὑπερβολὴν ἀνήνεγκε τοῦ | |
5 | λόγου (cf. Ι 385—6), ὡς εἰ ἔλεγεν ‘ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά‘. b (BCE3)T | ||
9.382 | Did.(?) | 〈ὅθι:〉 γράφεται καὶ „ᾗ“ ἀντὶ τοῦ ὅθι. Aint | |
9383a | Ariston. | αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστας: ὅτι ἀν’ ἑκάστας πληθυντικῶς τὰς πύλας, A ὡς εἶναι ἑκατὸν τάγ‐ ματα. οὕτω δὲ ἀν’ ἑκάστας δεῖ γράφειν· οὐδέποτε γὰρ ἑνικῶς Ὅμη‐ ρος πύλην φησίν, ἀλλὰ πύλας. AT | |
9383b | ex. | 〈αἵ θ’ ἑκατόμπυλοι—ἑκάστην:〉 τὸ ἱστορικὸν | |
τῆς παιδείας ἐνδείκνυται καὶ πρὸς Πρίαμον (sc. Ω 602—7). Til | |||
9383c | Porph. | διηκόσιοι δ’ ἀν’ ἑκάστην: οὐ τὸ πλάτος τῶν πυλῶν θέλει σημαίνειν (οὐδὲ γὰρ ἅμα πάντας ἐξιέναι φησίν), ἀλλὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ πλῆθος τῶν ἀνδρῶν, εἴ γε πύλας μὲν ἑκατὸν ἔχει, ἄνδρας δὲ ἁρματοφόρους δισμυρίους. b(BCE3)T ἐν ταύτῃ δὲ ἦν | |
5 | πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου, εἰς ἃ πολλοὺς ἔφερον φόρους Λί‐ βυες, Αἰγύπτιοι, Αἰθίοπες, νῦν δὲ Διόσπολις ὀνομάζεται. b(BE3)T εἶχε δὲ κώμας μὲν τρισμυρίας τρισχιλίας τριάκοντα· τὸ δὲ ἄστυ εἶχεν ἀρούρας τρισχιλίας ἑπτακοσίας καὶ πύλας ἑκατόν, b(BCE3)T ἀν‐ δρῶν δὲ μυριάδας ἑπτακοσίας. ταύτην ἐτείχισεν ὁ βασιλεὺς Ὄσιρις. ἐξ | ||
10 | ἑκάστης δὲ πύλης ἐστράτευον ὁπλῖται μὲν μύριοι, ἱππῆες δὲ χίλιοι, ἁρ‐ ματηλάται δὲ διακόσιοι. ταύτην Ἕλληνες Θήβην ὠνόμαζον ἀπὸ τῆς Νείλου ἢ Ἀσωποῦ ἢ Πρωτέως θυγατρός. ἐπορθήθη δὲ ὑπὸ Περσῶν. b(BE3)T | ||
9383d | ex. | διηκόσιοι δ’ ἀν’ ἑκάστην: ὡς τεταγμένου ἑκάστου τάγ‐ ματος ἰδίᾳ πύλῃ ἐξιέναι. T | |
9383e | Did. | 〈ἑκάστας:〉 Ἀρίσταρχος ἑκάστας, ἄλλοι δὲ „ἑκάστην“. Aint | |
9385a1 | Nic. | Ariston. | οὐδ’ εἴ μοι τόσα δοίη, 〈ὅσα ψάμαθός τε κόνις τε〉: καὶ οὗτος ὁ στίχος δύναται καθ’ ἑαυτὸν λέγεσθαι, ἢ σὺν τῷ ἑξῆς ὑπο‐ στιζόμενος κατὰ τὸ τέλος. | ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου καὶ ἀμάθου, ὅτι ἡ παραθαλάσσιος ψάμαθος, κόνις δὲ ἡ πεδιὰς ἄμ‐ | |
5 | μος· καὶ οὐ δὶς τὸ αὐτὸ λέγει. A | ||
9385a2 | Nic. | δύναται καὶ καθ’ ἑαυτὸν εἶναι ὁ στίχος μὴ ὑποστιζόμε‐ νος. Til | |
9385b | ex. | ὅσα ψάμαθός τε κόνις τε: οὐδὲ ἐπὶ τοῖς προειρημένοις ἔστησε τὸ τίμημα τῆς ὕβρεως. καλῶς δὲ ἀμφοτέρας συμπεριέλαβε τῷ λόγῳ, τήν τε θαλαττίαν καὶ τὴν πεδιάδα. b(BCE3)T | |
9.387 | ex. | 〈πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην:〉 ἠρέμα ὑπώλισθεν εἰς τὸ ἀληθὲς καὶ ἐκκόψας τὴν ἐλπίδα πάλιν ὥρισεν αὐτοῖς πρόστιμον τὴν ποινὴν τοῦ ἐχθροῦ. b(BCE3E4)Til | |
9388-91 | Nic. | κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο 〈/ — / οὐδέ μιν ὧς γαμέω〉: ἤτοι στικτέον ἐπὶ τὸ Ἀτρείδαο (388) καὶ ἀπ’ ἄλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον, εἶτα ὑποστικτέον ἐπὶ τὸ ἐρίζοι (389) καὶ ἰσοφαρίζοι (390), τῆς ἀνταποδόσεως οὔσης | |
5 | οὐδέ μιν ὧς γαμέω (391)· ἢ διασταλτέον βραχὺ ἐπὶ τὸ Ἀτρείδαο (388). A | ||
9388a | ex. | κούρην δ’ οὐ γαμέω: τοῦτο ἐδόκει ὀχυρὸν ἔχειν ὡς ἀξιῶν γαμβρεύσειν αὐτῷ. τοῦτον δὲ πλεῖον λυπεῖ τὸ εὐτελίζεσθαι τὸν γάμον Βρισηΐδος. b(BCE3E4)T | |
9388b | ex. | Ἀγαμέμνονος Ἀτρείδαο: μᾶλλον δεῖ στίζειν εἰς τὸ Ἀτρείδ[αο]· ὁ γὰρ κομματικὸς λόγος τοῖς θυμουμένοις ἁρμόζει. T | |
9389-90 | ex. | οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, / ἔργα δ’ Ἀθηναίῃ: ὑπερβολῇ χρῆται. δύο δὲ οἶδεν ἀρετὰς γυναικός, κάλλος τε καὶ „ἀγλαὰ ἔργ’ εἰδυῖα“ (ο 418 al.), ἀνδρὸς δὲ „μύθων τε †ῥητῆρα | |
ἔμμεναι† πρηκτῆρά τε ἔργων“ (Ι 443). b(BCE3E4)T | |||
9392a | Hrd. | Hrd. pron. (?) | ὅς τις οἷ τ’ {ἐπέοικε}: εἰς ἁπλῆν μεταλαμβάνεται ἡ ἀν‐ τωνυμία, ὅστις αὐτῷ. 〈***〉 περισπασθήσεται οὖν. | δείκνυται δὲ ἐν τοῖς Περὶ ἀντωνυμιῶν (fr. 2 = Hrd. 2, 845, 6) ὡς ὅτι ἡ ἐμοί ἐπὶ δο‐ τικῆς καὶ ἔτι ἡ σοί ὀξύνονται, ἡ δὲ οἷ περιεσπάσθη ἀνακολούθως. A | |
9392b1 | ex. | Hrd. | 〈οἷ τ’ ἐπέοικε:〉 ἄξιος αὐτοῦ ἐστιν. | εἰς μὲν ἁπλῆν μετα‐ λαμβάνεται ἡ οἷ, φυλάσσει δὲ τὸν ἴδιον τόνον διὰ τὸν τέ. Til | |
9392c1 | ex. | βασιλεύτερός ἐστιν: ἐμοῦ ἢ πάντων ἀνθρώπων, ἐπεὶ αὐτὸς ἔλεγε· „καί μοι ὑποστήτω, †ὅσον† βασιλεύτερός εἰμι“ (λ 160). διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ ἀδίκῳ γνώμῃ. T | |
9392b2/c2 | ex. | ex. | ὅστις ἄξιος, φησίν, αὐτοῦ ἐστι, | καὶ ὅστις ἐμοῦ ἢ πάν‐ των ἀνθρώπων βασιλεύτατός ἐστι· ἔλεγε γάρ· „καί μοι ὑποστήτω, †ὅσον† βασιλεύτερός εἰμι“. διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ γνώμῃ ἀδίκω. b(BCE3E4) | |
9393a1 | Hrd. | σόωσι {θεοὶ καὶ οἴκαδ’ ἵκωμαι}: Τυραννίων (fr. 17 P.) προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν, „ἥ κέ σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν“ (λ 424)· καὶ τὸ δεύτερον „ὅππως κεν νῆάς τε σοῷς καὶ | |
5 | λαὸν Ἀχαιῶν“ (λ 681). Ἀπίων (fr. B 5 B.) δὲ διὰ τοῦ α γράφει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται· „σάωσε δὲ νυκτὶ καλύψασ“ (Ε 23) καὶ „τὸν μὲν ἐγὼ〈ν〉 ἐσάωσα“ (ε 130) καὶ „ἀλλὰ σάω μὲν ταῦτα, σάω δ’ ἐμέ“ (ν 230). καὶ ἐπὶ μέλλοντος „κερδαλέης, εἴ τίς κεν ἐρύσ〈σ〉εται ἠδὲ σαώσει“ (Κ 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστι καὶ ὁ Ἀσκαλωνίτης | ||
10 | (p. 50 B.), ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· „τὼ δ’ ἑτέρω ἑκάτερθεν | ||
ἴτην σώοντες ἑταίρουσ“ (ι 430). A | |||
9393a2 | ἀπὸ τοῦ σόω, κατὰ συστολήν. Til | ||
9394a1 | ex. | Πηλεὺς θήν μοι ἔπειτα γυναῖκα 〈γαμέσσεται αὐ‐ τόσ〉: φιλοπάτωρ καὶ σώφρων κἀκεῖνον κυρῶν γάμον, ὃν ὁ πατὴρ ἕλοιτο. ἐντεῦθεν ἔλαβε Μένανδρος τὸ „ἐγάμησεν, ἣν ἐβουλόμην ἐγώ“ (fr. 781 Koe.). T | |
9394a2 | φιλοπάτορα καὶ σώφρονα ἑαυτὸν ἀποδείκνυσι κἀκεῖνον κρείττονα γάμον, ὃν ὁ πατὴρ ἕλοιτο. b(BCE3E4) | ||
9394b1 | Did. | 〈γυναῖκα γαμέσσεται:〉 Ἀρίσταρχος „γυναῖκά γε μάσσεται“. Aim | |
9394b2 | τὸ δὲ γαμέσσεται πᾶσαι εἶχον „〈γε〉 μάσσεται“, ἀντὶ τοῦ ζητήσει. T | ||
9395a | Ariston. | {πολλαὶ ἀχαιΐδες εἰσὶν ἀν’} Ἑλλάδα {τε φθίην τε}: ὅτι τὴν Θετταλικὴν οὕτως λέγει μόνην, τὴν δὲ ὅλην ἤπειρον οὐκ οἶδεν οὕ‐ τως καλουμένην. νόθα οὖν ἐκεῖνα „ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούσ“ (Β 530)· „καθ’ Ἑλλάδα καὶ μέσον Ἄργοσ“ (δ 726). A | |
9395b | D | †μόνω† παρὰ τῷ Ὁμήρῳ. Til | |
D | 〈Ἑλλάδα:〉 Ἀρίσταρχος παρ’ Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι—εὐρυχόροιο (Ι 478). A | ||
9.396 | ex. | κοῦραι ἀριστήων: μήποτε ὀνειδίζῃ ἀνανδρίαν τῷ Ἀγα‐ μέμνονι, γενναίων κηδεστῶν, οὐχὶ τοιούτων δεῖσθαι λέγων. ἐν ᾧ οὖν προὔχει, τὴν κρίσιν ποιεῖται. b(BCE3E4)T | |
9397a | ex. | 〈τάων, ἥν κ’ ἐθέλοιμι, φίλην ποιήσομ’ ἄκοιτιν:〉 τοῦτό φησιν ὡς πολλῶν ἐπιδικασομένων γαμβρεύσειν αὐτῷ διὰ τὴν ἀρετήν. b(BCE3E4) | |
9397b | Did. | 〈ἐθέλοιμι:〉 Ἀρίσταρχος „ἐθέλωμι“. Aim | |
9.398 | Hrd. | ἔνθα δέ {μοι}: δύο μέρη λόγου· „ἔνθα δέ τοι θάνατοσ“ (Υ 390), „ἔνθα δέ κ’ αὖθι μένων“ (ε 208), „ἔνθα δὲ νῦν τρέψας ἀπὸ τείχε‐ οσ“ (Χ 16). A | |
9399a | Did. | 〈γήμαντι:〉 οὕτως Ἀρίσταρχος κατὰ δοτικήν. ἄλλοι δὲ „γήμαντα“. Aim | |
9399b | ex. | γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν: γάμου γὰρ τέλος οὐ κάλλος, οὐ κτῆσις, οὐκ ἄλλο τι τῶν τοιούτων, εἰ μὴ τῶν συνόντων ἡ ὁμόνοια καὶ τὸ ἁρμόδιον, ὅπερ φησὶν „οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, / ἢ ὅθ’ ὁμοφρονέοντε“ (ζ 182—3). ἢ εἰρωνεύε‐ | |
5 | ται ὡς γαμήσων κατὰ τὸ ἑαυτοῦ ἀξίωμα b(BCE3)T †ἤ τι τῷ† τῆς Ἀγαμέμνονος· T φησὶ γοῦν· „ὁ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω, / ὅστις οἷ τ’ ἐπέοικεν“ (Ι 391—2). b(BCE3)T | ||
9399c | ex. | Did. | γήμαντι μνηστήν: τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστήν, ἐπεὶ δῶρον δίδοται. A b (BCE3E4)Til | δοτικὴ δὲ †τῷ† γήμαντι. b(BCE3)Til | |
9.400 | ex. | κτήμασι τέρπεσθαι, τὰ γέρων ἐκτήσατο Πηλεύς: „πατρῷα ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα“ (Men. com. fr. 577, 1 Koe.). φησὶν οὖν ὡς μᾶλλον αἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημά‐ των ἀπολαύειν ἢ πολεμεῖν. A b (BCE3E4)T | |
9401a | Ariston. | οὐ γὰρ ἐμοὶ ψυχῆς: ὅτι τινὲς γράφουσιν „οὐ γὰρ ἐμῆς ψυχῆσ“. ἀλαζονικὸς δὲ ὁ λόγος, οὐδὲν τῆς ἐμῆς ψυχῆς ἄξιόν ἐστιν. ἄμεινον οὖν ἐμοί γράφειν. A | |
9401b | Did. | 〈ἐμοὶ ψυχῆς:〉 ἐνίους φησὶν ὁ Ἀρίσταρχος γράφειν | |
„ἐμῆς ψυχῆσ“, οὐκ εὖ. Aint | |||
9401c | ex. | οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον: δυσωπεῖ τοὺς παρόντας, εἴ γε δώρων προήσεται τὴν ψυχήν, αὐτῶν δῶρα διδόντων ὑπὲρ σω‐ τηρίας τῆς ἑαυτῶν ψυχῆς· καὶ ὅτι πρώην κατεφρόνει ψυχῆς ἀχαρίστῳ χαριζόμενος ἀνδρί. ὅτι δὲ οὐ φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησίν· „αὐ‐ | |
5 | τίκα τεθναίην“ (Σ 98). b(BCE3E4)T | ||
9.402 | ex. | 〈Ἴλιον ἐκτῆσθαι:〉 πρὸς τὸ „νῆα ἅλις χρυσοῦ καὶ χαλ‐ κοῦ 〈νηησάσθω〉“ (Ι 137). Til | |
9404a | Ariston. | οὐδ’ ὅσα λάϊνος 〈οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει〉: πρὸς τοὺς Γλωσσογράφους ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας. καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται· τὸν γὰρ ἑξῆς μετέγραφε· „νηοῦ Ἀπόλλωνοσ“. ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς, οὐ κοινότερον, | |
5 | ἀλλὰ τὸν Πύθιον, οἷον ὁμοφήτορα, διὰ τὸ εἰς λόγους ἔρχεσθαι τοῖς χρησμῳδουμένοις. A | ||
9404b1 | ex. | ἀφήτορος: οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοῦ στροφέως παρὰ τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους· AT τινὲς δὲ τοξό‐ του· ἀλλ’ ἐπὶ τοῦ θεοῦ φησιν „ἑκηβόλον {δὲ}“ (Α 21) παρὰ τὸ καὶ ἐπιτυγχάνειν, „οὐκ ἔβαλες τὸν ξεῖνον“ (υ 305), ὡς καὶ „ποδάρκην“ | |
5 | (cf. Α 121 al.) τὸν τοῖς ποσὶν ἐπαρκοῦντα. T | ||
9404b2 | οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοξότου. b(BCE3) | ||
D | ἢ ὁμοφήτορος, ὁμοίως πᾶσι—ἀφέσεως. A | ||
9.405 | Ariston. | 〈Φοίβου Ἀπόλλωνος: ἡ διπλῆ περιεστιγμένη, ὅτι〉 γρά‐ φει Ζηνόδοτος „νηοῦ Ἀπόλλωνοσ“. Aim | |
D | Πυθοῖ ἔνι: πόλις Πυθὼ Φωκίδος, ἧς—σαπῆναι. A | ||
9406-9 | ex. | 〈ληϊστοὶ μὲν γάρ τε—ὀδόντων:〉 ἕκαστον ἀγωνιστὴν δύσθυμον ποιεῖ εἰς τὸν ἐπταισμένον πόλεμον. b(BCE3)Til | |
9.406 | ex.(?) | ληϊστοί: ἀπὸ λ〈ε〉ίας κτητοί. λ〈ε〉ία δὲ λέγεται κυρίως τὰ τῶν πολεμικῶν λαφύρων κτήματα. A | |
9.407 | ex. | 〈ἵππων ξανθὰ κάρηνα:〉 ἡδεῖα ἡ περίφρασις καὶ πλήρης ἐναργείας. b(BCE3)Til | |
9.409 | ex.(?) | 〈οὐθ’ ἑλετή:〉 ἀντὶ τοῦ οὐ δεκτική. Aim | |
D | ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων: ἐπὰν ἅπαξ φθάσῃ—τὸ ψυχικὸν πνεῦμα. A | ||
9410-6 | ex. | μήτηρ γάρ τέ μέ φησι〈—θανάτοιο κιχείη〉: τὸ ἀμφίβολον τῆς μοίρας καὶ ἐν ἄλλοις οἶδε, δι’ ὧν Τειρεσίας φησὶν Ὀδυσσεῖ· „τὰς εἰ μέν κ’ ἀσινέας ἐάᾳς 〈... /〉, εἰ δέ κε σίνηαι“ (λ 110—2): b(BCE3E4)T καὶ ἀλλαχοῦ, ὡς ἐπὶ τοῦ Εὐχήνορος· | |
5 | „πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος/ νούσῳ ὑπ’ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, / ἢ μετ’ Ἀχαιῶν νηυσίν“ (Ν 666—8), καὶ ἐπὶ Αἰγίσθου· „μήτ’ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν“ (α 39). T εἰπὼν δὲ μήτηρ 〈γάρ τέ μέ〉 φησι (410) δηλοῖ ὅτι ὑπογύως· b (BCE3E4)T οὐ γὰρ ἂν Πηλεὺς ηὔξατο „σοί τε κόμην κερέειν“ | ||
10 | (Ψ 146). T εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρρησιν. ἐμφαίνεται δὲ ὡς ἔστιν ἀνοήτου χρημάτων ἕνεκεν εἰς πρόδηλον ἑαυτὸν ἐμβαλεῖν θάνατον καὶ ὅτι ἄφρονές εἰσιν οἱ δεόμενοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ἕτερον ἐπὶ δώροις τελευτᾶν· καὶ ἵνα ἀποπλέοντι αὐτῷ συγγινώσκωσι καὶ βοηθοῦντι μεγίστην ὁμολογοῖεν χάριν. b(BCE3E4)T | ||
9.411 | ex. | 〈διχθαδίας κῆρας φερέμεν:〉 ὑπὸ δύο μοιρῶν ἄγεσθαι. Til | |
9.413 | ex. | 〈ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται:〉 ἁπλῶς ἐκφέρει τὰ ὑπὸ τῆς μητρὸς εἰρημένα πρὸς αὐτόν. Til | |
9416a | Ariston. | ἔσσεται, 〈οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη〉: ἀθετεῖται, ὅτι νομίσας τις κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν· καὶ γὰρ κατὰ τὸ περισσὸν ἐπιλέγεται οὐδέ κέ 〈μ’〉 ὦκα. δεῖ οὖν κοι‐ νὸν λαβεῖν τὸ ἔσται ἀπὸ τοῦ προκειμένου τοῦ „ἄφθιτον ἔσται“ (Ι | |
5 | 413). A | ||
9416b | Did. | 〈ἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη:〉 οὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο. AintTil | |
9417a1 | ex. | καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην: τοσοῦτον ἀπέχει πειθοῦς. τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος. AT | |
9417a2 | τοσοῦτον ἀπέχει πειθοῦς ὥστε καὶ τοὺς λοιποὺς ὑποχω‐ ρεῖν βούλεται. πιθανῶς δὲ ἀφίστησιν αὐτοὺς τοῦ πολέμου, τὸ ἀδύνα‐ τον τῆς ἁλώσεως προβαλλόμενος. b(BCE3E4) | ||
9417b | ex. | 〈παραμυθησαίμην:〉 ὡς τὸ „παρειπεῖν“ (cf. Α 555. Ζ 62 al.). Til | |
9.418 | ex. | ἐπεὶ οὐκέτι δήετε τέκμωρ: τεχνικῶς ἀπέστρεψε πρὸς αὐτὸν τὸν λόγον, ἐπεὶ καὶ ἔλεγε „Ζεὺς δέ σφιν Κρονίδησ“ (Ι 236)· εἰ τοίνυν, ὡς φῄς, πολέμιον ἔχετε τὸν θεόν, ὑπόλοιπον ὑμῖν ἐστιν ἀπο‐ πλεῖν. b(BCE3E4)T | |
9419a | Ariston. | 〈Ἰλίου αἰπεινῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
9419b | ex. | 〈εὐρύοπα:〉 ἀπὸ τοῦ εὐρυόπης. Til | |
9.420 | ex. | χεῖρα ἑὴν ὑπερέσχε: ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπίδες. μεγάλη δὲ ἡ φαντασία ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διός, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος. A b (BCE3E4)T | |
9421-2 | ex. | ἀριστήεσσιν Ἀχαιῶν / ἀγγελίην ἀπόφασθε: νῦν οὐδὲ λόγον ποιεῖ Ἀγαμέμνονος καίτοι πρώην λέγων· „τῷ πάντ’ ἀγο‐ ρευέμεν, ὡς ἐπιτέλλω“ (Ι 369). ἢ ὡς μὴ τοῦ Ἀγαμέμνονος μόνου πέμ‐ ψαντος, ἀλλὰ καὶ τῶν βασιλέων. b(BCE3E4)T ἢ τῷ θυμῷ | |
5 | ὑπερκαείς. b(BCE3E4) | ||
9425a | ex. | 〈ἐπεὶ οὔ σφισιν ἥδε γ’ ἑτοίμη:〉 ἐπεὶ τό γε τεῖχος νῦν οὐδὲν ἐπήμυνεν αὐτοῖς. Til | |
9425b | ex.(?) | 〈ἑτοίμη:〉 πρόχειρος. Til | |
D | ἑτοίμη: εὔληπτος, φανερά, ἕτοιμος. λέγει δὲ—ὡς δυ‐ νάμενος με πεῖσαι. A | ||
9.426 | Hrd. | {ἐμεῦ} ἀπομηνίσαντος: ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ τὴν εὐθεῖαν οὕτως οἶδεν „ἀπομηνίσασ“ (Β 773). οὕτως οἶδεν καὶ ὁ Ἀσκαλωνίτης (p. 50 B.) καὶ Ἀλεξίων (fr. 37 B.). καὶ εἰ παρέλκει δὲ ἡ ἀπό, οὕτως ἀναγνωστέον. A | |
9.427 | ex. | Φοῖνιξ δ’ αὖθι 〈παρ’ ἄμμι μένων κατακοιμηθήτω〉: τοῦτο εἰς πίστιν τοῦ ἦρι ἀποπλεύσεσθαι. προσκρούει δὲ Φοίνικι ὡς παρ’ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς· „Ἀτρείδῃ ἥρωϊ φέρων χά‐ | |
ριν“ (Ι 613). ἅμα δὲ καὶ προεκκόπτει αὐτὸν τῆς λιτῆς. b(BCE3E4)T | |||
9429a | ex. | ἢν ἐθέλῃσιν: ἢν ἐθέλῃσι προέσθαι Ἀγαμέμνονα· διό φησι· „πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος;“ (Ι 437). b(BCE3)T | |
9429b | ex. | ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω: πῶς γὰρ εἰκὸς βιάζεσθαι, ᾧ πειθαρχεῖν ὁ πατὴρ ἐκέλευσεν; b(BCE3E4)T | |
9.431 | ex. | μάλα γὰρ κρατερῶς ἀπέειπεν: ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν· ἄκρως γὰρ διέ‐ θηκε τὸν Ἀχιλλέως λόγον, φύσει φρονήματι ἀξιώματι ἤθει. A b (BCE3E4)T | |
9.432 | ex. | ὀψὲ δὲ δὴ μετέειπε: φρονίμως τὸ μὴ εὐθέως τοῖς Ὀδυσ‐ σέως λόγοις τοὺς ἑαυτοῦ ἐπιβαλεῖν, ἀλλ’ ἀντειπεῖν πρῶτον ἐᾶσαι τὸν Ἀχιλλέα καὶ ἐκχέαι τὸν θυμόν. ἀλλ’ οὐδὲ παυσαμένου Ἀχιλλέως εὐ‐ θὺς ἄρχεται οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προσάγει, ἀλλὰ | |
5 | δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· b(BCE3E4)T οἴκτῳ γὰρ τὸ πλέον ἀγωνίζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν δὲ λόγον οὐκ ἐπὶ ἱκετείαν ἀνάγει, ἀλλ’ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. τὸ ὀψέ δὲ ὡς πάντων ἀπορησάντων ἀντειπεῖν. b(BE3E4)T | ||
9.433 | ex. | 〈δάκρυ’ ἀναπρήσας:〉 καὶ θέλων, Til φησίν, οὐκ ἔστεξε τὸ δάκρυον. b(BCE3)Til | |
9434-5 | D | μετὰ φρεσὶ 〈... /〉 βάλλεαι: κατὰ νοῦν ἔχεις. Aint | |
9434a | ex. | εἰ μὲν δὴ νόστον γε: καὶ οὗτος ἀπὸ τοῦ καιροῦ τὸ προοί‐ μιον δέχεται· T οὐ γὰρ ὡς συμβουλεύσων παρελήλυθεν, ἀλλ’ ὡς διδοὺς ἀπόκρισιν πρὸς τὸ „Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων“ (Ι 427). b(BCE3)T | |
9434b | ex. | εἰ μὲν δὴ νόστον: συνείκει αὐτῷ ἀπ’ ἀρχῆς, εἶτα ἐπάγει τὴν λιτήν. τὸ δὲ εἰ μὲν δή ὡς παραδόξου τῆς κρίσεως οὔσης· ‘προσε‐ δόκων γάρ‘, φησίν, ‘ὡς παρακληθεὶς μενεῖς.‘ ὥσπερ δὲ Ὀδυσσεὺς ἐκ τοῦ παρόντος ἔλαβε τὸ προοίμιον (cf. Ι 225—8), οὕτω καὶ οὗτος. b | |
5 | (BCE3)T | ||
9434c | ex. | 〈φαίδιμ’ Ἀχιλλεῦ:〉 ἀποσπῶν τῆς φυγῆς φαίδιμ’ Ἀχιλλεῦ φησίν. Til | |
9435-6 | ex. | οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι / πῦρ ἐθέλεις ἀΐδηλον: τὸ ἀνεπίφθονον τῶν ὀνομάτων καὶ τὸ ἔσχατον τῶν κινδύνων ἐδήλωσε, τὸ τοῦ Ἀγαμέμνονος πρόσωπον σιωπήσας ὡς καὶ Ὀδυσσεύς. b(BE3E4)T | |
9.435 | ex. | 〈ἀμύνειν νηυσί:〉 τοῦτο γὰρ ἦν δίκαιον. Til | |
9.436 | ex. | ἐπεὶ χόλος ἔμπεσε θυμῷ: ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ δικαίου, οὗ μάλιστα δεῖ τὸν πεπαιδευμένον κρατεῖν. b(BE3E4)T | |
9437a | ex. | πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο: φάσκων ἀποπλευσεῖσθαι μετ’ αὐτοῦ, διότι ὁ Πηλεὺς ὡς διδάσκαλον συνέπεμψεν αὐτόν, τεχνικῶς ἐνέφηνεν ὅτι προσῆκόν ἐστι τὸ μὴ ἀπιστεῖν τῷ διδασκάλῳ. εἰ δὲ ὡς δι‐ δασκάλῳ ἐκέλευσε πείθεσθαι, χαλεπῶς ἂν ἤνεγκεν Ἀχιλλεύς. νῦν δέ, δι’ | |
5 | ἃς αἰτίας ἐκεῖνον τὸ κελευόμενον ποιεῖν ἔδει, διὰ ταύτας αὐτὸς ἀκολουθήσειν φησίν, †ὡς ἂν τὸ† μὴ φάναι ὡς οὐ χωρισθείη τοῦ Ἀχιλ‐ λέως, ἀλλ’ ὡς πυνθανόμενον λέγειν· διαγανακτοῦντος γὰρ ἦθος ἐμφαί‐ νεται. ἅμα δὲ καὶ τὸν Ἀχιλλέα εὐμενῆ ἀπεργάζεται, οὐδεμίαν ἄλλην | ||
λέγων ὑπολείπεσθαι αὐτῷ ἐλπίδα. b(BE3)T | |||
9437b | ex. | φίλον τέκος: προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστορ‐ γίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται. Aim b(BE3)Til | |
9438a | ex. | σοὶ δέ μ’ ἔπεμπε 〈γέρων ἱππηλάτα Πηλεύσ〉: ἔδει εἰ‐ πεῖν διδάσκαλον. ἀλλ’ ἵνα μὴ ἀγριάνῃ ὡς διδασκάλου δεόμενον, σιω‐ πᾷ, τῇ δὲ νεότητι (cf. Ι 439—40) προσῆψε τὴν διδασκαλίαν. T | |
9438b | ex. | σοὶ δέ μ’ ἔπεμπε 〈γέρων ἱππηλάτα Πηλεύσ〉: ὡς ὀπάων οὖν, φησίν, οὐκ ὀφείλω ἀπολείπεσθαι. διὰ τοῦτο δὲ δυσωπεῖ αὐτόν· τὸν γὰρ διδάσκαλον δεῖ κελεύειν. b(BE3E4)T | |
9.439 | ex. | 〈ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε:〉 λεληθότως δεί‐ κνυσιν ὅτι ἀπειθεῖ τῷ πατρὶ τούτου ἀποστάς, ᾧ καὶ πόρρωθεν αὐ‐ τὸν ἀπέστειλεν. b(BE3E4)Til | |
9.440 | ex. | 〈νήπιον:〉 εἰ νηπίου ὄντος οὐ προπεφάσισται πρὸς τὴν αἴτησιν ὁ πατήρ, πῶς νῦν, φησί, τελειωθεὶς οὐ πολεμεῖς; b(BCE3)Til | |
9.441 | ex. | 〈ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι:〉 ἄμφω τὰς ἀρε‐ τὰς κυδιανείρας φησί. νῦν δὲ μᾶλλον ἐχρῆν ἐπαινεῖν τὰ ψυχικά. b (BCE3)Til | |
9442a | ex. | διδασκέμεναι τάδε πάντα: εἰ οὖν σύμβουλος ἐπέμφθη, νῦν δὲ βοᾷ τὸ πρᾶγμα δεόμενον συμβουλῆς, πῶς αὐτῷ πείθεσθαι οὐ δεῖ; b(BCE3)T | |
9442b | ex. | 〈διδασκέμεναι〉 τάδε πάντα: τάδε, εἰς ἃ νῦν ἁμαρ‐ τάνεις. καὶ ὅτι οὔπω τετέλεσται τὴν μάθησιν, διὰ τῆς παρατάσεως | |
ἐδήλωσεν· οὐ γὰρ εἶπε διδάξαι. b(BCE3E4)T | |||
9442c | ex. | 〈διδασκέμεναι:〉 ἰᾶται τῇ ἡλικίᾳ τὸ τρανὸν τῆς λέξεως. b(BCE3)Til | |
9442d | ex. | τάδε πάντα: ἐπὶ δύο· „προμνηστῖνοι ἐσέλθετε, μηδ’ ἅμα πάντεσ“ (φ 230). T | |
9443a | ex. | μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων: ὅτι δι‐ δακτὸν ἡ ἀρετή. εἵπετο δὲ αὐτῷ Φοῖνιξ ὑποδείξων ἅ τε λεκτέον καὶ ἃ χρὴ πράττειν. b(BCE3)T φαίνεται οὖν καὶ τὸ τῆς ῥητορικῆς ὄνομα εἰδώς· φησὶ γοῦν „ὅτε κοῦροι ἐρίσ〈σ〉ειαν περὶ μύθων“ (Ο 284), | |
5 | ἀλλὰ καὶ „βουλῇ καὶ μύθοισι“ (Δ 323) καὶ „δικαζόμενος παρὰ νηυ‐ σίν“ (λ 545). οἱ περὶ Κόρακα δὲ καὶ Τισίαν (Art. Script. A III 8. V 21 Rad.) ὕστερον ἐξεκόσμησαν τὴν ῥητορικήν. T εἰ ὑπὸ Φοίνικος οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δηλονότι δικαιοσύνην καὶ ἰατρικήν. b(BCE3)T | ||
9443b | ex. | 〈μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων:〉 τὸ τῶν λόγων ῥήτορα διδάσκειν σε εἶναι καὶ δραστήριον ἐν τοῖς ἔργοις. Aim | |
9443c1 | ex. | μύθων τε ῥητῆρ’ ἔμεναι 〈πρηκτῆρά τε ἔργων〉: σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε ‘μύθων τε ῥητῆρα καὶ ἔργων πρακτῆρα‘. καὶ ὅτι πάντων διδα‐ κτικὸν εὐβουλία. AT | |
9443c2 | σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγε μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε ‘μύθων τε καὶ ἔργων ῥητῆρα‘ ἀπὸ κοινοῦ, ἀλλ’ ἐνήλλαξεν. καὶ ὅτι δὲ πάντων κρείττων ἡ εὐβουλία δηλοῖ διὰ τούτου. b(BCE3) | ||
9.444 | ex. | 〈ὣς ἂν ἔπειτ’ ἀπὸ σεῖο:〉 ἐπεὶ παρακαταθήκην ἐκ νηπίου | |
σε εἴληφα παρὰ τοῦ πατρός. Til | |||
9446a | ex. | γῆρας ἀποξύσας: γῆρας, φησί, τὸ μάλιστα νῦν μοι ἐνοχλοῦν. διὰ δὲ τοῦ ἀποξύσας ἐδήλωσε προσπεπλασμένην ἀσθέ‐ νειαν παλαιῷ σώματι. τῷ δὲ χρόνῳ τῆς συλλαβῆς τὸ δυσαφαίρετον τοῦ γήρως δηλοῖ. Ἀττικὴ δὲ ἡ ἔκτασις. b(BCE3)T Παρθένιος | |
5 | γοῦν ἐν Βίαντι (fr. 5 M. = 3 D.2) συνέστειλεν· „ὅστις ἐπ’ ἀνθρώπους ἔξυσεν αἰγανέασ“. T | ||
9446b | Ariston. | {γῆρας ἀποξύσας θήσειν} νέον ἡβώοντα: ὅτι οὐ λέγει νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, ἀντὶ τοῦ νεωστὶ ἡβῶν‐ τα. A | |
9446c | ex. | 〈θήσειν νέον ἡβώοντα:〉 νέον· νεωστί. οὐχ ἁπλῶς ἀπαλλάξειν γήρως, ἀντισηκῶσαι δὲ ἀρχὴν πολυχρονίου ἥβης. Til | |
9446d | Did. | 〈ἡβώοντα:〉 οὕτως διὰ τοῦ ω καὶ ο αἱ Ἀριστάρχου. Aint | |
9447a | Ariston. | οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα {καλλιγύναικα}: ὅτι πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν· καὶ ὅτι Ζηνόδοτος „τοῖον ὅτε πρῶτον“, ἐξ οὗ φανερός ἐστι τὸ „νέον“ (Ι 446) ὀνοματικῶς δεδεγ‐ | |
μένος. A | |||
9447b | ex. | οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα: μυθολόγοι οἱ γέ‐ ροντες καὶ παραδείγμασι παραμυθούμενοι. ἄλλως τε ψυχαγωγεῖ τὴν ὀργὴν ὁ μῦθος. εἰπεῖν δὲ θέλει τὰς εὐεργεσίας Πηλέως, εἴ πως πείσειεν ὡς εὔνους τῷ οἴκῳ· καὶ ὅτι λιταῖς οὐ πεισθεὶς ἐν ἀλλοδαπῇ ἄπαις διή‐ | |
5 | γαγεν. ἡδεῖα δὲ ἡ ἀκρόασις τῶν οἰκείας συμφορὰς διηγουμένων. καὶ ὁ κυνικὸς Διογένης τοῖς συνοῦσιν †ὁμολογεῖ† (fr. deest F. P. G. II 299 sq.), οἵας εἶχεν ὁρμὰς πρὸ τοῦ φιλοσοφεῖν, ὡς ἄρχειν αὑτοῦ μὴ δυ‐ νάμενος τῶν ἄλλων ἤθελεν. ἀκριβὴς δὲ διδασκαλία ἡ πεῖρα· διὸ καὶ το‐ σαῦτα ἡμαρτηκότι τῷ Φοίνικι καὶ ἐν προσκρούσει τοῦ πατρὸς γεγο‐ | ||
10 | νότι τὸν υἱὸν ἐπιτρέπει ὁ Πηλεύς· ἑώρα γὰρ αὐτὸν αἰσθόμενον τῆς ἁμαρτίας, δι’ ὧν ἑαυτῷ τὴν ἑκούσιον ἐπήγαγε φυγήν. b(BE3)T | ||
9.448 | D | φεύγων νείκεα: Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε—παρα‐ δίδωσιν. ἡ ἱστορία παρὰ τῷ ποιητῇ· παρὰ γὰρ τοῖς τραγικοῖς παραλ‐ λάσσει (cf. T.G.F. p. 621 N.2). A | |
9449a | ex. | ὅς μοι παλλακίδος πέρι χώσατο: οἰκείως ταῦτα πρὸς τὸν ἕνεκα τῆς Βρισηΐδος χαλεπαίνοντα, ὅτι συγγνωστέος ἁμαρτήσας περὶ κόρην Ἀγαμέμνων, εἴ γε καὶ αὐτὸς ἁμαρτὼν συγγνώμης ἠξίωται παρὰ Πηλέως. b(BE3)T | |
9449b | ex. | ex.(?) | ὅς μοι παλλακίδος: οὐ τῆς ἤδη μιγείσης, ἀλλὰ τῆς εἰς τοῦτο τρεφομένης· φησὶ γοῦν „προμιγῆναι“ (Ι 452). οὐκ ἀντίκειται δὲ τὸ ὅτι τὴν μὲν ἐφίλει, ἠτίμαζε δὲ τὴν γυναῖκα· ἔπραττε γὰρ ταῦτα ἐν νῷ ἔχων ἤδη τὴν πρὸς αὐτὴν ὁμιλίαν. τοῦτο οὖν ὁ Φοῖνιξ ἐποίησεν εἰς | |
5 | ὁμόνοιαν τῶν γονέων. b(BE3)T | ἦν δὲ Κλυτία καὶ ἡ μήτηρ Ἱπποδά‐ | ||
μεια ἢ Ἀλκιμέδη. T | |||
9449c1 | Hrd. | {ὅς μοι παλλακίδος} περιχώσατο: οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται περὶ παλλακίδος· οἱ δὲ περιχώσατο ἀνέγνωσαν, ἵνα ση‐ μαίνηται τὸ περισσῶς. καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις. οὕτως δὲ καὶ Ἀλεξίων (fr. 38 B.). A | |
9449c2 | τὸ δὲ περιχώσατο ἀντὶ τοῦ περισσῶς ὠργίσθη. b (BE3) | ||
9452a | Hrd. | 〈προμιγῆναι:〉 πρὸ τοῦ πατρὸς μιγῆναι. ἢ περισσεύει ἡ πρόθεσις. Aim | |
9452b1 | ex. | Did. | ἵν’ ἐχθήρειε γέροντα: ῥᾷστα γὰρ ἀφίσταται γυνὴ γέ‐ ροντος νέα πειραθεῖσα ἀνδρὸς νέου. | τινὲς „γέροντι“ γράφουσιν, ‘ἵνα μισηθῇ τῷ γέροντι‘. T | |
9452b2 | ex. | ῥᾷστα γὰρ ἀνδρὸς ἀφίσταται γέροντος γυνὴ νέα πειρα‐ θεῖσα νέου καὶ ἰσχυροτέρου ἀνδρός· ἧττον γὰρ οἱ γέροντες ἀφροδι‐ σιάζειν δύνανται. b(BE3) | |
9453a | ex. | τῇ πιθόμην καὶ ἔρεξα: ἐν ἤθει δεῖ ἀναγινώσκειν ὡς με‐ τανοοῦντος αὐτοῦ· διὸ καὶ ἐμπεπίστευται Ἀχιλλέα· „ὁ γὰρ πταίσας τι καὶ φυλάττεται“ (Men. Asp. 28). καὶ Σοφοκλῆς (fr. 814 N.2 = 900 P. = 900 R.)· „ὃς μὴ πέπονθε τἀμά, μὴ †βουλεύεται“. b(BCE3E4)T | |
9453b | ex. | ἄλλως· τῇ πιθόμην καὶ ἔρεξα: ὡς πρὸς ὁμόνοιαν γο‐ νέων τὰ παρὰ προαίρεσιν ἐποίησε· φησὶ γοῦν „ἡ δ’ αἰὲν ἐμὲ λισσέσκε‐ το“ (Ι 451). καὶ πάλιν τῆς διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν ἡγήσατο. οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπ’ ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν, | |
5 | ἐπαμύνουσι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν ὅτι οὐ | ||
πάντα πειστέον μητρί—Θέτις γοῦν ἔλεγεν· „ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι / μήνι’ Ἀχαιοῖσιν“ (Α 421—2)—, ἀλλὰ μᾶλ‐ λον πατρὶ τῷ λέγοντι· „φιλοφροσύνη γὰρ ἀμείνων“ (Ι 256). b(BCE3 E4)T ἀγαθοὶ δὲ διδάσκαλοι, οἳ ἐν πείρᾳ παθημάτων γεγόνασιν· | |||
10 | καὶ Χείρωνα γάρ φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτη‐ δεῦσαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυμβριανὸν Ἡρόδικον τὸν παιδοτρίβην, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐμελέτησε τὴν τέχνην. b(BE3E4)T | ||
9453c | ex. vel Porph. | τῇ πιθόμην 〈καὶ ἔρεξα〉: Ἀριστόδημος ὁ Νυσαιεύς, ῥήτωρ τε ἅμα καὶ γραμματικός (cf. F.H.G. III 307), φεύγων τὸ ἔγ‐ κλημα, ἐπενόησε γράφειν „τῇ οὐ πιθόμην †οὐδὲ ἔρεξᆓ. καὶ οὐ μόνον γε ηὐδοκίμησεν, ἀλλὰ καὶ ἐτιμήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα. πρὸ | |
5 | δὲ αὐτοῦ Σωσιφάνης (fr. 6, T.G.F. p. 820 N.2) τὴν τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοί‐ νικι (cf. T.G.F. p. 621 N.2). ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος ἐν ὑπομνήματι τῆς Ι. A | ||
9.454 | ex.(?) | 〈Ἐρινῦς:〉 οὐκ οἶδε τὸν ἀριθμὸν αὐτῶν ὁ ποιητής. Til | |
D | D(~) | Ἐρινῦς: καταχθόνιαι—Μέγαιρα. | εἴρηνται δὲ πα‐ | ||
ρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι. A | |||
9455a | ex. | 〈μήποτε γούνασιν οἷσιν ἐφέζεσθαι φίλον υἱόν:〉 ἐοικυῖα κατάρα τῷ ἀτιμάσαντι πατέρα, τὴν ἀπὸ παίδων μὴ δέξασθαι τιμήν. b(BCE3E4)Til πᾶς δὲ εὖ φρονῶν πατὴρ υἱῷ εὔχεται πάπ‐ πος γενέσθαι. b(BCE3)Til | |
9455b | Ariston. | 〈γούνασιν οἷσιν:〉 ὅτι τινὲς γράφουσιν „〈γούνασ’〉 ἐμοῖσιν“. λέγει δὲ οὐ περὶ ἑαυτοῦ ὁ Φοῖνιξ, ἀλλὰ περὶ τοῦ Ἀμύντο‐ ρος. Aint | |
9455c | Did. | 〈ἐφέσσεσθαι:〉 οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι. Aim | |
9456a | ex. | θεοὶ δ’ ἐτέλειον ἐπαράς: ὡς μηδὲ ἄκοντας ἀδικεῖν γο‐ νεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν (sc. γ 309—10). ATil | |
9456b | Hrd. | 〈ἐτέλειον〉 ἐπαράς: εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐ‐ τός, ὡς „ἐπιβουκόλος ἀνήρ“ (γ 422) καὶ „ἐπισμυγερῶσ“ (γ 195)· εἴτε τὸ ἑξῆς ἐστιν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ συναλειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου „στεῦτο | |
5 | γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεναι“ (Σ 191). A | ||
9457a | Ariston. | 〈Ζεύς τε καταχθόνιος:〉 ὅτι καταχθόνιον Δία τὸν Ἅιδην λέγει. Aim | |
9457b | ex. | Did. | Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια: πῶς ὁ μὲν εὔχεται ταῖς Ἐρινύσι, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Ἅιδης καὶ Περ‐ σεφόνη; ὅτι αὐτοκράτορες τῶν τιμωριῶν ὄντες τὴν τοῦ κολάζειν ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέχονται. b(BCE3E4)T ἐπαινὴ | |
5 | δὲ κατὰ ἀντίφρασιν, ὡς τὸ „νῆ’ ὀλίγην αἰνεῖν“ (Hsd. opp. 643). | οἱ δὲ γράφουσι „καὶ ἐπ’ αὐτῷ Περσεφόνεια“, οἱ δὲ ἐν πλεονασμῷ τὴν ἐπί. T | ||
D | {καὶ} ἐπαινή: ἐπίφοβος, δεινή· αἰνὸν—παραιτήσαι‐ το. A | ||
9.462 | Did.(?) | 〈ἔνθ’ ἐμοί:〉 γράφεται „ἔνθα μοι“. Aim | |
9463a1 | ex. | 〈πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι:〉 ὅτι ἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις κρεῖττον τὸ φεύγειν. Til | |
9463a2 | ἐδήλωσεν ὅτι ἐν ταῖς ἀδιαλλάκτοις ἔχθραις οὐδέν ἐστι τοῦ φεύγειν ἄμεινον. b(BCE3E4) | ||
9464a | ex. | ex. | 〈ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοί:〉 ὅτι πᾶσιν ἠγαπημένος ἦν διὰ τὴν σπουδήν· ὁ δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ | |
τὸν ἔρωτα. A b (BCE3E4)Til | ἀνεψιὸς δὲ Φοίνικος Εὐρύπυλος (cf. Β 736). A | |||
9464b | Did. | ἀμφὶς ἐόντες: Διονύσιος AT ὁ Θρᾷξ ἐν τῷ Πρὸς Κράτητα (fr. 5 Schm.) διὰ τῆς ἱπποδρομίας (sc. Ψ 330 vel 393) A φησὶ γεγραμμένου „ἀντιόωντεσ“ μεταθεῖναι τὸν Ἀρίσταρχον ἀμφὶς ἐόντες. AT | |
9464c | Did.(?) | 〈ἀμφὶς ἐόντες:〉 ἐν ἄλλῳ „ἐγγὺς ἐόντεσ“. Aim | |
9.466 | ex. | 〈εἰλίποδας:〉 εἰλήσει ὅμοια πάσχοντας· κεχάλασται γὰρ αὐτῶν τὰ νεῦρα, ὡς Ἱπποκράτης φησίν (cf. art. 8 [II p. 123, 5 Kueh‐ lew.]). Til | |
9.468 | ex. | 〈τανύοντο:〉 ἐκτείνονται γὰρ τῷ πυρί. AintTil | |
9.469 | ex. | 〈πολλὸν δ’ ἐκ κεράμων μέθυ πίνετο:〉 ἀναφορικῶς τοῦ προειρημένου (sc. Ι 466. 467). Til | |
9.470 | Hrd. | ex. | 〈εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ παρὰ νύκτας ἴαυον:〉 εἰνάνυχες ὡς μονώνυχες ἀπ’ εὐθείας τῆς εἰνάνυξ. | εἰ δέ τινα τὸ ἐπι‐ φερόμενον ταράσσει παρὰ νύκτας ἴαυον, ἴστω ὅτι σύνηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ, „ποδάνιπτρα ποδῶν“ (τ 343), „οἶνον | |
5 | ἐνοινοχοεῦντεσ“ (γ 472). A | ||
9472a | ex. | πῦρ, ἕτερον μέν: ἕτερον AintT ἄλλο παρὰ τὸ τοῦ θαλάμου, Aint b(BCE3)T ὅπου αὐτὸς ἦν. τρίτον δὲ τὸ ἐν | |
τῇ στοᾷ καιόμενον. b(BCE3)T λείπει δὲ τὸ ‘ἅπτον‘. T | |||
9472b1 | Did. | D | D | {πῦρ ἕτερον μὲν} ὑπ’ αἰθούσῃ: διὰ τῆς ἔν προθέσεως „ἐν | |
ad Ι 473 | αἰθούσῃ“ αἱ Ἀριστάρχου. συνᾴδει καὶ τὸ ἑξῆς „ἄλλο δ’ ἐνὶ προδόμῳ“ (Ι 473). | αἴθουσαι δὲ αἱ ὑπὸ ἡλίου—αἴθεσθαι, ὅ ἐστι καίε‐ σθαι. | διέχεεν δὲ τὴν τάξιν. θάλαμος μὲν γὰρ—τετραμμένη | ||
5 | στοά. A | ||
9472b2 | Did. | ἐν ἄλλῳ „ἐν αἰθούσῃ“. Aim | |
9473a | Ariston. | ἄλλο δ’ ἐνὶ προδόμῳ 〈πρόσθεν θαλάμοιο θυράων〉: ὅτι πάλιν δοκεῖ τὸ ἄλλο πρὸς τὸ „ἕτερον“ (Ι 472) συγκεχύσθαι. πι‐ θανεύονται δὲ 〈οἱ〉 λέγοντες τρία φῶτα εἶναι, ἓν μὲν ὑπὸ ταῖς αἰθού‐ σαις, ἕτερον δὲ ἐν τῷ οἴκῳ, ἄλλο δὲ ἐν τῷ προδόμῳ τοῦ οἴκου· ἀπίθα‐ | |
5 | νον γάρ φασιν 〈εἶναι〉 ἐν μὲν τῷ προδόμῳ πῦρ εἶναι, ἐν δὲ τῷ οἴκῳ ἐλλείπειν. A | ||
9473b | D | ἄλλο δ’ ἐνὶ προδόμῳ 〈πρόσθεν〉 θαλάμοιο θυράων: μετήγαγε τὴν τάξιν· θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐλῆς, τὸ δὲ πρὸ αὐτοῦ πρόδομος. αἴθουσα δὲ τὸ περίστυλον, τουτέστιν πρὸς ἥλιον τετραμμένη στοά, παρὰ τὸ αἴθεσθαι. b(BCE3)T | |
9.475 | Ariston. | 〈θύρας:〉 ὅτι πληθυντικῶς θύρας ἀντὶ τοῦ θύραν. Aim | |
9.476 | ex. | 〈ῥήξας ἐξῆλθον:〉 τῷ μὲν Φοίνικι ἡ μεταβολὴ ἀδύνατος διὰ τὴν ὀργὴν τοῦ πατρός, τῷ δὲ Ἀχιλλεῖ καὶ ἔνδοξος διὰ τὴν παραί‐ | |
νεσιν τοῦ πατρός. b(BCE3)Til | |||
9476-7 | Nic.(?) | ex. | καὶ ὑπέρθορον 〈ἑρκίον αὐλῆς / ῥεῖα λαθὼν φύ‐ λακασ〉: τῷ ὑπέρθορον (476) συναπτέον τὸ ῥεῖα (477)· λαθεῖν γὰρ ῥᾳδίως ἀδύνατον ἦν οὕτω φυλαττόμενον. | ῥεῖα (477) δὲ διὰ τὴν νεότητα. b(BCE3E4)T | |
9478a | Ariston. | 〈δι’ Ἑλλάδος:〉 πρὸς τὴν Ἑλλάδα, ὅτι Φθιωτικὴ πό‐ λις. Aint | |
9476-7b | ex. (Ariston.) | δι’ Ἑλλάδος: Ἑλλὰς πόλις ὁμώνυμος τῇ χώρᾳ· „Μυρ‐ μιδόνες δὲ καλεῦντο καὶ Ἕλληνεσ“ (Β 684). AT | |
9480a | x | 〈ἐς Πηλῆα ἄνακτα:〉 γράφεται „ἐς Πηλῆα ἄναχθ’“. Aim | |
9480b1 | ex. | 〈ἄναχθ’:〉 ἐμὸν ἄνακτα, διὰ τὴν ἐμὴν εὔνοιαν. Til | |
9480b2 | ἐμόν, φησίν, ἄνακτα, διὰ τὴν παρ’ αὐτοῦ γεγονυῖαν εὔ‐ νοιαν. b(BCE3E4) | ||
9481a1 | Ariston. | καί μ’ ἐφίλης’, 〈ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ〉: ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν· καὶ ὅτι πρεσβύτερος Πηλεὺς Φοίνικος. A | |
9481a2 | ὅτι νεώτερος Πηλέως, οὐχ ὡς οἱ τραγικοί. Til | ||
9481b | ex. | καί μ’ ἐφίλης’, ὡς εἴ τε πατὴρ ὃν παῖδα 〈φιλήσῃ〉: δυσωπητικὰ Ἀχιλλέως, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον, ὃν ὁ πατὴρ ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτω συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, δι’ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη. A b (BCE3 | |
5 | E4)T | ||
9481-2 | ex. | ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ / μοῦνον 〈τηλύ‐ | |
γετον πολλοῖσιν ἐπὶ κτεάτεσσι〉: εὖ τὸ μὴ ἀρκεσθῆναι τῇ τῶν πατέρων πρὸς τοὺς υἱοὺς φιλοστοργίᾳ καίτοι ὑπερβολὴν μὴ δεχο‐ μένῃ, ἀλλ’ ἐπενέγκαι τὸ μοῦνον (482)· μᾶλλον γὰρ οἱ μονογενεῖς φι‐ | |||
5 | λοῦνται, μὴ μεριζομένης εἰς πολλοὺς τῆς φιλοστοργίας. καὶ οὐδὲ τούτῳ ἀρκεσθεὶς προσέθηκε τὸ τηλύγετον (482). †αὐτὸς† δέ ἐστιν ὁ τῆς γονῆς τέλος ἔχων, μεθ’ ὃν ἕτερος οὐ γίνεται· ἐπὶ τούτοις γὰρ τὴν τῶν γονέων συμπάθειαν ἔστιν ἰδεῖν, ἅπασαν τὴν ἐλπίδα ἐν τῇ τούτων σωτηρίᾳ τιθεμένων. b(BCE3E4)T καὶ ἔτι πλέον αὔξων ἐπιφέρει | ||
10 | τὸ ἐπὶ πολλοῖς κτήμασιν (cf. 482)· ὧν γὰρ συνήγαγεν, εἰδὼς †αὐτὸν φύλακα ἀγωνιᾷ. T | ||
9.484 | ex. (Ariston.?) | Δολόπεσσιν ἀνάσσων: Δολόπων. μέρος τῆς Φθιώτιδος χώρας· διὸ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ Καταλόγῳ. A | |
9485a | Hrd. | καί σε {τοσοῦτον}: οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν· οὐδὲ γὰρ ἀντιδιαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν ἀναγνωστέον. A | |
9485b | ex. | καί σε τοσοῦτον ἔθηκα: δυσωπητικὸν τὸ τῆς δείξεως· καὶ Σοφοκλῆς „κἀξεθρεψάμην / τοσόνδ’ ἐς ἥβησ“ (El. 13—4). b (BCE3E4)T | |
9485c | ex. | θεοῖς ἐπιείκελε: διὰ βραχέος τὸν ὑπεραίροντα εὐφυοῦς σώματος καὶ ψυχῆς ἀρετῇ ἐσήμανεν. T | |
9.486 | ex. | ἐπεὶ οὐκ ἐθέλεσκ〈εσ〉 ἅμ’ ἄλλῳ: οὐκ οἶδεν ὁ ποιητὴς παρὰ Χείρωνι τραφέντα αὐτόν, ἀλλ’ οἱ νεώτεροι. δεινὸν οὖν τὸν ἐν τῇ πρώτῃ ἡλικίᾳ τοσοῦτον στέρξαντα ἀπειθεῖν τελειωθέντα. b(BCE3E4) | |
T | |||
9488a1 | Did. | 〈γούνεσσι:〉 οὕτως διὰ τοῦ ε γούνεσσι. ἔχει μέντοι λόγον καὶ ἡ διὰ τοῦ ἄλφα. Aint | |
9488a2 | γούνεσσι διὰ τοῦ ε. Til | ||
9489a | Ariston. | ὄψου {ἄσαιμι}: ὅτι πᾶν τὸ προσεσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοί· καὶ ὅτι οὐχ ὑπὸ Χείρωνος ἐτράφη ὁ Ἀχιλλεύς, ἀλλὰ τὴν ἰατρικὴν μόνον ἐπαιδεύθη. A | |
9489b1 | ex. | ὄψου {ἄσαιμι}: ὄψον πᾶν τὸ ἐσθιόμενον. ὅμοια δὲ καὶ ταῦτα· „Ἀστύαναξ, ὃς πρὶν μὲν ἑοῦ“ (Χ 500). T | |
9489b2 | πᾶν τὸ ἐσθιόμενον ὄψον καλεῖται. b(BCE3E4) | ||
9489c | ex. | ὄψου ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών: ἐπὶ τὰ εὐτελέστερα καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ προταμών (πρῶτον γὰρ τέμνοντες παρέχουσι) καὶ ἐπισχών, ὡς „λαθικηδέα μαζὸν ἐπέσχον“ (Χ 83). b(BCE3E4)T οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνό‐ | |
5 | ματος ἑτέρως αὐτὸ φράσειας. b(BCE3)T | ||
9491-5 | ex. | οἴνου ἀποβλύζων—λοιγὸν ἀμύνῃς: ὀνομα‐ τοπεποίηται ἀφράστως. καλῶς δὲ προδανεισθείσας ἀπαιτεῖ χάριτας, εἶτα ἐπάγει ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς (495), ἰδιούμενος τὴν σωτηρίαν τῶν Ἑλλήνων. b(BCE3E4)T | |
9.492 | Did. | 〈πόλλ’ ἔπαθον καὶ πόλλ’ ἐμόγησα:〉 Ἀρίσταρχος „πολλὰ πάθον καὶ πολλὰ μόγησα“. Aim | |
9494a | Hrd. | ἀλλὰ σὲ παῖδα: ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ δείξεως. A | |
9494b1 | ex. (Hrd.) | ἀλλὰ σὲ παῖδα: ἀλλὰ σέ ὀρθοτονεῖται διὰ τὴν δεῖξιν. T | |
9494b2 | ὀρθοτονεῖται τὸ σέ, ὅτι δεικτικόν ἐστιν. b(BCE3) | ||
9.496 | ex. | δάμασον θυμὸν μέγαν: ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο (πικρὸν γὰρ ἦν), ἐπὶ δὲ τὸν Πηλέα ἀνήνεγκε (cf. Ι 252—60), ταῦτα Φοίνικι δίδωσιν ἡ τῆς ἀνατροφῆς παρρησία. b(BCE3E4)T ἐμ‐ φαντικῶς δὲ τὸ ἀδάμαστον ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων | |
5 | φησὶ „δμηθήτω“ (Ι 158). AT | ||
9497a | ex. | στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί: ἀποφθεγματικόν, ὅταν βιωφελές τι δι’ ὀλίγης ἐκφέρηται λέξεως. b(BCE3E4)T ἐπίφθονος δὲ ὁ λόγος· T ὡς θεοῦ γὰρ ἧκον δεησόμενοι. καὶ λεληθότως δι‐ δάσκει ὅτι μὴ πειθόμενος Λιταῖς, αἷς καὶ θεοὶ πείθονται, ἀσεβεῖ καὶ εἰς | |
5 | θεοὺς καὶ εἰς τὴν ἑαυτοῦ μητέρα. b(BCE3E4)T | ||
9497b | D | ex.(?) | 〈στρεπτοί:〉 εὐμετάστρεπτοι | καὶ ἵλαοι τοῖς μετα‐ νοοῦσι. Aint | |
D | στρεπτοὶ δέ τε: εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπ〈ε〉ι‐ στοι. ἐναντίον δέ ἐστι τὸ—καὶ τοὺς θεοὺς πείθεσθαι. A | ||
9498a1 | ex. | 〈τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε:〉 καὶ †ἀναντίρητον† τὸ τῆς ἐπιχειρήσεως. Til | |
9498a2 | καὶ ἀναντίρρητος ἄρα ἡ ἐπιχείρησις αὐτῶν. b(BCE3E4) | ||
9499-500 | ex. | 〈καὶ μὲν τοὺς θυέεσσι— / λοιβῇ τε κνίσῃ τε παρατρωπῶς’ ἄνθρωποι:〉 ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν δώρων λῆψιν διὰ τούτων. b(BCE3E4)Til | |
9499-501 | ex. | καὶ εὐχωλῇς’ ἀγανῇσι 〈/ —〉παρατρωπῶς’ ἄνθρωποι 〈/ λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ〉: λαθεῖν μὲν γὰρ ἀδύνατον τοὺς πάντα ἐφορῶντας, ἀλλ’ οὐδὲ βιάσασθαι | |
τοὺς ἰσχυροτέρους. μία τοίνυν ὁδὸς ἐκφυγῆς ἡ ἱκετεία. b(BCE3E4)T | |||
9.500 | Did.(?) | 〈λοιβῇ τε κνίσῃ τε:〉 ἐν ἄλλῳ „λοιβῆς τε κνίσης τε“. Aim | |
9.502 | ex. | καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι: πρὸς ἐντροπὴν Διὸς κούρας αὐτάς φησιν· ἢ διὰ τὸ „Ζεὺς †ἐπιτιμήτωρ ἱκετάων“ (ι 270)· ἢ παρόσον ὁ Ζεὺς „πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544 al.) λέγεται. b(BCE3E4)T μυθικῶς δὲ ὡς γέρων ὑποβάλλει ὅτι ‘†ὁρμήσοι† | |
5 | διὰ τὴν ὑπεροψίαν ἔσται τι δεινόν‘. b(BE3E4)T | ||
D | καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι: ἀνειδωλοποιεῖ τὰς λιτὰς—προηδικηκότες ὦσιν: —ῥυσάς τε καὶ—ὥστε σεβα‐ σμιωτέρας φαίνεσθαι. A | ||
9502-3 | ex. | 〈Διὸς κοῦραι μεγάλοιο, /〉 χωλαί τε ῥυσαί τε 〈πα‐ ραβλῶπές τ’ ὀφθαλμώ〉: ὅσα κρατεῖ τῆς ἡμετέρας δυνάμεως, θεῖα ὠνόμαζον. χωλαὶ (503) δὲ διὰ τὸ μόγις εἰς δεήσεις ἔρχεσθαι· ῥυσαὶ (503) δὲ διὰ τὸ σκυθρωπάζειν· παραβλῶπες (503) δέ, ὅτι παριδόν‐ | |
5 | τες τι τῶν ἀναγκαίων παρακαλοῦμεν ὕστερον. b(BCE3E4)T | ||
9503a | D | Hrd. | παραβλῶπες: διάστροφοι τοὺς ὀφθαλμούς, ἐπειδὴ —τὰς θέας ἔχοντες. | προπερισπαστέον δὲ ὁμοίως τῷ τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ „ἑλίκωπεσ“ | |
5 | (Α 389) καὶ „Κύκλωπεσ“ (η 206 al.), περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς Περὶ σχημάτων (fr. 1 = Hrd. 2, 847, 3). A | ||
9503b | ex. | παραβλῶπές τ’ ὀφθαλμώ: ἀπὸ τῶν συμβαινόντων περὶ τοὺς ἱκετεύοντας παθημάτων τὰς Λιτὰς διετύπωσεν. b(BCE3 | |
E4)T | |||
9504a | ex. | αἵ ῥά τε καὶ μετόπισθ’ Ἄτης ἀλέγουσι κιοῦσαι: ἁμαρτόντες γὰρ καὶ βλαβέντες ὕστερον παρακαλοῦμεν, φροντίζομεν δὲ τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων· ἕπονται οὖν αὐτῇ αἱ Λιταί. b(BCE3E4)T | |
9504b | ex. | 〈ἀλέγουσι:〉 τῶν ἀνθρώπων δηλονότι. ἀλέγουσι· φροντίζουσιν, ἵνα ἰάσωνται τὰ ὑπὸ τῆς Ἄτης γινόμενα. Aint | |
9505a | ex. | ἡ δ’ Ἄτη σθεναρή τε καὶ ἀρτίπος: εἰκότως διὰ τὸ ἐξ ὑπεροχῆς καὶ ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ ἑτέρωθι (sc. Τ 92) λεγομένῳ ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ ὡς λεληθότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαι τὸ | |
5 | πταῖσμα. b(BCE3E4)T | ||
9505b | D(~) | Hrd. | ἀρτίπος: ὁ τοὺς πόδας ὁλόκληρος. | πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ „ἀελλόποσ“ (Θ 409 al.) καὶ „τρίποσ“ (Χ 264). A | |
9505c | Ariston. | 〈οὕνεκα:〉 ὅτι οὕνεκα ἀντὶ τοῦ τοὔνεκα. Aim | |
9.506 | Ariston. | 〈φθάνει:〉 ὅτι Ζηνόδοτος γράφει {ὅτι} „φθανέει“. Aim | |
9.507 | ex. | 〈αἱ δ’ ἐξακέονται ὀπίσσω:〉 ἃ ἐκείνη βλάπτει. Til | |
9.508 | ex. | 〈κούρας Διός:〉 πάλιν πρὸς ἐντροπὴν Διὸς κούρας φη‐ σίν. Til | |
9509a | Ariston. | τὸν δὲ μέγ’ ὤνησαν: ὅτι περισσὸς ὁ δέ σύνδεσμος· διὸ οὐ δεῖ συνεγκλίνειν τῷ ἄρθρῳ τὸν σύνδεσμον. A | |
9509b | ex. | τὸν δὲ μέγ’ ὤνησαν καί τ’ ἔκλυον εὐξαμένοιο: ὑπὲρ αὐτοῦ οὖν ἐστιν, ὅπως ἐν ἀσφαλείᾳ διάγοι ἐπικούρους ἔχων· εἰκὸς γὰρ καὶ αὐτὸν ἁμαρτῆσαι καὶ εὐμενεῖς τοὺς ἱκετευομένους ἕξειν. φυσιολογεῖ οὖν μὴ θέλων εἰπεῖν ἐξ ὀνόματος ὡς καὶ αὐτὸς βλαβήσεται μὴ πεισθείς. | |
5 | ἐπάγει οὖν· „ἀλλ’ Ἀχιλεῦ, πόρε καὶ σύ“ (Ι 513). b(BE3E4)T | ||
9509c1 | Did. | 〈εὐξαμένοιο:〉 Ἀρίσταρχος „εὐχομένοιο“. Aint | |
9509c2 | τὸ δὲ εὐξαμένοιο ἀντὶ τοῦ „εὐχομένοιο“. T | ||
9512a | ex. | ἵνα βλαφθεὶς ἀποτίσῃ: ἵνα καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς ἐπὶ τὰς Λιτὰς καταφύγῃ. b(BCE3E4)T | |
9512b | Did.(?) | 〈ἀποτίσῃ:〉 γράφεται „ἀποτίνῃ“. Aint | |
9.514 | ex. | ἥ τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν: καὶ ἄλλοι, φησίν, εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς Λιτάς. b(BCE3E4)T | |
9515a | ex. | εἰ μὲν γὰρ μὴ δῶρα φέροι: ταῦτα τὴν ἱκετείαν δηλοῖ καὶ τὸν ἐνυποπίπτοντα Ἀγαμέμνονα. καὶ διὰ τοῦ φέροι αὐτὸν παρέστη‐ σεν· καὶ τὸ μὲν ὀργίζεσθαι δικαίως συγχωρεῖ, τὸ δὲ ἀτιμάζειν τὰ δι‐ δόμενα καὶ τοὺς ἥκοντας ἀνάξιον Ἀχιλλέως φησίν. b(BCE3E4)T | |
9515b | ex.(?) | 〈εἰ μὲν γὰρ μὴ δῶρα φέροι:〉 εὐθὺς δηλονότι. Aint | |
9516a | Hrd. | ἐπιζαφελῶς: ὡς „χαλεπῶσ“ (Η 424. Υ 186). παρέλκει | |
δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δέ, εἰ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρυτόνως, ἢ καὶ ἐκεῖνο κατ’ ὀξὺν προφέρεσθαι τό‐ νον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τοιούτῳ· τὰ | |||
5 | εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκο‐ τος· οὕτως οὖν καὶ ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον εὐτελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ‘ὡς ἐπὶ τὸ πλεῖστον‘ διὰ τὸ εὐτραπέλως ἰκέλως. A | ||
9516b1 | ex. (Hrd.) | ex. | {ἀλλ’ αἰὲν} ἐπιζαφελῶς: περισπωμένως, εἰ καὶ τὸ †ζάφελες† βαρύνεται. | τὸ δὲ ζαφελῶς γίνεται ἐκ τοῦ ζα ἐπιτατικοῦ καὶ τοῦ ὀφέλλω τὸ αὔξω, τὸ πάνυ ηὐξημένως. T | |
9516b2 | ex. (Hrd.) | περισπωμένως. τὸ δὲ ζάφελος ὄνομα βαρύνεται. Aint | |
9.518 | ex. | χατέουσί περ ἔμπης: ὅτι καὶ δώρων ἄνευ ἐχρῆν βοηθεῖν διὰ τὴν ἀνάγκην. T | |
9.520 | Ariston. | ἄνδρας δὲ λίσσεσθαι 〈ἐπιπροέηκεν ἀρίστουσ〉: ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ ὡς ἂν μηδὲ χώραν ἔχων πρεσβευτοῦ. A | |
9520-1a1/b1 | ex. | ex. | ἄνδρασ〈—〉ἀρίστους | κρινάμενος: ὁ μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύϊ πρωτεύει. | ἐκ τούτου δῆλον ὅτι οὐκ ἔστι | |
πρεσβευτὴς ὁ Φοῖνιξ· ἐπεὶ πῶς ἑαυτὸν ἐπαινεῖ; T | |||
9520-1b2 | ex. | οὗτος πρεσβευτὴς οὐκ ἔστιν, ἐπεὶ οὐκ ἂν ἑαυτὸν ἐπῄνει. b(BCE3E4) | |
9520-1a2 | ex. | ὁ μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύϊ προὔχει. b(BCE3) | |
9521-2a1 | ex. | οἵ τε σοὶ αὐτῷ / φίλτατοι: ὡς καὶ δίχα Ἀγαμέ‐ μνονος ὀφείλοντος αὐτοῖς πείθεσθαι. τοῦτο δὲ ἐλεγκτικῶς ὅτι εἰπὼν „οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ“ (Ι 204) νῦν ἀπειθεῖ τοῖς φιλτάτοις. T | |
9521-2a2 | λέγει δὲ ὅτι καὶ δίχα Ἀγαμέμνονος ὤφειλεν αὐτοῖς πείθε‐ σθαι. b(BCE3) | ||
9521-2a3 | ἐλεγκτικῶς ὅτι εἰπὼν „οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ“ νῦν ἀπειθεῖ τοῖς φιλτάτοις. b(BCE3E4) | ||
9522a | ex. | τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς: μὴ ὀνειδίσῃς· b(BCE3 E4)T „τὰ δ’ ἐλέγχεα πάντα λέλειπται“ (Ω 260)· ὡς τῆς αἰσχύ‐ νης τοῦ μὴ πείθειν ἀνατρεχούσης εἰς αὐτούς. b(BCE3)T | |
9522b | ex. | τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς: μὴ ἀποδοκιμάσῃς μηδὲ ἀποδείξῃς ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις καὶ μὴ ποιήσῃς ἐπονειδί‐ στους αὐτοὺς ὡς μὴ πείσαντας. A | |
9.523 | D | 〈μηδὲ πόδας:〉 μηδὲ τὴν ἐνθάδε ἄφιξιν. Aint | |
9523a | ex. | πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι: τὸ πρώην μηνίειν ἀνεμέσητον εἰπὼν ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν, b(BCE3E4)T ὅτι τὸ πρὶν καὶ ἀρχὴ τῆς μάχης καὶ ὁ Ἀγαμέμνων μαινόμενος καὶ πρεσβεία οὐδαμοῦ οὐδὲ δῶρα, νῦν δὲ καὶ τῆς μήνιδος ὁ | |
5 | χρόνος παρήκμασε καὶ ὁ βασιλεὺς ἱκέτης καὶ πρεσβεία φιλτάτων ἀν‐ δρῶν καὶ δώρων ἀριθμὸς πολὺς καὶ ἀνάγκη τοῦ ἁλῶναι. T | ||
9523b | ex.(?) | 〈πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι:〉 ἐπὶ δὲ τῆς | |
προτέρας ὀργῆς οὐ μέμψεως ἄξιος. Aint | |||
9524a1 | ex. | οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα: ὅτι πάντως δεῖ βοηθῆσαι αὐτόν, ὅπερ ἐσκέπασε τῇ διηγήσει. T | |
9524a2 | περισκέπων δὲ διὰ τῆς διηγήσεως τὸν λόγον δείκνυσιν ὡς πάντως δεῖ βοηθῆσαι. b(BE3E4) | ||
9526a | ex. | δωρητοί τ’ ἐπέλοντο 〈παραρρητοί τ’ ἐπέεσσι〉: περὶ πάντων τοῦτο, εἶτα τὸν Μελέαγρον ἐπὶ τῇ ἰσότητι T παρέλα‐ βεν· οὐ γὰρ ἂν ἐφάνη τὸ δεινὸν τοῦ μὴ πεισθῆναι, εἴ τινα παρέλαβε τῶν πεισθέντων. b(BCE3E4)T | |
9526b | Hrd. | παραρρητοί: ὡς παραμυθητοὶ καὶ νοητοὶ κατ’ ὀξεῖαν τάσιν. A | |
9527a | ex. | μέμνημαι τόδε ἔργον: ὁμοίαν μῆνιν παραγράφει. Ἀχιλλεὺς οὐκ ἐπαμύνει τοῖς Ἕλλησι διὰ τὸν Ἀγαμέμνονα καὶ ὁ Με‐ λέαγρος τοῖς Αἰτωλοῖς διὰ τὴν μητέρα. ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος Ἀπόλλωνος καὶ τῷ Μελεάγρῳ Ἀρτέμιδος ὀργή. Ἀχιλλεῖ Βρισηΐδος | |
5 | ὕβρις, Μελεάγρῳ δὲ Ἀταλάντης. πρὸς ἑκάτερον πρεσβεύουσι δῶρα δώσειν ὑπισχνούμενοι. τὰ λοιπὰ ὁ Φοῖνιξ εὔχεται ὅμοια μὴ γενέσθαι. ὅμως γεγόνασιν. οὐδέτερος αὐτῶν εἶξε τοῖς δεομένοις· τὸν Μελέαγρον ἐποίησεν ἡ γυνὴ ἐξελθεῖν τοῦ πολέμου ἐπὶ θύραις ὄντος, καὶ ὁ Πάτρο‐ κλος πλησίον τῶν πολεμίων ὄντων δεηθεὶς προελθεῖν, ἔπειτα ἀποθανὼν | ||
10 | ἠνάγκασε τῆς ἔχθρας παύσασθαι τὸν Ἀχιλλέα· b(BCE3, Le) T ὅπερ καὶ Μελέαγρος πέπονθεν. b(BCE3, Le) | ||
9526b | ex. | μέμνημαι τόδε ἔργον: ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπι‐ | |
πέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι, οἱ δὲ Κουρῆτες τοῖς Τρωσίν, ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῷ νῦν μὲν δεήσεσι μὴ πει‐ θομένῳ, δι’ ἀνάγκην δὲ ἴσως βοηθήσοντι διὰ τὰς ναῦς. A | |||
9527c | ex. | μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι: ὅτι ἀειμνήστους ἐπὶ κακῷ ποιεῖ τοὺς ὀργιζομένους ὁ θυμός. οἰκεῖον δὲ διδασκάλῳ ἐκ τῶν πα‐ λαιῶν σωφρονίζειν τοὺς νέους. ποικίλλει δὲ τὴν δέησιν πιστούμενος τὰς ἱστορίας διὰ τῶν παλαιῶν προσώπων. b(BE3E4)T | |
9527d | Ariston. | 〈νέον:〉 ὅτι νέον νεωστί. Aim | |
9528a | Nic. | ὡς ἦν: τὸ ὡς ἦν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς συν‐ άπτεσθαι. ἐὰν δὲ τοῖς ἄνω συνάπτηται, ἔσται „μέμνημαι“ (Ι 527) ὡς ἦν· ἐὰν δὲ τοῖς ἑξῆς, ἔσται ὑπερβατόν ‘ὡς δὲ ἦν, ἐν ὑμῖν ἐρῶ‘. A | |
9528b | ex. | 〈ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι:〉 ὅτι ἠθικῶς καθ’ ὑπεξαίρεσιν λέγει ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι, οἷον οὐδεὶς ξένος πάρεστι, διὰ τὸ κατ’ Ἀχιλλέως παραδείγματι χρῆσθαι τῷ κατὰ τὸν Μελέαγρον. A | |
9528c | ex. | ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι: ἐπεὶ κατὰ τοῦ Ἀχιλλέως ἐκφέρει τὸ παράδειγμα, φησὶν ‘ἐπὶ φίλων γάρ μοί ἐστιν ὁ λόγοσ‘. b(BCE3E4)T | |
9529a1 | ex. | ex. | ex. | Κουρῆτές τ’ ἐμάχοντο 〈καὶ Αἰτωλοὶ μενεχάρ‐ μαι〉: ψυχαγωγεῖ μὲν ἡ ἱστορία τὸν θυμόν. δύο δέ φησι· μὴ ἀτιμάζειν ἱκέτας, καὶ ὡς ἄτιμος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία. | καλοῦσι δὲ ὑποδιήγησιν τὸ σχῆμα, ὅταν †ἱερόν† τι λάβωμεν ὅμοιον. †διό | |
5 | ἐστιν ὁ λόγος ὡς νηλέα τινὰ πελίαν τε†. | ἀντὶ δὲ τοῦ εἰπεῖν Κουρῆ‐ τες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώτερον ἧκεν· διχῇ δὲ διῄρηται ἡ Αἰτω‐ λία, καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν Οἰνεύς, τῆς δὲ Πλευρωνίας ὁ Θέ‐ | ||
στιος. T | |||
9529a2 | ex. | ex. | ἀντὶ τοῦ εἰπεῖν Κουρῆτες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώ‐ τερον ἧκε. διχῇ δὲ διῄρηται ἡ Αἰτωλία, καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν Οἰνεύς, τῆς δὲ Πλευρωνίας Θέστιος. | ψυχαγωγεῖ δὲ ἡ ἱστορία τὸν θυμόν. b(BCE3E4) δύο δέ φησι· μὴ ἀτιμάζειν ἱκέτας, καὶ ὡς ἄτι‐ | |
5 | μος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία. b(BE3E4) | ||
9529a3 | ex. | ὑποδιήγησις τὸ τοιοῦτον καλεῖται. b(BCE3E4) | |
9529b | Hrd. | Κουρῆτες: οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστο‐ λὴν τοῦ „κούρητες Ἀχαιῶν“ (Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ Κουρῆτες ἐν τῇ Κλίσει τῶν ὀνομάτων (fr. 16 = | |
5 | Hrd. 2, 640, 23). A | ||
9529c | ex. | 〈Κουρῆτες:〉 τὸ ἐθνικόν, κούρητες δὲ οἱ νεανίαι, ὡς Μάγνης καὶ Ἴγνης· „ἅμα δ’ ἄλλοι †ἦσαν† κούρητεσ“ (Τ 248). Til | |
9529d | Ap. S. | 〈ΚΟΥΡΗΤΕΣ:〉 τῆς μέσης συλλαβῆς περισπωμένης οἱ τὴν Πλευρῶνα κατοικοῦντες· Κουρῆτές τ’ ἐμάχοντο. τῆς δ’ αὐτῆς συλλαβῆς βαρυτονουμένης οἱ νεανίαι· „ἅμα δ’ †ἄλλοις ἦσαν† κούρη‐ τες Ἀχαιῶν“ (Τ 248). A | |
9529e | ex. | Κουρῆτες: οἱ τὴν Πλευρῶνα οἰκοῦντες ἄποικοι Εὐβοέων. οὕτω δὲ ἐκαλοῦντο ἢ ἀπὸ Κουρίου ὄρους ἢ Κουρέως· ἢ ἐπεὶ στολὰς καὶ κόμας κορῶν εἶχον. Στράβων (10,3,6, p. 465) δὲ οὕτως· „Ἀρχέμαχος | |
ὁ Εὐβοεὺς (FGrHist 424, 9) φησὶ τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι. | |||
5 | συνεχῶς δὲ πολεμοῦντας περὶ τοῦ Ληλάντου πεδίου, ἐπειδὴ οἱ πολέμιοι κομῶν δραττόμενοι κατέσπων αὐτούς, ὀπισθοκόμους γενέσθαι, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς {γενέσθαι} κληθῆναι. †κατοικοῦντας† δὲ εἰς Αἰτωλίαν τοὺς πέραν οἰκοῦντας διὰ τὸ ἀκούρους φυλάσσειν τὰς κεφαλὰς Ἀκαρνᾶνας ὠνόμαζον.“ T | ||
10 | D | Κουρῆτες: οἱ ἐν Πλευρῶνι οἰκοῦντες, πόλει τῆς Αἰτωλίας. ὠνομάσθησαν δὲ—τὰς κάρας. A | |
D | Οἰνεὺς Αἰτωλίας δεσπότης—μετανοήσασα ἑαυτὴν ἀναιρεῖ. A | ||
D | Αἰτωλοί: οἱ Καλυδώνιοι, ἐπεὶ—τῆς Αἰτωλίας. A | ||
9.531 | Ariston. | Αἰτωλοὶ μὲν ἀμυνόμενοι 〈Καλυδῶνος ἐραννῆσ〉: ἡ διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν, καὶ ὅτι λείπει ἡ περί, περὶ Καλυδῶνος. A | |
9.533 | ex. | 〈τοῖσι κακόν:〉 ὡς καὶ ὑμῖν τὴν μῆνιν. Til | |
9534a | ex. | 〈χωσαμένη ὅ οἱ οὔ τι θαλύσια:〉 ὅτι δεῖ μεμνῆσθαι θεῶν· b(BCE3E4)Til ἅπαξ δὲ κεῖται ἡ λέξις. ἃ ἡμεῖς συγκομιστή‐ ριά φαμεν. b(BCE3)Til | |
9534b | ex. | 〈θαλύσια:〉 ἑορτή, ἐν ᾗ τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι | |
τῶν καρπῶν. Aint | |||
9537a | ex. | Ariston. | ἢ λάθετ’ 〈ἢ οὐκ ἐνόησεν〉: ἐλάθετο· ἑκὼν παρεπέμψα‐ το. οὐκ ἐνόησεν· οὐκ ἔλαβεν εἰς νοῦν. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει „ἐκλάθετ’ οὐδ’ ἐνόησεν“ ὥστε τὸ αὐτὸ διλογεῖσθαι. οὐκ ἐνόησε δὲ ὅτι διαφέρει· τὸ μὲν γὰρ ἐλάθετο ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ | |
5 | ἐνόησεν οὐδὲ τὴν ἀρχὴν κατὰ νοῦν ἔσχεν. A | ||
9537b | ex. | 〈ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν:〉 ἀπὸ μετοχῶν εἰς ῥήματα μετ‐ ῆλθεν. b(BCE3)Til | |
9537c | ex. | ἢ λάθετ’ ἢ οὐκ ἐνόησε: λάθετο· ἑκὼν παρεπέμψατο, οὐκ ἐνόησε δὲ οὐκ ἔλαβεν εἰς νοῦν. ἀξιόπιστον δὲ τὸ διστάσαι, ὡς ἔχει καὶ τὸ „ἢ δρυὸς ἢ πεύκησ“ (Ψ 328). ἀσύγγνωστον δὲ τὴν εἰς θεοὺς παράβασιν ὑποτίθεται, εἴθ’ ἑκὼν μὴ τιμῶν εἴτε ἀκουσίως, καὶ εἰ | |
5 | μὴ πάντας τιμῶν. b(BCE3E4)T | ||
D | ἄλλως· ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν: ἤτοι ἐννοήσας θῦσαι ἐπε‐ λάθετο, ἢ οὐδὲ ὅλως †ἐπελάθετο. A | ||
9.538 | ex. | δῖον γένος: πρὸς Ἀχιλλέα· οὐδέποτε γὰρ ἐπὶ θεοῦ τάσσει τὴν λέξιν. ὁ δὲ Νικάνωρ ἐπὶ Ἀρτέμιδος· b(BCE3)T καὶ γὰρ λέ‐ γει, φησίν (p. 202 Friedl.), „αἶψά κ’ ἐγὼν ἔρξαιμι, διοτρεφές, ὡς ἀγο‐ ρεύεισ“ (ν 147), ἀγνοῶν ὅτι „κελαινεφέσ“ ἐστίν. T | |
9539a1 | Hrd. | ὦρσεν ἐπὶ 〈χλούνην〉: οἱ μὲν ἀναστρέφουσιν, ἵν’ ᾖ ἐπῶρσεν. οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται | |
τὸ ἑξῆς ἐπὶ τὴν χλούνην. A | |||
9539a2 | ἐπῶρσεν χλούνην. Til | ||
9539b | ex. | D | χλούνην: οἱ μὲν τὸν ἐντομίαν· κνώμενοι γὰρ πρὸς τὰ φυτὰ παρατρίβονται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διά‐ γοντα· τὸν γὰρ οἰκοτραφῆ σίαλόν φησιν (cf. Ι 208. Φ 363 al.). οἱ δὲ τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά. A b (BCE3E4)T | ἄλλοι δὲ τὸν | |
5 | ἐπὶ Χλούνῃ, χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα. A | ||
9540a1 | Did. | ex. | ἔρδεσκεν ἔθων: Ἀμμώνιος ἐν τῷ Περὶ τῶν ὑπὸ Πλάτω‐ νος μετενηνεγμένων ἐξ Ὁμήρου διὰ τοῦ ξ προφέρεται, „ἔρεξεν“. | ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ | |
καρποὺς ἡμαρτηκότι. A | |||
9540a2 | {ἔρδεσκεν:} Ἀμμώνιος „ἔρεξεν“. | ἔθων δὲ T εἰθι‐ σμένος τοῖς τόποις· „ἐριδμαίνωσιν ἔθοντεσ“ (Π 260). οἰκεία δὲ τιμω‐ ρία τῷ περὶ καρποὺς ἡμαρτηκότι. b(BCE3)T | ||
9540b | Ariston. | 〈ἔθων:〉 ὅτι οἱ Γλωσσογράφοι τὸ ἔθων ἀποδιδόασι βλάπτων. ἔστι δὲ ἐξ ἔθους ἐπιφοιτῶν. Aint | |
9540c | Hrd. | 〈ἔθων:〉 ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλιφῆς, „ἥ ἑ μάλιστ’ εἴωθε“ (Ε 766). καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ ς, „σέθεν“ (Α 180 al.), „ἕθεν“ (Α 114 al.)· τὴν γὰρ ὑπό τινων φερομένην „ἔδων“ παρ‐ | |
5 | αιτητέον. A | ||
9541a | Ariston. | 〈προθέλυμνα:〉 ὅτι ἄλλα ἐπ’ ἄλλοις. ἔνιοι δὲ πρόρριζα. Aim | |
9541b | ex. | προθέλυμνα: τὰ ἄλλα ἐπ’ ἄλλοις προτιθέμενα, ὅ ἐστι συνεχῆ· φησὶ γοῦν καὶ „σάκος σάκεϊ προθελύμνῳ“ (Ν 130) καὶ | |
„τετραθέλυμνον“ (Ο 479). b(BCE3E4)T | |||
9542a | Ariston. | 〈αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖσ〉 ἄνθεσι μήλων: ὅτι μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοί, οὐχ ὡς ἡμεῖς 〈ε〉ἰδικῶς· καὶ ὅτι εἴωθεν ἡ σύν πρόθεσις ἐλλείπειν. A | |
9542b | ex. | καὶ αὐτοῖς ἄνθεσι μήλων: ἐξ ἑνὸς τὸ πᾶν· „καὶ μη‐ λέαι“ γὰρ „ἀγλαόκαρποι“ (η 115). μηλοφόρον δὲ τιμῶσι τὴν Δη‐ μήτραν. b(BCE3E4)T | |
9.543 | ex. | τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινε〈ν〉 Μελέαγρος: ἴσως ὅτι πρῶτος ἔβαλεν· ἅμα δὲ καὶ ἡ Ἀταλάντη. Μελέαγρος δὲ παρὰ τὸ μέλειν τῆς ἄγρας· κυνηγοὶ γὰρ οἱ Αἰτωλοί. b(BCE3E4)T | |
9546a | Ariston. | πολλοὺς δὲ πυρῆς ἐπέβης’ ἀλεγεινῆς: ὅτι ἐκ τοῦ παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι διὰ πυρὸς ἔθαπτον. A | |
9546b | ex.(?) | πυρῆς ἐπέβης’: ἀντὶ τοῦ ἀποκτείνας καυθῆναι ἐποίη‐ σεν. A | |
9546c | ex. | πολλοὺς δὲ πυρῆς ἐπέβης’ 〈ἀλεγεινῆσ〉: οὐ ζῶν μόνον, ἀλλὰ καὶ τελευτήσας διὰ τὴν ἐπ’ αὐτῶν μάχην. ἀλεγεινῆς δὲ πυρῆς, ἐπεὶ ἀλγοῦμεν ἐπὶ τοῖς τεθνεῶσιν. b(BCE3E4)T | |
9547-8 | ex. | ἡ δ’ ἀμφ’ αὐτῷ καὶ ἑξῆς ἀμφὶ συὸς κεφαλῇ: δείκνυσιν ὅτι οἱ θεοβλαβεῖς περὶ τῶν οὐδενὸς ἀξίων διαφέρονται πρὸς μάχην. | |
b(BCE3E4)T | |||
9.548 | ex. | ἀμφὶ συὸς κεφαλῇ 〈καὶ δέρματι λαχνήεντι〉: ἐσιώπησε τὴν Ἀταλάντην αἰδούμενος τὸν Ἀχιλλέα. b(BCE3E4)T | |
D | ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι: ὡς καὶ τῆς κεφαλῆς —ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος. A | ||
9551a1 | Did. | οὐδ’ ἐδύναντο: ἐν τῇ Ἀριστοφάνους „οὐδ’ ἐθέλεσκον“ καὶ ἔστιν Ὁμηρικόν· „οὐδ’ ἔθελε προρέειν“ (Φ 366). A | |
9551a2 | Ἀριστοφάνης δὲ „οὐδ’ ἐθέλεσκον“, Ὁμηρικόν. T | ||
9551b | ex. | οὐδὲ δύναντο: ὡς καὶ οὐδέποτε Τρῶες. T | |
9553-4 | ex. | ὅς τε καὶ ἄλλων / οἰδάνει: οἰδαίνεσθαι ποιεῖ, ὡς „μελάνει“ (Η 64). A b (BCE3E4)T καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πά‐ θος οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ· καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει, Ἀχιλλεῖ δὲ συγγινώσκει. A b (BCE3)T | |
9.554 | Ariston. | 〈οἰδάνει:〉 ὅτι ἀντὶ τοῦ οἰδάνειν ποιεῖ, ὅμοιον τῷ „πάντας μέν ῥ’ ἔλπει“ (β 91) ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ. Aim | |
9.555 | ex. | ἤτοι ὁ μητρὶ φίλῃ: καθόλου· οὐ γὰρ ἦν αὐτῷ τότε φίλη ἡ μήτηρ. b(BCE3E4)T | |
9.556 | ex. | 〈κεῖτο:〉 ὡς τὸ „κεῖτ’ ἀπομηνίσασ“ (Β 772. Η 230). Til | |
D | καλῇ Κλεοπάτρῃ: Κλεοπάτρα Ἴδα—γυνὴ δὲ Με‐ λεάγρου. A | ||
9557-8 | ex. | κούρῃ Μαρπήσ〈σ〉ης 〈καλλισφύρου Εὐηνίνης / Ἴδεώ θ’〉: Ἴδας ὁ Ἀφαρέως μὲν παῖς κατ’ ἐπίκλησιν, γόνος δὲ Ποσει‐ | |
δῶνος, Λακεδαιμόνιος δὲ τὸ γένος, ἐπιθυμήσας γάμου παραγίνεται εἰς Ὀρτυγίαν τὴν ἐν τῇ Χαλκίδι καὶ ἐντεῦθεν ἁρπάζει τὴν Εὐηνοῦ θυγατέ‐ | |||
5 | ρα Μάρπησσαν. ἔχων δὲ ἵππους Ποσειδῶνος ἠπείγετο. ὁ δὲ Εὐηνὸς εἰς ἐπιζήτησιν ἐξῆλθε τῆς θυγατρός, ἐλθὼν δὲ κατὰ τὸν Λυκόρμαν πο‐ ταμὸν τῆς Αἰτωλίας, μὴ καταλαβών, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ὅθεν ὁ Λυκόρμας Εὐηνὸς μετωνομάσθη. κατὰ δὲ τὴν Ἀρήνην ἀπαντή‐ σας Ἀπόλλων τῷ Ἴδᾳ λαμβάνεται τῆς Μαρπήσσης. ὁ δὲ ἔτεινε τὸ | ||
10 | τόξον καὶ διεφέρετο περὶ τοῦ γάμου· οἷς κριτὴς ὁ Ζεὺς γενόμενος αἵρε‐ σιν τοῦ γάμου ἐπὶ τῇ Μαρπήσσῃ τίθεται. ἡ δὲ δείσασα, μὴ ἐπὶ γήρᾳ καταλίπῃ αὐτὴν ὁ Ἀπόλλων, αἱρεῖται τὸν Ἴδαν. οὕτως δὴ Σιμωνίδης (fr. 58 = P.M.G. fr. 563) τὴν ἱστορίαν περιείργασται. b(BCE3)T | ||
9557a1 | ex. | καλλισφύρου: σημεῖόν ἐστι συμμετρίας σώματος· ὡς ἐπίπαν γὰρ παχεῖαι τὰ κάτω αἱ γυναῖκες. T | |
9557b1 | ex. | 〈καλλισφύρου:〉 κάτωθεν γὰρ ὁρᾶται τὸ θῆλυ εἶδος. Til | |
9557a2/b2 | ex. | ex. | σημεῖόν ἐστι συμμετρίας σώματος· αἱ γὰρ παχεῖαι τοῖς ἐρῶσιν οὐκ ἀγαθαί. | τὸ δὲ θῆλυ εἶδος ἐκ τῶν σφυρῶν καὶ τῆς ζώνης καὶ τῆς ὄψεως ὁρᾶται. b(BCE3E4) | |
9558-9a1 | ex. | ὃς κάρτιστος 〈ἐπιχθονίων〉 γένετ’ ἀνδρῶν / τῶν τότε: ἐπαινετέον τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιΐαν· ὁ μὲν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε τῶν τότε (559). τῷ δὲ Νέστορι | |
5 | ἀθωπεύτως εἴρηται· „οὐ γάρ πω τοίους ἴδον“ (Α 262). b(BCE3E4)T | ||
9558-9a2 | ἵνα μὴ καταισχύνῃ Ἀχιλλέα μεγαλοφρονοῦντα ἐπὶ κρά‐ τει, εἶπε τῶν τότε. Til | ||
9.560 | ex. | 〈νύμφης:〉 τῆς Μαρπήσ〈σ〉ης. Til | |
9561a1 | ex. | 〈τὴν δέ:〉 τὴν Κλεοπάτραν. Til | |
9561b1 | ex. | 〈πατὴρ καὶ πότνια μήτηρ:〉 ὁ Ἴδας καὶ ἡ Μάρπησ‐ 〈σ〉α. Til | |
9561a2/b2 | τὴν Κλεοπάτραν ὁ Ἴδας καὶ ἡ Μάρπησσα. b(BCE3E4) | ||
9561-2a1 | ex. | D | τὴν δὲ τότ’ ἐν μεγάροισι〈— /〉 Ἀλκυόνην καλέεσκον: ἀντὶ τοῦ ἀλκυόνα, παρὰ τὸ ἐν ἁλὶ κύειν. T | ἀπὸ τῶν αὐτοῖς συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπέν‐ θη (cf. δ 11) καὶ Ὀδυσσέα (cf. τ 407—9). ἔκλαιεν οὖν ἡ Μάρπησσα | |
5 | καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτήν, τὴν Μάρπησσαν, ἥρπασεν ὁ Ἀπόλλων. b(BCE3)T | ||
9561-2a2 | ex. | ἀντὶ τοῦ ἀλκυόνα. b(BCE3E4) γίνεται δὲ παρὰ τὸ ἐν ἁλὶ κύειν. b(BCE3) | |
9.562 | Ariston. | 〈Ἀλκυόνην καλέεσκον ἐπώνυμον:〉 ὅτι οὐ τὴν Μάρ‐ πησσαν, ἀλλὰ τὴν Κλεοπάτραν. Aim | |
D | Ἀλκυόνην καλέεσκον: Κῆυξ ὁ Φωσφόρου—αὐτὴν ἀνήρπασεν Ἀπόλλων· ἢ ἡ μήτηρ Ἀλθαία. A | ||
5 | D | ἐπώνυμον: ἀντὶ τοῦ φερώνυμον—ὅτε ἀφῃρεῖτο αὐ‐ | |
τὴν ὁ Ἀπόλλων. A | |||
9.563 | ex.(?) | 〈μήτηρ:〉 ἡ Μάρπησ〈σ〉α. Til | |
9564a | Did. | κλαῖ’ ὅτε μιν: οὕτω Ζηνόδοτος χρονικῶς· AimT Ἀρίσταρχος δὲ „κλαῖεν ὅ μιν“, ὅτι αὐτήν. AintT | |
9564b | ex. | 〈μιν:〉 αὐτὴν τὴν Μάρπησ〈σ〉αν, ὅτε ἥρπασεν ὁ Ἀπόλ‐ λων. Til | |
9564c | Did. (?) | 〈ἀφήρπασε:〉 γράφεται „ἀνήρπασε“. Aim | |
9567a | Hrd. | D | κασιγνήτοιο {φόνοιο}: ὡς „Ἀδμήτοιο“ (Β 713. Ψ 532). τινὲς δὲ προπερισπῶσιν ὡς „λευκοῖο“ (ι 246), ἵνα γένηται κασιγνητι‐ κοῦ· ἡ γὰρ Ἀλθαία, φασίν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυναμεῖν τῷ κασιγνητικοῦ. | ἀδελφοὶ δὲ | |
5 | Ἀλθαίας Ἴφικλος, Πολυφάντης, Ἀφάνης, Εὐρύπυλος, Πλήξιππος. A | ||
9567b | ex. | κασιγνήτοιο φόνοιο: κασιγνήτοιο ὡς „γυναῖκά τε θήσατο μαζόν“ (Ω 58), εἰ μήποτε καθ’ Ὅμηρον εἷς ἐστιν. δύο δὲ ἦσαν, Κλυτίος καὶ Προκάων. T | |
9567c1 | Did. | 〈κασιγνήτοιο:〉 οὕτως Ἀρίσταρχος, τοῦ ἀδελφικοῦ. Aint | |
9567d1 | Ariston. | 〈κασιγνήτοιο φόνοιο:〉 ὅτι ἐλλείπει ἡ περί. δύναται δὲ καὶ ἑνὸς καὶ πλειόνων ἀδελφῶν. Aim | |
9567c2/d2 | Did. | Ariston. | τοῦ ἀδελφικοῦ. b(BCE3E4)T | λείπει δὲ ἡ περί. b(BCE3)T | |
9.568 | Ariston. | πολλὰ δὲ καὶ γαῖαν 〈πολυφόρβην χερσὶν ἀλοία〉: ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρουον. A | |
D | χερσὶν ἀλοία: ταῖς χερσὶν ἔπληττεν· ὅθεν—ὡς ἐν‐ | ||
5 | θάδε φησίν. A | ||
9.569 | Ariston. | κικλήσκους’ Ἀΐδην 〈καὶ ἐπαινὴν Περσεφόνειαν〉: ὅτι ἐπικαλεῖται μὲν τὸν Ἅιδην καὶ τὴν Περσεφόνην, ὑπακούουσι δὲ αἱ Ἐρινύες ὡς ὑπηρέτιδες. A | |
9.570 | ex. | πρόχνυ καθεζομένη: παντελῶς καθημένη, ὅλη παρειμένη, ἵνα πλέον ᾖ τὸ πάθος. οἱ δὲ Γλωσσογράφοι ‘ἐπὶ γόνυ‘. T | |
9571a | Ariston. | παιδὶ δόμεν θάνατον· τῆς δ’ ἠεροφοῖτις Ἐρινύς: ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπακούουσι, καὶ οὐ μάχεται τὸ „κικλήσκους’ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν“ (Ι 569). A | |
9571b | Did. (?) | 〈ἠεροφοῖτις:〉 γράφεται καὶ †ἰεροφοῖτος†, ἡ διὰ τοῦ σκότους ἐρχομένη. Aim | |
9571c | ex. | ex. | ἠεροφοῖτις: ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως ἔρχονται. A b (BCE3E4)T | πῶς δὲ Ἅιδην ἐπικαλεῖ‐ ται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δηλονότι ὡς ὑπηρέτις. b(BCE3E4)T | |
9571d | Hrd. | 〈ἠεροφοῖτις:〉 τὰ εἰς ις παρώνυμα θηλυκά, παρακείμενα τοῖς εἰς ης ἀρσενικοῖς βαρυνομένοις, προπερισπᾶται, εἰ φύσει μακρᾷ πα‐ ραλήγοιτο, πρωθῆβις πολιῆτις ἀλεῖτις πλανῆτις πρεσβῦτις. οὕτως δὲ | |
καὶ ἠεροφοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστιν, ἀνεβίβασε τὸν τόνον, | |||
5 | ἀρτόπωλις ἀλφιτόπωλις. ἀλλ’ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, „παράκοι‐ τισ“ (Δ 60 al.), „ἄκοιτισ“ (Γ 138 al.), τὸ μέντοι „δολόμητισ“ (γ 250 al.) οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ ἀρσενικόν· καὶ ἴσως τὸ μῆτις ἔγκειται· ὡς τὸ „πολύμητισ“ (Α 318 al.), „δολόμητισ“. καὶ ἔστι σύνθετον. A | ||
D | Ἐρινὺς παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν—καὶ ἐκτελέουσα. A | ||
9.572 | ex.(?) | 〈ἀμείλιχον:〉 ἀπαραίτητον. Til | |
9573a1 | ex. | 〈ὅμαδος καὶ〉 δοῦπος: δοῦπος ψόφος δέος ἐμποιῶν, b(BCE3E4)T ὅ ἐστι φόβον. ὅμαδος δὲ παρὰ τὸ πάντας ὁμοῦ ᾄδειν, ὅ ἐστι βοᾶν. T | |
9573a2 | δοῦπος παρὰ τὸ δέος ἐμποιεῖν. Aint | ||
9.574 | Did. | 〈τὸν δὲ λίσσοντο:〉 οὕτως Ἀρίσταρχος 〈τὸν〉 δὲ λίσ‐ σοντο δι’ ἑνὸς λ. Aim | |
9575a1 | Ariston. | πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους: ὅτι ἐντεῦθεν Σο‐ φοκλῆς ἐν τῷ Μελεάγρῳ (p. 219 N.2, sim. II p. 66 P.; T.G.F. IV p. 345 R.) τὸν χορὸν ἀπὸ ἱερέων παρήγαγεν. A | |
9575a2 | {θεῶν ἱερῆας:} ἐντεῦθεν καὶ Σοφοκλῆς τὸν χορὸν †οἰδί‐ ποδος† ἐξ ἱερεῶν ποιεῖ. T | ||
9.576 | Nic. | ἐξελθεῖν καὶ ἀμῦναι, 〈ὑποσχόμενοι μέγα δῶρον〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἀμῦναι, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. ἀπ’ ἄλλης δὲ ἀρχῆς „ὁππόθι πιότατον“ (Ι 577), καὶ ὑποστι‐ κτέον ἐπὶ τὸ „ἐραννῆσ“ (Ι 577). A | |
9.578 | Ariston. | 〈ἑλέσθαι:〉 ὅτι συντελικῶς ἑλέσθαι. Aim | |
9579a1 | ex. | πεντηκοντόγυον: ἐπίτηδες, ἵνα δείξῃ μείζονα τὰ Ἀγα‐ μέμνονος δῶρα. †γύης† δὲ μέτρον γῆς· „τὰς πολυχρύσους γύασ“ (Eur. Bacch. 13) ἀντὶ τοῦ ἀρούρας. T | |
9579a2 | ἐπίτηδες καὶ τοῦτο λέγει, ἵνα τὰ Ἀγαμέμνονος δῶρα δείξῃ μείζονα. b(BCE3E4) †γύης† δέ ἐστι μέτρον γῆς, μικρῷ τῶν δέκα ὀργυιῶν ἔλασσον. b(BCE3) | ||
D | πεντηκοντόγυον: πεντήκοντα πλέθρων· γύη γὰρ μέτρον | ||
5 | γῆς. οἱ δὲ πεντήκοντα ζευγῶν. A | ||
9580a1 | Did. | ἥμισυ δὲ ψιλὴν 〈ἄροσιν〉: διὰ τοῦ ς, „ψιλῆσ“ γῆς. οὕτως αἱ Ἀριστάρχου. δῆλον δὲ ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς ἄροσιν. A | |
9580a2 | ex. (Did.) | D | ψιλὴν ἄροσιν: διὰ τοῦ †ι, ψιλὴν γῆν†. λείπει δὲ ἡ εἴς, εἰς ἄροσιν. | ψιλὴν δὲ ἀντὶ τοῦ ἄδενδρον. T | |
9580a3 | ex. (Did.) | ψιλὴν διὰ τοῦ †ι, ἤτοι γυμνὴν† φυτῶν. λείπει δὲ ἡ εἴς, ἵν’ ᾖ ἥμισυ δὲ ψιλὴν εἰς ἄροσιν. b(BCE3E4) | |
9.582 | Hrd. | οὐδοῦ ἐπ’ ἐμβεβαώς: εἴτε ἓν μέρος λόγου „ἐπεμβεβαώσ“, ὡς „ἐμμεμάωσ“ (Ε 142 al.), εἴτε τῇ οὐδοῦ γενικῇ συνάπτεται, οὐ δύναται ἀναστρέφεσθαι· συνήλειπται γάρ. A | |
9583a1 | ex. | σείων κολλητὰς 〈σανίδασ〉: διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος. σείων δὲ πρᾴως κινῶν διὰ τὸ γῆ‐ ρας. T | |
9583a2 | ex. | D | {σείων:} πράως κινῶν διὰ τὸ γῆρας· ἢ διὰ τὸ ἐπικίνδυ‐ νον, ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος. | κολλητὰς δὲ σανί‐ δας περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι. A | |
9583a3 | ex. | πράως κινῶν διὰ τὸ γῆρας. τοῦτο δὲ ἐποίει, ὅτι ἤδη οἱ πο‐ | |
λέμιοι τὸ τεῖχος ἀμφέβαινον. b(BCE3E4) | |||
9584a1 | Did. | {πολλὰ δὲ τόν δε} κασίγνηται: κατὰ τὸ θηλυκὸν κα‐ σίγνηται αἱ Ἀριστάρχου. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο· κατὰ γὰρ Ὅμηρον πλείους εἰσὶν ἀδελφοὶ τῷ Μελεάγρῳ· „οὐ γὰρ ἔτ’ Οἰνῆος με‐ γαλήτορος υἱέες ἦσαν, / οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Με‐ | |
5 | λέαγροσ“ (Β 641—2). καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς ἀδελφὰς ἀκουστέον Γόργην καὶ Δηϊάνειραν. A | ||
9584a2 | {πολλὰ δὲ κασίγνηται:} οὕτως Ἀρίσταρχος. ἔχει δὲ λόγον καὶ τὸ „κασίγνητοι“· πλείους γάρ εἰσιν αὐτῷ ἀδελφοὶ καθ’ Ὅμηρον· „†οἵ τ’ ἄρ’† ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν“. †δύναται† δὲ συλ‐ ληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκούεσθαι, Γόργη καὶ | ||
5 | Δηϊάνειρα, Πολυξὼ καὶ Αὐτονόη. T | ||
9584a3 | γράφεται καὶ κασίγνηται κατὰ Ἀρίσταρχον, δύναται δὲ μᾶλλον „κασίγνητοι“· πλείους γὰρ αὐτῷ οἱ ἀδελφοὶ ἦσαν· „οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτοροσ“. δύνανται δὲ συλληπτικῶς μετὰ τῶν ἀρ‐ σένων καὶ αἱ θήλειαι ἀκούεσθαι. b(BCE3E4) | ||
9584a4 | οὕτως κασίγνηται θηλυκῶς. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο. Aim | ||
9584b1 | ex. | καὶ πότνια μήτηρ: ἡ αἰτία τῆς ὀργῆς, ὡς καὶ Ἀγα‐ μέμνων. T | |
9584b2 | παρακαλεῖ δὲ καὶ ἡ μήτηρ, ἡ αἰτία τῆς Μελεάγρου ὀργῆς, ὡς καὶ Ἀγαμέμνων. b(BCE3E4) | ||
9586a | Ariston. | {οἵ οἱ} κεδνότατοι: ὅτι σωφρονέστατοι. ὁ δὲ Σιμωνίδης (fr. 117 = P.M.G. fr. 622) κεδνοὺς τοὺς φίλους. A | |
9586b | ex. | οἵ οἱ κεδνότατοι: ὡς οἱ νῦν. πᾶν δὲ εὗρε πρόσωπον ἱκα‐ νὸν πρὸς πειθώ. b(BCE3E4)T | |
9.588 | ex. | 〈ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο:〉 ὅτε καὶ αὐτοῦ ἥψατο | |
τὸ δεινόν. Til | |||
9.590 | ex. | παράκοιτις: καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ἡ γυνή· ὅτι γὰρ οὐ γυναικοκρατεῖται, δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασι, καὶ πεφθέντος τοῦ θυμοῦ παρακαλεῖ. A b (BCE3E4)T | |
9593a | Ariston. | {ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ} ἀμαθύνει: ὅτι ἄμαθον ποιεῖ. οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν. ὁ δὲ Αἰσχύλος (fr. 244 N.2 = 422 M. = 244 R.) ἐπὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ Ἀκταίωνος λέγων· „κύνες διημάθυνον ἄνδρα δεσπότην“. A | |
9593b | ex. | πῦρ ἀμαθύνει: σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν ἄμαθον εἶπεν· b(BCE3E4)T „τύχε γάρ 〈ῥ’〉 ἀμάθοιο βαθείησ“ (Ε 587). T | |
9594a1 | Ariston. | 〈τέκνα δέ τ’ ἄλλοι ἄγουσι:〉 ὅτι Ζηνόδοτος γράφει „τέκνα δὲ δήιοι ἄγουσι“. Aim | |
9594a2 | ἔνιοι γράφουσι „τέκνα δὲ δήιοι ἄγουσι“. Til | ||
9598a | Ariston. | εἴξας ᾧ θυμῷ: ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλὰ τῇ ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος. A | |
9598b | ex. | εἴξας ᾧ θυμῷ: εἴξας πάλαι, ὅτε ὠργίζετο, οὐ νῦν, ὅτε ἤμυνεν. ἢ θυμὸν τὸν ἐπιλογισμόν φησι. b(BCE3E4)T | |
9598c | ex. | τῷ δ’ οὐκέτι δῶρ’ ἐτέλεσ〈σ〉αν: τοὺς γὰρ ἀναγκαίους παρεὶς πέπεισται γυναικί. b(BCE3E4)T | |
9.600 | ex. | 〈ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί:〉 μόγις παρρησιάζε‐ | |
ται· ὡς μέγα δὲ κακὸν ἀπεύχεται †αὐτῷ. b(BCE3E4)T | |||
9601-2 | ex. | κάκιον δέ κεν εἴη / νηυσὶν καιομένῃσιν ἀμύνειν: ἐλέγχει ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει. b(BCE3E4)T | |
9.601 | Did. (?) | 〈χαλεπόν:〉 γράφεται „κάκιον“. Aim | |
9602-3 | ex. | ἀλλ’ ἐπὶ δώροις / ἔρχεο: ἐπὶ δώροις T ἀντὶ τοῦ μετὰ δώρων, b(BCE3)T λαβὼν τὰ δῶρα οὕτως ἔξελθε συμ‐ μαχήσων. T | |
9.602 | Did. | 〈ἐπὶ δώροις:〉 Ἀρίσταρχος „ἐπὶ δώρων“, ὅ ἐστι μετὰ δώ‐ ρων. Aim | |
9605a | Ariston. | D | οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι: ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς, ἵν’ ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντὶ τοῦ τιμῆς μεθέξεις. καὶ ὁ Ἀχιλλεὺς ἀποκρινόμενός φησιν „οὔ τί με ταύτης / χρεὼ τιμῆσ“ (Ι 607—8) | ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλή‐ | |
5 | νων καὶ Ἀγαμέμνονος τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώ‐ σεις. A | ||
9605b | D | Hrd. | τιμῆς ἔσεαι: τιμηθήσῃ ἢ τίμιος ἔσῃ. | τινὲς τὸ τιμῆς διὰ τοῦ ι γράφουσιν· ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε· „καὶ χρυσὸν τιμῆντα“ (Σ 475). καίτοι λόγος ἐστὶν ὡς πᾶσα εὐ‐ θεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα | |
5 | ἐκφωνεῖ χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις· Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως· ‘τιμῆς γάρ‘, φησίν, ‘ἄξιος ἔσῃ‘. ὁ δὲ Χαῖρις (fr. 4 B.) βοηθῶν αὐτῷ | ||
φησιν ὅτι ἐπιφέρει „οὔ τί με ταύτης / χρεὼ τιμῆσ“ (Ι 607—8). A | |||
9605c1 | ex. | τιμῆς ἔσεαι: οἱ μὲν ὡς ἀναλώσας ἔχω ἀνήλωκα, ἀντὶ τοῦ τιμηθήσῃ καὶ ἔσῃ τιμήεις· καὶ περισπᾶται διὰ τὸ „καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον“ (Σ 475). Ἀρίσταρχος δέ, τῆς τιμῆς· διὸ ἐπάγει „χρεὼ τιμῆσ“ (Ι 608)· τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ | |
5 | ἐσχάτου ἄρχεται. T | ||
9605c2 | οἱ μὲν ἀντὶ τοῦ τιμήεις κατὰ συναίρεσιν. Ἀρίσταρχος δέ, τῆς τιμῆς, φησίν, ἔσῃ· διὸ καὶ ἐπάγει „οὐ χρεὼ τιμῆσ“· τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται. b(BCE3E4) | ||
9605d | Hrd. | ἀλαλκών: ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν. ὡς „ἀγαγών“ (Θ 490. δ 175) καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ „ἀλαλκεῖν“ (Τ 30). A | |
9.607 | Ariston. | 〈ἄττα:〉 ὅτι τὸ ἄττα προσφώνησίς ἐστι πρὸς τροφέα ἀμε‐ τάφραστος. Aim | |
9607-8 | ex. | οὔ τί με ταύτης / χρεὼ τιμῆς: πρὸς τὸ εἰρημένον ὑπὸ Φοίνικος „ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί“ (Ι 603) φησὶν Ἀχιλλεύς· οὔ τί με ταύτης / χρεὼ τιμῆς, b(BCE3E4)T „ἥ μ’ ἕξει“ (Ι 609), ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμή, δι’ ἣν ἐγὼ μέχρι | |
5 | θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω· b(BE3E4)T εἶπε γὰρ „εἰ μέν κ’ αὖθι μένω〈ν— /〉, ὤλετο μέν μοι νόστοσ“ (Ι 412—3). T | ||
9.608 | ex. | 〈φρονέω δὲ〉 τετιμῆσθαι Διὸς αἴσῃ: πιθανῶς τῇ παρὰ τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ χρῆ‐ | |
ται ταῖς εὐτυχίαις. b(BE3E4)T | |||
9.609 | ex. | 〈ἥ μ’ ἕξει παρὰ νηυσί:〉 ἀπόμαχον δηλονότι. Aint | |
9612a | ex. | μή μοι σύγχει θυμόν: ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, τὴν δὲ ἀφορμὴν διαβάλλει. b(BCE3E4)T | |
9612b | Ariston. | Did. | ὀδυρόμενος καὶ ἀχεύων: ὅτι Ζηνόδοτος γράφει „ὀδυ‐ ρόμενος, κινυρίζων“, οἷον θρηνῶν. ἔστι δὲ οὐχ Ὁμηρικὸν καὶ παρὰ τὸ πρόσωπον. A | Ἀρίσταρχος δὲ „ἐνὶ στήθεσσιν ἀχεύων“. AAim | |
9612c | ex. (Did.) | ὀδυρόμενος καὶ ἀχεύων: „ἐν〈ὶ〉 στήθεσ〈σ〉ιν ἀχεύων“, οὕτως ἡ γραφή, οὐχὶ ὀδυρόμενος 〈καὶ ἀχεύων〉. T | |
9614a1 | Hrd. | ἵνα μή μοι: ὁ Ἀσκαλωνίτης (p. 50 B.) ἀναγινώσκει „ἵνα μὴ μοὶ“, τὰς δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοί, κατ’ ὀρθὴν τάσιν· συγ‐ κριτικὴ γάρ ἐστι, φησίν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησιν. ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα | |
5 | ὁμοίως τῷ „μή μοι οἶνον ἄειρε“ (Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ’ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ „ἤ μ’ ἀνάειρ’ ἢ ἐγὼ σέ“ (Ψ 724) καὶ τῷ „τάχα δή με διαρραίσουσι καὶ αὐτόν“ (α 251), εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατ’ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς πρωτοτύποις. | ||
10 | ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγνωσιν. A | ||
9614a2 | {ἵνα μή μοι ἀπέχθηαι φιλέοντι:} „μήμοί“ ἐχρῆν ὀρθοτο‐ νεῖν, ἵνα ἀντιδιαστέλ〈λ〉ηται Ἀγαμέμνονι. T | ||
9.615 | ex. | καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν: δεῖγμα, ὅπως χρὴ δια‐ κεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις. b(BCE3E4)T | |
9616a | ex. | ἶσον ἐμοὶ βασίλευε 〈καὶ ἥμισυ μείρεο τιμῆσ〉: κοινὰ γὰρ τὰ τῶν φίλων. ἅμα δὲ καὶ ἀντὶ τῆς χάριτος, ἣν λαβεῖν βούλεται ὁ Φοῖνιξ, ἑτέραν αὐτῷ μείζονα δίδωσι, τὴν δέησιν ἀποκρουόμενος | |
αὐτοῦ. b(BCE3E4)T | |||
9616b | Ariston. | καὶ ἥμισυ μείρεο τιμῆς: ὅτι τὸ μείρεο ἀντὶ τοῦ με‐ ρίζου, πρὸς Ζηνόδοτον μεταγράφοντα „ὁππότε μειρόμενος μέγα δ’ ἔστενεν“ (cf. Η 127) ἀντὶ τοῦ „μέγ’ ἐγήθεεν“ (Η 127), ἵν’ ᾖ στερισκό‐ μενος τῆς στρατείας. οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντὶ τοῦ στερίσκεσθαι, | |
5 | ἀλλ’ ἀντὶ τοῦ μερίζεσθαι. A | ||
9616c | ex. | καὶ ἥμισυ μείρεο τιμῆς: ἐδήλωσε τὸ ἶσον ἐμοί. T | |
9.617 | D | οὗτοι δ’ ἀγγελέουσι, 〈σὺ δ’ αὐτόθι λέξεο μίμνων〉: διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει—αὐτὸν κατέχει. A | |
9619a | Ariston. | 〈φρασσόμεθ’ ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ ἦ κε μένωμεν:〉 ὅτι οὐδέν ἐστιν μαχόμενον, ἀλλ’ αἰδεσθεὶς παραπέπεισται. Aint | |
9619b | ex. | φρασσόμεθ’ ἤ κε νεώμεθ’ 〈ἐφ’ ἡμέτερ’ ἦ κε μένω‐ μεν〉: ὀργῆς ἴδιον μὴ ἐφ’ ἑνὶ τὴν γνώμην ἐρείδειν· b(BCE3E4)T ἔφη γοῦν „ἥ μ’ ἕξει“ (Ι 609). T εὔελπιν δὲ ποιεῖ τὸν γέροντα, σκοπήσειν τὸ συμφέρον λέγων. b(BCE3E4)T | |
9621-2 | ex. | ὄφρα τάχιστα / ἐκ κλισίης νόστοιο μεδοίατο: παρ‐ ενοχλεῖσθαι ἐπὶ πλέον οὐ θέλει ταῖς νουθεσίαις· οἶδε γὰρ ὅτι παρόντες δυσωπήσουσιν. καὶ πάλιν τραχέως ἐκδιώκειν οὐχ Ἑλληνικόν. b (BCE3E4)T | |
9.621 | Ariston. | 〈ὄφρα:〉 τὸ ὄφρα νῦν ἀντὶ τοῦ ἵνα κεῖται. Aim | |
9622a | Ariston. | νόστοιο μεδοίατο: ὅτι νόστοιο μεδοίατο λέγει νό‐ στου ἐπιμελοῖντο, πάλιν τῆς ἀφόδου μνείαν λάβοιεν οἱ περὶ τὸν Ὀδυσσέα. A | |
9622b | ex. | τοῖσι δ’ ἄρ’ Αἴας: οἱ τέσσαρές εἰσι ῥήτορες· Ὀδυσσεὺς | |
συνετός, πανοῦργος, θεραπευτικός· Ἀχιλλεὺς θυμικός, μεγαλόφρων· Φοῖνιξ ἠθικός, πρᾷος, παιδευτικός· Αἴας ἀνδρεῖος, σεμνός, μεγαλό‐ φρων, ἁπλοῦς, δυσκίνητος, βαθύς. εἰ δέ που κινηθείη ἐπικαίρως, εὐ‐ | |||
5 | στόχως καὶ διὰ βραχέων φησίν· νῦν γοῦν οὐκ ἐκινήθη, πρὶν ὁ Ἀχιλ‐ λεὺς αὐτὸν ἐπὶ παντὶ δυσχεραίνων παρώξυνεν. ἐλευθερίως οὖν ἄρχεται ὡς οὐδὲ πρεσβεύσασθαι πρὸς τὸν τοιοῦτον ἐχρῆν· ἐκείνου δὲ Πατρό‐ κλῳ διαλεχθέντος (sc. Ι 620), καὶ αὐτὸς πρὸς τὸν συμπρεσβευτήν. ἄτο‐ πον δὲ ἦν μετὰ Φοίνικα καὶ Ὀδυσσέα πείθειν· τὸ δὲ μὴ λαλεῖν περισ‐ | ||
10 | σὴν αὐτῷ τὴν πάροδον †ἐνεποίει†. b(BCE3E4)T ὅτι δὲ πάν‐ τοθεν ἰσότιμος αὐτῷ· διὸ ὀργίζεται. T | ||
9625a | ex. | ex. | ἴομεν· οὐ γάρ μοι δοκέει: εὖ τὸ μὴ ἀπὸ δεήσεως ἄρξα‐ σθαι, ἀλλὰ ἀγανακτοῦντα. πολλὴν δὲ ἐμφαίνει τὴν μεγαλοφροσύνην κελεύων ἀπαλλάσσεσθαι. b(BCE3E4)T | ἴομεν ὅμοιόν ἐστι τῷ „εἰ μὲν δὴ νόστον γε μετὰ φρεσίν“ (Ι 434). T | |
9625b | ex. | 〈μύθοιο:〉 τῆς πρεσβείας, οἱ δὲ τῆς στάσεως. Til | |
9626-7a | ex. | ἀπαγγεῖλαι δὲ τάχιστα / χρὴ μῦθον 〈Δαναοῖ‐ σι〉: τάχιστα ὑποκνίζει, μὴ καὶ πορισάμενοι μηχανὴν σωτηρίας οὐ δεηθῶσιν αὐτοῦ. ἅμα δὲ καὶ τὸ πλῆθος τῶν καραδοκούντων δυσω‐ πεῖ Ἀχιλλέα· b(BE3E4)T φησὶ γάρ: ἀπαγγεῖλαι 〈δὲ〉 | |
5 | τάχιστα / χρὴ μῦθον Δαναοῖσι. T | ||
9626b | ex. | 〈ἀπαγγεῖλαι—Δαναοῖσιν:〉 ἔοικε δηλοῦν ὡς ὅτι δευτέρας ἁπάντων δεήσει πρεσβείας. b(BE3E4)Til | |
9.627 | ex. | 〈καὶ οὐκ ἀγαθόν:〉 ἐλέγχει τὸ ἀπηνὲς διὰ τοῦ καὶ οὐκ | |
ἀγαθόν. b(BE3E4)Til | |||
9.628 | ex. | 〈οἵ που νῦν ἕαται ποτιδέγμενοι:〉 κοινοποιεῖ τὴν ὕ‐ βριν. Til | |
9628-9 | ex. | 〈αὐτὰρ Ἀχιλλεύς | ἄγριον ἐν στήθεσσι θέτο με‐ γαλήτορα θυμόν:〉 ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομέ‐ νους ἀποτείνεσθαι. b(BE3)Til | |
9.630 | ex. | 〈σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων:〉 παρρησιάζεται καὶ οὐκ Ἀγαμέμνονος μέμνηται· ἀλλ’ ὡς Φοῖνιξ· „οἵ τέ σοι αὐτῷ“ (Ι 521). b(BCE3E4)Til | |
9632a | Did. | ex. | 〈καὶ μέν τίς τε κασιγνήτοιο:〉 Ἀρίσταρχος διὰ τοῦ γέ, „καὶ μέν τίς γε“. | κασιγνήτοιο δὲ κασιγνητικοῦ. Aim | |
9632b | Ariston. | νηλής· 〈καὶ μέν τίς τε κασιγνήτοιο φονῆοσ〉: ὅτι παρεῖται πρόθεσις, καὶ πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ καὶ μέν τίς τε παρὰ κασιγνήτου φονέως. καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος. A | |
9632-3a | ex. | καὶ μέν τίς τε κασιγνήτοιο φονῆος 〈/ ποινὴν ... ἐδέξατο〉: ἔθος γὰρ ἦν τοῖς συγγενέσι διδόναι πρὸς τὸ μὴ πλέον τοῦ ἐνιαυτοῦ φεύγειν. ἔλεγεν οὖν μὴ λαβὼν ἐκεῖνος οὐ παρήσειν μόνον ἐνιαυτὸν φυγεῖν. b(BCE3E4)T | |
9632-3b | ex. | κασιγνήτοιο φόνοιο 〈/ ποινήν〉: ἀδελφικοῦ· ἢ φό‐ νοιο φονέως· ἢ φόνοιο ποινήν. διασύρει δὲ τὴν αἰτίαν τῆς ἔχθρας. T | |
9.633 | Did. | 〈τεθνειῶτος:〉 διὰ τοῦ η αἱ Ἀριστάρχου. Aim | |
9.636 | ex. | σοὶ δ’ ἄληκτόν τε κακόν τε: ἐντέχνως ἡ μετάβασις ἐκ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτὸν ἐγένετο. παρρησίᾳ δὲ χρῆται ὡς ἀνδρεῖος ἢ ὡς συγγενής. b(BCE3E4)T | |
9637-8a | ex. | εἵνεκα κούρης / οἴης: ἵνα μὴ διὰ †ἀκολασίαν†, ἀλλὰ διὰ γέρας μικρὸν δοκῇ λυπεῖσθαι. b(BCE3E4)T | |
9637-8b | ex. | 〈εἵνεκα〉 κούρης / οἴης: ἣν ὁ Ἀχιλλεὺς εἰς γυναῖκα ἠδι‐ κῆσθαι ἔφη (cf. Ι 335—7), οὗτος κούρην αὐτήν φησι b(BCE3E4)T διασύρων αὐτοῦ τὴν πρότασιν. καλῶς δὲ ταῦτα μετὰ τὴν πέψιν τοῦ θυμοῦ. b(BE3E4) | |
9.638 | Ariston. | οἴης· νῦν δέ τοι ἑπτὰ 〈παρίσχομεν ἔξοχ’ ἀρίστασ〉: ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων „ἕξ, ἀτὰρ ἑβδομάτη〈ν〉 Βρισηΐδα“ (Τ 246)· χωρὶς γάρ εἰσιν αἱ ἑπτά. A | |
9639a | Did. | 〈ἐπὶ τῇσι:〉 οὕτως „ἐπὶ τῇσι“ ἐν ἁπάσαις, ἐπὶ ταῖς Λε‐ σβίσι. Aim | |
9638b | ex. | σὺ δὲ ἵλαον 〈ἔνθεο θυμόν〉: μεγαλοφυῶς θωπείας μετ‐ έχει ὁ λόγος· θεοποιεῖ γὰρ αὐτὸν διὰ τοῦ ἵλαον. b(BCE3E4)T | |
9640a | ex. | αἴδεσσαι δὲ μέλαθρον: ἀξιολόγῳ ὀνόματι ἱκετεύει· τὸ γὰρ αἴδεσσαι μέλαθρον ‘τοὺς πρόσφυγας τῆς ἑστίασ‘ αἴδεσσαι. | |
b(BCE3E4)T τὸ δὲ ὁμοτράπεζον καὶ ὁμόστεγον προτείνας b (BE3E4)T καὶ πολέμιον ἂν ἐκίνησεν ὡς καὶ τοῦ οἴκου συμπρε‐ | |||
5 | σβεύοντος. b(BCE3E4)T | ||
9640b | ex. | 〈ὑπωρόφιοι δέ τοί εἰμεν:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til | |
9.641 | Ariston. | πληθύος ἐκ Δαναῶν: ὅτι Ζηνόδοτος γράφει „ἀθρόοι ἐκ Δαναῶν“. πῶς δὲ ἀθρόοι ἐληλυθέναι δύνανται δύο ὄντες; A | |
9.642 | ex. | κήδιστοί τ’ ἔμ{μ}εναι 〈καὶ φίλτατοι〉: ἐκ τοῦ πλήθους φήσας τοὺς εὐνουστάτους καὶ συγγενικωτάτους ἥκειν πολλὰ δι’ ὀλί‐ γων ἐσήμανεν, ὑπεροψίας ἐπιτίμησιν, μετριότητος ὑπόμνησιν, αἰδῶ τῶν ἀνθρωπίνων παθῶν, ἔλεον ἱκεσίας, ἐντροπὴν συγγενείας· καὶ οἷος | |
5 | ἂν ἔοι ἀνήρ, ἀρετῇ μὲν ἴσος, ἀνθρωπισμῷ δὲ βελτίων, λόγῳ δὲ σύμ‐ βουλος, b(BCE3E4)T συγγενὴς δὲ γενναῖος ὥστε μηδ’ ὁτιοῦν ἀντειπεῖν Ἀχιλλέα. b(BE3E4)T | ||
9645a | ex. | πάντα τί μοι κατὰ θυμόν: ὅτι ἰσχυρὸς ὁ λόγος, δείξει τὸ „οὐ γὰρ πρὶν πολέμοιο“ (Ι 650). b(BCE3E4)T | |
9645b | Did. | 〈ἐείσω:〉 ἔν τισι τῶν ὑπομνημάτων διῃρημένως „ἐεί‐ σαο“. Aim | |
9645-6 | ex. | πάντα τί μοι κατὰ θυμὸν〈— /〉 ἀλλά μοι οἰδά‐ νεται: ὁμολογεῖ θυμῷ κρατεῖσθαι διὰ τὸ δεινὸν τῆς ῥητορικῆς ἢ τὸ σύντομον. b(BCE3E4)T | |
9646-7 | ex. | ἀλλά μοι οἰδάνεται κραδίη 〈χόλῳ〉, ὁππότ’ ἐκεί‐ νων / μνήσομαι: πάλιν τῆς ἐξ Ἀγαμέμνονος ὕβρεως μέμνηται, δει‐ κνὺς ὡς βούλεται μὲν εἴκειν, τὸ δὲ μέγεθος τῆς ὕβρεως οὐκ ἐπιτρέπει. | |
b(BCE3E4)T | |||
9.647 | ex. | x | ἀσύφηλον 〈... ἔρεξεν〉: ἀντὶ τοῦ ἐπιρρήματος, ‘μετὰ πα‐ ραλογισμοῦ ἔβλαψεν‘. A b (BCE3E4)T | ἔστι δὲ ἀσύφηλος καὶ ὁ ἀπαίδευτος. ἐγένετο δὲ ἀπὸ τοῦ σοφός σοφηλός· σύνθες μετὰ τῆς α στερήσεως, ἀσόφηλος· μετάβαλε τὸ ο εἰς τὸ υ, καὶ γίνεται ἀσύφηλος, | |
5 | ὡς ἄγυρις καὶ ἄγορις. A | ||
9649a | ex. | ἀλλ’ ὑμεῖς ἔρχεσθε: σκληρὸν ἦν τὸ μετὰ τῆς προθέσεως εἰπεῖν ‘ἀπέρχεσθε‘. b(BE3E4)T | |
9649b | ex. | καὶ ἀγγελίην ἀπόφασθε: ἔχει τινὰ ἐλπίδα· νῦν γάρ, φησίν, ἀποπρεσβεύσασθε, ὕστερον δὲ ταῦτα ποιήσω. b(BCE3E4)T | |
9651-2 | ex. | πρίν γ’ υἱὸν Πριάμοιο〈—ἱκέσθαι〉: πρὸς μὲν Ὀδυσσέα ἀποπλεύσεσθαί φησιν (ἔτι γὰρ αὐτὸν σφόδρα ἡ ὀργὴ ἐξέ‐ μαινε), πρὸς δὲ Φοίνικα ἤδη πραϋνόμενος σκέψασθαι περὶ τοῦ μένειν, τὸν δὲ Αἴαντα αἰδεσθεὶς τότε ἐπαμυνεῖν, ἡνίκα ἂν πλησίον γένωνται οἱ | |
5 | πολέμιοι, b(BCE3E4)T οὔτε ἀνέλπιστον τὴν συμμαχίαν τοῖς Ἕλλησι καταστῆσαι θέλων οὔτε ἕτοιμον, ἵνα μὴ μέτρια δοκῇ πεπον‐ θέναι. b(BE3E4)T | ||
9.651 | ex. | Ἕκτορα δῖον: οὐχ Ὁμηρικὸν τὸ ἐπίθετον, ἀλλ’ ὁ Ἀχιλ‐ λεὺς πεποίηκεν αὐτὸ λυπῶν τοὺς Ἀχαιούς. καὶ Ὀδυσσεῖ ἔλεγε· „νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ“ (Ι 356), b(BCE3E4)T | |
ἐπαινῶν καὶ μεγαλύνων τὸν πολέμιον. T | |||
9.652 | ex. | 〈Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας:〉 ἔσχαται γὰρ αὗται. Til | |
9653a | Did. | 〈σμῦξαι:〉 οὕτως σμῦξαι Ἀρίσταρχος. οἶδε 〈δὲ〉 καὶ τὴν „φλέξαι“ γραφήν. Aim | |
9653b | Ariston. | 〈κατά τε σμῦξαι:〉 ὅτι γράφεται καὶ „κατά τε φλέξαι“. Aint | |
9653c | ex. | x | σμῦξαι: σμύχειν ἐστὶ τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι καλεῖται. A b (BCE3E4)T | σμύζω δὲ τὸ θέμα ἢ σμύσσω ἢ σμύγω. A | |
9655a | Nic. | 〈Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω:〉 τὸ μάχης ἑκατέροις δύναται προσδίδοσθαι. Aim | |
9655b | ex. | {σχήσεσθαι} ὀΐω: 〈τὸ〉 ὀΐω ἦθος ἐμφαίνει καὶ διὰ τὸ ἄδη‐ λον τῶν μελλόντων ἀσφαλῶς εἴρηται. T | |
9656a | ex. | ὣς ἔφαθ’, οἱ δὲ ἕκαστος: Πάτροκλος οὐ λαλεῖ, ἵνα μὴ νῦν προσκρούσας Ἀχιλλεῖ ὕστερον μὴ πείσῃ. b(BCE3E4)T | |
9656b | Ariston. | {ὡς ἔφαθ’ οἱ δὲ} ἕκαστος: ὅτι ἥρμοζεν ἐπὶ τῶν δύο λέγειν ἑκάτερος, διὰ δὲ τὸ μέτρον, ἵνα τηρηθῇ τὸ τῆς λέξεως, οὕτως εἴρηται· οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ τὸ ἑκάτερος. ἢ δεῖ λέγειν ὅτι καὶ ἐπὶ τῶν κηρύκων λέγει ἕκαστος. A | |
9657a | Did. | σπείσαντες: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „λείψαντεσ“ | |
AimT καὶ ἐν πολλαῖς τῶν ἀρχαίων. Aim | |||
9657b | Ariston. | ἦρχε δ’ Ὀδυσσεύς: ὅτι καὶ ἐν τοῖς ἔμπροσθεν ἡγεῖτο Ὀδυσσεύς· „ἡγεῖτο δὲ δῖος Ὀδυσσεύσ“ (Ι 192). καὶ ὅτι οὐ συμπρε‐ σβεύει ὁ Φοῖνιξ, ἐπεί τοι κἂν ἀποπρεσβεύων ἡγεῖτο. A | |
9.658 | ex. | 〈Πάτροκλος δ’—κέλευσε:〉 καλῶς, οὐ παρόντων ἐκείνων. Til | |
9.660 | Did. | {στόρεσαν λέχος} ὡς ἐκέλευσε: Ζηνόδοτος „ἐγκονέου‐ σαι“. T | |
9661a | ex. | κώεά τε ῥῆγός τε λίνοιό 〈τε〉 λεπτὸν ἄωτον: οἰκεία κοίτη γέροντι. καὶ ὁ Νέστωρ καθεύδει „εὐνῇ ἔνι μαλακῇ“ (Κ 75). b(BCE3E4)T οἱ δὲ ἑταῖροι τοῦ Διομήδους „ὑπὸ κρασὶν 〈δ’〉 ἔχον ἀσπίδασ“ (Κ 152), καὶ αὐτὸς ῥινὸν ὑπέστρωτο „βοὸς ἀγραύλοιο“ (Κ | |
5 | 155). T | ||
9661b | ex. | ῥῆγος: ῥῆξαι τὸ βάψαι· βαπτὸν οὖν περιβόλαιόν φησιν. | |
οἱ δὲ τάπητα. A b (BCE3E4)T | |||
9664a | Ariston. | τῷ δ’ ἄρα παρκατέλεκτο 〈γυνή, τὴν Λεσβόθεν ἦγε〉: ὅτι Ζηνόδοτος γράφει „τῷ δὲ γυνὴ παρέλεκτο Κάειρ’, ἣν Λε‐ σβόθεν ἦγε“. πῶς δὲ δύναται ἡ Καρίνη Λεσβία εἶναι, εἰ μὴ ἄρα ῥη‐ τέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατῴκουν; A | |
9664b | ex. | 〈παρκατέλεκτο γυνή:〉 ὡς τούτου νενομισμένου. Til | |
9.665 | ex. | 〈Φόρβαντος:〉 Φόρβας βασιλεὺς Λέσβου. Til | |
9668a | Ariston. | D | Σκῦρον ἑλών: ὅτι διὰ τούτων καὶ τὴν Σκῦρον πεπο‐ λιορκημένην ὑπὸ Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. | Σκῦρος δέ ἐστι νῆσος καὶ πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλι‐ κίας, μία δὲ τῶν Κυκλάδων—ἐλαφυραγώγησεν. A | |
9668b | ex. | Σκῦρον ἑλών: οἱ μὲν νεώτεροι ἐκεῖ τὸν παρθενῶνά φασιν, ἔνθα τὸν Ἀχιλλέα ἐν παρθένου σχήματι τῇ Δηιδαμείᾳ †κατακλίνου‐ σιν†, ὁ δὲ ποιητὴς ἡρωϊκῶς πανοπλίαν αὐτὸν ἐνδύσας εἰς τὴν Σκῦρον ἀπεβίβασεν οὐ παρθένων, ἀλλ’ ἀνδρῶν διαπραξόμενον ἔργα, ἐξ ὧν | |
5 | καὶ τὰ λάφυρα δωρεῖται τοῖς συμμάχοις. εἷλε δὲ τὴν Σκῦρον, ὅτε εἰς Αὐλίδα ἐστρατολόγουν διὰ τὸ εἶναι ἐκεῖ Δόλοπας ἀποστάντας τῆς Πηλέως ἀρχῆς· „ἔπλεον εἰς Σκῦρον Δολοπηΐδα“ (fr. epic. auctoris ignoti). τότε δὲ καὶ τὸν Νεοπτόλεμον ἐπαιδοποιήσατο. εἴκοσι δὲ ἔτη ἐστὶ πάσης τῆς παρασκευῆς τοῦ πολέμου, ὥστε δύναται ὁ Νεοπτόλε‐ | ||
10 | μος ὀκτωκαιδεκαέτης στρατεύειν. T | ||
9668c | ex. | Σκῦρον ἑλὼν 〈αἰπεῖαν〉, Ἐνυῆος πτολίεθρον: 〈Ἐνυεὺσ〉 Διονύσου καὶ Ἀριάδνης, ὃς Κρῆτας ἀγαγὼν ἔκτισε τὴν πό‐ λιν. οἱ δὲ ὁμωνύμως δύο Σκύρους φασίν, ὅτι περὶ Αὐλίδα ἡ Σκῦρος. T | |
9.671 | ex. | ἀνασταδόν, ἔκ τ’ ἐρέοντο: πάντες αὐτὸν ἐξερωτῶσι, b(BCE3E4) προσδοκῶντες χρηστόν τι b(BCE3E4)T καὶ τῆς σφῶν σωτηρίας παρ’ αὐτοῦ τεκμήριον ἐναργὲς ἀκούσεσθαι. b(BCE3 E4) | |
9673-4 | Nic. | εἴπ’ ἄγε μ’—ἀλεξέμεναι δήϊον πῦρ: ἤτοι στι‐ κτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 673), ἵνα ἀφ’ ἑτέρας ἀρχῆς ἀναγι‐ νώσκωμεν ἦ ῥ’ ἐθέλει νήεσσι (674) καὶ ὁ λόγος ᾖ πευστικός· ‘ἆρα βούλεται βοηθεῖν;‘. ἢ διασταλτέον ἐπὶ τὸ Ἀχαιῶν (673), ἵνα ᾖ | |
5 | τοιοῦτος ὁ λόγος· ‘ἄγε εἰπέ μοι, εἰ βούλεται βοηθῆσαι‘. A | ||
9.673 | ex. | 〈πολύαιν’ Ὀδυσεῦ:〉 διὰ τὸ φρονιμώτερον εἶναι τῶν ἄλλων τὸ πλεῖστον αὐτῷ τῆς πρεσβείας ἐπετέτραπτο· ὅθεν b(BCE3 E4) καὶ ὁ Νέστωρ „Ὀδυσσῆϊ δὲ μάλιστα“ (Ι 180) b(BCE3E4) T φησί, καὶ οὗτος αὐτὸν πρὸ τῶν ἄλλων ἐρωτᾷ· οὗ γὰρ φρόνη‐ | |
5 | σις, ἀνδρείας οὐ τόσον φροντίς. b(BCE3E4) | ||
9674a1 | ex. | 〈ἦ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ:〉 οὐ πε‐ ρὶ τῆς ἀποδοχῆς καὶ τῆς δεξιώσεως αὐτὸν ἐρωτᾷ ἢ περὶ τῆς τῶν δώρων λήψεως, ἀλλὰ τὸ καιριώτερον πάντων προμαθεῖν ἐπείγεται. b(BCE3 E4) | |
9674a2 | {ἦ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι:} ἐμιμήσατο τὸν σπου‐ δάζοντα τὸ καίριον μαθεῖν. T | ||
9674b | Did. (?) | 〈ἀλεξέμεναι:〉 ἐν ἄλλῳ „ἀμυνέμεναι“. Aim | |
9678a | ex. | σβέσαι χόλον: πυρώδης γὰρ ὁ θυμός. ATil ἐν‐ τεῦθεν δὲ καὶ ὡρίσαντο οἱ φιλόσοφοι (St. V. Fr. III fr. 416, p. 101, 44)· | |
„θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματοσ“. A | |||
9678b | ex. | 〈σβέσαι χόλον:〉 καλῶς τὸ σβέσαι· δίκην γὰρ πυρὸς ὁ θυμὸς τὰ ἐντὸς ὑποσμύχει. b(BCE3E4) | |
9.679 | ex. | σὲ δ’ ἀναίνεται: εὐσχημόνως οὐ κατῄσχυνε τὴν κόρην· διὰ γὰρ τοῦ σέ ‘τὴν συγγένειάν σου‘ δηλοῖ. T | |
9680a | Hrd. | αὐτόν σε {φράζεσθαι}: ὁ Ἀσκαλωνίτης (p. 50 B.) ὀρθο‐ τονεῖ τὴν σέ, ἐπεί, φησίν, ἀεὶ μετὰ τῆς ἐπιταγματικῆς αἱ πρωτότυποι φιλοῦσιν ὀρθοτονεῖσθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου ὁρίσασθαι, παραιτήσασθαι δέ τινα Ὁμηρικὰ ἄλλως ἀνε‐ | |
5 | γνωσμένα δι’ αἰτίαν τινά· „κελεύετέ μ’ αὐτὸν ἑλέσθαι“ (Κ 242), „ἦ μή τίς ς’ αὐτόν“ (ι 406). ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ὀρθοτονού‐ μεναι, οὐχ αἱ μετὰ τῆς αὐτός. ἐγκλιτικῶς οὖν ἀναγνωστέον. A | ||
9680b | Ariston. | 〈αὐτόν σε φράζεσθαι:〉 ὅτι ἀποτομώτατον τὸ τῆς ἀφόδου, ὅπερ ἐν πρώτοις εἶπεν (sc. Ι 356—63), ἀπαγγέλλει, τὸ δὲ τε‐ λευταῖον, ὅτι, ἐὰν συνελασθῶσιν ἕως 〈τῶν〉 αὐτοῦ νεῶν, συμμαχήσει (cf. Ι 650—5), παραλέλοιπεν, ἵνα μὴ ἀμελῶσι τοῦ βοηθεῖν. A | |
9680c | ex. | 〈αὐτόν σε φράζεσθαι:〉 ταῦτα γὰρ αὐτῷ εἶπεν (sc. Ι 346—7). Til | |
9681a1 | Did. | {ὅππως κεν νῆάς τε} σόῃς: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου διὰ τοῦ α „σαῷσ“, τάχα παρὰ τὸ „σαωσέμεν“ (Ι 230) καὶ „ἠὲ σαω‐ θῆναι“ (Ο 503). χρῆται δὲ καὶ ἐκείνῳ· „σόον δ’ ἀνένευσεν“ (Π 252). διχῶς οὖν. A | |
9681a2 | Ἀρίσταρχος „σοῷσ“ καὶ „σαῷσ“. Aim | ||
9682-3 | ex. | αὐτὸς δ’ ἠπείλησεν〈—ἑλκέμεν ἀμφιελίσσασ〉: καὶ μὴν Φοίνικι μὲν ἔλεγε „φρασσόμεθ’, ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερα“ (Ι 619), Αἴαντι δὲ „οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι / πρίν γ’ υἱὸν Πριάμοιο“ (Ι 650—1). ἀλλ’ ἴσως Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον | |
5 | ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντος εἰπὼν „εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν“ (Ι 688), ὅπως μὴ αἰσχύνοιτο Αἴαντος πλέον κατορθώσαντος. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύχως μαχέσωνται· b(BCE3E4) T ὅθεν καὶ παραινεῖ ὁ Διομήδης „καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππουσ“ (Ι 708)· ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ | ||
10 | ἔπη. b(BE3E4)T | ||
9.682 | Ariston. | 〈αὐτὸς δ’ ἠπείλησεν:〉 ὅτι τὸ ἠπείλησε νῦν κατὰ τὴν | |
ἡμετέραν χρῆσιν. Aint | |||
9.684 | Did. | 〈παραμυθήσεσθαι:〉 παραμυθήσεσθαι διὰ τοῦ ε. Til | |
9685a | Ariston. | οἴκαδ’ ἀποπλείειν, 〈ἐπεὶ οὐκέτι δήετε τέκμωρ〉: ὅτι ἀπέστροφε τὸν λόγον· οὐ γὰρ εἶπε δήουσιν, ἀλλὰ δήετε. A | |
9685b1 | ex. | οὐκέτι δήετε: οὐ δήομεν· μιμητικῶς γὰρ ἀπαγγέλλει. T | |
9685b2 | ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη. Aint | ||
9.686 | Ariston. | Ἰλίου αἰπεινῆς: ἡ διπλῆ, A ὅτι θηλυκῶς τὴν Ἴλιον AAim | |
9688-92a | Ariston. | ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε〈—ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει〉: ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ αὔριον, ἢν ἐθέλῃσιν (692), ὅτι †καὶ νεώτεροι† τοῖς νοήμασι καὶ τῇ συνθέσει πεζότεροι, καὶ ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται. A | |
9688-92b | Did. | ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε〈—ἄξει〉: τούτους τοὺς στίχους Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος τὸν αὔριον (692) μόνον. AT | |
9688a | Nic. | ὣς ἔφατ’· 〈εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν〉: στικτέον ἐπὶ τὸ ἔφατο. δύναται δὲ καὶ ὑποστίζεσθαι, ἵν’ ᾖ ὁ λόγος· ὡς εἶπεν, καὶ οὗτοι μαρτυρήσουσιν. εἰ δὲ ἐπιτετήδευται ἡ ἀνάγνωσις, οὐ θαυμαστόν· καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι. A | |
9688b | ex. | ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε: συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέ‐ σεως· ἄλλως τε ἵνα μὴ δοκῇ ἀτιμάζειν τοὺς λοιπούς. A b (BCE3E4)T | |
D | ἀπορία. ζητεῖται, διὰ τί †μετὰ† τὴν πρὸς Αἴαντα—ἀλλ’ | ||
οὗτοι, ὅτι καὶ αὐτοὶ ἐδόκουν. A | |||
9.690 | ex. | Φοῖνιξ δ’ αὖθ’ ὁ γέρων κατελέξατο: οὐχ ὡς πρεσβεύ‐ σαντος τοῦ Φοίνικος, ἀλλ’ εἰς πίστιν τοῦ ἀποπλευσεῖσθαι. b(BCE3 E4)T | |
9694a1 | Did. | 〈μῦθον ἀγασσάμενοι:〉 γράφεται καὶ „φρασσάμε‐ νοι“. Ζηνόδοτος δὲ τὸν στίχον οὐκ ἔγραφεν, Ἀριστοφάνης δὲ ἠθέτει. Aim | |
9694a2 | μῦθον ἀγασσάμενοι: Ζηνόδοτος τὸν στίχον οὐ γρά‐ φει. Ἀρίσταρχος δὲ ἀθετεῖ. AT | ||
9694b | Ariston. | μῦθον ἀγασσάμενοι: ὅτι ἐξ ἄλλων τόπων (sc. Θ 29) ἐστὶν ὁ στίχος· νῦν γὰρ οὐχ ἁρμόζει· τότε γὰρ εἴωθεν ἐπιφωνεῖσθαι, ὅταν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται. νῦν δὲ πῶς ἂν ἐπὶ Ὀδυσσέως λέγοιτο τοῦ μηνύοντος τὰ ὑπ’ Ἀχιλλέως εἰρη‐ | |
5 | μένα; A | ||
9694c | Did. (?) | 〈ἀγόρευσε:〉 γράφεται „ἀπέειπε“. Aint | |
9.697 | ex. | Ἀτρείδη κύδιστε: οὐδὲ ὅλως ἐσχημάτισε τὸν λόγον πρὸς Νέστορα εἰπόντα „ἀτὰρ οὐ τέλος ἵκεο μύθων“ (Ι 56), ἀλλ’ ὡς συναλ‐ γῶν Ἀγαμέμνονι ταῦτά φησιν. b(BCE3E4)T | |
9698a | Ariston. | 〈μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα:〉 ὅτι ταῦ‐ τα κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεὺς ἀκήκοεν. Aint | |
9698b | Did. | 〈μὴ ὄφελες:〉 διὰ τοῦ δε. οὕτως Ἀρίσταρχος, „μηδ’ | |
ὄφελεσ“. A | |||
D | μὴ ὄφελες: ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται. A | ||
9699a | ex. | μυρία δῶρα διδούς: ἐπαινεῖ αὐτοῦ τὴν προαίρεσιν ὡς ὑπὲρ τῶν Ἀχαιῶν πολλὰ παρασχόντος. b(BCE3E4)T | |
9699b | Ariston. | {μυρία δῶρα διδοὺς, ὁ δ’} ἀγήνωρ: ὅτι ἐνίοτε μὲν ἐπὶ ἐπαίνου ὁ ἀγήνωρ, ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν δὲ ἐπὶ ψόγου, ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν. A | |
9699c | Did. (?) | ex. | καὶ ἄλλως: γράφεται „καὶ αὔτωσ“. AintT | τὸ δὲ ἄλ‐ λως ἀντὶ τοῦ φύσει. T | |
9700a1 | Did. | ἐνῆκας: ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ α „ἀνῆκασ“· καὶ ἔστιν Ὁμηρική πως ἡ γραφή· „σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε“ (Ε 405). A | |
9700a2 | {ἀγηνορίηισιν ἐνῆκας:} τινὲς „ἀνῆκασ“. καὶ ἔστιν Ὁμή‐ ρου· „ἄφρονα τοῦτον †ἀνῆκαν“ (Ε 761). T | ||
9708-9 | ex. | πρὸ νεῶν ἐχέμεν 〈λαόν τε καὶ ἵππους / ὀτρύνων〉: ἀπὸ τοῦ „κοιμήσασθε“ (Ι 705) πληθυντικοῦ ἐπὶ τὸ ἑνικὸν μετῆλθε σχηματίζων· ἐπὶ γὰρ Ἀγαμέμνονα μετήγαγε τὸν λόγον. b(BCE3 E4)T | |
9.708 | ex. | 〈ἐχέμεν:〉 ἀντὶ τοῦ ‘ἔχε σύ‘, ὦ βασιλεῦ δηλονότι. Til | |
9709a | Ariston. | ὀτρύνων· καὶ δ’ αὐτὸς 〈ἐνὶ πρώτοισι μάχεσθαι〉: ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεύς· διό φησιν· „οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσι / μαίνεται ἐγχείη“ (Π 74—5). καὶ ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται. | |
5 | καὶ ὅτι τῇ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει. A | ||
9709b | ex. | καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι: στρατηγικῶς, πρὸς τὸ καταπλῆξαι τοὺς ἐναντίους τῷ πρόθυμον γενέσθαι τὸν βασι‐ λέα. b(BCE3E4)T | |
9.711 | Did. (?) | 〈ἀγασσάμενοι:〉 γράφεται „φρασσάμενοι“. Til | |
9.712 | ex. | 〈σπείσαντες:〉 Ἑρμῇ δηλονότι. Til | |
9postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρι‐ σταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρω‐ | ||
διανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
100a | ex.(?) | αὕτη ἡ ῥαψῳδία ἐπιγράφεται „νυκτεγερσία“, 〈διὰ τὸ〉 ἐπα‐ ναστάντας τοὺς πρώτους τῶν Ἑλλήνων κατασκόπους πέμψαι γνώμῃ Νέστορος Διομήδη καὶ Ὀδυσσέα. A | |
100b | ex.(?) | φασὶ τὴν ῥαψῳδίαν ὑφ’ Ὁμήρου ἰδίᾳ τετάχθαι καὶ μὴ εἶναι μέρος τῆς Ἰλιάδος, ὑπὸ δὲ Πεισιστράτου τετάχθαι εἰς τὴν ποίησιν. T | |
101-2 | Porph. (?) | ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν / 〈εὗδον παννύχιοι〉: εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγά, καὶ ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί (1) δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι | |
5 | ἀναγκαῖον. †οὔτε δὲ† οἱ ἀριστεῖς δι’ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’ Ὅμηρος τὸ παννύχιοι (2) καὶ „πανημέριοι“ (Α 472 al.) εἴωθε τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· „παννυχίη γάρ μοι Πατροκλῆος δει‐ λοῖο / ψυχὴ ἐφεστήκει“ (Ψ 105—6)· „παννύχιοι μὲν ἔπειτα καρηκο‐ μόωντες Ἀχαιοί“ (Η 476)· „οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο“ | ||
10 | (Α 472). A | ||
101a | Ariston. | 〈ἄλλοι μέν:〉 παραιτητέον τοὺς γράφοντας, ὧν ἐστι καὶ Ζηνόδοτος, „ὦλλοι μέν“, ἢ καὶ τοὺς ὁπωσοῦν βουλομένους δασύνειν· ἔστι γὰρ ὁ ποιητὴς παραλειπτικὸς τῶν ἄρθρων. A | |
101b | ex. | ἄλλοι μὲν παρὰ νηυσίν: οἱ γὰρ φύλακες ἔξω νεῶν ἦσαν. b(BCE3E4)T | |
102a | ex. | εὗδον παννύχιοι: ὡς καὶ „πανημέριοι“ (Α 472), καὶ „παννυχίη γάρ μοι Πατροκλῆοσ“ (Ψ 105). T | |
102b | ex. | μαλακῷ: τῷ πάντας μαλάσσοντι, b(BCE3E4)T ὅθεν καὶ „πανδαμάτωρ“ (Ω 5. ι 373) καλεῖται. b(BCE3E4) | |
103-4 | ex. | 〈ἀλλ’ οὐκ Ἀτρείδην— / ὕπνος ἔχε:〉 ἀγρυ‐ πνεῖ ὁ στρατηγός, πρῶτα μὲν ὅτι τοὺς πρώην πολιορκουμένους πο‐ λιορκοῦντας ὁρᾷ, καὶ ὅτι ἡ εἰς Ἀχιλλέα ἐλπὶς ἐξεκέκοπτο, ἧς μάλιστα τὴν αἰτίαν εἶχεν. ἀκήκοε δὲ καὶ τοῦ ὀνείρου λέγοντος· „οὐ χρὴ παν‐ | |
5 | νύχιον εὕδειν βουληφόρον ἄνδρα“ (Β 24)· τὰ μὲν γὰρ ἄλλα τῆς τύχης, τοῦ δὲ ἀμελεῖν ἡ αἰτία ἀπαραίτητος τοῖς στρατηγοῖς. πολλῶν δὲ κατὰ τὴν ποίησιν διηνυσμένων μετὰ μάχας ἱππικὰς καὶ πεζάς, θεῶν τρώ‐ σεις, μονομαχίας, δημηγορίας, ἐκκλησίας ἀνδρῶν τε καὶ θεῶν, πρε‐ σβείας, καὶ μέχρι τῆς Ἴδης καταγαγὼν τὸν Δία, καὶ ἀστραπαῖς καὶ | ||
10 | κεραυνοῖς ποιήσας λειπόμενον τὸ Ἑλληνικόν, ἐπ’ ἄλλο εἶδος τρέπεται ὁ ποιητής, διὰ δόλου καὶ νυκτὸς ἀναπληρῶν τὴν μεθ’ ἡμέραν ἀτυχίαν τῶν Ἑλλήνων. b(BCE3E4)T | ||
10.4 | ex. | πολλὰ φρεσὶν ὁρμαίνοντα: τὸ πολυμερὲς καὶ ἀπέραντον | |
τῆς φροντίδος ἄκρως ὑπέγραψεν. b(BCE3E4)T | |||
105a | Ariston. | ὡς δ’ ὅταν ἀστράπτῃ: ὅτι παραβάλλει τὸν στεναγμόν (cf. Κ 9—10)· ὡς δ’ ὅταν—, οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν. καθ’ ἕκαστα δὲ οὐκ ἐπεξείργασται, διότι οὐκ ἔστι πρὸς ἅπαντα ἡ εἰκών. A | |
105b | ex. | ὡς δ’ ὅταν ἀστράπτῃ 〈πόσις Ἥρης ἠϋκόμοιο〉: πρὸς τὸ διαπύρως καὶ ὀξέως καὶ μετὰ σκέμματος γίνεσθαι τοὺς στεναγ‐ μούς. μεγαλοπρεπῶς δὲ τὸν τῆς Ἑλλάδος στρατηγὸν εἴκασε τῷ με‐ γίστῳ τῶν θεῶν. b(BCE3E4)T ἐπὶ δὲ Ὀδυσσέως πτωχοῦ σχῆμα | |
5 | περικειμένου ταπεινὴν ἔθηκε τὴν εἰκόνα· „ὡς δ’ ὅτε γαστέρ’ ἀνήρ“ (υ 25). T | ||
106-7 | Nic. | ex. | τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν 〈/ ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας〉: τὸ ἀθέσφατον τῷ χάλαζαν (6) συναπτέον. b(BCE3E4)T | εἰς τρία δὲ διῄρηκεν, εἰς ὄμβρον, εἰς χάλαζαν καὶ νιφετόν· b(BCE3E4) ὄμ‐ | |
5 | βρος ὑετός, χάλαζα τὸ παχὺ ὕδωρ, νιφετὸς τὸ λεπτομερές· διὸ ἐπάγει ἐπάλυνεν (7) ἐπέπασσε· πασπάλη γὰρ ἡ γῦρις. b(BCE3E4)T | ||
106a1 | D | Nic. | τεύχων ἢ πολὺν ὄμβρον 〈ἀθέσφατον ἠὲ χά‐ λαζαν〉: τῷ πολύν ἐπήνεγκεν τὸ ἀθέσφατον—ἀναγι‐ νώσκουσιν, ἵν’ ᾖ πολ〈λ〉ὴν χάλαζαν. | βέλτιον δὲ τὸ ἀθέσφατον | |
〈***〉 καὶ μὴ δύο καθ’ ἑνὸς κεῖσθαι ἐπίθετα. A | |||
106a2 | Nic. | βέλτιον τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ τῆς χα‐ λάζης. Aint | |
107a | Ariston. | νιφετόν: ὅτι 〈οἱ〉 ὑγιῶς χρώμενοι νείφειν μὲν λέγουσι τὸ χιονίζειν, „ὄμβρον“ (Κ 6) δὲ τὸν ὑετόν, „χάλαζαν“ (Κ 6) δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ· διὸ νῦν διαστέλλει ἕκαστον. A | |
107b | ex. | 〈ἐπάλυνεν:〉 ἐπέπασε. Til | |
D | ἐπάλυνεν: ἐλεύκανεν, ὡς—τοῦ ἀλεύρου. A | ||
10.8 | ex. | 〈πτολέμοιο〉 μέγα στόμα πευκεδανοῖο: στόμα· φθαρ‐ τικὸν γὰρ τῶν δι’ αὐτοῦ φερομένων σιτίων· b(BCE3E4)T καὶ τοῦ πολέμου τὸ στόμα φθαρτικὸν τῶν σωμάτων. πικρὸς δὲ ὁ πόλεμος (ὅπερ δηλοῖ τὸ πευκεδανοῖο) διὰ τοὺς ἀναιρουμένους. T | |
5 | D | π〈τ〉ολέμοιο μέγα στόμα: ἤτοι μεταφορικῶς—δα‐ πανητικός. A | |
1010a | ex. | νειόθεν ἐκ κραδίης: ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθ’ ἑαυτὸν στένει. ἐντεῦθεν κινηθεὶς Φιλότιμος (fr. 1 St.) ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθεν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν | |
5 | ἤρτηται. A b (BCE3E4)T | ||
1010b1 | Ariston. | τρομέοντο: ὅτι Ζηνόδοτος γράφει „φοβέοντο“. τὸν δὲ φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετὰ φυγῆς δειλίασιν. ἐλέγχεται δὲ ὁ Ζηνόδοτος ἁμαρτάνων ἐκ τοῦ „ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμοσ“ (Κ 25). A | |
1010b2 | {τρομέοντο δέ οἱ φρένες ἐντός:} Ζηνόδοτος „φοβέοντο“, κακῶς· φησὶ γοῦν „ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμοσ“. T | ||
10.11 | ex. | ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν: ἢ ὅτι ἐφ’ ὕψους ἡ βασιλικὴ σκηνή, ἢ ὅτι οἱ Τρῶες „ἐπὶ θρωσμῷ πεδίοιο“ (Κ 160). ἔνιοι δὲ τὸ ἀθρήσειεν ἐπὶ τοῦ νοῦ ἀκούουσιν· ἀλλὰ προσέθηκεν ἂν τὸ φρεσίν, ὡς ἐκεῖ „ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν b(BCE3E4)T ἠδὲ δα‐ | |
5 | 〈ε〉ίω“ (Φ 61) καὶ „ὀσσόμενος πατέρ’ ἐσθλὸν ἐνὶ φρεσίν“ (α 115). T | ||
10.12 | D | θαύμαζεν πυρὰ πολλά: πῶς, φησίν, Ἀγαμέμνων— ἵν’ εὐχερῶς θεωρεῖν δύναται πάντα. A | |
ex. | Ἰλιόθι πρό: κατὰ παρολκὴν ἡ παραγωγή· δηλοῖ γὰρ τὸ Ἰλίου, ὡς τὸ „οὐρανόθι πρό“ (Γ 3) καὶ „ἐγγύθεν ἦλθε“ (Η 219). T | ||
1013a | Ariston. | | αὐλῶν συρίγγων τ’ ἐνοπήν: ὅτι ἐνθάδε καὶ ἐπὶ τῆς | |
Nic. | D | Ὁπλοποιΐας τῶν αὐλῶν μέμνηται· „αὐλοὶ φόρμιγγές τε βόων“ (Σ 495). δεῖ δὲ καὶ τὸ ἀκούων προσυπακούειν ἔξωθεν. A | βραχὺ δὲ διασταλτέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν. AAint | ἐσημειώσατο δὲ—τὰ | ||
5 | ὄργανα ταῦτα. A | ||
1013b | ex. | αὐλῶν συρίγγων τ’ ἐνοπήν: τινὲς „αὐλῶν συρίγ‐ γων“, ἵν’ ᾖ εἶδος αὐλοῦ ἡ σῦριγξ. ἀλλὰ καὶ ἐν τῇ Ὁπλοποιΐᾳ φησίν· „αὐλοὶ σύριγγές τε“ (Σ 495). οὐχ Ἑλληνικὸν δὲ οἱ αὐλοί· οὔτε γὰρ Φαίακες (cf. impr. θ 261—5) οὔτε μνηστῆρες (cf. α 152—5 | |
5 | al.) οὔτε εἰς τοὺς γάμους Ἑρμιόνης (cf. δ 17—9) οὔτε Πηνελόπης (cf. ψ 143—7) ἐχρῶντο τούτοις. τὴν βαρβάρων δὲ ἄγνοιαν κωμῳδεῖ ἐν τοιούτῳ καιρῷ μουσικευομένων ἐπὶ τοσούτων πτωμάτων καὶ μὴ μᾶλλον τῷ κοιμᾶσθαι ποριζομένων ἰσχὺν εἰς τὴν αὔριον. T | ||
1014-6 | ex. | αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴδοι—κῆρ: πανταχόθεν τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει· b(BCE3E4)T εἰ δὲ καὶ ἀνδραπο‐ δώδη ποιεῖ, τὸν σκότον ἔχει προκάλυμμα. T οὐκ ἐπεξῆλθε δέ, ὅσα περὶ τοὺς Ἕλληνας ἦν δεδοικώς, ἀλλ’ ἠρκέσθη τῇ τῶν εὐημερούν‐ | |
5 | των διαθέσει ἐμφῆναι τὴν τῶν δυστυχούντων κατάστασιν· ἀεὶ γὰρ φιλέλλην ὁ ποιητής. b(BCE3E4)T | ||
10.17 | ex. | ἥδε δέ οἱ κατὰ θυμὸν 〈ἀρίστη φαίνετο βουλή〉: τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται μὴ ἀπο‐ φάσκοντος τοῖς δεινοῖς. A b (BCE3E4)T | |
1018a | Hrd. | 〈Νέστορ’ ἐπὶ πρῶτον:〉 Πάμφιλος τὴν ἐπί ἀναστρέ‐ φει. πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον φυλάττοντας ἀναγινώσκειν | |
ἐπὶ πρῶτον Νέστορα. οὕτως ὁ Ἀσκαλωνίτης (p. 50 B.). A | |||
1018b | ex. | Νέστορ’ ἐπὶ πρῶτον 〈Νηλήϊον〉 ἐλθέμεν 〈ἀνδρῶν〉: ὅτι καὶ ἐν τοῖς δεινοῖς δεῖ καταφεύγειν εἰς σοφίαν. A b (BCE3E4)T αὐτουργεῖ δὲ δυσωπῶν αὐτόν, ὅπως τοῦ βασιλέως καὶ τοῦ γέροντος διαφοιτώντων ὑπακούσωσιν οἱ λοιποί. β (BCE3E4)T πρὸ ὀλίγου | |
5 | δὲ χωρισθεὶς ὡς ἂν εἰς ἰατροῦ νοσῶν θέλει φοιτᾶν πάλιν, ὥς που καὶ Εὐφορίων φησίν (fr. 63 P.)· „πολλάκι οἱ κλισίῃσι Πυληγενέεσ‐ 〈σ〉ί τε νηυσίν / ἐννύχιοι πίλναντο, νόσων ἅπερ ἰητῆρος.“ T | ||
1019a1 | Hrd. | εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰσὶν οἳ ἀνέγνωσαν καθ’ ἓν μέρος λόγου ὡς εὔμητιν, κακῶς· δύο γάρ ἐστι μέρη λόγου, σὺν καὶ μῆτιν. τὸ δὲ ἑξῆς ἐστι {συντέμοισι} συν‐ τεκτήναιτο μῆτιν. A | |
1019a2 | τὸ ἑξῆς ἐστιν σὺν αὐτῷ τεκτήναιτο μῆτιν. Aim | ||
10.20 | ex. | 〈ἥτις ἀλεξίκακος:〉 ὑψοῖ τὰ τῆς βουλῆς λίαν. Til | |
1023a | ex. | 〈δαφοινόν:〉 λίαν φονευτικόν. τινὲς δὲ πυρρόν. b(BCE3) Til | |
1023b | ex.(?) | 〈δαφοινὸν ... δέρμα λέοντος:〉 φοβερόν, καταπλη‐ κτικόν. ἢ τὸ ἐκ δαφοινοῦ καὶ καταπληκτικοῦ λέοντος. Ail | |
1023c | Ariston. | ἑέσσατο δέρμα λέοντος: ὅτι ἐπὶ τῷ χιτῶνι (cf. Κ 21) λεοντῆν τέθεικεν ἀντὶ τῆς ἀσπίδος· διὸ καὶ ἑξῆς (sc. Κ 34) λέγει· „τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλά“. ἔντεα δὲ ἀπὸ τοῦ ἐν‐ τὸς ἔχειν τὸν ἄνδρα. καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλ’ ἕνεκα | |
5 | φυλακῆς, 〈ὁ μὲν παρδαλῆν ἐνδύεται〉, οἱ δὲ λεοντῆν. A | ||
1023d | ex. | ἑέσσατο δέρμα λέοντος: τινὲς ἐκ τούτου χειμέριόν φασι τὸν καιρόν· πρὸς σκέπην γὰρ ὄμβρων εἶναι τὴν λεοντῆν. Μενέλαον δὲ ὡς ἥττω παρδαλῆν †ἐνδύει† (cf. Κ 29), Δόλωνα δὲ ὡς δειλὸν καὶ ἐπὶ λαθρίδιον πρᾶξιν ὁρμῶντα λυκέαν (cf. Κ 459). b(BCE3E4)T | |
1025a | ex. | Ariston. | ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμος: κατὰ τὸν αὐτὸν καιρὸν τῷ Ἀγαμέμνονι. ἀλλ’ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων, οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων, ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ | |
5 | Μενελάου ἐπὶ κεφαλαίου λέγει. A b (BCE3E4)T | ἡ δὲ διπλῆ, ὅτι ἀντ‐ αποδοτικόν ἐστι τοῦ ἄνω (sc. Κ 10) γράφειν „τρομέοντο δέ οἱ“. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον. A | ||
1025b | Hrd. | {οὐδὲ γὰρ} αὐτῷ: Τυραννίων (fr. 18 P.) τὴν αὐτῷ ἀντ‐ ωνυμίαν καθ’ ἓν ἐλάμβανεν ὡς ἐν τῇ συνηθείᾳ. ὁ δὲ Ἀσκαλωνίτης (p. 50 B.) τὸν „αὖ“ σύνδεσμον παρελάμβανε καὶ τὸ „τῷ“ ἰσοδυνα‐ μοῦν τῷ τούτῳ, ὁμοίως τῷ „τοῦδ’ αὖ 〈τοῦ〉 λυκάβαντοσ“ (ξ 161). | |
5 | ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι 〈τοῦ〉 „τοῦδ’ αὖ τοῦ λυκάβαντοσ“ κατεπεῖγόν ἐστιν „αὖ“, εἶτα „τοῦ“ ἀναγνῶναι· κωλύε‐ ται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαινομένου τὸ αὐτοῦ. A | ||
10.26 | Did.(?) | 〈πάθοιεν:〉 ἐν ἄλλῳ „πάθωσιν“. Aint | |
1027-8 | Nic.(?) | πουλὺν ἐφ’ ὑγρήν / ἤλυθον: ἤλυθον, ὧδε ἡ στιγ‐ μή. T | |
10.27 | Ariston. | πουλὺν ἐφ’ ὑγρήν: ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἀρσενι‐ | |
κῶς, πουλὺν ὑγρήν. A | |||
1029a1 | ex.(?) | παρδαλέῃ: τὸ μὲν ζῷον πόρδαλις, ἡ δὲ δορὰ παρδαλῆ b(BCE3E4)Til διὰ τοῦ α γράφεται. Til | |
1029a2 | {παρδαλέην:} πόρδαλις τὸ ζῷον, †πορδαλῆ† ἡ δορά. A | ||
1030a | Ariston. | 〈στεφάνην:〉 ὅτι στεφάνη εἶδος περικεφαλαίας. A | |
1030b | ex. | 〈στεφάνην:〉 στεφάνη εἶδος περικεφαλαίας πρόβλημα ἐχούσης. T | |
1032a | ex. | βῆ δ’ ἴμεν ἀνστήσων 〈ὃν ἀδελφεόν〉: δῆλον ὡς προεταράχθη Μενέλαος, ὁ δὲ ποιητὴς καταπλῆξαι ἠθέλησε διὰ τοῦ βασιλικωτέρου προσώπου. b(BCE3E4)T | |
1032b | Did. | 〈ἀνστήσων:〉 οὕτως Ἀρίσταρχος Aim διὰ τοῦ ν ἀν‐ στήσων. AimT | |
1032-3 | ex. | ὃς μέγα πάντων | Ἀργείων ἤνασσε, θεὸς δ’ ὣς τίετο δήμῳ: διὰ τάχους ἐνέφηνε τὸ ἀξίωμα, καὶ τοῖς ἀρχομένοις ὅπως πρὸς τοὺς ἄρχοντας διακεῖσθαι δέον, καὶ τοῖς ἄρχουσιν ὁποίους ὀφείλουσι παρέχειν ἑαυτούς, ἵνα ὡς θεοὶ τιμῶνται. b(BCE3E4)T | |
10.34 | Ariston. | ἔντεα: ὅτι ἔντεα εἴρηκεν, ἣν προσυνέστακε λεοντῆν (cf. | |
Κ 23). A | |||
1035a1 | Ariston. | 〈νηῒ παρὰ πρύμνῃ:〉 ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ παρὰ νηὸς πρύμνῃ. Aim | |
1035a2 | ἀντὶ τοῦ νηός. b(BCE3)Til | ||
1035b | ex. | τῷ δ’ ἀσπάσιος γένετ’ ἐλθών: εἰ γὰρ ἄλλων ἐδεῖτο, πόσῳ μᾶλλον ἀδελφοῦ. b(BCE3E4)T | |
1036-7 | ex. | τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλα‐ ος· / τίφθ’ οὕτως, ἠθεῖε, κορύσσεαι: ὡς κατεπτηχότος τοῦ βα‐ σιλέως. ἢ ὅτι ἐνδιδυσκόμενον αὐτὸν εὗρεν· ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται. b(BCE3E4)T | |
10.37 | Ariston. | 〈ἠθεῖε:〉 ὅτι τὸ ἠθεῖε προσφώνησίς ἐστι σεπτικὴ νεωτέρου πρὸς πρεσβύτερον λεγομένη. Aim | |
1038a | Ariston. | Did. | ὀτρύνεις {τρώεσσι ἐπίσκοπον}: ὅτι ἀντὶ τοῦ ὀτρύνων.| διῃρημένως αἱ Ἀριστάρχου τὸ ὀτρύνεις. A | |
1038b1 | Did. | 〈ὀτρύνεις:〉 αἱ Ἀριστάρχου „ὀτρυνέεισ“ διῃρημένως. Til | |
1038b2 | διῃρημένως Ἀρίσταρχος „ὀτρυνέεισ“. Ail | ||
1038c | ex. | Τρώεσσιν ἐπίσκοπον: προὔλαβε τὴν Νέστορος γνώμην τὴν περὶ τοῦ δεῖν κατασκόπους πέμπειν (cf. Κ 204—12), τοῦ καιροῦ αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλλοντος. καὶ τὸν ἀδελφὸν ὁπλι‐ ζόμενον ὁρῶν ὡς καὶ αὐτὸν τοῦτο βουλευόμενόν φησιν. b(BCE3E4) | |
5 | T | ||
1038d | Hrd. | ἐπίσκοπον: Ἀρίσταρχος 〈ὡσ〉 κατάσκοπον. Νικίας (fr. 11 B.) δὲ ἀναστρέφει τὴν ἐπί, ἵν’ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκα‐ | |
σιν „ἐπισκοπόν“ ὡς „ἀγακλυτόν“ (Ζ 346. θ 502 al.), ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι· καὶ γὰρ ἤδη ἡ | |||
5 | συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει· „δμωάων σκοπός ἐσσι“ (χ 396), „καὶ ἐπίσκοπος ᾖσιν ἑταίρων“ (θ 163). A | ||
1038-9 | ex. | ἀλλὰ μάλ’ αἰνῶς / δείδω〈—τόδε ἔργον〉: ὡς ἤδη δεδογμένης τῆς βουλῆς ἐπιλογισμὸν εἰσάγει. κίνησις δὲ τοῦ ἀκροατοῦ· μόνον γὰρ οὐχὶ ἐπιμαρτύρεται ὡς δυσχερὲς ἐπεισόδιον εἰσάξων τῇ ποιήσει. b(BCE3E4)T | |
10.41 | D(~) | ἀμβροσίην: θείαν, ἐν ᾗ βροτοὶ οὐ †περίασιν. διὰ τοῦτο ἡ νὺξ ἀμβρότη. Aim | |
1041a1 | Did. | {θρασυκάρδιος} ἔσται: ὁ Ἰξίων (fr. 10 St.) „ἐστί“ γρά‐ φει. T | |
1041a2 | Δημήτριος ὁ Ἰξίων Aim γράφει „ἐστίν“ Aint ἐν ἄλλῳ †θρασυκάρδιος. Aim | ||
1043-4a1 | ex. | χρεὼ βουλῆσ〈— /〉 κερδαλέης: ἐπωφελοῦς. b(BCE3)T δεῖ, φησί, τὰ ἀπὸ τῆς τύχης προσγινόμενα ταῖς βου‐ λαῖς ἀντισηκοῦν. b(BCE3E4)T | |
1043-4a2 | ex. | D | ex. | {κερδαλέης:} ἐπωφελοῦς. | συνετῆς—ὅ ἐστι τὴν ἀλώπεκα. ἔστι δὲ πανουργότατον τὸ ζῷον. | δεῖ, φησί, τὰ ἀπὸ τῆς τύχης λειπόμενα ταῖς βουλαῖς ἀντισηκοῦν. A | |
1043a | ex. | χρεὼ βουλῆς: σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν. b | |
(BCE3E4)T | |||
1043b | ex. | χρεὼ βουλῆς 〈ἐμὲ καὶ σέ〉: ἡ χρεία, φησί, τῆς βουλῆς αὐτῆς τῆς λαθραίως γινομένης δι’ ἐμὲ καὶ σὲ γέγονεν, ἐπεὶ καὶ τὸν στρατὸν ἡμεῖς ἀνηγάγομεν ἐνταῦθα. T | |
1043c1 | ex. | 〈χρεὼ βουλῆς ἐμὲ καὶ σέ:〉 τὸ χρεώ οἱ μὲν ἀντὶ τοῦ χρεία λέγουσιν, οἱ δὲ ἀντὶ τοῦ δεῖ, οἷον δεῖ ἐμὲ καὶ σὲ βουλῆς, ἤτοι περὶ βουλῆς διανοεῖσθαι ἀρίστης. b(BCE3E4) | |
1043c2 | ἀντὶ τοῦ δεῖ. Til | ||
D | χρεὼ βουλῆς: χρεία συμβουλῆς τινὸς ἐμοὶ—ἀντὶ τοῦ †ἐμῆς καὶ σῆς. A | ||
10.44 | Ariston. | κερδαλέης ἥ τίς κεν 〈ἐρύσσεται ἠδὲ σαώσει〉: ὅτι περισσὸς ὁ κέν σύνδεσμος, ἢ ῥῆμα ἐνήλλακται ἀντὶ τοῦ ἥτις ἂν ἐρύσ‐ σαιτο. καὶ πρὸς τὸ „ἐνθάδε Σίσυφος ἔσκεν ὁ κέρδιστοσ“ (Ζ 153). A | |
10.45 | Ariston. | {ἀργείους καὶ νῆας} ἐπεὶ Διὸς ἐτράπετο φρήν: ὅτι φα‐ νερῶς ὁ Ζεὺς ἐβοήθει τοῖς Ἕλλησι πρὶν ἱκετευθῆναι ὑπὸ τῆς Θέτιδος. καὶ ὅτι τὸ ἡμιστίχιον ὁ Ζηνόδοτος μετήνεγκεν ἐπὶ τὸν Ἕκτορος λόγον κατὰ τὴν κόλον μάχην (sc. Θ 501). A | |
1046a | ex. | Ἑκτορέοις ἄρα μᾶλλον〈—ἱεροῖσιν〉: θεοσεβὴς ὑπόνοια μὴ δι’ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν. b (BCE3E4)T | |
1046b | Did. | ἐπὶ φρένα θῆχ’ ἱεροῖσιν: ἔν τισι τῶν ὑπομνημάτων „ἐπὶ φρένας εἶχ’ ἱεροῖσιν“. AimT | |
1047-8 | ex. | οὐ γάρ πω ἰδόμην〈— /〉 ἄνδρ’ ἕνα τοσσάδε μέρμερ’〈—μητίσασθαι〉: ηὔξησε τὰ ἔργα τοῦ Ἕκτορος, ἀνυπέρβλητα φήσας αὐτὰ εἶναι καὶ ὄψει καὶ ἀκοῇ. b(BCE3E4)T | |
1048a1 | D(~) | Did. | μέρμερ’ ἐπ’ ἤματι: μερίμνης καὶ φροντίδος ἄξια. κα‐ ταστρέφει δὲ εἰς τὸ κακά. AAint | τὸ δὲ ἐπ’ ἤματι Ἀρίσταρχος διὰ | |
τοῦ ν, „ἐν ἤματι“, ὁμοίως τῷ „μηνὶ δ’ ἐν οὔλῳ“ (ω 118). A | |||
1048a2 | Ἀρίσταρχος „ἐν ἤματι“. Aim | ||
1050a | ex. | οὔτε θεᾶς υἱός: ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις. b(BCE3E4)T | |
1050b1 | D (?) | 〈οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο:〉 λείπει ὑπάρχων. Aint | |
1050b2 | λείπει τὸ ὤν. Til | ||
1051-2a1 | Ariston. | ἔργα δ’ ἔρεξ’〈—μήσατ’ Ἀχαιούσ〉: ἀθετοῦν‐ ται στίχοι δύο, ὅτι παλιλλογεῖ ταῦτα—δι’ ἄλλων γὰρ προείρηται· „ὅσς’ Ἕκτωρ ἔρεξε Διῒ φίλος υἷας Ἀχαιῶν“ (Κ 49)—, καὶ ὅτι ἐπὶ ταὐτὸν φέρει δηθά καὶ δολιχόν (52). καὶ Ἀριστοφάνης προηθέ‐ | |
5 | τει. A | ||
1051-2a2 | ἀθετεῖ ὁ Ἀριστοφάνης. Til | ||
10.52 | ex. | 〈δολιχόν:〉 ἐπὶ καιροῦ. Til | |
1053-5 | ex. | ἀλλ’ ἴθι νῦν, Αἴαντα〈—εἴ κ’ ἐθέλῃσιν〉: πρε‐ πόντως τὴν τάξιν ἐμέρισεν ἀμφοτέροις· καὶ ὁ μὲν νεώτερος καὶ ἥττων τὸ ἀξίωμα ἐπὶ τοὺς πόρρω σκηνοῦντας ἀπέρχεται, ὁ δὲ πρεσβύτερος καὶ βασιλικώτερος ἐπὶ τὸν συνετώτατον Νέστορα καὶ σὺν ἐκείνῳ | |
5 | τοὺς ἄλλους ἐγείρει. πρεπόντως δὲ ἐπὶ μὲν τῶν νεωτέρων καὶ ἧττον ἐνδόξων τὸ κάλεσον (53) προστακτικῶς εἶπε, περὶ δὲ τοῦ Νέστορος παραπεφυλαγμένως φησὶν αἴ κ’ ἐθέλῃσιν (55) ἀντὶ τοῦ ‘ἐὰν αὐτῷ δόξῃ χρήσιμον εἶναι‘, b(BCE3E4)T ἐπὶ τῇ ἐκείνου γνώμῃ τὴν πᾶσαν κρίσιν τιθέμενος. b(BE3E4)T | ||
1053a1 | Did. | ex. | {ἀλλ’ ἴθι νῦν} Αἴαντα: ὁ μὲν Δίδυμος (p. 115 Schm.) τὴν Ἀριστάρχειον γραφὴν λέγει „Αἴαντε“ δυϊκῶς, | ὁ δὲ Τήλεφος λέγει κακῶς εἰρηκέναι τὸν Δίδυμον· οὐ γὰρ ἐπ’ ἀμφοτέρους τοὺς Αἴαντας ὁ | |
Μενέλαος πέμπεται. A | |||
1053a2 | Did. | Ἀρίσταρχος Aim δυϊκῶς „Αἴαντε“. AimTil | |
1053b | Ariston. | ἀλλ’ ἴθι νῦν Αἴαντα 〈καὶ Ἰδομενῆα κάλεσσον〉: ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ Ἀρίσταρ‐ χος ἐπραγματεύσατο· ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ἰδομενεὺς νενεωλκηκέναι. A | |
10.54 | Did. | 〈ἐπὶ νῆας:〉 Ἀρίσταρχος „παρὰ νῆασ“. Aim | |
10.55 | Did. (?) | 〈αἴ κε πίθηται:〉 γράφεται „αἴ κ’ ἐθέλῃσι“. Aim | |
1056a | Hrd. (?) | {ἐλθεῖν ἐς} φυλάκων: ὡς σκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων. A | |
1056b | Ariston. | D | | 〈ἱερὸν τέλος:〉 ὅτι οἱ Γλωσσογράφοι ἱερὸν τέλος τὸ | |
Ariston. (?) | μέγα τάγμα. | σημαίνει δὲ πλείονα ἡ λέξις, ποτὲ μὲν—δαπάνη‐ μα, ὡς Εὐριπίδης ἐν Πολυείδῳ (fr. 639 N.2)· „μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλοσ“, καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (or. 6, 30)· | ||
5 | „Χερρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει“. ποτὲ δὲ τὴν ἑορτήν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ (1382)· „σεμνὴν ἑορτὴν καὶ τέλος προσάψο‐ | ||
μεν“. | ἱερὸν τέλος ὡς „ἱερὸν ἰχθύν“ (Π 407) τὸν μέγαν. ἱερὸν μὲν οὖν τέλος λέγει τὸ θεῖον τάγμα, „ἱερὸν“ δὲ „ἰχθὺν“ τὸν ἄνετον καὶ ἱερὸν βοῦν (cf. Α 99 al.), ἀπὸ τοῦ ἵεσθαι. A | |||
1056c | ex. | ἱερὸν τέλος: ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρέχουσιν, ὅ ἐστι θεοῦ ἴδιον. b(BCE3E4)T | |
10.57 | ex. | κείνου γάρ κε μάλιστα πιθοίατο: διὰ δύο, ὅτι τε τὸν υἱὸν παρέσχεν αὐτῶν ἄρχειν, καὶ αὐτὸς δυσωπεῖ παρὼν καὶ ἐπιτελ‐ λόμενος. παιδευτικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς. b(BCE3E4)T | |
10.58 | ex. | καὶ Ἰδομενῆος ὀπάων: ἵνα καὶ αὐτὸς παρὼν (cf. Κ 112) αἰδέσιμος γένηται τοῖς φύλαξιν. T | |
1061a | Nic. | πῶς γάρ μοι μύθῳ〈—κελεύεισ〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου καὶ ἀφ’ ἑτέρας ἀρχῆς πευστικῶς τὰ ἑξῆς προενε‐ κτέον. A | |
1061b | ex. | πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι: πιθανῶς· ὁ μὲν γὰρ ἐκπεπληγὼς οὐ προνοεῖ τὸ πᾶν τῆς ἐπιταγῆς, ὁ δὲ ὡς προπαρε‐ σκευασμένος ἐρωτᾷ τὸ πῶς. b(BCE3E4)T ἢ διὰ τὸ ποικίλον ἐξ ἀμφοῖν συνίσταται. T | |
10.62 | ex. | αὖθι μένω μετὰ τοῖσι: αὖθι ἐν τοῖς φύλαξιν· ὅθεν καὶ Ἀγαμέμνων ἑξῆς (sc. Κ 126—7) πρὸς τὸν Νέστορά φησι· „κείνους δὲ κιχησόμεθα πρὸ πυλάων / ἐν φυλάκεσσιν“. b(BCE3E4)T | |
10.63 | ex. | ἠὲ θέω 〈μετὰ ς’ αὖτισ〉: πρὸς τὸ πρόθυμον τοῦ βασιλέως. | |
καὶ ἔστιν ἐμπαθὲς δύο βασιλεῖς οὕτως αὐτουργεῖν. b(BCE3)T | |||
10.65 | Ariston. | Hrd. | αὖθι μένειν, 〈μή πως ἀβροτάξομεν ἀλλήλοιϊν〉: ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ, μένειν ἀντὶ τοῦ μένε. | τὸ δὲ ἀβροτάξομεν ψιλωτέον ὁμοίως τῷ „ἤμβροτεσ“ (Ε 287. Χ 279)· τινὲς γοῦν κυρίως ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν, ἀλλὰ ἁμαρτῆσαι, | |
5 | ὥστε καὶ στέρησιν ἐγκεῖσθαι. A | ||
1065-6 | ex. | μή πως ἀβροτάξομεν 〈... / ...〉· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι: δῆλός ἐστιν ἐκ τούτων ἔμπειρος ὢν τε‐ κτονικῆς· εἰς γὰρ πολλὰς ὁδοὺς τέτμηται τὸ ναύσταθμον, ἵνα ταχέως ἀπὸ τῶν σκηνῶν ἀπαντῶσι πρὸς τὰς βοηθείας. T | |
1067a | ex. | φθέγγεο: τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος ὤν, μὴ καὶ ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι (Κ 85)· „φθέγγεο, μηδ’ ἀκέων ἐπ’ ἔμ’ ἔρχεο“. A b(BCE3E4)T | |
1067b | Hrd. | {καὶ} ἐγρήγορθαι {ἄνωχθι}: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντες. οὐκ ἐχρῆν δέ· εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγο‐ ρέναι 〈***〉, ὀφ〈ε〉ίλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρ‐ έμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι τε‐ | |
5 | τίλθαι ἐσπάρθαι. μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύ‐ νεσθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παρα‐ ληγόμενα, μὴ παρ’ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι μέμορθαι ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ | ||
τόνος ὁμοίως τοῖς προκειμένοις. A | |||
1067c | ex. | ἐγρήγορθαι ἄνωχθι: πρὸς τὸ διαμένειν τὴν φυλακήν. ἐπεὶ δὲ τὸ ἄνωχθι ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ „πάντας κυ‐ δαίνων“ (Κ 69). b(BCE3E4)T | |
1067d | x | Choer. (?) | ἄνωχθι: ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ μᾶλλον ἤπερ παρακειμένου. ἀναλογώτερον δὲ παρὰ Καλλιμάχῳ (fr. 628)· „ἄνωγε δὲ πορθμέα νεκρῶν“. καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ χ ἐν τῷ ἄνωχθι διὰ τὸ θ. | ὁ μὲν οὖν Ἀπολλώνιος (cf. Frg. p. 91) εἰς ε βούλε‐ | |
5 | ται εἶναι τὰ τοῦ παρακειμένου προστακτικὰ καὶ ἱκανῶς τῷ λόγῳ συνηγορεῖ. ὁ δὲ Ἡρωδιανὸς (2,816,31) εἰς θι τοὐναντίον· μηδὲ γὰρ εἶναι τὴν εἰς ε κατάληξιν. A | ||
1068a | ex. | πατρόθεν ἐκ γενεῆς: δυσωπεῖ γὰρ ὑπόμνησις προγονι‐ κῆς ἀρετῆς καὶ πατέρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εἶναι μιμητὴν ἐκείνων, ἀλλὰ καθαιρετικὸν τῆς περὶ αὐτὸν εὐγενείας. A | |
1068b | ex. | πατρόθεν ἐκ γενεῆς: ὡς ὅταν λέγῃ „διογενὲς Λαερτιάδη“ (Β 173 al.), τὸν πατέρα δηλοῖ, τὸ δὲ „διογενέσ“ τὸν ἀρχηγὸν τοῦ γέ‐ | |
νους. A b (BCE3E4)T | |||
1068c | Ariston | πατρόθεν ἐκ γενεῆς: ὅτι ἀρχαϊκὴ ἡ συνήθεια, ὥστε εἴ που τοιοῦτον εὑρίσκομεν, εἰδέναι δεῖ ὅτι οὐκ ἐπιθέτου ἔχει χώραν. A | |
10.69 | ex. | πάντας κυδαίνων: ἀνακτώμενος καὶ προτρεπόμενος τῇ ἰδίᾳ ἐνεργείᾳ. T | |
10.71 | ex. | Ζεὺς ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν: πα‐ θητικὰ ταῦτα δύο ἀδελφοὺς τοιαῦτα περὶ τῆς ἰδίας ψυχῆς καὶ γονῆς ὑπονοεῖν. T | |
10.72 | ex. | εὖ ἐπιτείλας: ἐπεσημήνατο τοὺς λόγους ὡς καὶ καλῶς εἰρημένους καὶ παραγγελθέντας στρατηγικῶς. b(BCE3E4)T | |
1075a | ex. | εὐνῇ ἔνι μαλακῇ: οὐδὲ ταῦτα ἐᾷ, ἀλλὰ τὸ πρέπον αὐ‐ τοῖς σῴζει· μαλακὴ γὰρ στρωμνή ἐστι τῷ γέροντι, ὡς καὶ τῷ Φοίνικι b(BCE3E4)T „κώεά τε ῥῆγός τε“ (Ι 661), T τῷ δὲ Διομήδει νεωτέρῳ ὄντι „ὑπὸ δ’ ἔστρωτο ῥινὸν βοόσ“ (Κ 155)· τὸν δὲ Ὀδυσσέα | |
5 | κατέκλινεν Εὔμαιος ὑποβαλὼν „ῥῶπασ“ (ξ 49) καὶ „δέρμα ἰονθάδος ἀγρίου αἰγόσ“ (ξ 50): b(BCE3E4)T καὶ τῷ Διῒ Γῆ „νεοθηλέα ποί‐ ην“ ἀναδίδωσι „λωτόν τ’ ἐρσήεντα ἠδὲ κρόκον ἠδ’ ὑάκινθον“ (Ξ 347—8). T | ||
1075b | Ariston. | {εὐνῆι ἐνι μαλακῆι παρὰ δ’} ἔντεα: ὅτι ἔντεα οὐ πάντα τὰ ὅπλα, ἀλλὰ κυρίως μὲν ἀσπὶς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατ’ ἐπικράτειαν. A | |
D | 〈ἔντεα:〉 παρὰ τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα. Aim | ||
1077a | Ariston. | πὰρ δὲ ζωστὴρ 〈κεῖτο παναίολοσ〉: ὅτι δοκοῦσί τινες ταὐτὸν εἶναι ζῶμα καὶ ζωστῆρα. οὐκ ἔστι δέ, ἀλλὰ ζῶμα καλεῖ τὸ συναπτόμενον τῇ μίτρᾳ ὑπὸ τὸν στατὸν θώρακα. τὸ δὲ ἔξωθεν συν‐ | |
δέον πάντα ζωστῆρα. καὶ ὅτι τὸ παναίολον ἐπὶ τῶν λαμπόντων. A | |||
1077b | ex. | ζωστὴρ κεῖτο: ζωστὴρ ζώσματος διαφέρει· ζῶσμα γὰρ τὸ προσραπτόμενον κατὰ τὰ πέρατα τοῦ θώρακος. T | |
1077-8 | ex. | ᾧ ῥ’ ὁ γεραιός / ζών〈ν〉υθ’, ὅτ’ ἐς πόλεμον: τὸν παρ’ ἡλικίαν ἀνδριζόμενον δηλοῖ. T | |
1079a | ex. | 〈λαὸν ἄγων:〉 μεῖζον τὸ ἐγκώμιον τοῦ Νέστορος γένοιτο, εἰ λαόν τις ἀκούοι 〈τὸν〉 σύμπαντα, μὴ τὸν τῶν Πυλίων μόνον. Til | |
1079b | ex. | ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ: ἀναιρεῖ τὰς προ‐ φάσεις τῶν ἀργεῖν ἐθελόντων, δεικνὺς ὡς καὶ τοῖς φυσικοῖς ἐλαττώμασιν οἶδεν ἀντιτάττεσθαι προθυμία. b(BCE3E4)T | |
1079c1 | ex. | 〈οὐ μὲν ἐπέτραπε γήραϊ:〉 οὐκ 〈ἐν〉εδίδου διὰ τὸ γῆ‐ ρας. Aint | |
1079c2 | τὸ δὲ ἐπέτρεπεν ἀντὶ τοῦ οὐκ ἐδίδου ἑαυτὸν τῷ γήρᾳ οὐδὲ ὑπετάττετο αὐτῷ. T | ||
1079d1 | Did. | 〈ἐπέτραπεν:〉 Ἀρίσταρχος „ἐπέτρεπε“. Aim | |
1079d2 | {ἐπέτρεπε γήραϊ:} ἐπέτρεπε διὰ τοῦ ε. T | ||
1080a | Nic. | ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος 〈κεφαλὴν ἐπαείρασ〉: βραχὺ διασταλτέον ἐπὶ τὸ ἀγκῶνος. τηρητέον δὲ τοῦτο ὅτι ὀρ‐ θωθῆναι καὶ στῆναι οὐ πάντως ἐπὶ τῶν ποδῶν τάττει, πρὸς ἐκεῖνα „ἕζετο δ’ ὀρθωθείσ“ (Β 42) καὶ „ἑζόμενος δ’ ἐπὶ γοῦνα“ (Ξ 437). A | |
1080b | Nic. | ex. | ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος 〈κεφαλὴν ἐπαείρασ〉: εἰς τὸ ἀγκῶνος ἡ διαστολή· b(BCE3)T πρὸς τὸ „ἕζετο δ’ ὀρ‐ θωθείσ“ (Β 42). T | λείπει δὲ ὁ καί, ἵν’ ᾖ ‘καὶ κεφαλὴν ἐπαείρασ‘. b (BCE3)T | |
10.82 | ex. | τίς δ’ οὗτος κατὰ νῆας: τετάρακται μέν· σκόπει δὲ τὴν προσοχήν, 〈ἣν〉 διὰ τοῦ γέροντος ἐνδείκνυται· ὃς οὐδὲ φθεγγομένου ᾔσθετο τοῦ Ἀγαμέμνονος καὶ προὔλαβε τὸν λόγον διὰ τῆς ἐρωτή‐ | |
σεως. b(BCE3E4)T καλῶς δὲ νυκτὸς οὔσης καὶ ὡς γέρων ἀγνοεῖ. T | |||
1083a1 | ex. | ὅτ〈ε θ’〉 εὕδουσιν βροτοὶ ἄλλοι: ἄλλοι· οὐ γὰρ οἱ γέροντες. οὗτοι δὲ καὶ διὰ τὸν καιρὸν καὶ τὴν φρόνησιν ἀγρυπνοῦ‐ σιν. T | |
1083a2 | ἔθος δὲ τοῖς γέρουσιν ἀϋπνεῖν καὶ μηδὲν φροντίζουσιν. οὗτος δὲ καὶ διὰ τὸν καιρὸν τοῦτο ποιεῖ. b(BCE3E4) | ||
1084a | Ariston. | ἠέ τιν’ οὐρήων 〈διζήμενος ἤ τιν’ ἑταίρων〉: ἀθετεῖ‐ ται, ὅτι οὐρήων βούλεται λέγειν τῶν φυλάκων, καὶ οὐκ ἐκράτησε τοῦ σχήματος· οὖρον γὰρ λέγει ὡς κοῦρον τὸν φύλακα, οὐρέα δὲ τὸν ἡμίονον. καὶ ὅτι ἄκαιρος ἡ ἐρώτησις. A | |
1084b | ex. | ἠέ τιν’ οὐρήων διζήμενος: ὥσπερ τὸ ἀνδροφονῆα, πομπῆα (cf. γ 325 al.), „ἡνιοχῆα“ (Θ 312 al.), οὕτως οὐρῆα· οὖρος οὐρεὺς ὡς πομπὸς πομπεύς. T | |
1085a1 | ex. | φθέγγεο, μηδ’ ἀκέων 〈ἐπ’ ἔμ’ ἔρχεο· τίπτε δέ σε χρεώ〉: ταρασσόμενός φησιν· ‘εἰπέ, δι’ ἣν αἰτίαν πρός με ἦλθεσ‘. ἅμα δὲ καὶ διὰ τῆς φωνῆς θέλει μαθεῖν, μὴ ἐχθρὸς εἴη (οὔπω γὰρ εἶχον συνθήματα)· ἢ ἴσως ὑπονοεῖ, μὴ Θρασυμήδης ἐστὶ τὴν τάξιν ἐκλελοι‐ | |
5 | πὼς τῶν φυλάκων. T | ||
1085a2 | ταρασσόμενός φησιν· ‘εἰπέ, δι’ ἣν αἰτίαν πρὸς ἐμὲ ἦλθεσ‘· | ||
ἐκπλήττεται γὰρ ὑπονοῶν τὴν τῶν πολεμίων ἔφοδον. b(BCE3E4) | |||
10.87 | ex. | 〈ὦ Νέστορ Νηληϊάδη:〉 ὃ προσέταξε τῷ Μενελάῳ, τοῦτο πράσσει, „πατρόθεν ἐκ γενεῆσ“ (Κ 68) αὐτὸν καλῶν. b(BCE3E4)Til | |
1088-9a1 | ex. | γνώσεαι Ἀτρείδη〈ν—διαμπερέσ〉: ἅμα τῇ ἀνακλήσει τοῦ ὀνόματος καὶ τῇ παραθέσει τῶν συμφορῶν τὸ πάθος ἐκίνησεν. T | |
1088-9a2 | ἅμα τῇ ἐκφωνήσει τοῦ ὀνόματος τὸ πάθος ἤρξατο κινεῖν, τὰς συμφορὰς παρατιθείς. b(BCE3E4) | ||
10.89 | D | 〈Ζεὺς ἐνέηκε πόνοισι διαμπερές:〉 ὃν ὁ Ζεὺς τῇ κακο‐ παθ〈είᾳ〉 ἐνέβαλε μέχρι τέλους. Aim | |
10.90 | ex. | 〈ἐν στήθεσσι:〉 τὸ ζωτικὸν περικάρδιόν φησιν. Til | |
10.91 | ex. | πλάζομαι ὧδε: ὧδε μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύνδετος δὲ ὢν ὁ λόγος τὸ κομματικὸν τοῦ πάθους ἔχει. b(BCE3E4)T | |
D | πλάζομαι: οὐδὲν ἑστηκὼς—πράγμασι. A | ||
10.92 | ex. | ἀλλὰ μέλει πόλεμος 〈καὶ κήδε’ Ἀχαιῶν〉: ὥστε καὶ ἔπαινος τοῦ φόβου ἡ τῶν κοινῶν πρόνοια, καὶ ἵνα σύμψηφον ἔχῃ τὸν Νέστορα. T | |
10.93 | Hrd. | Δαναῶν πέρι δείδια: πιθανώτερόν πώς ἐστιν ἀναστρέ‐ φειν· δύναται δὲ καὶ τὸ ἕτερον. A | |
10.94 | ex. | ἀλαλύκτημαι: παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεονασμῷ τῶν στοιχείων ἐπιτετάρακται. b(BCE3E4)T | |
1094-5 | ex. | κραδίη δέ μοι ἔξω / στηθέων ἐκθρῴσκει: φαντασία | |
τις προσπίπτει τῆς ἐκπηδῆσαι βιαζομένης καρδίας. b(BE3E4)T | |||
1095a | Hrd. | στηθέων ἐκθρῴσκει: Νικίας (fr. 12 B.) κατ’ ἰδίαν τὴν πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γένηται ἐκ στηθέων θρῴσκει. ἄμεινον δὲ ἓν ποιεῖν, ἐκθρῴσκει ὡς ἐκτρέχει. A | |
1095b | Hrd. | τρομέει δ’ ὑπὸ φαίδιμα: κακῶς Νικίας (fr. 13 B.) ἀνα‐ στρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A | |
10.96 | ex. | ἐπεὶ οὐδὲ σέ 〈γ’〉 ὕπνος ἱκάνει: ἵνα μὴ δόξῃ ἐμποδίζειν πρὸς τὸν ὕπνον τῷ γέροντι. b(BCE3E4)T | |
1097a | ex. | ἐς τοὺς φύλακας καταβείομεν: ὅτι ἐφ’ ὕψους αἱ νῆες, καὶ ἀλλαχοῦ „κατάγειν κοίλας ἐπὶ νῆασ“ (Ε 26). T | |
1097b | ex. | ἐς τοὺς φύλακας καταβείομεν: προπαρασκευάσαι γὰρ αὐτοὺς θέλει, μή πως ἔλθωσιν οἱ πολέμιοι διὰ νυκτός. T | |
1097c | ex. | 〈καταβείομεν:〉 θαρραλεωτέρους τοὺς σκοποὺς ποιήσον‐ τες. T | |
1098a1 | ex. | μή τοι μὲν καμάτῳ ἀδηκότες 〈ἠδὲ καὶ ὕπνῳ〉: προαπολογεῖται ὡς διὰ τὸν Θρασυμήδην, εἰ καὶ ἀνθρώπινόν τι πάθοι. ἐκεῖνοι δὲ κρείσσονες ὁρῶνται τῶν παθῶν. τὸ δὲ ἀδηκότες ἀηδισθέν‐ τες, καὶ „δείπνου ἀδήσειεν“ (α 134). ὕπνῳ τῇ ἀγρυπνίᾳ· „ὕπνῳ καὶ | |
5 | καμάτῳ ἀρημένοσ“ (ζ 2). T | ||
1098a2 | ἀηδισθέντες. ὕπνῳ δὲ τῇ ἀγρυπνίᾳ λέγει· „ὕπνῳ καὶ κα‐ μάτῳ ἀρημένοσ“. b(BCE3E4) | ||
1098b | Ariston. | ἀδηκότες ἠδὲ καὶ ὕπνῳ: ὅτι Ζηνόδοτος μὴ νοήσας τὸ σημαινόμενον γράφει „ἀδηκότες ἡδέϊ ὕπνῳ / κοιμήσωνται“. ἔτι δὲ καὶ νῦν λέγομεν ὕπνου μεστὸν οὐ τὸν ἐξυπνωκότα, ἀλλὰ τὸν πολὺ τὸ | |
ὑπνωτικὸν ἐν αὑτῷ ἔχοντα. A | |||
10.100 | ex. | 〈δυσμενέες—οὐδέ τι ἴδμεν:〉 περισσὸν τὸ τί. ἐνήλλαξε δὲ τὴν φράσιν· ἔδει γὰρ ‘μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, ἐπέλθωσι δὲ οἱ πολέμιοι‘. b (BCE3)T | |
10.101 | ex. | 〈μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι:〉 ἀπολογεῖται ὡς δεόντως εἰπών. Til | |
10100-1 | D | 〈οὐδέ τι ἴδμεν / μή πως καὶ διὰ νύκτα: τοῦτο πρὸς καιρὸν εἴρηκεν—νυκτὸς πολεμεῖν. A | |
10.103 | ex. | Ἀτρείδη κύδιστε: κύδιστον γὰρ πάντων βασιλεύς. ἐκ προοιμίων δὲ ἀνακτᾶται τὸ καταπλῆξαν τοῦ βασιλέως. T | |
10104-5a | ex. | οὔ θην Ἕκτορι πάντα νοήματα 〈μητίετα Ζεύς / ἐκτελέει〉: αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μεταβολὰς ποιοῦσιν. πιθανῶς δὲ νῦν μὲν παραθαρσύνει τὸν Ἀγαμέμνονα· ὁρᾷ γὰρ αὐτὸν ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον· ἐν δὲ τοῖς ἑξῆς (sc. Κ 157—161) | |
5 | τὸν Διομήδην φοβεῖ εὑρὼν βαθέως καθεύδοντα. b(BCE3E4)T καί φησιν „οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο / εἵαται;“ (Κ 160—1)· T δεῖ γάρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττοιτο μήτε τῷ θάρσει ἀπαρασκεύαστος γίνοιτο. b(BCE3E4)T | ||
10104-5b | ex. | οὔ θην Ἕκτορι〈—ὅσα πού νυν ἐέλπε‐ ται〉: οἶδε γὰρ ὡς δι’ αὐτόν. ὑποκορίζων δὲ Ἕκτορι (104) φησίν, ἅμα δὲ ὅτι οὐ μέμφεται τὴν πρώτην βουλὴν (cf. Α 275—6. 282—4) οὐδὲ πρὸς τὴν ἀπόβασιν ἐξεταστέον τὰς βουλάς. T | |
10.105 | Hrd. | ὅσα πού νυν 〈ἐέλδεται〉: τὸ νῦν ἐνθάδε συσταλτέον διὰ τὸ | |
μέτρον, ὥσπερ καὶ ἐπὶ τοῦ „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485). A | |||
10108a | ex. | σοὶ δὲ μάλ’ ἕψομ’ ἐγώ: μάλα, ἵνα μὴ δοκῇ δι’ ἀνάγκην ἕπεσθαι αὐτῷ. T | |
10108b | ex. | ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους: καλῶς οὐχ ὁ Ἀγαμέμνων καθ’ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τῆς Ἀχιλλέως ὀργῆς τὴν αἰτίαν. b(BCE3E4)T | |
10.109 | Hrd. | {ἠμὲν τυδείδην} δουρὶ κλυτόν: τὸ κλυτός, εἰ πτωτικὸν κατάρχοι, ἐν συνθέσει 〈βαρύτονόν〉 ἐστι, τοξόκλυτος, „ὀνομάκλυτοσ“ (Χ 51), εἰ δὲ ἄπτωτον, φυλάσσει τὸν αὐτὸν τόνον, „περικλυτόσ“ (Α 607 al.), „ἀγακλυτόσ“ (cf. Ζ 436 al.)· διὸ σημειωτέον τὸ „ναυ‐ | |
5 | σικλυτόσ“ (cf. η 39 al.) ὀξυνόμενον· ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς· κατ’ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, „Ναυσικάα“ (ζ 17 al.), „Ναυσίθοοσ“ (ζ 7 al.). τὸ μὲν οὖν δουρὶ κλυτός ἐν πα‐ ραθέσει ἐστίν. A | ||
10.110 | Ariston. | ἠδ’ Αἴαντα ταχὺν 〈καὶ Φυλέος ἄλκιμον υἱόν〉: ὅτι πλησίον τοῦ Λοκροῦ Αἴαντος ὁ Μέγης ἐ〈νε〉νεωλκήκει· καὶ διέσταλκε δὲ προσθεὶς ταχύν. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τοῦ ναυστάθμου. A | |
D | 〈Φυλέος ἄλκιμον υἱόν:〉 τὸν Μέγητα. Aim | ||
10111a | ex.(?) | 〈ἀλλ’ εἴ τις ... καλέσειεν:〉 †τὸ ε† περιττόν. Aint | |
10111b | ex.(?) | 〈εἴ:〉 ἀντὶ τοῦ εἴθε. Til | |
10.112 | Ariston. | ἀντίθεόν τ’ Αἴαντα 〈καὶ Ἰδομενῆα ἄνακτα〉: πρὸς τὰ περὶ τοῦ ναυστάθμου, ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τε‐ λαμωνίου ἐ〈νε〉νεωλκήκει. A | |
10.113 | ex. | τῶν γὰρ νῆες 〈ἔασιν〉 ἑκαστάτω: διὰ σχήματος ἐδηλώθη, διὰ τί Μενέλαος ἐκεῖ ἀπέσταλται, ὥστε οὐκ ἀργὸν τὸ „ῥίμφα θέων“ (Κ 54). T | |
D | 〈ἑκαστάτω:〉 πορρωτάτω. Til | ||
10114-5a1 | ex. | ἀλλὰ φίλον περ ἐόντα 〈καὶ αἰδοῖον Μενέ‐ λαον/ νεικέσω〉: χάριεν τὸ τῆς ὑποθέσεως· εὑρίσκεται γὰρ προανα‐ βλέψας ἤδη, †περὶ αὐτὸν μέμφεται. T | |
10114-5a2 | χάριεν τὸ τῆς ὑποθέσεως· ὅπερ γὰρ εὑρίσκεται ἤδη πεποιηκὼς Μενέλαος, †περὶ αὐτὸ μέμφεται. b(BCE3) | ||
10115-7 | ex. | νεικέσω〈— /〉 ὡς εὕδει〈— /〉 νῦν ὄφελεν 〈—〉πονέεσθαι: ἀποδέχεται οὖν τὸν Ἀγαμέμνονα συνερ‐ γοῦντα τῷ καιρῷ. T | |
10115a | Did. | 〈εἴ πέρ μοι:〉 οὕτως αἱ Ἀριστάρχου. τινὲς δὲ „εἰ καί μοι“. Til | |
10115b | Did. (?) | 〈νεμεσήσεαι:〉 γράφεται „νεμεσήσεται“. Aim | |
10.116 | Ariston. | Nic. | ὡς εὕδει· σοὶ δ’ οἴῳ 〈ἐπέτρεψεν πονέεσθαι〉: ὅτι τὸ πονέεσθαι ἐπὶ τοῦ ἐνεργεῖν. | καθ’ ἑαυτὸ δὲ ἀναγνωστέον τὸ ὡς εὕδει ἐν θα〈υ〉μασμῷ ἢ τοῖς ἄνω συναπτέον „νεικέσω“ (Κ 115) ὡς εὕδει. A | |
10117-8 | ex. | νῦν ὄφελε〈ν〉 κατὰ πάντας ἀριστῆασ〈— ἀνεκτόσ〉: πρεπόντως τὸν πόλεμον ἀποσιωπᾷ, ὁ μέντοι Μενέλαος τοῦτο ἐνθυμεῖται· „τοὶ δὴ ἕθεν εἵνεκα“ (Κ 27). T | |
10.117 | Ariston. | 〈πονέεσθαι:〉 διὰ τὴν αὐτὴν αἰτίαν. Aim | |
10.118 | Ariston. | 〈χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός:〉 ὅτι ἀνεκτὸς ἡ χρεία, οὐκ ἀνεκτή. Aint | |
10120a | ex. | ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα: οὐχ ὡς συκοφαντοῦντι τῷ Νέστορι μέμφεται οὐδὲ καθάπαξ ὑπεραπολογεῖται τοῦ ἀδελφοῦ, ἀλλ’ ὁμολογῶν αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν λό‐ γον ἐκέρασεν. b(BCE3E4)T | |
10120b | Ariston. | 〈καὶ αἰτιάασθαι ἄνωγα:〉 ὅτι περισσὸς ὁ καί. Aint | |
10.122 | ex. | οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο: φιλαδέλφως ἀπολογεῖται. δύο δέ ἐστι, δι’ ὧν γίνεται ἡ ῥᾳθυμία, ἀμέλεια καὶ ἄνοια. A b (BCE3E4)T καὶ ἐν Ὀδυσσείᾳ (δ 371—2)· „νήπιος ἠὲ χαλίφρων/ ἦε ἑκὼν †μεθίει†;“. ὥστε τὸ δοκοῦν ἁμάρτημα εἰς ἐγκώ‐ | |
5 | μιον τῆς πειθαρχίας περιΐσταται. AT | ||
10.123 | D (?) | ex. | ἀλλ’ ἐμέ τ’ εἰσορόων 〈καὶ ἐμὴν ποτιδέγμενος ὁρ‐ μήν〉: ἀλλ’ εἰς ἐμὲ ἀποβλέπων. | οὔτε τὸν Νέστορα συκοφάντην ἐποίησεν οὔτε τὸν Μενέλαον ἀργόν. ἅμα δὲ καὶ τὸν φιλάδελφον ἐμ‐ φανίζει· ὅτι ἐγὼ ὑπὲρ αὐτοῦ πάντα ποιῶ κἀκεῖνος ἐκδέχεταί μου τὴν | |
5 | ὁρμήν, οἷον εἶναι δεῖ νεώτερον ἀδελφὸν πρὸς πρεσβύτερον. A | ||
10124a1 | Did. | μάλ’ ἐπέγρετο: ὁ Ἰξίων (fr. 11 St.) „μέγ’ ἐπέγρετο“. καὶ μήποτε ἡ Ἀριστάρχειος οὕτως εἶχεν. A | |
10124a2 | ἐν ἄλλῳ „μέγ’ ἐπέγρετο“. Aint | ||
10124b1 | ex. | καί μοι ἐπέστη: ταχέως ἐδήλωσεν ὡς πολλῷ προὔλα‐ βεν αὐτὸν ἀναστάς. T | |
10124b2 | ἐπέστη ταχέως. ἐδήλωσε δὲ ὡς πολλῷ προὔλαβεν αὐτὸν | ||
ἐκεῖνος ἀναστάς. b(B [bis], C, E3 [bis]) | |||
10127a | Ariston. | {ἐν φυλάκεσς’} ἵνα γάρ σφιν: ὅτι Ζηνόδοτος γράφει „ἵνα γάρ μιν“. ἔστι δὲ ἑνικὸν τὸ μίν, βούλεται δὲ ὁ ποιητὴς διὰ τοῦ σφίν ‘αὐτοῖσ‘ σημῆναι· διὸ καὶ ἑξῆς (immo Κ 126) ἐπιφέρει· „κείνους δὲ κιχησόμεθα“. A | |
10127b1 | Did. | 〈ἠγερέεσθαι:〉 διὰ τοῦ θ αἱ Ἀριστάρχου „ἠγερ〈έθ〉ε‐ σθαι“. Aim | |
10127b2 | διὰ τοῦ †ε† τὸ ἠγερέεσθαι. Til | ||
10.129 | Did. | 〈οὔ τίς οἱ:〉 ἔξω τοῦ τ, οὔ τίς οἱ. Aim | |
10129-30 | ex. | οὔτις σοὶ νεμεσήσεται〈—καὶ ἀνώγῃ〉: οὐδεὶς τῶν κελευομένων ἀντερεῖ, ὅταν αὐτουργοῦντα τὸν βασιλέα ὁρᾷ· b(BCE3E4)T „ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα“ (Κ 70). T | |
10130a1 | Did. | 〈ἐποτρύνῃ καὶ ἀνώγῃ:〉 χωρὶς τοῦ ς, ἐποτρύνῃ καὶ ἀνώγῃ. Aint | |
10130a2 | οὕτως χωρὶς τοῦ ς. Til | ||
10134a | ex. | διπλῆν ἐκταδίην: οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ γῆρας καὶ τὴν νύκτα. AT | |
10134b | Hrd. | οὔλη {δ’ ἐπενήνοθε}: ὡς „κούρη“ (Β 872 al.)· οὕτως γὰρ καὶ τὸ ἀρσενικὸν αὐτοῦ ἐβαρύνετο „οὔλων τε ταπήτων“ (Π 224). καὶ μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν συνήθειαν, εἴ γε ὀξυτονοῦσι τὸ ὄνομα λέγοντες οὐλὸς ἄνθρωπος καὶ | |
5 | οὐλὴ κόμη. οὐ δέον δέ· τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθ’ | ||
ἑτέρου φωνήεντος, βαρύνεται, πόλος στόλος κοῖλος δοῦλος. οὕτως καὶ οὖλος. προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ μοχλός. τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστιν. A | |||
10136-8 | Nic. | 〈βῆ δ’ ἰέναι— /〉 πρῶτον ἔπειτ’ Ὀδυσῆα 〈— / ἐξ ὕπνου ἀνέγειρε〉: γελοίως τινὲς στίζουσι μετὰ τὸ πρῶτον (137). συναπτέον οὖν αὐτὸ τοῖς ἑπομένοις· ἔστι γὰρ τὸ ἑξῆς, ἔπειτα Ὀδυσσέα πρῶτον ἐξ ὕπνου ἀνήγειρε〈ν〉· ἔστι γάρ τι καὶ ἐν | |
5 | τοῖς μετὰ ταῦτα πρῶτον. A | ||
10137-8 | Nic. | ex. | πρῶτον ἔπειτα〈—ἀνέγειρε〉: οὐ δεῖ διαστέλ‐ λειν 〈μετὰ〉 τὸ πρῶτον (137). | πρὸς τὸν ὅμοιον δὲ ἄπεισι πρῶτον. T | |
10.138 | ex. | ἐξ ὕπνου ἀνέγειρε Γερήνιος: οὐδὲν ἔτι ποιεῖ Ἀγαμέ‐ μνων, ἀλλ’ ἕπεται αὐτῷ, τοῦτο δηλοῦντος τοῦ ποιητοῦ ὡς ἐν ταῖς χρείαις ὁ λόγου δυνατὸς ὀφείλει πάντα πράσσειν, οὐχ ὁ βασιλεύς. | |
b(BCE3E4)T καὶ Ὀδυσσεὺς „κοιρανέων ἐπεπωλεῖτο“ (Δ 250). T | |||
10139-40 | ex. | τὸν δ’ αἶψα περὶ φρένας 〈ἤλυθ’ ἰωή, / ἐκ δ’ ἦλθε κλισίησ〉: δυσωπεῖται γὰρ Νέστορος καλοῦντος. οὐ δειλὸς δέ, ὅτι ἐντὸς τῆς σκηνῆς καθεύδει· οὐ γὰρ πρὸς ἀσφάλειαν αἱ σκηναί, ἀλλὰ πρὸς σκέπην αὐτοῖς πεποίηνται. b(BCE3E4)T ὁ γοῦν Ἀγαμέμνων | |
5 | εἰς τὴν σκηνὴν εἰσέρχεται Νέστορος (cf. Κ 74—5) οὐδὲν ἐχυρὸν ἔχουσαν πρὸς ἔφοδον πολεμίων. T | ||
10140a | Ariston. | ἐκ δ’ ἦλθε κλισίης: σημειοῦνταί τινες, ὅτι ἔνδον κα‐ θεύδει Ὀδυσσεύς, ἀλλ’ οὐχ ὁ Διομήδης· „ἐκτὸς ἀπὸ κλισίησ“ (Κ 151). A | |
10140b | ex.(?) | 〈κλισίης:〉 κλισία ἡ σκηνή, ἔνθα ἀνέκλινον τὰ ἅρματα καὶ αὐτοὶ ἐκοιμῶντο κείμενοι. A | |
10141-2 | ex. | τίφθ’ οὕτω κατὰ νῆας 〈ἀνὰ στρατὸν〉 οἶοι ἀλᾶσθε〈—τόσον ἵκει〉: †προφέρεσθε†· T ταῦτα δὲ ἀνα‐ τεταμένῃ τῇ φωνῇ καὶ ὡς σχετλιάζων, ὅτι θορυβοῦσι τοὺς στρατιώτας μόνοι οἱ βασιλεῖς νυκτὸς περιϊόντες. δέδιεν οὖν, μή τι νεώτερόν ἐστιν ἐν | |
5 | τῷ στρατῷ. b(BCE3E4)T μαρτυρεῖ δὲ τούτοις Νέστωρ ἐπιλέγων „διογενὲς Λαερτιάδη, / μὴ νεμέσα“ (Κ 144—5). T | ||
10.141 | Did. (?) | 〈ἐπὶ νῆας:〉 γράφεται „κατὰ νῆασ“. Aim | |
10142a | Did. (?) | 〈ἀμβροσίην:〉 γράφεται καὶ „ὀρφναίην“. Aim | |
10142b1 | ex. | Nic. | 〈νύκτα δι’ ἀμβροσίην;〉 ὅ τι δὴ χρειὼ τόσον ἵκει: ὥσπερ ἐν ἀρχῇ (sc. Κ 141), „τίφθ’ οὕτωσ〈—;〉“, οὕτως καὶ νῦν ἀντὶ τοῦ 〈τί〉 δὴ χρειὼ τόσον ἵκει. ἡ δὲ τῶν ἀναφορικῶν καὶ ἀορίστων ἐναλλαγὴ πρὸς τὰ πευστικὰ συνήθης, ὡς κἀκεῖ „ὁπποίης δ’ | |
5 | ἐπὶ νηόσ“ (α 171) ἀντὶ τοῦ ποίας. | στικτέον δὲ ἐπὶ τὸ ἀμβροσίην. A | ||
10142b2 | ex. | ὅ τι δὴ χρε〈ι〉ώ: ἀντὶ τοῦ τί δή, ὡς „ὁπ〈π〉οίης δ’ | |
ἐπὶ νηόσ“. T | |||
10.145 | ex. | μὴ νεμέσα: παραιτεῖται τὴν μέμψιν, οὐ νεώτερόν τι ση‐ μαίνων, ἀλλὰ διὰ τὰ ἐνεστῶτα· ὃ συνεὶς Ὀδυσσεὺς ἕπεται μηδ’ ὁτιοῦν ἀντιλέγων. b(BCE3E4)T | |
10146a1 | Did. | 〈ἀλλ’ ἕπευ, ὄφρα:〉 Ἀρίσταρχος χωρὶς τοῦ υ, „ἀλλ’ ἕπε’ ὄφρα“. Aim | |
10146a2 | ἄνευ τοῦ υ „ἕπεο“. Til | ||
10147a1 | Nic. | βουλὰς βουλεύειν, 〈ἢ φευγέμεν ἠὲ μάχεσθαι〉: οὐ καθ’ ἓν διασταλτέον, βουλεύειν, φευγέμεν, μάχεσθαι, ἀλλὰ συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν· ὃν ἐοικός ἐστι βουλεύεσθαι περὶ τοῦ ἢ μάχεσθαι ἢ φεύγειν. A | |
10147a2 | ὅλον συναπτέον. Til | ||
10.149 | ex. | ποικίλον ἀμφ’ ὤμοισι σάκος 〈θέτο〉: δειλός, φασίν, οὗτος ἀσπίδα καὶ †δόρυ ἀναλαμβάνων. ἴσως δὲ σιωπωμένῃ τῇ ἀποκρίσει χρῆται πρὸς τὸν Νέστορα εἰπόντα βουλεύσεσθαι, πότερον φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα· δόρυ μὲν | |
5 | γὰρ φέρουσι καὶ μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων. b(BCE3E4)T ὅτι δὲ ἐχρῶντο καὶ τῷδε τῷ τρόπῳ τῆς ἀποκρίσεως, δι’ ὑποδείγματος παραστήσω· ἐστασίαζόν ποτε Ἐφέσιοι περὶ χρη‐ μάτων· παρελθὼν δὲ εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος (fr. 31 d [p. 155], 106 c [p. 543] M.; cf. Vors.6 22 A 3 b) ἐπιπάσας κύλικι ἄλ‐ | ||
10 | φιτα ἐξέπιε τὸν κυκεῶ, ἐμφαίνων ὅτι δεῖ ζηλοῦν αὐτάρκειαν. T | ||
10150-1 | ex. | τὸν δ’ ἐκίχανον / ἐκτὸς ἀπὸ κλισίης: στρατιωτι‐ κὸν τὸ αἰθριοκοιτεῖν. A b (BE3E4)T δείκνυσι δὲ ὡς οὐ λόγῳ μόνον | |
ἐστὶ θρασύς. AT | |||
10.151 | ex. | σὺν τεύχεσιν, ἀμφὶ δ’ ἑταῖροι: οὐχ ὡπλισμένος (δει‐ λῶν γάρ), ἀλλ’ οἷον πλησίον ἔχων τὰ τεύχη. b(BCE3E4)T καλῶς δὲ οἱ ἑταῖροι τὴν μεθ’ ἡμέραν τάξιν φυλάττουσι τεταγμένοι περὶ τὸν βασιλέα. b(BCE4)T | |
10151-2 | ex. | ἀμφὶ δ’ ἑταῖροι / εὗδον, ὑπὸ κρασὶν δ’ ἔχον ἀσπίδας: διὰ τὴν μεθ’ ἡμέραν ταλαιπωρίαν κοιμῶνται· AT στρα‐ τιωτικὸν γὰρ τοῖς αὐτοῖς ὅπλοις χρῆσθαι καὶ πρὸς πόνους καὶ πρὸς ἀνάπαυλαν. A b (BCE3E4)T | |
10152-3 | ex. | ἔγχεα δέ σφιν / ὄρθ’ ἐπὶ σαυρωτῆρος 〈ἐλήλα‐ το〉: τρόπον τινὰ περιχαρακοῦντα τὸν ἡγεμόνα. φοβερὸν δὲ τὸ σχῆ‐ μα καὶ κοιμωμένων, ἴσως ἐμφαίνοντος τοῦ ποιητοῦ καὶ διὰ τούτου τὸ ἀνδρεῖον Διομήδους καὶ ἕτοιμον εἰς μάχην· b(BCE3E4)T διὸ καὶ τὰ | |
5 | ἐναντία ἑξῆς φησι περὶ Θρᾳκῶν ὡς ψέγων „ἔντεα δέ σφι / καλὰ παρ’ αὐτοῖσιν χθονὶ κέκλιτο εὖ κατὰ κόσμον“ (Κ 471—2). T | ||
10153a | Did. | ex. | {ὄρθ’ ἐπὶ} σαυρωτῆρος: ἐν τῇ Ἀριστοφάνους „σαυρω‐ τῆρασ“ πληθυντικῶς. | σαυρωτὴρ δέ ἐστι τὸ ἀπολῆγον μέρος τοῦ δό‐ | |
ρατος, ὅπερ ἀντίκειται τῇ αἰχμῇ, ὃν καὶ οὐρίαχον καλοῦσιν. A | |||
10153b | ex. | 〈σαυρωτῆρος:〉 σαυρωτὴρ {δὲ} ἡ δορατοδόκη καλεῖται· b(BCE3E4) παρὰ δέ τισιν ὁ καυλὸς τοῦ δόρατος. b(BE3E4) | |
10153-4 | ex. | τῆλε δὲ χαλκός / λάμφ’ 〈ὥς τε στεροπή〉: γραφι‐ κῶς T τῷ σκιάζοντι τῆς νυκτὸς ἀντιπεριέστησε τὴν ἐκ τῶν αἰχμῶν ἀναλάμπουσαν αὐγήν, b(BCE3E4)T καὶ ταύτην τῆλε (153). T | |
10.155 | D | 〈ἀγραύλοιο:〉 τοῦ ἐπ’ ἀγρῷ αὐλιζομένου. Aim | |
10.156 | ex. | ὑπὸ κράτεσφι τάπης τετάνυστο: ἀναγκαῖον σκληρᾶς οὔσης τῆς στρωμνῆς τὸ προσκεφάλαιον εἶναι ἁπαλόν, ἵνα μικρὸν ἀναπαύοιτο. b(BCE3E4)T οὐ μόνον δὲ καθ’ ἡλικίαν, ἀλλὰ καὶ κατὰ τὸ ἀξίωμα ἑκάστῳ τι ἀπονέμει. τάπης γοῦν τῷ βασιλεῖ ὑπόκει‐ | |
5 | ται, οὐχ ὡς τοῖς στρατιώταις ἀσπίς. T | ||
10158a | Ariston. | λὰξ ποδὶ κινήσας, 〈ὄτρυνέ τε νείκεσέ τ’ ἄντην〉: ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (sc. ο 45) μετάκειται ἐπὶ τοῦ Πεισιστρά‐ του 〈ἐπὶ〉 κλινιδίου καθεύδοντος παρὰ Μενελάῳ. πρὸς τί οὖν ποδί, ἀλλ’ οὐχὶ τῇ χειρί; νῦν μὲν γὰρ εἰκότως 〈ἐπὶ〉 τῆς γῆς κοιμώμενον | |
5 | οὕτως ἐγείρει. A | ||
10158b | ex. | λὰξ ποδὶ κινήσας: εἰκὸς αὐτὸν διὰ τοὺς μεθ’ ἡμέραν κόπους οὐκ αἰσθάνεσθαι. b(BCE3E4)T καλῶς δέ, ὅτι οὐ μονοειδῶς ἅπαντες διυπνίζονται. T δυσωπητικὸν δὲ τὸ ὑπὸ τοῦ γέροντος ἀνί‐ στασθαι· διὸ καὶ λὰξ αὐτὸν ἀνίστησιν, ὀνειδίζων τὴν ἀπρονοησίαν. | |
5 | b(BCE3E4)T | ||
10158c | ex. | 〈λὰξ ποδὶ κινήσας:〉 διὰ τοῦ κινήσας ἰάσατο τὸ λάξ. | |
〈λάξ·〉 τῷ ὑποκάτω τῶν δακτύλων μέρει. Til | |||
10159a1 | Did. | 〈ὄρσεο:〉 διχῶς ὁ Ἀρίσταρχος, „ἔγρεο“ καὶ ὄρσεο. Aint | |
10159a2 | 〈ἔγρεο:〉 γράφεται καὶ „ὄρσεο“. διχῶς αἱ Ἀριστάρχου. Til | ||
10159b1 | ex. | 〈ἀωτεῖς:〉 κοιμᾶσαι, ἀπὸ τοῦ „ἀέσαι“ (ο 40). Til | |
10159b2 | D | Ap. S.(?) | | ἀπανθίζει, | παρὰ τὸ ἄωτον, ὅ ἐστιν ἄνθος, | ἢ κοιμᾷ, | |
ex. | παρὰ τὸ „ἀέσαι“ τὸ κοιμᾶσθαι. Aint | ||
10160-1 | ex. | οὐκ ἀΐεις 〈ὡς Τρῶες—ἐρύκει:〉 Ἀγαμέμνονα μὲν καταπληχθέντα παραμυθεῖται, Διομήδεα δὲ ἀμελοῦντα ἀναπτεροῖ, καὶ ἄμφω βελτίους ποιεῖ. τὸ δὲ ἀΐεις (160) ἀντὶ τοῦ ἀκούεις, πρὸς πλείονα ἐπίτασιν ὡς πλησιασάντων αὐτῶν. b(BCE3E4)T | |
10.160 | ex. | ἐπὶ θρωσμῷ πεδίοιο: οἱ μὲν τῷ ἀντικρύ, οἱ δὲ τῷ ὑψηλῷ, οἱ δὲ τῷ πλατεῖ. T | |
D | ἐπὶ θρωσμῷ πεδίοιο: τόπος ἐστὶν—ἔξω τάσσοιν‐ το. A | ||
10161a1 | Did. | ὀλίγος δ’ ἔτι χῶρος ἐρύκει: διὰ τοῦ ε „ὀλίγος δέ τε“ αἱ Ἀριστάρχειοι. γράφεται δὲ καὶ „ὀλίγος δ’ ἀπὸ χῶρος ἐέργει“. A | |
10161a2 | Ἀρίσταρχος „ὀλίγος δέ τε“. γράφεται δὲ καὶ „ὀλίγος δ’ ἀπὸ χῶρος ἐέργει“. Aim | ||
10161a3 | {εἵαται ἄγχι νεῶν} ὀλίγος δέ τε χῶρος ἐρύκει: οὕτω διὰ τοῦ „τέ“ γραπτέον. καὶ „ὀλίγος δ’ ἀπὸ χῶρος ἐέργει“. T | ||
10164a | Nic. | 〈σχέτλιός ἐσσι γεραιέ:〉 συναπτέον ἕως τοῦ γεραιέ. Aint | |
10164b | Ariston. | σχέτλιός ἐσσι, γεραιέ· 〈σὺ μὲν πόνου οὔ ποτε λήγεισ〉: ὅτι σεπτικῶς τὸ σχέτλιος καὶ οὐ μεμπτικῶς, εἰς ἑαυτὸν ἀγνώμων. καὶ ὅτι πόνον τὴν ἐργασίαν. A | |
10164c | ex. | ex. | σχέτλιός ἐσ〈σ〉ι, γεραιέ· 〈σὺ μὲν πόνου οὔ ποτε λήγεισ〉: ἡδὺ ἐπίπληξις φιλοπονίας καὶ ἀρετῆς. T | σχέτλιος ὁ ἄξια ἀγανακτήσεως πράσσων. εἰώθαμεν δὲ ἀμελείας κρινόμενοι φιλο‐ πονωτέρους τοῦ δέοντος †ἀποφάσκειν† τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ | |
5 | ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλ’ ἐκείνους τοῦ δυνατοῦ περαιτέρω. A b (BCE3 E4)T | ||
10167a | Ariston. | D | {πάντη ἐποιχόμενοι, σὺ δ’} ἀμήχανος: ὅτι τὸ ἀμήχανος δύο σημαίνει, ἓν μὲν ἀνίκητος, ἓν δὲ ἀντὶ τοῦ πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν· ὅπερ καὶ νῦν σημαίνει, ἵνα τῶν πόνων ἀποστῇ. | ἢ †κακο‐ πίαστος† καὶ πρὸς πάντα ἕτοιμος. A | |
10167b | ex. | ἀμήχανος: ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆρας μηχανή‐ σασθαί τι δύναται. b(BCE3)T | |
10.168 | Did. | 〈τὸν δ’ αὖτε προσέειπε:〉 ἐν ἄλλῳ „τὸν δ’ ἠμείβετ’ ἔπειτα“. Aint | |
10169a | ex. | ναὶ δὴ ταῦτά γε〈—〉κατὰ μοῖραν ἔειπες: ὁ γέρων ἐπαινεθεὶς ἰᾶται τὸ „τί πάννυχον ὕπνον ἀωτεῖς;“ (Κ 159). φρονίμως δὲ οὐ συνεχώρησε τούτῳ ὅτι φιλοπονώτερός ἐστι τῶν ἄλλων (φορτικὸν γὰρ ἦν), ἀλλὰ τὸν καιρὸν ἐπικίνδυνον εἶναι καὶ τῆς παρὰ | |
5 | δύναμιν φιλοπονίας δεόμενον (cf. Κ 172—4). b(BCE3E4)T | ||
10169b | Did. | 〈φίλος:〉 Ἀριστοφάνης {φίλος καὶ} „τέκοσ“. Aint | |
10.170 | ex. | εἰσι〈ν〉 μέν μοι παῖδες: ὅτι εἰς τὰς κοινὰς ὑπηρεσίας πρώ‐ τους καταλέγει τοὺς ἑαυτοῦ παῖδας. T | |
10173a1 | D | Hrd. | ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς: ἀντὶ τοῦ τὰ πράγματα —ὀξύτητος κινδύνων, μεταφορικῶς. | συσταλτέον δὲ διὰ τὸ μέτρον τὴν ξυ συλλαβήν. A | |
10173a2 | Hrd. | τὴν πρώτην δὲ τοῦ ξυροῦ συσταλτέον διὰ τὸ μέτρον. T | |
10173b | ex. | ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς: καὶ διὰ τὸ ὀξὺ καὶ διὰ τὸ λεπτὸν ἐπικίνδυνον τοῦτο. T | |
10.174 | Hrd. | ex. | ἢ μάλα λυγρὸς ὄλεθροσ〈—〉ἠὲ βιῶναι: ἄμφω τοὺς συνδέσμους ἐγκλιτέον· διαζευκτικοὶ γάρ εἰσιν. | οὐκ εἶπε δὲ κρα‐ τῆσαι ἢ κρατηθῆναι, ἀλλ’ ἢ κακῶς ἀπολέσθαι ἢ ζῆσαι. T | |
10175a | Ariston. | Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν: ὅτι διαστέλλει τῷ ἐπιθέτῳ τὸν Λοκρὸν τοῦ Τελαμωνίου, καὶ πρὸς Ζηνόδοτον γράφοντα ἐκεῖ (Τ 239) „Φυλείδην τε Μέγην τε“, τὸν Φυλείδην οἰόμενον ὄνομα κύριον. A | |
10175b | ex. | Φυλέος υἱόν: Μέγητα. καὶ ἀλλαχοῦ (Τ 239)· „Φυλείδην τε Μέγητα“. καὶ πῶς ἀριστεὺς ὑπάρχων οὐκ ἀνίσταται κατὰ Ἕκτο‐ ρος (cf. Η 161—9); ἢ ὅτι μείζων ἑαυτοῦ γέγονε, τὴν Ἐπειῶν προσλα‐ βὼν ἀρχὴν μετὰ Διώρην (cf. Δ 517—26). T | |
10176a1 | Did. | 〈ἄνστησον:〉 οὕτως διὰ τοῦ ν ἄνστησον αἱ Ἀριστάρ‐ χου. Aim | |
10176a2 | τὸ δὲ ἄνστησον διὰ τοῦ ν. T | ||
10176b | Nic. | 〈ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ’ ἐλεαί‐ | |
ρεις:〉 διὰ μέσου τὸ σὺ γάρ ἐσσι νεώτερος. Aim | |||
10176c | ex. (Nic.) | ex. | ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ’ ἐλεαίρεις: τὸ ἑξῆς ἄνστησον, εἴ μ’ ἐλεαίρεις. | οὐκ ἐπιτακτικῶς δέ φησιν, ἀλλ’ εἰ ταῖς ἀληθείαις ἐλεεῖς με, διὰ τὸ „σὺ μὲν πόνου οὔποτε λήγεισ“ (Κ 164). τὸ δὲ σὺ γάρ ἐσσι νεώτερος πεφυλαγμένως προσέταξε | |
5 | πρὸς τὸ λῆμμα εἰπόντος „οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν;“ (Κ 165), b(BCE3E4)T ὡς, εἰ μὴ παρῆν, δι’ ἑαυτοῦ ἂν ὁ γέρων ἐκάλεσεν. T | ||
10.179 | ex. | 〈βῆ δ’ ἰέναι,〉 τοὺς δ’ ἔνθεν ἀναστήσας ἄγεν ἥρως: ταχέως καὶ μεγαλείως· τί γὰρ ἔδει διατρίβειν περὶ πρᾶξιν οὐδὲν ἠθικὸν οὐδὲ ἀξιόπιστον ἔχουσαν; b(BCE3E4)T | |
10.180 | Did. (?) | 〈ἐν ἀγρομένοισι ἔμιχθεν:〉 ἐν ἄλλῳ „ἐν ἀγρομένοισι γέ‐ νοντο“. Aim | |
10182a1 | ex. | ἀλλ’ ἐγρηγορτὶ〈—〉εἵατο: καλῶς οὔτε κα‐ τακλίνονται, ἵνα μὴ κατενεχθῶσιν εἰς ὕπνον, οὔτε ἑστήκασιν, ἵνα μὴ προκάμωσι τῆς χρείας. b(BCE3E4)T | |
10182a2 | {ἀλλ’ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες:} καθέζονται μέν, ἵνα μὴ ἡ ἀνάκλισις ὕπνον ἐμποιήσῃ, οὐχ ἑστᾶσι δέ, ἵνα μὴ πρὸ τῆς χρείας κάμωσιν. A | ||
10182b | ex. | ἐγρηγορτὶ σὺν τεύχεσιν: οἰκεῖον φύλαξι τὸ μὴ κοι‐ μᾶσθαι μηδὲ πρὸς βραχὺ ἀποθέσθαι τὴν ἀσπίδα. b(BCE3E4)T | |
10183-6 | ex. | ὡς δὲ κύνες περὶ μῆλα〈—ὕπνος ὄλωλεν〉: θείως τὴν τῶν φυλάκων ἀγρυπνίαν τῇ τῶν κυνῶν παρέβαλε, καὶ ταῦτα ποιμενικῶν· ὀξυήκοοι γὰρ καὶ ἄγρυπνοι, ἔπειτα καὶ λέοντος προσδο‐ κῶντες ἔφοδον. b(BCE3E4)T | |
10.183 | ex. | 〈δυσωρήσονται:〉 ὤρα ἡ φυλακή. Til | |
10.186 | ex. | ἀπό τέ σφι〈σι〉ν ὕπνος ὄλωλεν: τοῖς κυσίν· θορύβου γὰρ ἐμπεσόντος, κἂν οἱ ἄνδρες ἀφυπνώσωσιν, οὐκέτι κοιμῶνται οἱ κύνες· διὸ ὑπερβολικῶς εἶπε τὸ ὄλωλεν, ὡς μηδὲ ὕστερον, εἰ βουλη‐ θεῖεν, ὑπνωσόντων αὐτῶν. b(BCE3E4)T | |
10.187 | Ariston. | {ὡς τῶν} νήδυμος: ὅτι σαφῶς τὸ νήδυμος σὺν τῷ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων οὖν οὕτως γράφεται. A | |
10188a | Ariston. | φυλασσομένοισι: ὅτι ἀντὶ τοῦ φυλάσσουσι, ATil παθητικὸν ἀντὶ ἐνεργητικοῦ. A | |
10188b | ex. | νύκτα φυλασσομένοισι κακήν: κοινῶς, ὡς ἂν εἴποις ‘κακὴν νύκτα διήγαγον‘. καὶ ἔστι παθητικὸν ὑπὸ τοῦ ποιητοῦ προσ‐ κείμενον. ἅμα δὲ ἐξηγεῖται τὸ „δυσωρήσονται“ (Κ 183)· δηλοῖ γὰρ τὴν δυσχερῆ παραφυλακήν. b(BCE3E4)T | |
10188-9 | ex. | πεδίον δὲ γὰρ αἰεί / τετράφατο: διὰ τοῦ α〈ἰ〉εί δηλοῖ τοὺς μηδ’ ὅλως ἀφυπνώσαντας, ἀντιστήσαντας τῷ ὕπνῳ τὸν φόβον. T | |
10189a | Ariston. | τετράφαθ’, ὁππότ’ ἐπὶ Τρώων 〈ἀΐοιεν ἰόντων〉: ὅτι οὐ λέγει ‘ὁππότε ἀκούοιεν τῶν Τρώων ἐπιόντων, τότε πρὸς τὸ πεδίον τετραμμένοι ἦσαν‘ (οὐδὲ γὰρ ἐπεληλύθεισαν), ἀλλὰ ‘φοβού‐ μενοι, μὴ ἐπελεύσονται οἱ Τρῶες, τετραμμένοι ἦσαν πρὸς τὸ πεδίον‘. A | |
10189b | ex.(?) | 〈ἐπὶ Τρώων ἀΐοιεν ἰόντων:〉 ἐπιόντων ἀΐοιεν. Til | |
10.190 | ex. | τοὺς δ’ ὁ γέρων γήθησεν 〈ἰδὼν θάρσυνέ τε μύθῳ〉: τὸ πᾶν γὰρ αὐτῷ ἐπιτρέπει ὁ Ἀγαμέμνων. T | |
10.192 | ex. | οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε: τεχνικῶς διὰ τοῦ παραγγεῖλαι αὐτοῖς ὁμοίως φυλάττειν ἐπῄνεσέ τε ἅμα καὶ προσέταξεν ἀνεπιφθόνως. εὖ δὲ καὶ τὸ φίλα τέκνα· τῷ γὰρ συγγενικῷ ὀνόματι τὴν ἀπὸ τοῦ ὕπνου νενίκηκεν ἡδονήν. b(BCE3E4)T τοῦ δὲ παιδὸς | |
5 | οὐδ’ ὅλως ἐμνημόνευσεν. T | ||
10.193 | ex. | μὴ χάρμα γενώμεθα 〈δυσμενέεσσιν〉: τὸ μάλιστα λυποῦν παρέλαβε, χαρὰν πολεμίων. ὡς ἐν ὑποθήκῃ δὲ λέγων ἐν αὐτοῖς εἶναι τὴν πᾶσαν τῶν Ἑλλήνων σωτηρίαν φησίν. b(BCE3E4)T | |
10194a | ex. | ex. | τάφροιο διέσσυτο: ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶ‐ τος πρόεισι, δυσωπῶν αὐτούς. | διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους ἀσφαλέστερον βουλεύονται; ἀλλ’ ἐν τῷ στρατεύματι νυκτὸς συνιόντες θόρυβον ἂν ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν | |
5 | Ἑλλήνων. ἄλλως τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολ‐ μᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων ἐκπέμπεσθαι b(BCE3E4)T πρὸς τὸ μὴ δοκεῖν πολὺ προκόπτειν τῆς φάλαγγος. ἦσαν δὲ ἤδη τὰ τῶν φυλάκων 〈κατα〉καυθέντα πυρά· διὸ ἔλαθον. T | ||
10194b | ex. | D | τάφροιο διέσσυτο: διέβη διὰ τῆς τάφρου, ἵνα μὴ θόρυ‐ βος ἐν τῷ στρατοπέδῳ γίνηται, τὴν μὲν σύνοδον ὁρώντων, τὴν δὲ αἰτίαν ἀγνοούντων. 〈ἢ〉 ἵνα μὴ γνῶσιν ὅτι κατάσκοποι πέμπονται. | ἢ εἰς εὐθυμίαν τῶν κατασκόπων, ἵνα ἀφοβώτερον τυγχάνωσιν ἐγγὺς | |
5 | ὄντων. A | ||
10.195 | Ariston. | 〈ὅσοι κεκλήατο βουλήν:〉 ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς βουλήν. Aint | |
10196-7 | ex. | τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱός 〈/ ἤϊσαν〉: διὰ τὸν Ἰδομενέα καὶ Νέστορα. ἅμα δέ, ἵνα οἱ κα‐ τάσκοποι ὁπλισθῶσιν (cf. Κ 235—7). T | |
10.197 | ex. | αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι: πιθανῶς, τοὺς φύλακας εὑρόντες ἐγρηγορότας, ἐπῄνεσαν μὲν αὐτοὺς τοῖς λόγοις, ἐτίμησαν δὲ τοῖς ἔργοις, ἐπὶ συμβουλίαν τοὺς ἡγεμόνας αὐτῶν παρα‐ | |
λαβόντες. T | |||
10.198 | ex. | ὀρυκτήν: τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν. ἢ ἀντιδιαστέλ‐ λει πρὸς τοὺς ἐξ ὄμβρων γινομένους ῥωχμούς. b(BCE3E4)T | |
10199a | Ariston. | 〈ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉 πρὸς Ἴστρον (cf. FGrHist 334, 70), ὅτι οὐ γέγονε νεκρῶν ἀναίρε‐ σις. Aim | |
10199b | Nic. (?) | 〈ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:〉 τὸ ἑξῆς ἐν καθαρῷ νεκύων, ὅθι διεφαίνετο χῶρος. Aint | |
10199c | ex. | ὅθι δὴ νεκύων διεφαίνετο χῶρος: διεφαίνετο T ὡς ἐν σκότῳ οὐ καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ ἡμῶν τὴν διάνοιαν τῷ ἐναργεῖ, τὸ μὲν περὶ τὴν τάφρον ἅπαν χωρίον φήσας πλῆρες εἶναι κει‐ μένων νεκρῶν, ὀλίγον δὲ τὸν καθαρὸν τόπον. b(BE3E4)T | |
10199d | ex. | ὅθι δὴ νεκύων διεφαίνετο χῶρος {πιπτόντων}: ἄτοπον, φασί, μηδὲ τοὺς πρὸς τῇ τάφρῳ 〈ἀν〉ελέσθαι νεκρούς. ἀλλ’ οὐκ ἂν ἐπέγνωσαν νυκτὸς τοὺς ἑαυτῶν. ἢ διὰ τὴν φαντασίαν. T | |
10.202 | D. | Or. | πίφαυσκον: ἐνεφάνιζον, ἔλεγον. | φῶ φαύω καὶ πιφαύω, πιφαύσκω. A | |
10.203 | Did. (?) | 〈τοῖσι δὲ μύθων ἦρχε:〉 ἐν ἄλλῳ „τοῖσι δὲ καὶ μετέειπε“. Aint | |
10204-13a1 | Nic. | ὦ φίλοι, οὐκ ἂν δή τισ〈—πάντας ἐπ’ ἀνθρώπουσ〉: ἤτοι διασταλτέον ἐπὶ τὸ ἐλθεῖν (206), ἵνα στίζωμεν ἐπὶ τὸ Ἀχαιούς (210) καὶ ἀπ’ ἄλλης ἀρχῆς εὐκτικῶς ᾖ λεγόμενα τὰ ἑξῆς ταῦτά τε πάντα πύθοιτο (211). ἢ στικτέον ἐπὶ τὸ ἐλθεῖν | |
5 | (206) καὶ ἀπὸ ἄλλης ἀρχῆς εἴ τινά που δηΐων ἕλοι ἐσχατόων‐ τα (206), ἵν’ ὑποστίζωμεν ἐπὶ τὸ ἐσχατόωντα (206) καὶ σφίσιν | ||
(208) καὶ Ἀχαιούς (210) καὶ πύθοιτο (211) καὶ ἀσκηθής (212), τοῦ λόγου τοιούτου γινομένου· εἴ τινα τῶν πολεμίων ἀνέλοι καὶ γνοίη, τί βουλεύονται οἱ Τρῶες, καὶ ταῦτα πυθόμενος ὑποστρέψει〈ε〉, | |||
10 | μεγάλην ἂν ἔχοι δόξαν. A | ||
10204-13a2 | ὑποστίζων εἰς τὸ ἐλθεῖν (206) τελειώσεις εἰς τὸ Ἀχαιούς (210)· καὶ τελειῶν εἰς τὸ ἐλθεῖν (206) ἀποδώσεις εἰς τὸ ἀνθρώπους (213). b(BCE3E4)T | ||
10204-6 | ex. | ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ〈— / ἐλθεῖν〉: ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχεται· οὐκ ἔδει γὰρ προοιμίων, ἀλλ’ ὀξυλα‐ βείας τῷ καιρῷ. ὑποθετικῶς δὲ ἄρχεται, οὐ προστακτικῶς. εὖ δὲ καὶ τὸ μὴ ἕνα ἐκλέξασθαι· ἐλύπησε γὰρ αὐτὸν ὡς καταφρονῶν τῆς αὐτοῦ | |
5 | σωτηρίας καὶ τοὺς λοιποὺς ᾔσχυνε. φιλοτιμίαν οὖν τοῖς ἀρίστοις εἰς ἀλλήλους ἐμβαλὼν τοὺς ἀτόλμους οὐκ ἤλεγξεν, ἀλλ’ ἡσυχίαν αὐτοῖς ἀνεπίφθονον δέδωκεν. b(BCE3E4)T εὖ δὲ καὶ τὸ αὐθαίρετον· πε‐ πίθοιτο (204) γὰρ οὐκ ἐμοί, ἀλλ’ ἑῷ αὐτοῦ / θυμῷ (204—5) καὶ τολμήεντι (205), ὅ ἐστι περιεκτικὸν τῆς προκειμένης πράξεως. | ||
10 | b(BE3E4)T | ||
10.204 | Ariston. | ἑῷ αὐτοῦ: ὅτι κατὰ τὸ πλῆρες τὰ τοιαῦτα ἐκφέρει ἑῷ αὐτοῦ καὶ „ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖοσ“ (β 45) καὶ τὰ τοιαῦτα· καὶ ἐπὶ τῶν πληθυντικῶν „αὐτῶν γὰρ σφετέρῃσι“ (α 7)· τὸ γὰρ αὐτοῦ καὶ αὐτῶν κοινόν ἐστιν ἐπίταγμα τῶν τριῶν προσώπων. A | |
10.206 | ex. | ἕλοι ἐσχατόωντα: †ζωγρήσοι† πρὸς τὸ πυθέσθαι †τὰ παρὰ τῶν πολεμίων†. διὰ δὲ τοῦ ἐσχατόωντα τὸ ἀκίνδυνον ὑπέφηνε τῆς πράξεως, b(BCE3E4)T καὶ ἀντιπαρέβαλε τὸ „μέγα κέν οἱ | |
ὑπουράνιον κλέος εἴη“ (Κ 212). T | |||
10.207 | D | ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο: εἰώθασιν οἱ πολεμούμενοι—τὴν Δεκέλειαν. A | |
10208-10 | Ariston. | Hrd. | ἅσσα τε μητιόωσι〈—Ἀχαιούσ〉: ὅτι κακῶς ἐν τοῖς μετὰ ταῦτα (sc. Κ 409—11) κεῖνται, ὅτε τὸν Δόλωνα συλλαμ‐ βάνουσιν οἱ περὶ Διομήδη. | τὴν δὲ σφίσι (208) νῦν ὀρθοτονητέον, καὶ διὰ τὴν σύνταξιν καὶ διὰ τὴν μετάληψιν· εἰς γὰρ σύνθετον. A | |
10.210 | ex. | 〈ἂψ ἀναχωρήσουσιν:〉 διὰ τὸ ὑπονοεῖν Ἀχιλλέα. Til | |
10211a | ex. | 〈ταῦτά τε πάντα:〉 ἐπανάληψις. Til | |
10211b | ex. | ἂψ εἰς ἡμέας ἔλθοι: διοριζόμενος θαρσαλεώτερον αὐτὸν ποιεῖ. T | |
10211-2 | ex. | 〈ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι /〉 ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον 〈κλέος εἴη〉: παν‐ ταχόθεν προτρέπεται, τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ. b(BE3 E4)T | |
10.213 | ex. | 〈πάντας ἐπ’ ἀνθρώπους:〉 ἀντὶ τοῦ εἰσέπειτα. Til | |
10214-6 | ex. | ὅσ〈σ〉οι γὰρ νήεσ〈σ〉ιν ἐπικρατέουσιν〈— ὑπόρρηνον〉: μέγας οὖν ἔσται, ἀριστεῖα παρὰ τῶν ἰδίων λαμβάνων. καὶ τὸ δῶρον ἐκ μεγίστης προφάσεως διδόμενον, b(BCE3E4)T καὶ εἰ μηδέν ἐστιν, ὅμως μέγα. T ἔσται δὲ αὐτῷ, φησίν, ἀγέλη μελαι‐ | |
5 | νῶν οἰῶν ὅπερ ἐστὶ σπάνιόν τε καὶ σύμβολον τῆς ἐν νυκτὶ πράξεως. b(BCE3E4)T διὰ δὲ τῆς ἐπιγονῆς ἀείμνηστον ποιεῖ τὸ κλέος τῆς πράξεως. T | ||
10.215 | Ariston (?) | 〈μέλαιναν:〉 ὅτι νυκτερινὴ ἡ πρᾶξις ἦν. Aim | |
10216a | Ariston. | θῆλυν ὑπόρρηνον: ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου ῥητή, τὸ δὲ ἀποτέλεσμα ὑποσεσιώπηται. δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι. A | |
10216b | ex. | Did. | ὑπόρρηνον: ἔγκυον, οἱ δὲ θηλάζουσαν. | ὑπόρρηνον δὲ γράφει διὰ τοῦ ἑτέρου ρ. T | |
D | διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα; καὶ ῥητέον ὅτι—ποιήσωνται. A | ||
10.217 | ex. | αἰεὶ δ’ ἐν δαίτῃσι 〈καὶ εἰλαπίνῃσι παρέσται〉: ὡς τὸ „ἕδρῃ τε κρέασί〈ν〉 τε“ (Θ 162). T ἐκ τούτου δὲ δῆλον ὡς οὐ πάντες ἀεὶ ἐκαλοῦντο. ἢ τὸ ἀεί τὸ αὐτόματον τῆς ἑστιάσεως δηλοῖ, b(BCE3E4)T ὡς τὸ „αὐτόματος δέ οἱ ἦλθε“ (Β 408). T | |
5 | D | εἰλαπίνῃσιν: ἑορταῖς—ταράσσεσθαι. A | |
10218a1 | ex. | οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: Ἑλληνι‐ κὸν τὸ μὴ προπετῶς ὑποδέχεσθαι τοὺς κινδύνους. T | |
10218a2 | ἴδιον γὰρ τῶν Ἑλλήνων τὸ προσκέπτεσθαι. Aim | ||
10220a | ex. | ἔμ’ ὀτρύνει κραδίη: ἐμέ, πρὸς τὸ „πεπίθοιθ’ ἑῷ αὐτοῦ“ (Κ 204). ἔπρεπε δὲ τὸν μένειν συμβουλεύοντα καὶ τοὺς κινδύνους ὑπο‐ δύεσθαι. T | |
10220b | ex. | καὶ θυμὸς ἀγήνωρ: παρέλκει τὸ ἐπίθετο〈ν〉, καὶ ἔστιν Ὁμηρικόν, ὡς τὸ „Ἀνδρομάχη λευκώλενοσ“ (Ζ 377). T | |
10.221 | ex. | ἐγγὺς ἐόντα: οὐκ εἰκῇ τὸ ἐγγὺς ἐόντα, ἀλλ’ ὅτι μέγαν | |
κίνδυνον ἀναδέχεται. τοῦτο δὲ οὐχ οὕτως ἐξαίρων ἑαυτόν φησιν, ἀλλ’ ὡς καὶ ἑτέρου συνεργοῦ δεόμενος. b(BCE3E4)T | |||
10222-3 | Nic. | {τρώων} ἀλλ’ εἴ τίς μοι ἀνὴρ 〈ἅμ’ ἕποιτο καὶ ἄλ‐ λος, / μᾶλλον θαλπωρή〉: ἤτοι στικτέον ἐπὶ τὸ ἄλλος (222), ἵν’ ᾖ ὁ λόγος εὐκτικὸς ‘ἀλλ’ εἴθε‘ ἢ παρακελευστικός, ὡς προείρηται (sc. ad Ι 46—7a1)· ἢ ὑποστικτέον ἐπὶ τὸ ἄλλος (222), ἵν’ ᾖ ἀντα‐ | |
5 | πόδοσις τὰ ἐπιφερόμενα μᾶλλον θαλπωρή (223). A | ||
10.222 | Nic. (?) | 〈εἰ:〉 τινὲς ἀντὶ τοῦ εἴθε. Til | |
10223a | Nic. | 〈μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται:〉 ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς. Aint | |
10223b1 | ex. | μᾶλλον θαλπωρὴ〈—ἔσται〉: ἐπιτήδειος ὁ τρό‐ πος πρὸς τὸ κοινωνοὺς ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ οὐ ποιεῖ Δόλων· διὸ καὶ ἀποτυγχάνει. T | |
10223b2 | ἐπιτήδειόν ἐστι πανταχοῦ τὸ κοινωνὸν ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ μὴ ποιήσας Δόλων ἀποτυγχάνει. b(BCE3E4) | ||
10224-6 | ex. | σύν τε δύ’ ἐρχομένω〈—μῆτισ〉: μάλα καλῶς ἡμᾶς ἐδίδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς· ὁ μὲν γὰρ εἷς τάχα μὲν οὐδὲ νοήσει ῥᾳδίως, εἰ δὲ καὶ τοῦτο, ἀλλ’ ἀνόητα. οἱ δὲ δύο στερ〈ρ〉οποιοῦσιν ἀλλήλους τῇ κοινωνίᾳ. A | |
10224a1 | Ariston. | σύν τε δύ’ ἐρχομένω 〈καί τε πρὸ ὁ τοῦ ἐνόησεν〉: πρὸς τὸ σχῆμα, ὅτι ὅμοιόν ἐστι ἐκείνῳ „ἄμφω δ’ ἑζομένω“ (Γ 211)· συνερχόμενοι δύο ἀντὶ τοῦ συνερχομένων. ἔνιοι δὲ μὴ νοήσαντες τὸ ν προστιθέασι, κακῶς. A | |
10224a2 | {σύν τε δύ’ ἐρχομένω:} ὡς τὸ „ἄμφω δ’ ἑζομένω, γεραρώ‐ | ||
τερος ἦεν Ὀδυσσεύσ“ (Γ 211). T | |||
10224b | D(~) | ex. | ἄλλως· ἀντὶ τοῦ δυεῖν συνερχομένω〈ν ὁ〉 ἕτερος πρὸ θατέ‐ ρου πολλάκις ἐλογίσατο. | ἢ ὑπὲρ τοῦ ἑτέρου, ὡς „πρό τε παίδων καὶ πρὸ γυναικῶν“ (Θ 57). A | |
10225a | Did. | Ariston. | μοῦνος δ’ εἴ πέρ τε: οὕτως Ἀρίσταρχος μοῦνος δ’ εἴ πέρ τε, καὶ οἱ ἀπὸ τῆς σχολῆς. | καὶ ὅτι περισσὸς ὁ τέ. A | |
10225b | Did. | εἴ πέρ τε νοήσῃ: οὕτω καὶ οἱ ἀπὸ τῆς σχολῆς. Til | |
10.226 | Ariston. | {ἀλλὰ τέ οἱ} βράσσων: ὅτι οἱ Γλωσσογράφοι βράσσων ἀντὶ τοῦ ἐλάσσων 〈ἀπὸ τοῦ βραχύς· ἀλλ’〉 οὐδαμοῦ κέχρηται τούτῳ Ὅμηρος. ἀποδοτέον οὖν βρασσόμενος, ταρασσόμενος διὰ τὸ δέος, οὐχ ἑστηκὼς διὰ τὴν ἀγωνίαν. ἅπαξ δὲ ἐνταῦθα κέχρηται τῇ λέξει. A | |
10.227 | ex. | οἱ δ’ ἔθελον Διομήδει 〈πολλοὶ ἕπεσθαι〉: προτρέπει ἐπὶ τὰ καλὰ τῶν ἔργων δεικνὺς ὅτι πᾶς ἀνὴρ ἀγαθὸς πρὸς ὁντιναοῦν κίνδυνον ἐλθεῖν θέλων πολλοὺς ἕξει τοὺς συγκινδυνεύοντας. b(BCE3 E4)T | |
10228-31 | ex. | ἠθελέτην Αἴαντε δύω〈—ἤθελε〉: παλαιᾶς ἑρμηνείας ἰδέα καὶ μᾶλλον ἔμφασιν ἔχουσα τῷ ἐπιμένειν τῷ ἤθελε (229. 230. 231) καὶ μὴ μεταλλάξαι εἰς τὸ ἐβούλετο ἢ ἄλλο τι. T | |
10231a | Ariston. | {ἤθελε δ’} ὁ τλήμων: ὅτι τλήμονα οἱ νεώτεροι τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν τλητικόν, τὸν ὑπομενητικόν. A | |
10231b | ex. | ὁ τλήμων Ὀδυσσεύς: ὁ τλήμων πρὸς τὴν ἑτέραν | |
ποίησιν, ἵνα εὐφυὴς ἐν ἅπασι γένοιτο. T | |||
10.232 | ex. | αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα: τολμητὴς ἦν οὐ μόνον ἐν τῷ παρόντι. T | |
10233-9 | ex. | τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέ‐ μνων〈—βασιλεύτερός ἐστιν〉: πάντα Νέστωρ διῴκηκε κα‐ ταπληχθέντος τοῦ βασιλέως. ἄτοπον δὲ ἦν τὸ ἄφωνον αὐτὸν μεῖναι. νῦν οὖν τῷ θάρσει τῶν ἀριστέων ὥσπερ ἀνασφήλας φησὶ περὶ τοῦ | |
5 | ἀδελφοῦ· b(BCE3E4)T ἄτοπον γὰρ ἦν Νέστορα καὶ τοῦτο εἰπεῖν καταβάλλοντα τὸν Μενέλαον. T | ||
10.234 | ex. | ἐμῷ κεχαρισμένε θυμῷ: ἤδη χάριν αὐτῷ τῆς προθυμίας ὁμολογεῖ. T | |
10.235 | D | 〈ἕταρον:〉 συνεργόν. Til | |
10236a | ex. | φαινομένων τὸν ἄριστον: καλῶς παραιτεῖται Μενέ‐ λαον· οὐ γὰρ ἄριστος οὗτος. T | |
10236b | ex. | φαινομένων τὸν ἄριστον: τεχνικῶς ἔχει ὁ λόγος· ὁρῶν γὰρ τοὺς ἀνθρώπους πολλάκις καὶ παρὰ γνώμην τοὺς ἐν ἀξιώμασιν ὄντας προτιμῶντας, ἰδίᾳ μὲν ὤκνησεν περὶ τοῦ ἀδελφοῦ ποιήσασθαι τὸν λόγον, μὴ τοῦ κινδύνου αὐτὸν ὑπεκκλέπτειν δοκῇ, κοινῇ δὲ ὑπὲρ | |
5 | ἁπάντων λέγει τὸν ἄριστον αἱρεῖσθαι. b(BCE3E4)T | ||
10.238 | ex. | σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων: διδάσκει ὅτι πολ‐ λάκις αἰδὼς ἐκκρούει τοῦ συμφέροντος. T | |
10.239 | ex. | εἰς γενεὴν ὁρόων, μηδ’ εἰ βασιλεύτερός ἐστιν: τοὺς πρὸς τὰ ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὅμηρος σκοπεῖν, οὐ τοὺς εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους πα‐ ραλαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους. b | |
5 | (BCE3E4)T | ||
10.240 | Ariston. | Did. | ὣς ἔφατ’, ἔδδεισεν δὲ 〈περὶ ξανθῷ Μενελάῳ〉: ἀθε‐ τεῖται, ὅτι περισσὸς ὁ στίχος καὶ παρέλκων, καὶ μὴ ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν. ἡ δὲ διπλῆ, ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώ‐ που ἀναφωνεῖ, ὡς καὶ τὸ „νήπιος, οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας | |
5 | ἀλύξασ“ (Μ 113). A | οὐδὲ ἐν τῇ Ζηνοδότου ἦν. ATil | ||
10242a | Ariston. | εἰ μὲν δὴ ἕταρόν γε: ὅτι ἕταρον νῦν οὐ φίλον, ἀλλὰ συνεργὸν λέγει. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἑταρίσσαιτο“ (Ν 456) ἀντὶ τοῦ συνεργὸν λάβοι. A | |
10242b1 | Hrd. | κελεύετέ μ’ αὐτόν {ἑλέσθαι}: Ἀλεξίων (fr. 40 B.) τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν, οὐ τῷ ῥήματι τελικόν, καὶ δοκεῖ ὀρθοτονεῖν, ὡς εἰ καὶ συνθέτως ἐλέγετο ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ αἱ τοῦ πρώτου προσώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτός | |
5 | ὀρθοτονοῦνται. ὁ μέντοι Ἀσκαλωνίτης (p. 51 B.) καὶ Ἀρίσταρχος ἐγκλιτικῶς ἀνεγνώκασιν ἐπὶ τὴν τε συλλαβὴν ποιοῦντες τὴν ὀξεῖαν, ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ‘ἐμαυτὸν ἑλέσθαι‘. A | ||
10242b2 | {εἰ μὲν δὴ ἕταρον:} Ἀρίσταρχος τὴν μέ ἐγκλιτικῶς προ‐ φέρεται. T | ||
10.243 | ex. | πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ 〈θείοιο λαθοίμην〉: τῇ ἀν‐ δρίᾳ ἑαυτοῦ θαρρῶν σύμβουλον αἱρεῖται· b(BCE3E4)T διὸ | |
παρίησιν Αἴαντα. T | |||
10.244 | ex. | ex. | οὗ πέρι μὲν πρόφρων κραδίη: ἀληθὴς ὁ ἐν τοῖς κινδύ‐ νοις ἔπαινος, παρωσάμενος πᾶσαν αἰδῶ. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπο‐ λογεῖται, οὐ δι’ ἀνδρίαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν. A β (BCE3E4)T | ᾧ ἕκαστος κατὰ σοφίαν εἴκειν ἠξίου. T | |
10.245 | ex. | 〈φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη:〉 ὡς ὑπὸ τῆς θεοῦ τιμώμενος οἶδε καὶ τοὺς ἄλλους τοὺς ὑπ’ αὐτῆς τιμωμένους. Til | |
10246a1 | Hrd. | {τούτου γ’} ἑσπομένοιο: δύναται καὶ „σπομένοιο“, ὥς φησιν ὁ Ἀσκαλωνίτης (p. 51 B.)· καὶ ὅμοιόν ἐστι τοῦ „ὁ δὲ σπόμενος περὶ δουρί“ (Ν 570). εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ „εἰ δὲ σοί, ὦ μέγ’ ἀναιδές, ἅμ’ ἑσπόμεθ’“ (Α 158), ἀνάγκη πᾶσα κατ’ αὐτὸν δασύνειν | |
5 | καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι. A | ||
10246a2 | δασύνεται· Ἀρίσταρχος γὰρ δασύνει καὶ τὸ „ἀλλὰ σοί, †μὲν† μέγ’ ἀναιδές, ἅμ’ ἑσπόμεθα“. Til | ||
10246-7 | ex. | 〈καὶ ἐκ πυρὸς αἰθομένοιο /〉 ἄμφω νοστήσαιμεν: πρὸς τὸ φιλάλληλον οὐκ εἶπε ‘νοστήσαιμι‘, καὶ ὑποφαίνει ὡς, εἰ ἄλλον εἵλετο, αἴτιος ἂν ἀμφοτέροις θανάτου καθειστήκει. b(BCE3E4)T καὶ 〈εὖ〉 ἔοικεν ἔχειν τὸ „θείοιο“ (Κ 243)· μόνους γὰρ θεοὺς οὐκ | |
5 | ἀναλίσκει τὸ πῦρ. T | ||
10247a | Hrd. | περίοιδε: οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν, ἵνα γένηται πε‐ ρισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ | |
Ἀρίσταρχος βούλεται. A | |||
10247b | Hrd. | ex. | ex. | ἐπεὶ περίοιδε νοῆσαι: τινὲς κατὰ παράθεσιν τὸ πε‐ ρίοιδε. | φασὶ δὲ ἐκ τούτων πεποιῆσθαι τὴν Ὀδύσσειαν. T | ὅτι κρείττων ἀνδρίας ἐν κινδύνοις ἡ φρόνησις. b(BCE3E4)T | |
10249a1 | ex. | μήτ’ ἄρ με μάλ’ αἴνεε 〈μήτε τι νείκει〉: ἐντεῦθεν Χίλων (Vors.6 10,2, cf. 88 B 7) τὸ ‘μηδὲν ἄγαν‘ φησίν. ἀριστέως δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ †ἀναδέχεσθαι δὲ αὐτήν†. τινὲς δὲ τὸν λόγον ἀνατείνουσιν εἰς τὸ „πῇ φεύγεις;“ (Θ 94)· οὐκ ἂν δὲ ἐκείνου τοῦ | |
5 | καιροῦ ἐμνήσθη ἐπὶ Νέστορα, ὅσον τὸ καθ’ αὑτὸν προδοῦναι αὐτόν. T | ||
10249a2 | ἐντεῦθεν τὸ ‘μηδὲν ἄγαν‘ δηλοῦται. ἀριστέως δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ ἀνέχεσθαι δὲ αὐτῆς. b(BCE3E4) | ||
D | μήτ’ ἄρ με μάλ’ αἴνε〈ε〉 μήτε τι νείκει: δῆλός ἐστιν ὁ ποιητὴς—τῆς ἐπανόδου τύχῃ. A | ||
10.250 | ex. | εἰδόσι γάρ τοι ταῦτα〈—〉ἀγορεύεις: περισσὸς ὁ μεταξὺ τῶν φίλων ἔπαινος. b(BCE3E4)T πρὸς δὲ τοὺς ἀγνοοῦν‐ τας „εἴμ’ Ὀδυσεὺς Λαερτιάδησ“ (ι 19). T | |
10252a | Ariston. | Did. | ἄστρα δὲ δὴ προβέβηκε, 〈παρῴχηκεν δὲ πλέων | |
(?) | Dorotheus | νύξ〉: διὰ τὸ πολυθρύλλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις. | | ||
(?) | Ap. Dysc. | γράφεται καὶ οὕτως „ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέω〈ν〉 | ||
νύξ / τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται“· τριφύλακος | |||
5 | γὰρ ἦν καθ’ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις (sc. Φ 111)· „ἔσσεται 〈ἢ〉 ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“. | οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς οι διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, „παροίχωκεν“, ἀποτεινόμενος πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα (cf. fr. 99 V.) ἄλλως γράφον‐ | ||
10 | τας, ἐπιδείξας τὸ οἴχωκεν Ἰακόν. | οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ τεχνικὸς (Frg. p. 111, 37) οἶδε τὴν γραφήν. A | ||
10252b1 | ex. | ἄστρα δὲ δὴ προβέβηκε: ἄτοπον πρὸς ἠῶ κατασκό‐ πους πέμπεσθαι. κατεπείγων οὖν φησιν. T | |
10252c1 | ex. | 〈ἄστρα δὲ δὴ προβέβηκε:〉 ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει. δεόντως οὖν αὐτὸν εἵλετο. Til | |
10252a2/b2/c2 | | ex. | ex. | ex. | ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει, κατεπείγων αὐτόν· ἄτοπον γὰρ πρὸς ἠῶ κατασκόπους πέμπεσθαι. | δεόντως οὖν αὐτὸν εἵλετο. b(BCE3E4) | |
10252d | ex.(?) | 〈ἄστρα:〉 ἄστρον ἐστὶν ἀστέρων συμφόρημα, ὡς Ὠρίων, | |
Ὀφιοῦχος· ἀστὴρ δέ, ὡς ὅταν λέγωμεν Ἀφροδίτης ἀστὴρ ἢ Διός. A | |||
10252e1 | Did. | 〈παρῴχηκεν:〉 Ἀρίσταρχος „παρῴχωκεν“. Aim | |
10252e2 | {πλέων νύξ:} οὕτω διὰ τοῦ ω κατὰ τροπὴν τοῦ η εἰς ω. T | ||
10252-3a | ex. | 〈παρῴχηκεν δὲ〉 πλέω νύξ / τῶν δύο μοιράων, 〈τριτάτη δ’ ἔτι μοῖρα λέλειπται〉: παρῆλθον τῆς νυκτὸς αἱ δύο πλήρεις μοῖραι, b(BCE3E4)T ὡς τὸ „μέλαινά τ’ ἄστρων ἐκλέλοι‐ πεν εὐφρόνη“ (Soph. El. 19), ἵν’ ᾖ τὸ πλέω (252) ἀντὶ τοῦ πλήρης· | |
5 | ὅθεν καὶ τὸ „Πληϊάδας τ’ ἐσορῶντι“ (ε 272) φησὶ περὶ τοῦ Ὀδυσσέως. προοικονομεῖ οὖν, φασί, τὴν Ὀδύσσειαν. T οἱ δέ, τὸ πλέον τῶν δύο μοιρῶν αὑτῆς παρῆλθεν ἡ νύξ, δύο δὲ μοῖραι ὀκτὼ ὧραι. τούτων τὸ πλέον, ὅ ἐστιν ἑπτά, παρῆλθεν, ἐσμὲν δὲ ἐν ὀγδόῃ ὥρᾳ, λείπονται δὲ | ||
τέσσαρες. b(BCE3E4)T δύναται δὲ καὶ οὕτως εἶναι· πολλάκις γὰρ | |||
10 | τῇ τριακοστῇ τοῦ μηνὸς τὸ δειλινὸν λέγομεν τὴν τριακοστὴν μόνην ὑπολείπεσθαι τῷ μηνί. καὶ ἀλλαχοῦ· „οἱ δὲ πανημέριοι μολπῇ θεόν“ (Α 472), τὸ λεῖπον τῆς ἡμέρας. T | ||
10252-3b1 | ex. | πλέω 〈νύξ /〉 τῶν δύο μοιράων: τὴν πλείονα μοῖραν τῶν δύο μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ ἡ τρίτη τελεία. T | |
10252-3b2 | τὸ δὲ ὅλον οὕτως· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν δύο τῆς νυκτὸς μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ τρίτη τελεία. b(BE3E4) | ||
10253a1 | Ariston. | τῶν δύο μοιράων, 〈τριτάτη δ’ ἔτι μοῖρα λέ‐ λειπται〉: ἀθετεῖται, ὅτι αὔταρκες τὸ κεφαλαιωδῶς εἰπεῖν „ἄστρα δὲ δὴ προβέβηκε“ (Κ 252)· τὸ γὰρ τοῦ καιροῦ τοῦτο ἀπαιτεῖ, τὸ δὲ προσδιασαφεῖν κατὰ τὸ ἀκριβὲς τὸ παρεληλυθὸς καὶ τὸ περιλειπόμενον | |
5 | ὥσπερ ἀστρονόμου τινός. οὐχ Ὁμηρικὸν δὲ καὶ τὸ τῶν δύο· οἱ „δύο“ μὲν γὰρ λέγει (Ε 303 al.) καὶ τοὺς „δύο“ (Β 346 al.), 〈τῶν δύο δὲ〉 ἢ τοῖς δύο οὐκ ἔστιν εὑρεῖν παρ’ Ὁμήρῳ. Ζηνόδοτος 〈οὐ〉δὲ ἔγραφεν, Ἀριστοφάνης ἠθέτει. A | ||
10253a2 | Ἀριστοφάνης ἀθετεῖ. Til | ||
10.255 | ex. | Τυδείδῃ μὲν δῶκε〈—〉Θρασυμήδης: ἵνα μὴ ἀπιόντες πάλιν εἰς τὰς σκηνὰς χρονοτριβοῖεν. b(BCE3E4)T φησὶ δὲ „ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν“ (Ι 80). T Θρασυμήδης δὲ ὁπλίζει αὐτὸν ὡς νεωστὶ Νέστορα σώσαντα (cf. Θ 99—171). b | |
5 | (BCE3E4)T | ||
10256-7 | Nic. | 〈φάσγανον ἄμφηκες· τὸ δ’ ἑὸν παρὰ νηῒ λέ‐ λειπτο· / καὶ σάκος:〉 τὸ ἑξῆς φάσγανον ἄμφηκες καὶ σάκος, τὰ δὲ ἄλλα διὰ μέσου. Aint | |
10.256 | ex. (Nic. ?) | 〈τὸ δ’ ἑὸν παρὰ νηῒ λέλειπτο:〉 τοῦτο διὰ μέσου. ὁ δὲ | |
δέ ἀντὶ τοῦ γάρ. Til | |||
10.257 | ex. | 〈καὶ σάκος:〉 εἰς προβολὴν †τοῦ τόξου† Ὀδυσσέως. Til | |
10258a | Ariston. | ταυρείην ἄφαλόν τε 〈καὶ ἄλοφον〉: ἡ διπλῆ, ὅτι „κυνέην“ (Κ 257) μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος, ἄφαλον δὲ καὶ ἄλοφον κατ’ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φάλοι γὰρ τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώ‐ | |
5 | σεις. A | ||
10258b | ex. | ἄφαλον: ὁ φάλος ὀμφαλός ἐστι μικρὸς ἀσπίδι μικρᾷ πα‐ ραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον ὑπερέχων τῶν ὀφρύων, ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου, A b (BCE3E4)T οἷαι τῶν Κο‐ ρυβάντων εἰσὶν αἱ κόρυθες καὶ τῶν Παλλαδίων. ὅτι δὲ κατὰ τὸ μέτωπόν | |
5 | ἐστιν ὁ φάλος, δῆλον ἐκ τούτων „τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον, / ἐν δὲ μετώπῳ πῆξε“ (Δ 459—60) κἀκ τούτων „ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι/ AT νευόντων· ὡς πυκνοὶ ἐφέστασαν“ (Ν 132—3). T | ||
10258c1 | ex. | ἄλοφον: πρὸς τὸ λανθάνειν. ἄφαλον δὲ ἀναγκαίως· ἐκ | |
γὰρ τῶν φάλων εἰώθασιν ἐκδεῖσθαι οἱ λόφοι. T | |||
10258c2 | ἦν δὲ ἄφαλος, καὶ ἄλοφος διὰ τὸ λανθάνειν. b(BCE3E4) | ||
10258d | Did. | 〈ἄλλοφον:〉 Ἀρίσταρχος „ἄλοφον“. Aint | |
10258e | D | Hrd. | καταῖτυξ: εἶδος—κοίλην εἶναι. | ἡ καταῖτυξ προ‐ περισπᾶται. πάντα τὰ εἰς υξ συστέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνίοτε ἐκτείνει τὸ υ· τὸ γὰρ „κήρυκι Ἠπυτίδῃ“ (Ρ 324) συνέσταλται διὰ τὸ μέτρον. A | |
10258f | ex. | καταῖτυξ: παρὰ τὸ κάτω τετύχθαι· λόφον γὰρ οὐκ ἔχει. b(BCE3)T | |
10.259 | ex. | ex. | ῥύεται δὲ κάρη: δείκνυσιν ὅτι πρὸς μόνην σκέπην πεποίη‐ ται, οὐ πρὸς κόσμον. b(BCE3E4)T | φάλος δέ ἐστι μικρὸς ὀμφαλός, οὗ δεῖται ὁ λόφος. T | |
10.260 | ex. | ex. | Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιόν: ὡς Κρὴς ἔχει τόξον. | ὅπως βάλλοι λανθάνων τοὺς ἐν φωτί. καὶ προοικονομεῖ καιρίως τὴν μνηστηροκτονίαν. T | |
10262-4 | ex. | ῥινοῦ ποιητήν· πολέσιν δ’ ἔντοσθεν ἱμᾶσιν 〈—ἔνθα καὶ ἔνθα〉: ὥστε τῇ ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυ‐ | |
τον μεῖναι τὸ κράνος, τὴν δὲ ἔξωθεν ἐπιφάνειαν σκέπεσθαι †κατὰ† τῶν ὀδόντων πυκνῶς ἐρεισθέντων. b(BCE3E4)T | |||
10.262 | Ariston. | 〈ῥινοῦ ποιητήν:〉 πρὸς τὸ λαθεῖν τὴν περικεφαλαίαν. Aint | |
10263-4 | ex. | 〈ὀδόντες / ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα:〉 πρὸς τὸ ἀποκρούεσθαι τὰ βαλλόμενα μεμηχάνηνται οἱ ὀδόντες. Til | |
10265a | Ariston. | μέσσῃ δ’ ἐνὶ πῖλος ἀρήρει: ὅτι τὸ κοινὸν καὶ συμβε‐ βηκὸς ταῖς περικεφαλαίαις εἰπόντος τοῦ ποιητοῦ, ζωγράφοι καὶ πλάσται πιλίον ἐπέθεσαν τῷ Ὀδυσσεῖ. A | |
10265b | ex. | πῖλος ἀρήρει: Ἀπολλόδωρος ὁ σκιογράφος ἐντεῦθεν πρῶτος ἔγραψεν πῖλον Ὀδυσσεῖ. ἀλλ’ οὐκ ἦν αὐτοῦ ἡ περικεφαλαία, κοινόν τε πάσῃ τὸ ἔχειν. T | |
10265c | Nic. | μέσσῃ δ’ ἐνὶ πῖλος 〈ἀρήρει〉: καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ ἀναγνωστέον. AAim | |
10266-7a1 | ex. | τήν ῥά ποτ’ ἐξ Ἐλεῶνοσ〈— / ἐξέλετ’ Αὐτό‐ λυκος:〉 Αὐτόλυκος Ἑρμοῦ καὶ Στίλβης τῆς Ἑωσφόρου δῶρον παρὰ τοῦ πατρὸς ἔλαβε τοῦτο ὥστε κλέπτειν καὶ τῶν κλεπτομένων ἀμείβειν τὴν ἰδέαν. καί ποτε κλέψαντος αὐτοῦ Σισύφου βόας παρῆν ὁ Σίσυφος | |
5 | ἐπιγνοὺς τὰς ἰδίας· ὡς δὲ ἠρνεῖτο, Σίσυφος στρέψας τὰς ὁπλὰς τῶν βοῶν ἔδειξε τὸ ὄνομα αὐτοῦ ἐγκεκολαμμένον. ὁ δὲ φωραθεὶς ἐπὶ ξενίαν αὐτὸν προετρέπετο· ὅθεν μεθυσθεὶς βιάζεται Ἀντίκλειαν καὶ ποιεῖ Ὀδυσσέα. T | ||
10266-7a2 | Αὐτόλυκος: ὁ Ἑρμοῦ υἱός, κλεπτίστατος ἀνθρώπων. A | ||
10266a | ex. | τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος 〈Ἀμύντορος Ὀρμενί‐ δαο〉: προειπὼν ἐν Θεσσαλίᾳ κατοικεῖν τὸν Ἀμύντορα, δι’ ὧν φησι Φοῖνιξ „φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδοσ“ (Ι 478), ἐνθάδε πῶς ἐν Ἐλεῶνι τῆς Βοιωτίας αὐτόν φησιν οἰκεῖν; ἡ δὲ λύσις ῥᾳδία· ἦν μὲν γὰρ | |
5 | ὁμωνυμία τῷ Φοίνικος 〈πατρί〉. Φερεκύδης (FGrHist 3, 81) δὲ Βοιωτὸν τὸν Ἀμύντορά φησιν· καὶ γὰρ ὁ ποιητὴς οὐκ ἀπὸ τῆς Ἑλ‐ λάδος φησὶ φεύγειν τὸν Φοίνικα. δύναται δὲ καὶ ἐν Ἑλλάδι οὕτω τις προσαγορεύεσθαι τόπος Ἐλεών. T | ||
10266b | Hrd. | {τήν ῥά ποτ’ ἐξ} Ἐλεῶνος: εἰσὶν οἳ ψιλοῦσιν. ὁ δὲ Ἀσκα‐ λωνίτης (p. 51 B.) φησὶ δασύνεσθαι. ἔστι δέ τινα, ἃ ἱστορίᾳ τοπικῇ κατέχεται. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἱστοροῦσι γὰρ οὕτως δασέως τὴν πόλιν λέγεσθαι. πῶς οὖν ἐν τῷ Καταλόγῳ ψιλῶς ἀνέγνωμεν „οἵ | |
5 | τ’ Ἐλεῶν’ εἶχον“ (Β 500); φασὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν. A | ||
10266c | Ariston. | 〈Ἀμύντορος Ὀρμενίδαο:〉 ὅτι ὁμώνυμος οὗτος τῷ τοῦ Φοίνικος πατρὶ Βοιωτός. Aint | |
10266-8a1 | ex. | 〈τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος—Σκάνδειαν δ’ ἄρα δῶκε:〉 ἐν Ἐλεῶνι τὴν κλοπήν φησιν, ἐν δὲ Σκανδείᾳ τὴν διανο‐ μήν. Til | |
10266-8a2 | τὴν μὲν κλοπὴν ἐν Ἐλεῶνί φησι γενέσθαι τῆς Ἀμύντορος καταίτυγος (Ἐλεὼν δὲ πόλις τῆς Βοιωτίας), τὴν δὲ διανομὴν ἐν Σκαν‐ δείᾳ πόλει Κυθήρων. b(BCE3) | ||
10268a | Ariston. | ex. | Σκάνδειαν δ’ ἄρα 〈δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι〉: ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ εἰς Σκάνδειαν ἀπέστειλεν, ὡς „πεύθετο γὰρ Κύπρον δέ“ (Λ 21) ἀντὶ τοῦ εἰς Κύπρον ἠκούετο διὰ τὸ διαγγέλλεσθαι ἐκ τόπου εἰς τόπον. | Σκάνδεια δὲ πολισμάτιον Κυθήρων. ἀγνοήσαν‐ | |
5 | τες δέ τινες τὸ ὄνομα ἐνόμισαν εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡς στεφάνην. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς, ἐν ᾗ λαμπρῶς τιμᾶται Ἀφροδίτη· διὸ καὶ „Κυθέρεια“ (ς 193) ἐπιθετικῶς ἡ θεός. A | ||
10268b | ex. (Ariston.) | ex. (rec. ?) | 〈Σκάνδειαν δ’ ἄρα:〉 κατὰ παράλειψίν ἐστι τῆς εἴς προ‐ θέσεως, ἵν’ ᾖ εἰς Σκάνδειαν. b(BCE3E4) | εἰς δὲ τὸ ἄρα διαστολὴ μικρά. τὸ δὲ ἑξῆς ἀκόλουθον. b(BCE3) | |
10268c | D | ex. | 〈Σκάνδειαν:〉 πόλις τῶν Κυθήρων. | λείπει δὲ ἡ εἴς, ἀντὶ τοῦ εἰς τὴν Σκάνδειαν. Til | |
10.270 | ex. | φορῆναι: ἐκ τοῦ φόρημι φορέναι, ἔκτασις φορῆναι, ὡς καὶ τὸ εἶναι. T | |
10.271 | ex. | δὴ τότ’ Ὀδυσσῆος πύκασεν κάρη: ἡδεῖα ἡ περιπέτεια, τὸ διὰ τοσούτων ἐλθοῦσαν τὴν κυνῆν πάλιν σκεπάσαι Ὀδυσσέα τὸν ἐξ Αὐτολύκου. b(BCE3E4)T | |
10.272 | ex. | 〈ὅπλοισιν ἔνι〉 δεινοῖσιν: ἴσως διὰ τὴν κατάπληξιν τῆς προσδοκωμένης δι’ αὐτῶν λαθραίας πράξεως b(BCE3E4)T τὴν δεινότητα τοῖς ὅπλοις προσῆψεν. b(BCE3E4) | |
10273a | ex. | λιπέτην δὲ 〈κατ’ αὐτόθι〉 πάντας ἀρίστους: μέ‐ νοντας καὶ καραδοκοῦντας τὴν ἀπόβασιν. b(BCE3)T | |
10273b | Hrd. | κατ’ αὐτόθι: φασὶ παρέλκειν τὴν κατά· διὸ φυλάσσειν τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, συντάσσηται δὲ τῷ λιπέτην, οὐ δύναται ἀναστρέφεσθαι κατὰ δύο τρόπους, καὶ ἐπεὶ συνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος. A | |
10274-5 | ex. | τοῖσι δὲ δεξιὸν 〈ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο / Παλλὰς Ἀθηναίη〉: ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, ὥς φησιν Ἕρμων. ἐδήλου δὲ ὅτι οὐχ ὁραθήσονται μέν, ἔκπυστα δὲ καὶ ἄκρυπτα δράσουσι τοὺς πολεμίους. ἐρωδιὸν δὲ ἔπεμψεν ἡ Ἀθηνᾶ, | |
5 | ἐπεὶ ἑλώδης ὁ τόπος παρὰ τῷ Σκαμάνδρῳ, ὑδατῶδες δὲ τὸ ὄρνεον | ||
(ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν) b(BCE3E4)T καὶ νυκτὸς ἀγρεύει καὶ ἁρπακτικόν ἐστιν. ἀντὶ δὲ τοῦ Παλλάς (275) „πέλλον“ γράφειν φησὶ δεῖν ὁ Ζώπυρος (FGrHist 494, 1)· τρία γὰρ γένη ἐρωδιῶν· πέλλος, ὅς ἐστιν ἅρπαξ· πύγαργος, ὃς αἱμορραγεῖ διὰ | |||
10 | τῶν ὀφθαλμῶν ἐν ταῖς συνουσίαις· ὁ δὲ ἀφροδίσιος, ὃς ἁρμόζει ἐν ταῖς | ||
συνουσίαις. T | |||
10274a | ex. | D | x | τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιόν: εἰκότως ἡ Ἀθηνᾶ ἐπιπέμπει αὐτοῖς ἐρωδιόν· τοῖς γὰρ ἐπὶ λαθραίους πράξεις ἀπιοῦσιν αἴσιος. ἄλλως τε ὅτι καὶ δι’ ἑλώδους ἐβάδιζον τόπου· ἕλειον δὲ καὶ τὸ ζῷον. | διὰ τί δὲ οὐκ εἶπε μᾶλλον τὴν γλαῦκα—θηρευτικὸν τὸ | |
5 | ζῷον. | ἱστορεῖ περὶ αὐτοῦ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (h. an. 9, 18 p. 616b32—617a7). A | ||
10274b1 | ex. | ἐγγὺς ὁδοῖο: παρὰ τὴν ἔξοδον. προχαρίζεται δὲ τῷ ἀκροατῇ, προαναφωνῶν αὐτῶν τὴν κατόρθωσιν. T | |
10274b2 | ἐγγὺς τῆς ἐξόδου, πρὸ τοῦ πόρρω αὐτοὺς ἀποβῆναι. b (BCE3E4) | ||
10275a | Ariston.(?) | τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσιν: ὅτι καὶ αὐτοὶ ὑπὸ πολεμίων ἔμελλον οὐχ ὁραθέντες τὰ βουλεύματα αὐτῶν παρὰ Δόλωνος ἀκούειν. ἄλλως τε ὅτι οὐκ αἴσιος ὁ ἐρωδιὸς ὁ ὁρώμενος ὑπὸ τῶν εἰς ἐνέδραν ἀπιόντων. A | |
10275b | ex. | τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσιν: ἐδήλου ὡς οὐκ ὀφθή‐ σονται μὲν †αὐτοῖς†, εἴσονται δὲ τὰ τῶν πολεμίων διὰ τῆς φωνῆς τῆς Δόλωνος. b(BCE3E4)T | |
10.276 | ex. | 〈νύκτα δι’ ὀρφναίην:〉 οἰκονομικῶς· ἀσέληνος γάρ ἐστιν | |
ἡ νύξ. ἀμέλει Νέστωρ οὐχ ὁρᾷ (cf. Κ 532). Til | |||
10277a | Ariston. | χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς: ὅτι ἐπὶ τῷ ὄρνιθι. καὶ ἐν Ὀδυσσείᾳ „καί τέ σφιν ἰαίνομαι εἰσορόωσα“ (τ 537), ἐπ’ αὐτοῖς. A | |
10277b | ex. | 〈χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς:〉 ὡς ἐμφρονέστερος. Til | |
10277c | ex. | 〈ὄρνιθ’:〉 ἐκ πλήρους ὄρνιθι δοτική, ὡς „θῖν’ ἐφ’ ἁλὸς πο‐ λιῆσ“ (Α 350). Til | |
10277d1 | ex. | ἠρᾶτο δ’ Ἀθήνῃ: οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα πρὸ τῶν ἔργων ἐπικαλοῦνται, ὁ δὲ βάρβαρος Δόλων οὐκ ἔτι εὔχεται. T | |
10277d2 | καλῶς οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα ἐπικαλοῦνται καὶ ἀκούονται, ὁ δὲ βάρβαρος Δόλων μὴ εὐχόμενος ἀποτυγχάνει. b (BCE3E4) | ||
10278-9 | ex. | ἥ τέ μοι αἰεί 〈/ ἐν πάντεσσι πόνοισι〉 παρίστα‐ σαι: πραγματικῶς· προθυμοτέρως γὰρ καὶ θεοὶ καὶ ἄνθρωποι εὐεργε‐ τοῦσι τοὺς ὑπὲρ ὧν εὖ πεπόνθασι χάριν ὁμολογοῦντας. b(BCE3E4)T | |
10.280 | ex. | 〈κινύμενος:〉 ὑπερβολικῶς, οἷον κἂν ἐπὶ σμικρὰν πρᾶξιν | |
ὁρμῶν. b(BCE3E4)Til | |||
10281a | Ariston. | δὸς δὲ πάλιν ἐπὶ νῆας 〈ἐϋκλεῖας ἀφικέσθαι〉: ὅτι τὸ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω, καὶ ὅτι Ἰακὸν τὸ συστέλλειν, εὐ‐ κλεῖας καὶ „δυσκλέα“ (Β 115. Ι 22)· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ τοιαῦτα. A | |
10281b1 | Hrd. | εὐκλεῖας: προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατ’ ἐπένθεσιν τοῦ ι· λέγει γὰρ ‘δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξουσ‘. οἱ δὲ ἐκτείνοντες ἄνευ λόγου ἐκτείνουσιν. A | |
10281b2 | ἀπὸ τοῦ εὐκλέας γέγονε· διὸ προπερισπαστέον. Til | ||
10282a | D | 〈μέγα ἔργον:〉 Ἀρίσταρχος τὸ φονεῦσαι τὸν Ἕκτορα. Ail | |
10282b | Ariston. | 〈ὅ κε Τρώεσσι μελήσει:〉 ὅτι ὁ κέ σύνδεσμος περιττός. Aim | |
10286a | Nic. | Ariston. | ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν 〈ἄγγελος ᾔει〉: τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάτ‐ τεσθαι. | ἡ διπλῆ δέ, ὅτι ἡ πρό ἀντὶ τῆς ὑπέρ. A | |
10286b1 | ex. (Nic.) | 〈ἐς Θήβας:〉 πρὸς ἄμφω δύναται συντάττεσθαι. Til | |
10286b2 | δύναται μὲν καὶ εἰς τὸ „Τυδέϊ δίῳ“ (Κ 285) ἡ στιγμὴ τάτ‐ τεσθαι, δύναται δὲ καὶ εἰς τὸ Θήβας· τὸ γὰρ ἐς Θήβας ἄμφω συν‐ τάσσειν ἀκώλυτόν ἐστιν. b(BCE3) | ||
10288a1 | ex. | 〈μειλίχιον μῦθον:〉 καλῶς μειλίχιον τὸν περὶ δι‐ | |
αλ〈λ〉αγῶν ἔφη. Til | |||
10288a2 | καλῶς μειλίχιον ἔφη λόγον τὸν διαλλαγὰς εὐαγγελιζό‐ μενον. b(BCE3E4) | ||
D | αὐτὰρ ὁ μειλίχιον μῦθον: ὁ δὲ Τυδεὺς—καὶ εἰρή‐ νης. A | ||
10.290 | ex. (Or.) | πρόφρα〈σ〉α: ἐνόμισάν τινες εἶναι θηλυκὸν τὸ πρόφρασ‐ σα, οὐκ ἔστι δὲ ἀληθές· Φιλόξενος γὰρ ἐν τῷ Περὶ μονοσυλλάβων (fr. 18 Th.) φησὶν ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω βῆσα καὶ βῆσσα, ἄξω ἄξα καὶ ἅμαξα, πείσω πεῖσα—„τῷ δ’ ἄρ’ ἔτ’ | |
5 | ἐν πείσῃ κραδίη μένε τετληυῖα“ (υ 23)—, οὕτω καὶ ἀπὸ τοῦ φρῶ φρήσω φρῆσα καὶ κατὰ τροπὴν φράσα καὶ πρόφρασα καὶ πρόφρασ‐ σα. ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προΐω, AT πρῶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ π εἰς φ φρῶ. A ἔστιν οὖν τὸ πρόφρασ‐ σα παρὰ τὸ προϊέναι καὶ προθυμεῖσθαι. μέμνηται Ὠρίων τούτων ἐν | ||
10 | τῷ Περὶ ἐτυμολογιῶν (134, 17). AT | ||
10291a1 | ex. | ὣς νῦν μοι ἐθέλουσα παρίστασο 〈καί με φύλασ‐ σε〉: καλῶς ὡς συνετώτερος Ὀδυσσεὺς ἐκοινοποίησε τὴν εὐχὴν „δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι“ (Κ 281), ὁ δὲ „σπεῖό μοι“ (Κ 285). T | |
10291a2 | ὅρα, πῶς ὁ συνετώτερος Ὀδυσσεὺς τὴν εὐχὴν ἐκοινο‐ ποιήσατο, οὗτος δὲ ἰδίᾳ καὶ ἄλλως. b(BCE3E4) | ||
10291b1 | Did. | παρίστασο 〈καί με φύλασσε〉: οὕτω χωρὶς τοῦ ς „παρίσταο“ αἱ Ἀριστάρχου. Ζηνόδοτος „παρίσταο καὶ πόρε κῦδοσ“. | |
χωρὶς δὲ τοῦ ς καὶ αὐτός. οὕτως δὲ καὶ αἱ πλείους εἶχον. A | |||
10291b2 | οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρίστασο. Aim | ||
10291b3 | ὁ δὲ Ζηνόδοτος „παρίσταο“ γράφει ἄνευ τοῦ ς. T | ||
10292a | ex. | ῥέξω βοῦν: ἐπεὶ εἰς αὐτὸν ὁ κίνδυνος πλέον ὁρᾷ, καὶ θυσίαν ὑπισχνεῖται. T | |
10292b1 | Hrd. | {βοῦν} ἦνιν: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡς „μῆνιν“ (Α 1 al.)· καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον. Τυραννίων (fr. 19 P.) δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ μακρᾶς, βραχείας ἐπιφερομένης, | |
5 | οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπεσταλμένων τῶν σεσημειωμένων, λέγω δὲ τοῦ „εἴθε“ (β 33), „αἴθε“ (Χ 41 al.), ναίχι, περὶ ὧν καὶ λόγον δε‐ δώκαμεν (sc. καθ. 1,496,24 et 1,506,1). τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν, „ἤνις ἠκέστασ“ (Ζ 94)· καὶ γὰρ πόλῑς λέγουσι καὶ πόλῐν καὶ μάντῑς καὶ μάντῐν. A | ||
10292b2 | τὸ δὲ ἦνιν Πτολεμαῖος περισπᾷ, Τυραννίων παροξύνει. T | ||
10.295 | ex. | τῶν δ’ ἔκλυε: παραμυθητικὸν τοῦτο. T | |
10297-8 | ex. | ὥς τε λέοντε〈— /〉 ἂμ φόνον〈—μέλαν αἷμα〉: ἐλεεινὸν ἐποίησε τοῖς ὀνόμασι τὸ νοούμενον. T | |
10298a | ex. | ἂμ φόνον, ἂν νέκυας, διά τ’ ἔντεα καὶ μέλαν αἷμα: τῶν ἐπαινουμένων Ξενοφῶντός ἐστι ταῦτα (Ages. 2, 14)· „ἐπεὶ δ’ ἔληξεν ἡ μάχη, παρῆν ἡδὺ θεάσασθαι, ἔνθα συνέπεσον ἀλλή‐ | |
λοις, τὴν μὲν γῆν αἵματι πεφυραμένην, νεκροὺς δὲ κειμένους, ἀσπίδας | |||
5 | δὲ πεπρισμένας, δόρατα παρατεθραυσμένα, ἐγχειρίδια γυμνὰ κο‐ λεῶν, τὰ μὲν χαμαί, τὰ δ’ ἐν σώμασιν ἐμπεπηγότα.“ ταῦτα δὲ Ὅμη‐ ρος ἑνὶ στίχῳ συλλαβὼν ἀπήγγειλε. T | ||
10298b | Ariston. | διά τ’ ἔντεα καὶ μέλαν αἷμα: ὅτι ἐντεῦθεν τὸ ἡμιστί‐ χιον μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα περὶ τῶν μονομαχούν‐ των „ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα 〈καὶ μέλαν αἷμα〉“ (Ψ 806)· καὶ ὅτι πτῶσις ἐνήλλακται δι’ ἐντέων καὶ μέλανος αἵματος. καὶ πρὸς | |
5 | Ἴστρον (sc. FGrHist 334, 70), ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις, εἰ μὴ ἅπαξ. A | ||
10299a | Ariston. | οὐδὲ μὲν οὐδὲ Τρῶας 〈ἀγήνορας εἴασεν Ἕκτωρ〉: ἡ διπλῆ, ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ἔχει τάξις, οὕτω καὶ τὰ πράγ‐ ματα· οὐ γὰρ προεληλυθότων ἤδη τῶν περὶ Ὀδυσσέα καλεῖ τοὺς προβούλους ὁ Ἕκτωρ, ἀλλὰ καθ’ ὃν καιρὸν καὶ ὁ Ἀγαμέμνων· οὕτω | |
5 | γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι· διὸ καὶ ἀντιδιασταλ‐ τικῶς λέγει ‘οὐδὲ μὴν οὐδὲ ὁ Ἕκτωρ εἴασε τοὺς Τρῶας εὕδειν‘ (cf. Κ 299—300). A | ||
10299b | ex. | οὐδὲ μὲν οὐδὲ Τρῶας: ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότε‐ ροι τοὺς κατασκόπους πέμπουσιν· συντυγχάνουσι γὰρ ἀλλήλοις ἰόντες. ἀλλ’ ὁ ποιητὴς ἐτίμησε τὸ Ἑλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ λόγου. b(BCE3E4)T ἔστι δὲ οἰκονομικὸν τὸ περὶ Δόλωνος καὶ | |
5 | πίστιν ποιοῦν τοῖς νυκτερινοῖς τῶν Ἑλλήνων κατορθώμασιν. T | ||
10300a | ex. | ἀλλ’ ἄμυδις 〈κικλήσκετο πάντας ἀρίστουσ〉: ὁ μὲν Ἕκτωρ b(BCE3E4)T θορυβώδης καὶ ἀλαζὼν ὢν b(BCE3E4) ἀνοήτως πάντας συγκαλεῖ τοὺς ἀρίστους, b(BCE3E4)T ἔνθα δέος καὶ ἐκπεσεῖν τι τῶν ἀπορρήτων, T οἱ δὲ βραχεῖς. b(BCE3E4)T | |
10300b | ex. | ἀλλ’ ἄμυδις κικλήσκετο: βασιλικῶς. Ἀγαμέμνων δὲ δι’ ἑαυτοῦ. T | |
10303-8 | ex. | τίς κέν μοι τόδε ἔργον〈—ἔκ τε πυθέσθαι〉: ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν ὑπακουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ δὲ Νέστωρ ὑποτίθεται (cf. Κ 204—10). καὶ οἱ μὲν ἃ ἔχουσιν ἐπαγγέλ‐ λονται, ὁ δὲ ἃ οὐκ ἔχει· καὶ οἱ μὲν δῶρον (cf. Κ 213), ὁ δὲ ἀτίμως | |
5 | μισθόν (cf. 304). b(BCE3E4)T καὶ πρῶτον ἔταξε τὸν μισθόν· διὸ δελεάζεται ὁ υἱὸς τοῦ πολυχρύσου (cf. Κ 315). T | ||
10.305 | D | ἐριαύχενας: μεγαλοτραχήλους—ἵππους, οὓς ἀδύνα‐ τον ἦν λαβεῖν. A | |
10306a1 | Did. | οἵ κεν ἀριστεύωσι 〈θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν〉: οὕτως Ἀρίσταρχος „οἵ κεν ἄριστοι ἔωσι“· ὁ δὲ Ζηνόδοτος „αὐτούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα“. Ἀριστοφάνης „καλούς, οἳ φορέου‐ σι〈ν〉“ (cf. Κ 323). A | |
10306a2 | ἐν ἄλλῳ „οἵ κεν ἄριστοι ἔωσι“. Aint | ||
10306b | Did. | ex. | | οἵ κεν ἀριστεύωσι 〈θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν〉: | |
Did. | αἱ Ἀριστάρχου „ἄριστοι ἔωσι“· Ζηνόδοτος δὲ „αὐτούς, οἳ φορέουσιν | ||
ἀμύμονα Πηλείωνα“ (cf. Κ 323). | οἱ μὲν Ἕλληνες ἃ ἔχουσι διδόασιν, οἶν ὕπαρνον (cf. Κ 215—6), ὁ δὲ Ἕκτωρ οὓς οὐκ ἔχει ἵππους. | | |||
5 | Ἀριστοφάνης γράφει „καλούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα“. T | ||
10306c | ex. | 〈οἵ κεν ἀριστεύωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν:〉 ὡς τῶν Ἑλλήνων αὖθις ἡττηθησομένων. Aim | |
10.307 | Hrd. | οἷ τ’ αὐτῷ: ὀρθοτονεῖται καὶ περισπᾶται καὶ εἰς σύνθετον μεταλαμβάνεται. A | |
10308-12a | ex. | ἔκ τε πυθέσθαι 〈/ —καμάτῳ ἀδηκότες αἰνῷ〉: ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν, ἐπὶ φήμης ἀκοὴν πέμ‐ πων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψιν μονωθέντος τινὸς πολεμίου (cf. Κ 206—7), ὁ δὲ Ἕκτωρ ἐπὶ τὴν γνῶσιν τῶν ὅλων. b(BCE3E4)T | |
10308-12b | ex. | ἔκ τε πυθέσθαι 〈/ —καμάτῳ ἀδηκότες αἰνῷ〉: τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι. b(BCE3E4)T ὁ δὲ Νέστωρ „εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα“ (Κ 206) b(BCE3E4)TTil ὡς ἐκ παραδόξου. b(BCE3E4)T | |
10314-7 | ex. | ἦν δέ τις ἐν Τρώεσ〈σ〉ι〈—κασιγνήτῃσι〉: ταχέως ἅπαντα ἐδήλωσε, τὸ ἔθνος, τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρός, τὴν τέχνην, τὴν τύχην, ὅτι πλούσιος, τὴν μορφὴν τοῦ Δόλωνος, τὴν ὠκύτητα. b(BCE3E4)T | |
10314-6 | D | ἦν δέ τις ἐν Τρώεσσι Δόλων: διὰ τί κήρυκος πλου‐ σίου—φυγεῖν τοὺς διώκοντας. A | |
10.314 | ex. | 〈ἦν δέ τις:〉 διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον τοῦ ἀνδρός. ὅμως τοιοῦτος ὢν τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ μετ’ | |
ὀλίγον προδότης γίνεται. b(BCE3E4)Til | |||
10315a | ex. | κήρυκος 〈θείοιο〉: ἵν’ ὡς οἰκεῖον ἑαυτῷ τοὖργον ἕληται καὶ ὀφθεὶς εὐπορῇ προφάσεως διὰ τὴν ἄδειαν, ἣν ἔχουσιν οἱ κήρυκες· ἅμα δέ, ὅτι καὶ ἀγνῶτες πολέμων οἱ κήρυκες, ἵνα καὶ ἄπρακτος ᾖ. τὸ δὲ θείοιο, ὅτι ἀνόμοιος τῷ πατρί. T | |
10315b1 | ex. | πολύχρυσος: καὶ ὅμως ἠράσθη κέρδους. ἢ δι’ ἀλαζο‐ νείαν ἕτερόν τι παρὰ χρυσόν· τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμ‐ ποιεῖ πόθον. b(BCE3E4)T ἵνα καὶ ὡς ἐν πλούτῳ τεθραμμένος ἄνανδρος ᾖ, T καὶ ἵνα εὔελπις ᾖ ὡς, εἰ ληφθείη, διὰ τούτων | |
5 | λυτρωθήσεται. b(BCE3E4)T | ||
10315b2 | διὰ τὸ πλουτεῖν γὰρ καὶ ἱπποτροφίας ἐπεθύμει. Aim | ||
10315c | ex. | 〈πολύχρυσος:〉 εἰκότως, λαβὼν πέντε θυγατέρων ἕδνα. Til | |
10.316 | ex. | εἶδος μὲν ἔην κακός: ἵνα ὡς ἄσημος λάθῃ. οὗτος δὲ ἤθελεν ἀντὶ Ἀχιλλέως ὀχεῖσθαι τοῖς ἵπποις. T | |
10.317 | D(~) | 〈μοῦνος ἔην:〉 ἄρσην δηλονότι. Aint | |
10317a | Ariston. | αὐτὰρ ὁ μοῦνος ἔην 〈μετὰ πέντε κασιγνήτῃ‐ σιν〉: ὅτι Ζηνόδοτος γράφει „κασιγνήτοισι“. παραιρεῖται δὲ τὸ πι‐ θανὸν τοῦ ποιητοῦ· οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμένον παρίστη‐ σι〈ν〉, οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη. τό τε παρακείμενον | |
5 | μάχεται· πῶς γὰρ ἔτι μόνος ἦν, εἰ πέντε ἦσαν; A | ||
10317b | ex. | 〈μετὰ πέντε κασιγνήτῃσιν:〉 ὡς γυναικοτραφὴς δει‐ | |
λὸς ἦν καὶ ῥιψοκίνδυνος. Til | |||
10.318 | ex. | ὅς ῥα τότε Τρωσίν τε 〈καὶ Ἕκτορι μῦθον ἔειπεν〉: δοκεῖ διαγανακτεῖν ὁ ποιητής, οἷος ὢν οἵοις ἐπιχειρεῖ. b(BCE3E4)T | |
10.319 | ex. | ἔμ’ ὀτρύνει κραδίη: ὁ μὲν Διομήδης προσλαβέσθαι συνερ‐ γὸν ἔσπευσε (cf. Κ 220—6), καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ νεμεσητὸν ὑφορώμενος, ὁ δὲ ἀνοήτως μόνος ὁρμᾷ. b(BCE3E4)T | |
10321a | Ariston. | {ἀλλ’ ἄγε μοι} τὸ σκῆπτρον: ἀντὶ 〈τοῦ〉 τοῦτο τὸ σκῆπτρον. ἐφόρει δὲ Ἕκτωρ, ἐπεὶ ἐδημηγόρει. A | |
10321b | Did. | 〈ἀνάσχεο:〉 οὕτως ἀνάσχεο διὰ τοῦ ο αἱ Ἀριστάρχου. Aint | |
10321c | ex. | καί μοι ὄμοσσον: εἰς τὸ ἄπιστον δηλοῖ τῶν βαρβάρων ὅτι τὰς πίστεις ὅρκοις, οὐ τρόποις ἀγαθοῖς βεβαιοῦσιν. b(BCE3E4)T ὁ δὲ Διομήδης οὐδὲ μέμνηται τῆς δόσεως (sc. Κ 220—6). T | |
10.322 | Ariston. | {ἠ μὲν} τοὺς ἵππους {τε}: ὅτι τὸ τούς οὐκ ἔστιν ἄρθρον, ἀλλ’ ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἀντωνυμίας. A | |
10323a | ex. | οἳ φορέουσιν ἀμύμονα Πηλείωνα: ὁ μὲν Ἕκτωρ τοὺς ἀρίστους ἵππους δώσειν ὑπέσχετο, οὗτος δὲ τοὺς Ἀχιλλέως αἰτεῖ, εἰδὼς τούτους ἀρίστους. ἀμφοτέρων δὲ τὴν ἀτοπίαν καὶ ἄνοιαν ἐδήλωσεν. b(BCE3E4)T φίλιππον δὲ χαρακτηρίζει τὸν Δόλωνα, | |
5 | νῦν μὲν τῶν Ἀχιλλέως ἵππων ἐρῶντα, ἐν δὲ τοῖς ἑξῆς (sc. Κ 436—7) ἐπαινοῦντα τοὺς Ῥήσου περιττῶς. T | ||
10323b | Did. (?) | 〈ἀμύμονα:〉 γράφεται καὶ „ποδώκεα“ καὶ ἀμύμονα. Aint | |
10324a | ex. | σοὶ δ’ ἐγὼ οὐχ ἅλιος 〈σκοπὸς ἔσσομαι〉: αἰτεῖ μὲν ἀδύνατα καὶ περὶ αὐτῶν ἀναγκάζει ὀμνύναι, ὑπισχνεῖται δὲ πάντα, περὶ ὧν οὐδὲν εἶπε Διομήδης (sc. Κ 220—6). T | |
10324b1 | ex. | οὐδ’ ἀπὸ δόξης: οὐκ ἄπωθεν τῆς οἰήσεως ἧς ἔχεις περὶ ἐμοῦ. ἢ οὐχὶ αὐτὸς ἐξ ὑπολήψεως ἀπαγγελῶ, ἀλλὰ μετὰ ἀκριβείας μαθὼν ἕκαστον· b(BCE3E4)T ἐπιφέρει γοῦν „τόφρα γὰρ ἐς στρατὸν εἶμι“ (Κ 325). T | |
10324b2 | {οὐδ’ ἀπὸ δόξης:} ἤτοι οὐδ’ ὡς δοκεῖν μόνον, ἀλλ’ ἀλη‐ θῶς. ἢ οὐδὲ παρὰ τὴν δόξαν, ἣν περὶ ἐμοῦ ἔχεις. A | ||
10325-6 | ex. | τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, 〈ὄφρ’ ἂν ἵκωμαι / νῆ’ Ἀγαμεμνονέην〉: ἐκπεπτωκὼς τῇ ἐπιθυμίᾳ τῶν ἵππων πάντα διορίζεται ὡς ἐπικηρυκείαν ποιήσων, οὐ τὸν μέγιστον κίνδυνον. T | |
10326a | ex. | νῆ’ Ἀγαμεμνονέην: ἐκεῖ γὰρ αὐτοὺς καὶ Ἰδαῖος εὑρὼν ἀπήγγειλεν (cf. Η 382—3). ἢ ὅτι Πρίαμος παρ’ ἑαυτῷ ποιεῖ τὰς συνό‐ δους (cf. Η 345—6). λαθεῖν δὲ οἴεται φύλακας, οὓς οὐδ’ ἐν ῥᾳστώνῃ ὄντας ἔλαθε Πρίαμος, εἰ μὴ Ἑρμῆν ἔσχεν (cf. Ω 445—7). T | |
10326b | Ariston. | 〈μέλλουσιν:〉 ὅτι ἀντὶ τοῦ ἐοίκασι. καὶ οὕτως ἀεὶ κέχρη‐ ται τῇ λέξει. Aint | |
10.328 | ex. | καί οἱ ὄμοσσεν: μωρότερος τοῦ αἰτοῦντος ὁ ἐπαγγελλό‐ μενος καὶ ὁ ὀμνὺς ὡς ἤδη τὰ λάφυρα διαιρῶν. b(BCE3E4)T | |
10.329 | ex.(?) | ἴστω: ἐπιστάσθω, γινωσκέτω, μαρτυρείτω· ἴστωρ γὰρ ὁ | |
μάρτυς· „ἴστορα δ’ Ἀτρείδην Ἀγαμέμνονα“ (Ψ 486). A | |||
10330a | ex. | μὴ μὲν τοῖς ἵπποισ〈ιν〉: ἀντὶ τοῦ ‘οὐ μέν‘· „μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων“ (Ο 41). T | |
10330b | Ariston. | {μὴ μὲν} τοῖς ἵπποισιν: ὅτι καὶ νῦν τοῖς ἀντὶ 〈τοῦ〉 τούτοις τοῖς ἵπποις, ὥστε ἔξωθεν προσλαμβάνειν δέον τὸ τοῖς ἄρ‐ θρον. A | |
10332a | Hrd. | Did. | Ariston. | {ὡς φάτο} καί ῥ’ ἐπίορκον ἐπώμοσε: ὡς ἐν τῇ συνη‐ θείᾳ, οὕτως καὶ ἐνθάδε τὸ ἐπίορκον. A | οὕτως καὶ διὰ τοῦ ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχου. AAim | τοῦτο δὲ ἔξωθεν ἐπιπεφώνηται ‘ὅρκον ἐπίορκον ὤμοσεν‘, οὐχ οἷον ἑκουσίως, ἀλλὰ διὰ τὸ 〈μὴ〉 | |
5 | ἀποτελεσθῆναι τοῦτο, ὅπερ ὤμοσεν. A | ||
10332b | ex. | καί ῥ’ ἐπίορκον ἀπώμοσε: προσαγώγιμος ἡ τῶν ἀναφωνήσεων τέρψις τῷ ἀκροατῇ. ἡδίστη δέ ἐστιν καὶ κερτομική· ὁ μὲν γὰρ οὐδὲ πόρρω τὴν Ἀγαμέμνονος εἶδε σκηνήν, ὁ δὲ ὑπὸ τῶν ἵππων πεφόνευται. T | |
10332c | ex. | τὸν δ’ ὀρόθυνεν: φαίνεται γὰρ ἀναπτερούμενος τῇ ἐπιθυμίᾳ τῶν ἵππων. T | |
10.333 | ex. | ἐβάλλετο καμπύλα τόξα: ἄφρων, ὃς μὴ κα〈ι〉όντων πῦρ πολεμίων τόξα ἔχει. T | |
10.334 | ex. | πολιοῖο: λευκοῦ, ὡς ἄφρων· κατάφωρος γὰρ δι’ αὐτοῦ | |
ἐγένετο. ὁ δὲ Ἀριστοφάνης πολιοῖο τεφρώδους· φησὶ γὰρ μὴ εἶναι λευκὸν λύκον. b(BCE3E4)T ἔστι δὲ μᾶλλον λευκανθίζον‐ τος. T | |||
5 | D | πολιοῖο λύκοιο: λευκοῦ λύκου, διὰ τὴν τῆς χρόας ἰδιότητα. καὶ γὰρ Πελίαν—κατηλέησε, Νηλέα. A | |
10335a | Hrd. | κρατὶ δ’ ἐπὶ κτιδέην: ὁ Ἀσκαλωνίτης (p. 51 B.) ἀναστρέφει, ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατὰ τὸν ποιητὴν κτιδέην, ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροις φησὶ „τοῦ δ’ ἀπὸ | |
5 | μὲν κτιδέην“ (Κ 458). A | ||
10335b | Ariston. | κρατὶ δ’ ἐπὶ κτιδέην: ὅτι νῦν μὲν ἀμφίβολον, πότε‐ ρον κτιδέην ἢ συναλιφὴν ἐκδεκτέον, „ἰκτιδέην“. διὰ μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει, „τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην“ (Κ 458). A | |
10335c1 | ex. | κρατὶ δ’ ἐπὶ κτιδέην: οὐ δύναται εἶναι „ἰκτιδέην“ τὸ τέλειον· αὐτὸς γάρ φησι „τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην“ (Κ 458). Ἀριστοτέλης (cf. h. an. 9,6 p. 612b10) δέ φησιν· „ἴκτις ζῷον ὅμοιον κυνιδίῳ Μελιταίῳ, ὀρνιθοφάγον, τοῖς σμήνεσιν ἐπη‐ | |
5 | ρεάζον. τὸ δὲ αἰδοῖον ὀστοῦν καὶ †ἰᾶσθαι στραγγουριῶνας†“. | ||
ἴσως οὖν παρ’ Ὁμήρῳ κατ’ ἀφαίρεσίν ἐστι τοῦ ι. T | |||
10335c2 | †ἰκτίς† ἐστι κατ’ Ἀριστοτέλην ζῶον ὀρνιθοφάγον, ὅμοιον μικρῷ κυνιδίῳ, οὗ τὸ δέρμα φορεῖ. τάχα οὖν ὁ ποιητὴς κατὰ ἀφαίρεσιν αὐτὸ ἐποίησε τοῦ πρώτου ι. b(BCE3) | ||
D | κρατὶ δ’ ἐπὶ κτιδέην: ἀπὸ τοῦ κ ἡ ἀρχή, ἐπεὶ— | ||
5 | οὔτε †συστέλλεσθαι†· ἀρκεῖ γὰρ τὸ †τις. A | ||
D | κτιδέη ἡ ἐξ—τὴν ἀγρίαν γαλῆν εἶπον. A | ||
10335d | ex. | ἕλε δ’ ὀξὺν ἄκοντα: ὡς Ἀλέξανδρος (cf. Γ 18). T | |
10336a | ex. | βῆ δ’ ἰέναι: οὐκ εὔξατο, ὡς ὁ Διομήδης (cf. Κ 284—94)· διὸ καὶ ἀποτυγχάνει. T | |
10336b | Did. (?) | 〈ἐπὶ νῆας:〉 γράφεται „ποτὶ νῆασ“. Aim | |
10.338 | Ariston. | ἀλλ’ ὅτε δή ῥ’ ἵππων τε 〈καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον〉: ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων λέγει. ἐν μὲν οὖν τῇ Ἰλιάδι πυκνότερον τὴν μάχην ὅμιλον καλεῖ (cf. Δ 445. Ε 353 al.), ἐν Ὀδυσσείᾳ (sc. α 225 al.) δὲ τὸ ἄθροισμα. A | |
10339-40 | ex. | τὸν δὲ φράσατο προσιόντα 〈/ διογενὴς Ὀδυσεύσ〉: ὡς προνοητικός, μὴ καὶ παρὰ τῶν πολεμίων εἴη τις δόλος. ὁ δὲ ὡς καταφρονῶν τῶν κινδύνων b(BCE3E4)T καὶ μέγα τι θέλων διαπράξασθαι τοὺς πολεμίους T οὐ προνοεῖ. | |
5 | b(BCE3E4) καὶ ὁ Νέστωρ „πρῶτος κτύπον ἄϊε“ (Κ 532). T | ||
10341a1 | Did. | 〈οὗτός τοι:〉 Ἀρίσταρχος „οὗτός τισ“. ὡμολόγουν καὶ αἱ πλείους. Aim | |
10341a2 | „οὗτός τισ“, οὕτω διὰ τοῦ „τισ“· τινὲς δὲ διὰ τοῦ τοι. Til | ||
10341b1 | ex. | ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ: πῶς τὸν ἐρωδιὸν οὐκ ἰδόντες „νύκτα δι’ ὀρφναίην“ (Κ 276) νῦν ὁρῶσι τὸν Δόλωνα; ἴσως οὖν ἀνέσχεν ἡ σελήνη. T | |
10341b2 | πῶς δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντες αὐτὸν ὁρῶσιν; ἴσως ὅτι πρὸς ὄρθρον ἡ σελήνη ἀνέσχεν. b(BCE3E4) | ||
10.342 | ex. | Hrd. (?) | ἢ νήεσ〈σ〉ιν ἐπίσκοπος: ἐκ τῆς ἰδίας προσβολῆς τε‐ κμαίρεται περὶ τῶν πολεμίων. | περισσὴ δὲ ἡ „ἐπί“· φησὶ γὰρ „ὅθι σκοπὸν Ἕκτοροσ“ (Κ 526). T | |
10343a | Ariston. | ἤ τινα συλήσων νεκύων: ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα καλῶς ὁ στίχος τέτακται, μετὰ ταῦτα δὲ (sc. Κ 387) οὐκέτι, λεγό‐ μενος πρὸς Δόλωνα. A | |
10343b1 | ex. | ἤ τινα συλήσων: οὐ γὰρ οὕτω ῥᾳδίως εἰς κατασκοπὴν ἀφικέσθαι αὐτὸν οἴεται. T | |
10343b2 | οὐ γὰρ οὕτω ῥᾴδιον οἴεται τὸ μόνον εἰς κατασκοπὴν ἀφικέσθαι. b(BCE3E4) | ||
10343c | Did. | 〈κατατεθνειώτων:〉 Ἀρίσταρχος „〈κατα〉τεθνηώτων“. Aint | |
10344a1 | ex. | 〈παρεξελθεῖν:〉 οὐκ ἴσασι γὰρ ὅτι ὠκύς ἐστιν. Til | |
10344a2 | ἐῶσι δὲ παρελθεῖν μὴ εἰδότες τὴν ὠκύτητα αὐτοῦ. b(BCE3E4) | ||
10346-7 | ex. | εἰ δ’ ἄμμε παραφθαίησι 〈πόδεσσιν, / αἰεὶ —προτιειλεῖν〉: εἰ δὲ πλαγίαν ὡς ἐπὶ τὴν πόλιν ποιεῖται τὴν ὁδόν, ἀπόστρεφε πάλιν αὐτὸν ἐπὶ τὰς ναῦς. b(BCE3E4)T | |
10.346 | Did. | 〈παραφθαίῃσι:〉 οὕτως σχεδὸν αἱ πᾶσαι. Aint | |
10347a1 | Did. | 〈ποτὶ νῆας:〉 Ἀρίσταρχος „ἐπὶ νῆασ“. Aim | |
10347a2 | „ἐπὶ νῆασ“, οὐ ποτὶ νῆας. Til | ||
10347b | Ariston. | 〈προτιειλεῖν:〉 ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστα‐ κτικοῦ κέχρηται. Aint | |
10.348 | ex. | ἔγχει ἐπαΐσσων: ἵνα τὴν ἄφεσιν δεδιὼς ἐπὶ τὰς νῆας τράποιτο. T | |
10349a1 | Did. | ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ 〈ἐν νεκύεσσι〉: οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν οὐδέν, εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνήσαντε· σύνηθες γὰρ αὐτῷ τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόν‐ | |
5 | τος μόνου „τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν / Ζηνὸς ἐπαι‐ νήσαντοσ“ (Φ 289—90), ἐπιφέρει „τὼ μὲν ἄρ’ ὣς εἰπόντε μετ’ ἀθανάτους ἀπεβήτην“ (Φ 298). ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο· „ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Διομή‐ δης. / ἐλθόντες δ’ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι / κλινθήτην“ (cf. Κ | ||
10 | 349—50). A | ||
10349a2 | {ὣς ἄρα φωνήσαντε:} οὕτως αἱ Ἀριστάρχου συλληπτι‐ κῶς, ὡς καὶ ἐκεῖ „ὣς ἄρα φωνήσαντε μετ’ ἀθανάτους ἀπεβήτην“. Ἀριστοφάνης δὲ γράφει· „ὣς ἔφαθ’· οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης. / ἐλθόντες δ’ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι“. T | ||
10349b | Ariston. | 〈ὣς ἄρα φωνήσαντε:〉 ὅτι τοῦ Ὀδυσσέως εἰπόντος μόνου εἶπεν συλληπτικῶς ὣς ἄρα φωνήσαντε. Aint | |
10349c | Nic. | 〈ὣς ἄρα φωνήσαντε:〉 διασταλτέον ἐπὶ τὸ φωνή‐ | |
σαντε. Aim | |||
10349-50 | ex. | ἐν νεκύεσ〈σ〉ι / κλινθήτην: τραγικῶς, ἵνα καὶ αὐτοὶ δόξωσιν εἶναι νεκροί. προῳκονόμηται οὖν 〈τῷ〉 μὴ ἀναιρε‐ θῆναι τοὺς νεκρούς (cf. Θ 491 al.). T | |
10350a | ex. | παρέδραμεν ἀφραδίῃσιν: παρέδραμεν σύμφωνον τῷ „βῆ ῥ’ ἀν’ ὁδὸν μεμαώσ“ (Κ 339). ἐπὶ δὲ τῶν Ἑλλήνων „βάν ῥ’ ἴμεν“ (Κ 297): T ἠρέμα γὰρ δεῖ χωρεῖν τοὺς κατασκόπους, τὴν ὄψιν περιάγοντας πρὸς ἐπίγνωσιν ἀκριβῆ. b(BCE3E4)T | |
10350b1 | ex. | ἀφραδίῃσιν: οὐ θεασάμενος αὐτούς, ὁμοίως τῷ „τὸν δ’ ἐφράσατο προσιόντα / διογενὴς Ὀδυσεύσ“ (Κ 339—40). T | |
10350b2 | παρέδραμε, φησίν, ἀσυνέτως, οὐ θεασάμενος αὐτούς. b(BCE3E4) | ||
10350c | ex. | ἀφραδίῃσι: ἀθεωρησίᾳ· παρῆκται γὰρ ἀπὸ δια‐ νοίας εἰς αἴσθησιν, ὁμοίως τῷ „τὸν δ’ ἐφράσατο προσιόντα“ (Κ 339). A | |
10351-4 | D | 〈ἀλλ’ ὅτε δή ῥ’ ἀπέην, ὅσσον τ’—τὼ μὲν ἐπεδραμέτην:〉 Ἀρίσταρχος {δὲ} οὕτως ἐξηγήσατο· ὅσον, φησίν, ὑφ’ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων καὶ ζεύγους ἄλλου βοῶν φθάσωσι καὶ προλάβωσι τὰς | |
5 | βοῦς αἱ ἡμίονοι (ταχύτεραι γάρ εἰσι τῶν βοῶν), τοσοῦτον, φησίν, | ||
ἐάσαντες διάστημα παρελθεῖν τὸν Δόλωνα μεταστραφέντες ἐδίωξαν. T | |||
10351a | Hrd. | ὅσσον τ’ ἐπὶ οὖρα {πέλονται}: οὐδὲ ἐνθάδε ἀναστρε‐ πτέον· μεταξὺ γὰρ πάλιν σύνδεσμος, ἐφ’ ὅσον ὅρια. A | |
10351b | Ariston. | πέλονται: πρὸς τὸ σχῆμα, πέλονται ἀντὶ τοῦ πέλε‐ ται. ὁμοίως τῷ „οὐδ’ εὐήρε’ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται“ (λ 125). A | |
10351-2a | ex. | 〈ὅσσον τ’〉 ἐπὶ οὖρα πέλονται / ἡμιόνων: ὅσον ἀροτριῶσα ἡμίονος ὑπὸ μίαν ὁρμὴν ὑπογράφειν δύναται, ὅ ἐστι πλέθρον. b(BCE3E4)T | |
10351-2b | ex. | ὅσσον τ’ ἐπὶ οὖρα 〈πέλονται / ἡμιόνων〉: ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα. οὖρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος, ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει. A | |
10352-3 | ex. | αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν 〈/ ἑλκέ‐ μεναι νειοῖο—ἄροτρον〉: ἐν γὰρ τῇ πρώτῃ αὔλακι σχο‐ λαιοτέρων προσδεῖ ζῴων πρὸς τὸ βαθυτέραν γενέσθαι τὴν ἐντομήν, ἐν δὲ τῇ νειῷ (cf. 353) ὀξυτέρων· προεσχημάτισται γὰρ τῷ ἔαρι. | |
5 | b(BCE3E4)T | ||
10.353 | Ariston. | 〈νειοῖο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ νειοῖο. Aint | |
D | νειοῖο: νειός ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ. A | ||
D | πηκτὸν ἄροτρον: τὸ τὸν γύην—καὶ πηκτόν. A | ||
10354a | Ariston. | τὼ μὲν ἐπιδραμέτην: ὅτι τὸ μὲν ἐπιδραμεῖν τίθησιν, ὅτε οὐ γινώσκει ὁ διωκόμενος, ὅτε δὲ γινώσκει, διώκειν καὶ διώκε‐ σθαι. A | |
10354b | Did. | 〈ἐπιδραμέτην:〉 Ἀρίσταρχος „ἐπεδραμέτην“. Aint | |
10354c | ex. | 〈ἐπεδραμέτην:〉 καὶ τοῦτο πρὸς τὸ συλληφθῆναι. Til | |
10355-6 | D. | ἔλπετο γὰρ κατὰ θυμὸν〈—ὀτρύναντοσ〉: στικτέον μετὰ τὸ ἐκ Τρώων (356)· ἔστι γὰρ ὁ λόγος· ἤλπιζε γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύ‐ σαντος τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀπο‐ | |
5 | στρέψαντας (355) γὰρ εἰς τοὐπίσω καλέσαντας. A | ||
10.355 | ex. | ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταί‐ ρους: οἱ μὲν καὶ προορῶσιν, ὁ δὲ οὐδὲ ὑπονοεῖ πολεμίους ἐπερ‐ χομένους. T | |
10356a | Ariston. | 〈ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος:〉 ὅτι 〈τὸ〉 πάλιν συναπτέον τῷ „ἀποστρέψοντασ“ (Κ 355), ἵνα ᾖ εἰς τοὐπίσω ἀποστρέψοντας. Aint | |
10356b | ex. | ἰέναι, πάλιν 〈Ἕκτοροσ〉 ὀτρύναντος: ὀτρύναν‐ τος ἰέναι, ἀπὸ κοινοῦ. T | |
10.357 | ex. | δουρηνεκές: φησὶ γοῦν ἑξῆς „δεξιτερὸν δ’ ὑπὲρ ὦμον ἐϋξόου δουρὸς ἀκωκή / ἐν γαίῃ ἐπάγη“ (Κ 373—4). T | |
10358a | ex. | 〈δηΐους:〉 διώξοντας δηλονότι. Til | |
10358b | ex. | λαιψηρὰ δὲ γούνατ’ ἐνώμα: ἄκρως ἐχαρακτήρισε θρασύδειλον· ἐνθυμηθῶμεν γὰρ ὅτι οὗτός ἐστιν ὁ ἐπαγγειλάμενος μέχρι τούτου πορεύεσθαι, ὄφρ’ ἂν ἵκηται „νῆ’ Ἀγαμεμνονέην“ (Κ 326). T | |
10359a | Ariston. | φευγέμεναι· τοὶ δ’ αἶψα 〈διώκειν ὁρμήθησαν〉: ὅτι νῦν ὀρθῶς διώκειν λέγει, ὅτε φεύγει ἐπιγνοὺς αὐτοὺς πολε‐ | |
μίους ὄντας. A | |||
10359b | Did. (?) | 〈τοὶ δ’ αἶψα:〉 γράφεται καὶ „τοὶ δ’ ὦκα“. Aim | |
10359c | Did. | 〈ὡρμήθησαν:〉 τὸ ὡρμήθησαν Ἰακῶς. Aint | |
10.360 | ex. | ὡς δ’ ὅτε καρχαρόδοντε 〈δύω κύνε〉: νῦν μὲν κυσὶν αὐτοὺς εἰκάζει b(BCE3E4) διὰ τὸ ἀγρευτικόν, πρώην (sc. Κ 297) δὲ λέουσι διὰ τὸ εὐσταθές. b(BCE3E4)T | |
D | x | καρχαρόδοντε: ἐπικαμπεῖς—τὸ τραχύ. | ἤγουν οἱ | ||
5 | κύνες τοῦ Ἅιδου. A | ||
10361a | ex. | ἢ κεμάδ’ ἠὲ λαγωόν: ὅτι δειλὸς καὶ Δόλων. T | |
10361b | Ariston. | {ἦ κεμάδ’ ἠὲ λαγωὸν} ἐπείγετον: ὅτι τῷ ἐπείγετον ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ τοῦ ἐπείγητον· ἐπιφέρει γὰρ „προ‐ θέῃσι“ (Κ 362). γίνεται οὖν κατάλληλον οὕτως ‘ὡς δ’ ὅταν ἐπεί‐ γωσιν, ὁ δὲ προθέῃσι μεμαώσ‘. A | |
10361c | ex. | ἐμμενὲς αἰεί: ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀρετή· ταῦτα γὰρ τὰ ζῷα φύσει μέν ἐστι ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθένειαν. οἱ δὲ κύνες τὸ ἐναντίον. A b (BCE3E4)T | |
10362a | Did. | 〈χῶρον ἀν’ ὑλήενθ’, ὁ δέ τε προθέῃσι μεμη‐ κώς:〉 ὁ τέ σύνδεσμος οὐκ ἦν ἐν τοῖς Ἀριστάρχου. Aint | |
10362b | ex. | μεμηκώς: τὸν καταληφθησόμενον δηλοῖ· περικατάλη‐ πτοι γὰρ γινόμενοι βοῶσιν οἱ λαγῴ. b(BCE3E4)T | |
10364a | ex. | λαοῦ ἀποτμήξαντε: ὡς τὸ „εἰδότε θήρησ“ (Κ 360)· οὐδὲ γὰρ ἐκεῖνοι κατ’ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρά, | |
ηὐτρεπισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων. AT | |||
10364b | Ariston. | {λαοῦ ἀποτμήξατε} διώκετον: ὅτι A Aim τὸ διώ‐ κετον σημαίνει διώκουσιν ἢ διώκετε, οὐ τὸ 〈ἐ〉διωκέτην, ὡς Ἐρα‐ τοσθένης (fr. 35 Str.). ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν ἀντὶ τοῦ ἐδίωκον, ὃν τρόπον „αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι“ (η 104) ἀντὶ | |
5 | τοῦ ἠλέτρευον. A | ||
D | λαοῦ ἀποτμήξαντε διώκετον: τοῦ Τρωϊκοῦ λαοῦ —ἐδίωκον. τρία δὲ ῥήματά ἐστι—καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ †λαφύσσετε. A | ||
10365-7 | ex. | ἀλλ’ ὅτε δὴ 〈τάχ’ ἔμελλε〉 μιγήσεσθαι φυ‐ λάκεσσι 〈/ —〉τότε δὴ μένος 〈ἔμβαλ’ Ἀθήνη / Τυδείδῃ〉: μαθόντες γὰρ οἱ Ἕλληνες τὸν σκοπὸν τῶν Τρώων οὐκ ἂν ἔτι ἔπεμψαν κατασκόπους. T | |
10.365 | ex. | ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε· ἄκρως αὔξει τὰς ἀγωνίας· τί γὰρ ἦν ὑποστρέφειν αὐτοὺς εἰς τὸν ναύσταθμον ἀπράκτους; T | |
10368a | ex. | 〈φθαίη ἐπευξάμενος:〉 καυχήσεται προλαβών. Aint | |
10368b | ex. | ὁ δὲ δεύτερος ἔλθοι: ἡττηθείη. ἀπὸ τῶν δρομέων ἡ μεταφορά. T | |
10.369 | ex. | δουρὶ δ’ ἐπαΐσσων: ὑπόνοιαν διδοὺς ὅτι †βαλῇ† αὐτόν. b(BCE3)T Ὀδυσσεὺς δὲ οὐ τοξεύει· ἢ γὰρ ἂν ἐφόνευσεν, | |
ἢ προπεπηγὸς οὐκ ἂν εἶδε τὸ βέλος ὁ Δόλων διὰ τὴν βραχύτητα. T | |||
10369-71 | ex. | δουρὶ δ’ ἐπαΐσσων〈—αἰπὺν ὄλεθρον〉: ἐνεργείας μεστὸς ὁ ἐπικραδαίνων τὸ δόρυ καὶ βοῶν ὡς ἀφήσων ἐπ’ αὐτόν, †εἰ† μὴ στῇ. b(BCE3)T | |
10.370 | ex. | ἠέ σε δουρὶ κιχήσομαι: οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι. καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφίησιν (cf. Κ 372); ἢ ὅτι ὀξυλαβείας ἔδει, καὶ οὐκ ἐπίστευεν ὡς ἀπειλῇ μόνῃ πεισθήσεται, καὶ ὑπόνοιαν αὐτῷ δίδωσιν ὡς οὐ θέλων αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν | |
5 | ἀνάκρισιν. b(BCE3)T | ||
10372a | Ariston. | ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, 〈ἑκὼν δ’ ἡμάρτανε φωτόσ〉: ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον οὕτως „καὶ βάλεν οὐδ’ ἀφάμαρτεν, ἑκὼν δ’ ἡμάρτανε φωτόσ“. καὶ λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· ‘καὶ βάλεν, | |
5 | οὐδ’ ἀφάμαρτεν ἄν, ἑκὼν δ’ ἡμάρτανεν‘. ἀγνοοῦσι μέντοι ὅτι Ὅμη‐ ρος τὸ βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν. A | ||
10372b | ex. | ἑκὼν δ’ ἡμάρτανε φωτός: ζῶντος γὰρ θέλει κρατῆσαι πρὸς τὸ χρήσιμον τῆς ἀνακρίσεως. b(BCE3)T | |
10373-4 | ex. | δεξιτερὸν δ’ ὑπὲρ ὦμον〈— / ἐν γαίῃ ἐπάγη〉: ἔξεστιν εἰπεῖν ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ συναγωνίζεται. b(BCE3)T | |
10.373 | Hrd. | ἐΰξου: Πτολεμαῖος (p. 51 B.) περισπᾷ, λέγων ἐκ τοῦ | |
ἐϋξόου συνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται ἐΰξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐΰξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ ἐΰξου ὡς εὔνου. A | |||
10375a | ex. | βαμβαίνων· 〈ἄραβος δὲ διὰ στόμα γίνετ’ ὀδόν‐ των〉: ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς δειλοῖς παρακολου‐ θοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων καὶ τοῖς ἐσχάτοις ὀνόμα‐ σιν ἐξευτελίζων b(BCE3)T τὸν πρώην ἐπαγγελλόμενον „τόφρα | |
5 | γὰρ ἐς στρατὸν εἶμι“ (Κ 325). T τὸ δὲ †βαμβαίνειν† δηλοῖ τὸν ἱκεσίας καὶ λόγου ἀποροῦντα. b(BCE3)T | ||
10375b | Ariston. | 〈βαμβαίνων:〉 ὅτι †ὀνοματικὸς† ὁ ποιητής. Aim | |
10375c | D | x | D | x | βαμβαίνων: τρέμων | καὶ μετὰ σφαλμοῦ τὴν πορείαν ποιούμενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος. οἱ δὲ ἐσχημάτισαν ἀπὸ τοῦ γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς ὀδόντας. | ἢ ἀσαφῆ φωνὴν προϊέμενος ἀπὸ τοῦ φόβου, | βαμβαλύζων, | |
5 | ὅπερ ἡμεῖς φαμεν· ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ ἔγκειται τὸ βαίνειν. A | ||
10375-6 | Nic. | 〈βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίνετ’ ὀδόν‐ των· / χλωρὸς ὑπαὶ δείουσ〉: τὸ ἑξῆς βαμβαίνων (375) χλω‐ | |
ρὸς ὑπαὶ δείους (376). τὰ δὲ λοιπὰ διὰ μέσου. Aim | |||
10.376 | ex. | 〈τὼ δ’ ἀσθμαίνοντε κιχήτην:〉 ἔστιν ἰδεῖν μετέωρον τὸ πνεῦμα τῶν καταδιωξάντων. Til | |
10378a | ex. | ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: βαρβαρικὸν τὸ εὐθὺς περὶ αὑτοῦ διαλέγεσθαι. ἵνα δὲ ἅμα ὡς ἀγεννοῦς αὐτοῦ καταφρο‐ νήσαντες μὴ παραυτὰ φονεύσωσιν b(BCE3E4)T αὐτόν, ἀλλὰ μά‐ θωσιν. T | |
10378b | Ariston. | {ζωγρεῖτ’, αὐτὰρ} ἐγὼν ἐμὲ 〈λύσομαι〉: ὅτι παρὰ τὸ σύνηθες ἐξενήνοχεν, ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν. A | |
10.379 | ex. | χαλκός τε χρυσός τε 〈πολύκμητός τε σίδηροσ〉: τούτοις πιστεύων ἐξῆλθεν εἰς κατασκοπήν. δυσκατεργαστότερος δέ ἐστιν ὁ σίδηρος ὡς πρὸς τὸν χαλκόν. T | |
10.380 | ex. | 〈ἀπερείσι’ ἄποινα:〉 οὐ προσέθηκεν ἀριθμόν, ἐμφαίνων ὡς, ὅσα θέλουσι, λήψονται. Til | |
10.381 | Ariston. | {εἴ κεν ἐμὲ ζωιὸν} πεπύθοιτο: ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάτ‐ τει τὴν λέξιν, καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται, πεπύθοιτο ἀντὶ τοῦ πύθοιτο. A | |
10382a | ex. | προσέφη πολύμητις Ὀδυσσεύς: ἑκατέρῳ προσώπῳ τὴν πρέπουσαν ἐμέρισε πρᾶξιν· ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ λαβεῖν καὶ ἀπατῆσαι τὸν πολέμιον, Ὀδυσσεύς. b(BCE3E4)T | |
10382b | ex. | 〈προσέφη πολύμητις Ὀδυσσεύς:〉 καὶ τὸ πᾶν γὰρ | |
ἐμπιστευθεὶς ὁ Διομήδης ἐκχωρεῖ τῷ ἱκανωτέρῳ εἰπεῖν. Til | |||
10383a | ex. | θάρσει, μηδέ 〈τί〉 τοι θάνατος 〈καταθύμιος ἔστω〉: ἐμφρόνως, ἵνα δελεασθεὶς ἐλπίδι σωτηρίας δηλώσῃ τὰ παρὰ τοῖς βαρ‐ βάροις καὶ τὴν οἰκείαν τῆς κοινῆς ἀλλάξηται σωτηρίας. T | |
10383b | Ariston. | 〈καταθύμιος:〉 ὅτι τὸ καταθύμιος ἐνθύμιος, οὐχ ὡς ἡμεῖς. Aim | |
10.385 | Did. (?) | 〈ποτὶ νῆας:〉 γράφεται „ἐπὶ νῆασ“. Aim | |
10387a | Ariston. | ἤ τινα συλήσων 〈νεκύων κατατεθνηώτων〉: ὅτι ἐκ τῶν ἐπάνω (sc. Κ 343) ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ πο‐ ρίζων. A ἠθέτει καὶ Ἀριστοφάνης. ATil | |
10387b | ex. | ἤ τινα συλήσων: ἐπίτηδες ἐνδόσιμον αὐτῷ ψευσμάτων δίδωσιν, ὅπως τοὺς λόγους αὐτοῦ δοκιμάσῃ· τί γὰρ παρέτρεχε τοὺς νεκρούς, εἴπερ σκυλεῦσαι †ἦλθεν†; b(BCE3E4)T ἵνα, εἰ ἄσμενος τὴν πρόφασιν λαβὼν ψεύδοιτο, καὶ περὶ τῶν λοιπῶν ἀπιστοῖτο. T | |
10387c1 | Did. | 〈κατατεθνηώτων:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „κα‐ τατεθνειώτων“. Aim | |
10387c2 | διὰ τοῦ η „τεθνηώτων“. Til | ||
10.388 | ex. | ἤ ς’ Ἕκτωρ προέηκε: πρὸς τὸ μαθεῖν, εἰ ἐγρηγόρει ὁ Ἕκτωρ. T | |
10.389 | ex. | ἤ ς’ αὐτὸν θυμὸς ἀνῆκεν: αἱ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν εἰς ψεῦδος τραπῆναι. b(BE3E4)T | |
10.390 | ex. | ὑπὸ δ’ ἔτρεμε 〈γυῖα〉: κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ | |
μὴ ἀληθεύει, ἐλπίδα οὐχ ὁρῶν. b(BCE3E4)T | |||
10391a | ex. | πολλῇσίν μ’ ἄτῃσι 〈παρὲκ νόον ἤγαγεν Ἕκτωρ〉: ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. ὡς ἀναγκασθεὶς δὲ καὶ δελεα‐ σθεὶς καὶ τὴν φρενοβλάβειαν ἑαυτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος. b(BCE3E4)T | |
10391b | Did. | 〈ἤγαγεν Ἕκτωρ:〉 Ἀριστοφάνης „ἤπαφεν Ἕκτωρ“ AimTil | |
10392-3 | ex. | ὅς μοι Πηλείωνοσ〈—〉ἵππους 〈/ δωσέμεναι κατένευσε〉: ἐντέχνως, ὅτι ‘ὑπέσχετο‘ (cf. 393) μόνον ἔφη, οὐχ ὅτι καὶ ἡττήθη, τὴν ἑαυτοῦ ἄνοιαν εἰς ἐκεῖνον μετάγων. T | |
10394a | ex. | ἠνώγει δέ με: ἵνα δοκῇ ἄρχοντι πείθεσθαι καὶ ὡς ἀναγκασθέντι συγγνῶσιν. T | |
10394b | ex. | θοὴν διὰ νύκτα: θοήν, T ἐπεὶ μετὰ δύσιν ἡλίου τάχιστα σκότος γίνεται· ἢ ἐπεὶ διὰ τὸν ὕπνον ἥττονα αὐτὴν ἡγού‐ μεθα· ἢ τὴν θετικήν (ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν)· b(BCE3E4) T ἢ ὅτι ὀξεῖα καὶ κωνοειδής ἐστι διὰ τὴν σκιὰν τῆς γῆς. θοὸν | |
5 | δὲ τὸ ὀξύ. δείκνυται δὲ διὰ τούτου ὅτι ὁ ἥλιος τῆς γῆς μείζων ἐστίν· οὐ δύναται γὰρ ἡ σκιὰ κωνοειδὴς εἶναι, μὴ τοῦ περιφωτίζοντος μείζο‐ | ||
νος ὄντος. T | |||
10394c | ex. | {ἠνώγει δέ μ’ ἰόντα} θοὴν διὰ νύκτα: ταχεῖαν λέγει τὴν νύκτα διὰ τὸ ὑφ’ ἕνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις „δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί“ (β 388 al.). A | |
10.395 | ex. | ἀνδρῶν δυσμενέων: ὑπομιμνῄσκει τῆς ἔχθρας αὐτοὺς καθ’ Ἕκτορος, ἀναζωπυρῶν τὸν θυμὸν αὐτῶν. b(BCE3E4)T | |
10397-9a | Did. | ἢ ἤδη χείρεσσιν〈—ἀδηκότες αἰνῷ〉: καὶ γραπτέον οὕτως, καὶ ἀθετητέον τοὺς τρεῖς στίχους, εἴ τι χρὴ πιστεύειν Ἀμμωνίῳ τῷ διαδεξαμένῳ τὴν σχολήν, ἐν τῷ Περὶ τοῦ μὴ γεγονέναι πλείονας ἐκδόσεις τῆς Ἀρισταρχείου διορθώσεως τοῦτο φάσκοντι. καὶ | |
5 | παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο. ἐν δὲ ταῖς Ἀριστάρχου ἐγέγραπτο „εἰ ἤδη“. ταῦτα ὁ Δίδυμος (p. 115 Schm.) περὶ τῶν στίχων τούτων. A | ||
10397-9b | Ariston. | x | 〈ἦ ἤδη χείρεσσιν—ἀδηκότες αἰνῷ:〉 ὅτι οὕ‐ τως γραπτέον, βουλεύουσι (398) καὶ 〈ἐ〉θέλουσι (398)· τὸ γὰρ σφίσιν (398) ἐν τῷ περί τινών ἐστι λόγῳ ἀντὶ τοῦ αὐτοῖς, ᾧ ἀκό‐ λουθα δεῖ εἶναι τὰ ῥήματα. ταῦτα ὁ Ἀριστόνικος (p. 180 Friedl.) περὶ | |
5 | τῆς γραφῆς ταύτης φησί, διπλῆν 〈προσ〉βάλλων τῷ στίχῳ. | ἐν μέν‐ τοι τῇ τετραλογίᾳ Νεμεσίωνος οὕτως εὗρον περὶ τῶν στίχων τού‐ των· „τῶν παρακειμένων ὀβελῶν (sc. ante versus 397—9) οὐκ ἔστιν αἰτίαν εὑρεῖν διὰ τῶν Ἀρισταρχείων ὑπομνημάτων. Ἀμμώνιος δὲ ὁ Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησι τὸν Ἀρίσταρχον παραση‐ | ||
10 | μειώσασθαι αὐτούς, εἶτα δὲ καὶ τελέως ἐξελεῖν, τάχα διὰ τὸ ἐπὶ δευτέ‐ ρου προσώπου τὸ σφίσι (398) τετάχθαι, καὶ ἄνωθεν (sc. e Κ 310—2) μετενηνέχθαι.“ A | ||
10.398 | Did. | 〈φύξιν βουλεύοιτε μετὰ σφίσιν οὐδ’ ἐθέλοιτε:〉 ἐν ἄλλῳ „φύξιν βουλεύουσι μετὰ σφίσιν οὐδ’ ἐθέλουσι“. Aim | |
10401a1 | ex. | ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός: δεόντως τὸν ἐλπίσαντα, οὐ τὸν ὑποσχόμενον αἰτιᾶται. T | |
10401a2 | δεόντως τὴν τοῦ ἐλπίσαντος, οὐ τοῦ ὑποσχομένου τοσοῦ‐ τον αἰτιᾶται ἄνοιαν. b(BCE3E4) | ||
10.404 | ex.(?) | 〈ἄλλῳ γε:〉 ἔδει εἰπεῖν ‘ἄλλοισ‘. Aint | |
10.406 | ex. | ποῦ〈—〉λίπες Ἕκτορα: καλῶς τοῦτο πυνθάνεται, ἵνα ἐγρηγορότος μὲν καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, εἰ δὲ | |
καθεύδοι, ἐπιχειρήσειαν καὶ αὐτὸν ἀνελεῖν. b(BCE3E4)T | |||
10407a1 | ex. | ποῦ δέ οἱ ἔντεα κεῖται 〈ἀρήϊα, ποῦ δέ οἱ ἵπ‐ ποι〉: οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων τὸ κεῖται· δεῖ γὰρ †προσυπ‐ ακουστέον† τὸ ‘ἑστᾶσιν‘. T | |
10407a2 | δεῖ τὸ ‘ἑστᾶσι‘ τῷ ἵπποι προσυπακούειν· οὐ γὰρ κοινὸν τὸ κεῖται. b(BCE3E4) | ||
10407b | ex. | ποῦ δέ οἱ ἔντεα κεῖται: εἰκὸς γὰρ ὡς βασιλέα σκηνο‐ ποιεῖσθαι στρατηγικώτερον. ἵνα οὖν κἂν ἀφέλωνται τὰ ὅπλα αὐτοῦ b(BCE3E4)T περιϊόντες τὰς φυλακάς. T | |
10408a1 | Ariston. | 〈πῶς δαί:〉 ὅτι σύνδεσμος ὁ δαί καὶ οὐκ ἄρθρον. Aim | |
10408a2 | πευστικὸς σύνδεσμός ἐστιν, οὐκ ἄρθρον. T | ||
10408b | Ap. Dysc. (?) | πῶς δαί {τῶν ἄλλων}: ἡ μὲν σύνταξις ἐπιζητεῖ ‘πῶς δ’ αἱ‘, τὸ αἵ ἄρθρον. ὁ δὲ Ἀρίσταρχος δύο παρέλαβε χαρακτηριστικὰ τοῦ ποιητοῦ, ἔλλειψιν ἄρθρου καὶ τοῦ δαί σύνταξιν μετὰ τὸ πύσμα· οὕτως γὰρ αὐτῷ ἔθος· „ποῦ δαὶ νηῦς ἕστηκε;“ (ω 209), „τίς δαὶ ὅμι‐ | |
5 | λος;“ (α 225). A | ||
10409a | Ariston. | ἅσσα τε μητιόωσιν: ἀπὸ τούτου ἕως τοῦ „ἂψ ἀναχω‐ ρήσουσιν“ (Κ 411) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκειν‐ ται, ὅτι ἐκ τῶν τοῦ Νέστορος λόγων (sc. e Κ 208—10) μετενηνεγμένοι εἰσὶν οὐ δεόντως· γελοῖος γὰρ ἔσται ὁ Ὀδυσσεύς, ἤδη τῆς ὥρας προ‐ | |
5 | κεκοφυίας ἐρωτῶν, εἰ μένουσιν ἢ ἀπέρχονται ἐπὶ τὴν πόλιν. καὶ ὡς ἂν τούτων μὴ εἰρημένων ὁ Δόλων πρὸς μὲν τὰ ἄλλα ἀποκρίνεται, πρὸς δὲ ταῦτα οὔ. A | ||
10409b1 | ex. | ἄσσα {τε μητιόωσι}: ψιλωτέον ἐνθάδε· ἰσοδυναμεῖ γὰρ τῷ τίνα. T | |
10409b2 | τὸ δὲ „ἅσσα“ ἐνθάδε ψιλωτέον· ἰσοδυναμεῖ γὰρ τῷ τίνα. A | ||
10409-11 | ex. | ἄσσα τε μητιόωσι〈—〉ἢ μεμάασιν 〈/ — ἦε πόλιν δέ / ἂψ ἀναχωρήσουσιν〉: ἐνεργὸν καὶ ζωτικὸν τὸ τοῦ λόγου τάχος· μεμίμηται γὰρ τοὺς ἐν ἀγωνίῳ σπουδῇ κατεχομένους καὶ ἐν ὀλίγῳ πολλὰ μαθεῖν σπουδάζοντας. T | |
10413a | ex. | τοὶ γὰρ ἐγώ τοι ταῦτα: „καὶ ταῦτα“. ὡς τὰ πρώην ἠκριβωκώς, οὕτω καὶ ταῦτα. T | |
10413b | Did. | 〈καταλέξω:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀγορεύ‐ σω“. Aim | |
10414-5 | ex. | Ἕκτωρ μὲν μετὰ τοῖσι〈ν— / βουλὰς βου‐ λεύει〉: φυλάσσει μὲν αὐτὸν Ἀχιλλεῖ, ἀπίθανον δὲ ἀδεῶς αὐτὸν κοι‐ | |
μᾶσθαι. T | |||
10415a | ex. | παρὰ σήματι Ἴλου: στρατηγικῶς τὸν τόπον τοῦτον ἐπελέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλόμε‐ νοι λάθοιεν αὐτὸν μήτε τὴν πόλιν „λόχος εἰσέλθῃ〈σι〉 b(BCE3E4)T λαῶν ἀπεόντων“ (cf. Θ 522)· φησὶ γοῦν „οἱ δὲ παρ’ Ἴλου σῆμα / | |
5 | μέσ〈σ〉ον κὰπ πεδίον“ (Λ 166—7). T | ||
10415b | D | ex. vel | παρὰ σήματι Ἴλου: Ἶλος Τρωὸς παῖς, ἀφ’ οὗ ἡ πόλις | |
Ariston. | Ἴλιος ἐκλήθη. | παρὰ σήματι δὲ παρὰ τῷ τάφῳ· ἦν γὰρ „μέσσον κὰπ πεδίον“ (Λ 167). ἀπέχει δὲ τῆς πόλεως καὶ τῶν νεῶν τὸ ἴσον. A | ||
10.416 | D | 〈φυλακὰς δ’, ἃς εἴρεαι:〉 περὶ δὲ τῶν φυλακῶν, ὧν ἐρωτᾷς. Til | |
10417a1 | ex. | οὔ τις κεκριμένη 〈ῥύεται στρατὸν οὐδὲ φυλάσ‐ σει〉: ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως, ἵνα παραυτὰ προθύμως φυλάξαντες εὐθὺς ῥᾳθυμήσωσιν ἢ διαμείναντες καρτερικῶς ἕωθεν ἀσθενήσωσιν. T | |
10417a2 | ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκου‐ σίως, καὶ πολλῆς τῆς ἀλαζονείας· καταφρονεῖ γὰρ Ἑλλήνων. b(BCE3 E4) | ||
10418a | Porph. | ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι: ὅ ἐστιν T ‘ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι‘, οἱονεὶ ὅσοι εἰσὶν ἰθαγενεῖς Τρῶες, οὗτοι φυλάσσουσιν· ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. b(BCE3E4) T ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος. b(BCE3)T οὕτω Πορφύριος | |
5 | (cf. 1,157,7 [= 1,9,15 S.]). T | ||
D | ἐσχάραι: πυραί. δηλοῖ δὲ ἡ λέξις καὶ—καὶ τὴν κυρίως | ||
λεγομένην. A | |||
10418b | ex. | οἷσιν ἀνάγκη: τοῦτο διὰ μέσου· ὧν ἐστι γνήσιος ὁ κίνδυνος. T | |
10419-20a | ex. | 〈φυλασσέμεναί τε κέλονται / ἀλλήλοις:〉 τὰς γυναῖκας καὶ τέκνα. Aim | |
10419-20b | ex. | κέλονται / ἀλλήλοις: εὖ τὸ μὴ μόνον ἰδίᾳ ἕκαστον ἀγρυπνεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρακελεύεσθαι, ἵνα ὁ τῷ ὕπνῳ νικώ‐ μενος ὑπὸ τοῦ πλησίον ἐγείρηται. b(BCE3E4)T | |
10419-20c | ex. | κέλονται 〈ἀλλήλοισ〉: δῆλον ὡς ἐξ ἐπιταγῆς. ἐντεῦθεν οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθαι τὸν γεγαμηκότα, οὐ τὸν 〈ἄ〉γαμον, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν συμ‐ πάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν. b(BCE3E4)T | |
10420-2 | ex. | ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι—οὐδὲ γυναῖκες: εἰς τὸ ἀσυμπαθὲς τῶν βαρβάρων. εὐλόγως δὲ ἀποκρίνεται· ἠρωτήθη γάρ· b(BCE3)T „πῶς δ’ αἱ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί“ (Κ 408), οὐ μόνον περὶ τῶν φυλασσόντων. T | |
10424-5a | Nic. | πῶς γὰρ νῦν〈—δαείω〉: οὐ στικτέον ἐπὶ τὸ νῦν (424), ἐπεὶ κομματικὸν ἔσται τὸ λεγόμενον καὶ παντελῶς ἀπηρτη‐ μένον τῶν ἑξῆς, ἀλλὰ βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ εὕδους’ (425), τὸ δὲ ἑξῆς· ‘πῶς γὰρ νῦν εὕδουσι, Τρώεσσι μεμιγμένοι ἢ | |
5 | ἀπάνευθε;‘ A | ||
10424b | Nic. | ex. | 〈πῶς γὰρ νῦν— / εὕδους’ ἦ ἀπάνευθε:〉 τὸ ἑξῆς ‘πῶς γὰρ νῦν εὕδουσι;‘ b(BE3E4)Til | μήποτε διὰ τοῦτο δυσά‐ λωτοι εἶεν φυλασσόμενοι ὑπὸ τῶν Τρώων. Til | |
10424c | ex. | πῶς γὰρ νῦν—ἀπάνευθε: ἕως τοῦ νῦν (424) ἀναπαύσαντας δεῖ τὴν ἀνάγνωσιν τὰ λοιπὰ ἀπὸ ἄλλης ἀρχῆς κατ’ | |
ἐρώτησιν προφέρειν. b(BCE3E4)T | |||
10425a | Nic. (?) | Hrd. | εὕδους’ ἦ ἀπάνευθε: τὸ εὕδους’ ἐν διαστολῇ καὶ ὑποστιγμῇ, ἵνα ἐρωτηματικὸν γένηται. | καὶ αὐτὸν δὲ τὸν η περι‐ σπαστέον· διαπορητικὸς γάρ. A | |
10425b | Hrd. | 〈ἦ:〉 περισπαστέον τὸν η· διαπορητικὸς γάρ ἐστιν. Til | |
10427a | Did. | 〈καὶ ταῦτα:〉 οὕτω καὶ ταῦτα. Til | |
10427b | ex. | μάλ’ ἀτρεκέως ἀγορεύσω: καὶ πλείονα ὧν ἠρωτήθη λέγει ὡς σύμβουλος γενόμενος ὑπὲρ ὀλέθρου τῶν συμμάχων. b(BCE3 E4)T τοῦτο δὲ δειλίας καὶ χαυνότητος σύμβολον. T | |
10428a | ex. | πρὸς μὲν ἁλὸς 〈Κᾶρεσ〉: πρὸς σύγκρισιν τῆς „Θύμ‐ βρησ“ (Κ 430). θαλασσοκράτορας δέ φασι πρώην Κᾶρας εἶναι (cf. Thuc. 1,4 al.). b(BCE3)T προσυπακουστέον δὲ τὸ μέρος, οἷον ‘πρὸς μὲν τὸ μέρος τῆς θαλάσσησ‘. T | |
10428b | ex. | καὶ Παίονες ἀγκυλότοξοι: καὶ πῶς φησιν· „ὃς Παίο‐ νας ἱπποκορυστάς / ἤγαγεν“ (Π 287—8); εἰ μὴ ἄρα περιδέξιοι ἦσαν ὡς Τεῦκρος (cf. e. g. Θ 266 et Ν 177)· Δίδυμος (p. 181 Schm.) οὖν τοὺς τόξῳ καὶ ἀγκύλῃ χρωμένους ἀγκυλοτόξους εἴρηκεν. T | |
5 | D | Παίονες: ἔθνος Θρᾳκῶν. τινὲς δὲ—Μακεδόνας. A | |
10429a | Ariston. | καὶ Λέλεγες καὶ Καύκωνες: ὅτι ὡς ὕστερον ἐληλυθό‐ των τούτων μνημονεύει, ὡς καὶ τῶν περὶ τὸν Ῥῆσον (cf. Κ 434—5)· οὐδεμίαν γὰρ αὐτῶν διὰ τοῦ Καταλόγου μνήμην πεποίηται. A | |
10429b | ex. | καὶ Λέλεγες 〈καὶ Καύκωνεσ〉: ὡς ἐπήλυδες οὐ κατε‐ λέχθησαν ἐν τῷ Καταλόγῳ· οὐδὲ γὰρ „Ὀθρυονεύσ“ (Ν 772, cf. 363. | |
374), „Ἰφιδάμασ“ (Λ 221 al.), Φαῖστος (cf. Ε 43). Λέλεγες δέ εἰσιν οἱ Πήδασον τὴν ὑπὸ Ἴδῃ οἰκοῦντες· „πέρσε δὲ Λυρνησ〈σ〉ὸν καὶ Πή‐ | |||
5 | δασον“ (Υ 92), εἶτα „Λέλεγας καὶ Τρῶας ἐναίρειν“ (Υ 96). οἱ περίλοι‐ ποι οὖν ὑπὸ Πρίαμον ἦσαν διὰ τὴν πρὸς Ἄλτην συγγένειαν, „ὃς Λε‐ λέγεσ〈σ〉ι φιλοπτολέμοισιν ἀνάσσει“ (Φ 86). T | ||
D | Λέλεγες: ἔθνος—Καρίας οἰκοῦντας. A | ||
10429c | ex. | Καύκωνες: τῆς Παφλαγονίας μοῖρα, τῶν ἐν Πελοπον‐ νήσῳ Καυκώνων ἄποικοι. T | |
D | Καύκωνες: ἔθνος—τοὺς λεγομένους Καυνίους. A | ||
D | Πελασγοί: οἱ τὸ παράλιον μέρος—Τράλλεις. A | ||
10430a | ex. | 〈πρὸς Θύμβρης:〉 ἡ {δὲ} Θύμβρα πεδίον ἐστὶ τῆς Τρῳάδος. ὅμοιον δέ ἐστι τῷ „πρὸς μὲν ἁλόσ“ (Κ 428). T | |
D | πρὸς Θύμβρης: πρὸς τὸ Θυμβραῖον—ἐπιφανές. A | ||
10430b | Ariston. | Μυσοί τ’ ἀγέρωχοι: ὅτι οὐ μόνον ἐπὶ „Ῥοδίων“ (Β 654) χρῆται τῷ ἀγέρωχοι, ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχήν, τουτέστι τὴν τροφήν, ἀλλ’ ἐπὶ Μυσῶν καὶ „Τρώων“ (Γ 36), οἷον γεραόχων, σεμνῶν καὶ ἐντίμων. A | |
10431a | Ariston. | καὶ Φρύγες ἱππόδαμοι 〈καὶ Μῄονες ἱπποκορυ‐ σταί〉: ὅτι ἑτέρους τῶν Τρώων οἶδεν τοὺς Φρύγας· καὶ ὅτι Ὅμηρος οὐκ οἶδεν καλουμένους Λυδούς, ἀλλὰ Μῄονας. πρὸς τὰ περὶ ἡλικίας Ἡσιόδου (fr. 334 M.—W.). A | |
10431b1 | ex. | καὶ Φρύγες: δῆλον ὡς ἐπίκουροι Τρωσὶν οἱ Φρύγες. οἱ δὲ νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας. T | |
10431b2 | οἱ μὲν νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας. φαίνεται δὲ ὁ ποιητὴς ἐπικούρους Τρώων αὐτοὺς καλῶν. b(BCE3) | ||
10431c1 | Did. | 〈ἱππόδαμοι:〉 Ἀρίσταρχος „ἱππόμαχοι“. Aim | |
10431c2 | ἡ δὲ γραφὴ „ἱππόμαχοι“, οὐχ ἱππόδαμοι. T | ||
10431d | ex. | καὶ Μῄονες ἱπποκορυσταί: ἤδη καθ’ Ὅμηρον ἐπρώ‐ τευε τὸ Λύδιον ἱππικόν. T | |
10433-4 | ex. | εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον, 〈/ Θρήϊκες—νεήλυδεσ〉: οἱ μὲν περὶ τὸν Ὀδυσσέα οὐ τρανό‐ τερον ἐξέφηναν τὴν βούλησιν, ὁ δὲ συμβάλλεται αὐτῶν τῇ σκέψει καὶ μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν ὅλον τὸ συμμαχικόν. b(BCE3)T | |
5 | οἱ δὲ καὶ ἐπαινοῦσιν αὐτὸν ὡς ἀποτρεψάμενον αὐτοὺς Ἕκτορος διὰ τοῦ ἐπαίνου τῶν Θρᾳκῶν. T | ||
10434a | ex. | 〈οἵδ’ ἀπάνευθε:〉 τῇ χειρὶ δείκνυσι, καθ’ ὃν τόπον ἐστρα‐ τοπεδεύκασιν. b(BCE3E4)Til ἀπάνευθε δὲ πρὸς τὸ μὴ μεμῖχθαι τοῖς ἄλλοις. b(BCE3E4)T | |
10434b | ex. | νεήλυδες: πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν τὴν ἀπὸ τοῦ καμάτου. b(BCE3E4)T | |
10434c | D | ex. | νεήλυδες: νεωστὶ ἐληλυθότες· | ἤλυσιν γὰρ τὴν ἔλευσιν λέγουσιν. A | |
10434d1 | ex. | ἔσχατοι ἄλλων: τοῖς δὲ ἀπὸ τῶν νεῶν πρῶτοι. T | |
10434d2 | ἔσχατοι δὲ Τρώων, ἀπὸ δὲ νεῶν πρῶτοι. b(BCE3E4) | ||
10.435 | ex. | ἐν δέ σφιν Ῥῆσος: Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ τῆς Θρᾴκης υἱὸς καὶ Εὐτέρπης Μούσης. ἱστορεῖ δὲ Πίνδαρος (fr. 262 Sn.) ὅτι καὶ μίαν ἡμέραν πολεμήσας πρὸς Ἕλληνας μέγιστα αὐτοῖς ἐνεδείξατο κακά, κατὰ δὲ πρόνοιαν Ἥρας καὶ Ἀθηνᾶς ἀναστάντες | |
5 | οἱ περὶ Διομήδεα ἀναιροῦσιν αὐτόν. b(BCE3)T | ||
D | ἐν δέ σφιν Ῥῆσος: Ῥῆσος γένει—εἰς τὸ παντελές. A | ||
D | ὅσοι ἐκ Μουσῶν τίκτονται· Ὀρφεὺς—Τριπτόλεμος. A | ||
10.436 | ex. | τοῦ δὴ καλλίστους ἵππους: ὡς φίλιππος (κινδυνεύει γοῦν δι’ ἵππους) ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς· b(BCE3)T φησὶ γοῦν· „ἀλλ’ ἐμὲ μὲν〈—〉δήσαντεσ“ (Κ 442—3). T τοσοῦτον δὲ ἀπέσχε τοῦ λαβεῖν ἵππους, ὅτι καὶ | |
5 | τῶν ἐν τῷ στρατοπέδῳ καλλίστων ἵππων προδότης γίνεται. b(BCE3)T | ||
10437a | D | ex. | ex. | λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν 〈ὁμοῖοι〉: δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως, καὶ ἐφ’ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. | |
5 | A b (BCE3)T ἐπαινετέον δὲ καὶ τὴν φράσιν, ὅτι κατ’ αἰτιατικὴν δυνάμενος εἰπεῖν ‘λευκοτέρους χιόνοσ‘, καὶ τοῦ μέτρου ἐπιδεχο‐ μένου, θαυμαστικῶς κατ’ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον. A b (BE3)T | καὶ λείπει τὸ εἰσίν. b(BE3)T οἱ δὲ πτώσεως μετάθεσιν τὸ τοιοῦτον ὠνόμασαν. b(BE3) | πῶς δὲ ἐδόκει εἰδέναι ὅτι ταχεῖς | ||
10 | εἰσιν, εἴ γε νεήλυδες ἦσαν; ἢ ὡς ἀκούσας, ἢ ἀποσεμνύνων ὡς καὶ σωθησομένων αὐτῶν διὰ τῶν ἵππων μετὰ τὴν τῶν Θρᾳκῶν ἐπανά‐ στασιν. A b (BCE3E4)T | ||
10437b1 | ex. | D | 〈λευκότεροι—ὁμοῖοι:〉 λευκότεροι χιόνος | |
εἶπεν, ἵνα φανῶσι νυκτός, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι, ἵνα φθάσωσιν ἐπ’ αὐτῶν διασωθῆναι. | ἰστέον δὲ ὅτι ἐμείωσε— ταχυτέρους. A | |||
10437b2 | ex. | ἵνα ὁρῶνται νυκτὸς οὔσης. Til | |
10437c | Nic. | 〈λευκότεροι—ὁμοῖοι:〉 χωριστέον τοῦ ἐπάνω στίχου, ἵνα μὴ σόλοικον γένηται. καὶ ἄλλως καθ’ ἑαυτὸ λεγόμενον πλείονα ἔμφασιν παρίστησιν. λείπει δὲ τὸ εἰσί ῥῆμα, λευκότεροί εἰσιν. A | |
10438-9 | ex. | 〈χρυσῷ—χρύσεια:〉 τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς ἄκρως κωμῳδεῖ καὶ τὸ ἐπτοημένον περὶ χρυσόν. b(BCE3)Til | |
10.439 | D | ex. | τεύχεα: ὅπλα. | εἰρῆσθαι δὲ αὐτὰ Ἴστρος (FGrHist 334, 71) φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοϊκῷ κατεσκευάσθαι πρῶ‐ τον ὑπὸ Κυκλώπων. A | |
10.442 | ex. | ἀλλ’ ἐμὲ μὲν 〈νῦν〉 νηυσὶ πελάσσετον: πέπεισται ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο, καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχε‐ ται. εἰ δὲ μὴ τοῦτο προσέθηκεν, εὐήθεις ἂν ἦσαν οἱ περὶ Διομήδην πιστεύσαντες αὐτῷ καὶ εἰς τοὺς Τρῶας παρελθόντες· b(BCE3E4) | |
5 | T δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ τοῖς πολεμίοις μέλλων. b(BE3E4)T | ||
10443a | ex. | 〈ἢ ἐμὲ δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ:〉 δέον τούτοις τοῖς ἀγενέσι λόγοις ἀντιπαρατεθῆναι τὸ „τόφρα γὰρ ἐς στρατὸν εἶμι“ (Κ 325). Til | |
10443b | ex. | νηλέϊ δεσμῷ: ὡς ἠλπικὼς ὅτι δεθήσεται καὶ τὸν δεσμὸν ὀλοφύρεται καί φησιν ὡς ἀμήχανον ἐκφυγεῖν ἐμοί. T | |
10445a1 | Did. | ἦ ῥα κατ’ αἶσαν 〈ἔειπον〉: οὕτως A Ἀρίσταρ‐ χος „ἠὲ κατ’ αἶσαν AAim ἔειπον“, ἔξω τοῦ ῥά, καὶ ἔστιν ὅμοιον | |
τῷ „ἠὲ μετὰ Τρώεσσιν“ (Ε 86). A | |||
10445a2 | „ἠὲ κατ’ αἶσαν“, οὕτω δεῖ γράφειν χωρὶς τοῦ ῥά. Til | ||
10445b | Ariston. | 〈ἦε καὶ οὐκί:〉 πρὸς τὸ οὐκί, ὅτι ὑγιῶς διὰ τοῦ ψιλοῦ ἀντιστοίχου. Aim | |
10.446 | ex. | 〈τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης:〉 Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷ φιλανθρώποις λόγοις οὐ φονεύει. b(BCE3E4)Til | |
10447a | Ariston. | Δόλων: ὅτι ζητεῖται, πῶς τὸ ὄνομα ἔγνω· διό τινες ἀνέγνωσαν „δολῶν“ ὡς νοῶν. ἑξῆς μέντοι γε πάλιν λέγει „οὓς νῶϊ πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν“ (Κ 478). εἰκὸς δέ τινων γινώσκε‐ σθαι ὀνόματα ὡς ἂν δεκαετοῦς γεγονότος χρόνου, καὶ μάλιστα τοῦ | |
5 | Δόλωνος· ἦν γὰρ κήρυκος υἱὸς „πολύχρυσος πολύχαλκοσ“ (Κ 315). A | ||
10447b | ex. | Δόλων: καὶ πῶς ᾔδεισαν αὐτοῦ τὸ ὄνομα; ἢ εἰκὸς ὡς κήρυκος υἱὸν πολλάκις συμπαρεῖναι τῷ πατρί. b(BCE3E4)T ὅτι δὲ ἐπιφανής, δῆλον ἐκ τοῦ „ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρί‐ στουσ“ (Κ 300). T ἢ ἠρώτησαν κρατήσαντες. b(BCE3E4) | |
10449-51 | ex. | εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν〈— πολεμίξων〉: ἐπεὶ οὐχ Ἑλληνικὸν τὸν ἱκέτην ἀναιρεῖν, προφάσεις ἀναγκαίας περιέθηκεν. ἅμα δὲ καὶ ἄτοπον ἦν πάλιν ὑποστρέφειν εἰς τὰς ναῦς b(BCE3E4)T ἄγοντας Δόλωνα, ἢ δεῖν ἐν μέσῃ τῇ | |
5 | ὁδῷ, μὴ καί τινες διὰ λάφυρα ἐλθόντες μάθωσιν τὸ πᾶν παρ’ αὐ‐ τοῦ. T ἅμα δὲ καὶ ὡς προδότην ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων με‐ μίσηται πρῶτον, οἷς τοὺς οἰκείους παρέδωκεν. b(BCE3E4)T | ||
10449a | ex. | ἀπολύσομεν 〈ἠὲ μεθῶμεν〉: πληθυντικῶς, ἵν’ ἐνεχυ‐ ριάσῃ καὶ τὴν Ὀδυσσέως γνώμην. T | |
10449b | ex. | 〈ἀπολύσομεν ἠὲ μεθῶμεν:〉 ἀπολύσομεν διὰ λύ‐ τρων, μεθῶμεν δίχα λύτρων. Til | |
10.450 | ex. | {ἤ τε καὶ ὕστερον} εἶσθα: οὕτως ἐγένετο τὸ εἶσθα· εἶμι, τὸ δεύτερον „εἶσ“ (Hsd. opp. 208), εἶτα εἶσθα. A | |
10.452 | Did. | 〈ὀλέσσῃς:〉 Ἀρίσταρχος „ὀλέσσαισ“. Aim | |
10454-5 | ex. | ἔμελλε γενείου〈— /〉 ἁψάμενος 〈λίσσεσθαι, ὁ δ’ αὐχένα μέσσον ἔλασσε〉: ἀνόητος ὁ μετὰ τοιαύτην ἀπό‐ κρισιν λιπαρεῖν μέλλων. τάχιστα δὲ αὐτὸν ὁ ποιητὴς ἀναιρεῖ, ἵνα μὴ φθάσῃ γονυπετῶν. b(BCE3E4)T | |
10.457 | ex. | φθεγγομένου δ’ ἄρα τοῦ γε 〈κάρη κονίῃσιν ἐμίχθη〉: ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι πρὶν σαφηνισθῆναι τὸ λεγόμενον· καὶ ἀνῆλθε μὲν τὸ πνεῦμα μέχρι τοῦ στόματος καὶ τὸν τόπον ὅλον πληρῶσαν ἐξεχύθη τῇ τμήσει τῆς κεφαλῆς, ὡς, εἰ καὶ | |
5 | σωλῆνά τινες μεστὸν ὕδατος διατέμοιεν, ἡ μὲν τῆς ἐπεισροῆς φορὰ εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται. b(BCE3E4)T | ||
10.458 | Ariston. | 〈τοῦ δ’ ἀπὸ μὲν κτιδέην ... ἕλοντο:〉 ὅτι κτιδέην λέγει ῥητῶς, χωρὶς τοῦ ι. Aint | |
10460-1 | ex. | καὶ τάδ’ Ἀθηναίῃ ληΐτιδι〈—ἀνέσχεθε〉: διδάσκει τῶν κατορθουμένων αἰτίους θεοὺς οἴεσθαι. καὶ τὸ ἐπίθε‐ τον δὲ οἰκεῖον τῷ καιρῷ, ἐκ τῆς πράξεως εἰλημμένον· b(BCE3E4) T καὶ „ἀγελείη“ (Δ 128) γάρ. T οἰκείως δὲ φονεύει ὁ Διο‐ | |
5 | μήδης, ἀνατίθησι δὲ ὁ Ὀδυσσεύς. b(BCE3E4)T | ||
10.460 | D | x | ληΐτιδι: λαφυραγωγῷ, πολεμικῇ. | ἢ τῇ παραιτίᾳ γιγνο‐ μένῃ τοῦ λ〈ε〉ίαν λαβεῖν. A | |
10461a | ex. | ὑψός’ ἀνέσχεθε χερσί: πανταχόθεν ἐκίνησε τὴν ἐνάρ‐ γειαν, ἐκ τοῦ ἱκετεύειν μέλλοντος, ἐκ τῶν διακοπτομένων ἀθρόως τενόντων, ἐκ τῆς φθεγγομένης κεφαλῆς μετὰ τὸ πεσεῖν, ἐκ τοῦ σκυλεύοντος τὰ ὅπλα καὶ ὑψός’ ἀνέχοντος. b(BCE3E4)T | |
10461b | Did. (?) | 〈ἀνέσχεθε:〉 γράφεται „ἀνέσχετο“. Aim | |
10461c | Ariston. | 〈καὶ εὐχόμενος ἔπος ηὔδα:〉 ὅτι συνήθως ἡμῖν νῦν κέχρηται τῷ εὐχόμενος. Aint | |
10463a1 | Did. | 〈ἐπιβωσόμεθα:〉 Ἀρίσταρχος „ἐπιδωσόμεθα“ ἵν’ ᾖ δώροις τιμήσομεν. Aint | |
10463a2 | 〈ἐπιδωσόμεθα:〉 γράφεται καὶ “ἐπιβωσόμεθα“. T | ||
10463b | ex. | ἐπιδωσόμεθα: ἐπιδόσεων καὶ δώρων ἀξιώσομεν. b(BCE3E4)T προτρεπτικὸν δὲ τοῦτο εἰς συμμαχίαν. b(BCE3) T | |
10464a | ex. | ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους: τοῖς τοῦ Δόλωνος πεισθέντες λόγοις ἤδη περὶ τῶν ἵππων τοῦ Ῥήσου δέονται τῆς θεοῦ. ἢ μᾶλλον ἵππους οὐ τοὺς Ῥήσου, ἀλλὰ τὸ ἱππικόν. T | |
10464b | Did. (?) | 〈ἵππους τε καὶ εὐνάς:〉 ἐν ἄλλῳ „ἄγυρίν τε καὶ εὐ‐ νάσ“. Aim | |
10.465 | Did. | ὑψόσε: διήλ〈λ〉ατ〈τ〉ον Aint αἱ Ἀριστάρχου, ὑψόσε | |
καὶ „ὑψοῦ“. Aint T | |||
10466a | Did. | D | ex. | {θῆκεν ἀνὰ} μυρίκην· 〈δέελον δ’ ἐπὶ σῆμά τ’ ἔθηκε〉: σὺν τῷ ν μυρίκην {δέ ἕλον}. | δέελον δὲ τὸ εὔδηλον, | ἀπὸ τοῦ †δήεις†, φησὶν ὁ Ἀρίσταρχος, τὸ εὑρετόν. A | |
10466b | Hrd. | Ariston. | δέελον: ταὐτόν ἐστι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. καὶ ψιλοῦται τὸ δεύτερον ε. | ἡ διπλῆ δέ, 〈ὅτι〉 ὃ ἡμεῖς λέγομεν δῆλον, αὐτὸς εἶπε διελὼν δέελον. A | |
10466c | Hrd. | ex. | δέελον: ψιλωτέον τὸ δεύτερον ε τοῦ δέελον. | Ἀρί‐ σταρχος δέ φησιν αὐτὸ παρὰ τὸ †δήεις. T | |
10466d | ex. | 〈δέελον δ’ ἐπὶ σῆμά τ’ ἔθηκε:〉 πάντα 〈τὰ〉 προ‐ νοητικὰ περίκειται τῷ Ὀδυσσεῖ. Til | |
10.467 | ex. | συμμάρψας δόνακας: τροπαίου σχῆμα μιμεῖται. T | |
10469a | Ariston. | τὼ δὲ βάτην προτέρω 〈διά τ’ ἔντεα καὶ μέλαν αἷμα〉: ὅτι τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν, τοπικῶς. καὶ ὅτι ἐρριμμένοι εἰσὶν {οὗτοι} οἱ νεκροί. καὶ ὅτι ἀντὶ τοῦ δι’ ἐντέων καὶ αἵματος. A | |
10469b | Ariston. | | τὼ δὲ βάτην προτέρω διά τ’ ἔντεα καὶ μέλαν | |
Did. (?) | αἷμα: ἐπὶ τόπου τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν. | τὸ δὲ †καὶ | ||
μέλαν αἷμα τινὲς γράφουσι „καὶ Παλλὰς Ἀθήνη“. T | |||
10470a | ex. | 〈αἶψα:〉 διὰ τὸ ἐπεῖγον τοῦ καιροῦ. Til | |
10470b | Ariston. | 〈ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος:〉 ὅτι τέλος καὶ νῦν τὸ τάγμα. Aint | |
10470c | ex. | | 〈ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος:〉 ἔνθα συνετέλουν. | | |
Ariston. (?) | ὅ ἐστι τάγμα. Til | ||
10471a | ex. | οἱ δ’ εὗδον καμάτῳ ἀδηκότες: ἐκ τούτων ἡ προ‐ δοσία Δόλωνος καὶ τὸ πιστὸν τῆς ἀναιρέσεως αὐτῶν φανεῖται. T | |
10471b | ex. | 〈ἀδηκότες:〉 ἀηδισθέντες. καὶ „δείπνῳ ἀδήσειεν“ (α 134). Til | |
10473a | ex. | τριστοιχεί: ἵνα ὦσι τρία τάγματα πρὸ Ῥήσου, ἀφ’ ὧν ἑκάστου τέσσαρας ἄνδρας ἀναιροῦντες τρισκαιδέκατον Ῥῆσον. b(BCE3E4)T | |
10473b | ex. | τριστοιχεί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες 〈ἵπποι〉: εἰκότως οὖν εἶχε τὸ „ἵππους τε καὶ εὐνάσ“ (Κ 464). T | |
10473c | Ariston. | 〈δίζυγες ἵπποι:〉 ὅτι συνωρίσιν ἐχρῶντο· διὸ δί‐ ζυγες. Aim | |
10475a1 | Hrd. | ἐξ ἐπιδιφριάδος 〈πυμάτης ἱμᾶσι δέδεντο〉: ψι‐ λωτέον τὸ ἔξ· τὸ γὰρ ἑξῆς ἐστιν ἐκ πυμάτης, ἐκ τῆς ἄντυγος ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ κακῶς δασύνουσιν ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι. A | |
10475a2 | ψιλωτέον δὲ τὸ ἔξ· οὐ γάρ ἐστιν ἀριθμός, ἀλλὰ πρό‐ | ||
θεσις. T | |||
10475b | ex. | ἐπιδιφριάδος: τῆς κατὰ κόσμον ἄκρας ἄντυγος, ἢ τοῦ ἐν τάξει ἐξωτάτου ξύλου, ἐφ’ οὗ πρῶτοι ἀναβαίνουσιν οἱ μέλ‐ λοντες μάχεσθαι. A | |
10475-6a1 | ex. | ex. | ἐξ ἐπιδιφριάδοσ〈— / τὸν δ’ Ὀδυσεὺς προπάροιθεν ἰδών〉: ἐπιδιφριὰς μέρος τοῦ δίφρου, καθ’ ὃ ἐπι‐ βαίνειν εἰώθασιν· οἱ δὲ τῆς ἄντυγος. πιθανῶς δὲ προετοιμάζει αὐτοὺς ὁ ποιητὴς τῇ ἀπελάσει. | τὰ γνωστικὰ αὐτῷ περίκειται. ἔγνω | |
5 | δὲ Ὀδυσσεὺς ἢ ἀπὸ τοῦ μέσον εἶναι ἢ τῶν ἵππων (cf. Κ 474), ὅπερ ἐδήλωσε διὰ τοῦ „οὓς νῶϊν πίφαυσκε“ (Κ 478). T | ||
10475-6a2 | ἐπιδιφριὰς μέρος τοῦ δίφρου. καθ’ ὃ ἐπιβαίνειν εἰώθασιν. b(BCE3) | ἔγνωσαν δὲ ἢ ἀπὸ τοῦ τὸν Ῥῆσον μέσον εἶναι ἰδίᾳ ἢ ἀπὸ τῆς τῶν ἵππων θέας. b(BCE3E4) | ||
10476a | Ariston. | τὸν δ’ Ὀδυσεὺς προπάροιθεν 〈ἰδών〉: ἡ διπλῆ, ὅτι καὶ ἐν Ἰλιάδι νῦν τὸ προπάροιθεν ἐπὶ χρόνου τέταχεν, πρό‐ σθεν ἢ ἰδεῖν τὸν Διομήδη, οὐχ ὡς οἱ Χωρίζοντες (sc. fr. 3 K.) ἐν Ὀδυσ‐ σείᾳ μόνον, ἐν Ἰλιάδι δὲ τοπικῶς. A | |
10476b1 | ex. | τὸν δ’ Ὀδυσεὺς προπάροιθεν: χρονικῶς ἀντὶ τοῦ πρῶτος, καὶ τοπικῶς· „ἠϊόνος προπάροιθε“ (Β 92). T | |
10476b2 | χρόνου καὶ τόπου. Til | ||
10.477 | Did. | 〈οὗτός τοι:〉 οὕτως οὗτός τοι· ἄνω (sc. Κ 341) δὲ „οὗτός τισ“. Aint | |
10478a | Did. | 〈οὕς:〉 οὕτω πληθυντικῶς οὕς ἐπὶ τῶν ἵππων. Aim | |
10478b | Ariston. | 〈Δόλων:〉 ὅτι ἐπίσταται τὸ τοῦ Δόλωνος ὄνομα καὶ ἐνταῦθα. Aint | |
10.479 | ex. | πρόφε〈ρε〉 κρατερὸν μένος· πρόφερε οὐκ εἰς τὸ | |
φονεύειν, ἀλλ’ εἰς τὸ δρᾶν τὰ χρειώδη. T | |||
10480a | Ariston. | 〈ἑστάμεναι μέλεον σὺν τεύχεσιν:〉 ὅτι οἱ νεώτεροι μέλεον τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος ἀντὶ τοῦ ματαίως. Aim | |
10480b | ex. | σὺν τεύχεσιν: σὺν τεύχεσιν T δηλοῖ ὡς μᾶλλον ἐπιτηδειότερος ὢν εἰς τὸ φονεύειν τούτου λαβέσθαι ὀφείλει. εἶτα σοφῶς τὴν αἵρεσιν τῷ Διομήδει δίδωσιν. b(BCE3E4)T | |
10482a | ex. | τῷ δ’ ἔμπνευσε μένος: εἰκότως τὸ μὲν εὐχερέστερον τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον τῷ βουλευτικῷ δίδωσιν. b(BCE3E4)T | |
10482b | ex. | τῷ δ’ ἔμπνευσε: πιθανῶς, ἵνα πιστὸν εἴη τοσούτους ὑφ’ ἑνὸς ἀναιρεθῆναι. T | |
10.483 | ex. | κτεῖνε δ’ ἐπιστροφάδην: ἐπιστρέφων τὴν ὄψιν τοῦ λαθεῖν. ἢ ‘τῇ καὶ τῇ‘, ὡς ἐπὶ Ἀχιλλέως (cf. Φ 20), b(BCE3)T ὃ καὶ ἄμεινον. b(BCE3) | |
10483-4a1 | ex. | τῶν δὲ στόνος 〈ὄρνυτ’ ἀεικής / ἄορι θει‐ νομένων〉: ὡς ἐν ὕπνῳ ἀναιρουμένων ἠρεμαία τις στοναχὴ ἐγί‐ νετο. T | |
10483-4a2 | στόνος δὲ οἷον ὡς ἐν ὕπνῳ ἀναιρουμένων. b(BCE3E4) | ||
10485a | ex. | ὡς δὲ λέων μήλοισιν 〈ἀσημάντοισιν ἐπελθών〉: οἰκεία ἐπ’ ἀμφοῖν τοῖν προσώποιν ἡ παραβολή· καὶ γὰρ οὗτοι τῆς ἐκ τοῦ βασιλέως φυλακῆς κοιμωμένου ἐστέρηντο. b(BCE3E4)T | |
10485b | Ariston. | {ὡς δὲ λέων} μήλοισιν: ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ τετράποδα, Ὅμηρος δὲ αἶγας καὶ ὄϊς· „μῆλ’, ὄϊές τε καὶ αἶγεσ“ (ι 184). A | |
10.486 | Ariston. | 〈αἴγεσιν ἢ ὀΐεσσιν:〉 ὅτι ἐπεξηγεῖται, τίνα τὰ μῆλα. Aint | |
10488a | Ariston. | ὄφρα δυώδεκ’ 〈ἔπεφνεν〉: ὅτι χωρὶς τοῦ Ῥήσου δώδεκα ἑταίρους αὐτοῦ ἀναιρεῖ, ἀλλ’ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τι‐ νες. A | |
10488b | ex. | ὄφρα δυώδεκ’ ἔπεφνεν: δῆλον ὡς ἀνὰ τέσσαρας, ἵνα ἱκανὸς εἴη ὁ τόπος πρὸς τὴν ἀπελασίαν τῶν ἵππων. T | |
10488-90 | ex. | ἀτὰρ πολύμητις Ὀδυσσεύς / ὅντινα Τυδεί‐ δης ἄορι πλήξειε 〈παραστάσ〉, / τὸν 〈δ’〉 Ὀδυσεὺς μετό‐ πισθε: δὶς τὸ τοῦ Ὀδυσσέως παρέλαβεν ὄνομα σχῆμα κινῶν, δυναμένης τῆς ἀπαγγελίας καὶ ἅπαξ ἔχειν τὸ ὄνομα. b(BCE3E4)T | |
10.489 | Did. | 〈πλήξειε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „πλήξασκε“. Aim | |
10490a | Ariston. | τὸν δ’ Ὀδυσ{σ}εύς {μετόπισθε}: ὅτι ἰδίως προειπὼν „ἀτὰρ πολύμητις Ὀδυσσεύσ“ (Κ 488) ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα, τὸν δ’ Ὀδυσεύς· καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός. A | |
10490b1 | ex. | τὸν δ’ Ὀδυσεὺς 〈μετόπισθε〉 λαβὼν ποδὸς ἐξερύσασκεν: εἰς τὸ προγνωστικὸν Ὀδυσσέως. καὶ ἐπ’ ἄλλων φησὶ „στείβοντες νέκυάς τε“ (Λ 534), ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω πολέμου πειραθέντων „ἀήθεσ〈σ〉ον γὰρ ἔτι“ (Κ 493) νεκρῶν. T | |
10490b2 | τὸ προγνωστικὸν καὶ φρόνιμον Ὀδυσσέως ἐνδείκνυ‐ ται· ἐπὶ μὲν γὰρ ἄλλων ἵππων φησὶ „στείβοντες νέκυάς τε“, ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω πειραθέντων πολέμου μεταφέρει τοὺς νεκρούς. b(BCE3E4) | ||
10.493 | ex. | ἀήθεσ〈σ〉ον γὰρ ἔτ’ αὐτῶν: πόθεν οἶδεν ὅτι ἀήθεις εἰσὶ νεκρῶν; ὅτι ἀκήκοε Δόλωνος λέγοντος „Θρήϊκες οἵδ’ ἀπάνευθε | |
νεήλυδεσ“ (Κ 434). T | |||
10.495 | Ariston. | τὸν τρισκαιδέκατον 〈μελιηδέα θυμὸν ἀπηύρα〉: ὅτι νῦν μὲν τοῖς δώδεκα Θρᾳξὶν ἐπαριθμεῖ τὸν Ῥῆσον, 〈πρὸς τὸ〉 „τρεισκαιδέκατον σκοπόν“ (Κ 561). καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε, τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο, A ἀντὶ τοῦ †τρεισ‐ | |
5 | καιδέκατον. Aim | ||
10496-7 | ex. | κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη / τὴν νύκτ’, Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθήνης: τὸ βαθὺ γὰρ τοῦ ὕπνου δι’ αὐτῆς ἐγένετο. 〈συν〉έλαβε δὲ καὶ τὸ φίλοινον Θρᾳκῶν πρὸς τὸ μὴ αἰσθέσθαι. T | |
10.496 | ex. | κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη: τοῦτο ἐπὶ τῶν ἀπὸ τοῦ ἔθους συμβαινόντων· ὅταν γάρ τις νυκτὸς κακῷ τῳ περι‐ πέσῃ φαμὲν ‘κακὸν ὄνειρον εἶδεν ὁ δεῖνα‘. b(BCE3E4)T | |
D | κακὸς γὰρ αὐτῷ ἐπέστη ὄνειρος ὁ Διομήδης. Aim | ||
10497a | Ariston. | τὴν νύκτ’, Οἰνείδαο 〈πάϊς, διὰ μῆτιν Ἀθή‐ νησ〉: ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης, καὶ τὸ διὰ μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν. | |
5 | A | ||
10497b | Did. | 〈τὴν νύκτ’, Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθή‐ νης:〉 οὔτε ἐν 〈τῇ〉 Ζηνοδότου οὔτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο. Aim | |
10499a | Ariston. | σὺν δ’ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου: ἡ | |
διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν περίστασιν δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες, συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι. καὶ μιμεῖται τὸ γινόμενον ἐν | |||
5 | ταῖς ταραχαῖς. A | ||
10499b | ex. | σὺν δ’ ἤειρεν ἱμᾶσι: ὡς μὴ κατ’ ἰδίαν τῶν ἵππων εἰθισμένων ἡνιοχεῖσθαι· b(BCE3E4)T φησὶ γοῦν „ἵππων ἐπε‐ βήσετο“ (Κ 513) καὶ „ἔρυξε Διῒ φίλος ὠκέας ἵππουσ“ (Κ 527). T | |
10499c | ex. | σὺν δ’ ἤειρεν ἱμᾶσι: συνέζευξεν δὲ αὐτοὺς τοῖς ἱμᾶσι, τουτέστι συνημμένους καὶ οὐ καθ’ ἕνα ἐξέφερε. καὶ ἔστι νησιώτης μέν, τῇ πείρᾳ δὲ οὐ δευτερεύει τινός. b(BCE3E4)T | |
10.500 | ex. | τόξῳ ἐπιπλήσσων: ἡ γὰρ νευρὰ τῷ τῆς μάστιγος ψόφῳ ὁμοίαν τὴν φαντασίαν δίδωσιν. T | |
10500-1 | ex. | ἐπεὶ οὐ μάστιγα φαεινήν 〈/ —νοήσατο χερσὶν ἑλέσθαι〉: πιθανῶς καὶ ἀνθρωπίνως, ἵνα τοῖς λοιποῖς πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί τι, καὶ τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ἀντ’ αὐτοῦ μεμηχάνηται | |
5 | Ὀδυσσεύς. b(BCE3E4)T καὶ ἡ τάξις· οὐ γὰρ εἰπὼν ‘ἐπελά‐ θετο‘ ἐπήγαγε τὸ „τόξῳ“ (500), ἀλλὰ τοὐναντίον. τούτῳ ὅμοιόν ἐστι καὶ τὸ ἐπὶ Σαρπηδόνος „βάρυνε δέ μιν δόρυ μακρόν / ἑλκό‐ μενον· τὸ μὲν οὔτις ἐπεφράσατο“ (Ε 664—5). T | ||
10502a | ex. | ῥοίζησεν: ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος ὑπὲρ τοῦ μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορῶν, αἰσθέσθαι· οὐ γὰρ παρεῖναι αὐτῷ ἐδύνατο, ἐλάσας πόρρω τοὺς ἵππους. b(BCE3E4)T | |
10502b | D | ex.(?) | ῥοίζησεν: ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέ‐ γομεν. | καὶ ἀλλαχοῦ δέ φησιν· „πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε | |
πίονα μῆλα“ (ι 315). A | |||
10.503 | ex. | ὅ τι κύντατον ἔρδοι: φιλότιμος γὰρ ὢν καὶ νέος δυσαπ‐ αλλάκτως ἔχει τοῦ εὑρήματος. b(BCE3E4)T | |
10504-6a1 | Hrd. | ἢ ὅ γε δίφρον ἑλὼν 〈...〉 ἢ ἐκφέροι ὑψός’ 〈...〉 ἦ ἔτι τῶν πλεόνων: διαπορητικὸς ὁ ὕστερος· διὸ περι‐ σπαστέος. τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον. A | |
10504-6a2 | {ἦ ἔτι τῶν πλεόνων θρῃκῶν:} περισπαστέον τὸ〈ν〉 ἦ {ἔτι} (506). διαπορητικὸς γάρ ἐστιν. T | ||
10504-6b | ex. | ἢ ὅ γε δίφρον ἑλὼν〈— / ῥυμοῦ ἐξερύοι, ἢ ἐκφέροι ὑψός’ ἀείρας, /〉 ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν: δύο εἰσὶ βουλαί, ἢ εἰς Θρᾷκας τραπῆναι ἢ τὸν δίφρον ἀφελέσθαι. τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διῄρηται, ἢ ἑλκύσαι αὐτὸν ἢ βαστάσαι. | |
5 | ἀλλ’ οὐδὲν τούτων, ἐναντίον τοῦ σωθῆναι αὐτόν, ἀκίνδυνον. b(BCE3E4)T | ||
10505a | Ariston. | ῥυμοῦ ἐξερύοι〈—ἀείρασ〉: ὅτι πρὸς ἓν ληπτέον μέρος τὸ λεγόμενον ἐκ τοῦ „ἢ ὅγε δίφρον ἑλὼν〈— /〉“ (Κ 504) ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψός’ ἀείρας· ἔστιν γὰρ ‘ἢ τὸν δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι ἢ μετέωρον ἄρας ἐξενέγκοι, | |
5 | ὥστε 〈τὸ〉 περὶ τοῦ δίφρου 〈ἓν〉 μέρος ἔχειν. πρὸς τοῦτο δὲ ἀντιδιέ‐ σταλκεν „ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν“ (Κ 506). A | ||
10505b | Did. | 〈ὑψόσε:〉 διχῶς, „ὑψοῦ“ καὶ ὑψόσε. Aim | |
10.509 | ex. | νόστου δὴ μνῆσαι: ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ μέλλον σκοπεῖν καὶ μὴ ἀπλήστως χρῆσθαι ταῖς εὐτυχίαις. ὅτι δὲ τοῦ‐ τον εἶχεν Ὀδυσσεὺς τὸν νοῦν, δῆλον διὰ τοῦ „ῥοίζησεν δ’ ἄρα πι‐ φαύσκων Διομήδεϊ“ (Κ 502). b(BCE3E4)T καὶ τὸ „ἐγγύθεν | |
5 | ἱσταμένη“ (Κ 508) πρόκειται, ὅπου Ὀδυσσεὺς στῆναι οὐκ ἐδύνατο, ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους. T | ||
10510a | Nic. | νῆας ἔπι γλαφυράς: τὸ ἡμιστίχιον δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, διαστολῇ μόνον χω‐ ριζόμενον ἀπὸ τῶν ἑτέρων, οἷς μὴ προσδίδοται. A | |
10510b | ex. | πεφοβημένος: εἰς φυγὴν τραπείς, διωκόμενος, τουτέστι μετὰ φυγῆς παραγεγενημένος. A | |
10510-1 | ex. | μὴ καὶ πεφοβημένος ἔλθῃς· 〈/ —θεὸς ἄλ‐ λοσ〉: οὐ μόνον διὰ τοῦ πεφοβημένος (510), ἀλλὰ καὶ διὰ τοῦ θεός (511) ἐκδειματοῖ. διὰ δὲ τοῦ ἄλλος (511) ἐσήμανεν ὅτι καὶ αὐτὴ θεός ἐστιν. b(BCE3E4)T ἤδη δὲ καὶ παροιμιῶδες γέγονε „μή τις | |
5 | καὶ Τρῶας ἐγείρῃ“ (cf. 511). T | ||
10513a | ex. | ἵππων ἐπεβήσετο: κέλησι μὲν οὐδ’ ἐν τοῖς ἀγῶσιν εἰσά‐ γει χρωμένους, νῦν δὲ διὰ τὴν χρείαν. b(BCE3E4)T | |
10513b1 | Did. | 〈ἐπεβήσετο:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἐπεβή‐ σατο“. Aim | |
10513b2 | διὰ τοῦ ε δὲ ἐπεβήσετο. T | ||
10515-6a1 | Nic. | 〈οὐδ’ ἀλαοσκοπιὴν—ἕπουσαν:〉 συνα‐ πτέον {δὲ} τὸ διστίχιον μέχρι τοῦ ἕπουσαν (516). A | |
10515-6a2 | τινὲς εἰς τὸ Ἀπόλλων (515) στίζουσιν. Til | ||
10515a | Ariston. | οὐδ’ ἀλαοσκοπιήν: ὅτι Ζηνόδοτος γράφει „ἀλαὸν σκο‐ πιήν“. παροιμιακὸν δέ ἐστιν, οὐ τυφλὸς ἐς σκοπιάς, ἀλλὰ τοὐναντίον δεδορκώς· καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκεν σκοπιὴν τοὺς ὀφθαλ‐ μούς. A | |
10515b1 | ex. | οὐδ’ ἀλαοσκοπιήν: πῶς οὐκ ἀλαός ἐστι τοσούτων πε‐ φονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα (ἀποκεκήρυκτο γὰρ ὑπὸ τοῦ Διὸς τοῖς θεοῖς, ἑκατέρῳ στρατεύματι βοηθεῖν), ἀλλ’ ‘ὡς εἶδεν ἐλθοῦσαν πρὸς Διομήδην τὴν Ἀθηνᾶν, καὶ αὐτὸς ἦλθεν‘. τοσοῦ‐ | |
5 | τον δὲ αὐτὸν ἡ Ἀθηνᾶ προὔλαβεν, ὅσον ἔφθη τῷ Διομήδει τὴν ἀναχώρησιν παραινέσαι. Ἀπόλλων δὲ κατελθὼν οὐδὲν ἔπραξεν, ἀλλ’ ἕτερον ἐγείρει. βραδέως δὲ ἐνεργεῖ Ἀπόλλων δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ εἰωθυῖα „ἐνικλᾶν“ τῷ Διΐ, „ὅ τι νοήσῃ“ (Θ 422), καὶ πρότερον παρὰ πρόσταγμα τούτου κατελθοῦσα εἰς τὴν μάχην, καὶ νῦν τῷ Διομήδει | ||
10 | παρίσταται. T | ||
10515b2 | πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα (ἀποκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα μηδενὶ στρατεύματι βοηθεῖν), ἀλλ’ ὡς εἶδεν ἐλθοῦσαν Ἀθηνᾶν πρὸς Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ | ||
5 | ταχέως· εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός. b(BCE3E4) | ||
10.519 | ex. | Ῥήσου ἀνεψιόν: οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψα‐ σθαι τὸ δεινόν. οὐ μὴν θρήνους περιτίθησι καίτοι εὐπορῶν, ἀλλ’ ἑτέρῳ μέρει τῆς ποιήσεως (sc. Ω 720—81) τηρεῖ τοὺς θρήνους ἐπὶ Ἕκτορι | |
τεθνηῶτι· b(BCE3E4)T νῦν γὰρ οὐκ ἔστιν αὐτῷ περὶ τούτων. T | |||
10520-2 | Ariston. | ὡς ἴδε χῶρον ἐρῆμον〈— / ἄνδρας τ’ ἀσπαί‐ ροντας— / ᾤμωξέν τ’ ἄρ’ ἔπειτα—ἑταῖρον〉: ὅτι Ζηνόδοτος †τὸ ἐναλλὰξ τῶι τόπωι τούτωι† τίθησιν· „ὁ δ’ ἐξ ὕπνου ἀνορούσασ“ (Κ 519) / ᾤμωξέν τ’ ἄρ’ ἔπειτα (522), / ὡς ἴδε | |
5 | χῶρον ἐρῆμον (520) / ἄνδρας τ’ ἀσπαίροντας (521). πρῶτα δὲ ἰδόντα ἔδει κλαίειν. A | ||
10522a | ex. | ᾤμωξέν τ’ ἄρ’ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον: ἐμφατικῶς οὐ μόνον ᾤμωξεν, ἀλλὰ καὶ φίλον καὶ ἑταῖρον ὠνόμασεν. A | |
10522b | ex. | ὀνόμηνεν: ἀνεκαλέσατο· τοῦτο γὰρ συμβαίνει τοῖς ἐκ‐ πληττομένοις. b(BCE3E4)T | |
10523-4 | ex. | Τρώων δὲ κλαγγή〈— / θυνόντων ἄμυδισ〉: ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ τῆς βοῆς καὶ τοῦ θορύβου καὶ τῆς ἐπὶ τὸ αὐτὸ συνδρομῆς. b(BCE3E4)T | |
10524a1 | ex. | θηεῦντο δὲ μέρμερα ἔργα: τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν ὑποφαίνει τῶν δεδραμένων, ὡς καὶ τὸ κάλλος τῶν οἴκων Καλυψοῦς διὰ τῆς Ἑρμοῦ ἐδήλωσε θέας (sc. ε 55—77). T | |
10524a2 | τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν ὑποφαίνει τῶν δραθέν‐ των· ἀγνοοῦντες γάρ, ὅθεν ἡ ἐρημία, ἐθαύμαζον. b(BCE3E4) | ||
10.525 | ex. | ὅσς’ ἄνδρες ῥέξαντες: πολλὴν ἔμφασιν ἔχει τὸ ἄνδρες. T | |
10.526 | D | D ad Κ 561 | σκοπόν: κατάσκοπον. | πῶς δέ, φησί, δεκατέσσαρας †φο‐ νεύσαντες† τρισκαιδέκατον λέγει Δόλωνα; ῥητέον—καὶ Ἕκτο‐ ρα (Ν 1). A | |
10.527 | ex. | ἔνθ’ Ὀδυσεὺς 〈μὲν〉 ἔρυξε〈—〉ὠκέας ἵππους: πάλιν 〈εἰσ〉 τὸ 〈προ〉γνωστικὸν Ὀδυσσέως· ἔδει γὰρ ἐνεχθῆναι τὰ λάφυρα εἰς τὸν ναύσταθμον. ἐπεὶ δὲ ὁ καιρὸς οὐκ ἐᾷ χρονίζειν, τάχιστα | |
αὐτὰ παρατρέχει. T | |||
10528a | Nic. | 〈Τυδείδης δὲ χαμᾶζε θορών:〉 ἐπὶ τὸ θορών διασταλ‐ τέον. σαφέστερον γάρ. Aim | |
10528b | Ariston. | {τυδείδης δὲ χαμᾶζε θορὼν} ἔναρα {βροτόεντα}: ὅτι πε‐ ριεκτικῶς καὶ τὰ τόξα καὶ τὸ δόρυ ἔναρα εἴρηκε σὺν τοῖς ἄλλοις. κυ‐ ρίως δὲ ἔναρα λέγεται, οἷς ἐνάρηρε τὰ σώματα καὶ ἐνήρμοσται, θώραξ καὶ κυνέα. A | |
10.529 | Did. (?) | 〈Ὀδυσῆϊ τίθει:〉 ἐν ἄλλῳ „Ὀδυσῆϊ δίδου“. Aim | |
10.530 | Did. (?) | 〈μάστιξεν δ’ ἵππους:〉 ἐν ἄλλῳ „μάστιξεν δ’ Ὀδυ‐ σεύσ“. Aim | |
10.532 | ex. | Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε: εἰκότως· τῶν φρονι‐ μωτέρων γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. b(BCE3E4)T ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν αὐτὸς ὡς ἂν τῆς ἐκπομπῆς τῶν κατασκόπων φερόμενος τὴν αἰτίαν· b(BE3E4)T ὅθεν ἐπιφέρει „ἀλλ’ αἰνῶς δεί‐ | |
5 | δοικα“ (Κ 538)· καὶ Πρίαμος γὰρ πρῶτος ἀπὸ τοῦ τείχους ὁρᾷ τὸν Ἀχιλλέα (sc. Χ 25—6). T ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μὴ πάντη καταφρονεῖν γήρως, ὅπου σύνεσις πλείονα δωρεῖται. b(BE3 E4)T | ||
D | Νέστωρ δὲ πρῶτος: πρῶτος ὁ Νέστωρ κτύπον ἄϊε, | ||
10 | ὅτι αὐτὸς γνώμην δοὺς—καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦ‐ | ||
σαν. A | |||
10534a | ex. | Did. | Ψεύσομαι ἢ ἔτυμον ἐρέω: ἐν ἀμφιβόλῳ αὐτὸ ἐᾷ, ἵνα ἐπιτυχὼν μὲν δοξασθῇ, ἀποτυχὼν δὲ μὴ ἐλεγχθῇ. b(BCE3E4)T | παρὰ δὲ τῷ Ζηνοδότῳ οὐκ ἦν ὁ στίχος. T | |
10534b | ex. | 〈κέλεται δέ με θυμός:〉 τὸ εἰπεῖν τὴν ἄφιξιν Ὀδυσσέως καὶ Διομήδους. Aim | |
10536-7 | ex. | αἲ γὰρ δὴ Ὀδυσεύς τε〈—ἵππουσ〉: δι’ εὐχῆς ἐσήμανε τὴν ἰδίαν ὑπόνοιαν. τὸ δὲ ἄφαρ (537) ἀπιστοῦντός ἐστιν, εἰ ἐν τοιούτῳ καιρῷ τοιαῦτα πεπράχασιν. b(BCE3E4)T | |
10.537 | ex. | {ὧδ’} ἄφαρ {ἐκ τρώων}: ἀντὶ τοῦ ἐσπευσμένως, ὅθεν καὶ „ἀφάρτεροσ“ (cf. Ψ 311). T | |
10538-9 | ex. | ἀλλ’ αἰνῶς δείδοικα〈—ὀρυμαγδοῦ〉: ἀνθρω‐ πίνως οὐκ ὤκνησε καὶ τῶν ἀπευκτῶν τι λαβεῖν. μεγαλοφυῶς δὲ προ‐ αναιρῶν τὴν αἰσχύνην φησὶν ὑπὸ Τρώων ὀρυμαγδοῦ (539). b(BCE3E4)T | |
10538a1 | Did. | 〈κατὰ φρένα:〉 Ἀρίσταρχος {δείδοικα} „μετὰ φρεσί“. Aim | |
10538a2 | 〈μετὰ φρεσί:〉 γράφεται καὶ „κατὰ φρένα“. Til | ||
10539a1 | Did. | 〈Ἀργείων οἱ ἄριστοι:〉 Ἀρίσταρχος „Ἀργείων ὤριστοι“, καὶ ἄνευ τοῦ ι. Aim | |
10539a2 | „ὤριστοι“, οὕτως ἡ γραφή. Til | ||
10.542 | ex. | δεξιῇ ἠσπάζοντο: καὶ Νέστωρ δηλονότι· ἄτοπον γὰρ τὸ μὴ ποιεῖν τὸ πάντων. T | |
10.544 | ex. | εἴπ’ ἄγε μ’, ὦ πολύαιν’ Ὀδυσεῦ: Διομήδην ἐάσας τὸν προηγουμένως ἀποσταλέντα παρὰ Ὀδυσσέως πυνθάνεται ὡς συνε‐ | |
τωτέρου. b(BCE3E4)T | |||
10545-6a1 | Nic. | ex. | ὅπ〈π〉ως τούσδ’ ἵππους λάβετον· 〈καταδύν‐ τες ὅμιλον / Τρώων;〉: χαριέντως διαστέλλουσι βραχὺ ἐπὶ τὸ λάβετον (545), ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται· καταδύντες ὅμι‐ λον / Τρώων. | οὕτως καὶ Τήλεφος ἐν τῷ ὀγδόῳ τοῦ Γραμματικοῦ | |
5 | ἀξιοῖ· ‘εἰ γὰρ μὴ οὕτωσ‘, φησίν, ‘ἀναγνῶμεν, ἐπιταραχθήσεται ἡ διά‐ νοια‘. A | ||
10545-6a2 | Nic. | βραχὺ διασταλτέον μετὰ τὸ λάβετον, ἵνα τὸ ἑξῆς πευ‐ στικῶς λέγηται. Aim | |
10545a | Ariston. | 〈λάβετον:〉 ἡ διπλῆ {δὲ}, ὅτι Ζηνόδοτος γράφει „λα‐ βέτην“. ἔστι δὲ τοῦτο τρίτου προσώπου, ἀντὶ τοῦ ἔλαβον. λέγει δὲ νῦν πρὸς αὐτούς. A | |
10545b | Nic. | Did.(?) | 〈λάβετον καταδύντες:〉 τινὲς στίζουσιν εἰς τὸ λάβε‐ τον. | τινὲς „καταδύντε“ δυϊκῶς. Til | |
10546a1 | Did. | x | 〈ἦ τίς σφωε πόρεν:〉 οὕτως σφωέ διὰ τοῦ ε καὶ πό‐ ρεν Ἰακῶς. οὕτως καὶ Ἀρίσταρχος | καὶ Ἡρωδιανός (2,71,38). Aim | |
10546b1 | Hrd. | Ariston. | ἦ τίς σφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται, καὶ ἡ σφωέ τρίτου προσώπου ἐγκλιτική ἐστι, σημαίνουσα τὸ αὐτούς· „τίς τάρ σφωε θεῶν“ (Α 8), „ἀλλά σφωε δόλος καὶ δεσμόσ“ (θ 317)· ὥστε οὐκ οἶδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μή ποτε | |
5 | ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ ὑμᾶς· „σφὼ δὲ μάλ’ ἠθέλετον“ (Λ 782)· ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παραφυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ „εἰ μή σφω’ Αἴαντε διέκριναν“ (Ρ 531), ἵνα τὸ διηνεκὲς φυλαχθῇ. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει „σφωϊ“. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ὑμεῖς ἢ ὑμᾶς, ὧν | ||
10 | οὐδέτερον ἁρμόζει, τὸ δὲ σφωέ· ἔστι γὰρ αὐτοὺς τοὺς δύο. A | ||
10546a2/b2 | Hrd. | Did. | | {ἢ τίς σφῶε πόρε:} ἐγκλιτέον τὴν σφωέ τρίτου | |
Ariston. | προσώπου οὖσαν. | οὕτως Ἀρίσταρχος. | Ζηνόδοτος δὲ σφωϊ. T | ||
10546c | ex. | ἤ τίς σφωε πόρεν 〈θεὸς ἀντιβολήσας;〉 εὐφραντικὰ τοῦ ἀκροατοῦ. ἢ διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς κα‐ τασκοπὴν ἀπελθόντας καὶ λάφυρα κομίσασθαι. b(BCE3E4)T | |
10547a1 | Nic. | 〈αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο:〉 καθ’ ἑαυτὸν τὸν στίχον προενεκτέον. λείπει δὲ τὸ εἰσί. Aint | |
10547a2 | {ἀκτίνεσιν ἐοικότες:} λείπει τὸ εἰσίν. T | ||
10547b1 | ex. | αἰνῶς ἀκτίνεσ〈σ〉ιν ἐοικότες: διὰ τῆς μεταβάσεως τῶν πτώσεων (cf. Κ 546—7) τὸ τοῦ †θαυμάζοντος† ὁρᾶται μέγεθος, ὡς κἀκεῖ· „τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· 〈/ λευκό‐ τεροι χιόνοσ〉“ (Κ 436—7). T | |
10547b2 | διὰ τῆς μεταβάσεως τῶν πτώσεων ἡ τοῦ θαυμάζοντος ἔκπληξις δηλοῦται, μὴ μετὰ στοχασμοῦ αὐτοῖς ὁμιλοῦντος. b(BCE3E4) | ||
10.548 | Did. | 〈ἐπιμίσγομαι:〉 ὁ Ἰξίων (fr. 12 St.) „ἀναμίσγομαι“. Til | |
10.552 | ex. | 〈ἀμφοτέρω γὰρ〉 σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς: κεχαρισμένα ταῦτα τοῖς ἀκούουσιν. T | |
10.556 | ex. | ῥεῖα θεός γε θέλων: αἰδημόνως οὐκ ἀνασκευάζει τὴν ὑπόνοιαν τοῦ γέροντος, ἀλλ’ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς. b(BCE3 | |
E4)T | |||
10558-63 | ex. | ex. | ἵπποι δ’ οἵδε〈— /〉 Θρηΐκιοι· 〈τὸν δὲ— ἀγαυοί〉: ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως Ῥῆσον καὶ Θρᾷκας συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. b(BCE3E4)T ἅμα δὲ καὶ αὔξει· τὸ γὰρ λέγειν ὅτι παρὰ Δόλωνος μαθόντες τὸ πᾶν | |
5 | εἰργάσαντο, μείωσιν εἶχεν. | τὴν δικαιολογίαν περιϊστάμενος τὸ κεφά‐ λαιον ἐν συντόμῳ εἶπεν. T | ||
10559-60 | ex. | τὸν δέ σφιν ἄνακτ’ 〈ἀγαθὸσ〉 Διομήδης / ἔ‐ κτανε: οὐδὲ ἐν τῇ ἀπελάσει τῶν ἵππων ἑαυτὸν συμπεριέλαβεν (cf. Κ 558). b(BCE3E4)T | |
10.559 | Ariston. | {θρηΐκιοι} τὸν δέ σφιν 〈ἄνακτα〉: ὅτι ἰδίως τὸν ἄνακτα αὐτοῖς ἀντὶ τοῦ αὐτῶν. AAint | |
10.560 | ex. | πάντας ἀρίστους: οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ, b(BCE3E4)T εἰ μὴ ἄριστοι ἐτύγχανον. b(BCE3E4) | |
10561a | Ariston. | τὸν τρισκαιδέκατον 〈σκοπὸν εἵλομεν〉: ὅτι τοῖς δώδεκα Θρᾳξὶ τὸν Δόλωνα ἐπαριθμεῖ, χωρίσας τὸν Ῥῆσον διὰ τῶν προειρημένων „τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδησ“ (Κ 559). πλα‐ νηθέντες δέ τινες γράφουσιν „τὸν τετρακαιδέκατον σκοπὸν εἵλο‐ | |
5 | μεν“. A | ||
10561b | ex. | τὸν τρισκαιδέκατον 〈σκοπὸν εἵλομεν〉: πῶς τοῦ Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων συναριθμουμένων τρισκαιδέκατός ἐστιν ὁ Δόλων; δῆλον οὖν ὅτι τὸν Ῥῆσον κατ’ ἐξοχὴν ὑπεξεῖλεν. b(BCE3)T | |
10561c | ex. | σκοπὸν εἵλομεν: ἐκοινώνησε γὰρ τῷ φόνῳ τοῦ Δόλω‐ νος. b(BCE3E4)T ἐπιεικὲς δὲ κἀν τούτῳ ἐμφαίνει ἦθος Ὀδυσ‐ σεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν διὰ τὸ ὑπὸ τοῦ Διομήδους πληγέντα θανεῖν τὸν Δόλωνα, ἀλλ’ εἵλομεν, b(BE3E4)T ὅ ἐστιν ἐλάβο‐ | |
5 | μεν. T | ||
10.562 | ex. | τόν ῥα διοπτῆρα στρατοῦ 〈ἔμμεναι ἡμετέροιο〉: ὑπόνοιαν δίδωσι καὶ περὶ τῶν ἄλλων, ὧν μεμάθηκε παρὰ Δόλωνος, ἃ σιωπᾷ διὰ τὸν καιρόν. b(BCE3E4)T | |
10.563 | D | 〈Τρῶες ἀγαυοί:〉 νῦν ἐν εἰρωνείας—†τοῖς πολε‐ μίοις. Aim | |
10564-5 | ex. | ὣς εἰπὼν τάφροιο διήλασε〈— / καγχα‐ λόων〉: καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς ἐρωτήσεις, τῆς †περὶ† τὰς ναῦς ἄρξας ἐπανόδου· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα, ὁπό‐ σην τὰ λυπηρά. b(BCE3E4)T | |
10568a1 | ex. | φάτνῃ ἐφ’ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι: αὐτοῦ γὰρ τὸ κατόρθωμα, καὶ νησιώτης ὢν οὐκ οἶδεν ἵππους Ὀδυσ‐ σεύς. ὡς δὲ δεισιδαίμων τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει (cf. Κ 570—1). T | |
10568a2 | αὐτοῦ γὰρ τὸ κατόρθωμα. ὁ δὲ δεισιδαίμων Ὀδυσσεὺς τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει. b(BCE3E4) | ||
10.570 | Ariston. | νηῒ δ’ ἐνὶ πρύμνῃ 〈ἔναρα βροτόεντα Δόλωνοσ〉: ὅτι ἀντὶ τοῦ νεὼς πρύμνῃ. καὶ ὅτι κοινῶς τὰ ἔναρα. A | |
10571a | Ariston. | θῆκ’ Ὀδυσεύς, 〈ὄφρ’ ἱρὸν ἑτοιμασσαίατ’ Ἀθή‐ νῃ〉: ὅτι περὶ μὲν τῆς θυσίας σαφῶς λέγει, περὶ δὲ τῆς δόσεως τῶν δώρων ἐσιώπησεν, ἀρκεσθεὶς τῷ ἄνω (sc. Κ 215—6) κεφαλαιωδῶς εἰρημένῳ. A | |
10571b | ex. | ὄφρ’ ἱρὸν ἑτοιμασ〈σ〉αίατο: ἀντὶ τοῦ ἑτοιμάσαιντο, b(BCE3E4)T ὡς „ἐφθίατο“ (Α 251). T | |
10571c | ex. | ὄφρ’ ἱρὸν 〈ἑτοιμασσαίατ’ Ἀθήνῃ: ὄφρα〉 ἀντὶ τοῦ ἕως. ὁ δὲ νοῦς· ἕως εὐπορήσαντες ἱερείων ἀναθῶσιν αὐτὰ τῇ θεῷ. | |
b(BCE3E4)T | |||
10573a | Ariston. | Nic. | ἐσβάντες, κνήμας τε ἰδὲ λόφον 〈ἀμφί τε μη‐ ρούσ〉: ὅτι λόφον αὐτὸν νῦν τὸν τένοντα· ἔνθεν καὶ ἐν Ὀδυσσείᾳ (κ 169) „καταλοφάδεια“ ἀντὶ τοῦ κατὰ τὸν τένοντα. | βραχὺ δὲ διασταλτέον μετὰ τὴν πρώτην λέξιν. καὶ ὅτι κοινή ἐστιν ἡ ἀμφί, | |
5 | ἀμφί τε κνήμας καὶ λόφον. A | ||
10573b | Nic. | ἐσβάντες, 〈κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούσ〉: βραχεῖα διαστολὴ εἰς τὸ ἐσβάντες. καὶ κοινὸν τὸ ἀμφί, b(BCE3E4) T τὸν ἀμφὶ τὰς κνήμας ἱδρῶτα καὶ τὸν λόφον. b(BCE3)T | |
10.574 | Hrd. | Ariston. | {αὐτὰρ} ἐπεί σφιν κῦμα 〈θαλάσσης ἱδρῶ πολλόν〉: τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ σφίν. | ἡ διπλῆ δέ, ὅτι δοτικῇ ἀντὶ γενικῆς ἐχρήσατο. A | |
10.576 | ex. | 〈ἔς ῥ’ ἀσαμίνθους βάντες ... λούσαντο:〉 ἤλλακται ἡ τάξις. Til | |
10.577 | ex. | τὼ δὲ λοεσ〈σ〉αμένω 〈καὶ ἀλειψαμένω λίπ’ ἐλαίῳ〉: διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ σώματος ἔδει, ἄλλως τε καὶ μέλλουσιν ἐπὶ τὸν πόλεμον ἐξιέναι. b(BCE3E4)T | |
10578a | Ariston. | δείπνῳ ἐφιζανέτην: ὅτι ἐπὶ πάντων τοῦ〈το〉 νοητέον, οὐκ ἐπὶ μόνου Διομήδους καὶ Ὀδυσσέως. καὶ ὅτι ἠριστοποιοῦντο· ἡ γὰρ πρωϊνὴ ἐπέστη. A | |
10578b | ex. | {τὼ δὲ λοεσσαμένω} δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ: κατὰ τὸ σιωπώμενον τὸ ἱερεῖον σφάξαντες ἀνατιθέασι τὰ δῶρα ὕστερον. b(BCE3E4)T τέως δὲ νῦν ἐκ τῶν | |
παρόντων προσφέρουσι. T | |||
10579a | Ariston. | πλείου ἀφυσσόμενοι: ὅτι ἀντὶ τοῦ πλήρους. τὸ δὲ συγκριτικόν, ἀπὸ τοῦ πλείων, πλείονος. A | |
10579b1 | Did. | 〈ἀφυσσόμενοι:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀφυσ‐ σάμενοι“. ἔστι κατάλληλον πρὸς τὸ λεῖβον. Aim | |
10579b2 | 〈ἀφυσσάμενοι:〉 διὰ τοῦ ο „ἀφυσσόμενοι“. Til | ||
10postscr | Παράκειται τὰ σημεῖα Ἀριστονίκου καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
11,pap8t | Pap. VIII (ad Λ 677—754) | ||
11,pap8ante677 | .......... | ||
1 | ]σηλιν [ ] [ | ||
11,pap8677 | λη]ΐδα δ’ ἐκ πεδ̣[ίου] σ̣υνελάσσαμ[εν ἤλι]θα πολλήν ἤλιθα χύδην, μ̣[ά‐ τ]ην, ὡς καὶ λέγομεν χυδαῖος ἄ̣[ν‐ θ]ρωπος καὶ ἠλίθιος, ὅταν πλῆ[θος | ||
5 | ἐ]μφαίνειν θέλωμεν ἢ ἀταξίαν[ | ||
11,pap8688 | δαί]τρευον· πολέσιν γὰρ Ἐπειοὶ χρε[ῖος ὄ‐ φει]λον ἐμέριζον τοῖς ὀφειλομ̣[ένοις τ]ὰ ὀφειλήματα. ἐν Ἤλ̣ι̣δι οἱ ἀ[ .]αι Ἐπειοὶ λέγονται. οὕτως ἐκα[λουν | ||
5 | ] τὸ ἀρχαῖον [ | ||
5 | (finis columnae) | ||
5 | ....... | ||
5 | [].[ | ||
11,pap8699(?) | [...(.) „ἡ δ’, ὥς τ’ ἐν πεδίωι τε]τ̣ράορο̣ι̣ [ἄρσενες ἵπποι “ ὥσπ]ερ καὶ σάλ‐ [πιγχρ]ῆται | ||
[„ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ]ὅτε τ’ ἴαχε | |||
5 | [σάλπιγξ“, ]δ’ οὐκέτι· οἷον []νοιδαμεν []ωμεν Ἀγαμέ‐ [μνον ]οντα ἀγνοή‐ [ς].υτῶν προσώ‐ | ||
10 | [πων ]ωσειε..ω̣ν []ν̣ | ||
11 | (finis columnae) | ||
11 | ...... [ ]....ο̣[..]υ̣.[ | ||
11,pap8712 | τηλ]ο̣ῦ̣ ἐπ’ Ἀλφειῶ[ι, νεάτη Πύλου ἠμα‐ | ||
θό]ε̣ντος ψιλω[.............(.) ἀπὸ τοῦ Ἀμάθο[υ .............(.) ὥσπερ καὶ ἠ[νεμόεις ἀπὸ ἀνέμου | |||
11,pap8730 | δόρπον ἔπειθ’ ἑ{ι}λ̣[όμεσθα κατὰ στρατὸν ἐν τελέεσσι ἐν[..........(.)οὐ διαλύ‐ σαντες τὰς τ[άξεις. | ||
11,pap8754 | τ̣όφρα μὲν οὖν ἑ[πόμεσθα δι’ ἀσπι‐ δέος πεδίοιο .[ | ||
2 | (finis columnae) | ||
11.0 | ex. | ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνελάσας καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους οὐκ εὐθέως τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ καὶ κατὰ δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνονος ἀριστείαν | |
5 | διέγραψε καὶ μετ’ αὐτὴν τὴν τῶν ἄλλων ἀριστέων, b(BCE3E4)T εἶτα ἐπειδὴ τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε τοὺς Ἕλληνας ἐποίησεν ἡττωμένους. ἐπεὶ δὲ πεπονημένους τοὺς Ἕλ‐ ληνας ἀπίθανον ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως ἡ νὺξ παραμυθεῖται αὐτῶν τὴν ἧτταν, καὶ τοσοῦτον ἀναλαμβάνει ὡς | ||
10 | συνωθῆσαι πάλιν μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου πάλιν τῆς παρὰ τοῦ Διὸς τύχωσιν ἐπικουρίας· ἐπιδείκνυσι γὰρ ὅτι τύχαις, οὐ γνώμαις ἐλείποντο Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει· θαρροῦντα μὲν γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν προπετῶς ἐπὶ τοὺς κινδύνους φέρεσθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον | ||
15 | μᾶλλον ἢ φιλοκινδυνότερον ἀγωνίζεσθαι. ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα δι’ αὐτόν, ὄντων Ἑλλήνων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστρο‐ φα τὰ πράγματα· Διομήδης γὰρ ὑπ’ Ἀγαμέμνονος ὀνειδισθεὶς εὐδο‐ κιμεῖ, καὶ πάλιν Ἀγαμέμνων ὑπὸ Διομήδους· Ἕκτωρ δὲ μεγάλα ὑπισχνούμενος διώκεται. b(BE3E4)T | ||
111-2 | ex. | ex. | ex. | Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο / ὄρ‐ νυθ’, 〈ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι〉: τὸ ὅλον τοῦτο νομιστέον ὅτι ἀπὸ τοῦ ἡλίου ἡμέρα γέγονεν. Τιθωνοῖο (1) δὲ ὡσεὶ ἔλεγε †τιθωνοῖο†· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς. | |
5 | τοῦτον δὲ καὶ ἥλιον νενομίκαμεν. ἐκ λεχέων (1) δέ, ὅτι σὺν αὐτῷ | ||
ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄν‐ τος. A b (BCE3E4)T | Ἱερώνυμος (fr. 15 We.) φησὶ τὸν Τιθωνὸν αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν· ὡς δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον· ἡ δὲ | |||
10 | ἀδυνατοῦσα εἰς τέττιγα αὐτὸν μεταβάλλει, ὅπως ἥδοιτο διηνεκῶς τῆς φωνῆς αὐτοῦ ἀκούουσα. b(BCE3E4)T | ἀγαυοῦ (1) δὲ ἤτοι ἀγαστοῦ ἐπὶ τῷ κάλλει. b(BCE3E4) τινὲς δὲ παρειλῆφθαί φασι τὸν Τιθωνὸν διὰ τὸ εὐημερεῖν Τρῶας. ἔστιν οὖν ἡ περίφρασις ποιητική· τοῦτο γὰρ διαλλάττει τῆς ῥητορικῆς, ᾗ ἡ μὲν τὸ πεζὸν οἶδεν, ἡ δὲ φεύγει αὐτό. | ||
15 | b(BE3E4) | ||
11.1 | ex. | παρ’ ἀγαυοῦ Τιθωνοῖο: φαίνεται ὅλη ἡ Τροία καλῶν ἀνδρῶν, Τιθωνοῦ, Γανυμήδους (cf. Υ 232—3), Ἀγχίσου (cf. Ε 247), Βουκολίωνος (cf. Ζ 22—5). Ἀλέξανδρον δὲ καὶ Δηΐφοβον θεοειδεῖς καλεῖ (cf. Γ 16 al. et Μ 94), καὶ Πρίαμον „εἰσορόων ὄψιν τ’ ἀγαθήν“ | |
5 | (Ω 632). καὶ περὶ Ἕκτορος „οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδοσ“ (Χ 370). T | ||
D | μυθεύεται ὅτι Τιθωνὸν—τέρποιτο διηνεκῶς ἀκούουσα. A | ||
D | 〈Τιθωνοῖο:〉 Λαομέδοντος παῖς, Πριάμου ἀδελφός, Ἡμέρας σύνευνος. Aim | ||
11.2 | ex. | ἀθανάτοισι φόως φέροι: ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια ἀκουστέον (ἀεὶ γὰρ ἐν φωτί εἰσιν), ἀλλ’ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περὶ γῆν θειότερα ζῷα καὶ ἀέρια. b(BCE3E4)T ἢ ἐπειδὴ ἐν τῷ Ὀλύμ‐ πῳ ὑποτίθεται ὁ ποιητὴς οἰκεῖν τοὺς θεούς, ὄρος δὲ ὁ Ὄλυμπος, ἁρ‐ | |
5 | μοδίως τῷ πλάσματί φησιν αὐτοὺς καὶ ἐν σκότῳ ποτὲ εἶναι. b(BE3 | ||
E4)T | |||
11.3 | ex. | Ζεὺς δ’ Ἔριδα προΐαλλε 〈θοὰς ἐπὶ νῆας Ἀχαιῶν〉: ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία παρορμᾶν τὸ Ἑλληνικόν φησιν· οὐ γὰρ ἂν καταπτήξαντες προῆλθον, εἰ μὴ παρώρμησεν. τοὺς δὲ Τρῶας ἐγεῖραι ἱκανὸν καὶ τὸ ἐκ τῆς προγενομένης νυκτὸς θάρσος. | |
5 | b(BCE3)T | ||
11.4 | Ariston. | Nic. | ἀργαλέην, πολέμοιο 〈τέρας μετὰ χερσὶν ἔχουσαν〉: ὅτι πολέμοιο τέρας τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποιητικὸν τοῦ ἐνεργουμένου πολέμου, ὡς καὶ ἐν ἄλλοις (sc. Ε 593) κυδοιμοῦ εἴδωλόν φησι τὴν Ἐνυὼ ἔχειν· „ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆ‐ | |
5 | τοσ“. οἱ δὲ ἀστραπήν φασι τὴν ἔριδα φέρειν, ὡς καὶ Ἀριστοφάνης· φησὶ γὰρ „ὡς δ’ ὅταν ἀστράπτῃ / τεύχων ἢ πολὺν 〈ὄμβρον〉 / ἠέ ποθι πτολέ‐ μοιο 〈μέγα στόμα πευκεδανοῖο〉“ (Κ 5—6. 8). Ἀπολλώνιος δὲ τὸν „κυ‐ δοιμὸν ἀναιδέα δηϊοτῆτοσ“. οἱ δὲ τὸ ξίφος· διὰ γὰρ αὐτοῦ τὸν πόλε‐ μον κατορθοῦσθαι. οἱ δὲ λαμπάδα διὰ τὸ ἐμπυρσεύεσθαι τὰς τῶν πο‐ | ||
10 | λεμούντων ψυχάς. | μετὰ δὲ τὸ ἀργαλέην βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον. A | ||
115-9 | ex. | ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ 〈νηῒ μελαίνῃ / — κάρτεϊ χειρῶν〉: καιρίως τοὺς τόπους ἐδήλωσε. διὰ δὲ τὰς βουλὰς καὶ τὰ ἱερὰ ἐκεῖ νεωλκεῖ Ὀδυσσεύς· b (C) T „βουλάς τ’ ἐξάρχων ἀγαθάσ“ (Β 273), „περὶ δ’ ἱρὰ θεοῖσι“ (α 66). T | |
11.6 | Ariston. | ἥ ῥ’ ἐν μεσσάτῳ 〈ἔσκε γεγωνέμεν ἀμφοτέρωσε〉: πρὸς τὰ περὶ τοῦ ναυστάθμου ὅτι ἐν μέσῳ τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται, | |
ἐφ’ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλέως καὶ Αἴαντος. A | |||
118-9 | ex. | τοί ῥ’ ἔσχατα νῆας ἐΐσας / εἴρυσαν: τεῖχος τῶν ἄλ‐ λων νεῶν ἐποίησαν τὰς ἰδίας, ὡς καὶ αὐτοὶ τῶν Ἀχαιῶν ἦσαν. b (C) T | |
11.11 | D | 〈ὄρθια:〉 ὀρθίως, μεγάλως. Aim | |
1111a | Ariston. | {ὄρθι’} Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ: ὅτι διὰ τὸ ἠλαττῶσθαι κατὰ τὴν κόλον μάχην νῦν μέγα σθένος ἑκάστῳ ἐντίθησι πρὸς τὸ πολεμεῖν, οὐχ ἵνα 〈μὴ〉 εἰς οἶκον ἀνακομισθῶσιν, ὡς ὁ διασκευάσας τοὺς ἑξῆς (sc. Λ 13—4). A | |
1111b | ex. | Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ: Τρῶες γὰρ ὑπὸ τῆς εὐημερίας ἱκανῶς παρωρμήσαντο. b (C) T | |
1112a1 | Nic. | καρδίῃ, 〈ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι〉: ἐπὶ τὸ καρδίῃ διασταλτέον· καὶ γὰρ τὸ σχῆμα γλαφυρόν, „Ἀχαιοῖ‐ σιν“ (Λ 11) καρδίῃ ἀντὶ τοῦ Ἀχαιῶν, καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλ‐ ληκτον τοῖς ἑξῆς προσδιδόμενον, ἵν’ ᾖ ἀλλήκτως πολεμεῖν. τοῖς δὲ | |
5 | ἄνω συνάπτοντας ποιεῖν „σθένοσ“ (Λ 11) ἄλληκτον φαῦλον, ἐπεὶ προείρηται „μέγα“ (Λ 11), ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον. A | ||
1112a2 | ὀλίγη δὲ διαστολὴ εἰς καρδίῃ. T | ||
1112b | ex. | καρδίῃ: τινὲς ἐν αὐτῇ τὸ λογιστικόν. T | |
1113a1 | Ariston. | Did. | τοῖσι δ’ ἄφαρ πόλεμος 〈γλυκίων γένετ’ ἠὲ νέε‐ σθαι〉: οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται. παράκεινται δὲ ἀστερίσκοι, ὅτι κατὰ τὴν Β ῥαψῳδίαν (sc. 453—4) ὀρθῶς κεῖνται, ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπὶ τὴν πατρίδα. | καὶ παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο, | |
5 | παρὰ Ζηνοδότῳ 〈δὲ〉 οὐδὲ ἦσαν. A | ||
1113a2 | Did. | {τοῖσι δ’ ἄφαρ πόλεμος:} Ζηνόδοτος οὐκ οἶδεν, Ἀριστο‐ φάνης ἀθετεῖ. T | |
1113b | ex. | τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων 〈γένετ’ ἠὲ νέε‐ σθαι〉: δεδήλωκε τὴν πρώην αὐτῶν ὁρμήν· κακωθεῖσι γὰρ οὐδὲν ἦν πρὸ ὀφθαλμῶν ἕτερον ἢ τὸ φεύγειν. b(BCE3)T | |
11.15 | ex. | Ἀτρείδης δ’ ἐβόησε: προσκρούων Ἀχιλλεῖ· διό φησιν „οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον“ (Π 76). T | |
D | 〈ζώννυσθαι:〉 ὁπλίζεσθαι, συνεκδοχικῶς. Aint | ||
11.16 | ex. | ἐν δ’ αὐτὸς ἐδύσατο νώροπα 〈χαλκόν〉: ὃ γὰρ ἐπι‐ τάσσει, ποιῶν προθύμους ἔχει τοὺς ὑπηκόους. b(BCE3)T | |
1117a | Ariston. | κνημῖδας μὲν πρῶτα 〈περὶ κνήμῃσιν ἔθηκεν〉: ὅτι ἐπανείληφεν ἐξεργαστικώτερον τὰ περὶ τὸν ὁπλισμὸν τοῦ Ἀγαμέμνο‐ νος, προεπιτηδεύων αὐτοῦ τὴν ἀριστείαν. A | |
1117b | ex. | κνημῖδας μὲν πρῶτα: ὁπλίζει τοὺς ἀνδραγαθήσοντας, προπαρασκευάζων τὸν ἀκροατήν. ἐπὶ δὲ Ἀλεξάνδρου (sc. Γ 328—38), ὅπως πλέον καταγέλαστος φαίνοιτο ἡττώμενος. T | |
1120a | ex. | τόν ποτέ οἱ Κινύρης 〈δῶκε ξεινήϊον εἶναι〉: οὗτος Θείαντος μὲν ἦν παῖς, βασιλεὺς δὲ Κύπρου· ὃς ζάπλουτος ὢν παριόν‐ τας Ἕλληνας ἐξένισε καὶ ὑπέσχετο αὐτοῖς ἐν Ἰλίῳ πέμψειν τὰ πρὸς τὸν βίον. φασὶ δὲ αὐτὸν ἀμελήσαντα ἐπικατάρατον γενέσθαι ὑπὸ Ἀγα‐ | |
5 | μέμνονος· καὶ αὐτὸν μὲν ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι, ἐπειδήπερ ἡμιλλᾶτο αὐτῷ εἰς μουσικήν, τὰς δὲ θυγατέρας αὐτοῦ πεντήκοντα οὔσας ἁλέσθαι εἰς θάλασσαν b(BCE3E4)T καὶ εἰς ἀλκυόνας με‐ | ||
ταβληθῆναι. T | |||
1120b | ex. | τόν ποτέ οἱ Κινύρης 〈δῶκε ξεινήϊον εἶναι〉: ἀφεστή‐ κασι μὲν καὶ ὡς μὴ συντελοῦντες εἰς Ἕλληνας οὐ στρατεύουσιν, οἰ‐ κειοῦνται δὲ δώροις τὴν Ἑλλήνων φιλίαν· οὐ γὰρ ὑπὲρ ἀστρατείας, ὡς Ἐχέπωλος ὁ Σικυώνιος τὴν Αἴθην (cf. Ψ 295—8). b(BCE3E4)T | |
5 | ὅτι δὲ ἀφεστήκασιν Ἑλλήνων, φησὶ „Κύπρον Φοινίκην τε καὶ Αἰ‐ γυπτίους ἐπαληθείσ“ (δ 83). φασὶ δὲ αὐτὸν ἐν Πάφῳ ὀμόσαντα Μενελάῳ πέμψειν πεντήκοντα ναῦς, 〈μίαν〉 μὲν ἀποστεῖλαι, τὰς δὲ λοιπὰς ἐκ γῆς καὶ γηΐνους ἄνδρας. T | ||
1121a | Ariston. | πεύθετο γὰρ Κύπρον δὲ 〈μέγα κλέοσ〉: ὅτι οὕτως εἴρηκεν ‘εἰς Κύπρον ἠκούετο‘ διὰ τὸ εἰς τόπον ἐκ τόπου διαγγέλλεσθαι, ὅμοιον τῷ „Σκάνδειαν δ’ ἄρα δῶκεν“ (Κ 268). A | |
1121b | ex. | πεύθετο γὰρ Κύπρον δὲ 〈μέγα κλέοσ〉: ἠκούετο εἰς Κύπρον τὸ μέγα κλέος, b(BCE3)T ἐπεὶ τὸ Κύπρον δέ τὴν ἐν τόπῳ δηλώσει σχέσιν. T | |
11.22 | Ariston. | ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι 〈ἔμελλον〉: ὅτι ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει. A | |
1124a | ex.(?) | 〈τοῦδ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο:〉 ὡς νῦν ἐπὶ δεκαστιχίαν. Aim | |
1124b | ex. | Hrd. | οἶμοι: κυρίως μὲν ὁδοί, νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. | | |
βαρύνεται δὲ τὸ οἶμος ὡς „οἶκοσ“ (Ο 498 al.). δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ {τά} πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ | |||
5 | ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι, ὁπότε πρὸ τῆς εἰς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει (φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως γὰρ λέγεται δῆμος παρ’ Ἀθηναίοις κατ’ ὀξεῖαν τάσιν), οἷον „οἶκοσ“, „οἶτοσ“ (cf. Γ 417 al.), „οἶκτοσ“ (β 81. ω 438), „οἶνοσ“ (Γ 300). οὕτως καὶ οἶμος. A | ||
1124c1 | D | ex. | οἶμοι: ὁδοί. | νῦν ῥάβδοι ὀρθαί, ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμει‐ νον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵν’ ᾖ ποικίλον καὶ βασιλι‐ κὸν τὸ †φρόνημα†. ὑποστατέον οὖν τὰς μὲν ιβʹ χρυσᾶς (cf. Λ 25) ἐν διαστάσει κεῖσθαι, μεταξὺ δὲ τετάχθαι τὰς †κασιτερίνας† (cf. Λ 25), | |
5 | ὧν πάλιν μεταξὺ τὰς κυανέας (cf. 24), τὰς δὲ περὶ τὸν τράχηλον δύο χρυσᾶς πρὸς κόσμον. T | ||
1124c2 | οἶμοι μὲν αἱ ὁδοί, | νῦν δὲ αἱ ὀρθαὶ ῥάβδοι, ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμεινον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵν’ ᾖ ποικίλον καὶ βασιλικὸν τὸ φόρημα. ὑποστατέον δὲ προκεῖσθαι μὲν κυανέαν ῥάβδον, εἶτα κασσιτερίνην, μετ’ αὐτὴν δὲ τὴν χρυσῆν ἐν διαστάσει καὶ | ||
5 | πάλιν κασσιτερίνην, εἶτα πάλιν κυανέην ἀκολούθως. τὰς δὲ περὶ τὸν τράχηλον δύο χρυσᾶς πρὸς κόσμον. b(BCE3E4) | ||
1126a | Did. | κυάνεοι δὲ δράκοντες 〈ὀρωρέχατο〉: ἐν τῇ Ἀριστο‐ φάνους „σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο“. A | |
1126b | D | Ep. | ὀρωρέχατο: ἐξετέταντο, διεγηγερμένοι ἦσαν. | γέγονε δὲ | |
Hom. (?) | ἀπὸ τοῦ ὀρέγω, ὤρεχα ὁ παρακείμενος, ὤρεγμαι, τὸ τρίτον ὤρεκται καὶ Ἰακῶς ὠρέχαται καὶ Ἀττικῶς διπλασιασμὸς ὀρωρέχαται, ὁ ὑπερσυντέλικος ὀρωρέχατο προτὶ δειρήν. A | ||
1126-7 | ex. | ὀρωρέχατο προτὶ δειρήν 〈/ τρεῖς ἑκάτερθ’ ἴρισ‐ σιν ἐοικότεσ〉: ὥστε σκέπειν τὰ ἀσκέπαστα· φησὶ γὰρ „φαίνετο δ’, ᾗ κληῗδεσ“ (Χ 324) καὶ „στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δει‐ ρῆσ“ (Ζ 412). ἔστι δὲ περὶ ἑκατέραν κλεῖν εἷς, μέσον δὲ εἷς, εἷς εἰς τὸν | |
5 | πρηγορεῶνα. ἐμψύχους δὲ παρίστησιν αὐτοὺς διὰ τοῦ ὀρωρέχατο (26). τὸ δὲ ἑκάτερθεν (27) πῶς συντακτέον; δηλονότι ἓξ ἦσαν οἱ δράκοντες, ἐξ ἑκατέρου μέρους τοῦ θώρακος τρεῖς ἀναφερόμενοι καὶ τὰς τέσσαρας κεφαλὰς συμπλέκοντες, ἀνατείνοντες δὲ τὰς δύο· b(BCE3E4) T διὸ καὶ ἴρεσιν εἰκάζει τοὺς δράκοντας κατὰ τὴν ἐπισύμπτωσιν· | ||
10 | πρὸς γὰρ ἑκατέραν κλεῖν νενεύκασι κεκυρτωμένοι. τοιαύτη δὲ καὶ ἡ ἶρις. T | ||
1127a1 | Ariston. | {τρεῖς ἑκάτερθ’} ἴρισσιν: ὅτι Ζηνόδοτος γράφει „Ἐρίδεσ‐ σιν“. οὐκ ἔστιν δὲ ἡ αὐτὴ Ἔρις καὶ Ἶρις καθ’ Ὅμηρον, ὡς ὑπέλαβεν. A | |
1127a2 | Ζηνόδοτος „Ἐρίδεσσιν“. Aim | ||
1127b | ex. | ἴρεσ〈σ〉ιν ἐοικότες: τῷ κυρτώματι ἢ τῷ χρώματι· φησὶ γὰρ Ξενοφάνης (Vors.6 21 B 32)· „ἥν τ’ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε / πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι“ b(BCE3E4)T ἢ πρὸς τὴν διάστασιν αὐτῶν ἡ ὁμοίωσις. b(BE3 | |
5 | E4)T | ||
1128a | ex. | 〈ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων:〉 καὶ ἐπὶ τῶν διατρεχόντων διδάσκει ὅτι οὐκ αὐτόματά εἰσι ταῦτα, ἀλλ’ ὑπὸ θεοὺς αἴτιον ἔχοντα. b(BCE3E4)T | |
1128b | Did. | 〈στήριξεν:〉 οὕτως Ἰακῶς τὸ στήριξε. Aint | |
11.30 | Ariston. | χρύσειοι πάμφαινον: ὅτι νῦν μὲν χρυσόηλον, ἐν ἄλλοις δὲ (sc. Β 45) „ἀργυρόηλον“. ἤτοι κατ’ ἐπιφορὰν ἢ διὰ τὴν ἀριστ〈ε〉ίαν κοσμεῖ διαφορωτέρᾳ πανοπλίᾳ. A | |
11.32 | Ariston. | ἂν δ’ ἕλετ’ ἀμφιβρότην 〈πολυδαίδαλον ἀσπίδα θοῦριν〉: ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. πρὸ δὲ τῆς περικεφαλαίας ἀνα‐ λαμβάνει τὴν ἀσπίδα, ὡς ἂν δι’ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν. ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου (cf. Γ 334—8) τὸν ὁπλισμὸν | |
5 | ἐνήλλαχεν. A | ||
D | 〈θοῦριν:〉 πολεμικὴν †ἣν† εὐκίνητον καὶ †κοῦφιν† τῷ φο‐ ροῦντι. Ail Aint | ||
11.33 | Hrd. (?) | ἣν περὶ ... ἦσαν: ἐὰν σὺν τῷ ι γράφηται „ᾖσαν“, πε‐ ριεπορεύοντο· εἰ δὲ μή, ἀναστρεπτέον, ἵνα ᾖ περὶ ἣν 〈ἦσαν〉. A | |
11.34 | ex. | ἐν δέ οἱ ὀμφαλοί: καὶ ποῦ ἡ „Γοργείη κεφαλή“ (Ε 741); T | |
1135a1 | Hrd. | λευκοί: ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀμφαλῶν (cf. Λ 34) κέηται. εἰσὶ δὲ οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασ‐ σιτέρου (cf. Λ 34), κακῶς· ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσ‐ σαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κω‐ | |
5 | λύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κε‐ φάλαιον Ἡρωδιανῷ (2,72,14). A | ||
1135a2 | λευκοὶ γάρ, οὐ „λευκοῖο“. Til | ||
1136a | Hrd. | τῇ δ’ ἐπὶ μὲν Γοργὼ 〈βλοσυρῶπις ἐστεφάνωτο〉: ἡ ἐπί πρὸς τὸ ἐστεφάνωτο συντάσσεται· διὸ τὸν τόνον φυλα‐ κτέον. A | |
1136b | ex. | Γοργώ: γοργότητά τινα καὶ κατάπληξιν τῶν ὁρώντων· τὸν γὰρ περὶ τῆς Γοργοῦς μῦθον Ἡσίοδος ἔπλασεν (sc. th. 274, cf. scut. 224). b(BCE3)T εἰς ἄλλα δὲ παρεικάζει αὐτὸν Διΐ, „ὄμματα καὶ κεφαλήν“ (Β 478)· „πατὴρ ἀνδρῶν τε θεῶν τε (Χ 167) καὶ „ποι‐ | |
5 | μένα λαῶν“ (Β 243)· τὸ ἀπὸ Διὸς σκῆπτρον (cf. Β 101—8)· ἀσπίδα παραπλησία〈ν〉 αἰγίδι (cf. Λ 36 cum Ε 742. Ρ 593. Φ 400)· φροντί‐ δας, „ὡς δ’ ὅταν ἀστράπτῃ“ (Κ 5). T | ||
1138a | Ariston. | τῆς δ’ ἐξ ἀργύρεος 〈τελαμὼν ἦν〉: ὅτι ἐκ τελαμώνων αἱ ἀσπίδες ἤρτηντο. AAint | |
1138b | Did. | 〈ἐπ’ αὐτοῦ:〉 οὕτως Ἀρίσταρχος. γράφεται δὲ καὶ „ἐπ’ αὐτῷ“. Ail | |
1140a1 | Did. | τρεῖς ἀμφιστεφέες: οὕτως αἱ Ἀριστάρχου σὺν τῷ ρ „ἀμφιστρεφέεσ“ (καὶ τὰ ὑπομνήματα δὲ συμφωνεῖ), λέγων ἓν μὲν εἶναι σῶμα τοῦ δράκοντος, κεφαλὰς δὲ τρεῖς περιπεπλεγμένας ἀλλήλαις. | |
ἠπάτηνται δὲ οἱ χωρὶς τοῦ ρ γράφοντες ἐξ ἐκείνου „τῇ δ’ ἐπὶ μὲν Γορ‐ | |||
5 | γὼ βλοσυρῶπις ἐστεφάνωται“ (Λ 36). A | ||
1140a2 | Ἀρίσταρχος δὲ „ἀμφιστρεφέεσ“ γράφει ἀντὶ τοῦ περιπεπλεγ‐ μέναι. T | ||
1140b | ex. | ἀμφιστεφέες: ἀλλήλαις περιπεπλεγμέναι διὰ τὸ ἑνὸς αὐχένος εἶναι· ἢ εἰς ἀλλήλας ἀπεστραμμέναι. b(BCE3E4)T ταύ‐ την δὲ ὁ Κράτης (fr. 23 c M.) μίμημα τοῦ κόσμου φησὶν εἶναι. T | |
11.41 | Ariston. | κρατὶ δ’ ἐπ’ ἀμφίφαλον 〈κυνέην θέτο〉: ὅτι μετὰ τὴν ἀσπίδα τὴν περικεφαλαίαν ἀνελάμβανον. A | |
11.43 | Ariston. | εἵλετο δ’ ἄλκιμα δοῦρε: ὅτι καὶ ἐπὶ τῆς Ἀλεξάνδρου μο‐ νομαχίας (sc. Γ 18) τὸ ὅμοιον. A | |
11.44 | Ariston. | {ὀξέα·} τῆλε δὲ χαλκὸς ἀπ’ αὐτόφιν οὐρανὸν εἴσω: 〈ἡ διπλῆ, ὅτι〉 ἀντὶ τοῦ εἰς οὐρανόν. καὶ ὅτι, ὅταν ἐπ’ Ἀχιλλέως λέγῃ „ὣς τοῦ χαλκὸς ἔλαμπε“ (Χ 32), νοητέον ἀπὸ τοῦ δόρατος τὴν λαμ‐ πηδόνα ἀνταυγεῖν· τὰ γὰρ ἄλλα χρυσᾶ εἶχεν. A | |
1145a | Ariston. | {λάμπ’} ἐπὶ δ’ ἐγδούπησαν: ὅτι διὰ τὸ μέτρον παράκει‐ ται τὸ γ. τὸν δὲ „δοῦπον“ (Δ 455 al.) οὐκ ἂν εἴποι γδοῦπον. A | |
1145b | ex. | ἐπὶ δ’ ἐγδούπησαν: οὐ μόνον τῇ ὁπλίσει, ἀλλὰ καὶ ταῖς διοσημίαις προφαντάζει τὸν ἀκροατήν. b(BCE3)T | |
11.46 | Ariston. | τιμῶσαι βασιλῆα 〈πολυχρύσοιο Μυκήνησ〉: ὅτι νῦν ἑνικῶς τὴν Μυκήνην, 〈καὶ〉 ὅτι ἐν Μυκήναις τὰ Ἀγαμέμνονος βασίλεια, οὐκ ἐν Ἄργει, ὡς οἱ νεώτεροι. A | |
1147-52 | ex. | ἡνιόχῳ μὲν 〈ἔπειτα ἑῷ〉 ἐπέτελλε〈ν ἕκαστος / — / ἱππῆες δ’ ὀλίγον μετεκίαθον〉: ἐντειλάμενοι τοῖς ἡνιόχοις οἱ παραιβάται, ἐπὶ τῇ τάφρῳ σὺν τοῖς ἵπποις ἀναμένειν αὐτούς, ἐν ὅσῳ τοὺς ἵππους ζευγνύουσιν, καὶ αὐτοὶ ἅμα τοῖς πεζοῖς διαβαίνουσι | |
5 | τὴν τάφρον, b(BCE3E4)T καὶ ἐκεῖνοι μετ’ οὐ πολὺ καταλαμβά‐ νουσιν ἅμα τοῖς ἵπποις. T | ||
11.49 | Ariston. | {αὐτοὶ δὲ} πρυλέες: ὅτι φανερῶς πρυλέες οἱ πεζοί· ἀντι‐ διέσταλκε γὰρ τοὺς ἱππεῖς (cf. Λ 51. 52). A | |
1151a | Ariston. | φθὰν δὲ 〈μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντεσ〉: πρὸς τὸ δοκοῦν μάχεσθαι· εἰ γὰρ μεγάλως ἔφθασαν, πῶς οἱ ἱππεῖς „ὀλίγον μετεκίαθον“ (Λ 52) αὐτούς; λέγει δὲ φθὰν δὲ μέγα χρονι‐ κῶς, ἀντὶ τοῦ πολλῷ χρόνῳ προέλαβον, „ὀλίγον“ δὲ „μετεκίαθον“ | |
5 | (Λ 52) τοπικῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετ’ αὐτοὺς ἔκιον. Aim | ||
1151b | Hrd. | ex. | φθὰν δὲ μέγ’ ἱππήων 〈ἐπὶ τάφρῳ κοσμηθέντεσ〉: ὁ Ἀρίσταρχος βαρύνει, καὶ δῆλον ὅτι ὑγιῶς· κοιμίζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ συνεπείᾳ· „Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε“ (Ν 1). | ἔστι δὲ ὁ νοῦς τοιοῦτος· ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιατα‐ | |
5 | γέντες ἐπὶ τῆς τάφρου. A | ||
1151c | ex. | φθὰν δὲ μεθ’ ἱππήων 〈ἐπὶ τάφρῳ κοσμηθέντεσ〉: ἔφθασαν ἐν τῇ τάφρῳ οἱ πεζοὶ διὰ τῶν ἱππέων δηλονότι κοσμηθέντες, | |
ἐάσαντες δὲ τοῖς ἡνιόχοις τὰ ἅρματα ἐπὶ τῷ ἀγαγεῖν αὐτά. b(BCE3)T | |||
1151d | Nic. | ἐπὶ τάφρῳ: τὸ ἐπὶ τάφρῳ καὶ τοῖς ἑξῆς καὶ τοῖς ἄνω δύναται συνάπτεσθαι, βέλτιον δὲ τοῖς ἑξῆς, ἵνα ἐπὶ μὲν τῆς τάφρου ἡ διακόσμησις ᾖ γεγονυῖα, οἱ δὲ πεζοὶ προεληλυθότες τῶν ἱππέων εἰς τὸ πεδίον· ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται εἰς τὸ πεδίον· φησὶ | |
5 | γοῦν „ἡνιόχῳ μὲν ἔπειτα ἑῷ“ (Λ 47). τὸ δὲ ἀπορούμενον, πῶς μέγα προειπὼν ἐπιφέρει „ὀλίγον“ (Λ 52), τοιοῦτόν ἐστι· τὸ ἕτερον αὐτῶν χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλ‐ θον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφ’ ἁρμάτων. ἢ τῷ χρόνῳ πολὺ προέλαβον οἱ πεζοί, οἱ δὲ ἱππεῖς τῷ κατα〈τα〉χῦναι ὀλίγον | ||
10 | ὄπισθεν ἦσαν. A | ||
11.52 | Ariston. | 〈ὀλίγον:〉 ὅτι τῷ τόπῳ καὶ τῇ τάξει, οὐ τῷ χρόνῳ. Aim | |
1152-3 | ex. | ἐν δὲ κυδοιμόν / ὦρσε 〈κακὸν〉 Κρονίδης: Ζεὺς αὐτοὺς προτρέπει, ὅπως ἐξελθόντων καὶ τρωθέντων ἐξαγάγοι Πά‐ τροκλον. b(BCE3E4)T | |
1154a1 | ex. | αἵματι μυδαλέας: ἐπεὶ αἱματώδεις οἱ περὶ Τροίαν ποτα‐ μοί, ἀναγκαίως καὶ ὁ ὄμβρος αἱματώδης. T | |
1154a2 | ᾑμαγμέναι δέ εἰσιν αἱ σταγόνες, ἐπειδὴ καὶ οἱ περὶ Τροίαν ποταμοὶ ἐκ τῶν ἀναιρουμένων αἱματώδεις ἦσαν. b(BCE3) | ||
D | {ἕρσας} αἵματι μυδαλέας: ἐζήτηται, πῶς ἐνεδέχετο— | ||
δρόσους ἔπεμπον. A | |||
1154b | Ariston. | Nic. | 〈αἵματι μυδαλέας〉 ἐξ αἰθέρος, οὕνεκ’ ἔμελλε: ὅτι δοκεῖ σημεῖον εἶναι, ὅταν ἐπιψακάσῃ, οὐχ ὅταν ὕσῃ, καὶ ὅτι τὸ ἔμελλε πάλιν ἀντὶ τοῦ ἐῴκει. A | ἕως τοῦ αἰθέρος δὲ στικτέον καὶ τοῖς ἄνω συναπτέον αὐτό. AAim | |
1154c1 | ex. | ἐξ αἰθέρος: ὅτι συνέχεε τὸν ἀέρα καὶ αἰθέρα. ἢ ἀπὸ τοῦ ὑψηλοῦ μέρους· ἢ ὅτι Διὸς ἔργον καὶ οὐχ ὑετός. T | |
1154c2 | ὅτι σύνεγγύς ἐστιν ὁ ἀὴρ τοῦ αἰθέρος· ἢ ὅτι Διός ἐστιν ἔργον τὸ τοιοῦτον καὶ οὐχ ὑετός· διὸ καὶ ἐνήλλακται. b(BCE3E4) | ||
1155a1 | Did. | 〈κεφαλάς:〉 οὕτως Ἀρίσταρχος κεφαλάς ἐνθάδε. Aint | |
1155a2 | {ἰφθίμους κεφαλάς:} οὕτως αἱ Ἀριστάρχου. T | ||
1155b | Ariston. | κεφαλάς: ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλάς οὐδὲν κωλύει, περιφραστικῶς ἀπὸ μέρους τῶν ὅλων σημαινομένων, κατὰ δὲ τὸ τῆς Ἰλιάδος προοίμιον (sc. Α 3) οὐκ ἐνδέχεται, ἐπιφερομένου τοῦ „αὐτοὺς δὲ ἑλώρια“ (Α 4). A | |
1156a | Ariston. | 〈Τρῶες δέ:〉 ὅτι κοινὸν †τὸ ἐπὶ† τούτων τὸ ἐθωρήσσοντο (cf. Λ 49). Aim | |
1156b | ex. (Ariston.?) | Τρῶες δ’ αὖθ’ ἑτέρωθεν: ἀπὸ κοινοῦ τὸ ἐζών〈ν〉υντο (cf. Λ 15). T | |
11.58 | ex. | Αἰνείαν θ’, ὃς Τρωσὶ 〈θεὸς ὣς τίετο δήμῳ〉: οὐ μάτην ἡ προσθήκη, ἀλλ’ ἐμφαίνει τὴν τάξιν τῶν ἀνδρῶν· μετὰ γὰρ Ἕκτορα οὗτος δεύτερος· διὸ καὶ ζηλοτυπία ἦν τις αὐτοῖς· φησὶ γοῦν „αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, / οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν οὔ τι | |
5 | τίεσκεν“ (Ν 460—1). b(BCE3E4)T | ||
1161-6 | ex. | Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα〈— /〉 οἷος δ’ ἐκ νεφέων〈—Διὸς αἰγιόχοιο〉: οἷός τε ἦν ὁ ποιη‐ τής, διελθὼν περὶ τῆς Ἀγαμέμνονος ἀσπίδος, ἐκφράσαι καὶ τὴν Ἕκτο‐ ρος. ἀλλὰ τῇ παραβολῇ τὸ κίνημά τε καὶ λαμπρὸν τῶν ὅπλων ἐσή‐ | |
5 | μανεν. ἴσως δέ τινα τῶν κομητῶν ἀστέρων φησὶ καὶ τὴν φθορὰν προ‐ δηλοῖ. b(BCE3)T | ||
1162a1 | Ariston. | {οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται} οὔλιος {ἀστήρ}: ὅτι τινὲς γράφουσιν „αὔλιοσ“, ὅ ἐστιν ἕσπερος, πρὸς ὃν αὐλίζεται τὰ ζῷα. καὶ Καλλίμαχος (fr. 177,6)· „〈αὔλιος,〉, ὃς δυθμὴν εἶσι μετ’ ἠελίου“. ἔστι δὲ †ἀλύπιος† καὶ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα. γραπτέον οὖν οὔλιος, | |
5 | ἵνα τὸν τοῦ κυνὸς σημαίνῃ, τὸν φθοροποιὸν καὶ λαμπρότατον, ᾧ καὶ τὸν Ἀχιλλέα ὁμοιοῖ „λάμφ’ ὥς τ’ ἀστήρ / ὅς ῥά τ’ ὀπώρης εἶσιν“ (Χ 26—7). A | ||
1162a2 | τινὲς γράφουσιν „αὔλιος ἀστήρ“. Til | ||
1163-4 | ex. | παμφαίνων, τότε δ’ αὖτις ἔδυ 〈νέφεα σκιόεντα /〉. ὣς Ἕκτωρ ὁτὲ μέν: ἐμφερεστάτη ἡ εἰκὼν πρὸς ἀμφότερα, πρός τε τὴν λαμπρότητα καὶ τὸ μὴ διηνεκῶς φαίνεσθαι, ἀλλ’ ἔσθ’ ὅτε καὶ ἀποκρύπτεσθαι. ὥσπερ οὖν ὁ ἀστὴρ ἐν τῇ κινήσει ἐνίοτε καὶ ὑπονέφε‐ | |
5 | λος γίνεται, οὕτω καὶ Ἕκτορά φησι καὶ ἀπολάμπεσθαι τοῖς ὅπλοις καὶ ἐνίοτε ἀποκρύπτεσθαι ὑπὸ τοῦ πλήθους, ἄλλοτε ἐπ’ ἄλλα μέρη φαι‐ νόμενον. b(BCE3E4)T | ||
11.65 | Ariston. | πᾶς: σημειοῦνταί τινες ὅτι τοῦτο ἀντὶ τοῦ ὅλος. A | |
11.67 | ex. | ὥς τ’ ἀμητῆρες: τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς θερίζουσι διὰ τῶν δρεπάνων παρέβαλε. b(BCE3E4)T | |
1167-8 | ex. | ἐναντίοι ἀλλήλοισιν, / ὄγμον ἐλαύνωσιν: τὸ πα‐ λαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν περάτων ἀρχόμενοι καὶ εἰς τὰ μέσα τελευτῶντες. b(BCE3E4)T | |
1168a | Hrd. | Ariston. | 〈ὄγμον ἐλαύνωσιν:〉 ὄγμον ὡς „ὄλβον“ (γ 208 al.)· τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα, βαρύνεσθαι θέλει, οἷον „ὄκνοσ“ (Ε 817), „ὄμβροσ“ (Ε 91 al.), ὄρρος, „ὅσσοσ“ (Ω 630), Ὄρθος (cf. Hsd. | |
5 | th. 293 al.), ὄρφος. οὕτως καὶ ὄγμος. | ἡ διπλῆ δέ, ὅτι τὸ ἐλαύνωσι | ||
τύπτωσι. καὶ τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι. A | |||
1168b | ex. | ὄγμον ἐλαύνωσιν: πρὸς τὴν σύντομον ἀναίρεσιν. b(BCE3E4)Til | |
1168c | ex. | ἀνδρὸς μάκαρος κατ’ ἄρουραν: ἐν πλατεῖ γὰρ ληΐῳ πολλοὺς ἐργάζεσθαι εἰκός ἐστιν. b(BCE3E4)T | |
1169a | Hrd. | 〈ταρφέα:〉 ταρφέα ὡς „ὀξέα“ (Π 772)· νῦν γὰρ ἐπιθετι‐ κὸν τὸ τοιοῦτον. A | |
1169b | ex. | ταρφέα πίπτει: τὸ εὐχερὲς καὶ δυσαρίθμητον τῶν πι‐ πτόντων δηλοῖ. b(BCE3E4)T | |
1170-1 | ex. | ὣς Τρῶες καὶ Ἀχαιοὶ 〈ἐπ’ ἀλλήλοισι〉 θορόντες 〈/ δῄουν〉, οὐδ’ ἕτεροι μνώοντο: οἱ μὲν ὑπὸ Διός, οἱ δὲ ὑπὸ Ἔριδος. T | |
11.71 | Ariston. | μνώοντ’ ὀλοοῖο φόβοιο: ὅτι φόβον τὴν φυγήν. ὃν δὲ ἡμεῖς φόβον, δέος λέγει. A | |
1172a1 | Ariston. | ἴσας δ’ ὑσμίνη 〈κεφαλὰς ἔχεν〉: ὅτι Ἀρίσταρχος ὑσμίνη γράφει χωρὶς τοῦ ι· φησὶ γάρ, ἥ τε τῶν Ἑλλήνων ὑσμίνη καὶ βαρβάρων ἰσοκέφαλος ἦν, οἷον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν τε Ἑλλήνων καὶ τῶν Τρώων. A | |
1172a2 | {ἴσας δ’ ὑσμίνη:} χωρὶς τοῦ ι γράφει ὁ Ἀρίσταρχος, ἵν’ ᾖ ἡ ὑσμίνη τῶν Ἑλλήνων τε καὶ τῶν Τρώων ἰσοκέφαλος ἦν, οἷον ἀμφοτέ‐ ρων ἰσοκέφαλος ἦν ἡ μάχη. T | ||
1172b | Did. | 〈ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχεν:〉 οὕτως Ἀρίσταρχος, ἡ ὑσμίνη τὰς κεφαλὰς ἴσας εἶχεν, ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. ἄλλοι δὲ „ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον“. Aim | |
1172c | ex. | ex. | ἴσας δ’ ὑσμίνῃ κεφαλὰς ἔχον: ἀντὶ τοῦ ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. b(BCE3)T | θαυμαστῶς τέως ἰσορροποῦσιν Ἕλληνες, καὶ ταῦτα ἀπὸ δυστυχίας ὄντες· μετ’ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν | |
Τρώων. b(BCE3E4)T | |||
1172d | ex. | οἱ δὲ λύκοι ὥς: πρὸς τὸ πρόθυμον καὶ κατὰ τὸ πλῆθος δραστικόν· ὁ γὰρ λέων μόνος ἀγωνίζεται. b(BCE3E4)T | |
1175a | Ariston. | Hrd. | οἱ δ’ ἄλλοι οὔ σφιν 〈πάρεσαν θεοί〉: πρὸς τὴν ἑξῆς ἀθέτησιν· οὐ γὰρ ἦσαν ἐπὶ τοῦ αὐτοῦ πάντες οἱ θεοί. | τὸ δὲ πάρεσαν, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο. A | |
1175b | Hrd. | ἕκηλοι: δασύνεται· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεσθαι θέλει ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἢ ἀπὸ προθέσεως. A | |
1176a | Did.(?) | 〈σφοῖσιν:〉 γράφεται „οἷσιν“. Aint | |
1176b | ex. | οἷσιν ἐνὶ μεγάροισι 〈καθήατο〉: οὐδὲ ὁρᾶν ὑπομένον‐ τες τὴν μάχην διὰ τὸ ἐληλάσθαι ὑπὸ Διός. b(BCE3E4)T | |
1176c | Did. | 〈ᾗχι:〉 Ἀρίσταρχος χωρὶς τοῦ ι τὸ „ἧχι“. Aim | |
1178-83a | Ariston. | πάντες δ’ ᾐτιόωντο〈—ὀλλυμένους τε〉: ἀθετοῦνται στίχοι ἕξ, ὅτι ψεῦδος· οὐ γὰρ δύνανται πάντες τὸν Δία αἰτιᾶσθαι βοηθοῦντα τοῖς Τρωσίν, ἀλλ’ οἱ τῶν Ἑλλήνων βοηθοί. καὶ τὸ ὁ δὲ νόσφι λιασθείς / τῶν ἄλλων ἀπάνευθε καθέζετο | |
5 | (Λ 80—1) ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ „οἱ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί“ (Λ 75). ἀπό τε τοῦ Ὀλύμπου οὐ παρεισάγεται θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλ’ ἀπὸ τῆς Ἴδης· ὅθεν διὰ τῶν ἑξῆς (sc. Λ 183—4) †μεταλαμβάνει εἰς αὐτόν. A | ||
1178-83b1 | Did. | 〈πάντες δ’—ὀλλυμένους τε:〉 τούτους καὶ Ἀρι‐ στοφάνης ἠθέτει, παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ἐγράφοντο. A | |
1178-83b2 | τούτους δὲ Ζηνόδοτος οὐκ οἶδεν, Ἀριστοφάνης δὲ ἀθετεῖ. T | ||
11.78 | ex. | πάντες δ’ ᾐτιόωντο: οἱ Ἑλληνικοί, ὅτι, εἰ μὴ ἐπεκούρει Τρωσίν, ἐνίκησαν ἂν οἱ Ἕλληνες. T | |
11.81 | Nic. | τῶν ἄλλων ἀπάνευθε: βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστί‐ χιον συντάττειν, ἵνα μὴ „νόσφι“ (Λ 80) καὶ ἀπάνευθε ἐν ταὐτῷ κέηται. A | |
11.84 | ex. | 〈ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο〉 ἱερὸν ἦμαρ: ἕως ὥρας ἕκτης, ἕως μεσημβρίας, ὅτε αἱ θυσίαι γίνονται καὶ τὰ †πρακτικὰ† πάντα. b(BCE3E4)T „κνέφασ“ δὲ „ἱερόν“ (Λ 194)· καὶ γάρ φησι „μα‐ κάρων τοι νύκτες ἔασιν“ (Hsd. opp. 730). T | |
1186-9 | ex. | ἦμος δὲ δρυτόμοσ〈—ἵμερος αἱρεῖ〉: ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατειθισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὔπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχωροῦσι τῷ πάντα | |
5 | τὰ σώματα διαλύειν ἐκ τῶν ἔργων πεφυκότι. A b (BCE3E4)T | ||
1186a | Ariston. | D | 〈ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο〉 δεῖ‐ πνον: ὅτι Ζηνόδοτος γράφει „δόρπον“. οὐ λέγει δὲ δεῖπνον τὴν ἑσπερινὴν τροφὴν νῦν, ἀλλὰ δεῖπνον καλεῖ, ὃ ἡμεῖς ἄριστον· καθ’ ἣν ὥραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται | ἤγουν ὁ ὑλοτόμος, ὁ ξυλοτό‐ | |
5 | μος· δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τοῦ ἀρχαιοτέρου πᾶν δέν‐ δρον. A | ||
1186b | ex. | 〈ἦμος δὲ δρυτόμος—δεῖπνον:〉 ὅτε ὁ δρυτόμος | |
ἐπὶ τὸ ἑωθινὸν ἔρχεται ἄριστον. Til | |||
1186c | ex. | ὡπλίσσατο δεῖπνον: τὸ ἑωθινὸν ἄριστον· εὐθέως γὰρ μετὰ τὸν ὄρθρον, αὔξην λαμβανούσης τῆς ἡμέρας, ὁ ὑλοτόμος ἐπὶ τὸ ἑωθινὸν ἄριστον ἔρχεται· b(BCE3E4)T ὅτι γὰρ τὸν ἑωθινὸν και‐ ρὸν δηλοῖ, σαφὲς ἐξ ὧν κατὰ τὴν Πατρόκλειαν (Π 777—8) φησίν· | |
5 | „ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν 〈ἀμφιβεβήκει,〉 / τόφρα μάλ’ ἀμφο‐ τέρων βέλε’ ἥπτετο.“ T | ||
11.87 | D | 〈ἐκορέσσατο:〉 ἀντὶ τοῦ ἔκαμεν. Til | |
11.88 | Hrd. | ἅδος {τέ μιν}: δασυντέον· τὸ γὰρ α πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, ἀδαής, ἀδρανής, „ἀδευκήσ“ (cf. δ 489), κατὰ κρᾶσιν Ἅιδης, μὴ οὕτως δὲ ἔχον ἁδρός, „ἁδινόσ“ (cf. Β 87 al.), Ἁδρίας· διὸ καὶ τὸ | |
5 | Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. A | ||
11.89 | ex. | σίτου τε γλυκεροῖο 〈περὶ φρένας ἵμερος αἱρεῖ〉: διδαχὴ μετὰ τοὺς πόνους ἐμφορεῖσθαι σιτίων πρὸς τὸ εὐόρεκτον· b(BCE3E4)T ὡς καὶ Σωκράτης πολλὰ περιπατήσας ἑσπέρας πρὸς τὸν ἐρόμενον „τί τηνικάδε, ὦ Σώκρατες;“ ὄψον ζητεῖν ἔφη. T | |
11.90 | ex. | σφῇ ἀρετῇ: ὡσεὶ λέγοι· κεκοπωμένοι μὲν τοῖς σώμασιν, ἀν‐ τιτασσόμενοι δὲ τῷ κόπῳ ταῖς ψυχικαῖς ἀρεταῖς. b(BCE3E4)T | |
1190-8 | ex. | ῥήξαντο φάλαγγας 〈/ —〉ἐν δ’ Ἀγαμέμνων 〈/ πρῶτος ὄρους’,〉 ἕλε 〈δ’〉 ἄνδρα〈—μεμαῶτα〉: ἐν κε‐ φαλαίοις εἰπὼν ὡς ἀνῄρηνται (sc. 92—3), τὸ πῶς ἐπάγει κατὰ μέρος. | |
διὰ δὲ τοῦ φόνου τοῦ δευτέρου ἐδήλωσε καὶ περὶ τοῦ πρώτου· εἰπὼν | |||
5 | γὰρ ὡς ἐξ ἵππων κατεπάλμενος (94) ἀνῄρηται (cf. 95—8) δηλοῖ ὡς ὁ πρῶτος ἐπιβεβηκὼς τῷ δίφρῳ πεφόνευται (cf. 92—3). b(BCE3 E4)T σύνδυο οὖν ἀναιροῦνται ὡς κἀν τῇ Διομήδους ἀριστείᾳ (cf. Ε 159—64). T | ||
1191a | ex. | κεκλόμενοι ἑτάροισι: διδάσκει ὡς κἀν τοῖς δεινοῖς τὸ φιλάλληλον σῴζειν ἡμᾶς πέφυκεν. b(BCE3E4)T τοιοῦτοι δὲ οἱ Ἕλληνες „ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι“ (Γ 9). T | |
1191b | ex.(?) | 〈κατὰ στίχας:〉 τὰς οἰκείας. Aim | |
1191c | Did.(?) | 〈ἂν δ’ Ἀγαμέμνων:〉 γράφεται „ἐκ δ’ Ἀγαμέμνων“. Aim | |
1191-2 | ex. | ἐκ δ’ Ἀγαμέμνων / πρῶτος 〈ὄρους’, ἕλε δ’ ἄν‐ δρα〉: ἀποτυχὼν γὰρ Ἀχιλλέως λαμπρὸς εἶναι θέλει ἢ εὐκλεῶς ἀπο‐ θανεῖν. b(BCE3E4)T | |
11.92 | Did. | 〈Βιήνορα:〉 Ἀρίσταρχος „Βιάνορα“. Aim | |
11.93 | Ariston. | αὐτόν, ἔπειτα δ’ ἑταῖρον: ὅτι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα. πρὸς τὸ „αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 169). A | |
1194a | ex. | 〈ἤτοι ὅ γε:〉 ὁ Ὀϊλεύς. Til | |
1194b | Ariston. | Did. | {ἤτοι ὁ γ’ ἐξ ἵππων} κατεπάλμενος ἀντίος ἔστη: ὅτι δύο προθέσεις παρείληφεν, κατά, ἐπί, τῆς ἑτέρας ἀρκούσης. | Ζηνόδο‐ τος δὲ „ἀντίον“ καὶ Ἀριστοφάνης. A | |
1195a | ex. | τὸν δ’ ἰθὺς μεμαῶτα: δῆλον ὡς φερόμενον ὑπὲρ τοῦ ἀδελφοῦ. καὶ βοηθῶν φονεύεται. T | |
1195b | ex. | 〈τὸν δέ:〉 τὸν Ὀϊλέα. Til | |
1195c | ex. | μετώπιον: τὸ μεταξὺ τῶν ὠπῶν ἐπάνω τῆς ῥινός, ὡς | |
„μεταμάζιον“ (Ε 19). T | |||
1195-6 | ex. | μετώπιον 〈ὀξέϊ δουρί /〉 νύξ’· οὐδὲ στεφάνη 〈δό‐ ρυ οἱ〉 σχέθε: ὅπου ἐπὶ ἀνοχῆς ἐστιν ἡ μάχη, εὑρίσκομεν περιφυλάσ‐ σοντας καὶ τὰ γυμνά, „ᾗ ῥ’ ἴδε γυμνωθέντα“ (Μ 389) καὶ ἄλλα πολλά· ὅπου δὲ ὀξυλαβ〈ε〉ίας χρεία, πρὸς τὸ ἀνώσασθαι μόνον αἱ πληγαί. T | |
11.96 | Ariston. | 〈στεφάνη:〉 ὅτι εἶδος περικεφαλαίας ἡ στεφάνη. Aim | |
11.97 | Ariston. | ἐγκέφαλος δέ: ὅτι Ἀπολλώνιος (fr. 16 M.) ποιεῖ „ἐγκέφα‐ λον δέ“, καὶ τὸν ἑξῆς ἀθετεῖ. A | |
1198a | ex. | πεπάλακτο: διεβρέχετο· ὡς τὸ „παλάσσετο δ’ αἵματι θώρηξ“ (Ε 100) καὶ „λύθρῳ δὲ παλάσσετο χεῖρασ“ (Υ 503). φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος· σφιγγομένου γὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου ἔξω προελθεῖν εἴργεται τὸ αἷμα, ἔσω δὲ | |
5 | ἐπισυνάγεται, καθάπερ ἐπὶ τῶν πληγέντων λίθῳ, ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς ἔξω φο‐ ρᾶς εἰργόμενον. A b (BE3E4)T | ||
1198b | ex.(?) | πεπάλακτο: γράφεται „†κεκίνητ. ἀλλ’ οὐκ εἰκὸς συν‐ δεδεμένον τῷ ὀστέῳ τὸ δόρυ κινεῖν τὸν ἐγκέφαλον. T | |
11100a | ex. | Ariston. | στήθεσι παμφαίνοντας 〈ἐπεὶ περίδυσε χιτῶ‐ νασ〉: ἐπειδή, φησί, τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο, γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. | ἡ διπλῆ δέ, ὅτι ἔν τισι γράφεται „ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα“. ἔσονται δὲ αὐτοὶ οἱ | |
5 | νεκροὶ τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ τοὺς ἐπὶ τοῖς στήθεσι παμφαίνοντας χιτῶνας. A | ||
11100b | ex. | στήθεσι παμφαίνοντασ〈—χιτῶνασ〉: οὐ συν‐ άπτει Νικάνωρ (p. 209 Friedl.), ἀλλὰ τὸ παμφαίνοντας δηλοῦν φησι τὸ νέον αὐτῶν. Πῖος (fr. 3 H.) δὲ ‘τὰ στήθη περιφαίνοντασ‘. οἱ δὲ ὅλον στήθεσι παμφαίνοντας χιτῶνας. b(BCE3E4)T | |
11101a | Did. | {αὐτὰρ ὁ} βῆ ῥ’ Ἶσον {τε}: Ζηνόδοτος ἔξω τοῦ ρ „βῆ Ἶσον“. μὴ ἐμφέρεσθαι δέ φησιν ὁ Ἀρίσταρχος νῦν ἐν τοῖς Ποσειδίππου ἐπιγράμμασι τὸν „Βήρισον“, ἀλλ’ ἐν τῷ λεγομένῳ Σωρῷ (fr. 5 Schott) εὑρεῖν. εὔλογον δέ φησιν ἐξελεγχόμενον αὐτὸν ἀπαλεῖψαι. A | |
11101b | ex. | βῆ ῥ’ Ἶσον {τε}: Ποσίδιππος (fr. 5 Schott) „Βήρισον“, ὑφ’ ἕν. Ἡρωδιανὸς (cf. 2,73,1) †μόνος καλεῖ τὸ βῆρ†. Ζηνόδοτος δὲ χωρὶς τοῦ ῥ’, „βῆ Ἶσον“ {τε}. T | |
11101c | Hrd. | Ap. Dysc. | {αὐτὰρ ὁ} βῆ ῥ’ Ἶσόν τε 〈καὶ Ἄντιφον〉: κατὰ διά‐ στασίν ἐστι, βῆ ῥα, εἶτα Ἶσόν τε καὶ Ἄντιφον. | τὸ μέντοι ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι ἐξενα‐ ρίζων, ὡς δείκνυται ἐν τῷ Περὶ συντάξεως (p. 90, 15). A | |
11102-3 | Nic. | υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον, ἄμφω 〈/ εἰν ἑνὶ δίφρῳ ἐόντασ〉: ἐπὶ τὸ γνήσιον βραχὺ διασταλτέον· καὶ γὰρ σαφέστερον τὸ οὕτως χωρίζειν ἄμφω / εἰν ἑνὶ δίφρῳ· καὶ ἀδιανόητόν ἐστι τὸ συνάπτειν νόθον καὶ γνήσιον ἄμφω (102). A | |
11102a1 | ex. | 〈υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον:〉 φιλο‐ τέχνως ἐδήλωσε διὰ τοῦ ἑξῆς στίχου, ποῖος ἦν ὁ νόθος. Til | |
11102a2 | ἐδήλωσε γὰρ φιλοτέχνως διὰ τούτου, ποῖος ὁ νόθος ἦν. b(BCE3E4) | ||
11102b | ex. (Nic.?) | 〈ἄμφω:〉 τὸ ἄμφω τῶν ἑξῆς ἐστιν. Til | |
11103a | Did. | 〈ἐόντας:〉 Ἀριστοφάνης „ἐόντε“. AimTil | |
11103b | ex. (Ariston.?) | ὁ μὲν νόθος ἡνιόχευεν: σημειωτέον ὅτι πρὸς τὸ πρῶ‐ τον ὑπήντησε, „νόθον καὶ γνήσιον“ (Λ 102), b(BCE3E4)T εἶτα ὁ μὲν νόθος. T | |
11104a1 | Ariston. | ὥ ποτ’ Ἀχιλλεύς: ὅτι Ζηνόδοτος γράφει „ὅν ποτ’ Ἀχιλλεύσ“. μήποτε δὲ πεπλάνηται, γεγραμμένου τοῦ ο ὑπ’ ἀρχαϊκῆς σημασίας ἀντὶ τοῦ ω, προσθεὶς τὸ ν· ἔστι γὰρ περὶ δυεῖν ὁ λόγος· διὸ καὶ ἐπιφέρει „καὶ γάρ σφε πάρος παρὰ νηυσίν“ (Λ 111). καὶ ὅτι οἱ | |
5 | μαχόμενοι παραβάται ἦσαν. A | ||
11104a2 | Ζηνόδοτος γράφει „ὅν ποτ’“. ἀλλ’ ἐλέγχεται ἐκ τοῦ „καὶ γάρ σφε“. T | ||
11104b | Did. | 〈ὥ ποτ’ Ἀχιλλεύς:〉 ἐν ἄλλῳ „ὅν ποτ’ Ἀχιλλεύσ“. Aim | |
11104-5 | ex. | ὥ ποτ’ Ἀχιλλεύς / Ἴδης ἐν κνημοῖσι: καὶ ἐν τού‐ τοις ἡ ποικιλία ὁρᾶται, ὡς καὶ περὶ Λυκάονος (cf. Φ 35—48). T ἐφ’ ἑκάστου οὖν ἢ γένος ἢ τύχην ἢ σχῆμα πτώματος δηλῶν ποικίλλει τὸ ὑποκείμενον. b(BCE3E4)T | |
11105a | ex. | δίδη μόσχοισι λύγοισι: οὐκ ἀπίθανος ἡ μεταφορὰ ἀπὸ τῶν ἁπαλῶν ἔτι βοῶν ἐπὶ τὰ τρυφερὰ τῶν φυτῶν ἀγομένη. | |
b(BCE3E4)T | |||
11105b | ex. | δίδη μόσχοισι λύγοισι: ἐδέσμευσε ταῖς νέαις καὶ ἁπα‐ λαῖς λύγοις καὶ βλαστήμασι. λύγος δὲ ἱμαντῶδές τι φυτὸν καὶ ἁπαλόν, ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ τὸ οἰσόκαρπον. τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦσιν· ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος ἀφανιστικός ἐστι | |
5 | τῆς γονῆς. καὶ οἱ ἱερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνῃ ὑποτιθέασιν ὡς φυσικήν τινα δύναμιν ἐχούσας πρὸς ἁγνείαν· διὸ καὶ ἄγνος ἐκλήθη. A | ||
11106a | Ariston. | ποιμαίνοντ’ ἐπ’ ὄεσσι: ὅτι τὸ πλῆρες ποιμαίνοντε. Ζηνόδοτος δὲ ἔοικε δέχεσθαι ποιμαίνοντα· καὶ γὰρ „ὅν ποτε“ (cf. Λ 104) γράφει. A | |
11106b | ex. | 〈ἐπ’ ὄεσσι:〉 τὸ ἐπ’ ὄεσσι τῶν ἑξῆς ἐστιν. Til | |
11.109 | Ariston. | Ἄντιφον {αὖ παρὰ οὖς}: ὅτι ἐπανείληφεν τὸ ὄνομα διὰ τὸ προειρηκέναι (cf. Λ 102—4) δύο (καὶ πρὸς τὸ πρότερον [sc. Λ 102] | |
ἀπήντησεν), ἵνα σαφηνίσῃ, κατὰ τίνα τόπον ἑκάτερος ἐπλήγη. A | |||
11110-1 | ex. | σπερχόμενος δὲ〈—〉ἐσύλα τεύχεα〈— /〉 γινώσκων: εἰώθασιν ἐπισαρκάζειν τοῖς ἐπισήμοις τῶν φονευομένων, ὡς Ὀθρυονεῖ (cf. Ν 374—82). νῦν οὖν, ἐπείπερ ὀξύς ἐστιν ὁ καιρός, ἄμφω δηλοῖ καὶ ὡς ἐγίγνωσκεν αὐτοὺς καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν. | |
5 | b(BCE3E4)T | ||
11.111 | Ariston. | {γινώσκων} καὶ γάρ σφε: ὅτι σφέ ἀντὶ τοῦ αὐτούς· καὶ οὐκ ἔστι περὶ ἑνὸς ὁ λόγος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον (cf. Λ 104). A | |
11113-9a | ex. | ὡς δὲ λέων ἐλάφοιο〈—κραταιοῦ θηρὸς ὑφ’ ὁρμῆσ〉: ἐμφερεστάτη ἡ παραβολή· νεβροὶ γὰρ οἱ νέοι Πρια‐ μίδαι, μήτηρ οἱ Τρῶες, προθυμίᾳ μὲν ὑπερέχοντες 〈ἐσ〉 τοὺς νεκροὺς καὶ κηδεμονίᾳ, κατεπτηχότες δέ. πιθανῶς δὲ οὐκ ἐπ’ ἄλλων τοῦ‐ | |
5 | το παρέλαβεν, ἀλλ’ ἐπὶ τῶν Πριάμου παίδων, ἐφ’ οἷς εἰκὸς τὴν προθυμίαν τῆς τιμωρίας σφοδροτέραν μέν, ἀδύνατον δὲ τοῖς Τρω‐ σὶν ὑπάρχειν. b(BCE3E4)T | ||
11113-9b | ex. | ὡς δὲ λέων〈—ὁρμῆσ〉: εἰς τὸ δυνατὸν καὶ βα‐ σιλικὸν τοῦ Ἀγαμέμνονος ὁ λέων παρείληπται. ἡ δὲ παραβολὴ πρὸς τὸ μὴ δύνασθαι τῇ ἐκείνων ἀναιρέσει βοηθῆσαί τινα τῶν Τρώων (cf. Λ 120—1). b(BCE3E4)T | |
11.113 | ex. | 〈ἐλάφοιο ταχείης νήπια τέκνα:〉 Ἀριστοτέλης (cf. h. an. 6, 29 p. 578 b 15) δύο φησὶ τίκτειν τὴν ἔλαφον. Til | |
11.114 | ex. | ῥηϊδίως συνέαξε: πρὸς τὸ εὔθλαστον. ἐπὶ δὲ βοὸς „ἐξ | |
αὐχέν’ ἔαξε“ (Λ 175). T | |||
11115a | ex. | ἐλθὼν εἰς εὐνήν: τὴν ἰδίαν, ὅπου ἀγνοοῦσα αὐτοὺς ἔθηκε. καὶ τοῦτο δῆλον ἑτέρωθεν· „ὡς δ’ ὁπότ’ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος / νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούσ“ (δ 335—6) ἕως „ὁ δέ τ’ ὦκα ἑὴν εἰσήλυθεν εὐνήν“ (δ 338): | |
5 | b(BCE3E4)T ὁ γὰρ λέων οὐδέποτε κοίτην ἄλλου ἐρευνᾷ ζώου, εἰ μὴ κατά τινα τύχην. b(BCE3E4) | ||
11115b | ex. | 〈ἐλθὼν εἰς εὐνήν:〉 τῶν ἐλάφων φησί. Aim | |
11115c | ex. | ἁπαλόν τέ σφ’ ἦτορ: καὶ Ἀντίπατρος ὁ ἰατρὸς (fr. 50 = St. V. Fr. III p. 251, 22) συναύξεσθαί φησι τῷ σώματι τὴν ψυχήν. b(BCE3)T | |
11.116 | Ariston. | τε τύχῃσι: ὅτι δύναται ἑκατέρως ἀναγινώσκεσθαι, καὶ κατὰ διαστολὴν τύχῃσι καὶ „τετύχῃσι“ ὡς „λελάχωσι“ (Η 80 al.). A | |
11116-7 | ex. | οὐ δύναταί σφιν / χραισμεῖν: ἵνα μὴ δοκῇ χαρίζε‐ σθαι Ἕλλησι, λεληθότως τῇ παραβολῇ τὸ ἀγενὲς τῶν Τρώων δηλοῖ. b(BCE3E4)T | |
11119a1 | Nic. | σπεύδους’ ἱδρώουσα: ἐπὶ τὸ σπεύδουσα βραχὺ διασταλτέον· μᾶλλον γὰρ ἐμφαίνει. A | |
11119a2 | {σπεύδουσα:} διαστολὴ ὀλίγη ἐπὶ τὸ σπεύδουσα καὶ | ||
ἐπὶ τὸ ἱδρώουσα. T | |||
11121a | Ariston. | {τρώων ἀλλὰ καὶ αὐτοὶ} ὑπ’ Ἀργείοισι φέβοντο: ὅτι ἀντὶ τοῦ ὑπ’ Ἀργείων. πάλιν δὲ τὸ φέβοντο ἀντὶ τοῦ ἔφευγον. A | |
11121b | ex. | ἀλλὰ καὶ αὐτοὶ ὑπ’ Ἀργείοισι φέβοντο: πρὸς τὸ φιλάλληλον τῶν Ἀχαιῶν. T | |
11123a1 | Did. | 〈δαΐφρονος:〉 Ζηνόδοτος γράφει „κακόφρονοσ“, εὐ‐ τελῶς. Aim | |
11123a2 | γράφεται δὲ καὶ „κακόφρονοσ“. b(BCE3E4) | ||
11123b1 | ex. | {ἀντιμάχοιο} δαΐφρονος: δαΐφρονος τοῦ τοὺς †πολε‐ μίους† ἐγείροντος τῇ συμβουλίᾳ· δαῒς γὰρ ἡ μάχη. T | |
11123b2 | οὐ πολεμικοῦ, ἀλλὰ τῇ βουλῇ τοὺς †πολεμίους† μόνον διεγείροντος. b(BCE3E4) | ||
11123-5 | ex. | ὅς ῥα μάλιστα 〈/ — /〉 οὐκ εἴασχ’ 〈Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ〉: ὡς καὶ ἄλλων αὐτῷ συμπραττόν‐ των. ἐπάγεται οὖν κατ’ αὐτῶν τὸν ἀκροατήν. b(BCE3E4)T καὶ ἔστιν ὥσπερ Νεμέσεως ἔργον τὸ εἰς τοὺς ἀδικηθέντας ἐμπεσεῖν. T | |
5 | ἐμέρισε δὲ τὸ διήγημα, νῦν μὲν λέγων οὐκ εἴασκεν (125), ἑξῆς δὲ (sc. Λ 139—41) καὶ τὸ πῶς. b(BCE3E4)T | ||
11124a | Ariston. | Nic. | χρυσὸν Ἀλεξάνδροιο 〈δεδεγμένος ἀγλαὰ δῶρα〉: πρὸς τὸ σημαινόμενον, ἐπεί ἐστι τὸ λεγόμενον χρυσᾶ δῶρα. | δύνα‐ ται βραχὺ διασταλῆναι ἤτοι ἐπὶ τὸ χρυσόν ἢ ἐπὶ τὸ δεδεγμένος. A | |
11124b | ex. (Ariston.) | ἀγλαὰ δῶρα: πρὸς τὸ σημαινόμενον ὑπαντῶν τὸν | |
χρυσὸν ἀγλαὰ δῶρα εἶπεν. T | |||
11127-9 | ex. | ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους 〈/ — / τὼ δὲ κυκηθήτην〉: ὁμοῦ τῷ Ἀγαμέμνονι ἀντὶ τοῦ ἐν ταὐτῷ. διὰ δὲ τοῦ φύγον ἡνία (128) καὶ τοῦ κυκηθήτην (129) αἰτίαν δίδωσι τοῦ ταραχθέντας περιπεσεῖν Ἀγαμέμνονι· διὰ γὰρ τὴν ταραχὴν | |
5 | καὶ ἀφηνίασιν τῶν ἵππων συμπλέκονται τῷ βασιλεῖ, b(BCE3E4)T ὅπως καὶ λόγον προέμενοι διδάξειαν τὰ περὶ τοῦ πατρός. T | ||
11.127 | ex. | ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους: ὁμοῦ ἐπεχείρουν κρατεῖν τοὺς ἵππους διὰ τὸ ἐκφεύγειν τὰς ἡνίας. A | |
11128a | Ariston. | {ἐκ γάρ} σφεας: ὅτι τῇ αἰτιατικῇ ἀντὶ τῆς γενικῆς, ἀντὶ τοῦ αὐτῶν. A | |
11128b1 | Did. | 〈φύγον:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „φύγεν“. Aim | |
11128b2 | διὰ τοῦ ε, „φύγεν“. Til | ||
11.129 | Did. | 〈ἐναντίον:〉 οὕτως ἐναντίον. Aim | |
11130a | Ariston. | Ἀτρείδης· τὼ δ’ αὖτ’ 〈ἐκ δίφρου γουναζέ‐ σθην〉: ὅτι δωδεκασύλλαβος ὁ στίχος, καὶ σπανίως χρῆται, ὡς καὶ ἐν Ὀδυσσείᾳ „τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν“ (φ 15). ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιΐας ὅτι εὐτελεῖς τῇ κατα‐ | |
5 | σκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην κατα‐ χρηστικῶς ἀντὶ τοῦ ἱκέτευον. A | ||
11130b | ex. | τὼ δ’ αὖτ’ ἐκ δίφρου γουναζέσθην: καινὸν τὸ τῆς διαθέσεως· ἕνα ἱκετεύουσι δύο καὶ πεζὸν ἐποχούμενοι ἅρματι | |
οὐδὲ ὁτιοῦν προνοούμενοι τῆς φυγῆς. b(BCE3E4)T | |||
11131a | ex. | ζώγρει, Ἀτρέος υἱέ, σὺ δ’ ἄξια 〈δέξαι ἄποινα〉: οὐδεὶς Ἑλλήνων τοιοῦτος. εἰσὶν οὖν πλούτῳ μᾶλλον ἢ δυνάμει ἐναβρυνόμενοι. b(BCE3)T | |
11131b | ex. | σὺ δ’ ἄξια 〈δέξαι ἄποινα〉: προσαγωγῶς ἐπ’ αὐτῷ ποιοῦνται τὴν αἵρεσιν, ὅπως ὅσα θέλει λάβοι. T | |
11132a | Did. | 〈πολλὰ δ’ ἐν Ἀντιμάχοιο δόμοις:〉 Ζηνόδοτος „πολλὰ δ’ ἐν Ἀντιμάχου πατρόσ“. Aim Til | |
11132b | ex. | πολλὰ δ’ ἐν Ἀντιμάχοιο 〈δόμοις κειμήλια κεῖται〉: καὶ τοῦτο προσαγωγὸν ὡς ληψομένου ὅσα βούλεται. εἰς εὐσέβειαν δὲ ἡμᾶς παρακαλεῖ, τὸν ἐξ ἀσεβείας χρηματισάμενον στερίσκων τῶν παίδων, δι’ οὓς καὶ μάλιστα συνήγαγε τὸν χρυσόν. | |
5 | b(BCE3E4)T | ||
11.134 | ex. | τῶν κέν τοι χαρίσαιτο 〈πατὴρ〉 ἀπερείσι’ ἄ‐ ποινα〉: δύο γάρ εἰσι, τὸ θέλειν καὶ τὸ δύνασθαι, ἅπερ ἄμφω προ‐ βάλλονται· τὸ γὰρ χαρίσαιτο, ὡς μὴ ποιησόντων αὐτῷ αἴσθη‐ σιν τῶν δώρων. ἀνοήτως δὲ τοῦ πατρὸς ὑπομιμνῄσκουσι τὸν | |
5 | Ἀγαμέμνονα b(BCE3E4)T καὶ τοῦ χρυσίου, ὃ παρ’ Ἀλεξάν‐ δρου δῶρον ἔλαβεν (cf. Λ 124). T | ||
11.135 | Did. | 〈ζῳούς:〉 Ἀριστοφάνης „ζῳώ“. AintTil | |
11137a | ex. | 〈ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν:〉 ἀμείλικτον ἑαυ‐ τοῖς, δικαίαν δέ. b(BCE3E4)T | |
11137b | ex. | ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν: ἀμείλικτον ἀπηνῆ καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον καὶ ἀνηλεῆ καὶ ἀδυσώπητον. A | |
11138a | ex. | 〈εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν:〉 εἰρωνικῶς τοῦτό φησιν, ὡς δὴ φιλίας παλαιᾶς μνείαν τινὰ ποι‐ ούμενος. b(BCE3E4)T | |
11138b | Did. | 〈δαΐφρονος:〉 Ζηνόδοτος γράφει „κακόφρονοσ“. Til | |
11138c | ex. | 〈δαΐφρονος:〉 καὶ τοῦτο ἐν εἰρωνείᾳ· φαύλην γὰρ γνώμην εἰσενεγκὼν εἰς Τρῶας διήγειρε πολεμεῖν. εἰ δὲ καὶ τὸν πολε‐ μικὸν δηλοῖ, κατ’ εἰρωνείαν καὶ τοῦτο, ὅτι τοὺς ἐν σπονδαῖς ἀφικο‐ μένους κτεῖναι παρῄνει, ὥσπερ τι γενναῖον ποιεῖν δοκῶν. b(BCE3E4) | |
11140-1 | ex. | ἀγγελίην ἐλθόντα〈— / αὖθι κατακτεῖ‐ ναι〉: μετ’ ὀνόματος εἰρηνικοῦ ἥκοντα παρὰ τὸν τῶν ἀνθρώπων νόμον φονεύειν ἐπεχείρησεν. b(BCE3)T | |
11140a | Ariston. | 〈ἀγγελίην:〉 ὅτι ἀντὶ τοῦ ἄγγελον. Aim | |
11140b | D(~) | D | ἀγγελίην: ἀντὶ τοῦ εἰς πρεσβείαν. | δύο δὲ σημαί‐ νει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ „ἀγγελίην εἴ‐ ποιμι περίφρονι Πηνελοπείῃ“ (ο 314), καὶ τὸν ἄγγελον ἤτοι τὸν πρέσβυν, ὡς ἐνταῦθα, ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυ‐ | |
5 | σῆϊ. AT | ||
11141a1 | Hrd. | ἐξἕμεν’: δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγώ‐ | |
γως γέγονεν ἕμεναι, ὡς τὸ θεῖναι „θέμεναι“ (Β 285 al.). A | |||
11141a2 | D | Hrd. | 〈ἐξέμεν:〉 πέμψαι. | δασύνει δὲ τὸ „ἕμεν“· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγώγως γέγονεν ἕμεν, ὡς τὸ θεῖναι θέμεν. Til | |
11141b | ex.(?) | 〈μηδ’ ἐξέμεν:〉 μηδ’ ἐξεῖν〈αι〉 καὶ σώσειν. Aim | |
11142a | Ariston. | Did. | {νῦν μὲν δὴ} τοῦ πατρός: ὅτι Ζηνόδοτος γράφει „οὗ πατρόσ“. ἔστι δὲ ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει. ἐλλείπει δὲ ἡ πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. | τινὰς μέντοι φησὶν Ἀρίσταρχος „σφοῦ πατρόσ“, αὐτὸς δὲ τοῦ πατρός. A | |
11142b | Did. | 〈τοῦ πατρός:〉 τινὲς „σφοῦ πατρόσ“. Til | |
11142c1 | ex. | τοῦ πατρὸς τίσετε λώβην: ἃ ἐλωβήσατο ὁ πατήρ· διδάσκει γὰρ ὅτι καὶ παισὶ φυλάσσονται τὰ πταίσματα. T | |
11142c2 | ἣν ἐλωβήσατο εἰς Ἕλληνας. διδάσκει δὲ ὅτι τὰ πα‐ τέρων καὶ παισὶ φυλάττονται. b(BCE3E4) | ||
11144a | Ariston. | ὁ δ’ ὕπτιος οὔδει ἐρείσθη: ὅτι ἀπὸ τῆς πληγῆς, οὐκ ἐπὶ τὴν πληγὴν πίπτει. A | |
11144b1 | Did. | 〈οὔδει ἐρείσθη:〉 Ἀρίσταρχος „οὖδας ἔρεισεν“. Aim | |
11144b2 | οὔδει ἐρείσθη: οὕτως αἱ Ἀριστάρχου. T | ||
11.145 | ex. | Ἱππόλοχος δ’ ἀπόρουσε: ἑωρακὼς τὴν ἀπώλειαν τοῦ ἀδελφοῦ. T | |
11146a | ex. | χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ’ αὐχένα κόψας: οἰκεία ἡ κόλασις τῷ τοῦ πατρὸς ἀδικήματι· κεφαλή τε γὰρ ἀποτέ‐ μνεται ἡ φθεγξαμένη γνώμην πονηρὰν καὶ χεῖρες, αἷς τὸν χρυσὸν ἔλαβεν, b(BCE3E4)T ὡς καὶ Πάνδαρος τιτρώσκεται διὰ τῆς | |
5 | γλώττης (cf. Ε 292), καὶ ὁ Λοκρὸς Αἴας ἐν τῷ Ἀγῶνι λοιδορησά‐ | ||
μενος Ἰδομενέα ὄνθου τὸ στόμα πληροῦται (cf. Ψ 777). T | |||
11146b1 | Did. | 〈τμήξας:〉 Ἀρίσταρχος „πλήξασ“. Aim | |
11146b2 | „πλήξασ“ αἱ πλείους. Til | ||
11147a | D | Ariston. | ὅλμον δ’ ὣς ἔσσευε 〈κυλίνδεσθαι〉: ὅλμου δίκην εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι. ὅλμος δέ ἐστι—ἄλλα τινά. | ἡ διπλῆ δέ, ὅτι ἅπαξ ἐνταῦθα κέχρηται· καὶ ὅτι 〈καὶ〉 ἐν Ἰλιάδι εὐτελέσι κέχρηται λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ, „χοίνικοσ“ | |
5 | (τ 28) καὶ „λύχνου“ (cf. τ 34). πρὸς τοὺς Χωρίζοντας (fr. 4 K.). A | ||
11147b | ex. | ὅλμον δ’ ὡς ἔσσευε 〈κυλίνδεσθαι δι’ ὁμίλου〉: ὁ κυλινδρώδης λίθος οὕτω καλεῖται, ᾧ ἐμφερὲς καὶ τὸ σκεῦος ὁ ὅλ‐ μος. δεῖ δὲ πάσχειν ἐξαίρετα υἱοὺς ὄντας τοῦ αἰτίου τοῦ πολέμου. καὶ ὅσῳ μὲν δεινὰ ποιεῖ, φιλαδελφίας ἐμφαίνει μέγεθος· εἰ δὲ Μενέλαος | |
5 | ἦν, μικροψυχίας ἂν αὐτοῦ κατεγνώκειμεν, εἰ ὑπὲρ ἑαυτοῦ οὕτω πικρὸς ἐφαίνετο. b(BCE3E4)T ἔστι δὲ καὶ ξύλον καὶ λίθος ὁ ὅλμος. T | ||
11.149 | Nic. | ἅμα δ’ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί: εἰς τὸ Ἀχαιοί τελεία, καὶ τὸ ἑξῆς (sc. Λ 150) ἀσύνδετον· τούτοις γὰρ ἥδεται ἐν ταῖς μεταβάσεσιν. T | |
11.150 | Nic. | πεζοὶ μὲν πεζοὺς ὄλεκον: πολὺ βέλτιον ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκειν· καὶ γὰρ ἡ προάγουσα διάνοια (sc. Λ 148—9) πεπλήρωται, κοινοῦ νοουμένου τοῦ ἐνόρουσαν. καὶ ἄλλως ἀσυνδέτοις ἐπὶ τῶν μεταβάσεων ἥδεται. A | |
11151a | ex. | ἱππεῖς δ’ ἱππῆας· Ἀγαμέμνων δὲ πεζὸς ὢν ἱππέας ἀναιρεῖ, καὶ σύνδυο (cf. Λ 143—7). T | |
11151b | ex. | ὦρτο κονίη: ὅτι ὁ κονιορτὸς κόνις ἐστὶν ὡρμημένη, | |
b(BCE3E4)T ὅπερ ἄλλως ἐνταῦθα φράζει. b(BCE3E4) | |||
11152a1 | Nic. | ἐκ πεδίου τὴν ὦρσαν 〈ἐρίγδουποι πόδες ἵπ‐ πων〉: τὸ ἐκ πεδίου δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο‐ μένοις συντάττεσθαι· μᾶλλον δὲ τοῖς ἡγουμένοις διὰ τὸ τοῦ ἄρθρου ὑπερβατόν. A | |
11152a2 | {ἐκ πεδίου:} τὸ ἐκ πεδίου ἄμεινον εἶναι τῶν ἄνω. T | ||
11.153 | Nic. | χαλκῷ δηϊόωντες: τὸ ἑξῆς „ἱππεῖς δ’ ἱππῆας ὄλεκον“ (cf. Λ 150—1) χαλκῷ δηϊόωντες. διὰ μέσου δὲ τὸ „ὑπὸ δέ σφιν“ (Λ 151). T | |
D(~) | χαλκῷ δηϊόωντες: ἤτοι τοῖς ἐπισσώτροις—τῶν | ||
5 | ἵππων πόδες χαλκῷ ἐτίτρωσκον. A | ||
11.154 | ex. | Ἀργείοισι κελεύων: οὐ μόνον ἀριστεύοντα αὐτὸν ποιεῖ, ἀλλὰ καὶ τοῖς λοιποῖς αἴτιον εὐδοκιμήσεως γινόμενον. b(BCE3E4)T | |
11155a | ex. | ὡς δ’ ὅτε πῦρ 〈ἀΐδηλον〉: τί ὀξύτερον ἢ εὐκινητό‐ τερον τοῦ πυρός; b(BCE3)T | |
11155b | Ariston. | ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ: πρὸς τὴν ἄξυλον, ὅτι πολλὰς ἐκδοχὰς ἔσχηκεν· οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν, οἱ δὲ τὴν πολύξυλον. βέλτιον δὲ ἀφ’ ἧς οὐδεὶς ἐξυλίσατο, ὡς Ἡσίοδος (fr. | |
314 M.—W.)· „τῆλε γὰρ ἀξυλίῃ κατεπύθετο κήλεα νηῶν“· A | |||
11155c | D | ex. | ἐν ἀξύλῳ: πολυξύλῳ, b(BCE3) | ἀφ’ ἧς οὐδεὶς ἐξυλί‐ σατο, ἵνα πλῆθος ἔχῃ ξύλων, καὶ ἐκ παλαιοῦ τμηθεῖσα ξηροτάτη καὶ πρὸς καῦσιν ἐπιτηδεία. ἐοικυῖα οὖν ἡ παραβολὴ πρὸς τὴν συνέχειαν τῶν πιπτόντων. b(BCE3)T | |
11.156 | ex. | εἰλυφόων: σημαντικῶς τῷ ὀνόματι χρῆται· δηλοῖ γὰρ τὴν μετὰ ἑλίξεως καὶ περιστροφῆς τοῦ πυρὸς κίνησιν. εἰς ἐπίτασιν δὲ καὶ ἄνεμον ἐπιγενέσθαι φησίν. b(BCE3E4)T | |
D | οἱ δέ τε θάμνοι: οἱ σύμφυτοι—πολύκλαδα φυτά. A | ||
11157a1 | ex. | πρόρριζοι πίπτουσιν: πρὸ τῶν ῥιζῶν· οὐ γὰρ ἅπτεται τῶν ὑπογείων τὸ πῦρ. T | |
11157a2 | τῶν γὰρ ὑπογείων οὐ δύναται τοσοῦτον ἅπτεσθαι. b(BCE3E4) | ||
11157b | Did. (?) | ἐπειγόμενοι {πυρός}: Ἀρίσταρχος ὑγιῶς ἀναγινώσκει „ἐπειγόμενοι“, ὡς τυπτόμενοι· κατὰ γὰρ τῶν θάμνων κεῖται. A | |
11.159 | ex. | Τρώων φευγόντων: τοῦτο γὰρ αἴτιον τῆς ἀσώστου αὐτῶν ἀπωλείας, ὅτι οὐδὲ ἀνθιστάμενοι ἀνῃροῦντο. b(BCE3E4)T | |
11159-61 | ex. | πολλοὶ δ’ ἐριαύχενες ἵπποι 〈/ —ἀμύ‐ μονασ〉: διαστήματα παρέχει, ὡς καὶ τῶν ἄλλων μνημονεύῃ, ὅτι ἐπράττετό τινα ὑπ’ αὐτῶν διὰ τὴν τοῦ βασιλέως προτροπήν. T | |
11.160 | Hrd. παθ. | | κεῖν’ ὄχεα {κροτάλιζον}: λέγει ὁ τεχνικὸς ἐν τῷ 〈αʹ〉 | |
Hrd. | ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου (fr. 1 = Hrd. 2, 389, 4, cf. | ||
Did. p. 344)· „τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλα‐ βήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβήν, καὶ ἐὰν ᾖ | |||
5 | ἡ ἐκθλιβεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω συλλαβὴ φύσει μακρά, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώ‐ μενον.“ περισπᾷ γοῦν τὸ „δεῖλ’“ (Λ 441 al.), | ἐν δὲ τῇ Ὁμηρικῇ προσῳδία (sc. 2, 76, 11) ἐναντιοῦται τούτῳ. A | ||
11.161 | ex. | 〈ἡνιόχους ποθέοντες:〉 νοῦν ἐνέθηκε τοῖς ἵπποις. Til | |
11162a1 | ex. | γύπεσ〈σ〉ιν πολὺ φίλτεροι 〈ἢ ἀλόχοισιν〉: ἀρ‐ χαιοπρεπῶς ἔφρασεν ὅτι φίλτεροι ἦσαν τοῖς γυψίν, ὅτε ἀπέθανον, ἢ ταῖς γυναιξίν, ὅτε ἔζων. b(BCE3E4)T ἢ οὕτως· τοῖς μὲν γυψὶν ἔμελον, ταῖς δὲ γυναιξὶν οὔ. b(BE3E4)T | |
11162a2 | D + ex.(?) | {κείατο γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν:} τότε πολὺ προσφιλέστερον τοῖς γυψὶν ἢ ὅτε ἔζων ταῖς γυναιξί. A | |
11163a | Ariston. | Ἕκτορα δ’ ἐκ βελέων 〈ὕπαγε Ζεὺς ἔκ τε κονίησ〉: ἡ ἔκ νῦν ἐπίπαν εἶναι ἀντὶ τοῦ ἐκτὸς κεῖται. οὕτως οὖν καὶ ἐν Ὀδυσσείᾳ (λ 134) κεῖται „θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ“. A | |
11163b | D vel Hrd.(?) | ex. | Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεύς: ἀντὶ τοῦ ἔξω τῶν βελῶν. b(BCE3E4) | ἐντέχνως ἔχει καὶ ταῦτα· τό τε γὰρ παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον τῇ ποιήσει τό τε περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Ἕκτορος. καλῶς οὖν τὸν | |
5 | Δία φησὶν αὐτὸν ἐξάγειν, ὡς, εἰ παρῆν, ἀπέλαυσε τοῦ δεινοῦ. | ||
b(BCE3E4)T | |||
11165a | Nic. | Did.(?) | Ἀτρείδης δ’ ἕπετο σφεδανὸν 〈Δαναοῖσι κελεύ‐ ων〉: τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι. | σημαίνει δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον, οἷον σφενδονηδόν, ἀπὸ τῆς σφενδόνης. οὕτως Ἀρίσταρχος. A | |
11165b1 | ex. (Nic.) | 〈ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων:〉 τινὲς σφεν‐ δονηδὸν εἵπετο, οἱ δὲ σφεδανὸν κελεύων, †πευστικῶς. T | |
11165b2 | οἱ μὲν ἀντὶ τοῦ σφενδονηδόν, οἱ δὲ ἀντὶ τοῦ †σπευ‐ τικῶς εἵπετο. b(BCE3E4) | ||
11166-8 | Nic. | οἱ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο 〈/μέσσον κὰπ πεδίον, παρ’ ἐρινεὸν ἐσσεύοντο / ἱέμενοι πόλιοσ〉: μέχρι τοῦ μέσσον κὰπ πεδίον (167) συναπτέον, εἶτα βραχὺ διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλ’ | |
5 | ἐγγὺς τῆς πόλεως· „λαὸν δὲ στῆσον παρ’ ἐρινεόν, ἔνθα μάλιστα / ἀμβατός ἐστι πόλισ“ (Ζ 433—4) καὶ ἀλλαχοῦ „οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεόν“ (Χ 145). ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ ἐκείνου „Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουλὰς βουλεύουσιν θείου | ||
10 | παρὰ σήματι Ἴλου“ (cf. Κ 414—5). ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ πεδίῳ ἐπὶ τοῦ θρωσμοῦ, „οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο“ (Κ 160), ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει „στήλῃ κε‐ κλιμένος / Ἴλου Δαρδανίδαο“ (Λ 371—2)· ἡ δὲ μάχη ἐν τῷ πεδί‐ | ||
ῳ. συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον | |||
15 | (167), εἶτα βραχὺ διαστείλαντας τὰ ἑξῆς ῥητέον. καὶ οὕτως λυ‐ θήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον, καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ· παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον, ἐν ᾧ τὸ Ἴλου σῆμα, σεύονται δὲ πρὸς τὸν ἐρινεόν, ἵενται δὲ τῆς πό‐ λεως, ὡς εἰ οὕτως ἔλεγεν· οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου | ||
20 | μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεόν, σπεύδοντες 〈εἰσ〉 τὴν πόλιν. A | ||
11166a | Ariston. | 〈οἱ δὲ παρ’ Ἴλου σῆμα:〉 ἡ διπλῆ πρὸς τὸ περὶ τοῦ ναυστάθμου διάγραμμα· τὸ γὰρ Ἴλου σῆμα κατὰ μέσον εἶναί φησιν τὸ πεδίον (cf. Λ 167). A | |
11166b | ex. | 〈Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο:〉 προγονικῶς· Δαρδάνου γὰρ Τρώς, οὗ Ἶλος (cf. Υ 219—32). Til | |
11.167 | ex. (Nic.) | ex. | μέσσον κὰπ πεδίον παρ’ ἐρινεὸν ἐσσεύοντο: εἰ ἐν τῷ μέσῳ τοῦ πεδίου ὁ ἐρινεός, πῶς ἐν τῇ Ζ φησὶ „λαὸν δὲ στῆσον παρ’ ἐρινεόν“ (Ζ 433); βραχὺ οὖν διασταλτέον ἐπὶ τὸ πεδίον· ἐν μέσῳ γὰρ ἦν τὸ Ἴλου σῆμα, ὅθεν καὶ Ἀλέξανδρος τοξεύει καὶ Ἕκτωρ „βουλεύει | |
5 | θείου παρὰ σήματι Ἴλου“ (Κ 415). ὁ δὲ ἐρινεὸς παρὰ τῷ τείχει· b (CE3)T „λαὸν δὲ στῆσον παρ’ ἐρινεόν“ (Ζ 433). | ἀξιοπίστως τὰ ὀνόματα τῶν τόπων ὡσεὶ παρὼν τοῖς γινομένοις φησίν. T | ||
11.171 | ex. | καὶ ἀλλήλους ἀνέμιμνον: νῦν μὲν περιμένουσιν ἀλλή‐ λους· ὅτε δὲ ὑπὸ Ἀχιλλέως διώκονται, „οὐδ’ ἄρα τοί γ’ ἔτλαν / μεῖναί τ’ ἀλλήλους καὶ γνώμεναι, ὅς τε πεφεύγοι / ὅς τ’ ἔθαν’ ἐν πολέμῳ“ (Φ 608—10). οὕτως ἑκατέρῳ προσώπῳ τὸ κατ’ ἀξίαν ἀπονέμει. T | |
11173a | Ariston. | {ἅς τε λέων} ἐφόβησε: ὅτι ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψεν. A | |
11173b | ex. | ἅς τε λέων ἐφόβησε: ὡς καὶ πρώην (sc. Λ 116—9) ἡ ἔλαφος. ἀλλ’ εἶχε προθυμίαν τινὰ ἐκείνη ἐπαμῦναι τοῖς τέκνοις, αἱ δὲ παντελῆ φυγήν. T | |
11173c | ex. | ἀμολγῷ: τῇ ἑσπέρᾳ, ἐν ᾗ ἀμέλγουσιν. T | |
D | ἐν νυκτὸς ἀμολγῷ: τῷ καιρῷ, ἐν ᾧ—οὐδὲ πρόει‐ σιν. A | ||
11174a1 | ex. | τῇ δέ τ’ ἰῇ ἀναφαίνετ〈αι〉 αἰπὺς ὄλεθρος: ὡς γὰρ †λέγει† φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ τὴν πλησίον, οὕτως ὁ Ἀγαμέμνων ἐδίωκε μὲν πάντας, ἔκτεινε δέ, ὃν κατελάμβανεν ὑστεροῦν‐ τα (cf. Λ 177—8). περὶ δὲ τὴν ἑσπέραν (cf. Λ 173) δοκεῖ ὁ λέων τοῖς | |
5 | τετραπόδοις ἐπιχειρεῖν. T | ||
11174a2 | ὡς γὰρ ὁ λέων, φησί, φοβεῖ μὲν πάσας τὰς βοῦς, κτείνει δὲ τὴν πλησίον εὑρισκομένην, οὕτω καὶ Ἀγαμέμνων ἐδίωκε μὲν πάντας, ἀνῄρει δέ, ὃν κατελάμβανεν ὑστεροῦντα. „ἀμολγῷ“ (Λ 173) δὲ τῷ ἑσπερινῷ τῆς νυκτὸς καιρῷ, ἐν ᾧ ἀμέλγουσι· τότε γὰρ ὁ λέων τοῖς | ||
5 | †τετράπουσιν† ἐπιβουλεύειν λέγεται. b (CE3) | ||
11179-80a | Ariston. | Did. | πολλοὶ δὲ πρηνεῖς τε〈—ἔγχεϊ θῦεν〉: ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται, ὅτι κατὰ τὴν Πατρόκλου ἀριστ〈ε〉ίαν (sc. Π 379 [?] et 699) τάξιν ἔχουσι, νῦν δὲ οὔ· προείρηται γὰρ „πολλοὶ δ’ ἐριαύχενες ἵπποι / κείν’ ὄχεα κροτά‐ | |
5 | λιζον ἀνὰ πτολέμοιο γεφύρασ“ (Λ 159—60). | Ζηνόδοτος οὐκ ἔγρα‐ | ||
φεν· Ἀριστοφάνης δὲ ἠθέτει τὸν Ἀτρείδεω ὑπὸ χερσί (180). A | |||
11179-80b | Did. | πολλοὶ δὲ πρηνεῖς τε〈—ἔγχεϊ θῦεν〉: Ἀρίσταρ‐ χος τοὺς δύο ἀθετεῖ, Ζηνόδοτος οὐ〈δὲ ἔγραφεν〉. T | |
11181-2 | ex. | 〈ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος / ἵξεσθαι, τότε δή ῥα:〉 δι’ ὀλίγων εὐφράνας τὸν ἀκροα‐ τὴν ἐπὶ τὰ συνεκτικὰ ἔρχεται· δεῖ γὰρ συνωθεῖσθαι τοὺς Ἀχαιοὺς εἰς τὴν ἔξοδον Πατρόκλου. b (CE3) | |
11.183 | Ariston. | Ἴδης ἐν κορυφῇσι 〈καθέζετο πιδηέσσησ〉: ὅτι διὰ τούτων συνίστησι τὸν Δία ἐπὶ τὴν Ἴδην πεπορευμένον ἐκ τοῦ Ὀλύμ‐ που. A | |
11184a | Did. | 〈στεροπήν:〉 Ἀρίσταρχος μετὰ τοῦ α „ἀστεροπήν“. Aim | |
11184b | ex. | ἀστεροπήν: ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμένην ἀστραπήν, ἀλλὰ τὸ ὁμώνυμον ὄργανον, ὅπερ τινασσόμενον τὴν ἀστραπὴν ἀποτελεῖ· „βῆ ῥ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων / χειρὶ λαβὼν ἐτίναξεν“ (Ν 242—3). A | |
11184c | ex. | Did. (?) | ἀστεροπήν: ὄργανον, ὃ τινασσόμενον ἀστραπὰς ποιεῖ. b (CE3)T | γράφεται δὲ καὶ „στεροπήν“. T | |
11186a | Hrd. | ex. | βάσκ’ ἴθι: Τυραννίων (fr. 5 P.) ὑφ’ ἕν, ὡς ἄπιθι. | ἄμεινον δὲ ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν· καὶ ἀλλαχοῦ „ἔλθοι καὶ ἵκοιτο“ (ρ 539 al.). δύναται δὲ καὶ ἴθι ἐπίρ〈ρ〉ημα παρακελεύσεως εἶναι, ‘ἄγε δὴ πορεύου‘, ὡς Νικάνωρ (p. 211 Friedl.) φησίν· ὡς τὸ | |
5 | „ἴθ’ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν“ (Soph. Ai. 1003). T | ||
11186b1 | Ariston. | Nic. | βάσκ’ ἴθι Ἶρι ταχεῖα, 〈τὸν Ἕκτορι μῦθον ἔνι‐ σπε〉: ὅτι οὐ κατ’ ἐπίθετον τὸ ταχεῖα, ἀλλ’ ἀντὶ τοῦ ταχέως. | ὁ λόγος | |
δὲ αἱρεῖ στίζειν τελείᾳ ἐπὶ τὸ ταχεῖα· δύο γὰρ λόγοι αὐτοτελεῖς ‘πορεύθητι ταχέως Ἶρι‘, ‘τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι‘. ἡ δὲ | |||
5 | συνήθεια καὶ τὰ τοιαῦτα συνάπτει. A | ||
11186b2 | Ariston. | {ἶρι} ταχεῖα: ἐπιρ〈ρ〉ηματικῶς, ἀντὶ τοῦ ταχέως, οἷον καὶ τὸ „τότε μοι χάνοι εὐρεῖα χθών“ (Δ 182). T | |
11186b3 | Nic. | τελεία εἰς τὸ ταχεῖα καὶ ἔνισπε. ἡ δὲ συνήθεια συνά‐ πτει. T | |
11187-9 | ex. | ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα〈— / τόφρ’ ἀναχωρείτω〉: ὕψωσιν περιέχει ὁ λόγος ὡς καὶ τοῦ θεοῦ παραινοῦν‐ τος τῷ ἀπονενοημένως κινδυνεύοντι. b (CE3)T | |
11191a | Ariston. | ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ: πρὸς τὴν διαφορὰν τοῦ τύψαι καὶ βαλεῖν. A | |
11191b | ex. | ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ: ἀξιοπίστως ἐπιδι‐ στάζων φησίν· τὸ γὰρ ὁρίζειν ὡς τρωθήσεται λύοντος ἦν τὸ μέλλον εἰσάγεσθαι πάθος ἐκ τῆς τοῦ βασιλέως πληγῆς. b (CE3)T | |
11192a1 | Ariston. | Hrd. | ἅλεται: ὅτι ἀντὶ τοῦ ἅληται. | ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης (p. 51 B.), εἴτε ἐπὶ τοῦ συστραφῆναι, ὡς καὶ Τυραννίων (fr. 20 P.), ᾧ καὶ μᾶλλον συγκατα‐ τίθεμαι. πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν | |
5 | γὰρ δεύτερος ἀόριστος „τῇ ὕπο πᾶς ἐάλη“ (Ν 408), καὶ πληθυντικὸν τρίτον κατὰ συγκοπὴν „οἱ δή τοι εἰς ἄστυ ἄλεν“ (Χ 12) ἀπαρέμφατόν τε „ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι“ (Π 714). καὶ ὥσπερ ἡ φα‐ | ||
νείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· „οἴμησεν δὲ ἀλείσ“ (Χ 308), καὶ οὐδέτερον „ᾗ χειμέριον ἀλὲν ὕδωρ“ (Ψ 420), καὶ πληθυντικὸν ἀρσενι‐ | |||
10 | κὸν „αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντεσ“ (Φ 534), καὶ γε‐ νικὴ „πόλις δ’ ἔμπλητο ἀλέντων“ (Φ 607). τούτου τοίνυν ὑποτακτι‐ κὸν ἄληται ὡς λάβηται. συστολῇ οὖν ἐγένετο ἢ μεταβολῇ ἐγκλίσεως, ὁμοίως τῷ „ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων“ (Ι 409), „ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτήσ“ (ξ 400), καὶ τὸ „ἢ αὐτὸς | ||
15 | φθίεται πρώτῳ ἐν ὁμίλῳ“ (Υ 173). τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ὃ σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται. A | ||
11192a2 | Hrd. | Ariston. | {εἰς ἵππους ἄλεται:} ψιλωτέον τὸ ἄλεται καὶ τὸ συστρα‐ φῇ ἐκδεκτέον. | τὸ δὲ ἄλεται ἀντὶ τοῦ ἄληται. T | |
11192a3 | Ariston. | τὸ δὲ σημεῖον, ὅτι τὸ ἄλεται ἀντὶ τοῦ ἄληται. T | |
11192b | ex. | τότε οἱ κράτος ἐγγυαλίξω: ἵνα μὴ λυπώμεθα ὡς τοῖς Τρωσὶν ἡττωμένων τῶν Ἀχαιῶν, ἀλλὰ Διΐ. b (CE3)T | |
11194a | ex. | δύῃ τ’ ἠέλιος: ἵνα εἰδότες τὸν καιρὸν τῆς ἥττης μὴ βα‐ ρέως ἀκούοιμεν τῶν λεγομένων κακῶν περὶ τῶν Ἑλλήνων. b (CE3)T | |
11194b | ex. | κνέφας ἱερόν: ἐπειδὴ „μακάρων τοι νύκτες ἔασι“ (Hsd. opp. 730), διὰ τοῦτο ἱερὸν φησὶ τὸ κνέφας. T | |
11.196 | Ariston. | βῆ δὲ κατ’ Ἰδαίων 〈ὀρέων εἰς Ἴλιον ἱρήν〉: ὅτι θη‐ λυκῶς τὴν Ἴλιον, καὶ ὅτι νῦν γραπτέον κατ’ Ἰδαίων ὀρέων. ὅταν δὲ ἀπὸ τῆς Ἴδης ἐπὶ τὸν Ὄλυμπον, „βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐπὶ μακρὸν Ὄλυμπον“ (Θ 410), ὡς ἀπ’ ἴσου ἐπ’ ἴσον. A | |
11197-8 | ex. | εὗρ’ υἱὸν Πριάμοιο〈— /〉 ἑσταότ’ 〈ἔν θ’ ἵπ‐ ποισι καὶ ἅρμασι κολλητοῖσιν〉: ὅρα, τί καταλαμβάνεται πράτ‐ των ὁ βάρβαρος· ἕστηκεν ἀργὸς ἐπὶ τῶν ἁρμάτων μήτε πολεμῶν μήτε ἐγκελευόμενος τοῖς φεύγουσιν. Ἕλλην δὲ οὐκ ἂν ἐποίει τοῦτο. | |
5 | b (CE3)T | ||
11201a | Ariston. | Hrd. (?) | τεΐν: σημειοῦνταί τινες ὅτι ἐν ἴσῳ τῷ σοί ἡ τεΐν ἀντωνυ‐ μία | Δωρικὴ οὖσα κατὰ πλεονασμὸν τοῦ ε ἐξηνέχθη, ὅθεν φυλάσσεται ὁ αὐτὸς τόνος. A | |
11201b | Hrd. (?) | τεΐν {τάδε μυθήσασθαι}: τὸ τίν Δωρικὴ ἀντωνυμία κατὰ πλεονασμὸν τοῦ ε γέγονε τεΐν· διὸ φυλακτέον τὸν τόνον. b (CE3)T | |
11.212 | ex. | πάλλων 〈δ’〉 ὀξέα δοῦρα 〈κατὰ στρατὸν ᾤχετο πάντῃ〉: τοῦτο ποιεῖ ὑπόνοιαν διδοὺς τοῖς Τρωσὶν ὡς καὶ αὐτὸς μάχεται· οὐ γὰρ ἔδει λάθρα ὑποχωρῆσαι, μὴ ἄρα χαλεπωτέραν ὑποψίαν παράσχῃ τοῖς Τρωσίν. b (CE3)T | |
11.215 | Did. | 〈δ’ ἑτέρωθεν:〉 ἔν τισιν „〈δὲ〉 καὶ αὐτοί“. Aim | |
11216-7 | ex. | ἐκ δ’ Ἀγαμέμνων / πρῶτος ὄρουσε: ὡς ἂν παρ‐ οξυνθεὶς ἐπὶ τῷ θράσει τῶν βαρβάρων ἐπιμένει τῇ προθυμίᾳ. b (CE3)T | |
11217a | Ariston. | ὄρους’ ἔθελεν: πρὸς τὸ ἔθελεν, ὅτι διὰ παντὸς ἀπὸ τοῦ ε ἄρχεται παρὰ τῷ ποιητῇ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „μήτε σὺ Πη‐ λείδήθελ’“ (Α 277), ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵν’ ᾖ ἔθελε. A | |
11217b | ex. | ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων: ἵνα καὶ τοὺς ἄλλους διὰ τῆς ἰδίας προθυμίας προτρέψηται. κοινὸν δὲ ἀμφοτέ‐ ρων τὸ πολύ, τῶν τε Τρώων καὶ τῶν Ἑλλήνων. T | |
11.218 | ex. | ἔσπετε νῦν μοι, Μοῦσαι: ἐπὶ τοῖς μεγίστοις τὰς Μούσας καλεῖ ὡς ἐρῶν τι καινότερον· αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀ‐ κμαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς. b(BCE3E4)T | |
11219a1 | Did. | ἀντίος {ἦλθε}: Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος, Ἀρίσταρχος „ἀντίον“ διὰ τοῦ ν. A | |
11219a2 | Ἀρίσταρχος „ἀντίον“ γράφει. Til | ||
11.220 | ex. | ἢ αὐτῶν Τρώων ἠὲ κλητῶν ἐπικούρων {ἰφιδάμας}: ὑπερβολικῶς ὥσπερ μέγα αἴτημα περὶ πολλῶν μυριάδων αἰτεῖ. T | |
11221a | ex.(?) | | Ἰφιδάμας Ἀντηνορίδης: ἐὰν αὐτὸν τῶν ἐπικούρων | |
Ariston. | εἴπωμεν, ἐπεὶ καὶ Θρᾷξ καὶ ἦγε Θρᾷκας ἐπικούρους (cf. Λ 222. 228—30), ἔσται πρὸς τὸ δεύτερον πρότερον ἀπηντηκώς. γεγέννηται μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς | ||
5 | Θρᾴκην ἐξεληλύθει. καὶ ἦν πατρὸς Τρωός, γεννηθεὶς δὲ ἐδόθη τρέφε‐ σθαι τῷ μητροπάτορι. οὗτος δὲ μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι Διομήδης (cf. Ε 412). | ἡ διπλῆ δέ, ὅτι ὡς ἐμπνευσθεὶς ἀνταποδέδωκε, καθάπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος „τίς τ’ ἄρ σφωε θεῶν“ (Α 8), εἶτα „Λητοῦς καὶ Διὸς | ||
10 | υἱόσ“ (Α 9). A | ||
11221b | ex. | ex. | Ἰφιδάμας Ἀντηνορίδης: νεώτατος οὗτος, Κόων δὲ „πρεσβυγενὴς Ἀντηνορίδησ“ (Λ 249). | ἡ δὲ ἐπεξήγησις τῶν ἀναιρου‐ μένων πίστιν ἀληθείας ὑπογράφει καὶ πρὸς ἀξιοπιστίαν βασιλικοὺς ποιεῖ φονευομένους. ἄδηλα δὲ τὰ τῶν πολέμων· διὸ φονεύει τοῦτον | |
5 | Ἀντηνορίδην ὄντα, ἀγνοῶν τίς ἐστιν. T | ||
11222a1 | Did. | μητέρι μήλων: Ζηνόδοτος „μητέρι θηρῶν“. τῇ δὲ ἐριβώλακι συνᾴδει καὶ τὸ πολυθρέμματον, οὐ τὸ εὔθηρον. A | |
11222a2 | {μητέρι μήλων:} Ζηνόδοτος „〈μητέρι〉 θηρῶν“ γράφει. | ||
ἀντίκειται δὲ τὸ ἐριβώλακι. T | |||
11223a | Hrd. | Κισσῆς: 〈Κισσῆσ〉 ὡς „Ἑρμῆσ“ (Υ 72 al.)· καὶ μήποτε παρὰ τὸ κισσός παρώνυμόν τι ἐγένετο Κισσέας καὶ κατὰ συναλιφὴν Κισσῆς. A | |
11223b | Hrd. | ex. | Κισσῆς 〈τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα〉: ἀπὸ τοῦ Κισσέας τὸ Κισσῆς· διὸ περισπαστέον. | ὡς νεώτατον δὲ εἰς εἰρηνικὰ χωρία διδόασιν αὐτὸν ἐκτρέφεσθαι οἱ γονεῖς. b(BCE3E4)T | |
11226a | Ariston. | αὐτοῦ μιν κατέρυκε, 〈δίδου δ’ ὅ γε θυγατέρα ἥν〉: ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἀμφότεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν, AT ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδράστου (cf. Ε 412), Ἰφιδάμας δὲ Κισσέως θυγατέρα, ὢν Θεανοῦς υἱὸς τῆς | |
5 | Κισσέως. A | ||
11226b | ex. | δίδου δ’ ὅ γε θυγατέρα ἥν: νῦν μὲν ψιλὸν τὸ τῆς ἐκδόσεως, ἐν δὲ τοῖς ἑξῆς καὶ ἐπεξεργασίᾳ τινὶ κέχρηται, „ἧς οὔτι χάριν ἴδε, πολλὰ δ’ ἔδωκεν“ (Λ 243)· καὶ ἔχει δαιμονίως τὰ τοῦ ἐπι‐ μερισμοῦ· ὅπου μὲν γὰρ διηγεῖται (sc. 226), ψιλὸν τὸ τῆς ἐκδόσεως | |
5 | ἔθηκεν, ὅπου δὲ παθαίνεται ἐπὶ τῷ ἀνῃρημένῳ (sc. Λ 241—5), καὶ περὶ δώρων ὑποβάλλει καὶ παίδων. T | ||
11227a | Nic. | γήμας δ’ ἐκ θαλάμοιο 〈μετὰ κλέος ἵκετ’ Ἀχαιῶν〉: βραχὺ διασταλτέον μετὰ τὸν σύνδεσμον πρὸς τὸ σαφέστερον. καὶ ὅτι καθ’ ὑπερβολὴν ἐμφαίνει τὸ ὑπόγυιον τοῦ γάμου καὶ τὴν περὶ τὸν | |
πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναιρεσέως. A | |||
11227b | Nic. | ex. | 〈γήμας δ’ ἐκ θαλάμοιο:〉 μετὰ τὸν δέ ὀλίγη διαστολὴ διὰ τὸ πάθος. | ὡς καὶ ἐπὶ Πρωτεσιλάου (cf. Β 700—1). Til | |
11227c | ex. | μετὰ κλέος ἵκετ’ Ἀχαιῶν: ὡς νέος καὶ νεωτέρων πραγ‐ μάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι. καὶ Πίνδαρος (fr. 110 Sn.)· „γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις / ταρβεῖ προσιόντα νιν περισσῶσ“. A b (BCE3E4)T οὕτω Πῖος (fr. 4 H.). T | |
11227d | ex. | 〈μετὰ κλέος ἵκετ’ Ἀχαιῶν:〉 ἡ γὰρ ἧττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο. Aint | |
11.229 | ex. | ἐν Περκώτῃ 〈λίπε〉: ἀρχαία αὕτη, ἣν νῦν Παλαιπερκώτην καλοῦσιν. τῆς Λαμψακηνῶν δὲ ἦν χώρας. καλῶς δὲ καὶ τὸ λίπε· καὶ γὰρ τότε ὁ Ἑλλήσποντος ὑπὸ τοῖς Ἀχαιοῖς ἦν. T | |
D | τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ: ἐθαλασσοκράτουν— | ||
5 | πόλις Ἑλλησπόντου. A | ||
11.230 | Did. | 〈ἐών:〉 διχῶς, καὶ ἐὼν καὶ „ἰών“. Aim | |
11.233 | ex. | Ἀτρείδης μὲν ἅμαρτε, 〈παραὶ δέ οἱ ἔτραπετ’ ἔγχοσ〉: ἀξιοπίστως, ἵνα μὴ πάντα ἐπιτυγχάνοντα εἰσάγῃ. ἅμα δὲ καὶ τὸ ἀνθρώπινον ἐνδείκνυται. b(BCE3E4)T εἰς δὲ τὴν ἀριστείαν Ἀγαμέμνονος συντελεῖ τὸ μηδὲ τοῦτον φυγεῖν, ἀλλὰ τῇ δευτέρᾳ | |
5 | πληγῇ ἀναιρεθῆναι (cf. Λ 240). T | ||
D | Ἀτρείδης μὲν ἅμαρτε: ἀπέτυχεν. μόνον νῦν ὁ πρότερος —ἀφεὶς νικᾶται. A | ||
11234a | Ariston. | {ἰφιδάμας δὲ} κατὰ ζώνην θώρηκος ἔνερθε: ὅτι οὐ | |
λέγει διὰ τοῦ θώρηκος ἔνερθεν ἐντὸς θώρακος, ἀλλὰ κατὰ ζώνην θώρακος, τὴν θωρακοζώνην λεγομένην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ „νύξε δέ μιν κατὰ χεῖρα μέσην | |||
5 | ἀγκῶνος ἔνερθε〈ν〉“ (Λ 252), οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. ὁ δὲ λόγος οὗτος· τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν. A | ||
11234b | ex. (Ariston.) | κατὰ ζώνην 〈θώρηκος ἔνερθεν〉: οὐ τὸν θώρακα δη‐ λοῖ, ἀλλὰ τὴν καλουμένην θωρακοζώνην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ „ἀγκῶνος ἔνερθε“ (Λ 252), κατὰ τὸ κάτω μέρος τοῦ ἀγκῶνος. b(BCE3E4)T | |
11234c | ex. | θώρηκος ἔνερθε: τὸ κάτωθεν διττῶς νοεῖται, ἓν μὲν τὸ κατὰ βάθος, ἓν δὲ τὸ κατὰ μῆκος, ὅπερ βούλεται λέγειν καὶ ἐπὶ Μενε‐ λάου, „ὅθι ζωστῆρος ὀχῆες / χρύσειοι σύνεχον“ (Δ 132—3), πρὸς τὸ δυσδιακόμιστον τῆς πληγῆς. T | |
11239a1 | Hrd. | {ἕλκ’ ἐπι} οἷ: ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετά‐ ληψις. A | |
11239a2 | ὀρθοτονητέον δὲ τὴν οἷ καὶ εἰς σύνθετον μεταληπτέον. b(BCE3E4)T | ||
11239b | ex. | ἕλκ’ ἐπὶ οἷ: ἐφ’ ἑαυτῷ ὥστε μὴ χρήσασθαι ἔτι ἐκεῖνον τῷ δόρατι. ἐφ’ ἑαυτῷ δὲ ἕλκει οὐ δεδιὼς ἔτι τὴν τρῶσιν διὰ τὸ ἀνακεκλά‐ σθαι τὴν αἰχμήν· δῆλον γὰρ ὅτι ἅμα ἕλκων καὶ ὑποχωρεῖ. b(BCE3E4) T ἢ τὸ ἐπὶ οἷ τοιοῦτόν ἐστιν· εἰς 〈τὸ〉 παρ’ ἑαυτὸν μέρος, οὐ | |
5 | πάντως ἐπὶ τὸ σῶμα ἑαυτοῦ. T | ||
11239c1 | Hrd. | {ὥστε} λίς: ὁ μὲν Ἀρίσταρχος ὀξύνει, ὁ δὲ Αἰσχρίων περισπᾷ· ὡς γὰρ παρὰ τὸ μῦς μῦν, φησί, καὶ „νοῦσ“ (κ 240) νοῦν, οὕτως καὶ λῖς, λῖν· „ἐπί τε λῖν ἤγαγε δαίμων“ (Λ 480). καὶ ἔστι | |
συγκατατίθεσθαι τῷ Αἰσχρίωνι ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ | |||
5 | καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων περιεσπάσθη. καὶ τάχα καθ’ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ ση‐ μαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ, λέγω δὲ τὸ „λὶς πέτρη“ (μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ „θίσ“ (μ 45) καὶ ῥίς, καίτοι γε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ | ||
10 | τόνον ὁ Ἀρίσταρχος· καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. A | ||
11239c2 | Ἀρίσταρχος δὲ ὀξύνει τὸ λίς ὡς τὸ „θίσ“. T | ||
11239d | ex. | ὥς τε λίς: συντόμως ἅμα καὶ ἀληθῶς τῇ παραβολῇ ἐχρήσατο· καὶ οἱ λέοντες γὰρ ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα ἀφαιρούμενοι τῶν κτεινόντων τὸ ὅπλον καὶ λανθάνουσιν ἑαυτοὺς τιτρώσκοντες. b(BCE3E4)T | |
11242-3a1 | Nic. | οἰκτρός, ἀπὸ μνηστῆς 〈ἀλόχου, ἀστοῖσιν ἀρήγων, / κουριδίησ〉: βραχὺ διασταλτέον ἐπὶ τὸ οἰκτρός (242) καὶ ἀλόχου (242) πρὸς τὸ σαφέστερον, ὑποστικτέον δὲ ἀνυποκρίτως ἐπὶ τὸ ἀρήγων (242)· τὸ γὰρ ἑξῆς ἀλόχου κουριδίης, τὸ δὲ | |
5 | ἀστοῖσιν ἀρήγων (242) διὰ μέσου. δηλοῖ δὲ τοὺς αὐτοῦ πολίτας· Ἀντήνορος γὰρ υἱός ἐστιν. εἰ δὲ συνάπτοιμεν ἀστοῖσιν ἀρήγων / κουριδίης, ἁμαρτησόμεθα· ἡ γὰρ γυνὴ Θρᾷσσά ἐστιν, ὥσπερ καὶ ὁ πατὴρ Κισσῆς. A | ||
11242-3a2 | διαστολὴ εἰς τὸ οἰκτρός καὶ ἀλόχου, τελεία δὲ εἰς τὸ ἀρήγων. Til | ||
11242a | ex. | οἰκτρός, ἀπὸ μνηστῆς 〈ἀλόχου〉: ἐπεὶ περὶ θαλάμου ἔμπροσθεν (sc. Λ 227) διελέγετο καὶ κοίτης τῆς παρὰ γυναικί, περι‐ παθῶς ἄγαν τῇ ἐπιφωνήσει ἐχρήσατο. b(BCE3E4)T | |
11242b | ex. | ἀστοῖσιν ἀρήγων: τοῖς Τρωσίν, ἐπεὶ Ἀντήνορος ἦν | |
παῖς. b(BCE3E4)T τινὲς δὲ ἔθνος Θρᾳκικόν. T | |||
11243a1 | ex. | 〈ἧς οὔτι χάριν ἴδε:〉 χάριν τὴν ἐπὶ τοῖς τέκνοις καὶ τῆς συμβιώσεως. T | |
11243a2 | ἤτοι οὐκ ἐχάρη ἐπὶ τῇ συμβιώσει αὐτῆς οὐδὲ ἐπὶ τεκνο‐ ποιήσει. b(BCE3E4) | ||
11243b | ex. | ἧς οὔτι χάριν ἴδε: τοιαῦτα καὶ ἐπὶ Πρωτεσιλάου· „τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο / καὶ δόμος ἡμιτε‐ λήσ“ (Β 700—1). T | |
11243c1 | ex. | πολλὰ δ’ ἔδωκεν: ὅρα ὅτι παρὰ τὴν τάξιν ἀλλοιότερα φαίνεται· †εἶπε γὰρ† ‘„δίδου δ’ ὅγε θυγατέρα ἥν“ (Λ 226) λαμβάνων ἐπ’ αὐτῇ δῶρα τοιάδε‘, ἄκαιρος ἦν ἀδολεσχία. ἐκεῖνα μὲν οὖν ψιλῶς διηγήσατο· νῦν δὲ συμπαθῶν φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα | |
5 | οὐκ ὤνατο αὐτῆς. οἰκειότατα οὖν ἔχει ἡ τομὴ τοῦ διηγήματος. T | ||
11243c2 | περιπαθῶς δέ φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα. b (BCE3E4) | ||
11244a1 | Ariston. | πρῶθ’ ἑκατὸν βοῦς 〈δῶκεν〉: ὅτι θρέμμα〈τα〉 ἐδίδο‐ σαν οἱ μνηστευόμενοι. πρὸς τὴν ἐξήγησιν τῶν ἀλφεσιβοίων παρθένων (cf. Σ 593), ὅτι εἰσὶν αἱ ἀλφαίνουσαι βόας, ὅ ἐστιν εὑρίσκουσαι. A | |
11244a2 | πρὸς τὴν ἐπεξήγησιν τοῦ „ἀλφεσίβοιαι“ (Σ 593). Til | ||
11244-5 | ex. | χίλι’ ὑπέστη 〈/ —ποιμαίνοντο〉: ὑπέσχετο ὥστε ἐκ τῆς ἐπιγονῆς τῶν ποιμνίων καὶ ταῦτα ἀποδοῦναι. b(BCE3 E4)T | |
11.247 | ex. | βῆ δὲ φέρων〈—〉τεύχεα καλά: ἔοικε διαφέροντα εἶναι τὰ ὅπλα ὡς νέου καὶ νυμφίου· b(BCE3E4)T διὸ οὐ παρέρχε‐ | |
ται αὐτά. b(BE3E4)T | |||
11.248 | ex. | τὸν δ’ ὡς οὖν ἐνόησε Κόων: εἰκὸς γὰρ ὑπερασπίζειν αὐτοῦ τὸν ἀδελφὸν διὰ τὸ ἄπειρον καὶ †νέον τῶν πολεμίων. T | |
11.249 | Hrd. | κρατερόν ῥά ἑ πένθος: ὁ ῥά σύνδεσμος ἐγκλιτικὸς ὢν φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖ‐ σαν. A | |
11251a | ex. | στῆ δ’ εὐρὰξ 〈σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον〉: ἠνάγκασται μὲν διὰ τὸ πάθος τοῦ ἀδελφοῦ παρακινδυνεύειν, οὐ τολμᾷ δέ, ἀλλὰ κλέπτει τὴν μάχην. λεληθότως οὖν ἀτυχίας, οὐκ ἀνανδρίας ἐγκαλεῖ τῷ Ἀγαμέμνονι· ἀριστεύων γοῦν ὑπό τινος εὐτε‐ | |
5 | λοῦς ἐκ πλαγίου τιτρώσκεται, ἔπειτα τῆς οἰκείας γῆς δυστυχῶς ἐπέβη (cf. δ 521—35). Μενέλαος δὲ τοὐναντίον „μαλθακὸσ“ μὲν „αἰχμητήσ“ (Ρ 588), ἄλλως δὲ μακάριος. διδάσκει οὖν ὁ ποιητὴς ὡς τέλεια τὰ ῥώμης ἅμα καὶ τύχης. b(BCE3E4)T | ||
11251b | Hrd. | {στῆ δ’} εὐράξ: τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰς αξ λή‐ γοντα ἐπιρρήματα ὀξύνεται, ὑπεσταλμένου τοῦ „ἅπαξ“ (μ 22. 350). σημαίνει δὲ τὸ ἐκ πλαγίου. A | |
11252a | ex. | ex.(?) | 〈νύξε δέ μιν〉 κατὰ χεῖρα μέσην: τὴν ἀριστεράν· καὶ γὰρ ἐν τῷ Ἐπιταφίῳ (sc. Ψ 887) ἀνίσταται ἄκοντι ἀγωνίσασθαι. ἀλλὰ καὶ Ὀδυσσεὺς παλαίει (sc. Ψ 709—39), τὴν πλευρὰν τρω‐ θείς (cf. Λ 435—8). | διὰ τὸ αἰφνίδιον καὶ λεληθός. T | |
11252b | Ariston. | {νύξε δέ μιν κατὰ χεῖρα μέσην} ἀγκῶνος ἔνερθεν: ὅτι οὐ λέγει ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. καὶ ἐν τοῖς ἐπάνω· „Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθεν“ (Λ 234). A | |
11.255 | ex. (Ariston.?) | ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης: πρὸς τὸ μηδὲ τοῦτον [τρωθέντα ἀπα]λλάσσεσθαι. T | |
11256a | Ariston. | D | ἀνεμοτρεφὲς ἔγχος: ὅτι διὰ τοῦ ἀνεμοτρεφές βούλε‐ ται σημαίνειν τὸ εὔτονον· τὰ γὰρ ἐν εὐηνέμῳ χωρίῳ φυόμενα εὔ‐ τονα γίνεται, παλλόμενα καὶ κραδαινόμενα· διὸ καὶ τὴν Ἀχιλλέ‐ ως μελίαν „Πηλίου ἐκ κορυφῆσ“ (Π 144) λέγει τετμῆσθαι. | οἱ | |
5 | δὲ ἀπέδωκαν A ἀνεμοτρεφὲς τὸ κοῦφον καὶ εὐκίνητον— δένδρα στερεά. AAim | ||
11256b | ex. | ἀνεμοτρεφές: στερεόν, ὑπὸ ἀνέμων γεγυμνασμένον τὰς ἶνας· b(BCE3)T καὶ ἀλλαχοῦ· „οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐρι‐ θηλὲς ἐλαίης, / τὸ δέ τε πνοιαὶ δονέουσιν“ (Ρ 53. 55). δῆλον δὲ ἐξ ὧν καὶ τὸ κῦμα „ἀνεμοτρεφέσ“ (Ο 625) φησίν. T | |
11256c | ex. | ἀνεμοτρεφές: τὸ τρεφόμενον ὑπὸ ἀνέμων, ὅ ἐστιν ἰσχυρόν. τὸ ἐναντίον δὲ ἐπὶ τοῦ ἀσθενοῦς φυτοῦ· „ἐλθών τ’ ἐξα‐ πίνης ἄνεμος / βόθρου τ’ ἐξέστρεψε καὶ ἐξετάνυσ〈σ〉’ ἐπὶ γαίην“ (Ρ 57—8). T ἢ ἀνεμοτρεπές, τὸ ἀντιτασσόμενον καὶ ἀνέμοις | |
5 | ξύλον διὰ στεριφότητα. b(BCE3E4)T | ||
11257a1 | Hrd. | ὄπατρον: ψιλωτέον, οὐχ ὡς οἴονται διὰ τὴν συγκο‐ πήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀπεδείξαμεν | |
δὲ ἡμεῖς ἐν ἑτέροις (cf. Hrd. 2, 258, 8 et 24) ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ „ἕσταμεν“ (λ 466), Ἡράκλεες Ἥρακλες. τί | |||
5 | οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι, ὀπιπεύω, ὀπή, ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο „ὀπάων“ (Η 165 al.). οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ εἰ μὴ | ||
10 | ἀναφορικὴ σημασία, διὰ τὸ „ὁποῖοσ“ (ρ 421. τ 77), „ὅπωσ“ (Α 136. α 57) καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ „ὅπλον“ (φ 390) καὶ τὰ ἀπὸ τούτων παρηγμένα. A | ||
11257a2 | ὄπατρον: ψιλωτέον τὸ ὄπατρον· τὸ ο πρὸ τοῦ π φιλεῖ ψιλοῦσθαι, εἰ μὴ κατὰ ἀναφορὰν εἴη, σεσημειωμένου τοῦ ὁπλή καὶ „ὅπλον“ καὶ τῶν παρ’ αὐτά. T | ||
11.259 | ex. | τὸν δ’ ἕλκοντ’ ἀν’ ὅμιλον ὑπ’ ἀσπίδος ὀμφαλοέσ‐ σης: ὡς δὴ μὴ πάσης κρατῶν τῆς δυνάμεως ἄλλο τι πράσσοντα τοῦτο〈ν〉 ἀναιρεῖ, τῶν δὲ ἄλλων ἄντικρυς κρατεῖ. T | |
11261a1 | ex. | τοῖο δ’ ἐπ’ Ἰφιδάμαντι κάρη ἀπέκοψε: περι‐ παθῶς· ᾧ ἐπικουρῶν Κόων ἐβόα τοὺς ἑταίρους καλῶν, †τούτῳ αὐτὸν ὁ Ἀγαμέμνων ἔτρωσεν. T | |
11261a2 | ᾧ ἐπικουρῶν ὁ Κόων ἔτρωσεν Ἀγαμέμνονα, ἐπ’ αὐτῷ | ||
τρωθεὶς κατέπεσεν. b(BCE3E4) | |||
11262-3 | ex. | ἔνθ’ Ἀντήνορος υἷεσ〈—Ἄϊδος εἴσω〉: περιπαθῶς ἀπήγγειλεν. διὰ τί δὲ Ἀντηνορίδην φονεύει; ὅτι αὐτὸς ἦρξε σταθεὶς εὐρὰξ (cf. Λ 251) καὶ βαλὼν Ἀγαμέμνονα· οὐ γὰρ ῥητέον ὡς ἠγνόουν ἀλλήλους, ἐπεὶ σαφῶς εὑρίσκομεν ἐν τοῖς Αἴαντος | |
5 | λόγοις „ἀλλὰ κασίγνητος Ἀντήνοροσ“ (Ξ 473)· ὁ γὰρ Ἰφιδάμας νέηλυς ἦν. T | ||
11.262 | Ariston. | {ἔνθ’ ἀντήνωρος υἷες} ὑπ’ Ἀτρείδῃ βασιλῆϊ: 〈ὅτι〉 ἀντὶ τοῦ ὑπ’ Ἀτρείδου βασιλέως, πρὸς τὴν μετάληψιν τῆς πτώ‐ σεως. A | |
11.263 | Hrd. | ἔδυν: τὸ ἔδυν συσταλτέον· ἔστι γὰρ πληθυντικόν, κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυσαν. A | |
11.266 | Ariston. | ἐξ ὠτειλῆς: ὅτι τὴν ἐκ χειρὸς πληγὴν ὠτειλὴν λέγει, παρὰ τὸ οὐτάσαι. A | |
11267a | ex. | αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα: ἰατρικῶς· μέχρι γὰρ τούτου ἀφλέγμαντά ἐστι τὰ ἕλκη. b(BCE3E4)Til | |
11267b | ex.(?) | 〈αὐτὰρ ἐπεί:〉 ἀντὶ τοῦ ἐπεὶ δέ. Til | |
11.268 | ex. | ὀξεῖαι δ’ ὀδύναι 〈δῦνον μένος Ἀτρεΐδαο〉: ὡς γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ὑπὸ τῶν τοιούτων φλεγμονῶν. κυριώ‐ τατα οὖν κεῖται τὸ ὀξεῖαι. καὶ ἔστι δυσμετάληπτον τὸ ὄνομα, τοῖς πεπειραμένοις μόνοις δῆλον. διὰ δὲ τοῦ δῦνον μένος τὴν εἰς βάθος | |
5 | χωρήσασαν ἀλγηδόνα ἐσήμανεν. A b (BCE3E4)T | ||
11269-71 | ex. | ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα / δριμύ, 〈—ὠδῖνας ἔχουσαι〉: πρὸς τοὺς νυγμοὺς τῆς ἀλγηδόνος εἴκασται· πῶς γὰρ ἄνανδρος ὁ εἰργασμένος τοσαῦτα; b(BCE3E4)T πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ | |
5 | (269), τὸ δριμύ (270), τὸ πικρόν (cf. 271), ἐπιτείνων τὰς ὀδύνας. A b (BCE3E4)T πᾶν δὲ τὸ πόνον ἐμποιοῦν βέλος λέγεται. T | ||
11270a | Hrd. | προϊεῖσι: ὡς „τιθεῖσι“ (Π 262. β 125)· καὶ γὰρ ἐν ἑτέροις „ὄπα λειριόεσσαν ἱεῖσιν“ (Γ 152). ὁμοτονεῖν δὲ θέλει τὰ εἰς ι λήγοντα τοῦ ἐνεστῶτος ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετο‐ χῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν· „ἱέντεσ“ (B 774 al.), ἱέντων ἱεῖσι· | |
5 | οὕτως οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ „φασί“ (Β 783 al.)· ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ὂν βαρύνεται. A | ||
11270b | Hrd. | μογοστόκοι: Ἀρίσταρχος παροξύνει· δραστικὴ γάρ φησιν ἔννοιά ἐστιν· οὐ γὰρ αἱ Εἰλείθυ〈ι〉αι πάσχουσιν, ἵνα προ‐ παροξύνωμεν, ἀλλ’ ἐνεργοῦσι κατὰ τῶν τικτουσῶν. ἔφαμεν δὲ (sc. ad Γ 354) τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα | |
5 | παροξύνεσθαι, εἰ μὴ κανών τις κωλύει· εἰσὶ γάρ τινες κανόνες, καθ’ οὕς, κἂν ἐνέργεια σημαίνηται, πάντως προπαροξύνεσθαι δεῖ. μά‐ χεται μέντοι ἄντικρυς τὸ „ὄρνυσθ’, ἱππόδαμοι Τρῶεσ“ (Δ 509)· ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦν‐ τι προπαρωξυτονήθη. A | ||
11270c | ex. | μογοστόκοι: αἱ ἐπὶ τῶν μόγις τικτουσῶν τεταγμέναι, b(BCE3E4)T ὡς ξένιος Ζεὺς (cf. ξ 389) ὁ ἐπὶ τῶν ξένων. T | |
11270d | Ariston. | Εἰλείθυιαι: ὅτι ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυν‐ | |
τικῶς Εἰλειθυίας λέγει. ἀριθμὸν δὲ αὐτῶν οὐδὲ ὀνόματα παραδί‐ δωσιν, ὥσπερ οὐδὲ Μουσῶν. Εἰλείθυιαι δὲ Διὸς καὶ Ἥρας θυγατέ‐ ρες, τῶν τοκετῶν προϊστάμεναι. A | |||
11.271 | ex. | πικρὰς ὠδῖνας ἔχουσαι: ἀμφίβολον· ἢ γὰρ ἐπιμελείας ἀξιοῦσαι, ὡς τὸ „καί μοι κῆπον ἔχει“ (δ 737), b(BCE3E4)T ἢ ἐπέχουσαι τὰς πικρὰς ὠδῖνας καὶ εἴργουσαι, b(BE3E4)T ὡς τὸ „ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτοσ“ (Ξ 129). T ἄμει‐ | |
5 | νον δὲ τὸ πρῶτον. b(BE3E4) | ||
11.273 | ex. | ἐς δίφρον δ’ ἀνόρουσε: πρῶτον τὸν βασιλέα (cf. Λ 273—83), ἔπειτα τοὺς ἀριστεῖς ἐξάγει, b(BCE3E4)T Διομήδη (cf. Λ 396—400), Ὀδυσσέα (cf. Λ 487—8), Εὐρύπυλον (cf. Λ 592—5. 809—48), Μαχάονα (cf. Λ 517—20. 618—43), T ὅπως | |
5 | ἀναρχίας ἕνεκεν, οὐκ ἀσθενείας δοκοίη τῶν νεῶν ἡ καῦσις γενέσθαι. b(BCE3E4)T πῶς δὲ οὐδένα στρατηγὸν ἀνθ’ ἑαυτοῦ κατέλι‐ πεν; ἵνα μὴ προτιμήσας ἕνα τοῖς λοιποῖς ἀπέχθηται· b(BE3E4) T καὶ ὁ Μενέλαος παρῆν βασιλεὺς ὢν δεύτερος. ἔστι δὲ καὶ ἐναγώνιον· ὅτε γὰρ φόβος μείζων διὰ τὴν ἀπουσίαν τῶν ἀριστέων, | ||
10 | καὶ ὁ πόθος Ἀχιλλέως μείζων. T | ||
11.274 | ex. | ἤχθετο γὰρ κῆρ: ἀναγκαίως ἀπολογεῖται ὅτι οὐκ ἂν ἀπηλλάγη, εἰ μὴ τῆς ψυχῆς αὐτοῦ ἀνθήπτετο τὸ δεινόν. b(BCE3E4) T | |
11277-9 | ex. | ὑμεῖς μὲν 〈νῦν〉 νηυσὶν ἀμύνετε〈—πολε‐ μίζειν〉: εὖ τοῖς ἀριστεῦσιν ἐντέλλεται ἀπιών· εἰ γὰρ μὴ τὴν αἰτίαν τῆς ὑποχωρήσεως ἐσήμανε, κἂν δεινότερα ὑπενόησαν περὶ αὐτοῦ, | |
b(BCE3E4)T ὡς ὅτι τέθνηκε μαχόμενος. T | |||
11278-9a | ex. | ἐπεὶ οὐκ ἐμὲ 〈μητίετα〉 Ζεύς / εἴασε 〈Τρώεσ‐ σι〉 πανημέριον πολεμίζειν: εὖ τὸ μὴ τῷ τραύματι ἄχθεσθαι καίτοι σφόδρα ὀδυνώμενον, ἀλλ’ ὅτι πανημέριος πολεμίζειν ἐκωλύθη. T | |
11278-9b | ex. | ἐπ〈ε〉ὶ οὐκ ἐμὲ 〈μητίετα〉 Ζεύς 〈/ εἴασε— πολεμίζειν〉: οὐκ ἐπεξεργάζεται τὰ τοῦ τραύματος, b(BCE3E4) T ἀλλ’ εὐπρεπῶς ἐνεδείξατο ὅτι ὑπὸ τοῦ θεοῦ κωλυθεὶς ἀγωνί‐ σασθαι δι’ ὅλης ἡμέρας ἀναχωρεῖ. b(BE3E4)T | |
11.281 | Ariston. | 〈οὐκ ἄκοντε:〉 ὅτι διὰ τοῦ ἐναντίου τὸ ἐναντίον. Aim | |
11.282 | ex. | ἄφρεον δὲ στήθεα, ῥαίνοντο δ’ ἔνερθε κονίῃ: ἔστιν ἰδεῖν τὸν ἀφρὸν τῶν ἵππων μέχρι τῶν στηθῶν καταφερόμενον καὶ τὸν κονιορτὸν ἀναφερόμενον κάτωθεν. b(BCE3E4)T | |
11.286 | ex. | Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί: κατὰ πάντων τὸ [ἀ]γχιμαχηταί, ἵνα μὴ ἐπονείδιστος ἔοι ἡ παρά‐ κλησις. T | |
11.287 | Nic. | ἀνέρες ἔστε, φίλοι: βραχὺ διασταλτέον ἐπὶ τὸ ἔστε· οὐ γὰρ παρακελεύεται αὐτοῖς φίλοις ἀνδράσι γενέσθαι, ἀλλὰ προσ‐ φωνεῖ μὲν „ὦ φίλοι“, κελεύει δὲ ἀνδρείους γίνεσθαι. A | |
11.288 | ex. | οἴχετ’ ἀνὴρ ὤριστος: ἢ καθ’ ὅλου—„κρατερός τε“ γὰρ „αἰχμητήσ“ (Γ 179)—ἢ νῦν ἄριστος. T | |
11288-9 | ex. | ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκεν / Ζεύς: βαρβαρικῶς ἀλαζονευόμενος τὴν ἐπικουρίαν τοῦ Διός φησι τῆς ἐσομένης ἀριστεί‐ ας αἰτίαν, αὑτὸν ἀποκρούων τῶν κατορθωμάτων. T | |
11.289 | ex. | ἀλλ’ ἰθὺς ἐλαύνετε: ἀντὶ τοῦ ἐπ’ εὐθείας. εἰ δὲ τέλος | |
χρονικὸν θέλει, „εἶθαρ“ (Ε 337 al.) φησίν. T | |||
11290a | ex. | ἵν’ ὑπέρτερον εὖχος ἄρησθε· ἢ τοῦ τῶν Ἑλλήνων ὑπέρτερον, ἢ οὗ πρότερον ἐκτήσασθε· b(BCE3E4)T ἢ ἐπιφανέ‐ στερον οὗ προεξένησεν ἡ προτέρα μάχη· ὃ καὶ ἄμεινον. T | |
11290b | Did. | 〈ὑπέρτερον:〉 Ἀρίσταρχος „ὑπέρτεροι“. Aint | |
11.291 | ex. | ὤτρυνε μένος καὶ θυμόν: μένος καὶ θυμὸν ἐκ παραλλήλου· μένος δὲ καὶ τὴν ψυχὴν εἴωθε καλεῖν. b(BCE3E4)T | |
11292-3 | ex. | ὡς δ’ ὅτε 〈πού τισ〉 θηρητὴρ κύνασ〈— ἠὲ λέοντι〉: διὰ τῆς παραβολῆς ἀσθενεστέρους Τρῶας καὶ θρασυτέ‐ ρους ἀπέδειξεν· b(BCE3E4)T καὶ ἀλλαχοῦ „ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος / ἅπτηται“ (Θ 338—9). T | |
11.292 | ex. | ἀργιόδοντας: ὀξεῖς ὀδόντας ἔχοντας. T | |
11297a | Ariston. | ὑπεραέϊ ἶσος ἀέλλῃ: ὅτι ἔν τισι γράφεται „ὑπὲρ οὔρεος ἶσος ἀέλλῃ“· τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέϊ σημαίνεται, ὅταν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή. ταύτας δὲ ἡμεῖς κατ‐ αιγίδας καλοῦμεν ἀπὸ τοῦ κάτω ἀΐσσειν. A | |
11297b | Hrd. | ὑπεραέϊ: ὡς εὐσεβέϊ, κατὰ διάστασιν· ἔφαμεν γὰρ τὰ παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεσθαι, ἀκραής, „δυσαήσ“ (ε 295). οὕτως ὑπεραὴς ὑπεραῆϊ 〈ὑπεραέϊ〉. A | |
11297c | Hrd.(?) | ex. | ὑπεραέϊ: κατὰ διάστασιν, ὡς τὸ εὐσεβέϊ καὶ εὐαέϊ. | ἢ μᾶλλον ὑφ’ ἕν. T | |
11297d | ex. | ὑπεραέϊ 〈ἶσοσ〉 ἀέλλῃ: ἀντὶ τοῦ ἄνωθεν ἐκ καθέτου φερομένῃ, ἥτις ἐστὶν ἀπαραφύλακτος καὶ σφοδροτέρα. b(BCE3E4) T καὶ ἀλλαχοῦ „〈ὤρορ’ ἐπαΐξασ〉 πατρὸς Διὸς ἐκ νεφελάων“ | |
(Β 146). T πρὸς τὴν ἀπροσδόκητον οὖν ἐπιφάνειαν Ἕκτορος | |||
5 | καὶ τὴν ὁρμὴν †καὶ τὴν ἐκ τῆς ἄλλης ταραχῆς. b(BCE3E4)T ἐμφαντικῶς δὲ τὸ ἅλμα (cf. Λ 298) καὶ ἡ ἔμπτωσις τοῦ ἥρωος ταρα‐ χὴν παρέστησεν. b(BE3E4)T καὶ τὴν ἄελλαν δὲ ἐξῆρεν, ὑπερ‐ αέα αὐτὴν εἰπών, καὶ ἀντὶ τῆς θαλάσσης τὸν „πόντον“ (Λ 298) εἶπεν, ὅς ἐστι φύσει δυσχείμερος. εἶτα καὶ ἡ κατά (cf. Λ 298) ἔμφασιν | ||
10 | ποιεῖ τινα τῷ ἅλματι. T | ||
11297e | ex.(?) | 〈ἶσος ἀέλλῃ〉: ὁ Ἕκτωρ. Aim | |
11297-8 | ex. | 〈ἐν δ’ ἔπεσ’—πόντον ὀρίνει〉: ὑπεραέϊ δὲ ὑπερβαλλόντως πνεούσῃ, ὅταν ἐκ τοῦ ὕπερθεν καταφέρηται τὸ πνεῦμα. τὸ δὲ ἑξῆς, ἐν δ’ ἔπες’ ὑσμίνῃ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἀπὸ ὄρους πόντον ὀρίνει. A | |
11.299 | ex. | ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξεν: ἐπὶ λύπῃ τῶν Ἀχαιῶν οὐκ ἔτι τὴν Μοῦσαν, ἀλλὰ ἑαυτὸν ἐρωτᾷ. b(BCE3E4)T | |
11300a | Did. (?) | 〈Ἕκτωρ Πριαμίδης, βροτολοιγῷ ἶσος Ἄρηϊ:〉 γράφεται „Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν“. Aint | |
11300b1 | ex. | ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν: ὅτι νόθα τὰ κατορ‐ θώματα. εἰ δὲ καὶ καταλέγει τοὺς ἀναιρουμένους, παρατρέχων ὡς διηγούμενος, ἐπικρύπτων τὸ ὄνειδος τῇ βραχυλογίᾳ. T | |
11300b2 | δείκνυσιν ὅτι νόθα τὰ κατορθώματα. ὡς ἐν παρόδῳ δὲ καταλέγει τοὺς ἀναιρουμένους, ἐπικρύπτων τῇ βραχυλογίᾳ τὸ ὄνειδος. b(BCE3E4) | ||
11301a1 | Hrd. | Ἀσαῖον {μὲν πρῶτα}: προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ ι. τὰ δὲ ἀπὸ τῶν εἰς α λη‐ γόντων, μακρᾷ παραληγομένων, παραγόμενα διὰ τοῦ αιος προπερι‐ σπᾶσθαι θέλει, „Μοῦσα“ (Β 761 al.) Μουσαῖος, γενναῖος, Πισαῖ‐ | |
5 | ος, ἑρσαῖος. οὕτως καὶ Ἀσαῖος. οὐ μάχεται τὸ Ἥραιος προπαρο‐ ξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπι‐ θετικοῦ ἐγένετο. τὸ μέντοι „Πείραιοσ“ (ο 544 al.) προπαροξυνόμε‐ νον παρὰ τὸ πειρῶ ἐγένετο ὡς παρὰ τὸ φιλῶ Φίλαιος. οὕτως καὶ παρὰ τὸ βέβηκα ὁ βέβαιος. A | ||
11301a2 | Ἀσαῖον: προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσά ἐστι, καὶ πάντα τὰ ἀπὸ τῶν εἰς α ληγόντων θηλυκῶν καὶ μακρᾷ παραλη‐ γομένων προπερισπῶνται. b(BCE3)T | ||
11302a | Ariston. | καὶ Δόλοπα Κλυτίδην 〈καὶ Ὀφέλτιον ἠδ’ Ἀγέ‐ λαον〉: πρὸς τὴν ὁμωνυμίαν, ὅτι καὶ τῶν Τρώων ἐστὶ Δόλοψ {αἰχμῆς}· „τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδώς, / Λαμ‐ πετίδησ“ (Ο 525—6), Λάμπου υἱὸς τοῦ Πριάμου ἀδελφοῦ· καὶ | |
5 | τῶν μνηστήρων εἷς Ἀγέλαος (cf. υ 321 al.). A | ||
11302b | ex. (Ariston.?) | καὶ Δόλοπα Κλυτίδην: ἕτερος οὗτος παρὰ τὸν Τρωϊκόν· „Δόλοψ αἰχμῆς εὖ εἰδώς, / Λαμπετίδησ“ (Ο 525—6). T | |
11.304 | ex. | τοὺς ἄρ’ 〈ὅ γ’〉 ἡγεμόνας: ἢ τῶν τάξεων, ὡς „πέντε δ’ ἄρ’ ἡγεμόνας ποιήσατο“ (Π 171)· ἢ τοὺς προμαχίζοντας. ἵνα δὲ μὴ δοκῇ χαρίζεσθαι Ἕλλησι, καὶ τοῦτον ἡγεμόνας φησὶν ἀναι‐ ρεῖν, ἀλλ’ οὐ σύνδυο, ὡς Ἀγαμέμνων (cf. Λ 101—2. 143—7). | |
5 | b(BCE3E4)T | ||
11304-5 | ex. | 〈αὐτὰρ ἔπειτα / πληθύν:〉 συντέμνει τὸ διήγημα διὰ τοῦ αὐτὰρ ἔπειτα / πληθύν. Til | |
11305-8 | ex. | πληθύν, ὡς ὁπότε νέφεα〈—ἰωῆσ〉: ἡ ὁμοίω‐ σις πρὸς τὸ συνεχὲς τῶν ἀναιρουμένων· ὡς γὰρ νέφη, φησί, συνδιώκει Ζέφυρος ἄνεμος ὑπὸ Νότου συστραφέντα, οὕτω συνδιώκων ἀνῄρει τὸ | |
πλῆθος ὁ Ἕκτωρ. καλῶς δὲ τοὺς πυκνωθέντας μὲν ὑπὸ Ἀγαμέμνονος, | |||
5 | διασκεδασθέντας δὲ ὑπὸ Ἕκτορος νέφεσιν εἴκασεν, ἃ συνάγει μὲν Νό‐ τος, διώκει δὲ Ζέφυρος. ηὔξησε δὲ καὶ τὸν Ζέφυρον, μέγα κῦμα ὑπ’ αὐτοῦ ἀνεγείρεσθαι λέγων. καὶ ἀνέμων δὲ φύσεις οἶδεν ὁ ποιητής, b(BCE3E4)T ἐφ’ οἷς Εὖρον μὲν καὶ Νότον οἶδε συνάγοντας νέφη, Ζέφυρον δὲ καὶ Βορέαν διασκιδνάντας τὰ συνηγμένα †ὡς ὁ ποιητής. T | ||
11305-6a | Nic. | πληθύν· ὡς ὁπότε 〈νέφεα〉 Ζέφυρος στυφελίξῃ / ἀργεστᾶο Νότοιο 〈βαθείῃ λαίλαπι τύπτων〉: ἐπὶ τὸ Νό‐ τοιο 〈βραχύ〉 διασταλτέον· τὸ γὰρ ἑξῆς, νέφεα ἀργεστᾶο Νότοιο Ζέφυρος στυφελίξῃ βαθείῃ λαίλαπι, ὡς τὰ ὑπὸ τοῦ Νότου | |
5 | συναχθέντα νέφη τοῦ Ζεφύρου διασκιδνάντος. καὶ χαριέντως πάνυ ἔχει ἡ ὁμοίωσις· καὶ γὰρ τοὺς Ἕλληνας ὑπ’ Ἀγαμέμνονος ἐπιστρε‐ φεστέρους γενομένους διέλυσεν ὁ Ἕκτωρ. A | ||
11305b | ex. (Nic.?) | νέφεα〈—Νότοιο〉: τὸ ἑξῆς νέφεα ἀργεστᾶο Νότοιο, τουτέστι τὰ ὑπὸ τοῦ Νότου συνηγμένα. T | |
11306a | Ariston. | D | ἀργεστᾶο Νότοιο: πρὸς τὸ σημαινόμενον, ὅτι τὰ συνιστάμενα ὑπὸ τοῦ {λευκο}Νότου νέφη ὁ Ζέφυρος διατινάσσει. ὁ δὲ καλούμενος Λευκόνοτος σφοδρότερός ἐστιν. A | Ὅμηρος δὲ τέσσαρας ἀνέμους μόνους οἶδεν. AAim | |
11306b | Hrd. | ἀργεστᾶο: ἀπὸ τοῦ ἀργεστής ὀξυτόνου Βοιωτιακὴ γε‐ | |
νικὴ ἡ ἀργεστᾶο προπερισπωμένως. A | |||
11306c | ex. | 〈ΑΡΓΕΣΤΑΟ:〉 εἰ μὲν ἐπὶ τοῦ Εὔρου κεῖται, ἔστι κύριον προπαροξυνόμενον, ὡς „Ἀργέσταο“ (Ap. Rh. 2, 961)· εἰ δὲ ἐπίθετον τοῦ Νότου, προπερισπᾶται. b(BCE3E4)T | |
11306d | ex. | Nic. | ἀργεστᾶο 〈Νότοιο〉: οἱ μὲν ταχέος, οἱ δὲ τοῦ Λευκονό‐ του. b(BCE3E4)T οἱ δὲ λείπειν τὸν ἤ, ἵν’ ᾖ ἢ Ἀργέστου ἢ Νότου, ὅ ἐστιν Εὔρου· καὶ Ἡσίοδος γὰρ „Ἀργέστην Ζέφυρον Βορέην τ’ αἰψηροκέλευθον / καὶ Νότον“ (th. 379—80). T | εἰς τὸ Νότοιο δὲ | |
5 | ὀλίγη διαστολή, ἵν’ ᾖ ὡς Ζέφυρος κινήσῃ νέφη, ἃ συνήγαγε Νότος, οὕτως Ἕκτωρ ἐσκέδασε τοὺς ὑπὸ Ἀγαμέμνονος συνηγμένους. b(BCE3E4)T | ||
11307a | Ariston. | Hrd. παθ. | πολλὸν δὲ τρόφι κῦμα: ὅτι 〈***〉. | τὸ τρόφι ἀπο‐ κοπῇ τοῦ τρόφιμον ὁ Ἡρωδιανός φησιν (2,214,9), ὅτι ἔστη τῇ πήξει, τῇ αὐξήσει· „κύματά τε τροφέοντα“ (γ 290) εὐτραφῆ, καὶ | |
τροφαλὶς τὸ πεπηγὸς γάλα. A | |||
11307b | ex. | πολλόν: οὐκ ἐπ’ ἀριθμοῦ, ἀλλ’ ἐπὶ μεγέθους ἡ λέξις, ὡς τὸ „πολλὸς γάρ τις ἔκειτο“ (Η 156). b(BCE3E4)T | |
11307c | ex. | ἄχνη: ἧς οὐ δυνάμεθα ἔχεσθαι διὰ τὸ λεπτόν. b(BCE3E4)T | |
11308a | ex. | πολυπλάγκτοιο: τοῦ πανταχοῦ περιάγοντος τὰ κύματα b(BCE3E4)T ἢ τὰ σώματα. T | |
11308b | ex. | ἰωῆς: ὁρμῆς, παρὰ τὸ ἴω. T | |
11.309 | ex. | ὡς ἄρα πυκνὰ καρήατα: κατ’ ἐξοχήν· καὶ „τοίην γὰρ κεφαλήν“ (α 343). T | |
11.310 | D | ἔργα γένοντο: ἀρχαϊκώτερον—συντάσσει ῥήματα. A | |
11.311 | ex. | καί νύ κεν ἐν νήεσσι πέσον: πρὸς τὸ „ἐν νηυσὶ μελαί‐ νῃσιν πεσέονται.“ (Λ 824). T | |
11.312 | ex. | εἰ μὴ Τυδείδῃ Διομήδει 〈κέκλετ’ Ὀδυσσεύσ〉: ἐσή‐ μανε τὸ „σφῇ ἀρετῇ 〈Δαναοὶ ῥήξαντο φάλαγγας /〉 κεκλόμενοι ἑτά‐ ροισι“ (Λ 90—1)· φησὶ γοῦν, ὡς ἔπαθον ἄν, εἰ μὴ ὁ λόγος Ὀδυσσέως ὤνησεν. Διομήδεα δὲ προτρέπεται ὡς κοινωνὸν τῶν κατὰ νύκτα. | |
5 | ὅπερ δὲ Διομήδης ἐποίησεν ἐν τῇ Θ (cf. 90—6), νῦν Ὀδυσσεύς. T | ||
11313a | ex. | Τυδείδη, τί παθόντε 〈λελάσμεθα θούριδος ἀλ‐ κῆς;〉: ἠρέμα ἀπολογεῖται περὶ τῆς ἐν τῇ προτέρᾳ μάχῃ φυγῆς (cf. Θ 98)· τότε γὰρ εἶξεν Ὀδυσσεύς, ὅτε τὸ Ἑλληνικὸν κεραυνοῖς ἐφόβει ὁ Ζεύς. b(BCE3E4)T ἀλογίστως δὲ ὁ Διομήδης ἀνθίστατο, | |
5 | b(BE3E4)T καὶ τοῦτο αὐτῷ ὁ Νέστωρ ἐπιπλήττει (cf. Θ 99‐ 144)· T ἐνταῦθα δὲ οὐδενὸς τοιούτου γενομένου ἀνιαρῶς μὲν ὁ Διομήδης ἀφέστηκε τῆς τύχης, ὁ δὲ Ὀδυσσεὺς εὐλόγως μένει· διὸ καὶ βοᾷ· τί παθόντε λελάσμεθα, τί τὸ φοβοῦν ἡμᾶς ἐστιν; b(BE3 | ||
E4)T | |||
11313b | ex. | θούριδος ἀλκῆς: ἣν πρὸ ὀλίγου ἐπεδειξάμεθα κατὰ Ῥήσου, ἢ ἥν μοι προετρέπου (sc. Θ 93—6). Til | |
11314a | Ariston. | ἀλλ’ ἄγε δεῦρο, πέπον: σημειοῦνταί τινες ὅτι ἀρι‐ στ〈ε〉ίαν ἐνταῦθα Ὀδυσσέως παράγει, τὸ δὲ δεῦρο εἰς τοῦτον τὸν τόπον. A | |
11314b | ex. | παρ’ ἔμ’ ἵστασο: παρ’ ἐμέ· „συμφερτὴ δ’ ἀρετή“ (Ν 237). Κομανὸς δέ φησι καθ’ ὑπεροχὴν ἐπαινεῖσθαι Ὀδυσσέα, εἴ γε ὡς ἥττονι Διομήδει ἐπιτάσσει. T | |
11314-5 | ex. | δὴ γὰρ ἔλεγχος / ἔσσεται: εὖ τὸ μὴ τοῦ θανάτου πεφροντικέναι, τῆς δὲ αἰσχύνης, ἣν ἐπέφερε τὸ πρᾶγμα. b(BCE3E4)T | |
11315a | ex.(?) | 〈ἔσσεται:〉 ἡμῖν δηλονότι. Aim | |
11315b | Did. (?) | 〈εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ:〉 τινὲς „εἴ κεν Τρῶες 〈***〉 νῆας ἕλωσιν“, ἐπεὶ καὶ „Τρωσὶν δὴ βόλεται 〈δοῦναι κράτοσ〉“ (Λ 319). T | |
11317a | ex. | ἤτοι ἐγὼ μενέω 〈καὶ τλήσομαι〉· ἀλλὰ μίνυνθα: ὡς ἔμφρων ὁ Διομήδης αἰσθάνεται μὲν τὰ θεῶν, οὐ μὴν προφασίζεται. b(BCE3E4)T | |
11317b | ex. | μενέω καὶ στήσομαι: ἤλλακται διὰ τὸ μέτρον. T | |
11317c | Did. (?) | 〈στήσομαι:〉 καὶ „τλήσομαι“ γράφεται. Til | |
11318a1 | ex. | ἡμέων ἔσσεται ἦδος: νοεῖ ἀπὸ τοῦ ἀγχιστρόφου τῆς | |
μάχης, καὶ Ὀδυσσεὺς μέν, ὅπως βασανίζῃ τὸν καιρόν. ἄλλως τε καὶ εἰς τὰ ἑξῆς πιθανῶς οἰκονομεῖ ὁ ποιητής· ἐπεὶ γὰρ αὐτοὺς βούλεται τρωθῆναι, ὅπως ἀναρχίας ἕνεκεν δοκοίη ἡ καῦσις γενέσθαι τῶν νεῶν, | |||
5 | †ἑαυτοῖς ἐπιδιδοῦσιν† τοῖς δεινοῖς. διδάσκει δὲ ὅτι χρὴ πράττειν τὰ περὶ ἑαυτοῦ, εἰ καὶ μέλλοι τὰ τῆς τύχης ἐναντιοῦσθαι. T | ||
11318a2 | ἀπὸ τῆς ἀγχιστρόφου μάχης τοῦτο νοεῖ, Ὀδυσσεὺς δὲ βασανίζει τὸν καιρόν. οἰκονομικῶς δὲ ὁ ποιητὴς ἐπιρρίπτει αὐτοὺς τοῖς δεινοῖς, ὅπως τρωθέντες ὑποχωρήσωσι b(BCE3E4) καὶ δι’ ἀναρχίαν ἡ καῦσις τῶν νεῶν γεγονέναι δοκῇ. διδάσκει δὲ ὅτι χρὴ | ||
5 | πράττειν τὰ παρ’ ἑαυτοῦ, καὶ εἰ †μέλοι† τὰ τῆς τύχης ἐναντιοῦσθαι. b(BE3E4) | ||
11.319 | Ariston. | 〈βόλεται:〉 ὅτι ἀντὶ τοῦ βούλεται. Aim | |
11.320 | Hrd.(?) | ex. | 〈ἦ καὶ Θυμβραῖον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε:〉 Θυμβραῖον ὡς „Ἰδαῖον“ (Η 405. Ω 470). | ὅτε δὲ εὐτυχοῦσι, σύνδυο φονεύουσι (cf. Λ 92—147). Til | |
11321-2 | ex. | ex. | 〈αὐτὰρ Ὀδυσσεύς / ἀντίθεον θεράποντα Μο‐ λίονα τοῖο ἄνακτος: ἀντίθεον〉 ἀντὶ τοῦ παρεπομένου. | ἀντὶ τοῦ ἐφόνευσε καὶ Ὀδυσσεύς. Til | |
11.322 | ex. | 〈τοῖο ἄνακτος:〉 τούτου τοῦ προειρημένου. Til | |
11324-5 | ex. | ὡς ὅτε κάπρω 〈/ ἐν κυσὶ—πέσητον〉: ἐπεὶ καὶ ἔλεγε „σεύῃ ἐπ’ ἀγροτέρῳ συΐ“ (Λ 293). T | |
11325a | ex.(?) | 〈ἐν κυσί:〉 ἀντὶ τοῦ εἰς κύνας. Til | |
11325b | Did. | 〈θηρευτῇσι:〉 διχῶς „θηρητῆρσι“ καὶ θηρευτῇσι. Aim | |
11326a | Ariston. | {ὡς ὄλεκον τρῶας} παλινορμένω: ὅτι ἀντὶ τοῦ ὄπισθεν | |
ὁρμῶντες, ὡς „παλιμπλαγχθέντασ“ (Α 59). A | |||
11326b | Hrd. | παλινορμένω: Τυραννίων (fr. 21 P.) δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς μετοχὰς ἐν τῇ Α (sc. ad v. 59), ὅτε περὶ τοῦ „πλαγχθέντασ“ διελαμβάνομεν. A | |
11326c | ex. | ex. (Hrd.) | παλινορμένω: προφυγόντες γάρ, ὥς φησι „καὶ νύ κεν ἐν νήεσσι πέσον“ (Λ 311), νῦν ἔναντι ὁρμῶσιν. | Ἀρίσταρχος ὑφ’ ἓν ἀναγινώσκει τὸ παλινορμένω, „παλίνορσοσ“ (Γ 33), „εὐρυκρείων“ (Α 102 al.), „ἐϋφρονέων“ (Α 73 al.). T | |
11327a | Nic. | ἀσπασίως φεύγοντες ἀνέπνεον 〈Ἕκτορα δῖον〉: οὐ χρὴ ὑπιδομένους τὸ ἀπεμφαῖνον—πῶς γὰρ ἀνέπνεον Ἕκτορα; — διαστέλλειν ἐπὶ τὸ ἀνέπνεον, ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ ὑπερβατὸν φεύγοντες Ἕκτορα. A | |
11327b | Nic. | ex. | 〈ἀσπασίωσ〉 φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον: τὸ ἑξῆς φεύγοντες Ἕκτορα δῖον ἀσπασίως ἀνέπνεον· b(BCE3E4)T καὶ συναπτόντων δὲ ἡμῶν δῆλον τὸ ὑπερβατόν. T | ὅρα τὸ ὄφελος τῶν Ὀδυσσέως λόγων, ὅτι παρορμήσας τὸν Διομήδην | |
5 | αἴτιος γέγονε τοῖς ἄλλοις Ἕλλησι σωτηρίας. b(BCE3E4)T τοῦτο δέ ἐστι τὸ „καί τε πολεῖς ἐσάωσεν“ (Ν 734). T | ||
11328a | Ariston. | ἔνθ’ ἑλέτην δίφρον τε 〈καὶ ἀνέρε δήμου ἀρίστω〉: ὅτι συλληπτικῶς εἴρηκεν ἑλέτην καὶ κοινὸν ποιεῖ τοῦ ἑτέρου τὸ κατόρθωμα. ἔστι δὲ Διομήδης μόνος ὁ ἀνελών· ἐπιφέρει γοῦν „τοὺς μὲν Τυδείδησ“ (Λ 333). A | |
11328b | ex. | ἑλέτην: συλληπτικῶς τὸ ἐπὶ ἑκατέρου· ἄμφω γὰρ †πρὸς† ἕνα δίφρον καὶ δύο ἄνδρας εἷλον. T | |
11328c | ex. | ἑλέτην δίφρον τε καὶ ἀνέρε: „ἕλεν δ’ Οἰνομάου βίαν | |
παρθένον τε“ (Pind. Ol. 1, 88). T | |||
11.329 | ex. | υἷε 〈δύω〉 Μέροπος 〈Περκωσίου〉: Ἄμφιος καὶ Ἄ‐ δραστος. Μέροπος Περκωσίου τινὲς πατρωνυμικῶς· ἐπεὶ πῶς Περ‐ κώτης Ἄσιος ἄρχει (cf. Β 835—7), οὗτοι δὲ Ἀδραστείας καὶ Ἀπαισοῦ (cf. Β 828—30); ἢ μετανάστης ἦν αὐτοῖς ὁ πατὴρ ἀπὸ Περκώτης | |
5 | μετοικήσας. T | ||
11331-2 | ex. | τὼ δέ οἱ οὔτι / πειθέσθην: οὔτε ἀπειθεῖν πατράσιν ἀξιοῖ οὔτε μαντικῆς καταφρονεῖν, θανάτῳ τοὺς τοῦτο δράσαντας κο‐ λάζων. b(BCE3E4)T | |
11.333 | Ariston. | τοὺς μὲν Τυδείδης: ὅτι διὰ τούτου συνίσταται ὁ Διο‐ μήδης μόνος ὁ ἀνῃρηκὼς τοὺς προειρημένους. A | |
11.334 | ex. | 〈κεκαδών:〉 χωρίσας, παρὰ τὸ χάζω. Til | |
11336a | ex. | ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων: πρὸς τὸ ἀξιόπιστον· οὐ γὰρ ἂν ἠρίστευον ἀντιτασσομένου Διός. φι‐ λέλλην δὲ ὢν ὁ Ζεὺς τὸ πρόθυμον αὐτῶν αἰδεσθεὶς πρὸς ὀλίγον ἐνδί‐ δωσιν. ἢ τοῦτο θέλει εἰπεῖν ὡς ἰσοβαρὴς γέγονεν αὐτοῖς ἐκείνῃ τῇ | |
5 | ἡμέρᾳ ἡ μάχη· πρῶτα μὲν „ἴσας ὑσμίνῃ κεφαλὰς ἔχον“ (Λ 72), ὕστερον ἀριστεύει Ἀγαμέμνων, ἔπειτα Ἕκτωρ. εἶτα οὗτοι καὶ τιτρώσκονται· ἀλλὰ καὶ Ἕκτωρ ἐτρώθη (sc. Λ 350—6. Ξ 409—20). b(BCE3E4)T τὸ δὲ ἔνθα χρονικῶς. T | ||
11336b | ex. | 〈ἔνθα σφιν—Κρονίων:〉 ἀμφοτέροις τοῖς στρα‐ τεύμασιν ἴσην τὴν μάχην ἐξέτεινεν. A | |
11.337 | ex. | 〈οἱ δ’ ἀλλήλους ἐνάριζον:〉 ὡς καὶ τῶν Ἀχαιῶν ἐπιστρεψάντων. Til | |
11339a | Ariston. | 〈ἥρωα:〉 ὅτι πάντες ἥρωες ἐκαλοῦντο. Til | |
11339b | Did. (?) | 〈οὐ γάρ οἱ ἵπποι:〉 ἐν ἄλλῳ „οὐδὲ γὰρ ἵπποι“. Aim | |
11340a | ex. | 〈προφυγεῖν:〉 λείπει ‘πρὸς τό‘. Til | |
11340b | ex. | 〈ἀάσατο δὲ μέγα θυμῷ:〉 ἐπικερτομεῖ τὸ θράσος. Til | |
11345a1 | Did. (?) | 〈τὸν δὲ ἰδὼν ῥίγησε: γράφεται „τὸν δὲ ἰδὼν ἐνό‐ ησε“. Aim | |
11345a2 | 〈ἐνόησε:〉 γράφεται „ῥίγησε“. Til | ||
11345b | ex. | τὸν δὲ ἰδὼν ἐνόησε: ἰδὼν ἐνόησε ὅτι κατ’ αὐτῶν ᾔει. ἢ ἐκ παραλλήλου τὸ αὐτό. ἀλλὰ τὸ πρῶτον ἄμεινον. T | |
11.346 | ex. | ἐγγὺς ἐόντα: οὐκ ἀφίστανται ἀλλήλων· ἴσασι γὰρ ὡς τὸ κοινωνεῖν αἴτιον αὐτοῖς τῶν κατορθωμάτων. b(BCE3E4)T | |
11347a1 | ex. | 〈νῶϊν δὴ τόδε πῆμα〉 κυλίνδεται ὄβριμος Ἕ‐ κτωρ: ἀντὶ τοῦ κυλίνδει, ὡς ἄνεμος κυλίνδει κῦμα (cf. ε 296)· οἶδε γὰρ ὅτι τὸ δαιμόνιον αὐτῷ συναίρεται. T | |
11347a2 | 〈κυλίνδεται:〉 ἀντὶ τοῦ ἐπιπέμπεται· οἶδε γὰρ ὡς τὸ δαιμόνιον αὐτῷ συνεργεῖ. b(BCE3E4) | ||
11348a | ex. | ἀλλ’ ἄγε δὴ στέωμεν: ἀντιφιλοτιμοῦνται ταῖς προθυ‐ μίαις. ὅρα δὲ ὅτι βλέποντες παρόντα κίνδυνον οὐ περὶ φυγῆς διανοοῦν‐ ται, b(BCE3E4)T ἀλλ’ ἀνθίστασθαι ὁμοῦ ἐγνώκασιν. T | |
11348b1 | Did. | 〈μένοντες:〉 Ζηνόδοτος δυϊκῶς „μένοντε“. Aim | |
11348b2 | 〈μένοντε:〉 οὕτω Ζηνόδοτος. Til | ||
11.350 | Ariston. | 〈καὶ βάλεν οὐδ’ ἀφάμαρτε:〉 σημειοῦνταί τινες ὅτι οὕτως εἴρηται ‘καὶ ἐπέτυχεν‘. Aim | |
11.351 | D | πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός: ὑπὸ τοῦ— τὸ δόρυ. A | |
11353a | ex. | αὐλῶπις: αὐλῶπις εἰς στενὸν ἀναδοθεῖσα· „αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν“ (χ 18). T | |
D | αὐλῶπις: ἢ τὸν ἐπ’ αὐτῇ λόφον—δέ εἰσι περόναι. A | ||
11353b | ex. | τήν οἱ πόρε Φοῖβος: ὅτι καὶ χαλεπὰ τὰ Ἡφαιστό‐ τευκτα. ἀπολογεῖται δὲ ὡς ἀπέθανεν ἄν, εἰ μὴ διὰ τὴν θειότητα τοῦ κράνους. T | |
11.354 | ex. | 〈ἀπέλεθρον:〉 λίαν, ἀμέτρως. Til | |
D | 〈ἀπέλεθρον ἀνέδραμε:〉 θέλει λέγειν ὅτι—ἥλατο. A | ||
11355a | Ariston. | στῆ δὲ γνὺξ 〈ἐριπών〉: ὅτι οὐχ οἷον ἐπὶ τῶν ποδῶν ἔστη, ἀλλ’ ἐπὶ τὰ γόνατα πεσὼν ἔμεινεν. A | |
11355b1 | ex. | 〈γνὺξ ἐριπών:〉 ἐπὶ γόνυ ἐνεχθείς. Til | |
11355b2 | 〈στῆ δὲ γνὺξ ἐριπών:〉 ἔστη ἐπὶ γόνυ πεσών. b (BCE3) | ||
11355c | ex. vel Porph. | στῆ δὲ γνὺξ ἐριπών: ὡς φιλοψευδὴς ὁ τυφλός, ὅτι καὶ ἄριστα ψεύδεται· πρῶτον μὲν γὰρ οὐκ ἐτρώθη ὁ Ἕκτωρ, ὡς αὐτός φησιν (cf. Λ 351—3), εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν (cf. Λ 354) πολὺ ἐρ‐ ρωμένου τινός ἐστιν. πῶς οὖν καὶ ἔπεσεν ἐπὶ γούνατα καὶ ἀπέθανε | |
5 | μικροῦ δεῖν; A | ||
11356a | Ariston. | γαίης· ἀμφὶ δὲ ὄσσε 〈κελαινὴ νὺξ ἐκάλυψεν〉: ὁ ὀβελὸς καὶ ὁ ἀστερίσκος, ὅτι ἐν ἄλλῳ τόπῳ (sc. Ε 310) ὀρθῶς κεῖται· οὐ γέγονε γὰρ σφοδρὰ πληγή, ὡς ἐπ’ Αἰνείου, οὐ „θλάσσε δέ οἱ κοτύ‐ | |
λην“ (Ε 307). πῶς οὖν ἐσκοτώθη; A | |||
11356b1 | Did. | 〈γαίης—ἐκάλυψεν:〉 προηθέτει Ἀριστοφάνης, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. Aim | |
11356b2 | {ἀμφὶ δὲ ὄσσε κελαινή:} Ζηνόδοτος οὐ γράφει, Ἀρίσταρ‐ χος ἀθετεῖ. T | ||
11356c1 | ex. (Did. + | 〈γαίης·〉 ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν: | |
ex.?) | κακῶς ἐκ τῶν Αἰνείου (sc. Ε 310) μετηνέχθη. σκότωσις δὲ αὐτῷ γέγο‐ νεν, ὡς τὸ „ἄμπνυτο“ (Λ 359) δηλοῖ· καὶ ἐπ’ Ἀνδρομάχης „ἡ δ’ ἐπεὶ οὖν ἄμπνυτο“ (Χ 475). T | ||
11356c2 | καὶ σκότωσις αὐτῷ γέγονεν. b(BCE3E4) | ||
11.357 | ex. (D?) | μετὰ δούρατος ᾤχετ’ ἐρωήν: τὴν ὁρμήν. δηλοῖ ἡ λέξις καὶ τὴν ὑποχώρησιν· b(BCE3)T „πολέμου δ’ οὐ γίνετ’ ἐρωή“ (Π 302). T | |
11358a | Hrd. | καταείσατο: ψιλωτέον· ἀπὸ γὰρ τοῦ †εἴδω† βαρυτόνου AT ὁ σχηματισμός. A | |
11358b | ex. | καταείσατο: ἐφάνη, παρὰ τὸ εἴδω. ἢ κατηνέχθη, παρὰ τὸ εἴω τὸ δηλοῦν τὸ πορεύομαι, b(BCE3E4)T ἐΐω καὶ κράσει | |
εἴω. T | |||
11.362 | ex. | ἐξ αὖ νῦν ἔφυγες 〈θάνατον, κύον〉: εἰκότως ἐπικαυχᾶται τῷ Ἕκτορι, ἐπεὶ κἀκεῖνος ἐπεκαυχήσατο κατ’ αὐτοῦ „ἔρρε, κακὴ γλήνη“ (Θ 164). b(BCE3E4)T | |
11.363 | ex. | ἐρύσατο Φοῖβος 〈Ἀπόλλων〉: στοχαστικώτερον. ἢ ἐπειδὴ καὶ Αἰνείου ὑπερεμάχει ὁ Ἀπόλλων (cf. Ε 439—44). T | |
11365a | Hrd. | ex.(?) | ἦ θήν ς’ ἐξανύω γε 〈καὶ ὕστερον ἀντιβολήσασ〉: τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέος· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. | τὸ δὲ ἑξῆς ἐστι κατεργάσομαι δή σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω, ἐξ ὑστέρου ἀπαντήσας. A | |
11365b | ex. | D | ἦ θήν ς’ ἐξανύω γε: ἐργάσομαι, διαχρήσομαι· | ἐπὶ τέλος ἄξω. T | |
11366a | ex. | εἴ πού τις καὶ ἐμοί γε θεῶν 〈ἐπιτάρροθός ἐστιν〉: οἶδε μὲν ὡς ἐπίκουρον ἔχει τὴν Ἀθηνᾶν, οὐ μὴν ἐπεκαυχήσατο ἀλαζο‐ νικώτερον, ἀλλὰ μετρίως. b(BCE3E4)T | |
11366b | ex. | ἐπιτάρροθος: πλεονάζει ἡ ταρ, ὡς ἐν τῷ „ἀταρτηρόσ“ (cf. Α 223). T | |
11366c | Did. | 〈ἐπιτάρροθός ἐστι:〉 ἐν ἄλλῳ „ἐπιτάρροθος εἴη“. Aint | |
11368a | ex. | 〈ἦ〉 καὶ Παιονίδην〈—〉ἐξενάριζεν: τὸν λόγον ἐπαναφέρει ἐπὶ τὰ ἔμπροσθεν „ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρί / Παιονίδην ἥρωα κατ’ ἰσχίον“ (Λ 338—9). εἶτα 〈τὰ〉 περὶ τὴν Ἕκτορος ἔφοδον διελθὼν πάλιν περὶ τοῦ Ἀγαστρόφου διηγεῖται ὅτι | |
5 | τοῦτον σκυλεύοντι αὐτῷ ἐπιτίθεται Ἀλέξανδρος. T | ||
11368b | Ariston. | ἐξενάριζεν: ὅτι Ζηνόδοτος γράφει „ἐξενάριξεν“ συντελι‐ κῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν· ἐπιφέρει γοῦν „ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο“ (Λ 373). διὰ τοῦ ζ οὖν γραπτέον παρατατι‐ κῶς· σκυλεύοντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλεξάνδρος. A | |
11368c1 | Did. | 〈ἐξενάριζεν:〉 Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν. Aim | |
11368c2 | {ἦ καὶ παιονίδην ἐξενάριζεν:} οὕτω διὰ τοῦ ζ· οὐ γὰρ ἐτέλεσεν. T | ||
11369-95 | ex. | αὐτὰρ Ἀλέξανδρος, Ἑλένης πόσισ〈—γυ‐ ναῖκεσ〉: καὶ τὸν Διομήδην λάθρα τιτρωσκόμενον εἰσάγει, ὡς καὶ τὸν Ἀγαμέμνονα (cf. Λ 251—3). b(BCE3E4)T ἔστι δὲ τὸ πᾶν διατριβή. T ὅρα δὲ ὅτι τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι ὡς ἐπὶ πολὺ | |
5 | τὴν Ἑλένην προστίθησιν, ὥσπερ ἀναμιμνῄσκων τῆς ἀσελγείας αὐτοῦ τοὺς ἀκούοντας. b(BCE3E4)T | ||
11370a1 | Hrd. | Τυδείδῃ ἐπὶ τόξα: οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέ‐ φουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστιν ἐπὶ Τυδείδῃ. A | |
11370a2 | ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός (2,75,9). T | ||
11370b | ex. | Τυδείδῃ ἐπὶ τόξα 〈τιταίνετο〉: ἔοικεν Ὅμηρος ἀπέχθεσθαι τῷ σκυλευμῷ, ὡς ἐπὶ Ἀγαμέμνονος, ὃς σκυλεύων Ἰφιδά‐ μαντα τιτρώσκεται (cf. Λ 246—53), καὶ ἐπὶ Ἐλεφήνορος (cf. Δ 463—9). καὶ ὁ Νέστωρ δὲ παραινεῖ „μή τις νῦν ἐνάρων ἐπιβαλλόμε‐ | |
5 | νοσ“ (Ζ 68). T | ||
11371a1 | ex. | στήλῃ κεκλιμένος: †περικεκυλισμένος† (οὐδὲ τῷ δια‐ | |
στήματι δὲ ἀρκεῖται), ὡσεὶ ἔλεγε ‚νεκρὸς παρὰ νεκρῷ ἑστηκώσ‛. T | |||
11371a2 | παρακεκρυμμένος καὶ κεκαλυμμένος, ὡσεὶ νεκρός, φησί, παρὰ νεκρῷ ἑστηκώς. b(BCE3E4) | ||
D | 〈στήλῃ κεκλιμένος:〉 τὴν ἐπὶ τοῦ τάφου στήλην προ‐ βεβλημένος—γυναικομανής. Aim | ||
11371b | ex. | ἀνδροκμήτῳ: ὑφ’ ᾧ ἀνὴρ καμὼν ἔκειτο· b(BCE3E4)T ἢ ὑπὸ ἀνδρὸς πονηθέντι. b(BE3E4)T | |
D | ἀνδροκμήτῳ: ἤτοι ἐν ᾧ ἀνὴρ καμών, τουτέστιν ἀποθανών, κεῖται, ἢ ὑπὸ ἀνδρὸς—κατεσκευασμένῳ. A | ||
11372a | ex. | Ἴλου Δαρδανίδαο: προγονικῶς· Τρωὸς γὰρ ἦν Ἶλος (cf. Υ 131—2). ἐπὶ δὲ τῷ μνήματι τοῦ παλαιοῦ προγόνου ἐστί, μηδὲν ἀν〈τ〉άξιον ποιῶν. T | |
11372b | ex. | δημογέροντος: οὕτω καὶ τοὺς βασιλεῖς ἐκάλουν παρὰ τοῦ δήμου γέρας ἔχοντας, ὁμοίως δὲ καὶ τοὺς γέροντας καὶ δημότας. b(BCE3E4)T | |
11373-6 | ex. | ἤτοι ὁ μὲν θώρηκα〈—χειρόσ〉: καὶ οὐχ ὁρώ‐ μενος τοξεύει λάθρα καὶ τὴν ἀσχολίαν τοῦ βαλλομένου παρέλαβεν· ὥστε οὐδὲν μέγα πέπρακται αὐτῷ ἐπὶ τῇ εὐστοχίᾳ T | |
11.375 | ex. | τόξου πῆχυν ἀνεῖλκε: εἰσὶ τόξα ἐκ δύο κεράτων συμ‐ βεβλημένα, ἃ πῆχυν καλοῦσιν. εὖ δὲ τὸ παρατατικῶς ἀνεῖλκε φάναι, ἵνα δὴ ἐναργῶς ἐπιδείξῃ τὸν τοῦ πολεμίου τυχεῖν στοχαζόμενον. b(BCE3)T | |
5 | D | ὁ δὲ τόξου πῆ〈χ〉υν: τὸ τόξον περιφραστικῶς—μετ‐ | |
εχειρίζετο οὖν, φησί, τὸ τόξον. A | |||
11376a | Ariston. | καὶ βάλεν, οὐδ’ ἄρα μιν 〈ἅλιον βέλος ἔκφυγε χειρόσ〉: ὅτι τὸ βάλεν ἀντὶ τοῦ ἐπέτυχεν· καὶ ὅτι ἐν σχήματι εἴρηκεν, οὐδὲ ἅλιον αὐτὸν ἐξέφυγε τῆς χειρός. A | |
11376b | ex. (Ariston.?) | οὐδ’ ἄρα μιν ἅλιον 〈βέλος ἔκφυγε χειρόσ〉: μίν ἀντὶ τοῦ αὐτοῦ, ὡς τὸ „τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα“ (Κ 495) ἀντὶ τοῦ αὐτοῦ. T | |
11378a | ex. | ἐν γαίῃ κατέπηκτο: ἐναργῶς πάνυ. δι’ ὅλου δὲ φυ‐ λάσσεται περὶ τὰς πληγὰς ποικιλίαν ὁ ποιητής. T | |
11378b | ex. | μάλα ἡδὺ γελάσ〈σ〉ας: κεχυμένως. καὶ ἐπὶ 〈τῶν〉 μνηστήρων „γέλῳ ἔκθανον“ (ς 100). ἐπὶ δὲ Ὀδυσσέως „ἐπιμειδή‐ σασ“ (Κ 400. χ 371), καὶ „μειδιόων βλοσυροῖσι προσώπασι“ (Η 212). T | |
11379a | ex. | ἐκ λόχου ἀμπήδησε: εὖ τὸν ἐκ τοῦ ἀφανοῦς τοξεύον‐ τα ἐκ λόχου ἀναπηδῆσαί φησιν. b(BCE3E4)T | |
11379b | ex. | εὐχόμενος ἔπος ηὔδα: ἀσχημόνως πάνυ ὡς μέγα τι κατωρθωκὼς βοᾷ· κατακρύψας γὰρ ἑαυτὸν ἕνα ἔτρωσεν, ἀλλ’ οὐδὲ τοῦτον ἀνεῖλεν. b(BCE3E4)T οἷα καὶ 〈τὰ〉 πρόσθεν αὐτοῦ ἔργα· φευγόντων Ἑλλήνων ἵππον ἀναιρεῖ καὶ τοῦτον πρεσβύτου | |
5 | (cf. Θ 81—6). T | ||
11382-3 | ex. | οὕτω κεν 〈καὶ〉 Τρῶες ἀνέπνευσαν〈— αἶγεσ〉: δι’ ὧν ἑαυτοῦ τὴν πληγὴν αὔξει, λανθάνει καταβάλλων τὸ κοινόν. T | |
11383a | ex. | Hrd. | οἵ τέ σε πεφρίκασι: τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰ‐ κάζει. | οὐκ ἀναγκαῖον δὲ ἀντιδιαστέλλειν, ὡς οἴεται Ἀλεξίων | |
(fr. 41 B.)· δύναται γὰρ καὶ ἀπόλυτος εἶναι. A | |||
11383b | ex. | οἵ τέ σε πεφρίκασι〈—μηκάδες αἶγεσ〉: ὡς δειλὸς καὶ περὶ τῶν ἄλλων ὑπείληφεν ὡς φοβουμένων. ἔστι δὲ καὶ ἀνοήτου ἐλέγχειν τοὺς οἰκείους ἐπὶ τῶν πολεμίων. b(BCE3E4)T μηκάδες δὲ κατὰ μίμησιν τῆς φθογγῆς. T | |
11383c | ex.(?) | μηκάδες: ἐπιθετικῶς αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς· μηκὴ γὰρ καλεῖται ἡ τῆς αἰγὸς φωνή. A | |
11385a1 | Nic. | 〈τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα:〉 περὶ {δὲ} τῶν διαστολῶν εἴρηται πολλοῖς ὅτι εἰσὶν ἀμφίβολοι· ἢ γὰρ καθ’ ἑαυτὸ ἕκαστον, μόνου τοῦ κέρᾳ προσδιδομένου ἢ τοῖς ἡγουμένοις ἢ τοῖς ἑπομένοις, ἢ κατὰ δύο 〈ἢ〉 καὶ ἐναλ〈λ〉άξ, τὰ | |
5 | μὲν καθ’ ἕν, τὰ δὲ κατὰ δύο. A | ||
11385a2 | δύναται καθ’ ἓν στιγμὴ καὶ εἰς δύο. Til | ||
11385b | ex. | τοξότα λωβητήρ: ἀλλαχοῦ „ποῦ τοι τόξον;“ (Ε 171). ἢ †τοὺς ἀγχιμάχους ἐπῄνει. T | |
11385c | ex. | τοξότα 〈λωβητήρ, κέρᾳ ἀγλαὲ παρθενοπῖπα〉: ἀλλὰ καὶ οἱ θεοί, φασί, τοξόται καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἀπόλ‐ λων Ἄρτεμις Ἡρακλῆς Ἴδας Εὔρυτος, καὶ ἐν τοῖς εἰς Ἴλιον στρα‐ τευομένοις Μηριόνης (cf. Κ 260. Ψ 870—83), Φιλοκτήτης (cf. Β | |
5 | 718), Τεῦκρος (cf. Θ 260 al.). οὐχ ὅτι δὲ τοξότης ὀνειδίζει, ἀλλ’ ὅτι δὴ φαῦλος τοξότης· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ. b(BCE3E4)T εἶτα πάλιν ὑφ’ ἓν τὸ κέρᾳ ἀγλαὲ παρθενο‐ πῖπα, ὦ τῇ τριχὶ κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐ γὰρ καθ’ | ||
ἑαυτὸ τὸ κομᾶν κακόν ἐστιν. b(BE3E4)T | |||
11385d | Ariston. | κέρᾳ ἀγλαέ: ὅτι κέρᾳ οὐ τῇ τριχὶ ψιλῶς, ἀλλ’ ἐμ‐ πλοκῆς τι γένος· εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι. Σώφρων (fr. 163 K.)· „κορώνας ἀνδούμενοι“· καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο· καὶ παρ’ Ὁμήρῳ „πλοχμοί θ’, οἳ χρυσῷ | |
5 | τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). ἔνιοι δέ, τῷ τόξῳ ἀγαλλόμενε· προείρηκε δὲ τοξότα λωβητήρ. A | ||
11385e1 | Hrd. | κέρᾳ ἀγλαέ: σὺν τῷ ι ἔγραψάν τινες τὸ κέρᾳ, ἵνα ᾖ δοτικὴ ὁμοίως τῷ „δέπᾳ μελιηδέος οἴνου“ (Σ 545. γ 46) καὶ „γήρᾳ ὑπὸ λιπαρῷ (λ 136). οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, ὡς καὶ Ἀλεξίων (fr. 42 B.) ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν | |
5 | ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ „κρέα ἔδμεναι“ (Δ 345. Χ 347), | ||
ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυντικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου ὥστε εἶναι κατὰ κέρας, συναλιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν, | |||
10 | ὁπότε διελάβομεν περὶ τοῦ „κέρα ἐκ κεφαλῆσ“ (Δ 109). τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοητοῦ ὡς ὅτι σπάνιόν ἐστιν ἐπ’ ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι. „κόμην“ (Σ 27 al.) δὲ λέγει καὶ „τρίχασ“ (Χ 77 al.) καὶ „πλοκά‐ μουσ“ (Ξ 176) καὶ ἐθείρας. A | ||
11385e2 | Hrd. | ex.(?) | κέρᾳ ἀγλαέ: κέρᾳ σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν ἐκδεχομένη. τινὲς δὲ πληθυντικῶς ἤκουσαν b(BE3E4)T καὶ ἐπὶ τῶν τοξοτῶν ἐξεδέξαντο. καὶ Ἡρωδιανὸς (2,75,22) δέ φησιν ὅτι σπανίως τὸ κέρας ἐπὶ τριχὸς ἀνθρώπου τάσσεται παρὰ ποιη‐ | |
5 | ταῖς, ἀλλὰ μᾶλλον ἐπὶ βοὸς ἢ ἄλλων θηρίων. | κέρας δέ ἐστιν ἡ ἐμπλοκὴ τῶν τριχῶν, ὡς καὶ Ἀθηναῖοι τὸν κρωβύλον. T | ||
11385f | ex. | ἄλλως· κέρᾳ ἀγλαέ: τῇ τριχί· ὅθεν καὶ κείρειν. Ἀριστο‐ τέλης δὲ ‘ὦ τῷ τόξῳ σεμνυνόμενε‘. T | |
11385g | ex. | Did. | παρθενοπῖπα: καλῶς οὔ φησι ‚γυναικομανέσ‛, ἵνα μὴ ὑπομνήσῃ Ἑλένης. καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ μέχρι τῶν κατακλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθά‐ | |
νει. T | τινὲς δὲ γράφουσι „παρθενοπῖα“, παρθένοις ἐοικώς. AT | |||
11.386 | ex. | 〈εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης:〉 γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα. b(BCE3 E4)T | |
11.387 | Ariston. | 〈οὐκ ἄν τοι χραίσμῃσι:〉 ἀντὶ τοῦ οὐ 〈...〉 χραίσμοι. Aim | |
11388a | ex. | νῦν δέ μ’ ἐπιγράψας: Ἑλληνικὸν τὸ ἐπικρύπτειν πρὸς ἐχθροὺς τὴν συμφοράν. ὁ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑ‐ ταίρων (cf. Λ 383). T | |
11388b | ex. | 〈νῦν δέ μ’ ἐπιγράψας:〉 ἄκρως οὐ πληγή〈ν〉, ἀλλ’ ἐπιγραφήν φησιν. ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη „διαμπερὲς ἰός / ἐν γαίῃ ἐπάγη“ (Λ 377—8). b(BCE3E4)T | |
11390a | Ariston. | κωφὸν γὰρ βέλος: ὅτι κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ τὴν ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον. A | |
11390b | ex. | κωφὸν γὰρ βέλος: μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν. b(BCE3E4)T οἱ δὲ ἄηχον, „κύματι κωφῷ“ (Ξ 16)· τὸ γὰρ πεμπόμενον μετὰ βίας ἔχει {τὸ} πολὺν ἐφελκόμενον τὸν ἀέρα. T | |
11391a | ex. | 〈ἦ τ’ ἄλλως ὑπ’ ἐμεῖο:〉 ἄλλως δὴ τὸ ἐμόν, οὐχ ὡς τὸ σόν. Til | |
D | 〈ἦ τ’ ἄλλως ὑπ’ ἐμεῖο:〉 ἀντὶ τοῦ ἄλλως ὑπ’ ἐμεῖο | ||
πέμπεται. Aint | |||
11391b | ex. | Did. | εἴ κ’ ὀλίγον περ ἐπαύρῃ: ἐλλείπει τὸ πρόσθεν· | οὕτως καὶ διὰ τῶν ὑπομνημάτων. ἔν τισι δὲ γράφεται „ἐπαύρω“. A | |
11391c | ex.(?) | 〈ἐπαύρῃ:〉 προσθίγῃ. Til | |
11.392 | Did. | 〈αἶψα τίθησιν:〉 Ἀρίσταρχος „ἄνδρα τίθησιν“. Aim Til | |
11393-5 | ex. | 〈τοῦ δὲ γυναικὸς—ἠὲ γυναῖκες:〉 ἐπεξερ‐ γασία ποιητική. Til | |
11395a | ex. | οἰωνοὶ δὲ περιπλέες ἠὲ γυναῖκες: οὐκ ἔστιν ὅμοι‐ ον τῷ „γύπεσ〈σ〉ι〈ν〉 πολὺ φίλτεροι ἢ {τὸ} ἀλόχοισιν“ (Λ 162)· τὸ γὰρ ἠὲ γυναῖκες τὴν ἀκολασίαν ἐλέγχει Πάριδος, ὡς πλείοσι γυναιξὶ χρωμένου. T | |
11395b1 | Hrd. | {οἰωνοὶ δὲ} περὶ πλέες: Τυραννίων (fr. 22 P.) „περί‐ πλεεσ“ συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων. ὁ δὲ Ἀσκαλωνί‐ της (p. 51 B.) κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ ‘περὶ αὐτὸν πλέεσ‘. οὕτως δὲ καὶ Ἀλεξίων (fr. 43 B.), λόγῳ τούτῳ | |
5 | ὅτι καὶ κατ’ ἰδίαν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπ’ αὐτοῦ κινήματα· „τόσσον ἐγώ φημι πλέας ἔμμεναι“ (Β 129)· οὐ γὰρ πολλούς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ „πλέο‐ νές κεν μνηστῆρεσ“ (ς 247) συγκοπή ἐστιν ἡ πλέες φωνή, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου 〈περι〉πλέονες, δοθήσεται μηδὲ τὸ ἀπ’ αὐτοῦ | ||
10 | συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν, λειπούσης τῆς αὐτόν. A | ||
11395b2 | λείπει ἡ αὐτόν, ἵν’ ᾖ ‘περὶ αὐτὸν πλέεσ‘. Aim Aint | ||
11395b3 | οὐκ ἔστι σύνθετον τὸ περὶ πλέες, ἀλλὰ κατὰ παρά‐ θεσιν ἡ περί· b(BCE3E4)T ὅθεν οἰκειοτονεῖται. b(BE3E4) | ||
11396-8 | ex. | 〈τοῦ δ’〉 Ὀδυσεὺς 〈δουρικλυτὸσ〉 ἐγγύθεν | |
ἐλθὼν / ἔστη 〈προσθ’· ὁ δ’ ὄπισθε— / ἐκ ποδὸς ἕλκε〉: τὸ φιλικὸν πάλιν τοῦ Ὀδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται· εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο | |||
5 | παρακαλῶν τινα φαίνεται. διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνον‐ ται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν. b(BCE3E4)T | ||
11397-8 | Nic. | {ἔστη πρόσθ’·} ὁ δ’ ὄπισθε καθεζόμενος 〈βέλος ὠκύ / ἐκ ποδὸς ἕλκε〉: βραχὺ διασταλτέον ἐπὶ τὸ καθεζόμενος πρὸς τὸ σαφέστερον. A | |
11.400 | Did. (?) | 〈ἤχθετο γὰρ κῆρ:〉 γράφεται „ὠκέας ἵππουσ“. Aim | |
11.401 | ex. | οἰώθη δ’ Ὀδυσεύς: ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσ‐ σεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν. T | |
11.402 | Ariston. | 〈ἐπεὶ φόβος ἔλλαβε πάντας:〉 ὅτι νῦν φανερῶς φόβος ἡ φυγή. Aim | |
11403-10 | ex. | εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· / „ὤ μοι ἐγώ, τί πάθω〈—ἄλλον〉“: ποιητικῶς τὰ ἐνθυμη‐ θέντα ὡς εἰρημένα διατυποῖ. ἅμα δὲ καὶ διδάσκει ὅτι οὐ μανικῶς ὁρμᾶν δεῖ εἰς τὰ δεινά. b(BCE3E4)T | |
11.404 | Ariston. | 〈φέβωμαι:〉 ὅτι ἀντὶ τοῦ φύγω. Aint | |
11.405 | Ariston. | 〈πληθὺν ταρβήσας:〉 ὅτι ἔξωθεν ἡ εἴς πρόθεσις, εἰς πληθύν. Aim | |
11405-6 | ex. | αἴ κεν ἁλώω / μοῦνος: ζωγρηθῶ καὶ αἰχμαλωτισθῶ b(BCE3E4)T παρὰ πάντας· οὐδεὶς γὰρ Ἑλλήνων τοῦτο | |
πέπονθεν. b(BE3E4)T | |||
11.406 | ex. | τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων: ἅπαν‐ τα ὑπὲρ ἐκείνων ἀπολογεῖται. καὶ ὅτι ἡ προτροπὴ κατὰ δαίμονα γέγονεν αὐτῷ, ᾗ δεῖ πείθεσθαι. T | |
11407-10 | ex. | ἀλλὰ τίη μοι ταῦτα〈—ἄλλον〉: χρησίμως πρὸς τὴν οἰκονομίαν ἔχει τὰ τοῦ ἐπιλογισμοῦ τῷ Ὀδυσσεῖ· ἐπειδὴ γὰρ ναυμαχίαν βούλεται εἰσάγειν ὁ ποιητής, προτιτρώσκει τοὺς ἀρίστους· ἄτοπον γὰρ ἦν παρόντων καίεσθαι τὰς ναῦς. b(BCE3E4) | |
5 | T | ||
11.408 | ex. | 〈ἀποίχονται:〉 ἄπωθεν οἴχονται. Til | |
11409a | Ariston. | Nic. | ὃς δέ κ’ ἀριστεύῃσι 〈μάχῃ ἔνι τὸν δὲ μάλα χρεώ〉: ὅτι περισσὸς ὁ κέ. | ἀμφίβολος δὲ ἡ 〈ὑπο〉στιγμή· ἤτοι γὰρ ἐπὶ τὸ ἀριστεύῃσι ἢ ἐπὶ τὴν πρόθεσιν. καὶ ἐὰν μὲν τὸ πρότε‐ ρον, τὸ ἀριστεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν | |
5 | ἐν εἰρήνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ. τὸ δὲ δεύτερον, ἐπεὶ τὸν ἐπαγγελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν κίνδυνον ὑπομένειν. A | ||
11409b | Nic. | μάχῃ ἔνι: τὸ μάχῃ ἔνι πρὸς ἄμφω δύναται. T | |
11409c1 | Hrd. | τὸν δέ {μάλα χρεώ}: Ἀλεξίων (fr. 44 B.) 〈τὸ〉 „τόνδε“ ἓν μέρος λόγου ἐκδέχεται καὶ παροξύνει, ἵνα ἰσοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων (fr. 23 P.) δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ | |
5 | ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν | ||
εὑρέθη ἐπ’ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ „τοῦσδε δ’ ἔα φθινύθειν“ (Β 346), ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν. βεβαιοτέρα μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται. | |||
10 | A | ||
11409c2 | {τὸν δὲ μάλα χρεώ:} δύο μέρη λόγου τὸ τὸν δέ, ὥς φησιν Ἀλεξίων· σπανίως γὰρ αὕτη ἡ ἀντωνυμία ἐπεκτείνεται πα‐ ρὰ τῷ ποιητῇ. T | ||
11410a1 | Nic. | ἑστάμεναι κρατερῶς 〈ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβαλ’ ἄλλον〉: ἤτοι συναπτέον ὅλον τὸν στίχον· βραχὺ διασταλτέον 〈δὲ〉 παντελῶς ἐπὶ τὸ κρατερῶς καὶ ἐπὶ τὸ ἔβλητο, ἵνα ὁ ἤ σύν‐ δεσμος κέηται ἀντὶ συναπτικοῦ. ὁ δὲ λόγος· ἑστάναι δεῖ, εἴτε ἐβλήθη | |
5 | εἴτε ἔβαλεν ἄλλον, οἷον εἴτε βληθείη εἴτε βάλοι τινά. ἢ στικτέον ἐπὶ τὸ κρατερῶς· ὃ καὶ βέλτιον· ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύν‐ δεσμοι. ὁ δὲ λόγος· ἰσχυρῶς ἑστάναι δεῖ· ἢ γὰρ ἐβλήθη ἢ ἔβαλεν ἄλλον. A | ||
11410a2 | Hrd. | Nic. | | τελεία δὲ εἰς τὸ κρατερῶς. T | |
11413a | Ariston. | ἔλσαν δ’ ἐν μέσσοισι 〈μετὰ σφίσι πῆμα τιθέν‐ τεσ〉: ψιλωτέον τὸ ἔλσαν, ὅτι Αἰολικωτέρα ἡ κλίσις. | τὸ δὲ ἑξῆς ἐστιν, ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν Ὀδυσσέα. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει „μετὰ σφίσι, πῆμα δὲ ἔλσαν“. καὶ εὐτελὴς γί‐ | |
5 | νεται ἡ σύνθεσις, καὶ ἠγνόηται τὸ λεγόμενον· οὐ γὰρ λέγει, ἑαυτοῖς πῆμα τιθέντες, οἱ Τρῶες, ἀλλὰ τῷ Ὀδυσσεῖ. A | ||
11413b | ex. | ἔλσαν δ’ ἐν μέσσοισι: δεινὴ ἡ ἀγωνία· οὐδὲ γάρ, εἰ θέλοι ὑποχωρεῖν, ἔξεστιν αὐτῷ. b(BCE3E4)T | |
11413c | ex. (Hrd.?) | 〈ἔλσαν:〉 ψιλωτέον {δέ}· Αἰολικὴ γάρ ἐστιν ἡ κλίσις παρὰ τὸ ἔλλω· οὐ γὰρ τοῦ ἔλασάν ἐστι συγκοπή. T | |
11413d1 | Hrd. | μετὰ σφίσι: ὀρθοτονητέον· εἰς σύνθετον γὰρ ἡ μετά‐ ληψις καὶ κατέχεται ὑπὸ τῆς προθέσεως. A | |
11413e1 | Nic. | 〈μετὰ σφίσι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ σφίσι. Aim | |
11413e2/d2 | Nic. | Hrd. | μετὰ σφίσι: Νικάνωρ (p. 212 Friedl.) διαστέλλει τὸ σφίσι τῶν ἑξῆς. | ὀρθοτονητέον δὲ τὸ σφίσι. T | |
11413f | xe. | μετὰ σφίσι πῆμα τιθέντες: διὰ τῆς ἀναφωνήσεως ἀνακτᾶται τὸν ἀκροατήν· λίαν γὰρ αὐτὸν ἐξεφόβησεν. φησὶν οὖν ὅτι ἐπὶ τῷ ἑαυτῶν κακῷ ἐκύκλωσαν τὸν Ὀδυσσέα. T | |
11414-8 | ex. | ὡς δ’ ὅτε κάπριον〈—δεινόν περ ἐόντα〉: ἐναργὲς τὸ παράδειγμα πρὸς τὸ καθ’ ἕνα μὲν ὑπερέχειν τῶν κυκλω‐ σάντων, ὀχλεῖσθαι δὲ τῷ πλήθει. b(BCE3E4)T | |
11416a | ex. | θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσ‐ σιν: συμπαρατρίβει γὰρ τὸ γένειον, b(BCE3E4)T ἀκονῶν τὸν ὀδόντα· οὐ γὰρ ἐπὶ τὸ δάκνειν ὁ κάπρος ὁρμᾷ, ἵνα ἀναστείλῃ τὰς γένυς, τῇ δὲ ἐμβολῇ μόνον ἀμύνεται. b(BE3E4)T | |
11416b | ex. | θήγων 〈λευκὸν ὀδόντα〉: καὶ τοῦτο ἐμφερές· καὶ οὗτος γὰρ λογισμῷ προπαρασκεύασται. b(BCE3)T | |
11.417 | ex. | 〈κόμπος ὀδόντων:〉 εἰκότως· κενοὶ γάρ εἰσιν. Til | |
11.418 | ex. | 〈ἄφαρ:〉 νῦν τὸ ἄφαρ ἀντὶ τοῦ ῥᾳδίως. Til | |
11421a | Nic. | οὔτασεν ὦμον ὕπερθεν μετάλμενος 〈ὀξέϊ δουρί〉: καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον. ἀμφίβολον δὲ καὶ τὸ ἑξῆς· ἤτοι γὰρ μετάλμενος ὁξέϊ δουρί, οἷον σὺν τῷ δόρατι ἐφαλλόμενος, ὡς ἐκεῖ „καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον“ (θ 186). | |
5 | ἢ καθ’ ὑπερβατόν, οὔτασεν ὀξέϊ δουρί, καθὸ διαστελοῦμεν βραχὺ ἐπὶ τὸ μετάλμενος. A | ||
11421b | ex. (Nic.?) | ὦμον ὕπερθεν 〈μετάλμενοσ〉: στιγμὴ εἰς τὸ ὕπερ‐ θεν. τινὲς ὕπερθε μετάλμενος, ἐκ τοῦ ἄνωθεν μέρους †ἀφαιρού‐ μενος†, b(BCE3E4)T τοῦ κατὰ τὴν ὑψηλοτάτην ἐπιφάνειαν. T | |
11421c | Did.(?) | 〈ὕπερθεν ἐπάλμενος:〉 γράφεται „ὕπερθε μετάλμε‐ νοσ“. Aim | |
11421d | Did. (?) | 〈δουρί:〉 γράφεται „χαλκῷ“. Aint | |
11422a | ex. | 〈Θόωνα:〉 καὶ „Ἀντίλοχος δὲ Θόωνα“ (Ν 545). Til | |
11422b | Ariston. | {αὐτὰρ ἔπειτα θόωνα καὶ} Ἔννομον: ὅτι οὗτος ὁ Ἔννομος ὁμώνυμός ἐστι τῷ ἐν τῷ Διακόσμῳ „Μυσῶν δὲ A Χρόμις ἦρχε καὶ Ἔννομοσ“ (Β 858). ATil | |
11.423 | Did. | 〈ἀΐξαντα:〉 γράφεται καὶ „ἀΐσσοντα“. Aim | |
11424a1 | Did. | 〈δουρὶ κατὰ πρότμησιν:〉 οὕτως Ἀρίσταρχος „δου‐ ρὶ κατὰ πρότμηστιν“. Aim | |
11424a2 | κατὰ πρότμησιν διὰ τοῦ ς. ἔν τισι κεῖται τὸ τ. T | ||
11424b | Ariston. | {δουρὶ κατὰ} πρότμησιν: ὅτι ἅπαξ τὴν πρότμησιν ὠνόμασεν. ἔστι δὲ ὁ ὑπὸ τὸν ὀμφαλὸν τόπος κατὰ τὴν λαγόνα, διὰ τὸ πρῶτον ἐν αὐτῷ τέμνεσθαι τεχθέντα τὰ παιδία. τοῦτον δὲ λέ‐ γουσιν ἰατρῶν παῖδες ἦτρον. A | |
11424c | ex. (Ariston.) | πρότμησιν: ἅπαξ εἴρηται Ὁμήρῳ. ἔστι δὲ ὁ κατὰ τὸν ὀμφαλὸν τόπος, ὃν λέγομεν ἡμεῖς ἦτρον. T | |
11424d | ex. | πρότμησιν: Διονύσιος ὁ Θρᾷξ (fr. 15 Schm.) τὴν ὀσφῦν, Φυλότιμος ἰατρὸς (fr. om. St.) τὸν τράχηλον, Ἀρίσταρχος τὸ ἀπὸ τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ, τὸ ἦτρον. Παρμενίσκος (fr. 4 B.) δὲ τὸν ὀμφαλὸν διὰ τὸ τοῦτον πρῶτον ἐκτέμνεσθαι γεννωμένου | |
5 | τοῦ βρέφους· ἢ ὅτι κατ’ αὐτὸν εἰς δύο τέμνεται ἴσα ὁ ἄνθρωπος. A | ||
11424e1 | ex. | πρότμησιν: οἱ μὲν ἀπὸ τῆς ἥβης ἄχρι τοῦ ὀμφαλοῦ, ἐπεὶ καὶ τοῦτο ἱερουργεῖται· οἱ δὲ τὴν ὀσφύν, ἣν οὐδαμοῦ τιτρώσκει ὁ ποιητής, ὅτι τοῖς θεοῖς δίδοται αἴτιον ὂν ζωογονίας καὶ σπερμάτων. T | |
11424e2 | οἱ μὲν τὸν ἀπὸ κύστεως ἄχρι τοῦ ὀμφαλοῦ τόπον, οἱ δὲ τὴν ὀσφῦν, ἣν οὐδαμοῦ ὁ ποιητὴς τιτρώσκει ὡς αἰτίαν τῶν ζωογονούντων σπερμάτων. b(BCE3E4) | ||
11.425 | ex. | ἀγοστῷ: τῇ δρακί, παρὰ τὸ ἄγειν. οἱ δὲ τῇ ἀγκάλῃ· οἱ δὲ ἑκατέρῳ {ἀγοστῷ}. νῦν δὲ οὐ δύναται ἀγκῶνι· τίς γὰρ ἀγκῶνι δράσσεται γῆς; b(BCE3E4)T | |
11.427 | D | 〈αὐτοκασίγνητον εὐηγενέος Σώκοιο:〉 ἐκ τριῶν μερῶν τοῦ λόγου ὅλος ὁ στίχος. Aim | |
ex. | 〈εὐηγενέος:〉 εὐφυοῦς τῷ σώματι. b(BCE3E4)Til | ||
11430a | ex. | πολύαινε: πιστὸς ὁ ἐκ πολεμίων ἔπαινος. ἢ εἰρωνεύεται. ἢ παρὰ τὸ αἰνόν ἡ σύνθεσις. b(BCE3E4)T | |
D | πολύαινε: μυθολόγε καὶ φλύαρε. Aim | ||
11430b | Ariston. | δόλων ἆτ’ ἠδὲ πόνοιο: ὅτι ἐμφαίνει τὸν Ὀδυσσέα ἐξ ἱστορίας παρειληφὼς δόλιον καὶ ἐπὶ τούτῳ διαβεβλημένον. A | |
11430c | ex. | δόλων ἆτ’ ἠδὲ πόνοιο: καὶ ἐν Ὀδυσσείᾳ (γ 121—2) φησὶν „ἐνίκα δῖος Ὀδυσσεύς | παντοίοισι δόλοισι“, ὥστε ἄμφω ἑνὸς τὰ σωμάτια. σωματικὰ δὲ καὶ ψυχικὰ ἐπαινεῖται Ὀδυσσέως. T | |
11.431 | Did. (?) | 〈Ἱππασίδῃσι:〉 γράφεται „Ἱππασίδηϊν“. Aint | |
11432a | Ariston. | Hrd. | τοιῶδ’ ἄνδρε 〈κατακτείνας καὶ τεύχε’ ἀπούρασ〉: ὅτι ἀκαίρως προσέρριπται τὸ ἡμιστίχιον· οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν. A | ἔφαμεν δὲ (sc. ad Θ 109) τὴν διὰ | |
τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει μα‐ | |||
5 | κράν· διὸ σημειούμεθα τὸ „τώδε δὲ νῶϊ“ (Θ 109) παροξυνόμενον. AT | ||
11432b | ex. | 〈καὶ τεύχε’ ἀπούρας:〉 ὡς τούτου παρεπομένου τοῖς φονεύουσιν. Tt | |
11432-3 | ex. | τοιώδ’ ἄνδρε κατακτείνασ〈—ἀπὸ θυμὸν ὀλέσσῃσ〉: βάρβαρος ἡ ἀλαζονεία ἐν τοιούτῳ καιρῷ προφερομένη b(BCE3E4)T μεθ’ ὑπερβαλλούσης ὑπερηφανίας. b(BCE3E4) | |
11437a | Did. | Nic. | πάντα δ’ ἀπὸ πλευρῶν 〈χρόα ἔργαθεν〉: οὕτω „χροόσ“ αἱ Ἀριστάρχου· Ζηνοδότειος δέ ἐστιν ἡ χρόα. | στικτέον δὲ ἐπὶ τὸ ἔργαθεν· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ διελθὸν τὴν πανοπλίαν (cf. Λ 435—6) ὅλον τὸν ἐπὶ ταῖς πλευραῖς | |
5 | χρῶτα ἐχώρισεν αὐτῶν, οἷον διέσπασε τὰς σάρκας ἀπὸ τῶν ὀστῶν (cf. 437). οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ κατὰ βάθος ἐλθεῖν ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι (cf. Λ 437—8). A | ||
11437b1 | Did. | 〈χρόα:〉 Ἀρίσταρχος „χροόσ“. Aint | |
11437b2 | „χροόσ“ {δὲ} καὶ χρόα διχῶς· Ζηνοδότ〈ει〉ος δὲ ἡ χρόα. T | ||
11437c | ex. | χρόα: τὴν ἐπιφάνειαν τοῦ σώματος, οὐ τὴν ἄχρι τῶν ἐμπαθῶν μερῶν σάρκωσιν. b(BCE3)T | |
11.438 | Hrd. (?) | 〈ἔγκασι:〉 ὡς τέρασιν. Til | |
11439a1 | Did. | γνῶ δ’ Ὀδυσεὺς 〈ὅ οἱ οὔ τι τέλος κατακαί‐ ριον ἦλθεν〉: αἱ Ἀριστάρχου οὕτως τέλος, καὶ σχεδὸν ἅπασαι· ἔγνω ὅτι οὐ κατὰ καίριον τέλος ἦλθεν ἡ πληγή, οὐκ εἰς καίριον τόπον ἐτελεύτα. Ζηνόδοτος δὲ γράφει „βέλοσ“, κακῶς· οὐ βέβληται | |
5 | γάρ, ἀλλ’ ἐκ χειρὸς πέπληγε. λέγει δὲ τέλος τὸ τῆς ζωῆς. A | ||
11439a2 | Ἀρίσταρχος τέλος. Aint | ||
11439a3 | Ζηνόδοτος γράφει „βέλοσ“ Til | ||
11439b1 | ex. | γνῶ δ’ Ὀδυσεὺς 〈ὅ οἱ οὔ τι βέλος κατακαίριον ἦλθεν〉: ἔγνω ὅτι οὐκ εἰς καίριον ταύτῃ ἐτελεύτησεν ἡ βολή· φησὶ γὰρ „ὡς εἰπὼν οὔτησεν“ (Λ 434), „οὐδέ τ’ ἔασε / Παλλάσ“ (Λ 437—8) καὶ ἐπάγει „φθῆ σε τέλος θανάτοιο“ (Λ 451). ἔστι δὲ θαυμάσαι τὸ | |
5 | ἀτάραχον Ὀδυσσέως· οὐχ ὡς Ἀχιλλεὺς „σάκος μὲν ἀπὸ ἕο 〈χειρὶ παχείῃ/〉 ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος / ῥεῖα „διελεύσεσθαι“ (Υ 261—3). T | ||
11439b2 | ἔγνω ὁ Ὀδυσσεὺς ὅτι οὐκ εἰς καίριον ἐτελεύτησεν ἡ βολή· φησὶ γὰρ „ὣς εἰπὼν οὔτησεν“, „οὐδέ τ’ ἔασε / Παλλάσ“· καὶ ἐπάγει „ἦ μάλα δή σε“ (Λ 441) καὶ πάλιν „φθῆ σε τέλοσ“. ἔστι δὲ †ταρβῆσαι† τὸ ἀτάραχον Ὀδυσσέως, πῶς εὐθὺς τιτρώσκει μὴ δειλιάσας τὴν | ||
5 | πληγήν. b(BCE3E4) | ||
11441a1 | Hrd. | ἆ δειλ’ ἦ μάλα δή σε: ἐπεὶ μετὰ τὰς προσαγορευτι‐ κὰς ἀνάγκη στίζειν, ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔστι δὲ πλήρης, ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε | |
5 | ὀξυνοῖμεν εἴτε περισπάσοιμεν, ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλλη‐ νικῶς ἔχῃ. οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους, ὡς Δίδυμος (p. 115 Schm.) μαρτυρεῖ· τὸ μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος, ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, | ||
10 | πάλιν ἀφαιρεθήσεται, ὡς „βουκόλε, ἐπεὶ οὔτε κακῷ“ (υ 227), „ἦ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω“ (Ο 18). οὕτως δὲ καὶ ἐν τοῖς ἑξῆς „ἆ δειλέ, οὐ μὲν σοί γε“ (Λ 452). A | ||
11441a2 | {ἆ δείλ’}: ἐκ πλήρους τὸ δειλέ. καὶ στικτέον διὰ τὴν κλητικήν. T | ||
11441b | ex. | 〈κιχάνεται:〉 ἀντὶ τοῦ κιχήσεται. Til | |
11.442 | ex. | 〈ἐπὶ Τρώεσσι μάχεσθαι:〉 περισσὴ ἡ ἐπί. Til | |
11.445 | D | κλυτοπώλῳ: τῷ ἰσχυροὺς—διαφυγεῖν δύναται. A | |
11446-9 | ex. | καὶ ὁ μὲν φύγαδ’ αὖτισ〈—ὁ δ’ ἐπεύξατο δῖος Ὀδυσσεύσ〉: αἰσχρὰ ἡ φυγὴ ἀπειλῇ μόνῃ γενομένη τραυματίου ἀνδρός. οὐκ ἄτοπον δὲ ἀλαζονεύεσθαι Ὀδυσσέα προάρξαντος ἐκείνου. καὶ ὅτι παρ’ ὀλίγον ἀνῃρημένος κεκράτηκε τοῦ πολεμίου. b(BCE3E4)T | |
11446a | Hrd. καθ. | 〈φύγαδε:〉 φύγαδε ὡς οἴκαδε. ἰσοδυναμεῖ δὲ τῷ εἰς φυ‐ γήν, οὐ μὴν 〈ἐν〉 τῷ „τοὺς ἕλε〈ν〉, οἱ δ’ ἄλλοι φύγαδε μνώοντο“ (Π 697)· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἴς· διὸ καί τινες ὑπέλαβον, μὴ καὶ δύο μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθόλου (1, | |
5 | 498,8). A | ||
11446b | ex.(?) | 〈φύγαδε:〉 ἀπὸ τῆς φύξ. Til | |
11450a1 | Did. | 〈ὦ Σῶχ’:〉 ἐκ πλήρους Ἀρίσταρχος „ὦ Σῶκε“. Aint | |
11450a2 | „ὦ Σῶκε“ ἐντελῶς αἱ Ἀριστάρχου. Til | ||
11451a | ex. | φθῆ σε τέλος 〈θανάτοιο κιχήμενον, οὐδ’ ὑπά‐ λυξασ〉: εἰ καὶ ἔφυγες, κιχήμενον ἔφθη σε τὸ τέλος τοῦ θανάτου. | |
b(BCE3)T | |||
11451b | Did. | φθῆ σε τέλος 〈θανάτοιο〉: πρόδηλον κἀκ τούτου ὅτι γραπτέον „τέλος κατακαίριον“ (Λ 439). Ζηνόδοτος δὲ γράφει πάλιν „φθῆ σε βέλος θανάτοιο“. A | |
11.453 | ex. | ὄσσε καθαιρήσουσι: παλαιὸν ἔθος. „χερσὶ κατ’ ὀφθαλ‐ μοὺς ἑλέειν“ (λ 426). T | |
11454a | Hrd. | ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων (fr. 24 P.) δὲ ὡς κομῆται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγει〈ν〉 ὡς ὅτι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ς, ὑπὲρ δύο συλλαβὰς ὄντα, ὀξύνεται, ἑρπηστής, „ὀρχηστήσ“ (cf. Π 617. | |
5 | Ω 261). οὕτως οὖν καὶ ὠμηστής. A | ||
11454b1 | Hrd. | ἐρύουσιν: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστὼς χρόνος ἀντὶ μέλλοντος. οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων (fr. 45 B.) περισπᾷ, οὐκ εὖ· ἐπεί, φησίν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρε‐ λήφθη περισπώμενος· „αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί“ | |
5 | (Λ 455). ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ ς Ἀττικὴ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συν‐ εσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ „τόνδε δ’ ἐγὼ κομιῶ“ (ο 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλ’ ἔστιν ἐνεστὼς ἀντὶ μέλλοντος. A | ||
11454b2 | {ὠμησταὶ ἐρύουσι:} προπαροξυτόνως τὸ ἐρύουσιν. ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. T | ||
11455a1 | Did. | {αὐτὰρ} ἐπεί κε θάνω: οὕτως Ἀρίσταρχος διὰ τοῦ μ, „ἔμ’, εἴ κε θάνω“. ἡ δὲ διὰ τοῦ π, ἐπεί κε θάνω, γραμματιστῶν. A | |
11455a2 | Ἀρίσταρχος „{αὐτὰρ} ἔμ’, εἴ κε θάνω“. Aim | ||
11455a3 | αἱ Ἀριστάρχου „〈ἔμ’〉, εἴ κε θάνω“. T | ||
11455b | ex. | ἐπεί κε θάνω: ἐὰν ἐκ τοῦ τραύματος τηλικοῦτον ἐπακο‐ λουθήσῃ. προενεχυριάζει δὲ τὴν γνώμην τῶν Ἀχαιῶν ὡς ὑπὲρ αὐτῶν ἀποθνῄσκων. b(BCE3E4)T | |
11.456 | Ariston. | Nic. | ὣς εἰπὼν Σώκοιο δαΐφρονος 〈ὄβριμον ἔγχοσ〉: πρὸς τὴν ἀμφιβολίαν, πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ· καὶ ἔστιν ὑγιές· λέγει γὰρ „κῆδε δὲ θυμόν“ (Λ 458), οὐ τοῦ νεκροῦ, ἀλλὰ τοῦ | |
5 | Ὀδυσσέως. τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως. | κατὰ δὲ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον· τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει. μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως, ἐπεὶ μὴ πρόσκει‐ ται τὸ τίνος χρωτός (cf. Λ 457). ἐὰν δέ τις συνάπτῃ, μᾶλλον ἁμαρτή‐ | ||
σεται. A | |||
11457a | ex. | ἔξω τε χροὸς 〈ἕλκε〉: τοῦ ἰδίου χροός. καὶ μεῖζον τὸ κατόρθωμα Ὀδυσσέως ἐκ τῆς ἐπιφορᾶς, ὅτι ἀκμὴν ἐμπεπηγότος τοῦ δόρατος ἐφόνευσε τὸν πολέμιον. b(BCE3E4)T | |
11457b1 | Did. | 〈εἷλκε:〉 Ἀρίσταρχος „ἕλκε“. Aim | |
11457b2 | „ἕλκε“ {δὲ} ἄνευ τοῦ ι T | ||
11458a | Did. | αἷμα δέ οἱ σπασθέντος: οὕτως Ἀρίσταρχος οἱ, αἷμα δὲ αὐτῷ τῷ Ὀδυσσεῖ. Ζηνόδοτος δὲ γράφει „αἷμα δὲ οὗ σπασθέντοσ“· γίνεται δὲ τὸ ἑαυτοῦ, ὃ οὐχ ἁρμόζει. A | |
11458b1 | ex. | αἷμα δέ οἱ 〈...〉 ἀνέσσυτο: αἷμα δέ οἱ ἀνέσσυτο, αὐτῷ. ἐπὶ δὲ τῆς λεπτοτέρας πληγῆς „αἷμα δ’ ἀνηκόντιζε“ (Ε 113). T | |
11458b2 | σημείωσαι ὅτι ἐπὶ μὲν τῆς λεπτοτέρας πληγῆς „ἀνηκόν‐ τιζε“ φησίν, ἐπὶ δὲ τῆς μείζονος ἀνέσσυτο· τὸ γὰρ πολὺ οὐκ ἀκον‐ τίζεται. b(BCE3E4) | ||
11459a | Did. (?) | 〈ὅπως ἴδον:〉 γράφεται καὶ „ἐπεὶ ἴδον“. Aim | |
11459b | ex. | ὅπως ἴδον αἷμ’ Ὀδυσῆος: καλῶς ἄρα Λυκοῦργος ἐνο‐ μοθέτησε Λακεδαιμονίοις ἐσθῆτα φοινικῆν ἐν τοῖς πολέμοις φορεῖν, ἵν’ εἰ τρωθείη τις †λανθάνει† τοὺς πολεμίους διὰ τὸ ὁμόχρουν. b(BCE3E4) | |
T | |||
11460a1 | Nic. | κεκλόμενοι καθ’ ὅμιλον 〈ἐπ’ αὐτῷ πάντες ἔβη‐ σαν〉: τὸ καθ’ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι, οἷον κατὰ πλῆθος ἐπῆλθον αὐτῷ. πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν· παρακελεύσα〈ν〉το γὰρ τῷ πλήθει ἑαυτῶν. A | |
11460a2 | τοῦ πρώτου τὸ καθ’ ὅμιλον. Til | ||
11461a | ex. | 〈αὐτὰρ ὅ γ’〉 ἐξοπίσω ἀνεχάζετο, 〈αὖε δ’ ἑταί‐ ρουσ〉: συγγνωστέον· ἐν ἐσχάτοις γάρ ἐστιν. εἰκότως οὖν ὑποχωρεῖ καὶ βοᾷ τοὺς συμμάχους. b(BCE3)T | |
11461b1 | Hrd. | αὖε {δ’ ἑταίρους}: ψιλῶς· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δασυντέον· ἔστι γὰρ σύνθετον 〈τὸ ἀφαύω〉. A | |
11461b2 | {αὖε δ’ ἑταίρους:} ψιλωτέον. †ἔστι δὲ† ἐπὶ τοῦ ξηραίνω. T | ||
11462a | Ariston. | 〈ἤϋσεν:〉 ὅτι παρῆκε τὸ τί φωνῶν, οἷον βοηθεῖτε. Aim | |
11462b | ex.(?) | 〈ὅσον κεφαλὴ χάδε φωτός:〉 ὅσον ἠδύνατο. Aint | |
11462c1 | ex. | ὅσον κεφαλὴ χάδε φωτός: ἀντὶ τοῦ εἰπεῖν ‘αὐτοῦ‘. τὸ δὲ σχῆμα πολλαχῇ, ὡς καὶ ἐπὶ τοῦ „ἐκ πυκινῆς ὕλης πτόρθον κλάσε ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτόσ“ (ζ 128—9). μεγαλόφωνος δὲ παρα‐ δίδοται ὁ Ὀδυσσεύς· „ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην“ (Γ 221). T | |
11462c2 | ἀντὶ τοῦ εἰπεῖν ‘αὐτοῦ‘ φωτός εἶπε. b(BCE3E4) τὸ δὲ σχῆμα πολλαχῇ, ὡς καὶ ἐν Ὀδυσσείᾳ· „†ὅπως ῥύοιτο† περὶ χροῒ μήδεα φωτόσ“. δείκνυσι δὲ διττὴν εἶναι τὴν φωνήν, τὴν μὲν θωρακικήν, τὴν δὲ πλατεῖαν καὶ οἱονεὶ σφοδροτέραν ἐκ κεφαλῆς. b(BE3E4) | ||
11.463 | ex. | τρὶς δ’ ἄϊεν ἰάχοντος 〈ἀρηΐφιλος Μενέλαοσ〉: ὡς αἴτιος τῆς μάχης νῦν προσεκτικὸς διὰ τὴν ἀπουσίαν Ἀγαμέμνονος· b(BCE3E4)T ἢ ὡς φίλος Ὀδυσσεῖ, b(BE3E4)T „ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι“ (δ 175). T αἰσθόμενος δὲ ὡς οὐκ ἔστιν | |
5 | ἀξιόμαχος, προσλαβεῖν Αἴαντα ἐνθυμεῖται. b(BE3E4)T | ||
11.464 | ex. | αἶψα δ’ ἄρ’ Αἴαντα 〈προσεφώνεεν ἐγγὺς ἐόντα〉: χάριεν τὸ τῆς περιπετείας, τὸ τὸν ἀλκιμώτατον εὑρεθῆναι πλησίον. b(BCE3E4)T τὸ δὲ αἶψα τῆς ἐπείξεως αὐτοῦ καὶ προθυμίας σημαντικόν. T | |
11466a1 | Did. | 〈ἵκετο φωνή:〉 Ἀρίσταρχος „ἵκετ’ ἀϋτή“. Aim | |
11466a2 | ἵκετο φωνή: „ἵκετ’ ἀϋτή“. οὕτως, ἵνα συνᾴδῃ τῷ „τρὶς μὲν ἔπειτ’ ἤϋσε“ (Λ 462). T | ||
11467a1 | ex. | τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο: ὡς εἰ· καιρὸν γὰρ οὐκ εἶχε νῦν σαφῶς δηλῶσαι τὸ πρᾶγμα ὁ Ὀδυσσεύς, μόνον δὲ βοᾷ. T | |
11467b1 | ex. | βιῴατο: ἀπὸ γὰρ τοῦ πολυτλήμονος στοχάζεται ὡς, εἰ μὴ †ἠνάγκασται†, οὐκ ἂν ἐβόησεν. T | |
11467a2/b2 | ex. | ex. | οὐχὶ τῷ Ὀδυσσεῖ ἰκέλη, ἀλλ’ αὐτῷ τῷ ὡς εἴ ἑ βιῴατο· | στοχάζεται γὰρ ὡς ὁ ταλασίφρων (cf. Λ 466) οὐκ ἄν, εἰ μὴ ἠνάγκαστο, ἐβόησεν. b(BCE3E4) | |
11467c | ex. | 〈τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο:〉 ὁ νοῦς· τοιαύτη, οἵα ἂν γένοιτο καταπονουμένου ἀνδρός. Aint | |
11.469 | ex. | ἀλεξέμεναι γὰρ ἄμεινον: ἄμεινον, ἐκείνῳ δηλονότι, | |
βοηθεῖν ἤπερ ὧδε σχολάζειν. b(BCE3)T | |||
11.470 | Did. (?) | 〈ἐνὶ Τρώεσσι:〉 γράφεται „μετὰ Τρώεσσι“. Aim | |
11475a | ex. | ἀμφ’ ἔλαφον 〈κεραὸν βεβλημένον〉: οὐ δειλὸς ὁ Ὀδυσ‐ σεύς, ὅτι ἐλάφῳ εἴκασται· οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβο‐ λῆς, ἀλλὰ τῶν ὁμοίων παθημάτων. θανούσῃ δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, ἵνα αὐξήσῃ τὸν κίνδυνον. A b (BCE3E4)T | |
11475b | ex. | ἀμφ’ ἔλαφον: μερικὴ ἡ παραβολὴ πρὸς τὴν πληγὴν καὶ πρὸς τὸ πλῆθος τῶν βαρβάρων καὶ τὴν ἀπουσίαν τοῦ βαλόντος, καὶ ὥσπερ θῶας ἀπελαύνει λέων ἐπιφανείς, οὕτω καὶ τοὺς Τρῶας ὁ Αἴας. b(BCE3E4)T | |
11.476 | ex.(?) | 〈τὸν μέν τ’ ἤλυξε:〉 τὸν ἄνδρα δηλονότι. Aim | |
11.478 | ex. | αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός: πρὸς τὸ πιθανὴν γενέσθαι τὴν ἔφοδον τῶν πολλῶν ζῴων. ἄγει δὲ καὶ ἐπ’ ἐκεῖνο ἡ ἔννοια ὅτι οὐδ’ ἂν τῷ Ὀδυσσεῖ προσῆλθον οἱ βάρβαροι, εἰ μὴ διὰ τὸ τετρῶσθαι πεπονημένῳ. b(BCE3E4)T | |
11480a | Ariston. | ἐν νέμεϊ σκιερῷ: ὅτι Ζηνόδοτος γράφει „ἐν νέμεϊ γλα‐ φυρῷ“. τοῦτο δὲ σπηλαίῳ ἢ ἄντρῳ οἰκεῖον, νομὰς δὲ ἔχοντι †ὑπὸ συνδένδρῳ τόπῳ ἀνάρμοστον. A | |
11480b | ex. | 〈ἐν νέμεϊ:〉 νέμος σύμφυτος τόπος καὶ εἰς νομὴν πεποιημέ‐ νος. Til | |
11480c | Hrd. καθ. | λῖν: περισπαστέον κατὰ νόμον τῶν μονοσυλλάβων αἰ‐ τιατικῶν· πᾶσα γὰρ αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα πε‐ ρισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον, †μοῦν†, μνᾶν, „σῦν“ (Ι 539 al.), μῦν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶ‐ | |
5 | ται, τῆς εὐθείας ὀξυνομένης. ταῦτα Ἡρωδιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ τῆς Καθόλου (1,415,5). A | ||
11480d | Hrd. | ἄλλως· 〈λίν:〉 ἔδει μὲν περισπωμένως, ὡς μῦς μῦν· τὸ γὰρ πληθυντικὸν παρὰ Καλλιμάχῳ (fr. 807 dub.) „αἱ μέν ῥα λίεσσιν“, ὡς μύεσσιν. Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι. A | |
11481a | ex. | σίντην· θῶες μέν τε 〈διέτρεσαν, αὐτὰρ ὁ δά‐ πτει〉: Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (sc. 9,1 p. 610 a 13) φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους ὁ | |
5 | ποιητής. AT | ||
11481b | ex. | αὐτὰρ ὁ δάπτει: αὕτη ἡ ἐπεξεργασία τῆς παραβολῆς οὐ πρὸς τὸ προκείμενον. T | |
11484a | Nic. | ἀΐσσων ᾧ ἔγχει 〈ἀμύνετο νηλεὲς ἦμαρ〉: ἢ ἐπὶ τὸ ἀΐσσων βραχὺ διασταλτέον ἢ ἐπὶ τὸ ἔγχει. καὶ ἀμφότερα ἐγκατά‐ σκευα· τὸ μέντοι δεύτερον δοκεῖ λείπειν τῇ σύν προθέσει, ὡς καὶ ἐκεῖ „ἔγχει ἐπαΐσσων“ (Κ 348). A | |
11484b | ex. | ἀΐσσων: στιγμὴ εἰς τὸ ἀΐσσων. οὐ πρὸς τρῶσιν δὲ ὥρμα (ἄπιστον γὰρ τοῦτο), ἀλλὰ πρὸς τὸ ἐκφοβῆσαι μόνον. b (BCE3E4)T | |
11484c | ex. | 〈νηλεὲς ἦμαρ:〉 τὴν χαλεπὴν ἡμέραν, τουτέστι τὸν θάνα‐ | |
τον. Aim | |||
11486a | ex. (Hrd.) | στῆ δὲ παρέξ: παρέστη δέ. καὶ περισσὴ ἡ ἔξ, ὁμοίως τῷ „ὦσα παρέξ“ (ι 488). A | |
11486b | Hrd. (?) | 〈παρέξ:〉 ἀντὶ τοῦ παρά. καὶ ὀξύνεται. Til | |
11488a1 | ex. | εἵως θεράπων 〈σχεδὸν〉 ἤλασεν ἵππους: ὁ τοῦ Μενελάου· Ὀδυσσεὺς γὰρ οὐκ ἔχει ἵππους ἅτε δὴ νησιώτης. b(BCE3 E4)T ἀλλὰ νῦν διὰ τὴν χρείαν οὐκ εἴα ὁ καιρὸς Μενέλαον εἰπεῖν „ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο“ (Θ 105). T | |
11488a2 | τοῦ Μενελάου· ἄνιππος γὰρ ὁ Ὀδυσσεύς. Aint | ||
11.489 | ex. | 〈Αἴας δέ:〉 ἔσχατος ἀριστεύει Αἴας ὡς νωθής (cf. Λ 559). Til | |
11490a | Nic. | D | Πριαμίδην, νόθον 〈υἱόν〉: ἐπὶ τὸ Πριαμίδην βραχὺ διαστέλλειν ἀξιοῦσί τινες, οὐκ ἀπιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξή‐ γησιν ἢ ἐπανάληψιν. | περισσὸν δὲ τὸ—ἐμπεριέχεται. A | |
11490b | ex. (Nic. | Πριαμίδην, νόθον υἱόν: τελεία εἰς τὸ Πριαμίδην, καὶ μετ’ ἐμφάσεως ἡ ἐπανάληψις τοῦ δηλουμένου. b(BCE3)T καὶ πά‐ λιν εἰς τὸ υἱόν τελεία. b(BCE3) | |
11492-5 | ex. | ὡς δ’ ὁπότε πλήθων ποταμὸσ〈—βάλλει〉: καὶ ἐπὶ Διομήδους (sc. Ε 87—92) ἡ παραβολή, ἀλλὰ μείζων ἐκεῖ διὰ τὴν ἐπικουρίαν Ἀθηνᾶς (cf. Ε 1—8). οὐ μὴν οὐδὲ αὕτη εἰκῇ πρόσκει‐ ται· τὸ γὰρ κάτεισι (492) τὴν ἀκώλυτον ὁρμὴν ὑποφαίνει, καὶ τὸ | |
5 | ὀπαζόμενος (493) οἷον ἐπειγόμενος. b(BCE3E4)T | ||
11.492 | Ariston. | πεδίον δὲ κάτεισι: ὅτι Ζηνόδοτος γράφει „πεδίον δὲ δίηται“. τὸ δὲ κάτεισι τὴν ἐξ ὕψους καταφορὰν δηλοῖ. A | |
11494a | Ariston. | πολλὰς δὲ δρῦς ἀζαλέας: πρὸς τὸ σημαινόμενον, πό‐ τερον ὅτι φυλλορροεῖ καὶ κατὰ ταύτην τὴν ὥραν ξηραινόμενα τὰ δένδρα ἐκ ῥιζῶν ἀναβάλλεται ὑπὸ τῶν χειμάρρων. ἢ ὅτι οἱ δρυτόμοι εἰς τοὺς ποταμοὺς ἐμβάλλουσι κόπτοντες, ἵνα ἐπὶ τοῦ καιροῦ συγκα‐ | |
5 | ταφέρωνται τῷ ὄμβρῳ, ὃ καὶ ὑγιές. A | ||
11494b | ex. | πολλὰς δὲ δρῦς ἀζαλέας 〈πολλὰς δέ τε πεύκασ〉: ἢ τὰς μὴ παρὰ τὸν ποταμόν, ἀλλ’ ἄνω που οὔσας, ἵνα τὸ πλῆθος τοῦ ῥείθρου δηλοῖ· ἢ ἃς οἱ δρυτόμοι τιθέασι πρὸς τὸ ξηρανθῆναι· b(BCE3 E4)T „ἡ μέν τ’ ἀζομένη κεῖται 〈ποταμοῖο παρ’ ὄχθασ〉“ (Δ 487): T | |
5 | καὶ διὰ τὸ δυσμετακόμιστον τῶν ξύλων ἐῶσι τὸν ποταμὸν ἀγαγεῖν. διὰ δὲ τοῦ πολλαπλασιάζειν τὸ πολλάς ἐπαίρει τὸν λόγον. b(BCE3 E4)T | ||
11.495 | Hrd. | ἀφυσγετόν: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ „ὑετόν“ (Μ | |
133), ὁ δὲ Τυραννίων (fr. 25 P.) βαρύνει ὁμοίως τῷ „ἀτρύγετον“ (Ο 27 al.). ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριστάρχου λέγειν ὅτι τὰ ὑπὲρ τρεῖς συλλαβάς, διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχημα‐ | |||
5 | τισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν, ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περιμήκετος. τὸ δὲ λα〈ι〉λαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ „Ἰαπετόσ“ (Θ 479) ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, | ||
10 | δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι. A | ||
11498-9 | ex. | ἐπεί ῥα μάχης ἐπ’ ἀριστερὰ 〈μάρνατο πάσης /〉 ὄχθας πὰρ ποταμοῖο 〈Σκαμάνδρου〉: ἀριστερὸς τοῦ ναυστάθ‐ μου ἐστὶν ὁ Σκάμανδρος. T | |
11.498 | ex. | ἐπεί ῥα μάχης ἐπ’ ἀριστερά: μέμνηται ἑαυτοῦ ὁ ποιητὴς εἰπὼν ἔμπροσθεν „ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσ〈σ〉ε Κρονίων“ (Λ 336)· οὕτω γὰρ κατὰ ἴσα ἡ μάχη γίνεται, τῶν ἀρίστων ἐφ’ ἑκατέρῳ μέρει ἀριστευόντων καὶ μήπω συμβαλλόντων ἀλλήλοις. καταλιμπά‐ | |
5 | νων δὲ Αἴαντα ποικίλλει τὸ ὑποκείμενον. T | ||
11.500 | ex. | 〈ἀνδρῶν:〉 τῶν Ἀχαιῶν· φησὶ γάρ· „νέων δ’ ἀλάπαζε φά‐ λαγγασ“ (Λ 503). T | |
11.501 | ex. | Νέστορα δ’ ἀμφὶ μέγαν καὶ 〈ἀρήϊον〉 Ἰδομενῆα: κατακωμῳδεῖ τὸ ῥᾴθυμον Ἕκτορος, καθὸ φυγὼν τοὺς περὶ Ὀδυσσέα καὶ Ἀγαμέμνονα τούτοις ἑαυτὸν ἐκδίδωσιν. T | |
11.502 | Ariston. | {ἕκτωρ μὲν μετὰ τοῖσιν} ὁμίλει: ὅτι ὁμίλει ἀντὶ τοῦ | |
ἐμάχετο, ἀπὸ τοῦ ὁμοῦ τὰς ἴλας συμβάλλειν. A | |||
11503a1 | Hrd. | νεῶν δ’ ἀλάπαζε φάλαγγας: οἱ μὲν πλείους ἀνέγνω‐ σαν „νέων“ ὡς ξένων, ἵνα τῆς οἱ νέοι εὐθείας γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίσταρχος καὶ Ἀλεξίων (fr. 46 B.) καὶ ὁ Ἀσκαλωνίτης (p. 51 B.) περιέσπασαν, ἵνα ἀπὸ τοῦ „τῶν νέες ὠκεῖαι“ (η 36) ᾖ, ἐπ〈ε〉ὶ, φησί, | |
5 | νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περισπώμενον, τοιαύτης ὑπαρχούσης τῆς διανοίας ‘τὰς πρὸ τῶν νεῶν τάξεισ‘. A | ||
11503a2 | {νέων δ’ ἀλάπαζε φάλαγγας:} τὰς πρὸ τῶν νεῶν τάξεις. τινὲς δὲ „νέων“ ἀντὶ τοῦ νεωτέρων. T | ||
11.504 | ex. | κελεύθου: τῆς ὡς πρὸς τοὺς πολεμίους ὁρμῆς καὶ ἧς εἶχον κατ’ αὐτῶν προθυμίας. b(BCE3E4)T | |
11506a | Ariston. | παῦσεν ἀριστεύοντα 〈Μαχάονα ποιμένα λαῶν〉: ὅτι μηδὲν προδιασυστήσας κατὰ συμπέρασμα παῦσεν ἀριστεύον‐ τα φησίν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „τῷ 〈δ’〉 οὔ πώ τις ὅμοιος ἐπιχθόνιος γένετ’ ἀνήρ / κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτασ“ (Β | |
5 | 553—4). A | ||
11506b | ex. | ἀριστεύοντα Μαχάονα: λεληθότως ἐνέφηνεν ὡς διετί‐ θετό τι ὁ Μαχάων. τίς δὲ ἡ ἀριστεία, ἐπὶ κεφαλαίου εἰπὼν οὐ διέξεισι κατὰ μέρος ὡς ἐπὶ τῶν ἄλλων. T | |
11.507 | ex. | κατὰ δεξιὸν ὦμον: εἰς τὸν ὦμον τέτρωται, b(BCE3)T ἵνα μηδὲ τοῖς τρωθεῖσιν ἐπαρκῇ. b(BCE3E4)T ηὔξησεν οὖν τὴν ἀγωνίαν. T | |
11.508 | ex. | τῷ ῥα περίδδεισαν: τῷ Μαχάονι, ὡς διὰ τῶν ἑξῆς δηλοῖ | |
„ἰητρὸς γὰρ ἀνὴρ πολλῶν 〈ἀντάξιος ἄλλων〉“ (Λ 514). T | |||
11509a | ex. | πολέμοιο μετακλι〈ν〉θέντος: ἐπὶ θάτερον μέρος τῆς ῥοπῆς γενομένης. b(BCE3E4)T | |
11509b | ex. | 〈πολέμοιο〉 μετακλινθέντος: ἀντὶ τοῦ μεταβληθέντος τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων. A | |
11.510 | ex. | αὐτίκα δ’ Ἰδομενεὺς προσεφώνεε Νέστορα: οὐχ ὅτι τὸ δέον μᾶλλον ὁρᾷ τοῦ Νέστορος, ἀλλ’ ὅτι ἀπίθανον ἦν τοῦτον τὸν λόγον περικεῖσθαι τῷ Νέστορι ὡς περὶ ἰδίας σπεύδοντι ἀπαλλαγῆς. πιθανὴ δὲ καὶ ἡ ἀναχώρησις τῷ Νέστορι κατὰ πρόφασιν τῆς τοῦ | |
5 | ἰατροῦ ἐπιμελείας, ἵνα μὴ καὶ τούτου ἔρημον γένηται τὸ στράτευμα. ἀπαλλάσσει τε δευτέρων κινδύνων τὸν Νέστορα ὁ ποιητής, καὶ ταῦτα στερόμενον τῶν σῳζόντων. b(BCE3E4)T | ||
11512-3 | ex. | ἄγρει, σῶν ὀχέων ἐπιβήσεο, 〈πὰρ δὲ Μαχάων / —ἵππουσ〉: τοῦτον ἐδύνατο ὁ ποιητὴς καὶ πεζὸν ἐπὶ τὰς ναῦς ἀγαγεῖν· τὸν γὰρ ὦμον ἦν τετρωμένος. οἰκονομικῶς δὲ ἐφ’ ἅρματος αὐτὸν ἐποίησεν ἀπιόντα, ἵνα διὰ τὸ τῶν ἵππων τάχος παραδράμῃ | |
5 | τὴν ὄψιν τοῦ Ἀχιλλέως, καὶ μὴ δυνηθεὶς ἀκριβῶς καταμαθεῖν, τίς ἐστι, τὸν Πάτροκλον τοῦτο εἰσόμενον ἐκπέμψῃ, b(BCE3E4)T καὶ ἡ Πατρόκλεια εἰς τὴν ποίησιν παρέλθῃ. T | ||
11512a1 | ex. | 〈ἄγρει:〉 παρορμητικόν. „ἄγε“ παρακελευστικόν. Til | |
11512a2 | ἔστι δὲ τὸ μὲν ἄγρει παρορμητικὸν ἐπίρρημα, τὸ δὲ „ἄγε“ | ||
παρακελευστικόν. b(BCE3E4) | |||
11.513 | ex. | ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους: ἵνα εἴπῃ Ἀχιλλεὺς „ἵπποι γάρ με παρήϊξαν“ (Λ 615). καὶ ὁ Νέστωρ δὲ καθο‐ μιλήσας τῷ Πατρόκλῳ δύναται ποικίλως πεῖσαι. T | |
11515a | Ariston. | Did. | ἰούς τ’ ἐκτάμνειν〈—πάσσειν〉: ἀθετεῖται, ὅτι οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις· μειοῖ γάρ, εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ φαρμακεύειν οἶδεν. | καὶ Ἀριστοφάνης προηθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. A | |
11515b | Did. | Ζηνόδοτος δὲ οὐ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. T | |
11515c | ex. | ἰούς τ’ ἐκτάμνειν 〈ἐπί τ’ ἤπια φάρμακα πάσ‐ σειν〉: ἐμείωσε, φασί, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν εἴδησιν· καίτοι φησίν· „ὅς ῥά τε πάσης / εὖ εἰδῇ σοφίασ“ (Ο 411—2). οἱ μὲν οὖν φασιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο | |
5 | παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν ἤρξατο, συνετέλεσε δὲ Ἱπποκράτης, Πραξαγόρας (fr. 36 St.), Χρύσιπ‐ πος (sc. medicus), b(BCE3E4)T ὅτι δὲ οὐκ ἴσασι τὸ διαιτη‐ τικόν, „νοῦσον δ’ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι“ (ι 411), „ἀσπασίως δ’ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν“ (ε 397). T ἔνιοι | ||
10 | δέ φασιν ὡς οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτός ἐστι κοινός, ἀλλ’ ἐπὶ τὸν Μαχάονα, ὃν μόνον χειρουργεῖν τινες λέγουσι· τὸν γὰρ Ποδαλείριον διαιτᾶσθαι νόσους. καὶ τεκμήριον τούτου· Ἀγαμέμνων τρωθέντος Μενελάου οὐκ ἄμφω ἐπὶ τὴν θεραπείαν καλεῖ, ἀλλὰ τὸν Μαχάονα (cf. Δ 193—7). b(BCE3E4)T τοῦτο | ||
15 | ἔοικε καὶ Ἀρκτῖνος ἐν Ἰλίου πορθήσει νομίζειν, ἐν οἷς φησιν (fr. 5 A. = 2 B.)· „αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ †ἐνοσίγαιος πεσεῖν† / ἀμφοτέροις, ἕτερον δ’ ἑτέρου κυδίον’ ἔθηκεν· / τῷ μὲν κουφοτέρας χεῖρας πόρεν, ἔκ τε βέλεμνα / σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ’ ἀκέσασθαι, / τῷ δ’ ἄρ’ ἀκριβέα †πάντ’ ἐνὶ† στήθεσσιν | ||
20 | ἔθηκεν, / ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰάσασθαι· / ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο / ὄμματά τ’ ἀστράπτοντα βαρυνό‐ μενόν τε νόημα.“ T εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦ‐ μα· διὰ γὰρ τὸ ἀπρεπὲς παρῆκε τὴν δίαιταν· οἷον γὰρ ἦν πυρέτ‐ τοντα τὸν ἥρωα παραλαβεῖν ἢ κενούμενον τὴν γαστέρα ἢ προποτι‐ | ||
25 | ζόμενον· b(BCE3E4)T ταῦτα γὰρ κωμικά, ὡς καὶ Διονυσίῳ (cf. T.G.F. 76, fr. 3a Sn. = F.C.G. III p. 553 Mein.) πεποίηται ἐν †λιμῷ τῶν νόσων† Ἡρακλῆς, Σειληνὸς δὲ κλύζειν πειρᾶται τὸν Ἡρακλέα. T ἢ μόνων τῶν ἐπειγόντων πρὸς τὸν πόλεμον μέμνη‐ ται· εἰσὶ δὲ φάρμακα καὶ χειρουργίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ | ||
30 | ἔπαινος, καὶ τοῦτο ἰατρικῆς ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης | ||
εἶναι πολλῶν ἀντάξια. b(BE3E4)T μήποτε δὲ καὶ τὸ ἑξῆς τοῦ λόγου τοιόνδε· εἰς τὰς ναῦς ἔλαυνε τοὺς ἵππους (cf. Λ 513) καὶ τὸν ἰὸν ἔκτεμνε τῷ Μαχάονι καὶ ἐπίπασσε φάρμακα (cf. 515)· καὶ οὐ θαῦμα ἰούς τὸν ἰὸν εἰρῆσθαι· καὶ „πρόσωπα“ (Σ 414 al.) | |||
35 | γάρ φησι καὶ „στήθεα“ (Σ 415. ς 69)· καὶ τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. T | ||
11.517 | ex. | 〈αὐτίκα δ’ ὧν ὀχέων ἐπεβήσετο:〉 ἄπεισιν ὁμιλήσων Πατρόκλῳ. Til | |
11.518 | ex. | 〈Ἀσκληπιοῦ υἱός,〉 ἀμύμονος ἰητῆρος: τὸ ἀμύ‐ μονος τοῦ ἰατῆρός ἐστιν ἐπίθετον· θνητοῖς γὰρ εἴωθεν Ὅμηρος τάσσειν τὸ ἐπίθετον· καὶ „ἀμύμονα“ γοῦν „Πήδασον“ (Π 152) φησίν. T | |
11519a | Did. (?) | 〈μάστιξεν δ’ ἵππους:〉 γράφεται „μάστιξεν δ’ ἐλά‐ αν“. Aim | |
11519b | ex. | μάστιξε〈ν〉 δ’ ἐλάαν: ἐμάστιξεν ἐπὶ τῷ ἐλαύνειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς, ὡς τὸ „βῆ δ’ ἐλάαν“ (Ν 27) ἀντὶ τοῦ ἔβη ἐλαύνων. b(BCE3E4)T | |
11.520 | ex. | 〈τῇ γὰρ φίλον:〉 τοῖς ἵπποις διὰ τὰς φάτνας. Til | |
11521-3 | ex. | 〈Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν /Ἕκτορι παρβεβαώς:〉 φησὶ γὰρ „Κεβριόνην δ’ ἐκέλευσεν / ἵππων ἡνί’ ἑλεῖν“ (Θ 318—9). μέχρι δὲ τούτου ἠμέλησε τῶν χωρίων ὡς σωφρονισθῆναι ὑπὸ τοῦ ἡνιόχου. Til | |
11.523 | Ariston. | {ἕκτωρ νῶϊ μὲν ἐνθάδ’} ὁμιλέομεν: ὅτι κυρίως λέγει ὁμιλέομεν, ὁμοῦ τὰς ἴλας συμβάλλομεν. A | |
11.524 | ex. | ἐσχατιῇ πολέμοιο: εἶπε γὰρ „μάχης ἐπ’ ἀριστερὰ μάρνατο πάσησ“ (Λ 498), ὅπου, φησίν, οὐδὲν ὠφελεῖ ἡ ἡμετέρα | |
παρουσία. T | |||
11.527 | ex. | εὐρὺ γὰρ 〈...〉 ἔχει σάκος: ἔνθεν καὶ Εὐρυσάκης ὁ τοῦ Αἴαντος υἱός. T | |
11.528 | Ariston. | κεῖς’ ἵππους {τὲ καὶ ἅρμα}: ὅτι Ζηνόδοτος γράφει „κεῖθ’ ἵππουσ“. γίνεται δὲ ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ ἐκεῖσε εἰς ἐκεῖνον τὸν τόπον, ὃ δὴ νῦν ἁρμόζει. A | |
11529a1 | ex. | 〈ἱππῆες πεζοί τε κακὴν〉 ἔριδα προβαλόντες: μέσην ἀμφοτέρων ἔχοντες. T | |
11529a2 | μέσον ἀλλήλων κινήσαντες. b(BCE3E4) | ||
11.531 | ex. | ὣς ἄρα φωνήσας ἵμασεν 〈καλλίτριχας ἵππουσ〉: εὖ τὸ μὴ ἀναμεῖναι τοὺς τοῦ Ἕκτορος λόγους· τάχα γὰρ οὐδὲ ἤθελεν ἥκειν ἐκεῖσε διὰ τὸν Αἴαντα. b(BCE3E4)T | |
11.532 | Ariston. | ἀΐοντες: ὅτι τῷ εἴδει τὸ γένος δεδήλωκεν· τὸ γὰρ ἀΐον‐ τες ἐστὶν ἀκούοντες, θέλει δὲ εἰπεῖν ἐπαισθόμενοι τῆς πληγῆς· ἡ γὰρ ἀκοὴ εἶδός ἐστι τῆς αἰσθήσεως. A | |
11.534 | ex. | στείβοντες νέκυας: καὶ στιβεὺς ὁ βίᾳ πατῶν. T | |
11534-5 | ex. | 〈στείβοντες νέκυάς τε—περὶ δίφρον:〉 φαντασίαν ποιεῖ ἡ ἔπειξις ὥστε διὰ τῶν πτωμάτων ἔρχεσθαι. εἴωθε δὲ ἀπὸ τῶν συμβεβηκότων δηλοῦν τὰ πράγματα· νῦν δὲ ἀπὸ τοῦ ἀναφερομένου αἵματος ὥστε πιμπλάναι τὸν ἄξονα καὶ τὰς ἄντυγας, | |
5 | τὸ πλῆθος ἐνέφηνε τῶν νεκρῶν. b(BCE3E4)T βαθὺ δὲ τραῦμα δηλῶσαι θέλων φησὶ „πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι“ (Π 333). | ||
b(BE3E4)T | |||
11536a | Nic. | ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων 〈ῥαθάμιγγες ἔβαλ‐ λον〉: οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον „αἵ τ’ ἀπ’ ἐπισσώτρων“ (Λ 537)· ὁ γὰρ λόγος οὗτος· ἃς αἱ ῥανίδες ἔβαλλον αἱ ἀπό τε τῶν ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων. A | |
11536b | ex. | ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλ‐ λον: ἃς ἔβαλλον ἄντυγας (cf. Λ 535) b(BCE3)T αἱ ἀπὸ τῶν ὁπλῶν καὶ ἐπισσώτρων ῥαθάμιγγες. b(BCE3E4)T πρὸς τὸ θηλυκὸν δὲ ἀπήντησεν. T | |
11.537 | Did. | 〈ἀπ’ ἐπισσώτρων:〉 οὕτως κατὰ συναλιφὴν AintTil ἐν ταῖς Ἀριστάρχου. Aint | |
11537-8 | ex. | ὅμιλον / ἀνδρόμεον: τὴν τῶν ἀνδρῶν μάχην. T | |
11.538 | Did. | 〈ῥῆξαί τε:〉 οὕτως Ἀρίσταρχος ῥῆξαί τε, διὰ τοῦ τέ. Aim | |
11539a | ex. | μίνυ〈ν〉θα δὲ χάζετο 〈δουρόσ〉: ἐκεῖθεν, ὅπου ἦν ὁ Αἴας, ἔλασσον δόρατος βολῆς ἀνεχώρει. A | |
11539b | ex. | μίνυνθα δ’ ἐχάζετο δουρός: ἧσσον βολῆς δόρατος· b(BCE3E4)T φησὶ γοῦν „ἄορί τε“ (Λ 541). T τινὲς δέ, οὐδὲ ὅλως ἐχάζετο. b(BCE3)T | |
11539c | ex. | μίνυνθα δὲ 〈χάζετο δουρόσ〉: ἐπ’ ὀλίγον, φησί, τῆς βολῆς τοῦ δόρατος ὑπεχώρει, ἀντὶ τοῦ οὐδὲ ἐπ’ ὀλίγον, ἀλλ’ ἀεὶ συνεπλέκετο. A | |
11539d | Did. | 〈δουρός:〉 Ἀρίσταρχος „δουρί“ κατὰ δοτικήν. Aim | |
11.540 | ex. | 〈αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀν‐ δρῶν:〉 διὰ τὸν Αἴαντα, ὅπερ καὶ ἐπάγει „Αἴαντος δ’ ἀλέεινε“ (Λ | |
542) καὶ τὰ ἑξῆς. A | |||
11542a1 | ex. | Αἴαντος δ’ ἀλέεινε μάχην: ἐντεῦθεν τὸ „γνῶθι σαυτόν“. δῆλον οὖν ὡς τοὺς ἀρίστους περιϊστάμενος ἐχώρει, καίτοι τοῦ Διὸς περὶ μόνου Ἀγαμέμνονος εἰπόντος (sc. Λ 187—9). T | |
11542a2 | ἐντεῦθεν φαίνεται τὸ „γνῶθι σαυτόν“· δῆλον γὰρ ὡς πάντας τοὺς ἀρίστους σκοπῶν ὑπεχώρει, καίτοι Διὸς περὶ μόνου εἰπόντος Ἀγαμέμνονος. b(BCE3E4) | ||
11.544 | ex. | Ζεὺς δὲ 〈πατὴρ〉 Αἴανθ’ 〈ὑψίζυγοσ〉 ἐν φόβον ὦρσε: πρὸς τὸ „ἀνδρὶ δέ κ’ οὐκ εἴξειε“ (Ν 321)· ἄτοπον γὰρ τού‐ του παρόντος τροπὴν γενέσθαι. T | |
11.545 | Ariston. | {στῆ δὲ ταφὼν} ὄπιθεν δὲ σάκος 〈βάλεν〉: ὅτι ἐκ τελαμώνων ἀνήρτηντο αἱ ἀσπίδες· οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς τοὐπίσω μεταλαμβάνεσθαι. A | |
11546a | ex. | τρέσ〈σ〉ε δὲ παπτήνας 〈... θηρὶ ἐοικώσ〉: τρέ‐ σας ἐπάπτηνε. θηρὶ ἐοικώς· ἑξῆς „ὡς δ’ αἴθωνα λέοντα“ (Λ 548), ὡς θῆρα ὑπὸ πολλῶν περιεχόμενον. T | |
11546b | Nic. | 〈τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου:〉 τὸ ἐφ’ ὁμί‐ λου βέλτιον τοῖς ἐπάνω προσδιδόναι. Aim | |
11546c | Did. | ex. | ἐφ’ ὁμίλου: Ἀριστοφάνης „δι’ ὁμίλου“. AintT | ἀν‐ | |
τίπτωσις δέ ἐστιν, ὡς τὸ „ἐπ’ Ὠκεανοῖο ῥοάων“ (Γ 5). T | |||
11547a | ex. | ἐντροπαλιζόμενος: εἰς ἑκάτερον ἐπιστρεφόμενος, καὶ τὸ φεύγειν καὶ τὸ ὁρμᾶν· διὸ καὶ φυλάσσει τὰ ὀπίσω διὰ τοῦ σά‐ κους, μή πως πληγῇ τὸ μετάφρενον· τὰ γὰρ ἔμπροσθεν ὁ θώραξ σκέπει. ἔστι δὲ ἡ φυγὴ Αἴαντος ἄλλων ἀριστεία. ἄτρωτον δὲ αὐτὸν | |
5 | φυλάσσει τῇ ναυμαχίᾳ (cf. Ο 415—Π 123). b(BCE3E4)T | ||
11547b | ex. | 〈ἐντροπαλιζόμενος:〉 ἐπὶ ψυχῆς. Til | |
11547c | ex. | ὀλίγον γόνυ γουνὸς ἀμείβων: ὑποποδίζων. καὶ φεύγει ὡς λέων, οὐχ ὡς ἔλαφος. T | |
11548a | Ariston. | ὡς δ’ αἴθωνα λέοντα〈—μεσσαύλοιο〉: ὅτι ἀπὸ τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ „ἤιε πόλλ’ ἀέκων“ (Λ 557), ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν, ἑξῆς (sc. Λ 558—62) δὲ ὄνῳ. ἔστι δὲ πρὸς διάφορα σημαινόμενα· ὁ μὲν γὰρ λέων πρὸς τὴν | |
5 | πρᾶξιν, ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν· καὶ γὰρ τοῦτον ἐπιτριβῆ πληγῶν λαμβάνει. A | ||
D | διὰ τί ὁτὲ μὲν λέοντι—τοῦ ἥρωος δεδήλωκεν. A | ||
11548b | ex. | ἀπὸ μεσ〈σ〉αύλοιο: μέσαυλον Ἀττικοὶ τὴν μέσην θύραν. T | |
11548-9a1 | ex. | 〈ὡς δ’ αἴθωνα λέοντα— /〉 ἐσσεύοντο κύνες τε 〈καὶ ἀνέρεσ〉: πρὸς τὴν τόλμαν, ὅτι μηδὲ διωκόμενος φεύγει. αἴθωνα (548) δὲ †μένος† γεννᾶται ὁρῶν. T | |
11548-9a2 | ὅτι ὁ λέων οὐ μύει κοιμώμενος. Til | ||
11548-9a3 | πρὸς τὴν τόλμαν ὁ λόγος. αἴθωνα δέ, ὅτι μόνος ὁρᾷ καὶ γεννώμενος καὶ κοιμώμενος. b(BCE3E4) | ||
11.549 | Did. | 〈ἐσσεύοντο:〉 οὕτω διὰ τοῦ ο ἐσσεύοντο. Aint | |
11550a1 | ex. | βοῶν ἐκ πῖαρ: τὴν κρατίστην τῶν βοῶν· ἐπὶ ταύτην γὰρ φέρεται ὁ αἴθων (cf. Λ 548). T | |
11550a2 | τὴν κρατίστην καὶ λιπαρωτέραν τῶν βοῶν· ἐπὶ ταύτην γὰρ ὁ αἴθων ἀεὶ ὁρμᾷ. b(BCE3) | ||
11551a | ex. | πάν〈ν〉υχοι ἐγρήσ〈σ〉οντες: ηὔξησε τὴν τοῦ λέον‐ τος ἀλκὴν τῇ τοσαύτῃ τῶν βουκόλων φυλακῇ. T | |
11551b1 | Hrd. | {ὁ δὲ} κρειῶν {ἐρατίζων}: περισπαστέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τῷ ι, ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελε‐ στέραν τὴν κρεάων. A | |
11551b2 | 〈κρειῶν:〉 ἐκ τοῦ κρεῶν. Til | ||
11.553 | Did. | 〈ἀντίοι:〉 Ἀρίσταρχος διὰ τοῦ ν „ἀντίον“. Aim | |
11.554 | ex. | καιόμεναί τε δεταί, 〈τάς τε τρεῖ ἐσσύμενός περ: δεταὶ〉 παρὰ τὸ δεδέσθαι. ἐπειδὴ δὲ πολὺ ἔχει τὸ θερμόν, δέδιε τὸ πῦρ· ὅθεν οὐδὲ μύει κοιμώμενος οὐδ’, ὡς ὁ Δημόκριτος (Vors.6 68 A 156) φησί, τικτόμενος. T | |
11555a1 | ex. | ἠῶθεν δ’ ἀπονόσφιν 〈ἔβη〉: ἑσπέρας ἐπιθέμενος· φησὶ γοῦν „μολὼν ἐν νυκτὸς ἀμολγῷ“ (Λ 173). T | |
11555a2 | ἑσπέρᾳ, φησίν, ἐπιθέμενος μόγις ἠῶθεν ὑποχωρεῖ. b(BCE3 E4) | ||
11555b | ex. | ἔβη τετιηότι θυμῷ: πρὸς τὸ εὐσταθὲς τῆς ὑποχωρή‐ | |
σεως, ὥστε οὐ φεύγει, εἴργεται δέ τι δρᾶσαι. T | |||
11557a | ex. | ἤϊε: ῥῆμα ἐξελέξατο ἐμφαῖνον ἀναχώρησιν θορύβου καὶ ταραχῆς ἀπηλλαγμένον. b(BCE3E4)T | |
11557b | ex. | πόλλ’ ἀέκων: ἐνεθυμεῖτο τὸ τῆς ὑποχωρήσεως ἄσχη‐ μον καὶ τὸν κίνδυνον τῶν νεῶν. b(BCE3E4)T | |
11557c | Ariston. | 〈περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν:〉 ὅτι ἀντὶ τοῦ περὶ τῶν νεῶν τῶν Ἀχαιῶν. Aint | |
11558-62 | ex. | ὡς δ’ ὅτ’ ὄνοσ〈—ἐκορέσσατο φορβῆσ〉: ἡ παραβολὴ πρὸς τὴν καταφρόνησιν τῶν Τρώων ὅτι οὐκ αὐτοὺς φεύγει, ἀλλὰ Δία. πρὸς δὲ τὴν στάσιν τὴν ἀδηφαγίαν τοῦ ζῴου ἔλαβεν (cf. 562), διὰ δὲ τοῦ κείρειν (cf. 560) τὴν ἀφθονίαν τῆς | |
5 | τροφῆς. εὖ δὲ καὶ οὐ φορτηγῷ τῷ ὄνῳ παρέβαλεν, ἀλλὰ βοσκομένῳ· βραδεῖα γὰρ ἡ κίνησις τοῦ νεμομένου. καὶ ἐπιτείνων τὸν ὄνον νωθῆ λέγει (sc. 559) καὶ πληγῶν ἐθάδα πολλῶν, b(BCE3E4)T καὶ περικαταξάντων αὐτῷ πρότερον ἀνδρῶν ῥόπαλα· T καὶ νῦν οὐκ ἄνδρας τύπτειν αὐτόν φησιν, ἀλλὰ παῖδας. b(BCE3E4)T | ||
11559a | ex. | 〈νωθής:〉 κατὰ στέρησιν τοῦ θεῖν, ὡς 〈νωθρὸς τοῦ〉 θορεῖν. Til | |
11559b | Ariston. | ᾧ δὴ πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς ἐάγη: ὅτι δοκεῖ | |
μάχεσθαι· εἰ γὰρ κατεάγη πολλὰ περὶ αὐτὸν ῥόπαλα, οὐ δύναται ἡ βία τῶν τυπτόντων νηπία εἶναι (cf. Λ 561). ἀλλ’ ἔστι τοιοῦτο τὸ λεγόμενον· ᾧτινι πρότερον κατεάγη ῥόπαλα πολλὰ ὥστε ἐντριβῆ | |||
5 | αὐτὸν πληγῶν εἶναι· διὸ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαί‐ νεται. A | ||
11559c | ex. | πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς 〈ἐάγη〉: οὐχ ὑπὸ τῶν παίδων, ἀλλὰ πάντοτε ὑπὸ ἄλλων· †οὗτος† γὰρ ἐθὰς ὢν οὐκ ἀλεγίζει τῶν νηπίων. b(BCE3E4)T | |
11559d | ex.(?) | D | ῥόπαλα: ξύλα ἐκ τοῦ ἑτέρου μέρους παχύτερα. καὶ τὸ ἔτυμον· εἰς τὸ ἕτερον μέρος τὴν ῥοπὴν ἔχοντα. | ἢ ἐκ τοῦ ῥα‐ πίζειν—τὸ γενναῖον. A | |
11559e | ex.(?) | 〈ἀμφίς:〉 περὶ καὶ δίχα. T | |
11562a | Ariston. | σπουδῇ τ’ ἐξήλασσαν, 〈ἐπεί τ’ ἐκορέσσατο φορβῆσ〉: ὅτι σπουδῇ λέγει ἀντὶ τοῦ μόλις καὶ μετὰ πολλῆς κακοπαθίας. καὶ ὅτι ἐκορέσσατο εἶπεν ἀντὶ τοῦ ἐκορέσθη. A | |
11562b | ex. | 〈σπουδῇ:〉 μόλις· ὅθεν καὶ σπουδαῖος ὁ κάμνων, ἕως οὗ κατορθώσῃ. Til | |
11.564 | Did. | τηλεκλητοί: Ἀρίσταρχος „πολυηγερέεσ“, Aim T ἐκ πολλῶν ἀγερθέντες. T | |
11.566 | ex. | Αἴας δ’ ἄλλοτε μὲν 〈μνησάσκετο θούριδος ἀλ‐ κῆσ〉: καίπερ καταστασιαζόμενος ὑπὸ τοῦ θείου οὐκ ἐξίσταται τῆς φύσεως. b(BCE3E4)T | |
11568a1 | Ariston. | ὁτὲ δὲ τρωπάσκετο: πρὸς τὸ ὁτὲ δὲ τρωπάσκετο. A | |
11568a2 | 〈ὁτὲ δέ:〉 ἀντὶ τοῦ ἄλλοτε δέ. Til | ||
11569-71 | ex. | πάντας δὲ προέεργε〈—θῦνε μεσηγύ / ἱστάμενοσ〉: ὡς „ἕρκος Ἀχαιῶν“ (Γ 229 al.) εἴργει τοὺς πολε‐ μίους. ὥσπερ δὲ ἐπιλαθόμενος ὅτι φεύγειν αὐτὸν βούλεται Ζεύς, ἀριστεύει πάλιν· ὁρμῶν γὰρ ἵστατο (cf. 570—1) καὶ ἀπετείχιζε | |
5 | Τρῶας, εὐκαιρίαν ἀκίνδυνον τοῦ φεύγειν ἐμποιῶν τοῖς φίλοις. b(BCE3E4)T ἔστιν οὖν θύνων ἵστατο (cf. 570—1). b(BE3E4) T | ||
11569a | ex. | πάντας δὲ προέεργε 〈θοὰς ἐπὶ νῆας ὁδεύειν〉: ἤτοι ἐκώλυε τοὺς Τρῶας ἐμπίπτειν ταῖς ναυσὶν ἢ προετρέπετο τοὺς Ἕλληνας ἀναχωρεῖν. A | |
11569b | D | 〈πάντας:〉 τοὺς Τρῶας. Til | |
11570-1 | ex. | 〈θῦνε ... / ἱστάμενος:〉 θύ〈ν〉ων ἵστατο. Til | |
11.572 | Ariston. | ἄλλα μὲν ἐν σάκεϊ 〈μεγάλῳ πάγεν ὄρμενα πρόσ‐ σω〉: πρὸς τὴν ἐξήγησιν τοῦ „ὁ δὲ χασσάμενος πελεμίχθη“ (Δ 535)· ἀναχωροῦντες γὰρ τὰ ἐμπεπηγότα δόρατα ταῖς ἀσπίσι διετίνασ‐ σον. A | |
11.573 | Nic. | 〈πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μεσσηγύ. Aim | |
11574a | Ariston. | ἐν γαίῃ ἵσταντο: 〈ὅτι〉 τὰ δόρατα ἵσταντο· καὶ ὅτι ἀπὸ τῶν ἐμψύχων μεταφέρει. A | |
11574b | Ariston. (?) | ἆσαι: ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ πληρωθῆναι. | |
b(BCE3)T | |||
11575-7 | ex. | τὸν δ’ ὡς οὖν ἐνόησ’〈— /〉 Εὐρύπυλος 〈—φαεινῷ〉: παθητικῶς Αἴαντα ὑπὸ Εὐρυπύλου εἰσάγει βοηθούμενον· νῦν γὰρ οὐκ ἔχει κρείσσονα, τῶν ἄλλων τετρωμένων. εὖ δὲ τὸ μὴ τὸν Αἴαντα βοηθὸν ἐπικαλεῖσθαι, τὸν δὲ Εὐρύπυλον | |
5 | αὐτομάτως ἥκειν. b(BCE3E4)T | ||
11579a | ex. | ἧπαρ ὑπὸ πραπίδων: ὑποκάτω γάρ εἰσι τῶν φρε‐ νῶν, b(BCE3E4)T „ὅθι φρένες ἧπαρ ἔχουσιν“ (ι 301). T ἔστι δέ τι σπλάγχνον πραπίδες· οὐ γὰρ αἷς νοοῦμεν. b(BCE3E4)T | |
11579b | ex. | ἧπαρ ὑπὸ πραπίδων: πραπίδες τὸ διάφραγμα. ἔστι δὲ νευρώδης ὑμὴν διεζωκὼς τὰ σπλάγχνα. A | |
D | τὸ ἧπαρ ἔτρωσεν κάτω—καὶ φλεβῶν ἧπαρ. A | ||
11582-3 | ex. | αὐτίκα τόξον / εἷλκε〈ν〉: σκοπός ἐστιν αὐτῷ τοῦ σκυλεύοντας φονεύειν. πάλιν δὲ χαρακτηρίζει Ἀλεξάνδρου δειλίαν, ὃς οὐδὲ ἐν τροπῇ τῶν Ἀχαιῶν προελθεῖν τεθάρρηκεν, ἀλλ’ ἐπιτη‐ | |
ρήσας οὐδὲ μαχόμενον τὸν Εὐρύπυλον τοξεύει. b(BCE3E4)T | |||
11583a | Did. (?) | 〈ἕλκετ’ ἐπ’ Εὐρυπύλῳ:〉 ἐν ἄλλῳ „εἷλκεν ἐπ’ Εὐρυπύ‐ λῳ“. A | |
11583b | Ariston. | 〈καί μιν βάλε μηρὸν ὀϊστῷ:〉 ὅτι ἀντὶ τοῦ καὶ αὐτοῦ τὸν μηρὸν ἔτρωσεν. A | |
11584a | Ariston. | {δεξιὸν ἐκλάσθη δὲ} δόναξ: ὅτι ὁ τοῦ βέλους κάλαμος· τὰ γὰρ βέλη ξύλινα καὶ καλάμινα ἦν. πρὸς τὸ „κῆλα θεοῖ〈ο〉“ (Α 53), ὅτι τὰ βέλη λέγει, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα. A | |
11584b | ex. (Ariston.) | δόναξ: ἐκ ξύλων γὰρ ἦσαν καὶ καλάμων τὰ βέλη· b(BCE3E4)T ὅθεν καὶ „κῆλα θεοῖο“ (Α 53) φησίν· καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα. T | |
11.586 | ex. | ἤϋσεν δέ: εἰκότως βοᾷ· μακρὰν γάρ εἰσιν οἱ Ἕλληνες. b(BCE3E4)T | |
11588-9 | ex. | καὶ ἀμύνετε 〈νηλεὲς ἦμαρ /〉 Αἴαντι: φιλικῶς ἅμα καὶ διὰ τοῦ ὑπερέχοντος θορυβῶν αὐτούς· διὸ καὶ ἐπεξεργάζεται (sc. Λ 589—91). T | |
11589a1 | Ariston. | Αἴανθ’ ὃς βελέεσσι: ὅτι Ζηνόδοτος γράφει „Αἴαντος βελέεσσι“. γενικὴ μὲν οὖν οὐχ ἁρμόζει ὥστε δέχεσθαι τοῦ Αἴαντος. εἰ δὲ καὶ κατὰ συναλιφὴν ἐν τῷ ψιλῷ ἀντιστοίχῳ γέγραφεν, ἵν’ ᾖ τὸ πλῆρες ‘Αἴαντ’ ὃς βελέεσσιν‘, οὐκ ἔστι τῆς καθ’ Ὅμηρον | |
5 | Ἰάδος τὸ ψιλοῦν τὰ τοιαῦτα. A | ||
11589a2 | ἀντὶ τοῦ Αἴαντος. Aint | ||
11589-90a | ex. | οὐδέ ἕ φημι / φεύξεσθ’ 〈ἐκ πολέμοιο〉: τῆς ἀρετῆς Αἴαντος ἔνδειξις ὅτι οὐ φεύξεται, ἀλλὰ μέχρι θανάτου μενεῖ μαχόμενος. b(BCE3E4)T ἢ οὐχ οἷός τε ἔσται τὸν πόλεμον ἐκ‐ φυγεῖν καὶ γενναῖος ὤν. b(BE3E4)T | |
11589-90b | ex. | 〈οὐδέ ἕ φημι / φεύξεσθ’ ἐκ πολέμοιο:〉 οὐκ οἶμαι αὐτόν, ἕως ὅτου ἀποκάμῃ, παραχωρῆσαι τῷ πολεμίῳ. Til | |
11590-1a1 | ex. | 〈ἄντην / ἵστασθε:〉 ἵστασθε ἄντην τῶν ἐχθρῶν. Til | |
11590-1a2 | τῶν πολεμίων δηλονότι. Aim | ||
11592-3 | ex. | οἱ δὲ παρ’ αὐτόν 〈/ πλησίοι〉 ἔστησαν: οὕτω δεῖ ἀρχαίως, οὐ παρ’ αὐτῷ. T | |
11593a1 | ex. | σάκε’ ὤμοισι κλίναντες: δύναται καὶ τοὺς ὤμους τοῖς σάκεσι σκεπάσαντες· δύναται δὲ καὶ τὸ σχῆμα τῆς ἀσπίδος δηλοῦν ὅτι τὸ μὲν ἄνω προσέκλινον τοῖς ὤμοις, τὸ δὲ κάτω προεῖχον. T | |
11593a2 | ἤτοι τὰς ἀσπίδας ἐπιθέντες τοῖς ὤμοις. b(BCE3) | ||
11.594 | Did.(?) | 〈τῶν δ’ ἀντίος ἤλυθεν Αἴας:〉 ἐν ἄλλῳ „τῶν δὲ σχεδὸν ἤλυθεν Αἴασ“. Aint | |
11.595 | ex. | στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετ〈ο〉 ἔθνος ἑταίρων: ἐν τῷ πλήθει τῶν ἑταίρων μετεβάλετο καὶ πρὸς αὐτοὺς ἐστράφη. b(BCE3E4)T | |
11596a | ex. | μάρναντο δέμας πυρός: τὴν σφοδρότητα τῆς μάχης παρίστησι, πυρὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· πῦρ γὰρ καὶ | |
ῥᾷστα καὶ τάχιστα φθείρει. A b (BCE3E4)T | |||
11596b1 | ex. | 〈δέμασ〉 πυρὸς αἰθομένοιο: λείπει τὸ ὥς, ἀντὶ τοῦ ὡς πῦρ αἰθόμενον. T | |
11596b2 | λέγει δὲ ὅτι ἐμάχοντο ὡς πῦρ διακαῖον ὕλην. b(BCE3E4) | ||
11596c | D | ex. | 〈δέμας πυρός:〉 δίκην πυρός, | ὥσπερ πῦρ. Aint | |
11597-8a1 | ex. | 〈Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπ‐ ποι / ..., ἦγον δὲ Μαχάονα:〉 ἰδίως {δὲ} φέρον (597) καὶ ἦγον (598). ἢ διὰ τὸ τῆς πληγῆς βαρύ. T | |
11597-8a2 | καλῶς {δὲ} τὸ μὲν ἔφερον (cf. 597) ἐπὶ Νέστορος, ἐπὶ δὲ Μαχάονος ἰδίᾳ τὸ ἦγον διὰ τὸ τῆς πληγῆς βαρύ. b(BCE3) | ||
11.597 | ex. | Νηλήϊαι ἵπποι: ἐκ τῆς Νηλέως ἀγέλης, b(BCE3)T ὡς καὶ ἐπὶ τοῦ „οἷοι Τρώϊοι 〈ἵπποι〉“ (Ε 222) ἀπὸ τῆς Τρωὸς ἀγέλης· Τρωῒ γὰρ ὁ Ζεὺς ἵππους ἐδωρήσατο. τοῦτο δὲ ἔνιοι μὴ συνιέντες γράφουσι „Νηλήϊον“, ἐπὶ τοῦ Νέστορος· ἄτοπον γάρ, φασί, τὰς | |
5 | Νηλέως ἵππους ζῆν μέχρι νῦν. T | ||
11598a | ex. | ἱδρῶσαι: ἐν τῷ Ἀγῶνι (sc. Ψ 310 al.) ἀρσενικῶς. T | |
11598b | ex. | ἦγον δὲ Μαχάονα: τοὺς πλείους τῶν ἀρίστων τρώσας πλὴν Αἴαντος τοῦ Τελαμωνίου ἐπὶ τὰς ναῦς ἀπέστειλεν, Ἀγαμέμνονα Διομήδην Ὀδυσσέα Μαχάονα Εὐρύπυλον, καὶ τὸν Τεῦκρον ἑξῆς (sc. | |
Ο 462—89), ἵνα εὔλογον τοῖς Ἀχαιοῖς τῆς ἥττης παράσχῃ αἰτίαν. | |||
5 | εἶτα τούτους ἐπὶ τὰς ναῦς ἀπαγαγὼν εἰς ἔπαινον Αἴαντος τὰ λοιπὰ καταναλίσκει ἕως τῆς Πατρόκλου ἐξόδου· b(BCE3)T καὶ τὸν Πάτροκλον ἀνελὼν ἐπὶ τὸν Αἴαντα ἐπανέρχεται μέχρι τῆς ἐξόδου Ἀχιλλέως· b(BE3)T καὶ τοῦτον ἐπὶ τὴν μάχην προαγαγὼν εἰς τὰ ἀνδραγαθήματα αὐτοῦ τὴν Ἰλιάδα τελειοῖ. b(BCE3)T | ||
11.599 | ex. | τὸν δὲ ἰδὼν ἐνόησε 〈ποδάρκης δῖος Ἀχιλλεύσ〉: τὸν Νέστορα ἰδὼν ἐγνώρισεν, οὐ μὴν τὸν Μαχάονα. b(BCE3)T ἅμα δὲ καὶ τὸ ὁμοειδὲς ἐκτρέπει, ἀνάπαυσιν τῆς μάχης ποριζόμενος διὰ τῆς τοιαύτης διηγήσεως. καὶ πρὸς τὸ μὴ πάλιν πέμψαι λιτὰς, ἢ αὐτὸν | |
5 | ἐξάγειν Ἀχιλλέα. T | ||
11600a | Did. | 〈εἱστήκει:〉 Ἀρίσταρχος „ἑστήκει“. AimAint | |
11600b | Ariston. | πρύμνῃ μεγακήτεϊ νηΐ: ὅτι ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ πρύμνῃ μεγακήτεος νηός. A | |
11600-1a1 | ex. | εἱστήκει γὰρ〈— /〉 εἰσορόων πόνον〈— δακρυόεσσαν〉: τὸ φιλοπόλεμον Ἀχιλλέως ἐνδείκνυται τῷ θεωρεῖν τὴν μάχην. ἅμα δὲ καὶ ᾠκονόμησε ταύτην ὁ ποιητὴς πρὸς τὴν ἔξοδον Ἀχιλλέως. T | |
11600-1a2 | τὸ φιλότιμον καὶ φιλοπόλεμον ἐνδείκνυται, θεωρὸν αὐτὸν παρεισάγων τῆς μάχης. b(BCE3E4) | ||
11601a1 | Ariston. | ἰῶκά τε δακρυόεσσαν: ὅτι τινὲς γράφουσιν „ἰῶ“, εἶτα „καταδακρυόεσσαν“. γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος ἰῶκα τὴν ἰωκήν, οἷον δίωξιν, ὡς Ἡσίοδος (opp. 538) τὴν κρόκην „κρόκα“. A | |
11601a2 | ὡς „κρόκα“. Til | ||
11.602 | ex. | 〈αἶψα δ’ ἑταῖρον:〉 παραπεσοῦσαν τὴν εὐκαιρίαν ἁρπάσαι θέλει καὶ παρακληθεὶς ἐξελθεῖν. b(BCE3)Til | |
11.603 | ex.(?) | 〈παρὰ νηός:〉 ἀντὶ τοῦ παρὰ νηΐ, 〈ἢ〉 ἀπὸ τῆς νηός. Aim | |
11604a | ex. | 〈ἔκμολεν ἶσος Ἄρηϊ:〉 ἐπεὶ μέλλει ἀριστεύειν. Til | |
11604b | Ariston. | κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή: σημειοῦνταί τινες ὅτι οὐ πόρρωθεν ἡ προαναφώνησις. κἀκεῖ οὖν οὐκ ἐπὶ τὰ πόρρω ἡ ἀπό‐ τασις „Διὸς δ’ ἐτελείετο βουλή“ (Α 5). A | |
11604c | ex. | κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή: ἀναπτεροῖ τὸν ἀκροα‐ τὴν ἡ ἀναφώνησις ἐπειγόμενον μαθεῖν, τί τὸ κακὸν ἦν. προσοχὴν δὲ ἐργάζεται διὰ βραχείας ἐνδείξεως· εἰ γὰρ πλέον ἐπεξειργάσατο, διέφθειρεν ἂν τὸν ἑξῆς λόγον καὶ ἀπήμβλυνε τὴν ποίησιν. b(BCE3)T | |
11606a | ex. | 〈τίπτε με κικλήσκεις, Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο:〉 διὰ βραχέων ἐρωτᾷ καὶ μετὰ τὴν πεῦσιν εὐθέως ὁρμᾷ. Til | |
11606b | Ariston. | τί δέ σε χρεὼ ἐμεῖο: ὅτι πτῶσις ἤλλακται, αἰτιατικὴ ἀντὶ δοτικῆς, τὸ σέ ἀντὶ τοῦ σοί. A | |
11.608 | ex. | 〈δῖε Μενοιτιάδη, τῷ ’μῷ κεχαρισμένε θυμῷ:〉 ὡς ἀπόρρητον μέλλων λέγειν. Til | |
11609-10 | ex. | νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ 〈στήσεσθαι Ἀχαιούς / λισσομένουσ〉: ἔδειξεν, ὃ ἐκ πολλοῦ ἤθελεν. νῦν νομίζω, φησί, πάν‐ τας τοὺς Ἀχαιοὺς ἱκετεύσειν με. b(BCE3)T †τί νῦν μοι τὴν ἀρχὴν ἐγχειρεῖς;† T ἤδη δὲ προμαλαχθεὶς ἦν ἐκ τῶν Φοίνικος | |
5 | λόγων. b(BCE3)T βουλόμενος οὖν πολεμῆσαι Πάτροκλον πέμ‐ | ||
πει πρὸς τὸν βουλόμενον πεῖσαι. T | |||
11610a | ex. | χρειὼ γὰρ ἱκάνεται 〈οὐκέτ’ ἀνεκτόσ〉: τῇ ἀπουσίᾳ ἑαυτοῦ τὸ πᾶν περιτίθησιν. T | |
11610b | Hrd. | 〈ἀνεκτός:〉 ὀξύνεται τὸ ἀνεκτός· προείρηται δέ (sc. ad Θ 355). Aim | |
11.611 | ex. | ἀλλ’ ἴθι νῦν, Πάτροκλε 〈...〉, Νέστορ’ ἔρειο: ἄτοπον γάρ ἐστιν εἰς τὴν σκηνὴν τοῦ τρωθέντος ἀποστέλλειν αὐτόν. τὸ Πάτροκλε δὲ τὴν φιλοστοργίαν ἐμφαίνει· „πατρόθεν ἐκ γενεῆς ὀνο‐ μάζων ἄνδρα ἕκαστον“ (Κ 68). T | |
11612a | Ariston. | βεβλημένον: ὅτι ἀντὶ τοῦ τετρωμένον· τῷ 〈ε〉ἰδικῷ τὸ γενικὸν ἐσήμανεν. A | |
11612b | ex. (Ariston.) | {ὅντινα τοῦτον ἄγει} βεβλημένον: ἀντὶ τοῦ γένους τὸ εἶδος ἔταξεν, ὡς τὸ „ἀλλ’ οὐ γάρ σε θέλω βαλέειν τοιοῦτον ἐόντα“ (Η 242). T | |
11.614 | ex. | τῷ Ἀσκληπιάδῃ: ἢ ὡς πλησιοχώρου φροντίζει· ἢ ἐπεὶ Ἀσκληπιὸς καὶ Ἀχιλλεὺς συμφοιτηταὶ παρὰ Χείρωνι. T | |
11.616 | ex. | Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ: σιωπηλὸς ἀεὶ καὶ ἐνηὴς Πάτροκλος. οὐ θαῦμα οὖν, εἴ γε τὸν τοιοῦτον ἐνίκησε Νέστωρ καὶ μετὰ δακρύων ἐντυγχάνειν Ἀχιλλεῖ· b(BCE3)T διὸ πείθει (cf. Π 2—101). T | |
11617a | Did. (?) | 〈βῆ δὲ θέειν:〉 ἐν ἄλλῳ „βῆ δ’ ἰέναι“. Aim | |
11617b | ex. | βῆ δὲ θέειν: συνορῶν τὸ ἐνδόσιμον Ἀχιλλέως σπεύδει καὶ δρόμῳ χρῆται, συγχαίρων τοῖς Ἕλλησιν. b(BCE3)T | |
11.618 | ex. | οἱ δ’ ὅτε δὴ κλισίην 〈Νηληϊάδεω〉 ἀφίκοντο: οἱ περὶ Νέστορα εἰς τὴν Νέστορος σκηνήν· b(BCE3)T „τὼ δ’ εἰς ἀμ‐ | |
φοτέρω Διομήδεος ἅρματα βήτην“ (Θ 115). T | |||
11619-43 | ex. | αὐτοὶ μέν ῥ’ ἀπέβησαν〈—ἐνέποντεσ〉: και‐ ρὸν δίδωσι τοῦ βαδίζειν Πατρόκλῳ. τὸ διάκενον οὖν τῆς ὁδοῦ πληροῖ, b(BCE3)T ταῦτα μέσον ἐνθείς. b(BCE3) | |
11620a | ex. | ἵππους δ’ Εὐρυμέδων 〈θεράπων λύε τοῖο γέρον‐ τοσ〉: πεζὸς εἵπετο· σχολαίτερον γὰρ Νέστωρ ἤλαυνε διὰ Μαχάονα· οὐ γὰρ τρεῖς ἐν τῷ ἅρματι. b(BCE3E4)T εἰ δὲ Ἀχιλλεύς φησιν „ἵπποι γάρ με παρήϊξαν“ (Λ 615), προφασίζεται τὴν ἔπειξιν τὴν | |
5 | Πατρόκλου. T | ||
11620b | Ariston. | 〈Εὐρυμέδων θεράπων:〉 ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος ἦν Εὐρυμέδων. Aim | |
11621a | Ariston. | {ἐξ ὀχέων·} τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο: ὅτι ψύχειν μὲν λέγει πρὸς ἄνεμον, τέρσεσθαι δὲ ἐν ἡλίῳ· „εἵματα δ’ ἠελίοιο μένον τερ‐ σήμεναι αὐγῇ“ (ζ 98). A | |
11621b | ex. | ἱδρῶ ἀπεψύχοντο: οἰκείως τὸ „ἀπεψύχοντο“, οὐχ ὡς ἡμεῖς. τὸ δὲ ἐν ἡλίῳ τέρσαι φησίν (cf. ζ 98). T | |
11622a1 | Did. | 〈στάντε:〉 οὕτω διὰ τοῦ τε. Aim | |
11622a2 | 〈στάν〉τε δυϊκῶς. διὰ τοῦ τε οὖν ἡ γραφή. Til | ||
11622b | Ariston. | στάν τε ποτὶ πνοιὴν 〈παρὰ θῖν’ ἁλόσ〉: ὅτι σαφὲς ὅτι οὗτοι πρὸς τῇ θαλάσσῃ νενεωλκήκασιν. A | |
11.624 | ex. | τεῦχε κυκειῶ: οὐ δεόντως, φασίν, ὁ Μαχάων, καὶ ταῦτα ἰατρὸς ὤν, τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου— | |
τοιοῦτος γὰρ ὁ Πράμνειος (cf. Λ 639)—τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτων (cf. Λ 639—40)· φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς | |||
5 | τραυματίαις. πρῶτον μὲν οὖν φαμεν ὅτι τὴν δίαιταν ἠγνόουν καὶ ἀνδρειότερα εἶχον τὰ σώματα ὡς καὶ ἀγωνίζεσθαι τοὺς τραυματίας. εἶτα ὅτι καὶ ἀρίστου ἰατροῦ ἐστι τὸ ἰᾶσθαι μὴ μετακινοῦντα τὴν συνήθη δίαιταν. ἄλλως τε ἐξ ἐπιπολῆς ἡ πληγή· b(BCE3E4)T τι‐ νὲς γοῦν ἐπιχειροῦσιν ὅλως μηδὲ πεπλῆχθαι τὸν Μαχάονα· T εἰ | ||
10 | δὲ καὶ κατὰ βάθους γέγονεν, οὐδ’ οὕτως ἀδόκιμον τὸ πόμα· ῥύσις γὰρ αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυ‐ μοὺς καὶ τὴν ἐπίρρυσιν τοῦ αἵματος τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ στέλλει· b(BCE3E4)T ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσ‐ άγουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. b(BE3E4)T τὸ δὲ γάλα πήγνυ‐ | ||
15 | σιν ἀπὸ πρώτης γενέσεως τὸ σῶμα. δῆλον δὲ ὡς τυρὸς βρεχόμενος γαλακτοῦται. T καὶ „ἄλφιτα“ (Λ 640) παχύνει τὰ ὑγρὰ ὡς ἐκ πεφρυγμένης κριθῆς. τὸ δὲ „κρόμυον“ (Λ 630) διουρητικόν, καὶ μάχεται τῇ φλεγμονῇ, ὡς καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεσθαι· b(BE3E4)T τῇ δὲ τρίτῃ φλεγμαίνει τὰ ἕλκη. καὶ Πέτρων δὲ | ||
20 | Αἰγινήτης ἰατρός, ἐπεὶ δι’ ἔνδειαν ἐπίπτωσις νόσων γίνοιτο, καὶ οἶνον | ||
καὶ κρέα προσέφερεν ἀναπληρῶν τὸ λεῖπον τῆς φύσεως. T ἢ οὐ πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα. καὶ Νέστωρ γοῦν λαμβάνει. τοῖς κακοπαθοῦσι δὲ ἐπιτήδειος ὁ κυκεών, τροφὴν ἅμα καὶ ποτὸν ἔχων. b(BE3E4) | |||
11.625 | ex. | 〈τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλ‐ λεύς:〉 ἐν τοῖς δέουσι τόποις ἀποδίδωσι τὰ λείποντα τῆς Ἰλιάδος. Til | |
11.627 | ex. | ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων: καὶ ταῦτα παιδευτικά, ὅτι ἀριστεῖον λαμβάνει Νέστωρ διὰ τὴν σύνεσιν· καὶ ἐν τῷ Ἐπιταφίῳ ἀγῶνι (cf. Ψ 615—50). Ἰσοκράτης δὲ ἔλεγε (cf. or. 4, 1—2)· „πῶς Ἕλληνες γυμνικὰ τιμῶντες σοφίας γέρας οὐ | |
5 | πορίζονται;“ T | ||
11628a1 | Hrd. | 〈ἥ σφωϊν:〉 ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα δηλωθῇ τρίτον πρόσωπον. Aint | |
11628a2 | ἐγκλιτέον τὴν σφωϊν· τρίτου γάρ ἐστι προσώπου. Til | ||
11628b | ex. | 〈ἐπιπροΐηλε:〉 „ἐπίηλε“ (χ 49) T ἐξέτεινε· πτυκταὶ | |
γὰρ ἦσαν αἱ τράπεζαι. ἡ δὲ „πρό“ τὸ ἔμπροσθεν δηλοῖ. b(BCE3E4)T | |||
11629a1 | ex. | κυανόπεζαν: πέζαν εἴωθε τὸ ἄκρον καλεῖν, οὐ τὸν πόδα· „πέζῃ ἐπὶ πρώτῃ“ (Ω 272) καὶ „ἀργυρόπεζα“ (Α 538 al.). οὐκ ἔστιν οὖν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυάνου ἔχουσαν τὸν κύκλον τὸν ἔξωθεν. T | |
11629a2 | πέζαν οὐκ ἀεὶ τὸν πόδα, ἀλλὰ καὶ τὸ ἄκρον λέγει. οὐκ ἔστιν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυάνου ἔχουσαν τὸν κύκλον τὸν ἔξωθεν. b(BCE3E4) | ||
11629b | Did. (?) | 〈ἐπ’ αὐτῆς:〉 γράφεται „ἐπ’ αὐτῇ“. Aim | |
11630a | ex. | 〈κάνεον:〉 ἴδιος ὁ σχηματισμός· οὐ γὰρ ἀπὸ τοῦ κανοῦν. Til | |
11630b | ex. | 〈κρόμυον〉 ποτῷ ὄψον: θερμόν, ὥστε ποτοῦ δεῖσθαι. ὄψον δὲ πᾶν τὸ σὺν σιτίοις ἐσθιόμενον· ὀψὲ γὰρ ταύτην προσήγοντο τὴν τροφήν, ἕωθεν δὲ ἀκράτισμά τι. T | |
11630c | Ariston. | 〈ποτῷ ὄψον:〉 ὅτι πᾶν προσόψημα ὄψον οἱ ἀρχαῖοι. Aint | |
11630d | D | Ap. H.(?) | D | {χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον} ποτῷ ὄψον: ποτικὸν ὄψον, ὅ ἐστι προσφάγιον δίψους παρασκευαστικόν. πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον ὄψον καλεῖται. | διὸ καὶ ἡ διπλῆ. | ἔστι δὲ τὸ κρόμυον—ὡς ἀλεξιφάρμακον. A | |
11630-1 | ex.(?) | 〈ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον / ἠδὲ μέλι χλω‐ ρόν:〉 τελεία εἰς τὸ κρόμυον (630), εἶτα ἠδὲ μέλι χλωρόν (631). τὸ δὲ ποτῷ ὄψον (630) ἀπὸ κοινοῦ τῷ παντὶ κυκεῷ. τεῦχε, φησί, κυκεῶ, ἅμα ποτῷ καὶ ὄψον ὄντα· b(BCE3E4) τὸ μὲν γὰρ μέλι καὶ ὁ | |
5 | οἶνος ποτόν, τὰ δὲ λοιπὰ ὄψον. πᾶν δὲ τὸ ἐσθιόμενον ὄψον καλεῖται. | ||
b(BE3E4) | |||
11631a | ex. | 〈χλωρόν:〉 τρόφιμον ἢ νέον. Til | |
D | D | {ἡ δὲ μέλι} χλωρόν: πρόσφατον—τὸν νέον. | διὰ τί δὲ τὸν Πάτροκλον—εἰς τὸν πόλεμον ἐξάγειν. A | ||
11631b | ex. | ἀλφίτου ἱεροῦ: παρὰ γὰρ θεοῦ εἰλήφαμεν αὐτό. καὶ „ἱερὰς κατ’ ἀλωάσ“ (Ε 499). T | |
D | ἀλφίτου 〈ἱεροῦ〉 ἀκτήν: ἤτοι περιφραστικῶς ἄλφιτα ἢ ἄρτον ἀπὸ τοῦ—τὰ κύματα. A | ||
11632a | ex. | δέπας περικαλλές: τὴν κατασκευὴν τοῦ ποτηρίου Ἀρίσταρχος τοιαύτην εἶναί φησι· πρῶτον μὲν περίμηκες αὐτὸ εἶναι καὶ δύο πυθμένας ἔχειν (cf. Λ 635), οὐχ ἕτερον ἐξ ἑτέρου, ὥς τινες, ἀλλ’ ἑκατέρωθεν· τῶν τεσσάρων ὤτων (cf. Λ 634) οὐκ ἐξ ἴσου τὰ | |
5 | διαστήματα εἶναι, ἵνα μὴ κατὰ πόσιν ἐναντίον τοῦ στόματος λαμ‐ βάνηται, ἀλλ’ ἑκατέρωθεν 〈τοῦ〉 ποτηρίου δύο καὶ δύο. τούτων δὲ ἅπτεσθαι μακρὰν πελειάδα μίαν ἑκατέρωθεν. ἀντεστραμμέναι δέ εἰσιν αὑταῖς, ἀνὰ μέσον δὲ αὐτῶν δύο· κατὰ γὰρ ἕκαστον τῶν ὤτων τοσαύτας φησίν (sc. Λ 634)· εἶναι γὰρ ὡσεὶ φιάλην κοίλην ὥστε ταῖς | ||
10 | δύο χερσὶν ὑπολαμβάνοντας τῶν ὤτων προσλαμβάνεσθαι. A | ||
11632b | Ariston. | 〈ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός:〉 ὅτι ἀντὶ τοῦ ἤγαγεν, κατὰ μεταφορὰν ἀπὸ τῶν ἐμψύχων. Aint | |
11632c | Did. | 〈ἦγ’ ὁ γεραιός:〉 διχῶς Ἀρίσταρχος, ἦγ’ ὁ γεραιός καὶ „εἶχ’ ὁ γεραιόσ“. Aint | |
11633-4 | ex. | οὔατα δ’ αὐτοῦ / τέσσαρ’ ἔσαν: συνηρτημένα μὲν ἀλλήλοις τὰ ὦτα, διάστασιν δὲ ἔχοντα ὥστε πρὸς τὸ †βαρυτέρας† τοῦ ποτηρίου τὰς λαβὰς εἶναι. b(BCE3E4)T τὸ σχῆμα οὖν τῶν ὤτων γίνεται διπλοῦν Ω. b(BE3)T | |
11634a | ex. | δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον: καὶ τὴν τορευτι‐ κὴν οἶδεν. b(BCE3)T ὀκτὼ δὲ ἦσαν αἱ πελειάδες, δύο καθ’ ἕκαστον †ἰοῦσαι b(BE3)T οἱ δὲ τέσσαρας αὐτάς φασιν. T λέγοι δ’ ἂν μικράς τινας, οἵας εἰκὸς ἐπὶ ἐκπώματος τετορεῦθαι. b(BE3)T | |
11634b | ex. | 〈ἀμφὶς ἕκαστον:〉 οὕτως ἀπὸ λαβῆς. Aint | |
11635a | ex. | 〈νεμέθοντο:〉 νέμεσθαι τὰς περιστερὰς εἶπεν, ἐμφαντικῇ χρησάμενος τῇ μεταφορᾷ. Til | |
11635b | Ariston. | Hrd. | δύω δ’ ὑπὸ πυθμένες ἦσαν: πρὸς τὴν κατασκευὴν τοῦ ποτηρίου, ὅτι δεδιπλασιασμένον αὐτὸ ὑποτίθεται· τέσσαρα γὰρ ὦτα (cf. Λ 633—4) καὶ δύο πυθμένας. A | Ἀρίσταρχος δὲ τὴν ὑπό συντάσσει τῷ ἦσαν A b (BE3E4)T καί φησιν ὑπῆσαν οἱ πυθμέ‐ | |
5 | νες. οὕτως καὶ Ἀλεξίων (fr. 47 B.). A | ||
11635c | ex. | δύω δ’ ὑποπυθμένες ἦσαν: διπλοῦς ἦν ὁ πυθμήν, ἥσ‐ σων ὑπὸ μείζονος περιεχόμενος. b(BCE3E4)T ἐκτύπωμα δὲ τοῦ πόλου αὐτὸν εἶναι λέγουσιν. T | |
11635d1 | ex. | δύω δ’ ὑπὸ πυθμένες: τινὲς ὑφ’ ἕν, ἵν’ ᾖ τὸ „ὑποπυθ‐ μένεσ“ ἐπίθετον τῶν πελειάδων, ὡς „ἐριαύχενες ἵπποι“ (Λ 159). T | |
11635d2 | τινὲς δὲ ὑφ’ ἓν τὸ „ὑποπυθμένεσ“ ἵν’ ᾖ τῶν πελειάδων ἐπί‐ θετον, οἷον δύο δὲ ἕτεραι πελειάδες ἦσαν τοῖς πυθμέσιν ὑποκείμεναι. b(BE3E4) | ||
11636a | Ariston. | ἄλλος μὲν μογέων 〈ἀποκινήσασκε τραπέζησ〉: | |
πρὸς τὸ ζητούμενον, πῶς ὁ γέρων ἀμογητί, οἱ δὲ ἄλλοι μετὰ κακοπα‐ θίας. οὐ δεῖ δὲ οὔτε δασύνειν τὴν προφορὰν οὔτε ἐπαίρειν τὴν προσῳ‐ δίαν, ἀλλὰ νοεῖν ὅτι καὶ τοῦτο τῶν ἐπαίνων λεγομένων Νέστορός | |||
5 | ἐστι, καθάπερ καὶ τὸ „Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε“ (Κ 532). A | ||
11636b | Hrd. | ἄλλος {μέν}: ὁ Ἀσκαλωνίτης (p. 51 B.) ψιλοῖ, καί φησιν ὅτι ἐπὶ τοῦ Νέστορος κεῖται· ἄλλος μὲν γὰρ ἄν τις αὐτὸ μόγις ἐκίνησε, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτως καὶ Ἀρίσταρχος. τινὲς δὲ βούλονται δασύνειν τὸ α καὶ ἐκτείνειν, ἵν’ ᾖ ὁ | |
5 | ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἰ γὰρ καὶ κρᾶσιν ἠβούλοντο, παραλαμβάνειν ἐχρῆν εἰς τὸ ω, ὁμοίως τῷ „οἴχετ’ ἀνὴρ ὥριστοσ“ (Λ 288 al.). εἰσὶ δὲ οἳ διέστειλαν „ἀλλ’ ὅσ“, τὸ „ὅσ“ δασύνοντες, ἀλλ’ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχῃ | ||
10 | νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμ‐ βάνειν. ἡμεῖς δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βού‐ λεται ὁ ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστά‐ νειν. A | ||
11636c1 | ex. | ἄλλος {μέν}: ψιλωτέον τὸ ἄλλος· οὐ γάρ, ὥς τινες, κατὰ κρᾶσίν ἐστι τοῦ [ὁ] ἄλλος, ἵν’ ᾖ ἐπὶ τοῦ Μαχάονος· ἐχρῆν γὰρ εἶναι ὥλ〈λ〉ος, ὡς τὸ ἄριστος „ὥριστοσ“ (Λ 288 al.) 〈καὶ〉 ἄλλα, 〈ἃ〉 διὰ τῶν ἄρθρων ὁ ποιητής. τινὲς δὲ „ἀλλ’ ὃς μέν“, δασύνοντες τὴν „ὅσ“ | |
5 | καὶ πάλιν ἐπὶ τοῦ Μαχάονος ἐκδεχόμενοι· ἀλλ’ οὐδέποτε τῷ ὅς ἀντὶ τοῦ „ὅ“ (Α 9 al.) χρῆται, τὸ δὲ ἐναντίον, οὐ〈δὲ〉 δεῖται αὐτὸν τραυ‐ ματίᾳ παρεικάζειν. ἄμεινον οὖν ἀορίστως δέχεσθαι τὸ ἄλλος πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτὸν ὁ Νέστωρ. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ „γέρων“ (Λ | ||
10 | 637), ἵν’ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμο‐ γητί. καὶ ἀλλαχοῦ περὶ αὐτοῦ φησιν „ἐπεὶ οὐ μὲν ἐπέτραπε γήραϊ λυγρῷ“ (Κ 79). ἢ διὰ τὸ κατὰ διάμετρον αἱρεῖσθαι τὸ δέπας· οἱ γὰρ περὶ Ἀρίσταρχον ω εἶναι τὸ ποτήριον· διὸ καὶ τέσσαρα ὦτα· τὰ γὰρ ἁπλᾶ ἄμφωτα (cf. χ 10) καλεῖ. τινὲς δὲ αἱ „ὑποπυθμένεσ“ (Λ 635) | ||
15 | ὑποβάσεις αὐτῷ δύο ἦσαν πελειάδες· διὸ καὶ μογέων· διπλοῦ γὰρ ὄντος κατὰ διάμετρον ἔδει †ἄνειν†· καὶ ἴσως πρὸς τὸ ἀμερίμνως καὶ | ||
ἀθροῦν πίνειν. T | |||
11636c2 | οὐχ, ὥς τινες, ἐπὶ Μαχάονος τὸ ἄλλος ἐκδέχεσθαι χρή, ἀλλ’ ἀορίστως πρὸς ἔπαινον τοῦ γέροντος· b(BCE3) θέλει γὰρ εἰπεῖν ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτόν. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ γέρων, ἵν’ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων | ||
5 | Νέστωρ ἀμογητὶ ἄειρεν. b(BE3) | ||
11.637 | ex. | 〈ἀμογητὶ ἄειρεν:〉 τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροί, ἀλλ’ οἱ ἔμπειροι φέρουσι· b(BCE3E4)Til διπλῶν γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου μεγίστου, οὐκ ἂν νέος ἀπεκίνησεν αὐτὸ τῆς τρα‐ πέζης, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ 〈τὸ〉 πῶς μὴ εἰδέναι· | |
5 | b(BCE3E4) εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ ἦρε, θραῦσιν ἂν ἠπείλησε· δίχειρα γὰρ δυσὶν ἀφ’ ἑκάστης χειρὸς δακτύλοις τῶν ὤτων λαμβανό‐ μενον ἐχρῆν κινεῖν ἀκόπως. b(BE3E4) | ||
11639a1 | ex. | οἴνῳ Πραμνείῳ: οἱ μὲν μέλανι, οἱ δὲ [πρ]αΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ. οἱ δὲ ἐν Ἰκάρῳ πέτραν Πράμνην, ἐν ᾗ πρῶτον ἔφυ ἄμπελος. T | |
11639a2 | οἱ μὲν μέλανι, οἱ δὲ γένος ἀμπέλου, οἱ δὲ αὐστηρῷ, οἱ δὲ | ||
πραΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ. b(BCE3) | |||
D | οἴνῳ Πραμνείῳ: ἤτοι τῷ πραΰνοντι τὰς φρένας—ἐν τῇ Ἰκαρίᾳ οἰνοφόρον. A | ||
11639-40 | ex. | D | ἐπὶ δ’ αἴγειον κνῆ τυρόν / κνήστι χαλκείῃ: ἔκοπτεν δὲ καὶ τυρὸν κνήστεϊ χαλκείῳ, | τουτέστι μαχαιρίῳ τυροτό‐ μῳ. A | |
11640a | Did.(?) | 〈λεῦκ’ ἐπάλυνε:〉 γράφεται „λευκὰ πάλυνε“. Aim | |
11640b | D(~) | 〈πάλυνεν:〉 ἐπέπασσεν. Til | |
11.641 | Hrd. | ex.(?) | {ἐπεί ῥ’ ὥπλισσε} κυκειῶ: τὸ κυκειῶ περισπαστέον· τοῦ γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ καὶ ἐπλεόνασεν τὸ ι. | κυκειὼν δέ ἐστι πολυμιγὲς ποτόν. A | |
11.642 | ex. | 〈πολυκαγκέα:〉 πολλὴν ξηρότητα ἔχουσαν· ὅθεν καὶ „κάγ‐ κανα ξύλα“ (cf. Φ 364. ς 308), b(BCE3E4)Til τὰ ἄγαν ξηρά. Til | |
11.643 | ex. | μύθοισιν τέρποντο: πρὸς παραμυθίαν τοῦ τραυματίου. T | |
11.645 | ex. | τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο: διὰ τὸν καιρόν· διδάσκει οὖν καὶ γέροντας εἴκειν νέοις πρὸς ὄφελος. b(BCE3E4) T καὶ ὅτι ἤλπιζεν ἐξ Ἀχιλλέως αὐτὸν ἥκοντα χρηστόν τι ἐρεῖν. T | |
11.647 | ex. | ex. | ἑτέρωθεν ἀναίνετο 〈εἶπέ τε μῦθον〉: προφασίζεται σπουδήν, ἵνα καὶ μένων χαρίζοιτο καὶ μὴ μένων ἀνέγκλητος εἴη. b(BCE3E4)T | ἡ δύναμις τούτου τοῦ λόγου ἐποίησεν αὐτὸν μένειν. T | |
11.648 | ex. | οὐχ ἕδος ἐστίν: ἀντὶ ἕδους. ὡς „τρίποσ“ (Χ 164). T | |
11.649 | ex. | νεμεσητός: Ἀρίσταρχος μεμψίμοιρος· οἱ δὲ ἑκάστῳ τὸ δέον νέμων, ὅθεν καὶ νέμεσις. ἵνα οὖν μὴ δόξωσιν ἀμελεῖν αὐτοῦ, ταῦτά φησιν. T | |
11.650 | Ariston. | 〈ἄγεις:〉 ὅτι ἀντὶ τοῦ ἤγαγες. ἤλλακται δὲ ὁ χρόνος. Aint | |
11652a | Hrd. | πάλιν ἄγγελος 〈εἶμι〉: κατ’ ἰδίαν τὸ πάλιν. οὕτως Ἀρίσταρχος καὶ Ἀλεξίων (fr. 48 B.) καὶ ὁ Ἀσκαλωνίτης (p. 51 B.). οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως· πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο, πάλιν εἶμ’ ἄγγελος. A | |
11652b | Did. vel Hrd. | πάλιν ἄγγελος: τινὲς ὑφ’ ἓν „παλινάγγελοσ“, οὐχ ὑγιῶς. T | |
11.654 | ex. | τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο: ἀναίτιον πρὸς τὸ „νεμεσητόσ“ (Λ 649). ἐπιτείνει δὲ αὐτοῦ τὸ θυμικόν, συγγνώμην ἑαυτῷ ποριζόμενος τοῦ μὴ πεῖσαι αὐτόν. b(BCE3)T | |
11656-8 | ex. | τίπτε τ’ ἄρ’ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται〈— κατὰ στρατόν〉: διὰ τί οἰκτίζει τοὺς τετρωμένους, ἀγνοῶν τὴν παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατ’ ἄνδρα ἐλεεῖ μὴ εἰδὼς τὸ πᾶν Ἀχιλλεύς; ὅτι δὲ ἐλεεῖ, δῆλον ἐξ ὧν Πάτροκλον ἔπεμψεν. b(BCE3)T | |
11.656 | ex. | τίπτε τ’ ἄρ’ ὧδ’ Ἀχιλεύς: πιθανῶς οὐ κωλύει αὐτὸν τῆς σπουδῆς, ἄρχεται δὲ λόγων, εἰδὼς ὡς αἰδούμενος οὐ καταλείψει αὐτοὺς ἡμιτελεῖς. b(BCE3)T | |
11.657 | Nic. | ὅσσοι δὴ βέλεσιν βεβλήαται: συναπτέον τῷ ἐπάνω στίχῳ (sc. Λ 656). ἴσως δ’ ἄν τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοι, θαυμαστικὸν ποιῶν τὸν λόγον. A | |
11657-8a1 | Nic. | οὐδέ τι οἶδε 〈/ πένθεος ὅσσον ὄρωρε〉: δια‐ σταλτέον ἤτοι ἐπὶ τὸ οἶδε (657) ἢ ἐπὶ τὸ πένθεος (658)· ἔχει γὰρ ἀμφότερα λόγον. εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος, λείπει ἡ περί, ὡς „Ἕκτωρ χωόμενος Σαρπηδόνοσ“ (Π 553). εἰ δὲ | |
5 | τοῖς ἑξῆς, σχῆμα ἔσται ‘ὅσσον πένθοσ‘· Ἀττικὴ δὲ ἡ χρῆσις καὶ ἀρχαία. A | ||
11657-8a2 | {οὐδέ τι οἶδεν πένθος:} ἀρχαία ἡ φράσις. T | ||
11659a | ex. | 〈κέαται:〉 πρὸς τὸ ἄπρακτον. Til | |
11659b1 | Ariston. | βεβλημένοι οὐτάμενοί τε: ὅτι συλληπτικῶς τὸ κατ’ ἀμφοτέρων κεκοινοποίηκεν· οὐ γὰρ οἱ αὐτοὶ βέβλη〈ν〉ται καὶ οὐτασμένοι εἰσίν. διαστέλλει μέντοι ἐν τοῖς ἑξῆς, λέγων „βέβληται μὲν ὁ Τυδείδης, / οὔτασται δ’ Ὀδυσεύσ“ (Λ 660—1). A | |
11659b2 | πρὸς τὸ διάφορον. Til | ||
11659c | Hrd. | οὐτάμενοι {τε}: Ἀρίσταρχος ὡς „ἱστάμενοι“ (Μ 341 al.) καὶ κιχράμενοι, Πάμφιλος δὲ ὡς δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλη‐ μένοι συντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἐπὶ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆσθαι παρ’ αὐτῷ· φησὶ γὰρ „〈οὔτ’ ἂρ βεβλη‐ | |
5 | μένοσ〉 ὀξέϊ χαλκῷ / οὔτ’ αὐτοσχεδίην οὐτασμένοσ“ (λ 535—6)· συντελικῇ γὰρ μετοχῇ συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπὶ τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ τοῦ Ἀριστάρχου λέγοι ὅτι οὐκ ἐνεστῶτα ἐκδεχόμενος οὕτως ἀνεγί‐ νωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ | ||
10 | οὐτῶ περισπώμενον ἐκπίπτει παράγωγον εἰς μι λῆγον τὸ οὔτημι, ἀφ’ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ „οὐτάμεναι“ (Φ 68). ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι | ||
ὡς κιχράμενοι. ἀλλ’ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλ’ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ „οὔτασεν“ | |||
15 | (Ε 56. 361 al.) ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ „οὔτησεν“ (Δ 469 al.), ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου „οὐτάσαι οὐδὲ βαλεῖν“ (Ξ 424) καὶ ἐκ τοῦ „οὔτασται δ’ Ὀδυσεύσ“ (Λ 661). τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος, „οὔτ’ αὐτοσχε‐ δίην οὐτασμένοσ“ (λ 536), ἥτις κατ’ ἔλλειψιν τοῦ ς ἐγίνετο οὐ‐ | ||
20 | ταμένος. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρα‐ κτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, „ἱστάμενοσ“ (Δ 203 al.), κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως δὲ καὶ ἡ γινομένη τοῦ ς ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται τόνου. A | ||
11.660 | ex. | 〈ὁ Τυδείδης:〉 ἴσως πρῶτον ὡς πολέμιον καταλέγει. Til | |
11661a | Nic. | 〈δουρικλυτός:〉 τοῦ Ὀδυσσέως τὸ ἐπίθετον, καὶ δια‐ σταλτέον μετ’ αὐτό. Aim | |
11661b | ex. | ἠδ’ Ἀγαμέμνων: οὐκ εἶπεν ἐπίθετον Ἀγαμέμνονος, ὡς ἀπεχθανομένου Ἀχιλλεῖ. τοιοῦτος δέ ἐστιν ὁ λόγος· ‘καὶ ὁ ἐχθρὸς αὐτῷ δυστυχεῖ‘. T | |
11.663 | ex. | τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον 〈ἐκ πολέ‐ μοιο〉: ἦθος ἐμφαίνει ἡ ἀντωνυμία, διὰ τῆς δείξεως δηλοῦσα ὅτι ὁ | |
γέρων τὸν νέον διέσωσεν ἐκ τῆς μάχης. T | |||
11664-5 | ex. | αὐτὰρ Ἀχιλλεύς / ἐσθλὸς ἐὼν 〈Δαναῶν— ἐλεαίρει〉: δυνατός, τουτέστι δυνάμενος, οὐκ ἐλεεῖ. εὖ δὲ καὶ τὸ Δαναῶν (665) καὶ μὴ Ἀγαμέμνονος φάναι· ἐάσας γὰρ τὸν αἴτιον τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται. b(BCE3E4)T | |
11665a | Nic. | 〈ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει:〉 βραχὺ {δὲ} διασταλτέον μετὰ τὸ ἐών. Aim | |
11665b | ex. | οὐ κήδεται οὐδ’ ἐλεαίρει: πικρῶς, T οὔτε φιλίᾳ οὔτε ἐλέῳ, φησί, χώραν παρέχει. b(BCE3E4)T | |
11666-7a | ex. | ἦ μένει, εἰς ὅ κε 〈δὴ〉 νῆεσ〈—〉θέρωνται: ἆρα καὶ ταῦτα μένει, ἃ ὑπέσχετο „κτείνοντ’ Ἀργείους, κατά τε σμῦ‐ ξαι πυρὶ νῆασ“ (Ι 653); ἐν ἤθει οὖν ὁ λόγος. T | |
11666-7b | ex. | 〈ἦ μένει, εἰς ὅ κε—θέρωνται:〉 τὴν ὁλοσχερῆ ἀπώλειαν τῶν νεῶν ἐμφαίνειν θέλει· εἰ μὴ γὰρ τὰς πρώτας †καύ‐ σωσιν†, οὐκ ἂν οὐδὲ τὰς παρὰ θάλασσαν. b(BCE3)Til | |
11667a | ex. | 〈Ἀργείων ἀέκητι:〉 μὴ δυναμένων ἀμῦναι. Til | |
11667b | Ariston. | 〈πυρὸς δηΐοιο:〉 ὅτι λείπει ἡ ὑπό, ὑπὸ πυρός. Aim | |
11668-9a | ex. | αὐτοί τε κτεινώμεθ’ 〈ἐπισχερώ; οὐ γὰρ —ἔσκεν〉: πικρῶς καθάπτεται τῆς ὠμότητος Ἀχιλλέως, εἰ ἀναμένει τοὺς Ἀχαιοὺς ἰδεῖν ἑξῆς φονευομένους. ἐλεεινῶς δὲ καὶ | |
ἑαυτὸν καταλέγει. b(BCE3E4)T | |||
11668-9b | ex. | οὐ γὰρ ἐμὴ ἴς / ἔσθ’ 〈οἵη πάρος ἔσκεν〉: ἐρεθι‐ στικὸν τοῦτο· εἰ γὰρ ἐγὼ νέος ἦν, οὐκ ἂν ὑμῶν ἐδεόμεθα συμμά‐ χων. ἐντέχνως δὲ πρὸς μὲν τοὺς θυμουμένους τὴν φρόνησιν, b(BCE3 E4)T „καὶ μέν μευ βουλέων ξύνιον“ (Α 273)· εὐβουλίας γὰρ | |
5 | ἑώρα δεόμενον τὸν καιρόν· T πρὸς δὲ τὸν ἀργοῦντα τὴν ἥβην, ζῆλον ἐμποιῶν τῶν ἔργων. b(BCE3E4)T | ||
11.668 | ex. | {αὐτοί τε κτεινώμεθα} ἐπισχερώ: ἐφεξῆς ἅπαντες. παρ‐ ίστησι δὲ διὰ τῆς λέξεως ὅτι καὶ ἐπὶ Μυρμιδόνας ἥξει ὁ κίνδυνος. A | |
11670-764 | ex. | εἴθ’ ὣς ἡβώοιμι〈—ὄληται〉: διδάσκει ὡς οὐ δεῖ ἐπὶ ἀπράκτοις ἀναλίσκειν τὰς ἡλικίας. ἴδια δὲ διηγεῖται κατορθώματα, εἰς ζῆλον καλῶν τὸν ἀκούοντα. καὶ διὰ τοῦ παρὰ γνώμην τοῦ πατρὸς πολεμῆσαι προτρέπεται αὐτὸν b(BCE3)T | |
5 | τὸ ὅμοιον ποιῆσαι. ἔστι δὲ μείλιχος Πάτροκλος· διὸ 〈ἐν〉ιστάμενον αἰ‐ δεῖται τὸν γέροντα. T | ||
11671-761 | ex. | ὡς ὁπότ’ Ἠλείοισι〈—Νέστορί τ’ ἀνδρῶν〉: ἐξ ἀναστροφῆς τὸ διήγημα· ἐπὶ γὰρ τοῖς ἐπιμηκεστέροις τῶν διηγημάτων τὸ μὲν ἀπ’ ἀρχῆς ἰέναι ἐπὶ τὴν ἀφήγησιν ἀμβλυτέραν τὴν ἀκρόασιν καθίστησιν, τὸ δὲ ἐκ τῶν πρακτικῶν ἄρχεσθαι ἡδύ. | |
5 | ἡ δὲ ἀρχὴ τοῦ διηγήματος οὕτως ἔχει· Ἡρακλῆς ἐκάκωσε τὴν Πύλον καὶ τοὺς ἕνδεκα τῶν Νηλέως παίδων ἀνεῖλε· διὸ Ἠλεῖοι καταφρονή‐ σαντες τῶν Πυλίων ἔθλιβον αὐτούς, καὶ δὴ Αὐγέας ὁ τῶν Ἠλείων βασιλεὺς ἀφικομένους ἵππους Νηλέως ἐπὶ τὸν Ὀλυμπικὸν ἀγῶνα ἤ τινα τῶν ἐπιταφίων ἀφείλετο. τοῦτο ἐκίνησε Πυλίους. γενομένης | ||
10 | δὲ μάχης ἄλλοι τε ἀποθνῄσκουσι καὶ Ἰτυμονεὺς ὑπὸ τοῦ Νέστορος. νικήσαντες δὲ Πύλιοι τὴν λείαν διενέμοντο. b(BCE3E4)T ἐπι‐ | ||
στρατεύουσι δὲ αὐτοῖς ἡμέρᾳ τρίτῃ ἐκεῖνοι. πολιορκούντων δὲ αὐτῶν τὸ Θρύον φήμη τις ἦλθεν εἰς Πύλον μηνύουσα τὴν ἔφοδον τῶν πολεμίων. στρατεύσαντες δὲ Πύλιοι πάλιν νικῶσι τοὺς Ἠλείους, | |||
15 | καὶ ἀριστεύει ὁ Νέστωρ. b(BE3E4)T | ||
11.672 | Nic. | Did. | ἀμφὶ βοηλασίῃ, 〈ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα〉: βραχὺ διασταλτέον μετὰ τὸ βοηλασίῃ· δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτε‐ σθαι. A | οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος, βοηλασίῃ. A Aim | |
D | ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα: Νηλεὺς ὁ Ποσειδῶνος, | ||
5 | ἱππικώτατος—λ〈ε〉ίαν. ἡ ἱστορία παρὰ Φερεκύδει (FGr Hist 3, 118). A | ||
11672-4 | Nic. | ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα〈—ῥύσι’ ἐλαυνόμενος:〉 τὸ ἑξῆς ἐστιν, ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα (672), / ῥύσι’ ἐλαυνόμενος (674)· AT τὰ δὲ ἄλλα (sc. 673) διὰ μέσου. A | |
11674a | ex. | ex.(?) | ῥύσι’ ἐλαυνόμενος: ἀντενεχυραζόμενος. καὶ τὸ πλῆ‐ ρες ῥύσια· Αὐγέας γὰρ πρότερον Νηλέως κατέσχεν τέσσαρας ἀθλο‐ φόρους ἵππους αὐτοῖσιν ὄχεσφιν. | τουτέστι θρέμματα ἐλαύνων. A | |
11674b | ex. | 〈ῥύσια:〉 τὰ ἀντί τινων ἑλκόμενα, ἅπερ ἀντὶ τῶν ἡρ‐ πασμένων ἁρπάζομεν. b(BCE3E4)T | |
11.675 | ex. | 〈ἔβλητ’ ἐν πρώτοισιν:〉 ἢ πρῶτον ἀνῃρῆσθαι αὐτόν φησιν ἢ ἐν πρώτοις μαχόμενον. b(BCE3E4)T | |
11.676 | ex. | 〈περίτρεσαν:〉 περὶ πᾶσαν ὁδὸν ἔφυγον. b(BCE3)Til | |
καὶ ὅτι ἀποθανόντος Ἕκτορος φευξοῦνται πάντες. Til | |||
11677-761 | ex. | ληΐδα δ’ ἐκ πεδίου〈—Νέστορί τ’ ἀνδρῶν〉: αἰδήμων ὁ Πάτροκλος· ἐπειγόμενος γὰρ ἀνέχεται τοῦ γέροντος μακρολογοῦντος. b(BCE3E4)T οἰκονομικῶς δὲ πέ‐ πλασται τῷ ποιητῇ ἡ μακρὰ διήγησις, ἵνα ὁ Εὐρύπυλος ἐκ τῆς μάχης | |
5 | φθάσας ἐλθεῖν περιτύχῃ Πατρόκλῳ, καὶ παρὰ τούτῳ ἐμβραδύνῃ περὶ τῆς τειχομαχίας· b(BE3E4)T εἰ γὰρ ταχέως ἐπανῆλθε πρὸς Ἀχιλλέα καὶ ἐκπεμφθῆναι ἑαυτὸν ἔπεισεν εἰς τὴν μάχην, ἀνῃρέ‐ θη ἂν ἡ τειχομαχία, δι’ ἣν ἐπλάσθη τὸ τεῖχος. T | ||
11677a1 | Hrd. | ληΐδα {δ’ ἐκ πεδίου}: Ἀρίσταρχος ὡς „Χαλκίδα“ (Β 537 al.), Μενεκράτης ὡς „Ἤλιδα“ (Β 615 al.). ἔστι δὲ οὕτως ὁρίσασθαι περὶ τῆς προσῳδίας ὡς πάντα τὰ εἰς ις λήγοντα καθα‐ ρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, οἷον Κιρφηΐς, „Βρισηΐσ“ (Τ | |
5 | 282. Ω 676), Θαΐς, Λαΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρὰ Ἡροδότῳ (cf. 2, 28, 1 al.) λεχθέντα παράθηται. περὶ μέντοι τοῦ δαΐς ὀξυνομένου, τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται ἡμῖν ἀλλαχόθι (sc. ad Ξ 387). τὸ δὲ ΚΡΑΤΑΙΪΣ δοκεῖ ἐπὶ τοῦ | ||
10 | κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν „βωστρεῖν δὲ Κράταιϊν“ (μ 124)· τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν. A | ||
11677a2 | ληΐδα ὡς †κρηπῖδα. Til | ||
11677b | Nic. | 〈ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολ‐ λήν:〉 αἰτήματι στίζομεν κατὰ τὸ τέλος τοῦ στίχου· πρεπωδέστερον γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς (sc. Λ 678—81). A | |
11677c | ex. | ἤλιθα: λίαν ἠθροισμένην. καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν A b (BCE3E4)T καὶ μὴ ἀκριβής. A b (BE3E4)T ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι. A b (BE3)T | |
11678-81 | ex. | 〈ἀγέλας ... πώεα ... συβόσια ... αἰπόλια ... / ἵππους δὲ—ὑπῆσαν:〉 ἑκάστῳ τὸ οἰκεῖον ἀπένειμεν· οὐδὲ πεζῷ δὲ λόγῳ τις εἶπεν αὐτὰ ἄλλως. Til | |
11.678 | ex. | πώεα: παρὰ τὸ πόᾳ χρῆσθαι, ἥτις ἐστὶν αὐτοποίητος. A | |
11.679 | ex.(?) | 〈συβόσια:〉 ἐκτατέον τὸ ι. Til | |
11683a | Ariston. | γεγήθει δὲ φρένα Νηλεύς: ὅτι διαφωνοῦσιν οἱ νεώτεροι, τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφ’ Ἡρακλέους, ὅτε τὴν Πύλον ἐπόρθησεν· φαίνεται γὰρ καθ’ Ὅμηρον περιὼν καὶ μετὰ τὸ πορθηθῆναι· ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστε‐ | |
5 | ρος τοῦ πρὸς Ἡρακλέα. A | ||
11683b | ex. | 〈γεγήθει δὲ φρένα Νηλεύς:〉 ἥσετε οὖν καὶ ὑμεῖς τοὺς γονεῖς. Til | |
11684a | ex. | οὕνεκά μοι τύχε πολλά: ἐπετέτευκτο ἢ περιγέγονεν· τὸ γὰρ τῆς τύχης ὄνομα οὐκ οἶδεν ὁ ποιητής, τὰ δὲ ἀπ’ αὐτοῦ ῥήματα. T | |
11684b | ex. | οὕνεκά μοι τύχε πολλά: ταῦτα ἐρεθιστικὰ πρὸς νέον λεγόμενα, ἵνα ἀκούσας Ἀχιλλεὺς ὡς φιλότιμος ζηλωτὴς γένηται. T | |
11684c | Nic. | 〈οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι:〉 | |
διασταλτέον ἐπὶ τὸ πολλά πρὸς τὸ σαφέστερον. Aint | |||
11685a | D(~) | 〈ἐλίγαινον:〉 ὀξέως ἐβόων. Til | |
11685b | Nic. | ἅμ’ ἠοῖ φαινομένηφι: τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς· ἤτοι γὰρ ἡμέρας γενο‐ μένης ἐκήρυσσον, ὅπως ἐκεῖνοι συναχθῶσιν, ἢ ἄλλοτε ἐκήρυσσον, ἵνα ἐκεῖνοι ὑπὸ τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει. A | |
11686a | Did. | 〈χρέως:〉 οὕτως Ἀρίσταρχος χρέως. Aint Til | |
11686b | Ariston. | Did. | {τοὺς ἴμεν οἷσι} χρέως ὠφείλετο: ὅτι τὰ περιελα‐ σθέντα ἐκ τῆς Πύλου ὑπὸ τῶν Ἐπειῶν θρέμματα χρέως καλεῖ. | Ἀριστοφάνης δὲ „χρεῖοσ“ καὶ „ὀφείλετο“. A | |
11686c | ex. | χρέως ὠφείλετο: χρέως δάνειον· οἷς γὰρ οἱ ὀφείλον‐ τες καταβάλλουσι, καὶ οἱ ἀδίκως ἁρπάσαντες καταβάλλειν ὀφείλου‐ σιν. b(BCE3E4)T | |
D | δίῃ: θαυμαστῇ, ἱερᾷ· ἐν αὐτῇ γὰρ—τῆς Πελοπον‐ | ||
5 | νήσου. A | ||
11687-8 | ex. | 〈οἱ δὲ συναγρόμενοι— / δαίτρευον:〉 συν‐ ηθροισμένων δὲ τῶν Πυλίων οἱ ἡγήτορες ἐμέριζον. Til | |
11688a | Nic. | δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφει‐ | |
λον: ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ἢ συναπτέον τῷ ἑξῆς, ὃ καὶ βέλτιον· τὸ γὰρ „ὥσ“ (Λ 689) ἀντὶ τοῦ ὅτι ἐστὶ κείμενον. καὶ ἐὰν χωρίσωμεν δὲ καὶ ἀκούωμεν {καὶ} οὕτως, ἔσται θαυμαστι‐ | |||
5 | κὸς ὁ λόγος περὶ τῆς καταφρονήσεως, ἣν ἐποιήσαντο οἱ Ἠλεῖοι περὶ τῶν Πυλίων. A | ||
11688b | Ariston. | 〈Ἐπειοί:〉 ὅτι Ἐπειοὺς τοὺς Ἠλείους καλεῖ. Aint | |
11688c1 | Did. | 〈ὄφειλον:〉 οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ „ὄφελλον“. Aim | |
11688c2 | Ἀρίσταρχος †ἀφεῖλον†. Til | ||
D | Ἐπειοί: οἱ Ἠλεῖοι—Ἀριστοτέλης ἐν τῷ Πέπλῳ (fr. 639 R.3). A | ||
11688-9 | ex. | Nic. | πολέσιν γὰρ Ἐπειοὶ〈—ἐν Πύλῳ ἦμεν〉: δεῖ τὸν λόγον οὕτως ἔχειν· πολλοῖς γὰρ Ἐπειοὶ χρεῖος ὤφειλον, ὡς ἡμεῖς ἦμεν. T | εἰς τὸ ὄφειλον (688) ὑποστιγμὴν δεῖ γράφειν, τελείαν δὲ εἰς τὸ ἦμεν (689). b(BCE3) εἶτα ἐπέζευξεν, ὁπόθεν | |
5 | κεκακωμένοι· b(BE3)T „ἐλθὼν γὰρ ἐκάκωσεν“ (Λ 690). T ἐὰν δὲ εἰς τὸ ὄφειλον (688) τελειώσωμεν, ὁ ἑξῆς στίχος κατ’ ἰδίαν ἀναπεφώνηται, καὶ τὸ ὥς (689) ἀντὶ τοῦ οὕτως δεχόμεθα. b(BE3)T | ||
11689a | Ariston. | 〈ὡς:〉 ὅτι ἀντὶ τοῦ ὅτε ἢ ὅτι ἢ ἡνίκα. Aint | |
11689b | ex. (Nic.?) | 〈ὡς:〉 ἀντὶ τοῦ οὕτως· καὶ ἔστιν ἀπ’ ἄλλης ἀρχῆς. Til | |
11689c | Nic. | 〈ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ παῦροι πρὸς ἔμφασιν. Ail | |
11689d | Did. | 〈ἐν Πύλῳ ἦμεν:〉 οὐκ „ἐν πόλει ἦμεν“, ὡς ἔνιοι. Aim | |
11690a1 | ex. | ἐλθὼν γὰρ ἐκάκωσε 〈βίη Ἡρακληείη〉: οὐ διὰ τὰ καθάρσια Ἰφίτου πορθεῖται ἡ Πύλος, ἐπεὶ πῶς Ὀδυσσεὺς μείζων Νέστορος (cf. φ 13—30); καὶ παρ’ Ὁμήρῳ οὐκ οἴδαμεν φονέα καθαιρόμενον, ἀλλ’ ἀντιτίνοντα (cf. Σ 498—500) ἢ φυγαδευόμενον | |
5 | (cf. Β 622—6 al.). ἢ οὖν διὰ τὴν ὑπερηφανίαν Περικλυμένου, ἢ ὅτι Ὀρχομενίοις κατὰ Θηβαίων ὡς συγγενεῖς συνεβάλοντο· ὅτι δὲ συγγενεῖς Ὀρχομένιοι Πυλίων, φησὶν „εἴ που 〈ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο /〉 ἤ 〈που〉 ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ“ (λ 458—9) καὶ „ὅς ποτ’ ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν· / ἡ δὲ Πύλου βασί‐ | ||
10 | λευε“ (λ 284—5). Ἀγίας δὲ ἐν αʹ Ἀργολικῶν (FGrHist 305, 1) φησὶ τῶν Γηρυόνου βοῶν ἀφελέσθαι Νηλέα, ὅθεν Ἡρακλέα Νέστορι παραδοῦναι τὴν ἀρχήν. Τελέσαρχος δὲ ἐν τοῖς Ἀργολικοῖς (FGrHist 309, 1) ἄγοντα τὰ χρύσεα μῆλα καὶ τὸν ζωστῆρα καὶ τὰς Διομήδους ἵππους εἴργεσθαι ἐπιβαίνειν τῇ πόλει, καὶ τοῦ Νέστορος κωλύον‐ | ||
15 | τος. T | ||
11690a2 | φασὶ τῶν Θηβαίων διαφερομένων τοῖς Ὀρχομενίοις καὶ πολεμούντων αὐτοῖς, οἱ Πύλιοι ὡς οἰκείοις συνηγωνίζοντο· ὅθεν Ἡρακλῆς ὀργισθεὶς τοὺς Πυλίους ἐπολιόρκησεν. b(BCE3) | ||
11690b | ex. | βίη Ἡρακλ〈η〉είη: ἐπεὶ τῶν ἀδελφῶν Νέστορος φο‐ νεὺς ἐγένετο, αὐτοῦ δὲ ἐφείσατο, πρὸς ἑκατέραν ἁρμοζόμενος τύ‐ χην οὔτε βλάσφημόν τι προσήρτησε τῷ βίη οὔτε ἐπαίνου ἐχόμενον, ὁποῖον εἰώθαμεν λέγειν „ἱερὴ ἲς Τηλεμάχοιο“ (β 409 al.) καὶ „ἱερὸν | |
5 | μένος Ἀλκινόοιο“ (η 167 al.). T | ||
D | ἐλθὼν γάρ ῥ’ ἐκάκωσε 〈βίη Ἡρακληείη〉: Ἡρακλῆς παρεγένετο—ὡς καὶ ἐν τῇ Ε (sc. 395) φησί, τῷ δὲ Ἡρακλεῖ | ||
δύο, Ἀθηνᾶ καὶ Ζεύς. A | |||
11692a | Ariston. | δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉: πρὸς τοὺς Χωρίζοντας (fr. 5 K.), ὅτι ἐν μὲν Ἰλιάδι δώδεκα Νηλῆος παῖδας λέγει, ἐν δὲ τῇ Ὀδυσσείᾳ τρεῖς γεγονέναι, ὡς γενεαλογεῖ· „καὶ Χλῶριν εἶδον περικαλλέα“ (λ 281) καὶ ἐν τοῖς ἑξῆς „Νέστορά | |
5 | τε Χρομίον τε Περικλύμενόν τ’ ἀγέρωχον“ (λ 286). ἐνδέχεται δὲ προγεγονότων αὐτῷ ἐξ ἑτέρας γυναικὸς παίδων ὕστερον ἐκ Χλώ‐ ριδος τοὺς τρεῖς γεγονέναι· καὶ γὰρ ὁ Πρίαμός φησι· „πεντήκοντά μοι ἦσαν, ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν· / ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νη‐ δύος ἦσαν, / τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι{ν} 〈γυναῖ‐ | ||
10 | κεσ〉“ (Ω 495—7). A | ||
11692b | ex. | δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉: πῶς οὖν ἐκεῖ φησι „Νέστορά τε Χρομίον τε Περικλύμενόν τε“ (λ 286); ἢ οὖν τρεῖς ἦσαν ἐκ Χλώριδος, ἢ τοὺς ἀρίστους κατέλεξεν· Χρομίος ὡς πρεσβύτης, Νέστωρ συνετός, Περικλύμενος ἀνδρεῖος. T | |
11692c | ex. | δώδεκα γὰρ Νηλῆος 〈ἀμύμονος υἱέες ἦμεν〉: ἐκ Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος †τῆς Ἀμφίονος καὶ Νιόβης γίνονται παῖδες οἵδε· Περικλύμενος, Πεισίστρατος, Ἄλκιμος, Ὑψή‐ νωρ, Νέστωρ, Πυλαιμένης, Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ, | |
5 | Ἱππόλοχος, Ἀγησίλαος, Λύσιππος. γαμεῖ δὲ Νέστωρ Μνησιόχην τὴν Ἀμφιδάμαντος, ἐξ ἧς ἴσχει παῖδας ἑπτά. b(BCE3)T λό‐ γος δέ ἐστιν ὅτι Χλῶρις ἐπὶ τελευτῇ τῶν παίδων ἀγχόνῃ διεχρήσατο. T | ||
11.693 | ex. | 〈τῶν οἶος λιπόμην:〉 τὸ οὖν „κεκακωμένοι ἐν Πύλῳ | |
ἦμεν“ (Λ 689) συλληπτικῶς· ἐν Γερήνοις γὰρ ἀνετρέφετο. Til | |||
D | {δώδεκα γὰρ νηλῆος:} τὸν Νέστορά φησι—ὥς τινές φασιν. A | ||
11.694 | Ariston. | {ταύθ’ ὑπερηφανέοντες} Ἐπειοί: ὅτι ἔν τισι γράφεται „Ἀχαιοί“. τοὺς δὲ Ἠλείους Ἐπειοὺς καλεῖ Ὅμηρος. A | |
11697a | Ariston. | 〈εἵλετο κρινάμενος τριηκόσια:〉 ὅτι θρέμματα δηλον‐ ότι τριακόσια. Aint | |
11697b | ex. | κρινάμενος τριηκόσια: ἴσως τὰ πρόβατα μόνα· φησὶ γὰρ „καὶ πῶϋ μέγ’ οἰῶν“ (Λ 696). T | |
11699a | Ariston. | τέσσαρες ἀθλοφόροι 〈ἵπποι αὐτοῖσιν ὄχε‐ σφιν〉: ὅτι φαντασίαν ὁ τόπος ἔχει ὡς τετρώρῳ ἅρματι χρωμένων τῶν ἡρώων· καὶ γὰρ λέγει „τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων“ (Λ 702). ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα πεπορεῦσθαι, | |
5 | μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ „τὸν 〈δ’〉 ἐλατῆρ’ ἀφίει“ συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς „ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη“ (α 335)· οὐ μία ἐπὶ ἀμφοτέρων τῶν μερῶν, ἀλλ’ ἑκατέρωθεν μία. A οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός. AT | ||
11699b | ex. | τέσσαρες 〈ἀθλοφόροι〉 ἵπποι: δύο συνωρίδες, ἵνα, εἰ ἡ ἑτέρα πάθοι, ἡ ἑτέρα ἀγωνίζοιτο· ἢ ἄμφω πρὸς μίαν νίκην· | |
τετρώρῳ γὰρ οὐ χρῶνται ἥρωες. b(BCE3E4)T | |||
11699c | Nic. (?) | 〈αὐτοῖσιν ὄχεσφιν:〉 ὅτι ἑκατέροις δύναται προσδί‐ δοσθαι. Aint | |
11700a | ex.(?) | 〈ἄεθλα:〉 τὰ ἐπάθλια. Til | |
11700b | ex. | περὶ τρίποδος γὰρ ἔμελλον: οὐκ οἶδε τὰ Ὀλύμπια, ἀλλὰ περί τινος χρηματικοῦ ἀγῶνός φησιν ἀπελθεῖν τοὺς ἵππους· b(BCE3)T πῶς γὰρ Αὐγείας, ἐφ’ ᾧ Ἡρακλῆς τὸν ἀγῶνα ποιεῖται, ἀφῄρηται τοὺς ἵππους; στέφανον δὲ ὅλως οὐκ οἶδεν ὁ | |
5 | ποιητής, οὐκ ἐν νίκῃ, οὐκ ἐν θυσίαις, οὐκ ἐν συμποσίῳ. πῶς δὲ οὐκ ἐμνήσθη ἐν τῷ Καταλόγῳ, „Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήϊον ἄγλαον ἄλσοσ“ (Β 506); Πισᾶται δὲ ἐπεμέλοντο τοῦ ἀγῶνος· καὶ ἐπεὶ Μεσ‐ σηνίοις κατὰ Λακεδαιμονίων συνεμάχησαν, Ἠλεῖοι δὲ Λακεδαιμονί‐ οι〈ς, Λακεδαιμόνιοι〉 καθελόντες αὐτοὺς τούτοις παρέσχον τὴν | ||
10 | ἀρχήν. T | ||
D | {καὶ γὰρ τῷ χρεῖος:} Ἡρακλῆς προστάξαντος Εὐρυσθέως —ἥψατο. ἡ ἱστορία παρὰ Καλλιμάχῳ (fr. 77). A | ||
11702a | ex. | τὸν δ’ ἐλατῆρ’ ἀφίει: τὸν ἑκατέρας συνωρίδος ἐλα‐ τῆρα, ὡς „ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη“ (α 335). T | |
11702b | ex. | 〈ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων:〉 ἤτοι ἐλατῆρα ἵππων ἢ ἀκαχήμενον περὶ ἵππων. Aint | |
11703a1 | ex. | 〈ἐπέων:〉 ὡς καὶ βλασφημηθέντος αὐτοῦ ἐν τῇ ἀφαιρέ‐ σει. Til | |
11703a2 | δείκνυσιν ὅτι οὐ μόνον τοὺς ἵππους ἀφείλετο, ἀλλὰ | ||
καὶ αὐτὸν ἐβλασφήμει ἐν τῇ ἀφαιρέσει. b(BCE3) | |||
11704-5 | ex. | τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκεν / δαιτρεύειν: ἐς δῆμ‐ ον, τοῖς δανείσασι μερίζει. T | |
11705a | Ariston. | Did. | δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος 〈κίοι ἴσησ〉: ἐκ τῶν περὶ τῆς Κικονίας λεγομένων ἐν Ὀδυσσείᾳ (sc. ι 42) μετά‐ κειται ὁ στίχος· ἔνθα καὶ εὔλογον αὐτοὺς τὰ λάφυρα ἐξ ἴσου μερίζε‐ σθαι. ἐνταῦθα δὲ οὐκ ἐπέβαλεν ἐξ ἴσου μερίζεσθαι, ἀλλ’ ἀνάλογον | |
5 | ἑκάστῳ τοῖς ὀφειλομένοις· οὐ γὰρ ἐκ πολέμου λαφυραγωγίας. A | Ζηνόδοτος οὐδὲ ἔγραφεν. A Aim Til | ||
11705b | ex. | 〈δαιτρεύειν,〉 μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης: ἴσης, τῶν ὀφειλομένων· οὐ πᾶσιν ἴσα. T | |
D | μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης: ὅπως μηδεὶς ἀπέλ‐ θῃ στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς· ἴσης γὰρ τῆς τὸ δίκαιον | ||
5 | καὶ ἴσον ἐχούσης. A | ||
11706-7 | ex. | ἀμφί τε ἄστυ / ἔρδομεν 〈ἱρὰ〉 θεοῖς: τοῖς περὶ τὸ ἄστυ θεοῖς. T | |
11.706 | Did. (?) | 〈ἀμφὶ δὲ ἄστυ:〉 γράφεται „ἀμφί τε ἄστυ“. Aint | |
11708a1 | Nic. | 〈ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἦλθον πρὸς τὸ σαφέστερον. Aim | |
11708a2 | {πάντες ἦλθον:} εἰς τὸ ἦλθον διαστολή. T | ||
11708a3 | εἰς τὸ ὁμῶς ὀλίγη διαστολή. b(BCE3) | ||
11709a | Ariston. | {πανσυδίηι μετὰ δὲ σφι} Μολίονε: ὅτι ἀπὸ μητρὸς | |
Ὅμηρος οὐ σχηματίζει· μήποτ’ οὖν ἀπὸ 〈τοῦ〉 ταύτης πατρὸς Μόλου οὕτως αὐτοὺς εἶπεν. A | |||
11709b | ex. | Μολίονε: παρὰ τὸν μῶλον, ἢ ὅτι Μόλου ἦν ἡ Μολίνη θυγάτηρ. T | |
D ad Λ 750 | D | Μολίονε: Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ Εὔρυτος—οὐδένα σημαίνει. | οὗτοι παρηλλαγμένην— | ||
5 | τὴν Ἦλιν. ἡ ἱστορία παρὰ Φερεκύδει (FGrHist 3, 79 b). A | ||
11.710 | ex. | οὔ πω μάλ〈α〉 εἰδότε θούριδος ἀλκῆς: καὶ πῶς καυχᾶται παρ’ ὀλίγον αὐτοὺς ἑλών (cf. Λ 750—2); ἢ ὅτι τερατώ‐ δεις τινὲς ἦσαν, ὡς Ἡσίοδος (sc. fr. 18 M.—W.), ἄμφω ἐν ἑνὶ σώματι ὄντες. ὡς δέ τινες, ἑκάτεροι δύο σώματα εἶχον. T | |
11711a | Ariston. | {ἔστι δέ τις} Θρυόεσσα: ὅτι ἣν ἐν τῷ Καταλόγῳ (sc. Β 592) εἴρηκε Θρύον („καὶ Θρύον, Ἀλφειοῖο πόρον“), νῦν Θρυό‐ εσσαν λέγει. A | |
11711b | Ariston. | ex. | Θρυόεσσα πόλις: ἣν εἶπεν καὶ Θρύον, „Ἀλφειοῖο πόρον“ (Β 592). | αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ποιοῦσι τοὺς ἀκροατάς. b(BCE3)T | |
11712a | ex. | τηλοῦ ἐπ’ Ἀλφειῷ: ὥσπερ τὸ „Ἀλφειοῖο πόρον“ (Β 592), δι’ οὗ περᾷ ὁ Ἀλφειός, οὐχ ὅτι ἐκεῖθεν ἄρχεται ἢ ἐκεῖ περαιοῦ‐ | |
ται. T | |||
11712b1 | ex. | 〈νεάτη Πύλου ἠμαθόεντος:〉 τὸ δὲ νεάτη ἔσχατον ὅριον συνάπτουσα τῇ Ἤλιδι. T | |
11712b2 | ἔστι δὲ ὅριον ἔσχατον, ὁρίζον Πύλον καὶ Ἦλιν. b(BCE3) | ||
11714a1 | Nic. | ἀλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον: ὑποστικτέον. περιττεύει δὲ ἐν τῷ ἄμμι δ’ Ἀθήνη ὁ δέ σύνδεσμος. δύναται δέ καὶ ἐπὶ τὸ „ἔννυχοσ“ (Λ 716) ὑποστίζεσθαι, ἵνα ἐν τῷ „οὐδ’ ἀέκον‐ τα“ (Λ 716) ὁ δέ περιττεύῃ. καὶ ἔστιν ὁ λόγος τοῦ μὲν προτέρου | |
5 | οὗτος· ἐπεὶ δὲ πᾶν ἐπῆλθον τὸ πεδίον, ἄγγελος ἡμῖν ἦλθεν ἡ Ἀθηνᾶ ὑπ’ ὄρθρον οὐδ’ ἄκοντας ἀνήγαγε τοὺς Πυλίους. A | ||
11714a2 | ἄμμι δ’ Ἀθήνη: „ἄμμι δέ“· ἢ οὗτος ὁ δέ ἢ ὁ πρὸς | ||
ex. | τῷ „ἀέκοντα“ (Λ 716) πλεονάζει. καὶ διχῶς ἡ στιγμή. T | ||
11715a | ἄγγελος ἦλθε: οὐ πεμφθεῖσα ὑπό τινος, ἀλλ’ ἀφ’ ἑαυτῆς, b(BCE3E4)T ὡς „Ἶρις δ’ αὖθ’ Ἑλένῃ“ (Γ 121). T | ||
11715b | ex. | 〈ἄγγελος ἦλθε:〉 τότε (sc. Λ 671—6) μὲν πρὸς ἀγροί‐ κους αἰφνίδιος ἦν ἡ μάχη. νῦν δὲ πρὸς παρασκευασθέντας καὶ πο‐ λεμιστάς. b(BCE3E4)T | |
11.717 | Ariston. | ἀλλὰ μάλ’ ἐσσυμένους: ἐσσυμένους τὸν „λαόν“ (Λ 716), πρὸς τὸ σημαινόμενον. T | |
11717-8a | ex. | οὐδέ με Νηλεύς / εἴα: τεχνικῶς τῷ παραδείγματι τὸν Πάτροκλον διδάσκει, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα προελθεῖν εἰς τὴν μάχην. b(BCE3E4)T | |
11717-8b | ex. | 〈οὐδέ με Νηλεύς /〉 εἴα θωρήσσεσθαι: προτρέπει τὸν Πάτροκλον, δι’ ὧν αὐτὸς καὶ νέος καὶ ὑπὸ πατρὸς κωλυόμενος | |
ὅμως πεζὸς ἐξῆλθεν. A | |||
11719a | Hrd. | οὐ γάρ πώ τί μ’ ἔφη: ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ τὴν μέ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν. A | |
11719b | ex. | οὐ γάρ πώ τί μ’ ἔφη ἴδμεν πολεμήϊα ἔργα: πῶς οὖν πρώην ἐνίκησεν; ὅτι πρὸς ἀγροίκους ἦν ἡ μάχη, b(BCE3 E4)T νῦν δὲ πρὸς ἐμπείρους μάχης ἡ παράταξις ἔμελ〈λ〉ε γίνε‐ σθαι. b(BCE3E4)T | |
11720-1 | Hrd. | ἀλλὰ καὶ ὧς ἱππεῦσι 〈μετέπρεπον ἡμετέροισι / καὶ πεζός περ ἐών·〉 ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη: τὸ μὲν πρότερον ως περισπωμένως, τὸ δὲ ἕτερον κατ’ ἔγκλισιν, ἐπειδή‐ περ τὸ μεταφραστικὸν αὐτοῦ ἐστιν· ἐπεὶ οὕτως ἦγε 〈τὸ〉 νεῖκος | |
5 | ἡ Ἀθηνᾶ (ἢ οὕτως ἔφερε τὸν πόλεμον ἡ Ἀθηνᾶ), ὅπως ἐπιφανὴς γενήσομαι. A | ||
11.720 | ex. | ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον: καίτοι ἄπειρος ὢν ὁπλισμῶν. T | |
11.721 | ex. | καὶ πεζός περ ἐών: καὶ τοῦτο πρὸς ἔλεγχον Ἀχιλλέως τοῦ θαυμαστὸν ἱππικὸν κεκτημένου. b(BCE3E4)T | |
11722a | ex. | ἔστι δέ τις ποταμὸς Μινυήϊος: τὸ πολύαρχον και‐ νίζει τὴν ἀκρόασιν καὶ τὸ ὁμοειδὲς ἀποκόπτει καὶ σαφήνειαν προ‐ βάλλει καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδι‐ δοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἀπ’ ἄλλης | |
5 | ἀρχῆς ἀναγκάζουσα. b(BCE3E4)T | ||
11722b | ex. | ἔστι δέ τις ποταμὸς 〈Μινυήϊος εἰς ἅλα βάλλων〉: ἄκρως τὸ σχῆμα τοῦ ποταμοῦ διαγράφει· οὐ γὰρ εἰς αἰγιαλὸν | |
ἐκρεῖ, ἀλλὰ κατὰ κρημνοῦ φερόμενος ἐμπίπτει εἰς θάλασσαν ἄνωθεν. T | |||
11.723 | Nic. | ἐγγύθεν Ἀρήνης: ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσ‐ δοτέον τὸ ἡμιστίχιον. A | |
11723-4 | ex. | ὅθι μείναμεν 〈Ἠῶ δῖαν /〉 ἱππῆες: ἤδη γὰρ ἑαυτὸν εἶπε τοῖς ἱππεῦσι συναριθμεῖσθαι. T | |
11.725 | Nic. | ἔνθεν πανσυδίῃ 〈σὺν τεύχεσι θωρηχθέντεσ〉: βρα‐ χὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὑπ’ ὄρθρον γὰρ ὁπλισθέντες πρὸς τὴν Ἀρήνην ὥδευσαν καὶ κατὰ μέσον ἡμέρας ἐπὶ τὸν Ἀλφειὸν παρεγένοντο (cf. Λ 726). A | |
11.726 | ex. | 〈ἔνδιοι〉 ἱκόμεσθ’ 〈ἱερὸν〉 ῥόον Ἀλφειοῖο: δῆλον οὖν ὅτι τοῦ Ἀρκαδικοῦ Πύλου ἄρχει, ὃς ἀπέχει Ἀλφειοῦ ἑκατὸν τριάκοντα σταδίους· διὸ δειλινούς φησιν ἀφικέσθαι. T | |
11.727 | ex. | 〈ἔνθα Διῒ ῥέξαντες ...〉 ἱερὰ καλά: θαυμαστὰ καὶ οἰκεῖα αὐτῷ. T | |
11728a | ex. | ταῦρόν τ’ Ἀλφειῷ, 〈ταῦρον δὲ Ποσειδάωνι〉: βίαιος γὰρ τοῖς κέρασι ὁ ταῦρος καὶ τὴν γῆν ἀναβάλλων. T | |
11728b | ex. | ταῦρον δ’ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι: οἰκεῖα τὰ θύματα· τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους διὰ τὰς βίας τῶν ὑδάτων. A | |
11730a | Ariston. | δόρπον {ἔπειθ’ ἑλόμεσθα}: ὅτι Ζηνόδοτος γράφει „δεῖ‐ πνον“. δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφήν· εὐθέως γὰρ κα‐ | |
τακοιμῶνται. A | |||
11730b | ex. | 〈τελέεσσι:〉 τοῖς τάγμασι. b(BCE3) δείκνυσι δὲ ὅτι οὐδὲ κοιμώμενοι ἢ ἐσθίοντες διέλυον τὰς τάξεις. b(BCE3E4) | |
11.731 | ex. | καὶ κατεκοιμήθημεν ἐπ’ ἔντεσι: στρατιωτικὸν καὶ τοῦτο παράγγελμα ἐν τοῖς ὅπλοις καθεύδειν, b(BCE3E4)T ἐπεὶ καὶ Διομήδει ῥινὸς ὑπέστρωτο „βοὸς ἀγραύλοιο“ (Κ 155). T | |
11.733 | Did. (?) | 〈διαρραῖσαι:〉 γράφεται „διαπραθέειν“. Aim | |
11734a1 | Ariston. | ἀλλά σφι {ν} προπάροιθε 〈φάνη μέγα ἔργον Ἄρηοσ〉: ὅτι τὸ προπάροιθε οὐ τοπικῶς, ἀλλὰ χρονικῶς· πρὶν ἢ πορθῆσαι τὸ ἄστυ. 〈***〉 ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλε‐ μος. A | |
11734a2 | προπάροιθε: ἐπὶ χρόνου. T | ||
11734b | ex. | ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος: πρὶν τὸ ἄστυ ἀπολέσαι, μέγας αὐτοῖς ὁ κίνδυνος ὤφθη. b(BCE3 E4)T | |
11735a | ex. | εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης: καὶ τοῦτο τεκμήριον σφαιροειδῆ εἶναι τὸν κόσμον. T | |
11735b1 | Ariston. | φαέθων ὑπερέσχεθε γαίης: ὅτι ἐξ ἡρωϊκοῦ προσώ‐ που ὑπὲρ γῆς τὴν ἀνατολὴν λέγει, αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου | |
ἐξ Ὠκεανοῦ. A | |||
11735b2 | {ἠέλιος φαέθων ὑπερέσχεθε:} ὅτι ἐξ ἰδίου προσώπου φησὶν „ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο“ (Η 422). T | ||
11.736 | ex. | συμφερόμεσθα μάχῃ: εἰς ταὐτὸν συνηρχόμεθα· καὶ Ἡσίοδος „λιμὸς γάρ 〈τοι〉 πάμπαν ἀεργῷ σύμφορος ἀνδρί“ (opp. 302). T | |
11737a1 | Ariston. | ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν 〈ἔπλετο νεῖ‐ κοσ〉: ὅτι τινὲς καὶ „Ἀχαιῶν“ γράφουσιν. Ὅμηρος δὲ Ἐπειοὺς τοὺς Ἠλείους λέγει. καὶ ὅτι νεῖκος οὐ μόνον ἡ διὰ λόγων ἐπίπληξις, ἀλλὰ καὶ ἡ διὰ χειρῶν μάχη, ὡς νῦν. A | |
11737a2 | {ἀλλ’ ὅτε δὴ νεῖκος ἔπλετο:} ὅτι ἐπὶ τῆς διὰ χειρῶν μάχης τὸ νεῖκος. T | ||
11.738 | ex. | πρῶτος {δ’} ἐγὼν ἕλον ἄνδρα, 〈κόμισσα δὲ μώ‐ νυχας ἵππουσ〉: ὅτι πάντα προθυμίᾳ κατορθοῦται, ὅπου, ἃ εἶρξεν ὁ πατήρ, ταῦτα ἑαυτῷ πεπόρισται b(BCE3E4)T παρὰ πολε‐ μίων. T | |
11741a | ex. | ἣ τόσα φάρμακ〈α〉 ᾔδει: τοῦτο πρὸς αὔξησιν τῆς Νέστορος ἀρετῆς, εἴ γε μηδὲ ἡ γυνὴ ἔσωσεν αὐτόν, φάρμακα εἰδυῖα πολλά. b(BCE3E4)T | |
11741b | ex. | ἣ τόσα φάρμακ〈α〉 ᾔδη: ἐπεξεργάζεται, διὰ τῆς ψυχα‐ γωγίας κατέχων αὐτόν. T | |
11741c | D | ἣ τόσα φάρμακα ᾔδη: Μήδεια ἐγένετο Αἰήτου μὲν θυ‐ γάτηρ, Ἰάσονος δὲ γυνή. αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο καὶ συνῴκησεν Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ | |
Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς | |||
5 | ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα πα‐ ραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς φάρμακον ἔδωκε παραγενομένῳ τῷ παιδί· μέλλοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα (ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν) τὸ μὲν φάρμακον | ||
10 | ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς. οἰκήσασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἔφυραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομα‐ σθῆναι. ἱστόρηται παρὰ Κράτητι (fr. 84 M.). AT | ||
11744-5 | ex. | Ἐπειοί / ἔτρεσαν: τὸ αὐτὸ τῷ „λαοὶ δὲ περίτρεσαν“ (Λ 676). T | |
11.746 | Nic. | ἡγεμόν’ ἱππήων, 〈ὃς ἀριστεύεσκε μάχεσθαι〉: τὸ ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἐπάνω. A | |
11747a | Ariston. | αὐτὰρ ἐγὼν ἐπόρουσα 〈κελαινῇ λαίλαπι ἶσοσ〉: ὅτι ἐκπέπτωκεν εἰς ποιητικὴν κατασκευὴν τὸ παρηγμένον ἡρωϊκὸν πρόσωπον κατὰ τὴν ποίησιν. A | |
11747b | ex. | αὐτὰρ ἐγὼν ἐνόρουσα: πρὸς ἐρεθισμὸν Πατρόκλου ταῦτά φησιν. T | |
11748a | ex. | πεντήκοντα δ’ ἕλον δίφρους: τῷ ἀπαρτίζοντι ἀριθμῷ χρῆται καὶ ἔμπροσθεν (sc. Λ 678). T | |
11748b | ex. | 〈ἀμφίς:〉 ἀντὶ τοῦ περί. Til | |
11.750 | Ariston. | καί νύ κεν Ἀκτορίωνε Μολίονε 〈παῖδ’ ἀλάπαξα〉: ὅτι ἐντεῦθεν Ἡσίοδος (fr. 17 b M.—W.) Ἄκτορος κατ’ ἐπίκλησιν καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν, γόνῳ δὲ Ποσειδῶνος. οὐδέποτε δὲ | |
Ὅμηρος ἀπὸ μητρὸς σχηματίζει. A | |||
11.751 | Ariston. | εἰ μή σφωε πατὴρ 〈εὐρυκρείων ἐνοσίχθων〉: πρὸς τὰ περὶ τῆς φύσεως τῶν Ἄκτορος παίδων, πότερον μία ἀμφοτέρων συμφυΐα ἢ ἑκάτερος αὐτῶν διφυὴς ἦν. A | |
11754a | Hrd. | Ariston. | {τόφρα γὰρ οὖν ἑπόμεσθα} δι’ ἀσπιδέος πεδίοιο: ὁ Ἀσκαλωνίτης (p. 51 B.) δι’ ἀσπιδέος, ἐπεὶ ἐπιφέρει „ἀνά τ’ ἔντεα καλὰ λέγοντεσ“ (Λ 755), τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπί‐ δας. ὁ δὲ Ἀλεξίων (fr. 49 B.) καὶ ἀμφότερα 〈ἐγ〉κρίνει, καὶ ἀσπιδέος καὶ | |
5 | „σπιδέοσ“. ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι ‘τινὲς μὲν ἀπὸ τοῦ α ποιοῦνται τὴν διαστολήν, ἵν’ ᾖ ἀσπιδέος, ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἀσπιδὲς τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος τοῦ ἔχον‐ | ||
10 | τος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει „ἀνά τ’ ἔντεα καλὰ λέγοντεσ“ | ||
(Λ 755). οἱ δέ φασιν ἐκ πλήρους „σπιδέοσ“ καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν, ὅταν λέγῃ (fr. 378 N.2 = 733 M. = 378 R.)· „σπίδιον μῆκος ὁδοῦ“, καὶ ὁ Ἀντίμαχος (fr. 114 W.)· „οὐδὲ σπιδόθεν προνοῆσαι“, τουτέστι | |||
15 | μακρόθεν.‘ καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος. Κράτης (fr. I 2 H.) δὲ προ‐ κρίνει τὴν διὰ τοῦ α γραφήν. {καὶ} Ζηνόδοτος (fr. 5, p. 191 P.) δὲ συναινεῖ τῇ δίχα τοῦ α γραφῇ καί φησι „σπιδέοσ“ τοῦ ἀπόρου καὶ τραχέος {καὶ μεγάλου}. καὶ Ἀμερίας (p. 5 H.) δὲ λέγει „σπιδέοσ“ τοῦ πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδρά‐ | ||
20 | σιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. | ἡ διπλῆ πρὸς τὸ σημαινόμενον τὸ ἀπὸ τῆς λέξεως. A | ||
11754b | Hrd. | Ἡρωδιανὸς (sc. 2,79,25) „διὰ σπιδέοσ“. Aim | |
11754c | ex. | δι’ ἀσπιδέος: κυκλοτεροῦς· ὅταν γὰρ ἐν ἀναπεπταμένῳ τόπῳ ὦμεν, κυκλοτερῆ αὐτὸν ὁρῶμεν. b(BCE3E4)T ἢ ἐπιμή‐ κους καὶ μακροῦ· ἢ πλατέος· ἢ περιφεροῦς ἀπὸ μεταφορᾶς τῆς ἀσπί‐ δος· T ἢ ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο, ἵνα τὸ πλῆθος | |
5 | αὐτῶν δηλώσῃ. b(BCE3E4)T δίχα δὲ τοῦ α ἔνιοι „σπιδέοσ“. T | ||
11.755 | Did. (?) | 〈λέγοντες:〉 ἐν ἄλλῳ †χ͂ λέγοντες†. Aim | |
11756-7 | ex. | D | ὄφρ’ ἐπὶ Βουπρασίου〈—Ἀλεισίου ἔνθα κολώνη〉: ἕως τῶν Ἤλιδος χωρίων· | Βουπράσιον (cf. 756) γὰρ καὶ Ἀλείσιον (cf. 757) πόλεις τῆς Ἤλιδος, ἡ δὲ Ὠλενία (cf. 757) πέτρα τῆς αὐτῆς χώρας μεγίστη. T | |
11757a | Nic. | πέτρης τ’ Ὠλενίης 〈καὶ Ἀλησίου ἔνθα ΚΟΛΩΝΗ〉: ἤτοι διασταλτέον ἐπὶ τὸ Ἀλησίου ἢ συναπτέον τοῖς ἑξῆς, ὡς Δη‐ | |
μήτριος ὁ Σκήψιος (fr. 58 G.) τάφον τὸν τοῦ Ἀλησίου (οὕτω γὰρ Ἀρίσταρχος γράφει), προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων | |||
5 | εἷς ἦν ὁ Ἀλήσιος. ἢ Ἀλήσιον μὲν πόλις, Κολώνη δὲ οὕτω καλούμενος τόπος. A | ||
11757b | ex. | Ἀλεισίου 〈ἔνθα〉 κολώνη: τινὲς Ἀλεισίου κολώνην τὸν τάφον τοῦ Ἀλεισίου. ἦν δὲ εἷς τῶν μνηστήρων Ἱπποδαμείας. ἀλλ’ οὐχ Ὁμηρικόν. T | |
11759a1 | Ariston. | ἔνθ’ ἄνδρα κτείνας 〈πύματον λίπον, αὐτὰρ Ἀχαιοί〉: ὅτι τὸ ἔνθα ἐν ἐκείνῳ τῷ τόπῳ. καὶ ὅτι τοὺς Πυλίους Ἀχαιοὺς λέγει νῦν, τοὺς δὲ Ἠλείους Ἐπειούς (cf. Λ 688. 694 al.). A | |
11759a2 | ὅτι τοὺς μὲν Πυλίους Ἀχαιούς, τοὺς δὲ Ἠλείους Ἐπειούς. b(BCE3E4)T | ||
11759b | ex. | αὐτὰρ Ἀχαιοί: Ἀχαιοὶ οἱ Πύλιοι, ὡς Ἠλείων μὴ ὄντων Ἀχαιῶν. οὐ τοῦ Ἠλείου οὖν Πύλου ἦρχεν ὁ Νέστωρ, ἀλλὰ τοῦ τῆς Τριφυλίας. T | |
11.761 | ex. | Νέστορι τ’ ἀνδρῶν: ὀνομαστὶ ἑαυτὸν λέγει, ἀναμιμού‐ μενος τὴν φωνὴν τῶν ἐπαινούντων. ἅμα δὲ καὶ ἐμφαίνει Πατρόκλῳ ὡς καὶ αὐτὸς τεύξεται ἰσοθέου τιμῆς σώσας Ἕλληνας. b(BCE3E4)T | |
11762a | D | 〈ὥς:〉 τοιοῦτος. Til | |
11762b | ex. | εἴ ποτ’ ἔην γε: εἴ ποτε ἤμην· νῦν γὰρ οὐκέτι εἰμί. T | |
11762-3a1 | ex. | αὐτὰρ Ἀχιλλεύς / οἶος τῆς ἀρετῆς ἀπονήσε‐ ται: καὶ ὁ Πάτροκλος ὡς ἂν μεγίστῳ διδασκάλῳ ἑπόμενος τῷ Νέστορι πρὸς Ἀχιλλέα φησίν· „αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται“ (Π 31). δυσωπεῖ δὲ ὁ Νέστωρ ταῦτα λέγων ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, | |
5 | οἷον οὐ καταλείπων τοῖς εἰς ἔπειτα ζῆλον. T | ||
11762-3a2 | λέγει ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, ἀλλὰ μόνος ὀνήσε‐ ται. ἢ οὐδὲ μόνος, τοῖς εἰς ἔπειτα μὴ λιπὼν ζῆλον. b(BCE3E4) | ||
11763a | ex. | οἶος τῆς ἀρετῆς ἀπονήσεται: μόνος τῆς ἀρετῆς ὄνη‐ σιν ἕξει, οὐχὶ δὲ καὶ οἱ φίλοι. A | |
11763b | D | 〈ἀπονήσεται:〉 ὄνησιν ἕξει, ἐν ἀπολαύσει γενήσεται. Til | |
11763-4 | ex. | ἦ τέ μιν οἴω / πολλὰ μετακλαύσεσθαι, ἐπεί κ’ ἀπὸ λαὸς ὄληται: καὶ αὐτὸν τὸν ἄγριον εἰς ἔλεον ἄξει τὸ γεγονός. οὐ παρακαλεῖ δέ· νεωστὶ γὰρ ἀπέβαλε τὰς παρακλήσεις. b(BCE3E4)T | |
11765a | ex. | ἦ μὲν σοί γε Μενοίτιος 〈ὧδ’ ἐπέτελλεν〉: καὶ Ὀδυσ‐ σεὺς μὲν ταῦτα ἔλεγεν ἐν ταῖς Λιταῖς· b(BCE3E4)T „ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεύσ“ (Ι 252). T ἀλλ’ ὁ μὲν ἐν κεφαλαίοις, ὁ δὲ καὶ τοῦ καιροῦ καὶ τῶν προσώπων ὑπομιμνῄσκει. b(BCE3E4)T | |
11765b | ex. | ὧδ’ ἐπέτελλεν: λείπει τὸ πολεμεῖν. T | |
11.766 | ex. | ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν: ὅτι δεῖ μᾶλλον Ἀχιλλέως αὐτὸν πείθεσθαι Ἀγαμέμνονι. T ἠρέμα οὖν αὐτὸν δι‐ δάσκει ὅτι σύμμαχος ἐφ’ ἑαυτοῦ τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσ‐ | |
θήκη τῆς συμμαχίας Ἀχιλλέως. b(BE3E4)T | |||
11767a1 | Ariston. | Did. | νῶϊ {δὲ ἔνδον ἐόντες}: ἡ μὲν διπλῆ, ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς. ἀθετοῦνται δὲ ἀπὸ τούτου στίχοι ἐννεακαί‐ δεκα, ἕως τοῦ „σοὶ δ’ αὖθ’ 〈ὧδ’〉 ἐπέτελλεν“ (Λ 785), ὅτι ἡ σύνθεσις αὐτῶν πεζή, καὶ διαφωνεῖ τοῖς ἐν ταῖς Λιταῖς ταῦτα „Πηλεὺς μὲν ᾧ | |
5 | παιδὶ 〈γέρων〉 ἐπέτελλ’ Ἀχιλῆϊ“ (Λ 783)· ἐκεῖ γὰρ ὁ Πηλεύς φησι „τέκνον ἐμόν, κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη / δώσους’, αἴ κ’ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμόν“ (Ι 254—5). καὶ ὅτι ἃ Πηλεῖ ἐπέ‐ βαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς εἴδωλον σπένδει· „ἐς δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγεν, / ξείνιά τ’ εὖ παρέ‐ | ||
10 | θηκεν“ (Λ 778—9). ὁ δὲ Πηλεὺς οὐδ’ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς δὲ ἡ σύνθεσις καὶ τοῦ „ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι“ (Λ 781). | ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ἐννεακαίδεκα. A | ||
11767a2 | ἀθετοῦνται δὲ (sc. Λ 767—85) ὡς ἐναντίοι τοῖς ἐν ταῖς Λιταῖς. T | ||
11767b | ex. | νῶι δ〈έ τ’〉 ἔνδον: ἀθετοῦνται στίχοι ἐννεακαίδεκα (sc. Λ 767—85)· πῶς γὰρ ὧδε μὲν Πηλεὺς ἀριστεύειν ἐπιτάσσει (sc. Λ 783—4), ἐκεῖ δὲ „μεγαλήτορα θυμόν / ἴσχειν ἐν στήθεσσιν“ (Ι 255—6); ὅτι, οὗ δέονται παρ’ αὐτοῦ, τούτου ὑπομιμνῄσκουσιν· ὁρᾷ | |
5 | γὰρ ὁ Νέστωρ ὡς ἐλώφησε νῦν τῆς ὀργῆς. —πάλιν φασίν· διὰ τί Πηλεὺς οὐ φιλοφρονεῖται τοὺς περὶ Νέστορα καὶ Ὀδυσσέα ἥκοντας, ἀλλ’ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. b(BCE3E4)T ὅτι δὲ καὶ | ||
Πηλεὺς ἐφιλοφρονήσατο, δηλοῖ διὰ τοῦ „ὅς ποτ’ ἔμ’ εἰρόμενος μέγ’ | |||
10 | ἐγήθεεν“ (Η 127)· καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον (cf. γ 36—51). —ἠρκεῖτο δὲ ὡς ἡγεμὼν μόνος ἐπιτάσσεσθαι Ἀχιλλεύς. ἀλλὰ καὶ σύντροφος αὐτῷ Πάτροκλος· T καὶ αὔξει νῦν τὸν Πά‐ τροκλον, ὡς δεόμενος αὐτοῦ. b(BCE3E4)T | ||
11767c | ex. | 〈ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς:〉 ἐν καιρῷ ἐδήλωσε τὰ τῆς στρατολογίας ὅτι οἱ ἀριστεῖς εἰς τοῦτο ἐκπέμπονται. b(BE3E4)TTil | |
11767d | ex. | ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς: ἵνα μὴ ἀρ‐ νοῖτο Πάτροκλος. T | |
11.769 | ex. | Πηλῆος δ’ ἱκόμεσθα: ὁ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)T εἰπὼν δὲ ὅτι τῶν παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει. b(BCE3E4)T πῶς ἄρα καὶ ἤκουσαν; b(BE3E4)T ὅτι κατὰ πρεσβείαν συμμαχίας ἀφιγμένοι. T | |
11770a | ex. | λαὸν ἀγείροντες: πῶς οὖν ἡ Ἥρα φησὶ „καμέτην δέ μοι ἵπποι / λαὸν ἀγειρούσῃ“ (Δ 28—9); ὅτι διὰ τοῦ Νέστορος καὶ Ὀδυσσέως συνῆγεν. καὶ ἡ Ἀθηνᾶ γοῦν κατέχει τοὺς Ἕλληνας ἀποπλεῖν θέλοντας διὰ Ὀδυσσέως (cf. Β 169—210). T | |
11770b | Did. (?) | 〈πουλυβότειραν:〉 ἐν ἄλλῳ „καλλιγύναικα“. Aim | |
11771-3 | ex. | 〈ἔνθα—〉γέρων δ’ ἱππηλάτα Πηλεύς 〈/ πίονα〉 μηρί’ ἔκηε βοός: προσώποις καὶ τόποις καὶ σημείοις πίστιν καὶ ὑπό‐ μνησιν τῶν λεχθέντων ποιεῖται. T | |
11773a | Did. | 〈μηρί’ ἔκηε:〉 Ἀρίσταρχος „μηρία καῖε“. Aim | |
11773b | ex. | μηρί’ ἔκηε βοὸς Διῒ τερπικεραύνῳ: ἐπὶ τῶν θεῶν μαρτύρων συμμάχους ὑμᾶς παρειλήφαμεν, οὓς νῦν ἀδικεῖτε, φησί, τῆς | |
συμμαχίας ἀφιστάμενοι. b(BCE3E4)T | |||
11774a | ex. | αὐλῆς ἐν χόρτῳ: ἐν τῷ περιφράγματι τῆς αὐλῆς. χόρτοι δὲ οἱ τριγχοί, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ (fr. 179, 3 N.2)· „σύγχορ‐ τα ναίω πεδία AT ταῖς Ἐλευθεραῖσ“, καὶ ἐν Ἀνδρομάχῃ (sc. 17) ὁμοίως. A | |
11774b | ex. | 〈ἐν χόρτῳ:〉 ἐν ὑπαίθρῳ. Til | |
11777-9a1 | ex. | ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς 〈/ —θέμις ἐστίν〉: οὐ προπετὴς Ἀχιλλεύς, ἀλλὰ φιλόξενος. καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον εἰσάγει· „ἀμφοτέρων {δ’} ἕλε χεῖρα καὶ ἵδρυ‐ σε〈ν〉 παρὰ δαιτί“ (γ 37). T | |
11777-9a2 | οὐκ ἐκ προπετείας τοῦτο ποιεῖ Ἀχιλλεύς, ἀλλ’ ἐκ φιλοξε‐ νίας. b(BCE3E4) | ||
11778-9 | ex. | κατὰ δ’ ἑδριάασθαι ἄνωγεν, 〈/ ξείνιά τ’ εὖ παρ‐ έθηκεν, ἅ τε—ἐστίν〉: ἔλεγχός ἐστι τῆς Ἀχιλλέως ὠμότητος, ἐπεὶ φιλοφρονησάμενος καὶ μεταδοὺς ξενίων περιορᾷ νῦν τοὺς ξένους ἀναιρουμένους. b(BCE3E4)T | |
11782a1 | Did. | 〈ἠθέλετον:〉 Ζηνόδοτος „ἠθελέτην“. Aim | |
11782a2 | τὸ δὲ {σφῶ δὲ μάλ’} ἠθέλετον ἡ τοῦ Ζηνοδότου „ἠθελέ‐ | ||
την“. T | |||
11785-9 | ex. | σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε—ἀγαθόν περ: ἄνω (sc. Λ 765) μερικῶς εἰπὼν περὶ Μενοιτίου νῦν ἐπὶ τὸ πᾶν ἦξε διήγημα ἐλέγχων· ἔστι γὰρ φιλοπάτωρ. T | |
11786-9 | ex. | τέκνον ἐμόν, 〈γενεῇ—εἰς ἀγαθόν περ〉: ὅσα ἐβούλετο τῷ Πατρόκλῳ παραινεῖν, ταῦτα ποιεῖ τὸν Μενοίτιον ὑπο‐ τιθέμενον, ὡς καὶ τῷ Ἀχιλλεῖ ὁ Ὀδυσσεὺς b(BCE3E4)T ἐκτίθεται τὸν τοῦ Πηλέως λόγον (sc. Ι 254—8). T καὶ ἀμφότεροι δεόντως, | |
5 | ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες μήτε Ὀδυσσέα μήτε Νέστορα τοὺς λέ‐ γοντας, ἀλλὰ τὸν πατέρα. b(BCE3E4)T | ||
11786a1 | Ariston. | {τέκνον ἐμὸν} γενεῇ μὲν 〈ὑπέρτεροσ〉: ὅτι Ἀρχίλοχος (fr. 24 T. = 38 W.) ὑπερτέρην τὴν νεωτέραν ἐδέξατο· „οἴην Λυκάμβεω παῖδα τὴν ὑπερτέρην“ ἀντὶ τοῦ τὴν νεωτέραν. καὶ τὸ ἔτυμον δὲ ἀντι‐ πίπτει· ὁ γὰρ ὑπερέχων κατά τί ἐστιν ὑπέρτερος. καὶ νῦν λέγει, τῷ | |
5 | γένει, τῇ εὐγενείᾳ ὑπερέχει διὰ τὸ εἶναι θεᾶς μητρός· σὺ δὲ πρεσβύτε‐ ρος εἶ (cf. Λ 787). A | ||
11786a2 | γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς: γένει ὑπερέχει σου, καθὸ ἐκ θεᾶς ἐστιν. T | ||
11786b | ex. | γενεῇ μὲν ὑπέρτερος: ὑπέρτερον ἀεὶ τὸν ὑπερέχοντά | |
φησιν· Ἴωνες δὲ τὸν †μετέωρον† λέγουσιν. b(BCE3E4)T | |||
11.787 | ex. | πρεσβύτερος δὲ σύ ἐσσι: ὥστε σὲ ἐκείνῳ οὐ δεῖ πείθε‐ σθαι· τὸ δὲ ἐναντίον νῦν ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς ἀνέχεσθαι, b(BCE3E4)T ὅπου τηλικοῦτος ὢν Ἀχιλλεὺς μετὰ Φοίνικα καὶ Πατρόκλου ἀνέχεται· διὸ ἐκεῖ μὲν „διδασκέμεναι“ (Ι 442), ὧδε δὲ | |
5 | „ὑποθέσθαι“ (Λ 788). T | ||
11.789 | ex. | ὁ δὲ πείσεται εἰς ἀγαθόν περ: καὶ ἐκεῖ „φιλοφροσύνη γὰρ ἀμείνων“ (Ι 256). T | |
11.790 | ex. | σὺ δὲ λήθεαι: εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν, ὑπαγόμενος αὐτόν. b(BCE3E4)T | |
11.791 | ex. | αἴ κε πίθηται: οἶδε γὰρ τὸ εὐλαβὲς Πατρόκλου καί φησιν· ὀφείλεις τὰ παρὰ σαυτοῦ εἰσενέγκασθαι. T | |
11.792 | ex. | τίς δ’ οἶδ’, εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις: πε‐ ριεῖλεν αὐτοῦ τὸν ὄκνον, ἄδηλον εἶναι τὴν ἀπείθειαν Ἀχιλλέως ὑπο‐ γράφων. b(BCE3E4)T ἅμα δὲ καὶ εὔελπιν ἀπεργάζεται τῇ παρὰ τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γὰρ ἄν, φησί, καὶ τὸ δαιμόνιον συμβα‐ | |
5 | λεῖται πρὸς τοῦτο. b(BE3E4)T | ||
11.793 | ex. | ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου: ἀπὸ κοινοῦ τὸ ἀγαθοῦ, ὡς τὸ „ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι“ (γ 196)· ἀπὸ κοινοῦ γὰρ τὸ ἀγαθόν. διδάσκει δὲ διαφόρως προσλιπαρεῖν, εἴγε | |
μηδὲν ἀνύσας διὰ πρέσβεων ἑτέρᾳ μεθόδῳ ἐχρήσατο πρεσβείας. T | |||
11794a | Ariston. | εἰ δέ τινα φρεσὶν 〈ᾗσι θεοπροπίην ἀλεείνει〉: ὅτι Ζηνόδοτος καὶ τοῦτον καὶ τὸν ἑξῆς περιέγραψεν, ἀναγκαίους ὄντας εἰς ἐρεθισμὸν Ἀχιλλέως. A | |
11794b | ex. | εἰ δέ τινα φρεσὶν ᾗσιν θεοπροπίην ἀλεείνει: εἰ‐ δὼς τὸ φιλόδοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν καὶ φόβον ὀνειδίζων. δύο δὲ προβέβληται καὶ ἀμφοτέρων ἐπέτυχεν. ἔστι δὲ ἁπάσης ἀντιλο‐ γίας στερητικόν· βοηθείτω γάρ, φησί, μὴ κινδυνεύων αὐτός. b(BCE3E4) | |
5 | T | ||
11.797 | ex. | αἴ κέν τι φόως Δαναοῖσι 〈γένηαι〉: ὡς νῦν αὐτῶν ἐν σκότῳ ὄντων. T | |
11.798 | ex. | ex. | καί τοι τεύχεα καλὰ δότω: οἶδε τὸ φιλότιμον Ἀχιλ‐ λέως, ὅπως ἡ δόξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναδράμῃ. ἅμα δὲ καὶ θεραπείαν ἔχει Ἀχιλλέως, εἰ τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει. b(BCE3E4)T | προπαρασκευάζει | |
5 | τὴν Ὁπλοποιΐαν. T | ||
11799a | Hrd. | {αἴ κέ σε τῶι} ἴσκοντες: Ἀρίσταρχος ἀξιοῖ διὰ τῆς ει διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροις, φησί, τὸ κατὰ διαίρεσιν αὐτοῦ ὁρᾶται, ἐΐσκω λεγόμενον· „ἐΐσκω πηγεσιμάλλῳ“ (Γ 197). οἱ δὲ περὶ τὸν Ἀλεξίωνα (fr. 50 B.) διὰ τοῦ ι μόνου συνεσταλμένου. | |
5 | κἀγὼ δὲ τούτοις συγκατατίθεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ σκω. ἔχειν πρὸ τέλους δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ υ, πιφαύσκω. ὁ δὲ λόγος παραι‐ | ||
τεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε ὅτε λέγει „ἐΐσκω“ κατὰ διαίρεσιν, ὑγιῶς πάνυ ἀποφαίνεται, εἴγε | |||
10 | παρὰ τὸ εἴδω ἐξέπιπτε μέλλων ὁ εἴσω, ὃς ὤφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ εἴσκω, ὡς μεθύσω μεθύσκω, δράσω δράσκω. ἀλλ’ ἐπεὶ ἀνέφικτον ἦν χωρῆσαι τὴν τοιαύτην δίφθογγον πρὸ τῆς σκω παρα‐ γωγῆς, διαιρέσει ἐχρήσατο. ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆς διαιρέσεως, ἐκεῖ ἐκβάλλει τὸ ε. A | ||
11799b | Did. | ex. (Hrd.) | {τῷ} εἴσκοντες: διὰ τῆς ει Ἀρίσταρχος· Ζηνόδοτος διὰ τοῦ ι. | ὁ δὲ Ἡρωδιανὸς (2,79,31) διὰ τοῦ ι βραχέος φησὶν εἶναι τὴν γραφήν. T | |
11.800 | ex. | ἀρήϊοι υἷες Ἀχαιῶν: εὖ τὸ ἐπίθετον· πολεμικοὶ μὲν ὄντες, τὸ δὲ νῦν δυστυχοῦντες. b(BCE3E4)T | |
11801a | ex. | ὀλίγη δέ τ’ ἀνάπνευσις 〈πολέμοιο〉: πρὸς τὴν †ἀνάγκην† μόνον, φησί, γένεσθε σύμμαχοι, εἰ ἐν βραχεῖ καὶ συντόμῳ δύναται αὐτοῖς τὰ τῆς ἐπικουρίας γενέσθαι, b(BCE3E4)T καὶ διδάσκει πῶς· „ῥεῖα“ γὰρ „ἀκμῆτεσ“ (Λ 802). ἢ καθολικόν ἐστιν· T | |
5 | ἡ ἀνάπνευσις τῶν νικωμένων παρὰ μικρὰν ῥοπὴν γίνεται, καὶ πολλάκις ἑνὸς ἀνδρὸς ἐπιφάνεια ἢ φόβου ὑπόνοια μεταβολὴν τῆς | ||
τύχης ἐπειργάσατο. b(BCE3E4)T | |||
11801b | ex. | ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο: μικρὰ ἡ περιλει‐ πομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου, ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι γένωνται, ἀπόλλυνται. A | |
11801c | Nic. (?) | 〈ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο:〉 γένηται. Aim | |
11802-3a | Ariston. | Nic. | ῥεῖα δέ κ’ ἀκμῆτεσ〈— /〉 ὤσαισθε προτὶ ἄστυ〈—κλισιάων〉: ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται. ὅτι οἰκειότερον κεῖνται πρὸ τῆς Πατρόκλου ἐξόδου (sc. Π 44—5), ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπὶ ναυσὶ μάχης συνεστώ‐ | |
5 | σης· οὐδὲ γὰρ ἂν συμβέβηκεν ἤδη τοὺς Τρῶας ἐπὶ ταῖς ναυσὶν αὐ‐ ταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας. | διασταλ‐ τέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τοῦ ῥεῖα δέ κ’ (802). οἱ δὲ τοῖς ἑξῆς συνάπτοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσι· μᾶλλον γὰρ τὸ κεκμηῶτας ἀϋτῇ (cf. 802) λόγον ἔχει. A | ||
11802-3b | ex. | ῥεῖα δέ κ’ ἀκμῆτεσ〈—κλισιάων〉: διὰ τῶν ἰδίων εἰς ζῆλον (cf. Λ 670—762), διὰ τῆς θυσίας ὡς παρὰ συνθή‐ κας ποιοῦντας, διὰ τῆς ἀναμνήσεως τῶν πατέρων ὡς παραβαίνον‐ τας τοὺς τῶν πατέρων λόγους (cf. Λ 765—790)· ἐναντιώσεις τῶν | |
5 | μαντείων ἔλυσεν, Ἀχιλλέως τὸ φιλόδοξον ηὔξησεν (cf. Λ 794—80)· εἶτα ὅτι καὶ εὐχερὴς ἔσται ἡ χάρις (cf. 802). τίς οὖν οὐκ ἂν ἕλοιτο | ||
καμὼν οὐδὲν πολλῶν ἐγκλημάτων ἀπαλλάσσεσθαι; T | |||
11802a1 | ex. | κεκμηότας ... ἀϋτῇ: τῇ μάχῃ κεκμηκότας. δύναται τὸ ἀϋτῇ καὶ τῶν προκειμένων χωρισθὲν ἐπὶ τὰ ἑξῆς φέρεσθαι, ἵν’ ᾖ βοῆς μόνον δεῖ καὶ νενικήκαμεν· τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην. T | |
11802a2 | ἢ τοὺς κεκοπωμένους τῇ μάχῃ. ἢ τοῦτό φησιν ὅτι οἱ ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἀϋτῇ μόνῃ ἤτοι βοῇ ὤσεσθε· τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην. b(BCE3E4) | ||
11.803 | ex. | 〈ὤσαισθε προτὶ ἄστυ:〉 ὅτι καὶ πρὸς τὸ μόνον ἀποσο‐ βῆσαι τοὺς πολεμίους ἱκετεύομεν. Til | |
11805a1 | ex. | βῆ δὲ θέειν 〈παρὰ νῆας ἐπ’ Αἰακίδην Ἀχιλῆα〉: τὴν προθυμίαν ἐδήλωσε τὸ θέειν. διὰ τοῦτο καὶ πάλιν ἐπανέλαβε τὴν λέξιν, „ἷξε θέων“ (Λ 807). εὖ δὲ καὶ τὸ μὴ „Ἀχαιῶν χαλκοχι‐ τώνων“ (Α 371 al.) φάναι· τὸ μὲν γὰρ τοῦ Κύκλου, τὸ δὲ τὴν ὁρμὴν ἐνέφηνε | |
5 | τὴν ἐπὶ τὸν Ἀχιλλέα. T | ||
11805a2 | διὰ τοῦ θέειν ἐδήλωσεν, ὅσην εἶχε προθυμίαν· ὅθεν καὶ ἐπαναλαμβάνεται πάλιν τὴν λέξιν. b(BCE3E4) | ||
11807a | Ariston. | ἷξε θέων Πάτροκλος, 〈ἵνα σφ’ ἀγορή τε θέμις τε〉: πρὸς τὸ τοῦ στρατοπέδου διάγραμμα ὅτι ὑποτίθεται κατὰ μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν. A | |
11807b | D | ex. | ἵνα σφ’ ἀγορή τε θέμις τε: ὅπου αὐτοῖς τά τε ὤνια ἐπιπράσκετο καὶ τὰ δικαστήρια ἐγίνετο· | ἡ γὰρ Θέμις ἐπόπτης τῶν ἐκκλησιῶν· „Ζεὺς δὲ †θέμις κελεύθους ἀγορὴν δὲ κέλευσε θεοὺς†“ (Υ 4). A | |
11.808 | ex. | τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί: ἐν δὲ τοῖς πρώτοις μόνον „ἥ ῥ’ ἐν μεσ〈σ〉άτῳ ἔσκεν“ (Θ 223). εὐσεβὲς | |
δὲ τὸ καὶ ἐν πολέμῳ βωμοὺς ἔχειν. T | |||
D | τῇ δὴ καί σφι θεῶν 〈ἐ〉τετεύχατο βωμοί: ὅπου | ||
5 | καὶ τῶν πλευσάντων ἐπὶ τὴν Ἴλιον ἑκάστῳ—ἦσαν. A | ||
11809a | ex. | ἔνθα οἱ Εὐρύπυλος 〈βεβλημένος ἀντεβόλησε〉: πιθανῶς τὸ μὴ εὐθὺς ἀπιέναι πρὸς Ἀχιλλέα· ἀνῄρητο γὰρ ἡ ἐν μέσῳ διάθεσις καὶ ἡ τειχομαχία. T | |
11809b | ex. | ἔνθα 〈οἱ〉 Εὐρύπυλος 〈βεβλημένος ἀντεβόλη‐ σε〉: οἰκονομικῶς, ἵνα καὶ τῇ θέᾳ τοῦ τρωθέντος καὶ τοῖς λόγοις αὐτοῦ πλέον ὀρινθῇ καὶ τῷ ἐσομένῳ πτώματι τοῦ τείχους. b(BCE3E4)T | |
11809c | Ariston. | 〈βεβλημένος:〉 ὅτι τετόξευται. Aim | |
11810-1 | ex. | κατὰ μηρὸν ὀϊστῷ, / σκάζων 〈ἐκ πολέμου〉: Μαχάων δὲ καίτοι κατὰ τὸν ὦμον τρωθεὶς ὑφ’ ἑτέρου κομίζεται (cf. Λ 598), ἢ ὅτι ἰατρός· ἢ καὶ ὅτι εὐτυχοῦντος τοῦ στρατοῦ, ὁ δὲ παντελῶς ἀπορίας οὔσης. ἄλλως τε χρησίμως ᾠκονόμηται ἀμφό‐ | |
5 | τερα. T | ||
11811-3 | ex. | σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν ἱδρώς 〈/ — / αἷμα μέλαν κελάρυζε〉: διὰ βραχέων πολλὰ δεδήλωκεν· τοῦ μὲν γὰρ καμάτου σημεῖον ὁ ἱδρώς (cf. 811), τραύματος δὲ αἷμα (cf. 812—3), ἀλγηδόνος δὲ τὸ σκάζειν | |
5 | (cf. 811). b(BCE3E4)T | ||
11.811 | D | νότιος: ὁ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. b(BCE3)T | |
D | νότιος: ὑγρὸς ἢ πολύς, ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. A | ||
11813a1 | ex. | {αἷμα μέλαν κελάρυζε·} νόος γε μὲν ἔμπεδος ἦεν: καίτοι ἐν ἐσχάτοις ὄντος τοῦ σώματος. οἰκονομικῶς δὲ τοῦτο· ἵνα γὰρ εὐσταθῶς ὁμιλῇ Πατρόκλῳ, τὸν νοῦν Ὅμηρος ἐφύλαξεν αὐτῷ. T | |
11813a2 | οἰκονομικῶς αὐτῷ τὸν νοῦν ἐφύλαξεν ὁ ποιητής, ἵνα Πατρόκλῳ εὐσταθῶς ὁμιλῇ. b(BCE3) | ||
11.814 | ex. | τὸν δὲ ἰδὼν ᾤκτειρε 〈Μενοιτίου ἄλκιμος υἱόσ〉: ἔστι μὲν γὰρ ἐνηής (cf. Ρ 204 al.), πλέον δὲ τοῖς λόγοις Νέστορος καὶ τῷ καιρῷ ἐπικέκαμπται. T | |
11.816 | ex. | ἆ δειλοὶ Δαναῶν ἡγήτορες 〈ἠδὲ μέδοντεσ〉: εὖ τὸ μὴ πρὸς τὸν Εὐρύπυλον ποιεῖσθαι τὸν λόγον μηδὲ τὴν τούτου συμφορὰν ἀπολοφύρασθαι, ἀλλὰ τοὺς σύμπαντας ἡγεμόνας ἀνακα‐ λεῖν καὶ τούτων ὀδύρασθαι τὰ παθήματα, ἐν τῷ Εὐρυπύλῳ θεασά‐ | |
5 | μενον αὐτά. b(BCE3E4)T | ||
11817a1 | Ariston. | ὡς ἄρ’ ἐμέλλετε: ὅτι ἀντὶ τοῦ ὡς εἰκὸς ἦν, ὡς ὑπο‐ κείμενον ἦν ὑμῖν παθεῖν. A | |
11817a2 | 〈ἐμέλλετε:〉 ἐῴκειτε. Til | ||
11.818 | Did. (?) | 〈ἀργέτι δημῷ:〉 γράφεται „ἠδ’ οἰωνούσ“. Aint | |
11820-1a | ex. | ἤ ῥ’ ἔτι 〈που〉 σχήσουσι〈—δαμέντεσ〉: ὅρα οὖν ὅτι παντελῶς ἀπεγνώκει τὰ Ἑλληνικά, καμφθεὶς ὑπὸ τῶν Νέστορος λόγων. b(BCE3)T εἰκότως οὖν δακρύων ἐντυγχάνει Ἀχιλλεῖ καὶ πέρας πείθει (cf. Π 2—129). T | |
11820-1b | ex. | ἤ ῥ’ ἔτι που σχήσουσι〈—δαμέντεσ〉: ἐν ἤθει· φθάνω, φησί, τῷ Ἀχιλλεῖ ταῦτα μηνῦσαι; T | |
11.822 | Did. (?) | 〈βεβλημένος:〉 ἐν ἄλλῳ „πεπνυμένοσ“. Aim | |
11823-4a1 | ex. | οὐκέτι〈—〉ἄλκαρ Ἀχαιῶν 〈/ ἔσσεται〉, ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν〉 πεσέονται: οἱ Τρῶες, ὡς Ἐπαφρόδιτος (fr. 34 L.), ὡς τὸ „ἐν δ’ ἔπες’ ὑσμίνῃ“ (Λ 297) καὶ „ἔμπες’ ἐπικρατέωσ“ (Π 81). δύναται δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων· | |
5 | εἶπε γὰρ „καί νύ κεν ἐν νήεσ〈σ〉ι πέσον φεύγοντες 〈Ἀχαιοί〉“ (Λ 311). T | ||
11823-4a2 | δύναται τὸ πεσέονται καὶ ἐπὶ τῶν Ἑλλήνων καὶ ἐπὶ τῶν Τρώων νοεῖσθαι, ὥς φησιν Ἐπαφρόδιτος. b(BCE3) | ||
11.824 | Ariston. | {ἔσσεται} ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι〈ν〉 πεσέονται: ὅτι τοῦτο ἐπὶ τῶν Τρώων λέγει· ἐμπεσοῦνται ταῖς ναυσίν, οἷον ἐν‐ σείσουσιν, ἐμπρήσουσιν. A | |
11826a | ex. | βεβλημένοι οὐτάμενοί τε: σύμφωνα ταῦτα τοῖς ὑπὸ Νέστορος εἰρημένοις, ἵνα ἀμφοτέρωθεν κινηθῇ ὁ Πάτροκλος. εὖ δὲ καὶ τὸ μὴ ὀνομαστὶ τοὺς τετρωμένους καταλέγειν (ὅπερ ποιεῖ ὁ Νέστωρ), ἅμα μὲν διὰ τὴν ταὐτολογίαν, εἶτα ὅτι καὶ τραυματίας | |
5 | ἐστὶν πολυλογεῖν οὐ δυνάμενος. T | ||
11826b | ex. | βεβλημένοι οὐτάμενοί τε: κεφάλαια τῶν λόγων Νέστορος (sc. Λ 660—4). T | |
11.828 | ex. | σάωσον ἄγων: εὐτελεῖ λέξει τὴν σωτηρίαν προβαλλόμενος προθυμότερον αὐτὸν ἀπειργάσατο. T | |
11829-30 | ex. | μηροῦ δ’ ἔκταμ’ ὀϊστόν〈—φάρμακα πάσσε〉: ἴδιον τοῖς κάμνουσιν ἐπιτάσσειν τοῖς ἰατροῖς, ἃ χρὴ πράτ‐ τειν, b(BCE3E4)T διὰ τὸ ἐπείγεσθαι ταῖς ὀδύναις. b(BCE3E4) | |
11830a | ex. | ὕδατι λιαρῷ: θερμῷ· πραΰνει γὰρ τὰς ἀλγηδόνας. T | |
11830b | ex. | ὕδατι λιαρῷ: εἰκότως· τὸ γὰρ θερμὸν αἵματος ἀγω‐ | |
γόν, τὸ δὲ ψυχρὸν ἐμποιεῖ φρίκην. T | |||
11830c | ex. | ἤπια φάρμακα πάσσε: ὡς ἀλγῶν πραέα φάρμακα βούλεται. ὁ δὲ ὡς εἰδὼς ῥίζαν πικρὰν βάλλει (cf. Λ 846). b(BCE3)T | |
11831a | ex. | τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι: ἅμα καὶ πρὸς τὸ γνῶναι ἡμᾶς ὅτι ἰατρὸς ὁ Πάτροκλος· ἅμα δὲ καὶ οἱ κάμνοντες σωτῆρας καὶ Ἀσκληπιοὺς εἰώθασι καλεῖν τοὺς ἰατρούς. T | |
11831b | Did. | 〈δεδιδάχθαι:〉 Ζηνόδοτος „δεδάασθαι“. Aim Til | |
11832a | Ariston. | ὃν Χείρων ἐδίδαξε: ὅτι Ὅμηρος δεδιδάχθαι μέν φη‐ σιν ἐνταῦθα τὴν ἰατρικὴν ὑπὸ Χείρωνος τὸν Ἀχιλλέα, περὶ μέν‐ τοι τῆς παρ’ αὐτῷ τροφῆς οὐδὲν συνέστακεν, ἀλλὰ καὶ τοὐναντίον διὰ τῶν πραγμάτων ἐπιμαρτυρεῖ, τροφέα τὸν Φοίνικα συνεστακὼς | |
5 | τούτου. A | ||
11832b | D | δικαιότατος Κενταύρων: τὸ ὑπερθετικὸν κεῖται ἀντὶ τοῦ ἀπολύτου. ἔστι δὲ ὁ μόνος ἐν Κενταύροις δίκαιος. ὅμοιον δὲ τούτῳ τὸ „μελάντερον ἠΰτε πίσσα“ (Δ 277). A | |
11832c | ex. | D | ex. | δικαιότατος Κενταύρων: φιλοξενώτατος. b(BCE3 E4)T οὕτως Ἐπαφρόδιτος (fr. 35 L.)· | ὁ μόνος δίκαιος ἐν Κενταύροις. ὅμοιον δὲ τοῦτο τῷ „μελάντερον ἠΰτε πίσσα“ (Δ 277). T | δίκαια γὰρ τὰ ξένια. ἐπιμέλεια δὲ ἦν τοῖς παλαιοῖς μουσικῆς | |
5 | καὶ ἰατρικῆς b(BCE3E4)T τῆς ῥιζοτομικῆς. T | ||
11833-6 | ex. | ἰητροὶ μὲν γάρ, 〈Ποδαλείριος ἠδὲ Μαχάων/ —ὀξὺν Ἄρηα〉: ἀναγκαίως καὶ τοῦτο, ἵνα διὰ τὴν ἐρημίαν | |
τῶν ἰατρῶν παραμείνῃ ὁ Πάτροκλος. T | |||
11.833 | ex. vel D | 〈ἰητροί:〉 ὀρθὴ ἀντὶ γενικῆς, ἀντὶ ἰατρῶν. Til | |
11.834 | Ariston. | τὸν μὲν ἐνὶ κλισίῃσιν 〈ὀΐομαι ἕλκος ἔχοντα〉: ὅτι A πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν· AT ὁ γὰρ Μα‐ χάων ἐστὶν ὁ τετρωμένος. A | |
11835a1 | ex. | χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος: ἄλ‐ λους ἰώμενοι νῦν τῆς ἄλλων ἐπικουρίας δέονται. T | |
11835a2 | οἱ γὰρ ἄλλους, φησίν, ἰώμενοι νῦν χρήζουσι καὶ αὐτοὶ τῶν ἰωμένων. b(BCE3E4) | ||
11838a | ex. | πῶς τ’ ἄρ’ ἔοι 〈τάδε ἔργα〉: διστάζει, τίνα δεῖ σῴζειν, αὐτὸν ἢ τὸ πᾶν πλῆθος. πῶς δὲ ἄρα νῦν ἔσπευδεν ὁ καὶ ἀπ’ ἀρχῆς λέγων „αἰδοῖος νεμεσητός, ὅ με προέηκε πυθέσθαι“ (Λ 649); T | |
11838b1 | Did. | 〈ἔοι:〉 Ζηνόδοτος διὰ τοῦ η, „ἔην“. Aint | |
11838b2 | ἡ δὲ τοῦ Ζηνοδότου „πῶς τ’ ἄρ’ ἔην“. T | ||
11.839 | ex. | ἔρχομ〈αι〉, ὄφρ’ Ἀχιλῆϊ 〈δαΐφρονι μῦθον ἐνί‐ σπω〉: ὑμῶν ἕνεκα καὶ τὴν ὁδὸν ταύτην στέλλομαι. T | |
11.841 | Did. | 〈σεῖο μεθήσω:〉 Ζηνόδοτος „†δὲ† ἀμελήσω“. ποιητι‐ κώτερον δὲ τὸ ἕτερον. Aim | |
11842a | ex. | ἦ, καὶ ὑπὸ στέρνοιο λαβών: ὑπολαβὼν αὐτὸν τοῦ στήθους. Aint b (BCE3)T ὅρα, ἐν ὅσῃ ἦν ἀνάγκῃ. b(BCE3 | |
E4)T | |||
11842b | ex. | καὶ ὑπὸ στέρνοιο λαβὼν 〈ἄγε〉: ἄκρως τὴν ἐπι‐ κούρησιν ἐσήμανεν. T | |
11844a | ex. | 〈ἔνθα μιν ἐκτανύσασ〉 ἐκ μηροῦ τάμνε μαχαίρῃ: φασὶν ὅτι οὕτω τὸ βελουλκεῖν, ἐν οἵῳ σχήματι τέτρωται. καὶ λέγεταί τι τοιοῦτον ὅτι βέλος ἰατρὸς θέλων ἐξελκύσαι, 〈ὡσ〉 οὐχ ὑπήκου‐ εν αὐτῷ τὰ τῆς βελουλκίας, τὸν τραυματίαν ἤρετο, ἐν ποίῳ σχή‐ | |
5 | ματι ὄντι αὐτῷ τὸ βέλος ἐπηνέχθη. ὁ δὲ ἱππεύοντι ἔφη, καὶ οὕτως ἀνακαθίσας αὐτὸν ἐξείλετο τὸ βέλος· ἢ οὖν ἑστάναι οὐκ ἠδύνατο, ἢ ὅτι ἡ χειρουργία οὔπω κατώρθωτο, ἢ ὑπὲρ τοῦ μὴ διατετάσθαι αὐτὸν καὶ αἱμορραγίαν γενέσθαι· καὶ ἄλλως τὸ τοῦ ὑπτίου σχῆμα τῷ ἑστῶτι πλησιάζει. T | ||
11844b | ex. | 〈ἔνθα μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ:〉 διὰ τί ἐκτανύει καὶ οὐχ ἑστῶτος βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑστῶτος βελουλκῆσαι, ἀλλ’ οὐ μόνον τοῦ βελουλκεῖν ἔδει· συνεαγέντος γὰρ τοῦ βέλους ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλως ἦν αὐτὸ ἐκβληθῆναι | |
5 | ἢ διὰ χειρουργίας, ὅθεν φησὶ τὸ τάμνε μαχαίρῃ. καὶ δῆλον ὡς μαχαίρᾳ τὸ σῶμα τεμὼν ἐκβάλλει αὐτό. b(BCE3E4) | ||
11844c | Ariston. | Nic. | ἔνθα μιν ἐκτανύσας 〈ἐκ μηροῦ τάμνε μαχαίρῃ〉: ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον εἰς τὰς τοιαύτας χρείας εὐθε‐ τοῦν. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὴν μετοχὴν πρὸς τὸ σαφές. A | |
11.845 | ex. | βέλος περιπευκές: ὡς καὶ „βέλος 〈... /〉 δριμύ, τό τε προϊεῖσι“ (Λ 269—70)· οὐ γάρ, ὅτι φαρμάκοις ἐχρίοντο. T | |
11.846 | ex. | ἐπὶ δὲ ῥίζαν βάλε πικρήν: τινὲς Ἀχίλλειαν τὴν βο‐ | |
τάνην καλοῦσι. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριέ‐ φερε τὴν ῥίζαν ὡς χρήσιμον, εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μά‐ λιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμ‐ | |||
5 | πεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. A b (BCE3E4)T ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισε. A b (BE3E4) T λέγουσι δὲ αὐτὴν εἶναι τὴν ἀριστολόχειαν, ἣν καὶ ἴσχαιμον καλοῦσιν. AT | ||
11.847 | ex. | χερσὶ διατρίψας: διὰ τί χερσὶ καὶ οὐ μᾶλλον λειαντι‐ κοῖς ὀργάνοις; ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ὥς φησι (sc. Λ 813), κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου, εἰς τὸ ἐμφράξαι τὸ τραῦμα. τῷ | |
5 | δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον (cf. Δ 218—9) A b (BCE3E4) T βραχείας οὔσης τῆς τοῦ †τραύματος† φορᾶς. A b (BE3E4) T οὐκ οἶδε δὲ δίαιταν ἰατρικὴν ὁ ποιητής. T | ||
11postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳ‐ | ||
δίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
121-2a | ex. | ὣς ὁ μὲν ἐν κλισίῃσι〈—οἱ δὲ μάχοντο〉: πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ ποιητής· ἔδει γὰρ τὰ τῆς μάχης ἐπιέναι, ὅπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον. A b (BCE3)T εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπιμέλεια, μὴ θαυ‐ | |
5 | μάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ λέγειν καιρῷ ἀδύνατον. A b(BE3)T | ||
121-2b | ex. | ὣς ὁ μὲν ἐν κλισίῃσι〈— / ἰᾶτ’ Εὐρύπυλον βεβλημένον〉: τῆς ἠπιότητος Πατρόκλου τὸ μετὰ τὴν χειρουργίαν μὴ ἀποστῆναι Εὐρυπύλου. τάχα δὲ ἡ ἐπὶ τῷ Εὐρυπύλῳ ταραχὴ λαθέσθαι αὐτὸν ἐποίησεν ὧν ἔλεγεν· „δεινὸς ἀνήρ· τάχα κεν καὶ | |
5 | ἀναίτιον 〈αἰτιόῳτο〉“ (Λ 654). b(BCE3)T | ||
12.1 | ex. | 〈Μενοιτίου ἄλκιμος υἱός:〉 ἀντονομασία. Til | |
D | {ὣς ὁ μὲν ἐν κλισίηι} Μενοιτίου ἄλκιμος υἱός: Πάτρο‐ κλος ὁ Μενοιτίου—ἐστράτευσεν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ (FGrHist 4, 145). A | ||
12.2 | Ariston. | ἰᾶτ’ Εὐρύπυλον βεβλημένον· 〈οἱ δὲ μάχοντο〉: ὅτι τὰ ἅμα γινόμενα οὐ δύναται ἅμα ἐξαγγέλλειν. ἐν ὅσῳ δὲ οὗτος | |
ἰᾶτο, ἐκεῖνοι ἐμάχοντο. A | |||
12.3 | ex. | ὁμιλαδόν: καθ’ ὁμίλους, ὡς „φυλαδόν“ (Β 668) κατὰ φυλάς, οἷον οὐ καθ’ ἕνα ἄνδρα συμβάλλοντες, b(BCE3E4)T ἀλλ’ ὅλων τῶν τάξεων ἐγίνετο συμβολή· b(BCE3)T ἐπειδὴ γὰρ εἰπεῖν τι περὶ τοῦ τείχους βούλεται, {διὸ} συντέμνει τὴν μάχην. T | |
123-35 | ex. | οὐδ’ ἄρ’ ἔμελλεν〈— / θησέμεναι〉: τετρω‐ μένων τῶν ἀριστέων μένειν ἐν τῇ πεδιάδι Ἕλληνες οὐκ ἐδύναντο. b(BCE3E4)T ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην ἐπὶ τειχο‐ μαχίαν μεταφέρειν βούλεται· τούτου γὰρ χάριν καὶ ἀνέπλασε τὴν | |
5 | τειχοποιΐαν ὁ ποιητής, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ τειχομαχίᾳ. τοῦτο μὲν οὖν ἐπὶ τοῦ Τρωϊκοῦ τείχους ἀμήχανον· θεοποίητον γάρ. b(BE3E4)T ὑπὲρ δὲ τοῦ μηδὲ ταύτην καταλιπεῖν τὴν ἰδέαν ἐπὶ τῷ τῶν Ἑλλήνων τείχει τὴν τειχομαχίαν ποιεῖ. T ἐπεὶ δὲ αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ ἠφάνισεν αὐτό, τὸν ἔλεγχον | ||
10 | συναφανίζων. b(BE3E4)T λάβοι δ’ ἄν τις τοῦτο πρὸς τοὺς χρόνους τοῦ ποιητοῦ διότι οὐ μετὰ πολὺ τῶν Τρωϊκῶν γέγονεν· εἰ γὰρ ἐνῆν ὑπονοεῖν ὅτι ἐκ τοῦ χρόνου κατέπεσε καὶ ἠφανίσθη ὡς αὐτοσχεδῶς ᾠκοδομημένον, οὐκ ἂν τῷ αἰτήματι τούτῳ ἐχρήσατο ὅτι αὐτὸς Ποσειδῶν ἠφάνισεν—πάντας δὲ τοὺς ἐκ τῆς Ἴδης ποτα‐ | ||
15 | μοὺς ἐπ’ αὐτὸ ἄγει ἐφ’ ἡμέρας ἐννέα (cf. 19—25), καὶ τοῦ Διὸς συνεχῶς ὕοντος καὶ τοῦ Ποσειδῶνος ἀναμοχλεύοντος τὰ θεμέλια (cf. 25—32)—, οὐ δυνάμενος δὲ ἴχνος τι ἀπαιτηθῆναι τοῦ μὴ γενο‐ μένου. διὰ τοῦτο καὶ οὐκ ἠρκέσθη τῇ τῆς δομήσεως ἀναιρέσει, ἀλλὰ καὶ ἀμάθῳ τὸν τόπον ἐκάλυψε, καὶ αἰγιαλὸς γέγονε τὸ πᾶν. | ||
20 | T τούτου δὲ αἴτιον ἀποδέδωκε τὸ μηνῖσαι θεούς, θυσιῶν ἐπ’ αὐτῷ μὴ τυχόντας, b(BE3E4)T οἷα καὶ τῇ οἰκοδομίᾳ αὐτοῦ εἰσήγαγε Ποσειδῶνα λέγοντα „οὐχ ὁράᾳς, ὅτε δ’ αὖτε καρηκο‐ μόωντες Ἀχαιοί / τεῖχος ἐτειχίσ〈σ〉αντο 〈...〉 οὐδὲ θεοῖσι δόσαν | ||
〈κλειτὰς ἑκατόμβασ〉;“ (Η 448—50). T | |||
123-4 | ex. | οὐδ’ ἄρ’ ἔμελλε / τάφρος ἔτι σχήσειν 〈Δαναῶν καὶ τεῖχος ὕπερθεν〉: οὐκ ἐδύνατο περὶ τὸ θεόκτιστον τεῖχος τοιαύτας περιπετείας ἀγαγεῖν. T | |
12.4 | D | τάφρος ἔτι σχήσειν Δαναῶν: πλάσας τεῖχος ὁ ποιη‐ τὴς—τὴν ἀπώλειαν αὐτοῦ εἶπεν. A | |
124-5 | Nic. | 〈καὶ τεῖχος ὕπερθεν /〉 εὐρύ, τὸ ποιήσαντο: βέλτιον τὸ εὐρύ (5) τοῖς ἐπάνω συνάπτειν. ἀμφίβολον δέ, πότερον ὕπερθεν εὐρύ (ἀρετὴ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι), ἢ (ὃ καὶ βέλτιον) ὕπερθε τῆς τάφρου· ταύτης γὰρ ὑπέρκειται. A | |
125-7 | Nic. | 〈τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον /〉 ἤλασαν οὐδὲ θεοῖσι 〈δόσαν κλειτὰς ἑκατόμβας, / ὄφρα σφιν νῆάς τε θοάσ〉: τὸ ἑξῆς ἀμφίβολον· ἤτοι γὰρ οὕτως ἔχει, τὸ ποιήσαντο νεῶν ὕπερ (5), ὄφρα σφιν νῆάς τε (7). ἢ οὐδὲ | |
5 | θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας (6), ὄφρα σφιν νῆάς τε θοάς (7)· ὃ καὶ βέλτιον. εἰ δὲ διὰ μέσου εἴη οὐδὲ θεοῖσ〈ι〉 δόσαν 〈κλειτὰς ἑκατόμβας (6)〉, οὕτω καὶ διορθωθήσεται. A | ||
125a | ex. | 〈νεῶν ὕπερ:〉 ἡ ὑπέρ ἢ τόπον ἢ ἐπικουρίαν δηλοῖ. Til | |
125b1 | ex. | ἀμφὶ δὲ τάφρον: ἀμφὶ ἀντὶ τοῦ περί, ὥς φαμεν ‘περὶ τοῦτον τὸν τόπον οἰκῶ‘, τὴν πλησίον σχέσιν σημαίνοντες. οἱ δὲ ἐπὶ παρατάσεως τὸ ἀμφί, ὡς τὸ „ἵνα μιν περὶ πᾶσαν ἐέργοι“ (Hsd. th. 127). T | |
125b2 | ἡ ἀμφί τὴν συνάφειαν καὶ ἐγγύτητα δηλοῖ, ὥσπερ φαμὲν ‘περὶ τοῦτον οἰκῶ τὸν τόπον‘, τὴν πλησίον δηλοῦντες σχέσιν. b | ||
(BCE3E4) | |||
126a | ex. | ἤλασαν: ἐξέτειναν, ἀπὸ τῶν σιδήρων· b(BCE3E4)Til ἢ ἔσκαψαν. Til | |
126b | ex. | οὐδὲ θεοῖσι δόσαν 〈κλειτὰς ἑκατόμβασ〉: πάντων ἀρχηγοὺς ἡγεῖσθαι δεῖ θεούς· b(BCE3E4)T καὶ „οἴῃ δ’ οὐκ ἔρ〈ρ〉εξεν“ (Ι 536). T | |
127-8a1 | ex. | ὄφρα σφιν νῆάς τε θοὰς καὶ ληΐδ〈α πολλήν〉 / ἐντὸς ἔχον ῥύοιτο: ἢ διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵν’ ᾖ τὸ ἑξῆς „ἤλασαν“, / ὄφρα σφιν (Μ 6—7)· ἢ οὐκ ἔδοσαν (cf. Μ 6), ἵνα σῴζοι τὸν ναύσταθμον καὶ αὐτούς· διὸ νῦν ἀτυχοῦσιν ἐν αὐτῷ, ὕστε‐ | |
5 | ρον δὲ φθείρεται. T | ||
127-8a2 | διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵνα σώζοι αὐτῶν τὸν ναύσταθμον {δείκνυσι δὲ ὅτι πάντων ἀρχηγὸν ἡγεῖσθαι δεῖ τὸ θεῖον}· διὰ γὰρ τοῦτο αὐτοὶ μὲν ἀτυχοῦσι νῦν, τοῦτο δὲ φθείρεται. b(BCE3E4) | ||
129-12 | ex. | ex. | τό κεν οὔτι πολὺν χρόνον ἔμπεδον 〈ἦεν / — Ἀχαιῶν ἔμπεδον ἦεν〉: ἐν βραχεῖ τὸ κεφάλαιον τῆς συγγραφῆς ἐξέθετο. ἅμα δὲ δείκνυσιν ὅτι δύο πρόσωπά ἐστι τὰ συνέχοντα τὴν Ἰλιάδα, καὶ παρεδήλωσέ τι τῶν ὕστερον ὅτι μετὰ τὴν Ἀχιλλέως | |
5 | μῆνιν οὔτε Ἕκτωρ ἐβίω, εὐθέως δὲ καὶ ἡ Ἴλιος ἐλήφθη. | πλεονάζει ὁ κέν (9). T τὸ δὲ ἔμπεδον (9. 12) οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές· b(BCE3E4)T ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος (cf. Μ 397—9), Ἕκτορος (cf. Μ 438—70), Ἀπόλλωνος (cf. Ο 360—6): b(BCE3)T ἀλλ’ ἔμπεδον ἀντὶ τοῦ ἐν τῷ πεδίῳ κείμενον· b(BCE3E4)T ὕστε‐ | ||
10 | ρον γὰρ ἁλίπλοον ἐγένετο σὺν τοῖς θεμελίοις (cf. Μ 26. 28). T | ||
1210-2 | Nic. | ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην〈— / τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν〉: ὑποστικτέον ἐπὶ τὸ ἔην (10) καὶ Ἀχιλλεύς (10) καὶ ἔπλεν (11)· ἡ γὰρ ἀνταπόδοσις τόφρα δὲ καὶ μέγα τεῖχος (12), τοῦ δέ (12) περισσεύοντος κατὰ τὸ | |
5 | σύνηθες. A | ||
1211a1 | Did. | 〈ἔπλε:〉 οὕτως Ἀρίσταρχος „ἔπλεν“. Aim | |
1211a2 | {ἀπόρθητος πόλις} ἔπλεν: Ἀρίσταρχος ἔπλεν σὺν τῷ ν, ἐκ τοῦ ἔπελεν συγκοπὴ〈ν〉 δεχόμενος, Ζηνόδοτος „ἔπλε“ ἀποκοπῇ τοῦ ἔπλετο. T | ||
1213-5 | ex. | ex. | 〈αὐτὰρ ἐπεὶ〉 κατὰ μὲν Τρώων θάνον, 〈ὅσσοι ἄριστοι, / πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίπον‐ το, /〉 πέρθετο δὲ Πριάμοιο πόλις: συνέπλεξε τὸν λόγον προσ‐ θεὶς τὸν μέν (14)· καὶ ἔστι μὲν δύσρητον, ὅμως ἥδιστον. ὁ δὲ ἁπλοῦς | |
5 | λόγος οὕτως ἦν· ‘πολλοὶ Ἀργείων δάμεν, οἱ δὲ λίποντο. Τρώων θάνον ὅσοι ἄριστοι‘. T φανερὸν οὖν ὡς ὑπελείφθησάν τινες, περὶ ὧν φησιν „Αἰνείαο βίη Τρώεσσιν ἀνάξει“ (Υ 307). b(BCE3)T | πέρ‐ θετο (15) ἀντὶ ἀορίστου τοῦ ἐπορθήθη. T ἐπεὶ δὲ εἰς τὸν θάνατον Ἕκτορος μέλλει τελευτᾶν ἡ ποίησις, ὅπως μὴ οἰηθῇ τις ἐπικρατέστερα | ||
10 | γεγονέναι τὰ τῶν Τρώων, εἶπεν ὅτι ἐπορθήθη (cf. 15), ἵνα μὴ λυπώ‐ | ||
μεθα νῦν τὰς τῶν Ἑλλήνων ἀκούοντες συμφοράς. b(BCE3)T | |||
1213a | Nic. | αὐτὰρ ἐπεί {κατὰ μὲν τρώων θάνον}: καὶ ἐνταῦθα ἡ ἀντα‐ πόδοσίς ἐστι „δὴ τότε μητιόωντο“ (Μ 17)· τὸ γὰρ χρονικὸν ἐπίρ‐ ρημα ἀνταποδέδοται τῷ ἐπεί. A | |
1213b | ex. | 〈κατὰ μὲν Τρώων θάνον:〉 Ἰακὴ διαίρεσις. Til | |
12.16 | ex. | 〈Ἀργεῖοι δ’—ἔβησαν:〉 καὶ τούτων δὲ ὅτε ἀπενόστη‐ σαν οἱ περιλειφθέντες. ἅμα δὲ καὶ προανακρούεται τὴν Ὀδύσσειαν. Til | |
1217a | Ariston. | δὴ τότε μητιόωντο 〈Ποσειδάων καὶ Ἀπόλλων〉: σημειοῦνταί τινες πρὸς τὰ ἐν τῇ Η (sc. 443—64) ἀθετούμενα, ὅτι καὶ ἐκ τούτων διαβάλλεται πρὸς τὸ πρόσωπον γινόμενα. A | |
1217b | ex. | 〈δὴ τότε μητιόωντο:〉 Μιλησίων ἡ ἀναστροφὴ τὸ δὴ τότε. τὸ δὲ μητιόωντο δευτέρας συζυγίας τῶν περισπωμένων. Til | |
12.18 | ex. | 〈ἀμαλδῦναι:〉 καθ’ ἅλμης δῦναι. Til | |
1219a1 | ex. | 〈Ἰδαίων ὀρέων:〉 ἢ τῶν ἄκρων Λεκτοῦ Φαλακρῶν Γαρ‐ | |
γάρου, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης τοῦ ὄρους. Til | |||
1219a2 | ἢ τῶν ἀκρωρειῶν τῆς Ἴδης Λεκτοῦ καὶ Γαργάρου καὶ Φαλάκρας, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης πληθυντικῶς φησι. b(BCE3E4) | ||
1220a | ex. | Ῥῆσος: Ῥοείτης μετωνόμασται. ῥεῖ δὲ πρὸς ἄρκτον ἀπὸ Καλῆς Πεύκης, ἥτις ἀπέχει ἀπὸ Ἀδραμυττίου στάδια ἑκατὸν ὀγδοή‐ κοντα. T | |
1220b | Hrd. | Κάρησος: Τυραννίων (fr. 26 P.) ὀξύνει τὸ Κάρησος ὡς Παρνασσός· οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν | |
5 | ἀνάγνωσιν, ὁπότε περὶ τοῦ „Γλισᾶντα“ (Β 504) διελάβομεν, εἴγε Διονύσιος (fr. 35 Schm.) ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ μὴ περισπᾶν. τό τε Λύκαστος (cf. Β 647) ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, ἡμῶν ἀναγινωσκόντων βαρυτόνως. οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρη‐ σος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγ‐ | ||
10 | κασθαι τὴν λέξιν. τάχα δέ, ἐπεὶ ἑώρα τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλ‐ λαβὰς ὀξυνόμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα ς, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ Ἁλικαρνησσός δισσὸν ἔχει τὸ ς, Λυκαβησσός, Ταρτησσός, τὸ μέν‐ | ||
τοι Κάρησος ἓν ἔχει τὸ ς. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη. A | |||
1220c | ex. | Hrd.(?) | Κάρησος: Πίδυς καλεῖται. ῥεῖ δὲ ἀπ〈ὸ Μα〉λοῦντος. Κυζικη‐ νοὶ ὀξυτόνως αὐτὸν καλοῦσιν. ἐμβάλλει δὲ εἰς Αἴσηπον. | Κάρησος δὲ ὡς κάμηλος. T | |
1220d | Hrd. | Ῥοδίος {τε}: παροξυτονητέον 〈ὡσ〉 κύριον. εἰκὸς μέντοι τὸ ὄνομα τοῦ ποταμοῦ ἔχειν πλεονασμὸν τοῦ δ· εἰκὸς γὰρ τῷ ποταμῷ παρὰ τὸν ῥοῦν ὠνομάσθαι ὥστε αὐτὸν εἶναι ῥοΐον καὶ Ῥοδίον. A | |
1220e | ex. | Hrd. (?) | Ῥοδίος: Δάρδανος καλεῖται. ῥεῖ δὲ ἀπὸ Κλεανδρίας 〈δι〉εχούσης Πεύκης σταδίους ἑξήκοντα. | Ῥοδίος δὲ ὡς „Ὁδίοσ“ (Β 856). T | |
1221a | ex. | Γρήνικος: ἐπεὶ Ἀλέξανδρος ἐκεῖ τοὺς Δαρείου σατράπας ἐνίκησεν· Γραικοὶ δὲ οἱ Ἕλληνες. ῥεῖ δὲ πρὸς ἀνατολὰς Ἑλλησπόν‐ του. T | |
1221b | ex. | δῖός τε Σκάμανδρος: δῖος, ἐπεὶ μόνος υἱός ἐστι Διός. πῶς οὖν περὶ τὴν πόλιν αὐτοῦ εἰσιν αἱ πηγαί (cf. Χ 147—52); ἢ ἐκεῖναι πιδύματα αὐτοῦ εἰσιν. T | |
1222a | Ariston. | καὶ Σιμόεις, ὅθι πολλὰ 〈βοάγρια καὶ τρυφάλειαι〉: ὅτι ἀμφίβολον μὲν ἐπὶ ποτέρου τῶν ποταμῶν λέγει, τοῦ Σκαμάνδρου | |
ἢ τοῦ Σιμοῦντος. δεκτέον δὲ ἐπὶ τοῦ Σιμοῦντος· διὰ μέσου γὰρ τοῦ πεδίου φέρεται. καὶ ὅτι ἀνέγνω Ἡσίοδος τὰ Ὁμήρου ὡς ἂν νεώτερος | |||
5 | τούτου· οὐ γὰρ ἐξενήνοχε τοὺς ποταμούς, μὴ ὄντας ἀξιολόγους, εἰ μὴ δι’ Ὅμηρον. καὶ τῷ Σιμοῦντι προσέθηκεν ἐπίθετον τὸ „θεῖόν τε Σι‐ μοῦντα“ (th. 342). A | ||
1222b | ex. | 〈Σιμόεις:〉 καὶ ἄλλος ἐν Κρήτῃ. ἔστι δὲ μικρὸς ὁ Σιμοῦς. Til | |
1222c | ex. | βοάγρια: τὰ †εἰς τὴν βοὴν ἀγειρόμενα†. A b (BCE3E4)T ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα. AT ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα. A b (BCE3E4)T | |
D(~) | βοάγρια: αἱ ἀπὸ βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπί‐ | ||
5 | δες. A | ||
12.23 | ex. | καὶ ἡμιθέων γένος ἀνδρῶν: οὐδέποτε τοὺς σὺν Ἀγα‐ μέμνονι ἡμιθέους ὠνόμασεν. ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησιν; ἢ πρὸς αὔξησιν τοῦ πάθους. b(BCE3E4)T | |
12.24 | ex. | ὁμόσε στόματ’ 〈ἔτραπεν〉: ὁμόσε τοὺς ἐκ διαφόρων τό‐ πων μισγομένους. T | |
12.25 | ex. | ἐννῆμαρ: οἱ μὲν „ἓν ἦμαρ“· οἱ δὲ ὅτι εὐεπίφορός ἐστιν εἰς τὰ | |
ἐννέα· οἱ δὲ πρὸς παντελῆ ἀπώλειαν. T | |||
D | ἐννῆμαρ {δ’ ἐς τεῖχος}: ἐπὶ ἐννέα ἡμέρας—ἴχνος φανῆ‐ ναι. A | ||
1226a | Did. | 〈συννεχές:〉 Ἀρίσταρχος καὶ Ἀριστοφάνης διὰ τοῦ ἑτέ‐ ρου ν. Aint | |
1226b | Hrd. | ἁλίπλοα: τὴν λι, φασί, συλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ αὐτῶν τῶν ἐρ〈ε〉ιπίων ἡ λέξις κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα ση‐ μαίνεται. οὕτως Ἀλεξίων (fr. 51 B.) καὶ οἱ ἄλλοι. κἀγὼ δὲ συγκατα‐ τίθεμαι τῇ προσῳδίᾳ· ἐκεῖνο γὰρ ἔχω ἀποφήνασθαι ὡς ὅτι ὁπότερον | |
5 | ἂν σημαίνῃ, προπαροξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρὰ τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοος (cf. θ 35) προπαροξύνομεν. καὶ δῆ‐ λον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων, „διπλόοσ“ (Δ 133. Υ 415), τριπλόος. A | ||
1226c | ex. | ἁλίπλοα: ὑπὸ θαλάσσῃ πλέοντα. τινὲς δὲ τὰ ξύλινα τοῦ | |
τείχους. T | |||
1227a1 | ex. | αὐτός {δ’ ἐνοσίγαιος}: τοῦτο ἐπὶ δεσπότου ἢ βασιλέως τίθησι. ἔστιν οὖν πάντων ποταμῶν δεσπότης· διὸ Ἀχελῷος μὲν „κρείων“ (Φ 194), αὐτὸς δὲ „εὐρυκρείων“ (Λ 751). T | |
1227a2 | τὸ αὐτός τὸ τοιοῦτον ἐπὶ δεσπότου καὶ βασιλέως τίθεται. ἔστι δὲ καὶ Ποσειδῶν πάντων ἄρχων ὑδάτων. b(BCE3E4) | ||
1227b1 | ex. | ἔχων 〈χείρεσσι〉 τρίαιναν: ἁλμυρὰ γὰρ καὶ γλυκέα καὶ μικτὰ ὕδατα. ἢ ὅτι σεισμῶν εἴδη τρία, χασματίαι βρασματίαι 〈κλι‐ ματίαι〉. T | |
1227b2 | ἁλμυρὰ καὶ γλυκέα καὶ μικτὰ ὕδατά εἰσιν, ἅπερ ὑφ’ ἑαυτὸν ἔχων πάντοτε ἐκεῖσε ἤγαγεν. b(BCE3E4) | ||
12.28 | ex.(?) | κύμασι πέμπε: εἰς κύματα, ὡς τὸ „ἦλθε δ’ ἐπὶ Κρήτεσ〈σ〉ι“ (Δ 251). T | |
1229a1 | Nic. | φιτρῶν καὶ λάων: καὶ τοῖς ἄνω προσδίδοσθαι λέγεται τοῦτο, ἵνα ᾖ θεμείλια φιτρῶν (cf. Μ 28—9), καὶ τοῖς ἑξῆς, ἵνα ᾖ θέσαν φιτρῶν καὶ λάων: καὶ τὸ σχῆμα ἀρχαϊκόν, τὸ τῆς ἐλ‐ λ〈ε〉ίψεως. A | |
1229a2 | φιτρῶν καὶ λάων τὰ θέσαν: ἐὰν στίξωμεν εἰς τὸ „πέμπε“ (Μ 28), συνάγομεν τὸ ἑξῆς ἕως τοῦ θέσαν· ἐὰν δὲ εἰς τὸ λάων, 〈τὸ〉 θέσαν τῶν ἑξῆς ἐστιν. T | ||
1229b | ex. | 〈λάων:〉 οὕτως Ἀμαθούσιοι. Til | |
1229c | ex. | λάων: λᾶς λαάων λάων, ὡς Αἰακιδάων. T | |
1229d1 | ex. | ex. | τὰ θέσαν μογέοντες Ἀχαιοί: τοῦτο ἀνεφώνησεν ὥ‐ σπερ συναχθόμενος τῷ καμάτῳ τῶν Ἑλλήνων ἀναιρουμένῳ. | ἃ μετὰ καμάτου, φησίν, εἰργάσαντο, οὕτως ἄρδην ἠφανίσθη. τινὲς δὲ διὰ τὴν Ἀχιλλέως μῆνιν, ὃς ἦν αὐτοῖς τεῖχος ἔμψυχον· μογέοντες οὖν | |
5 | ἀτυχοῦντες. T | ||
1229d2 | τοῦτο ἀνεφώνησεν ὡς συναλγῶν τῷ κόπῳ αὐτῶν. | μο‐ γέοντες δὲ ἀντὶ τοῦ ἀτυχοῦντες. b(BCE3E4) | ||
1230a | ex. | 〈λεῖα δ’ ἐποίησεν:〉 λεῖα τὰ χωρία τοῦ τείχους. Til | |
1230b1 | Did. | 〈ἐποίησεν:〉 οὕτως Ἀρίσταρχος ἐποίησεν. Aim | |
1230b2 | τὸ δὲ ἐποίησεν διὰ τοῦ ε. Til | ||
1233a | ex. | 〈ᾗ περ πρόσθεν ἴεν—ὕδωρ:〉 ὅπου πρώην ἐπο‐ ρεύετο τὸ ὕδωρ. Til | |
1233b1 | Hrd. | ΙΕΝ: οὕτως φέρουσι τὴν γραφήν, ιεν ὡς τίθεν. καὶ γίνεται ἀμφίβολον, πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεσαν συγκοπὴ ὑπάρχῃ, ὡς ἀπὸ τοῦ ἐτίθεσαν τὸ ἔτιθεν· καὶ δέον δασύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον ὁμοίως τῷ „ἆσσον ἴεν | |
5 | πολυκάρπου ἀλῳῆσ“ (ω 221)· ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ „ἵει“ ἐστὶν ὁμοίως τῷ „ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον“ (Μ 25). καὶ μήποτε ᾖ πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμένα, „τεῖχος {δ’} ἀμαλδύνας, ποταμοὺς δ’ ἔστρεψε νέεσθαι“ (Μ 32). A | ||
1233b2 | {ᾗ πρόσθεν ἴεν:} ψιλωτέον τὸ ιεν καὶ ἑνικῶς ἐκδεκτέον ἐπὶ τοῦ ὕδατος, ὡς τὸ „ἆσσον ἴεν πολυκάρπου ἀλωῆσ“. ἐὰν δὲ δασέως „ἵεν“, ἀντὶ τοῦ ἵεσαν. T | ||
1233c | Did. (?) | 〈ἵῃ:〉 γράφεται καὶ „ἵεν“. Aim | |
12.34 | Ariston. | ὣς ἄρ’ ἔμελλον ὄπισθεν: ὅτι Ζηνόδοτος γράφει „ὣς ἤμελλον ὄπισθε“. ἔστι δὲ βάρβαρον· τὰ γὰρ ἀπὸ συμφώνου ἀρχόμενα ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀπὸ τοῦ ε ἄρχεται. καὶ ὅτι τὸ ἔμελ‐ λον ἀντὶ τοῦ ἐῴκεσαν. A | |
12.35 | ex. | τότε δ’ ἀμφὶ μάχη: προληπτικῶς· οὔπω γὰρ ἦσαν φθάσαντες εἰς αὐτό. ἢ ὅτι ἐν κεφαλαίοις λέγων οὐ λεπτολογεῖ. T | |
1236a | ex.(?) | 〈ἐΰδμητον:〉 εὖ δεδομημένον. Til | |
1236b1 | ex. | ex. | κανάχιζε δὲ δούρατα 〈πύργων〉: ἂν στίξωμεν εἰς τὸ δούρατα, λείπει ἡ κατά, κατὰ τῶν πύργων. | 〈δούρατα〉 ἢ αἱ πύλαι ἢ οἱ φιτροί. T | |
1236b2 | στικτέον εἰς τὸ δούρατα καὶ τὴν κατά ἐκδεκτέον. b(BCE3) | ||
D | 〈κανάχιζε δὲ δούρατα πύργων:〉 τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ τὰ ἐνῳκοδομημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα. Aim | ||
1236c | Ariston. | κανάχιζε δὲ δούρατα πύργων: ὅτι πύργων ἀντὶ τοῦ πύργους, καὶ ἐλλείπει ἡ ἐπί, ἵν’ ᾖ ‘κανάχιζε δὲ δούρατα ὡς ἐπὶ πύργους βαλλόμενα‘ (cf. Μ 36—7), οὐ ‘τὰ ἐπῳκοδομημένα τῷ τείχει ἐκανάχιζε ξύλα‘. Διονύσιος δὲ ὁ Σιδώνιος τὴν μὲν πτῶσιν οὐκ ἐνήλ‐ | |
5 | λαξε, τὴν δὲ πρόθεσιν προσλαβὼν εἴρηκεν †ἐπὶ πύργους† βαλλό‐ | ||
μενα. A | |||
1237a1 | ex. | ex. | Διὸς μάστιγι δαμέντες: τῷ κεραυνῷ· καὶ ἀλλαχοῦ „Διὸς μάστιγι κακῇ“ (Ν 812). | πολιορκοῦνται Ἑλένην θέλοντες, καὶ περὶ ἑαυτῶν κινδυνεύουσι Νέστωρ ἀντὶ τοῦ συμβουλεῦσαι παραινεῖ (cf. Ο 659—66). προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἦν ἡ ἧσσα· εἰ μὴ γὰρ ἦν | |
5 | τοῦτο, οὐκ ἂν πάντες ἐδεδίεσαν ἕνα τὸν Ἕκτορα. T | ||
1237a2 | μάστιγα Διὸς τὸν κεραυνόν φησι. b(BCE3) | προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἡ ἧσσα ἦν Ἑλλήνων. b(BCE3E4) | ||
D | Διὸς μάστιγι 〈δαμέντεσ〉: τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κε‐ κακωμένοι. Διὸς δὲ μάστιξ ὁ κεραυνός. A | ||
1240a1 | Nic. | αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν 〈ἐμάρνατο ἶσος ἀέλ‐ λῃ〉: εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ πρόσθεν εἴτε διαστέλλοιμεν ἐπὶ τὸ ἐμάρνατο, τὸ ῥῆμα κοινὸν γίνεται ἀμφοτέρων τῶν μερῶν, ἐμάχετο ὡς πρόσθεν ἐμάχετο. A | |
1240a2 | αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν, ἐμάρνατο 〈ἶσος ἀέλλῃ〉: ὑποστικτέον εἰς τὸ πρόσθεν· τὸ δὲ ἐμάρνατο κοινόν. T | ||
1240b | ex. | μάρνατο ἶσος ἀέλλῃ: μέμνηται τῶν ἐπῶν ἐκείνων „ἐν δ’ ἔπες’ ὑσμίνῃ, ὑπεραέϊ ἶσος ἀέλλῃ“ (Λ 297). T | |
1240c | Did. | 〈ἐμάρνατο:〉 Ἀριστοφάνης „ἐμαίνετο“. Aint | |
1241-8a1 | ex. | ὡς δ’ ὅτ’ ἂν ἔν τε κύνεσσι〈—τῇ εἴκουσι στίχες ἀνδρῶν〉: πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕ‐ κτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον. τὰ δὲ ἄλλα οὐδὲν αὐτῷ συντείνει | |
πρὸς τὸν εἰκαζόμενον, οὐχ ἡ τοῦ χοίρου τελευτή (cf. 46), οὐχ οἱ ἀκον‐ | |||
5 | τίζοντες ἐπὶ τοῦτον κυνηγέται (cf. 43—5), ἀλλὰ ποιητικὸς κόσμος λαβὼν ἔχει. T | ||
1241-8a2 | πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕκτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον καὶ φοβοῦντα τοὺς ἀκοντιστὰς καὶ πολεμικοὺς Ἕλληνας. b(BCE3) | ||
1241a1 | Did. | {καὶ ἀνδράσι} θηρευτῇσι: γράφεται καὶ „θηρητῆρσι“ τὴν γὰρ εὐθεῖαν θηρητὴρ λέγει, „θηρητὴρ ἐτύχησε“ (Ο 581). T | |
1241a2 | ἔν τισι „θηρητῆρσι“. Ail | ||
1242a | Ariston. | 〈στρέφεται:〉 ὅτι ἀντὶ τοῦ στ〈ρ〉έφηται. Ail | |
1242b | ex. | βλεμεαίνων: ἐντεῦθεν ὁ ἀβλεμής, ἀόργητος καὶ ἀργός. T | |
12.43 | ex. | 〈πυργηδόν:〉 πύργος ἡ κατὰ †πλινθίων† διάταξις. Til | |
1244a1 | Did. | 〈ἀντίοι:〉 γράφεται „ἀντίον“· οὕτως γὰρ Ἀρίσταρ‐ χος. Aint | |
1244a2 | „ἀντίον †ἀΐσσοντα醓, οὕτως Ἀρίσταρχος. Til | ||
12.45 | ex.(?) | 〈κυδάλιμον:〉 τὸ γαῦρον. Til | |
1246a1 | Ariston. | ταρβεῖ οὐδὲ φοβεῖται: ὅτι οὐ τὸ αὐτὸ σημαίνει δι’ ἀμφοτέρων, ἀλλὰ διὰ μὲν τοῦ ταρβεῖ δέδιεν, ὃ ἡμεῖς φοβεῖται, διὰ δὲ τοῦ φοβεῖται φεύγει. λέγει οὖν, οὔτε δέδιεν οὔτε φεύγει. A | |
1246a2 | 〈οὐδὲ φοβεῖται:〉 οὐ φεύγει. Til | ||
1246b1 | ex. | ἀγηνορίη δέ μιν ἔκτα: καταχρηστικῶς ἐπὶ λέοντος· καὶ ἀλλαχοῦ „ἑή τέ μιν ὤλεσεν ἀλκή“ (Π 753). διδάσκει οὖν μέτρῳ χρῆσθαι ἐν τοῖς πλεονεκτήμασι, καθὸ ταῦτα ἐνίοτε φονεύει. καὶ πρὸς τὸ ἄλογον θράσος Ἕκτορος. T | |
1246b2 | διδάσκει μέτρῳ χρῆσθαι τοῖς πλεονεκτήμασι· ταῦτα γὰρ εἰ μὴ ῥυθμίζοιτο, ἀναιρεῖ τοὺς ἔχοντας. b(BCE3E4) | ||
1246c | Did. | 〈ἀγηνορίη:〉 οὕτως χωρὶς τοῦ ι Ἀρίσταρχος· ἔστι γὰρ ἡ ἀγηνορία. Aint | |
1249a | Nic. | 〈ὣς Ἕκτωρ ἀν’ ὅμιλον ἰὼν〉 ΕΛΙΣΣΕΘ’ ἑταίρους: τὸ ελίσσετο ἑκατέροις δύναται προσδίδοσθαι καὶ σημαίνει ἢ τὸ παρεκάλει παρὰ τὸ λίσσεσθαι ἢ ἐστρέφετο παρὰ τὸ ἑλίσσω ῥῆμα, ἐπεὶ καὶ λέοντι αὐτὸν εἰκάζει. πιθανώτερον δὲ τοῖς ἑξῆς αὐτὸ συντάττειν· οὔτε γὰρ | |
5 | εὔκαιρος ἡ διαστολὴ ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὔτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρακαλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους. A | ||
1249b | ex. | ἀν’ ὅμιλον ἰὼν ΕΛΙΣΣΕΘ’ ἑταίρους: στικτέον εἰς τὸ ἑλίσσετο, καὶ ἔστιν ἀντὶ τοῦ εἱλεῖτο· οὐδέποτε γὰρ παρεκάλεσεν Ἕκτωρ. b(BCE3E4)T καὶ ἔστι σύμφωνον τῷ „ταρφέα τε στρέφε‐ ται στίχας ἀνδρῶν πειρητίζων“ (Μ 47). T οἱ δὲ παρεκάλει, ὡσὰν | |
5 | κινδυνώδους καὶ δυσχεροῦς οὔσης τῆς πράξεως, b(BCE3E4)T ἐφ’ ἣν προτρέπεται· διὸ καὶ ἑταίρους πρόσκειται, οὐ Τρῶας· ἀπὸ γὰρ τῶν ἑταίρων ἄρχεται, ἵνα ἐκείνους καὶ οἱ λοιποὶ μιμήσωνται· μέμνη‐ ται γὰρ καὶ τῶν Σαρπηδόνος λόγων „ἀρχοὺς λισ〈σ〉ομένῳ τηλεκλη‐ τῶν ἐπικούρων“ (Ε 491). T | ||
12.50 | ex. | 〈τάφρον ἐποτρύνων διαβαινέμεν:〉 τὴν γέφυραν. αὐ‐ τὸς δὲ ἀδυνατῶν τοὺς ἄλλους προτρέπεται. Til | |
1250-1 | ex. | οὐδέ οἱ ἵπποι / τόλμων: οἱ δ’ Ἀχιλλέως „ἀντικρὺ δ’ | |
ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι“ (Π 380). T | |||
1252-9 | ex. | ἀπὸ γὰρ δειδίσ〈σ〉ετο τάφρος 〈/ —εἰ τελέουσι〉: ἄκρως τὰ περὶ τὴν τάφρον δεινοποιεῖ, ἀγῶνας κινῶν τῷ ἀκροατῇ καὶ ἀνελπιστίαν τῆς διαβάσεως καὶ προσοχὴν τοῦ ἐσομένου τολμήματος. b(BCE3E4)T | |
12.52 | ex. | ἀπὸ γὰρ δειδίσ〈σ〉ετο 〈τάφροσ〉: τὸ ἀνέλπιστον τῆς διαβάσεως θόρυβον κινεῖ καὶ ἀγωνίαν. T | |
1253-4a | ex. | οὔτ’ ἄρ’ ὑπερθορέειν 〈σχεδὸν οὔτε περῆ‐ σαι / ῥηϊδίη〉: θατέρῳ γὰρ τρόπῳ διελθεῖν ἦν ἀναγκαῖον, ἢ ὑπερθορόντας, εἴπερ ἦν σχεδόν, ἢ διαπεράσαντας βάδην, εἴπερ ἦν εὐδιάβατος. b(BCE3E4)T ἀμφότερα οὖν παρέλαβε πρὸς τὸ | |
5 | ἀμήχανον· καὶ ἔστι τὸ μὲν οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδόν (53) ἐξήγησις τοῦ εὐρεῖα (53), τοῦ δὲ οὔτε περῆσαι / ῥηϊδίη (53—4) τὸ ἐπιφερόμενον. b(BE3E4)T περιττὴ δὲ ἡ κατασκευὴ τῆς ἀπαγγελίας· τὸ μὲν γὰρ κοινὸν ἦν ‘ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεῖά τε οὖσα εἰς τὸ πηδῆσαι καὶ δυσδιόδευτος διὰ τοὺς κρημνοὺς | ||
10 | καὶ τοὺς σκόλοπασ‘ (cf. Μ 52—6). ὁ δὲ προὔταξε μὲν τὸ εὐρεῖα (53), ἐπαγαγὼν δὲ τὰ δύο, τὸ ὑπερθορέειν (53) καὶ περῆσαι (53), ἀνταπέδωκε τὴν αἰτίαν τοῦ μηδὲ περᾶσαι δύνασθαι. T | ||
1253-4b | ex. | 〈οὐ γὰρ ὑπερθορέειν σχεδὸν οὐδὲ περῆσαι / ῥηϊδίη:〉 πηδᾶν μὲν γὰρ τὸ πλάτος, διελθεῖν δὲ εἶργε τὸ βάθος. λείπει δὲ ἡ οὖσα. Til | |
1254a | ex. | κρημνοὶ γὰρ ἐπηρεφέες: τὰ ἀνενεχθέντα χώματα, ἀνα‐ χώματα. T | |
1254b | Did. | ex. | κρημνοὶ γὰρ 〈ἐπηρεφέεσ〉 περὶ πᾶσαν: Ἀρίσταρ‐ χος „διὰ πᾶσαν“. | τὸ δὲ ἐπηρεφέες κρεμάμενοι ἢ πυκνοί. T | |
1254c | Did. | 〈περὶ πᾶσαν:〉 Ἀριστοφάνης „διὰ πᾶσαν“. Aim | |
1255-6 | Hrd. | ἕστασαν ἀμφοτέρωθεν 〈... τοὺσ〉 ἔστασαν υἷες Ἀχαιῶν: τὸ μὲν πρότερον ἕστασαν (55) δασύνει ὁ Ἀρίσταρχος, ἐπειδήπερ τὸ αὐτό ἐστι τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς (sc. ad Β 777) δασύνεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ | |
5 | τούτου τοῦ ῥήματος. τὸ μέντοι δεύτερον (sc. 56) ψιλοῖ· ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν· οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου ἐπὶ τούτου τοῦ ῥήματος ἐψιλοῦτο. συγκατατίθεται δὲ καὶ ὁ Ἀσκα‐ λωνίτης (p. 52 B.) τῇ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς. A | ||
1255a | Hrd. | ἕστασαν ἀμφοτέρωθεν: τοῦτο μὲν τὸ ἕστασαν δα‐ συντέον. τὸ 〈δὲ〉 ἑξῆς ψιλωτέον, λέγω δὴ τὸ „τοὺς ἔστασαν υἷες Ἀχαιῶν“ (Μ 56). T | |
1255b | ex. | ἕστασαν ἀμφοτέρωθεν: ὥστε μήτε τὴν κατάβασιν ῥᾳδίαν εἶναι μήτε τὴν ἔκβασιν. b(BE3E4)T | |
1256a1 | Ariston. | ἔστασαν: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔστησαν· διὸ καὶ ψι‐ λῶς ἀναγνωστέον· μετείληπται γὰρ τὸ στοιχεῖον. ἐν δὲ τοῖς ἐπάνω (sc. Μ 55) „ἕστασαν ἀμφοτέρωθεν“ δασύνεται. A | |
1256a2 | συστολὴ ἐκ τοῦ ἔστησαν. Til | ||
12.57 | ex. | πυκνοὺς καὶ μεγάλους: πυκνοὺς εἰς τὸ μὴ μεσάζεσθαι, μεγάλους δὲ εἰς τὸ μὴ ὑπερβαίνειν. b(BCE3E4)T | |
12.58 | ex. | ἔνθ’ οὔ κεν ῥέα: ἠθικῶς δεινοποιήσας τὴν ῥέα {ν} φησὶ ‘παρελθεῖν οὐκ ἐνῆν‘. T | |
1259a | Did. | ἐσβαίη: ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος „καββαίη“. καὶ γὰρ ἐπιφέρει „ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι“ (Μ 65). AT | |
1259b | ex. | μενοίνεον: ὅρα οὖν τὴν ἀποπληξίαν τοῦ Ἕκτορος. T | |
1260a | ex. | θρασὺν Ἕκτορα: εὔκαιρον τὸ ἐπίθετον. T | |
1260b | Ariston. | ex. | Ἕκτορα εἶπε παραστάς: ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα, ὡς καὶ „τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον“ (Ρ 237). | δύναται δὲ τὸ ἑξῆς εἶναι παρ’ Ἕκτορα στάς, ὡς μὴ λεί‐ πειν τὴν πρόθεσιν. A | |
1260c | ex. | 〈Ἕκτορα εἶπε παραστάς:〉 δύναται ‘παρ’ Ἕκτορα στὰς εἶπεν‘. T | |
12.61 | ex. | Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων: Τρώων Δαρδανίων καὶ Ζελειτῶν. ἀγοὶ δὲ κυρίως οἱ συμμαχίαν ἄγοντες. T | |
1262a | ex. | ἀφραδέως διὰ τάφρον 〈ἐλαύνομεν〉: οὐκ εἶπε θρα‐ σέως δι’ Ἕκτορα. καὶ τὸ ἐλαύνομεν δὲ τεχνικόν· καὶ ἑαυτὸν γὰρ ἐμπεριλαμβάνει ὡς πρόθυμος μὲν ὢν ὑπακούειν Ἕκτορι, διὰ δὲ τὸ ἀσύμφορον ἀποτρέπων τῆς ἐπιχειρήσεως. b(BCE3E4)T | |
1262b | ex. | διὰ τάφρον ἐλαύνομεν: ἢ διὰ τάφρου ἐλαύνομεν, ἢ ἐπὶ τάφρον, ἵν’ ᾖ ἡ διά ἀντὶ τῆς ἐπί. T | |
1262c | Did.(?) | 〈διά:〉 γράφεται „περί“. Aim | |
1262d | ex. | 〈ἐλαύνομεν:〉 θέλομεν ἐλάσαι. Til | |
1264a | ex. | ὀξέες ἑστᾶσιν, ποτὶ δ’ αὐτοὺς τεῖχος 〈Ἀχαιῶν〉: ἀπὸ κοινοῦ τὸ ἑστᾶσιν. ἀλλ’ ἐπὶ τοῦ τείχους μεταβάλλεται ὁ ἀριθμός, ἀντὶ τοῦ ἕστηκεν. b(BCE3)T ἐκ δὲ τοῦ ἐναντίου „ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι, μήστωρες ἀϋτῆσ“ (Δ 328)· ἀπὸ κοι‐ | |
5 | νοῦ τὸ ἵσταντο· καὶ μεταβάλλεται πάλιν ὁ ἀριθμός. T | ||
1264b | ex. | περὶ δ’ αὐτούς: „προτὶ δ’ αὐτούσ“, ἐγγὺς αὐτῶν· | |
πλέον γὰρ ἀπέχει τοῦ τείχους. T | |||
1265-6 | ex. | 〈ἔνθ’〉 οὔ πως ἔστιν 〈καταβήμεναι οὐδὲ μάχε‐ σθαι〉 / ἱππεῦσι: ἀλλ’ οὐδὲ πεζοῖς· ἀλλ’ ἵνα μὴ περὶ πάντων λέγων παροξύνῃ Ἕκτορα, περὶ μὲν τῶν πεζῶν οὐδὲν λέγει, περὶ δὲ μόνων τῶν ἱππέων προβάλλεται. ἑξῆς δέ φησιν, αὐτοὶ δὲ πρυλέες Ἕκτορι | |
5 | πάντες ἑπώμεθ’, (cf. Μ 77—8), οἱονεὶ ἂν οὗτος ἀγάγῃ ἡμᾶς, ὡς οὐκ αὐτὸς ἀρεσκόμενος τῇ διόδῳ. b(BE3)T | ||
1266a | Ariston. | Did. | | ἱππεῦσι· στεῖνος γάρ: ὅτι τὸ στένωμα τὸ κατὰ τὴν | |
Hrd. | γέφυραν τῆς τάφρου λέγει. | Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης „ἱπ‐ πῆασ“. | προπερισπαστέον δὲ τὸ στεῖνος· οὐδετέρως γὰρ ἐξενήνε‐ κται, πᾶν δὲ οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει. | ||
5 | οὕτως οὖν καὶ „μακρόσ“ (Ο 193) ὀξύνομεν ἀρσενικὸν ὑπάρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτως καὶ τὸ κλειτός· οὐδ‐ έτερον γὰρ γενόμενον βαρύνεται παρ’ Ἀλκμᾶνι (fr. 122 P.)· „†τῶι ἐν Θεσσαλίῳ κλείτει“. A | ||
1266b | Did. | 〈ἱππεῦσι:〉 Ζηνόδοτος „ἱππῆασ“. Til | |
1266c1 | ex. | Hrd. | στεῖνος {γάρ}: τὸ δυσχερὲς τῶν τόπων οὕτως ὀνομά‐ ζει. | οὐδέτερον δέ ἐστι τὸ στεῖνος, καὶ προπερισπαστέον. T | |
1266c | στεῖνος δὲ ὀνομάζει ἀεὶ τὸν δυσχερῆ τόπον. | προπερι‐ | ||
σπᾶται δέ. b(BE3) | |||
1266d | ex. | ὅθι τρώσεσθαι ὀΐω: ἐλαττωθήσεσθαι καὶ τραπήσε‐ σθαι· τρώματα γὰρ τὰς τροπὰς Ἴωνες καλοῦσιν· καὶ „οἶνός σε τρώει“ (φ 293) b(BCE3E4)T ἀντὶ τοῦ παρατρέπει. b(BCE3E4) | |
12.67 | Did. | 〈εἰ μὲν γὰρ δή:〉 Ἀριστοφάνης „εἰ μὲν γὰρ τούσ“. Aim Til | |
1267-74 | ex. | εἰ μὲν γὰρ δὴ πάγχυ〈—ὑπ’ Ἀχαιῶν〉: ὡς ἔμφρων (οἶδε γὰρ ὅτι πρόσκαιρός ἐστιν ἡ εὐτυχία) καὶ τοῦ μέλ‐ λοντος προνοεῖ· b(BCE3)T εὔχομαι μὲν γάρ, φησι, τοῦτο εἶναι, ἐννοεῖν δὲ χρὴ καὶ τὸ ἕτερον, ὅτι ἐν τῇ ὑποστροφῇ τὰ δεινό‐ | |
5 | τερα πεισόμεθα. ἴσως οὖν καὶ καθόλου τῆς διαβάσεως ἀποτρέπει, ἀλλ’ οὐ τολμᾷ τοῦτο πρὸς τὸν Ἕκτορα λέγειν. b(BE3)T ἄλλως τε καὶ ἐκ παντὸς τὴν διάβασιν πραγματεύεται ὁ ποιητής, κινῆσαι τὸν ἐπὶ ταῖς ναυσὶν ἀγῶνα σπουδάζων. T | ||
12.68 | Did. | 〈βούλετ’ ἀρήγειν:〉 „ἵετ’ ἀρήγειν“ οὕτως πᾶσαι. Aim | |
1270a1 | ex. | νωνύμους: κατὰ πρόληψιν τῶν ἐσομένων. ἢ ἄνευ ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων. T | |
1270a2 | ex. | D | ἄνευ ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων, b(BCE3E4) | |
ἀποβολῇ τοῦ ν. b(BCE3) | ἢ ἀνωνύμους. b(BCE3E4) | |||
12.71 | Ariston. | εἰ δέ χ’ ὑποστρέψωσι, 〈παλίωξις δὲ γένηται〉: πρὸς τὴν παλίωξιν, ὅτι ἐστὶ πάλιν δίωξις, ὅταν μεταβαλλόμενοι διώκωσιν οἱ διωκόμενοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ἐκ τοῦ δ’ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν / αἰὲν ἐγὼ τεύχοιμι“ (Ο 69—70). | |
5 | κακῶς· διὸ ἀθετεῖται. A | ||
12.72 | ex. | ἐνιπλήξωμεν: ἀκουσίως ἐμπέσωμεν· b(BCE3E4)T „ἕρκει ἐνιπλήξωσιν“ (χ 469). T | |
12.73 | ex. | οὐδ’ ἄγγελον ἀπονέεσθαι: ἐπίσταται τὸ μέγεθος τοῦ κινδύνου. ἐμφαντικῶς δὲ αὐτὸν παρέστησε διὰ τοῦ περὶ τὸν ἄγγε‐ λον διανοήματος. b(BCE3E4)T | |
12.74 | ex. | ἑλιχθέντων ὑπ’ Ἀχαιῶν: ἡμῶν κυκλωθέντων ὑπὸ τῶν Ἀχαιῶν, ὥστε ὅλος ὁ σκοπὸς αὐτῷ μὴ διαβαίνειν τὴν τάφρον. b(BE3E4)T | |
1275a1 | Did. | 〈ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω:〉 Ζηνόδοτος διὰ τοῦ τ, „τὼς ἂν ἐγὼ εἴπω“. Aim | |
1275a2 | 〈ὡς ἂν ἐγώ:〉 Ζηνόδοτος „πῶς ἂν ἐγώ“. Til | ||
12.76 | D | 〈ἐρυκόντων:〉 ἀντὶ τοῦ ἐρυκέτωσαν. Aim | |
1277a1 | Nic. | αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες: ἔχει μέν τινα διλογίαν ὁ στίχος, ἐπεὶ καὶ σὺν τεύχεσι καὶ θωρη‐ χθέντες. ὅμως γοῦν τὸ σὺν τεύχεσιν ἢ τοῖς ἄνω προσδοτέον, ἵν’ ἐλάττων ἡ διλογία γένηται, ἢ τοῖς ἑξῆς, ἵν’ ἡ σύν πρόθεσις κέηται | |
5 | ἀντὶ τῆς ἔν, ὡς ἐκεῖ „τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν“ (Α 183). βέλτιον δὲ τὸ πρότερον. A | ||
1277a2 | πρυλέες σὺν τεύχεσι 〈θωρηχθέντεσ〉: ἡ σύν ἀντὶ τῆς ἔν, ὡς τὸ „τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ“. ἢ στικτέον εἰς τὸ σὺν | ||
τεύχεσι. T | |||
1277b | Ariston. | 〈πρυλέες:〉 ὅτι σαφῶς τοὺς πεζοὺς ὁπλίτας πρυλέας. Aim | |
1277c | ex. | πρυλέες: οὕτω Γορτύνιοι. T | |
1277d | ex. | {σὺν τεύχεσι} θωρηχθέντες: ὥς ἐσμεν θωρηχθέντες. T | |
1278a1 | ex. | Ἕκτορι πάντες ἑπώμεθ’ 〈ἀολλέεσ〉: προσαγωγῶς πάνυ ἐπαίρει τὸν στρατηγόν. ἠρέμα δὲ καὶ ὑποδείκνυσι τὸν κίνδυνον, ὡς οὐκ αὐτὸς ἀρεσκόμενος τῇ εἰσόδῳ. b(BCE3E4)T καὶ τὸ ἀολλέες δὲ εἰς ἐπίτασιν, ὅτι στῖφος δεῖ τῶν ἀρίστων γενέσθαι, εἰ | |
5 | πρὸς τὸ ἔρυμα τῶν πολεμίων χωρήσειν μέλλομεν. T | ||
1278a2 | δυσαρεστεῖ τῇ εἰσόδῳ Πολυδάμας. Til | ||
12.79 | Did. | 〈πείρατ’:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „πεῖραρ“ ἑνι‐ κῶς. Aim | |
12.80 | ex. | ἅδ〈ε δ’〉 Ἕκτορι μῦθος: ἐπεὶ μηδὲν ἔστι ἄλλο ποιῆσαι, πείθεται νῦν αὐτῷ ὁ Ἕκτωρ. ἀλλαχοῦ δὲ „οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεισ“ (Μ 231). T | |
12.81 | ex. | αὐτίκα δ’ ἐξ ὀχέων〈—ἆλτο χαμᾶζε〉: εἰκότως οὐδὲ ἀποκρίνεται διὰ τὴν ἔπειξιν. τὸ δὲ αὐτίκα τῆς ἐπείξεως ση‐ μαντικόν. b(BCE3)T | |
12.83 | ex. | ἐπεὶ ἴδον Ἕκτορα δῖον: ἑωρακότες Ἕκτορα σύμψηφον τῇ βουλῇ Πολυδάμαντος. T | |
1285a | ex.(?) | 〈αὖθ’ ἐπὶ τάφρῳ:〉 τὸ ὅλον ‘αὖθι ἐπὶ τάφρῳ‘. Aim | |
1285b | Did. (?) | αὖτε {ἐπὶ τάφρῳ}: τινὲς „αὖθι“. T | |
1286-7 | Nic. | οἱ δὲ διαστάντες σφέας αὐτοὺς 〈ἀρτύναντες, πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο〉: βραχὺ διασταλτέον †κατὰ τὴν μετοχὴν† καὶ στικτέον κατὰ τὸ ἕποντο (87). εἰ δὲ γράφοιμεν τὸ „ἕκαστοι“ (sc. in v. 87), ὥς τινες, πάντως | |
5 | συναπτέον τοῖς ἑξῆς „οἱ μὲν ἅμ’ Ἕκτορ’ ἴσαν“ (Μ 88). A | ||
1286a | ex. | 〈οἱ δὲ διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες:〉 διαστάντες τῶν ἵππων ἢ ἑαυτῶν. b(BCE3E4)Til τὸ δὲ ἀρτύναντες καταρτίσαντες b(BCE3)T Ἀρίσταρχος. T | |
1286b | Did. | 〈ἀρτύναντες:〉 ἀρτύναντες, οὕτως ἡ γραφή. Til | |
1287a | ex. | πένταχα: τοσαῦται γὰρ ἡγεμονίαι Τρώων. οἱ δέ, ἐπεὶ πέντε ἦσαν πύλαι. ἢ ἵνα ἀνὰ δύο μέσον δορυφοροῖεν Ἕκτορα, b(BCE3E4)T ὃ καὶ ἄμεινόν μοι εἶναι δοκεῖ. b(BCE3)T | |
1287b | ex. | ἅμ’ ἡγεμόνεσ〈σ〉ιν ἕποντο: τὸ οὖν „Ἕκτορι πάντες ἑπώμεθα“ (Μ 78) περὶ τῶν ὑφ’ Ἕκτορι τεταγμένων φησίν. T | |
1287c | Did. (?) | 〈ἕποντο:〉 γράφεται „ἕκαστοσ“. Aim | |
1288-104 | ex. | οἱ μὲν ἅμ’ Ἕκτορι〈—διὰ πάντων〉: ὡς ἐπὶ νεαρῷ ἐπιχειρήματι κατάλογον ποιεῖται· εἴωθε γὰρ προανα‐ κρούσεις ποιούμενος καὶ τὴν Μοῦσαν καλεῖν ἔσθ’ ὅτε. τὸ δὲ ὅμοιον εὑρήσομεν ἐπὶ τῇ τοῦ Πατρόκλου ἐξόδῳ (sc. Π 168—209). T | |
12.89 | ex. | οἳ πλεῖστοι καὶ ἄριστοι: οἱ Ἰλιεῖς· οὗτοι γὰρ καὶ τὸ τεῖχος ἔρρηξαν. T | |
12.90 | Did. (?) | 〈τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας:〉 ἐν | |
ἄλλῳ „τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι“. Aint | |||
1291-2 | ex. | καί σφιν Κεβριόνησ〈—κάλλιπεν Ἕκτωρ〉: ἄκρως ἐπεξειργάσατο τὴν προθυμίαν Ἕκτορος τὸ μηδὲ τοῦ ἡνιόχου ἀποσχέσθαι, ἀλλὰ καὶ τοῦτον παραλαβεῖν ὡς ἐπὶ ἀναγκαίαν πρᾶξιν. b(BCE3)T | |
12.92 | ex. | ἄλλον Κεβριόναο χερείονα: οὐχ ὡς συγκρίσεως οὔσης χείρονα, ἀλλ’ ἁπλῶς λέγει ἥττονα ἐκείνου. αἱ δὲ τοιαῦται διατά‐ ξεις καὶ ἐπὶ Πατρόκλου καὶ Αὐτομέδοντος (cf. Π 145—7. 219). T | |
1293a | ex. | τῶν δ’ ἑτέρων Πάρις ἦρχε 〈καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ〉: τῶν ὑπὸ τοὺς Μεροπίδας (cf. Β 830—1) ἄρχουσιν. T | |
1293b | Ariston. | τῶν δ’ ἑτέρων Πάρις ἦρχε: ὅτι ὡς ἐπὶ τοῦ δευτέρου τάγματος ἑτέρων εἴρηκεν, καὶ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν. A | |
1293c | ex. | τῶν δ’ ἑτέρων: Τρώων δηλονότι. λέγει δὲ ἴσως τῶν Ζελειτῶν. T | |
D | Πάρις: κατὰ γαστρὸς ἔχουσα—ὅ ἐστιν ἐβοήθησε, πολεμίων ἐπελθόντων. A | ||
12.94 | ex. | καὶ Δηΐφοβος θεοειδής: διὸ Ἑλένη μετὰ τὸν Ἀλέξαν‐ δρον αὐτὸν ἐπελέξατο. T | |
12.95 | ex. | τρίτος δ’ ἦν Ἄσιος ἥρως: οὗτος καὶ τῶν ἰδίων καὶ | |
τῶν ὑπὸ Ἄδραστον καὶ Ἄμφιον (cf. Β 830—1) ἄρχει. T | |||
1296-7 | ex. | Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι 〈/ αἴθωνες μεγάλοι〉: μέλλων αὐτοῦ θρασεῖαν διηγεῖσθαι πρᾶξιν, εἰκότως ἐπεσημειώσατο αὐτὸν διὰ τῶν ἵππων καὶ πατρός. b(BCE3) T Ἀρίσβη δὲ πόλις Ἑλλησπόντου. φησὶν δὲ ὅτι θαρρῶν | |
5 | αὐτοῖς πεζὸς ἧκεν εἰς Ἴλιον. αἴθωνεσ〉 (97) δὲ μέλανες ἢ εὐκίνητοι ἢ πυρ〈ρ〉οί. T | ||
12.96 | Ariston. | Ἄσιος Ὑρτακίδης: ὅτι πλεονάζει ἐν Ἰλιάδι τὰς ἐπ‐ αναλήψεις, ἐν Ὀδυσσείᾳ δὲ ἅπαξ (sc. α 23). πρὸς τοὺς Χωρίζοντας (fr. 6 K.). A | |
12.97 | Ariston. | {αἴθωνες μεγάλοι} ποταμοῦ ἄπο Σελ〈λ〉ήεντος: ὅτι Σελλήεις ποταμὸς ἐπ’ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας (cf. Β 659). A | |
12.99 | ex. | Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε: ὡς φύλακες διὰ τὸ ὑπονοεῖσθαι αὐτὸν ἐπανιστάμενον τοῖς Πριάμου πράγμασιν· „α〈ἰ〉εὶ γὰρ Πριάμῳ ἐπεμήνιε“ (Ν 460). T | |
12.101 | ex. | Σαρπηδὼν δ’ ἡγήσατ’ 〈ἀγακλειτῶν〉 ἐπικού‐ ρων: διὰ τί μὴ Γλαῦκος ἦρχεν, ἀλλὰ Σαρπηδών; καίτοι Γλαῦκος ἐξ ἀρσένων ἦν. ἢ ἐπεὶ ἀμφισβητούντων περὶ βασιλείας πρόκλησις ἦν διατοξεῦσαι δακτύλιον ἐπικείμενον στήθει παιδὸς ὑπτίου. καὶ | |
5 | ἡ μὲν ἀδελφὴ τὸν ἑαυτῆς δέδωκεν, ἡ γυνὴ δὲ οὔ. ἢ ἐπεὶ ἀδελφῆς καὶ | ||
μοιχευομένης οὐ νοθεύεται τὸ γένος, ἀλλὰ γυναικός. T | |||
12.102 | ex. | Ἀστεροπαῖον: νεήλυδα ὄντα, ἀπὸ τῆς ὄψεως τὸ εὐγενὲς στοχασάμενος. T | |
12104a | ex. | 〈τῶν ἄλλων:〉 ἐπικούρων δηλονότι. Til | |
12104b | ex.(?) | ὁ δ’ ἔπρεπε καὶ διὰ πάντων: ὑπὲρ πάντων. περισ‐ σὸς δὲ ὁ καί. T | |
12105a | ex. | ἀλλήλους ἄραρον 〈τυκτῇσι βόεσσι〉: ἔφραξαν, ἐπύκνωσαν, ὥπλισαν. b(BCE3E4)T τὸ δὲ βόεσσιν ἀπὸ τοῦ πλεονάζοντος· τινὲς γὰρ χρυσᾶς καὶ χαλκᾶς εἶχον ἀσπίδας. b(BCE3) T | ἀλλήλους ἀντὶ τοῦ ἑαυτούς. T | |
12105b | Ariston. | τυκτῇσι βόεσσι: σημειοῦνταί τινες ὅτι 〈τυκτὰσ〉 βόας τὰς ἀσπίδας εἴρηκεν. A | |
D | τυκτῇσι βόεσσι: ταῖς εἰργασμέναις—ἀζαλέην. Aim | ||
12106a | ex. | 〈ἰθὺς Δαναῶν:〉 ἐξ ἐναντίας. Til | |
12106b | Hrd. ep. | {βάν ῥ’ ἰθὺς δαναῶν} λελιημένοι: λιλῶ ἐστι ῥῆμα τὸ σημαντικὸν τοῦ προθυμοῦμαι, ἐκ τοῦ λῶ διπλασιασθέν, οὗ παρ‐ | |
άγωγον τὸ λιλαίω· „λιλαιόμενα χροὸς ἆσαι“ (Λ 574). τοῦ λιλῶ ἀκόλουθος παρακείμενος λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ | |||
5 | λελιλημένος, πληθυντικὴ λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι. Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς (fr. 7 L.). A | ||
12107a | Ariston. | {σχήσεσθ’} ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν πεσέε‐ σθαι〉: ὅτι ἐπὶ τῶν Τρώων ἀκουστέον, ἐμπεσεῖν ταῖς ναυσίν. A | |
12107b | ex. | ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν〉 πεσέεσθαι: ἐμπεσεῖ‐ σθαι ἔλεγον τοὺς Ἕλληνας ταῖς αὑτῶν ναυσί· πᾶν γὰρ τὸ βουλῇ καὶ δυνάμει προφέρον ἦν τῶν Τρώων. b(BCE3E4)T | |
12108-11 | ex. | ἔνθ’ ἄλλοι Τρῶεσ〈—ἡνίοχον θεράπον‐ τα〉: πάντων ἅμα καὶ πολιτῶν καὶ ξένων πεισθέντων Πολυδάμαντι Ἄσιος ἀποβῆναι τοῦ ἅρματος οὐκ ἠθέλησεν. b(BCE3)T διαφέ‐ ρουσι δὲ ἐπίκουροι (108) καὶ σύμμαχοι· ἐπίκουροι οἱ πολεμου‐ | |
5 | μένοις ἥκοντες βοηθοί, σύμμαχοι δὲ οἱ σὺν αὐτοῖς ἐξελθόντες. b(BCE3E4)T διὸ ἐπὶ Ἑλλήνων οὔ φησιν ὁ ποιητὴς ‘ἐπί‐ κουροι‘. T | ||
12110a1 | ex. | ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ 〈Ἄσιος, ὄρχαμος ἀνδρῶν〉: βαρβαρικὴ ἡ ἀπείθεια. ἕτερος μὲν ἂν ποιητὴς τῷ Πολυ‐ δάμαντι ἐποίησε πάντας πειθομένους, ὁ δὲ Ὅμηρος μιμούμενος τὴν ἀλήθειαν ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἕνα τοῦτον; | |
5 | ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο· „μεγάλοι“ (Μ 97) γὰρ ἦσαν· οἷς καὶ θαρρῶν ἀπόλλυται (cf. Ν 384—93). T | ||
12110a2 | βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενος δὲ τὴν ἀλήθειαν ὁ ποιητὴς ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἕνα τοῦτον; ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο. καταστέλλει οὖν τὴν τῶν πολ‐ | ||
λῶν ἀλαζονείαν. b(BCE3) | |||
12.113 | ex. | Ariston. | νήπιος, οὐδ’ ἄρ’ ἔμελλε: σημαντικωτάτῳ ὀνόματι χρῆται τῷ νήπιος ἐν ταῖς ἀναφωνήσεσιν· b(BCE3)T „νήπιοι οἳ κατὰ βοῦς Ὑπερίονοσ“ (α 8), „νήπιος, οὐδὲ τὰ ᾔδη“ (Β 38) καὶ ἐπὶ τοῦ κεκοσμημένου τῷ χρυσῷ „νήπιος, οὐδέ τί οἱ τό γ’ ἐπήρ‐ | |
5 | κεσε λυγρὸν ὄλεθρον“ (Β 873). | τὸ δὲ ἔμελλε ἀντὶ τοῦ ἐῴκει. T | ||
12114a1 | Nic. | ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος: ἐπὶ τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον διὰ τὸ σαφές. A | |
12114a2 | στικτέον δὲ εἰς τὸ ἀγαλλόμενος. b(BCE3)T | ||
12114b | ex. | ἵπποισ〈ιν καὶ ὄχεσφιν〉 ἀγαλλόμενος: τὸ παι‐ δαριῶδες αὐτοῦ ἐσήμανεν ἐν τοιούτῳ καιρῷ καὶ τόπῳ καλλωπιζο‐ μένου ἵπποις. παρὰ τὸν καιρὸν οὖν καὶ αἱ χρήσεις τινῶν ἢ βλαβεραὶ ἢ ὠφέλιμοι καθεστᾶσιν. b(BCE3)T | |
12114c | ex. | παρὰ νηῶν: ἔδει ἀπὸ νηῶν· ἡ γὰρ παρά ἐμψύχων ἐστίν. παρὰ νηῶν οὖν ἀντὶ τοῦ ἀπὸ νηῶν. T | |
12.115 | Ariston. | {ἂψ ἀπονοστήσειν προτὶ} Ἴλιον 〈ἠνεμόεσσαν〉: ὅτι θηλυκῶς τὴν Ἴλιον. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „Ἴλιον αἰπὺ ἕλοιεν“ (Ο 71), ὅτι οὐδετέρως· διὸ ἀθετεῖται. A | |
12116-7 | ex. | ex. | μοῖρα δυσώνυμος ἀμφεκάλυψεν / ἔγχεϊ Ἰδο‐ μενῆος: τεχνικὸν τὸ καὶ τὴν ἀναίρεσιν προειπεῖν καὶ ὑφ’ ὅτου γενήσεται, ὅπως ὁ ἀκροατὴς πολυπραγμονοίη καὶ τοῖς ἔμπροσθεν ἐντυχεῖν. b(BCE3)T | δυσώνυμος (116) δὲ ἡ κακὸν ὄνομα | |
5 | ἔχουσα τὸν θάνατον. T | ||
12118a1 | Ariston. | Hrd. | εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά: ὅτι πολλὰ σημαί‐ νει τὸ εἴσατο, νῦν μὲν τὸ ὥρμησεν καὶ ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν ἑτέροις δὲ ἐφάνη, „εἴσατο δ’ ὡς ὅτε ῥινόν“ (ε 281), καὶ τὸ γνῶ‐ ναι, „εἴσομαι, αἴ κέ μ’ ὁ Τυδείδησ“ (Θ 532). καὶ ὅτι κατὰ ἀριστερὰ | |
5 | τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία. καὶ ὅτι εἴσατο νηῶν ἀντὶ τοῦ ἐπὶ τὰς ναῦς. | ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο, ὅτι σημαντι‐ κόν ἐστι τοῦ ἐπορεύθη. καὶ τὸ „νῦν δ’ εἶμι“ (Α 169) ψιλοῦται. A | ||
12118a2 | ex. (Ariston. vel D | Hrd.) | εἴσατο γὰρ νηῶν: ὥρμησεν. ἢ ἐφάνη, „εἴσατο δ’ ὡς ὅτε ῥινόν“. ‘εἴσατο‘ ἔγνω, „εἴσομαι, αἴ κ’ ἔμ’ ὁ Τυδείδησ“. | ‘εἴσατο‘ ὥρμησεν ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦμεν τὴν λέξιν. T | |
12118a3 | ex. (Hrd. | Ariston. vel D) | τὸ δὲ εἴσατο ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦται. | δη‐ λοῖ δὲ ἡ λέξις τρία· τὸ ὥρμησεν, ὡς ἐνταῦθα. τὸ ἐφάνη, ὡς τὸ „εἴσατο δ’ ὡς ὅτε ῥινόν“. τὸ ἔγνω, ἐξ οὗ καὶ τὸ „εἴσομαι αἴ κέ μ’ ὁ Τυδείδησ“. b(BE3) | |
12118b | ex. | εἴσατο 〈γὰρ〉 νηῶν ἐπ’ ἀριστερά: αἰτίαν ἐπάγει τῆς ὑπὸ τοῦ Ἰδομενέως ἀναιρέσεως Ἀσίου, ὅτι κατὰ τὸ ἀριστερὸν τῶν νεῶν ὥρμησεν· ὁ γὰρ Ἰδομενεὺς ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυστάθμου ἐστίν, b(BCE3E4)T ὅπου καὶ Αἴας ἐνεώλκει παρὰ | |
5 | τὸ Ῥοίτειον, ὡς δῆλον ἐξ ἐκείνων τῶν στίχων· „ἀλλ’ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν, / ἀντίθεόν τ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· / τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω“ (Κ 111—3). εἰ τοίνυν εὑρίσκομεν ὑπὸ Ἰδομενέως ἀναιρούμενον ὡς ἂν τῶν Κρητικῶν νεῶν προμαχομένου, δῆλον ὡς ἀκόλουθόν ἐστιν ἐνθάδε τὸ νηῶν | ||
10 | ἐπ’ ἀριστερά. T | ||
12118-9 | ex. | τῇ περ Ἀχαιοί / ἐκ πεδίου νίσσοντο: ἐκεῖ γὰρ ἦν ἡ ἱππήλατος πύλη, b(BCE3E4)T δι’ ἧς ἐλαύνειν ἐπεχείρει ὁ Ἄσιος. ἔδει δὲ εἰπεῖν ‘εἰς πεδίον νίσσοντο‘. ἐκ πεδίου οὖν ἀντὶ | |
τοῦ εἰς πεδίον. T | |||
12.120 | Ariston. | 〈πύλῃσιν:〉 ὅτι πληθυντικῶς τὴν πύλην. Aim | |
12121a | ex. | 〈ἐπικεκλιμένας:〉 ἀντὶ τοῦ κεκλεισμένας. Til | |
12121b | Ariston. | {εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ} μακρὸν ὀχῆα: ὅτι ἑνικῶς εἴρηκεν ὀχῆα, δύο δέ εἰσιν· „δοιοὶ δ’ ἔντοσθεν ὀχῆες / εἶχον ἐπημοιβοί“ (Μ 455—6). A | |
12121c | ex. | μακρὸν ὀχῆα: τὸν ἐξ ἑκατέρου μέρους ἐπιβαλλόμενον μοχλόν φησι, „δοιοὶ δ’ ἔντοσθεν ὀχῆες / b(BCE3E4)T εἶχον ἐπημοιβοί“ (Μ 455—6), ὡς τὸ „τὸν δ’ ἐλατῆρ’ ἀφίει“ (Λ 702). T | |
12122-3a | ex. | ἀναπεπταμένας ἔχον〈—σαώσειαν μετὰ νῆασ〉: πρὸς τὸ φιλάλληλον τῶν Ἀχαιῶν. τῷ δὲ Πριάμῳ ἐδέησε τοῦ καὶ παραγγεῖλαι· „πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’, εἰσόκε λαοί“ (Φ 531). T | |
12122-3b | ex. | ἄλλως· τοῦτο ἀλλαχοῦ δεδήλωκεν εἰπὼν „πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’, εἰσόκε λαοί / ἔλθωσι προτὶ ἄστυ“ (Φ 531—2). κατεῖχόν φησι αὐτὰς ἀναπεπταμένας ὥστε εἰσελθόντων κλεῖσαι. T | |
12124a | ex. | τῇ ῥ’ ἰθὺς φρονέων 〈ἵππους ἔχε〉: τὸ ἰθὺς φρο‐ νέων πρὸς τὴν δόκησιν τοῦ Ἀσίου φησί. δύναται δὲ τὸ φρονέων καὶ καθ’ ἑαυτὸ παραλαμβάνεσθαι, ἀντὶ τοῦ βουλευόμενος. A | |
12124b | ex. | τῇ ῥ’ ἰθύς: κατ’ εὐθὺ τῶν πυλῶν. φρονέων δὲ | |
†ἐπιφρονηματισμένος. b(BCE3E4)T | |||
12124c | ex. | οἱ δ’ ἅμ’ ἕποντο: ὅμοιοι τούτῳ καὶ οἱ ἑπόμενοι· διὸ ἐπ’ αὐτῶν τῷ ἐπιφθέγματι ἐχρήσατο „νήπιοι“ (Μ 127), τὴν εὐήθη αὐτῶν ἐπιβολὴν ἐξελέγχων. b(BCE3E4)T | |
12125a1 | Hrd. | {ὀξέα} κεκλήγοντες: ὡς ἀρήγοντες· οὐ γὰρ τὸ κεκλη‐ γότες ἐπλεόνασε †τὸ† ν, οὐδὲ παρὰ τὸ „ὀξέα κεκληγώσ“ (Β 222. Ρ 88) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ ἐνεστὼς κεκλήγω, ὡς παρὰ τὸ „ἄνωγα“ (Κ 120 al.) ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν | |
5 | τὸ „ἐπέπληγον πόδες ἵππων“ (Ε 504). ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων, ἔνθεν τὸ κεκλήγοντες. A | ||
12125a2 | {κεκληγότες:} ἀπὸ τοῦ κεκλήγω Συρακουσίου ἐνεστῶ‐ τος ἀκόλουθος μετοχὴ κεκλήγων βαρυνομένη. T | ||
12.126 | Ariston. | 〈πεσέεσθαι:〉 ὅτι ἐπὶ τῶν Τρώων λέγει, ἀντὶ τοῦ ἐμπε‐ | |
σεῖν, ἐνσεῖσαι. Aim | |||
12.127 | ex. | δύ’ ἀνέρας εὗρον ἀρίστους: ὑπερβάλλων ὁ ἔπαινος, | |
ὅτι τὴν τοσούτων ἐπιφορὰν δύο ἀπεκρούσαντο· ἐνίους μὲν γὰρ δι’ ὅλου ἐξέχοντας προσάγει, ἐνίους δὲ ἐν τοῖς κατὰ μέρος συνίστησιν. ἄριστοι οὖν οἱ ἐν τῷ ἐπισφαλεστάτῳ κινδύνῳ ἀνδρισάμενοι, ἐν | |||
5 | ᾧ καὶ τοὺς λοιποὺς Ἕλληνας φεύγειν συνέβαινεν. b(BCE3)T ἔστι δὲ καὶ ἀξιόπιστον στενὴν δίοδον ὑπὸ δυεῖν γενναίων φυλα‐ χθῆναι συλλαμβανόντων ἄνωθεν ἀπὸ τοῦ τείχους. T | ||
12127-38a1 | Did. | ἀνέρας ... ἀρίστους / υἷας ὑπερθύμους ... ἔκιον: Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς ἅπαντα, „ἀνέρε“, „ἀρίστω“ (127), „υἷε ὑπερθύμω“ (128), „κιέτην“ (138). A | |
12127-38a2 | Ζηνόδοτος δὲ „ἀνέρε 〈...〉 ἀρίστω“ γράφει 〈καὶ〉 „υἷε ὑπερθύμω“. T | ||
12.128 | ex. | Λαπιθάων: Ἀρίσταρχος ἐκ τούτων φησὶν ὅτι Λαπίθαι μετὰ Ἰδομενέα 〈νε〉νεωλκήκασιν. T | |
D | Λαπιθάων {αἰχμητάων}: Λαπίθαι ἥρωες—τὸ γένος ἔχοντες. A | ||
12129,130,130a | ex. | τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυ‐ ποίτην, 〈/ τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶσον Ἄρηϊ / υἱὸν ὑπερθύμοιο Κορώνου Καινεΐδαο〉: παρατήρει τὸ ποικίλον τῆς ἀπαγγελίας· ἑκατέρου γὰρ τὸ ὄνομα λέγει καὶ τὸν πατέρα μετὰ | |
5 | ἐπιθέτου. ἀλλ’ ὅρα τὴν ἐξαλλαγήν· τὸν μὲν τοῦδε υἷα, τὸν Πολυποίτην (cf. 129), τὸν δὲ οὐκέτι ἔφη Κορώνου υἷα, ἀλλὰ τὸ κύριον προέθηκεν (cf. 130)· εἶτα ἐπαινέσας βροτολοιγῷ ἶσον Ἄρηϊ (130) καὶ περὶ τοῦ πατρὸς ἀπέδωκεν, υἱὸν ὑπερθύμοιο Κορώνου Καινεΐδαο (130a), εἰπών τε „υἷασ“ (Μ 128) πάλιν ἐπήγαγεν υἷα, τὸν μὲν 〈Πειριθόου〉 | ||
10 | υἷα (129) καὶ υἱὸν ὑπερθύμοιο Κορώνου (130a). T | ||
12.130 | Did. (?) | ἶσον Ἄρηϊ: τινὲς ἐπάγουσι τῷ ἶσον Ἄρηϊ „υἱὸν ὑπερθύ‐ μοιο Κορώνου Καινείδαο“ (130 a ~ Β 746). Tt | |
12.131 | Did. (?) | 〈θυράων:〉 γράφεται καὶ „πυλάων“. Aim | |
12132-4a | ex. | ὡς ὅτε 〈τε〉 δρύεσ〈—ἀραρυῖαι〉: μάλιστα γὰρ βαθύρριζοι καὶ οὐχ ὑπείκουσαι ἀνέμοις οὐδὲ τοῖς τῶν ὄμβρων κα‐ τακλυσμοῖς. b(BCE3E4)T ἢ ἐξ ἑνὸς τὸ πᾶν. b(BCE3E4) | |
12132-4b | ex. | ὡς ὅτε 〈τε〉 δρύεσ〈—ἀραρυῖαι〉: ἡ προκειμένη ἀπὸ τῶν δρυῶν εἰκὼν πρὸς τὴν στάσιν, ἡ δὲ τῶν συῶν (sc. Μ 146—50) πρὸς τὴν καρτερίαν τῶν βελῶν· καὶ τὸ δύο ὄντας ἀνθίστασθαι πολ‐ λοῖς ἀτάκτως βάλλουσιν εἴκασε συσὶ πρὸς πολλῶν κυνηγετῶν ἔφοδον | |
5 | ἀνθισταμένοις. b(BCE3E4)T | ||
12.134 | ex. | διηνεκέεσσιν: εἰς πλάτος καὶ μῆκος διηκούσαις. τῷ δὲ ψόφῳ τῶν ὀνομάτων τὸ μέγεθος ἐμφαίνει. b(BCE3E4)T | |
12.136 | ex. | μίμνον ἐπερχόμενον μέγαν Ἄσιον: μέγα〈ν〉· τὸ ἐγκώμιον Ἀσίου φθάνει καὶ ἐπὶ τοὺς ὑπομένοντας αὐτόν. T | |
12137a | Ariston. | D ad Ε 337 | οἱ δ’ ἰθὺς πρὸς τεῖχος 〈ἐύδμητον βόας αὔασ〉: ὅτι οὕτως τὰς ἀσπίδας βόας αὔας. ἰθὺς δὲ τὸ κατ’ εὐθεῖαν. | „εἶ‐ θαρ“ (Ε 337 al.) δὲ τὸ εὐθέως. A | |
12137b | Hrd. | {βόας} αὔας: βαρυτονοῦσιν οἱ πλείους. Νικίας (fr. 15 B.) δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις το‐ | |
νοῦν. ὁ δὲ Ἀσκαλωνίτης (p. 52 B.) βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι | |||
5 | μονήρης ἐστὶν ἡ λέξις· οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον, τῇ αυ διφθόγγῳ κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τρι‐ γενές ἐστιν· διὸ οὐδὲ ἀντιπαράθεσιν ἔσχεν. ἴσως δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον καὶ τὸ „ψαῦοσ“ παρ’ Ἀλκμᾶνι (fr. 147 P.). A | ||
12137c | Hrd. | ex. | βόας αὔας: μονῆρες τὸ αὖος· οὐδὲν γάρ ἐστι δισύλλαβον εἰς ος καθαρὸν λῆγον, τῇ αυ παραληγόμενον, κοινὸν ἢ μόνον τὸ αὖος. | βόας αὔας· τινὲς δὲ βόας ἀντὶ τοῦ βοέας. T | |
12139-40 | ex. | 〈καὶ Ἰαμενὸν καὶ Ὀρέστην /〉 Ἀσιάδην τ’ Ἀκά‐ μαντα 〈Θόωνά τε Οἰνόμαόν τε〉: οὗτοι τῶν περὶ τὸν Ἄσιόν εἰσιν ἄριστοι. ἐν δὲ τῇ προκειμένῃ διατάξει (sc. Μ 95—7) οὐκ ἀναγ‐ καῖον ἦν καὶ τούτους καταλέγειν· εἰσὶ γὰρ κατὰ τὸ ἴδιον τάγμα τοῦ | |
5 | Ἀσίου, ἐκεῖ (sc. Μ 88—104) δὲ τοὺς ἀρίστους ἐξ ἁπάντων κατέλεγεν. T | ||
12.139 | Ariston. | {ἄσιον ἀμφὶ ἄνακτα καὶ ἰαμενὸν καὶ} Ὀρέστην: ὅτι τῷ Ἀγαμέμνονος υἱῷ ὁμώνυμος εἷς τῶν βαρβάρων. Aint | |
12.140 | Ariston. | 〈Οἰνόμαόν τε:〉 πρὸς τὴν ὁμωνυμίαν τοῦ Οἰνομάου. A | |
12.141 | Nic. | εἵως {μέν}: ἀντὶ τοῦ τέως νῦν κεῖται, οἷον μέχρι τινός· διόπερ οὐχ ὑποστικτέον, ἐπεὶ μὴ κυρίως κεῖται. A | |
12142a1 | Did. | 〈ἐόντες:〉 οὕτως Ἀρίσταρχος ἐόντες κατὰ τὴν εὐ‐ θεῖαν. Aint | |
12142a2 | 〈ἐόντας:〉 „ἐόντεσ“ αἱ πλείους. Til | ||
12144a | Nic. | Ariston. | Τρῶας, ἀτὰρ Δαναῶν 〈γένετο ἰαχή τε φόβος τε〉: ὑποστικτέον Τρῶας καὶ φόβος 〈τε〉, περισσεύοντος τοῦ συν‐ δέσμου τοῦ ἑξῆς, „ἐκ δὲ τὼ ἀΐξαντε“ (Μ 145). | ἡ διπλῆ δέ, ὅτι τὸ | |
φόβος ἀντὶ τοῦ φυγή. A | |||
12144b | ex. | ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε: ἐν τῷ περὶ Λαπιθῶν λόγῳ κατέθηκε καὶ τὰ ὑπὸ τῶν ἄλλων πραττόμενα ὅτι πρότερον μὲν ἔβαλλον ἄνωθεν, ὕστερον δὲ ἐφόδου γενομένης σφοδρο‐ τέρας τῶν πολεμίων ἐξέλιπον τὸ τεῖχος. b(BCE3E4)T | |
12145a | Ariston. (?) | Nic. | ἐκ δὲ τὼ ἀΐξαντε: περισσὸς ὁ δέ. | εἰς δὲ τὸ ἀΐξαντε ὑποστιγμὴ θετέον. T | |
12145b | Nic. | ἐκ δὲ τὼ ἀΐξαντε: βέλτιον 〈κατὰ〉 τὸ σύνηθες ἐπὶ τὸ ἀΐξαντε διαστέλλειν. A | |
12147a | 〈δέχαται:〉 οὕτως ἐν ἁπάσαις δέχαται. Aint | ||
12147b | Did. | ex. (Did.) | | δέχαται κολοσυρτόν: οὕτω δέχαται, δεδέχαται. | |
ex. | D | δέχαται ὡς †μένεται†, „δεδαίαται“ (α 23), δέαται (cf. ζ 242). T| κολοσυρτὸς παρὰ τὸ τὰ κῶλα ἐπισύρειν, ἢ τὸν κολῳὸν καὶ συριγ‐ μόν. AT | ||
12148a1 | Hrd. | δοχμώ {τ’ ἀΐσσοντε}: ὀξυτονητέον· ἔστι γὰρ δυϊκόν. τὸ δὲ δοχμός ὀξύνεται, ἐπεὶ τὰ εἰς μος μετ’ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει, αὐχμός, ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός. A | |
12148a2 | ὀξυτονητέον τὸ δοχμώ· δυϊκὸν γάρ ἐστιν. b(BCE3E4)T | ||
12148b | ex. | δοχμώ: δόχμιοι· b(BCE3)T παρ’ ἑκάτερα γὰρ αὐτοῖς πεφύκασιν οἱ ὀδόντες. b(BCE3E4)T | |
12148c1 | Hrd. | περὶ σφίσιν: ὀρθοτονητέον· εἰς γὰρ σύνθετον μεταλαμ‐ βάνεται. A | |
12148c2 | ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν εἰς σύνθετον μεταλαμ‐ βανομένην. T | ||
12148-9a1 | ex. | ἄγνυτον ὕλην 〈/ πρυμνὴν ἐκτάμνοντεσ〉: διὰ τὸ παραθήγειν τοὺς ὀδόντας. T | |
12148-9a2 | ἐκτάμνοντε (149) δὲ τὴν ὕλην ἐν τῷ παραθήγειν δηλον‐ ότι τοὺς ὀδόντας. b(BE3) | ||
12149a | Hrd. | πρυμνήν: ὡς „πυκνήν“ (ξ 521. 529). εἴπομεν δὲ περὶ τούτου (sc. ad Ε 292). Aint | |
12149b | ex. | 〈πρυμνήν:〉 ἄκραν, b(BCE3E4)Til πρόρριζον. b (BCE3E4) | |
12149c1 | ex. | ὑπαὶ δέ τε κόμπος ὀδόντων: τὸ ἑξῆς ὑπαὶ ὀδόν‐ των. T | |
12149c2 | τὸ ὑπαὶ δέ τε δὲ τῷ ὀδόντων συντακτέον. b(BCE3) | ||
12.151 | ex. | ὣς τῶν κόμπει χαλκός: ὥσπερ ἀπὸ τῶν συῶν κόμπος γίνεται (cf. Μ 149—50). ἴσως οὖν πρὸς τοῦτο ἡ εἰκών. T | |
12.152 | ex. | ἄντην βαλλομένων: ἀμεταστρέπτως μαχομένων· b (BCE3E4)T οἱ γὰρ γενναῖοι ἐξ ἐναντίας μαχόμενοι τρώσεις δέχον‐ | |
ται. b(BCE3E4) | |||
12153a | Did. | Hrd. | λαοῖσιν {καθύπερθε}: οἱ περὶ Ζηνόδοτον „λάεσσι“, τοῖς λίθοις. | προπερισπαστέον δέ· ἐπὶ γὰρ τοῦ πλήθους ὁ λόγος, οὐ 〈κ〉 ἐπὶ τῶν λίθων· ‘λάεσσι‘ γὰρ ἐπ’ ἐκείνου τοῦ σημαινομένου λέγει. A | |
12153b | Did. | λαοῖσι〈ν〉 {καθύπερθε}: οὕτω τινὲς οὐ δεόντως. Ζηνόδο‐ τος „λάεσσιν“. T | |
D | 〈λαοῖσιν καθύπερθε πεποιθότες:〉 τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαρροῦντες. Aim | ||
12153c | ex. | λαοῖσι〈ν καθύπερθε〉 πεποιθότες: δῆλον ὡς ἐπὶ στρεψάντων εἶπε τὸ λαοῖσι〈ν〉· προέφη γὰρ „Δαναῶν“ δὲ „γένε‐ τ〈ο〉 ἰαχή τε φόβος τε“ (Μ 144). T | |
12153d | ex.(?) | 〈λαοῖσιν καθύπερθε πεποιθότες:〉 δῆλον ὡς οὐ πάντες τοῦ τείχους κατῆλθον, ἀλλὰ μέρη τινὰ ἐκεῖ ἐλέλειπτο. b (BCE3E4) | |
12153e | Did. | 〈βίηφι:〉 τὸ {δὲ} βίηφι χωρὶς τοῦ ι ἐστίν. T | |
12154-5 | ex. | χερμαδίοισι〈ν ἐϋδμήτων ἀπὸ πύργων /〉 βάλ‐ λον: περιπαθῶς πάνυ· οἷοι γὰρ ἦσαν οἱ ἄνωθεν μόνον τολμῶντες βάλλειν, προελθεῖν δὲ ἀδυνατοῦντες. ἐν δὲ τῇ ἐπεξεργασίᾳ καὶ αὔξεται τὸ πάθος, ‘ἀμυνόμενοι ὑπέρ τε ἑαυτῶν καὶ τῶν σκηνῶν‘ (cf. 155). T | |
12.155 | Ariston. | 〈ἀμυνόμενοι σφῶν τ’ αὐτῶν καὶ κλισιάων:〉 ὅτι λεί‐ πει ἡ ὑπὲρ πρόθεσις. A | |
12157-8 | ex. | Hrd. | ἅς τ’ ἄνεμος ζαὴσ〈— / ταρφειὰς κατέχευεν〉: πρὸς τὸ σύντονον καὶ πληκτικὸν τῶν λίθων. εἰς ἐπίτασιν οὖν τὸν | |
ἄνεμον παρέλαβεν ὥστε σφοδροτέρως τὴν καταφορὰν γενέσθαι. b(BCE3E4)T „νιφάδεσ“ (156) δὲ χιόνες. | ζαὴς (157) ὡς ἀσε‐ | |||
5 | βής. τὸ δὲ ταρφειάς (158) Ἀρίσταρχος ὀξύνει· καὶ οὕτως ἔχει ἡ παράδοσις. T | ||
12.157 | Hrd. | {ἅς τ’ ἄνεμος} ζαής: ὡς „ὑγιήσ“ (Θ 524)· οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 52 B.). παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης (cf. μ 313). ῥηθήσεται δὲ ἐν τῇ μ τῆς Ὀδυσσείας περὶ τῆς προσῳδίας (sc. | |
5 | ad μ 313). A | ||
12.158 | Hrd. | ταρφειάς: Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς. ὁ δὲ Θρᾷξ Διονύ‐ σιος (fr. 16 Schm.) ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικόν, οὗ πολλαὶ ἦσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρ’ Ὁμήρῳ (cf. Λ 69. 387 al.). καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει | |
5 | ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου. A | ||
12159a | Ariston. | ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον: πρὸς τὴν συνήθειαν τοῦ ποιητοῦ, ὅτι καταλλήλως τῷ βέλεα πληθυντικῷ ῥέον ἐπενή‐ νοχε. A | |
12159b | ex. | βέλεα ῥέον: ἐπέμεινε τῇ τροπῇ, τὸ συνεχὲς καὶ ἀδιαλεί‐ πτως δηλῶν. T | |
12159c | Did. | 〈ῥέον:〉 οὕτως διὰ τοῦ ο, ῥέον. Ὁμηρικὸν τὸ σχῆμα. Aim | |
12160a | Hrd. (?) | ἀμφ’ αὖον: δύο μέρη λόγου ἐστίν, ἀμφὶ καὶ αὖον. οὕτως | |
καὶ τὸ πληθυντικὸν οἶδεν „αὖα πάλαι, περίκηλα“ (ε 240). A | |||
12160b | ex. | ex. | ἀμφ’ αὖον ἀΰτευν: δύο μέρη λόγου, ἀμφὶ καὶ αὖον, b(BCE3E4)T ἵν’ ᾖ ἀμφ’ αὐτοὺς αὖον ἀΰτευν. b(BE3E4)T κατεχρήσατο δὲ ἐπὶ ἀψύχων θεὶς τὸ ἀΰτευν. τινὲς δὲ περίξηρον, ἓν μέρος λόγου. | τὸ δὲ ἀΰτευν ἐπὶ ἀψύχων. T | |
12161a | Did. | 〈βαλλόμεναι:〉 Ἀρίσταρχος „βαλλομένων“, ἄλλοι δὲ βαλλόμεναι. Aim | |
12161b | Did. | ex. | βαλλόμεναι ... ὀμφαλόεσσαι: οὕτω Ζηνόδοτος, αἱ δὲ πᾶσαι „βαλλομένων“. | ὀμφαλόεσσαι δὲ ἀσπίδες αἱ περιφερεῖς ἢ πολλοὺς ὀμφαλοὺς ἔχουσαι. T | |
12162a1 | ex. | καὶ ὣ πεπλήγετο μηρώ: ἀδύνατον τοῦτο ἐπὶ ὡπλι‐ σμένου. †ἔστιν οὖν τὸ ἡμιστίχιον τοῦ ποιητοῦ. T | |
12162a2 | ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου. ἔστι δὲ μόνον τῆς λύπης δηλωτικόν, ὡς ἐν ὀχλήματι γενόμενον. b(BCE3) | ||
12164a1 | Hrd. | φιλοψευδής: ὀξυτονητέον ὁμοίως τῷ ἁπλῷ· τὰ γὰρ εἰς ης λήγοντα ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει φυλάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ „ἀληθήσ“ (Μ 433), σαφὴς, ἀσαφής, ἀντεραστής, φιλαθλητής. οὕτως καὶ φιλοψευδής. | |
5 | οὐ λέλησμαι ὅτι τὸ κριτής ἔσθ’ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου, | ||
〈οἷον〉 ἐν τῷ ξενοκρίτης. A | |||
12164a2 | ὀξύνεται δέ· τὰ γὰρ εἰς ης ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα, ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον, σεσημειωμένου τοῦ „ἀληθήσ“ (Μ 433). καὶ τὸ κριτής δὲ ἔσθ’ ὅτε μεταβολὴν τόνου ποιεῖται. b(BE3)T | ||
12164b | ex. | φιλοψευδής: φιλῶν ἀπατᾶν· ψεύδειν γὰρ τὸ ἀπατᾶν. ἴσως δὲ διὰ τὰς βροντὰς τοῦτό φησιν, ὡς δῆθεν ταύτας σημεῖα τῆς νίκης εἰληφώς. b(BCE3E4)T | |
12.165 | Ariston. | ἥρωας Ἀχαιούς: ὅτι πάντας κοινῶς καὶ οὐ τοὺς ἡγεμόνας μόνους ἥρωας καλεῖ. A | |
12167a | ex. | ὥς τε σφῆκες μέσον αἰόλοι: παμφάγοι γάρ εἰσιν. αἱ δὲ μέ〈λισ〉σαι ἁπλῆν ἔχουσι τὴν χρόαν, ἐπεὶ ἓν ἐσθίουσιν. T ἀξιό‐ πιστος δὲ ὁ παρὰ τῶν πολεμίων ἔπαινος. εὐτελεῖ δὲ ζῴῳ καὶ θυμικῷ παρέβαλλε, τὴν μὲν ἀλκὴν ὁμολογεῖν ἀναγκαζόμενος, ἀφαιρούμενος | |
5 | δέ τι τοῦ τῶν ἀνδρῶν ἀξιώματος διὰ τῆς τοῦ ζῴου σμικρότητος. b(BCE3E4)T | ||
12167b1 | ex. | σφῆκεσ〈—〉ἠὲ μέλισσαι: δι’ ἀμφοῖν ἓν δηλοῦ‐ ται. T | |
12167c1 | ex. | μέσον αἰόλοι: τὸ μέσον εὐκίνητοι διὰ τὴν ἐντομήν. T | |
12167b2/c2 | {οἱ δ’ ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι:} δι’ ἀμ‐ φοτέρων ἓν δηλοῦται τῶν κατὰ τὸ μέσον εὐκινήτων διὰ τὴν ἐντο‐ μήν. A | ||
D | μέσον αἰόλοι: ποικίλοι τὰ μέσα—εὐκινήτους. A | ||
12169-70a1 | Nic. | 〈ἀλλὰ μένοντες /〉 ἄνδρας θηρητῆρας 〈ἀμύ‐ νονται περὶ τέκνων〉: τὸ 〈ἄνδρασ〉 θηρητῆρας (170) ἑκατέ‐ ρωσε δύναται προσνέμεσθαι. A | |
12169-70a2 | τὸ δὲ ἄνδρας θηρητῆρας ἀμφοῖν δύναται εἶναι. T | ||
12.170 | ex. | ἀμύνονται περὶ τέκνων: συλληπτικῶς· τοῦτο γὰρ σφη‐ κῶν, μελισσῶν δὲ τὸ ὑπὲρ τοῦ μέλιτος. b(BCE3E4)T | |
12.171 | Did. | 〈ὣς οἵ γε:〉 Ἀρίσταρχος „ὣς οἵδε“. Til | |
12171-2a1 | ex. | καὶ δύ’ ἐόντες / χάσ〈σ〉ασθαι: ἐν ὑπερβολῇ· οἱ μὲν γὰρ προϊστάμενοι σφῆκες ὑπὲρ τῶν τέκνων πλείους εἰσίν. T | |
12171-2a2 | ἐν ὑπερβολῇ τὸ δύο· οἱ μὲν γὰρ τῶν τέκνων προϊστάμενοι σφῆκες καὶ τῶν μελισσώνων αἱ μέλισσαι πλείους εἰσίν. οὗτοι δὲ καὶ δύο ὄντες κρείττονα διαπράττονται. b(BCE3E4) | ||
12.172 | ex. | ἠὲ ἁλῶναι: καὶ οἱ ῥήτορες ἁλῶναι διχῇ φασι, τὸ κριθῆ‐ ναι θανάτου. T | |
12173a1 | ex. | οὐδὲ Διὸς πεῖθε φρένα: ἠθικῶς πάνυ τῇ ἀναφωνήσει. ἅμα δὲ καὶ προλαμβάνει τι τῶν ἑξῆς, θεραπεύων τὸν ἀκροατὴν ὅτι οὐ τῆς Ἕκτορος ἀρετῆς ἥττους ἐφάνησαν Ἕλληνες, τὸ κατόρθωμα Διὸς εἶναι λέγων. T | |
12173a2 | ἠθικῶς τῇ ἀναφωνήσει χρῆται, θεραπεύων τὸν ἀκροατὴν ὅτι οὐκ ἐκ τῆς Ἕκτορος ἀρετῆς τοιαῦτα Ἕλληνες ἐπεπόνθεισαν, ἀλλ’ ἐκ τῆς Διὸς ἐπικουρίας, οὗ τὸ κατόρθωμα. b(BCE3E4) | ||
12175a1 | Ariston. | Did. | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι 〈μάχην ἐμάχοντο πύλῃ‐ σιν〉: ἀπὸ τούτου ἕως τοῦ „πάντες, ὅσοι Δαναοῖσιν“ (Μ 180) ἀθε‐ τοῦνται στίχοι ἕξ, ὅτι παρῴδηνται ἐκ τοῦ „ἄλλοι δ’ ἀμφ’ ἄλ〈λ〉ῃσι μάχην ἐμάχοντο νέεσσι“ (Ο 414). πρὸς ποίας δὲ πύλας ἐμάχοντο; | |
5 | οὐδέπω γὰρ διαβεβήκασι τὴν τάφρον. γελοῖον δὲ καὶ τὸ „ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ’ ἀγορεῦσαι“ (Μ 176)· τί γὰρ εἴρηται ἤδη | ||
τῆς τειχομαχίας; πόθεν δὲ „θεσπιδαὲς πῦρ“ (Μ 177); οὐδέπω γὰρ πυρὶ κέχρηνται, ἀλλ’ ὕστερον λέγει ὁ Ἕκτωρ· „οἴσετε πῦρ“ (Ο 718). εὔηθες δὲ καὶ τὸ λέγειν ὅτι ἠνιῶντο οἱ βοηθοῦντες τοῖς Ἕλλησι θεοὶ | |||
10 | ἐπὶ τῷ ἐλαττοῦσθαι αὐτούς (cf. Μ 178—80). τῷ δὲ „λάϊνον· Ἀργεῖοι δέ“ (Μ 178) διπλῆν παρατιθέασιν ἔνιοι διὰ τὸ ὑπερβατόν, „περὶ τεῖ‐ χος λάϊνον“ (cf. Μ 177—8). | ἠθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει· παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἐγράφοντο. A | ||
12175a2 | Did. | Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. Til | |
12175-81a | ex. (Did.?) | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι〈—πόλεμον καὶ δηιοτῆτα〉: ἀθετεῖ Ἀρίσταρχος, πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας ὀνομάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι τὴν ἐν τῷ τείχει πύλην· εἶτα διὰ τὸ ἀργαλέον δέ με ταῦτα (176)· b(BCE3E4)T φησὶ | |
5 | γὰρ ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν, b(BE3E4)T εἰπὼν δὲ „πληθὺν δ’ οὐκ ἂν ἐγώ“ (Β 488) ἐσιώπα τὸ πλῆθος· T εἶτα καὶ διὰ τὸ Λαπίθαι (181)· εἰ μὴ γὰρ τοὺς πατέρας αὐτῶν (cf. Μ 128) οὐ καλεῖ Λαπίθας ὁ ποιητής. b(BE3E4)T | ||
12175-81b | ex. | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι〈—πόλεμον καὶ δηϊο‐ τῆτα〉: Πῖος (fr. 5 H.) ἀπολογούμενος πρὸς τὰς ἀθετήσεις Ἀριστάρ‐ χου ταῦτά φησιν ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον | |
ἐμάχετο, οἱ δὲ περὶ τὸν Ἄσιον περὶ τὰς μικρὰς πύλας· τῷ γὰρ ἄλλας | |||
5 | μικρὰς εἶναι πύλας οὐδ’ αὐτὸς Ἀρίσταρχος ἀντιλέγει· b(BE3E4)T πῶς γὰρ τοσοῦτον πλῆθος ἐν τῷ φεύγειν διὰ μιᾶς εἰσῄει; b(BE3E4) τὸ δὲ ἀργαλέον δέ με ταῦτα (176) πάνυ μετρίως φησὶν εἰρῆσθαι· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον διεξιὼν καὶ τρόπους τῶν ἀναι‐ ρέσεων καὶ λόγους τῶν τε ἀναιρούντων καὶ πιπτόντων καὶ συμπτώ‐ | ||
10 | ματα τῆς τύχης καὶ πολυμερῆ μάχην, εἰκότως ἐνδείκνυται δυσχερῆ τὴν τῶν τοιούτων διήγησιν. τὸ δὲ Λαπίθαι (181) γελοιότατον· πῶς γὰρ ἄλλως ἦν ὀνομάσαι τοὺς τῶν Λαπιθῶν υἱοὺς ἢ τῷ τῶν πα‐ τέρων ὀνόματι; b(BE3E4)T ἄλλως τε καὶ Ὁμηρικὴν ἐνάργειαν ἔχουσιν οἱ στίχοι. T | ||
12177-8a | ex. | πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ / λάϊνον: λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόν‐ των, ἐκ τῆς συγκρούσεως τῶν βαλλομένων πῦρ ἅπτεσθαί φησι παν‐ ταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος. A b (BCE3E4)T | |
12177-8b | ex. | ex. (D) | 〈περὶ τεῖχος ὀρώρει〉 θεσπιδαὲς πῦρ 〈/ λάϊνον〉: τὸ θερμὸν τῆς μάχης πῦρ (177) φησιν. A b (BCE3E4)T δύναται δὲ καὶ κυρίως πῦρ (177) λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι ἐπιχειροῦντας εἰσάγῃ τοὺς βαρβάρους. A b (BE3E4)T καὶ τὸ | |
5 | λάϊνον (178) ἐπήγαγεν ὥσπερ ἐπιμωκώμενος αὐτοὺς ἐπιχειροῦντας ἐμπρῆσαι λίθους. b(BE3E4)T λέγουσι δὲ πάντας ἐπελθεῖν πλὴν Ἕκτορος διὰ τὸ σημεῖον (cf. Μ 200—7). T | θεσπιδαὲς (177) δὲ τὸ | ||
ὑπὸ θεῶν ἀναπτόμενον, ἢ τὸ ὑπὸ θείου δαιόμενον. b(BE3E4)T | |||
12177-8c1 | Nic. | 〈περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ / λάϊνον:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ πῦρ (177)· ἔστι γὰρ τεῖχος λάϊνον τὸ ἑξῆς· ἄκαιρον γὰρ τὸ λάϊνον πῦρ, εἴ τις συνάπτοι. A | |
12177-8c2 | ὑποστικτέον δὲ εἰς τὸ πῦρ· ἔστι γὰρ τεῖχος λάϊνον, b(BE3E4)T οἱ δὲ τὸ πῦρ (177). b(BE3) | ||
12178-9a1 | Nic. | Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ 〈/ νηῶν ἠμύνοντο〉: ἡ τελευταία λέξις ἡ ἀνάγκῃ (178) κεχωρί‐ σθαι ὀφείλει τῶν ἄνω, ἵνα σαφέστερον παραστῇ ἥ τε ἐπίτασις καὶ ἡ ἐναντίωσις. δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν (179) ἀπ’ | |
5 | ἄλλης ἀρχῆς λέγειν ἠμύνοντο (179), ἵνα ᾖ ἀχνύμενοι περὶ νηῶν. A | ||
12178-9a2 | εἰς τὸ πέρ (178) ὑποστικτέον b(BCE3)Til καὶ τὰ ἑξῆς συνδετέον. b(BCE3) | ||
12179-80 | ex. | θεοὶ δ’ ἀκαχείατο 〈θυμόν / πάντες, ὅσοι— ἦσαν〉: ἐλπίδα ὑποβάλλει τοῖς ἀκροαταῖς ὅτι οὐκ ἦν ταῦτα ἀρεστὰ θεοῖς, ἀλλὰ διενοοῦντο μὲν καὶ αὐτοὶ βοηθεῖν, ᾐδοῦντο δὲ Δία. b (BCE3E4)T | |
12.179 | Did.(?) | 〈θυμόν:〉 ἐν ἄλλῳ „θυμῷ“. Aim | |
12.180 | ex. | ἐπιτάρροθοι: ἡ ταρ πλεονάζει ὡς ἐν τῷ ἀταρτηρός (cf. Α 223). ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοῖς κυσὶ βοῇ κελευόντων. AT | |
12.181 | ex. | σὺν δ’ ἔβαλον Λαπίθαι 〈πόλεμον καὶ δηϊοτῆτα〉: ἐπεὶ προεῖπεν „Ἕκτορι γάρ οἱ θυμόσ“ (Μ 174), τὸ μὲν εἰς ὕστερον ταμιεύεται, ἐπὶ δὲ τοῦ παρόντος πλεονεκτοῦντας ποιεῖ τοὺς Ἕλληνας, ἕως ἂν ἡ ἀπὸ τοῦ Διὸς βοήθεια μεταγάγῃ τὴν εὐημερίαν ἐπὶ τὸν | |
5 | Ἕκτορα. b(BCE3)T | ||
12.183 | ex. | {διὰ} χαλκοπαρῄου: παραγώγως· οὐχ ὑπόκειται γὰρ τὸ παρήϊον. T | |
12.189 | ex. | κατὰ ζωστῆρα τυχήσας: ἐκεῖ τὸ τυφλόν ἐστιν ἔντερον. τὸ δὲ „αὐτοσχεδίην“ (Μ 192) ἐπίρ〈ρ〉ημα. T | |
12193a | Hrd. | Ἰαμενόν {καὶ ὀρέστην}: Ἀρίσταρχος ψιλοῖ. ὁ δὲ Ἀσκα‐ λωνίτης (p. 52) φησίν· „ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασυντέον“. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου· οὐδὲν γάρ ἐστι κωλῦον τὴν ἀνάγνωσιν αὐτοῦ. A | |
12193b | Ariston. | 〈Ὀρέστην:〉 πρὸς τὴν ὁμωνυμίαν. Aint | |
12195-99 | Nic. | ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα 〈/ —οἵ ῥ’ ἔτι μερμήριζον〉: ὑποστιγμαὶ ἐν ὑποκρίσει μαρ‐ μαίροντα (195), νῆας (198), διαστολαὶ δὲ ἕποντο (196), ἔσαν (197). ἡ δὲ ἀνταπόδοσις οἵ ῥ’ ἔτι μερμήριζον (199)· διόπερ οὐ | |
5 | χωριστέον στιγμαῖς· εἷς γὰρ ὁ λόγος. A | ||
12.197 | ex. | οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν: καὶ τοῦτο ὑπὲρ παρα‐ μυθίας ὅτι τὸ πλεῖστον καὶ ἀκμαιότατον τῶν βαρβάρων ἦν τὸ πλεο‐ νεκτῆσαν ἐν τῇ μάχῃ. b(BCE3)T | |
12199a | ex. | οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ: καὶ μὴν ἔδει διώκειν μᾶλλον· ἀπογνόντες γὰρ τῆς ἀνακομιδῆς δει‐ νότεροι ἂν εἶεν. ἀλλ’ ἐναγώνιός τε γίνεται ἡ ποίησις καὶ αἱ ἀπειλαὶ | |
αὐτοῦ „ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούσ“ (Θ 182). T | |||
12199b | ex. | οἱ ῥ’ ἔτι μερμήριζον 〈ἐφεσταότες παρὰ τάφρῳ〉: ἅμα τῇ ἐφόδῳ Ἀσίου ταῦτα γράφει. ἀλλ’ ἅμα πάντα λέγειν ἀδύνα‐ τον. T | |
12201a | ex. | αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ 〈λαὸν ἐέργων〉: μέσος διῆλθεν, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωϊκὸν λαὸν ἐέργων, ἐν δεξιᾷ δὲ δηλονότι τὸ Ἑλληνικὸν στρατόπεδον ἔχων. b(BCE3 E4)T | |
12201b | Ariston. | αἰετὸς ὑψιπέτης 〈ἐπ’ ἀριστερὰ λαὸν ἐέργων〉: ὅτι ἀφορίζων, ἔφη, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ ὁ ἀετός. A | |
12201c1 | Nic. (?) | 〈αἰετὸς ὑψιπέτησ〉 ἐπ’ ἀριστερὰ λαὸν ἐέργων: οἱ μὲν εἰς τὸ ἀριστερά στίζουσι, καὶ τὸ ἐέργων ἀντὶ τοῦ κωλύων· οἱ δὲ ὑφ’ ἓν ἐπ’ ἀριστερὰ ἐέργων, ἀφορίζων ἐπὶ τὰ ἀριστερὰ μέρη τὸν λαόν. T | |
12201c2 | βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους, ἀνείργειν δὲ αὐτοὺς ἐπὶ τὰ ἀριστερὰ †φερομένους†· διὸ συναπτέον ἐπ’ ἀριστερὰ λαὸν ἐέργων. A | ||
12201d | Hrd. | ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ „ὠκυπέτα, χρυσέῃσιν ἐθείρῃσιν“ (Θ 42) οὕτως κεκλιμένον, ὡσεὶ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· „ὑψι‐ πέτασ“ γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ | |
5 | κλίσις καὶ ἡ βαρεῖα τάσις. τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης | ||
περισπάσαι, ἐπεὶ ἐν ἑτέροις ἔφη „ὥστ’ αἰετὸς ὑψιπετήεισ“ (Χ 308). ὡς οὖν τὸ „τιμήεις ἔσομαι“ (ν 129) ἐγένετο τιμῆς, „οὐκέθ’ ὁμῶς τι‐ μῆς ἔσεαι“ (Ι 605), οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλ’ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικήν, „καὶ χρυσὸν τιμῆντα“ (Σ 475), ἥτις | |||
10 | ἐδίδασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕ‐ ρομεν τοιοῦτο. ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ. A | ||
12201e | ex. | 〈ἐπ’ ἀριστερά:〉 τὰ δυτικά. Til | |
D | ἐπ’ ἀριστερὰ λαὸν ἐέργων: ὑποχωρῆσαι συμφέρον —χαριζόμενος Θέτιδι. A | ||
12.202 | ex. | φοινήεντα: ᾑματωμένον· αὐτὸν γὰρ ἐσθίει. b(BCE3E4)T | |
12202-3 | ex. | 〈φοινήεντα δράκοντα φέρων— / ζῳὸν ἔτ’ ἀσπαίροντα,〉 καὶ οὔπω λήθετο χάρμης: ὁ δράκων. πιθανῶς δὲ τὸ οὔπω (203), οἷον καίτοι ἤδη λελωβημένος. καὶ τὸ ἔτι ἀσπαί‐ ροντα τὸν ἤδη κεκακωμένον παρίστησι καὶ τὸ φοινήεντα (202) | |
5 | πεφοινιγμένον ὑπὸ τοῦ ἰδίου αἵματος. b(BCE3E4)T | ||
12204a | ex. | κόψε: τὸ ταχὺ τῆς πληγῆς διὰ τῆς λέξεως ἐσήμανεν. b(BCE3E4)T | |
12204b | Hrd. + Ap. | γάρ αὐτον: οὕτως ἐγκλιτέον τὴν ἀντωνυμίαν κατ’ | |
Dysc. | αἰτιατικὴν πτῶσιν. μέμνηται καὶ Ἡρωδιανὸς (2,82,4) καὶ Ἀπολ‐ λώνιος (Frg. p. 13, 27). A | ||
12205a1 | Hrd. | ἰδνωθείς: ψιλωτέον τὸ ι. οὕτως καὶ Ἀλεξίων (fr. 52 B.) καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ Β (sc. ad 266). A | |
12205a2 | ψιλωτέον τὸ ἰδνωθείς. Til | ||
12205b | ex. | ἰδνωθείς: τὸ ὑγρὸν τοῦ δράκοντος ἐσήμανε· τοσοῦ‐ τον, φησίν, ἐπικαμφθεὶς ὡς τὸ ἰνίον αὐτοῦ δονηθῆναι. b(BCE3E4)T | |
12.206 | ex. | μέσῳ 〈δ’〉 ἐγκάββαλ’ ὁμίλῳ: τῷ μεταιχμίῳ πρὸς τὸ μὴ διαβῆναι· ὡς γὰρ ὁ ἀετὸς ἐπὶ τὰ ξένα ἑαυτοῦ τοῦ τέλους ἠστόχη‐ σεν, οὕτω καὶ οἱ Τρῶες. b(BCE3E4)T | |
12207a | Ariston. | 〈πνοιῇς ἀνέμοιο:〉 ὅτι λείπει τὸ ἅμα, ἅμα πνοιῇσιν ἀνέμοιο. Aint | |
12207b | ex. | πνοιῇς ἀνέμοιο: τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτὸν διὰ τὸ ὀδυνηθῆναι. b(BCE3E4)T καὶ ἡμεῖς οὖν „οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθα“ (Μ 225) τῇ πνοῇ τῆς εὐχῆς ἑπόμενοι. T | |
12208a | ex. | Τρῶες δ’ ἐρρίγησαν, 〈ὅπως ἴδον αἰόλον ὄφιν〉: πῶς, φασί, βοηθῶν τοῖς βαρβάροις ἐπιπέμπει νῦν οἰωνὸν ἀποτρέ‐ ποντα {τὰ} τῆς διαβάσεως; ἄριστα δὲ ἔχει καὶ τοῦτο τῷ Ὁμήρῳ· τὴν μὲν γὰρ διάβασιν ἤθελε γενέσθαι ὁ θεὸς πρὸς τὸ ἀναστῆσαι | |
5 | Ἀχιλλέα. ᾔδει δὲ μὴ πεισόμενον Ἕκτορα τῷ σημείῳ, πρὸς 〈δὲ〉 τὸ μὴ δόξαι ἀπατᾶν τοὺς Τρῶας τοῦτο ποιεῖ. {ὅτε} οὐ κρίνει δὲ Ἕλενος πρὸς τὸ μὴ πεισθῆναι Ἕκτορα· ἀπίθανον γὰρ ἦν ἀπειθῆσαι τῷ | ||
μάντει. T | |||
12208b | ex. | Τρῶες δ’ ἐρρίγησαν, 〈ὅπως ἴδον αἰόλον ὄφιν〉: εἰκότως ἐπιστῆναί φησι τοὺς Τρῶας· ἐν γὰρ τοιούτῳ καιρῷ φανὲν πρὸ τῆς μελλούσης ἐγχειρήσεως ἐναργῶς ἐδόκει σημεῖον εἶναι κρί‐ σεως δεόμενον. T | |
12208c | ex. | ὅπως ἴδον αἰόλον ὄφιν: μείουρος ὁ στίχος. ἀκέφα‐ λος „ἐπειδὴ νῆάς τε“ (Ψ 2), λαγαρὸς „τῶν αὖθ’ ἡγείσθην Ἀσκλη‐ πιοῦ δύο παῖδε“ (Β 731). οἱ δὲ „ὄ〈π〉φιν“ φασίν· ἐμφαντικώτερον δὲ ἐχρήσατο τῇ τοῦ στίχου συνθέσει, καίτοι γε ἐγχωροῦν εἰπεῖν | |
5 | ‘ὅπως ὄφιν αἰόλον εἶδον‘· τὴν γὰρ κατάπληξιν τῶν Τρώων καὶ τὸν φόβον παρίστησι τῷ τάχει τοῦ στίχου εἰς βραχείας τελευτῶν‐ τος συλλαβάς. T | ||
D | αἰόλον ὄφιν: τὸν πολυποίκιλον—καὶ καλεῖται μείουρος. A | ||
12.210 | Ariston. | 〈Ἕκτορα εἶπεν:〉 ὅτι λείπει ἡ πρός, πρὸς Ἕκτορα. Aim | |
12211a | Ariston. | Ἕκτορ, ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις 〈ἀγορῇ‐ σιν〉: σημειοῦνταί τινες ὅτι τοῦτο ὡς γενόμενον λέγει, γινόμενον δὲ οὐ παρίστησι. καὶ παρεῖται ἡ πρόθεσις· ἐν ἀγοραῖς γάρ. τινὲς | |
δὲ οὕτως ὅτι ἀγορῇσιν ἀντὶ τοῦ ἀγορεύσεσιν εἴρηκεν. A | |||
12211b | Did. | 〈ἐπιπλήσσεις:〉 οὕτως διὰ τοῦ π, ἐπιπλήσσεις. Aim | |
12211-2 | ex. | Did. | ex. | ἀεὶ 〈μέν πώσ〉 μοι ἐπιπλήσσεις 〈ἀγορῇσιν /〉 ἐσθλὰ φραζομένῳ: προδιορθώσει χρῆται εἰδὼς ἀπειθήσοντα· πρώην δὲ (cf. Μ 61—79) οὐχ οὕτω διὰ τὸ κεχαρισμένα λέγειν. | ἐπιπλήσσει〈σ〉 δέ, ἡ γραφὴ διὰ τοῦ π, οὐχὶ διὰ τοῦ ν. | φασὶ | |
5 | δὲ τὸν πατέρα τοῦ Πολυδάμαντος Πάνθουν Δελφὸν εἶναι τὸ γένος· Τρῶας δέ ποτε θεοπρόπους ἐλθόντας αὐτόσε ἀγαγεῖν αὐτὸν πρὸς τὸν Πρίαμον ἐπὶ τῷ διηγήσασθαι τὸν χρησμὸν καὶ οὕτως αὐτὸν ἐκεῖ μεῖναι. T | ||
12.212 | ex. | οὐδὲ μὲν οὐδὲ ἔοικε: μὲν ἀντὶ τοῦ μήν. περισσὴ δὲ μία ἀπόφασις. T | |
12212-3 | ex. | οὐδὲ ἔοικε / δῆμον ἐόντα 〈παρὲξ ἀγορευέμεν〉: προλαμβάνει τὴν ἐπίπληξιν τοῦ βασιλέως, ὑπομαλάσσων αὐτόν· b(BCE3E4)T φησὶ γοῦν ὅτι οὐκ ἔστιν ἰσηγορία τοῖς δημόταις πρὸς τοὺς βασιλέας. b(BE3E4)T αὔξεται δὲ ἀρχὴ ὑπὸ χρηστῆς | |
5 | παραινέσεως. T | ||
12213a | Hrd. | δῆμον {ἐόντα}: βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ „δημόν“ ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ (240). οὕτως Ἡρωδιανός (2,82,18). A | |
12213b | Ariston. | Hrd. | 〈δῆμον:〉 ὅτι ἀντὶ τοῦ δημότην, ἰδιώτην. | οὕτως Ἡρωδιανός (2,82,18), δῆμον {ἐόντα}. Aim | |
12213c | ex. | παρὲξ ἀγορευέμεν: παρὰ τὸ δέον, παρὰ τὸ κελευόμε‐ νον πράσσειν. b(BE3E4)T | |
12.214 | Did. (?) | 〈σὸν δὲ κράτος:〉 ἐν ἄλλῳ „σὸν δὲ κλέοσ“. Aim | |
12215a | ex. | νῦν δ’ αὖτ’ ἐξερέω: σοί. νῦν ἀντὶ τοῦ ‘οὐκ ἐν ἅ‐ πασιν‘· Ἕκτωρ γὰρ οὐ τὴν παραίνεσιν ἀποστρέφεται, ἀλλὰ τὴν ἐν ἅπασιν ἰσηγορίαν. τὰ δὲ Ἑλληνικὰ πλησίον δημοκρατίας, καὶ παρρησία πολλὴ τοῖς ἡγεμόσι· b(BCE3E4)T πρὸς γοῦν τὸν | |
5 | Ἀγαμέμνονα Διομήδης φησὶν „Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι 〈ἀφραδέοντι〉“ (Ι 32), ὁ δὲ Ὀδυσσεὺς „οὐλόμεν’, αἴθ’ ὤφελλες ἀεικελίου στρατοῦ 〈ἄλλου / σημαίνειν, μὴ δ’ ἄμμιν ἀνασσέμεν〉“ (Ξ 84—5). T | ||
12215b | ex.(?) | 〈ἄριστα:〉 τῶν συμφερόντων δηλονότι. Aint | |
12.216 | Ariston. | 〈μὴ ἴομεν:〉 ὅτι ἀντὶ τοῦ μὴ ἴωμεν συνέσταλκεν. Aim | |
12.217 | Nic. (?) | 〈ὧδε γὰρ〉 ἐκτελέεσθαι ὀΐομαι: ἄμεινον τελειοῦν εἰς τὸ ὀΐομαι, b(BCE3E4)T καὶ τὸ ἑξῆς τοῖς μετ’ αὐτὸ συνά‐ πτειν. b(BCE3E4) | |
12218a | ex. | Τρωσίν {δ’ ὄρνις ἦλθε}: καὶ μὴ Ἕλλησιν. T | |
12218b1 | Did. | 〈ὄρνις ἐπῆλθε:〉 χωρὶς τῆς προθέσεως αἱ Ἀριστάρ‐ χου. Aim | |
12218b2 | ὄρνις ἐπῆλθε: „ὄρνις ἦλθε“ χωρὶς τῆς ἐπί αἱ Ἀρι‐ στάρχου. καὶ Ἀττικῶς ἐξέτεινε τὸ ὄρνις. T | ||
12223-5 | ex. | ὣς ἡμεῖσ〈—ἐλευσόμεθ’ αὐτὰ κέλευθα〉: ὥσπερ γὰρ κατ’ ἀρχὰς κρατήσας ὁ ἀετὸς διὰ τῆς ἁρπαγῆς ὕστερον κακόν τι προσλαβὼν ἀφῆκε τὴν ἄγραν, b(BCE3E4)T οὕτω | |
καὶ αὐτοὶ πεισόμεθα. b(BCE3E4) | |||
12.223 | ex. | ὣς ἡμεῖς: τοὺς συνεχομένους Ἕλληνας εἴκασε τῷ δρά‐ κοντι. T | |
12225a | ex. | 〈παρὰ ναῦφιν:〉 ἀπὸ τῶν νηῶν. Til | |
12225b | ex. | 〈αὐτὰ κέλευθα:〉 τὴν αὐτὴν ὁδόν, δι’ ἧς ἤλθομεν. λείπει δὲ τὸ τά. b(BCE3) | |
12228-9a | Nic. | ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος, 〈ὃς σάφα θυμῷ /〉 εἰδείη τεράων 〈καί οἱ πειθοίατο λαοί〉: ἀμφίβο‐ λον· εἰ μὲν ὑφ’ ἕν τις λέγοι ὃς σάφα θυμῷ / εἰδείη τεράων καί οἱ πειθοίατο λαοί, καὶ τοῦτο παρειληφὼς εἰς ἀξιοπιστίαν ἔσται | |
5 | τοῦ μάντεως. εἰ δὲ χωρίζοιτο τῇ ἀνυποκρίτῳ ὑποστιγμῇ ἐκεῖνο μὲν ἔσται διὰ μέσου ὃς σάφα θυμῷ / εἰδείη τεράων, τὸ δὲ ἑξῆς ὧδε χ’ ὑποκρίναιτο θεοπρόπος καί οἱ πειθοίατο λαοί· οὕτως ἂν ἀποκρίναιτο μάντις, καὶ αὐτῷ πεισθείη τὸ πλῆθος. A | ||
12228-9b | ex. | ὧδε χ’ ὑποκρίναιτο〈—λαοί〉: οὕτως ἂν ἀποκρίναιτο θεοπρόπος, καὶ πειθοίατο αὐτῷ οἱ λαοί, ἢ ὃς καὶ οἶδε καὶ ἀξιόπιστός ἐστιν. ἑαυτὸν δὲ ἔοικεν ἀποδέχεσθαι τῆς ἐπιλύσεως ὁ ποιητής. b(BCE3E4)T τὸ δὲ σημεῖον ὅτι καὶ Ἕκτωρ τὸ | |
5 | στῆθος ἐβλήθη (sc. Ξ 412), καὶ ὅπως θαρσαλεώτεροι γένοιντο Ἕλληνες. T | ||
12228-9c | ex. | ὃς σάφα 〈θυμῷ /〉 εἰδείη τεράων: οἷον ὡς ἂν μαντικὸς ἀνὴρ συμβάλοι, οἷον οὐκ ἐκ στοχασμοῦ, ἀλλ’ ἐξ ἐφόδου τεχνικῆς τὴν ἐξήγησιν ποιούμενος. T | |
12228a | Ariston. | 〈ὑποκρίναιτο:〉 ὅτι ἀντὶ τοῦ ἀποκρίναιτο. Aint | |
12228b | D (?) | 〈ὑποκρίναιτο:〉 ἀποκρίναιτο. Til | |
12.230 | Ariston. | τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν 〈προσέφη κορυθαίολος Ἕκτωρ〉: ὅτι Ζηνόδοτος γράφει „τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ“. βέλτιον δὲ τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών· εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει διὰ τῆς ὄψεως. A | |
12231a | Did. | Πουλυδάμα: αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν ἀναλογίαν. Ζηνόδοτος δὲ καὶ Χαμαιλέων (fr. 16 We.) σὺν τῷ ν, „Πο〈υ〉λυδάμαν“. A | |
D | Ἡρακλέους πορθήσαντος—καὶ τὸν Ἕκτορα γεννη‐ | ||
5 | θῆναι. A | ||
12231b | ex. | οὐκέτ’ ἐμοὶ φίλα: φίλως. τυραννικῶς δέ· τί γάρ, εἰ τὰ συμφέροντα λέγει τῷ πλήθει; περισσὸν δὲ τὸ ἔτι. T | |
12.232 | ex. | οἶσθα: οὐκ ἄλλος, ἀλλὰ σύ· τὸ μὲν γὰρ ἀνοίας, τὸ δὲ μοχθηρίας ἐστίν. T | |
12235a1 | ex. | Ζηνὸς μὲν〈—〉λαθέσθαι: ἀμελῆσαι. †ἡ εἰς ἄτοπον δὲ ἀπαγωγή†. μέμνηται δὲ τῶν Ἴριδος λόγων (cf. Λ 206—9). οὐ μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ Διὸς γνώμην προτιμᾷ. T | |
12235a2 | ἀμελῆσαι. διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. οὐ μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ τὴν Διὸς προτιμᾶται γνώμην. b(BCE3E4) | ||
12.236 | Nic. | βουλέων: ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας τοῖς ἄνω προσδίδοται. δύναται δὲ καὶ τοῖς ἑξῆς. A | |
12237-8a1 | ex. | τύνη δ’ οἰωνοῖσι〈—κελεύεις / πείθε‐ σθαι〉: ὁ φρόνιμος καὶ θεοὺς τιμήσει καὶ οἰωνοῖς πείσεται, ὡς ὁ Ὀδυσσεύς (cf. Κ 274—82). τὸ δὲ πείθεσθαι (238) ἀντὶ τοῦ πιστεύ‐ | |
ειν. T | |||
12237-8a2 | ὁ φρόνιμος καὶ θεὸν τιμᾶν οἶδε καὶ οἰωνοῖς πείθεσθαι, ὅπερ Ἕκτωρ οὐ συνίησιν. b(BCE3E4) | ||
12.238 | ex. | 〈τῶν:〉 οὐ πάντων, ἀλλὰ τῶν φανέντων νῦν. b(BCE3E4) Til | |
12.239 | Ariston. | εἴτ’ ἐπὶ δεξί’ 〈ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε〉: ὅτι δύο διαστάσεις οἶδεν Ὅμηρος κοσμικάς, ἀνατολὴν καὶ δύσιν. καὶ δεξιὰ μὲν τὰ πρὸς ἀνατολάς, ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει. A | |
12239-40 | ex. | εἴτ’ ἐπὶ δεξιά / εἴτ’ ἐπ’ ἀριστερά: τινὲς δεξιὰ (239) τὰ νότια, ἀριστερὰ (240) τὰ βόρεια. T | |
12243a | Nic. | εἶς οἰωνὸς ἄριστος, 〈ἀμύνεσθαι περὶ πάτρησ〉: εἴ τις βούλοιτο ἐπὶ τὸ ἄριστος βραχὺ διαστέλλειν, τάχ’ ἂν εἴη σα‐ φέστερον τὸ λεγόμενον. A | |
12243b | ex. | εἶς οἰωνὸς ἄριστος: ἐκεῖνος μόνος ἄριστος οἰωνὸς ὁ ὑπὲρ πάτρης κελεύων ἀγωνίζεσθαι. κελεύει δὲ ἡμᾶς φιλοπάτριδας εἶναι. b(BCE3E4)T | |
12243c | ex. | ἀμύνεσθαι περὶ πάτρης: ἀμύνεσθαι τοὺς ἐχθροὺς ὑπὲρ πάτρης μαχομένους. T | |
12245-50 | ex. | εἴ περ γάρ τ’ ἄλλοι 〈γε〉 περὶ κτεινώμεθα 〈πάντες / νηυσὶν ἐπ’ Ἀργείων,〉 σοὶ δ’ οὐ δέος 〈ἔστ’ ἀπολέσθαι· / οὐ γὰρ—ὀλέσσεισ〉: ἀποτρέπει τοὺς ἄλλους πείθεσθαι αὐτῷ, τὸ τῆς συμβουλῆς εἰς δειλίαν τρέπων. b(BCE3E4) | |
5 | T | ||
12246a1 | Did. | 〈νηυσὶν ἐπ’ Ἀργείων:〉 παρὰ Ζηνοδότῳ „νηυσὶν | |
ὑπ’ Ἀργείων“. Aint | |||
12246a2 | τὸ δὲ νηυσὶν ἐπ’ Ἀργείων Ζηνόδοτος „νηυσὶν ὑπ’ Ἀργείων“ γράφει. T | ||
12.247 | ex. | οὐ γάρ τοι κραδίη μενεδήϊος 〈οὐδὲ μαχήμων〉: ἐντεῦθεν ἐκινήθησαν οἱ περὶ καρδίαν τὸ ἡγεμονικὸν λέγοντες εἶναι. T | |
12249-50 | ex. | παρφάμενος ἐπέεσσιν〈—ὀλέσσεισ〉: ἀναγκαίως καὶ τοῦτο· ὁ γὰρ τοῦ συμβουλεύσαντος οὐκ ἀποσχόμενος δῆλον ὡς οὐδὲ τοῦ πει‐ σθέντος. b(BCE3E4)T | |
12.250 | ex. | ὑπὸ δουρὶ τυπείς: εἰ οὕτως ὁ συμβουλεύων, πῶς ὁ πεισθείς; τὸν λόγον οὖν ἐπὶ τοῦ Πολυδάμαντος ἐνστησάμενος καὶ τοῖς ἄλλοις τεχνικῶς ἀπειλεῖ. T | |
12253a | Ariston. | ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων 〈ἀνέμοιο θύελλαν〉: ὅτι διὰ τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αἰγίδα ἔσεισεν ὁ Ζεύς. A | |
12253b | ex. | ὦρσεν〈—〉ἀνέμοιο θύελλαν: ποιητικῶς τοῦτο· συνδραμόντος γὰρ τοῦ πλήθους εἰκὸς τοῦτο γεγενῆσθαι. b(BCE3 E4)T | |
12.254 | Ariston. | ἥ ῥ’ ἰθὺς νηῶν κονίην 〈φέρεν〉: ὅτι τὸ ἰθύς τοπικῶς τίθησιν, ἀντὶ τοῦ ἐπ’ εὐθείας καταντικρὺ τῶν νεῶν. A | |
12258a | Ariston. | κρόσσας μὲν πύργων ἔρυον: ὅτι κρόσσας ἐν μὲν τοῖς ὑπομνήμασι κεφαλίδας, ἐν δὲ τοῖς Περὶ τοῦ ναυστάθμου κλί‐ μακας. καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς πύργους | |
εἷλκον. A | |||
12258b | Nic. | κρόσσας μὲν 〈πύργων ἔρυον〉: ἐπὶ τὸν μέν σύνδε‐ | |
σμον εἰ διαστέλλοιμεν, γένοιτο ἂν πύργων ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων τὰς ἐξοχάς. περὶ ὧν ἐν τοῖς Περὶ ναυστάθμου λέγεται. κατὰ δὲ τὸν πρό‐ | |||
5 | τερον λόγον κρόσσαι αἱ πολεμικαὶ κλίμακες καὶ τὰ μηχανήματα τὰ ἀνθιστάμενα τοῖς τείχεσιν. A | ||
12258c | ex. | Porph. | κρόσσας μὲν πύργων ἔρυον: κρόσσας T τὰς πολεμικὰς κλίμακας· b(BCE3E4)T φησὶ γοῦν „κροσσάων ἐπέβαινον“ (Μ 444). T λείπει δὲ ἡ κατά, ἵν’ ᾖ κατὰ τῶν πύργων ἔρυον, b(BCE3)T ὡς „ὡρμήθη δ’ Ἀκάμαντοσ“ (Ξ 488). | | |
5 | Ἀρίσταρχος δὲ τὰς κλίμακας, Πορφύριος (1,180,8) τοὺς προβεβλη‐ μένους τοῦ τείχους λίθους· πρὸς ὃ τὰ τῆς στιγμῆς. T | ||
12258d1 | ex. | καὶ ἔρ〈ε〉ιπον ἐπάλξεις: καὶ κατέβαλον τὰς ἐπάλ‐ ξεις ἐπὶ τὸ γυμνῶσαι τὸ τεῖχος τῶν κρυπτομένων ὑπ’ αὐτὰς Ἑλλή‐ νων. T | |
12258d2 | κατέβαλον τὰς ἐπάλξεις b(BCE3) πρὸς τὸ γυμνῶσαι τούτων τοὺς ὑπ’ αὐτὰς κρυπτομένους Ἕλληνας. b(BCE3E4) | ||
12.259 | ex. | στήλας: τοὺς θεμελίους, παρὰ τὸ ἐπ’ αὐτοῖς ἵστασθαι | |
τὸ τεῖχος. οἱ δὲ τὰς ἀντηρίδας. b(BCE3)T | |||
D | στήλας τε προβλῆτας: στήλας ὀρθοὺς λίθους— παρὰ τὸ προκαταβεβλῆσθαι ὑπὸ τῶν πολεμίων. A | ||
12.260 | Hrd. | ἔχματα {πύργων}: ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται. περὶ δὲ τοῦ „ᾗχι“ (Α 607) δασυνομένου εἴπομεν (sc. ibid.). A | |
12.261 | Ariston. | {τὰς οἵ γ’} αὐέρυον: ὅτι εἰς τοὐπίσω εἷλκον, πρὸς τὸ „αὐέρυσαν μὲν πρῶτα“ (Α 459). A | |
12262a | ex. | οὐδέ νύ πω Δαναοὶ 〈χάζοντο κελεύθου〉: οὐχ ὑπεχώρουν αὐτοῖς εἰσελθεῖν. πιθανῶς δὲ †νῦν πάνυ†· ἔδει γὰρ πρὸ τῆς ἁλώσεως τοῦ τείχους ἀγῶνάς τινας διαθέσθαι. b(BCE3E4)T | |
12262b1 | ex. | χάζοντο κελεύθου: τῆς ἐπὶ τὰς ναῦς φερούσης. T | |
12262b2 | διὰ τῆς ἐπὶ τὰς ναῦς φερούσης ὁδοῦ. b(BCE3E4) | ||
12.263 | ex. | φράξαντες ἐπάλξεις: τὰ διάκενα τῶν ἐπάλξεων φράξαν‐ τες τοῖς ὅπλοις· αἱ μὲν γὰρ ἐπάλξεις πρόβολοι γίνονται τοῖς †λοιποῖς† στρατιώταις, τὸ διάκενον δὲ αὐτῶν ταῖς ἀσπίσι προσανα‐ πληροῦται. b(BCE3E4)T | |
12.265 | ex. | 〈κελευτιόωντε:〉 τί; „ὦ φίλοι“ (Μ 269). Til | |
12267a | Nic. | ἄλλον μειλιχίοις, 〈ἄλλον στερεοῖς ἐπέεσσι〉: 〈οὐ〉 συναπτέον ταῦτα τοῖς ἐπάνω, ἀλλ’ ἀφ’ ἑτέρας ἀρχῆς. κοινὸν δ’ ἐστὶ τὸ „νείκεον“ (Μ 268). εἰ δὲ μὴ ἁρμόζει τοῖς μειλιχίοις λό‐ γοις τὸ νεικεῖν, οὐ θαυμαστόν· καὶ γὰρ ἐν τῇ Α (582) φησίν· „ἀλλὰ | |
5 | σὺ τόν γ’ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι“. δύναται δὲ καὶ στίζε‐ | ||
σθαι ἐπὶ τὸ μειλιχίοις, ἵνα τοῖς ἄνω προσδιδῶμεν τὸ ἡμιστίχιον· ἁρμόζει γὰρ ὀτρύνειν μειλιχίοις. ἐξαλλαγὴ δὲ ἔσται, ἀπ’ ἄλλης ἀρχῆς ἀναγινωσκόντων ἡμῶν ἄλλον στερεοῖς ἐπέεσσι / „νεί‐ κεον“ (Μ 268). A | |||
12267b | ex. | ἄλλον μειλιχίοις, 〈ἄλλον στερεοῖς ἐπέεσσι〉: κατ’ ἀξίαν πρὸς ἕκαστον, ὅπερ καὶ ἐν ἄλλοις· „ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη“ (Β 188), „ὃν δ’ αὖ δήμου ἄνδρα“ (Β 198). b(BCE3E4)T | |
12267-8 | ex. | 〈ἄλλον μειλιχίοις, ἄλλον〉 στερεοῖς ἐπέεσσι 〈/ νείκεον〉: ἔοικε τῷ μειλιχίοις (267) προσυπακούειν τὸ ἐκολά‐ κευον, ὡς ἐν τῷ „ἔδουσί τε πίονα μῆλα / οἶνόν τ’ ἔξαιτον“ (Μ 319—20) λείπει τὸ πίνουσιν· b(BCE3E4)T „δουρὶ δ’ ἀκοντίζω, | |
5 | ὅσον οὐκ ἄλλος 〈τισ〉 ὀϊστῷ“ (θ 229)· „ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;“ (Κ 407)· „Κυκλώπων δ’ ἐς γαῖαν ἐλεύσ〈σ〉ο‐ μεν / αὐτῶν τε φθογγήν“ (ι 166—7). T | ||
12.269 | ex. | ὦ φίλοι: πρὸς πάντας τοῦτό φησιν· „πάντας κυδαίνων“ (Κ 69). T | |
12269-71 | ex. | 〈ὅς τ’ ἔξοχος ὅς τε μεσήεις /〉 ὅς τε χερειότε‐ ροσ〈—ἔργον ἅπασιν〉: ὁ λόγος· ‘καὶ ὃς ἔξοχός ἐστι καὶ ὃς ἐλάχιστος καὶ ὃς μέσος, νῦν τούτων ἁπάντων ἐστὶν ἔργον‘, ὡσεὶ οὕτως ἔλεγε· ‘νῦν ἔπλετο ἔργον ἅπασιν, ὃς ἔξοχος ὅς τε μεσήεις | |
5 | ὅς τε χερειότεροσ‘. A | ||
12271a | ex. | νῦν ἔπλετο ἔργον ἅπασιν: πάντες γὰρ νῦν χρήσιμοι ἀπὸ τοῦ τείχους ἀμυνόμενοι, ὅπερ καὶ γυναῖκες ποιοῦσιν. b(BCE3 E4)T | |
12271b | ex. | νῦν ἔπλετο ἔργον ἅπασιν: ἔργον ὁ κίνδυνος. T | |
12.272 | ex. | καὶ δ’ αὐτοὶ τόδε 〈που〉 γινώσκετε: διὰ τοῦ ἰδίου συνειδότος ἕκαστον δυσωπεῖ, ἰδίᾳ δὲ ἕκαστον εἰς ἔννοιαν τῶν κινδύ‐ νων ἄγει. b(BCE3E4)T | |
12.273 | Did. (?) | 〈ἀκούσας:〉 γράφεται καὶ „ἀκούων“. Aim | |
12.274 | ex. | πρόσω ἵεσθε: τῇ ψυχῇ, οὐ τοῖς σώμασιν. T | |
12276a1 | Did. | 〈νεῖκος:〉 Ἀρίσταρχος „νῖκοσ“ διὰ τοῦ ι· βούλεται γὰρ λέγεσθαι τὴν νικησάντων ἧτταν. Aim | |
12276a2 | νῖκος {ἀπωσαμένους}: Ἀρίσταρχος διὰ μόνου τοῦ ι, οἷον τὸ νίκημα, τὴν ἧτταν. T | ||
12276a3 | τὸ νίκημα. Til | ||
12276a4 | †ἡρωδιανὸς† διὰ μόνου τοῦ ι, ἵνα δηλοῖ τὸ νίκημα. b(BCE3E4) | ||
12276b | Nic. | νεῖκος ἀπωσαμένους: βραχὺ διασταλτέον ἐπὶ τὴν μετοχὴν διὰ τὸ σαφέστερον. A | |
12276c | Hrd. | {δηΐους προτὶ ἄστυ} δίεσθαι: τὸ δίεσθαι ἡ παρά‐ δοσις προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν ὅτι, εἰ οἶδεν ὁ ποιητὴς τὸ „δίενται“ (Ψ 475) ὡς „τίθενται“ (θ 554. ρ 269) καὶ „ἐνδίεσαν“ (Σ 584) ὡς ἐτίθεσαν, δῆλον ὅτι εἴσεται καὶ τὸ δίεσθαι προπαρο‐ | |
5 | ξυνόμενον· ὡς γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεσαν τὸ ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ ἀπὸ τοῦ „ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται“ (Ψ 475) καὶ „αὕτως ἐνδίεσαν“ (Σ 584) γένοιτο ἂν τὸ ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς μι ἐσχημάτισται· καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περισπᾶσθαι, | ||
10 | ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ „ἐνδίεσαν“ καὶ δίεσθαι. A | ||
12276d | Hrd. | ex. | δίεσθαι: προπαροξυτονητέον· παρατατικοῦ γάρ ἐστιν, ἀπὸ τοῦ δίω καὶ δίημι. | περιουσία δὲ δυνάμεως τὸ καὶ διῶξαι προσδοκᾶν τοὺς πολεμίους. b(BCE3E4)T | |
12277a1 | Did. | {ὣς τώγε} προβοῶντε: κατ’ ἔνια τῶν ὑπομνημάτων „προβάοντε“, οἷον προβαίνοντες καὶ ἀμείβοντες τόπον ἐκ τόπου. διχῶς οὖν. A | |
12277a2 | προβοῶντε: τινὲς „προβάοντε“, προβαίνοντε. T | ||
12278-86a | ex. | τῶν δ’, ὥς τε νιφάδεσ〈—Διὸς ὄμβροσ〉: μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι, „νιφάδες δ’ ὡς πῖπτον ἔραζε, / ἅς τ’ ἄνεμος ζαήσ“ (Μ 156—7). ἐκεῖ μὲν οὖν πρὸς τὴν πλῆξιν τὸν ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν, πρὸς τὸ μὴ ἀποκρυ‐ | |
5 | σταλλοῦσθαι τὴν χιόνα. A b (BCE3E4)T | ||
12278-86b | ex. | τῶν δ’, ὥστε νιφάδεσ〈—Διὸς ὄμβροσ〉: ἔοικεν ἐρίσαι αὑτῷ ὁ ποιητὴς ἐπὶ τῇ παραβολῇ· εἶπε γὰρ „νιφάδες δ’ ὡς πῖπτον ἔραζε“ (Μ 156), νῦν δὲ ἐπεξεργάζεται τὴν εἰκόνα μεγα‐ λοπρεπέστερον. T εὐθὺς χειμέριον παρέλαβε τὴν ἡμέραν· γίνον‐ | |
5 | ται μὲν γὰρ καὶ ἐν ἔαρι νιφάδες, ἀλλ’ οὐ πυκναί. b(BCE3E4)T εἶτα ὅτε τ’ ὤρετο μητίετα Ζεύς / νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα (279—80)· εἰ μὲν γὰρ ἐνδείξασθαι τὴν αὑτοῦ δύναμιν ἐπιτηδεύων ὁ θεὸς τοῦτο πράττει, τίς ὑπερβολὴ καταλείπεται τοῦ νιφετοῦ; εἶτα καὶ νηνεμίαν παρέλαβε (cf. 281) | ||
10 | πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα. T εἶτα καὶ τῇ τάξει καλῶς ἐχρήσατο· πρῶτον γὰρ τὰ ὄρη νίφεται (cf. 281—2), ἔπειτα σφοδροῦ τοῦ χειμῶνος γενομένου κάτεισι καὶ ἐπὶ τὰ χθαμαλώ‐ τερα (cf. 283—4). b(BCE3E4)T ἐναργῶς δὲ καὶ ἀνακοπτο‐ μένη〈ν〉 τῇ χιόνι τὴν τοῦ κύματος ἐπιφορὰν δείκνυσι (cf. 285). τῇ | ||
15 | δὲ συνεχεῖ ἐπαγωγῇ καὶ αὔξει τὰ λεγόμενα. T | ||
12.280 | Ariston. | Nic. | νιφέμεν, ἀνθρώποισι 〈πιφαυσκόμενος τὰ ἃ κῆλα〉: ὅτι κῆλα τὰ βέλη Διός, χιὼν καὶ ὑετός. νίφειν δὲ τὸ χιονίζειν λέ‐ γει. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νιφέμεν πρὸς τὸ σαφέστερον. A | |
5 | D | τὰ αὑτοῦ σημεῖα καὶ βέλη ἐπιπέμπει κατὰ χόλον, βέλος δὲ νῦν τὸν χειμῶνα. Aim | |
12.281 | Did. | χέει ἔμπεδον: οὕτως αἱ Ἀριστάρχου χέει ἔμπεδον· ἡ Μασσαλιωτικὴ „χέει ἄσπετον“. AT | |
12283a1 | Did. | 〈λωτεῦντα:〉 Ἀρίσταρχος διὰ τοῦ ο „λωτοῦντα“. Aint | |
12283a2 | λωτεῦντα: οὕτως αἱ Ἀριστάρχου 〈***〉 καὶ ἡ Μασσαλιωτική. T | ||
12283b | ex. | λωτεῦντα: ποτέ, οὐκ ἐν τῇ χιόνι. T | |
12285a | Ariston. | κῦμα δέ μιν προσπλάζον ἐρύκεται: ὅτι ἀντὶ τοῦ ἐρύκει. ὁ δὲ λόγος περὶ τῆς χιόνος· μόνον τὸ κῦμα προσπελάζον ἀπερύκει αὐτήν, τἆλλα δὲ πάντα κεκάλυπται. A | |
12285b | ex. | 〈κῦμα δέ μιν〉 προσπλάζον ἐρύκεται: ἐρύκει τῆς ὁρμῆς τὴν χιόνα. ἢ διὰ τὸ γεφυρωθῆναι τῇ χιόνι τὸν αἰγιαλὸν τὸ κῦμα ἐρύκεται. b(BCE3E4)T | |
12285c | ex. | 〈προσπλάζον:〉 προσκροτοῦν. Til | |
12286a | Did. (?) | 〈εἰλῦται:〉 γράφεται „εἰλύαται“. Aint | |
12286b | Hrd. | Nic. | εἰλῦται 〈καθύπερθ’ ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμ‐ βροσ〉: προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλιφὴ ὑπάρχῃ, ἢ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι τὸ ῥῆμα καὶ πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλιφή, εἴγε καὶ τὸ ἐρύεσθαι | |
5 | ῥῦσθαι ἔφη· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον 〈τε〉“ (Ο 141), καὶ τὸ „ἄρχετε νῦν νέκυας φορέειν“ (Χ 437) ἐν τοῖς ἑξῆς ἔφη „ἐκ δὲ νέκυς οἶκον φόρεον“ (ω 417). τινὲς δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι. | τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συν‐ τάσσεσθαι· διὸ διασταλτέον. A | ||
12286c | Hrd. | Did. | εἰλύαται 〈καθύπερθ’ ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβροσ〉: | |
(?) | Nic. | ex. | οἱ μὲν προπερισπῶσιν τοῦ εἰλύαται συναλιφὴν ἐκδεχόμενοι, οἱ | ||
δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι. | τινὲς δὲ διῃρημένως εἰλύαται. | τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συντάσσε‐ | |||
5 | σθαι. | Διὸς ὄμβρον δὲ τὸν χιονισμόν φησιν· ἄμφω γὰρ ἀπὸ Διὸς γίνεται. T | ||
12287-9a1 | Nic. | 〈ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θα‐ μειαί, /〉 αἱ μὲν ἄρ’ ἐς Τρῶας, 〈αἱ δ’ ἐκ Τρώων ἐς Ἀχαι‐ ούς, / βαλλομένων〉: βραχὺ διασταλτέον ἐπὶ τὸ Ἀχαιούς (288)· τὸ γὰρ ἑξῆς ἐστιν ὣς τῶν βαλλομένων (287. 289). ἐπὶ | |
5 | δὲ τῶν λίθων ἡ λέξις οὐκ ἂν ἀκούοιτο, ἐπεὶ σολοικισμός ἐστιν. A | ||
12287-9a2 | τὸ δὲ βαλλομένων (289) ἀντὶ τοῦ βαλλόντων. τὸ δὲ ἑξῆς ὣς τῶν βαλλομένων. T | ||
12287a | ex. | λίθοι πωτῶντο: ἐμφαντικῶς. καὶ „βέλεα ῥέον“ (Μ 159) ἀλλαχοῦ φησιν. ἢ βελῶν μὲν ῥύσιν ἔφη (ἐπιμήκης γὰρ ἡ φορὰ τῶν βελῶν), πωτᾶσθαι δὲ τοὺς λίθους· περιγεγραμμένον γὰρ πωτᾶ‐ ται καὶ οὐκ ἐπίμηκες ὁ λίθος. T | |
12287b | ex. (D ?) | 〈θαμειαί:〉 σημειωτέον ὅτι τὰς λίθους θηλυκῶς. Aim | |
12.289 | ex. | τὸ δὲ τεῖχος ὑπὲρ πᾶν: ἀπὸ γῆς ἕως ἄνω. b(BCE3 E4)T τὸ δὲ ἑξῆς ὑπὲρ δὲ πᾶν τὸ τεῖχος. οὐκ ἀναγκαῖον οὖν ἀναστρέφειν τὴν πρόθεσιν. b(BCE3)T | |
12.291 | Ariston. | τείχεος ἐρρήξαντο πύλας 〈καὶ μακρὸν ὀχῆα〉: ὅτι πάλιν τὴν πύλην πύλας, καὶ τὸν μοχλὸν ἕνα, διὰ τῶν ἑξῆς (sc. | |
Μ 455) δύο παραδιδούς. A | |||
12292-3 | ex. | D | εἰ μὴ 〈ἄρ’〉 υἱὸν ἑὸν 〈Σαρπηδόνα μητίετα〉 Ζεύς / ὦρσεν: οὐ γνήσιος οὖν ἡ ἀρετή. δοκεῖ δέ μοι τὸ τοῦ Σαρπη‐ δόνος οὐ μάτην παρειλῆφθαι, ἀλλ’ ἵνα καὶ μέγα χαρίσηται Πατρόκλῳ. b(BCE3E4)T | Ἡσίοδος δὲ Εὐρώπης καὶ Διὸς αὐτόν φησιν (fr. | |
5 | 140 M.—W.). T | ||
12.293 | ex. | λέονθ’ ὣς βουσί: ἔνθα μὲν ψιλὰ τὰ ὀνόματα, ‘ὡς ἐπὶ βουσὶ λέοντα‘, ἑξῆς δὲ ἐπεξεργάζεται τὰ πραττόμενα ὑπὸ τοῦ λέοντος, „βῆ ῥ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφοσ“ (Μ 299). T | |
D | 〈ἕλιξιν:〉 μέλασιν, ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ. Aim | ||
12295-7 | ex. | ἑξήλατον〈— | χρυσείῃς ῥάβδοισι διηνεκέ‐ σιν περὶ κύκλον〉: δασυντέον τὸ ἑξήλατον (295), ἓξ ἀριθμόν. τὸ δὲ ἑξῆς ἑξήλατον χρυσείῃς ῥάβδοισι, εἶτα ἔντοσθε〈ν〉 δέ (296)· ἄτοπον γὰρ τὸν χρυσὸν ἔσωθεν εἶναι. T | |
12295a | Hrd. | ἐξήλατον: Ἀρίσταρχός φησιν ὡς δεῖ δασύνοντας προ‐ φέρεσθαι· σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτων συγ‐ κειμένην αὐτήν. ὁ δὲ Ζηνόδοτος, φησίν, ἔοικε ψιλῶς προφέρεσθαι, ἐκδεχόμενος τὴν ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος, | |
5 | εἴγε καὶ „ἑπταβόειον“ (Η 220 al.) σάκος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλ‐ λέως ἀσπίδος „πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχεσ“ (Σ 481) καὶ | ||
„ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων“ (Υ 270). A | |||
12295b | ex. | ἐξήλατον: ἐξελασθεῖσαν ἀντὶ τοῦ χαλκῆν· οὐ γὰρ ἓξ ἔχει, b(BCE3E4)T ἐπεὶ ἡ Ἀχιλλέως πέντε (cf. Σ 481). T ψιλοῖ οὖν ὁ Νικάνωρ (p. 222 Friedl.) καὶ τὴν ἔξωθεν ἔχουσαν ἔλασμα χαλ‐ κοῦ ἐξηγεῖται. b(BCE3E4)T | |
12.296 | Ariston. | ἤλασεν, ἔντοσθεν δέ: ὅτι Ζηνόδοτος γράφει „ἐξέλας’, ἔντοσθεν δέ“· ἐξ οὗ φανερός ἐστι τὸ προκείμενον ψιλῶς ἀνεγνωκὼς „ἐξήλατον“ (Μ 295). δεῖ δὲ δασέως, ἵνα ἀριθμὸς δηλωθῇ. A | |
12296-7 | ex. | Hrd. | 〈βοείας ῥάψε— /〉 χρυσείῃς ῥάβδοισι διηνε‐ κέσιν ΠΕΡΙΚΥΚΛΟΝ: ἀντὶ τοῦ ἔρραψε τὰς βοείας ῥαφαῖς ῥαβδοει‐ δέσιν ὡσανεὶ φλεψίν. | τὸ δὲ ΠΕΡΙΚΥΚΛΟΝ ἄμεινον δύο ποιεῖν, „περὶ“ καὶ „κύκλον“, ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος κύκλον. οὕτως καὶ | |
5 | ὁ Ἀσκαλωνίτης (p. 52 B.). A | ||
12297a | ex. | 〈χρυσείῃς ῥάβδοισι:〉 ῥαβδοειδέσι ῥαφαῖς. Aint | |
12297b | ex. | 〈χρυσείῃς ῥάβδοισι διηνεκέσιν〉 περὶ κύκλον: ἀπὸ ἴτυος εἰς ἴτυν. b(BCE3E4)T προπαρασκευάζει δὲ ἀεὶ τοὺς ἀριστεύοντας, ἐξαίρων ἡμᾶς εἰς προσοχήν. b(BCE3)T | |
12298a | Nic. | τὴν ἄρ’ ὅγε πρόσθε σχόμενος, 〈δύο δοῦρε τινάσ‐ σων〉: διασταλτέον ἐπὶ τὸ σχόμενος πρὸς τὸ σαφέστερον. A | |
12298b | ex. | δύο δοῦρε 〈τινάσσων〉: ἕτερον ἐν τῇ ἀσπίδι, τὸ δὲ ἐν | |
τῇ δεξιᾷ. κινουμένου δὲ αὐτοῦ ἄμφω τινάσσεται. b(BCE3E4)T | |||
12299-306 | ex. | ὅς τ’ ἐπιδευής 〈/ δηρὸν ἔῃ〉 κρειῶν〈— ἄκοντι〉: ἐπεξειργάσατο τὴν προκειμένην εἰκόνα b(BCE3E4)T „ὦρσεν ἐπ’ Ἀργείοισι λέονθ’ ὥσ“ (Μ 293): T ἐνταῦθα γὰρ καὶ λιμώττει ὁ λέων καὶ οὐ νεμομένῳ ζώῳ ἐπιτυγχάνει, εἰς ἔπαυλιν δὲ αὐ‐ | |
5 | τὸν ὁ λιμὸς ἄγει. b(BCE3E4)T | ||
12301a | Ariston. | μήλων πειρήσοντα 〈καὶ ἐς πυκινὸν δόμον ἐλ‐ θεῖν〉: ὅτι πειρήσοντα διάπειραν ληψόμενον, ἐνεδρεύσοντα· καὶ ὅτι ὁ καί περισσός ἐστιν. ὁ δὲ Διονύσιος (fr. 36 Schm.) ὅτι δύναται σημαίνειν τι πλέον, οὕτως ἐνδεὴς τροφῆς ὥστε καὶ ἐπὶ πεπυκνωμένον | |
5 | καὶ ἠσφαλισμένον δόμον ἐλθεῖν. δόμον δὲ τὴν ἔπαυλιν. A | ||
12301b | ex. | {μήλων} πειρήσοντα: ἐνεδρεύσοντα· ὅθεν καὶ πειρα‐ τής. T | |
12301c | ex. | καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν: οὐ μόνον τοῖς ἐν νομαῖς, ἀλλὰ καὶ τοῖς κατακεκλεισμένοις. T | |
12301d | Did. (?) | 〈εἰς πυκινόν:〉 γράφεται καὶ „ἐς πυκινόν“. Aint | |
12.302 | D | ex. | βώτορας: βοσκήτορας, βουκόλους. | βῶ A βόσω βό‐ τωρ †βότορος†, ὑπερβιβασμὸς χρόνου βώτορος AT καὶ βώτο‐ ρας. A | |
12303a | ex. | σὺν κυσὶ 〈καὶ δούρεσσι φυλάσσοντασ〉: οἷον προ‐ παρεσκευασμένους πρὸς τὴν ἔφοδον αὐτοῦ. b(BCE3E4)T | |
12303b | Ariston. | {σὺν κυσὶ καὶ δούρεσσι} φυλάσσοντας περὶ μῆλα: | |
σημειοῦνταί τινες ἐνταῦθα ὅτι περισσὴ ἡ πρόθεσις ἡ περί. A | |||
12.304 | ex. | 〈ἀπείρητος:〉 μὴ πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών. b(BCE3E4) T | |
12305-6a1 | ex. | ἢ ἥρπαξε 〈μετάλμενος,〉 ἠ〈ὲ καὶ αὐτός /〉 ἔβλητο: πρὸς τὸν θανατῶντα λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλε. τὴν ἐκ μεθόδου δὲ προσβολὴν δηλοῖ τὸ ἥρπαξε. T | |
12305-6a2 | τὸ ἥρπαξε τὴν ἐκ μεθόδου δηλοῖ προσβολήν. πρὸς τὸν †θανατοῦντα† δὲ λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλεν. b(BCE3E4) | ||
12.307 | D ad Μ 397 | ἀντίθεον Σαρπηδόνα: Εὐρώπην τὴν Φοίνικος— παρὰ Ἡσιόδῳ (fr. 140 M.—W.) καὶ Βακχυλίδῃ (fr. 10 Sn.). A | |
12308a | ex. | διά τε ῥήξασθαι: ἔμφασιν ἔχει τὸ ὑπερβατόν. T | |
12308b | ex. | {ῥήξασθαι} ἐπάλξεις: τοὺς μέσους τῶν ἐπάλξεων· προεῖπε γὰρ „ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεισ“ (Μ 263). T | |
12.310 | ex. | τίη δὴ νῶϊ τετιμήμεσθα 〈μάλιστα〉: αἰδήμονος οἱ λόγοι καὶ μεγαλοψύχου καὶ εὐγνώμονος· b(BCE3E4)T αἰδεῖται γὰρ ταῖς τιμαῖς πλεονεκτεῖν καὶ μὴ ταῖς ἀνδραγαθίαις. μεγαλόψυχος δὲ ὢν καταφρονεῖ θανάτου (cf. M 315—6. 326—8). εὐγνωμοσύνης | |
5 | δὲ τὸ ὁμολογεῖν τὴν τιμήν (cf. M 310—4. 319—20). b(BE3E4)T Ἀττικῶς δὲ ‘τί δή;‘. διὰ δὲ τὸ ἐργῶδες τῆς ἐγχειρήσεως ἑταιροποιεῖ‐ ται. b(BCE3E4)T | ||
12.311 | ex. | ἕδρῃ τε κρέασίν τε 〈ἰδὲ πλείοις δεπάεσσιν〉: καὶ „σὸν δὲ πλεῖον δέπας αἰεί“ (Δ 262) καὶ „νώτοισιν δ’ Αἴαντα“ (Η | |
321). T | |||
12312-3 | ex. | 〈ἐν Λυκίῃ πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, /〉 καὶ τέμενος νεμόμεσθα: ἐν δὲ Λυκίᾳ ἡμᾶς ὡς θεοὺς †ὁρῶσιν†. b(BCE3E4)T διδάσκει δὲ ὡς οὐ δεῖ μὴ προκινδυνεύοντα βασιλέα τιμᾶσθαι. b(BE3E4)T | |
12.312 | ex. | θεοὺς ὣς εἰσορόωσιν: αἰσχρὸν δὲ τοὺς ἐν θεῶν μοίρᾳ τεταγμένους μηδὲ ἄνδρας ἀξιολόγους φαίνεσθαι. b(BCE3E4)T | |
12313-4 | ex. | καὶ τέμενος νεμόμεσθα 〈μέγα Ξάνθοιο παρ’ ὄχθας /〉 καλόν: 〈νεμόμεσθα〉 ἐκ τῶν ἀλόγων ζῴων. τέμενος δὲ καλὸν τὸ μὲν πεφυτευμένον, τὸ δὲ ἀρούμενον. ὁ δὲ Ξάνθος Σίρβις νῦν καλεῖται. T | |
12.316 | ex. | καυστείρης: τῆς πυρούσης τὰ σώματα. T | |
12.317 | ex. | ὄφρα τις ὧδ’ εἴπῃ: ἀξιοῖ καὶ σκοπεῖν, {καὶ} τί περὶ ἡμῶν οἱ πλησίον λέγουσιν. T | |
12318a1 | Did. | 〈ἀκληεῖς:〉 οὕτως „†ἀκλεὲς†“ αἱ Ἀριστάρχου καὶ αἱ χαριέσ〈τεραι〉. Aim | |
12318a2 | {ἀκλειεῖς:} οὕτως „†ἀκλεὲς†“ δὲ Ἀρίσταρχος κατὰ συγ‐ κοπήν, ὡς τὸ „δυσκλέα“ (Β 115). T | ||
12.319 | ex. | ἔδουσί τε πίονα μῆλα: ὅτι οὐ χρυσῷ ἐτιμῶντο οἱ βασι‐ λεῖς. T | |
12.320 | ex. | 〈οἶνόν τ’ ἔξαιτον μελιηδέα:〉 λείπει πίνουσιν. Til | |
12322-8 | ex. | εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε〈— ἡμῖν〉: εὐγενὴς ἡ γνώμη· τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν ἀποφαίνει πάντων (cf. 326—7), τὸ δὲ μετ’ εὐκλείας τῶν ἀγαθῶν μόνων. καὶ τὴν παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανάτου, ἀλλ’ ἀναβολὴν χρό‐ | |
5 | νου μικρὰν μετ’ ἀδοξίας γινομένην φησὶν εἶναι. b(BCE3E4)T δι‐ δάσκει οὖν μὴ προσίεσθαι †δύο κατὰ† ἀναβολὴν—„τί γὰρ παρ’ ἦμαρ ἡμέρα“; (Soph. Ai. 475)—· οὐ γὰρ ὁ τόπος 〈τὴν〉 εἱμαρμένην παρεγχειρεῖ. τὸ δὲ ἑξῆς εἰ μὲν γὰρ (322) μέλλοιμεν ἀγήρω τ’ 〈ἀθανάτω τε / ἔσσεσθαι〉 (323—4). T | ||
12.324 | ex. | 〈οὔτε κεν αὐτὸσ〉 ἐνὶ πρώτοισι μαχοίμην: τίς ἂν πιθανὸς εἴη λέγων ἢ ὁ τοιαῦτα αἱρούμενος; T | |
12.325 | ex. | 〈στέλλοιμι:〉 ὁπλίζοιμι. Til | |
12326-8a | Nic. | νῦν δ’, ἔμπης γὰρ κῆρεσ〈—ὑπαλύξαι, / ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν〉: τὸ ἑξῆς ἐστι νῦν δ’ ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν (326. 328). οὕτως οὖν διορθωτέον. A | |
12326-8b | Nic. | ex. | νῦν δ’, ἔμπης 〈γὰρ—ὑπαλύξαι, / ἴομεν〉: τὸ ἑξῆς νῦν δὲ ἴομεν (326. 328). | τὸ σχῆμα δὲ τοῦ λόγου μετρία συγχώρησις καλεῖται· διδοὺς γὰρ τὸ δεῖν τῶν κινδύνων ἀφίστασθαι, εἰ ἐνῆν ἀθάνατον εἶναι, τῷ ἀδύνατον ὑπάρχειν τὸ προτεινόμενον | |
5 | τὴν παρρησίαν τοῦ δεῖν κινδυνεύειν εἰσηγήσατο. b(BCE3E4)T | ||
12326-7 | ex. | ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο / μυ‐ ρίαι, ἃς—ὑπαλύξαι: ἔμπης ὁμοίως πᾶσιν. ἔμφασιν καὶ τὸ ἐφεστᾶσι δηλοῖ· b(BCE3E4)T μυρίας, φησί, προφάσεις | |
ἔχει ἡ μοῖρα ὥστε καὶ ἀργοῦντας δύνασθαι φονεύειν. b(BE3E4)T | |||
12328a | Ariston. | ἴομεν ἠέ τῳ 〈εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν〉: ὅτι ἀντὶ τοῦ ἴωμεν καὶ ὀρέξωμεν, καὶ ὅτι συνεκδέξασθαι δεῖ τὸ ‘ὀρέξῃ‘, ὅπερ οὐ συνέντες τινὲς ὑποτιθέασι στίχον· „δώσει ἀποκτάμενος κλυτὰ τεύχεα καὶ δόρυ μακρόν“ (Μ 328 a). A | |
12328b | ex. | 〈κῦδος:〉 καὶ ἄφθαρτον καὶ ἀνεμέσητον. Til | |
12.329 | ex. | οὐδὲ Γλαῦκος ἀπετράπετ’ 〈οὐδ’ ἀπίθησε〉: ὀρθῶς οὐδὲν ἀποκρινόμενος ἕπεται· ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν. b(BCE3E4) T | |
12330a | ex. | 〈τὼ δ’ ἰθὺς βήτην〉 Λυκίων μέγα ἔθνος ἄγοντε: πάλιν ἄλλῃ παρασκευῇ χρῆται ὥστε νεώτερον τὸν ἀγῶνα φαίνε‐ σθαι, προσεκτικοὺς ἡμᾶς ποιῶν. b(BCE3E4)T | |
12330b1 | Did. | 〈ἄγοντε:〉 οὕτως Ἀρίσταρχος {μέγα ἔθνος} ἄγοντε, δυϊκῶς. Aim | |
12330b2 | τὸ δὲ ἄγοντε δυϊκῶς. T | ||
12.332 | ex. | ex. | τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν: ὅπου ἐτέτακτο. b(BCE3E4)T | δῆλον οὖν ὡς ἐπὶ ἐννέα πλέθρα διαβάντες ἦσαν πρῶτος Αἴας, Ἰδομενεύς, Βοιωτός, Φιλοκτήτης, Πρωτεσίλαος, ὁ 〈Ὀ〉ϊλιάδης, Διώρης, Μέγης, Μενεσθεύς. T | |
12.333 | ex. | 〈πάπτηνεν:〉 ὡς συνετὸς προασφαλίζεται. b(BCE3E4)Til | |
12333-4a | Nic. | πάπτηνεν δ’ ἀνὰ πύργον Ἀχαιῶν, 〈εἴ τιν’ ἴδοιτο / ἡγεμόνων〉: τὸ Ἀχαιῶν (333) ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ τοῖς προτέροις, ἐπεὶ τὸ ἡγεμόνων (334) ἐπιφέρεται. καὶ ἄλλως φησὶν ἑξῆς „βῆ δὲ θέειν κατὰ τεῖχος Ἀχαιῶν“ | |
5 | (Μ 352). A | ||
12333b | ex. | εἴ τιν’ ἴδοιτο / ἡγεμόνων, 〈ὅς τις—ἀμύ‐ ναι〉: τὸ ἡγεμόνων (334) ἄκρως προσέθηκεν, οἷς δι’ αἰδῶ ἀπαραί‐ τητος ἡ συμμαχία. διδάσκει οὖν Ὅμηρος, οἵους δεῖ εἶναι τοὺς ἄρχοντας, ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε τοῖς ἡγεμόσιν | |
5 | εἰκὸς καὶ πλῆθος ἕπεσθαι. b(BCE3E4)T | ||
12334a1 | ex. | ἑτάροισιν ἀμύναι: πρὸς τὸ φιλόστοργον τοῦ βασι‐ λέως· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ τῶν μαχομένων δέδοικεν. T | |
12334a2 | τὸ φιλόστοργον αὐτοῦ ἐνδείκνυται· οὐ γὰρ ὑπὲρ ἑαυ‐ τοῦ, ἀλλ’ ὑπὲρ τῶν ἑταίρων δέδοικε. παιδευτικὸς δὲ ὁ λόγος. b(BCE3E4) | ||
12.335 | Ariston. | ἐς δ’ ἐνόης’ Αἴαντε δύω: ὅτι ἐν τοῖς ἀριστεροῖς μέ‐ ρεσι τοῦ ναυστάθμου γέγονεν ἡ μάχη, ὅπου καὶ οἱ Αἴαντες ἐσκή‐ νουν. A | |
12336a | ex. | Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα: οὐκ εἰκῆ τὸ νέον· χθὲς γὰρ ἐτρώθη ὑπὸ Ἕκτορος (cf. Θ 324—9)· νεωστὶ οὖν προῆλθε τῆς σκηνῆς, ὁρῶν τὸν κίνδυνον. b(BCE3E4)T | |
12336b | Ariston. | 〈νέον:〉 ὅτι ἀντὶ τοῦ νεωστί. Aim | |
12337a | ex. | ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν: ἀλλ’ οὐκ ἦν αὐτῷ ἐγγύθεν βοήσαντι ἀκουσθῆναι. b(BCE3)T ἐντεῦθεν οὖν ἐδέησεν ἀγγέλου. b(BCE3E4)T | |
12337b1 | Hrd. | γεγωνεῖν: ὁ Ἀσκαλωνίτης (p. 52 B.) βαρύνει ὡς ἀνύειν, Ἀρίσταρχος δὲ περισπᾷ ὡς „φιλεῖν“ (ο 74). καὶ ἔοικε μᾶλλον | |
περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως καὶ ἐγεγώνεον ἔφη· „ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ | |||
5 | ἐγεγώνεον“ (ρ 161). ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· „ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν“ (Θ 223). προσέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετ’ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώμενον. A | ||
12337b2 | γεγωνεῖν: πιθανὸν μὲν τὸ περισπᾶν τὸ 〈γεγωνεῖν〉 παρὰ τῷ ποιητῇ. διχῶς δὲ εὕρηται, καὶ βαρυτόνως καὶ περισπω‐ μένως. T | ||
12339-40 | ex. | βαλλομένων σακέων τε καὶ 〈ἱπποκόμων〉 τρυφαλειῶν / καὶ πυλέων: ἔμφασιν ἔχει ἡ 〈ὁ〉μοιοκαταληξία τῶν λέξεων καὶ ἡ ἐπέκτασις τοῦ στοιχείου τοῦ πυλέων (340). T | |
12340a1 | Ariston. | Did. | | {καὶ πυλέων·} πᾶσαι γὰρ ἐπῴχατο: ὅτι πᾶσαι ἀντὶ τοῦ ὅλαι· οὐ γὰρ ἦσαν πολλαὶ πύλαι, ἀλλὰ μία. | τὸ δὲ ἐπῴχατο διὰ τοῦ α καὶ σὺν τῷ ι, οἷον ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. Ζηνόδοτος „ἐπῴχετο“. | ἐὰν γράφηται „ἐπῴχετο“, τὸ πρὸ αὐτοῦ | |
5 | „πάσασ“ γραφέσθω. ἐπῴχετο δὲ ἡ ἀϋτὴ δηλονότι. A | ||
12340a2 | Did. | ἐπῴχατο: ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. T | |
12340b | Did. | 〈πᾶσαι γὰρ ἐπῴχατο:〉 οὕτως Ἀρίσταρχος πᾶσαι | |
γὰρ ἐπῴχατο. Aint | |||
12340c1 | ex. | πάσας γὰρ ἐπῴχετο: πᾶσαι κεκλιμέναι ἦσαν παρὰ τὸν ὀχῆα ἀντὶ τοῦ πᾶσα ἡ πύλη. οἱ δὲ, ἐπὶ πάσας ἤρχοντο οἱ πολέ‐ μιοι. T | |
12340c2 | ἐπὶ πάσας γὰρ ὁ ὀχεὺς κεκλιμένος ἦν. ἢ ἐπὶ πάσας ἤρχοντο οἱ πολέμιοι. b(BCE3E4) | ||
12342-3 | ex. | αἶψα δ’ ἐπ’ Αἴαντα 〈προΐει—Αἴαντα κάλεσσον〉: φίλος γὰρ ὡς Σαλαμίνιος. εἶτα ἐπάγει „ἀμφοτέρω μὲν μᾶλλον“ (Μ 344). ἔστι δὲ ἠθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ ἄκρως ἀπομιμεῖται ὁ ποιητής. b(BCE3E4)T | |
12342a1 | Ariston. | Did. | αἶψα δ’ ἐπ’ Αἴαντα προΐει 〈κήρυκα Θοώτην〉: ὅτι οἰκεῖον ὄνομα κήρυκος, ἀπὸ τοῦ ταχύνειν, καὶ ὅτι ὀνοματοθε‐ τικὸς ὁ ποιητής. | Ζηνόδοτος δὲ ἐν ἀμφοτέροις τοῖς στίχοις (sc. in Μ 342 et 343) „Αἴαντε“ γράφει. A | |
12342a2 | Did. | 〈Αἴαντα:〉 Ζηνόδοτος „Αἴαντε“. Til | |
12343a | Ariston. | Nic. | ἔρχεο, δῖε Θοῶτα, 〈θέων Αἴαντα κάλεσσον〉: ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπὸ τοῦ θέειν. τὸ δὲ ἔρχεο ἐν ἴσῳ τῷ πορεύου. | στικτέον δὲ ἐπὶ τὸ Θοῶτα ἢ συναπτέον, ὡς πολ‐ λάκις (e. g. ad Λ 186) εἴρηται. A | |
12343b | ex. (Ariston.?) | Θοῶτα: οἰκεῖον ὄνομα κήρυκος, παρὰ τὸ θεῖν. T | |
12.345 | ex. | 〈ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος:〉 ἵν’ | |
ὡς περὶ κοινοῦ ἀγωνίσωνται. Til | |||
12346a | Ariston. | ὧδε γὰρ ἔβρισαν: πρὸς Ζηνόδοτον, ὅτι ἔοικεν ἐξει‐ ληφέναι τὸ ὧδε τοπικῶς· ἑξῆς γὰρ (sc. Μ 359) γράφει „κεῖσε γὰρ ἔβρισαν“. ἔστι δὲ ἀντὶ τοῦ οὕτως. A | |
12346b | ex.(?) | 〈ὧδε:〉 ἀντὶ τοῦ οὕτως, ὅ ἐστι λίαν. Til | |
12.347 | ex. | 〈ζαχρηεῖς:〉 παρὰ τὸ χρεώ καὶ τὸ ζα, ζαχρεεῖς. Til | |
12348-9 | ex. | εἰ δέ σφιν καὶ κεῖθι〈— / ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴασ〉: σαφὲς ἐνθάδε γέγονε, πότε‐ ρον τῶν Αἰάντων ἔλεγε „θέων Αἴαντα κάλεσ〈σ〉ον“ (Μ 343). T | |
12348a | Ariston. | εἰ δέ σφιν καὶ κεῖθι: ὅτι Ζηνόδοτος γράφει „εἰ δέ σφιν κἀκεῖσε“. οὐκ ἔστι δὲ εἰ εἰς ἐκεῖνον τὸν τόπον πόλεμός ἐστιν, ἀλλ’ εἰ ἐν ἐκείνῳ. A | |
12348b1 | Did. | 〈καὶ κεῖθι:〉 ἐκ πλήρους τὸν σύνδεσμον, καὶ κεῖθι. Aim | |
12348b2 | γράφεται καὶ „κἀκεῖθι“. T | ||
12350a | Ariston. | καί οἱ Τεῦκρος ἅμ’ ἑ〈σ〉πέσθω 〈τόξων ἐῢ εἰδώσ〉: ἀθετεῖται· οὐ γὰρ πιθανὸν ὥσπερ ἐξ ἐπιτάγματος παρεῖναι τὸν Τεῦκρον· διὰ παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος φαίνεται. A | |
12350b | Did. | 〈καί οἱ—εἰδώς:〉 καὶ Ἀριστοφάνης ἠθέτει. Aint | |
12350c | ex. | καί οἱ Τεῦκροσ〈—εἰδώσ〉: ἀθετεῖται· εἵπετο γὰρ πάντως διὰ τὴν σκέπην Αἴαντος· εἰ μὴ χωρὶς ὢν οὐκ ἤκουσε | |
τῶν λεγομένων ὁ Τεῦκρος. T | |||
12352a | ex. | βῆ δὲ θέειν 〈παρὰ τεῖχος Ἀχαιῶν χαλκοχι‐ τώνων〉: ταῦτα καὶ ταχέως προφέρεσθαι δεῖ· ἔφη γὰρ „εἶθαρ δὲ προσηύδα“ (Μ 353). T | |
12352b | Did. (?) | 〈παρὰ τεῖχος:〉 γράφεται „κατὰ τεῖχοσ“. Aim | |
12.356 | ex. | μίνυνθά περ ἀντιάσητον: μίνυνθα δεξιότητος ἀγγέ‐ λου σημεῖον· προσάγεται γὰρ φάσκων ἐπ’ ὀλίγον ἔσεσθαι τὴν βοήθειαν. b(BCE3E4)T | |
12359a1 | Ariston. | ὧδε γὰρ ἔβρισαν: ὅτι Ζηνόδοτος γράφει „κεῖσε γὰρ ἔβρισαν“, οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ. δεῖ δὲ γράφειν ὧδε· τὸ γὰρ λεγόμενόν ἐστιν ‘οὕτως ἐπ‐ εβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς συμμαχίασ‘. A | |
12359a2 | Ζηνόδοτος „κεῖσε γὰρ 〈ἔβρισαν〉“ γράφει. Til | ||
12.360 | Hrd. | 〈ζαχρηεῖς:〉 περισπαστέον ὡς εὐγενεῖς. Aim | |
12.363 | Ariston. | καί οἱ Τεῦκροσ〈—εἰδώσ〉: ἀθετεῖται ὁ στίχος καὶ ὑπὸ τοῦ κήρυκος λεγόμενος διὰ τὰ αὐτά. A | |
12.365 | Ariston. | αὐτίκ’ Ὀϊλιάδην: ὅτι Ζηνόδοτος γράφει „αὐτίκ’ ἄρ’ Ἰλιάδην“. Ὀϊλιάδην δὲ διὰ παντὸς Ὅμηρος λέγει. καὶ ὅτι λείπει | |
ἡ πρός. A | |||
12366a | Ariston. | {αἶαν} σφῶϊ {μέν}: ὅτι Ζηνόδοτος γράφει „σφῶε“. τοῦτο δέ ἐστιν αὐτούς, ὅπερ οὐχ ἁρμόζει. τὸ δὲ σφῶϊ ὑμεῖς. A | |
12366b | ex. | σὺ καὶ ὁ κρατερὸς Λυκομήδης: θαυμαστῶς ἐφ’ ἑτέραν μάχην ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ b(BCE3E4)T ὡς γενναῖος καὶ πολεμόπειρος. b(BCE3E4) τὸ δὲ κρατερός πρὸς κολακείαν τοῦ Λυκομήδους εἶπεν. T | |
12.367 | ex. | Δαναοὺς ὀτρύνετον: οὐ γὰρ εὔσχημον τοῖς ἡγεμόσι καὶ ὁμοτίμοις ἐντέλλεσθαι. b(BCE3E4)T | |
12.368 | Ariston. | αὐτὰρ ἐγὼ κεῖς’ εἶμι: ὅτι Ζηνόδοτος γράφει „κεῖθι“. τοῦτο δὲ σημαίνει ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν τόπον πορεύσομαι, ὅπερ νῦν ἁρμόζει. A | |
12.369 | ex. | αἶψα δ’ ἐλεύσομαι 〈αὖτισ〉: μέμνηται τοῦ „μίνυνθά περ“ (Μ 356). T | |
12371a | Ariston. | 〈καί οἱ Τεῦκρος ἅμ’ ᾖε κασίγνητος καὶ ὄπατρος:〉 εἴρηται ὅτι †διεσκεύασται. Aim | |
12371b | ex. | κασίγνητος καὶ ὄπατρος: οὐ νόθος οὖν καθ’ Ὅμηρον ὁ Τεῦκρος· καὶ γὰρ „ὁ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον“ (Λ 257). φησὶ δὲ „ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν“ (Ο 439). οὐκ ἄρχει δὲ ὡς | |
μικρότερος. ἀθετεῖται οὖν τὸ „καί σε νόθον περ ἐόντα“ (Θ 284). T | |||
12.372 | Ariston. | ex. | 〈τοῖς δ’ ἅμα〉 Πανδίων 〈Τεύκρου〉 φέρε 〈καμπύλα〉 τόξα: ἀθετεῖται· διὰ τί γὰρ μὴ ἑαυτῷ βαστάζει; | τινὲς δὲ τόξα τὰ βέλη. T | |
12374-5 | Nic. | τείχεος ἐντὸς ἰόντες, 〈ἐπειγομένοισι δ’ ἵκοντο, / οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον〉: ὑποστικτέον ἐπὶ τὸ ἰόντες (374) καὶ ἵκοντο (374). περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον (375). A | |
12.375 | Ariston. | οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον: ὅτι, εἰ μὴ νοήσωμεν „κρόσ‐ σασ“ (Μ 258) τὰς κλίμακας, πῶς ἂν ἄλλως δύναι〈ν〉το ἀναβαίνειν ἐπὶ τὸ τεῖχος· A | |
12.378 | ex. | 〈πρῶτος:〉 πρῶτος τοῦ Τεύκρου. Til | |
12379a1 | Hrd. | Σαρπήδοντος {ἑταῖρον}: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὡς Χαλκώδοντος· οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς „Σαρπηδόνοσ“ (Π 327 al.) γενικῆς διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ τ κλίσιν· ἔνθεν γὰρ καὶ τὸ „ἑκών“ | |
5 | (Γ 66 al.) μετοχή. A | ||
12379a2 | ὡς Χαλκώδοντος. Til | ||
12381a1 | ex. | 〈κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα: ὑπέρτατοσ〉 ὑπερμεγέθης. b(BCE3E4) ἔστι δὲ ὁ στίχος ὅλος δακτυλικός. b(BCE3) | |
12381a2 | ὅλος δακτυλικός. Til | ||
12382a1 | Did. | χειρί γε τῇ ἑτέρῃ: οὕτως αἱ Ἀριστάρχου καὶ αἱ πλείους „χείρεσ〈σ〉’ ἀμφοτέρῃσ“. ἐν δὲ ταῖς κοινοτέραις χειρί γε τῇ ἑτέρῃ {ἔχοι ἀνήρ}, ὅπερ ἐκλύει τὴν ἰσχὺν τοῦ Αἴαντος. A | |
12382a2 | „χείρεσ〈σ〉’ ἀμφοτέρῃσ“ {ἔχοι}. Aim | ||
12382a3 | χείρεσς’ ἀμφοτέρῃς: οὕτως αἱ Ἀριστάρχου. ἐν δὲ ταῖς κοιναῖς „χειρί γε τῇ ἑτέρῃ“. T | ||
12382b | ex. | χείρεσς’ ἀμφοτέρῃς ἔχοι: „χειρί γε τῇ ἑτέρῃ ἔχοι“. ἢ ὑπέλυσεν; ἀλλ’ οὐκ εἶπε ‘βάλοι‘, ἀλλ’ ἔχοι. T | |
12382c | ex. | 〈χείρεσς’ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν:〉 ἄκρως τὸ ἔχοι· οὐ γὰρ ἔφη ‘βάλοι‘ καίτοι ἐγχωροῦντος τοῦ μέτρου. ἔστιν οὖν ἐπίτασις· ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύνατό τις, τοῦτον ῥηϊδίως τῇ ἑτέρᾳ ἠφίει ὁ Αἴας. καὶ τὸ οὐδὲ μάλ’ ἡβῶν πρὸς ἐπί‐ | |
5 | τασιν πλείονα ἔγκειται. b(BCE3E4)T | ||
12383a | Did. (?) | 〈ὁ δ’ ἄρ’ ὑψόθεν ἔμβαλ’ ἀείρας:〉 ἐν ἄλλῳ „ὁ δέ μιν ῥέα πάλλε καὶ οἶοσ“ (= Μ 449). Aim | |
12383b | ex. | ὁ δ’ ἄρ’ ὑψόθεν 〈ἔμβαλ’ ἀείρασ〉: οὐ δοκεῖ μοι νῦν λέγειν ὅτι ἀπὸ ὕψους βάλλει ἐν τῷ τείχει ὤν, ἀλλὰ T μετεωρίσας τὴν χεῖρα πρὸς τὸ βιαιοτέραν γενέσθαι τὴν πληγήν. b(BCE3E4)T | |
12384-5 | ex. | 〈σὺν δ’ ὀστέ’ ἄραξε /〉 πάντ’ ἄμυδις 〈κεφαλῆσ〉: ἐμφαντικῶς ἅμα τῇ κυνῇ (cf. 384) συνέθλασε πάντα τὰ ὀστᾶ. T | |
12.385 | D | ἀρνευτῆρι: κυβιστῆρι, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυ‐ βιστῶσιν ὥσπερ τὸν ἀέρα κυρίττοντες. τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ | |
ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται. AT | |||
12386a1 | ex. | κάππες’ ἀφ’ ὑψηλοῦ πύργου: ὡς ἤδη ἐπιβεβηκώς. οἱ δὲ τοῦ ἀναχώματος. T | |
12386a2 | ἤδη γὰρ ἐπιβεβηκότες ἦσαν τῷ τείχει. b(BCE3E4) | ||
12386b | Did. | 〈ἀφ’ ὑψηλοῦ:〉 γράφεται „ἀπ’ εὐεργέοσ“. Aim | |
12386c1 | ex. | 〈λίπε δ’ ὀστέα θυμός:〉 ὀστέα {δὲ} ἀπὸ μέρους τὸ ὅλον σῶμα· οὐ γὰρ ἐν τοῖς ἀναισθήτοις ἡ ψυχή. b(BCE3E4) | |
12386c2 | λίπε δ’ ὀστέα θυμός: ἀντὶ τοῦ τὸ σῶμα. T | ||
12386d | ex. | λίπε δ’ ὀστέα θυμός: δοκεῖ αὐτῷ καὶ τοῖς ὀστοῖς τὸ ψυχικὸν παρεσπάρθαι, ὡς καὶ Ποσειδωνίῳ ἐν τρίτῳ Περὶ ψυχῆς (fr. 28 a E.—K.)· ὁ μὲν γὰρ Πλάτων (cf. Tim. 73 b 3) καὶ τοὺς δεσμοὺς αὐτῆς ἐν ταῖς τοῦ ὀστοῦ ῥίζαις φησὶν εἶναι. T | |
12387-9 | ex. | Τεῦκρος δὲ Γλαῦκον〈—παῦσε δὲ χάρμησ〉: πολὺ ὤνησαν ἐλθόντες βοηθοὶ Αἴας καὶ Τεῦκρος· τὰ γὰρ ἄκρα τῆς Σαρπηδόνος στρατιᾶς παρείλοντο. b(BCE3E4)T | |
12.388 | Nic. | ἰῷ ἐπεσσύμενον 〈βάλε τείχεος ὑψηλοῖο〉: οὐ πάν‐ τως διασταλτέον ἐπὶ τὸ ἰῷ· κἂν συνάπτηται γὰρ ὁ στίχος, δύναται ὑπερβατὸν νοεῖσθαι, ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντὶ τοῦ ἐπὶ τὸ | |
τεῖχος. A | |||
12389a1 | ex. | ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα, 〈παῦσε δὲ χάρ‐ μησ〉: ἀρίστου τοξότου τὸ τὰ μὴ σκεπασθέντα βαλεῖν, ὡς Ἀλέξαν‐ δρος (cf. Λ 376—8). τὸ δὲ ἑξῆς „ἰῷ ἐπεσσύμενον βάλε“ (Μ 388) βραχίονα. τὸ δὲ χάρμης ἐξ ἀντιφράσεως. T | |
12389a2 | ἀρίστου γὰρ τοξότου τὸ ἐσκεμμένως βάλλειν καὶ τὰ καίρια τηρεῖν. b(BCE3E4) | ||
D | ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα: καθ’ ὃ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον. A | ||
12.390 | ex. | ἂψ δ’ ἀπὸ τείχεος 〈ἆλτο〉: προσηρεικὼς τῷ τείχει ὁ Γλαῦκος πάλιν ἀναχωρεῖ. b(BCE3E4)T | |
12390-1a1 | ex. | ἵνα μή τις Ἀχαιῶν〈—ἐπέεσσι〉: ὅπως μὴ θράσους αἴτιος εἴη τοῖς πολεμίοις. T | |
12390-1a2 | ἵνα μὴ τοῖς ἑτέροις Τρωσὶν αἴτιος γένηται δειλίας, b (BCE3E4) καυχήσεως δὲ τοῖς Ἀχαιοῖς. b(BE3E4) | ||
12391a1 | Hrd. | {βλήμενον} ἀθρήσειε: ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἴθρις Ὄθρυς, „ἄχρισ“ (Δ 522 al.), „ἀφρόσ“ (Υ 168), „ὄφρα“ (Α 82 al.), ὑπεσταλμένου τοῦ ἅθρους πρὸς διάφορον σημαινόμενον. πρόδηλον δὲ κἀκ τῆς συναλιφῆς ὅτι ψιλοῦται, „ἡ δ’ | |
5 | οὔτ’ ἀθρῆσαι δύνατο“ (τ 478). A | ||
12391a2 | τὸ δὲ ἀθρήσειε ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, σεσημειωμένου τοῦ ἅθρους πρὸς διάφορον σημαι‐ νόμενον. T | ||
12.392 | ex. | 〈Σαρπήδοντι δ’〉 ἄχος γένετο: ἐδηλώθη ἡ διάθεσις τοῦ φίλου· διὰ γὰρ τὴν περίστασιν οὐκ ἐξάγειν, οὐ παραμυθεῖσθαι ἐδύ‐ | |
νατο. b(BCE3E4)T | |||
12393a | Hrd. | αὐτίκ’ ἐπεί τ’ ἐνόησεν, 〈ὅμως δ’ οὐ λήθετο χάρ‐ μησ〉: τὸ ἑξῆς ἐστιν ἐπεὶ ἐνόησε, παρέλκοντος τοῦ τέ· A b (BCE3E4) T διὸ τὴν πει συλλαβὴν ὀξυτονητέον. τοῦ δὲ ὅμως τὴν προτέραν ὀξυτονητέον· ἔστι γὰρ σύνδεσμος. προείρηται δὲ τὸ αἴτιον. A | |
12393b | ex. | ὉΜΩΣ {δ’ οὐ λήθετο}: ὁμοίως τῷ πρώτῳ (cf. Μ 379—86) ἦν. ἢ „ὅμωσ“, ὡς ἔχει τὸ „ἔνθα χ’ ὅμως προσέφη“ (λ 565). T | |
12394a | Ariston. | ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα: ὅτι οὐ Κάλχαντος ἀδελφὸς Ἀλκμάων, ἀλλ’ ὁμώνυμος, ἐπεὶ προσέθηκεν ἄν τι εἰς διάγνω‐ σιν. A | |
12394b | ex. (Ariston.) | ἀλλ’ ὅ γε Θεστορίδην 〈Ἀλκμάονα〉: ἄδηλον, εἰ Κάλχαντός ἐστιν ἀδελφός. εἰ δὲ ἦν, κἂν διεσάφησεν ὁ ποιητής. T | |
12394-5 | ex. | 〈δουρὶ τυχήσας /〉 νύξε: ἄδηλον ποῦ. ὁ δὲ Ἀριστο‐ φάνης, ὡς ὑπερκύπτοντα κατὰ τὸ γένειον αὐτὸν ἔβαλεν. T | |
12.395 | ex. | ἐκ δ’ ἔσπασεν ἔγχος: δῆλον ὅτι πλησίον ὢν καὶ τρῶσαι ἐκ χειρὸς δυνάμενος ὡς ἂν ἤδη ἐπιβεβηκὼς τῷ τείχει. b(BCE3E4)T | |
εἰ δὲ μὴ κατὰ τὸ ῥητὸν λέγει, πῶς προσῄεσαν, οὐ θαῦμα· εἶπε γὰρ ἤδη „κρόσσας μὲν πύργων ἔρυον“ (Μ 258)· ἄλλως γὰρ ἀναβαίνειν | |||
5 | ἀδύνατον. T | ||
12397-8 | ex. | ἔπαλξιν ἑλὼν 〈χερσὶ στιβαρῇσιν | ἕλχ’, ἡ δ’ ἕσπετο πᾶσα διαμπερέσ〉: καθέλκει τὴν ἔπαλξιν πρὸς τὸ εἰσπη‐ δῆσαι, σαθρὰ δὲ οὖσα κατηνέχθη. τινὲς δέ φασι κάτωθεν λαβεῖν τὴν ἔπαλξιν. ἔστι γὰρ ταπεινὸν τὸ τεῖχος. b(BCE3E4)T | |
12.398 | ex. | ἡ δ’ ἕσπετο 〈πᾶσα διαμπερέσ〉: ὡς ἐπὶ ἐμψύχου, ἵνα δηλώσῃ ὅτι ὥσπερ ἐπιταχθεῖσα ἠκολούθησεν. τὸ δὲ διαμπερές διηνε‐ κῶς, δι’ ὅλου. T | |
12398-9 | ex. | 〈αὐτὰρ ὕπερθε /〉 τεῖχος ἐγυμνώθη: ἔμφασις με‐ γέθους λίθου. τὸ δὲ ἐγυμνώθη (399) ἀπεκοσμήθη. T | |
12400a | ex. | τὸν δ’ Αἴας καὶ Τεῦκρος: πιθανῶς ὡς ἀρίστου ἄμφω στοχάζονται. T | |
12400b | ex. | {τὸν δ’ αἴας} καὶ Τεῦκρος: ὑπὸ τὴν ἔπαλξιν σκέπεται Τεῦκρος. T | |
12400c | Ariston. | 〈ὁ μὲν ἰῷ:〉 ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντη‐ σεν. Aint | |
12.401 | Ariston. | 〈βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινόν:〉 ὅτι διὰ τελαμώνων ἀνήπτοντο αἱ ἀσπίδες. Aint | |
12.402 | ex. | 〈ἀμφιβρότης:〉 τινὲς βροτὸν 〈περι〉εχούσης. Til | |
12402-3 | ex. | ἀλλὰ Ζεὺς κῆρας ἄμυνεν 〈/ —δαμείη〉: ἄκρως κἀνταῦθα τῇ προσθήκῃ τὴν ἀποτυχίαν τοῦ Τεύκρου ἰάσατο. καὶ τοῖς βάλλουσι χαρίζεται, καὶ Πατρόκλῳ σῴζει αὐτόν (cf. Π | |
480—1). b(BCE3E4)T | |||
12404a1 | Did. | ἡ δὲ διαπρό: οὕτως „οὐδὲ διαπρό“ αἱ Ἀριστάρχου. ἡ δὲ κοινὴ ἡ δὲ διαπρό. A | |
12404a2 | οὕτως ἡ γραφή. Til | ||
12.405 | ex. | 〈μεμαῶτα:〉 μετὰ προθυμίας ἐφαλλόμενον. b(BCE3E4)Til | |
12406a1 | ex. | χώρησεν δ’ ἄρα τυτθὸν 〈ἐπάλξιοσ〉: ἐν τῇ ἀναβάσει δηλονότι. T | |
12406a2 | κατὰ τὴν ἀνάβασιν δηλονότι τὴν εἰς τὸ τεῖχος ἐκωλύθη. b(BCE3) | ||
12407a1 | Did. | {χάζετ’ ἐπεί οἱ θυμὸς} ἐέλπετο: οὕτως διὰ τοῦ π ἐέλ‐ πετο αἱ Ἀριστάρχου, οὐχὶ δὲ διὰ τοῦ δ „ἐέλδετο“. A | |
12407a2 | γράφεται καὶ „ἐέλδετο“, καὶ μᾶλλον. Til | ||
12410-1 | ex. | ἀργαλέον δέ μοι〈—〉ῥηξαμένῳ 〈θέσθαι παρὰ νηυσὶ κέλευθον〉: ἀργαλέον καὶ ῥῆξαι καὶ ὁδοποιῆσαι. T | |
12412a1 | ex. | 〈ἐφομαρτεῖτον:〉 Ἀρίσταρχος „ἐφαμαρτεῖτε“, ἄλλοι δὲ ἐφομαρτεῖτον, ἄλλοι δὲ „ἐφομαρτεῖτε“. Aim | |
12412a2 | καὶ „ἐφομαρτεῖτε“ καὶ „ἐφαμαρτεῖτε“. οὕτως Ἀρίσταρ‐ χος. Til | ||
12.413 | ex. | ὑποδδείσαντες ὁμοκλήν: ἐπὶ δὲ τῶν Ἑλλήνων ἅμα τῷ δέει καὶ αἰδῶ παραλαμβάνει· οὐ γὰρ ὡς τυράννοις ἐξ ἐπιτάγματος ὑπακούουσιν οἱ Ἕλληνες. b(BCE3E4)T | |
12.414 | ex. | 〈ἐπέβρισαν:〉 μετὰ βάρους ὥρμησαν. Til | |
12416a | Ariston. | μέγα δέ σφισι φαίνετο ἔργον: ὅτι τὸ σημαινόμενόν ἐστι, μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον, οὐ κατὰ διά‐ νοιαν. A | |
12416b | ex. | μέγα δέ σφισι φαίνετο ἔργον: ἀνεφαίνετο αὐτοῖς μέγα ἔργον, οἷον ἡ μάχη μείζων καὶ δεινοτέρα καθίστατο. b(BCE3 | |
E4)T | |||
12417-20 | ex. | οὔτε γὰρ 〈ἴφθιμοι〉 Λύκιοι〈—πέλασθεν〉: ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα πρὸς ἴσα ἀντιτίθησιν. b (BCE3E4)T | |
12.420 | Did. | 〈πέλασθεν:〉 οὕτως πέλασθεν Ἰακῶς. Aim | |
12.421 | ex. | ἀλλ’ ὥστ’ ἀμφ’ οὔροισι 〈δύ’ ἀνέρε δηριάασθον〉: περὶ ὁρίων ἁμιλλῶνται· οὐδὲν γὰρ τούτου σχετλιώτερον δοκεῖ τοῖς κτήτορσι εἶναι. b(BCE3E4)T | |
12.422 | ex. | 〈μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ:〉 μέτρα τὰς ἀκαίνας, b(BCE3E4)T ὡς καὶ οὗτοι τὰ δόρατα. T ἐπιξύνῳ δὲ κοινοὺς ὅρους ἐχούσῃ. b(BCE3E4)T | |
12423a | Did. | 〈ὀλίγῳ ἐνὶ χώρῳ:〉 Ζηνόδοτος „ὀλίγῃ ἐνὶ χώρῃ“. Aim T | |
12423b | ex. | ὀλίγῳ ἐνὶ χώρῳ: εἰς ἐπίτασιν· οἱ γὰρ πλείονα κεκτη‐ μένοι ἴσως καταφρονοῦσιν. T | |
12.424 | ex. | 〈ὡς ἄρα τοὺσ〉 διέεργον ἐπάλξιες: τὰ γὰρ ὅρια | |
〈ἔ〉θεσαν διὰ λίθων· „ἔμ〈μ〉εναι οὖρον ἀρούρησ“ (Θ 405). T | |||
12426a | Ariston. | ἀσπίδας εὐκύκλους 〈λαισήϊά τε πτερόεντα〉: πρὸς τὸ λαισήϊα, ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων παραμήκεις τὰ λαισήϊα, οἱ δὲ ἐλαφρά, ἔνιοι δὲ δασέα ἐξ ἀδεψήτων βυρσῶν. A | |
12426b1 | ex. | λαισήϊα: ἐξ ἀκατεργάστων βυρσῶν. ἢ τῇ λαιᾷ παλλό‐ μενα Ἀμαζονικά. T | |
12426b2 | τὰ καὶ τῇ λαιᾷ πάλλεσθαι δυνάμενα ἀσπίδια. b(BCE3E4) | ||
12428a1 | Did. | {ἠμὲν} ὅτῳ {στρεφθέντι}: Ζηνόδοτος „ὅτεῳ“, καὶ ἐμφαί‐ νει Ὁμηρικὸν χαρακτῆρα· καὶ γὰρ ἀλλαχοῦ φησι „τῷ ὅτεῳ τε πα‐ τὴρ κέλεται“ (β 114). A | |
12428a2 | Ζηνόδοτος δὲ „ὅτεῳ“· καὶ ἔστιν Ὁμηρικόν. T | ||
12428b | ex. | {ὅτῳ} στρεφθέντι: οὐκ ἐπὶ φυγήν, ἀλλὰ δι’ ἄλλο τι. T | |
12430-1 | ex. | πάντῃ δὴ πύργοι 〈καὶ ἐπάλξιες αἵματι φω‐ τῶν / ἐρράδατ’ ἀμφοτέρωθεν〉: συνελὼν τὸν περὶ πάντων λό‐ γον ηὔξησε τὴν ἔμφασιν καὶ ἐναργῶς τὸ τεῖχος ᾑμαγμένον δείκνυσιν. b(BCE3E4)T τὸ δὲ ἐρράδατο T ἀπὸ τοῦ ῥάζω. Aint T | |
12.430 | Hrd. | πάντῃ δή {πύργοι}: ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον παρέλαβεν. Τυραννίων (fr. 27 P.) δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπι‐ κόν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προστίθησι τὸ ι καὶ δασύνει ὁμοίως τῷ „ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδησ“ (Ν 53). οὐκ ἀναγκαῖον δέ· | |
5 | ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν. A | ||
12433-5 | ex. | D | ἀλλ’ ἔχον ὥς τε τάλαντα〈—μισθὸν ἄρη‐ ται〉: πάλιν τὸ ἰσοπαλὲς τῶν μαχομένων παρέβαλε ζυγῷ· οὐδὲν γὰρ οὕτως ἀκριβὲς πρὸς ἰσότητα. καὶ ἡ ταλαντεύουσα οὐκ ἔστι δέσποινα οἰκίας (ταύτην γὰρ οὐ λυπεῖ πολλάκις τὸ παρὰ βραχὺ ἴσον), ἀλλ’ | |
5 | οὐδὲ θεραπαινίς (οὐ γὰρ αὗται ζητοῦσι τὸ ἀκριβὲς εἰς τοσοῦτον, ἅτε δὴ ὑπὸ τοῦ δεσπότου τρεφόμεναι b [BCE3E4] T καὶ οὐκ ἐν τῷ δια‐ μαρτεῖν περὶ τὸν σταθμὸν κινδυνεύουσαι περὶ τροφήν), T χερνῆ‐ τις (433) δέ, ἡ χειρὶ τὰ πρὸς τὸ ζῆν πορίζουσα, ἵνα παισὶν ἀεικέα (435) φησίν. τὸ δὲ ἀληθής (435) ταῖς ἀληθείαις χερνῆτις. b(BCE3E4) | ||
10 | T | τάλαντον (cf. 433) δὲ παρὰ τὸ ταλαὸν καὶ ὑπομενητικὸν τοῦ βάρους. AintT | ||
12.433 | D | χερνῆτις: ἡ ἀπὸ τῶν ἔργων—ἄλλοις ἐργαζομένη. A | |
12434a1 | ex. (Nic.) | εἴριον ἀμφὶς 〈ἀνέλκει: ἀμφίς,〉 οὐ δύναται ὧδε στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν δέχεται. τὸ δὲ ἀμφὶς ἀνέλκει ἑκατέρωθεν, μήποτε †παραδοῦσα† | |
ἀποστερηθῇ τῆς τιμῆς τοῦ μισθοῦ ὀλίγον. T | |||
12434a2 | 〈ἀμφὶς ἀνέλκει:〉 ἑκατέρωθεν, μή ποτε παριδοῦσα ἀποστερηθῇ ὀλίγου μισθοῦ τιμῆς. οὐ δύναται δὲ εἰς τὸ ἀμφίς εἶναι στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν δέχεται. b(BCE3E4) | ||
12434-5 | ex. | ἀμφὶς ἀνέλκει / ἰσάζουσα: τάχα τὸ ἑξῆς ἐστιν ἀμ‐ φὶς ἰσάζουσα, ἀμφοτέρωθεν ἰσοῦσα· οἱ γὰρ ἱστάντες ἑκατέρωθεν ἀφορῶσιν. A | |
12435a1 | Did. | ἀεικέα: οὕτως μετὰ τοῦ ν „ἀνεικέα“, ἔξω νείκους, τὸ ἴσον αὐτοῖς ἀπονέμουσα. ἄμεινον δέ, φησίν, ἀεικέα, τὸν εὐτελῆ. ἐν δὲ τῷ Πρὸς τὸ Ξένωνος παράδοξον προφέρεται „ἀμεμφέα {μισθόν}“. A | |
12435a2 | ἔν τισι μετὰ τοῦ ν „ἀνεικέα“, ἔξω νείκους. Aint | ||
12.437 | ex. | 〈πρίν γ’ ὅτε δὴ Ζεὺσ〉 κῦδος ὑπέρτερον 〈Ἕκτορι δῶκε〉: ὑπέρτερον τῶν Ἑλλήνων, ἢ ὃ οὐκ εἶχε πρώην. b(BCE3E4) T ἀεὶ δὲ Δ〈ι〉ὶ ἀναφέρει πᾶν εὐτύχημα Ἕκτορος. T | |
12.438 | ex. | Πριαμίδῃ, ὃς πρῶτος 〈ἐσήλατο τεῖχος Ἀχαιῶν〉: καὶ πῶς φησι „κεῖται ἀνήρ, ὃς πρῶτοσ“ (Π 558); ἢ ἴσως ἑκάτερος τῆς ἰδίας τάξεως πρῶτος, ἢ ἀντὶ τοῦ ἐσάλευσε τὸ „ἐσήλατο“ (Π 558). T | |
12439a1 | Ariston. | ἤϋσεν δὲ διαπρύσιον, 〈Τρώεσσι γεγωνώσ〉: ὅτι ἐπὶ τοῦ Διὸς τοῦτό φησιν, οὐκ ἐπὶ τοῦ Ἕκτορος· διὸ καὶ ἐπήνεγκεν | |
„ὣς φάτ’ ἐποτρύνων, οἱ δ’ οὔασι πάντες ἄκουον“ (Μ 442). A | |||
12439a2 | Ἀρίσταρχος ἐπὶ Διός φησι. Til | ||
12.441 | ex. | καὶ νηυσὶν ἐνίετε 〈θεσπιδαὲσ〉 πῦρ: πρὶν †παρελθῃ† τὸ τεῖχος, βαρβαρικῶς ἀλαζονεύεται περὶ τῶν νεῶν b(BCE3E4)T ὥστε φοβῆσαι τοὺς Ἕλληνας. b(BCE3E4) | |
12442a | Ariston. | οἱ δ’ οὔασι πάντες ἄκουον: ὅτι διὰ τούτου εὐκρινὲς γίνεται τὸ τῆς προκειμένης ἀμφιβολίας· οὐ γὰρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν, εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν. A | |
12442b | ex. | οἱ δ’ οὔασι πάντες ἄκουον: οὐ παρ’ ἑτέρων. ἢ ἀνα‐ πεπταμένοις τοῖς ὠσὶ καὶ προθύμοις. b(BCE3)T | |
12.444 | Ariston. | κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ’ ἔχοντες: ὅτι Ζηνόδοτος γράφει „κροσσάων ἐπέβαινον, ἐπεὶ θεοῦ ἔκλυον αὐ‐ δήν“. A | |
12445-7a1 | ex. | 〈Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν,〉 ὅς ῥα πυ‐ λάων / εἱστήκει πρόσθεν〈—〉, αὐτὰρ ὕπερθεν / ὀξὺς ἔην: ὕπερθεν τὸ εἰς ἀέρα νεῦον πρὸς τὸ εὐσύλληπτος εἶναι καὶ ὡς πέλεκυς δημιουργηθεὶς πρὸς τὸ ταχὺ σχίσαι τὰς πύλας. T τῷ δὲ ἁρπάξας | |
5 | (445) τὸ σύντομον καὶ ἰσχυρὸν ἐδήλωσεν. b(BCE3E4)T | ||
12445-7a2 | τῷ εἰς ἀέρα νεύοντι μέρει. τοῦτο δὲ διὰ τὸ εἶναι εὐσύλλη‐ πτον, καὶ ἵνα ῥᾳδίως τῇ ὀξύτητι τὰς πύλας διασχίσῃ ὡς πέλεκυς. | ||
b(BCE3E4) | |||
12.446 | Did. | 〈εἱστήκει:〉 Ἀρίσταρχος „ἑστήκει“ χωρὶς τοῦ ι. Aint | |
12446-7a1 | Nic. | εἱστήκει πρόσθε, 〈πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν / ὀξὺς ἔην〉: βραχὺ διασταλτέον ἐπὶ τὸ πρόσθε (446), συναφὴν δὲ θετέον ὑπ’ ἀμφοτέρας τὰς λέξεις· ἓν γὰρ τὸ σημαινόμενον, κατὰ τὸ ἔσχατον παχύς, κατὰ δὲ τὸ ἕτερον ὀξύς. A | |
12446-7a2 | πρυμνὸς παχύς: ἓν ἐκ τῶν δύο· διὸ συνα{λι}φὴ τίθε‐ ται. T | ||
12449a | ex. | ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος: διὰ τὸν Δία. ἐπὶ δὲ Αἴαντος „χειρί γε τῇ ἑτέρῃ“ (Μ 382). T | |
12449b | ex. | ὁ δέ μιν ῥέα πάλλε 〈καὶ οἶοσ〉: διττὴ ἡ ἐπίτασις, καὶ τῶν δύο μὴ κινούντων τὸν λίθον (cf. Μ 447—8) καὶ τοῦ ἑνὸς πάλλον‐ τος ἐλαφρῶς. b(BCE3E4)T | |
12.450 | Ariston. | Did. | τόν οἱ ἐλαφρὸν ἔθηκε 〈Κρόνου πάϊς ἀγκυλομή‐ τεω〉: ὅτι ἐκλύει τὴν τοῦ βαστάζοντος δύναμιν. | καὶ Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. A | |
12451a1 | Did. | 〈φέρει:〉 οὕτως διὰ τοῦ ε φέρει. Aint | |
12451a2 | {φέρει πόκον ἄρσενος:} „†φέρη톓, οὐ φέρει. T | ||
12451b1 | ex. | ἄρσενος οἰός: ὅτι †τραχυτέρα† ἢ ὅτι †ῥυπωδεστέρα† ἐμ‐ φερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου ἐστίν. μέγας δὲ ὁ | |
τοῦ ἄρσενος πόκος. AT θέλει οὖν μέγαν παραστῆσαι τὸν λίθον. T | |||
12451b2 | ὅτι τραχύτερος ἢ ὅτι ῥυπωδέστερος ἢ ὅτι μέγας ὁ τοῦ ἄρσενος πόκος· ἢ ὅτι ἐμφερὴς τῷ χρώματι καὶ τῇ τραχύτητι τοῦ λίθου ἐστίν. θέλει δὲ παραστῆσαι τὸ τοῦ λίθου μέγεθος. b(BCE3E4) | ||
12.454 | ex. | 〈στιβαρῶς:〉 πυκνῶς καὶ ἰσχυρῶς. Til | |
12.455 | ex. | 〈δικλίδας ὑψηλάς· δοιοὶ δ’ ἔντοσθεν ὀχῆες:〉 ὀχῆας δέ τινες τὰ κάτω κλεῖθρα, δικλίδας δὲ δὶς κλειομένας δυσὶ κλεισίν. T | |
12455-6 | Ariston. | 〈δοιοὶ δ’ ἔντοσθεν ὀχῆες /〉 εἶχον ἐπημοιβοί, 〈μία δὲ κληὶς ἐπαρήρει〉: ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπὶ τῆς πύλης, ἐξ ἑκατέρας φλιᾶς ἕνα, ἐπαλλασσομένους κατὰ μέσον καὶ ἐπὶ τοῖς ἄκροις ἐπικλειομένους διὰ τὴν συμβολὴν μιᾷ κλειδί. A | |
12.456 | ex. | ἐπημοιβοί: εἰς μέσον συνάπτοντες· οἱ δέ, εἷς ἐφ’ ἕνα, μία δὲ ἐπ’ αὐτῶν κλεὶς ἥρμοστο. A b (BCE3E4)T | |
12.457 | Did. (?) | 〈στῆ δὲ μάλ’ ἐγγὺς ἰών:〉 ἐν ἄλλῳ „στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών“. Aim | |
12458a | ex. | εὖ διαβάς: συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ βαλλομένου φοράν. b(BCE3E4)T | |
12458b | Ariston. | {εὖ διαβάς,} ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη: ὅτι πᾶν τὸ βαλλόμενον βέλος λέγει καὶ νῦν τὸν λίθον. καὶ ὅτι ἐκ τοῦ | |
ἐναντίου τὸ ἐναντίον ἡρμήνευκεν. A | |||
12.459 | ex. | θαιρούς: τὸν ἄνω καὶ κάτω στρόφιγγα θαιρούς φησι διὰ τὸ δι’ αὐτῶν θεῖν τὰς πύλας. A b (BCE3E4)T | |
12461-70 | ex. | σανίδες δὲ διέτμαγεν〈— / ποιητὰς ἐσέχυν‐ το πύλασ〉: πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ τοῦ βαλόντος, ἐκ τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ εἰσπηδῶντος καὶ φοβερὸν βλέποντος, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος, ἐκ τῶν κατεχομένων δο‐ | |
5 | ράτων, ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος, καθ’ ὃ μέρος ἔρρηξε Σαρπη‐ δών, ἐκ τῶν εἰστρεχόντων εἰς τὰς πύλας, καθ’ ὃ μέρος ἔρρηξεν αὐτὰς ὁ Ἕκτωρ. b(BCE3E4)T | ||
12462a | Hrd. | λᾶος ὑπὸ ῥιπῆς: προπερισπαστέον ὡς „κλῆροσ“ (Γ 325 al.)· ἀπὸ γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενική, συναλιφὴν δὲ λαβοῦσα βα‐ ρύνεται. τὴν δὲ πρόθεσιν Τυραννίων (fr. 28 P.) ἀναστρέφει, ἵνα τὸ | |
5 | ἑξῆς ὑπάρχ〈ῃ〉 ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου; A | ||
12462b | ex. | ὁ δ’ ἄρ’ ἔσθορε: οὐδέν τι τῶν ἔνδον δεινῶν ὑπολογισάμε‐ νος. πάντα οὖν τοῦ θράσους σημαντικὰ καὶ τὰ ἑξῆς ὀνόματα. b (BCE3E4)T | |
12463a | Ariston. | νυκτὶ θοῇ ἀτάλαντος: ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. πρὸς τὸ „ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς (Α 47), ὅτι Ζηνόδοτος γράφει „νυκτὶ | |
ἐλυσθείσ“. A | |||
12463b | ex. | 〈νυκτὶ θοῇ ἀτάλαντος:〉 νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν. ἐκ δὲ τῶν ἐναντίων τὸν εὐεκτὸν „ἥμερον“ (ο 162)· b(BCE3E4)Til παρὰ γὰρ τὸ ἡμέρα ἥμερος. b(BCE3E4) | |
D | νυκτὶ θοῇ: ἤτοι ταχέως—κοιμωμένων ἡμῶν. Aim | ||
12463c | ex. | ὑπώπια: ἀπὸ μέρους ὅλον δηλοῖ. b(BCE3)T | |
12463-5 | ex. | λάμπε δὲ χαλκῷ 〈/ —〉δοιὰ δὲ 〈χερσί/〉 δοῦρ’ ἔχεν: ὥσπερ ἐπὶ γραφῆς δείκνυσιν, ὁποῖος ἦν ὁ Ἕκτωρ εἰσδρα‐ μὼν εἰς τὸ τεῖχος. b(BCE3E4)T | |
12.465 | Did. | 〈οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας:〉 Ἀρίσταρ‐ χος „οὐ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσασ“. Aim | |
12465-6 | ex. | οὐκ ἄν τίς μιν ἐρυκάκοι 〈ἀντιβολήσας /〉 νόσφι θεῶν: ἅμα μὲν ἐπαίρει τὰ τοῦ Ἕκτορος, ἅμα δὲ καὶ τεχνικῶς ὑπὲρ Ἑλλήνων ἀπολογεῖται, μὴ δυνηθέντων ἀντισχεῖν πρὸς τὴν ἐκδρο‐ μὴν τοῦ Ἕκτορος. b(BCE3E4)T | |
12468a | Ariston. | τεῖχος ὑπερβαίνειν: ὅτι καθ’ ὃ μέρος ὡδοποίησαν οἱ Λύκιοι, οὐ καθ’ ὅλον. A | |
12468b | ex. | 〈τοί:〉 ἀντὶ τοῦ οὗτοι. Til | |
12468c | Did. | 〈ὀτρύνοντι:〉 οὕτως διὰ τοῦ ο ὀτρύνοντι. Aim | |
12.469 | Did. (?) | 〈ὑπέρβασαν:〉 οὕτως συνέσταλκεν ἀντὶ τοῦ ὑπερέβησαν. Aim | |
12470a | ex. | 〈ποιητάς:〉 εὖ πεποιημένας. Til | |
12470b | ex. | ἐσέχυντο: ἐμφαντικῶς τῷ ὀνόματι· διὰ στενῆς γὰρ γινομένης τῆς εἰσόδου καὶ ὠστιζομένων τῶν εἰσιόντων ἢ τῶν ἤδη εἰσεληλυθότων b(BCE3E4)T ἔπειτα καὶ ἔπειτα φορὰ ὁμοία φαίνεται τοῖς ἀπὸ βραχέος εἰς μείζονα χεομένοις ὑγροῖς. T | |
12470c | Ariston. | {ποιητὰς ἐσέχυντο} πύλας· 〈Δαναοὶ δ’ ἐφόβηθεν〉: ὅτι μία πύλη, πληθυντικῶς δὲ εἴρηται. καὶ ὅτι ἔφευγον ὡς ἐπὶ τὰς ναῦς. διὰ ταύτης δὲ εἰσέρχονται τῆς πύλης, δι’ ἧς ὁ Ἕκτωρ. A | |
12471a | Hrd. | ὅμαδος δ’ ἀλίαστος: τὸ μὲν ὅμαδος δασυντέον· ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον. τὸ δὲ ἀλίαστος ψιλωτέον· ἔστι γὰρ στέρησις ἀπὸ τοῦ λιαστός, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· „ἡγεῖτ’· ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα“ (Ω 96). A | |
12471b | ex.(?) | 〈ἀλίαστος:〉 ἀδιάλειπτος. Til | |
12postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
131-7 | ex. | Ζεὺς δ’ ἐπεὶ οὖν〈—ἐς Τροίην δ’ οὐ πάμ‐ παν ἔτι τρέπεν ὄσσε φαεινώ〉: †ἐρρειφθέντος† τοῦ τείχους καὶ τροπῆς γενομένης λοιπὸν ἦν ἀναστῆναι Ἀχιλλέα. ὁ δὲ ποιητὴς μῆκος ἅμα καὶ ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα | |
5 | δὲ ἐπειδὴ ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν „οὐκ ἄν τίς μιν ἐρυκά‐ κοι ἀντιβολήσας / νόσφι θεῶν“ (Μ 465—6), ἀναγκαίως τῷ ἀνυπό‐ στατον ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δ’ ἂν ἐτόλμησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός; b(BCE3 E4)T | ||
131a | ex. | Ζεὺς δ’ ἐπεὶ οὖν 〈Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε〉: διὰ τούτων σχεδὸν βοᾷ ὁ ποιητὴς οὐκ ἴδιον τῶν Τρώων γεγενῆσθαι τὸ κατόρθωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς δ’ ἄγαν τὸ νηυσίν, οἷον οὐ τῷ τείχει μόνον, ἀλλὰ καὶ ταῖς ναυσίν, | |
5 | ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων ἐλπίς. b(BCE3E4)T | ||
131b1 | D | ex. | ἐπεὶ οὖν: ἐπειδή. | ὅσα δηλοῖ τὸ ἐπεί. τὸ ὅτι, „ἐπεὶ πολὺν ὤλεσα λαόν“ (Β 115), καὶ ὅτε (ὡς νῦν), καὶ ἐπειδή, καὶ ἀφ’ οὗ. A | |
131b2 | τὸ δὲ ἐπεί πολλὰ δηλοῖ, †ἐπεὶ† καὶ ὅτι, „ἐπεὶ πολὺν | ||
ὤλεσα λαόν“, καὶ ὅτε (ὡς νῦν), καὶ ἐπειδή, καὶ ἀφ’ οὗ. T | |||
131c | Ariston. | {ζεὺς δ’ ἐπεὶ οὖν} Τρῶάς τε καὶ Ἕκτορα: ὅτι κεχώρι‐ κε τῶν Τρώων τὸν Ἕκτορα, ὡς κἀκεῖ „οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλή‐ τορος, / οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγροσ“ (Β 641—2). A | |
131d | ex. | Τρῶάς τε καὶ Ἕκτορα: πρὸς τὸ δεύτερον ὑπήντησεν· πρῶτος γὰρ Ἕκτωρ εἰσῆλθεν, ὑπεξεῖλε δὲ αὐτὸν ἰδίᾳ, b(BCE3E4) T ὡς „θάνε δὲ ξανθὸς Μελέαγροσ“ (Β 642). T | |
D | ἄλλως· κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατ’ ἐξοχήν. | ||
5 | μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ—τὴν ἐπιφάνειαν αὐτοῦ. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ (FGrHist 383, 7). A | ||
132a | ex. | τοὺς μὲν ἔα παρὰ τῇσι 〈πόνον τ’ ἐχέμεν καὶ ὀϊζύν〉: ἐὰν ἐπ’ ἀμφοτέρων λέγῃ, Τρώων καὶ Ἑλλήνων, ἁπλούστε‐ ρόν ἐστιν· ἐὰν δὲ περὶ τῶν Τρώων μόνων, ἐμφαίνεταί τι ἦθος, κατα‐ κερτομοῦντος τοῦ ποιητοῦ ὅτι μάτην ἐπόνουν· οὐ γὰρ ἤμελλον | |
5 | ἁλώσεσθαι αἱ νῆες ὑπὸ τῶν βαρβάρων. b(BCE3E4)T | ||
132b1 | Did. | 〈παρὰ τῇσι:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „περὶ τῇ‐ σι“. μήποτ’ οὖν διχῶς. Aint | |
132b2 | τινὲς „πρὸς τῇσι“. T | ||
132c | Ariston. | 〈πόνον:〉 ὅτι πόνον τὸ κατὰ πόλεμον ἔργον εἴρηκεν. Aint | |
132d | ex. | Did. | πόνον τ’ ἐχέμεν: πόνον τὴν ἐνέργειαν, „παύσαντο πόνου“ (Α 467), καὶ τὴν κακοπάθειαν, „ἦ μὴν καὶ πόνος ἐστὶν b(BCE3E4)T ἀνιηθέντα 〈νέεσθαι〉“ (Β 291). | Ζηνόδοτος δὲ | |
„ὀχέμεν“. T | |||
132e | ex. | 〈ὀϊζύν:〉 ὀΐζω ὀϊζύω. Til | |
133a1 | D | πάλιν τρέπεν ὄσσε φαεινώ: τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, „ὄσσε πάλιν κλίνασα“ (Γ 427). οἱ δὲ ἀνὰ μέρος Μυσίαν καὶ Θρᾴκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ, „πάλιν ποίησε γέροντα“ (π 456). καὶ εἰς τοὐπίσω, „χειρὶ | |
5 | πάλιν ἐρύσασα“ (Ε 836). καὶ ἐναντίως, „οὐδὲ πάλιν ἐρέει“ (Ι 56). | ||
AT | |||
133a2 | τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ· σύνη‐ θες δέ ἐστιν Ὁμήρῳ. δηλοῖ δὲ ταῦτα ἡ λέξις· τὸ ἀλλαχοῦ, ὡς ἐνταῦθα· τὸ ἐκ δευτέρου, ὡς τὸ „πάλιν ποίησε γέροντα“. τὸ εἰς τοὐπίσω, ὡς τὸ „χειρὶ πάλιν ἐρύσασα“. καὶ τὸ ἐναντίως, ὡς τὸ | ||
5 | „οὐδὲ πάλιν ἐρέει“. b(BCE3) | ||
133b | ex. | 〈πάλιν τρέπεν ὄσσε φαεινώ:〉 ὅτι οὐδὲν ἀθεώρητον τῷ δημιουργῷ. τὸ δὲ ὄσσε φαεινώ, δι’ ὧν δίδοται τοῖς ὁρῶσι τὸ φάος. b(BCE3)T | |
134a | Nic. | νόσφιν: βραχὺ διασταλτέον ἐπὶ τὸ νόσφιν· ἀναφέρει γὰρ αὐτὸ ἐπὶ τοὺς Τρῶας καὶ τοὺς Ἕλληνας. A | |
134b | ex. | ἐφ’ ἱπποπόλων 〈Θρῃκῶν καθορώμενος αἶαν〉: οἱ μὲν περισσῶς τὴν ἐπί. †οἱ δὲ ἐπὶ ἵππων πολουμένων†, οἱ δὲ ὄνομα ἔθνους. τὸ δὲ ὁρώμενος ἀντὶ τοῦ ὁρῶν. T | |
135a | ex. | 〈Μυσῶν τ’ ἀγχεμάχων:〉 τινὲς τῶν ἐν Μακεδονίᾳ. Til | |
135b | ex. | ἈΓΑΥΩΝ ἹΠΠΗΜΟΛΓΩΝ: Ἀγαυοὶ ὄνομα ἔθνους· ἵππους δὲ ἀμέλγοντες οὗτοι τῷ γάλακτι ἐτρέφοντο. A b (BCE3)T | |
Δημήτριος (fr. 14 St.) δὲ ἀγαυοὺς τοὺς εὐειδεῖς. AT | |||
136a | Nic. | Γλακτοφάγων, Ἀβίων τε, 〈δικαιοτάτων ἀν‐ θρώπων〉: πολλῶν εἰρημένων περὶ τούτων πολλοῖς, βέλτιον, ὡς Ἀριστάρχῳ ἐδόκει, καὶ χωρὶς τοῦ συνδέσμου προφέρεσθαι τὸν στίχον καὶ διαστέλλειν βραχὺ μετά τε τὴν πρώτην λέξιν καὶ μετὰ | |
5 | τὴν δευτέραν, ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων κοινὸν ἐπὶ πάντων νοούμενον μείζονα τὴν ἱστορίαν ἐμφαίνῃ. A (bis) | ||
136b | ex. | 〈γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώ‐ πων〉: †λαητῖνες† ἔθνος, οἱ γαλακτοπόται. τινὲς τούτους Σαρμάτας | |
φασίν. Til | |||
136c | ex. | Ἀβίων 〈τε δικαιοτάτων ἀνθρώπων〉: πάντων Σκυ‐ θῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι, A b (BCE3E4)T μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπικηρυκεύσασθαι πρὸς αὐτόν· b(BCE3E4)T οὓς δικαι‐ | |
5 | οτάτους φησὶ διὰ τὸ ἀνεπίμικτον, A b (BCE3E4)T ὡς καὶ „Αἰθιοπῆασ“ (Α 423), ἢ ὅτι οὐκ ἠθέλησαν συστρατεῦσαι Ἀμαζόσιν εἰς Ἀσίαν. AT πῶς δὲ οὐδὲν περὶ αὐτῶν εἶπεν; καὶ γὰρ οὐδὲ περὶ τοῦ δικαιοτάτου τῶν Κενταύρων (cf. Λ 832) οὐδὲ περὶ τοῦ | ||
κερδίστου Σισύφου (cf. Ζ 153). T | |||
136d | ex. | D | ex. | Ἀβίων: τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς | |
D | ex. | ex. | ἐστιν· οὓς δή φησι δικαιοτάτους εἶναι ἁπάντων, AT ὅτι κοι‐ νοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις δὲ αὐτομάτως ἡ γῆ βίον φέρει οὐδέν τι ζῷον | ||
5 | ἐσθίουσιν. τούτους Αἰσχύλος (fr. 196,3 N.2 = 329, 3 M. = 196,3 R.) „Γαβί‐ ουσ“ φησίν. Ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον ἢ τὴν βίαν, ἢ †ἅμα βιῶν† πορευόμενοι, ἢ ὅτι ἄοικοι. A b (BCE3E4)T οἱ δὲ | ||
AT | τὸ α κατ’ ἐπίτασιν, ἵν’ ᾖ πολυβίων καὶ πολυετῶν, A | ὅτι μακρόβιοι, AT | ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει | |||
10 | γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. | τινὲς δὲ τούτους Σαρμάτας φασίν. A | λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν. AT | ||
136e | Did. | 〈δικαιοτάτων ἀνθρώπων:〉 Ἀρίσταρχος χωρὶς τοῦ τέ, δικαιοτάτων ἀνθρώπων. Aint | |
13.7 | ex.(?) | 〈οὐ πάμπαν:〉 οὐδὲ ὅλως. Til | |
138a1 | Did. | 〈οὐ γὰρ ὅ γ’ ἀθανάτων:〉 Ἀριστοφάνης διὰ τοῦ ε, „οὐ γὰρ ἔτ’ ἀθανάτων“. Aint | |
138a2 | Ἀριστοφάνης „οὐ γὰρ ἔτι“. Til | ||
138-9 | ex. | 〈οὐ γὰρ ὅ γ’ ἀθανάτων τιν’ ἐέλπετο— Δαναοῖσι:〉 πρὸς τὸ „ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν 〈ἐθέλοντα νοήσω / ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι〉“ (Θ 10—1). Til | |
13.9 | Did. (?) | 〈ἀρηξέμεν:〉 γράφεται καὶ „ἀρήξειν“. Aim | |
13.10 | ex. | οὐδ’ ἀλαοσκοπιὴν 〈εἶχε κρείων ἐνοσίχθων〉: ἄλη ἀλαιὸς ἀλαὸς Αἰολικῶς. διδάσκει δὲ διαφορὰν ἐπιμελείας καὶ ῥᾳθυ‐ μίας. πιθανῶς δὲ τοὺς στρατηγοὺς καταστρατηγοῦντας ἀλλήλων ἐποίησεν οὐ βιαζομένους· ὁ μὲν γὰρ Ζεὺς ἀποδημοῦντος ἐν Αἰθιοπίᾳ | |
5 | Ποσειδῶνος ἐπανάγει Ὀδυσσέα (cf. α 20 sq.), ὁ δὲ Ποσειδῶν νῦν ἐνεργεῖ. b(BCE3E4)T | ||
D | {οὐδ’} ἀλαοσκοπιήν: ματαίαν τὴν κατασκοπήν· ἀλαὸς | ||
γὰρ κατὰ διάλεκτον ὁ τυφλός. A | |||
1311a | Ariston. | 〈θαυμάζων:〉 ὅτι θαυμάζων ἀντὶ τοῦ θεώμενος. Aim | |
1311b | ex. | θαυμάζων: θεωρῶν, „†ἱστάμενοι† θαύμαζον“ (Σ 496) b(BCE3E4)T καὶ „ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν“ (Β 320). γραφικῶς δὲ ἔχουσιν οἱ δύο ἀπὸ τῶν ὀρῶν θεώμενοι. T | |
1312a | ex. | ὑψοῦ: πιθανῶς τὸ ὑψοῦ ὥστε πάντα καταθεάσασθαι. T | |
1312b | Did. | {ὑψοῦ} ἐπ’ ἀκροτάτης κορυφῆς 〈Σάμου〉: Ἀριστο‐ φάνης πληθυντικῶς „ἐπ’ ἀκροτάτῃς κορυφῇσ“. A οὐκ ἀπίθανος δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ „Σάου“· τὴν γὰρ Σαώκην τὸ ὄρος φησὶ παραδηλοῦσθαι. AT | |
1312c | ex. | Σάμου: Ἀρίσταρχος ὄρος ὁμώνυμον τῇ νήσῳ, οἱ δὲ ὑψηλοτέραν εἶναι τὴν Σάμον τοῦ Ἄθω. T | |
1312d | Ariston. | 〈Σάμου ὑληέσσης:〉 ὅτι οὐδέποτε συνθέτως εἴρηκε Σαμοθρᾴκην. Aint | |
D | D | Σάμιοι ἐν Ἰωνίᾳ—ἀφ’ ὧν ἡ Σαμοθρᾴκη. | Σάμου | ||
οὖν Θρηϊκίης τῆς Σαμοθρᾴκης. τὸ δὲ ἐν αὐτῇ ὄρος Σαώκη. A | |||
1312-3 | ex. | Σάμου〈— /〉 Θρηϊκίης: πρὸς ἀντιδιαστολήν, διὰ τὴν πρὸς Ἰθάκῃ, ἣν „Σάμην“ (Β 634) καλεῖ. T ἔστι δὲ καὶ ἄλλη Σάμος περὶ Μυκαλησσὸν καὶ τρίτη ἐν Πελοποννήσῳ περὶ τὴν Τριφυλίαν. b(BCE3)T | |
1315a | Hrd. | ἔνθ’ ἄρ’ ὅγε: τρεῖς παράλληλοι AT ὀξεῖαι, μία μὲν ἡ ἄρχουσα, δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε. A | |
1315b | ex. | ἕζετο: οὐ νῦν ἕζετο, ἀλλ’ ὅτε ἐκάκου τὰ Ἑλληνικὰ ὁ Ζεύς. ἔδει οὖν πρῶτον εἰπεῖν ὅτι ἐκάθισεν, εἶθ’ οὕτως ὅτι ἑώρα τὴν μάχην. b(BCE3E4)T | |
1316a1 | Ariston. | 〈Τρωσὶν δαμναμένους:〉 ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων. Aint | |
1316a2 | ἀντὶ γενικῆς. Til | ||
13.17 | ex. | 〈παιπαλόεντος:〉 ἐκτροπὰς ἔχοντος ὡς πλανᾶσθαι. Til | |
1318a1 | ex. | κραιπνὰ ποσὶ προβιβάς: πῶς οὖν ἔχει καὶ „τρὶς μὲν ὀρέξατο“ (Ν 20); ἢ ἀντὶ τοῦ πρόθυμα καὶ σπουδαῖα. T | |
1318a2 | εἰ συνεχῆ, φησί, προέβαινε, πῶς παρακατιών φησι „τρὶς μὲν ὀρέξατο“; ἢ τάχα τὸ κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰσχυρά. b(BCE3E4) | ||
1318b | ex. | τρέμε δ’ οὔρεα 〈μακρὰ καὶ ὕλη〉: ἐνοσίχθων γάρ | |
ἐστιν. Δία δὲ οὐδέποτε κατιόντα καὶ μεταμορφούμενον ποιεῖ. T | |||
13.20 | ex. | τρὶς μὲν ὀρέξατ’ 〈ἰών〉: ὑπερφυῶς τοσαύτην θάλασσαν καὶ ἔθνη τρισὶ βήμασι παρῆλθεν. b(BCE3E4)T ὑπερβαλέσθαι δὲ τοῦτο θελήσας Πίνδαρος εἰς ὑπόνοιαν ἧκεν ψεύδους· „βάματι δ’ ἐν πρώτῳ κιχὼν παῖδ’ ἐκ νεκροῦ / ἅρπασε“ (P. 3, 43—4). T | |
1320-1 | ex. | ἵκετο τέκμωρ, 〈/ Αἰγάσ〉: ἐπὶ τὸ τέλος τῆς ὁδοῦ παρεγένετο τὰς Αἰγάς. T τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, παρὸν ἐν Τροίᾳ εὐθὺς γενέσθαι τὴν Σαμοθρᾴκην καταλιπόντι; ἴσως οὖν πρὸς κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος. | |
5 | b(BCE3E4)T ἢ ὁπλιεῖται ὡς οὐκ ἀνεξομένου Διός. ἢ τῷ ἐπιτερ‐ πεῖ τῆς φράσεως τὸ τῆς μάχης στυγνὸν διαλύει. ἢ ἀναχωρεῖ, ὅπως μὴ ὑπόνοιαν δῷ τοῖς Τρωϊκοῖς 〈***〉. T | ||
1321a | Ariston. | D | Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ 〈δώματα βένθεσι λί‐ μνησ〉: ὅτι κατὰ τὰς Αἰγὰς ἐν βυθῷ τὴν οἴκησιν τοῦ Ποσειδῶνος ὑποτίθεται ἀόρατον ἀνθρώποις, ὥσπερ ἐπὶ τοῦ Ὀλύμπου τῶν ἄλλων θεῶν μὴ ὁρωμένων. | Αἰγαὶ πόλις—καρπὸν βλαστά‐ | |
5 | νουσιν, ὥστε δρέποντας αὐτοὺς εἰς ἑσπέραν οἶνον ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ Εὐφορίωνι (fr. 100 Pow.). A | ||
1321b1 | ex. | Αἰγάς, ἔνθα δέ οἱ 〈κλυτὰ δώματα βένθεσι λίμνησ〉: ἐν Αἰγαῖς τῆς Εὐβοίας παράδοξα πολλὰ γίνεται· κατὰ γὰρ τὰς ἐτησίους τοῦ Διονύσου τελετάς, ὀργιαζουσῶν τῶν μυστίδων γυναικῶν, βλαστάνουσιν αἱ καλούμεναι ἐφήμεροι ἄμπελοι, αἵτινες | |
5 | ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦνται, εἶτ’ αὖ πάλιν βότρυας | ||
βαρυτάτους καὶ τούτους πρὸ μεσημβρίας πεπαίνουσι, πρὸς δὲ τὴν ἑσπέραν δρεπόμενος ἄκρατον χορηγεῖ δαψιλῆ ταῖς ἀπὸ τοῦ χοροῦ παρθένοις. οὐδεμία δὲ ἔνδεια γίνεται †ὑπ’ αὐτοῦ κατεχομένην τὴν† ἡμέραν, ἀλλ’ ὁσάκις ἀναλίσκεται, τοσαυτάκις δαψιλεύεται. | |||
10 | Νικοκράτης δὲ ἐν τῷ Περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος (FGrHist 376, 3a) οὐ ταύτας φησὶ τὰς Αἰγὰς λέγειν τὸν ποιητήν, ἀλλ’ ἑτέραν τινὰ νῆσον ἐν τῷ Αἰγαίῳ πελάγει, περὶ ἣν καὶ παραδοξολογία τις εἶναι μυθεύεται· τοὺς γὰρ προσορμίζοντας τῇ νήσῳ νυκτὸς ἅπαντας ἀφανεῖς γίνεσθαι· διὸ μηδὲ προσπελάζειν τινά. T | ||
1321b2 | αὗται δὲ αἱ Αἰγαὶ νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, ὅθεν καὶ καλεῖται. b(BCE3E4) | ||
1321c | ex. | κλυτὰ 〈δώματα βένθεσι λίμνησ〉: τινὲς ὑποκλυζό‐ μενα ὑπὸ θαλάσσης. οἱ δὲ διὰ τὴν δύναμιν τοῦ θεοῦ ἐν μέσῃ θαλάσσῃ εἶναι τὸ ἱερόν, καὶ τῷ βάθει τὸ ἄπιστον ἐκάλυψεν. b(BCE3E4)T | |
D | ἐζήτηται, διὰ τί οὐκ εὐθείᾳ πορεύεται ὁ Ποσειδῶν—εἰς | ||
5 | τὴν συμμαχίαν κινδυνεύῃ. A | ||
13.22 | ex. | χρύσεα: ἐπεὶ Ἥφαιστος αὐτὰ ἐποίησεν, ὅτε Θέτις καὶ Εὐρυνόμη αὐτὸν ὑπεδέξαντο πεσόντα (cf. Σ 395—405). T | |
13.23 | ex. | ex. | ex. | ex. | 〈ὑπ’ ὄχεσφι〉 τιτύσκετο 〈χαλκόποδ’ ἵππω〉: ὑπο‐ | |
ζευγνὺς τοῖς ὄχεσιν ηὐτρέπιζεν· b(BCE3)T οἱ δὲ παρὰ τὸ τεύχω, „Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ“ (Φ 342). | διὰ τί οὐ τοὺς ἵππους καταλιμπάνων αὐτοῦ καὶ θᾶττον βαδίζει (cf. | |||
5 | Ν 18—20); ἢ οὖν καλ〈λ〉ιγραφῆσαι βούλεται ὁ ποιητὴς τὴν ὁδὸν αὐτοῦ· ἢ προπαρασκευάζεται τῷ Διῒ 〈μαχούμενοσ〉. | χαλκόποδε δὲ ἠχόποδας, „ἐρίγδουποι πόδες ἵππων“ (Λ 152). | εἰσὶν Ἐριώλης καὶ Γλαῦκος ἢ Ἐγκέλαδος καὶ Σθένιος. T | ||
1325-6 | ex. | χρυσὸν δ’ αὐτὸς 〈ἔδυνε περὶ χροΐ, γέντο δ’ ἱμάσθλην / χρυσείην εὔτυκτον〉: πάντα ποιητικά· ἀπὸ γὰρ τῆς παρ’ ἡμῖν τιμωμένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα δώ‐ ματα καὶ χρυσᾶς τὰς ἐθείρας τῶν ἵππων (cf. Ν 24). καὶ χρυσὸν αὐτὸς ἀναλαμ‐ | |
5 | βάνει, τουτέστι πανοπλίαν χρυσῆν καὶ μάστιγα χρυσῆν. καὶ ἑξῆς (sc. Ν 36) τοῖς ἵπποις περιέβαλε πέδας χρυσᾶς. b(BCE3E4)T ὥσπερ καὶ τὰ στερεά, „σιδηρέῳ ἄξονι ἀμφίσ“ (Ε 723). T | ||
1325a | ex. | χρυσὸν δ’ αὐτὸς ἔδυνε: ἀλλ’ ὁρᾶται, φασίν, ὑπὸ Διός. οὐκ ἴσασι δὲ ὅτι καιρῷ τηρεῖ αὐτοῦ τὴν ἀπουσίαν. T | |
1325b | Ariston. | 〈γέντο δ’ ἱμάσθλην:〉 ὅτι ἐκ τῶν συμφραζομένων τὸ γέντο ‘ἔλαβεν‘ σημαίνει. A | |
13.26 | ex. | 〈χρυσείην:〉 χρυσῇ λαβῇ χρωμένην. Til | |
1327a1 | ex. | βῆ δ’ ἐλάαν 〈ἐπὶ κύματ’· ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ〉: ὡς „μάστιξε〈ν〉 δ’ ἐλάαν“ (Ε 366), αὐτίκα ὡς λείποντος τοῦ ὥστε, 〈ὥστε〉 ἐλάαν. ἢ τὸ ἐλάαν ἀντὶ τοῦ ἐλάων, ὅ ἐστιν ἐλάσων. τὸ δὲ ἄταλ〈λ〉ε T ἐσκίρτα· ἀπὸ τῶν νηπίων ἡ μετα‐ | |
5 | φορά. ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος διανύοντος (cf. ε 51—4) οὐδὲν τοιοῦτον· τῷ δὲ θαλάσσης δεσπότῃ οἰκεῖα ταῦτα. b(BCE3E4)T ἀλλ’ οὐδὲ αὐτός, ὅτε ἄνεισιν ἐξ Αἰθιοπίας θυμούμενος (cf. ε 282). T | ||
1327a2 | 〈ἐλάαν:〉 ἐλάων. Til | ||
1327b1 | Did. | 〈ὑπ’ αὐτοῦ:〉 ἐν ἄλλῳ „ὑπ’ αὐτῷ“. Aim | |
1327b2 | τινὲς δὲ γράφουσιν „ὑπ’ αὐτῷ“, τῷ δίφρῳ. Til | ||
1327c1 | ex. | ὑπ’ αὐτοῦ: δι’ αὐτόν, ὡς ‘ὑπὸ τῆς νόσου ἀδυναμεῖ‘. b(BCE3E4)T | |
1327c2 | D | ex. (D?) | ἄταλλε: εἰς †ἑνότητα† κατὰ διάθεσιν ἐγίνετο, ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν. | ὑπ’ αὐτοῦ δὲ ἀντὶ τοῦ δι’ αὐτόν. A | |
1328a1 | ex. | Hrd. | πάντοθεν ἐκ κευθμῶν: οἱ μὲν συγκοπήν, οἱ δὲ ὁ κευθ‐ μός (ὡς †τευθμός†), Ἰακῶς, ὡς βαθύλειμος βαθυλείμων. T | ταῦ‐ τά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα, οἴ‐ | |
κοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν. AT | |||
1328a2 | Hrd. | ex. | ταῦτά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαρ‐ οξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν. | τὸ δὲ κευθμῶν οἱ μὲν συγκοπήν φασιν, οἱ δὲ ὅτι κευθμῶν Ἰακῶς εἴρηται. b(BCE3E4) | |
1328b | Ariston. | ἐκ κευθμῶν οὐδ’ ἠγνοίησαν: ὅτι ἠγνοίησαν γρα‐ πτέον· σύνηθες γὰρ Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ οὐκ „ἠγνοίησεν“. καὶ ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθ‐ μὸς ὡς „αὐλόσ“ (χ 18). A | |
1328c | Did. | 〈ἠγνοίησεν:〉 Ἀρίσταρχος „ἠγνοίησαν“, ἄλλοι δὲ ἠγνοίησεν. Aim | |
1328d | Nic. | 〈οὐδ’ ἠγνοίησεν ἄνακτα:〉 στικτέον ἐπὶ τὸ ἄνακτα. Aint | |
1329a | Ariston. | 〈γηθοσύνη:〉 ὅτι χωρὶς τοῦ ι γραπτέον τὸ γηθοσύνη· ἔστι γὰρ ἀντὶ τοῦ γηθόσυνος. Aim | |
1329b | Hrd. | γηθοσύνη δὲ θάλασσα: Ἡρόδικος τὴν θος συλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες „γηθόσυνα“, εἶτα „ἡ δὲ θάλασσα“· ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαί‐ ρουσα. εἰσὶ μέντοι, οἳ ἀναγινώσκουσι „γηθοσύνῃ“ καὶ δοτικὴν | |
5 | πτῶσιν ἐκδέχονται ὥσπερ καὶ Ἀριστοφάνης· οἷς ἐγὼ συγκατατί‐ θεμαι, ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλασσα διΐστατο, ἢ ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχῃ, ὑπὸ χαρᾶς ἡ θάλασσα διΐστατο, ὁμοίως τῷ „ὃς δὴ γήραϊ κυφὸς ἔη〈ν〉“ (β 16). τί δέ ἐστιν τὸ κινοῦν, ἐκθήσομαι· ὁρῶ τὰ διὰ τοῦ | ||
10 | συνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλος δὲ ἡ παρ’ αὐτῷ τῷ ποιητῇ χρῆσις· ἔστι γάρ τι κερδοσύνη πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· „ὣς φαμένη | ||
καὶ κερδοσύνῃ ἡγεῖτο“ (Χ 247), „ἀρχὴν ξεινοσύνησ“ (φ 35), „πλαγ‐ κτοσύνης δ’ οὐκ ἔστι κακόν“ (ο 343), „τὴν δ’ ᾔνης’, ἥ οἱ πόρε | |||
15 | μαχλοσύνην“ (Ω 30), „δρηστοσύνῃ δ’ οὐκ ἄν μοι“ (ο 321), „ταρ‐ βοσύνῃ· φὰν γάρ μιν“ (ς 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος, πῶς ἂν γένοιτο ‘γηθοσύνη θάλασσα‘; οὐ γὰρ ἀγαθοφροσύνη γυνή. ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν | ||
20 | ἐκδέχεσθαι. —εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο, „γηθόσυ‐ νος δ’ οὔρῳ“ (ε 269)· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτ’ ἂν τὸ γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος, εἰ παράγοιτο ἐπιθετικῶς, ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον | ||
25 | θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασ‐ σόμενον. A | ||
1329c | Hrd. | ex. | γηθοσύνῃ: Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν ὡς „ψάμμῳ κυανέη“ (μ 243), ὁ μέντοι Ἡρωδιανὸς (2,84,3) διὰ πολλῶν αὐτὴν δοτικὴν ἀποδείκνυσιν. b(BCE3E4)T οἱ δὲ „γηθόσυνα“ (τὰ κήτη), 〈εἶτα „ἡ δὲ θάλασσα“〉. | „γηθοσύνη“ δὲ T τόπον | |
5 | παρεῖχε τῷ θεῷ, φησίν, ἡ θάλασσα καὶ οὐκ ἀνθίστατο κυμαίνουσα. b(BCE3E4)T | ||
1329d | ex. | διΐστατο: ὡδοποίει. b(BCE3E4)T καὶ τί θαῦμα; καὶ γὰρ Ἀλεξάνδρῳ φησὶ τὸ κατὰ Παμφυλίαν πέλαγος Καλ〈λ〉ι‐ | |
σθένης (FGrHist 124, 31). T | |||
13.30 | ex.(?) | 〈ὑπένερθε:〉 {ὁ} κάτωθεν. Til | |
13.31 | ex. | ἐΰσκαρθμοι: εὖ σκαίροντες ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν δρόμον σκαρθμὸν ὀνομάζουσιν, ὅ ἐστι ταχεῖς. b(BCE3)T | |
D | ἐΰσκαρθμοι: εὐσκάριστοι, ὅ ἐστιν—ὁ πούς. A | ||
13.32 | D(~) | 〈σπέος:〉 σπήλαιον ἀφώτιστον, παρὰ τὴν σβέσιν. b(BCE3 E4)Til | |
13.33 | D(~) | Τενέδοιο: ἡ Τένεδος Τρίοδος καλεῖται· ἔστι γὰρ μέση Αἰγαίου, Ἑλλησπόντου, Μέλανος κόλπου. T | |
D | {μεσσηγὺς} Τενέδοιο καὶ Ἴμβρου: νῆσοι πλησίον Τροίας —ἐν τῷ Μέλανι κόλπῳ. A | ||
13.34 | ex. | 〈ἔνθ’ ἵππους ἔστησε:〉 ἄτοπον γὰρ τὸν ὁμοιωθησόμενον Κάλχαντι θεῖον ἔχειν ἅρμα. ἢ πρὸς τὸ Δία λαθεῖν. Til | |
13.35 | ex. | βάλεν εἶδαρ: κομίσας δηλονότι· οὐ γὰρ φύει ἡ θάλασσα. | |
πάσης δὲ ἡμᾶς ἀπέχει μαλακίας καὶ θεοὺς εἰσάγων αὐτουργοῦντας. T | |||
13.37 | ex. | 〈ἀρρήκτους ἀλύτους:〉 διχῶς γὰρ δεσμὸς ἀφανίζεται, ἢ ῥήξει ἢ λύσει. ἄμφω οὖν παρέλαβεν. b(BCE3E4)T | |
1339a | ex. | Τρῶες δὲ φλογὶ ἶσοι: ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν λόγον, „οἱ δ’ ἐσέχυντο νῆας ἀνὰ γλαφυράς, b(BCE3E4)T ὅμα‐ δος δ’ ἀλίαστος ἐτύχθη“ (cf. Μ 469—71). καίτοι ἐκεῖνο πλησίον ἦν „ὁ δ’ ἐς στρατὸν ᾤχετ’ Ἀχαιῶν“ (Ν 38) †κατὰ δ’† ἔπραττεν. ἀλλ’ ἡ | |
5 | διαίρεσις ἐπὶ τοὺς Τρῶας γέγονεν, ἵν’ ἐπιζεύξειεν „ἀλλὰ Ποσειδάων 〈... /〉 Ἀργείους ὤτρυνε“ (Ν 43—4). T | ||
1339b | ex. | φλογὶ ἶσοι 〈...〉 ἠὲ θυέλλῃ: πρὸς τὸ εὐκίνητον, ἁρ‐ πακτικόν, ἠχητικόν, ἅμα δὲ καὶ πρὸς τὴν ἄλογον ὁρμήν· ὅθεν οὐδὲ ἐμψύχοις ἀπείκασεν, οἷον λέουσιν ἢ λύκοις. ἀκόλουθα δὲ καὶ τὰ ἐπιφε‐ ρόμενα ὀνόματα (cf. Ν 41)· ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται. | |
5 | b(BCE3E4)T | ||
1341a | Ariston. | ἄβρομοι αὐΐαχοι: ὅτι ἀντὶ τοῦ ἄγαν βρομοῦντες καὶ ἄγαν ἰαχοῦντες, κατ’ ἐπίτασιν τοῦ α κειμένου· ἑκάστοτε γὰρ θορυ‐ | |
βώδεις τοὺς Τρῶας παρίστησιν. A | |||
1341b | ex. | ἄβρομοι αὐΐαχοι: φύσει γὰρ ὄντες θορυβώδεις τῇ νίκῃ πλεῖον θορυβοῦσιν. ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρός, τὴν δὲ ἰαχὴν ἀπὸ τῆς θυέλλης· b(BCE3E4)T „οὔτε πυρὸς τόσ〈σ〉ος γε ποτὶ βρόμοσ“ (Ξ 396). T | |
1341c | ex. | D | αὐΐαχοι: οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν· οἱ δὲ ἐξαιρεθέντος τοῦ ν τὸ υ προσελθεῖν, ὡς †ἀγαθὸς† ἀγαυός, κατάξαντες καυάξαντες· οἱ δὲ ἀΐαχοι, κατ’ ἐπίτασιν ὄντος τοῦ α, εἶτα πλεονάσαι τὸ υ. AT | Χρύσιππος δὲ ὁ Στωικὸς (St. V. Fr. III fr. 773) καὶ Διονύσιος ὁ | |
5 | Θρᾷξ (fr. 17 Schm.) δασύνουσι τὸ 〈αὐ〉ΐαχοι, ἵν’ ᾖ ξηρόφωνοι. A | ||
13.42 | Did. (?) | 〈Ἀχαιούς:〉 γράφεται „ἀρίστουσ“. Aint | |
1345a | ex. | εἰσάμενος Κάλχαντι δέμας καὶ ... φωνήν: τὰ ἐναντία δύο ἔλαβε· δύο γάρ εἰσιν, ὧν χρὴ προΐστασθαι τῶν ἀσθενῶν πρὸς διόρθωσιν καὶ τῶν ὑγιῶν πρὸς παίδευσιν. b(BCE3E4)T | |
1345b | ex. | εἰσάμενος Κάλχαντι: ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατὰ Ἀγα‐ μέμνονος μέλλει λέγειν (sc. Ν 107—14), πρὸς τὸ πιστωθῆναι Κάλχαντι εἴκασται. b(BCE3E4)T οἱ δὲ ὅτι ὁ ποιήσας τὸ ἐν Εὐβοίᾳ ἱερὸν Κάλχαντος ἀδελφὸς ἦν. T | |
1345c1 | Ariston. | εἰσάμενος {κάλχαντι}: ὅτι τὸ εἰσάμενος πολλὰ σημαί‐ νει, νῦν μὲν ὁμοιωθείς, ἐν ἄλλοις δὲ „καί ῥ’ ἐπιεισαμένη“ (Φ 424) ἐφορ‐ | |
μήσασα. „εἴσατο δ’ ὡς ὅτε ῥινόν“ (ε 281) ἀντὶ τοῦ ἐφάνη. A | |||
1345c2 | εἰσάμενος: ὁμοιωθείς, ὁρμήσας, φανείς. A | ||
1345d | ex. | ἀτειρέα φωνήν: οἱ μέν, ὅτι καὶ τῶν κηρύκων τῶν ἐννέα εἷς ἦν ὁ Κάλχας. οἱ δὲ τὴν ἑαυτοῦ θείαν φωνήν. T | |
13.46 | ex. | 〈μεμαῶτε:〉 τοῦ σῴζειν ἢ μάχεσθαι. Til | |
13.47 | ex. | 〈σφὼ μέν κε σαώσετε:〉 περισσὸς ὁ κέ. Til | |
13.49 | ex. | 〈ἄλλῃ:〉 κατ’ ἄλλην τάξιν· πένταχα γὰρ ἦσαν κοσμηθέντες. b(BCE3E4)Til | |
1350a | Nic. | 〈Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ:〉 στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. Aim | |
1350b | ex. | {τεῖχος} ὑπερκατέβησαν {ὁμίλῳ}: ὑπερβάντες καθείλον‐ το. T | |
1351a1 | Did. | ἕξουσιν {γὰρ}: Ἀριστοφάνης „σχήσουσιν“, ὁμοίως τῷ „πάρμενετ’· οὔτοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί“ (Ν 151). A | |
1351a2 | τὸ δὲ ἕξουσιν Ἀριστοφάνης „σχήσουσιν“ γράφει. T | ||
1352a | ex. | τῇ {δὲ δή}: κατὰ ταύτην τὴν τάξιν. T | |
1352b1 | Hrd. | ΠΕΡΙΔΕΙΔΙΑ: ἔφαμεν (sc. ad Β 831) ὅτι ἡ περί οὐκ ἀναστρέ‐ φεται, ὅτε σημαντικὴ ὑπάρχει τοῦ περισσῶς. A | |
1352c | ex. | Hrd. | περιδείδια: ὑπερδείδια. | οὐκ ἀναστρέφεται δὲ ἡ περί, ὅτε τὸ περισσῶς δηλοῖ. b(BCE3)T | |
1353a | ex. | ᾗ {ρ’ ὅδ’ ὁ λυσσώδης}: δοτική ἐστιν ἄρθρου, ἐπιρρηματικῆς δὲ ἔχεται συντάξεως, τὸ δὲ ἀνταποδοτικόν ἐστιν αὐτοῦ· „τῇ ἴμεν, ᾗ κεν δὴ σύ, κελαινεφέσ“ (Ο 46), „τῇ γὰρ ἔχ’, ᾗ ῥα πολὺ πλεῖσται“ (Ο 448). A | |
1353b1 | ex. | ex. | ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδης: τινὲς ᾗ ὅ γε ἀντὶ τοῦ ὅ, τι, ὥς φαμεν ‘ᾗ ὀμόσας μοι παρέβη‘. | λύσσα δὲ παρὰ τὸ λελύσθαι τὰς | |
φρένας. T | |||
1353b2 | ex. | λύσσα γίνεται παρὰ τὸ τὰς σώας λύειν φρένας. b(BCE3E4) | |
1353c | Did. (?) | 〈ἀθανάτοισι:〉 „ἡγεμονεύει“. Til | |
13.54 | ex. | ὃς Διὸς εὔχετ’ 〈ἐρισθενέος πάϊς εἶναι〉: ἀλαζονεύεται· b(BCE3E4) φησὶ γὰρ „τιοίμην δ’, ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλ‐ λων, b(BCE3E4)T / ὡς 〈νῦν〉 ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι“ (Θ 540—1) καὶ „ἐπὴν ἐς νῆας ἵκωμαι / μνημοσύνη 〈...〉 πυρὸς | |
5 | 〈...〉 γενέσθω“ (Θ 180—1). b(BCE3E4) | ||
13.55 | ex. | 〈ὧδε:〉 οὕτως ὡς νῦν ὑπομένετε. Til | |
13.57 | ex. | 〈ἐρωήσαιτε:〉 ἡσυχάσαι ποιήσαιτε. Til | |
13.58 | ex. | 〈εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει:〉 τοῦτό ἐστι 〈***〉 „Διῒ δὲ κρατερῶς ἐνεμέσ〈σ〉α“ (Ν 16). Til | |
13.59 | ex. | σκηπανίῳ: Κυρηναῖοι οὕτω τὸ σκῆπτρον. σκῆπτρον δὲ καὶ δόρυ Ποσειδῶνος ἡ τρίαινα. b(BCE3E4)T ἢ ὅτι ἐσκηπτρο‐ φόρουν οἱ μάντεις. σημειωτέον δὲ ὅτι θεὸς Αἴαντι τῷ Τελαμωνίῳ βοηθεῖ. T | |
1360a | Did. | 〈κεκοπώς:〉 διχῶς Ἀρίσταρχος, καὶ „κεκοφώσ“ καὶ κε‐ | |
κοπώς. Aim | |||
1360b | Ariston. | Did. | 〈κεκοπώς:〉 ὅτι ἀντὶ τοῦ κόπτων. | ἐν δὲ τῇ Χίᾳ καὶ Ἀν‐ τιμάχου (fr. 135 W.) „κεκοπών“. Aint | |
1360c | Hrd. (?) | Did. | κεκοπώς: ὡς πεπληγώς. | αἱ δὲ Ἀριστάρχου διχῶς, κε‐ κοπὼς καὶ „κεκοφώσ“. ἐν δὲ τῇ Χίᾳ „κεκοπών“. T | |
1360d | ex. | κεκοπώς: λεληθότως· ἀμέλει θαυμάζουσιν αὐτοί. T | |
1361a | Ariston. | γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈πόδας καὶ χεῖρας ὕπερ‐ θεν〉: ὁ ἀστερίσκος, ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος, ἐπὶ δὲ Ὀδυσσέως κατὰ τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα (sc. Ψ 772) οὐκέτι. A | |
1361b | ex. | γυῖα δ’ ἔθηκεν—ὕπερθεν: ἐντεῦθεν μετατίθεται εἰς τὸν Ἐπιτάφιον (sc. Ψ 772), καὶ γίνεται ψεῦδος καὶ ἄτοπον· ἔστι δὲ ὅμοιον τῷ „ὣς ἄρ’ ἔπειτ’ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα“ (γ 62). ἀρκεῖ δὲ τὸ „πλῆσεν μένεος κρατεροῖο“ (Ν 60). T | |
13.62 | ex. | αὐτὸς δ’ ὥς τ’ ἴρηξ 〈ὠκύπτεροσ〉: παραβολικός, οὐ φαν‐ ταστικὸς ὁ λόγος. b(BCE3E4)T ὠκύπτερος δὲ ὁ τὴν ὠκύτητα ἐν πτεροῖς ἔχων. b(BCE3E4) | |
1363a1 | ex. | ἀπ’ αἰγίλιπος πέτρης: ἐφ’ ὕψους γὰρ ἕστηκε θηρᾶν μέλ‐ λων. T | |
1363a2 | μέλλων γὰρ ἀεὶ θηρᾶν ἀνέρχεται ἐφ’ ὕψους. b(BCE3E4) | ||
1363b | Hrd. | περιμήκεος {ἀρθείς}: περιμήκεος ὡς „Διομήδεοσ“ (Ε | |
415 al.)· τὰ γὰρ εἰς ης σύνθετα, παρ’ οὐδέτερα γενόμενα τὰ εἰς ος, τῷ η παραληγόμενα βαρύνεσθαι θέλει, ὥσπερ ἔχει παρὰ τὸ κῆτος τὸ „μεγακήτησ“ (cf. Θ 222 al.), ἦθος κακοήθης· διὸ τὰ „λαθικηδήσ“ (cf. | |||
5 | Χ 83), „οἰνοπληθήσ“ (ο 406) ὀξυνόμενα παρὰ ῥήματά φαμεν συντε‐ θεῖσθαι, τὸ κήδω καὶ τὸ πλήθω. A | ||
1364a | Ariston. | ὁρμήσῃ πεδίοιο 〈διώκειν ὄρνεον ἄλλο〉: ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου, καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπὶ τοῦ †δευτέ‐ ρου†, εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ τοῦ ἀλ〈λ〉οιογενοῦς ἀκουσόμεθα. A | |
1364b | ex. | 〈ὁρμήσῃ πεδίοιο διώκειν〉 ὄρνεον ἄλλο: ἕτερον τῷ εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ ἅπτεται. b(BCE3E4)T τῷ δὲ πεδίοιο λείπει ἡ ὑπέρ. ἔστι δὲ 〈ὡσ〉 „ὡς δ’ ὑπὸ δελφῖνος μεγακήτεος ἰ‐ χθύες ἄλλοι“ (Φ 22). T | |
13.65 | ex. | ὣς ἀπὸ τῶν ἤϊξε: θέλει ἐπιγνωσθῆναι, ἵνα ἐλπίσαντες προ‐ θυμότεροι γένωνται. T | |
1366a | Ariston. | τοῖϊν δ’ ἔγνω πρόσθεν 〈Ὀϊλῆος ταχὺς Αἴασ〉: πρὸς τὸ δυϊκὸν σχῆμα. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῶν Σειρήνων, „νῆσον Σειρήνοιϊν“ (μ 167), ὅτι ὁ λόγος ὡς περὶ δύο. A | |
1366b | ex. | 〈τοῖϊν δ’〉 ἔγνω πρόσθεν Ὀϊλῆος 〈ταχὺς Αἴασ〉: ὡς ἰδίαν ἔχων δύναμιν οὐ ταχέως ᾔσθετο τῆς ἐπικουρίας ὁ Τελαμώνιος, ὡς δὲ ἀσθενέστερος ὁ Λοκρὸς ἐπέγνω ταχύ. b(BCE3E4)T ἢ ὅτι νω‐ θὴς ὁ Τελαμώνιος, ὁ δὲ ὀξύτερος. T | |
5 | D | Ὀϊλῆος ταχὺς Αἴας: Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος— | |
παχυμερῶς. A | |||
1368a | Nic. | Ariston. | Αἶαν, ἐπεί τις νῶϊ θεῶν: τὸ ἑξῆς ἐστιν· ἐπεί τις θεῶν κέλεται μάχεσθαι (cf. Ν 68—9), „καὶ δ’ ἐμοὶ αὐτῷ“ (Ν 73). τὰ δὲ λοι‐ πὰ (sc. Ν 70—2) ὡς διὰ μέσου λεγόμενα διορθωτέον. | ἡ διπλῆ, ὅτι ἀναλόγως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητής, καὶ οὐ δεόντως ὁ Ζηνόδοτος | |
5 | ἔγραφεν „ᾧ τε σύ, Κάλχα“ (Α 86) χωρὶς τοῦ ν. A | ||
1368b | ex. | ἐπεί τις νῶϊ θεῶν: παρέλκει ἡ ἐπ〈ε〉ί. ἢ ὅμοιόν ἐστι τῷ „ἐπεί με κατ’ αἶσαν ἐνείκεσασ“ (Γ 59). T | |
1369a | ex. | μάντ〈ε〉ι εἰδόμενος: οὐ διαιρεῖ, ὡς τὸ „ἀΐδρει φωτὶ ἐοι‐ κώσ“ (Γ 219). T | |
1369b | ex. (Nic.) | παρὰ νηυσὶ μάχεσθαι: τὸ μάχεσθαι συναπτέον τῷ „καὶ 〈δ’〉 ἐμοὶ αὐτῷ θυμόσ“ (Ν 73), τὰ δὲ ἄλλα (sc. Ν 70—2) διὰ μέ‐ σου. T | |
13.70 | ex. | 〈οὐδ’ ὅ γε:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til | |
D | οἰωνιστής: οἰωνοσκόπος. πῶς δέ—τὸ θεῖον ἑαυτοῦ. A | ||
1371-2 | ex. | ἴχνια γὰρ μετόπισθε 〈ποδῶν ἠδὲ κνημάων / ῥεῖ’ ἔγνων ἀπιόντοσ〉: ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν ποδῶν ἔγνων, φησί, μὴ ἀπομαξαμένας ἴχνος. τὸ δὲ ῥεῖα (72) πρὸς τὸ ἀπιόντος (72)· ῥᾳδίως γὰρ ἀπηλλάγη ὡς θεός. b(BCE3E4)T καὶ | |
5 | συνῳδὸν τὸ τάχος τῷ „αὐτὸς δ’ ὥς τ’ ἴρηξ“ (Ν 62). ἴχνιον δὲ παρὰ τὸ ἥξω ἷγμαι ἴγνιον ἴχνιον, ὡς παίγνιον· προπαροξυτονητέον δέ· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἐπεὶ ἔδει ὡς „ἑρκίον αὐλῆς (ς 102) παρ‐ οξύνεσθαι. T | ||
1371a | Hrd. | ἴχνια: τὸ ἴχνιον προπαροξυτονητέον ὁμοίως τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλ’ ἀπὸ ῥήματος ἐσχημάτισται. ὅτι δὲ ὁ ποιητὴς οὐδὲ ὑποκοριστικοῖς χρῆται, ἐδηλώσαμεν ἐν τῇ Α. A | |
1371b | Ep. Hom. | ἴχνια: ὁμοιοτόνως τῷ παίγνια· καὶ γὰρ ὁ μὲν παρὰ τὸν ἵξω μέλλοντα ἔλαβε τὸν σχηματισμόν, ὁ δὲ παρὰ τὸν παίξω· τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ οὐδέ‐ τερα, τυρὸς τυρίον, χρυσὸς χρυσίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δ’ | |
5 | ἀπὸ βραχείας οὐκέτι, φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον, νάκος νάκιον. τὸ δὲ †ἴχνια† ὡς σύμφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ μακρὰν τὴν πρὸ αὐτοῦ. A | ||
1371c | Did. | 〈ἴχνια:〉 γράφεται καὶ „ἴθματα“. Ζηνόδοτος δὲ καὶ Ἀριστο‐ φάνης „ἴχματα“. AimT | |
13.73 | ex. | 〈θυμὸς ἐνὶ στήθεσσι:〉 ὁ ἐντὸς στέρνων θυμός. Til | |
13.75 | ex. | 〈μαιμώωσι:〉 ἀντὶ τοῦ αἱμώωσι. Til | |
13.77 | ex. | οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι 〈χεῖρες ἄαπτοι〉: ὅρα τὸ ἦθος ὡς ἁπλοῦν· οὐδὲν μὲν γὰρ περὶ θεοῦ λέγει, ἁπλῶς δὲ τὸ παριστάμενον αὐτῷ δηλοῖ. T | |
13.78 | Did. (?) | 〈νέρθε πόδεσσιν:〉 „νέρθε δὲ ποσσίν“. Aint Aext | |
1379a | ex. | ἔσσυμαι: τὸ θέμα σύω σύσω, ὅθεν καὶ σῦς. T | |
1379b | ex. | μενοινώω δὲ καὶ οἶος: εἰ καὶ μετὰ Διός ἐστιν ἢ τοῦ τάγματος. T | |
1382a | ex. | χάρμῃ γηθόσυνοι: χαίροντες τῇ μάχῃ. ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει, παρὰ τὸ χαράσσειν· τὴν γὰρ χαράν, ὥς φησιν †ἀριστείδης†, οὐδετέρως ἀεὶ λέγει χάρμα. A | |
1382b1 | ex. | χάρμῃ: κυρίως †νῦν† τῇ μάχῃ, ἀλλὰ τῇ πρὸς πόλεμον προθυμίᾳ. T | |
1382c1 | ex. | ἄλλως· χάρμῃ τῇ μάχῃ· τὴν γὰρ χαρὰν χάρμα φησίν. καὶ οὐκ ἂν ἐπήγαγε γηθόσυνοι, εἰ τὴν χαρὰν ἐδήλου. T | |
1382c2/b2 | ex. | ex. | χάρμῃ τῇ μάχῃ· ἡ γὰρ χαρὰ χάρμα καλεῖται. | νῦν δέ, ὡς Ἀρίσταρχος, τῇ εἰς τὸν πόλεμον προθυμίᾳ. b(BCE3E4) | |
1382d | Ariston. | 〈χάρμῃ:〉 ὅτι ἐλλείπει ἡ ἐπί, ἵν’ ᾖ ἐπὶ χάρμῃ. Aim | |
1383a | ex. | τόφρα δὲ τοὺς ὄπιθεν 〈... Ἀχαιούσ〉: ὄπιθεν τῶν Αἰάντων Σαλαμίνιοι †λοκρούς. T | |
1383b | ex. | 〈τόφρα δὲ τοὺς ... ὦρσεν:〉 ἕως ἐλάλουν. Til | |
13.84 | ex. | ἀνέψυχον: ἀναψῦξαί ἐστι τὸ ἀναπαῦσαι τὸ πνεῦμα καὶ ἐν ἀδείᾳ ἀναπνεῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν. b(BCE3E4)T | |
13.85 | Ariston. | 〈γυῖα λέλυντο:〉 πρὸς τὸ σχῆμα, ὅτι ὡς „σπάρτα λέλυνται“ (Β 135). Aim | |
13.86 | ex. | καί σφιν ἄχος 〈κατὰ θυμὸν ἐγίγνετο〉: διπλοῦν ἦν αὐτοῖς τὸ δεινόν· b(BCE3E4) τὴν μὲν γὰρ ψυχὴν ἄχος, τὸ δὲ σῶμα κάματος (cf. Ν 85) ἐδάμαζεν. b(BCE3E4)T | |
1386-7 | ex. | δερκομένοισι / Τρῶας, 〈τοὶ μέγα τεῖχος ὑπερ‐ κατέβησαν ὁμίλῳ〉: περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν ἐπαμῦναι ἦσαν ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει τὸ „τοὺς οἵ γ’ εἰσορόωντεσ“ (Ν 88)· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει | |
5 | ἐστὶν ὁρώμενα. b(BCE3E4)T | ||
13.88 | ex. | ὑπ’ ὀφρύσι δάκρυα λεῖβον: εἰς ἔσχατον προῆκται τὰ τῶν Ἑλλήνων· ὅρα γὰρ ἐπὶ τῆς παρατάξεως στρατιώτας κλαίοντας ἐν τοῖς ὅπλοις, καὶ ταῦτα Ἕλληνας. b(BCE3E4)T λεληθότως δὲ ἔκλα〈ι〉ον. T | |
5 | D | D | 〈ὑπ’ ὀφρύσι〉 δάκρυα λεῖβον: ἐστέναζον, ἐδάκρυον· | οἱ γὰρ ὀφθαλμοὶ—λεληθότως ἔκλαιον. A | |
13.89 | ex. | φεύξεσθαι ὑπὲκ κακοῦ: τὸ φεύγειν γενικῇ συντάσσει, „πεφυγμένος ἦεν ἀέθλων“ (α 18). ἔστι δὲ ὑποφεύξεσθαι ἐκ τοῦ κα‐ | |
κοῦ. T | |||
13.91 | ex. | Λήϊτον: ἐγγὺς γὰρ Λοκρῶν Βοιωτοί. οὗτοι δεύτεροι μέν εἰσι κατ’ ἀλκήν, πρόθυμοι δὲ πάντες καὶ νέοι. T | |
1392a | Did. | 〈Πηνέλεων:〉 διὰ τοῦ ο Ἀριστοφάνης, „Πηνέλεον“. Aim | |
1392b | ex. | 〈Θόαντα:〉 ἐγάμει γὰρ Ἀνακτορίαν τὴν Πηνέλεω. Til | |
1392c | ex. | Δηΐπυρον: Πύλιος ἦν, ὥς τινες. οἱ δὲ ἀδελφὸν Μηριόνου. ἰσοδυναμεῖ δὲ τὸ ὄνομα τῷ Πυραίχμῃ (cf. Β 848). T | |
13.93 | ex. | μήστωρας ἀϋτῆς: πρακτικοὺς μάχης. T | |
1395a | ex. | ex. | αἰδώς, Ἀργεῖοι, κοῦροι νέοι: λείπει ἐστί. | Ἑλληνι‐ κὸν τὸ τῆς αἰδοῦς προβάλλεσθαι· τοῖς δὲ βαρβάροις ὁ Ἕκτωρ οὐ τὸ αἰσχρόν, ἀλλὰ τὸν φόβον, „αὐτίκ’ ἐμῷ ὑπὸ δουρὶ τυπείσ“ (Μ 250). εὖ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνῄσκει ἐπὶ δειλίᾳ συγγνώμην οὐ φερομένης· | |
5 | διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα. b(BCE3E4)T | ||
1395b | ex. | 〈αἰδώς, Ἀργεῖοι,〉 κοῦροι νέοι: κοῦροι· εὐγενεῖς. b(BCE3E4)T ἔστιν οὖν ‘αἰσχύνης ἄξια ποιεῖτε Ἕλληνες ὄντες εὐγενεῖς καὶ νέοι‘· 〈ἢ〉 κατὰ πεῦσιν. T | |
1395c | ex. | αἰδώς, Ἀργεῖοι: τινὲς ‘αἰδοῦς ἄξιόν ἐστιν‘. T | |
1395d | Nic. | 〈κοῦροι, νέοι:〉 ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χω‐ ριζόμενον τοῦ νέοι. Aim | |
1395-6a | ex. | ὔμμιν ἔγωγε 〈/ μαρναμένοισι〉 πέποιθα 〈σαω‐ σέμεναι νέας ἁμάσ〉: αἰσχρὸν οὖν τὴν ὑπόνοιαν ἀπολέσαι, ἣν | |
ἔχετε παρὰ τοῖς πολλοῖς. T | |||
1395-6b | ex. | 〈ὔμμιν ἔγωγε / —σαωσέμεναι:〉 τοιαῦτα καὶ πρὸς τοὺς Αἴαντας· „σφὼ μέν κε σαώσετε“ (Ν 47). Til | |
1396a | ex. | πέποιθα: ἐπεποίθειν. Tt | |
1396b1 | D | Hrd. | ἁμάς: ἡμετέρας. | τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος καίτοι Δώριον ἔχον τὴν πρὸ τέλους συλλαβήν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ τοῦ η λεγομένῳ, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικόν, εἴπερ εἰς αν κατέλη‐ γεν. A | |
1396b2 | Hrd. | κατ’ ἀρχὴν δὲ μόνον Δώριον. T | |
1396c | ex. | {νῆας} ἁμάς: ἤγαγε γὰρ εἰς Ἴλιον· „καὶ †νῆες ἡγήσατο† Ἀχαιῶν b(BCE3E4)T Ἴλιον εἴσω“ (Α 71). T | |
1397-8 | ex. | εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε〈—δαμῆναι〉: ἐντέχνως τὸ φιλότιμον αὔξει τῶν νέων, τὴν αἰτίαν τοῦ σωθῆναι καὶ ἀπολέσθαι αὐτοῖς ἐπαναφέρων. b(BCE3E4)T | |
1398a | D | ex. | ex. | εἴδεται ἦμαρ 〈ὑπὸ Τρώεσσι δαμῆναι〉: φαίνεται. λείπει δὲ τὸ τοῦ, τοῦ ὑπὸ τοῖς Τρωσὶ δαμῆναι. | ἀντὶ τοῦ προφανές ἐστιν ὡς ἐν τῇ νῦν ἡμέρᾳ ἀπολούμεθα. b(BCE3E4)T | |
1398b | ex. | 〈δαμῆναι:〉 ἀντὶ τοῦ ὑποταχθῆναι. Til | |
D | νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι: νῦν | ||
ἀνεφάνη ἡ ἡμέρα, ἐν ᾗ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε. A | |||
13101a | ex. | Τρῶας ἐφ’ ἡμετέρας 〈ἰέναι νέασ〉: ἐν τῷ ἡμετέρας μεγάλη ἔμφασις, καὶ ἔστι μυρία ὑπακοῦσαι, οἷον τοὺς βαρβάρους ἐπὶ τὰς Ἑλληνικάς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ τὰς τῶν πλεόνων. b(BCE3E4)T | |
13101b | ex. | 〈Τρῶας ἐφ’ ἡμετέρας ἰέναι νέας:〉 ἐν ἤθει τὰ θαύματα ταῦτα, b(BCE3E4)Til ὡς τὸ „Ἕκτωρ δὴ παρὰ νηυσί“ (Ν 123). Til | |
13102a | Hrd. | φυζακινῇς {ἐλάφοισιν}: ὁμοίως ἀναγνωστέον τῷ „ἐαρινῇσ“ (cf. Θ 307 al.). πῶς δ’ ἐσχημάτισται, δεδήλωται ἐν τῷ Περὶ παρωνύμων (fr. 1 = 2, 849, 18 L.). A | |
13102b | ex. | ἐλάφοισιν ἐοίκεσαν: ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων ἐνέβαλε τὴν κατηγορίαν Ἑλλήνων· ποῖοι γὰρ ἂν εἶεν οἱ ὑπὸ τοιούτων ἡττώμενοι; b(BCE3E4)T | |
13103a | Hrd. | θώων {παρδαλίων τε}: Ἀρίσταρχος βαρύνει τὸ θώων, καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Πάμφιλος περισπᾷ, ἐπεὶ τὰ εἰς ες λή‐ γοντα δισύλλαβα ὀνόματα ἐπὶ εὐθείας πληθυντικῆς ἔχει γενικὴν πε‐ ρισπωμένην· διὸ καὶ τὸ „Τρώων“ (Α 152 al.) καὶ „δμώων“ (α 398 | |
5 | al.) καὶ „παίδων“ (Θ 57 al.) ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ „πάντων“ (Α 78 al.) καὶ „λάων“ (Μ 29. Φ 314) καὶ τίνων, περὶ ὧν | ||
λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖς. A | |||
13103b | ex. | θώων: παραπλήσιον ὑαίνῃ τὸ ζῷον. φασὶ δὲ αὐτὸ ἅμα τῷ τίκτεσθαι βαδίζειν, ἢ ὅτι μετὰ ἅλματός ἐστιν ἡ βάδισις αὐτοῦ. b(BCE3E4)T | |
13103c | D | Ori ὀρθ. (?) | θώων: οἱ θῶες ζῶα ἄλκιμα καὶ εὐκίνητα. ἔνιοι δὲ παρα‐ πλήσια ὑαίνῃ. | τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵν’ ὁμοτονῇ τῷ „θηρῶν“ (Θ 47 al.) καὶ „κυνῶν“ (Κ 186 al.)†. οὕτως δὲ καὶ Ἀρίσταρ‐ χόν φασι προφέρεσθαι. Διοκλῆς (fr. 64* H.) καὶ ὁ Θρᾷξ Διονύσιος (fr. 18 Schm. = 6 L.) | |
5 | ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρίσταρχον διαβάλλουσιν. Κάσσιος δὲ ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεώς φησιν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμ‐ | ||
φώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες, „κύνεσ“ (Ν 623 al.), „χεῖρεσ“ (Α 166 al.), ὅταν δὲ ἀπὸ φωνήεν‐ | |||
10 | τος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον „Τρῶεσ“ (Α 256 al.), „δμῶεσ“ (δ 644 al.), „θῶεσ“ (Λ 474 al.), λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ „παίδων“ (Θ 57 al.) καὶ „πάντων“ (Α 78 al.). Χαῖρις (fr. 5 B.) δέ φησιν οὐκ εἶναι ἐν †δισυλλάβοις† ἀναλογίαν. A | ||
13103d | Did. | 〈πορδαλίων:〉 οὕτως Ἀρίσταρχος 〈„παρδαλίων“〉, ἄλ‐ λοι δὲ πορδαλίων. Aint | |
13103e | ex. | ἤϊα: τὰ τοῦ εἶναι αἴτια βρώματα ἢ τοῦ ἰέναι· οἱ γὰρ πει‐ νῶντες „λάθρῃ γυῖα βαρύνονται“ (Τ 165). b(BCE3E4)T | |
D | {λύκων τ’} ἤϊα {πέλονται}: ἤϊα βρώματα, οὐ τὰ ἐν οἴκῳ —κἀκεῖσε φέρεται. A | ||
13104a | ex. | ἠλάσκουσαι ἀνάλκιδες: ἐκκλίνουσαι διὰ δειλίαν καὶ ἐν ἑνὶ τόπῳ διάγουσαι, μὴ ἐπιμιγνύμεναι τοῖς ἄλλοις. T | |
13104b | ex. | {οὐδ’} ἔπι {χάρμη}: ἔπεστι. τινὲς δέ, οὐκ ἐπὶ μάχῃ ἠλά‐ σκουσαι. T | |
13107a | Nic. | νῦν δ’ ἕκαθεν πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχον‐ ται〉: Ἡρακλέων (fr. 8 B.) ἀξιοῖ στίζειν πόλιος, ἵνα, φησίν, ἐμ‐ φαίνῃ τοιοῦτό τι· ‘τί δὲ λέγω πόλιος; ἐπ’ αὐταῖς γὰρ ἤδη ταῖς ναυσὶ | |
μάχονται‘. ἱκανὸν μέντοι βραχὺ διαστέλλειν. A | |||
13107b1 | Did. | 〈νῦν δ’ ἕκαθεν πόλιος:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „νῦν δὲ ἑκὰς πόλιοσ“. Aint | |
13107b2 | Ζηνόδοτος δὲ „ἑκάσ“ γράφει. T | ||
13107c | ex. | ἕκαθεν πόλιος: τὸ ἕκαθεν πόλιος ἔμφασιν ἔχει ἑτέρου διαστήματος. ἐπιφέρει 〈δὲ〉 τὰς ναῦς, ἐν αἷς ἐστιν αὐτοῖς ἡ σωτηρία. T | |
13108a | ex. | ἡγεμόνος κακότητι: †τὰς† εἰς ἀρέσκειαν τοῦ πλήθους· οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμψιμοίρως ἔχοντας τοῖς τυράννοις. b(BCE3E4)T | |
13108b | ex. | 〈μεθημοσύνῃσι:〉 καλῶς οὐκ εἶπεν ἀσθενείαις, ἀλλὰ μεθημοσύναις· b(BCE3E4)Til καὶ πάλιν „τῇδε μεθημοσύνῃ“ (Ν 121). Til | |
13.109 | ex. | οἳ κείνῳ ἐρίσαντες 〈ἀμυνέμεν οὐκ ἐθέλουσι〉: ἀντὶ τοῦ ἐρίζοντες, ὡς „ἡ δὲ ψευσαμένη“ (Ζ 163). T εὖ δὲ τὸ μὴ φάναι ‘οὐκ ἐθέλετε‘. πρὸς βασιλικοὺς γὰρ ἄνδρας ὁ λόγος, οὓς ἐλέγχειν ἄντι‐ κρυς παρῃτήσατο. ἐπὶ δὲ τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε, | |
5 | καὶ δοκεῖ μὲν κατὰ τῶν ἄλλων λέγειν, ἡ δ’ ἐπαναφορὰ πρὸς τοὺς ἀκούον‐ τας γίνεται. b(BCE3E4)T | ||
13110a | Ariston. | 〈νηῶν:〉 ὅτι ἐλλείπει ἡ περί, περὶ νηῶν. Aim | |
13110b | ex.(?) | 〈νηῶν:〉 λείπει ἡ ὑπέρ. Til | |
13.111 | ex. | 〈ἀλλ’ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν:〉 εἰ γὰρ καὶ εἶπεν „ἀασάμην, οὐδ’ αὐτὸς 〈ἀναίνομαι〉“ (Ι 116), ἀλλ’ ἐκ‐ μειλισσόμενος τὸ πλῆθος ἔλεγεν. Til | |
13115a | Ariston. | {ἀλλ’} ἀκεώμεθα {θᾶσσον}: ὅτι ἀμφίβολον τὸ ἀκεώμε‐ θα, πότερον ἰαθῶμεν ἢ ἀκεσώμεθα· ὃ καὶ ὑγιές, οἷον τὸ ἐλάττωμα | |
ἰασώμεθα. A | |||
13115b1 | ex. | ἀκεώμεθα: τὴν ἔριν ἢ τὴν μῆνιν Ἀχιλλέως, ἢ τὴν ἀμέ‐ λειαν, ἣν αὐτοῖς ὀνειδίζει. T | |
13115b2 | ἀκεώμεθα: τὴν ἑαυτῶν ἀμέλειαν. b(BCE3E4) | ||
13115c | ex. | ἀκεσταί 〈τοι φρένες ἐσθλῶν〉: τινὲς εἰς Ἀχιλλέα· ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρτηθὲν τοῖς ἐναρέτοις ἀνδρά‐ σιν. b(BCE3E4)T | |
13115d | Did. | 〈ἀκεσταί τοι:〉 ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ τέ, „ἀκεσταί τε“. Aint | |
D | ἀκεσταί: εὐθεράπευτοι, εὐίατοι· αἱ γὰρ τῶν ἀγαθῶν φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι. | ||
5 | ἢ θεραπευτικαί. A | ||
13.117 | ex. | πάντες ἄριστοι ἐόντες: τῷ ἐπαίνῳ θεραπεύει καὶ μεῖ‐ ζον ἐλέγχει ὡς διαφθείροντας τὴν φύσιν τῇ ῥᾳθυμίᾳ. b(BCE3E4)T | |
13.118 | ex.(?) | 〈μαχεσσαίμην:〉 ἀντὶ τοῦ ἐγκαλέσαιμι. Aim | |
13.119 | ex. | 〈νεμεσσῶμαι〉 περὶ κῆρι: κατὰ ψυχήν. ἢ ὡς τὸ „περι‐ βάλλει ἅπαντας / μνηστῆρας δώροισι“ (ο 17—8). T | |
13120a | ex. | 〈ὦ πέπονες:〉 τινὲς προσηνεῖς· παραμυθεῖται γὰρ αὐ‐ τούς. b(BCE3E4)T | |
13120b | ex. | κακὸν ποιήσετε μεῖζον: μεῖζον τοῦ νῦν δηλονότι. b(BCE3E4)T | |
13122a | ex. | αἰδῶ καὶ νέμεσιν: τὴν αἰσχύνην καὶ τὴν ἐξ ἄλλων | |
ἀκολουθοῦσαν μέμψιν. b(BCE3E4)T | |||
13122b | ex. | 〈δὴ γὰρ μέγα νεῖκος ὄρωρεν:〉 μεγάλη φιλονεικία διανίσταται πολέμου. b(BCE3E4)T | |
13123-4a1 | ex. | Ἕκτωρ δὴ παρὰ νηυσὶ 〈βοὴν ἀγαθὸς— καὶ μακρὸν ὀχῆα〉: μετ’ †ἀναστάσεως† τὸ δίστιχον προενεκτέον, ὡς τὸ „Τρῶας ἐφ’ ἡμετέρας ἰέναι“ (Ν 101). τὸ δὲ βοὴν ἀγαθός (123) πρὸς ἐρεθισμὸν αὐτῶν, καὶ „Ἕκτορα δ’ ἐφράσ〈σ〉αντο βοὴν | |
5 | ἀγαθόν“ (Ο 671). T | ||
13123-4a2 | μετὰ θαύματος τὸ δίστιχον προενεκτέον, ὡς τὸ „Τρῶας ἐφ’ ἡμετέρας ἰέναι νέασ“. βοὴν δὲ ἀγαθὸν αὐτὸν καλεῖ πρὸς ἐρε‐ θισμὸν ἐκείνων. b(BCE3E4) | ||
13124a | ex. | 〈μακρὸν ὀχῆα:〉 ἑκάτερον. Til | |
13124b | ex. | ὀχῆα: τὸν ἑκατέρας πύλης· δύο γάρ εἰσι, καὶ „τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον 〈ἵππων〉“ (Λ 702). T | |
13125a1 | ex. | ex. | ex. | κελευτιόων: κελευτὴς κελευτιῶ. καὶ ἀλλαχοῦ δέ φησι „κελευτιόωντ’ ἐπὶ πύργῳ“ (Μ 265). | ἴσως δὲ καὶ τούτους κατὰ τὸ σιωπώμενον ἔπληξε τῷ σκηπανίῳ ὡς καὶ τοὺς Αἴαντας (sc. Ν 59—60). | τινὲς δὲ „κελευθιόων“ ἀντὶ τοῦ ὁδηγῶν, τοὺς Ἕλ‐ | |
5 | ληνας. T | ||
13125a2 | ex. | ex. | κελευτὴς κελευτιῶ κελευτιόω. | ἴσως δὲ οὐ τὸ προτάσ‐ σων δηλοῖ, ἀλλὰ τὸ διεγείρων. b(BCE3) | |
13127a1 | Ariston. | καρτεραί, ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών: πρὸς τὴν τοῦ χρόνου ἀλλαγήν· ἔστι γὰρ ἀντὶ τοῦ | |
ὠνόσατο. καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον, ἂν καὶ κέν. A | |||
13127a2 | ἐκ παραλλήλου ὁ ἄν καὶ ὁ κέν. Til | ||
13127b | ex. | 〈οὔτ’ ἄν κεν〉 Ἄρης ὀνόσαιτο: ἀλλὰ θαυμάσειεν. ἔστι δὲ μετὰ συλλογισμοῦ ὁ ἔπαινος, οὐκ αὐτοῦ τοῦ λέγοντος ἐκτι‐ θεμένου τὴν εἰκόνα τοῦ πράγματος, δι’ ἐμφάσεως δὲ καταλείποντος τοῖς ἀκροαταῖς σκοπεῖν, ὁποῖαί τινες ἦσαν. b(BCE3E4)T | |
13.128 | ex. | λαοσσόος: ἡ ὁρμῶσα ἢ σῴζουσα τοὺς συμμαχομένους ἢ σοβοῦσα τοὺς ἐναντίους· ὅθεν καὶ „ἐγρεκύδοιμοσ“ (cf. Hsd. th. 925). T | |
13130-5a | ex. | φράξαντες 〈δόρυ δουρί, —μάχεσθαι〉: πάντες μὲν ἐν ἀσπίσι καὶ θώραξι καὶ κράνεσι καὶ λόγχαις. τούτων δὲ οἱ μὲν πρωτοστάται κατὰ μέτωπον ἦσαν, πάντες ὁμοίως τὰ δόρατα κατὰ προβολὴν ἔχοντες· κατόπιν δὲ τούτων οἱ δευτεροστάται, | |
5 | κατὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν παραβεβληκότες δόρατα μείζω δυσὶ πήχεσιν· καὶ οἱ τρίτοι παρ’ ἀμφοτέρους ὁμοίως ὥστε τρεῖς ἀκμὰς ἀνέχειν τὰ δόρατα· οἱ τέταρτοι δὲ καὶ πέμπτοι τὰς αἰχμὰς εἶχον ὀρθάς, ὡς εἴ τι κενοῖτο τῆς παρατάξεως τιτρωσκομένων ἢ φονευομένων τοῦτο πληροῦν, b(BCE3E4)T κυκλούμενοι | ||
10 | 〈δὲ〉 ποιεῖν ἀμφίστομον τὴν τάξιν. T | ||
13130b | ex. | ex. | φράξαντες δόρυ δουρί, —μάχεσθαι: [ἐ]μφά‐ | |
σεως δὲ χάριν εἶπεν. καὶ T συνέφρασσον μὲν ἀλλήλους φαλαγ‐ γηδόν, συμβαλόντες δὲ διέλυον τὴν φάλαγγα· ἐπεὶ πῶς ὥρμων καὶ ὑπεχώρουν καὶ ἐσκύλευον; καὶ ἔοικεν ὡσεὶ πρόπειρά τις εἶναι τῆς | |||
5 | ὑπομονῆς τῶν πολεμίων. ἢ πρὸς τὸ ἀναδέξασθαι τὸν Ἕκτορα ἐπύκνωσαν ἑαυτούς. b(BCE3E4)T τοῦτον δὲ τὸν συνασπισμόν, ὡς ὁ τακτικὸς Ἑρμόλυτος λέγει, ἐνομοθέτησε Λυκοῦργος, ἐδίδαξε δὲ Λύσανδρος Λάκων καὶ Ἐπαμινώνδας, εἶτα ὑπὸ Χαριδήμου Ἀρκάδες ἐδιδάχθησαν καὶ Μακεδόνες. | προθελύμνῳ (130) δὲ | ||
10 | ἀλλεπαλλήλῳ, ἢ ἀλλεπαλλήλους πτύχας ἔχοντι. T | ||
13132a | Hrd. | ἱππόκομοι {κόρυθος}: προπαροξυτονητέον τὸ ἱππό‐ κομοι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ. οὕτως οὖν ἀναγνωστέον 〈ὡσ〉 κυπαρισσόκομος, „καλλίκομοσ“ (cf. Ι 449. ο 58). τὰ δὲ ἀπὸ τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος | |
5 | εἰς τὴν εἰς ος κατάληξιν προπαροξύνεται, ἄφωνος, „ἄναυδοσ“ (cf. κ 378)· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκο‐ μος, ὅτε τὸ κομεῖν ἔγκειται· „Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε κομείτην“ (Θ 113). A | ||
13132b | ex. | ἱππόκομοι: ἱππείας κόμας ἔχουσαι. b(BCE3E4)Til | |
13132c1 | ex. | φάλοισι: φάλοι συρίγγια ἐπὶ τῶν μετώπων, εἰς ἃ καθίενται οἱ λόφοι ὥστε τοὺς ἐκ τῶν κορύθων λόφους ψαύειν ἀλ‐ | |
λήλων. AT | |||
13132c2 | φάλοι μὲν τὰ προμετωπίδια ἐπαναστήματα, ὧν καὶ ὁ λόφος ἔχεται, λόφος δὲ τὸ τῆς μέσης περικεφαλαίας ἐκ τριχῶν ἀ‐ νάστημα. τὸ δὲ πᾶν οὕτως· οἱ τῶν κορύθων λόφοι ἀλλήλοις ἔψαυ‐ ον. b(BCE3E4) | ||
13134a | ex. | ἔγχεα δ’ ἐπτύσσοντο: αὐτὰ τὰ ἔγχη κραδαινόμενα πτυσσομένοις ἐῴκει. b(BCE3E4)T γίνεται δὲ ἐκ τοῦ πτύω τὸ βάλλω πτύσσω πλεονασμῷ τοῦ ς. b(BCE3E4) | |
13134b | ex. | θρασειάων: θρασείαις ψυχαῖς ὑπηρετουσῶν, b(BCE3E4) T ὡς „ἀσπίδα θοῦριν“ (Λ 32). Til | |
13135a | ex. (Did.?) | 〈σειόμεν’· οἱ δ’ ἰθὺς φρόνεον:〉 τινὲς „σειόμενοι 〈δ’〉 ἰθὺς φρόνεον“ ὥστε εὐθεῖαν πρὸς Τρῶας χωρεῖν. Til | |
13135b | Nic. | {σειόμεν’} οἱ δ’ ἰθὺς φρόνεον, 〈μέμασαν δέ, μάχε‐ σθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ φρόνεον· τὸ γὰρ ἑξῆς ‘οἱ δ’ ἰθὺς φρόνεον μάχεσθαι, καὶ μέμασαν‘. A | |
13136a1 | ex. | {τρῶες δὲ} προὔτυψαν: προενέσεισαν ἀθρόοι διὰ τὴν εὐημερίαν. οἱ δὲ προσέπεσον καὶ προενήλασαν. T | |
13136a2 | προπαρενέβαλον ἢ προσέπεσον καὶ συνῆλθον. ταῦτα δὲ τῇ εὐημερίᾳ θαρροῦντες. b(BCE3E4) | ||
13136b | D ad Ε 498 | 〈ἀολλέες:〉 ἀθρόοι. Til | |
13137a | ex. | 〈ἀντικρὺ μεμαώς:〉 ἐπ’ εὐθείας ὡρμημένος. Til | |
13137b | D / Ori ὀρθ. (?) | ὀλοοίτροχος: λίθος περιφερὴς καὶ στρογγύλος, ὁ ἐν τῷ τρέχειν ὀλοός, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει. | | |
Δημήτριος ὁ Γονύπεσος δασύνει, ἵν’ ᾖ ὅλος τροχοειδὴς καὶ κατὰ πᾶν μέρος ἀστήρικτος, τῷ δὲ τόνῳ ὡς κακότροπος· οὕτω δὲ καὶ | |||
5 | Ἑρμαπίας καὶ Νικίας (fr. 16 B.) καὶ Ἀριστέας καὶ Ἀριστόνικος. Κομανὸς δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 52 B.) ψιλοῦσι καὶ παροξύνουσιν, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοὸν καὶ δεινόν. ἐπένθεσις δὲ τοῦ ι περιττή· καὶ γὰρ χωρὶς αὐτοῦ σώζεται τὸ μέτρον, καὶ ἔδει αὐτὸ ἀναλογῆσαι τῷ „Ἄτλαντος θυγάτηρ ὀλοόφρονοσ“ | ||
10 | (α 52). Δημόκριτος (Vors.6 68 B 162) δὲ τὸ κυλινδρικὸν σχῆμα ‘ὀλοοίτροχον‘ καλεῖ. A | ||
13137c | ex.(?) | ex. | ΟΛΟΟΙΤΡΟΧΟΣ: ὅλος τροχοειδής. οἱ δέ, ἐν τῷ τρέχειν δεινός. b(BCE3)T | καλῶς βάρβαρον καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασε A b (BCE3E4)T διὰ παντὸς τόπου κυλιν‐ δουμένῳ. AT | |
13138a | ex. | 〈κατὰ〉 στεφάνης: στεφάνης τῆς ἐν πλάτει ἐξοχῆς. | |
ἡ δὲ κατά ἀντὶ τῆς ἀπό ἢ ἀντὶ τῆς ἔξ. T | |||
13138b | ex. | 〈στεφάνης:〉 στεφανοειδοῦς. Til | |
D ad Κ 30(~) | D | στεφάνης: περικεφαλαίας, | ἢ ὄρους ἐξοχῆς· νῦν δὲ λείας πέτρας. A | ||
13139-40 | ex. | ἀσπέτῳ ὄμβρῳ 〈... / ὕψι δ’ ἀναθρῴσκων〉: ἀναγκαίως τὸ ἀσπέτῳ (139) πρὸς τὸ δυνηθῆναι πέτρον ῥῆξαι. b(BCE3E4)T τὸ δὲ ἀναθρῴσκων (140) προσκρούων καὶ ἀφαλλόμενος. T | |
13139a | ex. | ἀναιδέος: ἀνενδότου, σκληρᾶς. Til | |
13139b | ex. | ἔχματα πέτρης: τὰ ἐξέχοντα καὶ μὴ ἐῶντα κυλισθῆ‐ ναι αὐτόν· b(BCE3E4)T ἢ τὰ συνέχοντα τὴν πέτραν πρὸς τὸ ὄρος. T | |
13.140 | Hrd. | ὕψι: ὡς „οἴκοθι“ (Θ 513 al.) καὶ „ἄγχι“ (Ε 185 al.), ὥς φησι Πτολεμαῖος (p. 52 B.). τινὲς δὲ τοῦτο ὀξύνουσιν, „ὑψί“. A | |
13141-2 | ex. | ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον, 〈ἕως ἵκηται / ἰσόπεδον: ἀσφαλέωσ〉 ἀνεμποδίστως, μὴ σφαλλόμενος τῆς τοῦ θεῖν σφοδρότητος. b(BCE3E4)T τὸ δὲ ἰσόπεδον (142) ἀντὶ τοῦ ὁμαλὸν πεδίον, οἷον ‘ἕως οὗ κατέλθῃ εἰς ἰσόπεδον πεδίον‘, | |
5 | ἀντὶ τοῦ ἴσην ἔχον γῆν καὶ ὁμαλήν. T | ||
13.142 | ex. | 〈ἐσσύμενός περ:〉 ἐψύχωσε τὸν λίθον. Til | |
13143a | Nic. | {ὡς ἕκτωρ} εἵως {μέν}: τὸ εἵως ἐνταῦθα κεῖται ἀντὶ τοῦ τέως· διόπερ οὔτε 〈ὑπο〉στιγμὴν οὔτε ἀνταπόδοσιν ἔχει ἐπι‐ | |
φερομένην. A | |||
13143b | ex. | 〈εἵως μέν:〉 ἕως τινὸς μέν. b(BCE3E4)Til οἱ δὲ ἀντὶ τοῦ τέως. b(BCE3E4) | |
D | ἀπείλει: ἠπείλει, ὑπισχνεῖτο. ἔσθ’ ὅτε δὲ—δηλοῖ. A | ||
13.144 | Did. | ex. | ῥέα διελεύσεσθαι: οὕτως Ἀρίσταρχος. οἱ δὲ „ῥεῖα δ’ ἐλεύσεσθαι“. | τὸ δὲ ἑξῆς· ὁ δὲ Ἕκτωρ ἕως μέν τινος ἠπείλει εὐ‐ κόλως διελθεῖν μέχρι τῆς θαλάσσης (cf. Ν 143—4)—ἡ δὲ διά ἔμφασιν ἔχει—ἀντὶ τοῦ τοὺς σκόλοπας καὶ τὴν τάφρον διελεύσεσθαι. | |
5 | T | ||
13.145 | ex. | ἐνέκυρσε: ἢ ἀπὸ τοῦ κύρω ἢ ἀπὸ τοῦ ἐνεκύρησεν. T | |
13.146 | ex. | μάλ’ ἐγχριμφθείς: ἀντὶ τοῦ λίαν ταῖς φάλαγξι ἐμπελα‐ σθείς. b(BCE3)T | |
13147a | Ariston. | {νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν} ἀμφιγύοισιν: πρὸς τὸ ἀμφιγύοισιν, ὅτι οἱ μέν, ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερεί‐ δοντες χρῶνται, οἱ δὲ ἀπὸ τοῦ γυ〈ι〉ῶσαι, ὅτι βλάπτει ἀμφοτέρω‐ θεν. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν γυίων, ὅτι ἑκατέρωθεν ἄκρον ἔχει· | |
5 | γυῖα γὰρ τὰ ἄκρα. A | ||
13147b | ex. | ἀμφιγύοισιν: ἀμφοτέρωθεν βλάπτουσιν b(BCE3E4)T καὶ γόον ἐπάγουσιν, b(BCE3E4) ἀπὸ αἰχμῆς καὶ στύρακος. | |
b(BCE3E4)T τὰ δὲ ναύμαχα „κατὰ στόμα“ μόνον „εἱμένα 〈χαλκῷ〉“ (Ο 389)· οὐκ ἔχουσι γὰρ στύρακα. ἢ ἀμφοτέρωθεν | |||
5 | πρακτικοῖς· γυῖα γὰρ κυρίως πόδες καὶ χεῖρες, δι’ ὧν πράσσομέν τι. T | ||
13148a | Ariston. | {ὦσαν ἀποσφείων} ὁ δὲ χασ〈σ〉άμενος πελεμίχθη: ὅτι Ζηνόδοτος γράφει „ὁ δὲ χάσσατο πολλὸν ὀπίσ〈σ〉ω“. ἠγνόησε δὲ ὅτι τὰ ἐμπεπηγότα δόρατα τῇ ἀσπίδι ἀναχωροῦντες διατινάσ‐ σουσιν, ἵνα ἀποπέσῃ. A | |
13148b | ex. | 〈χασσάμενος πελεμίχθη:〉 ἀντίστροφον τὸ σχῆμα. Til | |
13.149 | ex. | διαπρύσιον: ἢ διαπύρσιον, ὅ ἐστι T διαφανές, b(BCE3)T τουτέστι φωνῇ σημήνας ὡς πυρσῷ, b(BCE3E4)T ἢ διαπερῶν τὰς ἀκοάς. b(BCE3)T | |
D | διαπρύσιον: διὰ παντὸς—ἢ διαπύρσιον, διαφανὲς | ||
5 | καὶ σημαντικόν. A | ||
13.150 | ex. | Τρῶες καὶ Λύκιοι 〈καὶ Δάρδανοι ἀγχιμαχηταί〉: πῶς τοὺς διεσκεδασμένους ἀνεκάλει κελεύων; βάρβαρος ὁρμὴ καὶ ὑπερήφανος. T | |
13.151 | ex. | παρμένετε: ἀλλήλοις· αὐτὸς γὰρ ἔχει Δία καὶ οὐ προσ‐ δεῖταί τινος. b(BCE3E4)T | |
13.152 | D | πυργηδόν: δίκην πύργου, ἐν—τῷ σφαιρηδόν. A | |
13153a | ex. | ΟΙΩ: „οἴῳ“ ἄμεινον, μόνῳ, ἵνα μὴ Ἕκτωρ διστάζῃ. ἢ τὸ „ὀΐω“ ἀντὶ τοῦ πέπεισμαι· „ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν“ (Α 78). b(BCE3E4)T | |
13153b | ex. | εἰ ἐτεόν: ἐπεὶ ἐτεῶς· ὁ εἴ συναπτικὸς ἀντὶ τοῦ ἐπεί, ὡς τὸ „χρὴ δ’, εἰ σοφὸς πέφυκασ“ (Eur. Phoen. 86) καὶ ὁ Εὐριπίδης | |
„οὔκουν 〈δικαίωσ〉, εἴπερ εἴργασαι τάδε;“ (Hec. 1254). T | |||
13.154 | ex. | 〈ἐρίγδουπος πόσις Ἥρης:〉 ἀντονομασία, ἀντὶ τοῦ ὁ Ζεύς. Til | |
13.155 | ex. | μένος: τὴν προθυμίαν, παρὰ τὸ μένω τὸ προθυμοῦμαι· b(BCE3)T ὅθεν καὶ ὁ „μέμονα“ (Ε 482) παρακείμενος. T | |
13.156 | ex. | Δηΐφοβος {δ’ ἐν τοῖσι}: προσυνίστησιν αὐτόν, ὅτι μετὰ τὴν Ἕκτορος τελευτὴν διεδέξατο τὴν στρατηγίαν. T | |
13.158 | D | κοῦφα ποσὶ προβιβάς: ἤτοι μετέωρα καὶ ὑψηλὰ προβαί‐ νων· ἢ ἐπ’ ἄκρων τῶν ποδῶν βαδίζων, ὅ ἐστιν ἀκροβηματίζων. A | |
13158a | D | 〈κοῦφα:〉 μετέωρα. Til | |
13158b | ex. | ὑπασπίδια προποδίζων: οὐ προβάλλων τὰ ἴχνη πρὸ τῆς ἀσπίδος. ἐν βραχεῖ δὲ δεδήλωται ὁ μετέωρα βαίνων καὶ b(BCE3)T τῷ τῆς ἀσπίδος κύκλῳ τὸ σῶμα κρύπτων· b(BCE3 E4)T ἐξ οὗ δῆλον ὅτι οὐκ εἶχεν ἀμφιβρότην ἀσπίδα, οὐδὲ | |
5 | πλαγίαν αὐτὴν ἐκράτει. T | ||
D | ὑπασπίδια προποδίζων: ὑπὸ τὴν ἀσπίδα ἠρέμα— οὐδὲ ὅπλα, ἢ ἂν αὐτὴν ἐκράτει. A | ||
13.159 | Ariston. | Μηριόνης δ’ αὐτοῖο τιτύσκετο: ὅτι παραλέλειπται πρόθεσις ἡ ἐπί, καὶ ἡ γενικὴ ἀντὶ τῆς αἰτιατικῆς κεῖται· τὸ γὰρ ὅλον ἀντὶ τοῦ ἐπ’ αὐτόν, ὡς καὶ τὸ „ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου“ (Δ 100). A | |
13160a | Nic. | 〈καὶ βάλεν, οὐδ’ ἀφάμαρτε, κατ’ ἀσπίδα πάν‐ τος’ ἐΐσην:〉 τὸ ἑξῆς καὶ βάλε κατ’ ἀσπίδα. οὕτως οὖν διορ‐ θωτέον. Aint | |
13160b1 | ex. | καὶ βάλεν, οὐδ’ ἀφάμαρτε: ταὐτὸν δι’ ἀμφοῖν δηλοῦται· βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν φησὶν ὁ ποιητής· „οὐκ ἔβαλες τὸν ξεῖνον“ (υ 305) καὶ „βάλ〈λ〉’· αἰεὶ δὲ πυραὶ νεκύων“ | |
(Α 52). T | |||
13160b2 | βάλλειν καὶ †ἁμαρτεῖν παρὰ τῷ ποιητῇ τὸ αὐτὸ δηλοῖ· οἷον ἐπέτυχεν, ἀλλ’ οὐκ ἀπέτυχεν. b(BCE3) | ||
13.161 | ex. | 〈τῆς δ’ οὔ τι διήλασεν:〉 οὐδὲ τὸ τυχὸν διῆλθεν αὐτήν. b(BCE3E4)Til | |
13.162 | ex. | ἐν καυλῷ: ἀντὶ τοῦ κατὰ τὸν καυλόν, ὡς „ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40), λέγει δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον μέρος τοῦ δόρατος. b(BCE3E4)T | |
13.163 | ex. | 〈δεῖσε δὲ θυμῷ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til | |
13165a | Ariston. | 〈χώσατο:〉 ὅτι νῦν χώσατο ἀντὶ τοῦ συνεχύθη. Aint | |
13165b | ex. | χώσατο: ἡ σύγχυσις τῆς ψυχῆς, οὐ μὲν ἐπὶ χαρᾶς οὐ‐ δὲ ἐπὶ ὀργῆς. καὶ φθέγγεται μὲν οὐδέν (οὐ γὰρ οἰκεῖον τῷ παρ‐ όντι καιρῷ), τὴν δὲ διάθεσιν αὐτοῦ διὰ τοῦ χώσατο ῥήματος ὁ ποιητὴς παρέστησεν. b(BCE3E4)T | |
13166a | ex. | 〈ἀμφότερον:〉 δι’ ἀμφότερα. Til | |
13166b | Ariston. | 〈νίκης τε καὶ ἔγχεος:〉 ὅτι λείπουσιν αἱ προθέσεις, περὶ νίκης καὶ περὶ ἔγχους. Aint | |
13166c1 | ex.(?) | ὃ ξυνέαξε: τὸ ὅ ἀντὶ τοῦ ὅτι, ὡς „ὅ μοι γέρασ“ (Α 120). T | |
13166c2 | ὅτι. Til | ||
13166d1 | Did. | 〈ξυνέαξε:〉 Ζηνόδοτος „ξυνέηξε“. Aim | |
13166d2 | †ἀρίσταρχος† δὲ διὰ τοῦ η „ξυνέηξεν“. T | ||
13167-8a1 | ex. | βῆ δ’ ἰέναι〈— / οἰσόμενος δορὺ μα‐ κρόν〉: πιθανῶς ὁ ποιητὴς τοὺς μὲν ὡς τραυματίας ἐξήγαγε τοῦ πολέμου, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς. T | |
13167-8a2 | τοὺς μὲν οὖν ὡς τραυματίας πιθανῶς ὁ ποιητής, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς ποιεῖ. b(BCE3E4) | ||
13168a | ex. | οἰσόμενος: ἑαυτῷ. b(BCE3E4)T οἴσων δὲ καὶ ἑτέρῳ, „οἶσε θέειον, γρηΰ“ (χ 481)· „οἴσετε πῦρ“ (Ο 718). T διὰ τί δὲ οὐκ ἔπεμψεν ἐπὶ δόρυ, ἀλλ’ αὐτὸς ἄπεισιν; ἢ ὅτι ἐν τῷ θορύβῳ κεχώρισται τῶν δορυφόρων καὶ πλησίον ἦν ἡ σκηνή, καὶ | |
5 | οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχύνουσι, καὶ παρὼν ὅμοιος ἦν τῷ μὴ παρόντι δόρυ οὐκ ἔχων. b(BCE3E4)T τὸ δὲ ὅλον, διὰ τὸ ἀνα‐ παῦσαι τοὺς ἀκροατὰς ἀπὸ τῆς μάχης τοῦτο πράττει ὁ ποιητής, ὅπερ ἔσται Ἰδομενέως αὐτῷ συμβαλόντος (cf. Ν 246—305). T | ||
D | οἰσόμενος: κομίσων, †ἐνεγκῶν†. διαφέρει—δὲ ἑαυτῷ. | ||
10 | A | ||
13168b | ex. | ex. (Did.?) | ὅ οἱ κλισίηφι λέλειπτο: δύο οὖν εἶχεν, οἷς αὐτὸς ἐχρῆτο—διάφορα γὰρ τὰ τῶν βασιλέων, b(BCE3E4)T ὡς καὶ ἡ Ἀχιλλέως μελίη (cf. Π 140—4) T—, ἄλλα δὲ εἶχε πολλά. b(BCE3E4)T | τινὲς δὲ „ἅ οἱ“, ὡς „κῆτος, ἃ μυρία βόσκει“ (μ | |
5 | 97). T | ||
13.171 | ex. | Ἴμβριον αἰχμητήν, 〈πολυΐππου Μέντορος υἱόν〉: χαρίεν τὸ ἐφ’ ἑκάστῳ τῶν ἐπισήμων τὴν διήγησιν κατὰ τὰς ἀναιρέ‐ σεις ἐκφέρειν· τὸ μὲν γὰρ προεκθέσθαι περὶ ἑκάστου μακρόν, τὸ δὲ ἐν τοῖς συμπτώμασι παραδιηγεῖσθαι πιθανόν. b(BCE3E4)T τὸ | |
5 | δὲ Μέντορος Κέντορος ἔδει· οἰκεῖον γὰρ τῷ πολυΐππῳ τὸ κεντεῖν. T | ||
13172a | Ariston. | ναῖε δὲ Πήδαιον: ὅτι Ζηνόδοτος γράφει „ὃς νάε Πή‐ δαιον“, ἵνα κατάλληλον τὸν λόγον κατὰ συναφὴν ποιήσῃ. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος διακόπτει τὰς φράσεις, ἵνα μὴ μακροπερίοδος γένη‐ ται. ἄλλως τε καὶ κακόμετρον τὸ ἔπος ποιεῖ. A | |
13172b | ex. | Πήδαιον: ὑπὸ τὴν Ἴδην πόλις πρὸς Θήβην, οἱ δὲ πρὸς Καρίαν. τινὲς δὲ τὴν αὐτὴν τῇ Πηδάσῳ. T | |
13.175 | ex. | ἂψ εἰς Ἴλιον 〈ἦλθε〉: πάλιν ἀπὸ Πηδαίου ἦλθεν εἰς Ἴλιον· ἤδη γὰρ ἄλλοτε ἦλθεν εἰς Τροίαν διὰ τὸν γάμον. T | |
13.177 | ex. | ὑπ’ οὔατος 〈ἔγχεϊ μακρῷ〉: ὑπὸ τὸ οὖς. κατὰ τὸ σιωπώμενον δὲ μετεσκεύαστο ὁ Τεῦκρος. T | |
13.178 | Did. (?) | 〈αὖτ’ ἔπεσεν:〉 ἐν ἄλλῳ „αἶψ’ ἔπεσεν“. Aim | |
13179a | ex. | ὄρεος κορυφῇς’ 〈ἕκαθεν περιφαινομένοιο〉: ἐν πεδίῳ γὰρ οὐ φύεται μελία. καὶ ἔμφασιν ἔχει ἄνωθεν πίπτουσα ἡ μελία. b(BCE3E4)T τὸ δὲ περιφαινομένοιο κύκλῳ περιορω‐ μένου, b(BCE3)T „ὅ τε φαίνεται οἶον ἀπ’ ἄλλων“ (ι 192), T | |
5 | ἢ ὑπερφαινομένου. b(BCE3)T | ||
13179b | Did. | 〈κορυφῇ:〉 οὕτως Ἀρίσταρχος ἑνικῶς, ἄλλοι δὲ „κορυ‐ φῇσ“. Aim | |
13.180 | ex. | τέρενα 〈χθονὶ〉 φύλ〈λ〉α 〈πελάσσῃ〉: φύλλα τοὺς κλάδους, ὡς οὗτος τὰ ὅπλα. τέρενα δὲ χλωρά. ἔοικε δὲ ὁ ποιητὴς συνάχθεσθαι τῇ μελίᾳ. b(BCE3)T | |
13.181 | ex. | 〈ἀμφὶ δέ οἱ βράχε τεύχεα:〉 τὰ περὶ αὐτῷ ἢ ἐπ’ | |
αὐτῷ· „ἀμφὶ πυρὶ στῆσαι τρίποδα“ (Σ 344). Til | |||
13184a | ex. | 〈ἄντα ἰδὼν ... ἔγχος:〉 λείπει τὸ φερόμενον. b(BCE3 E4)Til | |
13184b | ex. | χάλκεον ἔγχος: ἀπὸ μέρους. b(BCE3E4)T ὡς „λευκώλενοσ“ (Α 55 al.). T | |
13.185 | ex. (Ariston.?) | 〈Ἀμφίμαχον,〉 Κτεάτου υἷ’ 〈Ἀκτορίωνοσ〉: ὅτι καὶ τὸ „υἷες ὁ μὲν Κτεάτου, ὁ δ’ 〈ἄρ’〉 Εὐρύτου Ἀκτορίωνε“ (Β 621) ἀντὶ τοῦ Ἀκτοριώνων. T | |
13186-7 | ex. | κατὰ στῆθος βάλε 〈δουρί· /〉 δούπησεν δὲ 〈πεσών〉: διὰ γὰρ καρδίας καὶ πνεύμονος ἡ πληγή· διὸ ταχεῖα καὶ ἡ πτῶσις. b(BCE3E4)T | |
13.187 | Did. (?) | 〈ἀράβησε:〉 τινὲς „ἀράδησε“. Til | |
13.190 | ex. | Did.(?) | ὀρέξατο {δουρὶ φαεινῷ}: ἀντὶ τοῦ ὀρεξάμενος ἔψαυσε. | τινὲς δὲ „ἀκόντισε“. T | |
13191a | Ariston. | {ἕκτορος ἀλλ’ οὔ πῃ} χρόος εἴσατο: ὅτι διῄρηκεν χρόος ἀντὶ τοῦ χρώς· διὸ βαρυτονητέον. καὶ ὅτι τὸ εἴσατο νῦν ἀντὶ τοῦ ἐφάνη. A | |
13191b | Did. | 〈χροός:〉 οὕτως αἱ Ἀριστάρχου „χρόοσ“ ὡς λόγος. βούλεται δὲ διῃρῆσθαι τὴν εὐθεῖαν. Ζηνόδοτος δὲ γράφει „χρώσ“ {εἴσατο}. A | |
13191c | Hrd. | {ἀλλ’ οὐ πηι} χροός: Ἀλεξίων (fr. 53 B.) φησὶν ὅτι | |
Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων (fr. 29 P.) δὲ ὡς πόλος. καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις· ἐὰν μὲν „χρόοσ“ ὡς πόλος κατ’ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον ‘ἀλλ’ | |||
5 | οὐδαμῶς ὁ χρὼς ἐφάνη‘· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶ‐ σιν, ἔσται ‘ἀλλ’ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε‘· τὸ γὰρ εἴσομαι καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπί‐ | ||
10 | στασθαι εἰς ως περατουμένην „ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδη‐ ροσ“ (Δ 510)· καὶ ἀκόλουθος αἰτιατικὴ „χρῶτ’ ἀπονιψαμένη“ (ς 172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας, „χροὸς ἄμεναι ἀνδρομέοιο“ (Φ 70), „χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα“ (Ι 596)· καὶ τὴν αἰτιατικὴν „μή τις χρόα καλόν“ (Ν 649). ὥστε | ||
15 | εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι; A | ||
13191d | ex. | Did. | | {ἀλλ’ οὔ πῃ} χροὸς εἴσατο: λείπει ἡ διά, διὰ τοῦ | |
Hrd. | Did. | | χροὸς ἐπορεύθη, παρὰ τὸ ἰέναι, ὡς „διὰ πρὸ δὲ εἴσατο καὶ τῆσ“ | ||
Hrd. | (Δ 138). | Ἀρίσταρχος δὲ „χρόος εἴσατο“, χροῦς ἐφάνη. | οὕτω καὶ Τυραννίων (fr. 29 P.), ἵν’ ᾖ εὐθεῖα. | Ζηνόδοτος δὲ „χρώσ“. | ||
5 | | ὁ δὲ Ἡρωδιανὸς (cf. 2,85,17) καὶ εὐθεῖαν καὶ γενικὴν δέχεται τὴν ΧΡΟΟΣ, προκρίνει δὲ τὴν γενικήν. T | ||
13191e | ex. | ἄλλως· τὴν εὐθεῖαν χρώς φησιν ὁ ποιητής, τὰς δὲ πλα‐ γίας ὡς ἀπὸ τοῦ χροῦς κλίνει. καὶ συντίθησι τὴν λέξιν, „ταμεσί‐ χροα“ (Δ 511. Ψ 803) λέγων ὡς ἀπὸ τῆς ταμεσίχρους εὐθείας b(BCE3E4)T καὶ „μελανόχροοσ“ (τ 246) ἀπὸ γενικῆς ὡς | |
5 | εὐθεῖαν, ὅθεν καὶ παρώνυμον „μελαγχροιὴσ“ (π 175) καὶ „εὐχροὲς δέρμα“ (cf. ξ 24). T οὕτω δὲ καὶ τὴν ἐπιφάνειαν καὶ τὴν ἐντο‐ σθίδιον σάρκωσιν· b(BCE3E4)T „χρὼς σήπεται“ (Ω 414), „ἵνα οἱ χρὼς ἔμπεδος εἴη“ (Τ 39). T | ||
13191f | ex. | Ariston. | πᾶς δ’ ἄρα χαλκῷ: ὅλος ὁ Ἕκτωρ, ἢ ὁ χρὼς αὐτοῦ. | |
(?) | b(BCE3E4)T | πρὸς δὲ τὸ „πᾶσαι δ’ ὠΐγνυντο πύλαι“ (Β 809. Θ 58) τὸ σημεῖον. T | ||
13191g | ex. | 〈πᾶς δ’ ἄρα χαλκῷ:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til | |
13.192 | ex. | ἀσπίδος ὀμφαλόν: τὸ μέσον ἢ τὸ ἐπιτιθέμενον αὐτῇ πρὸς κόσμον, b(BCE3)T ὡς „μέσ〈σ〉ον ἐπομφάλιον“ (Η 267). T | |
13193-4 | ex. | ὁ δὲ χάσ〈σ〉ατ’ ὀπίσ〈σ〉ω / νεκρῶν ἀμφοτέρων: ὥστε μήτε σκυλεῦσαι τὸν πολέμιον μήτε τὸ τοῦ Ἰμβρίου σῶμα ῥύσασθαι. b(BCE3E4)T | |
13.195 | Did.(?) | ex. | Στιχίος: τινὲς „Σχεδίοσ“ γράφουσιν. | τοῦ δὲ Στιχίου ἐν τῷ Καταλόγῳ (sc. Β 552) οὐ μέμνηται, ὅτι οὐκ ἦν ἀναγκαῖον καὶ τοὺς δευτέραν ἔχοντας τάξιν καταλέγειν. τινὲς δὲ χλευάζουσιν ὡς νεκροφόρους. T | |
13.196 | Did. (?) | 〈μετὰ λαόν:〉 ἐν ἄλλῳ „μετὰ ἔθνοσ“. Aim | |
13.197 | Ariston. | {ἴμβριον αὖτ’} Αἴαντε 〈μεμαότε〉: ὅτι συνεχῶς κέχρηται τοῖς δυϊκοῖς. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῆς πατρίδος· Ἀθηναίων γὰρ | |
ἴδιον. A | |||
13198a1 | Did. | ex. | {δύ’} αἶγα: Ζηνόδοτος „αἶγε“· οὐ γὰρ συμμαχοῦσιν ἀλλήλοις λέοντες. | ἢ ὅτι τὰ ἐν παραβολῇ ὡς καθ’ ὑπόθεσιν δεκτέον οὐ πάντως ἀληθῆ. ἢ τοῦ ἑνὸς ἁρπάσαντος συναρπάζει ὑπαντώμενος ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος· καὶ Αἰσχύλος | |
5 | περὶ Γλαύκου (fr. 39 N.2 = 445 M. = 39 R.)· „εἷλκον †ἄνω λυκηδόν, ὥς τε διπλόοι / λύκοι νεβρὸν φέρουσιν ἀμφὶ μασχάλαισ“. T | ||
13198a2 | Did. + ex. | τὰ ἐν τῇ παραβολῇ ὡς καθ’ ὑπόθεσιν ἐκδεκτέον· οὐ γὰρ συμμαχοῦσιν ἀλλήλοις λέοντες, ἀλλὰ τοῦ ἑνὸς ἁρπάσαντος συναρ‐ πάζει ὑπαντῶν ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος, ὡς καὶ Αἰσχύλος· „εἷλκον †ἄνω λυκηδόν“. b(BCE3E4) | |
13198b | ex. | κυνῶν ὑπὸ καρχαροδόντων: τοὺς Τρῶας τοῖς φυλάσ‐ σουσιν εἰκάζει κυσί, τοὺς δὲ Ἕλληνας τοῖς ἁρπάζουσι λέουσιν. T | |
13200a | ex. | ὑψοῦ ὑπὲρ γαίης: πολὺ τὸ εὔτονον αὐτῶν, εἰ μηδὲν παρασύρουσι τοῦ φερομένου. T | |
13200b | ex. | 〈γαμφηλῇσιν:〉 γαμφηλὴ παρὰ τὸ κεκάμφθαι. Til | |
13.201 | ex. | 〈ὑψοῦ ἔχοντε:〉 ἀπήγαγον, ἵνα συλήσωσιν. Til | |
13202a | D | 〈συλήτην:〉 ἢ Δώριόν ἐστιν ἢ ἀπὸ τοῦ συλησάτην. Til | |
13202b | ex.(?) | 〈ἁπαλῆς:〉 εὐκαμποῦ〈σ〉. Til | |
13203a | Ariston. | κόψεν Ὀϊλιάδης 〈κεχολωμένος Ἀμφιμάχοιο〉: ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀμφιμάχου. καὶ ὅτι Ζηνόδοτος ἄρθρον ἐνόμιζε τὸ ο, Ἰλέως τὸν Αἴαντα καὶ οὐκ Ὀϊλέως ἀκούων· διὸ καὶ ἔγραφεν | |
„κόψεν ἄρ’ Ἰλιάδησ“. A | |||
13203b1 | ex. | κόψεν Ὀϊλιάδης: οὐ γὰρ ἦν κατὰ τὴν τοῦ Τελαμωνίου μεγαλοπρέπειαν †ἄρτι† ἀποτεμεῖν κεφαλὴν καὶ ῥίπτειν πρὸς τοὺς πολεμίους. θερμότερος 〈δὲ〉 τὸν τρόπον ὁ Λοκρός. T | |
13203b2 | οὐ γὰρ ἦν τοῦτο τῆς μεγαλοπρεπείας Τελαμωνίου τὸ νεκροῦ τεμεῖν κεφαλὴν καὶ τοῖς πολεμίοις ῥιπτεῖν, ἀλλὰ περὶ τοὺς ζῶντας ἐπονεῖτο. b(BCE3E4) | ||
13203c1 | ex. | 〈κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο:〉 θαυμαστῶς {δὲ} τῇ ἐπεργασίᾳ ἐχρήσατο ὁ ποιητὴς εἰπὼν „κεφαλὴν κόψεν“ (cf. Ν 202—3)· ὁ μὲν γὰρ Ἕκτωρ τοῦ Ἀμφιμάχου οὐδὲ τὸ κράνος ἀφελεῖν ἠδυνήθη (cf. Ν 188—94), ὁ δὲ Ἕλλην οὐ μόνον τὰ | |
5 | ὅπλα ἀπεσύλησεν τοῦ Ἰμβρίου (cf. Ν 202), ἀλλὰ καὶ τὸ σῶμα ἐλυμή‐ νατο. ὠμὸν δέ φασι καὶ οὐχ Ἑλληνικὸν τὸ ἔργον †ὠμὸν†, ἀλλὰ συγ‐ γνωστὸν ὑπὲρ φίλου ἀγανακτοῦντι· διὸ ἐπιφωνεῖ ὁ ποιητὴς κεχολω‐ μένος Ἀμφιμάχοιο. ἅπαξ δέ που τοῦτο πέπρακται δι’ ὀργὴν τοῦ Ἀχιλλέως εἰς Ἕκτορα (sc. Χ 395—404). ἀλλὰ καὶ Ἱππόλοχος αὐχέ‐ | ||
10 | νος καὶ χειρῶν ἀπεκόπη ὑπὸ Ἀγαμέμνονος (sc. Λ 145—6)· Ἀντι‐ μάχου γὰρ παῖς ἦν, „ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ“ (Λ 139). T | ||
13203c2 | ὑπεραπολογεῖται αὐτοῦ ὁ ποιητὴς παρεντιθεὶς τὸ κεχο‐ λωμένος. θαυμαστῶς δὲ τῇ ἐπεξεργασίᾳ χρῆται· ὁ μὲν Ἕκτωρ τοῦ Ἀμφιμάχου οὐδὲ τὸ κράνος ἀφελεῖν ἠδυνήθη, ὁ δὲ Ἕλλην οὐ μόνον τὰ ὅπλα ἐσύλησεν, ἀλλὰ καὶ τὸ σῶμα ἐλυμήνατο. ὠμὸν δέ φασι καὶ | ||
5 | οὐχ Ἑλληνικὸν τὸ ἔργον, ἀλλὰ συγγνωστὸν ὑπὲρ φίλου ἀγανα‐ κτοῦντι, ὃ δηλοῖ καὶ τὸ ἐπιφώνημα (sc. Ν 204). b(BCE3E4) | ||
13204-5 | ex. | ἧκε δέ μιν σφαιρηδὸν 〈ἑλιξάμενος δι’ ὁμίλου / Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν〉: τὸ ἑξῆς· ἧκε δέ μιν | |
δι’ ὁμίλου σφαιρηδόν, συστρέψας τὴν χεῖρα πρὸς τὸ εὔτονον τῆς βο‐ λῆς. χάριεν δὲ τὸ σύμπτωμα· ὁ μὲν γὰρ ἁπλῶς ἔρριψεν εἰς τοὺς πολε‐ | |||
5 | μίους, συνέβη δὲ παρὰ τὸν Ἕκτορα ἐνεχθῆναι τὴν κεφαλὴν ὥσπερ εἰς ἔλεγχον, ὧν αὐτὸς ἀπέτυχεν. b(BCE3E4)T | ||
13.205 | Ariston. | 〈Ἕκτορι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Ἕκτορος. Aim | |
13207a1 | ex. | 〈υἱωνοῖο:〉 τοῦ Ἀμφιμάχου· Κτέατος γὰρ Ποσειδῶνος. Til | |
13207a2 | τοῦ Ἀμφιμάχου δηλονότι, ὃν ὁ Ἕκτωρ ἀνεῖλεν. b(BCE3E4) | ||
13.210 | ex. | δουρικλυτός: ἁρμόδιον τὸ ἐπίθετον· οἱ γὰρ ἄλλοι Κρῆτες τοξόται. b(BCE3E4)T | |
13211a1 | ex. | ἐρχόμενος παρ’ ἑταίρου: λείπει τὸ τίνος· οἱ δὲ Ὀδυσ‐ σέως, οἱ δὲ Κοιράνου (cf. P 611), οἱ δὲ Θεστορίδου Ἀλκμάονος (cf. M 394), οἱ δὲ Ἀγαμέμνονος—φησὶ γὰρ „μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖροσ“ (Δ 266)—, οἱ δὲ ὄνομα κύριον. ἀληθείας δὲ μίμησις τὸ μὴ | |
5 | πάντας φράζειν ἐξ ὀνόματος. T | ||
13211a2 | λείπει τὸ τίνος· οὐ γὰρ ἐξ ὀνόματος αὐτὸν ἐκάλεσεν, ὅστις ἦν. λέγει δὲ ὅτι συνήντησεν αὐτῷ ἐρχόμενος ἀπὸ σκηνῆς τινὸς ἑταίρου (cf. Ν 210—4), οὗ καὶ ἡ σκηνὴ πλησίον τῆς μάχης ἦν, καὶ εἰς τὴν ἰδίαν πόρρω οὖσαν ἀπιών. πρὸ Μηριόνου δὲ ἀναχωρεῖ τῆς | ||
5 | μάχης. b(BCE3E4) | ||
13212a | ex. | 〈ἦλθε〉 κατ’ ἰγνύην: ἰγνύη τὸ ὀπίσω μέρος τοῦ γόνατος, παρὰ τὸ ἱκνεῖσθαι. ἦλθε δὲ ἀντὶ τοῦ ἀπηνέχθη. b(BCE3E4)T | |
13212b | Hrd. καθ. | {ἦλθε κατ’} ἰγνύην: Ἰωνικῶς μετέβαλε τὸν τόνον, ἐπεὶ τὸ ἀκόλουθον ἴγνυά ἐστιν, ὡς Ἡρωδιανὸς ἐν τῷ ιαʹ τῆς Καθόλου (1, | |
303,10). A | |||
13213a | Ariston. | 〈ἔνεικαν:〉 ὅτι ἔνεικαν εἴρηκεν ὡς βασταζομένου αὐτοῦ διὰ τὸ τραῦμα. Aim | |
13213b | ex. | ἔνεικαν: τὸ οὖν „ἦλθε“ {κατ’ ἰγνύην} (Ν 212) ἀντὶ τοῦ ἀπηνέχθη, ἀκύρως. T | |
13213c | ex. | ἰητροῖς: κατὰ ἔθνη γὰρ ἦσαν, ὥς πού φησιν „ἰητροὶ πο‐ λυφάρμακοι“ (Π 28). T | |
13.214 | ex. | Did. (?) | ἤϊεν ἐς κλισίην: ὁπλιούμενος δηλονότι. τινὲς δὲ ἐς κλισίην τοῦ ἑταίρου. | οἱ δὲ „ἣν ἴεν ἐς κλισίην“. T | |
13.216 | ex. | ex. | 〈εἰσάμενος φθογγήν:〉 νοήσας, ἐπιγνούς. Til | ἀπὸ μέ‐ ρους τὸ πᾶν σῶμα, b(BE3E4)T ὡς τὸ „δέμας καὶ ἀτειρέα φωνήν“ (Ν 45). Til | |
13217-8 | ex. | ὃς πάσῃ Πλευρῶνι 〈καὶ αἰπεινῇ Καλυδῶνι / Αἰτωλοῖσιν ἄνασσε〉: Αἰτωλὸς ὁ Ἐνδυμίωνος, Ἠλεῖος τὸ γένος, Ἆπιν ἀκουσίως τὸν Φορωνέως ἀνελὼν φεύγει εἰς τὴν ἀπ’ αὐτοῦ Αἰτωλίαν προσαγορευθεῖσαν, ἴσχει δὲ παῖδα Πλευρῶνα, οὗ ἐγένοντο | |
5 | Κούρης καὶ Καλυδών, ἀφ’ ὧν αἱ πόλεις. οὕτω Δηΐμαχος (FGrHist 65,1). T | ||
13217a | Ariston. | 〈ὃς πάσῃ Πλευρῶνι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ | |
ὃς πάσης Πλευρῶνος. Aim | |||
13217b | Ariston. | ex. | τὸ δὲ πάσῃ Πλευρῶνι ἀντὶ τοῦ πάσης Πλευρῶνος, | ἣν ᾤκουν οἱ Ἀκαρνᾶνες. T | |
13.218 | D | Αἰτωλοῖσιν ἄνασσε: Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος —ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. A | |
13219-329a1 | ex. | ποῦ τοι ἀπειλαί 〈/ οἴχονται—ᾗ μιν ἀνώγει〉: ὁ μὲν ἀκροατὴς ἀκούσας „καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη“ (Ν 206) προσδοκᾷ ἀφόρητόν τινα συμβολὴν ἔσεσθαι, ὁ δὲ †ἄλλας† ἐπεισήγαγε, πρῶτα μὲν πεῦσιν πρὸς Ἰδομενέα (sc. Ν | |
5 | 219—20) κἀκείνου ἀπόκρισιν (sc. Ν 222—30), εἶτα ὁπλισμὸν Ἰδομε‐ νέως (sc. Ν 240—5) καὶ ὑπάντησιν πρὸς Μηριόνην καὶ διάλεξιν ἀμ‐ φοῖν (sc. Ν 246—94) καὶ τὸν Μηριόνην ἀναλαβόντα τὸ δόρυ (sc. Ν 295—7), εἶτα σκέψιν αὐτῶν, ποῖ χρὴ τάττεσθαι (sc. Ν 307—27). T | ||
13219-329a2 | ὁ μὲν ἀκροατὴς ἀκούσας τὸ „καὶ τότε δὴ περὶ κῆρι Ποσει‐ δάων ἐχολώθη“ προσδοκᾷ τινα συμβολὴν πολέμου γενέσθαι μεγίστην. ὁ δὲ ποιητὴς φιλοποίκιλος ὢν ἄλλα ἐπεισάγει, τὴν συνάντησιν αὐτοῦ, τὴν ἐρώτησιν καὶ ἀπόκρισιν, τὸν ὁπλισμὸν Ἰδομενέως καὶ ἕτερα. | ||
5 | b(BCE3E4) | ||
13.219 | ex. | ποῦ τοι ἀπειλαί: ποῦ ἀντὶ τοῦ πῇ, τοι ἀντὶ τοῦ δή, T ἀπειλαὶ αἱ καυχήσεις. b(BCE3E4)T | |
13.220 | ex. | 〈Τρωσίν:〉 κατὰ Τρώων. Til | |
13222a | Ariston. | ὦ Θόαν: ὅτι σὺν τῷ ν ἡ κλητική. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ᾧ τε σύ, Κάλχαν“ (Α 86), ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. A | |
13222b1 | Did. | νῦν αἴτιος: Ἀρίσταρχος „νῦν γ’ αἴτιοσ“, Ἀριστοφάνης „νῦν δ’ αἴτιοσ“. T | |
13222b2 | Ἀρίσταρχος μετὰ τοῦ γ, „νῦν γ’ αἴτιοσ“. Aim | ||
13223-5 | ex. | 〈πάντες γὰρ〉 ἐπιστάμεθα π〈τ〉ολεμίζειν 〈/ οὔτε τινὰ δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνῳ / εἴκων ἀνδύεται πόλεμον κακόν〉: πάντα περιέλαβεν, ἐξ ὧν ἄν τις αἰτιαθείη· ἢ γὰρ δι’ ἀπειρίαν ἢ διὰ δέος ἢ δι’ ὄκνον φεύγουσι τὰ δεινά. b(BCE3E4)T | |
13223a1 | Ariston. | 〈ἐπιστάμεθα:〉 ὅτι ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα. Aint | |
13223a2 | τὸ δὲ ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα· „ἐπίστατο πῆλαι Ἀχιλλεύσ“ (Π 142). T | ||
13224a1 | Did. | 〈οὔτε ... οὔτε:〉 ἔν τισι τῶν ἀντιγράφων διὰ τοῦ δέ, „οὐδέ“. Aint | |
13224a2 | ἔν τισι „οὐδέ τινα“. Til | ||
13224b | ex. | δέος 〈...〉 ἀκήριον: κεχωρισμένον κῆρος· „σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι· / οὐ γάρ τοι κραδίη μενεδήϊοσ“ (Μ 246—7). T | |
13225a1 | Did. | 〈ἀνδύεται:〉 οὕτως διὰ τοῦ ν ἀνδύεται αἱ Ἀριστάρ‐ χου. Aim | |
13225a2 | τινὲς δὲ γράφουσιν „ἀδδύεται“. T | ||
13225b | ex. | ἀνδύεται: ἀπὸ τῶν ἀναδυομένων τὰ ζυγὰ ζῴων. T | |
13.226 | Ariston. | 〈μέλλει:〉 ὅτι ἀντὶ τοῦ ἔοικε τὸ μέλλει. Aint | |
13227a | ex. | νωνύμνους: τινὲς ἀθρηνήτους· ὕμνον γὰρ καὶ Ἀνακρέων (fr. 140 P. [P.M.G. 485] = 168 G.) τὸν θρῆνόν φησιν. T | |
13227b | Did. (?) | 〈υἷας Ἀχαιῶν:〉 γράφεται καὶ „ἐνθάδ’ Ἀχαιούσ“. Aim | |
13.228 | ex. | μενεδήϊος: μένων τοὺς δηΐους. Ἑλληνικὸν δὲ τὸ φρόνημα· οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ἄλλους προτρέπεται. b (BCE3E4)T | |
13229a | ex. | ὀτρύνεις: ἐνεστὼς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις, ὡς τὸ „ζαχρηεῖς τελέθουσιν“ (Μ 347) ἀντὶ τοῦ ἐτέλεθον παρῳχημέ‐ νου. AT | |
13229b | Did. | 〈ὅτε〉 μεθιέντα 〈ἴδηαι〉: γράφεται καὶ „ὅθι μεθιέντα 〈ἴδηαι〉“. Aim Ζηνόδοτος δὲ „ὅτις μεθίῃσι πόνοιο“. AimT | |
13.230 | ex. | 〈μήτ’ ἀπόληγε κέλευέ τε:〉 κέλευε μὴ ἀπολήγειν. Til | |
13.233 | ex. | 〈κυνῶν〉 μέλπηθρα: ἐμπαίγματα, παίγνια. A b (BCE3) | μετὰ κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κύνες. λέων δὲ τὸ πᾶν ἐσθίει· A b (BCE3)T καὶ Κύκλωψ· „ἤσθιε δ’ ὥστε λέων“ (ι 292). AT | |
13.234 | ex. | 〈μεθίῃσι μάχεσθαι:〉 Ἀρίσταρχος „μεθίῃσι πόνοιο“. Til | |
13235-6a1 | ex. | ταῦτα δ’ ἅμα χρή 〈/ σπεύδειν, αἴ κ’ ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε〉: Ἑλληνικῶς πάνυ κοινοῦνται τὴν προθυμίαν ἑκάτεροι. τὸ δὲ καὶ δύ’ ἐόντε περιπαθῶς, ὡς τῶν ἄλλων ἀποκαμόντων. T | |
13235-6a2 | Ἑλληνικῶς τε καὶ λίαν φιλαλλήλως εἰς προθυμίαν ἀλεί‐ φουσιν ἀλλήλους, ὃ χαρακτὴρ γενναίων. b(BCE3) | ||
13236a1 | Ariston. | σπεύδειν {αἴ κ’ ὄφελος τι}: ὅτι τὸ σπεύδειν οὐκ ἔστιν | |
ἐπὶ τοῦ ταχύνειν, ἀλλ’ ἐπὶ τοῦ ἐνεργεῖν καὶ κακοπαθεῖν. A | |||
13236a2 | σπεύδειν δὲ τὸ μετὰ κακοπαθείας ἐνεργεῖν. T | ||
13236a3 | μετὰ κακοπαθείας καὶ ταλαιπωρίας ἐνεργεῖν. b(BCE3) | ||
13237a | ex. | συμφερτὴ δ’ ἀρετὴ 〈πέλει ἀνδρῶν καὶ μάλα λυ‐ γρῶν〉: εἰπὼν {δὲ} καὶ μάλα λυγρῶν T οὐδεμίαν καταλείπει τοῖς γενναίοις πρόφασιν τοῦ μὴ ἀνδρίζεσθαι, εἴγε καὶ δειλοὶ ἀλλήλοις συμφερόμενοι †ἔναρα† δρῶσιν ἔργα. εἰ δὲ καὶ μάλα λυγρῶν | |
5 | συμφερτὴ γίνεται ἡ ἀρετή, πόσῳ μᾶλλον, ὅτε καὶ ἀγαθοῖς ἡμεῖς δυνάμεθα μάχεσθαι; ἐν πᾶσιν οὖν ἄριστον ἡ κοινωνία. b(BCE3)T | ||
13237b | Nic. | Ariston. | συμφερτὴ δ’ ἀρετὴ πέλει〈—μάλα λυγρῶν〉: | |
(?) | Nic. | τὸ τῆς συναφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον· ἐξ ἀμφο‐ τέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων. | πρὸς ὃ καὶ Ἀρίσταρχος σημειοῦται τὸν στίχον, | ἵν’ ᾖ ὁ λόγος ‘συμφορητή τις ἀνδρῶν ἀρετὴ | ||
5 | καὶ τῶν ἀσθενεστάτων‘, οἷον οὐ μόνον κατὰ ἕνα, ἀλλὰ καὶ κατὰ πλῆθος | ||
ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος ἀσθενὴς ᾖ καθ’ αὑτό〈ν〉. ἐὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον, 〈ὅπερ〉 ἐστὶ τοιοῦτο· ‘συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα τῶν ἀσθενῶν‘. ὅπερ οὐκ ἔστιν. A | |||
13237c | Did. | 〈συμφερτὴ δ’ ἀρετή:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „συμφερτὴ δὲ βίη“. Aim T | |
13.238 | ex. | νῶι δὲ καί κ’ ἀγαθοῖσιν 〈ἐπισταίμεσθα μάχεσθαι〉: τὸ φορτικὸν ἐξέφυγεν, εἰπὼν ὅτι καὶ γενναίοις ἰσόμαχοί ἐσμεν ἡμεῖς· ἐπιστάμεθα γὰρ ἀντὶ τοῦ δυνάμεθα. b(BCE3)T | |
13.239 | ex. | 〈πόνον ἀνδρῶν:〉 τὴν μάχην. Til | |
13.241 | ex. | 〈δύσετο τεύχεα καλά:〉 τραγῳδεῖ αὐτοῦ τὴν πανοπλίαν ὡς μέλλοντος ἀριστεύειν. Til | |
13242-4 | ex. | 〈βῆ δ’ ἴμεν〉 ἀστεροπῇ ἐναλίγκιοσ〈—αὐ‐ γαί〉: πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ πρὸς τὸ τάχος τοῦ φο‐ ροῦντος ἡ ὁμοίωσις· b(BCE3E4)T τάχα δὲ καὶ πρὸς τὸ ἐπιθυμη‐ τικὸν τῶν πολεμίων· φησὶ γὰρ καὶ πολέμου πολλάκις αὐτὴν εἶναι | |
5 | σημεῖον. Til | ||
13.243 | ex. | 〈χειρὶ λαβών:〉 νῦν τὴν ἀστεροπὴν (cf. Ν 242) σκεῦος δηλοῖ. Til | |
13245a | ex. | χαλκὸς ἔλαμπε 〈...〉 θέοντος: οὐκ, ἐπειδὴ ἔτρεχεν, ἔλαμπεν, ἀλλ’ ὅτι καὶ ἔτρεχε καὶ ἔλαμπεν ὁ χαλκός, ἀστεροπῇ αὐτὸν εἴκασεν. b(BCE3E4)Til | |
13245b | Did. | περὶ στήθεσσι: Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐνὶ στή‐ | |
θεσσι“ γράφουσιν. AimT | |||
13246a | Did. | 〈θεράπων ἐΰς:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „δουρικλυ‐ τόσ“. AintT | |
13246b1 | Hrd. | θεράπων ἐΰς {ἀντεβόλησεν}: ὁ Ἀσκαλωνίτης (p. 52 B.) φησὶν ὅτι ὁ Ἀρίσταρχος δύο ποιεῖ, θεράπων καὶ ἐΰς. τινὲς δὲ ὑφ’ ἓν ἀνέγνωσαν ὡς „Ἐτεωνεύσ“ (δ 22. ο 95). ὅτι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς | |
5 | φωνῆς· ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ „Λεοντεύσ“ (Β 745 al.), οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος „Αἰθιοπεύσ“ (cf. Α 423). A | ||
13246b2 | {ἐΰς θεράπων:} τινὲς ὑφ’ ἓν „θεραπωνεὺσ“ ὡς Αἰγιαλεύς, οὐχ ὑγιῶς. T | ||
13247-8 | ex. | μετὰ γὰρ δόρυ χάλκεον ᾔει 〈/ οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆοσ〉: μετῄει γὰρ οἰσόμενος δόρυ. σθέ‐ νος δὲ Ἰδομενῆος (248) εἶπεν, ἐπεὶ ἀριστείαν ἐπιδείξεται. T | |
13.249 | ex. | Μηριόνη, Μόλου υἱέ, πόδας ταχύ, φίλταθ’ ἑταί‐ ρων: ἐν ἑνὶ στίχῳ καὶ τῆς συγγενείας καὶ τῆς ἰσχύος καὶ τῆς φιλίας αὐτὸν ὑπέμνησεν. b(BCE3)T | |
13251-2 | ex. | ἠέ τι βέβληαι, 〈/ ἦέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυ‐ θεσ〉: εὑρεσιλογία, ὡς οὐ τέτρωται. 〈οὐκ〉 ἀπιθάνως δὲ πληγὴν (cf. 251) ἢ χρείαν ἑταίρων (cf. 252) φησὶ δεῖν ἀποσπᾶν τῆς μάχης· ἡ δὲ Ἑκάβη „ἦ μάλα δὴ τείρουσι δυσώνυμοι“ (Ζ 255). T | |
13251a1 | ex. | 〈ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή:〉 ἆρα μέρος φησί τι τοῦ σώματος ἐτρώθης, καὶ ἡ ἀκίς σε τείρει; b(BCE3) | |
13251a2 | τείρει ἀκωκή: ἡ ἀκὶς ἐν σοὶ οὖσα ἢ ἡ βολή 〈ἡ〉 ἀπὸ τῆς | ||
ἀκωκῆς. T | |||
13252a | ex. | ἠέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες: ἀπό τινος ἢ περί τινος. τὸ δὲ μετ’ ἐμέ ἢ ἐπ’ ἐμὲ ἢ πρὸς ἐμέ. b(BCE3)T | |
13252b | Ariston. | 〈ἀγγελίης:〉 ἀντὶ τοῦ ἄγγελος οὕτως ἀγγελίας. Aim | |
13.254 | ex. | τὸν δ’ αὖ Μηριόνης: ἔν τισι μετὰ τοῦτον φέρεται „Ἰδο‐ μενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων“ (= Ν 255). T | |
13256a | ex. | εἴ τί τοι ἔγχος 〈ἐνὶ κλισίῃσι〉 λέλειπται: εἶπε γὰρ „ὅ οἱ κλισίηφι λέλειπτο“ (Ν 168). ἢ ἐπαινῶν διστάζει, εἰ μὴ πάντα κατανάλωκε τοῖς πολεμίοις. T | |
13256b | ex. | 〈τοί:〉 ἀντὶ τοῦ δή. Til | |
13257a | Ariston. | 〈οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον:〉 ὅτι πληθυντικῶς κατεάξαμεν, καὶ ἑνικῶς οἰσόμενος καὶ ἔχεσκον. Aint | |
13257b | ex. | τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον: πληθυν‐ τικῷ ἑνικὸν ἐπήγαγεν· A b (BCE3E4)T καὶ Εὐριπίδης Ἴωνι (391)· „κωλυόμεσθα μὴ παθεῖν, ὃ βούλομαι“, AT τινὲς δὲ „κα‐ τέαξα μέν“, ἵνα ᾖ ‘ὃ μὲν γὰρ εἶχον, κατέαξα‘, A b (BCE3E4)T ὡς | |
5 | „ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν“ (Ν 814): AT ἄφαρ | ||
ἐλπίζεις πορθῆσαι (cf. Ν 813—4). T | |||
13257c | Did. | 〈κατεάξαμεν:〉 Ζηνόδοτος „κατεήξαμεν“ διὰ τὸ καὶ ἐν τοῖς ἔμπροσθεν (sc. Ν 166) „ὃ ξυνέηξε“ λέγειν. Aim | |
13.258 | ex. | 〈ὑπερηνορέοντος:〉 τοῦ νῦν ἀνδριζομένου. Til | |
13.259 | ex. | 〈Κρητῶν ἀγός:〉 ὁ συμμαχικὸν ἐπάγων Κρητῶν. Til | |
13260a | Nic. | 〈δούρατα δ’ αἴ κ’ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις:〉 οὐκ ἀπίθανον διαστέλλειν ἐπὶ τὸ ἕν πρὸς τὸ σαφές. Aim | |
13260b1 | ex. | δούρατα δ’, αἴ κε θέλῃσθα, 〈καὶ ἓν καὶ εἴκοσι δήεισ〉: δούρατα δή, κἂν ἓν ζητῇς κἂν εἴκοσι θέλῃς, ὅ ἐστι πολλά. T | |
13260b2 | δόρατα δέ φησιν, κἂν ἓν κἂν εἴκοσι θελήσῃς, εὑρεθήσονται. δηλοῖ δὲ διὰ τοῦ εἴκοσι τὸ πλῆθος. b (CE3) | ||
13261a1 | D | Nic. | 〈ἑσταότ’ ἐν κλισίῃ πρὸσ〉 ἐνώπια 〈παμφανόων‐ τα: ἐνώπια〉 οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. | βραχὺ δὲ δια‐ σταλτέον ἐπὶ τὸ ἐνώπια, ἵν’ ᾖ „δούρατα“ (Ν 260) παμφανόων‐ τα. τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Θ ῥαψῳδίᾳ (435)· „ἅρματα δ’ ἔκλιναν πρὸς | |
5 | ἐνώπια, παμφανόωντα“. A | ||
13261a2 | Nic. | οἱ δὲ „δούρατα“ παμφανόωντα. T | |
13261b | ex. | πρὸς ἐνώπια: τοὺς κατὰ τὴν εἴσοδον τοίχους ἤτοι τοὺς ἀντίους τῶν εἰσόδων. οἱ δὲ τὰ πρόθυρα, δι’ ὧν εἰσβάλλει τὸ φῶς. b(BCE3E4)T | |
13262-3 | ex. | οὐ γὰρ ὀΐω 〈/ ἀνδρῶν δυσμενέων〉 ἑκὰς ἱστά‐ μενος 〈πολεμίζειν〉: οὐκ ἀλαζονεύεται, ἀλλ’ ἐρεθίζει αὐτὸν λε‐ ληθότως ἐπιδεικνὺς ὡς ἔστι καὶ πολεμίου δόρατι ὡπλισμένον μὴ ἀργεῖν. b(BCE3E4)T | |
13.264 | ex.(?) | 〈δούρατά τ’ ἔστι καὶ ἀσπίδες:〉 ἀπὸ κοινοῦ, εἰσί. Til | |
13.265 | ex. | γανόωντες: στίλβοντες, ἀπὸ μεταφορᾶς τῆς γῆς τῆς κο‐ μώσης τοῖς καρποῖς. b(BCE3E4)T | |
13.267 | ex. | {καί τοι ἐμοὶ παρά τε} κλισίῃ: διὰ τὴν συγγένειαν καὶ ἀξιοπιστίαν ἔχει σκηνὴν ἰδίαν. T | |
13.268 | ex. | ἀλλ’ οὐ σχεδόν ἐστιν 〈ἑλέσθαι〉: δηλοῖ ὡς ἄκων ὑπο‐ λείπεται τῆς μάχης, ὅπου μηδὲ ἐφ’ ὃ ὥρμηται βαδίζειν θέλει. b(BCE3E4)T τινὲς δὲ οὕτως· οὐκ ἔστι τὰ δόρατα τῶν Τρώων κατὰ τῶν πλησίον ἑλέσθαι ὡς διαφορώτερα κατασκευῇ ὄντα. T | |
13269a | ex. | οὐδὲ γὰρ οὐδ’ ἐμέ φημι: τὸ ἓν οὔ περιττεύει. b(BCE3)T | |
13269b1 | ex. | λελασμένον ἔμμεναι: λελῆσθαι. T | |
13269b2 | τὸ δὲ λελασμένον ἀντὶ τοῦ ἐπιλήσμονα, ἢ ἐπιλαθέσθαι. b(BCE3) | ||
13.270 | ex. | {ἀλλὰ} μετὰ πρώτοισι: ἐν πρώτοις. b(BCE3E4)T δη‐ λοῖ δὲ καὶ τὸ „φέρει μετά τ’ ἤθεα καὶ νόμον ἵππων“ (Ζ 511). T δο‐ τέον δὲ Μηριόνῃ τὸν ἔπαινον πρὸς ἰδίαν ὠφέλειαν, b(BCE3E4)T ὡς καὶ Ὀδυσσεῖ ἐν Φαίαξι (sc. θ 180—1). T καὶ νῦν (sc. Ν 260—5) Ἰδομενεὺς ἀπὸ | |
5 | τῶν ἰδίων ἐγκωμίων προτρέπει Μηριόνην. ὁ δὲ ἀντεπεισάγει ὡς αὐτεπάγγελτός ἐστιν ἐν τῇ μάχῃ. b(BCE3E4)T | ||
13.271 | ex. | 〈νεῖκος ὀρώρηται:〉 ἀλλαχοῦ „καὶ 〈εἰ〉 μέγα νεῖκος ὄρη‐ | |
ται“ (π 98. 116). Til | |||
13275a | ex. | {οἶδ’} ἀρετήν: ἀρετὴν T τὴν κατὰ τὸν πόλεμον ἀνδρίαν· b(BCE3)T „υἱός θ’ υἱωνός τ’ ἀρετῆς πέρι δῆριν ἔχου‐ σιν“ (ω 515). T | |
13275b | Ariston. | 〈ταῦτα λέγεσθαι:〉 ὅτι πρόθεσις παρεῖται καὶ ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ περὶ τούτων διαλέγεσθαι. Aim | |
13275c | ex. | ταῦτα λέγεσθαι: περὶ τούτων λέγειν· b(BCE3)T οὐ χρῆται γὰρ τῷ λέγειν, ἀλλὰ τῷ εἰπέμεν, „εἰπέμεν Ἀτρείδῃσ“ (Η 373). T | |
13276-87 | Nic. | Ariston. | εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι 〈/ — / οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο〉: τὸ ἑξῆς ἐστιν, εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον (cf. 276—7), οὐδέ κεν ἔνθα τεόν γε μένος (287). τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς | |
5 | κατασκευὴν τοῦ δυσυπομένητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. | ἡ διπλῆ δέ, ὅτι παραλλήλως τὸ λεγοίμεθα (276), ποτὲ μὲν ἐπὶ τοῦ ἀριθμοίμεθα, ποτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα. A | ||
13.276 | ex. | λεγοίμεθα: ἀριθμοίμεθα· „ἐν δ’ ἡμέας πρώτους λέγε κήτε‐ σιν“ (δ 452). T | |
13.277 | ex. | ἐς λόχον, ἔνθα μάλιστ’ 〈ἀρετὴ διαείδεται ἀνδρῶν〉: ἐν μὲν γὰρ τοῖς πολέμοις ἔστι συνιδεῖν, πρὸς ποίους καὶ πόσους πολε‐ | |
μοῦμεν, ἐν δὲ τοῖς λόχοις τὰ τοιαῦτα ἄδηλά εἰσιν. b(BCE3E4)T | |||
13278a | Nic. | ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅς τ’ ἄλκιμος 〈ἐξεφαάνθη〉: ὑποστικτέον μετὰ τὸ ἄλκιμος· λείπει γὰρ τὸ ἐστί ῥῆμα διὰ τὸ ὅς ὑποτακτικὸν ἄρθρον. A | |
13278b | ex. | ἔνθ’ ὅ τε δειλός: ὅ τε, ὅς τε. καὶ τὸ ἐναντίον „μῦθος δ’, ὃς μὲν νῦν ὑγιὴς εἰρημένος 〈ἔστω〉“ (Θ 524). τὸ „ὅσ“ οὖν ἀντὶ τοῦ ὅ, καὶ τὸ ἀνάπαλιν. T | |
13279a | ex. | τοῦ μὲν γάρ τε κακοῦ: τοῦ δειλοῦ· ψυχῆς γὰρ κά‐ κωσις ἡ δειλία. b(BE3E4)T | |
13279b | ex. | 〈ἄλλῃ:〉 ἄλλοτε. Til | |
13.280 | ex. | οὐδέ οἱ ἀτρέμας 〈ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμόσ〉: τὸ ἑξῆς· οὐδέ οἱ ἐρητύετ’ ἐν φρεσὶ θυμὸς ὥστε ἀτρέμας ἧσθαι. T | |
13281a | ex. | ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει: ἐξηγεῖται τὸ μετοκλάζει. ἀκόπως δὲ τὸ σχῆμα τοῦ ἀποδειλιῶντος ἐσήμανε καὶ συμμεταβάλλοντος τὸ σῶμα ταῖς τῆς ψυχῆς μεταβολαῖς. ἐζωγράφησε δὲ τὸν δειλὸν καὶ τὸν ἰσχυρόν, παρακαλῶν ἡμᾶς εἰς | |
5 | ἀλκήν. b(BCE3E4)T | ||
13281b | ex. | {ἀλλὰ} μετοκλάζει: ὀκλάζων μετακαθέζεται ὁ δειλός. ἐὰν δὲ ὁ θυμὸς ὀκλάζειν ποιῇ, οὐδὲ τὰ σκέλη περιπλέκει. b(BCE3E4)T | |
D | μετοκλάζει: μετακαθίζει ἐπ’ ἀμφοτέρους—μετακαθ‐ ίζων. A | ||
13282-3 | D | D | πάταγος (283): κτύπος. | πατάσσει (282) οὖν κτυπεῖ —φόβου. A | |
13.283 | ex. | 〈κῆρας ὀϊομένῳ:〉 πολλοὺς θανάτους ὑπονοοῦντι. b | |
(BCE3)Til | |||
13284a | ex. | τοῦ δ’ ἀγαθοῦ: σημαίνει ἡ λέξις καὶ ‘πλουσίου‘· „τοῖς ἀγαθοῖσ〈ι〉 παραδρώωσι χέρηεσ“ (ο 324). νῦν δὲ τὸν ἀνδρεῖον λέγει καὶ τολμητίαν. T | |
13284b | ex. | οὔτε τι λίην: οὐδὲ ὅλως, b(BCE3E4)T ὡς καὶ „οὐδ’ ὅ γε πάμπαν / ἤθελε λαὸν ὀλέσθαι“ (Ν 348—9). T ἢ ὅτι τὸ μηδὲ ὅλως φοβεῖσθαι ἀναισθησία, ἡ δὲ ἀρετὴ μεσότης ἐστίν, οὐκ ἀκρότης. b(BCE3E4)T | |
13.285 | D | 〈πρῶτον:〉 ἅπαξ. Til | |
13.286 | ex. | 〈ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ:〉 καὶ ἐπὶ Νεοπτολέμου „ἱππόθεν ἐξίμεναι“ (λ 531). Til | |
13287a1 | Did. | 〈τεόν γε:〉 οὕτως διὰ τοῦ γέ συνδέσμου αἱ Ἀριστάρ‐ χου. Aint | |
13287a2 | τινὲς δὲ τεόν γε. T | ||
13287b | ex. | τεόν γε: τοῦ θαρσαλέου δηλονότι. b(BCE3)T | |
13287c1 | Ariston. | 〈ὄνοιτο:〉 ὅτι ἐλλείπει τὸ τίς, ὄνοιτό τις. Aim | |
13287c2 | λείπει τὸ τίς. b(BCE3)Til | ||
13288a | Ariston. | 〈βλεῖο ... ἠὲ τυπείης:〉 ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τύψαι. Aint | |
13288b | D | ex.(?) | {εἴπερ γάρ κε} βλεῖο: βλεῖο βληθείης. | ἔστι δὲ ἀκόλουθον μετοχῇ τῇ βλέμενος. κέχρηται Ἐπίχαρμος (fr. 219 K.) καὶ τῷ ἐνερ‐ γητικῷ· „αἴ κά τυ βλείης σφενδόνᾳ“. ὡς οὖν θέμενος θεῖο, οὕτω βλέ‐ | |
μενος βλεῖο, τὸ δὲ βλείης τῇ βλείς παράκειται. A | |||
13289-91 | ex. | οὐκ ἂν ἐν αὐχέν’ ὄπισθε〈—ὀαριστύν〉: καὶ ὁ Λυσίας (fr. 47 Th.) τὸν Ἰφικράτην ποιεῖ λέγοντα· „τραύματα ἔχων οὐχ ἑτέρων ἐπ’ ἐμὲ ἐρχομένων, ἀλλ’ αὐτὸς ἐπιών“. †ἀνδρογύης „καὶ ἐτ’† ὀλίγα τραύματ’ ἐξόπισθ’ ἔχων, / τῆς δειλίας σημεῖα κοὐχὶ | |
5 | τοῦ θράσουσ“ (T.G.F. fr. ad. 450 N.2; Eupolis fr. 41 K.; Men. fr. 942 Koe.). T | ||
13289a1 | Did. | 〈οὐκ ἄν:〉 οὕτως Ἀρίσταρχος οὐκ ἄν, διὰ τοῦ α. αἱ δὲ κοιναὶ „οὔ κεν“. Aim | |
13289a2 | οὕτως Ἀρίσταρχος, τινὲς δὲ „οὔ κεν“. Til | ||
13.291 | ex. | προμάχων ὀαριστύν: τὴν μάχην μεταφορικῶς· κυρίως γὰρ ὀαρίζειν τὸ διδόναι τι καὶ λαμβάνειν καὶ ὁμιλεῖν. b(BCE3E4)T ἀντικαταλ〈λ〉άσσονται δὲ σφαγάς. οἱ δὲ ἀριστύν, καὶ ὡς ὀτρυγηφά‐ γος, ὀδάξ, ὀκλάξ, ὀτλάς. T | |
13.292 | ex. | 〈νηπύτιοι:〉 πνυτὸν γὰρ τὸν φρόνιμον ἔλεγον· b(BCE3) Til ὅθεν καὶ τοῦτο μετὰ τοῦ νη στερητικοῦ καὶ τῆς ἀποβολῆς τοῦ ν. b(BCE3) | |
13.297 | ex. | 〈μέγα πτολέμοιο μεμηλώς:〉 πολλὴν φροντίδα μάχης | |
ἔχων. b(BCE3)Til | |||
13298-300 | ex. | οἷος δὲ βροτολοιγὸς Ἄρησ〈—ἕσπετο〉: ἐμφερεστάτη ἡ εἰκών· δύο γὰρ δυσὶν ἀπείκασε πολεμικοῖς δαίμοσιν. ἅμα δὲ καὶ τὴν τάξιν διὰ τῆς εἰκόνος τετήρηκεν· ὡς γὰρ ὁ υἱὸς τῷ πατρὶ ἕπεται, οὕτω καὶ ὁ Μηριόνης τῷ φίλῳ, νεώτερος πρεσβυτέρῳ | |
5 | καὶ τὴν τοῦ θεράποντος χώραν ἔχων. b(BCE3E4)T | ||
13298a | ex. | 〈πόλεμον δὲ μέτεισιν:〉 ἢ τὸ δέ περισσὸν ἢ τὸ μετά, ἵν’ ᾖ ‘πόλεμον δὲ εἶσι‘. b(BCE3E4)T | |
13298b | Did. (?) | 〈μέτεισι:〉 οὕτω μετὰ τῆς μετά προθέσεως, μέτεισι. Aim | |
13299a | Ariston. | τῷ δὲ Φόβος φίλος υἱός: ὅτι ῥητῶς Ἄρεως υἱὸς Φό‐ βος. ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ „καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε 〈/ ζευγνύμεν〉“ (Ο 119—20). A | |
13299b | ex. (Ariston.) | 〈τῷ δὲ Φόβος φίλος υἱός:〉 πῶς οὖν Ἀντίμαχος (fr. 37 W.) τὸν Φόβον ἵππον Ἄρεός φησι; „καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε / ζευγνύμεν“ (Ο 119—20). Til | |
13299-300a1 | ex. | τῷ δὲ Φόβος φίλος υἱὸσ〈— / ἕσπετο〉: ἀεὶ Ἐνυαλίῳ ἀτάλαντον αὐτὸν λέγων (sc. Β 651 al.) νῦν τὴν δευτέραν ἀπέδωκεν αὐτῷ τάξιν, ἐπεὶ σὺν τῷ Ἰδομενεῖ αὐτῷ ἐστιν. T | |
13299-300a2 | ἀεὶ Ἐνυαλίῳ τὸν Μηριόνην εἰκάζων νῦν τὴν δευτέραν ἀπένειμεν αὐτῷ τάξιν διὰ τὸ σὺν Ἰδομενεῖ εἶναι. b(BCE3E4) | ||
13299-300b | ex. | ἅμα κρατερὸς καὶ ἀταρβής / ἕσπετο, 〈ὅς τ’ ἐφό‐ | |
βησε ταλάφρονά περ πολεμιστήν〉: ἅμα ἕσπετο ὡς τὸ „ἅμ’ ἑσπόμεθα“ (Α 158). ἀκολουθεῖ δὲ τῷ Ἄρει ὡς ἡνίοχος· οὐ γὰρ δια‐ φόρους ἀρετὰς καταλέγει. τὸ δὲ ταλάφρονα (300) οἱ μὲν ἀπὸ τοῦ | |||
5 | ταλῶ, ὅθεν τὸ ταλάσ〈σ〉ω, οἱ δὲ ὡς ταλαπείριος. τινὲς δὲ παράγωγόν φασι καὶ μὴ ἐγκεῖσθαι τὴν φρένα. T | ||
13301a1 | ex. | 〈ἐκ Θρῄκης:〉 ὅτι ἐνταῦθα διετέλουν. ἢ ὡς 〈τῶν〉 Θρᾳ‐ κῶν μαχομένων τούτοις ἀεί. Til | |
13301a2 | ὅτι παρ’ αὐτοῖς μᾶλλον τιμῶνται καὶ διατρίβουσιν. b(BCE3) | ||
13301b | Ariston. | D | Ἐφύρους: ὅτι πόλις ἐστὶν ἐπὶ Θεσπρωτίας ἡ Ἔφυρα, ἀφ’ ἧς Ἔφυροι οἱ κατοικοῦντες λέγονται. λέγει δέ ποτε (sc. Ζ 152. 210) καὶ τὴν Κόρινθον Ἔφυραν, ἐξ ἡρωϊκοῦ προσώπου. | ἰστέον δὲ ὅτι Ἔφυραι τέσσαρές εἰσι—ὡς Ἀπολλόδωρος ἱστορεῖ (FGrHist | |
5 | 244, 179). A | ||
13301c | ex. | Ἐφύρους: οἱ μὲν Θεσπρωτοὺς ἐξ Ἐφύρης ἀνελθόντας· μάχιμοι γὰρ οὗτοι καὶ δραστήριοι. b(BCE3)T οἱ δὲ Κραννω‐ νίους. T | |
13302a | ex. | Φλεγύας μεγαλήτορας: οἱ μὲν Γυρτωνίους, b(BCE3)T | |
οἱ δὲ τοὺς ἐνοικοῦντας τὴν Δαυλίδα τῆς Φωκίδος, οὓς μεγαλήτο‐ ρας †οἷον ἰδεῖν ὀρέκτας† φησὶ διὰ τὸ πεπορθηκέναι τὸν ἐν Πυθοῖ ναόν. καὶ Φερεκύδης (FGrHist 3, 41 d) δὲ ἱστορεῖ περὶ τῶν Φλεγυῶν· | |||
5 | καὶ γὰρ αὐτὰς τὰς Θήβας ὑπ’ Ἀμφίονος καὶ Ζήθου διὰ τοῦτο τε‐ τειχίσθαι, διὰ τὸ δέος τῶν Φλεγυῶν. μετὰ δὲ ταῦτα τὰς Θήβας ὑπ’ αὐτῶν αἱρεθῆναι Εὐρυμάχου βασιλεύοντος, καὶ ἔρημον γενέσθαι τὴν πόλιν μέχρι τῆς Κάδμου ἀφίξεως. ἐπὶ πλεῖον δὲ περὶ αὐτῶν διείλεκται Ἔφορος ἀποδεικνὺς ὅτι τὴν Δαυλίδα καὶ οὐ τὴν Γυρτῶνα ᾤκησαν· | ||
10 | ὅθεν καὶ παρὰ Φωκεῦσι τὸ ὑβρίζειν φλεγυᾶν λέγεσθαι. ἔστι δὲ ταῦτα ἐν τῇ τριακοστῇ τῇ Δημοφίλου (FGrHist 70, 93). πάλαι δὲ διεφέροντο Φωκεῖς πρὸς Θεσσαλούς· διὸ καὶ τὰς Θερμοπύλας ᾤκησαν Φωκεῖς· εἴσοδον γὰρ ἔχουσιν ἀπὸ Θεσσαλίας. T | ||
13302b | ex. | ἄλλως· Φλεγύαι ἔθνος βίαιον περὶ τὴν Γυρτῶνα, οἳ Θη‐ βαίοις ἐπιχειρήσαντες ὑπὸ Ἀπόλλωνος κατεταρταρώθησαν. T | |
D | D | D | {ἠὲ μετα} Φλεγύας μεγαλήτορας: Φλεγύαι Γόρτυναν κατοικοῦντες—διεφθάρησαν. | οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν | ||
5 | Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. | ἡ ἱστορία παρὰ Φερεκύδει (FGrHist 3, 41 e). A | ||
13.303 | ex. | ἑτέροισι δὲ κῦδος ἔδωκαν: ἐξηγεῖται τὴν „ἑτεραλκέα νίκην“ (Η 26). T | |
13306a1 | Ariston. | 〈τὸν καὶ Μηριόνης:〉 ὅτι περισσὸς ὁ καί σύνδεσμος. Aim | |
13306a2 | πλεονάζει ὁ καί. Til | ||
13307a | ex. | 〈Δευκαλίδη:〉 ἀπὸ τοῦ Δευκαλιωνίδη συνεκόπη. b(BCE3) | |
Til οἱ δὲ ἀπὸ τοῦ Δεύκαλος. Til | |||
13307b | D (?) | | Δευκαλίδη: Δευκαλίωνος παῖ. | γίνονται δὲ ἐκ Πύρ〈ρ〉ας | |
[Apoll.] bibl. | καὶ Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος (bibl. 1, 49), „παῖδες Ἕλ‐ λην μὲν πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι ἔνιοι λέγουσιν, δεύτερος δὲ Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς, θυγάτηρ δὲ | ||
5 | Πρωτογένεια, ἐξ ἧς καὶ Διὸς Ἀέθλιοσ“. A | ||
13307-9a1 | ex. | πῇ τ’ ἂρ μέμονασ〈— / ἦ ἐπ’ ἀριστερόφιν〉: εἰς ποῖον ὅμιλον καταδῦναι, τὸν δεξιὸν ἢ τὸν ἀριστερόν; ποῦ μάλιστα χρεία συμμαχίας; τὸ δὲ δεξιόφιν (308) ἀντὶ τοῦ τὸν δεξιόν, ὡς τὸ „ἀγέληφι μετελθών“ (Π 487), ἐπ’ ἀγέλην ἐλθών. τινὲς δὲ τὸν | |
5 | η 〈δεύτερον καὶ〉 τρίτον περιέσπασαν· διαπορητικὸς γάρ ἐστιν. ἢ ἐπὶ δεξιόφιν (308) ἑξῆς τοῖς βασιλεῦσιν ἀμείβει τὰς τάξεις· λέγει οὖν οὐ τῆς νεωλκίας, ἀλλὰ τῆς παρούσης μάχης. T | ||
13307-9a2 | τὸ δὲ πῇ (307) ἀντὶ τοῦ ποῦ. b(BCE3) | ||
13308-9 | ex. | 〈ἢ ἐπὶ δεξιόφιν .../ ἢ ἐπ’ ἀριστερόφιν:〉 ἀντὶ τοῦ εἰς ἑκάτερα τὰ μέρη. Aint | |
13.308 | ex. | ἢ ἀνὰ μέσ〈σ〉ους: τῶν μαχομένων· οὐ γὰρ 〈ἐν〉 ταῖς Ὀδυσσέως ναυσίν. Til | |
13309-10 | ex. | ἐπεὶ οὔ ποθι〈—Ἀχαιούσ〉: οὐδαμοῦ τοσοῦ‐ τον οἴομαι ἐνδεεῖς εἶναι τῶν βοηθησόντων Ἀχαιούς, ὅσον ἐπὶ τὰ ἀριστερά· ἐκεῖ γὰρ ἐρράγη τὸ τεῖχος, καὶ ὁ Ἕκτωρ „μάχης ἐπ’ | |
ἀριστερὰ μάρνατο πάσησ“ (Λ 498). b(BCE3E4)T | |||
13.309 | Did. | 〈οὔ ποθι:〉 τινὲς δὲ „οὔ πού τε“. Til | |
13313-4 | ex. | Τεῦκρός θ’, ὃς ἄριστος 〈Ἀχαιῶν / τοξοσύνῃ〉: καὶ πῶς φησιν „οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο“ (θ 219); οὔπω γὰρ ἦν ἥκων ἐκ Λήμνου. T | |
13.314 | ex. | καὶ ἐν σταδίῃ 〈ὑσμίνῃ〉: καὶ τὸ δόρυ παρὰ Θεσσαλοῖς στάδιον. T | |
13315a | Did. | οἵ μιν ἅδην ἐλόωσι: κατ’ ἔνια τῶν ὑπομνημάτων „οἵ μιν ἄδην ἑάσουσιν“, ὅ ἐστι κορέσουσιν. καὶ ἐπὶ τοῦ Ποσειδῶνος „ἀλλ’ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητοσ“ (ε 290) διὰ τῶν δύο αα παρέ‐ κειτο „ἑάαν“. μαρτυρεῖ καὶ τὸ „ἄσειν ἐν Τροίῃ ταχέας κύνασ“ (Λ 818). | |
5 | οὕτως Ἀρίσταρχος. A | ||
13315b | Nic. | Ariston. | ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο: ἤτοι συν‐ απτέον ἐσσύμενον πολέμοιο ἀντὶ τοῦ ὡρμημένον εἰς τὸν πόλε‐ μον, ἢ τὸ ἑξῆς ἐστιν ἐλόωσι πολέμοιο, καθὸ διασταλήσεται βραχὺ τὸ ἐσσύμενον ἀπὸ τοῦ πολέμοιο. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος | |
5 | ἀγνοήσας τὸ σημαινόμενον πεποίηκε „καὶ ἐσσύμενον πολεμίζειν“. ἔστι δὲ τὸ ἅδην ἐλόωσιν ἀντὶ τοῦ κορεσθῆναι αὐτὸν ποιήσουσι τοῦ πολέμου, καίπερ προθυμίαν ἔχοντα. A | ||
13315-7a1 | ex. | ἄδην ἐλόωσι〈— / αἰπύ οἱ ἐσσεῖται〉: λίαν | |
κορέσουσι, ὡς „ἄδην ἐλάαν κακότητοσ“ (ε 290). οἱ δὲ ἄδην ἐσ〈σ〉ύ‐ μενον. οἱ δὲ „ἀάσωσι“ παρὰ τὸ ἄσην ἐμποιεῖν. τὸ δὲ αἰπύ (317) ἀντὶ τοῦ δύσβατον, χαλεπόν, δεινόν· „σοφίαι μέν / αἰπειναί“ Πίνδα‐ | |||
5 | ρος (Ol. 9, 107—8). τὸ δὲ ἐσ〈σ〉εῖται (317) ἐάν ἐστι Δώριον, παρ‐ οξύνεται, ἐὰν δὲ Ἀττικόν, προπερισπᾶται. τὸ δὲ †ἐσύμενον† (315) ἀντὶ τοῦ ἐφιέμενον. ἄδην (315) δὲ παρὰ τὸ ἄδος, ὅ ἐστι πλησμονή. T | ||
13315-7a2 | λίαν ἀπελάσουσι. γίνεται δὲ τὸ ἄδην παρὰ τὸ ἄδος, ὃ δηλοῖ τὸ πλῆθος. ἐσσύμενον δὲ τὸ ἐφιέμενον. b(BCE3E4) | ||
13315-7a3 | δύσβατον. Til | ||
13.317 | Ariston. | αἰπύ οἱ ἐσσεῖται 〈μάλα περ μεμαῶτι μάχεσθαι〉: ὅτι αἰπύ μεταφορικῶς ἀντὶ τοῦ δυσπρόσβατον, δυσχερές. καὶ ὅτι ὁ πέρ σύνδεσμος περισσός. A | |
13318a1 | Did. | 〈κείνων:〉 οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου. Aint | |
13318b1 | Did. | 〈ἀάπτους:〉 Ἀρίσταρχος „ἀέπτουσ“, ἄλλοι δὲ ἀά‐ πτους. Aim | |
13318a2/b2 | Did. | Did. | {κείνων νικήσαντι:} Ἀρίσταρχος κείνων. | τὸ ἀά‐ πτους διὰ τοῦ α. T | |
13319-20 | ex. | 〈ὅ〉τε μὴ αὐτός γε Κρονίων 〈/ ἐμβάλοι— θοῇσιν〉: τὸ τῆς Ἀδραστείας οὖν δείκνυται, ἐν οἷς βεβίασται ὑπὸ τοῦ | |
Ἕκτορος. T | |||
13321a1 | ex. | ἀνδρὶ δέ κ’ οὐκ εἴξειε 〈μέγας Τελαμώνιος Αἴασ〉: τίς ἂν οὖν εἴη ὁ Αἴας ὑπὸ τῶν ἐφαμίλ〈λ〉ων ἐπαινούμενος; T | |
13321a2 | ὄντως μέγας ὁ Αἴας ἐστί, καὶ ὑπ’ αὐτῶν ἐπαινεῖται διὰ τὴν ἀνδρίαν. b(BCE3) | ||
13.322 | ex. | ὃς θνητός τ’ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν: πολλά‐ κις γὰρ θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ καὶ ἔδοι Δη‐ μήτερος ἀκτήν. ἀκτὴν δὲ τὸ κλώμενον ἢ τὸ προηγμένον καὶ προτιμηθὲν τῶν ἄλλων. b(BCE3E4)T | |
13324-5 | ex. | οὐδ’ ἂν Ἀχιλλῆϊ 〈ῥηξήνορι〉 χωρήσειεν 〈/ ἔν γ’ αὐτοσταδίῃ〉: θέλει λέγειν ὅτι τὸ βίαιον Ἀχιλλέως μόνον Αἴας ὑπο‐ μείνειεν. φιλοτιμεῖται δὲ ἀεὶ τὴν μνήμην Ἀχιλλέως. b(BCE3E4)T | |
13.325 | ex. | ποσὶ δ’ οὔ πως ἔστιν ἐρίζειν: καὶ δικαίως, ὡς πρε‐ σβύτερος. ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις καὶ τὸ τῆς ἀλκῆς πιστὸν ὑπο‐ φαίνει. b(BCE3E4)T | |
13326a | Ariston. | νῶϊν δ’ ὧδ’ ἐπ’ ἀριστερά: ὅτι τὸ νῶϊν δύο πτώσεις σημαίνει, γενικὴν καὶ δοτικήν, ἡμῶν καὶ ἡμῖν. νῦν δὲ κεῖται ἀντὶ τοῦ ἡμῶν ἐπ’ ἀριστερά. A | |
13326b | ex. | ὧδε: οὕτως ὡς ἔχεις ὁρμῆς. ἔχε δὲ πορεύου, b(BCE3E4) T „τῇ ῥ’ εἶχεν Μενέλαοσ“ (Ψ 422). T | |
13326c | ex. | 〈νῶϊν δ’〉 ὧδ’ 〈ἐπ’ ἀριστέρ’〉 ἔχε 〈στρατοῦ〉: λείπει τὴν ὁρμήν. τινὲς δέ, ἐπὶ τὰ ἀριστερὰ ἡμῶν μέρη τοῦ στρατοῦ πορεύου. | |
T | |||
13326-7 | ex. | ὄφρα 〈τάχιστα /〉 εἴδομεν: οὐδέποτε τὸ περισπώ‐ μενον ὑποτακτικὸν συστέλλει. T | |
13327a | Ariston. | Nic. | εἴδομεν ἠέ τῳ εὖχος 〈ὀρέξομεν ἦέ τις ἡμῖν〉: ὅτι ἔξωθεν συνυπακοῦσαι δεῖ ὀρέξει, ἤ τις ἡμῖν ὀρέξῃ. | ὅλον δὲ συνα‐ πτέον τὸν στίχον· ὁ γὰρ λόγος· ἵνα ταχέως ἐπιγνῶμεν, πότερον καύχησιν ἑτέρῳ δώσομεν ἢ ἕτερος ἡμῖν. A | |
13327b | ex. | 〈ἠέ τῳ εὖχος ὀρέξομεν ἦέ τις ἡμῖν:〉 ἀπὸ κοινοῦ 〈τὸ〉 ὀρέξει. Til | |
13.329 | ex. | ἦρχ’ ἴμεν: θαυμάσια τὰ ἤθη· παρὸν γὰρ αὐτοῖς ἡσυχάζειν ταττομένοις συνήθως, τὸ κοινῇ λυσιτελοῦν τοῦ ἰδίᾳ προκρίνουσιν. b(BCE3E4)T | |
13.331 | Did. (?) | 〈σὺν ἔντεσι δαιδαλέοισι:〉 ἐν ἄλλῳ „σὺν ἔντεσι μαρμαί‐ ροντασ“. Aim | |
13.332 | ex. | 〈κεκλόμενοι:〉 ἀναδιπλασιασμὸς Αἰολικός. Til | |
13333a | ex. | Did. (?) | τῶν δ’ ὁμὸν ἵστατο νεῖκος: ἰσοβαρές, τῶν περὶ Ἰδο‐ μενέα †τῶν Τρώων. b(BCE3E4)T | τινὲς δὲ „ὁμόσε“. T | |
13333b | D (?) | πρυμνῇσι: ἐσχάταις. b(BCE3E4)Til | |
13334a | ex. | ὑπὸ λιγέων ἀνέμων: τῶν ἐτησίων· οὗτοι γὰρ θέρους πνέουσιν, ὅτε κόνις ἐστίν. εἰκότως δὲ λιγεῖς εἴρηνται· κατὰ λεπτοῦ γὰρ πνέοντες ἀέρος ὑποσυρίττουσιν. b(BCE3E4)T | |
13334b | ex.(?) | 〈λιγέων:〉 ταχὺ πνεόντων. Aim | |
13.335 | ex. | 〈ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους:〉 ψαφαρὰ γάρ | |
ἐστιν ἡ γῆ διὰ τὴν ἔκκαυσιν τοῦ κυνός. b(BCE3E4)T | |||
13336a1 | ex. | 〈οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὁμίχλην:〉 λείπει τὸ πνέοντες, ἵν’ ᾖ· οἳ ὁμοῦ πνέοντες ὑποσύρουσι τὴν κόνιν, δι’ ἧς ὁμίχλη μεγίστη γίνεται. b(BCE3E4) | |
13336a2 | {οἵ τ’ ἄμυδις:} †ἢ† ὁμοῦ πνέοντες †ὑποσυρίζουσι† κόνιν, δι’ ἧς ὁμίχλην ποιοῦσιν. T | ||
13.337 | ex. | ὣς ἄρα τῶν ὁμός’ ἦλθε μάχη: τὸ συμπεφυρμένον αὐ‐ τῶν εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιχθείσῃ κόνει. b(BCE3E4)T τὸ δὲ ὁμόσε Ἀττικοὶ ἐπὶ πολεμικῆς παρασκευῆς φασιν. T | |
13339a | ex. | ἔφριξεν δὲ μάχη 〈φθισίμβροτος ἐγχείῃσι〉: ἐγγὺς παραβολῆς ἡ μεταφορά. ἐν βραχεῖ δὲ τὸ μετέωρον τῶν δοράτων καὶ τὴν κίνησιν δηλοῖ· b(BCE3E4)T ὅμοιον γάρ τι τῇ τῶν σταχύων κινήσει γέγονεν. T | |
13339b | ex. | ἔφριξεν δὲ μάχη 〈φθισίμβροτος ἐγχείῃσι〉: ποιη‐ τικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς ἀνατάσεως τῶν δοράτων. b(BCE3E4)T | |
13339c | ex. | 〈ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι:〉 ὠρ‐ θώθη τῆς μάχης τὰ δόρατα. A | |
13340a1 | ex. | D(~) | ταμεσίχροας: ποιητικῶς ἀνέπτυξεν τὸ τμησίχροας. | ἢ ἀπὸ τοῦ ταμέσω. T | |
13340a2 | D | ex. | ταμεσίχροας: τμητικὰς τοῦ χρωτός, παρὰ τὸ ταμῶ ῥῆμα, οὗ 〈ὁ〉 μέλλων ταμέσω. | ἢ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχρο‐ ας. A | |
13340-2 | ex. | ὄσσε δ’ ἄμερδεν 〈/ αὐγὴ χαλκείη—σακέων | |
τε φαεινῶν〉: χαρίεν καὶ τὸ ποικίλως τὴν κατ’ εἶδος διαφορὰν φράζειν, τὰς μὲν κόρυθας λαμπομένας, τοὺς δὲ θώρακας νεοσμήκτους καὶ φαεινὰς τὰς ἀσπίδας. διδάσκει οὖν ἐπιμελεῖσθαι τῆς λαμπηδόνος | |||
5 | τῶν ὅπλων. b(BCE3E4)T ἄμερδεν (340) δὲ ἀντὶ τοῦ T ἐστέ‐ ρισκε τοῦ ὁρᾶν. b(BCE3)T | ||
13.341 | ex. | αὐγὴ χαλκείη: τολμηρόν· οὐ γὰρ εἶπεν ‘ἡ ἀπὸ τοῦ χαλ‐ κοῦ αὐγή‘. μονονουχὶ οὖν ἐφλόγωσε τὰ ὅπλα, ἡλίου λαμπηδόνα αὐ‐ τοῖς μαρτυρῶν. ἐμφατικώτερόν ἐστι τοῦ ἑτέρωθι εἰρημένου „ἀμφὶ δὲ χαλκῷ ἐλάμπετο εἴκελος αὐγῇ / ἢ πυρὸς αἰθομένου“ (Χ 134—5)· νῦν | |
5 | γὰρ οὐδὲ τὸ „ὄσσε δ’ ἄμερδεν“ (Ν 340). T | ||
13.342 | ex. | 〈νεοσμήκτων:〉 οὐ καινῶν, ἀλλὰ διὰ τοῦ ἐπιθέτου τὴν ἐπιμέλειαν τῶν χρωμένων ἐδήλωσεν. b(BCE3)Til | |
13343-4 | Ariston. | ex. | θρασυκάρδιος εἴη, 〈/ ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ’ ἀκάχοιτο〉: ἀντὶ τοῦ ἦν. | κατὰ συλλογισμὸν δὲ ἡ αὔξησις· εἰ γὰρ ὁ μόνον ὁρῶν ἐλυπήθη, τί μᾶλλον ἐπὶ τῶν ἐνεργούν‐ των αὐτὸν δεῖ †σκοπεῖν; b(BCE3E4)T | |
13.343 | Ariston. | 〈εἴη:〉 ὅτι ἤλλακται τὸ ῥῆμα, εἴη ἀντὶ τοῦ ἦν. A | |
13.344 | Ariston. | ὃς τότε γηθήσειεν ἰδὼν πόνον 〈οὐδ’ ἀκάχοιτο〉: πρὸς τὴν ἀλλαγὴν τοῦ ῥήματος, A ἀντὶ τοῦ ἐγήθησεν. ATil καὶ ὅτι πόνον τὸ ἔργον. καὶ ὅτι ἀντικειμένως ἀποδέδωκεν οὐδ’ | |
ἀκάχοιτο, πρὸς τὸ σύνηθες. A | |||
13345a | ex. | τὼ δ’ ἀμφὶς φρονέοντε 〈δύω Κρόνου υἷε κρα‐ ταιώ〉: κεχωρισμένως, ἀμφισβητοῦντες. b(BCE3E4)T αὔξει δὲ τὴν μάχην, οὗ μὲν ἐργάτας οὗ δὲ θεατὰς αὐτῆς ποιῶν θεούς. T | |
13345b | ex. | τὼ δ’ ἀμφὶς φρονέοντε 〈δύω Κρόνου υἷε κρα‐ ταιώ〉: ὁ λόγος ἀναφορικός ἐστιν, ἐπεὶ ὁ Ζεὺς βούλεται Τρωσὶ βοηθεῖν. T | |
13346a | Did. (?) | 〈ἡρώεσσι τετεύχετον:〉 ἐν ἄλλῳ „ἡρώεσσιν ἐτεύχε‐ τ〈ον〉“. Aim | |
13346b | Ariston. | {ἀνδράσιν ἡρώεσσι} τετεύχετον: ὅτι ἀντὶ τοῦ †τε‐ τευχέτην ἢ τεύχουσι. χρόνος δὲ ἤλλακται· ἔστιν γὰρ ἀντὶ τοῦ ἔτευχον, ὡς ἐπὶ τοῦ „ἢ κεμάδ’ ἠὲ λαγῳὸν ἐπείγετον“ (Κ 361) ἀντὶ τοῦ ἤπει‐ γον. A | |
13346c | ex. (Ariston.?) | 〈τετεύχατον:〉 διὰ 〈τὸ〉 μέτρον ἀντὶ τοῦ ἐτετευχάτην. Til | |
13.347 | Did. | 〈Ζεὺς μέν ῥα:〉 οὕτως Ἀρίστ〈αρχοσ〉, ἄλλοι δὲ „Ζεὺς μὲν ἄρα“. Aim | |
13348a | ex. | κυδαίνων Ἀχιλῆα: τουτέστι τὸ „Διὸς δ’ ἐτελείετο βουλή“ (Α 5). ὑπὲρ παραμυθίας δὲ ταῦτα τῶν ἀκροατῶν διὰ μέσου φησίν· σχεδὸν γὰρ ἀποδείκνυσιν ἀμφοτέρους τοῖς Ἕλλησι βοηθοῦν‐ | |
τας, τὸν μὲν ἑνί, τὸν δὲ τῷ πλήθει. b(BCE3E4)T | |||
13348b | Did. | 〈οὐδέ τι πάμπαν:〉 Ἀριστοφάνης „οὐδ’ ὅγε πάμ‐ παν“. Aim | |
13.350 | Ariston. | ἀλλὰ Θέτιν κύδαινε 〈καὶ υἱέα καρτερόθυμον〉: ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· προείρηται γὰρ „κυδαίνων Ἀχιλῆα πόδας ταχύν“ (Ν 348). A | |
13348-50 | ex. | οὐδ’ ὅγε πάμπαν 〈 /ἤθελε—καρτερόθυ‐ μον: οὐδ’ ὅγε πάμπαν (348)〉 οὐδὲ ὅλως οἷον παντελῶς. παραμυ‐ θεῖται δὲ τὸν ἀκροατήν. τὸ δὲ Θέτιν κύδαινε (350) ἀθετεῖ〈ται〉 ὡς περισσόν· ταυτολογία γάρ. ἐντεῦθεν δὲ Μελανιππίδης (fr. 9 P. = P. | |
5 | M. G. 765) κύουσαν ἀπὸ Διὸς Θέτιν ἐκδοθῆναι Πηλεῖ διὰ τὰ ῥηθέντα ὑπὸ Προμηθέως ἤτοι Θέμιδος. T | ||
13351a | ex. | 〈Ἀργείους ... μετελθών:〉 ἡ μετά πρὸς τὸ Ἀρ‐ γείους. καὶ ἔστιν ἀντὶ τῆς ἐπί, b(BCE3E4)T ἐπὶ Ἀργείους. T | |
13351b | Did. | 〈ὀρόθυνε:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ὤτρυνε“. Aint | |
13351c | ex. | ὀρόθυνε: τινὲς παρὰ τὸ ὄρω καὶ τὸ θύνω, ἵν’ ᾖ ἐνθου‐ σιωδῶς ὥρμα. ἄμεινον δὲ παράγωγον εἶναι. T | |
13351-3 | Nic. | 〈Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθών /〉 λάθρῃ ὑπεξαναδὺς 〈πολιῆς ἁλός· ἤχθετο γάρ ῥα / Τρωσὶν δαμναμένουσ〉: τὸ λάθρῃ (352) ἀμφοτέροις δύναται προσδίδοσθαι. τὸ δὲ ἑξῆς ἐστιν Ἀργείους δ’ ὀρόθυνε (cf. 351) Τρωσὶ〈ν〉 δαμ‐ | |
5 | ναμένους (353). τὸ δὲ ἤχθετο γάρ ῥα (352) διὰ μέσου· εἰ μὲν γὰρ συνάπτομεν, ἤχθετο γάρ ῥα/ Τρωσὶ〈ν〉 δαμναμένους (352—3), | ||
σολοικοφανὴς μὲν γίνεται ἡ φράσις, ἀρχαῖον δέ μοι δοκεῖ τὸ σχῆμα εἶναι. καὶ ἀλλαχοῦ „καί ποτέ τις εἴποι ‘πατρὸς δ’ ὅγε πολλὸν ἀμεί‐ νω〈ν〉‘ / ἐκ πολέμου ἀνιόντα“ (Ζ 479—80)· τὴν γὰρ ἔλλειψιν τοῦ | |||
10 | ὁρῶν οὐ παραδεχόμεθα. A | ||
13352a1 | ex. | ex. | ὑπεξαναδύς: ἡ ὑπό τὴν κάτω δηλοῖ σχέσιν, τὴν ἔξω ἡ ἔξ καὶ τὴν ἄνω ἡ ἀνά. ἢ b(BCE3E4) | περισσὸν τὸ ὑπέξ, καὶ ἀναστρέ‐ φει δὲ αὐτὸ ἐν τῷ „ἐξυπανέστη“ (Β 267). ταπεινὸς δὲ ὁ λάθρᾳ θέλων βοηθεῖν. ἢ διδάσκει μήτε τοὺς φίλους παρορᾶν μήτε τοῖς φιλτάτοις | |
5 | προσκρούειν. ἡ δὲ συνέχεια τῶν προθέσεων τὸν λάθρᾳ μὲν προθύμως δὲ ἀναδύοντα τῆς ἁλὸς δηλοῖ. b(BCE3E4)T | ||
13352a2 | ὡς τὸ „†ὑπεξυπανέστη“ Til | ||
13.353 | ex. | ex. (Nic.?) | Τρωσὶν δαμναμένους: λείπει τὸ ὁρῶν. b(BCE3)T | ἔστι δὲ τὸ τῆς φράσεως ἀρχαῖον. Εὔπολις ἐν Αὐτολύκοις (fr. 43 K. = fr. 49 [V p. 322] K.—A.)· „ἤδη γὰρ Ἀρίσταρχον στρατηγοῦντ’ ἄχθομαι“. T | |
13.354 | ex. | ἠδ’ ἴα πάτρη: μεγαλοφυῶς εἶπε τὸν οὐρανὸν θεῶν πα‐ τρίδα. T | |
13354-5 | ex. | 〈ἴα〉 πάτρη 〈/ ἀλλὰ Ζεὺς—πλείονα ᾔδη: πάτρη〉 πατερία πατρία. οὕτω δὲ ἡ εἰς τὸν πατέρα τοῦ γένους ἀνα‐ φορά. ἔστιν οὖν T ἀντὶ τοῦ μία πατριά, ὁ αὐτὸς πατήρ. ἠρέμα δὲ ἀφαιρεῖ καὶ διὰ τούτων τὸ ἐπὶ γένει οἴημα τῶν ἀνθρώπων b(BCE3E4) | |
5 | T ὅτι οὐκ ἀπόχρη γενέσθαι εὖ· T τιμιώτερα γὰρ τὰ πλεονε‐ κτήματα. b(BCE3E4)T | ||
13.355 | ex. | 〈ἀλλὰ Ζεὺς πρότερος γεγόνει〉 καὶ πλείονα ᾔδη: τοὺς πρεσβυτέρους ἀεὶ πολυπειροτέρους φησίν· b(BCE3E4)T „ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην 〈/ πολλόν,〉 ἐπεὶ πρότερος | |
γενόμην“ (Τ 218—9). T ἄμφω οὖν εἰς σύστασιν παρέλαβε, τό τε | |||
5 | τῆς ἡλικίας καὶ τὸ τῆς σοφίας· οὐ γὰρ περὶ τῆς δυνάμεως εἶπεν, ὅτι ἦν ἰσχυρός, αὔξων Ποσειδῶνα καὶ †τιμῇ, οὐ ῥώμῃ φῆσαι αὐτὸν εἴκειν Διΐ. διατείνει δὲ καὶ ἐπὶ πάντων ὁ λόγος ὅτι δεῖ αἰδεῖσθαι ἀδελφοὺς πρεσβυτέρους ἅμα καὶ σοφωτέρους. b(BCE3E4)T | ||
13.357 | ex. | 〈ἀνδρὶ ἐοικώς:〉 ἄλλοτε ἄλλῳ, ὡς ἔμπροσθεν Κάλχαντι (cf. Ν 45), εἶτα Θόαντι (cf. Ν 216—8). Til | |
13358-9 | Porph. (?) | τοὶ δ’ ἔριδος κρατερῆς 〈καὶ ὁμοιΐου πτολέμοιο / πεῖραρ ἐπαλλάξαντες ἐπ’ ἀμφοτέροισι τάνυσσαν〉: ὁ λό‐ γος· οἱ δὲ τὸ πέρας τοῦ πολέμου καὶ τῆς ἔριδος συνάψαντες ἐπέτειναν ἀμφοτέροις, οἷον ἀμφοτέρωθεν. μετενήνεκται μὲν οὖν ἀπὸ τῶν δε‐ | |
5 | σμῶν. τῷ δὲ ἐπαλλάξαι ἐπὶ τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων τινές, πλεονάζει δὲ Ἀριστόξενος ὁ μουσικὸς ἐπηλλαγμένα λέγων (fr. 137 We.) τὰ συνημμένα. οὕτως ὁ Κοτιαεύς. A | ||
13358-60a | ex. | τοὶ δ’ ἔριδος κρατερῆσ〈— / ἄρρηκτόν τ’ ἄλυτόν τε, τὸ πολλῶν γούνατ’ ἔλυσεν〉: μικτὴ ἡ ἀλληγορία. ἔχει δέ τι ἴδιον ἡ παραβολή· οὐ γὰρ ἰδίᾳ περὶ ἑκατέρου εἶπε τῆς τε εἰκόνος καὶ τοῦ εἰκονιζομένου πράγματος ὅτι, ὥσπερ οἱ ἐξασφαλιζόμε‐ | |
5 | νοι τοὺς δεσμοὺς τὰ πέρατα τῶν δεσμῶν ἄλλοις ἐπιβαλόντες δεσμοῖς καὶ συμπλέξαντες δυσδιάλυτον ποιοῦσι τὸν δεσμόν, οὕτω καὶ οἱ θεοὶ τὴν φιλονεικίαν τῶν στρατευμάτων ἔπλεξαν ὥστε δυσδιάλυτον αὐ‐ τὴν γενέσθαι· ἀλλ’ ὥσπερ μεταφορᾷ κέχρηται ἀπὸ τῶν ἐπὶ τὴν μάχην, ἔριδος πέρας καὶ πολέμου πέρας ὥσπερ σχοινίων πέρατα | ||
10 | ὀνομάσας καὶ τὸ ἐπαλλάξαι ὡς ἐπὶ δεσμῷ καὶ τὸ τανύσαι καὶ τὰ ἑξῆς ὀνόματα. τὸ δὲ λεγόμενον ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς b(BE3E4)T τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, T τὸ πέρας τῆς ἔριδος καὶ τὸ πέρας τοῦ πολέμου συμπλέξαντες b(BE3E4)T ἐπ’ ἀμφοτέροις τοῖς στρατεύμασιν ἥπλωσαν αὐτό. T | ||
13358-60b | ex. | ἄλλως· ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸ πέρας τῆς ἔριδος καὶ τοῦ πολέμου συμπλέξαντες T ἥπλωσαν αὐτὸ ἐπ’ ἀμφοτέρων τῶν στρατιωτῶν. Κράτης δὲ ἐπὶ τῶν στρατευμάτων φησίν· οἱ Τρῶες γὰρ καὶ οἱ Ἕλληνες. ἀπέστραπται γὰρ ὁ Ζεύς. ἀλλ’ ἐπὶ τὸν νοῦν αὐτοῦ | |
5 | ἀνενεκτέον, θέλει δὲ εἰπεῖν ὅτι ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν εἵλκυσαν· ὅθεν τὸ ἀδιαλύτως μάχεσθαι παρίστησιν. b(BE3E4)T | ||
D | τοὶ δ’ ἔριδος κρατερῆσ〈—ἔλυσεν〉: ὁ δὲ Ζεὺς καὶ ὁ Ποσειδῶν τὰ πέρατα—τὴν ἰσχὺν συστῆναι διὰ τὰς τῶν θεῶν βοηθείας. A | ||
13358a1 | Did. | 〈τοὶ δ’ ἔριδος:〉 οὕτως Ἀριστοφάνης. ἄλλοι δὲ „οἱ δ’ ἔριδοσ“. Aint | |
13358a2 | Ἀρίσταρχος „τὼ δ’ ἔριδοσ“, Ἀριστοφάνης „τοί“. Til | ||
13359a | Did. | Ariston. | πεῖραρ ἐπαλλάξαντες 〈ἐπ’ ἀμφοτέροισι τάνυσ‐ σαν〉: διχῶς Ἀρίσταρχος, καὶ „ἐπ’ ἀλλήλοισιν“. ἓν δὲ δι’ ἀμφοτέρων τὸ λεγόμενον ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδη‐ σαν, τὸ πέρας τῆς ἔριδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες καὶ ἐπαλ‐ | |
5 | λάξαντες ἐπ’ ἀμφοτέροις, ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ τόδε. οὕτως Ἀρίσταρχος. | ἡ διπλῆ, ὅτι παραλληγορεῖ, δύο πέρατα ὑποτιθέμενος, ἕτερον μὲν ἔριδος, ἕτερον δὲ πολέμου, ἐξαπτόμενα κατ’ ἀμφοτέρων τῶν στρατευμάτων. A | ||
13359b | Did. | 〈ἐπ’ ἀμφοτέροισι:〉 διχῶς αἱ Ἀριστάρχου, καὶ „ἐπ’ ἀλλήλοισι“. Til | |
13.360 | ex. | 〈ἄρρηκτόν τ’ ἄλυτόν τε:〉 ὅμοιον τῷ „κόπτε δὲ δε‐ σμούς / ἀρρήκτους ἀλύτουσ“ (θ 274—5). Til | |
13361a1 | ex. | 〈μεσαιπόλιος:〉 σπαρτοπόλιος. ὠμογέρων δὲ Ὀδυσ‐ σεύς (cf. Ψ 791), γέρων δὲ ὁ Νέστωρ (cf. Α 250—2). b(BCE3)Til | |
13361a2 | μεσαιπόλιος Ἰδομενεύς, ὠμογέρων Ὀδυσσεύς, γέρων Νέστωρ. A | ||
13362a | Did. (?) | 〈Τρώεσσι μετάλμενος:〉 ἐν ἄλλῳ „Τρώεσσιν ἐπάλμε‐ νοσ“. Aim | |
13362b | ex. | 〈Τρώεσσι:〉 λείπει ὁ καί, καὶ Τρώεσσι. Til | |
13363a1 | Did. | Καβησόθεν ἔνδον ἐόντα: ἐν τῇ Ἀργολικῇ „Ἑκάβης νόθον 〈υἱὸν ἐόντα〉“. καὶ τάχα ἂν εἴη ἁμάρτημα, κατ’ ἄγνοιαν τῆς Κα‐ | |
βήσου. A | |||
13363a2 | {καβησόθεν:} ἐν τῇ Ἀργολικῇ „Ἑκάβη〈σ〉 νόθον υἱὸν ἐόντα“, ἴσως ἀγνοίᾳ τῆς Καβήσου. T | ||
13363b | ex. | Καβησόθεν: Κάβησα πόλις Ἑλλησποντίς, b(BCE3)T ἡ νῦν Κύβασα. οἱ δὲ Θρᾴκης (καὶ συνᾴδει 〈ἡ〉 ἀκολασία τοῦ γά‐ μου)· οἱ δὲ Λυκίας· οἱ δὲ Καππαδοκίας, Κάβασα· οἱ δὲ τῶν Ἀγαθύρ‐ σων ὡς ἥκειν ἐκ τῆς πρὸς Αἷμον Θρᾴκης. οἱ δὲ ἀδελφὸν Σαρπηδόνος. T | |
13363c | ex. | 〈ἔνδον〉 ἐόντα: τινὲς ἔνδον τοῦ οἴκου Πριάμου, οἱ δὲ ἐν Ἰλίῳ, b(BCE3E4)T οἱ δὲ ἔνδον ἐόντα κεκινημένον. T ἄμει‐ νον δὲ τὸ ἔνδον ἐόντα ἀντὶ τοῦ παρόντα, ὡς καὶ τὸ „δεῖπνον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων“ (η 166), ὃ ἀντιφράζων φησὶ „χαρι‐ | |
5 | ζομένη παρεόντων“ (α 140 al.). b(BCE3E4)T | ||
13364a | ex. | ὅς ῥα νέον πολέμοιο 〈μετὰ κλέος εἰληλούθει〉: κατὰ τοῦτο ἄρα καὶ φοβῆσαι τοὺς Τρῶάς φησι τὸν Ἰδομενέα, ὅτι συμμαχίαν αὐτῶν νεωτέραν ἀφείλετο. θαυμαστῶς δὲ ἐπὶ μὲν Αἴαντος ἔφη· „φόως δ’ ἑτάροισιν ἔθηκεν / ἄνδρα βαλών, ὃς ἄριστος ἐνὶ Θρῄ‐ | |
5 | κεσσι τέτυκτο“—γενναῖος γὰρ ὁ Ἀκάμας—„Ἀκάμαντ’ ἠύν τε μέγαν τε“ (Ζ 6—8). ἐπὶ δὲ τῇ τοῦ Ὀθρυονέως ἀναιρέσει οὐ σωτηρίαν φησὶ τοῖς Ἕλλησι γενέσθαι ὑπὸ Ἰδομενέως, ἀλλὰ φόβον τοῖς βαρβάροις· b(BCE3E4)T ἀλαζόνος γὰρ καὶ ἀνοήτου τινὸς ἀναιρεθέντος ἀπίθανόν φασιν ὡς μεγάλου τινὸς κατορθωθέντος τοὺς Ἕλληνας σεσῶ‐ | ||
10 | σθαι. αὔξεται δὲ διὰ τοῦ φόβου τῶν Τρώων καὶ ἡ τοῦ Ὀθρυονέως ἀλαζονεία ὡς δηλονότι κἀκείνων ταῖς ὑποσχέσεσι πεπιστευκότων. b(BE3E4)T | ||
13364b | Did. | 〈μετὰ κλέος:〉 Ἀριστοφάνης „κατὰ κλέοσ“. Aim Til | |
13365-6 | ex. | ᾔτεε δὲ Πριάμοιο 〈θυγατρῶν εἶδος ἀρίστην / Κασσάνδρην ἀνάεδνον〉: βαρβαρικὸν καὶ τοῦτο· οὐδέποτε γὰρ εὑρήσομεν παρ’ Ἕλλησι τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ πρότερον αἰτεῖν καὶ χωρὶς ὑποσχέσεως μὴ συμμαχεῖν. ὅρα δὲ καὶ τὸν μισθόν· κόρης | |
5 | γὰρ ἐρῶν ἧκεν, οὐχ ὅτι βασιλική, ἀλλ’ ὅτι εἶδος ἀρίστη. καίτοι παρ’ Ἕλλησιν οἱ ἀκολαστότατοι μνηστῆρές φασιν „εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν“ (β 206). καὶ τὸ ἀνάεδνον (366) γλίσχρον, ὅπου γε οἱ ἀδικώτατοι μνηστῆρες ἕδνα τῇ Πηνελόπῃ προσφέρουσιν. b(BCE3 E4)T | ||
13365a | Ariston. | {ἤιτεε δὲ} Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην: ὅτι νῦν μὲν τὴν Κασσάνδραν (cf. Ν 366) εἶδος ἀρίστην, ἐν ἄλλοις δὲ (sc. Γ 124. Ζ 252) τὴν Λαοδίκην, καὶ οὐ μάχεται. ἡ δὲ ἀναφορὰ πρὸς | |
τοὺς Χωρίζοντας (fr. 9 K.)· λύεται γὰρ τοῖς τοιούτοις. A | |||
13365b | ex. | 〈θυγατρῶν〉 εἶδος ἀρίστην: αὕτη τῶν ἀγάμων ἀρίστη, τῶν δὲ γαμηθεισῶν Λαοδίκη (cf. Γ 124. Ζ 252). τινὲς δὲ εἰς τὸ θυγατρῶν στίζουσιν. οἱ δὲ εἶδος τὴν εἴδησιν τῆς μαντείας, b(BCE3 E4)T ὡς καὶ „Θεοκλύμενος θεοειδήσ“ (ο 271 al.) καὶ „Πολύϊδοσ“ | |
5 | (Ν 666) ὁ μάντις. λεληθότως δὲ ἡμῖν τὰ τῆς Κασσάνδρας ὑποφαίνει καὶ ἐν τῇ Ω (sc. 699—706), ἐπεὶ συνάγειν αὐτὴν Ἀγαμέμνονι μέλ‐ 〈λ〉ει. T | ||
13366a | Ariston. | Κασσάνδρην ἀνάεδνον: ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευό‐ μενοι· διὸ οὗτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας ἀνάεδνον αἰτεῖ τὴν Κασσάνδραν. A | |
13366b | ex. | ἀνάεδνον: δίχα τοῦ δοῦναι ἕδνα. b(BCE3E4)T | |
13366c | Nic. | 〈ὑπέσχετο δὲ μέγα ἔργον:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἔργον· ἐμφαίνει 〈γάρ〉. Aint | |
13367a1 | Did. | ἀπωσέμεν 〈υἷας Ἀχαιῶν〉: αἱ Ἀριστάρχου, „ἀνωσέ‐ | |
μεν“ Ζηνόδοτος. 〈Ἀρίσταρχοσ〉 δέ φησι μὴ λέγεσθαι τὸν ἐκ Τροίας πλοῦν ἀναγωγήν. τινὲς δὲ ἐπάγουσι „φοιτῶν ἔνθα καὶ ἔνθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν“ (Ν 367 a = Β 779 + Α 12)· καὶ οἰκεῖον τῷ „ὕψι βιβάντα“ (Ν 371). T | |||
13367a2 | Ἀρίσταρχος „ἀνωσέμεν“. Aim | ||
13368-9 | ex. | τῷ δ’ ὁ γέρων Πρίαμος 〈ὑπό τ’ ἔσχετο— ὑποσχεσίῃσι πιθήσασ〉: φονεύων αὐτὸν διδάσκει μὴ τὰ ὑπὲρ δύ‐ ναμιν ἐπαγγέλλεσθαι μήτε μὴν ταῖς τοιαύταις πιστεύειν ὑποσχέσεσιν. b(BCE3E4)T | |
13.370 | ex. | 〈αὐτοῖο τιτύσκετο:〉 ὡς ἐπ’ αὐτὸν κατεστοχάζετο. Til | |
13371a | Hrd. vel Did. | {καὶ βάλεν ὕψι} βιβάντα: Ἀρίσταρχος βιβάντα ὡς | |
+ Hrd. | „δαμέντα“ (Ε 653 al.), ἀπ’ εὐθείας τῆς μακρὰ βιβάς. καὶ οὕτως ἔχει ἡ ὑγιὴς ἀνάγνωσις. A | ||
13371b | ex. | ὕψι βιβάντα: ὡς ἱστάντα. οἰκεῖον δὲ τῷ ὑψηλόφρονι καὶ τὸ βάδισμα. b(BCE3E4)Til | |
13371c | ex. | οὐδ’ ἤρκεσε θώρηξ: ὡς μεγαλοφρονοῦντος αὐτοῦ ἐπὶ τῷ θώρακι. b(BCE3E4)T | |
13.372 | Ariston. | χάλκεος {ὃν φορέεσκε}: ὅτι χαλκοῖ οἱ θώρακες. πρὸς τὸ „ὀλίγος μὲν ἔην, λινοθώρηξ“ (Β 529). A | |
13.373 | ex. | ὁ δ’ ἐπεύξατο φώνησέν τε: τινὲς „〈ὁ〉 δὲ κερτομέων | |
ἔπος ηὔδα“. T οὐ γὰρ καυχηματίαν αἴρει λόγον, ἀλλὰ σαρκα‐ σμοῦ ἀνάπλεων. b(BCE3E4)T | |||
13374-6a1 | ex. | 〈Ὀθρυονεῦ, περὶ δή σε— / Δαρδανίδῃ Πριάμῳ〉: ἢ ἀπὸ αὐτομόλων ἢ αἰχμαλώτων· ἢ ἐπὶ τῷ ἐπαγγέλματι πεφήμισται, τοῖς μὲν ἐπ’ ἐλπίδι νίκης, τοῖς †Ἕλλησιν ἐπὶ ἀβελτη‐ ρίᾳ. T | |
13374-6a2 | ἢ ἐπὶ τῶν αὐτομόλων ἢ ἐπὶ πάντων αἰχμαλώτων ἢ ἐπὶ τῶν ἐπ’ ἐλπίδι ἐπαγγελμάτων αἱ ἀναφωνήσεις τάττονται. οἱ μὲν οὖν Τρῶες αὐτὸν ἐλπίδι νίκης θαυμάζουσι καὶ ἀναιρουμένου φοβοῦνται, οἱ δὲ Ἕλληνες ἐπὶ ἀβελτερίᾳ ἐπιφωνοῦσιν. b(BCE3E4) | ||
13374a1 | Did. | {ὀθρυονεῦ περιδή σε βροτῶν} αἰνίζομαι {ἁπάντων}: φέ‐ ρεται καὶ διὰ τοῦ ξ „αἰνίξομαι“, ἀντὶ τοῦ ἐπαινέσομαι. οἱ δέ, διήγημά σε ποιήσομαι, παρὰ τὸν αἶνον. Ζηνόδοτος „αἰνίσσομαι“. A | |
13374a2 | ἢ διήγησίν σε ποιήσομαι, παρὰ τὸν αἶνον, „αἶνος μέν τοι ἀμύμων“ (ξ 508), τινὲς δὲ „αἰνίξομαι“. T | ||
13374b | ex. | αἰνίζομαι: ἢ ἐπαινῶ παρὰ τὸν αἶνον ἢ φοβοῦμαι παρὰ τὸ αἰνόν. b(BCE3E4)T | |
13.375 | ex.(?) | 〈ἐτεόν:〉 ἐτός, ἐτεός. Til | |
13376a1 | ex. | ὁ δ’ ὑπέσχετο 〈θυγατέρα ἥν〉: οὐ διηγεῖται νῦν τὸ πραχθὲν ὁ Ἰδομενεύς, ἀλλ’ ἐλέγχει· ἔστι γὰρ τὸ ὁ δέ ἀνθ’ ὑποτακτι‐ κοῦ, ὃς δὴ ὑπέσχετο· „ὁ δέ οἱ παρελέξατο λάθρῃ“ (Β 515). T | |
13376a2 | ἐλέγχει αὐτοῦ τὸ ἀνόητον ὁ Ἰδομενεὺς καὶ τὴν ὑπόσχεσιν ὀνειδίζει. ἔστι δὲ τὸ ὁ δ’ ἀνθ’ ὑποτακτικοῦ, ὃς δὴ ὑπέσχετο, ὁμοίως τῷ „ὁ δέ οἱ παρελέξατο λάθρῃ“. b(BCE3E4) | ||
13377a1 | Hrd. | {καὶ κέ τοι ἡμεῖς} ταῦτά γε: τὸ ταῦτα περισπαστέον κατὰ τὴν πρὸ τέλους συλλαβήν, ἵνα ᾖ ἡ φράσις δεικτική. τινὲς μὲν ἐβάρυναν, ἵνα τοῦ τὰ αὐτά ὑπάρχῃ συναλιφή· ὅπερ οὐ πιθανόν. A | |
13377a2 | {ταῦτά γ’:} τινὲς ἀπιθάνως ὤξυναν, 〈ἵν’〉 ᾖ ἀπὸ τοῦ τὰ αὐτά. T | ||
13377b | ex. | 〈τελέσαιμεν:〉 οὐ ψευσαίμεθα. Til | |
13381a | Did. | Hrd. | {ἀλλ’ έπευ, ὄφρ’ ἐπινηυσὶ} συνώμεθα: οὕτως συνώ‐ μεθα ἀντὶ τοῦ συμβόλαια καὶ συνθήκας ποιησώμεθα. | τοῦτο δὲ Ἀρίσταρχος δασύνει, ὑγιῶς· ταὐτὸν γὰρ τῷ συνθώμεθα. ἐσχημά‐ τισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆς | |
5 | διανοίας. εἰσὶ μέντοι, οἳ ἐψίλωσαν, οὐκ εὖ. A | ||
13381b1 | ex. | Hrd. | συνώμεθα: τὰς συνθήκας †συνημόνας· φησὶν οὖν† „συν‐ ημοσύνας ἀγόρευε“ (Χ 261). συνθήκας καὶ συμβόλαια †ποιήσαι‐ μεν†. | δασυντέον δὲ τὸ συνώμεθα· ἀπὸ γὰρ τοῦ ἵημί ἐστιν. T | |
13381b2 | Hrd. | ex. | ἤτοι συνθώμεθα· | ὅθεν καὶ τὰς συνθήκας συνημοσύνας | |
φησί. λέγει δὲ ὅτι συμβόλαια †ποιήσομεν. b(BCE3) | |||
13382a1 | Ariston. | {ἀμφιγάμω} ἐπεὶ οὔ τοι 〈ἑεδνωταὶ κακοί εἰμεν〉: ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστῆρες. ἑεδνωταὶ δὲ κηδεσταί, πενθεροί· οὗτοι γὰρ τὰ ἕδνα παρὰ τῶν μνηστευομένων ἐδέχοντο. A | |
13382b1 | Hrd. | {ἐπεὶ οὔτοι} ἑεδνωταί {κακοί εἰμεν}: ὡς χρυσωταί καὶ ποιηταί· οὕτως πάντες. Τυραννίων (fr. 30 P.) δὲ προπερισπᾷ, οὐχ ὑγιῶς. προείρηται δὲ ἡμῖν (sc. ad Ε 158) τὰ τῆς προσῳδίας ὡς τὰ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει μακρᾷ παραληγόμενα, ὀξύ‐ | |
5 | νεσθαι θέλει, αὐλητής πειρατής χηρωστής βραβευτής. οὕτως οὖν καὶ τὸ ἑεδνωτής, σχηματισθὲν παρὰ τὸ „ἑεδνώσαιτο θύγατρα“ (β 53). περὶ δὲ τοῦ ἀήτης καὶ 〈τοῦ〉 „κυβερνήτησ“ (Ψ 316) βαρυνομένων λόγον δίδομεν. A | ||
13382a2/b2 | Ariston. | Hrd. | ἑεδνωταὶ δὲ οἱ T πενθεροί, οἱ τὰ ἕδνα λαμβάνον‐ τες. | ὀξυτόνως δὲ ὡς χρυσωταί. b(BCE3E4)T | |
13383a | Did. | 〈εἷλκε:〉 οὕτως Ἀρίσταρχος „ἕλκε“. Aim | |
13383b1 | Did. | 〈διὰ κρατερήν:〉 γράφεται „κατὰ κρατερήν“. Aint | |
13383b2 | τινὲς „κατὰ †κρατερῆς ὑσμίνης†“. Til | ||
13384a | ex. | τῷ δ’ Ἄσιος ἦλθεν 〈ἀμύντωρ〉: πιθανὸν τῷ ἀλαζόνι ἐπιβοηθεῖν τὸν ὁμοιότροπον καὶ ἄμφω ὑπὸ τοῦ αὐτοῦ ἀναιρεῖσθαι. b(BCE3)T | |
13384b1 | Did. | 〈ἦλθεν ἀμύντωρ:〉 Ἀρίσταρχος „ἦλθ’ ἐπαμύντωρ“. Aim | |
13384b2 | τινὲς μὲν ἦλθεν ἀμύντωρ γράφουσιν, Ἀρίσταρχος δὲ | ||
„〈ἦλθ’〉 ἐπαμύντωρ“. T | |||
13385-6 | ex. | τὼ δὲ πνείοντε κατ’ ὤμων 〈/ αἰὲν ἔχ’ ἡνίοχος θεράπων〉: καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι οὐκ ἀφειστήκει τοῦ ἅρματος· ἄλλῳ γὰρ οὐδενὶ ἐπήλπιζεν ἢ τῷ κάλλει τῶν ἵππων. τὸ ἕτοιμον οὖν δηλοῖ· οὕτω γὰρ ἦν παρεσκευασμένος ὡς καταπνεῖσθαι | |
5 | ὑπὸ τῶν ἵππων. b(BCE3)T | ||
13386-7 | ex. | ὁ δὲ ἵετο 〈θυμῷ /〉 Ἰδομενῆα βαλεῖν· ὁ δέ μιν φθάμενος βάλε δουρί: ὅτι περὶ τοὺς ἵππους ἐπτόητο. νῦν δὲ ἀπο‐ δίδωσι τὸ „οὐδ’ ἄρ’ ἔμελλε 〈κακὰς ὑπὸ κῆρας ἀλύξας /〉 ἵπποισι〈ν〉 καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν / ἂψ ἀπονοστήσειν“ (Μ 113—5). T | |
13388a | ex. | λαιμὸν ὑπ’ ἀνθερεῶνα: εἰς τὸν ὑπ’ ἀνθερεῶνα λαιμόν. b(BCE3)T | |
13388b | ex. | διαπρὸ 〈δὲ χαλκὸν ἔλασσεν〉: τινὲς περισσεύειν φασὶ τὴν πρό, ἵν’ ᾖ διήλασεν. ἢ ἐς τὸ πρόσθεν διήλασεν. b(BCE3)T | |
13.389 | ex. | ἀχερωΐς: ἡ λεύκη· ταύτην γὰρ ἀνήγαγεν Ἡρακλῆς ἐξ Ἀχέροντος. b(BCE3)T οἱ δὲ τὴν αἴγειρον, καὶ „ἀχελωΐσ“ γρά‐ φουσιν, ἐπεί φησιν „αἰγείρων ὑδατοτρεφέων“ (ρ 208). ὅτι δὲ μέγας ἦν, ἀλλαχοῦ φησι „μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο“ | |
5 | (Μ 136). T | ||
D | {ἢ} ἀχερωΐς: ἡ λεύκη, παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος— ἐπὶ †τῇ Κερβέρου τῇ νίκῃ. A | ||
13390a1 | D | ex. | βλωθρή: εὐα〈υ〉ξῆ. T | τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· οἱ δὲ ὑψηλήν, κατὰ Βοιωτούς, ἢ φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ τραχεῖαν, κατὰ Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρρηνούς, ἢ σκληράν, κατὰ Καρυστίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι | |
5 | „δρυσὶν ὑψικόμοισιν“ (ι 186), „ἰτέαι ὠλεσίκαρποι“ (κ 510), AT „†ἐλαίης τανυήκεος ὄζο醓, T „αἰγείρων ὑδατοτρεφέων“ (ρ 208), „τανύφλοιόν τε κράνειαν“ (Π 767). AT | ||
13390a2 | ex. | κατὰ μὲν Ἀρκάδας ἁπαλή, κατὰ δὲ Βοιωτοὺς ὑψηλή, κατὰ δὲ Μάγνητας φλοιοβαρής, κατὰ δὲ Δρύοπας τραχεῖα, κατὰ δὲ Τυρρηνοὺς ηὐξημένη, b(BCE3E4) κατὰ Καρυστίους δὲ σκληρά. b(BE3E4) ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, | |
5 | „δρυσὶν ὑψικόμοισιν“, „†ἰτέαις ὀλεσικάρποισ“, „ἐλαίης τανυήκεος†“, „αἰγείρων ὑδατοτρεφέων“, „τανύφλοιόν τε κράνειαν“. b(BCE3E4) | ||
13390b | Hrd. | {τήντ’} οὔρεσι τέκτονες {ἄνδρες}: δύο δεῖ ποιεῖν, οὔρε‐ σιν, εἶτα τέκτονες, οὐχ ὑφ’ ἕν, ὥς τινες· τί γὰρ πλέον σημαίνεται ἐκ τῆς συνθέσεως; A | |
13390c | ex. (Hrd.) | οὔρεσι τέκτονες: Νικίας (fr. 17 B.) ὑφ’ ἓν „οὐρεσιτέ‐ κτονεσ“, κακῶς· ἔδει γὰρ καὶ τὸ „οὔρεσι βουκόλοι“ (Ν 571) συνά‐ πτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατασκευάζοντες. δύο οὖν μέρη λόγου ἐστί, καὶ λείπει τὸ οὖσαν, b(BCE3)T ‘οὔρεσιν οὖσαν‘, ὡς τὸ | |
5 | „ἥν τ’ ἐν ὄρεσ〈σ〉ι / χαλκίδα κικλήσκουσι θεοί“ (Ξ 290—1). T | ||
13391a1 | Hrd. | νεήκεσι: ὡς εὐμήκεσιν ἀνεγνώσθη. οὕτως δὲ καὶ Ἀλεξίων | |
(fr. 54 B.). ὁ δὲ Ἀσκαλωνίτης (p. 52 B.) ὡς εὐγενέσιν, ὅπερ καὶ ἐ‐ χρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ σύνθεσις. τὰ δὲ παρὰ τὰ εἰς η λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι | |||
5 | θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην, εὐτυχοῦς εὐτυχὲς εὐτυχεῖς, εὐρυπυλοῦς „εὐρυπυλὲσ“ (Ψ 74. λ 571) εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρο‐ μὴν τοῦ εὐμήκης, μεγακήτης. A | ||
13391a2 | ὡς εὐμήκεσιν. ἐχρῆν δὲ ὡς εὐγενέσιν. Til | ||
13391a3 | Hrd. | ex.(?) | ὡς εὐμήκεσι. | δηλοῖ δὲ τὸ νεακονήτοις. b(BCE3) | |
13.392 | ex. | 〈πρόσθ’ ἵππων καὶ δίφρου:〉 διὰ τούτων τὴν περὶ τὸ ἅρμα ματαίαν αὐτοῦ σπουδὴν ἐμφανίζει. b(BCE3E4)Til | |
13.393 | ex. | βεβρυχώς, 〈κόνιος δεδραγμένος αἱματοέσσησ〉: ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ θυμῷ τὴν ψυχὴν ἀφιέν‐ τος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς δὲ ἓν ἐξ ἀμφοῖν· ἐν τῷ βρυχᾶν γάρ, φασί, τοῖς ὀδοῦσι ἐδράττετο τῆς γῆς. τὸ δὲ αἱματοέσσης μερι‐ | |
5 | κῶς ἀκουστέον, οἷον τῆς δι’ αὐτοῦ αἱματοέσσης· καὶ γὰρ ἔμφασις δε‐ δράχθαι αὐτὸν κόνεως πεφυρμένης ὑπ’ αὐτοῦ. b(BE3E4)T | ||
D | βεβρυχώς: βρυχώμενος, σπώμενος—εἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν. A | ||
13.394 | ex. | 〈ἐκ δέ οἱ ἡνίοχοσ〉 πλήγη φρένας: ἐξεπλάγη δὲ τὰς φρένας ὁ ἡνίοχος αὐτοῦ ὡς ἐπί τινι παραδόξῳ· εἰκὸς γὰρ καὶ τὸν | |
Ἀσίου ἡνίοχον ἀλαζόνα τινὰ καὶ ἀνόητον εἶναι, ἀκαταμάχητόν τινα τὸν δεσπότην οἰόμενον, εἶτα ἐπὶ τῷ παραδόξῳ πτώματι ἐκπεπληγ‐ | |||
5 | μένον. b(BCE3E4)T | ||
13395-6 | ex. | ex. | 〈οὐδ’ ὅ γ’ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρασ〉 ἀλύξας 〈/ ἂψ ἵππους στρέψαι: ἀλύξας (395)〉 στρέψας, στρέψαι (396) ἀλύξαι. T | πιθανὸν δὲ τὸ πλάσμα εἰς τὸ ἁλῶναι καὶ τοὺς ἵππους· ἐπεὶ γὰρ φθάνει συστήσας αὐτούς, οὐκ ἦν πιθανὸν ἐκ τοῦ εὐχεροῦς ἁλίσκε‐ | |
5 | σθαι ὑπὸ τῶν πολεμίων. διὰ τὴν ἔκπληξιν οὖν τοῦ ἡνιόχου πιθανῶς τὸ τοιοῦτο πράττεται. b(BCE3E4)T | ||
13399a1 | Did. | 〈αὐτὰρ ὅ γ’ ἀσθμαίνων:〉 Ἀρίσταρχος χωρὶς τοῦ γ, „αὐτὰρ ὁ ἀσθμαίνων“. Aim | |
13399a2 | χωρὶς τοῦ †ε. Til | ||
13399b | ex. | εὐεργέος: νῦν μάλιστα ἁρμόδιον τὸ ἐπίθετον ἐπὶ τοῦ Ἀσίου δίφρου· αὐτός τε γὰρ μέγας καὶ οἱ ἵπποι καλοὶ καὶ ὁ δίφρος εὐεργής. T | |
13.401 | ex. | 〈ἐξέλασεν:〉 ἐξελαθῆναι ἐποίησεν. Til | |
13.402 | ex. | 〈μάλα σχεδόν:〉 καὶ μάλα σχεδὸν ἐλθὼν ἀποτυγχά‐ νει. Til | |
13403a1 | Ariston. | 〈Ἀσίου ἀχνύμενος:〉 ὅτι παρεῖται ἡ πρόθεσις, περὶ Ἀσίου. Aim | |
13403a2 | {ἀσίου ἀχνύμενος:} λείπει ἡ περί, ὡς τὸ „θυμὸν ἑταίρου χώεται αἰνῶσ“ (Υ 29). T | ||
13407a | ex. | 〈δινωτήν:〉 περιφερῆ· b(BCE3)Til δῖνος γὰρ ὁ τόρ‐ | |
νος. b(BCE3E4)Til | |||
13407b1 | Did. | 〈κανόνεσσι:〉 ἐκ πλήρους αἱ Ἀριστάρχου „κανόνεσσι“. Aim | |
13407b2 | {κανόνες’:} ἐκ πλήρους δεῖ γράφειν τὸ κανόνεσιν. T | ||
13407c | ex. | δύω κανόνε〈σ〉ς’ 〈ἀραρυῖαν〉: οὐ γὰρ †αὐτῷ ἔνδον ἔχρῃζον† πρὸς ἀσφάλειαν. ἡ δὲ τοῦ Σαρπηδόνος αὐτοὺς ἔξωθεν εἶχεν. ἢ ἀντὶ πορπάκων αὐτοὺς εἶχον, ὡς Αὐτόχθων. T | |
13408a | Ariston. | {τῆι ὑπο} πᾶς {ἑαλλη}: ὅτι τὸ πᾶς ἀντὶ τοῦ ὅλος. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „πᾶσαι δ’ ὠΐγνυντο πύλαι“ (Θ 58) ἀντὶ τοῦ ὅλαι. A | |
13408b1 | ex. | ἐάλη: συνειλήθη. ἄλλος δέ τις „πρόσσω 〈...〉 κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρόν / οὔδει ἐνισκίμφθη“ (Π 611—2). ὁ δὲ Ἕκτωρ „ἀλεύατο“ (Χ 274)· „ἕζετο γὰρ προϊδών“ (Χ 275). „ὁ δ’ ὕπαιθα λιάσθη / Πουλυδάμασ“ (Ο 520—1). τοσαύτη ἐστὶ τῷ ποιη‐ | |
5 | τῇ εὐπορία. T | ||
13408b2 | συνειλήθη καὶ συνεκρύβη. ὁ δὲ Ἕκτωρ „ἀλεύατο“. ὁ δὲ Πολυδάμας „λιάσθη“ (Ο 520)· τοσαύτη γάρ ἐστι τῷ ποιητῇ εὐπο‐ ρία. b(BCE3E4) | ||
13409-10 | ex. | καρφαλέον 〈δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν / | |
ἔγχεοσ〉: ἐναργεστάτη ἡ ὀνομασία· τοῦ γὰρ δόρατος πληγὴν μὲν οὐ ποιήσαντος, διαδραμόντος δέ, ἄκρως τὸν ψόφον τῆς ἀσπίδος ἐμι‐ μήσατο. διὰ δὲ τοῦ ἄϋσεν (409) ἐλαφρὸν μὲν ἦχον, ἐπὶ πολὺ δὲ πα‐ | |||
5 | ρατεινόμενον ἔφρασε, τοῦ δόρατος καὶ τὴν ἴτυν παρατρίψαντος. b(BCE3E4)T | ||
13.411 | ex. | ἀλλ’ ἔβαλ’ 〈Ἱππασίδην〉: προσυνίστησι τὸν Δηΐφο‐ βον, ἐπεὶ διάδοχος Ἕκτορος ἔσται. ἀλλ’ ὅρα πάλιν τὴν τέχνην· ἀποτυχίᾳ γὰρ τοῦ Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπι‐ τυχών, b(BCE3E4)T ὡς καὶ τὸν Ἀμφίμαχον ἄλλο τι πράσσοντα | |
5 | ἀναιρεῖ (cf. Ν 185—6). T | ||
13.412 | ex. | ἧπαρ 〈ὑπὸ πραπίδων〉: ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν. φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃς καλεῖται διάφραγμα, b(BCE3E4)T „ὑφ’ ἧπαρ καὶ φρένας πεπληγμένη〈ν〉“ (Soph. Trach. 931). T | |
13.413 | ex. | ἔκπαγλον: ὑβριστικῶς· b(BCE3E4)T „ἔκπαγλον καὶ ἀεικέσ“ (ρ 216). T ἐλέγχει δὲ ὁ ποιητὴς τὸ ἄκαιρον· οὐδὲν γὰρ μέγα διαπραξάμενος οὐδὲ ἐπιτυχὼν τοῦ προκειμένου οὐδέ τινα τῶν ἐπισήμων ἀνελὼν κομπάζει. σαρκασμὸς δὲ ταῦτα διὰ Ἰδομενέα. | |
5 | b(BCE3E4)T | ||
13415a | ex.(?) | 〈εἰς Ἄϊδος:〉 Ἀττικῶς. Til | |
13415b | Did. | 〈ἰόντα:〉 οὕτως ἰόντα διὰ τοῦ ι αἱ Ἀριστάρχου. Aint | |
13415c | Ariston. | {εἰς ἀΐδος περ ἰόντα} πυλάρταο 〈κρατεροῖο〉: ὅτι τοῦ ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος, ὅ ἐστιν ἁρμόζοντος· ἀμφότερα γὰρ | |
πρὸς ἓν ληπτέον. A | |||
13417-8 | ex. | Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο, / Ἀντι‐ λόχῳ 〈δὲ μάλιστα〉: ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς· διὸ καὶ Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατελάμβανεν Ἕκτορα. b(BCE3E4)T | |
13419-20 | ex. | 〈ἀλλ’ οὐδ’ ... ἑοῦ ἀμέλησεν〉 ἑταίρου, 〈ἀλλὰ —σάκος ἀμφεκάλυψε〉: τὴν αἰτίαν ἐπιφέρει· καὶ γὰρ ἦν αὐτοῦ ἑταῖρος. ἐκάλυψε δὲ αὐτὸν τῇ ἀσπίδι, T ἵνα μὴ σκυλευθῇ ὑπὸ τῶν πολεμίων. b(BCE3)T | |
13.420 | Ariston. | ἀλλὰ θέων περίβη: πρὸς τὴν ἐξήγησιν τοῦ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37) ἀντὶ τοῦ ὑπερμαχεῖς, κατὰ μεταφορὰν τῶν τετραπόδων. A | |
13423a1 | Did. | 〈στενάχοντε:〉 οὕτως διὰ τοῦ ε αἱ Ἀριστάρχου στενά‐ χοντε, οὐ διὰ τοῦ α ἐπὶ τοῦ νεκροῦ (γελοῖον γάρ), ἀλλ’ ἐπὶ τῶν βασταζόντων. Aint | |
13423b1 | Ariston. | στενάχοντε: ὅτι Ζηνόδοτος γράφει „στενάχοντα“, ἑνικῶς. A | |
13423a2/b2 | Did. + Ariston. | {βαρέα} στενάχοντε: ἐπὶ τῶν φερόντων. Ζηνόδοτος δὲ γελοίως „στενάχοντα“ ἐπὶ τοῦ νεκροῦ. b(BCE3)T | |
13.424 | ex. | Ἰδομενεὺς 〈δ’ οὐ λῆγε μένος μέγα, ἵετο δ’ αἰεί: τὸ | |
Ἰδομενεύσ〉 τινὲς περισπῶσιν. οἱ δὲ μένος ἀντὶ τοῦ μένους, ὡς „μέθυ χίλια μέτρα“ (Η 471). οἱ δὲ μέγα ἵετο μεγάλως ἐπεθύμει. ἄμει‐ νον δὲ εὐθεῖαν εἶναι, ὡς τὸ „οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένοσ“ | |||
5 | (Φ 305). T | ||
13.425 | ex. | νυκτὶ καλύψαι: περιφραστικῶς ἀποκτεῖναι. b(BCE3E4)T | |
13426a | Ariston. | {ἢ αὐτὸς} δουπῆσαι: ὅτι ἐκ παρεπομένου τὸ ἀπολέσθαι· οἱ γὰρ ἐν πολέμῳ πίπτοντες ψόφον ἀποτελοῦσι τοῖς ὅπλοις. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς Γλωσσογράφους· οὗτοι γὰρ 〈ἓν〉 ἀνθ’ ἑνὸς ἐδέξαντο „δεδουπότοσ“ (Ψ 679) ἀντὶ τοῦ τεθνηκότος. A | |
13426b | ex. | ex. (Ariston.?) | 〈δουπῆσαι〉 ἀμύνων λοιγὸν Ἀχαιοῖς: Ἑλληνικὸν τὸ φρόνημα τὸ ὑπὲρ φίλων ἑτοίμως ἔχειν πεσεῖν. | δουπῆσαι δὲ τὸ ἐν πολέμῳ πεσεῖν· ὅταν δὲ εἴπῃ „δεδουπότος Οἰδιπόδαο“ (Ψ 679), ὡς κατακρημνίσαντος ἑαυτὸν ἐπὶ ταῖς συμφοραῖς. b(BCE3E4)T | |
13427-34 | Nic. | ἔνθ’ Αἰσυήταο διοτρεφέος φίλον υἱόν 〈/ — / τὸν τόθ’ ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε〉: τὸ ἑξῆς ἔνθ’ Αἰσυήταο υἱὸν ἥρωα Ἀλκάθοον (cf. 427—8) ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε (434). τὰ δὲ λοιπὰ διὰ μέσου. ἐπεὶ δὲ πολὺ | |
5 | διέστη τὸ ἑξῆς, εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν 〈ταῖσ〉 αὐταῖς φωναῖς· τὸ μὲν γὰρ τότε (cf. 434) ἀντὶ τοῦ ἄνω (sc. 427) κειμένου ἔνθα παρείληπται, ἡ δὲ τόν (434) ἀντωνυμία κατ’ ἐπιφορὰν ἐπὶ τοῦ Ἀλκάθου κεῖται. οὕτως οὖν διορθωτέον ὡς διὰ μέ‐ σου. A | ||
13428a | Did. (?) | ἥρω’ Ἀλκάθοον: „ἥρων 〈Ἀλκάθοον〉“ τινὲς Ἀττικῶς· | |
„ἀλλ’ εἰς ἥρων τι παρήμαρτον“ Ἀριστοφάνης (fr. 692 K. = 712 K.—A.). T | |||
13428b | ex. | 〈ἥρω’ Ἀλκάθοον,〉 γαμβρὸς δ’ ἦν: ὑπὲρ ποικιλίας ἐξήλλαξε τὴν ἀπαγγελίαν, οὐκ ἐπιμείνας ἐπὶ τῆς αἰτιατικῆς. b(BCE3)T | |
13429a | ex. (Ariston.?) | 〈πρεσβυτάτην δ’ ὤπυιε θυγατρῶν:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til | |
13429b | ex. | Ἱπποδάμειαν: ἐξ Ἐριώπιδος· αὕτη γὰρ γυνὴ Ἀγχί‐ σου. T | |
13430-3 | ex. | τὴν περὶ κῆρι φίλησεν〈— / γῆμεν ἀνὴρ ὤριστοσ〉: καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκαθόου, ὅτι δι’ ἀρετὴν τῆς ἀρίστης ἔτυχε γυναικός. ἔχει δέ τι παιδευτικὸν ὁ λόγος ὅτι καὶ τοῖς γονεῦσι πρὸς τοὺς παῖδας εὔνοια πλείων γίνεται δι’ ἀρετήν, οὐ διὰ | |
5 | τὴν φύσιν. b(BCE3E4)T | ||
13.430 | ex. | περὶ κῆρι: ὑπὲρ τὸ τῆς φύσεως μέτρον. b(BCE3E4)T | |
13.432 | ex. | 〈κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσίν:〉 ὡς „οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἂρ φρένας 〈οὔτε τι ἔργα〉“ (Α 115). Til | |
13432-3 | ex. | τοὔνεκα 〈καί〉 μιν / γῆμεν ἀνὴρ ὤριστος: ποιεῖ τὰς γυναῖκας σπεύδειν πρὸς κοσμιότητα. T | |
13.433 | Did. (?) | ὤριστος: τινὲς ἄλλους ὑποτάσσουσι· „πρὶν Ἀντηνορίδας τραφέμεν καὶ Πανθόου υἷας / Πριαμίδας θ’, οἳ Τρωσὶ μετέπρεπον ἱπ‐ | |
ποδάμοισιν, / ἕως ἔθ’ ἥβην εἶχεν, ὄφελλε δὲ κούριον ἄνθοσ“ (= Ν 433a—c). T | |||
13434a1 | ex. | ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσεν: τοῦ πιθα‐ νοῦ ταῦτα ἐχέτωσαν, μὴ ἀπίθανος φαίνοιτο ὁ Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν. T | |
13434a2 | διὰ τὸ πιθανὸν καὶ ταῦτα πρόσκειται, μή πως ἀπιστοῖ‐ το Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν. b(BCE3E4) | ||
13435a | ex. | θέλξας 〈ὄσσε φαεινώ〉: μεταβαλὼν τῆς ὀξυωπίας· καὶ ἕστηκεν ἀκίνητος οὐχ ὁρῶν, τρόπον τινὰ τῆς ψυχῆς νεκρῷ ἐνοικούσης τῷ σώματι, b(BCE3E4)T καὶ „οὐδέ με θέλξεν“ (κ 318) καὶ „ὡς οὔ τι πιὼν τάδε φάρμακ’ ἐθέλχθησ“ (κ 326), T οἷον ἀπὸ τῆς | |
5 | †πρώτης† εὐτονίας μετεβλήθης. b(BCE3E4)T | ||
13435b | ex. | 〈ὄσσε φαεινώ:〉 οὐδετέρως· καὶ ἀλλαχοῦ „τὼ δέ οἱ ὄσσε / πὰρ ποσὶν αἱματόεντα“ (Ν 616—7). Til | |
13.437 | ex. | 〈στήλην:〉 παρὰ τὴν στάσιν καὶ τὸ λίαν ἡ στήλη ὠνό‐ μασται. b(BCE3E4)Til | |
13.438 | ex. | στῆθος μέσον: ἐδίδαξε, ποῦ κεῖται ἡ καρδία (cf. Ν 442), b(BCE3E4)T ὡς καὶ Εὐδήμῳ δοκεῖ. b(BCE3)T | |
13439a | Ariston. | 〈ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα:〉 ὅτι σαφῶς τὸν θώρακα χιτῶνα χαλκοῦν (cf. Ν 439—40). Aim | |
13439b | ex. | 〈ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα:〉 περιέρρηξε δὲ αὐτοῦ τὸν | |
χιτῶνα. b(BCE3)Til | |||
13441a | Hrd. | ex. | αὖον ἄϋσεν: τὸ αὗον δασυντέον. AT σημαίνει δὲ τὸ ξηρόν. | θέλει δὲ σημᾶναι τὸν ὥσπερ ἤδη νεκρούμενον. A | |
13441b | ex. | αὖον 〈ἄϋσεν ἐρεικόμενοσ〉: ἀντὶ τοῦ ὀξύ· καὶ ἔστιν ἀκοῦσαι σχιζομένου θώρακος ψόφον. ἐρεικόμενος δὲ ῥησσόμενος· b(BCE3E4)T ὅθεν ἐρειγμὸς καὶ ἐρεικτόν· „ἧψε κατερεικτῶν χύτρασ“ (Ar. ran. 505). T | |
13443a | ex. | οὐρίαχον 〈πελέμιζεν〉: τὴν ἐπιδορατίδα. b(BCE3E4)T †οἵ τιν’ οἱ† τὴν οὐράν. T ἔδειξε δὲ ὁρμῶντα προσωτέρω τὸν σίδηρον καὶ ἀνακρουόμενον τῷ παλμῷ τῆς καρδίας, καὶ δηλοῖ ὡς μετὰ θάνατον τοῦ παντὸς σώματος ἔτι ζῇ ἡ καρδία. b(BCE3E4)T | |
5 | D | οὐρίαχον: τὸν σαυρωτῆρα—καὶ †στρόφιγγά† φα‐ σιν. A | |
13443b | Did. | πελέμιζεν: οὕτως διὰ τοῦ ζ Ἀρίσταρχος καὶ Ἀριστο‐ φάνης. ἄλλοι δὲ „πελέμιξεν“ διὰ τοῦ ξ. A | |
13444a | ex. | ἀφίει μένος 〈ὄβριμος Ἄρησ〉: τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ὁ σίδηρος ἵστη, μὴ συγχωρούμενος ὑπὸ τῆς καρδίας. οἱ δέ, τὴν | |
ψυχὴν ἀφιέναι τὸ μένος ἐποίει. b(BCE3E4)T | |||
13444b | ex. | 〈ἀφίει μένος ὄβριμος Ἄρησ〉: ἀντὶ τοῦ ὥρμα ὁ σίδη‐ ρος πρόσω χωρῆσαι 〈***〉. Aim | |
13446-7 | ex. | 〈ἦ〉 ἄρα δή τι {ς’} ἐΐσκομεν 〈ἄξιον εἶναι / τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω〉: ὄντως ἄρα δή τι νομίζομεν ἄξιον εἶναι τὸ τοὺς τρεῖς τούτους ἀνθ’ ἑνὸς ἀνῃρῆσθαι, ἐφ’ ᾧ σὺ μάτην ἐφιλοτιμήσω. ἢ οὕτως· ἆρα ἴσον ὀφείλομεν στοχάζε‐ | |
5 | σθαι τὸ τρεῖς ἀνθ’ ἑνὸς πεφονεῦσθαι ἢ δῆλον ὅτι πολλῷ μεῖζον καὶ τριπλάσιον; b(BCE3E4)T | ||
D | ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι / τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι: ἆρα ἀξίως καὶ δεόντως—πεφονευκότες; A | ||
13446a1 | Did. | 〈δή τι ἐΐσκομεν:〉 οὕτως Ἀρίσταρχος δή τι ἐΐσκο‐ μεν, χωρὶς τοῦ ς. Aim | |
13446a2 | Did. | Ζηνόδοτος δὲ „δή τι 〈ἐΐσκομεν〉“ χωρὶς τοῦ ς γράφει. T | |
13.447 | 〈οὕτως:〉 οὕτως διὰ τοῦ ο Ἀρίσταρχος. Ζηνόδοτος διὰ τοῦ α. Aint | ||
13.448 | Did. (?) | 〈ἐναντίον:〉 γράφεται καὶ „ἐναντίοσ“. Aim | |
13449a1 | Did. | {ὄφρα} ἴδῃς: οὕτω Ζηνόδοτος. Ἀρίσταρχος δὲ „ἴδῃ“ διὰ τοῦ ι. T | |
13449a2 | Ἀρίσταρχος χωρὶς τοῦ ς „ἴδῃ“. Aim | ||
13449b | ex.(?) | 〈γόνος:〉 ἀπόγονος. Til | |
13450-2 | ex. | ὃς πρῶτον Μίνωα τέκε〈—ἄνακτα〉: πρὸς κατάπληξιν τοῦ πολεμίου λεγόμενον καὶ ἡμᾶς εὐκαίρως ἐδίδαξεν. T | |
13450a1 | Hrd. | Κρήτῃ ἐπίουρον: τοῦτο τριχῶς ἀνεγνώσθη. Ζηνόδο‐ τος (fr. 4, p. 191 P.) γὰρ ὡς ἐπίκουρον, ἐκδεχόμενος βασιλέα καὶ φύ‐ λακα. καὶ Ἀρίσταρχος δὲ οὕτως, ἐκδεχόμενος τὸν φύλακα. μέμνηται δὲ καὶ ὁ Δίδυμος (p. 115 Schm.) τῆς ἀποδόσεως καὶ Τρύφων (fr. | |
5 | 100 V.). ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων ὅτι ὁ ἐπίουρος, ὡς „ἐπίσκο‐ ποσ“ (Κ 342 al.), οὐ πάντως ἔχει ἐγκείμενον τὸν „οὖρον“ (ο 89) τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν ἐπένθεσιν τοῦ υ; καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. εἰσὶ δὲ οἳ | ||
10 | ἀνέστρεψαν τὴν πρόθεσιν „Κρήτῃ ἔπι“. ὁ δὲ Ἀσκαλωνίτης (p. 53 B.) παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προ〈σ〉‐ θέσεως, ὁμοίως τῷ „βοῶν ἐπιβουκόλος ἀνήρ“ (γ 422). A | ||
13450a2 | ἐπίουρον: οἱ μὲν ὡς „ἐπίσκοπον“ (Κ 38), οἱ δὲ ἀναστρέ‐ φουσι τὴν ἐπί, οἱ δὲ παρέλκειν αὐτὴν οἴονται. ἄμεινον δὲ τὸ πρῶτον. b(BCE3)T οἱ δὲ ὅτι περισσὴ ἡ ἐπί, ὡς „ἐπιβουκόλος ἀνήρ“. T | ||
13.451 | ex. | 〈Δευκαλίωνα:〉 ἐκ Πασιφάης. Til | |
13452a | Hrd. | ex. | | Δευκαλίων δ’ ἐμὲ τίκτε: ὀρθοτονητέον τὴν ἀντωνυ‐ μίαν· ἔστι γὰρ ἀντιδιασταλτική. A b (BCE3)T | τίκτειν δὲ τὸ κτίζειν. b(BCE3)T | οἱ δὲ „ἔμ’ ἔτικτε“. T | |
13452b | ex. | πολέσς’ ἄνδρεσσιν: εἶπε γὰρ „ἐν δ’ ἄνθρωποι / πολ‐ λοὶ ἀπειρέσιοι“ (τ 173—4). T | |
13.453 | ex. | 〈εὐρείῃ:〉 μεγάλῃ· „τοῦ μέν τε κλέος εὐρύ“ (τ 333) καὶ „εὐρύοπα Ζῆν’“ (Θ 206) καὶ „εὐρυσθενέσ“ (Η 455 al.). b(BCE3E4) | |
13456a | Did. | 〈ἤ τινα:〉 Ἀρίσταρχος ἤ τινα. ἄλλοι δὲ „εἴ τινα“. Aim | |
13456b | Ariston. | {ἤ τινά που τρώων} ἑταρίσσαιτο {μεγαθύμων}: ὅτι ἀντὶ τοῦ συνεργὸν λάβοι. πρὸς τὸ „ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον“ (λ 7). A | |
13456c | ex. | 〈ἑταρίσσαιτο:〉 συνεργὸν καλέσαιτο. b(BCE3)Til | |
13458a1 | ex. | δοάσσατο: τοῦ δοκῶ παράγωγον· δοκάσατο καὶ ἀπο‐ βολῇ τοῦ κ δοάσατο, T ὡς „ῥαδαλὸν TTil δονακῆα“ (Σ 576) ἀντὶ τοῦ κραδαλόν, εὐκράδαντον. T | |
13458a2 | τοῦ δοκῷ παράγωγόν ἐστι, b(BCE3) δοκῶ δοκήσω δοκάσσω ἐδοκάσσατο δοκάσσατο καὶ ἀποβολῇ τοῦ κ δοάσσατο. b(BCE3E4) | ||
13.459 | D | βῆναι ἐπ’ Αἰνείαν: Τροίας ἁλούσης Αἰνείας—μετ‐ | |
ῴκησεν εἰς Ἰταλίαν καὶ κτίζει πόλιν Ῥώμην. A | |||
13.460 | ex. | ἐπεμήνιε: ἐμέμφετο. b(BCE3E4)T „ὁ ξεῖνος δ’ εἴπερ μάλα μηνίει, ἄλγιον αὐτῷ“ (ρ 14)· „ἀλλ’ ἀπομηνίσει“ (π 378). T | |
13461a1 | Nic. | οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν 〈οὔ τι τίεσκεν〉: τὸ μετ’ ἀνδράσιν δύναται ἑκατέρωσε συντάττεσθαι· ἀδιάφορον γάρ. A | |
13461a2 | ἢ ‘ἐόντα μετ’ ἀνδράσιν‘ ἢ ‘μετ’ ἀνδράσι τίεσκεν‘. Til | ||
13461b1 | ex. | οὔτι τίεσκεν: ἢ ὡς τῆς Ῥέας μηνισάσης Ἀλεξάνδρῳ. ἢ ὡς τιμωμένου ὑπὸ τῶν Τρώων· φησὶ γὰρ „Αἰνείας, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ“ (Λ 58). οἱ δέ, ὅτι πολίτῃ τὴν ἀδελφὴν δέδωκεν Ἀλ‐ κάθῳ (cf. Ν 429)· καὶ γὰρ ἐγνωκὼς τὸν χρησμὸν (cf. Υ 307—8) οὐκ ἂν | |
5 | Αἰνείας ὑπερήσπισεν Ἕκτορος (cf. Υ 158—340), οὐ Κύπρις Ἀνδρο‐ μάχῃ παρέσχε τὴν ἄμπυκα (cf. Χ 470—2), οὐ τὸ σῶμα ἐφύλασσεν Ἕκτορος (cf. Ψ 185—7). T | ||
13461b2 | ὡς τιμώμενον αὐτὸν ὑπὸ τῶν Τρώων καὶ παραβλάπτοντα τὴν βασιλικὴν τιμὴν οὐκ ἐτίμα, δεδιὼς τὴν ἐπιβουλήν. b(BCE3E4) | ||
13464a | ex. | γαμβρῷ: ἀδελφῆς ἀνδρί. „οἶος, σὺν γαμβροῖσι κασιγνή‐ τοισί τε σοῖσι“ (Ε 474). b(BCE3E4)T | |
13464b | ex. | {εἴπερ τίς σε} κῆδος: κηδεία τοῦ νεκροῦ. T | |
13465a | Ariston. | 〈ἐπαμύνομεν:〉 ὅτι ἀντὶ τοῦ ἐπαμύνωμεν. Aint | |
13465b | Did. | 〈ἐπαμύνομεν:〉 οὕτως σχεδὸν ἅπασαι, ἐπαμύνομεν. Aim | |
13465c | Did. | ex. | τὸ δὲ ἐπαμύνομεν τινὲς „ἐπαμυνέμεν“. T | ὑγιέστερον δὲ τὸ καὶ ἑαυτὸν συναριθμεῖν τῇ ἐπικουρίᾳ πρὸς τὴν ἐκείνου αἰδῶ. b (BCE3E4)T | |
13.466 | ex. | 〈τυτθόν:〉 ἡ λέξις Θετταλῶν. Til | |
13.468 | ex. | 〈θυμὸν ἐνὶ〉 στήθεσσιν ὄρινε: τῶν γὰρ παλμῶν αἰτία ἡ θέρμη τοῦ περὶ καρδίαν αἵματος. b(BCE3E4)T | |
13.469 | ex. | βῆ δὲ μετ’ Ἰδομενῆα μέγα π〈τ〉ολέμοιο μεμηλώς: ἡ τοῦ φίλου συμφορὰ ἀμαυροῖ τὴν ἐπὶ τῷ ἐχθρῷ μῆνιν. b(BCE3E4)T | |
13470a | Ariston. | 〈φόβος:〉 ὅτι σαφῶς φόβος ἀντὶ τοῦ φυγή. Aint | |
13470b | ex. | φόβος: καὶ πῶς αὐτός φησι „δείδια δ’ αἰνῶς/ Αἰνείαν ἐπιόντα“ (Ν 481—2); ἢ φόβον τὴν φυγήν φησιν· b(BCE3E4)T ἐπάγει γοῦν „ἀλλ’ ἔμεν’ ὡς ὅτε τις σῦσ“ (Ν 471). T | |
13470c1 | ex. | ex.(?) | ex. | τηλύγετον {ὥς}: ἤτοι μεμονωμένον ἢ γέροντα τὸν τη‐ λοῦ τῆς ἡλικίας ἐλθόντα. | ἢ T ὁ τέλος τῆς γενέσεως ἔχων, μεθ’ ὃν ἄλλος οὐκ ἐτέχθη τῷ πατρί, b(BCE3E4)T ὡς Ὀρέστης καὶ Ἑρμιόνη. T οἱ τοιοῦτοι δὲ ὡς ἐπίπαν δειλοί, ὑγρᾷ ἀνατρεφόμενοι | |
5 | διαίτῃ. b(BCE3E4)T | οἱ δὲ ἀγαπητὸν διὰ τὸ τοῖς φίλοις ἀρήγειν. T | ||
13470c2 | ex.(?) | {τηλύγετον ὥς:} τηλύγετος ὁ τηλοῦ τῆς ἡλικίας γεγο‐ νὼς τοῖς γονεῦσι, μεθ’ ὃν οὐκ ἄν τις γένοιτο. οἱ τοιοῦτοι δὲ ἄνανδροι ὡς ἐπίπαν γίνονται διὰ τὸ πλείονος τρυφῆς ἀξιοῦσθαι ὑπὸ τῶν γο‐ νέων. A | |
13471a | Ariston. | ἔμενεν: ὅτι ἀντιδιέσταλται τῷ φόβῳ (cf. Ν 470) τὸ ἔμενε, ἐξ οὗ σαφὲς ὅτι ὁ φόβος τὴν φυγὴν σημαίνει. A | |
13471b | ex. | 〈ὡς ὅτε τις σῦς οὔρεσιν〉 ἀλκὶ πεποιθώς: ἀπὸ τῆς ἄλξ καὶ ἄλξω καὶ ἄλξις καὶ ἔπαλξις. b(BCE3E4)T ὡς μεσαιπό‐ λιος δὲ καὶ δυσκίνητος οὐκ εἰκάζεται λέοντι, ἀλλὰ τῷ δευτερεύοντι καὶ λοχῶντι τοὺς ἐπιόντας. T | |
13.472 | ex. | κολοσυρτόν: ὁ μετὰ κολῳοῦ ἐπισυρμός. ἢ ὁ μέγας θόρυ‐ βος· κόλον γὰρ τὸ μέγα, καὶ κολόκυμα· καὶ ὁ μεγάλην ἁφὴν ἔχων κόλαφος καλεῖται. b(BCE3E4)T | |
13.473 | ex. | 〈χώρῳ ἐν οἰοπόλῳ:〉 ὁ γὰρ μονιὸς ἀλκιμώτερος. Til | |
D | οἰοπόλῳ: ἤτοι ἐν ᾧ ὄϊες—δηλοῖ τῷ ἐρήμῳ. A | ||
13474a | Ariston. | πυρὶ λάμπετον: ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ πυρὸς λάμπουσι. A | |
13474b | ex. | πυρὶ λάμπετον: ὡς πυρί, ἢ ὑπὸ πυρός· καὶ ἀλλαχοῦ δέ φησι „πῦρ δ’ ὀφθαλμοῖσι δεδ[ο]ρκώ[σ]“ (τ 446). T | |
13.475 | ex. | ἀλέξασθαι: ἀμύνα[σθαι]. ἐναργῶς δὲ τὰ συμβαίνοντα περὶ αὐτὸν συνεκτίθεται, ὡς μηδὲ χρείαν ἔχειν τοῦ ὀνόματος τούτου. T | |
13476-7 | Nic. | ὡς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ’ ὑπεχώ‐ ρει, 〈/ Αἰνείαν ἐπιόντα βοηθόον〉: διὰ μέσου τὸ οὐδ’ ὑπεχώ‐ | |
ρει (476). A | |||
13477a | Ariston. | 〈Αἰνείαν ἐπιόντα βοηθόον:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Αἰνείου ἐπιόντος 〈βοηθόου〉. A | |
13477b | ex. | βοηθόον: ἀντιφράζει αὐτὸ{ν} ἐν τῷ „πόδας ταχύν“ (Ν 482). τινὲς δὲ ὀξύνουσιν, ἵν’ ᾖ ὅμοιον τῷ „βοῇ θοόν“. οὐδέποτε δὲ Ὅμηρος οὕτως τὸν σύμμαχον καλεῖ. T | |
13477-9 | ex. | αὖε δ’ ἑταίρους 〈/ Ἀσκάλαφόν τ’ ἐσορῶν— καὶ Ἀντίλοχον〉: τὸ μὲν μεῖναι (cf. Ν 471. 476) γενναίου, τὸ δὲ κα‐ λεῖν τοὺς ἑταίρους ἀσφαλοῦς. b(BCE3E4)T καὶ τὸ ἐσορῶν (478) πραγματικῶς πρόσκειται ὑπὸ τοῦ ποιητοῦ, συμμαχίας δὲ | |
5 | βάσανος· T προδιδόντος γὰρ ἑαυτὸν τὸ τὴν παροῦσαν συμμαχίαν μὴ προσκαλεῖσθαι. οὐχ ὡς Δηΐφοβος οὖν (cf. Ν 457) καταλείπει τὴν τάξιν. b(BCE3E4)T | ||
13.480 | Did. (?) | 〈τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύ‐ δα:〉 ἐν πολλοῖς οὐ φέρεται. Til | |
13481a | ex. | καί μ’ οἴῳ: ἡ συναλιφὴ ὡς „ἥ μ’ οἴῳ ἔρροντι συνήντετο νόσφιν 〈ἑταίρων〉“ (δ 367). T | |
13481b | ex. (Vel ex. | | καί μ’ οἴῳ 〈ἀμύνετε· δείδια δ’ αἰνῶς: οἴῳ〉 ἀντὶ τοῦ μονωθέντι. b(BCE3E4)T ὁ δὲ δέ ἀντὶ τοῦ γάρ· b(BCE3)T Til δείδια γάρ. T | |
13484a | ex. | ἥβης ἄνθος: τινὲς εἴκοσι πέντε ἐτῶν· οἱ δὲ τετταράκοντα, ἐπεί φησιν Ἡσίοδος (opp. 441)· „τοῖς ἅμα τεσσαρακονταέτης αἰζηὸς | |
ἕποιτο“. τὴν δὲ ἥβην καὶ ἐπὶ κτηνῶν Ἡσίοδος, „ἥβης μέτρον ἔχοντε“ (opp. 438)· ὁ δὲ ποιητὴς ἐπὶ φυτοῦ „ἡμερὶς ἡβώωσα“ (ε 69). b | |||
5 | (BCE3E4)T | ||
13484b | ex. | ὉΤΕ κράτος ἐστὶ μέγιστον: ἐὰν μὲν ᾖ χρονικὸν τὸ ὅτε, ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς ἀκμάζει. ἐὰν δὲ ᾖ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέ‐ γιστον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας ὑπάρχειν. b(BCE3E4)T | |
13484c | ex. | ὅ τε κράτος ἐστὶ μέγιστον: εὐτολμία, εὐρωστία. b(BCE3E4)T τινὲς δέ, ὅτε (ἐν τῷ ἀνθεῖν δηλονότι) κράτος ἀνδρὶ μέγιστον. T | |
13485a1 | Did. | 〈εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα〉 τῷδ’ ἐπὶ θυμῷ: οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ π, ἐπὶ θυμῷ, καὶ πᾶσαι οὕτως εἶχον. καὶ ἐν Ὀδυσσείᾳ „εἰ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ’ ἐπὶ θυμῷ“ (π 99). Ζηνόδοτος δὲ „ὁμηλικίην“ σὺν τῷ ν ἔγραφεν. A | |
13485a2 | 〈ὁμηλικίῃ:〉 τινὲς καὶ χωρὶς τοῦ ι. Til | ||
13485a3 | 〈τῷδ’ ἐπὶ θυμῷ:〉 Ἀρίσταρχος τῷδ’ ἐπὶ θυμῷ. AimAint | ||
13485a4 | αἱ δὲ Ἀριστάρχου τῷδ’ ἐπὶ 〈θυμῷ〉. T | ||
13485b | ex. | τῷδ’ ἐπὶ θυμῷ: ἐφ’ ᾧ νῦν ἐγώ εἰμι. b(BCE3E4)T | |
13485c | ex. | 〈τῷδ’ ἐπὶ θυμῷ:〉 ἐπὶ τῇ παρούσῃ μοι προθέσει. Aint | |
13.486 | ex. | 〈ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην:〉 λείπει τὸ κατ’ ἐμοῦ b(BCE3)T καὶ κατ’ αὐτοῦ. b(BCE3) | |
13.489 | ex. | 〈Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι:〉 καίτοι | |
νέος ὢν οὐχ ὑπομένει τοῦτον. b(BCE3E4)T | |||
13490a1 | ex. | Δηΐφοβόν τε 〈Πάριν τ’ ἐσορῶν〉: ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηΐφοβον· κοινωνὸν γὰρ τῆς μάχης τὸν Αἰνείαν προσ‐ λαβὼν νῦν αὐτὸς ἀφεστηκὼς φαίνεται. T | |
13490a2 | ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηΐφοβον ἀποστάντα τῆς μάχης, ὅτι νῦν αὐτὸν Αἰνείας προσκαλεῖται. b(BCE3E4) | ||
13.492 | ex. | 〈ὡς εἴ τε μετὰ κτίλον〉 ἕσπετο μῆλα: ἁδινὰ γὰρ τὰ πρόβατα καὶ μάλιστα, ὅτε ἐπὶ ποτὸν πρόεισι. τινὲς δὲ κτίλον τὸν ποιμένα. T | |
13493a | Ariston. | πιόμεν’ ἐκ βοτάνης: ὅτι ἐκ βοτάνης ἐστὶ μετὰ τὴν βόσκησιν, ὡς λέγομεν ‘ἐξ ἀρίστου παρέσομαι‘ ἀντὶ τοῦ μετὰ τὸ ἄρι‐ στον. A | |
13493b | ex. | πιόμεν’ ἐκ βοτάνης: „κατήϊεν ἐκ νομοῦ ὕλης / πιόμε‐ νοσ“ (κ 159—60). T | |
13493c | ex. | γάνυται: χαίρει· μάλιστα γὰρ αὐτὰ πιαίνει ποτόν, δοκεῖ τε μᾶλλον ὑγιαίνειν τὰ ζῷα, ὅταν ὀρέγηται ποτοῦ· ὅθεν θέρους τοῖς ἑκατὸν μέδιμνον ἁλὸς οἱ ποιμένες βάλλουσι διὰ πέντε ἡμερῶν. πῶς δὲ τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ (cf. Ν 492) εἴκασεν; ὅτι ἡγεμονι‐ | |
5 | κώτατος ἦν ὁ Αἰνείας. b(BCE3E4)T | ||
13494-5 | ex. | 〈ὡς Αἰνείᾳ θυμὸς—ἑοῖ αὐτῷ:〉 φιλοδο[ξό]τε‐ ρός πως οὗτος· εἰ γὰρ μὴ τοιοῦτος ἦν, οὐκ ἂν τὴν κατὰ Πριάμου λύ‐ | |
πην ἐκοινοποιεῖτο τοῖς Τρωσίν (cf. Ν 460—1). T | |||
13496a1 | Ariston. | αὐτοσχεδόν: πρὸς τὸ αὐτοσχεδόν, ὅτι ὡς σχέδην καὶ συστάδην ἀγωνιούμενοι. A | |
13496a2 | ὡς συστάδην ἀγωνιούμενοι. Til | ||
13.497 | ex. | ξυστοῖσι: λείπει δόρασιν, ὡς ὅταν λέγωμεν ‘ἐν τῇ διπλῇ‘, λείποντος τοῦ στοᾷ. T | |
13499a | Did. | 〈ἔξοχον ἄλλων:〉 οὕτως διὰ τοῦ ν ἔξοχον ἅπασαι. Aim | |
13499b | Did. | ex. | ἔξοχον ἄλλων: αἱ πᾶσαι ἔξοχον, οἱ δὲ „ἔξοχοι ἄλλων“ | οἱ δὲ ἔξοχον ἄλλων ἐξόχως παρὰ πάντας. T | |
13502a1 | Ariston. | Αἰνείας δὲ πρῶτος 〈ἀκόντισεν Ἰδομενῆοσ〉: πρὸς τὸ σχῆμα, ὅτι ἐλλείπει ἡ πρόθεσις καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὡς ἐπ’ Ἰδομενῆα. A | |
13502b1 | Did. | 〈πρῶτος:〉 ἡ Ἀριστοφάνειος „πρόσθεν {ἀκόντισε}“, καὶ μήποτε βέλτιον· πρότερος γὰρ ἂν εἶπεν. A | |
13502b2/a2 | Did. | Ariston. | Ἀριστοφάνης „πρόσθεν“. | ὡς τὸ „ὀΐστευσον Μενε‐ λάου“ (Δ 100). Til | |
13502c | ex. | ἀκόντισεν Ἰδομενῆος: εἰ αὐτοσχεδὸν ὡρμήθησαν, πῶς ἀκοντίζει; b(BCE3E4) ὑποκεχωρήκει γὰρ Ἰδομενεὺς ὡς πόρρωθεν ἀγωνιούμενος. b(BCE3E4)T | |
13506a | ex. | Ἰδομενεὺς δ’ ἄρα Οἰνόμαον 〈βάλε γαστέρα μέσ‐ σην〉: θαυμασίως ἀμφοτέρους μὲν ἀποτυγχάνοντας ἀλλήλων εἰσ‐ | |
ήγαγεν, ἀλλὰ τὸν μὲν καθάπαξ μάτην ἀφιέντα τὸ δόρυ ἐπὶ τὴν γῆν, τὸν δὲ τοῦ μὲν Αἰνείου ἀποτυγχάνοντα, ἄλλον δέ τινα ἀναιροῦντα. τὸ | |||
5 | δὲ ἐξαίρετον ἐνταῦθα παραφυλακτέον ὅτι κατὰ τὸ ῥητὸν οὐκ εἶπεν ὁ ποιητὴς τὴν ἄφεσιν τὴν ἀπὸ τοῦ Ἰδομενέως καὶ τὴν ἀποτυχίαν, ἀλλ’ ἁπλῶς ἔφη βεβλῆσθαι τὸν Οἰνόμαον. καίτοι οὗτος οὐκ ἦν προκείμενος τῷ Ἰδομενεῖ, ἀλλ’ ἀποτυχίᾳ τοῦ Αἰνείου τοῦτον βάλλει. ὁ δὲ ὡς προηγουμένως τούτου καταστοχασαμένου πεποίηται τὸν λόγον. | ||
10 | b(BCE3E4)T | ||
13506b | ex. | 〈γαστέρα:〉 λείπει ἡ κατά, κατὰ γαστέρα. Til | |
13507a | Ariston. | ῥῆξε δὲ θώρηκος γύαλον: ὅτι οὐ κεχωρισμένος τοῦ θώρακος τόπος τὸ γύαλον, ἀλλὰ καθόλου τὸ κύτος· καὶ γὰρ τὰ κεκοι‐ λωμένα ἄντρα γύαλα καλοῦσιν. A | |
13507b | ex. | θώρηκος γύαλον: τὸ κύτος. b(BCE3E4)T περι‐ φραστικῶς δὲ θέλει εἰπεῖν τὸν θώρακα. T | |
13507-8 | ex. | διὰ δ’ ἔντερα χαλκός / ἤφυσε: διέτεμεν ὥστε διαι‐ ρεῖσθαι τὴν σύμφυσιν· διὰ γὰρ τὴν ὑγρότητα καὶ διὰ τὸ ἀεὶ ἐν τῇ εὐρυ‐ χωρίᾳ πνεῦμα ἔχειν καὶ διὰ τὸ τῷ μεσεντερίῳ λαγαρῶς προσδεδέσθαι ἄτακτον ἔχοντα τὴν κίνησιν ῥᾳδίως προπίπτειν πέφυκεν. b(BCE3 | |
5 | E4)T | ||
13.508 | ex. | 〈ἀγοστῷ:〉 πήχει. Til | |
13510a1 | Hrd. | ἄρ’ ἔτ’ ἄλλα: οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα, ἐν συναλιφῇ δὲ γενέσθαι „τἆλλα“, ὡς τὰ ἆθλα τἆθλα. προείρηται (sc. ad Λ 636) δὲ περὶ τῆς τοιαύτης παρ’ αὐτῷ συναλιφῆς τε καὶ συντάξεως τῶν ἄρθρων. ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα. A | |
13510a2 | {οὐδ’ ἀρ’ ἔτ’ ἄλλα:} τινὲς „{οὐδ’} ἄρα τἆλλα“ κατὰ | ||
κρᾶσιν, κακῶς. τινὲς δὲ †εἴ τι ἄλλο†, καὶ ἄμεινον. T | |||
13.511 | ex. | ἐπείγετο γὰρ βελέεσσι: κατεσπεύδετο γὰρ ὑπὸ τῶν βε‐ λῶν. T | |
13.512 | ex. | 〈ἔμπεδα γυῖα ποδῶν:〉 ἔμπεδα τὰ μὴ σαλευόμενα ὑπὸ δειλίας. b(BCE3E4)T ποδῶν δὲ γυῖα μερικῶς οἱ πόδες. b (BCE3E4) | |
13.513 | ex. | οὔτ’ ἄρ’ ἐπαΐξαι 〈μεθ’ ἑὸν βέλος οὔτ’ ἀλέασθαι〉: οὔτε ὁρμῆσαι ἐπὶ τὸ ἴδιον βέλος. τοῦτο δὲ καθολικώτερον εἶπε διὰ τὴν ἡλικίαν, ἐπεί τοι καὶ τοῦ Οἰνομάου ἐξέσπασε τὸ δόρυ (sc. Ν 509—10) καὶ τοῦ Ὀθρυονέως (cf. Ν 372) b(BCE3E4)T τῷ τε Ἄρει αὐτὸν | |
5 | εἰκάζει (sc. Ν 500). τινὲς δὲ ὑφ’ ἓν γράφουσι „μεθεόν“ τὸ ἀφεθέν. ἢ ὅτι μετὰ τὸ λαβεῖν τὸ ἴδιον ἔγχος οὐκ ἦν αὐτῷ ἐνὸν ἐγκλῖναι καὶ φυγα‐ δείαν ἀσπάσασθαι, ἀλλὰ παρὰ πόδα ὑπεχώρει μαχόμενος· διὸ καὶ „βάδην“ (Ν 516) εἶπεν. T 〈μεθ’ ἑὸν βέλος:〉 ἀντὶ τοῦ τῷ δόρατι. Aint | ||
13514-5 | ex. | 〈τῶ ῥα〉 καὶ ἐν σταδίῃ μὲν ἀμύνετο 〈νηλεὲς ἦμαρ. /〉 τρέσσαι δ’ οὐκέτι 〈ῥίμφα πόδες φέρον ἐκ πολέ‐ μοιο〉: εἰκότως οὖν καὶ ἔμπροσθεν συῒ αὐτὸν εἴκασε (sc. Ν 471—5), τῷ δι’ ὑπομονῆς ἑδραίας, οὐ δι’ εὐκινησίας ἀμυνομένῳ τοὺς ἐπιόντας. b(BCE3E4) | |
5 | T δείκνυσι δὲ ὅτι οἱ πόδες φέρουσιν, οὐ φέρονται. b(BCE3E4) | ||
13.515 | Ariston. | τρέσσαι {δ’ οὐκέτι ῥίμφα}: ὅτι τρέσσαι φυγεῖν μετὰ δέους, ἀλλ’ οὐ ψιλῶς φυγεῖν· „τρεῖν μ’ οὐκ ἔα Παλλὰς Ἀθήνη“ (Ε 256). A | |
13.516 | ex. | βάδην: ἀντὶ τοῦ ὑπὸ πόδα. T | |
13516-7 | ex. | 〈τοῦ δὲ βάδην ἀπιόντοσ〉 ἀκόντισε 〈δουρὶ φαει‐ νῷ /〉 Δηΐφοβος· 〈δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί〉: ὡς ἀντεραστὴς Ἑλένης, ὡς μαρτυρεῖ Ἴβυκος (fr. 16 P. = P.M.G. 297) καὶ Σιμωνίδης (fr. 56 = P.M.G. 561). ἀλλ’ οὔτε ἤρα „μεσαιπόλιοσ“ | |
5 | (Ν 361) οὔτε τὸ παρὰ Ἰβύκῳ ἀληθές, ἀλλὰ διὰ τοὺς πεσόντας. τὸ δὲ αἰεί (517) καὶ ἐπὶ τοῦ ἐλαχίστου χρόνου τίθεται, ὡς „αἰεὶ δ’ ἡνίοχον“ (Ψ 502). κότος (cf. 517) δὲ οὐκ ἐπὶ τοῦ ἀποκειμένου χόλου. οὗτος δέ ἐστιν ὁ ἐπὶ τῷ Ἰδομενεῖ πάντας συναγαγών. ἀλλ’ οὔτε Αἰνείας οὔτε αὐτὸς ἐπέτυχεν. T | ||
13.517 | ex. | 〈ἔχεν κότον ἐμμενὲς αἰεί:〉 οὐκ ἀποκείμενον. Til | |
13518-9 | ex. | ὁ δ’ Ἀσκάλαφον 〈βάλε δουρί, / υἱὸν Ἐνυαλίοιο〉: τὸν Ἀσκάλαφον καὶ τὸν Ἰάλμενον (cf. Β 512. Ι 82) Ἄρεος λέγων παῖ‐ δας οὐδὲν περὶ αὐτῶν φησι, κωμῳδῶν τοὺς δίχα ἀρετῆς ἐπὶ γένει σε‐ μνυνομένους. T Ἀσκάλαφος δὲ παρὰ τὸ ἀσκελὲς τῆς ἁφῆς, ὁ λίαν | |
5 | σκληρός. b(BCE3E4)T | ||
13521a | ex. | 〈οὐδ’ ἄρα πώ τι πέπυστο〉 βριήπυος 〈ὄβριμος Ἄρης: βριήπυοσ〉 παρεξηλλαγμένον ἐστὶ τοῦ „βοὴν ἀγαθόσ“ (Β 408 al.), ὡς „ποδάρκησ“ (Α 121 al.) καὶ „ποδήνεμοσ“ (Β 786 al.). ἢ διὰ τοὺς ὀρυμαγδοὺς τῶν πολεμίων. b(BCE3E4)T οὐδ’ ἄρα | |
5 | πώ τι πέπυστο δὲ εἶπεν, ἐπειδὴ T ἀνθρωποπαθεῖς οἱ Ὁμη‐ ρικοὶ θεοί· b(BCE3E4)T ἢ οὐ προσέσχηκεν. ἐπεισόδιον δὲ καινὸν ἑαυτῷ προμνηστεύεται· T οἷος γὰρ ἔσται Ἄρης ὁπλιζόμενος ἐπὶ τοὺς αὐθέντας τοῦ παιδός, δηλαδὴ ἐπὶ τοὺς ἑαυτῷ φίλους Τρῶας (cf. Ο 113—20). b(BCE3E4)T | ||
10 | D | οὐδ’ ἄρα πώ τι πέπυστο: †οὐδέποτε† ἐμεμαθήκει. ἐζή‐ | |
τηται δὲ—αὐτοῖς †ἐρέχονται† πάθεσιν. A | |||
13521b | Hrd. καθ. | βριήπυος: τὸ βριήπυος οὕτως ἐγένετο· ἦπυς ὡς γῆ‐ ρυς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη, ὁ βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας, καὶ μά‐ λιστα παρὰ τῷ ποιητῇ· διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια. | |
5 | ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ θʹ τῆς Καθόλου (1,230,3 L.). A | ||
13523a | ex. (Ariston.?) | 〈ἄκρῳ Ὀλύμπῳ:〉 λείπει ἡ ἔν. Til | |
13523b | ex. | ὑπὸ χρυσέοισι νέφεσσιν {ἐεργόμενοι}: ὅ ἐστι ταῖς πύλαις τοῦ Ὀλύμπου. ἢ ἀλλὰ εἰς τὰ αἰθέρια νέφη, ἅπερ τῷ πλη‐ σιάζειν αὐτῷ χρυσίζει. T | |
13527-8 | ex. | Δηΐφοβος μὲν 〈ἀπ’ Ἀσκαλάφου〉 πήληκα 〈φαει‐ νήν / ἥρπασε〉: ὡς ἐπὶ τὸ πολὺ σκυλεύοντες εὑρίσκονται οἱ Ἕλλη‐ νες. ἐνταῦθα δὲ ὁ Δηΐφοβος ὥσπερ κλοπῇ κέχρηται καὶ ὀξυλαβείᾳ. καὶ ὅρα τὸ ῥῆμα· οὐ γὰρ ἐσκύλευσεν ἔφη, ἀλλ’ ἥρπασε (528) τὴν | |
5 | πήληκα. πλὴν οὐδὲ οὕτως ἀποφέρεται τὸ σκῦλον, ἀλλὰ τρωθεὶς ἀφίησιν αὐτό. b(BCE3E4)T | ||
13.527 | ex. | 〈πήληκα:〉 παρὰ τὸ πάλλεσθαι. Til | |
13.529 | ex. | βραχίονα: Κομανὸς θηλυκῶς φησι τὴν βραχίονα, ἵνα ἀκού‐ ωμεν τὴν χεῖρα. T | |
13.532 | ex. | πρυμνοῖο βραχίονος: ἄκρου, τοῦ πρὸς τὸν ὦμον, ὡς „†νεαίρην† γαστέρα“ (Π 465), καὶ „ἁπαλοῖο †αὐχένοσ“ (Ρ 49), | |
ἔνθα μάλιστα ἁπαλός ἐστιν ὁ αὐχήν. b(BCE3E4)T | |||
13533-4 | ex. | τὸν δὲ Πολίτης 〈/ αὐτοκασίγνητος—χεῖρε τιτήνασ〉: οὐκ ἄσημος· „βοὴν ἀγαθόν τε Πολίτην“ (Ω 250), „υἱεῖ Πριάμοιο Πολίτῃ“ (Β 791). ἦν δὲ ἐξ Ἑκάβης. τὸ δὲ 〈χεῖρε〉 τιτήνας (534) ἀντὶ τοῦ περιλαβὼν ταῖς χερσίν, ἐκ τοῦ τιταίνω. T | |
13.536 | ex. | μάχης ἠδὲ πτολέμοιο: τῶν μαχομένων καὶ πολεμούν‐ των. πολλὰς δὲ τροπὰς τῆς μάχης λαμβανούσης ἐμποδίζοντες ἀπη‐ νέχθησαν εἴς τινα τόπον. b(BCE3E4)T | |
13541a1 | Did. | 〈ἔνθ’ Αἰνέας Ἀφαρῆα:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ι. ἔνιοι δὲ „Αἰνείας δ’ Ἀφαρῆα“. Aim | |
13541a2 | 〈Αἰνέας:〉 ὡς Ἑρμέας. οὕτως Ἀρίσταρχος. Til | ||
13541a3 | ὥσπερ Ἑρμέας οὕτως Αἰνέας, καθὼς Ἡρωδιανῷ δοκεῖ. b(BCE3E4) | ||
13541b | ex. | 〈Ἀφαρῆα Καλητορίδην:〉 Νέστορος οὗτος ἀδελφός. Til | |
13542a1 | Hrd. | {ἐπι} οἷ {τετραμμένον}: τὴν οἷ ὀρθοτονητέον· μεταλαμ‐ βάνεται γὰρ εἰς σύνθετον. A | |
13542a2 | {ἐπὶ οἵ:} ὀρθοτονητέον τὴν οι· ἀντὶ γὰρ συνθέτου παρα‐ λαμβάνεται. T | ||
13543a1 | Hrd. | {ἐπι δ’ ἀσπὶς} ἑάφθη: Ἀρίσταρχος δασύνει, ἀπὸ τοῦ | |
ἕπεσθαι· φησὶ γὰρ ὅτι ἐπηκολούθησεν αὐτῷ. καὶ δῆλον ὅτι παρὰ τὸ ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριστος, καὶ κατὰ διαίρεσιν ἐγίνετο ἑάφθη, ὡς τὸ ἤγη „ἐάγη“ (Λ 559 al.), ἤλη „ἐάλη“ (Ν 408 al.), | |||
5 | ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν χωρούσης, ὡς ἔθος. ταῦτα ὁ Τρύφων (fr. 101) ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου, πιθανῶς πάνυ. ἡμεῖς δ’ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς ἐπιστῆσαι. πρὸς τὸ πρῶτον ἡ ει δίφθογγος ἐν τοῖς παρῳχημένοις ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο, „ἀτὰρ ἠλέκτροι‐ | ||
10 | σιν ἔερτο“ (ο 460)· εἴργνυ ἐέργνυ, „κατὰ συφεοῖσιν ἐέργνυ“ (κ 238)· οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνε‐ σθαι καὶ διὰ τῆς ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου „εἵλκεον“ (Ρ 395) φήσας τὸν παρατατικὸν διὰ | ||
15 | τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ „Λητὼ γὰρ ἥλκησε, Διὸς 〈κυδρὴν παράκοιτιν〉“ (λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε, ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων· ἤλη „ἐάλη“ (ἀλῶ γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς „ἀλείσ“ [Π 403 al.] μετοχῆς), 〈ἤγη〉 | ||
20 | „ἐάγη“. πῶς οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖ‐ σθαι; διὸ ὁ Τυραννίων (fr. 31 P.) ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριστος, φησίν, ἥφθη καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μετα‐ | ||
ληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ †ἔερσα†, | |||
25 | „ἕεδνα“ (α 277 al.), „ἑήνδανε“ (Ω 25. γ 143), ἑώρων. οὕτως οὖν καὶ τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν ἦν τὸ κωλῦον. A | ||
13543a2 | ἑάφθη: ἐπηκολούθησε, παρὰ τὸ ἕπω τὸ δηλοῦν τὸ ἀκο‐ λουθῶ εἵφθη ἑάφθη. T | ||
13543a3 | ἄλλως· ἑάφθη: δασυντέον· παρὰ γὰρ τὸ ἅπτω ἀόριστος ἥφθη, κατὰ πρόσοδον τοῦ ε ἑάφθη. T | ||
13543a4 | ἐπηκολούθησε καὶ συνέπεσε, παρὰ τὸ ἕπω, ὃ δηλοῖ τὸ ἀκολουθῶ· ὅθεν καὶ δασύνεται. b(BCE3E4) | ||
13.544 | ex. | θυμοραϊστής: τὸ „ῥαῖσαι“ (ν 151) πολλάκις καὶ ἐπὶ τοῦ ἀφελέσθαι τίθεται. T | |
13.545 | ex. | Ἀντίλοχος δὲ 〈Θόωνα μεταστρεφθέντα〉 δοκεύσας: καὶ προσεκτικὸν τὸν νεανίαν εἰσάγει καὶ μετὰ ἐπιμελείας πάντα πράττοντα· τοιοῦτόν τι ἐνθάδε καὶ τὸ δοκεύσας. T | |
13.546 | Did. | 〈ἀπὸ δὲ φλέβα:〉 Ζηνόδοτος „διὰ δὲ φλέβα“. AimTil | |
13.547 | ex. | ἀνὰ νῶτα θέουσα 〈διαμπερὲς αὐχέν’ ἱκάνει〉: ἀνα‐ τομικῶς. οἶδε τὴν καλουμένην κοίλην φλέβα, τὴν ἐκ δεξιῶν τῆς ῥάχεως ἀνερχομένην ἀπὸ τοῦ ἥπατος καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ τὴν καρδίαν καὶ ἀπὸ ταύτης ἐπὶ τὸν τράχηλον. b(BCE3E4)T | |
13548a | Ariston. | τὴν ἀπὸ πᾶσαν ἔκερσεν· 〈ὁ δ’ ὕπτιος ἐν κονίῃσι〉: ὅτι πᾶσαν ἀντὶ τοῦ ὅλην. καὶ ὅτι ἐπὶ τὴν πληγὴν πέπτωκε διὰ τὸ παραλελύσθαι τὴν νωτιαίαν φλέβα καὶ μηκέτι εἶναι τὸ ἀντέχον νεῦ‐ ρον. A | |
13548b | ex. | ὁ δ’ ὕπτιος 〈ἐν κονίῃσι〉: ὀρθῶς ἐπὶ τὴν πληγὴν ἐποίησε πίπτοντα· τῆς φλεβὸς γὰρ διακοπείσης καὶ μηδεμιᾶς ἀν‐ τισχέσεως γενομένης ἐπ’ αὐτὸ τὸ ἀλγοῦν ἠνέχθη. b(BCE3E4)T | |
13.549 | ex. | 〈χεῖρε φίλοις ἑτάροισι πετάσσας:〉 εἰς βοήθειαν παρα‐ καλῶν. Til | |
13550-1 | ex. | καὶ αἴνυτο τεύχε’ 〈ἀπ’ ὤμων /〉 παπταίνων: μέγα μὲν τὸ σκυλεῦσαι, μεῖζον δὲ τὸ προφυλάττεσθαι. T | |
13551a | ex. | Τρῶες δέ: ἀντὶ τοῦ Τρώων δέ. T | |
13551b1 | Did. | 〈περισταδόν:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης διὰ τοῦ α „παραστάδον“. Aim | |
13551b2 | „παρασταδόν“ Ζηνόδοτος. γράφεται δὲ καὶ περιστα‐ δόν. T | ||
13551c | D | 〈περισταδόν:〉 ἀντὶ τοῦ περιϊστάμενοι. Til | |
13.553 | ex. | εἴσω ἐπιγράψαι τέρενα χρόα: τὸν εἴσω χρόα. τέρενα δὲ τὸν νέον, ὡς τὸ „ἁπαλόν τέ σφ’ ἦτορ 〈ἀπηύρα〉“ (Λ 115). T | |
13554-5 | ex. | Ποσειδάων ἐνοσίχθων 〈/ Νέστορος υἱὸν〉 ἔρυ‐ | |
το: ἅμα μὲν ἐπεὶ πρόγονος αὐτοῦ· ὅθεν καὶ ἐν Ὀδυσσείᾳ (sc. γ 5—6. 43—4) τούτῳ τῷ θεῷ φαίνονται θύοντες· b(BCE3E4)T διὸ καὶ „ἱπποσύνασ“ (Ψ 307) αὐτὸν ἐδίδαξεν (cf. ib.). T ἅμα δὲ ἔγκειται | |||
5 | καὶ τὸ παιδευτικὸν ὅτι τῶν θεοφιλῶν οἱ παῖδες διασῴζονται· τί γὰρ ἐπάγει ὅτι παῖς ἦν Νέστορος, οὐχ ὅτι αὐτοῦ ἀπόγονος; b(BCE3E4)T | ||
13.555 | ex. | καὶ ἐν πολλοῖς βελέεσσιν: καὶ ἐν ταῖς ἄλλαις μάχαις· οὐ γὰρ νῦν βάλλεται, ἀλλ’ οὐτάζεται. †τάχιστα† τὴν ἐνέργειαν αὐτοῦ δεδήλωκεν. T | |
13.557 | Ariston. | 〈οὐδέ οἱ ἔγχος ἔχ’ ἀτρέμας:〉 ὅτι πτῶσις ἤλλακται δοτικὴ ἀντὶ γενικῆς, οὐδὲ αὐτοῦ τὸ ἔγχος. Aim | |
13.558 | ex. | 〈σειόμενον ἐλέλικτο:〉 ὅμοιον τῷ „ἔγχεα δὲ πτύσσοντο 〈... / σειόμενα〉“ (Ν 134—5). Til | |
13558-9 | ex. | τιτύσκετο〈—ὁρμηθῆναι〉: πᾶσα προσοχὴ πα‐ ρὰ τούτῳ εὑρίσκεται, καίτοι νέῳ ὄντι καὶ οὐχ ὑπερέχοντι τὸ σῶμα, ἀλλὰ διὰ σύνεσιν κατορθοῦντι. b(BCE3E4)T | |
13.559 | D | ex. | 〈τευ:〉 τινός, | ἀντὶ τοῦ τινά. Til | |
13.562 | ex. | ἀμενήνωσεν: μεταφορικῶς ἀπὸ τοῦ φοροῦντος· μένος γὰρ αἰχμὴ οὐκ ἔχει. b(BCE3E4)T | |
13563a | Ariston. | 〈κυανοχαῖτα:〉 ὅτι ἀντὶ τοῦ κυανοχαίτης. Aim | |
13563b | ex. | βιότοιο μεγήρας: φθονήσας Ἀδάμαντι, μὴ ἀφέληται τὸν βίον τοῦ Ἀντιλόχου. ἢ φθονήσας Ἀδάμαντι τοῦ βίου καὶ ποιήσας αὐτὸν ἀναιρεθῆναι. b(BCE3E4)T μεγαίρειν δὲ τὸ φθονεῖν Σαλα‐ | |
μίνιοι λέγουσιν. T | |||
13564a | ex. | ὥστε σκῶλος πυρίκαυστος: σκῶλον τὸν σκόλοπα· οἱ γὰρ ἄγροικοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιλη‐ θὲν εἴη στερεώτερον. χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν καὶ τὸ δόρυ οὐ σφόδρα ἐνεργὸν εἶχε τὴν δύναμιν, ἔμεινε, φησίν, ἐπὶ τοσοῦτον | |
5 | διελθόν, ὅσον καὶ σκῶλος περονῆσαι δύναται. A b (BCE3E4)T | ||
13564b | Ariston. | 〈σκῶλος:〉 ὅτι ἅπαξ ὁ σκῶλος. Aim | |
D | 〈σκῶλος·〉 ἀκάνθης εἶδος ὁ σκῶλος, ἣ πυρωθεῖσα εὔτονος γίνεται. Aint | ||
13567a | ex. | ἀπιόντα: προχωροῦντα ὑποποδίζοντα· οὐ γὰρ στρα‐ φέντα· διὸ ἔμπροσθεν τιτρώσκεται κατὰ τὸ ἦτρον, ὃ νευρῶδες λίαν ἐστὶ καὶ ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι κατωτέρω τοῦ ὀμφαλοῦ διὰ τὸ γίνεσθαι σπασμούς. ἴσως δὲ ἐντρο‐ | |
5 | παλιζόμενος ὑπεχώρει, ἐπεί τοι κἂν κατὰ τὴν ὀσφῦν ἐτρώθη ἀναχω‐ ρῶν. b(BCE3E4)T | ||
13567b | ex. | D | 〈μετασπόμενος:〉 ἐπιδραμών, | ἐπακολουθήσας. Til | |
13.569 | ex. | 〈Ἄρης:〉 ὁ πόλεμος κυρίως, δι’ ὃν ἡ τρῶσις. Aint | |
13570a | Did. (?) | 〈ὁ δ’ ἑσπόμενος:〉 ἐν ἄλλῳ „ὁ δὲ σχόμενοσ“. Aim | |
13570b | ex. | Did. (?) | 〈ἑσπόμενος:〉 συνακολουθῶν. | τινὲς δὲ „σχόμενοσ“ συν‐ εχόμενος. b(BCE3E4)T | |
13571a | Porph. | ἤσπαιρε: τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγχέουσι ταὐτὸν δηλοῦν νομίζοντες, καίπερ Ὁμήρου διακρίνοντος· τὸ μὲν γὰρ σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν, „ἀ‐ σπαίροντα λαβών“ (τ 229) καὶ „ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον | |
5 | πελέμιξεν“ (Ν 443) καὶ ὡς ἐνταῦθα. τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α, „μολπῇ τ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο“ (Σ 572). ἔστιν οὖν ἡ διαφορὰ ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ, τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δ’ ἔγωγε | ||
10 | καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρου〈σ〉 ἐν‐ | ||
νοίας διαφόρως προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας· ἀφ’ ἧς καὶ τὴν πολύσκαρθ‐ μον Μύριναν (cf. Β 814) προσεῖπεν ὁ ποιητής, μίαν τῶν Ἀμαζόνων, ὥς φασι, καὶ εὐσκάρθμους ἵππους (cf. Ν 31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν | |||
15 | 〈τῇ〉 συνηθείᾳ τὸ σκιρτᾶν καὶ τὸ σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς εἴρηται. T | ||
13571b | ex. | 〈τόν τ’ οὔρεσι βουκόλοι ἄνδρες:〉 ἡ προσθήκη τοῦ οὔρεσιν ἄγριον δείκνυσι τὸν ταῦρον. b(BCE3E4)T | |
13.572 | ex. | 〈ἰλλάσιν:〉 τοῖς ἐξ ἱμάντων σχοινίοις. b(BCE3)Til | |
13.573 | ex. | {ὡς ὁ} τυπείς: καὶ μὴν προεῖπε „βάλε δουρί“ (Ν 567). οἱ μὲν τὸ †μέτωπον† πληγείς· οἱ δὲ τὴν ψυχήν, ὡς τὸ „κατεπλήγη φίλον ἦτορ“ (Γ 31)· οἱ δὲ ὡς τὸ „Πήδασον οὔτασεν ἵππον“ (Π 467), ἐβέβλητο γὰρ ὑπὸ Σαρπηδόνος (cf. Π 468—9)· οἱ δὲ ἀντὶ τοῦ τύ‐ | |
5 | πτων τοῖς ποσὶ καὶ λακτίζων. T | ||
13574a | ex. | 〈ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν ἐλθών:〉 ὡς τὸ „τοῖο δ’ ἅμα ψυχήν 〈τε〉 καὶ ἔγχεος ἐξέρυς’ αἰχμήν“ (Π 505). Til | |
13574b | ex.(?) | 〈ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν ἐλθών:〉 ὅρα διὰ τούτου τὸ καίριον τῆς βολῆς· ἅμα γὰρ τὸ δόρυ καὶ τὴν ψυχὴν αὐτοῦ ἀνέσπασεν. b(BCE3E4) | |
13.575 | Ariston. | 〈τὸν δὲ σκότος ὄσσε κάλυψε:〉 ὅτι πτῶσις ἤλλακται | |
ἀντὶ τοῦ ‘τοῦ δὲ σκότος ὄσσε‘. Aim | |||
13576a | ex. | 〈Δηΐπυρον:〉 ὁμώνυμος οὗτος τῷ Πυραίχμῃ. Til | |
13576b | D (?) | 〈κόρσην:〉 τινὲς κρόταφον. Til | |
13.577 | ex. | Θρηϊκίῳ μεγάλῳ, 〈ἀπὸ δὲ τρυφάλειαν ἄραξεν〉: μό‐ νοι γὰρ ἐν βαρβάροις οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται. ἢ οὖν ἀπὸ τοῦ ἐπικουρικοῦ τῶν Θρᾳκῶν ἔχει λαβών, ἢ μετεπέμψατο ὡς καλλιστεῦ‐ ον. οἱ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ. A b (BCE3E4)T τὸ δὲ ἄραξεν | |
5 | ἀντὶ τοῦ τοὺς ἱμάντας ἀπέτεμεν. b(BCE3E4)T | ||
13578-9 | ex. | καί τις Ἀχαιῶν 〈/ —〉ἐκόμισ〈σ〉εν: ἡδέως πάνυ καὶ ἀξιοπίστως τὸ πλῆθος ἐμφαίνει μὴ εἰπὼν τὸν ἄραντα. T | |
13.582 | ex. | Ἑλένῳ 〈...〉 ἄνακτι: παρὰ τὸ ἀνώγειν καὶ κελεύειν τοὺς μάντεις, ὡς „Τειρεσίαο ἄνακτοσ“ (λ 151). T | |
13583a1 | ex. | τόξου πῆχυν 〈ἀνεῖλκεν〉: οἱ μὲν κατὰ Δωριέας τὴν νευράν, οἱ δὲ τὸ κέρας. οἱ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν. AT | |
13583a2 | οἱ μὲν τὴν νευρὰν κατὰ Δωριεῖς, οἱ δὲ τὸ κέρας. b(BCE3E4) | ||
13584a | Ariston. | τὼ δ’ ἄρ’ ὁμαρτήδην: ὅτι ἐπὶ τοῦ Ἑλένου ὕστερον εἰ‐ πὼν ἀπ’ αὐτοῦ ἤρξατο {εἰπὼν} „Πριαμίδης μὲν ἔπειτα“ (Ν 586), πρὸς τὸ δεύτερον 〈***〉. A | |
13584b | Did. | ex. (Did.?) | ὁμαρτήτην: Ἀρίσταρχος „ὁμαρτήδην“ ὡς „τμήδην“ (Η 262), Aim T | φοράδην, ἵν’ ᾖ προεπίζευξις. οἱ δὲ „ἁμαρτήτην“, ἅμα προΐεντο, ὡς „ἀπειλήτην“ (λ 313). T | |
13.585 | ex. | 〈νευρῆφιν:〉 τοῦ τόξου, συνεκδοχικῶς. Til | |
13586a | Ariston. | ex. | Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος 〈βάλεν ἰῷ〉: ὅτι τὸ ἔπειτά ἐστιν μετὰ ταῦτα, πρὸς τὸ „Φοῖνιξ μὲν πρώτιστα, / αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 168—9). | οὐκ ἔστιν νῦν ἀντὶ τοῦ μετὰ ταῦτα, ἀλλ’ ἀντὶ τοῦ δή· ἅμα γὰρ ἔπεμψεν ὁ μὲν τὸν ὀϊστόν, ὁ δὲ τὸ | |
5 | δόρυ. A | ||
13586b | ex. | 〈ἔπειτα:〉 ἀντὶ τοῦ δή· „οἱ μὲν ἔπειτα | πεσ〈σ〉οῖσι“ (α 106—7). Til | |
13.587 | ex. | 〈θώρηκος γύαλον:〉 ἐν περιφράσει· οὐ γὰρ μέρος. Til | |
13588a | D | x | πτυόφιν: πτύου. πτύον δέ ἐστιν, ἐν ᾧ τὰ ἠλοημένα γεν〈ν〉ήματα ἀναβάλλουσι χωρίζοντες τοῦ ἀχύρου. ὁ δὲ τύπος παρα‐ γωγή. | τῇ φι παραγωγῇ ὁ ποιητὴς Ὅμηρος κατὰ τριῶν κέχρηται πτώσεων, ἐπὶ γενικῆς, δοτικῆς, αἰτιατικῆς. „ἢ ἐπὶ δεξιόφιν“ (Ν 308)· | |
5 | ἔστι γὰρ ‘ἢ ἐπὶ τὰ δεξιά‘. ἢ ἐπ’ εὐθείας Ἡσίοδος (opp. 216)· „ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν“· ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελο‐ ποιὸς οὕτως (fr. 28 P.)· „Μῶσα, Διὸς θύγατερ, †ὠρανίαφι λίγ’ | ||
ἀείσομαι“· ἔστι γὰρ οὐρανία. A | |||
13588b1 | ex. | πτυόφιν: τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τὴν γῆν μεταβάλλουσι, θρίνακάς φασι. καὶ παρὰ τοῖς Ἀττικοῖς δὲ πτέα. AT | |
13588b2 | τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τοὺς ἀστάχυας †ἀνερρείπτουσι, θρήνακας† καλοῦσιν. b(BCE3E4) | ||
13.589 | ex. | θρῴσκωσιν κύαμοι 〈μελανόχροεσ〉: περιφερεῖς γὰρ ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται. A b (BCE3E4)T τῷ δὲ ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς λέξεως. b(BCE3E4)T τοὺς δὲ κυάμους ὡς μέλανας οὐκ ἐσθίουσιν οἱ ἱερεῖς. οἱ δὲ ἱερὸν λόγον φασίν· | |
5 | „ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων“ (Orphic. fr. 291 K.), διὰ τὸ „ψυχῇς αἰζηῶν βάσιν ἔμμεναι ἠδ’ ἀναβαθμόν / ἐξ Ἀΐδαο δό‐ μων, ὅταν αὐγὰς εἰσανίωσιν“. οἱ δέ, ὅτι ἐπὶ Κρόνου ἄρτος ἐξ αὐτῶν ἦν τοῖς ἀνθρώποις, ὕστερον δὲ μὴ γεύεσθαι αὐτῶν ἐπετράπη, ἵνα μηδ’ | ||
ὅλως ἐκείνου μνήμη φυλαχθῇ. T | |||
13.590 | ex. | πνοιῇ ὑπὸ λιγυρῇ 〈καὶ λικμητῆρος ἐρωῇ〉: ἅμα δὲ καὶ πότε δεῖ λικμᾶν, ἐδίδαξεν· ὅτι καὶ ῥωμαλέος ἔσται ὁ λικμῶν πρὸς τὸ ἀναβάλλειν αὐτά, τὸν ἄνεμον ἔχων συνεργόν. b(BCE3E4)T | |
13594a1 | Did. | {τὴν βάλεν} ᾗ ῥ’ ἔχε 〈τόξον〉: οὕτως ᾗ ῥ’ ἔχε τόξον μετὰ τοῦ ι αἱ Ἀριστάρχου· ἔστι γάρ, καθ’ ὃ μέρος κατεῖχεν, ὡς ἐπὶ τοῦ „ᾗ ῥ’ ἴδε γυμνωθέντα“ (Μ 389). τινὲς δὲ ἄνευ τοῦ ι γράφοντες ἐφ’ ὅλης τῆς χειρὸς δέχονται τὸ λεγόμενον, τὴν κατέχουσαν τὸ τόξον | |
5 | χεῖρα. A | ||
13594a2 | οὕτως Ἀρίσταρχος ᾗ ῥ’ ἔχε, καθ’ ὃ μέρος κατεῖχε. Aim | ||
13594a3 | {ᾗ ῥ’ ἔχε:} ὅπου, ὡς „ᾗ ῥ’ ἴδε γυμνωθέντα“. T | ||
13.597 | ex. | χεῖρα παρακρεμάσας: ὡς ἑωρακὼς διαγράφει γραφικῶς. T | |
13599a1 | Did. | 〈ἐϋστρόφῳ:〉 Ἀρίσταρχος „ἐϋστρεφεῖ“, ὡς ἀπὸ τοῦ ἐϋστρεφής. Aim | |
13599a2 | †οὐ συστρέφει†. Til | ||
13599b | ex. | οἰὸς ἀώτῳ: ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ †κῶλα† τῆς σφεν‐ δόνης, οὐχ ὡς νῦν νεύροις, ἵνα διατείνοιτο ἐν τῇ ἀπορρίψει. b(BCE3E4) T ἀλλαχοῦ δέ φησι· „καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ / Ἴλιον εἰς ἅμ’ ἕποντο“ (Ν 716—7). T πολλὰ δὲ δηλοῖ τὸ ἄωτον, ὥς φησιν | |
5 | Ἐπαφρόδιτος (fr. 36 L.), b(BCE3E4)T νῦν δὲ τὸ τοῦ ἐρίου λεπτότερον καὶ καθαρώτερον, ὅθεν καὶ αἱ σφενδόναι ἐπλέκοντο. | ||
b(BCE3E4) | |||
13600a | ex. | θεράπων: δοῦλος ὁπλοφόρος κατὰ Κρῆτας. τὸ δὲ ἔχε ἀντὶ τοῦ ἀντιποιούμενος 〈***〉. T | |
13600b | ex.(?) | 〈ἔχε ποιμένι λαῶν:〉 ἔφερε τῷ Ἀγήνορι. Aint | |
13.603 | ex. | σοί, Μενέλαε: ἀναφώνησις τοῦ ποιητοῦ ὥσπερ ἀποδεχο‐ μένου καὶ οἷον ἐναβρυνομένου τῷ ἄνακτι ὡς ἰδίῳ ἀθλητῇ. τὸ δὲ σοί ἀντὶ τοῦ ὑπὸ σοῦ. T | |
13605a | ex. | 〈ἅμαρτε:〉 κατὰ τὸ σιωπώμενον γὰρ ἀνῄρηται τὸ δό‐ ρυ. Til | |
13605b | ex. | παραὶ δέ οἱ ἔτραπετ’ 〈ἔγχοσ〉: ὥστε παρὰ βραχὺ γενέσθαι τὴν ἐπιτυχίαν. T | |
13608a | ex. | ἔσχετο: ἐπέσχε τὴν ὁρμὴν τοῦ δόρατος. b(BCE3E4)T | |
13608b | Did. (?) | 〈ἔσχεθε:〉 γράφεται „ἔσχετο“. Aint | |
13608c | ex. | κατεκλάσθη δ’ ἐνὶ καυλῷ: τῷ αὐλῷ τῆς ἐπιδορατίδος. εἰς ὃν τὸ ξύλον ἐνίεται. b(BCE3E4)T | |
13609a | ex. | ὁ δὲ 〈φρεσὶν ᾗσι〉 χάρη: Μενέλαος ἐπὶ τῇ κλάσει. T | |
13609b | Did. | καὶ ἔλπετο νίκην: Ζηνόδοτος „μέγα δ’ ἤλπετο νί‐ κην“. Aint | |
13.610 | Ariston. | ξίφος ἀργυρόηλον: ὅτι Ζηνόδοτος γράφει „χείρεσσι μά‐ χαιραν“. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παραξιφίδα μάχαιραν καλεῖ, τὸ | |
δὲ πολεμιστήριον ξίφος. A | |||
13611-2 | ex. | ὑπ’ ἀσπίδος εἵλετο 〈καλήν | ἀξίνην〉: τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην· ἔφερον γὰρ πρὸς τὸ κατασχίσαι τὰς ναῦς. ἀλλὰ καὶ πρὸς τὴν μάχην ἐχρῶντο αὐταῖς· b(BCE3E4)T „ὀξέσι δὴ πελέκεσ〈σ〉ι καὶ ἀξίνῃσι 〈μάχοντο〉“ (Ο 711). T | |
13612a | ex. | ἐλαΐνῳ: παρὰ τὸ ἐλαία· ἐλαίϊνος ἦν, καὶ Ἀττικῶς ὑφ‐ ῄρηται τὸ ι. b(BCE3)T καὶ γὰρ ἀπὸ τοῦ Πείραιος Πειραΐδης φη‐ σί, „Πτολεμαίου Πειραΐδαο“ (Δ 228), καὶ παρὰ τὸν Ἀλκαῖον Ἀλ‐ καΐδης (cf. Pind. Ol. 6, 68 al.). T | |
13612b | ex. | ἀμφὶ πελέκ〈κ〉ῳ: τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ πελέκεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τὸ „†ἡμι‐ πέλεκᆓ (Ψ 851 al.) δηλοῖ. b(BCE3E4)T καὶ τὸ συναμφότερον· „πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδησ“ (γ 442)· κατεχρήσατο δὲ | |
5 | ἐπὶ τῆς ἀξίνης πέλεκυν λέγων. T | ||
13613a | ex. | ἀλλήλων: λείπει ἡ κατά, b(BCE3E4)T ἵν’ ᾖ κατ’ ἀλλήλων. b(BCE3E4) | |
13613b1 | Did. | 〈ἐφίκοντο:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἀφίκεσθον“, Ἀριστοφάνης δὲ „ἀφικέσθην“. Aim | |
13613b2 | ἡ κοινὴ ἐφίκοντο. Ἀριστοφάνης „ἐφικέσθην“. T | ||
13615a | ex. | ἄκρον ὑπὸ λόφον: ἀξιοπίστως τὸ λεπτομερέστατον | |
ἐδήλωσεν. T | |||
13615b | ex. | 〈ὁ δὲ προσιόντα μέτωπον:〉 ἀπὸ κοινοῦ τὸ διήλασεν (cf. Ν 614). Til | |
13.616 | ex.(?) | 〈λάκε:〉 ἤχησεν. Til | |
13617a | ex. | Did. | ex. | 〈πὰρ ποσὶν〉 αἱματόεντα 〈χαμαὶ πέσον〉: τὸ αἱ‐ ματόεντα τινὲς δυϊκῶς. διὰ δὲ τοῦ πέσον ἐδήλωσεν οὐκ ἐκχυθέντας τοὺς ὀφθαλμούς, ἀλλ’ ἐν τῇ ἰδίᾳ πήξει ἐκπεπτωκότας· ἐπεὶ γὰρ κατὰ τὴν ἀρχὴν τῆς ῥινὸς γέγονεν ἡ πληγή, πιθανὸν ἐντεῦθεν ἐξωσθῆναι | |
5 | τοὺς ὀφθαλμοὺς ἐκ ῥίζης. b(BCE3E4)T καὶ ἔχει ἔμφασιν ὁ λόγος· κοινὸν γὰρ τὸ προχυθῆναι τοὺς ὀφθαλμούς. | διὰ τοῦ ο δὲ πέσον. | τὸ δὲ πὰρ ποσί τινὲς τοῦ Μενελάου, οἱ δὲ παραχρῆμα, ὡς τὸ „πὰρ ποσὶ κάππεσε θυμόσ“ (Ο 280). T | ||
13617b1 | Did. | {χαμαὶ} πέσον: οὕτως πέσον αἱ Ἀριστάρχου διὰ τοῦ ο, ὡς ἐκεῖ „ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον“ (Μ 159). A | |
13617b2 | οὕτως διὰ τοῦ †ς ὁ† πέσον. Aint | ||
13.618 | ex. | 〈ἰδνώθη:〉 συνεκάμφθη ἐπὶ τένοντα. Til | |
13620a | ex. | λείψετέ θην 〈οὕτω γε νέας Δαναῶν ταχυπώ‐ λων〉: ὅ ἐστιν, οὐκέτι παρέσεσθε πολεμήσοντες ἐπ’ αὐτάς. ἠθικὸς δὲ ὁ λόγος, b(BCE3E4)T ὡς τὸ „οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι“ (Θ 448). T | |
13620b | ex. | οὕτω γε: λείπει ‘ἀναιρούμενοι ὡς Πείσανδροσ‘. b(BCE3 | |
E4)T | |||
13.621 | ex. | ὑπερφίαλοι: ἄσπονδοι, παράνομοι. ἀκόρητοι δὲ ἢ εἰρωνικῶς, ἐπεί τοί φησιν „ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον Ἀχαιοί“ (Υ 2), ἢ μηδ’ ἐν τῷ πολέμῳ ἀποδιδόντες τὴν Ἑλένην. b(BCE3E4)T | |
13622a | Nic. | 〈ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς:〉 τοῦτο ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον· λείπει γὰρ τὸ ἐστέ ἢ τὸ ἐ‐ σμέν. Aint | |
13622b | ex. | ἄλλης μὲν λώβης τε 〈καὶ αἴσχεος οὐκ ἐπιδευεῖσ〉: ὁ μέν ἀντὶ τοῦ μήν· b(BCE3E4)T οὐ γὰρ ἔχει τὸν δέ. b(BCE3E4) ὁ δὲ νοῦς· b(BCE3E4)T τοῖς εἰς ἐμὲ ὑμῖν πεπραγμένοις ἄλλο οὐδὲν ἐνδεῖ τῶν αἰσχρῶν. A b (BCE3E4)T | |
13623a | ex. | 〈ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες:〉 ἡ μὲν συνήθεια πάλιν συνάπτει ἕως τοῦ κύνες. δύναται δὲ καθ’ ἑαυτὸ λέγεσθαι μόνον τὸ κακαὶ κύνες καὶ μᾶλλόν γε τὸν σχετλιασμὸν ἐμφαίνει. A | |
13623b | Ariston. | ἣν ἐμὲ λωβήσασθε: ὅτι πρὸς τὴν λώβην (cf. Ν 622) μόνην ἀπαντήσας ἐπήνεγκεν ἣν ἐμὲ λωβήσασθε. A | |
13623c | ex. | Ariston. | κακαὶ κύνες: κατωφερεῖς δι’ Ἀλέξανδρον ἢ ἀναιδεῖς δι’ Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ ἐχρήσατο εἰς τὴν ἀνανδρίαν τῶν βαρβάρων. | πρὸς δὲ τὴν λώβην (cf. Ν 622) μόνην ὑπήντησεν. | |
b(BCE3E4)T | |||
13.625 | Ariston. (?) | Ξεινίου, ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν: 〈***〉. A | |
13626a | Ariston. | {οἵ μευ} κουριδίην: πρὸς τὴν κουριδίαν ὡς ἐκ παρθενίας αὐτὴν ἔσχεν ὁ Μενέλαος, καὶ οὐκ οἶδεν τὰ περὶ τῆς Θησέως ἁρπα‐ γῆς. A | |
13626b | ex. (Ariston.?) | 〈κουριδίην:〉 οὐκ οἶδε γὰρ αὐτὴν ἐκ Θησέως Ἰφιγένειαν ποιήσασαν. Til | |
13626c | Did. (?) | 〈καὶ κτήματα πολλά:〉 ἐν ἄλλῳ „καὶ κτήμαθ’ ἅμ’ αὐτῇ“. Aim | |
13626d | ex. | καὶ κτήματα πολλά: μετὰ γὰρ πολυτελοῦς σκευῆς, ὡς ἐπὶ θυσίαν ἥκουσα, ἥρπασται ὑπ’ αὐτοῦ. b(BCE3E4)T | |
13627a | Ariston. | μὰψ οἴχεσθ’ ἀνάγοντες: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γρά‐ φει „μὰψ οἴχεσθον ἄγοντεσ“. καὶ τὸ δυϊκὸν συγχεῖται ἐπὶ πολλῶν τασσόμενον. καὶ ἠγνόηκεν ὅτι ἀναγωγὴν καλεῖ τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν. A | |
13627b | Did. | παρ’: διχῶς αἱ Ἀριστάρχου, καὶ διὰ τοῦ ε. A | |
13628-9 | ex. | 〈νῦν αὖτ’ ἐν νηυσὶν—κτεῖναι δ’ ἥρωας Ἀχαιούς:〉 ὡς τὸ „οἳ μεμάασιν / ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι | |
κακοῖσιν“ (χ 263—4). Til | |||
13629a1 | Ariston. | {πῦρ ὀλοὸν βαλέειν κτεῖναι δ’} ἥρωας Ἀχαιούς: ὅτι σαφῶς πάντας τοὺς Ἕλληνας ἥρωας καλεῖ, πρὸς Ἴστρον (FGrHist 334, 69) λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι ὑφ’ Ὁμή‐ ρου. A | |
13629a2 | ὅτι πάντες ἥρωες καλοῦνται. Til | ||
13631-9 | ex. | 〈Ζεῦ πάτερ—ἔασιν:〉 ἠθικὴ καὶ ἔμψυχος ἡ δικαιολογία ὡς πρὸς παρόντα τὸν Δία. b(BCE3E4)Til | |
13631-2a1 | ex. | 〈ἦ τέ σέ φασι περὶ φρένασ〉 ἔμμεναι ἄλλων 〈/ ἀνδρῶν ἠδὲ θεῶν〉: τῶν μὲν ἄλλων ἀνδρῶν, ὅ ἐστι πάντων, τῶν δὲ ἄλλων θεῶν, ὅ ἐστι λοιπῶν. λέγει δὲ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλ‐ λων αὐτόν. T | |
13631-2a2 | τὸ δὲ περὶ φρένας ἔμμεναι (631) ἀντὶ τοῦ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλλων. τὸ ἄλλων (631) πρὸς τὸ ἀνδρῶν (632) ἀπο‐ δοτέον, ἤτοι πάντων· τῷ δὲ θεῶν (632) συναπτέον τὸ λοιπῶν. b(BCE3E4) | ||
13.632 | ex. | σέο δ’ ἐκ τάδε πάντα πέλονται: εὖ τὸ μὴ εἰπεῖν ‘σὺ δὲ ἀνόητος εὑρέθης, πάντα δὲ τὰ γινόμενα ἐκ σοῦ ἐστιν‘. b(BCE3E4) T κρατεῖ γὰρ ὡς ἐχέφρων τῆς λύπης. b(BCE3E4) | |
13.633 | ex. | οἷον: ἀντὶ τοῦ πῶς. ἔστι δὲ μετὰ θαύματος καὶ μέμψεως, ἅμα μὲν ἐπεὶ ταμίας πολέμου, ἅμα δὲ ἐπεὶ Τρωσὶν ἐβοήθει διὰ Θέτιν. b(BCE3E4)T | |
13.634 | ex. | 〈τῶν μένος αἰὲν ἀτάσθαλον:〉 ὧν ἡ ψυχὴ ὑβριστική ἐστιν. Til | |
13636-9 | ex. | πάντων μὲν κόρος ἐστὶ〈— / ἢ πολέμου〉: κἀκείνων κόρος ἐστὶν, ὧν τις ἐφίεται πλησθῆναι μᾶλλον τῆς τοῦ πολέ‐ | |
μου πλησμονῆς, b(BCE3E4)T φημὶ δὲ ὕπνου καὶ φιλότητος. T | |||
13.636 | ex. | καὶ φιλότητος: Πίνδαρος „κόρον δ’ ἔχει / καὶ μέλι καὶ τὰ τέρπν’ ἄνθε’ Ἀφροδίσια“ (N. 7, 52—3). T | |
13637a | ex. | μολπῆς τε γλυκερῆς 〈καὶ ἀμύμονος ὀρχηθμοῖο〉: περισσὸν αὐτὸν εἶναί φασί τινες· ἥττων γὰρ ἡ ἐπιθυμία τῆς μολπῆς. ἀλλ’ ὅτι †ἔμελλεν† αὐτοῖς, „ἠὲ χοροῖο νέον λήγοντα καθίζειν“ (Γ 394), b(BCE3E4)T καὶ παρὰ Φαίαξι δέ (cf. θ 248). καὶ ἕως τινὸς οἱ | |
5 | εὐγενεῖς νέοι ὠρχοῦντο ἐν ταῖς τραγῳδίαις. καὶ οἱ μὲν Ἀθηνᾶν, οἱ δὲ Διοσκούρους φασὶν εὑρεῖν τὴν ὄρχησιν. T | ||
13637b | ex. | ἀμύμονος ὀρχηθμοῖο: ἀμωμήτου. ἔστι δὲ καὶ φαύλη ὄρχησις· b(BCE3E4)T „ψεῦσταί 〈τ’〉 ὀρχησταί τε“ (Ω 261). T | |
13638-9a | ex. | τῶν πέρ τισ〈—ἀκόρητοι ἔασιν〉: τούτων μᾶλλον ἐπιθυμεῖ τις κορεσθῆναι· πολέμου δὲ οὐδ’ ἂν τὴν ἀρχὴν ψαῦσαι βούλοιτο, οὐχ ὅπως διακορὴς γενέσθαι. οἱ δὲ Τρῶες τούτου ἀκόρητοί εἰσιν, b(BE3E4)T ὅπου γε καὶ τῶν ἡδίστων κόρος γίνεται· ἐὰν | |
5 | γὰρ εἴπῃς ὅτι πολέμου τις οὐκ ἐπιθυμεῖ κορεσθῆναι, δικαίως Τρῶες μάχης ἀκόρητοι ἔασιν (cf. 639). T τὸ δὲ ἑξῆς „πάντων μὲν κόρος ἐστί“ (Ν 636), Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν (639), ὅτι ἀδικήσαντες μάχονται· τοῦτο γὰρ ὕβρεως, οὐκ ἀνδρίας. b(BCE3 | ||
E4)T | |||
13638-9b | ex. | τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι / ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν: ὁ νοῦς· πᾶς τις, φησί, τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου, οἱ δὲ Τρῶες οὐχ οὕτως. A | |
13.638 | ex. | 〈ἐξ ἔρον εἷναι:〉 ἀντὶ τοῦ πλησθῆναι. Til | |
13.640 | ex. | τὰ μὲν ἔντε’ 〈ἀπὸ χροὸς αἱματόεντα〉: τὰ μὲν αἱμα‐ τόεντα ἔντεα, ὡς τὸ „τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα“ (Α 11). b(BCE3E4)T | |
13643-4 | ex. | υἱὸς 〈ἐπᾶλτο〉 Πυλαιμένεος 〈βασιλῆος / Ἁρπα‐ λίων〉: εἴπερ ἐκείνου τοῦ Πυλαιμένους ἦν υἱὸς ὁ Ἁρπαλίων, ἀλογώ‐ τατον ἦν μὴ φαίνεσθαι αὐτὸν ὑπερμαχοῦντα τοῦ πατρός. T | |
13643a | ex. | Πυλαιμένεος βασιλῆος: ἔνιοι ἐνόμιζον τοῦτον εἶναι τὸν ἐν τῇ Ε ἀναιρεθέντα· „ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ, / ἀρχὸν Παφλαγόνων“ (Ε 576—7). ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν ἄρχοντος ὄντος, τούτου δὲ βασιλέως· πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ | |
5 | ὁμωνυμίαι· Σχεδίοι δύο Φωκέων ἡγούμενοι, ὁ μὲν Περιμήδους, „ἔνθ’ Ἕκτωρ μὲν 〈ἕλε〉 Σχεδίον, Περιμήδεος υἱόν, / ἀρχὸν Φωκήων“ (Ο 515—6), ὁ δὲ Ἰφίτου, „Ἕκτωρ δ’ αὖτ’ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· / ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 〈/ τυτθόν·〉 ὁ δὲ | ||
Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων ὄχ’ ἄριστον“ (Ρ 304—7). | |||
10 | Εὐρυμέδοντες δύο ἡνίοχοι, ὁ μὲν Ἀγαμέμνονος (cf. Δ 228), ὁ δὲ Νέστορος (cf. Θ 114. Λ 620). καὶ κήρυκες δὲ Εὐρυβάται δύο, ὁ μὲν Ὀδυσσέως (cf. Β 184), ὁ δὲ Ἀγαμέμνονος (cf. Α 320. Ι 170). καὶ Ἄδραστοι τρεῖς βάρβαροι, ὁ μὲν „Μέροπος Περκωσίου“ (Β 831. Λ 329) υἱὸς ὑπὸ Διομήδους ἀναιρούμενος (sc. Λ 333—4), ὁ δὲ ὑπὸ Με‐ | ||
15 | νελάου (cf. Ζ 37—65), ὁ δὲ ὑπὸ Πατρόκλου (cf. Π 694). Ἀκάμαντες δύο, ὁ μὲν Εὐσώρου (cf. Ζ 8), ὁ δὲ Ἀντήνορος (cf. Β 823 al.). Ἀστύ‐ νοοι δύο, ὁ μὲν ὑπὸ Διομήδους ἀναιρούμενος, „ἔνθ’ ἕλεν Ἀστύνοον“ (Ε 144), τῷ δὲ ἑτέρῳ Πολυδάμας τοὺς ἵππους δίδωσιν (cf. Ο 455—7). καὶ Θόωνες τρεῖς βάρβαροι· ἐφ’ ἕνα γοῦν ὁρμᾷ Διομήδης· φησὶ γὰρ | ||
20 | „Θόωνά τε, Φαίνοπος υἱόν“ (Ε 152)· τὸν δὲ Ὀδυσσεὺς ἀναιρεῖ, „Θόωνα καὶ Ἔν〈ν〉ομον ἐξενάριξεν“ (Λ 422), τὸν δὲ τρίτον Ἀντί‐ λοχος, „Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα“ (Ν 545). Μελάνιπποι τρεῖς, τὸν μὲν Τεῦκρος ἀναιρεῖ ἐν τῇ Θ (sc. 276), τῷ δὲ δευτέρῳ Ἕκτωρ παραινεῖ ταῖς ναυσὶν ἐμπεσεῖν (cf. Ο 546—58), ὁ δὲ τρίτος ὑπὸ | ||
25 | Πατρόκλου ἀναιρεῖται (cf. Π 695). Ὀφελέσται δύο, †ὁ μὲν ὑπ’ Εὐρυ‐ πύλου, ὁ δὲ ὑπὸ Αἴαντος†. Πυλάρται δύο, ὧν ὁ μὲν ὑπ’ Αἴαντος ἀναι‐ ρεῖται σὺν Πυράσῳ (sc. Λ 491), ὁ δὲ ὑπὸ Πατρόκλου (cf. Π 696). Πεί‐ σανδροι δύο, ὧν ὁ μὲν ὑπὸ Ἀγαμέμνονος ἀναιρεῖται (cf. Λ 143—4), ὁ | ||
δὲ ὑπὸ Μενελάου (cf. Ν 611—8). b(BCE3E4)T | |||
13643b | Ariston. | 〈Πυλαιμένεος:〉 πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτη‐ σιν. Aim | |
13643c | Did. | 〈Πυλαιμένεος:〉 ἐν τῇ Ε (sc. 576) Ζηνόδοτος ἔγραφεν „Πυλαιμένεα“ 〈***〉. Til | |
13649a1 | Ariston. | 〈μή τις χρόα χαλκῷ ἐπαύρῃ:〉 ὅτι πτῶσις ἤλλακται, χρόα ἀντὶ τοῦ χρωτός. Aim | |
13649a2 | ἀντὶ τοῦ χρωτός. Til | ||
13651-2 | ex. | καί ῥ’ ἔβαλε{ν} γλουτὸν 〈κατὰ δεξιόν〉· αὐτὰρ ὀϊστός / ἀντικρὺ κατὰ κύστιν: δηλονότι φεύγοντος. τοῦτο Ἕλλην οὐχ εὑρίσκεται πεπονθώς. ὡς ἐπίπαν δὲ ὑπὸ Μηριόνου οὕτω τιτρώσκονται. b(BCE3E4)T | |
13.653 | Nic. | 〈κατ’ αὖθι:〉 βραχὺ διασταλτέον πρὸς τὸ σαφές. Aim | |
13654a | ex. | 〈θυμὸν ἀποπνείων:〉 ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ ψυχή. b(BCE3E4)Til | |
13654b1 | ex. | ὥς τε σκώληξ ἐπὶ γαίῃ: ἀκινητεῖ γάρ, ἢν θίγῃ τις αὐτοῦ. τοῦτο δὲ οὐκ ᾔδει ὁ ποιητής, εἴπερ ἦν τυφλὸς ἐκ γενετῆς. T | |
13654b2 | ὡς σκώληξ δέ, ὅτι, ἐὰν θίγῃ τις αὐτοῦ, ἀκινητεῖ. | ||
b(BCE3E4) | |||
13657a | ex. (+ Did. ?) | ἐς δίφρον δ’ ἀνέσαντες 〈ἄγον προτὶ Ἴλιον ἱρήν〉: οὐδένα τῶν ἀποθανόντων οὕτως ἐξάγει· διὸ ἀθετοῦσι τὸν στίχον. δίφρῳ δὲ ἀπάγεται ὡς μακρὰν τῆς μάχης οὔσης· ἐπὶ ναυσὶ γὰρ μάχονται. τὸ δὲ ἀνέσαντες ἀντὶ τοῦ καθίσαντες. τινὲς δὲ | |
5 | „ἀναθέντεσ“· νεκρὸς γάρ ἐστιν. b(BCE3E4)T | ||
13657b | Did. | ἐς δίφρον δ’ ἀνέσαντες: Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ Πρὸς Ζηνόδοτον (fr. 12 M.) „ἐς δίφρον 〈δ’〉 ἀναθέντεσ“. A | |
13657c | Ariston. | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint | |
13658-9a | Ariston. | ἀχνύμενοι· μετὰ δέ σφι 〈πατὴρ κίε δάκρυα λείβων, /〉 ποινὴ δ’ οὔ τις παιδὸς 〈ἐγίνετο τεθνηῶτοσ〉: ἀθετοῦνται ἀμφότεροι, ὅτι πλανηθείς τις ἐκ τοῦ „ὅ ῥα πατρὶ φίλῳ ἕπετο“ (Ν 644) ἔταξεν αὐτούς, ἵνα καὶ ὁ πατὴρ τὸν υἱὸν | |
5 | ὀδύρηται. οὐ λέγει δὲ ‘νῦν ἕπετο‘, ἀλλ’ ὅτε τὸ πρῶτον ἐκ τῆς πατρίδος παρεγίνετο· διὸ καὶ πρόσκειται τὸ „ἐς Τροίην, οὐδ’ αὖτις ἀφίκετο“ | ||
(Ν 645). εἰ δὲ μένοιεν οἱ στίχοι οὗτοι, νοητέον ὁμωνυμίαν εἶναι. A | |||
13658-9b | Did. | 〈ἀχνύμενοι—τεθνηῶτος:〉 ὁ μὲν Ἀριστοφάνης ἀθετεῖ, ὁ δὲ Ἀρίσταρχος ἢ ἀθετεῖν φησι δεῖν ἢ ὁμωνυμίαν νομίζειν. T | |
D | ζητεῖται, πῶς ἀνωτέρω—τὸν δὲ Ὀδυσσέως. ἔνιοι δὲ πιθανῶς μεταγράφουσι „μετὰ δ’ οὔ σφι πατὴρ κίε δάκρυα λείβων“. A | ||
13.658 | ex. | μετὰ δέ σφι πατὴρ 〈κίε δάκρυα λείβων〉: ὁμωνυμία γάρ ἐστιν. τινὲς δὲ τὴν ψυχὴν τοῦ πατρός. καλῶς δὲ διὰ τὸν καιρὸν λόγους οὐ περιτίθησιν αὐτῷ, ἀλλ’ ἑτέρωθι (sc. Ω 723—81) τούτους φυλάττει ἐπὶ Ἕκτορα. T | |
13.659 | D | ποινὴ δ’ οὔ τις παιδὸς ἐγίνετο τεθνηῶτος: ἐπεὶ ὁ Ἀλέξανδρος χαλεπήνας—τὸν Κορίνθιον ἀναιρεῖ. A | |
13.660 | ex. | 〈τοῦ δὲ Πάρις—χολώθη:〉 λείπει ἡ περί, ἵνα ᾖ περὶ τούτου δὲ Πάρις. Til | |
13.661 | ex. | 〈ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσιν:〉 ἢ μόνῳ αὐτῷ ἢ καὶ τοῖς ἄλλοις ξενοδόκος ἦν Ἀλέξανδρος. Til | |
13662a1 | ex. | τοῦ ὅ γε χωόμενος 〈προΐει χαλκήρε’ ὀϊστόν〉: ἁπλοῦν τοῦτο ἦν ‘τοῦ ὅγε χωόμενος προΐει καὶ βάλε‘ (cf. Ν 671). ὁ δὲ ἄλλην ἀρχὴν ἐπεισφέρει „ἦν δέ τισ“ (Ν 663). T | |
13662a2 | ἁπλοῦς ὁ στίχος ἐστὶ καὶ ἀποίκιλος. μὴ θέλων δὲ αὐτὸν οὕτως ἐᾶσαι, ἄλλης ἀρχῆς ἐπελάβετο. b(BCE3E4) | ||
13663a | Ariston. | ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱός: ὅτι δισσὰς εἱμαρμένας ὑποτίθεται τοῦ Εὐχήνορος, καθάπερ καὶ ἐπ’ Ἀχιλ‐ λέως, „διχθαδίας κῆρας φερέμεν“ (Ι 411). A | |
13663b | ex. | ἦν δέ τις Εὐχήνωρ Πολυΐδου: Φερεκύδης (FGrHist 3, 115) οὕτω γενεαλογεῖ· ἀπὸ Μελάμποδος Μάντιον, οὗ Κλεῖτον, οὗ | |
Κοίρανον, οὗ Πολύϊδον. εἶτα „Πολύϊδοσ“, φησί, „γαμεῖ Εὐρυδάμειαν τὴν Φυλέως τοῦ Αὐγέου. τῷ δὲ γίνεται Εὐχήνωρ καὶ Κλεῖτος, οἳ Θή‐ | |||
5 | βας εἷλον σὺν τοῖς Ἐπιγόνοις. ἔπειτα ἐς Τροίην ἔρχονται σὺν Ἀγα‐ μέμνονι, καὶ θνῄσκει Εὐχήνωρ ὑπὸ Ἀλεξάνδρου“. T | ||
13664a1 | ex. | ἀγαθός {τε}: ἀγαθὸς καὶ ὁ νέος, ὅτι εἰδὼς ἧκε, καὶ ὁ πατήρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν. T | |
13664a2 | ἐξ ἀγαθότητος γὰρ πάσχουσιν ἄμφω, καὶ ὁ νέος, ὅτι ἧκεν εἰδὼς τὸν θάνατον, καὶ ὁ πατήρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν. b(BCE3E4) | ||
13664b | ex. (Ariston.) | 〈Κορινθόθι:〉 ὅτε ἥρως λέγει, Ἔφυραν ὀνομάζει. Til | |
13665a | ex. | ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν 〈ἐπὶ νηὸς ἔβαινε〉: οὐκ εἶπεν ὅτι τούτῳ ὁ πατὴρ τάδε προεῖπεν περὶ τοῦ τέλους, ἵνα μὴ ἀδο‐ λεσχεῖν δοκῇ, ἀλλὰ τὸ τελευταῖον τοῦ διηγήματος προὔθηκεν. b(BCE3E4)T | |
13665b | ex. | ὅς ῥ’ εὖ εἰδὼς 〈κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε〉: ἵνα τῷ παραδόξῳ τῆς ἀναφωνήσεως εἰς προσοχὴν ἐπισπάσηται τὸν ἀκροατήν, εἶτα ἐξ ἀναστροφῆς διηγεῖται. b(BCE3E4)T | |
13669a | ex. | 〈ἀργαλέην θωήν:〉 ὡς Κορίνθιος γὰρ ὑπὸ Ἀγαμέμνονα ἦν. Til | |
13669b | ex. | 〈θωήν:〉 νῦν τὴν μέμψιν. Aint | |
13670a1 | ex. | 〈νοῦσόν τε στυγερήν:〉 τὴν ἐν τῷ γήρᾳ ἕψησιν. Til | |
13670a2 | τὴν ἐν γήρᾳ τιμωρίαν. ἢ νόσον ἁπλῶς. b(BCE3) | ||
13.671 | ex. | ὑπὸ γναθμοῖο 〈καὶ οὔατοσ〉: ὑπὸ τῆς γνάθου κατὰ τὸν | |
ὑπὸ τὸ οὖς τόπον. οἱ δὲ γνάθον τὴν σιαγόνα. b(BCE3E4)T | |||
13.673 | ex. | 〈δέμας:〉 διὰ τὸ ὥς. Til | |
13674a | Nic. | Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διῒ φίλος, 〈οὐδέ τι ᾔδη〉: βραχὺ διασταλτέον Διῒ φίλος: διὰ μέσου γάρ ἐστι τὸ οὐδέ τι ᾔδη. A | |
13674b | ex. | Ἕκτωρ 〈δ’〉 οὐκ ἐπέπυστο 〈Διῒ φίλοσ〉: τομήν τινα δαιμονίως ἐξεῦρε· σιωπήσας {δαιμονίως} γὰρ ἦν τὰ κατὰ τὸν Ἕ‐ κτορα, ἐφ’ ἃ ἀναστρέφει. T | |
13.675 | ex. | ἐπ’ ἀριστερά: τοῦ Ἕκτορος, οὐ τοῦ στρατοῦ· εἰ γὰρ ἐπ’ ἀριστεροῖς ἐστιν ἡ πύλη, δι’ ἧς εἰσῆλθεν, αὐτόπτης ἂν ἐγίνετο. b (BCE3E4)T | |
13.677 | ex. | τοῖος: ἀντὶ τοῦ μετὰ τοιαύτης προθυμίας. b(BCE3E4)T | |
13.678 | ex. | πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν: οὐ πᾶν ἦν ἔργον τοῦ θεοῦ, ἀλλὰ πρὸς τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει. καὶ ὅτι ταῖς προθυμίαις συλλαμβάνει τὸ θεῖον. b(BCE3E4)T | |
13681a | Ariston. | ἔνθ’ ἔσαν Αἴαντός τε νέες 〈καὶ Πρωτεσιλάου〉: ὅτι τοῦ Λοκροῦ λέγει Αἴαντος· οὗτος γὰρ πλησίον ἐνεώλκει τοῦ Πρωτεσιλάου. πρὸς τὰ περὶ τοῦ ναυστάθμου. A | |
13681b | ex. | 〈Αἴαντος:〉 τοῦ Λοκροῦ· ἐπάγει „Λοκροί“ (Ν 686). Til | |
13.683 | ex. | τεῖχος ἐδέδμητο χθαμαλώτατον: τεῖχος χθαμαλώ‐ | |
τατον ἀντὶ τοῦ χθαμαλόν, ὡς „ἀκρότατον δ’ ἄρ’ ὀϊστόσ“ (Δ 139)· ἤτοι δὲ διὰ τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυανδρίου ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμά‐ | |||
5 | λισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν. A b(BCE3E4)T | ||
13.684 | ex. | ζαχρηεῖς: λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν. A b(BCE3E4)T | |
13685a | ex. | Ἰάονες: ἄλλοι εἰσὶ παρὰ τοὺς Ἴωνας· οἱ Ἰάονες γάρ, Ἀνδροτίων (FGrHist 324, 61) φησί, στήλην ἔστησαν διορίσαντες ἀπὸ Λακεδαίμονος ἐπιγραφεῖσαν (cf. I.G.M. 273a)· „τάδ’ οὐχὶ Πελοπόννησος, ἀλλ’ Ἰάονεσ“, Λάκωνες δὲ (cf. I.G.M. 273b) „τάδ’ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονεσ“, | |
5 | b(BCE3E4)T ὥστε τοὺς μὲν ἔνθεν εἶναι, τοὺς δὲ ἐκεῖθεν. b(BCE3E4) ἤτοι 〈τὸ〉 Ἴωνες Βοιωτικῶς διεῖλεν εἰς τὸ Ἰάονες. εἴρηνται δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου καὶ Κρεούσης. T | ||
13685b | ex. | Ἰάονες: οἱ ἐν Πελοποννήσῳ. ATil | |
13685c | ex. | ἑλκεχίτωνες: οἱ ἐν τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦν‐ τες. οἱ δέ, ὅτι μέχρι τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον τοὺς χιτῶνας καὶ τοὺς τέττιγας. b(BCE3E4)T | |
13686a | ex. | Φθῖοι: Φθιῶται οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρω‐ τεσιλάῳ καὶ Φιλοκτήτῃ A b (BCE3)T εἰσὶ δὲ αὐτῶν 〈τὰ〉 τάγ‐ ματα μεταξὺ Λοκρῶν καὶ Βοιωτῶν. T | |
13686b | ex. | φαιδιμόεντες: ἀντὶ τοῦ φαίδιμοι, παραγώγως· b (BCE3E4)T οὐ γὰρ ἔγκειται τὸ ἔντεα. T τινὲς δὲ σύνθετον ὑπονοοῦσι τὴν λέξιν, ἵν’ ᾖ ‘λαμπρὰς πανοπλίας ἔχοντεσ‘. b(BCE3E4)T | |
13687a | Ariston. | σπουδῇ ἐπαΐσσοντα 〈νεῶν ἔχον〉: ὅτι τὸ σπουδῇ ἀντὶ τοῦ μόγις καὶ δυσέργως ἀπὸ τῶν νεῶν αὐτὸν ἀπεῖργον. A | |
13687b1 | ex. | 〈σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον:〉 μόγις ἐπεῖχον | |
τὸν Ἕκτορα ὁρμῶντα. Til | |||
13687b2 | μόγις ὁρμῶντα ἐπεῖχον. b(BC) | ||
13.689 | ex. | οἱ μὲν Ἀθηναίων: οὐκ ἐτήρησε τὴν τάξιν· πρώτους γὰρ εἶπε Βοιωτούς (sc. Ν 685). κατεῖχον δὲ τὰ τάγματα τῶν κεράτων Βοιωτοὶ καὶ Ἀθηναῖοι, ἐπὶ μὲν τοῦ ἀριστεροῦ πρῶτοι ὄντες Βοιωτοί, ἐπὶ δὲ τοῦ δεξιοῦ ἔσχατοι ὄντες Ἀθηναῖοι. T | |
13690-1 | ex. | Μενεσθεύς, 〈οἱ δ’ ἅμ’ ἕποντο / Φείδας τε Στι‐ χίος τε Βίας τ’ ἐΰσ〉: καὶ ἀλλαχοῦ „Στιχίος {τε} δῖός τε Μενε‐ σθεύς, / ἀρχοὶ Ἀθηναίων“ (Ν 195—6). T | |
13691-2 | ex. | αὐτὰρ Ἐπειῶν / Φυλείδης 〈τε Μέγησ〉: καὶ μὴν Ἀμφίμαχος καὶ Θάλπιος Ἠλείων ἦσαν ἡγεμόνες (cf. Β 615—20). Ἀρίσταρχος δὲ καὶ τοὺς ἐκ Δουλιχίου Ἐπειοὺς καλεῖ· ὡς γὰρ ἐξ Ἤλιδος φυγόντος Φυλέως, εἰκὸς ἦν αὐτῷ συναίρεσθαί τινας, ὧν ἦρχε | |
5 | Μέγης. εἰ δὲ ἐκείνων νῦν μέμνηται Ἐπειῶν τῶν ἐξ Ἤλιδος, πιθανὸν ἂν εἴη †ἂν† ἡγεῖσθαι αὐτῶν Μέγητα ὡς ὁμοεθνῆ· Ἀμφίμαχος γὰρ (sc. Ν 185—6) καὶ Διώρης (sc. Δ 517—26) οἱ τῶν Ἠλείων δυνάσται ἀνῄρηνται, Θάλπιος δὲ καὶ Πολύξενος τραυματίζονται. T | ||
13.691 | ex. | {αὐτὰρ} Ἐπειῶν: μεταξὺ ἦσαν Ἀθηναίων καὶ Λοκρῶν· διό φησιν· „Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν / ἄνστησον“ (Κ 175—6). T | |
13692a | ex. | 〈Ἀμφίων τε Δρακίος τε:〉 οὗτοι ἀντὶ Διώρους καὶ Ἀμφιμάχου ἐτάχθησαν. Til | |
13692b | Ariston. | Φυλείδης τε Μέγης: ὅτι ἐν ἄλλοις οὐ νοῶν Ζηνόδοτος ὅτι Μέγης Φυλέως ἐστί, γράφει „Φυλείδην τε Μέγην τε“ (Τ 239). A | |
13692c | Did. | 〈Μέγης:〉 οὕτως Μέγης ἔξω τοῦ τέ· οὗτος γάρ ἐστι Φυ‐ | |
λείδης. Aim | |||
13.693 | Hrd. | {πρὸ} Φθίων {δὲ μέδων τε}: Φθίων ὡς Χίων, βαρυτόνως· καὶ γὰρ Φθῖοι ὡς Χῖοι· „Λοκροὶ καὶ Φθῖοι“ (Ν 686). A | |
13694a | Ariston. | ἤτοι ὁ μὲν νόθος υἱὸς 〈Ὀϊλῆος θείοιο〉: ὅτι σα‐ φῶς Ὀϊλεὺς σὺν τῷ ο· πρόκειται γὰρ ἄρθρον, ὁ μὲν νόθος υἱός. πρὸς Ζηνόδοτον γράφοντα „ἀλλ’ οὐκ Ἰλιάδῃ“ (Ν 712). A | |
13694b | ex. | νόθος υἱός: ἐξ Ἀλκιμάχης τῆς Αἰακοῦ ἦν ὁ Μέδων. T | |
13697a | ex. | 〈Ἐριώπιδος:〉 Φέρητος ἦν αὕτη. Til | |
13697b | Ariston. | 〈ἣν ἔχ’ Ὀϊλεύς:〉 ὅτι σὺν τῷ ο Ὀϊλεύς. Aint | |
13.701 | ex. | Αἴας δ’ οὐκέτι: νῦν τοὺς Λοκρῶν ἡγεμόνας καταλέγει. T | |
13702a1 | Did. | 〈ἵστατ’ ἀπ’ Αἴαντος:〉 Ζηνόδοτος „χάζετ’ ἀπ’ Αἴαν‐ τοσ“. Aim | |
13702a2 | τὸ δὲ ἵστατο Ζηνόδοτος „χάζετο“ γράφει. T | ||
13703-7 | ex. | ἀλλ’ ὥς τ’ ἐν νειῷ〈—τέλσον ἀρούρησ〉: τὴν τάξιν τῆς στάσεως καὶ τὴν προθυμίαν ἡ παραβολὴ δείκνυσιν. b(BCE3E4)T | |
13.703 | ex. | οἴνοπε: οἰνώδεις εἰς τὸ ὁρᾶν. οἱ δὲ μέλανες, ὡς „οἴνοπα πόντον“ (Α 350). καὶ Πτολεμαῖος γὰρ εἰς τὸ τῆς Ἀρσινόης †χιλιά‐ | |
ροτρον† τέμενος μέλανας ἀνῆκε βοῦς. b(BCE3E4)T | |||
13705a | ex. | πρυμνοῖσιν κεράεσσι 〈πολὺς ἀνεκήκιεν ἱδρώσ〉: εἰσὶ γὰρ οἱ „κεραελκέεσ“ (Call. h. 3, 179) καλούμενοι. οἱ δὲ T συμ‐ πάσχειν τοῖς ποσὶ τὰ κέρατα τῇ διατάσει τῶν νεύρων φασί· διὸ μετὰ κάματον αὐτοὺς ἀλείφεσθαι τὰ κέρατα κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ, ὡς | |
5 | Ἀριστοτέλης φησί (h. an. 8,7 p. 595b14 et 8,23 p. 604a16). πρυμνοῖς δὲ τοῖς παρὰ τὴν σάρκα. b(BCE3E4)T | ||
13705b1 | Did. | 〈ἀνακηκίει:〉 χωρὶς τοῦ δ, ἀνακηκίει, καὶ διὰ τοῦ ι. Aim | |
13705b2 | {πολὺς δ’ ἀνακηκίει ἱδρώς:} πολὺς ἀνακηκίει χωρὶς τοῦ δέ αἱ πᾶσαι. T | ||
13.706 | ex. | 〈τὼ—〉ἀμφὶς ἐέργει: ἀπ’ ἀλλήλων αὐτοὺς ὁ ζυγὸς χωρίζει. b(BCE3E4)T | |
13707a | Ariston. | ἱεμένω κατὰ ὦλκα· 〈τέμει δέ τε τέλσον ἀρού‐ ρησ〉: ὅτι ἀντὶ τοῦ ἱεμένους· τὸ γὰρ ἱεμένω ὀρθὴν καὶ αἰτιατικὴν σημαίνει. καὶ ὅτι τέμει ἀντὶ τοῦ τέμνει. A | |
13707b1 | D | ex. | 〈κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης:〉 ὦλκα λέγει τὴν αὔλακα. | τέλσον δὲ τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς, ὅπερ τέμνει τὸ ἄροτρον. b(BCE3E4) | |
13707b2 | {τέλσον ἀρούρης:} τέμνει τὸ ἄροτρον τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς. T | ||
13707c | Hrd. | {τέμει δέ τε} τέλσον {ἀρούρης}: τέλσον ὡς „χέρσον“ (Ξ 394 al.). γέγονε δὲ κατὰ μεταβολὴν παρὰ τὸ τέλος, πλεονάσαντος | |
τοῦ ς. A | |||
13709-11 | ex. | 〈ἀλλ’ ἤτοι Τελαμωνιάδῃ〉 πολλοί τε καὶ ἐσθλοί 〈/ λαοὶ〉 ἕπονθ’ 〈ἕταροι—ἵκοιτο〉: τὸ τληπαθὲς Αἴαντος δείκνυσιν, εἴγε πολλοὶ καὶ ἀγαθοὶ διαδέχονται αὐτοῦ τὸ σάκος b(BCE3E4)T ἀποκάμνοντος, δεδιότες, μή πως αὐτοῦ ἀγανακτή‐ | |
5 | σαντος ἀπόλοιντο. b(BCE3E4) | ||
13.710 | D | 〈ἐξεδέχοντο:〉 διεδέχοντο. Til | |
13712-21 | ex. | οὐδ’ ἄρ’ Ὀϊλιάδῃ〈— / οἱ δ’ ὄπιθεν βάλλον‐ τες ἐλάνθανον〉: λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς συμπνοίας τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γιγνομένης τῆς μάχης ἀχρεῖοι ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. καὶ ἔδει αὐτοῖς προβλήματός τινος· ὑπο‐ | |
5 | δύντες οὖν ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν. b(BCE3E4)T | ||
13.712 | Ariston. | οὐδ’ ἄρ’ Ὀϊλιάδῃ {μεγαλήτορι}: ὅτι Ζηνόδοτος γράφει „ἀλλ’ οὐκ Ἰλιάδῃ“. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὀϊλιάδης. A | |
13713a | Did. | 〈σφι:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ν, σφι. Ἀριστο‐ φάνης δὲ σὺν τῷ ν. Aim | |
13713b | Did. (?) | ex. | μίμνε φίλον κῆρ: γράφεται „ἔργ’ ἐμεμήλει“. | πῶς οὖν ἐν τῇ Ἐπιπωλήσει (sc. Δ 274) φησὶ „νέφος εἵπετο πεζῶν“; ἢ ὡς τα‐ ραχῆς γεγονυίας καὶ ἄλλοι συνεμίχθησαν αὐτοῖς. T | |
13.716 | ex. | 〈ἀώτῳ:〉 ἔδει ‘ἀώτοισ‘. Til | |
13.717 | ex. | 〈ἔπειτα:〉 ἀντὶ τοῦ δή. Til | |
13.719 | ex. | 〈οἱ μέν:〉 οἱ Σαλαμίνιοι δηλονότι. b(BCE3)Til | |
13.723 | D | 〈λευγαλέως:〉 ὀλεθρίως. Til | |
13.724 | Ariston. | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
13725a1 | Ariston. | 〈Ἕκτορα εἶπε παραστάς:〉 ὅτι ἐλλείπει ἡ πρός. πρὸς Ἕκτορα. Aint | |
13725a2 | λείπει ἡ πρός. b(BCE3)Til | ||
13.726 | ex. | Ἕκτορ, ἀμήχανός ἐσσι 〈παραρρητοῖσι πιθέσθαι〉: ἐν καιρῷ ἀναμιμνῄσκει τὸν Ἕκτορα τῆς ἰδίας συμβουλῆς· ἔλεγε γὰρ „μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν“ (Μ 216). ἀλλ’ οὐκ ἄν‐ τικρυς αὐτὸς ἐκφέρει ὅτι παρακούσας τῆς συμβουλῆς ἐκάκωσας τὴν | |
5 | στρατιάν· ἀπήχθετο γὰρ τῷ βασιλεῖ καὶ †φιλονεικώτερον† αὐτὸν ἐποίει καὶ ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν τρέπει τὸν λόγον τῇ γνωμολογίᾳ χρώμενος. b(BCE3E4)T τὸ δὲ ἀμήχανος ἀνίκητος ἢ ἀπαραμύθητος, τοῖς βουλομένοις σε πείθειν ἀμηχανίαν παρέχων. τὸ δὲ παραρρητοῖσι παρηγορικοῖς λόγοις, παραμυθήμασιν, ὑπο‐ | ||
10 | θήκαις, οἱ δὲ συμβούλοις. b(BE3E4)T | ||
13727-8 | Nic. | 〈οὕνεκά τοι περὶ δῶκε θεὸς—ἄλλων:〉 τοῦτο ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον. λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν. Aint | |
13727a | Nic. | ex. | οὕνεκά τοι περὶ δῶκε θεὸς 〈πολεμήϊα ἔργα〉: ἐν ἐρω‐ τήσει ὁ λόγος. | πραγματικῶς δὲ ἐν ἑνὶ στίχῳ θεοφίλειαν καὶ ἀνδρίαν αὐτῷ μαρτυρῶν ἕτοιμον ποιεῖ πρὸς πειθώ. b(BCE3E4)T | |
13727b | Hrd. | οὕνεκά τοι περὶ δῶκε: τὸ περί ἀντὶ τοῦ περισσῶς. τὸ | |
δὲ δῶκε προπερισπαστέον. A | |||
13.728 | ex. | τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιΐδμεναι ἄλλων: καὶ τοῦτο τεχνικῶς· οὐ γὰρ ἀνδρεῖον μὲν αὐτὸν ἔφη ἀνόητον δέ, λεληθό‐ τως δὲ τὴν ἀνδρίαν εἰς ψόγον αὐτῷ τρέπει, αἰτίαν αὐτῷ φάσκων τοῦ ἀπειθεῖν τοῖς ὀρθῶς συμβουλεύουσιν. b(BCE3E4)T | |
13729-30 | ex. | αὐτὸς ἑλέσθαι 〈/ ... ἔδωκε θεόσ〉: πάντα εἰς θεὸν ἀναφέρει ὁ ποιητής, b(BCE3E4)T οἷον ἐστι καὶ τὸ „ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο“ (Γ 66)· ἀδύνατον, φησίν, ἐστίν, ἃ σὺ θέλεις, ἔχειν σε. T | |
13.730 | ex. | Did. (?) | ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς 〈πολεμήϊα ἔργα〉: ὅτι θεόσδοτοι αἱ ἀρεταί. b(BCE3E4)T | Ζηνόδοτος δὲ ὁ Μαλλώτης (fr. 4, p. 150 Pusch) προστίθησιν „ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν“ (= Ν 731). T | |
13732-3 | ex. | ἄλλῳ δ’ ἐν στήθεσσι〈—ἐπαυρίσκοντ’ ἄν‐ θρωποι〉: πιθανῶς ἐν πρώτοις τὸ αὐτοῦ, δεύτερον δὲ τὸ ἴδιον ἔταξε πλεονέκτημα. b(BCE3E4)T | |
13.732 | Did. (?) | 〈νόον τίθει:〉 οὕτως Ἀριστοφάνης. Til | |
13733a | ex. | τοῦ δέ τε πολλοὶ 〈ἐπαυρίσκοντ’ ἄνθρωποι〉: τοῦ νοῦ. ἐπαυρίσκονται δὲ ἀπολαύουσιν· „ἐσθλὸς γὰρ κἀκεῖνος, ὃς εὖ εἰ‐ πόντι πίθηται“ (Hsd. opp. 295). b(BCE3E4)T | |
13733b | Did. | 〈πολλοί:〉 Ἀριστοφάνης „πολλόν“. Aim | |
13734a | ex. | 〈καί τε〉 πολεῖς 〈ἐσάωσε〉: πολλούς. ἀλλ’ ἤδη προεῖπε „τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ 〈ἄνθρωποι〉“ (Ν 733). ἐὰν δὲ τὰς πόλεις ἀκούσωμεν, μείζων ἔσται ὁ ἔπαινος ὅτι ἑνὸς ἀνδρὸς εὐβουλία καὶ πόλεις ὅλας σῴζει. ἀμείνων οὖν τῆς ἀνδρίας ἡ φρόνησις, ὅσῳ καὶ πο‐ | |
5 | λυωφελεστέρα. b(BCE3E4)T | ||
13734b | Hrd. | Ariston. | καί τε πολεῖς ἐσάωσε, 〈μάλιστα δὲ καὐτὸς ἀν‐ έγνω〉: περισπαστέον τὸ πολεῖς ὡς ταχεῖς, ὁμοίως τῷ „πολεῖς ὀλέ‐ σαντ’ αἰζηούσ“ (Ο 66). τοῦτο δέ φημι, ἐπεί τινες βούλονται ἕνεκα ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν, οἷς μάχεται καὶ ἡ ὀρ‐ | |
5 | θογραφία ἡ κατ’ Ἴωνας. | ἡ διπλῆ δέ, ὅτι κατὰ συναλιφὴν ἐκληπτέον, ἵνα διαιρῆται, μάλιστα δέ κε αὐτός. A | ||
13734c | ex. | μάλιστα δὲ καὐτὸς 〈ἀνέγνω〉: πλεονάζει ὁ κέν. b(BCE3)T λέγει δὲ ὅτι μᾶλλον τῶν ἄλλων διέγνω τὴν ἐκ τοῦ πράγματος ὠφέλειαν ἢ τὴν σωτηρίαν. b(BCE3E4)T | |
13.735 | ex. | 〈αὐτὰρ ἐγὼν ἐρέω—ἄριστα:〉 δεόντως ἐπάγει νῦν τὴν ἰδίαν γνώμην, προπαρασκευάσας πρὸς πειθὼ τὸν στρατηγόν. b(BCE3E4)T | |
13736a1 | ex. | πάντῃ γάρ σε περὶ στέφανος 〈πολέμοιο〉 δέδηε: εἴωθεν ἀπὸ τοῦ γάρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφανος δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· οὐδένα γὰρ οἶδε στεφανού‐ μενον ὁ ποιητής. ἡ δὲ περί πρὸς τὸ δέδηεν, ἵν’ ᾖ περιλάμπει, οἷον | |
5 | περιείληψαι ὑπὸ τῶν πολεμίων. T | ||
13736a2 | εἴωθεν ἀπὸ τοῦ γὰρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφα‐ νος δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν. ἡ δὲ περί πρὸς τὸ δέδηεν. λέγει δὲ τὸ ὅλον ὅτι ὁ πόλεμος εἰς σὲ περισσῶς ἀνάκειται, ἢ ὅτι ὁ τοῦ πολέμου κύκλος παρὰ τῶν πολεμίων ἤδη σε περιείληφεν. | ||
5 | b(BE3E4) | ||
13736b | Ariston. | πάντη γάρ 〈σε〉 περὶ στέφανος 〈πολέμοιο δέ‐ δηε〉: ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον ὠνόμακεν 〈***〉 διὰ τῶν γενομένων αὐτῶν· οὔτε γὰρ οἱ τῆς Πηνελόπης μνηστῆρες οὔθ’ οἱ Φαίακες οὔθ’ οἱ ἐπὶ τῶν θυσιῶν ἐστέφοντο. ἀλλ’ ἴσως ἀπὸ τῆς κατὰ | |
5 | τὴν ἐμπλοκὴν στεφάνης διὰ τὸ κυκλοτερὲς εἴρηται. A | ||
13737-9 | ex. | Τρῶες δὲ μεγάθυμοι〈—κεδασθέντες κατὰ νῆασ〉: τοῦτ’ ἂν εἴη ἀγαθοῦ συμβούλου τὸ μὴ μόνον τὰ καθ’ ἑαυτὸν καὶ τὸν στρατηγὸν ἰδεῖν, ἀλλὰ καὶ τὸ πᾶν κατασκέψασθαι, ὃ ποιεῖ ὁ Πολυδάμας. b(BCE3E4)T | |
13.737 | ex. | ἐπεὶ κατὰ τεῖχος ἔβησαν: ἀφ’ οὗ κατέβησαν τὸ τεῖ‐ χος. T | |
13740a | Ariston. | 〈κάλει ἐνθάδε πάντας ἀρίστους:〉 ὅτι ἀρίστους τοὺς ἀριστέας· πρὸς τὸ „οὕνεκ’ ἄριστος ἔην“ (Β 580). Aim | |
13740b | ex. (Ariston.) | | 〈κάλει ἐνθάδε〉 πάντας ἀρίστους: ἀντὶ τοῦ ἀριστεῖς. | | |
ex. | πιθανῶς δὲ χρῆται τῇ συμβουλῇ, ἵνα μάθῃ ὁ Ἕκτωρ τοὺς ἀνῃρημέ‐ | ||
νους καὶ ἀναχωρήσῃ. b(BCE3E4)T | |||
13.741 | ex. | ἔνθεν δ’ ἂν 〈μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλήν〉: ἐκ τοῦ καλέσαι τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον. b(BCE3E4) T | |
13.742 | ex. | ἤ κεν ἐν〈ὶ〉 νήεσσι 〈πολυκλήϊσι〉 πέσωμεν: καθόλου τῆς ἑτέρας γνώμης ἐστὶν ὁ Πολυδάμας, ἀλλ’ οὐκ αὐτὴν ἐκφέρει· ἠπίστατο γὰρ οὐ δεξόμενον τὴν γνώμην τὸν Ἕκτορα. ἄμφω οὖν τέ‐ θεικεν, ἵνα ἐπ’ ἐκείνῳ ᾖ τὸ ἑλέσθαι· ὅτι γὰρ ὡς παράδοξον αὐτὸ πρῶ‐ | |
5 | τον τέθεικε, δῆλον ἐκ τῆς ἐπιφορᾶς „αἴ κ’ ἐθέλῃσι θεόσ“ (Ν 743), ὡς δύσκολον καὶ ἐπὶ θεῷ μόνῳ κείμενον τὸ ἑλεῖν τὰς ναῦς. b(BCE3E4)T | ||
13.744 | ex. | 〈πὰρ νηῶν〉 ἔλθωμεν ἀπήμονες: καὶ ἐντεῦθεν δῆλός ἐστιν ἀναζεῦξαι βουλόμενος, ὅτι προσδοκᾷ τι δεινὸν ἐκ τῆς ἐπὶ ναυσὶ μάχης· ἄπιστον γὰρ ἡγεῖται τὸ ἀπήμονας ἀναχωρῆσαι. T | |
13745-6a | Ariston. | δείδω, μὴ τὸ χθιζὸν 〈ἀποστήσωνται Ἀχαιοί / χρεῖοσ〉: ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ σταθμῷ ἀποκατα‐ στήσωσι, τουτέστι μή, ὃ ἡμεῖς ἐλάβομεν χθὲς νικῶντες, σήμερον εἰσ‐ | |
πράξωσιν. A | |||
13745-6b | Porph. | 〈δείδω, μὴ τὸ χθιζὸν〉 ἀποστήσωνται 〈Ἀχαιοί /〉 χρεῖος: τουτέστιν ‘ἴσως ἀπολάβωσιν‘, ὡς ἐν ζυγῷ τὸ ἴσον στήσαν‐ τες καὶ ἀπομετρούμενοι ὄφλημα· χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλη‐ μα, οὐχ ἁπλῶς 〈τὸ〉 πρᾶγμα. φησὶν οὖν· δέδοικα, μὴ ὡς δανεισάμενοι | |
5 | χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, αὐτῷ σταθμῷ στήσαντες τὸ χρέος. T | ||
13745-6c | ex. | ἄλλως· σταθμῷ ἀποδῶσι τὴν χθεσινὴν ἡμῶν εὐημερίαν. b (BCE3)T ἐν τῇ κόλῳ γὰρ μάχῃ εὐτύχησαν Τρῶες. b(BCE3E4)T στῆσαι δὲ τὸ ζυγοστατῆσαι καὶ ἐξισάσαι τῷ αὐτῷ μέτρῳ. T θε‐ ραπεύει δὲ τὸν Ἕκτορα λεληθόσιν ἐπαίνοις, ὑπομιμνῄσκων αὐτὸν | |
5 | τῶν χθὲς αὐτῷ κατωρθωμένων. b(BCE3E4)T | ||
D | ἄλλως· μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες· μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια. A | ||
13.747 | ex. | 〈ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω:〉 πλεονε‐ κτούμενοι γὰρ ἱκετεύ〈σ〉ουσιν αὐτόν. Til | |
13.748 | ex. | ἅδε δ’ Ἕκτορι 〈μῦθος ἀπήμων〉: διδάσκει πείθεσθαι | |
τοῖς καιροῖς· τοιοῦτος γὰρ ἦν καὶ Ἀγαμέμνων, ἐπιπλήσσων Ὀδυσ‐ σεῖ καὶ Διομήδει ἐν τῇ †ἐπιπολήσει† (sc. Δ 339—48 et 370—400) καὶ ὕστερον ἀνεχόμενος αὐτῶν ὀνειδιζόντων (sc. Δ 350—5 et Ι 32—49). | |||
5 | b(BCE3E4)T | ||
13.751 | ex. | 〈ἐρύκακε:〉 μὴ ἔα χωρίζεσθαι, b(BCE3E4)Til ἀλλ’ εἰς ταὐτὸ σύναγε. b(BCE3E4) | |
13.752 | ex. | 〈κεῖσε:〉 εἰς τὸ καταπονούμενον μέρος. Aint | |
13754a | Ariston. | {ἠρα καὶ ὡρμήθη} ὄρεϊ νιφόεντι: ὅτι νιφόεντα τὰ ὄρη. καὶ Ὄλυμπος τοιγαροῦν ὄρος· νιφόεις γὰρ λέγεται (sc. Σ 616). A | |
13754b | ex. | ὄρεϊ νιφόεντι: καὶ Ὄλυμπος ἄρα ὄρος· φησὶ γὰρ „κατ’ Οὐλύμπου νιφόεντοσ“ (Σ 616). πρὸς δὲ μέγεθος ἡ εἰκών, ἐπεὶ ἀκίνητόν ἐστι τὸ ὄρος. b(BCE3E4)T ἅμα δὲ καὶ τὸ ἄγριον αὐτοῦ καὶ φο‐ βερὸν ὄρει παρεικάζει χιόνι κεκαλυμμένῳ· τὸ γὰρ ἄνιφον πάντως καὶ | |
5 | ἥμερον. T | ||
13.756 | ex. | ἀγαπήνορα: τὸν δι’ ἀνδρίαν ἀγαπώμενον. b(BE3E4)T ἢ μᾶλλον, ἐπεὶ βουλευτὴς ἦν, εἰκότως εἴη ἂν ἀγαπήνωρ οἷον ὁ τοὺς στρατιώτας ποιῶν διὰ λόγων συμβουλευτικῶν ἀγαπᾶν τὴν ἀνδρίαν καὶ μὴ προδιδόναι αὐτὴν δειλίᾳ, ὁ παρασκευάζων καὶ τοὺς | |
5 | ἀνάνδρους ἀνδρείους γίνεσθαι. T | ||
13.759 | Hrd. | {καὶ ἄσιον} Ὑρτάκου {υἱόν}: Ὑρτάκου ὡς θυλάκου· τὰ γὰρ εἰς κος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετά‐ βολον καταλήγουσαν ἔχοντα, προπαροξύνεται, Λάμψακος, Ῥύνδα‐ κος· „Ῥύνδακον ἀμφὶ βαθύσχοινον“ (cf. Bacch. fr. 50 Sn.). οὕτως | |
5 | οὖν καὶ Ὕρτακος. A | ||
13761a | Ariston. | τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν 〈ἀπήμονας οὐδ’ ἀνολέθρουσ〉: ὅτι συλληπτικῶς ἐπὶ τῶν τετρωμένων καὶ τῶν ἀπο‐ λωλότων· οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι, οὐκ ἀνόλεθροι δὲ οἱ τετελευτηκότες. A | |
13761b | ex. | οὐ〈κέτι〉 πάμπαν ἀπήμονας 〈οὐδ’ ἀνολέθρουσ〉: ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν τρῶσιν, ὧν δὲ τέλεον ἀναίρεσιν· Ἕλενος γὰρ καὶ Δηΐφοβος οὐκ ἀπήμονες (cf. Ν 593—600. 528—9), Ὀθρυονεὺς δὲ καὶ Ἄσιος οὐκ ἀνώλεθροι (cf. Ν 370—3. 387—93). | |
5 | b(BCE3E4)T | ||
13.763 | Ariston. | 〈χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες:〉 πρὸς τὸ δεύτερον ἀπήντηκε, πρὸς τὸ „οὐδ’ ἀνολέθρουσ“ (Ν 761). b(BCE3E4)Til | |
13764a1 | Ariston. | 〈βεβλημένοι οὐτάμενοί τε:〉 ὅτι πάλιν συλληπτι‐ κῶς· οἱ μὲν γὰρ ἐβέβληντο, οἱ δὲ οὐτάμενοι ἦσαν. Aint | |
13764a2 | βεβλημένοι οὐτάμενοί τε: συλληπτικῶς· ἐβέβλητο γὰρ Ἕλενος, οὔταστο δὲ Δηΐφοβος. b(BCE3E4)T | ||
D | βεβλημένοι οὐτάμενοί τε: ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους —ἤ τινι τοιούτῳ. A | ||
13765a | Ariston. | 〈μάχης ἐπ’ ἀριστερά:〉 ὅτι τοῦ ναυστάθμου τὰ ἀριστε‐ ρὰ λέγει. Aim | |
13765b | ex. | 〈μάχης ἐπ’ ἀριστερά:〉 ἀριστερὰ τοῦ Ἕκτορος, | |
δεξιὰ τοῦ τείχους. b(BCE3E4)Til | |||
13766a1 | ex. | Ἀλέξανδρον, Ἑλένης πόσιν: ἐσπούδαζε γὰρ αὐτῆς ἀνὴρ εἶναι. ἅπαξ {εἰ} δέ, ὅτε βεβίασται ὑπὸ θεοῦ, φησὶν „ἅμα δ’ εἵπετ’ ἄκοιτισ“ (Γ 447). οἱ δὲ τὸν τέως ὄντα· διὸ Μενέλαον οὐδέποτε πόσιν αὐτῆς εἶπεν. T | |
13766a2 | ἐσπούδαζε γὰρ ἀνὴρ αὐτῆς εἶναι, εἰ καὶ μοιχὸς ἦν. ἢ τὸν τέως ἔχοντα αὐτὴν πόσιν λέγει· διὸ Μενέλαον οὐδέποτε πόσιν αὐ‐ τῆς καλεῖ. b(BCE3E4) | ||
13768-73 | ex. | προσέφη αἰσχροῖς ἐπέεσσιν· 〈/ „Δύσπαρι— ὄλεθροσ“〉: ὡς αἴτιον τῆς μάχης, καὶ ἐπεὶ δι’ αὐτὸν ὁ τῶν ἀρίστων κίνδυνος, b(BCE3E4)T ἐπεί τοι καὶ θαρσύνει τοὺς ἑταίρους (sc. Ν 767). T ἀλλ’ ἔχει ἦθος ὁ λόγος· αὐτὸς γὰρ αἴτιος τῆς ἐκείνων | |
5 | ἀπωλείας γεγονώς, ὡς ἀναγκάσας διαβῆναι τὸ τεῖχος, ἄλλῳ τὴν αἰτίαν ἀναφέρει· ὅπερ ἴδιον τῶν δυσκολαινόντων καὶ τὰ ἴδια ἁμαρ‐ τήματα μετατιθέντων· ὅπερ καὶ ἐξελέγχει ὁ Πάρις ἐν τῇ ἀποκρίσει· „Ἕκτορ, ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι“ (Ν 775). b(BCE3E4)T | ||
13769a1 | ex. | εἶδος ἄριστε, 〈γυναιμανέσ〉: ἐπειδὴ τὸ γυναιμανές συνάπτει, μέμφεται τὸ κάλλος, ὡσεὶ ἔλεγεν ‘ἐπὶ μοιχείᾳ καλλωπιζό‐ μενε‘, ἐπεί τοι ἀλλαχοῦ „οὐχ ὁράᾳς, οἷος κἀγὼ 〈καλός τε μέγας τε〉“; (Φ 108). T | |
13769a2 | τὸ εἶδος ἄριστε τῷ γυναιμανές συνάπτει, ἵν’ ᾖ ὁ λό‐ γος οὕτως ‘ἐπὶ μοιχείᾳ καλλωπιζόμενε‘· μέμφεται γὰρ τὸ κάλλος αὐ‐ τοῦ οὐχ ὡς κακόν, ἀλλ’ ὡς αἴτιον κακοῦ. b(BCE3E4) | ||
13.770 | ex. | ποῦ τοι: ἠθικῶς ὁ τοί ἐνταῦθα· οὐ γὰρ παρέλκει, ἀλλ’ ἔχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον δι’ Ἀλέξανδρον πράττεται. | |
A b (BCE3E4)T | |||
13772-3 | ex. | νῦν ὤλετο〈—ὄλεθροσ〉: εἰκονικῶς προβάλλεται τὴν φωνὴν καὶ τὸ βλέμμα τοῦ σχετλιάζοντος. b(BCE3E4)T | |
13772a1 | ex. | κατ’ ἄκρης: ἕως τῆς ἀκροπόλεως. τινὲς δὲ „κρῆσ“ μονο‐ συλλάβως, ἐπεὶ καὶ „κρῆθεν“ (cf. Π 548. λ 588) φησίν. AT | |
13772a2 | κατ’ ἄκρης δὲ διόλου, ἕως τῆς ἀκροπόλεως. b(BE3E4) | ||
13772b | ex.(?) | 〈κατ’ ἄκρης:〉 κατὰ κράτος. Aim | |
13773a | Ariston. | 〈Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος:〉 ὅτι θηλυκῶς ἡ Ἴλιος, καὶ τὸ τοί παρέλκει· οὐ γὰρ αὐτῷ μόνῳ ἦν ὄλεθρος, ἀλλὰ καὶ τοῖς ἄλλοις. Aint | |
13773b | ex. | 〈νῦν τοι〉 σῶς αἰπὺς ὄλεθρος: σῳζόμενος· †τοῦτο γὰρ ὀλέθρου σῳζομένου ὄλεθρος γράφει† τοῖς ἐντυγχάνουσιν. οἱ δὲ ἰσχυρός. οἱ δὲ πλήρης. οἱ δὲ σῳστέος, ἵν’ ᾖ νῦν σοι σῳστέον τὸν ὄλε‐ θρον, ὅ ἐστι, νῦν ὀφείλεις σκοπῆσαι, πῶς σωθήσῃ. b(BCE3E4)T | |
13773c | ex. | 〈νῦν τοι σῶς αἰπὺς ὄλεθρος:〉 νῦν σοι †ζώσεται† αἰπὺς ὄλεθρος. Aim | |
13.775 | ex. | αἰτιάασθαι: λείπει θέλει. οἱ δὲ τὸ αἰτιάασθαι ἀντὶ τοῦ αἰτιᾶται. T | |
13.776 | ex. | ἐρωῆσαι: ὑποχωρῆσαι, τὴν ἐπὶ τὰ ὀπίσω ὁρμὴν ποιῆσαι· οὐ γὰρ νῦν. b(BCE3E4)T | |
13.777 | Ariston. | 〈μέλλω:〉 ὅτι τὸ μέλλω ἀντὶ τοῦ ἔοικα. Aint | |
13.778 | ex. | ἐξ οὗ γὰρ 〈παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων〉: ἐξ ὅτου παρώρμησας τοὺς ἑταίρους ἐπὶ ταῖς ναυσίν. ἠρέμα δὲ ἐλέγχει ὅτι ἐκεῖνος αἴτιος ἀναγκάσας ἐνταῦθα ἐλθεῖν. σαφῶς δὲ οὐ δύναται ἐλέγχειν. b(BCE3)T | |
13.779 | ex. | 〈ὁμιλέομεν:〉 κατὰ ἴλας συμβάλλομεν. b(BCE3E4)Til | |
13.780 | ex. | 〈ἕταροι δὲ κατέκταθεν, οὓς σὺ μεταλλᾷς:〉 περὶ ὧν ὕστερον ἠρωτήθη, 〈πρώτουσ〉 φησίν. Til | |
13782a | Ariston. | οἴχεσθον μακρῇσι τετυμμένω 〈ἐγχείῃσιν〉: ὅτι συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ἐπ’ ἀμφοτέρων τέταχεν· οὐ γὰρ ἀμφότεροι ἐτύπησαν, ἀλλ’ ὁ μὲν Ἕλενος ἐβλήθη, ὁ δὲ Δηΐφοβος ἐτύπη. A | |
13782b | ex. | τετυμμένω 〈ἐγχείῃσι〉: σύλληψις· φησὶ γὰρ „δουρὶ βραχίονα τύψε“ (Ν 529) καὶ περὶ τοῦ ἑτέρου „τὴν βάλεν, ᾗ ῥ’ ἔχε τόξον“ (Ν 594). b(BCE3E4)T | |
13.785 | Did. | 〈δ’ ἐμμεμαῶτες:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „〈δὲ〉 μεμαῶτεσ“. Aim | |
13785-6 | ex. | 〈οὐδέ τί φημι〉 / ἀλκῆς δε〈υ〉ήσεσθαι, ὅση δύναμίς 〈γε πάρεστι〉: ὅση μοι πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκήν, b(BCE3E4)T οὐκ ἐλαττώσω. b(BCE3E4) | |
13.786 | ex. | 〈ἀλκῆς:〉 ἀντὶ τοῦ ἀλεξήσεως καὶ βοηθείας. Aint | |
13787a | Nic. | πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολε‐ μίζειν: τὸ ἑξῆς οὐκ ἔστι πολεμίζειν, τὸ δὲ ἐσσύμενον διὰ μέσου. | |
οὕτως οὖν διορθωτέον διαστολῇ ἑκατέρωθεν. A | |||
13787b | ex. | 〈πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολε‐ μίζειν:〉 τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθ’ αὑτὴν ὑπάρχουσα. b(BCE3)Til | |
13791a | Hrd. | {φάλκην} Ὀρθαῖον {τε}: Ὀρθαῖον ὡς Ἀλκαῖον· ἐπεί, φησί, τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, προπερισπᾶσθαι θέλει, χερσαῖος ὀρφναῖος ἑρσαῖος ἀρχαῖος, „Ἀρναῖοσ“ (ς 5), Τρικκαῖος Ἑρμαῖος· ὅθεν τὸ „Ἑρ‐ | |
5 | μαῖον κάρα“ παρὰ Σοφοκλεῖ (fr. 815 N.2 = 901 P. = 901 R.). τὸ δὲ „ὅθι δ’ Ἕρ‐ μαιος λόφος ἐστίν“ (π 471) ὡς εἰς ἰδιότητα. καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς Ἀθηναῖος καὶ Ἀθή‐ ναιος, ἀγοραῖος καὶ ἀγόραιος. οὕτως οὖν καὶ Ὀρθαῖος προπερισπω‐ μένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ τοῦ ὀνόματος κεχώ‐ | ||
10 | ρηκεν. A | ||
13791b | Hrd. | ex. | Ὀρθαῖον: ὡς Ἀλκαῖον· τὰ γὰρ διὰ τοῦ αιος εἰς σύμφωνον ἔχοντα τὴν ἄρχουσαν καταλήγουσαν προπερισπᾶσθαι θέλει. | Ὀρ‐ | |
θαῖον ἁπλοῦν, „Εὔμαιοσ“ (π 156 al.) σύνθετον. T | |||
13793a | Ariston. | D | ἀμοιβοί: ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τοὺς ἔμπροσθεν παραγενομένους ἐπικούρους | ἤτοι οἱ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως —γίνεται τῶν πεζῶν ἔφοδος. A | |
13793b | ex. | ἀμοιβοί: οἱ μέν, πεζοί· οἱ δέ, ἀμειβόμενοι Πρίαμον ὑπὲρ ὧν ἐπεκούρησε Φρυξίν· οἱ δέ, διάδοχοι τῶν προκαμόντων, ἵνα ᾖ ἔπαινος τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων· b(BCE3E4)T καὶ ἐπὶ τῶν ἄλλων γὰρ νοητέον. παρατηρητέον δὲ ὅτι κατὰ μέρος τὰς | |
5 | ἐπεξεργασίας ποιεῖται· τὸ γὰρ εἰπεῖν ὅτι ἐγίνοντο διαδοχαὶ τῶν στρατιωτῶν, ψυχρὸν ἦν, ἐπὶ δὲ τῆς χρείας χαρίεν. T | ||
13795a | ex. | οἱ δ’ ἴσαν 〈ἀργαλέων〉 ἀνέμων 〈ἀτάλαντοι ἀέλλῃ〉: κατ’ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον αὐτῶν παρέβαλε διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, ὕστερον (sc. Ν 797—9) δὲ τὸ πλῆθος εἴκασε πελάγει· ὄχλου γὰρ κίνησις καὶ ὁρμὴ θαλάσσης παραπλήσιον. εἰς ἔμφασιν δὲ τῶν | |
5 | ἀνέμων τὸ ἀργαλέων πρόσκειται, ἵνα τοὺς σφοδροὺς ἐμφήνῃ. b(BCE3E4)T | ||
13795b | ex.(?) | 〈οἱ δ’ ἴσαν:〉 οἱ περὶ Ἕκτορα. Til | |
13796-7 | ex. | ὑπὸ βροντῆσ〈—μίσγεται〉: μετὰ βροντῆς ἰοῦσα ἐπιφέρεται μὲν ὡς ἐπὶ τὸ πέδον, ἀνασκήπτει δὲ εἰς θάλασσαν, ὅ ἐστι σκηπτός. b(BCE3E4)T | |
13797a | Did. | 〈θεσπεσίῳ δ’ ὁμάδῳ:〉 οὕτως μετὰ τοῦ συνδέσμου, θεσπεσίῳ δ’ ὁμάδῳ. Aim | |
13797b | D | ex. | θεσπεσίῳ: θείῳ, b(BCE3E4)T | οἱονεὶ μετὰ θείου {καὶ} σκηπτοῦ φερομένῳ ἢ μετὰ ὀργῆς θεῶν κατιόντι. T δηλοῦν οὖν θέλει τὴν ἀπὸ θεοῦ καταβεβηκυῖαν ἄελλαν. b(BCE3E4)T | |
13798-9 | ex. | κύματα παφλάζοντα 〈πολυφλοίσβοιο θαλάσ‐ | |
σης / κυρτὰ φαληριόωντα, πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ ἄλλα〉: δεῖξαι θέλει καὶ φύσιν κυμάτων. καί μοι δοκεῖ καὶ τὸν ἦχον μι‐ μήσασθαι διὰ τῆς περὶ τὴν σύνθεσιν τῶν στοιχείων τραχύτητος, πα‐ | |||
5 | φλάζοντα πολυφλοίσβοιο (798). εἶθ’ ὅρα καὶ τὸ ὁμοιοκατάληκτον κύματα παφλάζοντα (798), κυρτὰ φαληριόωντα (799). καὶ ἔχει ἕκαστον τῶν ὀνομάτων τὴν ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλάζον‐ τα (798) πρὸς τὸν ἦχον, τὰ δὲ κυρτά (799) πρὸς τὸν ὄγκον, τὰ δὲ φα‐ ληριόωντα (799) πρὸς τὸ χρῶμα. προειπὼν δὲ „ἐν δέ τε πολλά / | ||
10 | κύματα“ (Ν 797—8) ἐπεξηγεῖται, πῶς πολλά, πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ ἄλλα (799). εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς τῶν πολε‐ μίων ἡ εἰκών. b(BCE3E4)T | ||
13.798 | ex. | 〈παφλάζοντα:〉 ἐν τῷ ἀναζεῖν ἠχοῦντα, πρὸς τὸν Τρωϊκὸν πόλεμον. b(BCE3E4)Til | |
13799a | Nic. | κυρτὰ φαληριόωντα, 〈πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ ἄλλα〉: διασταλτέον βραχὺ φαληριόωντα καὶ ἄλλα, στικτέον δὲ αὐτὰρ ἐπ’ ἄλλα. A | |
13799b | ex. | φαληριόωντα: λευκανθίζοντα τῷ ἀφρῷ, ὡς καὶ οὗτοι τῇ παντευχίᾳ. b(BCE3E4)T | |
13.800 | ex. | 〈πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ ἄλλοι:〉 πρὸ μὲν πρόσω μέν, b(BCE3E4)Til ἐπί ὀπίσω. b(BCE3E4) | |
13.803 | Hrd. | πρὸ ἕθεν {δ’ ἔχεν ἀσπίδα}: ὁμοίως τῷ „ἀπὸ ἕθεν“ (Ζ 62) ἀναγνωστέον κατ’ ὀρθὴν τάσιν. προείρηται δὲ (sc. ad Γ 128) περὶ τῆς ἀντωνυμίας. A | |
13.805 | ex. | πήληξ: παρὰ τὸ πάλλεσθαι ὠνόμασται. οὗτος δέ ἐστιν ὁ | |
κορυθάϊξ (cf. Χ 132). T | |||
13806a | ex. | 〈ἐπειρᾶτο:〉 ἐπείραζεν. Til | |
13806b | ex. | προποδίζων: ἠρέμα ἕτερον ἐφ’ ἑτέρῳ πόδα τιθείς. b(BCE3E4)T | |
13.807 | ex. | 〈ὑπασπίδια〉 προβιβῶντι: μετὰ πολλῆς ἀσφαλείας βαίνοντι. τῷ δὲ βαδίσματι καὶ τῇ προτροπῇ δείκνυσιν ἄνδρα βάρβα‐ ρον ἐνδεικνύμενον τὴν εὐτυχίαν. b(BCE3E4)T | |
13808a | Ariston. | Did. | ἀλλ’ οὐ σύγχει θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: ὅτι Ζηνόδοτος ὑποτάσσει „λίην γάρ σφι〈ν〉 πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ“ (= Ν 808 a). τοῦτο δὲ ἐπὶ τῶν προκειμένων δηλοῦται. | καὶ ὁ Ἀρίσταρχος περὶ τοῦ στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις | |
5 | ἐφέρετο. A | ||
13808b | ex. (Ariston.?) | ἀλλ’ οὐ σύγχει θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: μετὰ τοῦτον Ζηνόδοτος γράφει „λίην γάρ σφιν πᾶσι〈ν ἐ〉κέκριτο θάρσεϊ πολλῷ“ (= Ν 808 a). T | |
13809a | Hrd. | {μακρὰ} βιβάσθων: Τυραννίων (fr. 32 P.) περισπᾷ, οὐχ ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ ς, ὥς φησι Φιλόξενος (fr. 543 Th.), εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστὸς | |
5 | „ἀΐσθων“ (Π 468)· γίνεται γάρ τινα ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν τοῦ τέλους εἰς θω βαρύτονα ῥήματα, ἐγερτὸς ἐγέρθω, ἐρεκτὸς ἐρέχθω, ἀϊστὸς „ἀΐσθων“· οὕτως καὶ παρὰ τὸ βιβαστός βιβάσθων. παραι‐ | ||
τητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον. A | |||
13809b | Hrd. | ex.(?) | βιβάσθων: βαρυντέον, εἴτε ἀπὸ τοῦ βιβῶ ἐγένετο εἴτε ἀπὸ τοῦ βιβαστός. | Ἀρίσταρχος δέ φησιν· „ἐὰν ὀξύνηται, ἔσται μακρὰ διαβάσ“. T | |
13810a | ex. | σχεδὸν ἐλθέ: δαιμονίως τὸ ἐλθέ· τὸν μὲν γὰρ κίνδυνον ἴδιον αὐτῷ καθίστησι διὰ τοῦ σχεδὸν ἐλθέ, τὴν δὲ ἀρετὴν κοινὴν ἁπάντων, „οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν“ (Ν 811). b(BCE3E4)T | |
13810b | Did. | 〈αὔτως:〉 Ἀρίσταρχος αὔτως, ἄλλοι δὲ „οὕτωσ“. Aim | |
13.811 | ex. | 〈οὔ τοί τι μάχησ〉 ἀδαήμονές εἰμεν: ἀμείνων γάρ ἐστιν· ἵνα τὴν μὲν ἀτυχίαν κοινοῖτο, τὸ δὲ ἕτερον μή. μετρίως δὲ οὐκ ‘ἔμπειροί ἐσμεν‘ φησίν, ἀλλ’ οὐκ ἀδαήμονες. τούτοις δὲ †ἀντιτιθῆ‐ ναι† ἄξιον τὰ Ἕκτορος· „αὐτὰρ ἐγὼν εὖ οἶδα μάχασ“ (Η 237). T | |
13.812 | ex. | 〈μάστιγι:〉 τῇ πληγῇ, μεταφορικῶς. Til | |
13813-4 | ex. | 〈ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν / νῆας·〉 ἄφαρ 〈δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν: ἄφαρ〉 ῥᾳδίως, παραχρῆμα. τινὲς δὲ ‘ἐέλπεται ἄφαρ ἐξαλαπάξειν, εἰσὶ δὲ χεῖρες καὶ ἡμῖν ὥστε ἀμύνειν‘. b(BCE3E4)T ἢ ‘εἰσὶ καὶ ἡμῖν | |
5 | χεῖρες ὥστε ἄφαρ ἀμύνειν‘. b(BE3E4)T | ||
13817-8 | ex. | 〈σοὶ δ’ αὐτῷ φημι σχεδὸν ἔμμεναι, ὁππότε φεύγων /〉 ἀρήσῃ Διῒ πατρὶ 〈καὶ ἄλλοις ἀθανάτοισι〉: οὐ | |
προμαντεύεται, ἀλλὰ στοχάζεται ἀκούσας Ἀχιλλέως „ἀμφὶ δέ τοι τῇ ’μῇ κλισίῃ / Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω“ (Ι 654—5). | |||
5 | b(BCE3E4)T ὅθεν καὶ τὸ περισσὸν ὑποφαίνει. b(BCE3E4) | ||
13.819 | ex. | 〈θάσσονας ἰρήκων—ἵππους:〉 πολλὴ ὑπερβολὴ τοῦ δέους. Til | |
13.820 | Ariston. | 〈κονίοντες πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. Aim | |
13.822 | ex. | 〈ἐπί:〉 ὀπίσω. Til | |
13824a | ex. | ἁμαρτοεπές: τῶν βελτίστων λόγων ἁμαρτάνων, b(BCE3E4)T ὡς „μοιρηγενέσ“ (Γ 182). T ἐπιλέλησται δὲ τοῦ „ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε / καὶ πινυτήν“ (Η 288—9): b(BCE3E4)T τοιοῦτον γὰρ ὁ ἄνθρωπος· ὅταν μὲν κινδύνῳ | |
5 | συσχεθῇ, ταπεινοῦται, ὅταν δ’ ὑπεκρυῇ, ἀφηνιάζει. T | ||
13824b1 | Did. | {αἶαν ἁμαρτοεπες} βουγάϊε: Ζηνόδοτος „βουγήϊε“ διὰ τοῦ η. ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ α, τάχα ἐπεὶ γαίων ὡς ἐπὶ τὸ πλεῖστον ὁ ποιητὴς λέγει. A | |
13824b2 | Ζηνόδοτος δὲ „βουγήϊε“ γράφει, Ἀρίσταρχος βουγάϊε. T | ||
13824c | ex. | βουγάϊε: τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ μὴ δρομικόν, ὡς Ἀχιλλεύς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι | |
γαίων, A b (BCE3E4)T ὅ ἐστι γαυριῶν. A ἢ ἐπειδὴ εἶπε „χερσὶν ὑφ’ ἡμετέρῃσιν“ (Ν 816)· καὶ Ἶρος γὰρ ἔλεγεν· „ὃν ἂν κακὰ | |||
5 | μητισαίμην 〈/ κόπτων ἀμφοτέρῃσι〉“ (ς 27—8). T οἱ δὲ „βου‐ κάϊε“, ὅ ἐστιν ἀγροῖκε· „βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύποσ“ Νίκανδρος (ther. 5). A b (BCE3E4)T οἱ δέ φασιν ὅτι Δουλιχιῶται καὶ Σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα, μηδὲν δὲ ἰσχύοντας βουγαΐους κα‐ λοῦσιν. AT | ||
13825-7 | ex. | 〈αἰ γὰρ ἐγὼν οὕτω γε〉 Διὸς πάϊσ〈—Ἀθη‐ ναίη καὶ Ἀπόλλων〉: τέσσαρα εὔχεται· καὶ παῖς Διὸς εἶναι καὶ δι’ ὅλου ὡς θεὸς καὶ ἐξ Ἥρας καὶ ἴσος Ἀθηνᾷ καὶ Ἀπόλλωνι. b(BCE3E4)T | |
13.826 | ex. | 〈τέκοι δέ με ... Ἥρη:〉 τεχθεὶς εἴην ὑπὸ Ἥρας. Til | |
13.827 | ex. | ὡς τίετ’ Ἀθηναίη 〈καὶ Ἀπόλλων〉: ἔνθεν Ἀθηναῖον ὑπονοοῦσιν Ὅμηρον· πατρῷον γὰρ τιμῶσιν Ἀπόλλωνα, 〈ἀλλ’ οὐ〉 Δία. ἢ ὅτι αὐτοὶ μόνοι πιστεύονται τὴν αἰγίδα, τιμᾶσθαι αὐτούς φησιν. T | |
13.829 | ex. | 〈πεφήσεαι:〉 ἐκ τοῦ φῶ τὸ φονεύω. Til | |
13830a | D | ex. | 〈μακρόν:〉 μέγα ἢ b(BCE3E4) | κατὰ βάθος ἐρχόμενον. b(BCE3E4)Til | |
13830b | ex. | 〈χρόα〉 λειριόεντα: ἀνθηρόν, σκιατραφηθέντα. χρόα δὲ καλεῖ τὴν ἕως ὀστῶν σάρκωσιν. b(BCE3E4)T | |
13830c | ex.(?) | 〈χρόα λειριόεντα:〉 σημείωσαι τὸν χρόα. Aim | |
13831a | ex. | 〈δάψει:〉 Ἀκαρνᾶνες ῥήξει. Til | |
13831b | ex. | κορέεις κύνας 〈ἠδ’ οἰωνούσ〉: ὄντως νεμεσητόν· ὁ γὰρ περὶ λύμης σώματος ἀπειλῶν αἰκισθήσεται περὶ σῶμα. b(BCE3E4)T | |
13832a1 | Did. | 〈ἐπὶ νηυσίν:〉 ἐν ἄλλῳ „παρὰ νηυσίν“. Aim | |
13832a2 | τινὲς „〈παρὰ〉 νηυσίν“ γράφουσιν. Til | ||
13.835 | ex. | 〈Ἀργεῖοι δ’ ἑτέρωθεν〉 ἐπίαχον: δηλονότι ἀνθιστάμενοι ὥστε ἐκ τῆς ἑκατέρων βοῆς μέγαν τινὰ ἦχον γενέσθαι. b(BCE3E4)T | |
13.836 | ex. | 〈ἐπιόντας:〉 οὓς ἐπήγετο ὁ Ἕκτωρ. Til | |
13837a | ex. | ἵκετ’ αἰθέρα 〈καὶ Διὸς αὐγάσ〉: ἐν τάχει τὸ μέγεθος τῆς βοῆς ἐσήμανεν, εἰς ὅσον ἤρθη· τὸ γὰρ μέγιστον ἔξαλμα οὐρανός | |
ἐστι καὶ γῆ. b(BCE3E4)T | |||
13837b | ex. | Διὸς αὐγάς: τὸν οὐρανόν, b(BCE3E4)T „δι’ αἰθέ‐ ρος οὐρανὸν ἧκεν“ (Β 458). οἱ δὲ Διὸς τοῦ ἡλίου, Πλατωνικῶς. οἱ δὲ τὰ ὑψηλὰ τῶν ὀρῶν. οἱ δὲ αὐλάς, ἐπεί φησι „Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή“ (δ 74), „Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν | |
5 | αἰθέρι“ (Ο 192). T | ||
13postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
14,pap8at | Pap. VIII a (ad Ξ 315—325) | ||
14,pap8a315 | 〈ἔρος:〉 ] ..ως αν.. 〈γυναικός:〉 ὅ(τι) ἀ̣ν(τὶ τοῦ) θ̣νη[τῆς | ||
14,pap8a316 | 〈θυμὸν—περιπροχυθεὶς ἐδάμασσεν:〉 [πο]‐ | ||
θοῦν̣τ̣α ἐ̣μφαίνει [τὸν Δία | |||
14,pap8a317 | 〈Ἰξιονίης ἀλόχοιο:〉 ]. οἱ νεώτεροι Δίαν ὀνο‐ μ[άζουσι | ||
14,pap8a325 | 〈χάρμα βροτοῖσιν:〉 [διὰ τὸ ποι]εῖν ε̣ὐθυμε̣ῖσ[θαι | ||
14,pap9t | Pap. IX (verba Quaestionibus Apollodori subscripta) | ||
14,pap9subscr | [ ] Ἀπολλοδώρ̣[ου [ ] Ἀθηναίου [ [ ]γραμματικ̣ο̣[ῦ [ ] Ζητήματ[α | ||
5 | [ ] γ̣ρ̣αμματι̣κ̣[ὰ [ ] ε̣ἰ̣ς τὴ̣ν̣ Ξ [ [ ]τῆς Ἰλ̣ιάδο̣[ς | ||
[ ] Σωσύου [ [ [Idiosyncratic Papyrological Character] | |||
14.0 | ex. | Καθελὼν τὸ τεῖχος ὁ ποιητὴς καὶ τοὺς Τρῶας εἰσαγαγὼν καὶ ἀναλώσας τὰς πολλὰς ἐνεργείας τῶν λόγων περὶ πτώματα, τὴν ἐπὶ ταῖς ναυσὶ μάχην ὑπερτίθεται διὰ Νέστορος καὶ τῆς τοῦ Διὸς κοιμήσεως· δείκνυσι γὰρ ὡς ἄκων ἐλιμπάνετο Νέστωρ τῆς μάχης | |
5 | συνὼν Μαχάονι, διὰ τὸ αὐτὸν αἴτιον εἶναι τῆς τῶν πολλῶν σωτηρίας (sc. Ζ 20—4. 53—63). b(BCE3E4)T | ||
141a | Nic. | Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ 〈πίνοντά περ ἔμ‐ πησ〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὁ γὰρ λόγος, Νέστορα δὲ καίπερ πίνοντα ὅμως οὐκ ἔλαθεν ἡ βοή· πρὸς ἄλλοις γὰρ ἡ τοῦ πίνον‐ τος ψυχή. ἀπρεπὲς δέ τινες οἰηθέντες εἶναι καὶ οὐ κατὰ πρεσβύτην τὸ | |
5 | πίνειν, ἐπὶ τὸ ἰαχή στίξαντες τὰ ἑξῆς συνάπτουσι πίνοντα περ ἔμπης / „ἀλλ’ Ἀσκληπιάδην“ (Ξ 2). πρὸς δὲ τῷ μὴ εἶναι Ὁμηρικὸν τὸ ὑπερβατὸν καὶ τὸ περὶ τοῦ Μαχάονος ἄτοπον, περὶ οὗ καὶ τὴν ἀρχὴν ἐζητεῖτο, εἰ δεόντως τετρωμένος οἶνον προσεφέρετο. βελτί‐ ων οὖν ἡ συνήθης ἀνάγνωσις. A | ||
141b | ex. | Νέστορα 〈δ’ οὐκ ἔλαθεν ἰαχή〉: ἀπάγει ἡμᾶς ἀπὸ τοῦ ὁμοειδοῦς, μὴ θέλων ἐπιμένειν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν. b(BCE3 E4)T | |
141c1 | D | ex. | ἔλαθεν: σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμ‐ ψασθαι, ὡς τὸ „καὶ τότ’ ἐγὼ Κίρκης λαθόμην“ (cf. μ 226—7) AT | καὶ „ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν“ (Ι 537). T | |
141c2 | rec. (?) | τὸ δὲ λανθάνειν δηλοῖ καὶ τὸ ἀκούειν μέν, ἐθελοντὴν δὲ παρ‐ | |
αιτεῖσθαί τι. b(BE3E4) | |||
141d | ex. | οὐκ ἔλαθεν ἰαχή: τὸ ἰδίωμα τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς πάλαι πολέμων εὖ εἰδότα. b(BCE3E4)T καὶ Μενέλαος οὖν φησι „τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο“ (Λ 467). T | |
141e | ex. | 〈οὐκ ἔλαθεν ἰαχὴ〉 πίνοντά περ ἔμπης: ἀκολάστως φασὶ πίνειν αὐτόν. ἢ τάχα τὸν κυκεῶνά φησιν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ στίζουσιν εἰς τὸ ἰαχή, b(BCE3E4)T καὶ τὸ ἑξῆς, ἀλλὰ καὶ πίνοντα τὸν Ἀσκληπιάδην προσεῖπεν. τινὲς δὲ τὸ ἔμπης ἀντὶ | |
5 | τοῦ ‘ὁμοίως τῷ Μαχάονι‘, ὡς τὸ b(BE3E4)T „ἔμπης εἰς γαῖ‐ άν τε καὶ οὐρανόν“ (Ξ 174), T „σὺ δὲ χαῖρε καὶ ἔμπησ“ (ε 205), ὁμοίως παρών τε καὶ ἀπών, τόν τε πέρ πλεονάζειν, ὡς ἐν τῷ b(BE3E4)T „μηδέ μοι ἦτορ / ἐν στήθεσσιν ὄρινε T φυ‐ γόντι περ αἰπὺν ὄλεθρον“ (ρ 46—7). b(BE3E4)T | ||
141f1 | ex. | ἄλλως· πίνοντά περ: οὐχ ὅτι παράδοξον τὸ πίνοντα κραυγῆς ἀκοῦσαι, ἀλλ’ ὅτι καὶ πίνων ὅμως παρεφύλαττε τὰ ἐπὶ τοῦ πολέμου γινόμενα. ἐπάγει γοῦν „μείζων δὴ παρὰ νηυσὶ βοή“ (Ξ 4), δηλῶν ὅτι καὶ πρὸ τῆς βοῆς προσεῖχεν. δηλοῖ οὖν ὡς οὐδὲν ἡ χρεία | |
5 | τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπί‐ σκεψιν γίνεται. b(BCE3E4)T | ||
141f2 | D | ex. | D | {νέστορα δ’ οὐκ ἔλαθεν:} σφόδρα—τῶν λογισμῶν. | | |
δηλοῖ δὲ ὡς οὐδὲ ἡ χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπου‐ δαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται. | ἐζήτηται δέ, πῶς ὁ Νέστωρ —ἤρξατο, ἀφ’ ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα. A | |||
14.2 | ex. | 〈Ἀσκληπιάδην ...〉 προσηύδα: τὸ ἑξῆς πρὸς Ἀσκλη‐ πιάδην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υἱὸς Μαχάων. b(BCE3)T | |
143a | Hrd. (?) | {δῖε} Μαχᾶον: ὡς Ἀνδραῖμον. T | |
143b | D | 〈ἔσται:〉 γενήσεται. Til | |
D | {ὅπως} ἔσται: τὸ ἔσται διαφέρει τοῦ γενήσεται—γενή‐ σεται παῖς. A | ||
144a1 | ex. | 〈μείζων δὴ παρὰ νηυσὶ βοὴ〉 θαλερῶν 〈αἰζηῶν: θαλερῶν〉 ἀπὸ τῶν φυτῶν. λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν. T | |
144a2 | ἀπὸ τῶν νέων ἔτι καὶ θαλλόντων φυτῶν παρείληπται ἡ μεταφορά. λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν. b(BCE3E4) | ||
14.5 | ex. | Did. (?) | πῖνε καθήμενος 〈αἴθοπα οἶνον〉: ἀντὶ τοῦ πῖθι, ὡς „διεφαίνετο χῶρος / πιπτόντων“ (Κ 199—200) ἀντὶ τοῦ πεσόντων. A b (BCE3E4)T ὡς δὲ ἐπιπολαίας οὔσης τῆς πληγῆς καὶ ἰατρὸς ὢν καταφρονεῖ τῆς διαίτης b(BCE3E4)T καὶ πρὸς τὸ ποτὸν | |
5 | ἀδιαφορεῖ. b(BCE3E4) | οἱ δὲ γράφουσι „μίμνε καθήμενος ἐν κλισίῃ‐ σιν“. T | ||
146-7a1 | ex. | 〈εἰς ὅ κε〉 θερμὰ λοετρὰ〈— / θερμήνῃ καὶ λούσῃ〉: προαναστήσας αὐτὸν ποτῷ καὶ κυκεῶνι λούει. οὐ τὰ θερμὰ δὲ θερμήνῃ (7), ἀλλὰ θερμήνῃ, ἅ ἐστι †θερμὰ λουτρά. T | |
146-7b1 | ex. | 〈εἰς ὅ κε— / θερμήνῃ καὶ λούσῃ:〉 διὰ {δὲ} τὸ | |
ἀτονεῖν οὐκ εὐθέως ἔλουσεν αὐτόν. T | |||
146-7a2/b2 | προανακτησάμενος αὐτὸν τῷ κυκεῶνι τότε λούει, ἀλλ’ οὐκ εὐθέως, ἵνα μὴ ἀτονῶν γένηται ἀτονώτερος. οὐ τὰ θερμὰ δὲ θερ‐ μήνῃ, ἀλλὰ θερμήνῃ, ἅ ἐστι θερμαντικὰ μετὰ τὸ θερμανθῆναι. b (BCE3E4) | ||
147a | Ariston. | Hrd. | {θερμήνηι καὶ} λούσῃ 〈ἄπο βρότον〉: ὅτι οὐ πᾶν αἷμα βρότος, ἀλλὰ τὸ ἀπὸ βροτοῦ πεφονευμένου. | τὴν δὲ πρόθεσιν ἀναστρεπτέον· τὸ γὰρ ἑξῆς ἐστιν ἀπολούσῃ. A | |
147b1 | Hrd. | ex. | 〈λούσῃ〉 ἄπο βρότον: ἀναστρεπτέον τὴν πρόθεσιν. | βροτὸς ὁ ἄνθρωπος ὁ φονευτός, βρότος δὲ ὁ φόνος. T | |
147b2 | ex. | Hrd. | βρότος μὲν ὁ ἐξ αἵματος ῥύπος, βρωτὸν δὲ τὸ ἐσθιόμενον, καὶ βροτὸς ὁ φθειρόμενος ἄνθρωπος. | ἀναστρεπτέον δὲ τὴν πρόθεσιν πρὸς τὸ λούσῃ. b(BCE3) | |
148a | Ariston. | τάχα εἴσομαι ἐς περιωπήν: ὅτι τὸ τάχα ἀντὶ τοῦ ταχέως. καὶ ὅτι περιωπὴ τόπος, ἐξ οὗ περιόψεταί τις πάντα. καὶ τὸν Ἀγαμέμνονα νοητέον προεληλυθέναι ἐπί τινα τοιοῦτον τόπον, ἵνα ἴδῃ τὰ τῶν Τρώων πυρά (cf. Κ 11—2). A | |
148b | ex.(?) | D | 〈εἴσομαι:〉 ὄψομαι ἢ | γνώσομαι. b(BCE3)Til | |
148c1 | ex. | ex. | εἰς περιωπήν: ὅθεν ἔστι περιοπτεύειν, ἢ κρημνὸς (cf. Μ 54) ἢ πρύμνα νεώς, ὡς Ἀχιλλεύς (cf. Λ 600—1). καὶ ᾤετο μὲν μόνως ἀφ’ ὕψους ἰδεῖν, ἐξελθὼν δὲ τῆς σκηνῆς εἶδεν αὐτοὺς πλησίον ἤδη γεγονό‐ τας. | ὄπτω ὀπή, ὡς τὸ κλέπτω κλοπή. T | |
148c2 | ex. | περιωπὴ δὲ πᾶν, ὅθεν ἔστι περιοπτεύειν. λέγει δὲ ἢ κρημνόν | |
τινα ἢ πρύμναν νεώς. b(BCE3) | |||
14.9 | ex. | τετυγμένον: εὔτυκτον, ὡς „ποιητὰς 〈...〉 πύλασ“ (Μ 470), „ὀρυκτὴν τάφρον“ (cf. Θ 179), „〈ἅρμασι〉 κολλητοῖσιν“ (Ψ 286)· λείπει γὰρ ἐν ὅλοις τὸ εὖ. T | |
149-11a1 | ex. | σάκος 〈εἷλε—〉Θρασυμήδεος〈—ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο〉: δίδαγμα, ὅπως δεῖ περὶ κτημάτων παῖ‐ δας πατράσι διακεῖσθαι. ἴσως δὲ ὑποχωρῶν τῆς μάχης καὶ πρῶτος νοήσας τὸ Ποσειδῶνος τὴν κρείττω ἀσπίδα ἀφῆκε τῷ υἱῷ, ἵνα ἀπιὼν | |
5 | μὴ φυγῆς δόξαν ἀπενέγκηται, ὡς καὶ Ἕκτωρ τὸ ἅρμα λιπὼν ἄπεισιν εἰς τὴν πόλιν (cf. Ζ 103. 116—8). T | ||
149-11a2 | διδάσκει, ὅπως δεῖ περὶ κτημάτων πατέρας πρὸς παῖδας καὶ παῖδας διακεῖσθαι πρὸς πατέρας, μηδὲν ἡγουμένους οἰκεῖον. τάχα γοῦν ὑποχωρῶν τῆς μάχης ὁ Νέστωρ τὴν κρείττονα ἀσπίδα τῷ υἱῷ κατέλιπεν. b(BCE3E4) | ||
14.11 | D | ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο: πιθανῶς ὁ νέος—κα‐ νόνας τε καὶ αὐτήν. A | |
14.12 | ex. | ἄλκιμον: κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν φοροῦντα. ἀκαχ‐ μένον δὲ b(BCE3)T ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρόν, ἀντίτυπον. b(BCE3E4)T | |
1413a | Ariston. | στῆ δ’ ἐκτὸς κλισίης, 〈τάχα δ’ εἴσιδεν ἔργον ἀει‐ κέσ〉: ὅτι οὐ κατὰ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη, ἀλλ’ ἐπὶ τὴν πε‐ ριωπὴν προῆλθεν. A | |
1413b | ex. | τάχα δ’ εἴσιδεν 〈ἔργον ἀεικέσ〉: δαιμονίως τὴν ἔπειξιν τοῦ πρεσβύτου παρέστησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκο‐ πεῖ, ἀλλ’ ἅμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι· b(BCE3E4)T ἦσαν | |
γὰρ ἔγγιστα. b(BCE3E4) | |||
1413c | D ad Ξ 8 | τάχα: ταχέως. b(BCE3E4)Til | |
1414-5 | ex. | 〈τοὺς μὲν ὀρινομένους,〉 τοὺς δὲ κλονέοντας 〈ὄπισθε, / Τρῶας ὑπερθύμουσ〉: τῇ ἐπιφορᾷ διέστειλε τὴν ἀμ‐ φιβολίαν, ὡς „ἡ δ’ ἑτέρη θέρεϊ προρέει“ (Χ 151)· ἐδήλωσε γὰρ ὡς ἡ πρώτη (cf. Χ 149) χειμῶνος ῥεῖ. b(BCE3)T | |
1415a1 | ex. | ἐρέριπτο δὲ τεῖχος 〈Ἀχαιῶν〉: ἀντὶ τοῦ ἀνερήριπτο. αὔξει δὲ τὴν συμφορὰν ὡς φιλέλλην· ἡ ἔπαλξις γὰρ ἦν πεσοῦσα. T | |
1415a2 | ὡς φιλέλλην αὔξει τὴν συμφοράν, ἐπεὶ οὐ πᾶν, ἀλλὰ μόνη πέπτωκεν ἡ ἔπαλξις. b(BCE3E4) | ||
D | ἐρέριπτο: ἔστι ῥῆμα ἐρίπτω—τὸ καταβάλλω· „ῥεῖ’ ὄχθας 〈καπέτοιο〉 βαθείας ποσσὶν ἐρίπτων“ (Ο 356) ἀντὶ τοῦ κατα‐ | ||
5 | ρίπτων καὶ καταβάλλων· οὗ γίνεται παθητικὸν—συστολὴν ἐρέριπτο. A | ||
1416a | Ariston. | ὡς δ’ ὅτε πορφύρῃ 〈πέλαγος μέγα κύματι κω‐ φῷ〉: ὅτι πορφύρῃ μελανίζῃ. εἴωθεν δέ, ὅταν ἀρχὴν λαμβάνῃ κινή‐ ματος ἡ θάλασσα, μελανίζειν· διὸ μεταφέρει ἐπὶ τοὺς κατὰ ψυχὴν με‐ ριμνῶντας καὶ ταρασσομένους. καὶ ὅτι κωφῷ λέγει τῷ ἀφώνῳ καὶ | |
5 | μηδέπω καχλάζοντι καὶ ἀποτελοῦντι ἠχώ· μηδέπω γὰρ ἀνέμου εὐκρινοῦς ὄντος τὸ κῦμα ἠρεμεῖ. A | ||
1416b1 | Did. | 〈πορφύρῃ:〉 ἐν τῇ Ζηνοδότου „πορφύρει“ διὰ τῆς ει. Aim | |
1416b2 | Ζηνόδοτος διὰ τῆς ει διφθόγγου. Til | ||
1416c | ex. | πορφύρῃ: μελαίνηται, ὅθεν καὶ „πορφύρεος θάνατοσ“ (Ε 83). ἢ κατὰ βάθος †κινεῖται†· πορφύρειν γὰρ τὸ κατὰ βάθος μεριμνᾶν. b(BCE3E4)T | |
1416d | ex. | κύματι κωφῷ: ἀφώνῳ, μηδέπω παφλάζοντι, καὶ †κωφῷ οἱ δὲ τῷ ἀροίζῳ†. „κωφὴν“ δὲ „γαῖαν“ (cf. Ω 54) τὴν ἀναίσθητον. b(BCE3E4)T τοῦτο δὲ Ἀττικοὶ „κολόκυμα“ (Ar. equ. 692), Αἰολεῖς δὲ „σκώληκα“ (cf. Plat. com. fr. 25 K.) καλοῦσιν. καλῶς δὲ | |
5 | μελαίνεσθαι τὸ πέλαγός φησι τὸ μηδέπω ὕπαφρον γενόμενον ἐκ κυ‐ μάτων παφλαζόντων. b(BE3E4)T | ||
1416e | Did. (?) | 〈κωφῷ:〉 τινὲς „πηγῷ“ γράφουσιν. Til | |
14.17 | D | 〈λιγέων:〉 ὀξέων. Til | |
1418a | ex. | 〈αὔτως:〉 ἀπράκτως. διαφέρει τὸ αὕτως. Til | |
1418b1 | Did. | οὐδ’ ἄρα τε: οὕτως οὐδ’ ἄρα τε Aim διὰ τοῦ τέ αἱ Ἀριστάρχου, AimT ἵνα παρέλκῃ ὁ τέ. T | |
1418c1 | ex. | 〈προκυλίνδεται:〉 ἔμπροσθεν κυλίεται τὸ κῦμα. Til | |
1418d1 | D | ex. | ἑτέρωσε: ἀντὶ τοῦ εἰς τοὐπίσω, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ „κυ‐ λίνδεται“, ὅ ἐστιν ‘οὐδὲ εἰς τοὐπίσω ἀνακάμπτει‘. | οὐκ ἐπὶ τοῦ πολέ‐ | |
μου, ἀλλὰ μεταβέβηκεν ὁ λόγος ἐπὶ τὸ κῦμα. T | |||
1418b2/c2/d2 | Did. | ex. | ex. | παρέλκει ὁ τέ. | ὁ δὲ „πρό“ εἰς τοὔμπροσθεν, | τὸ δὲ ἑτέρωσε εἰς τοὐπίσω, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ „κυλίνδεται“, b(BCE3) ὅ ἐστιν ‘οὐδ’ ἔμπροσθεν ἀνακάμπτει τὸ κῦμα‘. b(BE3E4) | |
1419a | ex. | ex. | πρίν τινα κεκριμένον 〈καταβήμεναι ἐκ Διὸς οὖ‐ ρον〉: τινὲς δὲ κεκριμένον ἐκ Διός. T | διδάσκει ὅτι τὸ ἄνω θερμὸν τὸν ἀέρα κινοῦν ἄνεμον ποιεῖ, λῦον τὴν περικειμένην ὕλην· εἰσὶ γὰρ ἐξ ἰκμάδος, καὶ „ἴκμενον οὖρον“ (Α 479), καὶ Ἴκμιος Ζεὺς τιμᾶται, ὁ τῶν | |
5 | ἀνέμων δεσπότης (cf. Call. fr. 75, 34), b(BCE3E4)T καὶ „κοιμί‐ σας δ’ ἀνέμους χέει ἔμπεδον“ (Μ 281). T | ||
1419b | ex. | 〈κεκριμένον:〉 ἀπλανῆ, σταθερόν· ἢ τῶν ἄλλων κεχωρι‐ σμένον. οὖρος δὲ παρὰ τὸ ὀρούειν. b(BE3E4)Til | |
14.20 | ex. | 〈ὥρμαινε:〉 ὥρμα τῇ διανοίᾳ. Til | |
D | δαϊζόμενος 〈κατὰ θυμόν〉: διχῇ μεριζόμενος—δια‐ σκοπούμενος. A | ||
1420-2 | Nic. (?) | | 〈ὥρμαινε〉 δαϊζόμενος 〈κατὰ θυμόν / διχθάδι’, ἢ | |
Hrd. (?) | ex. | μεθ’ ὅμιλον ἴοι— / ἦε μετ’ Ἀτρείδην〉: διὰ μέσου τὸ δαϊζόμενος (20). T | τὸν δὲ δεύτερον η (cf. 22) περισπαστέον. | ὡς τιμώμενος δὲ λίαν παρὰ Ἀγαμέμνονι ἄτοπον ἡγεῖτο μὴ ὁρᾶν αὐτὸν | ||
5 | τετρωμένον. b(BCE3E4)T ἢ ὅτι οὐδὲν δεῖ ποιεῖν ἄνευ σκέψεως· δεῖσθαι οὖν νενόμικε τῆς σὺν ἐκείνῳ βουλῆς, ὡς καὶ αὐτὸς ἐν τῇ νυκτί (sc. Κ 73—130)· ἐπάγει γοῦν „ἡμεῖς δὲ φραζώμεθ’, ὅπως ἔσται τάδε | ||
ἔργα, / εἴ τι νόος ῥέξει“ (Ξ 61—2). b(BE3E4)T | |||
1421a | Hrd. | διχθάδι’ ἢ μεθ’ ὅμιλον: τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ καὶ Ἀρίσταρχος βούλεται· διὸ τὴν χθα συλλαβὴν ὀξυτονητέον. παρ‐ αιτητέον δὲ τοὺς βουλομένους εἶναι „†διχθαδίην ἢ† μεθ’ ὅμιλον“ καὶ τὴν δι συλλαβὴν ὀξύνοντας. A | |
1421b | Hrd. (?) | ex. | διχθάδι’, 〈ἢ〉: τὸ τέλειον διχθάδια. b(BCE3E4)T τινὲς δὲ „διχθαδί’ ἢ“ ὡς τὸ „ἥ μ’ οἴῳ ἔρροντι“ (δ 367). T | ὥσπερ δὲ τὸ κῦμα ἀργοῦν ἕστηκε πρὸ τῆς ἐμβολῆς τοῦ ἀνέμου, οὕτω καὶ ὁ γέρων. ἔστι δὲ ταῦτα τοῦ βουλευτικοῦ καὶ ἔμφρονος, ἐπιμένοντος πλέον ταῖς | |
5 | σκέψεσιν. b(BCE3E4)T | ||
1424a | ex.(?) | 〈ἐπ’ Ἀτρείδην:〉 ἀντὶ τοῦ πρὸς Ἀτρείδην, ὡς „ἐπ’ ἔμ’ ἔρχεο“ (Κ 85). Til | |
1424b | ex. | 〈οἱ δ’〉 ἀλλήλους ἐνάριζον: ἐμάχοντο γὰρ ἐκεῖνοι, πρὸς οὓς ἀπελθεῖν ἠβούλετο· τοῦτο γὰρ ἐπήγαγε πρὸς τὸ „ἢ μεθ’ ὅμιλον ἴοι Δαναῶν“ (Ξ 21). b(BCE3E4)T | |
14.25 | Ariston. | λάκε: 〈ἡ διπλῆ, ὅτι〉 οἱ μὲν ἠλλάχθαι τὸν χρόνον, οἱ δὲ ἀντὶ τοῦ ἐλήκει ἐνδείᾳ τοῦ ι, „ὡς ἄνοον κραδίην ἔχεσ“ (Φ 441) καὶ Ἰωνικῇ συστολῇ τοῦ η εἰς α λάκε. ὠνοματοπεποίηται δέ· ὅθεν καὶ ἡ λακίς. AT | |
14.26 | ex. | ἀμφιγύοισιν: ἀμφοτέρωθεν γυῶσαι δυναμένοις, ὅ ἐστι βλάψαι· ἢ ἀμφοτέρωθεν γυῖα ἔχουσι καὶ ἐπερείδεσθαι δυναμένοις· | |
γυῖα δὲ δοράτων τὰ ἄκρα τοῦ σιδήρου. b(BCE3E4)T | |||
14.27 | ex. | ξύμβληντο: συνέβαλον κατὰ συντυχίαν. ἢ ὥσπερ ὁ Νέστωρ ὑπὸ τῆς βοῆς κινηθεὶς πρόεισι, διὰ τοῦτο καὶ οἱ συνηγμένοι τραυμα‐ τίαι ἐπὶ τὴν τοῦ βασιλέως σκηνήν, τεταραγμένοι ἐπὶ τῇ βοῇ, ὁμοῦ προΐασιν. b(BCE3E4)T | |
1428a | ex. (Ariston.?) | 〈πὰρ νηῶν ἀνιόντες:〉 ἀπὸ τῶν πρὸς τῇ θαλάσσῃ νηῶν ἐπὶ τὰς ἐν τῷ τείχει ναῦς. b(BCE3E4)Til | |
1428b | Ariston. | 〈βεβλήατο:〉 ὅτι συλληπτικῶς εἴρηκεν βεβλήατο ἐπὶ τῶν οὐτασμένων. Aim | |
1428c | ex. | βεβλήατο: καὶ μὴν μόνος ἐν αὐτοῖς Διομήδης ἐβέβλητο. οὐκ ἔστιν οὖν σύλληψις· αἱ γὰρ συλλήψεις ἀπὸ τῶν ἴσων ἢ ἀπὸ τῶν πλειόνων γίνονται, ὡς καὶ τὸ „οὐτάμενοί περ ἀνάγκῃ“ (Ξ 128). ἔστιν οὖν εἶδος ἀντὶ γένους, ἀντὶ τοῦ ‘ὅσοι τετρωμένοι ἦσαν‘. καὶ ἀλλαχοῦ | |
5 | „ὅντινα τοῦτον ἄγει βεβλημένον“ (Λ 612) ἀντὶ τοῦ τετρωμένον· οὐ γὰρ δὴ Ἀχιλλεὺς ᾔδει, πότερον ἐκ προέσεως ἢ συστάδην τέτρωται ὁ σὺν τῷ Νέστορι. b(BCE3E4)T | ||
1430-8 | ex. | πολλὸν γάρ 〈ῥ’〉 ἀπάνευθε μάχησ〈—κίον ἀθρόοι〉: ἐπεξηγεῖται τὸ „ἀνιόντεσ“ (Ξ 28). ἔστι δὲ περιπαθές, ὅτι καὶ μακρὰν ὄντες ὅμως ᾔεισαν ἐπὶ τὴν μάχην. b(BCE3)T ἀλλὰ προ‐ ληπτικῶς τὴν αἰτίαν εἶπεν· ἔδει γὰρ ‘ὀψείοντες κίον (cf. 37—8)· καὶ | |
5 | γὰρ πολλὸν ἀπάνευθε μάχης εἰρύατο νῆεσ‘ (cf. 30). T | ||
1431-2 | ex. | τὰς γὰρ πρώτας πεδίον δέ / εἴρυσαν, 〈αὐτὰρ | |
τεῖχος ἐπὶ ΠΡΥΜΝΗΙΣΙΝ ἔδειμαν〉: ὅτι οὐκ ἐν διστιχίᾳ ἦσαν, ὥς φησι Κράτης· εἶπε γὰρ ἂν ‘προτέρασ‘· καὶ „νηῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ / τῶν πρωτέων“ (Ο 655—6). ἔστι δὲ τὸ πρώτας (31) τῶν | |||
5 | πρός τι, καί εἰσι πρῶται μὲν αἱ πρὸς τῇ θαλάσσῃ νενεωλκημέναι· ἑξῆς γοῦν φησι „νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσησ“ (Ξ 75)· ἔσχαται δὲ αἱ πρὸς τῷ τείχει. αἱ δὲ τοῦ Ἀγαμέμνονος νῆες πᾶσαι πρὸς τῇ θαλάσσῃ ἦσαν, ὥς πού φησιν ὁ Διομήδης „νῆες δέ τοι ἄγχι θαλάσ‐ σησ“ (Ι 43). οὕτως Αὐτόχθων. ὁ δὲ Ἡρακλέων (fr. 9 B.) νῦν μὲν τὰς | ||
10 | πρὸς τῷ τείχει καὶ πρώτας φησίν, ἑξῆς (sc. Ξ 75) δὲ τὰς πρὸς τῇ θα‐ λάσσῃ· „νῆες, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσησ“. καὶ ὁ μὲν τὸ ΠΡΥΜΝΗΙΣΙΝ (32) ἀντὶ τοῦ ἐσχάταις, ὁ δὲ Ἡρακλέων πρύμνῃσιν ταῖς πρύμναις. b(BE3E4)T | ||
1432a | Hrd. | {ἐπι} πρύμνῃσιν {ἔδειμαν}: προπαροξυτονητέον τὸ πρύ‐ μνῃσιν. Κράτης μέντοι προπερισπᾷ, ἀκούων ἐπὶ ταῖς ἐσχάταις, πλα‐ νηθεὶς ἐκ τοῦ „τὰς γὰρ πρώτας πεδίον δέ / εἴρυσαν“ (Ξ 31—2). ἀ‐ γνοεῖ δὲ ὅτι ὁ ποιητὴς ὡς ἐπὶ τὸ πολὺ τὸ πρυμνόν οὐ τίθησι ἐπὶ διεστῶ‐ | |
5 | τος σώματος, ἀλλ’ ἐπὶ ἡνωμένου· „πρυμνὸν ὑπὲρ θέναροσ“ (Ε 339), „τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε“ (Ε 292), „πρυμνὴν ἐκτά‐ μνοντεσ“ (Μ 149). A | ||
1432b | ex. | ἐπὶ πρύμνῃσι: τινὲς προπερισπάσαντες ἐσχάτας ἐξε‐ δέξαντο, οὐχ ὑγιῶς. πρύμνῃσιν οὖν ταῖς πρύμναις· καὶ ἐπὶ ἀντὶ τῆς παρά, b(BCE3)T „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσίν“ (Ο 494) ἀντὶ τοῦ παρὰ ναυσίν. T οὐ δύναται δὲ ταῖς ἐσχάταις· οὐ γὰρ πρυ‐ | |
5 | μνὸν ἄλλου ἄλλο, ἀλλ’ αὐτὸ ἑαυτοῦ· „πρυμνὸν σκέλοσ“ (Π 314) τὸ | ||
περὶ ἄκραν σάρκωσιν. b(BCE3)T | |||
14.33 | ex. | 〈οὐδὲ γὰρ οὐδ’ εὐρύς:〉 μέγας, ὡς τὸ „εὐρυκρείων Ἀγα‐ μέμνων“ (Α 102 al.). πλεονάζει δὲ τὸ ἓν οὐδέ. b(BCE3)Til | |
1435a | Ariston. | {τῶ ῥα} προκρόσσας {ἔρυσαν}: ὅτι προκρόσσας τὰς κλιμακηδὸν νενεωλκημένας ἑτέρας πρὸ{ς} ἑτέρων ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεώλκιον· κρόσσαι γὰρ αἱ κλίμακες. A | |
1435b | ex. (Ariston?). | 〈προκρόσσας:〉 κλιμακηδόν, τὴν ἑτέραν πρὸ τῆς ἑτέρας. b(BCE3)Til | |
1436a | ex. | 〈ἠϊόνος στόμα μακρόν:〉 διὰ τὸ ἔχειν ἐν ἑαυτῷ κοιλό‐ τητα πρὸς τὸ καθορμίζεσθαι τὰς ναῦς. b(BCE3E4)Til | |
1436b | Did. | 〈μακρόν:〉 διχῶς αἱ Ἀριστάρχου, μακρόν καὶ „πολλόν“. Ζηνόδοτος 〈καὶ〉 Ἀριστοφάνης „πολλόν“. Aint | |
1436c | ex. | 〈ὅσον〉 συνεέργαθον ἄκραι: ἄκραι τὰ κέρατα τοῦ ναυστάθμου, ὧν ἐκτὸς οὐκ ἦν ναῦς. ὅσον, φησί, στόμα συνέκλειον αἱ ἄκραι τῆς ἠϊόνος, τουτέστιν ἀπὸ κέρως ἐπὶ κέρας. b(BCE3E4)T | |
D | ὅσον συνεέργαθον ἄκραι: ὅσον ἦν διάστημα—τὸ | ||
5 | †ῥύτιον καὶ τὸ σίγιον. A | ||
1437a1 | Ariston. | {τῶι ρ’ ὕγ’} ὀψείοντες: ὅτι Ζηνόδοτος γράφει „ὀψαΐ‐ οντεσ“. εἴτε δὲ μετὰ πολὺν χρόνον πορευόμενοι ἤθελεν ἀκούειν εἴτε μετὰ πολὺν χρόνον ἀκούοντες, ψεῦδος· εὐθέως γὰρ ἀκούσαντες ὥρμη‐ σαν. καὶ τὸ ὀψά ἀνελλήνιστον· οὕτω γὰρ εἴωθε λέγειν „ὀψὲ δὲ δὴ | |
5 | μετέειπεν“ (Η 399). ἔστι δὲ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες. A | ||
1437a2 | τί „ὄψ’ ἀΐοντεσ“; οὐ γὰρ παρὰ τὸ †ὄψαπος† γὰρ βάρβα‐ ρον. T | ||
1437b1 | Did. | {τω ρ’ ὕγ’} ὀψείοντες: Ἀρίσταρχός φησι Ζηνόδοτον γρά‐ φειν „ὀψαΐοντεσ“, ὁ δὲ Ἐπιθέτης Πτολεμαῖος „{τῷ ῥ’ οἵγ’} οὐ ψαύον‐ τεσ“· καὶ λόγον φησὶν ἔχειν τὴν γραφήν. A | |
1437b2 | Πτολεμαῖος „οὐ ψαύοντεσ“. T | ||
1437c | D | ὀψείοντες: ὀπτικῶς ἔχοντες, b(BCE3)T ὄψεσθαι θέ‐ λοντες. b(BCE3) | |
1437d1 | ex. | {τῶι ρ’ οἵ γ’} ὀψείοντες: τὸ ὀψείοντες ὁμοίως τῷ „οἱ μὲν κακκείοντεσ“ (Α 606). ἡ δὲ παραγωγὴ αὕτη ἡ διὰ τοῦ ειω γίνεται ἀπὸ ἐνεστώτων καὶ μελλόντων, ὀκνῶ „ὀκνείω“ (Ε 255), ῥιγείω, θαλ‐ πείω, πολεμησείω βρωσείω. κλίνεται δὲ ἕως παρατατικοῦ, ἀπὸ δὲ | |
5 | παρακειμένου οὐκέτι· ἔνθεν καὶ τοῦ „Διὸς δ’ ἐτελείετο βουλή“ (Α 5) τοὺς ἑξῆς χρόνους οὐκ οἴδαμεν. ἔχει δὲ δηλούμενον τὰ τοιαῦτα τῶν ῥημάτων τοιοῦτον ὡς αὐτοῦ τοῦ πράγματος ἐπιθυμητικῶς ἔχειν, καὶ τὸ „κακκείοντεσ“ (Α 606) κοιμητικῶς ἔχειν. οὕτως οὖν καὶ τὸ ὀψείον‐ τες ὀπτικῶς ἔχοντες. A | ||
1437d2 | αὕτη ἡ παραγωγὴ ἡ διὰ τοῦ ειω ἢ ἀπὸ ἐνεστώτων ἢ ἀπὸ | ||
μελλόντων γίνεται. κλίνεται δὲ μέχρι παρατατικοῦ. b(BCE3)T | |||
1438a | Ariston. | ἔγχει ἐρειδόμενοι 〈κίον ἀθρόοι〉: ὅτι οὐχ ἑνὶ πάντες ἐρειδόμενοι. καὶ ὅτι ἀθρόοι ἐπὶ τῶν τριῶν· ἀρχὴ γάρ ἐστι πληθυντι‐ κοῦ ἀριθμοῦ τὰ τρία. A | |
1438b | ex. | 〈ἔγχει ἐρειδόμενοι:〉 καὶ Ὀδυσσεὺς γὰρ σκάζει, {καὶ} „τὼ δὲ δύω σκάζοντε βάτην παρὰ νῆασ“ (Τ 47). Til | |
1438c | Hrd. | {κίον} ἀθρόοι: Ἀρίσταρχος δασύνει, AT φάσκων ὅτι ἀρχὴ πλήθους ὁ τρεῖς ἀριθμός. εἰσὶ δὲ οἳ ἐψίλωσαν. ἄμεινον δὲ πείθεσθαι τῷ Ἀριστάρχῳ. A | |
1438d | ex. | ἀθρόοι: πλήθους γὰρ ἀρχὴ ἡ τριάς, ἢ ὡς καὶ ἄλλων ἀσημοτέρων αὐτοῖς ἑπομένων. ἢ ἄφωνοι. b(BCE3E4)T | |
1438-9 | ex. | ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι / θυμὸς ἐνὶ στήθεσσιν: τῶν μὲν γὰρ τραυμάτων κατεφρόνουν ὡς γενναῖοι, τὸν θυμὸν δὲ ἤλγουν διὰ τοὺς συμμάχους. b(BCE3E4)T | |
1440a | Ariston. | Νέστωρ, πτῆξε δὲ 〈θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: ἀθετεῖται, ὅτι καὶ ἐκ τῶν προειρημένων νοοῦμεν ὅτι Νέστωρ ἐστὶν ὁ „γεραιόσ“ (Ξ 39). καὶ τὸ πτῆξε ἄκυρον· ἐπὶ γὰρ τῶν ἀπολελυμένων | |
τῆς ἀγωνίας καὶ τοῦ τῆς ψυχῆς παλμοῦ ἁρμόζει. A | |||
1440b | Did. | πτῆξε δὲ θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: οὕτως διὰ τοῦ τ αἱ Ἀριστάρχου „πτῆξε“, εἰς πτοίαν ἤγαγεν. οὕτως καὶ Ἀριστο‐ φάνης. ὁ δὲ Σιδώνιος „πῆξε“, ἐν οἵῳ τρόπῳ καὶ ἐν τῷ βίῳ φαμὲν πεπηγέναι τινὰ τῷ φόβῳ. παρὰ δὲ Ζηνοδότῳ ἐγέγραπτο „ἑταίρων“ | |
5 | ἀντὶ τοῦ Ἀχαιῶν. A | ||
1440c1 | ex. (Did.) | πτῆξε δὲ θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉: Ζηνόδο‐ τος „πῆξε“ †καθετέρως† ἀντὶ τοῦ ἐν ἀκινησίᾳ ἐποίησεν (ἐπί τινι γὰρ χαλεπῷ τὴν ὑποχώρησιν αὐτοῦ ὑπώπτευσαν) ἢ ἐπέρρωσεν (ἡ γὰρ ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ). Ἀρίσταρχος δὲ †πτίξε† ἀντὶ τοῦ ἐτα‐ | |
5 | πείνωσεν ἢ ἐπτόησεν. καίτοι ἠθέτει τὸν στίχον. οἱ δὲ γράφουσι „πλῆξε“. T | ||
1440c2 | Ἡρωδιανὸς „πῆξεν“ ἀποδέχεται, ἵν’ ᾖ τὸ ἐν ἀκινησίᾳ ἐποίησεν (ἐπί τινι γὰρ χαλεπῷ τὴν ἀποχώρησιν αὐτοῦ ὑπώπτευσαν), ἢ μᾶλλον ἐπέρρωσεν (ἡ γὰρ ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ). Ἀρίσταρχος δὲ πτῆξεν ἀντὶ τοῦ ἐταπείνωσεν ἢ ἐπτόησεν. b(BCE3E4) | ||
1440d | ex. (Did.) | {ἐνὶ στήθεσσιν} Ἀχαιῶν: Ζηνόδοτος „ἑταίρων“· καὶ ὁ Νέστωρ γὰρ †ἀχαιοῖσιν†. ἀλλ’ ὡς „περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισιν ἔδωκε“ (α 66—7)· καὶ ὁ λέγων γὰρ θεός. T | |
14.41 | ex. | 〈τόν:〉 ἀντὶ τοῦ ὅν. Til | |
14.42 | ex. | 〈ὦ Νέστορ Νηληϊάδη:〉 τεταραγμένου τὸ ἦθος μὴ περι‐ μεῖναι τὸν Νέστορος λόγον, ἀλλ’ αὐτὸν ἄρξασθαι. b(BCE3E4)Til | |
14.43 | ex. | 〈τίπτε λιπὼν πόλεμον〉 φθισήνορα 〈δεῦρ’ ἀφικά‐ | |
νεις: φθισήνορα〉 τὸν τοὺς ἄνδρας ἀναιροῦντα. καλῶς δὲ πρῶτον πυνθάνεται, πῶς καταλιπὼν τὴν μάχην ἀνακεχώρηκεν· ᾔδει γὰρ οὐκ ἐπιτρέποντα ἑαυτὸν τῷ γήρᾳ. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου | |||
5 | πρὸς τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἤμελλεν ὁ ποιητής. b(BCE3E4)T | ||
14.44 | Did. | 〈δείδω:〉 ἐν τῇ Ἀριστοφάνους „δείδια“. AintTil | |
1445a | Ariston. | ὥς ποτ’ ἐπηπείλησεν 〈ἐνὶ Τρώεσς’ ἀγορεύων〉: ὅτι ταῦτα ἀναφέρεται ἐπ’ ἐκεῖνα „ἔλπομαι εὐχόμενος Διΐ“ (Θ 526) καὶ „μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, | ὡς πυρὶ νῆασ“ (Θ 181—2). ἐξάκουστα δὲ ἐγίνετο παρὰ τοῖς πολεμίοις, ὡς καὶ τὰ | |
5 | περὶ Ὀθρυονέα (sc. Ν 364—7). A | ||
1445b | Did. | ὥς ποτε: Ἀριστοφάνης „ὅς ποτε“ AimT διὰ τοῦ ο γράφει. Aim | |
1445c1 | ex. | ποτέ: ἀντὶ τοῦ χθές· TTil „ὅν ποτε δῶκας | ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτα“ (χ 290—1) καὶ „οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην, μήστωρε φόβοιο“ (Θ 108). T | |
1445c2 | τὸ δὲ ποτέ καὶ ἐπὶ ἐλαχίστου τίθεται χρόνου. b(BCE3E4) | ||
1446-7 | ex. | 〈μὴ πρὶν πὰρ νηῶν—κτεῖναι δὲ καὶ αὐ‐ τούς:〉 τῇ προτεραίᾳ ταῦτα εἴρηται· „μνημοσύνη τις ἔπειτα πυρὸς b(BCE3E4)Til 〈δηΐοιο γενέσθω〉“ (θ 181), καὶ Ὀδυσσεύς· „στεῦ‐ ται γὰρ νηῶν ἀποκόψειν 〈ἄκρα κόρυμβα〉“ (Ι 241). Til | |
1448a | Did. (?) | 〈κεῖνός θ’:〉 ἐν ἄλλῳ „κεῖνός γε“. Aint | |
1448b1 | Hrd. | κεῖνος τὼς ἀγόρευε: ἄμεινον, ὡς καὶ 〈ὁ〉 Ἀσκαλωνίτης (p. 53 B.) φησί, τὸ τώς εἶναι ὁμοίως τῷ „τὼς δέ ς’ ἀπεχθήρω“ (Γ 415). A | |
1448b2 | ὡς „τὼς δέ ς’ ἀπεχθήρω“. Til | ||
14.50 | ex. | 〈ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον:〉 διανοοῦνταί μοι χολοῦσθαι. Til | |
1453-4 | ex. | ἧ δὴ ταῦτά γ’ ἑτοῖμα〈—παρατεκτήναιτο〉: πρὸς τὸ „δείδω, μὴ δή μοι τελέσῃ ἔποσ“ (Ξ 44) φησί· ταῦτα μὲν οὕτως ὡς ἐκεῖνος ἠπείλησεν ἔσται, καὶ οὐκ ἂν παρὰ ταῦτα ποιήσειεν ὁ Ζεύς. b(BCE3E4)T | |
14.54 | Ariston.(?) | 〈παρατεκτήναιτο:〉 ἡ παρά περιττή. Aint | |
14.55 | ex. | ἐπέπιθμεν: συγκοπῇ τοῦ ἐπεπίθομεν, ὅθεν καὶ πεπιθὼν ἡ μετοχή· „ῥηϊδίως πεπιθεῖν“ (Ι 184). T | |
1456a | Did. (?) | 〈ἄρρηκτον:〉 τινὲς „ἄρρατον“, ἰσχυρόν, ἀνάλωτον. Til | |
1456b | ex. | 〈αὐτῶν:〉 λείπει ἡμῶν. Til | |
1456c | ex. | εἶλαρ: παρὰ τὸ εἰλῶ, ὡς παρὰ τὸ θένω θέναρ. T | |
1458a | Ariston. | οὐδ’ ἂν ἔτι γνοίης, μάλα περ σκοπιάζων: ὅτι Ὁμη‐ ρικὸν τὸ ἔθος ὥστε ἔξωθεν τὸ τίς προσλαμβάνειν ἀντὶ τοῦ γνοίη τις ἄν· εἴωθε γὰρ καὶ μὴ ὑποκειμένου προσώπου, πρὸς ὃ γίνεται ὁ λόγος, οὕτως χρῆσθαι· „οὐδέ κε φαίησ“ (Γ 392) ἀντὶ τοῦ φαίη τις ἄν. A | |
1458b | Did. | 〈γνοίης:〉 Ἀριστοφάνης χωρὶς τοῦ ς „γνοίη“. Aint Til | |
1460a | Hrd. | {ὡς} ἐπιμίξ: Ἀρίσταρχος ὡς „κουρίξ“ (χ 188). καὶ εἴπο‐ μεν (sc. Hrd. μον. 2,951,14) ὅτι τὰ εἰς ιξ ἐπιρρήματα ὀξύνεται, ση‐ | |
μειωσάμενοι τὸ πέριξ βαρυνόμενον. A | |||
1460b | ex. | 〈ἐπιμίξ:〉 ἀθρόως ἀναμεμιγμένοι b(BCE3)Til ὥστε τῇ ὄψει μὴ διαγινώσκειν τοὺς πίπτοντας. b(BCE3E4)Til | |
1461-2 | ex. | ἡμεῖς δὲ φραζώμεθ’, 〈ὅπως ἔσται τάδε ἔργα, / εἴ τι νόος ῥέξει〉: παιδευτικῶς· ἔνεστι γὰρ καὶ ἐν τοῖς ἀνιάτοις καὶ ἐσχάτοις πράγμασι διὰ συνέσεως ἀνασφῆλαι. καὶ νῦν γοῦν ὁ Νέστωρ ἀντὶ τῶν ἀνῃρημένων, ἀντὶ τοῦ διακεκομμένου τείχους ἐπὶ τὴν φρόνη‐ | |
5 | σιν καταφεύγει. ἐμφαντικῶς δὲ καὶ τῷ ῥήματι χρῆται· ῥέξει (62) γὰρ ἔφη, οὐ ‘μηχανήσεται‘, ὡς ἐργαζομένου τοῦ νοῦ καὶ αὐτὰς τὰς πράξεις ἀποτελοῦντος. b(BCE3E4)T | ||
1462a1 | Did. | {εἴ τι} νόος ῥέξει: ἄλλοι „νόος γ’ ἔρξοι“. Aint τινὲς δὲ γράφουσι „νόος δ’ ἔρξει“. A | |
1462a2 | 〈νόος ῥέξει:〉 οὕτως αἱ Ἀριστάρχου. Til | ||
1463a | Ariston. | 〈βεβλημένον:〉 ὅτι πάλιν συλληπτικῶς· οὐ γὰρ πάντες ἐβέβλη〈ν〉το. Aint | |
1463b | ex. | 〈βεβλημένον:〉 οἰκειοῦται καὶ αὐτὸς τὴν πληγὴν τῶν ἑταίρων. ἢ ἐπεὶ πρὸς τὸ δεύτερον ὑπαντᾷ. Til | |
1467a1 | Did. | ᾗ ἔπι {πολλ’}: διήλλαττον αἱ Ἀριστάρχου, „οἷς ἔπι“ καὶ ᾗ ἔπι. „οἷς ἔπι“, τῇ τάφρῳ καὶ τῷ τείχει. A | |
1467a2 | αἱ Ἀριστάρχου καὶ ᾗ ἔπι καὶ „οἷς ἔπι“. Til | ||
14.69 | Ariston. | 〈μέλλει:〉 ὅτι ἀντὶ τοῦ ἔοικεν. Aim | |
1472a1 | Did. | οἶδα δὲ νῦν 〈ὅτι〉: οὕτως αἱ Ἀριστάρχου „ὅτε“ διὰ τοῦ ε. καὶ ἔστιν ἀκόλουθον τῷ „ᾔδεα 〈μὲν〉 γὰρ ὅτε πρόφρων“ (Ξ 71) τὸ | |
„οἶδα δὲ νῦν ὅτε“. A | |||
1472a2 | ὅτ[ι] {τοὺς μέν}: αἱ Ἀριστάρχου „ὅτε“. καὶ ἔστιν ὅμοιον τῷ „ὅτε πρόφρων“. T | ||
1473a | Hrd. | κυδάνει: βαρυτονητέον ὁμοίως τῷ „οἰδάνει ἐν στήθεσσι νόον“ (Ι 554). A | |
1473b1 | ex. | κυδάνει: ὡς „μελάνει δέ τε πόντον“ (Η 64) καὶ „οἰδάνει ἐν στήθεσσι“ (Ι 554). T | |
1473b2 | ὡς „μελάνει“ καὶ „οἰδάνει“ (ἀντὶ τοῦ μελαίνει καὶ οἰδαίνει) καὶ κυδαίνει. b(BCE3) | ||
1475-81 | ex. | νῆας, ὅσαι πρῶται εἰρύαται〈—ἠὲ ἁλώῃ〉: ἢ νοσῶν οὐχ ὁρᾷ τὸ χρειῶδες ἢ τῶν ἀριστέων πειρᾶται· οἶδε γὰρ ὅτι ἐν ἡσυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερέχου‐ σιν ἕκαστος, κινδύνου δὲ προκειμένου δηλοῦσι τὴν προαίρεσιν, οὐδὲν | |
5 | τῆς ἰδίας ἀσφαλείας προτιμῶντες. δοκιμάζειν οὖν αὐτοὺς πάλιν βού‐ λεται, καὶ ἠπίστατο καὶ ᾔδει ὡς πρὸς σώφρονας ὁ λόγος καὶ οὐκ εὐθὺ πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παράκλητον ἑαυτῷ ποιῆσαι τὸν στρατόν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· δι’ ἑαυτοῦ γὰρ οὐκ ἠδύνατο, b(BCE3E4)T ὡς τοῦ παρόντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆ‐ | ||
10 | νιν τὴν αἰτίαν φερόμενος. b(BE3E4)T | ||
1475-6 | Nic. | νῆες, ὅσαι πρῶται 〈εἰρύαται ἄγχι θαλάσσης / ἕλκωμεν〉: ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ ἐπὶ τὸ εἰρύαται (75) ἢ ἐπὶ τὸ θαλάσσης (75). καὶ ἀμφότεραι λόγον ἔχουσι. μᾶλλον δὲ κατὰ τὸ τέλος τοῦ στίχου· οὐ γὰρ ἐγγὺς τῆς θαλάσσης, ἀλλ’ εἰς αὐτὴν | |
5 | τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει. A | ||
14.76 | ex. | 〈πάσας:〉 δηλονότι τὰς ἐπὶ τοῦ πρώτου στίχου. Til | |
14.77 | D | x | ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν: τὸ γὰρ ὑγρὸν ὑψηλότερον τῆς γῆς· διὸ ἀνάπλους μὲν ἡ ἀναγωγή, κατάπλους δὲ ἡ προσόρμισις. | καὶ „ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὅρμισαν“ (δ 785). b(BCE3E4)T | |
1478a | Ariston. | {νὺξ} ἀβρότη: ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ ἀμβρότη, οἷον ἀθάνατος. ἢ ἀβρότη, καθ’ ἣν βροτοὶ οὐ φοιτῶσιν. A | |
1478b | ex. | ἀβρότη: ἐν ᾗ φόνοι οὐ γίνονται· ἔλυον γὰρ νυκτὸς τὰς τάξεις. ἢ μεταληπτικῶς ἡ †φῶς† μὴ ἔχουσα· βροτὸς γὰρ ὁ φώς. καὶ Αἰσχύλος (Prom. 2)· „ἄβροτον εἰς ἐρημίαν“, ἐν ᾗ φὼς οὐ γίνεται. b (BCE3E4)T | |
5 | D | D | ἢν καὶ τῇ: ἐὰν ὅλως καὶ δι’ αὐτῆς. | ἐζήτηται δέ, πῶς ὁ Ἀγα‐ μέμνων—τῆς ἐκείνων σωτηρίας. A | |
14.80 | ex. | οὐ γάρ τις νέμεσις φυγέειν 〈κακόν, οὐδ’ ἀνὰ νύ‐ κτα〉: αἰσθάνεται αἰσχρὰ συμβουλεύων, ἀλλ’ ὅρα, τί προστίθησιν· οὐ γὰρ ἔφη φυγεῖν τὸν πόλεμον, ὅπερ ἦν ἀπρεπέστατον, ἀλλὰ κακόν. καὶ τὸ οὐδ’ ἀνὰ νύκτα εἰς ἐπίτασιν· καίτοι γε ἀγεννὲς ἦν τὸ νυκτὸς | |
5 | ὥσπερ δραπετεῦσαι τὴν μάχην. b(BCE3E4)T | ||
14.81 | ex. | 〈ἠὲ ἁλώῃ:〉 ἐλλείπει τὸ 〈μείνασ〉, ἢ μ〈ε〉ίνας ἁλώῃ. Aim | |
1483a | ex. | Ἀτρείδη: καλῶς ἐπιπλήσσοντα παράγων τὸν Ὀδυσσέα περιεῖλε τὰ λοιπὰ τῶν ὀνομάτων, τὸ „κύδιστε“ (Α 122 al.) καὶ „ἄναξ“ (Β 434 al.). b(BCE3E4)T | |
1483b | ex. | ἕρκος ὀδόντων: τὸ ἐξ ὀδόντων ἕρκος· καὶ γὰρ ἦν παρά‐ δοξον τὸν εἰπόντα „ἱδρώσει 〈μέν〉 τευ τελαμών“ (Β 388) καὶ ἀπειλή‐ σαντα τοῖς φυγοῦσιν „ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχησ“ (Β 391) νῦν λέ‐ γειν „οὐ γάρ τις νέμεσις φυγέειν“ (Ξ 80). b(BCE3E4)T | |
1484a | Ariston. | οὐλόμενε {αἴθ’ ὤφελες}: ὅτι τινὲς ἀποδεδώκασιν οὐλόμενε δεινέ· οὐ γὰρ ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε. οὐ δυσωπητέον μέντοι γε, ἀλλ’ εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον· ἐπ’ ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων· | |
5 | διὸ καὶ ἐπιφέρει „ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ / ἀργα‐ λέῃ“ (Ξ 104—5). A | ||
1484b | ex. | οὐλόμενε: ὀλέθρων αἴτιε. ὡς ἐν ἰδιάζουσι δὲ σοβαρῶς ἐπι‐ πλήσσει, b(BCE3E4)T καὶ ὅπως μὴ ταῦτα ἀεὶ λέγων λάθῃ εἰς Ἕλληνας εἰπὼν αὐτά, ἄλλως τε T μετεσχηκὼς τῆς πρώτης ἀπο‐ πείρας οἶδεν ὅτι πεῖραν καὶ νῦν καθίησιν. ἔχει οὖν καιρὸν ἡ παρρησία. | |
5 | b(BCE3E4)T | ||
1484c | ex. | ἀεικελίου: ἀνομοίου ἡμῖν. T | |
1484-5 | ex. | 〈αἴθ’ ὤφελλεσ〉 ἀεικελίου στρατοῦ ἄλλου / σημαί‐ νειν: τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν ἀκουόντων λαμβάνει, ὅτι πρὸς τοιούτους οὐκ ἔδει συμβουλεύειν τοιαῦτα. b(BCE3E4)T | |
14.86 | ex. | τολυπεύειν: ἐκτελεῖν· „ἠδ’ ὁπόσα τολύπευσα σὺν αὐτῷ καὶ πάθον“ (Ω 7)· ἐξ οὗ καὶ τολύπη τὸ κατε〈ι〉ργασμένον ἔριον. T | |
14.87 | ex. | 〈ὄφρα φθιόμεσθα ἕκαστος:〉 ὡς ἕκαστος ἡμῶν φθαρῇ. Til | |
1488-94 | ex. | οὕτω δὴ μέμονας Τρώων πόλιν 〈εὐρυάγυιαν /〉 καλλείψειν〈—ἀνάσσεισ〉: τὸ δεύτερον ἐπιχείρημα ἀπ’ αὐ‐ τοῦ τοῦ πράγματος ὅτι, εἰ καὶ ἄλλοι ἦσαν οἱ ὑποτεταγμένοι, οὐκ ἔδει τοιαῦτα συμβουλεύειν οὐδὲ καταλείπειν τὰ προκείμενα. εἶτα τρίτον | |
5 | ὅτι ἀνάξια τῆς βασιλείας ἐφθέγξατο. b(BCE3E4)T | ||
1489a1 | Did. | 〈καλλείψειν:〉 †αἱ† Ζηνοδότου „ἐκπέρσειν“, οὐ καλ‐ λείψειν. καὶ παρίστησιν ἦθος. Aint | |
1489a2 | καλλείψειν: †αἱ† Ζηνοδότου δὲ „ἐκπέρσειν“. καὶ ἔστι μᾶλλον ἠθικώτερον. T | ||
1490-1a1 | ex. | σίγα, 〈μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ/ μῦθον〉: δαιμονίως προκαταλαμβάνει ὡς ἁμαρτόντος, οἷον ἀρκεῖ †οὐ† πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον. T | |
1490-1a2 | δαιμονίως ὡς πρὸς ἁμαρτόντα διαλέγεται, καί φησιν ὅτι ἀρκέσει σοι πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον. b(BCE3E4) | ||
14.90 | ex. | μή τίς 〈τ’〉 ἄλλος: ἢ „τοί“ ἐστὶν ἀντὶ τοῦ σοί ἢ „τέ“ πλεο‐ νάζον. T | |
1491-4 | ex. | ὃν οὔ κεν ἀνήρ 〈γε〉 διὰ στόμα πάμπαν ἄγοιτο 〈/ —ἀνάσσεισ〉: οὐδὲν γὰρ αἰσχρότερον οἶδεν ὁ ποιητὴς τοῦ †λειποτακτεῖν†. ἀμέλει καὶ Ἀγαμέμνων τοῖς μείζοσιν ἐξωνείδισεν (sc. Β 391—3). ἄντικρυς δὲ ἐξελέγχει ὅτι οὐ βασιλικὸς ὁ λόγος ἐστίν. καὶ | |
5 | ῥητορικόν, ὅταν καταιτιώμενοί τινας πεφεισμένως μὴ τὰς κυρίας ὀνο‐ μασίας τῶν ἁμαρτημάτων λέγωμεν· ἔδει γὰρ εἰπεῖν ὡς οὐδὲ ἰδιώτης ἀξιώσειε λέγειν. b(BCE3E4)T | ||
14.91 | ex.(?) | 〈ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο:〉 | |
ὃν οὐχ ἕτερος εἴποι. Aint | |||
1492-3 | ex. | 〈ὅστις ἐπίσταται ᾗσι φρεσὶν ἄρτια βάζειν / σκηπτοῦχός τ’ εἴη:〉 ὅτι ἦν τις ἐπιστήμη πολιτικῶν λόγων, ἣ μό‐ νον ἀνήκει βασιλεῦσιν. Til | |
14.92 | Did. | 〈ἐπίσταιτο:〉 οὕτως ἐπίσταιτο. Aim | |
1495a1 | Ariston. | Did. | νῦν δὲ σεῦ ὠνοσάμην 〈πάγχυ φρένας, οἷον ἔει‐ πεσ〉: ἀθετεῖται, ὅτι, εἰ μὲν ἀπεδέχετο αὐτὸν κατά τι, ἐνεχώρει, νῦν δὲ μόνον ἐμέμφετο. καὶ 〈διὰ〉 τὸ ἐν ἄλλῳ τόπῳ (sc. Ρ 173) δεόντως φέ‐ ρεσθαι. | Ζηνόδοτος δὲ γράφει „νῦν δέ σε ὠνοσάμην πάγχυ φρένας, | |
5 | 〈οἷον ἔειπεσ〉“. καὶ Ἀριστοφάνης δὲ προηθέτει. A | ||
1495a2 | Did. | 〈νῦν δέ σευ:〉 Ζηνόδοτος „νῦν δέ σε“. Ἀριστοφάνης δὲ ἀθετεῖ. Til | |
1495b | Nic. | νῦν δὲ σεῦ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες: τὸ οἷον ἔειπες ἤτοι καθ’ αὑτὸ νοητέον, ἵν’ ᾖ θαυμαστικὸς ὁ λόγος, ἢ τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ λόγος ‘νῦν δὲ παντελῶς ἐμεμψάμην σε οἷον εἴρηκασ‘. A | |
14.98 | ex.(?) | 〈ἐπικρατέουσιν:〉 ἐπικρατοῦσι. Aint | |
14.99 | ex. | ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ: ἡμῖν δὲ ἀνυπέρβλητος | |
γένηται ὄλεθρος. b(BCE3)T | |||
14.101 | ex. | ex.(?) | ἀποπ〈απ〉τανέουσιν: περιβλέψονται καὶ πτοηθήσονται, δηλονότι περὶ τὴν καθολκὴν γινόμενοι. b(BCE3E4)T | παπταίνω παπτανῶ παπτανέω. b(BCE3)T | |
14.102 | ex. | ὄρχαμε λαῶν: ἠθικὸν τοῦτο· κατακερτομεῖ γὰρ ἄντικρυς τὴν συμβουλὴν ὡς οὐ βασιλεῖ ἁρμόζουσαν· b(BCE3E4)T φησὶ δὲ ‘σὺ ὁ βασιλεὺς πάντα συγχέεισ‘. b(BCE3)T | |
14104a | ex. | ὦ Ὀδυσεῦ, 〈μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ〉: διδάσκει φέρειν πρᾴως τὰς λοιδορίας, ἐὰν ἐν καιρῷ καὶ ἐπὶ συμφέροντι γίνωνται. b(BCE3E4)T | |
14104b | ex.(?) | 〈πώς με:〉 πώς μου. Til | |
14.105 | ex. | οὐ μὲν ἐγὼν ἀέκοντας 〈ἄνωγα〉: ἄριστα τρέπει τοὺς λόγους ἐπὶ ἕτερα, ὡς τὸ ὅλον ὑπὲρ Ἑλλήνων σκοπῶν. b(BCE3E4)T | |
14107a | ex. | εἴη: ἀντὶ τοῦ ἴτω· „καὶ τῷ προσιόντι προσεῖναι“ (Hsd. opp. 353) ἀντὶ τοῦ προσιέναι. b(BCE3E4)T | |
14107b | ex. | εἴη: ἔλθοι. ὁ δὲ Ἕκτωρ βαρβαρικῶς· „ὧδ’ ἔστω, Τρῶες μεγαλήτορεσ“ (Θ 523). T | |
14107c | ex. | ὃς τῆσδέ γ’ ἀμείνονα 〈μῆτιν ἐνίσποι〉: διδάσκει παν‐ τὸς δέχεσθαι τὴν παραίνεσιν ἐν καιρῷ κινδύνου. b(BCE3E4)T | |
14108a | ex. | 〈ἐμοὶ δέ κεν ἀσμένῳ εἴη:〉 διὰ τὸ λοιδωρηθέντα πρώην ὑπὸ Νέστορος αἰδεῖσθαι λέγειν (cf. Β 360). Til | |
14108b | ex. | ἀσμένῳ: ἀπὸ τῆς ἡσμένος μετοχῆς γέγονε· διὸ ἤμειψε | |
〈τὸ〉 πνεῦμα. b(BCE3)T | |||
14110a1 | ex. | ἐγγὺς ἀνήρ: „ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι“ (Ξ 107). τοῦτό ἐστι τὸ ἑξῆς. T | |
14110a2 | ἐγγύς, φησίν, ὅστις ἀμείνονα μῆτιν ἐνίψει. b(BCE3E4) | ||
D | ἐγγὺς ἀνήρ: ἐζήτηται, διὰ τί νῦν Διομήδης—τῶν πρεσβυτέρων τοὺς λόγους. A | ||
14110b | ex. | 〈οὐ δηθὰ〉 ματεύσομεν: ἐρευνήσομεν, ζητήσομεν. b (BCE3E4) καὶ ἑαυτὸν ὑποβάλλει τοῖς ζητοῦσι. μέτριος δὲ ὁ λόγος καὶ οὐκ ἔχων ἐπίπληξιν· ἀπήρκει γὰρ Ὀδυσσεύς, ἄλλως τε τὸ ἐπι‐ πλήσσειν θαμὰ ἀπέχθειαν, οὐ κηδεμονίαν ἐμφαίνει. b(BCE3E4)T | |
14.111 | ex. | 〈κότῳ ἀγάσησθε:〉 νῦν φθόνῳ φθονήσητε. Aint | |
14112a1 | Did. | 〈νεώτατος:〉 οὕτως νεώτατος ὑπερθετικῶς ὡμολό‐ γουν ἅπασαι. Aim | |
14112a2 | οὕτω πᾶσαι. Til | ||
14.113 | ex. | πατρὸς δ’ ἐξ ἀγαθοῦ 〈καὶ ἐγὼ γένος εὔχομαι εἶ‐ ναι〉: καίτοι ἴδια ἔχων λέγειν ὅμως τὰ τοῦ πατρὸς προβάλλεται· τούτῳ γὰρ αὐτὸν συνέκρινεν Ἀγαμέμνων (cf. Δ 372—400). b(BCE3 E4)T | |
14114a | Ariston. | Did. | Τυδέος, 〈ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψεν〉: ὅτι χυτὴ γῆ ἡ ἐπὶ τοῖς νεκροῖς ἐπιχεομένη, οὐ καθολικῶς, ὡς „μέλαινα“ (Β 699 al.) καὶ φερέσβιος. A | Ζηνόδοτος δὲ ἠθέτει, παρὰ Ἀριστοφάνει δὲ οὐκ ἦν. | |
ATil τὸ δὲ κάλυψε Ἰωνικῶς. A | |||
14114b | ex. | Τυδέος, ὃν Θήβῃσι 〈χυτὴ κατὰ γαῖα κάλυψεν〉: ὅτι οὐ κατὰ τοὺς τραγικοὺς ἐν Ἐλευσῖνι μετηνέχθησαν οἱ περὶ τὸν Κα‐ πανέα. T Ὁμηρικὸν δὲ ταῖς παρεκβάσεσιν διαναπαύειν τὸν ἀκροατήν. τὸ δὲ Θήβῃσι δύναται καὶ ἐπίρρημα εἶναι καὶ ὄνομα. | |
5 | b(BCE3E4)T ὁ δὲ Τυδεὺς Οἰνέως καὶ Περιβοίας τῆς Ἱππότου· ὃς ἀνεψιοὺς ἐπιβουλεύοντας Οἰνεῖ Λυκωπέα καὶ Ἀλκάθουν ἀπέκτεινεν †ἀγρόθι†, σὺν αὐτοῖς δὲ ἄκων καὶ τὸν πατράδελφον Μέλανα (συνε‐ δαίνυτο γὰρ αὐτοῖς) καὶ φεύγων τὸν φόνον ἧκεν ἐς Ἄργος καὶ κα‐ θαρθεὶς ὑπὸ Ἀδράστου γαμεῖ Δηϊπύλην τὴν θυγατέρα αὐτοῦ. T | ||
14114c | Did. (?) | 〈καλύπτει:〉 γράφεται „κάλυψε“. Aint | |
14.115 | ex. | 〈Πορθεῖ:〉 οὕτω δισυλλάβως. ἐπίτηδες δέ, εἰ μὴ εὐκαίρως, οὐ μέμνηται Τυδέως ὁ ποιητής. Til | |
14116a | Nic. | 〈ᾤκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι:〉 οὗτος ὁ στίχος μεταξὺ κεῖται. τὸ δὲ ἑξῆς „Ἄγριος ἠδὲ Μέλασ“ (Ξ 117). | |
Aim | |||
14116b | ex. | 〈ᾤκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι:〉 συλλήψει ἐχρήσατο· οἱ μὲν γὰρ δύο ἐν Πλευρῶνι, ὁ δὲ Οἰνεὺς ἐν Κα‐ λυδῶνι ᾤκει. b(BCE3)Til | |
14.117 | Ariston. | ἱππότα Οἰνεύς: ὅτι ἐλέγχονται οἱ τὸν ἱππότην ἀποδι‐ δόντες φυγάδα· ὁ γὰρ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς πατρίδος (cf. Ξ 119) A | |
14118a1 | Did. | 〈ἐμοῖο:〉 οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ „ἐμεῖο“, οὐκ ὀρθῶς. Aim | |
14118a2 | 〈ἐμεῖο:〉 οὕτω Ζηνόδοτος. τινὲς δὲ „ἐμοῖο“, ἵν’ ᾖ κτητι‐ κή. Til | ||
14119a | Ariston. | ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε: ὅτι ὁ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς πατρίδος. ὁ ἱππότης (cf. Ξ 117) ἄρα οὐ φυγάς, ἀλλ’ ἱππικός. καὶ ὁ Ἡσίοδος (fr. 228 M.—W.) δὲ οὕτως ἀκήκοεν· „ἰδὼν δ’ ἱππηλάτα Κῆ‐ ρυξ“, ἀντὶ τοῦ ἱππικός. A | |
14119b1 | Did. | 〈αὐτόθι:〉 γράφεται καὶ „αὐτοῦ“, ὡς „αὐτοῦ οἱ καὶ σῆ‐ μα τετεύξεται“ (Φ 322). Aim | |
14119b2 | {αὐτόθι μίμνε:} τινὲς „αὐτοῦ“ {μεῖνε}, ὡς „αὐτοῦ οἱ καὶ σῆμα“. T | ||
14119c | Did. (?) | 〈μεῖνε:〉 ἐν ἄλλῳ „μίμνε“. Aint | |
14.120 | ex. | ex. | Ariston. | ex. | ὣς γάρ που Ζεὺς ἤθελε: τὴν μὲν τῆς φυγῆς αἰτίαν ἐσιώπησε, τὰ δὲ πρὸς ἀρετὴν καὶ πλοῦτον εἶπεν. b(BCE3)T | Ζεὺς ὁ | |
τοὺς ἐμφυλίους ἐκδιώκων φόνους. | ὅτι οὐχὶ φυγάς, ὡς οἱ νεώτεροι· φησὶ γοῦν „ἀλλ’ ὁ μὲν αὐτοῦ μίμνε“ (Ξ 119). | γέγονε δὲ ὁ Τυδεὺς ἐκ | |||
5 | Γόργης ἢ Περιβοίας. T | ||
D | 〈ὣς γάρ που Ζεὺς ἤθελε〉 καὶ θεοὶ ἄλλοι: εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε—Δηϊπύλην. ἡ ἱστορία παρὰ Φερεκύ‐ δει (FGrHist 3, 122 b). A | ||
14.121 | D | 〈Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν:〉 λείπει ‘μίαν‘, τὴν Δηϊπύλην. Til | |
14.123 | ex. | ὄρχατοι ἀμφίς: παρὰ τὸ τῷ ἕρκει ἠσφαλίσθαι. ὄρχος ὄρ‐ χατος, ὡς μέσατος (cf. Θ 223. Λ 6), „πάχετοσ“ (ψ 191). τὸ δὲ ἀμφίς χωρὶς τῶν ἀρουρῶν. T | |
14124a | Ariston. | {πολλὰ δέ οἱ} πρόβατα {ἔσκε}: ὅτι πάντα τὰ τετράποδα, διὰ τὸ ἑτέραν βάσιν ἔχειν πρὸ τῆς ὀπισθίας. A | |
14124b | ex. | πρόβατα: ἀντὶ τοῦ τὰ τετράποδα, καὶ „πρόβασιν“ (β 75) τὴν τῶν τετραπόδων κτῆσιν, παρὰ τὸ πρὸ τῆς †πρώτης† βάσεως ἑτέραν βάσιν ἔχειν. T | |
14124c | D | 〈κέκαστο:〉 ἀντὶ τοῦ ἐνίκα. Til | |
14125a | Ariston. | 〈μέλλετ’ ἀκουέμεν:〉 ὅτι ἀντὶ τοῦ ἐοίκατε ἀκηκοέναι. Aint | |
14125b1 | Did. | ὡς ἐτεόν περ: οὕτως αἱ Ἀριστάρχου „εἰ ἐτεόν περ“, ἵν’ ᾖ ταῦτα δὲ ὑμᾶς εἰκὸς εἰδέναι ἀκηκοότας, εἰ ἀληθῆ λέγω. αἱ δὲ δη‐ μώδεις ὡς ἐτεόν περ. A | |
14125b2 | Ἀρίσταρχος „εἰ ἐτεόν περ“. Aim Til | ||
14.127 | ex. | πεφασμένον: ἀντὶ τοῦ φανθησόμενον. ἢ πεφασμένως. T | |
14128a | ex. | Ariston. | καὶ οὐτάμενοί περ 〈ἀνάγκῃ〉: καλῶς οὐχ ὁ Νέστωρ ταῦτά φησιν, ἀλλ’ εἷς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ πέρ, εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵν’ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπι‐ φέρῃ τὴν περιεστῶσαν ἀνάγκην. A b (BCE3E4)T | ἡ διπλῆ δέ, ὅτι | |
5 | συλληπτικῶς καὶ ἐπὶ τῶν βεβλημένων οὐτάμενοι εἴρηκεν. A | ||
14128b | ex. | οὐτάμενοι: εἴπερ εἴα τὸ σημαινόμενον, ἦν ἀπὸ τοῦ οὔτη‐ μι ἐνεστῶτος. ἔστιν οὖν ἀπὸ τοῦ οὐτασμένοι †ἐληλασμένως. T | |
14129a | ex. | 〈ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος:〉 λείπει ἡ ἀπό. τὸ δὲ ἔπειτα ἀντὶ τοῦ δή. b(BCE3E4)Til | |
14129b | Ariston. | 〈ἐχώμεθα: ὅτι〉 ἐλλείπει ἡ ἀπό πρόθεσις, ἀπεχώμεθα. Aint | |
14129-31a1 | ex. | αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτοσ〈— / ἄλ‐ λους δ’ ὀτρύνοντες ἐνήσομεν〉: τὴν ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων εἴληφεν. AT „εἴ τι νόος ῥέξει· πόλεμον δ’ οὐκ ἄμμε κελεύω / δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι“ | |
5 | (Ξ 62—3). T | ||
14129-31a2 | τὴν δὲ ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων λαμβάνει καὶ κελεύει τοὺς μὲν ἄλλους κινεῖν πόλεμον, αὐτοὺς δὲ μή. b(BCE3E4) | ||
14.130 | Nic. | ἐκ βελέων {μή πού τις}: βέλτιον τοῖς ἄνω συνάπτειν τὸ ἐκ βελέων, ἵν’ ᾖ ἐκτὸς βελέων, ὡς „Ἕκτορα δ’ ἐκ βελέων 〈ὕπαγε Ζεύσ〉“ (Λ 163). A | |
14.131 | Did. (?) | ἐνήσομεν: τῷ πολέμῳ. οἱ δὲ „ἀνήσομεν“ πείσομεν, A b(BCE3E4)T „ἀλλ’ ἀνίεις, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον“ (Ε 880). AT | |
14.132 | ex. | θυμῷ ἦρα φέροντες: ἐπικουρεῖν τῇ ψυχῇ θέλοντες. T | |
14.134 | ex. | 〈ἦρχε δ’ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:〉 ἀφθόνως καὶ γενναίως. Til | |
14.135 | Ariston. | 〈οὐδ’ ἀλαοσκοπιήν:〉 ὅτι Ζηνόδοτος γράφει „οὐδ’ ἀλαὸν σκοπιήν“. Aint | |
14136a | Ariston. | ἀλλὰ μετ’ αὐτοὺς ἦλθε 〈παλαιῷ φωτὶ ἐοικώσ〉: ὅτι Ζηνόδοτος ὑποτάσσει „ἀντιθέῳ Φοίνικι ὀπάονι Πηλείωνοσ“ (cf. Υ 360). οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι λόγοι. βέλτιον οὖν καθολικώτερον γέροντι ἀπεικάσθαι. A | |
14136b | ex. | μετ’ αὐτοὺς ἦλθε 〈παλαιῷ φωτὶ ἐοικώς: μετ’ αὐ‐ τούς〉 πρὸς αὐτούς. παλαιὸς δέ ἐστιν ὁ λίαν γέρων, b(BCE3E4)T | |
ὅθεν φησὶ „δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενέσ“ (χ 395). T | |||
14136c1 | ex. | παλαιῷ φωτὶ ἐοικώς: καλῶς ἐπὶ τοῦ ὄχλου Κάλχαντι εἴκασται (sc. Ν 45), ὅπου ἔπειθεν ὡς εὐδοκιμήσας περὶ τὸν λοιμόν, ἐπὶ Ἀγαμέμνονος δὲ οὔ· φησὶ γὰρ „ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον“ (Α 82)· ἀλλ’ οὐδὲ Θόαντι (cf. Ν 216—8)· νέος γὰρ οὗτος. νῦν δὲ | |
5 | ἁπλοϊκῶς ἔφη παλαιῷ φωτί, τίνι δέ, οὐ προσέθηκεν, ἀλλ’ ἀπήρκεσε τὰ τῆς ἡλικίας εἰς πίστιν· τὸ γὰρ προστιθέναι τὸν στίχον ἐκεῖνον „ἀντιθέῳ Φοίνικι, ὀπάονι Πηλείωνοσ“ (cf. Ψ 360) {καὶ} περίεργον· καὶ ἀπρεπές, Ἀχιλλέως ἀφεστῶτος τῆς μάχης, τὸν Φοίνικα μὴ μόνον φαίνεσθαι μετὰ Ἀγαμέμνονος, ἀλλὰ καὶ καταρᾶσθαι Ἀχιλλεῖ· „ἀλλ’ ὁ μὲν ὣς ἀπόλοι‐ | ||
10 | το“ (Ξ 142). ἔστιν οὖν ὡς τὸ „ἀνδρὶ δέμας εἰκυῖα“ (θ 194) καὶ „δέμας δ’ ἤϊκτο γυναικί“ (δ 796). T | ||
14136c2 | καλῶς δὲ ἐπὶ τοῦ ὄχλου Κάλχαντι εἴκασται, δι’ οὗ καὶ ἔπειθεν· εὐδοκίμησε γὰρ περὶ τὸν λοιμὸν ἐκεῖνος. οὐ προσέθηκε δέ, τίνι εἴκασται, ἀλλ’ ἁπλῶς φωτὶ παλαιῷ, καὶ μόνον αὐτῷ τὰ τῆς ἡλικίας εἰς πίστιν ἀπήρκεσε δηλώσας. b(BCE3E4) | ||
14139-41 | ex. | νῦν δή που Ἀχιλλῆος 〈ὀλοὸν κῆρ / γηθεῖ —, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ’ ἠβαιαί〉: ἀεὶ καταδρομήν τινα εὑρίσκομεν τοῦ Ἀγαμέμνονος ἐν τοῖς πρὸς Ἀχιλλέα πεπραγμένοις. νῦν δὲ τοὐναντίον. καὶ ἔστιν ἁρμόδιον τῷ καιρῷ παραμυθίαν τινὰ προσ‐ | |
5 | ελθεῖν τῷ Ἀγαμέμνονι ὅτι οὐ διὰ τὴν αὐτοῦ ἁμαρτίαν δυστυχεῖ τὸ Ἑλληνικόν, ἀλλὰ διὰ τὴν Ἀχιλλέως ἀφροσύνην. b(BCE3E4)T | ||
14140-1 | ex. | γηθεῖ〈—〉, ἐπεὶ οὔ οἱ ἔνι φρένες: ὅτι τὸ ἐπιχαί‐ ρειν τοῖς κακοῖς ἄφρονος ἀνδρός. τὸ δὲ ἔνι (141) ἀντὶ τοῦ ἔνεισιν· ὁ τρόπος μετατύπωσις· ἐκ συνθήκης γὰρ ἁπλοῦν ἐποίησεν. b(BCE3E4) | |
T | |||
14.140 | D | ex. | 〈φύζαν:〉 τὴν μετὰ δέους φυγήν. | †οἱ δὲ παρὰ τὸ ζα καὶ τὴν φυγήν. b(BCE3E4)T | |
14142a | ex. | ὣς ἀπόλοιτο: οὕτως ὡς Ἕλληνες, ἢ ὡς ἡμᾶς θέλει, ἢ ὡς ἔστιν †ἀκλεής. b(BCE3E4)T | |
14142b | D | ex. | σιφλώσειε: τυφλώσειεν, ἐπίψογον ποιήσειε· σῖφλος γὰρ καλεῖται καὶ ὁ ψόγος. A | περισσὸς ὁ στίχος, καὶ T ἡ λέξις νεωτέ‐ ρων· καὶ AT οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν ποιήσειεν, A b(BCE3E4)T οἱ δὲ γέλωτα θείη, A b (BCE3E4) οἱ δὲ ἐκλύσειε· | |
5 | A b (BCE3E4)T φλῶ γάρ ἐστι τὸ ὁρμὴν ἔχω, ὅθεν καὶ οἰνόφλυξ. οἱ δὲ σιπαλὸν τὸν εἰδεχθῆ. AT | ||
14143a | ex. | Did. (?) | 〈σοὶ δ’ οὔπω:〉 ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ „οὐ νιφετός, οὔτ’ ἂρ χειμὼν πολύσ“ (δ 566). | οἱ δὲ γράφουσι „†σοῦ δ’ οὖποι“. Til | |
14143b | Hrd. καθ. | {σοὶ δ’} οὔπω {μάλα πάγχυ}: παρέλκει ἐνθάδε τὸ πω· συντασσόμενον γὰρ τῇ οὔ ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖ‐ ται τὸ μετὰ ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀπο‐ | |
5 | φαίνεται· τὸ γὰρ οὐ δειπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. οὕτως Ἡρωδιανὸς ἐν τῇ Καθό‐ | ||
λου (1,491,16). A | |||
14145a | ex. | 〈κονίσσουσιν:〉 ἐκ τοῦ παρεπομένου φεύξονται. Til | |
D | κονίσσουσι: κονέως πληρώσουσιν—ἐγείρουσι κόνιν. A | ||
14145b | Did. (?) | 〈σὺ δ’ ἐπόψεαι αὐτός:〉 ἐν ἄλλῳ „σὺ δ’ ἐπόψεαι αὐ‐ τούσ“. A | |
14147a | ex. | μέγ’ ἄυσεν: ἵνα δείξῃ ὅτι θεός ἐστιν. ὅρα δὲ τὴν ποικιλίαν· ἔμπροσθεν (sc. Ν 71—2) μὲν ἐκ τοῦ ἴχνους ἐπιγινώσκεται· νυνὶ δὲ βοᾷ μέγα, ἵνα ἐκ τῆς βοῆς συνῶσι. πῶς δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ; ἐπεὶ εἶπεν „ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάσ“ (Ν 837). | |
5 | b(BCE3E4)T | ||
14147b | Ariston. | 〈πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, AimTil διὰ πεδίου. Aim | |
14148-9 | Nic. | ὅσσον τ’ ἐννεάχιλοι〈—Ἄρηοσ〉: ἤτοι ἀφ’ ἑτέρας ἀρχῆς τὴν παραβολὴν ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ Ἄρηος (149), ἢ τοῖς ἄνω προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ Ἄρηος. A | |
D | πῶς, φησίν, ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ, ὑπὲρ— | ||
5 | δύναμιν ἐνεδείκνυτο. A | ||
14148a | Did. | 〈ὅσσον τ’ ἐννεάχιλοι:〉 ἡ Ἀριστοφάνους διὰ τοῦ δέ „ὅσσον δ’ ἐννεάχιλοι {ἐπίαχον}“. Aint | |
14148b | ex. (Did.?) | 〈ἐννεάχιλοι:〉 Ἀρίσταρχος ‘ἐννέα χείλη ἔχοντεσ‘, ἐκ μέ‐ | |
ρους σώματος. Til | |||
14.149 | ex. | 〈ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος:〉 προ‐ αλαλάζουσι γὰρ τῆς συμβολῆς· ὡς †τῷ θεῷ δὲ ἀλαλαγμὸν ὅμοιον δοῦσαι. Til | |
14.150 | ex. | ἐκ στήθεσφιν ὄπα: ἐκ ψυχῆς· ἔστι γὰρ ἐν τοῖς στήθεσι· μέρος δὲ αὐτῆς ἡ βοή. ἐπεὶ πῶς φησιν „ὅσον κεφαλὴ χάδε φωτόσ“ (Λ 462); b(BCE3E4)T | |
14151-2 | Nic. | 〈Ἀχαιοῖσιν δὲ〉 μέγα σθένος 〈ἔμβαλ’ ἑκάστῳ / καρδίῃ〉: ἤτοι καθ’ αὑτὸν τοῦτό φησιν, ὅτι καὶ σθένος αὐτοῖς ἐνέβα‐ λεν, ἢ συνῆπται τῷ προκειμένῳ, ὅτι διὰ βοῆς δείξας ἑαυτὸν ὅτι θεὸς ἦν παρώρμησε τοὺς ἀκούοντας. T | |
14153a | ex.(?) | 〈Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι:〉 πα‐ ραγραπτέον ἐπάνω διὰ τὸ ἑτέρων πραγμάτων ἀρχὴν εἶναι. Aim | |
14153b | ex. | Ἥρη δ’ εἰσεῖδε: ἤδη προσδοκωμένου τοῦ κινδύνου τῶν νεῶν, ἀνυπερθέτως ἑτέρῳ ἐπεισοδίῳ ἐκαινοποίησε τὴν ὑπόθεσιν μετάγει τε ἡμᾶς ἐπὶ τὰ οὐράνια καὶ ἐρωτικὰς διηγήσεις ποιεῖται, ἅμα διδάσκων μὴ νικᾶσθαι ταῖς ἡδοναῖς. b(BCE3E4)T | |
14154a | Ariston. | 〈στᾶς’ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου:〉 ὅτι ὄρος ὁ Ὄλυμ‐ πος, καὶ ῥία ἔχει, καὶ ἀπὸ τῶν ῥίων ἐπιθεωροῦσιν. Aint | |
14154b | ex. | 〈στᾶσ’〉 ἐξ Οὐλύμποιο ἀπὸ ῥίου: ἀπό τινος ῥίου τῶν ἐν τῷ Ὀλύμπῳ. τὸ δὲ ῥίον οἱ μὲν κατὰ ἀποβολὴν τοῦ ἀκρωτη‐ ρίου, οἱ δὲ παρὰ τὸ ῥέεσθαι. προσέθηκε δὲ τὸ στᾶσα, ἐπεὶ πολὺ | |
ἀπέχει Ὄλυμπος Ἴδης. T | |||
14.155 | Ariston. | D | {τὸν μὲν} ποιπνύοντα: ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντά ἐστιν, οὐχ ὡς οἱ Γλωσσογράφοι ποιοῦσι τὸ ποιπνύειν διακονεῖν ἐκ τοῦ „ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα“ (Α 600). | γέγονε δὲ παρὰ τὸ A πονῶ πονύω πνύω ποιπνύω ἀναδίπλωσις. ATil | |
14157a | ex. | 〈Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς:〉 ὡς ὑψιβρεμέ‐ την. Til | |
14157b1 | Did. | 〈πολυπίδακος:〉 Ἀρίσταρχος πολυπίδακος, ἄλλοι δὲ „πολυπιδάκου“. Aim | |
14157b2 | οὕτως πολυπίδακος A ἀπὸ τῆς πολυπῖδαξ. ATil καὶ κατὰ τὸ ἁπλοῦν „πίδακος ἀμφ’ ὀλίγησ“ (Π 825). A τὸ δὲ διὰ τοῦ ου γράφειν τελέως ἄγροικον. ATil | ||
14158a | ex. | 〈εἰσεῖδε:〉 περισσόν· δύναται γὰρ ἀπὸ κοινοῦ τὸ „ἔγνω“ (Ξ 154). Til | |
14158b | D | ex. | στυγερὸς 〈δέ οἱ ἔπλετο θυμῷ〉: καταπληκτικὸς ἢ μισητός. | καὶ †τουτοῒ† τὸ ἦθος τῶν γυναικῶν· ἀποτυγχάνουσαι γὰρ τῶν προκειμένων στυγοῦσι τοὺς ἄνδρας. b(BCE3E4)T | |
14158c | Did. (?) | {στυγερὸς δέ οἱ} ἔπλετο θυμῷ: „ἔπλετ’ ἰδούσῃ“, οὕτως | |
ἄμεινον. T | |||
14160a | ex. | ὅπ〈π〉ως ἐξαπάφοιτο: τρία εἰσί, δι’ ὧν περιγινόμεθα, βία πειθὼ ἀπάτη. θεωροῦσα οὖν αὐτὸν ἄμαχον μὲν διὰ τὴν ἰσχύν, ἄπιστον δὲ διὰ τὴν γνώμην, ἐπὶ τὴν ἀπάτην κατέφυγεν· b(BCE3) T καὶ Ποσειδῶνα γὰρ ἑώρα λάθρα βοηθοῦντα τοῖς Ἕλλησιν. T | |
14160b | Did. (?) | 〈ὅππως:〉 τινὲς „εἴ πωσ“. Til | |
14162a | ex. | 〈ἐντύνασαν:〉 κοσμήσασαν. καὶ ἐπὶ Κίρκης „ἦλθ’ ἐντυνα‐ μένη“ (μ 18). Til | |
14162b | Ariston. | ἓ αὐτήν: ὅτι Ζηνόδοτος γράφει „ἑωυτήν“. οὐχ ἁρμόζει δὲ αἰτιατικῇ πτώσει τὸ οὕτως συναλείφειν· διαλύεται γὰρ εἰς τὸ ἕ καὶ αὐτήν. ἀγνοεῖν δὲ τὴν διαφορὰν αὐτόν φησιν Ἀρίσταρχος. A | |
14163a | Did. (?) | 〈εἴ πως:〉 ἐν ἄλλῳ „ὅπ〈π〉ως {ἱμείραιτο}“. Aim | |
14163b | ex. | 〈ἱμείραιτο:〉 εἰς ἵμερον ἀπαχθείη. Til | |
14163c1 | ex. | παραδραθέειν: Ἀττικοὶ ἀποδαρθεῖν φασιν αὐτό, ἐπεὶ τότε ἀποτιθέμεθα τὸ δρᾶν, ὅ ἐστι πράττειν. T | |
14163c2 | τότε γὰρ τὸ δρᾶν τι ἀποτιθέμεθα, ὅ ἐστι πράττειν. b (BCE3E4) | ||
14164a | Hrd. | ᾗ {χροιῆι}: τὸ ᾗ δασυντέον καὶ περισπαστέον· ἔστι γὰρ δοτικὴ πτῶσις κτητικῆς ἀντωνυμίας. A | |
14164b1 | ex. | 〈ᾗ χροιῇ:〉 †τῷ αὐτῷ† σώματι τῷ ἑαυτῆς. Til | |
14164b2 | ᾗ δὲ χροιῇ τῷ ἰδίῳ αὐτῆς σώματι. b(BE3E4) | ||
14164c | ex. | ἀπήμονα: κυρίως ἐπίθετον ὕπνου· „λύων“ γὰρ „μελεδή‐ ματα θυμοῦ“ (υ 56). λιαρὸν δὲ λίαν ἀρηρότα, ὅ ἐστι προσκολλώμε‐ | |
νον ἢ θερμόν· θερμαίνει γὰρ τὸ σῶμα· b(BCE3E4)T ἢ παρὰ τὸ „λαρόν“ (Ρ 572 al.) πλεονασμῷ τοῦ ι, ὃ δηλοῖ τὸ ἡδύ. καλῶς δὲ ἐν | |||
5 | τῇ ἀπάτῃ τῇ ἐρωτικῇ νῦν ἐκτοπίζει τῆς Ἥρας τὴν Ἀθηνᾶν, οὐ κατ’ Ἀπολλώνιον, ὃς περὶ Μηδείας αὐτὴν εἰσάγει 〈συ〉σκεπτομένην τῇ Ἀθηνᾷ (cf. Ap. Rh. 3, 7—112). T | ||
14.165 | ex. | πευκαλίμῃσι: δριμείαις παρὰ τὴν πεύκην· ἢ πυκναῖς παρὰ τὸ πύκα. b(BCE3E4)T | |
14166a | ex. | βῆ δ’ ἴμεν ἐς θάλαμον: οὐκ ἐπὶ ὅπλα· μία γὰρ τοῖς ἀσθενέσιν ὁδός, ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων, b(BCE3E4)T ὡς καὶ ἰχθῦς καὶ πτηνὰ ἀγρεύομεν. T | |
14166b | ex. | τόν οἱ φίλος 〈υἱὸσ〉 ἔτευξεν: ἴσως μόνης αὐτῆς υἱὸς Ἥφαιστος (cf. Hsd. th. 927—8). T | |
14167a1 | Ariston. | 〈θύρας:〉 ὅτι πληθυντικῶς τὴν θύραν θύρας. Aim | |
14167a2 | τὸ δὲ θύρας ἀντὶ τοῦ θύραν ὡς „πύλασ“ (Δ 34 al.). T | ||
14167b1 | ex. | ἐπῆρσεν: οἱ μὲν ἐπήρεισεν, οἱ δὲ ἐπήρασσεν, οἱ δὲ ἐφήρ‐ μοσεν. ὅμοιόν ἐστι τῷ „αὐτόδιον“ (θ 449), „ἐπίστιον“ (ζ 265), „μετά τ’ ἤθεα“ (Ζ 511. Ο 268). T | |
14167b2 | ἐπήρεισεν ἢ ἐφήρμοσεν. b(BCE3E4) | ||
14168a | ex. | κληῖδι κρυπτῇ: ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς καὶ κλεισί φησι κεχρῆσθαι. T | |
14168b | ex. (Did.?) | 〈τὴν δέ:〉 τριχῶς ἡ †στροφή† ἐστι· τὴν δέ τὴν κλεῖν, | |
„τὸν δέ“ τὸν θάλαμον, „τὰς δέ“ τὰς θύρας. b(BCE3E4)T | |||
14168c | Ariston. | Hrd. | ἀνῷγεν: ὅτι ὑγιῶς διὰ τοῦ α τὸ ἀνῷγεν· ἡ γὰρ πρόθεσις οὐ μετακινεῖται εἰς τὸν παρῳχημένον. | προπερισπαστέον δέ. πρόσ‐ κειται δὲ τῷ ω τὸ ι· ἀπὸ γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν. A | |
14169a | Ariston. | θύρας ἐπέθηκε φαεινάς: ὅτι Ζηνόδοτος γράφει „θύρας ἐπιθεῖσα φαεινάσ“, ἵνα συναφὴς ὁ λόγος γένηται. ὁ δὲ Ὅμηρος ἄλλας ἀρχὰς λαμβάνει, ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἤτοι ὑστεροπε‐ ρίοδος. A | |
14169b | Did. (?) | ex. | θύρας ἐπέθηκε: γράφεται καὶ „πύλασ“. T | θαυμασία δὲ ἡ μίμησις· ἐν ἀπορρήτῳ γὰρ τὰ τοιαῦτα πράττουσιν, ὡς ἂν μὴ ὑπο‐ βολιμαῖον ἐκ τέχνης κομμωτικῆς αὐταῖς τὸ κάλλος, ἀλλὰ γνήσιον φαί‐ νοιτο. b(BCE3E4)T | |
14170a | Ariston. | ἀμβροσίῃ μὲν πρῶτον 〈ἀπὸ χροὸς ἱμερόεντοσ〉: ὅτι ἐκ τούτου τοῦ τόπου πλανηθέντες τινὲς ὑπέλαβον τὴν ἀμβροσίαν εἶναι ὑγρὰν τροφήν. A | |
14170b | Did.(?) | ex. | ἀμβροσίῃ: λείπει ὁ καί. | νῦν μὲν ὡς ἄλειμμα, ἄλλοτε δὲ ὡς ξηρὰν τροφήν, ἄλλοτε δὲ ὡς ἔλαιον· „ἀμβροσίην ὑπὸ ῥῖνα“ (δ | |
445), „Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην“ (Τ 38). T | |||
14171a | ex. | Hrd. | λύματα: παρὰ τὸ λυμαίνεσθαι τὸν χρῶτα. | τὸ δὲ κάθηρε προπαροξυτόνως, ἀπὸ τοῦ καθαίρω ἐκάθηρε καὶ Ἰακῶς κάθηρεν. b(BCE3)T | |
14171b | Hrd. | {λύματα πάντα} κάθηρεν: τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματος τοῦ καθαίρω. ὡς οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶς „μέγηρε γάρ οἱ τότ’ Ἀπόλλων“ (Ψ 865), οὕτως ἐκά‐ θηρε κάθηρε. A | |
14171c | ex. | ἐλαίῳ: πόθεν ἔλαιον τοῖς θεοῖς; ἄλλο ἐστὶ τὸ χρῖσμα ὡς τὸ πόμα, καὶ ἄλλο τὸ ἄλειμμα. T | |
14172a1 | Hrd. | {ἀμβροσίωι} ἑδανῷ: δασυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδὺ βούλεται σημᾶναι. γίνεται δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παρα‐ γόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτό‐ θεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω | |
5 | στεγανός, ἢ ἐκ τῆς μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστά‐ μενα, ὡς παρὰ τὸ ἵκω ἱκανὸς καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τρα‐ γανός, εἴδω ἰδανός, „τὰς ἰδανὰς Χάριτασ“ ὁ Καλλίμαχος (fr. 114, 9). οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτ’ ἄν, τοῦ η εἰς τὸ ε τρα‐ πέντος· διὸ δασυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν, πόθεν τὸ ε | ||
10 | ἐγένετο· ὁ γὰρ χαρακτήρ, ὡς ἔφαμεν, τὴν βραχεῖαν ἀσπάζεται. A | ||
14172a2 | δασύνεται δέ· παρὰ γὰρ τὸ ἥδω ἡδανὸς καὶ μεταβολῇ ἑδανός· τὰ γὰρ διὰ τοῦ ανος ῥηματικὰ βραχεῖαν θέλει εἶναι τὴν ἄρχου‐ σαν, πιθανός, τραγανός. T | ||
14172a3 | δασύνεται τὸ ἑδανόν· παρὰ γὰρ τὸ ἡδονή ἡδανὸν καὶ ἑδα‐ νόν. b(BCE3E4) | ||
14172b | ex. | ἑδανῷ: τῷ εὐώδει· οἱ δὲ ἡδεῖ, ἵν’ ᾖ αἴσθησις ἀντὶ αἰσθή‐ σεως, ὡς παρὰ Καλλιμάχῳ (fr. 196, 45)· „λίχνος εἰμὶ καὶ τὸ πυθέ‐ σθαι“. T | |
14172c1 | Ariston. | τό ῥά οἱ τεθυωμένον ἦεν: ἡ διπλῆ, ὅτι μύρον μὲν οὐκ ὀνομάζει, τεθυμιαμένον δὲ ἔλαιον τὸ μύρον λέγει ὥστε εἰδέναι μὲν τὴν χρῆσιν, τὸ δὲ ὄνομα μή. λέγει δέ που καὶ „ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ“ (Ψ 186) καὶ „κάλλεϊ μέν οἱ πρῶτα 〈προσώπατα καλὰ κάθηρεν / ἀμ‐ | |
5 | βροσίῳ〉“ (ς 192—3), μύρου τι γένος ὀνοματοποιήσας. A | ||
14172c2 | φαίνεται εἰδὼς μύρου χρῆσιν, τὸ δὲ ὄνομα ἀγν〈ο〉ῶν. Til | ||
14173-4 | Nic. | τοῦ καὶ κινυμένοιο 〈Διὸς ποτὶ χαλκοβατὲς δῶ / ἔμπης—ἵκετ’ ἀϋτμή〉: διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου (sc. 173), καὶ γραπτέον ὡς Ἀρίσταρχος „κατὰ χαλκοβατὲς δῶ“· ὁ γὰρ λόγος ‘οὗ κινουμένου κατὰ τὸν τοῦ Διὸς οἶκον ὁμοίως ἐπί τε γῆν | |
5 | καὶ οὐρανὸν ἡ ἀποφορὰ διϊκνεῖται‘. A | ||
14173a | ex. | ex. | 〈κινυμένοιο:〉 ἀναχεομένου. | πολλὴ τῆς εὐωδίας ἡ ἐνέρ‐ | |
γεια, τὸν κόσμον ἀποπληροῦσα. b(BCE3)Til | |||
14173b | Did. | 〈ποτί:〉 Ἀρίσταρχος „κατά {χαλκοβατέσ}“. Aim | |
14174a1 | Ariston. | ἔμπης ἐς γαῖάν τε 〈καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή〉: ἡ διπλῆ πρὸς τὰ περὶ τοῦ Ὀλύμπου ὅτι οὐκ ἔστιν ὁ αὐτὸς τῷ οὐρανῷ οὐδὲ τόπος τοῦ οὐρανοῦ· ἀπ’ αὐτοῦ γάρ φησι τὴν ὀσμὴν τοῦ μύρου ὁμοίως καὶ εἰς οὐρανὸν ἀφικνεῖσθαι καὶ εἰς γῆν. τοῦτο δὲ ἐπὶ τῶν | |
5 | ἀνωτάτω τοῦ ὄρους κορυφῶν συμφωνήσει, ἶσον διάστημα ἐπὶ γῆν καὶ οὐρανὸν λαμβάνειν. A | ||
14174a2 | σημειωτέον δὲ ὅτι ὄρος ὁ Ὄλυμπος· μεταξὺ γὰρ ὠνό‐ μασται γῆς καὶ οὐρανοῦ. T | ||
14174b1 | ex. | ἔμπης {ἐς γαῖάν τε}: ὁμοίως. „ἔμπης μοι δοκέει δαΐδων σέλασ“ (ς 354). καὶ ἄλλως δὲ ὁ νοῦς ‘καίπερ ἐν τῷ θαλάμῳ κινύμενον τὸ ἔλαιον τὴν εὐωδίαν εἰς τὰ πέρατα ἀφίει‘. T | |
14174b2 | ὁμοίως ὡς ἐς οὐρανόν, οὕτω καὶ ἐς γῆν. b(BCE3E4) | ||
14175-6 | Nic. | τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη 〈ἰδὲ χαίτας / πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούσ〉: ἤτοι ἐπὶ τὸ ἀλειψαμένη (175) διασταλτέον βραχὺ καὶ ἐπὶ τὸ πεξαμένη (176), πρὸς τὸ σαφές. A | |
14.175 | Did. (?) | 〈καλόν:〉 τινὲς „καλῶσ“. Til | |
14176a | ex. | 〈πεξαμένη:〉 διακρίνασα καὶ διαχωρίσασα. b(BCE3E4)Til | |
14176b | ex. | πλοκάμους ἔπλεξε: παρονομασία ἐτυμολογική. μέμφε‐ ται δὲ Πλάτων (cf. rep. 3, 390 c 1) τὸν κόσμον τῆς Ἥρας, ἀγνοῶν ὡς | |
ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεούς· b(BCE3E4)T ἄλλως τε καὶ οὐ περισσὸς ὁ κόσμος. T παραφυλακτέον δὲ τὸ παιδευτικὸν ὅτι | |||
5 | οὐ κομμωτρίας εἰσήγαγε τῇ θεῷ, ἀλλ’ αὐτὴν ἑαυτῇ πάντα ὑπηρετοῦ‐ σαν. b(BE3E4)T ἐπεὶ ῥᾴδιόν ἐστιν Ὁμήρῳ, ὥσπερ ἐπὶ Κίρκης τὰς νύμφας ἀντὶ θεραπαινῶν (sc. κ 348—70), οὕτω καὶ ἐπὶ τῆς με‐ γίστης θεᾶς σεμνάς τινας δαίμονας παραλαβεῖν. T | ||
14177a1 | Did. | 〈καλοὺς ἀμβροσίους:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „καλοὺς καὶ μεγάλουσ“. Aim | |
14177a2 | τινὲς „〈καλοὺσ〉 καὶ μεγάλουσ“, ἵνα μὴ λυπῇ τὸ ἀμβρό‐ σιον συνεχὲς ὄν. Til | ||
14178a | Ariston. | 〈ἑανὸν ἕσατο:〉 ὅτι ἑανὸς ὁ αὐτὸς τῷ πέπλῳ, καὶ καθόλου πρὸς τὸν στολισμόν. Aint | |
14178b | ex. | 〈ἑανὸν ἕσατο:〉 παρονομασία ἐτυμολογική· δηλοῖ γὰρ τὸν ἐνδυτήριον πέπλον. Til | |
14.179 | ex. | ἔξυσεν: ἐκέρκισε· ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνωθῆ‐ ναι. οἱ δὲ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων. A b (BCE3E4)T οἱ δὲ ἀντὶ τοῦ ἔγναψε μετὰ τὸ ὑφανθῆναι. A b (BE3E4)T | |
14180a1 | ex. | 〈ἐνετῇσι:〉 δίδωμι δοτή, τίθημι θετή, ἵημι ἑτὴ καὶ ἐνετή. Til | |
14180a2 | ἵημι ἱτὴ ἑτή. λέγει δὲ τὴν τῶν περονῶν εἰσβολήν. b | ||
(BCE3E4) | |||
14180b | Ariston. | {χρυσείης δ’ ἐνετῆισι} κατὰ στῆθος περονᾶτο: ὅτι κατὰ τὸ στῆθος ἐπερονῶντο, οὐχ ὡς ἡμεῖς κατὰ τὴν κατάκλειδα τοῦ ὤμου. A | |
14181a1 | Did. | 〈ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν:〉 Ἀρίσταρχος „ζώνῃ“ 〈καὶ „ἀραρυίῃ“〉, ἄλλοι δὲ ζώνην καὶ ἀρα‐ ρυῖαν. Aint | |
14181a2 | κατὰ δοτικὴν τὸ „ζώνῃ“ καὶ Ἀρίσταρχος, „ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ“. Til | ||
14182a | ex. | ἕρματα: τὰ τοῖς ὠσὶ πρὸς κόσμον προσαπτόμενα, b (BCE3) παρὰ τὸ ἐνείρεσθαι. b(BCE3)Til τούτοις. b(BCE3) | |
14182b | ex. | λοβοῖσι: τὰ τῶν ὤτων ἄκρα, b(BCE3) παρὰ τὸ λαμβάνειν τι καὶ δέχεσθαι, λαβοί τινες ὄντες καὶ τροπῇ λοβοί. b (BCE3E4)T | |
14183a | Ariston. | τρίγληνα, μορόεντα: ἡ διπλῆ, ὅτι τρίγληνα τρί‐ κορα, ὡς τριῶν ζῳδίων ἐφ’ ἑκάτερον δεδημιουργημένων. μορόεντα δὲ πεπονημένα τῇ κατασκευῇ, ἀπὸ τοῦ μορῆσαι, ὅ ἐστι κακοπαθῆ‐ σαι. A | |
14183b | D | Hrd. | τρίγληνα: πολλῆς θέας ἄξια—πολλὰ ἐκεχάνδει. | τρίγληνα δὲ ὡς τρίπυλα· ὃν γὰρ τρόπον παρὰ τὸ πύλη ἐγένετο | |
τρίπυλον, οὕτως καὶ παρὰ τὸ γλήνη τρίγληνον. A | |||
14183c | ex. | τρίγληνα: οἱ μὲν ἀξιοθέατα, ὡς „γλήνεα πολλὰ κεχάνδει“ (Ω 192). οἱ δὲ ἐκ τριῶν ζῳδίων συγκείμενα, οἱ δὲ τριόφθαλμα, b (BCE3)T ἅπερ Ἀττικοὶ τριοττίδας καλοῦσιν. b(BE3)T οἱ δὲ τρία Χαρίτων ἐκτυπώματα ἔχοντα· οὐκ οἶδε δὲ ἀριθμὸν Χαρίτων ὁ | |
5 | ποιητής. T | ||
14183d | Hrd. | μορόεντα: οὕτως Ἀρίσταρχος ἀπὸ τοῦ μ ποιεῖται τὴν δια‐ στολὴν καὶ ὁ Ἀσκαλωνίτης (p. 53 B.). †καὶ ὁ λόγος ἔχει· τὰ γὰρ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ. παραιτητ〈έον〉 δὲ τοὺς ἀπὸ τοῦ α τὴν διαστολὴν ποιουμένους, ἵνα τὸ α ἐπιτατικὸν | |
5 | ὑπάρχῃ μηδενὸς κατεπείγοντος. A | ||
14183e | ex. | μορόεντα: ἐκπεπονημένα τῇ κατασκευῇ καὶ μεμεριμνη‐ μένα τῇ τέχνῃ. b(BCE3E4)T τινὲς δὲ „ἀμορόεντα“ τοῦ α ἐπιτα‐ τικοῦ ὄντος, οὐχ ὑγιῶς. T | |
14184a | ex. | 〈κρηδέμνῳ:〉 παρὰ τὸ δέμω ῥῆμα κρήδεμνον. ἔστι δὲ μέχρι τῶν ὤμων παρειμένον, ὁ δὲ κεκρύφαλος δετὸς καὶ ἡ παραδέσμη. Til | |
14184b | D | rec. (?) | 〈κρηδέμνῳ:〉 κεφαλοδέσμιον | παρὰ τὸ τὴν κάραν δε‐ | |
σμεῖν. b(BCE3E4) | |||
14185a1 | Ep. Hom. | 〈νηγατέῳ:〉 ὥσπερ παρὰ τὸ τείνομαι γίνεται τατός, οὕτως παρὰ τὸ γ〈ε〉ίνομαι γατὸς καὶ μετὰ τοῦ νέον νεήγατος καὶ ἐν ὑπερθέσει τοῦ ε νηγάτεος. b(BCE3E4) | |
14185a2 | παρὰ τὸ τείνομαι τατός, †γειμοιτατὸς, νεήγαντος†, ὑπερθέσει τοῦ ε νηγάτεος. Til | ||
14185b | Did. (?) | 〈λευκὸν δ’ ἦν:〉 ἐν ἄλλῳ „λαμπρὸν δ’ ἦν“. Aim | |
14.186 | ex. | 〈λιπαροῖσιν:〉 τινὲς ἀληλιμμένοις. Til | |
14.187 | ex. | πάντα 〈περὶ χροῒ θήκατο〉 κόσμον: οὐδὲν παρέλιπε τῶν γυναικείων κοσμημάτων, οὐ τὰ νίπτρα, οὐ τὴν τῶν ἀλειμμάτων περιεργίαν, οὐ τὴν ἐμπλοκήν, οὐ τὴν ἐσθῆτα, οὐ τὸν ἔξωθεν κόσμον περὶ τὰ ὦτα, περὶ τὴν κεφαλήν, περὶ τοὺς πόδας. τῷ οὖν φυσικῷ | |
5 | κάλλει καὶ τὴν ἐκ τῆς τέχνης ἠθέλησεν εὐπρέπειαν προσάψαι. καίτοι δὲ τῶν περὶ ταῦτα δεινῶν γυμνὰς γραφόντων ἢ πλασσόντων τὰς γυ‐ ναῖκας καὶ πρὸς ἀπάτην, ὁ ποιητὴς παραλιπὼν γυμνουμένην αὐτὴν δεῖξαι, ἵνα μὴ εἰς αἰσχρὰν ἐνέργειαν τὴν τῶν ἀκροωμένων διάνοιαν προκαλέσηται, κοσμηθεῖσαν ἐνεφάνισε καὶ λόγοις πλέον χρωμάτων | ||
10 | αὐτὴν διετύπωσεν. b(BCE3E4)T | ||
14.188 | ex. | καλεσ〈σ〉αμένη δ’ Ἀφροδίτην: οὐκ ἀπέχρησεν αὐτῇ μόνος ὁ κόσμος, ἀλλὰ καὶ ἄλλης τινὸς συλλήψεως δεῖται. διδάσκει δὲ ὁ λόγος ὅτι αἱ τοιαῦται ὑπὸ τῶν γυναικῶν ἡδοναὶ οὐ χωρὶς περιέργου | |
τινὸς δυνάμεως γίνονται, πρὸς ἣν παρεσκευάσθαι δεῖ τὸν ἔμφρονα. | |||
5 | ἅμα δὲ κἀκεῖνο ἐννοητέον, ὅτι οὐχ ἁπλοῦν φαίνεται τῷ Ὁμήρῳ τὸ περιγενέσθαι τοῦ σοφοῦ. διὰ τοῦτο καὶ ἡ Ἥρα πολλὰ πραγματεύεται εἰς τὸ περιγενέσθαι τοῦ Διός. b(BE3E4)Til | ||
14189a | ex. | 〈τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπεν:〉 δεῖ γὰρ τοιούτοις ἐγχειροῦσαν κρύφα εἰπεῖν, ἐπεὶ καὶ ἐν ἀπορρήτῳ τὰ τοιαῦτα πράττουσιν αἱ γυναῖκες. b(BCE3E4)T | |
14189b | Nic. | 〈τῶν ἄλλων ἀπάνευθε θεῶν:〉 μᾶλλον τοῖς ἐπάνω τοῦτο προσδοτέον. Aint | |
14.190 | ex. | 〈ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν εἴπω:〉 ὑποθετικῶς διαλέγεται καὶ θυγατέρα αὐτὴν καλεῖ διὰ τὴν χρείαν. b(BCE3E4)Til | |
14.191 | ex.(?) | 〈ἀρνήσαιο:〉 ἀπείποις. Til | |
14.192 | ex. | οὕνεκ’ ἐγὼ Δαναοῖσι, 〈σὺ δὲ Τρώεσσιν ἀρήγεισ〉: πιθανῶς τὴν ὑπὲρ τῶν στρατευμάτων διαφορὰν παρήγαγε προλαμ‐ βάνουσα τὴν ἐκείνης ἀντίρρησιν. b(BCE3E4)T | |
14.194 | ex.(~D) | ex. | πρέσβα: συγκοπῇ τοῦ πρέσβεια. | πῶς δὲ ἡ καλοῦσα αὐτὴν ‘τέκνον‘ (cf. Ξ 190) περὶ κάλλους ἤμελλεν ἐρίζειν αὐτῇ; πῶς δὲ τὸν κεστὸν ἔχουσα, ᾧ καὶ Δία νικᾷ, οὐκ ἤμελλεν αὐτῆς περιέσεσθαι; νεωτερικὴ οὖν ἡ κρίσις. T | |
14195a | D | 〈ὅ, τι:〉 τὸ ὅ, τι ἀντὶ τοῦ ὅπερ. Til | |
14195b | Did. (?) | 〈ἄνωγεν:〉 ἐν ἄλλῳ „ἀνώγει“. Aim | |
14196a | Ariston. | εἰ δύναμαι τελέσαι γε 〈καὶ εἰ τετελεσμένον ἐστίν〉: ὅτι περιώρικε· τὸν γὰρ ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι | |
δεῖ καὶ αὐτὸ τὸ πρᾶγμα δυνατὸν εἶναι πρὸς τελείωσιν. A | |||
14196b | ex. | καὶ εἰ τετελεσμένον ἐστί: καὶ εἰ τετελεσμένον ἑτέρῳ τινὶ τυγχάνει, ὡς τὸ μὴ προγενόμενον οὐκ ἂν ὕστερόν ποτε γένοιτο. ἢ εἰ τελεσθησόμενόν ἐστι· b(BCE3E4)T τῶν γὰρ πραγμάτων τὰ μὲν ἰδικῶς ἄπορα, τὰ δὲ κοινῶς ἀδύνατα. b(BCE3E4)Til | |
14198a | Did. (?) | 〈δὸς νῦν μοι:〉 ἐν ἄλλῳ „δός μοι νῦν“. Aim | |
14198b | ex. | 〈ἵμερον:〉 τινὲς τὴν τῶν ἀπόντων ἐπιθυμίαν. Til | |
14198-9 | ex. | ᾧ τε σὺ πάντας / δαμνᾷ 〈ἀθανάτους ἠδὲ θνη‐ τοὺς ἀνθρώπουσ〉: πρακτικὰ ἅπαντα· καὶ γὰρ τὸ ἐπαίρειν αὐτῆς τὴν δύναμιν ἐπαγωγότατον. ἅμα δὲ καὶ σύστασιν ἔχει ὁ λόγος, ἵνα πιθανὸν φανῇ καὶ τὸν Δία τοῖς τοιούτοις κρατηθῆναι. b(BCE3)T | |
14199a1 | ex. (Hrd.?) | δαμνᾷ: οἱ μὲν ὁμοίως τῷ „πειρᾷ ἐμεῖο, γεραιέ“ (Ω 390). οἱ δὲ Δώριον αὐτὸ ἀπὸ τοῦ δάμνασαι· οὕτως Ἀρίσταρχός φησιν ἐπίστᾳ, δύνᾳ, ὅλον δὲ ἐπίστασαι. T | |
14199a2 | ἀποκοπὴ τοῦ δάμνασαι, Δωρικῶς. b(BCE3) | ||
14.200 | ex. | ὀψομένη: ἀντὶ τοῦ συντευξομένη, τῷ Ὠκεανῷ. T πιθα‐ νῶς δὲ πλανᾷ ἐκτοπίζουσα τὸν ἔλεγχον καὶ μακρὰν καθιστᾶσα τὴν ὑποψίαν (cf. Ξ 200—1). b(BCE3)T | |
14.201 | D | θεῶν γένεσιν: θεῶν πατέρα, ἐπεὶ πρῶτον στοιχεῖον— καὶ τροφὸν πάντων. A | |
14202a | ex. | 〈οἵ μ’ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ ἀτίταλ‐ λον:〉 εἰκότως μνήμονα εὐεργεσιῶν ἑαυτὴν ἀπογράφει, εὐέλπιδα καὶ | |
ταύτην ποιοῦσα ὡς ἀντιληψομένην τὰς χάριτας. b(BCE3E4)T | |||
14202b1 | Did. | 〈οἵ με σφοῖσιν:〉 οὕτως Ἀρίσταρχος 〈„οἵ μ’ ἐν σφοῖ‐ σιν“〉, ἄλλοι δὲ οἵ με σφοῖσι. Aint | |
14202b2 | {ἐν σφοῖσι:} σὺν τῇ „ἐν“ αἱ Ἀριστάρχου. T | ||
14202c | ex. | ἀτίταλλον: ἀτιτάλλειν τὸ ἐξ ἀταλοῦ τρέφειν. T | |
14203a1 | Did. | 〈Ῥείης:〉 διὰ τοῦ α „Ῥείασ“ αἱ Ἀριστάρχου. οὕτως καὶ Ἀριστοφάνης. Aim | |
14203a2 | τὸ δὲ Ῥείης ὁ Ἀρίσταρχος διὰ τοῦ α, „Ῥείασ“. T | ||
14205-7 | Ariston. | τοὺς εἶμ’ ὀψομένη〈—ἔμπεσε θυμῷ〉: ὅτι νῦν καλῶς λέγονται, ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία (sc. Ξ 304—6) οὐ‐ κέτι. A | |
14206a | Ariston. | 〈δηρὸν χρόνον:〉 ὅτι παραλλήλως δηρὸν καὶ χρό‐ νον. Aint | |
14206b | ex. (Ariston.?). | δηρὸν 〈χρόνον〉: ἐκ παραλλήλου· φησὶ γὰρ „αἰσχρόν τοι δηρόν τε μένειν“ (Β 298). T | |
14208a1 | Did. | εἰ κείνω γ’ ἐπέεσσι 〈παραιπεπιθοῦσα φίλον κῆρ〉: „κείνων“ σὺν τῷ ν Ἀριστοφάνης καὶ Ζηνόδοτος. Ἀρίσταρχος δὲ Ὁμηρικώτερόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν ψυχήν· ἐγχωρεῖν δὲ καὶ μετὰ τοῦ ν, εἰ κείνων τὸ κῆρ πείσασα. οὐ δεῖ δὲ ξενίζε‐ | |
5 | σθαι ἐπὶ ταῖς τῶν πτώσεων ἐναλλαγαῖς. A | ||
14208a2 | {εἰ κείνῳ γε:} Ζηνόδοτος καὶ Ἀριστοφάνης „κείνων“. ὁ δὲ Ἀρίσταρχος Ὁμηρικόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν ψυχήν. δύναται δὲ τὸ κείνω ἀντὶ τοῦ κείνων εἶναι, ὡς „ἄμφω δ’ ἑζομένω“ (Γ 211). T | ||
14208-9 | ex.(?) | 〈εἰ κείνω γ’ ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ / εἰς εὐνὴν ἀνέσαιμι:〉 τὸ κείνω (208) πρὸς τὸ ἀνέσαιμι (209), παραπείσασα, φησί, τὴν ψυχήν. b(BCE3E4) | |
14209a1 | Ariston. | Hrd. | εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι 〈φιλότητι〉: ὅτι τὸ ὁμωθῆναι οὐκ ἔστιν ὁμοιωθῆναι, ἀλλ’ ὁμόσε ἐλθεῖν φιλότητι. | δασυντέον δὲ τὸ ο, ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον. A | |
14209a2 | δασύνεται δὲ τὸ ὁμωθῆναι. T | ||
14209b | D | ex. | ὁμωθῆναι: ὁμοιωθῆναι, | εἰς ταὐτὸ συνελθεῖν, b(BCE3E4) T „ὁμὸν λέχος εἰσαναβαίνοι“ (Θ 291). οὐκ ἄν τις οὖν τὴν γνώ‐ μην κυριώτερον εἴποι. T | |
14.210 | ex. | αἰεί κέ σφι φίλη 〈τε καὶ αἰδοίη καλεοίμην〉: λελη‐ θότως ὑποβάλλει ὅτι καὶ σὲ τὴν τῆς τιμῆς μοι αἰτίαν νομιῶ φίλην. b(BCE3)T | |
14.212 | ex. | 〈οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι:〉 πῶς ἡ ἄλλους ἐξαπατῶσα ἀπατᾶται νῦν; ἢ οὐκ ἀλεξιφάρμακον ἀπάτης ἡγεῖσθαι δεῖ τὸν κεστόν· ἔστι γὰρ μόνης συνουσίας περιποιητικός· φιλοτιμουμένη δέ φησι περὶ αὐτοῦ „ὅ, τι φρεσὶ σῇσι μενοινᾷσ“ (Ξ 221), | |
5 | b(BCE3E4)T ὡς καὶ Ἀλκίνους „σὺ μὲν δεδμημένος ὕπνῳ / λέξεαι“ (η 318—9) καὶ τὰ ἑξῆς. T οὐδὲν οὖν κωλύει αὐτήν τε ἀπατᾶσθαι καὶ ἄλλους ἀπατᾶν δύνασθαι. b(BCE3E4)T ἢ δίδωσι τὸν | ||
κεστόν, ὅπως τῇ ἀπουσίᾳ τῆς Ἥρας ἀκίνδυνοι εἶεν Τρῶες. T | |||
14213a | Ariston. | Ζηνὸς γὰρ τοῦ ἀρίστου 〈ἐν ἀγκοίνῃσιν ἰαύεισ〉: ἀθετεῖται, ὅτι ἐκλύει τὴν χάριν, εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αὐτῆς. προηθέτει δὲ καὶ Ἀριστοφάνης. A | |
14213b | ex. | 〈ἀγκοίνῃσιν:〉 ἐκ τοῦ ἀγκῶνος ἀγκοίνη, κατὰ τροπήν. Til | |
14214a | Ariston. | ἐλύσατο κεστὸν ἱμάντα: ὅτι κεστὸς ἐκ παρεπομένου ὁ ποικίλος, ἀπὸ τοῦ διὰ τὰς ῥαφὰς κεκεντῆσθαι, ἐμπεποικιλμένης τῆς φιλότητος καὶ ἱμέρου καὶ ὀαριστύος. καὶ οὐκ ἔστι κύριον ὄνομα ὡς ἔνιοι τῶν ἀρχαίων· διὸ καὶ ἐπ’ ἄλλου λέγει „ἄγχε δέ μιν πολύκεστος | |
5 | ἱμάσ“ (Γ 371). A | ||
14214b | ex. | ex. (Hrd.) | κεστὸν ἱμάντα: οὐκ ἔστιν ὄνομα τοῦ ἱμάντος ὁ κεστός, ἀλλ’ ἐπίθετον διὰ τὸ πεποικίλθαι b(BCE3E4)T ἱμέροις καὶ τοῖς ἑξῆς, ὡς καὶ ἐπὶ Πάριδος, „πολύκεστος ἱμάσ“ (Γ 371). | ἱμάντα· τὸ γὰρ ἐκτεταμένον νέας Ἀτθίδος, ὡς ἀλλᾶντα. T | |
14.216 | Did. | 〈ἐν δ’ ὀαριστύς:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἠδ’ ὀαρι‐ στύσ“. Aim | |
14216-7a | Nic. | ἐν δ’ ὀαριστύς / πάρφασις: συναπτέον ἀμφότερα τὰ ὀνόματα· τὴν 〈γὰρ〉 παραλογιστικὴν ὁμιλίαν δι’ ἀμφοτέρων δη‐ | |
λοῖ. A | |||
14216b | ex. | ex. (Nic.?) | 〈ὀαριστύς / πάρφασις,〉 ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων: προκατασκευή, ἵνα μὴ θαυμάζωμεν, εἰ Ζεὺς ἠπάτηται. καὶ ἐπὶ θυμοῦ δέ φησιν „οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων“ (Ι 554), διδάσκων ὡς, εἰ καὶ συνετὸς εἴη τις, ἁλίσκεται | |
5 | τοῖς πάθεσι τοῦ νοῦ, εἰ μὴ ἑαυτῷ προσέχοι. | ὀαριστὺς δὲ πάρφα‐ σις ἡ παραλογιστικὴ ὁμιλία. b(BCE3E4)T | ||
14.218 | Ariston. | 〈τόν ῥά οἱ ἔμβαλε χερσίν:〉 ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ αὐτῆς ταῖς χερσίν. Aim | |
14219a | Ariston. | τῆ νῦν τοῦτον ἱμάντα 〈τεῷ ἐγκάτθεο κόλπῳ〉: ὅτι τὸ κατὰ τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εἶπε, καὶ ὅτι τὸ τῆ λαβέ ἐστιν. A | |
14219b | ex. | τῆ: ὅθεν καὶ τήθη ἡ λέγουσα „δέξαι, θήλασον“· θῶ γὰρ τὸ θηλάζω, b(BCE3E4)T „θήσατο μαζόν“ (Ω 58). b(BCE3) T καὶ ἀντιφράζει αὖ τῷ „τῆ, πίε οἶνον“ (ι 347) τὸ „ὁ δ’ ἔδεκτο“ | |
(ι 353). T | |||
14219c | ex. | {ἐγκάτθεο} κόλπῳ: τῷ τοῦ ἱματίου κόλπῳ, b(BCE3)T τῷ κατὰ τὸ στῆθος πτύγματι τοῦ πέπλου, b(BCE3E4)T ὡς „κόλπον ἀνιεμένη“ (Χ 80), ἐπεὶ κἀκείνη „ἀπὸ στήθεσφιν ἐλύσατο“ (Ζ 214). ἢ T ἐπεὶ οἱ τὰ τοιαῦτα παρέχοντες παραγγέλλουσι μὴ | |
5 | ὁρᾶσθαι, ἵνα μὴ ἀλλοιῶται τῇ ἀλλοτρίᾳ ὄψει τὰ μαγγανεύματα. b(BCE3E4)T | ||
14221a | Hrd. | ἄπρηκτόν γε νέεσθαι: τουτέστι πορεύεσθαι· οὕτως Ἀρίσταρχος. Δημήτριος (fr. 15 St.) δὲ „γενέ〈ε〉σθαι“ ἀντὶ τοῦ γενή‐ σεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ „πυθέσθαι“ (Β 119 al.) πυθέεσθαι γίνεται οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ τὸ „γενέσθαι“ (Γ 323 al.) | |
5 | „γενέεσθαι“ γένηται. A | ||
14221b | ex. | 〈ἄπρηκτόν γε〉 νέεσθαι: ἀντὶ τοῦ ὑποστρέψειν· οὕτως Ἀρίσταρχος. τινὲς δὲ τὸν „γενέεσθαι“ μέσον μέλλοντα ἐξεδέξαντο διαλελυμένως, ὡς τὸ „κρανέεσθαι“ (Ι 626)· γείνω γὰρ γενῶ γενοῦμαι γενεῖσθαι, διαίρεσις „γενέεσθαι“. οὐκ ἔσῃ οὖν ἄπρακτος, οὗ προθυμῇ. | |
5 | b(BCE3E4)T καλῶς δὲ ὁ μὲν ποιητὴς κατείλοχε τὴν δύναμιν τοῦ κεστοῦ (sc. Ζ 216—7), οὐχὶ δὲ Ἀφροδίτη, πρὸς τὸ μὴ μεγεθο‐ ποιεῖν τὴν χάριν. T | ||
14.222 | Did. (?) | 〈μείδησεν:〉 γράφεται „γήθησε〈ν〉“. T | |
14223a1 | Ariston. | μειδήσασα {δ’ ἔπειτα}: ὅτι ἐπὶ τῇ φήμῃ οἰωνισαμένη ἐμείδησε· προείρηκε γὰρ ‘οὐκ ἔσῃ ἄπρακτοσ‘ (cf. Ξ 220—1). καὶ ἐν Ὀδυσσείᾳ τὸ ὅμοιον· „Ζεύς τοι δοίη, ξεῖνε / ὅττι μάλιστ’ ἐθέλεις. / | |
ὣς ἄρ’ ἔφη, χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύσ“ (ς 112—3. 117). A | |||
14223a2 | ὅμοιόν ἐστι τῷ „χαῖρεν δὲ †κελεηδόνη† δῖος Ὀδυσσεύσ“. Til | ||
14223b1 | Did. | 〈μέσῳ:〉 Ἀρίσταρχος μέσῳ, ἄλλοι δὲ „ἑῷ“. Aim | |
14223b2 | 〈ἑῷ:〉 οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „μέσῳ“. Til | ||
14.224 | ex. | 〈ἡ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη:〉 διὰ γὰρ τὸ μὴ ἔχειν ἄνδρα τῷ Διὸς οἴκῳ ἐνδιαιτᾶται. Til | |
14225a | Ariston. | 〈λίπεν ῥίον Οὐλύμποιο:〉 ὅτι ὄρος ὁ Ὄλυμπος· τὸ γὰρ ῥίον ἰδίως ἐπ’ ὄρους τάσσεται. Aint | |
14225b | ex. | 〈ῥίον Οὐλύμποιο:〉 ὡς ἐπὶ ὄρους. παρὰ τὸ ὁρᾶν ἢ ῥέεσθαι. Til | |
14226a | Ariston. | Πιερίην δ’ ἐπιβᾶσα 〈καὶ Ἠμαθίην ἐρατεινήν〉: ὅτι Μακεδονικὸς Ὄλυμπος θεῶν οἰκητήριον· ἡ γὰρ Πιερία τούτου ἀκρώ‐ ρεια, καὶ Ἠμαθία τὸ πρότερον ἡ Μακεδονία ἐκαλεῖτο. παράκειται δὲ καὶ ἡ Θρᾴκη. καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τοῦ Ἑρμοῦ „Πιερίην δ’ ἐπιβὰς ἐξ αἰθέ‐ | |
5 | ρος ἔμπεσε πόντῳ“ (ε 50). A | ||
14226b | ex. | Πιερίην δ’ ἐπιβᾶσα καὶ Ἠμαθίην: Μακεδὼν ὁ Διὸς καὶ †αἰθυίας† κατέχων χώραν περὶ Θρᾴκην Μακεδονίαν ἀφ’ ἑαυτοῦ προσηγόρευσεν. ἴσχει δὲ παῖδας δύο, Ἄμαθον καὶ Πίερον, ὧν αἱ πό‐ | |
λεις ἐν Μακεδονίᾳ. b(BCE3)T | |||
14226c | ex. | Πιερίην: οἱ μὲν μέρος Ὀλύμπου, οἱ δὲ χώραν ἀπὸ νύμφης ἢ Πίερος τοῦ Ἐλευθῆρος. Ἠμαθία δὲ πρώην ἡ Μακεδονία. T | |
D | Μακεδὼν ὁ Διὸς—ἱερὸν Μουσῶν. A | ||
14226-7 | ex. | 〈Πιερίην δ’ ἐπιβᾶσα—〉ἐφ’ ἱπποπόλων 〈Θρῃκῶν ὄρεα νιφόεντα〉: ἄκρως κατονομάζει τοὺς τόπους, τὰς ὁμόρους χώρας διεξιών, b(BCE3)T ὡς καὶ ἐν Ὀδυσσείᾳ „ἡ δὲ Φερὰς 〈ἐπ〉έβαλλεν ἐπειγομένη Διὸς οὔρῳ | ἠδὲ παρ’ Ἤλιδα δῖαν, | |
5 | ὅθι κρατέουσιν Ἐπειοί. / ἔνθεν δ’ αὖ νήσοισιν“ (ο 297—9). T τῇ γὰρ ὀνομασίᾳ τῶν τόπων συμπαραθέουσα ἡ διάνοια τῶν ἐντυγχα‐ νόντων ἐν φαντασίᾳ καὶ ὄψει τῶν τόπων γίνεται. ἅμα οὖν τὸ ἀργὸν περιέφυγεν, οὐκ εὐθὺς ἀγαγὼν αὐτὴν ἐπὶ τὰ προκείμενα χωρία· μάρ‐ τυρας γοῦν ἐπαγόμενος τοὺς ἀκούοντας πιθανωτάτην καθίστησι τὴν | ||
10 | διήγησιν. b(BCE3)T | ||
14227a | Did. (?) | 〈σεύατο:〉 ἐν ἄλλῳ „ἔσσυτ’ {ἐφ’ ἱπποπόλων}“. Aim | |
14227b | Did. | 〈ἱπποπόλων:〉 τινὲς „ἱππονόμων“. Til | |
14228a | ex. | 〈ἀκροτάτας κορυφάς:〉 λείπει ἡ πρός, πρὸς τὰς κορυ‐ φάς, ἢ ἐπί. Til | |
14228b | ex. | 〈οὐδὲ χθόνα μάρπτε ποδοῖϊν:〉 οἷον τὰ ἴχνη κόνιν τῆς γῆς οὐ συνελάμβανον. Til | |
14229a | ex. | ex.(?) | ἐξ Ἀθόω δ’ ἐπὶ πόντον 〈ἐβήσατο κυμαίνοντα〉: Ἀρίσταρχος „ἐς πόντον“. Πτολεμαῖος (p. 53 B.) δὲ κατάδυσιν, φησίν, | |
δηλοῖ 〈τὸ〉 „ἐς πόντον“. ἀγνοεῖ δὲ τὸ „ἐς πόντον ἐπηρεφέας φύγε πέτρασ“ (κ 131). ἄφεσιν οὖν δηλοῖ, οὐ δύσιν. τὸ δὲ „ἐλάαν ἐπὶ κύματα“ | |||
5 | (Ν 27) ἐπάνω τῶν κυμάτων. καὶ „σεύατ’ ἐφ’ ἱπποπόλων“ (Ξ 227) †θερμαὶ γὰρ ἐπεὶ τί† πορεύεται δὲ εἰς τὸ Ἴλιον (cf. Ξ 283—5). τὸ δὲ Ἀθόω T ἐπέκτασις ποιητική. εἴρηται δὲ ἀπὸ τοῦ γίγαντος Ἄθω, b(BCE3)T 〈ᾧ〉 Ποσειδῶν τὸ ὄρος ἐπέθηκεν. T τοῦτο δὲ ὤρυξε Ξέρξης, καταπλῆξαι τοὺς Ἕλληνας θέλων. b(BCE3)T | ||
10 | Δημήτριος δὲ ὁ Σκήψιος (fr. 46 G.) ψευδὲς εἶναι τοῦτό φησιν. τιμᾶται δὲ ὁ Ζεὺς ἐν αὐτῷ· Αἰσχύλος Ἀγαμέμνονι (285)· „Ἀθῷον αἶπος Ζη‐ νὸς ἐ〈ξε〉δέξατο“. T τριακόσια δὲ στάδια ἀπέχον Λήμνου σκιάζει αὐτήν· b(BCE3)T καὶ ἡ παροιμία „Ἄθως σκιάζει νῶτα Λημνίας βοόσ“ (Soph. fr. 708 N.2 = 776 P. = 776 R.). Διοκλῆ δέ φασι, τὸν †ῥήγιον† | ||
15 | ἀρχιτέκτονα, Ἀλεξάνδρῳ ἐπαγγέλλεσθαι τὸν Ἄθω ἀνδριάντα αὐτοῦ κατασκευάσαι, θατέρᾳ μὲν χειρὶ μυρίανδρον 〈πόλιν〉 κατέχοντα, θα‐ τέρᾳ δὲ ποταμοὺς προϊέμενον ὡς τοῖς παραπλέουσιν δοκεῖν σπένδειν. | ||
T | προπαροξύνεται δέ· πλεονασμὸς γάρ ἐστι τοῦ ο. b(BCE3) | |||
D | ἐξ Ἀθόω: Ἄθως ὄρος ἐν—ἡ ἱστορία παρὰ Ἡροδότῳ | ||
20 | (sc. 7, 22—3). A | ||
14229b1 | Did. | 〈ἐπὶ πόντον:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐς πόντον {ἐβήσετο}“, καὶ μήποτε ἄμεινον. Aint | |
14229b2 | Ζηνόδοτος „ἐς πόντον“. Til | ||
14.230 | ex. | 〈Λῆμνον δ’ εἰσαφίκανε,〉 πόλιν θείοιο 〈Θόαντος: „Εὔβοι’ Ἀθήναισ〉 ἔστι τις γείτων πόλισ“ (Eur. Ion. 294), ἀντὶ τοῦ νῆσος. οἱ δὲ ἀντὶ τοῦ χώρα, 〈ὡσ〉 ἐν ψηφίσματι, 〈ὃ παρα〉τίθεται Κρατερός (FGrHist 342, 18), ἐστὶν „Αἴγυπτον καὶ Λιβύην τὼ πό‐ | |
5 | λεε“. οἱ δὲ T πόλιν Θόαντος Μύριναν· b(BCE3E4)T εἰσὶ δὲ τῆς Λήμνου πόλεις δύο, Ἡφαιστιὰς καὶ Μύρινα. ὅμοιον δέ ἐστι τῷ „Ἴδην δ’ εἰσαφίκανε / Λεκτόν“ (cf. Ξ 283—4), „Κύπρον ἵκανε / ἐς Πάφον“ (θ 362—3)· ἔθος γάρ ἐστιν αὐτῷ τοῖς ὅλοις τὰ μερικὰ ἐπά‐ γειν. b(BCE3)T | ||
10 | D | Λῆμνον δ’ εἰσαφίκανε: διὰ ποίαν αἰτίαν ἐν τῇ Λήμνῳ | |
—ὕπνος παρέπεται. A | |||
14231a1 | ex. | Did. (?) | ἔνθ’ Ὕπνῳ ξύμβλητο: φίλοινοι γὰρ ὡς ἀπόγονοι Θόαντος τοῦ Διονύσου. καὶ Εὔνεως οἶνον πέμπει (cf. H 468—9), καὶ Ὀδυσσεὺς ἀπὸ Θρᾳκῶν τὸν οἶνον δέχεται (cf. ι 197—211). καὶ οἱ σὺν Ῥήσῳ κοιμώμενοι ἀνῃρέθησαν (cf. K 470—97) καὶ οἱ Λήμνιοι ὑπὸ | |
5 | τῶν γυναικῶν. καὶ οἱ Ἀχαιοὶ ἐν Λήμνῳ πίνουσι „κρητῆρας ἐπιστεφέας οἴνοιο“ (Θ 232). ἢ διὰ †πασιθέαν τὴν γυναῖκα Ἡφαίστου πάρεστιν αὐτὸς λιπαρῶν τυχεῖν τῆς ἀδελφῆς (τὸ δὲ χαλκεῖον Ἡφαίστου ἐν Λήμνῳ). οἱ δὲ ὅτι Φιλοκτήτης ἐδεῖτο αὐτοῦ εἶναι ἐκεῖ διὰ τὰς ὀδύνας. οἱ δὲ ἐκ τύχης συντετυχηκέναι. | τινὲς δὲ 〈προσ〉γράφουσιν „ἐρχο‐ | ||
10 | μένῳ κατὰ φῦλα βροτῶν ἐπ’ ἀπείρονα γαῖαν“ (= Ξ 231 a). T | ||
14231a2 | ex. | πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λημνίων εἰκότως ἐκεῖσε διατρίβει ὁ Ὕπνος· καὶ γὰρ πολὺν ἔχουσιν οἶνον ὥστε καὶ τοῖς Ἕλλησι χορηγεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι παῖδες Αἰγύπτου ὑπὸ τῶν γυναικῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκρασίαν. b(BCE3) εἴωθε | |
5 | δὲ ὁ Ὕπνος ἐπὶ πάντας καὶ μᾶλλον ἐπὶ τοὺς μεθύσους ἐνδιατρίβειν. | ||
b(BCE3E4) | |||
14231b | ex. | 〈ἔνθ’ Ὕπνῳ ξύμβλητο:〉 οὐκ οἶδεν Ὕπνου οἶκον, ὡς Ποσειδῶνος ἐν Αἰγαῖς (cf. Ν 21—2. ε 381), ἐπεὶ τρίτῳ βήματι ἐκεῖ ἂν εὕρετο ἡ θεός. Til | |
14231c1 | ex. | κασιγνήτῳ Θανάτοιο: †μνήσαχος† ὁ κωμικὸς (fr. 11, II. p. 442 K.)· „ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια“· ὁ μὲν γὰρ διὰ μικρᾶς διαλύσεως τοῦ σώματος, ὁ δὲ ἀπὸ ἰσχυρᾶς γίνεται· καὶ ἐν ἀμφοτέροις ἄπρακτος δίαιτα ἀναπαύουσι κακῶν· ὁ μὲν χωρίζει ψυχήν, | |
5 | ὁ δὲ συστέλλει. ἀλλ’ ὁ μὲν στέρησις αἰσθήσεως, ὁ δὲ ἀφαίρεσις. T | ||
14231c2 | Μνησίμαχος ὁ κωμικὸς περὶ Ὕπνου διαλεγόμενός φησιν ὅτι ὕπνος ἐστὶ μικρὸν καὶ μερικὸν θανάτου μυστήριον· ὁ μὲν γὰρ θάνα‐ τος ἀπὸ ἰσχυρᾶς γίνεται καὶ τελείας λύσεως σώματος, ὁ δὲ ὕπνος ἀπὸ μικρᾶς καὶ καιρὸν ἐχούσης. ἀμφότεροι δὲ κακῶν ἀναπαύουσι. καὶ ὁ | ||
5 | μὲν χωρίζει ψυχήν, ὁ δὲ συστέλλει μικρόν· καὶ ὁ μὲν διαλύει αἰσθήσεις, ὁ δὲ στερίσκει μόνον. b(BCE3E4) | ||
14.233 | ex. | Ὕπνε, ἄναξ πάντων 〈τε〉 θεῶν 〈πάντων τ’ ἀνθρώ‐ πων〉: φησὶ γοῦν ἀλλαχοῦ „ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον, Δία δ’ οὐκ ἔχεν“ (cf. Β 1—2). ὥσπερ δὲ τὸν κεστὸν ἐθαύμασεν (cf. Ξ 216 —7), οὕτω καὶ τὸν Ὕπνον ἐσεμνολόγησε, πρὸς πειθὼ αὐτὸν ὑπα‐ | |
5 | γομένη. b(BCE3E4)T | ||
14.234 | ex. | ἦ μὲν δή ποτ’ ἐμὸν ἔπος 〈ἔκλυεσ〉: μνήμη χάριτος πα‐ λαιᾶς παρασκευαστικὴ δευτέρας. ἀλλ’ οὐκ ἐγύμνωσε τὴν χάριν διὰ τὰ | |
παρακολουθήσαντα τῷ Ὕπνῳ τότε. b(BCE3E4)T | |||
14235a | Ariston. | {πείθευ·} ἐγὼ δέ κέ τοι 〈εἰδέω χάριν〉: ὅτι ἰδίως ‘ἐγὼ δ’ αὖ σοι 〈ε〉ἰδέω χάριν‘. ἔδει δὲ ἤτοι 〈ε〉ἰδείην, ἵν’ ᾖ τὸ ῥῆμα ἠλλαγμένον, ἢ ἐκ περισσοῦ νοουμένου τοῦ κέ ‘ἐγὼ δέ σοι εἴσομαι χάριν‘. A | |
14235b1 | Did. | 〈ἰδέω χάριν:〉 Ἀρίσταρχος „χάριν εἰδέω“, αἱ δὲ δη‐ μώδεις εἰδέω χάριν. Aint | |
14235b2 | εἰδέω χάριν: αἱ Ἀριστάρχου „χάριν εἰδέω“ ἀντὶ τοῦ εἰδείην. T | ||
14235c | ex. | 〈εἰδέω χάριν:〉 Ἀττικῶς ἀντὶ τοῦ ὀφλήσω, b(BCE3) T ὡς Εὐριπίδης (fr. 129 N.2)· „ὦ παρθέν’, εἰ σώσαιμι ς’, εἴσῃ μοι χάριν;“. T ἐπίτηδες δὲ αὐτὸν ὑπέμνησε τῆς προγεγονυίας χάριτος. b(BCE3E4)T | |
14236-7 | Nic. | 〈κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινώ / αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι:〉 συναπτέον {δὲ} τοὺς δύο στίχους ἄνευ πάσης διαστολῆς. A | |
14236a | ex. | κοίμησον: ἀντὶ τοῦ κοίμισον, Αἰολικῶς, ὡς τὸ ψιμύθιον ψημύθιον. ἢ ἐνήλλακται τὰ τῆς διαθέσεως. T | |
14236b | Did. | {κοίμησόν μοι ζηνὸς} ὑπ’ ὀφρύσιν: οὕτως ὑπ’ ὀφρύσιν ἡ Ἀριστάρχου καὶ Ἀριστοφάνους, ἵνα ᾖ τὰ ὑπὸ ταῖς ὀφρύσι. A | |
Ζηνόδοτος „ἐπ’ ὀφρύσιν“. AT | |||
14238a1 | ex. | καλὸν θρόνον 〈ἄφθιτον αἰεί〉: ἐφύλαξε τὸν τῆς Χάριτος γάμον, εἰ †ἀντιλέξοι†. καλῶς δὲ θρόνον ὑπισχνεῖται· πρὸς ἀνάπαυσιν γὰρ πεποίηται, ὡς ὁ ὕπνος. πάντα δὲ τὰ Ἠφαιστότευκτα ἄφθιτά φησιν. T | |
14238a2 | οὐ προλέγει τὸν τῆς Χάριτος γάμον, ἀλλὰ φυλάττει, εἰ †ἀν‐ τιλέξοι†. καλῶς δὲ θρόνον ὑπισχνεῖται· ἴδιον γὰρ τοῦ ὕπνου καὶ πρὸς ἀνάπαυσιν πεποίηται. b(BCE3E4) | ||
14239-40 | ex. | 〈Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήεις / τεύξει’ ἀσκήσας:〉 εἰς πίστιν τῆς ὑποσχέσεως καὶ τοῦ Ἡφαίστου μνημονεύει ὅτι ἐκ προχείρου τὴν δωρεὰν παρέξει παρὰ τοῦ υἱοῦ λαβοῦσα. b(BCE3E4)Til | |
14.239 | Ariston. | {χρύσεον} Ἥφαιστος δέ κ’ 〈ἐμὸς πάϊσ〉: ὅτι οὐκ ἐκ‐ ληπτέον κατὰ συναλιφὴν τὸν καί δίφθογγον, ἀλλὰ τὸν κέ· ἔστι γὰρ Ἥφαιστος δὲ ἐμὸς παῖς τεύξει, ὥστε περισσὸν νοεῖσθαι τὸν κέ Ὁμη‐ ρικῶς. A | |
14240a | ex. | 〈τεύξει:〉 δύναται καὶ εὐκτικὸν εἶναι „τεύξει’“ καὶ ὁριστι‐ κὸν τεύξει. Til | |
14240b1 | ex. | θρῆνυν: ἀρσενικῶς, „θρῆνυν ἐφ’ ἑπταπόδην“ (Ο 729). καὶ „τῷ κεν ἐπισχοίησ“ (Ξ 241)· ὅπερ ἐστὶν οὐδέτερον εἰς υ λῆγον, εἴρηται δὲ παρὰ τὸν θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον. T | |
14240b2 | οὐδέτερον μέν ἐστι λῆγον εἰς υ, οὗτος δὲ ἀρσενικῶς αὐτὸ ἔφη. γίνεται δὲ παρὰ †τὸ θράνον†, ὅ ἐστι μικρὸν ὑποπόδιον. b | ||
(BCE3E4) | |||
14241a | Did. (?) | 〈ἐπισχοίης:〉 †ὡς ἄσσον†. ἔνιοι δὲ „ἐπίσχοιεσ“. Til | |
14241b1 | Hrd. καθ. | {τῷ κεν} ἐπίσχοιες: οὕτως τὴν γραφὴν παρατίθεται ὁ Ἡρωδιανὸς ἐν τῷ ιζʹ τῆς Καθόλου (1,469,14) καὶ λέγει ἀπὸ τοῦ ἐπίσχοις πλεονασμὸν εἶναι τοῦ ε ἢ συστολὴν τοῦ ἐπισχοίης. A | |
14241b2 | οὕτως Ἡρωδιανὸς †ἐπίσχυες. Aint | ||
14241c | Porph. (?) vel | ἐπίσχοιες: τῷ ἐπίσχοιμι ἀκόλουθόν ἐστι τὸ ἐπίσχοις, τῷ | |
ex.(?) | δὲ ἐπισχοίην τὸ ἐπισχοίης· καὶ ἴσως ἔδει οὕτως ἔχειν, παρεφθάρη δὲ ὑπὸ τῶν μεταχαρακτηρισάντων· τῷ δὲ χαρακτῆρι γενόμενον ὅμοιον τῷ „ἰοίην“ καὶ „ἀγαγοίην“ παρὰ Σαπφοῖ (fr. 182 et 169 L.—P.) καὶ | ||
5 | τῷ „πεπαγοίην“ παρ’ Εὐπόλιδι (C. A. F. I fr. 435 K. = 472 [V p. 533] K.—A.) εἰκότως ἐβα‐ ρυτονήθη τὸ ἐπισχοίης, γενόμενον ἐπίσχοιες ὡς Αἰολικόν. οὕτω καὶ Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ιʹ τῶν Παντοδαπῶν. A | ||
14241d | ex. (Did.?) | εἰλαπινάζων: τινὲς ἐπάγουσιν „αὐτὰρ ἐπὴν δὴ νῶϊ κατευνηθέντε{ς} ἴδηαι / ἀγγεῖλαι τάδε πάντα Ποσειδάωνι ἄνακτι“ (Ξ 241 a—b). ψευδὲς δέ ἐστιν· οὐ{κ ἂν} γὰρ ἂν ὤμοσεν Ἥρα (cf. Ο 41—2), ἀλλ’ ὁ Ὕπνος διὰ τὸν γάμον τῆς Χάριτος ὑπὲρ τὸ αἰτη‐ | |
5 | θὲν ποιεῖ. T | ||
14.242 | Ariston. | 〈προσεφώνεε νήδυμος Ὕπνος: ἡ διπλῆ, ὅτι〉 νήδυμος σὺν τῷ ν. Aint | |
14.243 | ex. | 〈πρέσβα:〉 ἀντὶ τοῦ πρεσβυτάτη, ὡς „δῖα θεάων“ (Ε 381 | |
al.). τὴν ἴσην δὲ τιμὴν ἀνταπέδωκεν αὐτῇ. b(BCE3E4)Til | |||
14.245 | ex. | καὶ ἂν ποταμοῖο ῥέεθρα: δυσχερέστατον ποταμὸν ῥέον‐ τα κοιμίσαι. T | |
14245-62 | ex. | 〈καὶ ἂν ποταμοῖο ῥέεθρα / Ὠκεανοῦ—τε‐ λέσσαι:〉 ὁμιλητικῶς πρὸς ταῦτά φησιν ὑπηρετήσειν, †ἂν† μὴ κίν‐ δυνον αὐτῷ φέροι. τεχνικώτατα δὲ διαλέγεται, τοῦ μὲν καὶ νῦν κρα‐ τῆσαι τοῦ Διὸς δύνασθαι πίστιν ἐπάγων ἐκ τῶν ἐπὶ τῷ Ὠκεανῷ, τοῦ | |
5 | δὲ μὴ τολμῆσαι ἀπολογίαν κομίζων τὸ μηδὲ πρόσθεν αὐτῷ λυσιτελῆ‐ σαι τοῦτο πρᾶξαι· ἐξ οὗ δύο χρήσιμα πράττει, τήν τε δοθησομένην ἐπιτείνει δωρεὰν καὶ τῆς παλαιᾶς εὐεργεσίας τὴν Ἥραν ὑπομιμνῄσκει. b(BCE3E4)T | ||
14.246 | ex. | 〈Ὠκεανοῦ,〉 ὅς περ γένεσις 〈πάντεσσι τέτυκται〉: ἐκ γὰρ ὕδατος πάντα τὰ στοιχεῖα· καὶ τὸ σπέρμα δὲ πνεῦμά ἐστιν ὑγρῷ κραθέν· b(BCE3E4)T ὅθεν κουροτρόφοι οἱ ποταμοὶ b(BCE3)T καὶ αἱ πηγαί· οἷς τέως ἀποκείρονται τὰς κόμας. T | |
5 | D ad Ξ 274 | Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται: ἐπεὶ | |
ἐξ ὑδάτων αἱ αὐξήσεις—ἄριστον αὐτό φησιν. A | |||
14249a | Did. + Hrd. | 〈ἄλλο τεή:〉 οὕτως κατ’ εὐθεῖαν ἄλλο τεὴ καὶ Ἀρίσταρ‐ χος καὶ Ἡρωδιανός (2,90,3). Aint | |
14249b | Hrd. | Did. | 〈ἤδη γάρ με〉 καὶ ἄλλο τεὴ 〈ἐπίνυσσεν ἐφετμή〉: Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν εὐθείας πτώσεως, ‘καὶ κατ’ ἄλλο ἡ σὴ ἐσωφρόνισεν ἐντολή‘ ὥστε εἶναι ἡ τεή. Παρμενίσκος (fr. 5 B.) δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε καὶ δα‐ | |
5 | σύνει τὸ η καὶ περισπᾷ ἐπὶ δοτικῆς πτώσεως, ἵνα ὑπάρχῃ ‘ὁ Ζεὺς τῇ ᾗ με ἐσωφρόνισεν ἐντολῇ‘. Ἀλεξίων (fr. 55 B.) δὲ προκρίνει τὴν Ἀριστάρχου· φησὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον. καὶ ἡμῖν δὲ δοκεῖ· πρὸς γὰρ τὴν Ἥραν ἡ ἀπότασίς ἐστιν· αὐτὸς γοῦν ἐπεξηγεῖται αὐτό· „νῦν αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι“ (Ξ 262). | τοιοῦτον | ||
10 | γὰρ λέγει ‘ἤδη γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐσωφρόνισεν ἐντολή‘. ὁ δὲ Ἐπιθέτης Πτολεμαῖος καὶ Ζηνόδοτος σὺν τῷ ι γράφουσιν, οἷον ‘τῇ σῇ ἐντολῇ ἐσωφρόνισέν με‘. A | ||
14249c | ex. | D | ex. | 〈ἤδη γάρ με καὶ〉 ἄλλοτε ᾗ ἐπίνυσσεν 〈ἐφετμῇ〉: Ἀρίσταρχος „ἄλλο τεὴ †ἐπίνυσεν† ἐφετμή“, ἵν’ ᾖ b(BCE3)T ‘ἤδη γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐπαίδευσε πρόσταξισ‘. b(BE3E4)T εἰ γὰρ ἦν ὅτι τῇ ἰδίᾳ ὁ Ζεύς, ἔδει ἐπάγειν ‘ὑπέρθυμος ἑὸς υἱόσ‘ (cf. Ξ 250), b | |
5 | (BE3)T ἄλλως τε ἀπειλῇ ἂν ἐσωφρόνισεν, οὐκ ἐφετμῇ. T | οἱ δὲ | ||
ἄλλοτε ᾗ ἐπίνυσσεν ἐφετμῇ, τουτέστι τῇ ἰδίᾳ ἐσωφρόνισε καὶ ἐνουθέτησεν ἀπειλῇ. b(BE3) | τὸ δὲ ἔργον λέγει κίνδυνον φέρειν, ἵνα καὶ παρωσάμενος συγγνώμην ἔχῃ καὶ ποιῶν δοκῇ μείζονα χαρίζεσθαι. b(BE3E4)T τὸ δὲ ἐπίνυσ〈σ〉εν ἀντὶ τοῦ ἐσωφρόνισε καὶ ἐνουθέ‐ | |||
10 | τησε μηκέτι τοῖς τοιούτοις ἐγχειρεῖν. Til | ||
14.252 | ex. | Διὸς νόον: τὸν Δία, ὅς ἐστι νοῦς κόσμου. b(BCE3E4)Til | |
14.253 | ex. | 〈ἀμφιχυθείς:〉 ὑγρὸς γὰρ ὁ ὕπνος, b(BCE3E4)Til καὶ μᾶλλον τοῖς ὑγροῖς ἐπιχεόμενος. b(BCE3E4) | |
14255a | Did. | {καί μιν ἔπειτα} Κόων: ἔνιοι διὰ τῶν δύο οο γράφουσι „Κόον“ καὶ Καλλίστρατος (p. 320 n. 36 Schm.) ἐν τοῖς Διορθωτικοῖς. A | |
14255b | Did. | ex. | 〈Κόων:〉 τινὲς „Κόον“, ὡς καὶ Καλλίστρατος ἐν τοῖς Διορ‐ θωτικοῖς. Κῶν Κόον, ὡς „σόον“ (Α 117 al.) διαλύσει καὶ „χρόος εἴσατο“ (Ν 191). | τὸ δὲ πρόβατον κοῖον οἱ Κᾶρες ὀνομάζουσιν, ὅθεν Κῶς ἡ πολυθρέμμων. T | |
5 | D | Κόων 〈δέ〉: εἰς τὴν Κῶν νῆσον. γράφεται δὲ σὺν τῷ ν κατ’ αἰτιατικήν. Ἡρακλῆς ἀνακομιζόμενος—ἐγέννησεν. ἡ ἱστορία παρὰ Φερεκύδει (FGrHist. 3, 78). A | |
14255c | ex. | εὖ ναιομένην: ἢ δι’ εὐβοσίαν. ἢ τὴν οὐ τότε, ἀλλ’ ὕστερον, b(BCE3)T ὡς τὸ „ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιε‐ τάοντασ“ (ρ 275)· οὐ γὰρ ὑπὸ τῶν μνηστήρων ᾠκοῦντο τότε καλῶς. T ἢ ὑπὸ γενναίων οἰκουμένη〈ν〉, οἳ νομίσαντες αὐτὸν λῃστὴν εἶ‐ | |
5 | ναι ἐπηρέασαν αὐτῷ. b(BCE3)T | ||
14255d | ex. | 〈ἀπένεικας:〉 καὶ ἡ μετοχὴ „κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκασ“ (Ρ 39). Til | |
14.256 | ex. | φίλων: ἢ τῶν πολιτῶν· ἢ τῶν ἰδίων, b(BCE3E4)T ὡς τὸ „ἀπὸ μὲν φίλα εἵματα δύσω“ (Β 261)· ἰδίᾳ γὰρ νηῒ ἐκεῖσε κατήχθη. b(BCE3)T | |
14256-7 | D | 〈χαλέπαινεν /〉 ῥιπτάζων {κατὰ δῶμα θεούς}: ἀν‐ τιστροφή ἐστιν ἀντὶ τοῦ χαλεπαίνων ἐρ〈ρ〉ίπταζε. συναπτέον οὖν, καὶ μή τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοι τὸ ῥιπτάζων. A | |
14257a | ex. | ῥιπτάζων 〈κατὰ δῶμα〉 θεούς: δηλονότι τοὺς συλ‐ λαμβάνοντας τῇ Ἥρᾳ. ἡ δὲ ἀπότασις εἰς τὸν Ἥφαιστον· φησὶ γοῦν ἐν τῇ A (590—1)· „ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα / ῥῖψε ποδὸς τεταγών“. ὅτι δὲ ἐπιβοηθοῦντα τῇ Ἥρᾳ τοῦτο διέθηκεν | |
5 | ὁ Ζεύς, αὐτὸς ἐν τοῖς ἑξῆς ἐρεῖ· „λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι / ῥίπτασκον b(BE3)T τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ’ ἂν ἵκηται / γῆν ὀλιγηπελέων“ (Ο 22—4)· ὃ προλαβὼν ὁ Ἥφαιστος ἐξήνεγκε· „πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι / κάππεσον ἐν Λήμνῳ, ὀλίγος δέ τι θυμὸς ἐνῆεν“ (Α 592—3). T | ||
14257b | ex. | ἔξοχα πάντων: κατ’ ἐξοχὴν παρὰ πάντας. b(BE3)Til | |
14.258 | ex. | καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ: καὶ ἂν ἰδών με ἀνιστόρητον καὶ ἀφανῆ ἐποίησεν, βαλὼν ἀπὸ τοῦ οὐρανοῦ εἰς τὴν θάλασσαν. A | |
14258a | ex. (D) | 〈ἄϊστον:〉 ἀνιστόρητον. b(BCE3E4)Til | |
14258b | ex. (D) | ἔμβαλε: ἀντὶ τοῦ ἐμβαλὼν ἐποίησεν, b(BCE3E4)Til ὡς τὸ „βροτὸς οὔτασεν ἀνήρ“ (Ε 361) ἀντὶ τοῦ οὐτάσας ἐποίησεν. b(BCE3)Til | |
14259a | ex. | D | εἰ μὴ Νὺξ δμήτειρα θεῶν 〈ἐσάωσε καὶ ἀνδρῶν〉: δαιμονίως· ὡς γὰρ τὸν Ὕπνον ἄνακτα θεῶν καὶ ἀνθρώπων φησίν (cf. Ξ 233), οὕτω καὶ τὴν Νύκτα δμήτειραν θεῶν καὶ ἀνδρῶν b(BCE3E4)T | ἤτοι δαμάστριαν. b(BCE3) | |
14259b1 | Did. | 〈δμήτειρα:〉 οὕτως ἐν πάσαις δμήτειρα. Ἀριστοφάνης καὶ Ζηνόδοτος „μήτειρα“. Aim | |
14259b2 | αἱ πᾶσαι „μήτειρα“, ἐπεὶ ἀρχαία θεός. ἄμεινον δὲ δμήτει‐ ρα. καὶ „δεδμημένοσ“ γὰρ „ὕπνῳ“ (η 318). Til | ||
14.260 | ex. | 〈ἱκόμην:〉 ἱκέτευσα, εἰκότως· φυσικώτερος γὰρ ὁ ἐν νυκτὶ ὕπνος τοῦ μεθ’ ἡμέραν. b(BCE3E4)Til | |
14261a | Did. | ex. | 〈ἅζετο γάρ,〉 μὴ Νυκτὶ θοῇ 〈ἀποθύμια ἔρδοι〉: τινὲς „Νυκτὶ φίλῃ“, καὶ ἄμεινον· τί γὰρ πρὸς τιμὴν ἡ θοὴ Νύξ; | δι‐ δάσκει δὲ ὡς χρὴ καὶ ὀργῆς κρατεῖν εἰς πρόσωπον αἰδέσιμον ἀφορῶν‐ τας. b(BCE3)T | |
14261b | ex. | 〈ἔρδοι:〉 ῥέζω, οἱ Βοιωτοί φασι ῥέδω, ὑπερθέσει ἔρδω. Til | |
14.262 | ex. | 〈ἀμήχανον:〉 πρὸς ὃ μηχανὴν σωτηρίας οὐκ ἂν εὑροίμην. b(BCE3)Til | |
14.263 | Did. (?) | 〈τὸν δ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη:〉 γράφεται „ὣς φάτο· μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη (= Α 595. Φ 434), / χειρί τέ μιν κατέρεξεν, 〈ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν〉“ (= Α 361 al.). Til | |
14264-6 | ex. | τίη δὲ σὺ ταῦτα〈—παιδὸς ἑοῖο〉: ἄκρως διασύρει τὸ πᾶν, οὐδὲ ἀξιοῦσα εἰς ἔννοιαν αὐτὸ λαμβάνειν οὐδὲ παρα‐ βάλλειν τὰ παρόντα ἐκείνοις· οὐ γὰρ ὁμοίως κινηθήσεσθαι τὸν Δία ἐπὶ τοῖς Τρωσὶ κακωθεῖσιν, ὥσπερ ὑπὲρ τοῦ ἰδίου παιδὸς ἐχαλέπηνεν. | |
5 | καὶ ἔστιν ἠθικόν· ὡς γὰρ πρόδηλον ὂν τὸ τῆς συγκρίσεως, αὐτὸν τὸν Ὕπνον ἐρωτᾷ. b(BCE3)T | ||
14.264 | Hrd. (?) | 〈τίη:〉 βαρυντέον τὸν η παρέλκοντα ἀντὶ τοῦ δή. Til | |
14265a | Hrd. | ἦ {φὴς}: ὁ Ἀσκαλωνίτης (p. 53 B.) βαρύνει τὸν η. ἄμεινον δὲ περισπᾶν· καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν· οὐ γὰρ ἕτερος αὐτῷ ἐπιφέρεται περισπώμενος ὡς ἐπὶ τοῦ „ἢ δολιχὴ νοῦ‐ σος ἦ Ἄρτεμις ἰοχέαιρα“ (λ 172). A | |
14265b | ex. (Hrd.?) | ἦ: τὸ μὲν βαρυνόμενον ἐρώτησιν δηλοῖ, τὸ δὲ περισπώμε‐ νον ἀπόρησιν. b(BCE3E4)T ἐὰν δὲ ὀξυνθῇ, πρὸς τὸν νοῦν συν‐ τάσσεται. T | |
14.266 | ex. | 〈ὡς Ἡρακλῆοσ〉 περιχώσατο, παιδὸς ἑοῖο: συντό‐ μως πάνυ· ἐν γὰρ τῷ παιδὸς ἑοῖο πάντα κατάκειται, δι’ ἃ εἰκὸς ἦν | |
ἐπ’ ἐκείνῳ μᾶλλον χαλεπῆναι τὸν Δία. τεχνικῶς δὲ παρεδήλωσε καὶ τὴν χρείαν, δι’ ἣν θέλει κατακοιμίσαι τὸν Δία, ἵνα καὶ ἑξῆς ὁ Ὕπνος | |||
5 | πιθανῶς φαίνηται λέγων πρὸς τὸν Ποσειδῶνα „πρόφρων νῦν Δα‐ ναοῖσι, Ποσειδάων, ἐπάμυνε“ (Ξ 357), ὡς ᾐσθημένος, τί ποτε πραγ‐ ματεύεται ἡ Ἥρα ἐπὶ τῷ Διΐ· ᾧ καὶ ὄμνυσιν ἡ Ἥρα ὡς μὴ προπεμψα‐ μένη Ποσειδῶνα (sc. Ο 36—44). T | ||
14267a | ex. | ἀλλ’ ἴθι: τεχνικῶς καὶ τοῦτο· ὡς γὰρ ἤδη πείσασα οὐκέτι αἰτεῖ, ἀλλ’ ὑπουργεῖν προτρέπει. συνάπτει δὲ τῇ προτροπῇ καὶ τὴν ὑπόσχεσιν (sc. Ξ 268). b(BCE3E4)T | |
14267b | Ariston. | Χαρίτων μίαν ὁπλοτεράων: ὅτι δύο γενέσεις Χαρίτων ὑποτίθεται, πρεσβυτέρας καὶ νεωτέρας· διὸ συγκριτικῶς λέγει ὁπλο‐ τεράων. A | |
14.268 | ex. | ὀπυιέμεναι: νομίμως γαμεῖν. οἱ δὲ ὁμιλεῖν καὶ διαλέγεσθαι· | |
δι’ ὀπὸς γὰρ αἱ ὁμιλίαι. T | |||
14.270 | ex. | χήρατο δ’ Ὕπνος: πιθανῶς, ὅτε μὲν θρόνον ὠνόμασεν, οὐκ ἤνυσεν, ὅτε δὲ γάμον, ἐπιτείνοντος τὴν ἐπιθυμίαν τοῦ κεστοῦ· πρὸς γὰρ ἐρωτικὰ μόνα δυνατώτατός ἐστιν ὁ κεστός. πιθανῶς οὖν ἡ τὸν κεστὸν φοροῦσα δύο θεοὺς δι’ ἡδονῆς ἐξηπάτησεν. b(BCE3)T | |
14271-5 | Nic. | 〈ἄγρει νῦν μοι ὄμοσσον— / ἦ μὲν ἐμοὶ δώ‐ σειν:〉 τὸ ἑξῆς ἐστιν ὄμοσ〈σ〉ον (271) ἦ μὲν ἐμοί (275). τὰ δὲ ἄλλα διὰ μέσου. Aint | |
14271a1 | ex. | 〈ἀ〉άατον: οἱ μὲν ἀάτως, ἀβλαβῶς, ἀπανούργως. οἱ δὲ τὸ †α ἐπὶ βάθους περισσεύοντος τοῦ α†. οἱ δὲ τὸ †ἄαιτον† φασὶν ἐγκεῖσθαι. οἱ δὲ ὑπερστερητικόν φασιν εἶναι, ὃ ταὐτόν ἐστιν ἑνὶ ἁπλῷ, ὡς τὸ „ἀνάπυστα θεοὶ θέσαν“ (λ 274), ἀνάπηρος· 〈ἀ〉άατον οὖν | |
5 | ἐστι τὸ βλαπτικόν. ἀῶ ἀῶμαι „ἀᾶται“ (Τ 91. 129), „ἀασάμην“ (Ι 116 al.), „ἀάσατο 〈δὲ〉 μέγα θυμῷ“ (Ι 537. Λ 340), ἀατὸς ὡς περατὸς καὶ | ||
ἀάατος ὡς ἀπέρατος. T | |||
14271a2 | ὑπερεπιτατικὸν εἶναι τὸ τοιοῦτόν φασιν, ὃ ταὐτόν ἐστιν ἑνὶ ἁπλῷ. δηλοῖ δὲ τὸ λίαν βλαπτικώτατον. b(BCE3) | ||
14271b1 | ex. | Στυγὸς ὕδωρ: ὡς κατὰ ὑγροῦ στοιχείου ὀμνύουσιν. οἱ δέ, ὅτι πολέμιον θεοῖς τὸ ὑγρὸν πυρώδεσιν οὖσιν, ἢ ὅτι στυγνότητος αἰτία καὶ τοῦ ἐν ἡδονῇ ζῆν†. φησὶν οὖν αὐτὴν Ἡρόδοτος (sc. 6, 74, 2) ἐν Νωνάκριδι πρὸς Φενεῷ τῆς Ἀρκαδίας ῥεῖν. T | |
14271b2 | κατὰ Στυγὸς δὲ ὀμνύναι λέγει, ὅτι τὸ Στυγὸς ὕδωρ b (BCE3) στυγνότητος αἴτιόν ἐστι τοῖς ψευδομένοις, ἀπελέγχον αὐτοὺς καὶ τοῦ ἐν ἡδονῇ ζῆν στερίσκον. b(BCE3E4) | ||
14.272 | Ariston. | {χειρὶ δὲ} τῇ ἑτέρῃ: ὅτι ἐπὶ δύο τῷ ἑτέρῳ χρῆται κατὰ διαστολήν, Ἑλληνικῶς. A | |
14272-3 | ex. | 〈χθόνα ... ἅλα〉: κατὰ ξηροῦ καὶ ὑγροῦ ὀμνύουσιν, ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ συνίσταται. b(BCE3E4)Til | |
D | τὰ βαρύτατα δὲ τῶν στοιχείων ὄμνυσι, καθάπερ ἐν τῇ συνη‐ θείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν. A | ||
14.273 | ex. | 〈ἅλα μαρμαρέην:〉 τὴν ἡλίου θρεπτικήν· „ἄναμμα †ἡλίου νοερὸν θάλασσα“ (cf. Heracl. 22 A 12). b(BCE3E4)Til | |
14274a | Ariston. | μάρτυροι: ὅτι Ζηνόδοτος „μάρτυρεσ“ γράφει, ἀγνοῶν | |
ὅτι μάρτυροι λέγειν δεῖ ἀκολούθως τῷ μάρτυρος. A | |||
14274b | ex. | 〈θεοὶ Κρόνον ἀμφὶς ἐόντες:〉 ἢ συγκολαζόμενοι αὐτῷ, ἢ ὑπ’ αὐτῷ ταγέντες b(BCE3E4)T ἐπεὶ πῶς κατὰ κολαζομένων ὄμνυσιν; T | |
D | θεοὶ Κρόνον ἀμφὶς ἐόντες: οἱ περὶ τὸν Κρόνον θεοί. λέγει | ||
5 | —Ἰαπετός, Κοῖος. A | ||
14274c | ex. | 〈ἀμφίς:〉 περί. ποτὲ δὲ καὶ τὸ διχῶς „ἀμφὶς φρονέοντε“ (Ν 345). Til | |
14275-7 | ex. | ex. | Χαρίτων μίαν 〈ὁπλοτεράων /〉 Πασιθέην, 〈ἧς τ’ αὐτὸς ἐέλδομαι ἤματα πάντα. /〉 ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν: ὑποφαίνει ὡς οὐδὲ κοιμώμενον ἐπιλανθάνεσθαι δεῖ χάριτος. ἢ καὶ ὅτι καὶ ἐν ὕπνῳ ἐστί τις ἡδονὴ καὶ χάρις· „πανδαμάτωρ“ (Ω 5. ι 373) | |
5 | γοῦν καὶ μαλθακός ἐστι καὶ ἡδύς. ἢ φιλοσοφώτερον ἔστιν ἀκούειν· Πίνδαρος (Ι. 7, 16) γοῦν φησι „παλαιὰ μὲν εὕδει χάρισ“. καὶ Λήθης γενεαλογοῦσι τὰς Χάριτας. πρὸ δὲ πάντων ὁμοῦ πεποίηται χάριτος ἄρχοντα τὸν Ὕπνον, αἰνιττόμενος τὸ συμβαῖνον περὶ τοὺς χαρίτων τυχόντας. καὶ ὁ κωμικὸς (Men. fr. 479,1 Kö.) „ἅμα τετέλεσται καὶ | ||
10 | τέθνηκεν ἡ χάρισ“. | ἐπίτηδες δὲ ἡ μὲν Ἥρα ἐσιώπησε τὸ ὄνομα τῆς ἐρωμένης, ἵνα μὴ ὀνειδίζῃ τὸν ἔρωτα, ὁ δὲ Ὕπνος καὶ τὸ ὄνομα προσέ‐ θηκεν εἰς βεβαίωσιν. Πασιθέην δέ, ὅτι πανταχοῦ δεῖ θέειν καὶ μὴ κεκρύφθαι τὴν χάριν. b(BCE3E4)T οὐκ οἶδε δὲ τὰ παρ’ Ἡσιόδῳ (sc. th. 909) ὀνόματα τῶν Χαρίτων. T | ||
14.276 | Did. | 〈ἧς τ’ αὐτὸς ἐέλδομαι:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω τοῦ τέ, „ἧς αὐτὸς ἐέλδομαι“. Aint | |
14.278 | ex. | 〈ὤμνυε δ’ ὡς ἐκέλευε:〉 εἰκότως· πίστεως γὰρ ἔδει ἐρῶντι καὶ φοβουμένῳ. Til | |
14278-9 | ex. | ex. (Did.?) | 〈θεοὺς δ’ ὀνόμηνεν ἅπαντας / τοὺσ〉 ὑποταρτα‐ ρίους, 〈οἳ Τιτῆνες καλέονται: ὑποταρταρίους (279)〉 ἐνταρ‐ ταρίους. θεοὺς δ’ ὀνόμηνεν ἅπαντας (278)· συλλήβδην καὶ θεὰς εἶπεν. | 〈γράφεται καὶ〉 „θεὸν δ’ ὀνόμηνεν ἕκαστον“. τινὲς δὲ 〈προσ〉‐ | |
5 | γράφουσιν „ὤμνυε δ’ ἐκ πέτρης κατ〈αλ〉ειβόμενον Στυγὸς ὕδωρ“ (= Ξ 279 a). T | ||
14279a | Ariston. | τοὺς ὑποταρταρίους, οἳ Τιτῆνες καλέονται: ὅτι τοὺς περὶ Κρόνον θεοὺς ὑποταρταρίους προσαγορεύει. πρὸς τὸ „ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι“ (Α 399), ὅτι οὐ τοὺς περὶ Κρόνον λέγει Ὀλυμπίους. A | |
14279b1 | ex. | 〈τοὺσ〉 ὑποταρταρίους, 〈οἳ Τιτῆνες καλέονται〉: τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐ γάρ τι ἔστιν ὑπὸ Τάρταρον. οὐδένα δὲ αὐτῶν οἶδεν ἢ Ἰαπετόν (cf. Θ 479). παρὰ [***]. T | |
14279b2 | τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐδὲν γὰρ ἔστιν ὑπὸ Τάρτα‐ | ||
ρον. Τιτὰν δὲ παρὰ τὸ τιτός, τιτάν. b(BCE3) | |||
14.281 | Did. (?) | ex. | Λήμνου τε καὶ Ἴμβρου 〈ἄστυ λιπόντε〉: τινὲς „Λήμνοιο κατὰ μέγα ἄστυ λιπόντε“· τί γὰρ νῦν πρὸς τὴν Ἴμβρον; | ἔστι δὲ νῆσος πρὸς τῷ Μέλανι κόλπῳ, ἀπέχουσι δὲ ἀλλήλων στάδια ἑκατὸν εἴκοσι. T | |
14282a | ex. | ex. | 〈ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον:〉 ἐπὶ πελάγους. | 〈ἠέρα〉 ἀεὶ διὰ τοῦ η φησίν. Til | |
14282b | ex. | πρήσσοντε: περῶ πρῶ, ὡς βείω βῶ, βορῶ βρῶ, τορῶ τρῶ, συγκοπῇ. πρήσω b(BCE3)T πέπρακα, βρώσεσθαι βέβρω‐ κα, †τέτρωκα. T | |
14283-4a1 | ex. | 〈Ἴδην δ’ ἱκέσθην πολυπίδακα— / Λε‐ κτόν:〉 ἀντὶ τοῦ Ἴδης. ἀλλαχοῦ „Γάργαρον ἄκρον/ Ἴδης ὑψη‐ λῆσ“ (Ξ 292—3). Til | |
14283-4a2 | τὸ Ἴδην (283) ἀντὶ τοῦ Ἴδης. ἔστι δὲ μέρος Ἴδης τὸ Λεκτόν. b(BCE3E4) ἐν ὑπερβατῷ δὲ καὶ ἀναστροφῇ ἑρμηνευτέον τὸ δίστιχον οὕτως, ἵνα μὴ δύσφραστον ᾖ, ‘Ἴδης δ’ ἱκέσθην πολυπί‐ δακος Λεκτόν‘. b(BCE3) | ||
14284a | Hrd. | Ariston. | Λεκτόν: οὕτως Λεκτόν, ὀξυτόνως, A ὡς „φυτόν“ (Σ 57 al.)· ATil οὕτως γὰρ ὁ τόπος καλεῖται. | ἡ διπλῆ δέ, ὅτι ἰδίως εἴρηκεν, ἀντὶ τοῦ Ἴδης εἰς Λεκτόν (cf. Ξ 283—4)· καὶ „Ἴδην δ’ ἵκανε〈ν〉 πολυπίδακα / Γάργαρον“ (Θ 47—8), καὶ ἐν Ὀδυσσείᾳ | |
5 | (θ 362—3) τὸ ὅμοιον· „ἡ δ’ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη / ἐς Πάφον“· ἔστι γὰρ Κύπρου εἰς Πάφον. A | ||
14284b | D | ex | Λεκτόν: ἀκρωτήριον—Φαλάκρη. | ἀφορᾷ δὲ τὸ | |
Λεκτὸν ἐπὶ τὸ Αἰγαῖον πέλαγος. A | |||
14284-5a | ex.(?) | 〈ὅθι πρῶτον λιπέτην ἅλα, τὼ δ’ ἐπὶ χέρσου / βήτην:〉 τὼ δ’ ἐπὶ χέρσου πρῶτον βήτην, ὅθι λιπέτην ἅλα. b(BCE3) | |
14284-5b | ex. | 〈τὼ δ’ ἐπὶ χέρσου / βήτην:〉 ἐπέβησαν δ’ οὗτοι τῆς χέρσου. Til | |
14285a1 | ex. | ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο 〈ὕλη〉: τὴν χα‐ μαίζηλον βοτάνην φησίν· ὅτι γὰρ οὐ πατοῦσι γῆν, δῆλον ἐκ τοῦ „οὐδὲ χθόνα μάρπτε ποδοῖϊν“ (Ξ 228). εἰσὶ δὲ γραφικά. T | |
14285a2 | ἀκροτάτη δὲ ὕλη ἡ χαμαίζηλος πᾶσα καὶ μικρὰ βοτάνη. b(BCE3E4) | ||
14285b | Did. | 〈ὑπεσείετο:〉 Ἀρίσταρχος „ὕπο“, εἶτα „σείετο“, Ἰα‐ κῶς. οὕτως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης. Aim | |
14.286 | ex. | πάρος Διὸς ὄσσε ἰδέσθαι: πρὶν ἴδῃ τοὺς ὀφθαλμοὺς τοῦ Διός, ὅπως μὴ πρὸ τοῦ δέοντος αὐτὸν κοιμίσῃ. ἐμφαντικώτατα, ὡς ἅμα τῷ προσβλέψαι τινὶ εὐθὺς κατακοιμίζοντος. b(BCE3)T | |
14287a1 | ex. | εἰς ἐλάτην ἀναβάς: ἐλάτη ἐπίμηκες καὶ ἄκαρπον ὡς ὕπνος. ἔστι δὲ ‘ἐπὶ ἐλάτην‘. T | |
14287a2 | τὸ δὲ εἰς ἐλάτην ἀντὶ τοῦ ἐπὶ ἐλάτην. ἔστι δὲ ἐπίμηκες καὶ ἄκαρπον δένδρον, ὡς ὁ ὕπνος. b(BCE3) | ||
14287b | ex. | 〈περιμήκετον:〉 μῆκος μήκετος ἐπεκτάσει, ὡς πάχος „πάχετοσ“ (ψ 191). Til | |
14287-8 | ex. | 〈ἣ τότ’ ἐν Ἴδῃ / μακροτάτη πεφυυῖα:〉 μακροτά‐ την εἶπεν ὡς πολλῶν οὐσῶν ἐκεῖ. καλῶς δὲ πρόσκειται τότε (287)· νῦν γὰρ οὐ φύεται ἐκεῖ b(BCE3)T ἐλάτη. καὶ ὅτι μετὰ τὰ ἡρωϊκὰ | |
ὁ ποιητής. T | |||
14.288 | Ariston. | {μακροτάτη πεφυυῖα} δι’ ἠέρος 〈αἰθέρ’ ἵκανεν〉: ὅτι καθ’ Ὅμηρον ἀὴρ ὁ ἀπὸ γῆς μέχρι νεφῶν τόπος. ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος αἰθήρ, καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανός· διὸ τὰ νέφη λέγει πύλας οὐρανοῦ (cf. Ε 749—51). A | |
14289-90a1 | ex. | 〈ἔνθ’ ἧστ’ ὄζοισιν—ἐναλίγκιος:〉 καὶ ὑπὸ τοῦ ὕψους καὶ τῶν κλάδων καὶ τῆς μεταμορφώσεως οὐχ ὁρᾶται. Til | |
14289-90a2 | πιθανῶς, ἵνα καὶ διὰ τὸ ὕψος καὶ διὰ τοὺς κλάδους καὶ διὰ τὴν μεταμόρφωσιν μὴ ὁρῷτο. b(BCE3E4) | ||
14290a | ex. | 〈ὄρνιθι λιγυρῇ〉 ἐναλίγκιος: κατὰ τὴν καθέδραν· ἡ γὰρ ὄρνις †οὐ† καθέζεται. A b (BCE3E4)T | |
14290b | ex. | 〈ἥν τ’ ἐν ὄρεσσι:〉 λείπει ‘διατρίβουσαν‘. b(BE3E4)Til | |
14291a | ex. | χαλκίδα: τὸ εὔφωνον ὄνομα τοῖς θεοῖς τίθησιν· οἶδε δὲ τὰ θεῶν ὡς ὑπὸ Μουσῶν καταπνεόμενος. τινὲς δέ φασιν αὐτὴν εἶναι Ἁρ‐ παλύκην, ἣ μιγεῖσα τῷ πατρὶ Κλυμένῳ κατὰ βίαν, ἑψήσασα τὸν υἱὸν Πρέσβωνα παρέθηκεν αὐτῷ. ἢ ὅτι Διῒ συνῆλθεν, Ἥρα δὲ ὠρνίθωσεν | |
5 | αὐτήν· ἐν Χαλκίδι δὲ διῆγεν ἄνθρωπος οὖσα. οἱ δὲ τὴν μητέρα τῶν | ||
Κορυβάντων Χαλκίδα φασίν. ἢ ὅτι χαλκίζει τὴν χροιάν. ἢ ὅτι κατὰ νύκτα ὁρᾶται. τινὲς δὲ τὴν γλαῦκα. T | |||
14291b1 | D | κύμινδιν: ὅτι ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει· ὁ γὰρ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν, καὶ μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (sc. h. an. 9, 12 p. 615 b 6). παρὰ δέ τισι θηλυκῶς λέγεται. εὐεπίφορον δὲ εἰς | |
5 | ὕπνον τὸ ὄρνεον. b(BCE3E4)T | ||
14291b2 | {χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ} κύμινδιν: ὁ κύ‐ μινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν, καὶ μέγεθος ὅσον ἱέραξ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης. παρὰ δέ τισι θη‐ λυκῶς λέγεται ἡ κύμινδις. εὐεπίφορον 〈δὲ〉 εἰς ὕπνον τὸ ὄρνεον. κύ‐ | ||
5 | μινδις δὲ λέγεται διὰ τὸ ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύ‐ πτειν. A | ||
14.292 | ex. | 〈Γάργαρον:〉 τὸ Γάργαρον ἄκρον, ἡ δὲ πόλις θηλυκῶς, καὶ οἱ πολῖται Γαργαρεῖς. b(BCE3)Til | |
14294a | ex. | ὡς δ’ ἴδεν, ὥς μιν ἔρως 〈πυκινὰς φρένας ἀμφε‐ κάλυψεν〉: ἐπαναλαμβάνει τὸ „ἴδεν“ (Ξ 293), ὑποφαίνων ὡς οὐκ ἐν παρέργῳ αὐτὴν εἶδεν. ἔστιν οὖν ὡς τὸ „ἠράσατ’ ὀφθαλμοῖσιν ἰδών“ (Π 182). b(BCE3)T | |
14294b | ex. | πυκινάς: πρὸς ἐπίτασιν τοῦ πάθους. ἀμφεκάλυψε δὲ | |
ἀντὶ τοῦ ἤγρευσεν, ἀπὸ τῶν δικτύων. b(BCE3E4)T | |||
14.295 | D | οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην: Ἥραν τρεφομένην —ἡ ἱστορία παρὰ Εὐφορίωνι (fr. 99 Pow.). A | |
14295a | Did. (?) | 〈οἷον:〉 γράφεται καὶ „οἷοσ“. Aint | |
14295b1 | Did. | 〈πρῶτόν περ:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „πρώ‐ τιστον“. Aim | |
14295b2 | Ἀρίσταρχος {ὅτε} πρῶτόν περ. Til | ||
14296a | ex. | εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας: καὶ πῶς φησι (sc. Ξ 202—4) παρ’ Ὠκεανῷ αὐτὴν τρέφεσθαι; ἢ τὸ ἀτιτάλ‐ λειν (cf. Ξ 202) οὐκ ἐκ νηπίας· φησὶ γοῦν „ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ“ (Ν 27) καὶ „τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ“ (Ε | |
5 | 271). λάθρα οὖν ἐμίγη· ὅτε δὲ ἐταρταρώθη Κρόνος, ὡς παρθένος ὑπο‐ νοουμένη ἐξεδόθη Διῒ ὑπὸ Τηθύος καὶ Ὠκεανοῦ. τεκοῦσαν γοῦν Ἥφαιστον προσποιεῖσθαι δίχα μίξεως κυεῖν b(BCE3)T καὶ Κη‐ δαλίωνι τῷ Ναξίῳ παραδοῦναι χαλκευτικὴν διδάξαι· διὸ καὶ μέχρι νῦν ὑπόμνημα φυλάσσεσθαι παρὰ Ναξίοις καὶ τὸν ἀμφιθαλῆ τῇ τάλι | ||
10 | συγκατατίθεσθαι. T ἄλλοι τὸν Δία φασὶν ἐν Σάμῳ λάθρᾳ τῶν γονέων διαπαρθενεῦσαι τὴν Ἥραν· ὅθεν Σάμιοι ζήλῳ τῆς θεοῦ μνη‐ στεύοντες τὰς κόρας λάθρᾳ συγκοιμίζουσιν, εἶτα παρρησίᾳ τοὺς γά‐ μους θύουσιν. τοκῆας οὖν τοὺς περὶ Κρόνον καὶ Ῥέαν. ἔνιοι δὲ τοκῆας τοὺς προγόνους τοὺς περὶ Ὠκεανὸν καὶ Τηθύν· b(BCE3) | ||
15 | T „ἐκ δὲ τοκήων / τῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον“ (η 54—5)· ἵνα καὶ τὸ ἀτιτάλλειν (cf. Ξ 202) ἐκ νηπίας τρέφειν λάβωμεν. ἔνιοι δέ φασι παρθένον οὖσαν Ἥραν ἐρασθῆναι Εὐρυμέδοντος, ἑνὸς τῶν Γι‐ γάντων, καὶ ἐξ αὐτοῦ τεκεῖν τὸν Προμηθέα· Δία δὲ ἐγνωκότα τὸν μὲν ταρταρῶσαι, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς σταυρῶσαι. T | ||
14296b | ex. | 〈φίλους:〉 τοὺς οἰκείους· „ἀπὸ μὲν φίλα εἵματα δύσω“ (Β 261). Til | |
14.297 | ex. | στῆ δ’ αὐτῆς προπάροιθεν: κινηθεὶς ὑπὸ τοῦ κεστοῦ αὐτὸς πρόσεισι τῇ γυναικί. b(BCE3E4)T | |
14298a | ex. | 〈πῆ μεμαυῖα:〉 εἰς τίνα τόπον ὡρμημένη; Til | |
14298b | ex. | τόδ’ ἱκάνεις: λείπει τὸ ὄρος. b(BCE3E4)T μήποτε δὲ ἰσοδυναμεῖ τῷ παρ’ Αἰολεῦσι ‘τυῖδε‘· „ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμε‐ νος τόδ’ ἱκάνει;“ (α 409). καὶ πληθυντικῶς „οὐχ ὅ γ’ ἄνευθε θεοῦ τάδε μαίνεται“ (Ε 185) ἀντὶ τοῦ ἐνθάδε. T οὐ γινώσκει δὲ τὴν συσκευὴν | |
5 | διὰ τὰ πάθη, „ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων“ (Ξ 217). b (BCE3)T | ||
14299a | Nic. | ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα, 〈τῶν κ’ ἐπι‐ βαίησ〉: δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι, οὐ μὴν ὑποστικτέον διὰ πευστικὴν ὑπόκρισιν. A | |
14299b | ex. | ἵπποι δ’ οὐ παρέασι: ἠθικῶς πάνυ καταπαύει τὴν ὁδὸν ὡς μὴ τῶν ἐπιτηδείων παρόντων, ἵνα πείσας μένειν συγχρήσηται τῇ σχολῇ· οὐ γὰρ πιθανὸν ἦν †ἀποτρέψαντα τῆς ὁδοῦ θέλειν ἐμπε‐ λάζειν. b(BCE3)T προφάσει οὖν χρῆται. ἡ δὲ δολίως ἐπιτείνει τὴν | |
5 | ἐπιθυμίαν τοῦ ἀνδρός, φάσκουσα πάντα αὐτῇ εὐτρεπῆ εἶναι πρὸς τὴν | ||
ὁδόν, b(BE3)T „ἵπποι δ’ ἐν πρυμνωρείῃ“ (Ξ 307). T | |||
14299c | Did. | 〈τῶν κ’ ἐπιβαίης:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω τοῦ κέ συνδέσμου, „τῶν ἐπιβαίησ“. Aint | |
14.300 | ex. | τὸν δὲ δολοφρονέουσα: δολίαν εἰσάγει τὴν Ἥραν καὶ ἐν τῷ περὶ Ἡρακλέους, „δολοφροσύνῃς’ ἀπάτησεν“ (Τ 97). σχεδὸν οὖν κηρύττει ὁ ποιητὴς φυλάττεσθαι τῶν γυναικῶν τοὺς λόγους. b(BE3)T | |
14.303 | Did. (?) | 〈οἵ με σφοῖσι:〉 γράφεται „οἵ μ’ ἐν σφοῖσι“. Aint | |
14304-6a | Ariston. | τοὺς εἶμ’ ὀψομένη〈—, ἐπεὶ χόλος ἔμπεσε θυμῷ〉: ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι πρὸς μὲν Ἀφροδίτην (sc. Ξ 205—7) δεόντως λέγονται, πρὸς δὲ τὸν Δία οὐκέτι· οὐ γὰρ προσεδεῖτο προφάσεως ἔχουσα τὸν κεστὸν ἱμάντα. καὶ | |
5 | τάχα ἂν συναφώρμησεν αὐτῇ· οὐ δεῖ οὖν παρακινδυνεύειν. A | ||
14304-6b | Did. | 〈τοὺς εἶμ’ ὀψομένη—θυμῷ:〉 ἠθετοῦντο παρὰ Ζηνοδότῳ. AimTil | |
14304-6c1 | ex. | τοὺς εἶμ’ ὀψομένη—θυμῷ: ἀθετοῦσιν ὡς ἀμβλύ‐ νοντας τὴν ἐπιθυμίαν Διός. ἀλλ’ οὐκ †ἠμβλήνθη† τοῦ κεστοῦ ἐπιτείναν‐ τος. ἄλλως τε περὶ ἀφροδισίων λέγουσα ἐπιτείνει τὸν πόθον καὶ †πλείονα† ἐξάπτει. T | |
14304-6c2 | ἀθετοῦνται οἱ στίχοι ὡς ἀμβλύνοντες τὴν ἐπιθυμίαν Διός, κακῶς· οὐ γὰρ ἠμβλύνθη· περὶ ἀφροδισίων γὰρ λέγουσα ἐπιτείνει τὸ πάθος καὶ τὸν πόθον πλέον ἐξάπτει. b(BCE3E4) ἄλλως τε λέγον‐ | ||
ται, ἵνα μὴ ὕστερον αἰτία ᾖ ὡς εἰς τοῦτο ἐπίτηδες ἐλθοῦσα. b(BE3E4) | |||
14.304 | ex. | καί σφ’ ἄκριτα νείκεα λύσω: καὶ πῶς ἐν τῇ Α (sc. 424) μετὰ τῶν θεῶν οὖσα ἐν τῷ Ὠκεανῷ οὐ διήλλαξε τὴν ἔριν; ἀλλ’ ὅτι οὐ σὺν αὐτοῖς ἦν, δῆλον ἐξ ὧν ἀπ’ οὐρανοῦ πέμπει τὴν Ἀθηνᾶν παύσου‐ σαν τῶν στρατηγῶν τὴν ἔριν (cf. Α 195—6). b(BCE3)T | |
14307a | Hrd. (?) | {ἵπποι δ’} ἐν πρυμνωρείῃ: ἕν ἐστι τὸ πρυμνωρείῃ, ὡσπερεὶ ἐν ἀκροπόλει. A | |
14307b | ex. | πρυμνωρείῃ: πρυμνώρεια ὡς ἀκρώρεια· σημαίνει δὲ τὸ πρὸς τῇ ῥίζῃ τοῦ ὄρους συνορίζον τῷ ἐδάφει. b(BCE3E4)T τὰ δὲ ὑπὸ τοῖς ἄκροις ἀκρώρεια καλοῦνται. T | |
14.308 | ex. | 〈τραφερήν:〉 ἐκ τοῦ παρεπομένου τὴν γῆν· „μάλα δ’ ὦκα περιτρέφεται“ (Ε 903) ἀντὶ τοῦ πήγνυται. Til | |
14309a | Hrd. | {νῦν δὲ} σεῦ {εἵνεκα}: τὴν σεῦ περισπαστέον· ἔστι γὰρ ἀντιδιαστολή. A | |
14309b | ex. | σεῦ εἵνεκα: ἐντέχνως αὐτὸν γοητεύει ὡς τῇ ἐξουσίᾳ ἐκείνου τὰς ἰδίας ἐπιτελοῦσα χρείας. καὶ γυναιξὶ δὲ νομοθετεῖ τὰς ἐξόδους ποιεῖσθαι συγκεχωρημένας ὑπὸ τῶν ἀνδρῶν. b(BCE3E4)T | |
14310a1 | Did. | 〈μετέπειτα:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „μετόπισθε“. Aim | |
14310a2 | οἱ περὶ Ζηνόδοτον „μετόπισθε {χολώσεαι}“. Til | ||
14.313 | ex. | 〈Ἥρη, κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι:〉 ὅρα οἷόν ἐστιν ἡ φιληδονία, ὑπέρθεσιν οὐ δεχόμενον καὶ τῶν καθη‐ | |
κόντων ἐμποιοῦν ἀμέλειαν. b(BCE3E4)Til | |||
14.314 | ex. | 〈τραπείομεν:〉 ἀντὶ τοῦ τερφθῶμεν· ἐκτρέπει γὰρ τοῦ δέοντος ἡ ἡδονή. b(BCE3E4)Til | |
14315a | Ariston. | οὐ γὰρ πώποτέ μ’ ὧδε 〈θεᾶς ἔρος οὐδὲ γυναι‐ κόσ〉: ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν. τὸ δὲ ἐξ ὀνόματος ἐπιφέρειν ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν. A | |
14315b | ex. | οὐ γὰρ πώποτέ μ’ ὧδε 〈θεᾶς ἔρος οὐδὲ γυναι‐ κός:〉 τίνος ἕνεκα τοσοῦτον ἀκρατῆ παρίστησι τὸν Δία ὡς μὴ δύνα‐ σθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς ἀπελογήσατο περὶ τούτων, ἐν οἷς διαλαβὼν περὶ τοῦ κεστοῦ φησιν· „†ἅ† τ’ ἔκλεψε νόον πύκα περ | |
5 | φρονεόντων“ (Ξ 217). ἄλλως τε διδάξαι βούλεται τοὺς νέους ὁ ποιη‐ τής, ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν, ἣν ἀπὸ τῆς ἀγρυπνίας περιεποιήσατο. b(BCE3E4)T | ||
14315c | ex. | οὐδὲ γυναικός: ἀντὶ τοῦ θνητῆς· ἀλλαχοῦ „ἢ θεὸς ἠὲ γυνή“ (κ 228). ὡς μείζονα δὲ τὸν γυναικεῖον ἐπήγαγεν ἔρωτα· ἢ ὅτι ὁ τῶν ὁμοφύλων ἔρως οὐ λίαν ἐστὶν ἐπιτεταμένος, ὡς ὁ τῶν παρὰ φύ‐ σιν. b(BCE3E4)T ἢ διὰ τὸ συμπλεκτικὸν σχῆμα, „εἰσῆλθεν καὶ | |
5 | ὑπέρβη λάϊνον οὐδόν“ (ψ 88)· καὶ γὰρ πρώτας τὰς θνητὰς καταλέ‐ γει (sc. Ξ 317—25). καὶ „μήτε θεῶν τό γε δείδιθι μήτε τιν’ ἀνδρῶν / | ||
ὄψεσθαι“ (Ξ 342—3). T | |||
14.316 | Did. | 〈περιπροχυθείς:〉 περισσῶς χυθείς. ὁ δὲ Ἰξίων (fr. 16 St.) γράφει „περιπλεχθείσ“. Til | |
14317a | Nic. | Ariston. | Did. | οὐδ’ ὁπότ’ ἠρασάμην· κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάν‐ των (sc. Ξ 317—27) τὸ οὐδέποτε οὕτως ἠράσθην· διὸ καὶ ἕκαστον τῶν λεγομένων αὐτὸ καθ’ ἑαυτὸ κόμμα ἐστί· διόπερ αἱ στιγμαὶ ἐν | |
αἰτήματι τίθενται. | ἀπὸ τούτου δὲ ἕως τοῦ „οὐδ’ ὁπότε Λητοῦς | |||
5 | ἐρικυδέοσ“ (Ξ 327) ἀθετοῦνται στίχοι ἕνδεκα, ὅτι ἄκαιρος ἡ ἀπαρίθ‐ μησις τῶν ὀνομάτων· μᾶλλον γὰρ ἀλλοτριοῖ τὴν Ἥραν ἢ προσάγε‐ ται. καὶ ὁ ἐπ〈ε〉ιγόμενος συγκοιμηθῆναι, διὰ τὴν τοῦ κεστοῦ δύναμιν, πολυλογεῖ. | καὶ Ἀριστοφάνης προηθέτει. A | ||
14317b | ex. | Ἰξιονίης ἀλόχοιο: τῆς ὕστερον γενομένης Ἰξίονος· παρθένοις γὰρ Ζεὺς συγγίνεται. b(BCE3E4)T ἐναντίον δὲ αὐτῷ τὸ „Ἀγαμεμνονέην ἄλοχον“ (γ 264) τὴν πρώην Ἀγαμέμνονος. T | |
14317c1 | ex. | 〈Ἰξιονίης ἀλόχοιο:〉 Ἰξίονος γυνὴ Δία, Ἠϊονέως θυ‐ γάτηρ. Til | |
14317c2 | ex. | D | {ἰξιονίης ἀλόχοιο:} τῆς Ἰξίονος γυναικὸς Δίας. | ἦν δὲ αὕτη θυγάτηρ †ἰηονέως†. μετὰ δὲ τὸ φθαρῆναι—ἐζεύχθη. A | |
14.318 | ex. | 〈θεόφιν:〉 θεῷ ἢ θεοῖς· τὸ γὰρ ἴσος ὅμοιος ἀλίγκιος ἀτάλαν‐ τος δοτικῇ συντάττεται. Til | |
14.319 | ex. | Δανάης: ἐξ Εὐριδίκης καὶ Ἀκρισίου. Εὐφορίων (fr. 86 Pow.)· „ὀθνεῖον Περσεῖ τελέων γάμον Εὐρυμέδοντι“. τινὲς δέ φασι πλείονα Ἡρακλέους αὐτὸν εἰργασμένον οὐ τυχεῖν δόξης, ὅτι Διόνυσον ἀνεῖλεν εἰς τὴν Λερναίαν ἐμβαλὼν λίμνην. T | |
5 | D | {οὐδ’ ὅτε περ} Δανάης: Δανάη Ἀκρισίου—παρέλαβε Περσεύς. A | |
14.320 | Did. (?) | 〈ἀριδείκετον:〉 τινὲς „πολὺ φίλτατον“. Til | |
14.321 | ex. | 〈Φοίνικος κούρης:〉 Φοίνικος καὶ Κασσιεπείας Εὐρώπη. | |
Til | |||
14322a1 | Did. | 〈Μίνω:〉 Ἀρίσταρχος „Μίνων“ σὺν τῷ ν, Ζηνόδοτος χωρὶς τοῦ ν. Aim | |
14322a2 | 〈Μίνω τε:〉 τινὲς „Μίνωα“, Ζηνόδοτος Μίνω 〈τε〉, Ἀρίσταρχος „Μίνων 〈τε〉“ Ἀττικῶς. Til | ||
14322b | ex. | Ῥαδάμανθυν: ἐπεὶ ἐμάνη περὶ τὰ ῥόδα τὰ ὑπὸ τοῦ ταύ‐ ρου προϊέμενα ἡ Εὐρώπη, Ῥαδάμανθυν ὠνόμασε τὸν παῖδα. AT | |
14.323 | D | {οὐδ’ ὅτε περ} Σεμέλης: Σεμέλης τῆς Κάδμου—ἡ ἱστορία παρ’ Εὐριπίδῃ ἐν Βάκχαις (e. g. 88—98). A | |
D | {οὐδ’} Ἀλκμήνης {ἐν θήβηι}: Ἀλκμήνης τῆς Ἠλεκτρυόνος —δὲ ἐξ Ἀμφιτρύωνος. A | ||
5 | ex. | 〈ἐνὶ Θήβῃ:〉 ἐκεῖ γὰρ ἐτέχθη Ἡρακλῆς. Til | |
14324a | Ariston. | 〈ἥ ῥ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα:〉 ὅτι ἔχει τι Ὁμηρικόν· πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκε. Aint | |
14324b | ex. | D | Ἡρακλῆα: Ἀλκαῖος ἐκαλεῖτο· ὁ δὲ Πύθιος (fr. 443 P.—W.)· „Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει· / ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεισ“. οἱ δὲ ὅτι Πορφυρίωνος ἐρασθέντος Ἥρας, προσκαλεσαμένης αὐτῆς, ἐλθὼν ἐβοήθησε· διὸ παρὰ | |
5 | τὸ ὑπὸ τῆς Ἥρας κληθῆναι Ἡρακλῆς λέγεται. T | φασὶ δὲ τὸν Δία συγκοιμώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας· ὅθεν ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν „τρι‐ | ||
έσπερον“ (cf. Lyc. Al. 33) Ἡρακλέα ἐποίησεν. AT | |||
14325a | ex. | Διώνυσον: Διόνυσος ἀπὸ Διὸς καὶ Νύσης τοῦ ὄρους. οἱ δὲ Διόνυξος, ἐπεὶ κερασφόρος τεχθεὶς ἔνυξε τὸν μηρὸν τοῦ Διός. b (BCE3E4)T οἱ δὲ Δεύνυσος, ἐπεὶ βασιλεὺς Νύσ{σ}ης· δεῦνον 〈γὰρ〉 Ἄραβας τὸν βασιλέα. 〈οἱ δὲ〉 ἀπὸ τοῦ πολλὰ διανεῦσαι καὶ κατορθῶ‐ | |
5 | σαι. οἱ δὲ ἀπὸ τοῦ δονεῖν τὰ σώματα. T | ||
14325b | ex. | χάρμα 〈βροτοῖσιν〉: σημειωτέον ὅτι καθ’ Ὅμηρον εὑρετὴς οἴνου Διόνυσος. T | |
14.327 | ex. | 〈οὐδ’ ὁπότε Λητοῦς—αὐτῆς:〉 κατέλειψε {δὲ} Λήδαν φασί, καὶ τὴν ἐκ Διὸς Ἑλένην. καὶ μὴν Ἀντιόπην ἀφῆκε, καὶ Διώνην· οὐ γάρ, ὥς τινες ψυχρευόμενοι, ἐπεὶ πρὸ Ἀφροδίτης οὐκ ἦσαν ἔρωτες. T | |
14328a | Hrd. | {ὡς} σέο {νῦν ἔραμαι}: ὀρθοτονητέον· ἀντιδιαστολὴ γὰρ | |
πρὸς ἄλλα πρόσωπα. A | |||
14328b | ex. | 〈σέο:〉 τινὲς κατ’ ἀντιδιαστολήν, καὶ ὀρθοτονοῦσιν. ἡ δὲ χρῆσις ἐγκλίνει. Til | |
14330-5 | Nic. | αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες 〈—νεοίμην〉: τελεία στιγμὴ μετὰ τὸ Κρονίδη (330)· προσα‐ γορευτικὴ γάρ ἐστιν ἡ περίοδος. ἡ δὲ ἑξῆς ἀνάγνωσις ἀμφίβολος· ἤτοι γὰρ καθ’ αὑτὸ ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες (330), | |
5 | εἶτα ἀφ’ ἑτέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι (331), ἵνα ὑποστίζωμεν κορυφῇσι (332) καὶ ἅπαντα (332), στίζωμεν δὲ μετὰ τὸ πῶς κ’ ἔοι (333)· εἶτα ἀπ’ ἄλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν ἀειγενετάων (333), καὶ ὑποστίζωμεν ἀθρήσειε (334), πεφράδοι (335), ἵν’ ἦ ἀπόδοσις οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα (335). οὕτως δὲ ἔσον‐ | ||
10 | ται ἀνταποδοτικαὶ περίοδοι, ἀμφότεραι ὀρθαί, τοιαῦται· ‘εἰ νῦν ἐπὶ τῆς Ἴδης κοιμηθῆναι βούλει, πῶς ἂν εἴη‘, οἷον ‘πῶς ἂν ἐνδέχοιτο;‘ ἡ δὲ ἑτέρα ‘εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι, οὐκ ἂν ἔλθοιμι εἰς τὸν σὸν οἶκον‘. ἢ ἀνεστραμμένας αὐτὰς ποιητέον, συνάπτοντα οὕτως· ποῖον τὸν μῦθον ἔειπες, / εἰ νῦν ἐν φιλότητι λιλαίεαι | ||
15 | (330—1)· ἔστι δὲ στιγμὴ ἐν κορυφῇσι (332) καὶ ἅπαντα (332), εἶτα καθ’ ἑαυτὸ ἀπορούσης τῆς θεοῦ πῶς κ’ ἔοι (333), πῶς ἂν τοῦ‐ το ἐνδέχοιτο; ἢ καὶ τοῦτο αὐτὸ τοῖς ἑξῆς συναπτέον, πῶς κ’ ἔοι, εἴ τις νῶϊ θεῶν (333) ἕως τοῦ πεφράδοι (335), εἶτα ἀφ’ ἑτέρας ἀρχῆς οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην (335). A | ||
14.330 | ex. | ποῖον τὸν μῦθον ἔειπες: γυναικικῷ τῷ ἤθει ἐπιπλήτ‐ τει ὡς ἀπηρυθριακότι. ἀκκίζεται δέ, ἀπάξαι αὐτὸν τῆς Ἴδης θέλουσα πρὸς τὴν εὐκαιρίαν τῆς ἐπικουρίας. b(BCE3E4)T | |
14.332 | ex. | 〈προπέφανται:〉 πρόδηλά ἐστιν. Til | |
14.333 | Nic. (?) | πῶς κ’ ἔοι: στικτέον εἰς τὸ ἔοι, ἀντὶ τοῦ ‘πῶς ἂν εἴη‘. T | |
14.337 | ex. | 〈ἐθέλεις:〉 λείπει μιγῆναι. Til | |
14338a | ex. | ἔστιν τοι θάλαμος: δοκεῖ μὲν αἰδημόνως διαλέγεσθαι, ἔστι δὲ οὐδὲ τοῦτο ἄτεχνον αὐτῇ, ἀλλὰ θέλει τὸν Δία κατακλεῖσαι εἰς τὸ δωμάτιον, ἵνα μὴ διαναστὰς ἐκ προχείρου θεάσηται τὰ Ἑλληνικά. b(BCE3E4)T | |
14338b | Ariston. | φίλος υἱός: ὅτι ἐκ Διὸς καὶ Ἥρας καθ’ Ὅμηρον ὁ Ἥφαιστος. καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εἶναι, ἐν Ὀδυσσείᾳ (sc. θ 312) δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος. ὁ δὲ Ἡσίοδος (sc. th. 927—8) ἐκ μόνης Ἥρας. A | |
14338c | ex. | φίλος υἱός: καὶ „ἀλλὰ τοκῆε δύω, 〈τὼ μὴ γείνασθαι ὄφελλον〉“ (θ 312)· αἰτιᾶται γὰρ ὅτι τῶν αὐτῶν Ἄρεϊ ὢν τοκήων οὐκ ἔστιν ἀρτίπους (cf. θ 310) ὡς ἐκεῖνος. T | |
14340a | ex. | ἔνθ’ ἴομεν: ὅτι εἰς τόπον πάλιν τὸ ἔνθα. T | |
14340b | Did. | 〈ἐπεί νύ τοι εὔαδεν εὐνή:〉 Ζηνόδοτος καὶ Ἀριστο‐ φάνης „ἐπεί νύ τοι εὔαδεν, εὐνήν“. Aim | |
14340c1 | Hrd. | εὔαδεν {εὐνή}: τὸ εὔαδεν ὁ Ἀσκαλωνίτης (p. 53 B.) ψιλοῖ, λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῇ ἐπενθέσει τοῦ υ ψιλοῦται, ὡς ὅλος, „οὖλοσ“ (cf. ρ 343. ω 118). οὕτως οὖν καὶ τὸ ἕαδεν εὔαδεν | |
γένοιτο ψιλούμενον. ἐγὼ δὲ προσ〈ίεμαι〉 τὴν συνήθη ἀνάγνωσιν δα‐ | |||
5 | σύνουσαν τὸ α, ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον. καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν ὡς, εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατὰ μέσον δασύνεσθαι, οἴδαμεν δὲ καὶ τὸ ἅδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ 〈δασυνόμενον〉— „ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων“ (Μ 80)—, εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εὖ ἐπίρρημα προσῆλθε καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ δασεῖα ὡς ἐν | ||
10 | λέξει συνθέτῳ. τὸ μέντοι ἕαδε διαίρεσίς ἐστι τοῦ ἧδε. A | ||
14340c2 | τοῦ {δὲ} εὔαδε τὴν πρώτην ψιλωτέον, τὴν δὲ δευτέραν δασυντέον. T | ||
14342-51 | ex. | ex. | Ἥρη μήτε θεὸν〈—ἔερσαι〉: μὴ μεμφέσθω Πλάτων (cf. rep. 3, 390 c 2) χρυσοῦν νέφος καὶ ἥλιον νικῶν, οἷον οὐκ ἂν οὐδὲ Ἥφαιστος ἐποίησεν, καὶ εὐνὴν ἐξ ἀνθέων. b(BCE3E4)T τοιοῦτος δέ ἐστιν ὡς καὶ Ποσειδῶν καλύπτων κύματι τὴν μίξιν (cf. | |
5 | λ 243—4). T | τρεῖς δέ εἰσι τρόποι, καθ’ οὓς πᾶσα ποίησις θεωρεῖται· ὁ μιμητικὸς τοῦ ἀληθοῦς, φιλοπάτωρ, μισογύνης, ἄπιστος, παρρη‐ σιαστής· ὁ κατὰ φαντασίαν τῆς ἀληθείας, ὃν δεῖ μὴ κατὰ μέρος ἐξετάζειν, οἷον, ὅτι ψυχαὶ γεύονται καὶ λαλοῦσι, πάντως ἐρεῖ τις καὶ γλῶσσαν ἔχουσι καὶ βρόγχον· τρίτος δὲ ὁ καθ’ ὑπέρθεσιν ἀληθείας | ||
10 | καὶ φαντασίαν, Κύκλωπες, Λαιστρυγόνες καὶ ταῦτα τὰ περὶ θεῶν. b (BCE3E4)T | ||
14342-3 | Did. (?) | ex. | μήτε θεὸν 〈τό γε δείδιθι μήτε τιν’ ἀνδρῶν / | |
ὄψεσθαι〉: ἄμεινον „θεῶν“ ὡς ἀνδρῶν (342). | πᾶς δὲ τόπος τῇ νομίμῳ μίξει θάλαμός ἐστι, τῇ δὲ ἀθέσμῳ οὔ. ἀμέλει Ἄρεα οὐκ ἔκρυψεν οὐδὲ Ἡφαιστότευκτος ὢν ὁ θάλαμος (cf. θ 321). b(BCE3)T | |||
14.343 | ex. | ἀμφικαλύψω: περιβαλῶ, ὡς τὸ b(BCE3E4)T „νύκτα ... ἐκάλυψε“ (Ε 506—7) καὶ T „πέπλοιο φαεινοῦ πτύγμ’ ἐκά‐ λυψεν“ (Ε 315). b(BCE3E4)T | |
14.344 | ex. | οὐδ’ ἂν 〈νῶϊ〉 διαδράκοι Ἠέλιός περ: πῶς οὖν ὁ Ὕπνος διϊκνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς Ὕπνος, ἀλλὰ τὸ πάθος. b(BCE3E4)T | |
14.346 | ex. | Hrd. (?) | 〈ἀγκάς:〉 ἠγκαλισμένως, | ὡς „ἑκάσ“ (Ε 791 al.). Til | |
14347-51 | D | τοῖσι δ’ ὑπὸ χθὼν〈—ἔερσαι〉: ἐμπεσὼν εἰς φορτικοῦ πράγματος διήγησιν ἐφ’ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, δι’ ὧν ἀπέκλεισε τὸ περαιτέρω πολυπραγμονεῖν ἡμᾶς. b(BCE3E4)T | |
14.347 | D | νεοθηλέα ποίην: ἀνθηρῶς γράφει τὴν εὐνὴν καὶ προθεὶς τὸ γένος ποίην ἐπιφέρει τὸ εἶδος (sc. Ξ 348—9). οὐκ εἶπε δὲ ῥόδον διὰ τὸ ἀκανθῶδες. νεοθηλέα δέ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ ζῷα. b(BCE3E4)T κατὰ συλλογισμὸν δέ ἐστιν ἡ ὑπεροχή, εἴγε | |
5 | καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου. b(BE3E4)T | ||
14.348 | D | λωτόν: εἶδος χόρτου ἑλείου—δροσώδη. A | |
ex. | 〈ὑάκινθον: Ὑάκινθοσ〉 Ἀμύκλα{ς} παῖς. Til | ||
14349a | Did. | {πυκνὸν καὶ μαλακὸν} ὃς ἀπὸ χθονὸς ὑψός’ ἔεργε: οὕτως Ἀρίσταρχος ἔεργε, AAint τὸν Δία καὶ τὴν Ἥραν. ἐν δέ τισιν „ὑψός’ ἄειρε“, καὶ „ὑψός’ ἔερπε“ διὰ τοῦ π. ἐν δὲ τῇ Χίᾳ „ὑψός’ ἵκανε“. Ζηνόδοτος „{πυκνὸν καὶ μαλακὸν} ἵν’ ἀπὸ χθονὸς | |
5 | ἀγκαζέσθην“. A | ||
14349b | Did. | ex. | {ὑψός’} ἔεργεν: τινὲς „ἔερπεν“, οἱ δὲ „ἵκανεν“, οἱ δὲ „ἄειρεν. | ἄμεινον δὲ ἔεργεν ἀντὶ τοῦ ἀνέστελλεν, ὡς „ἐπ’ ἀριστερὰ λαὸν ἐέργων“ (Μ 201). T | |
14.350 | ex. | 〈τῷ:〉 τινὲς τῷ ἀπ’ αὐτῶν θαλλῷ. Til | |
14350-1 | ex. | νεφέλην 〈ἕσσαντο / καλὴν〉 χρυσείην: αἰθέριον, ἐπεὶ πυρώδης ὢν ὁ αἰθὴρ χρυσίζει. T | |
14351a | Hrd. | στιλπναί {δ’ ἀπέπιπτον}: ὁμοίως τῷ ἰσχναί· τὰ γὰρ εἰς νος δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει, „πρυμνόσ“ (Μ 446), ἰσχνός, πυκνός. ἐναντιοῦται τὸ λίχνος· τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεως. A | |
14351b | ex. | στιλπναί: ὡς παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός, b(BCE3E4)T οὕτως παρὰ τὸ στίλβω στιλπνός. b(BCE3E4) | |
14351c1 | Did. | 〈ἀπέπιπτον:〉 Ζηνόδοτος γράφει „ἀνέπιπτον“ ἀντὶ τοῦ | |
ἐπέπιπτον, ὡς „χρυσέαισιν ἀν’ ἵπποισ“ (Pind. Ol. 1, 41). Til | |||
14351c2 | Ζηνόδοτος †ἐπέπιπτον. Aim | ||
14351d1 | Hrd. | ἔερσαι: ὁ Ἀσκαλωνίτης (p. 53 B.) ἀξιοῖ παροξύνειν τὸ ἔερσαι ὁμοίως τῷ Εὐτέρπαι· καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί („μή μ’ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση“ [ε 467]), τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, „Ἑλένη“ (Γ 171 al.), | |
5 | Ἑλέναι· οὕτως εἰ ἐέρση, καὶ „ἐέρσαι“. ἠλιθίως πάνυ· οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον, ὁμοίως τῷ ἄελλα „ἀέλλη“ (Π 374), οὕτως ἔερσα καὶ „ἐέρση“ (Ψ 598 al.). εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ ἔερσα προπαροξυνομένου τὸν τόνον. A | ||
14351d2 | 〈προ〉παροξυτόνως τὸ ἔερσαι· ἡ γὰρ εὐθεῖα ἔερσα ἐστὶ καὶ μεταβολῇ τοῦ α εἰς η „ἐέρση“, ὡς ἄελλα „ἀέλλη“. T | ||
14351e | ex. | ἔερσαι: παρὰ τὸ ἄρσαι· ποτίζει γὰρ τὰ φυτὰ ἡ ἕρση. T | |
14351f | ex. (Did.?) | 〈ἔερσαι:〉 ἐπάγουσί τινες „δή ῥα τότ’ ὀφθαλμοῖσι Διὸς χύτο νήδυμος ὕπνοσ“ (Ξ 351 a)· τοῦτο γὰρ δεῖ δηλωθῆναι. T | |
14.353 | ex. | 〈ὕπνῳ:〉 τῷ πάθει. Til | |
14354-5 | ex. | βῆ δὲ θέειν〈—ἐννοσιγαίῳ〉: διὰ τὴν ἐπαγ‐ γελίαν τῆς ἐρωμένης καὶ ἃ μὴ κελεύεται ποιεῖ ὁ Ὕπνος· οὐ γάρ ἐστι τῶν συμμαχούντων ὡς οὐδὲ ὁ Ἥλιος οὐδὲ ἡ Δημήτηρ. b(BCE3E4)T | |
14.354 | Ariston. | 〈Ἀχαιῶν νήδυμος Ὕπνος:〉 ὅτι σὺν τῷ ν νήδ〈υμος〉. Aim | |
14357-8 | ex. | Δαναοῖσι, 〈Ποσείδαον,〉 ἐπάμυνε 〈/ καί σφιν κῦδος ὄπαζε〉: πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν ἐκ τοῦ εἰρημένου ὑπὸ τῆς Ἥρας „ἦ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆν“ (Ξ 265). b(BCE3E4)T | |
14359a | Did. (?) | 〈κῶμα κάλυψα:〉 ἐν ἄλλῳ „κῶμ’ ἐκάλυψα“. Aim | |
14359b | ex. | 〈κῶμα:〉 τὸ {δὲ} κῶμα ἢ ἀπὸ τοῦ κοίμημα (ἔδει 〈δὲ〉 κοιμῶ κοίμημα κοῖμα). εἰ δὲ ἀπὸ τοῦ κωμαίνω, ὡς δειμαίνω „δεῖμα“ (Ε 682). T | |
14.360 | ex. | Ἥρη δ’ ἐ〈ν φιλότητι〉 παρήπαφεν 〈εὐνηθῆναι〉: οὐκ ἀναγκαῖον, φασί, τὸ ἀπόρρητον ἐξενεγκεῖν. ἢ πρὸς τὸ θαρραλεώτερον ποιῆσαι Ποσειδῶνα τὴν τέχνην τῆς Ἥρας ἐδήλωσεν. b(BCE3E4)T | |
14361a1 | ex. | ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων: εἰ δὲ †ἕως κίεις† Λῆμνον, ὑπέστρεψεν ἂν ἐκεῖ, ὡς 〈οἱ〉 ἄνεμοι (cf. Ψ 229) καὶ Ἄρης (cf. θ 361) καὶ Ἀφροδίτη (cf. θ 362). T | |
14361a2 | εἰκότως ἐπὶ τὰ φῦλα τῶν ἀνθρώπων πορεύεται κατακοιμί‐ σων αὐτούς· οὐ γὰρ ἐμπεριέχεται ὁ Ὕπνος τόπῳ. b(BCE3E4) | ||
14362a1 | ex. | ἀνῆκεν: ἀνέπειθεν ἢ παρώρμησεν. ἀπὸ τῶν ἵππων δέ, | |
οἷς ἀνιᾶσι τὰς ἡνίας. T | |||
14362a2 | ἀπὸ τῶν ἵππων ἡ μεταφορά, οἷς τὰς ἡνίας ἀνιᾶσιν. b (BCE3E4) | ||
14.363 | ex. | μέγα προθορὼν 〈ἐκέλευσεν〉: μέγα καὶ τὸ ἐκέλευσε καὶ τὸ προθορών. T | |
14.364 | D | Ἀργεῖοι, καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην: ταῦτα καὶ τὰ ἑξῆς κατ’ ἐπερώτησιν ἀναγνωστέον. A | |
14364-5 | ex. | Ἀργεῖοι—ἄρηται: ἐν ἤθει καὶ κατ’ ἐρώτησιν ὁ λόγος. διεγείρει δὲ αὐτοὺς διὰ τοῦ λέγειν ὅτι τὰς νῆας ὁ Ἕκτωρ ἑλεῖ. b(BCE3E4)T | |
14366a | Ariston. | καὶ εὔχεται: ὅτι Ζηνόδοτος γράφει „καὶ ἔλπεται“. ἁρ‐ μόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται, καυχᾶται. A | |
14366b | ex. | εὔχεται: οὐκ „ἔλπεται“· καυχηματίας γάρ ἐστιν ὁ Ἕκτωρ. b(BCE3E4)T | |
14366-7 | ex. | οὕνεκ’ Ἀχιλλεύς 〈/ νηυσὶν ἔπι—ἦτορ〉: ἐμείωσεν αὐτὸν οὐκ ἀλκῇ θαρροῦντα, ἀλλὰ τῇ σπάνει τῶν πολεμίων. b(BCE3E4)T | |
14.368 | ex. | οὔτι λίην: πεφεισμένως· ἄμεινον γὰρ τοῦ οὐδ’ ὅλως. b (BCE3)T | |
14368-9a1 | ex. | εἴ κεν οἱ ἄλλοι 〈/ ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν ἀλλήλοισιν〉: ἐὰν ἀλλήλους παροξύνωμεν βοηθεῖν ἀλλήλοις. δι‐ δάσκει δὲ ὅτι δυνατὸν αὐτοὺς περιγίνεσθαι καὶ χωρὶς Ἀχιλλέως. T | |
14368-9a2 | οὐ τοσαύτη, φησί, χρεία γένηται Ἀχιλλέως, ἐὰν ἀλλήλους παροξύνωμεν εἰς βοήθειαν. διδάσκει δὲ ὅτι δυνατὸν περιγίνεσθαι τῶν πολεμίων τοὺς ὁμοψύχους καὶ φιλαλλήλους. b(BCE3E4) | ||
14371a | Nic. | 〈ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέ‐ γισται:〉 ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου· λείπει γὰρ τὸ εἰσί. Aim | |
14371b | ex. | 〈ἄρισται:〉 ἰσχυραί. Til | |
14372a | Hrd. | παναίθῃσιν: τὸ παναίθῃσιν οἱ πλείους προπερισπῶ‐ σιν, Εὐφράνωρ δὲ βαρύνει. φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλ‐ λυβα, ὀξυνόμενα, συντιθέμενα καὶ μὴ γινόμενα κύρια, τότε μὲν φυλάσ‐ σειν τὸν τόνον, ὅτε μετὰ προθέσεως συντίθεται, τότε δὲ ἀναβιβάζειν, | |
5 | ὅτε οὐ μετὰ προθέσεως· ἐπιτομή, ἀνοχή, συνοχή, ἱστοδόκη δὲ καὶ καπνοδόκη, λατύπη, οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προ‐ θέσεώς ἐστι, βαρυτονηθήσεται. τάχα δὲ καὶ παρώνυμόν ἐστι, καὶ πάλιν ὀφείλει βαρύνεσθαι· ὡς γὰρ παρὰ τὸ „καλόσ“ (Φ 108 al.) ἐγένετο πάγκαλος καὶ παγκάλη, οὕτως καὶ παρὰ τὸ αἰθός πάναιθος, ᾧ ἀκό‐ | ||
10 | λουθον τὸ παναίθη. A | ||
14372b | ex. | ex. | παναίθῃσιν: ὁλολάμπροις. b(BCE3E4)T ἔστι δὲ | |
(Hrd.) | παρὰ τὸ παναίθη ὡς „περιξέστῃ“ (μ 79), ἢ παναίθης καὶ ἔκτασις. T | βαρυντέον δὲ τὸ παναίθῃσι· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ δισύλ‐ λαβα ὀξυνόμενα, ἐν τῇ συνθέσει μὴ γινόμενα κύρια, τότε μὲν φυλάσσει | ||
5 | τὸν τόνον, ὅταν μετὰ προθέσεως συντεθῇ, ἀνατολή, εἰ δὲ μετὰ ἄλλου τινός, ἀναβιβάζει τὸν τόνον, ἱστοδόκη, καπνοδόκη. ὥστε καὶ τὸ †ὑδρορόη† παρὰ τοῖς ἀρχαιοτέροις Ἀττικοῖς ἀναλόγως βαρυντέον, τὸ δὲ †ἀναροή† βαρυνόμενον παρ’ αὐτοῖς σημειωτέον. b(BCE3E4)T | ||
14376a | Ariston. | ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, 〈ἔχῃ δ’ ὀλίγον σάκος ὤμῳ〉: οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται, ὅτι γελοῖον μὴ τὰ ἁρμόζοντα ἀναλαμβάνειν, ἀλλὰ μείζονα εἰς ἐμποδισμὸν τῆς χρήσεως. A | |
14376b | Nic. | 〈ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, ἔχῃ δ’ ὀλίγον σάκος ὤμῳ:〉 λείπει τὸ ᾖ, ὃς ἂν ᾖ· διὸ ὑποστιγμὴ καὶ ἐπὶ τὸ 〈μενέχαρμος καὶ ἐπὶ τὸ〉 ὤμῳ. Aint | |
14376c | Did. | 〈ἔχῃ:〉 Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου, „ἔχει“. Aim | |
D | ὀλίγον σάκος: μικρὰν ἀσπίδα—πηλικότητος. A | ||
14376-7a1 | Did. | 〈ὃς δέ κ’ ἀνὴρ—μείζονι δύτω:〉 τοὺς δύο Ζηνόδοτος μὲν οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ. Til | |
14376-7a2 | Ζηνόδοτος δὲ προηθέτει. A | ||
14376-7b | ex. | ὃς δέ κ’ ἀνὴρ μενέχαρμοσ〈—μείζονι δύτω〉: ἀθετοῦνται· οὐκ ἂν γὰρ ἀνίσους ἐφόρησαν ἀσπίδας. τινὲς δὲ ὀλίγον (376) ἀνάξιον πρὸς τὴν κατασκευήν, μεῖζον (cf. 377) δέ, ὃ ἄριστον ἂν εἶπεν· ἄλλως τε ἄτοπον, μὴ τὰς κρείσσους καὶ ἁρμοδίας, ἀλλὰ τὰς | |
5 | μεγάλας ἀναλαβεῖν. τό τε μενέχαρμος (376), φασίν, οὐκ οἶδεν ὁ | ||
ποιητής. τί οὖν ἐστι τὸ „τὸν δ’ Ἀντίλοχος μενεχάρμησ“ (Ν 396); T | |||
14.377 | ex. | 〈δύτω:〉 ὁπλιζέσθω. Til | |
14379a1 | ex. | 〈τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ:〉 καλῶς {δὲ} οἱ τραυματίαι κοσμοῦσι. πρὸς προτροπὴν γενναίων ἔργων, ὅτι καίπερ τετρωμένοις αὐτοῖς μέλει τῆς μάχης. T | |
14379a2 | καλῶς αὐτοὺς †αἱ† τραυματίαι κοσμοῦσιν, ἐκ τῆς ἰδίας διεγείροντες εὐψυχίας πρὸς προτροπὴν γενναίων ἔργων. b(BCE3E4) | ||
14379b1 | Ariston. | 〈οὐτάμενοί περ:〉 ὅτι συλληπτικῶς εἴρηκεν οὐτασμέ‐ νων τινῶν καὶ βεβλημένων. Aim | |
14379b2 | {οὐτάμενοί περ:} συλληπτικῶς τὸ οὐτάμενοι· Διο‐ μήδης γὰρ βέβληται. T | ||
14382a | Ariston. | ἐσθλὰ μὲν ἐσθλὸς 〈ἔδυνε, χέρεια δὲ χείρονι δό‐ σκεν:〉 ὅτι οὗτος ὁ στίχος τοὺς προκειμένους (sc. Ξ 376—7) ἀν‐ αιρεῖ· βελτίονα μὲν γὰρ τῇ κατασκευῇ ἐνδέχεται ἀναλαμβάνειν, μεί‐ ζονα δὲ οὔ. A | |
14382b | ex. | ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, 〈χέρεια δὲ χείρονι δόσκε〉: τοῦτο ποιοῦσιν, ὅπως τὰ ἀσφαλέστερα ἔχοντες οἱ ἄριστοι | |
κινδυνεύοιεν προθύμως. καὶ πῶς μετενδιδύσκονται; ἐπισφαλὲς γὰρ εἶναι δοκεῖ τὸ ἐναλλάσσειν τὰς πανοπλίας ἐν πολέμῳ, ὁπότε καὶ τοὺς | |||
5 | ὡπλισμένους ἐφύλαττον· „ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα“ (Μ 389) b(BCE3E4)T καὶ „πλευρά, τά οἱ κύψαντι“ (Δ 468). T ἔχου‐ σιν οὖν σκέπην τὰς ναῦς ἀσπίδας ἀμείβουσιν (cf. Ξ 381). —ἀλλ’ οὐκ ἂν ὡμολόγησέ τις χείρων εἶναι, ὅπως μὴ ἀφαιρεθείη. ἀλλ’ ἑωρῶντο b(BCE3E4)T „οἳ 〈τὸ πάρος περ /〉 θυμῷ ἦρα φέροντεσ“ (Ξ | ||
10 | 131—2) ἀφέστασαν, T εἰκός τε ἦν αὐτοὺς πεισθήσεσθαι διὰ τὸ μέγεθος τοῦ ἐπὶ ναυσὶ κινδύνου, ἐπεὶ καὶ οἱ πλέοντες ἐν κινδύνῳ αὐ‐ τόχειρες γίνονται τῶν σκευῶν, τοὺς ναύτας παρωσάμενοι, εἰ ἄτεχνοί εἰσιν. b(BCE3E4)T πῶς τε οὐκ ἔμελλον ἀπὸ τοῦ νῦν γενναίως πολεμεῖν ἕκαστος, εἰδὼς ὡς ζῶν ὑπὸ πολίτου σκυλευθήσεται μὴ πο‐ | ||
15 | λεμῶν; b(BE3E4)T | ||
14382c | ex. | 〈χέρεια:〉 ὡς τὸ „πλέα〈σ〉“ (Β 129) συγκέκοπται. Til | |
14382d1 | Did. | 〈δόσκεν:〉 οὕτως Ἀρίσταρχος δόσκεν. Aint ἔνια δὲ τῶν ὑπομνημάτων „δῶκεν“ ἀντὶ τοῦ δόσκεν· καὶ ἔστιν εὐφρα‐ δέστερον. A | |
14382d2 | δόσκεν: οὕτως Ἀρίσταρχος. ἔν τισι δὲ „δῶκε“. T | ||
14383a | D | ex. | νώροπα: τὸν λαμπρόν b(BCE3E4) | ἢ τὸν εὐόρατον παρὰ | |
τὸ νοῆσαι, οἷον νοηρὸς νωρός, b(BCE3E4)T ὡς παρὰ τὴν βοὴν καὶ „βώσαντι γεγωνεῖν“ (Μ 337). ὡς δὲ τῷ οἶνος ἀντιπαράκειται οἶνοψ 〈καὶ τῷ σκῶλοσ〉 σκόλοψ, οὕτω 〈τῷ〉 νωρός T νῶροψ. | |||
5 | b(BCE3E4)T | ||
14383b | ex. | 〈χαλκόν:〉 τὴν ἐκ χαλκοῦ ὕλην. Til | |
14.385 | ex. | {δεινὸν} ἄορ: τινὲς τὴν τρίαιναν, ἐπεὶ καὶ Ἀρκάδες καὶ Αἰτωλοὶ πᾶν ὅπλον ἄορ καλοῦσιν· ὅθεν καὶ „Ἀπόλλωνος χρυσαόρου“ (Ε 509) καὶ „Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ“ (Philet. fr. 23 Pow. = 27 K.). ὁ δὲ ποιητὴς μόνον τὸ ξίφος, παρὰ τὸ αἰωρεῖσθαι. T | |
14387a1 | Hrd. | {ἐν} δαΐ {λευγαλέηι}: ὁ Ἀσκαλωνίτης (p. 54 B.) βα‐ ρύνει ὡς „Θέτι“ (Σ 407). οἱ δὲ πλείους ὡς φλεβὶ ὀξύνουσιν, οἷς συγ‐ κατατίθεμαι· εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡς οἴεται ὁ Ἀσκαλωνίτης, δάϊς ὡς „Θέτισ“ (Α 413 al.) βαρυνομένη, καὶ ὡς „πάντα Θέτι καλλιπλο‐ | |
5 | κάμῳ“ (Σ 407), οὕτως δάϊ, πρῶτον ἐκτείνεσθαι δεήσει τὸ ι, δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον· τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκά, τῷ α παραληγόμενα, οὐ φιλεῖ βαρύνεσθαι, τοὐναντίον δὲ ὀξύνεσθαι— ὁ δὲ λόγος ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τις τὸ Ξόϊς ἢ Σάϊς ἀντιθῇ κεί‐ μενα παρ’ Ἡροδότῳ (sc. 2, 28, 1 al.) —, οἷον Θηβαΐς, Δαναΐς, Λαΐς, | ||
10 | Θαΐς. οὕτως ἄρα δαΐς, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου, ὥσπερ καὶ τὸ ἀκρίς. ἄμεινόν | ||
ἐστιν ἐκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπὸ τῆς δάϊς βαρυνομένης εἴτε ὀξυνομέ‐ νης ἡ προκειμένη ἐστὶ δοτική, ὀφείλει ὀξύνεσθαι τῷ τὰς εἰς ι συνεσταλ‐ μένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπ’ ὀνομάτων ἀρσε‐ | |||
15 | νικάς τε καὶ θηλυκὰς ὀξύνεσθαι, „μηνί“ (ω 118), χηνί. ταύτῃ καὶ „λι‐ τί“ (Σ 352. Ψ 254). οὕτως καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται, εἴτε συγκέ‐ κοπται, ὀξυτονηθήσεται. A | ||
14387a2 | εἰ δὲ καὶ ἀπὸ τῆς δάϊς εὐθείας ἐστίν, ὀξύνεται τὸ δαΐ, εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται. T | ||
14387b | ex. | δαΐ: δαίω δαίσω δαῒς δαΐ, ὅθεν τὸ „δήϊοσ“ (cf. Β 415 al.), „Δηϊλέων“ (Ap. Rh. 2, 956, cf. Υ 395), καὶ ὡς τὸ „λελασμένος ἱπποσυνάων“ (Π 776) συνεστάλη Ἰωνικῶς. T | |
14387c | x (ex.?) | 〈δαΐ:〉 ὅτι βαρύνεται ἡ εὐθεῖα δάϊς, διδασκόμεθα ἐκ τῆς παρὰ Καλλιμάχῳ (fr. 562) αἰτιατικῆς „ἐς δάϊν ὁπλισμὸν †ἵππειο톓· ἡ γὰρ τοιαύτη αἰτιατικὴ βαρυνομένην αἰτεῖ εὐθεῖαν. καὶ τὸ δῆϊς συνο‐ μολογεῖ τῷ τόνῳ· τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ι πλεονάσαντος | |
5 | ἐγένετο. A | ||
14.388 | ex. | 〈ἑτέρωθεν:〉 ἐκ τῆς ἑτέρας στάσεως. Til | |
14.389 | Did. | 〈τάνυσσαν:〉 οὕτως διὰ τοῦ α γραπτέον τάνυσσαν. Aint | |
14.391 | Ariston. | 〈ἤτοι ὁ μὲν Τρώεσσιν, ὁ δ’ Ἀργείοισιν ἀρήγων:〉 ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. Aint | |
14.392 | ex. | ἐκλύσθη δὲ θάλασσα: ἐκλυδωνίσθη συναγανακτοῦσα Ποσειδῶνι b(BCE3E4)T —ὡς „ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί“ (Α 46)— T καὶ αὔξουσα τὴν βοὴν τῶν Ἀχαιῶν. παρατηρητέον δὲ ὅτι πρὶν εἰπεῖν τι τῶν κατὰ μάχην, θορυβεῖ τὸν ἀκροατήν. b(BCE3E4)T | |
14.393 | ex. | 〈ξύνισαν:〉 τὰ δύο στρατεύματα. Til | |
14394-9 | ex. | οὔτε θαλάσσης κῦμα〈— /〉 οὔτε πυρὸς 〈— /〉 οὔτ’ ἄνεμοσ〈—χαλεπαίνων〉: περισπούδαστόν τι δηλοῖ τὰς παραβολὰς πληθύνων. τρία δὲ ταῦτα ἴσμεν ἐν ἀνθρώποις ἰσχυρότατα, θαλάσσης κίνησιν, πυρὸς βρόμον, ἀνέμου ὁρμήν. τί οὖν | |
5 | παραλέλοιπεν εἰς αὔξησιν; †ὅτε† κῦμα πελάγιον, περιρρησσόμενον ἀποκρότῳ τόπῳ κατὰ χαλεπὴν λύσσαν Βορέου, εἶτα τὸν βρόμον τοῦ πυρός, οὐ κατοικιδίου, ἀλλ’ οὔρεος ἐν βήσσῃς (397), ὅ ἐστι κοιλώ‐ μασιν· ψιλαὶ γὰρ αἱ ἀκρώρειαι ὡς εἶναι ὅλου ὄρους ἐμπρησμόν. εἶτα ὁ ἄνεμος οὐ διὰ μαλακοῦ ἀέρος ἀνεμποδίστως θέων, ἀντιτυπῶν δὲ δρυ‐ | ||
10 | σὶν ὑψηλαῖς ἀντιτετειχισμέναις τῷ πνεύματι. ἰδίως ὑπερθέσεσιν, οὐ πα‐ ραβολαῖς χρῆται, ὡς οὐκ ἔχων εἰκάσαι τὴν φωνὴν διὰ τὸ μέγεθος. ἑκάστῃ δὲ τῶν εἰκόνων ἐν ἄλλοις κατ’ ἰδίαν χρησάμενος νῦν πάσας ἅμα παραλαμβάνει. b(BCE3E4)T τῇ μὲν οὖν ἀπὸ τῆς θαλάσσης οὕτω κέχρηται, „ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διϊπετέος ποταμοῖο / βέβρυχε〈ν〉 | ||
15 | μέγα κῦμα ποτὶ ῥόον, / τόσ〈σ〉η ἄρα Τρῶες ἰαχῇ ἴσαν“ (Ρ 263—4. 266), τῇ δὲ ἀπὸ τοῦ πυρὸς „ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦρ / οὔρεος ἀζαλέοιο, βαθεῖα 〈δὲ〉 καίεται ὕλη“ (Υ 490—1), τῇ δ’ ἀπὸ τῶν ἀνέμων „ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοισιν / οὔρεος ἐν βήσ〈σ〉ῃς βαθέην πολεμιζέμεν ὕλην, / φηγόν τε 〈μελίην τε〉 | ||
20 | τανύφλοιόν τε κράνειαν, / αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας | ||
ὄζους / ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων“ (Π 765—9). T | |||
14394a1 | Ariston. | οὔτε θαλάσσης κῦμα τόσον: ὅτι Ζηνόδοτος τούτων τῶν ὁμοιώσεων τὴν πρώτην (sc. versus Ξ 394—5) τρίτην τέταχεν. ὁ δὲ Ὅμηρος τὰ ἐπιτατικώτερα 〈ὕστερα〉 λέγει. πάντων δὲ ἐπιτατι‐ κώτερον ἀνέμου φορά, ἥτις καὶ τὰ ἄλλα κινεῖ, θάλασσαν καὶ πῦρ. A | |
14394a2 | τῶν δὲ τριῶν παραβολῶν τινες τὴν πρώτην 〈τρίτην〉 τι‐ θέασιν. T | ||
14394b | ex. | βοάᾳ: διὰ τοῦ βοάᾳ ἐδήλωσεν ὡς οὐκ εἰς ὁμαλὴν ἠϊόνα ἐκπίπτει, ἀλλ’ εἰς ἀντίτυπον χέρσον, καὶ „πνοιῇ Βορέω“ (Ξ 395), ὃς εἴωθε κύματα μακρὰ κυλίνδειν. b(BCE3E4)T καὶ διὰ τῆς ἐκτά‐ σεως τοῦ στοιχείου μεμίμηται τὴν ἐπὶ πλείονα ἔκτασιν τοῦ ἤχου, ὡς | |
5 | ἐπὶ τοῦ „ἠϊόνες βοόωσιν“ (Ρ 265). T | ||
14.395 | ex. | ἀλεγεινῇ: ἀλγεῖν παρεχούσῃ τοῖς ἐντυγχάνουσιν. b (BCE3E4)Til | |
14.396 | Hrd. | {οὔτε πυρὸς} τόσσος γε: Ἀρίσταρχος φυλάσσει τὴν ὀξεῖαν ἐπὶ τῆς τος συλλαβῆς, ὁ δὲ Τυραννίων (fr. 34 P.) „τοσσός γε“ ἀνέγνω, τὴν σος συλλαβὴν ὀξύνων, οὐκ εὖ· ὁ γὰρ γέ οὐκ ἀλλάσσει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι, μὴ | |
5 | σύνδεσμον, ἴστω ὅτι τὸ ἐναντίον χωρήσει· ἡ γὰρ διὰ τοῦ γέ ἐπέκτασις τρίτην ἀπὸ τέλους ἐποίει τὴν ὀξεῖαν, „ἔγωγε“ (Α 173), „ἔμοιγε“ (Α 174). A | ||
D | βρόμος: κυρίως ὁ τοῦ πυρὸς ἦχος· ὅθεν καὶ τὸν Διόνυσον, ὄντα ἔφορον τοῦ πυρός, καὶ αὐτὸν Βρόμιον καλοῦσιν, ἀντὶ τοῦ τὸν | ||
10 | ἐπὶ τοῦ πυρός. ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν ὅτι ἐκ Διὸς καὶ Σεμέλης †ὢν ἐβλήθη† τῷ κεραυνῷ, καὶ ὅτι πυρογενής ἐστιν. A | ||
14397a1 | Did. | 〈ὤρετο:〉 ἔν τισι τῶν ὑπομνημάτων „ὤρορε“, καὶ ἔστιν ὅμοιον τῷ „ὤρορ’ ἐπαΐξασ“ (Β 146). Aint | |
14397a2 | τινὲς „ὤρορε“. Til | ||
14398a1 | Did. | 〈τόσσον γε:〉 οὕτως διὰ τοῦ ν τόσσον γε. Aim | |
14398a2 | {τόσον γε:} Ζηνόδοτος „τόσ〈σ〉ος γε“. T | ||
14.399 | ex. | 〈χαλεπαίνων:〉 χαλεπῶς ἐμπίπτων. Til ὁ δὲ ἄνεμος ἐκ παρατρίψεως κάει τὰ δένδρα. T | |
14400a | Nic. | τόσση ἄρα Τρώων 〈καὶ Ἀχαιῶν ἔπλετο φωνή〉: ἀφ’ ἑτέρας ἀρχῆς ταῦτα. Ἀρίσταρχος δὲ χωρὶς τοῦ τ γράφων, „ὅσση ἄρα Τρώων“, πάντως τοῖς ἄνω συνάπτει, ἵν’ ᾖ ὁ λόγος ἀνταποδοτι‐ κὸς ἀνεστραμμένος· ‘οὐ τοσοῦτον βοᾷ τὰ εἰρημένα, ὅση τῶν Τρώων | |
5 | καὶ Ἀχαιῶν ἔπλετο φωνή‘. A | ||
14400b | Did. | 〈ὅσση:〉 ἔξω τοῦ τ αἱ Ἀριστάρχου. οὕτως καὶ Ζηνόδοτος | |
καὶ Ἀριστοφάνης. Aim | |||
14400c | ex. (Did.?) | τόσση {ἄρα τρώων}: ἐν πολλοῖς „ὅσση“ δίχα τοῦ τ, ὡς τὸ „τόσ〈σ〉ον τίς τ’ ἐπιλεύσσει, ὅσον τ’ ἐπὶ λᾶαν ἵησι“ (Γ 12) καὶ „τόσ〈σ〉οι δ’ ὅσ〈σ〉οισιν“ (Ξ 94). T | |
14402a | ex. (Ariston.?) | Αἴαντος δὲ πρῶτος 〈ἀκόντισε φαίδιμος Ἕκτωρ〉: ὡς ἐπὶ Αἴαντα, ὡς τὸ „ὡρμήθη δ’ Ἀκάμαντοσ“ (Ξ 488). T | ἄρχει δὲ τῆς συμβολῆς ἐπαιρόμενος, καὶ οὐ συστάδην ἀγωνίζεται πειραθεὶς τοῦ μονομαχίου. b(BCE3E4)T | |
14402b | Ariston | 〈Αἴαντος:〉 ὅτι ἡ πρόθεσις παρεῖται καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ἐπ’ Αἴαντα. Aint | |
14402c | ex. | πρῶτος ἀκόντισε: ἅμα μὲν ὡς προπετής, ἅμα δὲ καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ πρόσκειται, ἵνα πιθανὸν γένηται τοῦτον ἀρξά‐ μενον τῆς συμβολῆς κακόν τι καὶ παθεῖν. b(BCE3E4)T | |
14.403 | ex. | 〈ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ:〉 ἐπεὶ προσέτραπτο αὐτῷ κατ’ ἰθύ. Til | |
14404-6 | ex. | τῇ ῥα δύω τελαμῶνε〈—τέρενα χρόα〉: κατὰ τὴν κλεῖν. τρωτὸς δὲ ὁ Αἴας ὅλον τὸ σῶμα, οὐχ, ὡς Αἰσχύλος (sc. fr. 83 N.2 = R. [p. 207] = 292 c M.), τὰ περὶ τὴν μασχάλην. δῆλον δὲ καὶ ἐκ τοῦ ἐπὶ Πατρόκλῳ ἀγῶνος· μονομαχοῦντος γὰρ αὐτοῦ πρὸς Διομήδην φησὶ | |
5 | „καὶ τότε δή ῥ’ Αἴαντι περιδδείσαντες Ἀχαιοί“ (Ψ 822) ὡς δυναμένου καὶ τρωθῆναι. τοῦτο δὲ ὑπονοοῦσι διὰ τὸ μηδέποτε παρ’ Ὁμήρῳ | ||
τετρῶσθαι αὐτόν. T | |||
14405a | Ariston. | ἤτοι ὁ μὲν σάκεος, 〈ὁ δὲ φασγάνου ἀργυροήλου〉: ὅτι καὶ τὰ ξίφη καὶ τὰς ἀσπίδας ἐκ τελαμώνων ἀνῆπτον· διὸ δύο. A | |
14405b | ex. | ἤτοι ὁ μὲν σάκεος, 〈ὁ δὲ φασγάνου ἀργυροήλου〉: λείπει τὸ ὤν. ἐπεπτυγμένοι δὲ ἦσαν. καὶ τὸ σάκος δὲ πόρπακα οὐκ εἶχεν, ἀλλὰ τελαμῶνι ἤρτητο καὶ κανόνι μετήγετο· Κᾶρες δὲ τοὺς πόρπακας εὗρον. —τινὲς δὲ πηλῷ βάλλεσθαι αὐτὸν ὑπὸ Τρώων, εἴ | |
5 | πως βαρηθείη ὑπὸ τοῦ πηλοῦ· ἀποσεισάμενον δὲ αὐτὸν δύο κολωνοὺς ποιῆσαι. —ἀλλ’ οὐδὲ θεός, φασίν, αὐτῷ βοηθεῖ. αἴτιον δὲ τούτου, ὅτι τὰ μὲν πρὸ τῆς μήνιδος οὐκ εἴρηκεν ὁ ποιητής, †τὴν δὲ παιδείαν Διο‐ μήδους ἀριστείαν εἶναι συνεργούσης Ἀθηνᾶς, τὰς δὲ ἄλλας μὴ ἔχειν θεούς, ἀπειπόντος Διός· διὸ οὐχ εὗρε καιρὸν εἰσάγειν θεόν. οἱ δέ, ὅτι | ||
10 | τῆς ἀσπίδος ἐξέκοψε γλαῦκα· †ὅτι† οὐκ ἐβοήθει αὐτῷ Ἀθηνᾶ. T | ||
14406a | Ariston. | τώ οἱ ῥυσάσθην 〈τέρενα χρόα. χώσατο δ’ Ἕ‐ κτωρ〉: ὅτι χώσατο νῦν συνεχύθη, καὶ ὅτι οὐκ ἄτρωτος ὁ Αἴας καθ’ Ὅμηρον· εἰ γὰρ μὴ οἱ τελαμῶνες ἐσκέπαζον, ἐτρώθη ἄν. A | |
14406b | ex. | τώ οἱ ῥυσάσθην 〈τέρενα χρόα〉: τινὲς ὑπονοοῦσι θώρακα αὐτὸν μὴ ἔχειν ἐκ τοῦ λέγειν ὅτι οἱ δύο τελαμῶνες αὐτὸν ἔσωσαν, b(BCE3)T κακῶς· διὰ γὰρ τὸ ἀτελὲς τῆς βολῆς τοῦτο μόνον λέγει. b(BCE3) | |
14406c1 | ex. | 〈χώσατο δ’ Ἕκτωρ:〉 ὡς ἂν παρωξυγκὼς ἐφ’ ἑαυτῷ | |
τὸν ἄριστον. Til | |||
14406c2 | ὡς ἂν εἰδὼς ὅτι παρώξυνται ὁ ἄριστος ἐπ’ αὐτῷ, εἰς ὑποχώ‐ ρησιν ἐτράπη (cf. Ξ 408). b(BCE3E4) | ||
14.409 | ex. | 〈ἀπιόντα:〉 οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλ’ οἷον ὑποχω‐ ροῦντα. b(BCE3E4)Til | |
14410a | ex. | 〈χερμαδίῳ, τά ῥα πολλά:〉 τινὲς „ἃ μυρία βόσκει“ (μ 97). ἐκ δὲ τοῦ ἐναντίου Πίνδαρος (Ol. 3, 10) „θεόμοροι νίσοντ’ ἐπ’ ἀνθρώπους ἀοιδαί, / ᾧ τινι κραίνων ἐφετμάσ“. Til | |
14410b | ex. | 〈ἔχματα νηῶν:〉 ἐρείσματα πρὸς τὸ μὴ ἔνθα καὶ ἔνθα κλίνεσθαι. b(BCE3E4) | |
14.411 | ex. | 〈πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο:〉 ἄγαν ποιητι‐ κῶς, εὐπορίας οὔσης λίθων διὰ τὸ χωρίον. Til πανταχόθεν δὲ αἰτίας ἀνευρίσκει ὁ ποιητής. Til | |
14412a1 | Did. | {στῆθος} βεβλήκει: οὕτως ἔξω τοῦ ν βεβλήκει{ν}, καὶ ἄνευ τοῦ ε. Ζηνόδοτος καὶ Ἀριστοφάνης σὺν τῷ ν „βεβλήκειν“. A | |
14412a2 | οὕτως Ἀρίσταρχος βεβλήκει. Aim | ||
14412a3 | οὕτως Ἀρίσταρχος, Ζηνόδοτος δὲ „βεβλήκειν“. Til | ||
14.413 | ex. | στρόμβον: τινὲς τὸν ἄτρακτον ἀπὸ τοῦ περιστρέφεσθαι, οἱ | |
δὲ τὸν βέμβικα, οἱ δὲ τὸν ῥόμβον, οἱ δὲ στρογγύλον λίθον. ὑπεροχὴ δὲ ῥώμης ἄνδρα τηλικοῦτον ἔνοπλον οὕτω δεδινῆσθαι. τινὲς δὲ ἐπὶ τοῦ λίθου ἀκούουσι· πῶς γὰρ ἂν ὑπὸ χερμαδίου οὕτω περιεστράφη; πῶς | |||
5 | „ἐπ’ αὐτῷ 〈δ’〉 ἀσπὶς ἑάφθη“ (Ξ 419); πῶς δὲ δρυῒ εἰκάζεται (sc. Ξ 414—5), ἣ πεσοῦσα αὐτοῦ μένει; b(BCE3E4)T | ||
D | στρόμβον: ὡς ῥόμβον—σφοδρῶς πλήξας. A | ||
14414-5 | ex. | ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς 〈/ πρόρριζοσ〉: Αἴας Ζεύς, ὁ λίθος κεραυνός· Ἕκτωρ δρυῒ μεγίστῃ πεσούσῃ ἐκ ῥιζῶν εἴκασται. b(BCE3E4)T | |
14.414 | Did. (?) | 〈ὑπὸ πληγῆς:〉 γράφεται „ὑπὸ ῥιπῆσ“. Aim | |
14.415 | ex. | πρόρριζος: ἱστορικῶς· b(BCE3)T ἅπαντα γὰρ τὰ διόβλητα τῶν δένδρων ἐκ ῥιζῶν ἀνασπᾶται· b(BCE3E4)T ὅθεν ἐνέφηνε καὶ ἐν τῷ „ἐξερίπῃ“ (Ξ 414) ψιλὴν τὴν πτῶσιν οὖσαν. T | |
14.416 | Ariston. | Did. | {ἐξ αὐτῆς·} τὸν δ’ οὔ περ ἔχει 〈θράσος, ὅς κεν ἴδη‐ ται〉: ὅτι τὸ ἀντικείμενον δεῖ ὑπακούειν ‘ἀλλὰ δέοσ‘. | Ἀριστοφάνης δὲ „τὸν δ’ οὔτιν’ ἔχει θράσος, ὅστις ἴδηται“. A | |
14418a | Ariston. | {ὡς ἔπες’ ἕκτορος} ὦκα: ὅτι „ὠκύ“ γραπτέον, εἴτε ἐπιθε‐ τικῶς εἴτε κατὰ μεσότητα ἀντὶ τοῦ ὠκέως, ὡς „ὀξὺ δὲ κωκύσασα“ (Σ 71). A | |
14418b1 | Did. | 〈ὦκα:〉 Ἀρίσταρχος „ὠκύ“. Aim ἡ δὲ Μασσαλιω‐ τικὴ καὶ ἡ Χία ὦκα. A | |
14418b2 | 〈ὦκα:〉 ἡ Χία καὶ ἡ Μασσαλιωτικὴ οὕτως, Ἀρίσταρχος | ||
„ὠκύ“. Til | |||
14418c | ex. | 〈ἐν κονίῃσιν:〉 ἔδει εἰς κόνιν. Til | |
14419-20 | ex. | 〈χειρὸσ〉 δ’ ἔκβαλεν ἔγχος, ἐπ’ αὐτῷ δ’ ἀσπὶς ἑάφθη 〈/ καὶ κόρυσ〉: ἐπ’ αὐτῷ (τῷ δόρατι δηλονότι) πεσόντι ἐπι‐ συνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπὶς καὶ ἡ κόρυς †ἐστιν ἅμα τῷ ἀφεῖ‐ ναι καὶ† ὅλῳ τῷ σώματι συγκατηνέχθη. b(BCE3E4)T | |
14419a1 | D | ex. | ἀσπὶς ἑάφθη: ἐπικατήφθη δὲ αὐτῷ ἡ ἀσπίς, ὅ ἐστιν ἐπικατηνέχθη αὐτῷ. | τὸ δὲ ἑάφθη ἀπὸ τοῦ ἕπω, εἵφθη ἥφθη ἑάφθη. A | |
14419a2 | ex. | ἀπὸ τοῦ ἕπω τὸ ἐπακολουθῶ εἵφθη ἑάφθη. T | |
14421a1 | Ariston. | {οἱ δὲ μέγα} ἰάχοντες: ὅτι τὸ ἰάχοντες ὡς ὀρέγοντες· ὅθεν βαρυτονεῖν δεῖ „ἰάχων“ (Ε 302 al.) ὡς „ὀρέγων“ (Ο 371). A | |
14421a2 | 〈ἰάχοντες:〉 ὡς „στενάχοντεσ“ (ι 306). Til | ||
14422-3 | ex. | 〈ἀκόντιζον δὲ θαμειάς / αἰχμάς:〉 οὐ πάντες· οὐ γὰρ ἕκαστος εἶχε πολλάς. Til | |
14424a | Ariston. | οὐτάσαι οὐδὲ βαλεῖν: ἡ διπλῆ, ὅτι διαστέλλει τὸ οὐτάσαι καὶ βαλεῖν. A | |
14424b | ex. | οὐτάσαι οὐδὲ βαλεῖν: οὐτάσαι ἐγγύς, βαλεῖν πόρ‐ ρωθεν· b(BCE3)T ὅθεν ἡμάρτηται τὸ „ὡς εἶδεν μέλαν αἷμα κα‐ ταρρέον ἐξ ὠτειλῆσ“ (Δ 149). T | |
14424c | ex. | περίβησαν ἄριστοι: εἰκότως πολὺ τὸ τῆς σπουδῆς· „αὐτὸς γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ“ (Ζ 403). ὅρα δέ, πῶς ἐπὶ τὸ ἀκρότα‐ τον ἐξάγει τὰς ἀγωνίας. b(BCE3E4)T | |
14424d | Did. (?) | 〈ἄριστοι:〉 ἐν ἄλλῳ „{περίβησαν} ἅπαντεσ“. Aim | |
14427a1 | Did. | τῶν δ’ ἄλλων 〈οὔ τίς εὑ ἀκήδεσεν〉: Ζηνόδοτος διὰ τοῦ τ, „τῶν τ’ ἄλλων“. διήλλαττον δὲ αἱ Ἀριστάρχου, ἀκήδεσεν καὶ „ἀκηδέσατο“, ἀκηδέστως ἔσχεν. A | |
14427a2 | τῶν δ’ ἄλλων: Ζηνόδοτος „τῶν τ’ ἄλλων“. T | ||
14427b | ex. | τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν: οὐ μόνον κατεί‐ λοχε τοὺς ὑπερμαχοῦντας, ἀλλὰ καὶ συλλήβδην τοὺς λοιποὺς ἐπιφέρει ὥστε πάντῃ πιθανὴν γενέσθαι τὴν σωτηρίαν αὐτοῦ. b(BCE3E4)T | |
14427c | ex. | 〈τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν:〉 οὐδὲ τῶν ἄλλων τις ἦν, ὃς ἠμέλησεν. b(BCE3E4)T | |
14.428 | ex. | 〈ἀσπίδασ〉 εὐκύκλους: περιφερεῖς γάρ εἰσιν αἱ ἀσπίδες, ὅ ἐστι ἐπιμήκεις. τινὲς δὲ τὰ σάκη ἐπιμήκη φασίν. ἀγνοοῦσι δὲ ὅτι ἀν‐ τιφράζει τῇ ἀσπίδι τὸ σάκος. T | |
14.429 | ex. | ἵκεθ’ ἵππους: καταχρηστικῶς· κυρίως γὰρ ἱκέσθαι τὸ ποσὶ παραγενέσθαι. b(BCE3)T | |
14433a1 | ex. | πόρον {ἷξον}: πόρους τοὺς ποταμούς φησι διὰ τὸ πο‐ ρεύεσθαι αὐτῶν τὸ ῥεῖθρον εἰς θάλασσαν, ὃ τῇ θαλάσσῃ οὐ παρέπεται. ἢ τὸ διαβατὸν αὐτοῦ μέρος, ὡς „Ἀλφειοῖο πόρον“ (Β 592). T | |
14433a2 | πόρον λέγει τὸ διαβατὸν μέρος τοῦ ποταμοῦ, διὰ τὸ πο‐ ρεύσιμον εἶναι. b(BCE3E4) | ||
14433b | ex. | ἐϋρεῖος {ποταμοῖο}: εὐρέ〈ε〉ος εὐρεῖος ὡς ἱππέες „ἱππεῖσ“ | |
(Λ 151). T | |||
14434a | Ariston. | D | Ξάνθου {δινήεντος}: ὅτι μὴ προσυστήσας, εἰ ὁ Σκάμανδρος Ξάνθος καλεῖται, ὡς πρὸς εἰδότας κέχρηται τῷ ὀνόματι. | ἰδίως δὲ τὸν μὲν σωματικὸν—μακρὰ νάουσιν (Φ 196—7). A | |
14434b | ex. | τέκετο Ζεύς: ἢ ὅτι χειμάρρους· ἢ τὸ μὲν σῶμα Διός, τὸ δὲ χεῦμα Ὠκεανοῦ· ἢ ὅτι τὰ πάντα ἐκ θεοῦ. T | |
14.436 | ex. | D | ἀμπνύνθη: ἀνεκτήσατο τὸ πνεῦμα, | ἔμφρων ἐγένετο. b (BCE3E4)T | |
14437a | Did. | Nic. | ἑζόμενος δ’ ἐπὶ γοῦνα 〈κελαινεφὲς αἷμ’ ἀπέμασ‐ σεν〉: διὰ τοῦ ε αἱ Ἀριστάρχου καὶ αἱ πλείους, „ἀπέμεσσεν“. Ζηνο‐ δότειος δέ ἐστιν ἡ διὰ τοῦ α, ἀπέμασσεν. | βραχὺ δὲ διασταλτέον μετὰ τὸ γοῦνα, ἐπὶ τὰ γόνατα καθίσας ἤμει. γελοῖοι δὲ οἱ τοῖς ἑξῆς | |
5 | συνάπτοντες, ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ ἀπέμεσσεν, ἵνα μὴ ἐπὶ τὰ γόνατα κάθηται. γελοῖοι δὲ οἱ τοῖς φαινομένοις μαχόμενοι· σύνη‐ θες γὰρ οὕτως λέγειν. A | ||
14437b | Did. | 〈ἀπέμασσεν:〉 Ἀρίσταρχος „†ἐπέμεσσεν“. Aint | |
14437c | ex. | ἑζόμενος δ’ ἐπὶ γοῦνα: κακῶς· οὐδεὶς γὰρ ἐπὶ γονάτων καθέζεται· δύο γὰρ στάσεις, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ ἐπὶ τῶν γονάτων· φησὶ γοῦν „στῆ δὲ γνὺξ ἐριπών“ (Θ 329. Λ 355). ἔστιν οὖν ἑζόμενος δὲ τὸ αἷμα ἐπὶ τῶν γονάτων ἀπέμεσσεν, b(BCE3E4)T ἀντὶ τοῦ | |
5 | ἤμει. οἱ δὲ γράφουσιν „ἀπέσε〈ι〉σεν“. T ἀνοίκειος δὲ τῷ καιρῷ ἡ ἐνέργεια. πάντα δὲ δυνατῶς πέφρασται, ὡς καὶ ἐπὶ Σαρπηδόνος (cf. | ||
Ε 693—8). b(BCE3E4)T | |||
14438a | ex. | αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί: ἐναργῶς πάνυ· προσ‐ ενεχθέντος γὰρ τοῦ ὕδατος πρὸς ὀλίγον ἑαυτὸν συνέλεξεν, ἐμέσας δὲ τὸ αἷμα πάλιν παρείθη. b(BCE3E4)T | |
14438b | Did. | 〈τὼ δέ οἱ ὄσσε:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „κὰδ δέ οἱ ὄσσε“. Aint | |
14439a | Ariston. | 〈βέλος:〉 ὅτι βέλος τὸν βεβλημένον τόπον. Aint | |
14439b | ex. | βέλος: βέλος τὸ τραῦμα· καὶ ἀλλαχοῦ „ὅστις τούτων γε βέλος καὶ οἴκοθι πέσσοι“ (Θ 513). b(BCE3)T | |
14440a1 | Did. | 〈νόσφιν ἐόντα:〉 γράφεται „νόσφι κιόντα“. Aim | |
14440a2 | {νόσφιν ἐόντα:} οὕτως· τὸ γὰρ „κιόντα“ κατάχρησις. T | ||
14.442 | Ariston. | 〈ἔνθα πολὺ πρώτιστος ΟΙΛΗΟΣ ταχὺς Αἴας:〉 ὅτι οἱ τοιοῦτοι τόποι ἐπλάνησαν τὸν Ζηνόδοτον ὥστε δέξασθαι χω‐ ρὶς τοῦ ο „Ἰλῆοσ“. Aint | |
14.443 | ex. | 〈Σάτνιον:〉 οὕτω καὶ ὁ τόνος. Σατνιόεις (cf. Ξ 445) δὲ πο‐ ταμὸς Φρυγίας. Til | |
14445a | Did. | 〈παρ’ ὄχθας:〉 Ζηνόδοτος „παρ’ ὄχθῃσ“. Til | |
14445b | ex. | Did. (?) | Σατνιόεντος: ἐπήγαγε τὴν αἰτίαν τοῦ ὀνόματος, διὰ τί Σάτνιος (cf. Ξ 443) ἐκαλεῖτο. b(BCE3E4)T | τινὲς δὲ „Σαγγαρίοιο“ | |
(= Γ 187). Til | |||
14.449 | Did. (?) | 〈ἦλθεν:〉 τινὲς „ᾖεν“. Til | |
14.450 | ex. (Ariston.?) | 〈βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον:〉 ἀντὶ τοῦ Προ‐ θοήνορος. 〈ἢ〉 λείπει ἡ κατά. Til | |
14.452 | ex. | ἕλε γαῖαν ἀγοστῷ: ἔδει ἀγοστοῖς· φησὶ γὰρ ὅτι τὰς χεῖρας ἐξέτεινεν ὡς πολὺ τῆς γῆς περιλαβεῖν. ἀγοστὸς δὲ τὸ ἕως τοῦ ἀγκῶνος περὶ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τοῦ ἀγκῶνος. b(BCE3E4) T | |
14453a | ex. | Did. (?) | 〈ἔκπαγλον:〉 ὑπερηφάνως. | γράφεται καὶ „ἔκπαγλοσ“. Til | |
14453b | Did. (?) | 〈μακρὰ βιβάσθων:〉 γράφεται „μακρὸν ἀΰσασ“. Aim | |
14454-5 | ex. | ex. | Πανθοΐδαο 〈/ χειρὸς ἀπὸ στιβαρῆς ἅλιον πη‐ δῆσαι〉 ἄκοντα: ἀντὶ τοῦ τὸν ἐμόν, b(BCE3)T ὡς „τὸν δ’ ἐσάωσεν / ἐς ποταμοῦ προχοάσ“ (ε 452—3) ἀντὶ τοῦ ἑαυτοῦ. T | ἕκαστον δὲ τῶν ῥημάτων ἐναργὲς καὶ φαντασίαν ἔχον. b(BCE3)T | |
14456a1 | ex. | κόμισε χροΐ: ἐπιμελείας ἠξίωσε περιλαβὼν τῷ ἰδίῳ χρωτί. οἱ δὲ ἀπήνεγκεν. T | |
14456a2 | ἐν τῷ ἰδίῳ ἔλαβε σώματι καὶ ἀπηνέγκατο. b(BCE3) | ||
14456b | Did. | 〈κόμισε:〉 οὕτως κόμισε Aim χωρὶς τοῦ ν. AimTil | |
14.457 | ex. | 〈σκηπτόμενον:〉 σκηριπτόμενον. b(BCE3E4)Til σαρ‐ | |
κασμὸς δὲ ὁ τρόπος. b(BCE3)Til | |||
14.458 | ex. | Ἀργείοισι δ’ ἄχος γένετο: οὐκ ἐπὶ τῇ ἀναιρέσει, ἀλλ’ ἐπὶ τῇ χλεύῃ. καὶ ταῦτα δὲ ἀναγκαῖα, ἵνα παροξυνθέντες προθυμότε‐ ροι γένωνται. b(BCE3E4)T | |
14.459 | ex. | Αἴαντι 〈δὲ μάλιστα δαΐφρονι〉 θυμὸν ὄρινεν: ἐπεὶ γὰρ οὗτος μέλλει ἀριστεύειν, πιθανὸν τῇ ἀρετῇ τοῦ ἀνδρὸς συμπρᾶξαι καὶ τὸ ἀπὸ τῶν βαρβάρων. b(BCE3E4)T | |
14463a | Ariston. | λικριφὶς ἀΐξας: ὅτι δὶς κέχρηται τῇ λέξει, νῦν καὶ ἐν Ὀδυσσείᾳ (sc. τ 451). σημαίνει δὲ πλάγιος ὁρμήσας, ἀπὸ τοῦ λέχριος, κατὰ κοινωνίαν τῶν συμφώνων. A | |
14463b | Hrd. | λικριφίς: Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ „ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίσ“ (ε 481). καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις. A | |
14463c | ex. | λικριφίς: παρὰ τὸ λέχριον, ὃ δηλοῖ τὸ πλάγιον. ἅπαξ δὲ νῦν καὶ ἐν Ὀδυσσείᾳ (sc. τ 451). ὁ δὲ τόνος ὡς ἀπρίξ. οἱ δὲ λίαν χρίμπτων καὶ προσπελάζων τῇ γῇ. b(BCE3E4)T | |
14464a | ex. | Ἀρχέλοχος: Ἀρίσταρχος ἀναλογώτερον τοῦ Ἀρχί‐ λοχος, ὡς φερένικος, „Μενέλαοσ“ (Β 408 al.). T | |
14464b | ex. | τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον: τούτῳ γὰρ ἐπεκλώσθη τὸ εἱμαρμένον. b(BCE3E4)T | |
14.465 | ex. | 〈κεφαλῆς τε καὶ αὐχένος〉 ἐν συνεοχμῷ: τῷ συνέχοντι τὸν τράχηλον πρὸς τὴν κεφαλὴν τόπῳ, τουτέστι τῷ τελευταίῳ σπον‐ | |
δύλῳ. b(BCE3E4)T ἐπιφέρει γοῦν „νείατον ἀστράγαλον“ (Ξ 466) καὶ ἐν Ὀδυσσείᾳ (λ 64—5) „ἐκ δέ μοι αὐχήν / ἀστραγάλων | |||
5 | ἐάγη“. T γίνεται δὲ ἐκ τοῦ ἔχω ἐχμὸς καὶ διπλώσει{ς} ὡς „ἐέλ‐ δωρ“ (Α 41), εἶτα τροπῇ ἐοχμός, ὡς πλεχμὸς πλοχμός. b(BCE3E4)T | ||
D | ἐν συνεοχμῷ: ἐν τῇ συναφῇ τοῦ—γὰρ ὑπάρχει. A | ||
14.466 | ex. | νείατον ἀστράγαλον: τὸν συνάπτοντα τὸν τράχηλον τῷ ἰνίῳ, καλούμενον δὲ ὑπὸ τῶν ἰατρῶν θέσιν ἐγκεφάλου, τοὺς δὲ ἐν τοῖς ποσὶν ἀστραγάλους Ἀριστοτέλης (h. an. 2,1 p. 499b23) φησὶν οὔτε ἄνθρωπον ἔχειν οὔτε τῶν μονωνύχων τι καὶ ἀκεράτων. b | |
5 | (BCE3E4)T | ||
14467-8a | ex. | 〈τοῦ δὲ πολὺ προτέρη κεφαλὴ—πεσόν‐ τοσ〉: ἡ κεφαλὴ προέλαβε τὰ κάτω πίπτοντα. Aim | |
14467-8b | ex. | πολὺ προτέρη κεφαλὴ〈—πεσόντοσ〉: ἐπεὶ τὸ ἡγεμονικὸν περὶ καρδίαν, φησὶν ὅτι τῆς κεφαλῆς πεσούσης ἀκέραιον σὺν τῇ καρδίᾳ ἔμενε τὸ σῶμα. ἢ ὑπερβολικῶς τὸ τάχος ἐνέφηνε τῆς ἀναιρέσεως· b(BCE3E4)T οὐ γὰρ ἀφῃρέθη ἡ κεφαλή, ὡς οὐδὲ ἡ | |
5 | Δόλωνος (cf. Κ 457). ἢ διὰ τὸ τοὺς τένοντας ἀφῃρῆσθαι παραλέλυται ἡ κεφαλή. T | ||
14469a | ex. | Αἴας δ’ αὖτ’ ἐγέγωνεν: οὐκ ἀκαίρως καυχᾶται ἐκείνου κομπάζειν ἀρξαμένου. b(BCE3E4)T | |
14469b | Did. | 〈ἀμύμονι Πουλυδάμαντι:〉 Ζηνόδοτος „ἀμύμονα Που‐ | |
λυδάμαντα“. AimT | |||
14.470 | Did. | 〈Πουλυδάμα:〉 Ζηνόδοτος „Πουλυδάμαν“. Til | |
14.472 | ex.(?) | 〈ἄξιος:〉 ἴσως λείπει δὲ τὸ ‘δοκεῖ σοι‘. Aim | |
14.473 | ex. | κασίγνητος Ἀντήνορος: εἰκὸς ἀνοχὰς πρὸ τῆς μήνιδος γεγενῆσθαι, δι’ ὧν συνῄεσαν ἀλλήλοις, b(BCE3E4)T ὡς καὶ ἐν τῇ ἀναιρέσει (cf. Η 423—32) καὶ ταῖς ταφαῖς Ἕκτορος (cf. Ω 778‐ 804)· b(BE3E4)T ὅθεν καὶ Ὀθρυονέα ἴσασιν (cf. Ν 374—82). T | |
14474a1 | Did. | 〈αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει:〉 Ἀριστοφάνης „αὐτῷ γάρ ῥα φυὴν AimTil ἄγχιστα ἔοικεν“. Aim | |
14474a2 | 〈ἐῴκει:〉 ἐν ἄλλῳ „ἔοικεν“. Aint | ||
14475a | ex. | ἦ ῥ’ εὖ γινώσκων: διὰ τῆς ἐπιφωνήσεως τὸ ἦθος τῶν λόγων παρέστησεν ὁ ποιητής, ὅτι τὸ ὅλον ἐν εἰρωνείᾳ ἐξέφερεν ὡς ἀμφιβάλλων. b(BCE3E4)T | |
14475b | ex. | 〈Τρῶας δ’ ἄχος ἔλλαβε θυμῷ:〉 καὶ τούτους ἐπὶ τῇ χλεύῃ. Til | |
14476-7 | ex. | ἔνθ’ Ἀκάμας Πρόμαχον 〈Βοιώτιον οὔτασε δου‐ ρί / —,〉 ὁ δ’ ὕφελκε 〈ποδοῖϊν〉: τῶν τὴν δευτέραν τάξιν ἐχόντων ἐστὶν οὗτος. ποικίλως δὲ πάνυ ἀντέστρεψε τὰ πράγματα, προτάξας μὲν τὴν ἀναίρεσιν (sc. 476), ἐπαγαγὼν δὲ τὸ τί πράττων | |
5 | ἀνῃρέθη (sc. 477). b(BCE3E4)T | ||
14.477 | Ariston. | 〈ἀμφὶ κασιγνήτῳ βεβαώς:〉 πρὸς τὸ „ὃς Χρύσην ἀμ‐ | |
φιβέβηκασ“ (Α 37), ὅτι ἐστὶν ὑπερμαχεῖς. Aim | |||
14479a | ex. | ἰόμωροι: ἰοῖς μόρον ἐπάγοντες. ἢ περὶ ἰοὺς κακοπαθοῦν‐ τες. b(BCE3E4)T ἢ ἰοὺς ὀξεῖς ἔχοντες· μωρὸν γὰρ τὸ ὀξὺ Κύπριοι· ὅθεν καὶ „ὑλακόμωροι“ (ξ 29. π 4). ὅρα δέ, οἷόν ἐστι τὸ βάρβαρον ἦθος· ὀνειδίζει γὰρ αὐτοῖς ὡς παρὰ τοῖς Τρωσὶν οὐκ ὄντων | |
5 | τοξοτῶν. b(BCE3)T | ||
14479b | ex. | 〈ἀπειλάων ἀκόρητοι:〉 μὴ πληροῦντες τὰς ἀπειλάς, ἀπλήρωτα καυχώμενοι. b(BCE3)Til | |
14.481 | ex. | 〈κατακτανέεσθε:〉 κτανθήσεσθε. Til | |
14483a | Did. (?) | 〈ἵνα μή τι:〉 ἐν ἄλλῳ „{ἔγχει ἐμῷ} μή τοί τι“. Aim | |
14483b | ex. | 〈κασιγνήτοιό γε ποινή:〉 ἡ ἐπὶ τῷ κασιγνήτῳ ποινή. Til | |
14485a | Ariston. | Did. | γνωτὸν ἐνὶ μεγάροις 〈Ἄρεωσ〉: ὅτι ἀντιπέφρακε τὸν γνωτὸν τῷ κασιγνήτῳ (cf. Ξ 483) σαφῶς· ἔστι γὰρ ἀδελφός. | Ζη‐ νόδοτος δὲ „ἐνὶ μεγάροισιν ἀρῆσ“, ὡς ἐκεῖ „ἐμεῖο δὲ δῆσεν ἀρῆσ“ | |
(Σ 100). A | |||
14485b | ex. (Did.) | ex. | 〈γνωτὸν ἐνὶ μεγάροισιν〉 Ἄρεως ἀλκτῆρα λι‐ πέσθαι: Ζηνόδοτος „ἀρῆσ“, ἵν’ ᾖ ἐπὶ πάσης βλάβης. | καὶ ἐν Ὀδυσ‐ σείᾳ „οἷσί περ ἀνήρ / μαρναμένοισι πέποιθε“ (π 97—8). T | |
14485c | ex. | ex. (Did.) | 〈Ἄρεως:〉 τοῦ ἐν πολέμῳ θανάτου. | οἱ δὲ περὶ Ζηνόδοτον „ἀρῆσ“, ἵν’ ἐπὶ πάσης βλάβης λαμβάνοιτο. b(BCE3E4) | |
14488a | ex. | 〈ὡρμήθη δ’ Ἀκάμαντος:〉 λείπει ἡ κατά. b(BCE3)Til | |
14488b1 | ex. | ὁ δ’ οὐχ ὑπέμεινεν ἐρωήν: ἔφρασεν αὐτὴν διὰ τοῦ ὡρμήθη. T | |
14488b2 | διὰ δὲ τοῦ ὡρμήθη τὴν ἐρωὴν ἐπέφρασεν. b(BCE3) | ||
14.491 | ex. | Ἑρμείας Τρώων 〈ἐ〉φίλει 〈καὶ κτῆσιν ὄπασσε〉: τὰς εὐποτμίας εἰς τοῦτον ἀνάγουσιν· διὸ τὸ κοινὸν τῶν θεῶν ἰδικὸν αὑτοῦ ἔχει· „διάκτοροσ“ (Φ 497 al.) γὰρ καὶ δώτωρ ἐάων· καὶ κλέπτης δέ ἐστιν, ἐπεὶ εὐχερές ἐστιν αὐτῷ ὡς τὸ δοῦναι καὶ τὸ ἀφε‐ | |
5 | λέσθαι. ἐπιμελῶς δὲ ἐκτηνοτρόφουν οἱ παλαιοί, b(BCE3E4)T ὡς ἐπ’ Ὀδυσσέως. καὶ τῷ Τυδεῖ „τρισχίλιαι ἵπποι“ (Υ 221) καὶ ἄλλῳ „χίλιαι ἵπποι“· ὁμοίως καὶ „ἀλφεσίβοιαι“ (Σ 593). καὶ νόμιος 〈ὁ〉 θεός, „καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ“ (ξ 435). T | ||
14.492 | ex. | τῷ δ’ ἄρ’ ὑπὸ μήτηρ μοῦνον τέκεν 〈Ἰλιονῆα〉: πιθανῶς εἰς τὸ παθητικὸν αὐτὸν μόνον φησὶ γενέσθαι τῷ πατρί, καὶ τἆλλα αὐτῷ εὖ ἔχειν πράγματα· τετιμῆσθαι γὰρ ὑπὸ Ἑρμοῦ. συν‐ | |
ιστὰς οὖν τοὺς ἀναιρουμένους θεραπεύει τοὺς ἀνελόντας. b(BCE3E4)T | |||
14.493 | ex. | 〈θέμεθλα:〉 θέσιν, ῥίζαν, θεμέλια. b(BCE3)Til | |
14494a1 | ex. | 〈γλήνην:〉 τὴν κόρην, παρὰ τὸ γλαύσ〈σ〉ειν. Til | |
14494a2 | γλήνην δὲ τὴν κόρην, παρὰ τὸ αἰγλήεσσαν εἶναι. b (BCE3) | ||
14499-500a1 | Hrd. | ὁ δὲ φῆ κώδειαν 〈ἀνασχών / πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα〉: ὁ μὲν Ζηνόδοτος καὶ τὸν δέ (499) καὶ τὸν φη (499) ἐγκλίνει, ἵνα τὸ „φή“ ταὐτὸν ὑπάρχῃ τῷ ὥς καὶ τὸ μεταλαμβανόμενον τοιοῦτον ᾖ, ‘ὁ δὲ ὡς κώδειαν ἀνασχὼν | |
5 | πέφραδέ τε Τρώεσσιν‘. ὁ δὲ Ἀρίσταρχος ἐκδεξάμενος τὸ „ἔφη“ ῥῆμα ὁμοίως τῷ „ἔβη“ (Α 311 al.), δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον· ὅπερ οὐκ ἀναγκαῖον· ποιητικὸν γὰρ ἔθος τὸ πολλάκις τὸ αὐτὸ ἐπανα‐ λαμβάνεσθαι. πρὸς δὲ τὸν Ζηνόδοτον ὑγιῶς ἀποφαίνεται ἐκεῖνο ὅτι ὁ ποιητὴς οὐδέποτε οἶδε τὸ φή ἀντὶ τοῦ ὥς, οἱ δὲ μετ’ αὐτὸν ὥσπερ | ||
10 | Ἀντίμαχος (sc. fr. 121 W.) καὶ οἱ περὶ Καλλίμαχον (sc. Call. fr. 737). A | ||
14499-500a2 | πρὸς δὲ Ζηνόδοτόν φαμεν ὡς οὐδέποτε τὸ „φή“ παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ ὥς παραλαμβάνεται. T | ||
14499-500b1 | ex. | ὁ δὲ φὴ κώδειαν ἀνασχών 〈/ πέφραδε—ηὔ‐ δα〉: φή ὡς. ἀλλ’ ἔστι νεώτερον. ἄμεινον οὖν παραλελεῖφθαι τὸ ὥς, „Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθαι“ (φ 216), καὶ ἐκ παραλ‐ | |
λήλου εἶναι τὸ „φῆ“ (499), πέφραδεν, ηὔδα (500). T κώδεια | |||
5 | δέ ἐστιν ἡ κεφαλὴ τῆς μήκωνος. φαντάζει δὲ ἡ ἐπ’ ἄκρου τοῦ δόρατος ἐμπεπαρμένη κεφαλὴ τὴν ἐπὶ καυλῷ κώδειαν. AT †περὶ σκόλοψιν. T | ||
14499-500b2 | ex. | D | τὸ ἔφη ῥῆμά ἐστιν, οὐχ ὡς Ζηνόδοτος ἀντὶ τοῦ ὥς, ἀλλὰ τὸ ἔφη· πέφραδεν, ηὔδα (500) ἐκ παραλλήλου ταὐτά. κώδεια δέ ἐστιν ἡ τῆς μήκωνος κεφαλή. b(BCE3) εἰκάζει δὲ τὴν ἐπ’ ἄκρου τοῦ δόρατος ἐμπεπαρμένην κεφαλὴν τῇ τῷ ἰδίῳ καυλῷ συνημμένῃ | |
5 | κωδείᾳ. | λείπει δὲ μετὰ τὸ ἔφη τὸ ὥς. b(BCE3E4) | ||
14499a | ex. | ὁ δὲ φῆ κώδειαν 〈ἀνασχών〉: Ἀρίσταρχος τὸ φῆ ῥῆμα ἐκδέχεται καὶ ἀθετεῖ τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι, ὡς τὸ „τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, | ὅ σφιν ἐϋφρονέων ἀγορήσατο“ (η 155. 158) καὶ „ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν“ (Α 361 | |
5 | al.). ἢ τὸ „πέφραδε“ (Ξ 500) διεσήμαινεν. AT | ||
14499b | Ariston. | 〈ὁ δὲ φῆ κώδειαν:〉 ὅτι ἔξωθεν ἀκουστέον τὸ ὥς, ἵν’ ᾖ ὡς κώδειαν. Aint | |
14499c | Nic. | 〈ὁ δὲ φῆ κώδειαν ἀνασχών:〉 στικτέον {δὲ} ἐπὶ τὸ ἀνασχών· ἐὰν γὰρ συνάπτωμεν, ἐπὶ τὴν ἀπεκδοχὴν ἐνεχθησόμεθα, καθ’ ἣν τὸ φῆ ἀντὶ τοῦ ὥς κεῖται. A | |
14.500 | Ariston. | πέφραδέ τε Τρώεσσι 〈καὶ εὐχόμενος ἔπος ηὔδα〉: ὅτι ἀναγνόντες τινὲς „φὴ κώδειαν“ (Ξ 499) ὑφ’ ἕν, ἵν’ ᾖ ὡς κώδειαν, | |
προσεπέταξαν τὸν ἠθετημένον. οὐδέποτε δὲ Ὅμηρος τὸ „φῆ“ (Ξ 499) ἀντὶ τοῦ ὥς τέταχεν. ἴσως δὲ καὶ Ἀντίμαχος (fr. 121 W.) ἐντεῦθεν | |||
5 | ἐπλανήθη „φὴ †γέρων οἷσι톓 εἰπών. δεῖ δὲ ἔξωθεν προσλαμβάνειν τὸ ὥς καὶ ἀθετεῖν τὸν στίχον· ταὐτολογίαν γὰρ περιέχει. A | ||
14.501 | Ariston. (?) | 〈εἰπέμεναι:〉 ἀντὶ τοῦ εἴπατε. Ail | |
14504a | ex. | 〈ἐλθόντι:〉 ὑποστρέψαντι. Til | |
14504b | ex. | 〈γανύσσεται:〉 μεταφορικῶς· γάνος γὰρ τὸ λάμπρυ‐ σμα. b(BCE3)Til | |
14505a | Did. | 〈σὺν νηυσί:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „ἐν νηυσί“. Aim | |
14505b | ex. | 〈σὺν νηυσί:〉 ἀντὶ τοῦ ἐν νήεσσιν. Til | |
14.506 | Did. (?) | 〈τοὺς δ’ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα:〉 γράφεται „τοὺς ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν“. Aim | |
14.508 | ex. | 〈ἔσπετε νῦν μοι:〉 οὐκ ἀσκόπως προοιμίῳ χρῆται· καινό‐ της γὰρ γέγονε μάχης τῶν ἀρίστων ἀμειψάντων τὰ ὅπλα. b(BCE3E4) Til | |
14509a | Ariston. | ἀνδράγρια: ὅτι νῦν καὶ ἐν Ὀδυσσείᾳ ἅπαξ εἴρηκεν ἀνδ〈ρ〉άγρια. A | |
14509b | ex. | ἀνδράγρια: ἀθετοῦσι (sc. Ξ 508—10) διὰ τὸ ξένον τῆς λέξεως καὶ μὴ κείμενον ἀλλαχοῦ. ἤτοι δὲ τὰ σκῦλα τὰ ἀπὸ ἀνδρῶν | |
ἀγρευόμενα, ἢ ἀντ’ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλ’ οὖν τὸν ἀναιρεθέντα σκυλεύουσιν. A b (BCE3E4)T ἐκ δὲ τοῦ παρ‐ | |||
5 | ακολουθοῦντος τὸ προηγούμενον, ἀντὶ τοῦ τίς πρῶτος τῶν Ἑλλήνων ἀνεῖλέ τινα τῶν πολεμίων; τοῦτο γὰρ ἀποκρίνονται αἱ Μοῦσαι. ση‐ μαίνει δὲ σκῦλα ᾑρημένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαμβάνειν. b(BCE3E4)T | ||
14509c | Hrd. | ἀνδ〈ρ〉άγρια: ὡς ἀντάξια· καὶ γὰρ σύνηθες αὐτῷ τὸ τοιοῦτον εἶδος· καὶ γὰρ „ζωάγρια“ (Σ 407. θ 462) εἶπε καὶ „βοάγρια“ (Μ 22. π 296) καὶ „μοιχάγρια“ (θ 332). A | |
14509d | ex. | 〈ἀνδράγρια:〉 δεῖ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον ἐσκύλευ‐ σαν τοὺς πεσόντας. b(BCE3E4)Til | |
14.511 | ex. | 〈Ὕρτιον:〉 πῶς ἐν τῷ Διακόσμῳ (sc. Β 858—61) οὐ μέμνη‐ ται αὐτοῦ; Til | |
14.512 | Did. (?) | 〈καρτεροθύμων:〉 τινὲς „βαρβαροφώνων“ (= Β 867). Til | |
14516a | ex. | 〈Ἀτρείδης:〉 ὁ Μενέλαος· φησὶ γοῦν „οὐδὲ γὰρ οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο“ (Ρ 24). Til | |
14516b | Ariston. | {ἀτρείδης δὰρ ἔπειθ’} Ὑπερήνορα: ὅτι οὗτος ἴσως ἐστὶν Ὑπερήνωρ, οὗ μέμνηται κατὰ τὴν πρὸς Εὔφορβον σύστασιν Μενέλαος· „οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο / ἧς ἥβης ἀπόνηθ’, ὅτε μ’ 〈ὤνατο〉“ (Ρ 24—5). ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται, | |
5 | κατ’ ἐπιδρομὴν ἐκφέρων τοὺς ἀνῃρημένους. A | ||
14.517 | Did. (?) | 〈οὔτασε καλλαπάρην:〉 γράφεται „οὖτα κατὰ λαπά‐ ρην“. Aim | |
14518a | Ariston. | 〈κατ’ οὐταμένην ὠτειλήν:〉 ὅτι παρετυμολογεῖ τὴν ὠτειλὴν ἀπὸ τοῦ οὔτασε. Aim | |
14518b | ex. | κατ’ οὐταμένην 〈ὠτειλήν〉: ἐτυμολογικὸς ὁ τρόπος. b(BCE3)T οὕτω δέ φησιν ἐξιέναι τὴν ψυχὴν διὰ τὸ ἅμα τῷ αἵματι χωρίζεσθαι αὐτήν. b(BCE3E4)T | |
14521a | Hrd. | {οὐ γαρ οἱ τις} ὁμοῖος ἐπισπέσθαι {ποσὶν ῆεν}: τὸ μὲν ὁμοῖος ὡς „ἀλλοῖοσ“ (π 181) ἀναγνωστέον· τὸ γὰρ προπαροξύνειν μεταγενεστέρων ἐστὶν Ἀττικῶν. τὸ δὲ ἐπισπέσθαι παροξυτονητέον ὁμοίως τῷ „ἀποθέσθαι“ (Γ 89. Ε 492)· ἔστι γὰρ τὸ ἁπλοῦν „σπέ‐ | |
5 | σθαι“ (Ε 423 al.). προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων (sc. ad Δ 126c). A | ||
14521b | ex. | Hrd. | ἐπισπέσθαι: ἐπιδιῶξαι, ἐπακολουθῆσαι τῇ τῶν ποδῶν ὁρμῇ. b(BCE3E4)T παροξύνεται δὲ τὸ ἐπισπέσθαι. τὸ δὲ ὅμοιος προπαροξύνεται· τὸ γὰρ ὁμοῖος μεταγενεστέρων ἐστὶν Ἀτ‐ τικῶν. b(BCE3)T | |
14522a | Ariston. | {ἀνδρῶν} τρεσσάντων: ὅτι οὐ λέγει τρεσσάντων δει‐ σάντων, ἀλλὰ φυγόντων· „τρέσσαι δ’ οὐκέτι ῥίμφα πόδες φέρον“ | |
(Ν 515). A | |||
14522b | Did. (?) | 〈ὅτε τε Ζεύς:〉 τινὲς „ὅτε δὴ θεόσ“. Til | |
14522c | D | 〈φόβον:〉 φυγήν. Til | |
14postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ τῆς Ὁμηρικῆς στιγμῆς. A | |||
151a | ex. | αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβη‐ σαν: ἡ ἀναφορὰ πρὸς τὸ „πάπτηνεν δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν ὄλεθρον“ (Ξ 507)· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως προσέθηκεν. A b(BCE3E4)T | |
151b1 | ex. | ex. | διά τε σκόλοπας 〈καὶ τάφρον ἔβησαν〉: ἢ ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς „διά τ’ ἔντεα καὶ μέλαν αἷμα“ (Κ 298), ἢ τὸ ἑξῆς διέβησαν. ἡ δὲ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφαίνει· οὐ γὰρ ἔφυγον „τῇ περ Ἀχαιοί / ἐκ πεδίου | |
5 | νίσοντο“ (Μ 118—9), ἀλλὰ διὰ τῆς τάφρου ἔφευγον. b(BCE3E4)T | ἡ αὐτὴ διακοπὴ καὶ ἐν τοῖς „κατὰ πυρὸν ἄλεσσαν“ (υ 109). T | ||
151b2 | ex. | D | {διά τε σκόλοπας:} ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς „διά τ’ ἔντεα καὶ μέλαν αἷμα“. | τὸ ἑξῆς· διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον· ὑπερβατὸν γὰρ ὁ τρόπος. A | |
151b3 | ex. | {ἔβησαν:} ἡ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσ‐ | |
διόδευτον ἐμφαίνει τοῖς πολεμίοις. A | |||
152a | Nic. | φεύγοντες, 〈πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερ‐ σίν〉: ὑποστικτέον φεύγοντες καὶ χερσίν· ἡ γὰρ ἀνταπόδοσίς ἐστιν ἀπὸ τοῦ „οἱ μὲν δὴ παρ’ ὄχεσφιν“ (Ο 3). A | |
152b | ex. (Nic.?) | πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν: τοῦτο διὰ μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον. A b (BCE3E4)T | |
152c | Hrd. | {πολλοὶ δὲ} δάμεν: ὁμοίως τῷ „πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δ’ ἐλίποντο“ (Μ 14) καὶ τῷ „φάνεν δέ οἱ εὐρέες ὦμοι“ (ς 68) ἀνεγνώσθη κατὰ ἀφαίρεσιν τοῦ ἄρχοντος χρόνου. ἔφαμεν δὲ (sc. ad Α 464a) τὰ τοιαῦτα ἀδιαφόρως εὑρεθῆναι παρὰ τῷ ποιητῇ. A | |
15.3 | ex. | οἱ μὲν δὴ παρ’ ὄχεσφιν 〈ἐρητύοντο· μένοντεσ〉: οἱ ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ σὺν ἵπποις εἰσῆλθεν ἢ Ἄσιος Ὑρτα‐ κίδης (cf. Μ 110—24). ἢ τοὺς ἡνιόχους φησίν· εἶπε γὰρ „ἵππους μὲν θεράποντες ἐρυκόντων“ (Μ 76). ἢ αὐτοὺς τοὺς ἐκφυγόντας, θέλοντας | |
5 | ἑαυτούς τε ἐκ τῆς φυγῆς ἀναλαβεῖν καὶ περισῶσαι τὰ ἅρματα· διὸ καὶ ἐρητύοντο εἶπεν· ἡ γὰρ χρεία αὐτὴ καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐ‐ τούς· οὐ γὰρ ἀλλήλους ἐξεδέχοντο· τοῦτο γὰρ ἀεὶ κατηγορεῖ τοῦ ἤθους τῶν βαρβάρων· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας σωτηρίας φρον‐ | ||
τίζοντες. b(BCE3E4)T | |||
154a | Hrd. | χλωροὶ ὑπαὶ δείους 〈πεφοβημένοι〉: ἡ ὑπό πρόθε‐ σις ὑπαί ἐγένετο ὁμοίως τῇ „ὑπαὶ πόδα νείατον Ἴδησ“ (Β 824). καὶ ἔστι τὸ ἑξῆς ὑπὸ δέους. οὕτω καὶ Ἀρίσταρχος· διὸ παραιτητέον τὸν Τυραννίωνα (fr. 35 P.) βαρύνοντα τὴν ὑπαί καὶ ἡγούμενον | |
5 | ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς. ἕως δὲ τοῦ ὑπαὶ δείους ὀφείλομεν ἀναπαύεσθαι· οὐ γὰρ πιθανὸν ἕως τοῦ χλωροί, εἶτα πεφοβημένοι, τουτέστι φεύγοντες. ἔστι μέντοι καὶ ἡ ἑτέρα ἀνάπαυσις οὐκ ἀδόκιμος. A | ||
154b | Nic. | 〈χλωροὶ ὑπαὶ δείους πεφοβημένοι:〉 τὸ ὑπαὶ δείους δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι καὶ τοῖς ἡγουμένοις· ἤτοι γὰρ χλωροὶ ὑπὸ δέους ἢ ὑπὸ δέους πεφευγότες. A | |
154c | ex. | δείους: εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· „τοίου μιν θάρ‐ σευς πλῆσεν“ (Ρ 573), „ἐξ Ἐρέβευς ἄξοντα“ (Θ 368), A b (BCE3E4)T „ἡμετέρου δ’ οὐκ ἔστι γένευσ“ (ο 533). ἢ ἐντελῶς „βέλεος δέ σε τείρει ἀκωκή“ (Ν 251), „ἄστεος αἰὲν ὑπὲρ κατ’ ἀμαξιτόν“ (Χ 146). A T | |
5 | ἀλλὰ νῦν ἡ κακοφωνία τῇ κοινῇ κράσει ἐποίησεν αὐτὸν χρῆσθαι, A b(BCE3E4)T καὶ ἐν τῷ „ἥ ῥα κατὰ σπείουσ“ (ι 330). AT τριχῶς οὖν παράγει Ὅμηρος 〈τὰσ〉 γενικὰς τῶν οὐδετέρων. T | ||
154d | ex. | ἔγρετο δὲ Ζεύς: καιριώτατα· εἰ γὰρ ἔτι βραχὺ τῆς μά‐ χης ἀπέστησε τὸν Δία, οὐδὲν ἐκώλυε κατὰ κράτος ἁλῶναι τοὺς βαρ‐ βάρους. T | |
15.5 | ex. | Ἴδης ἐν κορυφῇσι 〈παρὰ χρυσοθρόνου Ἥρησ〉: ἔδει εἰπεῖν ἐπὶ τῶν κορυφῶν τῆς Ἴδης μετὰ τῆς Ἥρας κοιμώμενος. προστιθέασι δὲ καὶ τὸ „ἕζετο δ’ ὀρθωθείς, μαλακὸν δ’ ἔνδυνε χιτῶνα“ | |
(Ο 5 a = Β 42). T | |||
15.6 | ex. | ἀναΐξας: ἀνορμήσας τῆς κατακλίσεως, συνῃσθημένος τῆς ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν. b(BCE3E4)T | |
156-7 | ex. | ex. | Τρῶας καὶ Ἀχαιούς, / τοὺς μὲν ὀρινομένους, 〈τοὺς δὲ κλονέοντας ὄπισθεν〉: ὅτι καὶ πρὸς τὸ πρῶτον ὑπαντᾷ ὁ ποιητής, ὡς καὶ ἐν τῷ „ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προ‐ πάσας. / Βοιωτῶν μὲν Πηνέλεωσ“ (Β 493—4), „〈Ἀμφίμαχοσ〉 καὶ | |
5 | Θάλπιος 〈ἡγησάσθην, /〉 υἷες 〈ὁ〉 μὲν Κτεάτου“ (Β 620—1), „Ἀθη‐ ναίη τε καὶ Ἥρη· / ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεν“ (Δ 20. 22), καὶ ἄλλα πολλὰ τίθησιν ὁ Ἐπαφρόδιτος (fr. 37 L.). T | θαυμασίως δὲ ἐν τάχει πάντα παρέλαβε, τῶν μὲν τὴν φυγήν, τῶν δὲ τὴν ἀριστείαν, τοῦ Ποσειδῶνος τὴν βοήθειαν (cf. Ο 8), τοῦ Ἕκτορος τὴν πάθην (cf. | ||
10 | Ο 9—11), ἵνα ἐκ πολλῶν φαίνηται κεκινημένος ἐπὶ τὴν ὀργὴν ὁ Ζεύς. b(BCE3E4)T περὶ δὲ τοῦ Ἕκτορος καὶ ἀναγκαίως ἐπεξεργάζεται, b(BE3E4)T „Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον“ (Ο 9) καὶ „ὁ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι“ (Ο 10), T ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην χαλεπήνῃ, ἀλλὰ καὶ δι’ Ἕκτορα, ὃς δι’ αὐτὸν τοιάδε ἔπαθε· φησὶ | ||
15 | γοῦν πρὸς Πολυδάμαντα „ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι“ (Μ 235), ὡς Διῒ πεπιστευκὼς καὶ μαχόμενος. b(BE3E4)T | ||
157a1 | ex. | ὀρινομένους: μετὰ λύπης ταραττομένους. „ὠρίνθη δέ οἱ ἦτορ“ (Π 509)· μετὰ ἀπελπισμοῦ γὰρ ἔφευγον. τὸ δὲ κλονέοντας παρὰ τὴν κλίσιν ἢ ἀπὸ τοῦ κατακλᾶν· καὶ γὰρ ἀπὸ τοῦ φθίω φθόη καὶ φθόνος. T | |
157a2 | μετὰ λύπης ταρασσομένους· ἔφυγον γὰρ μετὰ ἀπελπισμοῦ. κλονέοντας δὲ ἀπὸ τοῦ κλονῶ· τοῦτο δὲ ἀπὸ τοῦ κατακλᾶν ἢ †τὴν | ||
κλίσιν. b(BCE3E4) | |||
158a | Ariston. | Ἀργείους, μετὰ δέ σφι: ὅτι πρὸς τὸ δεύτερον πρότε‐ ρον ἀπήντησεν. ἕνεκα δὲ σαφηνείας ἐπανέλαβε τοὺς Ἀργείους. A | |
158b | ex. | μετὰ δέ σφι: ὡς „ἔκδηλος μετὰ πᾶσιν“ (Ε 2): b(BCE3)T ἀντὶ τοῦ ἐν πᾶσιν. b(BCE3E4) δηλοῖ δὲ καὶ τὴν ἐπί, ὡς „μεταΐξας θάνατον τεύξειε“ (υ 11), καὶ τὴν πρός, ὡς τὸ „ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’ αὐτούσ“ (Υ 14) b(BCE3E4)T καὶ τὸ „θέω μετ’ ἀμύμονα Πηλείω‐ | |
5 | να“ (Κ 63 + Β 674). T | ||
15.9 | ex. | κείμενον: πεπτωκότα, ὡς „ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα“ (λ 577). καὶ τὸ †τέθαπται†, „ἔνθα μὲν Αἴας κεῖται“ (γ 109). καὶ κυ‐ ρίως b(BCE3E4)T „εἵματα μέν τοι κεῖται“ (ζ 26). καὶ T „κεῖ‐ ται Πάτροκλοσ“ (Σ 20) b(BCE3E4)T ἀντὶ τοῦ ἀνῄρηται. T | |
5 | καὶ τὸ νεκρὸν ἐρρῖφθαι, „κεῖται πὰρ νήεσσι νέκυσ“ (Χ 386). καὶ τὸ διά‐ γειν, „κεῖτο παρὰ μνηστῇ ἀλόχῳ“ (Ι 556). καὶ τὸ ἔστι, „θεῶν ἐν γού‐ νασι κεῖται“ (Ρ 514). b(BCE3E4)T | ||
1510a | Hrd. | 〈εἵατο:〉 ἔνιοι {δὲ} τὸ εἵατο ψιλῶς· „ἔνθ’ ἄρα οἱ μύλαι εἴατο“ (υ 106) ἀντὶ τοῦ ἦσαν· καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ „εἴατο“. ὁμοίως καὶ ἐπὶ τοῦ „εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ’ ἄλλαι/ εἴαθ’ ὁμηγερέεσ“ (Ω 83—4)· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί εἰς | |
5 | παθητικοῦ ὑπερσυντελίκου χρόνον καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον. ἔχει δὲ ἐπί〈σ〉τασιν, εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν· διὸ ἄμεινον δασύνειν καὶ ἐκδέχε‐ | ||
σθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους συγ‐ | |||
10 | κάμνοντας· αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς, πῇ μὲν κοινῶς εἰπὼν „τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργων“ (Γ 153), πῇ δὲ Ἰωνικῶς „οἱ δ’ ἕατ’ εἰν ἀγορῇ“ (Η 414), πῇ δὲ ἐπενθέσει τοῦ ι πάλιν χρησάμενος Ἰωνικῶς „εἵατο, καὶ προὔχοντεσ“ (γ 8), ὡς καὶ τὸ προκείμενον. A | ||
1510b | ex. | εἵατο: Ἀρίσταρχος b(BE4)T ψιλῶς, ἀπὸ τοῦ εἰμί ἐκδεχόμενος b(B) T ἀντὶ τοῦ ὑπῆρχον, b(BE4)T „ἔνθ’ ἄρα οἱ μύλαι εἴατο“ (υ 106). ὁ δὲ Ἡρωδιανὸς (2,92,7) δασύνει ἀπὸ τοῦ †δηλοῦντος τὸ κάθημαι. καὶ ἔστιν ἀντὶ τοῦ διέτριβον, b(B) T ὡς | |
5 | „ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων“ (Ω 542)· καὶ λέγομεν ‘περικάθηται τὴν πόλιν ὁ στρατόσ‘ ἀντὶ τοῦ προσεδρεύει †τῶν περὶ τῶν καθημένων τὸν πρίαμον τὴν ἀσπίδα†, ἀντὶ τοῦ †πολιορκοῦντο†. εἰ δὲ ἐψιλοῦτο, ἦ〈ν〉 ἄν, φησί, κείμενον ἀντὶ τοῦ ἦσαν, ἔασαν. ἔστιν οὖν ‘περιεκύκλουν αὐτόν‘. T | ||
1510c | ex. | 〈ἀργαλέῳ ἔχετ’ ἄσθματι:〉 συνείχετο οὐκ εὐπόρῳ, ἀλλ’ ἀσταθμήτῳ καὶ ἀσθενεῖ καὶ οὐκ εὐθεῖ πνεύματι. b(BE4)Til | |
1510d | Ariston. | κῆρ ἀπινύσσων: ὅτι κατὰ τὸ πλῆρες ἐκληπτέον κῆρ, | |
εἶτα ἀπινύσσων, τὸ κέαρ ἀπινυτῶν. A | |||
1510e | Hrd. | κῆρ ἀπινύσσων: Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκ‐ δέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι ση‐ μαίνῃ, τὸ κῆρ ἀσύνετος ὤν, διδασκόμενος καὶ ἐξ ἐκείνου τοῦ „δοκέεις δέ μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). τούτῳ συγκατατίθεται καὶ ὁ | |
5 | Ἀσκαλωνίτης (p. 54 B.) καὶ Ἀλεξίων (fr. 56 B.) καὶ σχεδὸν πάντες, καὶ ἡμεῖς. εἰσὶ μέντοι, οἳ ἄλλως διέστειλαν, οὓς ἐλέγχει ὁ Ἡρωδιανός (2,92,25). A | ||
1510f | ex. | ex. | κῆρ ἀπινύσσων: ἀπίνυτος ὢν τὴν ψυχήν, b(BCE3)T „δοκέεις δέ μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). T οἱ δὲ ἀναισθη‐ τῶν· πινυτὸν γὰρ τὸ αἰσθητικόν. b(BCE3E4)T | τινὲς δὲ „κῆρα“. οὐδαμοῦ δὲ τὸ πινύσσειν ἐπὶ τοῦ προσδοκᾶν ἔταξεν Ὅμηρος. πῶς δὲ | |
5 | δύναται προσδοκᾶν ὁ ἐσκοτωμένος καὶ ψυχορραγῶν ὑπὸ τῆς πλη‐ γῆς; b(BE3E4)T | ||
1510g | Did. | 〈ἀπινύσσων:〉 Ἀριστοφάνης „{κῆρ} ἀπινύσκων“, διὰ τοῦ κ. ὁ δὲ Ἀρίσταρχος καὶ ἐν Ὀδυσσείᾳ διὰ τῶν δύο σς „δοκέεις δέ μοι οὐκ ἀπινύσσειν“ (ε 342. ζ 258). A | |
1510h | Did. | ex.(?) | ἀπινύσσων: Ἀρίσταρχος διὰ δύο σς· Ἀριστοφάνης „ἀπινύσκων“. | βαρύνεται δὲ ὡς μείρω ἀμείρω. T | |
1511a1 | Ariston. | 〈αἷμ’ ἐμέων:〉 πρὸς τὸ „αἷμ’ ἀπέμασσεν“ (Ξ 437) τοῦ‐ το ἄν τις σημειώσαιτο. Aint | |
1511a2 | καὶ ἄνω „αἷμ’ ἀπέμεσ〈σ〉εν“. Til | ||
1511b | Ariston. | οὔ μιν ἀφαυρότατος: ὅτι τὸ ἐναντίον ὑπακουστέον, | |
ἀλλ’ ἰσχυρότατος· οὐ γὰρ ἐκ πλήρους ἀποδέδωκεν, ὡς ἐπὶ τοῦ „δός, φίλος, οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν / ἔμμεναι, ἀλλ’ ὤριστοσ“ (ρ 415—6). A | |||
1511c | ex. | ἀφαυρότερος: ἀσθενὴς ὅσον ἁφῇ. ἐνίοτε δὲ ἐκ πλήρους φησίν· „οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν / ἔμμεναι, ἀλλ’ ὤριστοσ“ (ρ 415—6). T | |
15.13 | ex. | δεινὰ δ’ ὑπόδρα ἰδών: πῶς ὁ κεστὸς οὐκ ἐπράϋνεν αὐ‐ τόν; ἐρώτων ἐστὶ κινητικός, ὃ καὶ ἔπραξεν. b(BCE3E4)T εἰκότως δὲ χαλεπαίνει ψευδὴς ἀποδειχθεὶς πρὸς Θέτιν καὶ Ἕκτορα, b(BE3E4) T ᾧ ὑπέσχετο, ἕως δύνῃ ὁ ἥλιος, εὐδοκιμήσειν (cf. Λ 192—4. | |
5 | 207—9). T ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆς ἦν ἐλάττω‐ σις, καὶ μετὰ τοσαύτας ἀπειλάς. b(BE3E4)T | ||
1514a | ex. | κακότεχνος: ὁ ἐπὶ κακῷ τεχνηθείς· ἔστι γὰρ καὶ χρηστὸς δόλος. τὸ δὲ ἑξῆς ‘μάλα ἀμήχανε, b(BCE3E4)T ἦ δὴ κακότεχνος σὸς δόλοσ‘. ἀμήχανε δέ, b(BE3E4) πρὸς ὃν οὐκ ἔστι μηχανή‐ σασθαι, „σὺ δ’ ἀμήχανός ἐσσι, γεραιέ“ (Κ 167). δηλοῖ δὲ καὶ τὸ ἄπο‐ | |
5 | ρον, „καὶ ἀμήχανα ἔργα γένοντο“ (Θ 130). καὶ πολλάκις δὲ ἁμαρτά‐ νοντες ἐπὶ τοὺς πλησίον ἄγομεν τὴν αἰτίαν. b(BE3E4)T | ||
1514b | Ariston. | ἀμήχανε: ὅτι δύο σημαίνει ἡ λέξις, ἤτοι μὴ δυναμένη μηχανὴν εὑρεῖν· ἢ πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι, ὅπερ καὶ θέλει εἰπεῖν. A | |
1514c | ex.(?) | 〈ἀμήχανε:〉 ἀμηχάνητε, ἀκίνητε. Til | |
1515a | Ariston. | Ἕκτορα δῖον: ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα 〈καλεῖ〉. οὐχ †ὑποπτεῦον† οὖν τὰ ἐν Ὀδυσσείᾳ (α 65) „πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;“ A | |
1515b | ex. (Ariston.) | ex. | Ἕκτορα δῖον: ὅτι ἀφ’ ἑαυτοῦ δῖον ἐκάλεσε τὸν Ἕ‐ κτορα καὶ ἑξῆς τὴν θάλασσαν, „ἢ εἰς ἅλα δῖαν“ (Ο 161). πρὸς τὸ μὴ ὑποπτεύειν τὰ Ὀδυσσειακὰ „περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισιν ἔδωκε“ (α 66—7) καὶ „πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην“ (α | |
5 | 65). | οἱ δὲ παρὰ τὸ δέος, ἐπεὶ καὶ ἄδειαν τὴν ἀφοβίαν καλοῦμεν. T | ||
1515c | ex. | ἐφόβησε δὲ λαούς: τινὲς „ἐφόβησε δ’ Ἀχαιούσ“, ἀντὶ τοῦ φοβεροὺς ἐποίησεν, ὡς „πάντας μέν ῥ’ ἔλπει“ (β 91) ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ. T | |
1516a | ex. | 〈μάν:〉 Δωρικῶς. ἐν ἄλλοις δὲ „καὶ μὴν οἱ τότ〈ε γ’〉 εἰς ἀγορὴν ἴσαν“ (Τ 45). Til | |
1516b | ex. | κακορραφίης: κακομηχανίας· ἑξῆς γοῦν φησι ἀντι‐ φράζων „κακὰ μητιόωσα“ (Ο 27). ἢ κακοσυνθεσίας· b(BE3)T ἀλλαχοῦ πού φησιν „οὐκ ὄφελον Τρώεσσι κοτεσ〈σ〉αμένη κακὰ ῥά‐ ψαι“ (Σ 367) καὶ „εἰνάετες 〈...〉 κακὰ ῥάπτομεν“ (γ 118). T | |
1517a | ex. | πρώτη ἐπαύρηαι: ἀντὶ τοῦ προτέρα b(BCE3E4)T Til τοῦ Ποσειδῶνος (ἄμφω γὰρ συμμαχοῦσι τοῖς Ἕλλησιν) ἢ b(BCE3)T τῶν Ἑλλήνων, ‘πρὶν τούτους ἀπόνασθαι τῆς σῆς δολιότητοσ‘. b(BCE3E4)T | |
1517b | Did. | 〈ἐπαύρηαι:〉 οὕτως διὰ τοῦ η, ἐπαύρηαι. Aint | |
1517c1 | Hrd. | ἐπαύρηαι: προπαροξυτονητ〈έον〉 ὁμοίως τῷ „εἰς ὅ κε τοὺς ἀφίκηαι“ (λ 122)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος· ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ „σὺ δέ κεν κακὸν οἶτον ὄληαι“ (Γ 417)· καὶ γὰρ τοῦτο μέσου δευτέρου ἀορίστου. A | |
1517c2 | προπαροξύνεται· ἔστι γὰρ μέσου δευτέρου ἀορίστου. b(BCE3E4)Til | ||
1517d | ex. | 〈πληγῇσιν〉 ἱμάσσω: κυρίως ἱμάντι πλήξω, τροπικῶς δὲ νῦν κεραυνώσω· μάστιγα γὰρ Διὸς τὸν κεραυνόν φησι b(BCE3E4) T „Διὸς μάστιγι δαμέντεσ“ (Μ 37), τῷ φόβῳ τῆς χθιζῆς κεραυνο‐ βολίας· b(BE3E4)T καὶ „ὅτε γ’ ἀμφὶ Τυφωέα γαῖαν ἱμάσσει“ | |
5 | (Β 782) ἀντὶ τοῦ κεραυνώσει. | ἀντεστραμμένως ‘καί σε ἱμάσθλῃ πλήξω‘. T | ||
1518-31 | Did. | 〈ἦ οὐ μέμνῃ—ἀπατάων:〉 Ζηνόδοτος οὐδὲ ὅλως τὴν κόλασιν τῆς Ἥρας γράφει. Aim | |
1518a | D | D ad Ο 19 | | ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω: τοὺς τῆς Ἥρας δεσμοὺς | |
Ariston. | —καὶ δυσδιάλυτον. | ἄκμονας δὲ δύο τὰ βαρύτατα— ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι. | ἡ διπλῆ δέ, ὅτι ἐκ δυεῖν τόπων, τούτου τε (sc. Ο 18—31) καὶ τοῦ κατὰ τὴν Α ῥαψῳδίαν (sc. 590—4), | ||
5 | ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πλη‐ | ||
ροῦται μῦθον. A | |||
1518b | ex. | 〈ἢ οὐ μέμνῃ,〉 ὅτε τ’ ἐκρέμω: ταῦτα ὁ Ὕπνος παρέ‐ λιπεν ὑπόνοιαν φέροντα τῇ Ἥρᾳ. ἃ δὲ εἶπεν ἐκεῖνος (sc. Ξ 249—61), νῦν Ζεὺς παρέλιπεν· b(BCE3E4)T οὐ γὰρ ἔδει κατὰ ἀπόντος θρασύνεσθαι. b(BE3E4)T | |
1518c | Did. | 〈μέμνῃ:〉 διὰ τοῦ η μέμνῃ εἶχον πᾶσαι. Aint | |
1518d | ex. (Did.?) | 〈μέμνῃ:〉 ἀλλαχοῦ τὸ ἐντελὲς „μέμνηαι, ὅσα 〈δὴ〉 πάθο‐ μεν κακά“ (Φ 442). Til | |
15.20 | ex. | 〈νεφέλῃσιν:〉 ταῖς αἰθερίαις. Til | |
1521a | ex. | ἐκρέμω: ἐκρέμασο, ἐκρέμαο, ἐκρέμω. b(BE3E4)Til | |
1521b | ex. | ἠλάστεον: ἄλαστα ταῦτα εἶναι ἔφασκον. ἢ ἐταράσσοντο, παρὰ τὴν ἄλην. b(BCE3E4)T | |
1521c | Ariston. | 〈κατὰ μακρὸν Ὄλυμπον:〉 ὅτι μακρὸς ὁ Ὄλυμπος ὡς ὄρος. Aint | |
1521d | ex. (Ariston.) | | κατὰ μακρὸν Ὄλυμπον: μακρόν, ὅτι ὄρος. τὸν δὲ | |
ex. (Did.?) | οὐρανὸν „εὐρὺν“ (Γ 364. Ε 867 al.) φησίν. b(BCE3E4)T | τινὲς δὲ 〈προσ〉γράφουσι „πρίν γ’ ὅτε δή ς’ ἀπέλυσα πεδῶν, μύδρους δ’ ἐνὶ Τροίῃ / κάββαλον, ὄφρα πέλοι〈ν〉το καὶ ἐσ〈σ〉ομένοισι πυθέσθαι“ | ||
5 | (= Ο 21 a. b.). δείκνυνται γὰρ ὑπὸ τῶν περιηγητῶν οἱ μύδροι. T | ||
1522a | Nic. | παρασταδόν: τοῦτο τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ λόγος· λῦσαι δ’ οὐκ ἐδύναντο παραστάντες, ὃν δὲ λάβοιμι, δηλονότι παριστά‐ μενον ἢ λύοντα. A | |
1522b1 | ex. | 〈παρασταδόν:〉 ἢ βοηθητικῶς ἀπὸ τοῦ „ὅτε 〈οἱ〉 πρόφρασ〈σ〉α παρέστησ“ (Κ 290). οἱ δὲ ‘ὃν δὲ λάβοιμί σοι παριστά‐ μενον πρὸς τὸ βοηθῆσαι‘. Til | |
1522b2 | ἢ ἀπὸ τοῦ παρίστασθαι καὶ ἀλαστεῖν οὐκ ἐδύναντο λῦσαι. ἢ ὃν λάβοιμι παριστάμενον, ἔρριπτον ἐξ οὐρανοῦ. b(BCE3E4) | ||
1523a | Ariston. | 〈ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ:〉 ὅτι καὶ ταῖς αὐταῖς λέξεσι κέχρηται κατ’ ἀμφοτέρους τοὺς τόπους (sc. Α 591 et Ο 23). Aint | |
1523b1 | ex. | ex. | ἀπὸ βηλοῦ: βαθμοῦ, παρὰ τὸ βήσω. Κράτης (fr. 22 d M.) δὲ ὡς ἥλου. | οὐ παράδοξον ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύ‐ λαι εἰσίν (cf. Ε 749. Θ 393). T | |
1523b2 | βηλοῦ δὲ τοῦ βαθμοῦ, παρὰ τὸν βήσω μέλλοντα. b (BCE3E4) | οὐδὲν δὲ παράδοξον καὶ ἐν οὐρανῷ βηλὸν ὀνομάζειν, ὅπου γε καὶ πύλας εἶναι λέγουσιν. b(BE3E4) | ||
1524a | ex. | 〈ὀλιγηπελέων:〉 ὀλίγον ἔχων τὸ πέλειν. b(BCE3E4)Til | |
1524b1 | Did. | 〈ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν ἀνίει:〉 Ἀρίσταρχος θυμόν, ἄλλοι δὲ „θυμόσ“. ἔστι δὲ ὁ τῆς Ὁμηρικῆς φράσεως χαρακτήρ, „οἵ ς’ ὠτειλήν / αἷμ’ ἀπολιχμήσονται“ (Φ 122—3). Aim | |
1524b2 | {θυμὸς ἀνίη:} Ἀρίσταρχος θυμόν, τινὲς δὲ „θυμόσ“ ἀντὶ τοῦ ὀργή. ἀμείνων δὲ ἡ Ἀριστάρχου γραφή· ἔστι γὰρ Ὁμη‐ | ||
ρικὴ ἡ φράσις· „οἵ ς’ ὠτειλήν / αἷμ’ †ἀπολικμήσονται“. T | |||
1524b3 | τινὲς „θυμόσ“ ἀντὶ τοῦ ὀργή. ἄμεινον δὲ θυμόν γράφειν, ἵνα δηλοῖ τὸ ἔνδον θερμὸν ἤτοι τὴν ψυχήν. b(BCE3E4) | ||
1524-5 | Nic. | ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν 〈ἀνίει / ἀζηχὴς ὀδύνη Ἡρα‐ κλῆος θείοιο:〉 συναπτέον ἕως τοῦ θείοιο (25)· ἐν σχήματι γὰρ εἴρηται. Aint | |
15.25 | ex. | 〈ἀζηχής:〉 σκληρά, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι φυτοῖς· b(BCE3E4)Til οἱ δὲ συνεχὴς καὶ ἄπαυστος. Til λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν. b(BCE3E4)Til | |
1526a | ex. | ex. | τὸν σὺ ξὺν Βορέῃ 〈ἀνέμῳ πεπιθοῦσα θυέλλασ〉: ἴσως, ἐπεὶ τοὺς υἱοὺς αὐτοῦ ἀνεῖλεν Ἡρακλῆς. T | ἄδηλον δέ, πότερον Ἥρα καὶ Βορέας ἀνέπεισαν τὰς θυέλλας ἢ Ἥρα ἅμα Βορρᾷ καὶ τὰς θυέλλας ἔπεισεν. b(BCE3E4)T ἄμεινον δὲ τὸ δεύτερον. b(BCE3E4) | |
1526b1 | Hrd. | πεπιθοῦσα {θυέλλας}: ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος, ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν· „ῥηϊδίως πεπιθεῖν“ (Ι 184). A | |
1526b2 | τὸ δὲ πεπιθοῦσα ὡς δραμοῦσα τονιστέον. T | ||
15.27 | ex. | 〈ἐπ’〉 ἀτρύγετον 〈πόντον〉: ἄβυσσον, τρύγα μὴ ἔχοντα· | |
ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης „ἀκάρπιστα πεδία“ (cf. Phoen. 210) λέγων τὴν θάλασσαν. A b (BCE3E4)T καὶ οἱ μὲν τὸ Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ ὑπὲρ τὴν †εὔκρατον† θάλασσαν. | |||
5 | τινὲς δέ φασιν ἐπὶ Παλ〈λ〉ήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι. A T | ||
15.28 | ex. | 〈Κόων δ’ εὖ ναιομένην:〉 ἢ διὰ τὸ ὄνομα· ἢ διὰ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν, ἥτις δυσεπίβατον ξένοις ἐποίει τὴν νῆσον· ἢ πο‐ λύανδρον. Til | |
15.29 | ex. | Did. (?) | 〈ἀνήγαγον αὖτις:〉 ἢ πλεονάζει Ἀττικῶς ἡ ἀνά, ὡς „ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν“ (μ 234) καὶ „ἐκ Τροίης ἀνιόντα“ (κ 332). | οἱ δὲ γράφουσιν „ἀπήγαγον αὖτισ“. Til | |
15.30 | ex. | 〈καὶ πολλά περ ἀθλήσαντα:〉 ἐμφαίνει ὅτι καρτερὰν μάχην ἐνίκησεν. Til | |
1531a | ex. | 〈τῶν ς’ αὖτε μνήσω, ἵν’ ἀπολλήξῃς ἀπατάων:〉 οὐκ εἶπεν ἀπατώμενος αὐτὸς †παύσασθαι†, ἀλλὰ παύσειν αὐτήν, τὴν | |
ἁμαρτίαν τὴν ἑαυτοῦ ἐπ’ ἐκείνην τρέπων. b(BCE3)Til | |||
1531b1 | Did. | 〈ἀπολλήξῃς:〉 διὰ τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου. Aim | |
1531b2 | δι’ ἑνὸς λ ὀφείλει γράφεσθαι. T Til | ||
15.32 | Did. | 〈ἴδῃς:〉 „ἴδῃ“ χωρὶς τοῦ ς. Til | |
15.33 | Did. | 〈ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ ἀπάτησας:〉 οὔτε παρὰ Ζηνοδότῳ οὔτε παρ’ Ἀριστοφάνει ἦν· καὶ μήποτε περιτ‐ τός ἐστιν. Aim Til | |
1536-40 | D | Nic. | ἴστω νῦν τόδε Γαῖα—ὀμόσαιμι: ἐπεὶ ἡ Στὺξ—βουλήσει Διός. | 〈ἀπὸ τοῦ〉 ἴστω νῦν τόδε γαῖα (36) πᾶσαι διαστολαί εἰσι μέχρι τοῦ ὀμόσαιμι (40)· ἐνταῦθα γὰρ στικτέον, ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου. A | |
1536-7 | ex. | ex. | ἴστω νῦν τόδε Γαῖα 〈καὶ Οὐρανὸς εὐρὺς ὕπερθε / καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ〉: κατὰ τῶν προ‐ γόνων ἢ τῶν ὁμοιογενῶν ὄμνυσι στοιχείων· τὸ γὰρ οὐράνιον πῦρ αἰθέρα καλεῖ ὁ ποιητής· b(BCE3E4)T | διὰ τριῶν ἦν γὰρ ἔθος ὀ‐ | |
5 | μνύειν, ὡς Δράκων ἔταξε, Δία Ποσειδῶ Ἀθηνᾶν· οἱ δὲ Δία Ποσειδῶ Δήμητραν, ὡς Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους (or. 24, 151). καὶ ὁ ποιητὴς „Ζεῦ †πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον“ (Β 371) καὶ „Ζεὺς ξενίη τε τράπεζα / ἱστίη τ’ Ὀδυσῆοσ“ (ξ 158—9). b(BE3E4)T | ||
15.36 | ex. | 〈τόδε:〉 τοῦτο, περὶ οὗ ὁ ὅρκος ἐτέτακτο. b(BCE3E4)Til | |
15.38 | ex. | 〈δεινότατος:〉 σεβάσμιος· „δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον“ (Σ 394). b(BCE3E4)Til | |
1539-40 | ex. | νωΐτερον λέχος 〈αὐτῶν / κουρίδιον〉: συμπαθῶς δελεάζουσα τῆς ἐκ παίδων μίξεως ὑπέμνησεν, b(BCE3E4)T „ὅτε πρῶτον 〈περ ἐ〉μισγέσθην φιλότητι“ (ϟ 295). T εἰς ὁμόνοιαν δὲ ἄνδρας καὶ γυναῖκας καλῶν ὁ ποιητὴς σεμνύνει τὴν κοινωνίαν, ὅρκον | |
5 | αὐτὴν μέγιστον ποιῶν. ὁ μὲν οὖν Ζεὺς φιλότητα καὶ εὐνὴν ὠνόμασεν (sc. Ο 32), ἡ δὲ σεμνοτέραις ταῖς προσηγορίαις χρῆται οὐκ ἀξιοῦσα ἐκφαυλίζειν τὴν κοινωνίαν· b(BCE3E4)T διὸ καὶ προσέθηκε „τὸ μὲν οὐκ ἂν ἐγώ 〈ποτε〉 μὰψ ὀμόσαιμι“ (40), ἀξιοπιστίαν προσφέρουσα τῷ λόγῳ· ὅθεν καὶ ἐμειδίασεν ὁ Ζεύς (cf. Ο 47). T | ||
1541a1 | Ariston. | μὴ δι’ ἐμὴν ἰότητα: ὅτι παρακέκρουσται τὸν ὅρκον· οὐ γὰρ διὰ τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ, αὐτὴ μέντοι συνεργεῖ κατακοιμήσασα τὸν Δία. καὶ ὅτι ἡ ἀπαγόρευσις ἡ μή ἀντὶ ἀρνήσεως τῆς οὔ. A | |
1541a2 | τὸ δὲ μή ἀντὶ τοῦ οὔ. T | ||
1541b | ex. | μὴ δι’ ἐμὴν ἰότητα: ἐσοφίσατο τὸν Δία, οὐ περὶ †ὧν ἀπολογουμένη τῆς ἀπάτης, ἀλλὰ δι’ ὃ χολᾷ, τούτου ἑαυτὴν ἀλ‐ λοτριώσασα· καὶ μειδιᾷ Ζεύς (cf. Ο 47). T | |
1541-2 | D | Nic | μὴ δι’ ἐμὴν ἰότητα 〈Ποσειδάων ἐνοσίχθων / πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ’ ἀρήγει〉: ἀντὶ τοῦ οὐ δι’ ἐμὴν γνώμην {ποσειδῶν ἕλλησι βοηθεῖ}. | ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὅρκοι· οὐ δι’ ἐμὴν γνώμην Ποσειδῶν Ἕλ‐ | |
5 | λησι βοηθεῖ. πληρέστατος δ’ ἂν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι ἢ ὥς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵν’ ᾖ τοιαύτη ἡ φράσις· ἴστω Γῆ καὶ Οὐρανὸς ὅτι μὴ δι’ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λεί‐ πει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ „ἴστω νῦν Ζεὺς πρῶ‐ τα· / ἦ μέν τοι τάδε πάντα τελείεται“ (τ 303. 305). τάχα οὖν καὶ διὰ | ||
10 | τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ ἔλλειψις. A | ||
1544a | Did. | ex. | τειρομένους δ’ ἐπὶ νηυσὶν 〈ἰδὼν ἐλέησεν Ἀχαι‐ ούσ〉: ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ οὕτως ἐφέρετο „κτεινομένους {δ’ ἐπὶ νηυσὶν ἰδών}“. καὶ ἔστιν ἐμφατι‐ κώτερον τοῦ τειρομένους. | ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγε‐ | |
5 | ται τὸν Δία καὶ ὑπὲρ Ποσειδῶνος λεληθότως ἀπολογεῖται. οὕτως Ἡρακλέων (fr. 10 Β.). A | ||
1544b | ex. | τειρομένους δ’ ἐπὶ νηυσὶ〈ν ἰδὼν ἐλέησεν Ἀχαι‐ ούσ〉: ἔλεον ὑπὲρ Ἑλλήνων κινεῖ καὶ ὑπεραπολογεῖται Ποσειδῶνος. | |
b(BCE3E4)T | |||
1545a | Did. | καὶ κείνῳ: ἐκ πλήρους Ἀρίσταρχος τὸν καὶ σύνδε‐ σμον. Ail | |
1545b | Did. | ex. | καὶ κείνῳ 〈ἐγὼ παραμυθησαίμην〉: ἐκ πλήρους ἐστὶν ὁ καί, | ὡς καὶ αὐτῆς ἐπακολουθησάσης τοῖς Διὸς βουλήμασιν. T | |
1545c | ex. | παραμυθησαίμην: παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος καὶ αἶνος. τοσοῦτον ἀπέχω, φησί, τοῦ ἐναντιοῦσθαί σοι ὡς κἀκείνῳ παραινεῖν. b(BCE3E4)T | |
15.46 | ex. | 〈τῇ ἴμεν, ᾗ κεν δὴ σὺ ... ἡγεμονεύῃς:〉 ταύτῃ πο‐ ρεύεσθαι, ᾗ ἂν κελεύῃς σύ, καὶ ἐν παντὶ σοὶ ἡγεμόνι χρῆσθαι. b(BCE3) Til | |
1547a1 | ex. | μείδησεν: ἢ διὰ τὸ λέχος ἢ διὰ τὸ ἀπολογήσασθαι καὶ ὑπὲρ Ποσειδῶνος ἢ διὰ τὸ ἰδεῖν αὐτὴν δείσασαν καὶ τὰ θυμήρη αὐτῷ ἐπαγγελλομένην. ἐνήργει δὲ ἄρα ὁ κεστός. T | |
1547a2 | ἢ διὰ τὸ καὶ ὑπὲρ Ποσειδῶνος ἀπολογήσασθαι ἢ μᾶλλον διὰ τὸ λέχος. ἐνήργει δὲ ἄρα ὁ κεστός. b(BCE3E4) | ||
1549a1 | ex. | 〈δὴ σύ γ’ ἔπειτα:〉 ἐκ παραλλήλου τὸ ἔπειτα ἀντὶ τοῦ δή· „δὴ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο“ (ε 391). b(BCE3E4)T | |
1549a2 | περιττεύει τὸ ἔπειτα. Aint | ||
1549b1 | Did. | 〈βοῶπι:〉 Ἀριστοφάνης μετὰ τοῦ ς „βοῶπισ“· καὶ ἔστιν εὐφραδέστερον. Aim | |
1549b2 | βοῶπις: οἱ μὲν „βοῶπι“, Ἀριστοφάνης δὲ βοῶπις· | ||
καὶ ἔστιν εὐφραδέστερον. T | |||
1550a | ex. | ἶσον ἐμοὶ φρονέουσα: ἀντὶ τοῦ ὁμονοοῦσα b(BCE3)T καὶ ταὐτὸ βουλομένη. b(BCE3) | |
1550b | Did. (?) | 〈μετ’ ἀθανάτοισι:〉 γράφεται καὶ „ἐν ἀθανάτοισι“. T | |
1550c | Did. | 〈ἀθανάτοισι καθίζοις:〉 ἐν τοῖς εἰκαιοτέροις „ἀθανά‐ τοισι θεοῖσι“. Aim | |
1550d | ex. | καθίζοις: ἀπὸ μέρους ἀντὶ τοῦ εἴης. T | |
15.51 | ex. | τῷ: ἀντὶ τοῦ ὁμοίως. b(BCE3)Til | |
1552a | Nic. | αἶψα μεταστρέψειε νόον 〈μετὰ σὸν καὶ ἐμὸν κῆρ〉: τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδίδοσθαι, ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ. δύναται δὲ καὶ τοῖς ἑξῆς. A | |
1552b | ex. | μετὰ σὸν καὶ ἐμὸν κῆρ: ὑπαλλακτικῶς εἶπεν, ἀντὶ τοῦ ἐπὶ τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα. b(BCE3E4)T | |
15.53 | Did. | 〈ἐτεόν γε:〉 οὕτως διὰ τοῦ γέ, ἐτεόν γε, καὶ Ἀριστο‐ φάνης. Aint | |
1554a1 | Did. (?) | 〈κάλεσσον:〉 ἐν ἄλλῳ „κέλευσον“. Aim | |
1554a2 | γράφεται καὶ „κέλευσον“. Til | ||
15.55 | ex. (Did.?) | 〈Ἀπόλλωνα〉 κλυτότοξον: τινὲς „κλυτὸν αὐδήν“. οὐκ οἶδε δὲ αὐτὸν Ὅμηρος ᾄδοντα, ἀλλὰ κιθαρίζοντα (cf. Α 603). T | |
1556a | Ariston. | ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν: ἀπὸ τούτου ἕως τοῦ „λισσομένη τιμῆσαι“ (Ο 77) ἀθετοῦνται στίχοι εἴκοσι δύο, ὅτι οὐκ ἀναγκαίως παλιλλογεῖται περὶ τῶν ἑξῆς ἐπεισαχθησομένων καὶ | |
κατὰ τὴν σύνθεσίν εἰσιν εὐτελεῖς. καὶ ὅτι ὡς ἐπίπαν πρὸς τὸ δεύτερον | |||
5 | πρότερον ἀπαντᾷ, νῦν δὲ πρὸς τὸ πρότερον ἀπήντηκεν, ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν. ψεῦδος δὲ καὶ τὸ „φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι / Πηλείδεω Ἀχιλῆοσ“ (Ο 63—4)· οὔτε γὰρ πα‐ ραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ „πέσωσιν“ (Ο 63) οὐχ Ὁμηρι‐ | ||
10 | κόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· „ἔφαντο γὰρ οὐκέτ’ Ἀχαιούς / σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι〈ν〉 πεσέε‐ σθαι“ (Μ 125—6); ἡ δὲ παλίωξις (cf. Ο 69) οὐχ Ὁμηρικῶς παρείλη‐ | ||
πται· οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρ’ αὐτῷ ἡ φυγή, ἀλλ’ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φη‐ | |||
15 | σὶν „εἰ δέ χ’ ὑποστρέψωσι, παλίωξις δὲ γένηται“ (Μ 71). ἀσύνηθες δὲ καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν, „Ἴλιον αἰπὺ ἕλοιεν“ (Ο 71)· πάν‐ τοτε γὰρ θηλυκῶς λέγει. ἐν δὲ τῷ „λισσομένη τιμῆσαι“ (Ο 77) φησὶν ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα „πτολίπορθον“ εἴρηκεν, ἀλλὰ „ποδάρκη“ (cf. Α 121 al.) καὶ „ποδώκη“ (cf. Θ 474 al.). A | ||
1556b | ex. | ὄφρ’ ἡ μὲν μετὰ λαόν: ἀθετοῦνται ὡς περισσοὶ εἴκοσι δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν | |
Ἀχιλλέως (cf. Ο 63—4). καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα (cf. Ο 67), τί ἐκεῖ (sc. Π 433—8) οἰκτίζεται; καὶ ἡ παλίωξις (cf. Ο 69) οὐκ | |||
5 | ὀρθῶς· ἀφ’ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ „Ἀθηναίης διὰ βουλάσ“ (Ο 71)· διὰ τί γὰρ μὴ δι’ Ἥρας, καίτοι παρ‐ ούσης; —ῥητέον οὖν ὅτι σχῆμά ἐστιν ἡ προανακεφαλαίωσις, ὡς Ὀδυσσεὺς προαναφωνεῖ Τηλεμάχῳ τὴν μνηστηροκτονίαν (sc. π 267—307), ἀλλ’ οὐδὲν ἧσσον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται. | ||
10 | ἔστι δὲ τῇ Ἥρᾳ, εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ’ οὖν γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα. b(BCE3E4)T πεσεῖν δὲ εἰς τὰς ναῦς (cf. Ο 63—4) ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν ‘ἐνέπεσεν εἰς τὰς χεῖράς σου‘. οἰκτίζεται δὲ καὶ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι (cf. Χ 168—76). πόθεν δὲ δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέως γεγόνασι τροπαί; τό τε „†ἀθη‐ | ||
15 | ναί熓 (Ο 71), ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησε (cf. θ 493). πρὸς δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωσιν Τροίας σκιαγρα‐ φῶν αὐτῷ· τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχα‐ νόντων ὅτι οἱ ταῦτα πράξαντες κρατηθήσονται; b(BE3E4)T | ||
1556c | ex. | 〈ὄφρ’ ἡ μέν:〉 πρὸς τὸ πρῶτον ὑπήντησεν, ὡς τὸ „ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς / τοὺς μὲν ὀρινομένουσ“ (Ο 6—7). Til | |
1556-77 | Did. | 〈ὄφρ’ ἡ μὲν μετὰ λαὸν—πτολίπορθον:〉 καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο. Aint | |
15.58 | ex. | 〈τὰ ἃ〉 πρὸς δώματα: δύναται εἰς Ὄλυμπον λέγειν· φησὶ γοῦν „ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα“ (Ο 161)· „γαῖα δέ τοι ξυνὴ καὶ μακρὸς Ὄλυμποσ“ (Ο 193)· καὶ ὁ Κύκλωψ „εὔχετο, | |
χεῖρ’ ὀρέγων εἰς οὐρανόν“ (ι 527). T | |||
1563-4 | Ariston. | 〈φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι / Πηλεΐδεω Ἀχιλῆος:〉 ὅτι ψεῦδος. Aint | |
15.63 | ex. | 〈πέσωσι:〉 ἀεὶ ἐπὶ Ἀχαιῶν τὸ πέσωσι· „καὶ νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί“ (Λ 311). Til | |
1564a | ex. | 〈Πηλεΐδεω Ἀχιλῆος:〉 τινὲς λέγουσι λείπειν τὸ ἕνεκα· διὰ γὰρ τὸν Ἀχιλλέα ἔπεσον. Til | |
1564b | Did. | 〈Πηλεΐδεω Ἀχιλῆος:〉 ὁ δ’ ἀνστήσει ὃν ἑταῖ‐ ρον: οὕτως ἀνστήσει ὃν 〈ἑταῖρον〉 αἱ Ἀριστάρχου, τινὲς δὲ „ἀνστήσειεν ἑταῖρον“ διὰ τοῦ ε. Ζηνόδοτος δὲ ἀπὸ τοῦ Πηλεΐδεω Ἀχιλῆος ἕως τοῦ „λισσομένη τιμῆσαι“ (Ο 77) οὐδ’ ὅλως ἔγρα‐ | |
5 | φεν. A | ||
1564c | ex. (Did.?) | 〈Πηλεΐδεω Ἀχιλῆος·〉 ὁ δ’ ἀνστήσει Πάτροκλον: Ζηνόδοτος ἐνθένδε ἕως τοῦ „λισσομένη“ (Ο 77) οὐδὲ ἔγραφεν· ἐοίκασι γὰρ Εὐριπιδείῳ προλόγῳ ταῦτα. ἐναγώνιος δέ ἐστιν ὁ ποιητὴς καί, ἐὰν ἄρα, σπέρμα μόνον τιθείς, „κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή“ (Λ 604). | |
5 | τάχα δὲ ὁ ταῦτα ποιήσας καὶ τὸ „ᾠχόμεθ’ ἐς Θήβην“ (Α 366) καὶ τὸ | ||
„ἤρξατο δ’ ὡς πρῶτον Κίκονας δάμασ’“ (ψ 310) 〈ἐποίησεν〉. T | |||
1569-70a1 | ex. | ἐκ τοῦ δ’ ἄν τοι 〈ἔπειτα παλίωξιν παρὰ νηῶν / αἰὲν ἐγὼ τεύχοιμι διαμπερές:〉 οὐ τοῦ νῦν, ἀλλὰ μετὰ τὸ ἀπολέσθαι Πάτροκλον. τινὲς δὲ ἣν ἐποίησε Πάτροκλος ἀπέλασιν τῶν νηῶν παλίωξιν καλοῦσιν. T | |
1569-70a2 | οὐ πρὸ τοῦ Ἀχιλλέα ἐξελθεῖν· ἢ καὶ μετὰ τὸ ἐξελθεῖν, ἀλλὰ b(BCE3) μετὰ τὸ τελευτῆσαι Ἕκτορα· b(BCE3E4) ἐξελ‐ θόντος γὰρ Ἀχιλλέως οὐκ ἦν παλίωξις. b(BCE3) | ||
15.69 | Ariston. | 〈παλίωξιν:〉 ὅτι οὐχ Ὁμηρικῶς ἡ παλίωξις. Aim | |
15.70 | ex. | 〈αἰὲν ἐγὼ τεύχοιμι διαμπερές:〉 τουτέστιν εἰς τὸ αὐτὸ αὐτὴν ἐάσω καὶ ἄλλην οὐ ποιήσω παλίωξιν. b(BCE3E4) | |
1571a | Ariston. | 〈Ἴλιον αἰπύ:〉 ὅτι νῦν μόνως οὐδετέρως εἴρηται Ἴλιον. Aint | |
1571b | Did. | 〈Ἴλιον αἰπὺ ἕλοιεν:〉 †ἀρίσταρχος† „Ἴλιον ἐκπέρ‐ σωσιν“. Aim | |
1571c | ex. (Ariston. | Ἴλιον αἰπὺ 〈ἕλωσιν〉: ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής. | |
+ ex. + Did.) | b(BCE3E4)T νῦν οὖν οὐκ ἀπὸ μόνης τῆς πόλεως, ἀλλ’ ὅλου 〈τοῦ〉 τόπου καλεῖ. b(BCE3E4) τινὲς δὲ „Ἴλιον ἐκπέρσωσιν“. | ||
b(BCE3E4)T | |||
1572a | Did. | 〈παύω:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς παύω. Aim | |
1572b1 | Did. | ex. | παύω: οὕτως ἄνευ τοῦ ς. | διὰ τί δὲ χολᾷ τοῖς Ἕλλησιν; †ὃ προσποιήσηι† τὴν ἱκετείαν Θέτιδος, †διὰ τὴν Ἥραν. T | |
1572b2 | ἄνευ τοῦ ς οἱ περὶ Ἡρωδιανόν. b(BCE3) | διὰ τί δὲ χολᾷ τοῖς Ἕλλησιν οὕτως; προσποιεῖται τελειῶσαι τὴν ἱκετείαν Θέτιδος, καὶ ἵνα μὴ πάλιν αὐτὸν ἡ Ἥρα ἱκετεύσῃ, ἀπεφήνατο οὕτως. b(BCE3E4) | ||
15.73 | ex. | 〈ἀμυνέμεν〉 ἐνθάδ’ ἐάσω: ἔδει εἰπεῖν ‘ἐν τῇ μάχῃ‘· ἄκυρον γὰρ τὸ ἐνθάδε. b(BCE3E4)T πρὸς σύγκρισιν οὖν Ὀλύμπου τὸ ἐνθάδε· πλησιαιτέρα γὰρ Ὀλύμπου ἡ Ἴδη ὡς πρὸς Ἴλιον. b(BCE3E4) | |
1575a | ex. (Did.?) | ὥς οἱ ὑπέστην πρῶτον: καὶ μὴν Θέτιδι ὑπέσχετο (sc. Α 528—30)· 〈διὸ〉 Ἀρίσταρχος ἀθετεῖ τὸ „τίμησας μὲν ἐμέ“ (Π 237)· οὐδέποτε γὰρ κατηράσατο τοῖς Ἀχαιοῖς Ἀχιλλεύς. T | |
1575b | ex. | κάρητι: τινὲς ἀπὸ τοῦ κάρη· Ἀρίσταρχος κάρης ὡς „Δάρησ“ (Ε 9), ἵν’ ᾖ ἀρσενικῶς. T | |
1577a | Ariston. | 〈Ἀχιλλῆα πτολίπορθον:〉 ὅτι οὐδαμοῦ τὸν Ἀχιλλέα πτολίπορθον. Aint | |
1577b | ex. | 〈πτολίπορθον:〉 Ὀδυσσέα μόνον οὕτω καλεῖ διὰ τὴν Ἴλιον. ἀλλὰ καὶ ἀλλαχοῦ λέγει “αὐτὰρ ὅ γ’ ὡς ἐνόησεν Ἀχιλλῆα πτο‐ λίπορθον“ (Φ 550)· ἐπόρθησε γὰρ εἴκοσι πόλεις. T | |
15.78 | ex. (Did.) | ὣς ἔφατ’ οὐδ’ ἀπίθησε 〈θεὰ λευκώλενος Ἥρη〉: τινὲς μετὰ τοῦτον γράφουσι „Ζῆν’ ὑποταρβήσασα· νόος δέ οἱ ἄλλα | |
μενοίνα“ (= Ο 78 a). T | |||
15.79 | Did. (?) | βῆ δὲ κατ’ Ἰδαίων: Ζηνόδοτος „βῆ δ’ ἐξ Ἰδαίων“. ἀπὸ ἴσου γὰρ ἐπὶ τὸ ἴσον ἡ δίοδος. T | |
1580-2 | ex. | ὡς δ’ ὅταν ἀΐξῃ νόοσ〈—μενοινήσειέ τε πολλά〉: ἐν ἄλλοις ἁπλούστερον καὶ συντομώτερον „ἠὲ νόημα“ (η 36)· ἐνθάδε δὲ καὶ ἐπεξειργάσατο διὰ τὸ τάχος καὶ οὐ παντὶ νῷ προσάπτει τὸν λόγον, ἀλλὰ πλάνητος ἀνδρός. b(BCE3E4)T | |
15.80 | Ariston. | ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος: ὅτι τὸ θεῖον τάχος τῆς ἐπιπτήσεως τῶν τόπων τῇ κατὰ διάνοιαν κινήσει ἀντιπαρέθηκεν ὑπερβολικῶς, καὶ ὅτι τὸ παροιμιακὸν τὸ „διέπτατο δ’ ὥστε νόημα“ ἐκ τούτων καὶ τῶν κατὰ τὴν Ὀδύσσειαν (η 36) σύγκειται „τῶν νέες | |
5 | ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα“, οὐκ ὂν παρ’ οὐδενὶ ποιητῇ. A | ||
D. | ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ: ὥσπερ δὲ νοῦς ἀνδρὸς—εἰς τὸν Ὄλυμπον. A | ||
1582a | Did. | 〈ἔνθ’ εἴην ἢ ἔνθα, μενοινήσειέ τε πολλά:〉 οὕτως Ἀρίσταρχος ἔνθ’ εἴην μετὰ νοῦ ν, καὶ διὰ τῶν δύο η〈η〉, „μενοι‐ | |
νήῃσί τε“. A | |||
1582b | ex. (Did. | ἔνθ’ εἴη〈ν ἢ ἔνθα〉: Ἀρίσταρχος „εἴη〈ν〉“ ἀντὶ τοῦ | |
+ D ?) | πορευθείη〈ν〉 ἐκ τοῦ εἶμι, τοῦ ἀνδρὸς δηλονότι λέγοντος ‘ἐκεῖ ἀπέλ‐ θοιμι ἢ ἐκεῖ‘. T | ||
1582c | D | ἄλλως· ἔνθ’ εἴην ἢ ἔνθα: τὸ εἴην σὺν τῷ ν Ἀριστάρ‐ χειοι, καὶ σημαίνειν τὸ ὑπῆρχον, ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου ‘οἷον πορευοίμην‘. ὁ δὲ λόγος· εἰς ἐκείνην τὴν χώραν ἢ ἐκείνην πο‐ ρευθείην. T | |
1582d1 | ex. | μενοινήσειέ τε πολλά: ὁ ἀνὴρ δηλονότι πολλὰ μέρη τῆς γῆς ἐννοήσεται. T | |
1582d2 | μενοινήσειε (δηλονότι ὁ ἀνήρ) πολλὰ μέρη τῆς γῆς, καὶ νοήσει, ἐν οἷς ἔσται καὶ πορεύσεται. b(BCE3E4) | ||
1584-5 | ex. | ἵκετο δ’ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ ἐπῆλ‐ θεν 〈/ ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ〉: ἐν ἀσχολίᾳ ὄντες μακα‐ ρίως εὐωχούμενοι διάγουσι καὶ ἐν τῇ Α (533), „Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ’ ἅμα πάντες ἀνέσταν“, ὡς ἐν Διὸς ἀφωρισμένου αὐτοῖς τόπου | |
5 | τοιούτου πρὸς τὰς εὐωχίας. οἱ δὲ πρὸς τῷ Ὀλύμπῳ. T | ||
1586a | Ariston. | καὶ δεικανόωντο δέπασσιν: Ἀρίσταρχος σημειοῦται ὅτι οὕτως μόνως γραπτέον δέπασσι: φησὶ γοῦν ἐν τοῖς ἑξῆς „Θέ‐ μιστι δὲ καλλιπαρῄῳ / δέκτο δέπασ“ (Ο 87—8). ἐν ἐνίοις δὲ „κάλεόν τέ μιν εἰς ἓ ἕκαστοσ“, οὐκ εὖ· ἰδίαν γὰρ ἔχει καθέδραν. πῶς οὖν πρὸς ἑαυ‐ | |
5 | τὸν ἕκαστος καλεῖ; ἐπὶ μὲν τῆς Ἴριδος ἁρμόζει τῆς πρὸς τοὺς ἀνέμους παραγεγονυίας (cf. Ψ 203). ἀλλὰ μὴν οὐδ’ „ἐπέεσσι“ γραπτέον· ἐπι‐ | ||
δίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον (sc. Ο 87—8). ὁ δὲ Θρᾷξ Διο‐ νύσιος (fr. 16 L.) παρακεῖσθαί φησι τὸ σημεῖον, ὅτι διὰ παν‐ τὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν | |||
10 | ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ „οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστε‐ ρον εἶναι / ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ“ (ι 5—6). A | ||
1586b | ex. | καὶ δεικανόωντο δέπασσιν: ἐπὶ τοῦ ἐρωτικοῦ συμ‐ ποσίου „κάλεόν τέ μιν εἰς 〈ἓ〉 ἕκαστοσ“ (Ψ 203)· ἀκροθώρακες γὰρ ὄν‐ τες εἰς ἐρωτικὰ ἐκεκίνηντο. T | |
1586c | Did. | 〈δέπασσιν:〉 ταὐτὰ ὁ Δίδυμος (p. 116 Schm.) τῷ Ἀρι‐ στονίκῳ λέγει περὶ τῆς γραφῆς τῆς δέπασσι. Aint | |
1586d1 | ex. (Did.) | 〈δέπασσιν:〉 τινὲς {δὲ} ἀντὶ τοῦ δέπασσιν „ἐπέεσσι“ γράφουσιν. ἐλέγχονται δὲ ὑπὸ τοῦ „Θέμιστι δὲ δέκτο δέπασ“ (cf. Ο 87—8). T | |
1586d2 | οἱ περὶ Ζηνόδοτον ἀγνοήσαντες „ἐπέεσσι“ γράφουσιν. ἐλέγχονται δὲ φανερῶς ὑπὸ τοῦ „Θέμιστι δὲ δέκτο δέπασ“. b(BCE3) | ||
1587a | ex. | 〈ἔασε:〉 παρῃτήσατο, „τὸν δ’ ἐχθρὸν ἐᾶσαι“ (Hsd. opp. 342). Til | |
1587b | Ariston. | 〈Θέμιστι:〉 ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ παρὰ Θέμιδος. Aim | |
1587c | ex. | 〈Θέμιστι:〉 θεσμός, Θέμις. Til | |
1588a | ex. | δέκτο δέπας: οὐχὶ τοὺς ἄλλους ἠτίμασε καὶ ταύτην προὔκρινεν, ἀλλ’ ἔφθασε, φησί, τοὺς λοιπούς· διὸ παρ’ αὐτῆς λαμβά‐ νει τὸ δέπας. b(BCE3)T | |
1588b1 | ex. | θέουσα: ἄμεινον „φέρουσα“. ἀκατάστατον †δὲ† τὸ | |
θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν τηρεῖν. T | |||
1588b2 | γράφουσι μέν τινες θέουσα, ἄμεινον δὲ τὸ „φέρουσα“· ἀκατάστατον γὰρ τὸ θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν ἀεὶ τηρεῖν. b(BCE3E4) | ||
1590a | ex. | 〈τίπτε βέβηκας:〉 λείπει τὸ οὕτως. Til | |
1590b | ex. | ἀτυζομένῃ δὲ ἔοικας: συμβάλλεται πρὸς τὴν ἀθέτησιν τῶν πρώην (sc. versuum Ο 56—77)· εἰ γὰρ ἦν ἀκούσασα τὰ περὶ τῆς ἁλώσεως, οὐκ ἂν κατεπλήχθη. τάχα δὲ τεταραγμένη ὑπέστρεψε δι’ ὑπόμνησιν τῆς ἀτιμίας (cf. Ο 18—22). T | |
15.91 | ex. | 〈ἦ μάλα δή σε φόβησε:〉 οὐ κατὰ προαίρεσιν ἐληλυθέναι ἐποίησεν, ἀλλ’ ὅμοιόν τι φυγῇ. b(BCE3E4)Til οἱ δὲ ὁμοίως ἡμῖν. Til | |
15.92 | Did. (?) | 〈θεὰ λευκώλενος Ἥρη:〉 ἐν ἄλλῳ „βοῶπις πότνια Ἥρη“. Aim | |
15.93 | ex. | 〈οἶσθα καὶ αὐτή:〉 πόθεν; ἢ ὅτι συνῴκησεν αὐτῷ (cf. Hsd. th. 901—6). ἀλλὰ κουριδίους αὐτούς φησιν (cf. Ξ 295 et Ο 40). Til | |
1594a | Did. | 〈ἐκείνου:〉 Ἀρίσταρχος „κείνου“ Ἰακῶς. Aim | |
1594b | Ariston. | ὑπερφίαλος: ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπὶ ψόγου, ὁ ὑπέρσπονδος, βέλτιον δὲ ὁ ὑπέρμετρος. ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμίου· „οὐκ ἀγαπᾷς, ὃ ἕκηλος ὑπερφιάλοισι μεθ’ ἡμῖν“ (φ 289) ἀντὶ τοῦ | |
ἀγαθοῖς. A | |||
1594c | ex. (Ariston. + ex.) | ὑπερφίαλος: ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις· καὶ νῦν μὲν ἐπὶ ψόγου κεῖται ἀντὶ τοῦ οὐκ ἔνσπονδος, ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου· „ὑπερφιάλοισι μεθ’ ἡμῖν / δαίνυσαι“ (φ 289—90), b(BCE3E4)T εἰ μὴ λέγει, οὓς σὺ φῂς εἶναι ὑπερφιάλους. T | |
1594d1 | ex. | ἀπηνής: ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ἢ τοῦ νεύειν εἰς ἅ τις βούλεται, b(BCE3E4) ἢ τῶν ἡνίων τῆς χρηστότητος. b(BCE3) | |
1594d2 | ἄπωθεν τοῦ νεύειν ἢ τῶν ἡνίων. Til | ||
15.95 | ex. | ἄρχε θεοῖσι 〈... δαιτὸς ἐΐσησ〉: παρὰ γὰρ ἀνθρώ‐ ποις πολλὰ διὰ μέθην ἄτοπα γίνεται. b(BCE3E4)T διδάσκει δὲ ὅτι δεῖ τὸ δίκαιον ἐν τοῖς πότοις σῴζεσθαι. b(BE3E4)Til | |
15.96 | ex. | 〈μετὰ πᾶσιν ... ἀθανάτοισιν:〉 ἀντὶ τοῦ μετὰ πάντων ἀθανάτων. b(BCE3E4)T | |
1597a | Nic. | οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται: δύναται καὶ καθ’ ἑαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι, ἵν’ ᾖ θαυμαστικὸς ὁ λόγος. βέλτιον δὲ τὸ σύνηθες, ὡς καὶ ἐπάνω „οἶσθα καὶ αὐτή, / οἷος ἐκείνου θυμόσ“ (Ο 93—4). A | |
1597b | ex. | πιφαύσκεται: ἐνδείκνυται, οὐ κρυφίως ποιεῖ. b(BCE3E4) T ὑπερβολικῶς δέ φησιν ὡς ἤδη πεπραχότος ταῦτα τοῦ Διός, b(BE3E4)T ὡς „ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον“ (Α 184). T | |
1597-9 | ex. | 〈οὐδέ τί φημι / — /〉 οὔτε θεοῖς, εἴπερ τις ἔτι νῦν δαίνυται εὔφρων: ὁ νοῦς· οὐκέτι οἶμαι τὸν Δία οὐδενὶ τῶν πάντων θεῶν ἢ ἀνθρώπων ἱλαρὸν ἔσεσθαι, εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἱλαρότητι. A | |
15.98 | ex. | 〈κεχαρησέμεν:〉 χαροποιήσειν. b(BCE3)Til | |
1599a | ex. | 〈οὔτε θεοῖς:〉 πρὸς τὸν Ἄρην ταῦτα δι’ Ἀσκάλαφον (cf. | |
Ο 110—2). b(BCE3E4)T | |||
1599b | ex. | εἴπερ τις ἔτι νῦν δαίνυται εὔφρων: ἠθικῶς εἴγε ὅλως φιλεῖτε ὑμεῖς εὐωχεῖσθαι εὐφραινόμενοι τὴν ψυχήν. δολερὸν δὲ καὶ γυναικεῖον ἐνέφηνεν ἦθος· ἀδικήσασα γὰρ Δία ἐπ’ αὐτοῦ μὲν ἀπολο‐ γεῖται, νῦν δὲ ἠδικῆσθαί φησι καὶ τὸν Δία „ὑπερφίαλον“ (cf. Ο 94) | |
5 | καλεῖ καὶ ἐπανίστησιν αὐτῷ τοὺς θεούς. b(BCE3E4)T | ||
15.101 | ex. | 〈ὄχθησαν:〉 ἐμετεωρίσθησαν· ἢ ἐβαρύνθησαν b(BCE3E4) Til ὡς ὄχθων προσκειμένων· Til ἢ ἠχθέσθησαν, παρὰ τὸ ἄχθος. b(BCE3E4)T | |
15101-3a1 | D | ex. | ἡ δὲ γέλασσε / χείλεσιν, 〈οὐδὲ— / ἰάνθη〉: οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅταν τις μὴ ἐκ διαθέσεως καὶ κρί‐ σεως γελᾷ. | οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως ὁ μετὰ δηγμοῦ πρὸς ὑπόκρισιν· οὐ γὰρ γελᾷ. καὶ τὸν Ἄρη δὲ ὑπομιμνῄσκει | |
5 | τοῦ υἱοῦ (cf. Ο 110—2) φοβοῦσα, ἵν’ αὐτὸν ἀποστήσῃ τῆς τῶν Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς. A | ||
15101-3a2 | ex. | οὗτός ἐστιν ὁ Σαρδόνιος γέλως b(BCE3)T ὁ μετὰ δηγμοῦ τῆς καρδίας γινόμενος. b(BCE3E4)T | |
15103a1 | D | ex. | ἰάνθη: διεχύθη. | Σοφοκλῆς (fr. 816 N.2 = 902 P. = 902 R.) „ὡς ἂν Διὸς μέτωπον ἐκταθῇ χαρᾷ“. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν, „αἶψα δ’ ἰαίνετο κηρόσ“ (μ 175). θερμὰ δὲ τὰ ἡδέα. T | |
15103a2 | διεχύθη, | ἐκινήθη, b(BCE3E4) ἰαίνεται δὲ δηλονότι | ||
χαῖρον. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν. b(BE3) | |||
15103b | ex. | πᾶσιν δὲ νεμεσσηθεῖσα 〈μετηύδα〉: πᾶσι μεμψα‐ μένη ἐπὶ τῷ μὴ δέξασθαι τοὺς λόγους αὐτῆς· ἢ τῷ Διῒ μεμφομένη ἐν πᾶσιν ηὔδα. b(BCE3E4)T | |
15104a1 | Did. | μενεαίνομεν 〈ἀφρονέοντεσ〉: τινὲς „ἐριδαίνομεν ἀ‐ φρονέοντι“. T | |
15104a2 | κατ’ ἔνια τῶν ὑπομνημάτων „†ἀφρονέοντα“. Aim | ||
15105-6a1 | Hrd. | ἦ ἔτι μιν μέμαμεν 〈καταπαυσέμεν ἆσσον ἰόντες /〉 ἢ ἔπει ἠὲ βίῃ: ἔφαμεν (sc. ad Ζ 56 al.) τὸν η κατ’ ἀρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι, ὥσπερ καὶ ἐνθάδε (sc. 105). τοὺς μέντοι ἑξῆς (sc. 106) ἐγκλιτέον ἐν τῇ συντάξει· εἰσὶ γὰρ ἤτοι | |
5 | διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡς τὸ „ἢ ἔπει ἢ ἔργῳ“ (Α 504). A | ||
15105-6a2 | †τὸ† πρῶτον η περισπαστέον· ἔστι γὰρ διαπορητικός. τοὺς δὲ ἑξῆς †κλιτέον†· εἰσὶ γὰρ διαζευκτικοὶ b(BCE3)T ἢ πα‐ ραδιαζευκτικοί. b(BE3)T | ||
15.106 | ex. | {ὁ δ’} ἀφήμενος: ἄπωθεν χωριζόμενος. T | |
15.107 | ex. | φησίν: λογίζεται· „οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι“ (ς 132). ὅτι δὲ οὐ πρὸς πεῖραν, ἀλλὰ πρὸς πειθαρχίαν οἱ λόγοι, δῆ‐ λον ἐξ ὧν φησιν „οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη;“ (Ο 130). b(BCE3E4)T | |
15.108 | ex. | κάρτεΐ τε σθένεΐ τε 〈διακριδὸν εἶναι ἄριστοσ〉: πρὸς τὸ „τόσσον ἐγὼ περί τ’ εἰμὶ θεῶν“ (Θ 27). ὡς ταπεινόφρονας δὲ | |
αὐτοὺς ἐλέγχει, πειράζουσα, εἰ φράξαιντο κατὰ Διός· ὅθεν ἐκείνων σιωπησάντων ἐπικερτομοῦσα τὸν ἐπίπλαστον ἐγέλασε γέλωτα τόν | |||
5 | τε Ἄρεα ἐπανίστησι τῷ Διῒ καὶ τῆς συμμαχίας τῶν Τρώων ἀπανίστη‐ σιν. b(BCE3E4)T | ||
15.109 | D | ex. | ἔχετε: ἀνέχεσθε. b(BCE3)T | διδάσκει δὲ στέργειν τὴν θείαν διοίκησιν. b(BCE3E4)T τὸ δὲ ὔμμι ἀντὶ τοῦ ὑμῶν. b(BCE3)T καὶ ταῦτα δὲ δεῖ νοεῖν ὡς οὐ μόνον περὶ τὸν Ἄρη δεινοῦ τινος συμβεβηκότος, ἀλλὰ καὶ περὶ τοὺς ἄλλους τῆς ὁμοίας | |
5 | οὔσης προσδοκίας. b(BCE3E4)T | ||
15112a | ex. | 〈Ἀσκάλαφος:〉 τινές φασι τὸν Ἀσκάλαφον εἰς Ἑβραίαν τεθάφθαι· διὸ καὶ Σαμάρειαν καλεῖσθαι, διὰ τὸ σῆμα, ὃ ἐποίησεν Ἄρης. b(BCE3E4)Til | |
15112b | ex. | ὅν: ἑαυτοῦ. ἔστι δὲ ὅμοιον τῷ „μήτηρ μέν τέ μέ φησι“ (α 215). b(BCE3E4)T | |
15114a | ex. | ὀλοφυρόμενος: ὁ μὲν κεκίνηται εὐθὺς ὡς ὢν προπετής. καταπαύει δὲ αὐτὸν ἡ Ἀθηνᾶ ὡς συνέσεως προεστηκυῖα δαίμων (cf. | |
Ο 123—142). b(BCE3E4)T | |||
15114b | Did. | 〈ἔπος ηὔδα:〉 οὕτως καὶ ἡ Ἀριστάρχου καὶ αἱ πᾶσαι, ἔπος ηὔδα, οὐ „προσηύδα“. Aim | |
15116a1 | ex. | τίσασθαι φόνον 〈υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν〉: νῦν ἐστιν ὁ ἀλλοπρόσαλλος· νῦν γὰρ οὐκ ἐπίσταται οὐδ’ ὅποι βα‐ διεῖται. εἰ μὲν οὖν τοῖς Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος φανεῖται, εἰ δὲ τοῖς Τρωσίν, ὡς πρόσθεν, τοῖς φονεῦσι τοῦ παιδὸς συμβαλεῖται. T | |
15116a2 | νῦν ἀποδείκνυται ἀλλοπρόσαλλος, μὴ γινώσκων οὐδ’ ὅπη βαδιεῖται· εἰ μὲν γὰρ Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος εὑ‐ ρίσκεται, εἰ δὲ Τρωσίν, οὐκ ἐκδικῶν τὸν υἱόν, ἀλλὰ καὶ τῷ φόνῳ αὐτοῦ συμβαλλόμενος. b(BCE3E4) | ||
15116a3 | {μὴ νῦν μοι νεμεσήσετ’ ὀλύμπια:} οὗτός ἐστιν ὁ ἀλλοπρόσ‐ αλλος· οἱ γὰρ ἀδικήσαντες αὐτὸν ἦσαν οἱ Τρῶες, οἱ κατάρξαντες τοῦ ἀδικήματος. A | ||
15116b | ex.(?) | ἰόντι: οὕτω τὸ τέλειον. τινὲς δὲ ἰόντα. T | |
15.117 | ex. | 〈πληγέντι:〉 ἀντὶ τοῦ προβλαφθέντι. Til | |
15.118 | ex. | κεῖσθαι ὁμοῦ νεκύεσσιν: ἀντιφράζεται τῷ „αὐτοῦ πή‐ ματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσ〈σ〉ιν“ (Ε 886)· νεκάδας γὰρ τὰς τάξεις τῶν νεκρῶν φασιν. T | |
15.119 | Ariston. | ὥς φάτο καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε: ὅτι ἀντὶ τοῦ Δείμῳ καὶ Φόβῳ, καὶ A ὅτι ἐντεῦθεν ἡ πλάνη γέγονε τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον ἵππων ὀνόματα. AT | |
εἰσὶ δὲ Ἄρεως υἱοί· A ἐν ἄλλοις γὰρ ῥητῶς φησι· „τῷ δὲ Φόβος | |||
5 | φίλος υἱόσ“ (Ν 299). AT τὸ δὲ γένος τῆς ἀμφιβολίας ἔστιν εὑρεῖν καὶ ἀλλαχῇ· „τόνδε τέ μ’ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν“ (Ε 118), καὶ ἐν Ὀδυσσείᾳ „αἰδὼς δ’ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέε‐ σθαι“ (γ 24), ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν „νέῳ ἀνδρί“. A | ||
15.121 | ex. | 〈μείζων τε καὶ ἀργαλεώτερος:〉 τοῦ πρὸς Ἥραν καὶ Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου. b(BCE3E4)Til | |
15122a | Ariston. | 〈χόλος καὶ μῆνις:〉 ὅτι ἐκ παραλλήλου ὡς ἰσοδυνα‐ μοῦντα τὸν χόλον καὶ τὴν μῆνιν. Aint | |
15122b | ex. | 〈χόλος καὶ μῆνις:〉 παραλλήλως· οἱ δὲ χόλος γενι‐ κῶς. Til | |
15123a | ex. | πᾶσι 〈περι〉δείσασα: ἀντὶ τοῦ πάντων. εἰκότως δὲ ὡς δεδοικυῖα τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι, „ὄφρ’ εἰδῇ γλαυκῶπισ“ (Θ 406). b(BCE3E4)T | |
15123b | Did. | 〈περιδδείσασα:〉 διὰ τοῦ ἑτέρου δ αἱ Ἀριστάρχου. Aim | |
15.124 | ex. | 〈ὦρτο δι’ ἐκ προθύρου:〉 ἡ ἔξ πρὸς τὸ ὦρτο. Til | |
15125-6 | ex. | ἀπὸ μὲν κεφαλῆς 〈κόρυθ’ εἵλετο καὶ σάκος ὤμων, / ἔγχος δ’ ἔστησε—ἑλοῦσα〉: καὶ ἐπὶ Ὀδυσσέως „αὐτίκ’ ἀπὸ κρατὸς κυνέην 〈εὔτυκτον ἔθηκα /〉 καὶ σάκος ὤμοιϊν, δόρυ | |
δ’ ἔκβαλον ἔκτ〈οσ〉ε χειρόσ“ (ξ 276—7). T | |||
15127a | Ariston. | Hrd. | {χάλκεον} ἡ δ’ ἐπέεσσι 〈καθάπτετο θοῦρον Ἄρηα〉: ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὅμοιον δέ ἐστι τοῦτο τῷ „αὐ‐ τὰρ Ἀθηναίη, κούρη Διόσ“, εἶτα „ἡ δὲ χιτῶν’ ἐνδῦσα Διόσ“ (Ε 733. 736). | δασυντέον δὲ τὸ ἥ ἄρθρον. δύναται μέντοι καὶ σύνδεσμος | |
5 | ἐξακούεσθαι, ἵνα γένηται ‘καὶ ἐπέεσσι καθάπτετο‘. καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις „βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἡ δὲ διαπρό“ (Ε 66)· „ἡ δὲ χιτῶν’ ἐνδῦσα“ (Ε 736)· καὶ γὰρ ἐπὶ τούτων διχῶς ἀνέγνωσαν, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ „αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσα‐ το. ἡ δὲ γαλήνη“ (ε 391). ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεσθαι, | ||
10 | ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει. A | ||
15127b | Ariston. | ex. | ἡ δ’ ἐπέεσσι 〈καθάπτετο θοῦρον Ἄρεα〉: ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει· ὁμοίως καὶ τὸ „αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο“, εἶτα „ἡ δὲ χιτῶν’ ἐνδῦσα Διόσ“ (Ε 733. 736). | καθ‐ άπτεσθαι δέ ἐστι καὶ τὸ πραΰνειν καὶ τὸ ἐξονειδίζειν. ἔστιν οὖν ‘λόγῳ | |
5 | προσεφώνει‘. b(BCE3E4)T δῆλον δὲ ὡς ἀφοπλίζουσα τὸν Ἄρεα ταῦτα ἔλεγεν· οὐ γὰρ σιωπῶσα. T | ||
15128a | Nic. | Hrd. | μαινόμενε, φρένας ἠλὲ 〈διέφθορασ〉: μετὰ τὴν πρώ‐ την λέξιν στικτέον. μετὰ δὲ τὸ ἠλέ ἀμφίβολος ἡ στιγμή· ἤτοι γὰρ καὶ αὐτὸ προσαγορευτικόν ἐστιν „ὦ φρένας ἠλέ“, εἶτα καθ’ ἑαυτὸ διέ‐ φθορας· ἢ συναπτέον ὅλον, ἵν’ ᾖ τὸ ἑξῆς φρένας διέφθορας. | τὸ | |
5 | δὲ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ | ||
ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A | |||
15128b1 | Porph. | μαινόμενε, φρένας ἠλὲ διέφθορας: οὕτω Πορφύ‐ ριος (1,201,27)· οὐ δεῖ στίζειν εἰς τὸ φρένας ἠλέ, εἶτα καθ’ αὑτὸ λέγειν διέφθορας, ἀλλ’ ὅλον συνάπτειν τὸ φρένας ἠλὲ διέφθο‐ ρας, ἵν’ ᾖ τὰς φρένας διέφθορας, †ἢ ὠλεέ†. καὶ αὐτὸς δὲ ἐπάγει πρὸς | |
5 | μὲν τὸ μαινόμενε „ἦ νύ τοι αὔτως / οὔατ’ ἀκουέμεν ἐστί“ (Ο 128—9), πρὸς δὲ τὸ φρένας ἠλέ „νόος δ’ ἀπόλωλε καὶ αἰδώσ“ (Ο 129), ἵν’ ᾖ τὸ ἠλέ θερμέ, πρὸς ὃ ἀνθυπήγαγε τὸ „αἰδώσ“ (Ο 129)· οἱ γὰρ θερμοὶ ἀναιδεῖς. ἠλέ ὡς καλέ, εἴτε ἀποκοπή ἐστιν εἴτε συγκοπή· τὸ γὰρ τέλειον ἠλεέ. ἢ παρὰ τὴν ἄλην, ἢ ὃν πάντες ἀλεόμεθα, ἢ παρὰ | ||
10 | τὸ θερμόν. ἔστιν οὖν ‘φρένας ἠλεέ‘, ὦ πεπλανημένε τὰς φρένας. T | ||
15128b2 | δεῖ στίζειν εἰς τὸ μαινόμενε, τὸ δὲ ἑξῆς ὅλον συνάπτειν, φρένας ἠλὲ διέφθορας ἤτοι τὰς φρένας, ὦ ἠλέ, ἀπώλεσας. b (BCE3) τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπὴ εἴτε συγκοπή ἐστι. γίνεται δὲ παρὰ τὴν ἄλην, ἵν’ ᾖ πεπλανημένε. b(BCE3E4) | ||
15128c | ex. | 〈διέφθορας:〉 Ἀττικοὶ ἐνεργητικῶς φασι τὸ διέφθορας. | |
νῦν δὲ ἀντὶ τοῦ διέφθαρσαι. Til | |||
15128-9 | ex. | ἦ νύ τοι αὔτως / οὔατ’ ἀκουέμεν ἐστίν: εἰς τὸ μάτην ἀκούειν ἔχεις τὰ ὦτα, οὐ μέντοι τὰ ἀκουόμενα διακρῖναι. b (BCE3E4)T | |
15.130 | ex. | 〈ἀΐεις:〉 αἰσθάνῃ. Til | |
15.132 | ex. | 〈ἀναπλήσας κακὰ πολλά:〉 οἷον κρατῆρα κακῶν πλη‐ ρώσας. Til | |
15134a1 | Did. | {αὐτὰρ τοῖς ἄλλοισι} κακὸν μέγα πᾶσι: ἡ Ἀριστοφά‐ νειος κακὸν μέγα πᾶσι, Ζηνόδοτος δὲ „{αὐτὰρ τοῖς ἄλλοισι} θεοῖς μέγα πῆμα {φυτεῦσαι}“. A | |
15134a2 | {κακὸν μέγα πᾶσι:} οὕτως ἡ Ἀριστοφάνους, ἡ Ζηνοδό‐ του δὲ „θεοῖς μέγα πῆμα {φυτεῦσαι}“. T | ||
15134a3 | ἐν ἄλλῳ „†πῆμα φυτεῦσαι“. Aim | ||
15134b | ex. | 〈φυτεῦσαι:〉 γεννῆσαι. Til | |
15137a1 | ex. | μάρψει δ’ ἑξείης, ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί: καὶ πῶς τοιοῦτος „πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544 al.); ἐπιτείνει οὖν εἰς δέος Ἄρεος· ἢ τὸ περὶ τοὺς ἄρχοντας μιμεῖται πάθος. τὸ δὲ μάρψει κυρίως τὸ χερσὶ συλλήψεται· μάρη γὰρ αἱ χεῖρες, ἔνθεν καὶ εὐμαρής. | |
5 | δηλοῖ δὲ καὶ ἁπλῶς τὸ καταλαβεῖν· καὶ „μάρνασθαι“ (Ι 317 al.) τὸ | ||
διὰ χειρῶν μάχεσθαι. T | |||
15137a2 | κυρίως χερσὶ συλλήψεται· μάρη γὰρ ἡ χεὶρ κατὰ Πίνδαρον (fr. 310 Sn. = 312 Tur.), ὅθεν καὶ εὐμαρές. δηλοῖ δὲ ἁπλῶς καὶ τὸ καταλαμβάνειν· καὶ „μάρνασθαι“ δὲ τὸ διὰ χειρῶν μάχεσθαι. τάχα οὖν οὐ τοιοῦτος ὁ Ζεύς, ἀλλ’ εἰς δέος Ἄρεος ἐπιτείνει τὸν λόγον· ἢ τὸ | ||
5 | περὶ τοὺς ἄρχοντας πάθος ἐνδείκνυται. b(BCE3E4) | ||
15138a | ex. | μεθέμεν χόλον υἷος ἑῆος: τοῦ ὑπὲρ τοῦ παιδὸς χόλου. διδάσκει δὲ τὸ μοιρίδιον πρᾴως φέρειν, ὡς καὶ κατὰ θεῶν ἀπαράβατον ὑπάρχον. b(BCE3E4)T | |
15138b | Ariston. | Hrd. | υἷος ἑῆος: ὅτι Ζηνόδοτος γράφει „υἷος ἑοῖο“, τοῦτο δὲ ἐν τῷ περί τινος λόγῳ τίθεται. νῦν δὲ πρὸς πρόσωπόν ἐστι, καὶ δεῖ γράφειν ἑῆος. ἠγνόηκε δὲ τὴν λέξιν· ἔστι γὰρ ἑῆος ἀγαθοῦ, καὶ „δωτῆρες ἑάων“ (θ 325). A T | προπερισπαστέον δὲ τὴν υἷος γενι‐ | |
5 | κήν. προείρηται (sc. ad Ε 266 a) δέ, πῶς γέγονεν. A | ||
15.139 | Did. | 〈τοῦ γε:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „τοῦ δέ“. Aim | |
15.140 | ex. | πεφήσεται: πέφαμαι, πέφασαι· τοῦτο ποιεῖ μετ’ ὀλίγον μέλλοντα πεφάσομαι, ὃ ἐξέτεινε διὰ μέτρον. T | |
15140-1a1 | ex. | ἀργαλέον δέ / πάντων ἀνθρώπων ῥῦσθαι γε‐ νεήν τε: ἀδύνατον, „ἡ δὲ μάλ’ ἀργαλέη περάαν“ (Μ 63). ἀδύνατον, φησί, θεῷ, τὴν ἐξ αὐτοῦ γένεσιν ἀνθρωπίνην πᾶσαν σῴζειν. T | |
15140-1a2 | ἀδύνατον, φησί, πᾶσαν γένεσιν ἀνθρωπίνην θανάτου ῥύεσθαι, ὅπου μηδὲ ἕνα τις ῥύεται· εἰ γὰρ καὶ πρὸς καιρὸν ῥυσθῇ, πά‐ λιν φθαρήσεται. b(BCE3E4) | ||
15140-1b | ex. | 〈ἀργαλέον δέ / πάντων—γενεήν τε τόκον τε:〉 παραμυθητικὰ ταῦτα. Til | |
15.141 | ex. | ex. | †γενεήν: τόκον. τὸ κοινὸν παράλληλον†. | συστέλλει δὲ ὁ Θρᾷξ (fr. 19 Schm.) τὸ ῥῦσθαι· τὸ γὰρ πλῆρές ἐστι ῥύεσθαι. T | |
D | γενεήν τε τόκον τε: τοὺς γονεῖς καὶ τὸ γένος. δισσολο‐ γεῖ—κεῖται καὶ τοῦ θανάτου ῥύεσθαι. A | ||
15142a | ex. | ἵδρυσε θρόνῳ ἔνι: τὸ βίαιον τῆς ἕδρας ἡ διακοπὴ δη‐ λοῖ· ἔστι γὰρ ἐνίδρυσεν· b(BCE3E4)T διό τινες οὐκ ἀνέστρεφον τὴν ἐνί. τὸ δὲ ἵδρυσε †συστέλλεται†, ὡς τὸ „ἐπίαχον υἷες Ἀχαιῶν“ (Η 403). T | |
15142b | Hrd. | θρόνῳ ἔνι: ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς | |
ἐστι〈ν〉 ἐν θρόνῳ, ὁμοίως τῷ „υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι“ (Ο 111). A | |||
15143-4a1 | ex. | 〈Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο〉 δώματος ἐκτός / 〈Ἶριν τε〉: ὁρῶσα παροξυνόμενον Ἄρεα, ἵνα μὴ ἐπ’ αὐτοῦ πέμπουσα αὐτοὺς ἀναγκασθῇ εἰπεῖν, διὰ τί καλεῖ αὐτούς, καὶ πλέον ἐρεθίσῃ τὸν Ἄρεα, †δῆλον ἡγουμένη†, πότερον κρύφα βούλεται αὐ‐ | |
5 | τοῖς διαλεχθῆναι †ἐπὶ πάντων, τὸ ἀσφαλέστατον εἵλετο. T | ||
15143-4a2 | διὰ τί ἐκτὸς αὐτοὺς καλεῖ ὁρῶσα παροξυνόμενον Ἄρην; ἵνα μὴ ἐπὶ αὐτοῦ πέμπουσα αὐτοὺς πλέον αὐτὸν ἐρεθίσῃ ὡς ἐπὶ πόλε‐ μον πέμπουσα, εἰκότως ἔξω καλεῖ· λογισαμένη γάρ, πότερον κρύφα ἢ ἐπὶ πάντων αὐτοῖς διαλεχθῇ, τὸ ἀσφαλέστερον αἱρεῖται. b(BCE3E4) | ||
15.144 | Hrd. | 〈θεοῖσι μετ’ ἄγγελος:〉 θεοῖσι μετά ἐν θεοῖς. οὐκ ἀνα‐ στρέφεται δὲ διὰ τὴν συναλιφήν. Til | |
15146a1 | Hrd. | Ζεὺς σφώ: καὶ τὸ Ζεύς καὶ τὸ σφώ ἐγκλιτέον, τουτ‐ έστι βαρυτονητέον, ἐπεὶ δευτέρου προσώπου ἐστὶ καὶ μεταλαμβάνε‐ ται εἰς τὸ ὑμᾶς. A | |
15146a2 | ἐγκλιτέον τὴν σφώ· δευτέρου γὰρ προσώπου καὶ μετα‐ λαμβάνεται εἰς τὴν ὑμᾶς. Til | ||
15146b | ex. | {ζεὺς} σφώ: τῆς σφῶϊ ἀποκοπή. καὶ ὀρθὴ μὲν „σφὼ δὲ μάλ’ ἠθέλετον“ (Λ 782), ὥστε οὐ δεῖ ἐγκλίνειν. τινὲς δὲ ἐγκλίνουσιν, ἐπεὶ αἰτιατικὴν δηλοῖ ἀπολελυμένην. T | |
15146c | ex. | 〈ὅττι τάχιστα:〉 ὡς τάχιστα. Til | |
15147-8a | Ariston. | Did. | αὐτὰρ ἐπὴν ἔλθητε〈—ἀνώγῃ〉: ἀθετοῦνται ἀμφότεροι, ὅτι ἀνηθοποίητοί εἰσι· καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα, ὤφειλον ὑπακούειν τῷ Διΐ. καὶ λόγον ἂν εἶχεν ἡ ἐντολή, εἰ κεχαρισμέ‐ νον τι αὐτῇ ἐπετέλουν καὶ μὴ ἐναντίον ὥστε ἔδει μᾶλλον παρακαλεῖν | |
5 | εἰς τὸ παριδεῖν τι τῶν ὑπὸ Διὸς προστασσομένων. A | καὶ Ἀριστο‐ | ||
φάνης προηθέτει. Aint | |||
15147-8b | ex. | αὐτὰρ ἐπεὶ ἔλθητε〈— /〉 ἔρδειν〈—ἀνώ‐ γῃ〉: οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ ἐμβρόντητον τὸ λέγειν ‘ἄπιτε καὶ ὃ ἂν εἴπῃ, τοῦτο ποιήσατε‘· καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ ἤμελλον παρ‐ ακούειν Διός. ἄλλως τε πῶς φησι πείθεσθαι Διῒ τοῖς καθ’ Ἑλλήνων | |
5 | πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι, ἀπέλθετε ποιήσον‐ τες, ἃ κελεύει Ζεύς· ἀφ’ οὗ τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν πρός τινα ὀργιζόμενοι ‘ποίει, ὃ θέλεισ‘. ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, δῆλον ἀπὸ τοῦ σιωπῆσαι τὴν αἰτίαν τῆς κλήσεως, καίτοι ἀλλαχοῦ παλιλ〈λ〉ο‐ γεῖν εἰωθώς· φυσικὸν γάρ ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ | ||
10 | πλέον· διὸ συνέτεμε τὸν λόγον. b(BCE3E4)T οἱ δὲ ‘κατεπτη‐ χυῖα‘ φασὶ ‘τὰς ἀπειλὰς εὐλαβεῖται‘, μὴ καθ’ ὁντι〈ν〉οῦν τρόπον ἐμ‐ ποδισθείσης τῆς Ἴριδος Ζεὺς πάλιν ἐπ’ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν. T | ||
15.150 | ex. | 〈πετέσθην:〉 ὑπερβολικῶς. 〈ἢ〉 ἀπὸ τῆς Ἴριδος κατὰ συνεκδοχήν. Til | |
15152a | Nic. | 〈εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ:〉 βέλτιον τὸ „ἥμενον“ (Ο 153) τούτῳ προσδίδοσθαι. Aim | |
15152b | ex. | 〈ἀνὰ Γαργάρῳ ἄκρῳ:〉 τινὲς ἐν τῷ ἄκρῳ τοῦ Γαργά‐ ρου. ἔστι δὲ καὶ πόλις, ἀφ’ ἧς οἱ Γαργαρεῖς. Til | |
15153a | Ariston. | ex. | ἥμενον, ἀμφὶ δέ μιν θυόεν νέφος 〈ἐστεφάνωτο〉: | |
ὅτι τοῦτό ἐστι τὸ νέφος, ὑπὲρ οὗ ἔμπροσθέ φησι· „τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω“ (Ξ 343). | θυόεν δὲ εὐῶδες, ἀπὸ τῶν θυμιαμάτων. A | |||
15153b | Ariston. | ex. | θυόεν νέφος: ἐπεὶ τοῦτο ἦν τὸ νέφος, περὶ οὗ φησι „τοῖόν τοι ἐγὼ νέφοσ“ (Ξ 343). | θυόεν δὲ εὐῶδες, 〈„τηλόσε δ’ ὀδμή / κέδρου τ’ εὐκεάτοιο〉 θύου τ’ ἀνὰ νῆσον ὀδώδει“ (ε 59—60). φασὶ δὲ οἱ φυσικοὶ τὰ ὀκτὼ σταδίοις ὑπερέχοντα τῆς γῆς ὕψη μὴ | |
5 | νεφελίζεσθαι. ἔστιν οὖν αἰθέριον νέφος τὸ περικείμενον Διΐ. T | ||
15154a | ex. | 〈τὼ δὲ πάροιθ’ ἐλθόντε:〉 τὸ ἑξῆς τὼ δ’ ἐλθόντε. Til | |
15154b | Nic. | 〈νεφεληγερέταο:〉 βραχὺ διασταλτέον πρὸς τὸ σα‐ φέστερον. Aim | |
15155a | Ariston. | 〈οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ:〉 ὅτι τὸ ἐναν‐ τίον ὑπακοῦσαι δεῖ, ἀλλ’ ἀπεδέξατο. Aint | |
15155b | Hrd. | οὐδέ σφωϊν: ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία· τρί‐ του γάρ ἐστι προσώπου· διὸ τὸν δέ σύνδεσμον ὀξυτονητέον. ὁμοίως οὖν ἀναγνωστέον τῷ „καί σφωϊν δὸς ἄγειν“ (Α 338). A | |
15155c | ex. | οὐδέ σφωϊν: ἐγκλιτικῶς· ἔστι γὰρ ‘οὐδὲ ἐχολώθη αὐτοῖς ἰδὼν αὐτούσ‘. ἀόργητος δὲ ἔμεινε διὰ τὴν ταχεῖαν αὐτῶν παρουσίαν. b(BCE3)T | |
15.157 | ex. | Ἶριν δὲ προτέρην 〈ἔπεα πτερόεντα προσηύδα〉: πρεπόντως πάνυ, ἵνα ἀποστήσας τὸν Ποσειδῶνα τῆς μάχης τότε παρ‐ ορμήσῃ τὸν Ἕκτορα διὰ τοῦ Ἀπόλλωνος. b(BCE3E4)T ἐὰν δὲ ἐναλλάξῃς τὴν τάξιν, οὐχ ἁρμόζον φανεῖται. T | |
15158-9 | Nic. | βάσκ’ ἴθι Ἶρι ταχεῖα 〈Ποσειδάωνι ἄνακτι / πάντα τάδ’ ἀγγεῖλαι〉: εἴρηται ἐν τῇ Ω (ad Ω 144—5) ὅτι ἀμφίβο‐ λός ἐστιν ἡ μεταξὺ τούτων διάστασις. ἡ μὲν γὰρ συνήθεια συνάπτει, ὁ δὲ λόγος χωρίζει. A | |
15.158 | Ariston. | 〈ταχεῖα:〉 ὅτι οὐκ ἔστιν ἐπίθετον τὸ ταχεῖα, ἀλλ’ ἀντὶ τοῦ ταχέως. Aint | |
15159a | ex. | πάντα τάδ’ ἀγγεῖλαι: πάντα τὰ μέλλοντα λεχθῆναι. b(BCE3E4)T οὐ μεταπέμπεται δὲ αὐτόν, ἵνα μὴ τραχυνθῇ, ὃς μηδὲ ἐπεστράφη τῶν ἀπειλῶν τῶν ἐν τῇ Θ (sc. 10—7). T τὸ δὲ ἀγγεῖλαι ἀντὶ τοῦ ἄγγειλον. b(BCE3)T τοῦτο δὲ προσέθη‐ | |
5 | κεν, ἐπεὶ πρὸς ἴσον ἡ ἀποστολή. καλῶς δὲ καίτοι πάντων δεσπόζων λόγοις †πρὸς βίαν† χρῆται, διδάσκων πραΰτητα. b(BCE3E4)T | ||
15159b | Hrd. | {πάντα δ’} ἀπαγγεῖλαι: προπερισπ〈αστ〉έον τὸ ἀγ‐ γεῖλαι· ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον μηδὲ ψευδάγγελος εἶναι· οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ „ἄνωχθι“ (Ο 160) προστακτικῶς ἀναγινώσκειν. καὶ ἔστιν ὅμοιον | |
5 | τῷ „τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοισι τανύσσαι“ (ε 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐστιν. A | ||
15159c | ex. | 〈εἶναι:〉 ἀντὶ τοῦ ἔσο. Til | |
15161a | Did. (?) | 〈ἔρχεσθαι μετά:〉 γράφεται καὶ „ἔρχεσθ’ ἢ μετά {φύ‐ λα}“. Aim | |
15161b | Ariston. | 〈εἰς ἅλα δῖαν:〉 ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς τὴν θάλασσαν | |
δῖαν εἴρηκεν. Aint | |||
15161c | ex. | εἰς ἅλα δῖαν: δῖαν τὴν T μεγάλην. οἱ δὲ ὑγράν, παρὰ τὸ διαίνειν. οἱ δὲ φοβεράν, b(BCE3)T παρὰ τὸ δέος, T ὡς „δῖα Χάρυβδισ“ (μ 104). b(BCE3)T | |
15162a | Hrd. | εἰ δέ μοι {οὐκ ἐπέεσς’}: τὸν δέ ὀξυτονητέον· ἔστι γὰρ νῦν ἡ μοί ἐγκλιτικὴ καὶ ἀπόλυτος. A | |
15162b | Did.(?) | ex. | εἰ δέ μοι οὐκ ἐπέεσς’ 〈ἐπιπείσεται, ἀλλ’ ἀλογή‐ σει〉: Ἀμμώνιος „εἰ δέ μου“. T | εἰκότως δὲ σκληρότερον ἐπανατείνε‐ ται 〈τῷ〉 τῶν πρώην ἀπειλῶν οὐ φροντίσαντι. τὸ δὲ ἀλογήσει b(BCE3 E4)T οἱ μὲν λόγον μου οὐ ποιήσεται, οἱ δὲ b(BCE3)T ἀλο‐ | |
5 | γιστήσει καὶ μωρανεῖ. b(BCE3E4)T | ||
15.164 | Did. (?) | ἐπιόντα ταλάσσῃ: τινὲς „ἐπιόντα θελήσῃ“ ἀντὶ τοῦ δυ‐ νηθῇ· „οὐδ’ ἔθελε προρέειν“ (Φ 366) ἀντὶ τοῦ οὐκ ἠδύνατο. T | |
15165a1 | Hrd. | ἐπεί εὑ {φημί}: καὶ ἐπὶ τούτου ἐγκλιτική ἐστιν ἡ ἀντω‐ νυμία καὶ ἀπόλυτος· διὸ τὸν ἐπεί σύνδεσμον ὀξυτονητέον ὁμοφώ‐ νως τῷ „καί εὑ κράτος ἐστὶ μέγιστον“ (Ω 293). A | |
15165a2 | ἐπεί εὑ ὁμοίως τῷ „καί εὑ κράτος ἐστὶ μέγιστον“. Til | ||
15165-6 | ex. | βίῃ πολὺ φέρτερος 〈... /〉 καὶ γενεῇ πρότερος: τὸ μὲν δέος, τὸ δὲ αἰδῶ ποιεῖ. ἀρχικὸν δὲ τὸ ἀπὸ τοῦ δεινοτέρου ἄρξα‐ σθαι. b(BCE3E4)T | |
15166-7a | Ariston. | καὶ γενεῇ πρότεροσ〈—καὶ ἄλλοι〉: ἀθε‐ | |
τοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι τοὺς ὕστερον (sc. Ο 182—3) λεγομένους ὑπὸ τῆς Ἴριδος δι’ ἐπιείκειαν ἐνθάδε τις μετενήνοχεν· ἀναρμόστως γὰρ ὁ Ζεύς, ὥσπερ δεδοικὼς καὶ συλλυθῆναι | |||
5 | βουλόμενος, ‘εἰξάτω μοι‘, φησί, ‘καθόσον εἰμὶ προγενέστεροσ‘· τὰ γὰρ τοιαῦτα τῶν δεομένων· „καί μοι ὑποστήτω, ὅσ〈σ〉ον βασιλεύτερός εἰμι / ἠδ’ ὅσ〈σ〉ον γενεῇ προγενέστεροσ“ (Ι 160—1). A | ||
15166-7b | ex. | καὶ γενεῇ πρότεροσ〈—καὶ ἄλλοι〉: τινὲς ἀστερίσκους αὐτοῖς παρατιθεῖσιν ὡς μεταχθεῖσιν ἀπὸ τῶν Ἴριδος λό‐ γων (sc. ex Ο 182—3). ἢ εἴωθεν ὁ Ζεὺς μετὰ τῶν ἀνατάσεων καὶ σύγγνωμόν τι ἐπάγειν· „〈Ἥρῃ〉 δ’ οὔτι τόσον νεμεσίζομαι“ (Θ 407. | |
5 | 421)· πῶς γὰρ ἡ Ἶρις καίτοι ἔμφρων οὖσα πρὸς τηλικοῦτον ἐθρασύ‐ νετο θεὸν λέγειν ἀφ’ ἑαυτῆς „σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ“ (Ο 182); T | ||
15166-7c | ex. | 〈οὐκ ὄθεται ... / ἶσον ἐμοὶ φάσθαι:〉 οὐκ ἐπιστρέ‐ φεται τοῦ μὴ ἰσηγορεῖν, ἀλλ’ ἰσηγορεῖ δηλονότι. b(BCE3)T | |
15.167 | ex. | 〈στυγέουσι:〉 καταπλήσσονται· „κατὰ δ’ ἔστυγον αὐ‐ τήν“ (κ 113). b(BCE3E4)Til | |
15.169 | Ariston. | 〈κατ’ Ἰδαίων:〉 ὅτι Ζηνόδοτος γράφει „ἐξ Ἰδαίων“. ἁρ‐ μόζει δὲ μᾶλλον τὸ κατ’ Ἰδαίων· κατάβασιν γὰρ δηλοῖ, A Til ὡς „οἵη τ’ Ἄρτεμις εἶσι κατ’ οὔρεοσ“ (ζ 102). Til | |
15170a | ex. | 〈πτῆται νιφὰς ἠὲ χάλαζα:〉 ταχέως φέρηται. b (BCE3)Til τούτοις δὲ εἴκασται, ἃ καὶ σημαίνει ἡ Ἶρις. b(BCE3 E4)Til | |
15170b | Ariston. | 〈νιφὰς ἠὲ χάλαζα:〉 ὅτι διέσταλκε νιφάδα καὶ χάλαζαν. Aim | |
15170c | ex. | ἠὲ χάλαζα: παραπληρωματικὸν τῇ πιπτούσῃ χιόνι. T | |
15170-1a1 | ex. | 〈πτῆται νιφὰς ἠὲ χάλαζα / ψυχρὴ ὑπαὶ ῥιπῆς αἰ‐ θρηγενέος Βορέαο:〉 νιφὰς (170) μὲν ἡ χιών, χάλαζα (170) δὲ πεπηγὸς ὕδωρ μετὰ βροχῆς. θέλει δὲ σημᾶναι τὴν ὀρθὴν αὐτῆς πο‐ ρείαν. τὴν δὲ Ἥραν ὡς βασιλίδα νοῒ εἴκασεν (sc. Ο 80—3). τὸ δὲ | |
5 | ῥιπῆς (171) ῥίψεως· ῥίψει γὰρ παραπλήσιόν τι πάσχουσιν οἱ ἄνε‐ μοι. Til | ||
15170-1b1 | ex. | 〈πτῆται νιφὰς ἠὲ χάλαζα / ψυχρὴ ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο:〉 φύσει ψυχρά. πτῆται (170) δὲ ὑπὸ Βο‐ ρέου. Til | |
15170-1a2/b2 | νιφὰς δὲ χιών, χάλαζα πεπηγὸς ὕδωρ μετὰ βροχῆς. θέλει οὖν σημᾶναι τὴν †ὀρθρίαν† αὐτῆς πορείαν καὶ τὸ τάχος. ψυ‐ χρὴ δὲ νιφὰς ἡ φύσει ψυχρά. ῥιπῆς δὲ ῥίψεως· ῥίψει γὰρ παραπλή‐ σιόν τι πάσχουσιν οἱ ἄνεμοι. b(BCE3E4) | ||
15171a | Nic. | ψυχρή {ὑπαὶ ῥιπῆς}: τὸ ψυχρή ἑκατέρῳ δύναται προσ‐ δίδοσθαι· ἤτοι γὰρ ψυχρὴ ὑπὸ βορέου ἢ πτῆται ὑπὸ βορέου. A | |
15171b | ex. | αἰθρηγενέος 〈Βορέαο〉: πῶς ἀεὶ νίφων αἰθρηγενής; ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡς τὸ „πῇ ἔβη Ἀνδρομάχη λευκώλε‐ νος;“ (Ζ 377). b(BCE3E4)T ἢ ἀπὸ τοῦ πλεονάζοντος· διασκί‐ δνησι γὰρ τὰ νέφη, „σκιόεντα / πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν“ (Ε | |
5 | 525). οἱ δὲ ὅτι τὸ ψῦχος παρ’ αὐτῷ αἶθρος ὀνομάζεται, b(BE3E4)T „αἴθρῳ καὶ καμάτῳ δεδμημένοσ“ (ξ 318). T τάχος δὲ δίδωσι τῇ χιόνι ὁ ἄνεμος, βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ „νὺξ δ’ ἄρ’ ἐπῆλθε κακὴ Βορέαο πεσόντοσ“ (ξ 475). b(BE3E4)T | ||
15174-5 | ex. | 〈ἀγγελίην τινά τοι,〉 γαιήοχε κυανοχαῖτα, 〈/ ἦλθον δεῦρο φέρουσα παραὶ Διόσ〉: ἐδόξασεν αὐτὸν τοῖς δύο ἐπιθέτοις, καὶ οὐκ ἐντολήν, ἀλλ’ ἀγγελίην αὐτῷ φέρει παρὰ Διός, οἷον ‘οὐχ ἑκοῦσα ἥκω‘, b(BCE3)T ὡς καὶ Ἑρμῆς „Ζεύς με | |
5 | γὰρ ἠνώγει δεῦρ’ ἐλθέμεν“ (ε 99) καὶ „τὸ〈ν〉 νῦν ς’ ἠνώγει ἀποπεμ‐ πέμεν“ (ε 112). T | ||
15.176 | Did. ? | 〈κέλεταί σε:〉 γράφεται „〈σε〉 κέλευε“. Aim | |
15.178 | Ariston. | 〈εἰ δέ οἱ οὐκ ἐπέεσσι:〉 ὅτι πτῶσις ἤλλακται, εἰ δὲ αὐτῷ ἀντὶ τοῦ εἰ δὲ αὐτοῦ τοῖς ἔπεσι· τὸ γὰρ οἷ αὐτῷ ἐστι. Aint | |
15179a | Did. | ex. | 〈ἠπείλει〉 κἀκεῖνος 〈ἐναντίβιον πολεμίξων: τὸ〉 κἀκεῖνος ἐκ πλήρους, ὃ καὶ Ζηνόδοτος γράφει. πολεμίξων δὲ διὰ τοῦ ξ Ἀρίσταρχος, 〈Ζηνόδοτοσ〉 δὲ διὰ τοῦ ζ. | θέλει δὲ εἰπεῖν ὡς, εἰ μὴ σὺ ἄπει, ἐκεῖνος ἐλεύσεται πολεμήσων· λείπει δὲ τὸ σοί. T ὁ δὲ | |
5 | „καὶ“ πρόσκειται, ἵνα δείξῃ ὡς οὐκ ἄρξει Ζεὺς τῆς μάχης, ἀλλ’ ἀμυνό‐ μενος παρέσται. τὸ δὲ ἠπείλει ἀντὶ τοῦ ἔλεγεν. b(BCE3)T | ||
15179b | Did. | καὶ κεῖνος: ἐκ πλήρους τὸν σύνδεσμον Ἀρίσταρχος. Aim | |
15179c | Did. | 〈πολεμίζων:〉 Ζηνόδοτος διὰ τοῦ ζ. Ail | |
15.180 | ex. | 〈ὑπεξαλέασθαι:〉 φυλάξασθαι. παρέλκουσι δὲ αἱ προθέ‐ | |
σεις. b(BCE3)Til | |||
15.181 | Hrd. (?) | 〈σεο:〉 ἀπολύτως. Til | |
15182-3a | Ariston. | 〈καὶ γενεῇ πρότερος—καὶ ἄλλοι:〉 οἱ ἀστε‐ ρίσκοι, ὅτι ἐντεῦθεν μετάκεινται ἄνω, οὐχ ὑγιῶς. Aim | |
15182-3b | ex. | σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ 〈/ ἶσόν οἱ φάσθαι〉: τὸ δὲ σὸν ἦτορ ἐπιβάλλεται αὐτῷ ἰσηγορεῖν καὶ οὐκ ἐπιστρέφεται. T | |
15.182 | ex. | 〈γενεῇ:〉 τῷ χρόνῳ τῆς ἡλικίας. b(BCE3)Til | |
15.183 | Ariston. | τὸν δὲ στυγέουσι καὶ ἄλλοι: ὅτι τὸ στυγέουσιν ἀπὸ μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται, νῦν μὲν δεδίασιν, ὅταν δὲ εἴπῃ „σμερδαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ“ (Υ 65), ἀντὶ τοῦ μι‐ σοῦσιν· „κατὰ δ’ ἔστυγε μῦθον ἀκούσασ“ (Ρ 694) κατεστύγνασεν, | |
5 | ἀπὸ τῆς κατὰ τὸ πρόσωπον στυγνότητος. A | ||
15.185 | ex. | ὑπέροπλον: ὑπὲρ ἑαυτόν, οἷον μείζω λόγον εἶπεν, ὑπὲρ τὴν διάνοιαν αὐτοῦ. ἡ μεταφορὰ ἀπὸ τῶν μὴ ἀναλογούντων ὅπλων. b(BCE3E4)T | |
15.186 | ex. | ὁμότιμον: ὁ μὲν τὸ τῆς ἡλικίας (cf. Ο 166. 182), ὁ δὲ τὸ τῆς | |
φύσεως προβάλλεται ὅτι ἀδελφός. T | |||
15187a | Nic. | τρεῖς γάρ τ’ ἐκ Κρόνου 〈εἰμὲν ἀδελφεοί〉: διὰ τῶν δύο κκ γράφοντος Ἀριστάρχου ἐκ Κρόνου, οὐ κατεπείγει διαστέλ‐ λειν, ὥς τινες ἀξιοῦσιν, ἐπὶ τὸ εἰμέν· μὴ κειμένης γὰρ τῆς προθέσεως ὁμολογοῦμεν ὡς ἀμφίβολος ἦν ἡ προφορὰ συναπτομένη, νῦν δὲ οὐ | |
5 | κατεπείγει. A | ||
15187b | Did. | ἐκ Κρόνου: οὕτως Ἀρίσταρχος διὰ τῶν δύο κκ Aim T καὶ πολλοὶ τῶν ἀπὸ τῆς σχολῆς. εἰ δὲ εἴη „τε Κρόνου“, λείπει ἡ ἔξ πρόθεσις, ὡς ἐν τῷ „αἱ δὲ βόες χρυσοῖο τετεύχατο“ (Σ 574). T | |
15187c | Hrd. | Ῥέα: οἱ μὲν ἐκτείνουσι τὸ α, ἐπὶ δὲ τοῦ ἐπιρ〈ρ〉ήματος συστέλλουσιν· οἱ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γένηται, ὡς τὸ „καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα“ (Γ 237), „ἀνδρόμεα κρέα“ (ι 347), „ἕσσατο τεύχεα“ (Η 207). A T | |
15.188 | ex. | 〈ἐνέροισιν:〉 τοῖς ἐν τῇ γῇ, ὅθεν καὶ „ἔραζε“ (Μ 156 al.) καὶ „ἐριπών“ (Ε 309 al.) καὶ „ἠρίον“ (Ψ 126). Til | |
15189a1 | ex.(?) | 〈τριχθὰ δὲ πάντα δέδασται:〉 πῶς δέ φησιν „γαῖα δ’ ἔτι ξυνὴ 〈πάντων〉 καὶ μακρὸς Ὄλυμποσ“ (Ο 193); Κράτης ἐν δευτέρῳ Ὁμηρικῶν (fr. 40 a M.) καὶ Στησίμβροτος (FGrHist 107, 24) „πάντ’ ἂ“ οὕτως „δέδασται“. A | |
15189a2 | τινὲς „πάντ’ ἃ δέδασται“. εἴασε δὲ τὸ τ, ὡς ἐν τῷ „ἐπίστιόν ἐστιν ἑκάστῳ“ (ζ 265). T | ||
15189b | Ariston. | 〈τριχθὰ δὲ πάντα δέδασται:〉 ὅτι τὸ πάντα κατὰ | |
παρολκήν, ὡς „οἱ δ’ ἐννέα πάντες ἀνέσταν“ (Η 161). Aint | |||
15189c | Porph. | τριχθὰ δὲ πάντα δέδασται: δοκεῖ ἐναντιοῦσθαι πρὸς τὸ πάντα τὸ „γαῖα δ’ ἔτι ξυνὴ πάντων“ (Ο 193)· οὐ γὰρ ἔτι πάντα δέδασται. λύοιτο δ’ ἂν τῇ λέξει· τὸ γὰρ πάντα ἢ παρέλκει, ὡς ἐπὶ τοῦ „δέκα πάντα τάλαντα“ (Ω 232)—ἐὰν δὲ λάβωμεν αὐτὸ περισσόν, τί | |
5 | λοιπὸν δέδασται; —ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ πάντα ἐπὶ τοῦ πλεονάζοντος τίθεται. b(BCE3)T | ||
D ad Ο 18 | τριχθὰ δὲ πάντα δέδασται; φυσικὴ φαίνεται διάταξις γεγενημένη· ὁ μὲν γὰρ—ἀνθρώπων ἀπωλείας. A | ||
D ad Ο 18 | ex. | | τριχθὰ δὲ πάντα δέδασται: καὶ ἔμπροσθεν περὶ τούτου | ||
10 | D ad Ο 18 | εἴρηται ἱκανῶς, | ὅτε ἐλέγομεν περὶ τοῦ „ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω“ (Ο 18), | ἀκριβέστερον δὲ καὶ νῦν· διὰ γὰρ τούτων—πλεο‐ ναζόντων ὑγρῶν. A | |
15189d | ex. | 〈τιμῆς:〉 βασιλικῆς δηλονότι, ὡς „τιμῆς τῆς Πριάμου“ (Υ 181). Til | |
15190-1a | Nic. | 〈ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί / παλλομένων:〉 ἐπὶ τὸ αἰεί βραχὺ διασταλτέον. Aim | |
15190-1b | ex. | ἤτοι ἐγὼν 〈ἔλαχον πολιὴν ἅλα— / παλλο‐ μένων〉: οὐ πάντως πρῶτος, ἐπεὶ προτέτακται (cf. Ο 191—2). δι‐ | |
δάσκει δὲ κλήρῳ ποιεῖσθαι τὰς διανομὰς καὶ μὴ φθονεῖν τοῖς περὶ κλῆ‐ ρον εὐτυχήσασιν. ὁ δὲ κλῆρος τὸ εὐνοϊκὸν δείκνυσι τοῦ Διός· οὐ γὰρ | |||
5 | ἀθετεῖ τοὺς ἀδελφούς, καὶ ταῦτα δυνάμενος αὐτῇ γῇ καὶ θαλάσσῃ πάν‐ τας ἀνέλκειν (cf. Θ 18—26). b(BCE3)T | ||
15.190 | ex. | πολιὴν ἅλα: ὅτι τὴν κεφαλὴν ἔχει ἀφρίζουσαν. οὕτω δὲ καὶ τὸ θέρος διὰ τὴν τοῦ σίτου ξηρασίαν. b(BCE3E4)T οἱ δὲ τὴν πολλήν· πλείων γὰρ τῆς γῆς. b(BE3E4)T καὶ ἡ πολιὰ δὲ σημεῖον χρόνου πολλοῦ ἐστιν. T | |
15.191 | ex. | 〈ζόφον ἠερόεντα:〉 τὰ ἀφώτιστα τῆς γῆς μέρη καὶ τὸν περὶ γῆν ὑγρὸν ἀέρα. b(BCE3E4)Til | |
15192-3 | ex. | ex. | Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν 〈εὐρὺν—μακρὸς Ὄλυμποσ〉: πάντα τὸν ὑπὲρ γῆς ἀέρα τῷ Διΐ φησι δοθῆναι, διὰ μὲν τῶν νεφελῶν τὸν φωτιζόμενον ἀέρα, ὅπερ ἐστὶν ἀπὸ γῆς ἕως νε‐ φελῶν, διὰ δὲ τοῦ αἰθέρος τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃν καὶ „οὐρανόν“ | |
5 | (cf. Δ 44. Ε 769 al.) ὀνομάζει. b(BCE3E4)T ἔστι δὲ οὗτος ἄχρι τῆς ζώνης τῆς σελήνης καὶ τῶν πλανητῶν. ἀμέλει καὶ πύλας οὐρανοῦ τὰ νέφη ὀνομάζει (sc. Ε 749. Θ 393), b(BE3E4)T „ἠμὲν ἀνα‐ κλῖναι πυκινὸν νέφοσ“ (Ε 751. Θ 395). T πιθανῶς δὲ εἶπε κοινὴν ἁπάντων εἶναι τὴν γῆν (cf. 193)· αἱ γὰρ ἄνωθεν ἀπὸ Διὸς βολαὶ ἐπὶ | ||
10 | ταὐτὸν φέρονται ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ κεραυνῶν, ἥ τε τοῦ Ἅιδου μοῖρα ὑπὸ γῆν ἐστι, καὶ τὸ περιέχον τὸ ὕδωρ οὐδὲν ἄλλο | ||
ἐστὶν ἢ γῆ. b(BE3E4)T | Ζεὺς οἱ μὲν αἰθήρ, οἱ δὲ ὁ διοικῶν τὰ πάντα λόγος, οἱ δὲ τὸ ἡγεμονικὸν τοῦ κόσμου. εἴρηται δὲ παρὰ τὸ ζῶ· τοῦ γὰρ ζῆν αἴτιος. Ποσειδῶν δὲ τὸ συνέχον τὴν θάλασσαν αἴτιον καὶ ἡ | |||
15 | αὐτῆς θεία δύναμις, ἐπεὶ πόσεως αἴτιος· b(BCE3E4)T διηθουμέ‐ νης γὰρ θαλάσσης ἐκρέουσι ποταμοί, καὶ ὑετοὶ νάματα ἀπὸ θαλάσσης ἔχουσιν. καὶ Ἀττικοὶ τὸν περὶ χειμερίους τροπὰς μῆνα †ποσειδῶνα† καλοῦσιν· b(BE3E4)T Ἀνακρέων (fr. 17 P. [P.M.G. 362] = fr. 7 G.) „μεὶς μὲν δὴ †ποσειδηΐων† / ἕστηκεν, †νεφέλη δ’ ὕδωρ / βαρὺ | ||
20 | δ’ ἄγριοι / χειμῶνες κατάγουσι톓. T ὁ δὲ Ἀϊδωνεὺς παρὰ τὸ ἄω τὸ πνέω· οὐ γὰρ μόνον τὰς ψυχὰς συνέχει, αἵ εἰσι πνεῦμα, καὶ τοῖς καρποῖς δὲ αἴτιος ἀναπνοῆς καὶ αὐξήσεως, ἀφ’ ὧν ἡμεῖς πνέομεν· διὸ καὶ Ζεὺς καταχθόνιος, ὅτι ζῆν ποιεῖ, καὶ Πλούτων, ὅτι πλουτεῖν. οἱ δὲ παρὰ τὸ μὴ ὁρᾶσθαι ἢ ἀφανεῖς ἡμᾶς ποιεῖν. b(BE3E4)T | ||
15.192 | Ariston. | 〈εὐρύν:〉 ὅτι Ζηνόδοτος „αἰπύν“. τοῦτο δὲ ὄρους ἐπίθε‐ τον. Aim | |
15193a | D | Ariston. | γαῖα δ’ ἔτι ξυνὴ 〈πάντων καὶ μακρὸς Ὄλυμ‐ ποσ〉: κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται —γίγνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς Ἡφαίστου κρητῆρας, ὁμοίως δὲ καὶ περὶ Κράγον Λυκίας καὶ ὅσα | |
5 | τοιαῦτα. ὁμοίως δὲ καὶ ὁ ἀὴρ—κέκτηται στοιχείων. | ἡ διπλῆ δέ, ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ἂν ὄρος. τὸ δὲ ὅμοιον πε‐ ποίηκε καὶ ἐν Ὀδυσσείᾳ, „ναιετάω δ’ Ἰθάκην εὐδείελον, ἐν δ’ ὄρος αὐτῇ / Νήριτον, εἰνοσίφυλλον“ (ι 21—2)· κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης, οὐχ ὡς μὴ ὂν ἐπ’ αὐτῆς, καθάπερ καὶ τὸν Ὄλυμπον ἐπίγειον | ||
10 | ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς τῷ οὐρανῷ ἢ μέρος ἐπουράνιον, οὐκ ἦν κοινός, ἀλλ’ ἴδιος τοῦ Διός. A | ||
15193b1 | ex. | Ariston | 〈γαῖα δ’ ἔτι〉 ξυνὴ πάντων 〈καὶ μακρὸς Ὄλυμ‐ ποσ〉: οἱ μὲν τῶν Κρονιδῶν, οἱ δὲ ὅλων τῶν θεῶν, ἵνα πάντας τιμῶμεν ὡς ἐφορῶντας τὰ ἀνθρώπεια, οἱ δὲ τὰ τέσσαρα στοιχεῖά φασιν αὐτὸν λέγειν, Δία 〈αἰθέρα〉, Ποσειδῶνα ὕδωρ, Ἅιδη〈ν〉 ἀέρα· εἶτα γῆ, | | |
5 | καὶ κατ’ ἐξοχὴν ἐν αὐτῇ ὁ Ὄλυμπος, ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ, „ναιετάω δ’ Ἰθάκην εὐδείελον, ἐν δ’ ὄρος αὐτῇ / Νήριτον“ (ι 21—2)· κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης. T | ||
15193b2 | Ariston. + ex. | εἰκότως {δὲ} συνάπτει τὴν γῆν τῷ Ὀλύμπῳ ὡς ὄρει· κατ’ ἐξοχὴν γὰρ Ὄλυμπος καὶ γῆ κοινὰ τοῖς πᾶσίν εἰσιν. b(BE3E4) | |
15.194 | D | τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν: διὸ οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος (fr. 17 St.) δὲ ἀποβήσομαι, εἴξω· οὕτως ἔχειν καὶ τὸ „οὐ γάρ μοι δη‐ | |
ρὸν βέῃ“ (Π 852), οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον. A | |||
5 | ex. | βέομαι: ἐπιστρέφομαι, διὰ φροντίδος ἔχω, παρὰ τὴν βίαν. τινὲς δὲ οὐκ ἀποσοβηθήσομαι τῆς βοηθείας διὰ τὸν Δία, ὡς τὸ „ὄφρ’ ἂν ἐγὼ βείω προτὶ Ἴλιον“ (Ζ 113). b(BCE3)T φησὶν οὖν ὅτι τοῦ κοινοῦ πάντων ἀπελαύνομαι χωρίου. b(BE3)T | |
15196a1 | ex. | χερσὶ δὲ μή τί με πάγχυ κακὸν 〈ὣς δειδισ‐ σέσθω〉: τινὲς ‘ὡς κακὸν ταῖς χερσίν‘. οἱ δὲ ‘μὴ δειδισσέσθω με χερ‐ σὶν ἢ πάγχυ δειδισσέσθω‘. καταλιμπάνει δὲ νοεῖν ὅτι Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ. T | |
15196a2 | μηδαμῶς με, φησίν, ὡς πάγχυ κακὸν ἐκφοβείτω. καταλιμ‐ πάνει δὲ νοεῖν ὅτι ὁ Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ. b(BCE3) | ||
D | χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω: ὁ νοῦς· μηδὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς | ||
5 | τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ ὡς χερσὶν ὑπερέχων. A | ||
15197a | ex. | 〈θυγατέρεσσιν:〉 τὰς θηλείας προέταξε πρὸς καταβι‐ βασμόν. b(BCE3E4)Til | |
15197b | ex. (Did. ?) | 〈υἱάσι:〉 πλεονασμὸν ἔχει τοῦ α διὰ τὴν „υἷι“ (Β 20 al.). τινὲς δὲ „υἱέσι“, ὅπερ ἐστὶν Ἀττικὸν ἁμάρτημα. Til | |
15197c | Did. | κέρδιον εἴη: Ἀρίσταρχος „βέλτερον εἴη“. A Aim οἱ δὲ εἰκαιότεροι γράφουσι κέρδιον εἴη· Ἀριστοφάνης „κάλλιον εἴη“. A | |
15198a | ex. | 〈ἐκπάγλοις:〉 ὑπερηφάνοις b(BCE3)Til ἢ ὑπερ‐ έχουσιν. b(BCE3) | |
15198b | ex. | ἐνισσέμεν: ἐπιπλήσσειν, παρὰ τὴν ἐνιπήν. b(BCE3E4)Til | |
15199a | Hrd. | οἵ ἑθεν: ἡ ἕθεν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τὸ οἱ ἄρθρον ὀξυτονοῦμεν. A | |
15199b | ex. | 〈ὀτρύνοντος:〉 κελεύοντος ἢ ἐπιτάσσοντος. b(BE3)Til οἱ δὲ ‘καὶ μὴ ὑβρίζοντος, ἀλλὰ μόνον λέγοντοσ‘. Til | |
15201-2 | ex. | οὕτω γὰρ δή 〈τοι〉 γαιήοχε〈— / ἀπηνέα τε κρατερόν τε〉: ἐπειδὴ ἐπὶ τὸ τραχύτερον προῆκται τὰ τῆς ἀποκρί‐ σεως, ἐξεῦρεν ὅμοιον ἦθος διαφυλάξαι τῶν ὀργιζομένων, καταπαῦσαι δὲ τὴν ἁψιμαχίαν διὰ τῆς Ἴριδος. ἔχει δέ τι ἦθος ὁ λόγος· οὐ γὰρ | |
5 | ἀποτρέπουσα αὐτὸν συμβουλεύει ὅτι οὐ χρὴ τόδε πράττειν, ἀλλ’ ἠθικῶς πυνθάνεται, εἰ βούλεται ἀπηνῆ λόγον καὶ κρατερὸν ἀπαγγεῖ‐ λαι αὐτὴν τῷ Διΐ. καὶ ἑξῆς πάλιν τὸ ὅμοιον σχῆμα τοῦ λόγου· οὐ γὰρ λέγει ‘μετάστρεψον‘, ἀλλ’ „ἤ τι μεταστρέψεις;“ (Ο 203), πάλιν πυν‐ θανομένη. χρηστὸν δὲ πρὸς μίμησιν ἦθος ἀγγέλου παρέλαβεν. b | ||
10 | (BCE3E4)T | ||
15.203 | ex. | στρεπταὶ 〈μέν τε φρένες ἐσθλῶν: στρεπταὶ〉 πρὸς τὰ ἐσθλά, φαύλων δὲ πρὸς τὰ φαῦλα. b(BCE3E4)T ἐν βραχεῖ δὲ τὸ Ἡσιόδου περιείληφεν· „ἐσθλὸς δ’ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι †πείθη‐ ται“ (opp. 295). b(BCE3)T | |
15204a | Ariston. | οἶσθ’ ὡς πρεσβυτέροισιν 〈Ἐρινύες αἰὲν ἕπον‐ ται〉: ὅτι τοῦτο παρ’ ἑαυτῆς προσέθηκεν ἡ Ἶρις. καὶ τὰ ἐν τοῖς ἐπάνω οὖν οὐχ ὑπὸ Διὸς εἴρηται „καὶ γενεῇ πρότεροσ“ (Ο 166). A | |
15204b | ex. | οἶσθ’ ὡς πρεσβυτέροισι〈ν Ἐρινύες αἰὲν ἕπον‐ ται〉: τοῦτο δυνατόν ἐστι καὶ ἐν ἐρωτήσει καὶ ἐν ἀποφάσει προάγειν. b(BCE3E4)T ἕπονται δὲ ἀντὶ τοῦ ἀκολουθοῦσι καὶ συμ‐ | |
μαχοῦσι. b(BCE3)T πιθανῶς δὲ πρὸς τὸν λέγοντα „μή τί με | |||
5 | πάγχυ κακὸν ὣς δειδισσέσθω“ (Ο 196) οὐκέτι φησὶν ὅτι ἰσχυρότερός σού ἐστιν, ἀλλὰ πρεσβύτερος· τὸ γὰρ τοῦ γήρως πλεονέκτημα †ἐπίφθονον. b(BCE3E4)T | ||
15206a | Did. (?) | 〈Ἶρι θεά, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔει‐ πες:〉 Ζηνόδοτος ἐσημειώσατο. T | |
15206b | ex. | τοῦτο ἔπος: ἢ τὸ „στρεπταὶ μέν τε φρένες ἐσθλῶν“ (Ο 203) ἢ τὸ „ὡς πρεσβυτέροισιν Ἐρινύεσ“ (Ο 204) ἤ, ὃ καὶ ἄμεινον, πάν‐ τα τὸν λόγον τῆς Ἴριδος. b(BCE3E4)T | |
15207a | ex. | ἐσθλὸν καὶ τὸ τέτυκται, 〈ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ〉: καὶ Εὐριπίδης· „ἐν ἀγγέλῳ γὰρ κρυπτὸς ὀρθοῦται λόγοσ“ (Aesch. Cho. 773). „ἄγγελον ἐσθλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν“ Πίνδαρος (P. 4, 278). b(BCE3E4)T | |
15207b | Did. | 〈εἰδῇ:〉 Ζηνόδοτος διὰ τοῦ π „εἴπῃ“. Aim | |
15209a | ex. | 〈ὁππότ’ ἂν ἰσόμορον καὶ〉 ὁμῇ πεπρωμένον 〈αἴσῃ〉: καταχρηστικῶς ἐπὶ θεῶν ἡ πεπρωμένη· ἢ ἀπὸ πρώτης γε‐ νέσεως μέχρι τέλους ἐνεχόμενον. T τὸ δὲ ὁπόταν b(BCE3)T | |
ἀντὶ τοῦ ἡνίκα ἢ μᾶλλον ἀντὶ τοῦ ὅτι. b(BCE3E4) | |||
15209b | ex. | 〈ὁμῇ πεπρωμένον αἴσῃ:〉 ὁμοίᾳ μοίρᾳ μεμερισμένον. b(BCE3)Til | |
15209c1 | Hrd. | {καὶ} ὁμῇ {πεπρωμένον}: περισπαστέον κατὰ δοτικὴν πτῶσιν, ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ· καὶ γὰρ ὁμὸς αὐτοῦ τὸ ἀρσενι‐ κὸν ὁμοίως κατ’ ὀξεῖαν τάσιν, „οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόοσ“ (Δ 437)· καὶ τὸ οὐδέτερον „ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένοσ“ (Ν 354). | |
5 | παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς· „ὁμῶς δέ τοι ἤπια οἶδεν“ (ν 405). A | ||
15209c2 | περισπαστέον δὲ τὸ ὁμῇ. T | ||
15.210 | ex. | χολωτοῖσιν: πικροῖς, παρὰ τὴν χολήν. ἢ εἰς χόλον ἐρε‐ θίζουσιν. b(BCE3E4)T | |
15211a1 | Did. | 〈νῦν μέν κε:〉 Ἀρίσταρχος „νῦν μέν γε“, ἄλλοι δὲ νῦν μέν κε. Aim | |
15211a2 | διὰ τοῦ γ „μέν γε“. Til | ||
15211b | ex. | 〈νεμεσσηθείς:〉 μεμψάμενος αὐτῷ καὶ καταγνούς· ἢ μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν ἐκείνῳ. b(BCE3E4)Til | |
15212a | Ariston. | ἄλλο δέ τοι ἐρέω 〈καὶ ἀπειλήσω τό γε θυμῷ〉: ἀπὸ τούτου ἕως τοῦ „ἴστω τοῦθ’ ὅτι νῶϊν“ (Ο 217) ἀθετοῦνται στίχοι ἕξ, ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν καὶ τὰ κατὰ τὴν διάνοιαν· προειπὼν γὰρ „νεμεσσηθεὶς ὑποείξω“ (Ο 211) οἱονεὶ μεταμεληθεὶς | |
5 | ἐπιφέρει ἀπειλήσω. ὅ τε Ποσειδῶν ἐπίσταται ὅτι οὐκ εἰς τέλος φείσε‐ ται τῆς πόλεως, ἀλλ’ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα | ||
ἐπαμύνει τοῖς Τρωσί. τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπὸ τῆς θεομαχίας (sc. Υ 33—6), συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβά‐ ροις θεοῖς, οὐκέτι ἐπιστήσας ὡς οὔτε τῷ Ἑρμῇ οὔτε τῷ Ἡφαίστῳ | |||
10 | ἔμελεν ἰδίᾳ τὰ τῆς πορθήσεως, ἀλλ’ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς. A | ||
15212b | ex. | ex. | ἄλλο δέ τοι ἐρέω 〈καὶ ἀπειλήσω τό γε θυμῷ〉: εὐσχήμονα τὴν ἀπαλλαγὴν ὁρίζεται, ἐπανατείνων τὴν ὀργὴν εἰς ὕστερον, ὡς καὶ Ἀχιλλεὺς „τῶν δ’ ἄλλων, ἅ μοί ἐστιν“ (Α 300). | ἀθε‐ τοῦνται δὲ οἱ ἕξ· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν ὡς εὐπρεπῶς | |
5 | ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἁλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ; ἀλλὰ καὶ Ἀγαμέμνων „ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται“ (Δ 169), καίτοι εἰδὼς παρὰ Κάλχαντος. ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ „ἀλλ’ ἤτοι νῦν μέν κε“ (Ο 211). b(BE3E4)T | ||
15214a | Did. (?) | Ἥρης Ἑρμείω τε 〈καὶ Ἡφαίστοιο〉: τινὲς „Ἥρης Ἡφαίστου τε καὶ Ἑρμείαο“. A Til | |
15214b | Choer. Th. | 〈Ἑρμείω:〉 Ἰωνικὴ γενικὴ παθοῦσα· εἰ γὰρ ὑγιής, ἔσται Ἑρμείεω ὡς „Ἀτρείδεω“ (Β 185 al.). Aint | |
15.215 | ex. | πεφιδήσεται: ἀπὸ τοῦ φείδω φιδῶ ὡς πείθω πιθῶ, τεύχω τυχῶ. „τύχησε γὰρ ἐρχομένη νηῦσ“ (τ 291). A b (BCE3)Til | |
15.217 | ex.(?) | 〈χόλος:〉 ἔχθρα. Til | |
15218-9 | ex. | ὣς εἰπὼν λίπε λαὸν〈— /〉 δῦνε δὲ πόντον 〈ἰών, πόθεσαν δ’ ἥρωες Ἀχαιοί〉: ἡνίκα μὲν σύμμαχον αὐτὸν ἦγε τοῖς Ἀχαιοῖς, ἐκαλλιγράφει τὴν πορείαν αὐτοῦ· νῦν δὲ συνέτεμεν, ἐπεὶ μετὰ λύπης γίνεται. b(BCE3)T | |
15.219 | ex. | πόθεσαν δ’ ἥρωες 〈Ἀχαιοί〉: ἐπὶ θάτερα γέγονεν αὐ‐ τοῖς ἡ μεταβολή. b(BCE3)T ταχέως δὲ ἔφρασεν, ὅσον ἦν ὄφελος ἐκ τοῦ Ποσειδῶνος. T ἥρωες δὲ πάντες οἱ ἐπὶ τὸ Ἴλιον στρα‐ τευσάμενοι. πολλαὶ δὲ αἰτίαι τῆς ἥττης Ἑλλήνων, Ποσειδῶνος | |
5 | ὑποχώρησις καὶ Ἀπόλλωνος κάθοδος (cf. Ο 236—62) καὶ τῆς αἰγίδος ἐπεισόδιον (cf. Ο 229—30. 318—27). b(BCE3E4)T | ||
15.221 | ex. | ex. | ἔρχεο 〈νῦν, φίλε Φοῖβε,〉 μεθ’ Ἕκτορα: ἀντὶ τοῦ πρός ἢ ἐπί. | πρεπόντως δέ, ὅτε τὸν Ποσειδῶνα μετέστησεν, ἐξέπεμψε τὸν Ἀπόλλω· οὐ γὰρ ὤφειλεν αὐτὸν τῷ πρεσβυτέρῳ ἀντιτάττειν ἀξιώ‐ σας ὑπ’ ἐκείνου τιμηθῆναι διὰ τὸ πρεσβύτερον. b(BCE3)T | |
15.223 | Ariston. | 〈εἰς ἅλα δῖαν:〉 ὅτι ἀφ’ ἑαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν καλεῖ. Aint | |
15225a | Ariston. | οἵπερ νέρτεροι: ὅτι Ζηνόδοτος γράφει „οἵπερ νέρτα‐ | |
τοι“. A Til πρὸς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται· τοῦ γὰρ κα‐ τωτέρου κατώτερος οὐδείς ἐστιν. ἐνερτέρους δὲ {καὶ} καλεῖ καὶ Οὐρα‐ νίωνας (sc. Ε 898) καὶ „ὑποταρταρίουσ“ (Ξ 279) καὶ Τιτᾶνας (cf. | |||
5 | Ξ 279) τοὺς περὶ Κρόνον θεούς. A | ||
15225b | ex. | ἐνέρτεροι: νέρτεροι, T πρὸς σύγκρισιν τῶν ἐν τῇ ἔρᾳ διαγόντων μετὰ Ἀϊδωνέως· ἄναξ γοῦν ἐνέρων Ἀϊδωνεύς. b (BCE3E4)T ἔστιν οὖν ἐνερώτερος ἐνέρτερος κατὰ συγκοπὴν καὶ ἀποβολῇ νέρτερος. b(BCE3)T | |
15225c | ex. | 〈ἀμφίς:〉 ἀντὶ τοῦ περί. Til | |
15226a | ex. | ἠμὲν ἐμοὶ πολὺ κέρδιον 〈ἠδὲ οἷ αὐτῷ〉: ἐμοὶ μὲν διὰ τὸ μὴ τιμωρήσασθαι ἀδελφόν, αὐτῷ διὰ τὸ μὴ βληθῆναι· τὸ γὰρ „ἀνιδρωτί“ (Ο 228) ἐπὶ Ποσειδῶνος κεῖται, b(BCE3E4)T | |
15226b1 | Hrd. | οἷ αὐτῷ: ὁ Ἀσκαλωνίτης (p. 54 Β.) ἀξιοῖ ἐγκλιτικῶς ἀναγινώσκειν, ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς ἁπλῆν ἡ μετάληψις· ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πεί‐ θεσθαι τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς | |
5 | ἐμοί· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν ‘ἐμοὶ καὶ αὐτῷ ἔπλετο‘ ὥστε ἀπὸ κοινοῦ λαμβάνεσθαι τὸ „ἔπλετο“ (Ο 227) ῥῆμα. ὁμοίως δὲ καὶ ἐπ’ ἐκείνου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ· „Μέντορ, μή ς’ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεύς / μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ“ (χ 213—4)· καὶ τὸ ἑξῆς ἐστι τοιοῦτον· μὴ πεισάτω σε Ὀδυσ‐ | ||
10 | σεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ, ὁπότε προηγεῖ‐ | ||
ται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι θέλει, εἴτε εἰς ἁπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον· διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν „ἀλλά οἱ αὐτῷ/ Ζεὺς ὀλέσσῃ“ (δ 667—8)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατ’ ὀρθὸν τόνον ἀνα‐ | |||
15 | γινώσκεσθαι. A | ||
15226b2 | {ἠδέ οἱ αὐτῷ:} καθόλου ὀρθοτονητέον τὴν οἷ, ὅτε προηγεῖ‐ ται τῆς αὐτός κατὰ δοτικήν, σεσημειωμένου τοῦ „†ὧδε οἱ† Ζεὺς ὀλέσειε βίην“ (δ 667—8). T | ||
15.227 | ex. | 〈πάροιθε:〉 χρονικόν ἐστιν ἐπίρρημα τὸ πάροιθε. νεμεσ‐ σηθείς δὲ ἤτοι μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν μοι, ἢ αἰδεσθείς, παρὰ τὴν νέμεσιν. b(BCE3E4) | |
15229a | Ariston. | 〈λάβ’ αἰγίδα:〉 ὅτι τοῦ Διὸς ἡ αἰγὶς ὅπλον· Ἀπόλλωνι γοῦν δίδωσιν. Aint | |
15229b | ex. | λάβ’ αἰγίδα: δύο φησὶν ὁ Σιδώνιος εἶναι τὰς αἰγίδας, τὴν μὲν Διός, τὴν δὲ Ἀθηνᾶς, ἄτρωτον σκέπην, ἐφ’ ἧς φησι „ἣν οὐδὲ Διὸς δάμνησι κεραυνόσ“ (Φ 401)· καὶ γάρ φησιν ἐν τῇ Β (447)· „αἰγίδ’ ἔχους’ ἐρίτιμον“, οὐδενὸς κατεπείγοντος ἔχειν τὸ Διὸς ὅπλον. | |
5 | ἐν ταὐτῷ δὲ εὑρίσκονται οἱ δύο ἔχοντες αἰγίδας σφίσι· „καὶ τότ’ ἄρα Κρονίδης ἕλετ’ αἰγίδα“ (Ρ 593) 〈καὶ〉 μετ’ ὀλίγον „ἀμφὶ δ’ Ἀθήνη / | ||
ὤμοις ἰφθίμοισ〈ι〉 βάλ’ αἰγίδα“ (Σ 203—4). ἄτοπον δὲ ἔγχος μὲν αὐ‐ τὴν ἔχειν καὶ περικεφαλαίαν, ὅπλον δὲ μή. καὶ Ἄρης, ὅτε Δία ἐμέμφετο (cf. Ε 879—80), εἶπεν ἂν ὡς καὶ τοῖς σοῖς ὅπλοις ὁπλίζεις αὐτὴν καθ’ | |||
10 | ἡμῶν. T | ||
D ad Ο 318 | Κρόνος χρησμὸν λαβὼν ὅτι ὁ ἴδιος αὐτὸν—αἰγίοχον προσαγορευθῆναι. A | ||
15230a | Ariston. | τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας 〈Ἀχαιούς: ὅτι πάντας κοινῶς ἥρωας〉 καλεῖ καὶ οὐ μόνον τοὺς βασιλεῖς, ὡς Ἴστρος (FGrHist 334, 69). A | |
15230b | ex. | ex. | τῇ μάλ’ ἐπισσείων φοβέειν: μάλα φοβεῖν ἢ μάλα ἐπισσείων. | Ἄρη δὲ οὐ πέμπει ὡς νεότρωτον, ἢ δι’ Ἀσκάλαφον, ὅπως μὴ μετατραπῇ εἰς τοὺς Ἕλληνας. b(BCE3E4)T | |
15.231 | Ariston. | σοὶ δ’ αὐτῷ μελέτω: ἀπὸ τούτου ἕως τοῦ „ὥς κε καὶ αὖ‐ τις Ἀχαιοί“ (Ο 235) ἀθετοῦνται στίχοι πέντε, ὅτι ἄκαιροι οἱ λόγοι, ἐπὶ τοσοῦτον ἐγεῖραι τὸν Ἕκτορα, ἕως ἐπὶ τὰς ναῦς φύγωσι (cf. Ο 232—3)· μετὰ δὲ ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας | |
5 | ἀναπνεῦσαι (cf. Ο 234—5). καὶ ἄκαιρος ἡ πρόρρησις καὶ οὐ κεχαρι‐ σμένη τῷ Ἀπόλλωνι. A | ||
15231-5a | Did. | 〈σοὶ δ’ αὐτῷ μελέτω—ἀναπνεύσωσι πό‐ νοιο:〉 καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο. Aim | |
15231-5b | ex. (Did. + ex.) | 〈σοὶ δ’ αὐτῷ μελέτω—ἀναπνεύσωσι πό‐ νοιο:〉 οἱ πέντε ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀχρεῖοι. ἢ ἵνα μὴ | |
παντελῆ ποιήσηται ἀπώλειαν τῶν Ἀχαιῶν, προσδιωρίσατο. Til | |||
15232a1 | Did. | 〈ὄφρ’ ἄν:〉 Ἀρίσταρχος „τόφρ’ ἄν {ἀχαιοί}“, μετὰ τοῦ τ. Aim | |
15232a2 | διὰ τοῦ τ „τόφρ’ ἄν {ἀχαιοί}“ αἱ Ἀριστάρχου. Aint | ||
15.234 | ex. | 〈κεῖθεν δ’ αὐτὸς ἐγὼ〉 φράσομαι 〈ἔργον τε ἔπος τε〉: οὐκ εἶπε βοηθήσω τοῖς Ἀχαιοῖς, ἀλλὰ φράσομαι, ἵνα μὴ δύσθυμον ἐργάσηται τὸν Ἀπόλλωνα. ἔργον δὲ τὴν ἔξοδόν φησιν, ἔπος τὸ „ἀμ‐ φοτέροισι δ’ ἀρήγεθ’, ὅπῃ νόος ἐστὶν ἑκάστου“ (Υ 25). b(BCE3E4)T | |
15.235 | ex. | πόνοιο: τῆς ἀλγηδόνος· „ἀτὰρ οὔ τιν’ ἔχει πόνον“ (ν 423) καὶ „δυσπονέος καμάτοιο“ (ε 493). T | |
15237-8 | ex. | ἴρηκι ἐοικώς 〈/ ὠκέϊ φασσοφόνῳ〉: δυοῖν θεοῖν κάθ‐ οδον ἐκφράζων ἐπὶ μὲν τῆς Ἴριδος παρέλαβε χαλάζης ἢ χιόνος (cf. Ο 170), τούτοις εἰκάσας, ἃ καὶ σημαίνει ἡ ἾΡΙΣ, τὸν δὲ ἱέρακα ἐπὶ τοῦ Ἀπόλλωνος· ἱερὸς γὰρ Ἀπόλλωνος ὁ ἱέραξ· καὶ τὸ φασσοφόνῳ | |
5 | (238) δὲ οἰκεῖον, ἐπεὶ καὶ ὁ θεὸς κάτεισιν ἐπὶ φόνῳ τῶν Ἀχαιῶν. b (BCE3E4)T δέκα δέ φασιν ἱεράκων γένη, 〈ὧν〉 ἓν τὸ φασσοφό‐ νον. φάσσα δὲ ὅμοιον τρυγόνος, ὡς Ἀριστοτέλης φησίν (cf. h. an. 9,36 p. 620a17 et 6,4 p. 562b3. 9,7 p. 613a14). T | ||
15.238 | ex. | ὅς τ’ ὤκιστος 〈πετεηνῶν〉: ἐπὶ δὲ ἀετοῦ „ὅς θ’ ἅμα κάρ‐ | |
τιστός τε καὶ ὤκιστος 〈πετεηνῶν〉“ (Φ 253). T | |||
15.240 | Did. | 〈ἐσαγείρετο:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ε ἐσαγείρετο παρατατικῶς, ἄλλοι δὲ „ἐσαγείρατο“ διὰ τοῦ α. Aim | |
15241a | Hrd. | Ariston. | ἀμφὶ ἓ γινώσκων: ὀρθοτονητέον τὴν ἕ· μεταλαμβάνε‐ ται γὰρ εἰς σύνθετον τὴν ἑαυτόν. | ἡ διπλῆ δέ, ὅτι τὸ γινώσκων ἴσον ἐστι τῷ ἀναλεγόμενος καὶ ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων, ἀλλ’ οἷον ἀναγνωρίζων. καὶ κατ’ ὀρθὸν τόνον | |
5 | ἀναγνωστέον ἀμφὶ ἓ γινώσκων· ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν. A | ||
15241b | Ariston. | Hrd. | | ἀμφὶ ἓ γινώσκων 〈ἑτάρουσ〉: ὅτι τὸ γινώσκων T | |
ex. | ἀντὶ τοῦ ἀναγνωρίζων καὶ ὑπομιμνῃσκόμενος ἀρτίως τῆς ἑκάστου ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων τοὺς παρεστῶτας. b(BCE3E4)T | ὀρθοτονητέον δὲ τὴν ἕ· εἰς σύνθετον γὰρ μεταλαμβάνει. | Χρύσιππος | ||
5 | (St. V. Fr. III fr. 774) δὲ ψιλοῖ τὸ ε ὡς περισσεῦον καί φησιν ἀμ‐ φιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων. T | ||
15244a1 | ex. | τίη δὲ σὺ 〈νόσφιν ἀπ’ ἄλλων〉: ἠθικῶς πάνυ, ὡς πρὸς νοσοῦντά φαμεν ‘τί κατάκεισαι;‘. τὸ δὲ νόσφιν ἀντὶ τοῦ ἀπό· ταὐτὸν δέ ἐστι τὸ ἀπό τῷ νόσφιν. T | |
15244a2 | νόσφιν καὶ ἀπό ταὐτόν ἐστιν. b(BCE3) ἠθικὸς δὲ ὁ λόγος, ὡς πρὸς νοσοῦντά φαμεν ‘τί κατάκεισαι;‘. b(BE3E4) | ||
15245a | Hrd. | ἧς’ ὀλιγηπελέων; 〈ἦ πού τί σε κῆδος ἱκάνει:〉 δα‐ | |
συντέον τὸ ἧσαι· προείρηται δὲ περὶ τούτου (sc. ad Δ 412 c). τὸ δὲ ὀλιγηπελέων ἕν ἐστιν, ὅμοιον τῷ „ὀλιγοδρανέων“ (Ο 242. Χ 337). τὸ δὲ ἦ πού τί σε ὁ ἦ διαπορητικός ἐστι· διὸ περισπαστέον. A | |||
15245b | ex. | ὀλιγηπελέων: ὀλίγην τοῦ πέλειν ἔχων μοῖραν, ἐγγὺς ὢν τοῦ ἐκλεῖψαι. b(BE3E4)Til | |
15245c | ex. | ἦ: διαπορητικός· διὸ περισπᾶται. τινὲς ἀποφατικός. TTil | |
15246-7 | ex. | ὀλιγοδρανέων (246): τὸ „ὀλιγηπελέων“ (Ο 245) μετ‐ είληφεν, ὀλίγον b(BCE3)T τοῦ δρᾶν ἔχων. καὶ πῶς οἶδεν (cf. 247) ὅτι θεός ἐστιν; b(BCE3E4)T ἢ ἐκεῖνος ἑαυτὸν ἐγύμνωσεν, ἢ T ἀπὸ τοῦ ἐρέσθαι (sc. Ο 244—5)· πάντες γὰρ οἱ Τρῶες ᾔδεισαν | |
5 | τὸ γεγονὸς b(BCE3E4)T καὶ οὐκ ἂν αὐτὸν ἀνηρώτων. b(BCE3E4) | ||
15248a | ex. | 〈ἀΐεις:〉 αἰσθάνῃ. Til | |
15248b | ex. | 〈ὅ με:〉 ὅτι με· „ὅ μοι γέρας ἔρχεται ἄλλῃ“ (Α 120). Til | |
15249a | ex. | οὕς: τοὺς αὐτοῦ. Til | |
15249b | ex. | βοὴν ἀγαθὸς 〈...〉 Αἴας: καὶ ἀλλαχοῦ „εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην“ (Ρ 102). ἐπὶ δὲ Διομήδους καὶ Μενελάου συνεχῶς (cf. Β 563 al. et Β 408 al.). T | |
15.251 | ex. | 〈νέκυας καὶ δῶμ’ Ἀΐδαο:〉 περιφραστικῶς τὸν Ἅι‐ δην. Til | |
15252a1 | Did. | 〈ὄψεσθαι:〉 Ἀρίσταρχος „ἵξεσθαι“, καὶ οὐκ ἄχαρις ἡ γραφή. Aim | |
15252a2 | οἱ μὲν „ἵξεσθαι“ γράφουσιν, οἱ δὲ „ἱξεῖσθαι“· οὐ γὰρ | ||
ἄχαρις ἡ γραφή. Til | |||
15252b | Ariston. | ἐπεὶ φίλον ἄϊον ἦτορ: ὅτι ἄϊον ἀντὶ τοῦ ἐπῃσθό‐ μην, τοῦτο δέ ἐστι, τῆς ψυχῆς μου ἥψατο. καὶ ἐν ἄλλοις „τοὶ δὲ πλη‐ γῆς ἀΐοντεσ“ (Λ 532), ἐπαισθόμενοι τῆς πληγῆς· τῷ εἴδει τὸ γένος. A | |
15252c | ex. | ἐπεὶ φίλον ἄϊον ἦτορ: ὅτι τὸ ἄϊον ἤλγησα· b (BCE3)T ἥψατο γὰρ τῆς ψυχῆς ἡ ἄλγησις ὥστε αἴσθησιν αὐτῇ γενέσθαι. b(BCE3E4)T | |
15.254 | ex. | 〈τοῖόν τοι:〉 τοῖον, οἷον οἶδας. Til | |
15254-5a1 | ex. | Κρονίων 〈/ ...〉 προέηκε: ὑπὸ μεγίστου θεοῦ φήσας πεπέμφθαι εὐέλπιδα αὐτὸν ἀπεργάζεται. T | |
15254-5a2 | ὑπὸ μεγίστου καὶ ὑπερέχοντος θεοῦ φήσας αὐτὸν πε‐ πέμφθαι οὐ τὴν τυχοῦσαν δίδωσιν ἐλπίδα. b(BCE3E4) | ||
15256-7 | ex. | 〈Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ / ῥύομαι:〉 ὅτι τοῖς ὀνόμασιν ἐπήγαγε τὸ ῥύομαι. Til | |
15256a1 | ex. | χρυσάορον: τὸν χρυσοῦν ἀορτῆρα περὶ τὴν κιθάραν ἔχοντα· καὶ Πίνδαρος „χρυσάορα Ὀρφέα“ φησί (fr. 128 c 12). τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα. b(BCE3)T | |
15256a2 | D | ex. | D | χρυσάορον: ἤτοι—ἁγνὸς γὰρ ὁ θεός. | καὶ Πίν‐ δαρος „χρυσάορα Ὀρφέα“ φησί. τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα. | | |
Ἑρμῆς ὁ Διὸς καὶ Μαίας—ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος. A | |||
15258-9 | ex. | ἀλλ’ ἄγε νῦν ἱππεῦσιν〈—ἐλαυνέμεν ὠκέας ἵππουσ〉: προοικονομεῖ ἐντεῦθεν ὥστε ἀπὸ ἴσου ὕψους γενέσθαι τὴν μάχην, „οἱ μὲν ἀφ’ ἵππων, / οἱ †δὲ† ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάν‐ τεσ“ (Ο 386—7). ἄλλως τε ἔδει ἐπὶ τῇ δευτέρᾳ εἰσελάσει περιττόν τι | |
5 | φαίνεσθαι· πρότερον οὖν πεζοὶ διέβαινον τὴν τάφρον, νῦν δὲ διὰ τὸν Ἀπόλλωνα μεῖζον τι πράττεται b(BCE3E4)T ὥστε μηδὲν ἐμπό‐ διον εἶναι ἐκ τῆς τάφρου περὶ τὴν εἰσέλασιν τῶν ἵππων. T | ||
15258a1 | ex. | 〈ἱππεῦσιν ... πολέεσσι:〉 πολλοῖς ἱππεῦσιν. Til | |
15258b1 | ex. | 〈ἐπότρυνον:〉 ἐπίταξον· „οἵ ἑθεν ὀτρύνοντοσ“ (Ο 199) ἀντὶ τοῦ ἐπιτάττοντος. Til | |
15258a2/b2 | ex. + ex. | πολλοῖς ἱππεῦσιν ἐπίταξον. b(BCE3E4) | |
15.259 | ex. | 〈νηυσὶν ἔπι:〉 ἀντὶ τοῦ ἐπὶ νῆας. Til | |
15.261 | ex. | τρέψω δ’ ἥρωας Ἀχαιῶν: τὴν τάφρον καταβαλών. ἢ τοὺς Ἀχαιοὺς τρεψάμενος, ἵν’ ᾖ b(BE3E4)T ὁ δέ ἀντὶ τοῦ γάρ. b(BE3E4)TTil | |
15.262 | ex. | ἔμπνευσε μένος μέγα 〈ποιμένι λαῶν〉: Ζηνόδοτος ὁ Μαλλώτης (fr. 2 p. 149 Pusch) ἐκ τούτου συνάγει ὅτι Παιήων ἐστὶν ὁ Ἀπόλλων, εἴγε αὐτὸς ἐπιρρώνυσι τὸν Ἕκτορα. T ἀναγκαία δὲ ἡ προσθήκη τοῦ μέγα πρὸς ἀνάληψιν τοῦ οὕτω κεκακωμένου. | |
5 | b(BCE3E4)T | ||
15263-4a | ex. | ὡς δ’ ὅτε 〈τις στατὸς ἵππος—κροαίνων〉: ταῦτα δεῖ φέρεσθαι τὰ δύο διὰ τὸ „ὣς Ἕκτωρ“ (Ο 269). ἀπὸ δὲ τοῦ „εἰωθώσ“ (Ο 265) ἀθετητέον· οἰκειότερον γὰρ ἐπὶ Ἀλεξάνδρου κεῖνται (sc. Ζ 508—11)· οὐ γὰρ ἁρμόσειαν Ἕκτορι νῦν. τινὲς δὲ ὡς καλὸς καὶ | |
5 | Ἕκτωρ· „οἳ καὶ ἐθηήσαντο φυὴν καὶ εἶδος ἀγητόν / Ἕκτοροσ“ (Χ 370—1). εἰ δὲ τέτρωται, ἀλλ’ ὑπὸ δύο θεῶν ἐπαίρεται. ἔστι δὲ ἐπηρ‐ μένος καὶ ἐπαγαλλόμενος ταῖς τύχαις. T | ||
15263-4b | Nic. | ἀκοστήσας ἐπὶ φάτνῃ 〈/ δεσμὸν ἀπορρήξασ〉: τὸ ἐπὶ φάτνῃ δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάτ‐ τεσθαι, ἵν’ ᾖ τὸν ἐπὶ φάτνῃ σύνδεσμον. A | |
15.263 | ex. | ἀκοστήσας: Κύπριοι ἀκοστὰς τὰς κριθάς· οἱ δὲ παρὰ τὸν γοῖτον, λίαν ῥυπωθείς. ἢ ἄχος ἡγησάμενος τὴν στάσιν. T | |
15.264 | 〈κροαίνων:〉 τινὲς ἐπιθυμῶν. Til | ||
15265a | Ariston. | εἰωθὼς λούεσθαι: ἀπὸ τούτου ἕως τοῦ „ῥίμφα ἑ γοῦνα φέρει“ (Ο 268) ἀθετοῦνται στίχοι τέσσαρες καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον ἐπ’ Ἀλεξάνδρου (sc. Ζ 508—11)· καὶ τὸ τῆς καλλονῆς καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου πρὸς τὸν ἐν θα‐ | |
5 | λάμῳ διατετριφότα ἀντιπαράκειται ἥ τε κατὰ τὴν αἰφνίδιον ἐξόρμησιν ὁμοιότης. καὶ τὸ „κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει“ (Ο 266) ἐφ’ Ἕκτορος τοῦ ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας οὐχ ἁρμόζει. τοὺς μέντοι προκειμένους τῶν ἠθετημένων δύο στίχους (sc. Ο 263—4) δεῖ μένειν, πρὸς οὓς καὶ ἡ ἀνταπόδοσις (sc. Ο 269—70) γίνεται. A | ||
15265b | Did. | 〈εἰωθὼς λούεσθαι:〉 Ζηνόδοτος τοῦτον μόνον γράφει, | |
Ἀρίσταρχος δὲ καὶ τοὺς ἄλλους τρεῖς (sc. Ο 266—8). Til | |||
15265c | ex. | ποταμοῖο: λείπει ὕδατι. ἢ ἀντὶ δοτικῆς, ὅ ἐστιν ὕδατι πο‐ τίμῳ, ὡς καὶ τὸ „λοεσ〈σ〉άμενος ποταμοῖο“ (Φ 560). T | |
15.269 | Did. (?) | 〈γούνατα:〉 τινὲς δὲ τὸ γενικόν, τὸ „γυῖα“. Til | |
15270a | Did. (?) | 〈ὀτρύνων:〉 τινὲς „ὀτρυνέων“· οὔπω γὰρ κατηντήκει εἰς τὸ πλῆθος τῶν Τρώων. Til | |
15270b | ex. | ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν: ὅτε ᾔσθετο ὅτι ἣν ἔκλυεν αὐδήν, θεοῦ ἐστιν. b(BCE3E4)T | |
15.271 | ex. | 〈ἔλαφον〉 κεραόν: τινὲς τὸν ἄρσενα· οὗτος γὰρ κερασφο‐ ρεῖ. τί οὖν ἐστι τὸ „χρυσόκερων ἔλαφον θήλειαν ἄξοντα“ παρὰ Πιν‐ δάρῳ (Ol. 3, 29) λεγόμενον; AT | |
15272a1 | Did. | 〈ἐσσεύοντο:〉 Ἀρίσταρχος „ἐσσεύαντο“ διὰ τοῦ α, καὶ ἅπασαι. Aint | |
15272a2 | αἱ πᾶσαι διὰ τοῦ α „ἐσσεύαντο“. Til | ||
15272b | ex. | ἀγροιῶται: ἀγρόται. οὕτω δὲ τοὺς θηρευτάς φασιν Ἀττικοί· b(BCE3)T „οἷσί τε τέκνα / ἀγρόται ἐξείλοντο“ (π 217—8). T | |
15273a | ex. | τὸν μέν τ’ ἠλίβατος πέτρη: τὸν αἴγαγρον· b | |
(BCE3E4)T οὗτος γὰρ τῶν ὀρειβατούντων ἐστίν. b(BCE3)T | |||
15273b1 | ex. | D | ex. | ἠλίβατος: ἧς ἁμαρτάνομεν τῆς βάσεως, A T „ἠλι‐ τόμηνον“ (Τ 118). T εἰ δὲ ἦν ‘ὑφ’ ἡλίου μόνου βαινομένη‘ A T | ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει, A | ἦν ἂν „τὸν μέν θ’ ἡλίβατος πέτρη. A T | |
15273b2 | ex. | ἠλίβατος δὲ ἧς ἁμαρτάνομεν τῆς βάσεως. ἢ ἡ μόνῳ ἡλίῳ βαινομένη. b(BCE3) | |
15273c | ex. | δάσκιος 〈ὕλη〉: ἡ λίαν σκιώδης A b (BCE3E4)T ἢ δασύσκιος. A b (BCE3)T τὸν ἔλαφον δὲ ἡ ὕλη τρέφει· καὶ ἀλλα‐ χοῦ „ἐκ νομοῦ ὕλης / πιόμενοσ“ (κ 159—60). A T | |
15.274 | ex. | ex. | οὐδ’ ἄρα τέ σφι 〈κιχήμεναι αἴσιμον ἦεν〉: πε‐ ρισσὸν τὸ τέ, b(BCE3)T τινὲς δὲ „†τᾶισφι톓. T | αἴσιμον δὲ εἱμαρμένον· b(BCE3)T οἶδε γὰρ αὐτὴν καὶ μέχρι ζῴων ἀλόγων φθάνουσαν. b(BCE3E4)T οἱ δὲ αἴσιμον ἀντὶ τοῦ καθῆκον. b | |
5 | (BCE3)T | ||
15275a | ex. | τῶν τέ θ’ ὑπὸ ἰαχῆς: ὑπὸ ἰαχῆς διεγερθεὶς δηλονότι. T | |
15275b | ex. | λίς: παρὰ τὸ λιαρόν, ἢ τὸ ἑλεῖν, ἢ τὸ λεῖον· λεῖος γὰρ ὅλος πλὴν τῆς χαίτης. ἢ παρὰ τὸ λίαν φθείρειν. A b (BCE3)T | |
15.276 | ex. | εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶ‐ τας: ἀντὶ τοῦ ἐν ὁδῷ. ἢ καὶ μεμαῶτας εἰς ὁδὸν πάντας ἔτρεψε καὶ στῆναι αὐτοῦ παρεσκεύασεν. b(BCE3E4)T | |
15277-8 | Nic. | ὣς Δαναοὶ εἵως 〈μὲν—ἀμφιγύοισιν〉: πάλιν τὸ εἵως (277) ἀντὶ τοῦ τέως κεῖται. οὐκ ἄρα ὑποστιγμήν, ἀλλὰ στιγ‐ μὴν θετέον ἐπὶ τὸ ἀμφιγύοισιν (278). A | |
15277a | Did. (?) | ex. | εἵως μὲν 〈ὁμιλαδόν〉: Ζηνόδοτος γράφει „τείωσ“· ἔστι δὲ ἀνταποδοτικόν. T | φασὶ τὸ ἕως, ὅταν ᾖ μετὰ συνδέσμου, δη‐ λοῦν τὸ ἕως τινός. τὸ δὲ ὁμιλαδόν ἐπίρρημα μεσότητος b(BCE3E4) T ἀντὶ τοῦ ὁμιλαδῶς, T καὶ ἔστιν ἀντὶ τοῦ πολεμικῶς | |
5 | ἢ ἀθροιστικῶς. b(BCE3E4)T | ||
15277b | ex. | αἰέν: ἐν ἐκείνῳ τῷ καιρῷ τῆς μάχης. b(BCE3E4)Til | |
15280a | ex. | 〈τάρβησαν:〉 οὐχ ὑπὸ δειλίας, ἀλλὰ διὰ τὸ παράδοξον τῆς ἀναστάσεως, σκοποῦντες μὴ καὶ θεὸς ᾖ ὁ μαχόμενος. b(BCE3E4)T | |
15280b | ex. | παραὶ ποσὶ κάππεσε θυμός: ἡ ψυχὴ αὐτῶν ἐνενεύ‐ κει εἰς τοὺς πόδας, ὅπως διὰ τούτων σωθῶσιν. ἢ ταῖς ψυχαῖς ἐταπει‐ νώθησαν καὶ κατέπεσον. ἢ τὸ πὰρ ποσίν ἀντὶ τοῦ παραυτά. b(BCE3 | |
E4)T | |||
5 | D | παραὶ ποσὶ κάππεσε θυμός: τὰ, ψυχὰς ἐταπεινώθησαν —παρὰ τοῖς ποσὶν εἶχον. A | |
15281-4 | ex. | 〈Θόας, Ἀνδραίμονος υἱός, / Αἰτωλῶν ὄχ’ ἄρι‐ στος—περὶ μύθων:〉 οὗτος {δὲ} Γόργης υἱὸς τῆς Οἰνέως, ὑπὸ Διομήδους ἀποδειχθεὶς βασιλεὺς Αἰτωλίας. διδάσκει δὲ ὡς δεόντως Ποσειδῶν αὐτῷ εἴκασται (cf. Ν 215—8) ὡς δυναμένῳ πείθειν ἐν | |
5 | λόγῳ. T | ||
15.282 | ex. | ἐπιστάμενος μὲν ἄκοντι: λείπει τὸ χρῆσθαι· ἢ τὸ ἐπιστάμενος 〈ἄκοντι〉 ἀντὶ τοῦ ἐπιστήμων ἄκοντος. T | |
15.283 | ex. | 〈ἐν σταδίῃ:〉 λείπει μάχῃ. Til | |
15283-4 | ex. | 〈ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν / νίκων,〉 ὁπ〈π〉ό‐ τε κοῦροι 〈ἐρίσσειαν περὶ μύθων〉: τὸ ἑξῆς κοῦροι Ἀχαιῶν, ὡς „υἷες Ἀχαιῶν“ (Α 162 al.)· ἄτοπος γὰρ ἡ τῶν παίδων ἅμιλλα. T | |
15.286 | ex. | ὢ πόποι: τοῦτο ἀναφωνεῖται ἐπί τινι πάθει ὑποφαῖνόν τι παράδοξον. b(BCE3E4)T ἔστι δὲ καὶ προσφωνηματικόν· δισσῶς γὰρ λέγεται. b(BCE3E4) | |
15288a | Hrd. | ἦ {θήν μιν}: διαβεβαιωτικός ἐστι· διὸ περισπαστέον αὐ‐ τόν. A | |
15288b | Ariston. | 〈ἦ θήν μιν:〉 ὅτι τὸ θήν ἀντὶ τοῦ πού. Aim | |
15288c | ex. | ἦ θην: ὅτι τὸ ἦ θην ἀντὶ τοῦ ὄντως που, οἷον καὶ ἀλ‐ | |
λαχοῦ „ἦ θήν ς’ ἐξανύω γε“ (Λ 365). T | |||
15288d | ex. | 〈ἔλπετο:〉 ἔδει ‘ἐπέπειστο‘. Til | |
15.289 | ex. | 〈θανέειν:〉 τεθνηκέναι ἢ θανεῖσθαι. Til | |
15.292 | ex. | 〈ὣς καὶ νῦν ἔσσεσθαι ὀΐομαι:〉 τὸ πολλῶν Δαναῶν γούνατα λύσειν. Til | |
15293a | Ariston. | 〈πρόμος ἵσταται ὧδε μενοινῶν:〉 ὅτι πρόμος σα‐ φῶς ὁ πρόμαχος. Aim | |
15293b | ex. | ὧδε μενοινῶν: οὕτω διαμάχεσθαι ἡμῖν προθυμούμενος. b(BCE3)T | |
15.295 | ex. | πληθὺν μὲν ποτὶ νῆας 〈ἀνώξομεν ἀπονέεσθαι〉: ἵνα μὴ, ἄρδην διωκόμενοι ὑπὸ τῆς ἵππου, ἣν ἑώρα νῦν περὶ Ἕκτορα, ἐμπέσωσι τῇ τάφρῳ· ἄλλως τε καὶ ἀσθενὴς ὄχλος ἀχρεῖος πρὸς ἄμυναν καὶ μᾶλλον τροπῆς περιποιητικός. b(BCE3E4)T | |
15297a | ex. | 〈στείομεν·〉 εἴ κεν πρῶτον ἐρύξομεν 〈ἀντιάσαν‐ τεσ〉: πλεονάζει ὁ κέν· b(BCE3E4)T εἰ ἐν πρώτοις αὐτὸν ὄντα ἐπισχήσομεν ὑπαντήσαντες, οἴω δείσεσθαι καὶ τὰ ἑξῆς (cf. Ο 298—9). T ἀλλαχοῦ δὲ „ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα | |
5 | μένοντεσ“ (Χ 231). b(BCE3E4)T | ||
15297b | Did. (?) | 〈ὥς κεν:〉 γράφεται καὶ „εἴ κεν“. Aim | |
15.298 | Nic. | δούρατ’ ἀνασχόμενοι: ἤτοι συναπτέον τῷ „ἀντιάσαν‐ τεσ“ (Ο 297), ἢ διασταλτέον ἀπ’ αὐτοῦ, ἵν’ ᾖ τὸ ἑξῆς „στείομεν“ (Ο 297) δούρατ’ ἀνασχόμενοι. A | |
15298-9 | Nic. | 〈τὸν δ’ οἴω καὶ μεμαῶτα / θυμῷ δείσεσθαι:〉 τὸ θυμῷ ἑκατέροις δύναται προσδίδοσθαι. Aim | |
15.299 | ex. | δείσεσθαι: ἀντὶ τοῦ δείσειν, καὶ ἔστι βίαιον. ἢ μέσον ὄντα | |
αὐτὸν ἐδιπλασίασεν. T | |||
15.300 | ex. | 〈τοῦ μάλα μὲν〉 κλύον ἠδὲ πίθοντο: ἔκλυον αὐτοῦ καὶ τοῖς λεχθεῖσιν ἐπείσθησαν. T | |
15301a1 | Did. | 〈ἀμφ’ Αἴαντα:〉 Ζηνόδοτος καὶ Ἀριστοφάνης „〈ἀμφ’〉 Αἴαντε“ δυϊκῶς. Aint | |
15301a2 | ἀμφ’ Αἴαντε: οὕτως οἱ περὶ Ζηνόδοτον δυϊκῶς· οἱ δὲ „ἀμφ’ Αἴαντα“. T | ||
15302a | ex. | Τεῦκρον 〈Μηριόνην τε Μέγην τε〉: οὐκ ἐπὶ πάν‐ των ὁ τέ συμπεπλήρωκε τὸν λόγον. T | |
15302b1 | Hrd. | Μέγην {τ’ ἀτάλαντον}: Ἀρίσταρχος βαρύνει ὡς „Μέ‐ σθλην τε Γλαῦκόν τε“ (Ρ 216), καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκα‐ λωνίτης (p. 54 B.) καὶ ἄλλοι περισπῶσιν ὡς „Ἑρμῆν“ (θ 334) καὶ „Πο‐ δῆν“ (Ρ 590)· τὰ γὰρ εἰς ης λήγοντα, φασί, βαρύτονα δισύλλαβα, | |
5 | ἀπὸ βραχείας ἀρχόμενα, περισσοσυλλάβως κλίνεται, „λέβητα“ (Ψ 267 al.), Λάχητα· εἰ δ’ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται· ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου, „Φυλείδην τε Μέγητα“ (Τ 239), ὅτε μὴ οὕτως ἔχει, περισπασθήσεται, ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου | ||
10 | πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν ὅτι οὐχ ἁπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν. ἔπειτα πολλά ἐστι διχῶς κεκλιμένα· τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλά‐ βως ἔκλινεν, „πέρσεν δὲ πόλιν θείοιο Μύνητοσ“ (Τ 296), ὁ δὲ Σο‐ φοκλῆς (fr. 40 N.2 = 43 P. = 43 R.) ἰσοσυλλάβως· „Μύνου τ’ Ἐπιστρόφου | ||
15 | γε“. μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος (FGrHist 1, 22) οὕτως κλίνας· φησὶ γάρ· „καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα“· ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν· „ἢ | ||
λύχνοιο μύκητες ἀγείρονται περὶ μοῖραν“ (Phaen. 976). καὶ μήποτε | |||
20 | ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης. A | ||
15302b2 | {μέγην τε:} Ἀρίσταρχος μὲν βαρύνει τὸ Μέγην †κα‐ κῶς†, οἱ δὲ περὶ Πτολεμαῖον περισπῶσιν ὡς ἀπὸ περισπωμένης εὐ‐ θείας· καὶ διφορεῖσθαί φασι τὸ Μέγης ὡς Θάλης καὶ Θαλῆς. τὰ μέντοι διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, ὡς μύκης μύκητος καὶ μύκου, | ||
5 | Μύνης Μύνητος καὶ Μύνου. T | ||
15.303 | ex. | 〈ὑσμίνην〉 ἤρτυνον 〈ἀριστῆας καλέσαντεσ〉: παρ‐ εσκεύαζον ὥστε μάχεσθαι. οἱ δέ, κατήρτιζον εἰς μάχην τοὺς ἀριστέας. T | |
15305a | Ariston. | 〈ἡ πληθὺς ... ἀπονέοντο:〉 πρὸς τὸ σχῆμα, ὅτι πληθυντικῶς ἀπήντηκεν. Aim | |
15305b1 | ex. (Ariston.) | ἡ πληθὺς 〈...〉 ἀπονέοντο: πρὸς τὸ σημαινόμενον ἀπέδωκεν· ἡ πληθὺς γὰρ πολλοὺς σημαίνει. T | |
15305b2 | πρὸς τὸ σημαινόμενον, οὐ πρὸς τὸ πληθύς ὑπήντησε τὸ ἀπονέοντο. b(BCE3E4) | ||
15306a | ex. | 〈προὔτυψαν:〉 προενέπεσον. Til | |
15306b | ex. | 〈ἦρχε δ’ ἄρ’ Ἕκτωρ:〉 ἦρχε τῆς ἐμβολῆς. Til | |
15307a1 | Did. | 〈βιβάς:〉 Ἀρίσταρχος „βιβῶν“. Aim | |
15307a2 | {μακρὰ βιβᾶς:} „βιβῶν“ πᾶσαι εἶχον. Ζηνόδοτος „βοῶν“, ἐπεὶ καὶ ἑξῆς φησιν „ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα“ (Ο 321). A | ||
15307a3 | {μακρὰ βιβάς:} οὕτω τινές, ἐπεὶ καὶ „ὕψι βιβάντα“ (Ν 371) φησίν. ἄλλοι δὲ „βιβῶν“ γράφουσι καὶ περισπῶσι· Ζηνόδοτος δὲ „βοῶν“ γράφει, ἐπεὶ καὶ ἑξῆς φησιν „ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα“. T | ||
15308-9 | Nic. | 〈θοῦριν / δεινὴν ἀμφιδάσειαν ἀριπρεπέα:〉 δια‐ σταλτέον καθ’ ἕν· ἔμφασις γὰρ μᾶλλον. Aint | |
15.309 | D | ἀμφιδάσειαν: πανταχόθεν—δὲ τὸ ὄνομα. A | |
15309a1 | Hrd. | ἀμφιδάσεια〈ν〉: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ „χαλκοβάρεια“ (Λ 96 al.). ὅτι δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης (p. 54 B.) καὶ Ἀλεξίων (fr. 57 B.), σύνθετόν ἐστιν, ἀλλὰ παρασύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ „ἠριγένεια“ (Α 477). A | |
15309a2 | D | Hrd. | ἀμφιδάσειαν: οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ κύκλῳ δασεῖαν διὰ τοὺς θυσάνους. | προπαροξυτονητέον δέ, εἴτε σύνθετόν ἐστι εἴτε παρασύνθετον. b(BCE3)T | |
15.310 | Ariston. | Ἥφαιστος Διῒ δῶκε: ὅτι σαφῶς Διῒ ἐσκεύασται ἡ αἰγίς, καὶ οὐκ ἔστιν Ἀθηνᾶς, καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν. A | |
15.312 | ex. | 〈ἀολλέες:〉 λείπει γεγονότες. Til | |
15312-7 | ex. | ὦρτο δ’ ἀϋτή 〈/ —λιλαιόμενα χροὸς ἆσαι〉: πανταχόθεν τὴν ἐνέργειαν ηὔξησεν, ἐκ τῆς βοῆς τῶν μαχομένων, ἐκ τῶν βαλλομένων βελῶν, ἐκ τῶν δοράτων, ὧν μὲν ἐπὶ σκοπὸν ῥιπτομέ‐ νων, ὧν δὲ μάτην φερομένων. b(BCE3E4)T | |
15.313 | ex. | 〈νευρῆφι:〉 τῶν νευρῶν. Til | |
15316-7 | ex. | D | πολλὰ δὲ καὶ μεσ〈σ〉ηγὺ〈—λιλαιόμενα χροὸς ἆσαι〉: ‘μεσηγὺ ἵσταντο‘ μεσοπαγῆ ἐγίνοντο, μέχρι τοῦ μέ‐ σου ἐμπησσόμενα τῇ γῇ διΐσταντο. b(BCE3E4)T | ἄλλως· ἐπιθυ‐ μοῦντα τῶν ἐφ’ οὓς ἐβάλλετο, ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο. A b | |
5 | (BE3E4)T | ||
15316a | Ariston. | D | 〈χρόα λευκὸν ἐπαυρεῖν:〉 ὅτι ἀντὶ τοῦ χροὸς 〈λευ‐ κοῦ〉. | ἐπαυρεῖν ἐπιτυχεῖν. Aim | |
15316b | Ariston. | ex. | χρόα λευκόν: ἀντὶ τοῦ λευκοῦ χροός. | ὡς ἐπίπαν δὲ λευκόχροες οἱ παλαιοί. T | |
15.317 | D | λιλαιόμενα: λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω· „ζωρότε‐ ρον δὲ κέραιε“ (Ι 203). A b (BCE3)T | |
15320-1a1 | Hrd. | Nic. | αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα 〈ἰδὼν Δαναῶν ταχυ‐ πώλων / σεῖς’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμόν〉: Ἀρίσταρχος ὡς „κατὰ δῶμα“ (Δ 386 al.), ἀπ’ εὐθείας τῆς ὤψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων (fr. 58 B.) καὶ οἱ | |
5 | πλείους ὡς κατέναντα, οἷς καὶ δεῖ πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ συγκοπὴν „κατένωπα“, ὡς „μηρία“ (Λ 773 al.) „μῆρα“ (cf. Α 464 al.), σιτία σῖτα. ἔνεστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως· ἔστιν ἐνωπὴ ἡ πρόσοψις, „ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ“ (Ε 374), παρ’ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν | ||
10 | „ἰῶκα“ (Λ 601) εἶπεν μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. | ὑποστιγμὴν δὲ κατὰ τὸ τέλος τοῦ στίχου ἢ κατὰ τὸ σεῖσε (321) καὶ μέγα (321), τοῦ δέ (321) περιττεύοντος, τοῖσι δὲ θυμόν (321). A | ||
15320-1a2 | Hrd. | Ἀρίσταρχος προπερισπᾷ κατενῶπα (320). Aint | |
15320a | ex. (Hrd.) | 〈κατ’〉 ἐνῶπα: Ἀρίσταρχος προπερισπᾷ τὸ ἐνῶπα· ἢ ἀπὸ τοῦ ἐνωπήν ἐνῶπα κατὰ μεταπλασμόν, ὡς ἰωκὴν „ἰῶκα“ (Λ 601). ὁ μέντοι Ἡρωδιανὸς (2,95,2) προπαροξύνει, λέγων αὐτὸ εἶναι ἀπὸ τοῦ ἐνώπιον καὶ „ἐνώπια“ (Θ 435 al.), ὃ σημαίνει τὰ ἐναντία, καὶ | |
5 | κατὰ συγκοπὴν „ἔνωπα“, ὡς „μηρία“ (Λ 773 al.) „μῆρα“ (cf. Α 464 al.) καὶ σιτία σῖτα. b(BCE3E4)T | ||
15320b | ex. (Hrd.) | ex. | κατ’ ἐνῶπα: τινὲς προπαροξυτόνως. | ὡς ὁ 〈κατ’〉 ἐναντία ἀντὶ τοῦ ἐξ ἐναντίας. οἱ δὲ ἐκ φανεροῦ· πρώην γὰρ αὐτὴν | |
εἶχεν „εἱμένος ὤμοιϊν νεφέλην“ (Ο 308). T | |||
15.322 | ex. | ἔθελξε: παρέλυσεν· ἐσκότωσε γὰρ αὐτῶν, φησί, τὸν νοῦν διὰ τὸ τὸν λογισμὸν οὐκ ἐκ τοῦ φανεροῦ φθείρεσθαι· b(BCE3E4)T „λιγυρῇ θέλγουσιν 〈ἀοιδῇ〉“ (μ 44) καὶ „θελκτήρια πάντα τέτυκται“ (ϟ 215). T | |
15324-5 | ex. | θῆρε δύω〈—οὐ παρεόντοσ〉: δύο μὲν λέοντας παρείληφεν, ἐπεὶ καὶ οἱ τοὺς Ἀχαιοὺς ταράττοντες δύο εἰσίν, Ἕκτωρ καὶ Ἀπόλλων. νυκτὸς δὲ οὗτοι ἐπιτίθενται· ὁ γὰρ ἐν ἡμέρᾳ φόβος ἥττων. εἰς ἐπίτασιν δὲ τὴν ἀσέληνον καὶ τῆς νυκτὸς τὸ μεσαίτατον | |
5 | παρείληφε. τό τε ἐξαπίνης (325) χαλεπὸν πρὸς τὸ μὴ παραφυ‐ λάξασθαι. καὶ ὁ ποιμὴν αὐτοῖς οὐ πάρεστι βοηθός, ὡς οὐδὲ ὁ Ποσει‐ δῶν τοῖς Ἕλλησι συμμαχεῖ. b(BCE3E4)T | ||
15324a | ex. | θῆρε {δύο}: λέοντες κατὰ Κεφαλ〈λ〉ῆνας. T | |
15324b | ex. | κλονέουσι: ἐν τῇ ἐπαύλει· νυκτὸς γὰρ ταῦτα οὐ νέ‐ μεσθαί φησι, „μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν“ (Μ 301). T | |
15324c | ex. | ἀμολγῷ: ἐν ᾧ οὐ μογοῦμεν ὕπνῳ βαθεῖ κατεχόμενοι· οἱ | |
δὲ ‘ἀκμῇ‘ κατ’ Ἀχαιούς. δεινὸς δὲ ὁ ἐν σκότῳ κίνδυνος. T | |||
15.326 | ex. | ἀνάλκιδες: τότε γενόμενοι, ὡς „κυκλοτερὲς μέγα τό‐ ξον ἔτεινεν“ (Δ 124). b(BCE3E4)T ὅ ἐστι μηδὲ κατ’ ὀλίγον ἀμύνασθαι δυνηθέντες. T | |
15326-7 | ex. | Ἀπόλλων / ἧκε φόβον: παραφυλακτέον ὅτι τῇ Ἑλ‐ ληνικῇ φυγῇ θεὸν ἀεὶ ἀντιπαρατάττει. b(BCE3E4)T | |
15328a | ex. | κεδασθείσης ὑσμίνης: τῆς τάξεως διαλυθείσης. T μέγα δὲ τὸ παρὸν δυστύχημα· αἱ γὰρ ἀναιρέσεις τῶν ἡγεμόνων ἢ τῶν περὶ τούτους ἀριστέων ἔσονται· b(BCE3E4)T φησὶ γοῦν „Στιχίος δῖός τε Μενεσθεύς / ἀρχοὶ Ἀθηναίων“ (Ν 195—6). T | |
15328b | ex. | κεδασθείσης ὑσμίνης: τῆς τάξεως διαλυθείσης· τότε γὰρ ἄλλοι ἄλλῃ φέρονται. b(BCE3E4)T τοῦτο πρὸς τοὺς ζητοῦντας, πῶς Λεῦκος πλησίον Αἴαντος εὑρεθεὶς τέτρωται (cf. Δ 491—3). T | |
15329-37 | ex. | 〈Ἕκτωρ μὲν Στιχίον—Ἴασος αὖτ’ ἀρ‐ χός:〉 ὅτι καὶ πρὸς τὸ πρῶτον καὶ πρὸς τὸ δεύτερον ὑπαντᾷ ὁ ποιη‐ τής. T | |
15.329 | ex. | 〈Στιχίον:〉 ὠνόμασται {δὲ} παρὰ τὰς στίχας. T | |
15330a | Ariston. | τὸν μὲν Βοιωτῶν: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ὁ γὰρ Ἀρκεσίλαος (cf. Ο 329) ἐστὶ Βοιωτός (cf. Β 495). A | |
15330b | Ariston. | ex. | τὸν μὲν Βοιωτῶν: ὅτι πρὸς τὸ δεύτερον ὑπήντησεν· ὁ γὰρ Ἀρκεσίλαος Βοιωτός ἐστιν. | ἑξῆς (sc. Ο 333—6) δὲ πρὸς τὸ πρῶτον ὑπαντήσει. T | |
15330c | Did. (?) | 〈χαλκοχιτώνων:〉 γράφεται „καρτεροθύμων“. Aint | |
15333a | Ariston. | ἤτοι ὁ μὲν νόθος 〈υἱὸς Ὀϊλῆος θείοιο〉: ὅτι τὸ Ὀϊλεύς σὺν τῷ ο, καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρὰ τὸ ἔθος, καὶ ἐξ ὀνόματος ἐπανέλαβεν (cf. Ο 334). A | |
15333b | ex. | ἤτοι ὁ μὲν νόθος: τῆς κατὰ μέρος ἱστορίας (sc. Ο 333—6) χάριν ἡ ἐπανάληψις. δαιμονίως δὲ τῇ ἐξαλλαγῇ χρῆται· ἄνω (sc. Ο 330) γὰρ πρὸς τὸ δεύτερον ὑπαντήσας νῦν πρὸς τὸ πρῶ‐ τον. T | |
15333c | ex. | νόθος: ἐξ Ἀλκιμάχης τῆς Φυλάκου ἦν ὁ Αἴας, ὥς φησι Πορφύριος ἐν τῷ Καταλόγῳ (fr. 9 Schr. [cf. test.]). ἀλλ’ οὐ συμφω‐ νεῖ τῷ ποιητῇ· Ἐριώπιδος γάρ φησι τὸν Αἴαντα (cf. Ν 697 = Ο 336). T | |
15.335 | D (Hrd.) | ἐν Φυλάκῃ: αὕτη πόλις Θεσσαλίας. βαρυτόνως δὲ ἀνα‐ γνωστέον ὡς „Ἰθάκη“ (δ 608), ὡς πρὸς ἀντιδιαστολὴν τοῦ δεσμω‐ τηρίου. A | |
15336a | Ariston. | 〈γνωτὸν μητρυιῆς Ἐριώπιδος:〉 ὅτι γνωτὸς ὁ ἀδελφὸς καὶ Ἐριῶπις ὄνομα κύριον. Aim | |
15336b | ex. | γνωτόν: γνωτὸς ὁ ἀδελφός, ὁ πλέον τῶν ἄλλων γνω‐ ριζόμενος· b(BCE3E4)T ὅθεν καὶ γνωστοὺς εἰώθαμεν καλεῖν τοὺς φίλους τοὺς γινωσκομένους ἡμῖν πλέον ὑπὲρ τοὺς κοινοὺς ἀνθρώ‐ πους. T | |
15336c | ex. | μητρυιῆς Ἐριώπιδος: ὁμοίως τῷ ποιητῇ καὶ Ἑλ〈λ〉ά‐ | |
νικος (FGrHist 4, 121) Ἐριώπην τὴν μητέρα Αἴαντός φησιν. Φερε‐ κύδης δὲ ἐν πέμπτῳ (FGrHist 3, 24) καὶ Μνασέας ἐν ὀγδόῳ (F.H.G. III 153, fr. 19) Ἀλκιμάχην, ὁ δὲ τῶν Ναυπακτικῶν ποιητὴς διώνυ‐ | |||
5 | μον αὐτήν φησι (E.G.F. p. 198, fr. 1)· „τὴν δὲ μεθ’ ὁπλοτάτην Ἐριώπην ἐξονόμαζεν, / Ἀλκιμάχην δὲ πατήρ τε καὶ Ἄδμητος κα‐ λέεσκεν“. T | ||
15336d | ex. | Ὀϊλεύς: τὸν Ὀϊλέα Ζηνόδοτος ἑπόμενος Ἡσιόδῳ (cf. fr. 235, 1 M.—W.) καὶ Στησιχόρῳ (fr. 49 P. = P.M.G. 229) χωρὶς τοῦ ο ὀνομάζει Ἰλέα, τὸ δὲ ο ἄρθρον φησί. γελοῖον δὲ τὸ παρ’ Ὁμήρῳ οὕτως ἀκούειν· οὐ γὰρ ἂν αὐτὸ καὶ ἐπὶ δοτικῆς προσέθηκε πτώσεως, | |
5 | „οὐδ’ ἄρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο“ (Ν 712). καὶ νῦν δὲ ἠδύνατο εἰπεῖν ‘ἣν ἔχεν Ἰλεύσ‘. T | ||
15.337 | ex. | 〈Ἴασος αὖτ’ ἀρχός:〉 τῶν τὴν δευτέραν ἡγεμονίαν ἐχόντων. Til | |
15338a | Hrd. | {ὑιὸς δὲ} Σφήλοιο: ὡς „φίλοιο“ (Ε 357 al.). ἔστι δὲ καὶ κανὼν ὡς τὰ εἰς λος δισύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεσθαι θέλει, Τῆλος Μῆλος Βῆλος· οὕτως οὖν καὶ Σφῆλος. τὰ μέντοι προσηγορικὰ ὀξυτονεῖται, πηλός χηλός, καὶ βαρύνεται, ὡς | |
5 | δῆλος τὸ ἐπιθετικὸν καὶ ἧλος καὶ ζῆλος, περὶ ὧν εἰρήσεται ἡμῖν ἐν τοῖς Περὶ 〈τῆσ〉 καθολικῆς προσῳδίας (1,155,18). A | ||
15338b | ex. | 〈καλέσκετο:〉 ἵν’ ᾖ ὡς τὸ „σὴ παράκοιτις / κέκλημαι“ (Δ 60—1) ἢ ὡς τὸ „μήτηρ μέν τέ μέ φησι“ (α 215). Tt | |
15339a | Hrd. | Μηκιστῆ {δ’ ἕλε}: ὁμοίως τῷ „ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί“ (Δ 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτια‐ | |
τικὴ ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ. A | |||
15339b | ex. (Hrd.) | ex. | Μηκιστῆ: περισπαστέον, εἴτε κατὰ ἀποκοπὴν τοῦ α, ὡς Τυδῆα „Τυδῆ“ (Δ 384), εἴτε Δωρική ἐστιν ἡ κρᾶσις, Μηκιστέα Μη‐ κιστῆ, ὃ καὶ ἄμεινον. b(BCE3)T | τινὲς δέ φασι κἀκεῖνα μὴ κατὰ συν‐ αλιφὴν εἶναι „ὣς Ἀχιλῆ ὤτρυνεν“ (Υ 174), „ἐς Πηλῆ ἱκέτευσεν“ | |
5 | (Π 574). T | ||
15.340 | ex. | πρώτῃ ἐν ὑσμίνῃ: ἐν τοῖς πρωταγωνισταῖς· οὐ γὰρ νῦν ἐστιν ἡ πρώτη συμβολή. b(BCE3E4)T | |
15341a | ex. | νείατον ὦμον: τὸν πρὸς τῷ αὐχένι. b(BCE3E4)T οἱ δὲ πρὸς ἀντιδιαστολήν· T Ἐχίος (cf. Ο 339) γὰρ „πρώτῃ ἐν ὑσμίνῃ“ (Ο 340), οὗτος δὲ νείατος. b(BCE3)T | |
15341b | ex. | ὦμον ὄπισθεν: μόνον τοῦτόν φασιν Ἑλλήνων ὄπιθε βεβλῆσθαι. καὶ Ἠϊονεὺς δὲ ἐν τῇ Η (sc. 11—2) ὑφ’ Ἕκτορος b(BCE3) T οὕτως ἀναιρεῖται. τούτου δὲ οἱ ἀπόγονοι Σάμον ἐξ Ἀθηνῶν συνῴκισαν. T | |
15.342 | ex. | φεύγοντ’ ἐν προμάχοισι: τινὲς „ἐν πυμάτοισι“, καὶ οἰ‐ κεῖον τοῦτο Πάριδι. ἢ ‘ἐν πρώτοις τῶν διωκόντων ὢν ὁ Πάρισ‘, οὐκ ‘αὐτὸν ἐν τοῖς προμάχοισι φεύγοντα‘. b(BCE3)T | |
15.343 | ex. | ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα: ἕως οὗ αὐτοὶ τού‐ τους ἐσκύλευον, ἀφαιρούμενοι αὐτῶν τὰ ᾑμαγμένα ὅπλα. A | |
ex. | 〈ἐνάριζον:〉 φονεύοντες ἐξέδυον. Til | ||
15344a | ex. | τάφρῳ 〈καὶ σκολόπεσσιν〉 ἐνιπλήξαντες: τὴν μετὰ δέους γινομένην ἄτακτον ἔμπτωσιν διὰ τῆς λέξεως ἐδήλωσεν· b(BCE3 E4)T „ἕρκει ἐνιπλήξωσιν“ (χ 469). T | |
15344b | ex.(?) | 〈ἐνιπλήξαντες:〉 ἐμπελάσαντες. Aint | |
15.345 | ex. | ἀνάγκῃ: δαιμονία ἡ προσθήκη· οὐ γὰρ δι’ ἀνανδρίαν ἔπραξαν τοῦτο, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν θεῶν ἀνάγκην. b(BCE3E4)T | |
15.346 | Nic. | Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο 〈μακρὸν ἀΰσασ〉: ἡ συνήθεια συνάπτει καὶ τὸ „νηυσὶν ἐπισσεύεσθαι“ (Ο 347), ἵνα ἡ μετά‐ βασις {ἡ} ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν ᾖ· „ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε“ (Ο 348). A | |
15347a | ex. | νηυσὶν ἐπισσεύεσθαι: ὡς ἐπὶ τὰς ναῦς ὁρμᾶν· λείπει δὲ τὸ λέγων. ἢ ἀπαρέμφατά εἰσιν ἀντὶ προστακτικῶν. b(BCE3)T | |
15347b | Ariston. | {νηυσὶν} ἐπισσεύεσθαι: ὅτι Ζηνόδοτος γράφει „ἐπισ‐ σεύεσθον“. συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον. A | |
15348-51 | ex. | ὃν δ’ ἂν ἐγὼν—πρὸ ἄστεος ἡμετέροιο: βαρβαρικὴ ἡ ἀπειλὴ καὶ τὸ πρόσταγμα θρασύ, οὐχ ὡς ὁ Νέστωρ μου‐ σικῶς καὶ πεπαιδευμένως φησίν· „ἀλλ’ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι / νεκροὺς ἂμ πεδίον συλήσετε“ (Ζ 70—1). b(BCE3E4)T | |
15349a | ex. | 〈αὐτοῦ:〉 ὅπου †ὁραθῆναι. Til | |
15349b | ex. | μητίσομαι: τὸ πρῶτον ἔσχατον ἔθηκεν· ὁ γὰρ ἀναιρεῖν ἐπιβαλλόμενος προβουλευσάμενος τοῦτο ποιεῖ. T | |
15349-51 | ex. | οὐδέ νυ τόν γε / γνωτοί τε—ἐρύουσι: ἐν‐ τεῦθεν νόμος τὸν προδότην μὴ θάπτεσθαι b(BCE3E4)T παρὰ τῶν νομοθετούντων ἐκινήθη. T | |
15.350 | Ariston. | 〈λελάχωσι:〉 ἀντὶ τοῦ λαχεῖν ποιήσουσιν. Aim | |
15351a | Ariston. | Hrd. | {ἀλλὰ κύνες} ἐρύουσι: ἡ διπλῆ, ὅτι ἐνεστῶτι ἀντὶ μέλλον‐ τος κέχρηται, ἐρύουσιν ἀντὶ τοῦ ἐρύσουσι. | τρίτη δὲ ἀπὸ τέλους ἡ ὀξεῖα ἐπὶ τὸ ἐρύουσι〈ν〉. εἴρηται δὲ περὶ τῆς προσῳδίας ἐν τῇ Λ (sc. ad 454). A | |
15351b | ex. (Hrd. + | ἐρύουσι: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐν τῷ ἐρύουσιν· | |
Ariston.) | ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. b(BCE3)T | ||
15.352 | ex. | κατωμαδόν: κατὰ τῶν ἰδίων ὤμων, ἀφ’ οὗ τὸν βάρβαρον καὶ μετὰ θυμοῦ παριππεύοντα δηλοῖ. b(BCE3E4)T παρὰ τοῦτο τὸ „〈ὅσσα δὲ δίσκου οὖρα〉 κατωμαδίοιο πέλονται“ (Ψ 431). T | |
15352-3 | ex. | ἤλασεν ἵππους 〈/ κεκλόμενος Τρώεσσι ἐπὶ στί‐ χασ〉: ἤλαυνεν ἐπὶ στίχας τοὺς ἵππους, τοῖς Τρωσὶ κεκλόμενος. πῶς δὲ ἤλαυνε καὶ ἐπολέμει; b(BCE3)T | |
15.354 | ex. | 〈ὁμοκλήσαντες:〉 τοῖς ἵπποις δηλονότι. Til | |
15356a | ex. | ὄχθας καπέτοιο: τὰς ἀνασκαφὰς τῆς τάφρου. b(BCE3 E4)T καπέτοιο δὲ σκαπέτοιο· T Ἀργεῖοι δὲ οὕτω τὴν | |
τάφρον ὠνόμαζον. b(BCE3E4)T | |||
15356b | Ariston. | ποσσίν: ὅτι Ζηνόδοτος γράφει „χερσίν“. εὐλογώτερον δὲ μὴ κατακύπτειν τὸν θεόν, ἀλλὰ τοῖς ποσὶ συγχεῖν. A | |
15.357 | ex. | γεφύρωσεν 〈δὲ κέλευθον〉: κυρίως τὸ ἐκ ξύλων γε‐ γομφωμένον γέφυρα. ἐν βραχεῖ δὲ ἔδειξε τὸ ἔργον τοῦ θεοῦ. T | |
15.358 | ex. | 〈ὅσον τ’ ἐπὶ δουρὸς ἐρωή:〉 ὅσον ἐστὶ βολὴ δόρατος. Til | |
15359a | ex. | ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι: εὖ τὸ μὴ ἁπλῶς ἀκοντίζοντα παραλαβεῖν, ἀλλὰ καὶ τῆς ἑαυτοῦ ἥβης ἀποπει‐ ρώμενον ὥστε ἐπὶ πλέον ἐξικέσθαι. b(BCE3E4)T | |
15359b1 | Hrd. | {πειρώμενος} ᾗσι: ἐπεκτέταται τὸ ᾗσι〈ν·〉 ἀντὶ γὰρ τοῦ ᾗ ἐστιν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφῇ· διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δασυνο‐ μένου κέκλιται. A | |
15359b2 | {ἥσει:} δασυντέον· ἐπεκτέταται γὰρ τὸ ᾗ, ὅπερ ἡ συν‐ ήθεια μετὰ προθέσεώς φησιν ἀφῇ. T | ||
15360a | Nic. | τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν: τῶν τετηρη‐ μένων ἐστὶ καὶ αὕτη ἡ στιγμὴ ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου. ὀλίγαι δ’ εἰσὶ παρ’ Ὁμήρῳ τοιαῦται. A | |
15360b | ex. (Hrd.) | 〈φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων:〉 ὡς „ὁμιλαδόν“ (Μ 3 al.). προηγεῖτο δὲ αὐτῶν Ἀπόλλων. Til | |
15.361 | Nic. | 〈αἰγίδ’ ἔχων ἐρίτιμον:〉 στικτέον ἐπὶ τὸ ἐρίτιμον. λεί‐ πει δὲ τὸ ἦν. Aint | |
15362-4 | ex. | ῥεῖα μάλ’, ὡς ὅτε τις 〈ψάμαθον πάϊς— ἀθύρων〉: καὶ πῶς τοῖς θεοῖς πολλοῦ ἐδέησε πρὸς παντελῆ ἀφανισμόν (cf. Μ 17—35); T διαναπαύουσι δὲ τὸν πόνον αἱ παραβολαί. καὶ ταπεινὴ μὲν ἡ εἰκών, ὅμως πᾶσι γνωστή. ἀπὸ κοινοῦ δὲ τὸ συν‐ | |
5 | έχευεν (364). b(BCE3E4)T | ||
15363a | ex. | ἀθύρματα: πιθανῶς παίγνιά φησι τὰ δώματα τῶν νη‐ πίων. b(BCE3E4)T | |
15363b | Nic. | 〈νηπιέῃσιν:〉 βέλτιον μετὰ τὸ νηπιέῃσιν ὑποστι‐ κτέον. Aint | |
15364a | ex. | 〈συνέχευε:〉 συνέχεεν· οὐ γὰρ ἐκ λίθων ἦν, ἵνα εἴπῃ κατ‐ έβαλεν. Til | |
15364b | ex. | ποσὶν καὶ χερσὶν ἀθύρων: ὅλῳ γὰρ ἐφάλλεται τῷ σώματι. χρὴ δὲ ἐπὶ τὸ χερσί διαστείλαντα πρὸς βραχὺ ἐπάγειν καθ’ αὑτὸ τὸ ἀθύρων, ἵν’ ᾖ τοῦ ὅλου ἐπεξήγησις· εἰ γὰρ συνάψαιμεν, ἔσται ἀθύρειν τὸ πατεῖν ἀκύρως. b(BCE3E4)T | |
15365a | Hrd. | {ὥς ῥα σὺ} ἤϊε: Ἀρίσταρχος δασύνει, ἀπὸ τῆς ἕσεως τῶν βελῶν. οἱ δὲ περὶ τὸν Κράτητα (fr. 55 M.) ψιλῶς, ἀπὸ τῆς ἰάσεως· καὶ οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ πρὸς διάφορον ἐτυμολογίαν δια‐ φόρως ἀναγινώσκειν. ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ | |
5 | τὸ η πρὸ φωνήεντος ψιλοῦται, „ἠώσ“ (Α 493 al.), „ἤϊα“ (Ν 103 al.). ταύτῃ καὶ τὸ „ἥτε ξείνων θέμις ἐστί“ (ι 268) δασύνεται, τὸ δὲ „ἠΰτε“ (Β 87 al.) ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ „ἠώσ“ (Α 493 al.) ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ „ἠέλιοσ“ (Α 475 al.) ἐψιλώθη. ὥστε εἴτε ἐκ τοῦ ἱήϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως | ||
10 | ψιλωτέον. A | ||
15365b | ex. | ἤϊε: Ἀρίσταρχος δασύνει, παρὰ τὴν ἕσιν τῶν βελῶν· ὁ δὲ Ἡρωδιανὸς (2,95,26) ψιλοῖ· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται. οἱ δὲ παρὰ τὴν ἴασιν ἢ παρὰ τὸ ἰέναι· ἥλιος γάρ ἐστιν. ἔστι δὲ περι‐ παθὴς ἡ ἀναφώνησις καὶ ἐμφαντικὴ τῆς δυνάμεως τοῦ θείου. b | |
5 | (BCE3)T | ||
15.366 | ex. | 〈αὐτοῖσι δὲ φύζαν ἐνῶρσας:〉 ἐν ὅλοις σχεδὸν διαμαρ‐ τύρεται ὅτι οὐ τὸν Ἕκτορα ἔφυγον, ἀλλὰ τὸν θεόν. b(BCE3E4) | |
15.367 | ex. | 〈ἐρητύοντο:〉 τῆς ὁρμῆς ἐπείχοντο. Til | |
15.369 | ex. | μεγάλ’ εὐχετόωντο: δυστυχίας ἐπίτασις καὶ σωτηρίας ἀπόγνωσις εὐχὴ θεῶν. πιθανῶς δὲ τὰς τοῦ πλήθους ἐν κεφαλαίοις εἶπε, τὴν δὲ τοῦ εὐσεβεστάτου διεσάφησε b(BCE3E4)T καὶ ἐξειργάσατο Νέστορος (sc. Ο 370—6). ἀπὸ μετοχῆς δὲ εἰς ῥῆμα· | |
5 | „τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον“ (Γ 80). T | ||
15.371 | ex. | χεῖρ’ ὀρέγων: οὐ „χεῖρα“, ἀλλὰ „χεῖρε“, δυϊκῶς. ἀστε‐ ρόεντα δὲ T οὐ τὸν τότε, ἀλλὰ τὸν φύσει b(BCE3)T ἀστε‐ ρόεντα. T | |
15372-4 | ex. | 〈εἴ ποτέ τίς τοι〉 ἐν Ἄργεΐ 〈περ πολυπύρῳ / — / εὔχετο νοστῆσαι〉: Ἄργος (cf. 372) ὅλην τὴν Ἑλλάδα. περισσὸς δὲ ὁ πέρ (372), b(BCE3E4)T ὡς „φυγόντι περ αἰπὺν ὄλεθρον“ (ρ 47). T πιθανὸν δὲ τὸ μὴ ὑπὲρ ὧν αὐτὸς ἔθυσε σω‐ | |
5 | τηρίαν αἰτεῖν· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ δέδοικεν, ἀλλ’ ὑπὲρ ἁπάντων· διὰ | ||
τοῦτο τὴν κοινὴν εὐσέβειαν προβάλλεται. b(BCE3E4)T | |||
15.373 | ex. (Did. + | ὄϊος 〈κατὰ πίονα μηρία καίων〉: τινὲς „οἰόσ“, ἐπεὶ | |
Hrd.?) | ἀεὶ δισυλλάβως πλὴν τοῦ „νῶτον {δ’} ἔθηκ’ ὄϊοσ“ (Ι 207). ἡ δὲ κατά πρὸς τὸ καίων. T | ||
15374a | ex. | καὶ κατένευσας: ἐνέγκαι εἰς τὴν οἰκίαν. T | |
15374b1 | ex. | καὶ κατένευσας: ἀμετάπτωτον ποιῶν τὴν ὑπόσχε‐ σιν. T | |
15374b2 | κατένευσας φησὶ b(BCE3) πρὸς τὸ τὴν ὑπόσχεσιν ποιῆσαι ἀμετάπτωτον. b(BCE3E4) | ||
15375a | ex. | 〈τῶν:〉 ἔδει ‘τῷ‘. Til | |
15375b | ex. | Ὀλύμπιε: τὸν ἐν Ὀλυμπίᾳ, 〈ἐπεὶ〉 πλησίον Πύλου Πίσα. T | |
15376a | ex. | 〈οὕτω:〉 ὡς νῦν. Til | |
15376b | Ariston. | 〈Τρώεσσιν ἔα δάμνασθαι:〉 ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ Τρώων. Aim | |
15376c | ex.(?) | 〈Ἀχαιούς:〉 ἡμᾶς. Til | |
15377a1 | Ariston. | {ὣς ἔφατ’ εὐχόμενος} μέγα δ’ ἔκτυπε: ὅτι Ζηνόδοτος γράφει „μέγα δ’ ἔκλυε“. οὐχ ὑπήκουσε δὲ αὐτοῖς ὥστε πεισθῆναι, ἀλλὰ κατ’ αὐτῶν ἐγένετο. A | |
15377a2 | Ζηνόδοτος {δὲ} γράφει „μέγα δ’ ἔκλυε“. T | ||
15377b | ex. | μέγα δ’ ἔκτυπε: παιδευτικὰ καὶ ταῦτα διὰ τὸ ἐπισημαί‐ | |
νεσθαι τὸν θεὸν ἑνὸς ἀνδρὸς εὐχήν. ἄκρως δὲ κεκράτηκε τῆς οἰκονομίας ὁ ποιητής· τὸ μὲν γὰρ μηδὲν ἐπιγενέσθαι τῷ πρεσβύτῃ σημεῖον ἀπίθα‐ νον, τὸ δὲ κατανεύειν ἤδη ἐναντίον· ὁ γὰρ μηδὲ τῇ Ἥρᾳ πειθόμενος, | |||
5 | ἀλλὰ φυλάττων τὴν πρὸς Θέτιν ὑπόσχεσιν πῶς ἂν ταχέως ἐπείσθη τῷ Νέστορι; b(BCE3E4)T | ||
15.378 | ex. | ἀράων ἀΐων: οὐ γὰρ ἐξολώλασιν Ἕλληνες, ἀλλ’ ἐνόστη‐ σαν. T | |
15.379 | ex. | 〈Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο:〉 τὸ ὥς ἀντὶ τοῦ ἐπεί. πρὸς αὑτῶν δὲ οὗτοι τίθενται τὸ ἀγαθόν. Til | |
15381-4 | ex. | ὥς τε μέγα κῦμα〈—κατὰ τεῖχος ἔβαινον〉: ἀεὶ ἑαυτὸν παρευδοκιμεῖ ὁ ποιητὴς ταῖς ὁμοιώσεσι· τί γὰρ ἐναργέστε‐ ρον ἢ ἐμφαντικώτερον ἢ καθάπαξ συμφωνότερον ταύτης τῆς εἰκόνος; χειμῶνι μὲν τὸν κίνδυνον εἰκάζει, σκάφει δὲ τὸ τεῖχος, τοὺς δὲ μετὰ | |
5 | βοῆς ἐπιόντας κύμασιν. b(BCE3E4)T οἱ δὲ Τρῶες ὑπερέβησαν τὸ τεῖχος ὡς κῦμα ναῦν. τὸ δὲ εὐρυπόροιο (381) ἀντὶ τοῦ μεγαλοπό‐ ρου, ἀναπεπταμένης· μείζονα γὰρ τὰ ἐν τῇ τοιαύτῃ θαλάσσῃ κύμα‐ τα. b(BE3E4)T | ||
15382a | Hrd. | νηὸς ὑπὲρ τοίχων: οὐκ ἀναγκαῖόν ἐστιν ἀναστρέφειν τὴν πρόθεσιν, ἀλλὰ συντάσσειν τῇ τοίχων γενικῇ. A | |
15382b1 | D | ex. | 〈νηὸς ὑπὲρ τοίχων:〉 ἀντὶ τοῦ ὑπὲρ τοὺς τοίχους. | ὑψηλότερον γενόμενον τὸ κῦμα τῶν τοίχων τῆς νεώς. Til | |
15382b2 | ex. | ὥσπερ ὅταν τὸ κῦμα γένηται τῶν τοίχων τῆς νεὼς ὑψη‐ λότερον, οὕτως Τρῶες τοῦ τείχους. b(BCE3E4) | |
15.384 | ex. | 〈κατὰ τεῖχος ἔβαινον:〉 κατέβαινον τὸ τεῖχος. Til | |
15385a | Ariston. | Nic. | ἵππους δ’ εἰσελάσαντες 〈ἐπὶ πρύμνῃσι μάχον‐ | |
το〉: πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύμναις τῶν νεῶν, οἱ δὲ ἀποστρέψαντες τὰ ἅρματα ἐπὶ τῶν δίφρων, ἵν’ ᾖ ἀπ’ ἴσου (cf. Ο 386—7). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ εἰσελά‐ | |||
5 | σαντες πρὸς τὸ σαφέστερον. A | ||
15385b | ex. (Ariston.) | ἵππους δ’ εἰσελάσαντες 〈ἐπὶ πρύμνῃσι μάχον‐ το〉: πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύ‐ μναις, οἱ δὲ ἀπὸ τῶν ἵππων, ἵνα ἀφ’ ὕψους μάχοιντο. ἐσήλασαν δὲ τοὺς ἵππους διὰ τῆς ὑπὸ Ἀπόλλωνος γενομένης κελεύθου. T | |
15385-7 | ex. | ἐπὶ πρύμνῃσι μάχοντο〈—ἐπιβάντεσ〉: ἰδίω‐ μά φησιν Ἀρίσταρχος γεγενῆσθαι περὶ τὴν μάχην· τῶν γὰρ Τρώων ἐντὸς τοῦ τείχους γεγονότων οἱ Ἕλληνες ἐπὶ τῶν πρυμνῶν μάχονται· διὸ Τρῶες, ὅπως ἀπὸ ἴσου βάλλοιεν ὕψους, ἀπὸ τῶν ἁρματείων δίφρων | |
5 | αὐτοὶ μάχονται ὥστε ἀποστραφῆναι τοὺς ἵππους ὡς ἐπὶ τὴν Ἴλιον. ἔσονται δὲ καὶ οἱ ἡνίοχοι ὡς ἐπὶ τὴν πόλιν τετραμμένοι, τὰ δὲ νῶτα δόν‐ τες τοῖς πολεμίοις, οἱ δὲ παραιβάται σκέποντες αὐτοὺς ἅμα καὶ μαχό‐ μενοι· διὸ ὁ ἡνίοχος Πολυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα βάλλεται (cf. Ο 445—52). b(BE3E4)T | ||
15.386 | ex. | αὐτοσχεδόν: αὐτόθεν, ἐκ τοῦ σύνεγγυς τόπου· τὴν γὰρ σύνεγγυς ἀντίστασιν „σχεδίην“ (Ε 830) καλοῦσιν. ἐκπλήσσων δὲ τὸν | |
θεατὴν ναυμαχίᾳ ἅμα ἱππομαχίαν κατέμιξεν. b(BCE3E4)T | |||
15.388 | ex. | 〈ξυστοῖσι:〉 λείπει δόρασιν. Til | |
15389a | Hrd. | ναύμαχα {κολλήεντα}: οὕτως ὡς θαύματα. ἐξαιρέτως δὲ τὰ παρὰ ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ, εἰς ον περατούμενα, προ‐ παροξύνεται, χαρτότομον χειρόγραφον ἀκρατόφορον. οὕτως „ναύ‐ μαχον ἐν παλάμῃσιν“ (Ο 677), ἵνα εἶδος δόρατος νοηθῇ ἐν διαφόρῳ | |
5 | μεγέθει. A | ||
15389b1 | ex. | ex. | ναύμαχα: εἰκὸς ἀπὸ Μίνωος πεπολιτεῦσθαι ναυμαχίαν παρ’ Ἕλλησι· καὶ Ἀγαμέμνων „πολλῇσιν νήσοισιν“ (Β 108) ἦρχεν, πεντηκόντεροί τε †μόνον οὐκ ἂν ἦσαν ναυσὶ φορτηγοῖς μόναις† ἐχρῶντο. πεφράχθαι δὲ αὐτὰς εἰκός, μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. | πε‐ | |
5 | ποίηται δὲ παρὰ τὴν μάχην, ὡς ἱππόκομος παρὰ τὴν κόμην. ναυμάχος μὲν ὁ ἀνὴρ ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ †ἄξυλον. T | ||
15389c1 | ex. | κολλήεντα: ὑπὸ βλήτρων· φησὶ γοῦν „κολλητὸν βλή‐ τροισιν“ (Ο 678). οἱ δέ φασι μήπω γνωρίζεσθαι ναυμαχίαν· ὅπως δὲ ἀναστέλλοιεν τοὺς ἀπὸ γῆς εἴργοντας, τοῦτο ἐπετήδευσαν. T | |
15389b2/c2 | ex. | ex. | ex. | παρὰ τὸ ναῦς γίνεται καὶ τὸ μάχη. ναυμάχος μὲν οὖν ὁ ἀνήρ, ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ. | φασὶ δὲ μήπω γνωρίζεσθαι παρ’ αὐτοῖς ναυμαχίαν. ὅπως δὲ μὴ βλάπτοιεν τοὺς ἀπὸ γῆς συμπο‐ λεμοῦντας, τοῦτο ἐπετήδευσαν, | καὶ ἵνα μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. | |
5 | b(BCE3E4) | κολλήεντα δὲ ὑπὸ βλήτρων δηλονότι· φησὶ γοῦν καὶ ἀλλαχοῦ „κολλητὸν βλήτροισι“. b(BE3E4) | ||
15389d | ex. | στόμα: τὸ ἄκρον, παρὰ τὸ τμητικὸν εἶναι. δηλοῖ δὲ ὅτι οὐκ εἶχον κατ’ ἄμφω τὰ μέρη σίδηρον· ἔπειτα γὰρ καὶ σαυρωτῆρες προσῆσαν 〈ὡσ〉 τοῖς καταπηγνυμένοις εἰς γῆν. ἀλλ’ ἐπὶ τῶν νεῶν | |
ἔκειτο. b(BE3E4)T | |||
15.390 | ex. | Πάτροκλος δ’, εἵως μέν: ὅταν ἐπὶ τὰ ἄκρα ἄγῃ τὴν ποίησιν, τότε ταῖς μεταβάσεσι χρῆται συνεχῶς, τὴν προσοχὴν τῶν ἀκροατῶν συνάγων. μεταβαίνει οὖν ἐπὶ τὸν Πάτροκλον νῦν· ἐπὶ τού‐ τῳ γὰρ καὶ διατρίβειν αὐτὸν παρὰ τῷ Εὐρυπύλῳ ᾠκονόμησεν, ὅπως | |
5 | ἐκ τῆς ὄψεως κινηθεὶς ἐντονώτερον Ἀχιλλέως δεηθείη. πῶς δὲ ἐπιλα‐ θόμενος Ἀχιλλέως τοσοῦτον χρόνον διάγει; ἢ οὐ πολὺς μὲν χρόνος, τὰ δὲ γεγονότα ποικίλα ἐν ὀλίγῳ καιρῷ. b(BCE3E4)T | ||
15.392 | ex. | 〈ἀγαπήνορος:〉 ὑπὸ τῶν ἀνδρείων ἀγαπωμένου. Til | |
15393a | ex. | ἔτερπε λόγοις: τινὲς „ἔτερπε λόων“. τοὺς γὰρ νοσοῦν‐ τας ἔλουον· φησὶ γὰρ „εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη / θερμήνῃ“ (Ξ 6—7). ἄμεινον δὲ λόγοις· φησὶ γοῦν ἀπιὼν „ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω“ (Ο 401). T καὶ Μένανδρος (fr. 782 | |
5 | Koe.)· „ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων· / ψυχῆς γὰρ οὗτος μόνος ἔχει κουφίσματα“. πρὸς τὸ μὴ συγκαταπίπτειν τῷ σώματι τὴν ψυχήν, ἀλλ’ ὑπερορᾶν τὸ βάρος τοῦ σώματος. b(BCE3E4)T καὶ Λητὼ καὶ Ἄρτεμις τὸν Αἰνείαν κυδαίνουσιν (sc. Ε 448). T | ||
15393b | Ariston. | 〈λόγοις: ὅτι〉 ἅπαξ ἐνταῦθα ἐν τῇ Ἰλιάδι τὸ λόγοις. Aint | |
15394a | Hrd. | φάρμακ’ ἀκήματα: τὸ πλῆρες φάρμακα, εἶτα ἀκή‐ ματα· παρὰ γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται. εἴρηται δὲ ἡμῖν ἐν ἑτέροις διότι καὶ ἡ ἄκεσις καὶ τὸ „ἀκεσταί τοι φρένες ἐσθλῶν“ | |
(Ν 115) τὸ ε ἔχει κατὰ τὴν παραλήγουσαν. A | |||
15394b1 | Did. | 〈ἀκήματα:〉 ἔν τισιν „ἀκέσματα“· οὕτως δὲ καὶ Ἀρίσταρ‐ χος. 〈δι〉χῶ〈σ〉 οὖν. Aim | |
15394b2 | διχῶς, καὶ „ἀκέσματα“. Til | ||
15394c | ex. | 〈ἀκήματα:〉 ἀκέσματα, θεραπεύματα. b(BCE3) | |
15394d | ex. | 〈ἔπασσε:〉 ἐπέπασσε. Til | |
15395a | ex. | 〈τεῖχος ἐπεσσυμένους:〉 τὸ ἑξῆς, ἐπὶ τεῖχος ἐσσυμέ‐ νους. Til | |
15395b | Ariston. | 〈τεῖχος:〉 ὅτι ἐλλείπει ἡ ἐπί, 〈ἐπὶ〉 τεῖχος. Aint | |
15398a1 | Did. | 〈δ’ ἔπος ηὔδα:〉 οὕτως Ἀρίσταρχος 〈δ’〉 ἔπος ηὔδα. Aim | |
15398a2 | 〈δὲ προσηύδα:〉 „〈δ’〉 ἔπος ηὔδα“, οὐ 〈δὲ〉 προσ‐ ηύδα. Til | ||
15.400 | ex. | 〈ἐνθάδε: τὴν〉 ἐν τόπῳ νῦν δηλοῖ σχέσιν. Til | |
15.401 | ex. | 〈ποτιτερπέτω:〉 †πρὸς τῷ φαρμάκῳ. Til | |
15.402 | ex. | σπεύσομαι: ταχυνῶ, ἐνεργῶς πορεύσομαι. b(BCE3E4)T | |
15403-4 | ex. | Ariston. | | τίς δ’ οἶδ’, εἴ κέν οἱ 〈σὺν δαίμονι θυμὸν ὀρίνω / | |
ex. | —ἑταίρου〉: δῆλός ἐστιν κεχειρωμένος τοῖς λόγοις Νέστορος (sc. Λ 792—3 = Ο 403—4), δι’ ὧν αὐτοὺς ἐπὶ μνήμης ἄγει. b(BCE3 E4)T | παρέλκει δὲ ὁ κέν (403). | σὺν δαίμονι (403) δέ, ἐφαψαμέ‐ | ||
5 | νου θεοῦ. T | ||
15.403 | Ariston. | {τίς δ’ οἶδ’} εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω: ὅτι οὕτως εἴρηκεν ‘αὐτῷ τὸν θυμὸν ὀρίνω‘ ἀντὶ τοῦ ‘εἰ αὐτοῦ τὸν θυμὸν | |
ὀρίναιμι‘. A | |||
15.404 | ex. | ἀγαθὴ δὲ παραίφασίς 〈ἐστιν〉 ἑταίρου: ἡ ἐξ ἑταίρων γινομένη παραμυθία ἀγαθή, οὐχ ἡ δυνάμει ῥητορείας· διὸ οὐδὲ Νέστωρ, ἀλλ’ οἱ φίλοι πρεσβεύουσιν ἐν ταῖς Λιταῖς. b(BCE3E4)T | |
15405a | Ariston. | τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον: ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον γράφοντα „ῥίμφ’ ἑὰ γοῦνα φέρει“ (Ζ 511). A T | |
15405b | ex.(?) | 〈τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον:〉 ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας, σημείωσαι. ἢ ἀμφοτέρων μὲν ἡ ἐνέργεια, τὸ δὲ πλεῖον τῶν ποδῶν. b(BCE3E4) | |
15405c | ex. | αὐτὰρ Ἀχαιοί: ἔδει τὸ ἑξῆς παραγαγεῖν ὅτι ὁ Πά‐ τροκλος παρίστατο τῷ Ἀχιλλεῖ (cf. Π 2—101). ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ μέσην ἔχει τὴν μάχην. b(BCE3E4)T | |
15406-9 | ex. | Τρῶας ἐπερχομένους μένον〈—ἠδὲ νέεσ‐ σιν〉: εἰκότως ἰσόρροπος ἡ μάχη· οἱ μὲν γὰρ ἐλπίδι τοῦ νικᾶν ἐ‐ φράξαντο, οἱ δὲ ἀπογνώσει σωτηρίας ἑστᾶσιν. b(BCE3E4)T | |
15407a | Ariston. | παυροτέρους περ ἐόντας: ὅτι σαφῶς οἱ Τρῶες ἐλάτ‐ τονες συνίστανται τῶν Ἑλλήνων, καὶ τῶν ἐπικούρων ἐξεληλυθό‐ των. A | |
15407b1 | ex. | 〈παυροτέρους περ ἐόντας:〉 †ὅτι† συμμάχοις ἐλάσ‐ σους Ἑλλήνων· οἱ δὲ ἀσθενεστέρους. Til | |
15407b2 | οὐ τοῖς συμμάχοις δὲ αὐτοὺς ἐλάσσους εἶπεν Ἑλλήνων, ἀλλὰ μόνους. οἱ δὲ ἀντὶ τοῦ ἀσθενεστέρους. b(BCE3E4) | ||
15.408 | ex. | 〈ποτέ:〉 ἀντὶ τοῦ ἐν τῷ μέρει τῆς ἡμέρας ταύτης. Til | |
15409a | ex. | 〈ῥηξάμενοι:〉 διαστήσαντες. Til | |
15409b | ex. | 〈μιγήμεναι:〉 πλησιάσαι. Til | |
15409c | Did. (?) | 〈οὐδὲ νέεσσιν:〉 ἐν ἄλλῳ „ἠδὲ νέεσσι“. Aim | |
15410-2 | ex. | ἀλλ’ ὥς τε στάθμη〈—Ἀθήνησ〉: πρὸς τὸ ἀκριβὲς τῆς ἰσότητος. ἐν ἄλλοις μὲν ταλασιουργὸν παρέλαβεν, b (BCE3E4)T „ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει“ (Μ 434), T ἀλλαχοῦ δὲ ζυγὸν καὶ μέτρα γῆς. νῦν δὲ ὑπὸ τέκτονος | |
5 | ἐμπείρου ἐξιθυνόμενον ξύλον πρὸς τὴν στάθμην. δυνατῶς δὲ πάντα φράζει. b(BCE3E4)T | ||
15.410 | ex. | 〈ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει:〉 τοῦ γὰρ νηΐου εἴ τις οὐκ ἀκριβώσει τὴν ἰσότητα, κινδυνεύει ἑτεροβαροῦς γινομένης τῆς νηός. b(BCE3E4)Til | |
D + D | στάθμη: ἐργαλεῖον—λεγομένη. ἐξιθύνει δὲ ἶσον | ||
5 | ποιεῖ, ἐξορθοῖ. τούτῳ δὲ κανονίζεται—†βεβαμμένῳ. A | ||
15.411 | ex. | 〈τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πά‐ σης:〉 σημαίνει γὰρ †ἄλλον τέκτονα. Til | |
15412a1 | Ariston. | 〈σοφίης:〉 ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε τὴν τεκτο‐ νικὴν τέχνην. Aint | |
15412a2 | ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε, καὶ οὐ τὴν λογικήν, ἀλλὰ τὴν τεκτονικὴν τέχνην. b(BCE3E4)Til | ||
15412b1 | ex. | D | {εὖ εἰδῇ} σοφίης 〈ὑποθημοσύνῃσιν Ἀθήνησ〉: ἀντὶ τοῦ τέχνης· διό φασι μὴ εἶναι Ὁμήρου τὴν Ὀδύσσειαν, διὰ τὸ μὴ | |
εἶναι ἐκεῖ σοφίαν. πᾶσαν δὲ τέχνην οὕτω καλοῦσι, σοφοὺς 〈δὲ〉 τοὺς τεχνίτας· καὶ τὸν κιθαρῳδὸν „σοφιστήν“ Σοφοκλῆς (fr. 820 N.2 = | |||
5 | 906 P. = 906 R.) καὶ τὸν ῥαψῳδὸν Εὔπολις (fr. 447 K. = 483 [V p. 536] K.—A.), οἱ δὲ φιλόσοφοι σοφίαν εἶναι θείων καὶ ἀνθρωπίνων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. | ὑποθημοσύναις δὲ ταῖς διδασκαλίαις. T | ||
15412b2 | οἱ γὰρ παλαιοὶ πάντας σοφιστὰς ἐκάλουν, πλὴν οἱ νεώτε‐ ροι οὐκ ἠθέλησαν ταὐτὸν τῇ γνώσει φέρειν καὶ ταῦτα ὄνομα. οἱ δὲ φι‐ λόσοφοι φιλοσοφίαν εἶναι ὁρίζονται ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. b(BCE3E4) | ||
5 | D | εὖ εἰδῇ σοφίης: ἔμπειρος τεκτονικῆς· τὸ γὰρ παλαιὸν —τὸ τέλειον καὶ ἄπταιστον. A | |
15.413 | ex. | 〈ἐπὶ〉 ἶσα μάχη τέτατο: πῶς ἴσοι εἰσὶ τοσοῦτον πρότε‐ ρον τῶν Τρώων ὑπερεχόντων; ἢ τάχα τὴν στάσιν, οὐ τὴν δύναμιν· οἱ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων. b(BCE3E4)T | |
15414a1 | Ariston. | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην 〈ἐμάχοντο νέεσσιν〉: ὅτι ἐκ τούτου διεσκεύασται ὁ τῆς τειχομαχίας στίχος (Μ 175)· „ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν“. A | |
15414a2 | ὅτι ἐντεῦθεν ὁ ἐν τῇ τειχομαχίᾳ μεταπεποίηται στίχος· | ||
ἀρέσκει γὰρ Ἀριστάρχῳ μίαν εἶναι πύλην. Til | |||
15414b | ex. | ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι: δαιμονίως παρακελεύεται τῷ ἀκροατῇ μείζω τὰ ἔργα ἡγεῖσθαι τῶν λόγων. ὡς ἔνια δὲ καὶ ὑπερβαί‐ νων αὐτὰ ὑπονοεῖν ἡμῖν δίδωσιν. b(BCE3E4)T | |
15.415 | ex. | ἐείσατο: ὥρμησεν. ἀκέσασθαι δὲ τὴν ἧτταν θέλει ὑπὸ τῶν θεῶν ἐπικουρούμενος. b(BCE3E4)T | |
15416a | ex. | 〈μιῆς περὶ νηός:〉 ἴσως τῆς Πρωτεσιλάου. Til | |
15416b | ex. | 〈δύναντο:〉 ἀνθ’ ἑνικοῦ τοῦ ἐδύνατο. Til | |
15417a1 | Did. | νῆας: Ἀρίσταρχος χωρὶς τοῦ ς γράφει „νῆα“· προεῖπε γὰρ ‘τὼ δὲ περὶ μιᾶς νηὸς ἔχον πόνον‘ (cf. Ο 416). A | |
15417a2 | Ἀρίσταρχος „νῆα“, ἄλλοι δὲ νῆας. Aint | ||
15.418 | ex. | ἐπέλασ〈σ〉έ γε δαίμων: ὁ Ἀπόλλων ἢ ὁ Ζεύς. b(BCE3 E4)T | παρατήρει πάλιν τὴν προσθήκην ὅτι τὴν ἐπὶ τὰς ναῦς παρου‐ σίαν Ἕκτορος θεῷ ἀναφέρει. b(BCE3)T | |
15.419 | Ariston. | ex. | ἔνθ’ υἷα Κλυτίοιο: ὅτι οὗτος ὁ Κλυτίος ἐστὶν ἀδελφὸς Πριάμου· „Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε / Λάμπον τε Κλυτίον θ’ A T Ἱκετάονά 〈τ’〉 ὄζον Ἄρηοσ“ (Υ 237—8)· διὸ καὶ ἑξῆς φησιν· „Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιόν“ (Ο 422). | ἀλλαχοῦ „καὶ | |
5 | Δόλοπα Κλυτίδην“ (Λ 302), υἱὸν Κλύτου· ἐπεὶ ἔδει Κλυτιάδην, εἰ μὴ ἐνέλειψεν. T | ||
D | Καλήτορα: Καλήτωρ ἀνεψιὸς Ἕκτορος. ἔστι δὲ καὶ ἕτερος | ||
Κλυτίος ὁμώνυμος· „καὶ Δόλοπα Κλυτίδην“ (Λ 302). A | |||
15.420 | ex. (Did.) | ex. | νῆα: τὴν ἀμφήριστον· προεῖπε γὰρ „τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον“ (Ο 416). οὐ δεῖ οὖν γράφειν „νῆασ“. | ἀλλ’ οὐδὲ τὸ μέτρον ἐπιδέχεται „νῆασ“ γράφειν. T | |
15.421 | ex. | 〈δαλός:〉 οἱ νεώτεροι Ἴωνες δαυλός. Til | |
15425-6 | ex. | Τρῶες καὶ Λύκιοι〈— /〉 μὴ δή πω 〈χάζε‐ σθε〉: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. T περισσὸς δὲ ὁ πώ (426). οὐ γὰρ προστάσσει, νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆ‐ σαι. b(BCE3E4)T | |
15.426 | ex. | στείνεϊ: τῷ μεταξὺ τῶν νεῶν καὶ τῆς τάξεως τῶν ἵππων στενῷ τόπῳ. b(BCE3E4)T | |
15427a | ex. | σαώσατε: ἔδει σαώσωμεν, ἀντὶ τοῦ ἐκ 〈τοῦ〉 σκυλευθῆναι ῥύσασθε ἀβλαβῆ ἀπάξωμεν. T | |
15427b | ex. | 〈μιν:〉 ἀντὶ τοῦ αὐτοῦ, Ἀττικῶς. Til | |
15428a | Ariston. | 〈νεῶν ἐν ἀγῶνι:〉 ὅτι ἀγῶνι τῷ ἀθροίσματι τῶν νεῶν, 〈ὅ〉 ἐστι τῷ ναυστάθμῳ. Aim | |
15428b | ex. | 〈ἀγῶνι:〉 τῇ ἀθροίσει. Til | |
15430-3 | D ad Ο 431 | Nic. | 〈ὁ δ’ ἔπειτα Λυκόφρονα—, /〉 Αἴαντος θερά‐ ποντα Κυθήριον〈—, / τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος: Κυθήριον〉 ἀπὸ Κυθήρων. Κύθηρα δὲ—τὴν θεόν. | τὸ ἑξῆς. Λυκόφρονα (430) ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος (cf. | |
5 | 433), τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον. A | ||
15.431 | ex. | Κυθήριον: τινὲς διὰ τῶν δύο ρρ. καὶ τοὺς Κυθηρρίους δη‐ | |
μότας Ἀττικῆς φασιν, οὓς μᾶλλον οἰκείους εἶναι Αἴαντι. T | |||
15432a | Ariston. | Hrd. | κατέκτα Κυθήροισι: ὅτι ἐλλείπει ἡ ἔν· ἔστιν γὰρ ἐν Κυθήροις. | καὶ ὅτι ἀπόδειξις τοῦ συνεσταλμένως ἐκφέρειν τὸ κατέ‐ κτα. καὶ ἐν Ὀδυσσείᾳ „ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ“ (λ 410). A | |
15432b | ex. | 〈Κυθήροισι ζαθέοισι:〉 διὰ τὸ ἱερὸν εἶναι Κύπριδος. Til | |
15.437 | Nic. | Τεῦκρε πέπον, 〈δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖ‐ ροσ〉: ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετὰ τὸ πέπον στίξασαν, καὶ μὴ μετὰ τὸν δή σύνδεσμον. A | |
15437-8 | Ariston. | 〈νῶϊν ... νῶϊ:〉 ὅτι παραλλήλως καὶ διδασκαλικῶς ἡ διαφορὰ τοῦ νῶϊν (437) καὶ νῶϊ (438). Aim | |
15.438 | ex. | Κυθηρόθεν ἔνδον 〈ἐόντα〉: ἐκ Κυθήρων ἐπιδημοῦντα τοῖς ἡμῶν οἴκοις. T | |
15439a | Ariston. | ἶσα φίλοισι τοκεῦσιν: ὅτι Ζηνόδοτος γράφει „ἶσα φί‐ λοισι τέκεσσιν“. οὐχ ἁρμόζει δὲ τοὺς περὶ τὸν Αἴαντα νέους ὄντας λέ‐ γειν „τέκεσσιν“· πρὶν γὰρ παιδοποιῆσαι ἐστρατεύσαντο. A | |
15439b1 | ex. | ex. | τοκεῦσι〈ν〉: Ζηνόδοτος „τέκεσσιν“. οὐ πρέπει δὲ ταῖς ἡλικίαις· 〈***〉 Αἴαντος γὰρ ἐκ †χειροβαφίας† Φίλαιόν φασιν. | ὅτι δὲ ἐτίμων οἱ παλαιοὶ τοὺς γονεῖς· „μεμνῆσθαι πατέρος καὶ μητέροσ“ (ς | |
267). οἱ δὲ ἐκ τούτων φασὶ καὶ ὁμομήτριον Αἴαντι Τεῦκρον εἶναι. T | |||
15439b2 | Ἀρίσταρχος „τέκεσσι“, κακῶς· οὐ γὰρ ἔχουσι παῖδας. | ὅτι δὲ καὶ τοὺς γονεῖς οἱ παλαιοὶ ἐτίμων, δῆλον ἀπὸ τοῦ λέγειν „με‐ μνῆσθαι πατέρος καὶ μητέροσ“. ὁμοπάτριος δὲ ὁ Τεῦκρος Αἴαντος. b(BCE3) | ||
15440-1 | ex. | ἰοί / ὠκύμοροι: οἱ ταχέως τὸν μόρον πληροῦντες. b (BCE3E4)T „ὠκύμορος δή μοι, τέκος, ἔσσεαι“ (Σ 95). T | |
15441a | Ariston. | τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων: ὅτι τόξον λέγει οὐ τὸ σκεῦος τὸ πολεμικόν, ἀλλὰ τὴν τοξικὴν τέχνην. A | |
15441b1 | ex. | 〈τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων:〉 ἡ τῆς τοξικῆς ἐμπειρία· οὐ γὰρ τόξον αὐτῷ παρέσχεν ὁ Ἀπόλλων, ἀλλὰ τὴν ἐκ τῶν τόξων ἑκηβολίαν. b(BCE3E4) | |
15441b2 | τόξον δὲ ἤτοι τὴν τοξικήν. T | ||
15.442 | ex. | 〈ξυνέηκε:〉 ἀντὶ τοῦ ἤκουσεν. Til | |
15444a | Hrd. | ἰοδόκον: πιθανώτερον Ἀλεξίων (fr. 59 B.) παροξύνει, ὡς „ξεινοδόκον“ (Γ 354), ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔστιν ἐνεργητικόν. A | |
15444b | ex. | ἰοδόκον: προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰούς, „ξει‐ νοδόκον“ (Γ 354) δὲ τὸν ξενίζοντα παροξυτόνως ἢ τὸν ξένους δο‐ κεύοντα. Ἄτταλος δὲ παροξύνει. A T | |
15444c | ex. | 〈βέλεα:〉 ἀντὶ τοῦ βέλος. Til | |
15.445 | Hrd. | Κλειτόν: Κλειτός ὄνομα κύριον. ὀξυντέον δὲ A τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον. A T | |
15.447 | ex. | 〈πεπόνητο καθ’ ἵππους:〉 καθ’ ἵππους εἶχε τὸ ἔρ‐ γον. Til | |
15.448 | ex. | 〈τῇ:〉 λείπει κελεύθῳ. Til | |
15449-51a | Ariston. | Ἕκτορι καὶ Τρώεσσι 〈χαριζόμενος— ἔμπεσεν ἰός:〉 ἀθετοῦνται στίχοι τρεῖς καὶ ἀστερίσκοι παράκεινται, ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῇ Ρ (sc. 291) „Ἕκτορι καὶ Τρώεσσι χαριζόμενοσ“, ἐπὶ δὲ τούτου, καθάπερ νῦν, οὐχ ἁρμόζει· | |
5 | οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλ’ ἑαυτῷ καὶ πατρί. καὶ τὰ τῆς πλη‐ γῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ἡνιοχῶν ἐπὶ τὰ ὄπισθε κατὰ τὸν αὐχένα τύπτεται; ὕστερον δὲ ἐν τοῖς Περὶ τοῦ ναυστάθμου ἀπολογεῖ‐ ται· τὸν γὰρ ἡνίοχόν φησιν ἀπεστράφθαι πρὸς τὸ πεδίον καὶ τοὺς ἵππους, τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπὶ τοῦ δίφρου, ἵνα ἀπὸ τοῦ | ||
10 | ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι, ἀντὶ τοῦ | ||
αὐχένος ὄπισθεν. A | |||
15449-51b | ex. | Ἕκτορι καὶ Τρώεσ〈σ〉ι χαριζόμενοσ〈—ἔμ‐ πεσεν ἰόσ〉: ἀθετοῦνται οἱ τρεῖς· οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος „ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ“ (Ε 211). ἀνοίκειον δέ φησιν ὁ Ἀρίσταρχος ἐπὶ | |
5 | πολίτου τὸ Τρώεσσι χαριζόμενος. καὶ διὰ τὴν πληγὴν ἀθετητέος ὁ στίχος· πῶς γὰρ ἡνίοχος ὢν ὄπιθεν βάλλεται, b(BCE3E4)T αὐχένι γάρ οἱ ὄπισθεν (451); T ἄτοπον γάρ ἐστι τὸ ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ ἂν οἱ παραι‐ βάται μόνον κινηθέντων τῶν ἵππων εἰς τὴν πτέρναν ἑστῶτες τοῦ | ||
10 | δίφρου· b(BCE3E4)T ποία δὲ χρεία τοῦτον πονεῖσθαι περὶ τοὺς ταρασσομένους τῶν πολεμίων; ὅθεν ὑπονοεῖ ὁ Ἀρίσταρχος μετ‐ ενηνέχθαι τοὺς στίχους. T —ῥητέον δὲ πρὸς ταῦτα ὅτι χα‐ ρίζεται Ἕκτορι ἴσως καὶ αὐτὸς ὡς ἐπίκουρος· Δαρδάνιος γὰρ ἦν· b(BCE3E4)T φησὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ Πολυδά‐ | ||
15 | μαντος „Δάρδανος ἀνήρ, / Πανθοΐδησ“ (Π 807—8): T καθ’ Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ Τροία καὶ ἄλλη ἡ Δαρδανία. πῶς δὲ οὐκ εἰκὸς ἐπαινεῖν αὐτὸν τῆς προθυμίας, ὅπου μόνος ἐπιβαίνων τῷ δίφρῳ δίχα παραιβάτου πολεμεῖ ὡς Αὐτομέδων (cf. Ρ 459—542); b(BCE3 E4)T ὄπιθεν (cf. 451) δὲ βάλλεται ἴσως στραφείς· ποικίλη γὰρ ἡ | ||
20 | κίνησις τοῦ πολέμου, b(BE3E4)T ὡς καὶ αὐτός πού φησιν· „ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη“ (Μ 428). τὸ ἔμπεσεν (451) ἀντὶ τοῦ διῆλθεν, ὡς τὸ „αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθε‐ | ||
ρεῶνα“ (Ε 293): T αὐχένα γὰρ ὁ ποιητὴς τὴν πᾶσαν περιφέ‐ ρειαν τοῦ τραχήλου φησίν. ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις | |||
25 | ‘καὶ πῶς ὠρέγοντο ἀλλήλων, μεσολαβούντων τῶν ἵππων;‘ —, ὡς καὶ Διομήδης τὸν ἑπταπέλεθρον Ἄρεα τέτρωκεν (sc. Ε 855—9). b (BE3E4)T | ||
15450a1 | Did. | 〈ἱεμένων:〉 διχῶς Ἀρίσταρχος, καὶ „ἱεμένῳ“ καὶ ἱεμέ‐ νων. Aim | |
15450a2 | γράφεται καὶ „ἱεμένῳ“. Til | ||
15451a | ex. | 〈αὐχένι:〉 ὅτι αὐχὴν πᾶς ὁ τράχηλος. Til | |
15451b | Did. | 〈ὄπισθε:〉 Ἀριστοφάνης „πρόσθε“ γράφει. καὶ ἔστι μᾶλ‐ λον εὔλογος ἡ γραφή. Til | |
15453-4 | ex. | ἄναξ δ’ ἐνόησε 〈τάχιστα / —ἵππων〉: ὁ ἄναξ τῶν ἵππων ἐναντίος ὑπήντησεν αὐτοῖς δίχα ἡνιόχου ἀπιοῦσιν. b (BCE3E4)T | |
15.456 | ex. | εἰσορόωντα: ἢ φυλάσσοντα τοὺς ἵππους ἢ ἑαυτόν. T | |
15.459 | Did. | 〈μάχης:〉 Ζηνόδοτος μάχης, ἄλλοι δὲ „μάχην“. καὶ Ἀριστοφάνης δὲ „μάχην“. Aim | |
15460a | ex. | 〈μιν:〉 ἀντὶ τοῦ αὐτοῦ. Til | |
15460b | ex. | 〈ἐξείλετο θυμόν:〉 λείπει τὸ αὐτοῦ. b(BCE3E4) | |
15.462 | Ariston. | Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα: ὅτι ἐνήλλακται ἡ πτῶσις, Τεῦκρον Aint ἀντὶ τοῦ Τεύκρου. Aint b(BCE3E4)Til | |
15463a | Hrd. | {ὅς οἱ} ἐϋστρεφέα {νευρὴν}: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ α· ἀπήρτισε γὰρ εἰς μέρος λόγου ὁμοίως τῷ „ἀμφηρεφέα τε φαρέτρην“ (Α 45). A | |
15463b | ex. | 〈ἐϋστρεφέα:〉 εὐστρεφῆ. οὕτως ἄμεινον ἐκτείνειν 〈τὸ | |
α〉. Til | |||
15463-4 | ex. | 〈νευρὴν ἐν〉 ἀμύμονι τόξῳ 〈/ ῥῆξεν: ἀμύμονι〉 κα‐ τὰ μεταφορὰν τοῦ φοροῦντος, b(BCE3E4)T ἢ ἀμώμῳ, „καὶ ἀμύ‐ μονος ἕρκεος αὐλῆσ“ (χ 442 = 459). T ἀφοπλίζει δὲ τοὺς ἀριστεῖς φλέξαι θέλων τὴν ναῦ〈ν〉, νῦν μὲν Τεῦκρον, ἑξῆς (sc. Π 114—22) δὲ | |
5 | Αἴαντα. b(BCE3E4)T | ||
15.464 | Ariston. | ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι: ὅτι πτώσεως γέγονεν ἐναλλαγή, δοτικὴ ἀντὶ γενικῆς, ἐρύοντι A ἀντὶ τοῦ ἐρύοντος ATil τὴν νευρὰν ἐπὶ τούτῳ. A | |
15.465 | ex. | χαλκοβαρής: ἐπὶ γὰρ τὸ χαλκωθὲν μέρος καταφέρεται τῷ βάρει. b(BCE3E4)T | |
15467a | Did. (?) | 〈ὢ πόποι:〉 ἐν ἄλλῳ „ὦ πέπον“. Aim | |
15467b | ex. | ἐπὶ μήδεα κείρει: τὸ ἑξῆς ἐπικείρει· οὐκ ἐᾷ αὔξεσθαι, b(BCE3)T οἱονεὶ ἐπικόπτει τὰς βουλὰς ἡμῶν. T | |
15.468 | ex. | ὅ τέ μοι βιὸν 〈ἔκβαλε χειρόσ〉: ὅ τε ἀντὶ τοῦ ὅστις. οἱ δὲ 〈ἀντὶ τοῦ〉 ὅτι· „ὅτε με βροτοὶ οὔτι τίουσιν“ (ν 129) ἀντὶ τοῦ ὅτι. T | |
15469-70a1 | Did. | νευρὴν δ’ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα / πρώϊον: ἀμφότερα γράφεσθαί φησιν ὁ Ἀρίσταρχος, „πρῴην“ καὶ πρώϊον (470), 〈οὐ〉 ταὐτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι. εὕρομεν δὲ καὶ „ἐΰστροφον“ (469) γεγραμμένον, καὶ ἔχει τινὰ ἐπί〈σ〉τασιν. A | |
15469-70a2 | 〈νεόστροφον:〉 τινὲς γράφουσιν „ἐΰστροφον“. Til | ||
15470a1 | Ariston. | πρώϊον {ὄφρ’ ἀνέχοιτο}: ὅτι Ζηνόδοτος γράφει | |
„πρῴην“. ἔμφασις δὲ γίνεται πλείονος χρόνου. τὸ δὲ πρώϊόν ἐστι πρωΐας· καὶ γὰρ γέγονεν οὕτως· τῇ πρὸ ταύτης ἡμέρᾳ „ῥῆξε δέ οἱ νευρήν, νάρκησε δέ“ (Θ 328), ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωΐας | |||
5 | ἐνῆφθαι. A | ||
15470a2 | ὅτι Ζηνόδοτος γράφει „πρῴην“. ἔμφασιν δὲ ἔχει πλείονος χρόνου. τὸ δὲ πρώϊον σημαίνει πρωΐας· ἐν γὰρ τῇ κόλῳ μάχῃ ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ διερράγη ὑφ’ Ἕκτορος, b(BCE3E4)T „ῥῆξε δέ οἱ νευρήν“, T ὥστε εὔλογον τῇ ἑξῆς ἡμέρᾳ πρωΐας ἐμβαλεῖν | ||
5 | τὴν νευρὰν τῷ τόξῳ. b(BCE3E4)T | ||
15470b | ex. | 〈ἀνέχοιτο:〉 δέχοιτο. Til | |
15.472 | ex. | ταρφέας ἰούς: οὓς συνεχῶς βάλλεις κατὰ τῶν πολεμίων· οὐ γὰρ τῶν ἰῶν ἐπίθετον τὸ ταρφέας. b(BCE3E4)T | |
15.474 | ex. | ἑλὼν 〈...〉 δόρυ: εὐψύχου τὸ ἀντιπαρατάσσεσθαι τῇ τύχῃ καὶ μὴ ἀπολήγειν πρὸς τοὺς κινδύνους. b(BCE3E4)T | |
15476a | Ariston. | 〈ἀσπουδί:〉 ὅτι ἀσπουδί χωρὶς κακοπαθείας. Aim | |
15476b | ex. | 〈ἀσπουδί:〉 ἀκμητί. Til | |
15.477 | ex. | 〈μνησώμεθα χάρμης:〉 μὴ καταπροώμεθα τὴν μάχην, b(BCE3E4)Til ἀλλὰ μᾶλλον ἔτι μνησθῶμεν αὐτῆς. b(BCE3E4) | |
15480a | Ariston. | κρατὶ δ’ ἐπ’ ἰφθίμῳ: ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν (sc. Ο 479), εἶτα τὴν περικεφαλαίαν. ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ τῆς Ἀλεξάνδρου μονομαχίας (sc. Γ 333—8). A | |
15480b | Ariston. | κυνέην: ὅτι οὐκ εἶχον κόρυθας οἱ τοξόται. καὶ ἐπὶ τῶν | |
Λοκρῶν „οὐ γὰρ ἔχον κόρυθας χαλκήρεασ“ (Ν 714). A T | |||
15.482 | ex. | 〈ἀκαχμένον ὀξέϊ χαλκῷ:〉 τὴν ἀκὴν ὀξεῖαν ἔχον. Til | |
15.484 | ex. | βλαφθέντα: βεβλαμμένα τῆς τῶν τόξων χρήσεως. b (BCE3E4)T | |
15.488 | Nic. | νῆας ἀνὰ γλαφυράς: βέλτιον τοῦτο τοῖς ἄνω συν‐ άπτειν. προτρέπει γὰρ αὐτοὺς ἐπὶ τὰς ναῦς ὁρμᾶν. A | |
15.489 | D | Διόθεν: ἀναγκαίως τὸ Διόθεν, ἵνα τοὺς μὲν ἐπιρρώσῃ τοὺς δὲ περιδεεῖς καταστήσῃ. τῇ τῶν θεῶν οὖν ἐλπίδι ἀνεγείρει τὸν στρατόν. b(BCE3E4)T | |
15.490 | ex. | 〈ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται〉 ἀλ‐ κή: ἡ νίκη, ὅταν κατὰ προαίρεσιν θεοῦ γίνηται, φανερά ἐστιν. b (BCE3E4)T εἶπε δὲ αὐτῷ Ἀπόλλων „θάρσει νῦν· τοῖόν τοι ἀοσ‐ σητῆρα Κρονίων“ (Ο 254) καὶ Ἶρις „εἰσόκε νῆας 〈ἐϋσσέλμους ἀφί‐ | |
5 | κηαι〉“ (Λ 208). T | ||
15491a | ex. | ὁτέοισιν: πλεονασμὸς τοῦ ε. οἱ δὲ τοῦ τέοισι πευστικοῦ ἀναφορικὸν τὸ ὁτέοισιν. T | |
15491b | Hrd. | {ἠμὲν} ὁτέοισιν: τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει συλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ἤμελλε τρίτῃ ἀπὸ τέλους πίπτειν ἡ ὀξεῖα· διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆς ἀρχούσης μετέστη. A | |
15491c | ex. | ὁτέοισιν: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπὸ γὰρ τοῦ ὅτοισίν ἐστιν. b(BCE3)T | |
15492a | ex. | 〈ὅτινας:〉 ἀπὸ τοῦ ὅτις ἀναφορικοῦ, ὃ καθ’ ἓν μέρος λόγου ἐστίν. b(BCE3E4)Til τινὲς τὸ ο ἀντὶ τοῦ 〈οὕσ〉 πληθυντι‐ κοῦ. Til | |
15492b | ex. | 〈οὐκ ἐθέλῃσιν:〉 ἀντὶ τοῦ μὴ θέλῃ. Til | |
15494a | Hrd. | {ὃς δέ κεν} ὕμεων: ἡ ὕμεων ἀντωνυμία ἀπόλυτός ἐστι καὶ οὐκ ἔχουσα ἀντιδιαστολήν· διὸ τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν. A | |
15494b | ex. | ὕμεων: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπόλυτος γάρ ἐστιν. τινὲς δὲ παροξύνουσι διὰ τὴν μακράν, κακῶς. T | |
15495a1 | Ariston. | 〈βλήμενος ἠὲ τυπείς:〉 ὅτι διαστέλλει τὸ βαλεῖν καὶ τύψαι. Aim | |
15495a2 | ἡ διπλῆ πρὸς τὴν διαστολὴν τοῦ βλήμενος καὶ τυ‐ πείς. b(BCE3E4)T | ||
15496-8a1 | ex. | τεθνάτω· οὔ οἱ ἀεικὲσ〈—κλῆρος ἀκήρα‐ τοσ〉: κάλλιον ταῦτα τοὺς νέους ἀναγινώσκειν (ἐν βραχεῖ 〈γὰρ〉 καὶ δυνατῶς καὶ κατὰ τάξιν) ἢ ἃ Τυρταῖος Λακεδαιμονίοις ἔγραψε (test. 41 Prato; cf. fr. 6—7 D.3 [P.] = 10 W.). ῥητορικῶς δὲ ἓν πρᾶγμα, | |
5 | τὴν πόρθησιν, εἰς πολλὰ κατεμέρισεν, ὡς καὶ τὸ „ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ †ἀμαλθύνει†, / τέκνα δέ τ’ ἄλλοι ἄγουσι“ (Ι 593—4). καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησί (or. 21, 20)· „†κατα‐ δήσαντες† τοῦτον καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους καὶ τὸν πλοῦτον †τἄλλα δὴ ὅσα πρὸς αὐτὸν τούτων†, ἔσχον ἡσυ‐ | ||
10 | χίαν“· τὸ γὰρ ἁπλοῦν ἦν ‘φοβηθέντες τοῦτον ἐσιώπησαν‘. T | ||
15496-8a2 | κάλλιον δέ φησι ταῦτα τοὺς νέους ἀναγινώσκειν Κράτης | ||
εἰς διέγερσιν. ὅρα δέ, πῶς ἐν βραχεῖ καὶ δυνατῶς καὶ κατὰ τάξιν πάντα ἔγραψε. ῥητορικῶς δὲ τὸ ἓν πρᾶγμα, τὴν πόρθησιν, εἰς πολλὰ κατε‐ μέρισεν, ὡς τὸ „ἄνδρες μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, / τέκνα | |||
5 | δ’ ἄλλοι ἄγουσι“. καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησί· „καταδείσαντες γὰρ αὐτὸν καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους καὶ τὸν πλοῦτον καὶ †τἄλλα δὴ ὅσα πρὸς αὐτόν, ἔφυγον ἐκ‐ ποδών“. b(BCE3E4) | ||
15496-8b1 | ex. | τεθνάτω〈—κλῆρος ἀκήρατοσ〉: οὐ κεκράτηκε τῆς φράσεως εἰπὼν ‘ὃς ἂν θάνῃ (cf. Ο 494—5), τεθνάτω‘. ἀλλ’ ἢ γὰρ εἶπεν ‘ὃς ἂν ἀποθάνῃ, ἀποθανεῖται μὲν κερδήσει δὲ πολλά‘· ἢ 〈ὁ〉 ἀλλά (497) ἀντὶ τοῦ γάρ. T | |
15496-8b2 | οὐ κεκράτηκε τῆς συμβουλῆς παραινέσας ὑπὲρ πατρίδος κινδυνεύειν μὴ ἀναβάλλεσθαι. ἀλλὰ καὶ τὰ περὶ τῶν οἰκείων εἰς πλείονα τίθησι ζῆλον b(BCE3E4) | ||
15497a | ex. | 〈ἀλλ’〉 ἄλοχος 〈τε〉 σόη: ἀλλ’ ἐγώ, φησί, πρὸ ἐκείνης ὤφειλον σώζεσθαι. ἀγνοεῖ δὲ ὡς T περὶ πολλοῦ τὴν τῶν γυναι‐ κῶν ὕβριν ἐποιοῦντο καὶ τὰς ψυχὰς ὑπὲρ τῶν οἰκείων †ἐτίθεντο. b (BCE3E4)T | |
15497b | ex. | 〈σόη:〉 εἴρηται καὶ σάος, ὅθεν „σαώτεροσ“ (Α 32), καὶ | |
„σόον δ’ ἀνένευσε“ (Π 252). Til | |||
15497c | ex. | καὶ παῖδες ὀπίσ〈σ〉ω: ἠδύνατο μὲν εἰπεῖν „καὶ νήπια τέκνα“ (Δ 238 al.), ἀλλὰ τῷ σεμνοτέρῳ ὀνόματι τῶν παίδων χρῆται, b(BCE3E4)T παῖδας καλῶν τὴν πᾶσαν γενεὰν καὶ διαδοχήν. καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ ὀπίσσω, αἰωνίαν διαδοχὴν τοῦ γέ‐ | |
5 | νους †παριστάς. b(BE3E4)T | ||
15498a | ex. | καὶ οἶκος καὶ κλῆρος ἀκήρατος: εἰκότως πάντα ἐπεξεργάζεται παραμυθίαν τῷ θανάτῳ ἐπιφέρων, ἀντιτιθεὶς τῷ θα‐ νάτῳ τὰ λυσιτελῆ. κλῆρος δὲ ἡ οὐσία· b(BCE3E4)T καὶ ἐπικλήρους γὰρ ἔβαλλον περὶ τῶν μερίδων, T „τοὶ δὲ ζωὴν | |
5 | ἐδάσαντο / καὶ ἐπικλήρους †ἐδάσαντο“ (ξ 208—9). b (BCE3E4)T | ||
15498b | ex.(?) | 〈καὶ οἶκος καὶ κλῆρος:〉 καὶ ἡ οὐσία καὶ ὁ βίος. Aim | |
D | κλῆρος: χωρικὴ περίκτησις—αὐτὴν διενέμοντο. A | ||
15500a1 | ex. | μένος καὶ θυμόν: μένος τὴν προθυμίαν. παρὰ τὸ μένω· ὅθεν παρήχθη τὸ μενεαίνω. θυμὸν δὲ οἱονεὶ τὴν ὁρμήν, παρὰ τὸ θύω τὸ ὁρμῶ. T | |
15500a2 | τὴν προθυμίαν, παρὰ τὸ μένω. b(BCE3E4) θυμὸν δὲ τὴν ψυχὴν ἢ αὐτὸν τὸν κυρίως θυμόν. b(BCE3) | ||
15.501 | ex. | Αἴας δ’ αὖθ’ ἑτέρωθεν 〈ἐκέκλετο οἷς ἑτάροισιν〉: οὐ μόνον ἔργοις, ἀλλὰ καὶ λόγοις ἀλλήλοις ἀνταγωνίζονται. b(BE3E4)T | |
15502a | ex. | αἰδώς: λείπει ἐγγινέσθω. καλὴ δὲ παρ’ Ἕλλησιν αἰδοῦς ὑπόμνησις, οὐ φόβος ἀπειλούμενος καὶ νεκρὸς ἄταφος, ὡς παρ’ Ἕ‐ | |
κτορι (cf. Ο 348—51). b(BCE3E4)T | |||
15502b | ex. | ἄρκιον: ὠφέλιμον, ἢ ἕτοιμον, b(BE3E4)T ὃ καὶ ἄμεινον. b(BE3E4) | |
15503a1 | ex. | ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν: σω‐ θῆναι καὶ ἀπώσασθαι· σωθῆναι μετὰ νίκης, ἐπεὶ τοῦ δίχα νίκης σω‐ θῆναι κρείσσων ὁ θάνατος. T | |
15503a2 | οἱ δύο δὲ η ἀντὶ τοῦ καί, οἷον καὶ σωθῆναι καὶ ἀπολέσθαι, σωθῆναι μὲν νικῶντας, ἀπολέσθαι δὲ μή, ἐπεὶ τοῦ δίχα νίκης σωθῆναι κρείττων ὁ θάνατος. b(BE3E4) | ||
15504-5 | ex. | ἢ ἔλπεσθ’, 〈ἢν νῆας—ἕκαστοσ〉: ἦθος καὶ εἰ‐ ρωνεία καὶ βάρος, μεθ’ ὑποκρίσεως αὐτοῦ τὰ ὡμολογημένα πυνθανο‐ μένου. b(BCE3E4)T | |
15505a | Ariston. | ἐμβαδὸν ἵξεσθαι 〈ἣν πατρίδα γαῖαν ἕκαστοσ〉: ὅτι ἤτοι ἠθικῶς λέγει ἐλπίζετε ἐμβήσεσθαι ἐπὶ τὰς καησομένας ναῦς, ἢ καὶ ἐλπίζετε ἐμβάντες ἐπὶ τὴν θάλασσαν ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας, ὅ ἐστι βάδην ἐπὶ τῆς θαλάσσης πορευόμενοι. A | |
15505b | ex. | ἐμβαδόν: πεζῇ· ὅθεν ἡ μὴ πεζευομένη ἄβατος. A b (BCE3 E4)T οἱ δὲ τὸν ἐμβατήριον ῥυθμόν, πρὸς ὃν Λακεδαιμόνιοι νι‐ κῶντες εἰσβάλλουσιν A b (BE3E4)T εἰς τὴν πατρίδα. A T | |
15.506 | ex. | 〈ἢ οὐκ ὀτρύνοντος ἀκούετε:〉 πάνυ ἐναργῶς ἀπὸ τοῦ | |
ὑπογύως πραχθέντος τὴν προτροπὴν λαμβάνει. b(BCE3E4)Til | |||
15.507 | ex. | ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει: διόλου παραφυλα‐ κτέον ὅτι οὐκ ἀφίσταται τοῦ τῶν νεῶν κινδύνου, ὡς ἔσχατον κίνδυνον ὀνομάζων. b(BCE3E4)T | |
15.508 | ex. | οὐ μὰν ἔς γε χορὸν 〈κέλετ’ ἐλθέμεν: χορὸν〉 ἐνέρ‐ γειαν τοῦ χορεύειν. διὰ τοῦ ἐπικαλεῖσθαι „Τρῶες καὶ Λύκιοι“ (Ο 486) οὐκ εἰς χορὸν αὐτοὺς †καλῶν. b(BCE3E4)T | |
15.509 | ex. | ἡμῖν δ’ οὔτις τοῦδε 〈νόος καὶ μῆτις ἀμείνων〉: τὸν Αἴαντα νῦν ἄριστον σύμβουλον προήγαγε τοῦ πολέμου ἀναγκάζον‐ τος· ἄπεστι μὲν γὰρ ὁ βασιλεὺς ἱκανὸς καὶ εἰπεῖν καὶ πρᾶξαι τυγχά‐ νων, ἄπεστι δὲ Ὀδυσσεὺς καὶ Διομήδης τραυματίαι γενόμενοι. ὁ δὲ | |
5 | Νέστωρ γέρων καὶ ἐπὶ τῶν νέων φαίνεσθαι ἀδύνατος. b(BCE3E4)T | ||
15.510 | Did. | ex. | 〈ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε:〉 τὸ αὐ‐ τοσχεδίῃ τινὲς μετὰ τοῦ ν. | οὐδὲν ἡμῖν ἐστι προτιμότερον ἢ χωρῆ‐ σαι εἰς χεῖρας. b(BCE3E4)Til | |
15511a | Ariston. | βέλτερον ἢ ἀπολέσθαι 〈ἕνα χρόνον ἠὲ βιῶναι〉: ὅτι οὐκ ἐκληπτέον τρεῖς διαστολάς, ἀλλ’ ἐκ τοῦ „ἢ αὐτοσχεδίῃ“ (Ο 510) 〈τὸ〉 ‘βέλτερον ἢ ἀπολέσθαι καθ’ ἕνα χρόνον‘ περὶ ἓν μέρος, πρό‐ | |
τερον δὲ τὸ ἠὲ βιῶναι· ὁ γὰρ λόγος· βέλτιον καθ’ ἕνα χρόνον συν‐ | |||
5 | τόμως ἀπολέσθαι ἢ πολὺν χρόνον φθείρεσθαι· τὸ γὰρ „στρεύγεσθαι“ (Ο 512) ἐστὶ στραγγίζεσθαι κατ’ ὀλίγον ἐκλείποντας. A | ||
15511b | ex. | ἕνα χρόνον: ἀντὶ τοῦ ἐν ὀλίγῳ χρόνῳ, συντόμως. b (BCE3E4)T | |
15511-3 | ex. | βέλτερον〈—χειροτέροισιν〉: αἱρετώτερον καθ’ ἕνα χρόνον ζῆν ἢ τεθνάναι συντόμως μᾶλλον ἢ περισσῶς κάμνειν ἐν πολυχρονίῳ μάχῃ οὕτως ὑπὸ χειρόνων πολεμουμένοις. b(BCE3E4)T | |
15511-2 | Nic. | 〈βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶ‐ ναι, / ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι:〉 διαστολὴ ἐπὶ τὸ βιῶναι (511), μέχρι δὲ αὐτοῦ συναπτέον· ὁ γὰρ λόγος, ἢ ἀπο‐ θανεῖν ἢ ζῆσαι συντόμως βέλτιόν ἐστιν ἢ μετὰ παρολκῆς καταπο‐ | |
5 | νεῖσθαι. A | ||
15513a | Did. | 〈ὧδ’ αὔτως:〉 οὕτω γραπτέον ὧδ’ αὔτως. Aint | |
15513b1 | Ariston. | 〈ὧδε:〉 ὅτι τὸ ὧδε ἀντὶ τοῦ οὕτως. Aim | |
15513b2 | ἀντὶ τοῦ οὕτως, οὐ τοπικόν. Til | ||
15513c | ex. | ὑπ’ ἀνδράσι χειροτέροισιν: ἀντὶ τοῦ ὑπ’ ἀνδρῶν ἡσσόνων. b(BCE3)T γενναίου δὲ τὸ κἀν ταῖς ἐπιφοραῖς τῶν δει‐ νῶν φυλάττειν τὸ φρόνημα καὶ χείρους ἡγεῖσθαι καὶ νικῶντας τοὺς Τρῶας. ἅμα δὲ καὶ πρὸς ἐντροπὴν Ἑλλήνων τὸ ὑπὸ χειρόνων ἡτ‐ | |
5 | τᾶσθαι. b(BCE3E4)T | ||
15515a | Ariston. | ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον 〈Περιμήδεος υἱόν〉: ὅτι οὗτός ἐστι Σχεδίος ὁμώνυμος τῷ ἐν Καταλόγῳ (sc. Β 517). καὶ ἀμφότεροι ὑφ’ Ἕκτορος ἀνῄρηνται (cf. Ρ 306). ἀλλ’ ἐκεῖνος μὲν Ἰφί‐ του πατρός (cf. Β 518), οὗτος δὲ Περιμήδους. ἡ δὲ ἀναφορὰ πρὸς τὰ | |
5 | περὶ Πυλαιμένους. A | ||
15515b | ex. | Σχεδίον Περιμήδεος: ἔστι καὶ ἕτερος, Ἰφίτου παῖς· „ὁ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων ὄχ’ ἄριστον“ (Ρ 306—7). T | |
15.516 | Did (?) | 〈ἀρχὸν Φωκήων:〉 τινὲς „ἀρχὸν Ἀθηναίων“. Til | |
15518a | Ariston. | {πουλυδάμας δ’ ὦτον} Κυλλήνιον: ὅτι οὐκ ἀπὸ Κυλλή‐ νης τοῦ ἐν Ἀρκαδίᾳ ὄρους, ἀλλ’ ἐπίνειόν ἐστιν Ἠλείων Κυλλήνη· ἀρ‐ χὸς γὰρ Ἐπειῶν. οὗτοι δέ εἰσιν Ἠλεῖοι. A | |
15518b | ex. | 〈Κυλλήνιον:〉 Ἠλεῖον· ἐπίνειον γὰρ Ἤλιδος Κυλλήνη. Til | |
15.519 | ex. | Φυλείδεω: τοῦ Μέγητος (cf. Β 627—8)· ὁ γὰρ Φυλεὺς Ἠλεῖος ἦν καὶ ἀποικίαν ἤγαγεν ἐς τὰς Ἐχινάδας νήσους. T | |
15.520 | ex. | ὕπαιθα λιάσθη: εἰς τοὔμπροσθεν ἀνεχώρησεν· ἴσως γὰρ ἐκεῖνος ἐκ πλαγίου ὥρμησεν, ὁ δὲ ἐπὶ τὸ ἔμπροσθεν ὁρμήσας ἄπρακτον | |
τὴν βολὴν ἐποίησεν. b(BCE3E4)T | |||
15521-2 | ex. | οὐ γὰρ Ἀπόλλων / εἴα Πάνθου υἱόν: ὡς Τρῶα καὶ ἀριστέα. τινὲς δὲ τὸν Πάνθουν Δελφόν φασιν, ἱερέα τοῦ Ἀπόλλωνος. T | |
15525a | Ariston. | {τόφρα δὲ τῶι ἐπόρουσε} Δόλοψ: ὅτι οὗτος Τρωϊκὸς Δό‐ λοψ, Λάμπου υἱὸς τοῦ ἀδελφοῦ Πριάμου, ὁμώνυμος τῷ ἐν τῇ Λ Δόλο‐ πι, „καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον“ (Λ 302). A | |
15525b | ex. | 〈Δόλοψ:〉 ἔστι δὲ ἄλλος Δόλοψ ὑπὸ Ἀγαμέμνονος ἀναι‐ ρεθεὶς ἐν τῇ Λ (302)· „καὶ Δόλοπα Κλυτίδην“. T | |
15526a | ex. | Λαμπετίδης: ὡς πάχος „πάχετοσ“ (ψ 191) πλεονασμῷ τοῦ ε, ἀφ’ οὗ τὸ Λαμπετίδης. T | |
15526b | ex. | ἀνδρῶν: τῶν ἰδίων υἱῶν. T | |
15.527 | ex. | Λαομεδοντιάδης: καὶ ἐν ἄλλοις „Λαομέδων δ’ ἄρα Τιθω‐ νὸν τέκετο Πρίαμόν τε / Λάμπον τε Κλυτίον τε“ (Υ 237—8). ἦν δὲ τὸ πατρωνυμικὸν αὐτοῦ Λαομεδοντίδης, ἀλλ’ ἐπλεόνασε τὸ α ὡς ἐν τῷ „Λαερτιάδησ“ (Γ 200. ι 19). T | |
15530a | Ariston. | {τόν ῥ’ ἐφόρει} γυάλοισι〈ν〉: ὅτι τὰ κύτη καὶ τὰ κοιλώ‐ | |
ματα τοῦ θώρακος γύαλα, οὐχ ὡρισμένος τόπος. A | |||
15530b | ex. | γυάλοισιν: ἀντὶ τοῦ γυάλῳ· „θώρηκος γύαλον“ (Ε 99 al.) γοῦν πανταχοῦ φησιν. T | |
15531a | Ariston. | ἤγαγεν ἐξ Ἐφύρης, 〈ποταμοῦ ἀπὸ Σελλήεντοσ〉: ὅτι τῆς Θεσπρωτιακῆς Ἐφύρας λέγει, οὐκ ἐκ τῆς Κορίνθου δῆλον δὲ ἐκ τοῦ Σελλήεντος, ἀφ’ οὗ καὶ Σελλοὶ οἱ περίοικοι. καὶ ὅτι ἐπ’ Ἀσίῳ ἕτε‐ ρός ἐστι Σελλήεις ποταμός (cf. Β 838—9. Μ 96—7). A | |
15531b | Did. (?) | 〈ἤγαγεν ἐξ Ἐφύρης:〉 ἐν ἄλλῳ „ἠγάγετ’ ἐξ Ἐφύ‐ ρησ“. Aim | |
15531c | ex. | ἐξ Ἐφύρης: τῆς ἐν Ἤλιδι, ἧς καὶ ἐν ἄλλοις μνημονεύει· „ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει{ς}, πίειραν ἄρουραν, / ἐλθεῖν“ (β 328—9), οἱ δὲ τῆς Θεσπρωτίας. T | |
15531d | ex. | ποταμοῦ ἀπὸ Σελλήεντος: ποταμὸς Ἤλιδος ὁ Σελ〈λ〉ήεις, ὃς ῥεῖ ἀπὸ Λασίωνος ὄρους. ἔστι δὲ καὶ Θεσπρωτίας. T | |
15.532 | ex. | Εὐφήτης: ζήτει περὶ τούτου, τίς ἐστιν. T | |
15.533 | ex. | ἀλεωρήν: σκέπην, παρὰ τὸ ἀλέασθαι. T | |
15.534 | ex. | ὅς οἱ καὶ τότε 〈παιδὸς ἀπὸ χροὸσ〉 ἤρκες’ ὄλε‐ θρον: περιττὸς ὁ στίχος· ἤδη γὰρ εἶπεν ἀνωτέρω (sc. Ο 529)· „πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ“. T | |
15.536 | ex. | κύμβαχον: τὸ διάκενον τὸ ὑπὲρ τῆς κορυφῆς, A b (BCE3E4) T ὅθεν καὶ κυμβία τοιουτώδη ποτήρια. εἰς τοῦτο δὲ καθίεται ὁ λόφος. εἴρηται δὲ παρὰ τὴν κεφαλήν· τὴν γὰρ κεφαλὴν κύμβην ἔλεγον, | |
b(BCE3E4)T ὅθεν καὶ κυβιστᾶν. A b (BCE3E4)T λέγει οὖν | |||
5 | τὸ ἄκρον τοῦ κράνους. T ἐπεξηγεῖται δὲ διὰ τῆς ἑξῆς λέξεως τὸ ὄνομα, διὰ τοῦ ἀκρότατον. A T παρὰ δὲ Αἰολεῦσι κύμβη κα‐ λεῖται ἡ τῆς ῥάχεως ἀπὸ αὐχένος ἀρχή. b(BCE3E4) | ||
15538a | Ariston. | νέον φοίνικι φαεινός: ὅτι τὸ σημαινόμενόν ἐστι νεωστὶ πεφοινιγμένος, ἄνθει νεωστὶ κεχρωσμένος εἰς λαμπρότητα. A | |
15538b | ex. | νέον φοίνικι φαεινός: φοινικῷ χρώματι νεωστὶ λελαμ‐ πρυσμένος. b(BCE3)T | |
15.539 | ex. | ἤλπετο νίκην: ἑκάτερος αὐτῶν δηλονότι, b(BCE3E4)T οὐ μόνος ὁ τύψας. b(BCE3E4) | |
15540a | ex. | 〈τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύν‐ τωρ:〉 τῷ Μέγητι δηλονότι. περισσὸς δέ ἐστιν ὁ δέ. b(BCE3) | |
15540b | Did (?). | 〈ἦλθεν ἀμύντωρ:〉 γράφεται ἐν ἄλλῳ „ἦλθ’ ἐπαμύν‐ τωρ“. Aim | |
15541a | Nic. | 〈στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ ὦμον ὄπισθεν:〉 τὸ λαθών τάχα ἂν δύναιτο καὶ τοῖς ἑξῆς συντάττεσθαι. Aim | |
15541b1 | ex. | εὐράξ: τὸ μὴ ἐκ πλαγίου, ἀλλὰ κατὰ τοῦ ἔμπροσθεν ἢ ὄπισθεν, παρὰ τὸ εὖρος. T | |
15541b2 | οὐ τὸ ἐκ πλαγίου δηλοῖ, ἀλλὰ τὸ κατὰ τὸ ἔμπροσθεν ἢ ὄπισθεν, παρὰ τὸ εὖρος. b(BCE3E4) | ||
15541c | ex. | 〈εὐράξ:〉 κατὰ πλάτος. Til | |
15541d | ex. | βάλε δ’ ὦμον: τὸν δεξιὸν πάντως· εὔλογον γὰρ τὸν Με‐ νέλαον μὴ τὰ γυμνὰ τοῦ σώματος ἔχοντα ἐναντία τοῖς ἐχθροῖς ἀνῃρη‐ | |
κέναι τὸν Δόλοπα, τὰ δὲ ὑπὸ τῆς ἀσπίδος ἐσκεπασμένα. b(BCE3E4)T | |||
15.542 | ex. | 〈μαιμώωσα:〉 κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν φορούντων. Til | |
15.543 | ex. | 〈ἐλιάσθη:〉 ἀπεκλίθη. Til | |
15544a | ex. | 〈τὼ μὲν ἐεισάσθην:〉 ὁ Μέγης καὶ ὁ Μενέλαος ὥρμη‐ σαν. Til | |
15544b | Ariston. | {τὼ μὲν} ἐεισάσθην: ὅτι ἀμφίβολόν ἐστιν, πότερον ἐφώρμησαν, ἀπὸ τοῦ ἰέναι, ἢ ἐεισάσθην ἔδοξαν, φαντασίαν ἔλαβον τοῦ συλῆσαι τὸν νεκρόν. A | |
15545a1 | Ariston. | D | {συλήσειν. ἕκτωρ δὲ} κασιγνήτοισι: ὅτι κασίγνητοι κοινότερον οἱ συγγενεῖς· | σημειοῦνται γάρ τινες ὅτι τοὺς ἀνεψιοὺς κα‐ σιγνήτους ἐκάλουν· ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. ἀνεψιοὶ δέ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ὥσπερ Αἴας καὶ Ἀχιλλεύς, ὁ μὲν Τε‐ | |
5 | λαμῶνος, ὁ δὲ Πηλέως. A | ||
15545a2 | D(~) | κασιγνήτοισι: ὅτι κασιγνήτους νῦν τοὺς ἀνεψιοὺς εἶπεν. T | |
15545b | ex. | κασιγνήτοισι: συγγενέσιν. b(BCE3)T ἢ τοῖς ἀδελφοῖς, πρὸ δὲ τῶν ἀδελφῶν τὸν Μελάνιππον ὠνείδισεν. b(BE3E4) T τινὲς δὲ ἔτι καὶ νῦν παρ’ Ἴωσι τοὺς συγγενεῖς κασιγνήτους φασὶ καλεῖσθαι. b(BCE3E4)T ὁμοίως δέ φησι καὶ τὸ „ἔνθα ἑ ταρ‐ | |
5 | χύσουσι κασίγνητοί τε ἔται τε“ (Π 674). T | ||
15546-7 | ex. | 〈πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν / ἴφθιμον Με‐ λάνιππον:〉 ἀνεψιὸς {δὲ} ὁ Μελάνιππος Ἕκτορος, „Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε / Λάμπον τε Κλυτίον θ’ Ἱκετάονά τ’ ὄζον Ἄρηοσ“ (Υ 237—8). T | |
15.546 | ex. | ἐνένιπεν: ἐπέπληξεν, ἀπὸ τῆς ἐνιπῆς, ἥ ἐστιν ἐπίπληξις. b(BCE3)T | |
15547a | D | 〈ὄφρα:〉 τέως. Til | |
15547b | ex. | εἰλίποδας βοῦς: ἐπιβάλ〈λ〉ουσι γὰρ τῷ προτέρῳ ποδὶ τὸν ὀπίσθιον πόδα. T | |
15548a | Hrd. | {βόσκ’} ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφι ἐόντων: ὁμοίως τῷ ἐν Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεσιν οὐκ ἀναστρεπτέον: πρὸς γὰρ τὴν ἐόντων μετοχὴν συντέτακται. A | |
15548b | ex. | 〈Περκώτῃ:〉 Λαμψακηνῶν χώρα. Til | |
15548c | ex. | 〈ἀπὸ νόσφιν:〉 ἀπὸ τῶν 〈Τρώων〉 νόσφιν. Til | |
15.550 | ex. | 〈μετέπρεπε:〉 διέπρεπεν. Til | |
15.553 | ex. | οὕτω δή, Μελάνιππε, 〈μεθήσομεν〉: οὕτω νῦν. T ὃν τρόπον νῦν μεθίεμεν, οὕτω μεθήσομεν b(BCE3)T καὶ οὐκ ἀν‐ τιληψόμεθα τῶν πραγμάτων; b(BCE3E4)T | |
15.554 | Hrd. | 〈ἀνεψιοῦ:〉 τὴν ψι συλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον. Aim Til | |
15555a | Hrd. | {οὐχ ὁράας οῖον δόλοπος} περὶ τεύχε’ 〈ἕπουσιν〉: ὁ | |
Ἀσκαλωνίτης (p. 55 B.) οὐκ ἀναστρέφει τὴν περί· εἶναι γὰρ τὸ ἑξῆς περιέπουσι. κἀγὼ δὲ αὐτῷ συγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦ‐ το τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπὶ τὸ | |||
5 | πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην. A | ||
15555b | ex. (Hrd.) | περὶ τεύχε’ ἕπουσιν: ἡ περί πρὸς τὸ ἕπουσι· τὸ γὰρ ἕπω ἐν τοῖς ἐνεργητικοῖς κινήμασι παρὰ τῷ ποιητῇ προθέσει συντάσσε‐ ται b(BCE3)T ὡς ἐπὶ τὸ πλεῖστον· διὸ τὸ „οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν“ (μ 209) ἀντὶ τοῦ περιέπει{ν}. T | |
15555c | ex. | 〈τεύχεα:〉 λείπει συλῆσαι. Til | |
15556-8 | ex. | ἀλλ’ ἕπευ· 〈οὐ γὰρ ἔτ’ ἔστιν—κτάσθαι τε πολίτασ〉: ἀλλ’ ἕπευ· τῆς γὰρ πρὸς Ἀργείους οὐκ ἀποστατέον μάχης πρὶν ἢ κατακτείνωμεν ἢ ἐκεῖνοι ἡμᾶς ἑλόντες τὴν Ἴλιον πορθή‐ σωσι. μέγας οὖν καὶ τελευταῖος ἀγὼν πρόκειται ὥστε ἀναγκαῖον καὶ | |
5 | τὸν ἀκροατὴν τῷ ἀκμαιοτάτῳ τούτῳ μέρει τῆς ποιήσεως προσσχεῖν. b (BCE3E4)T | ||
15.557 | ex. | κατ’ ἄκρης: ὁλοτελῶς· „ἔλασεν μέγα κῦμα κατ’ ἄκρησ“ (ε 313), οἷον ὅλον αὐτὸν ἐβάπτισε τὸ κῦμα. T | |
15.558 | Ariston. | 〈Ἴλιον αἰπεινήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint | |
15563-4 | ex. | αἰδομένων δ’ ἀνδρῶν〈—ἀλκή〉: τῶν αἰδου‐ μένων ἀλλήλους καὶ ἀγωνιζομένων πλείους σῴζονται ἤπερ φονεύον‐ ται· ἐπὰν δὲ φύγωσι, καὶ ἀδοξία καὶ ἀσθένεια αὐτοὺς καταλαμβάνει. | |
b(BCE3E4)T | |||
15563a1 | Did. | αἰδομένων δ’ ἀνδρῶν: χωρὶς τοῦ συνδέσμου ἔγραφεν Ἀρίσταρχος, πάντως ἵνα ἀσύνδετος γενόμενος ὁ λόγος πλέον τε διαστῇ καὶ μᾶλλον ἐμφήνῃ. A | |
15563a2 | Ἀρίσταρχος χωρὶς τοῦ δέ, ἄλλοι δὲ μετὰ τοῦ δέ, αἰδομέ‐ νων δ’ ἀνδρῶν. Aim | ||
15.567 | ex. | 〈χαλκείῳ:〉 στερεῷ, τῷ διὰ τῶν ἀσπίδων. Til | |
15.568 | ex. | Ἀντίλοχον δ’ ὤτρυνε βοὴν ἀγαθὸς Μενέλαος: φαί‐ νεταί τις ὑποῦσα αὐτοῖς φιλία διὰ τὴν γειτνίασιν, b(BCE3E4)T „Νέστωρ φάσχ’ ὁ γέρων, ὅτ’ ἐπιμνησαίμεθα σεῖο“ (δ 191): T τό τε ὁμότροπον ἐχυρὸν πρὸς φιλίαν. b(BCE3E4)T καὶ ἐν ἑτέροις δέ | |
5 | φησι „περὶ γὰρ δίε ποιμένι λαῶν, / μή τι πάθῃ“ (Ε 566—7)· καὶ μετὰ τὴν παράβασιν τῶν ὅρκων πρῶτος πολέμιον ἀνεῖλεν (sc. Δ 457 —62). T | ||
15.570 | ex. | θάσσων: τῶν ἡλικιωτῶν. ἢ ὡς καὶ ἐπὶ Αἴαντος „οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν / ἀνδρῶν τρεσ〈σ〉άντων“ (Ξ 521—2). τὸ δὲ οὐδ’ ἄλκιμος πρὸς τὸ „πρῶτος δ’ Ἀντίλοχοσ“ (Δ 457) ἀνα‐ φέρεται. T | |
15571a | Nic. | 〈εἴ:〉 ὁ σύνδεσμος ἀντὶ τοῦ εἴθε· διόπερ οὐδὲ ὑποστιγμή. Aint | |
15571b | ex. | εἴ τινά που 〈...〉 βάλοισθα: ὅτι τῷ εὐκτικῷ ἀντὶ τοῦ προστακτικοῦ ἐχρήσατο, ὥς φησι Διονύσιος (fr. 37 Schm.). T | |
15571c | Ariston. | 〈βάλοισθα:〉 ὅτι τὸ βαλεῖν προέμενόν ἐστιν ἐπιτυ‐ χεῖν. Aim | |
15.574 | ex. | ἀμφί ἑ παπτήνας: τὰ περὶ ἑαυτοῦ σκοπήσας, μή τις αὐτὸν ἐξαλλόμενον τῶν ἄλλων βάλλῃ, ὡς καὶ Ὀδυσσεύς (sc. Δ 497). | |
b(BCE3E4)T | |||
15574-5 | ex. | ὑπὸ δὲ Τρῶες κεκάδοντο 〈/ ἀνδρὸς ἀκοντίσσαν‐ τοσ〉: ὑπὸ δὲ αὐτοῦ ἀκοντίσαντος ἐχωρίσθησαν οἱ Τρῶες. b(BCE3E) T | |
15.577 | ex. | νισόμενον πόλεμον 〈δέ〉: οὐχ ὡς νῦν αὐτοῦ πρῶτον ἐξιόντος, ἀλλ’ ὡς διὰ τὴν προτροπὴν Ἕκτορος ἐπὶ τὸ δρᾶσαί τι ὁρ‐ μῶντος. b(BCE3E4)T | |
15.580 | ex. | θορόντα: ἐπεὶ πτοηθεὶς ἐξάλλεται τῆς κοίτης. T | |
15.581 | ex. | ἐτύχησε βαλών: τυχὼν ἔβαλε. b(BCE3E4)T | |
15582a | ex. | 〈ὣς ἐπὶ σοί—Ἀντίλοχος:〉 τοσοῦτον {δὲ} Ἀν‐ τίλοχος μείζων Μελανίππου, ὅσον νεβροῦ κύων (cf. Ο 579). τὸ ἀδεὲς δὲ καὶ ταχὺ καὶ πρόθυμον τοῦ Ἀντιλόχου ἐδήλωσεν. b(BCE3 E4)T | |
15582b | Ariston. | 〈ὣς ἐπὶ σοί, Μελάνιππε:〉 πρὸς τὴν ἀποστροφήν. Aim | |
15586a | ex. | ἀλλ’ ὁ γὰρ ἔτρεσε 〈θηρὶ κακὸν ῥέξαντι ἐοικώσ〉: δαιμονίως τῇ παραβολῇ κέχρηται· καὶ γὰρ ἡ φυγὴ τούτῳ κατὰ πρόνοιαν, οὐ κατὰ δειλίαν γίνεται. b(BCE3E4)T | |
15586b | ex. | θηρὶ 〈κακὸν ῥέξαντι〉 ἐοικώς: καλῶς οὐκέτι παρα‐ βέβληται κυνὶ (οὐ γὰρ ἔδει τὸν ἥρωα φεύγοντι κυνὶ εἰκάζειν), ἀλλὰ λέοντι οὐ δεδιότι τοὺς ἐναντίους, ἀλλ’ ἔφοδον πλειόνων ἀγροίκων. | |
b(BCE3E4)T | |||
15.587 | Ariston. | {ὅς τε κύνα κτείνας ἢ βουκόλον} ἀμφὶ βόεσσι: ὅτι Ζηνό‐ δοτος γράφει „ἀμφί οἱ αὐτῷ“. γίνεται δὲ τὸ ὑπερβατὸν οὐ καθ’ Ὅμηρον, ‘ὅστε κύνα κτείνας ἢ βουκόλον φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν ἀμφί οἱ αὐτῷ‘ (cf. Ο 587—8). A | |
15.593 | ex. | νηυσὶν ἐπεσσεύοντο, Διὸς δ’ ἐτέλειον ἐφετμάς: τοῦτο γὰρ εἶπεν ὁ Ζεύς· „εἰσόκε νῆας ἐϋσ〈σ〉έλμους ἀφίκηαι“ (Λ 208) καὶ „τρέψω δ’ ἥρωας Ἀχαιούσ“ (Ο 261). T | |
15594a | ex. | 〈μέγα:〉 ὥστε γίνεσθαι μέγα. ἢ μεγάλως. Til | |
15594b1 | ex. | θέλγε: ἐπὶ τὸ χεῖρον. ἀναπτεροῖ δὲ τὸν ἀκροατὴν προσδοκῶντα τὸν ἐμπρησμόν. T | |
15594b2 | ἐπὶ τὸ χεῖρον, ἠπάτα. b(BCE3) βασανίζει δὲ τὴν διάνοιαν τοῦ ἀκροατοῦ τὸν ἐμπρησμὸν προσδοκῶντος. b(BCE3E4) | ||
15598a | ex. | 〈ἐξαίσιον:〉 ἄδικον· τοὐναντίον γὰρ „ἐναίσιμα“ (Β 353 al.) τὰ καθήκοντα καὶ δίκαια. ἢ ὑπεραγόντως μεγάλην. b (BCE3E4)Til | |
15598b | ex. | ἀρήν: αἴτησιν· καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ τοῦ θεοῦ | |
τυγχάνει. ἢ τὴν καθ’ Ἑλλήνων κατάραν. ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδος· b(BCE3E4)T ἐξαίσιον γὰρ τὴν ἔξω τοῦ αἰσίου γινομένην φησίν, οἷον τὴν παρὰ τὸ ὅσιον, ὅπερ σημαίνει τὸ αἴσιον. T | |||
15599-600 | ex. | τὸ γὰρ μένε μητίετα Ζεύς 〈/ —ἰδέσθαι〉: μεγαλοφυῶς θεατὴν καθίστησι τὸν Δία τῶν γινομένων. T | |
15.599 | Nic. | 〈τὸ γὰρ μένε μητίετα Ζεύς:〉 βραχὺ διασταλτέον κατὰ τὸ τέλος πρὸς τὸ σαφέστερον. Aint | |
15601-2 | ex. | 〈ἐκ γὰρ δὴ τοῦ〉 ἔμελλε παλίωξιν 〈παρὰ νηῶν /〉 θησέμεναι: ἐπιστάμενος τοὺς ἀκροωμένους ταῖς Ἑλληνι‐ καῖς συμφοραῖς ἀχθομένους εὐέλπιδας ἀπεργάζεται τῇ τῆς μελλούσης νίκης προεκθέσει. b(BCE3E4)T | |
15601a1 | Did. | 〈τοῦ ἔμελλε:〉 †ἀριστοφάνης† „τοῦ μέλλε“ Ἰακῶς. Aim | |
15601a2 | ἔμελλε: †ἀριστοφάνης† Ἰακῶς γράφει „μέλλε“. T | ||
15601b | Ariston. | 〈ἔμελλε〉 παλίωξιν παρὰ νηῶν: ὅτι ὑγιῶς παλίω‐ ξιν, πάλιν δίωξιν, ὅταν ἐξ ὑποστροφῆς διώκωσιν οἱ διωκόμενοι. καὶ πρὸς τὸ ἔμελλεν, ὅτι ἀντὶ τοῦ ἐῴκει. A | |
15.605 | ex. | μαίνετο δ’ ὡς ὅτ’ Ἄρης: ἐναργῶς ἐκινεῖτο τῷ σώματι. καὶ χαλεπὸν μὲν ὅμως εἰς †εὔνοιαν† ἂν ἐλθεῖν καὶ σωφρονοῦντος | |
Ἄρεος, ὁ δὲ καὶ τὸ μαίνετο προσέθηκεν. καὶ οὐ μέχρι τούτου τὴν εἰκόνα ἵστησιν, ἀλλ’ ἀφρίζειν τε αὐτῷ φησι τὸ στόμα τρόπον θηρίου | |||
5 | καὶ τὰ ὄμματα λάμπειν ὥσπερ ἐνθουσιῶντος (cf. Ο 607—8). b (BCE3E4)T | ||
15605-6 | ex. | ὡς ὅτ’ Ἄρησ〈—ὕλησ〉: πᾶσι τοῖς δεινοῖς αὐτὸν εἴκασεν, Ἄρει μαινομένῳ καὶ πυρὶ ὕλης ἐπειλημμένῳ. T | |
15606a | ex. | 〈βαθέης ἐν〉 τάρφεσιν 〈ὕλης: τάρφεσιν〉 ἀπὸ τοῦ τάρφος. καὶ βαθέης δίχα τοῦ ι. καλῶς δὲ καὶ τῷ πυρὶ τροφὴν δα‐ σείας ὕλης δέδωκεν. T | |
15606b | Hrd. | τάρφεσιν: ὡς „βέλεσιν“ (Λ 657. π 277) οἱ πλείους· καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθετικόν, ὡς ἀξιοῖ Τυραν‐ νίων (fr. 36 P.). ὁ μέντοι Ἀριστοφάνης (fr. 34, p. 225 N.) ἐκεῖνό φησιν ὅτι ἐὰν μὲν τοῖς δάσεσιν, ὡς „βέλεσι“ τάρφεσιν, ἐὰν δὲ τὸ ἐπιθετι‐ | |
5 | κόν, ταρφέσιν ὡς „ὀξέσιν“ (Μ 56). A | ||
15607a | Hrd. | ἀφλοισμός: ὀξυτόνως ἀναγνωστέον· τὰ γὰρ εἰς μος λήγοντα ὑπὲρ δύο συλλαβάς, ἔχοντα πρὸ τοῦ μ τὸ ς, ὀξύνεσθαι θέλει, μερισμός, ὁπλισμός. ἔνιοι δὲ αὐτὸ οἱ μὲν παρὰ τὸ ἀφρισμός, μεταβολῆς γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο, οἱ δὲ παρὰ τὸ φλέω | |
5 | καὶ φλύω, φλοισμὸς καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α· διὸ οὐ δεόντως ὁ Τυραννίων (fr. 37 P.) προπαροξύνει. A | ||
15607b1 | D | ex. (Hrd.) | ἀφλοισμός: ἀφρὸς κατὰ Αἰτωλούς. | οἱ δὲ τὸν ἀφρισμόν, | |
οἱ δὲ οὐκ ἄπωθεν τοῦ φλοισμοῦ. T | |||
15607b2 | D. | ἀφρισμὸς κατὰ Αἰτωλούς. λαμβάνεται δὲ καὶ πεποιημέ‐ νως ἐπὶ ἰδιώματος ὕδατος ἤχου. b(BCE3E4) | |
15607-8 | ex. | τὼ δέ οἱ ὄσσε 〈/ λαμπέσθην—ὑπ’ ὀφρύ‐ σιν〉: καὶ ἀλλαχοῦ „νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια“ (Μ 463). T | |
15608-9 | ex. | ἀμφὶ δὲ πήληξ 〈/ σμερδαλέον κροτάφοισι〉 τι‐ νάσσετο: τετύπωκε τὸν κορυθαίολον. T | |
15610-4a | Ariston. | Ἕκτορος· αὐτὸς γάρ οἱ〈—Πηλείδαο βίηφιν〉: ἀθετοῦνται στίχοι πέντε· ἐπιστάμεθα γὰρ ὅτι περὶ Ἕκτο‐ ρός ἐστιν ὁ λόγος. καὶ τὴν ἔνθουν ὁρμὴν τοῦ Ἕκτορος ταῦτα παρεν‐ ειρμένα ἐκλύει· συναπτόμενα γοῦν τὰ γνήσια τὴν δεινότητα σώζει. | |
5 | καὶ κυκλικῶς ταυτολογεῖται· προείρηται γὰρ „τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν / Ἕκτορα Πριαμίδην“ (Ο 603—4). πρὸς τί οὖν παλλιλογεῖται Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν ἀμύντωρ (610); A | ||
15610-4b1 | ex. | Ἕκτορος· αὐτὸς γάρ οἱ〈—βίηφιν〉: ἀθε‐ τοῦνται στίχοι πέντε ὡς περιττοί· οὐδὲ παρὰ Ζηνοδότῳ δὲ ἦσαν οἱ πέντε· οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον (cf. 612) ἐτίμα αὐτόν. καὶ ὅτι ἀπ’ αἰθέρος (610)· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ „μαρναμένοιο“ | |
5 | (Ο 609) νοεῖται Ἕκτορος (610). —τινὲς δὲ τὸν γάρ (610) ἀντὶ τοῦ δέ, ὡς „αὐτίκα γάρ μοι ὀΐσατο θυμὸς ἀγήνωρ / ἀνδρ’ ἐπελεύ‐ σεσθαι“ (ι 213—4). καὶ ἀνάγεται ἡ φράσις εἰς τὰ τοιαῦτα· „οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια / ὄφρα τί μιν προτιείποι“ (Χ 328—9), „ἦλθε δ’ ἐπὶ νότος ὦκα, 〈φέρων ἐμῷ ἄλγεα θυμῷ /〉, | ||
10 | ὄφρ’ ἔτι τὴν ὀλοήν“ (μ 427—8). ἀπ’ αἰθέρος (610) δὲ ὁ αἰθέριος Ζεύς. καὶ ἡ πρόληψις (sc. 612—4) δὲ σχῆμα ποιητικόν· προσεκτικὸν δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἀπεργάζεται. καὶ τοῦ λέ‐ γοντος χρηστὸν †ἦθος, καὶ ὡς ἀπὸ συναλγοῦντος †ἠπίστησεν. T | ||
15610-4b2 | ἀθετοῦνται πέντε διὰ τὸ λέγειν ὅτι ὀλιγοχρόνιον ὄντα ἐτίμα καὶ ὅτι ἀπ’ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ „μαρνα‐ μένοιο“ νοεῖται τὸ Ἕκτορος. —ἔστι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ. τὸ δὲ ὄνομα (cf. 610) ἐπανείληπται πρὸς πλείονα ἔμφασιν· εἴωθε γὰρ θαυ‐ | ||
5 | μάζων τινὰ τῶν ἔργων πολλάκις ἐπαναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ ἀπ’ αἰθέρος ὅτι ὁ αἰθέριος Ζεύς· οὐ γὰρ ἀπὸ τῆς μερικῆς αὐτόν, ἀλλ’ ἀπὸ τῆς τελείας διατριβῆς ἐχαρακτήρισε. καὶ ἡ πρόληψις δέ ἐστι σχῆμα ποιητικόν. προσεκτικὸν δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέ‐ στερον ἐργάζονται. καὶ τοῦ λέγοντος †ἦθος χρηστόν, καὶ ὡς συναλ‐ | ||
10 | γοῦντος ἡ πίστις. b(BCE3E4) | ||
15.616 | ex. | 〈ᾗ:〉 καθ’ ἣν ὁδόν. Til | |
15618a | D | 〈ἴσχον:〉 ἐπεῖχον αὐτόν. Til | |
15618b | ex. | πυργηδὸν 〈ἀρηρότες ἠΰτε πέτρη〉: ἡ μὲν ἐμβολὴ τῶν βαρβάρων κύμασιν εἴκασται ταχὺ διαλυομένοις, ἡ δὲ τῶν Ἑλλή‐ νων καρτερία τῷ τῆς πέτρας ἀκινήτῳ καὶ δυσπαθεῖ. b(BCE3E4)T | |
15619a1 | Hrd. | ἠλίβατος {μεγάλη}: φιλῶς· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐσχη‐ μάτισται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ „ἠλιτόμηνοσ“ (cf. Τ 118), συγκοπὴν δὲ ἔπαθεν. διδάσκει δὲ καὶ τὸ τῆς συναλιφῆς ὅτι ψιλοῦται· „τὸν μέν τ’ ἠλίβατος πέτρη“ (Ο 273). οἱ μέντοι δασύνοντες ἐτυμολο‐ | |
5 | γοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ. οὐκ ἐπείσθη δὲ | ||
ἡ παραδόσις, ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλιφῆς. A | |||
15619a2 | ψιλοῖ ἡ παράδοσις· παρὰ γὰρ τὸ ἀλιτεῖν ἐστι τοὺς ἐπι‐ βαίνοντας αὐτῆς. b(BCE3E4)Til | ||
15620a | ex. | 〈λιγέων:〉 ἦχον ἀποτελούντων τῇ βίᾳ. b(BCE3E4)Til | |
15620b | ex. | κέλευθα: ἰδίως τὰς ἐφόδους. b(BCE3E4)Til | |
15621a | ex. | 〈τροφόεντα:〉 τρόφιμα. Til | |
15621b1 | Did. | 〈αὐτήν:〉 οὕτως αὐτήν μετὰ τοῦ ν Ἀρίσταρχος, τὴν πέτραν. Aint | |
15621b2 | {τά τε προσερεύγεται} ἀκτῇ: Ἀρίσταρχος „αὐτήν“, δηλονότι τὴν πέτραν, ἵν’ ᾖ τὰ ὑπὸ θαλάσσης πρὸς αὐτὴν ἐξωθού‐ μενα. T | ||
15621b3 | οἱ μὲν ἀκτῇ, οἱ δὲ „αὐτήν“, ὃ καὶ ἄμεινον, ἵν’ ᾖ τὰ ὑπὸ θαλάσσης πρὸς αὐτὴν ἐξωθούμενα κύματα τὴν πέτραν. b(BCE3E4) | ||
15.622 | Ariston. | ὣς Δαναοὶ Τρῶας μένον 〈ἔμπεδον〉: ὅτι ἔν τισι γράφεται „ἐξ ἁλός. ὣς Δαναοὶ 〈Τρῶας μένον〉“. αἴρεται δὲ τὸ κινοῦν τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως· μένον γὰρ ἔμπεδον, φησίν, ὡς πέτρα ἐναρηρυῖα τῷ πεδίῳ. A | |
15.623 | ex. | 〈λαμπόμενος πυρί:〉 περιλαμπόμενος ὑπὸ τῶν ὅπλων | |
ὡς ὑπὸ πυρός. b(BCE3E4)Til | |||
15624-5 | ex. | ἐν δ’ ἔπες’ ὡς ὅτε κῦμα 〈θοῇ ἐν νηῒ πέσῃσι / —ἀνεμοτρεφέσ〉: πεπύκνωται ταῖς παραβολαῖς ὁ τόπος πρὸς ἔμφασιν τῶν πραγμάτων. b(BCE3E4)T ἡ δὲ ἔν (624) ἐμφαίνει τὴν βίαν τοῦ κύματος. εἰς ἐπίτασιν δὲ πρόσκειται ἀνεμοτρεφές | |
5 | (625). T εὖ δὲ τὸ μὴ φάναι ἐπῆλθεν ἢ ἐπέδραμεν, ἀλλ’ ἐνέπεσε, σφοδρὰν τὴν βίαν δηλῶν. b(BCE3E4)T | ||
15.625 | D | ἀνεμοτρεφές: ὑπὸ ἀνέμου ηὐξημένον, ὑψηλόν. ὅταν δὲ τὸ Ἀγαμέμνονος—τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν Με‐ λέταις Ὁμηρικαῖς (fr. 127 Sandb.). A | |
15625-6a | ex. | ὑπαὶ νεφέων ἀνεμοτρεφές· 〈ἡ δέ τε πᾶσα / ἄχνῃ ὑπεκρύφθη〉: ηὐξημένον ὑπὸ ἀνέμου, ὡς εἶναι ὑποκάτω τῶν νεφῶν καὶ πλησιάζειν αὐτοῖς. b(BCE3E4)T οἱ δὲ ἀνεμοτρε‐ φὲς τὸ εὔτονον. b(BE3E4)T καὶ Σιμωνίδης (fr. 107 P. = P. M. | |
5 | G. 612) „ἀνεμοτρεφέων πυλάων“ εἴρηκεν. T ὁ δὲ κόμπος τῶν λεγομένων καὶ ὁ ψόφος τῶν ὀνομάτων οὐκ ἐᾷ ἰδεῖν τὴν ναῦν ἀφρῷ κε‐ καλυμμένην. b(BE3E4)T | ||
15625-6b1 | ex. | ἡ δέ τε πᾶσα 〈/ ἄχνῃ ὑπεκρύφθη〉: πᾶσα δὲ ἡ ναῦς ἀφρῷ τῷ τοῦ κύματος κρύπτεται. T | |
15625-6b2 | πᾶσάν φησι δηλονότι τὴν ναῦν b(BCE3) τῷ ἀφρῷ τοῦ κύματος b(BCE3E4) περικαλυφθεῖσαν ὑποκρυβῆναι. b(BCE3) | ||
D | ἡ δέ τε πᾶσα / ἄχνῃ ὑπεκρύφθη: ἡ ναῦς δηλονότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. ἄχνη δὲ τὸ ἀφρῶδες. A | ||
15626a | Did. | 〈ἄχνῃ:〉 Ζηνοδότος χωρὶς τοῦ ι „ἄχνη“. Aint Til | |
15626b | Ariston. | δεινὸς ἀήτη: ὅτι ἀρσενικῶς δεινὸς ἀήτη, ἀλλ’ οὐ δεινή, ὡς „κλυτὸς Ἱπποδάμεια“ (Β 742). ἔνιοι δὲ ἀγνοοῦντες ποιοῦσι „δεινὸς ἀήτησ“. ἀλλ’ οὐ δεῖ γράφειν οὕτως. A | |
15626c | ex. | δεινὸς ἀήτης: ὅτι ἀρρενικῶς δεινὸς †ἀήτης† (ἔνιοι δὲ ἀγνοήσαντες πεποιήκασι „δεινὸς †ἀήτ熓) ὡς „κλυτὸς Ἀμφιτρίτη“ (ε 422)· ἡ γὰρ ἀρσενικὴ ἐκφορὰ ἐμφαντικώτερον τὸν λόγον ἀπερ‐ γάζεται καὶ τὸν ἄνεμον σφοδρότερον δείκνυσι. b(BCE3)T | |
15627a | ex. | 〈ἱστίῳ ἐμβρέμεται:〉 προσλακτίζων αὐτῷ, τῇ βίᾳ δη‐ λονότι. b(BCE3E4)Til | |
15627b | ex. | ναῦται: οἱ ἐν τῇ νηΐ· „ἢ ναύτῃσι τέρασ“ (Δ 76). ὁ δὲ Αὐτόχθων πρὸς ἐπίτασιν τοῦ κινδύνου φησίν· ἐπιβάτας γὰρ καὶ βραχὺς κίνδυνος κλονεῖ, ἐπὶ τοὺς ναύτας δὲ ὁ φόβος φθάνων μέγεθος κινδύνου μεγίστου παρίστησιν. b(BCE3E4)T | |
15.628 | D | ex. | τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται: βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα, ὅ ἐστι παρ’ ὀλίγον θνήσκουσι· A | τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου. A b (BCE3)T πρῶτος δὲ εἶπε τὸ Ἀναχάρσιδος τοῦ Σκύθου, ὃς ἐρόμενός τινα τῶν | |
5 | ναυτῶν, πόσον ἀπέχομεν τοῦ ὕδατος, καὶ μαθὼν ὡς τέσσαρας δα‐ | ||
κτύλους τοσοῦτόν φησι καὶ τοῦ θανάτου. A b (BCE3E4)T καὶ Ἄρατος (Phaen. 299)· „ὀλίγον δὲ διὰ ξύλον 〈Ἄϊδ’ ἐρύκει〉“ b(BE3 E4)T καὶ Καλλίμαχος (fr. 629)· „†μέσον ἐπὶ ναύταισ“. T | |||
15.629 | ex. | ἐδαΐζετο 〈θυμόσ〉: διεκόπτετο ἡ ψυχὴ ἀγωνιῶσα. πρὸς τὸ τελευταῖον δὲ τῆς παραβολῆς, τὸ „τρομέουσι δέ τε φρένα ναῦται“ (Ο 627), τὴν ἀνταπόδοσιν ἐπήγαγε τῆς παραβολῆς. b(BCE3)T | |
15630-6 | ex. | ὥς τε λέων〈—ὑπέτρεσαν〉: πολλὰς ἤδη ἐφόδους λεόντων παρέλαβεν εἰς ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν· πρόκειται γὰρ πρωτόπειρος νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας μάχης. καὶ νεμομένας τὰς βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ γὰρ Ἕλληνες | |
5 | ἐπὶ παρατάξεώς εἰσιν, ἀλλ’ ἐσκεδασμένοι ὥστε καὶ εὔκολον εἶναι τὴν ἐπιχείρησιν διὰ τὸ ἄτακτον. b(BCE3E4)T | ||
15.630 | ex. | 〈ὀλοόφρων:〉 ἄδηλον, εἰ ὁ φύσει ὀλοόφρων. Til | |
15631a | Hrd. | 〈εἱαμενῇ:〉 δασυντέον ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων. Aim | |
15631b | ex. | εἱαμενῇ: καθύδρῳ τόπῳ. καὶ οἱ μὲν παρὰ τὴν ἄνεσιν καὶ ἀνάδοσιν τῶν λιβάδων· οἱ δὲ τοὺς τόπους, ἐξ ὧν τοῦ ὕδατος ὑπεκρυ‐ έντος πόαι γίνονται· b(BCE3E4)T οἱ δὲ παρὰ τὸ †ἑῶ†, ἔνθα ἵσταται ὕδωρ καὶ συνῆκται. T | |
15632-3 | ex. | οὔ πω σάφα εἰδώς 〈/ θηρὶ μαχέσσασθαι— φονῇσιν〉: οὐ κατ’ εὐτονίαν σώματος (οἷος δήποτε γὰρ ἔοι, οὐ δύνα‐ ται εἷς ὢν πολεμεῖν λέοντι), ἀλλὰ κατ’ ἐμπειρίαν· ὁ γὰρ ἔμπειρος τῆς πρὸς τὸ θηρίον μάχης ἢ κύνας προσαφῆκεν ἢ λαμπάδας προσάγει. | |
5 | b(BCE3E4)T | ||
15.633 | ex. | ἕλικος: τὸ ἁπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιος (fr. 38 Schm.) φησίν, ἀντὶ τοῦ εἰλίποδος. b(BCE3E4)T φονῇσι δὲ τῷ φόνῳ, ἢ τῷ τόπῳ, ἔνθα πεφόνευται b(BE3E4)T ὑπὸ τοῦ λέον‐ τος. T | |
5 | D | ἕλικος βοὸς ἀμφὶ φονῇσι: περὶ ἀνῃρημένης βοὸς— ἢ τῆς ἐν ἕλει τεθραμμένης. A | |
15.634 | ex. | πρώτῃσι καὶ ὑστατίῃσι βόεσ〈σ〉ι〈ν〉: ὁ καί ἀντὶ τοῦ ἤ, Aint T ὡς τὸ „μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ“ (Φ 339). ἢ οὕτως· ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραις. T | |
D | {ἤτοι ὁ μὲν} πρώτῃσι καὶ ὑστατίῃσι: ἐν πρώταις καὶ | ||
5 | ὑστάταις. ὁ δὲ καί σύνδεσμος ἀντὶ τοῦ ἤ κεῖται διαζευκτικοῦ, ὅπερ ἄμεινον, ἵν’ ᾖ ταῖς πρώταις καὶ ὑστάταις. A | ||
15635a1 | ex. | 〈ἐν μέσσῃσιν:〉 σόλοικον, εἰ μὴ ἀντὶ τοῦ εἰς μέσας. Til | |
15635a2 | D | ex. | συμπορεύεται. | βάρβαρον δέ φησιν εἶναι αὐτὸ Διονύσιος (fr. 39 Schm.). b(BCE3E4) | |
15.637 | ex. | ὑφ’ Ἕκτορι καὶ Διῒ πατρί: αὔξει Ἕκτορα συγκατα‐ λέγων αὐτὸν τῷ Διΐ. T | |
15639a | ex. | Κοπρῆος: Κοπρεὺς Πέλοπος παῖς τοῦ Ἠλείου. ἔστι δὲ καὶ ἄλλος Βοιώτιος, Ἁλιάρτου παῖς. T | |
D | Κοπρῆος {φίλον υἱόν}: οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ— | ||
οὐκ εἴα ἔνδον εἰσελθεῖν. A | |||
15639b | Did. (?) | 〈Εὐρυσθῆος ἄνακτος: γράφεται〉 „Εὐρυσθῆος ἀέ‐ θλων“. Aint | |
15639c | ex. | {ὃς} Εὐρυσθῆος: φασὶν Ἥρας αὐτῷ παραστάσης ἐπι‐ τάσσειν. τὸν δέ, Ἑρμοῦ καὶ Ἀθηνᾶς εἰπόντων ὡς διὰ τοῦτο ἔσοιτο ἀθάνατος, καταδέχεσθαι. οἱ δὲ παιδικὰ Ἡρακλέους θέλουσιν Εὐρυ‐ σθέα· διὸ χαριζόμενον αὐτῷ ἐπιτάσσεσθαι τοὺς ἄθλους. Tt | |
15640a | Ariston. | ἀγγελίης οἴχνεσκε: ὅτι Ζηνόδοτος γράφει „ἀγγελίην“. γίνεται δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος. A | |
15640b | D | ex.(?) | 〈οἴχνεσκε:〉 ἐπορεύετο, | παρὰ τὸ ἴχνος. Til | |
15641a | ex. | 〈τοῦ γένετ’〉 ἐκ πατρὸς 〈πολὺ〉 χείρονος υἱὸς ἀμείνων: οὐ κεκράτηκε τῆς φράσεως, ὥς φησιν Ἄτταλος· τὸν μὲν γὰρ λίαν ἐπαινεῖ, τὸν δὲ ἀποδοκιμάζει· ὥστε οὐκ ἔστιν ἐκ συγκρίσεως ὁ λόγος. T | |
15641b | ex. | 〈τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων:〉 οὐκ εὖ ἡ σύγκρισις. Til | |
15642a | ex. | 〈παντοίας ἀρετάς:〉 λείπει ἡ κατά. Til | |
15642b | ex. | 〈ἠμὲν πόδας ἠδὲ μάχεσθαι:〉 ὅτι καὶ τὸ τάχος ἐν ταῖς ἀρεταῖς. Til | |
15.644 | ex. | 〈ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλι‐ | |
ξεν:〉 ὅτι οὐχ ἑκών. Til | |||
15645a | Did. | στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο: κατ’ ἔνια τῶν ἀντιγράφων χωρὶς τοῦ π „ἆλτο“. διχῶς δὲ τὸ στρεφθείς, διὰ τοῦ α καὶ διὰ τοῦ ε. A | |
15645b | ex. | στρεφθεὶς γὰρ μετόπισθεν〈—πάλτο〉: ὥστε οὐδὲ τοῦτο ἀφ’ ἑαυτοῦ κατορθώσας φαίνεται ὁ Ἕκτωρ, τῇ δὲ τοῦ Περιφήτου δυστυχίᾳ συγκέχρηται· τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν. b(BCE3E4)T | |
15645c | ex. | στρεφθεὶς γὰρ μετόπισθεν: ὅπως φυλάξηται συστεί‐ λας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα. b(BCE3E4)Til | |
15645d | Nic. | 〈μετόπισθεν:〉 τὸ μετόπισθεν βέλτιον τοῖς ἑξῆς συνάπτειν. Aim | |
15645e | ex. | ἐν ἀσπίδος ἄντυγι πάλτο: παραποδισθεὶς τῷ μήκει τῆς ἀσπίδος κατὰ τὴν ἄντυγα ὕπτιος κατηνέχθη. πάλτο δὲ ἐνεπε‐ λάσθη, b(BCE3E4)T †οἱ δὲ ἐβλάβη· ἱακῶς γοῦν φησι τὸ πρόσθ’† „ἐνὶ βλαφθείσ“ (Ο 647). T | |
15.646 | Ariston. | 〈τὴν αὐτὸς φορέεσκε ποδηνεκέα:〉 ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. Aint | |
15651a | Ariston. | ἀχνύμενοί περ ἑταίρου: ὅτι ἐλλείπει ἡ περί, περὶ ἑταίρου. Ἑλλάνικος δὲ Αἰολικῶς νομίζει τὴν περί πέρ εἰρῆσθαι. A | |
15651b | ex. | ἀχνύμενοί περ 〈ἑταίρου〉: λείπει ἡ περί. τινὲς δὲ Αἰολικῶς ‘περὶ ἑταίρου‘ φασίν· ἀήθης δὲ ἡ τοιαύτη συναλιφὴ τῷ Ὁμήρῳ. b(BCE3)T Ἄτταλος δὲ συγκοπήν φησιν, ὡς ἐν τῷ | |
„πὰρ Ζηνί“ (Δ 1). T | |||
15.652 | ex. | αὐτοὶ γὰρ μάλ’ ἐδείδισαν: ὅμοιόν τι πάσχουσι Μενε‐ λάῳ, ὅς φησιν „οὔ τι τόσον νέκυος περιδείδια / ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ περιδείδια“ (Ρ 240. 242). T | |
15.653 | ex. | εἰσωποὶ δ’ ἐγένοντο νεῶν: ὑπέστειλαν ἑαυτοὺς ὑπὸ τὰς ναῦς· εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι, βραχὺ μέρος ὑπολει‐ πόμενοι τῶν νεῶν ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. b(BCE3E4) T οἱ δὲ ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ | |
5 | πλῆθος τῶν νεῶν τοῖς Τρωσίν. b(BE3E4)T | ||
D. | εἰσωποὶ δ’ ἐγένοντο νεῶν: ἐν ὄψει τὰς ναῦς—αὐ‐ τῶν ἐγένοντο. A | ||
15653-4a1 | ex. | 〈περὶ δ’ ἔσχεθον ἄκραι / νῆες:〉 ἐντὸς ἑαυτῶν αἱ νῆες ἀνέλαβον τοὺς Ἕλληνας. Til | |
15653-4a2 | καὶ ἐντὸς αὐτῶν αἱ ἄκραι νῆες ἔλαβον αὐτούς. b(BCE3E4) | ||
15.654 | ex. | 〈ὅσαι πρῶται εἰρύατο:〉 εἰ ἦν διστιχία, πρότεραι ἂν εἶπεν. Til | |
15656a | Did. (?) | 〈πρωτέων:〉 γράφεται „πρώτων“ καὶ „προτέρων“ καὶ πρωτέων. Aint | |
15656b | ex. | ex. | 〈πρωτέων:〉 ἀπὸ τοῦ πρώτων πρωτέων. b(BCE3) μέμφεται δὲ Διονύσιος (fr. 40 Schm.)· οὐ γὰρ περιεσπᾶτο τὸ πρώτων. | |
b(BCE3)Til | κατὰ συνίζησιν δὲ φαίνεται. Til | |||
15656c | ex. | 〈αὐτοῦ δὲ παρὰ〉 κλισίῃσι〈ν ἔμειναν〉: ὡς μετὰ τὰς πρύμνας τῶν πρώτων νεῶν παρεσκηνωμένων οἷον ταῖς πρῴραις αὐτῶν. b(BCE3E4)T | |
15.657 | ex. | στρατόν: νῦν τὸ στρατόπεδον. b(BCE3E4)Til | |
15657-8a1 | ex. | αἰδώς / καὶ δέος: αἰδὼς μέν, εἰ φανοῦνται κακοί, φόβος δὲ περὶ τῶν νεῶν. T | |
15657-8a2 | αἰδὼς δὲ καὶ δέος b(BCE3) τὸ μὲν ἵνα μὴ φανῶσι κακοί, τὸ δὲ περὶ τῶν νεῶν. b(BCE3E4) | ||
15.658 | ex. | ἀζηχές: οἱ μὲν λίαν σκληρῶς, οἱ δὲ ἀδιαλείπτως. b(BCE3)Til | |
15660a | ex. | 〈λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκα‐ στον:〉 πρώην (sc. Ο 371) μὴν ηὔχετο, νῦν δὲ παρακαλεῖ. Til | |
15660b | Nic. | λίσσεθ’ ὑπὲρ τοκέων 〈γουνούμενος ἄνδρα ἕκα‐ στον〉: τὸ ὑπὲρ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι. ἄλλως δὲ ἀμφίβολον τὸ λεγόμενον· ἤτοι γὰρ ὡς λέγομεν ‘πρὸς Διόσ‘, ἢ ὅπερ ἂν παρόντες ἐποίουν οἱ γονεῖς· ὅπερ μᾶλλον εἰκός· ἐπιφέρει γὰρ „τῶν | |
5 | ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι“ (Ο 665). A | ||
15661-2a | ex. | αἰδῶ θέσθ’ 〈ἐνὶ θυμῷ / ἄλλων ἀνθρώπων〉: πολὺς ὁ τῆς αἰδοῦς λόγος καὶ ἀλλήλους αἰδομένων καὶ ἄλλους ἀνθρώ‐ πους. b(BCE3E4)T ταῦτα δὲ πρὸς διέγερσιν. b(BCE3E4) | |
15661-2b | ex. | αἰδῶ 〈... /〉 ἄλλων ἀνθρώπων: τὴν ἐξ ἄλλων παρα‐ | |
κολουθήσουσαν ὑμῖν αἰσχύνην. b(BCE3E4)T | |||
15663-4 | ex. | παίδων 〈ἠδ’ ἀλόχων—ᾧ κατατεθνήκασι〉: ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ δι’ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρε‐ τον, γονέων ζώντων μὲν αἰδῶ, τεθνηκότων δὲ μνήμην. πρεπόντως δὲ | |
5 | τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέρεται λόγοις, ἀλλὰ τοῖς Νέστορος· πατρὸς γὰρ ἔχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν ὁλοτελῶς, οἷς δὲ μερικῶς. b(BCE3E4)T | ||
15665a1 | ex. | 〈τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόν‐ των:〉 δοκεῖτε ἐκείνους ὁρᾶν δεομένους. Til | |
15665a2 | ἀντὶ τοῦ δι’ αὐτῶν· ἵνα, φησίν, οὕτω σπεύδητε ὡς ἐκεί‐ νους ὁρῶντες δεομένους. b(BCE3E4) | ||
15665b | Hrd. | 〈τῶν ὕπερ:〉 ἀναστρεπτέον τὴν πρόθεσιν. Aint | |
15666a | Ariston. | Nic. | ἑστάμεναι κρατερῶς, 〈μὴ δὲ τρωπᾶσθε φόβον δέ〉: πρὸς τὸ ἀκατάλληλον τῆς φράσεως· ἔδει γὰρ μὴ τρωπᾶσθαι δέ. καὶ ὅτι φόβον δέ εἰς φυγήν. | τοῦτο καὶ καθ’ ἑαυτὸ δύναται 〈εἶναι〉 ἀντὶ προστακτικοῦ· καὶ γὰρ τὸ ἑξῆς τοιοῦτο. A | |
15666b | ex. | 〈τρωπᾶσθε:〉 ἀντὶ τοῦ τρωπᾶσθαι. Til | |
15668a | Ariston. | τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν〈—ὦσεν Ἀθήνη〉: ἀπὸ τούτου ἕως τοῦ „ἠδ’ ὅσσοι παρὰ νηυσίν“ (Ο 673) ἀθετοῦνται στίχοι ἕξ, ὅτι οὐ προσυνίσταται ἀχλύς, ἀλλὰ συνεχῶς μάχονται. νῦν δέ φησιν „Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρουσ“ (Ο 671). πρότε‐ | |
5 | ρον δὲ οὐ καθεώρων, ὅτε ἔλεγε „τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον“ (Ο 416) καὶ ὅτε παρεκάλει αὐτοὺς „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέεσ“ (Ο 494); πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος; ἥ τε Ἀθηνᾶ οὐ πάρεστι διὰ | ||
τὴν τοῦ Διὸς ἀπειλήν. A | |||
15668b | ex. | τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν〈—ὦσεν Ἀθήνη〉: ἀθετοῦνται στίχοι ἕξ· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον ἀχλύν τινα. b(BCE3E4)T πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω νῦν παρεφάνη συγ‐ καθεζομένη τοῖς ἄλλοις θεοῖς; εἰ μὴ λέγοις ὡς λείπει ἄλλα ποιήματα, δι’ | |
5 | ὧν ἐδεδήλωτο ταῦτα. ἢ καὶ ἀποῦσα ἀφῄρηται, ὡς τὸ „εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη / αὐτῷ ποιπνύσαντι“ (Θ 218—9). b(BE3E4)T Τήλεφος δὲ ὡς ἐπὶ Διομήδους ἀκούει· ἐν σχήματι δὲ ἐδήλωσεν ὅτι σκότος εἶχον. T | ||
15.669 | Nic. | θεσπέσιον: τοῦτο, ἐὰν μὲν τοῖς ἄνω νέμῃ τις, ἔσται θεσπέσιον νέφος, ἐὰν δὲ τοῖς ἑξῆς, θεσπέσιον φῶς. A | |
15.670 | ex. | ἠμὲν πρὸς νηῶν 〈καὶ ὁμοιΐου πολέμοιο〉: ἔδει ἐπα‐ γαγεῖν τὸν ἠδέ, εἰ μὴ ὁ καί ἀντ’ αὐτοῦ ἐστιν, ἵν’ ᾖ ‘καὶ περὶ τὰς ναῦς καὶ περὶ τοὺς πολεμοῦντασ‘. b(BCE3)T | |
15.673 | Ariston. | 〈μάχην ἐμάχοντο:〉 ὅτι ὅμοιον τῷ „δαίτην δαινυμέ‐ νουσ“ (η 50). Aim | |
15.674 | ex. | οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι: οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ Αἴαντα ἔρρωσεν ὁ λόγος τοῦ Νέστορος. b(BCE3E4)T ὅρα δέ, | |
οἷόν ἐστιν κατὰ καιρὸν προτροπή. b(BCE3E4) | |||
15676a | Hrd. | ex. | ἴκρια: ὡς „δέμνια“ (δ 301 al.)· ἔστι γὰρ ῥηματικόν, ὡς ἐν ἑτέροις (sc. Hrd. ῥημ. 2,903,2) εἴρηται. | ἴκρια A οἱ μὲν τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν ὡς σανιδώματα. A b (BCE3E4)T ἢ τὰ ἐξέχοντα ἄκρα ἢ τὰς καταγωγάς. A | |
5 | b(BCE3)T | ||
15676b1 | Hrd. | {μακρὰ} βιβάσθων: βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥς φησι Φιλόξενος (fr. 543 Th.), κατὰ πλεονασμὸν τοῦ ς ἢ (ὅπερ καὶ βέλτιον) παρὰ τὸ βιβαστός βιβάσθω, ὡς καὶ ἀϊστός, κατ’ ὀξεῖαν τάσιν, ἀΐσθων· „ὁ δ’ ἔβραχε θυμὸν ἀΐσθων“ (Π 468). A | |
15676b2 | {βιβάσθων:} ἀπὸ τοῦ βιβαστός βιβάσθω, 〈ὡσ〉 ἀϊστὸς ἀΐσθω. T | ||
15678a1 | Hrd. | κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ: τὸ μὲν βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται, σεσημειωμένου τοῦ λουτρόν. τὸ δὲ δυωκαιει‐ κοσίπηχυ A ὑφ’ ἓν ἀναγνωστέον· τοὺς γὰρ ἀριθμοὺς οὕτω | |
5 | προφέρει. διὰ δὲ τοῦ ι, ὡς „εἰκοσινήριτα“ (cf. Χ 349). τινὲς δὲ καὶ κατὰ παράθεσιν, ὡς τὸ „τρὶς καὶ δέκατοσ“ (cf. θ 391) καὶ τὸ θηλυκὸν | ||
„τρὶς καὶ δεκάτη“ (cf. τ 202). A T | |||
15678a2 | βλῆτρον {δὲ} ὡς φίλτρον. T | ||
15678b | ex. | βλήτροισι: τοῖς συμβλήμασι καὶ συνεμπλοκαῖς. b (BCE3)T | |
15679a | Ariston. | Hrd. | κελητίζειν: ὅτι κέλητα αὐτὸς μὲν οἶδε, χρωμένους δὲ τοὺς ἥρωας οὐ συνίστησι. A T τὸ δὲ κελητίζειν κέλητι ἱπ‐ πεύειν· καὶ ἐν Ὀδυσσείᾳ „ἀμφ’ ἑνὶ δούρατι βαῖνε, κέληθ’ ὡς ἵππον ἐλαύνων“ (ε 371). | παράγωγον δέ ἐστι τὸ ῥῆμα παρὰ τὴν κέλητος | |
5 | γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶς οὖν, ὅσοι διαστέλλουσι· καὶ γὰρ ἐλέγχονται ἐκ τῆς τοῦ τ ψιλότητος. A | ||
15679b | ex. | κελητίζειν: ὑφ’ ἓν τὸ κελητίζειν· παράγωγον γάρ ἐστι παρὰ τὴν κέλητος γενικήν· ἐπεὶ ἔδει ‘κέληθ’ ἵζειν‘· ἀδιανόητον δὲ τὸ ἵπποις κέλητα ἵζειν. b(BCE3E4)T ἔστι δὲ ἀναχρονισμός· οὐ χρῶνται γὰρ οἱ Ἕλληνες κέλησιν. ἡ δὲ παραβολὴ (sc. Ο 679—84) τὸ | |
5 | γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε ἐπ’ ἄλλην ναῦν μετα‐ πηδῶντος ῥᾳδίως. b(BE3E4)T ὁ μὲν εἷς οὖν ἐζευγμένος ἵππος κέλης ὠνόμασται, b(BE3E4) οἱ δὲ δύο ἐζευγμένοι ἵπποι ἅμιπποι καλοῦνται, b(BE3E4)T ὃ καὶ ξυνωρίς, b(BE3) οἱ δὲ τέσ‐ | ||
σαρες τέτρωρον καὶ τέθριππον. b(BE3E4) | |||
15.680 | ex. (Did. ?) | συναείρεται: συζεύξει· „σὺν δ’ ἤειρεν ἱμᾶσιν“ (Κ 499). b(BE3E4)T οἱ δὲ „συναγείρεται“ T ἀντὶ τοῦ ἐκ πολλῶν δέ, οὓς ἐπιτηδείους οἶδε, συνάγῃ, ἀρίστους καὶ ἰσοταχεῖς ἐκλεξάμενος· κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον. b(BCE3 | |
5 | E4)T | ||
15681a | ex. | μέγα προτὶ ἄστυ: οὐ γὰρ ἐν μικρᾷ πόλει ταῦτα γίνε‐ ται. T | |
15681b | Did (?) | 〈δίηται:〉 γράφεται „διώκῃ“. Aim | |
15.682 | ex. | 〈λαοφόρον:〉 πολυπληθῆ. Til | |
15683-4 | ex. | ὁ δ’ 〈ἔμπεδον〉 ἀσφαλὲς αἰεί / θρῴσκων〈— πέτονται〉: μέγα τὸ ἐγκώμιον καὶ ἀσφαλῶς καὶ ἀεὶ ἐφαλλομένου. Δημήτριος δὲ ὁ Γονύπεσός 〈φησι〉 τεθεωρηκέναι του μεταβαίνοντος, ἀνεμπόδιστον τηροῦντος τὸν δρόμον τῶν ἵππων, κατέχοντος τοὺς | |
5 | χαλινούς. καὶ νῦν δὲ ἐν Ῥώμῃ ποιοῦσί τινες. τὸ δὲ αἰεί T ἀντὶ τοῦ συνεχῶς κατ’ ἐκείνην τὴν ἡμέραν, ὡς τὸ „αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον“ (Ψ 502). b(BCE3E4)T | ||
15685-6 | ex. | 〈ὣς Αἴας ... / φοίτα μακρὰ βιβάς:〉 οὕτω καὶ ὁ Αἴας ἐνεργῶς μετήρχετο. Til | |
15.686 | Did (?) | 〈βιβάς:〉 γράφεται „βιβῶν“. Aim | |
15689a | ex. | μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων: τινὲς ἐπισυνάπτουσι τούτῳ τόδε· „ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐ‐ δενὶ εἴκων“ (= Χ 459). T | |
15689b | ex. | 〈πύκα θωρηκτάων:〉 ἐκ τοῦ παρεπομένου ‘τῶν πολε‐ μιστῶν‘. Til | |
15690-5 | ex. | ἀλλ’ ὥς τ’ ὀρνίθων〈—ὄτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ〉: ἀπὸ καταφρονουμένων μὲν ζῴων τὴν παραβολὴν φέρει Ἕλ‐ λησι· καὶ „τῶν δ’ ὥς τε ψαρῶν νέφοσ“ (Ρ 755). ἀλλὰ καὶ παραμυθεῖ‐ ται ἀντιτάσσων τὸν Δία. τὸ δὲ „αἰετὸς αἴθων“ (690) ἢ θερμὸς ἢ ξαν‐ | |
5 | θὸς ἢ μέλας. b(BCE3E4)T | ||
15.691 | ex. | βοσκομενάων: εἰ ἀρσενικῶς ἐλέγοντο οἱ κύκνοι, πάντως ἂν ἐπεκράτησε· καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας. A T | |
15694a | Did. | 〈ἀντίος ἀΐσσων, τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε:〉 Ἀρίσταρχος ὦσεν {ὄπισθεν} χωρὶς τοῦ ρ καὶ ἀντίος διὰ τοῦ ς. Aint | |
15694b | Did. (?) | 〈ἀΐσσων:〉 γράφεται „ἀΐξασ“. Aim | |
15.695 | ex. | χειρί: λείπει τὸ ὥς. οἱ δὲ τῇ δυνάμει. ἢ ἐκπληκτικὸν τὸ τῆς φαντασίας, εἰ ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα. b(BCE3E4)T | |
15.696 | ex. | δριμεῖα: ὀξεῖα, ἀπὸ τῶν ὀσφραντῶν, ὡς νῦν ἀρχὴν τοῦ πολέμου λαβόντος. b(BCE3E4)T | |
15.697 | Ariston. | 〈φαίης κε:〉 ὅτι ὡς πρός τινα διαλέγεται. οὐκ ἔστι δέ, ἀλλ’ ἔστι φαίη τις ἄν. Am | |
15.698 | Hrd. | Nic. | ἄντεσθ’ ἐν πολέμῳ· 〈ὣς ἐσσυμένως ἐμάχοντο〉: Τυ‐ ραννίων (fr. 38 P.) παροξύνει, ὡς λαβέσθαι, „πυθέσθαι“ (Β 119 al.), ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον, οὐχ ὑγιῶς· σημαίνει γὰρ παρα‐ τατικόν, καὶ ἔστι τὸ ῥῆμα παρ’ αὐτῷ 〈καὶ περισπώμενον〉 καὶ βαρυ‐ | |
5 | νόμενον· τὸ γὰρ „ἤντης’ οὐδὲ ἴδον“ (δ 201) καὶ „ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέροσ“ (Π 423) ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ „ὡς ἄν τίς σε συναντόμενοσ“ (ρ 165) ὡς „ἁπτόμενοσ“ (δ 522), καὶ „ἤντετο γάρ τοι Φοῖβοσ“ (Π 788) ὡς „ἥπτετο“ (Θ 67 al.) ὁμολογεῖ τὴν βαρεῖαν τά‐ σιν· οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι. | στικτέον δὲ ἐπὶ τὸ πολέμῳ, | ||
10 | καὶ τὸ ἑξῆς καθ’ αὑτό· μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον. A | ||
15700-2 | ex. | οὐκ ἔφασαν φεύξεσθαι〈—κτενέειν θ’ ἥρωας Ἀχαιούσ〉: οὐ λέγει ὅτι ἀπεγνωκότες τῆς σωτηρίας ἐμάχοντο, ἀλλ’ ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι †ἢ† φευξόμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ τοὺς Ἀχαιοὺς | |
5 | κτεῖναι. b(BCE3E4)T | ||
15.702 | ex. | νῆας ἐνιπρήσειν 〈κτενέειν θ’ ἥρωας Ἀχαιούσ〉: ὅμοιον τῷ „ἦ ἔλπεσθ’, εἰ νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ, /ἐμβαδὸν ἵξε‐ | |
σθαι ἣν πατρίδα 〈γαῖαν ἕκαστοσ〉;“ (Ο 504—5). T | |||
15.704 | ex. | 〈ἥψατο:〉 ἐπελάβετο. Til | |
15705a | Hrd. | {καλῆς} ὠκυάλου: ἐψίλωσαν τὸ α, παραγωγὴν ἐ〈κ〉‐ δεξάμενοι καὶ οὐ σύνθεσιν· καὶ οὕτως ἡ παράδοσις ἐπείσθη· καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆς λέξεως σημαίνεται. ἡ δὲ ἁλός γενικὴ ἐν τῇ συνθέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, „Εὐρύαλοσ“ | |
5 | (Β 565 al.), Ἀμφίαλος, „Ἀστύαλοσ“ (cf. Ζ 29). ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα, „πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ“ (α 395), „ἀγχίαλον τ’ Ἀντρῶνα“ (Β 697), ὕφαλος. ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον. A | ||
15705b | Ap. H. (?) | σχόλιον· ἐπιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν, ἀλλὰ τοῦτο, εἰ σύνθετον ἦν, ἐγένετο ἄν. νῦν δέ, ὡς ἐν τοῖς ἄνω (sc. in scholio a) εἶπεν, παραγωγὴν ἔλαβε τῆς αλος κατὰ παρολκὴν κειμένης. Διονύσιος δὲ ὁ Ἁλικαρνασσεὺς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων (fr. | |
5 | φ 13) οὕτως ἔφη· „ΦΙΛΙΠΠΟΣ μὲν τῆς μέσης δασυνομένης τὸ προσ‐ | ||
ηγορικόν· οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους (fr. 523 N.2 = 582 P. = 582 R.) ἀναγινώσκομεν· ‘Ἥλιε φιλίπποις Θρῃξὶ πρέσβιστον σέλασ‘. Φίλιππος δὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος μὲν δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ ἀνήρ· ‘ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλοσ‘ (θ 111).“ ἐναντίως δὲ ὁ | |||
10 | Ἡρωδιανός (2,97,25). A | ||
15705c | ex. | ὠκυάλου: ψιλωτέον· οὐ γὰρ ἡ ἁλός ἔγκειται, ἀλλὰ παρ‐ αγωγή ἐστι διὰ τοῦ αλος, ὡς ἐπὶ τοῦ ἀταλός, βάταλος. T | |
15705d | ex. | ἣ Πρωτεσίλαον ἔνεικεν: εὐπρεπῶς ἐπὶ τοιαύτην ναῦν ἐπήγαγε τὸν Ἕκτορα, ἧς οὔτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύ‐ σαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν), b(BCE3E4)T τούς τε πολίτας συγγνώμης ἄν τις ἠξίωσεν, εἰ ἀστρατήγητοι ὄντες | |
5 | ἀδυνάτως ἔσχον ἐπιβοηθῆσαι. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τοῦτο τὸ ὄνειδος, τὴν Πρωτεσιλάου φησί, τὴν κατὰ τὰς πύλας οὖσαν, b(BE3E4)T „ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου“ (Ν 681). ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησαν. T | ||
15705e | ex. | ἔνεικεν: τὰ μὲν ἔμψυχά φησιν ἄγεσθαι, τὰ δὲ ἄψυχα φέ‐ ρεσθαι. κακῶς οὖν φησι τὸ ἔνεικε, καὶ ταῦτα ἐπαγαγὼν τὸ „ἀπή‐ γαγε“ (Ο 706). ὅμοιον δέ ἐστι τῷ „νῆες 〈δ’〉 ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι“ (Η 467) ἀντὶ τοῦ φέρουσαι. T | |
15.706 | Did. (?) | ex. | 〈οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν:〉 τινὲς γράφου‐ σιν „οὐδ’ 〈αὖτισ〉 ἀφίκετο“. | †περιπαθήσας ὡς προαναφώνησις. Til | |
15709a | ex. | τόξων 〈ἀϊκὰς ἀμφὶς μένον〉: τόξων τῶν τοξευμά‐ των. ἀμφὶς δὲ χωρὶς ἀλλήλων· ἢ ἀντὶ τοῦ περιέμενον, ὡς „Κρόνον ἀμφὶς ἐόντεσ“ (Ξ 274). b(BCE3E4)T | |
15709b | Hrd. | {τόξων} ἀϊκάς: ὡς παλλακάς· καὶ ἐγένετο παρὰ τὸ ἀΐσσω ἀϊκή, ὡς φυλάσσω „φυλακή“ (Θ 521), ὑλάσσω ὑλακή. ἔστι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἄϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παρ’ αὐτῷ· „πολυάϊξ γυῖα δέδυκεν“ (Ε 811) καὶ „πολυάϊκος πολέμοιο“ (Α 165) | |
5 | καὶ „κορυθάϊκι πολεμιστῇ“ (Χ 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν κατὰ συστολὴν ἀναγινώσκειν, ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρου. χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ δύο συλλαβάς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ | ||
10 | ἑλίκη, ἐρίκη, μυρίκη, Φοινίκη. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων. A | ||
15709c1 | ex. (Hrd.) | ἀϊκάς: ὁρμάς, παρὰ τὸ ἄϊξ. οἱ δὲ ἀπὸ τοῦ ἀϊκή, καὶ ἐκτέ‐ ταται τὸ ι· παρὰ τὸ ἀΐσ〈σ〉ω γὰρ γίνεται. T | |
15709c2 | τὰς ὁρμάς, ἀπὸ τοῦ ἀΐσσω. b(BCE3E4) | ||
15.711 | ex. | 〈πελέκεσσι καὶ ἀξίνῃσι:〉 οὐ μόνον εἰς τὸ φονεύειν, ἀλλὰ καὶ εἰς τὸ διασχίζειν τὰς ναῦς τὰ τοιαῦτα. Til | |
15712a | Ariston. | καὶ ξίφεσιν μεγάλοισι 〈καὶ ἔγχεσιν ἀμφιγύοι‐ σι〉: ἀθετεῖται, ὅτι εὐτελὴς ὁ στίχος καὶ 〈ἡ〉 ἰδιότης τῆς μάχης οὐ σώζεται· ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι καὶ ἀξίναις (cf. Ο 711). ὁ δὲ Διονύσιος (fr. 41 Schm.)· „πῶς οὖν ἐπι‐ | |
5 | φέρει ‘πολλὰ δὲ φάσγανα / ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον‘ (Ο 713 —4), εἰ μὴ εἶχον ξίφη;“. A | ||
15712b | ex. (Ariston. + ex.) | 〈καὶ ξίφεσιν—ἀμφιγύοισι:〉 ἀθετεῖ Ἀρίσταρ‐ χος· ἐπιφέρει γὰρ περὶ ξιφῶν (sc. Ο 713—4). οἱ δὲ πληθύνειν αὐτὸν τὰς φωνὰς τῶν ὅπλων διὰ τὸ φαντάζειν τὸν ἀκροατήν. b(BCE3E4)T | |
15713a | Ariston. | πολλὰ δὲ φάσγανα καλά: ὅτι οὐ χρωμένων τοῖς ξίφεσι πρὸς μάχην χαμάδις ἔπιπτον (cf. Ο 714), ἀλλὰ τῶν ὤμων κοπτομένων τοῖς πελέκεσι καὶ τῶν † καρπῶν σὺν τοῖς ξίφεσιν. A | |
15713b | ex. | μελάνδετα: σιδηρόδετα, ἐπεί φησι „μέλας δ’ οὐκ ἔσκε σίδηροσ“ (Hsd. opp. 151). οἱ δὲ μελαίνας λαβὰς ἔχοντα· b(BCE3E4) T τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης (fr. 112 P. = P.M.G. | |
617). T οἱ δὲ ἐπιμελῶς ἐνδεδεμένα πρὸς τὴν λαβήν. b(BCE3E4)T | |||
15714a | ex. | ἄλλα μὲν ἐκ χειρῶν 〈χαμάδις πέσον, ἄλλα δ’ ἀπ’ ὤμων〉: σὺν ταῖς χερσὶν ἀποκοπτομέναις, ἄλλα σὺν ὤμοις· γε‐ λοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμων ἐκπίπτειν τὰς μαχαίρας. b (BCE3E4)T | |
15714b1 | Did. | 〈πέσον:〉 οὕτως διὰ τοῦ ο πέσον. Aint | |
15714b2 | διὰ δὲ τοῦ ο γραπτέον τὸ πέσον. T | ||
15.716 | Ariston. (vel Ariston. + ex.) | οὐχὶ μεθίει: ὅτι Ζηνόδοτος γράφει „οὐκ ἐμεθίει“ Aim T ὥστε βαρβαρίζειν τὸν Ὅμηρον †οὐκ† ἔστι γὰρ τὸ μεθίει σύνθετον ἐκ τῆς μετά καὶ τοῦ ἵω, ὡσεί τις λέγοι ἐμετεκάλει. T | |
15717a | ex. | ἄφλαστον: οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης εἰς ὕψος τεταμένον ἐκ κανονίων πλατέων, διήκοντος δι’ αὐτοῦ πλα‐ τέος κανονίου ὀνομαζομένου μὲν †θρανίτου†, ὑπηρεισμένου δὲ τῷ στυ‐ λίσκῳ τῷ ὄπισθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ | |
5 | τοῦ †θρανίτου† τὰ ταινία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον | ||
ἐπὶ πρῷραν ξύλον. πτυχὴ δέ ἐστιν, ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ καὶ τὸ τῆς νεὼς ἐπιγέγραπται ὄνομα. b(BCE3E4)T | |||
D | ἄφλαστον: τὸ λεγόμενον ἀκροστόλιον—εὔθλαστον γὰρ ὑπάρχει. A | ||
15717b | ex. | 〈ἄφλαστον:〉 τινὲς ἄφλαστον γράφουσιν ἐπιρρηματι‐ κῶς, τὸ ἄμφω ταῖς χερσὶν ἐπεστραμμένως ἐπειλῆφθαι τῆς νεώς. b (BCE3E4)Til | |
15718a1 | Ariston. | οἴσετε {πῦρ}: ὅτι οἴσετε ἀντὶ τοῦ φέρετε· οὐ γὰρ τὸν μέλλοντα δηλοῖ τὸ οἴσετε, ἀλλ’ ἀπὸ τοῦ „οἶσε“ (χ 106. 481), ὅ ἐστιν ἀνάλογον τῷ φέρε. A | |
15718a2 | {οἴσετε:} ἀντὶ τοῦ φέρετε· καὶ οὐ τὸν μέλλοντα δηλοῖ, ἀλλ’ ἔστιν ἀπὸ τοῦ „οἶσε θέειον“ (χ 481). T | ||
15718b | ex. | 〈ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν:〉 ἅμα γὰρ τῇ κραυγῇ καὶ δέος γίνεται τοῖς πολεμίοις. Til | |
15719-20 | ex. | νῦν ἡμῖν〈—ἦμαρ ἔδωκε / νῆας ἑλεῖν〉: ἀντὶ πάντων τῶν πόνων ἰσόρροπον ἡμέραν ὁ Ζεὺς ἐχαρίσατο. b(BCE3 E4)T | |
D | νῦν ἥμιν πάντων: νῦν ἀντὶ τοῦ πάντων τῶν τολμηθέντων | ||
5 | εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς ναῦς. A | ||
15720-1 | ex. | 〈αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι / ἡμῖν πήματα πολλὰ θέσαν:〉 ἄδηλον, πότερον παρὰ γνώμην θεῶν μολοῦσαι (720), ἢ ἡμῖν πήματα θέσαν (721) θεῶν ἀέκητι (720). b (BCE3E4)T | |
15.721 | ex. | κακότητι γερόντων: ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι διὰ τὸν Ἀχιλλέα. b(BCE3 | |
E4)T | |||
15722a1 | Ariston. | 〈οἵ μ’ ἐθέλοντα:〉 ὅτι δεῖ κατὰ τὸ τέλειον προφέρεσθαι ἐθέλοντα. Aint | |
15722a2 | ὅτι κατὰ συναλιφὴν τὸ 〈μ’〉 ἐθέλοντα. Til | ||
15725a | Hrd. | {νῦν αὐτὸς ἐποτρύνει καὶ} ἀνώγει: βαρυτόνως ἀναγνω‐ στέον. 〈εἰ δὲ〉 καὶ ὡς ἀπὸ περισπωμένου δείκνυταί τινα ἔχον κινήμα‐ τα, ὥσπερ ἐπὶ τοῦ „καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔποσ“ (Η 394), οὐκ ἀναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν· κλίνεται γὰρ καὶ ὡς | |
5 | βαρύτονον, ὥσπερ ἐπὶ τοῦ „ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν“ (Λ 139). πρόδηλον κἀκ τῶν προστακτικῶν „ἀνώγετον“ (Δ 287), „ἀνωγέτω“ (β 195)· „ἄνωχθι δέ μιν γαμέεσθαι“ (β 113)· διὸ καὶ βαρυτόνως ἀναγνωστέον. A | ||
15725b | ex. (Hrd.) | ἀνώγει: τινὲς περισπῶσι διὰ τὸ „ἠνώγει Πετεῶο“ (Μ 355). ἀλλ’ ἔστιν „ἀγορῇ Μενέλαον ἄνωγεν“ (Λ 139). T | |
15728-9 | Nic. | 〈ἀλλ’ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι, / θρῆνυν ἐφ’ ἑπταπόδην〉: τὸ ἑξῆς ἀνεχάζετο τυτθόν (728) θρῆνυν ἐφ’ ἑπταπόδην (729). οὕτως οὖν διορθωτέον. Aint | |
15728a | ex. | ἀνεχάζετο: ὅπως χρήσηται τῷ μεγίστῳ δόρατι. b (BCE3E4)T | |
15728b | ex. | ὀϊόμενος θανέεσθαι: οἰόμενος τὸ ἀποθανεῖσθαι μᾶλλον ἢ †παραχωρήσειν† Ἕκτορι. b(BCE3E4)T | |
15.729 | ex. | θρῆνυν: τὴν τῶν κωπηλατῶν καθέδραν b(BCE3E4)T ἢ τὴν τοῦ κυβερνήτου. Ἀττικοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ | |
καὶ θρανίτας αὐτούς. b(BCE3)T | |||
D | θρῆνυν: ὑποπόδιον. θρῆνυν δὲ βέλτιον καλεῖσθαι—οἱ | ||
5 | δὲ διαβάθραν ἀπὸ νεὼς εἰς νῆα. A | ||
15.730 | Ariston. | δεδοκημένος: ὅτι παθητικῶς δεδοκημένος ἀντὶ τοῦ δοκεύων, ἐπιτηρῶν, ὡς „ῥάβδῳ πεπληγυῖα“ (κ 238). A | |
15.731 | ex. | 〈ἄμυνε νεῶν ὅστις φέροι ... πῦρ:〉 λείπει ἡ κατά. Til | |
15735a1 | ex. | ἠέ τινάς φαμεν 〈εἶναι ἀοσσητῆρας ὀπίσσω〉: ἆρα οἰόμεθα ἥξειν ἐπικούρους μετὰ ταῦτα; ὅμοιος δὲ τῷ πρώην (sc. Ο 504—5) ἐστὶν ὁ λόγος, τὸ μὲν ἐρωτήσεως, τὸ δὲ ἀποφάσεως ἔχων. T | |
15735a2 | ὅμοιος τῷ πρώην ὁ λόγος, τὸ μὲν ἐρωτήσεως ἔχων, τὸ δὲ ἀποφάσεως. λέγει δὲ ὅτι ἆρα ἐλπίζομεν ἥξειν ἐπικούρους μετὰ ταῦτα; οὐδαμῶς. b(BCE3E4) | ||
15735b | Hrd. | {ἦέ τινας} φαμέν {εἶναι}: τὸ φαμέν ἐντελές ἐστι καὶ ἐνεστῶτα χρόνον σημαίνει· διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον. εἰ μέντοι παρατατικὸς γίνοιτο, δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατ’ ἀρχὴν πάσχει καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται, ὅμοιον | |
5 | ὡς τὸ ἔφαμεν ἐντελές, ὥσπερ ἐπ’ ἐκείνου „φάμεν δέ οἱ οὐ τελέεσθαι“ (δ 664), ὅπερ οὐκ ἐπιζητεῖ νῦν ἡ διάνοια. A | ||
15.736 | ex. | 〈ἄρειον:〉 βέλτιον οὗ κατεσκευάσαμεν. Til | |
15737a1 | Did. | 〈οὐ μέν τις:〉 „οὐ μέν τι“ χωρὶς τοῦ ς Ἀρίσταρχος. Aim | |
15737a2 | 〈οὐ μέν τι:〉 οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς. τινὲς δὲ | ||
„οὐ μέν τισ“. Til | |||
15738a | ex. | 〈ᾗ κ’ ἀπαμυναίμεσθα:〉 ἐν ᾗ ἐπιφυγόντες ἀμυνού‐ μεθα. Til | |
15738b | ex. | ἑτεραλκέα δῆμον ἔχοντες: τὸν ἴδιον δῆμον νικώμενον ἔχοντες. οἱ δὲ τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περιποιοῦντα. b(BCE3E4)T πάντα δὲ εἰρωνικῶς. b(BCE3E4) | |
15739a | Did. (?) | 〈Τρώων πεδίῳ:〉 ἐν ἄλλῳ „Τρώων ὁμάδῳ“ (= Ο 689). Aim | |
15739b | ex. | 〈πύκα θωρηκτάων:〉 ὡς ἀπὸ τοῦ ποιητικοῦ τοῦτο προσώπου. Til | |
15740a1 | ex. | {πόντῳ} κεκλιμένοι: †περικλειόμενοι†· συνέσταλται δέ, ὡς τὸ „τρὶς δὲ περίστιξασ“ (δ 277). ἐμφαντικῶς δὲ πάντα πέφρασται. T | |
15740a2 | προσερηρεισμένοι καὶ προσανακείμενοι· συνέσταλται δέ. ἐμφαντικῶς δὲ πάντα πέφρασται. b(BCE3E4) | ||
15740b | ex. | 〈ἥμεθα:〉 διατρίβομεν. Til | |
15741a | Nic. | τῶ ἐν χερσὶ φόως, 〈οὐ μειλιχίῃ πολέμοιο〉: Ἀρίσταρχος κατὰ δοτικὴν ἔγραφεν, συνάπτων δηλονότι ὅλον τὸν στίχον· ἔσται δὲ οὕτως τὸ ἑξῆς, τῷ ἐν χερσίν, οὐ μειλιχίῃ, τέλος πο‐ λέμοιο, οἷον ἐν τῷ δόρατι, οὐκ ἐν προσηνείᾳ οὐδ’ ἐν ἀργίᾳ κεῖται ἡ τοῦ | |
5 | πολέμου σωτηρία. Διονύσιος δὲ ὁ Θρᾷξ (fr. 20 Schm.) κατ’ εὐθεῖαν πτῶσιν, ᾧ ἀκόλουθόν ἐστι στίζειν ἐπὶ τὸ φόως τελείᾳ στιγμῇ· καὶ ἔσται καθ’ ἑαυτὸ ἑκάτερον ἡμιστίχιον. ὁ δὲ λόγος· διόπερ ἐν χερσὶν ἡ | ||
σωτηρία, προσήνεια δὲ οὐκ ἔστι πολέμου. A | |||
15741b | ex. | 〈τῷ ἐν χερσὶ φόως,〉 οὐ μειλιχίῃ 〈πολέμοιο〉: σὺν τῷ ι τὸ μειλιχίῃ· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν· διὸ τὸ τοῦ πολέ‐ μου φῶς ἡμῖν ἐν ταῖς χερσίν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει, A b (BCE3) T ἢ οὕτως· τὸ τοῦ πολέμου φῶς ἐν χερσίν, οὐκ ἐν προσηνείᾳ πο‐ | |
5 | λέμου. εἰ δὲ χωρὶς τοῦ ι τὸ μειλιχίῃ, οὕτως ἐξηγητέον· οὐκ ἔστι προσ‐ ήνεια οἰκεία πολέμου, ἵν’ ᾖ τὸ ἡμιστίχιον †γνωριμώτερον. b(BCE3)T | ||
15741c | Did. | 〈μειλιχίῃ:〉 οὕτως Ἀρίσταρχος σὺν τῷ ι, μειλιχίῃ. Aim | |
15.742 | ex. | 〈μαιμώων ἔφεπ’ ἔγχεϊ:〉 καίτοι πολέμιον ἔχων Δία. Til | |
15.743 | ex. | 〈ἐπὶ νηυσί:〉 ἀντὶ τοῦ ἐπὶ ναῦς. Til | |
15744a | ex. | 〈κηλείῳ:〉 τὸ ἐντελὲς κτητικὸν κήλειόν ἐστι· τὸ γὰρ κή‐ λεον Ἰακόν. Til | |
15744b | ex. | 〈κηλείῳ:〉 τὸ κηλεῖν θέλγειν ἐστὶ καὶ τέρπειν. Aim | |
15744c | ex. | χάριν Ἕκτορος ὀτρύναντος: εἰς τὴν τοῦ Ἕκτορος χάριν διὰ τὸ παροξύνθαι ὑπ’ αὐτοῦ. T | |
15.745 | ex. | 〈τὸν δέ:〉 περισσὸς ὁ δέ. Til | |
Ariston.?) | |||
15.746 | ex. | 〈προπάροιθε νεῶν:〉 ὑπὲρ νεῶν. Til | |
15postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
161a | ex. | ὣς οἱ μὲν περὶ νηὸς 〈ἐϋσσέλμοιο μάχοντο〉: οὐ περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν λόγον, ἀλλὰ περὶ ἀμφοτέρων τῶν στρατευμάτων· οἱ μὲν γὰρ ὡς ἀρχηγὸν πονηρῶν ἔργων †ἀπο‐ λέσθαι† θέλουσιν, οἱ δὲ καὶ μετὰ θάνατον χάριν εἰδότες τῷ δεσπότῃ | |
5 | σῶσαι τὴν ναῦν προῄρηνται. —ὡς μέλλων δὲ ἑτέρων μεγάλων ἐνάρ‐ χεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν στίχον. ἔστι δὲ τοιαῦτα πολλὰ παρ’ Ὁμήρῳ· „ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον“ (Ι 1), „ὣς οἱ μὲν μάρναντο δέμας πυρόσ“ (Λ 596. Σ 1), b(BCE3E4)T „ὣς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱόσ“ (Μ 1), „ὣς οἱ μὲν στενάχοντο | ||
10 | κατὰ πτόλιν“ (Ψ 1), „ὣς ὁ μὲν ἔνθ’ ἠρᾶτο“ (η 1), b(BE3E4)T „ὣς ὁ μὲν ἔνθα καθεῦδεν“ (ζ 1). T ἡ δὲ περί ἀντὶ τῆς ἐπί· ἀντι‐ φράζει γὰρ αὐτὴν τῷ ἕνεκα· b(BE3E4)T „Πατρόκλῳ ἐπάμυ‐ νον, οὗ εἵνεκα φύλοπις αἰνή“ (Σ 171), „σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντοσ“ (Ρ 182). T δηλοῖ δὲ καὶ τὴν ὑπέρ, | ||
15 | „λεπτὸν καὶ περίμετρον“ (β 95), καὶ τὸ περισσῶς, „τὴν περὶ κῆρι φί‐ λησε πατὴρ καὶ πότνια μήτηρ“ (Ν 430). b(BE3E4)T | ||
161b | ex. | ἐϋσσέλμοιο: σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων, ὃ σελὶς καλεῖται καὶ καθέδρα ἐστὶ τοῦ ἐρέτου. ἀπὸ δὲ τοῦ σέλμα εὔσελ‐ | |
μος ὡς σῶμα εὔσωμος. γέγονε δὲ παρὰ τὸ σέλλω τὸ σημαῖνον τὸ ὁρμῶ· ἐξ οὗ καὶ †σέλμος† ὁ μεθ’ ὁρμῆς ῥιπτούμενος λίθος. A b (BCE3 | |||
5 | E4) οἱ δὲ καλὰ σπάρτα ἐχούσης· σελμὶς γὰρ λέγεται τὸ σπάρτον. b(BCE3E4) | ||
163a | ex. | δάκρυα θερμὰ 〈χέων〉: εἰκότως ὁ πρᾷος Πάτροκλος κλαίει, τὰ μὲν ἀκοῇ, τὰ δὲ αὐτοψεὶ τῶν δεινῶν ἐπισκοπήσας· b(BCE3 E4)T διὸ οὐδὲ φθέγξασθαί τι οἷός τέ ἐστι συγκεχυμένος ὑπὸ τῶν δακρύων, ἀλλὰ σιωπῶν ἵσταται διὰ τοῦ σχήματος τὸν ἔλεον ἐπαγό‐ | |
5 | μενος. b(BE3E4)T καὶ ἐν ταῖς Λιταῖς ὁ Φοῖνιξ „δάκρυ’ ἀναπρή‐ σας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν“ (Ι 433). T | ||
163b | ex. | 〈μελάνυδρος:〉 ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν ἐστὶ τὸ ὕδωρ. b(BCE3E4)Til | |
D | μελάνυδρος: βαθεῖα, σκοτεινή. τοῦ γὰρ—καταυγάζε‐ ται. A | ||
164a | ex. | ex. | 〈ἥ τε κατ’〉 αἰγίλιπος 〈πέτρης δνοφερὸν χέει ὕδωρ: αἰγίλιπος〉 ὑψηλῆς, ἧς καὶ αἶγες ἀπολείπονται διὰ τὸ ὕψος· ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη τὰ σκέλη αἱ αἶγες. A b (BCE3E4) T οἱ δὲ τῆς μηδὲν φυούσης, κατ’ Ἀργείους· †ὧν γὰρ ἀποτράγῃ | |
5 | αἴξ, ἄσπορον αὐτὸ ποιεῖ. AT οἱ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας. A b (BCE3E4)T | ἀθρόον δὲ ἔκχυσιν δακρύων παριστὰς κατὰ πετρῶν φησι ῥεῖν τὴν κρήνην· τὰ γὰρ ἀφ’ ὑψηλῶν φερόμενα ὕδατα σφοδροτέραν τὴν πρόχυσιν ἐμφαίνει. b(BCE3E4)T | ||
164b | ex. | 〈δνοφερόν:〉 τὸ μετὰ δινήσεως φερόμενον. Til | |
16.5 | Did. | 〈ᾤκτειρε:〉 Ἀρίσταρχος γράφει „θάμβησεν“· οὐ γὰρ ἂν | |
ἔπαιξεν ἐν τῷ πυνθάνεσθαι, εἴπερ ᾤκτειρεν. Til | |||
16.7 | ex. | τίπτε δεδάκρυσαι, 〈Πατρόκλεες, ἠΰτε κούρη〉: ἄτοπός ἐστιν αὐτὸς μὲν ἕνεκα παλλακίδος κλάων (cf. Α 348—57), τὸν δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοις δεινοῖς δακρύοντα. ἴσως οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δ’ ἄν τις | |
5 | ἤθους ἔχοι, τοὺς πέλας ψέγει· οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πρᾴους γυναιξὶν εἰκάζουσιν, οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέ‐ ρους φασίν. b(BE3E4)T καὶ νῦν ὁ μὲν Ἀχιλλεὺς τὸν Πάτροκλον ὡς κόρην, ὁ δὲ Πάτροκλος τὸν Ἀχιλλέα ὡς πετρῶν παῖδα (cf. Π 35). T | ||
167-10 | ex. | ἠΰτε κούρη / νηπίη〈—ὄφρ’ ἀνέληται〉: πᾶ‐ σαν ἡλικίαν εἰσαγαγὼν ὁ ποιητής, γερόντων νέων ἐφήβων (ἐπεὶ καὶ βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα [sc. Ζ 400—83. Χ 484—507]), θήλειαν οὐ δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον | |
5 | ἀνεπλήρωσε καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετ’ ἐναρ‐ γείας αὐτὸ ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν „ἵνα παισὶν ἀεικέα μισθὸν ἕληται“ (Μ 435) καὶ οὐκ ἐθέλουσαν αὐτὴν ἐξαγα‐ γεῖν· κατὰ γὰρ Ἡσίοδον „χαλεπὴ δ’ ὑπόπορτις ἔριθοσ“ (opp. 603). b(BCE3E4)T | ||
167-8 | ex. | ἠΰτε κούρη 〈/ νηπίη〉: οὐκ ἠρκέσθη τῷ κούρη (7), προσέθηκε δὲ καὶ τὸ νηπίη (8), προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν. b(BE3E4)T ταῦτα δὲ ἐκ τοῦ ποιητικοῦ προσώπου εἰσί· πολλαχοῦ γὰρ ἐνδύεται τὰ ἡρωϊκὰ πρόσωπα. T | |
168a | ex. | ἥ θ’ ἅμα μητρὶ θέουσα: οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ αὐτὴ συνθεῖ, ἀλλὰ προσυπακουστέον τῷ μητρί τὸ βαδιζούσῃ, ὅπως συνεξανύῃ θέουσα ἡ κόρη. b(BCE3E4)T | |
168b1 | ex. (Hrd.) | ἀνώγει: καὶ ὡς περισπώμενον αὐτὸ ἔκλινε, „καὶ δὲ τόδ’ | |
ἠνώγεον εἰπεῖν ἔποσ“ (Η 394)· τὸ γὰρ „ἠνώγει Πρίαμός τε“ (Η 386) ἄδηλον, μὴ ὑπερσυντελίκου ἐστίν, ὡς „ἠ〈ε〉ίδειν“ (Ap. Rh. Arg. 4, 1700), „ἠείδει“ (ib. 2, 822). T | |||
168b2 | ἀνώγει: „ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο“ (ι 44). T | ||
168c | ex. | ἀνώγει: αἱ γὰρ ἀξιώσεις τῶν βρεφῶν κελεύσμασιν ἐοίκα‐ σιν. b(BCE3E4)Til | |
169a1 | ex. | εἱανοῦ: τοῦ ἐνδυτηρίου πέπλου· ἐν ἄλλοις γοῦν „πέπλον μὲν κατέχευεν ἑανόν“ (Ε 734). σημειωτέον δὲ ὅτι καὶ ἐπὶ εὐτελοῦς πέπλου. δηλοῖ δὲ καὶ τὸ λαμπρόν, „ἑανοῦ κασσιτέροιο“ (Σ 613). b(BCE3E4)T ἁπτομένη δὲ ἐπισπωμένη, „πρύμνης νεὼς ἥψα‐ | |
5 | το“ (Ο 704), b(BE3E4)T „ἥψατο δ’ ἡμιόνου“ (Ψ 666). T καὶ τὸ καθικνεῖσθαι, „ἅπτηται κατόπισθεν“ (Θ 339)· ὅθεν καὶ „καθ‐ άπτεσθαι“ (Α 582) τὸ διὰ λόγων καθικνεῖσθαι. b(BE3E4)T | ||
169a2 | λαμπροῦ. Til | ||
169b | Ariston. | 〈εἱανοῦ:〉 ὅτι ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα 〈γυναικῶν〉. Aint | |
1610a | Did. | 〈ποτιδέρκεται:〉 Ζηνόδοτος „{δακρυόεσσα δέ μιν} προσδέρκεται“. Aim | |
1610b | ex. | ὄφρα: ἵνα ᾖ ἕως· προσλιπαροῦσι γάρ, ἄχρις ἂν οὗ βού‐ | |
λωνται τύχωσιν. b(BCE3E4) | |||
16.11 | ex. | 〈κατὰ δάκρυον εἴβεις:〉 κατείβεις, καταστάζεις. Til | |
1612-3a | ex. | ἠέ τι Μυρμιδόνεσσι 〈πιφαύσκεαι—οἶοσ〉: εἰρωνευόμενος ταῦτά φησιν (ἐπίσταται γάρ, περὶ οὗ κλαίει), καὶ τε‐ λευταῖον τοῦτο ἐπιφέρει „ἠὲ σύ γ’ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται;“ (Π 17). b(BCE3E4)T | |
1612-3b | Hrd. | 〈ἦέ τι ... ἦ ... / ἦέ τινα:〉 πάντες περιεσπάσθησαν οἱ σύνδεσμοι κατὰ λόγον τῶν ἐρωτηματικῶν. Aint Til | |
16.12 | ex. | 〈πιφαύσκεαι:〉 προορᾷς, προσημαίνεις. b(BCE3E4)Til | |
1613a | Nic. | Φθίης ἒξ ἔκλυες: τὴν πρόθεσιν χωριστέον ἀπὸ τοῦ ἔκλυες. βραχὺ μέντοι παντελῶς τὸ διάστημα, ὡς κἀκεῖ „ὑπερώϊον εἲς ἀναβᾶσα“ (Β 514), „μάχης ἒξ ἀπονέεσθαι“ (Υ 212). A | |
1613b | ex.(?) | 〈Φθίης ἔξ:〉 ἐκ Φθίας. Til | |
1614-6 | ex. | 〈ζώειν μὰν—ἀκαχοίμεθα τεθνηώτων:〉 κα‐ λὸν διάταγμα τὸ πῶς χρὴ περὶ γονέας ἔχειν· καὶ ὡς ἡ τούτων τελευτὴ πάντων ἔσχατόν ἐστι κακόν. b(BCE3E4)Til | |
16.14 | ex. | Μενοίτιον 〈Ἄκτορος υἱόν〉: τὴν μητέρα Πατρόκλου οὐκ ὠνόμασεν ὡς προθανοῦσαν. ἦν δὲ Σθενέλης. ὁ δὲ Ἄκτωρ τὸ ἀνέκα‐ θεν Μυρμιδόνος. T | |
D | Μενοίτιον: Αἰακὸς 〈ὁ〉 Διὸς καὶ Αἰγίνης—μετ’ Ἀχιλ‐ | ||
5 | λέως ἔθρεψεν. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ (F.H.G. III p. 33, fr. | ||
35). A | |||
16.15 | ex. | 〈ζώει:〉 ἔδει ‘ζώειν‘ {δέ}. Til | |
1616a | ex. | τῶν κε: περὶ ὧν ἄν, οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ περὶ τῶν ἀλλήλων· τοῦτο γὰρ δεῖγμα τῆς φιλίας. b(BCE3E4)T λείπει δὲ ἡ περί. T | |
1616b | Did. | 〈τεθνειώτων:〉 διὰ τοῦ η „τεθνηώτων“ Aint Til αἱ Ἀριστάρχου. Aint | |
1617-8 | ex. | ἠὲ σύ 〈γ’〉 Ἀργείων〈—ἕνεκα σφῆσ〉: ἠθικῶς πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον, καίτοι γε ἀκριβῶς εἰδὼς τὴν πρό‐ φασιν τῶν δακρύων. ἅμα δὲ καὶ ὡς ἤδη μετατεθεὶς τὴν γνώμην εἰς τοὺς περὶ Ἑλλήνων προκαλεῖται αὐτὸν λόγους· διὰ τοῦτο γὰρ αὐτὸν | |
5 | καὶ ἀπέσταλκεν πρὸς Νέστορα. b(BCE3E4)T | ||
16.17 | Ariston. | 〈Ἀργείων:〉 ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀργείων. Aim | |
16.18 | ex. | ex. | 〈ὑπερβασίης:〉 τῆς παραβάσεως τοῦ δικαίου. b(BCE3)T | λεληθότως ὑπεραπολογεῖται ἑαυτοῦ, ὡς ἀδικηθεὶς ὠργίσθη. b(BCE3 E4)T | |
16.20 | Ariston. | 〈τὸν δὲ βαρὺ στενάχων προσέφης, Πατρόκλεες ἱππεῦ:〉 πρὸς τὴν τοῦ λόγου ἀποστροφήν. Aint | |
1621a | ex. | ὦ Ἀχιλεῦ, Πηλέως υἱέ, μέγα φέρτατ’ Ἀχαιῶν: ὁμιλητικὴ ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλι‐ κὴν ἔχει δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου | |
ἔργου καὶ ῥᾳδίως ἀνυσθησομένου ἐλπίδα. b(BCE3E4)T | |||
1621b | ex. | 〈Πηλέως:〉 οὕτω Πτολεμαῖος (om. B.). οἱ δὲ ὑπομνη‐ ματισάμενοι Ἰακῶς. Til | |
1622a | ex. | μὴ νεμέσα: λείπει τὸ δεδακρυμένῳ· κλαίοντί μοι, φησί, μὴ μέμφου· b(BCE3E4)T εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς ἀτυχήμασι τοῦτο πράττω. b(BCE3, E4 [bis]) T | |
1622b | ex. | βεβίηκεν: ἀπὸ τοῦ βιῶ βιᾷς, καὶ διαίρεσις „οἳ κεῖνον βιόωνται“ (λ 503), „ὡς εἴ ἑ βιῴατο“ (Λ 467). τὸ δὲ ἀπὸ τοῦ βιάζω, „ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύσ“ (Χ 229). ἔστι δὲ ὅμοιον τῷ „ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα“ (μ 297), ἐνεργητικὸν ἀντὶ πα‐ | |
5 | θητικοῦ. T | ||
1623-4 | ex. | οἱ μὲν γὰρ δὴ πάντεσ〈—οὐτάμενοί τε〉: δαιμονίως ἐπαίρει τὸν Ἀχιλλέα, τὴν πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων αὐτῷ ἀνατιθεὶς καὶ διδάσκων ὅτι οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι ἀριστεῖς, ἀλλὰ κεῖνται τετρωμένοι. b(BE3E4)T | |
1624a | Ariston. | βεβλημένοι οὐτάμενοί τε: πρὸς τὴν σύλληψιν· οἱ μὲν γὰρ βεβλημένοι ἦσαν, οἱ δὲ οὐτασμένοι. A | |
1624b | Hrd. | 〈οὐτάμενοι:〉 ὡς „ἱστάμενοι“ (Μ 341 al.). προείρηται δέ (sc. ad Λ 659 c). Aint | |
1625-7 | ex. | βέβληται μὲν ὁ Τυδείδησ〈—καὶ Εὐρύπυ‐ λος κατὰ μηρὸν ὀϊστῷ〉: τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν | |
ἐκπλήξειν αὐτοῦ τὴν ἡδονὴν οἴεται. οὐ προτάττει δὲ Ἀγαμέμνονα, ἵνα μὴ †προήσηται† τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλ‐ | |||
5 | λεύς. ἀλλ’ οὐδὲ ἔσχατον· δέος γάρ, μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνα‐ νεύσῃ πρὸς τὸ παρόν· διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα b(BCE3E4)T „εἰς ὅ κε τέκμωρ / Ἰλίου εὕρωμεν“ (Ι 48—9) καὶ T „μὴ ὄφελες λίσσεσθαι“ (Ι 698)· εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γε‐ | ||
10 | γονότα. Εὐρυπύλῳ δὲ ἔδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς ἐξελάθετο Μαχάονος, δι’ ὃν καὶ ἐπέμφθη. b(BCE3E4)T τάχα δὲ σιωπᾷ τὸν Μαχάονα ὑποφαίνων ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, δι’ ὃ οὐ θεραπεύεται b(BE3 | ||
15 | E4)T οὐ〈δὲ〉 βελουλκεῖται, ἀλλὰ καὶ τὸν κυκεῶνα πίνει, καὶ ὀβελίζουσι τοὺς στίχους, ἐν οἷς φησι ὁ Νέστωρ „τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο / ἰῷ ἀπὸ νευρῆς βεβλημένον“ (Λ 663—4), ὅτι οἶδεν ὡς οὐ διὰ Μαχάονα ἐπέμφθη. T οἱ δέ φασιν ὡς ἔθος Ὁμηρικόν, περὶ ὧν τις πεμφθῇ, μὴ παλιλ〈λ〉ογεῖν περὶ αὐτῶν, b | ||
20 | (BE3E4)T ὡς Θέτις πρὸς Ἀχιλλέα οὐδὲν περὶ Διὸς (cf. Α 531—2) οὐδὲ Ὀδυσσεὺς περὶ Χρύσου (cf. Α 487) οὐδὲ ἡ Ἶρις περὶ Ποσειδῶνος (cf. Ο 218—9). T | ||
16.25 | D | βέβληται {μὲν ὁ τυδείδης}: ἀντὶ τοῦ ἐκ βολῆς—περὶ ὧν μᾶλλον ἠγωνία. A | |
1625a1 | Did. | 〈βέβληται μὲν ὁ Τυδείδης:〉 Ἀριστοφάνης ἔξω τοῦ ἄρθρου, „βέβληται μὲν Τυδείδησ“. Aint | |
1625a2 | Ἀριστοφάνης δίχα ἄρθρου. Til | ||
16.26 | ex. | 〈ἠδ’ Ἀγαμέμνων:〉 δίχα ἐπιθέτου τὸ τοῦ Ἀγαμέμνονος ὄνομα ἀναγκαίως ἔταξεν. Til | |
16.27 | ex. | 〈κατὰ μηρόν:〉 ἐπὶ τὸν μηρόν· „νύξε δέ μιν κατὰ χεῖρα μέσην“ (Λ 252)· καὶ ἀντὶ τῆς ἔξ· „βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων“ (Α 44 al.). b(BCE3)Til | |
1628a | ex. | 〈τοὺς μέν τ’ ἰητροὶ πολυφάρμακοι〉 ἀμφιπένον‐ ται: ἡ ἀμφί πρὸς τὸ τούς, ἵν’ ᾖ b(BCE3E4) ἀμφὶ μὲν τούτους. ὅτι δὲ κατὰ ἔθνος ἦσαν ἰατροί, ἀπὸ Ἰδομενέως δῆλον· „ὁ δ’ ἰητροῖς ἐπιτείλασ“ (Ν 213). τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· b(BCE3E4)T | |
5 | οὐδένα γὰρ περιοδεύοντα εἶδεν. b(BE3E4)T | ||
1628b | Ariston. | {τοὺς μέν τ’} ἰητροί: ὅτι οὐ μόνοι οἱ περὶ Μαχάονα καὶ Ποδαλείριον συνεπεπλεύκεισαν ἰατροί, ἀλλὰ καὶ ἄλλοι πλείονες. A | |
1628c | ex. | πολυφάρμακοι: οὐχ ἑκάστης νόσου φάρμακον ἔχοντες, ἀλλ’ ἑκάστῃ νόσῳ ποικίλας θεραπείας προσάγοντες. b(BE3E4)Til | |
1629a | Ariston. | {ἕλκε’ ἀκειόμενοι· σὺ δ’} ἀμήχανος: ὅτι νῦν ἀμήχανος, πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι, οὐκ αὐτὸς μὴ δυνάμενος μηχανήσα‐ σθαι. A | |
1629b | D | ex. | ἀμήχανος: ἀπροσμηχάνητος, | πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν· ἐκείνους μὲν γάρ, φησίν, ἰάσονται ἰατροί, σὺ δὲ ἔοικας ἀνίατος εἶναι τὴν ψυχήν. b(BCE3E4)T | |
1630a | ex. | 〈μὴ ἐμέ γ’ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυ‐ λάσσεις:〉 καλῶς διὰ τῆς εἰς ἑαυτὸν εὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα τῆς νόσου. b(BCE3E4)Til | |
1630b | Ariston. | {μὴ ἐμέ γ’ οὖν οὗτός γε} χόλος: ὅτι ὁ χόλος ἀντιμετεί‐ | |
ληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι. A | |||
1630c | ex. | χόλος: ἀντιμετείληφε τὴν μῆνιν. ἢ τάχα ἐφ’ ἑαυτοῦ ηὔξατο μηδὲ κατὰ τὸ τυχὸν ἐμπεσεῖν εἰς χόλον, πόσῳ δὲ μᾶλλον μὴ εἰς μῆνιν. b(BCE3E4)T | |
1631a | Ariston. | αἰναρέτη· τί{ς} σευ ἄλλος 〈ὀνήσεται〉: ὅτι [τινὲς] γράφουσιν „αἶν’ ἀρετῆσ“, καὶ ἐκφέρουσι κατὰ τὸ περισπώμενον, ἵν’ ᾖ πρότερον αἰνέ, εἶτα πρὸς τὰ κάτω 〈τὸ ἀρετῆσ〉· ἀρετῆς τί σοι ἄλλος ὀνήσεται; πιθανώτερον δὲ συνθέτως αἰναρέτη, ἐπὶ κακῷ τὴν ἀρε‐ | |
5 | τὴν ἔχων. A | ||
1631b | Nic. | 〈αἰναρέτη:〉 τοῦτο καθ’ ἑαυτὸ προενεκτέον· μᾶλλον γὰρ ἐμφαίνει τὸν σχετλιάζοντα. Aim | |
1631c | ex. | αἰναρέτη: σύνθετόν ἐστι παρὰ θηλυκόν, ὡς „ὑψαγόρη“ (β 85 al.), μισογύνη· ὃ ἀγνοοῦντες γράφουσιν „αἰναρέτησ“, ἵν’ ᾖ ὁ χόλος πολέμιος ταῖς ἀρεταῖς καὶ ἐχθρός· b(BCE3E4)T „μὴ ἐμὲ γοῦν οὗτός γε λάβοι χόλος (Π 30) / αἰναρέτησ“. T ἐπεκράτησε | |
5 | δὲ ἡ δίχα τοῦ ς ἀνάγνωσις Ἀριστάρχειος οὖσα, καὶ ἔστιν ‘εἰς αἰνὸν χρώμενε τῇ ἀρετῇ‘, εἰς ὄλεθρον, οὐκ εἰς σωτηρίαν. δι’ ἑνὸς δὲ ὀνόματος ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ ἔχει ἀρετήν, φησίν, ὅτι δὲ οὐκ | ||
ἐπ’ ἀγαθῷ τῶν φίλων, διαβάλλει. b(BCE3E4)T | |||
1631d | ex. | τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ: γίνεται γὰρ καὶ ἐκ τοῦ ζήλου καὶ ἐκ τῆς μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις· ὅθεν καὶ ὁ Νέστωρ τὰς οἰκείας διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς ἀκούουσιν. b(BCE3E4) | |
16.33 | ex. | 〈οὐκ ἄρα σοί γε πατὴρ ἦν〉 ἱππότα Πηλεύς: οὐκ ἦν ὡς ἔοικέ σοι πατήρ. προαιτησάμενος δὲ συγγνώμην διὰ τοῦ δα‐ κρύειν πικρότερον ἅπτεται τῶν ἐγκλημάτων· τοιαῦτα γὰρ τὰ τῶν φίλων ἐστί, καὶ μάλιστα, ὅταν πρὸς κρείσσους παρρησιάζωνται. | |
5 | b(BCE3E4)T | ||
1634a | Ariston. | D | | γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα: ὅτι νῦν ἅπαξ τὴν θά‐ λασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν. | τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσ‐ σης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρόν. | ὁ δὲ Ἡσίοδος καὶ χωρὶς τοῦ θάλασσά φησι „καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμ‐ | |
5 | φελον“ (th. 440). A | ||
1634b | ex. (ex. | Ariston.?) | γλαυκὴ δέ σε τίκτε θάλασσα: διὰ τὸ σκυθρωπὸν καὶ ἀπαραίτητον τῆς θαλάσσης καὶ μάλιστα ἐν χειμῶνι· ὅθεν καὶ τοὺς ἀπηνεῖς Κύκλωπας καὶ Λαιστρυγόνας Ποσειδῶνός φασι b(BCE3E4)T καὶ Πολύφημον Θοώσης τῆς Φόρκυνος (cf. α 71—3). T γλαυκὴν | |
5 | δὲ ἅπαξ εἰπόντος αὐτὴν Ὁμήρου Ἡσίοδος ἀντὶ κυρίου „καὶ τοῖς, οἳ γλαυκήν“ (th. 440). b(BCE3E4)T | ||
1634-5a1 | ex. | 〈γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα / πέτραι τ’ ἠλίβατοι:〉 πρὸς τὰς οἰκήσεις τῶν γονέων· ὁ μὲν γὰρ ᾤκει τὸ Πή‐ | |
λιον ὄρος, ἡ δὲ τὴν θάλασσαν. Til | |||
1634-5a2 | ὅρα δέ, πῶς αὐτὰ τὰ δυσχερῆ δοκοῦντα πρὸς τὰς τῶν γο‐ νέων ἁρμόζουσιν οἰκήσεις· ὁ μὲν γὰρ οἰκεῖ τὸ Πήλιον ὄρος, ἡ δὲ τὴν θάλασσαν. b(BE3E4) | ||
16.35 | ex. (Did.?) | ὅ τί τοι {νόος ἐστὶν ἀπηνής}: τρία μέρη λόγου, ἵν’ ᾖ τὸ ὅ ἀντὶ τοῦ διό. περισσεύει δὲ τὸ τι. Ἀρίσταρχος δὲ γράφει „ὅτε τοι“. T | |
1636-7 | ex. | εἰ δέ τινα φρεσὶ〈—πότνια μήτηρ〉: ἐρε‐ θιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησί· πρὸς ὃ μάλιστα δηχθεὶς ἀπολο‐ γεῖται ὡς οὐ δέει θανάτου πεποίηται τὴν λειποταξίαν. b(BCE3E4)TTil | |
16.37 | D | εἰ δέ τινα φρεσὶ σῇσι: Θέτις καταναγκασθεῖσα— προκρίνας ἐπεστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι (cf. Al. 178—9). A | |
1641a | Ariston. | {αἰ κέ με σοὶ} ἴσκοντες: ὅτι τὸ ἴσκοντες ἀνάλογόν ἐστι τῷ κατὰ διαίρεσιν ἐΐσκοντες, ὁμοιοῦντες· „ἔϊκτο δὲ θέσκελον αὐτῷ“ (Ψ 107). ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἀπεκδεξαμένους τὸ „ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν“ (τ 203)· τὸ γὰρ „ἴσκεν“ ὑπολαμβάνουσι κεῖ‐ | |
5 | σθαι ἀντὶ τοῦ ἔλεγεν, οὐκ ὀρθῶς. A | ||
1641b1 | Hrd. | ἴσκοντες {ἀπόσχωνται}: ὁ Ἀσκαλωνίτης (p. 55 B.) κα‐ τὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ ἴσκοντες. Ἀρίσταρχος δὲ ἐκτετα‐ μένως ἀναγινώσκει, παρὰ τὸ εἴσκω ἐκδεξάμενος. ἀμείνων δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ σκω παραγωγῆς σπά‐ | |
5 | νιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν αυ. ταύτῃ οὖν μοι δοκεῖ | ||
ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴσω· καὶ ἅμα τῇ ἐπενθέσει τοῦ κ ἐΐσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος γένηται, 〈καὶ ἀπο‐ βολῇ τοῦ ε ἴσκω〉. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφείλομεν κατὰ ἀπο‐ βολὴν τοῦ ε ἀναγινώσκειν· οὐ γὰρ μέτρον κωλύει. A | |||
1641b2 | τὴν δὲ ἄρχουσαν τοῦ ἴσκοντες συσταλτέον· ἀπὸ γὰρ τοῦ εἴδω μέλλων εἴσω. ἅμα δὲ τῷ πλεονασμῷ καὶ τοῦ κ διαίρεσις τῆς διφθόγγου γίνεται ἐΐσκω καὶ ἀποβολῇ τοῦ ε ἴσκω. T | ||
1641c | ex. | ἴσκοντες: ὁμοιοῦντες· οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντες τάττουσι τὴν λέξιν. ἐντέχνως δὲ ὀνειδίσας δειλίαν, ἐγγὺς ἔθηκε τὸ τῆς ὑπεροχῆς, εἴ γε καὶ μόνη φαντασία Ἀχιλλέως ἱκανὴ τρέψασθαι τοὺς πολεμίους. b(BCE3E4)T | |
16.43 | ex. | ὀλίγη δέ τ’ ἀνάπνευσις 〈πολέμοιο〉: ἡ περιλειπο‐ μένη αὐτοῖς τοῦ πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπο‐ λώλασι· δεῖ οὖν ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως· ‘ὀλίγον ἐστί, δι’ οὗ ἀνάπνευσις πολέμου γίνεται‘, ἵνα κατασκευάσῃ ὅτι ἐκείνους μὲν με‐ | |
5 | γάλα ὠφελήσομεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον καὶ τὸ ἐπιφερόμενον „ῥεῖα δέ κ’ ἀκμῆτεσ“ (Π 44)· δεῖ γὰρ ἐπὶ τελευτῇ τοῦ λόγου καὶ ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου προτρέψηται. b(BCE3E4)T | ||
1644-5 | Ariston. | 〈ῥεῖα δέ κ’ ἀκμῆτες—καὶ κλισιάων:〉 οἱ ἀστερίσκοι, ὅτι ὑπὸ Νέστορος οὐκ ὀρθῶς λέγονται (sc. Λ 802—3). Aim | |
16.44 | Hrd. | ἀκμῆτες: ὡς „ἀδμῆτεσ“ (δ 637)· καὶ καθόλου, ὅσα ἀπὸ πα‐ ρακειμένου συντέθειται ὀνόματα εἰς ης λήγοντα, ὧν τὸ τέλος μίαν συλ‐ λαβὴν ἀποφέρεται τοῦ ῥήματος μετὰ δύο συμφώνων, ὀξύνεται, οἷον | |
ἰθυτμής, μία συλλαβὴ ἐπὶ τέλους ἀπὸ παρακειμένου καὶ δύο σύμφωνα | |||
5 | πρὸ τοῦ η. λαιμοτμής, ἀβλής, προβλής. οὕτως ἀκμής. A | ||
1646a | Nic. | 〈ὣς φάτο λισσόμενος μέγα νήπιος:〉 ἡ μὲν συνή‐ θεια ἀνεπιτηδεύτως συνάπτει ἄχρι τοῦ μέγα νήπιος. τάχα δ’ ἂν μείζων γένοιτο ἡ ἔμφασις, εἰ καθ’ ἑαυτὸ λέγοιτο τὸ μέγα νήπιος. A | |
1646b | ex. | μέγα νήπιος: ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ προαναφωνήσεις αὖται τὸν ἀκροατὴν ἐπαίρουσιν, b(BCE3E4)T ἤδη προσδοκῶντα τὸ δεινόν, b(BCE3E4) ὡς „νηπίη, οὐδ’ ἐνόη‐ σεν ὅ μιν μάλα τῆλε λοετρῶν 〈/ χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις | |
5 | Ἀθήνη〉“ (Χ 445—6). T | ||
1646c1 | Ariston. | ἔμελλεν: ἡ διπλῆ, ὅτι καὶ νῦν τὸ ἔμελλε σαφῶς οὐκ ἐπὶ χρόνου· οὐ γὰρ ἔμελλε λιτανεύσειν, ἀλλ’ ἐλιτάνευσεν. ἔστι δὲ ἀντὶ τοῦ ἐῴκει. καὶ ὅτι διὰ μέσου ἀναπεφώνηται τὸ „ἦ γὰρ ἔμελλεν / οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι“ (Π 46—7), ὡς καὶ ἐν Ὀδυσ‐ | |
5 | σείᾳ (α 18—9) „οὐδ’ ἔνθα πεφυγμένος ἦεν ἀέθλων / καὶ μετὰ οἷσι φί‐ λοισιν“. A | ||
1646c2 | ἔμελλεν: ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε παρακαλεῖν. b (BE3E4)Til | ||
1646-7 | ex. (vec.?) | ἦ γὰρ ἔμελλεν 〈/ οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι:〉 λέγει {δὲ} ὅτι ἔμελλε πρὸς ἑαυτοῦ βλάβην πα‐ ρακαλεῖν· ἤτοι ἡ παράκλησις αὐτοῦ εἰς θάνατον ἐτελεύτα. b(BE3E4) | |
1647a | Hrd. | Ap. H. (?) | {καὶ κῆρα} λιτέσθαι: ὁ Ἀσκαλωνίτης (p. 55 B.) ἀξιοῖ ὁμοίως τῷ „λίσσεσθαι“ (Ι 520 al.), ἐπεὶ ἐνεστῶτος χρόνου ἀπὸ ὁριστικοῦ τοῦ λίτομαι. εἰσὶ δέ, οἳ παροξύνουσιν ὁμοίως τῷ λαβέσθαι. ἐγὼ δ’ ἐπαινῶ τὸν Ἀσκαλωνίτην προπαροξύνοντα ἐπὶ ἐνεστῶτος· | |
5 | τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον· ἔμελλε γὰρ αὑτῷ θάνατον λίσ‐ σεσθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ ἀπιθάνως· ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ „μεταλλῆσαι καὶ ἔρεσθαι“ (γ 69), ἀξιούντων πάντων τὸ ἐρέσθαι ὁμοίως τῷ „πυθέσθαι“ (Β 119 al.), ἐπειδήπερ μέσος δεύτερος ἀόριστός ἐστιν, ἀπεφηνάμην ὡς | ||
10 | ἡ παράδοσις τρίτην ἀπὸ τέλους ἐποίησε τὴν ὀξεῖαν, οὐ τῷ σημαινομένῳ πεισθεῖσα, ἀλλὰ τῷ χαρακτῆρι τῆς φωνῆς, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρ‐ εμφάτων προπαρωξύνετο, ὄντα ἐνεστῶτος, οἷον „φέρεσθαι“ (Λ 798 al.), δέρεσθαι, ἃ εἶχε τὴν ρε συλλαβὴν πρὸ τέλους τῆς ἀρχούσης συλ‐ λαβῆς εἰς τὸ ε ληγούσης (οὕτως καὶ τὸ „ἔρεσθαι“ ἀναδεξάμενον τὸν | ||
15 | αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δὲ ὁμοιότητι τῆς φωνῆς), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου· ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι· τοῦτο γὰρ αἰτεῖ καὶ τὸ νοητὸν καὶ 〈ὁ〉 σχηματισμός, παρὰ τὸ λίτομαι. ἀλλ’ ἐπεὶ τὰ εἰς 〈σ〉θαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, | ||
20 | ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ ἐπι‐ φερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παρωξύνετο, | ||
ὥσπερ ἔχει τὸ „λιπέσθαι“ (Ε 154 al.), „πιθέσθαι“ (Η 282 al.), „ἰδέσθαι“ (Γ 194 al.), „ἱκέσθαι“ (Α 19 al.), οὕτως καὶ τὸ λιτέσθαι παρώξυνεν ἡ παράδοσις, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα, τῷ | |||
25 | δὲ τοῦ χαρακτῆρος. | παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ (2,98, 34). A | ||
1647b | ex. (Hrd.) | λιτέσθαι: ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι· ἐνεστῶτος γάρ ἐστιν. ὡς καὶ τὸ νοητὸν ἀπαιτεῖ. ὅμως ἡ παράδοσις παρώξυνεν· b(BCE3)T ἐνεστῶτος γὰρ ὂν ὡς μέσου ἀορίστου δευτέρου παρ‐ ωξύνθη· ἔχεται δὲ καὶ λόγου· τὰ γὰρ εἰς †θαι† ἀπαρέμφατα τῷ †ι† | |
5 | παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέ‐ λους τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένου διπλοῦ †μήτε† δύο συμφώ‐ νων, παροξύνεται, „ἱκέσθαι“ (Α 19 al.), „ἰδέσθαι“ (Γ 194 al.), „λι‐ πέσθαι“ (Ε 154 al.), „πιθέσθαι“ (Η 282 al.)“ καὶ λιτέσθαι. b (BE3)T | ||
1647c | ex.(?) | 〈λιπέσθαι:〉 καταλιπεῖν. Til | |
16.49 | ex. | ὤμοι, διογενὲς 〈Πατρόκλεες, οἷον ἔειπεσ〉: σχετλι‐ άζει πρὸς τὸ „εἰ δέ τινα φρεσὶ σῇσι“ (Π 36). πρὸς δὲ τὸν Πάτροκλον καὶ εὔλογος ἡ ἀγανάκτησις, ὅτι ὡς ἀγνοῶν τὴν αἰτίαν τῆς μήνιδος Ἀχιλλέως ταῦτα ἔφη· ὅθεν καὶ ἄνωθεν διηγεῖται τὸ γνωριμώτατον, | |
5 | ὥσπερ ἐξελέγχων αὐτὸν ὅτι τὴν αἰτίαν εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπο‐ νοίας ἐκόμιζε μὴ οὔσας ἱκανάς. b(BE3E4)T | ||
1650a | Did. | ex. | ἥν τινα οἶδα: Ἀρίσταρχος „εἴ τινα οἶδα“ διὰ τοῦ ει, Aim b(BCE3E4)T ἵν’ ᾖ ἠθικώτερον· εἰ καὶ οἶδά τινα μαντείαν, οὐ φροντίζω. b(BCE3E4)T | τῆς δὲ μαντείας ἐν ταῖς Λιταῖς (sc. Ι 410—6) ἐμέμνητο. b(BE3E4)T | |
1650b | ex. | 〈ἤν τινα:〉 εἴ τινος. Til | |
1653-4 | Nic. | ὁππότε δὴ τὸν ὁμοῖον〈—προβεβήκει〉: τὸ δίστιχον τοῦτο ἢ τοῖς ἄνω προσδοτέον, ἵνα τὸ προβεβήκει (54) στίζωμεν, ἢ τοῖς ἑξῆς, ἵνα τὸ μὲν „ἱκάνει“ (Π 52) στίζωμεν, τὸ δὲ προβεβήκει (54) ὑποστίζωμεν. A | |
1653a | Did. | 〈ὁππότε δή:〉 Ἀρίσταρχος „ὁππότε τισ“. Til | |
1653b | D | ex. | 〈τὸν ὁμοῖον ... ἀμέρσαι:〉 ἀποστερῆσαι, b(BCE3E4) T | ἀπομερίσαι καὶ ἀποδιῶξαι. Til μέτριον δὲ τὸ μὴ φάναι κρείσ‐ σονα, ἀλλ’ ὅμοιον. b(BCE3E4)Til | |
1653c | ex. | 〈τὸν ὁμοῖον ἀνήρ:〉 ἄνδρα ἀπὸ κοινοῦ. Til | |
1654a | ex. | 〈ἂψ ἀφελέσθαι:〉 δοὺς πάλιν στερῆσαι. b(BCE3E4)Til | |
1654b | ex. | ὅτε κράτεϊ 〈προβεβήκῃ〉: ὅτε ἀντὶ τοῦ ἐπεί. ἢ ἀντὶ τοῦ ὅστε, ἵν’ ᾖ ‘ὁπόταν ἀνήρ, ὅστε κράτει προβεβήκῃ, τὸν ὅμοιον ἐθελήσῃ ἀμέρσαι‘. προβεβήκῃ δὲ προὔχει τῶν ἄλλων. b(BCE3E4)T κράτεϊ δὲ τῇ ἀρχῇ, τῇ βασιλείᾳ. ἴσως δὲ ἐκείνων μέμνηται, ὧν ἔλεγε | |
5 | Νέστωρ· „ἀλλ’ ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει“ (Α 281). καὶ Ἀγαμέμνων „καί μοι ὑποστήτω, ὅσσον βασιλεύτερός εἰμι“ (Ι 160). b(BE3E4)T | ||
1654c | D | 〈ὅτε κράτεϊ προβεβήκῃ:〉 ὁπόταν τῷ κράτει προέ‐ χῃ. Til | |
16.56 | Nic. | κούρην, ἣν ἄρα μοι γέρας 〈ἔξελον υἷες Ἀχαιῶν〉: ταῦτα ἀπ’ ἄλλης ἀρχῆς· παραδιηγεῖται γὰρ τὰ γεγονότα. ὑποστι‐ | |
κτέον δὲ ἐπὶ τὸ Ἀχαιῶν καὶ „πέρσασ“ (Π 57). A | |||
1656-9a | ex. | κούρην, ἣν ἄρα μοι γέρασ〈—μετανά‐ στην〉: τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος ἐπὶ τὴν ὀργὴν μετ‐ έστησε τὴν αἰτίαν. καὶ πρὸς εἰδότα μέν φησιν, ὃς καὶ τῆς χειρὸς ἐξήγαγε τὴν παῖδα καὶ τοῖς κήρυξι παρέδωκεν (cf. Α 346—7). ἔστι δὲ | |
5 | ἠθικόν· ὅμοιον γὰρ τοῖς θυμουμένοις καὶ πρὸς τοὺς εἰδότας διηγεῖσθαι· ἄλλως τε καὶ ἀνάγκη προσβαλεῖν τὴν αἰτίαν, ἐπεὶ ὑπερτίθεται τὴν ἔξοδον. καὶ τῷ Πατρόκλῳ μεγάλα θέλει δοκεῖν χαρίζεσθαι, ἐκδιδοὺς αὐτὸν μεθ’ ὕβριν τοσαύτην. εὖ δὲ καὶ δύο δικαιώματα προβέβληται, ὅτι τε παρ’ Ἑλλήνων τὸ γέρας εἴληφεν, οὐ παρ’ Ἀγαμέμνονος, καὶ | ||
10 | ὅτι ἐξ ὧν ἔκαμε λαβών, ἀφῄρηται. b(BCE3E4)T | ||
1656-9b | ex. | 〈κούρην, ἣν ἄρα μοι γέρας—μετανάστην:〉 δι’ ὅλου φαίνεται τοῦ στόματος κρατῶν. καὶ γέρας (56), οὐ παλλα‐ κίδα καλεῖ. Til | |
1657a | Ariston. | {δουρὶ δ’ ἐμῷ} κτεάτισσα: ἡ διπλῆ, ὅτι ἰδίως καὶ παρὰ τὴν ἡμετέραν συνήθειαν κτεάτισσα κατὰ τὸ ἐνεργητικὸν ἀντὶ τοῦ ἐκτησάμην. καὶ ἐν Ὀδυσσείᾳ (β 102) „πολλὰ κτεατίσσασ“ ἀντὶ τοῦ κτησάμενος. A | |
1657b | ex. | 〈πόλιν εὐτείχεα πέρσας:〉 τὴν Πήδασον οἱ τῶν Κυπρίων ποιηταί (fr. 18 A. = 18 B.), αὐτὸς δὲ Λυρνησ〈σ〉όν (cf. Β 690—1). σημειωτέον δὲ τοῦτο πρὸς τὸ „δῷσι πόλιν Τροίην εὐτείχεον“ (Α 129), ὅτι οὐ μόνον Τροία εὔτειχος. Til | |
1657c | Hrd. | 〈εὐτείχεα:〉 ἡ τετριμμένη ἀνάγνωσις προπαροξύνει τὸ | |
εὐτείχεα, τοῦ λόγου ἀξιοῦντος παροξύνειν, εἴγε τὸ εὐτειχής ὀφείλει ὀξύνεσθαι· τὰ γὰρ παρ’ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η παραληγόμενα, συντιθέμενα εἰς ης λήγοντα ἀρσενικὰ ὀνόματα ὀξύνε‐ | |||
5 | ται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος „ἀγχιβαθὴς δὲ θάλασσα“ (ε 413). τὸ η παρῃτησάμην διὰ τὸ μῆκος εὐμήκης, τὴν δισυλλαβίαν διὰ τὸ εὐμεγέθης, τῶν παρὰ τὸ ἔτος ὑπεξαιρουμένων· „ὄτριχασ“ γὰρ „οἰέτεασ“ (Β 765) ἀνέγνωμεν. μόνως οὖν εὐτειχής καὶ εὐτειχέα. δευ‐ τέρῳ λόγῳ, ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παρά‐ | ||
10 | κειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένης—„αὐτὰρ ὁ διογενήσ“ (Φ 17. ψ 306), Πολυνείκης—„ἀλλ’ ἁ πολυνεικὴς δῖ’ Ἑλένα“ (fr. ad. 96 P. = P.M.G. 1014), Παγκράτης—„ἁ δὲ παγκρατὴς ἀλήθεια“ (Bacchyl. | ||
fr. 14, 4—5), Εὐρυσθένης—„ὁ πλοῦτος εὐρυσθενήσ“ (Pind. P. 5, 1). εἰ δή ἐστιν Εὐτείχης ὄνομα κύριον παρὰ Ἀλκμᾶνι (cf. fr. 1, 6), ὀξύνεται | |||
15 | τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις; δώσομεν ἀφορ‐ μήν· τὰ εἰς ος λήγοντα οὐδέτερα συντιθέμενα ἀπ’ εὐθείας συντίθεται, ξίφος ἄξιφος. μόνον τὸ τεῖχος καὶ ἀπὸ γενικῆς, τείχεος εὐτείχεος, ἀφ’ οὗ τὸ „δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι“ (Α 129)· μετα‐ πλασμὸς εὐτείχεα, ὡς πυργοκέρατον „πυργοκέρατα“ (Bacchyl. | ||
20 | fr. 39). πάθος παρέλαβον, ἵνα βοηθήσω τῇ τετριμμένῃ τάσει. A | ||
16.58 | ex. | τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων: οὔτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ, οὔτε τὸ ἐκ χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν (cf. Α 347—8). ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, | |
5 | b(BCE3E4)T ὡσπερεὶ ἔλεγεν ἀνασχετλιάζων ‘ὁ θαυμάσιος καὶ κράτιστοσ‘, b(BE3E4)T τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας οὐχὶ τοῖς ὑπηρέταις, ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. b(BCE3E4)T ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ τῇ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον †ἐποίησεν. | ||
10 | b(BE3E4)T | ||
1659a1 | Ariston. | 〈ὡς εἴ τιν’ ἀτίμητον μετανάστην:〉 ὅτι ἀντὶ τοῦ ἀτιμήτου μετανάστου, ὡς τὸ „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299) | |
ἀντὶ τοῦ ἐμοῦ. Aim | |||
1659a2 | ὁ δὲ Ἡρωδιανὸς αἰτιατικὴν ἀντὶ γενικῆς φησιν, b(BCE3) ἵν’ ᾖ ὡς ἐκ χειρὸς ἀτιμήτου μετανάστου ἀφείλετο. b(BE3) | ||
1659b | Did. | ex. | μετανάστην: ἐν τῇ Μασ〈σ〉αλιωτικῇ καὶ τῇ Ῥιανοῦ (fr. 8 M.) „μετανάστιν“, καὶ ἀκούουσι τὴν Βρισηΐδα. b(BCE3)T | ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς ἰδίας καταλιπόντες· b(BE3)T „κατὰ ξένου μετοίκου“ ὁ κω‐ | |
5 | μικός (Ar. equ. 347). T | ||
16.60 | Ariston. | 〈ἐάσομεν:〉 ὅτι τὸ ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν. Aint | |
1661a1 | ex. | ἀσπερχές: ἄγαν ἐπιτεταμένως. TTil | |
1661a2 | D | ex. | ἀλήπτως, | ἄγαν ἐπιτεταμένως, ἀμεταμελητί. b(BCE3) | |
1661b | ex. | κεχολῶσθαι: ἀντιφράζει αὐτὸ τῷ „οὐ πρὶν μηνιθμὸν κα‐ ταπαυσέμεν“ (Π 62). T | |
1661c | Nic. | 〈ἐνὶ φρεσίν:〉 βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσί συν‐ τάττειν. Aint | |
1661d | Ariston. | 〈ἔφην γε:〉 ὅτι τὸ ἔφην γε ἀντὶ τοῦ διενοήθην. Aint | |
1662a | Ariston. | 〈μηνιθμόν:〉 πρὸς τὸ μηνιθμόν, 〈ὅτι〉 παραλλήλως τέ‐ ταχε τῷ χόλῳ. Aim | |
1662b | ex. | 〈μηνιθμὸν καταπαυσέμεν:〉 τροφῆς ὡς {τὸ} κεκορη‐ | |
μένον. Til | |||
1662-3 | ex. | ἀλλ’ ὁπόταν 〈δή /〉 νῆας ἐμὰσ〈—πτόλεμός τε〉: μέμνηται, ὧν ἐν Λιταῖς (sc. Ι 651—2) ἠπείλησε· „πρίν γ’ υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον, / Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι“. T | |
16.64 | ex. | τύνη δ’ ὤμοιϊν 〈μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι〉: οὐ βούλεται ταχεῖαν κρίσιν ἐπαγαγεῖν τῷ πολέμῳ· διὸ κατασχὼν Ἀχιλ‐ λέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται, ἵνα λαμπρὸν τοῦτον ἐπιδείξας λαμπρότερον ἐπ’ αὐτῷ ἐπαγάγῃ Ἀχιλλέα. b(BCE3)T | |
1665-70 | Nic. | ἄρχε δὲ Μυρμιδόνεσσι〈— / θάρσυνοσ〉: ἀναγκαῖαι αἱ διαστολαί, μάχεσθαι (65), ἐπικρατέως (67), Ἀργεῖοι (69). στικτέον δὲ ἐπὶ τὸ θάρσυνος (70). A | |
1665a1 | ex. | ἄρχε 〈δὲ〉 Μυρμιδόνεσ〈σ〉σι 〈... μάχεσθαι〉: Μυρ‐ μιδόνων ἄρχε πρὸς τὸ μάχεσθαι, ὅ ἐστιν ἡγοῦ. T | |
1665a2 | πρὸς τὸ μάχεσθαι ἡγοῦ, οὐ πρὸς τὸ δεσπόζειν. b(BCE3E4) | ||
1666-7 | D | εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε 〈/ νηυσὶν ἐπικρατέωσ〉: εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχει τὸν ναύσταθμον· νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆ‐ θος. A | |
1666a1 | ex. (ex. et | εἰ δὴ κυάνεον 〈Τρώων νέφος ἀμφιβέβηκε〉: εἰ δὴ | |
Did.?) | ταῦτα οὕτως ἔχει. ἔνιοι γράφουσιν „ᾗ δή“, ἵν’ ᾖ· ἐν ᾧ τόπῳ †τού‐ των† πολεμούντων πλῆθος ἀμετακίνητόν ἐστιν· ὅθεν φησὶν „ὡς δ’ ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο / κινήσει πυκινὴν νεφέλην | ||
5 | στεροπηγερέτα Ζεύσ“ (Π 297—8). T | ||
1666a2 | ex. | D | εἰ δὴ ταῦτα οὕτως ἔχει, ὡς φῄς. b(BCE3) | γράφεται δὲ | |
καὶ „ᾗ δή“, ἵν’ ᾖ· ἐν ᾧ τόπῳ τὸ τῶν πολεμούντων πλῆθος ἀμετακί‐ νητόν ἐστιν, ἐκεῖ αὐτὸς ἄρχε Μυρμιδόνεσσιν. b(BCE3E4) | |||
1666b | ex. | ἀμφιβέβηκε: περικύκλωκεν. Tt | |
1667-8 | ex. | 〈ῥηγμῖνι θαλάσσης /〉 κεκλίαται: περικλείονται τῷ τῆς θαλάσσης αἰγιαλῷ. b(BCE3)T ἀεὶ δὲ ἡ κλίσις παρ’ Ὁμήρῳ τὴν περιοχὴν δηλοῖ. b(BCE3E4)T | |
1668a | Nic. | 〈κεκλίαται:〉 βραχὺ διασταλτέον μετὰ τὸ κεκλίαται πρὸς τὸ σαφέστερον. Aint | |
1668b | ex. | χώρης ὀλίγην 〈ἔτι μοῖραν ἔχοντεσ〉: τῆς δὲ χώρας 〈ἤτοι〉 τοῦ τόπου ὀλίγην μοῖραν οἱ Ἕλληνες ἔχουσιν. T | |
1669a1 | ex. | 〈Τρώων δὲ〉 πόλις 〈ἐπὶ πᾶσα βέβηκε〉: τοὺς πολί‐ τας φησίν. ἢ τὴν Τροίαν φησὶν ἐπιβεβηκέναι τῷ ναυστάθμῳ ἐναργῆ τιθεὶς φαντασίαν, ὡς εἴ τις †ἐπιβῇ νεκρῷ. T | |
1669a2 | διὰ τοῦ πόλις τοὺς πολίτας παρέστησεν, ἀπὸ τοῦ πε‐ ριέχοντος τὸ ἐντὸς δηλῶν. b(BCE3) | ||
D | 〈Τρώων δὲ〉 πόλις: τὸ πλῆθος τῶν Τρώων· πόλις γὰρ διχῶς—τὸ περιεχόμενον. A | ||
1670a1 | Ariston. | 〈θάρσυνος:〉 ὅτι ἀντὶ τοῦ τεθαρσηκυῖα. Aim | |
1670a2 | θάρσυνος: ἀντὶ μετοχῆς· πρὸς ὃ ἡ διπλῆ. Tt | ||
1670b | ex. | 〈οὐ γὰρ ἐμῆς κόρυθοσ〉 λεύσσουσι 〈μέτωπον〉: ἡ πόλις ἢ οἱ Τρῶες. οὐκ ἐξέκλινον δὲ οἱ παλαιοὶ τὸν ἑαυτῶν ἔπαινον. b(BCE3)T μεγαλοφυῶς δὲ φθέγγεται· b(BE3)T οὐ γὰρ ἔφη ὅτι δεδοίκασι μαχόμενον, ἀλλ’ ὡς μηδὲ τὴν αὐγὴν τῶν ὅπλων αὐ‐ | |
5 | τοῦ ὑφισταμένων τῶν βαρβάρων. b(BE3E4)T | ||
1671a | ex. | ἐγγύθι 〈λαμπομένησ〉: ἧς καὶ μακρὰν ἀπόντες ὅμως δοκοῦσι πλησίον εἶναι διὰ φόβον. b(BCE3)Tt | |
1671b | Did. | 〈ἐναύλους:〉 οὕτως ἐναύλους διὰ τοῦ ν. Aim | |
1671-2 | ex. | ἐναύλους 〈/ πλήσειαν νεκύων〉: προαναφθέγγεται τὴν παραποτάμιον μάχην· φησὶ γὰρ ὁ Σκάμανδρος „οὐδέ τί πῃ δύ‐ ναμαι προχέειν ῥόον / στεινόμενος νεκύεσσιν“ (Φ 219—20). ἔναυλοι δὲ b(BCE3)T τὰ ἐν ὄρεσι κοιλώματα. οἱ δὲ ἐναύλους τοὺς παρὰ | |
5 | τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπεδεύσαντο οἱ Τρῶες, οἱ δὲ τοὺς ἀγρούς, b(BCE3E4)T οἱ δὲ στενὰς διώρυχας· αὐλὸς γὰρ πᾶν τὸ στενόν, καὶ βαθὺ καὶ ἐπίμηκες, b(BCE3)T „ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα“ (Φ 283). T | ||
1673a | ex. | εἰδείη: εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προκαλεῖται. καλῶς δὲ ἔφρασε τὸ εὐνοεῖν. b(BCE3)T | |
1673b | ex. | στρατόν: στρατόπεδον. T | |
1674a | Ariston. | 〈οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσι:〉 ὅτι ἔοικεν ἀκηκοότι τὰ εἰρημένα ὑπὸ Διομήδους μετὰ τὴν πρεσβείαν (sc. Ι 698—709). Aint | |
1674b1 | ex. | {οὐ γὰρ} Τυδείδεω Διομήδεος: πρὸς τὸ „μὴ ὄφελες λίσσεσθαι“ (Ι 698) καὶ „εἰς ὅ κε τέκμωρ / Ἰλίου εὕρωμεν“ (Ι 48—9). ἢ ἐπειδὴ πρῶτος ἠρίστευσε Διομήδης, εἶτα Ἀγαμέμνων. T | |
1674b2 | πρὸς τὸ „μὴ ὄφελες λίσσεσθαι“ ἀντιλέγει. καὶ ὅτι αὐχημα‐ τίας ὢν ἔλεγεν „εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν“ (Θ 111). b (BCE3E4) | ||
16.75 | Hrd. | 〈ἀπὸ λοιγὸν ἀμῦναι:〉 τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. Aim | |
1676a | ex. | οὐδέ πω Ἀτρείδεω ὀπὸς 〈ἔκλυον αὐδήσαντοσ〉: ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ προτρέπειν τὰ πλήθη. οἱ δὲ καὶ πρὸς τὸ „καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι / ἔρριγ’ ἀντιβολῆσαι“ (Η 113—4). οἱ δέ, ὅτι πρὸ τῆς ἀριστείας ἐβόησεν „ἰδὲ ζώννυσθαι ἄνωγεν / Ἀργεί‐ | |
5 | ουσ“ (Λ 15—6). b(BCE3)T | ||
1676b | Did. | 〈ὀπός:〉 ἔν τισι τῶν ὑπομνημάτων „ἔπος {ἔκλυον}“. Aim | |
1676c | ex. | αὐδήσαντος: παρακελευσαμένου. T | |
16.77 | ex. | ἐχθρῆς ἐκ κεφαλῆς: τὸ ἦθος τοῦ ὠργισμένου ἔτι δια‐ τηρεῖ ὁ ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθ’ ὃ καὶ ἐκκεκίνηται, ἐνδιατρίβει βλασφημῶν. b(BCE3E4)T | |
16.78 | ex. | περιάγνυται: περιπορεύεται. T | |
16.79 | Nic. | 〈πᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες Ἀχαιούς:〉 βραχὺ διασταλτέον κατέχουσι. Aim | |
1680a | ex. | νεῶν ἀπὸ 〈λοιγὸν ἀμύνων〉: οὐκ ἀφίσταται τοῦ ὀνό‐ ματος τῶν νεῶν· τοῦτο γὰρ δι’ ὅλου παραγγέλλει, τὸν ἀπὸ τῶν νεῶν κίνδυνον ἀπώσασθαι μόνον, b(BCE3E4)T μὴ περαιτέρω δὲ προ‐ βαλεῖν ἑαυτόν· b(BCE3E4) διὸ καὶ ἐπιφέρει „μὴ δὴ πυρὸς αἰθο‐ | |
5 | μένοιο / νῆας ἐνιπρήσωσιν“ (Π 81—2), εἶτα ἑξῆς „ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν“ (Π 87): b(BCE3E4)T διὰ γὰρ τὴν εἰς Ἀγαμέμνονα ὀρ‐ γὴν οὐ βούλεται ἄλλο τι καταπράξασθαι ἢ τὰς ναῦς περισῶσαι. b (BCE3E4) | ||
1680b | ex. (Hrd.?) | 〈νεῶν〉 ἀπὸ λοιγὸν ἀμύνων: τὸ ἑξῆς ἀπαμύνων. οἱ δὲ ἀναστρέφουσι τὴν ἀπό. T | |
1681a | Ariston. | Nic. | ἔμπες’ ἐπικρατέως, 〈μὴ δὴ πυρὸς αἰθομένοιο〉: ὅτι παθητικὸν ἀντὶ ἐνεργητικοῦ, αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος· καὶ ὅτι ἡ ὑπό πρόθεσις ἐλλείπει, ὑπὸ πυρός. | βραχὺ δὲ διασταλτέον ἐπικρατέως. τάχα δ’ ἂν εἰ στίζοιμεν τελείᾳ, ἐμφατικώτερα ἔσται τὰ | |
5 | ἑξῆς καθ’ ἑαυτὰ λεγόμενα. A | ||
1681b | ex. | ἐπικρατέως: ἰσχυρῶς. T | |
1681c | ex. | {μὴ δὴ} πυρός: ἀντὶ τοῦ πυρί. T | |
1683-96 | ex. | πείθεο 〈δ’〉 ὥς τοι ἐγὼ 〈μύθου τέλος ἐν φρεσὶ θείω / —δηριάασθαι〉: βάσκανον ἦθος ἐνθάδε ὑπόκειται οὐκ ἐῶντος τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλλα‐ κίδος καὶ δώρων μεμνῆσθαι (cf. 85—6). ἢ ὡς φιλέταιρος ἐξίστησιν αὐ‐ | |
5 | τὸν τῶν κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυ‐ νεύσοντας, μετὰ δὲ ταῦτα οὐκ ἂν ἔτι θελήσοντας συνακολουθεῖν διὰ τὸν κάματον. πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτως διενοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει τὸν Πάτροκλον τῆς ἰδίας σωτη‐ ρίας καταφρονήσοντα, ἐφ’ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει | ||
10 | Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβου‐ λεύει, ἐπιμαρτυρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· „νήπιος· εἰ δὲ ἔπος Πη‐ ληϊάδαο φύλαξεν, / ἦ τ’ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο“ (Π 686—7). b(BCE3E4)T ὑποφαίνει δὲ τὴν προαίρεσιν αὐτοῦ ἐπαγαγὼν τὸ „μή τις ἀπ’ Οὐλύμποιο θεῶν“ (93), εὐπρεπῶς οὐ | ||
15 | Τρῶας, ἀλλὰ τὸν Ἀπόλλω δεδοικώς. οὐ βασκανίας οὖν κριτέον Ἀχιλ‐ λέα, ἀλλὰ φιλεταιρίας, ὅς γέ φησιν εὐχόμενος „ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν“ (Π 243). b(BE3E4)T | ||
1684-6 | Nic. | ὡς ἄν μοι τιμήν (84) ἕως ἂψ ἀπονάσσωσι〈ν, πο‐ | |
τὶ δ’ ἀγλαὰ δῶρα πόρωσιν:〉 τοὺς τρεῖς στίχους ἢ τοῖς ἄνω προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ πόρωσιν (86), ἢ τοῖς ἑξῆς, ἵνα ἀπ’ ἄλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς ἄν μοι τιμὴν μεγάλην (84) καὶ | |||
5 | ὑποστίζωμεν ἐπὶ τὸ πόρωσιν (86)· ὃ καὶ βέλτιον· καλῶς γὰρ ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι, πείσθητι ὡς ἐγώ σοι λέγω (cf. Π 83), ἔπειτα αὐτὸ τὸ πρᾶγμα προφέρεσθαι· ἵνα δόξαν τε καὶ τιμὴν παρ’ Ἕλλησι ποιήσειας (cf. 84—6), ἀπελάσας τοὺς Τρῶας ὑπόστρεφε (cf. Π 87). A | ||
1685a | Hrd. | 〈ἀτὰρ οἱ:〉 τὸ οἵ ἄρθρον ἐστὶ πληθυντικόν· διὸ ἐν τῇ συντάξει ἐγκλιτέον. Aim | |
1685b | Hrd. | ex. | ἀτὰρ οἱ: ὀρθοτονητέον τὴν οἵ· ἄρθρον γάρ ἐστι πλη‐ θυντικόν, ἵν’ ᾖ ‘οἱ δὲ Ἕλληνεσ‘. b(BCE3)T | ἔρωτα δὲ παλλακῆς καὶ φιλαργυρίαν ἐπιδείκνυνται οἱ στίχοι (sc. Π 85—6). b(BCE3E4)T | |
16.86 | D | D | ἂψ ἀπονάσσωσιν: εἰς τοὐπίσω ἀποκαταστήσουσιν, ἀποδώσουσιν. | διὰ τί ὁ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει—ἀμύμονα Πηλείωνα. A | |
1687a | ex. | 〈ἐκ νηῶν〉 ἐλάσας 〈ἰέναι πάλιν〉: ἀπελάσας, φησί, μόνον τῶν νεῶν ἵεσο τῇδε, b(BCE3)T μὴ φιλοτιμότερον τῇ νίκῃ χρώμενος καὶ διώκων. b(BCE3E4)T | |
1687b | Hrd. | 〈αὖ τοι:〉 τὸ αὖ περισπαστέον· δύο γάρ ἐστιν, αὖ καὶ | |
τοί. Aint | |||
16.88 | Hrd. | 〈ἀρέσθαι:〉 παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. Aim | |
16.89 | Ariston. | μὴ σύ γ’ ἄνευθεν ἐμεῖο: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἦρκεν, πεποίηκε δὲ οὕτως „μὴ σύ γ’ ἀγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι“ (cf. Π 91), ἵν’ ἐπιβάλλῃ ἡ συνέπεια. ἀναγκαῖοι δέ εἰσιν· σκο‐ πὸς γὰρ τῷ Ἀχιλλεῖ μὴ ἀτιμωθῆναι τούτου κατευημερήσαντος. A | |
1689-90 | Ariston. vel | μὴ σύ γ’ ἄνευθεν〈—θήσεισ〉: τοὺς δύο ἀθετεῖ | |
Did. | Ζηνόδοτος. T | ||
1690a1 | Hrd. | ἀτιμότερον δέ με θήσεις: ὁ Ἀσκαλωνίτης (p. 55 B.) ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶς ἀνέγνω· οὐ γὰρ πρὸς ἕτερον πρόσωπόν ἐστιν αὐτῷ ἡ διαστολή. καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις· κεῖται γὰρ καὶ ὁ δέ | |
5 | ἀντὶ τοῦ γάρ. A | ||
1690a2 | {ἀτιμότερον δέ με:} ὁ δέ ἀντὶ τοῦ γάρ. T | ||
1692a | D. | ἐναιρόμενος: ἐναίρων. T | |
1692b | Ariston. | 〈προτὶ Ἴλιον ἡγεμονεύειν:〉 ὅτι Ζηνόδοτος „προτὶ Ἴλιον αἰπὺ δίεσθαι“. Aint | |
1693-6 | Did. (?) | μή τις ἀπ’ Οὐλύμποιο〈—δηριάασθαι〉: τοὺς τέσσαρας ἀθετεῖ Ζηνόδοτος καὶ ἀντ’ αὐτῶν γράφει „μή ς’ ἀπο‐ μουνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ“, ὃν παρῳδεῖ Διονύσιος ὁ | |
Θρᾷξ (fr. 21 Schm.), ἀντὶ τοῦ „λάβῃ“ „δάκῃ“ λέγων. T | |||
1693a | Ariston. | μή τις ἀπ’ Οὐλύμποιο: ὅτι Ζηνόδοτος κατὰ τὸ ἑξῆς τέσσαρας ἀπὸ τούτου ἦρκε, γράφει δὲ ἀντὶ αὐτῶν τοῦτο〈ν〉· „μή ς’ ἀπογυμνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ“, ἔστι δὲ εὐτελὴς καὶ τῇ συνθέσει καὶ τῇ διανοίᾳ. A | |
1693b | ex. | μή τις ἀπ’ Οὐλύμποιο: ἐκφοβεῖ τῷ θεῷ. ὅτε δὲ λέγει „μηδ’ Ἕκτορι ἶφι μάχεσθαι“ (Σ 14), ἀναφέρει ἐπὶ τὸ „μὴ σύ γ’ ἄνευθεν ἐμεῖο“ (Π 89). T | |
16.94 | D | ex. | ἐμβήῃ: ἐμποδὼν στῇ, b(BCE3)T | ἐναντίως σοι τῇ βάσει χρήσηται, b(BCE3E4)T ἤτοι ἐναντιωθῇ σοι εἰς πάλην. b (BCE3E4) | |
1695a | Hrd. | {ἀλλὰ} πάλιν τροπάασθαι: Νικίας (fr. 18 B.) ὑφ’ ἓν ἀνέγνω „παλιντροπάασθαι“, Ἀπολλόδωρος (FGrHist 244, 263) δὲ κατὰ διάλυσιν. ἔφαμεν δὲ περὶ τῆς τοῦ πάλιν συνθέσεως, ὁπότε καὶ περὶ τοῦ „παλιμπλα〈γ〉χθέντασ“ (Α 59) διελαμβάνομεν ὡς ὅτι τὸ πά‐ | |
5 | λιν ἀεὶ θέλει τοῖς ῥήμασι κατὰ διάλυσιν προσγίνεσθαι. A | ||
1695b | ex. | πάλιν τρωπᾶσθαι: συνήθως· ἔστι γὰρ ποιητικόν. T | |
16.96 | ex. | δηριάασθαι: πολεμεῖν τε καὶ μάχεσθαι. Tt | |
1697-100a | Ariston. | αἲ γάρ, Ζεῦ τε πάτερ〈—λύωμεν〉: ἀθετοῦνται στίχοι τέσσαρες, διότι κατὰ διασκευὴν ἐμφαίνουσι γε‐ | |
γράφθαι ὑπό τινος τῶν νομιζόντων ἐρᾶν τὸν Ἀχιλλέα τοῦ Πατρό‐ κλου· τοιοῦτοι γὰρ οἱ λόγοι ‘πάντες ἀπόλοιντο πλὴν ἡμῶν‘. καὶ ὁ | |||
5 | Ἀχιλλεὺς οὐ τοιοῦτος, συμπαθὴς δέ. A | ||
1697-100b | ex. (Did.?) | αἲ γάρ, Ζεῦ τε πάτερ〈—λύωμεν〉: παντελῶς ἐκβλητέον τοὺς τέσσαρας στίχους· πρῶτον, ὅτι παιδιώδης καὶ ἀδύνα‐ τος ἡ εὐχή, εἶθ’ ὅτι φθονερά, εἶτα ἐρωτική. τί δὲ ἠδίκησαν οἱ Μυρμιδό‐ νες; πῶς τε Φοῖβον ἐπικαλεῖται (sc. 97), ὃν ἤκουσεν ὑπὸ Θέτιδος φο‐ | |
5 | νέα ἑαυτοῦ ἔσεσθαι (cf. Φ 276—8); τί δὲ θαυμαστόν, εἰ ἐρήμην πορ‐ θοῖεν πόλιν (cf. 100); καὶ τὸ λύειν τείχη οἰκοδόμων ἐστί. πῶς δὲ τὸ „νῶϊν“ (99) εὐθεῖαν δηλώσει; καλῶς οὖν φησιν Ἀρίσταρχος Ζηνόδο‐ τον ὑπωπτευκέναι ὡς εἶεν παρεντεθέντες οἱ στίχοι ὑπὸ τῶν ἀρσενικοὺς ἔρωτας λεγόντων εἶναι παρ’ Ὁμήρῳ καὶ ὑπονοούντων παιδικὰ εἶναι | ||
10 | Ἀχιλλέως Πάτροκλον. T | ||
1698-9 | ex. | μήτε τις οὖν Τρώων 〈θάνατον φύγοι, ὅσοι ἔασι /〉 μήτ〈ε τισ〉 Ἀργείων: τινὲς ὑπερβολικῶς φασιν ἀντὶ τοῦ ἀπόλοιντο οἱ ἀριστεῖς. ἢ καὶ δεόντως πεποίηται τὴν εὐχήν, τοὺς μὲν μισῶν ὡς πολεμίους, τοὺς δὲ ὡς περιϊδόντας ὑβριζόμενον. ἄλλως τε καὶ | |
5 | αὔξει τὴν εἰς Πάτροκλον χάριν, εἰ τοὺς Ἕλληνας σῴζει δι’ αὐτόν, οὓς ἀπολέσθαι θέλει, ὡς οὐ κατὰ κηδεμονίαν τῶν Ἑλλήνων ἐκπέμπων τὴν συμμαχίαν, ἀλλὰ τῷ Πατρόκλῳ ἀντιλέγειν οὐ θέλων. b(BCE3E4)T | ||
1699a | ex.(?) | 〈νῶϊν δ’ ἐκδῦμεν:〉 ἡμεῖς δὲ ἐκφύγωμεν. Aint | |
1699b | Hrd. | ἐκδύμεν {ὄλεθρον}: παροξυτονητέον· τὸ γὰρ πλῆρές ἐστιν ἐκδύμεναι, ὁμοίως τῷ „θοῶς ζευγνύμεν ἄνωγεν“ (Π 145). καὶ | |
δῆλον ὅτι λείπει τὸ γένοιτο. A | |||
1699c | ex. (Hrd.) | ἐκδύμεν: παροξυτονητέον τὸ ἐκδύμεν· ἔστι γὰρ ἀπὸ τοῦ ἐκδύμεναι ἀπαρεμφάτου, ἵν’ ᾖ ὁ λόγος· ἡμῖν δὲ γένοιτο ἐκδῦναι τὸν ὄλεθρον. καὶ λείπει τὸ εἴη· b(BCE3)T εἰ γὰρ τοῦ δύοιμεν εὐκτι‐ κοῦ συγκοπὴν αὐτὸ φήσομεν, οὐ κατάλληλος ἔσται ὁ λόγος. T | |
16.100 | D | κρήδεμνα: νῦν τὰ τείχη, μεταφορικῶς· ἰδίως γὰρ κρήδε‐ μνον τὸ τῆς κεφαλῆς κάλυμμα. A | |
16101-11 | ex. | ὣς οἱ μὲν τοιαῦτα 〈πρὸς ἀλλήλους ἀγό‐ ρευον, /〉 Αἴας δ’ οὐκέτι μίμνε〈—ἐστήρικτο〉: μέτεισιν ἐπὶ τὴν μάχην, ὅπως τὴν ναῦν ἐμπιπραμένην δείξας Ἀχιλλεῖ τὸν Πάτροκλον ἐξαγάγῃ. καλῶς δὲ τῇ ἐκλογῇ τῶν ὀνομάτων χρῆται· | |
5 | φυγὴν γὰρ οὐκ ὠνόμασεν, ἀλλ’ ὅτι μένειν οὐκ ἠδύνατο καὶ τὰς πολλὰς αἰτίας ἐπάγει. θαυμάσιον δὲ τὸ κατὰ τὴν ἀπαγγελίαν· †ὁρῶ φασι† γὰρ οἱ ποιηταὶ φαντασίαν παρέχειν, τῷ λόγῳ ἐπὶ τροπικὰ χωροῦν‐ τες, καὶ παρὰ τῷ Ὁμήρῳ ἐστὶ πολλὰ τοιαῦτα. b(BCE3E4)T ἐνθάδε δὲ χωρὶς παραβολῆς τοιαύτης πάσης καὶ τροπικῆς ἀπαγγελίας | ||
10 | ἐπῆρται ὁ λόγος, ἐπ’ αὐτῶν τῶν πραγμάτων γινομένης τῆς φράσεως. b(BE3E4)T | ||
16.101 | ex. | τοιαῦτα: πῶς πάντα ὑπισχνούμενος εἰδέναι (cf. Β 485—6) οὐ λέγει ‘ταῦ‐ τα‘; λέγομεν ὅτι πράγματα μὲν μνημονεῦσαι ῥᾴδιον, οὐ μὴν λόγους· ἀφανίζονται γὰρ τὰ ἔπη πτερόεντα ὄντα. b(BCE3E4)Tt | |
16.102 | ex. | βιάζετο γὰρ βελέεσσιν: ὑπὸ βελῶν κατεπονεῖτο. τρω‐ τὸς ἦν ἄρα· καὶ „ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ περιδείδια, μή τι πάθῃσιν“ (Ρ | |
242). T | |||
16.103 | ex. | δάμνα μιν Ζηνός τε νόος: μέγιστον ἐγκώμιον τοῦ Αἴαντος ὅτι καὶ πρότερον καταστασιασθεὶς ὑπὸ Διὸς ἐπέμενεν. T | |
16104-5a | ex. | βάλλοντες 〈... βαλλομένη ... βάλλετο〉: πρὸς ἐπίτασιν ἐπλεόνασε τῷ ῥήματι, βάλλοντες (104) λέγων καὶ βαλ‐ λομένη (105) καὶ βάλλετο (105). ἀμίμητα δὲ ταῦτα καὶ γραφεῦσι καὶ πλάσταις. b(BCE3E4)T | |
16104-5b | ex. (Did.?) | ex. | δεινὴ〈ν〉 δὲ〈— / πήληξ βαλλομένη καναχὴν ἔχε〉: τοῦτο τῆς καναχῆς ἐπίθετον· T διὸ σὺν τῷ ν. | καὶ †μὴ† ψαύοντες μὲν ἀκοντίζουσι τὴν κεφαλήν, ψαύοντες δὲ ἐρείδουσι τὴν ἀσπίδα· ὁ δὲ ἕστηκεν ἀκίνητος τὴν προσβολήν. καὶ ἔστιν αὐτὸν παρα‐ | |
5 | βάλλοντα τῷ Ἕκτορι τὴν ὑπεροχὴν γνῶναι· ὁ μὲν γὰρ ὑπὸ Διομή‐ δους τὴν κόρυθα θλιβεὶς σκοτοδινιᾷ (cf. Λ 350—6), ὁ δὲ ὑπὸ πολλῶν βαλλόμενος ἀνέχεται. b(BCE3)T | ||
16.105 | Ariston. | βάλλετο δ’ αἰεί: ὅτι τινὲς γράφουσι „τύπτετο δ’ αἰεί“. προείρηκε δὲ βαλλομένη (105) καὶ „βάλλοντεσ“ (Π 104). τὸ δὲ †βαλεῖν ἐστὶν ἐκ χειρὸς τύψαι. A | |
16105-6a | Did. | βάλλετο δ’ αἰεί | κὰπ φάλαρα: γράφεσθαί φησιν ὁ Ἀρίσταρχος καὶ „τύπτετο δ’ αἰεί / κὰπ φάλαρ’ {εὐποίητα}“ διὰ τοῦ π, οὐκ εὖ· βούλεται γὰρ λέγειν· καὶ τὰ φάλαρα καναχὴν εἶχεν. A | |
16105-6b | Nic. | 〈βάλλετο δ’ αἰεί / κὰπ φάλαρα:〉 Ἀρίσταρχος διὰ τοῦ καί συνδέσμου „καὶ φάλαρα“ (106) γράφων πάντως βραχὺ διέστελλεν | |
ἐπὶ τὸ αἰεί (105). Aint | |||
16106a | Ariston. | D | καὶ φάλαρα: ἡ διπλῆ, ὅτι ἔν τισι γράφεται „κὰπ φάλα‐ ρα“. ὑπερβατὸν δέ ἐστι· ‘δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε (cf. Π 104—5) καὶ τὰ φάλαρα (cf. 106), ἐβάλ〈λ〉ετο 〈δὲ〉 συνεχῶς (cf. Π 105)‘. | φάλαρα δὲ τὰ κατὰ τὸ μέσον—ἐντίθεται. A | |
16106b | ex. | κὰπ φάλαρα: ἄμεινον „καὶ φάλαρα“ γράφειν, b (BCE3E4)T ὡς τῶν παλαιῶν οἱ πλείους, b(BCE3E4) †ἵνα† ‘καὶ ἡ πήληξ ἐβάλλετο καὶ τὰ φάλαρα‘. ἡ πήληξ μὲν οὖν, εἰς ὃ τὸν λό‐ φον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς πίπτοντα μέρη διὰ τὸ | |
5 | φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ (fr. 22 Schm.), ὁ ἑκατέρωθεν αὐτῆς κόσμος. b(BCE3E4)T | ||
16106c | Ariston. | ὁ δέ: ὡς περὶ ἑτέρου. ὅμοιον δέ ἐστι τῷ „ὁ δ’ ἐρεύγετο οἰνοβαρ〈ε〉ίων“ (ι 374). T | |
16107-11 | ex. | ἔμπεδον 〈αἰὲν〉 ἔχων σάκοσ〈—ἐστήρικτο: ἔμπεδον αἰὲν ἔχων σάκος〉 (107) διὰ τὸ μὴ ἔχειν τοὺς διαδεξο‐ μένους ὁπλοφόρους πλησίον, „οἵ οἱ σάκος ἐξεδέχοντο, / ὁππότε μιν κάματός τε καὶ ἱδρώσ“ (Ν 710—11). πάντῃ δέ (111) ἀντὶ τοῦ γάρ. | |
5 | ἐπαινεῖται δὲ ὁ τόπος ὡς καὶ ζωγραφίας ἐναργέστερον ἔχων. T | ||
16107-8 | ex. | οὐδὲ δύναντο / ἀμφ’ αὐτῷ πελεμίξαι: τὸ περὶ αὐτῷ σάκος οὐδ’ ὅσον ἐδύναντο κινῆσαι. T | |
16.108 | ex. | ἐρείδοντες: πατάσσοντες. κυρίως δὲ ἐρεῖσαι τὸ ἐκ χειρὸς πατάξαι. εὕρηται δὲ καὶ ἐπὶ βολῆς· „καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο“ (Γ 358). b(BCE3)T | |
16112-3 | ex. | ἔσπετε νῦν μοι, Μοῦσαι〈—νηυσὶν Ἀχαιῶν〉: ὡς παράδοξον μέλλων λέγειν τὴν ὑποχώρησιν Αἴαντος τὸν ἀκροατὴν | |
προσεκτικώτερον ποιεῖ τοῖς παρὰ Μουσῶν λόγοις. συνέτεμε δὲ τὸ προοίμιον ἐπειγόμενος τῷ καιρῷ· ἐκεῖνος μὲν γὰρ ὁ λόγος (sc. Β | |||
5 | 494—877) ἐδέετο τερατείας, ἐξαρίθμησιν ἔχων νεῶν καὶ ἡγεμόνων, ὁ δὲ μιᾶς νεὼς ἐμπρησμόν. b(BCE3E4)T | ||
16114a | ex. | δόρυ μείλινον: οὐδὲ θεῷ εἶξεν, εἰ μὴ ἀχρεῖον αὐτῷ γέ‐ γονε τὸ δόρυ. b(BE3E4)T | |
16114b | ex. | ἄγχι παραστάς: πάλιν ἐπὶ τὸ κινδυνωδέστατον προή‐ γαγε τὴν ὑπόθεσιν· παράδοξον γὰρ τὸ Αἴαντος ἐγγὺς παραστῆναι τὸν Ἕκτορα. ἀλλ’ οὐδετέρου τρῶσιν ὑπέθετο, τοῦ μὲν διὰ τὴν ὑπερ‐ οχήν, εἰ καὶ ὑπὸ θεοῦ νῦν καταστασιάζεται (cf. Π 103), τοῦ δὲ διὰ | |
5 | τὴν ἀπὸ τοῦ Διὸς βοήθειαν. ἀλλ’ ἔδει τὸν ἕτερόν γε βλαβῆναι ἐκ τῆς ἐπελάσεως. διὰ μέσου οὖν ἐχώρησε, τὴν ὑποχώρησιν Αἴαντος τῷ δό‐ ρατι περιθείς. b(BCE3E4)T | ||
16.115 | ex. | παρὰ καυλόν: καυλὸς τὸ καθιέμενον μέρος εἰς τὴν ἐπιδορα‐ τίδα. b(BCE3E4)T | |
16116a | Ariston. | ἀντικρὺ δ’ ἀπάραξε: ἡ διπλῆ, ὅτι δοκεῖ μάχεσθαι· εἰ γὰρ ἀπήραξε κατὰ συμπέρασμα, ὅ ἐστιν ἀπέθραυσεν, πῶς ἐπιφέρει „τῆλε δ’ ἀπ’ αὐτοῦ / αἰχμὴ χαλκείη χαμάδις 〈βόμβησε πεσοῦσα〉“ (Π 117—8), ὡς πρότερον μὴ ἀποκεκομμένου, ἀλλ’ ὅτε διέσεισεν ὁ | |
5 | Αἴας ἀποπεπτωκότος; ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρασμα λέγει προειρῆσθαι, εἶτα κατὰ μέρος ἐπηκριβῶσθαι, ὡς εἴ τις λέγοι ‘ὅδε τις τόνδε εἰς τὰ σπλάγχνα δόρατι παίσας ἀπέκτεινεν· ἐκσπασθέντος δὲ τοῦ δόρατος ἀπέθανεν‘, ὡς ἐγένετο, ὕστερον ἐπιδιηγούμενος. οὕτως ἀπάραξε καὶ „κόλον δόρυ“ (Π 117) λέγει κατὰ συμπέρασμα· ὡς δὲ | ||
10 | ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδα〈ν〉θέντος τοῦ δόρατος, ἐπεξη‐ | ||
γεῖται· φαίνεται γὰρ ὁ Αἴας, μικροῦ τινος ἔτι διακρατοῦντος τὴν ἐπι‐ δορατίδα, πειράζων κραδᾶναι, ἀποπεσούσης δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὅτι ἠχρείωται τὸ δόρυ· διὸ καὶ τὸ „αὔτωσ“ (Π 117) πρόσκειται, ὅτι κατὰ κενὸν ἐκράδανεν, οὐ δυνάμενος αὐτῷ χρῆσθαι. | |||
15 | τινὲς δὲ καὶ τὸν „δέ“ (cf. Π 117) ἀντὶ τοῦ γάρ λαμβάνουσιν, ‘τῆλε γὰρ ἀπ’ αὐτοῦ‘. A | ||
16116b | ex. | 〈ἀντικρὺ δ’〉 ἀπάραξε: εἰ ἀπήραξεν, πῶς ἐπιφέρει „τῆλε δ’ ἀπ’ αὐτοῦ / αἰχμὴ χαλκείη“ (Π 117—8); ἔστι δὲ τάχος περὶ τὴν ἀπαγγελίαν, καὶ τὸ μὲν ἀπάραξε περὶ ὅλου τοῦ πράγματός φησιν, ἔπειτα τὰ κατὰ μέρος ὑποτίθησιν. b(BCE3E4)T | |
16117-8 | ex. | πῆλ’ 〈αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ’ ἀπ’ αὐτοῦ / αἰχμὴ—πεσοῦσα〉: ἐκράδαινε πρὸς τὸ διαγνῶναι, εἰ τέλεον ἠχρείωται· διασείσαντος δὲ αὐτοῦ ἀπέρριπται ἡ αἰχμή. οἱ δὲ κόλον (117) κολοβωθησόμενον. b(BCE3E4)T οἱ δὲ προειρῆσθαι | |
5 | τὸ κεφάλαιον, ἐπανειλῆφθαι δὲ ὡς γέγονεν ἕκαστον, ὡς ἐπὶ τοῦ „ὣς πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱόν / Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα“ (Π 827—8)· καὶ ἔτι ζῇ Πάτροκλος. οἱ δὲ τῆλε δ’ ἀπ’ αὐτοῦ (117) τὸν δέ ἀντὶ τοῦ γάρ φασίν. b(BE3E4)T | ||
16117a | ex. | αὔτως: δίχα μάχης, ἐπεὶ διάπειρα. T | |
16117b | ex. | κόλον δόρυ: ἕως νῦν παρὰ Ἴωσιν οἱ κολοβοκέρατοι κριοὶ ‘κόλοι‘ λέγονται. AT | |
16117c | Hrd. | 〈κόλον:〉 οὕτως ὡς λόγον ὁ Ἀσκαλωνίτης (p. 55 B.)· κἀγὼ δὲ συγκατατίθεμαι. Aim | |
16119-21 | ex. | D | γνῶ δ’ Αἴασ〈—βούλετο νίκην〉: ἑώρα γὰρ καὶ ἔβλεπεν ὅτι παντελῶς τῆς μάχης τὰ ἐνθυμήματα ἠλάττου καὶ ἠφάνιζεν ὁ Ζεύς, τοῖς δὲ Τρωσὶν ἠβούλετο νίκην. | ἢ μᾶλλον ‘τὰ τῶν μαχομένων ἐνθυμήματα ἠλάττου‘. T | |
16119-20 | Nic. | 〈γνῶ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε / ἔργα θεῶν:〉 συναπτέον μέχρι τοῦ θεῶν (120). δύναται δὲ στίζεσθαι καὶ ἐπὶ τὸ ἀμύμονα (119). Aint | |
16.119 | ex. | ῥίγησεν: οὐ τὸν Ἕκτορα, ἀλλὰ τὰ τῶν θεῶν ἔργα. καὶ σχεδὸν μὲν νενίκηται, ἡ δὲ νίκη οὐ τοῦ Ἕκτορος, ἀλλὰ θεῶν. b (BCE3)T | |
16120a1 | Did. | 〈μάχησ〉 ἐπὶ μήδεα κείρει: οὕτως Ἀρίσταρχος „κεῖ‐ ρε“ χωρὶς τοῦ ι, Ἰακῶς· ἔστι γὰρ ἔκειρε· ‘εἰς ἄπορον καθίστη τὰ τῆς μάχης ὡς μηδὲν ἔχειν μήσασθαι‘. A | |
16120a2 | 〈κεῖρε:〉 Ἀρίσταρχος κεῖρε χωρὶς τοῦ ι, ἄλλοι δὲ „κεί‐ ρει“. Aim | ||
16120b1 | ex. | κεῖρε: παρατατικός· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἔγνω ὁ Αἴας εἰς ἄπο‐ ρον ἥκουσαν αὐτῷ τὴν μάχην ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι‘. τοσοῦτον ἄρα ἐφεστὼς ὠφέλει. ὥστε καὶ τὸ ἐν ἀρχῇ „ὣς οἱ μὲν περὶ νηόσ“ (Π 1) εἰκότως ἐξηκούομεν περὶ τοῦ Αἴαντος καὶ πάντων τῶν | |
5 | Τρώων. T | ||
16120b2 | παρατατικῶς· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἔγνω Αἴας εἰς ἄπορον ἥκουσαν αὐτῷ τὴν μάχην ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι‘· ὁ γὰρ | ||
Ζεὺς ἐπέκειρε τὰ βουλεύματα τῶν Ἀχαιῶν. b(BCE3E4) | |||
16.122 | ex. | χάζετο δ’ ἐκ βελέων: οὐκ εἶπεν ‘ἐκ νεῶν‘. T | |
16123a | Ariston. | ΚΑΤΑΣΒΕΣΤΗ: ἡ διπλῆ, ὅτι ἔστι μὲν ἐκ πλήρους λα‐ βεῖν „κατά“. εἶτα „σβεστή“, τὸ συμβαῖνον ἐπιθετικῶς. ἔστι δὲ καὶ κατὰ συναλιφὴν „ἀσβέστη“, οἷον ἀκατάσβεστος, ὅ ἐστι δυσκόλως σβεστή· ὃ καὶ μᾶλλον· οὕτως γὰρ εἴωθε λέγειν· „ἄσβεστος δ’ ἄρ’ | |
5 | ἐνῶρτο γέλωσ“ (Α 599). τὸ δὲ „σβεστή“ ἀνέμφατον. καὶ τὸ σχῆμα Ὁμηρικόν, „ἀσβέστη“, καθάπερ „ῥεῖα δ’ ἀριγνώτη πέλεται“ (ζ 108) ἀντὶ τοῦ ἀρίγνωτος. A | ||
16123b | ex. (Ariston.) | κατ’ ἀσβέστη: μόνως ἀσβέστη ἀναγνωστέον, οὐ „κατὰ σβεστή“· οὕτως γὰρ εἴωθε λέγειν· „ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλωσ“ (Α 599) b(BCE3E4)T καὶ „φλογὶ 〈ε〉ἴκελος Ἡφαίστοιο / ἀσβέστῳ“ (Ρ 88—9). T καὶ τὸ σχῆμα Ὁμηρικόν, καθάπερ τὸ | |
5 | „ῥεῖα δ’ ἀριγνώτη πέλεται“ (ζ 108) ἀντὶ τοῦ ἀρίγνωτος. b(BCE3E4)T | ||
16123c | Hrd. | ἀσβέστη {κέχυτο φλόξ}: Ἀρίσταρχος κατὰ βαρεῖαν τάσιν ἀσβέστη, παρώνυμον ἐκδεχόμενος τοῦ „ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλωσ“ (Α 599), ὑγιῶς πάνυ· οὕτω γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου, καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρι‐ | |
5 | κός. A | ||
16123d | D | ἀσβέστη: δυσκατάσβεστος. οἱ δὲ τάχιστα κατασβεσθη‐ σομένη. b(BCE3E4)T | |
16123e | ex. | κέχυτο: ἐμφαντικῶς τῷ ῥήματι ὡς ἐπὶ ὑγροῦ καταχυ‐ θέντος ἔφη τὴν διάδοσιν τοῦ πυρός· ὑπεκκαύματα γάρ, καὶ ἡ καιομένη ὕλη πέφυκεν εὐδιάλυτος εἶναι διά τε τὰ ξύλα καὶ τὸ χρῖσμα τῆς πίτ‐ | |
της. b(BCE3E4)T | |||
16.124 | Ariston. | 〈τὴν μὲν πρύμνην:〉 πρὸς τὴν φράσιν, ὅτι οὕτως εἴρηκε τὴν μὲν πρύμνην ἀντὶ τοῦ τῆς μὲν τὴν πρύμνην. Aint | |
16125a1 | ex. | μηρὼ πληξάμενος: ὢ τῆς συμφορᾶς, ὅπου γε καὶ Ἀχιλλέα εἰς τοιαύτην ἀπάγει μεταβολήν. T | |
16125a2 | μεγίστη νῦν καὶ καιρία ἡ συμφορά, ὅπου γε καὶ Ἀχιλλέα εἰς τὴν τοιαύτην μετέβαλε λύπην καὶ ἀγωνίαν. b(BCE3) | ||
16.126 | ex. | ἱπποκέλευθε: ἱππικώτατε, τοῖς ἵπποις εὐτρεπίζων ὁδόν· ἢ b(BCE3) ἐφ’ ἵππων τὴν πορείαν ποιούμενε. b(BCE3)T | |
16127a | Did. | 〈ἰωήν:〉 ἐν τῇ Μασσαλιωτικῇ „ἐρωήν“. Aint | |
16127b | Did. | ex. | ἐρωήν: 〈γράφεται〉 „ἰωήν“, | ὁρμήν, παρὰ τὸ ἰέναι. T | |
16128a | Nic. | μὴ δὴ νῆας ἕλωσι 〈καὶ οὐκέτι φυκτὰ πέλωνται〉: ταῦτα ὁμολογουμένως καθ’ ἑαυτὰ λέγεται· ὑπερευλαβούμενος γὰρ λέ‐ γει. δύναιτο δ’ ἂν καὶ τὸ ἑξῆς εἶναι „ὄρσεο“ (Π 126), μὴ δὴ νῆας ἕλωσιν· ἀλλὰ βέλτιον τὸ πρότερον. παρατηρητέον δὲ πρὸς τὰ | |
5 | ἀσύνδετα τὴν προσωποποιΐαν ὅτι ἐμφαντικωτάτη. A | ||
16128b1 | ex. | μὴ δὴ νῆας ἕλωσι: μέμνηται τῶν λόγων ἑαυτοῦ· ἠπείλει γὰρ μὴ πρότερον ἐξελεύσεσθαι πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας „κατά τε 〈σ〉μῦξαι πυρὶ νῆασ“ (Ι 653). T | |
16128b2 | ἤδη πέρας οἱ λόγοι †αὐτοὶ† ἀπειλήφασι, καὶ μέμνηται αὐτῶν· διὸ καὶ μεταβάλλεται· ἠπείλει γὰρ μὴ πρὶν ἐξιέναι πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας. b(BCE3E4) | ||
16128c1 | Ariston. | {μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι} φυκτὰ πέλωνται: ἡ διπλῆ, ὅτι οὕτως εἴρηκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται, | |
ὁμοίως τῷ „σπάρτα λέλυνται“ (Β 135). A | |||
16128c2 | {φυκτὰ πέλονται:} ὅτι ἀντὶ τοῦ πέληται. T | ||
16129a | ex. | δύσεο τεύχεα 〈θᾶσσον〉: πῶς γὰρ ἂν οὐκ ἦν φθονε‐ ρός, μάχεσθαι συγχωρῶν τῷ φίλῳ, δι’ ὧν δὲ ἄριστα μάχεσθαι μέλλοι, μὴ συγχωρῶν; T | |
16129b | ex. | ἐγὼ δέ 〈κε〉 λαὸν ἀγείρω: δαιμονίως αὐτὸς ἐπισπεύ‐ δει οὐκ ἐπιτρέπων πάντα τῷ φίλῳ, ἀλλὰ μέρος τι καὶ αὑτῷ. b(BCE3 E4)T | |
16129c | Ariston. | 〈ἀγείρω:〉 ὅτι ἀντὶ τοῦ ἀγείραιμι. Aint | |
16129d | Hrd. | {λαὸν} ἀγείρω: ὁμοίως τῷ ἀγερῶ· ἐνεστὼς γάρ ἐστι σημαίνων μέλλοντα, ὥσπερ καὶ ἐπ’ ἄλλων παρεθέμεθα· „ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα“ (Α 184), „ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει“ (Η 124). οὕτως καὶ τὸ „ἐρύουσιν“ (Λ 454 al.) ἔχει. οὕτως δὲ καὶ Ἀρίσταρ‐ | |
5 | χος. A | ||
16.131 | ex. | κνημῖδας μὲν πρῶτα: σπεύδοντα δεῖ προφέρεσθαι ταῦ‐ τα, ἐπιπόθησιν τῆς ἐξόδου μιμούμενον. T | |
16134a1 | ex. | ἀστερόεντα: ἄστρων μορφαῖς πεποικιλμένον. T | |
16134a2 | ἄστρων κεχρωματισμένον καὶ πεποικιλμένον μορφαῖς. b (BCE3) | ||
16134b | ex. (Did.?) | ποδώκεος Αἰακίδαο: τινὲς „κακῶν βελέων ἀλεωρήν“· καὶ γὰρ „ξεῖνος γάρ οἱ ἔδωκε 〈...〉 δηΐων ἀνδρῶν ἀλεωρήν“ (Ο 532—3). T | |
16.135 | ex. | βάλετο ξίφος: τὸ ἴδιον ξίφος· διὸ Ἥφαιστος οὐ ποιεῖ (cf. Σ 609—13). T | |
16140a | Ariston. | 〈ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο: ὅτι〉 | |
Ζηνόδοτος τοῦτον ἀθετήσας τοὺς ἑξῆς τέσσαρας οὐκ ἔγραφεν. Aim | |||
D | ἔγχος δ’ οὐχ ἕλετ’ οἶον: προκατεσκεύακε μόνον αὐτὸ —καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια ποιή‐ | ||
5 | σαντι (fr. 3 A. = 3 B.). A | ||
16140b | Porph. vel | 〈ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο:〉 | |
D | διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ ἀναρμοστεῖ δόρυ, τῶν ἄλλων ἁρμοσάντων ὅπλων; Μεγακλείδης ἐν δευτέρῳ 〈Περὶ〉 Ὁμήρου (F. H. G. IV p. 443) προοικονομεῖσθαί φησιν Ὅμηρον τὴν ὁπλοποιΐαν· καὶ | ||
5 | ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας, ἐξ ὧν ὁ Ἥφαιστος ἐδημιούργει τὰ ὅπλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα, | ||
10 | ἵνα σωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον, ἀλλ’ ἔγ‐ γειον καὶ Πηλιῶτιν εἶναι. A | ||
16140c | ex. | ἔγχος δ’ οὐχ ἕλετ’ 〈οἶον ἀμύμονος Αἰακίδαο〉: ἐχρῆν γάρ τι ἐξαίρετον εἶναι τῷ Ἀχιλλεῖ, ἄλλως τε οὐκ ἦν τέκτων Ἥφαιστος· οὐ γάρ εἰσιν ἐν οὐρανῷ ξύλα. εἰκότως οὖν, ὅπερ οὐκ ἐνῆν κατασκευάσαι, τοῦτο Ἀχιλλεῖ τετήρηκε. κατέκρυψε μέντοι τὸ πλάσμα | |
5 | τῇ τοῦ Ἀχιλλέως ὑπεροχῇ, δι’ ἀσθένειαν οὐ δυνηθῆναι φήσας τὸν Πάτροκλον καὶ τῷ δόρατι χρῆσθαι (cf. Π 141—2). b(BE3)T | ||
16141a | Nic. | 〈βριθὺ μέγα στιβαρόν:〉 καθ’ ἕκαστον βραχὺ διασταλ‐ τέον. Aint | |
16141b | ex. | στιβαρόν: πᾶν τὸ μένον ἰσχυρὸν καὶ στιφρὸν λέγουσιν. T | |
16141-2a1 | ex. | ex. | τὸ μὲν οὐ δύνατ’ ἄλλος 〈Ἀχαιῶν /〉 πάλλειν, 〈ἀλλὰ—Ἀχιλλεύσ〉: ἀστερίσκους ἔχουσι, κακῶς ὄντες ἐν τῇ Τ (sc. 388—9). | κατὰ συλλογισμὸν ὁ ἔπαινος· ποῖον γὰρ ἦν ὡς μηδὲ πάλλειν αὐτὸ τοὺς ἥρωας δύνασθαι. T | |
16141-2a2 | ex. + ex. | ἀστερίσκους ἔχουσι κακῶς· φησὶ γὰρ Ζηνόδοτος ὅτι ‘ποῖόν τι ἦν ὡς μὴ δύνασθαι αὐτὸ αἴρειν τοὺς ἥρωας;‘ ἔστι δὲ κατὰ συλ‐ λογισμὸν ὁ ἔπαινος καὶ σύγκρισιν. b(BCE3) | |
16141-2b | ex. | ἄλλως· τὸ μὲν οὐ δύνατ’ ἄλλοσ〈—〉ἀλλ〈ά μιν〉 οἶος ἐπίστατο: τῇ ἐπιστήμῃ τὴν δύναμιν προσάπτει. b b(BCE3)T | |
16142a | Ariston. | {πάλλειν} ἀλλά μιν οἶος ἐπίστατο πῆλαι: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἐδύνατο, μόνος ἐδύνατο χρήσασθαι τῷ δόρατι· τὸ γὰρ πῆλαι ἐκ παρεπομένου τὴν χρῆσιν σημαίνει. A | |
16142b | ex. | ἐπίστατο: ἐδύνατο. καὶ Σοφοκλῆς (fr. 817 N.2 = 903 P. = 903 R.)· „οὐπώποθ’ ὑμᾶς συμβαλεῖν ἐπίσταμαι“. b(BCE3)T οἱ δὲ πλάτ‐ τονται λέγοντες ὡς Πηλεὺς μὲν παρὰ Χείρωνος ἔμαθε τὴν χρῆσιν αὐ‐ τῆς, Ἀχιλλεὺς δὲ παρὰ Πηλέως, ὁ δὲ οὐδένα ἐδίδαξεν. καὶ ὁ τῆς | |
5 | Μικρᾶς Ἰλιάδος ποιητής (fr. 5 A. = 2 B.)· „ἀμφὶ δὲ πόρκης / χρύσεος ἀστράπτει καὶ ἐπ’ αὐτῷ δίκροος αἰχμή“. T | ||
16143a | ex.(?) | 〈μελίην:〉 τὴν ἐκ μελίης. Aim | |
16143b | Did. | πόρε: διχῶς, καὶ „τάμε“ καὶ πόρε. Aint T | |
16144a | Did. | 〈ἐκ κορυφῆς:〉 Ἀρίσταρχος „ἐν κορυφῇσ“ διὰ τοῦ ν. Aim | |
16144b | Did. | ex. | ἐκ κορυφῆς: καὶ „ἐν κορυφῇσ“. | ἔστι δὲ ἄκρα Χειρώνειος ὑπὲρ Σηπιάδος ἄκρας πρὸς Ζέφυρον ἄνεμον νεύουσα, ἔνθα ᾤκει ὁ Χεί‐ ρων. T | |
16145a | ex. | 〈ἵππους δ’〉 Αὐτομέδοντα 〈θοῶς ζευγνύμεν ἄνω‐ γε〉: ζῶντος Πατρόκλου οὐκ ἦν Αὐτομέδων ἡνίοχος Ἀχιλλέως. προ‐ παρασκευὴ νῦν, ἵνα καὶ Ἀχιλλεὺς αὐτῷ χρήσηται ἡνιόχῳ. b (BCE3)T | |
16145b | ex.(?) | ζευγνύμεν: ζευγνύμεναι τὸ τέλειον. T | |
16146a | Ariston. | 〈τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα:〉 ὅτι Πάτροκλος μὲν Ἀχιλλέως ἡνίοχος, Πατρόκλου δὲ Αὐτομέδων. Aint | |
16146b1 | ex. | τὸν μετ’ Ἀχιλλῆα〈—〉τῖε 〈μάλιστα〉: παι‐ δευτικὸν τοῦτο· τὸ γὰρ συμμετρεῖσθαι τὰς φιλίας ἄριστον. T | |
16146b2 | παιδευτικὸν καὶ τοῦτο ὅτι μετ’ Ἀχιλλέα εἶχεν αὐτόν· τὸ γὰρ συμμέτρους εἶναι τὰς φιλίας ἄριστον καὶ τοὺς φίλους εἰς πίστιν διεγεῖρον. b(BCE3) | ||
16.147 | ex. | πιστότατος 〈δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν〉: πιστότατόν φησι τὸν παρὰ τὴν μάχην οὐκ ἐγκαταλιμπάνοντα τοὺς φίλους, οἷον ὁ ἐν πολέμῳ κοινωνεῖν θέλων τῶν κινδύνων μεγάλην πίστιν τῆς φιλίας παρέχεται. b(BCE3E4)T | |
16.148 | ex. (D + ex.?) | ὕπαγε ζυγόν: ὑπὸ ζυγὸν ἦγεν, b(BCE3)T ὑπεζεύγ‐ νυεν. b(BCE3) καὶ ἀλλαχοῦ· „τὴν ὅ γ’ ὑπὸ ζυγὸν ἦγε, μέγα | |
δρόμου ἰσχανόωσαν“ (Ψ 300). T | |||
16149a1 | ex. | Ξάνθον καὶ Βαλίον: ὁ μὲν ἀπὸ τῆς χροιᾶς, ὁ δὲ ἀπὸ τοῦ πηδᾶν. εἰκὸς δὲ μετὰ θάνατον Ἀχιλλέως τὸν δόντα Ποσειδῶνα πάλιν αὐτοὺς ἀνακομίσασθαι ὡς καὶ τὸ Ἀγαμέμνονος σκῆπτρον. ἐν δὲ τῷ Καταλόγῳ οὐδὲν περὶ αὐτῶν εἶπεν (cf. Β 770), ἐπεὶ μὴ ἐπολέμουν, | |
5 | οὐδὲ περὶ Μυρμιδόνων (cf. Β 684). T | ||
16149a2 | τὸν μὲν ἀπὸ τῆς χροιᾶς ὀνομάζει, τὸν δὲ ἀπὸ τοῦ πηδᾶν. ἐν δὲ τῷ Καταλόγῳ περὶ αὐτῶν οὐδὲν λέγει, ὅτι μὴ ἐν πολέμῳ ἐξῄεσαν, οὔτε γὰρ περὶ τῶν Μυρμιδόνων· σκοπὸς γὰρ ἦν αὐτῷ τοὺς πολεμοῦν‐ τας ἐμφῆναι. νυνὶ δὲ μερικῶς πως βούλεται μνημονεῦσαι, ὅτε καὶ ἐπὶ | ||
5 | πόλεμον ἐξάγει. b(BCE3E4) | ||
16149b | Hrd. | {ξάνθον καὶ} Βαλίον: παροξυτονητέον τὸ Βαλίον. καὶ εἴρηται (sc. ad Β 495) περὶ τῶν τοιούτων. A | |
16150a1 | ex. | τοὺς ἔτεκε Ζεφύρῳ 〈ἀνέμῳ Ἅρπυια Ποδάργη〉: καὶ αἱ Ἐριχθονίου ἐκ Βορέου, ἅμα μὲν διὰ τὸ ὑπερβάλλον τάχος (cf. Υ 225—9), ἅμα δέ, ὥς φησιν Ἀριστοτέλης (cf. h. an. 6, 18 p. 572 a 14), ὡς ἐξανεμούμεναι ὁτὲ μὲν πρὸς νότον ὁτὲ δὲ πρὸς βορᾶν κύου‐ | |
5 | σιν. T | ||
16150a2 | εἰκότως δὲ Ἁρπυίας Ποδάργης καὶ Ζεφύρου τοὺς ἵππους καλεῖ διὰ τὸ τάχος τὸ ὑπερβάλλον, καὶ ὅτι εὔψυχοι καὶ καρτερικοὶ καὶ πολύπονοι. φησὶ δὲ καὶ Ἀριστοτέλης ὅτι μόναι ὁτὲ μὲν πρὸς νότον ὁτὲ δὲ πρὸς βορρᾶν ὡς ἐξ ἀνέμου κύουσιν. b(BCE3E4) | ||
16150b | Ariston. | Ἅρπυια Ποδάργη: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει „Ἅρπυια πόδαργοσ“ ὡς ἐπιθετικόν, ἵν’ ᾖ ποδώκης. ἔστι δὲ τὸ κύριον ὄνομα Ποδάργη. σαφὲς δὲ καὶ ἐκ τούτων· „Ξάνθε τε καὶ Βαλίε, τη‐ λεκλυτὰ τέκνα Ποδάργησ“ (Τ 400). A | |
16150c | ex. | Ἅρπυια Ποδάργη: ὡς „Νηῒς Ἀβαρβερέη“ (Ζ 22). φησὶν οὖν „τηλεκλυτὰ τέκνα Ποδάργης (Τ 400). Ἅρπυια δὲ θήλεια ἄνεμος. T | |
D | Ἅρπυια· ἤτοι ἀνέμου εἶδος—πόδας ἐχούσης. A | ||
16150d | Hrd. | Ποδάργη: εἴτε σύνθετόν ἐστιν εἴτε παρασύνθετον, παρ‐ οξυτονητέον εἰς ἰδιότητα. A | |
16.151 | ex. | 〈παρὰ ῥόον:〉 ἢ ἔτεκεν (cf. Π 150) ἢ βοσκομένη. Tt | |
16152a | ex. | ἐν δὲ παρηορίῃσιν: ἄπορον, ὅτου χάριν Ἀχιλλεὺς τοῖς ἀθανάτοις ἵπποις θνητὸν συμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖς κρείσσοσι συμπλεκόμενον αἰσχύνειν †ἄλλο†. ἴσως οὖν ἁρ‐ μόσει λέγειν ὅτι τοῦτον προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ | |
5 | δρόμῳ· †μέτρον† γὰρ εἶναι τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερ‐ βάλλον σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπως ἂν ὁ θνητὸς αὐτοῖς ἰσοδραμῇ· ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν | ||
ἐνδείκνυσθαι τοῦ ἥρωος, μικτὴν οὖσαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶς | |||
10 | δὲ „ἀλεγεινοὶ“ ὄντες „ἀνδράσι“ (cf. Ρ 76—7) Πατρόκλῳ ὑποτάσσον‐ ται; ἀλεγεινὸν οὖν ἐστι τὸ μετὰ φροντίδος κατορθούμενον· b(BE3E4) T ἡνίοχος τε ἦν αὐτοῖς Πάτροκλος—διὸ καὶ κλάουσιν αὐτόν (cf. Ρ 426—40)—πιθανόν τε Αὐτομέδοντα πάλαι συνησκῆσθαι αὐτοῖς διὰ τὰ συμβαίνοντα. T | ||
16152b | ex. | ἄλλως· παρηορίῃσιν: παρηρτημέναις σειραῖς πρὸς τὴν ζεῦξιν τοῦ περισσοῦ ἵππου. διὰ τί δὲ δεῖται παρηόρου; οἱ μὲν γὰρ ἄλλοι δεόντως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι ἀντ’ αὐτοῦ τὸν παρήορον, τοῖς δὲ ἀθανάτοις ποῖον δέος ἢ τρωθῆναι ἢ κα‐ | |
5 | μεῖν; ἔστιν οὖν εὔηθες τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵπ‐ πους δὲ μή. b(BCE3E4)T ἄλλως τε ποικῖλαι θέλει τὴν Σαρπηδό‐ νος μάχην καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν (cf. Π 466—76). b(BE3 E4)T | ||
16.155 | ex. | θώρηξεν: ἄμεινον ‘ἐκόσμησε‘· „τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον“ (Ξ 379)· ἑαυτὸν γὰρ ἕκαστος θωρήσσει, καὶ ὡς μὴ εἰρημένον νοεῖται. διὰ τοῦτο „σὺν τεύχεσιν“ (Π 156). T | |
16156a | Did. | 〈πάντας ἀνὰ κλισίας:〉 Ζηνόδοτος „πάντῃ ἀνὰ κλι‐ σίασ“. Aint | |
16156b | ex. | λύκοι ὥς: διὰ μακροῦ ἀπέδωκεν αὐτῷ τὸ „ῥώοντο“ (Π 166). κεκορεσμένοις δὲ εἴκασε καὶ ἐπὶ ποτὸν ἐρχομένοις, ἐπεὶ πεινῶντες μὲν διασκεδάννυνται ἄλλος ἄλλοσε ἐς νομάς, ἐς ποτὸν δὲ ἀθρόοι ἀπίασιν. b(BCE3E4)T | |
16.158 | ex. | {οἵ τ’ ἔλαφον} μέγαν: πρὸς τὸ κορέσαι αὐτούς. T | |
16159a | ex. | πᾶσιν {δε παρήιον}: ἀντὶ τοῦ πάντων. T | |
16159b | ex. | αἵματι φοινόν: πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. λέγει δὲ καὶ „αἵματι φοινικόεισ“ (Ψ 717) καὶ „χλαῖναν θέτο φοινικόεσσαν“ (φ 118, cf. ξ 500) καὶ „ἡνία φοινικόεντα“ (Θ 116) καὶ „φοίνικι μιήνῃ“ (Δ 141) καὶ „Φοίνικεσ“ (Ψ 744 al.), ὅτι παρὰ τὴν Ἐρυθρὰν θάλασσαν | |
5 | ᾤκουν, ἣν Φοινικὴν Διονύσιος (FGrHist 15,10 vel 687,4) καλεῖ, καὶ τὸ φυτόν (cf. ζ 163), ὅτι ὡς ἐπὶ τὸ πολὺ φοινίκεον ποιεῖ καρπόν, καὶ „φοινήεντα δράκοντα“ (Μ 202) ἀπὸ τοῦ φοινός, b(BE3)T καὶ „φοίνιον αἷμα“ (ς 97) ἐπὶ τοῦ Ἴρου· οὐ γὰρ πεφόνευται, ἵνα εἴπῃς ὅτι παρὰ τὸν φόνον γεγένηται ἡ λέξις. T | ||
16160a1 | Nic. | 〈καί τ’ ἀγεληδὸν ἴασιν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἴασι πρὸς τὸ σαφέστερον. Aint | |
16160a2 | ἴασιν: ὧδε ἡ στιγμή. T | ||
16160a3 | στικτέον εἰς τὸ ἴασι. b(BCE3E4) | ||
16161a | Ariston. | λάψοντες: ὅτι Ζηνόδοτος γράφει „λάψαντεσ“ διὰ τοῦ α. ἔσονται δὲ ἤδη πεπωκότες, καὶ ἐκλέλυται ἡ ἔμφασις· οἱ μὲν γὰρ αἵμα‐ τος 〈ἐμ〉πεφορημένοι καὶ διὰ δίψαν ὁρμῶντες ἐπὶ τὴν κρήνην σώζουσι τὸ παράστημα. ἐπλάνησε δὲ τὸν Ζηνόδοτον τὸ ἑξῆς, δεξάμενον ‘ἀπὸ | |
5 | κρήνης ἴασιν‘ (cf. Π 160). οὐκ ἔδει δέ, ἀλλ’ ‘ἐκ κρήνης πιόμενοι πο‐ ρεύονται‘ (cf. Π 160—1). A | ||
16161b | D | Ariston. | ex. | λάψοντες: πιόμενοι. | Ζηνόδοτος δὲ „λάψαντεσ“, ἐμπλη‐ | |
σθεῖσιν εἰκάζων αὐτούς, b(BCE3)T οὐ καλῶς. b(BCE3). | ὠνομα‐ τοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν κυνῶν καὶ τῶν λύκων. A b (BE3)T | |||
16161c1 | ex. (Hrd.) | ΑΡΑΙΗΙΣΙΝ: δασέως, λεπταῖς καὶ ἐπιμήκεσιν. οἱ δὲ ψιλῶς, βλαπτικαῖς. T | |
16161c2 | δασείαις, ἀσθενέσιν, ἐπιμήκεσιν, ἢ λεπταῖς. b(BCE3E4) ἢ βλαπτικαῖς. b(BCE3) | ||
16161d | ex. (Porph.?) | μέλαν ὕδωρ: Ἀναξαγόρας (Vors. 6 59 A 98) ἐπεὶ φύσει μέλαν· καὶ γοῦν ὁ καπνὸς μέλας ἐστὶν ἐκ τοῦ ὕδατος τῶν ξύλων ἀνιέ‐ μενος. οἱ δὲ διὰ τὴν σκιὰν τῶν φυτῶν. A | |
16162a | Nic. | ἄκρον, ἐρευγόμενοι 〈φόνον αἵματοσ〉: τὴν πρώτην λέξιν τοῖς ἄνω προσδιδόναι βέλτιον· τὸ γὰρ συμβαῖνον αὐτὸ ἀπαγ‐ γέλλει· οἱ πίνοντες ἄκρον προσφέρονται τὸ ὕδωρ. A | |
16162b | ex. (Nic. + | ἄκρον, ἐρευγόμενοι 〈φόνον αἵματοσ〉: στικτέον εἰς τὸ ἄκρον, ἵν’ ᾖ ‘λάψοντες ἀπὸ τῆς κρήνης τὸ ἄκρον ὕδωρ‘· οὐ γὰρ καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες· b(BCE3E4)T οἱ δὲ λύκοι, πάρδοι, ἵπποι καὶ τὸ ἥμισυ τῆς ὄψεως. τινὲς δὲ τῷ φόνον | |
5 | ἐπισυνάπτουσιν, ἄκρον φόνον, τὸ ἀνωτάτω αἷμα τοῦ καταπινο‐ μένου καὶ ὄντος ἐν τῷ στομάχῳ. T | ||
16162c | ex. (Porph.?) | φόνον αἵματος: ἀντὶ τοῦ αἷμα φόνου. T | |
16163a | Ariston. | περιστένεται: ὅτι ἔστι μὲν ἐκδέξασθαι καὶ τὸ στενοχω‐ ρεῖται· „στεινόμενος νεκύεσσιν“ (Φ 220)· ὥστε καταστρέφειν εἰς τὸ βαρύνεται. βέλτιον δὲ παρεμπεπτωκέναι τὸ ς ὡς ἐπὶ τῆς φερεσβίου ὥστε εἶναι καὶ τὸ περιστένεται ἀντὶ τοῦ περιτείνεται διὰ τὸ | |
5 | ἐμπλησθῆναι τοῦ αἵματος. A | ||
16163b | ex. (Ariston.) | περιστένεται {δὲ γαστήρ}: Ἀρίσταρχος ἀντὶ τοῦ ‘πε‐ ριτείνεται‘ διὰ τὴν πλησμονὴν ὡς φερέβιος φερέσβιος· οἱ δὲ ‘στένει‘ διὰ τὴν αὐτὴν αἰτίαν· οἱ δὲ ‘στενοχωρεῖται‘, ὡς „στεινόμενος νεκύεσσι“ (Φ 220). T | |
16166a1 | ex. | 〈ῥώοντο:〉 ἐρρωμένως καὶ μετὰ πολλῆς προθυμίας καὶ γενναιότητος περὶ αὐτὸν ἵσταντο, b(BCE3E4) ἐπιθυμίαν ἔχοντες αἵματος πολεμίου ὡς οἱ λύκοι. b(BCE3) | |
16166a2 | {ῥώοντο:} ἐρρωμένως περὶ αὐτὸν †οὖν ἵσταντο. T | ||
16166b | ex. | 〈ῥώοντο:〉 ὥρμων προθύμως. Aint | |
16167a | ex. | ὀτρύνων ἵππους: ἵππους τοὺς ἱππέας, ὥς φαμεν νικᾶν τὴν ἵππον τῶν πολεμίων. ἢ τοὺς ἰδίους ἵππους ὀτρύνων· νοεροὶ | |
γὰρ ἦσαν ὡς θεῖοι. b(BCE3)T | |||
16167b | ex. | ἄλλως· ὀτρύνων ἵππους: ἀντὶ τοῦ ἱππέας· T ἀντ‐ έταξε γὰρ αὐτῷ τὸ ἀσπιδιώτας. b(BCE3)T | |
16170a1 | ex. | πεντήκοντ’ ἔσαν ἄνδρες 〈ἐπὶ κληῗσιν ἑταῖροι〉: πῶς, φασίν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ; τινὲς μὲν οὖν †ἢ† οὐκ ἐν πλήθει †ἢ† ἀρετή· Αἴας γοῦν δώδεκα ναῦς ἔχει (cf. Β 557). Ἀρίσταρχος δέ φησι πεντήκοντα †ἀρετὰς† εἶναι διὰ τὸ †ἐπίκλησιν ν† | |
5 | ἢ ναύτας πρὸς ὑπηρεσίαν. Διονύσιος (fr. 42 Schm. = FGrHist 15, 11) δὲ τὸν μέγιστον ἀριθμὸν ἑκατὸν εἴκοσι ποιεῖν, τὸν δὲ λοιπὸν ἐν τῷ με‐ ταξὺ τούτων ἄγεσθαι, ὡς φθάνειν πάσας ἐπὶ ὀγδοήκοντα πέντε ἀν‐ δρῶν. T | ||
16170a2 | πῶς, φασίν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ πεντήκοντα μόνον λέγων ἔχειν τὰς ναῦς; τινὲς μὲν οὖν φασιν ὅτι οὐκ ἐν πλήθει ἡ ἀρετή, ἀλλ’ ἐν τοῖς περὶ αὐτὴν σεμνύνεται. Ἀρίσταρχος δέ φησιν ὅτι διὰ τοῦ ἐπὶ κληῗσιν ἐδήλωσεν ὡς μόνοι οἱ ἐρέται ἦσαν | ||
5 | πεντήκοντα, τὸ δὲ λοιπὸν πλῆθος τῶν πολεμιστῶν οὐκ ἐμνημόνευσεν, ὅπερ ἐπιφέρονται αἱ νῆες. b(BCE3E4) | ||
16170b | ex. | πεντήκοντ’ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν: καὶ Πίνδαρος (fr. 259) πεντηκοντερέτμους φησὶ τὰς ναῦς τῶν Ἀχαιῶν εἶναι. T | |
16.171 | ex. | πέντε 〈δ’ ἄρ’〉 ἡγεμόνας 〈ποιήσατο〉: τάχα πρὸς τὸν παρόντα καιρόν· εἰ γὰρ μὴ τοῦτο, ἔδει καὶ Πάτροκλον ἄρχειν· εἰ μὴ Ἀχιλλεῖ συμπαρετάσσετο. T | |
16171-2 | ex. | ἡγεμόνας ποιήσατο, 〈τοῖς ἐπεποίθει, | ση‐ μαίνειν〉: τὸ ἑξῆς ‘ποιήσατο σημαίνειν, οἷς δι’ ἀρετὴν ἐπεποίθει {τὸ | |
σημαίνειν}‘. T | |||
16172a1 | ex. | μέγα κρατέων: τὴν κατὰ πάντων ἔχων ἐξουσίαν· οἱ γὰρ τοιοῦτοι „εὐρυκρείοντεσ“ (cf. Α 102 al.). T | |
16172a2 | τὴν κατὰ πάντων ἔχων ἐξουσίαν καὶ αὐτῶν τῶν ἀρχόντων ἄρχων· τοιοῦτοι γάρ εἰσιν οἱ πάντες „εὐρυκρείοντεσ“. b(BCE3E4) | ||
16173a | Hrd. | {τῆς μὲν} ἰῆς στιχός: στιχός ὡς τριχός, ἀπ’ εὐθείας τῆς στίξ. τὸ δὲ ἰῆς περισπῶσιν καὶ τὸ „ἰῇ δ’ ἐν νυκτὶ γένοντο“ (Σ 251), οὐκ ἀκολούθως εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· „οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυσ“ (Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (sc. ad | |
5 | Ζ 422). A | ||
16173b | ex. | ἰῆς στιχός: τῆς μιᾶς τάξεως, παρόσον ἐπὶ στίχον ἡ τάξις πορεύεται. T | |
16174a1 | ex. | ex. | διϊπετέος: λαμπροῦ. καὶ Εὐριπίδης (Bacch. 1267)· | |
„λαμπρότερος ἢ πρὶν καὶ διϊπετέστεροσ“. ἐπεὶ δὲ †χειμάρους†, πῶς „Σπερχειῷ ἀκάμαντι“ (Π 176); οἱ γὰρ παυόμενοι πόροι δοκοῦσιν ὥσπερ ἀποκαμόντες ἑστάναι. | Σπερχειὸς ἐκ Πίνδου κατιὼν καὶ δι’ | |||
5 | Αἰνιάνων καὶ Δολόπων εἰς θάλασσαν ἐρεύγεται, εἰς τὸν Μηλιακὸν ἐκδιδοὺς κόλπον. οἱ δὲ διὰ Μηλίδος καὶ Φαρσάλου ἐπὶ Θερμοπύλας, ἔνθα Πυλαίας Δήμητρος ἱερόν. T | ||
16174a2 | ex. | λαμπροῦ. καὶ Εὐριπίδης· „λαμπρότερος †τίς ἐστι† καὶ διϊπετέστεροσ“. ἐπεὶ δὲ χειμάρρους, πρόσκειται τὸ Σπερχειοῖο, ἀπὸ τοῦ σπέρχω τὸ κατεπείγω· σφοδρῶς γὰρ οἱ χειμάρροι ῥέουσιν. „ἀκάμαντι“ (Π 176) δέ, ὅτι οἱ παυόμενοι πόροι δοκοῦσι ὥσπερ ἀπο‐ | |
5 | καμόντες ἑστάναι. b(BCE3E4) | ||
16174b | ex. | ἄλλως· διϊπετέος: τοῦ θείου ἢ τοῦ ἐκ τῶν Διὸς ὑετῶν τὴν ἀρχὴν ἔχοντος. T | |
D | {σπερχειοῖο} διϊπετέος: ἤτοι ὑπὸ Διὸς—ἢ διαφα‐ νοῦς. A | ||
16175a | Did. | 〈ὃν τέκε:〉 χωρὶς τοῦ τ, ὃν τέκεν, Ἀρίσταρχος. οὕτως | |
καὶ Ἀριστοφάνης. Aint | |||
16175b | Ariston | ὃν τέκε Πηλῆος θυγάτηρ: ὅτι Φερεκύδης (FGrHist 3, 61 a) τὴν Πολυδώραν φησὶν ἀδελφὴν Ἀχιλλέως. οὐκ ἔστι δὲ καθ’ Ὅμηρον διαβεβαιώσασθαι. πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι, ὥσπερ καὶ ἐπ’ ἄλλων, ἐπεὶ προσέθηκεν ἂν τεκμήριον τῆς πρὸς Ἀχιλλέα συγ‐ | |
5 | γενείας. A | ||
16175c1 | ex. | Πηλῆος θυγάτηρ: ἑτέρου Πηλέως· εἰ γὰρ ἦν ἀδελφι‐ δοῦς Ἀχιλλέως, καὶ ἐμνήσθη αὐτοῦ ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐρωτῶν (cf. λ 494—537), καὶ ἐν ταῖς Λιταῖς, φάσκων „ἔνθα δέ μοι μάλα 〈πολλὸν〉 ἐπέσσυτο θυμόσ“ (Ι 398), „κτῆσιν ἐμὴν δμῶάς | |
5 | τε“ (Τ 333), ἔφασκεν ἂν καὶ τῆς ἀδελφῆς ἀπόλαυσιν. Πηλέα τε οὐκ οἶδεν ὁ ποιητὴς ἑτέρᾳ γυναικὶ συνελθόντα. Νεοτέλης δὲ ὡς ἀδελφιδοῦν Ἀχιλλέως φησὶ τῆς πρώτης τάξεως ἡγεῖσθαι, ὡς καὶ μαρτυρεῖ ἐπιστή‐ μην πολέμου· †ὡς ἀχιλλέως τε ἀδελφὴν γαμεῖν† ἀπερείσια δίδωσιν ἕδνα (cf. Π 178). εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἐν Ἅιδου· οὐδὲ γὰρ Ὀδυσ‐ | ||
10 | σεὺς Κτιμένης (cf. ο 363 cum λ 174—9). Φερεκύδης (FGrHist 3, 61 b) δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, Σουίδας (FGrHist 602, 8) ἐκ Λαοδα‐ μείας τῆς Ἀλκμαίωνος, Στάφυλος (FGrHist 269,5) ἐξ Εὐρυδίκης τῆς Ἄκτορος. Ζηνόδοτος (FGrHist 19,5) δὲ Κλεοδώρην φησίν, Ἡσιόδου (fr. 213 M.—W.) καὶ τῶν ἄλλων Πολυδώρην αὐτὴν καλούντων. T | ||
16175c2 | ἑτέρου, φασί, Πηλέως· εἰ γὰρ ἦν ἀδελφιδοῦς Ἀχιλλέως, πῶς οὐκ ἐμνήσθη αὐτοῦ ἢ τῆς ἀδελφῆς ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς ἐρω‐ τῶν καὶ τοῦ υἱοῦ; ἅμα τε οὐκ οἶδεν ὁ ποιητὴς Πηλέα ἑτέρᾳ συνελθόντα γυναικί. οἱ δὲ νεώτεροι ἀδελφιδοῦν αὐτοῦ λέγουσιν· ὅθεν καὶ τῆς πρώ‐ | ||
5 | της τάξεως ἡγεῖται καὶ πολέμων ἐπιστήμων μαρτυρεῖται, καὶ ὡς | ||
†ἀχιλλέως ἀδελφὴν γαμῶν ἀπερείσια δίδωσιν. εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἢ τούτου, οὐ ξένον· περὶ γὰρ τῶν καιριωτέρων αὐτῷ ἡ φροντίς. b (BCE3E4) ἄλλως τε ἐπειδὴ νόθη ἦν ἡ Πολυδώρη αὐτοῦ ἀδελφή, τάχα οὐδὲ μνημονεύειν αὐτῆς ἐβουλήθη. ἢ ὅτι καὶ αὐτὴ ἤδη τετελευ‐ | |||
10 | τηκυῖα ἦν. b(BE3E4) | ||
D | 〈Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη:〉 ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλός φησιν ἐν τῇ τρίτῃ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος. A | ||
16176a | ex. | Σπερχειῷ {ἀκάμαντι}: φασὶ Πέλωρα τὸν γίγαντα σπερ‐ χόμενον ὑπὸ Ποσειδῶνος ἁλέσθαι εἰς τὸν ποταμὸν καὶ πληγέντα τῇ τριαίνῃ ἀποθανεῖν. T | |
16176b | ex.(?) | 〈Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα:〉 φασὶ {δὲ} Πέλωρα τὸν γίγαντα, ἐρασθέντα Πολυδώρης, ἐπιτηρῆσαι αὐτήν, πότε λούεται ἐν τῷ Σπερχειῷ· καὶ ὅτε αὐτὴν εἶδεν εἰσελθοῦσαν, καὶ αὐτὸν εἰσελθεῖν καὶ ὑποκρυβῆναι τῷ ὕδατι· εἶτα πρὸς τὸ μέσον γε‐ | |
5 | γονυῖαν κρατῆσαι ὡς ἐν προφάσει δῆθεν Σπερχειοῦ καὶ μιγῆναι αὐτῇ· ἀφ’ οὗ Μενέσθιος. b(BCE3E4) | ||
16177a | ex. | 〈ἐπίκλησιν Βώρῳ:〉 ὁ Μενέσθιος. Til | |
16177b | ex. | Περιήρεος: Περιήρους τοῦ Διοπλήθους τοῦ Μυρμιδό‐ νος. T | |
16177c1 | Hrd | {περιήρεος} υἷ〈ϊ〉: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευ‐ ταία συλλαβή· διὸ προπερισπαστέον ὁμοίως τῷ „Νηληΐῳ υἷι ἐοι‐ | |
κώσ“ (Β 20). εἰ μέντοι διὰ τῆς ει διφθόγγου ἐγράφετο ἡ τελευταία, περιεσπᾶτο, ἀπ’ εὐθείας οὖσα τῆς υἱεύς, ὁμοίως τῷ „υἱεῖ ἐμ’ ὠκυμόρῳ“ | |||
5 | (Σ 458). A | ||
16177c2 | {υἷι:} προπερισπαστέον καὶ διὰ τοῦ ι γραπτέον. T | ||
16178a | ex. | 〈ὅς:〉 ὁ Περιήρης. Til | |
16178b | ex. | ὄπυιε: τὴν αὐτὴν Πολυδώρην. T | |
16178c | Ariston. | 〈πορὼν ἀπερείσια ἕδνα:〉 ὅτι ἕδνα τὰ ὑπὸ τῶν γα‐ μούντων διδόμενα ταῖς γαμουμέναις. Aint | |
16179a1 | Ariston. | {τῆς δ’} ἑτέρης: ὅτι ἐπὶ τῆς δευτέρας εἴρηκεν ἑτέρας διὰ τὸ μὴ ἐπιδέχεσθαι τὸ μέτρον εἰπεῖν δευτέρας. πρὸς αὐτὸ δὲ τὸ προδε‐ δηλωμένον τῇ δυικῇ διαστολῇ κέχρηται. A | |
16179a2 | ἀντὶ τοῦ δευτέρας b(BCE3)T διὰ τὸ μέτρον· πρὸς ὃ ἡ διπλῆ. T | ||
16180a | Ariston. | παρθένιος, τὸν ἔτικτε 〈χορῷ καλὴ Πολυμήλη〉: ὅτι παρθένιος λέγεται ὁ ἐξ ἔτι παρθένου νομιζομένης γεννώμενος, σκότιος (cf. Ζ 24) δὲ ὁ κατὰ λαθραίαν μίξιν καὶ οὐκ ἀπὸ νομίμου γά‐ μου. καὶ ὅτι τὸ χορῷ καλή πρὸς 〈ἓν〉 ἐκληπτέον, καλλίχορος, | |
5 | διαπρέπουσα ἐν τῷ χορεύειν. A | ||
16180b | D | παρθένιος: ὁ ἐκ νομιζομένης παρθένου γεννηθείς. b (BCE3)T | |
16180-92 | ex. | τὸν τίκτε 〈χορῷ καλὴ Πολυμήλη / —υἱὸν ἐόντα〉: προειπὼν τὸ κεφάλαιον ἐπὶ μέρους ἐξηγεῖται. χορῷ δὲ | |
καλή (180) οἱονεὶ καλὴ ἐν χορῷ οὖσα, καλλίχορος· ἀρετῆς γάρ ἐστι τοῦτο παρθένων. διὰ τοῦτο καὶ „μετὰ μελπομένῃσιν“ (182) αὐτῆς | |||
5 | ἠράσθη. b(BCE3)T | ||
16.181 | ex. | κρατὺς 〈Ἀργεϊφόντης:〉 πάντων γὰρ περιγίνεται ὁ λό‐ γος· ὅθεν καὶ „σῶκοσ“ (Υ 72) διὰ τὸ σωκεῖν, ὅ ἐστιν ἰσχύειν. b (BCE3)T | |
16.182 | Nic. | 〈ἠράσατ’, ὀφθαλμοῖσιν ἰδών:〉 διασταλτέον βραχὺ μετὰ τὸ ἠράσατο. Aim | |
16183a | ex. | ex. | ἐν χορῷ Ἀρτέμιδος: ὡς διὰ τὴν ἀρετὴν ἀξιωθείσης αὐ‐ τῆς χορεύειν τῇ θεῷ· ἢ ὡς συγχορευούσης τῇ θεῷ. | ἀθετεῖται δέ· ᾐδέσθη γὰρ ἂν τὴν θεόν. T | |
16183b | ex. | χρυσηλακάτου: χρυσοῖς βέλεσι χρωμένης· τὸν κάλαμον γὰρ τῶν βελῶν τινες ἠλακάτην φασί. b(BCE3)T καὶ Αἰσχύλος ἐν Αἴτναις (fr. 8 N.2 = 30 M. = 8 R.) τοὺς ποταμοὺς „πολυηλακάτουσ“ φησί. T κελαδεινῆς δὲ διὰ τὰς ἐν ταῖς θήραις ἐκβοήσεις, b(BCE3)T | |
5 | „ἡ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον“ (Ι 547): T ἢ διὰ τὰς χορείας· b(BCE3)T ἢ ἐπεὶ Ἐγκέλαδον ἀπέκτεινε βιαζόμενον αὐτήν. T | ||
D | χρυσηλακάτου: καλλιτόξου, ἢ χρυσῷ—τανύσαν‐ τες. A | ||
10 | D | κελαδεινῆς: κυνηγετικῆς, παρὰ τὸν—κέλαδον καὶ ἀϋτήν. A | |
16184a | Ariston. | {αὐτίκα δ’} εἰς ὑπερῷ’ ἀναβάς: ὅτι οἱ τῶν θηλειῶν | |
θάλαμοι ὑπερῷοι, ἵνα μὴ εὐδίοπτοι ὦσιν. A | |||
16184b | ex. | 〈εἰσ〉 ὙΠΕΡΩΙΑΝΑΒΑΣ: ὅτι ταῖς γυναιξὶν ἀνάγαιοι θάλαμοι ἐγίνοντο πρὸς τὸ μὴ συντυγχάνειν τοῖς ἀνδράσιν. τὰ μετ‐ έωρα δὲ τῶν οἰκημάτων ὦα Λακεδαιμόνιοι καλοῦσιν, ἃ νῦν ὑπερῷά φαμεν. δύναται δὲ νῦν τοῦ ὑπερώϊον εἶναι ἀποκοπὴ ἢ τοῦ ὑπερῶ〈ι〉α | |
5 | συναλιφή. T | ||
16185a1 | Hrd. | 〈ἀκάκητα:〉 Ἀρίσταρχος προπαροξύνει. οἱ δὲ ἄλλοι ἀνα‐ λογίᾳ πειθόμενοι προπερισπῶσιν. ἐπείσθη δὲ ἡ παράδοσις. Ail | |
16185a2 | οἱ δὲ {υἱὸν} „ἀκακῆτα“ προπερισπωμένως, ὡς γυμνῆτα. T | ||
16185b | Ariston. | | {ἑρμείας} ἀκάκητα: ὅτι τῇ προσαγορευτικῇ ἀντὶ τῆς | |
ex.(?) | D | ὀρθῆς κέχρηται, ἀντὶ τοῦ ἀκακήτης, ὡς „κυανοχαῖτα“ (Ν 563. Ξ 390) ἀντὶ τοῦ κυανοχαίτης. | καὶ οὐκ ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ ἄντρου Ἀκα‐ κησίου προσηγόρευται καθ’ Ὅμηρον ὁ Ἑρμῆς Ἀκακήσιος, ἀλλὰ διὰ | ||
5 | τὸ κακοῦ μηδενὸς παραίτιος γίνεσθαι. | ἢ ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου· ὅθεν καὶ „δοτὴρ ἑάων“ (cf. θ 335), ὅ ἐστι τῶν ἀγαθῶν. A | ||
16185c | ex. | 〈ἀκάκητα:〉 „Ἑρμεία ... δῶτορ ἑάων“ (θ 335). Ἑρμῆς T πάντων ἀγαθῶν αἴτιος. καὶ οἱ μὲν θεοὶ κοινῇ „†δοτῆρες† ἑάων“ (θ 325), ὁ δὲ Ἑρμῆς ἰδίᾳ δώτωρ ἑάων· b(BE3)T ὅθεν καὶ υἱὸς | |
αὐτοῦ Εὔδωρος (cf. Π 179. 186). ἐξ αὐτοῦ δὲ τὸ Ἀκακήσιον ὄρος. T | |||
16185d | ex. | ἀκάκητα: ὁ μηδενὸς κακοῦ αἴτιος. T | |
16185e | ex. | πόρεν δέ οἱ 〈ἀγλαὸν υἱόν〉: Ἑρμῆς αὐτῇ ἀγαθὸν δῶρον ἔδωκε τὸν υἱόν· διὸ καὶ Εὔδωρος (cf. Π 179. 186)· μέγα γὰρ δῶρον 〈ἡ〉 παιδοποιΐα. T | |
16187a | D | ex. | μογοστόκος: μογοῦσα περὶ τοὺς τόκους. | ἑνικῶς δὲ εἶπε τὸ ὄνομα τοῦ συστήματος τῶν Εἰλειθυιῶν, ὡς „μῆνιν ἄειδε θεά“ (Α 1). T | |
16187b | ex. | ex. | Εἰλείθυια: αἱ Εἰλείθυιαι, ὡς „μῆνιν ἄειδε θεά“ (Α 1) ἀντὶ τοῦ θεαί. | αἱ λήθην ἐμποιοῦσαι ταῖς τικτούσαις. T | |
16188a1 | Did. | 〈φώως δέ:〉 οὕτως καὶ Ἀριστοφάνης φώως δέ. Ζηνό‐ δοτος 〈δὲ〉 „πρὸ φόως δέ“. Aint | |
16188b1 | Ariston. | φώως δέ: ὅτι Ζηνόδοτος γράφει „πρὸ φόως 〈δέ〉“. ἀγνοεῖ δὲ ὅτι ἐπὶ μὲν Εὐρυσθέως (sc. Τ 118) οὕτως γράφειν ἐγχωρεῖ· πρὸ γὰρ τοῦ τεταγμένου ταῖς τικτούσαις χρόνου ἐγεννήθη· διὸ καὶ „ἠλιτόμηνοσ“ (cf. Τ 118) εἴρηται· ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι. A | |
16188a2/b2 | Did. | Ariston. | πρὸ φόως δέ: Ἀρίσταρχος χωρὶς τῆς πρό. | Ζηνό‐ δοτος μᾶλλον ἐπὶ τοῦ Εὐρυσθέως ἁρμόζειν φησὶ τὸ πρὸ φόως 〈δέ〉· ἠλιτόμηνος γάρ. T | |
16188c | ex. | ἄλλως· πρὸ φόως 〈δέ〉: ἢ περισσεύει ἡ πρό, ὡς „νῆ‐ | |
άς τε προπάσασ“ (Β 493)· ἢ τόπον δηλοῖ, ὡς „διαπρὸ δὲ χαλκὸν ἔλασ〈σ〉εν“ (Ν 388). οἱ δὲ ὅτι πρὸ τοῦ γαμηθῆναι τῷ Ἐχεκλεῖ ἐγεν‐ νήθη, ὡς καὶ τὸν Εὐρυσθέα ἡ Ἥρα „ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλι‐ | |||
5 | τόμηνον ἐόντα“ (Τ 118)· τοῦτο γὰρ αἰτήσασθαι Ἑρμῆν τὰς Εἰλει‐ θυίας. T | ||
16.189 | ex. | τὴν μέν: τὴν Πολυμήλην. T | |
16191a | ex. | 〈τὸν δέ:〉 τὸν Εὔδωρον. Til | |
16191b | ex. | Φύλας: πατὴρ Πολυμήλης. T | |
16.192 | D | 〈ἀμφαγαπαζόμενος:〉 φιλοφρονούμενος. Til | |
16.195 | ex. | μετὰ Πηλείωνος ἑταῖρον: τὸν Πάτροκλον, κατ’ ἐξοχήν. b(BCE3)T | |
16196a | ex. (Did.?) | γέρων 〈ἱππηλάτα Φοῖνιξ〉: τινὲς γράφουσι „γερή‐ νιος ἱππότα Φοῖνιξ“, λέγοντες ὡς καὶ Νέστωρ διὰ τὸ εἶναι γέρων οὕτως ἐκαλεῖτο (sc. Β 336 al.). b(BCE3E4)T | |
16196b | ex. | 〈γέρων〉 ἱππηλάτα Φοῖνιξ: δαιμονίως παρέλιπεν ἐπὶ τούτου τὸν πλείω λόγον, ἐπεὶ φθάνει καὶ τὸν βίον καὶ τὸ γένος αὐτοῦ διασημήνας ἡμῖν (sc. Ι 447—95). οὐκ ἔδει δὲ παρὰ Πηλέως λαβόντα τὴν Δολόπων ἀρχὴν (cf. Ι 484) διὰ γῆρας αὐτὴν ἀφαιρεθῆναι. b | |
5 | (BCE3E4)T | ||
16.197 | ex. (Ariston.) | Λαέρκεος: ὁμώνυμος αὐτῷ ὁ Πύλιος χρυσοχόος (cf. γ 425). T | |
16200-9 | ex. | μή τίς μοι〈—μαχέσθω〉: οὐδὲν τῶν πρακτέων παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει, διὰ τῶν ἰδίων λόγων αὐ‐ τοὺς ἐντρέπων, μή τίς μοι ἀπειλάων λελαθέσθω, | b(BCE3E4) T ἃς ἐπὶ νηυσὶ θοῇσι〈ν ἀπειλεῖτε〉 (200—1) T ἵνα | |
5 | μὴ δοκῆτε εἶναι πρὸ τῶν κινδύνων θρασεῖς, ἐν δὲ τοῖς πόνοις δειλοί. b(BCE3E4)T | ||
16.200 | ex. | ἀπειλάων: συνήθως, ἢ τῶν καυχήσεων. πραότητα δὲ Ἀχιλλέως ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπενεγκόντος τὰς ὕβρεις, νῦν δὲ ἀντὶ προτροπῆς αὐτοῖς ταῦτα προβαλλομένου. b(BCE3E4)T | |
16202a | Ariston. | πάνθ’ ὑπὸ μηνιθμόν, 〈καί μ’ ᾐτιάασθε ἕκαστοσ〉: ἡ διπλῆ, ὅτι Ζηνόδοτος, ἓν ποιῶν γράφει χωρὶς τοῦ ι „μητιάασθε“, λαμ‐ βάνων ἀπὸ τῆς μήτιδος, οἷον ἐβουλεύεσθε. γίνεται δὲ ἀδιανόητον· διὸ δεῖ σὺν τῷ ι γράφειν ᾐτιάασθε. καὶ ὅτι πάνθ’ ὑπὸ μηνιθμόν ἤτοι | |
5 | μετὰ πάσης μήνιδος καὶ χόλου, ἢ κατὰ πάντα τὸν τῆς μήνιδος χρό‐ νον. A | ||
16202b | D | ex. | 〈πάνθ’ ὑπὸ〉 μηνιθμόν: τὸν τῆς μήνιδος χρόνον. | ὅτι ἦν μετὰ τῆς παρούσης ἡμέρας ἑκκαιδεκάτη· πρὸς τὸ ἐν τῇ Η (sc. | |
421—3) ζήτημα. T | |||
16202c | ex. | Ariston.(?) | 〈καί μ’〉 ᾐτιάασθε 〈ἕκαστοσ〉: λείπει τὸ ‘ταῦτα λέγον‐ τεσ‘. πάλιν δὲ οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκε. | τι‐ νὲς δὲ „μητιάασθε“ ἑνίζουσιν, οὐχ ὑγιῶς. b(BCE3)T | |
16203a | Ariston. | σχέτλιε Πηλέος υἱέ, 〈χόλῳ ἄρα ς’ ἔτρεφε μή‐ τηρ〉: ὅτι ἀπέστροφε τὸν λόγον ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμη‐ τικόν, καὶ ἐλλείπει τὸ τάδε λέγων ἕκαστος ἐμὲ ᾐτιάασθε (cf. Π 202). καὶ ὅτι χόλῳ ἀρσενικῶς ἀντὶ τοῦ χολῇ· ὑπερβολικῶς οὐ γάλακτι, | |
5 | ἀλλὰ χολῇ. A | ||
16203b | ex. | χόλῳ 〈ἄρα〉 ς’ ἔτρεφε 〈μήτηρ〉: διὰ τὸ ἄμετρον τῆς ὀργῆς. b(BCE3E4)T ἔστι δὲ ὡς Σάμος (cf. Β 634 al.) ἀντὶ τοῦ Σάμη καὶ „ἐν πύλῳ ἐν νεκύεσ〈σ〉ιν“ (Ε 397) ἀντὶ τοῦ πύλῃ. T | |
16204a | Nic. | 〈νηλεές:〉 ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς. διασταλτέον δὲ ἐπὶ τὸ νηλεές. Aint | |
16204b | ex. | 〈παρὰ νηυσὶν ἔχεισ〉 ἀέκοντας ἑταίρους: οὐκ ἐγ‐ καλοῦσιν, ὅτι συμμαχεῖν οὐ θέλεις, ἀλλ’ ὅτι καὶ τοὺς ἑταίρους κατέ‐ χεις. T | |
16206a1 | ex. | κακὸς χόλος: νῦν ὁμοίως ἡμῖν τὸ περὶ ψυχὴν πάθος φησίν. T | |
16206a2 | χόλος δέ ἐστι τὸ περὶ ψυχὴν πάθος ἢ ἡ χολή. b(BCE3E4) | ||
16207a | Hrd. | ταῦτά μ’ ἀγειρόμενοι: ἐπὶ τὴν τα συλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐστιν ἡ μέ, ταῦτά με ἀγειρόμενοι. οὕτως καὶ Ἀρίσταρ‐ χος. ὁ μέντοι Κρατήτ〈ε〉ιος Ἑρμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ δώσει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουσαν οὕτως. A | |
16207b | ex. | ταῦτά μ’ 〈ἀγειρόμενοι ... ἐβάζετε〉: τὸ πλῆρες ‘ταῦτά μοι‘· ἢ ‘ἐβάζετε εἰς ἐμὲ ταῦτα ἅμα‘, οὐχ ὑγιῶς. T | |
16207c1 | Did. | 〈θάμ’ ἐβάζετε:〉 Ἀρίσταρχος Ἰακῶς „θαμὰ βάζετε“. Aim | |
16207c2 | {ἐβάζετε:} Ἰακῶς τὸ „βάζετε“. T | ||
16207-8 | ex. | νῦν δὲ πέφανται 〈/ φυλόπιδος μέγα ἔργον〉: νῦν δὲ ἐν μέσῳ ἐστὶν ἡ μάχη. T | |
16.208 | ex. (Hrd. ?) | | ἕης τὸ πρίν 〈γ’〉 ἐράασθε: ἕης διῄρηται ὡς τὸ „ὅου κλέοσ“ (Β 325). T | ἐντέχνως δὲ χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προ‐ πέμπων, καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκε. καὶ ὡς ἐπιτυχόντας, ὧν ἐπε‐ θύμουν, ἀνδρίζεσθαι παρακελεύεται. b(BCE3E4)T | |
16211a | Hrd. | {μᾶλλον δὲ στίχες} ἄρθεν: Ἀρίσταρχος δασύνει. δεῖ δὲ ψι‐ λοῦν, ὡς ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδία, διαλαμβάνοντες περὶ τοῦ „ἄρσαντες κατὰ θυμόν“ (Α 136). A | |
16211b | ex. | ἄρθεν: ἡρμόσθησαν, δασέως· δῆλον δὲ ἐκ τῆς παραβολῆς. οἱ δὲ ψιλοῦσιν, ἵν’ ᾖ ‘λόγοις ἐπήρθησαν καὶ φρονήματος ἐπληρώθη‐ σαν‘. b(BCE3)T | |
16211c | ex. | βασιλῆος: ὅτι καὶ Ἀχιλλεὺς βασιλεύς· διό φησιν ὁ Ἀγαμέμνων „ὅσ〈σ〉ον βασιλεύτερός εἰμι“ (Ι 160). T | |
16213a1 | ex. | 〈δώματοσ〉 ὑψηλοῖο: ταῦτα γὰρ μᾶλλον καταπνεῖται. | |
ἀμελέστερον δὲ τὰ ταπεινὰ οἰκοδομεῖται. T | |||
16213a2 | ταῦτα γὰρ μᾶλλον καταπνεόμενα κρεῖττον οἰκοδομεῖται, b(BCE3E4) ἀμελέστερον δὲ τὰ ταπεινά. b(BCE3) | ||
16.215 | ex. (Did.?) | κόρυν: τινὲς „κόρυθα“. οὐ γάρ ἐστιν ὅμοιον τῷ πίτυς, ἵνα εἰς ν ποιήσῃ τὴν αἰτιατικήν, καὶ „κόρυθα βριαρήν“ (Λ 375) φησίν. ἔστι δὲ ὅμοιον τῷ ὄρνιν. T | |
16217a | Nic. | 〈νευόντων:〉 στικτέον: μᾶλλον γὰρ ἐμφαίνει. Aint | |
16217b | ex. | ὣς πυκνοὶ ἐφέστασαν 〈ἀλλήλοισι〉: καὶ κατὰ στί‐ χον ἕστασαν, ὅ ἐστι 〈κατὰ〉 βάθος, καὶ κατὰ ζυγόν, ὅ ἐστι κατὰ μέτω‐ πον. T | |
16218a1 | Did. (?) | 〈θωρήσσεσθον:〉 γράφεται „θωρήσσοντο“. Aim | |
16218a2 | θωρήσ〈σ〉οντο: γράφεται „θωρήσ〈σ〉εσθον“. T | ||
16221a | ex. | χηλοῦ: χηλὸς οἱονεὶ κῆλος παρὰ τὸ ἐγκεῖσθαι. οἱ δὲ T παρὰ τὸ κῆλα, ὅ ἐστι ξύλα. οἱ δὲ παρὰ τὸ χῶ τὸ χωρῶ. Λάκωνες μὲν κιβωτὸν βούλονται, ἄλλοι λάρνακα, Μιτυληναῖοι δὲ ἀντίπηγα. b (BCE3E4)T | |
16221b | ex. | ἀνέῳγε: πλεονασμῷ τοῦ ε, ὁμοίως τῷ „ἐπὶ στόμ’ ἔωσε“ (Π 410), Ἀττικῶς. T | |
16222a | ex. | δαιδαλέης: δαίδαλα ἔλεγον τὰ ποικίλα κατασκευάσματα | |
ἀπὸ Δαιδάλης τῆς Μήτιδος μητρός, παρ’ ᾗ Ἀθηνᾶ ἐτράφη. T | |||
16222b | Ariston. | τήν οἱ Θέτις: ὅτι οὐ δωδεκαταῖον ἀπέλιπε τὸν Ἀχιλ‐ λέα γεννήσασα ἡ Θέτις, καθάπερ οἱ νεώτεροι ποιηταί, ἀλλὰ συνεβίου Πηλεῖ. ἐκπέμπει γοῦν ἐπὶ τὸν πόλεμον Ἀχιλλέα καί φησιν· „τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις / οἴκαδε νοστήσαντα δόμον Πηλήϊον 〈εἴσω〉“ | |
5 | (Σ 59—60), ὡς ἂν ἐπὶ τοῦ οἴκου μένουσα. A | ||
16222-3 | ex. | Θέτισ〈— /〉 θῆκε: οὐκ ἄρα κεχώρισται Πηλέως μετὰ τὴν γένεσιν Ἀχιλλέως Θέτις, ἀλλὰ μέχρι γήρως συνῆν αὐτῷ. δῆλον δὲ καὶ ἐκ τοῦ „πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα / εὐχομένησ“ (Α 396—7). b(BCE3E4)T | |
16.223 | Did. | θῆκ’ ἐπὶ νηὸς ἄγεσθαι: Ζηνόδοτος καὶ Ἀριστοφάνης „θῆκ’ ἐπὶ νηὸς ἰόντι“. Aim T | |
16224a | ex. | οὔλων τε ταπήτων: εὐειλήτων διὰ μαλακότητα, ἀφ’ οὗ καὶ οὔλη θρίξ. b(BCE3E4)T | |
16224b | Hrd. | οὔλων {τε ταπήτων}: οὔλων ὡς δούλων. προείρηται δὲ ἡμῖν τὰ τῆς ἀναλογίας (sc. ad Κ 134). A | |
16.225 | ex. | ex. | τετυγμένον: εὖ πεποιημένον. | οὐ στρατιώτης δέ, ἀλλὰ Πυθαγορικός τις δοκεῖ νεανίας εἶναι. T | |
16227a | ex. | οὔτε τεῳ 〈σπένδεσκε θεῶν ὅτε μὴ Διῒ πατρί〉: Ἀρίσταρχος „ὅτι“ διὰ τοῦ ι· οὐ γὰρ ὅτε Διΐ, καὶ τοῖς ἄλλοις ἔθυε. | |
καλῶς δὲ τῷ προπάτορι Διῒ ἀφώρισε μόνῳ τὴν φιάλην. b(BCE3E4)T | |||
16227b | Did. | 〈ὅτι:〉 οὕτως Ἀρίσταρχος ὅτι {μὴ διΐ}, ἄλλοι δὲ διὰ τοῦ ε, „ὅτε“. Aim | |
16228a1 | Did. | 〈τό ῥα:〉 οὕτως Ἀρίσταρχος τό ῥα διὰ τοῦ ἑνὸς ρ. Aim | |
16228a2 | τό ῥα: δι’ ἑνὸς ρ αἱ Ἀριστάρχου. T | ||
16228b | ex. | θεείῳ: τοῦτο κατὰ ἔθος πάτριον. T | |
16.231 | ex. | μέσῳ ἕρκεϊ: ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου Ἑρκείου Διὸς βωμὸς ἵδρυται, Μεσέρκειον καλοῦσι τὸν Δία. ἕρκος δὲ νῦν τὸ περίφραγμα τῆς σκηνῆς. b(BCE3E4)T ἢ καὶ στρατιωτική τις σκηνή, ἐν ᾗ μέσῃ ἐσχάρα ἔκειτο. T | |
16233a1 | ex. | ex. | Δωδωναῖε: εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προ‐ πάτορα θεὸν ἐπικαλεῖται, ὡς καὶ Πάνδαρος 〈εὔχεται〉 τῷ Λυκηγενεῖ | |
(cf. Δ 101) καὶ Χρύσης Σμινθεῖ (cf. Α 39). ὁ δὲ Δωδωναῖος καὶ Νάϊος· ὑδρηλὰ γὰρ τὰ ἐκεῖ χωρία. b(BCE3E4)T οἱ δὲ γράφουσι „Φη‐ | |||
5 | γωναῖε“· Σκοτουσαῖοι γάρ φασι παρ’ ἑαυτοῖς λόφον εἶναι Φαγόεντα ἀπέχοντα Σκοτούσης σταδίους πεντεκαίδεκα, ἐν ᾧ Διὸς Φηγωναίου ἐστὶν ἱερόν. T οἱ δὲ γράφουσι „Βωδωναῖε“· πόλις γὰρ Θεσσα‐ λίας Βωδώνη, οὗ τιμᾶσθαι τὸν Δία. τινὲς δὲ „ἀναδωδωναῖε“ ὑφ’ ἕν, παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν. b(BE3E4)T ὠνόμασται δὲ | ||
10 | ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης τῆς Ὠκεανοῦ, ὃς καὶ παρὰ Διὸς τὴν μαντικὴν εἰλήφει. ἄλλοι φασὶ Δευκαλίωνα μετὰ τὸν κατακλυσμὸν ἐν Ἠπείρῳ γενόμενον παρὰ τῆς πελειάδος τῆς ἐπικαθημένης τῇ δρυῒ κελευσθῆναι κατοικεῖν αὐτοῦ καὶ γήμαντα Δωδώνην Ὠκεανίδα τὴν πόλιν οὕτω προσονομάσαι. ὅτι δὲ ἐν Θεσπρωτοῖς οἶδε τὸ μαντεῖον τοῦ | ||
15 | Διὸς ὁ ποιητής, φανερὸν ἐποίησεν ἐν Ὀδυσσείᾳ (sc. ξ 327—8)· καὶ Εὐριπίδης· „Θεσπρωτὸν οὖδας. —σεμνὰ Δωδώνης βάθρα;“ (Phoen. 982). Ὅμηρος δὲ οὐκ οἶδε τοῦ Διὸς ἱερὰν δρῦν· ἐπεὶ κἂν εἰρήκει ὡς περὶ τῆς ἐν Ἰλίῳ „φηγῷ ἐν ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο“ (Η 60) καὶ „Διὸς περικαλλέϊ φηγῷ“ (Ε 693). T | Δωδῶναι δύο, ἡ μὲν Θεσσα‐ | ||
20 | λίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα δίδωσι. „δυσχείμερον“ (cf. Π 234) δέ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ | ||
οὐρανοῦ συνέχεται. b(BE3E4)T | |||
16233a2 | | ex. | D | {ζεῦ ἄνα} Δωδωναῖε: ἐν χωρίῳ—τιμώμενε. | Δω‐ δῶναι δὲ δύο, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα δίδωσιν. ‘δυσχείμερον‘ δέ, ὅτι πάγοις καὶ κρυ‐ μοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται. | τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς | |
5 | λόγος—προσηγόρευσεν. ἡ ἱστορία παρὰ Θρασυβούλῳ καὶ Ἀκεστοδώρῳ. A | ||
16233b | ex. | Πελασγικέ: ὅτι ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώ‐ νην τέμενος· οἱ δὲ „Πελαργικέ“· ἐν γὰρ τῷ τεμένει λόφον εἶναι λευκόν, ὃν οὕτω καλεῖσθαι παρὰ τῷ ποιητῇ. οἱ δὲ „Πελαστικέ“, οὗ πέλας ἐστὶν ὁ ἀήρ. τηλόθι δὲ ναίων, ἐπειδὴ ὁ αἰθὴρ ἄποθεν ἡμῶν· | |
5 | Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ ἀεροειδὴς οὖσα. b(BE3E4)T | ||
D | Πελασγικέ: Πελασγία πρότερον ἡ Θεσσαλία—Βοιω‐ τίας ὑπὸ Αἰολέων. A | ||
16234a | ex. (Did.?) | δυσχειμέρου: οἱ περὶ Ζηνόδοτον „πολυπίδακοσ“, διὰ τὸ Καλλιμάχου (fr. 630) „κρηνέων τ’ Εὐρώπῃ μισγομένων ἑκατόν“. T | |
16234b | Ariston. | Σελλοί: πρὸς τὸ τῆς γραφῆς ἀμφίβολον. οἱ μὲν γὰρ Σελ‐ λούς, οἱ δὲ Ἑλλοὺς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἔστιν ἐκ πλήρους Σελλοί· καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις (cf. Β 659. Ο 531), | |
ἀφ’ οὗ εἰκὸς τοὺς παροίκους Σελλοὺς καλεῖσθαι. A | |||
16234c | Did. (?) | | {ἀμφὶ δὲ} Σελλοί: ὁ μὲν Πίνδαρος (cf. fr. 59,3) Ἑλλοὺς αὐτοὺς οἴεται. δεῖ δὲ ἀπὸ τοῦ ς ἄρχεσθαι τὴν λέξιν, ἀπὸ Σελλήεντος ποταμοῦ. | ὀξύνεται δὲ τὸ ὄνομα· τὰ γὰρ εἰς λος ἑτέρῳ λ παραληγό‐ μενα, οὗ τὸ α μὴ προηγεῖται, ὀξύνεται· κιλλός, εἶδος χρώματος ἐν | |
5 | Στεφανοπώλισιν Εὐβούλου (fr. 103 [II p. 199] K.)· „εὔχρων τι κιλ‐ λὸν—μανθάνεις; —θερίστριον“, „πολλόσ“ (Η 156 al.), κυλλός, Ἑλλὸς ἢ Σελλός (ἀμφὶ δὲ Σελλοί), σκελλός, φελλός τὸ προσηγορι‐ κόν. τὸ δὲ Γάλλος καὶ „ἄλλοσ“ (Α 186 al.) τὸ α ἔχει πρὸ τοῦ λ· ἔτι δὲ τὸ „ἄλλοσ“ καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται. A | ||
16234d1 | ex. | Σελλοί: „Ἑλλοί“, ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ. οὕτω δὲ ὁ ποιητὴς καὶ οἱ παλαιοί. τινὲς δὲ Σελλοί, ἀπὸ Σελλήεντος τοῦ πο‐ ταμοῦ, ὃς νῦν †ὡς καλῶς† καλεῖται. ἐὰν δὲ εἴπωμεν Σελλοί, ἔσονται | |
περὶ πᾶσαν τὴν Δωδώνην οἰκοῦντες, οὐ περὶ τὸ τέμενος τοῦ θεοῦ· καὶ | |||
5 | βέλτιον· ἐν Δωδώνῃ γὰρ τὸ γένος ἐστὶ τῶν ἱερέων τοῦ Διὸς κατὰ δια‐ δοχήν. κοινὸν δὲ τοῖς πᾶσι Ἕλλησι τὸ ἐνταῦθα ἱερόν. σημειωτέον ὅτι ἄνδρας φησὶν αὐτόθι προφητεύειν. T | ||
16234d2 | ἀπὸ †σελλοῦ† τοῦ Θετταλοῦ τοῦτο τὸ γένος· ὅθεν κατὰ διαδοχὴν οἱ τοῦ Διὸς ἱερεῖς ἐγίνοντο. b(BCE3E4) | ||
D(~) | Σελλοί: Πίνδαρος (cf. fr. 59,3) Ἑλλοί χωρὶς τοῦ ς, ἀπὸ Ἑλλοῦ τοῦ δρυτόμου, ᾧ φασι τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ | ||
5 | μαντεῖον. A | ||
16.235 | D | ὑποφῆται: ὑπομάντεις, ἱερεῖς—ἐκφέροντας. A | |
ex. | ἀνιπτόποδες: οἱ φυλασσόμενοι μή τι μιαρὸν πατῆσαι. b(BCE3E4)T ἢ μὴ προϊόντες τοῦ ἱεροῦ ὡς μὴ δεῖσθαι νίπτρων· b(BCE3)T καὶ Καλλίμαχος (fr. 631)· „†ἧσεν ἐκδοὺς σάμβαλον | ||
5 | αὐλείου“. ἢ διὰ τὸ 〈μὴ〉 ὑποδεδέσθαι {ἢ} καθ’ ὑπόμνησιν τοῦ κα‐ τακλυσμοῦ, ὅτι †πεπολημένοι† μετὰ τὸ σωθῆναι ηὔξαντο τῷ Διΐ. T οἱ δὲ ἀνιπτόποδας ἀνιπταμένους ταῖς διανοίαις, μετεωρολόγους. | ||
χαμαιεῦναι δὲ χαμαὶ ὄντες καὶ τὰ πόρρω σκοποῦντες. b(BCE3)T | |||
D | ἀνιπτόποδες: ἤτοι βάρβαροι σκληρῶς τε—θρη‐ | ||
10 | σκεύειν. A | ||
16236a | Ariston. | ἠμὲν δή ποτ’ ἐμὸν 〈ἔπος ἔκλυες εὐξαμένοιο〉: ἡ διπλῆ, ὅτι οὐ προσυνέσταται περὶ τῆς τῶν Ἀχαιῶν κακώσεως εὐχόμενος οὐδὲ κατ’ εὐχὴν τετίμηται, ἀλλὰ διὰ τὰς τῆς Θέτιδος λιτάς· διὸ ἀθετητέον τὸν ἑξῆς „τίμησας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉“ | |
5 | (Π 237)· καθολικῶς γὰρ λέγει καὶ οὐκ 〈εἰσ〉 ἀφωρισμένον ἀναφέρει και‐ ρὸν τὸν τῆς μήνιδος. A | ||
16236b | ex. | ἠμὲν δήποτ’ ἐμὸν 〈ἔπος ἔκλυες εὐξαμένοιο〉: τὴν ἀπὸ τῆς μητρὸς δέησιν (sc. Α 503—10) ἑαυτοῦ εὐχὴν νενόμικεν· ὁ γὰρ τὴν Θέτιν αὐτῷ ἀνεὶς Ἀχιλλεὺς ἦν, καὶ εἰς αὐτὸν ἄγεται ἡ εὐχή· b(BCE3E4)T καὶ Ἀλκμὰν (fr. 80 P. = P.M.G. 80) γάρ φησι· | |
5 | „καί ποτ’ Ὀδυσσῆος ταλασίφρονος ὤαθ’ ἑταίρων Κίρκη ἐπαλείψασα“· οὐ γὰρ αὐτὴ ἤλειψεν, ἀλλ’ ὑπέθετο Ὀδυσσεῖ. T | ||
16237a | Ariston. | τίμησας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉: ὁ μὲν ὀβελὸς πρὸς τὴν προειρημένην ἀθέτησιν, ὁ δὲ ἀστερίσκος, ὅτι ἐκ τῆς τοῦ Χρύσου εὐχῆς (sc. Α 454) μετενήνεκται. A | |
16237b | Did. | τιμήσας μὲν ἐμέ, 〈μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν〉: Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης ἀθετεῖ. T | |
16239-41a | ex. | αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νεῶν ἐν ἀγῶνι, / — / μάρνασθαι: ὡς πρὸς παρόντα τὸν θεὸν καὶ ἀγνοοῦντα | |
διαλέγεται ἀνθρωπείως· πάντα γὰρ οἶδεν ὁ θεός. b(BCE3)T | |||
16239-41b | ex. | ἄλλως· {ἀλλ’ ἕταρον:} ὁ ἀλλά (240) ἀντὶ τοῦ δέ. T | |
16.239 | Ariston. | 〈νηῶν ἐν ἀγῶνι:〉 ὅτι νηῶν ἀγῶνι τῷ ἀθροίσματι καὶ ναυστάθμῳ. Aint | |
16241-2 | ex. | τῷ κῦδος 〈ἅμα πρόες—ἐνὶ φρεσίν〉: πρέπον Ἀχιλλεῖ δόξαν αἰτεῖσθαι πρὸ σωτηρίας· διὸ καὶ Ζεὺς διδοὺς τὸ ἕτερον τὸ μεῖζον αὐτῷ δίδωσι, φημὶ δὲ τὴν ἀνδραγαθίαν· οὐδεὶς γὰρ πάντα κατορθοῖ παρὰ θεοῖς τὰ αἰτούμενα. b(BCE3)T | |
16243a | Ariston. | ἐπίστηται: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει „ἐπιστέα‐ ται“. ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικά ἐστι, καὶ νῦν ἀνάλογον ἕξει τὸ „ἐπιστέαται“ τῷ ἐπίστανται, ὅπερ οὐ συμφωνεῖ. ἔστιν οὖν ἀντὶ τοῦ ἐπίσταται, καὶ μετείληπται τὸ α εἰς τὸ η. A | |
16243b | ex. | ἐπίστηται: δύναται. T | |
16.244 | ex. (Hrd.) | ἦ {οἱ καὶ τότε χεῖρες}: ὡς ἐρωτηματικὸν περισπαστέον. T | |
16245a | ex. | ὁπ〈π〉ότ’ ἐγώ περ ἴω 〈μετὰ μῶλον Ἄρηοσ〉: Ἀρίσταρχος ὡς ἡνίοχόν φησιν ἠκολουθηκέναι Πάτροκλον Ἀχιλλεῖ, b(BCE3E4)T ἐν οἷς φησι „κλαῖον, ἐπειδὴ πρῶτα πυθέσθην ἡνιόχοιο“ (Ρ 427). οἱ δὲ ἐν Ἰλίῳ γεγενῆσθαι. T πῶς οὖν Ἀχιλλεῖ | |
5 | συναγωνίζεται ἡνίοχος ὤν; καὶ τί θαυμαστὸν ἡνιοχοῦντα καιρῷ καὶ ἀναιρεῖν, ὅπου καὶ Αὐτομέδων τοῦτο ποιεῖ ἡνιοχῶν Πατρόκλῳ (cf. | ||
Ρ 517—24); b(BCE3E4)T | |||
16245b | Hrd. | 〈ΠΕΡΙΩ:〉 βαρέως τὸ ἴω ῥῆμα δισύλλαβον· ὁ γὰρ πέρ σύνδεσμος. Aim | |
16245c | ex. | 〈μῶλον:〉 μολυσμόν. Til | |
16246a | ex. | ναῦφι: ἰδίως ἀπὸ ὀρθῆς παρῆκται γενικὴν δηλοῦν. T | |
16246b | ex. | δίηται: διώξῃ, κατὰ Μάγνητας. T | |
16.247 | ex. | ἀσκηθής 〈μοι〉: ἐκ τοῦ γὰρ θεραπεύειν τὸ ὑγιαίνειν. b (BCE3E4)T ἡ δὲ λέξις Αἰτωλῶν. T διὰ δὲ τῆς προσθή‐ κης τοῦ μοί τὸ φιλόστοργον ἦθος δηλοῖ. b(BCE3E4)T | |
16248a1 | Hrd. | τεύχεσί τε ξὺν πᾶσι 〈καὶ ἀγχεμάχοις ἑτάροι‐ σιν〉: κατὰ παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν σύν πρόθεσιν διὰ τὴν διαστολὴν τὴν πρὸς τοὺς ἑταίρους· διὸ προπερισπᾶται τὸ πᾶσι, ‘σὺν τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροισ‘. ἔστι μέντοι καὶ σύνθετόν ποτε, καὶ | |
5 | τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπ’ εὐθείας τῆς σύμπαντες καὶ αἰτια‐ τικῆς τῆς σύμπαντας· „〈σύμπαντας·〉 τοῖς δ’ οὔ τι δυνήσεαι ἀχνύμε‐ νοσ“ (Α 241). καὶ οὕτως ἀνεγνώσθη τὸ „σύμπασι〈ν〉 Πυλίοισι“ (γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐστί, ἐπεὶ κατὰ σύν‐ θεσιν, ἐν δὲ τῷ τεύχεσι τε ξὺν πᾶσι φυλάξει τὸ ν 〈τὸ〉 ἑαυτῆς ἡ | ||
10 | πρόθεσις διὰ τὴν παράθεσιν. A | ||
16248a2 | {ξὺν πᾶσι:} κατὰ παράθεσιν ἔχει ἐνθάδε ἡ σύν: διὸ καὶ προπερισπαστέον τὸ πᾶσι διὰ τὴν πρὸς τοὺς ἑταίρους ἀντιδιαστο‐ | ||
λήν. T | |||
16248b | ex. | τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν: ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν ὅπλων. b(BCE3E4)T | |
16249-50 | ex. | τοῦ δ’ ἔκλυε 〈μητίετα Ζεύς. / τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε〉: σαφῶς καὶ διὰ βραχέων τὸ πᾶν ἐξήνεγκεν. T | |
16.251 | ex. | νηῶν μέν 〈οἱ〉 ἀπώσασθαι 〈πόλεμόν τε μάχην τε〉: πρὸς τὸ πρῶτον ὑπήντησεν. T | |
16252a | Did. | 〈σόον:〉 διχῶς γράφεται, καὶ σόον καὶ „σάον“. Aim | |
16252b | ex. (Did. ?) | σόον: γράφεται καὶ „σάο〈ν〉“ διὰ τὸ „σαώτερος ὥς κε νέηαι“ (Α 32) καὶ „σάω δ’ ἐρίηρας ἑταίρουσ“ (Π 363). οὐ πρὸς τὸ „ἢν γὰρ δή με σόωσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι“ (λ 393). T | |
16.254 | Did. | 〈ἀπέθηκε:〉 οὕτως ἀπέθηκε διὰ τοῦ α. Aim | |
16255-6 | ex. | στῆ δὲ πάροιθ’ 〈ἐλθὼν—αἰνήν〉: εἰκότως θεατὴς τῆς μάχης γίνεται, καραδοκῶν τὸ ἀποβησόμενον. b(BCE3 E4)T | |
16.255 | ex. | 〈ἔτι δέ:〉 ἔτι γάρ. Til | |
16.259 | ex. | σφήκεσσιν 〈ἐοικότεσ〉: παρόσον ὁμοθυμαδὸν ὁρμῶσι τῶν σκηνῶν καὶ θυμοῦ μεστοί· θυμικὸν γὰρ σφήξ, καὶ μάλιστα ἐνόδιος ἀδιαλείπτως ἐρεθιζόμενος ὑπὸ τῶν ὁδιτῶν. b(BCE3E4)T | |
16260a | Ariston. | εἰνοδίοις, οὓς παῖδες 〈ἐριδμαίνωσιν ἔθοντεσ〉: ὅτι τὴν αὐτὴν διάνοιαν ἔχει τῷ ἑξῆς καὶ ὑγιέστερον εἴρηται. A | |
16260b | D | εἰνοδίοις: παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν. b | |
(BCE3E4)T | |||
16260c | ex. | ἐριδμαίνωσιν: εἰς ἔριν ἐμβάλλωσιν· οἱ δὲ ἐρεθίζωσιν· ἔθοντες δὲ ἐξ ἔθους ἐπιόντες, b(BCE3E4)T „ἔθων Οἰνῆος ἀλωήν“ (Ι 540). T | |
16261a | Ariston. | αἰεὶ κερτομέοντες 〈ὁδῷ ἔπι οἰκί’ ἔχοντασ〉: ἀθετεῖ‐ ται, 〈ὅτι〉 τὸ κερτομεῖν οὐ τίθησιν ἐπὶ τοῦ δι’ ἔργων ἐρεθίζειν, ἀλλὰ διὰ λόγων. καὶ ὅτι διὰ τοῦ προειρημένου στίχου (sc. Π 260) ταὐτὸν εἴρηται· τὸ γὰρ „εἰνοδίοισ“ (Π 260) ταὐτόν ἐστι τῷ ὁδῷ ἔπι οἰκί’ | |
5 | ἔχοντες, καὶ τὸ „ἐριδμαίνωσιν“ (Π 260) τῷ κερτομέοντες, καὶ τῷ αἰεί τὸ „ἔθοντεσ“ (Π 260), ἐξ ἔθους συνεχῶς ἐπιφοιτῶντες. A | ||
16261b | Did | 〈αἰεὶ—ἔχοντας:〉 ἠθέτει καὶ Ἀριστοφάνης. Aint | |
16261c | ex. (Ariston.) | | αἰεὶ〈—ἔχοντασ〉: ἀθετεῖται διὰ τὴν ταὐτολογίαν· | |
ex.(~ Did.) | τὸ γὰρ αἰεί ταὐτόν ἐστι τῷ „ἔθοντεσ“ (Π 260), τὸ δὲ κερτομέοντες τῷ „ἐριδμαίνωσι“ (Π 260), τὸ δὲ ὁδῷ ἔπι τῷ „εἰνοδίοισ“ (Π 260). b(BCE3E4)T ἄλλως τε ὁ ποιητὴς κερτόμησιν ἀεί φησι τὸ διὰ λό‐ | ||
5 | γων ἐρεθίζειν, οὐκ ἔργων. | τινὲς δὲ „ὁδῷ ἔπι οἰκί’ ἔχοντεσ“ γρά‐ φουσιν, ἐπὶ τῶν παίδων ἀκούοντες. καὶ εἰς τὸ κερτομέοντες λείπει τὸ οἵ, ἵν’ ᾖ οἱ κερτομικοί. b(BE3E4)T | ||
16261d | Did. | 〈ἔχοντας:〉 Ἀρίσταρχος ἔχοντας διὰ τοῦ α, καὶ ἅπα‐ σαι. Aim | |
16.262 | Hrd. | 〈τιθεῖσι:〉 προπερισπᾶται. προείρηται δέ (sc. ad Γ 152 c). | |
Aim | |||
16.263 | ex. | παρά τίς τε κιών: παροδεύων τις. πλεονάζει οὖν ὁ τέ σύνδεσμος. b(BCE3)T | |
16265a1 | Ariston. | πρόσσω πᾶς πέτεται: ὅτι πληθυντικῶς εἰπὼν „οἱ δ’ ἄλκιμον ἦτορ ἔχοντεσ“ (Π 264) ἑνικὸν ἐπιφέρει πᾶς πέτεται διὰ τὸ τὴν ἔννοιαν τοῦ πᾶς πληθυντικὴν εἶναι, μόνον δὲ τὸ σχῆμα ἑνικόν, ὅμοιον τῷ „ἀγρόμενοι πᾶς δῆμοσ“ (Υ 166). A | |
16265a2 | {ἔχοντες πρόσω πᾶς:} πρὸς τὸ σχῆμα. καὶ τὸ πᾶς ἴσον τῷ πάντες. T | ||
16265b | ex. | πρόσ〈σ〉ω πᾶς πέτεται: ἥκιστα ἂν ἴδοις σφῆκα φεύγοντα, διώκοντα δὲ προθυμότατα. T | |
16.267 | ex. | βοὴ δ’ ἄσβεστος 〈ὀρώρει〉: Ἀχαιῶν μὲν ἐπὶ τῇ χαρᾷ βοησάντων, Τρώων δὲ θορυβηθέντων. b(BCE3E4)T | |
16.268 | ex. | ἑτάροισιν ἐκέκλετο: οὔπω †ἐμβαλοῦσιν† εἰς τὸν πόλε‐ μον, ἀλλ’ ἔτι περὶ αὐτὸν οὖσιν, ἐπεὶ οὐδ’ ἂν ἠκούσθη. καλῶς δὲ ἐπὶ Ἀχιλλέως μὲν ἡσυχίαν ἄγει, νῦν δὲ ἐπ’ ἐξουσίας γεγονὼς παρακαλεῖ γενναίαν καὶ φιλόστοργον παράκλησιν, φίλους τε Ἀχιλλέως καλῶν | |
5 | ἰσάζεσθαι παρακαλεῖ τῷ φίλῳ. b(BCE3E4)T | ||
16.271 | ex. | 〈ὡς ἂν〉 Πηλείδην τιμήσομεν: μέγαν αὐτοῖς ὑπογράφει σκοπὸν ἀνδραγαθίας τὴν Ἀχιλλέως τιμήν. b(BCE3E4)T | |
16.272 | ex. | 〈καὶ〉 ἀγχέμαχοι 〈θεράποντεσ〉: ἀπὸ κοινοῦ τὸ ‘μέγ’ ἄριστοι‘ (cf. Π 271). Σέλευκος (fr. 15 M. = 13 D.) δὲ ἀθετεῖ. T | |
16273-4 | ex. | γνῷ δὲ καὶ Ἀτρείδησ〈— / ἣν ἄτην, ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν〉: ἔμφρων ὁ Πάτροκλος ὁ παρ‐ | |
όντα μὲν ἐλέγχων μετὰ παρρησίας—„νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, / οὐδὲ Θέτις μήτηρ“ (Π 33—4)—, ὑπὲρ ἀπόντος | |||
5 | δὲ τοῦ φίλου ἀπολογούμενος. b(BCE3E4)T τὰ αὐτὰ δὲ τῷ Ἀχιλ‐ λεῖ προφέρεται ἔτι. T ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις δεῖξαι σπεύδοντος Ἀγαμέμνονι ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς. b(BE3E4)T | ||
16274a1 | Ariston. | ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν: ὅτι τὸ δεν παρ‐ έλκεται· ἔστι γὰρ ὅτι τὸν ἄριστον τῶν Ἀχαιῶν οὐκ ἔτισεν. A | |
16274a2 | {οὐδὲν ἔτισεν:} περισσεύει τὸ ἕν· ἔστι γὰρ ‘οὐκ ἔτισεν‘. T | ||
16276a | ex. | ἐν δ’ ἔπεσον 〈Τρώεσσιν〉: ἀκολούθως τοῖς Ἀχιλλέως παρ‐ αγγέλμασιν· „ἔμπες’ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο / νῆας ἐνιπρήσωσι“ (Π 81—2). b(BCE3E4)T | |
16276b | ex. | ἀμφὶ δὲ νῆες: οὐ πᾶσαι, ἀλλ’ αἱ τῶν Μυρμιδόνων. T | |
16.278 | ex. | 〈Τρῶες δ’〉 ὡς εἴδοντο Μενοιτίου 〈ἄλκιμον υἱόν〉: αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου υἱόν, προαναπεφώνηκε δὲ τοῦτο ἀφ’ ἑαυτοῦ ὁ ποιητής. b(BCE3E4)T | |
16.279 | ex. | αὐτὸν καὶ θεράποντα 〈σὺν ἔντεσι μαρμαίροντασ〉: Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα Πατρόκλου ᾤοντο εἶναι τὸν Πά‐ τροκλον, Πάτροκλον δὲ Ἀχιλλέα. b(BCE3E4)T | |
16.280 | ex. | πᾶσιν ὀρίνθη θυμός: ἀντὶ τοῦ πάντων. ἐνδείκνυται δὲ ὁ ποιητὴς τοὺς πολλοὺς οὐκ ἀληθείᾳ, δόξῃ δὲ καὶ φαντασίᾳ τῶν πραγμάτων ἐχομένους. b(BCE3E4)T | |
16280-1a | ex. | φάλαγγες / ἐλπόμενοι: ἔστι τι ὅμοιον καὶ παρὰ Θουκυδίδῃ (1,110,4)· „ἐκ τῶν Ἀθηνῶν καὶ ἄλλης συμμαχίας πεντή‐ κοντα τριήρεις πλέουσαι ἐς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας, οὐκ εἰδότες τῶν γεγενημένων οὐδέν.“ T | |
16280-1b | ex. (Did.) | ex. | ἄλλως· φάλαγγες / ἐλπόμενοι: ἀντὶ τοῦ ἐλπομένων. | |
Ζηνόδοτος δὲ γράφει „ἐλπόμεναι“, ἐπὶ τῶν φαλάγγων. | ἐπαινεῖ δὲ Ἀρίσταρχος ὅτι οὐ φεύγοντας ἐποίησεν εὐθέως, ἀλλὰ καταπλησσο‐ μένους. T | |||
16281a | Ariston. | ἐλπόμενοι: ὅτι ἰδίως εἴρηκε „φάλαγγεσ“ (Π 280) / ἐλπό‐ μενοι πρὸς τὸ νοητόν· σύστημα γὰρ ἀνδρῶν εἰσιν αἱ φάλαγγες. ἢ δεῖ τὴν πτῶσιν μεταλαβεῖν ‘ἐλπομένων‘. A | |
16281b | ex. | ναῦφι: ἀπὸ εὐθείας παρῆκται· δηλοῖ γὰρ γενικήν. T | |
16.283 | ex. | πάπτηνεν δὲ ἕκαστος, 〈ὅπῃ φύγοι αἰπὺν ὄλε‐ θρον〉: δεινότατον τῶν ἐπῶν Ὁμήρου τοῦτό φησιν Ἀριστοτέλης (fr. 130 R.3), ἐν ᾧ πάντες φευκτιῶσι, καὶ οἰκεῖον βαρβάρων. T | |
16.286 | ex. | νηῒ παρὰ πρυμνῇ 〈μεγαθύμου Πρωτεσιλάου〉: κα‐ λῶς τῇ κινδυνευούσῃ νηῒ πρώτῃ ἐπικουρεῖ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλ‐ λεύς· „μὴ δὴ νῆας ἕλωσι b(BCE3E4)T καὶ οὐκέτι φυκτὰ πέλον‐ ται“ (Π 128). T | |
16.287 | ex. | {ὃς} Παίονας ἱπποκορυστάς: Μίμνερμος (fr. 14 D.3 = 17 W. = FGrHist 578,4)· „Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γέ‐ νος ἵππων“. ἐν δὲ τῷ Καταλόγῳ (sc. Β 848) καὶ „Παίονες ἀγκυλό‐ τοξοι“. ἢ οὗτοι ὑπὸ Ἀστεροπαῖον, οἱ δὲ ἱππεῖς ὑπὸ Πυραίχμην· ἢ | |
5 | διαφόρῳ ὁπλίσει ἐχρῶντο· ἢ ἱπποτοξόται ἦσαν. T | ||
16.288 | ex. | ἐξ Ἀμυδῶνος: Ἀμυδὼν φρούριόν ἐστι Μακεδόνων περὶ τὸν Ἀξιὸν ποταμὸν κείμενον. T | |
16290-1 | ex. (Did.) | ex. | ἕταροι δέ μιν ἀμφεφόβηθεν 〈/ Παίονεσ〉: ἐκ πλή‐ ρους ἡ ἀμφί. | τὸ δὲ ἑξῆς, περὶ αὐτὸν οἱ Παίονες ἐφόβηθεν. ἐκ πρώτου δὲ ηὔξηται τοῦ Πατρόκλου ἡ ἀρετὴ οὐ τὸν τυχόντα ἀνελόντος. ἅμα δὲ διὰ τὴν ὑπεροχὴν τοῦ ἀναιρεθέντος πιθανὸν φεύγειν τοὺς ἄλλους. | |
5 | b(BCE3E4)T | ||
16.290 | Did. | 〈ἀμφεφόβηθεν:〉 Ἀρίσταρχος Ἰακῶς „ἀμφὶ φόβηθεν“. Aim | |
16293a1 | ex. | κατὰ δ’ ἔσβεσεν 〈αἰθόμενον πῦρ〉: ἐπαινεῖται ταῦτα ὡς ἐν τῷ τάχει ἔχοντα καὶ ἀξιοπιστίαν, εἰ μὴ πᾶν εἶπε πεπρῆσθαι τὸ σκάφος (cf. Π 294). T | |
16293a2 | ἐπαινετὰ δὲ τὰ ἔπη ὡς ἐν τῷ τάχει καὶ τὴν ἀξιοπιστίαν ἔχοντα. b(BCE3E4) | ||
16293b | ex. | ἔσβεσεν: αἴτιος τῆς σβέσεως ἐγένετο. ἢ Πάτροκλος ἔσβε‐ σεν, ὅπερ ὁ Ζεὺς ἀνῆψεν. b(BCE3E4)T | |
16293c | Did (?) | 〈αἰθόμενον:〉 ἐν ἄλλῳ „ἀκάματον {πῦρ}“. Aim | |
16294a | ex. | ἡμιδαής: ἐναργῶς ἔχει τὸ ἡμιδαής· σχεδὸν γὰρ ἐπάγει τὰς αἰσθήσεις ἡ τῶν ὀνομάτων ἔμφασις καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυ‐ σιν. b(BCE3E4)T | |
16294b | ex. | τοὶ δὲ φόβηθεν: ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ὀνόματος (vide Π 290)· τοῦτο γάρ ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι, ἡ τῶν πολεμίων ὑποχώρησις. b(BCE3E4)T | |
16.296 | ex. | 〈ἀλίαστος:〉 ἀνέκλειπτος. Til | |
16.297 | ex. | ἀφ’ ὑψηλῆς κορυφῆς: ἐπεὶ ἐν ταῖς ἀκρωρείαις πυκνὰ νέφη ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον. b(BCE3E4) T μέμνηται δὲ αὑτοῦ ὁ ποιητής· ἔλεγε γὰρ „εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε“ (Π 66). T | |
16298a | ex. | κινήσῃ 〈...〉 νεφέλην: πιθανῶς οὐκ εἶπε σκεδάσῃ· οὐ γὰρ προτροπάδην ἀπίασιν. ὁπότε δὲ προτροπάδην φεύγουσιν, „ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται“ (Π 364). T | |
16298b | ex. | 〈κινήσῃ〉 ὑπ’ ἀνέμου δηλονότι. Aint | |
16298c | ex. | 〈κινήσῃ:〉 καὶ ταῦτα δὲ Ὅμηρος τὰ αὐτόματα θεοῖς ἀνα‐ τίθησιν, οἱ δὲ μετ’ αὐτὸν μετεωρολέσχαι οὐδαμοῦ προστιθέασιν ὄνομα θεοῦ. T | |
16299-300 | Ariston. | ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ 〈καὶ πρώονες ἄκροι / καὶ νάπαι—αἰθήρ〉: ὅτι ἐνταῦθα οἰκείως κεῖ〈ν〉ται· ἐπικειμένης γὰρ τῆς Τρωϊκῆς φάλαγγος ὡς νέφους ὄρει, αἰφνιδίως ὡς ἄνεμος ἐπιπνεύσας ὁ Πάτροκλος ἀπῶσε καὶ ἐτρέψατο. ἐν δὲ τῇ Θ (sc. | |
5 | 557—8) κακῶς. A | ||
16299a | ex. | σκοπιαί: τόποι ἐπιτήδειοι πρὸς σκοπὴν τῶν πόρρω. b(BCE3E4)T | |
16299b | Hrd. | 〈πρώονες:〉 ὡς σώφρονες. προείρηται (sc. ad Θ 557). Aim | |
16299c | ex. | πρώονες: οἱ λόφοι τῶν ὀρῶν παρὰ Ἀργείοις. ἔστι δὲ τοῦ πρῶνες διαίρεσις. A T | |
16.300 | D | οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ: αἴφνης —νεφέλης ῥαγείσης. A | |
16300a | ex. | ὑπερράγη 〈... αἰθήρ〉: τῶν νεφῶν διαρραγέντων | |
ὤφθη ὁ αἰθήρ, ὥς φαμεν ῥαγῆναι τὸν ὑετόν. b(BCE3E4)T | |||
16300b | ex. | 〈ἄσπετος αἰθήρ:〉 Νέστορος εἰπόντος „αἴ κέν τι φόως Δαναοῖσι γένηαι“ (Λ 797) φησὶν ἄσπετος αἰθήρ. T | |
16303-5 | ex. | οὐ γάρ πώ 〈τι〉 Τρῶεσ〈—ἀνάγκῃ〉: δαιμο‐ νίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ ποιητής· οὐ γὰρ πιθανὸν μηδενὸς δεινοῦ γενομένου φυγεῖν προτροπάδην (cf. 304) τοὺς βαρβάρους. b(BCE3 E4)T | |
16.304 | ex. | προτροπάδην: ἀμετάστρεπτοι. T | |
16305a1 | Hrd. | ἀνθίσταντο: ἕν ἐστι τὸ ἀνθίσταντο, οὐχὶ ἄντα ἐπίρρημα καὶ ἵσταντο, ὥς τινες. A | |
16305a2 | τινὲς ‘ἄντα ἵσταντο‘. Til | ||
16305b | Hrd. | 〈ὑποεῖκον:〉 ζητεῖ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶς δεῖ ἀναγινώσκειν. Aint | |
16.306 | ex. | κεδασθείσης 〈ὑσμίνησ〉: ἄλλος γὰρ ἄλλῃ ἔφυγε· διὰ δὲ τῶν Μυρμιδόνων σβέσας τὸ πῦρ καὶ τοὺς πολεμίους ἐάσας, τοὺς ἡγε‐ μόνας προήγαγεν ἀριστεύοντας, δεικνὺς ὡς οὐ σβέννυται τὸ γενναῖον τῶν ἀνδρῶν ἐν ταῖς συμφοραῖς. οὐκ ἐδεήθησαν οὖν ἀναψύξεως, ἀλλ’ | |
5 | ἐκθυμότερον ἀφ’ ὧν ἔπαθον, ἀμύνονται τοὺς Τρῶας. b(BCE3E4)T | ||
16.307 | Nic. | 〈ἡγεμόνων:〉 τὸ ἡγεμόνων βέλτιον ἡ συνήθεια τοῖς ἄνω προσνέμει. Aint | |
16308a | Nic. | αὐτίκ’ ἄρα στρεφθέντος: τοῦτο καὶ ἀπ’ ἄλλης ἀρχῆς δύναται λέγεσθαι, ἵνα στίζωμεν ἐπὶ τὸ „υἱόσ“ (Π 307). κοινὸν δὲ νοη‐ θήσεται κατ’ ἐκείνης τῆς διανοίας τὸ „ἕλεν“ (Π 306). A | |
16308b | ex. | 〈στρεφθέντος:〉 εἰς φυγὴν δηλονότι. b(BCE3E4)Til | |
16.309 | ex. | διαπρὸ δὲ χαλκὸν ἔλασ〈σ〉εν: διήλασε τὸν χαλκὸν εἰς τοὔμπροσθεν. T | |
16311-2 | ex. | 〈οὖτα〉 Θόαντα / στέρνον: ἀντὶ τοῦ Θόαντος. T | |
16311a1 | Ariston. | 〈Θόαντα:〉 πρὸς τὴν ὁμωνυμίαν, ὅτι Τρωϊκὸς ὁ Θόας οὗτος. Aim | |
16311a2 | καὶ πρὸς τὴν ὁμωνυμίαν ἡ διπλῆ. T | ||
16.312 | ex. | 〈στέρνον:〉 λείπει ἡ κατά. Til | |
16.313 | Did. | ἐφορμηθέντα: Ἀριστοφάνης „ὑφορμηθέντα“ ἀντὶ τοῦ ὑποχωρήσαντα· καὶ οὐκ ἄχαρις ἡ γραφή. b(BCE3E4)T | |
16314a | ex. | ὀρεξάμενος: τύψας· ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα. b(BCE3)T | |
16314b | ex. | ἄλλως· 〈ἔφθη〉 ὀρεξάμενος: ἀντὶ τοῦ ‘παίσας ἔφθη πρὶν οὐτάσαι‘. T | |
16314c | ex. | ἄλλως· ἔφθη ὀρεξάμενος: προέφθασεν ἐκτείνας. T | |
16314d | ex. | πρυμνὸν σκέλος: τὸ ἔσχατον ὡς πρὸς τὸν μηρόν. λέγει δὲ τὴν γαστροκνημίαν. b(BCE3)T | |
16.315 | ex. | μυών: μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπω‐ δύνους μέν, μὴ θανασίμους δὲ διὰ τὸ μὴ συνάπτειν τινὶ τῶν καιρίων. οἱ δέ φασιν ὡς μύες ἐκ νεύρων εἰσι πεπλεγμένοι καὶ σαρκὸς στερίφης· | |
ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νεύρων, αἱ‐ | |||
5 | μορραγίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας, b(BCE3E4)T τελευτὴ δὲ διὰ τὰς τοῦ ἐγκεφάλου συμπαθείας· δύο γὰρ καταπεφύκασιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ „πάχιστον“ (cf. Π 314) αὐτόν φησιν· ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐστιν ἐν τῇ κνήμῃ, καθάπτων | ||
10 | ἐπὶ τὴν πτέρναν, καλούμενος τένων. b(BE3E4)T | ||
D(~) | 〈μυών:〉 μύες καλοῦνται αἱ συνεστραμμέναι σάρκες. Aint | ||
16317a | Ariston. | Νεστορίδαι δ’ ὁ μὲν οὔτας’ 〈Ἀτύμνιον ὀξέϊ δου‐ ρί〉: πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ Νεστοριδῶν ὁ μὲν Ἀντίλοχος οὔ‐ τασεν Ἀτύμνιον (cf. Π 317—8), ὁ δὲ Θρασυμήδης Μάριν (cf. Π 321—3). A | |
16317b | ex. | Νεστορίδαι: ἀντὶ τοῦ Νεστοριδῶν. b(BCE3E4)T ἢ ἀπὸ κοινοῦ τὸ ‘οὔτασαν‘. δεῖγμα δὲ φιλαδελφίας κοινὸν προὔβαλε b(BCE3)T τῶν φονευόντων 〈καὶ φονευομένων〉, T ἥδιστα δὲ κατεσχημάτισεν ὅλον τὸν λόγον. b(BCE3)T | |
16317c | Nic. | 〈Νεστορίδαι δέ:〉 μετὰ τὸν δέ σύνδεσμον διασταλ‐ τέον. Aim Aint | |
16317d | ex. (Did.?) | 〈οὔτασε:〉 τινὲς „†οὐτάσ“. Til | |
16320-2 | ex. | Ἀντιλόχῳ ἐπόρουσε〈—οὐδ’ ἀφάμαρτεν:〉 ὑπερφυὴς ἡ ποικιλία· οὐ γὰρ ἔφη ὅτι δύο ἀδελφοὶ δυσὶν ἀδελφοῖς | |
ἐπεχώρησαν, ἀλλὰ μετὰ τὴν τοῦ προτέρου ἀναίρεσιν ὁ δεύτερος ἐπαμύνων τῷ ἀδελφῷ ἐπιχωρεῖ τῷ Ἀντιλόχῳ, ἀναιρεῖ δὲ αὐτὸν ὁ | |||
5 | Θρασυμήδης ὑπερμαχῶν τοῦ ἀδελφοῦ. τὴν ἑκατέρου οὖν φιλαδελφίαν ἐνέφηνε, τοῦ μὲν διὰ ἀδελφὸν ἀποθανόντος, τοῦ δὲ διὰ ἀδελφὸν ἀνελόν‐ τος. b(BCE3E4)T | ||
16322-3 | ex. (Nic. ?) | ἔφθη 〈ὀρεξάμενος, πρὶν οὐτάσαι, οὐδ’ ἀφάμαρ‐ τεν, / ὦμον ἄφαρ〉: τὸ ἑξῆς ἔφθη ὀρεξάμενος (322) ὦμον ἄφαρ (323). T | |
16.322 | ex. | ἔφθη ὀρεξάμενος: προέφθασεν ἐκτείνας. T | |
16324a | ex. | δρύψ’ ἀπὸ μυώνων: εἰ τοῦ ἐγκεφάλου ἀποπέφυκε τὰ νεῦρα εἰς νωτιαῖον μυελόν, ἐκ νεύρων δὲ οἱ μύες, ἐκ καρδίας δὲ αἱ φλέβες εἰς τὸν μῦν, συμπάθειαν ἔχουσι πρὸς τὰ καίρια· ὅθεν αἱ ἀθρόαι κατὰ τῶν μυῶν πληγαὶ θανατοῦσιν. b(BCE3E4)T | |
16324b | ex. | ἄλλως· δρύψ’ ἀπὸ μυώνων, 〈ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξε〉: τὸν ἔσχατον μυῶνα τοῦ βραχίονος ἀπέδρυψεν ἡ ἀκωκὴ τοῦ δόρατος, b(BCE3E4)T ἀπήραξε δὲ ἕως τοῦ ὀστέου. T | |
16324c | ex. | ἀπὸ δ’ ὀστέον 〈ἄχρις ἄραξε〉: τὸ ἑξῆς ‘†ἀπάρραξεν† ὀστέον‘. ἄχρις δὲ ἕως ὀστέου· τὸ γὰρ ἄχρις καὶ χρονικὸν καὶ τοπι‐ κὸν ὡς νῦν. b(BCE3)T | |
16324d | Hrd. | ἄχρις {ἄραξε}: Ἀρίσταρχος ὡς „μέχρισ“ (Ω 128) ἀνε‐ γίνωσκε, παρὸ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν ὡς τὰ εἰς ις ἐπιρρή‐ ματα δισύλλαβα βαρύνεται, ὡς ἔχει τὸ ἄνις, „ἅλισ“ (Β 90 al.), „μό‐ | |
γισ“ (Ι 355 al.), ἄχρις, αὖθις. ὀξύνεται δὲ τὸ „χωρίσ“ (Η 470 al.) | |||
5 | καὶ „ἀμφίσ“ (Β 13 al.), διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι· διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις, „αὖθι“ (Α 492. γ 156), αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο (sc. καθ. 1,508, | ||
10 | 21) καὶ ἐπὶ τοῦ πέρυσι βαρυνομένου. A | ||
16326a1 | Ariston. | ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι 〈δαμέντε〉: ἡ διπλῆ, ὅτι πτῶσις ἤλλακται, δοτικὴ ἀντὶ γενικῆς, καὶ ἡ ὑπό πρόθεσις παρεῖται· ἔστι γὰρ ἀντὶ τοῦ ‘ὣς τὼ ὑπὸ δοιῶν κασιγνήτων δαμέν‐ τε‘. A | |
16326a2 | {ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι:} ὑπὸ τῶν δύο ἀδελφῶν δαμέντες, ὡς τὸ „Ἀχιλ{λ}ῆϊ δαμασθείσ“ (Χ 55). T | ||
16.328 | ex. | Ἀμισωδάρου: οὗτος Καρίας δυνάστης, οὗ τὴν θυγατέρα ἔγημε Βελ〈λ〉εροφόντης, ὡς Ξενομήδη〈σ〉 (FGrHist 442,3) ἔφη. T | |
16328-9 | ex. | 〈Ἀμισωδάρου,〉 ὅς ῥα Χίμαιραν / θρέψεν: ὅτι οὐ πέπλασται τὰ περὶ τὴν Χίμαιραν, πίστιν ἐπιτίθησι διὰ τοῦ χρόνου καὶ τοῦ θρέψαντος. ἴσως οὖν ἐν αἰπολίῳ χίμαρος τραφεὶς ἠγριώθη· οὐδὲ μὴν ἑτεροφυὴς ἦν, ὡς Ἡσίοδος (sc. th. 319—22) ἔπλασεν. T | |
16329a | ex. | ἀμαιμακέτην: τὴν ἀκαταμάχητον. T | |
16329b | ex. | ἀμαιμακέτην: ἐφ’ ἣν οὐκ ἄν τις ὁρμήσειεν. T | |
16330-1 | ex. | Αἴας δὲ 〈Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας / ζωὸν ἕλε〉: πιθανῶς τὸ ζωγρῆσαι οὐκ ἄλλῳ τινὶ περιέθηκεν ἢ τῷ Ὀϊλέως Αἴαντι· ἔστι γὰρ τάχιστος· διὸ καὶ τὸ ἐπορούσας (330) πρόσκειται· ἱκανώτατος γὰρ ἦν τῶν ἄλλων ἐπιδραμὼν συλλαβεῖν | |
5 | τινα. b(BCE3E4)T | ||
16.333 | ex. | πᾶν δ’ ὑπεθερμάνθη 〈ξίφος αἵματι: πᾶν〉 ἀντὶ τοῦ ὅλον. τοῦτο δὲ ἐμφαίνει τὴν ἀθρόαν αἱμορραγίαν. ἀλλαχοῦ δὲ „ψυ‐ χρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν“ (Ε 75). b(BCE3)T | |
16333-4 | ex. | τὸν δὲ κατ’ ὄσσε 〈/ ἔλλαβε ... θάνατοσ〉: ἀντὶ τοῦ ‘τοῦ δέ‘. ἡ δὲ κατά (cf. 333) πρὸς τὸ ἔλαβεν (cf. 334). b(BCE3E4)T | |
16335-7 | ex. | Πηνέλεως δὲ Λύκων τε συνέδραμον〈—ξι‐ φέεσσι συνέδραμον〉: τὸ διήγημα κατὰ ἀναστροφήν· οὐ γὰρ πρῶ‐ τον ἀποτυχόντας εἰσάγει, εἶτα διὰ τοῦτο συμπλεκομένους, ἀλλ’ ὥσπερ αἰτίαν τῆς συνδρομῆς ἀποδιδοὺς τὸ προγεγενημένον δεδήλω‐ | |
5 | κεν ὅτι ἀκοντίσαντες ἐπ’ ἀλλήλους ἥμαρτον. b(BCE3E4)T | ||
16336a1 | Ariston. | ἤμβροτον ἀλλήλων, μέλεον δ’ ἠκόντ〈ισαν ἄμ‐ φω〉: ὅτι μέλεον ἀντὶ τοῦ μελέως, ματαίως. καὶ διὰ παντὸς οὕτως Ὅμηρος χρῆται· οἱ δὲ τραγικοὶ (cf. Aesch. Pers. 733 al.) ἐπὶ τοῦ οἰκτροῦ καὶ τάλανος, καὶ ἡ συνήθεια· πρὸς ὃ καὶ ἡ σημείωσις. A | |
16336a2 | ματαίως. οἱ τραγικοὶ δὲ τὸ μέλεον ἐπὶ τοῦ οἰκτροῦ τάσ‐ σουσιν. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)T | ||
16339a | D | ex. | φάσγανον ἐρραίσθη: διεκλάσθη καὶ διεφθάρη b(BCE3 E4) | ὑπὸ τῆς βίας τοῦ τύψαντος, b(BCE3E4)T ὡς τὸ Μενελάου „τριχθά τε καὶ τετραχθά“ (Γ 363). T | |
16339b | ex. | θεῖνε: ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ | |
συνήθως τὰς πληγάς. A b (BCE3)T | |||
16340-1 | ex. | ἔσχεθε δ’ οἶον / δέρμα: μόνον δὲ τὸ δέρμα κατεῖχε καὶ κατεκράτει τὴν κεφαλὴν ἐκκοπεῖσαν. T | |
16.342 | ex. | κιχείς: ἀπὸ τοῦ κίχημι. ἢ τῆς „κιχών“ (ο 157) παθητικόν, ὡς τῆς λιπών ἡ λιπείς, τῆς ἐριπών ἡ ἐριπείς· A T „ἐριπέντι Πο‐ λυνείκει“ (Pind. Ol. 2,43). T | |
16.343 | ex. | ἐπιβησόμενον: ἐπιβατικῶς ἔχοντα. T | |
16.345 | ex. (ex. + Did. ?) | Ἐρύμαντα: παρὰ τὸ ἔρυμα. τινὲς δὲ „Ὀρύμαντα“. T | |
16345-7 | ex. | κατὰ στόμα νηλέϊ χαλκῷ〈—ὑπ’ ἐγκεφά‐ λοιο〉: ποικίλως πάνυ· φθάνει γὰρ τὸ ἐναντίον διαθέμενος περὶ τὸν Πάνδαρον (sc. Ε 291—3): b(BCE3E4)T τοῦ μὲν γὰρ ἄνωθεν πληγέντος τὸ δόρυ διὰ τοῦ στόματος διέρχεται, ἐνταῦθα δὲ ἡ μὲν | |
5 | πληγὴ διὰ τοῦ στόματος γίνεται, διαπερᾷ δὲ τὸ δόρυ διὰ τῆς κεφα‐ λῆς. b(BE3E4)T | ||
16347-8 | ex. | 〈νέρθεν ὑπ’ ἐγκεφάλοιο— /〉 ἐκ δ’ ἐτίναχθεν ὀδόντες: ἐπάνω τῆς ὑπερῴας ἠνέχθη ἡ πληγὴ κατὰ τὸν ἐγκέφαλον, οἱ δὲ ὀδόντες κατὰ τὴν ἐπιδρομὴν τοῦ δόρατος ἐξετινάχθησαν. b (BCE3E4)T ὀστέα (347) δὲ Ἀπολλώνιος τοὺς σφονδύλους | |
5 | φησίν. b(BE3E4)T | ||
16.347 | ex. | κέασσε: οἰκείως ἐπὶ μὲν ὀστῶν †ἐκέασθεν†, ἐπὶ δὲ ὀδόντων „ἐτίναχθεν“ (Π 348), ἐπὶ δὲ τοῦ δόρατος „ἐξεπέρησε“ (Π 346) φησίν. b(BE3E4)T | |
16348-9 | ex. | ἐνέπλησθεν δέ 〈οἱ ἄμφω /〉 αἵματος ὀφθαλμοί: ἡ αἱμορραγία ὅλην τὴν κεφαλὴν διελθοῦσα διὰ τῶν ὀφθαλμῶν ἐφάνη | |
μάλιστα· εἰσὶ γὰρ ἐξ ὑμένων λεπτῶν· ὅθεν οἱ ἰκτεριῶντες ἀπ’ ὀφθαλ‐ μῶν δῆλοι τὰ πρῶτα γίνονται τῆς χολῆς ὑποδραμούσης. b(BCE3 | |||
5 | E4)T | ||
16.349 | Nic. | αἵματος ὀφθαλμοί: βραχὺ διασταλτέον ἐπὶ τὸ ὀφθαλ‐ μοί. ἔσται δὲ ὁ λόγος· ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος (cf. Π 348—9), ὃ δὴ διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν χανὼν ἀπε‐ φύσησεν. A | |
16.350 | D | ex. | πρῆσε: ἐξεφύσησε. | καὶ ἀλλαχοῦ· „ἐν δ’ ἄνεμος πρῆσεν“ (Α 481). εἰκὸς δὲ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν διακοπεισῶν προχυθὲν τὸ αἷμα διὰ τῶν ὀφθαλμῶν καὶ τοῦ στόματος καὶ τῶν ῥινῶν χωρῆσαι. b(BCE3E4)T | |
16351a | Nic. | 〈οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκα‐ στος:〉 βραχὺ διασταλτέον Δαναῶν διὰ τὸ ἀπεμφαῖνον. Aint | |
16351b | Did. (?) | 〈ἄνδρα ἕκαστος:〉 ἐν ἄλλῳ „ἄνδρας ἀρίστουσ“. Aim | |
16352a | ex. | ὡς δὲ λύκοι ἄρνεσ〈σ〉ιν ἐπέχραον: ὅταν ἑνὸς ἔφο‐ δον δηλῶσαι θέλῃ, λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει, A b (BCE3E4) T „ἤτοι ὁ μὲν πρώτῃσι βόεσσι“ (Ο 634). A T νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρ‐ | |
5 | έλαβε, τοὺς λύκους. A b (BCE3E4)T | ||
16352b | ex. | ἐπέχραον: ἀθρόοι ἐπεβάρησαν, ἢ ἀθρόοι ἐπήλθοσαν. T | |
16353a | ex. | ὑπὲκ μήλων αἱρεύμενοι: ἐξ αἰγῶν ἢ προβάτων ὑφαι‐ ρούμενοι. b(BE3)T | |
16353b | ex. | μήλων: προβάτων καὶ αἰγῶν. A b (BCE3E4)T καὶ | |
ἐν ἄλλοις „μῆλ’ ὄιές τε καὶ αἶγεσ“ (ι 184): A T πρόβατα γὰρ πάν‐ τα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοί· καὶ Εὔπολις (fr. 22 [V p. 311] K.—A.) προβατικὸν χορόν φησι τὸν ἐξ αἰγῶν. A b (BCE3E4)T | |||
16353c | ex. | αἵ τ’ ἐν ὄρεσσιν: αἱ ἄρνες δηλονότι καὶ οἱ ἔριφοι. καλῶς δὲ καὶ τὸ νέον καὶ τὸ θῆλυ, καὶ τὸ ἐν ὄρεσ〈σ〉ιν, ἔνθα οὐκ ἔστι φυγή. T | |
16353d | Did. | 〈αἵ τε:〉 οὕτως αἵ τε θηλυκῶς, αἱ ὄϊες. Aim | |
16354a | Ariston. | διέτμαγεν: ἡ διπλῆ, ὅτι οὕτως δεῖ γράφειν A διέ‐ τμαγεν ὡς „κόσμηθεν“, (Γ 1) A T ἵν’ ᾖ διετμάγησαν, παθητι‐ κῶς· A τὸ γὰρ διέτμαγον ἐνεργητικόν ἐστιν. A T | |
16354b | Did. | 〈διέτμαγεν:〉 οὕτω διὰ τοῦ ε διέτμαγεν. Aim | |
16356a | ex. | ὣς Δαναοί: καὶ Μυρμιδόνας συμπεριλαμβάνει. T | |
16356b | ex. | 〈ἐπέχραον:〉 ἐπήλθοσαν. Til | |
16356-7 | ex. | 〈φόβοιο /〉 δυσκελάδου: προσφυὲς τὸ ἐπίθετον· βοῶσι γὰρ καὶ οἱ διώκοντες καὶ οἱ διωκόμενοι. b(BCE3E4)T | |
16358-9 | ex. | Αἴας δ’ ὁ μέγασ〈— / ἵετ’ ἀκοντίσσαι:〉 δαι‐ μονίως οὐκ ἄλλῳ περίκειται τὸ ἐπιτηρεῖν τὸν Ἕκτορα, ἀλλὰ τῷ Αἴαντι· ἐγκότως γὰρ ἔχει πρὸς αὐτὸν ὁ ἥρως ὡς ἂν δι’ αὐτὸν ἀπο‐ κρουσθεὶς τῆς νεώς (cf. Π 122). εἰκὸς οὖν αὐτὸν σπεύδειν ἀποδοῦναι | |
5 | τὴν ὁμοίαν. b(BCE3E4)T | ||
16358a1 | Ariston. | Αἴας δ’ ὁ μέγας: ἡ διπλῆ, ὅτι συγκριτικῶς λέγεται πρὸς τὸν ἕτερον Αἴαντα ὁ μέγας, ὁ Τελαμώνιος, ἐπεὶ ἐκεῖνος μείων. A | |
16358a2 | {αἴας δ’ ὁ μέγας:} πρὸς διαστολὴν τοῦ Ὀϊλέως. T | ||
16361a | Ariston. | σκέπτετο: ὅτι τὸ σκέπτετο ἴσον τῷ οἷον ἀπεσκόπευε καὶ παρετήρει εἰς τὸ μὴ πληγῆναι. A | |
16361b | ex. | σκέπ〈τ〉ετο: σκοπεύων ἐφυλάττετο. b(BCE3E4)T τοῦτον δὲ ἀκοντοδόκον φασίν. T | |
16361c1 | ex. | ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων: καλῶς ἐπὶ μὲν τοῦ βαρέος δοῦπον, ἐπὶ δὲ τοῦ ταχέος ῥοῖζον. T | |
16361c2 | καλῶς δὲ ἐπὶ μὲν τοῦ ταχέος καὶ κούφου ῥοῖζον φησίν, ἐπὶ δὲ τοῦ βραδέος καὶ βαρέος δοῦπον. b(BCE3E4) | ||
16364a | Ariston. | ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου 〈νέφος ἔρχεται οὐρανὸν εἴσω〉: ὅτι σαφῶς οὐκ ἔστιν Ὄλυμπος καὶ οὐρανὸς ὁ αὐτός· ὡς γὰρ ἀφ’ ἑτέρου ἐφ’ ἕτερόν φησι τὸ νέφος ἔρχεσθαι. οὐδὲ μὴν τόπος ἐπουρά‐ νιος· ὁ γὰρ Ὅμηρος ἀπὸ τῶν γινωσκομένων πᾶσι ποιεῖται τὰς | |
5 | ὁμοιώσεις. καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι· καὶ γὰρ ἀπὸ τῶν ὀρῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν· „ὡς δ’ ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο / κινήσῃ πυκινὸν νέφοσ“ (Π 297—8). τοιγαρ‐ οῦν καὶ ὅταν λέγῃ ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπ〈ου〉 νέφος ἔρχεται, ἀπὸ ὄρους σημαίνει. A | ||
16364b | ex. | ἀπ’ Οὐλύμπου: τοῦ τόπου, ἔνθα τὰ νέφη ἐπικαθέζεται. T | |
16364c | ex. | νέφος ἔρχεται οὐρανὸν εἴσω: οὐ τὴν ἄνω φορὰν ποιούμενον (πῶς γὰρ ἐξ αἰθέρος γενομένης τῆς λαίλαπος ὑψοῦται τὰ νέφη;), ἀλλὰ τὴν εἰς πλάτος. οὕτω καὶ οἱ Τρῶες προσεδρεύοντες πρώην τῷ ναυστάθμῳ ἐπεξετάθησαν εἰς τὸ πεδίον. b(BCE3E4)T | |
16364d1 | ex. | οὐρανόν: τὸν περὶ τὰ νέφη τόπον εἴωθε καλεῖν. T | |
16364d2 | Ὄλυμπος δὲ καὶ οὐρανὸς ὁ περὶ τὰ νέφη τόπος. b(BCE3 E4) λέγει δὲ ὅτι ἀπὸ τοῦ τόπου, οὗ εἰσι κινούμεναι, περιέρχονται τὸν ὅλον οὐρανόν. ἐξήλλαξε δὲ τὸν λόγον, εἰπὼν Ὄλυμπον καὶ | ||
οὐρανόν. b(BE3E4) | |||
16365a | ex. (ex. + | αἰθέρος ἐκ δίης 〈ὅτε τε Ζεὺς λαίλαπα τείνῃ〉: | |
Did.?) | ΔΙΗΣ τινες τῆς ὑπὸ Διὸς ἀρχομένης, b(BE3E4)T ὡς Ὀδυσσήϊος δόμος (cf. ς 353), T ‘ὅτ’ ἂν ἐκ τῆς αἰθέρος ὁ Ζεὺς ἐπιτείνῃ λαίλαπα‘. ἐν δὲ τοῖς ὑπομνήμασι κατὰ δοτικὴν ἦν „λαίλαπι“, ἵν’ ᾖ ‘ὅταν ὁ Ζεὺς | ||
5 | ἐν λαίλαπι παρατείνῃ τὰ νέφη‘. b(BE3E4)T | ||
16365b | ex. | ἄλλως· αἰθέρος ἐκ δίης 〈ὅτε τε Ζεὺς λαίλαπα τείνῃ〉: ὡς ἐξ εὐδίας ἐπιταράσσεται ὁ οὐρανός, οὕτω ταραχὴ γέγονε τῶν Τρώων. T | |
16365c | Nic. | αἰθέρος ἐκ δίης: τοῦτο ἑκατέροις δύναται προσδίδοσθαι. τὸ μέντοι ζήτημα ὁμοίως μένει· ἀέρος γὰρ πάθη ταῦτα. τάχα οὖν κεῖ‐ ται ὁ αἰθὴρ ἀντὶ τοῦ ἀέρος. A | |
16.365 | D | αἰθέρος ἐκ δίης: πῶς αἰθέρος; τὰ γὰρ πάθη—ἐν τῷ αἰθέρι. A | |
16368-9 | ex. | λεῖπε δὲ λαόν 〈/ Τρωϊκόν〉, οὓς ἀέκοντας: ὅτι πρὸς τὸν νοῦν ὑπήντησεν. T | |
16.370 | ex. | πολλοὶ δ’ ἐν τάφρῳ〈—〉ἵπποι: καὶ μήν, φησίν (sc. Μ 76—85), ἔξω τὴν ἵππον εἴασαν. ἀλλ’ ὁ Ἀπόλλων ἱππήλατον ὁδὸν αὐτοῖς ἐποίησεν· „αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευ‐ θον / πᾶσαν λειανέω“ (Ο 260—1) καὶ „ἵππους δ’ εἰσελάσαντες ἐπὶ | |
5 | πρύμνῃσι μάχοντο“ (Ο 385). b(BCE3E4)T | ||
16371a | ex. | ἄξαντε: πρὸς τὰς συνωρίδας, αἷς ἐχρῶντο οἱ Τρῶες, τὸ δυϊκόν. πρώτῳ δὲ ῥυμῷ b(BCE3)T τῷ ἄκρῳ πρὸς τὸν ζυγόν· οἱ δὲ τῷ πρὸς τὸν ἄξονα, b(BCE3E4)T ὃ〈σ〉 καὶ μᾶλλον τρίβε‐ ται. T | |
16371b | ex. | ἄλλως· ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ: ἀπὸ κοινοῦ τὸ ἅρ‐ ματα. T | |
16371c | Ariston. | {ἄξαντ’ ἐν} πρώτῳ {ῥυμῷ}: ὅτι ἀντὶ τοῦ ἄκρῳ, καὶ οὐχ ὡς δευτέρου ὄντος ῥυμοῦ· εἷς γάρ ἐστι. „πρώτῃσιν δὲ πύλῃσιν“ (Θ 411) ἀντὶ τοῦ ἄκραις. A | |
16372a | Hrd. | 〈σφεδανόν:〉 οὕτως ὡς σφοδρόν. προείρηται. Aint | |
16372b | ex. | σφεδανόν: ἐσπευσμένως. οἱ δὲ συντόνως, ἀφ’ οὗ καὶ σφὴν ὁ διατείνων τὰ ἄρθρα καὶ σφίγγων. T | |
16374a | Did. | 〈τμάγεν:〉 καὶ τοῦτο διὰ τοῦ ε. Ail | |
16374b | ex. | τμάγεν: διεκόπησαν καὶ διεσχίσθησαν ἀπ’ ἀλλήλων. δι’ ὧν δὲ μεστοῖ πάσας τὰς ὁδούς, τὸ πλῆθος παρίστησι· „πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι“ (Κ 66). b(BCE3E4)T | |
16374c | ex. | 〈ἀέλλη:〉 ὀμιχλώδης κονιορτός. Til | |
16375a | ex. | 〈ὑπαὶ νεφέων:〉 ἔμπροσθεν τῶν νεφῶν. Til | |
16375b | ex. | 〈ὑπαὶ νεφέων:〉 ὑπὸ τὰ νέφη. ἢ ὑπὸ τῶν ἀνέμων. Aim | |
16375c | ex. | τανύοντο {δέ}: ἐμφαντικώτερον τοῦτο τοῦ ἀπέτρε‐ | |
χον. T | |||
16.376 | Did. (?) | 〈νεῶν ἄπο καὶ κλισιάων:〉 ἐν ἄλλῳ „{ἄψορρον προτὶ ἄστυ} ἑλιχθέντων ὑπ’ Ἀχαιῶν“. Aim | |
16.377 | ex. | ᾗ πλεῖστον 〈ὀρινόμενον ἴδε λαόν〉: ὅπου πολὺν ἐρ‐ γάσασθαι φόνον ἠδύνατο. T | |
16.378 | ex. | 〈ἔχε:〉 ἤλαυνε τοὺς ἵππους. Til | |
16378-9 | ex. | 〈ὑπὸ δ’ ἄξοσι〉 φῶτες ἔπιπτον 〈/ —ἀνεκυμ‐ βαλίαζον〉: οἱ Τρῶες, φησί, πρηνεῖς πίπτοντες ὑπὸ τοῖς ἄξοσιν ἐγίνοντο, εἰς οὓς καὶ ἀνεκυμβαλίαζον οἱ δίφροι ὡς τοὺς πίπτοντας αἰ‐ τίους πτωμάτων τοῖς ἐπιβάταις γίνεσθαι. πρηνεῖς δὲ ἔπιπτον ὡς | |
5 | ὄπισθεν τιτρωσκόμενοι. b(BCE3E4)T | ||
16379a1 | Did. | ἀνακυμβαλίαζον: οὕτως Ἀρίσταρχος ἀνακυμβα‐ λίαζον διὰ τοῦ α· οὐ γὰρ ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρὰ τοῖς Ἴωσιν. A | |
16379a2 | οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ἀνεκυμβαλίαζον“. Aim | ||
16379a3 | ἀνεκυμβαλίαζον: Ἀρίσταρχος διὰ τοῦ α, „ἀνακυμβα‐ λίαζον“. T | ||
16379b | ex. | ἀνεκυμβαλίαζον: ἀνεπήδων καὶ ἀνεκουφίζοντο, ἀπὸ τῶν κυμβάλων, ἃ προσκρουόμενα ἀλλήλοις ὑπερπηδᾷ. ἅμα δὲ καὶ βομβῶδες ὂν τὸ ῥῆμα ἔδωκεν ἔμφασιν τῇ ἀνατροπῇ. τὸ δὲ ἑξῆς οὕτως ἐγὼ οἶμαι· ‘ὑπὸ τῶν ἀξόνων πρηνεῖς ἔπιπτον ἐξ ὀχέων (cf. Π 378—9)· | |
5 | οἱ γὰρ δίφροι ἀνεκυμβαλίαζον‘. ἀνακουφιζομένων οὖν τῶν ἀξόνων | ||
πρηνεῖς κατέπιπτον οἱ ἐπιβάται. b(BCE3E4)T | |||
16.380 | ex. | ἀντικρὺ δ’ ἄρα τάφρον 〈ὑπέρθορον ὠκέες ἵπποι〉: τοῦτο πρὸς τὴν ἀρετὴν τῶν Ἀχιλλέως ἵππων. Ἕκτωρ δὲ αὐτὸ μόνον ἐκαυχήσατο, οὐ μὴν ἐτέλεσεν, „ἵπποι δὲ ῥέα τάφρον 〈ὑπερθορέονται〉“ (Θ 179). Αἰσχύλος (fr. 380 N.2 = 201 M. = 380 R.) δὲ Ἀχιλλέα σὺν τῇ πανο‐ | |
5 | πλίᾳ φησὶν ὄπιθεν ὁρμήσαντα πηδῆσαι τὴν τάφρον μὴ δείξαντα 〈τὰ〉 νῶτα τοῖς ἐχθροῖς. T | ||
16.382 | ex. | ἐπὶ δ’ Ἕκτορι κέκλετο θυμός: παρεκελεύετο γὰρ αὐ‐ τοὺς κατὰ τοῦ Ἕκτορος ὁρμᾶν. T | |
16383a1 | ex. | τὸν δ’ ἔκφερον 〈ὠκέες ἵπποι〉: ἐξενηνόχεισαν ἴσως διὰ τῆς ὑπὸ Ἀπόλλωνος γεγονυίας ὁδοῦ (cf. Ο 355—9). πῶς δὲ οὐ καταλαμβάνει Πάτροκλος; ἢ ὅτι καὶ αὐτὸς διαφόρους ἵππους ἔχει, ὡς Αἰνείας (cf. Ε 272 al.)· καὶ γὰρ ἐν Ἀβύδῳ ἱπποστάσια ἔχει Πρίαμος | |
5 | (cf. Δ 500)· ἀφ’ οὗ καὶ οἱ Ἀσίου, „ὃν Ἀρίσβηθεν φέρον ἵπποι“ (Β 838)· ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη (cf. Θ 186‐ 90). ἄλλως τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν. T | ||
16383a2 | ἐξενηνόχεισαν διὰ τῆς ὑπ’ Ἀπόλλωνος γεγονυίας ὁδοῦ. πῶς δὲ αὐτὸν οὐ διώκει Πάτροκλος; ὅτι τάχιον ἐξελάσας προέφυγεν. ἄτοπον δὲ ἦν ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν. b(BCE3E4) | ||
16.384 | ex. | λαίλαπι: λαῖλαψ ὁ μετὰ ὑετοῦ ἄνεμος, ποτὲ δὲ ἁπλῶς ὑετός {ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριχεθών}. T | |
16.385 | ex. | ὀπωρινῷ: τῷ μετοπωρινῷ· καταρρήγνυται γὰρ ὄμβρος | |
πολὺς κατὰ τὸ μετόπωρον. Ὁμήρῳ δὲ οὐκ ἀρκεῖ τὸ φυσικὸν μόνον πρὸς αὔξησιν, ἀλλὰ καὶ τὴν τοῦ θείου ὀργὴν προσπαρέλαβεν, ὠφε‐ λῶν κἀν ταῖς παραβολαῖς καὶ δεικνύς, ὅσα τοῖς ἀδικοῦσι συμπίπτει | |||
5 | δεινά, b(BCE3E4)T οὐ καθ’ ἕνα μόνον, ἀλλὰ κοινῇ. ἐντεῦθεν Ἡσίοδός φησι· „λιμὸν ὁμοῦ καὶ λοιμόν“ (opp. 243). T | ||
16387a | ex. | οἳ βίῃ εἰν ἀγορῇ 〈σκολιὰς κρίνωσι θέμιστασ〉: παιδευτικὰ πρὸς τοὺς βασιλέας ταῦτα καὶ τοὺς κριτάς. b(BCE3 E4)T οὐκοῦν ἐὰν παρὰ καιρόν τι φαίνηται γινόμενον, οὐκ ἐχρῆν ἐπικαλεῖν τὸ δαιμόνιον· T ἔοικε γὰρ κολάζειν τοὺς ἀδίκους. | |
5 | b(BCE3E4)T | ||
16387b | ex. | 〈οἳ βίῃ εἰν ἀγορῇ〉 σκολιὰς κρίνωσι 〈θέμιστασ〉: οἳ κακῶς κρίνοντες σκολιὰς ποιήσουσι θέμιστας. b(BCE3E4)T ἢ τὸ ‘κρίναντεσ‘ ἀπὸ κοινοῦ. T | |
16387c | Ariston. | 〈θέμιστας:〉 ὅτι ἀντὶ τοῦ δίκας. Aint | |
16.388 | ex. | θεῶν ὄπιν οὐκ ἀλέγοντες: τὴν ἐπιστροφὴν τῶν θεῶν οὐκ ἔχοντες ἐν λόγῳ. b(BCE3E4)T | |
16.389 | ex. | 〈τῶν:〉 τῶν ἀσεβῶν ἀνδρῶν. Til | |
16390a | Hrd. | {πολλὰς δὲ} κλιτύς: ἐχρῆν μὲν διὰ τὸ „κλιτύας †οὐ‐ ρῆας†“ (fr. ign.?) περισπᾶσθαι τὸ κλιτύς, ἀνεγνώσθη δὲ κατ’ ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως τῷ „κνημῖδας ῥαπτὰς δέδετο, γρα‐ | |
πτὺς ἀλεείνων“ (ω 228). A | |||
16390b1 | ex. | Hrd. | κλιτύς: κλίματα ὀρῶν. | καὶ ἐχρῆν μὲν περισπᾶσθαι, ἐπεὶ ἀπὸ τοῦ κλιτύας ἦν. ἀνεγνώσθη δὲ ὀξυτόνως, ὡς τὸ „κνημῖδας γραπτὰς δέδετο, γραπτὺς ἀλεείνων“ (ω 228). T | |
16390b2 | κλίματα ὀρῶν. | μεμάκρυνται δὲ τὸ κλι καὶ περισπᾶται†, ἐπεὶ ἀπὸ τοῦ κλιτύας, ὡς ὀσφύας ὀσφῦς. b(BCE3E4) | ||
16390c | Ap. H. (?) | σχόλιον· ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ (Hrd. 2, 165,1) φανερῶς τὸ „γραπτῦσ“ περισπᾷ καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς καὶ τὸ „κλιτῦσ“ δεῖ περισπᾶσθαι. ἀμφίβολος οὖν ἐφ’ ἑκατέρων ὁ τόνος· εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκεί‐ | |
5 | νοις, τοῦτο πάλιν ἀντίκειται. A | ||
16390d | D(~) | 〈κλιτῦς:〉 αἱ ἀποκλίσεις τῶν ὀρῶν. Aim | |
16390e | Hrd. | χαράδραι: πρὸ τέλους ἡ ὀξεῖα, ὡς φαρέτραι. προείρηται δὲ τὰ τῆς ἀναλογίας. οὕτως δὲ καὶ Ἀρίσταρχος. A | |
16390f | ex. | χαράδραι: κυρίως οἱ κοῖλοι τόποι, παρὰ τὸ κεχαράχθαι. νυνὶ δὲ αἱ ῥύσεις. b(BCE3E4)T | |
16390g | ex. | ἄλλως· χαράδραι: χάραδρός ἐστιν ὁ ἐν γεωλόφοις κατερ‐ ρηγμένος τόπος, χαράδρα δὲ ὁ ἐν ἐπιπέδοις b(BCE3E4)T ἐκ | |
ποταμῶν καὶ ὑετῶν ἐκρησσόμενος. T | |||
16392a | Ariston. | D | {ἐξ ὀρέων} ἐπικάρ: ὅτι ἐπὶ κάρα ἐστὶ κατὰ ἀποκοπήν. σημαίνει δὲ τὴν ἄνωθεν καταφορὰν τοῦ ὕδατος. | οὐ λέγει δὲ ὁ ποιητὴς —ἢ πληθυντικά. A | |
16392b | ex. | ἐπικάρ: τὸ τέλειον ἐπὶ κάρα, ὅ ἐστιν ἄνωθεν κάτω. ἄμει‐ νον δὲ †ἐπικρασίως† εἶναι τὸ τέλειον, διὰ τὸ σύνηθες τῶν ἀποκοπῶν. b(BCE3)T οἱ δὲ ‘ἐπικάρπια ἔργα μινύθει‘. T | |
16393a | ex. | ὣς ἵπποι 〈Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι〉: ὡς αἱ χαράδραι. κέχρηται δὲ ἐνταῦθα τῇ παρισώσει, ὡσεὶ „μεγάλα στενάχουσι ῥέουσαι“ (Π 391), εἶτα ἀντέθηκε μεγάλα στενάχοντο θέουσαι. b(BCE3E4)T | |
16393b | ex. | στενάχοντο: πρὸς τοῦτο ἡ πᾶσα παραβολή. τὰ δ’ ἄλλα εὐσεβείας χάριν παρέθηκεν. b(BCE3)T | |
16395-8a | ex. | ἂψ ἐπὶ νῆας ἔεργε〈—〉μεταΐσσων: θαυ‐ μάσειεν ἄν τις τὴν Ὁμήρου φύσιν κατὰ πολλὰ ὅτι λανθάνει τὰ ὅμοια λέγων ὥστε δοκεῖν ἄλλα καὶ ἄλλα εἶναι· ταῦτα γὰρ οὐδὲν διαφέρει τῶν ἐπ’ Ἀχιλλεῖ λεγομένων, ὅπου κατὰ νώτου φησὶν αὐτὸν τῶν πο‐ | |
5 | λεμίων γενόμενον τὴν ἑτέραν μοῖραν τῶν βαρβάρων διώκειν· „ἔνθα διατμήξας τοὺς μὲν πεδίον δ’ ἐδίωκεν“ (Φ 3). b(BCE3E4)T | ||
16395-8b | ex. | ἄλλως· ἂψ ἐπὶ νῆας 〈ἔεργε παλιμπετέσ〉: πάλιν | |
ὀπισθορμήτους ἀπεῖργεν ἐπὶ τὰς ναῦς. T | |||
16.395 | ex. | παλιμπετές: παλιμπετῶς· ἀπὸ τῶν εἰς τοὐπίσω πι‐ πτόντων †βολῶν. b(BCE3E4)T ἀναμφιβόλως δὲ αὐτοὺς ἔχειν βούλεται, ὅπερ καὶ ἐπὶ Δόλωνος πράττουσιν (sc. Κ 349—64). T | |
16399-418 | ex. | ἔνθ’ ἤτοι Πρόνοον—χθονὶ πουλυβο‐ τείρῃ: συντόμως ἅμα καὶ κεχαρισμένως τῷ ἀκροατῇ περὶ τῶν ἐκδι‐ κουμένων Ἑλλήνων. b(BCE3E4)T | |
16399-400 | ex. | Πρόνοον〈—παρ’ ἀσπίδα〉: παραβάτης ἦν οὗτος· διὸ καὶ ἀσπίδα φέρει. ὁ δὲ Θέστωρ (cf. Π 401) ἡνίοχος αὐτοῦ. b(BCE3E4)T | |
16.399 | Did. (?) | 〈δουρὶ φαεινῷ:〉 ἐν ἄλλῳ „{βάλε} ποιμένα λαῶν“. Aim | |
16401a | Ariston. | 〈ὁ δὲ Θέστορα:〉 ὅτι ὡς περὶ ἄλλου ἐπήνεγκεν ὁ δὲ Θέστορα, τοῦ λόγου ὄντος περὶ τοῦ αὐτοῦ. Aim Aint | |
16401b | ex. (Ariston.) | 〈ὁ δὲ Θέστορα:〉 Θέστορα δέ. Til | |
16402-4 | Nic. | δεύτερον ὁρμηθείς· 〈—ὁ δ’ ἔγχεϊ νύξε παρα‐ στάς:〉 οὐ στικτέον μετὰ τὸ ὁρμηθείς (402), ἀλλὰ διασταλτέον· ἐπαναλαμβάνει γάρ. γίνεται οὖν τὸ ἑξῆς οὕτως· „ὁ δὲ Θέστορα Ἤνοπος υἱόν“ (Π 401) / δεύτερον ὁρμηθεὶς (402) ἔγχεϊ νύξε | |
5 | παραστάς (404). A | ||
16402a | ex. | 〈δεύτερον ὁρμηθείς:〉 ἀπὸ κοινοῦ τὸ „βάλε“ (Π 399). Til | |
16402b1 | ex. | εὐξέστῳ: οὐ διαιρήσεις τὴν λέξιν διὰ μέτρον. T | |
16402c1 | ex. | 〈εὐξέστῳ:〉 ἀδιαίρετον. Til | |
16402c2/b2 | ἀδιαίρετον διὰ μέτρον. b(BCE3) | ||
16403a | ex. | ἀλείς: συστραφεὶς Aint b(BCE3E4)T ἐν ἑαυτῷ b (BCE3E4)T ὑπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως. b(BCE3E4) | |
16403b | Ariston. | {ἧστο ἀλεὶς} ἐκ γὰρ πλήγη: ὅτι τὸ ἐκ γὰρ πλήγη ἀντὶ τοῦ ἐξεπλάγη γάρ, κατὰ μετάληψιν τοῦ η εἰς τὸ α. A | |
16405a | ex. | γναθμόν: ἀρσενικῶς, καίτοι τῆς γνάθου θηλυκῶς λεγο‐ μένης, ἐπεὶ πᾶν ὄνομα εἰς μος ὀξύτονον ἀρσενικόν ἐστιν, ὡς „λιμόσ“ (Τ 166. 348). T | |
16405b | ex. | διὰ δ’ αὐτοῦ πεῖρεν ὀδόντων: διέπειρε δὲ τῶν ὀδόν‐ των αὐτοῦ, Ἀττικῶς. b(BCE3)T | |
16406a | Did. | ἕλκε: ἕλκε χωρὶς τοῦ ι Ἀρίσταρχος, καὶ ἑξῆς (sc. Π 409) „ὣς ἕλκ’ ἐκ δίφροιο κεχηνότα“. Aim T | |
16406b | ex. | ὑπὲρ ἄντυγος: ἐμφαντικῶς τῇ προσθήκῃ τοῦ ὑπὲρ ἄντυγος καὶ τὸν τόπον ἔδειξε, δι’ οὗ εἷλκε, καὶ τὸ πρᾶγμα ὑπ’ ὄψιν ἤγαγεν. b(BE3E4)T | |
16406-9 | ex. | ἕλκε δὲ δουρὸς 〈ἑλὼν ὑπὲρ ἄντυγοσ〉, ὡς ὅτε τις φώσ〈—δουρὶ φαεινῷ〉: παντάπασιν ἡ παραβολὴ ὡμοίωται· καταδέδυκε γὰρ ἐν τῷ δίφρῳ ὡς ὁ ἰχθὺς ἐν τῇ θαλάσσῃ. καὶ ὁ μὲν τῷ ἀγκίστρῳ, ὁ δὲ τῇ αἰχμῇ ἐνέχεται. κεχήνασιν ἀμφότεροι· καὶ | |
5 | ὁ μὲν ἕλκων παραβέβληται τῷ ἁλιεύοντι, ὁ δὲ ἑλκόμενος τῷ ἰχθύϊ, τὸ | ||
δὲ δόρυ, δι’ οὗ εἵλκετο, τῷ ἁλιευτικῷ καλάμῳ. b(BE3E4)T | |||
16407a | ex. | 〈πέτρῃ〉 ἐπὶ προβλῆτι: διδάσκει, ποῦ δεῖ τοὺς ἁλιεύοντας καθέζεσθαι, οὐ παρ’ αἰγιαλῷ, ὅπου σπανίως ἰχθὺς πα‐ ρατρέχει. b(BE3E4)T | |
16407b | ex. | ἱερὸν ἰχθύν: οἱ μὲν τὸν ἀνθίαν, ἐπεὶ Ἀριστοτέλης ἐν τῷ †ιθʹ† Περὶ ζῴων (9,37 p. 620b33) ἱστορεῖ ὅτι „ὅπου δ’ ἂν ἀνθίας ὁραθῇ, οὐκ ἀδικεῖ τι θηρίον· ᾧ καὶ σημείῳ χρώμενοι κατακολυμβῶσιν οἱ σπογγεῖς b(BCE3E4)T καὶ καλοῦσιν ἱεροὺς ἰχθύας τούτους.“ | |
5 | T οἱ δὲ χρύσοφρυν, οἱ δὲ πομπίλον. b(BCE3E4)T ἄμεινον δὲ μέγαν καὶ ἀσυνήθη θεοῖς ἀνειμένον θαλασσίοις. οἱ δὲ διερόν. b (BE3E4)T Πλάτων (cf. rep. 3, 404 b 12) δὲ ἀγνοῶν ἱερόν φησι διὰ τὸ μὴ θηρεύεσθαι ἐπὶ τῶν ἡρωϊκῶν †ἐστιν. T | ||
16407c | D | ex. | ἱερὸν ἰχθύν: ἤτοι μέγαν, | ἢ Ποσειδῶνος· ἢ τὸν ἄνετον διὰ τὸ μὴ πεπτωκέναι ὑπὸ χρῆσιν τὴν ἀπὸ τῶν ἰχθύων τροφὴν ἐπὶ τῶν ἡρώων, μήτι γε κατὰ τὸ σπάνιον δι’ ἀνάγκην λιμοῦ. A | |
16407d | Ariston. | ἱερὸν ἰχθύν: ὅτι οὐκ ἐπί τι εἶδος ἰχθύος φερόμενος εἴρηκε ἱερὸν ἰχθύν, καθάπερ τινὲς ἀποδεδώκασιν τὸν πομπίλον, οἱ δὲ τὸν κάλλιχθυν, ἀλλὰ κοινότερον τὸν ἄνετον καὶ εὐτραφῆ, ὡς ἱερὸν βοῦν (cf. Α 99 al.) λέγομεν τὸν ἀνειμένον. A | |
16408a | ex. | 〈ἐκ πόντοιο θύραζε〉 λίνῳ: τῇ διὰ νεύρων ἢ τριχῶν ἱππείων ὁρμιᾷ· b(BCE3E4)T καὶ ταῦτα γὰρ λίνα φασί. b (BCE3) τὸ δὲ θύραζε ὅμοιον τῷ „δόρυ μείλινον ὦσε θύραζε“ (Ε 694). b(BCE3)T | |
16408b | Ariston. | {ἐκ πόντοιο θύραζε} λίνῳ: αἱ γὰρ ὁρμιαὶ λιναῖ, περὶ ἃς ἧπτον συρίγγια κεράτινα, ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον. A | |
16408c | ex. | ἤνοπι χαλκῷ: ἐμφώνῳ. ἢ λαμπρῷ, ἐν ᾧ ἐστιν ἐνοπτ〈ρ〉ί‐ σασθαι. T | |
16408d1 | ex. | ἄλλως· ἤνοπι χαλκῷ: τῷ ἀγκίστρῳ, ἀπὸ τοῦ ὅλου τὸ μερικόν. ἤνοπι δὲ ἐμφώνῳ· μόνος γὰρ τῶν ἀψύχων φωνὴν ἔχει· οἱ Πυθαγορικοὶ γάρ φασι τὸν χαλκὸν παντὶ συνηχεῖν θείῳ πνεύματι καὶ ἐν νηνεμίᾳ πολλάκις ἀτρεμούντων ἁπάντων σειομένοις ἐοικέναι τὰ | |
5 | κοῖλα χαλκώματα. T | ||
16408d2 | τῷ ἀγκίστρῳ· ἀπὸ δὲ τοῦ ὅλου τὸ μερικόν. b(BCE3) μόνος δὲ τῶν ἀψύχων ποικίλην ἔχει φωνήν. ἢ καὶ ὁ ἄσημος· b(BCE3 | ||
E4) τὸ γὰρ ἤνοπι δηλοῖ τὸ ἐμφώνῳ· τυπτόμενος γὰρ ἦχον ποιὸν ἀποτελεῖ. b(BE3E4) | |||
16.409 | ex. (ex. | | ὣς εἷλκ’ ἐκ δίφροιο: ἑτοίμως. οὕτως Ἀπίων (fr. om. B.). | |
Did.?) | τὸ δὲ „ἕλκε“ χωρὶς τοῦ ι· οὐ γὰρ προστίθεται τὸ ι εἰ μὴ δι’ ἀνάγκην. T | ||
16411a | ex. | 〈ἐπεσσύμενον:〉 γράφεται καὶ „ἐπεσσύμενοσ“. Til | |
16411b | ex. | 〈ἐπεσσύμενον〉 βάλε πέτρῳ: κατῆλθεν ἐκ τοῦ δίφρου κατὰ τὸ σιωπώμενον· πῶς γὰρ ἂν εἷλε τὸν πέτρον; καὶ τὸ δόρυ εἰς τὴν λαιὰν ἐπήγαγεν. οἱ δὲ ‘ἐπὶ πέτρον ἐσσύμενον‘. Δημήτριος (fr. 18 St.) δὲ πεζὸν ἀγωνιζόμενον ἄχρι τοῦ ἅρματος, ὅτε Σαρπηδόνα εἶδε, προ‐ | |
5 | θορεῖν (cf. Π 427), ὡς τὸ „ἐκ δ’ ἔθορε προμάχων“ (Ο 573)· οὐκ ἂν δὲ ἐμέμνητο τοῦ δίφρου, εἰ πεζὸς ἦν. ἄμεινον οὖν λέγειν ὅτι νῦν μὲν κατ‐ ῆλθε κατὰ τὸ σιωπώμενον, εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον ἀνα‐ βεβηκέναι. T | ||
16411c | ex. | ἄλλως· 〈ἐπεσσύμενοσ〉 βάλε πέτρῳ: πῶς λίθων εὐπορεῖ ἐφ’ ἅρματος ὤν; ἔοικε κατὰ τὸ σιωπώμενον καταβεβηκέναι, εἶτα μετὰ τὸ πλῆξαι τὸν Εὐρύαλον πάλιν ἐπαναβεβηκέναι· ὅτι γὰρ ἐφ’ ἅρματός ἐστι πάλιν, ἑξῆς (sc. Π 427) φησι „Πάτροκλος δ’ ἑτέρω‐ | |
5 | θεν, ἐπεὶ ἴδεν, ἔκθορε δίφρου“. καὶ τὸ ἐπεσσύμενος ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου. b(BCE3E4)T | ||
16414a1 | ex. | θυμοραϊστής: φησὶ τετρασυλλάβως καὶ βαρυτόνως ὁ Γλαῦκος· οὐδέποτε γὰρ τὸ „ῥαῖσαι“ (ν 151) εἶπεν ἢ δισυλλάβως. | |
πῶς οὖν τὸ „θυμοραϊστέων“ (Π 591. Σ 220) διεῖλε; T | |||
16414a2 | τετρασυλλάβως καὶ βαρυτόνως ὁ Γλαῦκός φησιν, ἵν’ ᾖ θυμοραίστης, ἀλλὰ κακῶς· ἀντίκειται γὰρ αὐτῷ τὸ „θυμοραϊστέων“. b(BCE3) | ||
16415-7 | ex. | αὐτὰρ ἔπειτ’ Ἐρύμαντα—Πολύμηλον: διὰ ταχέων πάλιν καταλέγει τινὰς ἐπιτρέχων· τὸ γὰρ ἐπὶ πάντων κατὰ μέρος ἐπεξεργάσασθαι ἀδόλεσχον ἦν. b(BCE3)T | |
16415a | Hrd. | Ἀμφοτερόν: εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς „δεξιτερόν“ (Ε 393 al.)· καὶ ἐπείσθησαν οἱ γραμ‐ ματικοί. περὶ δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις (cf. Hrd. 2, 4, 7) ἡμῖν εἴρηται. A | |
16415b | ex. | Ἀμφότερον: εἰς ἰδιότητα ὤξυνεν Ἀρίσταρχος τὸ Ἀμ‐ φότερος. ἀγνοεῖ δὲ ὅτι ἐπὶ τοῦ ἀριθμοῦ οὐ λέγεται ἑνικῶς· τὸ γὰρ „ἀμ‐ φότερον, βασιλεύς 〈τ’〉 ἀγαθόσ“ (Γ 179) μεσότητός ἐστιν ἐπίρρημα. T | |
16.417 | ex. | καὶ Ἀργεάδην ΠΟΛΥΜΗΛΟΝ: τὸ πολύμηλος ἐπί‐ θετον, Ἀργεάδης δὲ τὸ κύριον. εἰ δὲ κύριον ὁ Πολύμηλος, ἔσται τὸ Ἀργεάδης πατρωνυμικόν. T | |
16419a | ex. | Σαρπηδὼν δ’ ὡς οὖν ἴδεν: ἔδει γὰρ ἀπὸ τῶν πολε‐ μίων γενέσθαι τινὰ ὑπεναντίωσιν· b(BCE3E4)T τὸ γὰρ μέχρι παντὸς ἀναιρουμένους αὐτοὺς εἰσάγειν καὶ ἀπίθανον καὶ ἀργόν. b (BE3E4)T | |
16419b | ex. | ἄλλως· Σαρπηδὼν δέ: †καὶ ὡς† τῷ Ἀχιλλεῖ τὸν ἄριστον τῶν Τρώων φυλάττων τῷ Πατρόκλῳ τὸν ἄριστον τῶν συμ‐ | |
μάχων ἄγει εἰς μάχην. b(BCE3E4)T | |||
16419c | ex. | ἀμιτροχίτωνας: οὐχ ὑποζωννυμένους μίτρας τοῖς θώ‐ ραξιν· b(BCE3E4)T ἢ ἀνακώλους ἔχοντας χιτῶνας πρὸς τὸ μὴ δεῖσθαι μίτρας. T οἱ δὲ ἀζώστους· οὐδέποτε δὲ μίτραν φησὶ τὴν ζώνην ὁ ποιητής· b(BCE3E4)T ἄτοπον δὲ οὕτως καταφρονεῖν | |
5 | καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου καὶ Ἄρης ταύτῃ χρῆται (cf. Ε 857). οἱ δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἱ δὲ οὐκ ἐπὶ πάν‐ των τὸ ἐπίθετον, ἀλλ’ ἐπὶ τῶν ἀνῃρημένων, οἷον ‘ἐπεὶ εἶδεν αὐτοὺς ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι‘ (cf. Π 419—20). b(BE3E4)T | ||
16419d | ex. | 〈ἀμιτροχίτωνας:〉 τοὺς χιτῶνας μὲν ἔχοντας, τὰς δὲ μίτρας μὴ ἐζωσμένους. Aim | |
16.422 | ex. | 〈νῦν〉 θοοὶ ἔστε: ἀγαθοὶ πολεμεῖν γίνεσθε, ὡς τὸ „νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι“ (Π 494). καιρίως δὲ κεῖται τὸ νῦν, οἷον ‘εἰ καὶ πρότερον ἐφεύγετε, νῦν ἐπιστρέψατε ἑαυτούσ‘. b(BCE3E4)T | |
16.423 | ex. | ἀντήσω γὰρ ἐγὼ 〈τοῦδ’ ἀνέροσ〉: ἐναντίος ἥξω. ἀνύσιμοι δὲ αἱ ἐκ τῶν πονούντων παραινέσεις. b(BCE3)T | |
16423-4 | ex. | ὄφρα δαείω 〈/ ὅς τις ὅδε κρατέει〉: οἶδε μὲν ὅτι οὐκ Ἀχιλλεύς, ἀγνοεῖ δέ, εἰ Πάτροκλός ἐστιν. T | |
16.427 | ex. | ἔκθορε 〈δίφρου〉: κατὰ τὸ σιωπώμενον ἐπιβέβηκε τῷ ἅρματι. T | |
16428a | ex. | οἱ δ’ ὥς τ’ αἰγυπιοί: πρὸς τὸ ἰσοδυναμοῦν τῶν ἀντι‐ μαχομένων τῇ εἰκόνι κέχρηται, ἐνδείξασθαι βουλόμενος ὅτι ὅμοιοι ἦσαν b(BCE3E4)T οἱ συνιστάμενοι· διόπερ οὐχ ἑτερογενῆ | |
ὄρνεα ὑποτίθεται. T | |||
16428b | ex. | ἀγκυλοχεῖλαι: παρασύνθετον, ἐκ τοῦ ἀγκυλόχειλος. ἢ ὡς τὸ „δωδεκέται“ παρὰ Κρατίνῳ (fr. 406 [I p. 122] K. = 444 K.—A.). T | |
16.429 | ex. | πέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε 〈μάχωνται〉: ἄκρως τὸ ὁμοίωμα παρετήρησεν· οὐ γὰρ †ἀφανῶς† συμβάλλει τὰ ζῷα ταῦτα εἰς μάχην. A b (BCE3E4)T φησὶ γοῦν καὶ Ἀλέξανδρος ὁ Μύνδιος (fr. 24 W.) μετὰ βοῆς ἐπὶ πετρῶν ταῦτα μάχεσθαι. A T | |
16430a | Hrd. | κεκλήγοντες: ὡς „λέγοντεσ“ (Λ 755), A T ἀπὸ εὐθείας ἑνικῆς τῆς εἰς ν, κεκλήγων. ἔθος δὲ τῷ ποιητῇ οὕτως σχημα‐ τίζειν. A | |
16430b | Did. | 〈κεκλήγοντες:〉 ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „κεκλη‐ γῶτεσ“. Aim T οὕτω καὶ αἱ πλείους· οὐ γὰρ ἀναγκαῖον τὸ Αἰολι‐ κόν, μέτρου μὴ ἐπείγοντος. T | |
16431-61 | ex. | τοὺς δὲ ἰδὼν ἐλέησε〈—τηλόθι πάτρησ〉: ἅμα μὲν ἵνα διάστημα γένηται ἀπὸ τῆς μάχης, ἐπιβάλλει ταῦτα ὁ ποιητής· οὐδὲ γὰρ ἄξιον ἦν Διὸς υἱὸν ὄντα τὸν Σαρπηδόνα ἀνεπιση‐ μάντως ἀναιρεθῆναι· ἅμα δὲ προσοχὴν ἐργάζεται τῇ τοῦ μονομαχίου | |
5 | σκέψει. b(BCE3E4)T | ||
16432a | Ariston. | Ἥρην δὲ προσέειπεν: ὅτι Ζηνόδοτος καθόλου πε‐ ριγράφει τὴν ὁμιλίαν τοῦ Διὸς καὶ τῆς Ἥρας (sc. Π 432—58), οὐκ αἰσθόμενος ὅτι πολλὰ κατὰ συμπέρασμα λέγει ὁ ποιητὴς σιωπωμένως γεγονότα, καὶ οὐ δέον ἐπιζητεῖν, πῶς ἡ μικρὸν ἔμπροσθεν (sc. Ο 79, | |
5 | cf. 149) ἐπὶ τὸν Ὄλυμπον παρακεχωρηκυῖα νῦν ἐπὶ τῆς Ἴδης ἐστίν. A | ||
16432b | ex. (Did. + ex.?) | Ἥρην δὲ προσέειπε: παρὰ Ζηνοδότῳ οὐκ ἦν ὁ διάλο‐ γος τῆς Ἥρας καὶ τοῦ Διός (sc. Π 432—58)· πῶς γάρ, φησίν, ἐν τῇ Ἴδῃ εὕρηται ἡ θεός; οἱ δὲ ὡς ἡκούσης αὐτῆς εἰς Ἴδην κατὰ τὸ σιωπώ‐ μενον, ἵνα μετὰ τοῦ Διὸς σκέψηται τὰ περὶ τῶν Ἑλλήνων, ὡς ἤδη τοῦ | |
5 | Διὸς μεταβεβλημένου τῷ γεγενῆσθαι, ἃ ἠξίωσεν ἡ Θέτις. T | ||
16432c | ex. vel rec. | 〈κασιγνήτην ἄλοχόν τε:〉 αἱμομίκτου Διὸς †ἀνασκα‐ φῆι τὰ ἔτη†. Aint | |
16433-8a1 | ex. | ὤ μοι ἐγών〈—δαμάσσω〉: οὐ μεμπτέον τὸν ποιητήν· ἢ γὰρ ἀφιέναι δεῖ τὴν συγγένειαν τῶν θεῶν τὴν πρὸς ἀνθρώ‐ πους ἢ τὰ ἑπόμενα αὐτῇ λέγειν. ἅμα δὲ καὶ παιδευτικὴ ἡ τοῦ Διὸς ὀλόφυρσις, διδάσκοντος τοῦ ποιητοῦ ὅτι καὶ θεοὶ τῇ εἱμαρμένῃ ἐμμέ‐ | |
5 | νουσι· δεῖ οὖν καὶ τοὺς ἀνθρώπους τὰς εἱμαρμένας φέρειν γενναίως. T | ||
16433-8a2 | οὐ μεμπτέον τὸν ποιητὴν τὰ τῇ συγγενείᾳ παρεπόμενα κατὰ μέρος διεξιόντα. διδάσκει δὲ παιδευτικῶς ὁ ποιητὴς διὰ τούτων ὅτι δεῖ τοῖς συμβαίνουσιν ἐμμένειν ἀνιαροῖς, ὅπου καὶ Ζεὺς ὁ τῶν | ||
θεῶν ἄριστος. b(BCE3E4) | |||
16436-8 | Hrd. | ἤ μιν ... ἦ: τὸ μὲν πρῶτον η (436) ὀξυτονητέον, τὸ δὲ δεύτερον περισπαστέον, A T ἦ ἤδη χείρεσσιν (438). A | |
16438a1 | ex. | ἢ ἤδη 〈ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω〉: τὸ ἑξῆς ἢ ἤδη δαμάσ〈σ〉ω· οὐ γὰρ τοῦτο βουλεύεται ὁ Ζεύς, εἰ ὕστε‐ ρον ὑπὸ Πατρόκλῳ δαμάσει τὸν Σαρπηδόνα, ἀλλ’ εἰ ἤδη δαμάσει, του‐ τέστι νῦν ὑπὸ Πατρόκλῳ δαμάσει. T | |
16438a2 | οὐκ ἔστι δισταγμοῦ τὸ ἢ ἤδη δαμάσσω· οὐ γὰρ τοῦτο σκέπτεται ὁ Ζεύς, εἰ ὕστερον ὑπὸ Πατρόκλῳ δαμάσει, ἀλλ’ ὅτι δύο βούλεται, ἢ σῶσαι ἢ δαμάσαι νῦν. b(BCE3E4) | ||
16.441 | ex. | πεπρωμένον αἴσῃ: κεκριμένον τῇ μοίρᾳ. εὐπρεπῶς δὲ πάλιν ἀντιλέγει, οὐ διὰ τὴν πρὸς βαρβάρους ἀπέχθειαν τἀναντία συμβουλεύειν προσποιουμένη, ἀλλὰ διὰ τὸ καθόλου καθῆκον. b (BCE3E4)T | |
16445a1 | Did. | ζών: οὕτως ζών αἱ Ἀριστάρχου, ἀπ’ εὐθείας τῆς ζώς, τὸν ζών· „ἤ κε ζὼς ἀμενηνὸς ἔα“ (Ε 887). A | |
16445a2 | οὕτως Ἀρίσταρχος μονοσυλλάβως, ζών· ἄλλοι δὲ „ζωόν“. Aim | ||
16445b | Did. | ex. | αἴ κε ζωὸν 〈πέμψῃς Σαρπηδόνα〉: „ζών“ ἀπὸ τῆς „ἤ κε ζὼς ἀμενηνὸς ἔα“ (Ε 887). | ἔστι δὲ αὐτοῦ μητρυιά. σύμ‐ | |
μαχος δὲ Ἑλλήνων ἡ μοῖρα. T | |||
16445c1 | Hrd. | ὃν δέ {δόμον δὲ}: τὸ ὃν δέ εἴτε ἔχει παρέλκοντα τὸν δέ σύνδεσμον εἴτε ὅμοιόν ἐστι τῷ „οἶκον δέ“ (Α 606 al.) ἀντὶ τοῦ εἰς οἶκον, πάλιν ἐν τῇ συντάξει βαρυτονηθήσεται, ὡς ἐν τῷ „ἀγρὸν δὲ προΐαλλε“ (ο 370), ὥστε περισσὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ | |
5 | τὴν σύνταξιν. A | ||
16445c2 | 〈ὃν δέ:〉 ὡς „οἶκον δέ“. Til | ||
16446-7 | ex. | μή τις ἔπειτα θεῶν〈—ὑσμίνησ〉: ἰσχυρότατα ἀντιλέγει μιμήσεσθαι φάσκουσα καὶ τοὺς ἄλλους τὴν Διὸς διάθεσιν· χρὴ γὰρ ὑπόδειγμα ὥσπερ τοῖς ὑπηκόοις εἶναι τὸν βασιλέα. ἔστιν οὖν τὸ κατὰ παράθεσιν ἐνθύμημα. b(BCE3E4)T | |
16.449 | ex. | υἱέες ἀθανάτων: Ἰάλμενος Ἄρεος (cf. Β 512. Ι 82), Με‐ νέσθιος Σπερχειοῦ (cf. Π 173—4), Εὔδωρος Ἑρμοῦ (cf. Π 179—86), Ἀχιλλεὺς Θέτιδος (cf. Α 351 al.), Αἰνείας Ἀφροδίτης (cf. Ε 247—8 al.). b(BCE3E4)T | |
16450-7 | ex. | ἀλλ’ εἴ τοι φίλος ἐστί, 〈—θανόντων〉: δεξιὸν τοῦτο τῷ ἀποθύμια διαλεγομένῳ τὸ μέν τι ἀνατρέπειν, τὸ δὲ χαρίζεσθαι. ἁρμόδια δὲ καὶ ταῦτα τῇ μητρυιᾷ· συγχωρεῖ γὰρ τὸ μη‐ δὲν ἐκεῖνον ὠφελοῦν. b(BCE3E4)T | |
16.450 | Did. | 〈φίλον ἐστί:〉 Ἀρίσταρχος „φίλος ἐστί“, ἄλλοι δὲ φίλον ἐστί. Aim | |
16.453 | Did. (?) | 〈ἐπειδή:〉 ἐν ἄλλῳ „ἐπὴν δή {τότε}“. Aim | |
16.454 | Ariston. | πέμπειν μιν Θάνατον τε 〈φέρειν καὶ νήδυμον Ὕπνον〉: ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον. καὶ ὅτι τῷ ἀπαρεμφάτῳ κέχρηται | |
ἀντὶ προστακτικοῦ τοῦ πέμπε. A | |||
16.455 | Did. (?) | 〈ἵκωνται:〉 ἐν ἄλλῳ „ἵκοιτο“. Aim | |
16.457 | ex. | τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων: ἀπόχρη ἄρα τάφος καὶ στήλη τοῖς τεθνεῶσι· καὶ μὴ περιεργάζου πλέον. T | |
16.458 | ex. | οὐδ’ ἀπίθησε πατὴρ 〈ἀνδρῶν τε θεῶν τε〉: διδακτὸν τὸ καὶ τὸν Δία φέρειν τὴν εἱμαρμένην. T | |
16.459 | ex. | αἱματοέσσας δὲ ψιάδας 〈κατέχευεν ἔραζε〉: ἁρμό‐ διος ἡ τερατεία, ἐφ’ ἥρωϊ τοιούτῳ καὶ πατρὸς πενθοῦντος Διὸς τὸ τὸν κόσμον μονονουχὶ συνάχθεσθαι. b(BCE3E4)T | |
16460a | ex. | παῖδα φίλον: ἀπήρκεσεν αὐτῷ τὸ ὄνομα πρὸς ἔνδειξιν τῆς τοῦ θεοῦ διαθέσεως. b(BCE3)T | |
16460b | ex. (Ariston.?) | 〈ἔμελλεν:〉 ἐῴκει. Til | |
16463-76a | ex. | ἔνθ’ ἤτοι Πάτροκλοσ〈—θυμοβόροιο〉: χά‐ ριεν τὸ πρὸ τῆς ἀναιρέσεως προαγῶνά τινα γίνεσθαι· ὁ μὲν γὰρ βάλλει τὸν θεράποντα, ὁ δὲ τὸν Πήδασον. b(BCE3)T | |
16463-76b | ex. | ἄλλως· ἔνθ’ ἤτοι Πάτροκλοσ〈—θυμοβόροιο〉: κατ’ ἀρχὴν πολλάκις ἀποτυγχάνοντας ποιῶν τοὺς βάλλοντας ἐνα‐ γώνιον ποιεῖ τὸν ἀκροατήν. T | |
16463a | Nic. | ἔνθ’ ἤτοι Πάτροκλος 〈ἀγακλειτὸν Θρασύδημον〉: πάλιν διὰ μέσου ὁ ἑξῆς στίχος (sc. Π 464), καὶ κατ’ ἐπανάληψιν εἶπε „τὸν βάλε νείαιραν“ (Π 465) ὥστε εἶναι τὸ ἑξῆς ἀγαθὸν Θρασύ‐ | |
δημον (463) „βάλε νείαιραν“. A | |||
16463b | Did. (?) | 〈Θρασύμηλον:〉 ἐν ἄλλῳ „Θρασύδημον“. Aint | |
16465a | ex. | νείαιραν 〈κατὰ γαστέρα〉: ἀπὸ τοῦ τὰ σιτία νεῖσθαι δι’ αὐτῆς· οὐδαμοῦ γὰρ ἐπὶ τοῦ ἐσχάτου χρῆται τῷ ἐπιθέτῳ. b (BCE3E4)T | |
16465b | ex. (Choer.?) | ἄλλως· †γράφεται καὶ νέαιρα† νέω νέαιρα ὡς χέω χέαιρα, „ἰοχέαιρα“ (Ε 53 al.). T | |
16467a1 | Did. | δεύτερος ὁρμηθείς: οἱ ὑπομνηματισταὶ „δεύτερον“ διὰ τοῦ ν. T | |
16467a2 | διὰ μέντοι τοῦ ν γραπτέον τὸ „δεύτερον ὁρμηθείσ“. A | ||
16467b | Ariston. | ὁ δὲ Πήδασον οὔτασεν ἵππον: ὅτι ἐξ ἐπαναλήψεως τὸ ἄρθρον εἴληφε κατὰ τοῦ αὐτοῦ προσώπου καὶ οὐ περὶ ἑτέρου λέγει, ἀντὶ τοῦ Πήδασον δὲ οὔτασεν. καὶ ὅτι δοκεῖ συγκεχύσθαι τὸ οὔτασε· βεβλήκει γὰρ τὸ δόρυ. A | |
16467c1 | Did. | {σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῶ / δεύτερον ὁρμηθείς} ὁ δὲ Πήδασον 〈οὔτασεν ἵππον〉: δοκεῖ διὰ τούτων συγχεῖσθαι ἡ διαφορὰ τοῦ βαλεῖν καὶ οὐτάσαι· βέβληται γὰρ ὁ Πήδασος. καὶ μήποτε γραφή τις ἐφέρετο, δι’ ἧς τὸ τῆς λέξεως σύνηθες | |
5 | ἐφύλασσεν Ὅμηρος· οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος ἀφῆκεν. ἐν τοίνυν τῇ Φιλήμονος οὕτως ἐφέρετο „ὁ δὲ Πήδασον ἤλασεν ἵππον“· ἔστιν γὰρ ὅτε ἐπὶ τῆς πληγῆς τὸ ἤλασεν κεῖται, ὡς ἐπὶ τοῦ Ἀρήτου „καὶ βάλεν Ἀρήτοιο“ (Ρ 517), εἶτα „νειαίρῃ δ’ ἐν | ||
γαστρὶ διὰ ζωστῆρος ἔλασσεν“ (Ρ 519). A | |||
16467c2 | {οὔτασεν ἵππον:} δοκεῖ συγκεχύσθαι ἐνθάδε τὸ βαλεῖν καὶ οὐτάσαι. καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως ἀφῆκε τὸ ἄπορον, ὁ δὲ Φιλήμων „ἤλασεν“ γράφει· καὶ ἐπὶ τοῦ βαλεῖν γὰρ κεῖται τὸ ἐλάσαι ὡς ἐκεῖ· „καὶ βάλεν Ἀρήτοιο κατ’ ἀσπίδα / ἡ δ’ οὐκ ἔγχος ἔρυτο / νειαίρῃ δ’ ἐν | ||
5 | γαστρὶ διὰ ζωστῆρος ἔλασ〈σ〉εν“ (Ρ 517—9). T | ||
16467-8 | ex. | ὁ δὲ Πήδασον οὔτασεν 〈ἵππον / ἔγχεϊ δεξιὸν ὦμον〉: οὐτάσαι τὸ ἐκ χειρὸς τρῶσαι. ἐνταῦθα δὲ ἐπὶ τοῦ βαλεῖν τῷ ῥήματι κέχρηται· λέγει γὰρ „Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτεν“ (Π 466), ὅπερ ἐπὶ τῶν ἀφιέντων τάσσεται· διὸ καὶ γράφει Ἀρίσταρχος | |
5 | „ὁ δὲ Πήδασον ἀγλαὸν ἵππον / τόν ῥα ποτ’ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ’ Ἀχιλλεύς (467 a = Π 153), / 〈ὃσ〉 καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι (467 b = Π 154), / τὸν βάλε δεξιὸν ὦμον“. T | ||
16468a | Hrd. | 〈ἀΐσθων:〉 βαρυτονητέον ὡς „ἔσθων“ (Ω 476 al.)· καὶ εἴρηται (sc. ad Ν 809 a) ὅτι ὁμοίως ἐγένετο τῷ „βιβάσθων“ (Ν 809 al.). Aint | |
16468b | ex. | ἀΐσθων: ἀΐω ἀϊστὸς ἀΐσθω, ὡς βιβάζω βιβαστὸς βι‐ βάσθω. T | |
16.469 | ex. | μακών: εἰς μῆκος ἐκταθείς, ἢ βοήσας. T | |
16470a | ex. | κρίκε: καὶ „κρίγε“ καὶ „τρίγε“. πάντα δὲ τῶν κατὰ μίμη‐ | |
σιν. γραφικῶς δὲ ἔδειξε τὸν μὲν παρήορον κείμενον (cf. Π 471), τὰς δὲ ἡνίας συγκεχυμένας (cf. Π 470—1), b(BCE3E4)T τοὺς δὲ ἵπ‐ πους διεστηκότας (cf. 470), τὸν δὲ ζυγὸν ἠχοῦντα τῇ †παρατρέψει. | |||
5 | b(BE3E4)T | ||
16470b | ex. | 〈κρίκε:〉 ἠχῆσαι ἐποίησεν. Til | |
16.471 | ex. | 〈παρήορος:〉 ὁ παρῃωρημένος ἵππος. Til | |
16472a | ex. | τοῖο μὲν Αὐτομέδων〈—εὕρετο τέκμωρ〉: θέ‐ λουσιν ἐμβεβηκέναι Πάτροκλον τῷ δίφρῳ, ἵνα κινδυνεύων καταπεσεῖν ἀναιρῇ τὸν Σαρπηδόνα. T | |
16472b | ex. | τοῖο {μέν}: τοῦ 〈μὴ〉 ἀπευθυνθῆναι τοὺς ἵππους ἢ τοῦ συγχυθῆναι τὰ ἡνία. T | |
16474a | ex. | ἀΐξας ἀπέκοψεν: ἐνέφηνε τὴν συντομίαν διὰ τοῦ ῥήμα‐ τος· ἐπὶ δὲ Νέστορος τῷ παρατατικῷ κέχρηται, „ὄφρ’ ὁ γέρων ἵπ‐ ποιο παρηορίας ἀπετέμνεν“ (Θ 87). καὶ ἐπ’ ἐκείνου μὲν „φασγάνῳ ἀΐσσων“ (Θ 88) φησίν, ἐπὶ δὲ τοῦ Αὐτομέδοντος ἀΐξας. T | |
16474b | ex. | οὐδὲ μάτησεν: οὐκ εἰς μάτην δὲ διεπράξατο. T | |
16475a | ex. | τὼ δ’ ἰθυνθήτην: οὐχ ὡς αἰτίαν τῆς συνόδου τῶν ἡρώων τὸ ἰθυνθῆναι παρέλαβε τοὺς ἵππους (οὐ γὰρ ἐπὶ τῶν ἁρμάτων μάχονται), ἀλλὰ τὰ περὶ τοὺς ἵππους διηγησάμενος ἐπὶ τοὺς περὶ τὸν Πάτροκλον μεταβαίνει b(BCE3E4)T λέγων „τὼ δ’ αὖτις ξυνί‐ | |
5 | την“ (Π 476). T | ||
16475b | ex. | 〈ἰθυνθήτην:〉 εἰς ὀρθὸν κατέστησαν. b(BCE3E4)Til | |
16475c | ex. | 〈ῥυτῆρσι:〉 ἑλκυστηρίοις. γράφεται καὶ „ῥυτῆρι“ ἑλ‐ κυστηρίῳ· „ἠδὲ ῥυτῆρας ὀϊστῶν“ (ς 262), „οἷόν τε ῥυτῆρα βιοῦ τ’ ἔμεναι“ (φ 173). Til | |
16475d | vec. (ex.?) | 〈ῥυτῆρσι:〉 ἀντὶ τοῦ ἑλκυστῆρσι, παρὰ τὸ ἐρύω τὸ λαμβάνω. δηλοῖ δὲ καὶ τὸν βοηθόν, ὡς τὸ „ῥυτῆρα βίου τ’ †ἔμμεναι“ (φ 173), παρὰ τὸ ῥύω τὸ σώζω. b(BCE3E4) | |
16481a | Ariston. | ἀλλ’ ἔβαλ’, 〈ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἀδινὸν κῆρ〉: ὅτι σαφῶς διὰ τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν εἰς ἐκεῖνον τὸν τόπον, ὅπου αἱ φρένες ἐγκαθειργμέναι εἰσὶ περὶ τὴν ψυχήν. A | |
16481b | ex. (Ariston. ?) | 〈ἔβαλε:〉 ἐπέτυχε. Til | |
16481c | ex. | φρένες: τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ τὰς φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαι †τὸ† μεῖζον καὶ μεγάλας τὰς ἐκπνοὰς ποιεῖσθαι. b(BCE3E4). T | |
16481d | ex. | ἔρχαται: εἰργμέναι εἰσίν. αἱμορραγίας οὖν γενομένης θνῄσκει· θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν ὑμένων ἔχει σκέπην καὶ ἔστιν ἀπαθές· b(BCE3)T διὸ φθέγγεται. T | |
16481e | ex. | ἄλλως· {φρένες} ἔρχαται· ἐκ τοῦ εἴργω τὸ κωλύω. T | |
16481f | ex. | ἀδινὸν κῆρ: πυκνόν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν | |
καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατ’ οὐσίαν. b(BCE3E4)T | |||
16481g | ex.(?) | 〈κῆρ:〉 τὴν καρδίαν. Til | |
16.482 | D | ἀχερωΐς: δένδρον, ὃ—εἶπον αὐτήν. A | |
16.483 | Hrd. | οὔρεσι τέκτονες: Ἀρίσταρχος κατ’ ἰδίαν τὸ οὔρεσι καὶ τὸ τέκτονες. Νικίας (fr. 17 B.) δὲ συνθέτως ἀνέγνω· οὐκ ἀναγκαῖον δέ. A | |
16.486 | ex. (Did.?) | 〈βεβρυχώς:〉 τινὲς διὰ τοῦ κ, κακῶς. Til | |
16487-9 | ex. | ἠΰτε ταῦρον〈—λέοντοσ〉: ἡ πρώτη εἰκὼν (sc. Π 482—4) πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ πολὺ ἔκτασιν, ἡ δευτέρα πρὸς τὴν στοναχήν. ἅμα δὲ καὶ παραβέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς τοὺς ἄλλους Τρῶας ὑπεροχῇ †ὡς† ταύρου ἐν ἀγέλῃ βοῶν (cf. 488). | |
5 | b(BCE3E4)T | ||
16.487 | ex. | 〈μετελθών:〉 ἐπελθών. Til | |
16488a1 | Did. | 〈ἐν εἰλιπόδεσσι:〉 διὰ τοῦ ν, ἐν εἰλιπόδεσσι, αἱ Ἀριστάρχου. Aim | |
16488a2 | γράφεται „ἐπ’ εἰλιπόδεσσι“. αἱ δὲ πλείους διὰ τοῦ ν, ἐν εἰλιπόδεσσι. Til | ||
16491a | Ariston. | {κτεινόμενος} μενέαινε: ὅτι τὸ μενέαινεν ἐνθάδε μὲν ἐλιποθύμει, ἐν ἄλλοις δὲ προεθυμεῖτο, ὡς τὸ „μενέαινε 〈δὲ〉 κῦδος ἀρέσθαι“ (Φ 543). ἢ ἐθυμοῦτο. A | |
16491b | ex. | 〈μενέαινε:〉 τὸ μένος ἠφίει, ἐλιποθύμει. Til | |
16492-3 | Nic. | Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι 〈νῦν σε μάλα χρή / αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμι‐ στήν〉: τὸ μετ’ ἀνδράσιν (492) ἑκατέρῳ δύναται προσδίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, ἔσται πολεμιστὴν αὐτὸν ἐν τοῖς ἀνδρειοτάτοις | |
5 | λέγων· εἰ δὲ τοῖς ἑξῆς, καὶ αὐτὸ †χρῄζει† τινὰ λόγον. βέλτιον δὲ τοῖς ἄνω· μᾶλλον γὰρ εὔφωνόν τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως ἄρξασθαι· νῦν σε μάλα χρή (492) καὶ „νῦν σοι ἐελπέσθω“ (Π 494). A | ||
16.492 | ex. (Did. ?) | πέπον, 〈πολεμιστά〉: ἄμεινον γράφειν „πάρος πολεμι‐ στά“ ἀντὶ τοῦ πέπον 〈πολεμιστά〉: ἀντίκειται γὰρ τῷ νῦν σε μάλα χρή. T | |
16494a | ex. | ἐελδέσθω: ἐν ἐπιθυμίᾳ γινέσθω. b(BCE3)T | |
16494b | ex.(?) | κακός: τινὲς „θρασύσ“ γράφουσιν· πῶς γὰρ ἂν προτρέ‐ πων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλεμον; b(BCE3E4)T | |
16494c | 〈θοός:〉 ἀγαθός, δραστικός. Til | ||
16496a | Ariston. | πάντῃ ἐποιχόμενος 〈Σαρπηδόνος ἀμφιμάχεσθαι〉: ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον ὡς περὶ ἑτέρου λέγων, Σαρπηδόνος ἀντὶ 〈τοῦ〉 ἐμοῦ. ἢ ἐλλείπει τὸ ‘τάδε λέγων‘, καὶ τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κεῖται, ἵν’ ᾖ ‘ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας | |
5 | τάδε λέγων, Σαρπηδόνος ἀμφιμάχεσθαι‘. A | ||
16496b | ex. (Ariston. ?) | Σαρπηδόνος: ἀντὶ τοῦ ἐμοῦ, ὡς „Νέστορί τ’ ἀνδρῶν“ (Λ 761). T | |
16497a | Hrd. | ἐμεῦ ΠΕΡΙΜΑΡΝΑΟ: δύναται ἀναστρέφεσθαι ἡ περί, ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου. δύναται δὲ καί, ὡς ὁ Ἀσκαλωνίτης (p. 55 B.) ἀξιοῖ, φυλάσσειν τὸν τόνον, ἀντὶ τῆς ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται (sc. ad Α 258 a) δὲ περὶ τῶν ἐναλλασσομένων | |
5 | προθέσεων ὡς φυλάσσουσι τοὺς αὐτοὺς τόνους. A | ||
16497b | ex. (Hrd. ?) | περιμάρναο: ὑφ’ ἓν Ἀρίσταρχος. δύναται δὲ διχῶς ἀ‐ ναγινώσκεσθαι ἡ πρόθεσις. T | |
16.498 | ex. | κατηφείη καὶ ὄνειδος: αἴτιος αἰσχύνης καὶ ὀνείδους. ἐνάρετος δὲ ὁ ἥρως οὐ τὸν θάνατον αἰδούμενος ὅσον τὸ τὰ λάφυρα καταλεῖψαι τοῖς πολεμίοις. b(BCE3E4)T | |
16.499 | Did. (?) | 〈εἴ κέ μ’ Ἀχαιοί:〉 ἐν ἄλλῳ „εἴ κεν Ἀχαιοί“. Aim | |
16500a | Ariston. | {τείχεα συλήσωσι} νεῶν ἐν ἀγῶνι: ὅτι νεῶν ἀγῶνα τὸ ἄθροισμα, τὸ ναύσταθμον. καὶ ἐν ἄλλοις εἶπε „〈θεῖον〉 δύσονται ἀγῶνα“ (Η 298), τὴν συναγωγὴν τῶν θεῶν. A | |
16500b | ex. | νεῶν ἐν ἀγῶνι: ἄμεινον παροξυτόνως ἀναγινώσκειν {τὸ} „νέων“· οὐ γὰρ παρὰ ταῖς ναυσίν ἐστιν ὁ κίνδυνος νῦν. ἔσται οὖν ὅμοιον τῷ „νέων δ’ ἀλάπαζε φάλαγγασ“ (Λ 503). b(BCE3E4)T | |
16500c | D | ex. | ἄλλως· νεῶν ἐν ἀγῶνι: τῷ ἀθροίσματι τῶν νεῶν. | οἱ δὲ τῇ περὶ τῶν νεῶν μάχῃ. b(BCE3E4)T | |
16.502 | ex. | τέλος θανάτοιο: τὸ ἀποπνεῦσαι· καὶ διαλεγόμενος γὰρ τελευτᾷ. b(BCE3E4)T | |
16502-3 | D | τέλος θανάτοιο κάλυψεν / ὀφθαλμοὺς ῥῖνάς τε: ὁ δὲ θάνατος αὐτοὺς—φρένας ἔχουσιν. A | |
16.503 | ex. | 〈ὀφθαλμοὺς ῥῖνάς τε:〉 ὄψιν καὶ ἀναπνοήν. Til | |
16504a1 | Did. | ἕλκε ... ἕποντο: οὕτως Ἀρίσταρχος ἕλκε χωρὶς τοῦ ι καὶ „ἔχοντο“ οὕτως διὰ τοῦ χ. A | |
16504a2 | ἕλκε ... ποτὶ ... ἕποντο: ἕλκε, ποτί, „ἔχοντο“· οὕτω γραπτέον τὰ τρία. T | ||
16504b | ex. | ποτὶ δὲ φρένες αὐτῷ ἕποντο: τὰς σωματικὰς λέγει φρένας· κατ’ ἐκεῖνο γὰρ καὶ γέγονεν ἡ πληγή. τῷ δόρατί φησιν | |
ἑλκομένῳ οἱ ὑμένες ἐνείχοντο τοῦ διαφράγματος. b(BCE3E4)T | |||
16507a | Did. | 〈ἐπεὶ λίπεν ἅρματ’ ἀνάκτων:〉 διὰ τοῦ ε λίπεν, ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων {ἔλειφθεν} ἐλείφθησαν, ἠρημώθησαν. Ζηνόδοτος δὲ διὰ τοῦ ο „λίπον“. A | |
16507b | Ariston. | ἐπεὶ λίπεν ἅρματ’ ἀνάκτων: ὅτι Ζηνόδοτος γράφει „ἐπεὶ λίπον“, ἀγνοῶν ὅτι τὸ λίπεν νῦν οὐκ ἔστιν ἑνικόν, ἀλλὰ ἀνάλογον τῷ ἐλείφθησαν τὰ ἅρματα, ὥσπερ „κόσμηθεν“ (Γ 1) καὶ „ποιμένος ἀφραδίῃσι διέτμαγεν“ (Π 354) ἀντὶ τοῦ διετμάγησαν· | |
5 | εἴωθε γὰρ τοῖς οὐδετέροις πληθυντικοῖς πληθυντικὰ ῥήματα συν‐ τάσσειν, ὡς „σπάρτα λέλυνται“ (Β 135). A | ||
16507c | ex. | 〈ἐπεὶ〉 λίπεν ἅρματ’ 〈ἀνάκτων〉: λίπεν διὰ τοῦ ε· τὸ γὰρ ἑξῆς ἐστιν, ἐπειδὴ τὰ ἅρματα ἐλείφθησαν τῶν ἀνάκτων, ὅ ἐστιν ἠρημώθησαν τῶν δεσποτῶν. b(BCE3)T | |
16508a | Hrd. | 〈ἀΐοντι:〉 ὡς λέγοντι. οὕτως Ἀρίσταρχος. Aint | |
16508b | ex. | ἀΐοντι: παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς, ἀντὶ τοῦ ἀκούσαντι. b(BCE3)T | |
16.510 | ex. | ἐπίεζε: διὰ τοῦ ε· „χερσὶ στιβαρῇσι πίεζον“ (μ 174), „ἐπὶ μάστακα χερσὶ πίεζεν“ (δ 287). T | |
16511-2 | ex. | ὃ δή μιν Τεῦκρος 〈ἐπεσσύμενον βάλεν ἰῷ / τεί‐ χεος ὑψηλοῖο〉: „Τεῦκρος δὲ Γλαῦκον, κρατερὸν παῖδ’ Ἱππολόχοιο, / ἰῷ ἐπεσσύμενον βάλε τείχεος 〈ὑψηλοῖο〉, / ᾗ ῥ’ ἴδε γυμνωθέντα βρα‐ | |
χίονα, παῦσε δὲ χάρμησ“ (Μ 387—9). T | |||
16515a | Ariston. | πάντος’ ἀκούειν: ἡ διπλῆ, ὅτι οὕτως εἴωθε λέγειν ‘πάν‐ τοσε ἀκούειν‘, εἰς πάντα τόπον ἀκούειν, ἐπὶ τῶν ἐκ τόπου εἰς τόπον ἀφικνουμένων· „πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέοσ“ (Λ 21), εἰς Κύπρον ἠκούετο· διὸ καὶ νῦν κατὰ συναλιφὴν ἀκουστέον, ἵν’ ᾖ τὸ | |
5 | πλῆρες ‘πάντοσε ἀκούειν‘. A | ||
16515b | Did. | Hrd. | πάντος’ ἀκούειν: Ἀρίσταρχος τὸ πλῆρες ἀκούει ‘πάν‐ τοσε‘. Ζηνόδοτος „πάντ’ ἐσακούειν“ διὰ τοῦ ε. | πάντοσε ὡς „πάν‐ τοθεν“ (Ν 28 al.)· τὰ γὰρ εἰ〈σ〉 σε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, „ἄλλοθεν“ (Β 75 al.), „ἄλλοσε“ (ψ 184. 204), „ὁμόθεν“ (ε 477), | |
5 | „ὁμόσε“ (Μ 24). οὕτως οὖν εἰ „πάντοθεν ἐκ κευθμῶν“ (Ν 28), καὶ „πάντοσε δαιδάλλων“ (Σ 479). A | ||
16515c1 | ex. | πάντος’ ἀκούειν: Ἀρίσταρχος τὸ πλῆρες ‘πάντοσε‘. Ζηνόδοτος „πάντ’ ἐσακούειν“. τινὲς δὲ „πάντοθι“. οἱ δὲ ὡς τὸ „πεύθετο γὰρ Κύπρον δέ“ (Λ 21)· ὅταν ἐκ τόπου εἰς τόπον ἀφικνου‐ μένης φωνῆς ἢ φήμης ἄφιξιν δηλοῖ, τῷ εἰς τόπον χρῆται. T | |
16515c2 | Ἀρίσταρχος τὸ πλῆρες ἀντὶ τοῦ †παντός†, Ζηνόδοτος δὲ ἀντὶ τοῦ †παντί†. ἄμεινον δὲ τὸ τοπικόν, ὡς Ἡρωδιανός. b(BCE3) | ||
16516a1 | ex. | ἀνέρι {κηδομένῳ}: ἀντὶ τοῦ ἀνέρος· „Ἀχιλλῆος ὀλοὸν κῆρ 〈/ γηθεῖ— /〉 δερκομένῳ“ (Ξ 139—41), „τῆς δ’ αὐτοῦ λύτο γούνατα〈— /〉 σήματ’ ἀναγνούσῃ“ (ψ 205—6). T | |
16516a2 | ἡ δὲ δοτικὴ ἀντὶ γενικῆς. b(BCE3) | ||
16518-9 | ex. | οὐδέ μοι αἷμα 〈/ τερσῆναι δύναται〉: οὐ δύναται ξηρανθῆναι τὸ αἷμα. ἀλλαχοῦ δὲ τὴν ξηρασίαν φησὶν ὀδύνης ποιητι‐ κήν· b(BCE3E4)T „τέρσετο δ’ αἷμα, / ὀξεῖαι δ’ ὀδύναι δῦνον μένοσ“ (Λ 267—8). T | |
16522a1 | Ariston. | ὁ δ’ οὐδ’ οὗ παιδὸς ἀμύνει: ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ περί· ἔστι γάρ, οὐδὲ περὶ τοῦ οὗ παιδὸς ἀμύνει. οἱ δὲ ἀγνοήσαντες γράφουσιν „ὁ δ’ οὐδ’ ᾧ παιδὶ ἀμύνει“. A | |
16522b1 | Did. | 〈ὁ δ’ οὐδ’ ᾧ παιδί:〉 Ἀρίσταρχος „ὁ δ’ οὐ〈δ’ οὗ〉 παιδόσ“. Aim | |
16522b2/a2 | Did. | Ariston. | ᾧ παιδὶ ἀμύνει: „οὗ παιδὸς ἀμύνει“, οὕτως ἡ γρα‐ φή. | καὶ λείπει ἡ περί. T | |
16.523 | ex. | {ἕλκος} ἄκεσσαι: Ἀρίσταρχος ἀπαρέμφατόν φησιν, ἀγνο‐ ῶν ὅτι τὸ ἀκῶ ἐνεργητικῶς οὐδέποτε ἔκλινεν ὁ ποιητής, ἀλλ’ ἢ πα‐ θητικῶς ἢ μέσως. ἔστιν οὖν προστακτικόν. T | |
16.526 | Did. | 〈κατατεθνηῶτι:〉 οὕτως διὰ τοῦ η αἱ Ἀριστάρχου, κατατεθνηῶτι. Aint | |
16.527 | ex. | ἔκλυε: ἀντὶ τοῦ ἐπήκουσεν· b(BE3)T οὐδέποτε γὰρ ψιλῶς ἐπὶ τοῦ ἀκοῦσαι τάσσει τὸ ῥῆμα. b(BE3E4)T | |
16530-1a | Nic. | Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ 〈γήθησέν τε / ὅττι οἱ ὦκ’ ἤκουσε〉: ἤτοι στικτέον ἐπὶ τὸ φρεσί (530)· ἢ διασταλτέον, ἵνα κοινὸν ᾖ, ‘ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ’ ἤκουσε‘. A | |
16530-1b | ex. | ἔγνω 〈ᾗσιν〉 ἐνὶ φρεσὶ〈—θεὸς εὐξαμένοιο〉: τὸ γὰρ παραυτίκα παύσασθαι τὴν ὀδύνην καὶ μένους αὐτὸν ἐμπλησθῆ‐ ναι προφανῶς θεῖον ἦν. b(BCE3)T | |
16.532 | ex. | πρῶτα μὲν ὤτρυνεν: ὑπεκκαύματα τῷ πολέμῳ πάλιν δίδωσιν ὁ ποιητής. b(BCE3)T | |
16542a1 | Hrd. | εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶς πάνυ. ὁ δὲ Τυραννίων (fr. 39 P.) προπερισπᾷ, ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο, κλιθὲν ἀπὸ τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο, ἤνυτο, „θοῶς δέ οἱ ἤνυτο ἔργον“ (ε 243), | |
5 | ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ „εἴλυτο“ (Π 640. ε 403) καὶ εἴρυτο. A | ||
16542a2 | {εἴρυτο:} δύναται ἀπὸ τῶν εἰς μι εἶναι· διὸ ἐξετάθη. T | ||
16542b | ex. | δίκῃσι 〈τε〉 καὶ σθένεϊ 〈ᾧ〉: ταῦτα γὰρ σῴζει, τὸ μὲν πόλιν καὶ οἰκήτορας, τὸ δὲ ἀπεῖργον τοὺς πολεμίους. b(BCE3E4) T Αἰσχύλος (fr. 381 N.2 = 734 M. = 381 R.)· „ὅπου γὰρ ἰσχὺς συζυγοῦσι καὶ δίκη, / ποία ξυνωρὶς τῶνδε καρτερωτέρα;“. τὴν δὲ δίκην προέτα‐ | |
5 | ξεν ὡς μᾶλλον βασιλεῖ συμφέρουσαν. b(BE3E4)T | ||
16.544 | ex. | ἀλλά, φίλοι, 〈πάρστητε〉: ἀπὸ τῶν ὀνειδιστικῶν εἰς τοὺς δεητικοὺς ἧκε καὶ ἀπὸ τῶν πρὸς τὸν Ἕκτορα ἐπὶ τὸ πλῆθος τὸν λόγον μετήνεγκεν, b(BCE3E4)T ὡς τὸ „Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοί / πᾶσιν ἐλέγχιστον θέμεναι“ (Β 284—5), | |
5 | εἶτα ἑξῆς „τλῆτε, φίλοι, καὶ μείνατε“ (Β 299). T | ||
D | 〈νεμεσσήθητε:〉 μεμπτὸν ἡγήσασθε. Aint | ||
16.546 | Ariston. | 〈Δαναῶν κεχολωμένοι:〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις, περὶ Δαναῶν. Aim | |
16.547 | ex. | τοὺς 〈ἐπὶ νηυσὶ θοῇσιν〉 ἐπέφνομεν: παλαιᾶς ἀνδρα‐ γαθίας ὑπέμνησεν, ὅπως μὴ ἀπολέσωσιν αὐτὴν τοῖς νῦν. b(B [bis], C [bis], E3)T | |
16548a | Hrd. | κατὰ κρῆθεν: Ἀρίσταρχος δισύλλαβον ἐκδέχεται τὴν λέξιν καὶ προπερισπᾷ, ὑγιῶς πάνυ. καὶ οὐκ ἐπίσταται ὁ ποιητὴς τὸ καρή ὀξυνόμενον θηλυκόν, ἀλλ’ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται, ἀγνοῶν τὰς πρωτοθέ‐ | |
5 | τους αὐτῶν λέξεις. τί οὖν θαυμαστόν, εἰ παρὰ τὸ καρή ὀξυνόμενον κα‐ ρῆθεν ἐστὶ καὶ κρῆθεν ἐν συγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡσίοδος (scut. 7) οὕτως ἐξεδέξατο, εἰπὼν τὸ „〈τῆσ〉 καὶ ἀπὸ κρῆθεν βλεφά‐ | ||
ρων“. A | |||
16548b1 | ex. | κατὰ κρῆθεν: ἀπὸ τοῦ καρή ὀξυνομένου, ὅπερ ὁ μὲν ποιητὴς οὐκ οἶδεν, οἱ δὲ ἄλλοι πάντες, καρῆθεν ἦν τὸ ἀνάλογον καὶ κατὰ συγκοπὴν κρῆθεν. δύναται καὶ ἀπὸ τοῦ κάρητος καρήτοθεν κάρηθεν κρῆθεν. Ἡσίοδος (scut. 7)· „τῆς καὶ ἀπὸ κρῆθεν“. τινὲς | |
5 | „〈κατ’〉 ἄκρηθεν“, ἐπεί φησι „μέγα κῦμα κατ’ ἄκρησ“ (ε 313), „ὤλετο πᾶσα κατ’ ἄκρησ“ (Ν 722). T | ||
16548b2 | †κάρα† καρῆθεν τὸ ἀνάλογον καὶ κατὰ συγκοπὴν κρῆθεν, καὶ μετὰ τῆς προθέσεως †κατακρῆθεν. b(BCE3E4) | ||
16549a | Nic. | 〈ἄσχετον, οὐκ ἐπιεικτόν:〉 βραχὺ διασταλτέον μετὰ τὸ ἄσχετον διὰ τὴν ἔμφασιν. Aim | |
16549b | ex. | ἕρμα: τὸ σήκωμα τῆς νεὼς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ †πεσεῖν†. νῦν οὖν τούτου ἀποθανόντος ἀνετράπη ἡ Ἴλιος. A b(BCE3E4)T οἱ δὲ τὸ ὑποστήριγμα· ὅθεν καὶ Πίνδαρος (Ol. 2, 6) „ἔρεισμα Ἀκράγαντοσ“ εἶπε τὸν Θήρωνα. A T ῥητορικῶς οὖν | |
5 | αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι. A b (BCE3E4)T | ||
16.553 | Ariston. | 〈Ἕκτωρ χωόμενος Σαρπηδόνος:〉 ὅτι ἐλλείπει ἡ περί. καὶ ὅτι τὸ χωόμενος ἀντὶ τοῦ συγχεόμενος. Aint | |
16.556 | Did. (?) | 〈φίλον ἔστω:〉 ἐν ἄλλῳ „μένος ἔστω“. Aim | |
16557a | Nic. | οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσι〈ν, ἢ καὶ ἀρείουσ〉: δύναται μὲν στίζεσθαι ἐπὶ τὸ ἀνδράσι· δύναται γὰρ λείπειν τὸ ἔστε ἢ γίνεσθε. δύναται δὲ καὶ σχῆμα εἶναι ἀπὸ δοτικῆς εἰς αἰτιατικήν, ὡς κἀκεῖ „αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα / | |
5 | κρυπτάδια φρονέοντα“ (Α 541—2). παρατηρητέον δὲ τὸν στίχον πρὸς τὸ ἐπάνω ὑποκείμενον „Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι“ (Π 492). A | ||
16557b | ex. | οἷοί περ πάρος ἦτε: προθυμίαν πρὸς τοὺς πόνους ἐργάζεται ἡ μαρτυρία τῶν πρόσθε πονηθέντων. b(BCE3E) T | |
16557c | D (?) | 〈ἀρείους:〉 βελτίονας. Ail | |
16558a | ex. | ὃς πρῶτος ἐσήλατο 〈τεῖχος Ἀχαιῶν〉: τῶν πεπραγμένων αὐτῷ ὑπομιμνῄσκει πρὸς ἀμύνης ὑπόμνησιν. πῶς δέ φησιν ἀλλαχοῦ „Πριαμίδης, ὃς ἐσήλατο“ (cf. Μ 438); ἢ ἑκάτερος τῆς ἰδίας φάλαγγος πρῶτος. b(BCE3E4)T Πορφύριος (1,215,27) | |
5 | δὲ ψιλοῖ τὸ ἐσήλατο καὶ ἐκδέχεται τὸ ἐσάλευσε, ἀπὸ τοῦ σάλω· ὅθεν καὶ ὁ σάλος· τοῦτο δὲ σπανίως εἴρηται. οἱ δὲ ‘ἔβλαψεν ὑπερ‐ βολικῶσ‘. T | ||
16558b | Hrd. | Ap. H. | {ὃς πρῶτος} ἐσήλατο: Ἀρίσταρχος καὶ οἱ ἀπ’ αὐτοῦ δασύνουσι, Λυσανίας δὲ ψιλοῖ, προσνέμων τὸ ς τῷ η· σήλασθαι γάρ φησι σημαίνειν τὸ ἀποσπᾶν καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ τεῖχος Σαρπηδών ἐστιν, ὁ δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν „Σαρπη‐ | |
5 | δὼν δ’ 〈ἄρ’〉 ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν / ἕλχ’, ἡ δ’ ἕσπετο πᾶ‐ σα“ (Μ 397—8)· ἐπὶ δὲ τοῦ Ἕκτορος „ῥῆξε δ’ 〈ἀπ’〉 ἀμφοτέρους θαιρούσ“ (Μ 459), εἶτα ἐπιφέρει „ὁ δ’ ἔσθορε φαίδιμος Ἕκτωρ“ (Μ 462). ἄμεινον δὲ πείθεσθαι Ἀριστάρχῳ δασύνοντι, ἐκδέχεσθαι δὲ | ||
ἡμᾶς οὕτως τὸ ἐσήλατο, ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπήδησε τῷ | |||
10 | τείχει. | ὅρα γοῦν ὡς οὐκ εἶπε πρῶτος διῆλθε〈ν〉· ὁ μὲν γὰρ Ἕκτωρ πρῶτος διῆλθεν, ὁ δὲ Σαρπηδὼν πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος· „ὥς ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε / τεῖχος ἐπαΐξαι“ (Μ 307—8) ὥστε τὸ ἥλατο ταὐτὸν εἶναι τῷ ὁρμῆσαι. A | ||
16559a | Ariston. | {σαρπηδὼν} ἀλλ’ εἴ μιν 〈ἀεικισσαίμεθ’ ἑλόντεσ〉: ὅτι ἔξωθεν προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι· ‘εἰ αὐτὸν ἀνελόντες ἀεικισαίμεθα, καλῶς ἂν ἔχοι‘. καὶ ἐν Ὀδυσσείᾳ „ἀτὰρ πελέκεά[ς γε κ]αὶ εἴ κ’ εἰῶμεν ἅπαντασ“ (φ 260). A | |
16559b1 | Did. (?) | 〈ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες:〉 λείπειν φασὶν αἱ Ἀριστάρχου τὸ εὖ ἂν ἔχοι. Aim | |
16559b2 | Ἀρίσταρχός φησι λείπειν τὸ καλῶς ἂν γένοιτο. T | ||
16559c | ex. | ἀλλ’ εἴ μιν ἀεικισ〈σ〉αίμεθ’ 〈ἑλόντεσ〉: ὅπερ σπεύ‐ δει δρᾶσαι, τοῦτο αὐτὸς κινδυνεύει παθεῖν ὑφ’ Ἕκτορος ὡς κἀκεῖνος ὑπ’ Ἀχιλλέως· οὕτως τὰ τῆς Ἀδραστείας ἐνδείκνυται. πῶς δὲ μεί‐ λιχον ὑποστησάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμόν, τὸ | |
5 | θέλειν λυμήνασθαι σῶμα ἀναίσθητον; ἴσως οὖν τὸ προκείμενον ἀπολο‐ γία ἐστὶ τῆς ὠμότητος, „ὃς πρῶτος ἐσήλατο“ (Π 558), καὶ χαλεπαί‐ νει δικαίως τῷ πρῶτον εἰς τὸ τεῖχος εἰσθορόντι. b(BCE3E4)T | ||
16559d | ex. | ἄλλως· ἀλλ’ εἴ μιν {ἀεικισσαίμεθα}: εἴ μιν ἀντὶ τοῦ | |
εἴθε. T | |||
16559e | Did. | 〈ἀλλ’ εἴ μιν:〉 ἐν τῇ Ῥιανοῦ (fr. 17 M.) „ἀλλ’ εὖ μιν {ἀεικισσάμεθ’ ἑλόντεσ}“. Aint | |
16561a1 | Ariston. | αὐτοῦ ἀμυνομένων· ὅτι ἀμφίβολον, εἰ λείπει ἡ περί, ἵν’ ᾖ ‘περὶ αὐτοῦ‘, ἢ τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ, ‘ἐν τῷδε τῷ τόπῳ‘. A | |
16561a2 | {αὐτοῦ ἀμυνομένων:} αὐτοῦ, λείπει ἡ περί, ἢ ἐνταῦθα, τοπικῶς. T | ||
16.564 | ex. | Τρῶες καὶ Λύκιοι 〈καὶ Μυρμιδόνες καὶ Ἀχαιοί〉: Τρῶες Ἀχαιοῖς, Λύκιοι Μυρμιδόσιν ἀνθίστανται. T | |
16.567 | ex. | νύκτ’ ὀλοήν: σκότον· „ὀρώρει δ’ οὐρανόθεν νύξ“ (ε 294). καὶ ἐπὶ Πατρόκλῳ „ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε“ (Ρ 270). ἐπ’ αὐτῷ δὲ δεινὴν τὴν μάχην ἤγειρε· μόνος γὰρ ἐν ἀμφοτέροις τοῖς στρα‐ τοῖς υἱὸς Διός. b(BCE3E4)T | |
16569a | ex. | ὦσαν δὲ 〈πρότεροι〉 Τρῶες 〈ἑλίκωπασ〉 Ἀχαιούς: πιθανῶς, ὡς μὴ πάντα τοῖς Ἕλλησι καταχαρίζεσθαι δοκοίη. γενομένης οὖν τῆς Γλαύκου προτροπῆς εἰκὸς συστραφῆναι ὡς ἂν περὶ μειζόνων ἀγωνιζομένους. b(BCE3E4)T | |
16569b | ex. | ἑλίκωπες: ἀξιοθέατοι, πρὸς οὓς ἑλίσσομεν τὰς ὦπας. | |
b(BCE3E4)T | |||
16.572 | ex. | ἐν Βουδείῳ: τὸ Βούδειον πόλις Φθιώτιδος, ἀπὸ Βουδείου τοῦ Ἄργου ὠνομασμένη. πῶς δ’ ἂν ἱκέτευε τὸν βασιλέα τῆς ἑαυτοῦ πόλεως; οὐ γὰρ ἦν ἔθος τοῦτο. ἴσως οὖν ἀπὸ Βουδείας τῆς ἀπ’ Ὀρχο‐ μενοῦ τῆς Βοιωτίας, μητρὸς Ἐργίνου, ἐπώνυμος ἦν πόλις ἐν τῇ | |
5 | Βοιωτίᾳ τὸ Βούδειον. b(BCE3E4)T | ||
16574a | ex. | ἐς Πηλῆ’ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν: ἡ ἔς ἀντὶ τῆς πρός. σημειωτέον δὲ ὅτι ἕως τῆς ἐπὶ Ἴλιον στρατείας συνῆν Θέτις Πηλεῖ. ἱκέτευσε δέ, ἱκέτης ἦλθε. τὸ ἥμερον δὲ Πηλέως δείκνυ‐ ται ἀπὸ Πατρόκλου (cf. Ψ 89—90), Φοίνικος (cf. Ι 480—4) καὶ τού‐ | |
5 | του. b(BCE3E4)T | ||
16574b | Ariston. | ἐς Πηλῆ’ ἱκέτευσε 〈καὶ ἐς Θέτιν ἀργυρόπεζαν〉: ὅτι οὐκ ἀπολελοίπει ἡ Θέτις τὸν Πηλέως οἶκον ὡς οἱ νεώτεροι, ἀλλὰ συνῴκει αὐτῷ. A | |
16.581 | ex. | Πατρόκλῳ δ’ ἄρ’ ἄχος γένετο 〈φθιμένου ἑτάροιο〉: δριμυτέραν τὴν μάχην ποιεῖ, οὐ τὸν τυχόντα ποιῶν ἀναιρούμενον, ἀλλ’ ἑταῖρον Πατρόκλου, ἵν’ ἐπὶ τούτῳ πλέον χαλεπήνῃ. b(BCE3)T | |
16.582 | ex. | ἴρηκι ἐοικώς: πρὸς τὴν ὁρμὴν καὶ τὸν ἀπ’ αὐτοῦ ἐπιγενό‐ μενον φόβον τοῖς πολεμίοις. εἶτα παρέλαβεν ἐπὶ τῶν φευγόντων τὰ ἀγεληδὸν ἱπτάμενα τῶν ὀρνέων καὶ εὐκαταφρόνητα, κολοιοὺς καὶ ψᾶρας (cf. Π 583). b(BCE3E4)T | |
16.583 | ex. | ψῆρας: διὰ τὸ κακόφωνον τοῦ ‘ψᾶρασ‘, ἐκεῖ δὲ „〈τῶν δ’〉 ὥς τε ψαρῶν“ (Ρ 755). καὶ „αἶψ’ ἀγξηράνῃ“ (Φ 347), οὗ δὲ „θερμή‐ | |
νῃ“ (Ξ 7) φησίν. T | |||
16.584 | Ariston. | 〈ὣς ἰθὺς Λυκίων, Πατρόκλεες ἱπποκέλευθε:〉 ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τῶν περὶ 〈αὐ〉τοῦ 〈εἰς τὸν〉 πρὸς αὐτόν. Aim | |
16.586 | Ariston. | καί ῥ’ ἔβαλε Σθενέλαον: ὅτι μεταβέβηκεν ἐκ τοῦ πρὸς τὸν Πάτροκλον λόγου πάλιν εἰς τὸν περὶ αὐτοῦ· εἴρηκε γὰρ ἔβαλε καὶ οὐχὶ ‘ἔβαλες, ὦ Πάτροκλε‘. A | |
16589a1 | ex. | αἰγανέη〈σ〉: διὰ τὸ εἰς αἶγας γενέσθαι· „ὦρσαν δὲ Νύμφαι ι 〈... /〉 αἶγας ὀρεσκῴους 〈...〉 καὶ αἰγανέας 〈.../〉 εἱλόμεθ’ 〈ἐκ νεῶν〉“ (ι 154—7). T | |
16589a2 | ex. | D | αἰγανέη εἴρηται ἀπὸ τοῦ νεῖσθαι εἰς αἶγας. | ἔστι δὲ εἶδος ἀκοντίου. b(BCE3) | |
16589b | ex. | ἄλλως· αἰγανέης 〈...〉 ταναοῖο: τεταμένης. b(BCE3)T οὐ βούλεται δὲ τοὺς Τρῶας τέλεον φεύγειν· διὸ εἴληφε σύμμετρον ἀκοντίου διάστημα, βουλόμενος σημᾶναι, πόσον ὑπεχώρησαν (cf. Π 589—91). b(BCE3E4)T | |
16589c | Ariston. | αἰγανέης ... ταναοῖο: πρὸς τὸ σχῆμα, ὅτι ταναοῖο εἴρηκεν ἀρσενικῶς ἀντὶ τοῦ ταναῆς. A | |
16590-1a1 | ex. | ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ 〈πειρώμενος ἢ ἐν ἀέθλῳ / ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὑπὸ θυμοραϊστέων〉: ἣν ἀφῇ ἀνὴρ ἐν ἄθλῳ πειρώμενος, ἢ καὶ ἐν πολέμῳ οὐχὶ πειρώμενος ἔτι· τίς γὰρ ἂν πεῖρα γένοιτο ἐν πολέμῳ; ἀλλὰ τὸ μὲν πειρώμενος (590) ἐπὶ | |
5 | τοῦ ἐν ἀγῶνι μόνον βεβλημένου ἀκοντίου τέτακται, τὸ δὲ ἠὲ καὶ ἐν πολέμῳ (591) πρὸς τὸ ἀφέῃ (590). b(BCE3E4)T ἡ δὲ ὑπό (591) ἀντὶ τῆς μετά, ἢ πλεονάζει. τινὲς δὲ ‘ὑπὸ δηΐων πειραζόμε‐ νοσ‘. b(BE3E4)T | ||
16590-1a2 | ἡ ὑπό (591) περιττή. Aint | ||
16593-4 | ex. | Γλαῦκος δὲ πρῶτοσ〈— / ἐτράπετο〉: ποικί‐ λως χρῆται τῇ τάξει· μετὰ γὰρ τὴν τοῦ Γλαύκου προτροπὴν (sc. Π 538—47) ἄρχεται ἔργου ὁ Ἕκτωρ ὡς ἂν ὑπερέχων (cf. Π 552—3), ἐν δὲ τῇ ὑποστροφῇ τὰ πρωτεῖα Γλαύκῳ περίκειται. b(BCE3E4)T | |
16.594 | ex. | ἐτράπετο: ἐδήλωσεν αὐτὸ ἑξῆς διὰ τοῦ „στρεφθεὶς ἐξαπί‐ νησ“ (Π 598). καινὸς δὲ ὁ τρόπος· ὁ γὰρ φεύγων ἐπιστραφεὶς κτείνει τὸν διώκοντα. b(BCE3E4)T | |
16594-5 | ex. | 〈Βαθυκλῆα μεγάθυμον /〉 Χάλκωνος 〈φίλον〉 υἱόν: Πρόδικος (Art. Script. B VIII 6 Rad.)· „ἀπὸ τῆς τοῦ χαλ‐ κοῦ κτήσεως καὶ Βαθυκλέα“. εἰρήκει δὲ ἂν Χρύσωνος, ἀπὸ τῆς καλ‐ λίστης ὕλης. T | |
16595a | Ariston. | 〈ὃς Ἑλλάδι οἰκία ναίων:〉 ὅτι πόλις ἐν Φθίᾳ ἡ Ἑλ‐ λάς. Aim | |
16595b | ex. | ὃς Ἑλλάδι 〈οἰκία ναίων〉: Ἑλλὰς χώρα ὑπὸ Ἀχιλ‐ | |
λεῖ. T | |||
D | {χάλκωνος φίλον υἱὸν ὃς} Ἑλλάδι: Ἑλλὰς πόλις Θεσ‐ σαλίας, ἧς—καὶ Ἀχαιοί. A | ||
16599-600 | Nic. | 〈πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιούς, / ὡς ἔπες’ ἐσθλὸς ἀνήρ. μέγα δὲ Τρῶες κεχάροντο:〉 συναπτέον ἕως τοῦ ἀνήρ (600)· τὸ γὰρ ὥς (600) αἴτιον. Aim | |
16.601 | ex. | στὰν δ’ ἀμφ’ αὐτὸν 〈ἰόντες ἀολλέεσ〉: ἔστησαν περὶ τὸν Γλαῦκον ἐπιβοηθοῦντες τῷ προκαταρξαμένῳ τῆς ὑποστροφῆς. b(BCE3E4)T | |
16604a | Hrd. | 〈Λαόγονον:〉 τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· κύριον γάρ. Aint | |
16604b | ex. (Hrd.?) | 〈Λαόγονον:〉 ὡς ὀρίγανον. Til | |
16604c | Did. (?) | 〈θρασὺν υἱόν:〉 γράφεται „φίλον υἱόν“· τί γὰρ ἐποίησε θράσους; Til | |
16.606 | ex. | ὑπὸ γναθμοῖο καὶ οὔατος: μεταξὺ τοῦ ὀστοῦ τῆς σιαγόνος καὶ τοῦ ὠτός. b(BCE3E4)T | |
16.607 | Did. (?) | 〈ᾤχετ’ ἀπὸ μελέων,〉 στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν: ἔν τισι ἐπεφέρετο· „Μηριόνης δ’ ἀνέπαλτο, φίλον δέ οἱ ἦτορ ἰάνθη“ (= Π 607 a)· διὸ καὶ ἐπισκώπτει ὁ Αἰνείας (sc. Π 617—8). T | |
16.611 | ex. | πρόσ〈σ〉ω γὰρ κατέκυψε: ὑπὲρ τοῦ ἀξιοπίστου τὸν μὲν Αἰνείαν ἐπιτυγχάνοντα πεποίηκεν (ἔτυχε γὰρ ἄν, εἰ μὴ κατέκυψεν ὁ Μηριόνης) καὶ τὸ τοῖς Ἕλλησι κεχαρισμένον διὰ τῆς τοῦ Μηριόνου σωτηρίας. b(BCE3E4)T | |
16.613 | Did. | ἔγχεος· ἔνθα δ’ ἔπειτ’ 〈ἀφίει μένος ὄβριμος Ἄρησ〉: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ ἐφέρετο AT καθάπαξ. ἐν δὲ τῇ | |
δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο. A | |||
16617a1 | ex. | καὶ ὀρχηστήν περ ἐόντα: Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον ὄρχησιν· καὶ οἱ μὲν αὐτοῖς, οἱ δὲ Νεοπτολέμῳ, οἱ δὲ Μολόσ‐ σοις, οἱ δὲ Κάστορι, οἱ δὲ Διονύσῳ τὴν εὕρεσιν διδοῦσιν. ἄκρως δὲ ἐξεφαύλισε τὸ εὐκίνητον τοῦ ἀνδρός, συνεπιστάμενος ἑαυτῷ ὅτι αὐτὸς | |
5 | μὲν εὐστόχως ἀφῆκεν, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ ἁμαρτία. T | ||
16617b1 | ex. | ἄλλως· καὶ ὀρχηστήν: ἔμπειροι γὰρ ὀρχήσεως Κρῆτες ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας. βουλόμενος δὲ αὐτὸν ἐλαφρὸν εἰπεῖν, τοῦτο παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν. T | |
16617a2/b2 | ex. | ex. | ex. | | Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον ὄρχησιν, | ἔμπειροι | |
ex. | ὄντες ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας. | ἄκρως δὲ ἐξεφαύλισε τὸ εὐκίνητον τοῦ ἀνδρός· | βουλόμενος γὰρ αὐτὸν ἐλαφρὸν εἰπεῖν, τοῦτο παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν· | ἠπίστατο γὰρ ἐν ἑαυτῷ ὅτι | ||
5 | εὐστόχως μὲν ἀφῆκε, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ ἁμαρτία. b(BCE3E4) | ||
D | ὀρχηστήν περ ἐόντα: εὐκίνητον κατὰ τὸν πόλεμον —ἁρμόδιος. A | ||
16.618 | Nic. | ἔγχος ἐμὸν 〈κατέπαυσε διαμπερές, εἴ ς’ ἔβαλόν περ〉: τινὲς διαμπερὲς εἴ ς’ ἔβαλόν περ, ἵν’ ᾖ ‘εἴ σε †ἔβαλλον διεπερόνησα ἄ톑. ἀλλ’ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν· τὸ γὰρ ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, τὸ δὲ κατέπαυσε διαμπερές οἷον εἰς | |
5 | ἀεί. A | ||
16.620 | ex. | 〈χαλεπόν:〉 ἀδύνατον καὶ ἀτελείωτον· b(BCE3E4)Til „χαλεπὸν δέ τ’ ὀρύσσειν“ (κ 305). Til | |
16621a | Ariston. (?) | πάντων ἀνθρώπων ... ὅς: πρὸς τὸ σχῆμα. b(BCE3)Til | |
16621b | ex. | σβέσ〈σ〉αι μένος: σβέσις γὰρ δυνάμεως ὁ θάνατος. ἔμψυχος οὖν ἡ μεταφορά, τὸ θάνατον εἰπεῖν σβέσιν δυνάμεως. b (BCE3E4)T | |
16.625 | Did. (?) | 〈δοίης:〉 ἐν ἄλλῳ „δῴησ“. Aim | |
16.628 | ex. | οὔ τοι Τρῶες ὀνειδ〈ε〉ίοις ἐπέεσ〈σ〉ι: ἀποτροπὴ τοῦ φιλολοίδορον εἶναι, ὅπου καὶ τοὺς πολεμίους οὐκ ἐᾷ λοιδορεῖν. διδάσκει δὲ δρᾶν αὐτούς, μὴ λέγειν κακῶς. b(BCE3E4)T | |
16.630 | ex. | 〈ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βου‐ λῇ:〉 καλὴ καὶ βραχυλόγος ἡ γνώμη. Til | |
16633-5 | Nic. | 〈τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει / — / ὣς τῶν ὤρνυτο δοῦπος:〉 ἐὰν γράφωμεν ὀρώρει (633), πάντα στίζομεν, βήσσῃς καὶ ἀκουή (634), καὶ δὶς ἔσται ἡ ἀνταπόδοσις λεγομένη· κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει (633) | |
5 | κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων. βέλτιον δὲ γράφεσθαι μὲν „ὄρωρεν“ (633), ὑποστίζεσθαι δὲ βήσσῃς καὶ ἀκουή (634), τῷ δὲ | ||
τῶν (635) ἐπανειλῆφθαι 〈τὸ〉 τῶν δέ (633) {ὥς τε}. A | |||
16633-4 | ex. | ὥς τε δρυτόμων〈—ἀκουή〉: πρὸς τὸ πᾶν ἁρ‐ μόζει ἡ παραβολή, πρός τε τὸν ἄθρουν κτύπον, ἅμα δὲ καὶ τοῖς τεμνο‐ μένοις ὅπλοις τὰ τεμνόμενα σώματα εἴκασται, καὶ τὰ ξίφη τοῖς πελέ‐ κεσι παραβέβληται. b(BCE3E4)T | |
16633a | Ariston. | ὀρώρει: ἡ διπλῆ, ὅτι ἀμφιβόλως κεῖται τὸ ὀρώρει, πότερον ἐπὶ τῶν μαχομένων λέγεται, τούτων ὀρώρει ὀρυμαγδὸς ὡς δρυτόμων, ἢ ἐπὶ τῶν δρυτόμων, ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδός, οὕτως καὶ τῶν μαχομένων· ὅπερ καὶ βούλεται, ὥστε τὸ ὀρώρει τὸν | |
5 | ἐνεστῶτα χρόνον σημαίνει. A | ||
16633b | ex. | ὀρώρει: οὐ δύναται κατὰ τῶν μαχομένων· ἐπάγει γὰρ „ὣς τῶν ὤρνυτο δοῦποσ“ (Π 635). ἔστιν οὖν ἀνθ’ ὑποτακτικοῦ τὸ ὀρώρει. T | |
16633c1 | Did. | 〈ὀρώρει:〉 οὕτως ὀρώρει Ἀρίσταρχος. Aim | |
16633c2 | ἔν τισιν „ὄρωρεν“. Aint Til | ||
16.634 | Did. | 〈ἀκουή:〉 Ἀριστοφάνης „ἀϋτή“. Aint Til | |
16635a | Hrd. | Nic. | ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης: παράγωγον ἡγοῦνται τὴν λέξιν, τουτέστι παρολκὴν τῆς ἐπὶ τέλους λέξεως· διὸ ἐψίλωσαν. | βραχὺ δὲ διασταλτέον εὐρυοδείης· διχό‐ θεν γάρ φησι τὸν ἦχον φέρεσθαι, ἀπό τε τῆς γῆς καὶ τῶν ὅπλων (cf. | |
5 | Π 636). A | ||
16635b | Hrd. | εὐρυοδείης: ψιλωτέον· παραγωγὴ γάρ ἐστιν, οὐ σύν‐ | |
θεσις. T | |||
16636a1 | Ariston. | χαλκοῦ τε ῥινοῦ τε 〈βοῶν τ’ εὐποιητάων〉: ὅτι προειπὼν ῥινοῦ τε, ὡς ἕτερόν τι διάφορον συμπλέκει βοῶν τε. καὶ ἤτοι ἐξ ἐπαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτό, ὡς „πυκνοὶ καὶ θαμέεσ“ (μ 92) καὶ „πόλεμόν τε μάχην τε“ (Π 251)· ἢ τὸν τέ σύν‐ | |
5 | δεσμον περιττὸν νομιστέον, ἵν’ ᾖ ‘ῥινοῦ βοῶν‘, τουτέστι τῶν ἀσπί‐ δων. A | ||
16636a2 | χαλκοῦ τε ῥινοῦ 〈τε〉 βοῶν τε: περισσὸς ὁ εἷς τέ. T | ||
16636b | ex. | ἄλλως· χαλκοῦ: τῶν χαλκῶν ἀσπίδων. ῥινοῦ δὲ τῶν ἀκατεργάστων βοῶν, ὅ ἐστι τῶν λαισηΐων. b(BCE3E4)T | |
16636c1 | Did. | 〈ῥινοῦ τε βοῶν τ’ εὐποιητάων:〉 „ἄμεινον εἶχε“, φησὶν ὁ Ἀρίσταρχος, „εἰ ἐγέγραπτο ‘βοῶν εὐποιητάων‘, ἔξω τοῦ τέ συνδέσμου.“ Aim ἐν δέ τισιν εὕρομεν „ῥινῶν τε βοῶν τ’ εὐποιη‐ τάων“ κατὰ τὸ πληθυντικόν. A | |
16636c2 | ἄμεινον {δέ} φησὶν Ἀρίσταρχος χωρὶς τοῦ τέ „βοῶν εὐποιητάων“, ἵν’ ᾖ „ῥινοῦ βοῶν“. T | ||
16636d | Hrd. | {βοῶν τ’} εὐποιητάων: τὸ „εὖ“ οὐ θέλουσι κατ’ ἰδίαν προφέρεσθαι, ἀλλ’ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν „εὐποιήτῃσι πύλῃσι“ (Ε 466) παρωνύμως. κἀγὼ δὲ συγκατατίθεμαι. A | |
16636e | ex. | εὐποιητάων: τῶν εὖ γεγονυιῶν. b(BCE3E4)T | |
16638-9 | Nic. | οὐδ’ ἂν ἔτι φράδμων 〈περ ἀνὴρ Σαρπηδόνα δῖον / ἔγνω〉: αἱ μὲν κοιναὶ κατ’ αἰτιατικὴν Σαρπηδόνα (638), αἷς ἀκόλουθόν ἐστι τὸ συνάπτειν Σαρπηδόνα δῖον / ἔγνω, ἵν’ ὁ φράδμων τὸν συνετὸν καὶ λελογισμένον δηλοῖ. ἐὰν δέ, ὡς Ἀρίσταρ‐ | |
5 | χος γράφει, „Σαρπηδόνι δίῳ“ κατὰ δοτικήν, βραχὺ διασταλτέον ἐπὶ | ||
τὸ „δίῳ“· τὸ γὰρ λεγόμενον· ‘οὐδὲ ὁ πάνυ γνώριμοσ‘, φησί, ‘καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ κόνει πεφύρθαι‘ (cf. Π 638—40). A | |||
16638a | ex. | φράδμων: ἔμπειρος, ἐπιστήμων, εἰδὼς καὶ ἐγνωκὼς τὸν Σαρπηδόνα ἀκριβῶς. b(BCE3)T | |
16638b | Did. | 〈Σαρπηδόνα δῖον:〉 Ἀρίσταρχος κατὰ δοτικήν, „Σαρ‐ πηδόνι δίῳ“. Aint | |
16638c | ex. (Did.) | Σαρπηδόνα δῖον: κατὰ δοτικὴν „Σαρπηδόνι δίῳ“, ἵν’ ᾖ ‘τὶς συνήθης Σαρπηδόνι‘. T | |
16641-3 | ex. | ὡς ὅτε μυῖαι〈—ἄγγεα δεύει〉: πρὸς τὸ πλῆ‐ θος καὶ τὸ πρόθυμον ἡ παραβολή. b(BCE3E4)T | |
16.642 | ex. | περιγλαγέας: περισσῶς γεγαλακτωμένας, ὅ ἐστι πληθού‐ σας τῷ γάλακτι, ἢ περιβεβρεγμένας γάλακτι. πέλλα δὲ ξύλινον ἄγγος, ἀπὸ τοῦ πεπελεκῆσθαι. b(BCE3E4)T | |
16.647 | ex. | ἀμφὶ φόνῳ Πατρόκλου 〈μερμηρίζων〉: τί δήποτε τι‐ μήσειν ὑποσχόμενος Ἀχιλλέα μεῖζον ἔβλαψεν ὡς λέγειν αὐτὸν „ἀλλὰ τί μοι τῶν ἦδος;“ (Σ 80); ἢ μὴ δεόντως χρησάμενος τῇ παρὰ Διὸς δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπόλοιτο τῶν | |
5 | Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο. b(BCE3E4)T | ||
16648a | ex. | ἤ {ἤδη κἀκεῖνον}: ἀντὶ τοῦ εἴ. T | |
16648b1 | Did. | 〈καὶ κεῖνον:〉 ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀριστάρχου. Aim | |
16648b2 | ἐκ πλήρους δὲ ὁ καί. T | ||
16.651 | ex. (Hrd.) | ἠ: τοῦτον τὸν η περισπαστέον. T | |
16653-5 | ex. | ὄφρ’ ἠῢς θεράπων〈—ἀπὸ θυμὸν ἕλοιτο〉: πολλὴ ἡ εἰς Ἀχιλλέα τιμή, ὅπου καὶ τοῦ υἱοῦ φονέα ὄντα τὸν Πά‐ τροκλον τιμᾷ διὰ τὴν Ἀχιλλέως τιμήν. b(BCE3E4)T | |
16.657 | ex. | 〈φύγαδ’ ἔτραπε:〉 προσυπακουστέον ‘ἵππουσ‘. Til | |
16657-8 | ex. | κέκλετο δ’ ἄλλους 〈/ Τρῶας φευγέμεναι〉: τῷ ἔργῳ, οὐ τῇ φωνῇ, ὡς τὸ „Ἀργείων προκαλίζετο πάντας ἀρίστουσ“ (Γ 19). ἀγαθοῦ δὲ στρατηγοῦ τὸ εἴκειν θεῷ. b(BCE3E4)T | |
16660a | ex. | 〈ἴδον:〉 ᾔσθοντο. Til | |
16660b | Did. (?) | 〈βεβλαμμένον ἦτορ:〉 γράφεται „δεδαϊγμένον ἦτορ“ Aim | |
16660c | ex. | βεβλαμμένον ἦτορ: νεκρόν. Aint Til | |
16.663 | ex. | οἱ δ’ ἄρ’ ἀπ’ ὤμοιϊν 〈Σαρπηδόνος ἔντε’ ἕλοντο〉: εἰ γὰρ ἀσκύλευτον αὐτὸν ἔκλεψεν Ἀπόλλων, οὐδ’ ἂν ἐτόλμησαν Ἀχαιοὶ πρὸς τὸ τεῖχος ἐλθεῖν (cf. Π 698—711). b(BCE3E4)T | |
16666a | ex. | καὶ τότ’ Ἀπόλλωνα προσέφη 〈νεφεληγερέτα Ζεύσ〉: ὡς κατὰ τὸ σιωπώμενον εἰς Ἴδην ἀφικομένου Ἀπόλλωνος. μικρᾷ δὲ παρεκβάσει ἀναπαύει τὸν ἀκροατὴν καμόντα. b(BCE3E4)T | |
16666b1 | Ariston. | καὶ τότ’ Ἀπόλλωνα 〈προσέφη νεφεληγερέτα Ζεύσ〉: ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων „καὶ τότ’ ἄρ’ | |
ἐξ Ἴδης προσέφη Ζεὺς ὃν φίλον υἱόν“, ἵν’ ἐκ τῆς Ἴδης προσφωνῇ τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα. γελοῖον δὲ τὸ κραυγάζειν ἀπὸ τῆς Ἴδης | |||
5 | τὸν Δία. οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώμενον ἐνεργούμενα δεῖ παραδέχεσθαι, καθάπερ καὶ ἐν τοῖς ἐπάνω περὶ τῆς Ἥρας (cf. Π 432). A | ||
16666b2 | ἄλλως· καὶ τότ’ Ἀπόλλωνα 〈προσέφη νεφεληγε‐ ρέτα Ζεύσ〉: Ζηνόδοτος „καὶ τότ’ ἄρ’ ἐξ Ἴδης προσέφη Ζεὺς ὃν φίλον υἱόν“. T | ||
16.667 | ex. (Nic. ?) | 〈εἰ δ’ ἄγε:〉 δύναται ἀντὶ τοῦ 〈ἄγε〉 δή. Til | |
16667-8a | ex. | 〈αἷμα κάθηρον / —〉Σαρπηδόνα: ἀντὶ τοῦ Σαρπηδόνος. δύναται δὲ ἀντὶ τοῦ ‘καθαρθῆναι ποίησον‘, ὡς „ἀλλ’ ὅτε δή μιν ἐγὼν ἐλόευν“ (δ 252). ὑπακούει δὲ Θάνατος (cf. Π 681—3)· Ἀπόλλωνι γὰρ ἀνάκεινται οἱ αἰφνίδιοι τῶν θανάτων. T (bis) | |
16667-8b1 | Did. | αἷμα κάθηρον / —Σαρπηδόνα: οὕτως Ἀρίσταρ‐ χος „Σαρπηδόνι“ κατὰ δοτικήν, Σαρπηδόνι κάθηρον τὸ αἷμα. μήποτε δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτηκε τούτους (sc. Π 666—83)· παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι. A | |
16667-8b2 | Ἀρίσταρχος „Σαρπηδόνι“ κατὰ δοτικήν. Aint | ||
16667-8b3 | ἄλλως· Σαρπηδόνι: οὕτως κατὰ δοτικήν, ‘κάθηρον τῷ Σαρπηδόνι τὸ αἷμα‘. T | ||
16667-8b4 | Did. | ex. | {εἰ δ’ ἄγε νῦν, φίλε φοῖβε:} ἠθέτει Ζηνόδοτος· ἄτοπον γάρ φησι τὸν ἀπενθῆ τοιαῦτα διακονεῖν. | ἀλλὰ τοῦτο προστάσσεται | |
ὡς τιμώμενος ἐν Λυκίᾳ. T | |||
16669a | Hrd. | {πολλὸν} ἀπὸ πρὸ φέρων: τινὲς τὴν ἀπό ἀναστρέφου‐ σιν, ἵνα σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης (p. 56 B.). εἰσὶ μέντοι, οἳ παρολκὴν ἐδέξαντο τῆς πρό καὶ ἐφύλαξαν τῆς ἀπό τὴν προσῳδίαν, ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων. οὕτως δὲ καὶ Φιλόξενος ἠξίου, | |
5 | ἐπεὶ πολλή ἐστι παρέλκουσα ἡ πρό· „νώτου ἀπὸ πρὸ ταμών“ (θ 475), „ἡ δὲ διὰ πρό / Πηλιὰς ἤϊξε“ (Υ 276—7), „περὶ πρὸ γὰρ ἔγχεϊ θυῖεν“ (Π 699). οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι. A | ||
16669b | ex. | 〈ἄπο προφέρων:〉 ἄπο ἄπωθεν, πρό δὲ ἔμπροσθεν. b(BCE3E4)Til | |
16.672 | ex. | Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν: τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχή, καθευδόντων δὲ συστέλλεται ἡ δύναμις τῆς ψυχῆς. A b (BCE3E4)T | |
16673a | Did. (?) | 〈θήσους’ ἐν Λυκίης:〉 γράφεται „θήσουσιν Λυκ〈ίησ〉“. Aint | |
16673b | ex. | ἐν Λυκίησ〈—δήμῳ〉: ἡρῷον φαίνεται Σαρπη‐ δόνος ἐν Λυκίᾳ. τινὲς δὲ Γλαῦκον κατελθόντα θάψαι αὐτόν. T | |
16.674 | ex. | κασίγνητοι: ἁπλοϊκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστό‐ ρηκεν αὐτοῦ ἀδελφούς. A b (BCE3E4)T | |
16.676 | ex. | 〈οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν:〉 οὐδὲν φθέγγεται ἐπείγοντος τοῦ καιροῦ. b(BCE3)Til | |
16.677 | Ariston. | βῆ δὲ κατ’ Ἰδαίων 〈ὀρέων ἐς φύλοπιν αἰνήν〉: ὅτι | |
Ζηνόδοτος καὶ τοῦτον περιῄρηκε, τηρῶν τὸ σύμφωνον ἑαυτῷ. A | |||
16684-6 | ex. | 〈Πάτροκλος δ’ ἵπποισι— /〉 Τρῶας καὶ Λυ‐ κίους μετεκίαθε 〈καὶ μέγ’ ἀάσθη, / νήπιοσ〉: ἀλλ’ ὑποστρέφει ὁ Πάτροκλος διὰ τὸ μὴ προτροπάδην τοὺς Τρῶας φεύγειν, ἀλλ’ ἔτι ἀνθίστασθαι. οἱ δέ, ἐπεὶ „νεώτεροι ἀφραδέουσιν“ (η 294). ὁ δὲ | |
5 | ποιητής φησιν „ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος, / b(BCE3E4)T ὅς οἱ καὶ τότε θυμὸν 〈ἐνὶ στήθεσσιν ἀνῆκεν〉“ (Π 688. 691). T | ||
16.686 | Nic. | νήπιος {εἰ δὲ ἔπος}: τὸ νήπιος καθ’ ἑαυτό· οὕτως γὰρ μᾶλλον ἐμφαίνει τὸν ἐπισχετλιάζοντα. ἁμαρτάνουσι δὲ οἱ συνάπτον‐ τες. A | |
16.687 | ex. | κῆρα κακήν: δόγμα Ὁμηρικὸν τὸ δύο τὰς μοίρας εἶναι, ὡς καὶ ἐπ’ Ἀχιλλέως „διχθαδίας κῆρασ“ φησὶ „φερέμεν“ (Ι 411). T | |
16688a | ex. | ἀλλ’ αἰεί τε Διὸς 〈κρείσσων νόος ἠέ περ ἀν‐ δρῶν〉: συνεβούλευσε μὲν γὰρ τὰ ἄριστα ὁ Ἀχιλλεύς, κρατεῖ δὲ ἡ τοῦ Διὸς γνώμη, βουλομένου αὐτὸν ἀνελεῖν ὑπὲρ ἐκδικίας Σαρπηδόνος. b(BCE3E4)T | |
16688b | Ariston. | Διὸς κρείσσων νόος: ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι „κρείσσω“. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς σὺν τῷ ν λέγεται. καὶ τὸ κρείσσων ἐπὶ τοῦ κατὰ δύναμιν τίθησιν ὁ ποιητής. A | |
16688c | ex. | 〈κρείσσων νόος ἠέ περ ἀνδρός:〉 ἰδίως εἶπεν· ἔδει γὰρ ‘κρείσσων ἀνδρῶν‘. Til | |
16688d | Did. (?) | 〈ἀνδρός:〉 γράφεται „ἀνδρῶν“. Aim | |
16692-3 | ex. | ἔνθα τίνα πρῶτον 〈...〉 ἐξενάριξας, 〈/ Πατρό‐ κλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν〉: ἥδισται αἱ ἀποστροφαὶ τῷ ποιητικῷ εἴδει. ἄλλως τε καὶ ἀεὶ προσπάσχει ὁ ποιη‐ τὴς τῷ Πατρόκλῳ. b(BCE3E4)T | |
16697a1 | Ariston. | τοὺς ἕλεν {οἱ δ’ ἄλλοι}: ὅτι Ζηνόδοτος γράφει „τοὺς ἕλεσ“. ἀγνοεῖ δὲ ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν ἐπὶ τὸν περὶ αὐτοῦ καὶ πολλάκις ἀποστροφὰς ποιεῖται. A | |
16697a2 | Ζηνόδοτος „ἕλεσ“. Til | ||
16697b1 | Hrd. καθ. | {οἱ δ’ ἄλλοι} φύγαδε {μνώοντο}: τοῦτο οὐκ {ε}ἰσοδυνα‐ μεῖ τῷ εἰς φυγήν, ὡς τὸ „ἦ, 〈καὶ〉 ὁ μὲν φύγαδ’ αὖτις ὑποστρέψασ“ (Λ 446)· ἀντὶ γὰρ αἰτιατικῆς, οὐ μετὰ τῆς εἴς· διὸ καί τινες ὑπέλαβον, μὴ καὶ δύο μέρη λόγου ἐστίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς | |
5 | αἰτιατικῆς ποιητικῶς, ὡς σκέπην σκέπα, φυγὴν φύγα, ἤ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης (p. 56 B.), ἀπ’ εὐθείας τῆς φύξ, ὡς Στὺξ Στύγα, τοῦ δέ ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ, ὡς καὶ ἄλλα παράγωγα ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύ‐ ποις, „Ἴδηθεν μεδέων“ (Γ 276 al.), „δόρυ δ’ ἔκβαλεν ἔκτοσε χειρόσ“ | ||
10 | (χ 277). ἀλλ’ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται „φύγα δέ“ ὡς „Οὔλυμπον δέ“ (Α 221 al.), ἢ εἷς ὡς ἄγραδε· τὸ γοῦν „ἅλαδ’ ἑλκομενάων“ (Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς „οἶκον δέ“ (Α 606 al.), ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγὴν ὡς ἄγραδε, „ἅλαδε“. ταῦτα | ||
15 | ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς Καθόλου (1,498,10). A | ||
16697b2 | 〈φύγαδε:〉 εἰς φυγήν. Til | ||
16702a | Ariston. | 〈ἐπ’ ἀγκῶνος:〉 ὅτι ἀγκῶνος τῆς γωνίας λέγει. Aim | |
16702b | ex. | ἀγκῶνος: ἐξοχῆς. καὶ ὁ Ἕκτωρ „πύργῳ ἐπὶ προὔ‐ χοντι“ (Χ 97). ὕψος δὲ ἔχει ὁ ἀγκὼν ὑπὲρ μῆκος ἀνδρὸς ὡς ἐγγὺς εἶναι τῆς ἐπιθέσεως τῆς ἐπάλξεως. b(BCE3E4)T | |
16704a | ex. | χείρεσ〈σ〉’ ἀθανάτῃσι 〈φαεινὴν ἀσπίδα νύσσων〉: ἄμφω ταῖς χερσὶν ἀπωθούμενος τὴν ἀσπίδα ἐμφαντικῶς. b(BCE3E4) T | |
16704b | Nic. | 〈χείρεσς’ ἀθανάτῃσι:〉 βέλτιον τοῖς ἑξῆς τοῦτο συνά‐ πτειν. Aim | |
16.706 | Did. (?) | 〈ἔπεα πτερόεντα προσηύδα:〉 γράφεται „προσέφη ἑκάεργος Ἀπόλλων“. Aim | |
16707a1 | Did. | 〈οὔ νύ τοι:〉 Ἀρίσταρχος „οὔ νύ πω {αἶσα}“. Aim | |
16707a2 | „οὔ νύ πω“ διὰ τοῦ 〈π〉ώ. Til | ||
16.709 | ex. vel rec. | 〈οὐδ’ ὑπ’ Ἀχιλλῆος:〉 ἐπικεκαλυμμένως ἐνδείκνυται ὡς οὐκ Ἀχιλλεὺς πορθεῖ τὴν Ἴλιον· προετελεύτησε γὰρ χάριν Πολυξένης. b(BCE3E4) | |
16710a1 | Ariston. | ὣς φάτο, Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν ὀ‐ πίσσω: ὅτι Ζηνόδοτος γράφει „τυτθόν“. ὁ δὲ αὐτὸς στίχος καὶ ἐπὶ τοῦ Διομήδους κεῖται (sc. Ε 443). καὶ εὐλόγως ἐκεῖ μὲν γράφεται „τυτθόν“. συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν. | |
5 | ἐνθάδε δὲ πολλόν· προεντέταλται γὰρ ὁ Ἀχιλλεὺς „μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων“ (Π 94). A | ||
16710a2 | ἐνταῦθα πολλόν, ἐπὶ δὲ Διομήδους „τυτθόν“. Til | ||
16710b1 | ex. | ἀνεχάζετο πολλὸν ὀπίσσω: ἤκουσε γὰρ „μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων“ (Π 94), καὶ δέδιε πρᾷος ὢν καὶ ὑπ’ οὐδενὸς θεοῦ βοηθούμενος. ὁ δὲ Διομήδης (cf. Ε 443) θερμὸς καὶ | |
ἔχων Ἀθηνᾶν. T | |||
16710b2 | ᾔδει μὲν ἀκούσας ὅτι „μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλ‐ λων“, ἀπόνηρος δὲ ὢν ἐπελάθετο τοῦ λόγου ἢ καὶ φιλοδοξῶν· διὸ κινδυνεύει ἀναιρεθῆναι. b(BCE3) | ||
16.713 | D | 〈δίζε:〉 ἐδίσταζεν. Til | |
16.714 | ex. | 〈ὁμοκλήσειεν:〉 μετὰ ἀπειλῆς κελεύσει〈εν〉. Til | |
16.716 | Did. | 〈εἰσάμενος:〉 οὕτως εἰσάμενος· ἐπιφέρει γοῦν „τῷ μιν ἐεισάμενοσ“ (Π 720). Aim | |
16717a | ex. | Ἀσίῳ, 〈ὃς μήτρως ἦν Ἕκτοροσ〉: εἰκότως τούτῳ εἴκασται, ἵνα διὰ τὴν †εὐγένειαν† δέξηται τὴν παραίνεσιν. b(BCE3E4) T | |
16717b | ex. | ex.(?) | μήτρως: μητρὸς T ἀδελφός. | οἱ δὲ νεώτεροι τὸν πρὸς μητρὸς πάππον μήτρωα καλοῦσιν. b(BCE3E4)T | |
16718a | Ariston. | αὐτοκασίγνητος Ἑκάβης, 〈υἱὸς δὲ Δύμαντοσ〉: ὅτι Ὅμηρος τὴν Ἑκάβην Δύμαντος, ὁ δὲ Εὐριπίδης (sc. Hec. 3) Κισσέως. A | |
16718b | ex. | αὐτοκασίγνητος Ἑκάβης, 〈υἱὸς δὲ Δύμαντοσ〉: | |
Δύμαντος καὶ Εὐθόης νύμφης, ὡς Φερεκύδης (FGrHist 3, 136b)· Ἀθηναίων (FGrHist 546,2) δὲ Κισσέως καὶ Τηλεκλείας, εἰ μὴ ἄρα ὁμομήτριος αὐτῇ ὁ Ἄσιος. νεωστὶ δὲ πάρεστιν ὁ Ἄσιος· διὸ οὐδὲ ἐν | |||
5 | τῷ Καταλόγῳ αὐτοῦ μέμνηται. T | ||
16719a | Ariston. | 〈ὃς Φρυγίῃ ναίεσκε:〉 ὅτι Ὅμηρος ἑτέραν τὴν Φρυγίαν τῆς Τροίας οἶδεν. Aint | |
16719b | ex. | ὃς Φρυγίῃ ναίεσκε: ὁ δὲ ἕτερος Ἄσιος Ὑρτάκου ἐστίν· „Ἄσιος Ὑρτακίδησ“ (Β 838 al.). T | |
16.721 | ex. | Ἕκτορ, τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή: ἔστι καὶ τοῦτο προτροπῆς εἶδος· μαρτυρεῖ μὲν ἀρετήν, ἐλέγχει δὲ ὡς ἀνάξια πράττοντα. b(BCE3E4)T | |
16.725 | Nic. | αἴ κέν πώς μιν ἕλῃς, 〈δώῃ δέ τοι εὖχος Ἀπόλλων〉: διαστολὴ μέν ἐστι βραχεῖα ἐπὶ τὸ ἕλῃς· κοινὸς γὰρ ὁ αἴ κεν σύν‐ δεσμος καὶ ἐπὶ τοῦ ἑξῆς, ‘ἐάν πως αὐτὸν ἕλῃς καί σοι δῷ τὴν νίκην ὁ Ἀπόλλων‘. δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ ἕλῃς, καὶ ἔχει ἦθος. A | |
16.732 | Did. (?) | 〈ἔφεπε:〉 ἐν ἄλλῳ „ἔπεχε“. Aim | |
16.734 | ex. | 〈σκαιῇ ἔγχος ἔχων, ἑτέρηφι δὲ λάζετο πέτρον:〉 γραφικῶς τοῦτο. Til | |
16.735 | ex. | 〈τόν οἱ περὶ χεὶρ ἐκάλυψεν:〉 χειροπληθῆ. Til | |
16736a | ex. | 〈οὐδὲ δὴν ἅζετο φωτός:〉 ηὐλαβήθη, ἀντὶ τοῦ οὐδὲ ὅλως ηὐλαβήθη αὐτόν. Aint | |
16736b | ex. | 〈ἅζετο:〉 ἅζετο καὶ ἀπέσχετο. Til | |
16.739 | ex. | μετώπιον: μεσόφρυον, τὸ μεταξὺ τῶν †ὤτων. b(BCE3 E4)T | |
16.740 | ex. | σύνελεν: συνέχεε καὶ εἰς ἓν συνήγαγεν. b(BCE3E4)T | |
16.741 | ex. | ὀφθαλμοὶ δὲ χαμαὶ πέσον: δηλονότι ἐκθλιβέντες ὑπὸ τῶν ὀστῶν συντριβέντων. b(BCE3E4)T | |
16742a | ex. | 〈αὐτοῦ〉 πρόσθε ποδῶν: ἔμπροσθεν τῶν Πατρόκλου ποδῶν ἐξακοντισθέντες. ἢ ὅπου ἔμελλε κυβιστήσας ὁ νεκρὸς ἕξειν τοὺς πόδας. b(BCE3E4)T | |
16742b | D(~) | 〈ἀρνευτῆρι:〉 παρὰ τοὺς ἄρνας. Til | |
16744a1 | ex. | ἐπικερτομέων: διὰ τοῦ ἐπικερτομέων τὸ †εἶδος† τῶν ῥηθησομένων λόγων ὑποβάλλει. T | |
16744a2 | διὰ τοῦ κερτομέων τὸ τῶν ῥηθησομένων λόγων ἦθος †καὶ τὸ εἶδος† ἀπογυμνοῦται. b(BCE3E4) | ||
16.745 | ex. | 〈ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ:〉 σαρ‐ κάζων. Til | |
16747a | Ariston. | πολλοὺς ἂν κορέσειεν ἀνὴρ 〈ὅδε τήθεα διφῶν〉: ὅτι ἅπαξ εἴρηκε τήθεα. ἔστι δὲ εἶδος τῶν θαλασσίων ὀστρέων. πρὸς τοὺς Χωρίζοντας (fr. 7 K.)· φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν, ὁ δὲ τῆς Ὀδυσσείας (cf. | |
5 | δ 368. μ 331). φανερὸν δὲ ὅτι, εἰ καὶ μὴ παράγει χρωμένους, ἴσασιν, ἐκ τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν διὰ τὸ μικροπρεπὲς παρῃτῆσθαι. καὶ μὴν οὐδὲ λαχάνοις παρεισάγει χρωμέ‐ νους. ἀλλ’ ὅμως φησὶ „δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντεσ“ | ||
(ρ 299). A | |||
16747b | ex. | πολλοὺς ἂν κορέσειεν 〈ἀνὴρ ὅδε τήθεα διφῶν〉: οὐχ ὅμοια ταῦτα τῇ ἄλλῃ περὶ τοὺς ἥρωας διαίτῃ· οὐδὲ γὰρ οὐδὲ τοὺς ἁβροδιαίτους Φαίακας ἢ μνηστῆρας τοῖς τοιούτοις χρωμένους εἰσήγαγεν. b(BCE3E4)T ἤτοι οὖν ὅπερ αὐτὸς ἠπίστατο, τοῖς | |
5 | ἥρωσι περιέθηκεν, οὐχ ὡς ἀεὶ χρωμένων τοῖς ὀστρείοις πρὸς τροφὴν τῶν ἡρώων, b(BE3E4)T πρὸς ἀνάγκην δὲ ἐν πλῷ· b(BE3E4) τοῦτο γάρ φησιν ὁ Πάτροκλος· ἐπιφέρει γοῦν „νηὸς ἀποθρῴσκων“ (Π 748): T οὐδὲ γὰρ ἰχθύσι χρωμένους εἰσήγαγεν ἢ ὄρνισιν, ἀλλ’ ὅμως δι’ ἀνάγκην καὶ τοῖς τοιούτοις ἐπεχείρουν οἱ Ὀδυσσέως | ||
10 | ἑταῖροι (cf. δ 368. μ 331)· καθόλου γὰρ τὴν τοιαύτην χρῆσιν διὰ τὸ μικροπρεπὲς παρῃτήσατο, κρέασι δὲ ὀπτοῖς χρῆσθαι αὐτούς φησιν (sc. Α 459—69 al.), b(BE3E4)T ἵνα καὶ ἐπὶ Ἀχιλλέως εἰπεῖν δυνηθῇ „τῷ δ’ ἔχεν Αὐτομέδων, τάμνε〈ν〉 δ’ ἄρα δῖος Ἀχιλλεύσ“ (Ι 209). ὅρα δὲ οἷον ἦν ἰχθὺν καθαίρειν τὸν τῆς Θέτιδος ἢ ζωμὸν | ||
15 | ἕψειν. T | ||
16747c | ex. | τήθεα: εἶδος ὀστρείου. b(BCE3)T ὠνόμασται δὲ ὅτι ἀπόθετά ἐστι καὶ οὐκ ἐπινήχεται· προσπέπλασται γὰρ ταῖς πέτραις. b(BCE3E4)T | |
16747d | ex. | 〈διφῶν:〉 διαφῶν, ψηλαφῶν. Til | |
16748a | Ariston. | {νηὸς ἀποθρώισκων} εἰ καὶ δυσπέμφελος 〈εἴη〉: ὅτι | |
Ζηνόδοτος γράφει „εἰ καὶ δυσπέμφελοι εἶεν“ ὥστε ἐπὶ τῶν ἀνδρῶν εἶναι, οἷον εἰ καὶ δυσάρεστοι εἶεν οἱ συνεσθίοντες. βέλτιον δὲ ἐπὶ τῆς θαλάσσης, ‘εἰ καὶ δυσχείμερος εἴη καὶ τραχεῖα‘· τὴν γὰρ τοῦ κολυμ‐ | |||
5 | βητοῦ ἐντρέχειαν ἀντιπαρατίθησι τῷ ἀπὸ τοῦ δίφρου κεκυβιστηκότι. καὶ Ἡσίοδος δὲ ἐπὶ τῆς θαλάσσης τέταχε· „καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται“ (th. 440). A | ||
16748b | Ariston. | ex. | εἰ καὶ δυσπέμφελος εἴη: Ζηνόδοτος „δυσπέμφελοι εἶεν“ γράφων ἐπὶ τῶν ἀνδρῶν ἤκουεν, οἷον δυσάρεστοι, οἱ ἑταῖροι δηλονότι, ὡς καὶ Ἡσίοδος (opp. 722)· „πολυξείνου δαιτὸς δυσπέμφε‐ λος εἶναι“. | ἢ ἀπλήρωτος. καὶ Ἡσίοδος (opp. 618)· „ναυτιλίης | |
5 | δυσπεμφέλου“· κέρδους γὰρ οὐ πίμπλαται. T | ||
16748c | ex. | ἄλλως· δυσπέμφελος {εἴη}: δυσχείμερος, ὁ πόντος δη‐ λονότι ὁ μὴ εὐχερῶς πέμπων τὰς ναῦς. κολυμβητὴν δὲ ἄκρον δείκνυσι τοῦ θηρᾶν οὐκ ἀφιστάμενον οὐδὲ χαλεπαινούσης τῆς θαλάσσης. b(BCE3E4)T | |
16.752 | ex. | 〈κεραΐζων:〉 ἀπὸ τῶν κερατηφόρων ζῴων. Tt | |
16753a | ex. | ἔβλητο πρὸς στῆθος: δαιμονίως τῇ εἰκόνι χρῆται· μέλλοντα γὰρ αὐτὸν τελευτᾶν λέοντι εἰκάζει ὑπ’ ἀλκῆς καὶ προθυμίας ἔν τινι ἐφόδῳ ἀνῃρημένῳ· διὸ καὶ πρόσκειται ἑή τέ μιν ὤλεσεν ἀλκή. καὶ τὸ ἀντιπρόσωπον δὲ ὄντα κατὰ τὸ στῆθος πληγῆναι τῆς | |
5 | ἀρετῆς καὶ τοῦ θράσους σημεῖον. b(BCE3E4)T | ||
16753b | ex. | 〈ἑή:〉 αὐτοῦ. Tt | |
16.756 | ex. | λέονθ’ ὣς 〈δηρινθήτην〉: καὶ ἐπ’ ἐκείνης τῆς παραβο‐ λῆς ἐσημειωσάμεθα, „ὥς τε δύ’ αἶγα λέοντε“ (Ν 198), ὅτι λέοντες οὐ διαμάχονται πρὸς ἀλλήλους περὶ ζῴου. λύεται δὲ διὰ τοῦ „πεινάοντε“ (Π 758). T | |
16757-8 | ex. | ὥ τ’ ὄρεος κορυφῇσι〈—μάχεσθον〉: ἡ εἰκὼν ἐμφερεστάτη ἐπί τε τῶν μαχομένων καὶ περὶ οὗ ἡ μάχη· πεφονευ‐ μένον γὰρ ζῷον τῷ πεφονευμένῳ Κεβριόνῃ παραβέβληται. b(BCE3 E4)T | |
16762-3 | ex. | Ἕκτωρ μὲν κεφαλῇφιν〈— / Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδόσ〉: ἐναργέστατα ἔδειξε τὴν ὁλκὴν τοῦ σώ‐ ματος προσθεὶς καὶ τὰ μέρη, ὧν ἐχόμενοι οὗτοι ἀνθεῖλκον. b(BCE3E4)T | |
16765-9 | ex. | ὡς δ’ Εὖρός τε Νότος τ’〈—ἀγνυμενάων〉: ἡ †παραγωγὴ† πρὸς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέμων μάχην, ἑκατέρου κρατεῖν βιαζο‐ μένου. A b (BCE3E4)T ὅμοιον δέ ἐστι τῷ „Βορέης καὶ Ζέφυροσ“ | |
5 | (Ι 5). A T | ||
16.766 | ex. | βαθέην: εὖ τὸ βαθέην εἰπεῖν τὴν ὕλην· σφοδρὸς γὰρ οὕτως ὁ ἄνεμος ἐμπίπτει διέξοδον οὐκ ἔχων. b(BCE3E4)T | |
16768a | Ariston. | Hrd. | τανυήκεας ὄζους: ὅτι οὐκ ἐντέτακται ἡ ἀκή, καθάπερ ἐπὶ τοῦ ξίφους „τανύηκες ἄορ“ (Π 473 al.), ἀλλὰ κατὰ παραγωγὴν | |
τανυήκεας ὄζους, οἷον ταναούς, ὡς „κελαινεφὲς αἷμα“ (Ε 798 al.). | τὸ δὲ τανυήκεας ὡς εὐμήκεας. οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν | |||
5 | ἑτέροις (sc. ad Ν 391) καὶ τὴν ἀφορμήν. A | ||
16768b | ex. | τανυήκεας: παράγωγον ἀντὶ τοῦ ταναούς· ἐπὶ δὲ τοῦ „τανύηκες ἄορ“ (Π 473 al.) σύνθετον. ὁμοίως καὶ ἐπὶ τοῦ „κελαινε‐ φέσ“ (Β 412 al., Ε 798 al.)· ὁμοφωνεῖ γὰρ ἐπὶ Διὸς καὶ τοῦ αἵματος. T | |
16769a | ex.(?) | 〈πάταγος δέ τε ἀγνυμενάων:〉 λείπει γίνεται. Aim | |
16769b | ex. | ἀγνυμενάων: ἡ ἐπὶ 〈τῆσ〉 παρατελεύτου μακρότης παρ‐ ίστησι τὸν ὑπὸ τῆς συμπτώσεως τῶν κλάδων ἐπεκτεινόμενον ἦχον. T | |
16770-1 | ex. | ὣς Τρῶες 〈καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόν‐ τες / δῄουν〉: τὸ συνεκτικὸν τῆς παραβολῆς τὸ ἐπ’ ἀλλήλοισι θορόντες ἐστίν. b(BCE3E4)T | |
16.772 | ex. | 〈πολλὰ δὲ Κεβριόνην ἀμφ’ ὀξέα δοῦρα πεπήγει:〉 ἀμφί περὶ αὐτόν, οὐκ ἐν αὐτῷ. b(BCE3)Til | |
16774a | Nic. | 〈πολλὰ δὲ χερμάδια μεγάλ’ ἀσπίδας ἐστυφέ‐ λιξαν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μεγάλα. Aint | |
16774b | Did. | 〈ἐστυφέλιξεν:〉 Ἀρίσταρχος διὰ τοῦ α „ἐστυφέλιξαν“. Aim | |
16775a | ex. | ὁ δὲ στροφάλιγγι κονίης: καὶ ἡδέως ἐπεφώνησε καὶ περιπαθῶς. b(BCE3)T | |
16775b1 | Did. | 〈ὁ δὲ στροφάλιγγι:〉 Ἀρίσταρχος „ὁ δ’ ἐν στροφά‐ | |
λιγγι“ σὺν τῷ ν. Aim | |||
16775b2 | ἄλλως· ὁ δὲ στροφάλιγγι: „ὁ δ’ ἐν στροφάλιγγι“ διὰ τῆς ἔν. T | ||
16775b3 | εἰς δὲ τὸ στροφάλιγγι λείπει ἡ ἔν. b(BCE3) | ||
16776a | Ariston. | κεῖτο μέγας μεγαλωστί, 〈λελασμένος ἱπποσυ‐ νάων〉: ὁ ἀστερίσκος, ὅτι εἰς τὴν δευτέραν Νέκυιαν (sc. ω 40) μετά‐ κειται, οὐχ ὑγιῶς. καὶ ὅτι Ἰακῶς λελασμένος ἀντὶ τοῦ λελησμένος, πρὸς τὸ „ἐν καρὸς αἴσῃ“ (Ι 378), ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοίρᾳ. A | |
16776b | Nic. | 〈κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυ‐ νάων:〉 ἐπὶ τὸ μεγαλωστί βραχὺ διασταλτέον. Aint | |
16.779 | D | βουλυτὸν δέ: ἐπὶ τὴν ἑσπέραν, A καθ’ ὃν καιρὸν οἱ βόες ἀπολύονται A Aim τῶν ἔργων. Aim | |
16.780 | ex. | ὑπὲρ αἶσαν: ὑπερλίαν. ἢ πλέον ἢ κατὰ μέτρον, ὑπὲρ τὸ καθῆκον. b(BCE3E4)T | |
16784-5a1 | ex. | τρὶς μὲν 〈ἔπειτ’〉 ἐπόρουσε〈—, τρὶς δ’ ἐννέα φῶτας ἔπεφνεν〉: τρίτον ὁρμήσας ἐννέα ἐφόνευσεν· ὑπὲρ μέτρον γὰρ τὸ φονεύειν εἴκοσιν ἑπτά. T | |
16784-5a2 | ex. + rec. | τρίτον, φησίν, ὁρμήσας τρὶς ἐννέα ἀνεῖλεν, ὅπερ ἀπίθανον. ἢ τάχα τῇ ὁρμῇ καιρὸν παρεῖχεν. b(BCE3E4) | |
16.787 | ex. | ἔνθ’ ἄρα τοι, Πάτροκλε, 〈φάνη βιότοιο τελευτή〉: ἡ ἀποστροφὴ σημαίνει τὸν συναχθόμενον· σοὶ γάρ, ὦ Πάτροκλε, τῷ οὕτως ὑπ’ Ἀχιλλέως ἀγαπωμένῳ, τῷ πᾶν εἰς σωτηρίαν τῶν Ἑλλή‐ | |
νων πραγματευσαμένῳ, τῷ Νέστορος φιλοπόνως ἀνασχομένῳ, τῷ | |||
5 | Εὐρύπυλον φιλοστόργως ἰασαμένῳ, τῷ ὑπὲρ τῶν Ἑλλήνων δακρύ‐ σαντι καὶ τὸν σκληρῶς διακείμενον Ἀχιλλέα πείσαντι, τῷ κατὰ τῆς ἑαυτοῦ ψυχῆς τὴν ἔξοδον κατορθώσαντι. ταῦτα πάντα ἔνεστιν ἐπανα‐ φέροντας ἐπὶ τὴν ἀποστροφὴν ὁρᾶν τὸ ἐν αὐτῇ περιπαθές. b(BCE3 E4)T | ||
16789a | ex. | δεινός: δεινῶς καὶ ἐπιφανῶς. T | |
16789b | Ariston. | ὁ μὲν τὸν ἰόντα 〈κατὰ κλόνον〉 οὐκ ἐνόησεν: ὅτι ἀπέστροφε τὸν λόγον A ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ. A b (BCE3)T | |
16792a | ex. | 〈καταπρηνεῖ:〉 πλατείᾳ b(BCE3E4)Til καὶ διατε‐ ταμένῃ. b(BCE3E4) | |
16792b | ex. | στρεφεδίνηθεν: περιενεχθέντα ἐστράφη. ἐκ δύο δὲ ὀνο‐ μάτων ταὐτὸ δηλούντων τραχεῖαν συνθεὶς τὴν προσηγορίαν τὴν βίαν τῆς πληγῆς παρίστησιν. b(B, C[bis], E3E4)T | |
16793-804a | ex. | ex. | 〈τοῦ δ’ ἀπὸ μὲν〉 κρατὸς κυνέην〈— Ἀπόλλων〉: ἀφοπλίζει αὐτόν, ἶσον τῇ ὁπλίσει ἀπεργαζόμενος Ἕ‐ κτορα Ἀχιλλεῖ. ἅμα δὲ καὶ διαναπαύων τὸν ἀκροατὴν ὁπλοποιΐαν παρ‐ εισάγει καὶ ἐπιτερπῆ κοσμοποιΐαν (cf. Σ 478—613). οὐ θέλει δὲ μετὰ | |
5 | θάνατον σκυλευθῆναι Πάτροκλον· αἰσχρὸν γὰρ Ἕλλησιν. b(BCE3E4) T | ἔλεον καὶ ἀνδρίαν Πατρόκλου φησίν, ὡς οὐκ ἄλλως κρατηθέντος ἢ ἐν τῇ γυμνώσει τῶν ὅπλων. b(BE3E4)T ἡ δὲ Ἀθηνᾶ ἀντὶ τού‐ του τὸν Ἕκτορα ἀπατᾷ (sc. Χ 276—99), ὡς καὶ Εὐμήλου τὸν ἄξονα 〈„ἦξεν“〉 (Ψ 392) ἀντὶ τῆς μάστιγος Διομήδους (cf. Ψ 383—4). T | ||
16793-804b | ex. | 〈τοῦ δ’ ἀπὸ μὲν κρατὸς κυνέην—Ἀπόλλων:〉 ἐντεῦθεν ἔστιν ὁρᾶν τὴν προσπάθειαν τοῦ ποιητοῦ, ὅτι τὴν ἀριστείαν τοῦ Ἕκτορος τῷ Ἀπόλλωνι περιτίθησι. Aim | |
16796-7 | ex. | πάρος γε μὲν οὐ θέμις ἦεν 〈/ —κονίῃσιν〉: ἐμπαθῶς τῷ θείῳ ὅπλῳ συνάχθεται. T | |
16797a | Hrd. | ἱππόκομον {πήληκα}: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐνθάδε. ὅταν δὲ ἐπὶ τοῦ κομοῦντος τὸν ἵππον, τότε πρὸ τέλους ἡ ὀξεῖα. προείρηται (sc. ad Ν 132) δὲ περὶ τῶν τοιούτων, καὶ ὡς ἐν τῷ κυπα‐ ρισσόκομος καὶ οὐλόκομος προπαροξυνομένοις ἡ κόμη ἔγκειται. A | |
16797b | ex. | ἱππόκομον: ἵππου κόμην ἔχουσαν· διὸ καὶ προπαροξύ‐ νεται. b(BCE3)T | |
16800a | ex. | 〈ᾗ:〉 τῇ αὐτοῦ. Til | |
ex. | σχεδόθεν: ἐκ τοῦ σύνεγγυς χρόνου. ἢ ὡς τὸ „σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη“ (β 267 al.). τὴν ἀγανάκτησιν δὲ τῶν ἀκουόντων ἰᾶται, οὐκ ἐπὶ πολὺ φάσκων ἀπολαύειν τῶν ὅπλων τὸν Ἕκτορα: | ||
5 | b(BCE3E4)T (bis) διὸ ἐπήγαγε τὸ σχεδόθεν δέ οἱ 〈ἦεν ὄλεθροσ〉. T (bis) | ||
16801a | ex. | πᾶν δέ οἱ ἐν χείρεσ〈σ〉ιν ἄγη 〈...〉 ἔγχος: ὅλον ἐκ μέσου, καθ’ ὃ κατεῖχεν αὐτό. b(BCE3)T εἰ δὲ ἡ Πηλιὰς ἦν, οὐκ ἂν ἐκλάσθη. T | |
16801b | Did. | 〈πᾶν δέ οἱ:〉 οὕτω πᾶν δέ οἱ. ἐν δέ τισι „τῷ δέ οἱ“. Aint | |
16801c | Ariston. | 〈πᾶν:〉 ὅτι τὸ πᾶν ἀντὶ τοῦ ὅλον. Aim | |
16.804 | ex. | λῦσε δέ 〈οἱ〉 θώρηκα: ὅτι οὐχ ἥνωντο, ἀλλὰ ζωστῆρσι | |
συνείχοντο οἱ θώρακες. T | |||
16.806 | ex. | στῆ δὲ ταφών: ἔστη δὲ παραπληγεὶς καὶ b(BCE3E4) ἀπεστραμμένος πρὸς τὸν θεὸν ὄπισθεν ὄντα, ὃς ἅμα νοήματι αὐτὸν ἀπέδυσε· διὸ καὶ εἰς τὰ μετάφρενα τιτρώσκεται (cf. Π 806—8). b (BCE3E4)T ἐπεστραμμένος δὲ ὑφ’ Ἕκτορος εἰς τὴν λαγόνα | |
5 | τιτρώσκεται (Π 818—21). T | ||
16807a | Ariston. | σχεδόθεν βάλε Δάρδανος ἀνήρ: ὅτι Ζηνόδοτος γρά‐ φει „σχεδὸν οὔτασε Δάρδανος ἀνήρ“. ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται, ὡς διὰ τῶν ἑξῆς δείκνυται, „ὅς τοι πρῶτος ἐφῆκε βέλοσ“ (Π 812). A | |
16807b | ex. | σχεδόθεν βάλε: Ζηνόδοτος „σχεδὸν οὔτασε“. καὶ πῶς φησιν „ὅς τοι πρῶτος ἐφῆκε βέλοσ“ (Π 812); δηλοῖ οὖν τὸ σχεδόν, ὡς „τὸν δὲ σχεδὸν ἄορι τύψασ“ (Υ 462). Σέλευκος (fr. 16 M. = 14 D.) δέ φησιν οὐ δύνασθαι ‘σχεδὸν βάλε‘. T | |
16807-8 | ex. | Δάρδανος ἀνήρ, 〈/ Πανθοΐδης Εὔφορβοσ〉: καὶ πῶς Πάνθοος μετὰ τῶν Ἰλιέων δημογερόντων καταλέγεται (sc. Γ 146—9); τινὲς οὖν μέτοικον αὐτὸν λέγουσιν εἶναι. T | |
16810a | Ariston. | καὶ γὰρ δή ποτε φῶτας 〈ἐείκοσι βῆσεν ἀφ’ ἵπ‐ πων〉: ὅτι σύνηθες ἦν τοῖς ἀρχαίοις ἁρματομαχεῖν, ἐσφαιρωμένοις δόρασι χρωμένους, καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων. ὁ δὲ Διονύσιος (fr. 43 Schm.) οὐκ ἐπὶ μελέτης, ἀλλ’ ὅτι ἀνεῖλεν πρὸ τῶν ἀγώνων καὶ | |
5 | πρώτως εἰς πόλεμον παραγενόμενος. A | ||
16810b | Did. | καὶ γὰρ δή ποτε {φῶτας}: διὰ τοῦ τ αἱ Ἀριστάρχου, | |
„καὶ γὰρ δὴ τότε“. A | |||
16810-1a | ex. | καὶ γὰρ δή 〈ποτε〉 φῶτας ἐείκοσι〈—δι‐ δασκόμενος πολέμοιο〉: ὡς τῶν τότε τοιαύτην ἀσκούντων με‐ λέτην, ὥστε τοὺς ἀντελαύνοντας †ἀναστρέφειν† τῶν ἁρμάτων. A b(BCE3E4)T διδασκόμενος (811) δὲ πεῖραν λαμβάνων. πό‐ | |
5 | λεμον (cf. 811) δὲ τὸν ἐν Ἰλίῳ φησίν· ἔστι γὰρ νέος, ὡς καὶ ἡ 〈περὶ〉 αὐτοῦ παραβολὴ (cf. Ρ 53—8) δηλοῖ. b(BCE3E4)T | ||
16810-1b | ex. | φῶτας ἐείκοσι〈—πολέμοιο〉: εἰκότως τὸ πρόσω‐ πον συνίστησιν, ὡς ἂν μὴ δοκοίη ὑπὸ τοῦ τυχόντος ἀναιρεῖσθαι· τὸ ἐγκώμιον οὖν τοῦ Εὐφόρβου τῆς Πατρόκλου ἀρετῆς ἐστιν αὔξησις. T | |
16.811 | Nic. | 〈πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέ‐ μοιο:〉 τὸ σὺν ὄχεσφιν ἑκατέροις δύναται προσδίδοσθαι. Aint | |
16.812 | Ariston. | ὅς τοι πρῶτος ἐφῆκε βέλος, 〈Πατρόκλεες ἱππεῦ〉: ὅτι βέβληται καὶ οὐκ οὔτασται, ὡς Ζηνόδοτος· βέλος γοῦν κέκληκεν διὰ τὸ βεβλῆσθαι. καὶ πρὸς τὴν ἀποστροφήν. A | |
16814-5 | ex. | οὐδ’ ὑπέμεινε / Πάτροκλον 〈γυμνόν περ ἐόντ’ ἐν δηϊοτῆτι〉: φιλέλλην ὁ ποιητής, κατακωμῳδῶν τὸν βάρβαρον | |
καὶ τὴν τοῦ Πατρόκλου δύναμιν αὔξων. b(BCE3E4)T | |||
16.817 | ex. | ἂψ ἑτάρων εἰς ἔθνος 〈ἐχάζετο〉: ταῦτα τοῦ ἀληθοῦς ἔχεται· εἰ γὰρ προσέθηκεν ὅτι καὶ γυμνὸς ὢν ἵετο ἐπὶ τὸν Ἕκτορα, ἐξέπιπτε τοῦ πιθανοῦ. b(BCE3E4)T | |
16.819 | Ariston. | 〈βεβλημένον ὀξέϊ χαλκῷ:〉 ὅτι ὁμόλογον τῷ βεβλῆσθαι αὐτόν. Aim | |
16.820 | ex. | ἀγχίμολον: σύνεγγυς. καὶ „τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδών“ (Ω 352). χρονικῶς δὲ „ἀγχίμολον δὲ μετ’ αὐτὸν ἐδύσετο δῶμ’ Ὀδυσ‐ σῆοσ“ (ρ 336). T | |
16822a | Ariston. | δούπησεν δὲ πεσών: ὅτι ἐκ τῶν τοιούτων ἀπεξε‐ δέξαντο οἱ Γλωσσογράφοι τὸ δουπῆσαι ἓν ἀνθ’ ἑνὸς ἀντὶ τοῦ ἀποθα‐ νεῖν. ἀγνοοῦσι δὲ ὅτι οὐκ ἐπὶ παντὸς θανάτου τάσσει τὴν λέξιν, ἀλλ’ ἐπὶ τῶν ἐν πολέμῳ πιπτόντων διὰ τὸν παρακολουθοῦντα ψόφον ἐκ | |
5 | τῶν ὅπλων. A | ||
16822b | ex. | δούπησεν: τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχεν. ἀντὶ τοῦ ἀπέθανεν, b(BCE3E4)T ὡς τὸ „δεδουπότος Οἰδιπόδαο“ (Ψ 679) ἀντὶ τοῦ ἀποθανόντος. T | |
16822c | ex. | μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν: διὰ τὴν Πατρόκλου ἀρετήν, διὰ τὸ Ἀχιλλέως ἐπ’ αὐτῷ πένθος, διὰ τὴν προσδοκωμένην τροπήν, διὰ τὸ μηδεμίαν φθάσαι ἀποδοῦναι χάριν τῷ εὐεργέτῃ. b(BCE3E4)T | |
16.823 | ex. | σῦν ἀκάμαντα 〈λέων ἐβιήσατο χάρμῃ〉: ἰσχυρὸν ἰσχυρότερος. μέχρι μὲν οὖν ἴσοι ἦσαν, λέουσι αὐτοὺς εἴκασε (sc. Π | |
756—8), νῦν δὲ ἑτερογενέσι ζῴοις καὶ ἀνίσοις. b(BCE3E4)T | |||
16825a | ex. | πίδακος ἀμφ’ ὀλίγης, 〈ἐθέλουσι δὲ πιέμεν ἄμ‐ φω〉: τὸ δίψος παρέλαβεν αἰτίαν τῆς συμπλοκῆς, ἐπεὶ οὐδὲ ἂν περὶ ταύτης ἔρις ἦν αὐτοῖς. b(BCE3E4)T | |
16825b | ex. | ἄλλως· πίδακος ἀμφ’ ὀλίγης: ἐν μὲν γὰρ κρήνῃ ἀφθό‐ νως ῥεούσῃ οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι, ἐν δὲ τῇ βραχείᾳ πίδακι ὥσπερ ἆθλον πρόκειται τῷ νικήσαντι τὸ ποτόν. b(BCE3E4)T | |
16.826 | ex. | ἀσθμαίνοντα: φύσει γὰρ τοιοῦτος ὁ σῦς· b(BCE3E4)T τῷ δ’ ηὔξηται ἡ δίψα. T πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην ἀσθμαίνει. ἔστιν οὖν ‘ἀγωνιζόμενον‘. b(BCE3E4)T | |
16.827 | Hrd. | {ὡς πολέας} πέφνοντα: ὡς τέμνοντα. οὕτως καὶ Ἀρίσταρ‐ χος. ὁ δὲ Τυραννίων (fr. 40 P.) παροξύνει ὡς λαβόντα, δεύτερον ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει, „κῆρ ἄχεος μεθ‐ έηκα, χερείονά περ καταπεφνών“ (Ρ 539), τοῦ Ἀριστάρχου βαρύ‐ | |
5 | νοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι· εἰ γὰρ πέφνω πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικὸς δὲ πέφνω, „πέφνῃσ“ (χ 346), „πέφνῃ“ (Υ 172 al.) καὶ „πέφνε γὰρ Ὀθρυονῆα“ (Ν 363), καὶ ἔστι δεύτερος ἀόριστος ὡς „ἔλαβε“ (Δ 463 al.), λάβω λάβῃς, „λάβῃ“ (Δ 230. Ω 480), δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι | ||
10 | Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη καὶ οὕτως ἐβάρυ‐ νεν· ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαί, ἔχουσαι πρὸ τοῦ ν σύμφω‐ νον κατ’ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτε δὲ ὠξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι ‘διὰ τί γὰρ οὐ περισπᾷ;‘, | ||
15 | διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν (sc. Hrd. καθ. 1,470,20). A | ||
16.828 | Ariston. | 〈Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα:〉 ὅτι οὗτος μὲν οὔτασεν, ὁ δὲ Εὔφορβος βέβληκε (cf. Π 807. 812). Aint | |
16.830 | ex. | ἦ που ἔφησθα πόλιν κεραϊζέμεν 〈ἀμήν〉: οὐκ ἐᾷ ἐπ’ ἄκρον φέρεσθαι τὰς ἐλπίδας. T | |
16833-4 | ex. | τάων δὲ πρόσθ’ 〈Ἕκτορος ὠκέες ἵπποι / — πολεμίζειν〉: ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ ἀλαζονείαν ἐξελέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει b(BCE3E4)T καὶ οὐ θείαν τὴν νίκην οἴεται, ἀλλὰ τῆς αὑτοῦ δυνάμεως. b(BCE3E4) | |
16.834 | ex. | ὀρωρέχαται: ὁρμῶνται ἢ ἐκτέτανται, ὡς τὸ „τανύοντο δὲ μώνυχες ἵπποι“ (Π 375). b(BCE3)T | |
16.836 | ex. | ἦμαρ ἀναγκαῖον: τὸ εἰς ἀνάγκην ἄγον, ὡς „δούλιον ἦμαρ“ (Ζ 463). b(BCE3E4)T | |
16839-41 | ex. | μή μοι πρὶν ἰέναι, Πατρόκλεεσ〈—δαΐξαι〉: κατὰ τὸ πιθανὸν μιμεῖται, τίνας εἰκὸς εἰρηκέναι λόγους Ἀχιλλέα ἐκ‐ πέμποντα Πάτροκλον. b(BCE3E4)T | |
16.842 | Did. | 〈ὥς πού σε προσέφη:〉 οὕτως διὰ τοῦ ε, 〈ὥς πού〉 σε προσέφη· Aim | |
16844-5 | ex. | σοὶ γὰρ ἔδωκε / νίκην Ζεὺς 〈Κρονίδης καὶ Ἀπόλλων, οἵ μ’ ἐδάμασσαν〉: Ζεὺς (845) ἡ Μοῖρα. ἢ T ἐπεὶ αὐτὸς συνεχώρησεν. ὃ δὲ ᾔδει ὁ ποιητής, τοῦτο τῷ ἡρωϊκῷ προσώπῳ περιέθηκε. b(BCE3E4)T τὸ δὲ ἐδάμασσαν (845) | |
5 | ἀντὶ τοῦ δαμασθῆναι ἐποίησαν. b(BCE3E4) | ||
16847-8 | ex. | τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν 〈ἀντεβόλησαν / —δαμέντεσ〉: ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ κατεπλάγη τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν τοῦ βοηθήσον‐ τος, ἀλλ’ ἔτι φρυάγματος μεστός ἐστι καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει, | |
5 | ἀντιποιούμενος τῆς νίκης καὶ μετὰ τελευτήν. b(BCE3E4)T | ||
16850a | Ariston. | σὺ δέ με τρίτος ἐξεναρίζεις: ἡ διπλῆ πρὸς τὸ ζητού‐ μενον· τέσσαρας γὰρ προειπὼν ἐπιφέρει σὺ δέ με τρίτος. τὴν δὲ κοινὴν πᾶσι παρεπομένην Μοῖραν οὐκ ἀριθμεῖ, αὐτοὺς δὲ τοὺς ἐπε‐ νεγκόντας αὐτῷ χεῖρας. A | |
16850b | ex. | σὺ δέ με τρίτος 〈ἐξεναρίζεισ〉: πολλοστός, b (BCE3E4)T ὡς „ἀσπασίη τρίλλιστοσ“ (Θ 488). οἱ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρ‐ ειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων· καὶ οὕτω τρί‐ | |
5 | τος Ἕκτωρ. b(BCE3)T τινὲς δὲ καθ’ ὑπερβατόν, ἵν’ ᾖ ‘τρίτος Εὔφορβος, σὺ δέ με ἐξεναρίζεισ‘. b(BCE3) | ||
16850c | ex. | ἄλλως· σὺ δέ με τρίτος 〈ἐξεναρίζεισ〉: αὔξει ἑαυτὸν ὡς ὑπὸ πολλῶν θεῶν καὶ ἀνθρώπων ἀναιρεθέντα, b(BCE3E4)T μειοῖ δὲ τὸν Ἕκτορα ὡς Εὐφόρβου δεύτερον. b(BE3E4)T | |
D | πῶς τέσσαρας καταριθμήσας—ἵν’ ᾖ πολλοστός. A | ||
16851-4 | ex. | ἄλλο δέ τοι ἐρέω〈—ἀμύμονος Αἰακίδαο〉: δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ ὥστε ἀπαλλασσομένας τὰς ψυχὰς ἔχειν τι μαντικώτερον· πλησίον γὰρ ἤδη τῆς θείας φύσεως γινομένη ἡ ψυχὴ προγινώσκει τι τῶν μελλόντων. T | |
16.852 | ex. | 〈βέῃ:〉 βιώσῃ, ὡς „τί νυ βείομαι αἰνὰ παθοῦσα“ (Χ 431). Til | |
16854a1 | ex. | χερσὶ δαμέντ’ Ἀχιλῆος: πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ Θέτιδος. ἢ ἐπεὶ κατ’ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ Περὶ ὀνείρων (cf. F.H.G. IV 340 not. 2), ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ | |
5 | σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν Ἀπολογίᾳ Σωκράτους (p. 39c 2)· „καὶ γάρ εἰμι ἐνταῦθα, ἐν ᾧ μά‐ λιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.“ A T | ||
16854a2 | ex. | ex. | ex. | | πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; | | |
ex. | x | δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ ὅτι | ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· | θείας γάρ ἐστι μέρος φύσεως, | καὶ θειοτέρα γίνεται χωρισθεῖσα τῆς ὕλης τοῦ | ||
5 | σώματος καὶ πρὸς τὸ οἰκεῖον ἀναδραμοῦσα. b(BCE3E4) | ||
16854b1 | Did. | 〈δαμέντ’:〉 ἐκ πλήρους τὸ „δαμέντι“ Ἀρίσταρχος. Aim | |
16854b2 | ἐκ πλήρους γραπτέον τὸ „δαμέντι“. Til | ||
16856a | ex. | ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη: ὅτι πνεῦμα ποιὸν ἡ | |
ψυχὴ κατὰ παντὸς οἰκοῦν τοῦ σώματος. b(BCE3E4)T | |||
16856b1 | Ariston. | {ψυχὴ δ’} ἐκ ῥεθέων: ὅτι πάντα τὰ μέλη ῥέθη Ὅμηρος προσαγορεύει. οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον. A | |
16856b2 | οἱ δὲ τοῦ προσώπου· ὕστατα γὰρ τὸ πνεῦμα ἐντεῦθεν ἀναχωρεῖ. T | ||
16857a1 | ex. (Porph.?) | ὃν πότμον γοόωσα: Πυθαγόρας φησὶν ὡς ἀναχωροῦσα ἡ ψυχὴ ἐν ἐκείνῳ γίνεται, {ἐν} ᾧ ἂν γεννωμένῳ σώματι ἢ φυτῷ καταντήσῃ. λυπεῖται οὖν ὡς ἀκμάζον ἐῶσα σῶμα καὶ δεδοικυῖα, μή ποτε ἀναξίῳ περιπέσῃ. πρὸς ἀρετὴν οὖν συγκαλεῖ λέγων ὡς τὰ | |
5 | γενναῖα τῶν σωμάτων καὶ ψυχὴ 〈καταλείπουσα θρηνεῖ〉. T | ||
16857a2 | λυπεῖται ἡ ψυχή, μή ποτε ἀνάξια πράξασα ἑαυτῆς †ἀναξίως† περιπέσῃ καὶ ὅτι σῶμα ἐᾷ ἀκμάζον. ὁ δὲ Πυθαγόρας κακῶς φησιν ὅτι ἡ ψυχὴ μετὰ τὸ ἐξελθεῖν εἰς φυτά τινα καὶ σώματα καὶ θάμνους μεταβάλλεται, b(BCE3) ὅθεν καὶ λελύπηται. πρὸς | ||
5 | ἀρετὴν δὲ μᾶλλον ὁ ποιητὴς συγκαλεῖ, μή ποτε κακὰ διαπραξάμενοι τοῖς αὐτοῖς περιπέσωμεν. b(BE3) | ||
16857b1 | ex. | ἀνδροτῆτα: ἀντὶ τοῦ ἀνθρωπότητα, ἀνθρώπου φύσιν· ἀνδρίαν γὰρ οὐ καταλείπει, ἀρετὴν ἰδίαν οὖσαν. T | |
16857b2 | ἀνδροτῆτα δὲ οὐ τὴν ἀνδρίαν, ἀλλὰ τὴν ἀνθρωπότητα. τὴν ἀνδρὸς φύσιν· ἀνδρίαν γὰρ οὐ καταλείπει, ἀρετὴν οὖσαν ἰδίαν. b(BE3) | ||
16.858 | Did. | 〈τεθνειῶτα:〉 διὰ τοῦ η τὸ „τεθνηῶτα“ Ἀρίσταρχος. Aint | |
16860-1 | ex. | τίς δ’ οἶδ’, εἴ κ’ Ἀχιλεὺσ〈—ἀπὸ θυμὸν ὀλέσσαι〉: δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπ’ Ἀχιλλέως ἀνδρεῖα· „τέθναθι· κῆρα δ’ ἐγὼ τότε δέξομαι“ (Χ 365). b(BCE3E4)T | |
16867a | ex. | ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν: ἡ ἀναφορὰ ἐπὶ τὸν Ποσειδῶνα· φησὶ γὰρ „Ποσειδάων δὲ πόρ’ αὐτούς / πατρὶ ἐμῷ Πηλῆϊ, ὁ δ’ αὖτ’ ἐμοὶ ἐγγυάλιξεν“ (Ψ 277—8)· φασὶ γὰρ ἐν τοῖς γάμοις ὑπὸ μὲν Ποσειδῶνος τοὺς ἵππους δοθῆναι Πηλεῖ, ὑπὸ δὲ | |
5 | Ἡφαίστου ὅπλα καὶ ξίφος. T | ||
16867b | ex. | 〈ἄμβροτοι:〉 οὐ μετέχοντες θανάτου. Til | |
16867c | ex. (Did. ?) | θεοὶ δόσαν ἀγλαὰ δῶρα: τινὲς 〈προς〉γράφουσιν „ἤματι τῷ, ὅτε γῆμε Θέτιν λιπαροκρήδεμνον“ (= Π 867a)· καὶ γάρ φησι· „τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν 〈ἀγλαὰ δῶρα /〉, ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ“ (Σ 84—5). T | |
16postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχ〈είου〉 διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσ‐ | ||
ῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
17,pap10t | Pap. X (ad Ρ 4—700) | ||
17,pap10ante4 | ...... | ||
17,pap104 | [ ]δ’ αὐτο.[ [ ] πόρτιν δ’ ἐν τ[ [ ]μενάων .[ | ||
3 | ...... | ||
17,pap1023-36(?)c1 | ..... | ||
3 | [ ]ρ̣τ.. [ ]θησεν | ||
5 | [ ]ωι τῆς οδυ [ ]....α[.].[.]επα [ ]ν Π[το]λ̣ε̣μαῖος [ ]ς [ῥ]άβδον [ ]και [ | ||
10 | [ ]..[ | ||
8 | ..... | Column end | |
17,pap1023-36(?)c2 | ..... | ||
1 | [] κα.πε̣[ [] π[.]πτω.[ [ πηουν[ [ χ̣ηρευσ[ | ||
5 | [ π.[ [ μια[ [ τας.[ [ α̣[ | ||
8 | ..... | ||
17,pap10ante112c1 | ........ [] []η̣ν []πει | ||
5 | []φ.[.]η̣τ̣η παρ’ αὐ‐ []. οὐ γὰρ ..(.)[.]ιουν []λης οὐ .(.)[.]..ιθη []Τρωσίν, ἀλλ’ ὅτι ἡ | ||
17,pap10112c1 | []ν ὡς ἐν τῆι... ἀ‐ [πὸ μεσσαύλοιο σταθ]μοῖο· „ὃς ν〈ε〉ίκεσσε [θεάς, ὅτε οἱ μέσσαυλον ἵκοντο“. ]δ̣ιος ἐν τῷ Περὶ ἀν‐ [] ἡ μέση θύρα | ||
5 | [τῆς αὐλῆς, ἡ διορίζουσα τόν τε ἀνδρῶνα καὶ τὴν γ]υναικω‐ [νῖτινδ]ὲ τὴν ἐπὶ [ἀγρῷ ἔπαυλιν | ||
7 | ........ []ελωιδ̣ο̣υντ.[ [].σαν ὥσπερ [ | ||
10 | [].[.]αγον [α]γγέλλοντι | ||
11 | (finis columnae) | ||
17,pap10112c2 | ......... | ||
1 | [ μ[ [ κ[ [ τ[ [ μ[ | ||
5 | [ ου[ [ την.[ [ τόσα[ [ τουπα̣.[ [ θος τῶν ἀ[ | ||
10 | [ τ.δ.ν [ [ [ [ [ [ [ | ||
13 | ......... [ ].[ | ||
15 | [ ].φρο.[ [] [ ].εχει.[ [[ ].ι..[..].[ [ τεεκελευ[.].[ | ||
18 | (finis columnae) | ||
17,pap10202* | ....... | ||
1 | [ ἐγγ]ὺ̣ς̣ ἔ̣ρ̣χ̣ε̣[ται [ ]φορος ἐστι.[ [ ].ου κατὰ τοῦ.[ [ ἀ]ντὶ τοῦ[ | ||
5 | [ ].ερμ.[ [ ]λον[ [ ].[ | ||
7 | ...... | ||
17,pap10210* | ...... | ||
1 | [ ]ω...[ | ||
[ τ]ὰ̣ ὅπλα τ.[ [ ]ος ἥρμοσε τῶ[ι Ἕκτορι [ τ]ῶ̣ι̣ Ἀχιλ̣[λεῖ | |||
5 | [ ].θεσθαι̣ [ [ ].ι.[.]..[ [ ].[ | ||
7 | ...... | ||
17,pap10481-2 | ..... | ||
1 | [ ].[ [ ]του.[ [ β]ο̣η̣θόο̣[ν ἅρμ’ [ ζε]τ̣ο χερσί[ | ||
5 | [ ].....[ | ||
5 | ..... | ||
17,pap10520 | ...... | ||
1 | [ ].ν.[ [ ]..αυ[ [ ].τος ν[ [ ]α.(.) του̣π̣[ | ||
17,pap10520-1 | [ πέλ]εκυν αἰζ[ήϊος [ ]..[.].οπ[ι]θ[εν [ ]πιθεν σ[ | ||
3 | ...... | ||
17,pap10693-8 | ........ | ||
1 | [ ..[ [ ].ν [ δον δεσ̣τ̣α̣.[ [ ].νε | ||
17,pap10693,694 | [ πε.ω ἀτὰρ[.......................κατέστυγε [ ].την [ μῦθον] [ ἀκούσας κ̣α[ | ||
5 | []αὐτὸν [ μ̣ενο̣ς στυγ̣..[ []ντιδ̣.[ [ π...[.]....(.)[ | ||
8 | ... [ α....[ | ||
10 | [ τ̣.ς̣....[ | ||
17,pap10698-700 | [ τὰ δὲ τεύχ[ε’ ἀμύμονι δῶκεν ἑταίρωι / Λαο‐ | ||
[δόκωι, ὅς οἱ σχεδὸν] [ ἔστρεφε μ[ώνυχας ἵππους. / τὸν μὲν δακρυχέ‐ [οντα πόδες φέ‐] | |||
5 | [ρον [ἐ]κ πο̣λέμ̣[οιο· [ ]τ̣ευχ̣[ | ||
6 | ...... | ||
17,pap10698-701 | ...... | ||
1 | [ ]φα.[ | ||
17,pap10700 | [ ]δο̣[...].κα.[ [ ].ν ἐξήγγειλεν Ἀχιλ̣λ̣ε̣.[ [ ].πεζόσ〈;〉 ἐρεῖ τις ἐν α̣ρ.[ [ ]ρ̣εῖσθ[......]ν ν[..]ν..[ | ||
5 | [ ]ο.[ | ||
5 | ...... | ||
17,pap10inc,fr9 | [ ]εγομενη[ [ ]ενα.[ [ ].[ | ||
3 | ..... | ||
17,pap10inc,fr10 | ..... | ||
1 | [ ].ωι ἀρίστου[ [ ]ν̣ο̣ν μετοδ[ [ ].ἐπ’ Ἴλιον[ | ||
3 | ..... | ||
17,pap10inc,fr11 | ..... | ||
1 | [ ]πωι[ [ ]ν̣τουη.[ [ ]ιν ωσ[ [ ]..[ | ||
4 | ..... | ||
17,pap10inc,fr12 | [ ].(.) ἀναπα[υ [ ]ο..νεσ[ [ ]ναλ.οστο[ [ ]λουτ̣ου.[ | ||
5 | [ ].....[ | ||
5 | ....... | ||
17,pap10inc,fr13 | [ ]..φ[ [ ]ετο[ [ ]...[ [ ]ην.[ | ||
5 | [ ]..(.) τ[ [ ἀ]πώσατο[ [ ]ως ἀπολε.[ [ ].αλε.[ [ ]..[ | ||
9 | ...... | ||
17,pap10inc,fr14 | [ ]τωνκ....[ Πανα]κρίδος ἔρ̣γ̣α̣ μ̣[ελίσσης [ ]σιμ. τῶν πα.[ [ ]να ἂν ὀνομ[α | ||
5 | [ ]τισιν δ[..]π[ [ ]συγκειμ[ [ ]..[ | ]ενα[ [ ]ν.. [ [ ]α̣τ̣ο̣υ̣.[ | ||
9 | ...... | ||
17,pap10inc,fr15 | ....... | ||
1 | [ ].[ [ ].συγγ.[ [ ]Κύπρον[ [ ].ρο.[..].[ | ||
5 | [ ]ολι..[ [ ]..Τεύκρου ησ[ [ ]μενος ἂν εἴη[ [ ὅ]σην πτολίεθρο[ν [ Ε]ὔ̣βοι’ Ἀθήναισ[ | ||
10 | [ ].σιν εἰς τὴν κυ[ | ||
..... | |||
17,pap11t | Pap. XI (ad Ρ 728—733 [?]) | ||
17,pap11728 | 〈ἀλλ’ ὁτεδή ῥ’:〉 ἡ κο(ινὴ) „ἀλλ’ ὅτε δή ῥ’“. | ||
17,pap11731 | 〈ἀμφιγύοισιν:〉 ἐξ̣ ἀμ[φοτέρων [ με̣ρῶν[ [.(.)[ | ||
17,pap11733(?) | [ ].οει ἀντι[ | ||
171-2a1 | ex. | 〈οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν—ἐν δηϊοτῆτι:〉 εὖ Πατρόκλου πεσόντος πρῶτος αἰσθάνεται Μενέλαος· φησὶ γάρ· „ὃς κεῖται ἐμῆς †εἵνεκ’† ἐνθάδε τιμῆσ“ (Ρ 92). καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι· b(BCE3E4)T „νῦν τις ἐνηείης Πατροκλῆος | |
5 | δειλοῖο / μνησάσθω“ (Ρ 670—1). T ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς τοὺς ἀρχομένους πρᾷος ἦν, ἀλλ’ ἤδη καὶ πρὸς τοὺς πολεμίους, b(BCE3E4)T ὥστε Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο (cf. Ζ 37—53). T ἢ ὅτι καὶ περὶ πάντας σπουδαῖος ὁρᾶται· b(BCE3E4)T αὐτόματος ᾔει πρὸς τὴν δαῖτα (cf. Β 408—9), T | ||
10 | προανέστη τοῦ ἀδελφοῦ (cf. Κ 25—33), Ὀδυσσέως καταπονουμένου ἧκεν ἄγων Αἴαντα (cf. Λ 463—88), b(BCE3E4)T ἔμεινεν ἐν τῷ Σουνίῳ „ἐπειγόμενός περ ὁδοῖο, / ὄφρ’ ἕταρον θάπτοι“ (γ 284—5). T ἢ προθυμότερον ποιῶν ἑαυτῷ σύμμαχον Ἀχιλλέα. ἄλλως τε οἱ ἄλλοι τραυματίαι εἰσὶ πλὴν Αἴαντος, ὃν νῦν οὐκ ἔδει ὑπείκειν Ἕκτορι. | ||
15 | b(BCE3E4)T | ||
171-2a2 | {οὐδ’ ἔλαθ’ Ἀτρέος υἱόν:} Πατρόκλου πεσόντος πρῶτος αἴσθεται Μενέλαος· φησὶ γάρ· „ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆσ“. καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι. ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς τοὺς ἀρχομένους ἤπιος ἦν, ἀλλ’ ἤδη καὶ πρὸς τοὺς πολεμίους, ὥστε | ||
5 | Ἄδραστον ζωγρήσας σώζειν ἐβούλετο. ἢ ὅτι καὶ περὶ πάντα σπου‐ | ||
δαῖος ὁρᾶται, δεόντως τὸν Μενέλαον ἐν τῷ νῦν παρεισήγαγε καιρῷ βοηθοῦντα καὶ ἀγωνιζόμενον, μάλιστα μὲν διὰ τὸ τετρῶσθαι τοὺς ἀριστεῖς· ἔπειτα δὲ καὶ δίκαιον ἡγεῖτο τοὺς δι’ αὑτὸν τελευτήσαντας μὴ καταλιπεῖν, ἀλλὰ βοηθεῖν παντὶ σθένει. A | |||
171-2b | ex. | οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν〈—ἐν δηϊοτῆτι〉: ἡδέως σφόδρα τούτοις ἀνταπέδωκεν „οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμελίης ἀμέλησε / Πατρόκλοιο πεσόντος ἀμύμονοσ“ (Ρ 9—10). T | |
17.1 | Ariston (?) | 〈οὐδ’ ἔλαθε:〉 καθ’ ὑπερβατόν, οὐκ ἔλ〈αθε〉 δέ. Aim | |
172a | Ariston. | ex. | Τρώεσσι δαμεὶς 〈ἐν δηϊοτῆτι〉: ἀμφίβολον, πότερον Τρώεσσι συνήθως κατ’ ἐναλλαγὴν πτώσεως παρείληπται ἀντὶ τοῦ Τρώων, ὡς „Αἴαντι δὲ μάλιστα“ (Ξ 459) ἀντὶ τοῦ Αἴαντος, καὶ ἔστιν ‘δαμεὶς ἐν Τρώων δηϊοτῆτι‘, ἐν τῇ τῶν Τρώων μάχῃ, 〈ἢ〉 ὡς τὸ | |
5 | „ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείσ“ (Χ 55), οὕτως Τρώεσσι δαμασθεὶς ἀντὶ τοῦ ὑπὸ Τρώων· δαμεὶς δὲ δαμασθείς. | ἢ αὐτὸ δὲ τοῦτο διχῶς, ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμείς, ἢ ὑφ’ Ἕκτορος ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι. ἢ Τρῶας κατὰ τὸ πληθυντικὸν ἔφη τόν τε Ἕκτορα καὶ τὸν Εὔφορβον· ὑφ’ οὗ μὲν γὰρ | ||
10 | ἐβλήθη (cf. Π 806—8), ὑφ’ οὗ δὲ οὐτάσθη (cf. Π 820—1). A | ||
D | 〈Τρώεσσι δαμείς:〉 ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων δαμασθείς. Aint | ||
172b | ex. | Τρώεσσι: Ἕκτορι καὶ Εὐφόρβῳ· καὶ τοὺς Δαρδανίους γὰρ Τρῶάς φησιν. b(BCE3E4)T | |
17.3 | ex. | κεκορυθμένος: ὅθεν καὶ „κορυστήσ“ (cf. Δ 457 al.). | |
ἀντιμετείληπται τὸ θ τοῦ ς. T | |||
174a | Ariston. | ex. | ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖν’ 〈ὥς τις περὶ πόρτακι μήτηρ〉: τὸ σημεῖον πρὸς τὸ „ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37). | πόρταξ δὲ καὶ πόρτις τὰ νέα τῶν βοῶν ἔκγονα διὰ τὸ σκιρτητικὰ εἶναι. τὸ δὲ αὐτὸ πόρτις καὶ πόρις. ὅρα δὲ καὶ τὰς ἔξωθεν αὐξήσεις· | |
5 | οὐ γὰρ ἔφη ‘ὥς τις περὶ πόρτακι βοῦς ἕστηκεν‘, ἀλλὰ μήτηρ, τὸ φιλοστοργότατον ὄνομα. A | ||
174b | ex. | ex. | ὥς τις περὶ πόρτακι μήτηρ: τὸν Αἴαντα λέοντι εἰκάζει, „ᾧ ῥά τε νήπι’ ἄγοντι“ (Ρ 134), τὸν Ὀδυσσέα τῆς ταπεινώ‐ σεως χάριν κυνί, „ὥς τε κύων / ἄνδρ’ ἀγνο〈ι〉ήσας’ ὑλάει“ (υ 14—5), τὸν δὲ Μενέλαον συμπαθεῖ μὲν ζῴῳ, οὐ μὴν βιαίῳ· τοῦτο γὰρ τῷ | |
5 | ἤθει τοῦ ἀνδρὸς καὶ τῇ παρούσῃ τύχῃ οἰκεῖον. | εὖ δὲ ἀντὶ τοῦ βοῦς τὸ μήτηρ ἔλαβε, τὸ φιλοστοργότατον τῆς φύσεως ὄνομα. b(BCE3E4) T | ||
174c | ex. | πόρτακι: πόρταξ ὑποκοριστικῶς ἡ πόρτις. τριχῶς δὲ τὸ ὄνομα παρ’ αὐτῷ λέγεται· πόρταξ, ὡς νῦν· πόρις, „ὡς δ’ ὅταν ἄγραυλοι πόριεσ“ (κ 410)· πόρτις, „πόρτιος ἠὲ βοόσ“ (Ε 162). b(BCE3E4)T | |
175a | ex. | Nic. | | πρωτοτόκος κινυρή: 〈κινυρὴ〉 ἡ οἰκτρόφωνος· κι‐ νύρεσθαι γὰρ τὸ θρηνεῖν. | ὑφ’ ἓν δὴ προενεκτέον πρωτοτόκος | |
κινυρή, ἡ περὶ τὸν τόκον κινυρά. | τὸ δὲ πρωτοτόκος πρὸ τέλους ἡ ὀξεῖα· ἔστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον τοῖς τρόποις τοῖς | |||
5 | προπαροξύνουσιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτως τεχθεῖσαν. A | ||
175b1 | ex. | πρωτοτόκος: πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλό‐ στοργον. κινυρὴ δὲ οἰκτρόφωνος. ὑφ’ ἓν δέ, ἵν’ ᾖ ἐν τῷ τίκτειν θρη‐ νοῦσα. T | |
175c1 | ex. | εἰδυῖα τόκοιο: ἐγνωκυῖα· „νήπιον, οὔ πω εἰδόθ’ ὁμοιΐ‐ ου πολέμοιο“ (Ι 440). τὸ δὲ κινυρή πρὸς τὴν Μενελάου λύπην. T | |
175b2/c2 | ex. | ex. | ex. | | πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον. | |
ex. | κινυρὴ δὲ οἰκτρόφωνος. | πρόσκειται δὲ διὰ τὴν Μενελάου λύπην. b(BCE3E4) | ὑφ’ ἓν δέ, ἵν’ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα. | εἰδυῖα δὲ ἀντὶ τοῦ ἐγνωκυῖα καὶ ἐπισταμένη. b(BE3E4) | ||
17.7 | Ariston. | Did. | 〈πρόσθε δέ οἱ:〉 ὅτι A ἀντὶ τοῦ οὗ, A Til ὅ ἐστιν αὐτοῦ. | Ζηνόδοτος „πρόσθε δέ οὑ“, κακῶς. A | |
178a1 | ex. | 〈τοῦ:〉 τοῦ Μενελάου. ἢ τοῦ Πατρόκλου, ὃ καὶ πιθανώτε‐ ρον. Aint | |
178a2 | αὐτοῦ, τοῦ Μενελάου ἢ Πατρόκλου. b(BCE3E4)T | ||
179-10 | ex. | οὐδ’ ἄρα Πάνθου υἱὸσ〈—ἀμύμονοσ〉: ὡς γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδοται, οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα. A b (BCE3E4)T | |
1714a1 | ex. | 〈πρότερος:〉 ἔδει πρῶτος εἰπεῖν· οὐ γάρ ἐστι πρὸς ἕνα ἡ σύγκρισις. προσυπακουστέον δὲ τὸ ἐμοῦ. Aim | |
1714a2 | λείπει ἐμοῦ. Til | ||
17.15 | Ariston. | Πάτροκλον βάλε δουρί: ὅτι βέβληται ὁ Πάτροκλος ὑπὸ τοῦ Εὐφόρβου καὶ οὐκ οὔτασται, καθάπερ Ζηνόδοτος γράφει „σχεδὸν οὔτασε Δάρδανος ἀνήρ“ (Π 807). A | |
17.17 | x | μή σε βάλω: [***]. A | |
1719-32 | ex. | Ζεῦ πάτερ〈—νήπιος ἔγνω〉: πολυκίνητος ὁ λόγος· ἐσχετλίασε πρῶτον (sc. 19)· εἶτ’ ἐλογίσατο τὴν ὑπεροψίαν τῶν Πανθοϊδῶν (sc. 20—3), καὶ οὕτως ἐπὶ τὴν ὑπόμνησιν τῶν πάλαι μετῆλθεν (sc. 24—8)· εἶτα μετὰ ἤθους ἀπειλεῖ τῷ πολεμίῳ, ἀναχωρεῖν | |
5 | αὐτῷ παραινῶν (sc. 29—32). b(BCE3E4)T | ||
1719a | ex. | ὑπέρβιον εὐχετάασθαι: ὑπὲρ δύναμιν αὐχεῖν. καὶ τὸ μὲν σημαινόμενον πρὸς Εὔφορβον, ἡ δὲ ἀναφορὰ ἐπὶ Δία b(BCE3E4) | |
T ὡς ἐκθαυμάζοντος τὸ θράσος· T ὅταν γὰρ οἱ μέτριοι ἀδικῶνται παρὰ τῶν βιαίων, ἄγουσι τὴν πρὸς θεὸν παρρησίαν εἰς | |||
5 | μέμψιν. καὶ ἑτέρωθι ὁ Μενέλαος ἀγανακτῶν πρὸς τὸ θεῖον παρατάττε‐ ται· „Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλοσ“ (Γ 365). b(BCE3 E4)T | ||
1719b | D | x | 〈ὑπέρβιον εὐχετάασθαι:〉 ὑπερβίως αὐχεῖν, | ὅ ἐστιν ὑπὲρ τὴν δύναμιν. Aint | |
1720-2 | ex. | οὔτ’ οὖν παρδάλιοσ〈—βλεμεαίνει〉: πρῶ‐ τον ἔθηκε τὴν πάρδαλιν· θρασὺ γὰρ τὸ ζῷον τοῦτο. δεύτερον δὲ τὸν λέοντα· μετὰ γὰρ θράσους καὶ ἀλκὴν ἔχει. τρίτον σῦν, οὐχ ὡς γενναι‐ ότερον, ἀλλ’ ὡς ἀλογίστῳ ὁρμῇ φερόμενον, λεόντων καὶ παρδάλεων | |
5 | πολλάκις τὸ παθεῖν φυλασσομένων· διὰ τοῦτο ἐπήνεγκεν οὗ τε μέγιστος / θυμός (21—2). ἄλλως τε λέων μὲν καὶ πάρδαλις πολλάκις ἡμεροῦνται, ὁ δὲ ἀεὶ ἄγριος. b(BCE3E4)T | ||
1720a1 | Did. | 〈πορδάλιος:〉 διὰ τοῦ α αἱ Ἀριστάρχου „παρδάλιοσ“. Aim | |
1720a2 | διὰ τοῦ α τὸ „παρδάλιοσ“. T | ||
1721a | ex. | ex. | {οὔτε} συὸς κάπρου: κατ’ ἐπίτασιν· ἀλκιμώτερος γὰρ | |
ὁ κάπρος· διὸ ἐπὶ πᾶσι τέτακται. | οὐκ, ἀλλὰ διὰ τὸ θυμικώτερον εἶναι τὸν κάπρον τῶν ἄλλων ζώων ἐπενήνοχε πρὸς αὔξησιν. καὶ ἔστι σῦς μὲν τὸ γενικόν, κάπρος δὲ τὸ εἰδικόν, ἀπὸ τοῦ κάπτειν. A | |||
1721b | ex. | συὸς κάπρου: μετὰ τὸ γένος τὸ εἶδος ἐπήγαγεν, ὡς τὸ ἠΰτε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντων / ταῦροσ“ (Β 480—1). T | |
1723a | ex. | 〈Πάνθου υἷες:〉 Εὔφορβος, Πολυδάμας, Ὑπερήνωρ, b (BCE3E4)Til οὗτοι Πανθοΐδαι. b(BCE3E4) | |
1723b | Hrd. | ἐϋμμελία〈ι〉: καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα· ὁμοτονεῖ γὰρ τοῖς ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰς ας καὶ εἰς ης ἰσοσυλλάβως κλινομένων καὶ βραχείᾳ παραληγομένων. A | |
1724a | Ariston. | οὐδὲ μὲν οὐδὲ βίη 〈Ὑπερήνοροσ〉: τὸ σημεῖον Διονύ‐ σιος (fr. 44 Schm.) διὰ τὸν Ὑπερήνορά φησι· προείρηται γὰρ „Ἀτρεί‐ δης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν / οὔτασε“ (Ξ 516—7). καὶ ἴσως κατὰ τὸ σιωπώμενον ἐκεῖ αὐτὸν ὠνείδισεν. A | |
1724b | ex. | 〈οὐδὲ μὲν οὐδέ:〉 περισσὸν τὸ ἓν οὔ. b(BCE3E4)Til | |
1724-7 | ex. | βίη Ὑπερήνοροσ〈—ἔμμεναι〉: ἢ πρὸ τῆς μή‐ νιδος ἢ νῦν κατὰ τὸ σιωπώμενον ἀνῄρηται· οὐ γὰρ ἐν τῇ Ξ (516) „Ἀτρείδης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν“· φεύγων γὰρ ἐκεῖνος ἀνῄρητο. Ὁμηρικὸν δὲ ἔθος τὸ ἔνια παραλείπειν καὶ ὕστερον | |
5 | φράζειν, b(BCE3E4)T „ἀλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν“ (Υ 90)· „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεναι“ (Ι 353)· „πρῶτον μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων“ (Ε 832). T | ||
17.25 | ex. | 〈ἀπόνητο:〉 ὄνησιν ἔλαβεν. ὤνατο δὲ ὠνείδισεν, „ὠνόσα‐ το“ (cf. Ξ 95. Ρ 173) δὲ ἐμέμψατο. b(BCE3E4)T | |
17.26 | ex. | ἐλέγχιστον πολεμιστήν: καὶ „μαλθακὸς αἰχμητήσ“ (Ρ 588) ἀλλ’ αἱ τῶν πολεμίων ἀποφάσεις οὔκ εἰσιν ἐχυραί. T | |
1727-8 | ex. | οὐδέ ἕ φημι〈—τοκῆασ〉: συγγνωστὸς ἀπαγ‐ γέλλων ἰδίας ἑαυτοῦ πράξεις· προσφόρως γὰρ οὐκ ἄλλου τινὸς μέμνηται ἢ ἀδελφοῦ Εὐφόρβου, ἐκ τῶν οἰκείων δυστυχημάτων ἀνακόπτων αὐτὸν τοῦ θράσους. b(BCE3E4)T | |
17.27 | Did. | 〈οὐδέ ἑ:〉 διὰ τοῦ τέ, „οὐδέ τε“, Ἀρίσταρχος. Aim | |
17.28 | ex. | κεδνούς: ὧν 〈ἂν〉 κήδοιτό τις καὶ φροντίζοι. T | |
1729-32 | Ariston. | ὥς θην καὶ σὸν ἐγὼ 〈λύσω μένος—ἔγνω〉: ὅτι ἄμεινον τὰ ἔπη ταῦτα λέγεται ὑπὸ Μενελάου, ἐπὶ δὲ τῆς Ἀχιλλέως πρὸς Αἰνείαν συστάσεως (cf. Υ 195—8) οὐκέτι· ἐπεξεληλυθὼς γὰρ μόνον οὐχὶ συναρπάσαι 〈ἂν〉 τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέ‐ | |
5 | σεως. A | ||
1729-30 | ex.(?) | 〈ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος— / στή‐ ῃσ〉: ἱστορία. φασὶ Πυθαγόραν ἐν τῷ κατὰ τὸ Ἄργος Ἡραίῳ ἀσπίδα χαλκῆν θεασάμενον εἰπεῖν ὡς ταύτην φορῶν ἀνῄρηται ὑπὸ Μενελάου ὢν Εὔφορβος. στρέψαντας δὲ Ἀργείους τὴν ἀσπίδα ἰδεῖν ἐπίγραμμα | |
5 | Εὐφόρβου. T | ||
1730-2a1 | Nic. | ἀλλά ς’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω / ἐς πληθὺν ἰέναι 〈μηδ’ ἀντίος ἵστας’ ἐμεῖο / πρίν τι κακὸν παθέειν〉: διὰ μέσου ἐστὶ τὸ μηδ’ ἀντίος ἵστας’ ἐμεῖο (31)· τὸ δὲ ἑξῆς ἀλλά ς’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω / ἐς πληθὺν | |
5 | ἰέναι (30—1) / πρίν τι κακὸν παθέειν (32). διὰ μέσου δὲ τὰ λοιπά. A | ||
1730-2a2 | τὸ ἑξῆς ἐς πληθὺν ἰέναι (31) / πρίν τι κακὸν παθέ‐ ειν (32). b(BCE3E4)T | ||
17.31 | ex. | ἰέναι, μηδ’ ἀντίος ἵστασο: ἡ σύνταξις ὁμοία τῇδε· „οὐδ’ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε / ἧσται“ (π 144—5). T | |
1732a | ex. | {πρίν τι κακὸν παθέειν·} ῥεχθὲν δέ τε νήπιος ἔγνω: φιλόσοφος ἡ γνώμη· ὁ ἄφρων μετὰ τὸ περιπεσεῖν ἁμαρτήματι γινώ‐ σκει ὅτι κακῶς ἔπραξεν· ὁ δὲ φρόνιμος προπερισκέπτεται καὶ προ‐ περινοεῖ τὰ ἐσόμενα· διὸ ἐκλέγεται τὸ συμφέρον, ἵνα μὴ ἁμάρτῃ μηδὲ | |
5 | μετανοῇ γενόμενος ἐν κακῷ. διὰ τοῦτο ὁ μὲν Προμηθεὺς φρόνιμος δαίμων, ὁ δὲ Ἐπιμηθεὺς φαῦλος· μετανοεῖ γάρ, ὅτ’ οὐδὲν ὄφελος. ὅτι δὲ εἰς παροιμίαν παραδέδοται, λέγει καὶ Πλάτων οὕτως δή (conv. 222 b 4)· „καὶ σοὶ λέγω, ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου, ἀλλ’ ἀπὸ τῶν ἡμετέρων παθημάτων γνόντα εὐλαβηθῆναι καὶ μὴ | ||
10 | κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι.“ A | ||
1732b | ex. | 〈ῥεχθὲν δέ τε νήπιος ἔγνω:〉 πιστὸν τὸ παίδευμα καὶ πολλῆς ὠφελείας περιεκτικόν. Aint | |
1732c | ex. | ῥεχθὲν δέ τε νήπιος ἔγνω: ὅτε οὐδέν ἐστιν ὄφελος. παροιμιακὸν δὲ τοῦτο. εὐμνημόνευτον δὲ αὐτὸ ποιεῖ ἡ συντομία τῆς ἀπαγγελίας. b(BCE3E4)T | |
1734a | Did. | ἦ μάλα τίσεις: ἔν τισι τῶν ὑπομνημάτων „ἦ τάχα τί‐ σεισ“. T | |
1734b | ex. | 〈τίσεις:〉 ὡς „τίσειαν Δαναοὶ ἐμὰ δάκρυα“ (Α 42). Til | |
17.35 | Ariston. | γνωτὸν ἐμόν, 〈τὸν ἔπεφνεσ〉: ὅτι ἰδίως ἐξενήνοχεν· ἔστι γὰρ μάλα τίσεις περὶ τοῦ ἐμοῦ γνωτοῦ δίκας, περὶ οὗ ἔπεφνες ἀδελφοῦ, τίσεις μου τὸν ἀδελφόν. A | |
17.36 | ex. | 〈χηρώσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο:〉 ὅ‐ μοιον τῷ „καὶ δόμος ἡμιτελήσ“ (Β 701). Aint | |
1737a | Hrd. | 〈ἀρητόν:〉 τὰ εἰς τος ῥηματικά, παραληγόμενα τῷ η, ὑπὲρ δύο συλλαβάς, ὀξύνεσθαι θέλει. Aint | |
1737b1 | ex. (Hrd.) | 〈ἀρητόν:〉 ὀξυντέον· ἐπιθετικὸν γάρ ἐστιν. Til | |
1737b2 | ex. | ex. (Hrd.) | μισητὸν καὶ ἐπάρατον, παρὰ τὸ ἀρά. | ὀξύνεται δὲ ἐπί‐ | |
θετον ὄν. b(BCE3) | |||
1737c | D | ex. | D | ex. | ἀρητόν {δὲ τοκεῦσι}: ἤτοι βλαπτικόν, παρὰ τὴν ἀρὰν τὴν βλάβην, | ἢ κατάρατον | ἢ ἀπευκτόν. | ἢ ἀεὶ ῥητόν, ἀεὶ διὰ μνήμης ἐσόμενον. A | |
1737d | Nic. | ἄλλως: 〈ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθη‐ κας:〉 ἑ〈κα〉τέρως διαστεῖλαι ἔστιν· ἀρητόν, ἐν εὐχῆς μέρει καθεστῶτα σὺ πένθος ἔθηκας, ἵν’ ᾖ κατ’ ἀρσενικὴν αἰτιατικὴν ἐπὶ τοῦ Ὑπερήνορος, τὸν ἀρητόν. ἢ οὕτως· εἰς τοῦτο αὐτοὺς κατέστησας ὥστε εὐχὴν | |
5 | ἡγεῖσθαι τὸ θρηνεῖν τὸν ἑαυτῶν παῖδα καὶ ἔχειν ἐξουσίαν σχολάζειν γόοις καὶ θρήνοις. A | ||
1738-40 | D | ἦ κέ σφιν δειλοῖσι γόου καὶ τὰ ἑξῆς: καταπαύσαιμι δ’ ἂν τοῦ θρήνου—αὐτοῖς. A | |
1738a | Hrd. | 〈ἦ:〉 περισπαστέον τὸν ἦ· βεβαιωτικὸς 〈γάρ〉. Aim | |
1738b | ex. | ἦ {κέν σφιν}: ὄντως. T | |
1738c | Ariston. | 〈δειλοῖσι:〉 ὅτι δειλοῖσιν εἶπεν ἀντὶ τοῦ δειλαίοις. Aint | |
1740a | ex. | Πάνθῳ ἐν χείρεσ〈σ〉ι βάλω καὶ Φρόντιδι: πρὸς τὸ ἔθος σημειωτέον· καὶ γὰρ τῇ Ἀλκμήνῃ τὴν κεφαλὴν ἐκόμισαν Εὐρυσθέως καὶ τὴν Μελανίππου Τυδεῖ· καὶ „ἕλχ’, ἵν’ ἀπ’ ὤμοιϊν | |
κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ“ (Ρ 126). T | |||
1740b | Hrd. | {καὶ} Φρόντιδι {δίηι}: ὡς „Ἤλιδι“ (Λ 673 al.). οὕτως Τυραννίων (fr. 41 P.), καὶ ἐπείσθη ἡ παράδοσις. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίς· τὰ γὰρ εἰς τις λήγοντα θηλυκὰ δισύλλαβα, μὴ ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ σὺν ἑτέρῳ | |
5 | φωνήεντι, ὀξύνεσθαι θέλει, κοιτίς Προιτίς φροντίς, „οὐτίσ“ τὸ ζῷον παρ’ Ἀλκμᾶνι (fr. 143 P. = P.M.G. 143). οὕτως οὖν καὶ φροντίς, εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ „πόρτισ“ (cf. Ε 162)· καὶ γὰρ χωρὶς τοῦ τ, „πόριες περὶ βοῦς ἀγελαίασ“ (κ 410). ‘μὴ ὄντα ἐπιθετικά‘ πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης. | ||
10 | A | ||
1740c | ex. | 〈Φρόντιδι:〉 ἣ μήτηρ ἐστὶν αὐτοῦ, Φρόντις ὡς „Θέτισ“ (Α 413 al.). Aim | |
1741-2a | ex. | 〈ἀλλ’ οὐ μὰν ἔτι δηρὸν〉 ἀπείρητος 〈πόνος ἔσται, / οὐδ’ ἔτ’ ἀδήριτος, ἤτ’ ἀλκῆς ἤτε φόβοιο〉: οὐκ ἔσται ἀπείρατος ἡμῖν ὁ πόνος ἢ τοῦ ἀμύνεσθαι ἢ τοῦ φεύγειν, ἀλλὰ δηλονότι διὰ πείρας ἐλευσόμεθα καὶ οὐ χωρὶς μάχης ἐσόμεθα b(BCE3) | |
5 | T ὥστε ἢ ἀνδρίσασθαι ἢ φυγεῖν. b(BCE3E4)T | ||
1741-2b | ex. | ἀλλ’ οὐ μὰν ἔτι δηρὸν〈—φόβοιο〉: τὸ ἔργον οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον ὥστε ἢ ἀλκὴν ἐπιδείξασθαι ἢ φυγήν. A | |
1741-2c | Nic. | ἀλλ’ οὐ μὰν ἔτι δηρὸν 〈ἀπείρητος—φόβοιο〉: διὰ μέσου τὸ οὐδ’ ἔτ’ ἀδήριτος (42), τὸ δὲ ἑξῆς ἀπείρητος πόνος ἔσται (41) ἤτ’ ἀλκῆς ἤτε φόβοιο (42), οἷον πειρασόμεθα | |
ἤτοι ἀνδρείας ἢ φυγῆς. οὕτως Νικάνωρ (p. 246 Friedl.). A | |||
1741a | Did. | ἔτι δηρόν: κατ’ ἔνια τῶν ὑπομνημάτων διὰ τοῦ π „ἐπὶ δηρόν“, ὁμοίως τῷ „ἐπὶ δηρὸν δέ μοι αἰών“ (λ 415). AT | |
1741b | ex.(?) | 〈πόνος:〉 ἔργον μάχης. Til | |
1742a1 | Did. | 〈ἤτ’ ἀλκῆς ἤτε φόβοιο:〉 Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ δ, „ἠδ’ ἀλκῆς ἠδὲ φόβοιο“. Aim | |
1742a2 | οὕτως Ἀρίσταρχος ἄμφω διὰ τοῦ „δε“. Til | ||
1744a1 | Did. | 〈χαλκός:〉 οὕτως Ἀρίσταρχος χαλκός ἄλλοι δὲ „χαλ‐ κόν“. Aint | |
1744a2 | {οὐδ’ ἔρρηξεν χαλκόν:} διὰ τοῦ ς χαλκός, ἵν’ ᾖ ἐπι‐ δορατίς. T | ||
17.46 | ex. | ἐπευξάμενος Διῒ πατρί: τοιοῦτος πανταχοῦ Μενέλαος, κἀν τῷ πρὸς Ἀλέξανδρον μονομαχίῳ (cf. Γ 350—4). b(BCE3E4)T | |
1747a | Ariston. (?) | κατὰ στομάχοιο θέμεθλα: στομάχου θέμεθλα οὐ λέγει τὸ στόμα τῆς κοιλίας, καθάπερ ἡμεῖς, ἀλλὰ τὸν βρόγχον, οἷον τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ. ἐπιφέρει γοῦν „ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος 〈ἤλυθ’ ἀκωκή〉“ (Ρ 49). θέμεθλα δὲ ἡ θέσις. A | |
1747b | ex. | στομάχοιο θέμεθλα: τοῦ βρόγχου τὴν θέσιν, τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ. b(BCE3E4)T | |
1748a | Ariston. | νύξ’, ἐπὶ δ’ αὐτὸς 〈ἔρεισε〉: πρὸς τὸ αὐτό 〈σ〉: οὐ γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος, ὅμοιον τῷ „ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“ (ι 374), ἕτερος τις οὔκ, ἀλλ’ αὐτὸς ὁ Κύκλωψ. A | |
1748b | ex. | βαρείῃ χειρὶ πιθήσας: τοῦ πράγματός ἐστι τὸ ἐπί‐ θετον· βαρεῖαν γὰρ χεῖρα A b (BCE3)T τὴν μετὰ βίας ἐρεί‐ δουσαν τὸ δόρυ φησί, συνεπιβαρύνας τὴν χεῖρα τῷ δόρατι. A b(BCE3E4)T | |
1749a | Ariston. (?) | ἀντικρὺ δ’ ἁπαλοῖο 〈δι’ αὐχένος ἤλυθ’ ἀκωκή〉: τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον (cf. Ρ 47) λέγειν τὸν βρόγχον· εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει, οὐκ ἂν ἄντικρυς διὰ τοῦ αὐχένος τὸ δόρυ ἐφέρετο. A | |
1749b | ex. | 〈ἁπαλοῖο〉 δι’ αὐχένος ἤλυθ’ 〈ἀκωκή〉: εἰκότως διῆλθε· καὶ γὰρ ἡ τρώσασα χεὶρ βαρεῖα καὶ ὁ αὐχὴν ἁπαλός, ὥστε ἐπετήδευσε μονομάχιον δεῖξαι δύο καλῶν· καὶ γὰρ Μενέλαος ξανθός, εὔμηρος, καλλίσφυρος· b(BCE3)T καὶ οὗτος δὲ χαριτόεις. | |
5 | b(BCE3) | ||
1751a1 | ex. | 〈αἵματί οἱ δεύοντο〉 κόμαι Χαρίτεσ〈σ〉ιν ὁμοῖαι: οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης· ἀλλ’ ἐπεὶ ἔφθη εἰπὼν „μιάνθησαν δὲ ἔθειραι / αἵματι καὶ κονίῃσι· b(BCE3)T πάρος γε μὲν οὐ θέμις ἦεν / ἱππόκομον πήληκα μιαίνεσθαι“ (Π 795—7), T παρα‐ | |
5 | μυθίαν εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ Πατρόκλου, Aim b (BCE3)T ψευδεῖς ἀντιπαραθεὶς τρίχας ταῖς οὐ ψευδέσιν. b(BCE3)T | ||
1751a2 | οὐκ εἰκῆ 〈ἡ〉 ἐπεξεργασία τῆς κόμης, ἀλλ’ ἐπεὶ περὶ τῶν Πατρόκλου τριχῶν εἶπεν „μιάνθησαν δὲ ἔθειραι“, εἰς ἐκδικίαν καὶ παραμυθίαν, ὡς εἴποι τις, παρέλαβε καὶ τὴν Εὐφόρβου κόμην. A | ||
1751b1 | Ariston. | Χαρίτεσσιν ὁμοῖαι: ὅτι Ζηνόδοτος γράφει „Χαρίτεσσι | |
μέλαιναι“, ἀδιανόητον ποιῶν. A | |||
1751b2 | οἱ δὲ γράφουσι „Χαρίτεσ〈σ〉ι μέλαιναι“, ὑπὸ Χαρίτων μελανθεῖσαι· αὗται γὰρ οὖλαι. T | ||
1751c | ex. | Χαρίτεσ〈σ〉ιν ὁμοῖαι: ταῖς τῶν Χαρίτων. T | |
D | Χαρίτεσσιν ὁμοῖαι: ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἶσαι. ἀπίθανον—ἅς φαμεν στεφανίτιδας. A | ||
1752a | ex. | 〈πλοχμοί:〉 οἱ πεπλεγμένοι πλόκαμοι. b(BCE3)Til | |
1752b | ex. | οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο: οἳ ὑπὸ χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ἦσαν. τινὲς δὲ θέλουσι λείπειν τὸ ὥς. ἀλλὰ λανθάνουσιν οἱ βάρβαροι οὐκ ἐπὶ καλλωπισμῷ φέροντες τὸν χρυσόν, ἀλλὰ λάφυρα τοῖς πολεμίοις. A | |
1752c | ex. | ἐσφήκωντο: παρειμένοι ἄνωθεν περιεδέδεντο. b(BCE3) T καὶ „Νάστης χρυσὸν ἔχων πόλεμον δ’ ἴεν ἠΰτε κούρη“ (Β 871 + 872). T ἔστι δὲ βαρβαρικὸς ὁ κόσμος. ταῦτα δέ τινες κάλυκάς φασιν. b(BCE3)T | |
1753-6 | ex. | 〈οἷον δὲ τρέφει〉 ἔρνος 〈ἀνὴρ ἐριθηλὲσ〉 ἐλαίης 〈/ —λευκῷ〉: Λαπίθαι μὲν δρυσίν, „αἵ τ’ ἄνεμον μίμνουσι καὶ | |
ὑετόν“ (Μ 133), εἰκάζονται, Ἕκτωρ δὲ πεπτωκὼς δρυὶ κεραυνωθείσῃ (cf. Ξ 414—7)· τῷ γὰρ μεγέθει ἐκείνων ἥρμοσται ἡ ἀπὸ τῶν τοιού‐ | |||
5 | των δένδρων εἰκών. ἐνταῦθα δὲ ὡραῖον γράφων τὸν Εὔφορβον ἐλαίαν παρέλαβε, δένδρον εὐειδὲς καὶ τῷ ἀειθαλεῖ τὸ κάλλος διαφυλάττον. σκόπει δὲ καὶ τὰς κατὰ μέρος ἐξεργασίας· τὸ μὲν πρῶτον οὐκ ἔφη φυτοκομεῖσθαι τὸ δένδρον, ἀλλ’ ὡς ἐπὶ ζῴου ἐμψύχου τρέφεσθαι (cf. 53), δηλῶν τὸ ἥμερον καὶ εὐάγωγον τῆς φύσεως τοῦ φυτοῦ, | ||
10 | b(BCE3E4)T οὐκ αὐτοματίζον, ἀλλ’ ἐπιμελείᾳ γεωργῶν αὐξό‐ μενον ἐν τόπῳ ἐρήμῳ φυτῶν (cf. 54), ἵνα μὴ ἐμποδίζηται τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν. συνεργεῖ δὲ αὐτῷ καὶ τὸ ὕδωρ πρὸς αὔξησιν (cf. 54). λοιπὰ δὲ ἦν τὰ τῆς ψυχῆς καὶ τὰ ἔξωθεν· διὸ παρείληφε τοὺς παντοίους ἀνέμους (cf. 55—6), ἵνα εὔτονον γινόμενον τὸν καρπὸν | ||
15 | φυλάττοι. b(BE3E4)T | ||
17.53 | D | οἷον δὲ τρέφει ἔρνος ἀνὴρ 〈ἐριθηλὲς ἐλαίησ〉: Πο‐ σειδῶν καὶ Ἀθηνᾶ—ἴδιον Ἀθηνᾶς. A | |
1754a1 | ex. | χώρῳ ἐν οἰοπόλῳ: φυσικόν ἐστι κοτινοφόρους εἶναι τοὺς ὑψηλοὺς τόπους. ἀμέλει ἐν ἀκροπόλει 〈τῆσ〉 Ἀττικῆς πρῶτον ἐφάνη. T | |
1754b1 | ex. | ἄλλως· χώρῳ ἐν οἰοπόλῳ: πρὸς τὸ μὴ ἐκκόπτεσθαι ὑπὸ ὁδοιπόρων ἢ μὴ ἐμποδίζεσθαι τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν· ἧττον γὰρ εὔτροφα τὰ τοιαῦτα φυτά, ἀλλήλων τὴν εὐφυΐαν ἀφαιρού‐ μενα. T | |
1754a2/b2 | ex. | ex. | φυσικόν ἐστι τὸ κοτινοφόρους εἶναι τοὺς ὑψηλοὺς τό‐ πους. | ἀμέλει ἐκεῖ καὶ ταύτην ἵστασθαι βούλεται πρὸς τὸ μὴ ἐκ‐ κόπτεσθαι ὑπὸ τῶν ὁδοιπόρων, καὶ ὅτι σύντροφα ὄντα τὰ τοιαῦτα φυτὰ ἀλλήλων τὴν εὐφυΐαν ἀφαιροῦνται. b(BCE3E4) | |
5 | D ad Ν 473 (~) | 〈οἰοπόλῳ:〉 ἐν ᾧ μόνος τις πολεῖται. Aim | |
1754c | Did. | ἀναβέβρυχεν {ὕδωρ}: Ζηνόδοτος διὰ τοῦ ο „ἀναβέβρο‐ χεν“, ὡς ἐκεῖ „ἀλλ’ ὅτ’ ἀναβρόξειε θαλάσσης 〈ἁλμυρὸν ὕδωρ〉“ (μ 240). A | |
1754d1 | ex. | ἀναβέβρυχεν: πηγάζει. τινὲς δὲ „〈ἀνα〉βέβροχε“, πιαί‐ νεται ἐξ ὑετῶν, ὡς τὸ „καταβρόξειεν“ (δ 222). T | |
1754d2 | ἀναπηγάζει, ἀναβλαστάνει, ἀναδίδοται. b(BCE3) | ||
1755-6 | ex. | 〈τὸ δέ τε〉 πνοιαὶ 〈δονέουσι / παντοίων ἀνέ‐ μων〉: ἵν’ εὔτονον γένηται b(BCE3E4)T καὶ φυλάσσῃ τὸν καρπόν· T τὰ γὰρ θαλπόμενα ἀσθενῆ εἰσι καὶ ἐπισκήπτοντος ἀνέμου τὸν καρπὸν ἀφίησιν. b(BCE3E4)T | |
17.56 | ex. | βρύει: θάλλει· ὅθεν καὶ ἔμβρυον. ἄνθεϊ δὲ λευκῷ τῷ κυπρισμῷ τῆς ἐλαίας· b(BCE3E4)T οὐ γὰρ τελεσφορεῖ τὸν καρπὸν διὰ τὸ νέον. b(BE3E4)T | |
17.57 | ex. | ἐλθὼν 〈δ’〉 ἐξαπίνης 〈ἄνεμος σὺν λαίλαπι πολλῇ〉: ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων φησίν (sc. Ρ 55—6), ἐπὶ δὲ τῆς | |
πτώσεως ἄνεμον καὶ λαίλαπα. b(BE3E4)T | |||
1758a | ex. | 〈βόθρου τ’〉 ἐξέστρεψε: μετέωροι γὰρ αἱ τῆς ἐλαίας ῥίζαι· διὸ καὶ γύρους ἐπισκάπτουσιν αὐταῖς. b(BCE3E4)T ἐμ‐ φαντικῶς δὲ καὶ τὴν ἔξ πρόθεσιν παρείληφε, δεικνὺς τὴν ἐλαίαν σὺν ταῖς ῥίζαις ἀναβεβλημένην. λείοις δὲ χρησάμενος τοῖς ἔπεσι νῦν | |
5 | †συνεπάχυνε† τῷ πάθει τὴν ἀπαγγελίαν. b(BE3E4)T | ||
1758b | ex. | καὶ ἐξετάνυσ〈σ〉’ ἐπὶ γαίῃ: αἱ γὰρ ῥίζαι αὐτῆς ἐν ὑγρῷ εἰσι καὶ γυμνὸς ὁ τόπος (cf. Ρ 54). T | |
1761-9 | ex. | ὡς δ’ ὅτε τίς τε λέων〈—κυδαλίμοιο〉: πάντα παρέβαλε πᾶσι, τὸ πλῆθος τῶν Τρώων ἀγέλῃ βοῶν, τὸν Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ τῶν βοῶν (cf. 62): b(BCE3E4)T ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής, „Πατρόκλῳ περιβὰς Τρώων τὸν | |
5 | ἄριστον ἔπεφνε“ (Ρ 80)· τὸν κτείναντα Μενέλαον λέοντι (cf. 61—4), τὴν ἀπραξίαν τῶν Τρωϊκῶν ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι μὴ δυναμένοις. b(BE3E4)T | ||
17.64 | D | ex | 〈λαφύσσει:〉 λάπτει. | τῶν δὲ κατὰ μίμησιν ἡ λέξις. Aint | |
1765a | Hrd. | δῃῶν: περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ διαίρεσιν σὺν τῷ ο „ἔγχεϊ δηϊόων (Σ 195). γέγονε δὲ παρὰ τὸ δήϊος· διὸ καὶ σὺν τῷ ι γράφεται τὸ δῃῶν. A | |
1765b | ex. (Hrd.) | δῃῶν: σὺν τῷ ι, καὶ περισπάσεις b(BCE3)T διὰ τὸ „δῄουν ἀλλήλουσ“ (Ο 708): T τὸ γὰρ ἐντελὲς θέμα δηϊόω ἐστίν. b(BCE3)T | |
1764c | Ap. S. (?) | 〈δῃῶν:〉 καὶ δήϊοι οἱ πολέμιοι. Aim | |
17.66 | ex. | ἰύζουσιν: οἱ νομῆες. οἱ δὲ κύνες ὑλακτοῦσιν. A Til | |
1770a1 | Ariston. | ἔνθα κε ῥεῖα φέροι: ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ ῥήματα· ἔδει γὰρ φάναι ‘τότε δ’ ἂν ῥᾳδίως ἔφερεν‘. A | |
1770a2 | ἀντὶ τοῦ 〈ἔ〉φερεν. Til | ||
17.71 | Ariston. | 〈ἀγάσσατο:〉 τὸ ἀγάσσατο νῦν ἀντὶ τοῦ ἐφθόνησεν καὶ 〈οὐκ〉 ἀντὶ τοῦ ἐθαύμασεν. Aim | |
1773a | Ariston. | Κικόνων ἡγήτορι Μέντῃ: ὅτι τοῦτον τὸν Μέντην ἐν τῷ Τρωϊκῷ Διακόσμῳ οὐ παραδέδωκεν, ἀλλὰ Εὔφημον μόνον· „Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων“ (Β 846), ὡς ἂν πλείοσιν ἡγεμόσι χρωμένων. ἴσως δὲ ἀμοιβὸς ἦν νεωστὶ ἥκων. καὶ {γὰρ} πρὸς | |
5 | τὸν ἐν τῇ Ὀδυσσείᾳ (cf. α 105 al.) ὁμώνυμον Μέντην· ἕτερος γὰρ Ταφίων βασιλεύς. Μέντης δὲ ὁ μενετικὸς ἐν τοῖς πολέμοις. A | ||
1773b | ex. | Κικόνων ἡγήτορι 〈Μέντῃ〉: πῶς ἐν τῷ Καταλόγῳ φησὶν „Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν“ (Β 846); νοητέον οὖν ὅτι ἦσαν μέν τινες πρῶτοι ἄρχοντες ἐν παντὶ τάγματι, ἦσαν δὲ καὶ ὑποδεέστεροι, ὡς ὁ Ἀχιλλεὺς „πέντε δ’ ἄρ’ ἡγεμόνας ποιήσατο“ (Π 171). T | |
1773c | ex. | Did. (?) | 〈Κικόνων〉 ἡγήτορι Μέντῃ: τῶν ἀμοιβαίων ἡγεῖτο ἴσως ὁ Μέντης. | τινὲς γράφουσι „Πείρῳ“, ἵν’ ᾖ ὁμώνυμος τῷ Θρᾳκί (cf. Δ 520). T | |
1775a | Nic. | Ἕκτορ, νῦν σὺ μὲν ὧδε 〈θέεις ἀκίχητα διώ‐ κων〉: μετὰ τὸ ὄνομα στικτέον· προσαγορευτικὴ γάρ ἐστι. τὸ δὲ ἀκίχητα φασὶ Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς | |
προσνέμειν καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι. A | |||
1775b | ex. | ἀκίχητα: ἀκατάληπτα. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ θάνατον Ἀχιλλέως ἀνακεχωρηκέναι αὐτοὺς πρὸς τὸν δόντα. T | |
1776-7a1 | ex. | ἀλεγεινοί 〈/ ἀνδράσι γε θνητοῖσι δαμήμεναι〉: πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται. ἢ δυσχερεῖς, ὅ ἐστιν ἀδύνατοι. T | |
1776-7a2 | πολυφρόντιδες καὶ πολλοῦ λόγου δεόμενοι εἰς τὸ ἀνθρώπῳ ὑποταγῆναι. ἢ δυσχερεῖς. b(BCE3E4) | ||
17.80 | Ariston. | Πατρόκλῳ περιβὰς 〈Τρώων τὸν ἄριστον ἔπεφνε〉: πρὸς τὴν περίβασιν. Τρὼς ἄρα ὁ Εὔφορβος, ἀλλὰ καὶ Δάρδανος (cf. Π 807)· οἱ ἄρα Δάρδανοι Τρῶες. καὶ ὅτι ἀντὶ τοῦ τὸν ἐν τοῖς Τρωσὶν ἄριστον· οὐ γάρ ἐστιν ὡς „Μυρμιδόνων τὸν ἄριστον“ | |
5 | (Σ 10). A | ||
17.83 | ex.(?) | 〈Ἕκτορα:〉 ἀντὶ τοῦ Ἕκτορος. Til | |
1785-6 | ex. | τὸν μὲν ἀπαινύμενον〈—ὠτειλήν〉: σχεδὸν ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι. T | |
1786a | Ariston. | 〈κατ’ οὐταμένην ὠτειλήν:〉 ὅτι παρητυμολόγησεν τὸ | |
ὄνομα. Aint | |||
1786b | ex. | 〈κατ’ οὐταμένην ὠτειλήν:〉 κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα. b(BCE3E4)Til | |
1787-8 | ex. | 〈βῆ δὲ διὰ προμάχων—〉ὀξέα κεκληγώς: ἀναγκαῖον, ἵν’ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· ὁ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὁ δὲ σκέπτεται. b(BCE3E4)T | |
17.88 | Nic. | 〈ὀξέα κεκληγώς:〉 μετὰ τὸ κεκληγώς βραχὺ διασταλ‐ τέον· μᾶλλον γὰρ ἐμφαίνει. Aint | |
1791-6 | ex. | εἰ μέν κε λίπω〈—Ἕκτωρ〉: εἰκότως ἐμβαθύ‐ νει τῷ λογισμῷ· b(BCE3E4) μένειν μὲν γὰρ ἡ τιμὴ Πατρόκλου καὶ ὁ ψόγος Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων. b(BCE3E4)T | |
17.91 | Hrd. | 〈λίπω〉 κάτα τεύχεα καλά: τὸ ἑξῆς ἐστι καταλίπω· διὸ ἀναστρεπτέον τὴν πρόθεσιν. Aint b(BCE3)T | |
1792a | Ariston. | Πάτροκλόν θ’, ὃς κεῖται 〈ἐμῆς ἕνεκ’ ἐνθάδε τι‐ μῆσ〉: ὅτι ἡ τιμὴ ἀντὶ τῆς τιμωρίας καὶ νῦν τέτακται· ἕνεκα ἐμοῦ κεῖται τιμωρούμενος τοὺς Τρῶας. A | |
1792b | ex. | Πάτροκλόν 〈θ’〉, ὃς κεῖται 〈ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆσ〉: δαιμονίως ἑαυτὸν δυσωπεῖ παραμεῖναι τῷ δι’ αὐτὸν τελευτή‐ σαντι. b(BE3E4)T | |
1793-5 | ex. | 〈μή ... μή:〉 διστακτικὸν τὸ μή. b(BCE3E4)Til | |
17.93 | Ariston. | 〈νεμεσήσεται:〉 ἀντὶ τοῦ νεμεσήσηται, μέμψηται. Aint | |
1794-5a1 | Nic. | εἰ δέ κεν Ἕκτορι μοῦνος 〈ἐὼν καὶ Τρωσὶ μάχωμαι / αἰδεσθείς, μή πώς με περιστήως’ ἕνα πολλοί〉: ὑποστικτέον ἐπὶ τὸ αἰδεσθείς (95), στικτέον δὲ ἐπὶ τὸ πολλοί (95)· ὁ γὰρ λόγος ἐλλιπής ἐστι, λείποντος τοῦ εὐλαβοῦμαι ἤ τινος | |
5 | τοιούτου, ὡς καὶ ἐν τοῖς προκειμένοις „μή τίς μοι Δαναῶν“ (Ρ 93)· ἔστι γὰρ τὸ πλῆρες ‘εὐλαβοῦμαι μή με τῶν Ἑλλήνων μέμψηταί τισ‘. τὸν αὐτὸν τρόπον καὶ ἐνθάδε· ‘ἐὰν δὲ μόνος ὢν Ἕκτορι καὶ Τρωσὶ μάχωμαι αἰδεσθείς, εὐλαβοῦμαι, μή πώς με περιστήως’ ἕνα πολλοὶ ὄντεσ‘. A | ||
1794-5a2 | προσληπτέον τὸ εὐλαβοῦμαι. Aint | ||
17.95 | Did. | 〈περιστείωσι:〉 Ἀρίσταρχος Aim διὰ τοῦ η „περι‐ στήωσι“. Aint Til | |
17.96 | ex. | Τρῶας δ’ ἐνθάδε πάντας 〈ἄγει—Ἕκτωρ〉: προκατασκευάζει †πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν. A b (BCE3E4) T | |
1798-9a | ex. | ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μά‐ χεσθαι, 〈ὅν κε θεὸς τιμᾷ〉: ὅτε ἀνὴρ βούλεται ἀνδρὶ μάχεσθαι, ὃν θεὸς τιμᾷ, πρὸς θεὸν μάχεται. A | |
1798-9b | Porph. vel | ὁππότ’ ἀνὴρ 〈ἐθέλῃ—τιμᾷ〉: πῶς ἅμα πρὸς | |
ex. | δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι; ἀλλὰ τὸ πρὸς δαίμονα τοιοῦτόν ἐστιν ὡς λέγομεν πρὸς κῦμα, ἐναντιούμενος δαίμονι· ὁ γὰρ φωτὶ μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ | ||
5 | θεῷ μάχεται τῷ ἐκεῖνον στέργοντι. ὁ Πίνδαρος (fr. 224) „ἴσον μὲν θεὸν ἄνδρα τε φίλον 〈θεῷ〉“ ὑποτρέσαι ἐκέλευσεν, ἐπ’ ἴσης τόν τε θεὸν καὶ τὸν φίλον θεῷ, ἄνδρα θεοφιλῆ. „μὴ θαύμαζε γάρ“, φησὶν ὁ Πλάτων, „εἰ ἱέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεούς. ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι;“ A | ||
1798-9c | ex. | ἄλλως· 〈ὁππότ’ ἀνὴρ—τιμᾷ:〉 οὐκ ἄρα τῷ πολέ‐ μῳ οὐδὲ τοῖς Τρωσὶν ὑποχωρεῖ, ἀλλὰ τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ βούλεται. τὸ δὲ τῆς διανοίας οὕτως· τῷ φωτί, ὅν κε θεὸς τιμᾷ, πρὸς δαίμονά ἐστι μάχεσθαι. A | |
1798-9d1 | Nic. | ex. | 〈ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μά‐ χεσθαι, /〉 ὅν κε θεὸς τιμᾷ: ἡ ὑποστιγμὴ μετὰ τὸ τιμᾷ (99). | ὁ δὲ λόγος· ὁπότ’ ἄν τις βούληται παρὰ θεοῦ γνώμην ἀνδρὶ μάχεσθαι, ὀφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι· τὸ γὰρ πρὸς δαίμονα (98) | |
5 | ἀντὶ τοῦ παρὰ θεοῦ γνώμην ὡς „καὶ πρὸς δαίμονά 〈περ〉, εἴ πως ἐρυσαίμεθα“ (Ρ 104). A | ||
1798-9d2 | ex. | ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ μάχεσθαι φωτί, ὅν κε θεὸς τιμᾷ. b(BCE3E4)T | |
1798-9d3 | {πρὸς δαίμονα φωτὶ μάχεσθαι:} παρὰ γνώμην θεοῦ· T ἡ γὰρ πρός (98) καὶ τὴν παρά δηλοῖ· b(BCE3E4)T „ἀλλὰ πρὸς Τρώων“ (Χ 514)· „καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα“ (Ρ 104). T | ||
17101a | ex.(?) | D | 〈χωρήσαντα:〉 ἀντὶ τοῦ παραχωρήσαντα, | ὑποχωρή‐ σαντα. Aim | |
17101b | ex. | 〈ἐκ θεόφιν:〉 ἐκ θεῶν. περισσὴ οὖν ἡ ἔξ. b(BCE3)Til | |
17.102 | ex. | 〈εἰ δέ που Αἴαντός γε〉 βοὴν ἀγαθοῖο 〈πυθοίμην〉: τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν ἀγαθόν φησι. b(BCE3)T | |
17.103 | Did. | 〈ἰόντες:〉 Ζηνόδοτος „ἰόντε“ δυϊκῶς. Aim | |
17.104 | ex. | 〈καὶ πρὸς δαίμονά περ:〉 θαρσήσας τῇ τοῦ Αἴαντος ἀλκῇ καὶ μείζονα προσφθέγγεται. αὔξει δὲ Αἴαντα ὡς δυνάμενον. b(BCE3E4) | |
17105a1 | ex. | κακῶν δέ κε φέρτατον εἴη: ὡς ἐν κακοῖς τοῦτ’ ἂν εἴη φέρτατον τὸ ῥύσασθαι τὸν νεκρὸν τῷ Ἀχιλλεῖ. A | |
17105a2 | ἐν κακοῖς βέλτιστον. Til | ||
17105b | ex. | ἄλλως· 〈κακῶν δέ κε φέρτατον εἴη:〉 ἐὰν πρὸς τῇ ἀναιρέσει καὶ τὴν τοῦ σώματος αἰκίαν ὑπομείνῃ ὁ Πάτροκλος. A | |
D | ἄλλως· τῶν δὲ παρόντων κακῶν—τὸ ἄμεινον γένοιτο. A | ||
17109a | ex. | ἐντροπαλιζόμενος 〈ὥς τε λίσ〉: οὕτω γὰρ ἀναχωρεῖ καὶ λέων, μὴ διδοὺς τὰ νῶτα τοῖς διώκουσιν, ἀλλὰ κατ’ ὀλίγον ὑποβαίνων. b(BCE3E4)T | |
17109b | ex. | {ἐντροπαλιζόμενος} ὥς τε λίς: οὐκ ἀσθενεῖ ζῴῳ παρ‐ έβαλεν οὐδὲ τῷ εἰωθότι φεύγειν, ἀλλὰ τῷ ἀλκιμωτάτῳ, ὅν φησιν (sc. Ρ 110—2) οὐκ ἀδικεῖσθαί τι πρὸς τῶν ἀμυνομένων, δρᾶσαι δὲ κωλύεσθαι. A | |
17110-1a | ex. | κύνες τε καὶ ἄνδρεσ〈— / ἔγχεσι καὶ φωνῇ〉: πολὺς ὁ θόρυβος κυνῶν ἀνδρῶν ὅπλων βοῆς, ὅπως ἀναχωροίη | |
παθὼν μὲν οὐδέν, δρᾶσαι δὲ κωλυθείς. b(BCE3E4)T | |||
17110-1b | ex. | ἄλλως· κύνες τε καὶ ἄνδρεσ〈— /〉 ἔγχεσι καὶ φωνῇ: πρὸς τὸ δεύτερον ὑπήντησεν. b(BCE3E4)T | |
17110a1 | Hrd. | {ἀπὸ σταθμοῦ} δίωνται: διώνται ὡς λέγωνται. ἔστι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίσις παρ’ αὐτῷ (cf. Ψ 475). A | |
17110a2 | ὡς λείπωνται. †ὑπὸ† δὲ τοῦ †δίωμι† ἡ κλίσις. Til | ||
17110b | Ap. H. (?) | 〈δίωνται:〉 οὕτως „δίενται“ ὡς τίθενται. μέμνηται ὁ Ἡρωδιανὸς (2,104 not.) ἐν τῇ Μ (sc. ad 276). Aint | |
17112a | Ariston. | παχνοῦται, ἀέκων δέ τ’ 〈ἔβη ἀπὸ μεσσαύλοιο〉: ὅτι τὴν κατὰ ἀγρὸν ἔπαυλιν μέσσαυλον. οἱ δὲ Ἀττικοὶ τὴν μέσην θύραν τῆς αὐλῆς, τὴν διορίζουσαν τήν τε γυναικωνῖτιν καὶ τὸν ἀνδρῶνα. τὸ δὲ παχνοῦται πήγνυται, φρίσσει, ἀπὸ τῆς πάχνης | |
5 | διὰ τὴν λύπην. A | ||
17112b1 | ex. | παχνοῦται: πήγνυται· φρίσσει ἢ λυπεῖται· τὰ ἀηδῆ | |
γὰρ ψυχρὰ ἐκάλουν, ὥσπερ καὶ τὰ προσηνῆ θερμά. T | |||
17112b2 | φρίσσει ἢ λυπεῖται· τὰ γὰρ προσηνῆ καὶ καλὰ θερμὰ ἐκάλουν, ὥσπερ καὶ λυπηρὰ καὶ κακὰ ψυχρά. b(BCE3E4) | ||
17112c | ex. | μεσ〈σ〉αύλοιο: τῆς ἐπαύλεως· b(BCE3)T ἀντι‐ πέφρασται γὰρ τῷ „σταθμοῖο“ (Ρ 110). T | |
17.115 | Ariston. | Αἴαντα μέγαν Τελαμώνιον υἱόν: ὅτι πάλιν μέγαν εἶπεν τὸν Τελαμῶνος Αἴαντα κατὰ σύγκρισιν τοῦ Ὀϊλιάδου· ἐκεῖνος γὰρ μικρότερος· „μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιοσ“ (Β 528). A | |
17.117 | ex. | θαρσύνον〈θ’〉 ἑτάρους 〈καὶ ἐποτρύνοντα μάχε‐ σθαι〉: ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος ἀρετῆς εἰς μάχην προτρεπομέ‐ νου, οὓς Ἀπόλλων φοβεῖ. b(BCE3E4)T | |
17.118 | ex. | 〈θεσπέσιον:〉 τὸν ἐκ θεοῦ πίπτοντα. b(BCE3E4)Til | |
17120-2 | ex. | 〈Αἶαν, δεῦρο, πέπον, —Ἕκτωρ:〉 βραχὺς ὁ λόγος τοῦ σπεύδοντος πρὸς τὴν συμμαχίαν. Til | |
17121-2 | ex. | αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν / γυμνόν: προσέθηκεν Ἀχιλλῆϊ εἰς μείζονα προτροπήν· καὶ γὰρ αἰσχρὸν ἦν τῷ Αἴαντι μάλιστα ὑπὸ Ἀχιλλέως καταγνωσθῆναι, μεθ’ ὃν ἦν αὐτὸς ἄριστος. A | |
17123a1 | ex. | θυμὸν ὄρινε: ἐλυπήθη μέν, οὐ συγκέχυται δέ, ὡς Ἀν‐ τίλοχος τῇ ἀφωνίᾳ συνεσχέθη. (cf. Ρ 695). T | |
17123a2 | ἐλυπήθη μέν, οὐ συνεσχέθη δὲ τῇ ἀφωνίᾳ ὡς Ἀντίλοχος· ἐκεῖνος γὰρ καὶ ἀφωνεῖ. b(BCE3E4) | ||
17125a | Ariston. | Ἕκτωρ μὲν Πάτροκλον 〈ἐπεὶ κλυτὰ τεύχε’ | |
ἀπηύρα〉: ὅτι ἔοικε παρεπιτιμῶντι ὁ Ἀρίσταρχος τῷ Ὁμήρῳ· οὐ γὰρ αὐτὸς ἦν ὁ Ἕκτωρ ὁ σκυλεύσας τὸν Πάτροκλον, ἀλλ’ ἀπ’ αὐτοῦ πε‐ ριόντος ἀφείλετο τὰ ὅπλα αὐτὸς Ἀπόλλων, ὁ δὲ αὐτὸν γυμνὸν ἔτρω‐ | |||
5 | σεν· „λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων“ (Π 804). ὁ δὲ Διονύσιος (fr. 45 Schm.) τὸ σημεῖόν φησιν, ὅτι ἤλλακται πτῶσις, „Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα“ ἀντὶ τοῦ Πατρόκλου. A | ||
17125b1 | ex. | Πάτροκλον 〈ἐπεὶ κλυτὰ τεύχε’〉 ἀπηύρα: Ἀττι‐ κῶς εἶπεν, οὐ Πατρόκλου. κατεχρήσατο δὲ ὡς ἐκεῖ „〈τὰ〉 Πατρόκλοιο βίην ἐνάριξε κατακτάσ“ (Χ 323)· γυμνὸς γὰρ Πάτροκλος· καὶ „τεύχεα δ’ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων / εἵλευ“ (Ρ 205—6). ἢ | |
5 | ἐπεὶ τὰς κνημῖδας ἔλυσεν. ἢ ὡς Ὀδυσσεύς φησι „σκοπὸν εἵλομεν“ (Κ 561) κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου †τῶν κοινῶν† τῶν κατορθωμάτων (cf. Π 818—21) συναριθμεῖ. T | ||
17125b2 | ἀντὶ τοῦ Πατρόκλου Ἀττικῶς κατεχρήσατο. πῶς δὲ Ἀπόλλωνος σκυλεύσαντος (cf. Π 793—864) περὶ Ἕκτορός φησιν; ἢ τάχα περὶ μόνων τῶν κνημίδων φησίν. b(BCE3E4) ἢ ὡς Ὀδυσ‐ σεύς φησι „σκοπὸν εἵλομεν“ κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος | ||
5 | ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ. b(BE3E4) | ||
17.126 | Ariston. | ἕλχ’, ἵν’ ἀπ’ ὤμοιϊν 〈κεφαλὴν τάμοι ὀξέϊ χαλ‐ κῷ〉: ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν, ἵνα ἀφέληται τὴν κεφαλήν, τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψῃ (cf. Ρ 127)· οὐδέπω γὰρ ὁ Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων, ὅτι τὸ | |
5 | Σαρπηδόνος σῶμα ὑπὸ τοῖς Ἀχαιοῖς ἀφῆκε γενέσθαι· δεῖν οὖν πολε‐ μήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιάσαι, μέχρι ἂν ἀπο‐ δῶσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Σαρπηδόνος καὶ τὰ τεύχη, ἀντικομιζόμε‐ νοι τὸν Πάτροκλον (cf. Ρ 149—65)· δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπὸ τῶν Ἀχαιῶν ἦρθαι καὶ κεῖσθαι ἐπὶ τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπὸ | ||
10 | Ἀπόλλωνος εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται (cf. Π 676—83). ὁ δὲ Ὅμηρος, ἵν’ ἐπιφανῆ τὸν ἀγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου, ταῦτα ὑπέθετο· οἵ τε γὰρ Τρῶες ὡς ὑπὲρ Σαρπηδόνος κινδυνεύειν κρίνουσιν, οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ ἔχοντες μάχον‐ ται ὑπὲρ τῆς αἰκίας τοῦ Πατρόκλου. χαλεπὴ ἡ αἰκία καὶ συγγνωστὸς | ||
15 | ὁ Ἀχιλλεὺς αἰκιζόμενος τὸν Ἕκτορα ἐπ’ ἐκδικίᾳ τοῦ φίλου (cf. Χ 395—404. Ω 16—8)· χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος. A | ||
17.127 | ex. | τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη: εὔλογον προκατασκευάζει τὴν εἰς τὸν Ἕκτορα αἰκίαν, λέγων ὅτι αὐ‐ τὸς †ταύτην† διαθεῖναι τὸν Πάτροκλον ἔσπευσεν. b(BCE3E4)T | |
17.128 | ex. | Αἴας δ’ ἐγγύθεν ἦλθεν: εὐκαιρότατα ἔρχεται Αἴας ἤδη | |
μέλλοντος Πατρόκλου σύρεσθαι. T | |||
17129-31 | ex. | Ἕκτωρ δ’ ἂψ ἐς ὅμιλον〈—ἔμμεναι αὐτῷ〉: ἀντίθες τὸ κατὰ τὸν Μενέλαον· ὁ μὲν ἀναχωρεῖ συμμαχίαν προκαλε‐ σόμενος (cf. Ρ 102—23), ὁ δὲ οὐχ ἵνα ὠφελήσῃ τι τοὺς φίλους, ἀλλ’ ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον εἰς πομπὴν μέλλον | |
5 | προϊέναι (cf. Ρ 188—214). b(BCE3E4)T | ||
17.132 | ex. | Αἴας 〈δ’〉 ἀμφὶ Μενοιτιάδῃ 〈σάκος εὐρὺ καλύψασ〉: οὗτος ὥσπερ τεῖχος (cf. Ρ 128) εἰς σκέπην τῷ σώματι τοῦ Πατρόκλου τὸ σάκος προβέβληται. A | |
17.133 | Did. | 〈ἑστήκει:〉 οὕτω χωρὶς τοῦ ι ἑστήκει. Aim | |
17133-6 | ex. | ὥς τίς τε λέων〈—ὄσσε καλύπτων〉: ἐπὶ μὲν τῆς προτέρας παραβολῆς (cf. Ρ 4—5) ἀντὶ τῆς βοὸς τῷ τῆς μητρὸς (cf. Ρ 4) ἐχρήσατο ὀνόματι. ἐπεὶ δὲ ἀπεμφαῖνον ἦν ἐνταῦθα κατὰ τοῦ λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριωτέρῳ κέχρηται κατὰ | |
5 | τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει τῷ φιλοστόργῳ ὀνό‐ ματι (cf. 133). b(B, C [bis], E3E4)T καλῶς δὲ καὶ νήπια ἐποίησε τὰ τέκνα· μείζων γὰρ ἡ περὶ τούτων φροντίς. b(BCE3E4)T | ||
17134-6a1 | Did. | ᾧ ῥά τε νήπι’ ἄγοντι—ὄσσε καλύπτων: παρὰ Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ ἦσαν οἱ τρεῖς στίχοι, ἴσως, φασὶν ἔνιοι, ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν, ἀλλὰ θήλειαι μόναι. κατὰ δὲ τὸ ἀρσενικὸν καὶ ἐπὶ τῆς θηλείας τέτακται ὁ λέων, καὶ ἔστιν | |
5 | ἐπίκοινον· ἔστι γάρ τινα ὀνόματα ἀρσενικά, ἃ καὶ ἐπὶ θηλυκῶν τάσσε‐ | ||
ται, καὶ θηλυκά, ἃ καὶ ἐπ’ ἀρσενικῶν, οἷον ἱέραξ μὲν καὶ ἐπ’ ἄρσενος καὶ θηλείας τάσσεται, πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπ’ ἀρσενικοῦ τίθε‐ ται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρ‐ σην, λέαινα δὲ ἡ θήλεια, κατὰ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴ‐ | |||
10 | θισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον· διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χρώμενον ᾧ ῥά τε νήπι’ ἄγοντι (134), οὐχὶ ‘ᾗ ῥά τε νήπι’ ἀγούσῃ‘. ὁ δὲ Ἀντίμαχος (fr. 147 W.) ἐκ τούτου πλανηθεὶς ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν. A | ||
17134-6a2 | οὔτε δὲ παρὰ Ζηνοδότῳ οὔτε ἐν τῇ Χίᾳ ἦσαν οἱ τρεῖς στίχοι, ἐπεί φασιν μὴ σκυμναγωγεῖν τοὺς ἄρσενας τῶν λεόντων. T | ||
17134-6b | ex. (Did.) | ex. | ᾧ ῥά τε νήπι’ ἄγοντι—ὄσσε καλύπτων: οὐ σκυμναγωγεῖ 〈ὁ〉 λέων. ἴσως οὖν τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ Ὅμηρος τὸ λέαινα· διὸ φθάσας εἰπεῖν „λέων“ (Ρ 133) ὅλα ἀρσενικῶς ἐπάγει (sc. 134—5)· καὶ γάρ φησιν „ἐπεί σε λέοντα γυναιξί / Ζεὺς | |
5 | θῆκεν“ (Φ 483—4). b(BCE3E4)T ὁ δὲ Ἀντίμαχος (fr. 147 W.) καὶ τὸν ἄρρενά φησι σκυμναγωγεῖν. T | τὸ μέγεθος δὲ Αἴαντος ὑπο‐ φαίνει ἡ παραβολή. A b (BCE3E4)T | ||
17134-6c | ex. | ᾧ ῥά τε νήπι’ ἄγοντι〈—ὄσσε καλύπτων〉: ἐπὶ μὲν τῆς Μενελάου εἰκόνος (sc. Ρ 4—5) τὴν φιλοστοργίαν τῆς βοὸς παρέλαβεν, ἐπὶ δὲ τῆς τοῦ Αἴαντος τὸ ἄλκιμον. A | |
17.134 | ex. | νήπι’ ἄγοντι: φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστορ‐ γίαν. ἐπὶ ὀρνίθων „μάστακ’, ἐπεί κε λάβῃσιν, b(BCE3E4)T ἀ‐ πτῆσι νεοσσοῖσι προφέρῃσιν“ (cf. Ι 324 et 323), b(BCE3E4) ἐπὶ | |
κυνῶν „ὡς δὲ †λέων† ἀμαλῇσι περὶ †σκυλάκεσι톓 (υ 14), ἐπὶ θρεμ‐ | |||
5 | μάτων „ὥς τις περὶ πόρτακι μήτηρ“ (Ρ 4), ἐπὶ θηρῶν ἀγρίων, ὡς νῦν. b(BCE3E4)T | ||
17.135 | D | 〈ἐπακτῆρες:〉 κυνηγοί, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. Aint | |
17.136 | D | ἐπισκύνιον: τὸ ἐπάνω—τοῖς ὀργιζομένοις. A | |
17136a | ex. | πᾶν δέ τ’ ἐπισκύνιον 〈κάτω ἕλκεται ὄσσε κα‐ λύπτων〉: ἱστόρηται τοῦτο ἐπὶ τῆς ἀληθείας· φασὶ γάρ, ὅταν ἐμ‐ πέσῃ λέων ἔχων σκύμνους, μαχόμενον αὐτὸν πρὸς τοὺς κυνηγοὺς κα‐ τανεύειν καὶ καλύπτειν τὰ φάη, ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη | |
5 | δειλιάσας καταλίπῃ τὸ τέκνον. A | ||
17136b | Ariston. (?) | | ἕλκεται ... καλύπτων: ἕλκεται ἔφη ἀντὶ τοῦ ἕλκει. | καλύπτων δέ, ὁ λέων· διὸ καὶ διὰ τοῦ ω γράφεσθαι συνεφώνουν ἅπασαι. A | |
17136c | Did. | ex. | ὄσσε καλύπτων: ὁ λέων. | ὑπερέβαλε δὲ ὁ λόγος καὶ τὴν γραφικήν. T | |
17.139 | Did. | 〈ἑστήκει:〉 ἔξω τοῦ ι. Aint | |
17140-1 | ex. | 〈Γλαῦκος—χαλεπῷ ἠνίπαπε μύθῳ:〉 εἰκό‐ τως διὰ Σαρπηδόνα. Til | |
17142a | ex. | μάχης ἄρα πολλὸν ἐδεύεο: δειλίαν αὐτῷ ὀνειδίζει, ὃ μάλιστα κινεῖν ἔμελλε τὸν Ἕκτορα. b(BCE3E4)T ἐπεὶ δὲ δικαίως ἀγανακτεῖ, φέρει αὐτὸν ὁ Ἕκτωρ ὀνειδίζοντα (cf. Ρ 170—83). b | |
(BE3E4)T | |||
17142b | ex. | μάχης ἄρα πολλὸν ἐδεύεο: μάλιστα τὸν Ἕκτορα ἔμελλε κινεῖν, καὶ 〈διὰ〉 τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι. A | |
17142-8 | ex. | μάχης ἄρα πολλὸν ἐδεύεο—νωλεμὲς αἰεί: ὅρα τὴν τάξιν τοῦ λόγου καὶ τὴν τομήν· πρῶτον ἔθηκε τὸ κατὰ τὸν Ἕκτορα ὡς ἀφέστηκε τῆς μάχης καὶ ἀμελεῖ τῶν συμμάχων (cf. 142—5). εἶτα ἐπάγει τὸ καθ’ ἑαυτὸν ὡς δίκαιον ποιῶν, εἰ ἀποσταίη καὶ αὐτὸς | |
5 | μετὰ τῶν Λυκίων (cf. 146—7), καὶ τὴν αἰτίαν ἐπεξεργάζεται, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν / b(BCE3E4)T μάρνασθαι δηΐοι‐ σιν (147—8). T | ||
17143a | Hrd. | 〈ἦ:〉 περισπαστέον {δὲ} τὸν ἦ, εἴτε θαυμαστικῶς εἴτε βε‐ βαιωτικῶς κεῖται. A | |
17143b | ex. | D | ex. | φύξηλιν: παράγωγον A Til ἀπὸ τοῦ φύξω μέλλον‐ τος, Til | φυγάδα ὄντα καὶ δειλόν. | καὶ τὸ φεύγειν καὶ τὸ ἀλέασθαι ἔγκειται ἐν τῇ λέξει. A | |
17144a1 | Did. | 〈σαώσεις:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „σαώσῃσ“ διὰ τοῦ η. Aim | |
17144a2 | διὰ τῆς ει διφθόγγου τὸ σαώσεις. Til | ||
17146-8 | ex. | οὐ γάρ τις Λυκίων〈—νωλεμὲς αἰεί〉: οἱ γὰρ στρατιῶται ὁρῶντες ἀνεκδικήτους τοὺς τελευτήσαντας ἀποστή‐ σονται τῶν κινδύνων. b(BE3E4)T τοῦτο δὲ δηλοῖ διὰ τοῦ ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν / μάρνασθαι δηΐοισιν (147—8). | |
5 | T | ||
17147a1 | ex. | ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν: οὐ γάρ ἐστι χαριστέον | |
σοι ἐκ τοῦ μάχεσθαι· τὸ γὰρ οὐκ ἄρα ἀντὶ τοῦ ‘οὐχ ὡς ἔοικεν‘· „οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένοσ“ (Hsd. opp. 11), „οὐκ ἄρα σοί γ’ ἐπὶ εἴδει“ (ρ 454). T | |||
17147a2 | ἐπεὶ οὐκ ἔστι χαριστέον σοι τοῦτο· ἀντὶ τοῦ ‘ὡς ἔοικε‘ γάρ ἐστι τὸ ἄρα· οἷον οὐ γάρ ἐστί σοι τοῦτο εἰς χάριτος τάξιν. ἢ οὐδὲν αὐτοῖς χαρίζῃ. b(BE3E4) | ||
17149a | ex. | πῶς κε 〈σὺ〉 χείρονα φῶτα 〈σαώσειασ〉: ὁ γὰρ τοῦ βασιλέως πεσόντος ἀμελήσας ποῖος φανεῖται περὶ τοὺς ἐκείνου χείρο‐ νας; b(BCE3E4)T | |
17149b1 | Did. | {πῶς κε σὺ χείρονα φῶτα σαώσηας} μεθ’ ὅμιλον: διὰ τοῦ ν μεθ’ ὅμιλον. παρὰ δὲ Ζηνοδότῳ „μεθ’ ὁμίλου“· καὶ λόγον ἔχει ἀντὶ τοῦ ἔξω ὁμίλου. A | |
17149b2 | Ζηνόδοτος δὲ γράφει „μεθ’ ὁμίλου“ ἀντὶ τοῦ ἔξω τοῦ πο‐ λέμου. T | ||
17149c1 | ex. | μεθ’ ὅμιλον: ἀντὶ τοῦ ἐκ πολέμου. T | |
17149c2 | τὸ δὲ μεθ’ ὅμιλον οἱονεὶ ἐν πολέμῳ ἢ ἐκ πολέμου. b (BCE3E4) | ||
17150-1 | ex. | σχέτλι’, 〈ἐπεὶ—γενέσθαι:〉 ἀγνοοῦσι τὰ ᾠκο‐ νομημένα περὶ τοῦ Σαρπηδόνος Ἀπόλλωνι. Aim | |
17151a | ex. | 〈κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γε‐ νέσθαι:〉 τὸ κάλλιπες τὸν ἐθελόκακον δηλοῖ. πῶς δὲ δίκαιον τὸν ξένον, τὸν φίλον, τὸν σύμμαχον περιορᾶσθαι; b(BCE3E4)T | |
17151b | Ariston. | ἕλωρ: ἡ διπλῆ, ὅτι τὰ „ἑλώρια“ (Α 4) οὐκ ἔστι βρώματα, ὡς οἱ | |
Γλωσσογράφοι, ἀλλ’ ἑλκύσματα. A | |||
17151c | ex. | 〈ἕλωρ:〉 ἀναίρεμα. Til | |
17152a | ex. | 〈πόλλ’ ὄφελος:〉 πολλαχῶς ὠφέλημα. Aim | |
17152b | ex. | 〈πολλά:〉 πολλάκις, b(BCE3E4) πολλαχῶς. ἢ λεί‐ πει ἡ κατά. b(BCE3E4)Til | |
17153a | Ariston. | νῦν δ’ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης: ὅτι ὑπόνοια τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος ἐσομένου, εἰ μὴ τὸν Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφ’ αὑτοὺς ἔχοιεν εἰς ἀνταπόδοσιν τῶν περὶ Σαρπηδόνος· ἄριστος γὰρ οὗτος ὥστε μὴ ἀμεληθῆναι τὴν ἀνα‐ | |
5 | κομιδὴν τοῦ σώματος αὐτοῦ, ἐξ οὗ συνέβαινεν ἀνταποδίδοσθαι τὸν Σαρπηδόνα· διὸ ἐπιφέρει „τοίου γὰρ θεράπων πέφατ’ ἀνέρος, ὃς μέγ’ ἄριστος / Ἀργείων παρὰ νηυσὶ“ (Ρ 164—5). A | ||
17153b | Ariston. | 〈κύνας ἔτλης:〉 ὅτι Ζηνόδοτος γράφει „κύον, ἔτλησ“. ἄλογον δέ. Aint | |
17154-5 | Nic. | τῶ νῦν εἴ τις ἐμοὶ Λυκίων 〈ἐπιπείσεται ἀν‐ δρῶν / οἴκαδ’ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθροσ〉: ἤτοι ὑποστικτέον ἀνδρῶν (154), ἵνα στίζωμεν ἴμεν (155), ὁ δὲ λό‐ γος εἴη ‘διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων, οἴκαδε πορευσόμεθα‘. | |
5 | ἢ ὑποστικτέον ἐπὶ τὸ ἴμεν (155), ἵν’ ᾖ ἀπαρέμφατον, ὁ δὲ δέ (155) σύνδεσμος περισσεύῃ, Τροίῃ δέ (155), τοῦ λόγου τοιούτου γινο‐ μένου ‘διόπερ νῦν εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἴκαδε ὑποστρέφειν, ἀπόλοιτο ἂν ἡ Τροία‘. A | ||
17155a | Did. | ἴμεν: Ἀρίσταρχος ἀπαρέμφατον, καὶ λείπει τὸ καλῶς | |
ποιήσει. ὁ δὲ Σιδώνιος „ἴ〈τ〉ω“. T | |||
17155b | ex. | {οἴκαδ’ ἴμεν, τροίηι δὲ} πεφήσεται: τὸ πεφήσεται οὐκ ἔστιν ὅμοιον τῷ „πέφαται δ’ ὤριστος Ἀχαιῶν“ (Ρ 689), ἀλλὰ πεφήσεται ὄλεθρος φανήσεται. A | |
17155c | ex. | 〈πεφήσεται:〉 φανερωθήσεται. Til | |
17156-9 | ex. | εἰ γὰρ νῦν Τρώεσσι〈—Ἴλιον εἴσω〉: ἀπει‐ λήσας τὴν ἐπάνοδον (sc. Ρ 154—5) πάλιν προτρέπει ἐπὶ τὴν βοή‐ θειαν, ὀργιζομένου καὶ κηδομένου ἐμφαίνων διάθεσιν. b(BCE3E4)T | |
17.156 | ex. | 〈εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη:〉 λεληθότως καὶ Τρώων καθάπτεται. b(BCE3E4)Til | |
17161a | Did. | 〈τεθνηώς:〉 οὕτως διὰ τοῦ η τεθνηώς. Aim | |
17161b | ex. | 〈καί μιν ἐρυσαίμεθα χάρμης:〉 καὶ διὰ μάχης αὐτὸν ἐξελκύσαιμεν. Aint Til | |
17163a | Ariston. | λύσειαν, καί κ’ αὐτὸν 〈ἀγοίμεθα Ἴλιον εἴσω〉: ὅτι οὐκ ἴσασιν οἱ περὶ τὸν Γλαῦκον, εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν εἰς Λυκίαν ὑπὸ τοῦ Ὕπνου καὶ τοῦ Θανάτου (cf. Π 676—83)· διό φησιν ἀντιρυσιάσαι τὸν Πάτροκλον ὡς ἀνακομίσαι τὸν Σαρπηδόνα. A | |
17163b | ex. | καί κ’ αὐτὸν ἀγοίμεθα 〈Ἴλιον εἴσω〉: τοῦ Πα‐ τρόκλου ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος. πῶς; διδάξει διὰ τῶν ἐπιφερομένων „τοίου γὰρ θεράπων πέφατ’ ἀνέροσ“ | |
(Ρ 164). οὐκ ἂν ἐναδιαφοροῖεν ἐν τῇ αἰκίᾳ τοῦ Πατρόκλου διὰ τὸ εἶναι | |||
5 | αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα (cf. Ρ 164—5), ἀλλὰ ταχέως ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα, ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν Πάτροκλον. A | ||
17161c | Ariston. | 〈ἀγοίμεθα:〉 ὅτι ἐπὶ ἀψύχων τὸ ἀγοίμεθα. Aim TTil | |
17164a | ex. | τοίου γὰρ θεράπων 〈πέφατ’ ἀνέρος, ὃς μέγ’ ἄριστοσ〉: τεχνικῶς μέγα δείκνυσι τὸ κατόρθωμα, μᾶλλον προτρέ‐ πων αὐτούς. b(BCE3E4)T | |
17161b | ex. | ἄλλως· τοίου γὰρ θεράπων〈—ἄριστοσ〉: ἀξιόπιστα τὰ ἐγκώμια ὑπὸ πολεμίου λεγόμενα. b(BCE3E4)T | |
17.166 | D | D ad Ε | οὐκ ἐτάλασσας: οὐχ ὑπέμεινας. | ἀπὸ τούτου καὶ τλήμων | |
670 (?) | ὁ ὑπομενητικός. A | ||
17167a1 | ex. | 〈στήμεναι ἄντα〉 κατ’ ὄσσε ἰδών: οὐκ ἀντιμαχέ‐ σασθαι, ἀλλ’ οὐδὲ ἀντιβλέψαι. T | |
17167a2 | οὐ μόνον οὐκ ἀντιστῆναι ἠδυνήθης, φησίν, ἀλλ’ οὐδὲ ἀν‐ τιβλέψαι. b(BCE3E4) | ||
17167b | ex. | 〈δηΐων ἐν ἀϋτῇ:〉 ἐν τῇ πρὸς τοὺς πολεμίους μάχῃ. Til | |
17170-8a1 | ex. | Γλαῦκε, 〈τίη δὲ σὺ τοῖος ἐὼν—μαχέ‐ σασθαι〉: οὐκ εὐπορῶν ἀπολογίας πρὸς μὲν τὰ κατηγορηθέντα †ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ. εἶτα (cf. 176—8) δὲ καὶ τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία ἀναφέρων τὸ ὅλον. b(BCE3E4)T | |
17170-8a2 | {γλαῦκε τίη δὲ σύ:} πρὸς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ. A | ||
17170a | ex. | τίη: Ἀττικῶς διὰ τί. Aint Til | |
17170b | ex.(?) | 〈ὑπέροπλον:〉 ἀνάρμοστον. Til | |
17171a1 | Did. | 〈ὦ πόποι:〉 παρὰ Ζηνοδότῳ „ὦ πέπον“, οὐ κακῶς. Aim | |
17171a2 | Ζηνόδοτος „ὦ πέπον“. Til | ||
17171b | ex. | 〈περὶ φρένας ἔμμεναι ἄλλων:〉 ὑπερεῖναι τῶν ἄλ‐ λων. Til | |
17.172 | Ariston. | τῶν ὅσσοι Λυκίην 〈ἐριβώλακα ναιετάουσι〉: με‐ μείωκε τὴν ἔμφασιν, καὶ τὰ τοιαῦτα εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος. A | |
17173a | Ariston. | 〈νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπεσ〉: ὅτι νῦν μὲν ὀρθῶς ἔχει, ἐν δὲ τῇ Ξ (sc. 95) κακῶς ἐντεῦθεν μετενήνεκται. A | |
17173b1 | Did. | νῦν δέ σευ: παρὰ Ζηνοδότῳ „νῦν δέ σε“, ἔξω τοῦ υ. A | |
17173b2 | γράφεται „νῦν δέ σευ“. Til | ||
17174a | Hrd. | με φῄς: ἀξιοῖ ὁ Ἀσκαλωνίτης (p. 56 B.) ἀναγινώσκειν δισυλλάβως ἐπὶ ἀορίστου χρόνου. ὁ μέντοι Ἀλεξίων (fr. 60 B.) μο‐ νοσυλλάβως ἐπὶ ἐνεστῶτος χρόνου· διὸ καὶ σὺν τῷ 〈ι〉 γράφεσθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ συγκατατίθεμαι· διὸ ἐν τῇ | |
5 | συντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου. A | ||
17174b1 | Did. (?) | 〈με φῄς:〉 οὕτως ἐπὶ ἐνεστῶτος ἀντὶ τοῦ λέγεις, καὶ τὸ ι. Aim | |
17174b2 | φῄς ἐνεστῶτος. Til | ||
17176-8 | ex. | 〈ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος—μα‐ χέσασθαι:〉 οὐκ εὐπορῶν ἀπολογίας τὸν Δία αἰτιᾶται. Til | |
17.176 | Did. (?) | 〈αἰγιόχοιο:〉 γράφεται „ἠέ περ ἀνδρόσ“. Aim | |
17178a | Ariston. | ῥηϊδίως, ὁτε δ’ αὐτὸς 〈ἐποτρύνει μαχέσασθαι〉: ὅτι ἀκαταλλήλως καὶ ἰδίως ἐπενήνοχε τὸ ὁτε δ’ αὐτός· ἔδει γὰρ ἢ οὕτως εἰπεῖν ‘τότε δ’ αὐτὸς ἐποτρύνει‘, ἢ προσληπτέον ἔξωθεν τὸ ἔστι〈ν〉 ὥστε γίνεσθαι τὸ πλῆρες ‘ἔστι δ’ ὅτε καὶ αὐτὸς ἐποτρύνει | |
5 | μάχεσθαι‘. A | ||
17178b | Did. | 〈ὁτὲ δ’ αὐτός:〉 παρὰ Ἀριστοφάνει „τότε δ’ αὐτόσ“. Aint Til | |
17179-83 | ex. | ἀλλ’ ἄγε δεῦρο〈—θανόντοσ〉: ὅρα, ἃ ἐπαγγέλ〈λ〉εται καὶ τί μέλλει ποιεῖν. T | |
17181-2 | ex. | 〈ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ〉 με‐ μαῶτα 〈/ σχήσω ἀμυνέμεναι〉: τὸ ἑξῆς οὕτως· ἤ τινα καὶ b (BCE3E4) μεμαῶτα ἀμύνειν σχήσω τῆς ἀλκῆς. b(BCE3E4)T | |
17186-7 | ex. | ὄφρ’ ἂν ἐγὼν Ἀχιλῆοσ〈—κατακτάσ〉: προσ‐ | |
εδόκησεν ἄν τις αὐτὸν δυσωπηθέντα τοὺς λόγους, ὡς καὶ αὐτὸς ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ πράγματι. ὁ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέλησε δὲ τῶν ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν | |||
5 | ἐξάγεται. A b (BE3E4)T | ||
17.187 | ex. | καλά, τὰ Πατρόκλοιο 〈βίην ἐνάριξα κατακτάσ〉: οὗτος ἀλαζονεύεται μηδὲν ἀξιόλογον δεδρακώς· διὸ ἐπιμελῶς χαρα‐ κτηρίζει τοὺς βαρβάρους, τοιούτους παραδιδούς. ἐνταῦθα μὲν οὖν ὀρθῶς ἔχει τὰ λεγόμενα, ἀνωτέρω δὲ οὐκέτι· αὐτὸς γὰρ ἦν Ὅμηρος | |
5 | ἱστορῶν „Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα, / ἕλχ’ ἵν’ ἀπ’ ὤμοιϊν“ (Ρ 125—6). A | ||
17189-90a1 | ex. | θέων δ’ ἐκίχανεν ἑταίρους / ὦκα μάλ’ οὔπω τῆλε ποσὶ κραιπνοῖσι μετασπών: τὸ ἑξῆς ἐστι ‘θέων ἐκίχανεν ἑταίρους ὦκα μάλα κραιπνοῖσι ποσὶ μετασπών‘, τουτέστι μετελθὼν αὐτούς, ἀπὸ τοῦ σπέσθαι καὶ ἕπεσθαι, μετ’ αὐτοὺς ἀκολουθήσας. A | |
17189-90a2 | {ὦκα μάλ’:} ποσὶ μετασπὼν ἐκίχανε τοὺς ἑταίρους οὐ τῆλε. T | ||
17190a | Nic. | 〈ὦκα μάλ’, οὔ πω τῆλε, ποσὶ κραιπνοῖσι με‐ τασπών:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ μάλα, τῆλε. Aint | |
17190b | ex. | οὔπω τῆλε: αὕτη αἰτία ἀποδέδοται τοῦ ὦκα αὐτοὺς κατειλῆφθαι· οὔπω γὰρ ἦσαν τῆλε αὐτοῦ καὶ μακρὰν κεχωρισμένοι. A | |
17190c | Hrd. | {ποσὶ κραιπνοῖσι} μετασπών: ὡς καταλαβών· ἔστι γὰρ δεύτερος ἀόριστος. οὐδεμία δὲ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον ὅτι μὴ μόνη ἡ „ἀέκων“ (Λ 557 al.), περὶ ἧς ζητοῦμεν (sc. Hrd. καθ. 1,472,20). A | |
17190d | D | ex. (Hrd.) | μετασπών: διώκων. T | τινὲς δὲ ἐβάρυναν, οὐκ εὖ· οὐ‐ δεμία γὰρ μετοχὴ ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει εἰ μὴ ἡ ἄκων. | |
b(BCE3)T | |||
17191a | ex. | οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα 〈Πηλεΐδαο〉: ἑάλωκεν οὗτος τῷ ἐξαιρέτῳ τῶν ὅπλων κάλλει καὶ νυνὶ μετὰ πάσης σπουδῆς ἐπείγεται καταλαβεῖν τοὺς φέροντας, μὴ φθάσωσιν εἰς τὴν πόλιν πορευθέντες. μετενόησε δὲ κρατούμενος ὑπὸ τῆς ἐπιθυμίας. A | |
17191b | Did. (?) | 〈Πηλεΐδαο:〉 ἐν ἄλλῳ „Πηλείωνοσ“. Aim | |
17.192 | ex. | στὰς δ’ ἀπάνευθε μάχησ〈—ἔντε’ ἄμειβεν〉: ἔπεμψε μὲν τοὺς ἑταίρους φέροντας τὰ ὅπλα, μὴ δυνηθεὶς δὲ πρὸς τὴν ἐπιθυμίαν ἀντισχεῖν μετανοεῖ καὶ σπεύδει καλλωπίσασθαι, διὰ τῶν θείων ὅπλων δόξαν καὶ φυλακὴν παρέχων ἑαυτῷ θέλων τε τοὺς | |
5 | Τρῶας ἐπιρρῶσαι καὶ τοὺς Ἀχαιοὺς φοβῆσαι. ἅμα δὲ καὶ οὕτως ἀποδί‐ δοσθαι θέλει τὰ ὅπλα τῷ Ἀχιλλεῖ ὁ ποιητής. b(BCE3E4)T | ||
17.193 | Ariston. | 〈προτὶ Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς εἶπε τὴν Ἴλιον. Aint | |
17197a | Ariston. | γηράς {ἀλλ’ οὐχ ὑιὸς}: ὅτι οὕτως εἰώθασι σχηματίζειν ἀντὶ τοῦ γηράσας. A | |
17197b | ex. | γηράς: ἀποκοπὴ τοῦ γηράσας, ὡς „ὑποφθάσ“ (Η 144), | |
„ἐπιπλώσ“ (Ζ 291). b(BCE3E4)T καὶ Κόριννα (fr. 27 P. = P.M.G. 680) „βροντὰσ“ ἀντὶ τοῦ βροντήσας. T τινὲς δὲ ἀπὸ τοῦ γήρημι γηράς, ὡς κίχρημι κιχράς· ὅθεν τὸ „γηράντεσσι τοκεῦσι“ | |||
5 | (Hsd. opp. 188) παρατάσεως μᾶλλόν ἐστιν ἤπερ συντελείας, γηρῶσι τοῖς γονεῦσι καὶ ἐν παρατάσει οὖσι τοῦ γηρᾶν, οὐχὶ τέλος λαβοῦσι τοῦ γήρως· ὁ γὰρ τέλος λαβὼν τοῦ γήρως τέθνηκε. καὶ ἐνθάδε τὸ γηράς ἀντὶ τοῦ γηρῶν, οὐχὶ γηράσας. b(BCE3E4)T | ||
17197c | ex. | ἀλλ’ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα: ἡδὺ καὶ T περιπαθὲς τὸ εὑρίσκεσθαι δυστυχέστερον τοῦ πατρὸς τὸν υἱόν. A T | |
17198-208 | ex. | 〈τὸν δ’ ὡς οὖν ἀπάνευθεν〉 ἴδε〈ν〉 νεφεληγε‐ ρέτα Ζεύσ〈—Πηλείωνοσ〉: ἐλέγξαι βουλόμενος τὴν κε‐ νοσπουδίαν Ἕκτορος οὐκ ἐκ τοῦ ἰδίου προσώπου τὸν λόγον ἐποιή‐ σατο b(BCE4)T (ἐφαίνετο γὰρ ἂν πρὸς ἀπέχθειαν κατηγο‐ | |
5 | ρῶν), περιθεὶς δὲ τῷ Διῒ τοὺς λόγους ἀξιοπιστότερον τοῦ βαρβάρου κατηγόρησεν. b(BE4)T | ||
17201a | ex. | ἆ δεῖλ’, 〈οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν〉: σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει μετριάζειν. b (BCE3E4)T | |
17201b | ex. | ἆ δεῖλ’, 〈οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν〉: ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὄντα. ὁπότε οὖν παρεισῆκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζο‐ νείαν, διδάσκει Ὅμηρος καθ’ αὑτὸν ἕκαστον φρονεῖν καὶ μὴ τὰ μείζονα | |
5 | τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι. A | ||
17201c | Hrd. παθ. | ἆ δείλ’ οὐδέ τί τοι 〈θάνατοσ〉: ζητεῖ ὁ Ἡρωδιανὸς | |
ἐν τῷ πρώτῳ ὑπομνήματι τοῦ Περὶ παθῶν Διδύμου (2,389,12, cf. Did. p. 344 fr. 3 Schm.) περὶ τοῦ ἆ δειλ’, πῶς δεῖ τονίζειν αὐτό, καί φησιν· „πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐστι τὸ τῆς ἀναγνώσεως ἆ δείλ’, οὐδέ τί τοι | |||
5 | θάνατος ἢ „ἆ δεῖλ’, οὐδέ τί τοι θάνατοσ“· τὸ γὰρ πλῆρές ἐστιν ἆ δειλέ· οὐ γάρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις γὰρ αὐτὸς λέγει „ἆ δειλώ, τί νυ δάκρυ κατείβετον“ (φ 86). περιγέγρα‐ πται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν. ἆρα γε οὖν φυλα‐ χθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ὀξείας, πε‐ | ||
10 | ριγεγράψεται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο· ἵν’ ἐπιστάμενοι ἀναγνῶμεν, ἕν ἐστιν εἰπεῖν· εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς, οὐχὶ τῆς ἐπὶ τέλους.“ A | ||
17201d | Ariston. | οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν: ἡ διπλῆ, ὅτι οὕτως εἴρηκεν καταθύμιος ἀντὶ τοῦ κατὰ ψυχήν ἐστιν, οὐ μεριμνᾷς περὶ τοῦ θανάτου. ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ λέγομεν καταθύμιον τὸ ἀρεστόν. A | |
17202a1 | Ariston. | Did. | ὃς δή τοι σχεδόν ἐστι: οὐχ οὕτως παρείληπται, ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ τάσσομεν διστακτικῶς τὸ σχεδόν, ἀλλ’ ἀντὶ τοῦ ἐγγύς. | αἱ δὲ Ἀριστάρχου „ὃς δή τοι σχεδὸν εἶσιν“. A | |
17202a2 | Did. | Ἀρίσταρχος „εἶσιν“. Aim | |
17202b | ex. | 〈σχεδόν:〉 ἐπὶ τοῦ χρόνου. Til | |
17.204 | ex.(?) | {τοῦ δὴ ἑταῖρον ἔπεφνες} ἐνηέα {τε}: τὸν προσηνῆ, τὸν ἐναντίον τῷ ἀπηνεῖ. ὁ δὲ Ζωΐλος (fr. 30 Friedl. = FGrHist 71, 10) τὸ ἐν τῇ Ὀδυσσείᾳ „χαίρων οὕνεχ’ ἑταῖρον ἐνηέα λεῦσς’ ἐν ἀγῶνι“ | |
(θ 200) ὡς ὄνομα ὑπέλαβεν. A | |||
17205-6a | ex. | τεύχεα δ’ οὐ κατὰ κόσμον〈— / εἵλευ〉: ἰδοὺ καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὅπλα. ἄνω (sc. ad Ρ 125 a) δὲ ἐπιτιμᾷ ὁ Ἀρίσταρχος. A | |
17205-6b | ex.(?) | ἄλλως· 〈τεύχεα δ’ οὐ— / εἵλευ〉: ἐπεὶ μὴ ἀνελὼν τὸν Πάτροκλον τὰ ὅπλα φορεῖ. A | |
17205a | ex. | οὐ κατὰ κόσμον: τὴν ἀγανάκτησιν τῶν ἀκροατῶν ὅρα, πῶς συνελὼν τῷ Διῒ περιέθηκεν. T | |
17205b | ex. | {τεύχεα δ’} οὐ κατὰ κόσμον: Πηλεῖ γὰρ καὶ τοῖς Πη‐ λέως ἐπέβαλεν αὐτὰ φορεῖν, οἷς ἔδωκαν οἱ θεοί (cf. Ρ 195—6). T | |
17207-8a | ex. | οὔτι μάχης ἐκνοστήσαντι 〈/ δέξεται Ἀνδρο‐ μάχη κλυτὰ τεύχεα Πηλεΐωνοσ〉: εἰ καὶ ἔμελλε τις τῶν ἀκου‐ όντων ἀγανακτήσειν ἐπὶ τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς Ἀχιλλέως ὅπλοις, μαθὼν ὅτι οὐκ ἐπὶ πολύ, κἂν ἠλέησε τὸν Ἕκτορα. A b (BE3 | |
5 | E4)T | ||
17207-8b | ex. | 〈οὔτι μάχης ἐκνοστήσαντι /〉 δέξεται Ἀνδρομάχη 〈—Πηλεΐωνοσ〉: πάθος ἐργάζεται ταῖς ἀλλοτρίαις συμφοραῖς συναλγοῦν τὸ πρόσωπον. b(BCE3E4)T ἡ φιλανδρία δὲ Ἀν‐ δρομάχης δείκνυται, εἰωθυίας ὁπλίζειν τὸν Ἕκτορα. b(BE3E4)T | |
17207-8c | ex. | 〈οὔτι μάχης ἐκνοστήσαντι /〉 δέξεται Ἀνδρομάχη 〈—Πηλεΐωνοσ〉: καὶ τοῦτο ἠθικὸν ὅτι οὐ φθάσει πρὸς τοὺς οἰκείους καλλωπίζεσθαι τοῖς ὅπλοις, οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ. A | |
17.209 | ex. | ex. | καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι 〈νεῦσε Κρονίων〉: τρα‐ γῳδίαν ἔχει τὸ ἐπὶ κυρώσει μεγάλων παθῶν νεῦμα. | ἔνευσε νικῆσαι· τὸ γὰρ ἀποθανεῖν ἐπέπρωτο. b(BCE3E4)T | |
17210a | ex. | Ἕκτορι δ’ ἥρμοσε τεύχε’ ἐπὶ χροΐ: οὐ γὰρ ἰσομεγέ‐ θης Ἀχιλλεῖ ὁ Ἕκτωρ. πολλοὶ δὲ κέχρηνται τούτοις τοῖς ὅπλοις, Πηλεὺς Ἀχιλλεὺς Πάτροκλος Ἕκτωρ, καὶ πᾶσι ἁρμόζουσι· φύσις γὰρ αὕτη τῶν Ἡφαιστοτεύκτων, τὸ πᾶσιν ἁρμόδια γίνεσθαι. T | |
17210b1 | ex. | δῦ δέ μιν Ἄρης: διὰ τοῦ Διὸς καὶ τῶν ὅπλων. Ἄρης δὲ πολεμικὴ ἐπιθυμία. T | |
17210b2 | εἰσῆλθεν εἰς αὐτὸν ὁ Ἄρης b(BCE3) διά τε τὴν Διὸς ἐπίνευσιν καὶ τῶν ὅπλων χάριν. b(BCE3E4) Ἄρης δὲ πολέμου ἔρως. b(BCE3) | ||
17211a | Ariston. | {δεινὸς} Ἐνυάλιος: ὅτι ἐπιθετικῶς ἀπὸ τῆς Ἐνυοῦς πολεμικῆς οὔσης ὁ Ἄρης Ἐνυάλιος, ὡς καὶ „Ἀρήϊοσ“ (cf. Β 698 al.) τὶς ἀπὸ τοῦ Ἄρεως, οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν οὐδὲ ὡς Ἀττικοὶ διαφέροντα τοῦ Ἄρεως θεόν τινα. A | |
17211b1 | ex. | ἐνυάλιος: φονικός, παρὰ τὸ †ἐνυώ†· ὅθεν αὐθέντης συν‐ τέθειται. T | |
17211b2 | φονικός, παρὰ τὸ ἔνω τὸ φονεύω καὶ τὸ †ἅλις†. b(BCE3E4) ἀπὸ δὲ τοῦ ἔνω καὶ τὸ αὐθέντης συντέθειται. b(BE3) | ||
17213-4 | ex. | 〈ἰνδάλλετο δέ σφισι πᾶσι / —Πηλεΐωνος:〉 τεύχεσι δὲ λαμπόμενος Πηλείωνος ἰνδάλλετο πᾶσιν αὐτῷ. Aint | |
17.213 | D | ἰνδάλλετο: ὡμοιοῦτο. T | |
17214a | Nic. | τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος: αἱ κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος (214), καὶ ἀκόλουθόν ἐστι συνάπτειν ὅλον τὸν στίχον. ἡ δὲ Ἀριστάρχειος διόρθωσις κατὰ δοτικὴν ἔχει „μεγαθύμῳ Πηλείωνι“· ᾗ ἀκόλουθόν ἐστι βραχὺ διαστέλ‐ | |
5 | λειν ἐπὶ τὸ λαμπόμενος (214). A | ||
17214b1 | Did. | 〈μεγαθύμῳ Πηλεΐωνι:〉 οὕτως Ἀρίσταρχος κατὰ δο‐ τικήν, ἄλλοι δὲ „μεγαθύμου Πηλείωνοσ“. Aim | |
17214b2 | Πηλεΐωνι οὕτως Ἀρίσταρχος. T | ||
17214b3 | μεγαθύμου Πηλεΐωνος: Ἀρίσταρχος „μεγαθύμῳ Πη‐ λεΐωνι“, Ζηνόδοτος „Πηληϊάδεω Ἀχιλῆοσ“. T | ||
17215a | ex. | ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι: προ‐ παρασκευή τις ὑπὸ τοῦ ποιητοῦ τῆς μάχης ἔοικε γίνεσθαι. ἅμα δὲ καὶ ἀκόλουθον τῇ κενοδοξίᾳ Ἕκτορος τὸ καθ’ ἕκαστον ἐνδείκνυσθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ καταφανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ. b(BCE3E4) | |
5 | T | ||
17215b | ex.(?) | ex. | ὤτρυνεν δὲ ἕκαστον 〈ἐποιχόμενος ἐπέεσσι:〉 ἀκό‐ λουθον ἦν ὡπλισμένον πολεμεῖν. | καὶ τοῦτο δὴ ἀκόλουθον τῇ τοῦ Ἕκτορος ἀλαζονείᾳ πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ. A | |
17215c | Did. | 〈ὤτρυνεν:〉 Ζηνόδοτος „ὄτρυνεν“. Ail | |
17216-8 | ex. | 〈Μέσθλην τε—Χρομίον τε:〉 ἡδέως πάνυ καὶ ἀρχαιοπρεπῶς τῇ ἐπαλληλίᾳ τοῦ συνδέσμου ἐχρήσατο. b(BCE3E4) | |
Til | |||
17218a1 | Hrd. | Φόρκυν: ὡς βότρυν, ἀπ’ εὐθείας τῆς εἰς ς ληγούσης. ἡ μέντοι „Φόρκυνα“ (Ρ 312) αἰτιατικὴ ἀπ’ εὐθείας τῆς εἰς ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆς. οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων (fr. 42 P.) ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φησί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη, ἡ „Φόρκυς | |
5 | αὖ Φρύγας ἦγε“ (Β 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει. A | ||
17218a2 | {φόρκυν:} ὡς βότρυν. οὐκ ἀναγκαῖον δὲ ἐκτείνει〈ν〉 τὸ υ· καὶ γὰρ διὰ τὸ μέτρον ἐκτέταται ἐν τῷ „Φόρκυς αὖ Φρύγας ἦγε“. T | ||
17218b1 | Ariston. | {φόρκυν τε} Χρομίον {τε}: ὅτι τὸν ἐν τῷ Διακόσμῳ (Β 858) Χρόμιν εἰρημένον, „Μυσῶν δὲ Χρόμις ἦρχε“, νῦν Χρομίον εἴρηκε διὰ τὸ μέτρον. ὁ δὲ Διονύσιος (fr. om. Schm.), εἴ τις ζητοίη, φησί, πότερον παραπεποίηται, εἴποιμεν ἂν τὸν Χρομίον· εὔλογον | |
5 | 〈γ〉ὰρ ἐκεῖ τὸ ὄνομα πρῶτον 〈εἰρημένον ὑγιὲς εἶναι〉. A | ||
17218b2 | „Μυσῶν δ’ αὖ †χρόμιος† ἦρχε καὶ Ἔννομος οἰωνιστήσ“. T | ||
17218c | Ariston. | 〈Ἔννομον οἰωνιστήν:〉 καὶ ἕτερον παραδίδωσιν „Ἔν‐ νομον“ (Λ 422) ὑπὸ Ὀδυσσέως ἀνῃρημένον. Aint | |
17220-32a | ex. | κέκλυτε, μυρία φῦλα〈—ὅσσον ἐμοί περ〉: ἐπῆρται πάλιν τῇ εὐτυχίᾳ. b(BCE3E4)T | |
17220-32b | ex. | καὶ ἄλλως· ὑπὸ τοῦ Γλαύκου δεινῶς ὀνειδισθεὶς ἀντ‐ | |
αποδίδωσι τοῖς ἐπικούροις τὴν ὕβριν (cf. 221—8). παραβάλωμεν δὲ Ἑλληνικῷ βάρβαρον ἦθος· ἄμφω προτρέπουσι τοὺς στρατοὺς ἐπὶ τὴν μάχην, Ἕκτωρ καὶ Μενέλαος. ἀλλ’ ὁ μὲν οὐδὲ ῥῆμα φιλοφροσύνης | |||
5 | εἶπεν, ὁ δὲ „ὦ φίλοι Ἀργείων ἡγήτορεσ“ (Ρ 248)· καὶ ὁ μὲν δημοσίας τιμῆς καὶ σιτήσεως ὑπομιμνῄσκει (sc. Ρ 250). ὁ δὲ δώρων καὶ ἐδωδῆς (sc. 225), φορτικὴν καὶ δουλοπρεπῆ ὀνειδίζων αὐτοῖς δόσιν, b(BCE3 E4)T καὶ ἐκτρίβειν τὴν ἀρχήν φησι (cf. 225—6) πρὸς τὸ τούτων χάρισμα, ὁμολογῶν ὡς ἄκων καὶ μισθῷ προτρέπει. b(BE3E4) | ||
10 | T ὁ δὲ νέμεσιν προβάλλει (cf. Ρ 254). b(BCE3E4)T | ||
17.221 | Ariston. | οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος: ὅτι ἀπὸ τοῦ γάρ ἤρξατο, ὡς καὶ ἐπ’ ἐκείνου „ὦ φίλοι, οὐ γάρ τ’ ἴ〈δ〉μεν ὅπῃ ζόφοσ“ (κ 190). A | |
17221-4 | ex. | πληθὺν διζήμενοσ〈—ὑπ’ Ἀχαιῶν〉: ἐπὶ σωτηρίᾳ φησὶν ὑμᾶς 〈συν〉ήγαγον, οὐ μεγάλην ἐμαυτῷ σπουδάζων περιβαλέσθαι τὴν ἀρχήν. T | |
17223-4 | Nic. | 〈ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα /〉 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν: ἤτοι ὑποστικτέον Ἀχαιῶν (224) ἢ στικτέον, τοῦ διστιχίου ἢ τοῖς ἑξῆς 〈ἢ τοῖσ〉 ἐπάνω προσδιδομένου. A | |
17225-6a | ex. | δώροισι κατατρύχω 〈καὶ ἐδωδῇ/ λαούσ〉: ἀναγκάζω{ν} αὐτοὺς ὑμῖν διδόναι· „ἵνα μή σε κατατρύχω καὶ ἑταίρουσ“ (ο 309). T | |
17225-6b | ex. | {τὰ φρονέων δώροισι} κατατρύχω: καταπονῶ, ὑμῖν | |
δηλονότι δωρεὰς καὶ τὰ ἐπιτήδεια παρέχειν ἀναγκάζω. A | |||
17225-6c1 | ex. | ἄλλως· δώροισι κατατρύχω 〈καὶ ἐδωδῇ / λαούσ〉: ὅρα τὸ αἰσχρόν· κατατρύχειν τοὺς ὑπηκόους φησίν, ἵνα ἐκ τούτων εὐπορῶσιν οἱ σύμμαχοι. ὁ δὲ ὁμολογῶν ὅτι ἄκων δίδωσιν, ὁμολογεῖ καὶ ἄχθεσθαι τοῖς λαμβάνουσιν. T | |
17225-6c2 | καὶ ὁμολογεῖ ἄχθεσθαι τοῖς λαμβάνουσι, λέγων ὅτι ἐκ τοῦ λαοῦ ὧν εὐποροῦσιν αὐτοῖς ἡ εὐπορία γίνεται. b(BCE3E4) | ||
17225-6c3 | ἄλλως· ὅρα τὸ αἰσχρόν· κατατρύχεσθαί φησι τοὺς Τρῶας εἰς τὴν τῶν συμμάχων δια{σ}τροφήν. A | ||
17.226 | ex. | 〈ἀέξω:〉 ἀγάλλω, λαμπρύνω. Til | |
17227a | ex. | 〈τῶ τις νῦν〉 ἰθὺς τετραμμένος 〈ἢ ἀπολέσθω〉: ὅρα τὴν εὐήθειαν· ἀξιοῖ ἀντὶ τῶν τροφῶν, ἃς παρέσχεν αὐτοῖς, ἀντι‐ δοῦναι τὰς ψυχάς. A b (BCE3E4)T | |
17227b | ex. | {τῶ τις νῦν} ἰθύς: κατ’ εὐθὺ τῶν πολεμίων. A | |
17227-8 | ex. | ἢ ἀπολέσθω / ἠὲ σαωθήτω: ὡς χαλεπαίνων τῷ ἀδήλῳ τῆς τύχης τὴν χείρω ἐλπίδα προὔθηκεν. b(BCE3E4)T | |
17228a | ex. | D | ἡ γὰρ πολέμου ὀαριστύς: ὀαρίζειν κυρίως ἐστὶ τὸ ὁμιλεῖν· νῦν δὲ μεταφορικῶς· ‘τίς ἡ πολέμου ὁμιλία;‘ ἢ ὄλεθρος ἢ σω‐ τηρία. | ὁ δὲ λόγος· αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία, ὅ ἐστιν· οὕτως δεῖ ἀναστρέφεσθαι ἐν πολέμῳ καὶ ἀριστεύειν· αὕτη γὰρ καὶ | |
5 | ἀρετὴ πολεμούντων. A | ||
17228b | ex. | 〈ὀαριστύς:〉 συμβολή. Til | |
17.229 | Did. | 〈τεθνειῶτα:〉 διὰ τοῦ η Aim Til Ἀρίσταρχος. Aim | |
17.230 | ex. | εἴξῃ δέ οἱ Αἴας: ἐμφαντικῶς· οὐ γὰρ εἶπε ‘κρατήσει Αἴαντοσ‘, ‘εἴξει‘ δὲ μόνον, ἀντὶ σύμπαντος τοῦ πλήθους παραλαβὼν τοῦτον, καὶ εἰκότως· κατέπληξε γὰρ αὐτὸν ἐκ τοῦ μονομαχίου (cf. Η 244—72) καὶ τῆς τοῦ λίθου βολῆς (cf. Ξ 409—20). b(BCE3E4)T | |
17231a1 | Did. | 〈ἥμισυ τῶν ἐνάρων:〉 Ἀρίσταρχος κατὰ δοτικὴν „ἥμισυ τῷ ἐνάρων“. Aim | |
17231a2 | γράφεται „τῷ“. T | ||
17231b | Did. | ex. | {ἥμισυ} τῶν ἐνάρων: οὕτως „τῷ“ Ἀρίσταρχος κατὰ δοτικήν, τῷ ἐρυσ{σ}αμένῳ. | ἐνάρων δὲ λέγει ὧν περιέκειτο. A | |
17233a | ex. | 〈βρίσαντες:〉 στῖφος ποιήσαντες, συνασπίσαντες, b (BCE3E4)Til εἰς τὸ αὐτὸ πάντες ὁρμήσαντες. b(BCE3E4) | |
17233b | ex. | {οἱδ’ ἰθὺς δαναῶν} βρίσαντες: ἑαυτοὺς καταβαρύναντες, στῖφος ποιήσαντες καὶ στερεώσαντες. A | |
17234-5 | ex. | 〈μάλα δέ σφισιν ἔλπετο θυμός /〉 νεκρὸν 〈ὑπ’ Αἴαντοσ〉 ἐρύειν: οὐκ ἀπεοικὸς μὲν τὸ ἐλπίσαι ταῦτα τοὺς Τρῶας. ὅρα δέ, πῶς ἀντέθηκε τῷ παντὶ πλήθει τῶν Τρώων τὸν Αἴαντα. b (BCE3E4)T | |
17234a1 | Did. | 〈ἔλπετο:〉 οὕτως Ἀριστοφάνης διὰ τοῦ ε. γράφεται καὶ διὰ τοῦ η. Aim | |
17234a2 | „ἤθελε {θυμόσ}“. Ἀριστοφάνης δὲ ἔλπετο γράφει. Til | ||
17236a | ex. | νήπιοι: ἐπεὶ ἐδεινοποίησε τὴν προθυμίαν τῶν Τρώων, διὰ τούτου προαναφωνεῖ τὸ ἐσόμενον εἰς ἐπιθυμίαν τῶν ἀκουόντων. b(BCE3E4)T | |
17236b | D | 〈πολέσσιν:〉 ἀντὶ τοῦ πολλῶν. Til | |
17.237 | Ariston. | καὶ τότ’ ἄρ’ Αἴας 〈εἶπε βοὴν ἀγαθὸν Μενέλαον〉: ὅτι A ἡ πρός ἐλλείπει, A Til ἵν’ ᾖ προσεῖπε τὸν Μενέλαον. καὶ ἐν Ὀδυσσείᾳ (ψ 91) „ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι“, προσείποι. A | |
17238-45a1 | ex. | 〈οὐκέτι νῶϊ /〉 ἔλπομαι αὐτώ περ〈— ἀκούσῃ〉: τὸ Περιπατητικὸν δόγμα πρῶτος Ὅμηρος οἶδεν ὅτι οὐκ ἀπαθὴς ὁ ἐνάρετος· ὁμολογεῖ μὲν γὰρ δεδιέναι ὁ Αἴας, ἀλλὰ οὐ φεύγει, συμμαχίαν δὲ αἰτεῖ. T | |
17238-45a2 | τὸ Περιπατητικὸν δόγμα οἶδεν ὁ ποιητὴς πρῶτος ὅτι οὐδὲ αὐτὸς ὁ ἐνάρετος ἄφοβος οὐδὲ ἀπαθής· ὁ γὰρ Αἴας οὐ φεύγει, ἀλλ’ ὁμολογεῖ δεδιέναι καὶ συμμαχίαν αἰτεῖ. b(BCE3E4) | ||
17238-45b | ex. | 〈οὐκέτι νῶϊ—ἀκούσῃ:〉 Ἑλληνικῶς καὶ ἐπιεικῶς οὐδὲν μεγαληγορεῖ ὡς οἱ βάρβαροι. Aim | |
17240-3 | ex. | οὔτι τόσον νέκυος περιδείδια〈—καλύ‐ πτει〉: καὶ δὴ οἱ δημοτικοί φασιν· „εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε 〈δαμῆναι〉“ (Ρ 421). T ἢ ὡς κυβερνήτης ἀγαθὸς προσκοπεῖ τὸν ἐσόμενον κλύδωνα τῆς μάχης, ἐν δὲ τοῖς πρακτέοις ἀριστεύει. ἢ τάχα | |
5 | τὸν ἀκροατὴν ἐγείρων ὁ ποιητὴς καὶ αὐτὸν τὸν ἰσχυρότατον ἀγωνιῶν‐ | ||
τα παρίστησιν. b(BCE3E4)T | |||
17240a | Ariston. | νέκυος ΠΕΡΙΔΕΙΔΙΑ Πατρόκλοιο: ὅτι ἄδηλον, πό‐ τερον περὶ νέκυος Πατρόκλου ἢ περὶ Πατρόκλου τοῦ νέκυος γεγονό‐ τος. A | |
17240b1 | Hrd. | νέκυος ΠΕΡΙΔΕΙΔΙΑ: κατὰ Ἀρίσταρχον ἀναστρε‐ πτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστι περὶ νέκυος. ὁ δὲ Ἀσκαλωνίτης (p. 56 B.) ὑφ’ ἕν. T | |
17240b2 | ἀναστρεπτέον δὲ τὴν πρόθεσιν, ὅπως τὸ ἑξῆς γένηται περὶ νέκυος. A | ||
17242a1 | Hrd. | Ariston. | ὅσσον ἐμῇ κεφαλῇ 〈περιδείδια〉: ἐνθάδε οὐκ ἀνα‐ στρεπτέον τὴν πρόθεσιν, ἐπεὶ δοκεῖ ἀντὶ τῆς ὑπέρ κεῖσθαι, | καὶ ἐνηλ‐ λάχθαι πτῶσις· ἀντὶ γὰρ τοῦ ὑπὲρ ἐμῆς κεφαλῆς· διὸ καὶ σημεῖον παράκειται. A | |
17242a2 | ἡ περί ἀντὶ τῆς ὑπέρ, | ἵν’ ᾖ b(BCE3)T ὑπὲρ τῆς ἐμῆς κεφαλῆς· b(BCE3E4)T διὸ καὶ σημεῖον παράκειται. T | ||
17242a3 | Hrd. | οὐ δεῖ ἀναστρέφειν ἐνταῦθα τὴν πρόθεσιν. Aint | |
17242b | Ariston. | 〈ἐμῇ κεφαλῇ περιδείδια:〉 ὅτι ἐνηλλάγη ἡ πτῶσις. Ail | |
17243-4a1 | ex. | ex. | ex. | 〈ἐπεὶ〉 πολέμοιο νέφος 〈περὶ πάντα καλύ‐ | |
πτει /〉 Ἕκτωρ: ὁ κίνδυνος τοῦ πολέμου. | ἄλλως· ἐπεὶ ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν ἡμᾶς περι‐ καλύπτει. | ἄλλως· ἐπεὶ ὡς νέφος ὁ Ἕκτωρ πάντα περικαλύπτει. νέ‐ | |||
5 | φος (243) δὲ οὐκ οὐράνιον, ἀλλὰ πολέμου. T | ||
17243-4a2 | ex. | ex. | ἐπεὶ ὡς νέφος πολέμου ὁ Ἕκτωρ πάντα καλύπτει. | ἢ ἐπεὶ ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν ἡμᾶς περικαλύπτει. b(BCE3) | |
17245a1 | ex. | ἤν τις ἀκούσῃ: ἀκούσῃ καὶ μὴ καταπτήξῃ τὸν πόλε‐ μον. ἢ διὰ τὸν κτύπον τῶν ἀσπίδων καὶ τὸν θόρυβον τῶν μαχομένων· b(BCE3E4)T ὃ καὶ ἄμεινον. b(BE3E4)T | |
17245a2 | {ἀλλ’ ἄγ’ ἀριστῆας δαναῶν κάλει ἥ τις ἀκούση:} δύναται μὲν λέγειν, ἐάν τις ἀκούσῃ διὰ τὸν κτύπον καὶ θόρυβον. δύναται δὲ καὶ οὕτως, ἐὰν ἄρα τις ὑπακούσῃ καὶ μὴ καταπτήξῃ. A | ||
17248-55 | ex. | ὦ φίλοι, Ἀργείων 〈ἡγήτορες—γενέσθαι〉: τεθεῖσα ἐκ παραλλήλου ἡ δημηγορία αὕτη τῇ τοῦ Ἕκτορος ἤλεγξε μὲν τὸ τῶν βαρβάρων ἀνόητον, ἔδειξε δὲ τὴν Ἑλληνικὴν σύνεσιν· τὸ γὰρ αὐτὸ πρᾶγμα ὁ μὲν Ἕκτωρ τροφὴν ἐγκαλέσας (cf. Ρ 225—6) | |
5 | ὠνείδισε μᾶλλον ἢ ἐδυσώπησεν, ὁ δὲ Μενέλαος τιμῆς αὐτοὺς ὑπομνήσας b(BCE3E4)T ἧς ἐτύγχανον παρὰ τῷ βασιλεῖ (cf. 249—51), T προὐτρέψατο. b(BCE3E4)T | ||
17.248 | ex. | ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: κἀν‐ ταῦθα τὸ Ἑλληνικὸν δείκνυται· οὐ γὰρ κατ’ ἄνδρα κληθέντες οὐδὲ κατὰ πρόσωπον διαιρεθέντες συνέρχονται (cf. Ρ 256—61), ἀλλ’ ὁμοῦ πάντες· ἕκαστος γὰρ αὐτῶν τὸ τοῦ ἀριστέως ὄνομα κυριώτερον | |
5 | ἡγεῖτο τῆς φυσικῆς ὀνομασίας. A | ||
17250a | Ariston. | D | δήμια πίνουσιν: πρὸς τὴν ἀποστροφήν· οὐ γὰρ εἶπε πίνετε. | δήμια δὲ τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασι‐ λεῦσιν. A | |
17250b | ex. | δήμια: τὰ ἐκ τῶν κοινῶν καὶ δημοσίων χρημάτων χορη‐ | |
γούμενα. b(BCE3)T | |||
17250c | Did. (?) | 〈ἕκαστος:〉 ἔν τισι διὰ τοῦ α, „ἕκαστα“. Aim | |
17251a | ex. | 〈ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ:〉 παρὰ τὸ „ἐκ δὲ Διὸς βασιλῆεσ“ (Hsd. th. 96). Aim | |
17251b | ex. | 〈τιμή:〉 τιμὴ καὶ γέρας βασιλέων. Til | |
17.253 | ex. | 〈τόσση:〉 θαυμαστικῶς, οἷον μεγάλη. Aim | |
17.254 | ex. | 〈αὐτός:〉 αὐτόματος. Til | |
17.255 | ex. | Πάτροκλον Τρῳῇσι κυσὶν 〈μέλπηθρα γενέσθαι〉: αὐτῷ τῷ ὀνόματι ἠρκέσθη πρὸς δυσώπησιν, ‘αἰδέσθητε Πάτροκλον ὑπὸ κυνῶν σπαραχθῆναι‘, οὐδὲν τῶν προσόντων αὐτῷ προσλαβών, οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ σωτήριον, A b (BCE3E4)T | |
5 | ὡς καὶ τῆς Ἑλένης τὸ ὄνομα ἤρκεσε τῷ Εὐριπίδῃ πρὸς πᾶσαν λοιδο‐ ρίαν, „Ἑλένη, τί σοι λέγοιμ’ ἄν;“ (Eur. Or. 81). AT | ||
17.256 | ex. | 〈Ὀϊλῆος ταχὺς Αἴας:〉 προπετὴς οὗτος καὶ ταχὺς τὴν γνώμην. b(BCE3E4)Til | |
17260-1 | ex. | 〈τῶν δ’ ἄλλων〉 τίς κεν ᾗσι φρεσὶν〈— Ἀχαιῶν〉: ἡ ἀποσιώπησις τὸ πλῆθος ηὔξησεν. T | |
17260a | Ariston. | τῶν δ’ ἄλλων: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέ‐ τηκεν. οὐδὲν δὲ ἔχουσιν εἰς ἐπαιτίασιν, ἀλλ’ αὔξουσι τὸ μέγεθος τῆς ὑπὲρ Πατρόκλου μάχης. A | |
17260b | Did. (?) | 〈τίς κεν ᾗσι φρεσίν:〉 ἐν ἄλλῳ „τίς χ’ ᾗσιν ἐνὶ φρε‐ σίν“. Aim | |
17.262 | ex. | 〈προὔτυψαν:〉 προενέσεισαν. Til | |
17263-5 | ex. | ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι〈—ἁλὸς ἔξω〉: οὐ μόνον ῥεύματι ποταμοῦ οὐδὲ κύματι θαλάσσης εἴκασε τὸν ἦχον, ἀλλ’ | |
ἄμφω συνέπλεξε. καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσσης ἐπιφερόμενον πο‐ ταμοῦ ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχόμενον καὶ τὰς ἑκατέρωθεν | |||
5 | τοῦ ποταμοῦ θαλασσίας ἠϊόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκ‐ τάσεως τοῦ βοόωσιν (265). b(BCE3E4)T αὕτη ἡ εἰκὼν Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου τὸ ἀκουόμενον παρέστησε. δεικτικὸν δὲ καὶ τὸ ἐρευγομένης (265). τὸ δὲ ἔξω (265) τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ. | ||
10 | b(BE3E4)T | ||
17263a | ex.(?) | προχοῇσι διϊπετέος ποταμοῖο: προχοὰς Ὅμηρος λέγει τὰς εἰς θάλασσαν προχύσεις τῶν ποταμῶν, αὐτὰ τὰ στόματα. διϊπετέος δὲ διοπετοῦς· οἱ γὰρ ὄμβροι ἀπὸ Διός. A | |
17263b | ex. | 〈προχοῇσι:〉 εἰς θάλασσαν ἐκροαῖς. Til | |
17263c | ex. | διϊπετέος: ἐξ ὄμβρου συγκειμένου. μεγαλοφυῶς δὲ οὐδένα παρελάμβανε τῶν ἀενάων ποταμῶν (ἠρεμαιότεροι γὰρ οὗτοι), ἀλλὰ χειμάρρουν πρός τε τὸ αὐξῆσαι τὸ μέγεθος τῆς βοῆς καὶ πρὸς τὸ ἐπι‐ δεῖξαι τὴν ἐναντίωσιν. συμπράττει δὲ τῇ φαντασίᾳ καὶ ἡ τῶν φωνῶν | |
5 | τραχύτης καὶ ἡ ἐπέκτασις τοῦ „βοόωσιν“ (Ρ 265). b(BCE3E4)T | ||
17264a | ex. | βέβρυχεν: ὠνοματοπεποίηται ἡ λέξις. ποτὶ ῥόον δὲ ἀντὶ τοῦ ἀντιπῖπτον πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ. b(BE3E4)T | |
17264b1 | Did. | 〈βέβρυχεν:〉 ἐν τῇ κατὰ Ἀριστοφάνη „βεβρύχῃ“. Aim | |
17264b2 | Ἀριστοφάνης δὲ „βεβρύχῃ“ γράφει. T | ||
17.265 | ex. | ἠϊόνες βοόωσιν: Σόλωνά φασι τὸν νομοθέτην, μιμησά‐ μενον τὴν Ὁμήρου ποίησιν ἐν ἅπασιν, ἐνθάδε γενόμενον Ab (BE3E4) T καὶ προσ〈σ〉χόντα τῷ στίχῳ σφόδρα κατ’ εὐταξίαν ἐπιτετευγ‐ μένῳ A T διαπορῆσαι καὶ θαυμάσαντα κατακαῦσαι τὰ ἴδια | |
5 | σκέμματα· τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ βοόωσιν ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνῳδίαν. A b (BE3E4)T καὶ ἀλλαχοῦ χρῆται τῇ λέξει „οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ“ (Ξ 394). A T | ||
17268a | ex. | φραχθέντες σάκεσιν 〈χαλκήρεσιν〉: ὡς τὸ „φράξαν‐ το δὲ νῆας / ἕρκεϊ χαλκείῳ“ (Ο 566—7). T | |
17268b | Did. | 〈φραχθέντες:〉 Ζηνόδοτος „ἀρθέντεσ“. Aim T | |
17268-70 | ex. | ἀμφὶ δ’ ἄρα σφι / λαμπρῇσιν κορύθεσσι Κρο‐ νίων ἠέρα πολλήν / χεῦε: ἐπὶ τιμῇ Πατρόκλου τοῦτο φαίνεται πράττων, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος „αἱματοέσσας δὲ ψιάδασ“ (Π 459). A b (BCE3E4)T καίτοι δὲ ὑπεσχημένος Ἕκτορι „ἀτάρ | |
5 | τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω“ (Ρ 206), νῦν φαίνεται κηδόμενος τοῦ Πατρόκλου· εὐσεβὴς γὰρ δι’ ὅλης τῆς ποιήσεως εὑρίσκεται. b (BCE3E4)T | ||
17.270 | Did. | 〈ἤχθαιρε:〉 Ἀρίσταρχος διὰ τοῦ ε, „ἔχθαιρε“. Aim | |
17272a | ex. | μίσησεν δ’ ἄρα 〈μιν δηΐων κυσὶ κύρμα γενέσθαι〉: πιθανὴ ἡ προαναφώνησις, ἵνα μαθόντες τὸ πέρας ἀνεχώμεθα τῶν κινδύνων. T | |
17272b | Ariston. | μίσησεν δ’ ἄρα μιν〈—γενέσθαι〉: ἰδίως κέχρη‐ ται τῇ λέξει καὶ ἅπαξ γε νῦν μόνον. λέγει δὲ ‘μισητὸν ἡγήσατο ἐγκύ‐ ρημα γενέσθαι κυσὶ τὸν Πάτροκλον‘. A | |
17272c | ex. | ἄλλως· μίσησεν: μισητὸν ἡγήσατο. καινῶς δὲ ἔφρασεν ὅτι καταβρωθῆναι κυσὶν αὐτὸν οὐκ ἠθέλησεν. b(BCE3E4)T | |
17.273 | Did. (?) | 〈ἑταίρους:〉 ἐν ἄλλῳ „{ὦρσεν} Ἀχαιούσ“. Aim | |
17.277 | ex. | ἀλλὰ νέκυν ἐρύοντο: μικροψυχίας κατηγόρημα, εἰ τῆς τῶν πολεμίων ἠμέλουν σφαγῆς, καὶ ταῦτα ἐπιθυμοῦντες (cf. Ρ 276), διὰ τὸ ἑλκύ‐ σαι τὸν νεκρόν. b(BCE3E4)T | |
17278a | ex.(?) | 〈ἀπέσσεσθαι:〉 ἀφίστασθαι. Aa | |
17278b | ex.(?) | 〈ἐλέλιξεν:〉 προετρέψατο. Aa | |
17.279 | Did. | 〈ἔργα τέτυκτο:〉 οὕτως Ἀρίσταρχος 〈ἔργα〉 τέτυκτο. ἄλλοι „〈ἔργ’〉 ἐτέτυκτο“. Aa | |
17281-2a | ex. | συῒ 〈ε〉ἴκελος 〈... / καπρίῳ〉: εὖ τὸ μὴ λέοντα πα‐ ραλαβεῖν, ἀλλὰ κάπρον ζῷον φεῦγον· οὗτος γὰρ εἴωθεν ἐν ταῖς φυ‐ γαῖς στρέφεσθαι πυκνῶς καὶ τοὺς διώκοντας ἀναιρεῖν. b(BCE3E4)T καὶ ἀλλαχοῦ φησι „ταρφέα{ς} τε στρέφεται στίχας ἀνδρῶν πειρη‐ | |
5 | τίζων“ (Μ 47). T | ||
17281b | ex. | ἄλλως· οὗτος γὰρ τάχιστα μεταστρέφεται ἐν ταῖς πλη‐ γαῖς. T | |
17281c | ex. | 〈συῒ ... / καπρίῳ:〉 τῷ γένει τὸ εἶδος ἐπήνεγκεν. Aa | |
17285a1 | ex. | 〈ῥεῖα μετεισάμενος Τρώων ἐσκέδασσε φάλαγ‐ γας:〉 τὸ ῥεῖα εἰς τὸ ἐσκέδασ〈σ〉ε. Aa | |
17285a2 | ῥεῖα ἐσκέδασεν. Til | ||
17285b | ex.(?) | 〈μετεισάμενος:〉 μετελθών, μεθορμήσας. Aa | |
17.286 | ex. | οἳ περὶ Πατρόκλῳ〈—βέβασαν〉: ἀντὶ τοῦ ‘τῶν περὶ Πατρόκλῳ‘. ἢ ὅμοιόν ἐστι τῷ „ἐκίνηθεν δὲ φάλαγγες / ἐλπόμενοι παρὰ ναῦφι“ (Π 280—1). T | |
17290a | ex. | δησάμενος 〈τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένον‐ τασ〉: †ἐνεργὴς† καὶ καινοπρεπὴς ἡ διάθεσις· ἐπεὶ γὰρ δέδιε πλη‐ σιάζειν τοῖς ἀντιπάλοις, ἕλκει τὸ σῶμα κεκρυμμένως· διὸ καὶ κατὰ κε‐ φαλῆς πλήσσεται. b(BCE3E4)T | |
17290b | ex. | 〈δησάμενος τελαμῶνι〉 παρὰ σφυρὸν 〈ἀμφὶ τέ‐ νοντασ〉: ἡ παρά πρὸς τὸ δησάμενος. ὁ δὲ Ἕκτωρ περὶ ταῦτα τέτρηται (cf. Χ 396—7). T | |
17.292 | Did. | ἱεμένῳ {περ}: Ἀρίσταρχος „ἱεμένων“ διὰ τοῦ ν, πληθυντι‐ κῶς. T | |
17.295 | Ariston. | 〈ἤρικε:〉 ἐνεργητικὸν ἀντὶ παθητικοῦ. σημαίνει δὲ τὸ διεκόπη. Aa | |
17.297 | ex. | παρ’ αὐλόν: τινὲς τὸ ξύλον τοῦ δόρατος, ἐπεὶ καὶ τὰς αἰγα‐ νέας „δολιχαύλουσ“ (ι 156) φησίν. οἱ δὲ τὸν ἄκρον ἐξακοντισμὸν τοῦ αἵματος, ὡς ἐκεῖ ἄνω πηδήσαντος τοῦ ἐγκεφάλου. b(BCE3E4)T καὶ ἀλλαχοῦ „αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν“ (χ 18). παρα‐ | |
5 | κεκινδυνευμένον δέ τι ἐξενήνοχε. T θέλει δὲ εἰπεῖν ὅτι ἐκράθη ὁ ἐγκέφαλος τῷ αἵματι· διὸ καὶ ἔφη αὐτὸν αἱματόεντα (cf. Ρ 298). b(BCE3E4)T | ||
17.298 | ex. | αὖθι: παρὰ τῷ Πατρόκλῳ πρίν τι δρᾶσαι, πρὶν ἑλκύσαι. b(BCE3E4)T | |
17.300 | ex. | 〈ὁ δ’〉 ἄγχ’ 〈αὐτοῖο πέσε πρηνὴσ〉 ἐπὶ νεκρῷ: ἐναν‐ τίον τῷ ἄγχι τὸ ἐπί. ἢ ἀντὶ τῆς παρά. b(BCE3)T | |
17301a1 | ex. | 〈τῆλ’ ἀπὸ〉 Λαρίσης: οὐ τῆς ἐν Τροίᾳ· οὐ γὰρ ἂν εἴρη‐ κε τῆλε. ἀλλ’ ἔστιν ὁμώνυμος Λάρισσα ἐν Κύμῃ, ἣ ἀπέχει χιλίους διακοσίους σταδίους τῆς Ἰλίου. φασὶ τὴν Φρικωνίδα Λάρισσαν. T | |
17301a2 | {λάσισσα:} ἐν Κύμῃ, ἡ ἀπέχουσα †χιλίων σταδίων† τῆς Ἰλίου. Aa | ||
17301b | ex. | 〈Λαρίσης:〉 ἑτέρα ἐστὶν αὕτη ἡ πόλις παρὰ τὴν Θεσσα‐ λικήν. Aa | |
17301-3 | ex. | οὐδὲ τοκεῦσι 〈/ θρέπτρα—δαμέντι〉: οἰκτί‐ σατο περὶ τὴν διήγησιν ἱκανῶς. T | |
17.302 | ex. (Ariston.) | 〈θρέπτρα:〉 σὺν τῷ ρ γραπτέον καὶ παροξυτονητέον. Til | |
17306-7 | ex. | 〈Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, / Φωκήων ὄχ’ ἄριστον: καὶ ἄλλος „Περιμήδεος υἱός, / ἀρχὸς Φωκήων“ (Ο 515—6) T | |
17.307 | ex. | 〈ἐν κλειτῷ Πανοπῆϊ:〉 ἐν τῷ ἐνδόξῳ Πανοπεῖ. Til | |
17.309 | ex. | 〈τὸν βάλε:〉 πολλὴ ἡ ποικιλία· νῦν γὰρ †προεῖπε† τοῦ θα‐ νάτου τὸ γένος (sc. Ρ 306—8), ἄνω (sc. Ρ 294—303) δὲ τὸ ἐναντίον. b(BCE3E4)T | |
17310a | ex. | 〈νείατον ὦμον:〉 τὸ ἔσχατον μέρος τοῦ ὤμου, ὡς „νειαίρῃ δ’ ἐν γαστρί“ (Ε 539). b(BCE3)Til | |
17310b | ex.(?) | 〈ἀνέσχε:〉 ἀνετάθη, διεκπετάσθη. Aa | |
17.312 | ex. | 〈Φόρκυνα:〉 Φόρκυν〈α〉 ἀπὸ τῆς „Φόρκυν“ (Ρ 218. 318). Til | |
17313a | ex. (Ariston.?) | 〈Ἱπποθόῳ περιβάντα:〉 ὅτι πρὸς δοτικήν. Til | |
17313b1 | ex. | μέσην ... γαστέρα: τὸν ὀμφαλόν. b(BCE3E4)T | |
17313b2 | 〈μέσην κατὰ γαστέρα:〉 παρὰ τὸν ὀμφαλόν. Aa | ||
17.314 | ex.(?) | θώρηκος γύαλον: κατὰ περίφρασιν τὸν θώρακα. T | |
17314-5 | ex. | διὰ δ’ ἔντερα χαλκὸς 〈/ ἤφυσε〉: παράδοξον τὸ διὰ τῆς ἐπιφανείας τοῦ σώματος προχυθῆναι ἔντερα, τὸ δὲ διὰ τοῦ θώρακος πολὺ θαυμασιώτερον· ἐννόησον γάρ, οἵα ἡ θεωρία. b(BCE3 E4)T | |
17.315 | ex. | 〈ἤφυσε:〉 ἀντὶ τοῦ ἤντλησεν ἐμφαντικῶς. Aa | |
17317-8 | ex. | ἐρύσαντο δὲ νεκρούς 〈/ Φόρκυν θ’ Ἱππόθοόν τε〉: πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι περὶ τοῦτον οἱ Τρῶες σπουδαιότεροι ἦσαν, τῶν δὲ ἰδίων νεκρῶν ἠμέλουν. b(BCE3E4)T | |
17.321 | ex. | καὶ ὑπὲρ Διὸς αἶσαν: ἀντὶ τοῦ γνώμην Διός· ὀργιζομέ‐ νου γὰρ Ἀχιλλέως τιμᾶν ἤθελε Τρῶας, ὡς δι’ Ἴριδος ὑπέσχετο· b (BCE3E4)T „δύῃ τ’ ἠέλιοσ“ (Λ 194 = 209). καὶ „ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω“ (Ρ 206). T | |
17.324 | Hrd. | ex. | κήρυκι: διὰ τὸ μέτρον συσταλτέον τὴν ρυ. | τὸ δὲ ἨΠΥ‐ ΤΙΔΗΙ τινὲς πατρωνυμικῶς. ἀλλ’ ἀπὸ τοῦ Ἠπύτης Ἠπυτάδης ἦν. ἔστιν οὖν παράγωγον ἀπὸ τοῦ „ἠπύτα κῆρυξ“ (Η 384). b(BCE3)T | |
17.325 | ex. | 〈κηρύσσων γήρασκε, φίλα φρεσὶ μήδεα εἰδώς:〉 ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ. b(BCE3E4)Til | |
17327a | ex. | καὶ ὑπὲρ θεόν: ἀπέφυγε τὸ κοινὸν τὸ εἰπεῖν ‘καὶ ἐναν‐ τιουμένου θεοῦ‘. προτρεπτικὸς δ’ ὁ λόγος καὶ ἐλεγκτικός. b(BCE3E4) T | |
17327b | ex. | 〈ὑπὲρ θεόν:〉 θεοῦ μὴ βουλομένου. Aa | |
17328-30a | ex. | ὡς δὴ ἴδον ἀνέρασ〈—ἔχοντασ〉: ἀξιόπι‐ στος ὁ λόγος περικείμενος κήρυκος προσώπῳ· πλάνητες γὰρ οὗτοι | |
καὶ πολλὰ ἱστορηκότες. ἑώρακα οὖν, φησί, καὶ τῷ πλήθει ἥττονας καὶ τὴν ἀπὸ τῶν θεῶν βοήθειαν ἐναντίαν ἔχοντας ἐπὶ μόνῳ κατορθοῦντας | |||
5 | τῷ σθένει. ἐλεγκτικῶς δὲ ἡ παράθεσις γίνεται. b(BCE3E4)T | ||
17328-30b | ex. | 〈ὡς δὴ ἴδον—ἔχοντας:〉 ὡς ἐγὼ ἄλλους εἶδον τῷ ἰδίῳ σθένει πεποιθότας καὶ τῇ ἠνορέῃ καὶ τῷ πλήθει τῷ ἰδίῳ ὅσον που εἴη, καὶ εἰ ἔλαττον εἴη τῶν πολεμίων τὸ πλῆθος αὐτῶν καὶ εἰ οἱ θεοὶ μὴ ἐπικουροῖεν αὐτοῖς. Aa | |
17.330 | ex. | πλήθεΐ τε σφετέρῳ: τῷ ἰδίῳ πλήθει, Aa b(BCE3)T οὐκ ἐπικουρικῷ. Aa b(BCE3E4)T τὸ δὲ ὑπερδέα σφόδρα ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομά‐ ζειν. Aa b(BCE3)T τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου· δείκνυται | |
5 | Aa b(BCE3E4)T ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μὴ μαχομέ‐ νους καὶ πολυπληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ. Aa b(BCE3)T | ||
17.332 | ex. | ἄσπετον: μέγα· ᾧ οὐκ ἄν τις παρακολουθήσειε διὰ τὸ μέγεθος. Aa b(BCE3E4)T | |
17334a | ex. | ex. | ἔγνω ἐσάντα ἰδών: ἔγνω τοίνυν καὶ ἡ Ἑλένη τὴν Ἀφροδίτην (cf. Γ 396—8). | ἐσάντα {ἰδὼν} ἀντὶ τοῦ ἄντικρυς. T | |
17334b | Ariston. (?) | 〈μέγα δ’ Ἕκτορα εἶπε βοήσας:〉 πρὸς τὸν Ἕκτορα. Aa | |
17338-40 | ex. | 〈ἀλλ’ ἔτι γάρ τίς φησι—τῷ ῥ’ ἰθὺς Δανα‐ ῶν ἴομεν:〉 ὁ ἀλλά (338) πρὸς τὸ 〈τῷ ῥ’〉 ἰθὺς Δαναῶν (340). | |
Til | |||
17.339 | ex. | 〈ὕπατον μήστωρα μάχης:〉 μέγιστον ποιητὴν b(BCE3 E4)Til καὶ τεχνίτην τῆς μάχης. b(BCE3E4) | |
17.340 | D | ex.(?) | 〈ἰθὺς Δαναῶν:〉 ἐπ’ εὐθείας Aa Til | ὡς αὐτούς. Til | |
17.341 | D (?) | 〈πελασαίατο:〉 προσαγάγοιεν. Aa | |
17.348 | Did. (?) | 〈Ἀπισάονα:〉 †ἀπίθανον†. τινὲς οὕτως. Til | |
17.351 | ex. | 〈καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι:〉 προσυνίστησι τὴν παραποτάμιον μάχην (cf. Φ 139—208). Til | |
17354a | ex. | 〈ἔρχατο:〉 συνειρμένοι ἦσαν, παρὰ τὸ εἴρω τὸ συμπλέκω· διὸ ψιλώσομεν τὴν λέξιν. b(BCE3E4) | |
17354b | D(~) | 〈ἔρχατο:〉 περιπεφραγμένοι ἦσαν. Aa | |
17.358 | ex. | οὔτε τινὰ προμάχεσθαι 〈Ἀχαιῶν ἔξοχον ἄλλων〉: καὶ Νέστωρ τοῦτο παραινεῖ· „μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθώς / οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι“ (Δ 303—4)· καὶ γὰρ οὐχ ἧττον λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν | |
5 | τάξιν. b(BCE3E4)T | ||
17.359 | ex. | 〈βεβάμεν:〉 ἀντὶ τοῦ βεβάναι, Aa Til ἀπαρέμφατον. Til | |
17.360 | ex. | 〈ὥς:〉 τῷ προνοεῖσθαι τῶν ἑταίρων. Til | |
17361a | D(~) | 〈τοὶ δ’ ἀγχηστῖνοι ἔπιπτον:〉 οὗτοι δὲ ἐπάλληλοι, πυκνοὶ ἔπιπτον. Aa | |
17361b | ex. | 〈ἀγχηστῖνοι:〉 ἐγγὺς ἀλλήλων. Til | |
17.363 | ex. | καὶ Δαναῶν: ὡς παράδοξον εἰσήγαγε τὸ καί τινας τῶν Δαναῶν πίπτειν. T | |
17.364 | Ariston. (?) | 〈παυρότεροι δὲ πολὺ φθίνυθον:〉 Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἀθετεῖ χωρὶς λόγου, καίτοι μέγιστον ἔχοντας τῶν Ἑλλή‐ νων ἔπαινον. Aa | |
17364-5 | ex. | μέμνηντο γὰρ αἰεί 〈/ ἀλλήλοις—ἀλεξέμε‐ ναι πόνον αἰπύν〉: στρατηγικῶς δείκνυσι, πόθεν γίνεται νίκη, οὐ τὸ ἰδίᾳ λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον δὲ τὸ τοῦ πλησίον· καὶ „ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι“ (Γ 9). σωτήριον ἄρα ἐν | |
5 | εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς τοὺς φίλους εὔνοια. b(BCE3E4)T | ||
17.365 | ex. | Did. | 〈πόνον〉 αἰπύν: προσάντη. | „φόνον“ δὲ δεῖ γράφειν, οὐ πόνον. T | |
17366-7 | ex. | οὐδέ κε φαίης 〈/ οὔτε ποτ’ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην〉: ὑπελάμβανες οὖν ἔκλειψιν εἶναι τῶν στοιχείων αὐτῶν. T | |
17368-9 | ex. | 〈ἠέρι γὰρ κατέχοντο—κατατεθνηῶτι:〉 εἰς τιμὴν ταῦτα πάντα τοῦ Πατρόκλου, δι’ ὅπερ καὶ τὸ παράδοξον προστίθησιν· οὐ γὰρ ἐν παντὶ τόπῳ τῆς μάχης, ἀλλ’ αὐτῷ μόνῳ τῷ Πατρόκλῳ καὶ τοῖς ἀμφὶ τὸν Πάτροκλον περιέθηκε τὴν ἀχλύν. Aa | |
17368a | ex. | ἠέρι γὰρ 〈κατέχοντο〉: ὑπὲρ τοῦ δεινῶσαι τὴν μάχην, εἰς ὃ τύχοι μέρος τῶν πληγῶν φερομένων. T | |
17368b | ex. | Did. | μάχης ἐπί θ’ ὅσσον {ἄριστοι}: τὸ ἑξῆς ‘ἐφ’ ὅσον‘, | |
καὶ οὐκ ἀναστρεπτέον, ὁ δὲ τέ πλεονάζει· ἔστι γὰρ ὁ λόγος καὶ ὁ νοῦς οὕτω〈σ〉· ἐφ’ ὅσον οἱ ἄριστοι ἕστασαν, ἐπὶ τοσοῦτον ἀέρι κατείχοντο (cf. Ρ 368—9). | Ζηνόδοτος „ἐπὶ τόσσον“. Ἀριστοφάνης „μάχῃ | |||
5 | ἔνι“. T | ||
17368c | ex. | ἄλλως· μάχης ἔπι θ’ 〈ὅσσοι〉: περισσὸς ὁ τέ. ἔστι δέ· ὅσοι γὰρ ἄριστοι ἐπὶ τῇ μάχῃ περιΐσταντο τῷ Μενοιτιάδῃ, ἠέρι κατείχοντο (cf. Ρ 368—9). b(BCE3E4)T | |
17368d | ex. | Ariston. | ἐπί θ’ ὅσσον: ὁ τέ σύνδεσμος περιττὸς καθ’ Ὁμηρικὴν συνήθειαν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐφ’ ὅσον τῆς μάχης ἕστασαν οἱ ἄριστοι, ἐπὶ τοσοῦτον σκότει κατείχοντο οἱ μαχόμενοι (cf. Ρ 368—9)· οἱ μὲν γὰρ ἄλλοι τῶν μαχομένων ἐν φωτὶ ἐμάχοντο, „οἱ δ’ ἄλλοι | |
5 | Τρῶες / εὔκηλοι πολέμιζον“ (cf. Ρ 370—1). οἱ δὲ ἄριστοι περὶ τοῦ Πατρόκλου σώματος ἀγωνιζόμενοι σκότει κατείχοντο. ἐκ τούτου δὲ τὴν ἀλκὴν καὶ τὴν ὑπομονὴν ἐμφαίνει, ὅτι τὰ σώματα παρατεθείκεσαν ὥστε καταφέρειν τὰς πληγὰς ἀπροοράτως εἰς τὸ τυχόν. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει διὰ τοῦ τ „ἐπὶ τόσσον“, κακῶς· μενούσης γὰρ | ||
10 | τῆς διὰ τοῦ θ γραφῆς περισσὸν νοητέον τὸν τέ σύνδεσμον. ὁ δὲ νοῦς, ὡς προείρηται. Aa | ||
17.372 | ex.(?) | 〈ὀξεῖα:〉 ἀναπεπταμένη, λαμπρά. Aa | |
17372-3 | ex. | νέφος δ’ οὐ φαίνετο 〈πάσης / γαίης οὐδ’ ὀρέ‐ ων〉: οὔτε χαμόθεν ἦν νέφος ἰδεῖν οὔτε ἐπὶ ὄρους ἀναβάντας. τὴν βαθεῖαν οὖν αἰθρίαν ἐδήλωσε· καὶ γὰρ ἐν ταῖς αἰθρίαις ἔστιν ἰδεῖν ἐπὶ τῶν ὀρῶν νέφη. b(BCE3E4)T | |
17373a1 | ex. (Ariston.?) | 〈γαίης οὐδ’ ὀρέων:〉 λείπει ἡ ἀπό. Til | |
17373a2 | οὐδ’ ἀπὸ τῶν ὀρῶν ἦν ἰδεῖν νέφος. Aa | ||
17373b | ex. | μεταπαυόμενοι: ἐκ διαδοχῆς Aa b(BCE3)T ἀ‐ ναπαυόμενοι. b(BCE3)T καὶ Ἀρίσταρχός φησιν ὡς ἀντιποιεῖ‐ ται μὲν ὁ λέγων „ἐμόν ἐστι“, μεταποιεῖται δὲ ὁ „καὶ ἐμόν ἐστιν“. b(BCE3E4)T | |
17.375 | ex.(?) | 〈ἀφεσταότες:〉 τοῦ Πατρόκλου. Aa | |
17.377 | ex. | δύο δ’ οὔπω 〈φῶτε〉 πεπύσθην: οὐχ ὡς τῶν ἄλλων πυθομένων (ἄτοπον γὰρ ἐπὶ πάντας διαβῆναι τὴν φήμην), ἀλλὰ τῶν ἀρίστων. τοῦτο δὲ ποιεῖ, ἐπεὶ θάτερον αὐτῶν ἀναστέλλειν ἐθέλει φίλτατον ὄντα Ἀχιλλεῖ (cf. Ρ 651—701). b(BCE3E4)T | |
17.380 | ex.(?) | 〈ἐνὶ πρώτῳ ὁμάδῳ:〉 ἐν τοῖς πρωταγωνισταῖς. Aa | |
17381-2 | ex. | 〈τὼ δ’ ἐπιοσσομένω—Νέστωρ:〉 οἱ περὶ τὸν Ἀντίλοχον περιεβλέποντο ἀπὸ τῶν ὄσσων, περιέβλεπον δὲ θάνατον καὶ φύζαν ἑταίρων (381), ἵν’, εἰ μέν τινες τεθνήκασιν, ὑπερμάχωνται τῶν σω‐ μάτων, εἰ δὲ φύγοιεν, σκεπάζωσιν· οὕτως γὰρ ὁ Νέστωρ ἐπετέλλετο. | |
5 | Aa | ||
17381a | ex. | ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων: ἐπιβλέ‐ ποντες, ἵνα τῶν μὲν πιπτόντων ὑπερμαχοῖεν, τοὺς δὲ φυγάδας προ‐ τρέποιντο. b(BCE3E4)T | |
17381b | ex. | ἄλλως· προορώμενοι καὶ προσδοκῶντες μήτε ἀποθνήσκειν τοὺς ἑταίρους μήτε φεύγειν, ἐπὶ τῆς αὐτῆς τάξεως ἔμενον. b(BCE3E4) T | |
17381c | ex.(?) | 〈ἐπιοσσομένω:〉 κατὰ διάνοιαν σκοπούμενοι, ὑποπτεύ‐ οντες. Aa | |
17.382 | ex. | 〈ἐπετέλλετο:〉 ἐπετέλλετο τὸ ὑπερμαχεῖν δηλονότι τῶν ἑταίρων. Aa b (BCE3E4) | |
17.384 | ex. | 〈τοῖς δὲ πανημερίοις:〉 τοῖς περὶ Πάτροκλον Til ἐν τῷ λειπομένῳ παντὶ μέρει τῆς ἡμέρας. b(BCE3E4)Til | |
17386-7 | ex. | γούνατά τε〈—παλάσσετο〉: εὖ τὸ μὴ ἐπὶ κεφαλαίου τὰ μέλη φράσαι, ἀλλὰ κατὰ μέρος ὅλον ἐπελθεῖν τὸ σῶμα· τοῦτο γὰρ καὶ †ἐνέργειαν† προβάλλει καὶ τῆς ταλαιπωρίας τὸ μέγεθος δείκνυσι. τὰ δὲ μέσα καὶ τὸν θώρακα ῥᾴδια πρὸς ἱδρῶτα ὄντα παρέλι‐ | |
5 | πεν. b(BCE3E4)T ἀκατάλληλον δὲ τὸ ὀφθαλμοὶ παλάσσετο (cf. 387). ἔστι δὲ ὅμοιον τῷ „ἔνθα Ποσειδάων κατ’ ἄρ’ ἕζετο καὶ θεοὶ ἄλλοι“ (Υ 149). πρὸς μὲν τὰ γούνατα (386) τὸ παλάσσετο (387) | ||
προσυπακούομεν, †δὲ τὰ πληθυντικὰ τὸ παλάσσοντο. b(BCE3)T | |||
17.387 | Ariston. (?) | 〈χεῖρές τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιϊν:〉 αἱ χεῖρες ἐπαλάσσετο, οὐχὶ ἐπαλάσσοντο. τὸ δὲ τοιοῦτον Πινδαρικὸν σχῆμα. τὸ δὲ μαρναμένοιϊν δυϊκόν ἐστιν ἐπ’ ἀμφοτέρων τῶν στρατευμάτων. τὸ δὲ σημεῖον, ὅτι ἰδίως εἶπεν. Aa | |
17389-93 | ex. | ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο〈—διαπρό〉: ἐν‐ δείξασθαι θέλων καὶ τὴν βίαν τῶν ἑλκόντων καὶ τὴν τοῦ ἑλκομένου σώματος ταλαιπωρίαν, δορὰν διατεινομένην παραλαμβάνει καὶ ταύτην ἀκμαίαν, ἥτις πολλὴν ἐπίδοσιν ποιεῖται, καὶ ἐλαίῳ διάβροχον· | |
5 | τούτῳ γὰρ μαλαττόμενα τὰ κατεσκληκότα ἀνεῖται. b(BCE3E4)T πολλοὺς δὲ τοὺς ἕλκοντάς φησιν· T οὔπω γὰρ ἐπασσάλευον τὰς βύρσας ἴσως· ἔστι δὲ ἐξ εὐτελοῦς μὲν ἡ εἰκών, τῇ δὲ †ἐνεργείᾳ† κεκοσμημένη. b(BCE3E4)T | ||
17.389 | ex. | ταύροιο βοός: ἔδει προτάσσειν τὸ γενικὸν τοῦ 〈ε〉ἰδικοῦ, βοὸς ταύρου, ὡς „ἠΰτε T βοῦς ἀγέληφι / ταῦροσ“ (Β 480—1). TTil ἔστι δὲ Ἀττικὸν τὸ οὕτω συντάττειν. T | |
17.390 | ex.(?) | 〈μεθύουσαν ἀλοιφῇ:〉 ἀντὶ τοῦ πεπληρωμένην λίπει, ὡς οἱ μεθύοντες. Aa | |
17392a | Did. | Hrd. | x | κυκλόσε: Ζηνόδοτος „κύκλῳ“. Ἀρίσταρχος „κύκλοσ“, ὡς „πληθὺς 〈...〉 ἀπονέοντο“ (Ο 305). καὶ ἐπὶ Μενελάου ὁμοίως ἐν τῇ Δ (sc. 212) | οἱ δὲ ἄλλοι ἐπίρρημα, καὶ παροξύνουσιν, | ἀλλ’ ἔδει ‘κυκλόφι‘. T | |
17392b | Hrd. | 〈κυκλόσε:〉 ἐπίρρημα. οὕτως δὲ ὁ Ἀσκαλωνίτης (p. 56 B.) παροξύνει. Aa | |
17.393 | ex. | τάνυται δέ τε 〈πᾶσα διαπρό:〉 διατείνεται δὲ πᾶσα εἰς τοὔμπροσθεν μεγεθυνομένη· Aa b (BCE3E4) τὸ γὰρ πάχος λεπτυνόμενον εἰς μέγεθος ἄγεται. b(BCE3E4)T | |
17.395 | Did. (?) | 〈εἵλκεον:〉 Ἀρίσταρχος ὅτι πλεονάζει τὸ ι. Til | |
17.398 | ex. | λαοσσόος: ὁ τοὺς λαοὺς παρορμῶν· φησὶ γὰρ „ὦρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη“ (Δ 439). Aa T | |
17399a | ex. | ὀνόσαιτο: ψέξαι. „ἦ οὔνεσθ’, ὅτε μοι Κρονίδησ“ (Ω 241) ἀντὶ τοῦ ψέγετέ με καὶ εὐτελίζετε. T | |
17399b | ex.(?) | 〈ὀνόσαιτο:〉 ἀντὶ τοῦ ψέξαι. ‘οὔτε ὁ Ἄρης οὔτε ἡ Ἀθηνᾶ ἰδοῦσα ἂν ὀνόσαιτο‘. Aa | |
17401-2 | ex. | οὐδ’ ἄρα πώ τι / ᾔδεε 〈Πάτροκλον τεθνηότα | |
δῖος Ἀχιλλεύσ〉: εἴωθε συμπάθειαν ἐγείρειν διὰ τούτων, ἐπὰν οἱ τὰ μέγιστα δυστυχοῦντες ἐν ἀγνοίᾳ τῶν κακῶν εἶεν καὶ ἐπὶ φιλανθρωπο‐ τέρων φέρωνται ἐλπίδων, ὡς Ἀνδρομάχη (cf. Χ 437—46) καὶ Δόλων | |||
5 | (cf. Κ 350) καὶ νῦν Ἀχιλλεύς. b(BCE3E4)T | ||
17404-25 | Did. | τείχει ὑπὸ Τρώων〈—χάλκεον οὐρανὸν ἷκε〉: Ζηνόδοτος ἀπὸ τοῦ τείχει ὑπὸ Τρώων (404) ἕως τοῦ χάλκεον οὐρανόν (425) οὐ γράφει. Ἀρίσταρχος μόνον ἀθετεῖ ὣς δέ τις αὖ Τρώων (420). T | |
17404-5a | ex. | 〈τό μιν οὔ ποτε ἔλπετο θυμῷ / τεθνάμεν:〉 διὸ αὐτὸν οὐ προσεδόκα. Til | |
17404-5b | ex. | τό μιν οὔ ποτε ἔλπετο θυμῷ / τεθνάμεν: παιδευτι‐ κὸς ὁ λόγος ὅτι οὐ δεῖ ταῖς ἐλπίσι πεποιθέναι. b(BCE3E4)T | |
17409a1 | ex. | Διὸς 〈...〉 νόημα: τὴν εἱμαρμένην· „ὁ γάρ τ’ εὖ οἶδεν ἅπαντα 〈/ μοῖράν τ’ ἀμμορίην τε〉“ (υ 75—6). τινὲς δὲ τῶν φιλοσόφων μοῖραν ἔλεγον τὸν λόγον τοῦ Διός. T | |
17409a2 | τὸ εἱμαρμένον. Aa | ||
17409a3 | τὴν θέλησιν καὶ βουλήν. τινὲς δὲ τῶν φιλοσόφων μοῖραν ἔλεγον εἶναι τὴν τοῦ θεοῦ βουλήν. b(BCE3E4) | ||
17.410 | ex. | δὴ τότ〈ε γ’〉 οὔ οἱ ἔειπε: οὐκ ἔστι περισσός, ἀλλ’ ὡς τὸ „δίδαξε γὰρ Ἄρτεμις αὐτή· / ἀλλ’ οὔ οἱ τότ〈ε γ’〉 ἔχραισμ’ | |
Ἄρτεμισ“ (Ε 51. 53). T | |||
17.413 | Did. (?) | ἐγχρίμπτοντο: τινὲς „†ἐνχρίπτοντ, ὡς τὸ „ζωὸν ἐνι‐ χριμφθέντα πύλῃσιν“ (Ρ 405). T | |
17415-22 | ex. | ὦ φίλοι〈—πολέμοιο〉: πολλὴ σπουδὴ ἑκα‐ τέρῳ στρατῷ τοῦ νεκροῦ κρατῆσαι, τοῖς μὲν αἰδουμένοις δεύτερον ἁμαρτεῖν εἰς Ἀχιλλέα, τοῖς δὲ ἀμύνασθαι Ἀχιλλέα, ὧν ἔπαθον πρό‐ τερον. b(BCE3E4)T | |
17.417 | ex. | ex. | 〈ἄφαρ πολὺ κέρδιον εἴη:〉 εὐθέως ὠφέλιμον εἴη. Til | ὅτι δεῖ προτιθέναι τὴν εὔκλειαν τῆς σωτηρίας. b(BCE3E4)Til | |
17421-2 | ex. | εἰ καὶ μοῖρα παρ’ ἀνέρι〈—πολέμοιο〉: οἱ μὲν Ἕλληνες ἀποθανεῖν εὔχονται τοῦ νεκροῦ μὴ κρατήσαντες, οἱ δὲ μελλητικῶς φάσκουσιν ‘εἰ καὶ μοιρίδιον ἡμῖν ἀποθανεῖν, τῆς μάχης οὐ | |
δεῖ ἀφίστασθαι‘. b(BCE3E4)T | |||
17424a1 | ex.(?) | D | 〈σιδήρειος:〉 ἀντὶ τοῦ ἰσχυρός, | στερεός. Aa | |
17424a2 | ὁ στερεὸς b(BCE3E4)Til καὶ πολυΐσχυρος. b(BCE3) E4) | ||
17425a | Ariston. | 〈χάλκεον οὐρανόν:〉 ὅτι πρὸς τὸν Ὄλυμπον ἀντι‐ διέσταλται. Aa | |
17425b | ex. | δι’ αἰθέρος ἀτρυγέτοιο: ἀτρύτου. ἢ ἐπειδὴ οὐδὲ αὐτὸς ὁμοίως τῇ θαλάσσῃ τρυγᾶται. Aa b (BCE3E4)T | |
17426-8a1 | ex. | ἵπποι δ’ Αἰακίδαο〈—ἀνδροφόνοιο〉: μετ‐ άγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον πρὸς τοὺς τρέφοντας· Ἕκτωρ γοῦν τοῖς ἵπποις διαλέγεται (cf. Θ 185—97). οὗτοι δὲ ὡς ἀθάνατοι καὶ πλείονα | |
5 | τὴν αἴσθησιν ἔχουσιν. T | ||
17426-8a2 | μετάγει τὸν λόγον ἀπὸ τῶν συνεχῶν πόνων. ἔστι δὲ τὸ ζῷον φρενῆρες καὶ οἰκειότητα φυσικὴν ἔχον τοῦ προγινώσκειν τὰ ἐν πολέμῳ καὶ εἰς συναίσθησιν ἔρχεται τοῦ ἐπιβάτου ἀποτυχόν. b (BCE3E4) | ||
17.427 | ex.(?) | 〈πυθέσθην:〉 ἔμαθον, Aa ᾔσθοντο. Aa Til | |
17.430 | ex. | μάστιγι θοῇ: τῇ ταχυποιῷ. ἐπεμαίετο δὲ ἀντὶ τοῦ ἐφήπτετο. Aa b (BCE3E4)T | |
17.431 | ex. | 〈ἀρειῇ:〉 κυρίως, τῇ ἐν πολέμῳ ἀπειλῇ. Aa Til | |
17432a1 | ex. | 〈ἐπὶ πλατὺν Ἑλλήσποντον:〉 πλατὺν εἴρηκε τὸν Ἑλλήσποντον οὐχ ὅτι τοιοῦτος, ἀλλ’ ὅτι σύγκρισίς ἐστι τῶν κατὰ | |
τὸν ναύσταθμον μερῶν πρὸς τὰ ἄλλα μέρη τοῦ Ἑλλησπόντου· τὰ γὰρ κατὰ τὸν ναύσταθμον πλατύτερά ἐστι τῶν ἄλλων διαστημάτων τῶν | |||
5 | ἀπεστενωμένων. λέγει οὖν ἀντὶ τοῦ ἐπὶ τὰ πλατύτερα μέρη τοῦ Ἑλ‐ λησπόντου. Aa | ||
17432a2 | οὐ τὸν καθόλου πλατύν, ἀλλὰ b(BCE3E4) καθ’ ὃ μέρος ἑαυτοῦ πλατύτερός ἐστιν. b(BCE3E4)T | ||
17434-5 | ex. | ἀλλ’ ὥς τε στήλη〈—γυναικόσ〉: τοὺς μὲν Λαπίθας δρυσὶν ἐρριζωμέναις εἴκασεν (sc. Μ 132—4), ἐνθάδε δὲ T ἔχει τι πλέον ἡ παραβολή· οὐ γὰρ τὴν στάσιν μόνον σημαίνει, ἀλλὰ καὶ τὴν ποιὰν τὴν ἐπὶ τῷ πένθει· πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ πα‐ | |
5 | ραβολή b(BCE3E4)T ἅμα δὲ ὅτι καὶ ἀσεβὲς τὸ κινεῖν στήλην. T | ||
17437a1 | ex. | {οὔδει} ἐνὶ σκήψαντες: ἐμπήξαντες, διὰ ὑπερβολὴν λύπης. T | |
17437a2 | ἀντὶ τοῦ προσερείσαντες καὶ πελάσαντες διὰ λύπης ὑπερ‐ βολήν. b(BCE3E4) | ||
17437b | ex.(?) | 〈δέ σφι:〉 ἀντὶ τοῦ 〈δέ〉 σφων. Til | |
17.439 | ex. | θαλερὴ .... χαίτη: πρῶτος συνεῖδε τοῖς καλοῖς ἵπποις ἁρμόδιον χαίτην, οὐ μόνον καλήν, ἀλλὰ καὶ βαθεῖαν. T | |
17440a | ex. | 〈ζεύγλης ἐξεριποῦσα:〉 τοῦ ἄκρου μέρους τοῦ ζυγοῦ ἐκπεσοῦσα ἐπὶ τὴν ἔραν. Aa | |
17440b | ex. | 〈ἀμφοτέρωσε:〉 ἀμφοτέροισι, Til τοῖς ἵπποις δη‐ λονότι. b(BCE3E4)Til | |
17443-55 | ex. | ἆ δειλώ, —ἔλθῃ: τὸ ὅλον εἰς καταβολὴν τοῦ ἀνθρωπίνου γένους· εἰ γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις | |
ἐν χαλεποῖς γίνονται καὶ διὰ τοῦτο δειλοί, πόσῳ μᾶλλον †οὗτοι† οἱ ἄνθρωποι. εἶτα καὶ κατασκευάζει, φήσας πάντων ζῴων εἶναι χεί‐ | |||
5 | ριστον τὸν ἄνθρωπον (sc. 446—7). πλεονεκτοῦμεν γὰρ τῶν ζῴων τῷ λογισμῷ μόνῳ, ἀλλὰ κατὰ πολλὰ ἐνδεέστεροί ἐσμεν, ἐν αὐτῷ δέ, ᾧ δοκοῦμεν πλεονεκτεῖν, τὴν ἀντίληψιν τῶν κακῶν ποιούμεθα. δι‐ δάσκει δὲ μὴ μέγα φρονεῖν. ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὑπὸ θεοῦ λεγό‐ μενος. b(BCE3E4)T | ||
17446-7 | ex. | 〈οὐ μὲν γάρ τί πού ἐστιν〉 ὀϊζυρώτερον ἀν‐ δρός 〈/ πάντων〉: σημείωσαι ὅτι Aa πᾶν μὲν οὖν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ὁ ἄνθρωπος. Aa b (BCE3E4)T | |
17447a1 | ex. | πάντων, ὅσσα τε γαῖαν 〈ἐπιπνείει τε καὶ ἕρ‐ πει〉: ὑπὲρ πάντα τὰ ἄλλα. λείπει ἡ κατά. b(BCE3E4)T | |
17447a2 | ὑπὲρ πάντα. †γαῖαν ἢ† κατά. Aa | ||
17448-9 | ex. | 〈ἀλλ’ οὐ μὰν—ἐάσω:〉 ἵνα μὴ ἀγωνιῶμεν καὶ πε‐ ρὶ τῶν ἵππων. Til | |
17.449 | Did. (?) | ex. | οὐ γὰρ ἐάσω: τινὲς „οὐδέ τις ἄλλοσ“, ἵνα μὴ ζητῶμεν τοὺς ἵππους. | οἱ δέ φασιν ὡς οὐ πάντα ἀναιρεῖ. οὐδὲ τὸν Διομήδους θώρακα (cf. Θ 194—5), οὐ τὸ σκῆπτρον Ἀγαμέμνονος (cf. Β 107), οὐ τὰ ὅπλα τὰ δοθέντα Νεοπτολέμῳ. T | |
17451a | 〈σφῶϊν:〉 ὑμῖν. Til | ||
17451b | ex. | 〈γούνεσσι:〉 ἀπὸ τῆς τὸ γοῦνος εὐθείας, ἢ ἀπὸ τοῦ γού‐ | |
νασι τροπῇ. Til | |||
17453-5a1 | ex. | ἔτι γάρ σφισι 〈κῦδος ὀρέξω—ἔλθῃ〉: ἀνεξόμεθα οὖν μαθόντες τὴν προθεσμίαν τῆς εὐημερίας. T | |
17453-5a2 | προλέγει δέ, ἵνα μὴ λυπῇ τὸν ἀκροατὴν ἐπὶ πλέον, τὴν προθεσμίαν διδάξας τῆς εὐημερίας. b(BCE3E4) | ||
17453a1 | ex. | σφίσι: μετήγαγε τὸν λόγον ἀπὸ τοῦ Ἕκτορος (cf. Ρ 449. 450) ἐπὶ τοὺς Τρῶας. T | |
17453a2 | δηλονότι τοῖς Τρωσί. Aa b (BCE3E4) | ||
17.456 | Did. | 〈ἐνέπνευσεν〉 μένος ἠΰ: οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ „μένος πολυθαρσὲς ἐνῆκε“, καὶ προστίθησιν „αὐτὸς δ’ Οὔλυμπον δὲ μετ’ ἀθανάτοισι βεβήκει“ (= Ρ 456 a). T | |
17.458 | Did (?) | 〈ῥίμφα φέρον:〉 γράφεται „ῥίμφ’ ἔφερον“. Tt | |
17459a | ex. | τοῖσι δ’ ἐπ’ Αὐτομέδων: κρεῖττον τώδε ἀλέξειν τῷ ἑταίρῳ ᾤετο. ἄλλως τε καὶ οἱ ἵπποι ἐκεῖσε αὐτὸν ἤγαγον. b(BCE3 E4)T | |
17453b | ex. (Ariston.?) | 〈ἀχνύμενός περ ἑταίρου:〉 λείπει ἡ περί. Til | |
17.460 | ex. | 〈ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας:〉 τὸ χῆνας ἐπὶ τῶν Τρώων εἰς ἀπραξίαν αὐτοὺς διαβάλλων. Aa | |
17.461 | Did. | 〈ῥέα:〉 τὸ ῥέα ἄνευ τοῦ ι πᾶσαι εἶχον. Tt | |
17.463 | ex. | ᾕρει: κατελάμβανεν· „ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥή‐ | |
τορασ“ (Eupol. fr. 94,3 [I p. 281] K. = 102,3 [V p. 353] K.—A.). νῦν δὲ ἀνῄρει. b(BCE3E4)Til | |||
17464a1 | ex. | ἱερῷ ἐνὶ δίφρῳ: ἱερὸν ἅρμα τὸ ἀνεπίβατον ἄλλῳ ἢ Ἀχιλλεῖ καὶ ὑπὸ ἀθανάτων ἵππων φερόμενον. T | |
17464a2 | τῷ μὴ ἄλλῳ ἐπιβατῷ ἢ Ἀχιλλεῖ. b(BCE3) | ||
17.465 | ex. (Hrd.) | ἐπίσχειν: οἱ περὶ Ἀρίσταρχον ἐπίσχειν κατὰ παρατα‐ τικόν, οἱ δὲ περὶ τὸν Ἀσκαλωνίτην (p. 56 B.) κατὰ ἀόριστον ὡς λα‐ βεῖν. καὶ ὁ Ἡρωδιανὸς (2,105,29) δὲ ἐπίσχειν παροξυτόνως. εἰ μή τις λέγοι ὅτι ἔθος ἐστὶ τῷ ἀορίστῳ συντάττεσθαι τὴν ἐπί. T | |
17.469 | ex. | 〈νηκερδέα:〉 ἐπισφαλῆ, ἀσύνετον· τὰ κέρδη γὰρ Ὅμηρος ἐπὶ τῶν συνετῶν τάσσει. Ail | |
17471a | ex. | 〈οἷον:〉 πῶς. θαυμαστικὸν τὸ οἷον. Aa | |
17471b | ex. | 〈μάχεαι:〉 ἀντὶ τοῦ μάχῃ, καταχρηστικῶς. Aa | |
17.477 | ex. | 〈θεόφιν μήστωρ ἀτάλαντος:〉 ἴσος θεοῖς ἐν τῷ κατερ‐ γάσασθαί τι. Aa b (BCE3E4)Til | |
17481a | Did. | βοηθόον {ἅρμα}: Ἀρίσταρχος ὑφ’ ἓν βοηθόον, οἱ 〈δὲ〉 ἀπὸ τῆς σχολῆς διῃρημένως. T | |
17481b | ex.(?) | ex. | ἄλλως· βοηθόον: τὸ ἐν τῇ μάχῃ ταχύ. Aa T | οὐ θέλει δὲ ἀπράκτως παραγαγεῖν ἐπὶ τὰς ναῦς τὸ ὄχημα τοῦ Ἀχιλλέως. T | |
17483a1 | ex. | Αὐτομέδων δ’ ἀπόρουσε: τοῦ ἰδίου ἅρματος, ὥσπερ Ἰδαῖος (cf. Ε 20), μεταγαγὼν 〈ἀπὸ〉 τοῦ νώτου τὴν ἀσπίδα, τὸ δὲ | |
δόρυ ἁρπάσας παρακείμενον. T | |||
17483a2 | τοῦ ἰδίου ἅρματος. καὶ κατῆλθε πεζῇ πολεμήσων. b (BCE3E4) | ||
17483-90 | ex. | νόησε δὲ 〈φαίδιμοσ〉 Ἕκτωρ〈—Ἄρηϊ〉: εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ τῶν ἵππων. προτρέπεται δὲ τὸν Αἰνείαν οὐ μόνον ὡς ἀριστέα, ἀλλὰ καὶ ὡς ἀσχάλλοντα ἐπὶ τῇ ἀφαιρέσει τῶν ἰδίων ἵππων (cf. Ε 319—24). b(BCE3E4)T | |
17492a | Ariston. | ex. | 〈βοέῃς:〉 ὅτι καταχρηστικῶς τὰ Ἕκτορος ὅπλα βόεια εἶπεν, ἀλλ’ οὐκ ἐκ βυρσῶν βοείων· εἶχε γὰρ τὰ Ἀχιλλέως ἤδη· „τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα“ (Σ 84). ἔστιν οὖν ὁ τρόπος συλ‐ ληπτικός | εἰλυμένοι δὲ σκεπαζόμενοι, ἀπὸ τοῦ κατειλῦσθαι. Aa | |
17492b | ex. | βοέῃς: συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν. b(BCE3)T | |
17.493 | ex. | 〈πολὺς δ’ ἐπελήλατο χαλκός:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Til | |
17.494 | ex. | Ἄρητος: Ἄρατος, Ἄρητος καὶ „Ἀρήτη“ (η 54 al.) Ἰακῶς. καὶ κοινὸν γέγονεν. T | |
17.505 | Did. | 〈φοβῆσαί τε στίχας:〉 „φοβῆσαι δὲ στίχασ“ διὰ τοῦ „δέ“, οὐ τέ. Til | |
17507-10 | ex. | Αἴαντε 〈καλέσσατο—στίχας ἀνδρῶν〉: πιθανὸν ἀνακεχωρηκότος τοῦ Ἕκτορος καὶ τὸν Αἴαντα τολμῆσαι κα‐ ταλιπεῖν τὸ σῶμα τοῖς μετ’ αὐτὸν ἀρίστοις, b(BCE3E4)T ἔνθεν αὐτῷ ἐντυγχάνει. b(BCE3E4) | |
17.509 | ex.(?) | 〈ἐπιτράπετε:〉 ἐπιτρέψατε, συγχωρήσατε. Aa | |
17.514 | ex. | θεῶν ἐν γούνασι κεῖται: ἐν τοῖς κόλποις, b(BCE3E4)T ὡς „πολλάκι{ς} γούνασιν 〈οἷσιν〉 ἐφεσ〈σ〉άμενοσ“ (π 443). T ὅ ἐστι, πρόχειρα πάντα ἔχουσιν οἱ θεοί. οἱ δὲ b(BCE3E4)T ἀπὸ μέρους, ἐν τῇ τῶν θεῶν δυνάμει. Aa b (BCE3E4)T | |
17515a | ex.(?) | 〈ἥσω γὰρ καὶ ἐγώ:〉 ἀφήσω, ἐπιπέμψω. ὁ δὲ καί περιττός. Aa | |
17515b | ex. | 〈μελήσει:〉 ἀντὶ εὐκτικοῦ τοῦ μελήσοι. Til | |
17520-2 | ex. | ὡς δ’ ὅταν ὀξὺν〈—ἶνα τάμῃ διὰ πᾶσαν〉: ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι, τὸν δὲ ἄνδρα τῷ αἰζήϊος (520) ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι. b(BCE3E4)T ὁ δὲ τόπος τῆς πληγῆς καιριώτατος· ὄπιθε γάρ φησι κεράτων εἰς τὴν | |
5 | ἀρχὴν τῶν νεύρων. Aa b (BCE3E4)T | ||
17521a1 | ex. | ἐξόπιθεν κεράων: περὶ γὰρ τὰς ῥίζας τῶν κεράτων πυκνὰ κεῖται τὰ νεῦρα. T | |
17521a2 | περὶ γὰρ τὰς τῶν κεράτων ῥίζας πυκνὰ καὶ συνεχῆ τὰ νεῦρα καὶ αἱ ἀρτηρίαι κεῖνται. b(BCE3E4) | ||
17521b | ex.(?) | 〈ἀγραύλοιο: ἐν〉 ἀγρῷ νεμομένου. Aa | |
17522a | ex. | ex. | ἶνα τάμῃ 〈διὰ〉 πᾶσαν: ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ | |
(Hrd.?) | νεῦρον, οὐ πίπτει ὁ βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστι διατάμῃ, τῇ δὲ διακοπῇ | ||
τῆς λέξεως μεμίμηται τὸ γινόμενον. | οὐκ ἀναστρέφεται δὲ ἡ διά, ἵνα μὴ συνεμπέσῃ τῇ Δία αἰτιατικῇ, b(BCE3E4)T ἡ δὲ ἀντί καὶ | |||
5 | ἀμφί ὡς τρίχρονοι. b(BCE3E4) | ||
17522b1 | ex. | ὁ δὲ προθορὼν 〈ἐρίπῃσιν〉: βοῶν μὲν οἰκεῖον τὸ προπίπτειν, τῶν δὲ ἄλλων ζῴων τὸ ἀνακλᾶσθαι. b(BCE3E4)T | |
17522b2 | πᾶν ζῷον πληγὲν εἰς τοὐπίσω ἀνακλᾶται· ταῦρος δὲ εἰς τοὔμπροσθεν φέρεται, δι’ ὃ οὕτως εἶπεν. Aa | ||
17.523 | ex. | προθορὼν πέσεν ὕπτιος: προπίπτειν μέλλοντα βίαιος οὖσα ἡ πληγὴ †ἀνέτρεψεν†. ἡ δὲ παραβολὴ (sc. Ρ 520—2) πρὸς τὸ προθορεῖν μόνον· καὶ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς ταῦρος. b(BCE3E4)T | |
17.524 | ex. | νηδυΐοισι: τοῖς κατὰ τὴν νηδὺν σπλάγχνοις. Aa b(BCE3 E4)T ἅπαξ δὲ εἴρηται ἡ λέξις. b(BCE3)T | |
17.529 | ex. | ἔνθα δ’ ἔπειτ’ ἀφίει 〈μένος ὄβριμος Ἄρησ〉: τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ σίδηρος· ὅταν γὰρ μηκέτι προϊέναι ἰσχύσῃ, τὸ τηνι‐ καῦτα ἱστάμενος κραδαίνεται (cf. Ρ 528). b(BCE3E4)T | |
17.533 | ex. | τοὺς ὑποταρβήσαντες 〈ἐχώρησαν πάλιν αὖτισ〉: μηδέπω τινὸς δεινοῦ γεγονότος φεύγουσιν. T | |
17535-42 | ex. | Ἄρητον δὲ κατ’ αὖθι λίπον〈—ἐδηδώσ〉: ἡδέως πάνυ ἐπεφώνησε τῷ ὅλῳ ἔργῳ τῷ περὶ τὸν Ἕκτορα. T | |
17537-9 | ex. | καὶ εὐχόμενος ἔπος ηὔδα〈—καταπέφνων〉: ἴδιον τῷ παρ’ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι φθέγγεσθαι κατὰ τῶν | |
ἐχθρῶν. b(BCE3E4)T | |||
17539a | ex. | ex. | κῆρ ἄχεος μεθέηκα 〈χερείονά περ καταπέφνων〉: ἐπανῆκα τὴν ψυχὴν τῆς ἐπὶ Πατρόκλῳ λύπης. Aa Τ | ὁ δὲ λόγος· τὸ κῆρ ὀλίγον τι ἐπανῆκα τοῦ ἐπὶ Πατρόκλῳ ἄχεος, καίπερ εὐτελῆ τινα ἀνελών. Aa | |
17539b | Hrd. | 〈καταπέφνων:〉 Ἀρίσταρχος ὡς τέμνων. Til | |
17.541 | ex.(?) | 〈ἀνὰ ... ἔβαινε:〉 ἀνέβαινεν {ὕπερθεν}. Til | |
17.542 | ex. | κατὰ ταῦρον ἐδηδώς: ἡ διακοπὴ τῆς λέξεως τὸν εἰς πολλὰ διεσπασμένον παρέστησε ταῦρον, οὐ τοῦ μέτρου ἀπαιτοῦντος· παρῆν γὰρ φάναι ‘ταῦρον κατεδηδώσ‘. καὶ Ἀνακρέων (fr. 96 a et b P. = P.M.G. 441)· „διὰ δὲ δειρὴν ἔκοψε μέσην“, „κὰδ δὲ λῶπος | |
5 | ἐσχίσθη“. T | ||
17.543 | ex. | ἂψ δ’ ἐπὶ Πατρόκλῳ 〈τέτατο κρατερὴ ὑσμίνη〉: εἰκότως, τῶν περὶ τὸν Ἕκτορα ὑποστρεψάντων ἐπὶ τὸ σῶμα. T | |
17545-6 | Ariston. (?) | οὐρανόθεν καταβᾶσα—αὐτοῦ: Ζηνόδοτος | |
ἀθετεῖ, τινὲς οὐδὲ γράφουσιν· πῶς γὰρ ἐν τῇ Ἴδῃ ὢν ὁ Ζεὺς αὐτὴν πέμπει, ἡ δὲ οὐρανόθεν (545, cf. Ρ 548) κάτεισιν; ἢ ὅτι οὐρανὸν τὸν ὑπερνέφιον ὀνομάζει τόπον. T | |||
17547a | ex. | πορφυρέην: ἀπὸ μέρους τὴν ποικίλην. ἢ ὅτι ἔχει τινὰ πορφυρίζοντα. Aa b (BCE3E4)T | |
17547b | ex. | πορφυρέην Ἶριν: πιθανῶς τὴν τῆς θεοῦ κατάβασιν θειοτέρᾳ εἰκόνι ὡμοίωσεν. b(BCE3E4)T καὶ ἀλλαχοῦ· „οἷον δ’ ἀστέρα ἧκε Κρόνου παῖσ“ (Δ 75). T | |
17547c | ex. | 〈Ἶριν:〉 ὅταν ἐξ ἐναντίας νέφος τῷ ἡλίῳ στῇ πεπιλημένον καὶ πλῆρες ὕδατος, αἱ δὲ ἀκτῖνες προσπίπτωσι τῷ νέφει καὶ καθάπερ ἀπὸ κέντρου τοῦ ἡλίου περιγράφωσι κύκλους, τότε τοῦ μὲν τῶν ἀ‐ κτίνων ἐρυθροῦ ἀνειμένου πρὸς τὸ κροκοειδές, τοῦ δὲ ἐν τῷ νέφει μέλα‐ | |
5 | νος ἐκλυομένου πρὸς κυάνεον, ἡ κρᾶσις ἀμφοῖν Ἶρίς ἐστι. καὶ Ἀναξα‐ γόρας (Vors.2 59 B 19) δέ φησιν· „Ἶριν δὲ καλέομεν τὸ ἐν τῇσι νε‐ φέλῃσι ἀντιλάμπον τῷ ἡλίῳ“ χειμῶνος οὖν ἐστι σύμβολον (cf. Ρ 549)· τὸ γὰρ †περιχεόμενον† ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον. b(BCE3E4)T τοῦτο οὖν πρὸς τοὺς ἐπιστήμονας, | ||
10 | πρὸς δὲ ἀπείρους †τὸν† πόλεμον (cf. Ρ 548). T | ||
17.548 | Ariston. | 〈ἐξ οὐρανόθεν:〉 περισσὴ ἡ ἔξ. Til | |
17.549 | ex. | 〈δυσθαλπέος:〉 κακοῦ εἰς θάλψιν. Aa Til | |
17550a1 | ex. | μῆλα {δὲ κήδει}: μῆλα πάντα τὰ θρέμματα, „μῆλα, τά μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν“ (ψ 356). καὶ Ἡσίοδος (opp. 504) „βούδορα πάντα“ φησίν, ἀπὸ τοῦ βοὸς πάντα δηλῶν. T | |
17550a2 | ἀπὸ μέρους τὰ θρέμματα ἅπαντα. b(BCE3) | ||
17551a1 | Hrd. | Ariston. | 〈ἓ αὐτήν:〉 τὴν ἓ ἀντωνυμίαν κατ’ ἰδίαν· οὐ γὰρ ἐπίστα‐ ται ὁ ποιητὴς σύνθετον ἀντωνυμίαν. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει „ἑωυτήν“. Aa | |
17551a2 | Hrd. | {πυκάσασα ἑαυτήν:} οὐδέποτε ὁ ποιητὴς οἶδε σύνθεσιν ἀντωνυμίας. T | |
17.552 | ex. | 〈δύσετο:〉 παρῆλθεν. Aa | |
17.553 | ex. | πρῶτον δ’ Ἀτρέος υἱόν: οὐκ εἰκῆ, ἀλλ’ ἐπεὶ φαίνεται οὗτος μόνος ἀγωνιῶν ὑπὲρ Πατρόκλου. b(BCE3E4)T | |
17.555 | ex. | εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν: δύο γάρ ἐστιν, ἐν οἷς μάλιστα γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοί‐ νικι εἴκασται· ἡγεῖτο γὰρ καὶ αὐτὸς φάλαγγος (cf. Π 196), καὶ μέλει αὐτῷ λίαν περὶ Πατρόκλου. ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ. | |
5 | b(BCE3E4)T | ||
17556a | ex.(?) | κατηφείη: αἰσχύνη, b(BCE3E4) ἀπὸ τοῦ κάτω τὰ | |
φάη ἔχειν. b(BCE3E4)T | |||
17556b | ex.(?) | 〈ὄνειδος:〉 μέμψις. Aa | |
17.557 | ex. | Ἀχιλῆος ἀγαυοῦ: ἐντρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως, οὗ δέονται πρὸς τὴν μάχην. b(BCE3E4)T | |
17.559 | ex. | 〈ἀλλ’ ἔχεο κρατερῶς:〉 ἔχεο τοῦ πολέμου ἢ τοῦ νεκροῦ. Aa Til | |
17564a1 | ex. | ἐσεμάσσατο θυμόν: ἔπληξε μου τὴν ψυχήν· μάσ‐ σασθαι γὰρ τὸ ἅψασθαι· b(BCE3E4)T „χεῖρ’ ἐπιμασ〈σ〉άμε‐ νοσ“ (ι 302)· „ἐπεμαίετ’ ἄρ’ ἵππουσ“ (Ε 748. Θ 392)· „τὸν δ’ ἐπι‐ μασ〈σ〉άμενος προσέφη κρατερὸς Πολύφημοσ“ (ι 446). T καὶ | |
5 | μέχρι νῦν ἐν τῇ συνηθείᾳ φαμὲν ‘ἥψατό μου ὁ θάνατος τοῦδε τοῦ φίλου ἢ συγγενοῦσ‘. b(BCE3E4)T | ||
17564a2 | ἐλύπησεν, | ἥψατο· †μάσασθαι† γὰρ τὸ ἅψασθαι· „χεῖρ’ ἐπιμασσάμενοσ“. Aa | ||
17.565 | ex. | 〈πυρός:〉 διὰ τὸ εὐκίνητον. b(BCE3E4)Til καὶ θρασύ. b(BCE3E4) | |
17.568 | ex. | ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων: „ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· / τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο“ (Eur. Hippol. 7—8). b(BCE3E4)T | |
17.569 | ex. | ὤμοισι καὶ 〈...〉 γούνεσσιν: ταῦτα γὰρ τῶν μελῶν ἐνεργεῖ μάλιστα. T | |
17570a | ex. | μυίης θάρσος: πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν (ἦν γὰρ οὐ κατὰ ἡρωϊκὸν ἀξίωμα ἡ εἰκών), ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν | |
ἡ θεός. b(BCE3E4)T | |||
17570b | ex. | ἄλλως· μυίης θάρσος: καὶ ἐπὶ τὰ ἐλάχιστα κατάγεται, τὸ ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύ‐ πτουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών (sc. Ρ 570—2). b(BCE3E4)T | |
17570c | ex.(?) | 〈μυίης θάρσος:〉 θρασύτατον γὰρ τὸ ζῶον. Aa | |
17572a | ex. | 〈λαρόν:〉 ἀπολαυστικόν· παρὰ τὸ λῶ, ὅ ἐστι θέλω. Til | |
17572b | ex. | ex. | 〈λαρόν:〉 ἀπολαυστικόν. | διὰ τί; εὔδηκτος γὰρ καὶ ἀσθενέστατος ὁ ἀνθρώπου χρώς· δι’ ὃ λαρὸν αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώ‐ που. Aa | |
17.573 | ex. | 〈πλῆσε φρένας ἀμφὶ μελαίνας:〉 ἡ ἀμφί πρὸς τὸ πλῆσεν. Til | |
17575-7 | ex. | ἔσκε δ’ ἐνὶ Τρώεσ〈σ〉ι 〈Ποδῆς—εἰλαπινα‐ στήσ〉: ἐπισημαίνεται πάντα, πόλιν ὄνομα γένος (cf. 575), φιλίαν (cf. 576—7), ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων (cf. 575) ὁμώνυμος τῷ τῆς Ἀνδρομάχης πατρί· εἰ δὲ ἦν τῶν Κιλίκων ὁ Ποδῆς, | |
5 | εἶπεν ἂν ‘μάλιστα τῶν βασιλέων ἐτίμα αὐτὸν ὁ Ἕκτωρ‘, οὐ δή‐ μου (577). προαπώλοντο δὲ καὶ οἱ ἀδελφοὶ Ἀνδρομάχης (cf. Ζ 421‐ 4). καὶ τὸ ἀφνειός (576) δείκνυσιν ὡς ἕτερος ἦν· ὁ γὰρ τοῦ Ἀν‐ δρομάχης πατρὸς οἶκος ἠρήμωτο (cf. Ζ 416—28). b(BCE3E4)T | ||
17.575 | ex.(?) | 〈Ἠετίωνος:〉 ἑτέρου Ἠετίωνος καὶ οὐ τοῦ τῆς Ἀνδρο‐ μάχης πατρός. Aa | |
17577a | D | 〈δήμου:〉 τῶν δημοτῶν. Til | |
17577b | ex. | εἰλαπιναστής: σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος. b (BCE3E4)T οἱ δὲ παράσιτος. τὸ δὲ ὄνομα τοῦ παρασίτου εἴρη‐ ται ἐν Ἐλπίδι παρ’ Ἐπιχάρμῳ (fr. 36 K.) T | |
17577c | ex. | 〈εἰλαπιναστής:〉 σύσσιτος, σύνδειπνος, ἀπὸ τῆς εἰλα‐ πίνης. Aa | |
17.578 | ex. | 〈τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος:〉 πιθανὸν τὸν εἰλαπιναστὴν κατὰ γαστρὸς τυφθῆναι ὑπὸ Λάκωνος ἀνδρός, οἵ εἰσι γαστριμαργίας ἐλεύθεροι. Aa b(BCE3E4) | |
17.582 | Ariston. | Ἕκτορα δ’ ἐγγύθεν 〈ἱστάμενος ὤτρυνεν Ἀπόλ‐ λων〉: ὅτι Ζηνόδοτος γράφει „Ἕκτορα δὲ φρένα δῖος Ἄρης ὄτρυνε μετελθών“. πόθεν δὲ οὕτως ὁ Ἄρης ἐξαίφνης πάρεστι; A | |
17.583 | ex. | 〈Ἀσιάδῃ:〉 Ἀσίου παιδί. Til | |
17.584 | ex. | φίλτατος ἔσκεν: ἐπεὶ περὶ φίλου ὀνειδίζει (sc. Ρ 589—90), δεόντως φίλῳ ὡμοίωται b(BCE3E4)T πρὸς τὸ αἰσχῦναι αὐτόν. b(BCE3E4) | |
17588a | Ariston. | μαλθακὸς αἰχμητής: τὸ σημεῖον, ὅτι οὐχ ὡς τῷ ὄντι μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ Μενελάου ληπτέον, ἀλλὰ τὸ πρόσωπον πολέμιον ὂν εἰς διαβολὴν λέγει· „ἀρηΐφιλον“ γὰρ ὁ ποιητὴς αὐτὸν | |
καλεῖ (sc. Γ 52 al.). A | |||
5 | D | 〈μαλθακὸς αἰχμητής:〉 πρέποντας πολεμίῳ—ὅ ἐστιν ἐν μάχῃ ἀνδρεῖον. A | |
17588b | ex. | 〈μαλθακός:〉 οὐ πιστὸς ὁ ψόγος. Til | |
17.593 | ex. | ἕλετ’ αἰγίδα: ἡτοιμάσατο πρὸς τὴν χρῆσιν, ὡς „χερσὶ τρίαιναν ἑλών“ (ε 292). T | |
17593-4 | ex. | αἰγίδα〈— /〉 μαρμαρέην: τοῖς ἀμυνομένοις μαρ‐ μαρέην (594), τοῖς δὲ καταπονουμένοις „ἐρεμνὴν b(BCE3E4)T αἰγίδα πᾶσιν“ (Δ 167). T | |
17594a | Ariston. | Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν: ὅτι ἴδιον ὑποτίθε‐ ται τῆς αἰγίδος τὸ ἀνέμων ποιεῖν συστροφάς. ἀπὸ τοῦ αὐτοῦ δὲ καὶ καταιγίδες, αἱ πνο{ι}αὶ αἱ κάτω ἀΐσσουσαι. A | |
17594b | ex. (Ariston.) | 〈κάλυψεν:〉 τῇ αἰγίδι, ὡς Ἀρίσταρχος. Til | |
17.595 | Ariston. | Nic. | ἀστράψας δὲ μάλα 〈μεγάλ’ ἔκτυπε, τὴν δ’ ἐτίνα‐ ξε〉: ὅτι Ζηνόδοτος γράφει „γῆν δ’ ἐτίναξε“· †ταύτην γὰρ ἐπισείων ἀνέμους ποιεῖ· διὸ λέγει· „αὐτὸς ἐπ〈ισσ〉είῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν“ (Δ 167). | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸν δέ· ἐπὶ γὰρ τῆς βροντῆς | |
5 | ἐπίτασις μάλα μεγάλα. A | ||
17597a | ex. | πρῶτος Πηνέλεως 〈Βοιώτιος ἦρχε φόβοιο〉: οὐ | |
δειλός, εἴπερ εἴκει Διΐ. εἰ δὲ πρῶτος· τέτρωται γὰρ καὶ „πρόσω τετραμμένοσ“ (Ρ 598). ὅτι δὲ γενναῖος, συμφεύγουσι πάντες. εἰ δ’ ἀσθενής. πῶς ὁ Ποσειδῶν „Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε | |||
5 | κελεύων / Πηνέλεων θ’ ἥρωα“ (Ν 91—2); b(BCE3E4)T | ||
17597b | Ariston. | 〈φόβοιο:〉 ὅτι ἀντὶ τοῦ φυγῆς. Aim | |
17599a | Ariston. | ex. | ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις: ὅτι τὸ ἐπιλίγδην μεσότητός ἐστιν· ἐπιψαύδην, ὅσον δι’ ἐπιπολῆς ψαῦσαι, μὴ εἰς βάθος. | εἰ οὖν ἐπιλίγδην, πῶς γράψεν δέ οἱ ὀστέον ἄχρις; κατὰ βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη. ἀλλ’, | |
5 | ἐρεῖ Ὅμηρος, οὐκ ἐγὼ αἴτιος, ἀλλ’ ὁ τόπος, εἰς ὃν κατενέχθη ἡ πληγή· ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη. A | ||
17599b | Ariston. | 〈ἐπιλίγδην:〉 καὶ ὅτι ἅπαξ καὶ ἐν Ὀδυσσείᾳ (χ 278) „λίγδην, ἄκρον δὲ 〈ῥινὸν δηλήσατο χαλκόσ〉“. Aint | |
17599c1 | ex. | 〈ἐπιλίγδην:〉 κατ’ ἐπιδρομήν. οἱ δὲ ἐπιξεστικῶς· καὶ πῶς ὀστέον ἄχρις; Til | |
17599c2 | ἐπιξεστικῶς· καὶ πῶς ὀστέον ἄχρις; ἢ μᾶλλον κατ’ ἐπιδρομήν. b(BCE3E4) | ||
17.600 | ex. | 〈αἰχμὴ〉 Πουλυδάμαντος: οὐ προειπὼν τὸν τρώσαντα | |
νῦν διεσάφησε, ποικίλλων τῇ χάριτι καὶ τῇ ἐξαλλαγῇ. b(BCE3E4)T | |||
17.601 | ex. | Λήϊτον αὖθ’ Ἕκτωρ: ἔοικεν εἰς συμμαχίαν καταγεγενῆσθαι τὸ τῶν Βοιωτῶν τάγμα· οἱ γὰρ ἡγεμόνες αὐτῶν εἰσιν οἱ τετρω‐ μένοι. T | |
17.602 | Ariston. | {υἱὸν} Ἀλεκτρυόνος: ὅτι οὐκ εἴρηται παρὰ τὸν ἀλεκτρυ‐ όνα τὸ ζῷον τὸ ὄνομα· οὐδέπω γὰρ ἔγνωστο. A | |
17603-4a1 | ex. | ἐπεὶ οὐκέτι ἔλπετο 〈θυμῷ / —μαχήσεσθαι Τρώεσσιν〉: καὶ φυγόντας ἐγκωμιάζει τοὺς Ἕλληνας. T | |
17603-4a2 | καὶ φεύγοντας αὐτοὺς ἐγκωμιάζει. b(BCE3E4) | ||
17.603 | Did. | 〈ἔλπετο:〉 διὰ τοῦ ε αἱ Ἀριστάρχου ἔλπετο. Aim | |
17.605 | ex. | Ἕκτορα δ’ Ἰδομενεύς: σκόπει τὸ τῆς ἀπαγγελίας τά‐ χος· προειπὼν γὰρ τὰ περὶ τῆς βουλῆς τοῦ Ἕκτορος (sc. Ρ 582—92) καὶ ἐφορμήσεως ἐπὶ τὸν Λήϊτον (sc. Ρ 601,2) νῦν ἐν μέσῳ τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται †καίπερ πεφοβημένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται. b(BCE3E4)T εἶτα | |
5 | (sc. Ρ 608) πάλιν μεταβαίνει ἐπὶ τὸν Ἕκτορα. T | ||
17607a | ex. | ἐν καυλῷ {δ’ ἐάγη}: τὸ τῆς ἐπιδορατίδος. λέγει δὲ ἀντὶ τοῦ A κατὰ τὸν καυλόν. A Til | |
17607b | ex. | 〈ἐν καυλῷ:〉 ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύ‐ ρακος. Til | |
17607c1 | Did. | 〈τοὶ δ’ ἐβόησαν:〉 οὕτως {δὲ} μόνως, φησὶν ὁ Δίδυμος | |
ἐν τοῖς διορθωτικοῖς (p. 112 Schm.) τοὶ δ’ ἐβόησαν· ἀβέλτερον γὰρ τελέως τὸ „τοὶ δ’ ἐφόβηθεν“; οὐ γὰρ φεύγουσιν, ἀλλὰ διώκουσιν. καὶ ἐπὶ Πατρόκλου τὸ ὅμοιον· „ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε / Τρωϊκόσ“ | |||
5 | (Ρ 723—4). A | ||
17607c2 | οὕτως Ἀρίσταρχος τοὶ δ’ ἐβόησαν. Aim | ||
17607c3 | οὐκ „ἐφόβηθεν“· διώκουσι γὰρ οὗτοι. οὕτως Ἀρίσταρ‐ χος. T | ||
17607d | ex. | τοὶ δ’ ἐβόησαν: ἐκπληχθέντες, μή τι πάθῃ. b(BCE3E4)T | |
17608-18a1 | ex. | 〈ὁ δ’〉 Ἰδομενῆος ἀκόντισε〈—ὦσε δόρυ πρυμνόν〉: ὡς Ἰδομενέα βάλῃ ἑστῶτα ἐν τῷ δίφρῳ· ὃς πεζὸς ἐλθὼν ἐκ τοῦ ναυστάθμου πεσὼν ἂν ὕψωσε Τρῶας, εἰ μὴ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα, †ὡς† ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν | |
5 | ἡνίοχος ὢν τοῦ Μηριόνου (cf. 611)· τροπῆς γὰρ γεγονυίας μεσαιπό‐ λιος ὢν ὁ Ἰδομενεὺς ἀπώλετο ἄν· „οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι“ (Ν 512). ἔστι δὲ ἡ φράσις ὡς „τῶν αὖθ’ ἡγεμόνευε μενεπτό‐ λεμος Πολυποίτης, / υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύσ“ (Β 740—1) καὶ μετὰ ταῦτα „οὐκ οἶος, ἅμα τῷ γε Λεοντεύσ“ (Β 745). | ||
10 | φθάσαντος οὖν ἤδη ἀναβῆναι Ἰδομενέως ὁ παρεστὼς ἡνίοχος ἐπλή‐ γη. T | ||
17608-18a2 | κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπιβάντος· πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε τοὺς Τρῶ‐ ας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου ἅρμα, ὃς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσε. λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάσαντος | ||
5 | Ἰδομενέως ἧκε τὸ βέλος καὶ τὸν ἡνίοχον ἔτρωσε κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοὺς ἵππους, τροπῆς γεγονυίας μεσαιπόλιος ὢν ὁ Ἰδομε‐ νεὺς καὶ μὴ δυνάμενος φεύγειν ἀπώλετο ἄν. b(BCE3E4) | ||
17608-16 | Ap. H | | {τρῶες·} ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο | |
Porph. | (608) ἕως τοῦ αὐτὸς δ’ ὤλεσε θυμόν (616): λίαν τούτων πέπλεκται ὁ λόγος, καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων. | ὁ δ’ Ἰδομε‐ νῆος ἀκόντισε 〈Δευκαλίδαο /〉 δίφρῳ ἐφεσταότοσ〈—〉 | ||
5 | πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας 〈ἀμφιελίσσας /〉 ἤλυθε (608—13): τίς πεζὸς ἤλυθε καί κε Τρωσὶ μέγα κράτος 〈ἐγ‐ γυάλιξεν〉 (613); οὕτως αὐτὸς ἐτρώθη, ὅτι πεζὸς ἦν; ἀλλὰ δεῖ νοεῖν τὰ μὲν διὰ μέσου εἰρημένα, τὰ δὲ κεφαλαιωδῶς ἐξενηνεγμένα, ὕστερον τῆς ἐπὶ μέρους ἐπεργασίας τυχόντα κατ’ ἐπανάληψιν. τὸ δὲ | ||
10 | πεζὸς γὰρ τὰ πρῶτα (612) οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκουστέον, ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δὲ ἐκ τοῦ ἐπιφέρεσθαι καί κε Τρωσὶ μέγα κράτος 〈ἐγγυάλιξεν〉 (613)· οὐ γὰρ ἂν τάσσοιτο τοῦτο οἰκείως ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα δίφρῳ ἐφεσταότος· τοῦ μέν | ||
15 | ῥ’ ἀπὸ τυτθὸν ἅμαρτεν· / αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ’ ἡνίοχόν τε / Κοίρανον, ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ (609—11) ὥστε εἶναι τὸ ἑξῆς· ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο (608)· / πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας / ἤλυθεν (612—3), ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητής τινα διὰ | ||
20 | μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο / δίφρῳ ἐφεσταότος (608—9)· εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν, πῶς ἐγένετο ἐν τῷ δίφρῳ· π〈ρ〉ότερον μὲν ἦν πεζός, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα· πεζὸς μὲν γὰρ τὰ πρῶτα λίπεν νέας (cf. 612) ἐν τῇ Ν (cf. | ||
25 | Ν 240—305) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεύς, νῦν δὲ ἄφνω πέφηνεν ἐφ’ ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεύς, τραχεῖαν ἔχων τὴν Ἰθάκην (cf. ν 242). σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶς οὖν τὸ κεφάλαιον ὕστερον ἐπεκδιδάσκει, πῶς ἔσχεν ἅρμα· | ||
30 | καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, / εἰ μὴ Κοίρανος | ||
ὦκα ποδώκεας ἤλασεν ἵππους (613—4). τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν· ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο / δίφρῳ ἐφεσταότος (608—9). πῶς; ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους (cf. 614), ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα | |||
35 | λιπὼν νέας / ἤλυθε (612—3)· τίς γὰρ ἡ ἰδιότης; ὅτι, εἴπερ ἐμάχετο πεζός, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦρχεν (cf. Ρ 597). A | ||
17.608 | Ariston. | 〈Ἰδομενῆος:〉 τὸ σημεῖον, ὅτι ἐπ’ Ἰδομενέα. Aint | |
17612-6 | Nic. | 〈πεζὸς γὰρ τὰ πρῶτα—ἀνδροφόνοιο:〉 μακρὰ ἡ παρέκβασις καὶ πάντα διὰ μέσου· τὸ γὰρ ἑξῆς „Κοίρανον“ (Ρ 611), „〈τὸν〉 βάλ’ ὑπὸ γναθμοῖο“ (Ρ 617). Aint | |
17612-3a | ex. | πεζὸς γὰρ τὰ πρῶτα〈—ἐγγυάλιξεν〉: ὁ Ἰδομενεὺς δηλονότι· διὸ εἰς τὸ ἅρμα τοῦ Μηριόνου ἀνῆλθεν. T | |
17612b | ex. | πεζὸς γὰρ τὰ πρῶτα—ἐγγυάλιξεν: ἐκδεκτέον τὸν λόγον ἐπὶ τοῦ Ἰδομενέως· ὁ Κοίρανος ἰδὼν τὸν Ἰδομενέα κιν‐ δυνεύοντα πεζὸν (πεζὸς γὰρ ἀπὸ τοῦ ναυστάθμου) ἐξήλασε τοὺς ἵππους, δεξάμενος αὐτὸν ἐπὶ τῶν ἵππων. ἔφθασε τὴν τοῦ Ἕκτορος | |
5 | βολὴν ὥστε μετὰ τὸ ἀναβῆναι ἐπὶ τὸ ἅρμα τότε πεμφθῆναι τὸ δόρυ αὐτῷ. αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο (cf. Ρ 616), σώσας τὸν Ἰδομενέα (cf. Ρ 615). A | ||
17.613 | ex. | καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν: πάντως ἀπώλετο ἂν ὁ Μηριόνης, εἰ μὴ πεζὸς ἀφίκετο, ὡς εἴ γε τῷ Ἰδομενεῖ ἡνιόχει, ἀπολώλει ἂν καθὰ καὶ ὁ Κοίρανος· τὸ γὰρ „πεζὸς γὰρ τὰ πρῶτα“ (Ρ 612) καὶ ἐπὶ τοῦ Μηριόνου ἀκουστέον. A | |
17615-6 | ex. | καὶ τῷ μὲν φάος ἦλθεν〈— / αὐτὸς δ’ ὤλεσε θυμόν〉: καινὸν καὶ περιπαθὲς τὸ σύμπτωμα. T | |
17617a1 | ex. | τὸν βάλ’ ὑπὸ γναθμοῖο 〈καὶ οὔατοσ〉, ἐκ δ’ ἄρ’ ὀδόντας: ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· | |
καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόντος, τῷ δὲ ἅρματι ἐπιβεβηκότος τοῦ βληθέντος. b(BCE3E4)T | |||
17617b1 | ex. | ex. (Nic.) | 〈ὑπὸ〉 γναθμοῖο: εἰκότως πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους. | ἔστι δὲ τὸ ἑξῆς „αὐτὰρ ὁ Μηριό‐ ναο ὀπάονά θ’ ἡνίοχόν τε / Κοίρανον“ (Ρ 610—1), τὸν βάλ’ ὑπὸ γναθμοῖο· τὰ δὲ ἄλλα (sc. Ρ 612—6) ἐν μέσῳ. b(BCE3E4)T | |
5 | διόπερ ἐδέησε καὶ περισσοῦ τοῦ ἄρθρου. T | ||
17617b2/a2 | ex. | ex. | {τὸν βάλ’ ὑπὸ γναθμοῖο:} κατὰ τὸ εἰκὸς πλαγία ἡ πλη‐ γὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους· | καὶ γὰρ ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, ὡς προείρηται, διὰ τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους | |
5 | βεβλῆσθαι. A | ||
17618a | ex. | 〈ὦσε δόρυ πρυμνόν:〉 ἕως τοῦ ἐσχάτου τοῦ δόρατος ὦσε. Aim | |
17618b | ex. | δόρυ πρυμνόν: ἡ ἐπιδορατίς, ὡς πρῴρας οὔσης τοῦ στύρακος. b(BCE3E4)T | |
17620-1 | ex. | καὶ τά γε Μηριόνης 〈ἔλαβεν χείρεσσι φίλῃσι / κύψας ἐκ πεδίοιο〉: τὸ ἑξῆς ‘καὶ τά γε Μηριόνης ἐκ πεδίου ἔλαβε κύψασ‘. ἀνελόμενος, φησί, χαμόθεν τὰ ἡνία ἐπιδίδωσι τῷ Ἰδομενεῖ, αὐτὸς πεζὸς ὤν· ὅτι γὰρ οὐκ ἔστιν ἐν τῷ ἅρματι, δηλοῖ τὸ „μάστιε | |
5 | νῦν“ (Ρ 622). b(BCE3E4)T φιλικὸν δὲ τὸ ἦθος τοῦ Ἕλληνος· αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων ἔτι κινδυνεύειν βούλεται, τὸν δὲ μεσαιπόλιον ἀποπέμπει, τὴν ἀσφάλειαν αὐτῷ ποριζόμενος. A b(BCE3E4)T | ||
17.627 | ex.(?) | {ζεὺς ὅτε δὴ τρώεσσι δίδου} ἑτεραλκέα νίκην: οὐ γὰρ ἄλλως νίκη γίνεται ἢ τῶν ἑτέρων ἐπ’ ἀλκῆς ὄντων. A | |
17.628 | Ariston. | τοῖσι {δὲ μύθων ἦρχε}: ὅτι ἐπὶ δύο τὸ τοῖσι. T | |
17.630 | Did. (?) | 〈ἀρήγει:〉 ἐν ἄλλῳ „ἀμύνει“. Aim | |
17.631 | Did. | 〈ἐφείη:〉 διχῶς, καὶ „ἀφείη“. Aim | |
17632a | ex. | 〈Ζεὺς δ’ ἔμπης πάντ’ ἰθύνει:〉 τὸ ἔμπης ἀντὶ τοῦ ὁμοίως τέτακται. Aint | |
17632b | 〈ἔμπης:〉 ὅμως. Til | ||
17.634 | ex. | αὐτοί περ φραζώμεθα: ἐμφαντικὸν τὸ αὐτοί περ, οἷον ἡμεῖς μόνοι οἱ καταλελειμμένοι ὑπὸ τῶν φευγόντων. ἢ τῇ ἰδίᾳ ἀρετῇ, οὐ τῇ ἀπὸ θεῶν συλλήψει. ζηλωτὰ δὲ ταῦτα· καὶ τὸν Δία γὰρ πο‐ λέμιον οἶδε καὶ οὐ καταλείπει τὸν νεκρόν. b(BCE3E4)T | |
17637a1 | Did. | 〈οἵ που δεῦρο:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „οἵ που νῦν“. Aim | |
17637a2 | {οἵ που νῦν ὁρόωντες:} οἵ που δεῦρο. τινὲς „οἵ που | ||
νῦν“, κακῶς. T | |||
17.639 | Ariston. | σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ 〈μελαίνῃσιν πεσέεσθαι〉: πρὸς τὸ ἀμφίβολον, αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶν ἢ τὸν Ἕκτορα. πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ἐνσείσει〈ν〉. A | |
17640-1a1 | ex. | εἴη δ’ ὅστις ἑταῖροσ〈— / Πηλείδῃ〉: ἐπὶ τελευταῖον βοήθημα τουτὶ καταφεύγει. T | |
17640-1a2 | ἐπεὶ τελευταῖον τοῦτο βοήθημα τῆς δυστυχίας, εἰς τοῦτο εἰκότως καταφεύγει. b(BCE3E4) | ||
17643a | ex. | ἀλλ’ οὔ πη δύναμαι 〈ἰδέειν τοιοῦτον Ἀχαιῶν〉: πῶς παρείληπται τὸ πῆ; σημαίνει γὰρ τὸ εἰς τόπον· „πῆ ἔβη Ἀνδρομάχη;“ (Ζ 377). τὸ δὲ ποῦ ἐστὶν ἐν τόπῳ, ὅπερ καταλληλό‐ τερον; ‘ἀλλ’ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινα τῶν Ἀχαιῶν τοι‐ | |
5 | οῦτον‘. μήποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα, ἀλλ’ ὡς παραπληρω‐ ματικὸν σύνδεσμον ἐκληπτέον. A | ||
17643b | Did. (?) | 〈οὔ πῃ:〉 τινὲς „οὔ πω“, ἀντὶ τοῦ οὐδενὶ τ〈ρ〉όπῳ. Til | |
17644a | Ariston. | ἠέρι {γὰρ κατέχονται}: ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ· καὶ γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι, λαμπρύνεται δὲ ἐπιφανέντος τοῦ ἡλίου· „ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖ’ ἦν“ (ι 144). A | |
17644b | Did. (?) | 〈κατέχονται:〉 ἐν ἄλλῳ „{ἠέρι γὰρ} κεκάλυπται“. Aint | |
17645-7a | ex. | ἀλλὰ σὺ ῥῦσαι〈—εὔαδεν οὕτωσ〉: θαυ‐ μαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν αἰτεῖ, ἀλλὰ τὸ μὴ ἐμποδίζεσθαι ἀπὸ | |
ἔργων ἀγαθῶν· διὸ καίπερ ἐναντιούμενος ὑπακούει Ζεύς. b(BCE3E4)T | |||
17645-7b | ex. | ἀλλὰ σὺ ῥῦσαι—εὔαδεν οὕτως: μεγαλοφρό‐ νως οὐ σωτηρίαν αἰτεῖται, ἀλλὰ φῶς πρὸς 〈τὴν〉 τῶν ὀφθαλμῶν χρείαν, ἵνα δρῶντές τι καὶ πάθωσιν. A | |
17.646 | Did. (?) | 〈ἰδέσθαι:〉 ἐν ἄλλῳ „ὁρᾶσθαι“. Aim | |
17648a1 | ex. | δάκρυ χέοντα: †ἡ κατὰ παράλειψιν διήγησις· ἄνω γὰρ οὐδὲν εἰπὼν περὶ δακρύων †τοῦτο† ἐνέφηνε. περιπαθῆ δὲ λίαν εἰσάγει τὰ πράγματα, εἴγε Αἴας δακρύει· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα. b(BCE3E4)T | |
17648a2 | {τὸν δὲ πατὴρ ὀλοφύρατο:} περιπαθῶς εἰσάγει τὸν Αἴαν‐ τα δακρύοντα· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν 〈αὐτὸν〉 δεδακρυκότα· οὐ γὰρ ἦν κατ’ Αἴαντα. A | ||
17.649 | Ariston. | αὐτίκα δ’ ἠέρα μὲν 〈σκέδασεν καὶ ἀπῶσεν ὁμί‐ χλην〉: ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέγει· ἔστι γὰρ ταὐτὸν τῷ ὁμίχλη· καὶ ἀπῶσε τὸν ἀέρα, ὅ ἐστιν ὁμίχλη〈ν〉. A | |
17.651 | Ariston. | καὶ τότ’ ἄρ’ Αἴας 〈εἶπε βοὴν ἀγαθὸν Μενέλαον〉: ὅτι οὐκ εἶπε βοὴν ἀγαθῷ Μενελάῳ, ἀλλὰ κατὰ παράλειψιν τῆς προ‐ θέσεως, πρὸς βοὴν ἀγαθὸν Μενέλαον. A | |
17652-3a1 | ex. | αἴ κεν ἴδηαι / ζωὸν 〈ἔτ’ Ἀντίλοχον〉: ἔμφασιν ἔχει τῆς δυσπραγίας τὸ αἴ κεν (652), ὡς οὐκ ἐλπίζοντος ἔτι ζῆν | |
οὐδὲ τοῦτον. b(BCE3E4)T | |||
17652-3a2 | {ζωὸν ἔτ’ ἀντίλοχον:} καὶ τοῦτο περιπαθές, ὡς οὐκ †ἐλπίζων† ἔτι ζῆν τὸν ἥρωα διὰ τὴν συνέχειαν τῆς μάχης. A | ||
17657-64 | ex. | ὥς τίς τε λέων〈—τετιηότι θυμῷ〉: πολλαὶ αἱ εἰκόνες κατὰ τοῦ ἥρωος, A b (BCE3E4)T καὶ ἑκάστη κατὰ και‐ ρὸν ἁρμόδιος· b(BCE3E4) πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φι‐ λοστοργίαν βοΐ (cf. Ρ 4—5), νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ | |
5 | ἀποχώρησιν· καὶ ἑξῆς (sc. Ρ 674—8) διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρ‐ έβαλεν αὐτόν. A b (BCE3E4)T | ||
17.657 | Ariston. | 〈μεσσαύλοιο:〉 τῆς ἐπ’ ἀγρῷ ἐπαύλεως. Aint | |
17.658 | Ariston. | 〈κε κάμῃσι:〉 ὅτι ὁ κέ περισσός. ἢ ὑφ’ ἓν „κεκάμῃσι“. Aint | |
17.659 | ex. | 〈πῖαρ:〉 τὸ λίπος τῆς πιμελῆς, Aim ἐκ παρεπομένου δὲ τὸ ζῆν. Aim Til | |
17660-1 | ex. | 〈ὁ δὲ κρειῶν ἐρατίζων / ἰθύει:〉 λέγεται τὸν λέοντα ἐν τῇ οὐρᾷ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες, ὑφ’ οὗ νυττόμενος καὶ πονῶν πλέον ἀγριοῦται. A | |
17.663 | ex. | καιόμεναί τε δεταί, 〈τάς τε τρεῖ〉: καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (9,44 p. 629b21) φησὶ λέοντα μάλιστα τὸ πῦρ δε‐ δοικέναι. δεταὶ δὲ ὀξυτόνως αἱ συνδεδεμέναι ἐκ ξύλων λαμπάδες. b(BCE3E4)T | |
17664a | Did. (?) | 〈τετιηότι θυμῷ:〉 ἐν ἄλλῳ „τετιημένος ἦτορ“. Aim | |
17664b1 | ex. | 〈τετιηότι:〉 κακωθέντι ὑπὸ λύπης. Til | |
17664b2 | 〈τετιημένος:〉 βεβλημένος διὰ λύπην. Aint | ||
17.666 | ex. | ἀέκων: πρὸς τοῦτο μόνον ἡ παραβολή· τὰ δὲ ἐν μέσῳ πρὸς οὐδὲν ἐξείργασται b(BCE3E4)T περιτιθέμενον τῷ ἥρωϊ. b (BCE3E4) | |
17667a | Ariston. | ἀργαλέου πρὸ φόβοιο 〈ἕλωρ δηΐοισι λίποιεν〉: ὅτι ἀντὶ τοῦ ὑπὸ φόβου, ὅ ἐστιν ὑπὸ φυγῆς· καὶ ὅτι ἕλωρ ἕλεμα. A | |
17667b | ex. | πρὸ φόβοιο: ἀντὶ τοῦ ὑπὸ φόβου· „ἀεθλεύων πρὸ ἄνα‐ κτοσ“ (Ω 734). b(BCE3)T | |
17670a | ex. | ἐνηείης Πατροκλῆος: πολλαὶ μὲν αἱ τοῦ ἥρωος ἀρεταί. νῦν δὲ παρέλαβε τὴν μάλιστα δυσωπῆσαι δυναμένην. ὅτι δὲ πρᾷος ἦν, δῆλον ἐξ ὧν b(BCE3E4)T τῶν βασιλέων διαφερομένων ἡσυ‐ χάζει, T Νέστορος ἐπιμελῶς ἀκούει (cf. Λ 655—803), b(BCE3E4) | |
5 | φιλοστόργως Εὐρύπυλον ἰᾶται (cf. Λ 844—8. Ο 390—4), κλαίει πρὸς Ἀχιλλέα (cf. Π 2—4). b(BCE3E4)T | ||
17670b | D | ex. | 〈ἐνηείης:〉 προσηνείας. | ἀπηνὴς δὲ 〈ὁ〉 ἐναντίος. Aint | |
17671a | ex. | πᾶσιν γὰρ ἐπίστατο 〈μείλιχος εἶναι〉: αὐξητικὸν τὸ πᾶσιν, T οὐκ Ἀχιλλεῖ μόνον, Aint T ἀλλὰ κοινῶς πᾶ‐ σιν. T | |
17671b | ex. | 〈πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι:〉 ἔνδειξις τῆς ἀρετῆς Πατρόκλου. ἔστι δὲ παιδευτικὸς ὁ λόγος ὅτι οἱ χρηστοὶ τὴν γνώμην τῆς πάντων φροντίδος ἀξιοῦνται. b(BCE3E4) | |
17674-5 | ex. | D | ὅν ῥά τέ φασιν / ὀξύτατον δέρκεσθαι ὑπουρα‐ | |
νίων πετεηνῶν: ἀξιοπίστως τὸ φασί (674) προσέθηκεν ὡς πρὸ τοῦ ἐπιβαλέσθαι τῇ ποιήσει ἐξητακὼς ἀκριβῶς ἅπαντα. b(BCE3E4) T | φησὶ δὲ καὶ Ἀριστοτέλης (h. an. 9, 34 p. 620 a 1) ὡς ἵστησι τοὺς | |||
5 | νεοσσοὺς πρὸς ἥλιον ἀναγκάζων βλέπειν· καὶ ὁ μὲν δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ υἱός ἐστιν, ὁ δὲ μὴ ἐκβέβληται καὶ γέγονεν ἁλιαίετος. A b (BCE3 E4)T | ||
17676-7 | ex. | ὅν τε καὶ ὑψόθ’ ἐόντα—κατακείμενος: πάν‐ τοθεν αὔξει τὴν ὀξυωπίαν· ὑψηλὸς ὢν γὰρ πέτεται, τὸ δὲ κατασκοπού‐ μενον, λαγώς, καὶ τῇ χροιᾷ γεῶδες ὡς μὴ ῥᾳδίως διακρίνεσθαι καὶ τῷ μεγέθει βραχύ. βοηθεῖ δὲ καὶ ὁ θάμνος, ὑφ’ οὗ κέκρυπται ὁ λαγώς. b | |
5 | (BCE3E4)T | ||
17681a | Did. | 〈ἴδοιτο:〉 οὕτως Ἀρίσταρχος ἴδοιτο, τὰ ὄσσε δη‐ λονότι. Aim | |
17681b | Did. | Ariston. | ἴδοιτο: οὕτως αἱ Ἀριστάρχειοι ἴδοιτο. τίς; τὰ προ‐ κείμενα ὄσσε {διὸ καὶ τὸ σημεῖον}. ἢ | νοητέον ἀποστροφὴν λόγου 〈ἀπὸ τοῦ〉 πρὸς τὸν Μενέλαον εἰς τὸν περὶ αὐτοῦ λόγον· 〈διὸ καὶ τὸ σημεῖον〉. A | |
17681c1 | ex. (Did.?) | ἴδοιντο: τὰ ὄσσε. οἱ δὲ ἑνικῶς „ἴδοιτο“, ἵν’ ᾖ ‘τὰ ὄσσε ἴδοιτο‘, ὡς τὰ παιδία παίζει. οἱ δὲ ἀπὸ τῆς σχολῆς „ἴδοιο“ γράφου‐ | |
σιν. T | |||
17681c2 | ex. (Did. ?) | | οἱ μὲν μετὰ τοῦ ν διὰ τὸ πλῆθος. οἱ δὲ χωρὶς τοῦ ν, ὡς τὸ τὰ | |
rec. (?) | δὲ παιδία παίζει. | λέγει δὲ ὅτι διεστρέφοντο οἱ ὀφθαλμοί, εἴ που θεά‐ σαιντο Νέστορος υἱόν. b(BCE3E4) | ||
17.688 | Hrd. | {ὅτι πῆμα θεὸς δαναοῖσι} κυλίνδει: Ἀρίσταρχος βαρύνει, ὑγιῶς πάνυ διὰ τὰ κινήματα· „κυλίνδετο“ γοῦν φησιν (sc. θ 81. λ 598), οὐχὶ ἐκυλινδεῖτο, καὶ „ἡ δὲ κυλινδομένη καναχὴν ἔχε“ (Π 794)· διὸ καὶ βαρέως τὴν κυλίνδων ἀναγινώσκομεν, „μέγα κῦμα κυλίνδων“ | |
5 | (ε 296). A | ||
17689-90 | ex. | 〈πέφαται δ’〉 ὤριστος Ἀχαιῶν, 〈/ Πάτροκλος, μεγάλη—τέτυκται〉: παρατήρει, ποσάκις εἰπὼν περὶ τῆς ἀναιρέσεως Πατρόκλου οὐδαμοῦ προσκορὴς ἐφάνη. b(BCE3)T | |
17.694 | D | ex.(?) | 〈κατέστυγε:〉 κατεστύγνασεν, | ἠνιάθη. Aim | |
17695a1 | ex. | ἀφασίη: πανταχόθεν ἐπεσημήνατο τὸ πένθος, μάλιστα δὲ ἐκ τοῦ †μὴ δὲ† πυθέσθαι τὸν τρόπον τῆς τελευτῆς. γίνεται οὖν ἡ σιωπὴ παντὸς λόγου μείζων. ἔστι φίλος Πατρόκλῳ, b(BCE3E4)T ὥς που καὶ ἐν τῇ Νεκυίᾳ φησὶ „καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντι‐ | |
5 | λόχοιο“ (λ 468). T πρὸς τῇ φιλίᾳ αὐτοῦ Νέστωρ αἴτιος ἐγεγόνει τοῦ θανάτου αὐτοῦ. b(BCE3E4)T | ||
17695a2 | μείζων ἡ σιγὴ παντὸς λόγου γίνεται. Aint | ||
17695b | ex. | ἄλλως· ἀφασίη· ἄριστα ᾠκονόμηκεν ὁ ποιητὴς τὴν τοῦ | |
Πατρόκλου θανάτου ἄγνοιαν, ὡς καὶ ἐπὶ τῆς Ἀνδρομάχης· καὶ γὰρ αὕτη ἐκτὸς τῆς ὑπονοίας οὖσα τοῦ τεθνηκέναι τὸν Ἕκτορα ἐν χαλε‐ πωτέρῳ γίνεται πένθει ἀκούσασα (cf. Χ 445—515). b(BCE3E4)T | |||
17.698 | ex. | βῆ δὲ θέειν, 〈τὰ δὲ τεύχε’ ἀμύμονι δῶκεν ἑταί‐ ρῳ〉: πολλῷ περιπαθέστερον ἄνοπλον ὄντα καὶ τρέχοντα παραστῆ‐ ναι τῷ Ἀχιλλεῖ. A | |
17700a | ex. | Ariston. | τὸν μὲν δάκρυ χέοντα 〈πόδες φέρον〉: πρὸς τῷ πάθει εἶχε τὴν διάνοιαν, μηδ’ ὅτι τρέχει εἰδώς. | ἡ διπλῆ, δέ, ὅτι οὕτως εἴωθε λέγειν, οἱ πόδες ἔφερον, οὐχὶ τοὺς πόδας. πρὸς Ζηνόδοτον με‐ ταγράφοντα (sc. Ζ 511) „ῥίμφ’ ἑὰ γοῦνα φέρει“. A | |
17700b | ex. | τὸν μὲν δάκρυ χέοντα πόδες φέρον: τρόπον τινὰ τὸ πένθος ἀράμενον αὐτὸν ᾤχετο· φησὶ γοῦν πόδες φέρον. ἐφ’ ἅρματος δὲ οὐκ ἄπεισιν ὡς ταπεινῶν ἄγγελος. ἢ τὸ πένθος αὐτὸν τοῦτο συνιδεῖν οὐκ ἐᾷ. b(BCE3E4)T καὶ Πηνελόπη γοῦν οὐκέτι | |
5 | „ἔτλη / δίφρῳ ἐφέζεσθαι“ (δ 716—7) ἀκούσασα περὶ τοῦ παιδός. τινὲς δὲ Λαοδόκῳ παραδοῦναι τὰ ὅπλα, ὅπως δοκῇ ἐκεῖνος τοῖς πολε‐ μίοις Ἀντίλοχος εἶναι, τὸ δὲ ἅρμα καταλιπεῖν τῷ πατρί, εἰ δέοι φυ‐ γεῖν· ἀλλ’ εἶχεν ὁ Νέστωρ ἴδιον ἅρμα καὶ Εὐρυμέδοντα ἡνίοχον (cf. Λ 620—1). ἄμεινον οὖν διὰ τὸ πένθος. T | ||
17.702 | Ariston. | 〈οὐδ’ ἄρα σοί, Μενέλαε διοτρεφές, ἤθελε θυμός:〉 ὅτι πάλιν ἀπέστροφε τὸν λόγον. Aint | |
17.703 | ex. | 〈ἔνθεν:〉 ἀντὶ τοῦ ὅθεν. Til | |
17.705 | Ariston. | D | ἀλλ’ ὅ γε τοῖσιν μὲν 〈Θρασυμήδεα δῖον ἀνῆκεν〉: ὅτι ἀπέστροφεν A ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ A b(BCE3)T λόγον. | τὸ δὲ ἀνῆκεν A ἀνέπεισε, παρώτρυ‐ νεν. AAint | |
17.710 | Did. (?) | 〈κεχολωμένον Ἕκτορι δίῳ: ἐν ἄλλῳ〉 „κεχολωμένον Ἀτρείωνι“. Aint | |
17.711 | ex. | οὐ γάρ πως ἂν γυμνὸς ἐὼν 〈Τρώεσσι μάχοιτο〉: πολλάκις γὰρ ὑπὸ περιστάσεως πράξαντές τι ὕστερον συνορῶμεν τὸ ἀδύνατον αὐτοῦ. b(BCE3E4)T τὰ δὲ τοῦ Πατρόκλου οὐκ ἐν‐ δύεται ὅπλα, ἢ ὡς ἐλάσσω τοῦ σώματος, ἢ οὐκ εἶχεν. T | |
17.712 | ex. | ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα: γενναῖον πρὸς προ‐ τροπὴν τὸ ἀπὸ τῶν ἰδίων ἐνδείκνυσθαι καὶ μὴ περιμένειν τὴν ἑτέρων ἐπικουρίαν. b(BCE3E4)T | |
17.714 | ex. | Τρώων ἐξ ἐνοπῆς: ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπὸ τοῦ ἀλαλαγμοῦ, οὕτως καὶ ἐνοπῆς νῦν ἀπὸ μέρους τῆς μάχης φη‐ σίν. A | |
17.719 | Ariston. | νῶϊ μαχησόμεθα: ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζό‐ μενος Ἀχιλλεὺς ὑπ’ Αἴαντος, ὑπερασπίζων δὲ Ὀδυσσεὺς παρῆκται. εἰ δὲ Ὅμηρος ἔγραφε τὸν Ἀχιλλέως θάνατον, οὐκ ἂν ἐποίησε τὸν | |
νεκρὸν ὑπ’ Αἴαντος βασταζόμενον. ὡς οἱ νεώτεροι. A | |||
17720a | ex. | ἶσον θυμὸν ἔχοντες 〈ὁμώνυμοι〉: πάντοθεν προτρέ‐ πει τὸν Λοκρόν. καὶ Ἀλέξανδρος ἐν Πέρσαις ὁρῶν τινα Ἀλέξανδρον †ἀνδριζόμενον† „ἴσοσ“, φησίν, „ὄφθητι τῆς ὁμωνυμίασ“. b(BCE3E4)T | |
17720b | ex. | ὁμώνυμοι: ὁ λόγος· ἁπλούστερος ὁ Αἴας παράγεται, ὅς γε τοιαῦτα λέγει ‘ἡμεῖς μαχώμεθα, ἐπειδὴ τὸ αὐτὸ ὄνομ’ ἔχομεν· οἱ γὰρ δύο Αἴαντες καλούμεθα‘· βουγάϊος γὰρ ὡς ἀληθῶς. A | |
17.721 | Did. | 〈μένοντες:〉 Ἀριστοφάνης δυϊκῶς „μένοντε“. Aint | |
17722a | ex. | οἱ δ’ ἄρα νεκρὸν 〈ἀπὸ χθονὸς ἀγκάζοντο〉: ἐγ‐ γὺς τῶν νεῶν θέλουσι κομίσαι, ἵνα κἂν καταπονῶνται, βοηθήσῃ Ἀχιλλεύς. διὰ δὲ τοῦ ἀγκάζοντο τὸ σπουδαῖον καὶ μοχθηρὸν ἐνέφηνεν. b(BCE3E4)T | |
17722b | ex. | ἀγκάζοντο: ἐμφαντικῶς ἐμήνυσε τοὺς †περιειληφότας ὥσπερ† τὸν νεκρόν. καίτοι ἐνῆν καὶ ἄλλως εἰπεῖν ‘ἐρύοντο‘. ἀλλ’ οὐκ ἦν οἰκεῖον τῆς προσηνείας Πατρόκλου τὸ ἕλκεσθαι. b(BCE3E4)T | |
17725-9 | ex. | 〈ἴθυσαν δὲ〉 κύνεσ〈σ〉ιν ἐοικότεσ〈—ἄλλυ‐ | |
δις ἄλλοσ〉: πρὸς τὸ θράσος τῶν Τρώων ἡ παραβολή. καὶ τὴν αἰτίαν τοῦ θάρσους παρίστησι τῷ βλημένῳ (726). ἀλλὰ καὶ τὸ ἑλίξεται (728) συμπράττει· στρέφεται γὰρ τοῦτο μόνον τῶν ζῴων | |||
5 | διωκόμενον, ὁ κάπρος. b(BCE3E4)T | ||
17727a | Nic. | 〈ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες:〉 τὸ ἕως ἀντὶ τοῦ τέως· διόπερ οὐδὲ ὑποστιγμὴν ποιεῖ. Aim | |
17727b1 | ex. | εἵως {μὲν γάρ}: ἕως. λείπει τινός. T | |
17727b2 | ἕως τινός. b(BCE3E4) | ||
17.731 | ex. | 〈νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν:〉 οἱ μὲν ἐγγὺς ξίφεσιν, οἱ δὲ πόρρω δόρασιν. b(BCE3E4)Til | |
17.733 | Ariston. (?) | 〈τῶν δὲ τράπετο χρώς:〉 περισσὸς ὁ δέ. Til | |
17737-9 | ex. | 〈ἄγριοσ〉 ἠΰτε πῦρ〈—ἲς ἀνέμοιο〉: ὃ κατὰ μεταφορὰν ἐξήγαγεν ἑτέρωθι, καυστειρὴν τὴν μάχην λέγων (sc. Δ 342. Μ 316), νῦν ἐπεξεργασάμενος εἰς παραβολὴν ἄγει. ηὔξησε δὲ αὐτὸ διὰ τοῦ ἀνέμου καὶ τοῦ αἰφνιδίου, ἵνα †λανθάνον νέμηται. b | |
5 | (BCE3E4)T | ||
17739a | ex.(?) | 〈ἐν σέλαϊ:〉 ὑπὸ σέλᾳ. Aa | |
17739b | ex.(?) | 〈ἐπιβρέμει:〉 ἐπιταράσσει. Aa | |
17.741 | ex.(?) | 〈ἀζηχής:〉 σφοδρὸς καὶ πολύς. Aa | |
17742-5 | ex. | ex. | οἱ δ’ ὥς θ’ ἡμίονοι—σπευδόντεσσιν: βόες μὲν ἰσορρόπως ἕλκουσιν ἑκάτερος φέρων τὸ ἴδιον βάρος· ἡμίονοι δὲ διωθούμενοι τὸ βάρος ἀντιμεταβάλλουσιν ἀλλήλοις. τοιοῦτον ἔπα‐ σχον καὶ οἱ τὸν νεκρὸν κομίζοντες, εὐχερῆ τὴν δίοδον διὰ τὴν ἐπιφορὰν | |
5 | τῶν πολεμίων οὐκ ἔχοντες. | κατὰ τὰς ἀποκλίσεις τοῦ φερομένου ἑκά‐ τερος ἐβαρεῖτο· διὸ ἐπιτείνων τὸ ταλαίπωρον αὐτῶν σκολιὰν παρ‐ έλαβεν ὁδὸν (cf. 743) καὶ μακρὸν (cf. 744) τὸ ἑλκόμενον ξύλον διὰ τῆς ὁδοῦ. b(BCE3E4)T | ||
17.742 | ex. | 〈κρατερὸν μένοσ〉 ἀμφιβαλόντες: ἰσοβαρήσαντες τῇ δοκῷ τὴν προθυμίαν Aa b (BCE3E4)T ἢ συμπλέξαντες καὶ ἑνώσαντες, Aa b (BCE3E4) ὡς τὸ „ἥλικες ἰσοφόροι“ (ς 373). Aa b (BCE3E4)T | |
17.743 | ex. | ἀταρπόν: 〈ἀτραπόν〉, ὁδόν, ἣν οὐκ ἔστιν ἐκτραπῆναι. Aa | |
17.746 | Did. | ὣς οἵ γ’ ἐμμεμαῶτε: οὕτω διὰ τῶν δύο μ〈μ〉. τινὲς δὲ „οἱ μὲν ἄρ’ ἐμμεμαῶτε“. T | |
17747-51 | ex. | ὥς τε πρὼν 〈ἰσχάνει ὕδωρ / —ῥέοντεσ〉: ἄκρως οὐκ ἐμψύχοις αὐτοὺς εἴκασεν, ἀλλ’ ἀσαλεύτοις πρηόσιν ἀντ‐ έχουσι ποταμοῖς. ἔστι δὲ ἡ εἰκὼν ὅλη πρὸς ὅλον· Αἴαντες γὰρ ἐρ‐ ριζωμένῳ ὄρει εἰσὶ παραβεβλημένοι, ὕδατι δὲ οἱ Τρῶες. ὡς δὲ ὁ πρὼν | |
5 | κωλύει τὸ ἐπιφερόμενον ὕδωρ εἰς τὸ χωρίον ἐλθεῖν, τὸ δὲ περιεχόμενον εἰς τὸ ὑποκείμενον πεδίον ῥεῖ, οὕτως καὶ ἐπὶ τῷ σώματι Πατρόκλου ἑδραίως ἑστῶτες ἀπέτρεπον τοὺς Τρῶας ἐπ’ ἄλλο μέρος. b(BCE3E4)T | ||
17747a | ex. | πρών: προοχὴ ὄρους. ἰσχάνει δὲ τῆς εἰς θάλασσαν ἐκρύσεως. b(BCE3E4)T | |
17747b | D | ex.(?) | {ὥς τε} πρών: ὄρους ἐξοχή. | τινὲς πετρώδης τόπος. οὕτως οὖν φησιν· ἐπεῖχον οἱ Ἕλληνες τὴν φορὰν τῶν Τρώων ὡς ὁ πρὼν τὸ ὕδωρ. Aa | |
17.748 | ex. | πεδίοιο διαπρύσιον τετυχηκώς: ὡς διόλου προή‐ κειν καὶ διατετάσθαι τοῦ πεδίου τὸν πρῶνα. Aa b (BCE3E4)T | |
17.750 | ex. | πᾶσι ῥόον πεδίον δὲ τίθησι: ἀποστρέφει τὰ ῥεύματα πάντων. Aa T | |
17751a | ex.(?) | 〈πλάζων:〉 προσπελάζων. Aa | |
17751b | Did. | 〈οὐδέ τέ μιν:〉 „οὐδέ τί μιν“. Ἀριστοφάνης „οὐδέ τι μήν“. Til | |
17751c | Hrd. (?) | 〈ῥηγνῦσι:〉 ἀντὶ τοῦ ῥηγνύουσι, ὡς „πιμπλᾶσι“ (Φ 23). οὕτως Ἀρίσταρχος. Aa | |
17.752 | ex.(?) | 〈ἀνέεργον:〉 ἀπώθουν. Aa | |
17755-7 | ex. | τῶν δ’ ὥς τε ψαρῶν〈—ὀρνίθεσσιν〉: ταπεινοῖ τοὺς Ἕλληνας τῇ παραβολῇ πρὸς σύγκρισιν τοῦ πολεμοῦντος Διός. τὴν αὐτὴν δὲ εἰκόνα καὶ ἐπὶ τῶν βαρβάρων ἔλαβεν, ὅτε αὐτοὺς ὁ | |
Πάτροκλος ἐδίωκεν· „ἴρηκι ἐοικώς / ὠκέϊ, ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆ‐ | |||
5 | ράς τε“ (Π 582—3). ἀλλ’ ἐκεῖνοι οὐκ ἐναντιουμένου θεοῦ ταῦτα πά‐ σχουσιν, ἀλλὰ διὰ τὴν ἀρετὴν τοῦ διώκοντος· τούτοις δὲ ὁ Ζεὺς αἴτιος τῆς ταπεινῆς εἰκόνος. b(BCE3E4)T | ||
17755a | ex. | ψαρῶν νέφος: τὴν ἀγέλην νέφος ὠνόμασεν, οὐ διὰ τὸ πλῆθος μόνον, ἀλλ’ ὅτι καὶ ἐπισκιάζει τὸν ἀέρα τῇ πυκνότητι. b (BE3E4)T | |
17755b1 | ex. | ἄλλως· ψαρῶν 〈νέφος ... ἠὲ κολοιῶν〉: διὰ τὴν εὐφωνίαν· ἐκεῖ δὲ „κολοιούς τε ψῆράς τε“ (Π 583). T συναγε‐ λαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον, ὡς ἡ παροιμία (cf. Zenob. 2,47 = C.P.G. I p. 44)· „καὶ γὰρ κολοιὸς παρὰ κολοιὸν ἱζάνει“. | |
5 | μαρτυρεῖ δὲ καὶ ὁ τῆς θήρας αὐτῶν τρόπος· ἐλαίου πλήρη κρατῆρα τιθέασιν, οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει ἀφορῶντες εἰς τὴν σκιὰν ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα †ἐπιπεσόντες† τῷ ἐλαίῳ, ὡς πρὸς τοὺς ἑταίρους δῆθεν κατιόντες, ἁλίσκονται συγκολλη‐ θέντες τὰ πτερὰ τῷ ἐλαίῳ. Aa T πολύ τε μᾶλλον ἀγεληδὸν αὐ‐ | ||
10 | τῶν ἡ πτῆσις γίνεται ἰδόντων ἱέρακα, καὶ τοῦ φόβου τὴν φωνὴν συστρέφοντος βοῶσιν ὀξὺ καὶ συνεστραμμένον· τοῦτο Ὅμηρος „οὖ‐ λον“ (Ρ 756) λέγει. τῶν δὲ ἡδομένων ὀρνέων χαλαρὰ καὶ ἀνειμένη ἡ | ||
φωνή. T | |||
17755b2 | ὅρα δέ, πῶς καὶ ἐκεῖ κολοιοὺς συνέμιξε· συναγελαστικὸν γὰρ ὁ κολοιὸς καὶ †φιλόφωνον†, ὡς ἡ παροιμία· „καὶ γὰρ κολοιὸς παρὰ †τὸ κολωὸν εἴκασται†.“ εἰσὶ δέ πως καὶ τῶν ἄλλων ἀνοητό‐ τεροι, ὡς καὶ ὁ τῆς θήρας αὐτῶν μαρτυρεῖ τρόπος· ἐλαίου γὰρ πλήρη | ||
5 | κρατῆρα τιθέασιν· οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει καὶ ἀφορῶντες εἰς τὴν σκιὰν ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα †ἐπιπε‐ σόντες† τῷ ἐλαίῳ, ὡς δῆθεν πρὸς τοὺς ἑταίρους κατιόντες, ἁλίσκονται συγκολληθέντες τὰ πτερὰ τῷ ἐλαίῳ. ἵπτανται δὲ καὶ ἀγεληδόν· ὅτε δὲ ἴδωσιν ἱέρακα, συστραφέντες εἰς ἀλλήλους ὀξὺ βοῶσιν, ὅπερ Ὅμη‐ | ||
10 | ρος „οὖλον“ ἐκάλεσεν. ἐπὶ μὲν οὖν Τρώων ἔλαβε τοὺς κολοιοὺς διὰ τὸ ταραχῶδες καὶ ἀνόητον (cf. Π 581—5), ἐπὶ δὲ Ἑλλήνων διὰ τὸ φιλ‐ άλληλον· ἀεὶ γὰρ ἡ πτῆσις αὐτῶν ἀγεληδὸν γίνεται. b(BE3E4) | ||
17756a | ex. | D | 〈οὖλον:〉 συνεστραμμένον, | ὀξύ. Aa | |
17756b | Ariston (?) | 〈κεκλήγοντες:〉 πρὸς τὸ σημαινόμενον ὑπήντησεν. b (BCE3E4)Til (bis) | |
17756c | ex. | 〈κεκλήγοντες:〉 ἀντὶ τοῦ κεκληγότες. Aa | |
17757a1 | D | ex. | 〈κίρκον, ὅ τε〉 σμικρῇσιν: ὁ γὰρ ἀετὸς μεγάλα φο‐ νεύει. | ἐπὶ δὲ τῶν λίαν ἀσθενῶν οὐδέποτε ‘τυτθῇσιν‘ εἶπεν. T | |
17757a2 | ὁ γὰρ ἀετὸς μεγάλα φονεύει, | ἐπὶ δὲ τῶν εὐτελῶν καὶ ἀσθενῶν οὐδέποτε κάτεισιν. b(BCE3E4) | ||
17.760 | ex. | τεύχεα 〈...〉 πέσον: πεφεισμένως οὐκ εἶπεν ‘ἀπέβαλον τὰ ὅπλα‘ ἵνα μὴ ῥιψάσπιδας εἴπῃ, ἀλλ’ ‘ἔπεσον‘, ὡς οὐχ ἑκοντὶ ῥιψάντων, ἀλλ’ ἐκ τύχης τοῦ παθήματος γενομένου. καὶ τὸ μὲν πρᾶγμα | |
μεμήνυται, οὐδὲν δὲ αἰσχρὸν τῶν Ἑλλήνων κατεῖπεν. b(BCE3E4)T | |||
17761a | ex. | 〈φευγόντων Δαναῶν·〉 πολέμου δ’ οὐ γίνετ’ ἐρωή: οὐκ ἔστιν ἐναντίον τὸ λέγειν καὶ φεύγειν αὐτοὺς καὶ μὴ γίνεσθαι ἐρωὴν τοῦ πολέμου· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος τῶν Ἑλλή‐ νων ὄχλος, οὐχ ὑπεχώρουν δὲ οἱ Αἴαντες καὶ οἱ ὑπερμαχοῦντες τοῦ | |
5 | νεκροῦ. Aa b (BCE3E4)T | ||
17761b1 | ex. | 〈οὐ γίνετ’〉 ἐρωή: οὐκ ἐπίσχεσις, ἀλλὰ τοὐναντίον αὔξησις. T | |
17761b2 | ἐρωὴ δὲ ἡ ἐπίσχεσις. b(BCE3E4) | ||
17761b3 | ἐρωὴ δέ ἐστιν ὑποχώρησις, ἀνοχή. Aa | ||
17postscr | 〈Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.〉 | |||
181a | ex. | 〈ὣς οἱ μὲν μάρναντο〉 δέμας πυρός: λείπει τὸ ὡσεί, b(BCE3E4)T ὡσεὶ 〈δέμασ〉 πυρός· T ὡς πῦρ γὰρ ἐμάχον‐ το μετὰ πάσης ἐνεργείας· καὶ γὰρ τὴν μάχην καυστείρην λέγει (sc. D 342 Μ 316). ποικίλλει δὲ πάλιν μετάγων ἡμᾶς ἐπὶ τὰς σκηνάς. | |
5 | b(BCE3E4)T | ||
181b | ex. | ὣς οἱ μὲν μάρναντο δέμας πυρός: τινὲς δέμας τὸ σῶμα, τὸ δὲ σῶμα εἶδος, εἶδος δὲ ὁ τρόπος, δέμας πυρὸς ὁ τρόπος τοῦ πυρός· ὠλόθρευον ἀλλήλους ὡς πῦρ b(BCE3E4)T ἤτοι ἐμπύρως ἐπολέμουν. b(BCE3E4) | |
181c | ex. | ὣς οἱ μὲν μάρναντο δέμας πυρός {αἰθομένοιο}: πυρὸς τρόπον. τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται δηλῶσαι. A | |
181d | ex.(?) | 〈δέμας:〉 ὅτι ὥσπερ. Aint | |
183a1 | ex. | προπάροιθε {νεῶν}: τοπικῶς, ὡς τὸ „κὰδ δ’ ἔβαλε προ‐ πάροιθε νεώσ“ (ι 482). ἀλλὰ καὶ χρονικῶς, ὡς τὸ „†οὗτος† ἀνὴρ προπάροιθε μακάρτατοσ“ (λ 483). b(BCE3E4)T | |
183a2 | {τόνδ’ εὗρε} προπάροιθε: νῦν ἐπὶ τόπου. καὶ ἐν Ὀδυσ‐ σείᾳ „κὰδ δ’ ἔβαλε προπάροιθε νεώσ“. τάσσεται δὲ καὶ ἐπὶ χρόνου· „σεῖο δ’, Ἀχιλλεῦ, / οὔτις ἀνὴρ προπάροιθε μακάρτ〈ατοσ〉“ (λ 482‐ | ||
3). A | |||
183b1 | ex. | ὀρθοκραιράων: τῶν τὰς κεφαλὰς ὀρθὰς ἐχουσῶν· κραῖ‐ ραν γὰρ λέγουσι τὴν κεφαλήν, καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ ἡμίκραιραν. λέγει δὲ διὰ τὸ τὰς πρῴρας καὶ πρύμνας ἀνατετάσθαι, ἐκ μεταφορᾶς τῶν βοῶν. A | |
183b2 | κατὰ πρύμναν καὶ πρῷραν ἀνατεταμένων. ὀρθοκεφάλων· κραῖρα γὰρ ἡ κεφαλή. b(BCE3E4)T | ||
18.4 | ex. | τὰ φρονέοντ’ ἀνὰ θυμόν, 〈ἃ δὴ τετελεσμένα ἦεν〉: οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς. A b (BCE3E4)T | |
18.5 | ex. | ὀχθήσας {δ’ ἄρα εἶπε}: ἤτοι λυπηθείς, ἀπὸ τοῦ ἄχθεος, ὅ ἐστι βάρους· λέγοιμεν δ’ ἂν καὶ βαρυνθείς. ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ ὄχθου ὠνόμασται, ὄχθοι δὲ τὰ ὑψηλά, οἷον ἐπαρθεὶς τῷ θυμῷ. A | |
186a | ex. | ὤ μοι ἐγώ: περιπαθῶς ἄγαν ἑαυτὸν ἀπολοφύρεται ἐπὶ τῇ ὑπονοουμένῃ τοῦ φίλου συμφορᾷ. μεγαλοφυῶς δὲ ἀπὸ τῆς φυγῆς τῶν Ἀχαιῶν στοχάζεται πεπτωκέναι Πάτροκλον· οὐκ ἂν γὰρ αὐτοῦ ζῶντος ἔφυγον. b(BCE3E4)T εἰ δὲ καὶ ἔφυγον, ἧκεν ἂν αὐτὸς | |
5 | πρὸς Ἀχιλλέα. b(BCE3E4) | ||
186b | ex. | 〈τί τ’ ἄρ’ αὖτε:〉 τί δὴ πάλιν. Til | |
187a | Hrd. | Ariston. | νηυσὶν ἔπι κλονέονται 〈ἀτυζόμενοι πεδίοιο〉: ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως καὶ ἐπὶ τοῦ „νηυσὶν ἔπι προέηκα“ (Σ 439). | ἡ διπλῆ δέ, A ὅτι λείπει ἡ διά, φεύγοντες διὰ τοῦ | |
πεδίου. A Aim | |||
187b | ex. | Hrd. | νηυσὶν ἔπι: ἐπὶ τὰς ναῦς. b(BCE3E4)T | ἀναστρεπτέον δὲ τὴν πρόθεσιν ὁμοίως τῷ „νηυσὶν ἔπι προέηκα“ (Σ 439). b(BCE3E4)T | |
187c | ex. | ἀτυζόμενοι: βεβλαμμένοι. ἢ φεύγοντες. b(BCE3E4)T πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἄτη. b(BCE3)T | |
18.9 | D | ὥς ποτέ μοι μήτηρ διεπέφραδε: ἐζήτηται, πῶς οὐκ ἔστιν Αὐτομέδων—χρονίσαι ἐν τῇ ὁδῷ. A | |
ex. | 〈διεπέφραδε καί μοι ἔειπε:〉 ὅμοιόν ἐστι τῷ „ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν“ (Α 368 al.). b(BE3E4) | ||
1810-1a | Did. | ex. | | Μυρμιδόνων τὸν ἄριστον 〈ἔτι ζώοντος ἐμεῖο /〉 | |
Porph. (?) | χερσὶν ὕπο Τρώων 〈λείψειν φάος ἠελίοιο〉: ἐν τῇ Ῥιανοῦ (fr. 1 M.) οὐκ ἦσαν οἱ δύο, ἴσως ἐπεὶ οὐκ ἦν Μυρμιδὼν ὁ Πάτροκλος· Λοκρὸς γὰρ ἦν ἐξ Ὀποῦντος. δεῖν δέ φησιν ὁ Ἀρίσταρχος οὕτως αὐτὸ | ||
5 | παραδέχεσθαι, τὸν μετ’ αὐτὸν ἄριστον τῶν Μυρμιδόνων. | καὶ κατά τινας δὲ τῶν μεθ’ Ὅμηρον Ἄκτωρ ὁ πατὴρ τοῦ Μενοιτίου λέγεται λαβεῖν Αἴγιναν, ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν Ὀποῦντι. οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος. δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετὰ | ||
10 | τὸν Ἀχιλλέα ἡγήσασθαι τῶν Μυρμιδόνων. | πῶς δέ, φασί, τοῦτο πεπυσμένος παρὰ τῆς μητρὸς ἔπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον; ὅτι, φαίη τις ἄν, οὔτε τοὔνομα σαφῶς εἶπεν οὔτε τὸν χρόνον, παρά τε τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων. ὅταν δὲ ἀποβῇ, μιμνῄσκονται. | ||
A | |||
1810-1b | ex. | ἄλλως· χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν· οὐ γὰρ ἐβούλετο, τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προ‐ ειποῦσα, λυπεῖν τὸν υἱόν. ἐπίτηδες δὲ εἶπεν τὸ Μυρμιδόνων τὸν ἄριστον (10), ἵνα μὴ φανερῶς εἴπῃ τὸν Πάτροκλον. A | |
1810a | Ariston. | Μυρμιδόνων τὸν ἄριστον: ἡ διπλῆ πρὸς τὸ ἀμφί‐ βολον, πῶς Μυρμιδόνων ἄριστον λέγει τὸν Πάτροκλον Λοκρὸν ὄντα. A | |
1810b | ex. | Μυρμιδόνων τὸν ἄριστον: Ἄκτωρ Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ Ὀποῦντος πόλεως· μετὰ δὲ τὸ τεκεῖν Αἰακὸν ὑπὸ Διὸς τὴν Αἴγιναν γήμας ἔμενεν 〈ἐν〉 Οἰνώνῃ· καὶ γίνεται αὐτῷ Μενοίτιος 〈ὁ〉 τοῦ Πατρόκλου 〈πατήρ〉· b(BCE3)T ὅθεν Μυρμιδόνα ἀναγκαί‐ | |
5 | ως τὸν Πάτροκλον καλεῖ· διὸ καὶ ἄριστον, οὐ κρείττω εἶπεν· b(BCE3E4)T ἐπὰν γὰρ πρὸς πολλοὺς ὁμοιογενεῖς συγκρίνωμεν, τῷ ὑπερθετικῷ χρώμεθα, οἷον πλουσιώτατος Ἀλεξανδρέων Πτολε‐ μαῖος, εἰ δὲ πρὸς ἀλλογενεῖς, τῷ συγκριτικῷ· τὸ γὰρ συγκριτικὸν οὔπω τὴν τελείαν εἴληχε λέξιν, ἀμέλει γέ τοι καὶ ἔτι ἐπιτείνεται· | ||
10 | τὸ δὲ ὑπερθετικὸν τὸ τέλος εἴληχε. b(BE3E4)T τῷ δὲ ἐντελεῖ συγκρινόμενον οὐκ ἀχθεσθήσεται τὸ πλῆθος, τῷ γε μὴν ἀτελεῖ. T | ||
1810c | ex. (Did.) | ἄλλως· Μυρμιδόνων τὸν ἄριστον: ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστοφάνους οὐκ ἐφέροντο οἱ δύο (sc. Σ 10 et 11). δύναται δὲ Μυρμιδόνων λέγειν τὸν ἄριστον οἷον τῆς Μυρμιδόνων στρατιᾶς· διὸ καὶ ἄριστον, οὐ κρείττω εἶπεν. ἢ τὸν ἐν Μυρμιδόσιν ἄριστον· συν‐ | |
5 | ηρίθμητο γὰρ αὐτοῖς, εἰ καὶ Λοκρὸς ἦν. T | ||
1810d | ex. | ἄλλως· Μυρμιδόνων τὸν ἄριστον: πιθανὸν τὸ μὴ ὀνο‐ μαστὶ περὶ τοῦ Πατρόκλου προειρηκέναι τὴν Θέτιν· καὶ γὰρ ὁ τῶν χρησμῶν χαρακτὴρ τοιοῦτος, ἐχόμενος τοῦ ἀμφιβόλου· b(BE3E4)T διὸ καὶ μετὰ τὰς ἀποβάσεις ὁρῶνται, ὡς καὶ ἐπὶ τοῦ Ἀλκινόου | |
5 | (sc. ν 172—8). T | ||
18.11 | Ariston. | 〈χερσὶν ὕπο Τρώων:〉 ἀντὶ 〈τοῦ〉 ὑπὸ τῶν χειρῶν τῶν Τρώων. Aint | |
1812a | ex. | ἦ μάλα δὴ τέθνηκε 〈Μενοιτίου ἄλκιμος υἱόσ〉: μάλιστα τῇ διανοίᾳ κατείληφεν ὅτι τέθνηκεν. ἐκ τοῦ βίου δὲ τὸ πάθος εἵλκυσε· δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον εἰκάζειν οἱ στέργοντες. A | |
1812b | ex. | ἦ μάλα δὴ τέθνηκε: ἀντὶ τοῦ λίαν κατείληφα ὅτι τέθνηκε· μάλα οἶδα καὶ πέπεισμαι. b(BCE3)T | |
1813a | ex. | σχέτλιος: ὁ ἑαυτῷ κακῶν αἴτιος, ὁ b(BCE3E4) τλή‐ μων. ἀναφαίνεται δὲ ἐνταῦθα ἡ γνώμη τοῦ Ἀχιλλέως ὅτι κατὰ πρό‐ νοιαν τῷ φίλῳ ἀπέχεσθαι τοῦ τείχους συνεβούλευεν, οὐ βασκαίνων αὐτῷ (cf. Π 89—90). b(BCE3E4)T | |
1813b | Ap. S. | ex. | 〈σχέτλιος:〉 τάλας, | ἢ τλήμων ἐνταῦθα. Aint | |
1814a1 | Did. | νῆας ἐπ’ ἂψ ἰέναι: „ἂψ ἐπὶ νῆας ἴμεν“, οὕτως ἡ Ἀρι‐ στάρχου. ἐν ἐνίαις δὲ φαύλως νῆας ἐπ’ ἂψ ἰέναι. A | |
1814a2 | Ἀρίσταρχος „ἂψ ἐπὶ νῆας ἴμεν“. Aim | ||
1814a3 | {ἐπὶ νῆας ἰέμεν:} Ἀρίσταρχος καὶ Ἀριστοφάνης „ἐπὶ νῆας | ||
†ἰέναι“. T | |||
1814b | ex. | Ἕκτορι: ἀπὸ μέρους τοῖς Τρωσίν· b(BCE3E4)T ἔφη γὰρ „Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον 〈ἡγεμονεύειν〉“ (Π 92). T | |
1817a | ex. | δάκρυα θερμὰ χέων: ἵνα πλησίον γένηται τῆς ὑπονοίας Ἀχιλλεὺς καὶ μὴ περιμείνῃ τὴν ἀγγελίαν. A | |
1817b | ex. | 〈ἀγγελίην〉 ἀλεγεινήν: ὥσπερ συναλγῶν ἐπὶ τῇ Πατρόκλου συμφορᾷ ὁ ποιητὴς ἐπιφωνεῖ ὅτι ἀλεγεινὴ ἀγγελία τὸ τὸν Πάτροκλον ἀγγεῖλαι τετελευτηκότα. b(BCE3E4)T | |
1818a | ex. | ὤ μοι, Πηλέως υἱὲ 〈δαΐφρονος, ἦ μάλα λυγρῆσ〉: περιπαθῶς καὶ ἀξίως τῆς φιλίας ἀναφθέγγεται, οὐκ ἐπὶ τὸν τεθνεῶτα οὐδ’ ἐπὶ τὸν ἀκούοντα, ἀλλ’ ἐφ’ ἑαυτὸν ἀνενεγκὼν τὴν ἀτυχίαν· διὰ γὰρ τοῦ ὤ μοι οἰκειοῦται τὴν συμφοράν, τοῦ δὲ Πηλέως, τοιούτου | |
5 | πατρός, †μετριάζει† ταῖς συμφοραῖς. διὰ δὲ τοῦ λυγρῆς ἔννοιαν αὐ‐ τῷ τοῦ δεινοῦ δίδωσιν. b(BCE3E4)T | ||
1818b | ex. | ὤ μοι {πηλέος ὑιε}: δεξιῶς πάνυ ὁ Ἀντίλοχος οὔτε τὸν τελευτήσαντα κατοικτίζεται οὔτε τὸν Ἀχιλλέα, εἰς ἑαυτὸν δὲ τὴν συμφορὰν ἐπενεγκὼν ηὔξησε τὸ πάθος. A | |
1820-1 | ex. | κεῖται Πάτροκλοσ〈—Ἕκτωρ〉: ἱκανῶς ἐτάχυ‐ νε τὸ κακάγγελον ἐν ὅλοις δύο στίχοις. καὶ ἐν βραχεῖ πάντα ἐδήλωσε, | |
τὸν ἀποθανόντα, τοὺς ὑπερμαχομένους, τὸν κτείναντα. οὐκ ἐζήλωσαν δὲ τοῦτο οἱ τραγικοί, ἀλλὰ τοῖς λυπουμένοις μακρὰς ἐπάγουσι τὰς | |||
5 | διηγήσεις τῶν συμφορῶν. b(BCE3E4)T | ||
1820a | ex. | κεῖται Πάτροκλος: προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον γὰρ προσπεσόντα τοῖς ἀκούουσι τὰ δεινὰ ἐξίστησιν. A b (BCE3E4) T | |
1820b | ex. | ἄλλως· κεῖται Πάτροκλος: οἶον οὐκ ἀνήρπασται. διὰ δὲ τοῦ ἀμφιμάχονται εὐμενῆ τοῖς Ἀχαιοῖς αὐτὸν καθίστησιν. b(BCE3E4)T | |
18.21 | ex. | γυμνοῦ· ἀτὰρ τά γε 〈τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ〉: δεδήλωκε μετὰ συντομίας τὸ γεγενημένον πρᾶγμα. ἀναγκαίως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ εὐσχημόνως ἀπήγγειλεν· οὐ γὰρ ἔφη ‘σκυλεύσας τὰ ὅπλα ἔχει‘, ἀλλὰ μόνον ἐσήμανεν. A | |
1822-35a | Porph. | τὸν δ’ ἄχεος νεφέλη 〈ἐκάλυψε—ᾤμω‐ ξεν〉: Πλάτων ἐν τρίτῳ Πολιτείας (p. 388 b 1) κατηγορεῖ τῶν ὀδυ‐ ρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων (cf. ib. 387 d 5). Ζωΐλος (fr. 31 Friedl. = FGrHist | |
5 | 71,11) δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δει‐ νὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτ’ ἂν βάρβαρος τι〈τ〉θὴ ἐποίησεν· καί τοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕ‐ κτορος οὐδὲν τοιοῦτόν ἐστιν (cf. Χ 405—7). Ζηνόδωρος (p. 137 | ||
10 | Pusch) δὲ ἀπολογεῖται, λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγ‐ | ||
μένων θρηνεῖ. καὶ ἄλλως συνήθη ταῦτα τῷ 〈τό〉τε βίῳ· „τοῦτό νυ καὶ γέρας οἶον ὀϊζυροῖσι βροτοῖσι, / κείρασθαί τε κόμην βαλέειν τ’ ἀπὸ δάκρυ παρειῶν“ (δ 197—8). A | |||
1822-35b | ex. | ἄλλως· εἰ γὰρ Ἀντίλοχον ἥττονα φίλον καταλαμβάνει πένθος ἀκούσαντα, τί πείσεται Ἀχιλλεύς; μεῖζον δὲ τὸ πάθος ἔδειξε δακρύσας (cf. Ρ 694—6. Σ 17). A | |
18.22 | ex. | 〈ἄχεος νεφέλη:〉 λύπη〈σ〉 χειμών. Til | |
1823a | Ariston. | 〈κόνιν αἰθαλόεσσαν:〉 ὅτι τὴν ἀπὸ πυρὸς τέφραν κό‐ νιν λέγει· διὸ καὶ αἰθαλόεσσαν αὐτὴν λέγει. Aint | |
1823b | ex. | κόνιν αἰθαλόεσ〈σ〉αν: τὴν σποδόν φησι· b(BCE3)T „μέλαιν’ ἀμφίζανε τέφρη“ (Σ 25). T οἱ δὲ τεφρώδη κονιορτόν· b(BCE3)T καὶ ἐπὶ Πριάμου „ἀμφὶ δὲ πολλή / κόπρος ἔην κε‐ φαλῇ τε καὶ αὐχένι“ (Ω 163—4). T | |
18.25 | ex. | νεκταρέῳ: εὐώδει, ἢ εὐπρεπεῖ, ἢ θείῳ, b(BCE3E4)T παρὰ τὸ νέκταρ. T | |
18.26 | ex. | μεγαλωστί: Ἀνακρέων (fr. 133 P = P.M.G. 478) „ἱρω‐ στί“. Φερεκράτης (fr. 239 [I p. 207] K.) „ταχεωστί“ ἀντὶ τοῦ ταχέως. AT νεωστί. ἔδει δὲ μεγαλιστί, ὡς Φρυγιστί, Ῥωμαϊ‐ στί. T | |
1828-31 | ex. | δμωαὶ δ’, 〈ἃς Ἀχιλεὺς ληΐσσατο—ἑκά‐ στησ〉: φιλοπενθὴς γυνὴ βάρβαρος αἰχμάλωτος, b(BCE3)T καὶ | |
διὰ τὸ πρᾷον τοῦ ἀποθανόντος καὶ τὴν τιμὴν τοῦ ζῶντος. εἰ δὲ αὗται θρηνοῦσι, πῶς οὐκ Ἀχιλλεύς; b(BCE3E4)T ἐκ περιουσίας δὲ | |||
5 | τοῦτό φησι· μὴ μνησθέντος γοῦν οὐδεὶς ἐπεζήτησεν. b(BCE3)T | ||
1828a | Ariston. ? | 〈ἃς ... ληΐσσατο:〉 ἃς ἐκ λαφυραγωγίας ἐκτήσατο. Aim | |
1828b | ex. | 〈Πάτροκλός τε:〉 περιπαθῶς ἀναπεφώνηται τὸ ὄνομα τοῦ Πατρόκλου. Aint | |
18.31 | ex. | 〈πεπλήγοντο:〉 ἔτυπτον. ἢ πληγεῖσαι ἦσαν. Til | |
1833a | ex. | χεῖρας ἔχων Ἀχιλῆος: πανταχόθεν ἐκίνησεν, ἀνωτέρω μὲν (sc. Σ 23—7) τοῖς ἐνεργήμασι, νῦν δὲ τῇ ἐξ ἑτέρων σπουδῇ· οἶδε γὰρ τοὺς μεγαλοψύχους ἐπὶ σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς ὁρμωμέ‐ νους. T | |
1833b | Nic. | 〈ὁ δ’ ἔστενε κυδάλιμον κῆρ:〉 τοῦτο διὰ μέσου· τὸ γὰρ ἑξῆς χεῖρας ἔχων Ἀχιλῆος· (33) „δείδιε γάρ“ (Σ 34). Aint | |
1834a | ex. | δείδιε γάρ, 〈μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ〉: τινές· ἐφοβεῖτο γὰρ Ἀχιλλεύς, μὴ καὶ ἀποδειροτομήσῃ Ἕκτωρ Πά‐ τροκλον. ὁ δὲ Ἀντίλοχος, φασί, πρὸς τὸ μὴ ἐπιχέειν τὴν κόνιν κατεῖχεν αὐτόν· ὡς φιλέταιρος δὲ τοῦτο ὑπονοεῖ Ἀχιλλεύς. b(BCE3E4)T | |
1834b | Ariston. | δείδιε γάρ, μὴ λαιμόν: ὅτι ἀμφίβολον, μὴ τὸν ἑαυτοῦ λαιμὸν ὁ Ἀχιλλεύς, ἢ τὸν Ἀντιλόχου. A | |
1834c1 | Did. | 〈ἀποτμήξειε:〉 οὕτω Ζηνόδοτος. Ail Ἀρίσταρχος | |
„ἀπαμήσειε“. Aim | |||
1834c2 | Ἀρίσταρχος †ἀποτμήσειε†, Ζηνόδοτος ἀποτμήξειε. Til | ||
1835-6 | ex. | 〈σμερδαλέον δ’ ᾤμωξεν·〉 ἄκουσε δὲ 〈πότνια μήτηρ / ἡμένη ἐν βένθεσσιν ἁλόσ〉: προκατασκευὴ χρειώδης τῆς μεγαλοφωνίας Ἀχιλλέως· „τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴαχε δῖος Ἀχιλλεύς, / τρὶς δὲ κυκήθησαν Τρῶεσ“ (Σ 228—9). συνετῶς δὲ | |
5 | οἰμώξαντα (cf. 35) μόνον αὐτὸν παρεισάγει· λόγον γὰρ οἰκεῖον εὑ‐ ρέσθαι οὐκ ἐνῆν εὐθέως τηλικαύτῃ συμφορᾷ πεπληγότι. b(BCE3E4)T | ||
18.36 | ex. | ἡμένη ἐν βένθεσ〈σ〉ιν ἁλός: ἄλλα ἐπεισόδια καινά· καὶ ἀπὸ τῆς γῆς καὶ ἐπὶ θάλατταν μεταφέρει τὸ πένθος. A | |
18.37 | ex. | 〈κώκυσεν:〉 θρηνητικὸν ἀνεφθέγξατο. b(BCE3E4)Til | |
18.38 | ex. | ΝΗΡΗΪ́ΔΕΣ {ἦσαν}: ἐντεῦθεν πλανηθέντες οἱ περὶ Ἡσίο‐ δον (sc. th. 240—64) Νηρέως ἀνέγραψαν θυγατέρα καὶ Θέτιν, τοῦ ποιητοῦ παρὰ τὸ νεῖν τὴν λέξιν ποιησαμένου, ὅθεν καὶ νῆσος καὶ να‐ ρὸν τὸ ῥευστικόν. ἦσαν δὲ Πρωτέως, φησίν (sc. δ 365), ἢ Φόρκυνος | |
5 | (sc. α 72)· οὗτοι γὰρ γέροντες εἰνάλιοι παρὰ τῷ ποιητῇ· καὶ „ὀψόμε‐ ναί τε γέρονθ’ ἅλιον“ (Σ 141). T | ||
1839-49 | Did. + Ariston. | ἔνθ’ ἄρ’ ἔην Γλαύκη τε〈—ἦσαν〉: ὁ τῶν Νηρεΐδων χορὸς προηθέτηται καὶ παρὰ Ζηνοδότῳ ὡς Ἡσιόδ〈ε〉ιον ἔχων χαρακτῆρα· Ὅμηρος γὰρ κατὰ τὸ κοινὸν Μούσας λέγει (cf. Α | |
604 al.) καὶ Εἰλειθυίας (cf. Λ 270. T 119), ἀλλ’ οὐκ ὀνόματα· γελοῖόν | |||
5 | τε ἐξ ὀνόματος προθέμενον εἰπεῖν πάσας, ὥσπερ ἀποκαμόντα εἰπεῖν ἄλλαι θ’ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν (49). ὁ δὲ Καλλίστρατος (p. 321 n. 27 Schm.) οὐδὲ ἐν τῇ Ἀργολικῇ φησιν αὐ‐ τοὺς φέρεσθαι· τό τε ἔνθα (39) οὔτε χρόνον σημαίνει οὔτε τόπον, διακόπτεταί τε ἡ λύπη τῷ καταλόγῳ. A | ||
1839-46 | Hrd. | Γλαύκη ... / Νημερτής τε καὶ Ἀψευδής: ἐν‐ θάδε ἐβάρυνεν ὁ Ἀρίσταρχος τὸ Γλαύκη (39) εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ „γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα“ (Π 34). ἐπὶ δὲ τοῦ Νη‐ μερτής τε καὶ Ἀψευδής (46) οὐκ ἐποιήσατο μεταβολὴν τόνου. | |
5 | ἔφαμεν δὲ ἤδη (sc. ad Ι 150) περὶ τῶν τοιούτων. A | ||
1840a | Did. (?) | 〈Σπειώ τε Θόη θ’ Ἁλίη τε:〉 Ἀρίσταρχος χωρὶς τὸ θ, Ἁλίη, παρὰ τὴν ἅλα. Aim | |
1840b | Hrd. (?) | Θόη θ’ Ἁλίη τε {βοῶπις}: ἀπὸ τοῦ α τὴν ἀρχὴν τοῦ ὀνόματος δεῖ ποιεῖσθαι· οἰκεῖον γὰρ Νηρεΐδι παρὰ τὴν ἅλα παρῆ‐ | |
χθαι. A | |||
18.44 | ex. (Hrd.?) | Δεξαμένη: τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. τί οὖν εἴ‐ ποιεν ἐπὶ τοῦ Δαναός „Δανάη“ (cf. Ξ 319), κολωνός „κολώνη“ (Β 811 al.); b(BCE3)T | |
18.50 | ex. | 〈ἀργύφεον:〉 παρὰ τὸ „ἄργυφον“ (cf. Ω 621). Til | |
18.51 | ex. | πεπλήγοντο: ἐκπληκτικὸν τοσαῦται θεαὶ κοπτόμεναι περὶ τὴν Θέτιν θρηνοῦσαν. T (bis) | |
1853a | ex. (Hrd.) | 〈εἴδετε:〉 διὰ μέτρον συνέστειλεν. Til | |
D | 〈εἴδετε:〉 ἀντὶ τοῦ εἰδῆτε. Aint | ||
1853b | Did. | 〈ἔνι:〉 Ἀριστοφάνης „ἔπι {κήδεα}“. Aim | |
1854a | D | ex. | 〈δυσαριστοτόκεια:〉 ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα, | ἄριστον καὶ δύστηνον. καὶ Ὀλυμπιὰς ἐντεῦθεν περὶ Ἀλεξάνδρου φησί· „κρείσσων γέγονεν ἢ μητρὶ συνέφερεν.“ b(BCE3E4) | |
1854b | ex. | D | x | δυσαριστοτόκεια: ἐκ τριῶν σύνθετον, ὡς τὸ „ἀμι‐ τροχίτωνασ“ (Π 419). | λέγει δὲ ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα, | ὡς ἄν τις εἴποι ἐπὶ δυστυχίᾳ εὔτεκνος. A | |
18.56 | Nic. | ἔξοχον ἡρώων, 〈ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσοσ〉: ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ ἡρώων, ἵνα ὁ δέ σύνδεσμος περισσεύῃ, ἢ καὶ ἐπὶ τὸ ἶσος, ἵνα ᾖ ἀνταπόδοσις „τὸν μὲν ἐγὼ θρέψασα“ (Σ 57). A | |
1857a | Ariston. | τὸν μὲν ἐγὼ θρέψασα: ὅτι ἡ Θέτις οὐκ ἀπελείφθη τοῦ Πηλέως οἴκου, καθάπερ οἱ νεώτεροι, δωδεκαταῖον καταλιποῦσα τὸν Ἀχιλλέα, ὁ δὲ Πηλεὺς Χείρωνι παραδέδωκεν, ἵνα τραφῇ. A | |
1857b | ex. | θρέψασα: ὅτι 〈οὐκ〉 ἐχωρίσθη Πηλέως· καὶ „τὸν δ’ οὐχ ὑποδέξομαι αὖτισ“ (Σ 59). T | |
1857c | D | ex. | γουνῷ ἀλωῆς: τῷ γονίμῳ τόπῳ τῆς γῆς. | ἢ τῷ ὑψηλοτάτῳ, μεταφορικῶς ἀπὸ τῶν γονάτων τῶν ἐν τῷ σώματι, ἅπερ ἐξέχει. A | |
1857d | ex. | γουνῷ: γουνόν τινες τὸ γεώλοφον, ὃ καὶ τῶν καταιγί‐ δων ἀπήλλακται καὶ αὔραις αὔξει τὰ φυτά. b(BCE3E4)T | |
18.59 | ex. | τὸν δ’ οὐχ ὑποδέξομαι 〈αὖτισ〉: οὐκοῦν δεινότερα τῶν θνητῶν πέπονθεν ἡ Θέτις· κεκέρδηκε γὰρ ἐκ τῆς ἰδίας φύσεως τὸ πρὸ πολλοῦ λυπεῖσθαι καὶ πενθεῖν τὸν υἱόν, προειδυῖα τὴν τελευτήν. b(BCE3E4)T | |
18.60 | Ariston. | οἴκαδε νοστήσαντα 〈δόμον Πηλήϊον εἴσω〉: ὅτι Ὅμηρος οὐκ οἶδεν, ὡς οἱ νεώτεροι ποιηταί, κεχωρισμένην τὴν Θέτιν ἀπὸ τοῦ Πηλέως ὑπὸ τὴν Ἀχιλλέως γένεσιν· ἀλλ’ ὅτι καὶ μετὰ τὸν Τρωϊκὸν πόλεμον σύνεστι, λέγει. A | |
18.63 | ex. | 〈ἴδοιμι:〉 συντύχοιμι. καὶ ἐν Ὀδυσσείᾳ (ι 229) „ὄφρ’ αὐ‐ τόν τε ἴδοιμι“, b(BCE3)Til καὶ „ὀψόμεναί 〈τε γέρονθ’ ἅλιον καὶ〉 δώματα πατρόσ“ (Σ 141). b(BCE3) | |
1863-4 | ex. | ἠδ’ ἐπακούσω, / ὅττι μιν ἵκετο πένθος: τοῦτο ὡς ἐν ποιήσει ἀκουστέον· οὐ γὰρ πιθανὸν τὴν προειρηκυῖαν περὶ τῆς τοῦ Πατρόκλου τελευτῆς (cf. Σ 9—11) νῦν αὐτὸ τοῦτο ἀγνοοῦσαν φαί‐ νεσθαι. A | |
1864a | ex. | ὅττι {μιν ἵκετο πένθος}: ἀντὶ τοῦ ὅπερ. T | |
1864b1 | Hrd. | ἀπὸ πτολέμοιο μένοντα: Ἀρίσταρχος φυλάττει τὸν τόνον τῆς προθέσεως. ἔφαμεν δὲ ἐν ἑτέροις (sc. ad Β 162) ὅτι ἡ ἀπό, ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων, καὶ σημαίνῃ τὸ ἄπωθεν, φυλάσσει τὸν τόνον. οὕτως γοῦν ἀνέγνωμεν | |
5 | „ἀπὸ πατρίδος ἄνδρα κατακτάσ“ (Ν 696) καὶ „οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεοσ“ (Ι 353) 〈καὶ〉 „καὶ γάρ τις θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο“ (Β 292). προσέθηκα δὲ ‘μὴ μεταξὺ πιπτουσῶν λέξεων‘ διὰ τὸ „ἄπο πλυνοί εἰσι πόληοσ“ (ζ 40)· οὐ γὰρ ἐπλησίασε τῇ πόληος γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξεις. A | ||
1864b2 | οὐκ ἀναστρεπτέον τὴν ἀπό· τότε γὰρ οὐκ ἀναστρέφεται, ὅτε δηλοῦσα τὸ ἄπωθεν συντάσσεται γενικῇ, μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων, „ἀπὸ ἧς ἀλόχοιο“, „ἀπὸ πατρίδος ἄνδρα κατακτάσ“, b(BCE3)T „ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ“. T πρόσκειται | ||
5 | ‘μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων‘ διὰ τὸ „πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληοσ“· ἐνθάδε γὰρ ἀναστρέφεται ἡ ἀπό. b(BCE3)T | ||
1866-7 | ex. | κῦμα θαλάσσης / ῥήγνυτο: τὴν ἐνέργειαν ἐσήμα‐ νεν, ὡς καὶ ἐπὶ Ποσειδῶνος (cf. Ν 29). οὐκ ἀνθηρογραφεῖ δὲ διὰ τὸ κατηφές. T | |
1868-9 | Nic. | ἀκτὴν εἰσανέβαινον 〈ἘΠΙΣΧΕΡΩ ἔνθα θα‐ μειαί / Μυρμιδόνων εἴρυντο νέεσ〉: τὸ ἐπισχερώ ἑκατέρωσε δύναται προσδίδοσθαι· καὶ γὰρ τὰς Νηρεΐδας ἀνιέναι τάξει πρέπον καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι, ὡς ἐν τῷ Περὶ ναυστάθμου λέγε‐ | |
5 | ται. A | ||
1868a | Did. (?) | 〈εἰσανέβαινον:〉 γράφεται „εἰσανέβησαν“. Aim | |
1868b | Hrd. | ἐπισχερώ: ὀξύνεται καὶ σεσημείωται ὥσπερ καὶ τὸ ἰώ· οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι A b (BCE3)T εἰ μὴ τὰ δύο ταῦτα. b(BCE3)T | |
1868c | D | 〈ἐπισχερώ:〉 ἐφεξῆς. b(BCE3)T | |
1871a | ex. | κωκύσασα: πάλιν κωκύει θεασαμένη τὴν κατάστασιν τοῦ παιδὸς καὶ ὑπ’ αὐτῆς τῆς ὄψεως κινηθεῖσα. b(BCE3)T | |
1871b | ex. | κάρη λάβε: περιπαθὲς τὸ σχῆμα· b(BCE3)T οὐ γὰρ φιλοφρονεῖται ὡς Πηνελόπη· „κύσ〈σ〉ε δέ μιν κεφαλήν“ (ρ 39). T | |
18.75 | ex. | εὔχεο: κατὰ τὸ λεληθός. ἢ ἐπεί φησι „πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο“ (Α 351): b(BCE3)T καὶ αὐτὸς „ἦ μὲν δή ποτ’ ἐμεῦ πάρος ἔκλυες 〈εὐξαμένοιο〉“ (Π 236). T | |
1876a1 | Hrd. | ἀλήμεναι {ὑιας ἀχαιῶν}: ὡς παρὰ τὸ „βῆναι“ (Ν 459. Ξ 24) „βήμεναι (Ρ 504 al.) ἐγένετο, οὕτως καὶ παρὰ τὸ „ἀλῆναι“ ἀλήμεναι· „ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι“ (Π 714). ψιλοῦ‐ ται δὲ καὶ τὸ „ἐάλη“ (Ν 408 al.) καὶ τὸ „οἴμησεν δὲ ἀλείσ“ (Χ 308. ω | |
5 | 538) καὶ πᾶς ὁ σχηματισμός, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο. A | ||
1876a2 | {ὰλήμεναι:} ὅλος ὁ σχηματισμὸς τοῦ „ἀλῆναι“ ψι‐ λοῦται. T | ||
1877a | Ariston. | ἀεκήλια: πρὸς τὴν συναλιφήν, ὅτι ἀἑκήλια ἐκληπτέον | |
κατὰ ἀπόφασιν τοῦ ἑκήλου, ἐφ’ οἷς οὐχ οἷόν τε ἡσυχάζειν. A | |||
1877b | Hrd. | {παθέειν τ’} ἀεκήλια {ἔργα}: ὁ Ἀσκαλωνίτης (p. 56 B.) ἀἑκήλια οἷον οὐχ ἥσυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλος ὁ ἥσυχος ὥστε στέρησιν αὐτὸν ἐκδέχεσθαι. οὕτως δὲ καὶ Ἀρίσταρχος, οἷον ταραχώδη. ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι· ὁμοίως δὲ καὶ Ἀλεξίων (fr. 61 B.). | |
5 | καὶ ἔχονται τοῦ δηλουμένου. A | ||
1877c | ex. | ἀεκήλια: ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. Ἀρίσταρ‐ χος δὲ ἀἑκήλια τὰ ἀναγκάζοντα αὐτοὺς σιωπᾶν. b(BCE3E4)T ἢ παρὰ τὸ ἕκηλος, οὐχ ἡσυχαῖα οὐδ’ εἰρηναῖα. b(BCE3)T | |
18.80 | ex. | ἀλλὰ τί μοι τῶν ἦδος, 〈ἐπεὶ φίλος ὤλεθ’ ἑταῖ‐ ροσ〉: ὑπερβολὴ φιλίας ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου. b(BCE3E4)T | |
1882a | Nic. | 〈ἶσον ἐμῇ κεφαλῇ:〉 στικτέον ἐπὶ τὸ κεφαλῇ· μᾶλλον γὰρ ἐμφαίνει. Aim | |
1882b1 | ex. | 〈ἶσον ἐμῇ κεφαλῇ:〉 Πυθαγόρ〈ε〉ιοι „τί ἐστι φίλος; — ἄλλος ἐγώ.“ Til | |
1882b2 | Πυθαγόρειοι δὲ ἐρωτώμενοι, τί ἐστι φίλος, ἔλεγον· „ἄλλος ἐγώ“. b(BCE3E4) | ||
1882c | ex. | τὸν ἀπώλεσα: περιπαθῶς πάνυ ὡς ἐπὶ κτήματος μεγά‐ | |
λου τοῦ φίλου. b(BCE3E4)T | |||
18.83 | Did. (?) | 〈ἀπέδυσε:〉 τινὲς „ἀπέλυσε“, διὰ τὸ „λῦσε δέ οἱ θώρηκα“ (Π 804). Til | |
1884-5a | ex. | τὰ μὲν Πηλῆϊ 〈θεοὶ δόσαν—εὐνῇ〉: δεινὸν αὐτῷ δοκεῖ λάφυρον γενέσθαι πολεμίῳ κτῆμα πατρὸς καὶ δῶρα θεῶν. κινεῖται δὲ καὶ τῷ τοῦ Ἕκτορος φθόνῳ· πρὸς τοῦτον γὰρ φιλότιμος Ἀχιλλεύς. ἅμα δέ, ἐπεὶ καὶ ἐν χρείᾳ αὐτῶν καθέστηκεν· διὸ πολυλογεῖ | |
5 | περὶ αὐτῶν. b(BE3E4)T | ||
1884-5b | ex. | 〈τὰ μὲν Πηλῆϊ—εὐνῇ:〉 ἄκαιρον τὸ εἰδυίᾳ λέ‐ γειν. Aint | |
1886-7 | ex. | ὡς ὄφελεσ〈—ἄκοιτιν〉: φιλομήτωρ ὁ εὐχόμενος μὴ γενέσθαι, ὅπως μὴ γεγονὼς λυπήσῃ τὴν μητέρα. b(BCE3E4)T | |
1886a | Nic. | 〈αἴθ’ ὄφελες:〉 ταῦτα ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον. Aim | |
1886b | Did. | Ap. | αἴθ’ ὄφελες: οὕτως αἴθ’ ὄφελες. | Ἀπολλώνιος ἐν τῷ | |
Dysc. | Περὶ συντάξεως (3, 97 p. 353, 10) τίθησι τὸν στίχον οὕτως ἔχοντα. A | ||
1886c | ex. | αὖθι: ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρηΐδων, b (BCE3E4)T ὡς καὶ ὁ Κάλχας „πολεμίξομεν αὖθι“ (Β 338) ἀντὶ τοῦ ἐκεῖ ἐν Τροίᾳ. T | |
18.87 | Hrd. (?) | 〈ἀγαγέσθαι:〉 ὡς τὸ „λελαβέσθαι“ (δ 388). Til | |
1888-90 | Nic. | νῦν δ’, ἵνα καὶ σοὶ πένθος 〈ἐνὶ φρεσὶ μυρίον εἴη / παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις / οἴκαδε νοστήσαντα〉: διὰ τὸν ἵνα (88) σύνδεσμον ὑποστιγμὴ ἐπὶ τὸ ἀποφθιμένοιο (89), ἵνα ὁ λόγος ᾖ τοιοῦτος· νῦν δ’ ἵνα καὶ | |
5 | σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα, τοῦτον οὐχ ὑποδέξῃ ὑποστρέψαντα οἴκαδε. ἢ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμή, κοινοῦ νοουμένου | ||
ἄνωθεν τοῦ „ἀνέρος ἔμβαλον εὐνῇ“ (Σ 85). A | |||
1888-9a | ex. | καὶ σοὶ πένθος 〈ἐνὶ φρεσὶ μυρίον εἴη / παιδὸς ἀποφθιμένοιο〉: ἠθικὸν καὶ βιωφελές· b(BCE3E4)T εἰώθαμεν γὰρ λέγειν ὡς αἴτιοι τῶν κακῶν τοῖς φίλοις ἐσμέν. b(BE3E4)T | |
1888-9b | ex. | 〈καὶ σοὶ— /〉 παιδὸς ἀποφθιμένοιο: συμφο‐ ρὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆσθαι ὁμολογῶν ἔλεον ἑαυτῷ θηρᾶται. b(BCE3E4)T | |
18.90 | Ariston. | 〈οἴκαδε νοστήσαντα:〉 ὅτι πάλιν συνοικεῖ τῷ Πηλεῖ ἡ Θέτις. Aim | |
1892a1 | ex. | πρῶτος ἐμῷ ὑπὸ δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ〉: ἔδει πρότερος· δύο γάρ εἰσιν. ἐμφαντικῶς δὲ ἄγαν πάντα μὲν ὁμοῦ συνήγαγε τὰ κεφάλαια, οὐ μετ’ ἄλλους δὲ ἐπιθυμεῖν φησι τῆς Ἕκτορος ἀναιρέσεως, ἀλλὰ πρῶτον ἐκεῖνον ἀνελεῖν. b(BCE3E4)T | |
1892a2 | 〈πρῶτος:〉 ἀντὶ τοῦ πρότερος. Til | ||
1892b1 | Hrd. | πρῶτος ἐμῷ ὕπο δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ〉: τὸ ἑξῆς ἐστιν ἀπολέσσῃ· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό, τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπ’ ἐμῷ. εἰσὶ μέντοι, οἳ οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροις γὰρ | |
5 | οὕτως αὐτὸν εἰρηκέναι „δουρὶ δ’ ἐμῷ κτεάτισσα“ (Π 57). A | ||
1892b2 | τὴν μὲν ἀπό οὐκ ἀναστρεπτέον· ἔστι γὰρ ἀπολέσῃ. b(BCE3)Til τὴν δὲ ὑπό οἱ μὲν συντάσσοντες τῷ δουρί ὀρθο‐ τονοῦσιν, οἱ δὲ τῷ ἐμῷ ἀναστρέφουσιν. b(BCE3)T | ||
1893a | ex. | 〈Πατρόκλοιο δ’ ἕλωρα ... ἀποτίσῃ:〉 ὑπὲρ ὧν εἵλ‐ | |
κυσεν, ἵνα ἀνθελκυσθῇ. b(BCE3E4)Til | |||
1893b | Ariston. | 〈ἕλωρα:〉 ὅτι τὰ ἕλωρα οὐ βρώματα, ἀλλὰ ἑλκύσμα‐ τα. Aint | |
18.94 | Did. (?) | 〈τὸν δ’ αὖτε προσέειπε:〉 ἐν ἄλλῳ „τὸν δ’ ἠμείβετ’ ἔπειτα“ (= Α 121 al.). Aim | |
18.95 | ex. | ὠκύμορος δή μοι, 〈τέκος, ἔσσεαι〉: περιπαθῶς ἀνε‐ βόησεν, ἀποτρέπουσα τῆς ἐξόδου τὸν Ἀχιλλέα. b(BCE3E4)T | |
18.96 | ex. | αὐτίκα γάρ τοι 〈ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖμοσ〉: περιπαθὲς καὶ τοῦτο, τὴν αὐτὴν εἶναι προθεσμίαν Ἀχιλ‐ λεῖ τῆς τε τοῦ ἐχθροῦ τιμωρίας καὶ τῆς αὐτοῦ μεταλλαγῆς. b(BCE3 E4)T | |
1898a | ex. | αὐτίκα τεθναίην: ἡ μὲν ᾤετο διὰ τὸν λόγον ἀποτρέψειν αὐτὸν τῆς σπουδῆς· ὁ δὲ αὐτὸ τοῦτο πρῶτον μετ’ ἐπιτάσεως τάσσει διὰ τοῦ αὐτίκα ὡς τῷ φίλῳ ἀκολουθήσων. A | |
1898b | Porph. (?) | αὐτίκα τεθναίην: διὰ τί τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον πεποίηκεν, ὅς γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν, b(BCE3E4) T „βουλοίμην κ’ ἐπάρουρος ἐών“ (λ 488); T ἢ οὔτε τὸ τεθνάναι δι’ αὑτὸ αἱρεῖσθαι φαίνεται οὔτε τὸ ζῆν, b (E3)T ἀλλὰ | |
5 | μόνα τὰ καλὰ ἔργα καὶ ὅπως πράττῃ ταῦτα· ἵνα μὲν γὰρ βοηθήσῃ τῷ | ||
Πατρόκλῳ, αὐτίκα τεθναίην φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσε‐ ται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθανών, καὶ τεθνεὼς ἀναβιώσεσθαι, εἰ μέλλοι τῶν κατ’ ἀρετήν τι πρᾶξαι ἀναζήσας. b(BCE3E4)T | |||
1898c | ex. | ἄλλως· αὐτίκα τεθναίην: καλὸν πρὸς φιλεταιρίαν πα‐ ράδειγμα, εἴγε τοσούτοις μὴ πεισθεὶς δώροις δίχα τούτων καὶ θά‐ νατον αἱρεῖται ὑπὲρ φίλου. b(BE3E4)T | |
1898d | ex. | ἄλλως· αὐτίκα τεθναίην: τῷ αὐτῷ ὀνόματι χρησά‐ μενος, ᾧ καὶ ἡ Θέτις, τὸν δι’ ἀρετὴν καταφρονοῦντα θανάτου ἐνέφη‐ νεν. b(BE3E4)T | |
1898-9 | Nic. | 〈αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἑταίρῳ / κτεινομένῳ ἐπαμῦναι:〉 στικτέον ἐπὶ τὸ 〈ἐπ〉αμῦναι. Aim | |
18100a1 | Hrd. | ἐμεῖο δὲ δῆσεν ἀρῆς 〈ἀλκτῆρα γενέσθαι〉: τινὲς περιέσπασαν τὸ ἀρῆς, ἵνα σημαίνῃ τὸ βλάβης. οὕτως καὶ ὁ Ἀσκα‐ λωνίτης (p. 56 B.) καὶ ἡμεῖς. τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικόν, καὶ τὸ ε τοῦ προκειμένου ἐστὶ συνδέσμου. A | |
18100a2 | περισπαστέον δὲ τὸ δῆσε· τὸ γὰρ ε τοῦ δέ ἐστιν. T | ||
18100b | ex. | ἐμεῖο δ’ ἔδησεν 〈ἀρῆς ἀλκτῆρα γενέσθαι〉: ὡς τὸ „ἦ μάλα πολλὸν ἀποιχομένου Ὀδυσῆος / δεύῃ“ (α 253—4). b (BCE3)T καὶ Σοφοκλῆς (Trach. 1175)· „δεῖ σοῦ γενέσθαι τῷδέ | |
γ’ ἀνδρὶ σύμμαχον.“ T | |||
18100c | Porph. | ἄλλως· ἔδησεν: ἐδέησεν. ἀρῆς δὲ τῆς βλάβης, ὡς τὸ „Μέντορ, ἄμυνον ἀρήν“ (χ 208). b(BCE3)T ἐμοῦ γάρ, φησίν, ἐδέησε τῷ Πατρόκλῳ ὥστε με βοηθὸν τῆς βλάβης γενέσθαι. b(BE3)T | |
18100d1 | Did. | 〈ἐμεῖο δὲ〉 δῆσεν ἀρῆς 〈ἀλκτῆρα γενέσθαι〉: διὰ τοῦ ω „Ἄρεω“ ἡ Ἀριστάρχου· καὶ ἔστι τὸ λεγόμενον ‘ἐμοῦ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω, καθ’ ὃν ἀπώλετο‘. ἀπ’ εὐθείας τῆς ὁ Ἄρεως, ὡς ὁ Πείρεως, „Πείρεω υἱόν“ (Υ 484). ἐν δὲ τοῖς εἰ‐ | |
5 | καιοτέροις „ἀρῆσ“ τῆς βλάβης, ἐπεὶ καὶ Ἡσίοδος (scut. 29. 128) „ἀρῆς ἀλκτῆρα“ βλάβης καὶ κακώσεως ἔφη. A | ||
18100d2 | Ἀρίσταρχος διὰ τοῦ ω, „Ἄρεω“. Aim | ||
18100d3 | τινὲς †ἄρεος† τοῦ πολέμου, b(BE3)T ἀπὸ τοῦ Ἄρεως. T καὶ ἔστιν ὁ λόγος τοιοῦτος· ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξη‐ | ||
τῆρα γενέσθαι τοῦ Ἄρεος, καθ’ ὃν ἀπώλετο ὁ Πάτροκλος. b(BE3)T | |||
D | ἀρῆς ἀλκτῆρα: βλάβης καὶ κακώσεως ἀποτρεπτικόν, ὅ | ||
5 | ἐστι κωλυτὴν καὶ βοηθόν. οἱ δὲ „Ἄρεω ἀλκτῆρα“, ἀποτρεπτικὸν πολέ‐ μου. Παρμενίσκος (fr. 6) μὲν οὖν βαρυτόνως τὸ †ἔδησεν† ἀποδίδωσιν οὕτως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν ἔδησέ μου τὴν ἔξοδον ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ ἐστὶ βοηθόν. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης (p. 56 B.) περισσὸν τὸ ἔδησε φη‐ | ||
10 | σίν. A | ||
18101-14a | ex. | Nic. | νῦν δ’ ἐπεὶ οὐ νέομαί γε〈—κεφαλῆς ὀλε‐ τῆρα κιχείω〉: φησὶ τὸ ἑξῆς· νῦν δ’ ἐπεὶ οὐ νέομαί γε (101), νῦν δ’ εἶμ’, ὄφρα φίλης κεφαλῆς (114). | αἱ ὑποστιγμαὶ δὲ μέχρι τοῦ ἀμείνονές εἰσι καὶ ἄλλοι (106) ἀποτελοῦνται, τοῦ ἐπεί | |
5 | (101) συνδέσμου τὸν λόγον ἀρτῶντος, ἵν’ ἡ ἀνταπόδοσις ᾖ ὡς ἔρις ἔκ τε θεῶν (107). ὁ δὲ λόγος ἠθικός· ‘νῦν δ’ ἐπεὶ μήτε εἰς τὴν πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστί 〈μοι〉 μήτε ἐξεδίκησα τοὺς ἀναιρεθέντας, τὸ φιλονικεῖν ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο‘. ἢ τὸ ἑξῆς τοῦ λόγου νῦν δ’ ἐπεὶ οὐ νέομαι (101), νῦν δ’ εἶμ’, ὄφρα | ||
10 | φίλης κεφαλῆς (114)· καὶ γὰρ ἐπανείληφε τὸ χρονικὸν ἐπίρρημα ὥσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς, ἣν παραλιπὼν παρεξέβη. A | ||
18101-14b | ex. | νῦν δ’ ἐπεὶ 〈οὐ νέομαί γε—ὀλετῆρα κιχείω〉: τὸ ἑξῆς· νῦν δ’ ἐπεὶ οὐ νέομαί γε (101), εἶμ’, ὄφρα φίλης κε‐ φαλῆς ὀλετῆρα κιχείω (114), b(BCE3E4)T ὡς καὶ „Ἕ‐ | |
κτορ, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας, / νῦν αὖτ’ εἴ μ’ ἐθέλεισ“ (Γ 59. 67), T | |||
5 | τὰ δὲ ἄλλα διὰ μέσου. b(BCE3E1)T οἱ δὲ οὕτως· ‘ἐπεὶ νόστου ἐστέρημαι, οὐδὲ τοῦτο ἐγένετό μοι τὸ ἐπαρκέσαι τῷ φίλῳ καὶ τοῖς ἄλ‐ λοις Ἕλλησιν 〈***〉 ὑπὸ Ἕκτορος κατὰ τὸν τῆς μήνιδος χρόνον.‘ T | ||
18.101 | ex. | 〈νῦν δ’ ἐπεί:〉 ὅτι εἴωθε τῷ ἐπεί μὴ ἐπαγαγεῖν ἀνταπό‐ δοσιν. T | |
18102-6 | ex. | 〈οὐδέ τι Πατρόκλῳ γενόμην φάος—καὶ ἄλλοι:〉 τοῦτο κατ’ ἰδίαν. Aint Til | |
18.103 | Ariston. | 〈Ἕκτορι δίῳ:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ὑφ’ Ἕκτορος δίου. Aim | |
18104a | ex. | 〈ἐτώσιον ἄχθος ἀρούρης:〉 ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις. Aint | |
18104b | ex. | 〈ἐτώσιον〉 ἄχθος ἀρούρης: ἄχθος διὰ τὴν ἀπραξίαν τὸ μέγεθος τοῦ ἥρωος, εἴ γε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει ἀρ‐ γοῦντα. b(BCE3E4)T | |
18105-6a1 | ex. | τοῖος ἐὼν 〈οἷος οὔ τις—ἄλλοι〉: ἔθος τοῖς παλαιοῖς ἐγκωμιάζειν ἑαυτούς, ὡς πρὸς Φαίακας Ὀδυσσεύς (cf. θ 179—81) καὶ πρὸς Λυκάονα Ἀχιλλεύς (cf. Φ 108—9). νῦν δὲ αὔξων ἑαυτὸν ἑαυτοῦ κατηγορίαν φησίν, ὅτι καὶ τοιοῦτος ὢν οὐκ ἐπήμυνε. τὸ | |
5 | δὲ τῶν λόγων ἑκὼν παρεχώρησεν (sc. 106)· ὅτι γὰρ ῥήτωρ, μαρ‐ τυρεῖ ἡ Ι ῥαψῳδία (sc. 308—429. 607—19. 644—55). ἀλλὰ τῷ διελεῖν | ||
τὸν ἔπαινον ἀπελύσατο τὸν φθόνον. T | |||
18105-6a2 | ἔθος γὰρ τοῖς παλαιοῖς ἑαυτοὺς ἐγκωμιάζειν. διὰ δὲ τοῦ ἐγκωμίου ἑαυτοῦ κατηγορεῖ, ὅτι γε τοῖς ταλαιπώροις οὐκ ἤμυνε τοιοῦτος ὤν. b(BCE3E4) | ||
18105-6b | ex. | ἄλλως· τοῖος ἐὼν 〈οἷος οὔ τις— / ἐν πολέ‐ μῳ〉: ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέσητον τὸ ἑαυτὸν ἐγκωμιάζειν. b(BCE3E4)T | |
18105-6c | ex. | τοῖος ἐὼν 〈οἷος οὔ τις— / ἐν πολέμῳ〉: ἀλα‐ ζών, φασί, καὶ φορτικός. ῥητέον δὲ ὅτι ἔθος ἦν πᾶσιν ἑαυτοὺς ἐπαι‐ νεῖν. A | |
18107a1 | ex. | ὡς ἔρις ἔκ τε θεῶν 〈ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο〉: Ἡράκλειτος (fr. 28 p. 133 M.; Vors. 6 A 22) τὴν τῶν ὄντων φύσιν κατ’ ἔριν συνεστάναι νομίζων μέμφεται Ὅμηρον, σύγχυσιν κόσμου δοκῶν αὐτὸν εὔχεσθαι. πρὸς ὃν ἄν τις εἴποι ὅτι οὐ λέγει νῦν τὴν | |
5 | ἐναντίωσιν ἔριν, ἀλλὰ τὴν ἔχθραν· ὅθεν ἐπιφέρει „καὶ χόλοσ“ (Σ 108)· οὐ γὰρ ἡ τῶν πραγμάτων ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν λογισμῶν. A | ||
18107a2 | {ὡς ἔρις ἔκ τε θεῶν:} Ἡράκλειτος σύγχυσιν αὐτὸν εὔ‐ χεσθαι ἁπάντων φησί· κατὰ γὰρ ἐναντίωσιν τὰ πάντα συνέχεσθαι. ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ἄγουσαν ἔριν νῦν φησιν. ἄλλως τε δοτέον | ||
τοῦτο, φλεγμαίνοντος τοῦ πάθους. T | |||
18.108 | ex. | 〈καὶ χόλος, ὅς τ’ ἐφέηκε〉 πολύφρονά περ 〈χαλεπῆ‐ ναι〉: ἀπολογία αὕτη Ἀχιλλέως ὅτι καὶ περὶ τοὺς ἄγαν φρονίμους τὸ πάθος συμβαίνει. b(BCE3E4)T χαλεπῆναι δὲ τὸ εἰς χα‐ λεπότητα ἀχθῆναι. b(BE3E4)T | |
18109a | ex. | ὅς τε πολὺ γλυκίων 〈μέλιτος καταλειβομένοιο〉: γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ κατὰ θυμὸν συμ‐ βαίνει. A | |
18109b | ex. | καταλειβομένοιο: τοῦ ἐν τοῖς μελισσουργείοις καταστά‐ ζοντος. ἢ οὗ τοσοῦτο συμβέβηκεν. b(BCE3)T | |
18110a | ex. | ex. | ἀέξεται ἠΰτε καπνός: θυμός ἐστι ζέσις τοῦ περὶ καρ‐ δίαν αἵματος διὰ ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε· καπνὸν γὰρ τὸ πῦρ φησι, „κάπνισσάν τε κατὰ κλισίασ“ (Β 399), A b (BCE3)T καὶ „ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ | |
5 | ἄστεος αἰθέρ’ ἵκηται“ (Σ 207) AT ἄτοπον γὰρ λαμπούσῃ φλογὶ (cf. Σ 206) καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως γένοιτο. ἡδονὴ δὲ παρέπεται τοῖς ὀργιζομένοις διὰ τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον. A b (BCE3E4)T | τὸν δὲ καπνὸν παρεί‐ ληφε πρὸς τὴν αὔξησιν. A | ||
18110b | ex. | 〈ἠΰτε καπνός:〉 διὰ τὸ τύφεσθαι ἐν τῇ ψυχῇ. Til | |
18.111 | ex. | 〈ὡσ〉 ἐμὲ νῦν ἐχόλωσεν 〈ἄναξ ἀνδρῶν Ἀγαμέμνων〉: ἠρέμα παραπολογεῖται ὑπὲρ ἑαυτοῦ ὅτι ἄλλος αἴτιος τῆς ὀργῆς κατέστη. b(BCE3E4)T | |
18112-3 | ex. | ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, / θυμὸν—ἀνάγκῃ〉: ἤδη τινὰ μετάνοιαν ἴσχειν φησίν. ὅρα μέντοι τὴν ὑπερβολὴν τῆς ὀργῆς· τὸ γὰρ ἀχνύμενοί περ (112) τοιοῦτόν ἐστι, καίπερ ἠδικημένοι καὶ δικαίως ἂν ἐπ’ αὐτοῖς ἐπὶ πλεῖον | |
5 | μηνίσαντες. b(BCE3E4)T οὐκοῦν δυοῖν ὄντοιν παθῶν περὶ τὴν ψυχὴν Ἀχιλλέως, ὀργῆς καὶ λύπης, θάτερον κεκράτηκε. καὶ τὸ ἐπιφε‐ ρόμενον (sc. 113) τοιοῦτόν τι ὑποβάλλει ὅτι ὑπὸ μείζονος ἀνάγκης κρατηθῆναι δεῖ τὴν ὀργήν· πάντων γὰρ μεῖζον τὸ ἐπὶ τῷ Πατρόκλῳ πάθος· διὸ δεῖ τὴν μῆνιν ἀπορρίψαντα τιμωρήσασθαι τοὺς πολεμίους. | ||
10 | θυμὸν (113) δὲ τὸ θυμικὸν πάθος, τὴν ὀργήν. b(BE3E4)T | ||
18113a | ex. | θυμὸν ἐνὶ στήθεσσι φίλον 〈δαμάσαντες ἀνάγκῃ〉: δύο κατεχόντων παθῶν τὸν Ἀχιλλέα, θυμοῦ καὶ λύπης, μεῖζον τὸ κατὰ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς. πρῶτος δὲ Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν. A | |
18113b | ex. | θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ: ἐκ τούτων λέγουσι τὸν Πλάτωνα (sc. Rep. 4,436a8—441c7 al.) τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι· τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ λογιστικόν. A | |
18113c | ex. | 〈θυμὸν ... δαμάσαντες:〉 τὸ αἴτιον τοῦ πάθους διὰ τῆς μεταφορᾶς ἐδήλωσεν. Til | |
18115-6 | ex. | κῆρα δ’ ἐγὼ 〈τότε δέξομαι, ὁππότε κεν δή / Ζεὺς ἐθέλῃ τελέσαι〉: γενναία ἡ ὑπομονὴ τῆς εἱμαρμένης. ἐμφαντι‐ κὸν δὲ καὶ τὸ δέξομαι (115), οἷον προθύμως ὑποστήσομαι. b(BCE3 | |
E4)T ἐντεῦθεν εἴληπται τὸ „ἄγοις δέ μ’, ὦ Ζεῦ καὶ σύ γ’ ἡ | |||
5 | Πεπρωμένη, / ὅποι ποθ’ ὑμῖν εἰμι διατεταγμένοσ“ (Cleanth. fr. 527, St. V. Fr. I p. 118). T | ||
18117a | Ariston. | 〈οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα:〉 ὅτι οὐκ οἶδεν ἀθάνατον τὸν Ἡρακλέα. Aim | |
18117b1 | ex. | Ariston. (?) | οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος 〈φύγε κῆρα〉: τινές φασιν ὅτι Ὅμηρος οὐκ οἶδεν Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν ὅτι τέθνηκεν. ἢ οὐδὲν κωλύει γινώσκοντα ὅτι ἀπεθεώθη λέγειν ὡς οὐκ ἔφυγε τὴν κῆρα· καὶ γὰρ οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι | |
5 | τεθνάναι καὶ καῆναι ἐν τῇ Οἴτῃ καὶ μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν καὶ οὕτως ἀποθανατισθῆναι. | σημειοῦνται δὲ τὰ ἔπη πρὸς τὴν ἀθέτησιν τὴν „αὐτὸς δὲ μετ’ ἀθανάτοισι θεοῖσι / τέρπετο“ (λ 602—3), ὅτι οὐκ οἶδεν αὐτὸν ἐκθεωθέντα. A | ||
18117b2 | καὶ ὅτι θνητὸς Ἡρακλῆς. πρὸς τὰ ἐν τῇ Νεκυίᾳ ἀθετούμενα (sc. λ 602—4). T | ||
18117c | ex. | ἄλλως· μεγαλοφρόνως φαίνεται παραδείγματα ἑαυτῷ συν‐ ειλοχώς, οὐ τῶν καθ’ αὑτόν τινος, ἀλλὰ τῶν γενναιοτάτων. ταῦτα δὲ λέγει ἄλλως τὴν μητέρα παραμυθούμενος τὸ καὶ τοὺς κρείττους τεθνηκέναι. A | |
18117d1 | ex. | οὐδὲ γὰρ οὐδὲ βίη 〈Ἡρακλῆος φύγε κῆρα〉: περισσὴ ἡ μία ἀπόφασις. πρέπει δὲ † Ἡράκλειον παράδειγμα Ἀχιλλεῖ (παραμυθία γὰρ τῶν ἐν συμφοραῖς ἡ περὶ τοὺς κρείσσους) πρὸς τὴν μητέρα ὅτι οὐδὲν παράδοξον πείσεται, τὰ αὐτὰ Διῒ πάσχουσα περὶ | |
5 | 〈τὸν〉 παῖδα. T | ||
18117d2 | περισσὴ ἡ μία ἀπόφασις. παρηγορία δὲ γέγονε τὸ Ἡ‐ ράκλειον παράδειγμα Ἀχιλλεῖ καὶ τῇ μητρί· παραμυθία γὰρ τῶν ἐν | ||
συμφοραῖς ἡ περὶ κρείσσους ἀτυχία. b(BCE3E4) | |||
18.118 | ex. | ὅσπερ φίλτατος ἔσκε 〈Διΐ Κρονίωνι ἄνακτι〉: πι‐ θανῶς ὡς φιλότιμος ἀνὴρ οὐ τὰς πράξεις ἀντέθηκε τοῦ Ἡρακλέους (ἐφαίνετο γὰρ ἂν οὕτως κατὰ πολὺ ἐνδέων), τὴν δὲ οἰκειότητα μόνον τὴν πρὸς τὸν Δία ἐσήμανεν. A | |
18121a | ex. | κείσομ’, ἐπεί κε θάνω: ἡ μὲν Θέτις ἀπεῖργε τῆς ἐξόδου διὰ τὸν θάνατον, ὁ δὲ δαιμονίως ἀντέθηκεν ὅτι τῶν τετελευτηκότων ἴδιον ἡ ἀργία καὶ τὸ ἄπρακτον καὶ τὸ κεῖσθαι. τίς οὖν χρεία καὶ ἐν τῷ ζῆν τὴν ἀπραξίαν τοῦ θανάτου μιμεῖσθαι; b(BCE3E4)T | |
18121b | ex. | κείσομ’, ἐπεί κε θάνω: ἀνόητόν ἐστι τὸ λέγειν· δῆλον γὰρ πᾶσιν ὅτι κείσεται ἀποθανών. ἀλλ’ ἀσαφέστερον ἐξενήνεκται, ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ζῶντα μὲν οὐ χρὴ ἀργὸν εἶναι οὐδὲ κεῖσθαι ὥσπερ νεκρόν, ἀλλὰ τότε, ὅταν ὁ θάνατος ἔλθῃ. A | |
18122-4 | ex. | καί τινα Τρωϊάδων〈—στοναχῆσαι ἐφεί‐ ην〉: ἤδη ὑπ’ ὄψιν λαμβάνει τὰ ἀκολουθήσοντα τοῖς πολεμίοις δεινά, ὥσπερ ἐμπιπλάμενος τῆς ἐκ τῶν πολεμίων τιμωρίας διὰ τῆς ἐλπίδος. b(BCE3E4)T | |
18.124 | Did. | 〈ἁδινόν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἁδινά“. Aim | |
18125a | Ariston. | Porph. (?) | γνοῖεν δ’ ὡς δὴ 〈δηρὸν ἐγὼ πολέμοιο πέπαυ‐ μαι〉: ὅτι ἀντὶ τοῦ AAint ἵνα γνῶσι. AAint Til | πῶς δὲ δηρόν φησι; δεκαπέντε γάρ εἰσιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν. ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ | |
5 | ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς | ||
ἐν τῷ βίῳ λέγομεν ‘ἡ μία μοι ἡμέρα αἰών ἐστιν‘. A | |||
18125b1 | ex. | γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πεπαύμην: δώδεκα μὲν ἡ ἐκδημία τῶν θεῶν, τρεῖς δὲ ἐν ταῖς παρατάξεσιν. τὸν δὲ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ „ποθέεσκε δ’ ἀϋτήν τε π〈τ〉ό‐ λεμόν τε“ (Α 492). ἀλλὰ καὶ ὁ ποιητής φησι „δηρὸν δὲ μάχης ἐπέπαυτ’ | |
5 | ἀλεγεινῆσ“ (Τ 46), οὐ πρὸς τὰς τρεῖς ἡμέρας, ἀλλὰ πρὸς τὴν ποι‐ κιλίαν τῶν συμφορῶν ἀφορῶν. T | ||
18125b2 | ὅρα δέ, πῶς δηρὸν χρόνον λέγει τὰς δώδεκα τῆς τῶν θεῶν ἐκδημίας ἡμέρας καὶ τὰς τρεῖς τὰς ἐν ταῖς παρατάξεσι· τὸν γὰρ †ὅλον† χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίσθαι τῷ πολέμῳ καὶ μὴ θέλειν ἀργεῖν. καὶ ὁ ποιητής φησι „δηρὸν δὲ μάχης ἐπέπαυτο“, οὐ | ||
5 | πρὸς τὰς τρεῖς ἀφορῶν ἡμέρας, ἀλλὰ πρὸς τὸ ποικίλον τῶν συμφορῶν. b(BCE3E4) | ||
18.126 | ex. | μηδέ μ’ ἔρυκε 〈μάχης φιλέουσά περ· οὐδέ με πεί‐ σεισ〉: τὸν πλείω λόγον αὐτῆς περιτέμνει ὡς ἐμποδίζοντα τῇ σπουδῇ. b(BCE3E4)T ἔστι δὲ ὅμοιον 〈τῷ〉 Πινδάρου (Ol. 1, 84—5)· „ἀλλ’ ἐμοὶ μὲν ἄεθλος οὗτος / ὑποκείσεται.“ T ὅλος δὲ ὢν πρὸς | |
5 | τῇ ἐκδικίᾳ τοῦ φίλου οὐδὲ ἐπιλογίζεται τὸ κατὰ τὰ ὅπλα ὅτι ἄπορος αὐτῷ νῦν ἡ ἔξοδος. b(BCE3E4)T | ||
18128-9a | Porph. (?) | | ναὶ δὴ ταῦτά γε, τέκνον, 〈ἐτήτυμον οὐ κακόν | |
Nic. | ἐστι, / τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον〉: πῶς, φασίν, οὐκ ἀποτρέπει μᾶλλον τῆς μάχης, ἀλλὰ καὶ ἐπιρρώνυσιν; ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετ’ | ||
5 | εὐκλείας συναινεῖ θάνατον· διόπερ †τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ | ||
περιέληπται† τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ „χάλκεα“ (Σ 131) λέγει τὰ παρ’ Ἡφαίστου ὅπλα ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν. κοινότερον οὖν καὶ χαλκεῖς ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· „ἦλθε δὲ χαλκεύσ“ (γ 432) | |||
10 | Ὅμηρος, τὸν χρυσοχόον λέγων. | στικτέον δὲ ἤτοι ἐπὶ τὸ ἐτήτυμον (128), ἵνα λείπῃ τὸ ἐστί〈ν〉· ὁ δὲ λόγος ‘ταῦτα ἀληθῶς ἐστιν‘. ἢ συναπτέον· ἔστι δὲ σχῆμα σολοικοφανές, ὅτι τῷ πληθυντικῷ τὰ ἑνικὰ ἐπενήνεκται, ἐτήτυμον κακόν. ἀλλὰ τὸ μὲν ἐτήτυμον δύναιτ’ ἂν ἀντὶ ἐπιρρήματος κεῖσθαι, τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ | ||
15 | δύναται εἶναι „δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες / τόσσα κακὰ ῥέζουσιν;“ (Δ 31—2). A | ||
18128-9b | ex. | 〈οὐ κακόν ἐστι /〉 τειρομένοις ἑτάροισι〈ν ἀμυνέ‐ μεν αἰπὺν ὄλεθρον〉: γενναῖον καὶ τῆς Θέτιδος τὸ ἦθος, ἐν δευτέρῳ τιθεμένης τὴν ἰδίαν συμφορὰν τῆς τοῦ παιδὸς εὐκλείας b(BCE3E4)T καὶ ἐπαινούσης τὸν ὑπὲρ τῶν φίλων κίνδυνον, ὃς λυπεῖν ἔμελλε τὴν | |
5 | μητέρα. b(BE3E4)T | ||
18130a | Ariston. | 〈ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται:〉 ὅτι ἔχον‐ ται καὶ οὐκ ἔχεται. Aint | |
18130b | ex.(?) | μετὰ Τρώεσσιν: ὑπὸ Τρώων. T | |
18.131 | ex. | χάλκεα: κεχαλκευμένα· b(BCE3E4, E4il)T καὶ τὸν χρυσοχόον γὰρ χαλκέα καλεῖ· „ἦλθε δὲ χαλκεύς / ὅπλ’ ἐν χερσὶν ἔχων χαλκήϊα / οἷσίν τε χρυσὸν εἰργάζετο“ (γ 432—3. 435) b(BCE3E4) T καὶ „ἣν ἄρα χαλκεύς / Ἥφαιστος ποίησιν“ (Ο 309 + Υ 12). T | |
18136a | Ariston. | ἠῶθεν γὰρ νεῦμαι 〈ἅμ’ ἠελίῳ ἀνιόντι〉: ὅτι τὸ νεῦμαι ἐστὶν ἐπὶ τοῦ ἐνεστῶτος, ἀντὶ τοῦ νέομαι· βούλεται δὲ εἰπεῖν | |
ἐλεύσομαι. καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα. A | |||
18136b | ex. | 〈νεῦμαι:〉 ἀντὶ τοῦ ἐλεύσομαι. Aim | |
18136c | ex. | ex. | νεῦμαι: ὡς „διογενεῦσ“ (Ι 106), „Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ“ (ω 398). T | ἐπαγγέλλεται δὲ αὐτῷ κομίσαι ὅπλα, εἰδυῖα Ἥφαιστον τὸν ἄριστον δημιουργὸν χάριτας εἰδότα αὐτῇ πολλάς. b(BCE3E4)T | |
18.138 | Did. (?) | 〈υἷος ἑοῖο:〉 ἐν ἄλλῳ „υἷος ἑῆοσ“. Aim | |
18.140 | Ariston. | θαλάσσης εὐρέα κόλπον: ὅτι τὸν Ἑλλήσποντον στενὸν ὄντα εὐρέα ἐκάλεσεν. A | |
18141-2 | ex. | ὀψόμεναί τε γέρονθ’ 〈ἅλιον καὶ δώματα πα‐ τρός, / καί οἱ πάντ’ ἀγορεύσατε〉: νόμους τίθεται παισὶ συνεῖ‐ ναι γονεῦσι καὶ ὑπὲρ τῆς ἀπουσίας, ὅτε χωρισθεῖεν, ἀπολογεῖσθαι· τοῦτο γὰρ δηλοῖ τὸ καί οἱ πάντ’ ἀγορεύσατε (142). b(BCE3E4) | |
5 | T | ||
18.142 | Did. | ἀγορεύσατε: παρὰ Ζηνοδότῳ „ἀγορεῦσαι“, καὶ ὑποφαί‐ νει τὸ Ὁμηρικὸν ἔθος. AAim | |
18143-4a1 | ex. | αἴ κε θέλῃσι〈ν / υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύ‐ χεα παμφανόωντα〉: πρὸς μὲν τὸν Ἀχιλλέα διωρίσατο ὅτι πάντως οἴσει ὅπλα παρ’ Ἡφαίστου, πρὸς δὲ τὰς ἀδελφὰς ἀμφιβόλως· φορτικὸν γὰρ ἦν πρὸς ὁμοτίμους θρασύτερον διαλέγεσθαι ὥσπερ | |
5 | ἐπιτάττειν μέλλουσαν τῷ Ἡφαίστῳ. b(BCE3E4)T | ||
18143-4a2 | {αἴ κ’ ἐθέλῃσιν / ὑιεῖ εμῶ:} πρὸς μὲν τὸν υἱὸν ὡς διοριζομένη φησὶν οἴσειν πάντως τὰ ὅπλα· οὐκέτι δὲ ἦν πρέπον ὁμοίως πρὸς τοὺς | ||
ὁμοτίμους διαλέγεσθαι. A | |||
18145-8 | ex. | αἱ δ’ ὑπὸ κῦμα〈—αὐτὰρ Ἀχαιοί〉: αἱ διαι‐ ρέσεις θαυμασταὶ b(BCE3E4)T καὶ τὸν νοῦν ἀναρτῶσαι τῶν ἀκροατῶν· b(BCE3E4) αἱ μὲν τάδε ἔπραττον (sc. 145), ἡ δὲ Θέτις ἀπῄει πρὸς τὸν Ἥφαιστον (sc. 146—8), οἱ δὲ Ἀχαιοὶ ἐν τοι‐ | |
5 | ούτοις ἦσαν (cf. Σ 148—50). b(BCE3E4)T καὶ ἐπιφέρει πάλιν τὰ κατὰ τὴν μάχην. T | ||
18148a | Ariston. | τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ 〈πόδες φέρον〉: πρὸς Ζηνόδοτον μεταγράφοντα (sc. in Ζ 511) „ῥίμφ’ ἑὰ γοῦνα φέρει“. καὶ ὅτι λέγει πόδες αὐτὴν ἔφερον, οὐκ αὐτὴ τοὺς πόδας. A | |
18148b | ex. | αὐτὰρ Ἀχαιοί: τὸ διάκενον τῆς πορείας Θέτιδος ποι‐ κίλλει ταῖς περὶ Πάτροκλον πράξεσιν. b(BE3E4)T | |
18148c | ex. | ἄλλως· αὐτὰρ Ἀχαιοί: δαιμονίως ἀναλαμβάνει, ἀφ’ ὧν ἀπέλιπεν. b(BCE3E4)T ἦν δὲ ταῦτα τὰ ἔπη· „πολλὰ 〈δὲ〉 τεύχεα καλὰ πέσον περί τ’ ἀμφί τε τάφρον / φευγόντων 〈Δαναῶν· πο‐ λέμου δ’ οὐ γίνετ’ ἐρωή〉“ (Ρ 760—1). T | |
18151-2 | ex. | οὐδέ κε Πάτροκλόν 〈περ— / ἐκ βελέων ἐρύ‐ σαντο νέκυν〉: τοῖς μὲν ἀκροαταῖς ἐλπὶς ἦν ἐξειλκύσθαι Πάτροκλον, ὁ δὲ πάλιν ἐπιταράττει τὴν διάνοιαν, ἵνα ἐπὶ τὸ ἀκμαιότατον προαγα‐ γὼν τὴν ἀγωνίαν πιθανὴν ποιήσηται τὴν Ἀχιλλέως ἔξοδον. b | |
5 | (BCE3E4)T | ||
18.151 | Did. (?) | 〈οὐδέ κε:〉 ἐν ἄλλῳ „οὐδ’ ἄρα“. Aint | |
18154-6 | Ariston. | Ἕκτωρ τε Πριάμοιο πάϊς—ὁμόκλα: ὅτι | |
Ζηνόδοτος γράφει οὕτως „Ἕκτωρ τε Πριάμοιο 〈πάϊσ〉 συῒ 〈ε〉ἴκελος ἀλκήν, / ὅς μιν τρὶς μετόπισθε ποδῶν λάβε καὶ μέγ’ ἀΰτει, / ἑλκέμεναι μεμαώς, κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει / πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’ | |||
5 | ἁπαλῆς ἀπὸ δειρῆσ“, κακῶς· οὐ γὰρ ὑπὸ τοῦτον 〈τὸν〉 καιρὸν ὁ Ἕκτωρ ἑλκύσαι τὸν Πάτροκλον ἐβούλετο, ἵνα αἰκίσηται, ἀλλ’ ἔμ‐ προσθεν (sc. Ρ 125—7). ὅτε δὲ Γλαῦκος ὠνείδισε τῷ προλελοιπότι τὸ σῶμα τοῦ Σαρπηδόνος τοῖς Ἀχαιοῖς (sc. Ρ 159—68), τότε ἑλκύσαι φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν τοῦ Σαρπηδόνος, | ||
10 | οὐκ εἰς αἰκίαν. ὅταν μὲν οὖν ὕστερον (sc. Σ 176—7) ἡ Ἶρις εἴπῃ τῷ Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι, νοητέον μὴ τἀληθὲς 〈αὐτὴν〉 ὑποφαίνειν, ἀλλὰ παρορμῆσαι αὐτὸν εἰς τὴν κατὰ τῶν βαρβάρων ὀργήν. A | ||
18.158 | ex. | ἔμπεδον: ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῷ πέδῳ ἑδραίων οἰκο‐ δομῶν ἤτοι φυτῶν. b(BCE3E4)T | |
18.159 | D ad Φ 310 | Or. | 〈κατὰ μόθον:〉 κατὰ τὴν μάχην, | ἀπὸ τοῦ ὁμοῦ θεῖν. Aim | |
18160a | Ariston. | στάσκε μέγα ἰάχων: ὅτι Ζηνόδοτος γράφει „μέγα ἀχέων“. πρὸς τί δὲ λυπούμενος ἑστήκει, ἀλλ’ οὐκ ἰάχων καὶ ἐπεγκε‐ λευόμενος τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν; A | |
18160b1 | ex. | 〈μέγα ἰάχων:〉 πρὸς κατάπληξιν τῶν πολεμίων. Til | |
18160b2 | καὶ τοῦτο πρὸς τὴν τῶν πολεμίων κατάπληξιν. b(BCE3) | ||
18161-2 | ex. | 〈ὡς δ’ ἀπὸ σώματος οὔ τι〉 λέοντ’ 〈αἴθωνα δύνανται / ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίε‐ σθαι〉: παντάπασιν εἴκασται λέοντι μὲν ὁ Ἕκτωρ, ὁ δὲ νεκρὸς σώματι ζῴου, ἄψυχον ἀψύχῳ, οἱ δὲ Αἴαντες ποιμέσιν. ἐπιτέταται δὲ τῇ πείνῃ | |
5 | ὁ λέων. b(BCE3E4)T | ||
18162a1 | Hrd. | {πεινάοντα} δίεσθαι: ὡς τίθεσθαι, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἔστι γάρ τι δίημι ῥῆμα, παρ’ οὗ καὶ τὸ δίεσαν πληθυντικὸν ὡς ἐτίθεσαν· „αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντεσ“ (Σ 584)· παραι‐ τητέον γὰρ τοὺς οἰομένους πλεονασμὸν εἶναι τοῦ δ καὶ δασύνοντας· | |
5 | διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ δι’ ἄλλης κλίσεως τὸ ἀκόλουθον κίνημα· ὡς γὰρ „τίθενται“ (θ 554. ρ 269), οὕτως δίενται· „ἵπποι ἀερσίποδες πόλεος πεδίοιο δίενται“ (Ψ 475). ὥσπερ οὖν παρὰ τὸ τί‐ θενται ἔστιν ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ παρὰ τὸ „δίενται“ τὸ δίεσθαι. ἐπίσταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ, „τόν ῥα κύνες τε | ||
10 | καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται“ (Ρ 110). A | ||
18162a2 | ὁμοίως τῷ τίθεσθαι· ἐνεστῶτος γὰρ ἀπὸ τοῦ δίημι. b (BCE3) | ||
18168a | ex. | κρύβδα Διός: διὰ τί κρύβδα Διός; καὶ μήν φησι „μίσησε〈ν〉 δ’ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι“ (Ρ 272). ἀλλ’ ἐπεὶ ὑπέσχετο Ἕκτορι ἀριστεύσειν ἕως ἑσπέρας (cf. Λ 192—4), προανί‐ στησιν Ἀχιλλέα λάθρα Διός. b(BCE3E4)T εἰκὸς δὲ μετὰ τὴν | |
5 | ἔξοδον ἐπιστῆσαι Δία· ὅθεν φησὶν „ἔπρηξας καὶ ἔπειτα 〈/ ἀνστήσας’ Ἀχιλῆα〉“ (Σ 357—8). T | ||
18168b | ex. | 〈ἄλλων τε θεῶν:〉 τῶν τοῖς Τρωσὶ συμμαχούντων. Aint | |
18171a1 | Did. | Πατρόκλῳ ἐπάμυνον: ἡ Ἀριστάρχου κατὰ γενικὴν „Πατρόκλου ἐπάμυνον“. ἐλλείπει δὲ ἡ περί, περὶ Πατρόκλου. ὅμοιον δέ ἐστι τῷ „ὁ δ’ οὐδ’ οὗ παιδὸς ἀμύνει“ (Π 522)· κἀκεῖ γὰρ κατὰ γε‐ | |
νικὴν γράφει. A | |||
18171a2 | Ἀρίσταρχος „Πατρόκλου“ κατὰ γενικήν· Aint T καὶ λείπει ἡ περί. T | ||
18174-5 | ex. | 〈οἱ δὲ ἐρύσσασθαι—φαίδιμος Ἕκτωρ:〉 πρὸς παροξυσμὸν τοῦ Ἀχιλλέως· οὐ γὰρ ἄλλον τὸν σπουδάζοντα ἢ τὸν ἀνελόντα. Aint | |
18.174 | Ariston. | Ἴλιον ἠνεμόεσσαν: ὅτι Ζηνόδοτος γράφει „Ἴλιον αἰπὺ θέλοντεσ“ καὶ τοὺς ἑξῆς ἀπὸ τοῦ „ἑλκέμεναι μέμονεν“ (Σ 176) ἕως τοῦ „πῆξαι ἀνὰ σκολόπεσσιν“ (Σ 177) ἄνω (sc. Σ 156. 156 a) μετατέθει‐ κεν. ὁ μὲν οὖν Ἕκτωρ οὐκέτι ταύτην ἔχει τὴν ὁρμήν, ὡς προείρηται | |
5 | (sc. ad Σ 154—6), ἡ δὲ Ἶρις ὡς πρὸς τὸ διεγεῖραι τὸν Ἀχιλλέα ταῦτα κελεύει. καὶ οὐδέποτε κατὰ τὸ οὐδέτερον λέγει Ἴλιον. A | ||
18176-7 | ex. | κεφαλὴν δέ ἑ〈—δειρῆσ〉: πάντα ὑπὲρ παροξυ‐ σμοῦ προστίθησιν· οἶδε γὰρ προεντεταλμένον αὐτὸν ὑπὸ Θέτιδος μὴ ἐξιέναι. b(BCE3E4)T | |
18.176 | Did. (?) | 〈ἀνώγει:〉 ἐν ἄλλῳ „ἄνωγεν“. Aim | |
18.179 | ex. | 〈Πάτροκλον〉 Τρῳῇσι κυσὶν 〈μέλπηθρα γενέ‐ σθαι〉: δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν ἐν τῇ διηγήσει ἐξήνεγ‐ κεν ὅτι ἀνασταυρῶσαι τὴν κεφαλὴν βούλεται Ἕκτωρ (sc. Σ 176—7), τὸ δὲ ἐν τῇ προτροπῇ κατάκειται ὅτι ἀνόσιον ὑπὸ κυνῶν αἰκισθέντα | |
5 | περιϊδεῖν τὸν Πάτροκλον. b(BCE3E4)T | ||
18180a | Nic. | 〈σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ:〉 ταῦτα ἀπ’ ἄλλης ἀρχῆς. Aim | |
18180b | ex. | 〈σοὶ λώβη:〉 ὡς φιλεταίρῳ καὶ πρακτικῷ. b(BCE3E4)Til | |
18182a | ex. | 〈Ἶρι θεά,〉 τίς γάρ σε θεῶν 〈ἐμοὶ ἄγγελον〉 ἧκεν: ἀναγκαίως γνῶναι βούλεται, εἰ τῆς κελευσάσης μένειν ἀξιο‐ πιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι. b(BCE3E4)T | |
18182b | ex. | Ἶρι θεά, τίς γάρ σε 〈θεῶν ἐμοὶ ἄγγελον ἧκε〉: μέμνηται τῶν 〈τῆσ〉 μητρὸς ἐντολῶν· οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ μήτηρ ἐξελθεῖν (sc. Σ 134—5). πυνθάνεται οὖν τῆς θεοῦ, ἵνα ἀξιόχρεων ἔχῃ πρὸς τὴν μητέρα τὸν προτρεψάμενον λέγειν καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ | |
5 | ἐξεληλυθὼς φαίνηται. A | ||
18182c | Did. | τίς γάρ σε {θεῶν}: ἡ ἑτέρα τῶν Ἀριστάρχου διὰ τοῦ τ, „τίς τάρ σε“. μήποτε δὲ ἀμείνων ἡ προτέρα, παρόσον σύνηθες Ὁμήρῳ ἀπὸ τοῦ γάρ ἄρχεσθαι. A | |
18.185 | ex. | οὐδ’ οἶδε Κρονίδης: δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ τὴν ἔξοδον πρὶν μαθεῖν τὸν Δία. b(BCE3E4)T | |
18.186 | Ariston. | 〈Ὄλυμπον ἀγάννιφον:〉 ὅτι ὡς ὄρος τὸν Ὄλυμπον ἀγάννιφον λέγει. Aim | |
18.188 | ex. | πῶς γὰρ ἴω 〈μετὰ μῶλον〉: θαυμαστοὶ οἱ διάλογοι ἐν συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες (cf. 188 cum Σ 182)· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι. b(BCE3E4)T | |
18191a | Hrd. | στεῦτο γὰρ Ἡφαίστοιο 〈ΠΑΡΟΙΣΕΜΕΝ ἔντεα καλά〉: Χαῖρις (fr. 6 B.) τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀνα‐ | |
στρέφεσθαι καὶ ἐνθάδε οὐκ ἀναστρέφει 〈***〉, ἵνα μὴ διάφορον ση‐ μαινόμενον νοηθῇ· διαφέρει γὰρ τὸ παρενεγκεῖν Ἡφαίστου ὅπλα. | |||
5 | ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος, προείπομεν ἤδη (sc. ad Β 153a). A | ||
18191b | ex. (Hrd.) | Ap. Dysc. | ex. | στεῦτο γὰρ Ἡφαίστοιο 〈ΠΑΡΟΙΣΕΜΕΝ〉: Ἀρί‐ σταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λό‐ | |
(Hrd.) | Ariston. | γον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων, A b (BCE3E4) T | ὡς καὶ Ἀπολλώνιος (Ap. Dysc. Frg. p. 136, 12) φησίν. A | ἐπείσθη | ||
5 | δὲ καὶ ἡ παράδοσις Ἀριστάρχῳ. A b (BCE3E4)T | ἡ διπλῆ δὲ ὅτι κατὰ διαίρεσιν. 〈καὶ τὸ στεῦτο〉 ἀντὶ τοῦ διωρίζετο: ἀναφέρεται δὲ πρὸς τὸ „στεῦτο δὲ διψάων“ ἐν τῇ Ὀδυσσείᾳ (λ 584). A | ||
18192a | ex. | ἄλλου δ’ οὔ τευ οἶδα, 〈τεῦ ἂν κλυτὰ〉 τεύχεα 〈δύω〉: διὰ τί τοῖς Πατρόκλου ὅπλοις οὐχ ὁπλίζεται; b(BCE3) φασὶν Αὐτομέδοντα φορεῖν τὰ Πατρόκλου, ὅπως δόξειεν εἶναι Πά‐ τροκλος. b(BCE3)T καὶ μείζονα μὲν ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι | |
5 | τὸ ἀνάπαλιν, ὥστε οὐκ ἠδύνατο αὐτοῖς ὁπλισθῆναι Ἀχιλλεύς. b (BCE3E4)T ἢ τῷ μεγέθει μὲν ἴσα ἦν, ἀσθενῆ δέ· διὸ οὐχ ἥρμοτ‐ τεν Ἀχιλλεῖ προπηδῶντι εἰς πάντα κίνδυνον. b(BE3E4)T | ||
18192b | Porph. (?) | ἄλλου δ’ οὔ τευ οἶδα, τεῦ ἂν 〈κλυτὰ τεύχεα | |
δύω〉: ζητεῖται, διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ ἐκείνῳ ἥρμοσεν. τινὲς ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον, φασὶ μὴ ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν· | |||
5 | „ἤ οἱ τότε χεῖρες ἄαπτοι / μαίνοντο“ (Π 244—5). τινὲς δὲ ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων, τὰ δὲ ἐλάτ‐ τονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι. Κράτης (p. 45 W.) ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπως 〈ἰ〉σωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεύς, ὁ δὲ | ||
10 | Πάτροκλος. A | ||
18.194 | ex. | 〈ἀλλὰ καὶ αὐτὸς ὅ γ’〉 ἔλπομ’ 〈ἐνὶ πρώτοισιν ὁμι‐ λεῖ〉: λείπει τὸ ὅτι· ‘ἀλλὰ ἔλπομαι ὅτι καὶ αὐτὸς ἐν πρώτοις ὁμιλεῖ‘. b(BCE3E4)T | |
18.197 | Did. | 〈κλυτά:〉 κατ’ ἔνια „καλά {τεύχεα ἔχονται}“. Aint | |
18198a1 | Did. | {ἀλλ’} αὔτως {ἐπι τάφρον ἰὼν}: παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει διὰ τοῦ ο „αὐτόσ“, ἵν’ ᾖ αὐτὸς χωρὶς ὅπλων. καὶ λόγον ἔχει χαρίεντα, καὶ οὐκ ἄλογός ἐστιν ἡ γραφή. A | |
18198a2 | {αὔτως:} Ζηνόδοτος „αὐτόσ“ ἀντὶ τοῦ ψιλῶς, δίχα ὅπλων. T | ||
18204a | ex. | ὤμοις ἰφθίμοισι 〈βάλ’ αἰγίδα θυσσανόεσσαν〉: ἀξιοπρεπὴς ἡ τερατεία καὶ μείζων τῆς 〈περὶ〉 Διομήδους (cf. Ε 1—8 et 121—32), εἴγε τὴν οἰκείαν αἰγίδα περιτίθησιν αὐτῷ, Ἀχιλλεὺς δὲ οὐ γινώσκει τὴν ἐνέργειαν τῆς θεοῦ. T | |
18204b | ex. | αἰγίδα θυσσανόεσσαν: ἐπεὶ ἄνοπλος ἐξιὼν ἔμελλεν ἐκπλήξειν τοὺς Τρῶας, εἰκότως κέχρηται τῇ ἔξωθεν φαντασίᾳ. A | |
18.206 | ex. | Porph. (?) | ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν: αὐτοῦ τοῦ νέφους. A Til | πῶς δέ, φασίν, οὐκ ἐκαίετο; καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρω‐ τοί. ῥητέον δὲ ὅτι φαντασία ἦν. A | |
18207a | Did. | ὡς δ’ ὅτε καπνὸς ἰὼν 〈ἐξ ἄστεος αἰθέρ’ ἵκηται〉: οἱ περὶ Διονύσιον τὸν Θρᾷκα (fr. 23 Schm.) φασὶν Ἀρίσταρχον πρῶ‐ τον ταύτῃ χρώμενον τῇ γραφῇ μεταθέσθαι καὶ γράψαι „ὡς δ’ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρ’ ἵκηται“· ἐμφατικῶς τὸ ἐν πολέμῳ | |
5 | πῦρ ἐπιτεθὲν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ. A | ||
18207b | Did. | ex. | ὡς δ’ ὅτε καπνὸς 〈ἰὼν ἐξ ἄστεος αἰθέρ’ ἵκηται〉: Ἀρίσταρχος „ὡς δ’ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρ’ ἵκηται“· καὶ γὰρ ἄτοπόν φησι πῦρ εἰκάζεσθαι καπνῷ. | οἱ δὲ T καπνὸν τὸ πῦρ φασιν ἐκ τοῦ παρεπομένου ὡς „κάπνισάν τε κατὰ κλισίασ“ (Β 399). | |
5 | οἱ δὲ διὰ τὸ πλέον ὑψοῦσθαι τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας ὁρᾶσθαι. καλῶς δὲ ἀπὸ πολέμου ἡ εἰκὼν καὶ νησιωτῶν οἷς ἄπορος ἡ φυγή, πόρρω τε ἀπῳκισμένοι μεγάλων καὶ συνεχῶν πυρσῶν δέονται, οὐδενὸς δὲ ἐπιπροσθοῦντος διὰ τοῦ πελάγους φανήσονται. b(BCE3 E4)T μετὰ δὲ δύσιν ἡλίου (cf. Σ 210), ὅτε οὐκ ἀμαυρωθήσεται | ||
10 | ὑπὸ τοῦ δυνατωτάτου πυρός· T ἀλλ’ οὐδὲ νὺξ βαθεῖα ὑπόκειται, ἵνα μὴ ὑπὸ τοῦ σκότους κρύπτοιτο ὁ καπνός. b(BCE3E4)T | ||
D | ὡς δ’ ὅτε καπνός: ἔθος ἦν τοῖς ἀρχαίοις—εὑρεθεῖσα ἡ σάλπιγξ. A | ||
18.208 | ex. | τηλόθεν ἐκ νήσου: οὐκ ἔστι ψιλὸν τὸ τῆς νήσου, ἀλλ’ ἔχει ἐπίτασιν περὶ τὴν σπουδὴν τῶν πυρείων, ἵνα γνωριμώτερον φαί‐ νηται. A | |
18.209 | ex.(?) | 〈στυγερῷ κρίνωνται Ἄρηϊ:〉 ἀντὶ τοῦ Aint ὑπὸ στυγεροῦ Ἄρεος. Aint Til | |
18.210 | Did. | 〈ἄστεος ἐκ σφετέρου:〉 Ζηνόδοτος „ἄστυ περὶ σφέτε‐ ρον“. Aint Til | |
18211a | ex. | 〈πυρσοί τε φλεγέθουσιν:〉 καὶ Πίνδαρος „αἰθόμενον πῦρ / ἅτε διαπρέπει νυκτί“ (Ol. 1, 1—2). Til | |
18211b | Hrd. | {πυρσοί τε φλεγέθουσιν} ἐπήτριμοι: ὁ Ἀσκαλωνίτης (p. 56 B.) ὀξύνει ὡς πολεμικοί, οὐκ εὖ· τὰ γὰρ διὰ τοῦ ιμος ὑπὲρ δύο συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, νόμιμος σπόριμος. οὕτως καὶ ἐπήτριμος. A | |
18.213 | Did. | 〈Ἄρεως:〉 Ἀρίσταρχος „Ἄρεω“ Aim Til ἀπὸ τοῦ Ἄρεως. Til | |
18.215 | ex. | 〈ἀπὸ τείχεος:〉 ἄπωθεν τοῦ τείχους. Til | |
18215-6 | ex. | οὐδ’ ἐς Ἀχαιούς / μίσγετο: οὔτε φαίνεται τῇ μητρὶ ἀπειθῶν, διὰ τὸ μὴ κεχωρηκέναι εἰς μέσην τὴν παράταξιν, οὔτε τῆς | |
Ἥρας ἀνηκουστῶν, διὰ τὸ {μὴ} πεφηνέναι ἐν τῷ πολέμῳ. ἄλλως τε οἰκονομία ἐστὶ τοῦ ποιητοῦ τὸ τοιοῦτο, ἵνα μὴ δόξῃ ἄπιστα λέγειν | |||
5 | εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην. A | ||
18.216 | ex. | 〈μητρὸς γὰρ πυκινὴν ὠπίζετ’ ἐφετμήν:〉 ἐτρέπετο τῷ λογισμῷ ἐπὶ τὴν ἐντολὴν τῆς μητρὸς b(BE3E4)Til καὶ ᾐδεῖτο αὐτήν. b(BE3E4) | |
18217-8a1 | ex. | 〈ἔνθα στὰσ〉 ἤϋς’, 〈ἀπάτερθε δὲ Παλλὰς Ἀθή‐ νη / φθέγξατο〉: ἐπεὶ ἄπιστον ἦν ἐν τοσούτῳ θορύβῳ μὴ μόνον ἀκουσθῆναι, ἀλλὰ καὶ †φονεῦσαι†, τὴν Ἀθηνᾶν συνεπιφθεγγομένην παρέλαβεν. b(BE3E4)T | |
18217-8a2 | {ἀπάτερθε δὲ παλλὰς ἀθήνη:} ἀπίθανον γὰρ ἐκεῖνο τὸ διὰ μόνης τῆς Ἀχιλλέως φωνῆς τρέψαι τοὺς Τρῶας. A | ||
18219a | Ariston. | σάλπιγξ: ὅτι αὐτὸς οἶδε σάλπιγγας, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει. A | |
18219b1 | Ariston. | ex. | σάλπιγξ: αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ ἥρωας εἰδότας. | Μήλας δὲ Ἡρακλέους καὶ Ὀμφάλης ἐν τῇ καθόδῳ τῶν Ἡρακλειδῶν σαλπίζων κατέπληξε τοὺς πολεμίους. σαλπίγγων | |
δὲ εἴδη ἕξ· πρώτη ἡ Ἑλληνική, μακρὰ τὸ σχῆμα, ἣν Τυρρηνῷ εὗρεν | |||
5 | ἡ Ἀθηνᾶ· διὸ καὶ Σάλπιγξ παρὰ Ἀργείοις τιμᾶται. δευτέρα ἡ στρογγύλη ὑπὸ Αἰγυπτίων εὑρημένη, ἣν χνοῦν καλοῦσιν· χρῶνται δὲ αὐτῇ πρὸς θυσίαν καλοῦντες τοὺς ὄχλους δι’ αὐτῆς· ἣν εὗρεν Ὄσι‐ ρις. τρίτη ἡ Γαλατική, χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα θηρίου ἔχουσα, ἔσωθεν δὲ εἰρόμενον αὐλὸν μολύβδινον, εἰς ὃν ἐμφυσῶσιν οἱ | ||
10 | σαλπιγκταί· ἔστι δὲ ὀξύφωνος, καὶ καλεῖται ὑπὸ τῶν Κελτῶν κάρνυξ. τετάρτη ἡ Παφλαγονική, ἥτις μείζων μέν ἐστι τῆς Ἑλληνικῆς, τὸν δὲ κώδωνα βοὸς προτομὴν ἔχει· ἔστι δὲ βαρύφωνος καὶ ἀναφυσητή· κα‐ λεῖται δὲ βόϊνος. πέμπτη 〈ἡ〉 Μηδική, τὸν αὐλὸν καλάμινον, τὸν δὲ κώδωνα βαρύφωνον ἔχουσα, ὀγκόφωνος {καλεῖται δὲ πέμπτη μη‐ | ||
15 | δική}. ἕκτη ἡ Τυρσηνική, ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμέ‐ νον ἔχουσα· ἔστι δὲ λίαν ὀξύφωνος· καλεῖται δὲ †λιγῦν†. ταύτης εἰσὶν εὑρεταὶ Τυρσηνοί, οὐ τῆς παρ’ Ἕλλησιν. T | ||
18219b2 | αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ ἥρωας αὐτῇ χρωμένους. b(BCE3) | τῆς δὲ σάλπιγγος τῆς Ἑλληνικῆς τὸ μὲν μέγε‐ θος ἐπίμηκες, ἡ δὲ φωνὴ παχεῖα καὶ μεγίστη, ἥτις ἐν πολέμῳ τὸ πλῆθος καλοῦσα κινεῖ. b(BCE3E4) | ||
5 | D | 〈σάλπιγξ:〉 ἀπὸ τῶν ἰδίων χρόνων ὁ ποιητὴς ὠνόμακε τὴν σάλπιγγα, ἐπεὶ οὐδέπω ηὕρητο παρὰ τοῖς παλαιοῖς. κόχλῳ δὲ θαλασ‐ | |
σίῳ ἐσάλπιζον. A | |||
18220a1 | ex. | 〈ἄστυ περιπλομένων δηΐων〉 ὑπὸ θυμοραϊ‐ στέων: ἢ πλεονάζει ἡ ὑπό· b(BCE3)T ἢ τὸ ἑξῆς „ὡς δ’ ὅτ’ ἀριζήλη φωνὴ“ (Σ 219) ὑπὸ δηΐων θυμοραϊστέων, b(BCE3E4) T καὶ ἀπὸ κοινοῦ τὸ δηΐων. T | |
18220a2 | τὸ ἑξῆς· ὑπὸ θυμοραϊστέων δηΐων ἄστυ πε‐ ριπλομένων. Aim | ||
18220b | ex. | περιπλομένων: περικαθεζομένων. b(BCE3E4)Til | |
18222a | ex. | 〈ὄπα χάλκεον Αἰακίδαο:〉 εὐλόγως τῷ χαλκεοφώνῳ Ἀχιλλεῖ τὴν χαλκεόφωνον σάλπιγγα (cf. Σ 219) εἴκασε. καὶ τῷ εἰς μάχην δὲ βοῶντι ἡ εἰκὼν ἀπὸ πολεμικοῦ ὀργάνου εἴληπται. b (BCE3E4) | |
18222b1 | Ariston. | ex.(?) | ὄπα χάλκεον: 〈ὅτι〉 ἀμέτρως ὁ Ζηνόδοτος „ὄπα χαλ‐ κέην“, οὐ συνεὶς ὅτι παραπλήσιόν ἐστι τὸ σχῆμα τῷ „κλυτὸς Ἱππο‐ δάμεια“ (Β 742) καὶ „θερμὸς ἀϋτμή“ (Hsd. th. 696 = h. Merc. 110). | χάλκεον δὲ τὴν λαμπρὰν ἅμα καὶ στερεάν. A | |
18222b2 | Ariston. | χάλκ〈ε〉ον ἀντὶ τοῦ χαλκ〈έ〉ην. Aint | |
18224a | ex. | 〈ἂψ〉 ὄχεα 〈τρόπεον〉: καινὸν εἶδος καὶ ἄξιον Ἀχιλ‐ λέως, τῇ βοῇ ἀνατρεπόμενα ἅρματα καὶ τοῖς ἰδίοις δόρασι περιπεί‐ ροντα τοὺς ὀχουμένους (cf. Σ 230—1). T | |
18224b | D(~) | 〈ἂψ ὄχεα τρόπεον:〉 εἰς τοὐπίσω τὰ ἅρματα ἔτρεπον. Aint | |
18224c | ex. | 〈ὄσσοντο γάρ:〉 οἱ ἵπποι ἢ οἱ ἐπιβάται. Til | |
18230-1a | ex. | 〈ἔνθα δὲ καὶ τότ’ ὄλοντο〉 δυώδεκα 〈φῶτες ἄριστοι / ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν〉: ἄδηλον, εἰ καθ’ ἑκάστην κραυγὴν δώδεκα· τοσοῦτος γὰρ ἦν ὁ τάραχος τῆς φάλαγγος ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπολέσθαι. b(BCE3E4)T | |
18230-1b | ex. | ἔνθα δὲ καὶ τότ’ ὄλοντο δυώδεκα〈—ἔγχε‐ σιν〉: ἀπίθανόν φασι καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς. ῥητέον δὲ ὡς οὐκ ἔστιν· ὁ γὰρ τῆς αἰγίδος φόβος, ἣν ἐπέσεισεν ἡ Ἀθηνᾶ, καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφ’ ἑαυτῶν | |
5 | ὑπὸ ταραχῆς ἀπολέσθαι. A | ||
18.230 | Ariston. | ἔνθα δὲ καὶ τότ’ 〈ὄλοντο—ἄριστοι〉: ἢ διπλῆ, ὅτι Ζηνόδοτος γράφει „ἔνθα δὲ κοῦροι ὄλοντο δυώδεκα πάντες ἄριστοι / οἷσιν ἐν〈ὶ〉 βελέεσσιν“. εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοί, οὔτε τὸ ‘οἷσιν βελέεσσιν‘ ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν· ἔδει γὰρ τοῖς | |
5 | ἀλλήλων. A | ||
18231a | ex. | 〈σφοῖς:〉 ἀντὶ τοῦ ἀλλήλων. Til | |
18231b | Did. (?) | 〈ὀχέεσσι:〉 ἐν ἄλλῳ „ξιφέεσσι“. Aim | |
18236a | Ariston. | 〈ἐν φέρτρῳ:〉 ὅτι ἅπαξ τὸ φέρτρον· ἔστι δὲ φορεῖον. | |
Aim | |||
18236b | D | ex. | ἐν φέρτρῳ: φορείῳ. b(BCE3)T | ἐπὶ ἀσπίδος δὲ ἤ τινος τοιούτου φέρουσιν. b(BCE3E4)T | |
18.238 | ex. | νοστήσαντα: ἀφικόμενον εἰς τὸν τόπον, οὗ ἐχωρίσθη. T | |
18.239 | Did. (?) | 〈ἠέλιον δ’ ἀκάμαντα:〉 ἐν ἄλλῳ „ἠέλιον μὲν ἔπειτα“. Aim | |
18240a | ex. | ἀέκοντα: ἐπεὶ ὑπέσχετο Ζεύς· „δύῃ τ’ ἠέλιοσ“ (Λ 194. Ρ 455). Ἀπόλλων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ πρὸς ἀριστείαν Τρωσὶ διδομένην παρὰ Διὸς τὴν ἡμέραν ταύτην. μυθικῶς δὲ τοῦτο, b(BCE3E4)T ὡς καὶ ἐν Ὀδυσσείᾳ (Υ 243)· „ἠῶ δ’ | |
5 | αὖτε / ῥύσατ’ ἐπ’ Ὠκεανοῦ“. T | ||
18240b | Porph | ἀέκοντα: ζητεῖται, διὰ τί ἄκοντά φησι τὸν ἥλιον δῦναι. Κράτης (fr. 29a M.) μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· ἐπιτυγχανόντων οὖν τῶν Τρώων χρονίζειν, ἡδόμενόν τε καὶ μηκύνοντα αὐτοῖς τὸ ἐπίτευγμα, Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν | |
5 | αὐτὸν δύνειν. Ἀγαθοκλῆς (FGrHist 472, 11) δέ φησιν συνάγεσθαι, ὅτι καθ’ Ὅμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ἥλιος, τῇ δὲ δίνῃ αὐτοῦ συνέλκεται· Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ „ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν“ (Ο 18), ἕλκεσθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς. A | ||
18.243 | Did. | 〈ἀπὸ κρατερῆς ὑσμίνης:〉 ἐν ἄλλῳ „ἐπὶ θρωσμῷ πεδί‐ | |
οιο“. Aim | |||
18244a | Hrd. | {χωρήσαντες} ἔλυσαν ὑφ’ ἅρμασιν: ἀντὶ τοῦ ὑπέλυσαν τῶν ἁρμάτων. πῶς οὖν οὐκ ἀναστρέφεται; ὅτι συνήλειπται. A | |
18244b | ex. | 〈ὑφ’ ἅρμασιν:〉 τοὺς ὑπὸ τοῖς ἅρμασιν. Til | |
18245-9 | ex. | ἐς δ’ ἀγορὴν〈—ἦρχ’ ἀγορεύειν〉: ἄκρως τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ ἐστι συντρέχον εἰς ἐκκλησίαν, οὐ στρατηγοῦ καλοῦντος, ἀλλὰ τοῦ φόβου· καὶ ἑστῶτες ἐκκλησιάζου‐ σιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ παραμυθησάμενοι. καὶ ἰδιώτης | |
5 | δημηγορεῖ, τὸν στρατηγὸν παρωσάμενος. b(BCE3E4)T | ||
18245a | ex. | πάρος δόρποιο 〈μέδεσθαι〉: εἰς ἐπίτασιν ὅτι καὶ πρὸ τῆς τροφῆς ἐκκλησίαζον· κατήπειγε γὰρ ὁ φόβος. T | |
18245b | ex. | 〈πάρος δόρποιο μέδεσθαι:〉 πρὸ τῆς ἐπιμελείας τοῦ σώματος. ὅρα οὖν τὴν ἔπειξιν. Aint | |
18246a | ex. | ὀρθῶν δ’ ἑσταότων: καταγελῶσι τοῦ ὀρθῶν 〈...〉 ἑσταότων. ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦταί τις καὶ καθήμενος, οἷον „ἕζε‐ το δ’ ὀρθωθείσ“ (Ψ 235). A | |
18246b | ex. | ὀρθῶν {δ’ ἑσταότων}: ἐπεὶ δηλοῖ καὶ τὸ μετεωρισθῆναι τὸ σῶμα—„ὀρθωθεὶς ἔνδυνε“ (Κ 21)—, προσέθηκε τὸ ἑσταότων. T | |
18247-8 | Nic. | 〈πάντας γὰρ ἔχε τρόμος, οὕνεκ’ Ἀχιλλεύς /〉 ἐξεφάνη, 〈δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆσ〉: ἤτοι συν‐ απτέον ἕως ἀλεγεινῆς (248), ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται· πάντες γὰρ εὐλαβοῦντο, ὅτι Ἀχιλλεὺς ἐφάνη πολὺν κεχωρισμένος τῆς | |
5 | μάχης χρόνον. ἢ ἐπὶ τὸ ἐξεφάνη (248) στικτέον, ἵνα τὸ ἑξῆς ὡς ὑπὸ | ||
τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται. A | |||
18.247 | Ariston. | ἔχε τρόμος: Ζηνόδοτος „〈ἔχεν〉 φόβοσ“, κακῶς, ἀγνοῶν ὅτι φόβος ἐστὶ καθ’ Ὅμηρον ἡ μετὰ δέους φυγή· διὸ ἡ διπλῆ. A | |
18.248 | ex. Ariston.?) | 〈δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. b(BCE3)Til | |
18250a1 | ex. | 〈ὅρα〉 πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω: σύστασίν τινα ἐποιήσατο τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου· συνετοῦ γὰρ ἀνδρὸς πρὸς τὰ μέλλοντα ἁρμόζεσθαι καὶ προγνωστικώτερον τῶν ἄλλων φαίνεσθαι, ὅπερ καὶ ἐν λοιδορίας μέρει παραλαμβάνει· „οὐδέ τι οἶδε | |
5 | νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω“ (Α 343). b(BCE3E4)T | ||
18250a2 | {πανθοΐδης ὁ γὰρ οἶος:} τέλειον ἐγκώμιον τοῦ φρονίμου. τὰ δὲ ἐναντία ἐπὶ τοῦ ἄφρονος· „οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω“. A | ||
18250b | ex. | ἄλλως· πρόσ〈σ〉ω καὶ ὀπίσ〈σ〉ω: πρόσσω τὸ παρ‐ ελθόν, ἐπειδὴ τὸ ἔμπροσθεν βλέπεται· καλεῖται δὲ πρόνοια. ὀπίσσω δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστι· καλεῖται δὲ ἀγχίνοια. b(BCE3E4)T | |
18251a | ex. | Ἕκτορι δ’ ἦεν ἑταῖρος: διὸ παρρησιάζεται ἀεὶ πρὸς τὸ συμφέρον αὐτῷ. ὥστε δεῖ τοὺς ἑταίρους οὐ τὰ προσφιλῆ, ἀλλὰ τὰ σύμφορα λέγειν. b(BCE3E4)T | |
18251b | ex. | ἰῇ δ’ ἐν νυκτὶ γένοντο: πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλήλων διαφέρουσιν, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως πρὸς ἀμφοτέρους ἐχούσης; ἔστιν οὖν A T διαφορὰ τοῖς γεννωμέ‐ | |
νοις οὐκ ἐν νυκτὶ μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν. A | |||
5 | Ἡράκλειτος (Vors.6 22 B 105 = fr. 63a M.) ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον, καὶ ἐν οἷς φησι· „μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, / οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται“ (Ζ 488—9). A T | ||
18251c | ex. | 〈ἰῇ δ’ ἐν〉 νυκτὶ γένοντο: ἔννοιαν ἔχει τινὰ γενναίαν τὸ λεγόμενον ὅτι οὐκ ἐν ταῖς ἡλικίαις, ἀλλὰ παρὰ τὰς φύσεις ἡ σύνεσις τοῖς ἀνθρώποις ἐπιγίνεται. b(BCE3E4)T | |
18251d | ex. | ἰῇ δ’ ἐν νυκτὶ γένοντο: ἔγκειταί τι θαυμαστὸν τῷ λόγῳ· συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν, ἀλλ’ ὁ μὲν συνετός, ὁ δὲ πολεμικός. οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς †τὰ χρήσιμα. A | |
18.252 | ex. | ἀλλ’ ὁ μὲν 〈ἂρ〉 μύθοισιν, 〈ὁ δ’ ἔγχεϊ πολλὸν ἐνίκα〉: δαιμονίως τῇ διαιρέσει, ὡς καὶ ἐν ἄλλοις· „μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων“ (Ι 443) καὶ „οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δ’ ἐστὲ μάχεσθαι“ (Α 258) καὶ „υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν | |
5 | εἶναι ἀρίστουσ“ (δ 211). T | ||
18.253 | ex. | ἀγορήσατο καὶ μετέειπεν: τοῦτο σημειωτέον πρὸς τὸ „ὁ δὲ φῆ κώδειαν ἀνασχών / πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα“ (Ξ 499—500). A | |
18254a | ex. | ἀμφὶ μάλα φράζεσθε, 〈φίλοι〉: εἰς ἐπίτασιν αὐτοὺς ἄγει εὐθὺς διὰ τῆς εἰσβολῆς, λέγων ὅτι πολλῆς ἐπισκέψεως τὰ παρ‐ όντα δεῖται· δεῖ γὰρ πρῶτον τὸν σύμβουλον δεῖξαι ὅτι περὶ μεγάλων ἡ σκέψις. καὶ τὸ φίλοι προσαγωγόν, ἵνα ἐμφήνῃ τὴν κηδεμονίαν. | |
5 | b(BCE3E4)T | ||
18254b | ex. | ἀμφὶ μάλα φράζεσθε {φίλοι}: οὐδέποτε τὸ φράσαι ἐπὶ τοῦ εἰπεῖν ὁ ποιητὴς τίθησιν, ἀλλ’ ἐπὶ τῆς διανοίας. ἔστιν οὖν περι‐ σκέψασθε, τῇ διανοίᾳ μάλα περισσῶς βουλεύσασθε. A | |
18254-83 | ex. | κέλομαι γὰρ ἔγωγε / ἄστυδε νῦν ἰέναι〈— ἔδονται〉: κεφάλαια συμβουλευτικὰ τὸ καλόν, τὸ δυνατόν, τὸ ἀναγκαῖον, τὸ συμφέρον· ὧν τὸ καλὸν πρὸς δόξαν ὁρᾷ· παρῆκε δὲ διὰ τὸν καιρόν· b(BCE3E4)T τὸ γὰρ ἀναχωρεῖν πλῆρες ἀδοξίας. | |
5 | τοῖς δὲ ἄλλοις ἀγωνίζεται· καὶ γὰρ δυνατόν φησι (sc. 255. 266) τὸ ἀναχωρεῖν νῦν, b(BE3E4)T τὸ δὲ εἰς τὴν ἐπιοῦσαν ἡμέραν ἀδύνατον καταληφθέντας ὑπὸ Ἀχιλλέως (cf. 267—72)· καὶ δυνατὸν τὸ ἀπὸ τείχους πολεμεῖν, εἰ δὲ καταλάβοι Ἀχιλλεύς, οὔ (cf. 268—78). τὸ δὲ συμφέρον, ὅτι νῦν ἀβλαβεῖς ἀπελεύσονται. ἀναγκαῖον δὲ τὴν | ||
10 | φυλακὴν τῆς Ἰλίου, b(BCE3E4)T νυκτὸς μὲν ἀγρυπνούντων, ἡμέρας δὲ ἀπὸ τείχους πολεμούντων (sc. 274—8). b(BE3E4)T | ||
18.255 | ex. | νῦν ἰέναι: ἔμφασιν ἔχει τὸ νῦν· ὃ γὰρ ὑποβάλλει, τοιοῦτόν ἐστι· νῦν πορεύεσθε, μὴ περιμένετε τὴν μεθ’ ἡμέραν φυγήν· τότε γὰρ πάντως φεύξεσθε βιασθέντες ὑπὸ Ἀχιλλέως. ἄμεινον οὖν προνοῆσαι τῆς ἀσφαλείας καὶ προλαβεῖν τὸν κίνδυνον. b(BCE3E4)T | |
18.256 | ex. (Ariston.) | 〈ἑκὰς δ’ ἀπὸ τείχεός εἰμεν:〉 ὁ δέ ἀντὶ τοῦ γάρ. Aim Til | |
18257a | ex. | οὗτος ἀνήρ: οὗτος, ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ ὀνομάσαι Ἀχιλλέα· b(BCE3E4)T ἐν γὰρ τῷ οὗτος μείζονα τὴν ἔμφασιν εἰργάσατο. b(BE3E4)T | |
18257b | ex. | 〈οὗτος ἀνήρ:〉 οἷον ὁ ἀρτίως κινήσας ἡμῖν τὸν θόρυβον. | |
Aint | |||
18258a | ex. | ῥηΐτεροι 〈πολεμίζειν〉: ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴ‐ διοι εἰς τὸ πολεμεῖν, ὅ ἐστιν εὐήττητοι. b(BCE3E4)T | |
18258b | ex. | ῥηΐτεροι πολεμίζειν: τουτέστιν εὐκαταμαχητότεροι ὥστε τὸ πολεμίζειν ἀντὶ τοῦ πολεμίζεσθαι. A | |
18259-60 | ex. | χαίρεσκον γὰρ 〈ἔγωγε—ἀμφιελίσσασ〉: ἀ‐ ναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατ’ ἴδιον ὄκνον ἀναχωρεῖν κελεύει, ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλλέως. b(BCE3E4)T | |
18.259 | D | 〈ἐπὶ νηυσὶν ἰαύων:〉 ἐπαυλιζόμενος ταῖς ναυσίν. Til | |
18262a | Nic. | 〈οἷος κείνου θυμὸς ὑπέρβιος:〉 καὶ τοῦτο καθ’ ἑαυτό· μᾶλλον γὰρ ἐμφαίνει. Aint | |
18262b | ex. | ὑπέρβιος: τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἤ ἐστιν ὑπεράγων τῇ βίᾳ. b(BCE3E4)T | |
18264a | ex. | μένος Ἄρηος δατέονται: μερίζονται τὸν πόλεμον νι‐ κῶντες καὶ νικώμενοι. ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ τοῦ πολέμου ἔργα, ὁ μὲν τοξεύων, ὁ δὲ ἀκοντίζων, ὁ δὲ σκυλεύων. b(BE3E4)T | |
18264b | ex. | μένος Ἄρηος δατέονται: διαιροῦνται τὸν πόλεμον, παρόσον ὁτὲ μὲν οὗτοι, ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν. A | |
18265a1 | Ariston. | περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν: τοῦτο σημειωτέον πρὸς τὸ „ἀμυνέμεναι ὤρεσσι〈ν〉“ (Ε 486), ὅτι κἀκεῖ | |
‘γυναιξί‘ λέγει, καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος ἐκεῖνο λέγει. A | |||
18265a2 | {ἠδὲ γυναικῶν:} ἐξηγητικόν ἐστι τοῦ „ἀμυνέμεναι ὤρεσ‐ 〈σ〉ι“ καὶ „ὀάρων ἕνεκα σφετεράων“ (Ι 327). T | ||
18265b | Did. (?) | 〈μαχήσεται:〉 ἐν ἄλλῳ „μαχέσσεται“. Aim | |
18266a | Hrd. | πίθεσθέ μοι: Τυραννίων (fr. 43 P.) παρώξυνε τὸ πί‐ θεσθε, ἀγνοῶν ὅτι μεταγενεστέρων Ἰώνων ἐστὶ τὰ τοιαῦτα, πιθέσθε λαβέσθε. T | |
18266b | ex. | ὧδε γὰρ ἔσται: δαιμονίως κινεῖ τὸ σχῆμα, T οὐχ ὑπόνοιαν, ἀλλ’ ἀλήθειαν βεβαίαν προβαλλόμενος. b(BE3E4)T | |
18266c | ex. | 〈ὧδε γὰρ ἔσται:〉 ἐμφαίνει ὅτι οὐ διὰ δειλίαν ταῦτα συμβουλεύει. Aint | |
18268-72 | ex. | εἰ δ’ ἄμμε κιχήσεται〈—Τρώων〉: ἄκρως προτρέπει ἁρπάσαι τὸν καιρὸν καὶ πρὸ τοῦ κινδύνου τῆς ἀσφαλείας προνοῆσαι. b(BCE3E4)T | |
18269a | ex. | 〈αὔριον〉 ὁρμηθεὶς σὺν τεύχεσι〈ν〉: καιρίως κεῖται καὶ τὸ σὺν τεύχεσιν· ἄοπλος γὰρ ἦν, φησί, πρὸς τῷ καὶ νύκτα ἐπιγεγο‐ νέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο. b(BCE3E4)T | |
18269b | ex. | σὺν τεύχεσιν: οὐδὲ τοῦτο ἀργόν· ὑποβάλλει γὰρ ὅτι καὶ νῦν διὰ τὸ ἄνοπλος εἶναι ἀπέσχετο τοῦ πολέμου. A | |
18269-70a | ex. | ex. | 〈εὖ νύ τις αὐτόν /〉 γνώσεται: γνώσεται πά‐ σχων κακῶς ὑπ’ αὐτοῦ. | διὰ τί δὲ μὴ ἰδίᾳ ταῦτα πρὸς Ἕκτορά φησιν; ὅτι συνέρρευσεν ἐξαίφνης τὸ πλῆθος εἰς ἐκκλησίαν. b(BCE3E4)T | |
18269-70b | ex. | 〈εὖ νύ τις αὐτόν / γνώσεται:〉 κακόν τι πεισόμενος ὑπ’ αὐτοῦ δηλονότι. Aim | |
18271a | ex. | πολλοὺς δὲ κύνες 〈καὶ γῦπες ἔδονται〉: οὐκ ἐν βλασφημίᾳ ταῦτά φησιν, ἀλλὰ ἐκφοβεῖ, ἵνα δέξωνται τὴν συμβουλήν. | |
b(BCE3E4)T | |||
18271b | ex. | πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται: οὐ κατάρατα καὶ βλάσφημα ταῦτα, ἀλλὰ φόβου ἕνεκα λέγεται· ἐπάγει γὰρ τὸ ἦθος ἑαυτοῦ (sc. Σ 272). A | |
18272a1 | ex. | 〈αἲ γὰρ δή μοι〉 ἀπ’ οὔατος 〈ὧδε γένοιτο〉: εἴθε δὴ τοῦτο οὐχ ὅπως μὴ ἴδοιμι, ἀλλὰ μηδὲ ἀκούσαιμι. T | |
18272a2 | εἴθε δέ μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ μηδὲ ἀκουσθείη. b(BCE3E4) | ||
18272b | ex.(?) | αἲ γὰρ δή μοι ἀπ’ οὔατος ὧδε γένοιτο: ἄπωθεν τοῦ ὠτός, οἷον μὴ ἀκούσαιμι· „αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔποσ“ (Χ 454). A | |
18273a | Nic. | εἰ δ’ ἂν ἐμοῖς ἐπέεσσι 〈πιθώμεθα κηδόμενοί περ〉: ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ πιθώμεθα ἢ κατὰ τὸ τέλος τοῦ στίχου· καὶ λόγον ἔχει ἀμφότερα. A | |
18273b | Did. (?) | 〈πιθώμεθα:〉 ἐν ἄλλῳ „πιθοίμεθα“. Aim | |
18274-6 | ex. | νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν〈—εἰ‐ ρύσσονται〉: διὰ νυκτὸς κρατερῶς βουλευσόμεθα· τὴν δὲ πόλιν οἱ πύργοι σώσουσιν. b(BCE3E4)T | |
18274a | D(~) | ex. | νύκτα μὲν εἰν ἀγορῇ 〈σθένος ἕξομεν〉: τὴν νύκτα κατισχύσομεν καὶ κρατήσομεν τῇ βουλῇ. | ἄλλως· ὃ λέγει, τοιοῦτόν | |
ἐστιν· †διεσπαρμένην συλλέξομεν καὶ τοὺς ἀνὰ τοῦ πεδίου καὶ τοὺς ἀνὰ τῆς πόλεως† φυλάττοντας νῦν· ὕστερον δὲ ἅμα ἡμέρᾳ (cf. Σ | |||
5 | 277—8) ἡμεῖς πολεμήσομεν. A | ||
18274b | ex. | 〈νύκτα μὲν εἰν ἀγορῇ〉 σθένος ἕξομεν: σθένος τὴν δύναμιν, ὅ ἐστι τὴν στρατιάν. οὕτω καὶ οἱ συγγραφεῖς δύναμιν κα‐ λοῦσι τὸ στράτευμα. b(BCE3E4)T καὶ Σοφοκλῆς (fr. 818 N.2 = 904 P. = 904 R.) „†ἐν τοῖσιν† ἵπποις τοῖσιν ἐκλελεγμένοις / ἥδιον εἰ χωροῖμεν | |
5 | ἢ παντὶ σθένει“. T φησὶν οὖν ὡς νυκτὸς ἐν ἐκκλησίᾳ βουλευσό‐ μενοι συνάξουσι τὸν στρατόν. ἢ ἰσχυροποιήσομεν ἑαυτοὺς ἠθροισμέ‐ νοι, τουτέστιν ἐν τῷ ἠθροῖσθαι φυλαχθησόμεθα· τὸ γὰρ εἰν ἀγορῇ νῦν οὐκ ἐν ἐκκλησίᾳ σημαίνει, ἀλλ’ ἐν τῷ ἀθροίσματι. b(BCE3E4)T | ||
18274c | Ariston. | εἰν ἀγορῇ σθένος ἕξομεν: πρὸς τὸ σημαινόμενον ὅτι ἐστὶ βουλευσόμεθα, τῇ βουλῇ κρατήσομεν. A | |
18.275 | ex. | ὑψηλαί τε πύλαι: νῦν αἱ δίοδοι· ἀλλαχοῦ δὲ ἐπὶ τῶν θυρῶν, b(BCE3E4)T „ἐν χερσὶ πύλας ἔχετε“ (Φ 531): b(BE3 E4)T „†ἔρρηξε† δὲ πύλας καὶ μακρὸν ὀχῆα“ (Ν 124): b(BCE3 E4)T „μέγα δ’ ἀμφὶ πύλαι μύκον“ (Μ 460). T | |
18.277 | ex. | πρωῒ δ’ ὑπηοῖοι: τὸ πρωΐ καὶ ἕως ἕκτης ὥρας δηλοῖ· διὸ προσέθηκε τὸ ὑπηοῖοι, b(BCE3E4)T ὡς καὶ Φιλήμων (fr. 210 [II p. 533] K.) φησίν· „μεμίσθωνταί με δείλης πρωΐασ“, | |
ἀντὶ τοῦ ἀρχομένης δείλης. b(BE3E4)T | |||
18278-80a | ex. | 〈στησόμεθ’ ἂμ πύργους— /〉 ἂψ πάλιν 〈εἶσ’〉 ἐπὶ νῆας: ἀναγκαίως τῷ προδεδιδαγμένῳ κινδύνῳ ἐκ τοῦ μένειν ἀντέθηκε τὴν ἐκ τῆς ἀναχωρήσεως ἀσφάλειαν· b(BCE3E4)T καὶ ὅτι ὁ πολέμιος μᾶλλον κινδυνεύσει ἤπερ ἡμεῖς. b(BE3E4)T | |
18278-80b | Nic. | 〈τῷ δ’ ἄλγιον, αἴ κ’ ἐθέλῃσιν / —μάχεσθαι. / ἂψ πάλιν εἶς’ ἐπὶ νῆασ〉: στικτέον ἐπὶ τὸ μάχεσθαι (279). Aint | |
18.280 | ex. | 〈ἂψ πάλιν:〉 ἐκ παραλλήλου τὸ αὐτό. Til | |
18281a | ex. | ἠλασκάζων: πλανῶν, παρὰ τὴν ἄλην· „ἐμὸν μένος ἠλασκάζει“ (ι 457). b(BCE3E4)T ὑποφαίνει δὲ ἡ λέξις τὸν μετὰ ἀναστροφῆς ἐλαύνοντα τοὺς ἵππους καὶ διαπειρώμενον εἰσελάσαι εἰς τὴν πόλιν. b(BE3E4)T | |
18281b | ex. | ἠλασκάζων: περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ ἀνύων ὁδόν, ἄλλως τε μεθ’ ἑλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμε‐ νος. ἔγκειται δὲ καὶ τὸ ἠλεόν, ὅπερ ἐστὶ ματαίως ἐλαύνων. A | |
18283a1 | Ariston. | Nic. | οὐδέ ποτ’ ἐκπέρσει· 〈πρίν μιν κύνες ἀργοὶ ἔδον‐ ται〉: ἡ διπλῆ, ὅτι τοιοῦτόν ἐστι τὸ λεγόμενον, πρότερον αὐτὸν οἱ κύνες κατέδονται ἢ ἐκπέρσει. καὶ οὐκ ἔστιν ἐλλιπὴς ὁ λόγος, ὥσπερ οὐδ’ ἐπ’ ἐκείνου· „τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν“ | |
5 | (Α 29). | στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει· μᾶλλον γὰρ οὕτως ἐμφαίνει. ἐὰν δὲ συνάπτηται, ἀδιανόητον γίνεται. A | ||
18283a2 | Ariston. | οἷον τεθνήξεται πρότερον ἢ πέρσει, b(BCE3E4)T καὶ „οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν“. b(BE3E4)T | |
18.284 | ex. | 〈ὑπόδρα ἰδών:〉 τὸ βλέμμα δηλοῖ ὅτι δυσαρέστως ἔχει πρὸς τοὺς λόγους. b(BCE3)Til | |
18285a | ex. | Πο〈υ〉λυδάμα, 〈σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεισ〉: τυραννικὴ ἡ εἰσβολή· b(BCE3)T οὐ γὰρ ὅτι μὴ σύμφορα εἰσηγήσατο, ἀνατρέπει, ἀλλ’ ὡς οὐχ ἡδέα. b(BE3)T | |
18285b1 | Did. | Πουλυδάμα {σὺ μὲν οὐκέτ’ ἐμοί}: ἔδει σὺν τῷ ν, Πουλυ‐ δάμαν. τοιοῦτο δὲ καὶ τὸ „Λαοδάμα“ (θ 141. 153), παρὰ τὸν ὀρθὸν λόγον. A | |
18285b2 | ἄλλως· {πουλυδάμα:} δίχα τοῦ ν, ὡς „Λαοδάμα, τί με ταῦτα κελεύετε“ (θ 153). T | ||
18286-7 | ex. | 〈ὃς κέλεαι κατὰ ἄστυ〉 ἀλήμεναι〈—πύρ‐ γων〉: ὁ μὲν τῆς ἀσφαλείας φροντίζων σεμνοῖς ὀνόμασιν ἐχρήσατο, ὁ δὲ μετατίθησι τὰ ὀνόματα δυσωπῶν τοὺς ἀκούοντας, b(BCE3E4)T ἀλήμεναι (286) λέγων τὸ ἀναχωρῆσαι καὶ ἐελμένοι ἔνδοθι | |
5 | πύργων (287). b(BE3)T | ||
18.286 | ex. | ὃς κέλεαι κατὰ ἄστυ 〈ἀλήμεναι αὖτις ἰόντασ〉: ὁ μὲν φυλάσσειν τὴν πόλιν ἔφη (cf. Σ 254—5. 274—8), ὁ δὲ δεινοτέρῳ ὀνόματι τὸν λόγον ἐξεφαύλισε, προσθεὶς τὸ ἀλήμεναι. A | |
18287a | ex. | ἢ οὔπω κεκόρησθε 〈ἐελμένοι ἔνδοθι πύργων〉: πρὸς τὸ „κέλομαι γὰρ ἔγωγε / ἄστυδε νῦν ἰέναι“ (Σ 254—5). T | |
18287b | Ariston. | 〈κεκόρησθε:〉 ὅτι Ζηνόδοτος γράφει „κεκόρησθον“, συγχέων τὸ δυϊκόν. Aim | |
18.288 | ex. | μέροπες: οἱ μερισθεῖσαν καὶ διαρθρωθεῖσαν τὴν ὄπα ἔχον‐ | |
τες. οἱ δὲ τὴν κτῆσιν μερισθέντες b(BCE3E4)T τῶν ζῴων. T | |||
18290-2a | ex. | 〈νῦν δὲ δὴ ἐξαπόλωλε—ἵκει:〉 ὁ τοῦ Ἕκτο‐ ρος λόγος μετὰ τοῦ καλοῦ καὶ τὸ συμφέρον ἔχει, τουτέστι συμφέροντος μέρος ἐστὶ καὶ τὰ περὶ τῶν χρημάτων, ἅπερ πολυχρονίῳ πολέμῳ ἐξαναλῶσθαι λέγει, ὅτι μείζων ἡ βλάβη πολιορκουμένων ἢ τῇ συμ‐ | |
5 | βολῇ κρίσιν διδόντων. b(BCE3E4)T | ||
18290-2b | ex. | 〈νῦν δὲ δὴ—ἵκει:〉 ἐπειδὴ ἀπόλωλε τὰ τῆς πό‐ λεως χρήματα, ἀφειδεῖν χρὴ καὶ τῶν σωμάτων. Aint | |
18291a1 | Ariston. | {πολλὰ δὲ δὴ} Φρυγίην: ὅτι ἑτέρα ἡ Φρυγία παρὰ τὴν Τροίαν, καὶ ὅτι ἐλλείπει ἡ εἴς, ἵν’ ᾖ εἰς Φρυγίαν. A | |
18291a2 | {πολλὰ δὲ φρυγίην:} πρὸς τὴν διαίρεσιν τῆς Τροίας καὶ Φρυγίας, ὅτι δύο, καὶ Λυδία οὔπω ἐκαλεῖτο. T | ||
18292a | ex. | κτήματα περνάμεν’ 〈ἵκει〉: κυρίως ἐπὶ τῶν διαπεπρα‐ μένων ζῴων. ἢ ἐπεὶ χρυσίου μὴ ὄντος ταῦτα ἐδέχοντο οἱ ἐπίκουροι. T | |
18292b | ex. | κτήματα περνάμεν’ 〈ἵκει〉: Φρυγῶν καὶ Μῃόνων ἀγορὰς κομιζόντων τοῖς Τρωσὶ καὶ ἀντὶ τούτων ἀντιφορτιζομένων, τῶν πολεμίων ἀπαγόντων καὶ πωλούντων, ἢ αὐτῶν τῶν Τρώων, ἵνα χρήματα λαμβάνωσι πρὸς τὸν πόλεμον καὶ παρέχωσι τοῖς συμ‐ | |
5 | μάχοις, οἷον ὁ Ἕκτωρ ἔφη· „τὰ φρονέων δώροισι κατατρύχω 〈καὶ ἐδωδῇ / λαούσ〉“ (Ρ 225—6). A | ||
18293-4 | ex. | νῦν δ’ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλο‐ | |
μήτεω / κῦδος ἀρέσθ’ ἐπὶ νηυσί: στρατηγικῶς μὲν αὐτοὺς ὑπέ‐ μνησε τῆς εὐνοίας τοῦ θεοῦ, βαρβαρικῶς δὲ καὶ ἀλαζονικῶς τὸ πᾶν εἰς ἑαυτὸν ἀναφέρει, b(BCE3E4)T μηδαμοῦ ἐκεῖνον ἀντιτιθεὶς ὅτι | |||
5 | κρείσσων ὁ ἐξιὼν ἐπ’ αὐτούς. T | ||
18.296 | ex. | οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω: εἰ μέχρι τοῦ ἐπιπείσεται προήγαγε τὸν λόγον, ἔννοιαν ἐδίδου ὡς μὴ πειθομένων ἑκοντὶ Πολυδάμαντι τῶν Τρώων. ὁ δὲ τυραννικῶς τὴν κρίσιν οὐ τῷ πλήθει κατέλιπεν, ἀλλ’ ἐπὶ τὴν ἑαυτοῦ ἐξουσίαν περιέ‐ | |
5 | σπασεν, ὡς διὰ φόβον Ἕκτορος οὐ πεισομένων αὐτῶν. b(BCE3E4)T | ||
18.298 | Ariston. | 〈ἐν τελέεσσι:〉 ὅτι ἀντὶ τοῦ μὴ λύοντες τὰς τάξεις. Aim | |
18300-1a | ex. | 〈Τρώων δ’〉 ὃς κτεάτεσ〈σ〉ιν 〈ὑπερφιάλως ἀνιάζει / συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι〉: ἐμ‐ φαίνει ὡς Πολυδάμας πλούσιος ὢν δειλιᾷ προκινδυνεύειν. φησὶ γοῦν· ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν αὐτὸς ἔχων πλείστην οὐσίαν, | |
5 | ἐκείνη δημευέσθω. καὶ ἔστι τοῦτο προτρεπτικὸν τοῦ πλήθους, ἀλλ’ ὑπονοεῖ τοὺς πλουσίους ὀκνεῖν ἐκστρατεύεσθαι δειλιῶντας κινδυνεύειν. b(BCE3E4)T | ||
18300-1b | ex. | Τρώων δ’ ὃς κτεάτεσσιν 〈ὑπερφιάλως—κα‐ ταδημοβορῆσαι〉: εἴ τις εὐλαβεῖται, μὴ ἀπολέσῃ τὰ ἴδια κτήματα, μερισάτω αὐτὰ τοῖς Τρωσί. πρὸς Πουλυδάμαντα δέ, ὃς ἵνα φυλάσσηται τὰ κτήματα, συνεβούλευεν ἀπὸ τοῦ τείχους ἀμύνεσθαι. A | |
18300-1c | ex. | ἄλλως· τοῦτο καὶ στρατηγήματός τινος ἔχεται· ὑποπτεύ‐ σας γὰρ τοὺς πλουσίους ἀνιᾶσθαι ἐξιόντας εἰς πόλεμον διὰ τὸ μὴ ἔχειν τοὺς τηρήσοντας τὰ χρήματα, φησὶ δεῖν διανέμειν τῷ πλήθει | |
αὐτά. A | |||
18300-1d | D | ex. | 〈Τρώων δ’ ὃς κτεάτεσσιν—καταδημοβορῆ‐ σαι:〉 τῶν Τρώων ὅστις ἂν ὑπερβαλ〈λ〉όντως ἀνιᾶται ἐπὶ τοῖς χρή‐ μασιν ὡς μέλλων ἀπολ〈λ〉ύειν αὐτὰ ὑπὸ 〈τῶν〉 πολεμίων (τοῦτο γὰρ ἐλλεῖπον προσυπακούεται), συναγαγὼν αὐτὰ δότω τοῖς πολίταις· | |
5 | βέλτιον γάρ ἐστιν ὑπὸ τούτων ταῦτα δαπανηθῆναι. | ἴσως δὲ ταῦτα κατηγορεῖ ὁ Ἕκτωρ, ἵνα σώζηται αὐτῷ τὰ χρήματα. A | ||
18.301 | ex. | λαοῖσι δότω: ὁ πλούσιος δότω τοῖς ἄλλοις, ὅπως αὐτοὺς συμμάχους ἔχοι καὶ φύλακας τῶν ἰδίων. b(BCE3E4)T | |
18.302 | ex. | 〈τῶν τινα βέλτερόν ἐστιν ἐπαυρέμεν ἤπερ Ἀχαι‐ ούς:〉 λείπει ὁ γάρ. Til | |
18305a | ex. | εἰ δ’ ἐτεὸν 〈παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύσ〉: καλὸν τὸ διστάζειν καὶ αὐτὸ τέως μὴ δοῦναι ὅτι ἀνέστη. b(BCE3)T | |
18305b | ex. | ἄλλως· εἰ δ’ ἐτεὸν παρὰ ναῦφιν〈—Ἀχιλ‐ λεύσ〉: οἴεται διὰ τὸ σῶμα Πατρόκλου αὐτὸν ἐξεληλυθέναι. T | |
18305c | ex. | παρὰ ναῦφιν: ἀπὸ τῶν νεῶν. b(BCE3)Til | |
18306a | ex.(?) | 〈ἄλγιον:〉 ἐπίπονον, b(BCE3)Til ἀδύνατον. b (BCE3) | |
18306b | ex. | αἴ κ’ ἐθέλῃσι: λείπει τὸ μάχεσθαι. b(BCE3)Til | |
18.307 | ex. | 〈δυσηχέος:〉 διὰ τοὺς ἀναιρουμένους. Til | |
18307-8 | ex. | ἀλλὰ μάλ’ ἄντην 〈/ στήσομαι〉: προτρεπτικῶς φη‐ σιν ἑαυτὸν ἐπιδώσειν τῷ κινδύνῳ. ἅμα δὲ θαρρεῖ τοῖς ὅπλοις καὶ τῷ | |
ἄοπλον εἶναι τὸν Ἀχιλλέα. b(BCE3)T | |||
18308a | Nic. | 〈στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φε‐ ροίμην〉: στικτέον ἐπὶ τὸ στήσομαι. Aint | |
18308b | ex. | ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην: πρὸς τὸ δοκοῦν εἶναι ἀναντίρρητον ὅτι ἀμείνων Ἀχιλλεύς, δημοκοπικῶς ἀντέ‐ θηκε τὴν ἐν πολέμοις †ἀδειλίαν. b(BCE3)T | |
18308c | ex. | ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην: πρὸς τὸ παράδοξον ἀντέθηκε· ἀπίστου γὰρ ὄντος τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν Ἕκτορα, προσθεὶς τὸ τῆς ἀδηλίας παρεμυθήσατο τὴν ἀπιστίαν A | |
18309a | ex. | ξυνὸς Ἐνυάλιος, 〈καί τε κτανέοντα κατέκτα〉: ὡς τὸ „ἐπιμὶξ δέ τε μαίνεται Ἄρησ“ (λ 537). ταῦτα δὲ λεγόμενα πρὸς νέους καταφρονεῖν διδάσκουσιν ὡς μὴ ἐχόντων τῶν κρεισσόνων κατὰ τῶν ἐλασσόνων ἐλπίδα. b(BCE3)T | |
18309b | ex. | ξυνὸς Ἐνυάλιος 〈καί τε κτανέοντα κατέκτα〉: κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν βουλόμενον κατέκτα. ὅμοιον δὲ τῷ „ἐπιμὶξ δέ τε μαίνεται Ἄρησ“ (λ 537). A | |
18.310 | ex. | ἐπὶ δὲ Τρῶες κελάδησαν: πολλὰ ἦν τὰ συναναγκάζον‐ τα πείθεσθαι τοὺς Τρῶας, πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρική, δεύτερον δὲ τὰ χρήματα, ἃ προέτεινεν αὐτοῖς, τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν ἐκείνοις ἐχαρίσατο, τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεῖλεν. A | |
18.311 | ex. | ἐκ γάρ σφεων φρένας 〈εἵλετο Παλλὰς Ἀθήνη〉: δείκνυσιν ὅτι τῆς ἑαυτοῦ γνώμης αὐτοκράτωρ ἐστὶν οὐδείς. b(BCE3)T | |
18312-3a | ex. | Ἕκτορι μὲν γὰρ ἐπῄνησα〈ν κακὰ μητιόωντι / | |
—βουλήν〉: πιθανὴ ἡ οἰκονομία· εἰ γὰρ ἔφυγον εἰς τὴν πόλιν, ταὐτὰ τοῖς ἐν ἀρχῇ ἐγένετο, τειχήρεις οἱ Τρῶες καὶ πολιορκία· καὶ οὐδ’ ἂν ὁ Ἕκτωρ ἀπώλετο, κωλυόμενος ὑπὸ τῶν δημογερόντων | |||
5 | προελθεῖν, b(BCE3)T ὡς καὶ αὐτός που λέγει· „οἵ με θέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσ〈σ〉ιν / αὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό τε λαοί“ (Ο 722—3). T | ||
18312-3b | ex. | ἄλλως· Ἕκτορι μὲν 〈γὰρ〉 ἐπῄνησα〈ν—βου‐ λήν〉: ἡ ἐλπὶς τοῦ δημοβορῆσαι οὐκ εἴα αὐτοὺς προνοῆσαι τὸ μέλλον, καὶ ἡ τοῦ Ἕκτορος ὑπόσχεσις ἐπαγγειλαμένου (sc. Σ 307—8) ὑποστή‐ σεσθαι τὸν Ἀχιλλέα. πρὸς δὲ τὴν ὅλην ποίησιν οἰκονομικῶς διέθετο | |
5 | ταῦτα ὁ ποιητής· b(BCE3)T πεισθέντων γὰρ τῷ Πολυδάμαντι τῶν Τρώων T ἐξαγώνιον ἂν κατέστη τὸ λοιπὸν μέρος τῆς Ἰλιάδος. b(BCE3)T | ||
18.312 | D (?) | 〈ἐπῄνησαν:〉 συνέθεντο. Til | |
18.313 | ex. | οὔ τις: „οὔ τι“ γράφει Ἐπαφρόδιτος (fr. 40), ἵν’ ᾖ ἀντὶ τοῦ οὔ. δύναται δὲ τὸ „ἐπῄνησαν“ (Σ 312) κοινὸν εἶναι. T | |
18314-5 | ex. | 〈αὐτὰρ Ἀχαιοί /〉 παννύχιοι Πάτροκλον 〈ἀνε‐ στενάχοντο γοῶντεσ〉: ὅρα τὰς μεταβάσεις ὡς ποικίλαι, ποτὲ μὲν ἐν τοῖς ἔργοις, ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ, νῦν δὲ καὶ ἐφ’ ἑνὶ εἴδει, τῷ θρήνῳ. A | |
18316a | ex. | ἁδινοῦ: λεπτοῦ καὶ ἀσθενοῦς. b(BCE3E4)T ὡς „μῆλ’ ἁδινά“ (α 92. δ 320)· T ὡς διὰ τὸ μὴ δύνασθαι μείζω λέ‐ | |
γειν· b(BCE3) τοιοῦτον γὰρ τὸ φθέγμα τῶν λυπουμένων. b (BCE3)T οἱ δὲ δαψιλοῦς, παρὰ τὸ ἅδην. b(BE3E4)T | |||
18316b | ex.(?) | 〈ἁδινοῦ:〉 γοεροῦ, θρηνώδους. Aint | |
18317a | ex. | χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν ἑταίρου〉: τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσι τοῦ ἑταίρου· b(BCE3)T ἢ τοῖς ἑαυτοῦ στήθεσιν ἐπιθέμενος τὰς χεῖρας τοῦ ἑταίρου. b(BCE3) | |
5 | D | χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν ἑταί‐ ρου〉: ἀμφίβολον, πότερον τὰς αὑτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλ‐ λεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότ〈ε〉ρον. A | |
18317b | Did. | 〈ἀνδροφόνους:〉 διὰ τοῦ ς ἅπασαι, ἀνδροφόνους. Aint | |
18318-22 | ex. | ὥς τε λὶς ἠϋγένειος, 〈/ ᾧ ῥά θ’ ὑπὸ σκύμνους —χόλος αἱρεῖ〉: ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν εἰκό‐ να παρέλαβεν, οὐκ ἄλλῳ τινὶ ζῴῳ ἀλλὰ λέοντι παραβαλὼν καὶ τὴν λύπην τῇ λύπῃ ὁμοιώσας· b(BCE3E4)T οὐδὲν γὰρ ἐμφαντικώ‐ | |
5 | τερον φανείη πρὸς τὸ δεῖξαι τὴν Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα τῶν γεγεννηκότων διαθέσεως. ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό | ||
τε γὰρ λυπούμενον ἅμα καὶ ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε καὶ ἑκατέρων ἡ λύπη παραπλησία ἀπολειφθέντων τῆς βοηθείας, καὶ ἡ τὸν ἐλαφηβόλον ζητοῦσα τῷ παρὰ Ἕκτορος δίκην λαβεῖν ἐπειγομένῳ. | |||
10 | b(BE3E4)T | ||
18318-9 | ex. | λὶς ἠϋγένειος 〈/ —σκύμνουσ〉: δύο μόνα τίκτει λέων, ὡς Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (6,31 p. 579b1). T | |
18318a | ex. | {πυκνὰ μάλα στενάχων} ὥς τε λὶς ἠϋγένειος: ἐμπεί‐ ρως πάνυ· αἱ γὰρ θήλειαι κάλλιστον ἔχουσι γένειον, οἱ δὲ ἄρσενες χαί‐ την. νῦν δ’ ἐπὶ θηλείας· ἄρσην γὰρ οὐ σκυμναγωγεῖ. τὸ δὲ λέαινα νεώ‐ τερον ὄνομα. A | |
18318b | ex. | ἠϋγένειος: θήλεια· ταύτης γὰρ τὸ γένειον κάλλιον, χαίτῃ δὲ οἱ ἄρσενες. T | |
18319a1 | Hrd. | Ariston. | σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνήρ: σκύμνος ὡς „ὕμνοσ“ (cf. θ 429) εἰς ἰδιότητα ἀνεγνώσθη. τὸ μέντοι ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης (p. 56 B.) πρὸς διαφοράν. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα μετ’ | |
5 | ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ υ, βαρύνεσθαι θέλει, „ὕμνοσ“ (cf. Θ 429), „κύκνοσ“ (cf. Β 460. Ο 692), „λύχνοσ“ (cf. τ 34), Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. | ἡ διπλῆ δέ, ὅτι | ||
οὕτως τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί. A | |||
18319a2 | Hrd. | σκύμνος ὡς „ὕμνοσ“, ὅτε ἐστὶ κατ’ ἰδιότητα. ὅτε μέντοι ἐπὶ ἀνδρός, ὀξύνεται· ἀναλογώτερον δὲ τὸ βαρυνόμενον. T | |
18319b | ex. | ἐλαφηβόλος: τοῦτο ἴσως πρῶτον †ἠγόρευται†, ἀφ’ οὗ ἔμεινε τὸ ὄνομα. ἢ ὅτι τάχιστον τῶν ἄλλων. T | |
18.320 | ex. | 〈ὕστερος ἐλθών:〉 ὕστερον τῶν ἁρπασάντων. Til | |
18321a | ex. | 〈ἄγκεα:〉 φάραγγας, σπήλαια. Aint | |
18321b | ex. | 〈ἴχνι’ ἐρευνῶν:〉 ἄριστα γὰρ ἰχνεύει. Til | |
18322a1 | ex. | δριμύς: ἀπὸ τῶν γευομένων παρήγαγεν. T | |
18322a2 | ἡ μεταφορὰ ἀπὸ τῶν γευομένων μετείληπται. b(BCE3E4) | ||
18.323 | Did. (?) | 〈μετεφώνει:〉 γράφεται „μετεφώνεε“. Aim | |
18324-5 | ex. | ὦ πόποι, ἦ ῥ’ ἅλιον 〈ἔπος ἔκβαλον—ἐν μεγάροισι〉: ἐκτείνει τὸ πάθος ὁ τοιοῦτος λόγος· οὐ γὰρ ἐφ’ οἷς αὐτὸς ἠπατήθη λυπεῖσθαί φησιν, ἀλλ’ ἐφ’ οἷς αὐτὸς ἠπάτησε τὸν Μενοίτιον. A | |
18.324 | ex. | ἦ ῥ’ ἅλιον 〈ἔπος ἔκβαλον〉: περιπαθὲς τὸ προοίμιον· μάλιστα γὰρ οἱ ἐν ἀξίᾳ μὴ πληροῦντες τὰς ὑποσχέσεις ἄχθονται· b(BCE3E4)T διὸ ἔκβαλον φησίν. T | |
18325a | ex. | θαρσύνων 〈ἥρωα〉 Μενοίτιον: περιπαθὲς καὶ τοῦτο ὅτι εὐλαβοῦς πατρὸς ἀπέσπασα τὸν Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος τὸν υἱόν, εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις. b(BC) T | |
18325b | ex. | θαρσύνων ἥρωα Μενοίτιον: καὶ τοῦτο περιπαθῶς, ὡς τοῦ Μενοιτίου οὐκ ἂν ἐκδόντος τὸν παῖδα διὰ τὴν πρὸς τὸν υἱὸν φιλοστοργίαν, εἰ μὴ Ἀχιλλεῖ κατεπίστευσεν ὡς σῶσαι ἱκανῷ ὄντι καὶ | |
ἐπαγγειλαμένῳ τοῦτο. A | |||
18326a | ex. | 〈εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν:〉 ὡς προσ‐ εδόκα. Til | |
18326b | ex. | περικλυτὸν υἱὸν ἀπάξειν: περικλυτὸν ἀπάξειν b(BC) T ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης. b(BCE4)T | |
18.327 | ex. | Ἴλιον ἐκπέρσαντα: ἀνατυπωσάμενος ἑαυτῷ πλείονα ἡδέα ὁ Ἀχιλλεύς, πορθουμένην Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπο‐ νοστοῦντα καὶ ἀποδιδόντα Μενοιτίῳ τὸν Πάτροκλον, οὐκ ἐπὶ τῷ θανάτῳ μόνον ἀποδύρεται, ἀλλ’ ἐπὶ πᾶσι λυπεῖται τοῖς ἀπὸ | |
5 | τῆς ἐλπίδος προσδοκηθεῖσι. δῆλον δὲ ὡς οὐδὲν ἐν Φθίᾳ περὶ τῆς Ἀχιλ‐ λέως εἱμαρμένης εἶπεν ἡ Θέτις· οὐ γὰρ ἂν πρὸ τῆς ἐξόδου ταῦτα ὑπισχνεῖτο περὶ τοῦ Πατρόκλου τῷ Μενοιτίῳ. b(BCE4)T τινὲς δέ φασιν οἴκοι μὲν πυθέσθαι, ἀπιστεῖν δέ, οἰόμενον ἐκφοβεῖν αὐτὸν τὴν μητέρα πρὸς τὸ μὴ κινδυνεύειν. T | ||
18.328 | ex. | ἀλλ’ οὐ Ζεὺς ἄνδρεσ〈σ〉ι 〈νοήματα πάντα τελευ‐ τᾷ〉: κλάει, ὅτι μή ἐστιν εἷς τῶν πορθησάντων τὴν Τροίαν. T | |
18.329 | D | 〈ἐρεῦσαι:〉 ἐρυθρὰν ποιῆσαι τῷ αἵματι. Aint | |
18.331 | ex. | ἱππηλάτα: ἱππικός, b(BC) T οὐ φυγάς, ὡς οἱ νεώτε‐ ροι. T ἄκρως δὲ ἀντιτίθησι τῷ Μενοιτίῳ τὸν ἑαυτοῦ πατέρα, ὅτι οὐ μόνος τὰ ὅμοια πείσεται τῷ φίλῳ, ἀλλὰ καὶ οἱ γονεῖς αὐτοῦ | |
ὅμοια καρτερήσουσι τῷ Μενοιτίῳ. b(BCE4)T | |||
18332a1 | Ariston. | οὐδὲ Θέτις μήτηρ, 〈ἀλλ’ αὐτοῦ γαῖα καθέξει〉: ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ, καὶ ὅτι οὐκ ἀπεκόμιζον τὰ ὀστᾶ τῶν τετελευτηκότων ἐπὶ ξένης εἰς τὰς πατρίδας. ἡ δὲ ἀναφορὰ πρὸς τὸ „ὥς κ’ ὀστέα παισὶν ἕκαστος / οἴκαδ’ ἄγῃ“ (Η 334—5). A | |
18332a2 | ὅτι συνῴκει τῷ Πηλεῖ ἡ Θέτις. Til | ||
18.333 | ex. | Πάτροκλε: περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς τεθνεῶτας διαλέγεσθαι ὡς πρὸς ζῶντας. καὶ ἔστιν ἔμψυχον τὸ τοιοῦτον εἶδος τῶν λόγων. b(BC) T | |
18334-5a | ex. | οὔ σε πρὶν κτεριῶ 〈πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι / τεύχεα καὶ κεφαλήν〉: πῶς φησιν ‘ἄταφον ἐάσω τὸ σῶμα‘ τῆς τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὔσης; ῥητέον δὲ ὅτι ἠκηκόει παρὰ τῆς μητρός· „οὐδέ ἕ φημι 〈/ δηρὸν〉 ἐπαγλαϊεῖσθαι, | |
5 | ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ“ (Σ 132—3). b(BCE4)T | ||
18334-5b1 | ex. | 〈πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι / τεύχεα καὶ κεφαλήν:〉 πῶς {δὲ} τὰ ἑαυτοῦ ὅπλα Ἕκτορός φησιν; ἢ τοίνυν τὸ Ἕκτορος (334) πρὸς τὸ κεφαλήν (335) μόνον ἐκληπτέον· ἢ ὅτι καὶ αὐτὰ τοῦ ἀφελομένου κτῆμα γέγονεν. b(BCE4) | |
18334-5b2 | τοῦ γὰρ ἀφελομένου κτῆμα γέγονεν. Til | ||
18.335 | ex. | μεγαθύμου 〈σεῖο φονῆοσ〉: αὔξει τὸν θάνατον τοῦ φίλου καὶ τὴν ἐπικουρίαν αὐτοῦ. b(BCE4)T | |
18.336 | ex. | 〈ἀποδειροτομήσω:〉 δειρὴ κυρίως ἡ τῶν ἀλόγων, παρ’ | |
ὅσον ἐκεῖθεν ἐκδέρονται· b(BC) Til καταχρηστικῶς δὲ νῦν. b(BC) | |||
18338a | Did. | 〈αὕτως:〉 διὰ τοῦ α αὕτως πᾶσαι εἶχον. | |
18338b | ex. | 〈αὕτως:〉 ὡς ἔχεις. Til | |
18.339 | Ariston. | 〈Δαρδανίδεσ〉 βαθύκολποι: οὐδέποτε τὰς Ἑλληνίδας βαθυκόλπους φησίν. T [bis] πῶς οὖν Ζηνόδοτος γράφει „ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι“ (cf. Β 484); T | |
18.341 | ex. (Ariston.?) | 〈τὰς αὐτοὶ καμόμεσθα:〉 ἐκ τοῦ παρεπομένου· οἱ κτώ‐ μενοι γὰρ κακοπαθοῦσι. b(BCE4)Til | |
18.342 | ex. | πιείρας 〈πέρθοντε πόλεις μερόπων ἀνθρώπων: πιείρας〉 εὐγείους· „ἐπεὶ μάλα πῖαρ ὑπ’ οὖδασ“ (ι 135). b(BCE4)T φιλοστόργως δὲ τὸν Πάτροκλον συνεργὸν ἀπέφηνε τῶν κατορθωμά‐ των καὶ ἀπὸ τῶν †ἑαυτῶν† οἰκτίζεται εἰς τὰ κατ’ αὐτόν. b(BC) T | |
18.344 | ex. | 〈ἀμφὶ πυρὶ〉 στῆσαι τρίποδα: ὡς συνήθους ὄντος καίειν πρῶτον, εἶτα ἐπιτιθέναι τὸν τρίποδα ὕστερον. T | |
18.345 | ex. | 〈βρότον αἱματόεντα:〉 τὸ ἀπὸ τοῦ φόνου αἷμα. Til | |
18346a | ex. | οἱ δὲ λοετροχόον 〈τρίποδ’ ἵστασαν ἐν πυρὶ κη‐ | |
λέῳ〉: εἰς ταπεινῶν πραγμάτων ἀπαγγελίαν ἐμπεσὼν ἐκάλυψε τῇ συνθέσει τῶν ἐπιθέτων. τὸ δὲ τὰ μικρὰ καὶ ἄδοξα μεγαλοπρεπῶς ἐξενεγκεῖν καὶ σεμνῶς ἀπαγγεῖλαι θαυμασίας ἐστὶ δυνάμεως. b(BCE4)T | |||
18346b | ex. | 〈λοετροχόον:〉 εἰς ὃν τὰ λουτρὰ χεῖται. b(BCE4)Til | |
18349a1 | ex. | ἤνοπι χαλκῷ: ἤνοπι ἐν ᾧ ἔστιν ἐνοπτρίζεσθαι. ἔστιν οὖν ὡς τὸ „φαεινὴν ἀμφὶ σελήνην“ (Θ 555). T | |
18349a2 | λεπτῷ καὶ καθαρῷ, ἐν ᾧ ἔστι καὶ ἐνοπτρίσασθαι. ἔστι δὲ „φαεινὴν ἀμφὶ σελήνην“. b(BCE4) | ||
18.350 | ex. | 〈καὶ ἤλειψαν λίπ’ ἐλαίῳ:〉 ὅτι ἀρχαῖον τὸ ἔθος. Til | |
18351a | ex. | ἐν δ’ ὠτειλὰς πλῆσαν 〈ἀλείφατος ἐννεώροιο〉: οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου. A | |
18351b | Ariston. | 〈ὠτειλάς:〉 ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος (cf. Π 807—9), ὑπὸ δὲ Ἕκτορος οὔτασται (cf. Π 820—1), καὶ συλ‐ ληπτικῶς εἴρηκε πάντα τὰ τραύματα ὠτειλάς. A | |
18351c1 | ex. (Ariston.) | ὠτειλάς: συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησιν (cf. Π 807—9). καλῶς οὖν ἀπὸ τῆς Ἕκτορος †νέας πεπληγὼς† εἶπεν. T | |
18351c2 | συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησι. καλῶς δὲ ὠτειλάς εἶπε· πλείονες γὰρ ἦσαν, καὶ ὅτι Ἕκτωρ αὐτὸν οὐτάσας ἀναιρεῖ (cf. Π 820—1). b(BC) | ||
18351d | ex. | ἀλείφατος ἐννεώροιο: νέου. b(BCE4) ξηραντικῷ | |
δὲ ἐλαίῳ χρῆται, ὃ φυλάσσει τοὺς νεκρούς, ὡς τὸ κέδρινον. b(BCE4)T | |||
18352a | D | ex. | Hrd. | 〈ἑανῷ〉 λιτί: λιτῷ καὶ ἀποικίλτῳ ὑφάσματι, ὅ ἐστι λινῷ. | οἱ δὲ ἐξ ἀντιφράσεως τὸ ποικίλον. οἱ δὲ, ὅ φασιν Ἀττικοὶ λῄδιον. | δεῖ δὲ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί κατὰ τὸν κανόνα τοῦ Ἡρωδιανοῦ (2,107,26)· πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων | |
5 | ὀξύνεσθαι θέλει, „φωτί“ (Γ 219 al.), „παντί“ (Β 108 al.), θητί· οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ Ψ (ad 254, Hrd. 2,121, 18) λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα· οὕτως γὰρ καὶ Ἀρίσταρχος. εἰσὶ δὲ οἳ προπερισπῶσιν, οὐ καλῶς. εἶτα ἐπάγει οὕτως· „παραιτητέον δὲ τὸν Ἀσκαλωνίτην (p. 57 B.) οἰόμενον ἀπὸ | ||
10 | τῆς λίς εὐθείας κεκλίσθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα διὰ τοῦ †τος† κλίνεσθαι. | ||
μεταπλασμὸς οὖν ἐστι τῆς λιτῷ δοτικῆς ὡς ἡ κλαδί τῆς κλάδῳ. καὶ ἡ αἰτιατικὴ „λῖτα“ (Θ 441) μεταπέπλασται ἐκ τῆς λιτόν ὡς κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ „κάθηράν τε ῥύπα πάντα“ | |||
15 | (ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μετα‐ πλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς „τινά“ (Α 62 al.) κατὰ ἀόριστον προφοράν.“ A | ||
18352b | ex. | ἑανῷ: ὅτι οὐ λαμπρῷ· ἐπάγει γὰρ „καθύπερθε δὲ φάρεϊ λευκῷ“ (Σ 353). ἔστιν οὖν b(BCE4)T λεπτῷ ὡς τὸ „ἑανοῦ κασσιτέροιο“ (Σ 613), τοῦ εἰς λεπτὸν ἐλαθέντος. b(BCE3)TTil οἱ δὲ ἑανῷ τῷ ἐνδυτικῷ· οἱ δὲ ἐξ ἀντιφράσεως τῷ ποικίλῳ· b(BCE4) | |
5 | T οἱ δέ, ὅ φασιν Ἀττικοὶ λῄδιον. T | ||
18352c | Ariston. | 〈λιτί:〉 πρὸς τὸ λιτί, 〈ὅτι ***〉. Aim | |
18356a1 | Ariston. | Ζεὺς δ’ Ἥρην 〈προσέειπε〉: ὅτι κατὰ τὸ σιωπώ‐ μενον Ἥρα καὶ ὁ Ζεὺς γεγόνασιν ἐν τῷ Ὀλύμπῳ, καὶ οὐ ξενιστέον, ὅταν λέγῃ κατὰ συμπέρασμα. A | |
18356a2 | {ζεὺς δ’ ἥρην:} κατὰ τὸ σιωπώμενον ἐξ Ἴδης εἰς Ὄλυμπον γέγονεν ὁ Ζεύς. T | ||
18356b | ex. | ἄλλως· Ζεὺς δ’ Ἥρην 〈προσέειπε〉: Ζηνοδώρῳ (p. 135 Pusch) τῷ συγγράψαντι Περὶ τῆς Ὁμήρου συνηθείας τὰ δέκα βιβλία συγγέγραπται καὶ περὶ τούτου τοῦ τόπου· ἐν ᾧ συγγράμματι | |
πειρᾶται ἀποδεικνύειν διεσκευασμένον τόπον τοῦτον ἐπῶν τριῶν καὶ | |||
5 | δέκα (sc. Σ 356—68)· πρῶτον γάρ φησι τὰς εἰσαγομένας τῶν θεῶν ὁμιλίας οὐκ ἐκτὸς τῆς ὑποθέσεως παραλαμβάνεσθαι, ἀλλὰ ἢ ὑπὲρ διδαχῆς τινος τῶν εἰς τὴν Ἰλιάδα συντελούντων πραγμάτων ἢ καὶ ὑπὲρ ἐπιδείξεως ἱστορίας παλαιᾶς, οἷον τὴν Διώνην πρὸς Ἀφροδίτην λέγουσαν· „τέτλαθι, τέκνον ἐμόν· / b(BCE4)T πολλοὶ γὰρ δὴ | ||
10 | τλῆμεν· / τλῆ μὲν Ἄρησ“ (Ε 382. 383. 385)· ἱστορίαν γὰρ παλαιὰν ἐκτίθεται· b(BE4)T †τὴν δὲ ἥρας† πρὸς Δία ἐπικερτόμησιν· „Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω; / b(BCE4)T ἦ μάλα δή τινα Κύπρις b(BE4)T Ἀχαιϊάδων ἀνιεῖσα“ (Ε 420—1) T ὑπὲρ διδαχῆς ὅτι ὑπὸ Ἀφροδίτης ἠπατήθη ἡ Ἑλένη. | ||
15 | ἀλλὰ καὶ τὰς ἄλλας ὁμιλίας τῶν θεῶν οὐκ εἰκῆ παραλαμβάνεσθαί φησι. ταύτην δὲ οὔτε τοῖς ὑποκειμένοις πράγμασι πλέον τι προστιθέναι οὔτε ἱστορίαν τινά. b(BE4)T ἔπειτα μέλλοντα τὸν Ὅμηρον δια‐ τίθεσθαι τὰ παρὰ Ἡφαίστου πρὸς Θέτιν λεγόμενα οὐκ ἂν πρὸ †αὐτῆς† ἄλλην διάλεξιν θεῶν παραλαβεῖν, ποικίλλειν ὅλως σπουδά‐ | ||
20 | ζοντα τὴν ποίησιν καὶ ἀπὸ μὲν τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεῖα, ἀπὸ δὲ τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα μεταβάλλειν εἰωθότα. b(BCE4)T οὐκ ἂν οὖν ἐπαλλήλως τὰ ὅμοια διαθέσθαι. T εἶτα ἀνόητον τὸ λέγειν „ἔπρηξας καὶ ἔπειτα“ (Σ 357) ὡς ἐκ πείσματος παρηκολουθη‐ | ||
κότα τοῖς γενομένοις· οὐδὲ γὰρ ῥητῶς δεδηλωκέναι τὸν ποιητὴν ὅτι | |||
25 | ταῦτα ὕστερον ἔμαθεν ὁ Ζεύς, ὥσπερ ἐν τῇ Α (522—3) „ἀλλὰ σὺ μὲν †αὖτις ἀπόστιχε, b(BE4)T μή σε νοήσῃ / Ἥρη“, T εἶτα (ib. 536—7) „οὐδέ μιν Ἥρη / ἠγνοίησεν ἰδοῦσα“. ἔπειτα ἄλογον τῇ μὲν Ἥρᾳ χαλεπαίνειν αὐτὸν ἐπὶ τῇ τῆς Ἴριδος ἀποστολῇ (cf. Σ 168 et 184), τῇ δὲ Ἀθηνᾷ μηδὲ κατὰ βραχὺ τῇ καὶ συμπαραστάσῃ | ||
30 | Ἀχιλλεῖ καὶ τὸ πῦρ δειξάσῃ πρὸς κατάπληξιν τῶν πολεμίων (cf. S 203—27), ὁπότε γε ἔμπροσθεν (sc. Θ 407. 421) τῇ μὲν Ἥρᾳ συγ‐ γινώσκειν φησι τὸν Δία, τῇ δὲ Ἀθηνᾷ χαλεπαίνειν πλέον. ἔτι τε πολλὴν τὴν ἀλογίαν φαίνεσθαι, εἰ παρὰ καιρὸν ἡλίου δύναντος ὑπὸ Ἥρας (cf. Σ 239—41) οὐδὲν περὶ τούτου ἐγκαλεῖ ὁ Ζεύς, παρεγχειρου‐ | ||
35 | μένης τῆς τοῦ κόσμου τάξεως. b(BE4)T πῶς τε οὐκ ἐναντίον φάσκειν περὶ Διὸς „†μίσησε† δ’ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι / b(BCE4)T Τρῳῇσι〈ν〉· τῷ καί 〈οἱ〉 ἀμυνέμεν ὦρσεν ἑταίρουσ“ (Ρ 272—3), T νῦν δὲ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἀγανακτεῖν; οὐδὲν γὰρ ἄλλο πέπρακται ἐκ τῆς Ἀχιλλέως ἀναστάσεως ἢ τοῦτο μόνον τὸ | ||
40 | μηδὲν παθεῖν τὸ σῶμα· b(BCE4)T πῶς τε τὴν ἀπὸ τῆς Ἴδης μετάβασιν τοῦ Διὸς οὐ δεδήλωκεν; ἀλλὰ ταὐτὸ ἐν ἄλλοις στίχοις μὴ ἀμφισβητουμένοις οὐχ ἱκανὸν πρὸς κατηγορίαν †συγχωρητέον κατὰ τὸ σιωπώμενον οὕτω γεγενῆσθαι· ὅπου δὲ τἆλλα σαθρά ἐστι καὶ ὕποπτα, καὶ τοῦτο ὕποπτον. ἥ γε μὴν ἀπολογία τῆς Ἥρας καὶ | ||
45 | ἀνοήτως ἔχει· δέον γὰρ προβάλλεσθαι ὅτι κακὸν οὐδὲν εἰργάσατο τοὺς Τρῶας σώσασα τὸν Πάτροκλον, ὅπερ καὶ τῷ Διῒ ἐκεχάριστο, | ||
φησὶν „οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;“ (Σ 367)· οὐδὲν γὰρ ἄλλο πράττει νῦν ἢ συκοφαντεῖ ἑαυτήν. b(BE4)T ταῦ‐ τα ὡς ἐν κεφαλαίοις ὑπὸ τοῦ Ζηνοδώρου συγγέγραπται. ἀφαιρου‐ | |||
18356b(50) | μένων δὲ τῶν τριῶν καὶ δέκα στίχων τὰ λοιπὰ ἔχει ἁρμονίαν. b(BCE4) T | ||
18.357 | ex. | ἔπρηξας καὶ ἔπειτα: περισσὸς ὁ καί. τὸ δὲ ἔπειτα b (BC) T ἀντὶ τοῦ παραυτίκα. ἠθικῶς δὲ διαλέγεται ὡς ἐπιμεινά‐ σης αὐτῆς τῇ αὐτῇ βουλῇ. ἐμψύχως δὲ τὴν ὑπερβολὴν ἔδειξε τῆς φιλίας. b(BCE4)T | |
18362-3a | ex. | καὶ μὲν δή πού τις 〈μέλλει βροτὸς— οἶδε〉: οὔτε ἀρνεῖται τὸ γεγονὸς οὔτε ὡς δικαίως ἔπραξε παρρησιά‐ ζεται. θεραπεύουσα δὲ τὸν Δία ἠθικῶς φησιν ὅτι δίκαιον ἦν ἐκτελεσθῆ‐ ναι τὰ τῆς ἐπιθυμίας †αὐτῆς†, οὔσῃ καὶ γυναικὶ καὶ ἀδελφῇ (cf. Σ | |
5 | 364—7). b(BCE4)T | ||
18362-3b | ex. | ἄλλως· καὶ μὲν δή πού τισ〈—οἶδε〉: ὀργισθεὶς αὐτῷ, ὃ πρόθηται ποιήσειν αὐτό〈ν〉, πράσσει. b(BCE4)T | |
18.363 | ex. | 〈οὐ τόσα μήδεα:〉 ὡς ἡ θεία φύσις. Til | |
18364-7a1 | Nic. | Did. | πῶς δὴ ἔγωγ’, ἥ φημι〈—κακὰ ῥάψαι;〉: τὸ ἑξῆς πῶς δὴ ἔγωγ’ (364) οὐκ ὄφελον Τρώεσσι (367). τὰ δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον. | παρὰ δὲ Ζηνοδότῳ κατὰ Δώριον „ἐγών“ (364). A | |
18364-7a2 | Nic. (?) | πρὸς τὸ κάτω τὸ κακά (367) ἡ ἀπόδοσις. A | |
18.367 | ex. | οὐκ ὄφελον: ἀντὶ τοῦ b(BC) T οὐκ ἔμελλον. ὑπερω‐ | |
τηματικὸς δέ ἐστιν ὁ λόγος (sc. Σ 364—7). b(BCE4)T | |||
18.368 | ex. | πρὸς ἀλλήλους ἀγόρευον: κυρίως τὸ ἐν πλήθει λέγειν ἀγορεύειν, καὶ τὸ ἀλλήλους ἐπὶ πλήθους. ταῦτα δὲ ἐπὶ δύο ἔταξε καταχρηστικῶς. b(BCE4)T | |
18.369 | Ariston. | Ἡφαίστου 〈...〉 δόμον: ὅτι ἐν Ὀλύμπῳ τὸ χαλκεῖον Ἡφαίστου· φησὶ γοῦν· „τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ 〈πόδες φέρον〉“ (Σ 148). T | |
18370a1 | ex. | ἀστερόεντα: λαμπρόν· φησὶ γοῦν „ἀστὴρ δ’ ὣς ἀπέλαμ‐ πε“ (Ζ 295). T | |
18370a2 | 〈ἄφθιτον:〉 ἀκατάλυτον. ἀστερόεντα δὲ τὸν λαμπρόν, οὐ τὸν ἀστερώδη. b(BCE4) | ||
18372a | ex. | ἱδρώοντα: πρὸ πολλοῦ ταῦτα ᾠκονόμηται ἐπὶ τῆς Α ῥαψῳδίας, τὸ δημιουργὸν τὸν θεὸν τοῦτον εἰσῆχθαι, καὶ τοὺς θα‐ λάμους τοῖς θεοῖς κατασκευάζοντα (cf. Α 608. Ξ 166—7) καὶ τὸ σκῆπτρον τῷ Διΐ (cf. B 101), ἵν’ ἐπὶ τῆς μείζονος χρείας μὴ παράδοξον | |
5 | φανῇ τὸ χαλκέα τινὰ τῶν θεῶν εἰσάγεσθαι. b(BC) T | ||
18372b | ex. | ἑλισσόμενον: εἰλούμενον, καὶ ὅτι ἡ πυρώδης οὐσία εἰλεῖται. b(B) T | |
18372c | ex. | ἑλισσόμενον: ἤτοι ἐπιστρεφόμενον, ὡς χωλόν. ἢ μεμί‐ μηται ἐπὶ τοῦ Ἡφαίστου τὴν τοῦ πυρὸς κίνησιν. A | |
18373a | Ariston. | σπεύδοντα· τρίποδας 〈γὰρ ἐείκοσι πάντας ἔτευ‐ χεν〉: ὅτι τὸ σπεύδοντα ἐνεργοῦντα, καὶ ὅτι 〈τὸ〉 πάντας | |
παρέλκει. A | |||
18373b | ex. (Ariston.?) | 〈σπεύδοντα· τρίποδας γὰρ〉 ἐείκοσι πάντας 〈ἔ‐ τευχεν〉: ὡς „εἴκοσι δ’ ἔκβαλε πάντα“ (ε 244), „οἱ δ’ ἐννέα πάντες ἀνέσταν“ (Η 161). τὸ δὲ σπεύδειν οὐκ ἐπὶ τοῦ κακοπαθεῖν. T | |
18373c | ex. | σπεύδοντα: οὐκ ἐπὶ τοῦ κακοπαθεῖν νῦν κεῖται τὸ σπεύ‐ δειν. ἐργάζεται δὲ οὐ δεόμενος τῶν ἀναγκαίων, ἀλλ’ ὅτι ῥαθυμεῖν οὐ δεῖ, ὅπου καὶ θεοὶ ἐργάζονται. τὰ δὲ ἔμψυχα ἔργα (cf. Σ 375—7) πίστιν τε ἅμα τῆς ἀσπιδοποιΐας ἔχει b(BCE4)T καὶ τοῦ | |
5 | συμπτώματος τῶν ποδῶν ἀναπλήρωσιν τῇ τέχνῃ. T δῆλος δέ ἐστιν εἰδὼς μηχανικήν. b(BE4)T | ||
18.374 | ex. | μεγάροιο: τοῦ τῶν θεῶν, ὅταν ἐπὶ τὸ αὐτὸ εἶεν συνηγ‐ μένοι πάντες. T | |
18375a1 | Hrd. | ὑπὸ κύκλα ... θῆκεν: τινὲς „ὑπόκυκλα“ ὡς ὑπότροχα, οὐκ εὖ· ἔστι γὰρ τὸ ἑξῆς ὑπέθηκε. τὸ μέντοι ἐν τῇ Ὀδυσσείᾳ „τάλαρόν θ’ ὑπόκυκλον“ (δ 131) κατὰ σύνθεσιν ἀνεγνωσμένον ἑτέρου ἔχεται σημαινομένου. A | |
18375a2 | ἡ ὑπό πρὸς τὸ ἔθηκε. τινὲς δὲ „ὑπόκυκλα“ ὡς ὑποπόδια, κακῶς. b(BC) T τὸ μέντοι „τάλαρον θ’ ὑπόκυκλον ἔθηκεν“ (δ 131) ὑφ’ ἕν, καὶ ἔχει οὐδετέρου παρασχηματισμόν. T | ||
18376a | Ariston. | | ὄφρα οἱ αὐτόματοι 〈θεῖον δυσαίατ’ ἀγῶνα〉: | |
Did. | ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα ᾖ ὄφρα αὐτῷ. καὶ ὅτι θεῖον ἀγῶνα λέγει τὴν συναγωγὴν τῶν θεῶν. A | ἐν δὲ ταῖς εἰκαιοτέραις | ||
„θεῖον κατὰ δῶμα νέοιντο“. AT | |||
18376b | Did. (?) | 〈δυσαίατ’ ἀγῶνα:〉 ἐν ἄλλῳ „δύσονται ἀγῶνα“. Aim | |
18377a | Nic. | ἠδ’ αὖτις πρὸς δῶμα 〈νεοίατο· θαῦμα ἰδέσθαι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ νεοίατο· μᾶλλον γὰρ ἐμφαίνει. A | |
18377b | ex. | θαῦμα ἰδέσθαι: διὰ τῶν τοιούτων προσθηκῶν γίνεται πιστὸς ὁ λόγος· ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁ ποιητὴς ὅτι θαυμαστὰ εἰσάγει καὶ ἐκπλήττοντα. b(BC) T | |
18378-81 | ex. | 〈οἱ δ’ ἤτοι τόσσον μὲν ἔχον τέλος—ἀρ‐ γυρόπεζα〉: ἀξιοπίστως {δὲ} ὡς παρών, ἵνα δειχθῇ ἡ πρὸς τὴν Θέτιν σπουδή, ὅτι ἀτέλεστον τὸ ὑποκείμενον ἔργον ἐάσας ἐτελείωσεν, ὅσα ἠθέλησεν. A | |
18378a | Ariston. | οἱ δ’ ἤτοι 〈τόσσον μὲν ἔχον τέλοσ〉: ὅτι ἐπὶ τῶν παρὰ μικρὸν τετελειωμένων οὕτως λέγει. „ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν“ (Ψ 454)· „τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα“ (Χ 322). A | |
18378b | ex. (ex. + | τόσ〈σ〉ον μὲν ἔχον τέλος, 〈οὔατα δ’ οὔπω〉: | |
Ariston.) | τόσ〈σ〉ον T ἀντὶ τοῦ ὅλον, b(BC) T „ὃς τὸ μὲν ἄλλο | ||
τόσον φοῖνιξ ἦν“ (Ψ 454)· οὕτως γάρ φησι πρὸς τὰ παρ’ ὀλίγον τετελεσμένα. οἱ δὲ Γλωσσογράφοι τόσ〈σ〉ον ἀντὶ τοῦ τὸ σῶμα. T | |||
5 | οἱ δέ, ἐπὶ τοσοῦτον ἔσχον τὸ τέλος ὥστε τῶν ὤτων προσδεῖσθαι. b(BC) T τινὲς δὲ τόσσον τὸ λοιπόν. b(B) T | ||
18379a | ex. | ἤρτυε: ἡτοίμαζε. b(BCE4)T | |
18379b | ex. | κόπτε δὲ δεσμούς: ἤλαυνε τοὺς ἥλους T ὥστε καταπεῖραι τὰ ὦτα. μείζων δὲ ἡ χάρις τοῦ καταλιπόντος ἡμιτελὲς τὸ ἔργον. b(BCE4)T | |
18379c | ex. | κόπτε: ἤλαυνε. δεσμούς δὲ τὰς λαβάς, ἢ τοὺς ἥλους ἐνήργει. b(BCE4)T | |
18.381 | Did. (?) | 〈τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα:〉 ἐν ἄλλῳ καὶ οὗτος εὑρέθη, ἀπέστραπτο δέ. Aim | |
18382a | ex. | 〈τὴν δὲ ἴδε προμολοῦσα〉 Χάρις λιπαροκρήδε‐ μνος: προαπαντᾷ τῇ εὐεργετησάσῃ ἡ τοῦ Ἡφαίστου Χάρις, ὅτι δεῖ τοὺς εὐεργέτας ἑτοίμως ἀμείβεσθαι. b(BC) T διὰ δὲ τὸ χαρίεντα εἶναι τὰ δημιουργήματα Χάριν αὐτῷ καὶ Ἀφροδίτην συνοικίζουσιν. | |
5 | ἢ ὡς πλουσίῳ συνοικεῖ· τούτοις γὰρ ἕπεται τὸ χαρίζεσθαι. b(B) T | ||
18382b | ex. | τὴν δὲ ἴδε προμολοῦσα 〈Χάρισ〉: ζητεῖται, διὰ τί ἐν Ὀδυσσείᾳ (sc. θ 267—366) τὴν Ἀφροδίτην παρίστησι γυναῖκα Ἡφαίστου, ἐνθάδε δὲ τὴν Χάριν. κατ’ ἀμφότερα, ὅτι τῇ τέχνῃ τὴν χάριν προσεῖναι δεῖ, ἵνα καὶ ἐπίχαρις ᾖ, καὶ ὅτι χάριν ἀποδίδωσι | |
5 | τῇ Θέτιδι τῶν εἰς αὑτὸν ὑπ’ αὐτῆς εὐεργεσιῶν γενομένων πρότερον. | ||
A | |||
18382c | ex. | λιπαροκρήδεμνος: καὶ ἀλλαχοῦ „λιπαρὰ κρήδεμνα“ (α 334 al.) τὰ λαμπρά. T | |
18383a | ex. | καλή: τί γὰρ χάριτος τῷ διδόντι ἡδύτερον καὶ τῷ λαμβάνοντι; b(B) T | |
18383b | ex. | τὴν ὤπυιε: τινὲς Θάλειαν αὐτήν, οἱ δὲ Ἀγλαΐαν ὀνο‐ μάζεσθαι. T | |
18383c | ex. | ὤπυιε: παρὰ τὴν ὄπα, ὅθεν καὶ ὄαροι, ἢ διὰ τὰς ὁμιλίας τὰς πρὸ τῶν γάμων, ἢ A b (BC) T ἀπὸ τοῦ ὀπάζειν ἣν πεποίη‐ ται ἐκ μνηστείας, A b (BCE4)T ἢ παρὰ τὸ ἐφορᾶν τὰ κατὰ τὴν γυναῖκα, ὡς τὸ „εἰ κεῖνός γ’ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι“ | |
5 | (ς 254. τ 127). A T | ||
18385a | ex. | τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: ἡ χρηστὴ προσηγορία τὸ ἦθος ἐνδείκνυται Ἡφαίστου, b(BC) T ὡς ἀεὶ ἐκείνου μεμνημένου αὐτῆς. T ἄγαν δὲ ὁ στίχος συντετρό‐ χασται τῇ προθυμίᾳ τῆς ἐρωτήσεως. b(BC) T | |
18385b1 | Did. | Θέτι τανύπεπλε, 〈ἱκάνεις ἡμέτερον δῶ〉: Ζηνό‐ δοτος „Θέτις τανύπεπλος, ἱκάνεις ἡμέτερον δέ“. T | |
18385b2 | {ἡμέτερον δῶ:} παρὰ Ζηνοδότῳ „ἡμέτερον δέ“, καὶ „Θέ‐ τις τανύπεπλος ἱκάνεισ“. A | ||
18386a | ex. | πάρος γε μὲν οὔτι θαμίζεις: ἀντὶ τοῦ †οὐδένα ὡς†. ἐν ἤθει δὲ, ὥς φαμεν ‘τί σὺ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας πα‐ | |
ραγίνεσθαι.‘ A b (BC) T | |||
18386b | ex. | 〈οὔτι:〉 ἀντὶ τοῦ οὐδ’ ὅλως. Til | |
18.387 | ex. | 〈προτέρω:〉 ἀντὶ τοῦ ἐς τὸ b(BC) Til ἔμπροσθεν. b(BCE4)Til | |
18392a | ex. | Ἥφαιστε, πρόμολ’ ὧδε· Θέτις νύ τι σεῖο χα‐ τίζει: σύντομος ὁ λόγος καὶ πρέπων Χάριτι σπευδούσῃ πρὸς ἀπόδο‐ σιν. b(BCE4)T | |
18392b | Ariston. | {ἥφαιστε πρόμολ’} ὧδε: ὅτι τὸ ὧδε οὕτως ὡς ἔχεις, μηδὲν ὑπερθέμενος. καὶ ἐν Ὀδυσσείᾳ (ζ 218)· „ἀμφίπολοι, στῆθ’ οὕτω 〈ἀπόπροθεν〉“. A | |
18392c | ex. | ὧδε: οὕτως ὡς ἔχεις σχήματος· οὕτω γὰρ ἂν σπουδαῖον φαίνοιτο, ὡς καὶ Ἀχιλλεὺς „αὐτῇ σὺν φόρμιγγι“ (Ι 194) b(BCE4)T καὶ „γείτονες ἄζωστοι ἔκιον“ (Hsd. opp. 345). οἱ δὲ πλεονάζειν τὸ οὕτως, ὡς „στῆθ’ οὕτω ἀπόπροθεν“ (ζ 218), ἐπεί τοι καὶ συντίθησι | |
5 | τὰ σκεύη καὶ ἀπονίζεται (cf. Σ 412—5). T οὐδέποτε δὲ τὸ ὧδε τοπικῶς παρὰ τῷ ποιητῇ λαμβάνεται. b(BCE4)T | ||
18392d | ex. | Θέτις νύ τι 〈σεῖο χατίζει〉: διὰ τὸ μὴ θαμίζειν ἐστό‐ χασται τὴν νῦν παρουσίαν αὐτῆς ὡς κατὰ χρείαν γενομένην. Πλάτων δὲ πρὸς τοῦτο γενόμενός φησι· „Πλάτων νύ τι σεῖο χατίζει“. A | |
18394a | ex. | ἦ ῥά νύ μοι 〈δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον〉: οὐκ ἐμέλλησεν ὁ Ἥφαιστος· οὐδὲ γὰρ προελθὼν καὶ θεασάμενος τὴν Θέτιν ἤρξατο τῶν λόγων, ἀλλ’ ἐντὸς ὢν ἀναβοᾷ· ἑξῆς γοῦν ἐπιφέρει· | |
„ἦ, καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη“ (Σ 410). ἄκρως δὲ παι‐ | |||
5 | δεύει ὁ λόγος πρὸς τὸ μεμνῆσθαι χαρίτων. b(BCE4)T | ||
18394b | ex. | ἦ ῥά νύ μοι 〈δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον〉: χρηστὸν τὸ ἦθος· ἣν γὰρ μήπω οἶδεν, ἀκούσας ἐνδείκνυται τὴν προ‐ θυμίαν. ὥσπερ πρὸ πολλοῦ εὐχόμενος δεηθῆναι αὐτοῦ τὴν Θέτιν, ἀναπεφώνηκεν εἰλημμένος ὧν ἤθελεν. A | |
18395-8 | ex. | ἥ μ’ ἐσάως’ 〈ὅτε μ’ ἄλγος—κόλπῳ〉: καλῶς αὐτὸς μέμνηται τῆς εὐεργεσίας, οὐ Θέτις· ὀνειδιζούσης γὰρ ἦν· ὡς Δημοσθένης (or. 18, 269)· „ἐγὼ νομίζω τὸν εὖ παθόντα δεῖν ἀεὶ με‐ μνῆσθαι πάντα τὸν χρόνον, τὸν ποιήσαντα δ’ εὐθὺς ἐπιλελῆσθαι.“ | |
5 | b(BCE4)T ὁ δὲ Ζεύς (οὐ γὰρ ἔδει τὸν τύραννον ὁμολογεῖσθαι τὸ μέλλειν δεδέσθαι) λόγῳ μὲν οὐχ ὁμολογεῖ, ἔργῳ δὲ ἀποδίδωσι. χρη‐ στὸν οὖν τὸ ἦθος ἐπικουρούσης ἀεὶ τοῖς δεομένοις, Ἡφαίστῳ, Διονύσῳ (cf. Ζ 136—7), Διΐ (cf. Α 401—6). καὶ τῆς ποιήσεως οἰκονομία ἡ τῆς Θέτιδος χρηστοήθεια· Διῒ μὲν ἀμύνει, ἵνα καὶ κακώσῃ Ἕλληνας, | ||
10 | Ἡφαίστῳ δέ, ἵνα ποιήσῃ Ἀχιλλεῖ τὴν πανοπλίαν, Διονύσῳ δὲ διὰ τὸν ἀμφιφορῆα, ἵνα τῷ Ἀχιλλεῖ εἴη σορός (cf. ω 74—5)· b(BE4)T καὶ τάφῳ γὰρ αὐτὸν κοσμῆσαι πέρα τῶν ἄλλων βούλεται. φιλότεκνος δὲ ἡ πάσης εὐεργεσίας ἀμοιβὴν εἰς τὸν παῖδα καταθεμένη. T | ||
18395a | ex. | τῆλε πεσόντα: τινὲς γεννηθέντα· T „πέσῃ μετὰ ποσσὶ γυναικόσ“ (Τ 110), b(BCE4)T ἢ ἀπορριφέντα. φασὶ κρύφα μιγνυμένην Διῒ τετοκέναι· διὸ καὶ κεκρυφέναι παρ’ Ὠκεανῷ· οὗ καὶ ἐτρέφετο. T | |
18395b | ex. | ἄλλως· τῆλε πεσόντα: οὐ λέγει ὅτι ἄνωθεν ἀπ’ οὐρανοῦ ἔρριψεν αὐτὸν ἡ μήτηρ, ἀλλὰ τὸ πεσόντα τεχθέντα ἐστίν. b(BCE4) T τὸ δὲ τῆλε ἀντὶ τοῦ τηλόθι, παρὰ τῷ Ὠκεανῷ γεννηθέντα. b(BE4)T | |
18.396 | ex. | Did. (?) | κυνώπιδος: ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖ‐ ται τῇ μητρί. b(BCE4)T | γράφεται δὲ καὶ „βοώπιδοσ“. T | |
18.397 | ex. | χωλὸν ἐόντα: ἡ μὲν τοῦ παιδὸς δόξαν προέκρινεν· ἡ δὲ Θέτις τὸν ξένον, εἰ καὶ χωλὸς ἦν, οὐκ ἀπεβάλετο. b(B, C [bis], E4)T | |
18398-9a | ex. | Εὐρυνόμη ... / Εὐρυνόμη: εὐχάριστος ὁ καὶ τῆς ἀπούσης εὐεργέτιδος μνημονεύων. μᾶλλον δὲ ἦθος ἐμφαίνει ἐπαναλη‐ φθὲν τὸ ὄνομα. b(BCE4)T | |
18398-9b | ex. | ἄλλως· Εὐρυνόμη 〈... / Εὐρυνόμη〉: ἐπαναλαμβά‐ νει, ὡς τῆς Χάριτος μητρὸς οὔσης Εὐρυνόμης· „οἱ δ’ ἕνεκ’ Εὐρυνόμη Τιτηνιὰς εἶπαν ἔτικτε“ (Call. fr. 6). T | |
18398-9c | ex. | Εὐρυνόμη ... / Εὐρυνόμη: ἡδέως τῇ ἐπαναλήψει τοῦ ὀνόματος καὶ ἐπὶ τῆς ἀπουσίας ἐνδεικνύμενος τῇ Θέτιδι ὡς οὐ διὰ παρ‐ ουσίαν αὐτῆς ἀπομνημονεύει τῆς χάριτος. A | |
18.399 | ex. | ἀψορρόου: ταχυρρόου, †ἐπειδὴ καὶ† Ὠκεανός. ἢ b(BC) | |
T παλιρρόου διὰ τὸ κύκλῳ περιθεῖν τὴν γῆν. b(BCE4)T | |||
18400a1 | Hrd. | Did. | τῇσι παρ’ εἰνάετες 〈χάλκευον δαίδαλα πολλά〉: ἔστι μὲν τὸ ἑξῆς παρὰ τῇσι, οὐκ ἀναστρεπτέον δὲ διὰ τὴν συναλιφήν. A | Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης „δαίδαλα πάντα“. AAim | |
18400a2 | Did. | {δαίδαλα πολλά:} οἱ περὶ Ἀριστοφάνην „δαίδαλα πάν‐ τα“. T | |
18400b | ex. (Hrd.) | τῇσι παρ’ εἰνάετες: οὐκ ἀναστρεπτέον τὴν παρά, ἐπεὶ πᾶσα πρόθεσις συναληλιμμένη καὶ μὴ ἔχουσα ἀνάπαυσιν οὐκ ἀναστρέφεται. σεσημείωται τὸ „στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν ἔντεα“ (Σ 191). b(BC) T | |
18400c | ex. | δαίδαλα: μικρὰ τορεύματα, b(BCE4)T ὡς καὶ ἐπὶ Ὀδυσσέως „πάροιθε δὲ δαίδαλον ἦεν“ (τ 227). T οἰκεῖα δὲ ταῦτα καὶ τῇ ἡλικίᾳ τοῦ δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς. b(BCE4)T τελειωθεὶς δὲ ἔμψυχα δημιουργεῖ. T | |
18401a | ex. | ἕλικας: ἤτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς, ἢ κόσμος ἀπὸ τῶν ὅρμων ἐξηρτημένος. A | |
ex. | ex. | ex. | κάλυκας: ἐμφερῆ ῥόδοις. | οἱ δὲ δακτυλίους· A b (BC) T οἱ δὲ ἐνώτια. | οἱ δὲ χρυσᾶς σύριγγας τοὺς πλοκάμους περιεχούσας φα‐ | ||
5 | σίν, A b (B) T „οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο“ (Ρ 52). A T | ||
18403-4 | ex. | οὐδέ τις ἄλλος 〈/ ᾔδεεν—ἀνθρώπων〉: δεῖγ‐ μα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρ‐ ρήτῳ φυλακῇ, μὴ καὶ λάθοι ἐπιβουλευθεὶς ὑπὸ τοῦ Κρόνου. b(BCE4)T | |
18.404 | Did. | 〈ᾔδεεν:〉 οὕτως ᾔδεεν. γράφεται δὲ καὶ „ᾔδειν“. Aint | |
18.406 | ex.(?) | ἥ {νῦν ἡμέτερον}: πρὸς τὸ πρῶτον ὑπήντησεν. T | |
18407a | Did. | 〈ζωάγρια:〉 μετὰ τοῦ ι τὸ ζωάγρια ὁ Ἀρίσταρχος. Aim | |
18407b | ex. | ζῳάγρια: χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι. b(BCE4)T μετὰ δὲ τοῦ 〈ι〉, ἐπεὶ καὶ Σιμωνίδης (Sem. Am. fr. 13, 2 W.) φησί· „τὸ ζώϊον κάκιστον ἔκτηται βίον“ περὶ τοῦ κανθάρου. T | |
18409a1 | ex. | ὅπλα {τε πάντα}: ὅπλα τὰ πρός τι εὐθετοῦντα· „ὅπλ’ ἐν χερσὶν ἔχων 〈χαλκήϊα, πείρατα τέχνησ〉“ (γ 433). T | |
18409a2 | τὰ πρός τι εὔθετα καὶ συνεργοῦντα τῷ τεχνίτῃ. b(BCE4) | ||
18410a | ex. | 〈ἀκμοθέτοιο:〉 τοῦ πρὸς τῷ ἀκμοθέτῳ ἔργου. b(BCE4)Til | |
18410b | ex. | πέλωρ αἴητον {ἀνέστη}: πέλωρα λέγουσι τὰ παρηλ‐ λαγμένα· ὁ δὲ Ἥφαιστος „ἀμφιγυήεισ“ (Α 607 al.). αἴητον δὲ μέγα· καὶ ἐπέγκειται τὸ ι, „θάρσος ἄητον ἔχουσα“ (Φ 395). A | |
18410c | ex. | πέλωρ αἴητον: καλῶς θεὸν διαγράφων θαῦμά τι αὐτὸν εἶναι μέγα φησίν. ἔστιν οὖν τέρας μέγα· T τὸ γὰρ πέλωρ ἐπὶ μεγέθους τάσσεται. τὸ δὲ αἴητον Ἡρωδιανὸς (2,108,14) σχημα‐ τίζει παρὰ τὸ εἰμί, ἐτόν ἄητον αἴητον, τὸ μέγα καὶ ἀνύπαρκτον καὶ | |
5 | παρὰ μηδενὶ ὄν. b(BC) T οἱ δὲ ὡρμημένον, παρὰ τὸ „δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο“ (Φ 386). T τινὲς δὲ b(BC) T ἀετη‐ δὸν †χωλεύων†, ἐπεὶ τὰ γαμψώνυχα τῶν ὀρνέων χωλεύει. b(BCE4) | ||
T οἱ δὲ παρὰ τὸ αἴθω, τὸ πυρῶδες. T | |||
18410d | Hrd. | {πέλωρ} αἴητον: ὁ Ἀσκαλωνίτης (p. 58 B.) προπαροξύ‐ νει, ἐκδεχόμενος πλεονασμὸν τοῦ ι παρὰ τὸ „θάρσος ἄητον ἔχουσα“ (Φ 395), οἷον ταχὺ καὶ κινητικόν. Πρωτέας δὲ 〈ἐν ἴσῳ〉 τῷ ὡρμημένῳ, παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν | |
5 | γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ „ἄητον“ (Φ 395) πῶς δυνατὸν τρίτην ἀπὸ τέλους ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶς κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεσθαι τῷ Φιλοξένῳ (fr. 578 Th.)· φησὶ γὰρ αὐτὸ σύνθετον εἶναι παρὰ τὸ ἐτός, ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει· „ὡς | ||
10 | ἐτὰ Τημενίδος χρύσεον γένοσ“ (Call. fr. 780), καὶ τὸ παρὰ τοῖς Ἀττι‐ κοῖς ‘οὐκ ἐτόσ‘ ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνος· ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον ἄκλητον ἄκμητον· οὕτως „ἄητον“. A | ||
18411a | Hrd. | 〈ἁραιαί:〉 δασύνεται τὸ ἁραιαί. Aim | |
18411b | ex. | 〈ἁραιαί:〉 λεπταί. εἰ δὲ b(BC) Til ψιλῶς, βεβλαμ‐ μέναι. b(BCE4)Til | |
18413a | Ariston. | λάρνακ’ ἐς ἀργυρέην 〈συλλέξατο, τοῖς ἐπονεῖτο〉: ὅτι λάρνακα τὴν κιβωτόν· νεωτερικὸν γὰρ ὄνομα ἡ κιβωτός. καὶ ὅτι ἐπονεῖτο ἀντὶ τοῦ ἐνήργει. A | |
18413b | ex. | λάρνακα: τοῦτο Ἑλληνικόν, τὸ δὲ ἀντίπηξ Δωρικόν, | |
καὶ γαζοφυλάκιον 〈ὡσ〉 ἀρτάβη Περσικόν. T | |||
18.414 | ex. | 〈σπόγγῳ δ’ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπο‐ μόργνυ:〉 ἵνα εὐπρεπῶς συντύχῃ. Til | |
18415a | ex. | αὐχένα τε στιβαρόν: ἄνωθεν γὰρ παχεῖς εἰσιν οἱ τὰ κάτω μέρη πεπηρωμένοι. b(BCE4)T | |
18415b | ex. | λαχνήεντα: ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς τῶν τριχῶν ἐκφύσεως. b(BCE4)T | |
18416a | ex. | 〈δῦ δὲ〉 χιτῶνα: ὡς ἐργάτης, οὐ φᾶρος. b(BCE4)T | |
18416b | Ariston. | ἕλε δὲ σκῆπτρον παχύ: ὅτι οὐ παρέλκει τὸ παχύ, ἀλλὰ πρὸς τὸ ἐπερείδειν χωλὸν ὄντα τὸν Ἥφαιστον, περὶ οὗ φησιν „πέλωρ αἴητον ἀνέστη“ (Σ 410)· ὡς καὶ τὸ „στησαμένη μέγαν ἱστόν“ (β 94). A | |
18416c | ex. | 〈ἕλε δὲ〉 σκῆπτρον παχύ: ὡς χωλός. ἢ ὅτι δίχα ὕλης οὐ σῴζεται πῦρ. T | |
18418-20 | ex. | χρύσειαι, 〈ζωῇσι νεήνισιν ἐοικυῖαι· — ἴσασιν〉: καὶ ταῦτα πάλιν προπαρασκευὴ εἰς τὴν ὁπλοποιΐαν ὅτι καὶ τὰς θεραπείας εἶχεν ὑφ’ ἑαυτοῦ δεδημιουργημένας. ἀξιοπίστως δὲ τὸ ἐστί (419) καὶ ἴσασιν (420)· ὡς γὰρ πεπεισμένος καὶ παρηκολου‐ | |
5 | θηκὼς ἐκφέρει ταῦτα. T | ||
18.418 | ex. | 〈ζωῇσι νεήνισιν ἐοικυῖαι:〉 οἶδεν ἄρα καὶ ἀνδριαντο‐ | |
πλαστικήν. Til | |||
18.420 | ex. | 〈ἔργ’ ἴσασιν:〉 τὰ τῆς ταλασιουργίας. Til | |
18421a | ex. | 〈ὕπαιθα:〉 ἔμπροσθεν. Til | |
18421b | Ariston. | ἔρρων: ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος, ἀλλὰ διὰ τὴν χωλότητα φθειρόμενος. A | |
18421c | ex. | ἔρρων: ἐπαχθῶς διὰ τὴν χώλωσιν βαδίζων. T | |
18424-7 | ex. | τίπτε Θέτι—τετελεσμένον ἐστίν: ἐπαινε‐ τὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περιμείνας τὴν αἴτησιν, καὶ τὸ σύντομον τοῦ ἐπειγομένου ἀποδοῦναι καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ ἐπαγγελλομένου. b(BCE3E4)T | |
18.424 | Did. | Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: παρὰ Ζηνο‐ δότῳ „ἡμέτερον δέ“ καὶ „Θέτις τανύπεπλος ἱκάνεισ“. A | |
18425-6 | ex. | 〈πάρος γε μὲν οὔ τι θαμίζεις. /〉 αὔδα ὅ, τι φρονέεις: οὐκοῦν καὶ αὐτὸς τοῦτο ἐπισημαίνεται τὸ χρείαν τινὸς ἔχουσαν ἥκειν τὴν Θέτιν τὸ πρόσθεν οὐκ εἰωθυῖαν τοῦτο πράσσειν. b(BCE3E4)T | |
18.426 | Did. (?) | 〈ἄνωγεν:〉 ἐν ἄλλῳ „ἀνώγει“. Aim | |
18.428 | ex. | Θέτις κατὰ δάκρυ χέουσα: περιπαθές ἐστι τὸ τῆς θεοῦ πρόσωπον· τρεῖς γὰρ θεοὺς εὐεργετήσασα τὰς ἀμοιβὰς εἰς τὸν παῖδα εὑρίσκεται παρ’ αὐτῶν λαμβάνουσα κατατιθεμένη. τὸ δὲ δα‐ κρύειν πρὸς πάθος αὐτῇ συμβάλλεται. A | |
18429-31 | ex. | ἦ ἄρα δή τις, ὅσαι θεαί〈—ἄλγε’ ἔδω‐ κεν〉: ἐμιμήσατο ἦθος θηλειῶν, οὐ περὶ ὧν ἠρώτηται ἀποκρινομένη, | |
ἀλλὰ περὶ ὧν ἐλυπεῖτο. b(BCE3E4)T καὶ οὐδὲ ταῖς εὐεργεσίαις ἐμαρτύρησε λέγουσα „ναὶ δὴ ταῦτά γε, 〈τέκνον, ἐτήτυμον〉“ (Σ | |||
5 | 128). T | ||
18432a | ex. | ἐκ μέν 〈μ’〉 ἀλλάων 〈ἁλιάων ἀνδρὶ δάμασσεν〉: ἔοικεν ἀγνοεῖν τὰ περὶ Ψαμάθης ὁ ποιητής. T | |
18432b | ex. | ἀνδρὶ δάμασ〈σ〉εν: καὶ πῶς φησιν Ἥρα· „καὶ ἀνδρὶ πόρον παράκοιτιν“ (Ω 60); ἢ ὅτι τῶν συμβαινόντων τῷ Διῒ τὴν αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι. ἢ κατὰ τὴν νέαν ἱστορίαν ὅτι αὐτὸς αὐτῇ αἴτιος γέγονε τοῦ γάμου. b(BCE3E4)T | |
18433-4 | Nic. | 〈καὶ ἔτλην ἀνέρος εὐνήν / πολλὰ μάλ’ οὐκ ἐθέ‐ λουσα:〉 ἐπὶ τὸ εὐνήν (433) βραχὺ διασταλτέον. Aint | |
18.433 | ex. | ἔτλην: οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης (cf. Σ 434). b(BCE3)T | |
18434a | ex. | πολλὰ μάλ’ 〈οὐκ ἐθέλουσα〉: ἐντεῦθεν οἱ νεώτεροι τὰς μεταμορφώσεις αὐτῆς φασιν. ἔστιν οὖν ‘ἐπὶ πολὺ οὐ θέλουσα‘. T | |
18434b | ex. | πολλὰ μάλ’ οὐκ ἐθέλουσα: οὐχ ὅτι μετεβάλλετο, ἀλλὰ προειδυῖα τὰ μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν σύζευξιν. A | |
18434-5 | ex. | γήραϊ 〈...〉 ἀρημένος: βεβλαμμένος τῇ ταπεινώσει τοῦ γήρως. b(BCE3)T | |
18435-6 | Nic. | ἄλλα δέ μοι νῦν. / υἱὸν ἐπεί μοι δῶκε: στικτέον ἐπὶ τὸ νῦν (435), καὶ ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα υἱὸν ἐπεί μοι δῶκεν (436), ὡς κἀκεῖ „κούρην, ἣν ἄρα μοι“ (Π 56). | |
ὁ δὲ λόγος· ἄλλα δέ μοι νῦν ἐστι, λείποντος τοῦ ῥήματος. A | |||
18.435 | ex. | ἄλλα δέ μοι νῦν: ἀπὸ κοινοῦ τὸ „ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν“ (Σ 431). b(BCE3)T | |
18437a1 | ex. | ἔξοχον ἡρώων: κατὰ τοῦτο γὰρ ἀλγεῖ ὅτι οὐ μόνον υἱοῦ, ἀλλὰ καὶ ἀριστέως στερήσεται. T | |
18437a2 | οὐ μόνον υἱοῦ φησιν, ἀλλὰ καὶ ἀριστέως στερίσκομαι, τὸ δεινότερον. b(BCE3E4) | ||
18438a | Ariston. | τὸν μὲν ἐγὼ 〈θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆσ〉: ὅτι καθ’ Ὅμηρον ἡ Θέτις ἔθρεψε τὸν Ἀχιλλέα, οὐ Χείρων, ὡς οἱ νεώ‐ τεροι. A | |
18438b | ex. | θρέψασα: οὐκοῦν τὸν Ἀχιλλέα ὁ ποιητὴς ὑπὸ τῆς μητρὸς τετράφθαι φησίν. T | |
18.441 | Did. | 〈οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω:〉 ἔν τισιν οὐ κεῖται. Aim | |
18442-3 | ex. | ὄφρα δέ μοι ζώῃ 〈καὶ ὁρᾷ φάος ἠελίοιο, / ἄχνυ‐ ται〉: πάντα οὖν δεινὰ τὰ περὶ τὸν υἱὸν ὅτι καὶ ὠκύμορος (vide Σ 458) καὶ τὸν βραχὺν τοῦτον χρόνον λυπεῖται. b(BCE3E4)T | |
18.442 | ex. | 〈ὄφρα δέ μοι ζώει:〉 οἰκεῖον μητρὶ τὸ ζώει μοι. b (BCE3) | |
18444-56a | Ariston. | κούρην, ἣν ἄρα οἱ〈—κῦδος ἔδωκε〉: ἀθε‐ τοῦνται στίχοι τρεῖς καὶ δέκα, ὅτι συνήγαγέ τις τὰ διὰ πολλῶν εἰρη‐ μένα εἰς ἕνα τόπον, ὡς ἐκεῖνα „ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πόλιν“ (Α | |
366). διὰ δὲ τῶν ἑξῆς (sc. Σ 457—61) ἐπιδείκνυσιν ὅτι τε ὁ Πάτροκλος | |||
5 | τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη. διὰ μέν‐ τοι τούτων (sc. 444—56) οὐδὲν ἀναγκαῖον λέγεται. καὶ ψεῦδος πε‐ ριέχουσιν· οὐ γὰρ ταῖς λιταῖς πεισθεὶς Ὀδυσσέως καὶ Αἴαντος ἐξέ‐ πεμψε τὸν Πάτροκλον (cf. 448—52), ἀλλ’ ὕστερον ἑκουσίως ὁ Πά‐ τροκλος κατελεήσας τὴν φθορὰν τῶν Ἑλλήνων ἱκέτευσε δοθῆναι | ||
10 | αὐτῷ τοῦ Ἀχιλλέως τὰ ὅπλα. A | ||
18444-56b | ex. | κούρην, ἣν ἄρα οἱ〈—κῦδος ἔδωκε〉: ἀνακεφα‐ λαίωσις αὕτη. κακῶς οὖν ἀθετεῖ Ἀρίσταρχος· πῶς γὰρ οὐκ ἄτοπον τὰ μὲν περὶ τοῦ γάμου (cf. Σ 431—5) παλαιά τε ὄντα καὶ πᾶσι δῆλα λέ‐ γειν, σιωπᾶν δὲ δι’ ὃ ἦλθεν; b(BCE3E4)T | |
18457a | ex. | τοὔνεκα νῦν τὰ σὰ 〈γούναθ’ ἱκάνομαι〉: μετρίως πάνυ, ὡς χάριν αἰτουμένη καὶ οὐκ ὀφειλομένην ἀπαιτοῦσα. A | |
18457b | ex. | 〈γούναθ’〉 ἱκάνομαι: ἱκετεύω. b(BCE3)T καὶ ἀπὸ ἐλέου δὲ ἤρξατο καὶ εἰς ἔλεον κατέπαυσε τὸν λόγον, οὐχ ὡς ἀπαιτοῦσα χάριν, ἀλλ’ ὡς δεομένη. b(BCE3E4)T | |
18458a | ex. | υἱεῖ ἐμ’ ὠκυμόρῳ: οὐ διαλείπει τοῦτο προβαλλομένη, ὡς καὶ πρὸς τὸν Δία „τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων / ἔπλετο“ (Α 505—6). A | |
18458b1 | Hrd. | 〈ἐμ’ ὠκυμόρῳ:〉 ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ· συνεκτέθλι‐ πται γὰρ τῷ ω τὸ ι. A Aint | |
18458b2 | ἄνευ τοῦ ι τὸ ἐμῷ· ἐκτέθλιπται γάρ. b(BCE3)T | ||
18458c | ex. | ὠκυμόρῳ: ἔλεον ἐκίνησε, πρὸς ὀλιγοχρόνιον χρῆσιν | |
αἰτουμένη τὴν χάριν τῷ υἱῷ. b(BCE3E4)T | |||
18460a | Ariston. | Nic. | καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ, 〈ἀπώλεσε πιστὸς ἑταῖροσ〉: ὅτι 〈ἀ〉καταλλήλως εἴρηκεν, ὃ γὰρ ἦν αὐτῷ ἀντὶ τοῦ ὃν γὰρ εἶχεν. καὶ ὅτι οἱ ἠθετημένοι (sc. Σ 444—56) περισσοί. | ὑποστι‐ κτέον δὲ μετὰ τὸ οἷ· τὸ γὰρ ὅ ἀντὶ ὑποτακτικοῦ κεῖται τοῦ ὅς· | |
5 | ὃς γὰρ ἦν αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ ἑταῖρος· λείπει γὰρ τὸ τοῦτον, τῆς ἀναφορᾶς ἐπὶ τὸν θώρακα, οὐκ ἐπὶ τὸν Πάτροκλον οὔσης, ὡς ᾠήθησάν τινες. A | ||
18460b | ex. | ex. | καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ, 〈ἀπώλεσε πιστὸς ἑταῖροσ〉: τινὲς ἐπὶ τοῦ θώρακος τὸ ὅ· ἀλλὰ πάντα ἀπώλεσε, καὶ οὐκ ἂν περὶ τῆς ἀπωλείας μόνου τοῦ θώρακος εἶπεν. οἱ δὲ ἐπὶ τοῦ ἑταῖρος, καὶ λείπειν ‘ταῦτα‘. b(BCE3E4)T τινὲς δὲ „ἃ γὰρ ἦν οἱ“, | |
5 | ὅπλα. | πῶς δὲ ξίφος οὐκ αἰτεῖ; b(BE3E4)T τινὲς οὖν φασι ξίφος Νηρέα παρ’ Ἡφαίστου ἔχοντα δοῦναι Θέτιδι, τὴν δὲ Ἀχιλλεῖ. ἢ T ὅτι καὶ ἄλλα εἶχεν ἰσοπαλῆ ξίφη τῷ ἀπολομένῳ. b(BE3E4) T | ||
18.461 | Ariston. | Τρωσὶ δαμείς: ὅτι εἰ προειρήκει (sc. in versibus Σ 454—6) ὅτι Πάτροκλος ἀνῄρηται, οὐκ ἂν ἐκ δευτέρου ἔλεγεν. καὶ ὅτι Τρωσίν ἀντὶ τοῦ ὑπὸ Τρώων. A | |
18.463 | ex. | ταῦτα: τὰ περὶ τῶν ὅπλων, περὶ ὧν νῦν διαλέγεται αὐτῷ· b(BCE3E4)T ταῦτα γὰρ ὑπάρξει, ὅσα ἐστὶν ἐπὶ τῷ Ἡφαίστῳ. T | |
18464-6 | Nic. | αἲ γάρ μιν θανάτοιο 〈δυσηχέος ὧδε δυναίμην / | |
νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, / ὥς οἱ τεύχεα καλὰ παρέσσεται〉: διασταλτέον ἐπὶ τὸ ἱκάνοι (465)· τὸ γὰρ ὥς (466) κυρίως κεῖται ἐπιφερόμενον. ὁ δὲ λόγος· εἴθε γὰρ | |||
5 | αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι, ὡς κάλλιστα ὅπλα ἕξει. A | ||
18464-5 | ex. | αἲ γάρ μιν 〈θανάτοιο—ἀποκρύψαι〉: εὔχρη‐ στον ἦθος εὐχομένου δύνασθαι πρὸς ἀπόδοσιν χάριτος οὐ μόνον τὰ αἰτηθέντα ποιεῖν, ἀλλὰ καὶ περὶ ὧν ἀδύνατός ἐστιν. b(BCE3E4)T | |
18466a1 | Did. | 〈παρέσσεται:〉 παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει „παρ‐ έξομαι“. Aim | |
18466a2 | οἱ περὶ Ἀριστοφάνην „παρέξομαι“. Til | ||
18466b | ex. | παρέσσεται: παρ’ αὐτῷ ἔσται. ἑτοίμως δὲ ἐπαγγέλλε‐ ται, οὐ τόπον, οὐ χρόνον προβαλλόμενος. καὶ ἡ μὲν ὡς δεομένη μακρηγορεῖ (sc. Σ 429—61), ὁ δὲ οὐ λόγων αὐτῇ δευτέρων καιρὸν δίδωσι τῇ σπουδῇ, ἐπειδὴ ἄτοπον ἦν, ἐν τῇ ἐξόδῳ σπεύδοντος | |
5 | Ἀχιλλέως, διηγεῖσθαι περὶ τῶν ὅπλων, καὶ ἵνα ἤδη τὸν τῆς νυκτὸς καιρὸν ἀναλώσῃ τῇ ὁπλοποιΐα. b(BCE3E4)T | ||
18466-7 | ex. | 〈οἷά τις αὖτε /〉 ἀνθρώπων πολέων 〈θαυμάσ‐ σεται, ὅς κεν ἴδηται〉: συμμέτρως τῇ ὑποσχέσει· περὶ μὲν γὰρ τῆς εὐεργεσίας Θέτιδος τοσαῦτα ἐξέτεινεν (cf. Σ 395—405), αὔξων αὐτῆς τὴν εὐποιΐαν. ὅτε δὲ εἰς τὴν ἀμοιβὴν ἦλθεν, ἣν αὐτὸς ἀποδίδωσι, | |
5 | μετρίως τὸν λόγον ἐποιήσατο. A | ||
18470a | ex. | χοάνοισιν: ἄδηλον τὸ γένος. λέγει δὲ ‘τοῖς ἀγγείοις, | |
εἰς ἃ τήκεται ὁ χαλκόσ‘, ἅπερ ἐστὶ παρ’ ἡμῖν πήλινα. T | |||
18470b | ex. | ἐείκοσι πᾶσαι ἐφύσων: δηλονότι αὐτόμαται. εἰ δὲ ἔμψυχα αὐτοῦ τὰ ἔργα, διὰ τί χρὴ ἀπιστεῖν περὶ τῶν κατασκευαζο‐ μένων; T | |
18470c1 | Ariston. | 〈ἐείκοσι πᾶσαι ἐφύσων:〉 ὅτι τὸ πᾶσαι παρέλκει· διὸ ἡ διπλῆ. Aim | |
18470c2 | τὸ πᾶσαι συνήθως παρέλκει τῷ ποιητῇ. Til | ||
18471a1 | Did. | {παντοίην} εὔπρηστον: διὰ τοῦ ς εὔπρηστον. τινὲς διὰ τοῦ κ, καὶ ἀκούουσι πρὸς πρᾶξιν εὐάρμοστον. A | |
18471a2 | τινὲς δὲ „†ἔκπρηστον“. T | ||
18471b | ex. | εὔπρηστον: παρὰ τὸ ἔπρησε. T | |
18472-3 | ex. | ἄλλοτε μὲν σπεύδοντι 〈παρέμμεναι, ἄλλοτε δ’ αὖτε / ὅππως—ἄνοιτο〉: κεκράτηκεν ἀρρήτου πράγματος ὅτι ὅτε σπεύδοι Ἥφαιστος καὶ αὗται ἠπείγοντο καὶ τεχνικῶς ἐφύσων. καὶ τὸ „παντοίην“ (Σ 471) οὖν τοιοῦτόν ἐστιν, b(BCE3)T ποτὲ | |
5 | μὲν ἐπηρμένην ἀϋτμήν, ποτὲ δὲ σύμμετρον. b(BCE3E4)T | ||
18472a | ex. | 〈ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ’ αὖτε:〉 εἰς τὸ παρεῖναι καὶ ἕτοιμοι εἶναι καὶ σπεύδοντι καὶ μή. Aint | |
18472b | ex. | σπεύδοντι: σπεύδειν ὁμοίως ἡμῖν. T | |
18472c | ex. | 〈ἄλλοτε δ’ αὖτε:〉 ἐλλείπει τὸ ‘μὴ σπεύδοντι‘. Aim | |
18474a | ex. | 〈χαλκὸν ...〉 ἀτειρέα 〈κασσίτερόν τε〉: κοινὸν καὶ ἐπὶ τοῦ κασσιτέρου τὸ ἀτειρέα, b(BCE3)T εἴγε ἡ κνημὶς ἐξ αὐτοῦ, καὶ βάλλεται ὑπὸ τοῦ Ἀγήνορος καὶ οὐκ εἴκει (cf. Φ 591—4). | |
T | |||
18474b | ex. | ἄλλως· ἀτειρέα: τῶν γὰρ ἄλλων χωνευομένων ἐλαυνόμε‐ νος αὐτὸς πολὺν εἰς τὸ δημιουργηθῆναι τῷ τεχνίτῃ παρέχει κόπον. b(BCE3E4)T | |
18476-7 | ex. | θῆκεν ἐν ἀκμοθέτῳ〈—γέντο πυράγρην〉: δαιμονίως τὸν πλάστην αὐτὸς διέπλασεν, ὥσπερ ἐπὶ σκηνῆς ἐκ‐ κυκλήσας καὶ δείξας ἡμῖν ἐν φανερῷ τὸ ἐργαστήριον. b(BCE3)T μεγάλην δὲ σφῦραν ἔλαβεν· οὔπω γὰρ τοῦ λεπτουργεῖν καιρός, ἀλλὰ | |
5 | πρῶτον ἐξελάσαι τὴν ὕλην. b(BCE3E4)T εἰς δὲ τὸ τορεύειν ἄλλοις χρῆται ἐργαλείοις, 〈οἷσ〉 καὶ τὰς πόρπας ἐποίει. T | ||
18.477 | ex. | ῥαιστῆρα: σφῦραν σιδηρᾶν, παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν ἐν‐ εργεῖν. A | |
Did. | κρατερήν: παρὰ Ζηνοδότῳ „κρατερόν“ Aint T διὰ τοῦ | ||
ο. Aint | |||
5 | D | πυράγρην: τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον, παρὰ τὸ τὰ ἐκ πυρὸς ἀγρεύειν, ὅ ἐστι λαμβάνειν. A | |
18.478 | ex. vel Porph. | ποίει δὲ πρώτιστα σάκος: διὰ τί μάχαιραν ὁ Ἥφαιστος οὐ κατασκευάζει; ὅτι ἡ μάχαιρα παντὶ ἁρμόζει· τὸ γὰρ σκεῦος εὔκτη‐ τον. τὸ δὲ δόρυ ὑπεξῄρηται δι’ ἑτέραν αἰτίαν. A | |
18.479 | ex. | πάντοσε 〈δαιδάλλων〉: ἔδει ‘πάντοθι‘ εἰπεῖν· 〈φησὶ〉 γὰρ „αὐτὰ〈ρ〉 ἐν αὐτῷ 〈/ ποίει δαίδαλα πολλά〉“ (Σ 481—2). T | |
18480a | D | τρίπλακα: τρίπτυχον. b(BCE3)T | |
18480b | ex. | μαρμαρέην: διὰ τὸν ἐπικεχυμένον αὐτῇ τεχνικὸν Ὠκεα‐ νόν. b(BCE3E4)T | |
18481a | ex. | 〈πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχες:〉 τινές φασι τὰς μὲν βοείας εἰκότως δεῖσθαι πολλῶν πτυχῶν 〈***〉. T | |
18481b | Hrd. (?) | 〈αὐτοῦ:〉 ἕν ἐστι τὸ αὐτοῦ. Aim | |
18483a | Ariston. | ἐν μὲν γαῖαν 〈ἔτευξ’—θάλασσαν〉: ὅτι Ζηνό‐ δοτος ἠθέτηκεν ἀπὸ τούτου τοῦ στίχου τὰ λοιπά, ἀρκεσθεὶς τῇ κε‐ φαλαιώδει προεκθέσει. Ὅμηρος δὲ οὐκ ἂν προετραγῴδησεν τὰ κατὰ τὰς φύσας, εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι. | |
5 | A | ||
18483b | ex. | γαῖαν {ἔτευξ’}: †γαῖαν† λείπειν φασὶ τὸ ὥς· οὐ γὰρ αὐτὰ τὰ στοιχεῖα ἐπέθετο. T | |
18483-606 | ex. | ex. | 〈ἐν μὲν γαῖαν ἔτευξ’—κατὰ μέσσους:〉 Ἀγαλλὶς ἡ Κερκυραία φησὶ πιθανῶς ὡς Ἥφαιστος, Ἐριχθονίου πατὴρ ὤν, τὴν ἀρχαιογονίαν τῆς Ἀττικῆς ἐγκατέγραψε τῇ ἀσπίδι· γῆν μέν, ὅτι αὐτόχθονες· οὐρανόν, πρὸς ὃν συνεστήσαντο τὴν πολιτείαν· | |
5 | θάλασσαν, ἐφ’ ἧς οἰκοῦσι δύο πόλεις, Ἐλευσῖνα καὶ Ἀττικήν. καὶ γάμος (cf. 491—5) μὲν Ἀθήνησι πρῶτον 〈ἦν〉· εὕρηται δὲ ὑπὸ Κέκροπος, ὅθεν καὶ διφυᾶ φησι αὐτὸν λέγεσθαι ὁ Χάραξ (FGrHist | ||
103,38), ὅτι †τοὺς δύο φύντας δι’ αὐτὸν πρῶτον ἔγνωσαν ἄνθρωποι· διὸ τὸ ξένον αἱ γυναῖκες ἱστάμεναι ἐθαύμαζον (cf. 495—6). καὶ δίκη | |||
10 | φονικὴ (cf. 497—508) ἐκεῖ πρῶτον περὶ Ἁλιρροθίου. περὶ Ἐλευσῖνα δὲ δύο στρατοί (cf. 509—40), Φόρβαντος ἐξ Ἀκαρνανίας καὶ Εὐμόλ‐ που ἐκ Θρᾴκης. προεστήκασι δ’ Ἄρης (cf. 516) μὲν ἀπολυθεὶς τοῦ φόνου, Ἀθηνᾶ (cf. 516) δὲ ὡς πολιάς. εἰ δέ φησιν ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, / ἄλλον τεθνηῶτα, (536 | ||
15 | —7), †οὗτοι γὰρ ἀπέθανον† ἀπὸ τῶν Ἐλευσινίων Ἰμμάραδος ὁ Εὐ‐ μόλπου, Κλυτίος ὁ Ἀγριόπου τοῦ Κύκλωπος, Ἔγρεμος 〈ὁ〉 Εὐρυνό‐ μου τοῦ μετὰ Φόρβαντος. καὶ ἄρατρον (cf. 542—3) δὲ πρῶτος Ἐπιμε‐ νίδης ὁ καὶ Βουζύγης ἔζευξε. τρίπολον (542) δὲ τὴν ἄρουράν φησιν, | ||
ἐπεὶ Τριπτόλεμος πρῶτος ἔσπειρε σῖτον, ὃν βασιλέα φησίν (sc. 556)· | |||
20 | ἐν δέ τισιν ἐγράφετο μετὰ τὸν ἤμων ὀξείας δρεπάνας (551) „καρπὸν Ἐλευσινίης Δημήτερος ἀγλαοδώρου“ (Σ 551 a). καὶ βοῦν φησι (sc. 559) θύεσθαι· ἐκεῖσε γὰρ πρῶτος ἔθυσε βοῦν Θαύλων φυγαδευθείς. οἶνον (cf. 561—8) τὲ Ἰκάριος εὗρεν. ὁ δὲ χορὸς (cf. 590—8) ὁ πεμφθεὶς μετὰ Θησέως ἐπὶ Κρήτην. | συμβουλευτικὰ δέ ἐστι | ||
25 | πάντα· ἡ γὰρ εἰρηνευομένη πόλις ὑπονοεῖν παρέχει Τρωσίν, ὅσων ἂν ἀπέλαυσαν ἀγαθῶν, εἰ εἰρήνευον, ἡ δὲ πολεμουμένη τὴν διχόνοιαν αὐτῶν· κἀκεῖ γὰρ οἱ μὲν τὰ Πάριδος, οἱ δὲ τὰ Ἀντήνορος ἐφρόνουν. καὶ οἱ μὲν περὶ Διονύσιον (fr. 46 Schm.) φασὶν αὐτοκίνητα αὐτὰ εἶναι ὡς τοὺς τρίποδας (cf. Σ 373—7), οἱ δὲ περὶ Ἀριστόνικον ἐναντιοῦνται, | ||
30 | ἐπεὶ μή εἰσι παρὰ θεοῖς. τί οὖν οἱ κύνες Ἀλκινόου (cf. η 91—4); τοῦτο πλάσμα ἦν. ἀλλὰ καὶ τοῦτο πλάσμα· δίδονται γοῦν τῷ ναυ‐ | ||
αγεῖν μέλλοντι Ὀδυσσεῖ (cf. μ 416—25). ἆρα δὲ ἄτρωτα τὰ Ἡφαιστό‐ τευκτα; καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν θεοὺς τιτρώσκεσθαι, τὰ δὲ ἔργα αὐτῶν μή; οὐ γὰρ ἂν ἐδέησε πεντάπτυχον ποιῆσαι τὴν ἀσπίδα. | |||
35 | T | ||
18484a | ex. | {ἠέλιόν τ’} ἀκάμαντα: τινὲς μέγαν· „ὡς δ’ ὅτε σῦν ἀκάμαντα“ (Π 823). T | |
18484b | ex. | σελήνην τε πλήθουσαν: τινὲς τὴν ποτὲ πλήθουσαν, ὡς „ἠΰκομος Νιόβη“ (Ω 602). οἱ δὲ φυσικοὶ ἀεί φασι τὸ ἡμισφαίριον αὐτῆς τὸ πρὸς ἥλιον τετραμμένον πλήθειν, εἰ καὶ μὴ φαίνεται ἡμῖν. οἱ δὲ τὴν πληρωτικὴν σωμάτων, κογχυλίων τε καὶ δένδρων καὶ | |
5 | ποταμῶν καὶ θαλάσσης καὶ Ὠκεανοῦ. b(BCE3E4)T | ||
D | σελήνην τε πλήθουσαν: τὴν οἷον πεπληρωμένην σέλας νέον. A | ||
18485a | Hrd. | τείρεα: ὡς „τείχεα“ (Β 691 al.). Aim | |
18485b | Did. | 〈οὐρανὸς ἐστεφάνωται:〉 Ζηνόδοτος „οὐρανὸν ἐστήρι‐ | |
κται“, Ἀρίσταρχος „οὐρανὸν ἐστεφάνωκε“. Aint | |||
18.486 | D | Πληϊάδας {θ’}: ἑπτὰ ἀστέρες κείμενοι—γενέσθαι ἕξ. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς (fr. 7 [p. 194] B.). A | |
D | D | Ὑάδας τε: οἱ ἐπὶ τῶν κεράτων—καὶ ὑετῶν καθίσταν‐ ται. | Ζεὺς ἐκ τοῦ μηροῦ—κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερε‐ | ||
5 | κύδει (FGrHist 3, 90b). A | ||
D | Πληϊάδας θ’ Ὑάδας τε: τὰς μὲν κατηστερισμένας— διότι καταυγάζονται. A | ||
D | τό τε σθένος Ὠρίωνος: περιφραστικῶς τὸν Ὠρίωνα Ὠρίων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι (fr. 101 Pow.). A | ||
18.487 | Hrd. | D | D | {ἄρκτον θ’ ἣν καὶ} Ἄμαξαν: εἰς ἰδιότητα Ἄμαξαν ἐψίλω‐ σαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλιφὴ οὕτως εὑρέθη, „τιλλέσθην ἐπ’ ἄμαξαν“ (Ω 711) καὶ „αἱ δ’ ὑπ’ ἀμάξῃσιν“ (Ω 782), ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ | |
5 | νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρ’ αὐτοῖς καὶ ἡ συναλιφὴ διὰ δασέος, καθημαξευμένα. | ἄρκτοι δύο δείκνυνται—ἑνὸς τῶν ἑπτὰ σοφῶν. | Ζεὺς Καλλιστοῦς—κατηστέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ (fr. 632). A | ||
18488a | ex. | ἥ τ’ αὐτοῦ στρέφεται: ὅτι κυκλοτερής ἐστιν ὁ οὐ‐ ρανός, δηλοῖ τὸ στρέφεται ὡς καὶ τὸ „ἐστεφάνωται“ (Σ 485). T | |
18488b | ex. | ἄλλως· ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δο‐ κεύει· ἅμα μὲν χαριέντως ὡς κυνηγόν, ἅμα δὲ ὅτι καὶ τὴν αὐτὴν κίνησιν αὐτῷ ποιεῖται, b(BCE3E4)T ὥς πού φησιν ὁ Ἄρατος (Phaen. 226—7)· „ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα / | |
5 | οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου“. οὐκ ὀνομάζει δὲ | ||
τὴν ἄλλην, ἐπεὶ τῶν ἐμφανεστέρων μέμνηται. b(BCE3)T τινὲς δέ †φασιν ἄκαι†, ἵν’ ᾖ ‘καὶ Κυνόσουρα‘· αὕτη γὰρ „μειοτέρῃ 〈...〉 πᾶσα περιστρέφεται στροφάλιγγι“ (Arat. Phaen. 43). ἀλλὰ πρῶτα μὲν ἄμφω Ἅμαξαι ὀνομάζονται, ὡς καὶ Ἄρατος (Phaen. 27)· „ἀτὰρ | |||
10 | καλέονται Ἅμαξαι“. ἄλλως τε ὅτε τὸ τέ ὑποτάσσει ὁ ποιητὴς τῷ ἄρθρῳ, οὐ σημαίνει καί· „ὅν τε καὶ ὑψόθ’ ἐόντα“ (Ρ 676), „ὅν τε κύν’ Ὠρίωνοσ“ (Χ 29), „ἥ τε κατ’ αἰγίλιπος πέτρησ“ (Ι 15), „ἥ τ’ ἀνὰ νῶτα θέουσα“ (Ν 547). οἱ δὲ τὸ „Ἄρκτον“ (Σ 487) ἀντὶ πληθυντικοῦ, ὡς τὸ „θήγει δέ τε λευκὸν ὀδόντα“ ([Hsd.] scut. 388). T | ||
18488c | D | Or. (?) | ἥ τ’ αὐτοῦ στρέφεται〈—δοκεύει〉: ἥτις περὶ τὸν Ἀρκτικὸν—Ὠρίωνος ἄστρον. | πόλοι δὲ καλοῦνται τὰ ἄκρα τοῦ ἄξονος, περὶ ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος. A | |
18489a1 | ex. | οἴη δ’ ἄμμορός 〈ἐστι λοετρῶν Ὠκεανοῖο〉: τὸ οἴη οὐκ ἔχει τὴν σύγκρισιν πρὸς ἅπαντα τὰ ζῴδια, ἀλλὰ πρὸς μόνα τὰ ἐντετυπωμένα τῇ ἀσπίδι· b(BCE3E4)T εἰσὶ γὰρ καὶ ἄλλα | |
μὴ δύνοντα. b(BCE3E4) | |||
18489a2 | ὡς πρὸς τὰ προειρημένα ἄστρα, ἐπεὶ καὶ ἄλλα ἐστὶ μὴ δύνοντα. Aint | ||
D | οἴη δ’ ἄμμορός ἐστι: ἀντὶ τοῦ μόνη—τὰ ἀπὸ ἰξύος ἕως ποδῶν. A | ||
18.490 | ex. | ἐν δὲ δύω ποίησε πόλεις 〈μερόπων ἀνθρώπων〉: ἐπὶ τὰ ἐπίγεια φέρεται. διοικουμένου δὲ τοῦ βίου πολέμῳ καὶ εἰρήνῃ τὰ ἐν ἀμφοτέροις τοῖς καιροῖς συμβαίνοντα πρὸς ἐκλογὴν τοῦ ἀμείνο‐ νος προβέβληται. ἐπειδὴ δὲ ἡ μὲν Ἰλιὰς ὄψιν εἶχε πολέμου, ἀμνη‐ | |
5 | μόνευτος δὲ ἦν ἡ εἰρήνη, τοῦ πολέμου πρὸς ὀλίγον (sc. Σ 509—40) ἐμνήσθη b(BCE3E4)T (καὶ τούτου οὐκ εἶχεν ἡ Ἰλιὰς τὸν λόχον), T τὸ δὲ περὶ τῶν εἰρηνικῶν ἐμήκυνεν. ἀναγκαῖον δὲ τῷ βίῳ τὰ ἐναντία εἶναι πόλεμον καὶ εἰρήνην, ἡδονήν τε καὶ πόνους. b(BCE3E4)T | ||
10 | D | ἐν δὲ δύω ποίησε πόλεις: τίνες δέ εἰσιν αἱ δύο πόλεις; Ἀγαλλίας—ἐνδέδεται χθών. A | |
18492a | Did. | 〈ἐκ θαλάμων:〉 Ζηνόδοτος „ἐς θαλάμουσ“· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή. Aim | |
18492b | Ariston. | 〈δαΐδων ὕπο λαμπομενάων:〉 ὅτι ἡ ὑπό ἀντὶ τῆς μετά, μετὰ δᾴδων· Ἀρχίλοχος (fr. 65, 12 T. = 58, 12 W.)· „ᾄδων ὑπ’ αὐλητῆροσ“. καὶ πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ νυμφίοι τὰς νύμφας μετὰ δᾴδων παρελαμβάνοντο. Aint | |
18492c | ex. (Ariston.) | ex. (Ariston.?) | 〈δαΐδων〉 ὕπο λαμπομενάων: ἡ ὑπό ἀντὶ τῆς μετά. | Ἀθήνησι δὲ οὕτω τὰς νύμφας ἄγουσι. b(BCE3)T | |
18.493 | D | πολὺς δ’ ὑμέναιος 〈ὀρώρει〉: ἐξῆπτο, διεγήγερτο— ὃν ἐκάλουν ὑμέναιον. A | |
ex. | ὑμέναιος: ὕμνος ὁ ἐπὶ ὁμονοίᾳ ᾀδόμενος. ἢ παρὰ τὸ ὁμοῦ †νάζειν. b(BCE3)T | ||
18495a | Ariston. | 〈αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον:〉 ὅτι ἐνθάδε μόνον καὶ ἐν τῇ Κ (sc. 13) μέμνηται αὐλῶν. Aim | |
18495b | ex. | αὐλοί: εἰ Φρὺξ ὁ αὐλός, ἄρα τῆς †τότε† εἰρηνευομένης Ἰλίου παράδειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες αὐλοῦσι (sc. Κ 13). παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός. b(BCE3)T | |
18495c | ex. | βοὴν ἔχον: οὐχ ὡς ἀποτελουμένου ἤχου τινός, ἀλλ’ οἷον τὰ εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα ἦν. b(BE3)T | |
18496a | Ariston. | 〈θαύμαζον:〉 ὅτι ἐθεῶντο, οὐκ ἐξεπλήττοντο. Aext (Aim) | |
18496b | ex. | θαύμαζον: ἐθεώρουν. b(BE3)Til | |
18497-8 | ex. | 〈λαοὶ δ’ εἰν〉 ἀγορῇ 〈ἔσαν ἀθρόοι—ποι‐ νῆσ〉: ἀγορὴ ὁ τόπος, ἐν ᾧ ἀγείρονται. ἡδονὴν δὲ διαγράψας (sc. | |
Σ 491—6) μέτεισιν ἐπὶ τοὺς ταῦτα τηροῦντας νόμους. b(BCE3)T ἔστι δὲ ἡ στάσις καταστοχαστική. τοῦ μὲν λέγοντος δεδωκέναι τὴν | |||
5 | ποινήν (cf. Σ 499), τοῦ δὲ ἀρνουμένου εἰληφέναι (cf. Σ 500). ποινὴν οἱ παρέχοντες ἔφευγον τὸ ἔγκλημα τοῦ φόνου. b(BE3)T | ||
D | ἔνθα δὲ νεῖκος / ὠρώρει: ἐφιλονείκουν, ἠμφισβήτουν· δι‐ καστήριον—ἀντέκτισις ποινή. A | ||
18.498 | ex. | 〈ποινῆς:〉 προστίμου· ἃ καὶ ὑποφόνια καλοῦσιν. b(BCE3 E4)T | |
18.499 | Did. | 〈ἀποφθιμένου:〉 παρὰ Ζηνοδότῳ „ἀποκταμένου“ καὶ ἐν ταῖς πλείσταις· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή. Aext (Aim) | |
18499-500a | ex. | ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι 〈/ —ἑ‐ λέσθαι〉: ὁ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι b(BCE3)T τὸ ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα, b(BCE3E4)T ὁ δὲ ἠρνεῖτο. b(BCE3) | |
18499-500b | Nic. | 〈ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι, / δήμῳ πιφαύ‐ σκων:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀποδοῦναι· ἐν γὰρ τῷ δήμῳ ἔλεγε πάντα ἀποδεδωκέναι, οὐ τῷ δήμῳ παραδεδωκέναι. Aim | |
18.500 | ex. | δήμῳ πιφαύσκων: τοῖς περιεστῶσι τοῦ δήμου διασαφῶν. T | |
18501a | ex. | ἄμφω δ’ ἱέσθην 〈ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι〉: ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγομένων καὶ ἐπὶ τούτῳ ἐτίθεντο τὸ πέρας τῆς δίκης ἀντὶ τοῦ ‘ἤθελον ἄμφω ἐπὶ τῷ μάρτυρι τὸ πέρας τῆς δίκης γίνεσθαι‘. b(BCE3)T | |
18501b | ex. | 〈ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι:〉 τὸ τέλος τῆς δίκης οἱ δικασταὶ ἐτίθεντο ὥστε τὸν παρέχοντα μαρτυρίαν νικᾶν. Aint | |
18501c | D | Hrd. | {ἐπὶ} ἴστορι: μάρτυρι ἢ κριτῇ | ἀπὸ τοῦ εἴδω εἴσω ἵστωρ, ἐλλείψαντος τοῦ ε, ἐπεὶ τῷ ι τὸ ς ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ „ἱστίον“ (Α 481), ἵστημι· ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ ς μόνου δασύνεται. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται. A | |
18501d | Did. | 〈ἑλέσθαι:〉 παρὰ Ζηνοδότῳ „ἀρέσθαι“. Ail | |
18502a | Ariston. | 〈λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί:〉 ὅτι οἱ περιεστῶτες ἑκατέρωθεν προσεφθέγγοντο, καὶ ὅτι τοῦτ’ ἔστι τὸ „δήμῳ πιφαύσκων“ (Σ 500), φανερὸν ποιῶν τῷ ὄχλῳ. Aext (Aim) | |
18502b | ex. | λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον 〈ἀμφὶς ἀρωγοί〉: ἐπεφώνουν ἀμφοτέρωθεν βοηθοὶ ἀμφοτέροις. b(BCE3)T | |
18502c | Did. | ἀμφοτέροισιν 〈ἐπήπυον ἀμφὶς ἀρωγοί〉: παρὰ Ζη‐ νοδότῳ καὶ Ἀριστοφάνει „ἀμφοτέρωθεν“. ἡ Μασσαλιωτικὴ δὲ „ἀμφοτέρωθεν †ἐπίπνυον† ἀμφὶς ἀρωγοί“. Aim T | |
18503-4 | ex. | οἱ δὲ γέροντες 〈/ εἵατ’—ἱερῷ ἐνὶ κύκλῳ〉: γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ πραγμάτων προὔχοντας. b(BCE3)T τὸν δὲ τόπον αὐτῶν ἱερόν, ὥστε εἰς τὸ θεῖον ἀσεβεῖν δοκοῖεν οἵ τε παρακρίνοντες καὶ οἱ ἀπειθοῦντες. b(BCE3 | |
5 | E4)T ἐν δ’ Ἀρείῳ πάγῳ γέροντες δικάζουσιν. T | ||
18.504 | ex. | ἱερῷ ἐνὶ κύκλῳ: Θέμιδος γὰρ ἱερὰ τὰ δικαστήρια. T | |
18505a | Ariston. | σκῆπτρα δὲ κηρύκων ἐν χέρς’ ἔχον: ὅτι καὶ οἱ δημηγοροῦντες καὶ οἱ δικάζοντες σκῆπτρα ἐλάμβανον. καὶ ἐν Ὀδυσ‐ σείᾳ (β 37)· „στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί“. A | |
18505b | ex. | ἠεροφώνων: ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ ἐν ἄλλῳ εἶπε „φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν“ (Ο 686). A b (BCE3)T | |
18505c | ex. | ἄλλως· ἠεροφώνων: τῶν ἀέρα φωνούντων· ἀὴρ γὰρ πεπληγμένος ἐστὶν ἡ φωνή. b(BCE3)T ἢ ἕωθεν συγκαλούντων. T | |
18506a | ex. | 〈τοῖσιν〉 ἔπειτ’ ἤϊσσον, 〈ἀμοιβηδὶς δὲ δίκα‐ ζον〉: ἤτοι ἐξώρμων σὺν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλῳ τόπῳ· ἢ ἀνιστάμενοι ἔφερον τὴν ψῆφον. A | |
18506b | ex. | τοῖσι δ’ ἔπειτ’ 〈ἤϊσσον〉: συμπεριέφερον τὰ σκῆ‐ πτρα τοῖς λεγομένοις ὡς καὶ οἱ δημηγοροῦντες· ὅθεν καὶ Ὀδυσσεὺς ἔδοξεν ἀμαθὴς εἶναι, ὅτε τὸ σκῆπτρον οὐκ ἐνώμα (cf. Γ 218)· b(BCE3) T οὔπω γὰρ ἀνέδην τὰς χεῖρας ἐκίνουν. T | |
18506c | ex. | 〈τοῖσιν ἔπειτ’ ἤϊσσον:〉 κατέσειον ἐπὶ τὸ σιωπῆ‐ 〈σαι〉. Aint | |
18506d | ex. | Hrd. | ἀμοιβηδὶς δὲ δίκαζον: ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ ἐκαθέζοντο, παρὰ μέρος τὸ ἓν πρᾶγμα δικάζοντες, καὶ ἕκαστος τὸ καθ’ ἑαυτὸν ἐν μέρει ἀπεφαίνετο. | τὸ δὲ ἀμοιβηδίς κατ’ ὀξεῖαν τάσιν. εἴρηται δὲ περὶ τῶν εἰς δις ληγόντων 〈ἐπιρ〉ρημάτων (cf. Hrd. καθ. | |
5 | 512,11). A | ||
18506e | ex. | ἀμοιβηδὶς 〈δὲ δίκαζον〉: οὐ πάντες βουλευσάμενοι μί‐ αν ἐξέφερον γνώμην, ἐναλλὰξ δὲ ἕκαστος τὸ δοκοῦν δίκαιον ἀπεφαί‐ νετο. b(BCE3E4)T | |
18506f1 | Did. (?) | 〈ἀμοιβηδίς:〉 Ἀρίσταρχος „ἀμοιβηδόν“ ὡς „κλαγγη‐ δόν“ (Β 463), κατὰ τάξιν τῆς ἡλικίας. Aim | |
18506f2 | Ἀρίσταρχος δὲ b(BE3)T „ἀμοιβηδόν“ ὡς „κλαγγη‐ δόν“, T ἀντὶ τοῦ κατὰ τάξιν τῆς ἡλικίας, b(BE3)T ὡς καὶ ἡ γερουσία Λακεδαιμονίων. T | ||
18507-8a | ex. | κεῖτο δ’ ἄρ’ ἐν μέσ〈σ〉οισι 〈δύω χρυσοῖο τά‐ λαντα, / —εἴποι〉: ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς δικαστὰς ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων δεδόσθαι. b(BCE3)T ἄδηλον δέ, πότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο, | |
5 | ἵνα ὁ ἡττηθεὶς δῷ τῷ δικαστῇ †πρὸς τὸ συκοφαντεῖν πολλούς. τοῦτο δὲ καλεῖται συνηγορικὸν τέλος. b(BE3)T | ||
18507-8b | ex. | κεῖτο δ’ ἄρ’ ἐν μέσ〈σ〉οισι〈—εἴποι〉: ἤτοι τοσοῦτον δικαστικὸν ὑπι〈σ〉χνοῦντο. ἀλλ’ ἐπεὶ ἀπίθανόν ἐστιν, ἄμεινον κατὰ τῶν κρινομένων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο | |
τάλαντα ἐπιδοῦναι τῷ τὰ ἰθύντατα εἰπόντι. A | |||
18509-33 | ex. | τὴν δ’ ἑτέρην πόλιν〈—ἐμάχοντο μά‐ χην〉: οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθεσθέντες δύο πολεμίων στρατοὶ τὴν λείαν ἀφείλοντο. καὶ τὴν κτῆσιν δὲ διανείμασθαι ἠνάγκα‐ ζον ἐπὶ τῷ καταθέσθαι τὸν πόλεμον. οἱ δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ | |
5 | σκοποὺς πέμψαντες ἐλόχων, ὁπότε ἥξοντα τὰ θρέμματα αὐτῶν ἐπὶ νομὴν ἀφέλοιντο τῶν πολεμίων. b(BCE3)T καὶ δὴ τοῦτο ποι‐ οῦσιν. οἱ δὲ τὸν θόρυβον ἀκούσαντες—ἔτυχον γὰρ περὶ τούτου σκεπτόμενοι, ὁπότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμήσοιεν πάλιν— | ||
ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον. b(BE3)T | |||
18509a | ex. | δύω στρατοί: ἢ ὁ πολιορκῶν καὶ πολιορκούμενος· ἢ δύο ἐπὶ διαφόροις ἥκοντες αἰτίαις, ὁμονοήσαντες δὲ κατὰ τῆς πόλεως. b(BCE3E4)T | |
18509b | D | ex. | δύω στρατοί: ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον· πολιορκία γὰρ ἦν καὶ οὐ †παιδεία† ἡ μάχη. | ἢ δύο στρατοὺς τὸν | |
ἐν τῇ πόλει καὶ τὸν ἐπελθόντα φησίν. A | |||
18510-2 | ex. | δίχα δέ σφιν ἥνδανε βουλή, 〈ἠὲ διαπραθέειν —ἔεργεν〉: τοῖς πολιορκοῦσιν ἐσχισμένη ἦν γνώμη· ἐὰν μὲν θελήσωσι διανείμασθαι τὰ κτήματα, ἀπαλλάττεσθαι τῆς πολιορκίας, ἐὰν δὲ ἀπειθῶσι, πορθῆσαι τὴν πόλιν. b(BCE3)T | |
5 | D ad Σ 510 | δίχα δέ σφιν ἥνδανε βουλή, 〈—ἔεργεν〉: σημει‐ οῦνται ὅτι οἱ ἐπιστρατεύσαντες—κτημάτων. A | |
18511a | ex. | ἠὲ διαπραθέειν 〈ἢ ἄνδιχα πάντα δάσασθαι〉: ἐψύχωται ἡ γραφὴ ὡς καὶ τὰ ἀφανῆ δηλοῦσθαι τοῖς ὁρῶσιν. τὸ δὲ πάντα πρὸς τὰ σημαινόμενα κτήματα ἀπέδωκεν. b(BCE3)T | |
18511b | Ariston. | ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι: πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους, ἐπιμεριζόμενοι τὰ κτήματα. A | |
18511c | ex. (Ariston.?) | ἢ ἄνδιχα 〈πάντα δάσασθαι〉: ἦν ἔθος, ὡς καὶ Ἕκτωρ φησί, „μή τι κατακρύψειν, ἀλλ’ ἄνδιχα 〈πάντα δάσασθαι〉“ (Χ 120). T | |
18513a | ex. | 〈οἱ δ’〉 οὔπω πείθοντο: τὸ πω παρέλκει, b(BCE3E4) T ὡς τὸ „οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον“ (Π 76): b(BCE3)T οἱ πολῖται δὲ οὐκ ἐπείθοντο. b(BE3E4)T | |
18513b | ex.(?) | 〈οἱ δέ:〉 οἱ ἔνδον. Aint | |
18513c1 | ex. | λόχῳ δ’ ὑπεθωρήσσοντο: δεῖ νοεῖν τοὺς πολεμίους ἀφῃρῆσθαι τὴν λείαν, ἣν λοχῶσιν οἱ πολῖται ἰδίαν οὖσαν. T | |
18513c2 | δεῖ δὲ νοεῖν τὴν λείαν, ἣν οἱ πολέμιοι ἀφείλοντο, τούτους λοχῆσαι σπεύδειν. b(BE3E4) | ||
18514-5a | Nic. | τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα / ῥύατ’ ἐφεσταότες, 〈μετὰ δ’ ἀνέρες, οὓς ἔχε γῆρασ〉: Παρ‐ μενίσκος (fr. 7) τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες (515), ἐπεὶ σολοικοφανές, φησί, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς τέκνοις | |
5 | εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν ἀπηντηκέναι, ὡς καὶ ἐπ’ ἄλλων μυρίων; „νεφέλη δέ μιν ἀμφιβέβηκε 〈/ κυανέη〉· τὸ μὲν οὔ ποτ’ ἐρωεῖ“ (μ 74—5), „νωμῆσαι βῶν 〈/ ἀζαλέην〉, τό μοι ἔστιν“ (Η 238—9). οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες. A | ||
18514-5b | ex. | τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα / | |
ῥύατ’ ἐφεσταότες, 〈μετὰ δ’ ἀνέρες, οὓς ἔχε γῆρασ〉: τινὲς εἰς τὸ ῥύατο (515) στίζουσιν, b(BCE3E4)T ἵνα τῷ ἀνέρες (515) μόνῳ ἁρμόσῃ τὸ ἐφεσταότες (515). b(BCE3E4) ἢ ὃ ἔδει | |||
5 | ἐπάγεσθαι, τοῦτο ἐν μέσῳ κεῖται· ἔδει γὰρ ‘μετὰ δ’ ἀνέρες ἐφεσταότεσ‘, b(BCE3E4)T 〈ὡσ〉 τὸ „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων“ (Υ 138) καὶ „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι / Κώκυτός τε“ (κ 513—4). πρὸς δὲ τὸ ἀρσενικὸν ἀπέδωκεν, ὡς ἐν τῷ „μήτε τις οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην 〈/ ...〉, | ||
10 | ἀλλ’ ἅμα πάντεσ“ (Θ 7—8), „ἠΐθεοι καὶ παρθένοι 〈... /〉 ὀρχεῦντο 〈...〉 χεῖρας ἔχοντεσ“ (Σ 593—4), „Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων 〈/ ἄφρονα〉 τοῦτον ἀνέντεσ“ (Ε 760—1). T | ||
18514-5c | Porph | τὸ ἐφεσταότες (515) πρὸς τὸ ἀνέρες. καὶ δύναται πα‐ ραπλήσιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι· „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι / Κώκυτός θ’“ (κ 513—4), „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχησ“ (Υ 138). διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ, ᾗ | |
5 | ἐκεῖνο μὲν τοῖς κατ’ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος. ὑπερβατῷ δὲ ἀμφότερα λύεται. A | ||
18.514 | ex. | ἄλοχοι τε: ὁ Πλάτων ἐν τοῖς Νόμοις (8 p. 829e4) ἀξιοῖ γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ παρ’ Ὁμήρου μαθών. καὶ Σαυ‐ ροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδῦσαι στολὴν | |
πολεμοῦσιν. b(BCE3E4)T | |||
18.515 | ex.(?) | 〈ῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέρες:〉 κατὰ κοινοῦ τὸ ῥύατο. Aint | |
18516a | ex. | οἱ δ’ ἴσαν: οἱ ἀπὸ τῆς πόλεως ἐξῄεσαν εἰς τὸν λόχον. b(BCE3E4)T | |
18516b | ex. | 〈ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη:〉 ὡς ἠδικημένοις συλλαμβάνουσιν οἱ θεοί. b(BCE3E4)Til | |
18518a | ex. | μεγάλω: δυνάμει, οὐ μεγέθει. b(BCE3)T | |
18518b | ex. | 〈ὥς τε θεώ περ:〉 ὡς ἄν, ὡς τὸ „ῥεῖα μάλ’ ὥς τε θεόσ“ (Γ 381. Υ 444). Til | |
18519a | Ariston. | 〈ὀλίζονες:〉 ὅτι ἅπαξ κέχρηται τῇ λέξει, καὶ σημαίνει ὀλίγοι. Aint | |
18519b | Hrd. | ὀλίζονες: προπαροξυτονητέον. πρόδηλον κἀκ τοῦ παρα‐ κειμένου οὐδετέρου, ‘οὐδὲν ὄλιζον ἕξομεν‘, εἴγε ὁμοτονεῖ τοῖς οὐδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τέλος κατὰ τὴν ἡμετέραν διά‐ λεκτον, ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην | |
5 | ἐπὶ βραχείας εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως ἐχούσης παρασχηματισμὸν οὐδετέρου, „μέλασ“ (α 423. ς 306), „μέλαν“ (Β 825 al.)· τάλας, τάλαν· „πᾶσ“ (Λ 65 al.), „πᾶν“ (Α 294 al.)· εὐμήκης, εὐμῆκες· „ταχύσ“ (Β 527 al.), ταχύ· „φίλοσ“ (Α 381 al.), „φίλον“ (Α 167 al.)· σώφρων, σῶφρον· ὅθεν εἰ οὕτως ἀνέγνωμεν | ||
10 | ‘οὐδὲν ὄλιζον ἕξομεν‘, καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν· καὶ γὰρ οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμός, τοῖς μέντοι βαρυνομένοις, σῶφρον τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρσενικὸν βαρύνεται. ἐσχημά‐ τισται δὲ συγκριτικῶς κατὰ πάθος· παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ | ||
15 | δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος ἐξέπιπτε τρίτος τύπος ὁ διὰ δύο σς, ὀλίσσων· | ||
τὰ δὲ δύο σς μετέπεσεν εἰς τὸ ζ καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ „μεῖζον“ (Α 167 al.), λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων. A | |||
18519c | ex. | ὑπολίζονες: ἥττους τῷ μεγέθει τοῦ σώματος, b(BCE3 E4)T ὁ δὲ Ἐπαφρόδιτος (fr. 41 L.) τῇ δυνάμει. περισσὴ δὲ ἡ ὑπό. φασὶ δὲ Ὅμηρον τὸ †ὀλίγον† οὐδέποτε ἐπὶ ἀριθμοῦ τάσσειν, ἀλλ’ ἐπὶ μεγέθους· b(BCE3)T „νῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ | |
5 | οὐτιδανόσ“ (ι 515). T | ||
18.520 | ex. | 〈εἶκε:〉 ἀντὶ τοῦ ἐφικτὸν ἦν, ἔπρεπεν. b(BCE3E4)T | |
18521a | ex. | ἐν ποταμῷ: ἀντὶ τοῦ παρὰ ποταμῷ. b(BCE3)T | |
18521b1 | Hrd. | ἀρδμός: ἐκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός, ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α· „τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν“ (Ar. equ. 96 = 114). οὐχ ὅσα μέντοι ἐν ῥήμασιν ἔκτασιν ἔχει, καὶ ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω καὶ μέλλοντα | |
5 | τὸν ἄξω καὶ προστακτικὸν τὸ 〈ἆξον〉, „ἆξον δὴ ἔγχος Διομήδεοσ“ (Ζ 306), ἡ ἀξίνη συστέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι †ἐκτεί‐ νομεν ὄνομα Ἄρην· „πισσοκωνίας ἀρήν“ Κρατῖνος (fr. 364 [I p. 116] | ||
K. = 397 K.—A.). A | |||
18521b2 | ἐκτατέον δὲ τὴν ἄρχουσαν τοῦ ἀρδμός· b(BE3)T καὶ τὸ ἄρδω γάρ· „τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν“. T | ||
18521c | ex. | ἀρδμός: ἀρδεία καὶ ἀπάρυσις ὕδατος. b(BCE3) καὶ ἐν Ὀδυσσείᾳ (ν 247)· „ἐν δ’ ἀρδμοὶ ἐπηετανοί“. b(BE3)T | |
18521d | Did. (?) | 〈βοτοῖσιν:〉 βοτοῖσι {δὲ} γραπτέον, ὅθεν καὶ „βοτῆρεσ“ (cf. ο 504) καὶ „βοτάνη“ (cf. Ν 493). b(BE3)T | |
18.523 | ex. | τοῖσι: αὐτοῖς τοῖς ἐνεδρεύουσι, b(BCE3E4)T τοῖς ἀπὸ τῆς πολιορκουμένης πόλεως. T | |
18.525 | ex. | οἱ δέ: οἱ βοῦς καὶ τὰ μῆλα· περὶ ἀμφοτέρων γὰρ ὁ λόγος. b(BCE3E4)T | |
18526a | ex. | τερπόμενοι σύριγξι· δόλον δ’ οὔ τι προνόησαν: διὰ τὸ ἀπροσδόκητον· οὐ γὰρ εἰκὸς ἦν τοὺς πολιορκουμένους τοῖς πολιορκοῦσιν ἐπελθεῖν. b(BCE3E4)T ἢ πρὸς τῇ μουσικῇ ὄντες. T | |
18526b | ex. | τερπόμενοι σύριγξι· 〈δόλον δ’ οὔ τι προνόη‐ σαν〉: ἤτοι ἐπεὶ ἀνύποπτον ἦν τὸ ἐν τῷ πολέμῳ λοχᾶν. ἢ καὶ διὰ τὴν τέρψιν τῶν συρίγγων. A | |
18526c | Did. | 〈τερπόμενοι:〉 Ἀριστοφάνης δυϊκῶς „τερπομέ〈νω〉“. Aint | |
18528a | ex. | 〈τάμνοντο:〉 ἀπήλαυνον. b(BCE3E4)Til | |
18528b | Did. | 〈πώεα καλά:〉 παρὰ Ζηνοδότῳ „πῶϋ μέγ’ οἰῶν“. Aint | |
18530a | ex. | οἱ δέ: δηλονότι οἱ πολιορκοῦντες, ὧν τὰ ποίμνια περι‐ ηλαύνετο. b(BCE3E4)T | |
18530b | ex. | 〈οἱ δέ:〉 οἱ ἐν τῇ πόλει †οὓς† προέπεμψαν. Aim | |
18531a | Ariston. | εἰράων προπάροιθε: ὅτι εἴρας λέγει τὰς ἀγοράς, σχη‐ ματίζων ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγειν. A | |
18531b | ex. | ἰράων: τῶν βουλευτηρίων. b(BCE3)T | |
18.535 | ex. | ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς 〈ὁμίλεον, ἐν δ’ ὀλοὴ Κήρ〉: κατὰ τὴν τάξιν τῶν πραγμάτων καὶ τὰς ὀνομασίας εἴρηκεν. b(BCE3)T | |
18536a | ex. | 〈ἄλλον ζωὸν ἔχουσα νεούτατον:〉 πρὸς τὸ „Ἔρισ“ (Σ 535) ὑπήντησεν. b(BCE3E4) | |
18536b | ex. | 〈ἄλλον ἄουτον:〉 ὁ Κυδοιμός. Til | |
18537a | ex. | 〈ἄλλον〉 τεθνειῶτα 〈κατὰ μόθον ἕλκε ποδοῖϊν〉: ἡ Μοῖρα. 〈ἢ〉 ἡ αὐτὴ τῶν τριῶν ἐδέδρακτο. νοητέον δὲ ὅτι ἐξ ἀμφοτέ‐ ρων τῶν ταγμάτων εἰσὶν οἱ πεσόντες. T | |
18537b | Did. | 〈τεθνειῶτα:〉 Ἀρίσταρχος „τεθνηῶτα“. Aim | |
18538a | Did. | 〈εἷμα δ’ ἔχε:〉 ἐν τῇ Μασσαλιωτικῇ „εἷμά τ’ ἔχε“. Aint | |
18538b | ex. | δαφοινεόν 〈αἵματι〉: λίαν πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. T | |
18538c1 | Hrd. | δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός „ἀδελφεόσ“ (Β 586 al.). A | |
18538c2 | ἄλλως· {δαφοινεῶν:} †δαφοίνεον προπαροξυτόνως†. T | ||
18538d | ex. | ἄλλως· δαφοινεὸν 〈αἵματι φωτῶν〉: κἀκ τούτων φαί‐ νεται γραφικὴν εἰδώς· T κατὰ χρώματα γὰρ ποικίλλει. b(BCE3 E4)T | |
18.539 | ex. | ὥς τε ζωοὶ 〈βροτοί〉: οὐκ ἄρα ζωὰ ἦν τὰ ἐπιγεγραμμέ‐ να, ἀλλ’ ὅμοια ζῴοις. b(BCE3E4)T | |
18540a | Ariston. | νεκρούς τ’ ἀλλήλων 〈ἔρυον κατατεθνηῶτασ〉: ὅτι ἐπὶ τῶν τοιούτων τόπων οἱ Γλωσσογράφοι νεκροὺς τοὺς νέους ὑπέλαβον λέγεσθαι. A | |
18540b | Did. | 〈κατατεθνειῶτας:〉 Ἀρίσταρχος διὰ τοῦ η. Aim | |
18541a | ex. | ἐν δ’ ἐτίθει νειὸν 〈μαλακὴν πίειραν ἄρουραν〉: τῆς εἰρηνευομένης δηλονότι αὕτη ἡ γῆ· οἱ γὰρ πολιορκοῦντες 〈***〉 τὴν πολεμουμένην χώραν. T | |
18541b | ex. | ἄλλως· ἐν δ’ ἐτίθει νειὸν 〈μαλακὴν πίειραν ἄ‐ ρουραν〉: τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα (sc. Σ 483—9) καὶ | |
τὰς πόλεις (sc. Σ 490—540) γεώργιόν τι παραλαμβάνει. δαιμονίως δὲ διὰ τῶν ἐπιθέτων ὑπέδειξεν, εἰς ὁποίαν ποτὲ γῆν δεῖ πόνον κατατί‐ | |||
5 | θεσθαι, εἰς μαλακὴν καὶ εὔβωλον. b(BCE3)T | ||
D | νειόν: τὴν λεγομένην νεατόν, —ἡ τοιαύτη. A | ||
18542a1 | ex. | εὐρεῖαν τρίπολον· πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇ: ἀκολούθως τῷ ἐπιθέτῳ· τὴν γὰρ εὐρεῖαν πολλοῖς ζεύγεσί φησιν ἀροῦσθαι. T | |
18542a2 | ἀκόλουθόν ἐστι καὶ τοῦτο· ταύτην γὰρ πολλοῖς ζεύγεσί φησιν ἀροῦσθαι ὡς εὐρεῖαν b(BCE3) | ||
18545-6 | ex. | τοῖσι δ’ ἔπειτ’ 〈ἐν χερσὶ δέπας μελιηδέος οἴ‐ νου / δόσκεν ἀνὴρ ἐπιών〉: πλουσίου ὁ ἀγρός, παρ’ ὃν πονοῦσι μὲν αὐλακίζοντες ἐν βάθει τὴν γῆν, ἀνακτῶνται δὲ αὑτοὺς τῷ πόματι. b(BCE3)T | |
18.546 | ex. | ὄγμους: οὔτε τὴν ἐπίστιχον φυτείαν φησὶν Ἐπαφρόδιτος (fr. 42 L.) οὔτε παρὰ τὸ οἴγειν· b(BCE3)T φησὶ γοῦν „ὄγμον ἐλαύνωσιν“ (Λ 68). ἔστιν οὖν, ὡς Ἡρακλέων (fr. 12 B.), T τὰς ἑλκύσεις, παρὰ τὸ ἕλκω ὄλγμος (καὶ ὄλιξ γὰρ λέγεται), ἢ τὴν συν‐ | |
5 | έχειαν τῶν αὐλάκων. b(BCE3)T | ||
18547a | ex. | ἱέμενοι 〈νειοῖο βαθείης τέλσον ἱκέσθαι〉: ἔσπευδον παρὰ τὰ ἔργα διὰ τὸ ἐπὶ χεῖρα αὐτοῖς κεῖσθαι τὴν πόσιν. b(BCE3)T | |
18547b | Hrd. | τέλσον {ἱκέσθαι}: βαρυτόνως ὡς „μέτρον“ (Λ 225 al.). ἐγένετο δὲ παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ ς καὶ προσόδῳ τοῦ ν. A | |
18548-9a | ex. | ἡ δὲ μελαίνετ’ 〈ὄπισθεν—τὸ δὴ περὶ θαῦ‐ μα τέτυκτο〉: ἡ ὀπίσω τοῦ ἀρότρου γῆ ἐμελαίνετο. ἄπιστον δέ, καὶ αὐτὸς διὰ τοῦ θαυμάζειν πιστὸν εἰργάσατο. T | |
18548-9b | ex. | ἡ δὲ μελαίνετ’ ὄπισθεν〈— / χρυσείη περ ἐ‐ οῦσα〉: κατὰ γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ γῆ. σκιὰν οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ. A | |
18.548 | ex. | ἀρηρομένῃ: ἢ ἐνδεῖ τὸ ς ἀπὸ τοῦ ἀρηροσμένη. ἢ παρὰ τὸ ἀρῶ ἀροτῶ ἠρότημαι ἠροτημένη ἠρομένη ἀρηρομένη. b(BCE3)T ἢ ἀπὸ τοῦ ἀρῶ ἄρωμι ἀροὺς ἠρομένος ἠρομένη, Ἀττικῶς ἀρηρομένη. b(BE3)T | |
18.549 | Did. | 〈τέτυκτο:〉 οὕτως Ἀρίσταρχος τέτυκτο Ἰακῶς. Aim | |
18550-60 | ex. | ἐν δ’ ἐτίθει τέμενοσ〈—πάλυνον〉: δαιμονί‐ ως πᾶσαν ἰδέαν γεωργίας κατέγραψε τῇ ἀσπίδι, περὶ †ἀρότρου† (sc. Σ 541—9), περὶ θερισμοῦ (550—60). εἶτα καὶ ἀμπελόφυτον χωρίον διετύπωσεν (sc. Σ 561—72): b(BCE3)T τὸ γὰρ ὅλον τοῦ | |
5 | τρόπου διδασκαλικοῦ ἐστιν. b(BCE3) | ||
18550a | Ariston. | {ἐν δ’ ἐτίθει} τέμενος: ὅτι τὸν ἀποτετμημένον τόπον | |
τέμενος λέγει. A | |||
18550b1 | Did. (?) | 〈βασιλήϊον:〉 γράφεται „βαθυλήϊον“. Aint | |
18550b2 | βαθυλήϊον: „βασιλήϊον“. T | ||
18550c | ex. | 〈βασιλήϊον:〉 τὸν δεσπότην τοῦ κλήρου βασιλέα φησίν (sc. Σ 556). b(BCE3E4)T ἢ βασιλικὸν αὐτό φησι, τὸ καλλι‐ στεῦον καὶ ἔντιμον θέλων διαγράψαι. b(BCE3)T | |
18550d | ex. | D | ἔριθοι: νῦν ἐργάται, γεωργοί, παρὰ τὴν ἔραν τὴν γῆν· ἢ παρὰ τὸ ἐρίζειν ἐν τῷ ἔργῳ. | ἔριθοι δὲ κυρίως οἱ ἐριουργοί, καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι. A | |
18.551 | ex. | δρεπάνας: Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θη‐ λυκά, τάφρη, κύρτη, ἀστραγάλη. b(BCE3)T | |
18552a | ex. | δράγματα: ὧν ἐπιλαμβανόμενοι θερίζουσι καὶ τεμόντες ἐῶσι κεῖσθαι. b(BCE3)T ἄλλοι δὲ δεσμοῦσι. b(BCE3) | |
18552b | ex. | μετ’ ὄγμον: ἐπὶ τὰς τοῦ ἀρότρου τομάς, παρὰ τὸ οἴγω, ἢ †ἕλκυσις†, παρὰ τὸ ἄγω. T | |
18553a | ex. | 〈ἀμαλλοδετῆρες:〉 οἱ ἐκ τῶν ἀμαλλῶν δεσμὰ ποιοῦντες. b(BCE3) †ἐλεδανοῖσι† δὲ b(BCE3)T τοῖς τῶν σταχύων δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν· οὐλαὶ γὰρ αἱ κριθαί. b(BCE3E4)T | |
18553b | ex. | 〈ἐλλεδανοῖσι:〉 παρὰ τὸ ἐνειλεῖσθαι ἐν αὐτοῖς τοὺς πυρούς. Aim | |
18557a | ex. | εἱστήκει 〈ἐπ’ ὄγμου γηθόσυνος κῆρ〉: καὶ τὸ ἐφε‐ στάναι αὐτὸν πιθανὸν καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις, καὶ τὸ μὴ κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ γὰρ μὴ φόβῳ, ἀλλὰ πρᾳότητι τὸν βασιλέα ζητεῖν ὑπουργίαν. b(BCE3)T | |
18557b | Did. | 〈ἑστήκει:〉 ἔξω τοῦ ι τὸ ἑστήκει αἱ Ἀριστάρχου. Aim Aint | |
18557c | ex. | γηθόσυνος κῆρ: ἐφαίνετο γὰρ τῷ προσώπῳ ἡδόμενος καὶ τοιαύτην ἔχων κατάστασιν. A | |
18558-9 | ex. | κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένον‐ το, / βοῦν δ’ ἱερεύσαντες μέγαν ἄμφεπον: πρὸς ὑπόμνησιν τῆς ἀπὸ τῶν δρυῶν τροφῆς (cf. 558). καλῶς δὲ καρπιζόμενοι θύουσιν (cf. 559). Ἀθηναῖοι δὲ καὶ νῦν τοὺς περὶ ἱερουργίαν πονουμένους | |
5 | Κήρυκάς φασιν. T | ||
18560a | Ariston. | δεῖπνον ἐρίθοισι〈ν〉: ὅτι δεῖπνον τὸ ὑφ’ ἡμῶν ἄρι‐ στον, καὶ ὅτι ἔριθος πᾶς ὁ μισθοῦ ἐργαζόμενος. A | |
18560b | ex. | ἐρίθοισιν: ἔριθοι T πάντες οἱ μισθοῦ ἐργαζόμενοι, καὶ μάλιστα οἱ τὴν ἔραν. b(BCE3)T | |
18560c | D | ex.(?) | ἐπάλυνον: ἔμασσον· | ἢ ἔφυρον. T | |
18.561 | ex. | ἐν δ’ ἐτίθει σταφυλῇσι 〈μέγα βρίθουσαν ἀλωήν〉: ὡς ἐν γραφῇ κατακλωμένας βότρυσι δείκνυσι τὰς ἀμπέλους. πάντα δὲ τέλεια ἔγραψε, „σελήνην τε πλήθουσαν“ (Σ 484) καὶ τὸ λήϊον βαθὺ (cf. Σ 550) καὶ τὴν ἀλωὴν ἤδη κεκαρποφορηκυῖαν (cf. Σ 561—2), ἵνα | |
5 | περικαλλῆ τὴν φαντασίαν τῶν ἐντετυπωμένων παρεχόντων ὁ δη‐ μιουργὸς ἐπαινεθείη. b(BCE3)T | ||
18563a | ex. | κάμαξι: καλάμαξι. πολυειδῶς δὲ τὰς ἀμπέλους φράζει· αἱ μὲν γὰρ αὐτῶν χθαμαλαὶ κατ’ ὄρχους εἰσίν. b(BCE3)T ἐν οἷς φησιν „ὄρχους δέ μοι ὧδ’ ὀνόμηνασ“ (ω 341): T αἱ δὲ σκέπουσαι τὸ σπέος Καλυψοῦς (cf. ε 68—9): b(BCE3)T ἄλλαι δὲ ξύλοις | |
5 | καὶ καλάμοις βασταζόμεναι ὡς νῦν. b(BCE3) | ||
18563b | Did. | 〈ἀργυρέῃσιν:〉 Ζηνόδοτος „ἀργυρέοισιν“. Aim | |
18.564 | ex. | 〈κυανέην〉 κάπετον: τὴν ληνόν· Ζηνόδοτος (sc. in Glossis, fr. 6 p. 191 P.) δέ φησιν ἀπὸ χαλκοῦ κεκαυμένου. ἀλλὰ T πρὸς τὸ δυσεπιχείρητον τοῖς κακουργεῖν βουλομένοις εἶναι καὶ ἡ τάφρος ἔσκαπται καὶ τὸ τειχίον προβέβληται· ὅθεν ἐπιφέρει „μία δ’ | |
5 | οἴη ἀταρπιτόσ“ (Σ 565), ὅπως οἱ μὴ διὰ ταύτης ἰόντες κατάφωροι εἶεν ὡς κλέψαι θέλοντες. b(BCE3)T | ||
18.565 | Did. | 〈ἐπ’ αὐτήν:〉 „ἐς αὐτήν“ παρὰ Ζηνοδότῳ· καὶ ἔχει λό‐ γον ἡ γραφή. Aim | |
18.566 | ex. | 〈φορῆες:〉 οἱ φέροντες τοὺς βότρυας. Aim | |
18567-8 | ex. | παρθενικαὶ δὲ 〈καὶ ἠΐθεοι—φέρον μελιη‐ δέα καρπόν〉: καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων φέρονται σωμάτων. b(BCE3E4)T | |
18.567 | D | ἀταλὰ φρονέοντες: τρυφερά, νήπια, πρᾷα. κατ’ ἐπικρά‐ τησιν δὲ τοῦ ἄρρενος εἴρηκε, φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι. A | |
18568a1 | Did. | 〈πλεκτοῖς ἐν ταλάροισι:〉 Ἀρίσταρχος ταλάροι‐ σι καὶ „πλεκτοῖσι〈ν〉“. Aint | |
18568a2 | πλεκτοῖσιν ταλάροισι φέρον: οὕτως αἱ Ἀριστάρ‐ χου. T | ||
18569-70a1 | ex. | φόρμιγγι λιγείῃ 〈/ —ἄειδε〉: δηλονότι τέρπων καὶ ἐπικουφίζων τὸν πόνον. T | |
18569-70a2 | τάχα οὖν ᾄδειν τοῖς τρυγῶσι λέγει τὸν νέον πρὸς τέρψιν καὶ ἐπικουφισμὸν τῶν πόνων. b(BE3E4) | ||
18570a | Ariston. | λίνον δ’ ὑπὸ καλὸν ἄειδε: παρὰ Ζηνοδότῳ „λίνος δ’ ὑπὸ καλὸν ἄειδε“. ὁ δὲ Ἀρίσταρχος βούλεται μὴ τὴν χορδὴν λέ‐ γεσθαι, ἀλλὰ γένος τι ὕμνου τὸν λίνον. ὥσπερ εἰ ἔλεγεν παιᾶνα ᾖδεν | |
ἤ τι τοιοῦτον· διὸ ἡ διπλῆ. A | |||
18570b1 | Hrd. | 〈λίνον:〉 τὸ λίνον κατὰ βαρεῖαν τάσιν προενεκτέον, ὅ τι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα, εἴτε καὶ ἐπὶ τῆς χορδῆς τάσ‐ σοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα (cf. Ε 487. Π 408 al.), εἴτε ση‐ μαίνοι εἶδος ὕμνου, ὥσπερ καὶ ἐνθάδε, ὡς παιὰν καὶ διθύραμβος. A | |
18570b2 | {λίνον:} καὶ ἐπὶ τοῦ ἱματίου καὶ ἐπὶ τοῦ ᾄσματος καὶ ἐπὶ πάντων βαρύνεται. T | ||
18570c1 | ex. (Ariston.?) | ex. | ἄλλως· ΛΙΝΟΝ {δ’ ὑπὸ καλόν}: Ἀρίσταρχος εἶδος ᾠδῆς τὸ λίνον ὡς παιᾶνα ἤ τι τοιοῦτον. | ἡ δὲ περὶ τὸν Λίνον ἱστο‐ ρία καὶ παρὰ Φιλοχόρῳ ἐν τῇ ἐνάτῃ καὶ δεκάτῃ (FGrHist 328, 207) καὶ παρὰ Μελανιππίδῃ (fr. 10 P. = P.M.G. 766). ἥ τε καλουμένη Σφαῖ‐ | |
5 | ρα ποίημά ἐστιν εἰς τὸν Λίνον, ἀναφέρεται δὲ εἰς Ὀρφέα (O. F.2 p. 314 nr. 27 K.). ὁ δὲ Φιλόχορος ὑπ’ Ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι, ὅτι τὸν λίνον καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα. φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρη‐ νώδεσιν ἀπαρχαῖς. ἐπιγραφή ἐστιν ἐν Θήβαις (I. G. M. 18 = Carm. | ||
10 | pop. 34 P. [P.M.G. 880])· „ὦ Λίνε πᾶσι θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν / ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀεῖσαι / ἐν ποδὶ δεξι‐ τερῷ. Μοῦσαι δέ σε θρήνεον αὐταί / μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες | ||
ἡλίου αὐγάς.“ ἄλλως· „κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θερά‐ ποντα“ (I.G.M. 248). „τὸν πολυθρήνητον Λίνον Αἴλινον ἥδε πα‐ | |||
15 | τρῴα / Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον“ (I. G. M. 240). καὶ Ἡσίοδος (fr. 305 M.—W.)· „Οὐρανίη δ’ ἄρ’ ἔτικτε Λίνον, πολυήρατον υἱόν· / ὃν δή, ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, / πάντες μὲν θρηνοῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε, / ἀρχόμενοί τε Λίνον καὶ λήγον‐ τες καλέουσιν.“ ὁ μέντοι Ἡρακλέα διδάξας μουσικὴν ἕτερος παρὰ τοῦ‐ | ||
20 | τόν ἐστιν. T | ||
18570d1 | ex. | λίνον: οἱ μὲν ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν ἀπομείναντος τοῦ ὀνόματος, ὡς καὶ λίθον τὴν ἄγκυραν καλοῦσιν ἕως νῦν. οἱ δὲ ὅτι ὡς ἄγροικος ὁ παῖς λίνον ἐντετά‐ κει τῇ κιθάρᾳ. Ἀρίσταρχος ὄνομα ὕμνου ἐπὶ Λίνῳ τῷ ἥρωϊ. ἔστι δὲ | |
5 | οὗτος ᾠδῆς εὑρετὴς Οὐρανίας υἱός, ὃν ἀνεῖλεν Ἀπόλλων, ἐπεὶ τὸ λίνον καταλύσας χορδαῖς ἔτεινεν ὄργανον. T | ||
18570c2/d2 | ex. + ex. | Ἀρίσταρχος εἶδος ᾠδῆς τὸν λίνον φησὶν ὡς παιᾶνα καὶ εἴ τι τοιοῦτον, ἀπὸ Λίνου τοῦ ἥρωος. ἡ δὲ κατὰ τὸν Λίνον ἱστορία παρὰ Φιλοχόρῳ ἱστόρηται· φασὶ γὰρ ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν | |
λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν. ὁ δὲ ἥρως οὗτος ὁ Λίνος καταλύσας | |||
5 | τὸ λίνον πρῶτος χορδαῖς ἐχρήσατο καὶ διὰ τοῦτο ὑπὸ Ἀπόλλωνος ἀνῃρέθη. b(BCE3E4) φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμη‐ θῆναι θρηνώδεσιν ᾠδαῖς, ἃς λινῳδίας ἐκάλεσαν. ἔστι δὲ μέλος θρηνη‐ τικὸν ὁ λίνος μετ’ ἰσχνοφωνίας ᾀδόμενος. ἆρα οὖν ὁ νεανίας διὰ τῆς μιμήσεως ταύτης τὰ κατὰ τὸν Λίνον ᾖδεν; ἐθρηνεῖτο γὰρ οὗτος παρὰ | ||
10 | τῶν Μουσῶν οὕτως· „ὦ Λίνε, θεοῖσι τετιμημένε, σοὶ γὰρ πρώτῳ μέλος ἔδωκαν ἀθάνατοι ἀνθρώποισι φωναῖς λιγυραῖς ἀεῖσαι. Φοῖβος δέ σε κότῳ ἀναιρεῖ, Μοῦσαι δέ σε θρηνέουσιν.“ ἡ δὲ ὑπό περιττεύει. b(BE3E4) | ||
D | λίνον δ’ ὑπὸ καλὸν ἄειδε: ἤτοι †τὸν λίνον ᾖδε ὃ† ἐξῆπτο | ||
15 | —διασπασθέντι πρώτην ᾀσθεῖσαν. A | ||
18571-2 | ex. | 〈τοὶ δὲ〉 ῥήσσοντες 〈ἁμαρτῇ / ... ποσὶ σκαί‐ ροντες ἕποντο〉: εἰ καὶ ἑτέροις ὀνόμασιν ἐχρήσατο ὡς ἐπὶ ἀγροί‐ κων, ἀλλ’ οὖν παράβαλε τὰ Ἡσιόδου (th. 3—4) „πόσ〈σ〉’ ἁπαλοῖσιν / ὀρχεῦντο“ ἐπὶ θεῶν καὶ εὐρύθμων. T | |
18.572 | Porph. | σκαίροντες: τὸ σπαίρειν μετὰ τοῦ α φησὶν ὁ ποιητὴς κατὰ Ἀττικούς, b(BCE3)T „ἀσπαίροντα 〈δ’〉 ἔπειτα“ (μ 254), „ἥ | |
ῥά οἱ ἀσπαίρουσα“ (Ν 443), T „ἀσπαίροντα λάων“ (τ 229), „ἤσπαιρ’ ὡς ὅτε βοῦσ“ (Ν 571), τὸ δὲ σκαίρειν οὐκέτι. τὸ μὲν οὖν | |||
5 | σπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὅ †τινες† ἐν ἰχθύσι καὶ τῷ δε‐ δεμένῳ κατὰ τὸν ποιητὴν βοΐ (cf. Ν 571), τὸ δὲ σκαίρειν ἔμμουσον κί‐ νησιν ὀρχηστικὴν καὶ εὔρυθμον. b(BCE3)T οἶμαι δὲ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέ‐ | ||
10 | ρας. καὶ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς (1, 134)· „καὶ σκάρος, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις / φθέγγεται ἰκμαλέην λαλαγὴν“ ἀφείς. καὶ τὴν πολύσκαρθμον Μύρινάν φησιν ὁ ποιητὴς (sc. Β 814) μίαν τῶν Ἀμαζόνων, καὶ εὐσκάρθμους ἵππους (cf. Ν 31). b(BE3)T | ||
18.573 | ex. | ὀρθοκραιράων: εὔκερῳ γὰρ οἱ κάλλιστοι βόες. ὀρθο‐ κραιράων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν. b(BCE3)T | |
18.574 | ex. | χρυσοῖο τετεύχατο κασσιτέρου τε: ὑπὲρ τοῦ ἐξαλ‐ λαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν. b(BCE3E4)T | |
18.575 | ex. | μυκηθμῷ δ’ ἀπὸ κόπρου 〈ἐπεσσεύοντο νομὸν δέ〉: παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο. ὅτε δὲ ἐξίασι τῶν βοοστασίων ταχεῖς τε καὶ σκιρτῶντές εἰσι· b(BCE3)T διὸ καὶ τὸ ἐπεσ‐ σεύοντο, οἷον μετά τινος ταχυτῆτος καὶ σφοδρότητος ἐπορεύοντο. | |
5 | b(BCE3) | ||
18576a1 | Did. | παρὰ ῥοδανὸν δονακῆα: παρὰ Ζηνοδότῳ „διὰ ῥα‐ δαλόν“. ὁ δὲ Ἀριστοφάνης „παρὰ †ῥαδηλό톓. ῥαδαλὸν δὲ ἀκου‐ στέον τὸν εὐκράδαντον δι’ ὕψος. φησὶ δὲ Διονύσιος (fr. 47 S.) γρά‐ φεσθαι καὶ „δονακῆεν“ κατὰ τὸ οὐδέτερον, ὡς καὶ τὸν πευκῶνα πευ‐ | |
5 | κᾶεν. A | ||
18576a2 | {παρὰ ῥοδανόν:} Ζηνόδοτος „†ῥοδανό톓, τὸν εὐκράδαν‐ τον διὰ τὸ ὕψος. T | ||
18576a3 | ἐν ἄλλῳ „ῥαδαλόν“. Aint | ||
18576b | ex. | ex. | ἄλλως· παρὰ ῥοδανόν: τὸν ῥᾳδίως ἀναφύοντα· ἢ τὸν | |
(Did.?) | εὐκίνητον διὰ λεπτότητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκες τὸ συνεχῶς τινάσσειν τὴν κρόκην. b(BCE3E4)T οἱ δὲ ῥοανόν, ῥευστικόν, κατὰ πλεονασμόν. οἱ δὲ τὸν ἰσχνοκαλαμώδη ἐκ τῶν δύο. | Ζηνόδοτος | ||
5 | δὲ γράφει „ῥαδαλόν“ εὐκίνητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ | ||
κραδαίνεσθαι. b(BE3E4)T | |||
18576c1 | ex. | ἄλλως· παρὰ ῥοδανὸν δονακῆα: παρὰ τὸν καλα‐ μῶνα τὸν δι’ ἰσχνότητα εὐκράδαντον. T | |
18576c2 | λέγει δὲ ὅτι πορεύονται ἐπὶ τὸν καλαμῶνα τὸν δι’ ἰσχνό‐ τητα καλάμων ἢ ὕψος εὐκράδαντον. b(BE3E4) | ||
18.579 | Did. | σμερδαλέω δὲ λέοντε 〈δύ’ ἐν πρώτῃσι βόεσσι〉: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου „δύο πρώτῃσι AAim βόεσσι“. A παρὰ δὲ Ζηνοδότῳ „κυανέω δὲ λέοντε“. AT | |
18580a1 | ex. | ἐρύγμηλον: ἐρυγήτορα· ἐρύγειν γὰρ τὸ μετὰ βίας ἀνα‐ σπᾶν τὸ πνεῦμα· καὶ „ἤρυγεν ἑλκόμενοσ“ (Υ 404) καὶ „ἐρευγομένης ἁλὸς ἔξω“ (Ρ 265). T | |
18580a2 | τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον, ἐκ τοῦ ἐρύγω τοῦ ὑπερισχύω, ἐξ οὗ καὶ ἐρύγειν τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα. b(BCE3E4) | ||
18580b1 | Hrd. | ἐρύγμηλον: ὡς βέβηλον· τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο | |
συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει, κάμηλος καὶ φάσηλος, „Στύμφηλον“ (Β 608). τὰ μέντοι ἐπιθετικὰ ὀξύνεσθαι μὲν θέλει, ὅτε παρασχηματισμὸν ἔχει θηλυκοῦ, σιγηλός, „ὑψηλός (α 426. | |||
5 | ζ 263), „ἀπατηλόσ“ (cf. Α 526), μὴ οὕτως δὲ ἔχοντα βαρύνεσθαι, βέβηλος, κίβδηλος, κάπηλος. εἰ δὴ καὶ τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκόν, δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτὸ Τυραννίων (fr. 44 P.) ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς „ἤρυγεν ἑλκόμενος Ἑλικώνιον“ (Υ 404), ἐρύγηλος καὶ ἐν πλεονασμῷ | ||
10 | τοῦ μ ἐρύγμηλος. A | ||
18580b2 | ἄλλως· ἐρύγμηλον: προπαροξυτόνως τὸ ἐρύγμη‐ λον, b(BE3)T ἐγένετο δὲ παρὰ τὸ ἐρύγω ἐρύγηλος καὶ πλεο‐ νασμῷ τοῦ μ ἐρύγμηλος. b(BE3E4)T | ||
18.581 | Did. | ἕλκετο· τὸν δὲ κύνες 〈μετεκίαθον〉: παρὰ Ζηνοδότῳ „τοὺς δὲ κύνες μετεκίαθον“, τοὺς λέοντας. τὸ δὲ ἕλκετο χωρὶς τοῦ ι. A | |
18583a | Ariston. | λαφύσσετον: ὅτι χρόνος ἤλλακται· τὸ γὰρ λαφύσσε‐ τον λαφύσσουσιν, παρείληπται ὅμοιον τῷ „λαοῦ ἀποτμήξαντε διώκετον“ (Κ 364). A | |
18583b | ex. | λαφύσσετον: ἔδει διὰ τοῦ η. ἢ ἐνεστώς ἐστιν ἀντὶ παρῳχηκότος. δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν. b(BCE3)T | |
18584a | Ariston. | | αὔτως ἐνδίεσαν: ὅτι Ζηνόδοτος γράφει „οὕτωσ“, οὐ | |
Hrd. | νοήσας ὅτι τὸ αὔτως ἐστὶ κενῶς καὶ πρὸς οὐδέν, διὰ τὸ εἴδωλα εἶναι. | | ||
τὸ δὲ ἐνδίεσαν παρὰ τὸ δίεσθαι, ὅ ἐστι διώκεσθαι. σημαίνει δὲ τὸ ἐπώτρυνον. εἴρηται (sc. ad Σ 162 a1) δὲ ὅτι κλίσις ἐστὶ τοῦ δίημι τὸ | |||
5 | ἐνδίησαν· καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνίτῃ (p. 58 B.) δασύνοντι τὸ ι καὶ πλεονασμὸν τοῦ δ δεχομένῳ. A | ||
18584b | ex. | αὔτως ἐ〈ν〉δίεσαν {ταχέας κύνας}: μάτην ἠφίεσαν ἐπὶ τοὺς λέοντας. T | |
18584c | ex. | ἐ〈ν〉δίεσαν: ἐδίωκον, παρὰ τὸ δίημι· b(BCE3)T περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251), ἀντὶ τοῦ ἐδιώχθην. T | |
18.586 | ex. | 〈ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέον‐ το:〉 γραφικῶς ἔδειξε τὸ πᾶν. Til | |
18587-8 | ex. | ἐν δὲ νομὸν ποίησε〈—οἰῶν ἀργεννάων〉: φασὶν Ἀθηναίους πρῶτον ἐπινοῆσαι τὴν ἐξ ἐρίων ἐσθῆτα· ὅθεν καὶ τὸν πέπλον περιφέρουσιν. ἐν ἔαρι δέ φασι μόνον νέμεσθαι τὰ πρόβατα. T | |
18.588 | ex. | ἐν καλῇ βήσσῃ: οἱ μὲν βόες παρὰ ποταμόν (cf. Σ 576), αἱ δὲ †ὄϊς† ἐν βήσσῃ, ὅ ἐστι κοιλώματι γῆς, ὥστε βαίνεσθαι, οὐ γεωλόφῳ. b(BCE3)T | |
18589a | Ariston. | 〈σταθμούς:〉 ὅτι σταθμοὺς τὰς κατ’ ἀγρὸν βουστά‐ σεις. Aim | |
18589b | ex. | σταθμούς: τὰς κατ’ ἀγροὺς στάσεις τῶν θρεμμάτων· A b (BCE3E4)T „ἔνθα κεν ᾧ πὰρ σταθμῷ“ (ξ 32), „σταθμῶν | |
ῥυτῆρα γενέσθαι“ (ρ 187) καὶ „παρὰ σταθμὸν μεγάροιο“ (ρ 96) A T καὶ „ἥ τε σταθμὸν ἔχουσα“ (Μ 434). T κλισίας δὲ A b (BCE3 | |||
5 | E4) τὰς τῶν ποιμένων οἰκίας, A b (BCE3E4)Til καὶ ση‐ κούς, A b (BCE3E4) ἔνθα κοιμῶνται τὰ θρέμματα. A b (BCE3 E4)Til | ||
18.590 | D | ἐν δὲ χορὸν ποίκιλλε: ἐγκατεσκεύασε δὲ ἐπιμελῶς —αὐτοῖς ὑποδείξας ἐποίησεν. A | |
18590a | Ariston. | 〈χορόν: ὅτι〉 τὸν τόπον χορὸν εἴρηκεν, οὐ τὸ σύστημα τῶν χορευόντων. Aint | |
18590b | ex. | χορόν: τὸν πρὸς χορείαν τόπον. δῆλον δὲ κἀκ τοῦ ἐπιφε‐ ρομένου „ἔνθα μὲν ἠΐθεοι / ὠρχεῦντο“ (Σ 593—4), δηλονότι ἐν τῷ τόπῳ. b(BCE3)T | |
18590c | ex. | ἄλλως· ποίκιλλε: ἐν ποικιλίᾳ εἰργάζετο, οἷον κίονάς τε καὶ ἀνδριάντας τῷ τόπῳ προ〈σ〉κοσμήσας ἐν κύκλῳ. ἢ ὅτι ἐξ ἀρσέ‐ νων καὶ θηλειῶν ἦν. T | |
18591-2a | Nic. | τῷ ἴκελον, 〈οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃ / Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ〉: διασταλτέον μετὰ τὸ ἴκελον (591), τὸ δὲ ἑξῆς δασέως ἀναγνωστέον, ὥσπερ ἡ | |
τριβὴ ἔχει· τούτῳ γὰρ παραπλήσιόν φησι τὸν Ἥφαιστον πεποιηκέ‐ | |||
5 | ναι, οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριάδνῃ κατεσκεύασεν. ὑπολαβόντες δέ τινες δύσφημον εἶναι, μᾶλλον δὲ ἀπρεπὲς Ἥφαιστον μιμητὴν γί‐ νεσθαι τῶν Δαιδάλου ἔργων καὶ λέγεσθαι τοῦτο ὑπὸ Ὁμήρου— μᾶλλον γὰρ ἂν ηὔξησε τὸ ἔργον, εἰ περὶ Δαιδάλου διαλεγόμενος ἔλε‐ γεν οὕτως αὐτὸν πεποιηκέναι, ὡς Ἥφαιστος ἐποίει—, διὰ τοῦτο ἀφ’ | ||
10 | ἑτέρας ἀρχῆς ἀξιοῦσιν ἀναγινώσκειν· „τῷ ἴκελον οἶόν ποτ’ ἐνὶ Κνωσῷ“ (591) καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵν’ ᾖ ὁ λόγος, τούτῳ πα‐ ραπλήσιον μόνον ἐν Κνωσῷ ποτε Δαίδαλος ἐποίησεν Ἀριάδνῃ. καὶ οἰήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ, εἴ γε μόνον παρ’ ἀνθρώποις ἓν παραπλήσιον ἐγένετο καὶ τοῦθ’ ὑπὸ Δαιδά‐ | ||
15 | λου τοῦ διαβοήτου. γελοίως δὲ ἔχει ἡ ἐπίνοια· οὔτε γὰρ ἀπρεπὲς τὸν θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι (μᾶλλον δὲ καὶ πρεπωδέστερα τὰ ἔργα ἀπὸ τῶν ἀρχαιοτέρων γίνεσθαι, καὶ μάλιστα ὅταν ᾖ ἐπιτετευγ‐ μένα), ἄλλως τε οὐδὲ ὁ ποιητὴς τοῦτο λέγει, ἀλλ’ ἁπλῶς ταῦτα ὅμοια εἶναι, οὐ τὸ ἕτερον τοῦ ἑτέρου μίμημα. εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην | ||
20 | ἀσεβῆ δόξουσιν εἶναι, ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον ὅτι ἀπὸ τῶν ἐν ὄψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς πα‐ ραδείγμασι χρώμενοι· Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς εἶδεν πώποτε, Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι. καὶ τάχα ὅμοιόν τι εἶχεν ἡ κατασκευή, ὅτι ἐξ ᾐθέων καὶ παρθένων (cf. Σ 593) ἢ ὅτι ὀθόνας | ||
25 | εἶχον (cf. Σ 595) καὶ στεφάνας (cf. Σ 597). A | ||
18591-2b | ex. | τῷ ἴκελον, οἷόν ποτ’ 〈ἐνὶ Κνωσσῷ—Ἀριά‐ δνῃ〉: πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον μιμεῖται. b(BCE3E4)T καὶ οἱ μὲν ψιλοῦσι τὸ ΟΙΟΝ (591), συνάπτοντες αὐτὸ τῷ ἴκελον (591), μιμητὴν τῶν ἔργων Ἡφαίστου | |
5 | ποιοῦντες τὸν Δαίδαλον, ἵν’ ᾖ ‘τούτῳ μόνον ὁ Δαίδαλος ἐποίησεν ὅμοιον χορόν‘, ὁ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. T | ||
ἄμεινον δὲ ἐκεῖνο φάσκειν ὅτι πρώην διακεχωρισμένως χορευόντων ἀνδρῶν καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυ‐ ρίνθου ἠΐθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσαν· ὅπερ μόνον ὁ θεὸς ἐμι‐ | |||
10 | μήσατο, οὐ τὸ κάλλος οὐδὲ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ καὶ δι‐ δάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν. b (BCE3E4)T | ||
18.592 | Did. | 〈Ἀριάδνῃ:〉 παρὰ Ζηνοδότῳ „Ἀριήδῃ“. Aim Til | |
18593a | ex. | ἀλφεσίβοιαι: τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ μνηστήρων. b(BCE3)T | |
18593b | ex. | ἄλλως: ἀλφεσίβοιαι: αἱ λαμπραὶ κατὰ τὴν ἡλικίαν. T | |
D | ἀλφεσίβοιαι: ἔντιμοι καὶ διὰ τὴν εὐμορφίαν—εὑρέθη πρὸ τῶν ἄλλων. A | ||
18.594 | ex. vel D | 〈ἔχοντες:〉 κατ’ ἐπικράτειαν τοῦ ἀρσενικοῦ. Aint | |
18595a | Ariston. | 〈τῶν δ’ αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶ‐ νας:〉 ἡ διπλῆ {δέ}, ὅτι συνήθως πρὸς τὸ δεύτερον πρότερον ἀπήν‐ τηκεν. A | |
18595b | Did. (?) | 〈λεπτάς:〉 ἐν ἄλλῳ „καλάς {ὀθόνασ}“. Aim | |
18595c | ex. | ὀθόνας: ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα. A b (BCE3)T | |
18596a | ex. | ἦκα στίλβοντας ἐλαίῳ: οὐ καταλάμπρους, ἀλλ’ ἡσυχῆ ὡς ἔλαιον στίλβοντας. b(BCE3E4)T ἔστι δὲ ὅμοιον τῷ „ἡνία λεύκ’ ἐλέφαντι“ (Ε 583) ἀντὶ τοῦ λευκὰ 〈ὡς ἐλέφασ〉, ἐμφερῆ ἐλέφαντι. λείπει οὖν τὸ ὥς, ὡς ἐλαίῳ. b(BCE3)T | |
18596b | Ariston. | 〈ἐλαίῳ: ὅτι〉 ἐλλείπει τὸ ὥς. Aint | |
18597-8 | Ariston. | καί ῥ’ αἱ μὲν 〈καλὰς στεφάνας ἔχον. οἱ δὲ μαχαίρας / —τελαμώνων〉: ἀθετοῦνται οἱ δύο, ὅτι οὐδέποτε μάχαιραν εἶπε τὸ ξίφος. ἄλλως τε καὶ οὐ πρέπον χορεύοντας μαχαίρας ἔχειν. οὗτοι δὲ οὐδὲ παρὰ Ἀριστοφάνει ἦσαν. A | |
18.597 | ex. | καί ῥ’ αἱ μὲν καλὰς στεφάνας 〈ἔχον, οἱ δὲ μαχαί‐ ρασ〉: οἰκεῖος ὁ κόσμος ἐπί τε ἀρρένων καὶ γυναικῶν. T | |
18.599 | D | ex. | ἐπισταμένοισι: ἐπιστήμοσιν, T | ἐπιστημονικοῖς. b(BCE3 E4)T | |
18600-1a1 | ex. | 〈ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν—θέῃσιν:〉 τὴν {δὲ} ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασε καὶ τούτῳ κεραμεικῷ· ὀξύτερος γάρ ἐστιν εἰς κίνησιν θατέρου. καλῶς δὲ καὶ τὸ ἄρμενον (600)· εἴτε γὰρ †μεῖζον† εἴτε †ἔλαττον† γένοιτο, ἐμπο‐ | |
5 | δίζει τῇ χρείᾳ. T | ||
18600-1b1 | ex. | ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν〈—θέῃσιν〉: τὸ παράδειγμα πρὸς τὴν ὀξύτητα τοῦ τάχους· οὐδὲν γὰρ ὀξύτερον εἰς μεταφορὰν τροχοῦ κεραμεικοῦ. καὶ τὸ πειρήσεται (601) θαυμά‐ σιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν παρέλαβεν· ἐν γὰρ τῷ | |
5 | ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. T | ||
18600-1a2/b2 | ex. | ex. | ex. | | τὴν δὲ ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ | |
ex. | εἴκασεν. | ὀξύτητος γὰρ χάριν τὸ τοῦ κεραμεικοῦ τροχοῦ παράδειγμα, | ὅς ἐστι τοῦ ἑτέρου τῇ κινήσει ὀξύτερος. καλῶς δὲ καὶ τὸ ἄρμενον· εἴτε γὰρ μείζων εἴτε ἐλάττων γένοιτο, ἐμποδίζει τῇ χρείᾳ. | καὶ τὸ πει‐ | ||
5 | ρήσεται θαυμάσιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν ἔλαβεν· ἐν γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. b (BCE3E4) | ||
D ad Σ 601 | D ad Σ 600 | ὡς ὅτε τις τροχὸν ἄρμενον〈—θέῃσιν〉: διὰ τῆς τοῦ τροχοῦ παραβολῆς ἐγκύκλιον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. | ἄρμενον | ||
10 | δὲ εὖ ἡρμοσμένον πάντοθεν. A | ||
18.601 | ex. | 〈πειρήσεται:〉 κυλῖσαι ἀποπειρήσεται. Aim | |
18.602 | ex. | ἄλλοτε δ’ αὖ θρέξασκον: ποτὲ μὲν κυκλοτερῆ τὸν δρό‐ μον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατ’ ὀρθὸν | |
δι’ ἀλλήλων ἔθεον. b(BCE3E4)T | |||
18603-4 | ex. | πολλὸς δ’ ἱμερόεντα 〈χορὸν περιΐσταθ’ ὅμιλος / τερπόμενοι〉: ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ τὴν τέχνην τῶν †θεωμένων. b(BCE3E4)T | |
18.604 | Ariston. | 〈τερπόμενοι:〉 ὅτι πρὸς τὸ σημαινόμενον ἀπήντηκεν, „ὅμιλοσ“ (Σ 603) τερπόμενοι. Aim | |
18.605 | ex. | κυβιστητῆρε: οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι. b(BCE3)T | |
18607-8 | ex. | ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο 〈/ ἄντυγα πὰρ πυμάτην σάκεοσ〉: πειρῶνταί τινες ἀπὸ τούτου λέγειν μὴ εἶναι καθ’ Ὅμηρον σφαιροειδῆ τὸν κόσμον· τὸν γὰρ Ὠκεα‐ | |
νὸν ἔξω τῶν ἄστρων (cf. Σ 485—9) ἔθηκεν. T | |||
18.610 | ex. | τεῦξ’ ἄρα οἱ θώρηκα 〈φαεινότερον πυρὸς αὐγῆσ〉: διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακος φράζει; φαμὲν οὖν ὅτι b(BCE3E4) ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος θώρακα (sc. Λ 19—40), ὃς ἦν Ἡφαιστότευκτος, καὶ νῦν οὐ φράζει, ὡς καὶ τὴν Πατρόκλου πυρὰν | |
5 | δεινολογήσας (cf. Ψ 110—230) τὴν Ἕκτορος παρέδραμεν (cf. Ω 782‐ 804). b(BCE3E4)T | ||
18613a | ex. | κνημῖδας 〈ἑανοῦ κασσιτέροιο〉: τῇ μαλακῇ ὕλῃ διὰ τὸ †εὔτυκτον† χρῆται b(BCE3)T εἰς τὰς κνημῖδας. T | |
18613b | ex. | D | ἑανοῦ: μαλακοῦ, λεπτοῦ, | λαμπροῦ. b(BCE3)T | |
18613c | ex. | 〈ἑανοῦ:〉 παρὰ τὸ τρυφερὸν τῆς ὕλης. Aim | |
18.614 | Ariston. | ex. | ὅπλα κάμεν: ὅτι T τὰ πολεμιστήρια ὅπλα ὁμοίως ἡμῖν εἶπε νῦν. | διὰ δὲ τὴν ὑπερβολὴν τῶν κατασκευασμάτων τῷ κάμεν ἐχρήσατο b(BCE3)T ἀντὶ τοῦ ἐποίησεν. T | |
18615-7 | ex. | μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν—φέ‐ ρουσα: καλῶς τὸ μὴ λαλεῖν τὸν Ἥφαιστον ἐπαινοῦντα, καθὼς ἐσκεύασεν, μαρτυρόμενον ὡς ἀπέδωκε τὴν χάριν, τό τε τὴν λαβοῦσαν ἡσυχάζειν· σπεύδει γὰρ πρὸς τὸν υἱόν. A | |
18.616 | ex. | ἡ δ’ ἴρηξ ὣς 〈ἆλτο κατ’ Οὐλύμπου νιφόεντοσ〉: ὀξεῖαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευδούσης τὴν ὑπόσχεσιν | |
πληρῶσαι τῷ παιδί. b(BCE3E4)T | |||
18.617 | Did (?). | 〈τεύχεα μαρμαίροντα παρ’ Ἡφαίστοιο φέρουσα:〉 γράφεται „τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτοσ“. Aint | |
18postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα μετὰ ὑπομνηματίου καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. | ||
A | |||
191a | ex. | ἀπ’ Ὠκεανοῖο ῥοάων: καὶ ἐξ ἡρωϊκοῦ προσώπου φησίν· „οὐδὲ σέ γ’ ἠριγένεια παρ’ Ὠκεανοῖο ῥοάων“ (χ 197). T | |
191b | ex. | ῥοάων: Βοιώτιος ἡ φωνή· καὶ ἀπὸ τῶν εἰς ες ἀρσενικῶν, „Ἄρτεμι Κρητάων πότνια b(BCE3)T τοξοφόρων“ (Call. [?] fr. 786), „λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων“ Ἐπίχαρμος (fr. 123 K.), T καὶ ἀπὸ τῶν εἰς ος, „καλοὶ νησάων ἀστέρεσ“ (Call. fr. | |
5 | 67,8), καὶ ἀπὸ οὐδετέρων, „βλεφάρων τ’ ἀπὸ κυανεάων“ ([Hsd.] sc. 7). b(BCE3)T | ||
192a | ex. | ὤρνυτο: ὅθεν καὶ ὄρθρος, ὁ ὀρνὺς ἡμᾶς. T | |
192b | ex. | φόως: τὸ τοῦ ἡλίου ἢ τὸ ἴδιον. T | |
19.3 | ex. (Hrd.) | θεοῦ πάρα δῶρα φέρουσα: τὰ παρὰ θεοῦ δωρηθέντα· διὸ ἀναστρεπτέον ὡς καὶ ἐν τῷ „Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο“ (Τ 10). b(BCE3)T | |
194a | Hrd. | εὗρε δὲ Πατρόκλῳ περικείμενον: τινὲς ἀνέστρεψαν τὴν περί, ἵν’ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροις ἔφη „ἀμφ’ αὐτῷ χυμένη“ (Τ 284. θ 527), τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν, οὐ τῇ μετοχῇ. ἡμῖν δὲ δοκεῖ ὥσπερ ἔτι καὶ τοῖς πλείοσιν καὶ τῷ | |
5 | Ἀσκαλωνίτῃ (p. 58 B.) ἓν εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων νοεῖται. A | ||
194b | D | ex. (Hrd. + ex.) | περικείμενον: περιπεπλεγμένον· | διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός (2,110,13). μονονουχὶ δὲ διὰ τῆς μεταφορᾶς τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς γυναικὸς „ἀμφ’ αὐτῷ χυμένη“ (Τ 284. θ 527) φησί. b(BCE3)T | |
5 | δαιμονίως δὲ ἀμφότερα καὶ λίαν μιμητικῶς. b(BCE3) | ||
19.5 | ex. | κλαίοντα: πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ δάκρυα ἄγει, A b (BCE3)T Ἀγαμέμνονα (sc. Ι 13—5), Πάτροκλον (sc. Π 3—4), Ὀδυσσέα, ἐφ’ οὗ καὶ τὴν παραβολὴν τῆς χήρας ἔλαβεν (cf. θ 521—31). „ἀεὶ δὲ ἀριδάκρυες ἀνέρες ἐσθλοί“ | |
5 | (cf. Zenob. 1, 14 = C. P. G. I p. 4). A T λιγέως δὲ ὀξέως. ἢ ἡδέως, „μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ“ (ο 400). A b (BCE3E4) T | ||
19.6 | D | ex. | μύροντο: ἐθρήνουν. ἢ A | ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶ‐ | |
τον ἐκχυθὲν δάκρυον ἀπὸ Μύρρης τῆς μιγείσης τῷ πατρί. A T | |||
197-8 | ex. | ἔν τ’ ἄρα οἱ φῦ χειρὶ 〈...〉 τοῦτον μὲν ἐάσομεν 〈ἀχνύμενοί περ〉: δαιμονίως ἀμφότερα· καὶ T διὰ μὲν τῆς θίξεως (cf. 7) ἐνδείκνυται ὅτι μάταιόν τι καὶ περιττὸν ποιεῖ νεκρῷ συμπεπλεγμένος, διὰ δὲ τοῦ ἐάσομεν ἀχνύμενοί περ (8) ὡς | |
5 | συμπάσχουσα ὑπάγεται τὸν παῖδα. b(BCE3)T | ||
19.8 | Ariston. | 〈ἐάσομεν:〉 ὅτι ἀντὶ τοῦ ἐάσωμεν. Aim | |
199a1 | ex. | Did. (?) | ἐπειδὴ πρῶτα 〈θεῶν ἰότητι δαμάσθη〉: πρῶτα ἀντὶ τοῦ ἅπαξ. ἰότητι δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. ἐπεὶ πάντα εἰς θεοὺς ἀναφέρεται, χρή, φησίν, εἴκειν τῷ μοιριδίῳ. | γράφεται καὶ „θεοῦ ὑπὸ χειρί“. T | |
199a2 | ex. | 〈πρῶτα:〉 ἅπαξ. b(BCE3) ἰότητι δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. πάντα δὲ πρὸς τὸ θεῖον ἀναφέρουσι καὶ μᾶλλον οἱ ἀτυχεῖς. b(BCE3E4) | |
1910a | Hrd. | τύνη δ’ Ἡφαίστοιο πάρα 〈... δέξο〉: ἀναστρε‐ πτέον τὴν πρόθεσιν· ἔστι γὰρ παρ’ Ἡφαίστου. A | |
1910b | Ariston. | 〈τύνη:〉 σημειοῦνταί τινες ὅτι Δωρικὸν τὸ τύνη. A | |
1910c | ex. | τύνη: ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει αὐτὸ ὁ ποιητής. A T | |
1910-1 | ex. | τεύχεα 〈... /〉 καλά: ὁ τῶν ὅπλων ἔπαινος χρήσιμος εἰς τὸ ἐπεγείρειν τὸν φιλότιμον Ἀχιλλέα. b(BCE3)T | |
19.11 | ex. | οἷ’ οὔ πώ τις ἀνὴρ 〈ὤμοισι φόρησεν〉: νῦν γὰρ φιλοτιμησάμενος Ἥφαιστος b(BCE3)T ἀμείνω τῶν πρῴην εἴργασται. b(BCE3E4)T | |
1913a | D | {τὰ δ’} ἀνέβραχε: ψόφον ποιὸν ἀπετέλεσεν. T | |
1913b1 | ex. | ἄλλως· ἀνέβραχε: ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἐψύχωσε δὲ τὰ ὅπλα διὰ τοῦ ἔβραχεν, ὡς καὶ ἐπὶ Ἄρεος, „τόσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο“ (Ε 863). τοιοῦτον 〈τὸ〉 „ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοί“ (Α 46) πρὸς τὸ „Τρῶες μὲν κλαγγῇ“ (Γ 2). ἐντεῦθέν τινες ἔμψυχα τὰ | |
5 | ὅπλα ἐνόμισαν εἶναι. διὰ τοῦτο εἰκότως καὶ οἱ Μυρμιδόνες δεδοίκασιν (cf. Τ 14—5). T | ||
1913b2 | ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἔστι δὲ ἡ λέξις πεποιημένη, ὡς τὸ „ἔβραχε καλὰ θύρετρα“ (φ 49) καὶ „ἔκλαγξαν †ὀϊστοί“. οὐκ ἄρα οὖν ἔμψυχα ἦν, ἀλλ’ ἤχησαν. b(BCE3) | ||
1913c | ex. | δαίδαλα: παρὰ τὸ δαῆναι· ὅθεν καὶ δαίδαλος καὶ δαή‐ μων. T | |
19.14 | Ariston. | ἕλε τρόμος: ὅτι Ζηνόδοτος γράφει „ἕλεν φόβοσ“. καθ’ Ὅμηρον δέ ἐστι φόβος ἡ φυγή. A | |
1914-5a1 | ex. | οὐδέ τις ἔτλη 〈/ ἄντην εἰσιδέειν, ἀλλ’ ἔτρε‐ σαν: ἔτρεσαν〉 πρὸς τὴν αὐγὴν αὐτῶν ἀδυνατοῦντες ἀντοφθαλμεῖν. καὶ τί πείσονται ἄρα Τρῶες; T | |
1914-5a2 | οἱ δὲ Μυρμιδόνες τὸ κάλλος ἐκπλήττονται, ἀντοφθαλμεῖν μὴ δυνάμενοι. b(BCE3) | ||
19.15 | Ariston. | ἔτρεσαν: ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων (sc. in Τ 14) | |
„ἕλεν φόβοσ“· τὸ γὰρ τρέσαι ἀπὸ τοῦ τρόμου. A | |||
19.16 | ex. | ἔδυ χόλος: πολλὴ ἡ ὑπεροχὴ τῶν ἄλλων· οὐ μόνον παραμένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς ἀφαιρέσεως τῶν ἄλλων· ἠρέθισται γὰρ τῇ ὁμοιότητι. b(BCE3E4)T ἢ ὅτι „αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηροσ“ (π 294. τ 13). b(BE3E4)T | |
1917a | ex. | ὡσεὶ σέλας ἐξεφαάνθη: ὡς πῦρ ἐφάνησαν b(BCE3)T ὑπὸ τοῦ θυμοῦ b(BCE3E4)T καὶ τῆς ἀνταυγάσεως τῶν ὅπλων. T σέλας δὲ τὸ νυκτερινὸν φῶς, ἀφ’ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ, παρὰ τὸ σαλεύεσθαι. b(BCE3)T | |
1917b | Did. | 〈ἐξεφάανθεν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἐξεφαάν‐ θη“. Aim | |
19.18 | ex. | Did. (?) | ἐν χείρεσσιν ἔχων: ψηλαφῶν· b(BCE3E4)T οὐ γὰρ εἰς χεῖρας αὐτῷ †ἀνέθετο†. b(BCE3)T | τινὲς δὲ γράφουσιν „ὀφθαλ‐ μοῖσιν ὁρῶν“. T | |
1921a1 | ex. | ὅπλα: νῦν τὰ πολεμικά. καὶ τὰ τῆς νεώς, „ὅπλα δὲ πάντα / εἰς ἄντλον“ (μ 410—1). καὶ „ὅπλ’ ἐν χερσὶν ἔχων χαλκήϊα“ (γ 433). T | |
1921a2 | ὅπλα μὲν πάντα κοινῶς τὰ συντελοῦντα εἰς χρείαν τινά. νῦν δὲ τὰ πολεμικά φησιν. b(BCE3) | ||
1921-2 | ex. | οἷ’ ἐπιεικές / ἔργ’ 〈ἔμεν ἀθανάτων〉: ἐν ἑαυτῷ τὸ | |
πρᾶγμα τὴν ὑπερβολὴν ἔχον ὑπεροχὴν οὐκ ἐπιδέχεται μείζονα. b(BCE3)T καὶ Ἀνακρέων (123 G. = fr. 97 P.)· „κωμάζει †δὲ ὡς ἂν δεῖ† Διόνυσοσ“, αὐτὸν αὑτῷ συγκρίνας. T | |||
19.23 | ex. | 〈θωρήξομαι:〉 ὡπλισμένος μαχοῦμαι. Til | |
1924a1 | ex. | 〈μή μοι:〉 συμπαθείας τὸ μοί. Til | |
1924a2 | καὶ τὸ μή μοι δὲ b(BCE3) πολλῆς ἐστι φιλίας καὶ συμπαθείας. b(BCE3E4) | ||
1924b1 | ex. (Did.?) | ἄλκιμον υἱόν: τινὲς „ἀγλαὸν υἱόν“, ἵνα ἁρμόζῃ τῇ αἰκίᾳ ἡ ὑπόμνησις τοῦ κάλλους. T | |
1924b2 | τὸν τότε, οὐ τὸν νῦν. ἁρμόζει δὲ τῇ συμπαθείᾳ ἡ τῆς ἀλκῆς ὑπόμνησις καὶ τῆς αἰκίας αὐτὸν ἐλεεῖ. b(BCE3) | ||
19.25 | ex. | χαλκοτύπους: χαλκῷ τετυπωμένας. συλληπτικῶς δὲ εἶπε πάσας ὠτειλάς· πεσόντα γὰρ πολλοὶ ἔτρωσαν, ὡς καὶ Ἕκτορα „οὐδ’ ἄρα οἵ τις ἀνουτητί γε παρέστη“ (Χ 371). b(BCE3E4)T | |
1926a | Hrd. | Ariston. | εὐλὰς ἐγγείνωνται: εὐλάς ὡς αὐλάς· εὐλή γὰρ ὡς „αὐλή“ (δ 74. ζ 303 al.)· τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα, ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συν‐ θέσεως· „οὐλὴν μὲν πρῶτον“ (ω 331), αὐλή, „ἀπειλή“ (cf. Ι 244. | |
5 | Ν 219 al.), „ὠτειλή“ (cf. Δ 140. 149 al.). οὕτως καὶ εὐλή. τὸ μέντοι „ἑτέρῃ δ’ ἔχεν οὔλασ“ (γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἴσως βεβαρυ‐ | ||
τόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ „οὐλή“ (cf. t 391, 393) προσέθηκα δὲ ‘εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεωσ‘ διὰ τὸ „δείλη“ (Φ 111) βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ | |||
10 | ἕλῃ, δεέλη | ἡ διπλῆ δέ, ὅτι ἐν τοῖς Ζηνοδότου „ἐγγίνωνται“ διὰ τοῦ ι γέγραπται. δεῖ δὲ σὺν τῷ ε· ἔστι γὰρ ἐγγενήσωσιν· „οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτόσ“ (υ 202), ὅ ἐστι γεννήσῃς. A | ||
1926b | ex. | εὐλὰς ἐγγείνωνται: ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς σαρξίν, ἐξ οὗ οἱ σκώληκες γεννῶνται. b(BCE3E4)T | |
1926c | ex. (~D) | 〈εὐλάς:〉 εὐλὴ ὁ σκώληξ ἀπὸ τῆς εἰλήσεως. T | |
1926d | ex. (Hrd. + ex. ~D) | 〈εὐλάς:〉 ὀξυτόνως {δὲ} τὰς εὐλάς, ὅπερ ἀπὸ τῆς εἰ‐ λήσεως παρῆκται. b(BCE3E4) | |
1927a | Nic. | 〈ἐκ δ’ αἰὼν πέφαται:〉 τοῦτο διὰ μέσου· Aint T τὸ γὰρ ἑξῆς „ἀεικίσσωσι δὲ νεκρόν“ (Τ 26), κατὰ δὲ χρόα. Aint | |
1927b | ex. | ἐκ δ’ αἰὼν πέφαται: τὸ ἐκ δ’ αἰὼν πέφαται οὐ παρέργως κεῖται, ἀλλ’ ὅτι τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐχερῶς αἱ μυῖαι λυμαίνονται τοῖς νεκροῖς σώμασι. A | |
1927c | ex. | ἐκ δ’ αἰὼν πέφαται: ὁ βίος καὶ ἡ ζωὴ πεφόνευται καὶ | |
παρῄρηται. T | |||
1927d | ex. | 〈κατὰ δὲ χρόα πάντα〉 σαπήῃ: ὁ νεκρὸς κατασαπῇ τὸν χρόα. Ἀττικῶς δὲ ἔχει ἡ σύνταξις. b(BCE3)T | |
1927e | Did. | 〈σαπήῃ:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ η, σαπήῃ. Aim | |
1930a | Did. | ἀλαλκεῖν: παρὰ Ἀριστοφάνει „ἀλαλκέμεν“. Aim T | |
1930b | ex. | ἄγρια: θρασέα b(BCE3)T καὶ ἀναιδῆ. b(BCE3) | |
1930-1 | ex. | ἄγρια φῦλα, / μυίας: ἀντὶ τοῦ μυιῶν. ἢ τὰς μυίας, αἵ εἰσιν ἄγρια φῦλα. T | |
19.31 | ex. | Ἀρηϊφάτους: ὑπὸ σιδήρου πεφονευμένους. b(BCE3)T ἐξῆρε δὲ τὰς μυίας ταῖς λέξεσιν. T | |
19.32 | ex. | τελεσφόρον: τὸν τελειοῦντα τὰ φυόμενα. b(BCE3E4)T | |
19.33 | ex. | 〈ἢ καὶ ἀρείων:〉 τοῦ νῦν. Til | |
1934-6 | Nic. | 〈ἀλλὰ σύ γ’—δύσεο δ’ ἀλκήν:〉 βραχὺ {δὲ} διασταλτέον Ἀχαιούς (34) καὶ λαῶν (35) πρὸς τὸ σαφέστερον. A | |
19.34 | Ariston. | ἀλλὰ σύ γ’ εἰς ἀγορὴν 〈καλέσας ἥρωας Ἀχαι‐ ούσ〉: ὅτι πάντες ἥρωες ἐλέγοντο, οὐχ οἱ βασιλεῖς, ὡς Ἴστρος (FGrHist 334,69). A | |
19.36 | ex. | δύσεο δ’ ἀλκήν: τινὲς τὴν πανοπλίαν. ἔστι δὲ ὡς τὸ „ἀναιδείην ἐπιειμένε“ (Α 149). b(BCE3)T | |
19.37 | ex. | μένος 〈...〉 ἐνῆκεν: ἠσθενήκει γὰρ τῇ ἀγρυπνίᾳ καὶ τῇ λύπῃ. T | |
19.38 | ex. | ἐρυθρόν: αἵματος ποιητικόν. ἢ ὅμοιον οἴνῳ τὴν χροιάν. | |
T | |||
1939a | ex. | στάξε: συλληπτικῶς ἐπὶ τῆς ἀμβροσίας (cf. Τ 38). ἢ ὡς μιξάσης αὐτά. T | |
1939b | ex. | ex. (Did.?) | ῥινῶν: τινὲς τῶν βυρσῶν. | μετὰ δὲ τὸ ἔμπεδος εἴη γράφεται 〈„ἡ μὲν ἄρ’ ὣς ἔρξας’ ἀπέβη Θέτις ἀργυρόπεζα“〉 (= Τ 39a). T | |
1940-1 | ex. | βῆ παρὰ θῖνα 〈θαλάσσης—ὦρσεν δ’ ἥρω‐ ας Ἀχαιούσ〉: οὐκ ἀναμένει διὰ κηρύκων συνάγειν· καὶ Ἀγαμέμνων δὲ „μετὰ πρώτοισι πονεῖτο“ (Ι 12). T | |
19.40 | Did. | 〈θαλάσσης:〉 ἐν ἄλλῳ „ποδάρκης {δῖος ἀχιλλεύσ}“. Aim | |
1941a | Did. | 〈ἥρωας:〉 παρὰ Ἀριστοφάνει καὶ Ῥιανῷ (fr. 12 M.) „ἐρίηρασ“. Aint | |
1941b | ex. (Ariston.) | 〈ἥρωας:〉 τινὲς τοὺς βασιλεῖς νῦν. Til | |
1942-4a1 | Nic. | καί ῥ’ οἵπερ τὸ πάρος γε (42) ἕως τοῦ δοτῆρες (44): τοὺς τρεῖς τούτους στίχους τοῖς ἑξῆς συνάπτεσθαι βέλτιον καὶ ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ὑποστίζειν μένεσκον (42), νηῶν (43), δοτῆρες (44). ὁ δὲ λόγος· καὶ ὅσοι πρότερον ἐν τῷ | |
5 | ναυστάθμῳ ἔμενον, καὶ οὗτοι τότε παρῆσαν εἰς τὴν ἐκκλησίαν. A | ||
1942-4a2 | {καί ῥ’ οἵπερ τὸ πάρος περ:} τοὺς τρεῖς στίχους τού‐ τους τοῖς ἑξῆς συνάπτειν βέλτιον, ὑποστίζοντας εἰς τὸ νηῶν (43), δοτῆρες (44), μένεσκον (42). εἰς δὲ τὸ „Ἀχαιούσ“ (41) τελείαν | ||
στιγμὴν θετέον. T | |||
1942a | ex. | 〈οἵ περ:〉 Μυρμιδόνες. ἢ οἱ τῶν ἄλλων Ἑλλήνων. Til | |
1942b | Ariston. | 〈νεῶν ἐν ἀγῶνι: ὅτι〉 νεῶν ἀγῶνα τὸ ἄθροισμα τοῦ ναυστάθμου. Aint | |
1944a | ex. | 〈καὶ ταμίαι〉 παρὰ νηυσὶν ἔσαν: τινὲς ἀπὸ κοινοῦ τὸ „οἵ“ (Τ 43), ‘καὶ οἳ ταμίαι παρὰ νηυσὶν 〈ἔσαν〉‘. T | |
1944b | ex. | σίτοιο δοτῆρες: σῖτον καὶ τὸν ἀκατέργαστον, „σῖτος ἀθέσφατοσ“ (ν 244), καὶ τὸν εἰργασμένον „σίτου θ’ ἅπτεσθον“ (δ 60), πυρὸν δὲ μόνως τὸν ἀκατέργαστον. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλλέως ἔχει ἡ τοῦ τοσούτου πλήθους συνέλευσις b(BCE3)T καὶ νόμου | |
5 | ἀτελείας κυβερνήταις καὶ σίτου χορηγοῖς. T | ||
1944c | ex. | 〈σίτοιο:〉 σῖτον τὸν εἰργασμένον καὶ ἀκατέργαστον, πυ‐ ρὸν δὲ τὸν ἀκατέργαστον. T | |
19.45 | Ariston. | καὶ μὴν οἱ τότε γ’ 〈εἰς ἀγορὴν ἴσαν, οὕνεκ’ Ἀχιλλεύσ〉: ὅτι τῆς ὑπὸ Ἴλιον στρατιᾶς ἡγεῖτο ὁ Ἀχιλλεὺς καὶ πρὸ τοῦ μηνῖσαι· διὸ νῦν πάλιν ἀποκαθίσταται ἡ ἡγεμονία. A | |
19.46 | ex. | ἐξεφάνη: αἰφνίδιον ὤφθη. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. b (BCE3)T | |
19.47 | ex. | σκάζοντε: καὶ τῷ Ὀδυσσεῖ ἡ πλευρὰ ἐμπόδιός ἐστι τε‐ | |
τρωμένη (cf. Λ 437). T | |||
1949a | Ariston. | ἔγχει ἐρειδομένω· 〈ἔτι γὰρ ἔχον ἕλκεα λυγρά〉: ὅτι συλληπτικῶς εἴρηκεν· ὁ γὰρ Διομήδης μόνος τὸν πόδα τετρωμένος (cf. Λ 376—8) ὑπέρεισμα ἔχει τὸ δόρυ. ὁ δὲ Διονύσιος (fr. 48 Schm.) τὸ σημεῖόν φησιν, ὅτι οἷον μυκτηρίζοντός ἐστι τὸ ἔτι γὰρ ἔχον | |
5 | ἕλκεα λυγρά· δευτεραῖοι γάρ εἰσι τραυματίαι. τοῦτο οὖν λέγεσθαι, ὅτι χρῆσθαι αὐτοῖς μέλλει εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα πρὸς τὰ ἐναντία τοῖς τραύμασιν ἀγωνίσματα. ὑπεξαιρούμενος οὖν λέγει ὡς δὴ πρὸς τῷ ὑγιάσθαι ὄντων. A | ||
1949b | ex. | ἔγχει ἐρειδομένω: ἑκάτερος τῷ ἰδίῳ ἔγχει, ὡς „φεύγω‐ μεν †φίλην ἐς πατρίδα γαῖαν“ (Β 140). b(BCE3E4)T | |
19.50 | ex. | πρώτῃ ἀγορῇ: καὶ ἀλλαχοῦ „ἕδρῃ τε κρέασί〈ν〉 τε“ (Θ 162). T | |
1951a | Ariston. | αὐτὰρ ὁ δεύτατος 〈ἦλθεν〉: ὅτι δεύτατος ἀπὸ τοῦ δεύεσθαι ὁ ἔσχατος. τὸ δὲ δεύεσθαι ἐνδεῖν ἐστι. προσυνήχθη δὲ τὸ πλῆθος ὑπ’ Ἀχιλλέως. A | |
1951b | ex. (ex. | | δεύτατος: ὅτι δεύτερος ὑπερθετικῶς. ἢ παρὰ τὸ δεύεσθαι. | |
Ariston.?) | T | ||
19.53 | ex. | Κόων Ἀντηνορίδης: Φερεκύδης (FGrHist 3, 141) Κύ‐ νωνά φησιν· ἄμεινον δὲ παρὰ τὴν σύνεσιν· Ἀντήνορος γὰρ αὐτὸν λέγει. T | |
1956-8a | Hrd. | Ἀτρείδη, ἦ ἄρ τι 〈τόδ’ ἀμφοτέροισιν ἄρειον / ἔπλετο, σοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ / θυμο‐ βόρῳ ἔριδι μενεήναμεν〉: τὸν ἦ σύνδεσμον περισπαστέον: ἔστι γὰρ διστακτικός, τῆς κλητικῆς ἀνάπαυσιν λαβούσης. εἰσὶ μέντοι, οἳ | |
5 | ἐνέκλιναν αὐτόν, καθ’ ὑπερβατὸν συντάσσοντες τῷ „πέρ“ (57), ἵνα τὸ ὅλον τοιοῦτον ᾖ 〈***〉, ἵνα ᾖ ἐρώτησις· ‘Ἀτρείδη, ἆρά τι κρεῖσσον ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν;‘ A | ||
1956-8b1 | ex. (Hrd.) | 〈Ἀτρείδη,〉 ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον 〈—μενεήναμεν〉: ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προ‐ κεχωρηκέναι; τινὲς δὲ ἐγκλίνουσι τὸν η (56) καθ’ ὑπερβατὸν αὐτὸν συντάσσοντες τῷ „πέρ“ (57), ἵνα τὸ ὅλον τοιοῦτον ᾖ ‘ἄρτι τοῦτο | |
5 | ἀμφοτέροις ἔπλετο †ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν‘. T | ||
1956-8c1 | ex. (Hrd.) | Ἀτρείδη, ἦ ἄρ τι〈—μενεήναμεν〉: οὕτως Ἡρωδιανός (2,110,25). τὸν δὲ ἦ (56) σύνδεσμον περισπαστέον· ἔστι γὰρ ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. T | |
1956-8b2/c2 | ex. | ex. | ex. | ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέ‐ | |
ναι; | ὁ γὰρ Ἡρωδιανὸς τὸν ἦ σύνδεσμον περισπᾷ· ἔστι γάρ, φησίν, ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. | τινὲς δὲ καθ’ ὑπερβα‐ τὸν αὐτὸν ποιοῦντες συντάσσουσι τῷ ὅτε νῶΐ περ (57), ἵνα τὸ | |||
5 | ὅλον τοιοῦτον ᾖ· ‘ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν‘. b(BCE3) | ||
1956a1 | Did. | ἄρειον: ἡ Χία „ὄνειαρ“, ἡ Μασσαλιωτικὴ „ἄμεινον“. T | |
1956a2 | ἐν {δὲ} τῇ Χίᾳ „ὄνειαρ“ ἐγέγραπτο, ἐν τῇ Μασσαλιωτικῇ „ἄμεινον“ A | ||
19.58 | ex. | ἔριδι μενεήναμεν 〈εἵνεκα κούρησ〉: ἔριδι μενεήνα‐ μεν b(BCE3) ὡς „ἔριδι ξυνέηκε μάχεσθαι“ (Α 8). πιθανῶς δὲ ἐπ’ ἄμφω τὴν αἰτίαν ἤγαγε· καὶ κούρην, οὐ γέρας αὐτὴν καλεῖ, ταῖς διαλ‐ λαγαῖς πρεπόντως τὰς ἀληθείας ἐκτιθείς. b(BCE3)T | |
1959-60 | ex. | 〈τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ /〉 ἤματι τῷ: παραυτὰ ὅτε †ἐνέβη† ἡ λεία τῆς νεώς. b(BCE3E4) T δεινοποιεῖ δὲ διὰ τὴν τελευτὴν Πατρόκλου. b(BCE3)T | |
19.61 | ex. | ὀδὰξ ἕλον〈—οὖδασ〉: τοῦτο ὑπὸ ἀγανακτήσεως καὶ ὀδύνης πάσχουσι〈ν οἱ〉 τελευτῶντες. T | |
1962a1 | Ariston. | | δυσμενέων ὑπὸ χερσὶν 〈ἐμεῦ ἀπομηνίσαντοσ〉: | |
Hrd. | ὅτι ἀντὶ τοῦ ὑπὸ χειρῶν, καὶ ὅτι περισσὴ ἡ ἀπό πρόθεσις, ἀντὶ τοῦ μηνίσαντος. | Νικίας (fr. 19 B.) ἀναστρέφει τὴν πρόθεσιν. οὐκ ἀναγ‐ καῖον δέ. A | ||
1962a2 | Hrd. | {δυσμενέων ὑπὸ χερσίν:} οὐκ ἀναγκαῖον ἀναστρέφειν τὴν ὑπό. T | |
1962b | Hrd. | {ἐμεῦ} ἀπομηνίσαντος: ὁ μὲν Ἀσκαλωνίτης (p. 58 B.) | |
ὡς ἀποφοιβήσαντος. καὶ οὕτως ἔχει ἡ παράδοσις. A | |||
1962c | ex. (ex. + Did.?) | ἀπομηνίσαντος: ὑφ’ ἕν. ἡ δὲ ἀπό ἀντὶ τῆς ἐπί, ὡς „Πριάμῳ ἐπεμήνιε δίῳ“ (Ν 460). ἢ παντελῶς μηνίσαντος. b(BCE3)T Χαμαιλέων (fr. 17 We.) δὲ γράφει „ἐπιμηνίσαντοσ“. T | |
1963a | ex. | Ἕκτορι: ὁ μὲν Νέστωρ ἔλεγεν „ἦ κεν γηθήσαι Πρίαμοσ“ (Α 255), ὁ δὲ παρωξυμμένος ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα λαμβάνει. b(B [bis], E3 [bis]) T | |
1963b | Nic. | Τρωσὶ τὸ κέρδιον: ἀντωνυμία μὲν ὁμολογουμένως τὸ τό μόριον. οὐ μὴν διασταλτέον κατ’ αὐτό, ὡς ἔδοξέ τισιν. A T | |
19.64 | ex. | δηρὸν 〈ἐμῆς καὶ σῆς ἔριδοσ〉 μνήσεσθαι 〈ὀΐω〉: τῶν γὰρ κακῶν μόγις ἐπιλανθανόμεθα· διὸ καὶ ‘ἄλαστα‘ φησὶν αὐτά. b(BCE3)T | |
19.65 | ex. | 〈ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν:〉 προγενέσθαι αὐτὰ λογισώμεθα καὶ μὴ νῦν εἶναι. b(BCE3E4) | |
1967a | ex. | 〈νῦν:〉 ἀρτίως. Til | |
1967b | Ariston. | 〈χόλον:〉 ὅτι ἀντιπέφρακε τῇ μήνιδι τὸν χόλον. Aim | |
1968a | D | 〈ἀσκελέως:〉 ἄγαν σκληρῶς. Til | |
1968b | Ariston. | 〈μενεαινέμεν:〉 ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαι. Aint | |
19.69 | ex. | ὄτρυνον 〈πόλεμον δέ〉: τὴν ἐξουσίαν τῆς ἐξόδου ἐπὶ τὸν | |
βασιλέα ἀναφέρει ὁμονοητικῶς. b(BCE3)T | |||
19.70 | Did. | 〈ἀντίον:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ν, ἀντίον. Aim | |
1971a | Ariston. | αἴ κ’ ἐθέλως’ 〈ἐπὶ νηυσὶν ἰαύειν〉: ὅτι τὸ ἰαύειν οὐκ ἔστι νῦν κοιμᾶσθαι, ἀλλ’ ἐπαυλίζεσθαι: „ὡς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον“ (Ι 325). καὶ ὅτι ἀντὶ τοῦ αἴ κ’ ἐθέλοιεν. A | |
1971b | ex. | ἰαύειν: παραυλίζεσθαι. b(BCE3E4)T σαρκαστικὸς δὲ ὁ λόγος. b(BCE3)T | |
1972a | ex. | ἀσπασίως: ἡδέως ἢ ἀπροσδοκήτως. b(BCE3E4)T | |
1972b | ex. | 〈ἀσπασίως ...〉 γόνυ κάμψειν: διὰ τὴν σύντονον φυγήν. b(BCE3E4)T | |
19.73 | Did. (?) | 〈φεύγων:〉 γράφεται „δηΐου {ἐκ πολέμοιο}“. Aim | |
1975a | ex. | μῆνιν ἀποειπόντος: ἀντέφρασεν αὐτὸ τῷ „παύω χόλον“ (Τ 67). T | |
1975b | Did. | 〈ἀπειπόντος:〉 Ἀρίσταρχος ἔξω τοῦ ο, ἀπειπόντος, καὶ αἱ πλείους. Aim | |
1976-7 | Did. | τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέ‐ μνων / αὐτόθεν ἐξ ἕδρης οὐδ’ ἐν μέσσοισι〈ν〉 ἀναστάς: οὕτω καὶ παρ’ Ἀριστοφάνει. ἐν δὲ τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ „τοῖσι δ’ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων, / μῆνιν ἀναστενάχων καὶ ὑφ’ | |
5 | ἕλκεος ἄλγεα πάσχων“. οὕτως ὁ Δίδυμος (p. 116 Schm.). A T | ||
19.76 | ex. | τοῖσι: τούτοις, οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν. b(BCE3E4)T | |
1977a | Ariston. | αὐτόθεν ἐξ ἕδρης, 〈οὐδ’ ἐν μέσσοισιν ἀναστάσ〉: ὅτι Ζηνόδοτος τοῦτον μὲν οὐκ ἔγραφε, τὸν δὲ πρὸ αὐτοῦ μόνον οὕτως· „τοῖσι δ’ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων“. ὁ δὲ Ἀγαμέμνων οὐκ ὀρθὸς δημηγορεῖ διὰ τὴν τοῦ τραύματος ἀλγηδόνα· διὸ ἐπιφέρει | |
5 | ὑποτιμώμενος ‘καλὸν μέν ἐστιν ἑστῶτα δημηγορεῖν‘ (cf. Τ 79—80), ὡς δηλονότι καθήμενος. A | ||
1977b | ex. | αὐτόθεν ἐξ ἕδρης, 〈οὐδ’ ἐν μέσσοισιν ἀναστάσ〉: φησὶν Ἐπαφρόδιτος (fr. 43 L.) ὅτι καθεζόμενος ἐδημηγόρει, ὅπως μὴ ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὄντες· b(BCE3E4)T ἢ | |
ὅτι τὸ τραῦμα αὐτὸν ἵστασθαι οὐκ ἐᾷ. b(BCE3E4) | |||
1977c | ex. | ἄλλως· αὐτόθεν〈—ἀναστάσ〉: ἢ μὴ ἀναστάς· φησὶ γοῦν ἑξῆς „ἂν δ’ Ἀγαμέμνων / ἵστατο“ (Τ 249—50). ἢ οὐ προελθὼν εἰς μέσην τὴν ἐκκλησίαν, ἵν’ ᾖ ‘ἀναστὰς ἐδημηγόρει οὐκ ἐν μέσοις, ἀλλ’ ἐκ τῆς ἕδρας τῶν ἀριστέων‘. b(BCE3)T | |
1979-80a | Porph. (~) | ἑσταότος μὲν καλὸν ἀκούειν〈—ἐόντα〉: καλῶς ἔχει τοῦ ἑστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν μηδ’ ἐμποδίζειν· τοῦτο γὰρ δηλοῖ τὸ ὑβ〈β〉άλλειν (80)· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τοῦτο ἀγνοήσας Ἀρίσταρ‐ | |
5 | χος καὶ οἰηθεὶς παραίτησίν τινα ἐκ τοῦ Ἀγαμέμνονος γίνεσθαι παρ‐ ενέθηκε τὸ〈ν〉 „αὐτόθι ἐξ ἕδρησ“ (Τ 77). πρῶτον μὲν οὖν τί ἂν καθ‐ έζοιτο τὸν ἀγκῶνα τετρωμένος; ἔπειτα οὕτως ἔρρωται ὥστε ὀλίγον | ||
ὕστερον (cf. Τ 252—66) κάπρον ἀποσφάττειν. οὕτως ὁ Κοτιαεύς. A | |||
1979-80b | ex. | ἑσταότος μὲν〈— / ὑββάλλειν〉: τινὲς „ἑσταό‐ τωσ“ ἀντὶ τοῦ εὐσταθῶς, ἡσύχως, b(BCE3)T ἀπὸ μετοχῆς, ὡς | |
T ἀρκούντως, ἐθελόντως. οἱ δέ φασι τοὺς φιλαχιλλεῖς κραυγάζειν καὶ ὑποκρούειν, ὡς τὸ „τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλ‐ | |||
5 | λεύσ“ (Α 292): b(BCE3)T καλὸν οὖν σιωπῇ τοῦ ἑσταότος ἀκούειν καὶ μὴ ὑποκρούειν θορύβῳ τὸν λέγοντα. b(BE3)T | ||
19.79 | Did. | 〈ἀκούειν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἀκουέμεν“. Aint | |
1980a | Ariston. | Hrd. | ὑββάλ〈λ〉ειν· 〈χαλεπὸν γὰρ ἐπισταμένῳ περ | |
καθ | ἐόντι〉: ὅτι τὸ ὑβ〈β〉άλλειν ἐστὶν ὑποβάλλειν· ‘χαλεπόν ἐστι ἑτέρῳ ὑποβάλλειν τὸν λόγον, ὃν αὐτός τις εἰπεῖν βούλεται, κἂν ὅτι μάλι‐ στα ἐπιστήμων τις ᾖ‘. | τὸ δὲ ὑβ〈β〉άλλειν ψιλωτέον· ἔστι γὰρ Αἰολι‐ | ||
5 | κόν, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ εἰκοστῷ τῆς Καθόλου (1,545,17). A | ||
1980b | ex. | ὑββάλλειν: ὑποκρούεσθαι θορύβῳ τὸν λέγοντα. b (BE3)T | |
1980c | Did. | 〈ἐπιστάμενόν περ ἐόντα:〉 Ἀρίσταρχος „ἐπισταμένῳ περ ἐόντι“. Aint | |
1981-2 | Did | Hrd. | ἀνδρῶν δ’ ἐν πολλῷ 〈ὁμάδῳ πῶς κέν τις ἀκού‐ σαι / ἢ εἴποι〉: ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ †οὕτως χρώμενος†· | |
τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι· ‘ἐν δὲ πολλῶν ἀνδρῶν ὁμίλῳ πῶς ἄν τις †οὕτως χρώμενος† ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν;‘ | |||
5 | οὕτως Δίδυμος (p. 181 Schm.). | τὸ ἀκούσαι (81) παροξυτονη‐ τέον· ἔστι γὰρ εὐκτικόν. A | ||
1982a | ex. | βλάβεται: βλάπτω βλάβω ὡς κρύπτω κρύβω. b (BCE3)T | |
1982b1 | ex. | λιγύς περ ἐών: κἂν λίαν ὑπάρχῃ σοφός. T | |
1982b2 | λέγει δὲ ὅτι, κἂν λίαν τίς ἐστι σοφός, b(BCE3) οἱ δὲ λαοὶ μὴ γλωσσοκρατοῖεν, βλάπτεται καὶ οἷον ἐπιλήσμων τῶν λόγων γίνεται. b(BCE3E4) | ||
1983a1 | ex. | ἐνδείξομαι: εὐμενίσασθαι γὰρ αὐτὸν ταπεινοῖς βούλε‐ ται λόγοις. T | |
1983a2 | βούλεται δὲ αὐτὸν ταπεινοῖς εὐμενίσασθαι λόγοις, καὶ οὐχ ὑψηγορεῖ. b(BCE3) | ||
1983b | ex. | ἄλλως· ἐνδείξομαι: οἷον διαλέξομαι καὶ πρὸς αὐτὸν b(BCE3) ἀπερείσω τὸν λόγον. καὶ „ἀριδείκετοσ“ (Λ 248), πρὸς ὃν ἀπερείδει τις τὸν λόγον δι’ ἀξίωμα. b(BCE3)T | |
D | D ad Τ 40 | {πηλείδηι μὲν ἐγὼν} ἐνδείξομαι: οἷον τὴν ἀπότασιν τῶν | ||
5 | λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς, ἢ ἀπολογήσομαι. | ἐζήτη‐ το δέ, δι’ ἣν αἰτίαν—ἀναμείναντες. A | ||
1984a | ex. | σύνθεσθε: κατὰ νοῦν λάβετε. b(BCE3)T | |
1984b | ex. | 〈σύνθεσθε:〉 κρίνατε, δοκιμάσατε. Aint | |
1985a | Ariston. | πολλάκι δή μοι 〈τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον〉: σημειοῦνταί τινες ὡς ἂν λεγόντων τινῶν ὅτι ἠδίκησεν ἀφελόμενος τὴν Βρισηΐδα. A | |
1985b | ex. | τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον· τοῦτον τὸν „ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον“ (Τ 56). b(BCE3E4)T εὔνοιαν δὲ αὐτοῖς παρ’ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ δι’ | |
5 | αὐτοὺς ὑβρισθέντι. b(BCE3)T | ||
1985-6 | ex. | Ἀχαιοὶ 〈μῦθον〉 ἔειπον 〈/ καί τέ με νεικείε‐ σκον〉: Νέστωρ· „σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησασ“ (cf. I 109—11)· Θερσίτης· „ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγ’ ἀμείνονα φῶτα / ἠτίμησε“ (Β 239—40): b(BCE3)T καὶ | |
5 | „οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσιν“ (Ν 109). T | ||
19.86 | Did. | 〈νεικείεσκον:〉 παρὰ Ἀριστοφάνει καὶ 〈ἐν〉 τῇ Χίᾳ „νει‐ κ〈ε〉ίουσιν“. Aint | |
1986-7 | ex. | ἐγὼ δ’ οὐκ αἴτιός εἰμι, 〈/ ἀλλὰ—Ἐρινύσ〉: πιθανῶς οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει τὴν αἰτίαν. καὶ νῦν οἱ ἀδυνα‐ τοῦντες ἀπ’ αὐτῆς τῆς ἀληθείας ἀπολογεῖσθαι τῇ εἱμαρμένῃ τὸ ὅλον | |
αἴτιον ἀναφέρουσιν. b(BCE3)T | |||
1987a | Hrd. | ἠεροφοῖτις: προπερισπαστέον ὁμοίως τῷ πρωθῆβις καὶ πολῖτις. π〈ε〉ιστέον δὲ μᾶλλον τοῖς παρὰ τὸν ἀέρα ἐκδεξαμένοις τὴν σύνθεσιν γεγονέναι, ἐπεὶ ἀοράτως φοιτᾷ· ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν κατάστημα· „ἠέρι γὰρ κατέχοντο“ (Ρ 368) καὶ „ἀὴρ γὰρ παρὰ νηυσὶ | |
5 | βαθεῖ’ ἦν“ (ι 144). A | ||
1987b | ex. | ex. | ἠεροφοῖτις: τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵν’ ᾖ ἐροφοῖτις, | |
(Hrd.) | παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα ἢ οἷον ἐρεβοφοῖτις. b(BCE3)T | ||
ἔνιοι δὲ „†ἰροπῶτις†“ παρὰ τὸ Αἰσχύλειον (sc. Aesch. Eum. 265—8), 〈Ἐρινὺς δὲ〉 παρὰ τὸ εἰς ἔριν νεύειν. οἱ δὲ „εἰαροπῶτισ“, ἐγκειμένου | |||
5 | τοῦ εἶαρ, ὅπερ ἐστὶ κατὰ Σαλαμινίους αἷμα. T | ἄμεινον δὲ γράφειν ἠεροφοῖτις, ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός (2, 111,5). b(BCE3)T | ||
19.89 | ex. | Ἀχιλλῆος γέρας: ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ. b(BCE3)T | |
1990-1 | Nic. | ἀλλὰ τί κεν ῥέξαιμι; 〈θεὸς διὰ πάντα τελευ‐ τᾷ / πρέσβα Διὸς θυγάτηρ, Ἄτη, ἣ πάντας ἀᾶται〉: στικτέον ἐπὶ τὸ ῥέξαιμι (90). καλῶς δὲ ἔχει καὶ κατὰ τὸ τέλος τοῦ στίχου στίζειν, ἵνα οὗτος μὲν ὁ λόγος καθολικὸς ᾖ, θεὸς πάντων τὸ τέλος ἔχει | |
5 | (cf. 90), τὰ δὲ ἑξῆς (sc. 91) ἀπ’ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστί ῥῆμα. A b (BE3E4)T ὁ δὲ λόγος, Διὸς θυγάτηρ ἐστὶν Ἄτη (cf. 91), ἐξ οὗ τὸ θεῖον καὶ τὸ ἰσχυρὸν παρίστησιν· ὡς μὲν γὰρ ἡ τριβὴ συνά‐ πτει, ψεῦδος εἶναί μοι δοκεῖ· οὐ γὰρ πάντων ἡ Ἄτη τὸ τέλος ἔχει, ὥσπερ οὐδὲ τῶν ἀγαθῶν. A | ||
1990a | Did. | ἀλλὰ τί κεν ῥέξαιμι; 〈θεὸς διὰ πάντα τελευτᾷ〉: | |
ἔξω τοῦ ν αἱ Ἀριστάρχου, „ἀλλὰ τί κε ῥέξαιμι“. γράφεται δὲ κατ’ ἔνια „θεοὺς διὰ πάντα τελευτᾷ“, διὰ τοὺς θεοὺς τέλος πάντα λαμβά‐ νει. A ἐν δέ τισι „θεοὺς διὰ πάντα τέτυκται“. A T | |||
1990b | ex. | ἄλλως· θεὸς διὰ πάντα τελευτᾷ: Λεσβοκλῆς διαιρεῖ εἰς τὸν δή σύνδεσμον καὶ τὸ ἴα ὄνομα, ἵν’ ᾖ μία δὴ θεὸς ἡ Ἄτη τὸ πάν‐ των ἔχει τέλος. b(BE3E4)T | |
1990c | Hrd. | θεὸς διὰ πάντα τελευτᾷ: ὁ μὲν Ἀσκαλωνίτης (p. 58 B.) περισσὴν ἡγεῖται τὴν διά πρόθεσιν εἶναι· τὸ γὰρ ἑξῆς, θεὸς πάν‐ τα τελευτᾷ. Δίδυμος (p. 182 Schm.) δὲ ἡγεῖτο σημαντικὴν αὐτὴν εἶναι τοῦ διόλου καὶ μὴ παρέλκειν, ὥσπερ ἐπὶ τοῦ διηλίτης, ὁ δι’ ὅλου | |
5 | ἁμαρτάνων. οὐ προσεκτέον δὲ τοῖς ὑφ’ ἓν ἀνεγνωκόσιν. A | ||
1990d | ex. (Hrd.) | ἄλλως· θεὸς διὰ πάντα 〈τελευτᾷ〉: ὁ μὲν Ἀσκαλω‐ νίτης (p. 58 B.) περισσὴν ἡγεῖται τὴν διά, ὁ δὲ Δίδυμος (p. 182 Schm.) σημαίνειν τὸ διόλου, ὡς διαλείτης ὁ διόλου ἁμαρτάνων. ἢ δι’ ἑαυτῆς πάντα τελεῖ. b(BE3E4)T Ἑλλάνικος δὲ „θεόσδια“, τὰ | |
5 | θεόσδοτα. γράφεται καὶ „θεούσ“, ἵνα †λείπῃ† ἡ διά. T | ||
1990e | ex. | θεὸς διὰ πάντα 〈τελευτᾷ〉: οὐδεμία λέξις ἁπλῆ κατὰ τὴν Ἰάδα καὶ τὴν Ἀτθίδα κατ’ ἐπιπλοκὴν ἔχει τὸ σδ. T | |
1991a1 | ex. | πρέσβα: κατ’ εὐφημισμόν, ὡς Εὐμενίδας τὰς Ἐρινῦς. ἐπεὶ πῶς αὐτὴν „οὐλομένη“ (T 92); T | |
1991a2 | κατ’ εὐφημισμὸν ὁ λόγος, οἷον καθὸ θεὸς πρέσβα πᾶσι καὶ τιμία. ἐπεὶ πῶς αὐτὴν οὐλομένην καλεῖ; b(BCE3E4) | ||
1991b | ex. | ἄλλως· πρέσβα: ἀπὸ τοῦ πρέσβεια συγκέκοπται. b(BC E3E4)T ἢ παράκειται τῷ πρέσβυς. T | |
1991c | ex. | Διὸς θυγάτηρ Ἄτη: ἐπειδὴ πάντων αἴτιος ὁ Ζεύς. T συγγνώμην δὲ ἑαυτῷ ποριζόμενος ὡς θεοβλαβεῖ αὔξει τὴν δαίμονα ὡς ὑπὸ μεγίστης θεοῦ βλαπτόμενος. καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ μέμφοιτό τις. b(BCE3E4)T | |
1991d | ex. | ἀᾶται: τινὲς τὸ ἀᾶται διῃρῆσθαί φασι· διὸ καὶ προ‐ παροξύνουσιν. T | |
1992a1 | Did. | 〈τῇ μέν:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „τῆς μέν {θ’ ἁπαλοί}“. Aint | |
1992a2 | {τῇ μέν θ’:} Ἀριστοφάνης τῇ μέν. ἢ κατὰ ἀντίπτω‐ σιν. T | ||
1992b | ex. | ἁπαλοὶ πόδες: λανθάνει γὰρ ἐπιφοιτῶσα. ἢ ὅτι αἱ πρῶται τῆς Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ „ἡ δ’ Ἄτη σθεναρή τε | |
καὶ †ἀρτίπουσ“ (Ι 505), τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην δηλοῖ. b(BCE3E4)T | |||
1992-3 | ex. | οὐ γὰρ ἐπ’ οὔδει 〈/ πίλναται, ἀλλ’ ἄρα ἥ γε κατ’ ἀνδρῶν κράατα βαίνει〉: ἐπὶ οὔδει (cf. 92)· οὐδεμία γὰρ βλάβη πίπτει χαμαί, ἀλλ’ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυ‐ χίαν. b(BCE3E4)T | |
1993a | ex. | κατ’ ἀνδρῶν κράατα βαίνει: ἢ ὅτι τὸν νοῦν βλα‐ πτόμεθα, ὅς ἐστιν ἐν τῇ κεφαλῇ. ἢ ὅτι ταπεινοῦσα τῇ μετανοίᾳ. b (BCE3E4)T | |
1993b | ex. (Ariston.) | 〈κατ’ ἀνδρῶν κράατα βαίνει:〉 ἡ {δὲ} κατά ἀντὶ τῆς ἐπί, b(BCE3E4) ἵν’ ᾖ ἐπὶ ἀνδρῶν κράατα. b(BCE3) | |
1994a | Ariston. | βλάπτους’ ἀνθρώπους· 〈κατὰ δ’ οὖν ἕτερόν γ’ ἐπέδησε〉: ἀθετεῖται ὡς περισσὸς καὶ κακοσύνθετος· τί γὰρ ἄλλο δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν; οὐχ ὑγιῶς δὲ οὐδὲ τὸ ἕτερον τέ‐ τακται· ἔδει γὰρ ‘ἄλλον‘. βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν | |
5 | ἐφ’ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως. καθολικὸς δέ ἐστιν ὁ λόγος· κοινότερον γοῦν εἰπὼν ἐπὶ τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν. καὶ ὅλως παρῴδη‐ ται ἐκ τῶν Λιτῶν (sc. Ι 507)· „βλάπτους’ ἀνθρώπους· αἱ δ’ ἐξακέον‐ | ||
ται ὀπίσσω“. A | |||
1994b | ex. | κατὰ δ’ οὖν ἕτερόν γε πέδησεν: ἕτερον T τὸν ἕνα τῶν ἐριζόντων. ἢ οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ ἕτερον. b(BCE3)T | |
1995a | ex. | καὶ γὰρ δή 〈νύ〉 ποτε Ζῆν’ ἄσατο: καὶ ἐν οἷς ἐλεεινολογεῖται ὑψοῖ ἑαυτόν, εἰκάζων τῷ μεγίστῳ θεῷ. b(BCE3)T μακρολογεῖ δὲ θεραπεύων Ἀχιλλέα, ὡς οὐκ αὐτὸς αὐτῷ ἀπωλείας αἴτιος Πατρόκλου. καλῶς δὲ ἐκ Πελοποννήσου τὸ παράδειγμα ἔλαβεν | |
5 | (cf. Τ 115—8). b(BE3)T | ||
1995b1 | Did. | {καὶ γὰρ δήν ὕπο τε} Ζεὺς ἄσατο: οὕτως ἐν ἁπάσαις Ζεὺς ἄσατο, καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων „Ζῆν’ ἄσατο“. A | |
1995b2 | Did. | D | Ζῆν’ ἄσατο: ἐν ἁπάσαις „Ζεὺς ἄσατο“. ἐν δὲ ταῖς εἰ‐ καιοτέραις Ζῆν’ ἄσατο, | ἀντὶ τοῦ ἔβλαψεν. T | |
1995b3 | Did. | 〈Ζῆν’ ἄσατο:〉 Ἀρίσταρχος „Ζεὺς ἄσατο“. Aint | |
1996a | ex. | 〈ἀνδρῶν ἠδὲ θεῶν〉 φας’ ἔμμεναι: φασίν· T ἄδη‐ λα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτι καὶ τὸν Ζῆνα ἀάσατο (cf. Τ 95), ὅ ἐστιν ἔβλαψεν. b(BCE3)T | |
Did. | φάς’ ἔμμεναι. ἀλλ’ ἄρα καὶ τόν: παρὰ Ἀριστοφά‐ | ||
5 | νει „ἀλλά νυ καὶ τόν“. ἐν δὲ τῇ Χίᾳ „φαμὲν ἔμμεναι“, ἠθικῶς. A | ||
1997a | Ariston. | {ἥρη} θῆλυς: ὅτι οὕτως σχηματίζει θῆλυς ὡς πῆχυς· ἀφ’ οὗ πίπτει „θήλεασ“ (Ε 269) ὡς πήχεας. A | |
1997b1 | ex. | 〈θῆλυς:〉 διὰ τοῦ θῆλυς οὐ μόνον τὴν φύσιν, ἀλλὰ καὶ τὸ ἀσθενὲς παρέστησεν αὐτῆς τὸ πρὸς τὸν Δία. b(BCE3E4) | |
1997b2 | ἀσθενεστέρα. Til | ||
19.99 | ex. | ἐϋστεφάνῳ ἐνὶ Θήβῃ: παρὰ γὰρ ταῖς Ἠλέκτραις πύ‐ λαις ἐτέχθη Ἡρακλῆς. T | |
19100a | Ariston. | 〈ἤτοι ὅ γ’ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι:〉 ὅτι τὸ εὐχόμενος σαφῶς ἐστι καυχώμενος, παρὰ τὸ αὐχεῖν. Aint | |
19100b | ex. | 〈εὐχόμενος:〉 διαβεβαιούμενος. b(BCE3E4) | |
19.101 | ex. | κέκλυτέ μευ: δεόντως εἰς τοῦτο ἦλθε τὸ διήγημα· b (BCE3)T ὡς γὰρ ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσό‐ μενον, οὕτω κἀγώ. πῶς δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα; ῥητέον δὲ ὅτι κοινὸν ὄντα τὸν μῦθον παρείληφεν. b(BE3)T | |
19.103 | ex. | μογοστόκος: ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν. b(BCE3)T | |
19104a1 | ex. | ἐκφανεῖ: ἐξάξει· φησὶ γὰρ „ἐκ δ’ ἄγαγε πρὸ φόως 〈δέ〉“ (Τ 118). T | |
19104a2 | ἐξαγάγῃ πρὸς τὸ φῶς καὶ b(BCE3) φανερώσει, ὅ ἐστι γεννηθῆναι ποιήσει. b(BCE3E4) | ||
19105a | ex. (Ariston.?) | 〈τῶν ἀνδρῶν γενεῆς:〉 τούτων. λείπει δὲ τὸ τῶν ἄρθρον, ὡς τὸ „εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν“ (β 206), ἵν’ ᾖ τῆς γε‐ νεῆς τούτων τῶν ἀνδρῶν. b(BCE3) | |
19105b | ex.(?) | οἵ θ’ αἵματος ἐξ ἐμοῦ εἰσι: {ὅτι} τὸ ἑξῆς ἐστιν, οἷς τὸ αἷμα ἐξ ἐμοῦ ἐστιν, οὐχὶ οἳ αἵματος ἐξ ἐμοῦ εἰσιν· ἐπεὶ κἂν ἡ σύναρθρος ἔκειτο, ὅθεν καὶ ἑξῆς φησι „τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γε‐ | |
νέθλησ“ (Τ 111), οἷς τὸ αἷμά ἐστιν ἐκ σοῦ. A | |||
19105c | ex. | οἵ θ’ αἵματος 〈ἐξ ἐμεῦ εἰσι〉: μεγάλη παραίνεσις πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴ γε καὶ ἀμφιβόλου ὄντος τοῦ ‘ἐξ ἐμεῦ αἵματοσ‘ —δηλοῖ γὰρ καὶ υἱοὺς καὶ ἀπογόνους— b(BCE3)T οὐ παρέβη ὁ Ζεὺς τὸ ἐπάγγελμα. b(BE3)T | |
19105d | Did. | 〈οἵ θ’ αἵματος:〉 παρὰ Ἀριστοφάνει ἔξω τοῦ θ, „οἳ αἵματοσ“. Aim | |
19105e | ex. | αἵματος: μεταφορικῶς ἀντὶ τοῦ γένους. b(BCE3)T φησὶ γοῦν „τοὔνεκ’ ἀναίμονές εἰσιν“ (Ε 342). T ἢ οἵτινες αἷμά μού εἰσιν. b(BCE3)T | |
19107a1 | Hrd. | ψευστήσεις: ὑφ’ ἓν Ἀρίσταρχος, ἀντικειμένως τῷ ἀλη‐ θεύσεις· ἄτοπον γὰρ τὸ διαιρεῖν „ψεύστης εἶσ“. T | |
19107a2 | ὡς κρατήσεις. Aim | ||
19107b | ex. | ἄλλως· ψευστήσεις: ψεύσει{ς}· ἄτοπον γὰρ λέγειν Διῒ ‘ψεύστης εἶ‘. T | |
19107c | ex. | ἄλλως· ψευστήσεις: εἰκότως ψεύδεσθαι αὐτόν φησιν, ἐρεθίζουσα ἐπὶ τὸν ὅρκον. b(BCE3E4)T | |
19108a | ex. | εἰ δ’ ἄγε νῦν μοι ὄμοσ〈σ〉ον, 〈Ὀλύμπιε, καρτε‐ ρὸν ὅρκον〉: διὰ τί μὴ νεῦσαι αὐτὸν κελεύει; b(BCE3E4)T „οὐδ’ ἀτελεύτητον 〈ὅ, τί κεν κεφαλῇ κατανεύσω〉“ (Α 527). T ἢ ὡς φοβουμένη, μὴ μετατεθῇ, ἐπὶ τὸ ἰσχυρότερον ἔρχεται. b(BCE3E4)T | |
19108b | Porph. | εἰ δ’ ἄγε νῦν μοι ὄμοσσον〈—ὅρκον〉: διὰ τί | |
ἡ Ἥρα ὀμόσαι †πρὸς† τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα, ἃ ἂν φῇ. εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι, ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν, ὡς καὶ ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν „ὅ, τί | |||
5 | κεν κεφαλῇ κατανεύσῃ“ (Α 527). τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ γὰρ οὐδ’ ἀφ’ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος οὐδὲ γινόμενα εἰσάγει, ἀλλ’ ὡς διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται. ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν Δία· πάντες γὰρ περὶ ὧν ἂν φοβῶνται, μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ | ||
10 | προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζο‐ μένη καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως Ἀριστοτέλης (fr. 163 R.3). A | ||
19108c | Did. (?) | 〈εἰ δ’ ἄγε:〉 ἐν ἄλλῳ „αἲ δ’ ἄγε {νῦν}“. Aim | |
19.110 | ex. | μετὰ ποσ〈σ〉ὶ γυναικός: μεταξὺ τῶν τῆς γυναικὸς πο‐ δῶν. εὐσχημόνως δὲ καὶ †σοφῶς† μετήνεγκε τὴν λοχείαν. b(BCE3E4)T | |
19.111 | ex. | 〈τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης:〉 τούτων τῶν ἀνδρῶν, οἳ ἐκ τῆς σῆς σπορᾶς τὸ αἷμα ἔχουσιν. Aint | |
19.114 | Ariston. | Ἥρη δ’ ἀΐξασα 〈λίπεν ῥίον Οὐλύμποιο〉: πρὸς τὰ περὶ τοῦ Ὀλύμπου. ἔδει δὲ ‘λίπ’ οὐρανὸν ἀστερόεντα‘ (cf. Τ 128. 130)· Ἀγαμέμνων γὰρ ὁ λέγων. A | |
19115a | Ariston. | Ἄργος Ἀχαϊκόν: ὅτι τὴν Πελοπόννησον Ἄργος | |
Ἀχαϊκὸν λέγει, τὴν Θεσσαλίαν „Ἄργος Πελασγικόν“ (cf. Β 681). A | |||
19115b | ex. | Ἀχαιϊκόν: τὸ ἐν Πελοποννήσῳ, ὃ καὶ „Ἴασον“ (ς 246) καὶ „ἱππόβοτον“ (Γ 75. 258 al.) καλεῖ. T | |
19115c | ex. | 〈ᾔδη:〉 ᾔδεεν ἡ Ἥρα. b(BCE3) | |
19116a1 | Did. vel ex. | ἄλοχον Σθενέλου: Δίδυμος (p. 182 Schm.) παρατίθε‐ ται Φερεκύδην (FGrHist 3, 68) μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος Ἀμ‐ φιβίαν, Ἡσίοδος (fr. 191 M. W.) δὲ 〈Νικίππην τὴν Πέλοπος, *** δὲ〉 Ἀντιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται. A | |
19116a2 | {ἄλοχον σθενέλου:} οἱ μὲν Ἀμφιβίαν τὴν Πέλοπος, οἱ δὲ Ἀντιβίαν τὴν Ἀμφιδάμαντος, Ἡσίοδος δὲ Νικίππην φησὶ τὴν Πέλο‐ πος. T | ||
19116b1 | ex. | Σθενέλου Περσηϊάδαο: πέντε παῖδες γεγόνασι Περ‐ σέως καὶ Ἀνδρομέδας· Ἀλκαῖος, οὗ καὶ Λαονόμης ἢ Ἀστυδαμείας τῆς Πέλοπος Ἀμφιτρύων· Ἠλεκτρύων, οὗ καὶ Λυσιδίκης τῆς Πέλοπος Ἀλκμήνη· †αἴλιος†, ἀφ’ οὗ πόλις τῆς Λακωνικῆς Ἕλος· Μήστωρ, οὗ | |
5 | Ἱπποθόη ἡ Πτερελάῳ γαμηθεῖσα· Σθένελος, οὗ καὶ Μενίππης Εὐ‐ ρυσθεύς. T | ||
19116b2 | πέντε γὰρ παῖδες γεγόνασι Περσέως, Ἀλκαῖος Ἠλε‐ κτρύων Μήστωρ Ἕλειος Σθένελος, οὗ Εὐρυσθεύς. b(BCE3) | ||
19117a | Did. | 〈μείς:〉 ἐν τῇ Χίᾳ „μήσ“. Aint | |
19117b | ex. | μείς: Ἰωνικόν ἐστι· κλίνεται δὲ ὡς τὸ μήν. b(BCE3)T | |
D | μείς: μὴν Αἰολικῶς. ὥσπερ δὲ ῥίς ῥινός καὶ θίς θινός, οὕτως | ||
καὶ μείς μεινός κλιθήσεται κατὰ τὴν ἀναλογίαν. A | |||
19118a | Ariston. | ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ 〈καὶ ἠλιτόμηνον ἐόν‐ τα〉: ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ προθέσει πρὸ φόως· πρὸ γὰρ τῶν μηνῶν τῶν καθηκόντων ἐγεννήθη· διὸ ἠλιτόμηνος. ὁ δὲ Ζηνόδο‐ τος καὶ ἐπ’ ἄλλου (sc. Π 188) οὕτως γράφει. A | |
19118b | ex. | πρὸ φόως δέ: ἡ πρό δηλοῖ τὸ πρὸ τοῦ δέοντος. b(BCE3)T | |
19118c1 | ex. | ἠλιτόμηνον: τῶν δεόντων ἡμαρτηκότα μηνῶν. T | |
19118c2 | καὶ ἠλιτόμηνον δὲ καλεῖ τὸν ἡμαρτηκότα τῶν δεόντων μηνῶν. b(BCE3) | ||
19.119 | D | Ἀλκμήνης δ’ ἀπέπαυσε 〈τόκον〉: Ζεὺς μιγεὶς— ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ (fr. 9 Pow.). A | |
19119a1 | ex. | σχέθε δ’ Εἰλειθυίας: ὠδῖνας κατὰ μετωνυμίαν, ὡς Ἄρης ὁ σίδηρος, Ἥφαιστος τὸ πῦρ. b(BCE3)T Ἴστρος (FGr Hist 334, 72) δέ φησιν ὠδινούσης Ἀλκμήνης τὰς χεῖρας συνέχειν τὰς Μοίρας, γαλῆς δὲ παρελθούσης ἀναλῦσαι· καὶ τεχθέντος αὐτοῦ νο‐ | |
5 | μισθῆναι γαλῆν εἶναι αὐτῷ τροφόν. T | ||
19119a2 | Εἰλειθυίας: ὠδῖνας μετωνυμικῶς. T | ||
19119b | Ariston. | 〈Εἰλειθυίας:〉 ὅτι τὰς ὠδῖνας Εἰλειθυίας ἔφη. Aim | |
19120a | Ariston. | ἀγγελέουσα ... προσηύδα: ὅτι ἰδίως ἀγγελέουσα προσηύδα· ἐχρῆν γὰρ ἀγγελέουσα ἧκε καὶ προσηύδα. A | |
19120b | ex. | ἀγγελέουσα: μέλλουσα ἀπαγγέλλειν τὰ γεγονότα. b(BCE3E4)T | |
19122-3 | ex. | 〈ἤδη ἀνὴρ—〉Σθενέλοιο πάϊς: δῆλον ἐκ τού‐ του ὡς περὶ ἰδιώτου τοῦ Σθενέλου διηγεῖται· ἐπεὶ τί παράδοξον ἦν πατρῴαν ἀρχὴν λαβεῖν τὸν Εὐρυσθέα; ταὐτὸν δὲ καὶ ἐπὶ Ἡρακλέους παρηκολούθει· οὐ γὰρ βασιλέως παῖς ἦν, ἀλλὰ διὰ τὸν Δία ἐβασίλευ‐ | |
5 | σεν ἄν. T | ||
19.123 | Nic. | Εὐρυσθεὺς Σθενέλοιο πάϊς 〈Περσηϊάδαο〉: δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵν’ ᾖ σχῆμα „Εὐρυσθεὺς σὸν γένοσ“ (cf. Τ 123—4). A βέλτιον δὲ στίζειν εἰς τὸ Περσηϊάδαο καὶ καθ’ ἑαυτὸ λέγεσθαι τὸ „σὸν γένοσ“ (Τ 124), ἵνα λείπῃ τὸ ἐστίν. A b | |
5 | (BCE3E4)T | ||
19.124 | Did. | 〈Ἀργείοισιν:〉 κατ’ ἐνίας τῶν ἐκδόσεων „ἀνθρώποι‐ σι〈ν〉“. Aint | |
19.126 | ex. | 〈αὐτίκα δ’ εἷλ’ Ἄτην〉 κεφαλῆς λιπαροπλοκάμοιο: οἱ μὲν ‘ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς τῆς λιπαροπλοκάμου εἷλε τὴν Ἄτην‘· | |
φησὶ γοῦν „κράατα βαίνει“ (Τ 93). ἀλλ’ οὐδέποτε πλοκάμους ἐπὶ ἀνδρὸς εἶπε. b(BCE3E4)T τί οὖν ἐστι τὸ „πλοχμοί θ’, οἳ χρυσῷ | |||
5 | τε καὶ ἀργύρῳ“ (Ρ 52); —οἱ δὲ τὸ κεφαλῆς λιπαροπλοκάμοιο ἐπὶ τῆς Ἄτης ἤκουσαν. ἀλλ’ οὐδέποτε ἐκ κεφαλῆς ῥιπτοῦνται παρ’ Ὁμήρῳ, ἀλλ’ ἢ ποδὸς ὡς Ἥφαιστος (cf. Α 591) ἢ χειρὸς ὡς Ἀστυά‐ ναξ, „ῥίψει χειρὸς ἔχων ἀπὸ πύργου“ (Ω 735). ἐροῦμεν δὲ ὅτι ἐκεῖνοι ἄρσενες ἦσαν, ἄτοπον δὲ γυναικὶ ῥίπτεσθαι ποδός. λιπαροπλόκαμος | ||
10 | δὲ ἡ Ἄτη, ὅτι ξηρασίας αἰτία τοῖς βλαπτομένοις, ὡς καὶ ὁ Ὕπνος γρηγορῶν τοὺς ἄλλους ὑπνοῦν ποιεῖ. b(BE3E4)T | ||
19.131 | ex. | τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων: τὴν γῆν· ταύτην γὰρ ἐργάζονται οἱ ἄνθρωποι. εἰς Ἴλιον δὲ ἠνέχθαι φασίν, ἀφ’ οὗ καὶ Ἄτης λόφος. b(BCE3E4)T | |
19.132 | ex. | τὴν αἰεὶ στενάχεσκε: δι’ ἥν. Aa b (BCE3)T ἐπαι‐ νετέον δὲ τὸ ἀψευδὲς Διὸς καὶ ἀμετάβλητον· οὐ γὰρ εἶπεν ὡς Εὐριπί‐ δης (Hippol. 612)· „ἡ γλῶσς’ ὀμώμοκεν“. b(BCE3)T | |
19133a | ex. | 〈ἔργον ἀεικές:〉 πρᾶξιν ὑβριστικήν. Til | |
19133b | ex. | ἀέθλων: καμάτων. εἰσὶ δὲ καθ’ Ὅμηρον Κέρβερος (cf. | |
Θ 368) καὶ οἱ Λαομέδοντος ἵπποι (cf. Ε 640). T | |||
19.139 | ex. | καὶ ἄλλους ὄρνυθι 〈λαούσ〉: ἢ σύμπαντας (ἀποδίδωσι γὰρ αὐτῷ πάλιν τὴν στρατηγίαν), ἢ τοὺς Μυρμιδόνας πάντας. b (BCE3E4)T | |
19140a | ex. ? | 〈ἐγὼν ὅδε:〉 αὐτὸς ἐγώ. Aa | |
19140b | ex. | παρασχεῖν: ἀντὶ τοῦ παράσχω· ἢ λείπει τὸ ἕτοιμός εἰμι. μεγαλοφρόνως δὲ καίτοι αὐτοματίζοντι Ἀχιλλεῖ δίδωσι δῶρα. b(BCE3)T | |
19.141 | ex. | χθιζός: τῇ νυκτὶ τῆς χθὲς ἡμέρας· οὐ γὰρ ἄλλως τὸ χθὲς συμφωνήσει. φαίνεται οὖν εἰδὼς προϋποστᾶσαν τὴν νύκτα τῆς ἡμέ‐ ρας. b(BCE3E4)T | |
19.142 | ex. | ἐπειγόμενός περ Ἄρηος: ἀπὸ τοῦ πολέμου, ἢ εἰς Ἄρηα ἐπειγόμενος. b(BCE3)T | |
19.143 | ex. | θεράποντες: οὐδαμοῦ τῆς Ἰλιάδος θεράποντας καλεῖ τοὺς δούλους, ἀλλὰ τοὺς ὑποδεεστέρους καὶ ὑπηρετικοὺς τῶν φίλων. b (BCE3)T | |
19144a | ex. | οἴσουσι: συλληπτικῶς· τὰ γὰρ ἔμψυχα οὐ φέρονται, ἀλλ’ ἄγονται. b(BCE3)T | |
19144b1 | ex.(?) | 〈μενοεικέα:〉 ἀρέσκοντα, τῷ μένει εἴκοντα, αὐτάρκη. Aa | |
19144b2 | ἀρεστά. Til | ||
19147-8a | Nic. | ex. | δῶρα μὲν 〈αἴ κ’ ἐθέλῃσθα, παρασχέμεν, ὡς | |
ἐπιεικές, / ἤ τ’ ἐχέμεν· πάρα σοι〉: ὑποστικτέον εἰς τὸ ἐθέ‐ λῃσθα (147) τοῦ παρασχέμεν (147) ἀντὶ τοῦ πάρασχε κειμένου καὶ τοῦ ἐχέμεν (148) ἀντὶ τοῦ ἔχε. b(BCE3E4)T ἡ δὲ πάρα | |||
5 | (148) παροξυνομένη σημαίνει τὸ πάρεστιν. | ὑποστικτέον μετὰ τὸ ἐπιεικές (147) καὶ μετὰ τὸ ἐχέμεν (148), b(BE3E4)T τελειώ‐ σεις δὲ εἰς τὸ πάρα σοι (148) ἀντὶ τοῦ πάρεστί σοι. T | ||
19147-8b1 | ex. | ex. | παρασχέμεν (147): ἀντὶ προστακτικοῦ τοῦ πάρασχε. τινὲς δὲ πάρα σοι (148) ἀντὶ τοῦ πάρεστί σοι. T | καλῶς δέ φησι καὶ δέχεσθαι τὰ δῶρα, ἵνα μὴ εὐτελίζειν αὐτὰ δοκῇ, καὶ συγχωρεῖν, ὅπως μὴ ἐπὶ μισθῷ πολεμοίη, ἐπὶ δὲ ἐκδικήσει τοῦ φίλου. b(BE3E4)T | |
19147-8b2 | D | ex.(?) | 〈πάρα σοι (148)〉: πάρεστί σοι, | παρὰ σαυτῷ. Aa | |
19149a | ex. | ex. (Ariston.?) | 〈κλοτοπεύειν:〉 τὸν καιρὸν διατρίβειν καὶ κενὰ λέγειν. | ὅτι ἐκ τῶν συμφραζομένων κλοτοπεύειν τὸ στραγγεύεσθαι. καὶ ὅτι ἅπαξ εἴρηται. Aa | |
19149b | ex. | κλοτοπεύειν: τινὲς καλολογεῖν, οἱονεὶ κλυτεπεύειν. ἢ | |
κλέπτειν τὴν μάχην. b(BCE3)T | |||
19.150 | ex. | ἔτι γὰρ μέγα ἔργον ἄρεκτον: τὸ ἀναιρεθῆναι τὸν Ἕκτορα καὶ δίκην λαβεῖν ὑπὲρ Πατρόκλου. b(BCE3E4)T | |
19.151 | ex. | ὥς κέ τις αὖτ’ Ἀχιλῆα: ὅπως ἂν ἐμέ, b(BCE3)T ὡς τὸ „Ζῆν’ ὕπατον μήστωρα“ (Θ 22). T ἠθικῶς δὲ ἑαυτὸν ὀνο‐ μάζει· ἐμέ, φησίν, Ἀχιλλέα, ὃν οὐ προσεδόκων οἱ Τρῶες φανήσεσθαι. b(BCE3)T | |
19.152 | Nic. | ὀλέκοντα φάλαγγας: ὑποστικτέον εἰς τὸ φάλαγγας. b(BCE3E4)T ὁ δὲ λόγος, Aa b(BCE3E4)T ὡς ἂν θεάση‐ ταί τις Ἀχιλλέα μαχόμενον, οὕτω καὶ αὐτὸς μαχέσθω. Aa T | |
19.153 | ex. | ὧδέ τις ὑμείων〈—μαχέσθω〉: οὕτως δέ τις ὑμῶν μαχέσθω, ὡς ἂν ἐμὲ ἴδοι „Τρώων ὀλέκοντα φάλαγγασ“ (Τ 152), με‐ μνημένος οὖν τοῦ μιμεῖσθαί με. b(BCE3E4)T | |
19.154 | ex. | προσέφη πολύμητις Ὀδυσσεύς: Νέστωρ σιωπᾷ· ὕποπτος γάρ ἐστι τῷ Ἀχιλλεῖ διὰ τὸν θάνατον Πατρόκλου. b (BCE3)T | |
19.156 | ex. | νήστιας: οὐ δι’ ἑαυτόν· συμπάρεστι γοῦν αὐτῷ ἀσιτῶν (cf. Τ 310). ἐπαίρει δὲ Ἀχιλλέα προτάσσων τὸν ἔπαινον (sc. Τ 155). καὶ ὁ μὲν ὡς ὀργιζόμενος οὐ συνορᾷ, ὁ δὲ καθεστηκὼς σκοπεῖ τὸ εὖ ἔχον. ἔστι δὲ παρρησιαστικὸς καὶ φίλος αὐτῷ. b(BCE3E4)T | |
19157-8 | ex. | ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται / φύλοπις: ἐπα‐ γωγῶς συμβουλεύει τῇ προθυμίᾳ τοῦ σπεύδοντος, καὶ ὃν νῦν δοκεῖ καταργεῖν χρόνον, ὕστερον ἀπολήψεσθαι φάσκει αὐτὸν ἐν τῇ παρα‐ | |
τάσει τῆς μάχης. b(BCE3E4)T | |||
19.160 | ex. | 〈ἀλλὰ πάσασθαι ἄνωχθι ... Ἀχαιούς:〉 τοῦτο εὐ‐ πρεπῶς· οὐ γὰρ ἀντιλέγει καθάπαξ, ἀλλὰ τὰ τοῦ συμβούλου πράττει, τὴν μὲν ἐξουσίαν τοῦ παντὸς ἀπονέμων Ἀχιλλεῖ, παρακαλῶν δὲ †ἐπιμεληθῆναι τοῖς στρατιώταις ἐπιτρέψαι. b(BCE3E4)T | |
19.161 | ex. | μένος ἐστὶ καὶ ἀλκή: μένος ὑπομονή, ἀλκὴ ἀλέξη‐ σις. Aa T | |
19.163 | ex. | ἄκμηνος 〈σίτοιο〉: ἄγευστος, παρὰ τὴν ἀκμήν· οὕτω δὲ τὴν ἀσιτίαν Αἰολεῖς λέγουσι. τινὲς δέ, μὴ καμὼν ἐν παρασκευῇ ἀρίστου. Aa b (BCE3E4)T οἱ δέ, ἀκμάζων ἐν ἀσιτίᾳ. ἢ ὁ χωρὶς ἰκμάδος, ὁ | |
ξηρός. b(BCE3E4)T | |||
19165a | ex. | λάθρῃ γυῖα βαρύνεται: ἀντὶ τοῦ κατ’ ὀλίγον b (BCE3E4)T ἐπέρχεται ὁ κάματος. T | |
19165b | ex. | γυῖα βαρύνεται: ἔνια τῶν ὀνομάτων ἀναμίλλητά ἐστι τῷ ποιητῇ καὶ τὴν σημασίαν ἐναργεστάτην ἔχοντα, ὡς κἀνθάδε βα‐ ρύνεσθαί φησι τὰ γυῖα. T | |
19166a | ex. | 〈δίψα:〉 Ἴωνες· καὶ Ἀττικοὶ δίψος λέγουσιν. b(BCE3)Til | |
19166b | ex. | 〈βλάβεται δέ τε γούνατ’ ἰόντι:〉 βλάπτεται δὲ τὰ γόνατα πορευομένῳ. Aa | |
19.167 | ex. | οἴνοιο κορεσσάμενος: καὶ ὁ Πλάτων ἐν τοῖς Νόμοις (cf. 1, 649a9) φησὶ πιόντα τὸν ἄνθρωπον †ἵλεων τε† ἢ πρότερον γί‐ νεσθαι ἀγαθῶν τε ἐλπίδων καὶ δυνάμεως πληροῦσθαι· παρρησίας γὰρ μεστοῦται καὶ ἐλευθερίας πάσης τε ἀφοβίας ὡς εἰπεῖν καὶ πρᾶξαι | |
5 | ἀόκνως. καὶ Λακεδαιμόνιοι δὲ τὸν ἄκρατον πίνοντες ὁπλίζονται. b (BCE3E4)T | ||
19169a | ex. ? | 〈θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν: θαρσαλέοσ〉 δὴ αὐτοῦ ἡ ψυχή. Aa | |
19169b | ex.(?) | 〈οὐδέ τι γυῖα:〉 οὐδαμῶς τὰ μέλη. Aa | |
19170a | ex.(?) | 〈πρὶν ... πρίν:〉 πρότερον ... πρὸ τοῦ. Aa | |
19170b | ex. | πρὶν πάντας ἐρωῆσαι 〈πολέμοιο〉: πρὶν παύσασθαι τῆς μάχης ἅπαντας. Aa b (BCE3)T οἱ δὲ παροξύνουσι τὸ ἐρωῆσαι ἀντὶ τοῦ ἐρωήσειεν. b(BCE3)T | |
ex.(?) | 〈ἐρωῆσαι:〉 φθεῖραι. Aa | ||
19171-2 | ex. | λαὸν〈—〉σκέδασον 〈καὶ δεῖπνον ἄνωχθι / ὅπλεσθαι〉: πάλιν ἠθικῶς ἐπ’ ἐκείνῳ τὴν ἐξουσίαν καταλείπει τοῦ κελεῦσαι, ὡς ἂν μὴ δοκοίη ἐξ ἐπιτάγματος τούτου ταῦτα συγχωρεῖν, ἀλλ’ ἑκουσίως πεισθεὶς ὁ Ἀχιλλεύς. b(BCE3E4)T | |
19172a1 | ex. | ὅπλεσθαι: ἐκ τοῦ ὁπλέεσθαι συγκέκοπται· φησὶ γὰρ „ὅπλεον“ (ζ 73) ἀντὶ τοῦ ἡτοίμαζον. b(BCE3)T | |
19172a2 | ex.(?) | ἑτοιμάσαι. Aa | |
19172-3 | ex. | τὰ δὲ δῶρα〈— /〉 οἰσέτω: εἰκότως περὶ τῶν δώρων ὑφηγεῖται, τὸ κεκρυμμένον ὑπ’ ἀμφοτέρων σαφηνίσαι βουλό‐ μενος· αὐτὸς γὰρ πρεσβευσάμενος σπεύδει δι’ ἑαυτοῦ ἀποδοθῆναι αὐ‐ τά. b(BCE3E4)T ἢ καὶ εἰδὼς αὐτὸν φιλοῦντα Βρισηΐδα διὰ προ‐ | |
5 | φάσεως αὐτὴν ἄγει. b(BE3E4)T | ||
19174a1 | ex. | σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς: γενναίως χρῆται τῷ διανοήματι· οὐ γὰρ ἔφη ‘ὡς ἂν πλουσιώτερος γένῃ‘, ἀλλὰ τὸ τῆς τιμῆς προβάλλεται. b(BCE3E4)T τὸ δὲ ἰανθῇς ἤτοι διαχυθῇς, εὐφρανθῇς διὰ τὴν τιμήν. τούτῳ τῷ διανοήματι ἁρμόττει καὶ τὸ | |
5 | „ἵνα πάντες Ἀχαιοί“ / ὀφθαλμοῖσιν ἴδωσιν (Τ 173—4)· ἡδὺ γὰρ τὸ ἐπὶ πολλῶν φαίνεσθαι τιμώμενον. b(BE3E4)T | ||
19174a2 | ex.(?) | 〈ἰανθῇς:〉 εὐφρανθῇς. Aa | |
19175-6 | ex. | ὀμνυέτω δέ τοι ὅρκον〈—μιγῆναι〉: καὶ τὸν Ἀγαμέμνονα ἀρχόμενον τῶν λόγων τοῦτο προσθεῖναι μειρακιῶδες ἂν ἐφάνη, καὶ τὸν Ἀχιλλέα τοῦτο ἀπαιτεῖν ἀναίσχυντον, καὶ τῷ καιρῷ οὐχ ἁρμόττον κειμένου Πατρόκλου περὶ τῆς παλλακίδος ἀκριβολο‐ | |
5 | γεῖσθαι. ἄκρως οὖν ὁ διαλλακτὴς τὸ παρ’ ἀμφοτέρων σιωπηθὲν ἐξε‐ λέγχει, καὶ διὰ τῶν ὅρκων πεῖσαι τὸν Ἀχιλλέα σπουδάζων· μέμνηται γὰρ ὧν παρὰ τὴν πρεσβείαν ἔλεγεν Ἀχιλλεύς· „τῇ παριαύων / τερ‐ πέσθω“ (Ι 336—7). b(BCE3E4)T ὅτι δὲ καὶ Ἀγαμέμνων ἑτοί‐ μως εἶχεν ὀμόσαι, δῆλον ἐξ ὧν ὑπισχνεῖται τοὺς πρέσβεις ἐκπέμπων· | ||
10 | b(BE3E4)T „μετὰ δ’ ἔσσεται, ἥν ποτ’ ἀπηύρων / κούρην Βρι‐ σῆος, T καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι / μήποτε τῆς εὐνῆς ἐπιβή‐ μεναι“ (Ι 131—3). καλῶς οὖν συνιστὰς αὐτοῦ τὴν σωφροσύνην ἐπὶ τοῦ στρατοῦ φησιν ὀμνυέτω δέ τοι ὅρκον (175)· ὅθεν καὶ ὁ βασιλεύς φησι· „χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσασ“ (Τ 185). | ||
15 | b(BE3E4)T | ||
19.176 | Ariston.(?) | 〈μήποτε τῆς εὐνῆς ἐπιβήμεναι:〉 ὅτι τὸ τῆς οὐκ ἔστιν ἄρθρον, ἀλλ’ ἀντὶ τοῦ ταύτης. παραλέλειπται δὲ τὸ ἄρθρον καί ἐστιν ‘μήποτε τῆς ταύτης εὐνῆς ἐπιβῆναι‘. Aa | |
19179-80 | ex. | δαιτὶ 〈... /〉 πιείρῃ: πρὸς τὸ μὴ ἄσιτον αὐτὸν ἐξελθεῖν. b(BCE3E4)T σεμνοποιεῖ δὲ τὴν τροφήν, βασιλικὴν ἑστίασιν αὐτὴν καλῶν. b(BCE3)T | |
19.179 | ex. | ἀρεσάσθω: φιλοφρονησάσθω. ἐκ τούτου καὶ τὸ „ἀπαρέσ‐ 〈σ〉ασθαι“ (Τ 183). Aa T | |
19.180 | ex. | ἵνα μή τι δίκης 〈ἐπιδευὲς ἔχῃσθα〉: τοῦ δικαίου, ‘ἵνα μηδὲν ἐνδέῃ σοι τῶν δικαίων‘· τὰ δῶρα (cf. Τ 172) διὰ τὴν ἄμυ‐ ναν, ὅρκον (cf. Τ 175) διὰ τὴν ἐρωμένην, ἑστίασιν (cf. Τ 179) διὰ τὴν | |
ὕβριν. b(BCE3E4)T | |||
19181-2 | ex. | 〈σὺ δ’ ἔπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳ / ἔσ‐ σεαι:〉 ἐπειδὴ μικροπρεπῆ καὶ ἀγανάκτησιν φέροντα ἐπέταξε τὸ ὀμόσαι περὶ παλλακιδίου, ἄκρως αὐτὸν ἐπάγεται, ὅτι καὶ αὐτῷ συμ‐ φέροντα συνεβούλευσεν· ὑφιστάμενος γὰρ τὴν ἐπὶ τῇ ἀναιρέσει τοῦ | |
5 | ἠδικημένου ἐπακολουθήσασαν αἰσχύνην ἀποσχήσῃ καὶ εἰς τὸ ἑξῆς τῆς πλημμελείας. b(BCE3E4) νῦν οὖν, φησί, τὰ δίκαια ποιήσας καὶ περὶ ἄλλον ἔσῃ δικαιότερος. Aa b (BCE3E4) | ||
19183a | ex.(?) | 〈ἀπαρέσσασθαι:〉 ἐξευμενίσασθαι. Aa | |
19183b | ex. | 〈τις:〉 ὅτι πᾶς. ἀπὸ κοινοῦ βασιλεύς. Til | |
19183c | ex. | χαλεπήνῃ: χαλεπότητος καὶ ἀδικίας ἄρξῃ. Aa b (BCE3) T θαρρούντως ταῦτά φησιν Ὀδυσσεύς, ὅτι πολλάκις ἀκήκοεν Ἀγαμέμνονος „ἐγὼ δ’ ἦρχον χαλεπαίνων“ (Β 378). b(BCE3)T | |
19.186 | ex.(?) | 〈διΐκεο:〉 διεξῆλθες. Aa | |
19.188 | ex. | πρὸς δαίμονος: κατά· ὡς ὁρκίζοντές φαμεν ‘πρὸς Διόσ‘. T | |
19.189 | Did. | Nic. | | 〈τέως:〉 ἐν τοσούτῳ, ἐν ὀλίγῳ, δίχα τοῦ „πέρ“. | καὶ βραχὺ διασταλτέον ἐπὶ τὸ τέως πρὸς τὸ σαφές, καὶ ἵνα διὰ τῆς σιωπῆς τοῦ χρόνου τὸ μέτρον σώζηται. | ἐν δὲ ταῖς εἰκαιοτέραις μετὰ | |
τοῦ „πέρ“. b(BCE3) | |||
19190a | ex. | 〈μίμνετε δ’ ἄλλοι πάντες:〉 φιλοδοξῆσαι γὰρ θέλει, ὑπὲρ πάντων τὰ δῶρα ἐπὶ πάντων διδούς. b(BCE3E4) | |
19190b | ex. | ὄφρα {κε}: ἀνταπέδωκε τῷ „τέωσ“ (Τ 189) τὸ ὄφρα. T | |
19190c | Did. (?) | 〈εἰς ὅ:〉 γράφεται „ὄφρα {κε}“. Aa | |
19193a | D (?) | 〈κρινάμενος κούρητας:〉 ἐπιλεξάμενος πιστοὺς κού‐ ρους, νέους. Ail | |
19193b | ex. | 〈κούρητας:〉 νέους ἔτι κομῶντας. Til | |
19193c | Hrd. | 〈κούρητας:〉 κούρητας ὡς πένητας νῦν, ἐπὶ δὲ τοῦ ἔθνους ὡς „ἀδμῆτασ“ (cf. δ 637). εἴπομεν δὲ ἤδη (sc. ad Ι 529) περὶ τῆς προσῳδίας. Aa | |
19194a | ex. | ἐνεικέμεν: ἐνεικέμεν τὰ οἰστέα. „ἀγέμεν“ (Τ 195) δὲ 〈τὰσ〉 γυναῖκας. T | |
19194b | ex. | ἄλλως· ἐνεικέμεν: ὡς λαβέμεν, παρὰ τὴν ἐνεικών μετ‐ οχὴν καὶ ῥῆμα τὸ ἐνείκω. T | |
19197a | ex. | κάπρον 〈ἑτοιμασάτω ταμέειν Διΐ τ’ Ἠελίῳ τε〉: περὶ ἀφροδισίων ὀμνὺς κάπρον θύει. ἢ ὡς μὴ ἐγνωσμένου τοῖς Ἕλ‐ λησι τοῦ περὶ Ἀδώνιδος μύθου, Aa b(B, C[bis], E3E4)T ἢ ὅτι | |
περὶ τοῦ μὴ συγγεγονέναι ὄμνυσι, †θύειν† τὸ ἐναντίον. πρὸς δὲ τὰ | |||
5 | ὅρκια τρισὶν ἐχρῶντο Ἀττικοί, κάπρῳ κριῷ ταύρῳ. Aa b (BCE3E4)T | ||
19197b | ex. | ταμέειν: λείπει τὸ ὥστε. τῶν δὲ ὁρκίων ἐτέμνοντο τοὺς λαιμούς· ὅθεν καὶ ὁρκιοτομεῖν ἔλεγον. b(BCE3E4)T | |
19201a1 | ex. | 〈μετὰ παυσωλή:〉 μετά μετὰ ταῦτα. Til | |
19201a2 | ἡ μετὰ ταῦτα ἀνάπαυσις. b(BCE3E4) | ||
19202a1 | ex. | 〈μένος ... ᾖσιν:〉 ὀργὴ κατὰ τῶν πολεμίων †ὑπάρχει. Aa Til | |
19202a2 | 〈μένος:〉 ἡ κατὰ τῶν πολεμίων ὀργή. τὸ δὲ ᾖσιν ἀντὶ τοῦ †ὑπάρχει. b(BCE3) | ||
19.203 | ex. | οἱ μὲν κέαται: ἵνα μὴ δοκῇ διὰ Πάτροκλον μόνον πολε‐ μεῖν, κοινοποιεῖ τὸν λόγον. b(BCE3E4)T | |
19205a | ex. | 〈ὑμεῖς ... ὀτρύνετον:〉 πρὸς Ὀδυσσέα καὶ Ἀγαμέ‐ μνονα. b(BCE3E4)Til | |
19205b | Did. | 〈ὑμεῖς δ’ ἐς βρωτύν:〉 κατ’ ἔνια ἔξω τοῦ ς, „ὑμεῖς δὲ βρωτύν“. Aa | |
19207a | ex. | νήστιας ἀκμήνους: νῆστις μὲν ὁ οὐ πάντως λιμώσσων, ἄκμηνος δὲ ὁ εἰς ἀκμὴν ἥκων τοῦ πεινῆν. Aa b (BCE3E4)T | |
19207b | D (?) | 〈ἀκμήνους:〉 ἀτρόφους. Aa | |
19208a | D (?) | 〈τεύξασθαι:〉 ποιῆσαι. Aa | |
19208b1 | ex. (Did.?) | †μετὰ δόρπον: μετὰ† τὸ μετὰ εὐφροσύνης. οἱ δὲ γράφουσι „μετά“ ἀντὶ τοῦ μετὰ τὸ νικῆσαι. T | |
19208b2 | ἡ μετά τὸ μετὰ εὐφροσύνης καὶ χαρᾶς τῆς ἐκ τῆς ἥσσης τῶν πολεμίων γενησομένης. b(BCE3) | ||
19208c | ex. | 〈τισαίμεθα:〉 ἐκπράξαιμεν, Aa b (BCE3)Til ἀπαι‐ | |
τήσαιμεν. b(BCE3E4) | |||
19209a | ex. | οὔ πως ἂν ἔμοιγε: εἰ καὶ ὑμῖν, ἀλλ’ οὐκ ἐμοί. b(BCE3)T | |
19209b | ex. | {κατὰ λαιμὸν} ἰείη: ψιλῶς, καὶ παράκειται τὸ „ἰέναι“ (Α 227. Β 94 al.) ἀπαρέμφατον. T | |
19212a | ex. | κεῖται ἀνὰ πρόθυρον: τὸ μέγεθος ἐνέφηνε τοῦ Πα‐ τρόκλου, ὡς „κεῖτ’ ἔντοσθ’ ἄντροιο 〈τανυσσάμενος διὰ μήλων〉“ (ι 298). T | |
19212b | ex. | ἀνὰ πρόθυρον τετραμμένος: πρὸς τὴν θύραν ὁρῶν, ὡς ἔθους ὄντος τούτου. προὐτίθεσαν δὲ αὐτούς, εἶτα ἔθαπτον, εἶτα ἐτυμβοχόουν, εἶτα ἐκτέριζον. b(BCE3)T | |
19216-9 | ex. | ὦ Ἀχιλεῦ〈—καὶ πλείονα οἶδα〉: ἤρξατο μέν, ὡς ἄν τις μάλιστα θεραπεύσειε νέον φιλότιμον, προεπαινέσας δὲ ἀνεπιφθόνως ἑαυτῷ ἀποδίδωσι τὰ τῆς φρονήσεως, διὰ γῆρας τοῦτο φάσκων ἔχειν, ᾧ εἴξειε νεώτερος ἐλπίδι τοῦ ἔσεσθαι συνετώτερος γε‐ | |
5 | γηρακώς. b(BCE3)T | ||
19218-9 | Nic. | ex. | νοήματί γε προβαλοίμην 〈/ πολλόν, ἐπεὶ πρό‐ τερος γενόμην καὶ πλείονα οἶδα〉: διαβόητος ἡ διαστολὴ ἡ εἰς τὸ προβαλοίμην (218) καὶ ἀναφέρεται εἰς Ἀριστοκλέα· ἀπρεπὲς | |
γὰρ δοκεῖ αὐτῷ τὸ πολλόν (219) συνάπτειν τοῖς ἡγουμένοις. ἐμοὶ | |||
5 | μέντοι οὐδεμίαν ἀπρέπειαν ἐμφαίνειν δοκεῖ· τὴν γὰρ ἐναντίαν ἀρετὴν ἀπένειμεν Ὀδυσσεὺς Ἀχιλλεῖ· b(BCE3E4)T ὡς γὰρ τῷ „κρείσ‐ σων εἰς ἐμέθεν καὶ φέρτεροσ“ (Τ 217) πρόσκειται τὸ „οὐκ ὀλίγον περ“ (Τ 217), οὕτω κἀνθάδε τὸ πολλόν (219). βέλτιον οὖν τοῖς †ἄλ‐ λοις† συνάπτειν αὐτό, ἵν’ ᾖ ὅμοιον τῷ „ἀλλ’ ὁ μὲν ἂρ μύθοισιν, ὁ δ’ | ||
10 | ἔγχεϊ πολλὸν ἐνίκα“ (Σ 252)· ἀπὸ κοινοῦ γὰρ τὸ „πολλόν“. | ἄλλοι τινὲς πολλὸν ἐπεὶ πρότερος (219) ἀντὶ τοῦ ἐπειδὴ πολὺ πρότε‐ ρος ἐγενόμην, ἵνα μὴ παροξύνηται Ἀχιλλεύς. ἀλλ’ ἀεὶ ἄρχει παρ’ Ὁμήρῳ τὸ ἐπεί καὶ τὸ πολλόν ὑποτάσσεται αὐτῷ· „ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν“ (Ε 636), b(BE3E4)T „ἐπειὴ μάλα πολ‐ | ||
15 | λὰ μεταξύ“ (Α 156). T | ||
19.218 | ex.(?) | 〈προβαλοίμην:〉 ὑπερτερήσαιμι. Aa | |
19.219 | ex. | πλείονα οἶδα: καὶ αὐτός φησιν· „ἀγορῇ δέ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι“ (Σ 106). T | |
19.220 | ex. | μύθοισιν ἐμοῖσιν: τοῖς ἀπὸ τῶν λόγων προστασσομέ‐ νοις ἔργοις. Aa b (BCE3)T | |
19221-4a1 | ex. | αἶψά τε φυλόπιδοσ〈—τέτυκται〉: ὁ τρό‐ πος μικτὴ ἀλληγορία· εἰ γὰρ εἶπε ‘ταμίης καρποῖο τέτυκται‘ (cf. | |
224), τελεία ἦν ἀλληγορία. ἄμητος (223) δέ ἐστιν ὁ καιρὸς τοῦ ἀμᾶν, βαρυτόνως, ὡς καὶ παρ’ Ἡσιόδῳ (opp. 384) „ἄρχεσθ’ ἀμή‐ | |||
5 | τοιο“· b(BCE3)T ὀξύνεται δὲ αὐτὸς ὁ καρπός. ὁ δὲ νοῦς· τρο‐ πῆς γενομένης ὀλίγον χρόνον διώξαντες πολλὰ καταβαλοῦμεν τῶν πο‐ | ||
λεμίων σώματα. b(BE3)T | |||
19221-4a2 | ἄμητος ὁ καιρός, ἀμητὸς δὲ ὀξυτόνως αὐτὸς ὁ καρ‐ πός. Aa | ||
19221-4b | ex. | 〈αἶψά τε—τέτυκται:〉 ὁ νοῦς οὗτος· ἐπὰν ὁ Ζεὺς τροπὴν δῷ τοῖς πολεμίοις, πολλὴ μὲν ἡ καλάμη γίνεται, τουτέστι πολλοὶ ἀναιροῦνται, ὁ δὲ ἄμητος (223) ὀλίγος, τουτέστιν ὁ και‐ ρός, καθ’ ὃν ἀναιρεθήσονται, ἤγουν ἐν βραχεῖ καιρῷ πολλοὶ φονευθή‐ | |
5 | σονται. Aa | ||
19222-4 | ex. | ἧς τε πλείστην—τέτυκται: ὅταν κλίμα γένη‐ ται τῆς μάχης, ἐν ὀλίγῳ χρόνῳ πολλοὶ πεσοῦνται. Aa T | |
19.222 | ex. | καλάμην: τοὺς νεκρούς. b(BCE3)Til | |
19.223 | Hrd. (?) | 〈ἄμητος:〉 ὡς „Μίλητοσ“ (cf. Β 647. 868). Aa | |
19.225 | ex. | Ariston. | 〈γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς:〉 ὁ νοῦς· εἰ μέλλομεν ἄσιτοι πενθεῖν τοὺς ἐν πολέμῳ ἀποθανόντας, ἀνή‐ νυτον ἔσται. | ἡ διπλῆ δέ, ὅτι οὐκ ἐν τῷ καθόλου, ἀλλὰ πρὸς τὸ παρ‐ ὸν τοῦτό φησιν. Aa | |
19.226 | ex. | ἐπήτριμοι: ἀπὸ τῶν ἐν τοῖς ὕφεσιν ἐπαλλήλων στημόνων, ἃ ἤτρια καλεῖται καὶ ἕτερα ἐφ’ ἑτέροις ἐστίν. Aa b (BCE3E4)T | |
19.227 | ex. (Ariston.) | 〈πόνοιο:〉 τοῦ ἐν πολέμῳ ἔργου. b(BCE3E4) | |
19228a | ex. | κατθάπτειν: ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχή, ὅτε φησὶ „θάπτε με ὅττι τάχιστα“ (Ψ 71), ἀντὶ τοῦ καῖέ με. b(BCE3 E4)T καὶ „φιτροὺς δ’ αἶψα ταμόντες / θάπτομεν ἀχνύμενοι“ (μ 11—2). T | |
19228b | ex. | 〈ὅς κε θάνῃσι:〉 οὐ πάντα νεκρὸν λέγει, ἀλλὰ τὸν ἐν πο‐ λέμῳ. b(BCE3E4)Til | |
19229a | ex. | Nic. | 〈νηλέα θυμὸν ἔχοντας, ἐπ’〉 ἤματι 〈δακρύσαν‐ τας: ἤματι〉 τῇ ἡμέρᾳ τῆς ταφῆς. ταῦτα δὲ πρὸς παραμυθίαν τὴν ἐπὶ Πατρόκλῳ φησί. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἔχοντας. b (BCE3)T | |
19229b | ex.(?) | D | 〈νηλέα:〉 ἀπηνῆ, | ἀνηλεῆ. Aa | |
19.230 | ex. | 〈ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπων‐ ται:〉 λείπει ἡ ἔκ. ἡ δὲ περί πρὸς τὸ λίπωνται. b(BCE3) | |
19231-2 | ex. | μεμνῆσθαι πόσιος 〈καὶ ἐδητύος—νωλε‐ μὲς αἰεί〉: τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγ‐ | |
καίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησιν. b(BCE3)T | |||
19233-4 | ex. | μηδέ τις ἄλλην / λαῶν ὀτρυντὺν 〈ποτιδέγμε‐ νος ἰσχαναάσθω〉: μή τις τῶν λαῶν τὴν ἐξ ἑτέρου ὀτρυντὺν ἐκδε‐ χέσθω, b(BCE3)T ἀλλ’ αὐτοκέλευστος ἐξίτω. b(BCE3E4) T ἔστι δὲ ἡ λέξις Ἀντιμάχειος (fr. 88 W.). καὶ Ἐρατοσθένης | |
5 | χαίρει ταῖς τοιαύταις ἐκφοραῖς· „πολλὴ ἀντιμαχηστύσ“ (fr. 31 Pow.). b(BCE3)T | ||
19234a | ex.(?) | 〈ὀτρυντύν:〉 πρόσταξιν, ἐπικέλευσιν. Aa | |
19234b | D | ex. | 〈ἰσχαναάσθω:〉 ἀναμενέτω, | κατασχέσθω. Aa | |
19235a | ex.(?) | 〈ἥδε γὰρ ὀτρυντύς:〉 ἡ ἑτέρου παρακέλευσις δηλονό‐ τι. Aa | |
19235b | ex. | κακὸν ἔσσεται: κακὸν ἐκείνῳ τῷ περιμένοντι. b (BCE3)T ποῖον κακόν; „οὔ οἱ ἔπειτα / ἄρκιον ἐσ〈σ〉εῖται φυ‐ γέειν κύνασ“ (Β 392—3). T | |
19238a1 | ex. | ὀπάσσατο: διὰ φωνῆς ἐπέκρινε, παρὰ τὴν ὄπα. ἢ ὀπα‐ δοὺς ἔλαβεν. ἢ δι’ ὀφθαλμῶν ἐπελέξατο, παρὰ τοὺς ὦπας. b(BCE3)T | |
19238a2 | ex. | D | {ὀπάσατο:} διὰ φωνῆς ἐπεκρίνατο, συμπαρέλαβεν. ἢ | ἀκολούθους ἔλαβεν. Aa | |
19.240 | ex. | Λυκομήδεα: Κρὴς ὁ Λυκομήδης, ὥς φησιν Ἡσίοδος (fr. 202 M.—W.) καταλέγων τοὺς μνηστῆρας Ἑλένης. T | |
19.245 | ex. | ἀμύμονα: κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον. b(BCE3)T | |
19.246 | ex. (Ariston.) | ἕπτ’, 〈ἀτὰρ ὀγδοάτην Βρισηΐδα〉: Ζηνόδοτος „ἕξ, ἀτὰρ ἑβδομάτην“, τοῦ ποιητοῦ λέγοντος „δώσω δ’ ἑπτὰ γυναῖκας / Λεσβίδασ“ (Ι 128—9). ἡ δὲ Βρισηῒς Λυρνη〈σ〉σὶς ἦν. T | |
19.247 | ex.(?) | 〈στήσας:〉 σταθμήσας. Aa | |
19.250 | ex. | θεῷ ἐναλίγκιος 〈αὐδήν〉: ἢ τῷ Ἑρμῇ (οὗτος γὰρ θεὸς κηρύκων)· ἢ ἀκαταπόνητος τὴν φωνήν. T | |
19252a | ex. | 〈ἐρυσσάμενοσ〉 χείρεσσι μάχαιραν: τῇ μὲν γὰρ λαιᾷ ἀντελάβετο τοῦ κολεοῦ, τῇ δὲ δεξιᾷ τῆς λαβῆς. b(BCE3E4)T | |
19252b | ex. | μάχαιραν: τὴν †περιξιφίδα† φησίν, ἣν νῦν ζωνομάχαι‐ ραν καλοῦμεν. b(BCE3)T | |
19.253 | ex. | ἄωρτο: ἔωρτο, ἐώργει, εἴωθα· πλεονάζει τὸ ω. T | |
19254a | ex.(?) | 〈κάπρου ἀπὸ τρίχας ἀρξάμενος:〉 ἀρξάμενος ἀπὸ | |
τῶν τριχῶν τοῦ κάπρου. Aa | |||
19254b | ex. | ἀπὸ τρίχας 〈ἀρξάμενοσ〉: ἀπήρχοντο τῶν τριχῶν θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες· ἢ ὅτι ἐσθῆτος εὑρημένης οὐκέτι τετριχωμένοις ἐχρῶντο δέρμασιν. Aa b (BCE3)T | |
19.255 | ex. | ἐπ’ αὐτόφιν εἵατο: τὸ ἑξῆς ἐφείατο αὐτοῦ. ἢ ἐπ’ αὐτοῖν, τῷ τε Ἀγαμέμνονι καὶ Ταλθυβίῳ. T | |
19.256 | ex.(?) | 〈κατὰ μοῖραν:〉 κατὰ τὸ πρέπον. Aa | |
19.257 | ex. (Did.?) | εὐξάμενος: „εὐχόμενοσ“· οὐ γὰρ ηὔξατο ἤδη. b(BCE3 E4)T | |
19258a | ex. | ἴστω: μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. b(BCE3E4) T „ἴστορα δ’ Ἀτρείδην 〈Ἀγαμέμνονα θείομεν ἄμφω〉“ (Ψ 486). T | |
19258b | ex. | ἄλλως· ἴστω νῦν 〈Ζεὺς πρῶτα〉: φοβεραὶ αἱ ἀραί, ζῶντι μὲν κινδύνους ἐπάγουσαι ἐκ Διὸς καὶ Ἡλίου (cf. Τ 259), τε‐ θνεῶτι δὲ κολασμὸν ἐξ Ἐρινύων (cf. Τ 259—60). δείκνυσι δὲ ὅτι δεινὸν στρατηγῷ ἀκολασίας ψόγος. b(BCE3E4)T | |
19.259 | ex. (Did.?) | αἵ θ’ ὑπὸ γαῖαν: τινὲς „οἵ τε“, ἐπὶ Πλούτωνος καὶ Περσε‐ φόνης. T | |
19261a | ex. | μὴ μὲν ἐγώ: ὡς τὸ „μὴ δι’ ἐμὴν ἰότητα“ (Ο 41)· „μὴ | |
μὲν τοῖς ἵπποισιν ἀνήρ“ (Κ 330). T | |||
19261b | ex.(?) | 〈μὴ μὲν ἐγώ:〉 οὐδαμῶς μὲν ἐγώ. Aa | |
19262a | D | x | 〈οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτε τευ ἄλ‐ λου:〉 ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρῄζων ἀφειλόμην | οὔτε τινος ἄλλου. Aa | |
19262b | ex. | οὔτ’ εὐνῆς πρόφασιν: οὔτε κοίτης χάριν, τουτέστιν τοῦ στρῶσαι, ὑπερβολικῶς· οὐ γὰρ περὶ μίξεως λέγει. b(BCE3)T | |
19263a1 | ex. | ἀπροτίμαστος: ἀνέπαφος· b(BCE3)T μάσσασθαι γὰρ τὸ ἐφάψασθαι, b(BCE3E4)T „μάλιστ’ ἐσεμάσσατο θυμόν“ (Υ 425). T καὶ Εὐφορίων (fr. 118 Pow.)· „Μοῦσαι ποιήσαντο καὶ ἀπροτίμαστος Ὅμηροσ“, οὗ δυσχερὲς ἐφικέσθαι τῆς δυνάμεως. | |
5 | b(BCE3)T | ||
19263a2 | ἄλλως: {ἀνεπιτίμαστος} ἀνέπαφος, καὶ „ἀπροτίμαστος Ὅμηροσ“. T | ||
19263b | ex. | x | 〈ἀπροτίμαστος:〉 ἀνέπαφος, | ἄψαυστος. Aa | |
19263c | ex.(?) | ἀπροτίμαστος: ἀπὸ τοῦ μάσσω τὸ μαλάσσω. Aa | |
19.265 | ex. | ὅτι〈σ〉 σφ’ ἀλίτηται ὀμόσ〈σ〉ας: ὃς ὀμόσας εἰς αὐτοὺς ἁμάρτῃ. Aa b (BCE3)T τὸ δὲ σφέ ἔσθ’ ὅτε καὶ ἐπὶ ἑνικοῦ· „καὶ γάρ σφε πάρος 〈παρὰ νηυσὶ θοῇσιν / εἶδεν〉“ (Λ 111—2). T | |
19267a | ex. (Hrd. ep.) | πολιῆς: λευκῆς ἢ τιμίας ἢ πολλῆς· ὡς γὰρ παρὰ τὸ ἔσχατος ἐσχάτη ἐσχατιά, „ἀγροῦ ἐπ’ ἐσχατιῆσ“ (ε 489), σκοπὴ σκοπιά, „ἔστην δὲ σκοπιήν“ (κ 97), οὕτως καὶ παρὰ τὸ πολλός πολ‐ | |
λή, τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον πολιά. μήποτε οὖν ἀπὸ τοῦ συμ‐ | |||
5 | βεβηκότος ἐπὶ λευκῆς ἐστιν. ἀλλὰ εἴρηται μὲν ἐπὶ πολλῷ χρόνῳ ἥκειν, ἀπὸ δὲ τούτου τὸ λευκή. b(BCE3)T οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμῷ (fr. 4 L.) τῷ „οὐ 〈φυτόν, — /〉 οὐκ ὄγχνη, οὐ πρασιή τοι“ (ω 246—7). T | ||
19267b | ex. | 〈πολιῆς:〉 λευκῆς ἢ Til πλοΐμης. b(BCE3)Til | |
19267c1 | ex. | 〈λαῖτμα:〉 †λάτωμα† λέγεται τὸ μέγα ἔκταμα. μήποτε οὖν ἐξ αὐτοῦ ἐστι κατὰ συγκοπήν· καὶ δηλοῖ τὸ μέγα κῦμα. b(BCE3) | |
19267c2 | λάταμα τὸ ἔκταμα, TTil ὅ ἐστί τι μέγα κῦμα. T | ||
19267d | ex.(?) | λαῖτμα: παρὰ τὸ λίαν τέμνεσθαι· τὸ γὰρ λα ἐπιτατικὸν μόριον. ἢ παρὰ τὸ λατύσ〈σ〉εσθαι, ὅ ἐστι τύπτεσθαι ταῖς κώπαις. Aa | |
19268a | ex. | βόσιν: ὡς ποτὸν πόσις, δοτὸν δόσις, οὕτω βοτὸν βόσις. b(BCE3)T | |
19268b | ex. | ἄλλως· βόσιν ἰχθύσιν: παρὰ τῇ ἠϊόνι ἄρα ἡ ἐκκλησία. b(BCE3)T | |
19270a | ex. | Ζεῦ πάτερ〈—δίδοισθα〉: διὰ τὸ τοῦ ὅρκου μέ‐ γεθος πιστεύσας τῇ σωφροσύνῃ τοῦ βασιλέως ἐπὶ θεὸν ἄγει τὴν αἰ‐ | |
τίαν τῆς μήνιδος. b(BCE3)T | |||
19270b | ex. | δίδοισθα: οἱ μὲν βαρύνουσιν ὡς Αἰολικόν, ἀπὸ τοῦ δίδοιμι δίδοις δίδοισθα ὡς „τίθησθα“ (ι 404. ω 476). οἱ δὲ περισπῶσιν, ἐπέκτασιν εἶναι οἰόμενοι. b(BCE3)T φησὶ γοῦν „πολλὰ διδοῖ“ (I 519 al.). T | |
19273-4a | Nic. (?) | 〈ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος—γε‐ νέσθαι: τὸ〉 ἀμήχανος (273) τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται. δύναται δὲ καὶ τοῖς ἐπάνω συναπτόμενον ἐπὶ τοῦ Ἀγαμέμνονος κεῖσθαι, ἵνα σημαίνῃ τὸν | |
5 | μὴ αἴτιον τούτου μηδ’ αὐτὸν μηχανησάμενον τὸ γεγονός. ἢ ἀντὶ τῆς μεσότητος δύναται κεῖσθαι τοῦ ἀμηχάνως, οἷον ἀβουλεύτως. Aa | ||
19273-4b | Nic. (?) | ἀμήχανοσ〈—γενέσθαι〉: τὸ ἀμήχανος (273) | |
Did. (?) | τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, b(BCE3)T πρὸς ὃν οὐ‐ δείς τι μηχανήσασθαι δύναται· b(BCE3E4)T ἀμήχανον γὰρ τὸ ἀδύνατον καλεῖται. b(BCE3) | οἱ δὲ „ἀμήχανον 〈...〉 θάνατον“ T | ||
19276a | ex. | 〈λῦσεν δ’ ἀγορήν:〉 αὐτὸς γὰρ καὶ ἤγειρεν αὐτήν (sc. Τ 40—1). b(BCE3)Til | |
19276b | Ariston. | 〈αἰψηρήν:〉 ὅτι τὸ αἰψηρήν τὴν ταχέως συναθροι‐ σθεῖσαν ἐκκλησίαν· ἢ ἀντὶ τοῦ αἰψηρῶς διέλυσε τὴν ἀγοράν. Aa | |
19276c | ex. | αἰψηρήν: ἐπίρρημα b(BCE3)Til ἀντὶ τοῦ ταχέως, b(BCE3)T ὡς τὸ „θοὴν ἀλεγύνετε δαῖτα“ (θ 38) ἀντὶ τοῦ θοῶς. b(BCE3) λαιψηρὸν δὲ τὸ ἐν χρόνῳ συντόμῳ γινόμενον. b | |
(BCE3)T | |||
19278-81 | ex. | δῶρα δὲ Μυρμιδόνεσ〈—θεράποντες ἀγαυ‐ οί〉: δεξιῶς πάντα μεμέρισται καὶ ἐπεξεργασίας τετύχηκεν. T | |
19281a1 | ex. | ἵππους δ’ εἰς ἀγέλην: ἀγέλην ἵππων φησὶ τὸ συν‐ αχθὲν πλῆθος· οὐ γὰρ ἀζεύκτων ἵππων ἀγέλην ἐπήγετο ὁ Ἀχιλλεύς. T | |
19281b1 | ex. | ἀγέλην: οὐ φορβάδων ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν· οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων †ἔβαλλον. T | |
19281a2/b2 | ex. | ex. | ex. | ἀγέλην φησὶ τὸ συναχθὲν πλῆθος αὐτῷ. | οὐ φορβά‐ δων δὲ ἵππων, ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν. | ἀζεύκτους δὲ ἵππους οὐκ εἶχεν. | οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορ‐ βάδων †ἔβαλλον. b(BCE3) | |
19282-302 | ex. | Βρισηῒς δ’ ἄρ’ ἔπειτ’〈—κήδε’ ἑκάστη〉: ἐνθάδε μόνον αὐτὴν παρέλαβεν, b(BE3)T ὡς καὶ Φοίνικα ἐν τῇ Ι (sc. 432—605). T ἔστι δὲ λίαν φίλανδρος, ὡς ἀπὸ τῶν ῥηθησο‐ μένων καὶ τοῦ „ἡ δ’ ἀέκους’ ἅμα τοῖσι γυνὴ κίε“ (Α 348). καὶ οἱ μὲν | |
5 | δημογέροντες περὶ Ἑλένης φασὶν „αἰνῶς ἀθανάτῃσι θεῇσ“ (Γ 158), ὁ δὲ ποιητὴς τῇ καλλιστευούσῃ τῶν θεῶν αὐτὴν εἰκάζει (sc. 282)· ἐπεὶ γὰρ ἐπ’ ἀλλοδαπῆς τέθνηκε Πάτροκλος, ἔνθα μὴ πάρεισι συγγε‐ νεῖς γυναῖκες, αἳ λίαν χεῖν δάκρυα φιλοῦσι, χορὸν αἰχμαλωτίδων πε‐ ποίηκε θρηνοῦντα, ἐξάρχοντος ἐνδόξου προσώπου. ὁ δὲ τόπος μέσου | ||
10 | χαρακτῆρος ὑπάρχων τῷ μὲν διηγηματικῷ σεμνῶς πέφρασται καὶ λίαν ἐστὶ γραφικός, τῷ δὲ μιμητικῷ συμπαθὴς καὶ γοερός· τὸ γὰρ τοιοῦτον πρόσωπον τὸ θεοῖς ἐοικός (cf. 282 et 286), περὶ οὗ Ἀχιλλεὺς πλείστοις κακοῖς ἐνέβαλε τοὺς ὁμοφύλους, οὗ χάριν ἀρνεῖται γάμον βασιλίδος (sc. Ι 388—91), ποῖον οὐκ ἂν οἶκτον κινήσειεν ἐλεεινὰς | ||
15 | προϊέμενον φωνὰς καὶ πηγὰς δακρύων τά τε κάλλιστα τοῦ σώματος | ||
αἰκιζομένη μέλη. b(BE3)T | |||
19.282 | ex. | χρυσῇ: ἀπὸ τῆς παρ’ ἡμῖν τιμίας ὕλης τὴν ἔντιμόν φησιν. b(BC) T | |
19283a | ex. | δεδαϊγμένον: λελωβημένον. b(BCE3E4)Til | |
19283b | ex.(?) | 〈δεδαϊγμένον:〉 διακεκομμένον. Aa | |
19283c | ex. | χαλκῷ: παλαιὰ ἡ χρῆσις τοῦ χαλκὸν ὀνομάζειν τὸν σί‐ δηρον. ἀμέλει καὶ χαλκέας λέγομεν τοὺς τὸν σίδηρον ἐργαζομένους. b(BCE3)T | |
19284a | ex. | ἀμφ’ αὐτῷ χυμένη: ἡ συντομία τῆς φράσεως τὸ περι‐ παθὲς καὶ σπουδαῖον ἐμφαίνει τῆς γυναικός. b(BCE3)T | |
19284b | ex. | χυμένη: πρὸς τὸ ἁπαλὸν τοῦ γυναικείου σώματος. b (BCE3)T ἐπὶ δὲ Ἀχιλλέως „Πατρόκλῳ περικείμενον“ (Τ 4) φη‐ σίν. T | |
19284c | ex. | λίγ’ ἐκώκυε: εἰς ἡδονὴν προαγομένη τοὺς ἀκούοντας, ὡς „Θέτις b(BCE3)T γόου ἵμερον ὦρσε“ (Ψ 14): T „μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ“ (ο 400). b(BCE3)T | |
19284d | ex. | 〈ἄμυσσε:〉 παρατατικῶς· τὸ γὰρ ἄμυξε τὴν τάχιστα συντέλειαν ἐδήλου. Tt | |
19.285 | ex. | ἁπαλὴν δειρὴν 〈ἰδὲ καλὰ πρόσωπα〉: ἐπέτεινε τὸν οἶκτον ἡ ἁπαλὴ δειρὴ καὶ τὸ καλὸν πρόσωπον. δοκεῖ δὲ καὶ αὐτὸς συνάχθεσθαι αἰκιζομένῃ αὐτῇ, ὡς ἀνοίκειον τὰ οὕτω καλὰ μέλη | |
ἀμύσσεσθαι. b(BCE3)T | |||
19287a | ex. | Πάτροκλέ μοι δειλῇ 〈πλεῖστον κεχαρισμένε θυ‐ μῷ〉: ἀξιοπίστως ἔχει τὰ τοῦ θρήνου· οὐ γὰρ τὰ ἐπ’ αὐτῷ ἀπολοφύ‐ ρεται, ἀλλὰ διὰ τὸν ἐκείνου θάνατον τὰ αὐτῇ ἐπακολουθήσοντα. b (BCE3E4)T | |
19287b | ex.(?) | 〈δειλῇ:〉 τῇ ἀτυχεῖ. Aa | |
19288-90a1 | ex. | ζωὸν μέν σε ἔλ〈ε〉ιπον〈— /ἂψ ἀνιοῦ‐ σα〉: τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου βράχιστον ὂν καὶ τὸ διά‐ φορον αὐτῶν ἐξίστησι τὴν Βρισηΐδα. T | |
19288-90a2 | ἐκπλήττει γὰρ αὐτὴν τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου βράχιστον ὄν. b(BCE3E4) | ||
19288-90b | ex. | ζωὸν μέν σε ἔλ〈ε〉ιπον〈—ἂψ ἀνιοῦσα〉: πα‐ ρατατικαῖς ἐχρήσατο φωναῖς ὡς μόγις ἄκουσα πεπορευμένη καὶ πάλιν βραδέως ὑποστρέψασα διὰ τὸ μὴ ἡδέως θεάσασθαι τὸ πτῶμα Πα‐ τρόκλου· διὸ καὶ ἐπήγαγε κακὸν ἐκ κακοῦ (290)· τῆς γὰρ παρ’ | |
5 | Ἀγαμέμνονι διατριβῆς, φησί, τοῦτό μοι χεῖρον. b(BE3E4)T | ||
19291-2 | ex. | ἄνδρα μέν, ᾧ ἔδοσάν με〈—χαλκῷ〉: σωφρο‐ σύνης δεῖγμα ὁ παρὰ γονέων νυμφίος. b(BCE3)T φιλάνδρου δὲ γυναικὸς προθεῖναι τῆς τῶν ἀδελφῶν τὴν τοῦ ἀνδρὸς ἀπώλειαν. | |
τοιαύτη δὲ καὶ Ἀνδρομάχη (cf. Ζ 429—30): b(BE3)T κατὰ γὰρ | |||
5 | Μνασέαν (F.H.G. III p. 154, fr. 29) Βρισέως υἱὸς ἦν Ἠετίων. T οἰκεῖον δὲ τοῖς πενθοῦσι καταφέρεσθαι ἐπὶ τὴν μνήμην τῶν οἰκείων κακῶν. b(BE3)T | ||
19291a | ex. | ᾧ ἔδοσάν με: τινὲς ‘ᾧ με ἠγγύησαν καὶ ἐμνήστευσαν‘· παρθένος γάρ· διὸ καὶ κόρη (cf. Α 275. 298 al.) λέγεται. b(BCE3)T | |
19291b1 | ex. | πατὴρ καὶ πότνια μήτηρ: ὡς τὸ πρῶτον αἴτιον ἔχοντος τοῦ πατρὸς αὐτὸν προτίθησιν, ὡς καὶ ἐπὶ τῶν ἡμιθέων· „σὲ μὲν Πηλῆος / μητρὸς δ’ ἐκ Θέτιδοσ“ (Υ 206—7), „υἱὸς μεγαλήτορος Ἀγχίσαο 〈/ εὔχεται ἐκγεγάμεν,〉 μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη“ (Ε | |
5 | 247—8). T | ||
19291b2 | τὸ τοῦ πατρὸς δὲ ὄνομα πρόκειται τοῦ μητρὸς ὡς τὸ πρῶ‐ τον αἴτιον αὐτοῦ ἔχοντος. b(BCE3) | ||
19.292 | ex. | εἶδον πρὸ π〈τ〉όλιος 〈δεδαϊγμένον ὀξέϊ χαλκῷ〉: ἐπιτείνεται τῇ ὄψει τὰ παθήματα. καὶ ὁ Σοφοκλῆς (O. R. 1238)· b(BCE3E4)T „ἡ γὰρ ὄψις οὐ πάρα“· T ὄψις γὰρ ὤτων κριτικωτέρα πᾶσιν. b(BCE3E4) | |
19.293 | ex. | μία γείνατο μήτηρ: καὶ τοὐναντίον· „ἐπεὶ οὐχ ὁμο‐ γάστριος Ἕκτορός 〈εἰμι〉“ (Φ 95). T | |
19294a | ex. | κηδείους: προσφιλεῖς, Aa b (BCE3E4)T πεφρον‐ τισμένους μοι· ἢ ἀνίαν μοι παρασχόντας. ἀπαραμύθητον δὲ τὸ ἅμα πάντας ἀποθανεῖν· εἰ γὰρ καθ’ εἷς ἦν, τῇ ἐλπίδι τῶν περιλειπομένων ἐκουφίζετο τὸ πένθος. τὸ δὲ ἐπέσπον τὸ πρόθυμον τῶν ὑπερμαχούν‐ | |
5 | των δηλοῖ τῆς πατρίδος· οὐ γάρ φησιν ὅτι ἐπῆλθεν αὐτοῖς ὁ θάνατος, | ||
ἀλλ’ αὐτοὶ πρὸς τὸν θάνατον ηὐτομόλησαν. b(BCE3E4)T | |||
19294b | ex.(?) | 〈ἐπέσπον:〉 ἔλαβον. Aa | |
19.295 | ex. | ἄνδρ’ ἐμόν: ἔμφασιν φιλανδρίας ἔχει τὸ δεύτερον μνησθῆ‐ ναι τοῦ ἀνδρός. b(BCE3E4)T | |
19.296 | ex. | θείοιο Μύνητος: ποικίλως ἐμνήσθη τοῦ ἀνδρὸς κοινῇ τε καὶ ἰδικῇ προσηγορίᾳ (cf. Τ 291. 295. 296), καὶ μετὰ ταῦτα θεῖον αὐ‐ τὸν καλεῖ. b(BCE3E4)T | |
19.297 | ex. | Ἀχιλλῆος θείοιο: ἢ πρὸς σύστασιν Ἀχιλλέως, Πατρό‐ κλου θεῖον αὐτὸν λέγοντος· ἢ πειραθεῖσα διαθέσεως αὐτοῦ ἡ γυνὴ θεῖον αὐτὸν καλεῖ, b(BCE3E4)T ὡς τὸν Μύνητα (cf. Τ 296). T | |
19.298 | ex. | κουριδίην: λείπει τὸ ὥς, b(BCE3E4)T ὡς „Τηλε‐ μάχῳ ἑτάρω 〈τε〉 κασιγνήτω 〈τε ἔσεσθον〉“ (φ 216). T | |
19298-9 | ex. | ἄξειν τ’ ἐν〈ὶ〉 νηυσίν 〈/ ἐς Φθίην, δαίσειν δὲ γά‐ μον〉: ἐπίτασιν ἔχει ταῦτα· οὐ γὰρ μόνον ἄχρι τῆς ἐν Ἰλίῳ διατρι‐ βῆς ἔλεγεν ἔχειν αὐτὴν ὅμευνον, ἀλλὰ καὶ ναυτικῷ στόλῳ πολυτελῶς ἀγαγὼν εἰς Φθίαν ἐκεῖ τὸν γάμον ἐπιτελέσειν. ὡς πρᾷος δὲ πολλὴν | |
5 | ὑπέφαινεν αὐτῇ ἐλπίδα. b(BCE3E4)T | ||
19300a | ex.(?) | 〈ἄμοτον:〉 ἀκατάπαυστον. Aa | |
19300b | ex. | μείλιχον αἰεί: ἐπεὶ ἐδόκει τοῖς θρήνοις ὑπερεκπίπτειν ἀλλότριον τῷ γένει ἄνθρωπον οὕτως ὀλοφυρομένη, δαιμονίως ἄμφω ὁ ποιητὴς τετήρηκε, καὶ πάθος †ἐτειὸν ὁ ἀγόμενος† διὰ τοῦ προσώ‐ που τῆς Βρισηΐδος καὶ ὑπὲρ τοῦ πιθανὸν τὸν λόγον καταστῆναι αἰτίαν | |
5 | θεὶς τῆς τοιαύτης εὐνοίας τὴν ἀπὸ τοῦ Πατρόκλου κηδεμονίαν πρὸς τὴν γυναῖκα. b(BCE3)T | ||
19300c | ex. | ἄλλως· μείλιχον αἰεί: διδάσκει ἀντιποιεῖσθαι πρᾳότη‐ τος, εἴγε καὶ μετὰ θάνατον εὔνοιαν πορίζεται τοῖς ἔχουσιν. b(BCE3)T | |
19.302 | ex. | D | Πάτροκλον πρόφασιν, 〈σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη〉: ἐπὶ προφάσει τοῦ Πατρόκλου· Aa οὐ γὰρ ἦσαν πει‐ ραθεῖσαι αὐτοῦ. Aa T | ὁ νοῦς οὖν οὗτος ὅτι αἱ λοιπαὶ γυναῖκες— ἑκάστη †ἑαυτῶν† ἐθρήνει τὴν ἑαυτῆς συμφοράν. Aa | |
19306a | ex. | κελεύετε: παρακαλεῖτε· „καὶ ἐπῄνεον ὡς ἐκέλευον“ (Δ 380) ἀντὶ τοῦ παρεκάλουν. T | |
19306b | ex. | ποτῆτος: ποτὴς ἐκ τοῦ ποτότης συγκέκοπται. T | |
19308a1 | ex. | δύντα δ’ ἐς ἠέλιον: ἕως δύνει ὁ ἥλιος. T | |
19308a2 | D(~) | ἕως τῆς τοῦ ἡλίου δύσεως. Aa | |
19308b | ex.(?) | 〈μενέω καὶ τλήσομαι:〉 καρτερήσω. Aa | |
19310-1 | ex. | δοιὼ δ’ Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύς, 〈/ Νέστωρ Ἰδομενεύς τε γέρων θ’ ἱππηλάτα Φοῖνιξ〉: | |
εἰκότως ὡς ἂν βασιλεῖς, καὶ Ὀδυσσεύς (διαλλακτὴς γὰρ γέγονεν), ἀλλὰ καὶ ὁ Νέστωρ διὰ τὴν ἡλικίαν καὶ ὁ Ἰδομενεὺς ὁμοίως. Φοῖνιξ δὲ οὐ | |||
5 | μόνον διὰ τὴν ἡλικίαν, ἀλλὰ καὶ ὡς διδάσκαλος Ἀχιλλέως. πῶς δὲ Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν; ὀργίζεται διὰ τὴν πρεσβείαν· βαρύμηνις γάρ. καὶ πῶς τὸν Ἐπιτάφιον ἀγωνίζεται (cf. Ψ 811. 838); ἀρετῆς χάριν καὶ φιλίας τοῦ ἠπιωτάτου Πατρόκλου. b(BCE3E4)T | ||
19.310 | ex. | καὶ δῖος Ὀδυσσεύς: συνεκδεκτέον τὸ ἔμενεν. T | |
19312a | ex. | 〈τέρποντες πυκινῶς:〉 παραμυθούμενοι φρονίμως. Aa | |
19312b | ex. | τέρποντες: πειρώμενοι τέρπειν ἢ ἀποτρέποντες τῆς λύ‐ πης. b(BCE3)T οἶδε δὲ καὶ τὸ παραμυθητικὸν μέρος τῆς φιλο‐ σοφίας ὁ ποιητής. b(BCE3E4)T | |
19313a | ex. | 〈πολέμου στόμα:〉 περιφραστικῶς. Aa | |
19313b | ex. | πολέμου στόμα: τὸ τομώτατον καὶ ἀναλωτικώτατον b(BCE3E4)T μέρος τοῦ πολέμου. b(BCE3E4) | |
19314a | ex.(?) | 〈μνησάμενος:〉 ὑπομνησθείς. Aa | |
19314b1 | ex. | 〈ἀδινῶσ〉 ἀνενείκατο 〈φώνησέν τε〉: ἀνήνεγκεν ἐκ στέρνων τὴν φωνὴν ἀθρόαν. T | |
19314b2 | κάτωθεν τὴν φωνὴν ἀθρόαν ἐκ βάθους ἀνήνεγκεν. b (BCE3E4) | ||
19314b3 | ἀνέπεμψε τὴν φωνήν. Aa | ||
19316a | ex. | λαρὸν παρὰ δεῖπνον ἔθηκας: ἀπὸ τῶν γινομένων ὁ θρῆνος· ἐπεὶ γὰρ ᾔτουν αὐτὸν φαγεῖν, ὑπομιμνῄσκεται τραπέζης, ἣν ὁ φίλος αὐτῷ παρετίθει πολλάκις. ἠθικὸν δὲ τὸ ὡς ζῶντι διαλέγεσθαι τῷ νεκρῷ. καὶ λαρὸν δεῖπνον φησὶ τὸ ὑπὸ τῶν τοῦ φιλουμένου χει‐ | |
5 | ρῶν παρατεθειμένον. b(BCE3E4)T | ||
19316b | ex.(?) | 〈λαρὸν παρὰ δεῖπνον ἔθηκας:〉 παρέθηκας δεῖπνον ἡδύ. Aa | |
19316c | ex. | 〈λαρόν:〉 ἡδὺ καὶ ἀπολαυστικόν. Til | |
19317-8 | ex. | ὀτραλέως, 〈ὁπότε σπερχοίατ’ Ἀχαιοί / — Ἄρηα: ὀτραλέως〉 ἀντὶ τοῦ καὶ τοὺς ἄλλους παροξύνων. ση‐ μειωτέον δὲ ὅτι καὶ πρὸ τῆς μήνιδος παρατάξεις ἐγίνοντο. b (BCE3E4)T | |
19.317 | ex.(?) | 〈σπερχοίατο:〉 ἔσπευδον. Aa | |
19.320 | ex. | 〈ἔνδον ἐόντων:〉 ἔνδον ὑπαρχόντων, τῆς πόσεως δηλο‐ νότι καὶ τῆς τροφῆς. Aa | |
19322-6 | ex. | οὐδ’ εἴ κεν τοῦ πατρὸς 〈ἀποφθιμένοιο πυθοί‐ μην / ...〉 ἠὲ τόν: σχῆμα ἀπὸ γενικῆς ἐπὶ αἰτιατικὴν τὴν μετά‐ βασιν ἔχον. b(BCE3E4)T | |
19.322 | ex. | τοῦ πατρός: ἡ προσθήκη τοῦ ἄρθρου τὴν ἐξοχὴν παρί‐ στησι· τοῦτο δέ, ὅτι ὁ μὲν ηὔχετο πρὸ τοῦ παιδὸς ἀποθανεῖν, τῷ δὲ ὠφείλετο τὸ ζῆν· καὶ ὅτι πρόσφατον πάθος †δήπου† μέλλοντος ἐπικρατεῖ. καὶ ἄλλως δὲ ἐπὶ νεότητος οὐκ ἔστι νεμεσητὸν τὸ λεγόμενον. | |
5 | b(BCE3E4)T | ||
19323a1 | ex. | τέρεν 〈κατὰ δάκρυον εἴβει〉: καὶ „θαλερὸν 〈κατὰ δάκρυον εἶβεν〉“ (Ω 9)· τὰ γὰρ θάλλοντα ἁπαλὰ φύλ〈λ〉α ἔχει. T | |
19323a2 | ex. | rec. | θαλερόν, νέον: ἀεὶ γὰρ ἐπιμιμνησκόμενος καθ’ ἑκάστην νεάζει δακρύων. ἡ δὲ μεταφορὰ ἀπὸ θαλλόντων φυτῶν· ταῦτα γὰρ | |
μαλακὰ ἔχει φύλλα. b(BCE3E4) | |||
19.324 | ex. | 〈ἀλλοδαπῷ:〉 παραγωγή, οὐ σύνθεσις, ὥς φησιν Ἐπα‐ φρόδιτος (fr. 44 L.). Til | |
19325a1 | ex. | ῥιγεδανῆς 〈Ἑλένησ〉: στυγητῆς· τὰ γὰρ λυπηρὰ ψύχει Aa T παραβάλλει. καὶ περὶ αὑτῆς φησιν Ἑλένη· „ἐμεῖο κυ‐ νὸς κακομηχάνου ὀκρυοέσσησ“ (Ζ 344). T | |
19325a2 | ex. + rec. | στυγητῆς· τὰ γὰρ λύπην τῇ ψυχῇ περιβάλλοντα καὶ λυ‐ πηρὰ καλοῦνται καὶ μισητὰ διὰ τὸ βλάπτειν. b(BCE3E4) | |
19326a1 | ex. | ὃς Σκύρῳ μοι ἐνὶ τρέφεται 〈φίλος υἱόσ〉: τινὲς μὲν ἐκεῖ ἐκτεθῆναι αὐτὸν ὑπὸ Θέτιδος. ὁ δὲ τὴν Μικρὰν Ἰλιάδα ἀναζευ‐ γνύντα αὐτὸν ἀπὸ Τηλέφου προσορμισθῆναι ἐκεῖ (fr. 5 B. = 4 A.)· „Πηλείδην δ’ Ἀχιλῆα φέρεν Σκῦρον δὲ θύελλα / ἔνθα γ’ ἐς ἀργαλέον λι‐ | |
5 | μέν’ ἵκετο νυκτὸς ἐκείνησ“. ἔστι δὲ νῆσος ἐν τῇ Εὐβοίᾳ λιμένας ἔχουσα Ἀχίλλειον καὶ Κρήσιον. ᾤκησαν δὲ αὐτοῦ καὶ Δόλοπες, μοῖρα Θεσσα‐ λῶν. Νεοπτόλεμος δὲ T ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπολέμησεν. Aa T ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦ‐ | ||
ρις (FGrHist 76, 88) ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη. οὐκ ἦσαν δὲ | |||
10 | ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης ἕως τῆς ἁλώσεως εἴκοσιν ἔτη· οὐκέτι γὰρ ἂν καιρὸν εἶχε γαμηθῆναι Πηνελόπη· καὶ Τηλέμαχος ἦν ἂν τριάκοντα ἐτῶν, „παῖς / νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ’ ἀγοράων“ (δ 817—8) καὶ „ἐπεὶ οὔπω χερσὶ πέποιθα / ἄνδρ’ ἀπαλέξασθαι“ (π 71—2). T | ||
19326a2 | φασὶν Ἀχιλλέα ἀπὸ τῆς πρὸς Τήλεφον ἀναζευγνύντα μά‐ χης προσορμισθῆναι ἐκεῖ· „Πηλείδην δ’ Ἀχιλῆα φέρε Σκῦρον δὲ θύελ‐ λα.“ ἔστι δὲ ἐν τῇ Εὐβοίᾳ νῆσος, λιμένας ἔχουσα †ἀχίλειον† καὶ Κρή‐ σιον. Νεοπτόλεμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπο‐ | ||
5 | λέμησεν. ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας. b(BCE3E4) φησὶ γὰρ Δοῦρις ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπ’ αὐτοῦ. ἡ δὲ ἑτέρα ἱστορία διαψεύδεται. b(BE3E4) | ||
19327a | Did. | εἴ που ἔτι ζώει γε 〈Νεοπτόλεμος θεοειδήσ〉: καὶ Ἀριστοφάνης προηθέτει τὸν στίχον, ὥς φησι Καλλίστρατος (p. 318, 32 Schm.)· τό τε γὰρ ἐπὶ παιδὸς κομιδῇ λέγεσθαι διστακτικῶς εἴ που ἔτι ζώει, καὶ ταῦτα μηδὲ πόρρω τῆς Σκύρου κειμένης, ὕπο‐ | |
5 | πτον, τό τε θεοειδής ἀκαίρως προσέρριπται. τεκμήριον δὲ τῆς διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, „εἴ που ἔτι ζώει γε Πυρῆς ἐμός, ὃν κατέλειπον“. A | ||
19327b | ex. | 〈εἴ που ἔτι ζώει γε〉 Νεοπτόλεμος: τὴν ἰδίαν ἀτυχίαν ὀδύρεται ὡς ἴσως αὐτὸν καὶ υἱοῦ στερήσουσαν. b(BE3E4)T | |
19.331 | Did. (?) | 〈ἐνὶ νηΐ:〉 γράφεται „σὺν νηΐ“. Aim | |
19333a | Did. | 〈δμῶας:〉 οὕτως Ἀρίσταρχος δμῶας ἔξω τοῦ ι. Aim | |
19333b | ex. | 〈δμῶας:〉 ἀρσενικῶς τὸ δμῶας. συνυπακούεται δὲ αὐτῷ καὶ τὸ θηλυκόν. b(BCE3) | |
19335a | ex. | τυτθὸν ἔτι ζώοντα: δαιμονίως ἐνέφηνε τὸν ὀλίγως ζῶντα διὰ τὴν ἀσθένειαν. T | |
19335b | Hrd. | ἈΚΑΧΗΣΘΑΙ: προπερισπᾶται ὡς λελυπῆσθαι. οἱ δὲ προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασίᾳ, ἐπεὶ οἶδε καὶ τὴν „ἀκαχήμενοσ“ (Ε 24 al.) μετοχὴν τοιαύτην, οἷς καὶ ἐπείσθη ἡ παρά‐ δοσις. A | |
19335c | ex. | ἀκάχησθαι: τινὲς 〈προ〉περισπῶσιν ὡς Ἀττικὸν παρα‐ τατικόν. T | |
19339a | ex. | μνησάμενοι, τὰ ἕκαστοσ〈—ἔλειπε〉: ὅμοιόν ἐστι τῷ „Πάτροκλον πρόφασιν, 〈σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη〉“ (Τ 302). T | |
19339b | ex. | ἄλλως: μνησάμενοι, τὰ ἕκαστοσ〈—ἔλειπον〉: ὅμοιόν ἐστι τῷ „οἱ δὲ ἕκαστος / σπείσαντες 〈παρὰ νῆας ἴσαν πάλιν〉“ (Ι 656—7). T | |
19342a | ex. | δὴ πάμπαν: ἔθος ἔχει ἀπὸ τοῦ δή ἄρχεσθαι· ἔδει γὰρ ‘πάμπαν δή‘. T | |
19342b | ex. | ἀποίχεαι: κεχώρισαι. ἑῆος δὲ ἀγαθοῦ παρὰ τὸ ἠῶ, | |
ὅθεν καὶ „ἠοίη προλιποῦσα δόμουσ“ (Hsd. sc. 1). b(BCE3E4)T | |||
19342c | Ariston. | ἑῆος: ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“. τοῦτο δὲ παρὰ τὸ πρόσωπόν ἐστιν. A | |
19343a | ex. | μέμβλεται: συγκοπῇ καὶ πλεονασμῷ τοῦ β. T | |
19343b | ex. | ἄλλως· μέμβλεται: διδάσκει μὴ ἀμνηστεῖν τῶν φίλων. T | |
19.344 | ex. | 〈προπάροιθε:〉 χρονικὸν καὶ τοπικόν. Til | |
19347a | Ariston. | νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινήν: ὅτι κατ’ ἀμ‐ φοτέρων τὸ „στάξον“ (Τ 348). τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος· ἡ γὰρ ἀμβροσία ἐστὶ ξηρὰ τροφή. A | |
19347b | ex. | ex. | ἐρατεινήν: εὐωχίας αἰτίαν· αὕτη γὰρ ἐρατεινή· „δαιτὸς ἐπηράτου ἔργα μέμηλεν“ (Ι 228). | ἄσιτον μὲν αὐτὸν ποιεῖ διὰ τὸ πά‐ θος τοῦ φίλου, διὰ δὲ τὸ πιστὸν εἰς θεοὺς ἀνάγει τὴν αἰτίαν. b(BE3 E4)T | |
19.350 | ex. | ἅρπῃ: τῷ ἰκτίνῳ. οἱ δὲ ζῷον θαλάσσιον πολεμοῦν λάρῳ καὶ βρένθῳ. φιλεῖ δὲ τὴν τροφήν, ἣν ἂν συνάγῃ, φυλάσσειν ἐπὶ τοῖς τάρφεσι, καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς. οἰκείως οὖν εἴκασε τὴν Ἀθηνᾶν. οἱ δὲ ὅτι ἐφ’ ὕψους ἱπτάμενον εὐχερῶς ὅπου θέλει καταράσ‐ | |
5 | σει. A b (BCE3E4)T | ||
19.355 | Did. (?) | 〈αὐτὴ δέ:〉 ἐν ἄλλῳ „αὐτὴ δ’ αὖ“. Aim | |
19357a | Hrd. | {ὡς δ’ ὅτε} ταρφειαί: Ἀρίσταρχος ἀνέγνω ὡς „πυκναί“ (Η 61. Ψ 716). οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης (p. 58 B.). καὶ ἐπείσθη ἡ παράδοσις. A | |
19357b | ex. | ταρφειαί: κυρίως ἐπὶ τῆς εὐτραφοῦς ὕλης ἡ λέξις. T | |
19357c | ex.(?) | 〈Διός:〉 τοῦ ἀέρος. Til | |
19358a1 | ex. | αἰθρηγενέος: τοῦ γεννῶντος αἰθρίαν, τουτέστι τὸ ψῦχος. ἐνίοτε δὲ καὶ τὸν αἰθρίας αἴτιον· ἔσται δὲ μαχόμενον τῷ „ψυχραὶ νιφάδεσ“ (cf. Τ 357—8). T | |
19358a2 | τοῦ αἰθρίας αἰτίου καὶ γεννητικοῦ, τουτέστι τοῦ ψύχους· ψῦχος γὰρ ὁ Βορρᾶς ἐπιφέρει. b(BCE3E4) | ||
19361a | Ariston. | θώρηκές τε κραταιγύαλοι: ὅτι οἱ κραταιοὶ κατὰ τὰ γύαλα καὶ κύτη καὶ κοιλώματα. ἀπὸ δὲ μέρους οἱ ὅλοι κραταιοί· γύαλον γὰρ πᾶν τὸ κοῖλον τοῦ θώρακος. A | |
19361b | ex. | κραταιγύαλοι: περιφραστικῶς ἀντὶ τοῦ κραταιοί. T | |
19.362 | ex. | γέλασ〈σ〉ε δὲ πᾶσα περὶ χθών: περιήστραψεν· ἀπὸ γὰρ τῶν τοιούτων περιστίλψεων διάχυσις γίνεται τοῦ περὶ γῆν ἀέρος. τινὲς δὲ τὸ περί ἀντὶ τοῦ περισσῶς. b(BCE3E4)T | |
19365-8a1 | Did. | Ariston. | τοῦ καὶ ὀδόντων μὲν 〈καναχὴ πέλε— τεύχων〉: ἀθετοῦνται στίχοι τέσσαρες· γελοῖον γὰρ τὸ βρυχᾶσθαι τὸν Ἀχιλλέα· ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν. ὁ δὲ Σιδώνιος ἠθετηκέναι μὲν τὸ πρῶτόν φησιν αὐτοὺς τὸν Ἀρίσταρχον, | |
5 | ὕστερον δὲ περιελεῖν τοὺς ὀβελούς, ποιητικὸν νομίσαντα τὸ τοιοῦτο. ὁ μέντοι Ἀμμώνιος ἐν τῷ Περὶ τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει. | διπλῆν δὲ προσθετέον τῷ δῦν’ ἄχος ἄτλητον, ὁ δ’ ἄρα Τρωσὶ μενεαίνων (367), ὅτι τὸ μενεαίνων νῦν θυμού‐ μενος σημαίνει. A | ||
19365-8a2 | Did. | αὕτη τῇ προτέρᾳ ἐκδόσει συμφωνεῖ. T | |
19.365 | ex. | 〈τοῦ καὶ〉 ὀδόντων 〈μὲν〉 καναχὴ 〈πέλε〉: ἔπριε | |
τοὺς ὀδόντας, οὐχ ὡς Δόλων (cf. Κ 375). T | |||
19366-7 | ex. | ἐν δέ οἱ ἦτορ / δῦν’ ἄχοσ〈—μενεαίνων〉: μετὰ τὰς τοῦ σώματος ἐκφράσεις εἶτα καὶ τῆς ψυχῆς τὴν διάθεσιν δη‐ λοῖ. T | |
19.368 | ex. | 〈κάμε τεύχων:〉 ὁ τρόπος ἀντιστροφή. Til | |
19374a | ex. | ἀπάνευθε σέλας γένετο: πόρρω διέβη ἡ ἔκλαμψις. T | |
19374b | ex. | ἠΰτε μήνη〈σ〉: καλῶς οὐχ ἡλίῳ εἴκασται διὰ τὴν τῶν †ἄλλων† μελανότητα· ἐπιθέουσι γάρ τινες καὶ τῇ σελήνῃ μέλαιναι φαντασίαι ἐν τῷ περιλάμπειν. b(BCE3E4)T ἔνθεν τὸ σκοτεινῶς σημαίνειν μηνύειν φαμέν. Tt | |
19.376 | Did. | 〈τὸ δὲ καίεται:〉 Ἀρίσταρχος „τό τε καίεται“. Aim | |
19377-8 | ex. | τοὺς δ’ 〈οὐκ ἐθέλοντασ〉 ἄελλαι 〈/ —φέρου‐ σιν〉: οὐκ ἐῶνται, φησίν, ὑπὸ τῶν πνοῶν πλησιάσαι τῇ γῇ, ὡς καὶ ἐπ’ Ὀδυσσέως (cf. ε 419—20). b(BCE3E4)T | |
19.380 | Ariston. | περὶ δὲ τρυφάλειαν ἀείρας: ὅτι ἀναλαβὼν τὴν ἀσπίδα μετὰ ταῦτα ἐπὶ πᾶσι τὴν περικεφαλαίαν τίθησιν. A | |
19.381 | ex. | ἡ δ’ ἀστὴρ ὣς ἀπέλαμπεν: πιθανὴ ἡ ὁμοιότης ἀσπίδος μὲν σελήνῃ (cf. Τ 374), κράνους δὲ ἀστέρι. Ἀχιλλέα δὲ ἡλίῳ παρα‐ βάλλει (cf. Τ 398). b(BCE3E4)T | |
19.382 | ex. | ἵππουρις: καταχρηστικῶς· b(BCE3)T οὐ γὰρ τοιαύ‐ τη ἦν. b(BCE3) ἔθειραι δὲ αἱ τημεληθεῖσαι τρίχες. b(BCE3)T | |
κακῶς οὖν Καλλίμαχος (fr. 343)· „ἐπὶ κτενὸς ἔσκον ἔθειραι“. T | |||
19384-5 | ex. | πειρήθη 〈δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, / εἰ οἷ ἐφαρμόσειε〉: ἁλλόμενος, ὅπως εἰδῇ, πότερον ἔσφιγκται ἢ σαλεύεται περὶ τῷ σώματι. b(BCE3E4)T | |
19384a | Ariston. | Hrd. | πειρήθη δ’ ἕο αὐτοῦ: ὅτι Ζηνόδοτος γράφει „ἑοῦ αὐ‐ τοῦ“. συγχεῖ δὲ τὸ σύναρθρον ἀντὶ ἀπολελυμένου λαμβάνων. | τὴν „οἷ“ ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης (p. 58 B.) καί φησι κεῖσθαι δοτικὴν ἀντὶ γενικῆς. οἱ δὲ βαρυτονοῦσιν. ἔστι μὲν οὖν καὶ ἐγκλιτικὴν | |
5 | εὑρέσθαι τὴν οἷ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ „οἱ δέ οἱ ἐβλά‐ φθησαν“ (Ψ 387), ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ τοῦ „νεῦς’ ἐπὶ οἷ καλέσασ“ (ρ 330) καὶ „προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα“ (Υ 418). οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει· ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ | ||
10 | τὴν „οἷ“ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν· ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία. π〈ε〉ιστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δ’ ἕο αὐτοῦ. A | ||
19384b | Did. | 〈ἕο αὐτοῦ:〉 οὕτως ἕο αὐτοῦ αἱ Ἀριστάρχου· Ζηνό‐ δοτος „ἑοῦ αὐτοῦ“. Aim | |
19385-6a1 | ex. | εἰ οἷ ἐφαρμόσσειε〈— / τῷ δ’ εὖτε πτερὰ γίγνετο〉: ἡ συμμετρία γὰρ αὐτὰ ποιεῖ κοῦφα, ὡς εἰ μείζονα ἦν βα‐ | |
ρέα ὑπῆρχεν. καὶ τὰ πτερὰ (386) δὲ πολλὴν ἁρμονίαν ἔχουσιν. T | |||
19385-6a2 | ἢ τάχα ἡ συμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει ὡς μὴ δοκεῖν αὐτὸν φέρειν ταῦτα, ἀλλ’ αὐτὰ τοῦτον. b(BCE3E4) εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρ‐ μονίαν ἔχει. ὁ δὲ λόγος ὑπερβολή. b(BE3E4) | ||
19.385 | ex. | ἐντρέχοι 〈ἀγλαὰ γυῖα〉: εἰ συνάλλεσθαι τοῖς ὅπλοις δύναιτο b(BCE3E4)T καὶ μὴ ἐμποδίζοιτο. b(BCE3E4) | |
19386a | Did. | τῷ δ’ εὖτε πτερὰ 〈γίγνετο〉: οὕτως γραπτέον τῷ δ’ εὖτε, ἵνα ᾖ ὡσεὶ πτερὰ διὰ τὴν κουφότητα {ἔξωθεν δὲ τὸ ὥς}. πρότερον δὲ γράφων ὁ Ἀρίσταρχος τῷ δ’ εὖτε καὶ κατὰ συστολὴν δεχόμενος ἀντὶ τοῦ ἠΰτε, ὡς ἐπὶ τοῦ „εὖτ’ ὄρεος κορυφῇσι“ (Γ 10), | |
5 | μετέγραψεν ὕστερον „τῷ δ’ αὖτε“, ἐμφατικώτερον νομίσας εἶναι ὑπα‐ κουομένου τοῦ ὥς, ὡς κἀκεῖ „καιρ[οσέων δ’ ὀθονέων] ἀπολείβεται 〈ὑγρὸν ἔλαιον〉“ (η 107). A | ||
19386b1 | Did. | τῷ δ’ εὖτε: οὕτως 〈τῷ δ’〉 εὖτε Ἀρίσταρχος· συνέ‐ σταλται δὲ τὸ ἠΰτε καὶ διὰ τοῦ ε εἴρηται. παρὰ δὲ Ἀριστοφάνει „τῷ δ’ ὥστε“. ἐν δὲ ταῖς ἀπὸ τῶν πόλεων „τῷ δ’ αὖτε“, 〈ἔξωθεν δὲ τὸ ὥσ〉. A | |
19386b2 | Ἀρίσταρχος εὖτε. Aint | ||
19386b3 | {εὖτε:} συστολὴ ἀπὸ τοῦ ἠΰτε. γράφεται „†αὗτα醓, ἵνα λείπῃ τὸ ὥς. T | ||
19386c | ex. | ἄειρε δὲ ποιμένα λαῶν: τινές φασιν ὅτι ἐμετεώριζεν αὐτὸν ὁ κόσμος b(BCE3E4)T καὶ γαυριᾶν ἐποίει. b(BCE3E4) | |
19.387 | D | 〈σύριγγος:〉 τῆς δορατοθήκης. Til | |
19388-91a | Ariston. | βριθὺ μέγα στιβαρόν· τὸ μὲν—ἡρώεσ‐ σιν: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐκ τοῦ Πατρόκλου ὁπλισμοῦ (sc. Π 141—4) μετάκεινται. ἡ δὲ περιεστιγμένη διπλῆ, ὅτι ἐνταῦθα μὲν αὐ‐ τοὺς Ζηνόδοτος καταλέλοιπεν, ἐπὶ δὲ Πατρόκλου ἠθέτηκεν 〈***〉. | |
5 | ἐκεῖ δὲ ἀναγκαίως λέγονται, ἵνα γνῶμεν, διὰ τί οὐκ ἔλαβε τὴν με‐ λίαν. A | ||
19388-91b | Did. | 〈βριθὺ—ἡρώεσσιν:〉 οὐδὲ ἐν ταῖς ἄλλαις ἦσαν οἱ ἀθετούμενοι. Aint | |
19388-91c | ex. (Ariston.) | ex. | βριθὺ μέγα στιβαρόν· τὸ μὲν—ἡρώεσσιν: ἐπὶ Πατρόκλου (sc. Π 141—4) οἰκείως κεῖνται, ἵνα γνῶμεν, διὰ τί παρ‐ έλιπεν αὐτὸ Πάτροκλος· b(BCE3E4)T καὶ ἐνταῦθα πρὸς αὔξη‐ σιν Ἀχιλλέως, ὅτι τὸ ἄλλοις μὴ φορητὸν εὐκόλως οὗτος περιῆγε. | |
5 | b(BCE3E4) βριθὺ (388) δὲ ἐπώδυνον· τὸ γὰρ βάρος ἐπὶ δορά‐ των ἄχρηστον. b(BCE3E4)T | ||
19.389 | ex. | ἐπίστατο: εἰώθει· ποιεῖ γὰρ Ἀχιλλέα παρὰ Χείρωνι δι‐ δασκόμενον πάλλειν τὴν μελίαν. T | |
19.390 | Did. (?) | 〈τάμε:〉 καὶ „πόρε {χείρων}“. Aint | |
19.391 | Did. | 〈ἐν κορυφῇς:〉 οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου. Aint | |
19392a1 | Ariston. | 〈Ἄλκιμος:〉 ὅτι τὸν Ἀλκιμέδοντα (cf. Π 197 al.) νῦν Ἄλκιμον λέγει. Aim | |
19392a2 | ὁ Ἀλκιμέδων. Til | ||
19393a | Did. | 〈ζεύγνυον:〉 οὕτως διὰ τοῦ ο ζεύγνυον. Aint | |
19393b | ex. | ἀμφὶ δὲ καλὰ λέπαδν’ ἔσαν: ἔσαν ἀντὶ τοῦ θέσαν κατὰ παράλειψιν τοῦ θ. T | |
19393c | ex. | λέπαδνα: τοὺς καθιεμένους κατὰ τῶν ἱππείων τραχήλων περιστηθίους ἱμάντας. b(BCE3)T | |
19.396 | ex. | 〈χειρὶ λαβὼν〉 ἀραρυῖαν: τῇ χειρὶ ἀραρυῖαν, b(BCE3) T οὐκ ἐξολισθαίνουσαν τῆς χειρός. b(BCE3E4)T | |
19398a1 | ex. | 〈τεύχεσι παμφαίνων〉 ὥς τ’ ἠλέκτωρ: περὶ τοῦ θώρακος ἔφη „φαεινότερον πυρὸς αὐγῆσ“ (Σ 610)· περὶ δὲ τοῦ σά‐ κους „σέλας γένετ’ ἠΰτε μήνησ“ (Τ 374)· περὶ δὲ τῆς κόρυθος „ἡ δ’ ἀστὴρ ὣς ἀπέλαμπεν“ (Τ 381). εἰκότως οὖν αὐτὸν τὸν ὡπλισμένον | |
5 | ἡλίῳ ἀπεικάζει. T | ||
19398a2 | εἰκότως δὲ πυρὸς αὐγῇ τὸν θώρακα, τὸ δὲ σάκος σελήνῃ, τὸ δὲ κράνος ἀστέρι εἰκάσας, τὸν ἐκ πάντων τούτων καταλαμπόμενον ἡλίῳ μάλιστα εἰκάζει τῷ λαμπροτάτῳ. b(BE3E4) | ||
19398b | ex. | ἠλέκτωρ: ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ κοιμᾶσθαι εἰλούμενον· διὸ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ οὐ‐ | |
ρανὸν ὄχημα αὐτοῦ φησιν (sc. Θ 68. Π 777). A b (BCE3E4)T ἢ μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατ’ ἐνεργείας τάσσει, σημάν‐ | |||
5 | τωρ κοσμήτωρ. ‘λέγω‘ δὲ τὸ κοιμίζω, „λέξον δή με τάχιστα“ (Ω 635). A b (BE3E4)T | ||
19398c | ex. | Ὑπερίων: καὶ ὅτε γὰρ δοκοῦμεν αὐτὸν κάτω φέρεσθαι, κυκλοῖ τὴν γῆν καὶ ὑπεράνω ἡμῶν ἐστιν. b(BE3E4)T | |
19.400 | Ariston. | Ξάνθε τε καὶ Βαλίε, 〈τηλεκλυτὰ τέκνα Ποδάρ‐ γησ〉: σημειοῦνταί τινες, ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πε‐ ποίηται „Ξάνθε τε καὶ σύ, Πόδαργε“ (Θ 185). A | |
19.401 | ex. | ἄλλως δὴ φράζεσθε, 〈σαωσέμεν ἡνιοχῆα〉: ἄλλως φράζεσθε ἢ ὡς ἐπὶ Πατρόκλῳ. ἔστι δὲ ὁ μὲν Αὐτομέδων θνητός, οἱ δὲ ἵπποι ἀθάνατοι· διὸ μᾶλλον ἐγκαλεῖ τοῖς σῴζειν δυναμένοις. ἢ ὅτι διὰ τῶν ἵππων καὶ τῷ ἡνιόχῳ ἐγκαλεῖ. b(BCE3E4)T ἢ ὅτι „τάχα | |
5 | κεν καὶ ἀναίτιον αἰτιόῳτο“ (Λ 654). T | ||
19402a | Did. (?) | 〈Δαναῶν:〉 ἐν ἄλλῳ „{ἂψ} λαῶν“. Aim | |
19402b | Hrd. | D | ἑῶμεν: ὅτι δασυντέον τὸ ἑῶμεν: ἔστι γὰρ ἅδην ἔχω‐ μεν, A | κορεσθῶμεν. A Til | |
19403a | ex. | μηδ’ ὡς Πάτροκλον 〈λίπετ’ αὐτόθι τεθνειῶτα〉: ἠθικὰ ταῦτα· εἰώθαμεν γὰρ καὶ τοῖς παρατυχοῦσιν ἐγκαλεῖν. T | |
19403b | Did. (?) | 〈αὐτοῦ:〉 γράφεται „{λίπετ’} αὐτόθι“. Aim | |
19.405 | ex. | ἤμυσε 〈καρήατι〉: παρέκλινε τὴν κεφαλήν, ἐπιστρέφων ἑαυτὸν ὥστε ἀντίος τῷ Ἀχιλλεῖ γενέσθαι, καὶ πρὸς αὐτὸν φθέγγεται. b(BCE3)T | |
D | ἤμυσε καρήατι: παρέκλινε τὴν κεφαλὴν—διαλέ‐ | ||
5 | γεσθαι. A | ||
19.406 | ex. | ζεύγλης: ζεύγλη τὸ ὑπὸ τὸν ζυγὸν μέρος, εἰς ὃ ὁ τράχηλος ἐντίθεται. b(BCE3E4)T | |
19407a | Ariston. | αὐδήεντα δ’ ἔθηκε 〈θεὰ λευκώλενος Ἥρη〉: ἀθε‐ τεῖται ὡς περιττὸς καὶ ἐναντίον ἔχων· ἐπιφέρει γὰρ „ὣς ἄρα φωνή‐ σαντος Ἐρινύες ἔσχεθον αὐδήν“ (Τ 418), ὡς δηλονότι καὶ παρασχοῦ‐ σαι· τοιοῦτος γὰρ ὁ ποιητής· „τὸν μὲν ἀρίζηλον θῆκε〈ν〉 θεὸς ὥσπερ | |
5 | ἔφηνεν“ (Β 318). A | ||
19407b | ex. | αὐδήεντα: λογικοῦ ζῴου φωνὴν ἔχοντα. οὐκ εὐπρεπὲς δέ, φασί, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητής, τὸ φωνῆς μετέχον‐ τας ἵππους εἰσάγειν, θεῷ περιάπτει τὴν αἰτίαν, καὶ Ἥρᾳ, ἐπεὶ φωνή | |
5 | ἐστιν ἀὴρ πεπληγμένος. b(BCE3E4)T τί δὲ ἄτοπον, ὅπου γε καὶ Θέτις προεῖπεν· „αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖ‐ μοσ“ (Σ 96); b(BE3E4)T | ||
19407c | ex. | ἄλλως· αὐδήεντα: εἰ θείας μετέχουσι φύσεως, τί ἄτοπον | |
καὶ φωνεῖν; πρῶτος δὲ Ὅμηρος τοῦτο ἐποίησεν, Ἡσίοδος (sc. opp. 203—12) ἐπὶ τοῦ ἱέρακος, Ἀρχίλοχος (fr. 168 T. = 174 W., cf. p. 64 W.) ἐπὶ τοῦ ἀετοῦ, καὶ Αἴσωπος ὕστερον κατεχρήσατο. T | |||
19.411 | ex. | 〈νωχελίῃ:〉 νωχελία παρὰ τὸ μὴ δύνασθαι κέλλειν· ὅθεν καὶ χελώνη λέγεται. b(BCE3E4)T | |
19.413 | ex. | 〈θεῶν ὤριστος:〉 ἥλιος γὰρ ὁ μείζων τῶν ἀστέρων. b (BCE3E4)Til | |
19.415 | ex. | 〈νῶϊ δὲ καί κεν〉 ἅμα πνοιῇ Ζεφύροιο 〈θέοιμεν〉: τοῦτο γὰρ παρὰ τοῦ πατρὸς Ζεφύρου ἔχουσιν. ἢ ὑπερβολικῶς. T | |
19416-7 | Ariston. | ἥνπερ ἐλαφροτάτην 〈φάς’ ἔμμεναι—δα‐ μῆναι〉: ἀθετοῦνται στίχοι καὶ οὗτοι οἱ δύο, ὅτι οὐκ ἀναγκαῖοί εἰσιν· οἴδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτη ἐστί. τὸ δὲ καὶ προσθεῖναι φασίν (416) ὡς ἀπὸ ἱστορίας ἐστὶ παρειληφότα ἀγνοούμενόν τι, καὶ ἀπίθα‐ | |
5 | νον ἵππον λέγειν φασίν ὥσπερ ἄνδρα πολυίστορα. A | ||
19.416 | ex. | 〈ἥνπερ—ἔμμεναι〉: τὴν ἁμαρτίαν τοῦ πατρὸς ἄλλοθεν, οὐκ οἴκοθεν κομίζει. δῆλον δὲ ὡς ἀθάνατοι ὄντες τῶν ἀνθρωπίνων ἐπύθοντο λόγων. T | |
19.417 | ex. | θεῷ τε καὶ ἀνέρι 〈ἶφι δαμῆναι〉: φασὶν ὡς ἐν σχήματι | |
Πάριδος Ἀπόλλων ἐτόξευσεν αὐτόν. b(BCE3E4)T | |||
19418a | D | Ariston. | ὣς ἄρα φωνήσαντος 〈Ἐρινύες ἔσχεθον αὐδήν〉: οὕτως εἰπόντος—γίνεσθαι. | ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν τοῦ „αὐδήεντα δ’ ἔθηκε 〈θεὰ λευκώλενος Ἥρη〉“ (Τ 407)· εἰ γὰρ ἡ Ἥρα παρέσχε, καὶ ἐπισχεῖν ὤφειλεν, οὐχ αἱ Ἐρινύες. A | |
19418b | ex. | Ἐρινύες ἔσχεθον αὐδήν: ἐπίσκοποι γάρ εἰσι τῶν πα‐ ρὰ φύσιν. ἢ τὸν περὶ θανάτου λόγον ἀνεγράψαντο. b(BCE3E4)T | |
19.423 | ex. | ἄδην ἐλάσαι κακόκητος: ἀθρόως κορέσαι ἢ συγκλεῖσαι. μεγαλοφυῶς δὲ οὐδὲ πλησίον τοῦ κινδύνου γενόμενος ἀποτρέπεται τῆς ὁρμῆς ὥσπερ πρὸ τοῦ θανάτου ἀνδρίσασθαι μέλλων. b(BCE3E4)T | |
19.424 | ex. | 〈ἐν πρώτοις:〉 ἀντὶ τοῦ εἰς ἥρωας τοὺς τῶν Ἀχαιῶν. Til | |
19postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
202a | ex. | Hrd. | ex. | ἀμφὶ σέ, Πηλέως υἱέ: ὅτι τῆς ὑπαίθρου στρατιᾶς ἡγεμὼν ἦν. b(BCE3)T | ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεσιν. b(BCE3) | προσφωνεῖ δὲ ὁ ποιητὴς ἡρωϊκοῖς μὲν προσώποις πέντε, Ἀχιλλεῖ, Μενελάῳ (cf. Δ 127. 146 al.), Μελανίππῳ (cf. Ο 582), | |
5 | Πατρόκλῳ (cf. Π 11. 20 al.), Εὐμαίῳ (cf. ξ 55 al.), θεῶν δὲ Ἀπόλ‐ λωνι· „ἀμφὶ σέ, ἤϊε Φοῖβε“ (Υ 152). b(BCE3)T | ||
202b1 | Nic. | μάχης ἀκόρητον: ἐὰν πληθυντικῶς γράφηται „ἀκόρη‐ τοι“, συνάψομεν τῇ τελευταίᾳ λέξει ὡς ἂν ἐπιθετικὸν ἐκείνης. ἐὰν δὲ ἑνικῶς, βραχὺ διαστελοῦμεν· ἐπὶ γὰρ τοῦ Ἀχιλλέως ἀκουσθήσεται. A | |
202b2 | {μάχης ἀκόρητος:} ἐὰν πληθυντικῶς γράφωμεν, ἐπὶ τέλους ἡ στιγμὴ τίθεται. ἐὰν δὲ ἑνικῶς ἀκόρητον, ἐπὶ Ἀχιλλέως κειμένου τοῦ ὀνόματος, ἐπὶ τὸ ἀκόρητον †ἐπὶ ἀχιλλέως κειμένων†. T | ||
202b3 | εἰ μὲν πληθυντικῶς εἴπωμεν, ἡ στιγμὴ εἰς τὸ †υἱέ†. εἰ δὲ ἑνικῶς ἐπὶ Ἀχιλλέως, διαστολὴ εἰς τὸ ἀκόρητον. b(BCE3) | ||
20.3 | D | θρωσμῷ: ὑψηλῷ τόπῳ, ὅθεν—ἐπισημότατός ἐστιν. ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ (fr. 23 G.). A | |
204a | ex. | Ζεὺς δὲ Θέμιστι κέλευσε 〈θεοὺς ἀγορὴν δὲ καλέσ‐ σαι〉: μεγαλοφυὴς ἡ Ἀχιλλέως ἔξοδος, ὅπου γε ἐκκλησία θεῶν δι’ αὐτὸν γίνεται καὶ θεομαχία. b(BE3E4)T | |
204b1 | Ariston. | Ζεὺς δὲ Θέμιστα 〈κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσ‐ σαι〉: ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι, ἀλλὰ τῷ τὰς ἀγορὰς διαλύειν καὶ πάλιν συνάπτει〈ν〉. A | |
204b2 | καὶ ὅτι ἀντὶ τοῦ Θέμιστι. Aint | ||
204b3 | τὸ δὲ Θέμιστα Ἀττικῶς ἀντὶ τοῦ Θέμιστι. b(BE3E4) | ||
204c | ex. | 〈Ζεὺς δὲ〉 Θέμιστι κέλευσε 〈θεοὺς ἀγορὴν δὲ καλέσ‐ σαι〉: πρὸς μὲν τὰς ψιλὰς ἀγγελίας Ἴριδι χρῆται, ὅταν δὲ μεῖζόν τι δέῃ διοικῆσαι, τὸν Ἑρμῆν ἀποστέλλει. νῦν δέ, ὡς νομιμωτάτης ἐσο‐ μένης τῆς ἀγορᾶς καὶ τέλος ἐπιθεῖναι μελλούσης τοῖς πράγμασι, πρὸς | |
5 | τὴν σύγκλητον τῇ Θέμιδι χρῆται, οὐχ ὡς κήρυκι, ἀλλ’ ὅτι καὶ τὰς τῶν „ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει“ (β 69) διὰ τὸ κατὰ νόμους ἐγχειρεῖν τοῖς πρακτέοις b(BCE3E4)T ἢ μή. καὶ Ὧραι δὲ αὐτῆς παῖδες, ἐπεὶ τῇ δικαιοπραγίᾳ τὰ φυόμενα σῴζεται. T | ||
205a | Nic. | Ariston. | κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου: τοῦτο βέλτιον τοῖς ἄνω προσνέμειν, AT ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν. τὸ δὲ ἑξῆς ἐστι „κέλευσε“ (Υ 4) κρατὸς ἀπ’ Οὐλύμποιο (Υ 5) „καλέσσαι“ (Υ 4). | ἡ διπλῆ δέ, ὅτι Ὄλυμπος ὄρος· διὸ πολύπτυχος. | |
5 | A | ||
205b | ex. | ἄλλως· κρατὸς ἀπ’ Οὐλύμποιο 〈πολυπτύχου〉: ἐκεῖσε γὰρ ὁ οἶκος τοῦ Διός. πολυπτύχου δὲ πολλὰς ἀνακλίσεις ἔχοντος· ἢ ἰσχυροῦ, ἀπὸ τῶν πολυπτύχων ἀσπίδων. b(BCE3E4)T ἢ ὅτι ὀκτὼ σφαίρας ἔχει ὁ οὐρανός, μίαν τῶν ἀπλανῶν, ἑπτὰ τῶν πλανή‐ | |
5 | των. T | ||
207a | Ariston. | D | οὔτε τις οὖν ποταμῶν ἀπέην 〈νόσφ’ Ὠκεανοῖο〉: ὅτι ποταμόν, οὐ θάλασσαν τὸν Ὠκεανὸν παραδίδωσι. | τὸν δὲ Ὠκεανὸν—πρεσβύτατος ὑπάρχων. A | |
207b | ex. | οὔτε τις οὖν ποταμῶν 〈ἀπέην〉 νόσφ’ Ὠκεανοῖο: πρόγονος γὰρ θεῶν (cf. Ξ 201. 302)· ἵνα μὴ τοῖς ἀπογόνοις ἑαυτοῦ παρῇ πολεμοῦσιν. T | |
207c | ex. | ἄλλως· οὔτε τις οὖν ποταμῶν: προοικονομεῖ Ἀχιλλεῖ ἀντίπαλον προαγαγεῖν Σκάμανδρον τὸν ποταμόν (cf. Φ 234—327). T | |
207d | ex. | ex. (rec.) | νόσφ’ Ὠκεανοῖο: τὴν Γῆν παρῆκε, οὐ διορισάμενος, εἴτε παραγέγονεν εἴτε οὔ. b(BCE3E4)T ἀλλὰ καὶ βέλτιον περὶ αὐτῆς ὑπονοεῖν ὡς ἀπολειπομένης τοῦ συλλόγου. T ἢ τάχα ὡς ὡμολογημένον αὐτὸ παρῆκεν ὁ ποιητής· ἀνάγκη γὰρ μένοντος τοῦ | |
5 | Ὠκεανοῦ καὶ τὴν Γῆν μένειν· b(BCE3E4)T περὶ γὰρ ταύτην τὸ ὕδωρ. b(BE3E4)T | οὐκ ἔδει δὲ τῶν ἐξ αὐτῶν κινουμένων καὶ ταῦτα κινεῖσθαι· ὡς γὰρ πρόγονοι πάντων ἀκίνητοι μένουσιν. b(BE3E4) | ||
20.8 | ex. | οὔτ’ ἄρα νυμφάων: τὴν γὰρ Λητὼ (cf. Υ 40 al.) μίαν τῶν νυμφῶν οἴεται· ὅθεν καὶ παίζουσι μετὰ τῆς Ἀρτέμιδος αἱ νύμφαι· „γέγηθε δέ τε φρένα Λητώ“ (ζ 106). T | |
D | αἵ τ’ ἄλσεα καλὰ νέμονται: αἱ τὰ ἄλση κατοικοῦσαι | ||
5 | —ἐπὶ τῶν ἑλῶν ἑλ〈ε〉ιονόμοι. A | ||
20.9 | ex. | πίσεα: πίω πίσω πῖσος, ὡς μύω μύσω μύσος· τοῖς γὰρ μιαι‐ φόνοις οὐκ ἐξῆν προσφωνεῖν τινα. b(BCE3)T | |
2011a1 | Ariston. | Did. (?) | ξεστῇς αἰθούσῃσιν 〈ἐνίζανον〉: ὅτι Ζηνόδοτος γρά‐ φει „ἐφίζανον“. αἱ δὲ αἴθουσαι οὐκ εἰσὶ θρόνοι ἢ καθέδραι, ἵνα λέγῃ ἐφίζανον, ἀλλὰ στοαὶ καὶ στυλωταὶ ἕδραι ἢ τόποι ὑφ’ ἡλίου κατα‐ λαμπόμενοι. A | τινὲς δὲ γράφουσιν „ἐνίδρανον“, καθέδρας οἰηθέντες | |
5 | AT εἶναι τὰς αἰθούσας. T | ||
2011a2 | Ariston. | ἔνιοι „ἐφίζανον“. Aim | |
2011b1 | ex. | αἰθούσῃσιν: αἱ αἴθουσαι ἐξέδραι στυλωταί εἰσιν ἢ τόποι ὑφ’ ἡλίου καταλαμπόμενοι. T | |
2011b2 | αἴθουσαί εἰσι τόποι πρόστωοι, ὑφ’ ἡλίου καταλαμπόμενοι. b(BCE3E4) | ||
2012a | ex. | 〈Ἥφαιστος—πραπίδεσσιν:〉 παντοδαπὸς τεχνίτης. | |
Til | |||
2012b | Did. | 〈ποίησεν ἰδυίῃσι:〉 οὕτως διὰ τοῦ ι τὸ ἰδυίῃσι καὶ τέλειον τὸ ποίησε. Aint | |
20.13 | Ariston. | ὣς οἱ μὲν Διὸς ἔνδον 〈ἀγηγέρατο〉: ὅτι {διὸς} ἔνδον εἴρηκε τοπικὸν ἐπίρρημα ἀντὶ τῆς ἔν προθέσεως· θέλει γὰρ εἰπεῖν A ἐν Διός, ὡς „εἴσω ἁλὸς εὐρέα κόλπον“ (Φ 125) AT ἀντὶ τοῦ εἰς ἁλὸς κόλπον. T | |
2013-4 | ex. | οὐδ’ ἐνοσίχθων / νηκούστησε 〈θεᾶσ〉: ἐπεὶ πρό‐ τερον (cf. Ο 157—219) ἐξελασθῆναί φησιν αὐτὸν τῆς μάχης ὑπὸ τοῦ Διός, ὥσπερ τι παράδοξον εἰσάγει ὅτι οὐκ ἐμνησικάκησε τῆς ὕβρεως, ἀλλὰ πειθαρχῶν φαίνεται, b(BCE3E4)T καὶ οὐ μόνον συνῆλθεν, | |
5 | ἀλλὰ καὶ τοῦ λόγου κατάρχει (cf. Υ 15—8). b(BE3E4)T | ||
D | οὐδ’ ἐνοσίχθων / νηκούστησε θεᾶς: ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε—φιλονεικίαν. A | ||
20.16 | ex. | τίπτ’ αὖτ’, ἀργικέραυνε: ἀξίωμα ἐμφαίνει αὐτοῦ ὡς προ‐ λαμβάνοντος τοὺς λόγους τοῦ Διός. τὸ δὲ αὖτε παραπληροῖ, ἢ σημαίνει τὸ πάλιν, ἵνα φαίνηται ἀπομνημονεύων ἠθικῶς τῶν πρόσθεν, ὅτε αὐτοῖς ἀπηγόρευε μάχεσθαι (cf. Θ 5—27). b(BCE3E4)T | |
20.17 | Hrd. | ἦ {τι περι τρώων}: ἐρωτηματικὸς ὁ σύνδεσμος καὶ ἅπαξ εἰ‐ λημμένος κατὰ μίαν διάνοιαν· διὸ περισπαστέος. τοῦτο δέ φημι πρὸς τὰ τοιαῦτα „ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα“ (λ 172), „ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι“ (α 175)· ἐν γὰρ ταῖς τοιαύταις συν‐ | |
5 | τάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται. A | ||
2021a | Nic. | ὧν ἕνεκα ξυνάγειρα: καὶ τοῦτο ἑκατέρωσε δύναται προσ‐ δίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, στίζομεν ἐπὶ τὸ ξυνάγειρα, εἰ δὲ τοῖς ἑξῆς, ὑποστίζομεν ἐπ’ αὐτό. A | |
2021b | ex. | 〈ὧν:〉 λείπει ἀνδρῶν. b(BCE3E4)Til | |
2021c1 | ex. | μέλ{λ}ουσί μοι ὀλλύμενοί περ: „πατήρ“ γὰρ „ἀν‐ δρῶν τε θεῶν τε“ (Α 544 al.). παρέλκει δὲ ὁ πέρ. T | |
2021c2 | †μέλλουσι† δὲ αὐτῷ ὡς πατρὶ θεῶν καὶ ἀνδρῶν. ὁ δὲ πέρ περιττεύει. b(BCE3E4) | ||
2023a | Nic. | ἥμενος ἔνθ’ ὁρόων 〈φρένα τέρψομαι〉: τὴν πρώτην λέξιν βέλτιον τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἐπὶ τὸ αὐτὸ ἀσυνδέτως κέωνται. A b (BCE3E4)T | |
2023b | ex. | τέρψομαι: διὰ τὸ σῴζεσθαι τὸ μοιρίδιον †ἢ† ἁλισκομένης τῆς Ἰλίου· ἐπάγει γοῦν τὴν αἰτίαν· „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, / οὐδὲ μίνυνθ’ ἕξουσι“ (Υ 26—7). b(BCE3E4) T | |
20.25 | ex. | ἀμφοτέροισι δ’ ἀρήγετε: τοῖς μὲν Ἀχαιοῖς, μὴ ὑπὸ τοῦ Ἀπόλλωνος νῦν Ἀχιλλεὺς τοξευθῇ, τοῖς δὲ Τρωσί, μὴ ὑπὸ Ἀχιλλέως πάντες ἀπόλωνται. ἐκτραγῳδῶν δὲ τὰς ποιήσεις θεῶν παρατάξεις συμμίσγει αὐταῖς. b(BCE3E4)T | |
2026-7 | ex. | εἰ γὰρ Ἀχιλλεὺς οἶοσ〈—Πηλεΐωνα〉: δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺς βούλεται γίνεσθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην· ὁ μὲν γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον ἀνθέξουσιν οἱ Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ· ἐκ δὲ τοῦ ἀφικνεῖσθαι | |
5 | αὐτοὺς μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς ἰσχυροτέρους τῶν Τρωϊκῶν. εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ ἦν ἡ ἐπι‐ κουρία τῶν θεῶν· ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. — ἐροῦμεν δὲ ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλ’ | ||
10 | ἵνα πρόφασις ἀπάτης Ἀχιλλεῖ γένηται Ἀπόλλωνος (cf. Φ 599—Χ 20), δυνηθῇ δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ (cf. Φ 234‐ 327). b(BCE3E4)T | ||
20.27 | ex. | 〈ἕξουσι:〉 ἀντὶ τοῦ ἀνθέξουσιν. Aint | |
2028a | ex. | καὶ δέ τέ μιν καὶ πρόσθεν 〈ὑποτρομέεσκον ὁρῶν‐ τεσ〉: ἔτι καὶ πρόσθεν αὐτὸν ὁρῶντες ἔτρεμον. T | |
2028b | Did. | 〈καὶ δέ τέ μιν:〉 Ἀρίσταρχος Aim „καὶ δέ τί μιν“, διὰ τοῦ ι. Aim Til | |
2029a1 | Ariston. | Nic. | νῦν δ’, ὅτε δὴ καὶ θυμὸν 〈ἑταίρου χώεται αἰνῶσ〉: ὅτι κατὰ θυμὸν περὶ ἑταίρου χολοῦται. | τὸ δὲ αἰνῶς ἑκατέροις δύναται προσδίδοσθαι. A | |
2029a2 | λείπει ἡ περί. b(BCE3) | τὸ δὲ αἰνῶς δύναται ἑκατέροις συντάσσεσθαι. b(BCE3)Til | ||
2030a | Did. (?) | δείδω, μὴ καὶ τεῖχος 〈ὑπὲρ μόρον ἐξαλαπάξῃ〉: τινὲς γράφουσιν ἀντὶ τοῦ δείδω, μὴ καὶ τεῖχος „οὐ μέντοι μοῖρ’ ἐστὶν ἔτι ζῳοῦ Ἀχιλῆος / Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον./ πέρσει δουράτεός 〈θ’〉 ἵππος καὶ μῆτις Ἐπειοῦ.“ πῶς γὰρ ὁ εἰδὼς | |
5 | „μοῖράν τ’ ἀμμορίην τε“ (υ 76) νῦν διστάζει; T | ||
2030b1 | Hrd. | ὑπὲρ μόρον {ἐξαλλαπάξηι}: Ἀριστοφάνης ὡς „ὑπέρ‐ | |
βιον“ (Ρ 19. μ 379 al.), ἓν μέρος λόγου ποιῶν· καὶ ὁ Ἀσκαλωνίτης (p. 58 B.), ἐπεὶ ἀντὶ ἐπιρρήματος τοῦ ὑπερμόρως παρείληπται, ὁμοίως πληθυντικῷ τῷ „ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστοσ“ | |||
5 | (Β 155). καὶ ὃν τρόπον „οὐ μὲν καλὸν ἀτέμβειν“ (φ 312) ἀντὶ τοῦ καλῶς ἐστὶ καὶ τὸ πληθυντικὸν „οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο“ (Ζ 326), οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος· „δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξ‐ αλαπάξῃ“ καὶ „ἔνθα κεν Ἀργείοισι〈ν〉 ὑπέρμορα νόστοσ“ (Β 155). | ||
10 | ἐντελῶς δὲ ἐν τῇ Β (sc. ad 155) περὶ τῆς προσῳδίας διελάβομεν· διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω ὡς ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (sc. α 35), λέγω δὲ τὸ „ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον“, κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ „μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδοσ“ (Υ 336), ὥσπερ ἤδη ἀπεφηνάμην (cf. | ||
15 | Hrd. 1, 488, 7). A | ||
2030b2 | Ἀριστοφάνης καὶ οἱ πλείους ὑφ’ ἓν προηνέγκαντο τὸ „ὑπέρμορον“, ὡς „ὑπέρβιον“. b(BCE3E4)T ἀντὶ ἐπιρ〈ρ〉ήμα‐ τος δὲ τοῦ ὑπερμόρως κεῖται, b(BE3E4)T ὡς καὶ τὸ πληθυντι‐ κόν, „ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα“. T δύναται μέντοι καὶ | ||
5 | b(BE3E4)T ἐνθάδε καὶ ἐν τῇ Ὀδυσσείᾳ „ὡς καὶ νῦν Αἴγισθος T ὑπὲρ μόρον“ κατὰ διάλυσιν ἀναγινώσκεσθαι. b(BE3E4)T | ||
20.33 | ex. | Ἥρη μὲν 〈μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη〉: Ἥρα εἰς νόμιμον γάμον ἀδικηθέντι Μενελάῳ βοηθεῖ, Ἀθηνᾶ δὲ τοῖς δικαίως καὶ φρονίμως μαχομένοις. b(BCE3E4)T | |
2034a | ex. | ἠδὲ Ποσειδάων: νησιῶται γὰρ οἱ πλείους Ἑλλήνων καὶ „εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσιν“ (Θ 203). ἢ διὰ Λαομέ‐ | |
δοντα. T | |||
2034b | ex. vel rec. | 〈ἠδὲ Ποσειδάων:〉 Ποσειδῶν δέ, ὅτι ἀπὸ θαλάσσης πρὸς τοὺς ἐν τῇ ξηρᾷ πολεμοῦσιν. b(BCE3E4) | |
2034c | ex. | ἐριούνης: ὁ ἐρευνητικός· λόγος γάρ ἐστιν. ἢ ὁ μέγιστα ὠφελῶν, πλεονάζοντος τοῦ υ. b(BCE3E4)T οἱ δὲ τραγικοὶ (fr. ad. 588 N.2) τὸν καταχθόνιον. ἐπεὶ οὖν μετὰ λόγου ποιοῦνται τὴν μάχην οἱ Ἕλληνες, βοηθεῖ αὐτοῖς, ἅμα δὲ καὶ διὰ Κυλλήνην. T | |
20.35 | Did. | 〈κέκαστο:〉 Ἀρίσταρχος „κέκασται“, οὐ διὰ τοῦ ο κέκα‐ στο. Aim | |
2036a1 | ex. | Ἥφαιστος δ’ ἅμα 〈τοῖσι κίε〉: πολέμιος Ἄρει, φίλος Ἀθηνᾷ. „Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη“ (ζ 233) καὶ „μητρὶ φίλῃ ἐπίηρα φέρων“ (Α 572). καὶ ὅτι τεχνικὸν τὸ Ἑλληνικόν. T | |
2036a2 | Ἥφαιστος δὲ διὰ τὸ φρόνιμος καὶ μηχανικὸς καὶ τεχνίτης εἶναι, οἷοι καὶ Ἕλληνες. b(BCE3E4) | ||
2036b | ex. | βλεμεαίνων: οἷον †βλεεμένων ὡς ὑδρηλός†. ἢ διὰ τὸ | |
πῦρ. ἢ ἐπεὶ τὰ ἄνω δεινός ἐστι καὶ „πέλωρ αἴητον“ (Σ 410). T | |||
2037a | ex. | 〈ῥώοντο ἀραιαί:〉 ἐρρώνυντο αἱ ἀσθενεῖς. Aint | |
2037b | ex. | ῥώοντο: ἐρρωμένως ἐπειρῶντο βαδίζειν. b(BCE3E4)T | |
20.38 | ex. | 〈ἐς δὲ〉 Τρῶας Ἄρης: ἁρπαγῆς καὶ βίας ὁ Ἄρης δεσπόζει. φησὶ δὲ „ἐπιδήμιοι ἁρπακτῆρεσ“ (Ω 262). b(BCE3E4)T | |
2039a1 | ex. | Φοῖβος ἀκερσεκόμης ἠδ’ Ἄρτεμις ἰοχέαιρα: χορῶν γὰρ δεσπόζει σὺν Ἀρτέμιδι, οἱ δὲ Τρῶες „χοροιτυπίῃσιν ἄριστοι“ (Ω 261). τοξόται τέ εἰσιν οὗτοι οἱ θεοί, τοξόται δὲ καὶ οἱ Τρῶες. T | |
2039a2 | ὁ δὲ Φοῖβος καὶ Ἄρτεμις χορῶν δεσπόζουσι καὶ παιγνίων· καὶ οἱ Τρῶες δὲ „†χοροτυπίῃσιν† ἄριστοι“. ἅμα δὲ ὅτι καὶ τοξόται εἰσὶ τοῖς Τρωσὶν ὁμοίως. b(BCE3E4) | ||
2039b | ex. | ἀκερσεκόμης: ἐπεὶ κουροτρόφος. ἐπὶ δὲ τοῖς πένθεσιν ἐκείροντο. †οὖν εὐχόμεθα ἀπενθεῖς ἡμᾶς διατηρεῖν. b(BCE3)T | |
2040a | ex. | 〈Λητώ τε Ξάνθος τε φιλομειδής τ’ Ἀφροδίτη:〉 Λητώ {δέ}, ὅτι ἐπιλήσμονες ἐξ ἀφροσύνης ἦσαν. ὁ δὲ Ξάνθος, ὅτι δίκην ὕδατος πρὸς τὰς αἰσχρότητας ἐφέροντο. ὅτι δὲ πορνικοὶ καὶ θηλυδρίαι, καὶ ἡ Ἀφροδίτη συνέπεται. ὁ μέντοι b(BCE3E4) Ἅι‐ | |
5 | δης οὐ βοηθεῖ (ἀπωλείαις γὰρ ἥδεται) οὔτε Ἥλιος· ἦ γὰρ ἂν πάντας ὁμοίως ἔβλαψε σκοτοποιῶν. Δημήτηρ δὲ καὶ Διόνυσος καρποφόροι | ||
ὄντες ἄχθονται τῷ πολέμῳ δῃοῦντι τοὺς καρπούς. b(BCE3E4)T | |||
2040b1 | Ariston. | {λητώ τε} Ξάνθος {τε}: ὅτι οὐ προδιασυστήσας τὸν αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα (cf. Υ 74) προκατα‐ κέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ, ὡς παραδεδομένοις δηλονότι χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα. A | |
2040b2 | {ξάνθος τε:} ὅτι οὐ προσυστήσας τὴν διωνυμίαν τοῦ Ξάνθου κατεχρήσατο. T | ||
2040c | Did. (?) | φιλομειδής: γράφεται „Διὸς θυγάτηρ“· ἄτοπον γὰρ τὸ φιλομειδής ἐπὶ τῆς πολεμούσης. T | |
20.42 | Did. (?) | 〈τεῖος Ἀχαιοί:〉 ἐν ἄλλῳ „τόφρα δ’ Ἀχαιοί {μὲν μέγ’ ἐκύδανον}“. Aim | |
20.44 | Ariston. | Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον: ὅτι Aint ἀντὶ τοῦ Τρώων ἕκαστον, Aint T ὡς „Τρῶας δὲ στίχας 〈οὖλοσ〉 Ἄρης ὤτρυνε“ (Ε 461). T | |
2048a | ex. | ὦρτο δ’ ἜΡΙΣ 〈...〉 λαοσσόος: πῶς λαοσσόον τὴν Ἔριν προσηγόρευσεν; οὐ γὰρ σῴζουσα βλέπεται, ἀλλὰ φθείρουσα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι ἔριν οὔ φησιν αὐτὴν τὴν θεόν (οὐ γὰρ προεῖπεν αὐτὴν ἐν τῷ λόγῳ), ἀλλὰ τὴν τῶν θεῶν Τρωϊκῶν τε καὶ | |
5 | Ἑλληνικῶν φιλονεικίαν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ ἐγίνετο τῶν ἀνδρῶν. b(BCE3E4)T ἔστιν οὖν ὅμοιον τῷ „ὦρσε δὲ τοὺς μὲν Ἄρησ“ (Δ 439). T | ||
2048b | ex. | Nic. | Ἔρις 〈κρατερὴ〉 λαοσσόος: ἡ τοὺς λαοὺς σεύουσα καὶ παρορμῶσα. b(BCE3E4)T | δύναται δὲ καὶ εἰς τὸ κρατερή στιγμὴ | |
γενέσθαι, τὸ δὲ λαοσσόος τοῖς ἑξῆς συνάπτεσθαι. b(BCE3E4) | |||
2048c | ex. | ἄλλως· {ὦρτο δ’ ἔρις} αὖε δ’ Ἀθήνη: πανταχόθεν τὴν ἐνέργειαν κινεῖ· καὶ οἶδε μὲν σάλπιγγας ὁ ποιητής, τοὺς δὲ ἥρωας οὐ ποιεῖ χρωμένους, τεραστιωτέρας οἰόμενος τὰς τῶν ἀνδρῶν καὶ θεῶν μεγαλοφωνίας. T | |
2048d | Ariston. | αὖε δ’ Ἀθήνη: ὅτι ὁ δέ σύνδεσμος περισσός ἐστιν ἐν τῷ αὖε δ’ Ἀθήνη. A | |
2051-2 | ex. | 〈αὖε δ’ Ἄρης ... / ὀξὺ〉 κατ’ ἀκροτάτης πόλιος: ἐξ ὕψους βοᾷ, πάντα τόπον πληρῶν τῆς βοῆς. b(BCE3)T | |
20.52 | ex. | ἀκροτάτης πόλιος: ἰδίως διαλύσας τὴν λέξιν ὑπερτέθεικε τὸ ἄκρον αὐτῆς, b(BCE3)T ἀντὶ τοῦ ἄκρης b(BCE3E4)T ἀ‐ κροτάτης εἰπών. b(BCE3)T | |
2053a | Ariston. | θεῶν ἐπὶ Καλλικολώνῃ: ὅτι τόπος οὕτως καλεῖται ἐπὶ τῆς Ἴδης, Θεῶν καλλικολώνη. οὐ δεόντως οὖν τινες ἀνέγνωσαν „θέων“ ἀντὶ τοῦ τρέχων. A | |
2053b1 | Hrd. | θεῶν ἐπὶ Καλλικολώνῃ: Ἡρόδικος βαρέως ἀνεγίνω‐ σκεν ὡς τρέχων, μετοχὴν ποιῶν. ὁ μέντοι Ἀρίσταρχος περιέσπα, λέ‐ γων οὕτως καλεῖσθαι τὸν τόπον, Θεῶν καλλικολώνη, ὥσπερ καὶ Ἀχαιῶν λιμήν. οὕτως δὲ ἐχούσης τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδί‐ | |
5 | κου ἀνάγνωσις. ἡ μέντοι ἐπί πρόθεσις κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου ὥστε εἶναι ἐπὶ Θεῶν καλλικολώνῃ· διὸ ἐτόλμησάν τινες ἀναστρέψαι. οἱ μέντοι περὶ τὸν Ἀσκαλωνίτην (p. 58 B.) οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ ἑξῆς λέξει. καὶ οὕτως ἐπείσθη ἡ παράδοσις, λέγω δὲ τῇ συντάξει τῆς δοτικῆς· καὶ γὰρ διὰ | ||
10 | τῶν ἑξῆς (sc. Υ 151) „Καλλικολώνησ“ φησίν, οὐ προσνείμας τὸ θεῶν· | ||
„οἱ δ’ ἑτέρωσε κάθιζον ἐπ’ ὀφρύσι Καλλικολώνησ“. A | |||
2053b2 | {θεῶν ἐπὶ καλλικολώνῃ:} οὕτως Ἀρίσταρχος ὡς Ἀχαιῶν λιμένα. τὴν δὲ πρόθεσιν ἡ συνήθεια οὐκ ἀναστρέφει, καίτοι δυναμένην ἀναστρέφεσθαι. T | ||
2053b3 | τὸ δὲ θεῶν καὶ „θέων“ δύναται γράφεσθαι, ἵνα δηλοῖ τὸ ἐπειγόμενον. b(BCE3) | ||
2053c | ex. | 〈θεῶν〉 ἐπὶ Καλλικολώνῃ: Δημήτριος ὁ Σκήψιος (fr. 23 G.) Καλλικόλωνον καλεῖσθαί φησι λόφον σταδίων πέντε τὴν περίμε‐ τρον, κεῖσθαι δὲ μεταξὺ Ἰλιέων κώμης καὶ Σιμοῦντος. ἀπέχει δὲ κατὰ διάμετρον Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ κώμης δέκα. | |
5 | θεοῖς δὲ ἀνατίθησιν αὐτὴν ὡς πληθύουσαν λιβάσι καὶ λειμῶσιν. b (BCE3)T | ||
2056-7 | ex. | δεινὸν δ’ ἐβρόντησε 〈πατὴρ ἀνδρῶν τε θεῶν τε / ὑψόθεν〉: φαντασίαν ποιεῖ ὡς περὶ τῶν ὅλων κίνδυνον εἶναι δο‐ κεῖ〈ν〉. T | |
2057a | Did. | 〈αὐτὰρ ἔνερθε:〉 Ἀρίσταρχος Ἰακῶς „αὐτὰρ νέρθε“. Aim | |
2057b | ex. | 〈ἔνερθε Ποσειδάων ἐτίναξε:〉 κάτωθεν· ἐνοσίχθων γάρ | |
ἐστιν. b(BCE3) | |||
20.58 | Ariston. | γαῖαν ἀπειρεσίην 〈ὀρέων τ’ αἰπεινὰ κάρηνα〉: ὅτι διέστειλε τῆς γῆς τὰ ὄρη, ὡς ἐκεῖ „γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μα‐ κρὸς Ὄλυμποσ“ (Ο 193). AT | |
2059a | Did. | 〈πολυπίδακος:〉 οὕτως Ἀρίσταρχος πολυπίδακος, ἄλλοι δὲ „πολυπιδάκου“. Aim | |
2059b | ex. | 〈πολυ〉πίδακος: πῖδαξ παρὰ τὸ †ἰδῶ† τὸ ἱδρῶ· ἱδρῶτα γὰρ γῆς τὰς πηγὰς οἱ φυσικοὶ λέγουσιν. b(BCE3)T ἢ ἐκ τοῦ πίνω πῖναξ πῖδαξ. b(BCE3) | |
20.61 | ex. | ἔδδεισεν δ’ ὑπένερθεν 〈ἄναξ ἐνέρων Ἀϊδωνεύσ〉: εἰ ὁ τοῦ θανάτου δεσπότης δέδιε, τίνα χρὴ νομίζειν περὶ τοὺς ἀνθρώ‐ πους συμβῆναι διάθεσιν; οὐ παρατάσσει δὲ Ἅιδην· ἀπωλείαις γὰρ ἥδεται. ἢ καὶ σεμνότερον αὐτὸν νομίσας· Δία γοῦν καταχθόνιον αὐ‐ | |
5 | τὸν καλεῖ (sc. Ι 457). b(BCE3)T | ||
2062a | ex. | ἐκ θρόνου ὦρτο: ἐκπληκτικὸν τοῦτο, μὴ μόνον δεῖσαι, ἀλλὰ καὶ ἀναθορεῖν 〈ἐκ〉 τοῦ θρόνου. εἶτα καὶ τὸ ἴαχε κινητικὸν τῆς διανοίας τοῦ δείσαντος. T | |
2062b | Did. | 〈ἆλτο:〉 ἐν ἄλλῳ „{ἐκ θρόνου} ὦρτο“. οὕτως καὶ ἡ Μασ‐ σαλιωτική. Aint | |
20.65 | ex. | 〈εὐρώεντα:〉 ὅτι πάντα χωρεῖ. Til | |
2067-74 | D. | ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος καὶ τὰ ἑξῆς: | |
ἡ τῶν θεῶν μάχη περιέχει—πάρεστι βοηθὸς τοῖς Τρωσίν. A | |||
2068a | Ariston. | ἵστατ’ Ἀπόλλων 〈Φοῖβοσ〉: ὅτι πυκνῶς κατὰ τὸν τόπον πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ἀρξάμενος γὰρ ἀπ’ Ἀχαιϊκοῦ θεοῦ (cf. Υ 67) καὶ ἀντιτάξας τούτῳ Τρωϊκὸν θεὸν πάλιν ἀπὸ Τρωϊκοῦ ἦρκται κατὰ τὸ δεύτερον ζυγόν (sc. Υ 69 et 72). A | |
2068b | ex. | ἵστατ’ Ἀπόλλων Φοῖβος: λοιμῶν αἴτιος ὁ Ἀπόλλων, τοῦ περιγείου μέρους σὺν Ἀρτέμιδι δεσπότης ὤν, ὑγιείας δὲ Ποσει‐ δῶν διὰ τῶν πνοῶν, εἴγε φησὶν „Ὠκεανὸς ἀνίησιν“ (δ 568) „ἴκμενόν“ τε „οὖρον“ (Α 479 al.) καὶ ἀποκαθαίροντα, b(BCE3E4)T εἰσὶν | |
5 | ἀλλήλοις ἀντιπαθεῖς φύσει. T χολᾷ δὲ Ἀπόλλωνι ὡς ἐπικουροῦν‐ τι παρὰ τὸ δέον τοῖς Τρωσί. b(BCE3E4)T σέβε δὲ θεούς, εἰδὼς ὅτι εἰς τὸ κεχαρισμένον τῶν φίλων καὶ ἀλλήλοις μάχονται. T ὅ‐ σον δὲ κακὸν ἡ στάσις, ὅτι καὶ πρεσβυτέροις νέους ἀντιτάσσει. b(BCE3E4)T | ||
20.69 | D | ἄντα δ’ Ἐνυαλίοιο: ἐξ ἐναντίας—δαίμονος. A | |
2069a | Ariston. | 〈Ἐνυαλίοιο:〉 Ἐνυάλιος ὁ Ἄρης ἐπιθετικῶς, καὶ οὐχ ἕτερος θεός. b(BCE3E4) | |
2069b | ex. | Ἐνυαλίοιο: Ἐνυάλιος παρὰ τὸ αὔειν, ὅ ἐστι βοᾶν· b(BCE3E4)T φησὶ γοῦν „ὅσ〈σ〉ον τ’ ἐννεάχιλοι“ (Ε 860). T ἢ παρὰ τὸ ἔνω, ὅθεν καὶ αὐτοέντης. b(BCE3E4)T | |
2069c | ex. | Ἀθήνη: ἡ φρόνησις· διὸ καὶ φυλάττει τὰς ἀκροπόλεις. ὁ δὲ Ἄρης ταραχώδης καὶ ἀλλοπρόσαλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ Ἄρης μοιχός· καὶ ὁ Τρωϊκὸς δὲ πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν εἴληφεν. b(BCE3E4)T | |
2070-1 | ex. | Ἥρῃ δ’ ἀντέστη〈— / Ἄρτεμις ἰοχέαιρα〉: ὁ μὲν συνάπτων τῷ αἰθέρι ὑγρὸς ἀὴρ σωτήριός ἐστι· διὸ καὶ τελεία καὶ Εἰλειθυιῶν μήτηρ ἡ Ἥρα· ὁ δὲ περίγειος ἀὴρ ὑπὸ Ἀρτέμιδι· ὅθεν φησὶν· „ἐπεί σε λέοντα γυναιξί / Ζεὺς θῆκεν“ (Φ 483—4). οἱ δὲ | |
5 | ὅτι ἡ μὲν Ἄρτεμις σελήνη, ἡ δὲ Ἥρα ἀήρ, δι’ ἣν ἔκλειψις γίνεται. b(BCE3E4)T | ||
2070a | Hrd. | Ἥρῃ δ’ ἀντέστη· ὑφ’ ἓν τὸ ἀντέστη προενεκτέον· δοτι‐ κῇ γὰρ συντάσσεται, ὡς „Λητοῖ δ’ ἀντέστη“ (Υ 72), τὸ δὲ ἄντα, ὅπερ ἐστὶν ἐξ ἐναντίας, γενικῇ· „ἄντα δ’ Ἐνυαλίοιο“ (Υ 69), „ἄντα δ’ ἄρ’ Ἡφαίστοιο“ (Υ 73). A | |
2070b | ex. (Hrd.?) | ἀντέστη: τινὲς „ἄντα ἔστη“. οὐδέποτε δὲ τὸ ἄντα ἄλλῃ συντάσσεται πτώσει ἢ γενικῇ, b(BE3)T „ἄντα δ’ Ἐνυαλίοιο“ (Υ 69). b(BE3) | |
D | χρυσηλάκατος: ἐργατική. νῦν δὲ—οἱ κυνηγοί. A | ||
2072a | ex. | Λητοῖ: Λητὼ ἡ λήθη, ὅτι λήθην ἁμαρτημάτων δι’ αὐτῆς | |
αἰτοῦνται λαβεῖν παρὰ τῶν παίδων. T | |||
2072b1 | ex. | σῶκος: ὡς παρὰ τὸ θάσσω θᾶκος, σάω σάκος, οὕτω σῴζω σῶκος. T | |
2072b2 | παρὰ τὸ σώζω σῶκος, ὁ σωστικώτατος. b(BCE3) ἀνθίσταται δέ, ὡς ἔθος, τῷ λόγῳ καὶ τῇ φρονήσει ἀφροσύνη καὶ λήθη καὶ ἀλογία. b(BCE3E4) | ||
2072c | Hrd. | σῶκος {ἐριούνιος}: Τυραννίων (fr. 45 P.) ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον, „ὦ Σῶχ’, Ἱππάσου υἱέ“ (Λ 450), ὥσπερ ἐπὶ τοῦ „Λεῦκοσ“ (cf. Δ 491), „Γλαῦκοσ“ (Β 876. Ζ 119 al.). οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, | |
5 | ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπόλλωνος βαρυνόμενον τὸ „Φοῖβοσ“ (Α 43. 64 al.)· διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δέ, οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό· ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ | ||
10 | μέντοι εἰς κος λήγοντα δισύλλαβα, 〈οὐ〉 παρεσχηματισμένα εἰς γένος θηλυκόν, φύσει μακρᾷ παραληγόμενα, βαρύνεσθαι θέλει, „οἶκοσ“ (Ο 498. α 232 al.), φῶκος, „θῶκοσ“ (cf. Θ 439. ε 3 al.). οὕτως σῶκος. σεσημείωται τὸ „σηκόσ“ (cf. Σ 589. ι 219 al.). A | ||
D | σῶκος: ἤτοι ὁ ἰσχυρὸς—ἄγγελος γὰρ ὁ θεός. A | ||
2073-4 | ex. | ἄντα δ’ ἄρ’ Ἡφαίστοιο 〈μέγας ποταμὸς— Σκάμανδρον〉: τὸ ὕδωρ ἀνθίσταται τῷ πυρί. Ξάνθος δὲ καλεῖται, ἐπεὶ τὰ σώματα τῶν λουομένων ἢ τοὺς καρποὺς ξανθίζει. b(BCE3 E4)T οἱ δέ, ὅτι πρὸ τῆς κρίσεως Ἀφροδίτη λουσαμένη αὐτοῦ | |
5 | ξανθὴ γέγονεν. T ἐνταῦθα (sc. 74) δὲ μόνον τὴν διωνυμίαν ἐπεσημήνατο. b(BCE3E4)T | ||
2074a | Ariston. | 〈ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον:〉 ὅτι 〈τὸ〉 διφορούμενον τῆς ὀνομασίας νῦν διέστησεν. Aint | |
2074b | ex. | ὃν Ξάνθον καλέουσι θεοί: παρὰ Μουσῶν τοῦτο οἶδεν. τινὲς δὲ τὰ εὐφραδέστερά φασιν αὐτὸν περιτιθέναι 〈τοῖς θεοῖσ〉. T | |
D | D | ὃν Ξάνθον καλέουσι θεοί, 〈ἄνδρες δὲ Σκάμανδρον〉: τῶν διωνύμων τὸ μὲν—εἰς ἀνθρώπους. | διὰ τί δὲ κατὰ τὸν | ||
5 | πόλεμον οὗτοι οἱ θεοὶ—τὸ πῦρ τοῦ ὑγροῦ. A | ||
2075-6 | ex. | Ἀχιλλεύς / Ἕκτορος ἄντα: ἐφαμίλλους θεοῖς δείκνυ‐ σι τοὺς ἥρωας, παράλληλον θεὶς τὴν μνήμην αὐτῶν. b(BCE3E4)T | |
20.76 | ex. | Ἕκτορος ἄντα: εἰς τὴν Ἕκτορος ἐναντίαν μάχην. b | |
(BCE3E4)T | |||
20.77 | Did. | μάλιστά γε: Ἀρίσταρχος Aim „μάλιστά ἑ“, AimT μάλιστα αὐτόν, Aim b (BCE3)T οὕτως. T | |
20.78 | ex. | ταλαύρινον: ἐν τῷ πολεμεῖν ὑπομονητικόν. b(BCE3)T | |
2079-80 | ex. | Αἰνείαν δ’ ἰθὺσ〈— / ἀντία Πηλείωνοσ〉: ἀμβλύνων αὐτοῦ τὴν καθ’ Ἕκτορος ὁρμήν. b(BCE3E4)T πα‐ ράδοξον δὲ τὸ μονομάχιον καὶ τοὺς ἐκ δύο θεαινῶν πολεμεῖν ἐναγώνιον. T | |
20.79 | Ariston. | ἰθύς: ὅτι ἀντὶ τοῦ ἐπ’ εὐθείας καὶ κατ’ ἐναντίον. AintT | |
2083-5 | ex. | ποῦ τοι ἀπειλαί, 〈ἃς—ἐναντίβιον πολεμί‐ ζειν〉: παιδευτικὰ καὶ ταῦτα, τῆς παρὰ τοῖς συμποσίοις προπετείας ἀπαλλάσσοντα, δι’ ὧν φησι τὸν Αἰνείαν διὰ τὰς παρ’ οἴνῳ ὑπο‐ σχέσεις ὀλίγου δεῖν κινδυνεῦσαι. b(BCE3E4)T τοιαῦτα δὲ καὶ | |
5 | τὰ παρ’ Ἕλλησιν ἔστιν ἀκοῦσαι· „πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, / ἃς 〈ὁ〉πότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, / πίνον‐ τες κρητῆρας ἐπιστεφέας οἴνοιο, / Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε 〈ἕκαστος / στήσεσθ’ ἐν πολέμῳ〉“ (Θ 229—30. 232—4). οἱ δὲ παρὰ τοῖς βαρβάροις ὡς παράδοξον 〈ὂν〉 τὸ Ἀχιλλεῖ συστῆναι. T | ||
2084a | Ariston. | ἃς Τρώων βασιλεῦσιν 〈ὑπίσχεο οἰνοποτάζων〉: ὅτι περὶ τὸν οἶνον αἱ καυχήσεις γίνονται· πρὸς τὴν ἀθέτησιν τοῦ „ἔσθοντες κρέα πολλά“ (Θ 231). βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας λέγει· „δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατὰ δῆμον“ | |
5 | (θ 390). A | ||
2084b | ex. (Ariston.) | 〈βασιλεῦσιν〉 ὑπίσχεο οἰνοποτάζων: πίνων, ἔφη, οὐχὶ ἐσθίων. b(BCE3)T κἀκεῖ ἄρα δεόντως ἀθετεῖται οὗτος ὁ στίχος „ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων“ (Θ 231). T βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας ἔλεγον· b(BCE3E4)T | |
5 | „δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆεσ“ (θ 390). T | ||
2084c | Did. | 〈ὑπίσχεο:〉 οὕτως διὰ τοῦ ι ὑπίσχεο. Aim | |
2089-92 | ex. | οὐ μὲν γὰρ νῦν πρῶτα〈—Πήδασον〉: διόλου παρατηρητέον ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως δεδήλωκε· A b (BCE3E4)T „δώδεκα δὴ σὺν νηυσὶ πόλεις / πε‐ ζὸς δ’ ἕνδεκά φημι“ (Ι 328—9). AT νῦν δὲ καὶ ἀξιοπιστότερον | |
5 | τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον. A b (BCE3E4)T | ||
2090a1 | ex. | δουρὶ φόβησεν: φιλαλήθης ὃς τὴν ἧτταν οὐκ ἀποκρύ‐ πτει. T | |
2090a2 | φιλαλήθης δὲ ὢν οὐκ ἀποκρύπτει τὴν ἧτταν. b(BCE3E4) | ||
2094-5 | ex. | Ἀχιλλῆος καὶ Ἀθήνης, 〈/ ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάοσ〉: εὐπρεπῶς ἀπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν αὐτῷ συλλαμβάνεσθαι. b(BCE3E4)T | |
20.95 | ex. | φάος: σωτηρίαν, ὡς b(BCE3E4)T „φόως δ’ ἑτάροισιν ἔθηκεν“ (Ζ 6), T „ἤν πού τι φόως Δαναοῖσι γένωμαι“ (Π 39). b(BCE3E4)T | |
20.96 | D | 〈Λέλεγας:〉 τοὺς ἐν Ἑλλησπόντῳ ἀπὸ τῆς Θεσσαλίας πρώ‐ τους κατοικοῦντας. Tt | |
20.98 | ex. | 〈αἰεὶ γὰρ〉 πάρα εἷς γε θεῶν: εὐπρεπῶς καὶ τοῦτο, ἵνα διὰ τὴν τῶν θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ. | |
b(BCE3E4)T | |||
20.99 | Did. (?) | 〈ἰθύς:〉 ἐν ἄλλῳ „ἰθύ“, χωρὶς τοῦ ς. Aim | |
20.100 | Did. (?) | 〈διελθεῖν:〉 γράφεται „διελθέμεν“. Aim | |
20100-1 | ex. | 〈εἰ δὲ θεός περ /〉 ἶσον τείνειεν πολέμου τέλος: ἐξ ἴσου ὑπὸ θεῶν βοηθουμένων ἡμῶν. T | |
20.101 | ex. | τείνειε: τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται. b (BCE3E4)T | |
20104-5 | ex. | καὶ σὺ θεοῖς 〈αἰειγενέτῃσιν /〉 εὔχεο: ἀναιρεῖ τὴν πρόφασιν, εἰς εὐχὰς θεῶν ἀναπέμπων τὸν Αἰνείαν. T | |
20105a1 | Hrd. | καὶ δὲ σέ {φασὶν}: ὁ Ἀσκαλωνίτης (p. 58 B.) ὠρθο‐ τόνησε τὴν ἀντωνυμίαν, τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παραλαμβά‐ νων. καὶ οὕτως ἔχει τὰ τῆς 〈ἀνα〉γνώσεως καὶ τῆς διανοίας. A | |
20105a2 | ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν δέ ἀντὶ τοῦ γάρ ἀκουστέον. b(BCE3)T | ||
20.107 | Ariston. | ἡ μὲν γὰρ Διός ἐσθ’, 〈ἡ δ’ ἐξ ἁλίοιο γέροντοσ〉: σεσημείωται πρὸς τοὺς ἑξῆς αἰρομένους (sc. Υ 205—9), ἄκαιρον | |
γενεαλογίαν ἔχοντας. καὶ ὅτι ἐκ Διὸς ἡ Ἀφροδίτη καθ’ Ὅμηρον. AT | |||
20108-9 | ex. | μηδέ σε πάμπαν / λευγαλέοις ἐπέεσσιν ἀπο‐ τρεπέτω καὶ ἀρειῇ: ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει γὰρ αὐτὸν ὁ Ἀχιλλεύς, ὅπερ ἔδει προλαβεῖν τὸν θεόν, πρὸ τῆς συμβολῆς. b(BCE3)T | |
20109a | Ariston. | λευγαλέοις {ἐπέεσσιν}: ὅτι λευγαλέοις οὐ διύγροις, ὡς οἱ νεώτεροι, ἀλλ’ ὀλεθρίοις, παρὰ τὸν λοιγόν. A | |
20109b1 | ex. | λευγαλέοις: εὐτελέσι καὶ ἀχρείοις. πρὸς τοὺς ἐκδε‐ χομένους τὸν „λευγαλέον θάνατον“ (cf. Φ 281) ἀντὶ τοῦ δίυγρον. T | |
20109b2 | λευγαλέοις δὲ b(BCE3) εὐτελέσι καὶ ἀχρείοις πρὸς τοὺς ἐκδεχομένους. b(BCE3E4) λευγαλέος δὲ θάνατος ὁ ὀλέθριος. b(BCE3) | ||
20.113 | ex. | οὐλαμόν: τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος· ἢ τὴν εἴλη‐ σιν. A b (BCE3E4)T | |
20114a | Ariston. | ἡ δ’ ἄμυδις καλέσασα 〈θεοὺς μετὰ μῦθον ἔειπε〉: ὅτι Ζηνόδοτος γράφει „θεοὺς ῥεῖα ζώοντασ“, ἐξ οὗ φανερός ἐστι κατὰ τὸ περισπώμενον ἀνεγνωκὼς „ἦ δ’ ἄμυδισ“, ἵν’ ᾖ ἔφη, ὡς ἐκεῖ „ἦ καὶ κυανέῃσιν“ (Α 528). ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεται | |
5 | παρ’ Ὁμήρῳ τὸ ἦ, οὐκ ἐν ἀρχῇ λόγου. A | ||
20114b1 | Did. | ἡ δ’ ἄμυδις 〈καλέσασα θεοὺς μετὰ μῦθον ἔειπε〉: Ἀρίσταρχος τὸ η ἄρθρον ἐκδέχεται. Ζηνόδοτος δὲ περιέσπασε καὶ | |
ἐψίλωσεν, ῥῆμα ἐκδεξάμενος, ὁμοίως τῷ „ἦ καὶ κυανέῃσιν“ (Α 528), καὶ τὸ ὅλον μεταποιεῖ· „ἦ δ’ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντασ“, | |||
5 | ἠγνόησε δὲ ὡς ὁ ποιητὴς οὐ χρῆται τῷ 〈ἦ〉 ῥήματι ἐν ἀρχῇ λόγου, ἀλλὰ τοῖς ῥηθεῖσιν ἐπιλέγει. καὶ τούτῳ γε παρ’ αὐτῷ διαφέρει τοῦ ἔφη, ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται 〈***〉. Ἀρίσταρ‐ χος δὲ „ἡ δ’ ἄμυδις στήσασα“, καὶ αἱ πλεῖσται. A | ||
20114b2 | Ἀρίσταρχος ἄρθρον ἐκδέχεται τὸ η ὑποτακτικόν, τὸν δὲ †δή† παραπληρωματικὸν σύνδεσμον, ἵν’ ᾖ „οὐδ’ ἔλαθε λευκώλενον Ἥρην“ (cf. Υ 112), ἣ δ’ ἄμυδις καλέσασα θεούς. b(BCE3E4) T Ζηνόδοτος δὲ περισπᾷ τὸν η καὶ ψιλοῖ, ῥῆμα ἐκδεχόμενος, | ||
5 | 〈ὡσ〉 τὸ „ἦ καὶ κυανέῃσι“. καὶ ὅλον τὸν στίχον μεταποιεῖ· „ἦ δ’ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντασ“, ἔφη δὲ εἰς ἓν συναγαγοῦσα τοὺς θεούς. οὐ χρῆται δὲ Ὅμηρος τῷ ἦ ῥήματι ἐν ἀρχῇ, ἀλλ’ εἰρη‐ μένοις αὐτὸ ἐπάγει, τὸ δὲ ἔφη καὶ λεχθησομένοις προτίθησιν, ὡς ἐν τῷ „τὸν δὲ βαρὺ στενάχων προσέφη“ (Α 364. Δ 153 al.), καὶ εἰρημένοις | ||
10 | ἐπάγει, „ὣς ἄρ’ ἔφη καὶ ἀναΐξασ“ (Α 584). T | ||
20114b3 | Ἀρίσταρχος „ἄμυδις στήσασα“. Aim | ||
20114b4 | {καλέσασα:} Ζηνόδοτος οὕτως, Ἀρίσταρχος „στήσασα“. T | ||
20114c1 | Hrd. | ἄμυδις: ψιλοῦται καίτοι παρὰ τὸ ἅμα παρηγμένον· καὶ τάχα ἁμάδις αὐτὸ ἔδει εἶναι ὡς „χαμάδισ“ (Γ 300. Ζ 147 al.), τροπῆς δὲ ἅπαξ γενομένης Αἰολικῆς τοῦ α εἰς υ ἐψιλώθη Αἰολικῶς καὶ τὸ πνεῦμα. προπαροξύνεται δὲ ὁμοίως τῷ „ἄλλυδισ“ (Λ 486. 745 al.). | |
5 | καὶ ἔστι δύο ταῦτα προπαροξυνόμενα τῶν εἰς δις ἐπιρρημάτων τῷ υ παραληγόμενα. b(BCE3E4)T ὅτι δὲ ψιλοῦται, δηλοῖ καὶ ἡ συναλιφή· „οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην“ (Ν 336). T | ||
20114c2 | τὸ δὲ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, | ||
ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. A | |||
20.115 | ex. | Ποσειδάων καὶ Ἀθήνη: δι’ ὑπεροχὴν τούτους προσ‐ εφώνησεν. T | |
20125-8a | Ariston. | πάντες δ’ Οὐλύμποιο (125) ἕως τοῦ γεινομένῳ ἐπένησε (128): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι τοὐναντίον ὁ Ζεὺς λέγει, „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, / οὐδὲ μίνυνθ’ ἕξουσι“ (Υ 26—7), καὶ σῴζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δὲ | |
5 | Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι, ὅπως μὴ πάθῃ τι ὑπὸ τῶν Τρώων ὁ Ἀχιλλεύς. A | ||
20125b | ex. | πάντες δ’ Οὐλύμποιο—ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ: ἠθέτηνται στίχοι τέσσαρες ὡς ἐναντιούμενοι τοῖς ὑπὸ Διὸς εἰρημένοις, „δείδω, μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ“ (Υ 30). ἢ αὔξει τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι. b | |
5 | (BCE3E4)T | ||
20.127 | ex. | αἶσα: τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ ζῆν αἴτιος, Δία δέ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ δαίω τὸ μερίζω, καὶ μοῖραν καὶ εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην, ὅτι πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν, | |
5 | „ἥ περ λάχε γεινόμενόν περ“ (Ψ 79)· πρόνοιαν δέ, δι’ ὧν „εὐρύοπα“ | ||
(Α 498) καλεῖ αὐτόν. τῆς δὲ ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης φησὶν „ἀναγκαίη γὰρ ἐπείγει“ (τ 73)· τύχην γὰρ οὐκ οἶδεν, ἀλλὰ τὸ ἀπ’ αὐτῆς· „οὕνεκα μοι τύχε πολλά“ (Λ 684). b(BCE3E4)T | |||
20.133 | ex. | μὴ χαλέπαινε παρὲκ νόον: παρὰ τὸν καθήκοντα νοῦν. πρεσβυτικῶς δὲ πάνυ οὐ βούλεται μάχης ἄρχειν b(BCE3E4)T ὡς συνετός. b(BCE3E4) | |
20.134 | ex. | ἔριδι ξυνελάσ〈σ〉αι: λείπει τὸ μάχεσθαι, ἵν’ ᾖ ὡς τὸ „τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε“ (Α 8). T | |
20.135 | ex.(?) | 〈ἡμέας τοὺς ἄλλους:〉 λείπει ἡ πρός. Aim | |
20.137 | ex. | ἐκ πάτου: πόρρω, ἔξω. TTil | |
20138a | Ariston. | εἰ δέ κ’ Ἄρης 〈ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλ‐ λων〉: ὅτι Ζηνόδοτος γράφει „εἰ δέ κ’ Ἄρης ἄρχῃσι“. ὁ δὲ Ὅμηρος τὸ κατ’ ἀμφοτέρων τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθέ ποτε, τὸ ἕτερον προτάξας ὄνομα, μεταξὺ τάσσει〈ν〉· „ᾗχι ῥοὰς Σιμόεις συμβάλ‐ | |
5 | λετον ἠδὲ Σκάμανδροσ“ (Ε 774) καὶ „ἔνθα μὲν εἰς Ἀχέροντα Πυρι‐ φλεγέθων τε ῥέουσι / Κώκυτός τε“ (κ 513—4). καὶ τούτῳ πεπλεόνα‐ κεν Ἀλκμάν· διὸ καὶ Ἀλκμανικὸν καλεῖται, οὐχ ὅτι πρῶτος αὐτῷ ἐχρήσατο. A | ||
20138b | ex. | εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης 〈ἢ Φοῖβος Ἀπόλ‐ λων〉: τὸ σχῆμα Ἀλκμανικὸν καλεῖται· κατακορέστερον γὰρ αὐτῷ χρῆται ὁ Ἀλκμάν. ἔστι δὲ προεπίζευξις, ὅμοιον τῷ „ἧ μὲν δὴ θάρσος | |
〈μοι〉 Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη“ (ξ 216). b(BCE3E4)T | |||
20138c | Did | εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλ‐ λων: Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· γράφεσθαι δέ φησι καὶ διὰ τοῦ η „ἄρχῃσι“. Aim b (BCE3E4)T | |
20138d | Did. (?) | Did. (?) | 〈εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχησ〉 ἢ Φοῖβος Ἀπόλ‐ λων: οὕτως Ἀρίσταρχος. καὶ ὁ ἤ ἀντὶ τοῦ καί. | γράφεται „εἰ δέ κεν ὣς ἄρχωσιν Ἄρης καὶ Φοῖβος Ἀπόλλων“. T | |
20138-43 | ex. | 〈εἰ δέ κ’ Ἄρης—δαμέντας:〉 ἔμφασιν δὲ ἔχει τὸ ὀκνεῖν μὲν ἄρχεσθαι, θαρρεῖν δὲ ὡς καὶ προλαβόντες ἡττηθή‐ σονται. b(BCE3E4)T | |
20.140 | ex. | παρ’ αὐτόφι: παρ’ αὐτοῖς, οὐ παρ’ αὐτά· προεῖπε γὰρ αὐτίκα b(BCE3)T | |
20.143 | Did. (?) | 〈ἀνάγκῃ ἶφι:〉 γράφεται „ἀναγκαίηφι“. Aim | |
20.145 | ex. | τεῖχος ἐς ἀμφίχυτον 〈Ἡρακλῆος θείοιο〉: εὐκαίρως Τρωϊκὴν ἱστορίαν παρέλαβε Τληπόλεμος, αἴρων τὴν ἀρετὴν τοῦ πατρός (cf. Ε 638—43). ἀμφίχυτον δὲ T τὸ περικεχωσμένον— φησὶ γὰρ „χεύαντες δὲ τὸ σῆμα πάλιν κίον“ (Ψ 257)—, ὅτι οὐκ ἐκ | |
5 | λίθων, ἀλλ’ ἐξ ἀναχώματος ἦν, ὑπὲρ τοῦ ῥᾳδίως ἀνατρέχειν τὸν Ἡρακλέα ἐπ’ αὐτό, τὴν τοῦ κήτους ὑποφεύγοντα ἔφοδον (cf. Υ 147). | ||
b(BCE3E4)T | |||
20.146 | Nic. | ὑψηλόν: τὸ ὑψηλόν ἑκατέροις δύναται προσδίδοσθαι, ἵν’ ᾖ τὸ ἑξῆς „τεῖχοσ“ (Υ 145) ὑψηλὸν ἢ ὑψηλὸν „ποίεον“ (Υ 147). A | |
D | Τρῶες καὶ Παλλὰς Ἀθήνη: Ποσειδῶν καὶ Ἀπόλλων | ||
5 | —τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ (FGrHist 4, 26b). A | ||
20147a1 | Ariston. | ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο: ὅτι οὕ‐ τως εἴρηκε σὺν τῷ ἄρθρῳ τὸ κῆτος, ὡς παραδεδομένης τῆς ἱστορίας τῆς περὶ τοῦ κήτους. A | |
20147a2 | {τὸ κῆτος:} ὡς διαδεδομένης τῆς ἱστορίας τῷ ἄρθρῳ κέ‐ χρηται. T | ||
20147b | ex. | {ὄφρα} τὸ κῆτος: οὔτε ποῖον κῆτος οὔτε τίνος ἕνεκα, ὡς διαβεβοημένης τῆς ἱστορίας. T | |
20.149 | ex. | καὶ θεοὶ ἄλλοι: οὐ πάντες, ἀλλ’ οἱ Ἑλληνικοί· καραδο‐ κοῦσι γὰρ τὴν ἐκείνων καταρχήν. b(BCE3E4)T | |
20152a | Hrd. | ἀμφὶ σέ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ „ἀμ‐ φὶ σέ, Πηλέος υἱέ“ (Υ 2). A b (BCE3E4) | |
20152b | ex. | ήϊε: παρὰ τὸ ἱέναι τὰ βέλη, b(BCE3E4)T καὶ δα‐ σύνεται· οἱ δὲ παρὰ τὴν ἴασιν, καὶ ψιλοῦται. b(BE3E4)T | |
20.154 | ex. | δυσηλεγέος: κακοκοιμήτου· οὐκ ἔστι γὰρ αὐτὸν κοιμηθῆ‐ ναι δίχα πολλῶν θανάτων· ἢ κακὰς φροντίδας ἔχοντος, εἰ δὲ θεοὶ | |
ὀκνοῦσι πολεμεῖν (cf. Υ 152—3), πολλῷ μᾶλλον ἡμεῖς. b(BCE3E4)T | |||
20155a | Did. | 〈ὤκνεον:〉 κατ’ ἔνια διὰ τοῦ ο, „ὄκνεον“. Aint | |
20155b | ex. | 〈κέλευε:〉 βοηθεῖν, οἷς βούλονται. Til | |
20.156 | Did. | 〈ἐλάμπετο:〉 Ἀρίσταρχος Ἰακῶς „λάμπετο“. Aim | |
20157a | Nic. | ἀνδρῶν ἠδ’ ἵππων: καὶ τοῦτο τάχα ἄν τις τοῖς ἑξῆς συνάπτοι. τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει. A | |
20157b | ex. (Nic.) | κάρκαιρε δὲ γαῖα: τινὲς εἰς τὸ γαῖα διαστέλλουσιν. T | |
20157c | ex. | ἄλλως· κάρκαιρε: ἐκραδαίνετο, ἐσείετο, b(BCE3)T ἐ‐ ψόφει. b(BCE3) | |
20.161 | ex. | {αἰνείας δὲ} πρῶτος: ἔδει εἰπεῖν T πρότερος. TTil | |
20162a | ex. | νευστάζων κόρυθι: ἐζωγράφησεν ἅπαντα. T | |
20162b | ex. | βριαρῇ: καταπληκτικῇ, b(BCE3E4)T ὡς „βριθὺ μέγα στιβαρόν“ (Ε 746)· οὐ γὰρ ἐγκώμιον δόρατος τὸ βαρύ. b (BCE3)T | |
20.164 | ex. | λέων ὥς: λέοντι εἴκασται οὗτος, οὐ πεινάοντι (cf. Γ 25) ἢ τὸ πῖαρ ἑλεῖν θέλοντι (cf. Ρ 659) ἢ σκυμναγωγοῦντι (cf. Ρ 134) b(BCE3E4)T ἢ σταθμοὺς πορθοῦντι (cf. Ε 557. Π 752), T ἀλλὰ ὅλην χώραν λυμαινομένῳ, ἣν γεωργεῖν μὴ δυνάμενοι συν‐ | |
5 | ίασι κατ’ αὐτοῦ. ὁ δὲ πρῶτα μὲν φλαυρίζει, ὡς ὅτε θελήσειε κρατεῖν αὐτῶν δυνάμενος· ἐπὰν δὲ βληθῇ, ἐρεθίζεται καὶ συστρέφει ἑαυτόν, ἑτοιμαζόμενος πρὸς τὸ πηδῆσαι (cf. Υ 165—8). b(BCE3E4)T | ||
20166a | Ariston. | ἀγρόμενοι πᾶς δῆμος: πρὸς τὸ σχῆμα, ὅτι δῆμος ἀγρόμενοι, ἐπεὶ ὁ δῆμος ἔννοιαν πληθυντικὴν ἔχει. A | |
20166b | ex. | πρῶτον μὲν ἀτίζων: καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων (sc. 9, 44 p. 629 b 10) ἱστορεῖ ὅτι οὐδέποτε δεδοικὸς τὸ ζῷον οὐδὲ ὑποπτεύει ἔφοδον. ἢν δὲ ὑπὸ περιστάσεως ἀναγκασθῇ φυγεῖν, ὑπὸ σκέλος χωρεῖ. T | |
20166c | D | ex. | 〈ἀτίζων:〉 ἀτιμάζων, | καταφρονῶν. Aim | |
20168a | ex. | δουρὶ βάλῃ: καὶ μὴ τετρωμένον τρωθέντι λέοντι εἰκάζει· τότε γὰρ ἰσχυρότερος ἑαυτοῦ γίνεται. ἢ ὅτι, ὅσον τὸ καθ’ ἑαυτόν, ἔτρωσεν αὐτὸν ἀκοντίσας ὁ Αἰνείας (cf. Υ 259—72)· τότε γοῦν ὡς τρωθεὶς ὥρμησεν· τὰ γὰρ πρῶτα καὶ ἀπέτρεπεν αὐτόν (cf. Υ 178‐ | |
5 | 98), καθ’ Ἕκτορος ὡρμημένος. b(BCE3E4)T | ||
20168b | D | ex. | 〈ἐάλη:〉 συνεστράφη b(BCE3) | πρὸς τὸ πηδῆσαι. b (BCE3E4)Til | |
20.169 | ex. | ἐν δέ τέ οἱ κραδίῃ 〈στένει ἄλκιμον ἦτορ〉: εἰ μέν ἐστιν εὐθείας τὸ „κραδίη“, τοιοῦτόν ἐστιν ‘στένει ἡ καρδία, ἥτις ἐστὶν ἦτορ‘, εἰ δὲ δοτικῆς, ἀγγεῖον τῆς ψυχῆς ὑπονοητέον τὴν καρδίαν. τὸ δὲ πρότερον Ὁμηρικώτερον· φησὶ γὰρ „τέτλαθι, κραδίη“ (cf. υ | |
5 | 18), ἀντὶ τοῦ ψυχή, b(BCE3)T καὶ ἐπάγει „καθαπτόμενος φίλον ἦτορ“ (υ 22). θερμὸς δὲ φύσει ὢν ἐπὶ πλέον θερμαίνεται· διὸ | ||
στένει. T | |||
20170-1 | ex. (D) | 〈οὐρῇ—〉μαστίεται: ἔχει γὰρ ὑπ’ αὐτῇ κέντρον μέλαν ὡς κεράτιον, b(BCE3)T δι’ οὗ ἑαυτὸν μαστίζει. b(BCE3) | |
20.170 | Did. | 〈ἀμφοτέρωθεν:〉 γράφεται „ἀμφοτέρωσε“ ἔν τισι〈ν〉, οὐ φαύλως. Aint | |
20171a1 | Hrd. | ἑέ {δ’ αὐτὸν}: ἡ ἕ τοῦ τρίτου προσώπου ἀντωνυμία ἐπλεόνασε κατ’ ἀρχήν, ὥσπερ ἐπὶ τοῦ „ἑόν“ (Α 533. Ε 314 al.), „ἑοῦ“ (Α 496. Θ 44 al.), „ἑῷ“ (Α 549. Κ 204 al.). ἅμα δὲ τῷ πλεο‐ νασμῷ μετέβη καὶ τὸ πνεῦμα. A | |
20171a2 | πλεονασμῷ τοῦ κατ’ ἀρχὴν ε ὥσπερ καὶ ἐπὶ τοῦ „οὗ“ (Α 404. Ζ 466 al.), 〈„ἑοῦ“〉, οἵ, „ἑοί“ (δ 643). ἅμα δὲ τῷ πλεονασμῷ ἀνέδραμε τὸ πνεῦμα ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πλαγίων. T | ||
D | 〈ἑὲ ... αὐτόν:〉 ἀντὶ τοῦ ἑαυτόν. Aim | ||
20.172 | ex. | γλαυκιόων: ἔμπυρον ὁρῶν, παρὰ τὸ †γλαύσω†, ἀφ’ οὗ καὶ γλαύξ, ὃ μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων οὐ τίκτει τυφλὰ διὰ τὸ πολὺ πυρῶδες, ὃ περὶ τοὺς ὀφθαλμοὺς ἔχει, ὃ τμητικὸν ὂν διαιρεῖ τὴν θέαν· διὸ καὶ ἐν ταῖς σκοτομήναις τῶν νυκτῶν ὁρᾷ. | |
5 | b(BCE3E4)T | ||
20180-6a | Ariston. | ἐλπόμενον Τρώεσσι〈ν—ἔολπα τὸ ῥέξειν〉: ἀθετοῦνται στίχοι ἑπτά, ὅτι εὐτελεῖς εἰσι τῇ κατασκευῇ καὶ τοῖς νοή‐ μασι, καὶ οἱ λόγοι οὐ πρέποντες τῷ τοῦ Ἀχιλλέως προσώπῳ. A | |
20180-6b | ex. | ex. | ἐλπόμενον—ῥέξειν: ἀθετοῦνται στίχοι ἑπτὰ ὡς καὶ τὴν διάνοιαν ἀπρεπεῖς καὶ τὴν σύνθεσιν εὐτελεῖς· πῶς γὰρ ὁ τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυται τοσοῦτον; ἢ τάχα ἔν‐ τεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων | |
5 | ὁ πρῶτος ὀφθείς, καὶ στρατηγικὸν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμί‐ ους. καὶ καθ’ Ἕκτορος ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γὰρ „Ἕκτορος ἄντα μάλιστα“ (Υ 76)· εἰκότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος αὐτὸν ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα. b(BCE3E4)T ἄλλως· καὶ κερτομεῖ τὸν Αἰνείαν ὡς ἐνεδρεύοντα τῇ Πριάμου ἀρχῇ. | ||
10 | b(BE3E4)T | ||
20.180 | ex. | ἐλπόμενον 〈Τρώεσσιν〉 ἀνάξειν: ἐντέχνως τὸ κατόρθω‐ μα ἄξιον βασιλείας ἀποφαίνει. b(BCE3E4)T | |
20.181 | ex. | τιμῆς τῆς Πριάμου: λείπει τὸ ἀντί. b(BCE3)T ἢ ἐν Τρωσὶν ἀνάξειν (cf. Υ 180) τῆς τιμῆς Πριάμου. b(BCE3E4)T | |
20.183 | D(~) | ἀεσίφρων: κοῦφος καὶ ἀσύνετος τὴν φρένα. b(BCE3E4)T | |
20.185 | Did. (?) | 〈ἐσθλόν:〉 γράφεται „καλόν“. Aim | |
20188-94 | ex. | ἢ οὐ μέμνῃ〈—καὶ θεοὶ ἄλλοι〉: ἔθος ἀρχαῖον τὸ ἐξονειδίζειν δειλίαν καὶ ἀχαριστίαν· καὶ ἀλλαχοῦ· „ὅτε δεῦρο | |
πατὴρ τεὸς ἵκετο φεύγων“ (π 424). καὶ τὸ μὲν ἀμεταστρεπτὶ φεύγειν (cf. 190) ὀνειδισμός ἐστιν ἐσχάτης δειλίας, αὐτὸς δέ φησιν ἑλεῖν καὶ | |||
5 | τὴν ὑποδεξαμένην αὐτὸν πόλιν (cf. 191—4). b(BCE3E4)T | ||
20188a | Hrd. | Did. | βοῶν ἄπο: ἀναστρεπτέον τὴν πρόθεσιν· A b (BCE3) T ἔστι γὰρ τὸ ἑξῆς ἀπὸ βοῶν. A ἔνιοι δὲ συντάσσουσι τὴν ἀπό τῷ „σεῦα“ (Υ 189). A b (BCE3)T | ἐν τῇ Χίᾳ δὲ „βοῶν ἔπι“. A | |
20188b1 | Did. | 〈βοῶν ἄπο:〉 ἡ Ῥιανοῦ (fr. 9 M.) καὶ Ἀριστοφάνους „βοῶν ἔπι“, οὐκ ἀχαρίτως. Aim | |
20188b2 | Ἀριστοφάνης δὲ γράφει „βοῶν ἔπι“. T | ||
20.193 | D | 〈ληϊάδας:〉 αἰχμαλώτους. Aim | |
20194a1 | ex. | 〈ἀτὰρ σὲ〉 Ζεὺς ἐρ〈ρ〉ύσατο: ἁρπάσασθαι αὐτόν φησι τὸν θεόν, ἐπειδὴ ἐν †λυρνησῷ† οὐκ ἔτυχεν ὤν, ὅτε ἐπόρθει αὐτὴν ὁ Ἀχιλλεύς. T | |
20194a2 | ἀναλαβέσθαι αὐτόν φησι τὸν θεὸν καὶ ἀλλαχοῦ διασῶσαι, ἐπεὶ μὴ εὑρέθη ἐν Λυρνησσῷ. b(BCE3E4) | ||
20195-8a1 | Ariston. | ἀλλ’ οὐ νῦν ς’ ἐρύεσθαι ἕως τοῦ πρίν τι κακὸν παθέειν (198): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐπὶ τῆς Μενελάου πρὸς Εὔφορβον συστάσεως (cf. P 29—32) ὀρθῶς λέγονται· σκοπὸς γὰρ ἀμφοτέροις ἐστὶν ἀνελέσθαι τὸ〈ν〉 νεκρὸν καὶ τὰ ὅπλα. νῦν δὲ | |
5 | παντελῶς ἐκλελυμένος τις ὁ Ἀχιλλεὺς φαίνεται, τῷ πρώτῳ συστάντι | ||
τοιαῦτα λέγων. A | |||
20195-8a2 | {ἀλλ’ οὐ νῦν σε ῥύεσθαι: ἕως τοῦ τοῦ πρίν τι κακὸν παθέειν} μετηνέχθησαν ἀπὸ τῆς Εὐφόρβου πρὸς Μενέλαον 〈συ〉στά‐ σεως. T | ||
20.195 | Did. | 〈ΣΕΡΎΕΣΘΑΙ:〉 οὕτως Ἀρίσταρχος „ἐρύεσθαι“ χωρὶς τοῦ σέ. Aim | |
20196-8 | ex. | ἀλλά ς’ ἔγωγ’ 〈ἀναχωρήσαντα—παθέ‐ ειν〉: ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν ἐσόμενον αὐτῷ ὄλεθρον. b(BCE3E4)T | |
20200-58 | ex. | μὴ δή μ’ ἐπέεσ〈σ〉ι〈—ἐγχείῃσιν〉: ἀπο‐ σιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς γὰρ τὸ συνομολογεῖν πρὸς τὸν πολέμιον. ἐν δὲ τῷ πρὸς τὸν Ἀπόλλωνα λόγῳ εὐπρεπέστερον αὐτὰ συνωμολόγησεν (cf. Υ 90—4). b(BCE3E4)T | |
20202a | ex. | κερτομίας: τοὺς σαρκασμούς, οὓς εἶπεν ὡς περὶ τῆς ἀρχῆς αὐτοῦ μαχομένου (cf. Υ 180—3). πιθανῶς δὲ τοῖς λόγοις Ἀπόλλωνος (sc. Υ 105—7) καταχρῆται, ὑπομιμνῄσκων αὐτὸν ὅτι ἀμείνονος γενέσεως τυγχάνει (cf. Υ 203—9). b(BCE3)T | |
20202b | ex. | αἴσυλα: τὰς παρὰ τὸ καθῆκον λεγομένας ἀπειλάς. b (BCE3E4)T | |
20204a1 | ex. | 〈πρόκλυτα:〉 προκλυόμενα καὶ προηκουσμένα. Til | |
20204a2 | προηκουσμένα καὶ προεγνωσμένα. b(BCE3E4) | ||
20205-9a1 | Ariston. | ὄψει δ’ οὔτ’ ἄρ πω ἕως τοῦ εὔχομαι ἐκγεγά‐ μεν: ἀθετοῦνται στίχοι πέντε, ὅτι οὐκ ἀναγκαῖα τὰ δι’ αὐτῶν λεγό‐ | |
μενα, κατὰ τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων. A | |||
20205-9a2 | {σὲ μὲν πηλῆος·} ἀθετοῦνται στίχοι πέντε, ἀκαίρως πε‐ ρὶ τοῦ γένους παλιλλογούμενοι. T | ||
20.210 | ex. | ἕτεροί 〈γε〉 φίλον παῖδα κλαύσονται: διὰ τὸ κατὰ δύο εἶναι τοὺς γονέας ἑκατέρου. b(BCE3E4)T δῆλον δὲ διὰ τούτου ὅτι ἔτι ζῇ Ἀγχίσης. b(BCE3)T | |
20211a1 | Nic. | σήμερον: ἑκατέροις δύναται προσδίδοσθαι τὸ σήμερον, πρὸς διάφορον στιγμήν. b(BCE3E4)T | |
20211a2 | καὶ τὸ σήμερον ὁμοίως τοῖς προκειμένοις. Aint | ||
20213a | ex. | εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι: ἔοικε λέγειν ὡς τὸ κατὰ μητέρα μὲν γένος τοιοῦτον· εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις, πολλοῖς ὂν γνώριμον, ἄκουε. b(BCE3E4)T | |
20213b | ex. | ἄλλως· καὶ ταῦτα: παρῆκται ἡ ὁμιλία κατὰ ποιητικὴν αἵρεσιν πρὸς ὠφέλειαν τῶν ἀκροατῶν, ἵνα τὴν Τρωϊκὴν γενεαλογίαν | |
μάθωμεν. ἢ ὅτι τοῖς πολεμίοις ἐξεταζόμενα γένη λαμπρότητα φέρει μεγίστην· τοὺς γὰρ εὐγενεῖς καὶ εὐψύχους νομίζουσιν. ἀεὶ δὲ σπεύδει | |||
5 | ὁ ποιητὴς παραπλέκειν τὰ ἀρχαῖα γένη, ὥσπερ ἐν τῇ Γλαύκου καὶ Διομήδους συστάσει ὅλον τὸ Αἰόλου γένος εἶπεν (sc. Ζ 152—210), b(BCE3E4)T ἀλλὰ καὶ 〈τὸ〉 τῶν Μελαμποδιδῶν ἐπὶ τοῦ Θεο‐ κλυμένου (sc. ο 225—56) καὶ ἐν τῇ Νεκυίᾳ (sc. λ 235—329) μυρία ὅσα, καίπερ οὐχ ὑποσχόμενος γενεαλογίας γράφειν. T | ||
20213c | Ariston. | 〈δαήμεναι:〉 ὅτι ἀπαρέμφατον Aim ἀντὶ προστα‐ κτικοῦ τοῦ δάηθι. AimTil | |
20215-40 | ex. | Δάρδανον αὖ πρῶτον〈—Ἕκτορα δῖον〉: οὐ ψιλοῖς ὀνόμασι ποιεῖται τὸν κατάλογον, προστίθησι δέ τι δόξης χάριν. T | |
20215-6 | ex. (D) | Δάρδανον αὖ πρῶτον〈— / κτίσσε δὲ Δαρ‐ δανίην〉: Δάρδανος υἱὸς Ἠλέκτρας τῆς Ἀτλαντίδος καὶ Διός. οὗτος ᾤκει ἐν Σαμοθρᾴκῃ· τοῦ δὲ κατακλυσμοῦ συμβάντος ἀσκὸν κατασκευ‐ άσας καὶ ὑποδὺς εἰς αὐτὸν ἐφέρετο τοῖς ὕδασι. προσοκείλας δὲ τῇ | |
5 | Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν. AT | ||
20216-7 | ex. | 〈κτίσσε δὲ〉 Δαρδανίη〈ν〉 (216): ἐν τῇ Ἴδῃ. T ἑτέρα δὲ τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι | |
συγχέουσιν. 〈οὔ πω ... / ἐν πεδίῳ πεπόλιστο·〉 διὰ γὰρ τὰς νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ᾤκουν· ὅθεν καὶ πόλεις τὰς | |||
5 | ἀκροπόλεις καλοῦσιν. AT | ||
20.216 | Ariston. | κτίσσε δὲ Δαρδανίην, 〈ἐπεὶ οὔ πω Ἴλιος ἱρή〉: ὅτι θηλυκῶς τὴν Ἴλιον. καὶ ὅτι ἑτέρα τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία. A | |
20.219 | ex. | τέκεθ’ υἱόν: ἐκ Βατ〈ε〉ίας τῆς Τεύκρου, ὡς Ἑλ〈λ〉άνικος (FGrHist 4, 24 c). T | |
20221a | ex. | ἵπποι 〈...〉 βουκολέοντο: κατὰ μετάθεσιν ὁ λόγος, b(BCE3) καὶ Εὐριπίδης (Phoen. 28) „ἱπποβουκόλοι“. b(BCE3) T | |
20221b1 | ex. | ἕλος κάτα βουκολέοντο: ἥδονται τοῖς ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων αἱ ἵπποι, καὶ ἔστι φιλόλουτρον τὸ ζῷον· διὸ καὶ τοῦ ποταμίου ἵππου ἡ φύσις οὕτω συνήχθη. T | |
20221b2 | φιλόλουτρον γάρ ἐστι τὸ ζῶον, ἥδεται δὲ τοῖς ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων. b(BCE3) | ||
20221c1 | Hrd. | ἕλος κάτα {βουκολέοντο}: τὸ ἑξῆς ἐστι καθ’ ἕλος· διὸ | |
ἀναστρεπτέον τὴν πρόθεσιν. A | |||
20221c2 | ἀναστρεπτέον δὲ τὴν κατά· ἔστι γὰρ ‘κατὰ ἕλοσ‘. T | ||
20223a | ex. | τάων καὶ Βορέης 〈ἠράσσατο βοσκομενάων〉: ἄδη‐ λον, μὴ τῶν πώλων ἠράσθη. b(BCE3)T φησὶ δὲ Ἀριστοτέλης (cf. h. an. 6,18 p. 572a9) ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς συνδυασμὸν καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν. | |
5 | b(BCE3E4)T | ||
20223b | Ariston. | τάων καὶ Βορέης 〈ἠράσσατο〉: ὅτι ἐλλείπει τὸ τινῶν, τούτων 〈τινῶν〉· οὐ γὰρ πασῶν ἠράσθη. A | |
20223c1 | ex. (Ariston.) | ἄλλως: τάων καὶ Βορέης 〈ἠράσσατο〉: λείπει τὸ τινῶν, τούτων τινῶν· οὐ γὰρ πασῶν ἠράσθη. T | |
20223c2 | τούτων· λείπει δὲ τῶν τινῶν. b(BCE3) τούτων τινῶν καὶ Βορέης ἠράσατο· οὐ γὰρ πασῶν. b(BE3) | ||
20224a | Ariston. | ἵππῳ δ’ εἰσάμενος 〈παρελέξατο κυανοχαίτῃ〉: ὅτι καταχρηστικῶς· ἵππος γὰρ οὐ παρακοιμᾶται, ἀλλ’ ἐπιβαίνει. τινὲς δὲ γράφουσιν „ἵππῳ δ’ εἰσάμενος ἐμίγη φιλότητι καὶ εὐνῇ“. A | |
20224b | ex. | 〈ἵππῳ δ’ εἰσάμενοσ〉 παρελέξατο κυανοχαίτης: καταχρηστικῶς ἀντὶ τοῦ ἐπεβήσατο. ἢ πρὸς τὴν φύσιν τοῦ θεοῦ ὑπήντησεν. T | |
20224c | Did. (?) vel Ariston. | ἄλλως· παρελέξατο 〈κυανοχαίτησ〉: γράφεται „{ἵπ‐ πῳ δ’ εἰσάμενος} ἐμίγη φιλότητι καὶ εὐνῇ“. T | |
20.227 | ex. | 〈ἄκρον〉 ἐπ’ ἀνθερίκων 〈καρπὸν θέον〉: ὑπερβολικῶς | |
εἶπεν. ἔστι δὲ ἀνθέρικος, ὥς τινες, ὁ τοῦ ἀσφοδέλου καυλός. οἱ δὲ τοὺς ἀθέρας τοῦ σίτου φασίν, ὡς καὶ Ἡσίοδος (fr. 62 M.—W.) b(BCE3) T ἐκλαβὼν ἐπὶ Ἰφίκλου φησίν· „ὅς ῥ’ T ἐπὶ πυραμίνους | |||
5 | ἀθέρας φοίτασκε πόδεσσιν“. b(BCE3)T καὶ ἔστι παρὰ τὸ ἀθέρι‐ κος πλεονασμῷ τοῦ ν· διὸ καὶ „ἐπὶ ζείδωρον ἄρουραν“ (Υ 226) φησίν· σῖτα γὰρ φέρει ἡ ζείδωρος, οὐκ ἀσφοδέλους. T | ||
D | ἄκρον ἐπ’ ἀνθερίκων: νῦν τῶν ἐν τοῖς στάχυσι— φυτὸν λαχανῶδες. A | ||
20228a1 | Did. | 〈ἀλλ’ ὅτε δή:〉 Ἀρίσταρχος „ἀλλ’ ὅτε δέ“, ἄλλοι δὲ ἀλλ’ ὅτε δή διὰ τοῦ η. Aim | |
20228a2 | {ἀλλ’ ὅτε δὴ σκιρτῷεν:} αἱ Ἀριστάρχου „ἀλλ’ ὅτε δέ“, αἱ κοιναὶ ἀλλ’ ὅτε δή. T | ||
20228a3 | Ἀρίσταρχος †ἄλλοτε, ὁ δὲ ἡρωδιανὸς ἀλλ’ ὅτε†. b(BCE3 E4) | ||
20229a | ex. | ῥηγμῖνος: τῆς ἐπιφανείας· Aint b (BCE3)T „ἡμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν“ (μ 214). b(BCE3)T | |
20299b | Ariston. | ἁλὸς πολιοῖο: σημειοῦνταί τινες, ὅτι ἁλὸς πολιοῖο ἔφη. A | |
20.231 | ex. | 〈Τρωὸς δ’ αὖ〉 τρεῖς παῖδες: Τρωὸς καὶ Καλλιρ〈ρ〉όης τῆς Σκαμάνδρου, ὡς Ἑλ〈λ〉άνικος (FGrHist 4, 138). T | |
20233a | Ariston. | ὃς δὴ κάλλιστος γένετο: ὅτι, ὡς ἂν ἁρμόζῃ πρὸς τὸ ἐγκώμιον, τίθησι τὸ κάλλιστος· καὶ γὰρ ἄλλους καλλίστους λέγει. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν. A | |
20233b | ex. | ὃς δὴ κάλλιστος: ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀν‐ έλαβεν, ἐπείπερ αὐτῷ γένος οὐχ ὑπελείπετο. b(BCE3E4)T | |
20234a | Ariston. | 〈τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν:〉 ἡ διπλῆ, ὅτι ἐναντιοῦται τοῖς νεωτέροις· οὐ γὰρ δι’ ἔρωτα τὸν Γανυμή‐ δην ὑπὸ Διὸς ἀνηρπάσθαι, ἀλλ’ ὑπὸ τῶν θεῶν, ἵνα οἰνοχοῇ τῷ Διῒ διὰ τὸ κάλλος. καὶ ὅτι ὁ καί περισσός. A | |
20234b | Did. | 〈τὸν καὶ ἀνηρείψαντο:〉 κατ’ ἔνια „τὸν μὲν ἀνηρεί‐ ψα〈ντο〉“. Aim | |
20234c1 | Hrd. | τὸν καὶ ἀνηρείψαντο: Ἀρίσταρχος μὲν ἓν ποιεῖ τὸ ἀνηρείψαντο, τουτέστι τὸ ἀνήρπασαν. εἰσὶ μέντοι, οἱ τὸν ἄν σύνδεσμον παρέλαβον, ὧν ἐστι καὶ Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοι‐ οῦτόν τι ἐκδεχόμενος· ‘ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διῒ χάριν | |
5 | τοῦ κάλλους, εἰ ἔζη‘. τοῦτο δέ φησιν, ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητὴς τῷ Διῒ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται (sc. Δ 2—3) καὶ ὁ Ἥφαιστος (sc. Α 584—5 et 597—8). πρὸς δὲ ταῦτα ὑγιῶς | ||
ἀπεφήναντό τινες καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.) ὡς ὅτι ὁ ποιητὴς τῷ ἠρείψαντο οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς, | |||
10 | εἰ ἦν ὁ ἄν σύνδεσμος, ἐχρῆν τινα αἰτίαν ἐπενεχθῆναι, ὥσπερ {ὡς} ἐπὶ τοῦ „οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, / εἰ μὴ Ἀλέξαν‐ δρος Ἑλένης πόσις ἠϋκόμοιο, / παῦσεν ἀριστεύοντα μάχησ“ (Λ 504—6). πῶς δὲ ἐν ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδου〈σ〉 ὑπόμνησιν ποιεῖται, ὁπότε ὁ Διομήδης λέγει „τῆς γάρ τοι γενεῆς | ||
15 | ἧς Τρωΐ περ εὐρύοπα Ζεύς | δῶχ’ υἷος ποινὴν Γανυμήδεοσ“ (Ε 265—6); ἀλλά, φησίν, οὐ διακονεῖται. εὐλόγως· πρῶτον μέν, ὅτι τὰ πάντα συμπόσια δύο ἐστίν, ἓν μὲν ἐν τῇ Α (sc. 584—604), ἐν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενος ἕνεκα γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ (sc. 1—4), ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς. ἔχομεν δὲ ἡμεῖς | ||
20 | προσθεῖναι τὸ κυριώτατον, φημὶ δὲ τὸ τῆς συντάξεως· ὁ γὰρ καί σύνδεσμος ἐναντίος ἐστὶ τῷ ἄν· ὁ μὲν γὰρ τίθησι, μᾶλλον δὲ συμπλέ‐ κει, ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι· ὁ δὲ ἄν σύνδεσμος ἀναιρεῖ τὰ παρῳχημένα. A | ||
20234c2 | ὑφ’ ἓν τὸ ἀνηρείψαντο. τινὲς δὲ τὸν ἄν σύνδεσμον ἀν‐ εδέξαντο, ἵν’ ᾖ ὁ λόγος οὕτω· ‘τοῦτον δὲ ὅσον ἕνεκα τοῦ κάλλους καὶ ἀνηρείψαντο ἂν οἱ θεοί‘, δηλονότι εἰ μὴ ἐτεθνήκει· καὶ γὰρ οὐδέποτε, φασί, παρὰ τῷ ποιητῇ εἰσάγεται οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ | ||
5 | πρὸς τοῦτο λεκτέον πρῶτον μὲν ὡς οὐδέποτε χωρὶς τοῦ αν ὁ ποι‐ ητὴς λέγει τὸ ἠρείψαντο· ἔπειτα ἐν ἑτέροις λέγει „δῶχ’ υἷος ποινὴν Γανυμήδεοσ“. τὸ δὲ πάντων μεῖζον· ὁ καί συμπλεκτικὸς ἐπιζητεῖ πράγματα, ἃ συμπλέκει, ὁ δὲ ἄν ἀναιρετικός ἐστι τῶν προϋπαρχόν‐ των· πῶς οὖν δύναται συνταχθῆναι ὁ ἄν τῷ καί; εἰ δέ φασιν ὡς οὐ | ||
10 | φαίνεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο συμπόσια παρ‐ εισάγονται τῶν θεῶν τῷ ποιητῇ καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος ἕνεκεν Ἥφαιστος οἰνοχοεῖ, ἐν δὲ τῷ ἑτέρῳ Ἥβη· b(BCE3E4)T παρεῖναι γὰρ αὐτὸν οὐχ εἰκὸς εἰς καταστροφὴν Ἰλίου βουλευομένοις | ||
θεοῖς. b(BE3E4)T | |||
20234d | ex. | ἀνηρείψαντο θεοί: Μνασέας (F.H.G. III p. 154, fr. 30) μέν φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι καὶ ἐν κυνηγεσίῳ πεσόντα ταφῆναι b(BE3E4)T ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν τοῦ Ὀλυμπίου Διός, T Δωσιάδας (FGrHist. 458, 5) δὲ ἡρπάσθαι | |
5 | ὑπὸ Μίνω· καὶ ὁ λιμήν, ὅθεν ἡρπάσθη, Ἁρπαγίας καλεῖται· οἱ δὲ Μίνωος ἀξιοῦντος μιγῆναι κατακρημνίσαι ἑαυτόν, τὸν δὲ θάψαι καὶ πλάσασθαι τῷ πατρὶ ὡς θύελλα καὶ νέφος ἥρπασεν αὐτὸν εἰς οὐρανόν· b(BE3E4)T οἱ δὲ μετὰ κυνηγεσίαν ἀφυπνώσαντα διασπαραχθῆ‐ ναι ὑπὸ θηρῶν, οἱ δὲ κεραυνωθῆναι. T ἤρξατο δὲ ἀπὸ Λακώνων | ||
10 | παιδεραστεία τῶν γυμνασίας ἐπινοησάντων· τῇ γὰρ εὐεξίᾳ τῶν σωμάτων ἐκινήθησαν κατ’ ἀλλήλων. b(BE3E4)T ῥητῶς δέ φη‐ σιν ὅτι οὐ Ζεὺς ἥρπασεν, ἀλλ’ οἱ θεοὶ καὶ ἵνα οἰνοχοῇ· ἔθος γὰρ ἦν, ὡς καὶ Σαπφώ φησι (fr. 203 L. P.), νέους εὐγενεῖς εὐπρεπεῖς οἰνοχο‐ εῖν· „κοῦροι μὲν κρητῆρασ“ (Α 470), „ᾠνοχόει δ’ υἱὸς Μενελάου“ | ||
15 | (ο 141). ἴσως οὖν νέου ἀποθανόντος αὐτοῦ ἐπλάσαντο. καὶ ὁ ποιητὴς δὲ τὸ ἀλαζονικὸν τῶν βαρβάρων εἰδὼς οὐκ ἀφ’ ἑαυτοῦ τὸν μῦθον εἶπεν, ἀλλ’ Ἥβην φησὶν οἰνοχοεῖν (cf. Δ 2—3). T | ||
20234e | ex.(?) | ἀνηρείψαντο: ἀπὸ τῆς ἔρας ἀνεβάστασαν. b(BCE3E4) | |
20235a | Ariston. | κάλλεος εἵνεκα 〈οἷο, ἵν’ ἀθανάτοισι μετείη〉: ὁ ἀστερίσκος, ὅτι τοῦτον γράφουσι τὸν στίχον καὶ ἐν τῇ Ὀδυσσείᾳ (sc. ο 251) ἐπὶ τοῦ Κλείτου οὐ δεόντως. A | |
20235b | Nic. | κάλλεος εἵνεκα οἷο: καὶ τοῦτο ὁμοίως· ἢ γὰρ A „ἀνηρείψαντο“ (Υ 234) κάλλεος εἵνεκα οἷο, ἢ ἵν’ ἀθανάτοισι μετείη (235) κάλλεος εἵνεκα οἷο. AT | |
20.236 | ex. | Ἶλος δ’ αὖ τέκεθ’ υἱὸν 〈ἀμύμονα Λαομέδοντα〉: ἐξ Εὐρυδίκης τῆς Ἀδράστου. T | |
20.237 | ex. | Λαομέδων ... τέκετο: ἐκ 〈Σ〉τρυμοῦς τῆς Σκαμάνδρου. T | |
20.239 | ex. | 〈ὁ δ’ ἄρ’ Ἀγχίσην τέκε παῖδα:〉 ἐξ Ἐρυθ〈ε〉ίας τῆς Ἴλου. Til | |
20.240 | ex. | Πρίαμος δ’ ἔτεχ’ Ἕκτορα 〈δῖον〉: ἀπὸ τοῦ ἀρίστου τῶν Πριαμιδῶν ἠρκέσθη τὸ σύμπαν δηλῶσαι γένος. b(BCE3E4)T | |
20242-3 | ex. | Ζεὺς δ’ ἀρετὴν 〈ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε, / ὅππως κεν ἐθέλῃσιν〉: ἀρετὴν τὴν ἀνδρίαν· τοῦτο δὲ διὰ τὸν ὀνειδισμὸν τῆς φυγῆς, ὡς καὶ Ἕκτωρ „ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ“ (Ρ 177). b(BCE3)T ἢ τὴν βασιλικὴν δόξαν· b(BCE3 | |
5 | E4)T φησὶν οὖν ὅτι νῦν μὲν οὗτοι ἔχουσιν, ἴσως δὲ καὶ ἡμεῖς | ||
σχήσομεν. b(BCE3)T | |||
20.243 | Did. (?) | 〈ὁ γάρ κ’ ὄχ’ ἄριστος ἁπάντων:〉 ἐν ἄλλῳ „ὁ γὰρ κάρτιστος ἁπάντων“. Aim | |
20246-55 | ex. | ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι 〈—κελεύει〉: τεχνικῶς οὐκ ἀπολογεῖται μὲν περὶ τῆς φυγῆς, διασύρει δὲ τὸ ὀνειδίζειν. T | |
20.247 | ex. | 〈νηῦσ〉 ἑκατόζυγος: ἤδη οὖν καὶ ἐπὶ τῶν Τρωϊκῶν τηλι‐ καῦται νῆες. ἢ τὴν πολύκωπόν φησιν. T | |
20248a | ex. | στρεπτὴ δὲ γλῶσς’ 〈ἐστὶ βροτῶν〉: ταχεῖα ἡ ἀντιστροφή. T | |
20248b | ex.(?) | 〈στρεπτή:〉 πολύστροφος, εὐμετάθετος. Aim | |
20248c | ex.(?) | 〈ἔνι:〉 ἔνεισιν. b(BCE3) | |
20249a1 | ex. | πολὺς νομός: {νομὸς} ὥστε πολλὰ νεμηθῆναι καὶ ἐπι‐ δραμεῖν, καὶ ψέξαι καὶ ἐπαινέσαι· πρῶτος γὰρ τῶν Ἀκαδημαϊκῶν οἶδε τὸν εἰς ἑκάτερα λόγον. T | |
20249b1 | ex. | ἄλλως· πολὺς νομός: τινὲς „νόμοσ“. κάλλιον δὲ ὀξύνειν, πανταχόθεν τοῦ λόγου ἰόντος καὶ νεμομένου. T | |
20249a2/b2 | ex. | ex. | ὥστε πολλὰ εἰπεῖν, καὶ ἐπαινέσαι καὶ ψέξαι, καὶ εἰς ἑκάτερα τὸν λόγον ἀγαγεῖν. | ὀξύνεται δὲ τὸ νομός, οἷον πανταχοῦ τοῦ λόγου ἰόντος καὶ νεμομένου. b(BCE3E4) | |
20249c | Hrd. | {ἐπέων δὲ πολὺς} νομός: ὀξυτόνως, ἵνα σημαίνηται ὡς ἐν τῇ συνηθείᾳ ἡ νέμησις· τοῦτο γὰρ ἐμφάσεως μείζονός ἐστι σημαν‐ | |
τικόν. A | |||
20.250 | ex. | ὁπ〈π〉οῖόν κ’ εἴπῃσθα ἔπος, 〈τοῖόν κ’ ἐπακού‐ σαισ〉: καθολικὸς ὁ λόγος, ἀμοιβὴν δεικνὺς φαύλων τε καὶ χρηστῶν λόγων· b(BCE3E4)T ὃν Ἡσίοδος (opp. 721) ἐμέρισεν, „εἰ δὲ κακὸν εἴποις, 〈τάχα κ’ αὐτὸς μεῖζον ἀκούσαισ〉“. T | |
20251-5a1 | Ariston. | ἀλλὰ τίη (251) ἕως τοῦ πόλλ’ ἐτεά τε καὶ οὐκί | |
Hrd. | (255): ἀθετοῦνται στίχοι πέντε ὡς ἄκαιροι καὶ ὀχληροὶ προειρημένου τοῦ „ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα“ (Υ 244). τοῦτο δὲ παρα‐ γράφοντός ἐστι τὸν λόγον. πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος | ||
5 | ἔτι ἀναλαμβάνει ἀλλὰ τίη ἔριδας (251); καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων· καὶ παρὰ βαρβάροις δέ ἐστι τὸ τὰς γυναῖκας προ‐ ερχομένας λοιδορεῖσθαι ὡς παρ’ Αἰγυπτίοις. | περὶ δὲ τοῦ η τοῦ ὑπο‐ τασσομένου τῷ τί (cf. 251) καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ τούτων (sc. ad Α 365) ὡς τῷ τί ὑποτασσόμενος μὲν ἐγκλίνεται, | ||
10 | τῷ δὲ ἐπεί περισπᾶται. A | ||
20251-5a2 | Hrd. | ὁ η τῷ μὲν τί ὑποτασσόμενος ὀξύνεται, τῷ δ’ ἐπεί πε‐ ρισπᾶται. b(BCE3)T | |
20.251 | Did. (?) | 〈καὶ νείκεα:〉 ἐν ἄλλῳ „καὶ ὀνείδεα“. Aim | |
20.252 | ex. | ὥς τε γυναῖκας: φησὶ γὰρ †ἀριστοφάνης† (Aristot. h. an. 9,1 p. 608b8)· „γυνὴ ἀνδρὸς ἐπιφθονώτερον, μεμψιμοιρότερον, φιλολοίδορον, φιλοπληκτικώτερον, μᾶλλον ἀρίδακρυ.“ b(BCE3E4)T | |
20.253 | ex. | αἵ τε χολωσάμεναι ἔριδος πέρι: περὶ ἔριδος εἰς χόλον | |
ἀχθεῖσαι. τοῦτο ἐπὶ βαρβάρων γυναικῶν. b(BCE3E4)T | |||
20255a1 | Did. | πολλά τ’ ἐόντα καὶ οὐκί: οὕτως Ἀρίσταρχος πολλά τ’ ἐόντα καὶ οὐκί, τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή. τὰ δὲ φαυλό‐ τερα τῶν ἀντιγράφων „ἐτεά“ ἔχει, τουτέστιν ἀληθῆ. A | |
20255a2 | {πόλλ’ ἐτεά τε καὶ οὐκί:} πολλά τ’ ἐόντα καὶ οὐκί οὕτως αἱ Ἀριστάρχου, ἀντὶ τοῦ τά τε τῆς ἀληθείας ὄντα καὶ οὔ. τὰ δὲ εἰκαιότερα τῶν ἀντιγράφων „πόλλ’ ἐτεά τε 〈καὶ οὐκί〉“. T | ||
20255a3 | †πολλά τε ὄντα καὶ οὐκ ὄντα†. b(BCE3E4) πολλὰ τῆς ἀληθείας ἐχόμενα καὶ πολλὰ ψευδῆ. b(BCE3) | ||
20255a4 | οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „πολλά τ’ ἐόντα, τὰ δ’ οὐκί“. Aim | ||
20.256 | Did. (?) | 〈μεταστρέψεις:〉 γράφεται „ἀποστρέψεισ“. Aint | |
20259a1 | Did. | ἦ ῥα καὶ ἐν δινῷ σάκει 〈ἤλασεν〉: οὕτως ἡ Ἀρι‐ στάρχου· διαιρετέον τὸ „σάκεϊ“, καὶ Ἰακῶς τὸ „ἔλασ{σ}ε“. καὶ τὸ δινῷ δὲ ἔξω τοῦ ε, ἀπὸ τοῦ δινεῖσθαι· „δινωτὴν φορέεσκε“ (Ν 407). | |
A | |||
20259a2 | τῷ δινωτῷ· TTil „δινωτὴν φορέεσκε, δύω κανόνεσς’ ἀραρυῖαν“. καὶ ἔστι τὸ μὲν δινῷ διὰ τοῦ ι, τὸ δὲ „σάκεϊ“ κατὰ διαίρεσιν τρισυλλάβως, τὸ δὲ „ἔλασε“ διὰ τοῦ ε. T | ||
20.260 | Ariston. | 〈μύκε:〉 ὅτι ἀντὶ τοῦ ἤχησε καὶ οὐ διεκόπη. Aim | |
20261-2 | ex.(?) | 〈ἀπὸ ἕο ... ἔσχετο:〉 ἔξω ἀνέτεινεν ἑαυτοῦ. Aim | |
20.261 | Ariston. | 〈ἀπὸ ἕο:〉 ὅτι Ζηνόδοτος γράφει „ἀπὸ οὗ“. Aint | |
20.263 | Did. | 〈ῥεῖα:〉 Ἀρίσταρχος ἔξω τοῦ ι, „ῥέα“. Aim | |
20265a1 | ex. | ῥηΐδια: δυνατά· „ἔνθ’ οὔ κεν ῥέα ἵπποσ“ (Μ 58). εἰσὶ δὲ τρωτὰ τὰ Ἡφαιστότευκτα, ὡς δῆλον ἐξ ὧν Ἕκτωρ φέρων τὰ Ἀχιλλέως ὑπὸ Ἰδομενέως {ἐν καυλῷ} βάλλεται, „ἐν καυλῷ δ’ ἐάγη δολιχὸν δόρυ“ (Ρ 607), καὶ αὐτὸς ὑπὸ Ἀστεροπαίου, „οὐδὲ διαπρό“ | |
5 | (Φ 164) δυνήσατο· Ἄρης δὲ τιτρώσκεται „νείατον ἐς κενεῶνα“ (Ε 857), καὶ Ἀρηΐθοος, „τά οἱ πόρε χάλκεος Ἄρησ“ (Η 146), καὶ Διομήδης (cf. Ε 99 et Θ 195). καὶ νῦν δύο γε πτύχες (cf. Υ 269). φησὶν οὖν ὅτι †πρῶτα† μέν, οὐ ῥηΐδια δέ. ἡ δὲ κνημὶς (cf. Φ 591—4) | ||
ὡς περιφερὴς καὶ εὐόλισθος οὐ βέβληται. T | |||
20265a2 | ῥηΐδια τὰ δυνατά. λέγει δὲ ὅτι τρωτὰ μέν, οὐ ῥηΐδια δὲ εἰς τὸ δαμασθῆναι. ἢ τάχα τὸ Ἀχιλλέως πρόσωπον ὑπεξαίρων οὕτως ἀποσεμνύνει τὰ ὅπλα· ὁ γὰρ Ἄρης Ἡφαιστότευκτα φορῶν νείατον ἐς κενεῶνα τιτρώσκεται. b(BCE3E4) | ||
20265b | Did. (?) | 〈δῶρα:〉 ἔν τισιν „ἔργα“. Aim | |
20266a | Ariston. | ἀνδράσι γε θνητοῖσ〈ι δαμήμεναι οὐδ’ ὑποεί‐ κειν〉: πρὸς τὴν ἑξῆς ἀθέτησιν (sc. Υ 269—72): AT ἄτρωτα γὰρ καὶ ἄθλαστα τὰ Ἡφαιστότευκτα. A | |
20266b | ex. | 〈δαμήμεναι〉 οὐδ’ ὑποείκειν: οὐχ ὅσον τρωθῆναι, ἀλλ’ οὐδ’ ἐνδοῦναι. T | |
20267-8 | ex. | οὐδὲ τότ’ Αἰνείαο〈— / ῥῆξε σάκοσ〉: οὐκ ἀρ‐ κεῖ τὸ ‘ἄτρωτα ἦν‘ (cf. Υ 264—6), ἀλλ’ ‘οὐδ’ Αἰνείας ἔτρωσεν αὐτά‘ φησίν. T | |
20269-72a | Ariston. | ἀλλὰ δύω μὲν ἔλασσε〈—μείλινον ἔγ‐ χοσ〉: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι διεσκευασμένοι εἰσὶν ὑπό τινος τῶν βουλομένων πρόβλημα ποιεῖν. μάχεται δὲ σαφῶς τοῖς γνησίοις· | |
ἄτρωτα γὰρ τὰ Ἡφαιστότευκτα συνίσταται. ἵνα δὲ μὴ δοκῇ λύσεως | |||
5 | ἠπορηκέναι καὶ διὰ τοῦτο ἠθετηκέναι, φησὶν ὅτι τῆς χρυσῆς πτυχῆς πρώτης κατὰ τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος ὁρμῆς ἐγκοπὴν εἰληφέναι, διακεκόφθαι μέντοι τὸ σάκος ἕως τῆς τρίτης πτυχῆς, ὃν τρόπον ἐπὶ τῆς μίτρας Μενελάου λέγει· „ἥ οἱ πλεῖστον ἔρυτο, διὰ πρὸ δὲ εἴσατο καὶ τῆσ“ (Δ 138). A | ||
20269-72b | Did. (?) | ἀλλὰ δύω μὲν ἔλασ〈σ〉ε〈—ἔγχοσ〉: οὗτοι καὶ προηθετοῦντο παρ’ ἐνίοις τῶν σοφιστῶν, ἐν ἐνίοις δὲ οὐδὲ ἐφέροντο. T | |
D | ἀτρώτων ὑπαρχόντων—οὐ τρῶσις. A | ||
20.269 | ex. | ἔλασ〈σ〉ε διὰ πτύχας: ἔπληξε· „πολέες γὰρ ἐπ’ αὐτῷ χαλκὸν ἔλασσαν“ (Ω 421). b(BCE3)T οἱ δὲ τὸ ἔλασ〈σ〉ε συνέκρουσεν, ὡς μὴ τὰς πτύχας πάσας δυνηθέντος συγκροῦσαι τοῦ πολεμίου. T | |
20.270 | ex. | ἐπεὶ πέντε πτύχας 〈ἤλασε κυλλοποδίων〉: φησὶν ὁ Αὐτόχθων πρώτην εἶναι τὴν χρυσῆν ὡς τιμίαν, δευτέραν δὲ τὴν χαλκῆν ὡς ἰσχυράν, μέσας τὰς δύο κασσιτερίνας συνάπτειν δυναμένας τὰς πτύχας, καὶ πάλιν τὴν χαλκῆν. b(BCE3)T | |
20271-2 | ex. | τὰς δύο χαλκείασ〈—μείλινον ἔγχοσ〉: μέσην νομιστέον τὴν χρυσῆν· ἁπαλώτερος γὰρ ὢν ὁ χρυσὸς ἐκλελυμένον | |
τὸ δόρυ μετὰ τὴν τῶν χαλκῶν βίαν εὐχερῶς ὑποδέξεται· ὅτι γὰρ οὐκ ἦν ἐν τῇ ἐπιφανείᾳ τῆς ἀσπίδος ὁ χρυσός, δηλοῖ δι’ ὧν φησι τεχνώμε‐ | |||
5 | νον Ἥφαιστον τὴν ἀσπίδα τὸ μὲν τορεύειν ἐκ †χαλκοῦ†, τὸ δὲ ἐκ κασσιτέρου, μηδέποτε δὲ ἐκ χαλκοῦ, χαλκοῦ ἐδάφους ὑπόντος. τινὲς δέ φασι πρώτην εἶναι τὴν χαλκῆν, δευτέραν δὲ τὴν κασσιτερίνην, τρίτην τὴν χρυσῆν, τετάρτην κασσιτερίνην, πέμπτην χαλκῆν. b(BCE3)T | ||
20.272 | ex. | τὴν δὲ μίαν χρυσῆν· 〈τῇ ῥ’ ἔσχετο μείλινον ἔγ‐ | |
χοσ〉: ὅτι μὲν ἐν τῇ ἐπιφανείᾳ ἡ χρυσῆ, δῆλον ἐξ ὧν φησι „χρυσείη περ ἐοῦσα“ (Σ 549)· καὶ οὐκ ἂν τὴν καλλιστεύουσαν ἀπέκρυψεν. τὸ δὲ ἔσχετο τῆς ὁρμῆς ἐπαύσατο, οὐχ ὅτι οὐκ ἔτρωσεν, ἀλλ’ ὅτι | |||
5 | τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθεν, ἀλλ’ ἐνεσχέθη κατὰ τὸ μέρος τοῦτο ἐν τῷ †χρυσέῳ†· τοῦ γὰρ δόρατος ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλάτος τέμνει. τὴν μὲν οὖν ἐκ τῆς ἀκμῆς νύξιν ἐδέξατο ὁ χρυσὸς καὶ διὰ τοῦτο καὶ ὁ ὑποκείμενος χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐκέτι παρεδέξατο ὁ χρυσός· οὐκοῦν ἡ πρὸς τὸ πλάτος τοῦ | ||
10 | σιδήρου ἀντίβασις τῆς χρυσῆς ἐπέσχε τὴν δι’ ὅλου διακοπὴν τῆς ἀσπίδος. b(BE3)T | ||
20273-4a1 | Ariston. | δεύτερος αὖτ’ Ἀχιλεὺσ〈—ἐΐσην〉: ὅτι Ζηνόδοτος μετεποίησεν οὕτως· „〈δεύτερος αὖτ’ Ἀχιλεὺσ〉 μελίην ἰθυπτίωνα / ἀσπίδα νύξ’ εὔχαλκον ἀμύμονος Αἰνείαο“. οὐκ ἐκ χειρὸς δὲ ἐπέτυχεν ὁ Ἀχιλλεύς, ὅπερ διὰ τοῦ νύξε σημαίνεται, ἀλλὰ βέβληκε | |
5 | τὸ δόρυ· διὸ καὶ ἑξῆς (sc. Υ 283) „βέλοσ“ αὐτὸ εἴρηκε. A | ||
20273-4a2 | {δεύτερος αὖτ’ ἀχιλεύς:} Ζηνόδοτος „δεύτερον αὖτ’ Ἀχιλεὺς μελίην ἰθυπτίωνα / ἀσπίδα νύξ’ εὔχαλκον ἀμύμονος Αἰνείαο“ ὥστε ἐκ χειρὸς τετρῶσθαι, ἀλλὰ μὴ βεβλῆσθαι. T | ||
20.275 | ex. | ἄντυγ’ ὑπὸ πρώτην, 〈ᾗ λεπτότατος θέε χαλκός: πρώτην〉 τὴν ἄκραν, ὡς τὸ „ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). πρὸς τὸ | |
εὐκατάκλειστον δὲ λεπτύνεται ὁ χαλκός. b(BCE3)T | |||
20276-80 | ex. | ἡ δὲ διὰ πρό 〈/ —ἔστη ἱεμένη〉: κατὰ τὸ ἄνω μέρος τῆς ἀσπίδος διόλου διαπεράσαν τὸ δόρυ ὀπίσω ἐπάγη τοῦ Αἰνείου. A | |
20.277 | D | λάκε: διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις λακίδες λέγονται αἱ διακοπαί. b(BCE3E4)T | |
20.278 | ex.(?) | 〈ἐάλη:〉 συνειλήθη. b(BCE3) | |
20.279 | Ariston. | 〈ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ:〉 ὅτι σαφῶς συνίστησιν ὅτι βέβληται. AimTil | |
20.280 | ex. | 〈διὰ δ’ ἀμφοτέρους ἕλε κύκλους:〉 τὸν βύρσινον καὶ τὸν χαλκοῦν. Aint b(BCE3) | |
20.283 | Ariston. | ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος: ὅτι βέβληκε τὸ δόρυ ὁ Ἀχιλλεύς, οὐ νένυχεν ἐκ χειρός, ὥσπερ Ζηνόδοτος (sc. in Υ 273—4) πεποίηκεν· A τὸ γὰρ ἄγχι παγῆναι οὐκ ἄλλως ἐστὶν ἢ ἐκ προέσεως. ATil | |
20.284 | ex. | ἐπόρουσεν: καὶ τοῦτο σημεῖόν ἐστι τοῦ ἠκοντικέναι τὸ | |
δόρυ. T | |||
20288-91 | Nic. | ἔνθα κεν Αἰνείας μὲν〈—ἐνοσίχθων〉: πάντα ἤρτηται ἕως τοῦ εἰ μὴ ἄρ’ ὀξὺ νόησε (291). διορθωτέον οὖν αὐτὰ ὡς ἐν τῇ Β (261) „εἰ μὴ ἐγώ σε λαβών“ AT καὶ τὰ ἑξῆς. T | |
20.289 | ex. | τό: ἢ τὸ σάκος, ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κό‐ ρυθα ἢ τὸ σάκος, ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἦσαν. A b (BE3E4)T | |
20290a1 | Ariston. | 〈τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύ‐ ρα:〉 πρὸς τὸ σχῆμα· ‘τὸν δὲ τὴν ψυχὴν ἀφείλετο‘. Aim | |
20290a2 | καὶ σχῆμα ‘τὸν δὲ τὴν ψυχὴν ἀφείλετο‘. T | ||
20290b | Ariston. | σχεδόν {ἄορι}: ἀντὶ τοῦ {σχεδὸν} ἐγγύς, καὶ οὐχ ὡς ἡμεῖς. T | |
20291a1 | ex. | Ποσειδάων: πῶς ἡ Ἀφροδίτη τὸν υἱὸν οὐ σῴζει; δέδιεν Ἀθηνᾶν. T | |
20291a2 | πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν Παλλάδα. b(BE3E4) | ||
20.292 | ex. | αὐτίκα δ’ ἀθανάτοισι 〈θεοῖς μετὰ μῦθον ἔειπεν〉: ἅμα τῷ διανοήματι δεῖ νοῆσαι καὶ τὸν λόγον τῶν θεῶν, εἴ γε καὶ τὸ ἔργον αὐτῶν τοιοῦτόν ἐστιν· b(BE3E4)T „ὡς δ’ ὅταν ἀΐξῃ νόος ἀνέροσ“ (Ο 80) καὶ „τρὶς μὲν ὀρέξατ’ ἰών“ (Ν 20): T εἰ γὰρ | |
5 | τοσαῦτα λέγων ἐνεβράδυνεν, ἀνῃρέθη ἂν Αἰνείας. b(BE3E4) | ||
20.293 | Ariston. | ἦ μοι ἄχος 〈...〉 Αἰνείαο: ὅτι Aint λείπει ἡ περί, Aint b (BE3)T περὶ Αἰνείου. AintT | |
20.298 | Ariston. | Nic. | μάψ, ἕνεκ’ ἀλλοτρίων 〈ἀχέων〉: ὅτι Αἰνείας οὐ συνεπε‐ γράφη τῷ τῶν Πριαμιδῶν πολέμῳ· διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτόν, οὐχ ὡς ἔνιοί φασιν, ὅτι ἐπετίθετο τῇ βασιλείᾳ. | βραχὺ δὲ δια‐ σταλτέον ἐπὶ τὸ μάψ πρὸς τὸ σαφέστερον. A | |
20299a1 | Ariston. | δῶρα θεοῖσι δίδωσι: ὅτι οὕτως εἶπε θεοῖσι καὶ οὐχ ἡμῖν, ὡς οὐκ ὢν καὶ αὐτὸς θεός. καὶ ἐν Ὀδυσσείᾳ (α 66) „περὶ δ’ ἱρὰ θεοῖσι“. A | |
20299a2 | {δῶρα θεοῖσι:} καὶ ἐν Ὀδυσσείᾳ (α 66—7) „ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσιν / ἀθανάτοισι ἔδωκε“. καὶ οὐδὲ ἐκεῖσε εἶπεν ἡμῖν. T | ||
20.304 | ex. | Δαρδάνου: προϊστόρησεν ἤδη (sc. Υ 215—9), τίς ὁ Δάρ‐ δανος, ἵνα μὴ νῦν ζητῶμεν. T | |
20306a | ex. | 〈ἤδη γὰρ Πριάμου γενεὴν〉 ἤχθηρε Κρονίων: διὰ τὴν παράβασιν τῶν ὅρκων b(BE3E4)T μισητὸν ὁ Ζεὺς ἡγή‐ σατο τὸ τοῦ Πριάμου γένος. b(BE3E4) | |
20306b | Did. | 〈ἤχθηρε:〉 παρὰ Ἀριστοφάνει „ἤχθαιρε“. Aim | |
20307-8a1 | ex. | 〈νῦν δὲ δὴ〉 Αἰνείαο βίη〈—γένωνται〉: | |
οἱ μὲν διὰ Ῥωμαίους φασίν, ἅπερ εἰδέναι τὸν ποιητὴν ἐκ τῶν Σιβύλλης χρησμῶν, οἱ δέ, ὅτι Αἰολεῖς ἐξέβαλον τοὺς ἀπογόνους Αἰνείου. πταί‐ ουσι δέ, ὅσοι φασὶ τοῦτο εἰδυῖαν Ἀφροδίτην μηχανήσασθαι τὸν | |||
5 | Τρωϊκὸν πόλεμον. T | ||
20307-8a2 | τὸ νῦν (307) τὸ μέλλον δηλοῖ. οἱ δὲ Αἰνείου ἀπόγονοι καὶ Ῥώμην κτίζουσιν· οὐ γὰρ οἱ τῶν παίδων παῖδες μόνης ἄρχουσι τῆς Ἰλίου. οἱ δέ φασιν, οὐδὲ τὸ Ἴλιον Αἰνείας ἔκτισεν, ἀλλὰ τὸ βίη (307) ἀντὶ τοῦ γενεά λαμβάνουσιν. b(BE3) | ||
20307a1 | Ariston. | D | νῦν δὲ δὴ Αἰνείαο 〈βίη Τρώεσσιν ἀνάξει〉: σημει‐ οῦνταί τινες πρὸς τὴν ἱστορίαν, καὶ ἐπεὶ μεταγράφουσί τινες „Αἰνείω γενεὴ πάντεσσιν ἀνάξει“, ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥω‐ μαίων ἀρχήν. | Ἀφροδίτη χρησμοῦ—τὴν Ἑλένην. ἡ ἱστορία | |
5 | παρὰ Ἀκουσιλάῳ (FGrHist 2, 39). A | ||
20307a2 | Ariston. (?) | ἄλλως· Αἰνείαο βίη: τινὲς „Αἰνείω γενεή“. T | |
20.308 | Did. | {καὶ παῖδες παίδων τοί κεν μετόπισθε} γένωνται: αἱ διὰ τῶν πόλεων „λίπωνται“ εἶχον ἀντὶ τοῦ γένωνται. A | |
20311a1 | Ariston. | Αἰνείαν ἤ κέν μιν 〈ἐρύσσεαι ἦ κεν ἐάσεισ〉: ὅτι | |
περισσὸς ὁ κέν, καὶ ἔστι τὸ ἑξῆς ‘ἢ ἐρύσεις ἢ αὐτὸν ἐάσεισ‘. ἡ δὲ ἀναφορὰ πρὸς τὰς τοιαύτας ἀναγνώσεις ὅτι „πρῶτον {μὲν}, ἔπειτα δέ κ’ αὐτὸς ὀνήσεαι“ (Ζ 260), „μάλιστα δέ κ’ αὐτὸς ἀνέγνω“ (Ν 734). | |||
5 | A | ||
20311a2 | δὶς περισσεύει ὁ κέν Til | ||
20.313 | ex. | πολεῖς ὠμόσ〈σ〉αμεν ὅρκους: καὶ γάρ φησιν· „ἴστω νῦν τόδε γαῖα καὶ οὐρανός / καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ / σή θ’ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχοσ“ (Ο 36—7. 39). T | |
20322-4a | Ariston. | Πηλείδῃ Ἀχιλῆϊ〈—ἔθηκεν〉: ἀθετοῦνται στί‐ χοι τρεῖς, ὅτι οὐκ ἐνέσχηται τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως, ἀλλὰ „διὰ πρό / Πηλιὰς ἤϊξεν μελίη“ (Υ 276—7) καὶ „ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ“ (Υ 279). πῶς οὖν ὁ Ποσειδῶν ἐκ τῆς ἀσπίδος ἤρυσε | |
5 | τὸ δόρυ; A | ||
20322-4b | ex. | Πηλείδῃ Ἀχιλῆϊ—ἔθηκεν: ἀθετοῦσί τινες τοὺς στίχους ὡς ἐναντίους τοῖς προκειμένοις· οὐ γάρ ἐστιν ἐν τῇ ἀσπίδι τὸ δόρυ· φησὶ γὰρ „ἡ δὲ διὰ πρό / Πηλιὰς ἤϊξε μελίη“ (Υ 276) καὶ „ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ / ἔστη“ (Υ 279—80). ἔοικε δὲ | |
5 | τοιοῦτόν τι σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ μὲν γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς ἀσπίδος προσερειδομένης τῷ σώματι τὸ ξίφος ἐπισπάσασθαι μὴ δυνά‐ μενος ὥρμησεν ἐπὶ τὸν λίθον. b(BE3E4)T | ||
20325-9 | ex. | Αἰνείαν δ’ ἔσ〈σ〉ευεν〈—θωρήσσοντο〉: πολ‐ λή τις ἔμφασις Ποσειδῶνος τὸν ἥρωα τοσοῦτον διάστημα μετεωρίσαν‐ | |
τος. T | |||
20327a1 | Hrd. | θεοῦ ἈΠΟ χειρὸς ὀρούσας: δύναται ἡ ἀπό καὶ ἀναστρέφεσθαι, ἵν’ 〈ᾖ〉 ἀπὸ θεοῦ, καὶ φυλάσσειν τὸν τόνον, ἵν’ ᾖ ἀπορούσας· ὅπερ καὶ βέλτιον. A | |
20327a2 | ἄμεινον μὴ ἀναστρέφειν τὴν ἀπό, ἵν’ ᾖ ἀπορούσας. b(BE3)T | ||
20.329 | ex. | Καύκωνες: περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας. καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ Καταλόγῳ; ἢ οὖν ἐπήλυδές εἰσιν, ἢ ἐν τοῖς Λέλεξι περιέχονται. b(BE3)T τινὲς δὲ καὶ φέ‐ ρουσι τὸ „Καύκωνας 〈δ’〉 αὖτ’ ἦγε Πολυκλέος υἱὸς Ἄμειβος, / οἳ | |
5 | περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματα ναῖον“ (= Β 855 a—b). T | ||
D | Καύκωνες: οἱ μὲν Τρωϊκὸν ἔθνος—Καρίας. A | ||
20.331 | Did. | καί μιν φωνήσας: παρὰ Ζηνοδότῳ „καί μιν νεικείων“, παρὰ Ῥιανῷ (fr. 18 p. 54 M.) „τὸν καὶ νεικείων“. Aim T | |
20332a | Did. | ἀτέοντα: οὕτως ἐν ἁπάσαις. AAim | |
20332b1 | ex. | ἀτέοντα: ἀφροντιστοῦντα. Καλλίμαχος (fr. 633)· „Μου‐ σέων †κενὸς† ἀνὴρ ἀτέει“. AT | |
20332c1 | ex. | ἄλλως· ἀτέοντα: ἀφροντιστοῦντα, „ὁ δὲ πρῶτον μὲν ἀτίζων“ (Υ 166). ἢ φρενοβλαβοῦντα. T | |
20332c2/b2 | ex. | ex. | φρενοβλαβοῦντα ἢ ἀφροντιστοῦντα, „ὁ δὲ πρῶτον μὲν ἀτίζων / ἔρχεται“ (Υ 166—7). | καὶ Καλλίμαχος „†μουσῶν δὲ κενὸς† ἀνὴρ ἀτέει.“ b(BE3) | |
20332d | Hrd. (?) | ἄλλως· ἀτέοντα: ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης συζυγίας τῶν περισπωμένων. A b (BE3)T | |
20.333 | Did. (?) | 〈ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι:〉 ἐν ἄλλῳ „ἀντί’ Ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι“. Aim | |
20334a1 | Hrd. | ὃς σεῦ ἅμα κρείσσων: ὀρθοτονητέον τὴν ἀντωνυμίαν, ὡς ἐκεῖ „ὃς σεῦ ἄνευθεν ἐών“ (Β 27)· ἔστι γὰρ καὶ ἀντιδιασταλτική. A | |
20334a2 | ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν, b(BE3)T ὡς ἐν τῷ „ὃς σεῦ ἄνευθεν ἐών“. T | ||
20334b | ex. | 〈φίλτερος ἀθανάτοισιν:〉 πολλάκις γὰρ καὶ τοῦ ἰσχυ‐ ροῦ περιγίνεται ὁ θεοφιλής. b(BE3E4)T | |
20.335 | ex. | ἀλλ’ ἀναχωρῆσαι 〈ὅτε κεν συμβλήσεαι αὐτῷ〉: οὐ μόνον διασῴζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας τῆς σωτηρίας δί‐ δωσιν. b(BE3E4)T | |
20335-6 | ex. | συμβλήσεαι (335): ἀπροοράτως συμβάλῃς. πρὸς κατά‐ πληξιν δὲ καὶ τὸ ὑπὲρ μοῖραν (336) τέθειται. b(BE3E4)T φησὶ γὰρ „μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον 〈ἔμμεναι ἀνδρῶν〉“ (Ζ 488). | |
T | |||
20.342 | ex. | 〈μέγα:〉 ἀντὶ τοῦ ἀθρόως. Til | |
20346a1 | Ariston. | {λεύσσω τῷ δ’} ἐφέηκα: ὅτι βέβληκε τὸ δόρυ ἐπὶ τὸν Αἰνείαν καὶ οὐκ ἐκ χειρὸς ἔτρωσεν, ὡς Ζηνόδοτος γράφει (sc. in Υ 273—4). λέγει γοῦν ῥητῶς ἐφέηκα. A | |
20346a2 | {ἐφέηκα:} οὐκ εἶπεν ‘ἔνυξα‘ ἢ ‘οὔτασα‘. μάχεται οὖν ἡ Ζηνοδότειος γραφή. T | ||
20.356 | Hrd. | {ἀργαλέον} δέ μοι {ἐστι}: ἄμεινον ἐνθάδε ἀπόλυτον λαμ‐ βάνειν τὴν ἀντωνυμίαν, τουτέστιν ἐγκλιτικήν. A | |
20357a1 | Hrd. | ΤΟΣΣΟΥΣΔΕ: ὁ Ἀσκαλωνίτης (p. 59 B.) προπερισπᾷ, ἐπεί, φησί, κατὰ δεῖξιν λέγεται καὶ τὸ „τοσσῆσδ’ ὑσμίνησ“ (Υ 359). Ἀρίσταρχος μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο τοῦ δέ, καὶ ἐπείσθη ταύτῃ τῇ ἀναγνώσει ἡ παράδοσις. οὐκ ἀδόκιμος δὲ καὶ ἡ τοῦ | |
5 | Ἀσκαλωνίτου. A | ||
20357a2 | {τόσους ἀνθρώπους:} οἱ περὶ Ἀρίσταρχον ἐν παρολκῇ λαμβάνουσι τὸν δέ. οὕτω καὶ ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης περι‐ σπᾷ τὸ „τοσ〈σ〉οῦσ“. T | ||
20362a | Ariston. | ἀλλὰ μάλα 〈στιχὸς εἶμι διαμπερέσ〉: πρὸς τὸ σημαι‐ νόμενον ὅτι δι’ ὅλης τῆς τάξεως πορεύσομαι †διανταίαν† ἀπ’ ἀρχῆς ἕως πέρατος. A | |
20362b1 | ex. | στιχὸς εἶμι διαμπερές: ἕως τοῦ πέρατος τῆς φάλαγγος. | |
T | |||
20362b2 | λέγει δὲ ὅτι πορεύσομαι ἕως τοῦ διόλου ἤτοι τοῦ πέρατος τῆς φάλαγγος. b(BCE3) | ||
20362c | Hrd. | στιχός: ὡς τριχός, ἀπ’ εὐθείας τῆς στίξ· A b (BCE3) καὶ γὰρ „στίχεσ“ (Δ 90 al.) λέγει καὶ „στίχασ“ (Β 525 al.). τὸ δὲ εἶμι προπερισπαστέον· σημαίνει γὰρ τὸ πορεύ〈σ〉ομαι. A | |
20367-8 | ex. | καί κεν ἐγὼν ἐπέεσσι〈— / ἔγχεϊ δ’ ἀργα‐ λέον〉: εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ εἰς τὰς ἐπαγγελίας. b(BCE3E4) T τάχα δὲ διδάσκει μὴ μέγα κατὰ τῶν ἀπόντων φρονεῖν. b(BCE3E4) | |
20370a1 | ex. | κολούει: ἀτελὲς ποιεῖ, ὡς τὸ „ἐνικλᾶν, ὅτ〈τ〉ι νοήσω“ (Θ 408). T | |
20370a2 | ἀτελὲς ποιεῖ, ὡς τὸ „πῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ“ (Π 117). b(BCE3) | ||
20.371 | Did. | 〈τῷ δ’ ἐγώ:〉 ἐν ἄλλῳ „τοῦ δ’ ἐγώ“. Aint | |
20372a | ex. | εἰ πυρὶ χεῖρας ἔοικε, 〈μένος δ’ αἴθωνι σιδήρῳ〉: ἀγκύλον τὸ διανόημα καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον καὶ διὰ τῆς ἐπ‐ αναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν. A b (BCE3E4)T | |
20372b | Ariston. | εἰ πυρὶ χεῖρας 〈ἔοικε〉: πρὸς τὴν ἐπανάληψιν, ὅτι ἐν Ἰλιάδι συνεχῶς ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ (sc. α 23). A | |
20.373 | Did. (?) | 〈ἔγχε’ ἄειραν:〉 γράφεται „ἔσταν Ἀχαιῶν“. Aim | |
20.375 | Ariston. | Ἕκτορα εἶπε: ὅτι A ἐλλείπει ἡ πρός πρόθεσις, πρὸς Ἕκτορα. A b (BCE3) καίτοι παρῆν εἰπεῖν ‘Ἕκτορι εἶπεν‘, ἀλλὰ συνήθως παρέλιπε τὴν πρόθεσιν· „καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγα‐ θὸν Μενέλαον“ (Ρ 237). A | |
20376a | ex. | μηκέτι πάμπαν 〈Ἀχιλλῆϊ〉 προμάχιζε: μὴ προ‐ μάχει, ἀλλὰ σὺν τοῖς ἄλλοις αὐτὸν δέχου. b(BCE3E4)T | |
20376b | ex. | ἄλλως· μηκέτι πάμπαν〈—προμάχιζε〉: τα‐ μιεύεται ὁ ποιητὴς τὸ πρόσωπον Ἕκτορος εἰς τὰ τελευταῖα. b(BCE3 E4)T | |
20378a1 | Ariston. | μή πώς 〈σ’〉 ἠὲ βάλῃ 〈ἠὲ σχεδὸν ἄορι τύψῃ〉: ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τὸ τύψαι, διδασκαλικῶς προσθεὶς σχεδόν, οἷον σχέδην ἐκ τοῦ σύνεγγυς. A | |
20378a2 | {ἠὲ} σχεδόν {ἄορι τύψει}: ἀντὶ τοῦ σχέδην. ἀντέθηκε δὲ αὐτῷ τὸ βάλῃ. T | ||
20383-5 | ex. | ἐσθλὸν Ὀτρυντείδην〈—ἐν πίονι δήμῳ〉: ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ καιριώτατα χρῆται τῷ τοιούτῳ εἴδει· μετὰ γὰρ τοσαύτας μάχας καὶ ἀναιρέσεις ἔδει καλλωπίσμασι χρήσασθαι ἔξωθεν διὰ τὸ προσκορές, | |
5 | ἅμα δὲ καὶ περὶ τοῦ συστῆσαι τὸν πρῶτον ὑπ’ Ἀχιλλέως ἀνῃρη‐ μένον ὅτι οὐκ ἦν τῶν τυχόντων. b(BCE3E4)T | ||
20.384 | Did. | ὃν νύμφη τέκε: ἔν τισι τῶν φαύλων ἀντιγράφων „τὸν | |
νύμφη τέκε“ διὰ τοῦ τ. ATil | |||
20385a1 | Did. (?) | 〈Ὕδης:〉 οὕτως Ὕδης διὰ τοῦ δ, τῆς Λυδιάς. Ὕλη δὲ τῆς Βοιωτίας. Aim | |
20385a2 | {ὕλης ἐν πίονι δήμῳ:} Ὕδη διὰ τοῦ δ ἡ τῆς Λυδίας πόλις. Ὕλη δὲ τῆς Βοιωτίας διὰ τοῦ λ. „Ὕλῃ ἔνι οἰκία ναίων“ (Η 221). T | ||
20385a3 | διὰ τοῦ δ τὸ Ὕδης· ἔστι γὰρ πόλις Λυδίας. γράφεται δὲ καὶ διὰ τοῦ λ, ὡς τὸ „Ὕλῃ ἔνι οἰκία ναίων“. ἔστι δὲ πόλις τῆς Βοιω‐ τίας. b(BCE3) | ||
20.386 | Ariston. | ἰθὺς μεμαῶτα: σημειοῦνταί τινες ὅτι εἰς εὐθὺ ὁρμῶντα. Aint b (BCE3)T | |
20.387 | Ariston. | πᾶσα: ὅτι Aint πᾶσα ἀντὶ τοῦ ὅλη. Aint b (BCE3)T „πάντα νέκυν καταείνυον“ (Ψ 135). T | |
20.388 | Ariston. | δούπησεν: ὅτι Aim ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ τοῦ ἀπέθανεν. Aim b (BCE3E4)T | |
20.389 | Ariston. | κεῖσαι, Ὀτρυντ〈ε〉ίδη: ὅτι ὁ Ἀχιλλεὺς γινώσκων αὐτὸν ἐξ ὀνόματος καλεῖ. A | |
20390a1 | Hrd. | ἐνθάδε: ἕν ἐστι τὸ ἐνθάδε, ὡς καὶ ὁ Ἀσκαλωνίτης | |
(p. 59 B.)· ἔστι γὰρ δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥσπερ καὶ τὸ „ἐνθάδε κ’ αὖθι μένων“ (ε 208), ὥστε πρὸ τῆς δε συλλαβῆς ἡ ὀξεῖα. A | |||
20390a2 | {ἐνθάδε:} δεικτικῶς, ὡς „ἐνθάδε †καθημένων“. T | ||
20390a3 | δεικτικόν ἐστι τὸ ἐνθάδε, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον. b(BCE3) | ||
20390-2 | ex. | 〈γενεὴ δέ τοί ἐστ’ ἐπὶ λίμνῃ—δινήεντι:〉 σημειωτέον {δὲ} ὡς διὰ ἀκριβείας ἴσασιν ἀλλήλους, ὡς καὶ Δόλωνα 〈οἱ〉 περὶ Διομήδην (cf. Κ 447. 478). T | |
20390-1 | D | λίμνῃ / Γυγαίῃ: οὕτω〈σ〉 ἐν Λυδίᾳ—καλουμένου. A | |
20391a | ex.(?) | 〈Γυγαίῃ:〉 ὄνομα τῆς λίμνης. Aim | |
20391b | ex. | ὅθι τοι τέμενος πατρώϊόν 〈ἐστιν〉: κώμη ἐστὶ Λυδίας Ἅλαδα, ἔνθα φησὶν Ἡρόδοτος βωμὸν Ἰφιτίωνος καὶ ἄγαλμα λίθινον κολοσσικὸν ἠκρωτηριασμένον, ἀρχαίῳ τύπῳ εἰργασμένον. καὶ τοὺς περὶ τὴν λίμνην καλάμους συνδονεῖσθαι ἐν εὐδίαις, ὥς φησιν | |
5 | ὅθι τοι τέμενος πατρώϊόν ἐστιν. T | ||
20392a | ex. | Ὕλλῳ ἐπ’ ἰχθυόεντι: Ὕλλος νῦν Φρύγιος καλεῖται. ἐκβάλλει δὲ μεταξὺ Θυατείρων καὶ Σάρδεων. T | |
20392b | ex. | ἄλλως· Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι: τὸ σχῆμα ὁμοιόπτωτον. b(BCE3)T ἐν βραχεῖ δὲ τό τε πλῆθος ἔδειξε τῶν ἰχθύων τοῦ Ὕλλου τοῦ τε Ἕρμου τὸ ταχὺ τῶν ῥευμάτων· καὶ γὰρ δύσπλωτός ἐστιν. b(BCE3E4)T | |
20392c | ex. | 〈Ὕλλῳ ... καὶ Ἕρμῳ:〉 ποτ〈αμοὶ〉 Λυδίας. Aim | |
20.394 | ex. | ἐπισ〈σ〉ώτροις δατέοντο: ἐναργῶς ἔδειξεν αἰκισμὸν σώματος ὑπὸ τῶν παραθεόντων τροχῶν διαιρουμένου. b(BCE3E4)T | |
20395-9 | ex. | Δημολέοντα〈—ῥῆξ’ ὀστέον〉: ἐν ὀλίγοις ὅλα δεδήλωκε, τὸ ὄνομα (sc. 395), τὸν τρόπον, τὸν πατέρα (sc. 396), τὸν τόπον, ἐφ’ ὃν ἡ πληγή, ὅτι ἐπὶ τὴν κεφαλὴν καὶ ὅτι διὰ τῆς κυνῆς, καὶ κατὰ ποῖον μέρος τῆς κεφαλῆς (cf. 397), καὶ μέχρι ποῦ διῆλθεν, | |
5 | b(BCE3E4)T ὅτι ῥῆξ’ ὀστέον (399). T | ||
20395a1 | Did. | 〈Δημολέοντα:〉 οὕτως Ἀρίσταρχος. τινὲς δὲ „Δηϊλέ‐ οντα“. Aint | |
20395a2 | Ἀρίσταρχος „Δηϊλέοντα“. Til | ||
20396a1 | Nic. | ἐσθλὸν ἀλεξητῆρα 〈μάχησ〉: ἐκ τῶν τριῶν λέξεων ἓν σημαίνει, ἐν πολέμῳ ἀγαθόν. θετέον οὖν ἐπ’ αὐτὰς τὴν συναφήν, σύνδυο τῆς τε πρώτης καὶ δεύτερας καὶ τρίτης λέξεως. δύναται δὲ καὶ τὸ ἐσθλόν καθ’ ἑαυτὸ εἶναι. A | |
20396a2 | {ἐσθλὸν ἀλεξητῆρα μάχης:} ἓν ἐκ τῶν τριῶν λέξεων ση‐ μαίνεται, ἐν πολέμῳ ἀγαθόν. δυνατὸν δὲ καὶ ἐν τῷ ἐσθλόν στίζειν. T | ||
20396a3 | ἀγαθὸν b(BCE3) ἐν τῇ μάχῃ βοηθόν. b(BCE3E4) δύναται δὲ καὶ εἰς τὸ ἐσθλόν ἡ στιγμὴ τίθεσθαι καὶ γράφεσθαι μάχης. b(BCE3) | ||
20.397 | ex. | κατὰ κρόταφον: καὶ ἡ περὶ τὰς πληγὰς ποικιλία θαυμασί‐ α· ἄμφω γὰρ κατὰ τῆς κεφαλῆς τέτρωνται. b(BCE3E4)T ἀλλ’ ὁ μὲν πρόσω ἱέμενος κατὰ μέσην τὴν κεφαλὴν πλήσσεται (cf. Υ 386—7), ὁ δὲ ἤδη παρατρέχων, ὡς ἔοικε, καὶ εἰς φυγὴν ὁρμώμενος διὰ | |
5 | τοῦ κροτάφου. ὁ δὲ τρίτος κατὰ τὸ μετάφρενον ἀπεστραμμένος τιτρώ‐ | ||
σκεται (cf. Υ 402). b(BE3E4)T | |||
20401a | ex.(?) | 〈καθ’ ἵππων ἀΐξαντα:〉 καταβάντα τῶν ἵππων. Aim | |
20401b | Did. (?) | 〈ἀΐξαντα:〉 γράφεται „ἀΐσσοντα“. Aim | |
20.403 | ex.(?) | 〈ἄϊσθε:〉 ἀπέπνεεν. Til | |
20404a1 | Ariston. | 〈ἤρυγεν:〉 πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγεν (cf. Υ 403). Aim | |
20404a2 | {ὣς ἄρα:} πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγε τὸ σημεῖον. T | ||
20404b | ex. | Ἑλικώνιον ἀμφὶ ἄνακτα: Νηλεύς, φασίν, ἐν Μιλήτῳ ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρύσατο b(BCE3E4)T κατὰ μίμη‐ σιν τοῦ ἐν Ἑλίκῃ τῆς Ἀχαίας. T σύνηθες δὲ τοῖς αὐτόσε καθ’ ἕκαστον ἔτος †ἐγκυκλεῖν† τὰς θυσίας τῷ θεῷ, σημεῖα λαμβάνουσιν ἀπὸ | |
5 | τῆς τῶν ταύρων ἐρυγῆς· βοώντων γὰρ τῶν ταύρων δοκοῦσιν εὐμενῆ | ||
τε εἶναι τὸν θεὸν καὶ τὴν θυσίαν ἀσπάζεσθαι. b(BCE3E4)T | |||
D | {ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος} Ἑλικώνιον ἀμφὶ ἄ‐ νακτα: τὸν Ποσειδῶνα, ἤτοι ὅτι καὶ ἐν Ἑλικῶνι—νομίζοντες. ἡ ἱστορία παρὰ Κλειτοφῶντι (F.H.G. IV. 368 fr. 5). A | ||
20404c | ex. | Ἑλικώνιον: οἱ Αἰολεῖς παρὰ τὰς γενικὰς τῶν πρωτοτύ‐ πων ποιοῦσι κτητικοὺς τύπους, ἑτέρων ἑτερώνιος, ἄλλων ἀλλώνιος, †ἑτοιμώνιος†, ἀνεμώνιος ὁ διὰ τὴν εὐφωνίαν ἀνεμώλιος, Ἑλικῶν Ἑλικώνιος· φησὶν οὖν τὸν ἐν Ἑλίκῃ τῆς Ἀχαίας τιμώμενον. τὰ δὲ | |
5 | διὰ τοῦ ιος, εἰ μὲν τὸ πρωτότυπον εἰς ος ἔχει, διὰ τοῦ ησιος, Ἰθακήσιος ἀπὸ τοῦ Ἴθακος, Ὀχήσιος, βροτήσιος, ἐτήσιος, μεθοδήσιος. εἰ δὲ τρέποιτο τὸ η τοῦ πρωτοτύπου εἰς α παρὰ Δωριεῦσι, διὰ τοῦ α, Πρυμνάσιον, Κορυφάσιον. οὕτως ἔχει καὶ τὸ κοράσιον, ὃ μᾶλλόν ἐστι Μακεδονικόν. b(BE3E4)T | ||
20406a | ex. | ὣς ἄρα τόν γ’ ἐρυγόντα λίπ’ ὀστέα θυμὸς ἀγή‐ νωρ: εἰκότως ἀνερυγγάνων τὸ αἷμα καὶ ὀξέως ἀποθνῄσκει· τὴν γὰρ τραχεῖαν ἀρτηρίαν διεκόπη καὶ τὸν στόμαχον διῄρηται, b(BCE3E4) T ὅ ἐστι τὸν οἰσοφάγον, T καὶ μέχρι τοῦ θύμου φθάνει τὸ | |
5 | δόρυ. θύμος δέ ἐστιν ἄδην μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ | ||
πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν. b(BCE3E4)T | |||
20406b1 | Hrd. | {ὡς ἄρα τόν γ’} ἐρυγόντα: ὡς „φαγόντα“ (cf. δ 33). ἔστι γὰρ δευτέρου ἀορίστου, καὶ ὡς ἔφυγε φυγόντα, οὕτως ἤρυγεν ἐρυγόντα. A | |
20406b2 | {ἐρυγόντα:} παροξυτονητέον τὴν μετοχήν· δεύτερος γάρ ἐστιν ἀόριστος, ὡς ἐδήλωσε τὸ „ἤρυγεν ἑλκόμενοσ“ (Υ 404). T | ||
20.410 | ex. | πόδεσ〈σ〉ι δὲ πάντας ἐνίκα· τοὺς νόθους· ὁ γὰρ Πολίτης „σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώσ“ (Β 792). ἐπινοεῖ δὲ ἑκάστῳ τὸ πρὸς διήγησιν ἡδύ. b(BCE3E4)T | |
20.411 | ex. | ποδῶν ἀρετὴν ἀναφαίνων: τὸ πλεονέκτημά φησιν ἀνέ‐ πεισεν αὐτὸν ἀντιστῆναι Ἀχιλλεῖ ἐλπίσαντα ταχέως ἀναφεύξεσθαι. b(BCE3E4)T | |
20414a | ex. | νῶτα παραΐσσοντος: παρακλίνοντος τὰ νῶτα. b (BCE3)T | |
20414b | Did. | 〈παραΐσσοντος:〉 οὕτω κατὰ γενικὴν παραΐσσοντος. Aim | |
20414-6 | ex. | ὅθι ζωστῆρος ὀχῆες 〈/ —αἰχμή〉: ἢ δι’ ὅλου κρίκοις συνέχεσθαι τὸν ζωστῆρα πρὸς τὸν θώρακα νοητέον· ἢ καθ’ ὑπερβατὸν ἐκδεκτέον ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλόν (416), ὅθι ζωστῆρος ὀχῆες / b(BCE3E4)T χρύσειοι σύνεχον | |
5 | (414—5). T | ||
20415a | Ariston. | χρύσειοι σύνεχον 〈καὶ διπλόος ἤντετο θώρηξ〉: ὅτι κατὰ τὴν τοῦ ζώματος ἐπιβολὴν πρὸς τὸν στατὸν θώρακα {καὶ} | |
διπλοῦς ἦν ὁ θώραξ. A | |||
20415b | ex. (Ariston.) | καὶ διπλόος ἤντετο θώρηξ: ὅτι διπλοῖ οἱ θώρακες κατὰ τὸν τῆς ζώσεως τόπον. b(BCE3E4)T | |
20418a1 | ex. | προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα χερσὶ λιασθείς: προσέλα‐ βεν ἑαυτοῦ τὰ ἔντερα ἀποκυλισθείς. T | |
20418a2 | πρὸς ἑαυτὸν ἀποκλιθεὶς ἔλαβε τὰ ἔντερα. b(BCE3E4) | ||
20418b | Hrd. | προτὶ οἷ δ’ ἔλαβε: περισπαστέον τὴν οἷ: A b (BCE3)T ἔστι γὰρ πρὸς ἑαυτόν. AT | |
20.422 | ex. | ἀλλ’ ἀντίος ἦλθ’ 〈Ἀχιλῆϊ〉: ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν τῆς ψυχῆς τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ. b(BCE3E4)T | |
20424a | ex. | ἀνέπαλτο: ἐδήλωσε τὸν ὑπὸ τῆς ἡδονῆς ἑαυτοῦ μείζω γενόμενον. b(BCE3E4)T | |
20424b | ex.(?) | D ad | ἀνέπαλτο: ἀνεπήδησεν, ἀνήλατο. | πῶς δέ, φησί, τὸν | |
Υ 329 | Αἰνείαν—δι’ ἔχθρας ὄντας. A | ||
20.425 | ex. | ἐσεμάσ〈σ〉ατο θυμόν: ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν. b(BCE3E4)T | |
20.426 | Did. | 〈οὐδ’ ἄρ’ ἔτι δήν:〉 Ἀρίσταρχος „οὐδ’ ἂν ἔτι δήν“, διὰ τοῦ ἄν. Aim | |
20.427 | ex.(?) | 〈ἀνὰ πτολέμοιο γεφύρας:〉 ἐν τοῖς μεταξὺ τῶν στάσεων | |
διαστήμασιν. b(BCE3E4)Til | |||
20.429 | ex. | ἆσσον ἴθ’, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι: σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύδοντος. καίτοι πρὸς Αἰνείαν πλείους ἀποτέταται λόγους. b(BCE3)T | |
20434a1 | ex. | σὺ μὲν ἐσθλός, 〈ἐγὼ δὲ σέθεν πολὺ χείρων〉: εἰρωνεία· προείρηται „τὸν δ’ οὐ ταρβήσασ“, (Υ 430). T | |
20434a2 | κατ’ εἰρωνείαν τὸ ἐσθλός· προεῖπε γὰρ τὸ „οὐ ταρ‐ βήσασ“. b(BCE3) | ||
20.435 | ex. | θεῶν ἐν γούνασι κεῖται: ἱκεσίαις, λιταῖς. ἢ κόλποις. b(BCE3E4)T ἢ δυνάμει. b(BCE3E4) | |
20.436 | ex. | χειρότερος: χέρ〈ε〉ιος χερ〈ε〉ιότερος, συγκοπὴ καὶ πλεο‐ νασμὸς χειρότερος. AT | |
20437a | ex. | καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: πάροιθεν, ὅτε τὸν Πάτροκλον ἀνῄρηκεν (sc. Π 820—1). T | |
20437b1 | Nic. | καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: συναφὴ ἐπὶ τὰς τελευ‐ ταίας δύο λέξεις· ἓν γὰρ ἐξ ἀμφοτέρων δηλοῦται, τὸ ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν μέρος. A | |
20437b2 | {ὀξὺ πάροιθεν:} συναπτέον τὸ ὀξὺ πάροιθεν· δηλοῖ γὰρ τὸ ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν. T | ||
20439a | Nic. | πνοιῇ 〈Ἀχιλλῆος πάλιν ἔτραπε〉: ἐπὶ τὸ πνοιῇ βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον. Aim b (BCE3)T | |
20439b | ex. | ἄλλως· πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε: καταγέλα‐ στα ταῦτα, ὥς φησιν Ἡρακλέων (fr. 14 B.). T | |
20440a | ex. | 〈ἦκα μάλα〉 ψύξασα: τῇ κινήσει τῆς χειρὸς ἠρέμα ἐξ‐ | |
ανεμίσασα, „ψύχεος ἱμείρων κατελέξατο“ (κ 555). b(BCE3E4)T | |||
20440b | Ariston. | {ἦκα μάλα} ψύξασα: ὅτι ψύξασα, φυσήσασα τῷ ἑαυτῆς πνεύματι ἀπέστρεψε τὸ δόρυ (cf. Υ 439). A | |
20440c | ex. (Ariston.?) | ἄλλως· ψύξασα: πνεύσασα, φυσήσασα. T | |
20.443 | ex. | τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων: πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν τῶν ἀκροατῶν, εἰς τέλος τῶν ποιήσεων ἑαυτῷ ταμιευόμενος τὴν σφαγὴν Ἕκτορος. πρὸς δὲ τὸ ἄπιστον βοηθείᾳ χρῆται, ὥσπερ ἀπολογούμενος διὰ τοῦ „ῥεῖα μάλ’ 〈ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι | |
5 | πολλῇ〉“ (Υ 444). A b (BCE3E4) | ||
20.451 | Ariston. | ᾧ μέλλεις εὔχεσθαι, ἰὼν ἐς δοῦπον ἀκόντων: ὅτι ἀντὶ τοῦ Aint ᾧ ἔοικας εὔχεσθαι Aint b (BCE3)T παραγινό‐ μενος εἰς πόλεμον. Aint b (BCE3E4)T | |
20452-3 | ex. | ἦ θήν ς’ ἐξανύω 〈γε—ἐπιτάρροθός ἐστι〉: καὶ τῆς νῦν ἀποτυχίας εἰς θεοὺς ἀνήγαγε τὴν αἰτίαν καὶ τῆς αὖθις | |
ἐπιτυχίας. b(BCE3E4)T | |||
20452a1 | Hrd. | ἦ θήν ς’ ἐξανύω γε: περισπαστέον τὸν ἦ· ἔστι γὰρ βεβαιωτικός, AT ἴσος τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνως ἀναγνω‐ στέον· ἔστι γὰρ ἐνεστὼς ἀντὶ μέλλοντος. A | |
20452a2 | ἐξανύω: βαρυντέον τὸ ἀνύω· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος, b(BE3E4)T ὡς τὸ ἐρύω. T | ||
20454a | Ariston. | νῦν δ’ ἄλλους 〈Τρώων ἐπιείσομαι, ὅν κε κιχείω〉: πρὸς τὸ σχῆμα, ὅτι ἰδίως πληθυντικῷ ἑνικὸν ἐπήνεγκεν, ὅν κε κιχείω. A | |
20454b | ex. | νῦν δ’ ἄλλους 〈Τρώων ἐπιείσομαι〉: ὡς πρόσθεν ἀποτυχὼν τοῦ Αἰνείου εἰς τὸ πλῆθος τρέπεται (cf. Υ 352), οὕτω καὶ νῦν. b(BCE3)T | |
20454c | Did. (?) | 〈νῦν δ’ ἄλλους Τρώων:〉 γράφεται „νῦν αὖ τοὺς ἄλ‐ λουσ“. Aim | |
20454d | ex.(?) | 〈ἐπιείσομαι:〉 ἐπιπορεύσομαι. b(BCE3)Til | |
20.456 | ex. | ὁ δὲ τὸν μὲν ἔασεν: ἐπιτρέχει τὸν τῶν βαρβάρων θάνατον, ἐπὶ τῇ εὐχερείᾳ καὶ ὀξύτητι τοῦ Ἀχιλλέως ταχύνας τὸν λόγον. b(BCE3)T | |
20.458 | ex.(?) | 〈ἠρύκακε:〉 κατέσχε τοῦ φυγεῖν. Aim | |
20460a1 | ex. | Λαόγονον καὶ Δάρδανον: παρέλιπε τούτων τὰς πληγὰς, ὅπως μὴ προσκορεῖς ὑπάρχοιεν. T | |
20460a2 | παρέλιπε δὲ αὐτῶν τὰς πληγάς, ἵνα μὴ πρὸς κόρον ὁ | ||
λόγος ᾖ. b(BCE3E4) | |||
20.461 | Nic. | 〈ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἐφορμηθείς. Aim b (BCE3E4) | |
20462a1 | Ariston. | 〈τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύ‐ ψας:〉 ὅτι πάλιν ἀντιδιέστειλεν. Aint | |
20462a2 | ex. | τὸ〈ν〉 δὲ σχεδὸν 〈... τύψασ〉: σχέδην παίσας, ἀντέ‐ θηκε δὲ τὸ βαλών. T | |
20462b | τὸν μὲν δουρὶ βαλών, 〈τὸν δὲ σχεδὸν ἄορι τύ‐ ψασ〉: εἰκότως τὸν πρῶτον διὰ βολῆς ἀναιρεῖ, πλησίον δὲ γενόμενος τὸν ἕτερον τῷ ξίφει ἀναιρεῖ. b(BCE3E4)T | ||
20463-9a | Nic. | Τρῶα δ’ Ἀλαστορίδην〈—ὁ δὲ φασγάνῳ οὖτα καθ’ ἧπαρ〉: ἤτοι κομματικῶς εἶπεν, ὡς ἔθος πολλάκις τοῖς ποιηταῖς. ἢ τὸ ἑξῆς ἐστι Τρῶα δ’ Ἀλαστορίδην (463) φασγάνῳ οὖτα καθ’ ἧπαρ (469). †ταῦτα† δὲ ἐν παρεκβάσει εἰπὼν ἐπανα‐ | |
5 | λαμβάνει διὰ τοῦ ὁ δὲ φασγάνῳ (469), ὡς εἴωθεν. οὕτω δὲ ἔσται τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπὸ τοῦ „τὸν δὲ σχεδὸν ἄορι τύψασ“ (Υ 462). A | ||
20463-9b | ex. | ex. (Nic) | Τρῶα δ’ Ἀλαστορίδην—καθ’ ἧπαρ: παραλ‐ λάσσων τὸ ὁμοειδὲς ἐποίησέ τινα ἱκετεύοντα. | τὸ ἑξῆς, Τρῶα δ’ Ἀλαστορίδην (463) φασγάνῳ οὖτα καθ’ ἧπαρ (469), b(BCE3E4)T καὶ τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν τὸ ἔτυψεν ἐκδε‐ | |
5 | κτέον ἀπὸ τοῦ „σχεδὸν ἄορι τύψασ“ (Υ 462). b(BE3E4)T | ||
20464a1 | Hrd. | Ariston. | ΕΙΠΩΣ εὑ πεφίδοιτο: ἡ εὗ ἀντωνυμία ἐν τῇ συντάξει ἐνέκλινε τὸν τόνον· ἔστι γὰρ ἀπόλυτος. οὐχ ὃν τρόπον δ’ οἴεται ὁ | |
Ἀσκαλωνίτης (p. 59 B.) τὸ πῶς πάντως ὀξυτονηθήσεται, ἐπεὶ ἤδη ἐμελέτησε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶς τοῦτο | |||
5 | μὴ πάσχειν· „οὔπως ἐστ’, Ἀγέλαε διοτρεφέσ“ (χ 136)· „μήπως με προϊδών“ (δ 396)· „μήπω μ’ ἐς θρόνον ἵζε, διοτρεφέσ“ (Ω 553)· „οὔπω μίν φασι〈ν〉 φαγέμεν“ (π 143). οὕτως οὖν καὶ τὸ εἴπως εὑ πεφίδοιτο οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατὰ ταύτην τὴν προσῳδίαν τοῦτο μόνον | ||
10 | ἀπεφήνατο ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην συλλαβήν· σημαίνει γὰρ ‘εἴ πως αὐτοῦ‘. | διὸ καὶ ἡ διπλῆ. A | ||
20464a2 | Hrd. | {εἰ πῶς εὖ πεφίδοιτο:} ἡ μὲν εὗ ἐγκλίνεται, τὸ δὲ πῶς οὐ πάντως ὀξυνθήσεται. καὶ ἐμελέτησε πολλάκις ἐγκλιτικῶν ἐπιφερο‐ μένων μὴ ὀξύνεσθαι, „οὔπως ἔστ’, Ἀγέλαε“, „μήπως με προϊδών“, „οὔπω μίν φασιν φαγέμεν“. οὕτως οὖν καὶ τὸ εἴπως εὑ οὐκ ἀναγ‐ | |
5 | καστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατ’ αὐτὴν τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο· ἐγκλίνειν δεῖ τῷ τόνῳ καὶ δασύνειν τὴν τρίτην συλλαβήν· δηλοῖ γὰρ ‘εἴ πως αὐτοῦ‘. T | ||
20464a3 | δασυντέον τὸ εὗ· ἔστι γὰρ ἀντὶ τοῦ αὐτοῦ. b(BCE3) | ||
20467-8 | ex. | οὐ γάρ τι γλυκύθυμοσ〈—ἐμμεμαώσ〉: ὅτι A οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιόφρων, ἀλλ’ ἐκ τοῦ ἐναντίου σκληρὸς καὶ χαλεπός. A b (BCE3E4)T | |
20467a | ex. | οὐ γάρ τ〈ι〉 γλυκύθυμος ἀνὴρ 〈ἦν〉 οὐδ’ ἀγανό‐ φρων: ὁ μὲν γὰρ ὡς ἀκμάζοντος τοῦ πένθους περίλυπός ἐστιν· ὅτε μὲν γὰρ θάπτομεν τοὺς φίλους, τότε μάλιστα στερίσκεσθαι αὐτῶν ἐλπίζοντες αὔξομεν τὴν ὀδύνην. ὁ δὲ ποιητὴς οὐκ ἐπαινῶν τὸ θυμικὸν | |
5 | ‘οὐκ ἀγανόφρονα‘ αὐτὸν καλεῖ, b(BCE3E4)T ὡς τὸ „ἀεικέα | ||
μήδετο ἔργα“ (Χ 395). T | |||
20467b | Did. (?) | 〈οὐ γάρ τι: γράφεται〉 „οὐ γάρ τισ“ καὶ „οὐ γὰρ ἔτι“. Aint | |
20467c | ex. | γλυκύθυμος: γλυκὺ τὸ ἀνειμένον· „σπεῦδε, μὴ γλυκὺς γένῃ“ (fr. [com.?] ign.). T | |
20.470 | ex. | ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, 〈ἀτὰρ μέλαν αἷμα κατ’ αὐτοῦ〉: ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος. αἱμορραγία δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων τοῦ ἥπατος, τῆς †κοιλίας†, A b (BCE3E4)T ἣ κατὰ 〈τὰ〉 κυρτὰ ἔγκειται, T τῆς τε πύλης, | |
5 | ἥτις ἐστὶ κατὰ τὰ †σκαιά†. b(BCE3E4)T | ||
20471a1 | Did. | κόλπον ἐνέπλησεν: „ἐνέπρησεν“ Φιλόξενος (fr. 217 Th.) καὶ Ἀρίσταρχος. περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχος ἐν ὑπομνήματί φησιν οὕτως· „τὸ αἷμα ἀπὸ τοῦ ἥπατος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν.“ A | |
20471a2 | Ἀρίσταρχος „ἐνέπρησεν“. Aint | ||
20471a3 | τὸ αἷμα κατὰ τοῦ ἥπατος ἐκκρουνίζον τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν, b(BCE3E4)T διὰ οὖν τοῦ ρ τὸ „ἐνέπρησε“ γραπτέον. T | ||
20473a | ex. | δουρὶ κατ’ οὖς: ὅρα, ὅσαι πληγαὶ κατὰ τῆς κεφαλῆς ἠνέχθησαν· ἡ μὲν „μέσ〈σ〉ην κὰκ κεφαλήν“ (Υ 387. 475), ἡ δὲ „κατὰ κρόταφον“ (Υ 397). οὗτος δὲ διὰ τοῦ ὠτός. T | |
20473b | ex. | ἄλλως· δουρί: σπεύδων οὐκ εἶπεν οὐδὲ ὅπως τὸ ξίφος | |
(cf. Υ 469) ἀπέθετο. T | |||
20473c | Did. (?) | 〈παρ’ οὖς:〉 γράφεται καὶ „κατ’ οὖσ“. Aint | |
20.476 | ex. | 〈πᾶν δ’〉 ὑπεθερμάνθη ξίφος 〈αἵματι〉: δαιμονίως τὸ βάθος τῆς πληγῆς b(BCE3)T διὰ τῆς λέξεως παρέδειξεν. b(BCE3) | |
20478a | Ariston. | τένοντες: ὅτι πάντα τὰ τετ{ρ}αμένα νεῦρα τένοντας Ὅμηρος λέγει. A | |
20478b | ex. | {ξυνέχουσι} τένοντες: τένοντες τὰ συντείνοντα τὰς συνα‐ φὰς τῶν νεύρων. T | |
20478c | ex. | 〈τένοντες:〉 τένοντές εἰσιν αἱ ἀπονευρώσεις τῶν μυῶν, δι’ ὧν γίνονται ἐκτάσεις καὶ κάμψεις. b(BCE3E4)Tt | |
20.481 | Did. | πρόσθ’ ὁρόων: Ζηνόδοτος χωρὶς †τοῦ θ „πρός’ ὁρόων“. T | |
20.483 | ex. | σφονδυλίων: τινὲς εὐθεῖαν λαμβάνουσι τὸ σφονδυλίων, b(BCE3E4)T ἵν’ ᾖ ὁ σφονδυλίων μυελός. b(BCE3E4) | |
20484a1 | Ariston. | Πείρεω υἱόν: ὅτι Ζηνόδοτος γράφει „Πειρέως υἱόν“, ἄμετρον ποιῶν τὸν στίχον καὶ παράλογον· ἔστι γὰρ Πείρως τὸ ὄνομα (cf. Β 844. Δ 520. 525). νῦν δὲ ἐσχημάτικεν ἀπὸ τοῦ Πείρεως, ὡς Μενέλεω. ἄδηλον δέ, εἰ τοῦ Θρᾳκῶν ἡγουμένου ἢ ἑτέρου τινὸς | |
5 | ὁμωνύμου. A | ||
20484a2 | Πείρεω υἱόν: ὡς Μενέλεω· ἡ γὰρ εὐθεῖά ἐστι Πείρεως, ὅπερ ἐν ἄλλοις „Πείροοσ“ (Β 844) λέγεται καὶ „Πείρωσ“ (Δ 520. 525). b(BCE3)T ὁ δὲ Ζηνόδοτος „Πειρέωσ“ γράφει ἀπὸ τῆς Πειρεὺς εὐθείας. T | ||
20484b | Did. | 〈Πείρεω:〉 οὕτως Πείρεω, ὡς ἀπὸ εὐθείας τῆς Πείρεως. Aint | |
20485a | Hrd. | Ῥίγμον: ὡς „ὅρμον“ (Α 435. ο 460 al.) εἰς ἰδιότητα· τὰ γὰρ εἰς γμος λήγοντα πάντα ὠξύνετο, ἀγμός ψυγμός, λυγμός. δοκεῖ δὲ τὸ „ὄγμοσ“ (cf. Λ 68. Σ 546 al.) ἀντικεῖσθαι {ῥίμφ’ ἅτε}. A | |
20485b | ex. | Ῥίγμον: ἀπὸ τοῦ ῥηγμός Αἰολικῶς αὐτόν φασιν εἰρῆσθαι Ῥίγμον· καὶ γὰρ τὸ〈ν〉 ῥηγνύμενόν φασιν. ἔνιοι δὲ „Ῥίγμονα“ λέγουσιν εἶναι τὸ τέλειον. T | |
20485c | ex. (Did.?) | ἄλλως· Ῥίγμονα: τινὲς ἀπ’ εὐθείας τῆς Ῥίγμων. T | |
20486a | ex. | 〈τὸν βάλε〉 μέσ〈σ〉ον ἄκοντι: ἄκοντι καταχρηστι‐ κῶς τῇ μελίᾳ, εἰ μὴ καὶ ἄλλο ἔτυχεν ἔχων δόρυ. T | |
20486b | Did. (?) | 〈ἐν πνεύμονι:〉 ἐν ἄλλῳ „ἐν νηδύϊ {χαλκόσ}“. Aim | |
20490-2 | ex. | ὡς δ’ ἀναμαιμάει〈—εἰλυφάζει〉: οὗτός ἐστι, περὶ οὗ φησιν „εἰ 〈πυρὶ〉 χεῖρας ἔοικε“ (Υ 371. 372). T πολλάκις δὲ χρησάμενος τῇ ἀπὸ τοῦ πυρὸς παραβολῇ ἐμψύχῳ νῦν τῇ ὀνοματο‐ ποιΐᾳ χρῆται, μαιμᾶν (cf. 490) λέγων τὸ πῦρ ὡς πᾶσαν ἐπειγόμενον | |
5 | τὴν ὕλην ἀναλῶσαι. πάντα δὲ πᾶσι παραβέβληται· ἥ τε γὰρ προ‐ | ||
θυμία τοῦ Ἀχιλλέως ὁμοία τῇ τοῦ πυρὸς ὁρμῇ καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων ὅμοιον τῷ τῆς ὕλης βάθει, καὶ τὸ εὐμεταχείριστον τῶν Τρώων τῷ τῆς ὕλης καταξήρῳ ἀπείκασται. ἔν τε τῷ εἰλυφάζει (492) τὴν ἐπὶ πλεῖον εἴλησιν τοῦ πυρὸς ἔδειξεν. b(BCE3E4)T | |||
20.490 | ex. | ἀναμαιμάει: μετ’ ἐνθουσιασμοῦ ἀναβάλλει τὴν κίνησιν. T | |
20.491 | ex. | 〈ἀζαλέοιο:〉 ξηρὰν ἔχοντος ὕλην. Til | |
20.494 | ex. | ῥέε δ’ αἵματι γαῖα: ἡ γῆ ὑπὸ τοῦ αἵματος †ἐρρεῖτο. T | |
20495-7 | ex. | ὡς δ’ ὅτε τις ζεύξῃ〈—ἐριμύκων〉: ὅλον ὅλῳ παραβέβληται. T | |
20.496 | Did. (?) | 〈ἐϋκτιμένῃ·〉 γράφεται „ἐϋτροχάλῳ {ἐν ἀλωῇ}“. Aim | |
20497a1 | Hrd. | 〈βοῶν〉 ὑπὸ πόσς’ ἐριμύκων: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· ἔχει γὰρ σύνταξιν πρὸς τὴν ἐπιφερομένην δοτικὴν τὴν ποσσί〈ν〉, ὁμοίως τῷ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ’ ἀέλλησ“ (Γ 13). A | |
20497a2 | οὐκ ἀναστρεπτέον τὴν ὑπό· ἔστι γὰρ ὑπὸ ποσσίν ὡς κἀκεῖ „ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλοσ“. b(BCE3)T | ||
20.502 | ex. | κῦδος: κῦδος ἤτοι T τὸ ἐκ τῆς ἀναιρέσεως Ἕκτορος ἢ καὶ τὸ ἐκ τοῦ συνειλῆσαι τοὺς πολεμίους εἰς τὸ ἄστυ. b(BCE3)T | |
20.503 | D | λύθρῳ: λύθρος ὁ ἐκ πολεμικῆς—αἷμα. A | |
20postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
21,pap12t | Pap. XII (ad Φ 1—516 [?]) | ||
21,pap121 | ]ο̣τε̣.[ [....]. α̣(.)ρ̣υ̣.ο̣.[.]...(.)ω̣.[ [ἀναγ]ινώσκειν τινὰς „ὁτε[δή“ [..λέ]γοντας τὸν δή ἐπι[ | ||
5 | [...] τῶ〈ι〉 ὅτε χρονικῶ〈ι〉 ἐπι.[ | ||
[..(.) ἐ]ν̣κλ{ε}ίνειν αὐτόν. ἀγ̣[νοοῦσι δὲ] [ὅτι τὸ] δή οὐκ ἔστιν ἀλλοιῶ[σαι τὸν] [τόνον] τ̣ῶ̣ν προηγουμένω̣(ν πόρον〈:〉 οἱ] [μὲν τὴ]ν διάβασιν ὁμοίως τ[ῶ̣〈ι〉 ἐν Β „καὶ] | |||
10 | [Θρύον] Ἀλφειοῖο πόρον“ καθ[ | ||
[.....]. καὶ πορευτὸς ὁ Ἀλφ[ειός. [......]αι τὰ Ὀ̣δ[υ]σ̣σ̣έω̣ς̣ δ̣ια̣ι[ [.......] ἐν τῶ〈ι〉 μ̣· „οἴκτιστον [δὴ κεῖνο] [ἐμοῖς ἴδο]ν ὀφθαλμοῖσι / πάν̣[των,] | |||
15 | [ὅσς’ ἐμόγη]σα πόρους ἁλὸς ἐξερε̣[εί‐] [νων.“ οἱ δὲ τὸ ῥ]εῦμα ἀπὸ τοῦ εἰς.[ [........(.)τὸ]ν διάρρουν. τοῦτο̣[ [........(.) Πτο]λεμαῖος. Ἀριστο[φάνης [.......... ἐχ]ρῆν διὰ τοῦ η γρά[φειν | ||
20 | [........ „εὐρρ]ῆοσ“, ἵν’ ἦ〈ι〉 ἀπὸ ὀρθῆ[ς [...........].ς· ἀγνοεῖ δ’ ὅτι ἀ..[ [............]σ̣ιν καὶ τὸ ἀνεπτ̣[υγμέ‐] [νον.........]ν̣ μὲν γὰρ συλλα[βὴν [............ ἐ]πὶ καθαροῦ τοῦ η[ς | ||
25 | [............] ἐ̣πὶ γενικῆς πα[ [............] „διοτρεφέοσ“· „θυμ[ὸς δὲ μέ‐] | ||
[γας ἐστὶ διοτρ]εφέος βασιλῆοσ“ [ [.............]σπασμένη δε[ [.............]ν̣ων. τὰ δὲ ἀπ[ | |||
30 | [.............]ενα εὐφωνία[ [.............]ον παρὰ τὸ ηρ[ [.............δ]ιό φησιν ιφι[ [..............(.)]δε τὸ κλέος α̣[ (finis columnae) | ||
21,pap1263 | [ γῆ φυ]σί[ζοοσ〈:〉 [ φυσί]ζωοσ[ [ ].ροις α[ | ||
[ φυσ]ίζωον ε.[ | |||
21,pap1265-(6)(5) | [ ἤ]θελε θυμῶ[〈ι〉 [ ]κ[ο]ν ηὔξηκ[ε [ ]ιν εὐλόγωσ[ [ ]καὶ ἄλλως δὲ[ [ ]τες τελευτᾶν̣[ | ||
10 | [ ]τ̣ον γε χρόνο[ν [ ]Στησιχόρω[〈ι〉 (finis columnae) | ||
21,pap12111 | [....... δεί]λην μέν, ὡς οἱ Ἀττ̣ι̣[κ]οί, [..........].σελαν, ὅθεν δεελ.ν φη‐ [σιν ........] „Τμᾶρες, ὅσοι ναίουσ[ι π]έλας | ||
[...........]ον“. αὐτὸς δὲ „δείελ̣ον̣“. Φρύ‐ | |||
5 | [νιχος δ’ ὁ τραγ]ικὸς ἐν Φοινίσσαις ...(.)η [.......... ὑ]πὸ τὴν δεείλην ..λ..ο [...........].ων ἄνδρες ἐκτείνοντο [...........]ην ἐς δ〈ε〉ιέλην. ταύτης δὲ [τὸ μετὰ μεση]μβρίαν κατάστημα δεί‐ | ||
10 | [λην πρωΐα]ν λέγουσιν οἱ Ἀττικοί, τὸ δὲ [πρὸ δύσε]ω̣ς ἡ̣λίου δείλην ὀψίαν. αὐτὸς [καὶ ἀρσενι]κ̣ῶ̣ς, „εἰς ὅ κεν ἔλθη〈ι〉 / δείε̣λος ὀψὲ [δύων, σκιάσ]η〈ι〉 δ’ ἐρίβωλον ἄρουραν“, ὡ̣ς̣ τ̣ὴν [ἑσπέραν] „ἕσπερον“. τρισὶ δὲ δια[στ]ήμασιν | ||
15 | [ὅλην ἡμέρ]αν περιώρικε[ν]· ἠοῖ, μέση〈ι〉 ἡμέ‐ | ||
21,pap12112 | [ρα〈ι〉, δείλη〈ι〉] Ἄρη〈ι:〉 τῶ〈ι〉 σιδήρω〈ι〉, [οἱ] δ̣ὲ̣ τῆ〈ι〉 π̣λ̣η‐ [γῆ〈ι〉. Ἑρμαπ]πίας δὲ περισπᾶι, ἵν’ [ἧ〈ι〉] β̣λά‐ | ||
21,pap12113 | [βη〈ι〉 βέλους] ἢ δόρατος ἢ ὅ γε δουρ[ὶ βαλ]ὼν [ἢ ἀπὸ νευρ]ῆφιν ὀϊστῶ〈ι:〉 πέπεισ[ται γὰρ] [ὅτι συστ]ά̣δην αὐτὸν οὐδεὶς ἀ[νελ]ε̣ῖ | ||
21,pap12122 | [ἘΝΤΑΥΘΟΙ] νῦν ἧσο μετ’ ἰχθύσιν〈:〉 [τὸ ἘΝΤΑΥ‐ [ΘΟΙ ὁ Θρ]ᾶιξ βαρυτονεῖ· τὸ γὰρ [πε]ρ̣ι̣σ̣π̣ᾶν [τῆς νεωτέρ]ας Ἰάδος. οἱ δὲ διὰ το[ῦ] „κ̣εῖ̣σο̣“, [.........]υ̣.ο. ἐκ τοῦ ἐνταῦθα̣ [πα]ρα‐ | ||
5 | [.........]ης ἐκ τοῦ ἐνταυθ[ί.(.)].την [........]σπωμένην γεγ[ονέ]ν̣αι. Ἀ‐ [ρίσταρχο]ς δὲ Ἀττικόν φη[σι τ]ὸ̣ ἧσο [ἀντὶ τοῦ] διάτριβε. ἐὰν δὲ [ψιλὴ] ἦ̣〈ι〉, εἰς | ||
[τὸ ὕπαρχε] μεταφραστέο[ν, .....]ο̣ | |||
10 | [.......(.) ἦ]σο. Ἀριστόν{ε}ικ[ος μετ’ ἰ]χθύ‐ [σιν· ἐν ἰχθ]ύσιν οἵ ς’ ὠτειλή[ν〈:〉 .....].. | ||
21,pap12123 | [.......]ε̣ις αἷμ’ ἀπ[ο]λ̣[ιχμήσονται〈:〉] [....... ἀ]πολείχ̣ε[ιν [....... ἀ]κηδέε[σ〈:〉 [.....οὐ φ]ροντίζο[ντες | ||
21,pap12125* | τ̣[ θ[ ⸐λε[ | ||
21,pap12126-7 | σω[..................θρώ〈ι〉σκων τις] κα[τὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐξει /] ἰχ[θύς, ὅς κε φάγη〈ι〉σι〈:〉 ...........(.)] καὶ Ἀρ̣ί̣[σταρχος ὑπὸ τὴν φρῖκα ἀΐξε]ι̣ τῶν | ||
5 | ἰχ[θύων τις κατὰ τὸ κῦμα κολυμ]βῶν, [ὃς φάγοι ἂν Λυκάονος δημοῦ· π]άν‐ | ||
τ̣ω̣[ς γὰρ ἔδει τὸν μέλλοντα τοῦ †ὑ]πο‐ φε[ρομένου† νεκροῦ ἅπτεσθαι ἰ]χθὺν ἀν̣[ωτέρω μετέωρον ὑπὸ τὴν φρῖκ]α ἐλ‐ | |||
10 | θεῖ̣ν̣[......................]τ̣ι ...[......................] „ὑπα‐ ΐξ[ει“ .....................]ν̣ διὰ το.[......................]ειον κε[...]τα[................. ὅ]πως | ||
15 | καθ̣άπερ ε[.................].α̣ι̣ ὄπισθεν ω[.................]α ν̣φιάλω〈ι〉 Ἰθ̣[άκη〈ι〉 ..........(.) ἐν τ]ῆ〈ι〉 δ’ τῆς Ὀδυσσ[είας· „ὅς κέν τοι εἴπη〈ι〉σιν ὁδὸ]ν̣ καὶ μέτρα [κελεύθου“. ἐν δὲ ταῖς Ἀρισταρ‐] | ||
20 | χείοις „ὑπ[αΐξει 〈/ ...〉 ὅς κε φάγη〈ι〉σιν“ ἐγέγρα‐] πτο καὶ τ[....................(.) ὑπα‐] ΐξει ἀκου[ πότνια .[ | ||
δὲ „ὑ[παλύξει“ ...............(.) ὅτι ὁ] | |||
25 | ἰχθ[ὺς ὁ Λυκάονος τὸν δημὸν φαγὼν] π{ε}ιμ̣[ελώδης γενόμενος τὸ κρύ‐] ος φε[ύξεται. ἀγνοεῖ δὲ ὅτι τὸ δια‐] νεστ[ηκὸς τῆς θαλάσσης ἐπιπολῆς,] οὐ τὸ κ[ρύος φησὶν Ὅμηρος φρῖκα·] | ||
30 | „ὡς δ’ ὅ[θ’ ὑπὸ φρικὸς Βορέω ἀνα‐] πάλλ[εται ἰχθύσ“, τῆς ἐπιτρεχού‐] σης κα[τὰ τὴν θάλασσαν πρὸ τῆς] τοῦ χ[ειμῶνος ἐμβολῆς | ||
21,pap12136 | []..[..]..ω̣ι̣ []η̣ι̣ [ὣς] ἄρ’ ἔφη, [ποταμὸς δὲ χολώσατο κη]ρό[θι] μᾶλλον〈:〉 []Σκ[ά]μαν‐ | ||
5 | [δρο]δ̣α̣ν̣α̣ []ανηρη | ||
21,pap12140* | []ἱστοροῦ‐ [σι]φανον | ||
[]. τούτου []ναυδη | |||
5 | []καιος []εκα []δ’ ἤδη []αρ []πολ‐ | ||
10 | (finis columnae) [ (12) ].φι̣[ [ (9) ]ο̣[..]ει̣πηλ̣ι̣[ [......(.)]α̣ Ἱππεὺς ἐν τῶ〈ι〉[ [......(.)]η̣σεν ὅτι οἱ τὰς.[ | ||
15 | [......(.)]λέγου̣[σι]ν αὐτὸ[ν] καὶ̣[ [.. τὰ ὅπ]λα αὐτοῦ δεικνύουσ[ι | ||
[......].εως ἀπὸ τῆς ὕλης τῆ[ς [......τ]οῦ Ῥήσο̣υ προσω〈ι〉κ[ει]ω[μέ‐] | |||
21,pap12144-5 | [...... ὁ] δὲ ἀντίος ἐκ ποταμ[οῖο /] [ἔστη ἔχ]ων δύ̣ο δο̣ῦρε〈:〉 διειλη[ [.......]σ̣ται̣ ὁ̣ π̣όνος, ὥς φη[σι] | ||
21,pap12146 | [..... ἐπ]εὶ κ[ε]χόλ[ω]το δαϊκ[ταμέ‐] [νων〈:〉 ὅτι ἐ]λλείπει ἡ περί· δ̣αϊ̣κ̣[ταμέ‐] [νων δὲ ἀ]νη〈ι〉ρημ̣ένων, ὁ μέσος [παθη‐] | ||
21,pap12155 | [τικῶς] δολιχε[γ]χέασ〈:〉 Σέλευκος {προπαρο‐} | ||
21,pap12155-6 | [ξύν]ε̣ι̣ ἥδε δέ μοι νῦν / ἠὼς ἐνδε[κάτη, ὅτ’] [ἐς Ἴλιο]ν ⟦.⟧ εἰλήλουθα〈:〉 ἐν τῆ〈ι〉 κατ’ Εὐ̣[ριπί‐] [δην καὶ] ἐν τισι ἄλλαις καὶ ἐν Δια[κό]σ̣μ̣ω̣〈ι〉 λ̣έ̣‐ [γεται Ἀ]στεροπαῖος οὕτως· „αὐ[τὰ]ρ Πυραί‐ | ||
5 | [χμης] ἄ[γ]ε Παίονας ἀγκυλοτόξου[ς] / Πηλε‐ [γόνο]ς θ’ υἱὸς περιδέξι[ος] Ἀστεροπ[α]ῖοσ“· [....].ος [γ]ὰρ αὐτὸς ἀπὸ τοῦ Διακ[όσμ]ο̣υ | ||
[.. εἰ] μὴ παραδέχοιτο δέ τις τὸν ⟦δ⟧ ἐ̣ν Δια‐ [κόσμ]ω̣〈ι〉 περὶ αὐτοῦ στίχ[ον], οὐδὲν κωλύει | |||
10 | [ἕνα τῶ]ν̣ ἐπ̣ὶ̣ μέρους ἡγεμόνων αὐτ[ὸν] ὄν‐ [τα μὴ] ὠνομάσθ̣αι καθάπερ Στιχίον, Σχε‐ [δίον, Φο]ίνικα, Πάτροκλον, Ἀντίλοχον, Τ[εῦκρ]ον· ὃς καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀγαμέμνο‐ νο̣[ς π]ροσηγόρευται, καθὰ κα[ὶ] Ἴστρος | ||
15 | φη[σί,] „Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, (finis columnae) | ||
21,pap12163 | [ (22) ]α[ [............ πε]ρ̣ιδ̣έ̣[ξιο]σ̣〈:〉 αν[ [........ ἀμφο]τέραι̣[ς ταῖ]ς χερ̣[σὶ | ||
[..........].. εἰς .[...]ονα[ | |||
5 | τὸ δόρυ· ουτ̣[.]κ̣α̣...[.]α̣.[. Ἀ]νακ[ρέ ἐν Παρθενείοις· „πα[ῖς δ’] Ἀστερο[παίου γε‐] γένημαι, ὅς πο̣[.]ια.αε̣ν.[...]ας / ἀμ[φοτέραι‐] σι χερσί / ῥῖπτε{ν} καὶ .[..]α̣μ̣[ ὁ̣ δὲ χαλκέοις θρασυ[ | ||
10 | γενὴς χὠμόπτο̣λισ̣[ μάχαι θαύμαινε ..[........... ἀζα‐] | ||
λέων ἱέντα ῥόμ[βον“ ..........ἀμφο‐] τέραις, τὴν δ’ ἀσπί[δα προαπέβαλεν, ὅ‐] τι δύσχρηστος ἐν [ὕδασιν | |||
15 | καὶ Ἀχιλλ....[ ὅθεν καὶ ἐν τῶ〈ι〉 ἀγῶ[νι ἆθλα μόνα τό τε] ξίφο[ς] αὐτοῦ τίθησιν [„ἀργυρόηλον /] καλὸ̣ν Θρη〈ΐ〉κιον“ κ[αὶ τὸν θώρακα „χάλκεον,] ὧ〈ι〉 π[ε]ρὶ χεῦμα φα̣[εινοῦ κασσιτέροιο] | ||
20 | ἀμ̣φ[ι]δεδ{ε}[ί]νη[ται“ (finis columnae) [ ]α̣ [ ] [ ]σ̣υν | ||
25 | [ ] [ ]ο̣ι̣ [ ]υ̣ν̣ [ ]ς̣ | ||
[ ].ς | |||
30 | [ ] [ ]ε [ ] [ ] [ ]. | ||
21,pap12195* | σανται̣[...](.)κ̣α̣[..].π̣ασ̣[..(.)].νκατέλεξα Ἀχελω[ΐου] ἀργυροδ[ί]νεω, / ἐξ οὗ πᾶσα θάλασ[σα“. κ]αὶ Μεγακλείδης δ’ [ἐ]ν̣ αʹ Πε‐ ρὶ Ὁμή[ρο]υ γράφει· „ποῖον ῥεῖθρο[ν] μεῖζον | ||
5 | Ἀχελώ̣[ι]ο̣υ, ‘ἐξ οὗπερ πάντες ποτ[α]μοί‘;“ .ὁ μέντ[οι γ’] Ἀρίσταρχος Ὁμηρικὸν αὐτ[ὸ]ν ἀποφ[αίν]ει· τὰ γὰρ ῥεύματα ἐξ Ὠκεαν[ο]ῦ | ||
εἶναι. [Σέλ]ευκος δ’ †ἐν εʹ [Ἡρ]ακλείας· „πῶ̣[ς δ’ ἐπορ[εύθ]η̣ς ῥεῦμα Ἀ[χ]ε̣λ̣[ω]ΐου ἀργυ[ρο‐] | |||
10 | δίνα, / Ὠκεανοῦ ποταμοῖ̣ο̣ [δι’] εὐρέος ὑγ[ρ]ὰ κέλευθ̣α;“. τοῦτο δὲ ἐμφαίν̣ε̣[ι]ν καὶ Πίν‐ δαρον, λέγοντα τὸν αὐλητικὸν κ[ά]λα‐ μον Ἀχελώιο[υ] ὕ̣[λη]ν, ἀντὶ̣ [το]ῦ̣ ὕδατ̣ο̣[ς·] „πρόσθα μὲν ἲ̣ς Ἀχελωΐου [τ]ὸν ἀοιδ[ότα‐] | ||
15 | τον / Εὐρωπία κρά̣να Μέλ[α]ν̣[ό]ς τε π[οτ]α‐ μοῦ ῥοαὶ τρέφον κάλαμο[ν“ (ἑ]τέρως γοῦν λέγειν· „Ὠκεανοῦ πέτ̣[αλ]α̣ κράνα[σ“), πολλούς τε πρὸ Δήμητρο[ς] θύειν Ἀ‐ χελώιωι, ὅτι πάντων πο[τα]μῶν ὄνο‐ | ||
20 | μα ὁ Ἀχελῶιος κα[ὶ] ἐξ ὕδα[τος] ὁ καρπός. Ἔφορος δ’ ἐν βʹ [φησὶ] τὸ [ἐ]ν Δωδώνη〈ι〉 μ[αν‐] τ〈ε〉ῖον σχεδὸν ἐν ἅπα̣σ̣ι̣ τοῖς χρησμοῖς προστάττειν Ἀχελ[ώι]ω〈ι〉 θύειν, ὅθε̣[ν] τοὺς Ἕλληνας πᾶ[ν] ὕ̣δ̣ω̣[ρ] πό̣τιμ̣ον | ||
21,pap12197 | νομίζειν Ἀχελῶι[ο]ν καὶ φρείατα [μ]α‐ κρὰ νάουσιν〈:〉 ὅτι ἀντὶ τοῦ νάει, ῥεῖ. μά‐ | ||
21,pap12203 | κρὰ δὲ ἀντὶ τοῦ βαθέα τὸν μὲν [ἄρ’ ἐγ‐] χέλυές τε καὶ ἰχθύεσ〈:〉 ἴσως ὅτι [μάλι‐] στα σαρκοφαγοῦσιν αἱ ἐγχέλυες, [κατ’] ἐ‐ ξοχὴν εἴρηνται· καὶ ἐλλείπε[ι] τὸ ἄ̣[λ‐] | ||
5 | λοι, ἵν’ ἦι καὶ ο̣ἱ̣ ἄλλοι ἰχθύ[ε]ς, ὁμοί[ω]ς τῶι „τῆ〈ι〉 μέν τ’ οὐδὲ ποτητὰ π[α]ρέρχ[ε‐] ται οὐδὲ πέ[λ]εια[ι] / τρή[ρω]ν[εσ]“. ἴ̣σ̣[ως] δ’ ὅτι ἐν ἰλύ̣ϊ̣ ε[ἰ]σὶ καὶ σαρ̣[κ]ὸ[ς ἀνθρωπεί‐] ου λιχνεύονται. ἢ κεχώ[ρικεν αὐτὰς ἀπὸ] | ||
10 | τ[ῶ]ν ἰχθύων, ὅτ[ι ο]ὔτε [ἐξ ὀχείας γίνον‐] τα[ι], καθά φησιν Ἀρ[ι]σ̣τ[οτέλης, οὔτε] ζωοτοκοῦσιν οὔτε [σπερματικοὺς πόρους] οὔτε ὑστερικοὺς ἔχουσιν, ἀλλ’ ἐκ τῶν καλουμένων γῆς ἐντέρ⟦ι̣κ̣⟧ων {ης} α[ὐ]τό‐ | ||
15 | μαται συνίστανται ἐν τῶι πηλῶ〈ι〉 καὶ ἐν τῆ〈ι〉 γῆ〈ι〉 τ[ῆ〈ι〉] ἐνίκμωι. ζῶσι δὲ̣ [κ]αὶ τρέφον‐ τ[αι] ὀμβρ̣[ίω〈ι〉] ὕδατι· ἐν [τ]αῖς γοῦν τελματώ‐ δεσι λίμ[ναι]ς τοῦ τε [ὕ]δατος παντὸς ἐ‐ ξαναλω[θ]έντος καὶ τοῦ πηλοῦ ἐξυσθέν‐ | ||
20 | τ[ο]ς γ{ε}ίνονται πάλιν, ὅταν ὕδωρ γένη‐ ται ὄμβριον. ἐν δὲ τοῖς αὐχμοῖς οὐ γ{ε}ί‐ νονται οὐδ’ ἐν ταῖς διαμενούσαις λί‐ μναις. ἐν δὲ τῶ〈ι〉 ζʹ φησὶν αὐτὸν λέ‐ γειν Δί̣δ̣υ̣μος ἀμαρτύρως ὅτι καὶ ἀλ‐ | ||
25 | ληλοφάγον ἐστὶν καὶ ὅτι ζῆ〈ι〉 ζʹ καὶ ηʹ ἔτ̣η. ἔστι δὲ καὶ μονογενὲς πάλιν, οὐ τὸ μὲν ἄρσεν, τὸ δὲ θῆλυ. καὶ ἐν τῶ〈ι〉 ἀγορανομικῶ〈ι〉 δὲ νόμω〈ι〉 Ἀθηναίων διέσταλται ἐγχελύων τέλη καὶ ἰχθύ‐ | ||
30 | ⸐ων ἀ[μ]φεπένοντο〈:〉 περὶ αὐτὸν ἐγί‐ νο[ν]το̣ ἐνεργοῦντες. προαναπεφώ‐ νηκε δὲ τὸ τρίτη〈ι〉 ἡμέρα〈ι〉 ἐσόμενον, ὅτε ἔμελλεν ἐπιπλεῖν· ἢ τότε ἔκει‐ το ἐν ταῖς ἄμμοις, 〈κ〉αὶ ἐγχέλυες ἤδη αὐ‐ | ||
21,pap12204 | τοῦ ἤσθιον ἐνδύουσαι δημὸν ἐρε‐ πτόμενοι ἐπινεφρίδιον κείροντεσ〈:〉 | ||
ὅτι ἡ π{ε}[ι]μελὴ [πε]ρὶ τοὺς νεφρούς ἐστι. τὸ δ’ ἐρεπ[τ]όμε[νο]ι σκληρῶς ἐπὶ τῶν | |||
5 | ἰχθύων κεῖται· ἐπ{ε}ὶ γὰρ τ⟦η⟧ῶν τῆ〈ι〉 γλώσση〈ι〉 λαμβανόντων ἀπὸ τῆς ἔρας [⸐]τὸ ἐρέπτεσθαι. κείροντες· δαπανῶν‐ | ||
21,pap12205,213 | τες μετὰ Παίονας: ἐπὶ Παίονας ἀνέ‐ ρ[ι] εἰδόμενοσ〈:〉 κα[ὶ Ἀ]ρίσταρχος διχῶς, | ||
21,pap12214 | εἰδόμενος κ[αὶ] „εἰσάμε[ν]οσ“ περ[ὶ] μὲν κρατέεισ〈:〉 περ[ι]σσῶς δὲ [ἰσ]χυρὸς ε̣ἶ αἴ‐ συλα〈:〉 ἄν[ο]μα· καὶ π[αρὰ] καθῆκον | ||
21,pap12217 | ἐξ [ἐ]μέθεν γ’ ἐλάσα[σ〈:〉 σὺν τ]ῶ〈ι〉 γ· παρὰ [δ]ὲ Ἀριστοφάνει „πελ[άσασ“] πεδίον [κ]ατὰ μέρμερα ῥέ[ζε〈:〉 τὰ] μερίμνης Inter hanc columnam et sequentem a margine superiore incipientia haec verba ad | ||
5 | perpendiculum directa exstant: | ||
Ἀμμώνιος Ἀμμωνίου γραμματικὸς ἐσημειωσάμην | |||
21,pap12218 | ⸐ἄξια κακά ἐρατεινὰ ῥέεθρα〈:〉 ὁ Σιδώνιός φησιν ὅτ[ι] ὁ πο[ι]ητὴς ἐξέ[πε]σεν εἰς τὴν διηγη[μ]ατικὴν κατασκε[υ]ὴν μιμη‐ τικῶν ὄντω̣ν̣ τῶν λόγω[ν. ο]ἱ δὲ τὰ φύ‐ | ||
5 | σει [κα]ὶ πρὸ τῆς παραποταμίας μάχης | ||
21,pap12219-20 | ἐρατεινά οὐδέ τί πη〈ι〉 δύναμαι π[ρ]ο‐ χέειν ῥόον εἰς ἅλα δῖαν / στε[ι]νόμενος νε[κ]ύεσσι〈:〉 στενοχωρούμ[εν]ος. παρὰ [τ]αῦτ̣α̣ Ἀλκαῖος· „στένω .[..] Ξάνθω ῤ[ό‐] | ||
5 | [ο]ς̣ ἐς θάλασσαν / ἴκανε“· καὶ ἐν Ὀδυσσεία〈ι·〉 „α̣ἶ̣[ψ]α κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ’ ἐόντα / †φεύγοντες† στείνοιτο“, οὐ‐ | ||
21,pap12220 | χ ὡς Σοφοκλῆς ‘στενάζοι‘ νεκύεσσιν〈:〉 ὑ‐ ⸏πὸ νεκύων. ἀϊδήλω⟦.⟧ς· ἀφανιστικῶς | ||
21,pap12221 | ἔασον〈:〉 αἱ Ἀριστάρχ〈ε〉ιοι οὕτως, ἵνα τὸ σύ‐ | ||
νηθες ἡμῖν ἦι. οἱ δὲ ἀντὶ τοῦ χορτά‐ σ̣θ̣ητι παρὰ τὸ „αἵματος ἆσαι Ἄρηα“, οὐ | |||
21,pap12221,225-6 | κ ε̣ὖ ἄγη· πλησμονή Ἕκτορι πειρη‐ θῆναι〈:〉 ἀντὶ τοῦ Ἕκτορι θέλω ἕως πέρα‐ | ||
21,pap12229-32 | ⟦.⟧τος ἐξ ἐναντίας πολεμῆσαι ὦ πόποι, ἀργυρότοξε, Διὸς τέκος, οὐ σύ γε βουλάς / †ἐφράσαο† Κρονίωνος, ὅ τοι μάλα πόλλ’ ἐ‐ πέτελλε / Τρωσὶ παρεστάμεναι καὶ ἀ‐ | ||
5 | μύνειν, εἰς ὅ κεν ἔλθη〈ι〉 / δείελος ὀψὲ δύων〈:〉 ἀποτείνεται ἐπὶ τὰ κοινῶς εἰρημέ‐ να πρὸς πάντας· „ἀμφοτέροισι δ’ ἀρή‐ γεθ’, ὅπη〈ι〉 νόος ἐστὶν ἑκάστου· / εἰ γὰρ Ἀ‐ χιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, / | ||
10 | οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πη‐ λείωνα ⟦(δείδω μὴ καὶ τεῖχος ὑπέρ)⟧“. αὐξητικῶς οὖν εἴρηκεν ὁ ποταμός· ἢ κατὰ τὸ σιωπώμενον οἰητέον τὴν̣ ἐ⟦.⟧ντ[ο]λὴν γεγενῆσθαι, ὅθεν | ||
15 | καὶ „αὐ̣τὰρ Ἀπόλλων οἶος ἐδύσετο Ἴ[λ]ιον ἱρήν· / βέμβλετο γὰρ οἱ τεῖχος | ||
21,pap12230 | ⸐ἐϋδμήτοιο π[ό]ληοσ“ εἰρύσαο〈:〉 πρὸς σε‐ ⸐αυτὸν ἐποιήσ̣ω, ἐφύλαξας ὅ{σσ}τοι〈:〉 ὅς | ||
21,pap12232 | σοι δείελος ὀψὲ δύων: ὅτ̣[ι ἀν]τὶ τοῦ δε[ίλη ἀρσενικῶς,] ὡ̣ς „θυρεὸν μέγαν“ ἀν‐ τ̣ὶ̣ [τοῦ θύραν .....]τ̣ο̣ δὲ ὁ δείελος κατὰ [.......... ἀπὸ] τῆς ζʹ ὥρας· ἐκείνη | ||
21,pap12234 | [.]ε.[............]τ̣ης, αὕτη δὲ ὀψία κρη‐ μνο[ῦ ἀπαΐξασ〈:〉 ἀφ]ορμήσας [ἀ]πὸ τοῦ κρη‐ μ̣ν[ο]ῦ̣[ὁ δ’ ἐπέσσυ]το οἴδματι θυίων〈:〉 δυ‐ ν̣[α]τ̣ώ̣τ̣[ερα ἢ Ἀχι]λλεὺς ἐφορμῆσαι | ||
5 | τ̣[ὰ κύματα τοῦ πο]ταμοῦ, ἐνθουσιῶν‐ | ||
21,pap12236,238 | [.]ο̣.[....... ἅλισ〈:〉 ἀ]θ̣ρόως χέρσον δέ〈:〉 τοὺς λ̣ε̣[λ]ο̣υ̣μ̣έ̣[νους ....(.)] εἰς τὸ πεδίον ἐ‐ | ||
21,pap12238-9 | ⸐κτὸς ἑ̣αυ̣[τοῦ ἐξέβ]α̣λλεν: ζωιοὺς δὲ σά‐ ω κατὰ [καλὰ ῥέεθρ]α, / κρύπτων ἐν δί‐ νη〈ι〉σι βα[θ]ε[ίη〈ι〉σι〈ν:〉 οἷο]ν ἐν κόλπω〈ι〉 τινὶ ὕδα‐ | ||
τος ὡς ἐπὶ τ[ῆς Τυρ]οῦς· „πορφύρεον δ’ ἄ‐ | |||
5 | ρα κῦμα πε[ριστάθ]η οὔρεϊ ἶσον / κυρτω‐ θέν, κρύψε[ν δ]ὲ [θεὸν] θνητήν τε γυναῖ‐ κα“. τρία δὲ [μὴ κατ’ ἄ]νδρα· τοὺς νεκροὺς ἐκβάλλει, τ[οὺς ζῶν]τας σώζει, πρὸς Ἀ‐ | ||
21,pap12240 | ⸐χιλλέα μ̣[άχεται] δεινὸν δ’ ἀ[μ]φ’ Ἀχι{λ}‐ ⸏λῆα κυκ̣[ώμενον] ἵστατο κῦ[μ]α· Πρω‐ ταγόρας φησ[ὶ πρὸ]ς τὸ διαλαβεῖν τὴν μάχην τὸ ἐ[πεισό]διον γεγονέναι τὸ ἑ‐ | ||
5 | ξ̣ῆ̣ς̣ τῆ̣ς̣ Ξά[νθου κα]ὶ θνητοῦ μάχης, ἵν’ εἰς τὴν θ̣ε̣ομ[αχία]ν̣ μεταβῆ〈ι〉· τάχα δὲ ἵνα καὶ τὸ̣ν̣ [Ἀχιλ]λ̣έ[α] αὐξήση〈ι〉 καὶ προ‐ καταπονή̣σ̣[ας τοῖς προ]τ̣έ̣ρ̣οις κινδύ‐ νοις ποιήση̣〈ι〉 [αὐτὸν .....]ς καταλαμ‐ | ||
10 | βάνοντα τὸ [πεδίον. ἐπ]ήδα δὲ οὐ‐ | ||
21,pap12246-7 | ⸐κ ἐν τῶ〈ι〉 ῥείθρω〈ι〉 [ἔτι, ἀλλ’ ἐν τ]ῶ〈ι〉 πεδίωι ὁ δ’ ἄρ’ ἐκ {.} δ{ε}ίν[ης ἀνορούσ]ας / ἤϊξεν ΠΕ‐ ΔΙΟΝΔΕ ποσὶ κ[ραιπνοῖσι] πέτεσθαι〈:〉 τῶ〈ι〉 δὲ ἅρματι οὐ̣[κ ἦν χρῆσθαι,] μὴ καθάπερ | ||
5 | ἐν 〈ε〉ἱρκτῆι τῶ〈ι〉 [...... κινδ]υνεύση〈ι〉 ὑπὸ | ||
συρέντων τῶ[ν .........(.)]ς̣ καὶ τοῦ πο‐ ταμοῦ θᾶσσ̣[ον .....(.) κἂν] ἠφανίζε‐ το ἡ ἀγων̣[ία.......] εἰ κινδύ‐ ⸐νου ὁ ἀ̣γω̣[νιῶν .......].ν δὲ τῶ〈ι〉 τό‐ | |||
10 | νωι .(.)[................]έστησε τὸν τ[ ξ[ ο[ | ||
21,pap12246* | δ[ λ̣ι̣.[.]η̣ς.[ δε[.]πη.[..................... „ἀνε‐] δύσ̣ετο λί[μνησ“ ...............εδύ‐] | ||
5 | ⟦ι⟧σετο π̣ελ[ ως ἐκ λίμν̣[ης τ̣αι ὡς ἐν.[ | ||
21,pap12247 | ⸐ἤϊ̣ξεν πεδ[ίοιο〈:〉 ὅτι ἐλλείπει ἡ διά ποσὶ] κραιπνοῖσ[ι πέτεσθαι〈:〉 ............] | ||
21,pap12249 | φέρεσθαι ἀκ[ροκελαινιόων〈:〉 μελαινό‐] μενος κατὰ τὰ [...................] τ[...(.)]τα γὰρ τ̣α[.................] θαλά̣σ̣σια φ⟦ε⟧α[....................(.)] | ||
5 | τυφλὸς ἐκ γεν̣[ετῆς .............] ὕδατ.....(.) [.....................] | ||
21,pap12249-50 | [ἵν]α μ[ιν παύσειε πόνοιο / δῖον Ἀχιλλῆα〈:〉] τοῦ κα[τὰ τὸν πόλεμον ἔργου. Ἀριστοφά‐] | ||
21,pap12251 | νης δ[ὲ „φόνοιο“, ........... ὅσον τ’ ἐπὶ] | ||
21,pap12252 | δουρὸ[ς ἐρωή〈:〉 .................. αἰ‐] ετοῦ ο[ἴματ’ ἔχων .......... θηρη‐] τῆροσ〈:〉 [............ μέλανας ὀφθαλ‐] μοὺς̣ [ἔχοντος | ||
5 | σωμα̣[ αἰετο̣[ [.]αισε[ δα̣ιοθ̣[ ηται κ̣[ | ||
10 | ἱστορη̣[ς ρον φ[ τύ̣π̣τ̣[ καὶ κρ̣[ατιστο κη κα̣[............(.) „καλεῖται με‐] | ||
15 | λανά̣[ετος καὶ λαγωφόνος. ἐκτρέ‐] φει δὲ [μόνος τὰ τέκνα οὗτος καὶ ἐξά‐] γει. ἔ[στι δὲ ὠκυβόλος καὶ εὐθήμων] | ||
καὶ ἄ[φθονος καὶ ἄφοβος καὶ μάχιμος] | |||
21,pap12282* | [.....(.)] δ̣ιη〈ι〉ρῆσθαι, καθ’ ὃν λόγον τὸ [.......].ν̣ ε δασυντεόν, τὸ δὲ α [ψιλωτέον]· ἀ̣πὸ̣ ταὐτοῦ δ’ εἴρηκεν· [„ὅν ῥά τ’ ἔνα]υλος ἀποέρση〈ι〉 χειμῶν⟦ος⟧ι | ||
5 | [περῶντα“] καὶ „Ἥρη δὲ⟦ι⟧ μέγα ἄϋσε περι‐ [δείσας’ Ἀχι]λ{λ}ῆϊ, / μή μιν ἀπο〈έ〉ρσειε μέ‐ [γας ποταμὸ]ς βαθυδίνησ“, καὶ ἕρσαν [..... δρόσ]ον, καὶ „χωρὶς δ’ αὖθ’ ἕρσαι“· εἰ‐ [..... αἱ ἁ]παλαὶ καὶ δροσώδεις. Κράτης | ||
10 | [δὲ „εἰλθέ]ντα“, ἵν’ ἦι ἐρχθέντα. καὶ τὴν [ἐξουλῆς] δίκην ἐντεῦθεν. ἐκτίθη‐ [σι δὲ καὶ Σ]όλωνος ἐκ εʹ ἄξονος· „ἐξο̣υ̣‐ [λῆς· ἐάν τι]ς̣ ἐξείλληι, ὧν {ε}ἂν δίκην 〈ν〉ι̣‐ | ||
[κήση〈ι〉 τις, ὅσ]ο̣υ̣ {ε}ἂν ἄξιον ἦ〈ι〉, εἰς δημόσι‐ | |||
15 | [ον .......]ι̣ν καὶ τῶ〈ι〉 ἰδιώτη〈ι〉, ἑκατέρω〈ι〉 | ||
21,pap12283 | [ἴσον“ ἔναυλ]ο{υ}σ〈:〉 χ〈ε〉ιμάρρους ὡς Ἀρίσταρ‐ [χος ......].ν παραμήκεσι τόποις [..........].νεσ̣αι ἐν τοῖς αὐλῶσιν [..........] α̣ὐλῶνες οἱ στενοὶ καὶ ἐ‐ | ||
5 | [πιμήκεις τό]π̣οι. ὁ δὲ Θρᾶιξ τὰ κοιλώ‐ [ματα, ..... α]ἱ ἐκ⟦...⟧ρύσεις τῶν πο‐ [ταμῶν πίμπλ]α̣νται· „καὶ ἐμπί{ν}πλη‐ [θι ῥέεθ]ρα / ὕδ̣α̣[το]ς ⟦..⟧ ἐκ πηγέων, [πάντ]ας δ’ ὀρόθυνο̣ν ἐναύλουσ“. αὐ̣‐ | ||
10 | [λὸς δὲ] πᾶν τὸ στεν̣ο̣ῦν. θ̣ύ̣ε̣ι οὖν ὁ̣ | ||
[Σιμό]εις δ̣ιὰ τὸ στενο̣ύ̣μεν[ο]ν π̣η̣‐ | |||
21,pap12286 | [γῶν ἄ]θροισμα χειρὶ δὲ χεῖρα [λ]αβόν‐ [τες] ἐπιστώσαντ’ ἐπέεσσι〈:〉 διὰ δε‐ [ξιᾶς] πίστιν ἐποιήσαντο τῶν λό‐ [γω]ν̣. Ἀριστοτέλης δὲ μὴ βοηθῆ‐ | ||
5 | [σαι] αὐτοὺς Ἀχιλλεῖ, ὅτι Ἥφαιστος [ἀντ]ετέτακτο τῶ〈ι〉 Ξάνθω〈ι〉. ἄτοπον [δὲ κ]αὶ νεανιεύεσθ̣α̣ι̣ πρὸς ἤπ̣[ιο]ν̣ | ||
21,pap12287 | [θεό]ν τοῖσι δὲ μύθων ἦρχε Πο‐ [σειδ]άων ἐ[ν]οσίχθων〈:〉 ὅτι Ποσει‐ δ̣ῶ[νος] κα[ὶ] Ἀθηνᾶς κα[ὶ] ἄλ̣[λων] μ̣ὴ̣ ὄντων ‘τοῖσ‘ εἶπεν, ὡς κα̣[ὶ] | ||
5 | ἐν Ὀδυσσεία〈ι〉 ἐπὶ Καλυψοῦς κ̣[αὶ] Ὀδυσσέως· „τοῖσι δὲ μύθων ἦρ̣[χε] | ||
21,pap12288 | ⸐Καλυψώ, δῖα θεάων“ μή τάρ τι λί‐ | ||
21,pap12290 | ην τρέε: μὴ ὑποχώρει Ζηνὸς ἐπα[ι‐] νήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθή‐ νη〈:〉 ἀθετεῖται, ὅτι {ὄνομα} οὐκ εἴ‐ ρηκεν ὄνομα τοῦ θεοῦ, ἀλλ’ ἐγώ, | ||
5 | μεταβεβληκὼς τὴν ἰδέαν εἰς ἄνδρα· [κ]αὶ γ[ὰ]ρ̣ οὐ⟦κα⟧δὲ κατὰ | ||
τὴν ἄφοδον σημείω〈ι〉 ἐπιφανεῖ τὸν Ἀχιλλέα ἐθάρσυνεν· „οὐδὲ Σκά‐ ⸐μανδρος ἔληγε τὸ ὃν μένος ἀλλ’ ἔ‐ | |||
10 | τι μᾶλλον / χώετο Πηλείωνι“. πρ̣ὸς ταῦτα λέγει Σέλευκος ἐν τῶ〈ι〉 γʹ Κατὰ τῶν Ἀριστάρχου σημείων ὅτι ἀνδράσιν ὡμοιωμένοι ὅμως κατὰ τ[ὸ] σ̣[ι]ωπώμενον διὰ τῆς δεξιώσε‐ | ||
15 | ω[ς] ἴχνη τοῦ θεοὶ εἶναι παρέχον‐ [τ]α̣ι̣· [ἐ]πεὶ πῶς εἰρήκασι „τ[ο]ί̣ω γάρ τοι νῶι θεῶν ἐπιταρρόθω [εἰμ]έν“; καὶ [ὑ]πὸ Διὸς δὲ κατὰ τὸ σ[ιω]π̣ώμε‐ νον ἐπέμφθησαν. ἐν [δ]ὲ τῶ〈ι〉 ε̣ʹ | ||
20 | [τ]ῶν Διορθωτικῶν ὁ αὐτὸς [ἀ]θ̣ετε̣ῖ̣ σὺν τοῖς ἑξῆς β̣ ὡς περισσο̣[ύ]ς. οὐ‐ | ||
21,pap12291 | κ εἶναι δὲ οὐδ’ ἐν τῆ〈ι〉 Κρητικῆ〈ι〉 πο‐ | ||
21,pap12292 | ταμῶ〈ι〉 γε〈:〉 ὑπὸ τοῦ ποταμοῦ λωφή‐ σει〈:〉 ἐνδώσει. ἀπὸ τῶν τοὺς λόφους τοὺς τραχήλους ὑποτιθέντων ζώιων· τέως γὰρ ζυγομαχοῦν‐ | ||
5 | τα ἐνδιδῶσιν ζευχθέντα. καὶ [ὁ] Καλλίμαχος· „ἦλθεν ὁ βοῦς | ||
21,pap12293 | ὑ[π’ ἄ]ροτρον ἑκούσιο⟦ν⟧σ“ πυ[κ]ινῶς | ||
21,pap12318?* | .......[ ι..ος.[ ⸐..υπ.[ | ||
21,pap12318-9?* | ...δε.[ | ||
21,pap12319-21?* | π̣εριοντα[ ..ο̣ν..[ τ̣α ποταμ̣[ τον απ̣τ̣[ | ||
5 | ὑπ’ ἄσιοσ̣[ μας εκ[ | ||
.βασ̣τα[ [.]π̣ε̣ν̣τ[ ].[ | |||
10 | (fort. finis columnae) | ||
21,pap12327* | [⸐]καθή〈ι〉ρει, κατ̣[έβαλλε, καὶ δασύνεται] | ||
21,pap12331 | ὄρσεο, ΚΥΛΛΟΠΟ[ΔΕΙΟΝ, ἐμὸν τέκοσ〈:〉] Πτολεμαῖος [τὴν παρατέλευτον περι‐] σπᾶι, ὅτι πάν[τα ἐπὶ παρεσχά[τ | ||
5 | .ον φασιν, ὅτ̣[ῖ τακ̣τ̣αι τὸ ι.[ κον νῦν ἀλλ[ [.]ος αὐτοῦ κ̣α[ | ||
τὸ ἔσ̣χ̣α[το]ν[ | |||
10 | πόδειον. β̣έλ[τιον ................(.)] οὐδετέρω〈ι〉 γὰ[ρ πρεπόντως, ἀλλὰ] ἀκ⟦..⟧αίρως τ[ὸ ἐπίθετον κεῖται] πρὸς τὴν φι[λανθρωπ ὅτι ὑπομεν[ | ||
15 | .[.]ν χειρουτ̣[ τοιοῦτο οὖν ἐ̣[.............(.) Σκα‐] | ||
21,pap12332 | [⸐]μάνδρωι θε̣[.......... ἠΐσκομεν〈:〉 ὡ‐] μ̣οι̣οῦμεν· ε[ἰκότως νομίζομεν ὅ‐] τι [ὕδω]ρ πυρ[ὶ ἐναντίον .(.)ν̣ε̣ων πο̣[ | ||
21,pap12334-5 | ε αὐτὰρ ἐ[γὼ Ζεφύροιο〈:〉 ἐν βʹ Περὶ τ̣[ | ||
μένων φη[σὶν ὅτι Ζέφυρος ὁ ἀπὸ ἑσπέ‐] ρας καὶ [ὁ] ἀ̣π̣[ὸ μεσημβρίας Νότος κα‐] | |||
5 | λεῖται παρὰ [.......(.), Νότος δὲ ἀργε‐] στής, ὅτι εἰς [τὴν Τροίαν ἀπὸ τῆς Πε‐] λοποννήσ[ου πνεῖ, ἔνθα κεῖται τὸ] Ἄργος. τὸ δ’ ἐξ [ἀνέμων δύο κεκραμένον] | ||
21,pap12335 | ⸐θύελλα εἴσο[μαι〈:〉 πορεύσομαι ........(.)] αὐτοὺς ἄλλο[ν ἀλλαχόθεν. Ζηνόδο‐] τος δὲ γράφει̣ [„ὄρσασα“ ὥστε τὸ εἴσομαι] | ||
21,pap12336 | γνώ[σ]ομαι αὐτ̣[ούς ἥ κεν ἀπὸ Τρώων κεφα‐] | ||
21,pap12337* | λάσ〈:〉 τοὺς Τρῶ[ας .................] ξιν τὴν φλό[γα, ..... Ἡσίοδος· „καῦ‐] μα δὲ θεσπ[έσιον κάτεχεν χάοσ“ ]τ̣ευ̣[ | ||
5 | ]ομ[ | ||
21,pap12351 | ]ἠδὲ̣ κ̣[ύπειρον〈:〉 αἱ ἐκ τῶν πό‐] | ||
[λεων „ἠδὲ] κ̣ύπα[ι]ρ[ον“ [........(.) ]ὅ̣τι τὰ..[ | |||
21,pap12353 | [........(.) ]ἐξῆλ̣θο̣ν̣ [τείρο]ν[τ’ ἐ]γχ[έ‐] [λυές τε κ]αὶ ἰχθύεσ〈:〉 [ὅ]τι κεχωρισ‐ | ||
21,pap12355 | [μένοι ἐγ]χ̣έλυες καὶ ἰχθύες πνο[ι‐] [ῆ〈ι〉 τειρό]μ̣ενοι〈:〉 τῆ〈ι〉 ἀποφορᾶ〈ι〉 τοῦ π̣[υ‐] [ρὸς κα]τ[α]πονούμενοι. „ῥιπῆ〈ι〉“ δὲ ἡ .[..] | ||
21,pap12356 | [..].[..(.) κ]αίετο δ’ ἲς ποταμοῖο〈:〉 ἢ [ἰ‐] [σχυρὸς ποτ]αμός. οἱ̣ δὲ τὸν καί σύν‐ [δεσμον ἐλά]μ̣βα[ν]ο̣ν̣, τὴν δὲ ἕ ἀντωνυ‐ [μίαν, ἵνα] ἦ〈ι〉 ‘κα[ὶ] α̣ὐ̣τὸν τοῦτο προσεῖ‐ | ||
5 | [πεν ἲς πο]τ̣α̣μ̣[οῖο‘. ἀ]ντιμαρτυρεῖ δὲ [τὸ „φῆ πυρὶ] κα[ιό]μ̣ενοσ“ καὶ τὸ „αὐτὰρ [ἐπεὶ Ξάνθ]ο̣ι̣ο δάμη μένοσ“· διὰ γὰρ | ||
21,pap12361 | [.......]ν̣.υ.απτέον ἀνὰ δ’ ἔφλυε [καλὰ ῥέε]θ̣[ρ]α〈:〉 ἡ φ[λ]υκτὶς ἀνάζεσις | ||
21,pap12363 | [τοῦ ὕδα]τος. [ο]ἱ δὲ̣ ἐ̣πλήθυε κν{ε}ί‐ | ||
[σην μελδ]όμενοσ〈:〉 Ἀρίσταρχος καὶ [ἡ Καλλιστ]ράτου̣ σὺν τῶ〈ι〉 ν κνίσην, [ἵν’ ἦ〈ι〉 συὸς] τὴν κνῖσαν τήκων, ὁμοί‐ | |||
5 | [ως τῶι „κ]νίσην δ’ ἐκ πεδίου ἄνε‐ [μοι φέρο]ν“. κνίση δὲ οὐ μόνον ὁ ἐ‐ [πίπλου]ς, ἀλ〈λ〉ὰ πᾶν λίπος. τὰ κν{ε}[ί‐] [ση δὲ ο]ὐδέποτε εἴρηκεν Ὅμηρο[ς]. [κυρίως] δ’ ἐστὶ μέλδειν, ὡς Δίδυ‐ | ||
10 | [μος, τ]ὰ μέλη ἔ̣δειν. ὡμοίωσε δὲ̣ [τὴν μὲ]ν ὑπὸ τῶ〈ι〉 ὕδατι γῆν τῶ〈ι〉 λέ̣‐ [βητι, τ]ὸ̣ δ’ ὕδωρ τῶ〈ι〉 λίπει. Κράτη[ς] [δ’ ἐν . Δ]ιορθωτικῶν γραφομέ‐ [νου „ΜΕ]ΛΔΟ〈ΜΕ〉Ν̣〈Ο〉“ φησὶν ἀντὶ τοῦ με[λ‐] | ||
15 | [δομέ]νου διὰ τὸ τοὺς ἀρχαίους [τῶ〈ι〉 ο τ]ὸ υ μὴ προστιθέναι ἀγνο̣‐ | ||
21,pap12459-60 | [ ].[ | ||
[ἀπόλ]ω̣ντ̣[αι / πρόχνυ κακῶσ〈:〉 [ ἀπο]λ̣εῖται[ [ ]υσιας ἐ.[ | |||
5 | [ ]προσω π[ρὸ γο]ν̣ά[των | ||
21,pap12462-3(6) | [ ]ειν Ἐν[οσίγ]αι’, [οὐκ ἄν με] | ||
21,pap12462-9?* | [σαόφρον]α μ[υθήσαι]ο / ἔν̣[μεναι, εἰ δὴ] [σοί γε βρο]τῶν ἕ[νεκ]α π[τολεμίξω〈:〉 | ||
21,pap12468-9(9) | [......ὣς] ἄρα φ[ωνή]σας [πάλιν ἐτρά‐] | ||
10 | [πετ’· αἴδ]ε̣το γ[ά]ρ̣ [ῥα] /π̣ατ̣[ροκασιγνή‐] (finis columnae) | ||
21,pap12474* | [ ].[..]..[ | ||
[ ].τι.[ [ ]αὔτω[ς [ ].ειρεα[ς | |||
5 | [ ὡς] γὰρ ὁ ἀθὴρ̣ [καταψώμενός] [ἐστ]ι λεῖ̣ος, ἀνάπαλ[ιν δὲ τραχύς,] [οὕτω]ς τὰ Κρητικὰ β̣[έλη ἐμπήσσε‐] [τα]ι μὲν τῆ〈ι〉 σ̣αρκὶ ἀ[κωλύτως, ἐξέρ‐] [χετ]αι δὲ δυσχερῶ[ς διὰ τὰς ἀπαγκι‐] | ||
21,pap12475-7(10) | [στρ]ώ̣σεις [μ]ή σευ̣ [νῦν ἔτι πατρὸς] [ἐ]νὶ μμεγάρ[ο]ισιν ἀ[κούσω / εὐχομέ‐] [ν]ου ὡς τὸ [πρὶ]ν ἐν [ἀθανάτοισι θε‐] [οῖσι]ν / ἄντ[α Π]οσ〈ε〉ι[δάωνος ἐναν‐] [τίβιον πολ]εμίζε[ιν〈:〉 | ||
15 | [ ]...οι.[ [ ].γὰρ μ[ [ ]ιωσ[ [ ]ρ̣σι[ | ||
[ ].[ | |||
21,pap12512 | [].ην̣[ .[ [στυφέ]λιξε.. ν̣[ | ||
21,pap12513 | [] ἔρις καὶ α[ [νεῖκοσ〈:〉 καὶ „νείκεα“ πληθυν]τικῶς. ε[ | ||
21,pap12516?*(5) | []ε̣λητο εξ[ (fines columnarum) | ||
21,pap12inc,d | [ ]αρσουκ̣[ | ||
[ ].ιωναμ̣[ [ ]ε̣ρεται ο̣ι̣ω[ [ ].νιωε.αιμ̣[ | |||
5 | [ ]υγετ̣α̣ι τ[ [ ]ο̣λ̣.[.]ν̣α̣[ [ ]τ[ [ ].[ | ||
21,pap12inc,e | [ ]λ̣ο̣φ[ [ ].ικαν[ [ ]ευο̣θ̣[ | ||
[ ]ο..εσ̣[ | |||
5 | [ ]απι̣νδ̣[ [ ]ρκ̣.(.)τα̣[ [ ]Ἀ̣ρχιλ[οχ [ ]της α̣.[ [ ]φεν̣[ | ||
21,pap12inc,f | [ ]ω̣[ [ ]ρ.[ [ ]νι.[ [ ]οτ̣ι[ | ||
5 | [ ]αι.[ [ ]σο̣μ̣[ [ ]ν̣[ [ ]ωμ̣[ | ||
[ ]..[ | |||
21,pap12inc,k | [ ]ν̣[ [ ]ο̣ι̣[ [ ]εκ̣[ [ ]μ̣[ | ||
5 | [ ]ελ̣[ [ ]ε[ [ ]ι[ [ ]η̣[ [ ]σ̣α[ | ||
10 | [ ]ο[ [ ]η̣[ | ||
21,pap12inc,l | [ ].[..]τ̣[ο]ῦτο [ | ||
[ ].ορ.(.)[. ἱ]στοροῦ̣[ | |||
21,pap12inc,m | [ ]. α.[ [ ].ι.[ [ ]ο̣με̣[ [ ]πο.εν[ | ||
5 | [ ]αι και.[ [ ].αι ἀνε[ [ ]ρ̣ι τουτο̣[ | ||
(finis columnae). | |||
211a | D | ex. | πόρον: ἤτοι τὸν ποταμὸν περιφραστικῶς—οἱονεὶ Κάμανδρον γενόμενον καμάτου ἑαυτῷ παραίτιον· | ὅθεν εἰκότως ὁ ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διΐ. Ξάνθος δὲ προσηγορεύθη, ἀφ’ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη, ὅτι ἐν | |
5 | αὐτῷ λουσάμεναι ξανθὰς ἔσχον τὰς κόμας. A | ||
211b | ex. | Did | πόρον 〈... ποταμοῖο〉: τὸν πορευτὸν αὐτοῦ τόπον, A b(BCE3E4)T „καὶ Θρύον Ἀλφειοῖο πόρον“ (Β 592). A οἱ δὲ τὸν ῥοῦν. οἱ δὲ πόρον Ξάνθου (cf. Φ 2) κατὰ περίφρασιν τὸν Ξάνθον. A b (BCE3E4)T | Ἀριστοφάνης γράφει „ῥόον“. AT | |
211c | ex. | ἐϋρρεῖος: ἀπὸ τοῦ εὐρύς, καὶ κατ’ ἐπένθεσιν τοῦ ι. ἢ ἀπὸ τοῦ εὐρέης εὐρέ〈ε〉ος καὶ κράσει. T | |
212a | ex. | Ξάνθου δινήεντος: Ξάνθου, ὅτι ξανθὰς ποιεῖ τὰς τρίχας. δινήεντος δὲ b(BCE3)T τοῦ περιφερῆ ῥεύματα ἔχοντος. b(BCE3E4)T | |
212b | ex. | ὃν ἀθάνατος τέκετο Ζεύς: πῶς ὕστερον μέν φησιν ἐπὶ τοῦ Ὠκεανοῦ „ἐξ οὗ περ πάντες ποταμοί“ (Φ 196), νῦν δὲ Διὸς τὸν Ξάνθον γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν θεοῦ πατὴρ ὁ Ζεύς, τοῦ δὲ ῥεύματος χορηγὸς ὁ Ὠκεανός· „ἐξ οὗ περ πάντες ποταμοί“ (Φ 196), | |
5 | „πατὴρ ἀνδρῶν τε θεῶν τε“ (Α 544. Δ 68 al.). b(BCE3E4)T ἢ διὰ τὸ πλέον χειμάρρουν εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησι· φησὶ γοῦν „ὀρόθυνον ἐναύλουσ“ (Φ 312), „ὅν ῥα τ’ ἔναυλος ἀποέρσῃ | ||
b(BE3E4)T χειμῶνι περῶντα“ (Φ 283). T | |||
212c | Ariston. | ὃν ἀθάνατος τέκετο Ζεύς: ὅτι Ζηνόδοτος γράφει „ἀθάνα‐ τον“, ἵνα μὴ ὁ Ζεὺς ἀθάνατος λέγηται, ἀλλ’ ὁ Ξάνθος. καὶ ἐν ἄλλοις δὲ εἴρηται „υἱὸς Σπερχειοῖο, τὸν ἀθάνατος τέκετο Ζεύσ“ (Β 741). καὶ καθόλου „ἀθανάτοισι θεοῖσι“ (Α 520. Ε 882 al.). A | |
212d | ex. (Ariston.) | ἄλλως· ὃν ἀθάνατος τέκετο Ζεύς: ὡς „υἱὸς Πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύσ“ (Β 741) καὶ „ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ“ (Ο 85). T | |
21.3 | ex. | ex. | ἔνθα διατμήξας 〈τοὺς μὲν πεδίον δὲ δίωκε〉: θαυμαστήν τινα τὴν φαντασίαν ὑποτίθεται, ὑφ’ ἑνὸς τοσαύτας μυριάδας ἀνδρῶν διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυεῖν αὐτὸν τάξεων εἶναι, b(BCE3E4)T ἀπονειμάμενον αὐτῶν τὴν ἑτέραν μοῖραν. T | τάχα οὖν ποικίλλει τὸν | |
5 | λόγον, μόνον αὐτὸν λαμβάνων. ἦσαν δὲ καὶ οἱ λοιποὶ ἐκεῖσε. b(BCE3 E4) | ||
21.4 | Did. (?) | 〈ᾗ περ Ἀχαιοί:〉 γράφεται „ᾗπερ οἱ ἄλλοι“. Aim | |
215a | ex. | ἤματι τῷ προτέρῳ, ὅτ’ ἐμαίνετο 〈φαίδιμος Ἕκτωρ〉: τὸ τῆς Νεμέσεως ἔδειξεν ὅτι, δι’ ἧς ἐδίωκον Τρῶες, ταύτῃ διώκονται· b(BCE3E4)T καὶ ὅ φησιν „ὁμοιΐου πτολέμοιο“ (Ι 440. Ν 358 al.), τοῦτο νῦν καὶ τόπῳ δείκνυσιν ἐμφανῶς. T | |
215b | Ariston. | ὅτ’ ἐμαίνετο φαίδιμος Ἕκτωρ: τοῦτο ἄν τις σημειώσαι‐ το πρὸς τὸ „τινάσσετο μαινομένοιο“ (Ο 609)· γράφουσι γάρ τινες | |
„μαρναμένοιο“. AT | |||
215c | ex. | ἐμαίνετο: ἐνθουσιωδῶς ἐμάχετο· διὸ οὐκ εἶπεν ‘ἐμάρνατο‘. b(BCE3E4)T | |
216-7 | ex. | 〈τῇ ῥ’ οἵ γε〉 προχέοντο 〈πεφυζότες, ἠέρα δ’ Ἥρη / πίτνα—ἐρυκέμεν: προχέοντο〉 ὡς ἐπὶ τῶν προβάτων, „ἐπ’ ἀλλήλῃσι κέχυνται“ (Ε 141), b(BCE3E4)T τὸ ἄτακτον καὶ ἀνώμαλον τῆς φυγῆς τούτων δηλοῖ. b(BCE3E4) εἰ δὲ Ἥρα | |
5 | ὁ ἀὴρ κατὰ τοὺς φυσικούς, πῶς τοῖς μὲν ἐπιχέεται, τοῖς δὲ οὔ; ἀλλὰ καὶ Ἀθηνᾶ „ἀχλύν / θεσπεσίην κατέχευε“ (η 41—2) τῷ Ὀδυσσεῖ, καὶ Ποσειδῶν τῷ Ἀχιλλεῖ ἀχλὺν ἐπέχει (cf. Υ 321—2). ὥστε οὖν ἐκπεσόντας τῆς πόλεως ἐμπεσεῖν τῷ ποταμῷ, τοῦτο ποιεῖ ἡ Ἥρα. T | ||
21.6 | ex. | πεφυζότες: δειλιῶντες· b(BE3E4)T „θεσπεσίη ἔχε φύ‐ ζα“ (Ι 2), ἀντὶ τοῦ δειλία. T | |
21.7 | ex. | πίτνα: ἐξέτεινε, b(BCE3)T „πιτνὰς εἰς ἐμὲ χεῖρασ“ (λ 392). T | |
21.8 | ex. | εἰλεῦντο: συνωθοῦντο. b(BCE3)Til | |
219a | ex. | 〈ἐν δ’〉 ἔπεσον: οὐκ εἶπεν ἐνέβησαν, ἀλλ’ ἐνέπεσον, τὸ ἀκούσιον τῆς φυγῆς θέλων σημᾶναι. b(BCE3E4)T | |
219b | ex. | πατάγῳ: πάταγος ψόφος ἐκ τριῶν μιγνύμενος, ὅπλων βοῆς ὕδατος. b(BE3E4)T καὶ Θουκυδίδης (7,84,3)· „ἐπί τ’ αὐτὸν ἐμπίπτουσιν οὐδενὶ κόσμῳ.“ T | |
219c | ex. | ἄλλως· πατάγῳ, βράχε 〈...〉 ἴαχον (Φ 10) 〈...〉 | |
ἀλαλητῷ (Φ 10): πάντα ταῦτα συνήγαγε πρὸς ἔμφασιν. T | |||
21.10 | ex. | ὄχθαι δ’ ἀμφὶ περὶ μεγάλ’ ἴαχον: αἱ περὶ αὐτὸν ὄχθαι ἀμφίαχον. ἢ πρὸς ἔμφασιν αἱ δύο κεῖνται προθέσεις, 〈ἵν’〉 ᾖ ὡς συνᾴδουσαι τοῖς ἐγχωρίοις· b(BCE3E4)T ἔμφασιν δὲ ἔχει ὁ τόπος ἐφ’ ἑκατέραν ὄχθην τοῦ ψόφου καὶ τῆς βοῆς ἀνακλωμένων. T | |
2111a | Did. | Nic. | ἔννεον ἔνθα καὶ ἔνθα 〈ἑλισσόμενοι περὶ δίνασ〉: ἔνιαι τῶν κατὰ πόλεις „νήχοντ’ ἔνθα καὶ ἔνθα“. | τὸ δὲ ἔνθα καὶ ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι. A | |
2111b | ex. | ἔνθα καὶ ἔνθα 〈ἑλισσόμενοι〉: οἱ μὲν πρὸς τὸ ἀνωφερές, οἱ δὲ πρὸς τὸ κατωφερὲς ἑλισσόμενοι· καὶ ἔμπροσθεν „ἡμίσεες δέ / ἐς ποταμὸν εἰλεῦντο“ (Φ 7—8). ἢ ἐπὶ πολλοὺς τόπους διερρῖφθαι τοὺς νηχομένους φησίν· διὰ γὰρ τούτου τοὺς οὐκ εὐχερῶς νήχεσθαι | |
5 | δυναμένους διὰ τὴν σφοδρότητα τοῦ ῥεύματος δείκνυσιν. T | ||
2111c | Did. (?) | 〈περὶ δίνας:〉 γράφεται „κατὰ δίνασ“. Aim | |
2112-4 | ex. | ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς 〈πυρὸς ἀκρίδες ἠερέθον‐ ται / —καθ’ ὕδωρ〉: ἐπεὶ ταπεινὴ ἡ εἰκών, ἐφαίδρυνεν αὐτὴν λέξεσι, τῷ ῥιπῆς (12) καὶ τῷ ἠερέθονται (12)· ἅπτουσι δὲ οἱ γεωρ‐ γοὶ πῦρ, διώκοντες αὐτὰς τοῦ σπόρου. b(BCE3E4)T ἐμφερέ‐ | |
5 | στατα δὲ ἐφ’ ἑκατέρου τῇ εἰκόνι κέχρηται· τὸ μὲν γὰρ ἀκαταμάχητον τοῦ διώκοντος πυρὶ παρέβαλε, τὸ δὲ ἄπρακτον τῶν φευγόντων ἀκρίσιν (cf. 12). b(BE3E4)T ἐντεῦθέν τινες Κύπριόν φασι τὸν ποιητήν· κατά τινας γὰρ χρόνους ὀχλεῖται ἡ Κύπρος ὑπὸ ἀκρίδων, ὡς | ||
〈ἡ〉 Κυρήνη καὶ ἡ Βάρκη. T | |||
2112a | ex. | ἀκρίδες: παρὰ τὸ κρᾶν, ὅ ἐστιν ἐσθίειν· „ὃς αἰζηῶν ἔκραε κηδεμόνασ“ (Call. fr. 551). AT ἢ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι τὰ ἄκρα ἐσθίειν. A b (BE3E4)T βροῦχος δὲ παρὰ τὸ βρύκειν. T | |
2112b | ex. | ἠερέθονται: ἐρεθίζονται. b(BE3E4)T πλεονάζει γὰρ τὸ η, ὡς „ἠμύει“ (Β 148). T | |
2114a1 | Hrd. | ὄρμενον {ἐξαίφνης}: ψιλῶς τὸ ὄρμενον· παρὰ γὰρ τὸ ὄρω κέκλιται ψιλούμενον καὶ βαρυνόμενον. καὶ ἤτοι ἐκ τοῦ ὠρμένον ἐστί, παρῳχημένον σημαίνοντος, καὶ ἔπαθε συστολὴν καὶ ἀναδρομὴν τοῦ τόνου, ἢ καὶ ἐκ τοῦ ὀρόμενον συνεκόπη. A | |
2114a2 | ψιλωτέον τὸ ὄρμενον· ἀπὸ γὰρ τοῦ ὄρω ἐστὶ ψιλουμένου καὶ βαρυνομένου ὀρόμενον ὄρμενον b(BCE3)T κατὰ συγκοπήν, | ||
ἢ ἐκ τοῦ ὠρμένον συστολῇ καὶ ἀναδόσει τοῦ τόνου. T | |||
2114b | ex. | πτώσσουσι: ἐμπίπτουσι καταπτήξασαι. b(BCE3E4)T | |
2116a1 | Hrd. | κελάδων ἐπιμίξ: βαρυτονητέον τὴν μετοχήν· κελάδον‐ τος γὰρ ἡ γενική, καὶ ἡ αἰτιατικὴ κελάδοντα, „πὰρ ποταμὸν κελά‐ δοντα“ (Σ 576), οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεσθαι τὸ ἐπιμίξ εἴπομεν ἤδη πολλάκις (e. g. ad Ξ 60). A | |
2116a2 | {κελάδων ἐπιμίξ:} τὸ μὲν κελάδων βαρυντέον· φησὶ γοῦν „πὰρ ποταμὸν κελάδοντα“, οὐ κελαδοῦντα. τὸ δὲ ἐπιμίξ ὀξυτονη‐ τέον. T | ||
2116a3 | D | Hrd. | ὁ κελάδων ἀντὶ τοῦ ἠχῶν. παροξυτόνως δέ· | παρὰ πο‐ ταμὸν γὰρ κελάδοντα, b(BCE3E4) οὐ κελαδοῦντα, φησίν. b (BCE3) | |
2117a | ex. | {αὐτὰρ} ὁ διογενής: μόνον τοῦτον οὕτω δίχα τοῦ κυρίου καλεῖ. T | |
2117b1 | Ariston. | δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃ: ὅτι ἀποτίθεται μὲν τὸ δόρυ ῥητῶς, ἀναλαμβάνει δὲ οὐ κατὰ τὸ ῥητόν, ἀλλ’ ὕστερον (sc. Φ 67—70) αὐτῷ φαίνεται χρώμενος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον, ἀγνοοῦντα ὅτι πολλὰ δεῖ προσδέχεσθαι κατὰ τὸ σιωπώμενον ἐνεργού‐ | |
5 | μενα. A | ||
2117b2 | οὐ δηλοῖ, πῶς ἀνέλαβεν αὐτό. T | ||
2117c | ex. | ὄχθῃ: ὄχθη καὶ κρημνὸς ταὐτόν· φησὶ γοῦν „μεσσοπαγὲς δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθησ“ (Φ 172) καὶ „οὐ δύνατ’ ἐκ κρημνοῖο ἐρύσσαι“ (Φ 175). b(BE3E4)T ὄχθαι δὲ οἱ παραποτάμιοι κρημνοί. T | |
2118a | ex. | ex. | κεκλιμένον μυρίκῃσιν, 〈ὁ δ’ ἔσθορε δαίμονι ἶσος: κεκλιμένον〉 περικεκλεισμένον, κεκρυμμένον. | πᾶσαν ἰδέαν μάχης διελθὼν ἐν τῷ πεδίῳ καὶ περὶ τὸ τεῖχος καὶ ἐν ταῖς ναυσί, καινόν τι ἐξεῦρεν ἐπὶ τῇ Ἀχιλλέως ἐξόδῳ τὴν παρὰ τῷ ποταμῷ μάχην, b(BC | |
5 | E3E4)T οὐ μόνον τὴν μονοείδειαν περιϊστάμενος, ἀλλὰ καὶ T καινὰς διαθέσεις ἐπεισφέρων τῇ ποιήσει· τετάρτην γὰρ ταύτην συνι‐ στὰς μάχην ἐπὶ λήξει τῆς ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἶδε βαρβάρους Ἀχιλλεῖ, καὶ ἄτοπον εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε μάχην παρεισάγει καὶ τὸν ποταμὸν †καθίστησιν†, εὔλογον ἀφορμὴν | ||
10 | λαβὼν τὴν ἀπὸ τῶν νεκρῶν στένωσιν (cf. Φ 218—20). b(BCE3E4)T | ||
2118b | ex. | ἄλλως· κεκλιμένον μυρίκῃσιν, ὁ δ’ ἔσθορε: Πυθοκλῆς ὡς ἓν προφέρεται τὸ ὁ δέ, ἵν’ ᾖ ἀντὶ τοῦ καί, ὡς ἠδὲ καὶ ἰδέ. T | |
2118c | Did. (?) | ἔσθορε: γράφεται καὶ „ἔνθορε“. AT | |
21.20 | ex. | τύπτε δ’ ἐπιστροφάδην: συνεστραμμένως, ἰσχυρῶς. ἢ μηδένα τόπον παραλιμπάνων, b(BCE3E4)T ὡς καὶ ἐπὶ τῆς τειχομαχίας· „πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν / ἐρράδατ’ ἀμφοτέρωθεν“ (Μ 430—1)· ἑκατέρωθεν γὰρ T ὑπ’ ὄψιν ἤγαγε | |
5 | τὸ πρᾶγμα καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων παρέστησε. b(BE3E4) | ||
T στόνος δὲ ἀεικὴς ὁ δεινὸς καὶ χαλεπὸς στεναγμός. b(BE3E4) | |||
2122-4 | ex. | ὡς δ’ ὑπὸ δελφῖνοσ〈—λάβῃσιν〉: καλῶς τὰ τῆς παραβολῆς. ὅτε μὲν γὰρ ὁ διώκων ἐπὶ γῆς ἦν, οἱ δὲ φεύγοντες εἰς τὸν ποταμὸν συνωθοῦντο, τὸν μὲν πυρί, τοὺς δὲ ἀκρίσιν ὡμοίωσεν· ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τό‐ | |
5 | πον ἡ παραβολὴ συνᾴδει. b(BCE3E4)T καλῶς δὲ καὶ δελφῖνι εἴκασται· θαλασσίας γὰρ δαίμονος υἱός. ὡς ἰχθύος δὲ ὄντος τοῦ δελφῖνος τὸ ἄλλοι (22) εἶπεν. καὶ Πίνδαρος (fr. 306) „ἰχθὺν παιδο‐ φάγον“ ἐπὶ τοῦ κήτους. T | ||
21.22 | ex. | μεγακήτεος: μέγα κύτος ἔχοντος, ὡς „μεγακήτεϊ νηΐ“ (Φ 222. Λ 5 al.). b(BCE3E4)T ἢ μεγάλου κήτους. b(BCE3)T | |
21.23 | ex. | μυχούς: τὰς διαδύσεις. b(BCE3E4)T γίνεται δὲ b(BC E3) παρὰ τὴν νύκτα, b(BCE3)T νυχὸς καὶ μυχός. b(BCE3) | |
2125a1 | ex. | ποταμοῖο κατὰ δεινοῖο: δίνας ἔχοντος καὶ ἤδη „ἀκρο‐ κελαινιόωντοσ“ (cf. Φ 249). T | |
2125a2 | μεγάλου καὶ θαυμαστοῦ. b(BCE3E4) | ||
2126a | ex. | πτῶσσον: κατέπτησσον ταπεινοῦντες αὑτούς. b(BCE3 E4)T κρημνοὺς δὲ τὰς ἐπικρεμαμένας τοῖς ὕδασιν ὄχθας. | |
b(BE3E4)T | |||
2126b | ex. | κάμε χεῖρας ἐναίρων: Ἑρμόδωρος ὁ ῥαψῳδὸς χεῖρας ἐναίρων ἤκουε ‘χειροκοπῶν‘, κατεχρήσατο δέ· κυρίως γὰρ ἐναίρειν τὸ σκυλεύειν, ὅθεν καὶ „κατηναρισμένασ“ φησὶν ὁ Σοφοκλῆς (Ai. 26). T | |
21.27 | ex. | rec. | δυώδεκα λέξατο 〈κούρουσ〉: ὡς εἰς θυσίαν μέλλων παριστάνειν τὴν καλουμένην δωδεκάδα. μεγάλην δὲ τὴν ὑπεροχὴν διὰ τούτου παρίστησιν, ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμαλώτους λέγων οἵους καὶ ὅσους ἐβούλετο, εἶτα καὶ τούτους καθ’ ἕνα συνδῆσαι, ὥσπερ | |
5 | ἀνδράποδα προτείνοντας τὰς χεῖρας (cf. Φ 30). b(BCE3E4)T | τοί‐ νυν συνυπούργουν αὐτῷ οἱ ἑταῖροι ἐν τούτοις πᾶσι, τὸ δὲ ὅλον ἦν τὸ αὐτοῦ. b(BE3E4) | ||
21.29 | ex. | {ἐξῆγε} θύραζε: καταχρηστικῶς, ὡς καὶ „ἐκ πόντοιο θύραζε“ (Π 408). T | |
2131a1 | ex. | τοὺς αὐτοὶ φορέεσκον 〈ἐπὶ στρεπτοῖσι χιτῶσι〉: περιπαθῶς ἄγαν: ταῦτα γὰρ ἀφορμὴ γέγονε τῶν δεσμῶν αὐτοῖς, ἃ εἰς σωτηρίαν ἐπήγοντο. T | |
2131a2 | περιπαθῶς καὶ τοῦτο· δείκνυσι γὰρ ὅτι ταῦτα αὐτοῖς ἀφορ‐ μὴ τῶν δεσμῶν ἐγένετο, ἃ εἰς σωτηρίαν ἐπήγοντο. b(BCE3E4) | ||
2131b | Ariston. | ἐπὶ στρεπτοῖσι χιτῶσι: ὅτι στρεπτοὺς χιτῶνας τοὺς νηστούς: ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα: „αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνοσ“ (Ε 113). A | |
2131c | ex. | στρεπτοῖσι: ἀντὶ τοῦ κλωστοῖς: ἐνήθετο γὰρ καὶ ἡ κρόκη. οὐδέποτε δὲ ἐγινώσκετο τρῖψις κρόκης, ἀλλὰ νῆσις. Μένανδρος (fr. 783 Koe.)· „κρόκην δὲ νήσεις στήμονα“. b(BCE3E4)T | |
2133a | Did. | 〈αὐτὰρ ὁ ἂψ ἐπόρουσε:〉 ἐν ἐνίαις „αὐτὸς δ’ αἶψ’ ἐπ‐ όρουσεν“. AT | |
2133b | Ariston. | δαϊζέμεναι μενεαίνων: πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου ὅτι ἀντὶ τοῦ δαΐξαι προθυμούμενος κατὰ τὸ συντελικόν. A | |
2133c | Did. (?) | 〈δαϊζέμεναι:〉 γράφεται „κατακτάμεναι“. Aim | |
2134a | ex. | υἱεῖ: περισπαστέον καὶ διὰ τῆς ει διφθόγγου γραπτέον· καὶ γάρ ἐστιν ἀπὸ τῆς υἱεύς. b(BCE3)T | |
2134b | ex. | ἄλλως· ἔνθ’ υἱεῖ Πριάμοιο 〈συνήντετο〉: μετέβαλεν εἰς ἄλλην διάθεσιν, ποικίλλων τὴν διήγησιν. πρῶτος οὖν καὶ τὸ τῶν περιπετειῶν εἶδος ἔδειξε, ποικίλον ὂν καὶ θεατρικὸν καὶ κινητικόν. πάντα δὲ λέγων ἀληθοποιεῖται τὸν λόγον. b(BCE3E4)T | |
2136a1 | Ariston. | ἀλωῆς: ὅτι ἀλωὴν τὴν δενδροφόρον γῆν νῦν λέγει· ἐπι‐ | |
φέρει γὰρ „ὁ δ’ ἐρινεόν“ (Φ 37). A | |||
2136a2 | δενδροφόρου γῆς. b(BCE3E4) | ||
2136b | ex. | οὐκ ἐθέλοντα: ἀντὶ τοῦ πρὸς βίαν. b(BCE3)Til | |
2137a | ex. | ἐννύχιος 〈προμολών〉: εἶπε γὰρ „πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον“ (Ι 325). T | |
2137b | Ariston. | ἐρινεόν: ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ἐρινεοῦ νέους ὄρπηκας. καὶ ἐν Ὀδυσσείᾳ (ς 396)· „ὁ δ’ ἄρ’ οἰνοχόον βάλε χεῖρα“ ἀντὶ τοῦ οἰνοχόου. ἔστι δὲ ἡ φράσις συνήθης αὐτῷ. A | |
21.38 | Hrd. | {τάμνε νέους} ὄρπηκας: ὁ Ἀσκαλωνίτης (p. 59 B.) ἐνθάδε γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας, ἐπεί, φησί, παρὰ τὸ ὀρού‐ ειν ἐγένετο, ἐπιλαθόμενος ἑαυτοῦ· ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳ‐ δίαις φησίν· „ὅσα ὀνοματικῶς σχηματίζεται ἀπὸ ψιλῶν ῥημάτων, | |
5 | ταῦτα δασυνθήσεται, ὡς ἀπὸ τοῦ ὀρούει ὅρπηξ.“ γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐστιν ἐκεῖνο λέγειν ὡς ἐπ〈ε〉ὶ τὸ α καὶ τὸ ε κατα‐ λήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ „ἅρπη“ (cf. Τ 350), „ἁρπάζω“ (cf. Γ 444. Μ 305 al.), „ἁρπαλέοσ“ (cf. ζ 250. θ 164 al.), „ἑρπετόν“ (cf. δ 418), „ἑρπύζω“ (cf. Ψ 225. | ||
10 | α 193 al.), „ἅρπυ〈ι〉α“ (Π 150), καὶ τὸ ὄρπηξ τούτοις συνεξομοι‐ οῦντές τινες ἠθέλησαν δασύνειν· οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεονασμῷ φησι τοῦ π γεγενῆ‐ | ||
σθαι τὸ ὄνομα. A | |||
2137-8a | ex. | ex. (Hrd.) | ὁ δ’ ἐρινεὸν 〈ὀξέϊ χαλκῷ /〉 τάμνε νέους ὄρπη‐ κας: ἀπὸ τοῦ γενικοῦ εἰς τὸ εἰδικὸν μεταβέβηκεν. b(BCE3)T | ὄρπηξ (cf. 38) δὲ ψιλοῦται· ἔστι γὰρ παρὰ τὸ ὄρω πλεονασμῷ τοῦ π, b(BE3)T εἰ καὶ 〈ὁ〉 λόγος κελεύει αὐτὸ δασύνεσθαι· τὸ γὰρ α | |
5 | καὶ τὸ ε εἰς ρ καταλήξαντα ἑπομένου τοῦ π δασύνεσθαι θέλει, „ἅρπη“ (cf. Τ 350), „ἑρπετόν“ (cf. δ 418)· οἷς συνεξομοιοῦσι καὶ τὸ ὄρπηξ. T | ||
2137-8b | Nic. | ἄλλως: ὁ δ’ ἐρινεὸν ὀξέϊ χαλκῷ / τάμνε 〈νέους ὄρπηκασ〉: εἰ διαστείλαιμεν βραχὺ ἐπὶ τὸ τάμνε (38), γένοιτ’ ἂν εὐλογώτερον τὸ σχῆμα, A b (BE3)T ὡς πρὸς τὸ σημαινόμενον ἀπηντηκότος αὐτοῦ. A | |
2137-8c | ex. (Ariston.) | | ἄλλως· ὁ δ’ ἐρινεὸν〈—ὄρπηκασ〉: ἀντὶ τοῦ ἐρινεοῦ, ὡς „γυναῖκά τε θήσατο μαζόν“ (Ω 58) b(BCE3E4)T καὶ „οἰνοχόον βάλε χεῖρα“ (ς 396). | τινὲς δὲ ἀντὶ τοῦ ξύλου· οὐ γὰρ εὐθετεῖ ὁ ἐρινεὸς εἰς ἅρματα· εἴη ἂν οὖν ξύλον ἀντὶ τοῦ ξύλου τε‐ | |
5 | θεικώς. T | ||
2139-48 | ex. | τῷ δ’ ἄρ’ ἀνώϊστον〈—νέεσθαι〉: ἀναγκαίως προεκτίθεται τὰ περὶ αὐτὸν ἅπαντα, ἵνα ἑξῆς (sc. Φ 74—84) ἱκετεύον‐ τος αὐτοῦ γνώριμος ὁ λόγος καθεστήκῃ. b(BCE3E4)T | |
21.39 | ex. | ἀνώϊστον: ἀνεπιλόγιστον· νωΐσασθαι γὰρ τὸ νοῆσαι. b(BCE3E4)T 〈ἢ〉 παρὰ τὸ 〈ὀ〉ΐσασθαι ἀνόϊστον καὶ κατ’ | |
ἐπέκτασιν. T | |||
2140a | Ariston. | 〈καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε:〉 ὅτι Aim ἐλλείπει ἡ εἴς, AimTil εἰς Λῆμνον. Aim | |
2140b | ex. | 〈Λῆμνον〉 ἐϋκτιμένην 〈ἐπέρασσε〉: ἤδη γὰρ αὐτὴν ᾤκουν Ἕλληνες τῶν Ἀργοναυτῶν. κυρίως δὲ περάσαι τὸ εἰς πέραν ἀποδόσθαι. T | |
21.41 | ex. | 〈νηυσὶν〉 ἄγων: ἴσως κελεύσας Πατρόκλῳ, ὡς καὶ „λούσας’ ἐν ποταμῷ“ (η 296). T | |
2142-3a | Nic. | κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, 〈πολλὰ δ’ ἔδωκεν, / Ἴμβριος Ἠετίων〉: τὸ ἑξῆς ἐστιν ἐλύσατο Ἴμβριος Ἠετίων. διὰ μέσου δὲ τὸ πολλὰ δ’ ἔδωκεν (42). A | |
2142b | ex. | ex. (Nic) | ξεῖνός μιν ἐλύσατο, 〈πολλὰ δ’ ἔδωκεν, / Ἴμβρι‐ ος Ἠετίων〉: ἐπιξενωθεὶς ἠλευθέρωσε. | τὸ δὲ ἑξῆς ξεῖνός μιν ἐλύσατο (42) Ἴμβριος Ἠετίων (43). b(BCE3)T | |
2143a | Ariston. | Ἴμβριος Ἠετίων: πρὸς τὴν ὁμωνυμίαν, καὶ ὅτι φίλοι τοῖς Ἕλλησιν οἱ Λήμνιοι, ἐχθροὶ δὲ τοῖς Τρωσίν· ἐπεί τοι διὰ τί μὴ τὸν υἱὸν τοῦ βασιλέως ἀπέδωκαν; T | |
2143b | ex. | Ἀρίσβη〈ν〉: μεταξὺ Περκώτης καὶ τῆς Ἀβύδου. T | |
2145-6 | ex. | 〈ἐτέρπετο ... / ἐλθὼν ἐκ Λήμνοιο:〉 σωθεὶς ἀπὸ τῆς | |
Λημνίας δουλείας b(BCE3E4)Til ἐτέρπετο. b(BCE3) | |||
21.48 | ex. (Ariston.) | | καὶ οὐκ ἐθέλοντα: περισσὸς ὁ καί. | ἴσως δὲ τὸ φιλόψυχον αὐτοῦ κωμῳδεῖ καὶ διὰ τοῦ πρώτου (sc. Φ 36). b(BCE3), T (bis) | |
2149-53 | Nic. | τὸν δ’ ὡς οὖν ἐνόησε〈—θυμόν〉: τὸ ἑξῆς ἐστι· τὸν δ’ ὡς οὖν ἐνόησεν (49), ὀχθήσας δ’ ἄρα εἶπεν (53). τὰ δὲ λοιπὰ 〈ὡσ〉 διὰ μέσου διορθωτέον. A | |
2150a | ex. | 〈γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδοσ〉 οὐδ’ ἔχεν ἔγχος: ὅμοιον τὸ σχῆμα τῷ „ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλ‐ λον“ (Γ 80). ἴσως δὲ καὶ διὰ τῆς ἐξαλλαγῆς χλευάζει τὸ πρόσωπον, ὡς οὐδὲ τῶν ἀμυντηρίων ἑαυτῷ τι καταλιπεῖν ὑπέμεινεν. T | |
2150b | ex. | 〈γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος:〉 οὕτω γὰρ καὶ ἐγνωρίσθη. b(BCE3E4)Til | |
21.54 | ex. | 〈ὦ πόποι:〉 πόποι οἱ θεοὶ παρὰ τὸ ἐποπτεύειν πάντα. Til | |
2155-9a | ex. | ἦ μάλα δὴ Τρῶες 〈μεγαλήτορες—ἐρύκει〉: ὑπερβολικῶς εἶπε ‘τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται, ὅπου θαλασ‐ σοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγεν‘. b(BCE3E4)T | |
2155-9b | ex. | 〈ἦ μάλα δὴ Τρῶεσ〉 μεγαλήτορεσ〈—ἐρύ‐ κει〉: Πῖος (fr. 6 H.) στίζει εἰς τὸ μεγαλήτορες (55), εἶτα τὸ ἑξῆς ἐν ἤθει φησὶν ἀναφωνήσας· ‘διαναστήσονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴπερ καὶ οὗτος ἴσχυσε διαπεραιωθῆναι.‘ b(BCE3E4)T | |
2155-6 | Nic. | ἦ μάλα δὴ Τρῶεσ〈—ἠερόεντοσ〉: ταῦτα ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον· διὸ καὶ τὸν ἦ (55) περισπαστέον, ὡς ἐκεῖ „ἦ μάλα δή τινα Κύπρισ“ (Ε 422), „ἦ μάλα δὴ τέθνηκεν“ (Σ 12). δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι, βαρυνομένου τοῦ συνδέσμου, | |
5 | ἵν’ ᾖ ὁ λόγος· ‘μέγα δὴ τοῦτο καὶ θαυμαστόν (cf. Φ 54), εἴπερ οἱ | ||
Τρῶες ἐξ Ἅιδου ἀναστήσονται, οὓς ἀνεῖλον.‘ A | |||
2157a1 | Hrd. | φυγὼν ὑπὸ νηλεὲς ἦμαρ: ἔφαμεν ὅτι, ἐὰν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως κέηται, μὴ γίνεσθαι ἀναστροφήν, ὥσπερ καὶ ἐνθάδε. A | |
2157a2 | {φυγὼν:} ἐπεὶ οὐδέποτε πρόθεσις ἀντὶ προθέσεως κειμένη ἀναστρέφεται. T | ||
21.58 | ex.(?) | 〈πεπερημένος:〉 εἰς τὸ πέραν πεπραμένος. Aint | |
2160-3 | ex. | ἀλλ’ ἄγε δὴ 〈καὶ〉 δουρὸσ〈—ἐρύκει〉: γενναῖον ἦθος καὶ ἐπάνω τῶν δεινῶν κείμενον ἡ εἰρωνεία παρίστησιν. b(BCE3) T | |
21.62 | Did. | 〈καὶ κεῖθεν:〉 ἐκ πλήρους τὸν καί σύνδεσμον Ἀρίσταρχος. Aim | |
21.63 | ex. | φυσίζοος: οὐ καλὸν τὸ ἐπίθετον ἐπὶ νεκρῶν καὶ τύμβων ταττόμενον. T | |
21.64 | ex. | ὣς ὥρμαινε μένων· 〈ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπώσ〉: ὁ μὲν περιμένει διὰ τὴν ὑπεροχὴν τεθαρρηκὼς ἑαυτῷ καὶ οὐχ οἷον ἁρ‐ πάζων τὸν καιρόν, ὁ δὲ ἐμπέδως πάντα ὁρῶν ἄφυκτα ἑαυτῷ αὐτὸς πρόσεισιν b(BCE3E4)T | |
2165-6 | ex. | περὶ δ’ ἤθελε 〈θυμῷ / —κῆρα μέλαιναν〉: ἐπιτείνει τὸ φιλόζωον, ὅπως συγγνώμην ἔχοι παρατείνων τὰ τῆς δεήσεως. b(BCE3)T | |
2167a1 | Ariston. | 〈ἤτοι ὁ μὲν〉 δόρυ μακρὸν 〈ἀνέσχετο〉: ὅτι κατὰ τὸ σιωπώμενον ἀνέλαβε τὸ δόρυ. T | |
2167a2 | ὅπως ἀνείλετο, ῥητῶς οὐκ εἶπεν. Aint | ||
2168-72 | ex. | οὐτάμεναι 〈μεμαώς—οὐδὲ μεθίει: οὐτάμε‐ ναι μεμαώς (67)·〉 ὥστε οὐκ ἀφῆκε τὸ δόρυ, ἀλλ’ ἐνέπηξε τῇ γῇ· τὸ γὰρ οὐτῆσαι ἐπὶ τοῦ τρῶσαι. T ἔστι δὲ ὥσπερ ἐν γραφῇ θεάσασθαι τὸν μὲν ἐπανατεινόμενον τὸ δόρυ τρῶσαι θέλοντα (sc. | |
5 | Φ 67—8), τὸν δὲ φθάσαντα τὴν πληγὴν καὶ τοῖς γόνασι προσπίπτοντα (sc. 68—9), καὶ τὴν μὲν αἰχμὴν τῇ γῇ προσπεπηγυῖαν (sc. 69—70), τὸν δὲ καὶ τῶν γονάτων ἐχόμενον (sc. 71) καὶ τὸ δόρυ κατέχοντα τοῦ κτείνοντος (sc. 72). b(BCE3E4)T | ||
2170a | ex. | ex. | χροὸς ἄμεναι: „ἄσασθαι κλαυθμοῖο“ (Ω 717). | ἐναγώ‐ νιον δὲ τὸ ἐνιαχοῦ ἀποτυγχάνειν καὶ παρέχειν καιρὸν τοῖς ἐλεεινο‐ λογήμασιν. T | |
2170b | ex.(?) | 〈ἄμεναι:〉 γεύσασθαι. b(BCE3) | |
2173a | Did. | καί μιν φωνήσας 〈ἔπεα πτερόεντα προσηύδα〉: τοῦτον προστιθέασί τινες οὐ φερόμενον ἐν ταῖς Ἀριστάρχου. ἐν δέ τισι „καί ῥ’ ὀλοφυρόμενοσ“. AT | |
2173b | Did. (?) | 〈καί μιν φωνήσας:〉 γράφεται „καί μιν λισσόμενοσ“. Aim | |
21.74 | ex. | αἴδεο 〈καί μ’ ἐλέησον〉: ὡς ἱκέτην προσδέχου· δύο γὰρ πρὸς σωτηρίαν ἀνυστικά, αἰδὼς καὶ ἔλεος. b (CBE3E4)T | |
2175a | Ariston. | ἀντί τοί εἰμ’ 〈ἱκέταο〉: ὅτι ἀντὶ τοῦ A ἴσος ἱκέτῃ εἰμί· A b (BCE3E4)Til „ἀντὶ κασιγνήτου ξεῖνοσ“ (θ 546) ἀντὶ | |
τοῦ ἴσος κασιγνήτῳ. A | |||
2175b | ex. | ex. | ἀντί τοί 〈εἰμ’ ἱκέταο〉: ὡς „ἀντιάνειρα“ (cf. Γ 189. Ζ 186), καὶ „Ἀντίκλεια“ (λ 85). T | ἱκέταο δὲ τοῦ εἰς τὴν ἑστίαν ἥκοντος καὶ ἱκετεύοντος. πιθανὴ δὲ ἡ ἐπανάληψις· ὁ γὰρ αἰχμάλωτος ἱκέτην ἑαυτόν φησιν· ἱκέτην γάρ, φασί, κυρίως καλοῦμεν τὸν ἑκουσίως | |
5 | καταφυγόντα, ὁ δὲ τῷ ὁμωρόφιος γεγονέναι καὶ τροφῆς μετεσχηκέναι (cf. Φ 76) εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἑαυτὸν τάττει. b(BCE3E4)T | ||
2176a1 | Porph. | πὰρ γὰρ σοὶ πρώτῳ πασάμην 〈Δημήτερος ἀκτήν〉: τὸ λέγειν ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἤσθιον, ἀλλ’ ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱός, καὶ οὐδαμοῦ τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις, ὅτι παρ’ Ἕλλησι πρώτῳ καὶ ξένῳ | |
5 | τῷ Ἀχιλλεῖ γεγονέναι φησί. A | ||
2176a2 | 〈πρώτῳ:〉 πρώτῳ ξένων. Til | ||
2176b | ex. | Δημήτερος ἀκτήν: τὸ τοῦ σίτου λεπτότερον. λέγεται δὲ ἀκτὴ b(BCE3E4) ἡ ἄγουσα ἡμᾶς καὶ πορεύεσθαι ποιοῦσα. ἄτοπον δὲ τὸν μεταδόντα τροφῆς, ἐξ ἧς ἄνθρωποι ζῶμεν, τῆς ζωῆς ἀφαιρεῖ‐ | |
σθαι. καὶ Δημήτερος φησὶν εἰς δεισιδαιμονίαν παρακαλῶν. καὶ ὁ μὲν | |||
5 | εἰς τροφὴν ἐπὶ τῷ πωλῆσαι παρέλαβεν, ὁ δὲ τοῦτο εἰς τὸ τῶν ἱκετῶν δίκαιον †ἔλαβε†. καὶ θαυμάσαι ἄξιον τὴν εὐπορίαν τοῦ ποιητοῦ· πολεμίῳ γὰρ προσώπῳ λόγον περιθεὶς ὅμως ηὐπόρησε πρὸς τὴν σωτηρίαν εὐλόγου προφάσεως. b(BCE3E4)T | ||
21.78 | Did. (?) | 〈καί μ’ ἐπέρασσας:〉 ἐν ἄλλῳ „καί με πέρασσασ“. Aim | |
2180a | ex. | λύμην 〈τρὶς τόσσα πορών〉: εὐκτικῶς, b(BCE3)T ἀντὶ τοῦ λυθησοίμην b(BCE3E4) παρασχὼν τοσαῦτα τριπλα‐ σίως· b(BCE3) πρὸς ὅ φησι· „μή μοι ἄποινα πιφαύσκεο“ (Φ 99): b(BCE3)T ἀφ’ οὗ καὶ πληθυντικαὶ κατὰ ἀναδιπλασιασμόν, „λε‐ | |
5 | λῦντο δὲ γυῖα ἑκάστου“ (ς 238). συνέσταλται δὲ διὰ 〈τὸ〉 μέτρον. T | ||
2180b | ex. | 〈λύμην τρὶς τόσσα πορών:〉 λυτρωθείην, ἂν τριπλάσια διδῶ σοι. Aim | |
2183a | Ariston. | 〈μέλλω που ἀπέχθεσθαι:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ἔοικα ἀπεχθά‐ νεσθαι. Aim | |
2183b | ex. (Ariston.) | ex. | μέλλω που ἀπεχθέσθαι 〈Διῒ πατρί〉: ἔοικα, φησίν, ἀπεχθὴς γεγονέναι τῷ Διΐ. b(BCE3)T | ἄκρως δὲ διαγράφει δειλόν, ἀπεγνωκότα μέν, ὅμως δὲ δεόμενον τῆς σωτηρίας 〈***〉· ἔχεται γὰρ ἁπάντων ἡ †ἀμείνων† ἐλπίς. b(BE3)T | |
21.84 | Did. | 〈αὖτις ἔδωκε:〉 Ἀρίσταρχος Ἰακῶς „〈αὖτισ〉 δῶκε“. Aim | |
21.85 | ex. | Λαοθόη, 〈θυγάτηρ Ἄλταο γέροντοσ〉: ἵνα δείξῃ ὅτι καὶ πρὸς μητρὸς εὐγενής ἐστι b(BE3E4)T καὶ πολλὰ δύναται δοῦναι. b(BE3E4) ἅμα δὲ ὅτι οἱ ἐν τύχαις μεγίσταις ἐλεοῦνται ἀτυχοῦντες. b(BE3E4)T | |
2186a | ex. | Ἄλτεω, ὃς Λελέγεσ〈σ〉ι 〈φιλοπτολέμοισιν ἀνάσ‐ σει〉: φασὶ Πρίαμον πρὸ τῆς Ἑκάβης γῆμαι τὴν Λαοθόην (cf. Φ 85 et 88), πασῶν τῶν Ἀσιατίδων εὐγενείας ἕνεκα προκρίνας τὸν γάμον τῆς κόρης. T | |
2186b | ex. | ἄλλως· Ἄλτεω: τὸ αὐτὸ ὄνομα διχῶς ἐσχημάτισεν, „Ἄλ‐ ταο“ (Φ 85) ὡς „Ἀτρείδαο“ (Α 203. Β 9 al.) καὶ Ἄλτεω ὡς Με‐ νέλεω. b(BCE3E4)T | |
2186c1 | Ariston. | Ἄλτεω, ὃς Λελέγεσσι: ὅτι τοὺς Λέλεγας ἐν 〈τῷ〉 Καταλόγῳ παρῆκεν· καὶ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. A | |
2186c2 | ἄλλως· Ἄλτεω: πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος τὸ σημεῖον. T | ||
2186c3 | σημειωτέον δὲ τὴν ἐπανάληψιν. b(BE3E4) | ||
2186d | Did. | 〈ἀνάσσει:〉 ἔνιαι τῶν κατὰ πόλεις „ἄνασσε“· Aint | |
2186e | ex. (Did.) | ἀνάσσει: Ἀρίσταρχος σὺν τῷ ι τὸ ἀνάσσει· οἱ δὲ χωρίς, οὐκ ἀλόγως· 〈ἔλεγε〉 γὰρ περὶ Πηδάσου ὡς πεπορθημένης, „πέρσε δὲ | |
Λυρνησσὸν [καὶ Πή]δασον“ (Υ 92)· εἰ μὴ ἄρα φαίημεν πεπορθῆσθαι μὲν πρότερον τὴν Πήδασον, ἀνειληφέναι δὲ πάλιν τὴν ἀρχὴν τὸν | |||
5 | Ἄλτην. T | ||
21.87 | ex. | ὑπὸ Σατνιόεντι: „ἐπὶ“ τοῖς ποταμοῖς φαμεν κεῖσθαι τὰς πόλεις. T | |
2188a | ex. | τοῦ δ’ ἔχε θυγατέρα 〈Πρίαμος, πολλὰς δὲ καὶ ἄλλασ〉: αὔξει τὸ γένος, Πρίαμον λέγων ἐπιδεδικάσθαι τὴν συγγέ‐ νειαν Ἄλτου. ἀλλοτριῶν δὲ ἑαυτὸν τοῦ γένους Ἕκτορός φησι πολλὰς δὲ καὶ ἄλλας. b(BCE3E4)T | |
2188b | Did. | 〈πολλὰς δὲ καὶ ἄλλας:〉 ἐν τῇ Μασσαλιωτικῇ „πολλῶν τε καὶ ἄλλων“. Aim | |
21.89 | ex. | σὺ δ’ ἄμφω δειροτομήσεις: {σὺ δὲ} ἐν ἐρωτήσει τινές {δέ}, ἵνα μὴ εἰδὼς πάλιν παρακαλῇ (sc. Φ 95). καταχρηστικῶς δὲ ἀναιρήσεις. T | |
2192a | Hrd. | {νῦν δὲ δὴ} ἘΝΘΑΔΕΜΟΙ: ἄμεινον ἀπολύτως ἀναγινώ‐ σκειν· πρὸς γὰρ τίνα ἡ διαστολή; A | |
2192b | Did. (?) | 〈κακὸν ἔσσεται:〉 ἐν ἄλλῳ „κακὸν ἔσσεαι“. Aim | |
2195a1 | Ariston. | οὐχ ὁμογάστριος: ὅτι Ζηνόδοτος γράφει „{ἐπεὶ} οὐκ | |
ἰογάστριοσ“, παρόσον ἐν ἄλλοις ἔφη „ἰῆς ἐκ νηδύοσ“ (Ω 496). ἴα δέ ἐστιν ἡ μία, καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπὶ τοῦ ὁμοῦ οὐδὲ κατὰ σύνθετον ἐκφέρει· „τῆς μὲν ἰῆς στιχὸς ἦρχεν“ (Π 173). A | |||
2195a2 | {οὐχ ὁμογάστριος:} Ζηνόδοτος „ἰογάστριοσ“, ἐπεὶ ἐν ἄλλοις ἔφη „ἰῆς ἐκ νηδύος ἦσαν“ καὶ „ἰῇ ἄρα γεινόμεθ’ αἴσῃ“ (Χ 477). T | ||
21.96 | ex. | ἐνηέα: ἐν τῷ ἐπιθέτῳ τοῦ φίλου μαλάσσειν αὐτὸν οἴεται, διδάσκων αὐτὸν ζηλοῦν τὴν προσήνειαν τοῦ φίλου. b(BCE3E4)T | |
2199a | ex. | νήπιε: διὰ τοῦ ἐπιθέτου πᾶσαν ἐλπίδα τοῦ πείθειν ἐξέκο‐ ψεν. b(BCE3E4)T | |
2199b | ex. | μή μοι ἄποινα 〈πιφαύσκεο〉: τινές, ἐπεὶ ἔλεγεν „ἑκα‐ τόμβαιον δέ τοι ἦλφον“ (Φ 79). ἢ ἐπεὶ διὰ τοῦ „μή με κτεῖνε“ (Φ 95) τοῦτο ὑπέφηνεν, ἢ διὰ τοῦ „νῦν δ’ ἐλύμην“ (Φ 80). T | |
21100-2 | ex. | πρὶν μὲν γὰρ Πάτροκλον—ἠδ’ ἐπέρασσα: τάχα τοῦτό φησιν ὡς ἐκεῖνος ἦν ὁ ἡμερῶν αὐτὸν πρὸς τοὺς ἁλισκο‐ μένους· διὸ καὶ αἱ αἰχμαλωτίδες ὡς ἤπιον αὑταῖς ἀπολοφύρονται τὸν Πάτροκλον (sc. Τ 282—302). b(BCE3E4)T | |
21.100 | ex. | 〈ἐπισπεῖν αἴσιμον ἦμαρ:〉 ἐπὶ τὴν πεπρωμένην ἐλθεῖν. Til | |
21101a | Did. (?) | 〈τόφρα τί μοι:〉 ἐν ἄλλῳ „τόφρα δέ μοι“. Aim | |
21101b | ex. | 〈τόφρα τι:〉 τότε. πλεονάζει δὲ τὸ τί. b(BCE3) | |
21101c | Hrd. | πεφιδέσθαι: παροξυτονητέον ὁμοίως τῷ „εὖ δ’ οἴκαδ’ ἱκέσθαι“ (Α 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. A b (BCE3)T | |
21.102 | Did. (?) | 〈ἠδ’ ἐπέρασσα:〉 ἐν ἄλλῳ „ἠδὲ πέρασσα“. Aim | |
21105a | Did. (?) | 〈καὶ πάντων:〉 γράφεται καὶ „συμπάντων“. Aint | |
21105b | ex. | περὶ δ’ αὖ Πριάμοιό 〈γε παίδων〉: ὁ μὲν ὡς ἐπὶ τῇ εὐγενείᾳ προὐβάλετο, ὁ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν. b(BCE3 E4)T | |
21105c | ex. | ἄλλως· περὶ δ’ αὖ Πριάμοιό 〈γε παίδων〉: ὁ μὲν ἔλεγεν ὅτι οὔκ εἰμι Ἑκάβης, ὁ δὲ ἀντέθηκεν ὅτι Πριάμου παῖς ἐστιν. b(BCE3E4)T | |
21106a | Nic. | ἀλλὰ φίλος θάνε 〈καὶ σύ. τίη ὀλοφύρεαι οὕτως;〉: τὸ ὑγιὲς συνάπτειν τῆς ἀντωνυμίας μέχρι, ἵν’ ᾖ ἐν σχήματι· ἀλλ’ ὦ φίλε καὶ σὺ ἀπόθανε, εἰρων〈ε〉ίας νοουμένης. εἶτα ἀφ’ ἑτέρας ἀρχῆς τίη ὀλοφύρεαι; A | |
21106b | ex. | ἀλλὰ φίλος θάνε καὶ σύ〈—οὕτως;〉: τινὲς ἀξιοῦσι μετὰ τὸ θάνε στίζειν, ἵν’ ᾖ ‘φίλος ἔθανεν ὁ Πάτροκλος, b (BE3E4)T καὶ σὺ τί θρηνεῖς οὕτως;‘. b(BE3E4) | |
21106c | ex. | ἄλλως· ἀλλά, φίλος, θάνε καὶ σύ: πιθανὴ ἡ εἰρωνεία πρὸς τὸν ξενίαν προβαλλόμενον (cf. Φ 76—7). θανάτου δὲ κρείσσων | |
ὢν παραμυθεῖται τὸν ἀγεννῶς τοῦ ζῆν ἐφιέμενον. b(BCE3E4)T | |||
21106d | Did. | 〈οὕτως:〉 οὕτως Aim διὰ τοῦ ο ἅπασαι AimTil οὕ‐ τως. Aim | |
21.108 | ex. | καλός τε μέγας τε: ὁπότερον γὰρ ἂν θατέρου στερηθῇ, πρὸς σωματικὸν κόσμον ἀτελές. b(BCE3)T | |
21110a | Hrd. | Nic. | ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα κραταιή〉: Ἀρίσταρχός φησι τὴν ἐπί ἀναστρέψαι, ἵνα σημαίνῃ τὸ ἔπεστιν, ὁμοίως τῷ „σοὶ δ’ ἔπι μὲν μορφὴ ἐπέων“ (λ 367). οἱ δ’ ἐφύλαξαν τὸν τόνον, τῇ ἐμοί ἀντωνυμίᾳ συντάσσοντες αὐτήν, ὥστε τὸ ἑξῆς | |
5 | εἶναι ‘ἀλλὰ καὶ ἐπ’ ἐμοί‘. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. | στι‐ κτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τούτου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρ‐ χον ἐδόκει· A λείπει γὰρ τὸ ἐστί AAim ῥῆμα. τὸ δὲ ἑξῆς ἀφ’ ἑτέρας ἀρχῆς· „ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ“ (Φ 111). ἔσται δὲ ὁ λόγος τοιοῦτος· ‘ἔσται τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ | ||
10 | δειλινὴ ὥρα, καθ’ ἣν 〈κἀ〉μέ τις ἀνέλῃ‘ (cf. Φ 111—2). οὕτως δὲ χωρὶς τοῦ ς γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ διορθώσει (p. 112 Schm.). A | ||
21110b1 | ex. | ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα κρα‐ ταιή〉: οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστιν ‘ἐπ’ ἐμοί‘, ἵν’ ᾖ {τὸ ἑξῆς} ‘ἀλλὰ καὶ ἐπ’ ἐμοὶ ἔσσεται‘ (cf. Φ 110—1). τινὲς δὲ τελείαν δόντες ἐν τῷ προτέρῳ (sc. 110) τὸν ἑξῆς ὡς ἀπό τινος ἀρχῆς | |
5 | προφέρονται τὸν „ἔσσεται ἢ ἠώσ“ (Φ 111) καὶ τὴν ἐπί ἀναστρέ‐ φουσιν, ἵν’ ᾖ ἔπεστιν. οὕτως Ἀρίσταρχος καὶ Νικίας (fr. 20 B.). ἄμεινον δὲ τὸ πρῶτον, ὥσπερ ἔχει καὶ τὰ τῆς παραδόσεως. T | ||
21110c1 | ex. (Nic.) | ἄλλως: ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ 〈θάνατος καὶ μοῖρα | |
κραταιή〉: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον δοκεῖ. καὶ τὸ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς· „ἔσσεται †ἠὼς ἢ δείλη“. τὸ δὲ λεγόμενον τοιοῦτον· ‘ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ | |||
5 | δειλινὴ ὥρα, καθ’ ἣν κἀμέ τις ἀναιρῇ‘ (cf. Φ 111—2). καὶ χωρὶς τοῦ ς τὸ „δείλη“ (Φ 111), ὡς καὶ Δίδυμός φησιν (cf. p. 112 Schm.). T | ||
21110b2/c2 | ex. | ex. (Nic.) | οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστιν ‘†ἐπί σοι καὶ† ἐμοί‘. ὁ δὲ Ἀρίσταρχός φησιν, ‘ἀλλ’ ἔπεστι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα‘, | καὶ ἀξιοῖ στίζειν εἰς τὸ κραταιή. τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς· „ἔσσεται ἢ ἠὼς ἢ δείλη“, ‘ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ | |
5 | δείλη‘. τὸ δὲ „δείλη“ χωρὶς τοῦ ς, ὥς φησι Δίδυμος. b(BCE3E4) | ||
21111a | Ariston. | ἔσσεται ἢ ἠὼς 〈ἢ δείλη ἢ μέσον ἦμαρ〉: ὅτι ὅλην τὴν ἡμέραν εἰς τρία διαιρεῖ, ἠῶ τὴν πρωΐαν, μεσημβρίαν πᾶν τὸ μέσον τῆς ἡμέρας, δείλην, ὅτε ἐνδεῖ ἡ τοῦ ἡλίου ἕλη, τουτέστιν ἡ αὐγή, ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγόν, ἑῴαν. A | |
21111b1 | ex. | ἠώς: ἕωθεν ἕως μεσημβρίας, ὡς τὸ „ὄφρα μὲν ἠὼς ἦν 〈καὶ ἀέξετο ἱερὸν ἦμαρ〉“ (Θ 66. Λ 84 al.) καὶ „πᾶσαν δ’ ἠοίην 〈μένομεν τετληότι θυμῷ. /〉 ἔνδιος δ’ ὁ γέρων“ (δ 447. 450). ἡ δὲ μετὰ μεσημβρίαν ἕως ἑσπέρας δείλη, ἧς τὸ μὲν πρῶτον δείλην πρωΐην, τὸ | |
5 | δὲ πρὸς ἑσπέραν δείλην ὀψίαν Ἀττικοί φασι. τρισὶ δὲ διαστήμασιν | ||
ὥρισε τὴν ἡμέραν διὰ τὸ μηδέπω ὡροσκοπίαν παραδεδόσθαι. T | |||
21111b2 | ἠὼς μὲν γὰρ ἡ ἕωθεν ἕως μεσημβρίας ὥρα, μεσημβρία δὲ ὁ καιρὸς τῆς ἕκτης, ἣν Ἀττικοὶ δείλην λέγουσι πρωΐαν, δείλη δὲ ἡ μετὰ τὴν ἕκτην, ἣ καὶ δείλη ὀψία καλεῖται. b(BCE3E4) | ||
21111c1 | ex. | 〈ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ:〉 ὅλαι εὐθεῖαί εἰσιν. δίχα οὖν τοῦ ς ἡ δείλη. Til | |
21111c2 | εὐθεῖαι δέ εἰσιν αἱ τρεῖς. b(BCE3E4) | ||
21111d | Did. | 〈δείλης:〉 Ἀρίσταρχος χωρὶς τοῦ ς, „δείλη“. Aim | |
21.112 | ex. | Ἄρῃ: τῷ σιδήρῳ. b(BCE3)T συνείληπται δὲ ἀπὸ τοῦ Ἄρηϊ. T τινὲς δὲ „ἀρῇ“, βλάβῃ βέλους ἢ δόρατος. b(BCE3 E4)T | |
21.113 | ex. | ἢ ὅγε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν 〈ὀϊστῷ〉: πέπεισται γὰρ ὡς οὐδεὶς αὐτῷ συνελθὼν συστάδην ἀνελεῖ. b(BCE3)T | |
21.114 | ex. | αὐτοῦ: ἐν ᾧ ἦν τόπῳ ἱκετεύων. b(BCEE4)T | |
21.115 | ex. | ὁ δ’ ἕζετο χεῖρε πετάσσας: ἀπογνοὺς κἂν τὸν σύντομον αἱρεῖται θάνατον. A b (BCE3E4)T | |
21.120 | ex. | ποταμὸν δὲ λαβὼν 〈ποδὸς ἧκε φέρεσθαι〉: τὸ μὲν τοὺς ἐν τῷ ποταμῷ ὄντας ἐπιβάντα ἀναιρεῖν συγγνωστόν, τὸ δὲ καὶ τοὺς ἐν τῇ γῇ ἀναιρουμένους εἰς τὸ ῥεῖθρον ἐμβάλλειν αἰτίαν πιθανὴν παρέχει τῷ ποταμῷ εἰς τὴν κατ’ Ἀχιλλέως ἐπιβουλήν. ἔπειτα καὶ κατ’ | |
5 | αὐτοῦ βλασφημεῖ· b(BCE3)T „οὐδ’ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης / ἀρκέσει“ (Φ 130—1). T θηρώμενος οὖν ὁ ποιητὴς | ||
τὴν πρὸς τὸν ποταμὸν μάχην, ζητεῖ πιθανὰς αἰτίας. b(BCE3)T | |||
21.121 | Did. (?) | 〈ἔπεα πτερόεντ’ ἀγόρευεν:〉 γράφεται „ἔπεα πτερόεντα προσηύδα“. Aim | |
21122a1 | ex. | ἘΝΤΑΥΘΟΙ νῦν ἧσο: †περισπαστέον τὸ ἘΝΤΑΥ‐ ΘΟΙ· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. τὸ δὲ ἧσο δασυντέον· τινὲς δὲ ψιλοῦσιν, ἵν’ ᾖ ἀντὶ τοῦ ἴσθι. ἔνιοι δὲ γράφουσιν „ἐνταῦθοι νῦν κεῖσο“· ἄμεινον δὲ τὸ πρῶτον. T | |
21122a2 | {ἐνταυθοῖ:} τὸ ἘΝΤΑΥΘΟΙ †περισπαστέον· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. οἱ δὲ „ἐνταυθοῖ {ἧσο}“. δασυντέον δὲ τὸ ἧσο. φέρεται δὲ καὶ ἡ „κεῖσο“ γραφή. A | ||
21122b1 | ex. | ἄλλως· ἘΝΤΑΥΘΟΙ: Ἀττικόν ἐστιν· οἱ δὲ ἀπὸ τοῦ ἐνταυθί. ἧσο δὲ δίαγε ἢ T ὕπαρχε. TTil | |
21122b2/a3 | ex. | ex. | τινὲς ἧσο γράφουσιν, ἀντὶ τοῦ δίαγε, ὕπαρχε, | ὃ καὶ δασύνεται. τὸ δὲ †ἐνταυθοῖ περισπαστέον Ἀττικῶς. b(BCE3) | |
21122c | Did. | 〈κεῖσο:〉 διχῶς, κεῖσο καὶ „ἧσο“. Aint | |
21122d | Did. | 〈ὠτειλήν:〉 οὕτως διὰ τοῦ ν, ὠτειλήν, ἅπασαι. Aint | |
21123a | ex.(?) | 〈ἀπολιχμήσονται:〉 καταφάγωσιν. b(BCE3) ἀπὸ | |
τοῦ λείχειν δὲ εἴληπται τὸ λιχμᾶν. b(BCE3E4) | |||
21123b | Hrd. | ἀκηδέες: ὡς εὐσεβέες, ἵνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ ἐπίθετον, τουτέστι μηδεμίαν φροντίδα ἔχοντες. A | |
21123c | ex. | ἀκηδέες: οὐ κηδόμενοι. b(BCE3E4)T οἱ δὲ ὡς ἀνη‐ λεές, ἐπὶ τοῦ Λυκάονος. T | |
21123-4a1 | ex. | οὐδέ σε μήτηρ 〈/ —γοήσεται〉: ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο, „μινυνθάδιον δέ με μήτηρ / γείνατο“ (Φ 84—5), „τῆς δὲ δύω γενόμε〈σ〉θα“ (Φ 89), ὥσπερ ἐμπιπλάμενος τῆς κατὰ τῶν πολεμίων κολάσεως τοῦτό φησιν. T | |
21123-4a2 | ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο ἐκεῖνος, ὅτι ὡραία καὶ πλουσία ἦν, οὗτος, ὥσπερ ὑπερεμπιπλάμενος τῆς εἰς τοὺς πολεμίους κολάσεως, φησὶν ὅτι οὐδὲ ἐκείνη σοι ἐπιχαρήσεται, οἱονεὶ κἀκείνην τιμωρούμενος δι’ αὐτοῦ. b(BCE3) | ||
21.124 | ex. | 〈ἐνθεμένη λεχέεσσι:〉 κηδεύσασα. Til | |
21.125 | Ariston. | εἴσω ἁλὸς εὐρέα κόλπον: ὅτι τὸ εἴσω ἰσοδυναμεῖ τῷ εἴς, A ἀντὶ τοῦ εἰς ἁλός. A b (BCE3)Til πλεονασμῷ τοῦ ω. b(BCE3) | |
21126-7a | Ariston. | θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐ‐ ξει 〈/ ἰχθύς, ὅς κε φάγῃσι—δημόν〉: πρὸς τὸ σημαινό‐ μενον· Φιλήτας (fr. 57 K.) γὰρ καὶ Καλλίστρατος (p. 317 n. 29 Schm.) | |
γράφουσι „φρῖχ’ ὑπαλύξει“ (126), λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων | |||
5 | καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ ποιητὴς οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον ἐξορθούμενον κῦμα. ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ ἐπιστίζοντα τὴν θάλασσαν· „οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ“ (Η 63) καὶ „ὡς δ’ 〈ὅθ’〉 ὑπὸ φρικὸς Βορέω“ (Ψ 692). ἡμεῖς δὲ | ||
10 | λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν φρῖχ’ ὑπαΐξει (126), τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθύς, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸν δημόν (cf. 126—7), ἐπιπολάζοντος καὶ ἐξ ἐπιπολῆς φερομένου τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι (127) ὃς φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ (α 396) „τῶν κέν τις τόδ’ ἔχῃσι〈ν〉“ ὃς | ||
15 | ἔχοι ἄν. A | ||
21126-7b1 | Did. | 〈θρῴσκων τις κατὰ κῦμα〉 μέλαιναν φρῖχ’ ὑπαΐ‐ ξει 〈/ ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν〉: οὕτως ὑπαΐξει Ἀρίσταρχος· τὸ γὰρ λεγόμενον εἶναι βούλεται τοιοῦτο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, τουτέστι κολυμβῶν, ὑπὸ τὴν | |
5 | φρῖκα ἀΐξει, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸ λίπος· δεῖ γὰρ τὸν μέλλον‐ τα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. παρὰ δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ 〈ω〉 „ὥς | ||
κε φάγῃσι“. A | |||
21126-7b2 | οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „ὑπαλύξει“. Aim | ||
21126-7b3 | Ἀριστοφάνης „ὥς κε φάγῃσι“. Til | ||
21126-7c | ex. (Did. + | θρῴσκων τις κατὰ κῦμα 〈μέλαιναν φρῖχ’ ὑπαλύ‐ ξει / ἰχθύς, ὅς κε φάγῃσι—δημόν〉: οὕτως αἱ Ἀριστάρχου „μέλαιναν φρῖκ’ ἐπαΐξει“, ἡ δὲ Χία „μελαίνῃ φρίχ’ ὑπαΐξει“. οὕτω δὲ | |
αὐτὸ Ἀρίσταρχος ἐξηγήσατο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, | |||
5 | ὅ ἐστι κολυμβῶν, ἐπὶ τὴν φρῖκα ἀΐξει, ἵνα φάγῃ σε φερόμενον· δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ἐπὶ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. τὸ δὲ πᾶν οὕτως· νεοσφαγὴς μὲν οὖν ὢν καταδύσῃ ἐπὶ τὸ βάθος τοῦ ποταμοῦ, ἔνθα σὺν τοῖς ἰχθύσιν ὢν ἀπολιχμηθήσῃ τοῦ αἵματος. ἐπὶ πλέον δέ σε ἄταφον ὄντα καὶ μετεω‐ | ||
10 | ρισθέντα ἐκβαλεῖ παρὰ θάλασσαν ὁ ποταμός, ἔνθα τις τῶν ἰχθύων σε κατέδεται ἐπὶ τὴν φρῖκα φερόμενος. Φιλήτας (fr. 57 K.) δὲ ἀρεσκό‐ μενος τῇ ὑπαλύξει γραφῇ φησιν ὡς ἐκεῖνος ὁ λιπανθεὶς ἰχθὺς ὑπὸ τοῦ δημοῦ τὴν ψυχρασίαν ὑπαλύξει. b(BCE3E4)T | ||
21.127 | Ariston. | 〈ὅς κε φάγῃσι:〉 ὅτι ἀντὶ τοῦ ὃς φάγοι ἄν. Aint | |
21.128 | Ariston. | 〈Ἰλίου ἱρῆς:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
21.129 | ex. | 〈κεραΐζων:〉 ἐρημῶν. Til | |
21130-5a1 | Did. | οὐδ’ ὑμῖν ποταμός περ〈—νόσφιν ἐμεῖο〉: Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀριστοφάνη φησὶ στίχους ἓξ ἠθετηκέναι ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων, διὰ τί ὁ ποτα‐ μὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος τὴν αἰτίαν· „Ξάνθος, | |
5 | ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, / οὓς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ’ ἐλέαιρεν“ (Φ 146—7). καὶ τὸ δηθά (131) ὡς οὐχ Ὁμηρικῶς κείμενον αἰτιῶνται. μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῇ | ||
ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει. A | |||
21130-5a2 | {οὐδ’ ὑμῖν ποταμός περ:} ἕως τοῦ οὓς ἐπὶ νηυσὶ θοῇσιν (135) Ἀριστοφάνης ἠθέτηκεν ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων, διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέ‐ γοντος „Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν“· εἰ γὰρ ἐβλα‐ | ||
5 | σφημήθη ὁ ποταμός, ἔλεγεν ἂν τοῦτο πρὸς Ἥραν (vide Φ 369—76) καὶ Ἥφαιστον (vide Φ 357—60). T | ||
21131a | Ariston. | 〈δηθά:〉 ὅτι τὸ δηθά ἀντὶ τοῦ πολλάκις. Aim | |
21131b | ex. | 〈δηθά:〉 νῦν ἀντὶ τοῦ Til ἐκ πολλοῦ χρόνου. b(BC E3)Til | |
21131c1 | Did. | πολεῖς: Ἀρίσταρχος „πολέασ“, ἔνιοι δὲ πολεῖς. ἠθέτει δὲ αὐτοὺς (sc. v. Φ 130—5) Ἀριστοφάνης. A | |
21131c2 | {πολεῖς:} οὕτως τινές. ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης. ἄμεινον οὖν „πολέασ“. T | ||
21.132 | ex. | 〈ζῳοὺς δ’ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους:〉 τὰ ὁρμητικώτατα γὰρ τῶν ζῴων αὐτοῖς ἀφιᾶσιν. Til | |
21.135 | ex. | 〈νόσφιν ἐμεῖο:〉 λείπει τὸ ὄντος. b(B, C[bis], E3)Til | |
21136a | ex. | ποταμὸς δὲ χολώσατο: οὐχ ὅτι ἐβλασφημήθη, ἐπεὶ κἂν πρὸς Ἥραν (vide Φ 369—76) τοῦτο εἰρήκει καὶ πρὸς Ἥφαιστον (vide Φ 357—60)—φησὶ γοῦν „ἐπεὶ κεχόλωτο δαϊκταμένων“ (Φ 146)—, ἀλλὰ διὰ τὸ τοὺς ἐπὶ γῆς ἀναιρουμένους εἰς αὐτὸν ῥίπτε‐ | |
5 | σθαι. T | ||
21136b | ex. | χολώσατο 〈κηρόθι〉 μᾶλλον: ῥιφέντος Λυκάονος ἦρ‐ | |
κται τοῦ θυμοῦ. νῦν δὲ μᾶλλον διὰ τὸ κακῶς ἀκοῦσαι. b(BCE3E4)T | |||
21.137 | ex. | 〈πόνοιο:〉 τοῦ κατὰ τὴν μάχην ἔργου. Til | |
21.140 | ex. | Ἀστεροπαίῳ ἐπᾶλτο: πῶς, φασί, πρὸ πέντε ἡμερῶν τὸν Κατάλογον ποιησάμενος Ἀστεροπαῖον παρέλιπε, λέγοντα ῥητῶς (sc. Φ 156) πρὸ ιαʹ ἡμερῶν ἐληλυθέναι; b(BCE3)T καὶ οἱ μὲν ὑποτάσσουσι στίχον ἐν τῷ τῶν Παιόνων καταλόγῳ· „αὐτὰρ Πυραίχ‐ | |
5 | μης ἄγε Παίονας ἀγκυλοτόξους / Πηλεγόνος θ’ υἱὸς περιδέξιος Ἀστε‐ ροπαῖοσ“ (Β 848. 848 a), ὃν καὶ ἐν πολλαῖς τῶν Ἰλιάδων φέρεσθαι. T †οὐ θαυμαστὸν τὸ παραλελεῖφθαι αὐτὸν ἐν τῷ Καταλόγῳ· μόνων γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων. ἐν δὲ τοῖς κατὰ μέρος καὶ τοὺς μετ’ ἐκείνους τεταγμένους παρέλαβεν. ὡς ἐπὶ Ἀθη‐ | ||
10 | ναίων· ἐν μὲν γὰρ τῷ Καταλόγῳ (sc. Β 552) Μενεσθέα φησὶν εἶναι τὸν ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ· b(BCE3)T „οἱ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δ’ ἄρα τοῖσι / T Φείδας τε Στιχίος τε Βίας τ’ ἐΰσ“ (Ν 689. 691). ταὐτὸν οὖν ἐστι καὶ ἐπὶ Ἀστεροπαίου· b(BCE3)T ὁ μὲν γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν | ||
15 | δὲ δευτέραν Ἀστεροπαῖος. νυνὶ μέντοι τὴν πᾶσαν ἡγεμονίαν αὐτῷ ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι (sc. Π 287—92), b(BE3)T ὥσπερ καὶ Πρωτεσιλάου ἀποθανόντος ὁρῶμεν (sc. Β 704) τὸν Ποδάρκην †ἔχοντα. T | ||
21141-3 | ex. | υἱέϊ Πηλεγόνος· τὸν δ’ Ἀξιὸς 〈εὐρυρέεθρος / —βαθυδίνησ〉: καὶ τίς χρεία τοῦ πατρός, μέλλοντος αὐτοῦ | |
γενεαλογεῖν αὑτόν; ἀλλ’ ὁ μὲν ὡς ἀγνὼς Ἀχιλλεῖ (τῶν γὰρ ἐπηλύδων ἦν) ἐδίδαξεν αὐτὸν τὸ γένος (cf. Φ 157—60)· ὁ δὲ ποιητής, ἵνα μὴ | |||
5 | ἐκεῖνος ἐπιμένοι τῷ οἰκείῳ καταλόγῳ, συνέτεμε καὶ τὴν μητέρα ἐδίδα‐ ξεν. b(BCE3)T | ||
21.141 | Hrd. | {ὑιεϊ} Πηλεγόνος: ὡς „Σαρπηδόνοσ“ (Π 327. 464 al.). οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.), ἐπεί, φησίν, ἡ εὐθεῖα ὀξύνεται, Πηλεγών. τὸ δὲ τοιοῦτον οὔπω ἐχυρόν, ἐπεί τοι ἐπιζητήσειέ τις· διὰ τί γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται; ἄμεινον οὖν οὕτως λέγειν ὡς ἐκ τῆς | |
5 | κλίσεως πολλάκις καταλαμβανόμεθα τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ εἰς γων λήγοντα 〈ἀρσενικὰ〉 ὑπὲρ δύο συλλαβὰς τότε μὲν θέλει ὀξύνεσθαι, ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεσθαι, ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου „Παφλαγόνοσ“ (cf. Β 851. Ε 577), „Λαιστρυγόνοσ“ (κ 106. 199), Πηλαγόνος, „Πηλαγόνων | ||
10 | ἐλατῆρα“ (Call. h. 1, 3), ἀρηγών (λέγω δὲ ἐπὶ τοῦ συμμάχου), ἀρσενικῶς „ἀρηγόνος ἡμετέροιο“ (ignoti auctoris). οὕτως οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήσεται· Πηλεγόνος γάρ, καὶ Πηλεγόνα ἡ αἰτιατική, „ὃς τέκε Πηλεγόνα“ (Φ 159). τὰ δὲ ἄλλως κλιθέντα βαρύνε‐ | ||
ται, „Οὐκαλέγων“ (Γ 148), „Πελάγων“ (Ε 695), Σαλάγγων, „μέσφα | |||
15 | Σαλάγγωνος ποταμοῦ“ (Ap. Rh. 4, 337). τὸ δὲ καταπύγων βαρυνό‐ μενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν †τὸ βαρυνόμενον παρώ‐ νυμον εἶναι τοῦ κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τὸ „ἀπείρων“ (Ω 545. 776). A | ||
21.142 | Hrd. | Ἀκεσσαμενοῖο: ὀξυτονητέον τὸ Ἀκεσσαμενός, ἵνα ὄνομα γένηται. οὕτως δὲ ἔχει καὶ Δεξαμενός, Τισαμενός. AT | |
21.143 | Did. (?) | 〈τῇ γάρ ῥα μίγη:〉 ἐν ἄλλῳ „τῇ γάρ ῥ’ ἐμίγη“. Aim | |
21145-6a | ex. | μένος δὲ οἱ ἐν φρεσὶ 〈θῆκε / Ξάνθος, ἐπεὶ κεχόλωτο〉: δαιμονίως οὐκ ἀθρόαν τὴν τοῦ ποταμοῦ ὀργὴν εἰσάγει, ἀλλὰ πρῶτον μὲν δι’ ἑτέρου ἐπιβουλεύει τῷ Ἀχιλλεῖ, εἶτα (sc. Φ 234) δ’ αὐτὸς ἐπιφέρεται. T | |
21145-6b1 | ex. | ἄλλως· μένος δὲ οἱ ἐν φρεσὶ 〈θῆκε / — κεχόλωτο〉: ὅτι ψυχικὴ †ἀρετὴ ἡ δύναμις†. πιθανὸν δὲ ποταμοῦ αὐτὸν ἀπόγονον εἶναι, ὅπως πλέον ἐρεθίσῃ τὸν ποταμόν. T | |
21145-6b2 | ψυχικὴ γὰρ ἀρετή ἐστιν ἡ εὐθαρσία. πιθανῶς δὲ αὐτὸν υἱὸν ποιεῖ ποταμοῦ, ἵνα πλέον ἐρεθίσῃ τὸν ποταμόν. b(BCE3 E4) | ||
21.146 | Ariston. | 〈κεχόλωτο δαϊκταμένων αἰζηῶν:〉 ὅτι λείπει ἡ περὶ πρόθεσις. Aim | |
21.147 | ex. | οὐδ’ ἐλέαιρεν: Πῖος (fr. 7 H.) ψυχρόν φησι τὸ ἐπίθετον, εἴτε ἐπὶ τῶν Τρώων (πῶς γὰρ ἄξιον ἐγκαλεῖν Ἀχιλλεῖ ὅτι οὐκ ἐλεεῖ τοὺς πολεμίους;), εἴτε ἐπὶ τοῦ ποταμοῦ ὅτι αὐτὸν οὐκ ἠλέει, οὐχ ἁρμόζον ἐπὶ θεοῦ. b(BCE3)T | |
21150a | ex. | τίς πόθεν εἶς ἀνδρῶν: πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ, | |
ὅτι τῶν ἄλλων φευγόντων οὗτος μόνος ἀντέστη. b(BCE3E4)T | |||
21150b | Did. (?) | 〈ὅ μευ:〉 τινὲς „ὅ μου“. Til | |
21155a | Ariston. | Παίονας ἄνδρας 〈ἄγων δολιχεγχέασ〉: ὅτι ἕτερος οὗτος Παιόνων ἡγεμών, ὃν οὐ κατείλοχε διὰ τοῦ Καταλόγου (cf. Β 848—50). A | |
21155b1 | Hrd. | δολιχεγχέας: ὡς „εὐειδέασ“ (cf. Γ 48)· παραιτητέον γὰρ τοὺς ἄλλως ἀναγινώσκοντας. A | |
21155b2 | παροξύνεται δὲ τὸ δολιχεγχέας ὡς „εὐειδέασ“. b(BCE3) | ||
21155c1 | ex. | δολιχεγχέας: καὶ πῶς ἐν τῷ Καταλόγῳ (sc. Β 848 φησὶν αὐτοὺς „ἀγκυλοτόξουσ“; καὶ γὰρ καὶ Τεῦκρος ἐπαμφοτερίζει. ἴσως δὲ δισσὸν ἦν τὸ γένος, καὶ οἱ μὲν ὑπὸ Πυραίχμῃ, οἱ δὲ ὑπ’ Ἀστεροπαίῳ εἰσίν. T | |
21155c2 | καὶ πῶς ἐν τῷ Καταλόγῳ „ἀγκυλοτόξουσ“ αὐτούς φησιν; ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον, τὸ δὲ ἀκοντίζον. ἢ καὶ ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος. b(BCE3) | ||
21.156 | ex. | 〈ἠὼς ἑνδεκάτη, ὅτ’ ἐς Ἴλιον〉 εἰλήλουθα: ἀντὶ τοῦ ᾠχόμην, ὡς „ᾤμωξαν ἀολλέεσ“ (Ψ 12) ἀντὶ τοῦ ᾤμωζον, ὥστε πρὸ ἕνδεκα ἡμερῶν ἐκ Παιονίας ἐξεληλυθέναι. διὰ τούτου δὲ λύσις τοῦ πῶς πρὸ πέντε ἡμερῶν τὸν Κατάλογον ποιησάμενος οὐκ ἐμνήσθη τοῦ | |
5 | Ἀστεροπαίου· οὔπω γὰρ ἦν φθάσας. T | ||
21.159 | Hrd. | τὸν δέ μέ φασι: ὁ Ἀσκαλωνίτης (p. 59 B.) ἐκ πλήρους λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ, εἰσὶ μέντοι, οἳ ἀπολύτως ἀνέγνωσαν. ὅμοιον δέ ἐστι τὸ ἐν Ὀδυσσείᾳ (α 215) „μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι“· καὶ οὐδέν ἐστι τὸ κωλῦον. A | |
21162a1 | Did. | ὁ δ’ ἁμαρτῇ 〈δούρασιν ἀμφίσ〉: Ἀρίσταρχος ἀπο‐ κοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην, ὅ ἐστιν ἅμα· διὸ καὶ χωρὶς τοῦ ι γράφει. ἐν δὲ τῇ Μασσαλιωτικῇ „ὁ δ’ ἁμαρτῇ δούρασιν ἄμφω“· καὶ λόγον ἔχει. A | |
21162b1 | Hrd. | ἁμαρτῇ: περισπαστέον καὶ σὺν τῷ ι γραπτέον κατὰ τὸν χαρακτῆρα τῶν εἰς τη ληγόντων ἐπιρρημάτων. καὶ διελέγχει ἡ παράδοσις τὸν Ἀρίσταρχον, ἔχουσα τὸ ι. A | |
21162b2/a2 | Hrd. | Did. | ἁμαρτῇ: περισπᾶται καὶ σὺν τῷ ι γράφεται· ἔστι γὰρ παρὰ τὸ ἅμα ἀρτῶ. | ὁ δὲ Ἀρίσταρχος δίχα τοῦ ι, ἀπὸ τοῦ ἁμαρτήδην λέγων ἀποκεκόφθαι τὴν λέξιν, κακῶς. T | |
21162a3 | Did. | 〈ἀμφίς:〉 „ἄμφω“ ἡ Μασσαλιωτική. Til | |
21162c | ex. | ἀμφίς: δίχα. „τὼ δ’ ἀμφὶς φρονέοντε“ (Ν 345), „ζυγὸν 〈οἶον〉 ἐΰξοον ἀμφὶς ἐέργει“ (Ν 706), εἰς ἑκάτερα διείργει. b(BCE3)T „καὶ εἴριον ἀμφὶς ἀνέλκει“ (Μ 434). „ἀμφὶς ἐάγη“ (Λ 559). T ἀμ‐ φίβολον δέ, πότερον ‘ἁμαρτῇ ἀνέσχετο‘ ἢ ἁμαρτῇ ἀμφίς, ἐξ | |
5 | ἑκατέρου μέρους· ὃ καὶ ἄμεινον· περιδέξιος γάρ ἐστιν. b(BCE3)T | ||
21163a | Hrd. | {ἐπεὶ} περιδέξιος: ἄμεινον συνθέτως ἀναγινώσκειν, ὡς „ἐπιδέξιοσ“ (cf. Β 353. φ 141) καὶ ἀμφιδέξιος. A | |
21163b | ex. | περιδέξιος: τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, b(BCE3E4)T μεγάλως δεξιός, ὡς „περίεσσι γυναικῶν“ (ς 248). οἱ δὲ ἀμφιδέξιος. b(BCE3)T τὴν δὲ ἀσπίδα ἀπέβαλεν ὡς δύσχρηστον ἐν ὕδασι. δύναται δὲ καὶ πελτάριον ἔχειν ὡς οἱ τοξόται. b(BCE3E4)T | |
21165a | Ariston. | χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο: ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἠθετημένους ἐν τῇ πρὸ ταύτης ῥαψωδίᾳ (sc. Υ 269—72), „ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχασ“ (Υ 269). A | |
21165b | Ariston. | 〈χρυσὸς γὰρ—θεοῖο:〉 Ἀριστόνικος (p. 308 Friedl.) ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἠθετημένους στίχους (sc. Υ 269—72). Ge | |
21165c1 | ex. | χρυσὸς γὰρ ἐρύκακε: οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός. εἰ δέ φησιν ὅτι μέχρι τινὸς ἔρρηξε, μέσην τακτέον τὴν χρυσῆν πτύχα κατὰ Πορφύριον (cf. Porph. 1, 245, 11). b(BCE3)T δύναται δὲ καὶ οὕτως εἶναι πρῶτος. b(BCE3) | |
21165c2 | ὅτι ἐν ἐπιφανείᾳ 〈ἡ〉 χρυσῆ πτυχή. Ge | ||
21166a | Ariston. | τῷ δ’ ἑτέρῳ μιν 〈πῆχυν ... βάλε χειρόσ〉: ὅτι ἀρχαϊκῶς πάλιν τὸν πῆχυν αὐτὸν ἔβαλεν, οὐχὶ τὸν πῆχυν αὐτοῦ. A | |
21166b | ex.(?) | 〈ἐπιγράβδην:〉 ὡς ἐπιξέσαι. Til | |
21167a | ex. | σύτο δ’ αἷμα: ὑπὸ μόνου τούτου Ἀχιλλεὺς τιτρώσκεται. A b (BCE3E4)T | |
21167b1 | ex. | ἡ δ’ {ὑπὲρ αὐτοῦ}: ὡς τὸ „νεφέλη δέ μιν 〈ἀμφιβέβηκε / κυανέη·〉 τὸ μὲν οὔποτ’ ἐρωεῖ“ (μ 74—5), οὕτω καὶ νῦν πρὸς τὴν συνώνυμον μελίαν (cf. Φ 162) ὑπήντησεν. T | |
21167b2 | σημείωσαι ὅτι „τῷ 〈δ’〉 ἑτέρῳ“ (Φ 166) εἰρηκὼς ἐπήγα‐ γεν ἡ δ’ ὑπὲρ αὐτοῦ / „γαίῃ ἐνεστήρικτο“ (Φ 167—8). Aint | ||
21169a | ex. | ἰθυπτίωνα: ἀπὸ τοῦ „ἰθὺ βέλος πέτεται“ (Υ 99). b (BCE3)T μεταφορικῶς δὲ ἀπὸ τοῦ φοροῦντος τὸ πλεονέκτημα ἐπὶ τὸ φορούμενον μετήγαγεν. ἔστιν οὖν ‘κατ’ εὐθὺ πετομένην‘. b(BE3)T | |
21169b1 | Ariston. | ἰθυπτίωνα: ὅτι Ζηνόδοτος γράφει „ἰθυκτίωνα“ διὰ τὸ κτηδόνας λέγεσθαι τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις. παρέλκει δὲ νῦν τὸ περὶ τῆς τοῦ ξύλου φύσεως εἰπεῖν. τὸ μέντοι ἰθυπτίωνα εἰς εὐθὺ φερομένην, ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα· „καὶ | |
5 | δ’ ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτεται“ (Υ 99). A Ge | ||
21169b2 | ἄλλως· ἰθυπτίωνα: †ἀρίσταρχος† „ἰθυκτίωνα“, ὅ ἐστιν ἐπ’ εὐθείας ἔχουσαν τὰς κτηδόνας καὶ τὰς ἐν τοῖς ξύλοις διαφύσεις. T | ||
21169c | ex. | ex. | 〈ἰθυπτίωνα:〉 ἐπ’ εὐθείας φερομένην ὑπὸ τῆς εὐστοχίας τοῦ Ἀχιλλέως. | οἱ δὲ γράφοντες „ἰθυκτίωνα“ φασὶ κτηδόνας καλεῖσθαι τὰς κατ’ εὐθεῖαν διαφύσεις τῶν ξύλων οἷον ἶνας. ἰθυπτίωνα δὲ λέγει τὴν ἐπ’ εὐθείας πετομένην καὶ πορευομένην. | ὅτι Ζηνόδοτος | |
5 | γράφει „ἰθυκτίωνα“ καὶ Καλλίστρατος. | Ἑρμαπίας περισπᾷ τὴν παρεσχάτην, „ἰθυπτιῶνα“ ὡς Ἑλικῶνα. Ge | ||
21.171 | ex. | καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν: ἐναγώνιον τὸ τιτρώσκεσθαι (cf. Φ 166—7) καὶ ἀποτυγχάνειν Ἀχιλλέα. T | |
21172a | ex. | μεσ〈σ〉οπαλὲς 〈δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθης μείλινον | |
ἔγχος:〉 μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ μετὰ βίας ἐκ‐ πεμφθὲν σημαίνει, ὅτι μέχρι τοῦ μέσου καταπεπηγὸς τὸ δόρυ περὶ τὸν οὐρίαχον ἐπάλλετο. δηλοῖ δὲ καὶ τὸ ὑποκείμενον ἔδαφος τελματῶ‐ | |||
5 | δες ὄν. b(BCE3E4)T τοῦτο δὲ οἰκονομεῖ, ἵν’ ἑξῆς (sc. Φ 174—7) ἐπιχειρῶν Ἀστεροπαῖος ἀνελκύσαι αὐτὸ 〈μὴ〉 δυνατὸς ᾖ. ἢ ὅτι δόρυ ἐκ μέσου πάλλεται. T | ||
21172b1 | Did. | μεσσοπαλές: ἔνιοι „μεσσοπαγέσ“ διὰ τοῦ γ, οὐκ εὖ· βούλεται γὰρ λέγειν ‘ἕως μέσου παλλόμενον‘, δι’ οὗ τὸ σφοδρὸν τῆς βολῆς παρίστησιν. οὕτως Ἀρίσταρχος. A | |
21172b2 | οὕτως Ἀρίσταρχος μεσσοπαλές. Aint | ||
21172b3 | μεσ〈σ〉οπαλές, οὕτω διὰ τοῦ λ. Til | ||
21172c | Ariston. | κατ’ ὄχθης: ὅτι ἣν νῦν ὄχθην εἴρηκεν, ἑξῆς (sc. Φ 175) κρημνόν· „οὐ δύνατ’ ἐκ κρημνοῖο“· πάντα γὰρ τὰ ὑψηλὰ ὄχθαι λέγονται. A | |
21173a1 | Ariston. | Πηλεΐδης δ’ ἄορ 〈ὀξὺ ἐρυσσάμενοσ〉: ὅτι ὡς περὶ ἑτέρου λέγει, προειπὼν „δεύτερος αὖτ’ Ἀχιλ{λ}εύσ“ (Φ 169). A | |
21173a2 | {πηλείδης δέ·} ἐπανείληφεν ὡς περὶ ἑτέρου διαλεγόμενος. T | ||
21173b | Ariston. | Πηλείδης δ’ ἄορ 〈ὀξὺ ἐρυσσάμενοσ〉: Ἀριστόνικος (p. 309 Friedl.) ὅτι ὡς περὶ ἑτέρου λέγει· εἴρηκε γάρ· „δεύτερος αὖτ’ Ἀχιλ{λ}εύσ“ (Φ 169). Ge | |
21174a1 | Hrd. | ἆλτ’ ἐπί οἱ 〈μεμαώσ〉: ἡ οἷ ἀντωνυμία ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τῆς ἐπί προθέσεως τὸ τέλος ὀξύνουσιν. A | |
21174a2 | ἀπόλυτος ἡ οἷ. Til | ||
21174a3 | {ἆλτ’ ἐπί οἱ:} Πτολεμαῖος ὁ Ἀσκαλωνίτης τὸ ἐπί βα‐ | ||
ρύνει· †ἔστι γὰρ ψιλοῦν αὐτό. Ge | |||
21.175 | ex. | 〈οὐ δύνατ’—χειρὶ παχείῃ:〉 γραφικῶς. Til | |
21179a | ex. | 〈Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα:〉 λείπει τὸ ἐλθών. b(BCE3)Til | |
21179b | ex. | ἄορι: τῷ δόρατι. Φιλήτας (fr. 23 Pow. = 27 K.)· „καί κεν Ἀθηναίης δολιχαόρου“ ἀντὶ τοῦ ‘μέγα δόρυ ἐχούσησ‘. T | |
21.181 | ex. | χολάδες: τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι, b(BCE3E4)T ὅθεν καὶ κῶλον. T οἱ δὲ τὰ ἔντερα, ἃ τὴν ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἡ μὲν ξανθή, ὅθεν ὁ ἴκτερος, ἡ δὲ μέλαινα, ἀφ’ ἧς αἱ μελαγχολίαι. b(BCE3E4)T | |
21183a | Did. | 〈ἐξενάριξε:〉 ἐν ἐνίαις διὰ τοῦ ζ „ἐξενάριζε“. Aint | |
21183b | Ariston. | 〈εὐχόμενος:〉 ὅτι ἀντὶ τοῦ καυχώμενος. Aim | |
21184-5 | ex. | Κρονίωνος / παισίν: ἀντὶ τοῦ ἐκγόνοις. b(BCE3)T Αἰακοῦ γὰρ καὶ Ἐνδηΐδος τῆς Σκείρωνος Πηλεύς, οὗ Ἀχιλλεύς. T | |
21185a1 | Ariston. | Did. | ποταμοῖό περ ἐκγεγαῶτι: ὅτι περισσὸς ὁ πέρ, ὡς ἐκεῖ „φυγόντι περ αἰπὺν ὄλεθρον“ (ρ 47). | οὕτως δὲ κατὰ δοτικὴν ἐκγεγαῶτι αἱ Ἀριστάρχου. A | |
21185a2 | περισσὸς ὁ πέρ. b(BCE3)T | Ἀρίσταρχος δὲ τὸ | ||
ἐκγεγαῶτι κατὰ δοτικήν. T | |||
21186a | Hrd. | φῆσθα {σὺ μὲν ποταμοῦ}: εἴτε ἐνεστῶτα σημαίνει, προ‐ περισπασθήσεται, εἴτε δεύτερον ἀόριστον, ὁμοίως. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ σὺν τῷ ι γράφεσθαι τὸ η ἐπὶ τοῦ ἐνεστῶτος. A | |
21186b | ex. (Hrd.?) | φῆσθα: προπερισπαστέον· παρατατικοῦ γάρ ἐστιν. b (BCE3)T Τυραννίων (fr. 46 P. = 48 H.) δὲ βαρύνει ὡς ἐνεστῶ‐ τος b(BE3)T χρόνου καὶ μετὰ τοῦ ι γράφει. T | |
21186c | ex. | 〈φῆσθα σὺ μὲν〉 ποταμοῦ γένος 〈ἔμμεναι〉: ἀλλὰ καὶ Αἴγινα Ἀσωποῦ. οὐκ εὐτελίζει οὖν τοὺς ποταμούς, ἀλλὰ Δία προ‐ κρίνει (cf. Φ 187—91). ἄλλως τε τὰ τῶν πατέρων ἀεὶ προκρίνει ὁ ποιητής. T | |
21.189 | ex. | Αἰακός: ἐπειδὴ ἀετῷ εἰκασθεὶς ἐμίγη αὐτῇ, τὸν παῖδα Αἰακὸν ὠνόμασεν. T | |
21190a1 | ex. | ἁλιμυρηέντων: κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρη‐ νεῖν. φησὶ δὲ „οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν“ (Φ 219). T | |
21190a2 | ex. | rec. (?) | 〈ἁλιμοιρηέντων:〉 κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τι‐ νὸς θρηνεῖν, | ὅπερ καὶ ἐνταῦθα Ἀρίσταρχος οὐ καλῶς ὑπενόησε, διὰ ψιλοῦ γράφων τοῦ υ· δηλοῖ γὰρ b(BCE3) τοὺς τὴν ἰδίαν μοῖραν | |
εἰσβάλλοντας ἐν ἁλί. b(BCE3E4) | |||
21.191 | Did. | 〈κρείσσων δ’ αὖτε:〉 Ἀρίσταρχος ἔξω τοῦ δέ, „κρείσσων αὖτε“. Aim | |
21.192 | ex. | καὶ γὰρ σοὶ ποταμός 〈γε πάρα μέγασ〉: ἤτοι περὶ τοῦ Ἀξιοῦ φησιν, οἷον ‘πάρεστι σοι ποταμὸς ὁ πρόγονοσ‘· ἢ καὶ μᾶλλον ‘πάρεστί σοι ὁ Ξάνθοσ‘, ἵνα διὰ τούτου ἐπὶ τὴν ὀργὴν προ‐ καλῆται τὸν Ξάνθον. T | |
21192-3a1 | Nic. | καὶ γὰρ σοὶ ποταμός γε 〈πάρα μέγας, εἰ δύναταί τι / χραισμεῖν〉: ἤτοι συναπτέον μέχρι τοῦ χραισμεῖν (193)· ἢ στικτέον μετὰ τὸ μέγας (192), ὑποστικτέον AT δὲ μετὰ τὸ εἰ δύναταί τι, ἵνα τὸ χραισμεῖν ἀντὶ προστακτικοῦ κέηται. A | |
21192-3a2 | μέγας, φησίν, ἐστὶν ὁ ποταμός, εἴ γε δύναται καὶ χραισμεῖν, ἵνα μὴ στίξωμεν εἰς τὸ μέγας (192). εἰ δὲ ᾖ στιγμὴ εἰς τὸ μέγας, λέγει ὅτι εἰ δύναται χραισμεῖν, χραισμείτω. b(BCE3E4) | ||
21.194 | D | τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει: Ἡρακλῆς εἰς Ἅιδου κατελθὼν ἐπὶ τὸν Κέρβερον, συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως· οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν, ἐπανελθὼν εἰς φῶς ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ †μνηστευομένην | |
5 | τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμόν, διεπάλαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος· διὸ καὶ πᾶν | ||
10 | ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἡ ἱστορία παρὰ Πινδάρῳ | ||
(fr. 249a = dith. II p. 75 Sn.). A Ge | |||
21194a1 | ex. | οὐδὲ κρείων Ἀχελώϊος 〈ἰσοφαρίζει〉: ἡ ἀρχαία Ἑλλὰς περὶ Δωδώνην καὶ Σελλοὺς ἔκειτο, ὅθεν ὁ Ἀχελῷος ἐκρέων δι’ Αἰτωλίας εἰς τὸν Ἀμβρακικὸν ἐξῄει κόλπον, ἄχρις οὗ Ἡρακλῆς αὐτὸν ἀπέτρεψεν. μέγιστος οὖν τῶν ταύτῃ ποταμῶν ὁ Ἀχελῷος· διὸ | |
5 | Ἀχελῷος πᾶν πηγαῖον ὕδωρ. καὶ τὸ ἐν Δωδώνῃ δὲ μαντεῖον 〈ἐν〉 | ||
ἅπασι τοῖς χρησμοῖς κελεύει θύειν Ἀχελῴῳ. T | |||
21194b1 | ex. | 〈κρείων〉 Ἀχελώϊος: πρεσβύτερον τῶν ἄλλων ἥγηνται τὸν Ἀχελῷον· διὸ καὶ κρείοντα αὐτόν φησιν. T | |
21194b2/a2 | ex. | ex. | τῶν ἄλλων πάντων ποταμῶν μείζονα εἶναι λέγουσιν Ἀχελῷον· ὅθεν καὶ κρείοντα αὐτὸν πρὸς τοὺς ἄλλους λέγει. | ῥεῖ δὲ δι’ Ἀκαρνανίας καὶ Δωδώνης. b(BCE3) | |
21194c1 | Did. | 〈οὐδέ:〉 Ἀρίστ〈αρχοσ〉 „οὔτε {βαθυρείταο}“. Aim | |
21194c2 | ἄλλως· οὐδέ {κρείων}: „οὔτε“ διὰ τοῦ τε. T | ||
21194d | ex. | 〈Ἀχελώϊος:〉 Ἀχελῷος λέγεται διὰ τὴν τοῦ ι ἐκφώνησιν καὶ Ἀχελωὸς ὀξυτόνως ἄνευ τοῦ ι γράφεται, παρὰ τὴν τοῦ α ἐπίτασιν | |
καὶ τὸ ὅλος χέεσθαι. ἢ Ἀχελήϊος. Ge | |||
21195a1 | Ariston. | οὐδὲ βαθυρρείταο 〈μέγα σθένος Ὠκεανοῖο〉: ὅτι Ζηνόδοτος αὐτὸν οὐκ ἔγραφεν· γίνεται γὰρ ὁ Ἀχελῷος πηγὴ τῶν ἄλλων πάντων. ἔστι δὲ καθ’ Ὅμηρον ὁ Ὠκεανὸς ὁ ἐπιδιδοὺς πᾶσι τὰ ῥεύματα· διὸ καὶ κατὰ τιμήν φησιν· „οὔτε τις οὖν ποταμῶν ἀπέην | |
5 | νόσφ’ Ὠκεανοῖο“ (Υ 7). A Ge | ||
21195a2 | ὅτι Ζηνόδοτος τοῦτον ἠθέτηκεν ἄρας. Ge | ||
21195b | ex. | οὐδὲ βαθυρρείταο〈—Ὠκεανοῖο〉: τοῦτον οὐ γράφει Μεγακλείδης· φησὶ γὰρ ἐν τῇ πρώτῃ Περὶ Ὁμήρου· „ποῖον ῥεῖθρον μεῖζον Ἀχελῴου, ‘ἐξ οὗπερ πάντες ποταμοί‘ (Φ 196);“ ὥστε παρέλιπεν τὸν περὶ τοῦ Ὠκεανοῦ. Κράτης δὲ ἐν δευτέρῳ τῶν Ὁμη‐ | |
5 | ρικῶν (fr. 32 M.) δεικνύει ὅτι Ὠκεανὸς Μεγάλη θάλασσα· „ταῦτα | ||
γάρ, φησί, μόνως ἂν ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν ἔτι καὶ νῦν οἱ μὲν Μεγάλην θάλατταν, οἱ δὲ Ἀτλαντικὸν πέλαγος, οἱ δὲ Ὠκεανὸν προσαγορεύουσι. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν τὴν δύναμιν; καίτοι γ’ ἔνιοι ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ | |||
10 | στίχον τῷ Ἀχελῴῳ περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῇ κόλπων, λέγω δὴ Τυρρηνικοῦ 〈καὶ〉 Ἰονίου.“ εἶτα δ’ ἐν τῷ τρίτῳ φησὶν ὅτι „καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ Ὠκεανὸν εἶναι· ἐξ οὗπερ τὸ πότιμον. Ἵππων (Vors.6 38 B 1)· ‘τὰ | ||
15 | γὰρ ὕδατα 〈τὰ〉 πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστί〈ν〉· οὐ γὰρ δή που τὰ φρέατα βαθύτερα ἢ ἡ θάλασσά ἐστιν, ἐξ ὧν πίνομεν· οὕ‐ τως γὰρ οὐκ ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ’ ἄλλοθέν ποθεν. νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶν τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν τῆς θαλάσσης ἐστίν, πάντα ἀπ’ αὐτῆς ἐστιν.‘ οὕτως τὰ αὐτὰ εἴρηκεν | ||
20 | Ὅμηρος.“ Ge | ||
21195c | ex. (Did) | 〈οὐδὲ—Ὠκεανοῖο:〉 τινὲς {δὲ} οὐ γράφουσι τὸν στίχον, θέλοντες ἐξ Ἀχελῴου ῥεῖν· τὸν γὰρ αὐτὸν Ὠκεανῷ Ἀχελῷόν φασιν. T | |
21196-7 | ex. | ἐξ οὗπερ πάντες 〈ποταμοὶ—νάουσιν〉: Ξενοφάνης ἐν τῷ Περὶ φύσεως (Vors.6 21 B 30)· „πηγὴ δ’ ἐστὶ θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· / οὔτε γὰρ ἐν νέφεσιν †ἔσωθεν ἄνευ πόντου μεγάλοιο / οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰ[θέρος] ὄμβριον | |
5 | ὕδωρ, / ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε / καὶ ποτα‐ μῶν“, ὡς Ὅμηρος· ἐξ οὗπερ πάντες ποταμοί. Ge | ||
21.196 | ex. | πᾶσα θάλασσα: ὅλη. ἢ ἐπεὶ πολλὰ πελάγη εἰσίν, Ἀτλαν‐ τικόν, Λιγυστικόν, Τυρρηνικόν, Λιβυκόν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὔ‐ ξεινος, Κασπία, Ἐρυθρά. A b (BCE3)T | |
21.197 | ex. | μακρά: βαθέα. καὶ „ἠϊόνος προπάροιθε βαθείησ“ (Β 92) ἀντὶ τοῦ τῆς μακρᾶς. νάουσι δὲ πιδύουσιν. b(BCE3)T | |
21.200 | Ariston. | ἐκ κρημνοῖο: ὅτι ἀντιπέφρακε τῇ ὄχθῃ (cf. Φ 172) τὸν κρημνόν. Aim T | |
21.202 | ex. | δίαινε: διαίνεσθαι κυρίως τὸ ἐκ Διὸς βρέχεσθαι. T | |
21203a | Ariston. | ἐγχέλυές τε καὶ ἰχθύες: ὅτι Ὅμηρος διαστέλλει τὰς ἐγχέλυας ἀπὸ τῶν ἰχθύων· καὶ ἑξῆς (Φ 353)· „τείροντ’ ἐγχέλυές τε | |
καὶ ἰχθύεσ“. ἔστι δὲ πιθανεύσασθαι οὕτως δεχόμενον, ἐγχέλυες καὶ οἱ ἄλλοι ἰχθύες, ὡς „Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα“ (Ν 1) κατ’ | |||
5 | ἐξοχήν. A | ||
21203b | ex. | ἐγχέλυες: χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οὔτε ἐξ ὀχείας γίνονται b(BCE3E4)T οὔτε ζωὰ τίκτουσιν T οὔτε σπερ‐ ματικοὺς οὔθ’ ὑστερικοὺς ἔχουσι πόρους. οὐκ εἰς θῆλυ καὶ ἄρρεν διακρίνονται, ἀλλ’ ἐκ τῶν καλουμένων γῆς ἐντέρων αὐτόματα συνί‐ | |
5 | στανται ἐν τῷ πηλῷ, ζῶσι δὲ ὄμβρῳ καὶ ὕδατι. φασὶ δὲ καὶ ἀλληλο‐ φάγους αὐτὰς εἶναι καὶ ζῆν ἑπτὰ ἢ ὀκτὼ ἔτη. b(BCE3E4)T καὶ ἐν τῷ ἀγορανομικῷ δὲ νόμῳ Ἀθηναίων διέσταλται ἰχθύων καὶ ἐγχελύων τέλη. T καί φησιν ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον ἐσθίοντες αὐτόν. b(BCE3E4)T ἢ ὅτι μάλιστα τῶν ἄλλων | ||
10 | ἰχθύων σαρκοφαγοῦσιν. b(BE3E4)T | ||
21204a | Nic. | δημὸν ἐρεπτόμενοι 〈ἐπινεφρίδιον κείροντεσ〉: συν‐ απτέον ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς ἐστι δημὸν ἐπινεφρίδιον. τὸ δὲ ἐρεπτόμενοι καὶ κείροντες δισσολογεῖται. A b (BCE3E4)T | |
21204b | ex. | δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον: περὶ γὰρ τοὺς νε‐ φροὺς πολλή ἐστιν ἡ πιμελή. εἴρηνται δὲ νεφροί, ἀφ’ ὧν νείφεται τὰ οὖρα. κυρίως δὲ τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν ἐρέπτεσθαι. A b (BCE3E4)T | |
21204c | ex. | κείροντες: ἀπλήστως ἐσθίοντες· ὅθεν ὁ κόρος. A b (B CE3E4)T | |
21.205 | ex. | Παίονας 〈ἱπποκορυστάς: οὐκ〉 „ἀγκυλοτόξουσ“ (Β 848)· διεπολέμουν γὰρ πρὸς τοὺς ὁμόρους Θεσσαλούς· διὸ τὴν διαφορὰν συνέστησεν, ὡς Λυδίων καὶ Λυκίων. T | |
21.206 | ex. | 〈πεφοβήατο:〉 συνδεδιωγμένοι ἦσαν. Til | |
21.213 | Did. | 〈εἰσάμενος, βαθέης δ’ ἐκφθέγξατο:〉 γράφεται καὶ „εἰδόμενοσ“. τὸ δὲ βαθέης χωρὶς τοῦ δ. Aint | |
21214-21 | ex. | 〈ὦ Ἀχιλεῦ—ὄρχαμε λαῶν:〉 ἐντέχνως εὗρεν πρέ‐ ποντας ποταμῷ λόγους, μεταξὺ ὀργῆς καὶ παραγγελίας †ἀνδρῶν λόγων. Ge | |
21214-5 | ex. | περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζεις 〈/ ἀν‐ δρῶν· αἰεὶ—αὐτοί〉: τοιοῦτόν ἐστιν, ὃ λέγει· ‘ἐν ᾧ διὰ τοὺς θεοὺς κρατεῖς, ἀδικεῖσ‘. T | |
21214a1 | Hrd. | περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζεις: οὐκ ἀναστρεπτέον τὴν περί πρόθεσιν· κεῖται γὰρ ἀντὶ τοῦ περισσῶς. A | |
21214a2 | οὐκ ἀναστρεπτέον δὲ τὴν περί· ἔστι γὰρ ἀντὶ τοῦ περισ‐ σῶς. b(BCE3)T | ||
21214b | ex. | αἴσυλα: ἐστερημένα αἴσης, ὅ ἐστι τῆς ἰσότητος. b(BCE3) | |
T | |||
21.215 | ex. | 〈αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί:〉 ἀφῄρηταί τι αὐτοῦ τοῦ φρονήματος, ὡς οὐ δι’ ἀνδρείαν πάντα ποιοῦντος καὶ κατορθοῦντος. Ge | |
21217a | ex. | ex. | ἐξ ἐμέθεν γ’ ἐλάσας 〈πεδίον κάτα μέρμερα ῥέζε〉: ἀπὸ τῶν ἐμῶν ῥείθρων ἐλάσας. τοῦτο λέγει ἐνεδρεύων, ὅπως ἐναλλόμε‐ νος πρὸς τὸ ἐξελάσαι τοὺς Τρῶας εἰς τὸ πεδίον διαφθαρῇ. ὁ δὲ Ἀχιλ‐ λεὺς οὐ συνεισήλατο. | τὸν τόπον παραιτεῖται, οὐ κωλύσων τὸν | |
5 | φόνον, 〈ἀλλ’〉 ἵν’ ᾖ κατὰ 〈τὸ〉 πεδίον. Ge | ||
21217b1 | Did. | 〈ἐμέθεν γ’ ἐλάσας:〉 οὕτως διὰ τοῦ γέ, ἐμέθεν γ’ ἐλάσας. Aint | |
21217b2 | τινὲς „〈ἐμέθεν〉 πελάσασ“. Til | ||
21218a | Ariston. | ἐρατεινὰ ῥέεθρα: ὅτι ἄκαιρον τὸ ἐπίθετον· πεφοίνικται γὰρ ὑπὸ τοῦ αἵματος. ὅμοιον οὖν τῷ „ἐσθῆτα φαεινήν“ (ζ 74) καὶ „ἄστρα φαεινὴν ἀμφὶ σελήνην“ (Θ 555). A | |
21218b | ex. | ἐρατεινὰ ῥέεθρα: καλῶς τὸ ἐπίθετον εἰς ἔνδειξιν τοῦ ὅτι τὰ τοιαῦτα ῥεύματα μεμίανται. b(BCE3)T | |
21218c | ex. | ἐρατεινά: πρὸς τὰ καλά, ἔρωτος ἄξια. Ge | |
21219a | ex. | 〈προχέειν ῥόον:〉 ἐπεὶ καὶ προχοαὶ τὰ ῥεύματα. Til | |
21219b | ex. | εἰς ἅλα δῖαν: μεγάλην, ἀπὸ τοῦ Διός b(BCE3)T ἢ | |
παρὰ τὸ δέος. ἢ ὅτι θρεπτικὴ τῶν οὐρανίων. T | |||
21.220 | Ariston. | στεινόμενος: ὅτι ἀντὶ τοῦ στενοχωρούμενος ὑπὸ τοῦ πλή‐ θους τῶν νεκρῶν, οὐ στενάζω〈ν〉. A | |
21221a | Hrd. | {ἀλλ’ ἄγε δὴ καὶ} ἔασον: ψιλῶς· ἔστι γὰρ ἄφες, ἀπὸ τοῦ ἐῶ περισπωμένου κείμενον. A | |
21221b1 | ex. | 〈ἔασον:〉 τινὲς πληρώθητι, παρὰ τὸ ἆσαι. Til | |
21221c1 | ex. | {ἀλλ’ ἄγε δὴ καὶ} ἔασον: ἀπὸ τοῦ ἥδω τινὲς οἰόμενοι τὸ ἔασον κατὰ διαίρεσιν τῆς πρώτης συλλαβῆς ἐδάσυναν, ἵνα σημαίνῃ τὸ πληρώθητι. ἄμεινον δὲ ψιλοῦν· ἔστι γὰρ ἀπὸ τοῦ ἐάω τὸ ἔασον. T | |
21221b2/c2 | ex. | ex. | πληρώθητι, κορέσθητι, παρὰ τὸ ἆσαι. | ἢ ἔασον †τοῦ† μιαίνειν τῷ φόνῳ τὰ ῥεύματα. b(BCE3E4) | |
21221d | ex. | ἄγη {μ’ ἔχει}: θαυμασμός, παρὰ τὸ ἄγαν. Tt | |
21223a1 | ex. | ἔσται ταῦτα, Σκάμανδρε: ἀμφιβόλως συγκατατίθεται ἀφέξεσθαι τῆς εἰς τὸν ποταμὸν τῶν νεκρῶν ἐμβολῆς. εἶτ’ ἑξῆς παρα‐ βαίνει τὰς συνθήκας, καὶ πάλιν ἐπεισβαίνει τῷ ῥείθρῳ· „ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ / κρημνοῦ ἀπαΐξασ“ (Φ | |
5 | 233—4). T | ||
21223a2 | συγκατατίθεται ὑποχωρῆσαι τοῦ ῥείθρου καὶ πάλιν ἑξῆς ἐπεισβαίνει τῷ ῥείθρῳ· ὅθεν αὐτῷ ἐπεξέρχεται ὁ ποταμός. b | ||
(BCE3E4) | |||
21.226 | Nic. | ἀντιβίην ἤ κέν με 〈δαμάσσεται ἤ κεν ἐγὼ τόν〉: ἤτοι στικτέον ἐπὶ τὸ ἀντιβίην, ἵνα ὀξυτόνως ἀμφοτέρους ἀναγι‐ νώσκωμεν τοὺς διαζευκτικοὺς συνδέσμους, ἤ κέν με δαμάσσεται ἤ κεν ἐγὼ τόν, ἵνα τοῦ κέν συνδέσμου δὶς περισσεύοντος ὁ λόγος ᾖ | |
5 | ἀποφατικός, ἢ ἀνελεῖ με ἢ ἐγὼ αὐτόν. ἢ τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ ὁ λόγος διαπορητικός, ‘τοῦ Ἕκτορος πειραθῆναι (cf. Φ 225) ἄντικρυς, πότερον αὐτὸς ἀνελεῖ με ἢ ἐγὼ αὐτόν‘. A | ||
21.227 | ex. | 〈δαίμονι ἶσος:〉 ἀκμὴς ὡς θεός. Til | |
21229-30 | ex. | οὐ σύ γε βουλάς / εἰρύσαο Κρονίωνος: διὰ τὸ „ἀμφοτέροισι δ’ ἀρήγεθ’, ὅπῃ νόος ἐστὶν ἑκάστου“ (Υ 25). καὶ πρὸς τὸ „εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται“ (Υ 26). ὑπομιμνῄσκει οὖν ὅτι δεῖ κωλύειν ἀριστεύοντα οὕτω τὸν Ἀχιλλέα, ἐξουσίαν ἅπαξ | |
5 | δόντος τοῦ Διός. b(BCE3E4)T | ||
21232a | ex. | δείελος ὀψὲ δύων: τὴν πρὸς τὴν τοῦ ἡλίου δύσιν ὀψίαν δείλην ὑπὸ Ἀττικῶν λεγομένην αὐτὸς ἀρσενικῶς ‘ὀψὲ δύοντα δείελον‘ ἔφη. τινὲς δὲ δείλη, ἐπεὶ δειλότεροι τότε ἐγίνοντο τὸ νυκτερινὸν οἰωνιζόμενοι σκότος. b(BCE3E4)T | |
21232b1 | x (Hrd.?) | | δείελος ὀψὲ δύων: ἡ „δείλη“ (Φ 111) δείελος εἴρηται | |
Hrd. καθ. | ὡς ἡ ἑσπέρα „ἕσπεροσ“ (α 423. ς 306), AT ὠνὴ „ὦνοσ“ (cf. Φ 41. Ψ 746 al.), χολὴ „χόλοσ“ (Α 387. Β 241 al.). | τὸ δὲ ὀψὲ δύων ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο, | ||
5 | ὀψιδύων ὡς ὀψιμαθής, „ὀψιτέλεστον“ (Β 325). οὕτως δὲ καὶ τὸ „ὀψὲ δύοντα Βοώτην“ (ε 272). ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς Καθόλου (1,487,4 L.). A | ||
21232b2 | x (Hrd.?) | 〈δείελος:〉 ἡ „δείλη“ δείελος δὲ εἴρηται ὡς ἑσπέρα „ἕσπεροσ“, ὠνὴ „ὦνοσ“, χολὴ „χόλοσ“. εἰσὶ μέντοι, οἳ καὶ τὸ ε ἐδάσυναν, προσέχοντες τῇ ἐτυμολογία· παρὰ γὰρ τὸ ἐνδεῖν τῇ ἕλῃ. οὐκ ἐπείσθη δὲ αὐτοῖς ἡ παράδοσις. Ge | |
21232c | Ariston. | 〈δείελος:〉 ὅτι ἀρσενικῶς τὴν δείλην δείελον. Aim | |
21232d | ex. | 〈σκιάσῃ δ’ ἐρίβωλον ἄρουραν:〉 σκίασμα γὰρ γῆς ἡ νύξ. Til | |
21234-5 | ex. | ὁ δ’ ἐπέσσυτο οἴδματι θύων 〈/ πάντα δ’ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκρούσ〉: ἐδεινοποίησε τὸν τόπον τοῖς ὀνόμασιν· τὸ μὲν γὰρ ἐπέσσυτο (234) σφοδρὰν τὴν ὁρμὴν παρίστησι, τὸ δὲ οἶδμα (cf. 234) ἀπὸ τῆς θαλάσσης μετήνεγκε, τὸ δὲ | |
5 | θύων (234) ὁρμῶν ἐμμανῶς. ἡ μεταφορὰ δὲ τοῦ κυκᾶσθαι τὸν ποτα‐ μὸν (cf. 235) κατὰ τὸ οἴδματι θύειν (cf. 234) καὶ ὀρίνειν τὰ κύματα καὶ | ||
τοὺς νεκροὺς ὠθεῖν (cf. 235). b(BCE3E4)T | |||
21235-40 | ex. | 〈πάντα δ’ ὄρινε ῥέεθρα κυκώμενος,〉 ὦσε δὲ νεκρούς 〈/ πολλούς, —ἵστατο κῦμα〉: θείας ἐνεργείας τὸ μιᾷ ὁρμῇ τοὺς μὲν νεκροὺς ἐκβάλλειν (cf. 235—8), τοὺς δὲ ζῶντας ἐγκρύπτειν κολποῦντα ἑαυτόν (cf. 238—9), τὸν δὲ Ἀχιλλέα περιΐστα‐ | |
5 | σθαι (cf. 240)· διὸ εἶπε πάντα δ’ ὄρινε ῥέεθρα (235) ἀντὶ τοῦ διήγειρεν. T | ||
21237-8 | Nic. | D | τοὺς ἔκβαλλε θύραζε, μεμυκὼσ〈—ῥέεθρα〉: συναπτέον μέχρι τοῦ χέρσον δέ (238)· τὰ δὲ ἑξῆς ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἑξῆς ἔκβαλ〈λ〉ε θύραζε (237) χέρσον δέ (238), 〈τὸ δὲ μεμυκὼς ἠΰτε ταῦρος (237) διὰ μέσου〉. | ἐντεῦθεν | |
5 | δὲ κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ ταυρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς. A | ||
21.237 | Did. (?) | 〈ἔκβαλλε:〉 ἐν ἄλλῳ „{τοὺς} ἐξῆγε“. Aim | |
21238a1 | ex. | χέρσον δέ {ζωοὺς δὲ σάω}: μέχρι τούτου τὰ τῆς ἀνα‐ παύσεως, εἶτα ζωοὺς δὲ σάω, ἵνα διαστολὴ γένηται ἥ τε τῶν νε‐ κρῶν καὶ ἡ τῶν ζώντων. A | |
21238a2 | στικτέον εἰς τὸ χέρσον δέ (238), ἵνα μὴ ὁ νοῦς ἐμποδίζοιτο. b(BCE3) | ||
21.239 | ex. | κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι: τὸ ὁμοιο‐ τέλευτον δίδωσι πλάτος τῷ ποταμῷ. T | |
21.241 | ex. | ὤθει δ’ ἐν σάκεϊ 〈πίπτων ῥόοσ〉: ἀντίπαλος γάρ ἐστιν Ἡφαίστου τοῦ δημιουργοῦ. T | |
21242-3 | ex. | πτελέην 〈... /〉 εὐφυέα: κυριολεξία, ὡς καὶ ἐπὶ τοῦ | |
„καί μοι φύσιν αὐτοῦ ἔδειξεν“ (κ 303). T | |||
21.242 | Hrd. καθ. | {ὁ δὲ} πτελέην: ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ιαʹ τῆς Καθόλου (1,283,30 L.)· πτελέα, ἰτέα. „καίοντο πτελέαι τε καὶ ἰτέαι“ (Φ 350)· ὁμοίως γὰρ τὸ ἰτέαι καὶ τὸ πτελέαι. καὶ ὁ δὲ πτελέην ἕλε χερσίν. ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι (διὸ | |
5 | καὶ τὴν εὐθεῖάν τινες ὤξυνον)· καὶ δῆλον ὅτι κατὰ μεταβολὴν τόνου, ὥσπερ καὶ ἐπὶ τοῦ „ἦλθε κατ’ ἰγνύην βεβλημένοσ“ (Ν 212) τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο. A | ||
21.243 | ex. | ἐκ ῥιζῶν ἐριποῦσα: οὐ παρέλκει τὸ ἐκ ῥιζῶν· b(BCE3) T βαθύρριζον γὰρ τὸ δένδρον· ὅθεν καὶ ὅλῳ συγκατηνέχθη τῷ κρημνῷ. b(BCE3E4)T | |
21244a | ex. | κρημνὸν ἅπαντα διῶσεν: τὴν συνεχομένην ὑπὸ τῶν ῥιζῶν γῆν πᾶσαν διέλυσε. b(BCE3E4)T | |
21244b1 | Hrd. | {κρημνὰ ἅπαντα} διῶσε〈ν〉: προπερισπαστέον. ἤδη δὲ προείπομεν (sc. ad Α 611. Γ 426 al.) περὶ τῶν τοιούτων ῥημάτων, λέγω δὲ τῶν κατὰ τοὺς παρῳχημένους, τίνα τε τῶν συντεθειμένων φυλάσσει τὸν τόνον καὶ τίνα ἀναδίδωσιν. A | |
21244b2 | προπερισπωμένως δὲ τὸ διῶσεν. b(BCE3)T | ||
21.245 | Did. (?) | 〈γεφύρωσεν δέ μιν αὐτόν:〉 ἐν ἄλλῳ „γεφύρωσεν δὲ | |
κέλευθον“. Aim | |||
21246a | Did. | 〈ἐκ δίνης:〉 Ἀρίσταρχος ἐκ δίνης, ἄλλοι „ἐκ λίμνησ“. Aim | |
21246b | Ariston. | ἐκ δίνης: ὅτι διχῶς γράφεται, „ἐκ λίμνησ“ καὶ ἐκ δίνης. τὸ μὲν οὖν ἐκ δίνης ἐκ τῆς συστροφῆς τοῦ ῥοῦ, τὸ δὲ „ἐκ λίμνησ“ ἐκ τοῦ καθ’ ὕδατος τόπου· διὸ καὶ τὸν Ὠκεανὸν λίμνην καλεῖ (sc. Ν 21. 32 al.). A | |
21246c | ex. | ἐκ δίνης: οὕτως ἡ γραφὴ ὁ δ’ ἂρ ἐκ δίνης. καὶ ἕτεραι „ἐκ λίμνησ“. εἰ δὲ μὴ τὸ εὐσταθὲς ὕδωρ Ὠκεανοῦ, οὐ καλεῖ οὕτως· καὶ ἐν Ὀδυσσείᾳ (ε 337) „ἀνεδύσατο λίμνησ“. τινὲς δὲ καὶ „〈ἐκ〉 ῥιπῆσ“ γράφουσιν. T | |
21247a | Ariston. | 〈ἤϊξεν πεδίοιο ... πέτεσθαι:〉 ὅτι ἐλλείπει ἡ διά. Aint | |
21247b | Did. (?) | 〈πεδίοιο:〉 γράφεται „πεδίον δέ“. Ail | |
21247c | ex. | ποσὶ κραιπνοῖσιν: εἰ τοὺς πολεμίους διώκων ὠκύτατός ἐστιν, χρὴ ἐννοεῖν, περὶ τῆς ἰδίας σωτηρίας δεδοικὼς ποῖος ἦν. b(BCE3E4)T | |
21247d | Did. (?) | 〈πέτεσθαι:〉 ἐν ἄλλῳ „φέρεσθαι“. Aim | |
21249a | ex. | ἀκροκελαινιόων: σκυθρωπάζων διὰ τῆς ἐπιφανείας. T | |
21249b | ex. | ἄλλως· ἀκροκελαινιόων: ἐπὶ μὲν τῶν τῆς θαλάσσης | |
κυμάτων λέγει „κυρτὰ φαληριόωντα“ (Ν 799). ἀκριβέστατα δὲ ἐπὶ τῶν ποταμῶν παρεφύλαξε· κυμαινομένων γὰρ αὐτῶν μέλαινα ἡ ἐπιφάνεια ὁρᾶται. τῇ δὲ παραγωγῇ καὶ τῇ συνθέσει τῶν λέξεων ἔδειξεν | |||
5 | ἐπαιρόμενον καὶ μελαινόμενον κῦμα. b(BCE3E4)T | ||
21249c1 | Ariston. | Did. | πόνοιο: ὅτι τοῦ πολεμικοῦ ἔργου. | οὕτως δὲ πόνοιο αἱ Ἀριστάρχου διὰ τοῦ π. Ἀριστοφάνης „φόνοιο“, καὶ λόγον ἔχει. A | |
21249c2 | Did. | Ariston. | {παύσειε πόνοιο:} Ἀριστοφάνης „φόνοιο“, ὁ δὲ Ἀρί‐ σταρχος πόνοιο, | τοῦ κατὰ τὸν πόλεμον ἔργου. T | |
21.251 | ex. | δουρὸς ἐρωή: ἐρωὴ 〈ἡ〉 μεθ’ ὁρμῆς βο〈λ〉ή. T | |
21252a | ex. | αἰετοῦ οἴματ’ ἔχων 〈μέλανοσ〉: λέοντι (sc. Υ 164‐ 73), δελφῖνι (sc. Φ 22—4), ἀετῷ αὐτὸν εἴκασεν. καλεῖται δὲ μέλας ἀετὸς καὶ φασσοφόνος. ἔστι δὲ μικρὸς μέν, τῶν δὲ ἄλλων ἰσχυρότερος. T | |
21252b | Hrd. (?) | οἴματ’ ἔχων μέλανος τοῦ θηρητῆρος: τὸ μὲν οἴματα δασυντέον, τὸ δὲ τοῦ ἄρθρον ἐκδεκτέον, οὐχ ὥς τινες ὑφ’ ἓν ἀναγινώσκουσι „μελανόστου“. A | |
21252c | D | Hrd. (?) | 〈μέλανος:〉 οὕτως, εἶτα ἀπ’ ἄλλης ἀρχῆς τοῦ θηρητῆ‐ ρος. | τινὲς δὲ „μελανόστου“ ὑφ’ ἓν ἀναγινώσκουσι, τοῦ μέλανα ὀστᾶ ἔχοντος. Ge | |
21252d1 | ex. | μέλανος τοῦ θηρητῆρος: Ἀριστοτέλης (fr. om. Rose) | |
„μελανόστου“ ἀναγινώσκει, τοῦ μέλανα ὀστᾶ ἔχοντος. ἀγνοεῖ δὲ ὡς οὐ δεῖ ἀπὸ τῶν ἀφανῶν ποιεῖσθαι τὰ ἐπίθετα. οἱ δὲ „μελανόσσου“, μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρχος „μέλανός του“ ἀντὶ τοῦ | |||
5 | τινός. ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς τὸ 〈τοῦ〉 ἐγκλιτικὸν οὐδέπω λέγει. ἄμεινον οὖν ἄρθρον αὐτὸ δέχεσθαι· οὐ γὰρ ἀεὶ λείπει τοῖς ἄρθροις ὁ ποιητής. b(BCE3)T | ||
21252d2 | „μελανόστου“ Ἀριστοτέλης συνθέτως κατὰ βαρεῖαν τά‐ | ||
σιν, ὡς Ὀρέστου· φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα ὀστᾶ ἔχειν. τινὲς δὲ γράφουσι „μελανόσσου“, τοῦ μέλανας ὀφθαλμοὺς ἔχοντος. Ἀρίσταρ‐ χον δὲ παρατίθενται ἀορίστως ἀνεγνωκότα „μέλανός του“, ὡς εἶναι | |||
5 | μέλανός τινος. τὸ δὲ τοῦ, εἴτε πύσμα ᾖ εἴτε ἀόριστον, ἀγνοεῖ ὁ ποιητής· „τεῦ“ (Β 388. 390 al.) γὰρ ἀντὶ αὐτοῦ λέγει καὶ „τέο“ (π 305). ἄμεινον οὖν ἐκδέχεσθαι τὸ τοῦ ἄρθρον. Ge | ||
21252d3 | ὅτι μέλανα ὀστᾶ ἔχουσιν οἱ ἀετοί, ὡς καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων. T | ||
21255a1 | Ariston. | 〈ὕπαιθα:〉 ὅτι τὸ ὕπαιθα εἰς τοὔμπροσθεν σημαίνει. Aim | |
21255a2 | ἀντὶ τοῦ ἔμπροσθεν. Ge | ||
21.256 | ex. | φεῦγ’, ὁ δ’ ὄπισθε ῥέων 〈ἕπετο〉: Ζωΐλος (fr. 32 Friedl. = FGrHist 71, 12) αἰτιᾶται ὅτι ἀθανάτους ἵππους ἔχων ἐν | |
τῷ ἀντικειμένῳ καιρῷ αὐτοῖς οὐ χρᾶται. Ge | |||
21257-62a | ex. | ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸσ〈—καὶ τὸν ἄγοντα〉: ἀπὸ τοῦ ἁδροῦ ἐπὶ τὸ ἰσχνὸν ἔρχεται καὶ ἀνθηρόν. ἡ δὲ παραβολὴ πρὸς τὴν ταχεῖαν ἐπιφορὰν καὶ τὴν παραλλαγὴν τοῦ ὕδατος. κόσμου δὲ ἕνεκα παρεδιηγήσατο τὰ λοιπά, b(BCE3E4)T | |
5 | 〈ὡς ἐν τῷ〉 „ἠΰτε κούρη / νηπίη, ἥ θ’ ἅμα μητρὶ θέουσα“ (Π 7—8) καὶ τὰ ἑξῆς. T παραφυλάττει δὲ τὴν ἐπεξεργασίαν· „ἀπὸ κρήνησ“ (257) μὲν τὴν φορὰν τοῦ ὕδατος πρὸς τὸ δαψιλὲς τῆς ἐπιρρύσεως, ἐν κατάντει δὲ χωρίῳ (cf. 262) πρὸς τὸ συνεχὲς καὶ ταχὺ τοῦ ῥεύματος. b(BCE3E4)T | ||
21257-62b | ex. | ὡς δ’ ὅτ’ ἀνὴρ〈—καὶ τὸν ἄγοντα〉: τῇ ἑρμηνείᾳ ἐνέθηκε γλαφυρὸν πλάσμα. Δοῦρις (FGrHist 76, 89) δ’ αἰτιᾶται τὴν εἰκόνα ὡς τοῦ ὀρυμαγδοῦ καὶ τῆς ἀπειλῆς ἐνδεεστέραν καί φησι ταῦτα διὰ 〈τὸ〉 τὴν ἐν τοῖς κήποις ὑδραγωγίαν ἐκμιμεῖσθαι | |
5 | λανθάνειν πως τοὺς ἀναγινώσκοντας ὥστε μηδεμίαν ἔννοιαν λαμβάνειν πρὸς ὃ πεποίηκε. ἀλλὰ τοῦτο συνέθηκεν οὕτως, ἀγαθὸς ὢν καινοτομῆσαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν. Ge | ||
21.257 | ex. | ὀχετηγός: ὑδραγωγός· ὀχετοὶ γὰρ αἱ ἐπιρρύσεις. b(BE3 E4)T | |
21.258 | ex. | ὕδατι ῥόον ἡγεμονεύει: ἡγεμονεύει ὁδηγῶν τὸν ῥόον τοῦ ὕδατος. T | |
21259a | ex.(?) | 〈χερσὶ μάκελλαν ἔχων:〉 Ἡλιόδωρος γράφει· „χερσὶ | |
δίκελλαν ἔχων“. Ge | |||
21259b | ex. | 〈μάκελλαν:〉 μάκελλα ἡ σκαλὶς ἡ †μακέλλουσα† καὶ κινοῦσα· δίκελλα γὰρ ἡ διχόθεν κέλλουσα. b(BCE3E4)T | |
21259c | ex. | 〈ἀμάρης:〉 ἀμάρη ἡ †ὑδρορόη†, παρὰ τὸ τῇ ἄμῃ †ῥεῖν†. ἢ παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι. b(BCE3E4)T | |
21259d | ex. | ex. | 〈ἀμάρης:〉 ἀμάρα τὸ ὑδραγώγημα διὰ τὸ μὴ μαραίνεσθαι τὰ παραπεφυκότα. | Παρμεν〈ί〉ων 〈ὁ〉 Βυζάντιος· „Θεσσαλοὶ τὸν ὀχετὸν ἀμάραν, Ἀμβρακιῶται δὲ καλαρύαν“ ἐν τῷ τετάρτῳ τοῦ Περὶ | |
διαλέκτων ἔγραψεν. Ge | |||
21259e | ex. | ἄλλως· ἀμάρης ἐξ ἔχματα βάλλων: τὰ κωλύματα τῆς διώρυγος ἐκβάλλων. b(BCE3)T | |
21260-1 | ex. | 〈τοῦ μέν τε προρρέοντος ὑπὸ ψηφῖδες ἅπασαι / ὀχλεῦνται:〉 ἡ ὑπό (260) πρὸς τὸ ὀχλεῦνται (261), ἵν’ ᾖ ὑπο‐ κινοῦνται. b(BCE3)Til | |
21.260 | ex. | ψηφῖδες: οὐχ ὑπὸ Ὁμήρου αἱ ψηφῖδες πεποίηνται, ἀλλ’ ἔστιν ἡ λέξις Ἀττική· οὕτως γὰρ καὶ ἐν τοῖς Ἄξοσι (Sol. fr. 45 R. = 519 Mart.) {παρμένων βυζάντιος}. Ge. | |
21.261 | ex. | κελαρύζει: μετὰ κελάδου ῥεῖ· ἢ κατὰ ἀντίθεσιν †λακερύζει. b(BCE3)T | |
21262a1 | Hrd. | χώρῳ ἔνι προαλεῖ, 〈φθάνει δέ τε〉: τινὲς ἐδάσυναν τὸ προαλεῖ, παρὰ τὸ ἅλλεσθαι ἐκδεχόμενοι τὸν σχηματισμόν. ἄμεινον δὲ ψιλοῦν, ὡς καὶ ὁ Ἀσκαλωνίτης (p. 59 B.), φάσκων ἀπὸ τοῦ ἀλίζεσθαι γεγενῆσθαι, τουτέστιν ἀθροίζεσθαι 〈***〉 ὥστε σημαί‐ | |
5 | νεσθαι τὸ καταφερεῖ· καὶ γὰρ τοῦ χωρίου ἐστὶ τὸ ἐπίθετον. τοῦ δὲ | ||
φθάνει ἐκτατέον τὸ α διὰ τὸ μέτρον, ὥσπερ καὶ Ἀρίσταρχος ἠξίου. A | |||
21262a2 | φθάνει: Ἀρίσταρχος ἐξέτεινε τὸ α διὰ τὸ μέτρον. T | ||
21262b | ex. | 〈προαλεῖ:〉 κατάντει, καθ’ ὃν τὸ ὕδωρ ἔρχεται ἅλις. b(BCE3E4) | |
21262c | ex. | χώρῳ ἔνι προαλεῖ: Παρμενίων ὁ Βυζάντιος· „Κύπριοι καὶ Ἀρκάδες καὶ Λακεδαιμόνιοι προαλὲς 〈τὸ〉 κάταντες.“ καὶ Πτολε‐ μαῖος ὁ Ἀσκαλωνίτης 〈ψιλοῖ〉 τὸ προαλές· ἔστι γὰρ 〈τὸ〉 καταφερές, ἀφ’ οὗ „ἀλέν“ (Ψ 420) καὶ ἀθροῦν καταφέρεσθαι δύναται τὸ ὕδωρ. | |
5 | ἔνιοι 〈δὲ〉 δασύνοντες λέγουσι σημαίνεσθαι τὸ †πρόαλες. Ge | ||
21262d1 | Did. | 〈φθάνει:〉 οὕτως φθάνει διὰ τοῦ ἑτέρου ε, οὐ „φθανέει“. Aint | |
21262d2 | Ζηνόδοτος „φθανέει“ ὡς „νοέει“ (cf. φ 257). T | ||
21262e | ex. | 〈φθάνει:〉 καὶ Λυσανίας γράφει „φθανέει“ καὶ Δοῦρις (FGrHist 76, 90). Ge | |
21.264 | ex. | 〈λαιψηρόν:〉 λίαν ταχύν. b(BCE3)Til | |
21265a | ex. | ὁρμήσειε: τινὲς ἀντὶ τοῦ διανοήσειε. b(BCE3)T | |
21265b | Did. | 〈ὁρμήσειε:〉 γράφεται καὶ „οἰμήσειε“. προκρίνει δὲ τὴν | |
διὰ τοῦ ρ Aint b (BCE3)T γραφὴν Ἀρίσταρχος. b(BCE3)T | |||
21266-7 | ex. | εἴ μιν ἅπαντες / ἀθάνατοι φοβέουσιν: ἀντὶ τοῦ εἰ μηδένα βοηθὸν ἔχει, ἀλλὰ πάντας ἐπιβούλους· ἢ εἰ ἄρα δύναταί τισι τῶν θεῶν καὶ εἰς μάχην ἐλθεῖν. b(BCE3E4)T | |
21269a | ex. | πλάζ’ ὤμους καθύπερθεν: ὅλον τὸ πεδίον πέλαγος γεγενημένον ὑπὸ τοῦ ποταμοῦ ἔδειξεν ὥστε καὶ τοὺς ὤμους ἐπικλύζειν τοῦ Ἀχιλλέως. καὶ πρὸς μὲν ἀλήθειαν ταῦτα οὐ πιθανά· τί γὰρ ἐπράττετο περὶ τοὺς ἄλλους στρατιώτας; ἀπίθανον γὰρ μόνον τὸν | |
5 | Ἀχιλλέα ὑπὸ τοῦ ποταμοῦ ταῦτα πάσχειν. ὡς δὲ ἐν ποιήσει παραδε‐ κτά. b(BCE3E4)T καὶ οὕτω τῇ ἀπαγγελίᾳ κατώρθωται, ὥστ’ οὐδ’ ἀνίησι τὸν ἀκροατὴν ἐπιλογίσασθαί τι τῶν λεγομένων, εἰ ἀληθὲς ἦν ἢ μή· ὅτι γὰρ εἰς τὸ πεδίον τραπόμενον τὸν ποταμὸν ταῦτα δρᾶν φησι, δῆλον ἐκ τοῦ „ἄψορρον δ’ ἄρα κῦμα“ (Φ 382). T | ||
21269b1 | ex. | πλάζ’ ὤμους: πλάσσεν, ἔπλησ〈σ〉εν, ὡς καὶ „δύο τ’ ἤματα κύματι πηγῷ / πλάζετο“ (ε 388—9). ἀλλὰ καὶ „πλάζε δὲ πίνοντασ“ (β 396) καὶ „πλάζει δ’ ἀπὸ πατρίδος αἴησ“ (α 75). T | |
21269c1 | ex. | ὑψόσε ποσ〈σ〉ὶν ἐπήδα: ἵνα ὑπερβάληται τὸ κῦμα. T | |
21269b2/c2 | ex. (rec.) | ex. | πλάζειν δὲ τὸ στροφοδινεῖν καὶ οἱονεὶ σκοτίζειν, b | |
(rec.) | (BCE3E4) καὶ πλασμὸς ἡ ἐξ ἀμφοῖν τῶν μερῶν ἐπεισβολὴ τοῦ κύματος. | ἐπήδα δὲ ὁ Ἀχιλλεύς, ἵνα μὴ τὸ κῦμα ποσῶς αὐτὸν ὑφ’ ἑαυτὸ σχῇ. b(BE3E4) | ||
21271a | ex. | λάβρος ὕπαιθα ῥέων {κονίην δ’ ὑπέρεπτε ποδοῖϊν}: ὡς προφθάσαντος τοῦ ῥεύματος τὸν ἥρωα. T | |
21271b | ex. | κονίην δ’ ὑπέρεπτε ποδοῖϊν: ὑπήσθιεν, b(BCE3)T ὑπέσπα. ἐμφαντικῶς δὲ τὴν κατὰ μικρὸν ὑπονοστοῦσαν γῆν ἔδειξεν, ὅπως ἀκρατὴς εἴη τῆς βάσεως ὁ ἥρως. b(BCE3E4)T | |
21273a | ex. | ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη: ἐμὲ τὸν ἐλεεινόν· ἢ λείπει τὸ ὄντα. τὸν ἀκλεῆ δὲ θάνατον ὀδύρεται. καὶ Λεωνίδας ὁ Λάκων τὴν χεῖρα βληθεὶς ὠδύρετο, ὅτι μὴ ἔχων τὴν χεῖρα τελευτᾷ. b(BCE3E4)T | |
21273b | ex. | 〈ἐλεεινόν:〉 ἐλέου ἄξιον τυγχάνοντα. Aint | |
21.274 | ex. | ἔπειτα 〈δὲ〉 καί τι πάθοιμι: ἔπειτα μετὰ τὸ σωθῆναι ἐκ τοῦ ποταμοῦ. T | |
21.275 | ex. | 〈Οὐρανιώνων:〉 θεῶν· οὐ γὰρ Θέτις οὐρανία. Til | |
21276a | ex. | ψεύδεσ〈σ〉ιν ἔθελγεν: μεγαλοπρεπῶς ἐπὶ τῇ τοιούτου θανάτου (cf. Φ 277—8) ἐλπίδι θέλγεσθαί φησιν, ὥσπερ ἡδέσι λόγοις πιστεύσας. λυπεῖ οὖν αὐτὸν οὐχ ἡ τελευτή, ἀλλ’ ὁ τρόπος. b(BCE3 E4)T | |
21276b1 | Hrd. | {ἥ με} ψεύδεσσιν {ἔθελγεν}: ψεύδεσσιν ὡς „βέλεσσιν“ (Α 42. Ν 555 al.)· οὐ γὰρ ἐπίκειταί τινι. ἔστι δὲ αὐτοῦ τὸ ἑνικὸν „ψεῦδος δ’ οὐκ ἐρέω“ (γ 20. 328). A | |
21276b2 | ex. (Hrd.) | ἄλλως· ψεύδεσ〈σ〉ιν: προπαροξυτόνως b(BCE3) ὡς „βέλεσιν“ (Λ 657. π 277), ἀπὸ τοῦ ψεῦδος· οὐ γὰρ ἐπίκειταί τινι ἐπιθετικῶς. b(BCE3)T | |
21.278 | ex. | λαιψηροῖς: τοῖς αἰφνίδιον ἀποκτείνουσιν. b(BCE3E4)T | |
21279a | ex. | ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι〈—ἄριστοσ〉: ὅρα τὸ μεγαλοφυές· οὐ γὰρ μόνον τὸν ἐν πολέμῳ θάνατον αἱρεῖται, ἀλλὰ καὶ ὑπὸ τοῦ ἀρίστου ἀναιρεθῆναι. ἔοικεν οὖν καὶ ἡ Θέτις δικαίως ἀπο‐ κρύψασθαι τὴν ἀλήθειαν καὶ τὸν Ἀπόλλω ἀντὶ τοῦ Ἀλεξάνδρου | |
5 | παραλαβεῖν (sc. Φ 277—8). b(BCE3E4)T | ||
21279b | Hrd. + Ap. H. | ὃς ἐνθάδε γ’ ἐτράφ’ ἄριστος: παροξυτονητέον· τὸ γὰρ τέλειόν ἐστιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τῆς Ξ (cf. 2,88,32), ὅπου διαλαμβάνει περὶ τοῦ „διχθάδι’ ἢ μεθ’ ὅμιλον“ (Ξ 21). καὶ λέγει ὅτι συναλιφὴν πέπονθε διὰ τοῦ η. δεῖ | |
5 | οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε 〈γ’〉, εἶτα ἐτράφ’ ἄριστος, οὐχ ὡς οἱ πολλοὶ „τέτραφ’ ἄριστοσ“, ἀπὸ τοῦ τ ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες. A | ||
21279c | Did. (?) | 〈ἐνθάδε γ’ ἐτράφ’ ἄριστος:〉 ἐν ἄλλῳ „ἐνθάδε τέ‐ τραφ’ ἄριστοσ“. Aim | |
21279d | ex. | τέτραφεν: ἀντὶ τοῦ ἐτράφη· τὰ γὰρ ἐνεργητικὰ τούτου τοῦ ῥήματος ἀντὶ παθητικῶν τάσσει. b(BCE3)T | |
21280a | ex. | 〈τῶ κ’ ἀγαθὸς—ἐξενάριξε:〉 διὸ δὴ γενναῖος μὲν καὶ ἀνδρεῖος ἐφόνευσεν ἄν, γενναῖον δὲ ἐσκύλευσεν. Ge | |
21280b | ex. | ἀγαθὸν δέ κεν ἐξενάριξεν: οὐχ ὅτι καὶ νῦν οὐκ ἀγαθὸς ὁ Ἀχιλλεύς, κἂν ὑπὸ τοῦ ποταμοῦ διαφθαρείη, ἀλλὰ τοιοῦτόν τί ἐστιν, ὃ λέγει· ‘ἀγαθὸν ὄντα b(BCE3)T καὶ πράττοντά τι γενναῖον‘. b(BCE3E4)T | |
21281a1 | Ariston. | {νῦν δ’ έμε} λευγαλέῳ: ὅτι ἐκ τούτου οἱ νεώτεροι ἐξεδέξαντο λευγαλέον τὸν δίυγρον. ἔστι δὲ κατὰ κοινωνίαν στοιχείων λευγαλέον ὀλέθριον, παρὰ τὸν λοιγόν. καὶ ἐν Ὀδυσσείᾳ (β 61)· „λευγαλέοι τ’ ἐσόμεσθα“. A | |
21281a2 | D | Ariston. | χαλεπῷ, ἀδόξῳ. | ὀλεθρίῳ. Ge | |
21281b | ex. (Ariston.) | λευγαλέῳ: χαλεπῷ, οὐ διύγρῳ, ὡς Ἡσίοδος (cf. opp. 525)· τί γὰρ ἐπὶ τοῦ „λευγαλέοι τ’ ἐσόμε〈σ〉θα“ (β 61); T | |
21282a | Hrd. | 〈ἐρχθέντα:〉 ψιλωτέον τὸ ἐρχθέντα. Aint | |
21282b1 | ex. (Hrd.?) | 〈ἐρχθέντα:〉 ψιλωτέον δέ· ἔστι γὰρ παρὰ τὸ εἴργω. Ἀττικοὶ δὲ δασύνουσιν. b(BCE3)T | |
21282b2 | D(~) | ex. | πνιγέντα. | {ἐρχθέντα} ψιλῶς, παρὰ τὸ εἴργω εἴρχθη〈ν〉 | |
(Hrd.?) | παθητικόν, ἐρχθείς. Ἀττικοὶ δὲ τὸ εἴρχθη〈ν〉 δασύνουσιν. Ge | ||
21282c | ex. | ἐρχθέντα: παρὰ τὴν ἔρσαν. κυρίως τὸ ἐν ὕδατι ἀπο‐ λέσθαι. b(BCE3E4)T | |
21282d | Did. | 〈ἐρχθέντα:〉 ἐν τῇ Μασσαλιωτικῇ „εἱρχθέντα“. T | |
21282e | ex. (Did.?) | ex. | ex. | | 〈ἐρχθέντ’ ἐν μεγάλῳ:〉 ὅτι ἔν τισιν „ἐρχθέντα μεγά‐ λῳ“. | Πτολεμαῖος ὁ Ἀσκαλωνίτης „ἑρθέντα“ δασέως· ἀπὸ γὰρ τῆς | |
Ariston. | ex. | ἕρσης. | Κράτης (fr. 56 a M.)· „εἰλθέντ’ ἐν μεγάλῳ“· εἴλλειν γάρ φησιν εἶναι τὸ εἴργειν, ὥστε τὴν τῆς κωλύσεως δίκην ἐξουλῆς καλεῖ‐ | ||
5 | σθαι, καὶ παρατίθεται Σόλωνος ἐν πέμπτῳ ἄξονι (fr. 36 a R. = 569 a Mart.)· „ἐξουλῆς· ἐάν τις ἐξίλλῃ, ὧν ἄν τι〈σ〉 δίκην νικήσῃ, ὁπόσου ἂν ἄξιον ᾖ, εἰς δημόσιον ὀφλανεῖ καὶ τῷ ἰδιώτῃ, ἑκατέρῳ ἴσον.“ ὁ Σοφοκλῆς ἐν Δαιδάλῳ (fr. 158 P. = 158 R.)· „†ἐλλημενήσω† τόνδ’ ἀχαλκεύτῳ πέδῃ“. | Ἀριστόνικος ὅτι ἐρχθέντα ἀποπνιγέντα, καὶ ἐν ἄλλοις· | ||
10 | „ἔνθα με κῦμ’ ἀπόερσε“ (Ζ 348), 〈ἀπέπνιξεν〉. | Ἀλεξίων ὁ Χωλὸς (fr. 62 B.) φησί· „‘ἐρθέντα‘ δεῖ γράφειν χωρὶς τοῦ χ· οὐ γὰρ παρὰ τὸ εἰρχθῆναι, ἀλλὰ παρὰ τὸ ἔρσαι, ὅ ἐστι πνῖξαι· ὅθεν καὶ ἐν ἄλλοις φησὶν ὁ ποιητής· ‘ὅν ῥά τ’ ἔναυλος 〈ἀποέρσῃ χειμῶνι περῶντα‘ (Φ 283) καὶ ‘μή μιν〉 ἀποέρσειε μέγας ποταμόσ‘ (Φ 329). ἐπεὶ οὖν ἐπὶ | ||
15 | τῶν δύο τόπων 〈τούτων〉 χωρὶς τοῦ χ, κἀνθάδε γράφοιμεν ‘ἐρθέντα‘.“ ἔνιοι δασύνουσιν „ἑρθέντα“ παρὰ τὴν δρόσον. Ge | ||
21282f | ex. | 〈ὡσ〉 παῖδα συφορβόν: πρὸς τὸ ἀγεννὲς καὶ εὐτελὲς τοῦ θανάτου. καὶ διὰ τῆς ἡλικίας καὶ διὰ τοῦ ἐπιτηδεύματος ταπεινοῖ τὸ πρόσωπον· παιδὶ δὲ συφορβῷ ἑαυτὸν εἰκάζει ὁ λέγων „ἐγὼ καλός τε μέγας τε“ (Φ 108). b(BCE3E4)T | |
21282g | Ariston. | 〈συφορβόν:〉 σημειοῦνταί τινες ὡς ἅπαξ εἰρημένον. Aim T | |
21283a | Ariston. | ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ χειμῶνι 〈περῶντα〉: ὅτι ἀντὶ τοῦ χειμῶνος διαπερῶντα. ἐναύλους δὲ τοὺς ποταμοὺς τοὺς ἐπιμήκεις. A | |
21283b | ex. | ἔναυλος: χειμάρρους διὰ στενοῦ τόπου καὶ περιμήκους ποιούμενος τὴν ῥύσιν. b(BCE3E4)T | |
21284-6 | ex. | τῷ δὲ μάλ’ ὦκα〈—ἐπιστώσαντ’ ἐπέεσσι〉: ἔδει γὰρ πολλοῦ τάχους εἰς τὸ ἀνακτήσασθαι τὸν οὕτως ἠθυμηκότα· b(BCE3E4)T διὸ καὶ δύο θεοὶ προσίασι, καὶ οὐ μόνον διαλέγον‐ ται, ἀλλὰ καὶ τῆς δεξιᾶς πίστιν παρέχουσιν. b(BE3E4)T | |
21.286 | ex. | χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ’ ἐπέεσ〈σ〉ι: διὰ τῆς δεξιᾶς πίστιν ἐποιήσαντο· b(BCE3E4)T ἔθει γὰρ ἀρχαιο‐ τέρῳ οὕτως εἰς βεβαίωσιν ἀληθῆ ἐπιστοῦντο ἀλλήλους. b(BE3E4) | |
21.287 | Ariston. | τοῖσι δὲ μύθων ἦρχε: ὅτι δυεῖν ὄντων πληθυντικῶς | |
εἴρηκε τοῖσι δὲ μύθων ἦρχε. A | |||
21288-91 | ex. | μήτ’ ἄρ τι λίην τρέε μηδέ τι τάρβει〈—αἴ‐ σιμόν ἐστιν〉: ἱκαναὶ αἱ προσθῆκαι ὑπὲρ τοῦ θαρρῆσαι Ἀχιλλέα, b(BCE3E4)T ὅτι θεοί τέ εἰσιν οἱ συμμαχοῦντες καὶ Ζεὺς ὁ ἐπι‐ νεύσας καὶ τὸ μοιρίδιον οὔπω ἐληλυθός. πρὸς δὲ τοὺς ζητοῦντας, πῶς | |
5 | διαλέγονται μὲν αὐτῷ οἱ θεοί, οὐκ ἐπιβοηθοῦσι δέ, ῥητέον ὅτι ἕτερος ἦν ὁ ἀντιτεταγμένος τῷ Σκαμάνδρῳ. b(BE3E4)T | ||
21288a | ex. | ex.(?) | 〈μήτ’ ἄρ τι λίην τρέε μήτε τι τάρβει: λέγει τὸ〉 ἀνάνδρως πρὸς τοὺς κινδύνους τούτους ἔχειν, ἐφ’ οἷς σφοδρῶς οὕτως γίνεται τρόμος. πρὸς πάντα δὲ τὰ ἀπὸ τῆς τύχης συμβαίνοντα τὸν ἀνδρεῖον εὐρώστως διακεῖσθαι προσήκει, διότι καὶ αὐτὴν τὴν ἀπὸ | |
5 | τῶν ἀρρωστιῶν γινομένην καταστροφὴν φοβούμενοί τινες οὕτως ὡς καὶ τρέμειν λέγοιεν ἂν ὅτι δεινόν ἐστιν ἀποθανεῖν ὡς ἂν παιδίον ἢ γύναιον τὸ τυχόν. | Ζηνόδοτός φησιν ὅτι οὐ τὸ θανεῖν 〈δεινὸν〉 ἡγεῖται, ἀλλὰ τὸ ἀδόξως, καὶ οὐ γέγραπται ‘τρέμε‘, ἀλλὰ τρέε, ὅ ἐστιν εὐλαβοῦ. Ge | ||
21288b | ex. | 〈τρέε:〉 ὑποχώρει b(BCE3E4)Til καὶ φεῦγε. b(B CE3E4) | |
21.289 | ex. | ἐπιτάρροθοι: πλεονάζει ὁ ταρ, ὡς ἐν τῷ ἀταρτηρός. T | |
21290a | Ariston. | Ζηνὸς ἐπαινήσαντος 〈ἐγὼ καὶ Παλλὰς Ἀθήνη〉: ἀθετεῖται, ὅτι ἀπίθανον εἰς ἀνδρὸς μορφὴν ὡμοιωμένον λέγειν ἐγὼ καὶ Παλλὰς Ἀθήνη· τίς γάρ ἐστιν, οὐ μὴ νοήσῃ. A | |
21290b | ex. | ἐγὼ καὶ Παλλὰς Ἀθήνη: ἡμάρτηται, ὅτι τὸ ἑαυτοῦ | |
ὄνομα οὐ προσέθηκεν. κατὰ τὸ σιωπώμενον δὲ ἴσως ἐκελεύσθησαν. T | |||
21.292 | ex. | λωφήσει: κοπάσει. κυρίως δὲ ἐπὶ τῶν ὑποζυγίων. T | |
21.293 | ex. | αἴ κε πίθηαι: οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος (fr. 8 H.)· διὰ τί γὰρ ἤμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμ‐ βουλεύουσι; τάχα οὖν πρὸς τὰ ἑξῆς ἐστι, „σὺ δ’ Ἕκτορι θυμὸν ἀπούρας / ἂψ ἐπὶ νῆας ἴμεν“ (Φ 296—7)· ὁρῶσι γὰρ αὐτὸν ἐπιτετα‐ | |
5 | μένως ἔχοντα πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφέξεσθαι τῆς σφαγῆς, κἂν Ἕκτορος κρατήσῃ. b(BCE3E4)T | ||
21294a1 | Nic. | μὴ πρὶν παύειν χεῖρας: ἀφ’ ἑτέρας ἀρχῆς τοῦτο ἀνα‐ γνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστακτικοῦ τοῦ παῦε. A | |
21294a2 | μὴ πρὶν παύειν χεῖρας: ἀπὸ ἄλλης ἀρχῆς ἀναγνω‐ στέον· τὸ γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ ἐστιν. b(BCE3)T | ||
21.295 | ex. | Ἰλιόφι: συνήθης καὶ Θηβαίοις ὁ σχηματισμός. T | |
21296-7a1 | Nic. | Ariston. | Τρωϊκόν, ὅς κε φύγῃσι. 〈σὺ δ’ Ἕκτορι θυμὸν ἀπούρας / ἂψ ἐπὶ νῆας ἴμεν〉: ἐπὶ τὸ φύγῃσι (296) βέλτιον στίζειν, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς σὺ δ’ Ἕκτορι (296), τοῦ ἀπαρεμ‐ φάτου 〈ἴμεν〉 (297) πάλιν ἀντὶ προστακτικοῦ κειμένου τοῦ ἴθι. | ἡ | |
5 | διπλῆ δέ, ὅτι 〈Ἕκτορι〉 ἀντὶ τοῦ Ἕκτορος, καὶ 〈ὅς κε〉 φύγῃσιν (296) ὃς ἂν φύγοι. A | ||
21296-7a2 | Ariston. | {ὅς κε φύγοι:} ἀντὶ τοῦ ὃς ἂν φύγοι. καὶ Ἕκτορι | |
(296) ἀντὶ τοῦ Ἕκτορος. T | |||
21296-7b | ex. (Nic.) | ἄλλως: ὅς κε φύγῃσι. 〈σὺ δ’ Ἕκτορι— ἴμεν〉: στικτέον εἰς τὸ φύγῃσι (296). τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, τοῦ ἀπαρεμφάτου ἀντὶ προστακτικοῦ κειμένου. b(BCE3)T | |
21.297 | x | 〈ἴμεν:〉 ἴμεναι, ἴμεν. Aim | |
21.298 | ex. (Ariston.?) | 〈τὼ μὲν ἄρ’ ὣς εἰπόντε:〉 συλληπτικόν. Til | |
21299-300a1 | Nic. | αὐτὰρ ὁ βῆ, 〈μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, / ἐς πεδίον〉: τὸ ἑξῆς αὐτὰρ ὁ βῆ (299) ἐς πεδίον (300). τὰ δ’ ἄλλα ὡς διὰ μέσου διορθωτέον. A | |
21299-300a2 | τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον. τὰ δὲ ἄλλα διὰ μέ‐ σου εἴρηται. b(BCE3E4)T | ||
21299-300b | ex. | ἄλλως· αὐτὰρ ὁ βῆ〈—ἐκχυμένοιο〉: ὑπεκκαύ‐ ματα δέδωκε τῇ ἀπαγγελίᾳ, τὸν μὲν ὑπὸ θεῶν ῥώσας, τὸν δὲ Σκάμαν‐ δρον μᾶλλον προσεπιτιθέμενον καὶ προσεταιριζόμενον κατ’ αὐτοῦ εἰπών. b(BCE3E4)T | |
21.301 | Hrd. | δαῒ κταμένων: ἄμεινον κατὰ διάστασιν ἀναγινώσκειν τὸ δαῒ κταμένων ὡς τὸ „Ἄρηϊ †κταμένω톓 (Χ 72): A b (BCE3)T | |
οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως. A | |||
21302a1 | ex. | πλῶον καὶ νέκυες: ἀλλὰ τριταῖοι πλέουσιν. ἢ οὖν ὑπὸ ὀργῆς ἐπῆρε κατὰ τοῦ Ἀχιλλέως τὰ σώματα, ἢ ἐν τῇ μάχῃ ἀπολό‐ μενοι. T | |
21302a2 | ἀλλὰ τριταῖοι πλέουσιν. τάχα οὖν ἡ τῶν ῥευμάτων σφοδρότης αὐτοὺς ἀνῆκεν. b(BCE3) | ||
21303a | ex. | 〈πρὸς ῥόον ἀΐσσοντος ἀν’ ἰθύν:〉 ἀνὰ τὴν φορὰν τοῦ ὕδατος ὁρμῶντος. b(BCE3E4)Til | |
D | 〈ἀν’ ἰθύν:〉 ἐπ’ εὐθείας. Aint | ||
21303b | Did. | 〈ἔσχεν:〉 Ἀρίσταρχος διὰ τοῦ ι „ἴσχεν“. Aim | |
21.305 | ex. | ἔληγε: ἔπαυεν, ὡς τὸ „Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα, ἵετο δ’ αἰεί“ (Ν 424). T | |
21.306 | ex. | κόρυσ〈σ〉ε: ἐμετεώριζεν b(BCE3)T ἢ ὥπλιζε κατὰ Ἀχιλλέως. b(BCE3E4)T | |
21.307 | ex. | ὑψός’ ἀειρόμενος: μετεωριζόμενος· „ἵστατ’ ἀειρομένη“ (Β 151). T | |
21308-11 | ex. | φίλε κασίγνητε〈—ἐπάμυνε τάχιστα〉: καὶ ἀδελφὸν παρακαλεῖ, καὶ κατὰ ἀνθρώπου καὶ ὑπὲρ φιλουμένης πόλεως. b(BCE3)T | |
21310a1 | ex. | κατὰ μόθον: γράφεται „κακὸν θεόν“, οἶον κακὸν ἐπί‐ κουρον Τρῶες οὐ μενέουσιν, ἀλλ’ ὀξυλαβείας χρεία πρὸς τὸ σῶσαι αὐτούς. T | |
21310a2 | οἱ Τρῶες, φησίν, οὐ μενοῦσιν Ἀχιλλέα κατὰ τὴν μάχην· χρεία οὖν ὀξυλαβείας πρὸς τὸ σῶσαι αὐτήν. b(BCE3E4) | ||
21.312 | ex. | 〈ἐναύλους:〉 τοὺς χειμάρρους, b(BCE3)Til τὰς στε‐ νὰς διώρυχας. b(BCE3E4)Til | |
21313-4 | ex. | 〈πολὺν δ’ ὀρυμαγδὸν ὄρινε /〉 φιτρῶν καὶ λάων: πολλὴ ἡ ὁρμὴ κελεύοντος καὶ τὰ παρακείμενα κατασπᾶν φυτὰ καὶ τοὺς παρατυγχάνοντας λίθους. T | |
21.315 | ex. | 〈μέμονεν:〉 διανοεῖται. Til | |
21316-7 | ex. | 〈φημὶ γὰρ〉 οὔτε βίην χραισμησέμεν〈—τεύ‐ χεα καλά〉: δαιμονίως κατείλοχε πάντα, οἷς ἐπηρμένος Ἀχιλλεὺς ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρείας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας. b(BCE3E4)T | |
21317a1 | Ariston. | 〈τὰ τεύχεα καλά:〉 ὅτι ἀντὶ τοῦ τὰ καλὰ Aim Aint τεύχεα, ὡς „οὕνεκα τὸν Χρύσην 〈ἠτίμης’ ἀρητῆρα〉“ (Α 11). Aim | |
21317a2 | {τὰ τεύχεα καλά} μετάθεσις ἄρθρου, ὡς „τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα“. T | ||
21317b | ex. | 〈νειόθι λίμνης:〉 πρὸς τῷ κατωτάτω τῆς θαλάσσης. b(BCE3E4)Til | |
21318a1 | Hrd. | {κείσεθ’ ὑπ’} ἰλύος: τὸ υ ἐκτέταται διὰ τὸ μέτρον· τὸ | |
γὰρ ἀκόλουθόν ἐστιν ἰλύος ὡς ἰσχύος. A | |||
21318a2 | μέτρου χάριν ἐκτέταται τὸ υ. Til | ||
21319a | ex. (Did. ?) | εἰλύσω: ἐὰν μὲν διὰ τοῦ ει, εἰλύσω, δηλοῖ τὸ εἰλήσω· ἐὰν δὲ διὰ τοῦ ι, τὸ σκεπάσω, ἀφανίσω, παρὰ τὴν ἰλύν, ὡσεὶ ἔλεγε ‘τῇ ἰλύϊ καλύψω‘. διχῶς οὖν ἡ γραφή. AT | |
21319b1 | Ariston. | χέραδος: ὅτι ἅπαξ τὸ χέραδος. ἔστι δὲ τὸ συναγόμενον ἐν τῇ ῥύσει πλῆθος ἰλύος καὶ ὀστράκων καὶ λίθων. φησὶ γοῦν „πολὺν δ’ ὀρυμαγδὸν ὄρινε / φιτρῶν καὶ λάων“ (Φ 313—4). A | |
21319b2 | ἅπαξ δὲ εἴρηται παρ’ Ὁμήρῳ. T | ||
21319c | ex. (Hrd.?) | χέραδος: τὸ χέραδος οὐδέτερον, προπαροξυτόνως ὡς κίναδος. καὶ Πίνδαρος (fr. 327, cf. P. 6,13) δὲ τὴν δοτικὴν ἐξήνεγκε | |
„χεράδει“, ὡς μεγέθει. T | |||
21319d | ex. | 〈χεράδος:〉 Ἀπολλόδωρος (FGrHist 244, 281) τὸ πλῆ‐ θος τῶν θαλαττίων καὶ ποταμίων λίθων, οὓς ἡμεῖς τροχμάλους, οἱ δὲ χερμάδια καλοῦσιν, ὄντας χειροπληθεῖς. ἔστι δὲ ἡ λέξις παρὰ Ἀλ‐ καίῳ (fr. 344 L.—P.)· „οἶδ’ ἦ μὰν χέραδος μὴ βεβάως ἐργάσιμον | |
5 | λίθον / κίνεις καί κεν ἴσως τὰν κεφάλαν ἀργαλέαν ἔχοι.“ τινὲς γράφουσι 〈διὰ〉 δύο σς „ἅλις σχεράδοσ“, ἐπεὶ Εὐφορίων ἐν Θρᾳκί (fr. 25 Pow.)· „τύμβος ὑπὸ κνημοῖσι πολυσχεράδος Μυκόνοιο“. Ἀπολλόδωρος δέ φησι περισσὸν τὸ ς παρ’ αὐτῷ εἶναι, ὡς παρ’ Ὁμήρῳ (cf. h. Ap. 341; h. 30, 9) τὴν φερέσβιον· καὶ Σοφοκλῆς ἐν ἀρχῇ Λαρισσαίων (fr. 379 | ||
10 | P. = 379 R.)· „Λάρισσα μήτηρ προσγόνων Πελασγίδων“, ἀντὶ τοῦ προγόνων. Ge | ||
21319e | ex. | ἄλλως· ΧΕΡΑΔΟΣ: τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασ‐ σίων ψήφων ἢ τῶν εἰς †χερμαδίας† ἐπιτηδείων λίθων. ἢ πᾶσαν συρρέουσαν ἀκαθαρσίαν ἐκ τῶν ὑδάτων b(BCE3)T κατὰ μίμησιν τοῦ ἤχου τοῦ γινομένου κατὰ τὴν σύρσιν· ἀντιφράζει γοῦν αὐτῷ | |
5 | „πολὺν δ’ ὀρυμαγδὸν ἐπῆρε / φιτρῶν“ (Φ 313—4). T | ||
D | εἰλύσω ψαμάθοισιν ἅλις χεράδος 〈περιχεύασ〉: Ἀρί‐ σταρχός φησι χεράδας καλεῖσθαι τοὺς ποταμοὺς καὶ τοὺς ἐν αὐτοῖς λί‐ θους. εἶναι δὲ τὸν νοῦν τοιοῦτον· πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω. χεράδας οὖν λιθάδας. A | ||
21320a | Ariston. | ἐπιστήσονται: ὅτι ἐπιστήσονται ἀντὶ τοῦ δυνήσον‐ ται. καὶ ἐν Ὀδυσσείᾳ (ν 207)· „νῦν δ’ οὔτ’ ἄρ πῃ θέσθαι ἐπίσταμαι“ ἀντὶ τοῦ οὐ δύναμαι. A | |
21320b | ex. | ἐπιστήσονται: ἀντὶ τοῦ δυνήσονται. b(BCE3) Ge, T καὶ ἐπὶ τῆς μελίας· „ἀλλά μιν οἶος Ge ἐπίστατο πῆλαι Ἀχιλλεύσ“ (Π 142) b(BCE3) Ge, T ἀντὶ τοῦ ἐδύνατο. Ge | |
21321a | Did. | 〈ἀλλέξαι:〉 Ἀρίσταρχος „ἀνλέξαι“ διὰ τοῦ ν. Aint | |
21321b | ex. | ἄσιν: τὸ ἐν ὕδασι ξηρόν, ἀπὸ τῆς ἄζης. οἱ δὲ τὴν ἐκ τοῦ ποταμοῦ δεῖσαν· ὅθεν καὶ ἄσιον τὸν λειμῶνα (cf. Β 461) ἤκουσαν. A b (BCE3E4)T | |
21323a | Ariston. | 〈ΤΥΜΒΟΧΟΗΣ:〉 ὅτι τὸ πλῆρές ἐστι τυμβοχοῆσαι· διὸ ση‐ μειοῦνταί τινες. Aint | |
21323b1 | Hrd. | ΤΥΜΒΟΧΟΗΣ: τὸ πλῆρες τυμβοχοῆσαί ἐστι· χυτοὺς | |
γὰρ τοὺς τάφους· διὸ περισπαστέον τὸ η. οὕτως καὶ Ἀρίσταρχος. τοιοῦτον δέ ἐστιν· ‘οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου‘. Κράτης (fr. XII H.) μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο· καὶ δῆλον ὅτι ἐβάρυνεν | |||
5 | ὁμοίως τῷ οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμ‐ βάνειν ἢ ἐν τῷ ὀνόματι. A | ||
21323b2 | τυμβοχοῆς’: ἀπαρέμφατον ῥῆμα τὸ τυμβοχοῆσαι. ὃ δὲ λέγει, T ‘οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου‘. b(BCE3)T ὁ δὲ Κράτης ὡς οἰνοχόης. T | ||
21.324 | x | ἦ καὶ ἐπῶρτ’ Ἀχιλῆϊ κυκώμενος 〈ὑψόσε〉 θύων: 〈***〉 πρὸς τὴν ἔμφασιν. A | |
21325a | ex. | μορμύρων: ἀναβράσσων ἢ θηριούμενος, παρὰ τὴν μορ‐ μώ. ἔστι δὲ ἀπαραμίλλητα ταῦτα (sc. Φ 325—7) τοῦ Ὁμήρου· οὐ γὰρ μόνον τῇ μεγαληγορίᾳ τῶν ὀνομάτων, ἀλλὰ καὶ τῇ ἐννοίᾳ κατώρθωται· ἔστι γὰρ ἰδεῖν κῦμα μετέωρον αἵματι καὶ ἀφρῷ μεμιγ‐ | |
5 | μένον καὶ τούτῳ ἐπιπλέοντα τὰ σώματα. b(BCE3E4)T | ||
21325b | ex. | 〈μορμύρων:〉 Ἡρακλείδης 〈ὁ〉 Μιλήσιος (fr. deest ap. C.)· „μορμύρων· θηριούμενος, ὅτι τὸ μορμώ τάσσεται ἐπὶ τοῦ θηριώδους.“ Ge | |
21327a | Hrd. | κατὰ δ’ ᾕρεε {πηλείωνα}: τὸ αἱρῶ περισπώμενον δασύνεται, σημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δασυντέον. A | |
21327b1 | ex. | ex. | κατὰ δ’ ᾔρεε: καθῄρει, κατέβαλλεν. | δασυντέον δὲ τὸ | |
(Hrd.?) | ᾕρεεν ἢ κατελάμβανεν· τὸ γὰρ αἱρῶ περισπώμενον καὶ δασυνόμενον δηλοῖ τὸ καταλαμβάνω. T | ||
21327b2 | κατέβαλλε καὶ κατεπόνει, | ἀπὸ τοῦ αἱρῶ, τὸ καταβάλλω· | ||
καὶ δασύνεται. b(BCE3) | |||
21.328 | ex. | Ἥρη δὲ μέγ’ ἄϋσε 〈περιδείσας’ Ἀχιλῆϊ〉: κατὰ συλλογισμὸν ἐνέφηνε τὸν κίνδυνον. οἰκεῖον δὲ τὸ σχῆμα θηλείᾳ. T | |
21.329 | ex. | 〈ἀποέρσειε:〉 πνίξειε. Κυπρίων ἡ λέξις. Til | |
21331a | Ariston. | | ὄρσεο, κυλλοπόδιον, 〈ἐμὸν τέκοσ〉: †ἀθετεῖται†, ὅτι | |
Hrd. | ἄκαιρον τὸ ἐπίθετον· ἡ γὰρ φιλανθρωπευομένη καὶ λέγουσα ἐμὸν τέκος οὐκ ὤφειλεν ἀπὸ τοῦ ἐλαττώματος προσφωνεῖν. A Ge | τὸ δὲ κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει, ᾧ καὶ ἐπείσθημεν, | ||
5 | ὥσπερ ἤδη προείπομεν ἐπὶ τοῦ „ὀλβιόδαιμον“ (Γ 182) γενόμενοι. A | ||
21331b | Ariston. | 〈κυλλοπόδιον:〉 ἄκαιρον καὶ ἀπρεπὲς τὸ ἐπίθετον. Til | |
21331c1 | Nic. | 〈ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος:〉 ἐπὶ τὸ τέκος ὁ λόγος στίζει. Aim | |
21331c2 | εἰς τὸ τέκος ἡ στιγμή. b(BCE3)T | ||
21331d | ex. (Hrd.) | ex. | κυλλοπόδιον: προπαροξυτόνως. b(BCE3)T | λέγει ‘εἰ καὶ κυλλοποδίων εἶ, ὅμως ὄρσεο‘. T διδασκαλία δὲ στρατη‐ γικῶν (cf. Φ 331—2) εὐμήχανον εἶναι καὶ συνορᾶν ταχέως δύνασθαι, τίνα καὶ ποῖα τίσι καὶ ποίοις μάχεται καὶ τίνων ἀφεκτέον καὶ τίσι | |
5 | πολεμιστέον· b(BCE3E4)T νῦν γὰρ ἀντίπαλον Σκαμάνδρῳ πέμπει τὸν υἱόν, ἑξῆς δὲ Ἑρμῆς ἀπολέγει τῇ Λητοῖ (cf. Φ 497—501) καὶ Ἀπόλλων Ποσειδῶνι (cf. Φ 461—7). T | ||
21331e | ex. | 〈ΚΥΛΛΟΠΟΔΙΟΝ:〉 τινὲς 〈ὅτι〉 ὡς Χαλκῶδον εἴρηται, τινὲς δὲ ὡς σύνθετον βαρυτονοῦσιν. Ἑρμαππίας „κυλ〈λ〉οποδῖον“, περισπῶν τὴν παρατέλευτον, ἀναγινώσκει. Ἀλεξίων ὁ Χωλὸς (fr. 63 B.) χρῆται παραδείγματι τοιούτῳ· „τὰ εἰς ων λήγοντα ὀνόματα, | |
5 | φησί, καὶ τὴν παρεσχάτην ἔχοντα μακράν, ὅταν κατὰ κλητικὴν ἐκφέρηται πτῶσιν, περισπᾶται κατ’ αὐτήν, οἷον ‘Πανδίων‘ (Μ 372) Πανδῖον, Ἰάσων Ἰᾶσον, ‘Ἀμφίων‘ (Ν 692) Ἀμφῖον, 〈ὥστε〉 εἰ Κυλλοποδίων, καὶ ‘Κυλλοποδῖον‘ ὀφείλει ἐπὶ κλητικῆς περισπᾶσθαι κατὰ τὴν παρατέλευτον.“ Ge | ||
21.332 | ex. | 〈ἠΐσκομεν:〉 εἰκότως νομίζομεν ὅτι ὕδωρ πυρὶ ἐναντίον. b(BCE3E4)Til | |
21.333 | ex. | 〈πιφαύσκεο:〉 ἐνδείκνυε, ἐξύφαπτε. b(BCE3E4)Til | |
21334-5 | Nic. | αὐτὰρ ἐγὼ Ζεφύροιο〈—θύελλαν〉: κἂν μὴ διαστείλωμεν ἐπὶ τὸ εἴσομαι (335), τὸ ὑπερβατὸν νοεῖται· A αὐ‐ τὰρ ἐγὼ εἴσομαι Ζεφύροιο καὶ Νότοιο χαλεπὴν ὄρσουσα θύελλαν ἐξ ἁλόθεν (cf. 334—5). AT | |
21334a1 | ex. | Ζεφύροιο: Ζέφυρος παρὰ τὸν ζόφον, ἐπεὶ ἀπὸ δύσεως, ἣν ζόφον καλεῖ. T | |
21334a2 | Ζέφυρος παρὰ τὸν ζόφον. καὶ ἡ ἀπὸ δύσεως πνοὴ ζοφό‐ | ||
πνοια καλεῖται. b(BCE3E4) | |||
21334b | ex.(?) | 〈ἀργεστᾶο Νότοιο:〉 τοῦ λεγομένου Λευκονότου. Aint | |
21334c1 | ex. | 〈ἀργεστᾶο Νότοιο:〉 ἀργεστὴν τὸν Νότον, ἐπεὶ ἀπὸ Ἄργους ἐπὶ τὴν Τροίαν πνεῖ. T | |
21334c2 | ex. | rec. (?) | ἀργεστὴς δὲ ὁ Νότος, | ὅτι λευκαίνει τὰς νεφέλας. b(BCE3 E4) | |
21335a | D | 〈εἴσομαι:〉 πορεύ〈σ〉ομαι. Til | |
21335b | ex. | 〈χαλεπὴν ὄρσουσα θύελλαν:〉 χαλεπὴν θύελλαν φησὶ τὴν ἐκ δυοῖν κρεμαμένην ἀνέμων. T | |
21335c | Ariston. | ὄρσουσα: ὅτι Ζηνόδοτος γράφει „ὄρσασα“. ἐκ δὲ τού‐ του φανερός ἐστι δεδεγμένος τὸ εἴσομαι γνώσομαι καὶ τὸ „ἥ κεν {ἀπὸ τρώων}“ (Φ 336) ψιλῶς ἀνεγνωκώς. οὐ βούλεται δὲ γνῶναι, ἀλλὰ πορευθῆναι παρασκευάσουσα. A | |
21336a | ex. | Τρώων κεφαλάς: κατὰ περίφρασιν τοὺς Τρῶας. b(BC E3E4)T | |
21336b1 | Hrd. | {τεύχεα} κῆαι: προπερισπαστέον τὸ κῆαι· ἔστι γὰρ ἀπαρέμφατον. A | |
21336b2 | {κῆαι:} προπερισπᾶται· οὐ γάρ ἐστιν εὐκτικόν, ἀλλ’ ἀπαρέμφατον. T | ||
21337a | Ariston. | 〈φλέγμα:〉 ὅτι τὴν φλόγα κατὰ τὸ οὐδέτερον. Aim | |
21337b | ex. (Ariston.) | φλέγμα: τὴν φλόγα, ὡς „καῦμα 〈...〉 θεσπέσιον“ (Hsd. th. 700) ἀντὶ τοῦ καῦσις. b(BCE3)T | |
21337c | ex. | 〈κακόν:〉 κακοποιόν. Til | |
21.338 | D | 〈ἐν δ’ αὐτὸν ἵει πυρί:〉 καὶ αὐτὸν δὲ τὸν Ξάνθον περί‐ βαλλε πολλῇ φλογί. Ge | |
21.339 | ex.(?) | ex. | 〈ἀρειῇ:〉 ἀπειλῇ. | ὁ καί ἀντὶ τοῦ ἤ. Til | |
21.341 | Hrd. | 〈ἰάχουσα:〉 ὡς „φέρουσα“ (Γ 425. Ο 175 al.). Til | |
21.342 | D (?) | 〈τιτύσκετο:〉 παρεσκεύαζεν. Til | |
21.343 | ex. | ἐν πεδίῳ πῦρ δαίετο: ἵνα ἀναξηράνῃ τὸ εἰς αὐτὸ ἐκκε‐ χυμένον ὕδωρ. καῖε δὲ νεκρούς· Ἀχιλλέα δὲ οὔ· οὐδὲ γὰρ ὁ Σκά‐ μανδρος τοὺς Τρῶας ἀπέπνιγεν ἐν ἑαυτῷ. b(BCE3E4)T | |
21.344 | Ariston | πολλούς, οἵ ῥα κατ’ αὐτὸν 〈ἅλις ἔσαν〉: πρὸς τὸ ζη‐ τούμενον, πῶς οὐ κατακαίεται ὁ Ἀχιλλεὺς ἀναζέοντος τοῦ ὕδατος. λέγει δὲ ὁ Ἀρίσταρχος ὅτι πρῶτον τὸ πεδίον ἀνεξήρανται τῇ φλογί, εἶτα εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ τρέπει τὴν φλόγα, ὅτε ὁ Ἀχιλλεὺς ἤδη | |
5 | ἐν τῷ πεδίῳ ἐγεγόνει. A | ||
21.345 | Ariston. | πᾶν δ’ ἐξηράνθη 〈πεδίον〉: ὅτι ἀντὶ τοῦ ὅλον, καὶ ὅτι | |
{τὸ} πρότερον ἀνεξηράνθη τὸ πεδίον. A | |||
21346a | ex. | ὀπωρινὸς Βορέης: ἰσχυροὶ γὰρ κατὰ τὴν ὀπώραν οἱ Βορέαι πνέουσιν. εὐκταῖον δὲ ἀρδευθείσῃ γῇ Βορρᾶν †ἐπιλαβεῖν† πυκνουμένης γὰρ τῆς ἐπιφανείας δύνει κατὰ ῥιζῶν ἡ νοτὶς b(BCE3E4) T ὑπὲρ τοῦ ἀποθεῖναι τὸ ὑγρόν. T ὀπωρινὸς δὲ ὁ θερινὸς b | |
5 | (BCE3E4)T κατὰ Σικυωνίους. T | ||
21346b | ex. | ἄλλως· ὀπωρινὸς Βορέης: οἱ γὰρ ἐτησίαι ξηρότεροι τοῦ ἐν χειμῶνι πνέοντος Βορέου. b(BCE3E4)T | |
21347a1 | Did. | 〈ἀνξηράνῃ:〉 Ἀρίσταρχος {αἶψ’} ἀνξηράνῃ. T | |
21347a2 | Ἀριστοφάνης δὲ γράφει „{αἶψ’} ἐξαυήνῃ“. T | ||
21347b | ex. | ἀγξηράνῃ: μετὰ τοῦ α. καὶ „θερμήνῃ“ (Ξ 7) μέν φησιν, ἀλλ’ οὐ〈κ ἀγ〉ξηρήνῃ διὰ τὸ κακόφωνον, ὡς „ψαρῶν“ (Ρ 755) καὶ „ψῆρασ“ (Π 583). T | |
21348-9 | ex. | ἐξηράνθη πεδίον〈— / κῆεν〉: οἰκονομικὸν καὶ τοῦτο, ἵνα τὰ ἑξῆς διάθηται. T | |
21.349 | Ariston. | 〈κῆεν· ὁ δ’ ἐς ποταμὸν τρέψε:〉 ὅτι πάλιν ἐπανέλαβεν | |
ὥσπερ 〈***〉. Aim | |||
21350-2 | ex. | καίοντο πτελέαι〈—πεφύκει〉: δηλονότι ὑπο‐ φυγόντος τοῦ ποταμοῦ καὶ εἰς τὸ ἴδιον ῥεῖθρον τραπομένου τοῦ ὕδατος. b(BCE3E4)T | |
21351-2 | ex. | λωτός τε 〈ἰδὲ θρύον ἠδὲ κύπειρον / τὰ— πεφύκει〉: τοῖς ὑπ’ αὐτοῦ τρεφομένοις ὕλῃ χρῆται κατ’ αὐτοῦ. b(BCE3E4)T | |
21.351 | Did. | κύπειρον: αἱ ἐκ τῶν πόλεων „κύπαιρον“ εἶχον. Aint T | |
21353a | Ariston. | 〈τείροντ’〉 ἐγχέλυές τε καὶ ἰχθύες: ὅτι διέστειλε τὰς ἐγχέλεις ἀπὸ τῶν ἰχθύων. Aim T | |
21353b | ex. | τείροντ’ ἐγχέλυες: καὶ τὰς ἐγχέλυας εἰπεῖν καιομένας οὐ πάνυ ἁρμόδιον· οὐ γὰρ οἷον καὶ αὐτῶν ἅπτεται τὸ πῦρ, ἀλλὰ πνοῇ μόνον καὶ τῇ ἀναφορᾷ τοῦ πυρὸς 〈τείρονται〉 (cf. Φ 355). T | |
21353c | ex. | 〈τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες:〉 ὑπερβολὴ τὸ κα‐ τὰ βάθη κάεσθαι. Til | |
21.354 | ex. | κυβίστων: σημαντικώτερον οὐκ ἂν εὕροιμεν ὄνομα· οὐ γὰρ ἀναπάλλεσθαι τοὺς ἰχθῦς ἔφη, ὅπερ καὶ χωρὶς πυρὸς συμβαίη ἄν, ἀλλὰ τοὺς ἀναπαλλομένους τε ἅμα καὶ καταδυομένους πάλιν ἀπὸ τῆς φλογὸς διὰ τοῦ ῥήματος ἔδειξεν. b(BCE3E4)T | |
21.355 | Did. | 〈πνοιῇ:〉 οὕτως πνοιῇ. ἔν τισι δὲ „ῥιπῇ“. Aint | |
21356a | Nic. | 〈καίετο δ’ ἲς ποταμοῖο:〉 ἐπὶ τὸ ποταμοῖο στικτέον. | |
Aim | |||
21356b | ex. | καίετο δ’ ἲς ποταμοῖο: Πτολεμαῖος ὁ Πινδαρίων τὸν καί σύνδεσμον καὶ τὴν ἕ ἀντωνυμίαν ἐνόμιζεν. T | |
21.356 | ex. | ἄλλως· καίετο δ’ ἲς 〈ποταμοῖο ἔπος τ’ ἔφατο〉: τινὲς „καί ἑ τόδε“, ἵν’ ᾖ ‘καὶ αὐτὸν τόδε εἶπεν ἲς ποταμοῖο‘. T | |
21357a | ex. | οὔ τις σοί 〈γε〉 θεῶν δύνατ’ 〈ἀντιφερίζειν〉: εὐ‐ φυῶς ἄγαν ἧτταν ὁμολογούμενος καὶ τοὺς ἄλλους θεοὺς συμπεριλαμ‐ βάνει. T | |
21357b | ex. | ἄλλως· οὔ τις σοί γε θεῶν 〈δύνατ’〉 ἀντιφερίζει〈ν〉: ἀνίκητον γὰρ τὸ πῦρ· καὶ σίδηρον γοῦν μαλάσσει καὶ οὐδὲ ὑπὸ ἄλλου μαραίνεται, ἀλλ’ ὑφ’ ἑαυτοῦ· b(BCE3E4)T καὶ Ζεὺς πύρινον ἔχει τὸ δόρυ. T λεπτομερεστάτη δὲ ἡ οὐσία τοῦ πυρὸς διὰ πάν‐ | |
5 | των διϊκνουμένη. b(BCE3E4)T | ||
21.361 | ex. | ἀνὰ δ’ ἔφλυεν: ἀνέζει δέ. ἔνθεν καὶ τὸ ἐκ θερμότητος ἀνάστημα φλυκτίς, καὶ φλύαρος ὁ ἀναζέων τοῖς λόγοις. b(BCE3E4)T ἐμφαντικῶς δὲ ἄγαν ὡς ἐπὶ ἀγγείου καιομένου. b(BE3E4)T εἶτα καὶ τῇ εἰκόνι τοιαύτῃ χρήσεται (sc. Φ 362—4). T | |
21362a | Ariston. | ὡς δὲ λέβης ζεῖ 〈ἔνδον〉: ὅτι οἶδεν ἕψησιν κρεῶν, | |
χρωμένους δὲ τοὺς ἥρωας οὐ παρεισάγει. A | |||
21362b | Ariston. | ex. | 〈ὡς δὲ λέβης ζεῖ ἔνδον:〉 καὶ αὐτὸς μὲν κρεῶν ἑφθῶν οἶδεν χρῆσιν, τοὺς δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους. | πῶς οὖν βο‐ είους πόδας ἐσθίουσι μνηστῆρες (cf. υ 299); οὐ γὰρ ἂν ὤπτησαν πόδας. T | |
21362c | ex. | ὡς δὲ λέβης ζεῖ ἔνδον: ἐμφαντικῶς τὸ ἔνδον, ἵνα καὶ τὴν κοιλότητα δείξῃ καὶ τὴν κάτωθεν ἀνάζεσιν. κοῖλα δὲ ἀμφότερα, καὶ ὁ ποταμὸς καὶ ὁ λέβης. b(BCE3E4)T | |
21362-4 | ex. (Nic. | ex.?) | ἄλλως· ὡς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγόμενος 〈πυρὶ πολλῷ, / — / πάντοθεν〉 ἀμβολάδην: τὸ ἑξῆς ζεῖ ἔνδον (362) πάντοθεν ἀμβολάδην (364), καὶ ἡμεῖς ὑπὲρ τῶν ζεόντων φαμὲν ἀναβάλλειν τὸ χαλκίον. b(BCE3E4)T ἀναζεῖ οὖν πάν‐ | |
5 | τοθεν διὰ τὴν τῆς φλογὸς ὑπερβολήν· b(BE3E4)T διὸ καὶ ἐπάγει ὑπὸ δὲ ξύλα κάγκανα κεῖται (364). T | ||
21363a | Ariston. | ex. | κνίσην μελδόμενος: ὅτι ἀντὶ τοῦ μέλδων, τήκων A Ge | |
(Did. + ex.) | τὰ κνίση, {τήκων} παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. | γράφουσι δέ τινες κνίσην σὺν τῷ ν· οὕτως γὰρ καὶ Ἀρίσταρχος, καί φησιν ὅτι ἀντὶ τοῦ τηκόμενος, ὅπερ ἰσοδυναμεῖ τῷ τήκων. κνίσην δὲ πᾶν τὸ | ||
5 | πιμελές. A | ||
21363b | Did. | 〈κνίσην:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „κνίσῃ“. Aint | |
21363c | ex. | Porph. | κνίσῃ μελδόμενος: σὺν τῷ ν Ἀρίσταρχος „κνίσην“, τὸ δὲ μελδόμενος ἀντὶ τοῦ τήκων, κνίσην δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ οὐδετέρως ἤκουον ‘τὰ κνίση‘ b(BCE3)T καὶ τὸ μελδόμενος ἀντὶ ἐνεργητικοῦ τοῦ μέλδων, ὅ ἐστι τήκων. ἀλλ’ οὐδὲν τῶν εἰς ος | |
5 | οὐδετέρων ἀδιαίρετόν ἐστι παρ’ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· „τείχεα“ (Θ 177. Μ 26 al.) γὰρ καὶ „βέλεα“ (Θ 159. Μ 159 al.) λέγει. | ||
τί οὖν ἐστι T τὸ „Τηλέμαχος τεμένη νέμεται“ (λ 185); b(BCE3) T οὕτως οὖν καὶ τὸ „κνίση μελδόμενοσ“. T ἀλλ’ ἀεὶ παρ’ Ὁμήρῳ ἡ κνῖσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ Περὶ τῶν | |||
10 | πέντε προβλημάτων γράφει „κνίσῃ μελδομένου“, ᾖ ‘τῇ κνίσῃ μελδομένου‘. b(BCE3)T τινὲς δὲ „κνίσην μελδομένου“, ἵν’ ᾖ ‘συὸς τηκομένου τὴν κνῖσαν‘. T μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν. b(BCE3)T ἄμεινον δὲ τῇ συνήθει γραφῇ χρῆσθαι κνίσῃ μελδόμενος ἀντὶ τοῦ λιπαινόμενος. καὶ ἔστι μελδόμενος ἀντὶ τοῦ | ||
15 | τὰ μέλη ἀλδόμενος, ὡς ἀλλαχοῦ „μέλε’ ἤλδανε ποιμένι λαῶν“ (ς 70). T | σημαίνει δὲ ἡ κνῖσα καὶ τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὡς ὅταν λέγῃ „καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή“ (μ 369) καὶ „κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη“ (Α 317). σημαίνει δὲ καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γαστέρων ἔφη „ἐμπλείην κνίσης τε καὶ αἵματοσ“ (ς 119). σημαίνει | ||
20 | δὲ καὶ τὸν ἐπίπλουν, ὡς ὅταν λέγῃ „κατά τε κνίσῃ ἐκάλυψαν / δίπτυχα ποιήσαντεσ“ (Α 460—1)· διπλᾶ γὰρ ποιήσαντες τὰ κνίση τοὺς μηροὺς ἐκάλυψαν· „δίπτυχα“ δὲ αὐτὰ τὰ κνίση „ποιήσαντεσ“· ἐπεὶ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. b(BE3)T καὶ ἔστιν ἐν τῇ | ||
25 | κωμῳδίᾳ (IV p. 687 M. = fr. ad. 608 [III p. 517] K.) τὸ ἑνικὸν οὐδέτερον· „τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονασ“. T | ||
21363d | ex. | ἄλλως· κνίση〈ν〉 μελδόμενος: τὴν πιμελὴν τήκων. τινὲς δὲ οὐδετέρως ἤκουον ‘τὰ κνίση‘. τινὲς δὲ „κνίσην μελδομένου“, ἵν’ ᾖ συὸς τηκομένου τὴν κνῖσαν. μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν. T | |
21363e | ex. | 〈κνίσην μελδόμενος:〉 τὴν κνῖσαν τήκων. καὶ Καλλί‐ στρατος ἐξηγεῖται· „τὴν πιμελὴν τήκων ἁπαλοῦ συόσ“. Κομανὸς ὁ Ναυκρατίτης γράφει σὺν τῷ ν „κνίσην μελδόμενοσ“, ὅπως κείσεται 〈τὸ〉 παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ τοῦ μέλδων τὴν κνῖσαν, καίων. | |
5 | Πεισίστρατος δὲ ὁ Ἐφέσιος καὶ Ἑρμογένης ἐν τῷ Περὶ τῶν 〈πέντε〉 προβλημάτων· „ἐγέγραπτο, φησί, ΜΕΛΔΟΜΕΝΟ, καὶ δέον ἦν 〈τὸ〉 υ προσθεῖναι, κακῶς δέ τις τὸ ς προσέγραψεν· ὁ γὰρ νοῦς ‘τῇ κνίσῃ | ||
τηκομένου τοῦ συόσ‘. ὁ μὲν 〈οὖν〉 ποιητὴς μέλδεσθαί φησι τὰ ἑψόμενα, οἱ δὲ πεποιήκασι τὸν λέβητα τηκόμενον. ἡ δὲ αἰτία γέγονεν ἐν τῷ | |||
10 | μὴ τοὺς ἀρχαίους προστιθέναι τῷ ο τὸ υ, ἀλλ’ ὅταν τὴν συλλαβὴν ταύτην βούλωνται γράφειν ου, τὸ ἓν γράμμα σημειοῦσθαι μόνον. γεγραμμένου δὴ οὕτως „ΚΝΙΣΗΙ ΜΕΛΔΟΜΕΝΟ“ καὶ οὐ προσκει‐ μένου τοῦ υ, ὁ μεταγράφων εἰς τὴν νῦν γραμματικὴν οὐκ ἐνόησεν ὅτι „μελδομένου“ ἦν, ἀλλ’ ἄνευ τοῦ υ ἀναγινώσκων ἀδιανόητον ἡγεῖτο | ||
15 | καὶ ἡμαρτημένον εἶναι· διόπερ προσέθηκε ἀντὶ τοῦ υ τὸ ς, μελδόμενος ποιήσας. γράφεται οὖν ὁ λέβης τηκόμενος ἀντὶ τοῦ 〈τηκομένου〉 ἁπαλοτρεφέος σιάλοιο. εἰ δέ τις τὸ τηκόμενος φήσει ἶσον εἶναι τῷ τήκων, παραθεὶς ὅτι καὶ ὁ λοιδορῶν λοιδορούμενος λέγεται ἢ „πεπλη‐ γυῖα“ (Ε 763. κ 238 al.) 〈ἀντὶ τοῦ πλήσσουσα〉 καὶ „πέπληγον δὲ | ||
20 | χορόν“ (θ 264) ἀντὶ τοῦ ἔτυπτον, κατανοείτω τὴν ἀνομοιότητα· βιάσεται γὰρ λέγειν ‘ὡς δὲ λέβης πυρὶ πολλῷ τήκων‘, κωλυούσης τῆς ἐπιφερομένης λέξεως· ἔσται γὰρ ἀσύνετον τὸ σιάλοιο. φανερὸν οὖν ὅτι λέγεται τηκομένου σιάλοιο ζεῖν τὸν λέβητα. οὐ προσγραφομένου δὲ πρότερον τοῦ υ, ὁ μεταγράφων, ὅπερ ἔφην, ἐλλείπειν νομίσας τὴν | ||
25 | λέξιν, προσέθηκε τὸ ς.“ Ge | ||
21363f1 | ex. | 〈κνίση μελδόμενος:〉 ἤτοι τὰ κνίση τηκόμενος ἢ τῇ κνίσῃ. Ge | |
21363f2 | σημαίνει τὰ κνίση. Aint | ||
21363g | ex. | σιάλοιο: σιτευτοῦ. b(BE3)T | |
21365a | ex. | ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, 〈ζέε δ’ ὕδωρ〉: καὶ πῶς μὴ ἐκαίετο ὁ Ἀχιλλεύς; ἀλλ’ ὥσπερ ὁ Σκάμανδρος Ἀχιλλέα μὲν ἔπνιγεν „ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, / κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι“ (Φ 238—9), οὕτω καὶ ὁ Ἥφαιστος πᾶν μὲν | |
5 | ὑφάπτει τὸ ἄλλο τοῦ ποταμοῦ πλὴν ἐκείνου τοῦ τόπου, ἔνθα ἦν Ἀχιλλεύς. b(BCE3E4)T | ||
21365b | ex. (Did.?) | 〈ζέε δ’ ὕδωρ:〉 γράφεται καὶ „σχέτο δ’ ὕδωρ“, ἤγουν τῆς ὁρμῆς. Til | |
21366a | Ariston. | οὐδ’ ἔθελε προρέειν: ὅτι ἀντὶ τοῦ οὐκ ἠδύνατο. καὶ ἐν Ὀδυσσείᾳ (γ 121)· „ἤθελ’, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύσ“. A | |
21366b | ex. | οὐδ’ ἔθελε προρέειν: οὐκ ἠδύνατο. b(BCE3)T καὶ „ποιῆσαι δύναται. τοὶ δὲ φθινύθουσιν ἔδοντεσ“ (α 250) καὶ „ἤθελε Μηριόνης, μάλα δ’ ἤθελε 〈Νέστορος υἱόσ〉“ (Κ 229). T | |
21366c | ex. | ἀϋτμή: ἐξατμιζομένη πυρώδης πνοή· b(BCE3E4)T τὸ μὲν γὰρ καθαρὸν ὕδωρ ὡς τὴν ἰδίαν φύσιν ἔχον ἀκολούθως ὅπῃ θέλει ῥεῖ, τὸ δὲ θερμαινόμενον βραδύπορον γίνεται, πολὺ τῆς δυνάμεως ἀφῃρημένον· καὶ ὅτι Ἥφαιστος ἡ πυρώδης ἐστὶν ὅλη οὐσία, ὁ δὲ | |
5 | Σκάμανδρος μέρος τῆς οὐσίας τοῦ ὕδατος. b(BE3E4)T | ||
21369a | ex. | 〈τίπτε:〉 ἐπὶ τίνι αἰτίᾳ; b(BCE3)Til | |
21369b1 | ex. | ἐμὸν ῥόον ἔχραε κήδει〈ν〉: ἔχραεν ὥρμησεν ὥστε | |
λυπεῖν· „μητέρι μοι μνηστῆρες ἐπέχραον“ (β 50). T | |||
21369b2 | τὸ δὲ ἐπέχραεν ἀντὶ τοῦ μετὰ λυπήσεως ἐπῆλθε, βλαπτι‐ κῶς ἐφώρμησεν. b(BCE3) | ||
21370a | Nic. | 〈ἐξ ἄλλων:〉 βέλτιον ἡ συνήθεια τοῖς ἄνω συνάπτει τὸ ἐξ ἄλλων. Aim T | |
21370b | ex. | ἐξ ἄλλων: παρὰ τοὺς ἄλλους Ἑλληνικοὺς θεούς. ἢ ὑπὲρ τοὺς ἄλλους συμμάχους τῶν Τρώων ὥρμησεν ἐμὲ λυπεῖν (cf. Φ 369‐ 70). b(BCE3E4)T | |
21370c | ex. | οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι: τοῦ μὴ ἁλίσκεσθαι τὴν Τροίαν. T | |
21.373 | ex. | ἐπὶ καὶ τόδ’ ὀμοῦμαι: ἐπὶ τούτοις καὶ τόδε ὀμοῦμαι, ἢ μετὰ τὸ λῆξαι ἐπομοῦμαι. b(BCE3E4)T | |
21.374 | ex. | ἐπὶ Τρώεσ〈σ〉ιν ἀλεξήσειν: τὸ ἑξῆς ἐπαλεξήσειν. b(B CE3)T | |
21375a1 | ex. | μαλερῷ: παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. ἢ παρὰ τὸ μαλεῖν, ὅ ἐστιν ἀφανίζειν. T | |
21375a2 | παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. b(BCE3E4) δηλον‐ ότι τῷ θερμῷ καὶ καυστικῷ. b(BCE3) | ||
21.376 | ex. | καιομένη, 〈καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν〉: ἀνα‐ φωνεῖ τὸ τέλος τῆς ἱστορίας εὐκαίρως ὁ ποιητής· οὐ γὰρ προκόψει μέχρι τούτων τὸ σύγγραμμα τῷ Ὁμήρῳ. b(BCE3)T | |
21.379 | ex. | ἀγακλεές: εὔκαιρον πρὸς τὴν νίκην τὸ ἐπίθετον. b(BCE3 | |
E4)T | |||
21.380 | ex. | στυφελίζειν: σκληρῶς τύπτειν b(BE3E4)T καὶ βλά‐ πτειν. b(BE3E4) | |
21.382 | ex. | ἄψορρον δ’ ἄρα κῦμα 〈κατέσσυτο καλὰ ῥέεθρα〉: περιφερὲς ὂν τὸ ἔπος ἐδήλωσε τὴν κατάστασιν καὶ πρόχυσιν τοῦ ποταμοῦ, ὡς τὴν ἔπαρσιν τὸ „ἀκροκελαινιόων“ (Φ 249). T | |
21.385 | ex. | ἐν δ’ ἄλλοισι 〈θεοῖσιν ἔρις πέσε〉: τὸ ἑξῆς ἐνέπεσεν. ἔνδοξος δὲ Ἀχιλλεύς, οὗ τὴν γένεσιν αὔξουσι θεοὶ καὶ τὴν τελευτὴν καὶ τὸν πόλεμον. T | |
21386a | D | δίχα δέ σφιν 〈ἐνὶ φρεσὶ θυμὸς ἄητο〉: διχῶς δὲ αὐτῶν ὡρμήθη ἡ ψυχή, τουτέστι διάφορον ἔσχον τὴν γνώμην. Ge | |
21386b1 | ex. | 〈ἄητο:〉 ᾐωρεῖτο ἢ ὥρμα. b(BCE3) ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλλήλοις ἀντιπνεόντων ἀνέμων. b(BCE3E4) | |
21386b2 | ἄλλως· {θυμὸς ἄητον:} ᾐώρητο ἢ ὥρμα ἀλλήλοις ἀντι‐ πνεόντων. T | ||
21386c | ex. | ἄητο: εἴληπται μὲν ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν. σημαίνει δὲ νῦν τὸ μεγάλως παρώρμητο. Ge | |
21.387 | Did. (?) | 〈πατάγῳ:〉 γράφεται „ὁμάδῳ“. Aim | |
21388a1 | Ariston. | ἀμφὶ δὲ σάλπιγξεν 〈μέγας οὐρανόσ〉: ὅτι αὐτὸς μὲν οἶδε σάλπιγγα, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει. A Ge | |
21388a2 | {σάλπιγξεν:} πάλιν σάλπιγγα αὐτὸς μὲν οἶδε, τοὺς | ||
δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους. T | |||
21388a3 | {ἀμφὶ δ’ ἐσάλπιζεν:} ὅτι ἐκ τοῦ ἰδίου προσώπου οἶδε σαλπιγκτάς, τοὺς μέντοι ἥρωας οὐκ εἰσάγει χρωμένους. Ge | ||
21388b | ex. | ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός: εὖ πόλεμον θεῶν κελεύσματι οὐρανοῦ διήγειρεν. ἢ περιήχησε διαδεδομένης τῆς φωνῆς, ὅ φησιν ἀλλαχοῦ „ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα“ (Ν 837). καινὸν δὲ ἐζήτησε διανόημα, σαλπίζειν τὸν οὐρανὸν φήσας· εἰ γὰρ | |
5 | εἶπεν ἐβρόντησεν, οὐδὲν παράδοξον οὐδὲ καταπληκτικὸν εἰσῆγεν. b(BCE3E4)T | ||
21389a1 | ex. | 〈ἐ〉γέλασ〈σ〉ε δέ οἱ φίλον ἦτορ: διὰ τὸ ἥκιστα ἐπι‐ χειρηθῆναι παρὰ τῶν διχονοούντων. καὶ Μένανδρος (fr. 784 Koe.)· „καὶ τοῦτο θύων οὐδεπώποτ’ ηὐξάμην / ἐγὼ τὸ σῷζον τὴν ἐμὴν 〈συν〉οικίαν, / ἀλλὰ παρέλ〈ε〉ιπον οἰκετῶν εἶναι στάσιν / ἔνδον παρ’ | |
5 | αὑτῷ, πρᾶγμα χρησιμώτατον.“ τοιοῦτο καὶ τὸ „χαῖρε νόῳ, ὅτ’ ἄριστοι Ἀχαιῶν δηριόωντο“ (θ 78). ἢ ἐπεὶ ὁρᾷ περὶ ἀρετῆς αὐτοὺς ἀγωνιζομένους, χαίρει ὁ Ζεύς. T | ||
21389a2 | χαίρει γάρ, †ἵν’ ᾖ† ἐπιτεθῇ τέλος τῷ πράγματι. καὶ Ἀγαμέμνων ἔχαιρεν, „ὅτ’ ἄριστοι Ἀχαιῶν δηριόωντο“, ἐπεὶ ὥρα περὶ ἀρετῆς αὐτοὺς ἀγωνιζομένους. b(BCE3E4) καὶ Μένανδρός φησιν· ‘οὐδέποτε θύων εὐξάμην ἄλλως σώζεσθαι τὴν οἰκίαν ἢ στάσιν | ||
5 | οἰκετῶν εἶναι ἐν αὐτῇ‘. b(BE3E4) | ||
21390a | ex. | γηθοσύνῃ, 〈ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντασ〉: Ἀριστοτέλης ἐν Ἀπορήμασι ζητεῖ, πῶς τῷ Ἄρει ἐπιπλήξας ὅτι αὐτῷ „ἔρις 〈τε〉 φίλον πόλεμοί τε“ (Ε 891), αὐτὸς γέγηθεν ἐπὶ τούτοις. φησὶ δὲ ὅτι ὀρθῶς ἐπιτιμᾷ τῷ Ἄρει· οὐ γὰρ 〈ὅτι ἔριδι〉 | |
5 | ἔχαιρεν, ἀλλ’ ὅτι αἰεί, φιλόμαχος. οὐδὲ οἰνόφλυξ, ὅστις χαίρει οἴνῳ, ἀλλ’ ὅτι αἰεὶ καὶ σφόδρα. Ge | ||
21390b | ex. | 〈γηθοσύνῃ, ὅθ’—ξυνιόντας:〉 Χαμαιλέων ἐν πρώτῃ Περὶ Ἰλιάδος (fr. 18 We.) μέμφεται τὸ ἐθελόκακον τοῦ Διὸς καί φησιν· „ὡσπερεί τι καλὸν ὁρῶ〈ν〉, οὐ τὴν μεγίστην ἀτοπίαν“. ῥητέον ὅτι περὶ ἀρετῆς ἡμιλλῶντο: οὐ γὰρ ἦσαν θνητοί, ἵνα κινδυνεύσωσιν. | |
5 | Ge | ||
21392a1 | ex. | ῥινοτόρος: πρῶτον γὰρ δεῖ τῆς τῶν ἀσπίδων τρώσεως, εἶτα τῶν σωμάτων ἐφικέσθαι. T | |
21392a2 | πρῶτον γὰρ αἱ ἀσπίδες τιτρώσκονται, εἶτα τὰ σώματα. b(BCE3) | ||
D | ῥινοτόρος: ὁ τιτρώσκων—τὸ τῶν ἀνθρώπων δέρ‐ | ||
μα. A | |||
21.393 | ex. | {καὶ} ὀνείδειον {φάτο μῦθον}: ὡς Ὁμήρειον. Τυραννίων (fr. 49 H.) ὡς „ἀχρεῖον“ (Β 269. ς 163) περισπᾷ· διαίρεσιν γάρ, φησίν, ἐπιδέχεται, ὀνειδέϊον 〈***〉· διὸ καὶ ἐν πέμπτῳ (cf. Hrd. καθ. 1,136,9) γράφεται· „ὡς τέλος τέλειον, ἕλος ἕλειον, οὕτως | |
5 | ὄνειδος ὀνείδειον. διὰ τῆς ει διφθόγγου ἡ παραγωγή, καὶ παροξύνε‐ ται.“ Ge | ||
21394a | Ariston. | κυνάμυια: ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα ἀπὸ τοῦ κυνὸς καὶ τῆς μυίας· ὁ μὲν γὰρ κύων ἀναιδής, ἡ δὲ μυῖα θρασεῖα. A Ge | |
21394b | ex. | {τίπτ’ αὖτ’ ὦ} κυνάμυια: Νεοπτόλεμος ὁ Παριανὸς (fr. 8 a M.) γράφει „κινάμυια“. φησὶ δὲ ἐν τρίτῳ Περὶ γλωσσῶν Ὁμήρου· „κυνάμυια συνήχθη ἀπὸ κυνός τε θρασέος καὶ μυίης. ἀλλ’ οὐ γρα‐ | |
πτέον οὕτως, ‘κινάμυια‘ δέ ἐστι, τὸ ι ἀντὶ τοῦ υ. μὴ οὖν τὴν σύνθεσιν | |||
5 | 〈ᾖ〉 ἀπὸ τοῦ κινεῖν τὴν μύσιν τῶν βλεφάρων καὶ μὴ ἀτενίζειν, ὡς ἂν ὁ σώφρων τε καὶ κόσμιος· διὸ καὶ λέγομεν 〈τοὺσ〉 ἀναιδοφθάλμους {καὶ} κινοφθάλμους καὶ λιρούς, ὃ φωνεῖται ἀπὸ τοῦ λίην 〈ἢ〉 διὰ τὸ †λελί‐ σθαι† εἰς ἀναιδείην.“ Ge | ||
21394c1 | ex. | κυνάμυια: ἀναιδὴς καὶ θρασεῖα, ἢ αἱμοπότις, ὅ ἐστι κροτών. οἱ δὲ γράφουσι „κινάμυια“, ἡ κινοῦσα τὴν μύσιν τῶν ὀφθαλ‐ μῶν καὶ μὴ ἠρεμαῖον ἔχουσα τὸ βλέμμα. T | |
21394c2 | ἀναιδὴς καὶ θρασεῖα, καὶ αἱμοποτοῦσα. b(BCE3) λέ‐ γεται δὲ τὸ ζῶον καὶ †κυνάμυια καὶ κρότων. b(BCE3E4) | ||
21394d | ex. | 〈κυνάμυια:〉 φασὶν ὅτι δεῖ γράφειν „κυνόμυια“· ὅταν γὰρ ἐπιφέρηται συμφώνῳ τὰ παρὰ τὸν κύνα, ο γραπτέον, οἷον κυνο‐ πρόσωπος, κυνοκέφαλος. μήποτε οὖν ἐστιν ἡ κυνάμυια †καὶ μυῖα, ὡς παρὰ Σώφρονι (fr. 169 c et d K.) „κυναναιδέσ“, καὶ κυνάγχη. Ge | |
21394e | ex. | 〈κυνάμυια:〉 συνθέτως. Til | |
21395a | Nic. | θάρσος ἄητον ἔχουσα: δύναται καθ’ ἑαυτὸ λέγεσθαι τὸ ἡμιστίχιον κατὰ κλητικὴν πτῶσιν, ‘ὦ θάρσος ἄητον ἔχουσα‘. T | |
21395b | ex. | 〈ἄητον:〉 μέγα, παρὰ τὴν αἶαν. b(BCE3)T | |
21395c | ex. | μέγας δέ σε θυμὸς ἀνῆκεν: μετεωρισμὸς δέ σε ψυχῆς ἀνέπεισεν. T | |
21396-8 | ex. | ἢ οὐ μέμνῃ〈—ἔδαψασ〉: κακῶς ἥττης ἑαυτοῦ ὑπομιμνῄσκει· ἔδει γὰρ αὐτόν, ὡς Ζεὺς „ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν“ (Ο 18). ἢ θέλει αὐτὴν πλῆξαι ὡς δίκην νῦν ληψόμενος. b (BCE3E4)T | |
21397a1 | Did. | πανόψιον: οὕτως Ἀρίσταρχος πανόψιον. AAim τὸ οἱονεὶ πανόρατον καὶ λαμπρὸν καὶ ἐπιφανές. δύναται δὲ καὶ τὸ ‘πάν‐ των τελευταῖον‘ ἀκούεσθαι, ἵνα τὸ ὀψέ ἐγκέηται καὶ μὴ ἐπὶ τοῦ ἔγχους δεχώμεθα, ἀλλὰ τοιοῦτον νοῶμεν· ‘τὸ δὲ πάντων ἔσχατον αὐτὴ τὸ | |
5 | ἔγχος λαβοῦσα ἐπ’ ἐμὲ ὦσασ‘ (cf. Φ 397—8). A | ||
21397a2 | Ἀντίμαχος (fr. 136 W.) δὲ γράφει „ὑπονόσφιον“. καὶ | ||
τί ποτε δι’ αὐτοῦ θέλει δηλοῦσθαι ἄμεινον; T | |||
21397b | Ariston. | {οὐτάμεναι αὐτὴ δὲ} πανόψιον: ὅτι τὸ λαμπρὸν καὶ ἐπιφανές. ἢ ὀπισθίδιον ἔχουσα ἐπὶ τοῦ στύρακος. ἢ τάχα ἐπὶ χρόνου εἴρηται· ‘αὐτὴ δὲ τὸ πάντων ἔσχατον τὸ ἔγχος ἑλοῦσα ἔτρωσασ‘ (cf. Φ 397—8). A | |
21397c | ex. | πανόψιον: πάντων ἔσχατον (ἡ γὰρ ὀψία ὁ ἔσχατος καιρός), ἵνα λέγῃ· ‘τὸ δὲ πάντων ἔσχατον αὐτὴ λαβοῦσα τὸ ἔγχος ἔπληξάς με‘. ἢ τὸ ὁλόλαμπρον, ὡς ταὐτὸν εἶναι τῷ πάνοπτον πρωτοτύπῳ. b(BCE3E4)T | |
21397d | ex. | 〈πανόψιον:〉 φανερῶς, οὐ πειρωμένη λανθάνει〈ν〉. Til | |
21.398 | ex. | ἰθὺς ἐμεῦ ὦσας: ἐξ ἐναντίας μου ἤρεισας τὸ δόρυ. b(BC E3)T | |
21.399 | ex. | ἀποτισέμεν: ἐκτίσειν διὰ τιμωρίας. b(BCE3)T | |
21.400 | Did. (?) | 〈κατ’ ἀσπίδα:〉 γράφεται „κατ’ αἰγίδα“. Aim | |
21401a | Ariston. | ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός: ὅτι ἰδίως ἐπὶ τῆς αἰγίδος τοῦτό φησιν, ἣν Διὸς ὅπλον παραδίδωσιν. A | |
21401b | ex. | 〈ἣν〉 οὐδὲ Διὸς δάμνησι κεραυνός: αὐτοῦ γὰρ 〈τὸ〉 ὅπλον. T | |
21.402 | ex. | 〈τῇ μιν Ἄρης οὔτησε ... ἔγχεϊ μακρῷ: τῇ〉 ἐκεῖ, b(BCE3)Til οὐχ ὡς τοῦ Ἄρεος ἐκεῖσε βαλόντος, ἀλλὰ τῆς Ἀθηνᾶς μετενεγκούσης πρὸς τὸ μὴ τρωθῆναι. T | |
21.403 | Did. (?) | 〈χειρὶ παχείῃ:〉 ἐν ἄλλῳ „Παλλὰς Ἀθήνη“. Aim | |
21.405 | ex. | 〈οὖρον ἀρούρης:〉 ὅριον γῆς. b(BCE3E4)T | |
21.406 | ex. | βάλε 〈θοῦρον Ἄρηα〉 κατ’ αὐχένα: διὰ τί κατ’ αὐχένα βάλλεται Ἄρης; T ὅτι ὑψαύχην ἡ ὕβρις. b(BCE3)T | |
21.407 | ex. | 〈ἑπτὰ δ’ ἐπέσχε〉 πέλεθρα 〈πεσών〉: πόσον ἔχει τὸ πλέθρον; T τὸ πλέθρον ἔχει πόδας ἑκατόν, πήχεις δὲ ἑξήκοντα ἓξ δίμοιρον. A b (BCE3E4)T εἰ δὲ ζητοίης, πῶς ἔφθασεν ὁ Διομή‐ δης τὸν τηλικοῦτον τρῶσαι, ἴσθι ὡς Ἀθηνᾶς συνεργούσης (cf. Ε | |
5 | 855—9). b(BCE3E4)T | ||
21.408 | ex. | 〈ἀμφαράβησε:〉 ἄραβος κυρίως ἡ ἐν Ἄρει βοή, b(BCE3 E4)T καταχρηστικῶς δὲ ἦχος ὅπλων. b(BCE3E4) | |
21.409 | Did. (?) | 〈καί μιν:〉 γράφεται „καί οἱ“. Aint | |
21410-1 | ex. | ὅσσον ἀρείων / εὔχομ’ ἐγὼν 〈ἔμεναι〉: ἔστι γὰρ ἡ μὲν ἐξ ἀνδρὸς μόνου, ὁ δὲ καὶ ἐκ γυναικός. καὶ ἡ μὲν ἔνοπλος γεννη‐ θεῖσα συμπεφυκυῖαν τοῖς ὅπλοις τὴν ἀρετὴν ἔχει· b(BCE3E4)T καὶ ταύτην ὁ πατὴρ ἅμα τῇ γενέσει Νίκην ἐποίησεν. T ἄλλως τε | |
5 | τὸ δίκαιον ἐπικρατεῖν ἀεὶ πέφυκεν. b(BE3E4)T | ||
21.411 | Did. (?) | 〈ἰσοφαρίζεις:〉 ἐν ἄλλῳ „ἀντιφαρίζεισ“. Aim | |
21412a | ex. | 〈τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις:〉 τιμωρίας ἀπο‐ δοίης τῇ Ἥρα. Aint | |
21412b | ex. | ἐρινύας: κατάρας. οὕτω δέ, πρὸς τοὺς κρείσσονας ἐθέλων μάχεσθαι. b(BCE3E4)T | |
21.414 | Did. (?) | 〈ἀμύνεις:〉 γράφεται καὶ „ἀρήγεισ“. Aim | |
21.415 | ex. | 〈πάλιν τράπεν:〉 παρέτρεψεν. Til | |
21416a | Ariston. | τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα 〈Διὸς θυγάτηρ Ἀφρο‐ δίτη〉: ὅτι οἱ Χωρίζοντες (fr. 8 K.) φασὶ τὸν τῆς Ἰλιάδος ποιητὴν εἰδέναι συνοῦσαν τῷ Ἄρει τὴν Ἀφροδίτην, τὸν δὲ τῆς Ὀδυσσείας διαφώνως Ἡφαίστῳ. λέγειν δὲ δεῖ ὅτι οὐχ οἱ αὐτοὶ χρόνοι ἦσαν | |
5 | τῆς συμβιώσεως. A | ||
21416b1 | ex. | τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα〈—Ἀφροδίτη〉: δεῖ γὰρ κρᾶσιν εἶναι τῶν ἠθῶν· Ἁρμονίαν γοῦν παῖδα ἐσχήκασιν. ἢ ὅτι τὸ πλέον διὰ γυναῖκας οἱ πόλεμοι. 〈ἢ〉 ἀνταμείβεται αὐτὸν τῆς χρήσεως τῶν ἵππων. Ἥρα δὲ ἀπέχεται τῆς Ἀφροδίτης διὰ τὸν κεστόν. | |
5 | T | ||
21416b2 | ἐπειδὴ τὸ πλέον διὰ γυναικείας αἰσχρότητας καὶ πορνείας οἱ πόλεμοι, τούτου χάριν αὐτῷ βοηθεῖ. ἢ τὴν τῶν ἵππων ἀνταμείβεται χάριν. Ἥρα δὲ ἀπέχεται Ἀφροδίτης διὰ τὸν κεστόν. b(BCE3E4) | ||
21416c | Did. (?) | 〈Διὸς θυγάτηρ:〉 γράφεται „φιλομμειδής {ἀφροδίτη}“. Aim | |
21.417 | ex. | ex. (Did) | μόγις δ’ ἐσαγείρατο θυμόν: τὸ ζωτικὸν πνεῦμα b(BC E3E4)T συνέλεξεν. | ἐν παρατατικῷ δὲ τὸ ἐσαγείρατο b (BCE3)T Ἀρίσταρχος. T | |
21419-22 | ex. | αὐτίκ’ Ἀθηναίην〈—μέτελθε〉: ὅτι τὸν πολέ‐ μιον αὐτῆς ὠφελεῖν ἐπιχειρεῖ. T | |
21.421 | Did. (?) | 〈ἡ κυνάμυια:〉 γράφεται „†τὴν κυνάμυια톓. Aim | |
21422a1 | ex. | κατὰ κλόνον: κλόνος, A ἐν ᾧ κλίνεται τὰ πράγ‐ ματα. ATil | |
21422a2 | κλόνος ἡ μάχη, b(BCE3) ἐν ᾗ κλονοῦνται οἱ πολε‐ μοῦντες. b(BCE3E4) | ||
21424a | Ariston. | καί ῥ’ ἐπιεισαμένη: ὅτι ἐπιεισαμένη ἐστὶν ἐπελ‐ θοῦσα, ἐφορμήσασα, ἀπὸ τοῦ εἶμι, ὡς τὸ „ἢ τάχα καὶ δαλῷ βεβλη‐ μένος A Ge εἶσθα 〈θύραζε〉“ (τ 69). Ge | |
21424b | ex. (Did.?) | καί ῥ’ ἐπιεισαμένη: Δημήτριος Ἰξίων ἐν τρίτῳ προ‐ φέρεται πρὸς Ἀρίσταρχον· „‘καί ῥ’ ἐπερεισαμένη‘· 〈***〉 κατὰ τοὺς Ἰταλιώτας ὀρεξαμένη. τὸ ὅλον οὖν ἐπορεξαμένη.“ Ge | |
21424c | ex. | ἐπιεισαμένη: ἐφορμήσασα, b(BCE3)T „εἴσομαι ἐξ ἁλόθεν“ (Φ 335). ἢ ἀντὶ τοῦ T ἐπελθοῦσα. b(BCE3)T | |
21424d1 | ex. | πρὸς στήθεα: ὅπου ἡ ἀφροσύνη οἰκεῖ. Ge T 〈ἀντ‐〉 ήρκει δὲ οὐδὲ τῇ πληγῇ τῆς χειρός. T | |
21424d2 | πρὸς στήθεα δέ, ὅτι ἐκεῖσε ἡ ἀφροσύνη ἐγκάθηται. b (BCE3) | ||
21424e | ex. | 〈χειρὶ παχείῃ:〉 πρέπει τῇ παρθένῳ „χειρὶ βαρείῃ“ (ς 56), οὐ παχείῃ. γυμνῇ δὲ χειρί, ἵνα μὴ τὴν ἄνοπλον ὅπλῳ νικᾷ. Ge | |
21.426 | Did. (?) | 〈ἐπὶ χθονί:〉 γράφεται „ποτὶ χθονί“. Aim | |
21.427 | Did. (?) | 〈πτερόεντ’ ἀγόρευε:〉 γράφεται „πτερόεντα προσ‐ ηύδα“. Aim | |
21428a | Hrd. | τοιοῦτοι νῦν πάντες: εἴρηται (sc. ad Α 421—2 al.) ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περισπᾶται, κἂν παρέλκῃ, χωρὶς εἰ μὴ μέτρον κωλύοι, ὡς ἐπὶ τοῦ „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485) καὶ „ἐκτελέει, ὅσα πού νυν ἐέλπεται“ (Κ 105). A | |
21428b | ex. (Hrd.) | τοιοῦτοι νῦν πάντες: ἀεὶ τὸ νῦν φυλάσσον τὸν χρόνον καὶ τὸν τόνον φυλάσσει. εἴ που δὲ συσταλῇ διὰ μέτρον, ἐγκλί‐ νεται· b(BCE3)T „δεῦρό νυν, ἢ τρίποδοσ“ (Ψ 485), „ἐκτελέει, ὅσα πού νυν ἐέλπεται“ (Κ 105). T | |
21430a | Ariston. | τλήμονες: ὅτι ὑπομενητικοὶ οἱ τλήμονες, καὶ οὐκ ἀτυ‐ χεῖς, ὡς οἱ νεώτεροι. A | |
21430b | ex. (Ariston.) | τλήμονες: εὔτολμοι. οἱ δὲ τραγικοὶ (cf. Aesch. Pers. 912, Ag. 1588 al.) ἐπὶ δυστυχοῦς τιθέασι τὴν λέξιν. b(BCE3)T | |
21431a | ex. | 〈ἦλθεν Ἄρῃ ἐπίκουρος:〉 διὰ τί αὐτὸν οὐ πλήσσει; ὅτι ἡ Ἀθηνᾶ τῷ Ἄρει ἀντιτέτακται, ὡς ἔχῃ βοηθεῖν. Ge | |
21431b | Did. (?) | 〈ἐπίκουρος:〉 ἐν ἄλλῳ „{ἦλθεν} ἐπίουροσ“. Aim | |
21.433 | Did. (?) | 〈Ἰλίου:〉 γράφεται „Ἴλιον“. Aim | |
21.435 | ex. | κρείων: ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρὸς γάρ, καὶ κραίνειν τὸ | |
πληροῦν. A b (BCE3E4)T | |||
21436a | ex. | διέσταμεν: οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα· †μιγνύναι† γὰρ λέγει τὸ πολεμῆσαι· ὡς αἰσχρὸν μὲν τῶν ὁμοφύλων μαχομένων ἀργεῖν (cf. Φ 436—8), A b (BCE3E4)T καὶ πρεσβύτην 〈δὲ〉 ἄρχειν μάχης 〈δεινότερον〉 (cf. Φ 439—40). b(BCE3E4)T | |
21436b | ex. | 〈διέσταμεν:〉 ἀντὶ τοῦ ἀφέσταμεν τῆς μάχης. Aim | |
21.437 | ex. | ἀμαχητί: συστελλόμενον Δώριον, ἐκτεινόμενον δὲ Ἀττι‐ κόν. T | |
21.440 | ex. | 〈καλόν:〉 δηλονότι τὸ ἄρχειν. b(BCE3)Til | |
21.441 | ex. (Ariston.?) | 〈ἔχες:〉 ἀντὶ τοῦ b(BCE3) ἔχεις. b(BCE3E4)Til | |
21.442 | Did. | μέμνηαι: οὕτως ἐνταῦθα μέμνηαι· διπλῆ γὰρ ἡ χρῆσις. Aim T | |
21444a | ex. | πὰρ Διός: τινὲς ἐξ οὐρανοῦ, ἀπὸ τοῦ Διὸς οἴκου. b(BC E3E4)T „ἐν Διὸς εἰλεῖται“ Ἄρατος (Ph. 224). T | |
21444b1 | Ariston. | θητεύσαμεν: ὅτι Ὅμηρος οὐ παραδίδωσιν αἰτίαν, δι’ ἣν ἐθήτευσαν οὗτοι οἱ θεοὶ Λαομέδοντι. A | |
21444b2 | οὐ παραδίδωσι Ὅμηρος τὴν αἰτίαν, δι’ ἣν ἐθήτευσαν. b(BCE3E4)T | ||
21444c | D | ex. | θητεύσαμεν: ἐπὶ μισθῷ ἐδουλεύσαμεν. | ζητεῖται, διὰ τί ἐθήτευσαν. Ἑλλάνικος (FGrHist 4, 26 a) φησὶ πειράζοντες Λαομέ‐ δοντα. γράφει δὲ ἐν πρώτῳ τῶν Τρωϊκῶν· „μετὰ δὲ ταῦτα λέγεται Ποσειδῶ καὶ Ἀπόλλωνα δουλεῦσαι Λαομέδοντι, ὅτι ὑβριστὴς ἦν, | |
5 | πειρωμέν〈ους αὐτοῦ. λέγονται μὲν〉 οὖν ἀνδράσιν εἰδόμενοι ἐπὶ μισθῷ, εἴτε ἄρα ἀποδώσει εἴτε καὶ οὔ, τεῖχος λάϊνον ἐν τῷ Ἰλίῳ ἐπ’ ἀκροτάτῳ τῶν κολωνῶν τειχίσαι, ὅ 〈ἔ〉τι νῦν Πέργαμος καλεῖται.“ Μητρόδωρος ἐν Τρωϊκοῖς (FGrHist 43, 2 = Vors.6 70 B 4)· „μετὰ ταῦτα λέγουσι παρ’ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ | ||
10 | οἵτινες, οὐδεὶς ἔχει εἰπεῖν ἀτρεκέως. ἐλθόντας δ’ εἰπεῖν ὅτι Λαομέδοντι χρὴ ἀνδρὶ βασιλεῖ εἶναι ἀκρόπολιν ἐν τῇ πόλει, ἐν ᾗ αὐτὸν οἰκεῖν πρέποι· ‘ἡμεῖς οὖν σοι θέλομεν τειχίον κτίσαι καὶ ἐπιστατῆσαι‘.“ Ge | ||
21444d | ex. | ἄλλως· θητεύσαμεν: ἠθέλησαν γὰρ συνδῆσαι τὸν Δία „Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων“ (Α 400). οἱ δὲ ἐπὶ τῷ πειρᾶσαι τὴν ὕβριν Λαομέδοντος· „καί τε θεοὶ ξείνοισιν ἐοικότεσ“ (ρ 485). ὡς ἀποθανόντος οὖν τοῦ αἰτίου, τιμώμενος νῦν ἐν Ἰλίῳ, Κίλλῃ, Χρύσῃ, | |
5 | Τενέδῳ, βοηθεῖ αὐτοῖς. οἱ δὲ δύο φασὶν ἐργασαμένους ἀμισθὶ ἀναθεῖναι Ἀπόλλωνι καὶ Ποσειδῶνι. οἱ δὲ ὅτι ἀπὸ τῶν ἱερατικῶν χρημάτων ᾠκοδόμησεν αὐτά. T | ||
21.445 | ex. | μισθῷ ἔπι ῥητῷ: μισθὸς λέγεται ἡ ἐλαχίστη ἀμοιβή, παρὰ τὸ μεῖον. ῥητῷ δὲ τῷ ὡρισμένῳ· ὅθεν b(BCE3E4) καὶ αἱ ὡρι‐ | |
σμέναι συνθῆκαι ῥῆτραι b(BCE3E4)T καλοῦνται. b(BCE3E4) | |||
D | μισθῷ ἔπι ῥητῷ: ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ. | ||
5 | πῶς δέ, φησίν, Ἀπόλλων—ἔγκλημα λῦσαι. A | ||
21446a1 | Ariston. | ἤτοι ἐγὼ Τρώεσσι 〈πόλιν περὶ τεῖχος ἔδειμα〉: πρὸς τὴν ἐν τοῖς ἐπάνω ἀθέτησιν (sc. Η 443—64) ὅτι διαφωνεῖ ταῦτα 〈ἐκείνοισ〉, ἐν οἷς φησι· „τότ’ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων / ἥρῳ Λαομέδοντι“ (Η 452—3). A | |
21446a2 | διαφωνεῖ {δὲ} ταῦτα τοῖς ἐν τῇ Τειχοποιΐᾳ ἀθετουμένοις. T | ||
21446b1 | Ariston. | 〈ἤτοι ἐγὼ—ἔδειμα:〉 Ἀριστόνικος (p. 313 Friedl.) πρὸς τοὺς ἐν τῇ Η τῆς Ἰλιάδος· ἐκεῖ γάρ φησι „τότ’ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων“ (452). Ge | |
21446b2 | πρὸς τὴν ἀθέτησιν τὴν ἐν τῇ Η ὅτι ὁ Ποσειδῶν μόνος ᾠκοδόμησε τὸ τεῖχος. Ge | ||
21446c | ex. (Did. + | ἤτοι ἐγὼ Τρώεσσι 〈πόλιν περὶ τεῖχος ἔδειμα〉: Ἀριδίκης προφέρεται· „ἤτοι μὲν γὰρ ἐγὼ πόλεως περὶ τεῖχος ἔδειμα“. Νικίας „πόλιν πέρι“, ἵνα ᾖ περὶ πόλιν. ἀγνοεῖ δὲ ὅτι ‘περιέδειμα‘ ἐστίν. Ge | |
21446d | Did. | 〈πόλιν:〉 γράφεται „πόλει“, ὡς Ἀριστοφάνης. Aim | |
21446e | Hrd. | πόλιν περὶ τεῖχος ἔδειμα: ἡ περί τῷ ῥήματι συν‐ τάσσεται· διὸ φυλακτέον τὸν τόνον. A | |
21446-9 | ex. | ἤτοι ἐγὼ Τρώεσσι—ὑληέσσης: Ἀπολλό‐ δωρός φησιν ἐν 〈ι〉γʹ Περὶ θεῶν (FGrHist 244, 96)· „ἐφόσον γὰρ τῷ | |
Ποσειδῶνι προσήκειν ἡγεῖτο τὰ κατὰ τὴν τειχοδομίαν, ὃν ἡμεῖς μὲν ἀσφάλιον καὶ θεμελιοῦχον, αὐτὸς δὲ ἐνοσίχθονα καὶ γαιήοχον καλεῖν | |||
5 | εἴωθεν, ἐπὶ τοσοῦτον καὶ 〈τὰ〉 κατὰ τὰς νομὰς τῷ νομίῳ Ἀπόλλωνι· διὸ καὶ περὶ τῶν Εὐμήλου πεποίηκεν ἵππων· ‘τὰς ἐν Πιερίῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων‘ (Β 766).“ Ge | ||
21447a | ex.(?) | εὐρύ τε καὶ μάλα καλόν: Ζωΐλος (fr. 33 Friedl. = FGrHist 71, 13) γράφει „εὐρύ τε καὶ μάλα μακρόν“. Ge | |
21447b | ex. | ἵν’ ἄρ〈ρ〉ηκτος πόλις εἴη: ἀσφάλιος γὰρ καὶ θεμελιοῦ‐ χος ὁ Ποσειδῶν b(BCE3E4)T καὶ πάντων σύστασις. b(BCE3 E4) | |
21448a1 | ex. | 〈Φοῖβε, σὺ δ’ εἰλίποδας ἕλικας βοῦσ〉 βουκολέε‐ σκες: νόμιος γὰρ ὁ θεός. οἱ δὲ ἐπεὶ αἱ ἀρχαὶ τῶν λοιμῶν ἀπὸ τῶν τετραπόδων ἄρχονται, αὐτοῖς ἐπέστησαν αὐτόν, ὅπως ἀναβαλλό‐ μενος τούτων ἅπτεσθαι πολὺ μᾶλλον τῶν ἀνθρώπων ἀπέχηται. T | |
21448a2 | ὁ {δὲ} Ἀπόλλων νόμιος ὡς ἐπὶ πλεῖστον καὶ τῶν θρεμμά‐ των αὐξητικός. b(BCE3E4) φασὶ δὲ ὡς ἐπεὶ ἀρχὴν ὡς ἐπὶ πᾶν ὁ λοιμὸς ἀπὸ τετραπόδων λαμβάνει, αὐτοῖς αὐτὸν ἐπέστησαν, ὅπως ἀναβαλλόμενος ἅπτεσθαι αὐτῶν ἔσται καὶ τοῖς ἀνθρώποις σωτήρ. | ||
5 | b(BE3E4) | ||
D | Φοῖβε, σὺ δ’ εἰλίποδας: φασὶ τὸν Ἀπόλλωνα— ἱστορεῖ Ἀπολλόδωρος (FGrHist 244, 95—9 [p. 1049, 4, 32 app.]). A | ||
D | ἕλικας βοῦς: ἕλικας τοὺς βοῦς φησιν ἐπιθετικῶς ἤτοι— | ||
ὅ ἐστιν ἐπικαμπῆ. A | |||
21.450 | ex. | πολυγηθέες ὧραι: αἱ πολλοῖς αἴτιαι τοῦ χαίρειν· αὔ‐ ξουσι γὰρ τοὺς καρπούς. ἢ αἱ εἰς πολλὴν χαρὰν ἄγουσαι τοὺς καρπι‐ ζομένους. b(BCE3)T | |
21451a | ex. | 〈ἐξέφερον:〉 ἐμήνυον b(BCE3E4)Til καὶ ἐφανέρουν b(BCE3E4) | |
21451b | ex. | 〈νῶϊ βιήσατο μισθόν:〉 {παρὰ τὸ μεῖον} ἐβιήσατο ἡμᾶς τὸν μισθόν. μισθὸς ἐλαχίστη ἀμοιβὴ παρὰ τὸ μεῖον. Til | |
21451c | ex. | βιήσατο: ἀντὶ τοῦ ἀπεστέρησε μετὰ βίας. b(BCE3E4)T | |
21.452 | ex. (Did.?) | ἀπέπεμπε: διχῶς, 〈καὶ〉 „ἀπέβλεψε“. Ge | |
21453-4 | ex. | πόδας καὶ χεῖρας ὕπερθε / δήσειν: ἐξαγκωνίσειν. T | |
21454a | ex. | 〈δήσειν καὶ περάαν νήσων ἔπι τηλεδαπάων:〉 Ζωΐλος (fr. 34 Friedl. = FGrHist 71, 14) ζητεῖ, πῶς ὁ Ποσειδῶν τὸν Αἰνείαν μεταθεὶς ἐξ ὅλου τοῦ στρατεύματος (cf. Υ 325—9) αὐτὸς κινδυνεύει πραθῆναι. Ge | |
21454b | ex. | 〈νήσων ἔπι τηλεδαπάων:〉 Πτολεμαῖος „{δήσειν καὶ περάαν} νήσων ἐπὶ τηλεδαπάων“. Ge | |
21454c | Did. | τηλεδαπάων: οὕτως Ἀρίσταρχος τηλεδαπάων. αἱ δὲ ἀπὸ τῶν πόλεων „θηλυτεράων“. Aint T | |
21454d | ex. | ἄλλως· τηλεδαπάων: τηλοῦ τὸ πέδον ἐχουσῶν, ἢ μακρὰν ἀπὸ τῆς Τροίας οὐσῶν. b(BCE3)T καταχρηστικῶς οὖν ἐπὶ τοῦ αὐτοῦ ἐδάφους πραθῆναι φαμέν τινα. T | |
21455a | Ariston. | στεῦτο δ’ ὅ γ’ ἀμφοτέρων 〈ἀπολεψέμεν οὔατα χαλκῷ〉: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, διεβεβαιοῦτο, πρὸς τὰ ἐν τῇ Νεκυίᾳ (sc. λ 584) ἀθετούμενα. καὶ ὅτι καταχρηστικῶς ἀπολεψέμεν ἀντὶ τοῦ ἀποκόψειν. A | |
21455b | ex. | 〈στεῦτο:〉 κατὰ ψυχὴν ἔσπευδε. b(BCE3E4) λεψέ‐ μεν δὲ τὸ σιδήρῳ τεμεῖν. b(BCE3) | |
21455c | Did. (?) | 〈ἀποκόψειν οὔατα:〉 γράφεται „ἀπολεψέμεν οὔατα“. Aim | |
21.456 | ex. | 〈ἄψορροι:〉 ὀπισ〈θ〉όρμητοι εἰς οὐρανόν. Til | |
21458a | ex. | τοῦ δὴ 〈νῦν〉 λαοῖσι 〈φέρεις χάριν〉: ἐν ἤθει ταῦτα. T | |
21458b | ex. | οὐδὲ μεθ’ ἡμέων: λείπει γενόμενος. T | |
21462-3a | ex. | οὐκ ἄν με σαόφρονα 〈μυθήσαιο / —πτολε‐ μίξω〉: τινές φασιν ἐγγὺς γεγονότος Ποσειδῶνος μηκέτι δύνασθαι τὸν τοξότην πολεμεῖν. T | |
21462-3b | ex. | 〈οὐκ ἄν με σαόφρονα μυθήσαιο / —πτολε‐ μίξω:〉 εἰ μάχην σοι, φησί, συμβαλοίμην, ὃ μὴ δεῖ, οὐκ ἂν ἔτι με b(BCE3) συνετὸν b(BCE3E4)Til ὑπολάβοις. b(BCE3) | |
21.464 | ex. | δειλῶν: ἀτυχῶν: b(BCE3E4)T Δειλᾶς γὰρ †πρῶ‐ τον† τὸν εἰς φόνους κλῆρον εὗρεν, b(BE3)T ὥς φησι Θεόκλυ‐ τος. T | |
21465a | ex. | ζαφλεγέες 〈τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες: ζαφλεγέεσ〉 μεγαλόφρονες, b(BCE3E4)T καὶ ταῦτα θνητήν, φησί, τροφὴν ἐσθίοντες, οὐ σιτούμενοι ἀμβροσίαν ὡς ἡμεῖς. ὅταν δὲ ἀποβλέψῃ εἰς τὴν θείαν φύσιν ὁ ποιητής, τότε τὰ ἀνθρώπινα πράγ‐ | |
5 | ματα ἐξευτελίζει. b(BCE3)T | ||
21465b | D | 〈ζαφλεγέες:〉 λαμπροί. Til | |
21466a | Did. (?) | 〈ἄλλοτε δέ:〉 γράφεται „ἄλλοτε δ’ αὖ“. Aim | |
21466b | ex. | 〈ἀκήριοι:〉 νεκρούμενοι. Til | |
21467a1 | Hrd. | {οἱ δ’ αὐτοὶ} δηριαάσθων: τὸ δεύτερον α ἐκτατέον· | |
τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. A | |||
21467a2 | τὸ δεύτερον α ἐκτατέον ὥσπερ ἐπὶ τοῦ ἀδιαιρέτου. b (BCE3)T | ||
21468-9a1 | ex. | αἴδετο γάρ ῥα / πατροκασιγνήτοιο 〈μιγή‐ μεναι ἐν παλάμῃσι〉: ἄλλως τε ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται. πῶς οὖν ἔδει μάχεσθαι; T | |
21468-9a2 | ἐπεὶ ὁ ἥλιος ἐκ θαλάσσης τρέφεται, εἰκότως αὐτῷ μά‐ χην οὐ συμβάλλει. b(BCE3E4) | ||
21469a | ex. | πατροκασιγνήτοιο: τοῦτον οἱ μὲν πάτρωα, οἱ δὲ θεῖον καλοῦσιν. T | |
21469b | Did. (?) | 〈μιγήμεναι:〉 τινὲς γράφουσι „δαμήμεναι“. Til | |
21469c1 | ex. | μιγήμεναι: συμβαλεῖν. ἔστι δὲ παιδευτικά, ὡς τὸ „Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον γάρ“ (Φ 498) καὶ „ἀλλά τοι οὐκ ἐθέλουσα Ποσειδάωνι μάχεσθαι“ (ν 341). T | |
21469c2 | ἔστι δὲ παιδευτικὸς ὁ λόγος πρὸς τὸ αἰδεῖσθαι τοὺς εὐερ‐ γέτας καὶ μᾶλλον τοὺς πρεσβυτέρους. b(BCE3E4) | ||
21.470 | ex. | πότνια θηρῶν: δεσπότις. μεταλαβὼν οὖν φησιν Ἀνακρέων (fr. 1, 3 G. = 3, 3 P. [P.M.G. 348, 3]). „δέσποιν’ Ἄρτεμι θηρῶν“. b(BCE3E4)T οἰκεῖον δὲ ταύτῃ τὸ προπετές· διὸ καὶ περιπίπτει βλάβῃ. b(BE3E4)T ὥστε καὶ τὰ πεπραγμένα ἐν τῇ Θεομαχίᾳ | |
5 | τολμηρότερον ἀφορμὰς ἔχει Ἄρην (cf. Φ 391—3) καὶ Ἄρτεμιν (cf. Φ 470—1). T | ||
21471a | Ariston. | Ἄρτεμις ἀγροτέρη 〈καὶ ὀνείδειον φάτο μῦθον〉: ἀθετεῖται, ὅτι περισσὸς 〈μετὰ τὸν〉 „τὸν δὲ κασιγνήτη μάλα νείκεσε | |
πότνια θηρῶν“ (Φ 470). τίς δὲ κυνηγετικὴ θεὸς εἰ μὴ ἡ Ἄρτεμις; A | |||
21471b | Ariston. | ex. | Ἄρτεμις ἀγροτέρη: περισσὸς ὁ στίχος. | οὕτω δὲ παρὰ Συρακοσίοις (fr. 1 [C. G. F. p. 198] K.) καὶ Ἀθηναίοις τιμᾶται· „τῇ δ’ Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα / εὐχὴν ποιήσασθαι“ (Ar. equ. 660—1). T | |
21471c | ex. | 〈ἀγροτέρη:〉 κυνηγός, ἀπὸ τοῦ ἀγρεύειν. Aim | |
21471d1 | Hrd. | ὀνείδειον {φᾶτο μῦθον}: ὡς „τέλειον“ καὶ ὄρειον· οὕτως γὰρ ἐκπίπτει καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας, οἷον „ἕλοσ“ (Υ 221. | |
5 | ξ 474), ἕλειος· διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαρο‐ ξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α· „τέλοσ“ (Β 122. Γ 309 al.), „τέλειοσ“· „ὄροσ“ (Β 603. 829 al.), ὄρειος· οὕτως „ὄνειδοσ“ (Π 498. Ρ 556), ὀνείδειος. παρεφυλάξατο δὲ τὰ δύο σύμφωνα διὰ τὸ „Ἀρ‐ γεῖοσ“ καὶ τὸ „ἑρκεῖοσ“, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ | ||
10 | παραγωγή, πελάγιος ἅγιος, „Θάλπιοσ“ (Β 620). A | ||
21471d2 | {ὀνείδειον:} ὡς „τέλειον“ καὶ ὄρειον· οὕτω γὰρ ἐκπίπτει καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα κατὰ διάστασιν, οἷον „ἕλοσ“ ἕλειος· „ὄροσ“ ὄρειος. παρῃτησάμεθα δύο σύμφωνα διὰ τὸ ἕρκος „ἑρκεῖοσ“, | ||
5 | τὸ α διὰ τὸ „πέλαγοσ“ (Ξ 16. γ 174 al.), πελάγιος, ἅγος ἅγιος· τὸ γὰρ „Ἀργεῖοσ“ οὐκ ἀπὸ οὐδετέρου παρῆκται, ἄλλως τε καὶ ἔχει δύο σύμ‐ φωνα. T | ||
21.472 | ex. | 〈ἑκάεργε:〉 Φανόδικος (FGrHist 397, 5) ἀπὸ Ἑκαέργης. | |
Ἀπολλόδωρος ἐν ιγʹ (FGrHist 244, 97)· „καλεῖται δ’ οὕτως ἀπὸ τῆς ῥιπῆς, ὡς ἂν ἕκαθεν εἴργων ἢ ἕκαθεν τὸ ἴδιον ἔργον ἐπιτελῶν.“ Ge | |||
21.473 | ex. | 〈μέλεον:〉 ἄμοχθον b(BCE3E4)Til καὶ ἄλυπον. b(B CE3E4) | |
21474a | ex. | 〈ἀνεμώλιον αὔτως:〉 Ἀριδίκης· „γράφεται ‘{ψενύτιε τί νυ τόξον ἔχεις} κἀτειρέας οἰστούσ‘.“ φησὶ δὲ κακῶς φέρεσθαι „ἀτειρέασ“· οὐδὲν γὰρ εἶναι βέλος ἀτειρές. „ἀθε〈ι〉ρέασ“ οὖν τοὺς ὁμοίους ἀθέρι· ὡς γὰρ ὁ ἀθὴρ καταψώμενος λεῖός ἐστι, ἀνάπαλιν δὲ | |
5 | τραχύς, οὕτως τὰ ἀγρευτικὰ †τὰ Κρητικὰ βέλη ἐμπήσσεσθαι μὲν τῇ σαρκὶ ἀκωλύτως, ἐξέρχεσθαι δὲ δυσχερῶς διὰ τὰς ἀπαγκιστρώσεις. Ge | ||
21474b | ex. | 〈ἀνεμώλιον:〉 ἀνεμωλίως, ἀντὶ τοῦ ἀπράκτως. b(BC E3)Til | |
21475-7 | ex. | μή σευ νῦν ἔτι〈—πολεμίζειν〉: παραπεποίην‐ ταί πως ἐκεῖθεν οἱ στίχοι· „πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα / εὐχομένησ“ (Α 396—7). τί δὲ καὶ βουλόμενος συνεχῶς τοῦτο ἐκαυχᾶτο ὁ Ἀπόλλων; (cf. 476—7). T | |
21.475 | Ariston. | μή σευ νῦν ἔτι 〈πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω〉: ἀπὸ τούτου ἀθετοῦνται στίχοι τρεῖς· οὐ δύναται γὰρ ὁ αἰδούμενος „πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν“ (Φ 469) ἀεὶ προκα‐ λεῖσθαι τὸν Ποσειδῶνα ἐν τῷ Ὀλύμπῳ πρὸς μάχην. ἄλλως τε οὐδὲ | |
5 | πολεμικός ἐστιν, ἀλλὰ χοροῖς καὶ φόρμιγγι τέρπεται. A | ||
21.478 | ex. | τὴν δ’ οὔ τι προσέφη 〈ἑκάεργος Ἀπόλλων〉: προ‐ είρηκε γὰρ τὴν αἰτίαν τῆς παραιτήσεως· b(BCE3)T „αἴδετο γάρ ῥα / πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν“ (Φ 468—9). T | |
ὥστε δισσολογεῖν οὐκ ἐχρῆν αὐτόν. b(BCE3)T | |||
21479a1 | Ariston. | ἀλλὰ χολωσαμένη 〈Διὸς αἰδοίη παράκοιτισ〉: ὅτι κοινὸν δεῖ δέξασθαι τὸ „προσέφη“ (Φ 478)· ‘ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις προσέφη‘. οὕτως οὖν κἀκεῖ· „παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην“ (Α 443)· ἀπὸ κοινοῦ γὰρ τὸ „ἀγέμεν“, | |
5 | καὶ περιττὸς ὁ ἑξῆς· „ῥέξαι ὑπὲρ Δαναῶν“ (Α 444). A | ||
21479a2 | ἀπὸ κοινοῦ τὸ „προσέφη“. οὕτως οὖν κἀκεῖ· „παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην“· ἀπὸ κοινοῦ γὰρ τὸ „ἀγέμεν“, b(BCE3E4)T καὶ περιττὸς ὁ ἑξῆς „ῥέξαι ὑπὲρ Δαναῶν“. T | ||
21479b | Ariston. | 〈ἀλλὰ χολωσαμένη—παράκοιτις:〉 Ἀριστό‐ νικος (p. 313 Friedl.) ὅτι ἀπὸ κοινοῦ ἐστιν ἀκουστέον τὸ „προσέφη“ (Φ 478). Ge | |
21.482 | ex. | χαλεπή τοι ἐγὼ μένος ἀντιφερίζειν: ἐξ ἐναντίας τὸ ἐμὸν μένος φέρειν. b(BCE3E4)T ἐπεὶ δὲ εἶπε „τί νυ τόξον ἔχεις;“ (Φ 474), b(BCE3)T φησὶν ὅτι, εἰ καὶ τοξοφόρος εἶ (cf. Φ 483), T χα‐ λεπή σοι πολέμιος ἔσομαι. b(BCE3)T | |
21483a | ex. | 〈ἐπεί σε λέοντα:〉 ἐπεὶ λέαινάν σε. Til | |
21483b | ex. | λέοντα: λέαιναν. οὐδέποτε δὲ παρ’ Ὁμήρῳ εὕρηται τὸ λέαινα. b(BCE3E4)T | |
21484a | ex. | 〈καὶ ἔδωκε κατακτάμεν, ἥν κ’ ἐθέλῃσθα:〉 Χρύσιπ‐ πος ἐν τῷ Περὶ ἀρχαίας φυσικῆς (fr. 748 [= St. V. Fr. II p. 212, 38]) δεικνὺς ὅτι σελήνη ἡ Ἄρτεμις καὶ τὰ περὶ τοὺς τόκους δὲ εἰς ταύτην 〈***〉 ταῖς πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι, | |
5 | ἀλλὰ καὶ γίνεσθαι [...(.)]σα πάντα. καὶ Ἀλκαῖος (fr. 390 L.—P.) ἐπὶ τῶν βελῶν τῆς Ἀρτέμιδος λέγει „†μὴ φόνος κέχυται γυναίκων“. | ||
Ge | |||
21484b1 | ex. | κατακτάμεν ἥν κ’ ἐθέλῃσθα: προΐσταται γὰρ ἡ Ἄρτεμις τοκετῶν, ἐπεὶ περὶ τὰς πανσελήνους εὐτοκώταται αἱ γυναῖ‐ κες, ὥς φησι Χρύσιππος (fr. 748 [= St. V. Fr. II p. 212, 35). T | |
21484b2 | λέγει δὲ αὐτὴν λέαιναν (sc. Φ 483) b(BCE3) διὰ τὸ ἀναιρετικόν, b(BCE3E4) ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ τὰς σκοτομαίνας δύστοκοι ἄγαν. b(BE3E4) | ||
21485a1 | Ariston. | θῆρας ἐναίρειν: ὅτι ἐναίρειν καταχρηστικῶς· θῆρες γὰρ οὐκ ἔχουσι παντευχίαν ὥστε σκυλευθῆναι. A Ge | |
21485a2 | σημειοῦνται δέ τινες ὅτι ἔναρα ἐπὶ ἀλόγων ζῴων οὐκ ἔστιν. T | ||
21485b1 | ex. | θῆρας ἐναίρειν: φονεύειν ἢ σκυλεύειν· περιάπτεται γὰρ νεβρίδας. Ἀλκμάν (fr. 53 P.)· „†ἐπάμεναι† πέρι δέρματα θηρῶν“. T | |
21485b2 | φονεύειν ἢ σκυλεύειν. b(BCE3) τοῦτο δὲ λέγει, ὅτι τῆς νυκτὸς πανσελήνου οὔσης οἱ κυνηγοὶ τοὺς θῆρας σκυλεύουσιν. b(BCE3E4) | ||
21486a | ex. | ἀγροτέρας: τινὲς τὰς μὴ ταχέως γηρώσας. T | |
21486b | ex. | 〈ἀγροτέρας:〉 ἀγριωτέρας. Til | |
21487-8 | Nic. | εἰ δ’ ἐθέλεις 〈πολέμοιο δαήμεναι, ὄφρ’ ἐῢ εἰδῇς / ὅσσον—ἀντιφερίζεισ〉: ὑποστικτέον ἤτοι ἐπὶ τὸ ἐθέλεις | |
(487) ἢ ἐπὶ τὸ δαήμεναι (487), ὡς ἐν τῇ Ζ ῥαψῳδίᾳ (sc. ad 150) προείρηται. ἢ καὶ κομματικὸν ἀπέλ{ε}ιπε τὸν λόγον ἐπίτηδες ὁ | |||
5 | ποιητής, τῆς θεοῦ διὰ τῶν ἔργων τὸ λεῖπον ἀναπληρούσης. A | ||
21487a | ex. | εἰ δ’ ἐθέλεις, πολέμοιο δαήμεναι: στικτέον εἰς τὸ δαήμεναι· ἔστι γὰρ ἀντὶ τοῦ δάηθι. b(BCE3)T | |
21487b | Ariston. | 〈δαήμεναι:〉 ὅτι Aim Ge ἀντὶ τοῦ δάηθι Aim Ge Til προστακτικοῦ. Aim | |
21.489 | ex. | 〈ἀμφοτέρασ〉 ἐπὶ καρπῷ χεῖρας 〈ἔμαρπτε〉: τῆς Ἀρτέμιδος. b(BCE3E4)T ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως. b(BCE3)T | |
21490a | ex. | ἀπ’ ὤμων αἴνυτο τόξα: ποιητικῶς ἀντὶ τῶν βελῶν τόξα φησίν. ἢ τὴν πᾶσαν τοξικὴν κατασκευήν. b(BCE3)T | |
21490b | ex. | 〈τόξα:〉 τὰ τοξεύματα. Til | |
21491a | ex. | αὐτοῖσιν δ’ ἄρ’ 〈ἔθεινε παρ’ οὔατα〉: κατηγοροῦσιν Ὁμήρου ὡς ἐνησεβηκότος τῇ Ἀρτέμιδι. Δημήτριος 〈δὲ〉 ὁ Ἰξίων φησί: „πάνυ νέαν παρθένον αὐτὴν εἰσάγει καὶ παίδων τρόπον κλαίου‐ σαν καὶ τοῖς κόλποις τοῦ πατρὸς ἐπικλινομένην, ἀκολουθοῦν τῇ | |
5 | ἡλικίᾳ μεμυθευκώς. ῥητέον 〈οὖν〉 ὅτι οὐ μαίνεται, ἀλλ’ ἀνθ’ ὧν στασιώδη εἴρηκεν, ὡς μήτηρ νουθετεῖ παιδικῇ ζημίᾳ.“ Ge | ||
21491b | ex. | 〈μειδιόωσα:〉 Δοῦρις (FGrHist 76, 91) ὅτι πικρῶς διά‐ κειται ὡς μητρυιά· διὸ ἐπιγελᾷ τὸ Σαρδόνιον. Ge | |
21492a | Did. | 〈ἐντροπαλιζομένην:〉 οὕτω τὸ ἐντροπαλιζομένην | |
διὰ τοῦ ν. Aim | |||
21492b | Did. | ex.(?) | 〈ἐντροπαλιζομένην:〉 ἐν τῇ Χίᾳ καὶ Κυπρίᾳ ἀναξίως „πολλὰ λισσομένησ“. | Πτολεμαῖος ἐντροπαλιζομένην. Ge | |
21492c | ex. | ἐντροπαλιζομένη: ἐξ ὑποστροφῆς ἀνθισταμένη. αἱ δὲ πλείους κατ’ αἰτιατικήν, ἵν’ ᾖ ἐκτρέπουσαν τὰς ὄψεις πρὸς τὰς τῆς χειρὸς καταφοράς. b(BCE3E4)T | |
21492d | ex. | ἐντροπαλιζομένη: {βέλτιον ἐντροπαλιζομένην} ἐξ ὑπο‐ στροφῆς ἀνθιστανομένη. ἄτοπον δέ ἐστιν· διὰ τί 〈γὰρ〉 ἐντροπαλίζε‐ ται; 〈βέλτιον οὖν „ἐντροπαλιζομένην“〉. Ge | |
21493a | Did. (?) | 〈ὕπαιθα: γράφεται〉 „{ἀκρυόεσσα δ’} ἔπειτα“. Aim | |
21493b | ex. | 〈ὕπαιθα:〉 ἔμπροσθεν. Til | |
21493c | ex. | πέλεια: Ἀριστοτέλης (h. an. 5,13 p. 544b2) φησὶ μικροτέραν τῆς περιστερᾶς εἶναι καὶ ὑπέρυθρον καὶ τ〈ρ〉αχύπουν. T | |
21493d1 | Hrd. | {ὥς τε} πέλεια: πέλεια ὡς Μάλεια καὶ Θάλεια, τρίτῃ ἀπὸ τέλους ἡ ὀξεῖα. ἔστι δὲ καὶ πελ〈ε〉ιάς, ἔνθεν τὸ „αἱ δὲ βάτην τρήρωσι πελ〈ε〉ιάσι“ (Ε 778). καὶ ἔστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς. A | |
21493d2 | ἄλλως· πέλεια: ὡς Κράτεια. ἔστι δὲ καὶ πελειὰς ὀξυ‐ τόνως, ὡς μαῖα καὶ μαιάς. T | ||
21493e | ex. | {δακρυόεσσα ὕπαιθα θεὰ φύγεν ὥστε} πέλεια: †ἐπὶ† | |
„τίλλε πέλειαν ἔχων“ (ο 527) καὶ „εἶδε τρήρωνα πέλειαν“ (Ψ 874). Ge | |||
21495a | D (?) | Ariston. | χηραμόν: κατάδυσιν ὄφεως. | Ἀριστόνικος (p. 314 Friedl.) ὅτι αὐτὸς ἐξηγεῖται, τί ἐστι χηραμός, ὅτι κοίλη πέτρη (cf. Φ 494)· καὶ ὅτι γενικὸν τὸ πέτρη καὶ 〈ε〉ἰδικὸν τὸ χηραμός. Ge | |
21495b | Ariston. | χηραμόν: ὅτι αὐτὸς ἐξηγεῖται, τί ἐστι χηραμός, ὅτι κοίλη πέτρα (cf. Φ 494). A | |
21495c | ex. | ex. | χηραμόν: ἀπὸ τοῦ χωρεῖν, πέτραν διαγωγὰς ἔχουσαν πολλὰς ὥς τι χωρεῖσθαι. b(BCE3E4)T | σημειωτέον δὲ ὅτι προ‐ εξηγήσατο, τίς ἡ χηραμός, b(BCE3)T κοίλη πέτρα, ἐπεξη‐ γεῖσθαι εἰωθώς, b(BE3)T οὐ προεξηγεῖσθαι· „νεβρὸν ἔχοντ’ | |
5 | ὀνύχεσσι, τέκος ἐλάφοιο“ (Θ 248). T | ||
21495d | ex. | οὐδ’ ἄρα τῇ γε ἁλώμεναι 〈αἴσιμον ἦεν〉: καὶ ἐπ’ ἀλόγοις μοιρίδιον οἶδεν, οὐ μόνον ἐπὶ ἀνθρώποις. T | |
21.497 | ex. | Λητὼ δὲ προσέειπε 〈διάκτοροσ〉: Τυραννίων (fr. 51 | |
H.) περισπᾷ, ἐπεὶ οἱ Δωριεῖς διαιροῦσι Λητόα λέγοντες. Ge | |||
21498a | ex. | Λητοῖ, ἐγὼ δέ τοι οὔ τι 〈μαχήσομαι〉: ἄτοπον γὰρ ἦν τὸν λόγον ὅπλοις κρίνεσθαι. διὰ τοῦτο ἄχρειοι 〈οἱ〉 γραμματικοὶ νομίζονται, ὅτι διὰ τὸ εἰρηνικὸς εἶναι θεὸς οὐ μάχεται ὁ Ἑρμῆς. τοῦτο δὲ εἴπερ ἤθελεν εἰπεῖν ὁ ποιητής, εἰρήκει ἄν· ‘ἀργαλέον κήρυκ’ ὄντα | |
5 | πολεμεῖν‘. ὁ δὲ ἑτέραν εἴρηκεν αἰτίαν ὅτι ταῖς τοῦ Διὸς γενομέναις γυναιξὶν οὐ πρέπον αὐτὸν πληκτίζεσθαι (cf. Φ 498—9)· ὁ γὰρ Ἑρμῆς αἰτίαν ἔχει φιλογυν{α}ίας καὶ ἐρωτικὸς νομίζεται· διὸ ἐξ αὐτοῦ καὶ τῆς Ἀφροδίτης συνέθεσαν τὸν Ἑρμαφρόδιτον. λέγει δὲ Πυθαγόρας ὅτι καὶ τὸν Πελασγικὸν οἶδεν Ὅμηρος μῦθον, οἵτινες ἐντεταμ{μ}ένον | ||
10 | αὐτὸν ἱδρύουσιν. ὅτε γοῦν κατείληπτο ἡ Ἀφροδίτη σὺν Ἄρει, οὕτως εἰς ἐπιθυμίαν ἐκκέχυται ὥστε εὔχεσθαι σὺν πλείοσι δεσμοῖς παρα‐ κεκλίσθαι τῇ Ἀφροδίτῃ (cf. θ 338—42). ταύτην οὖν τὴν ὑπόνοιαν φυλάσσει. Ge | ||
21498b | ex. | 〈Λητοῖ,〉 ἐγὼ δέ τοι οὔ τι μαχήσομαι: ἄτοπον γὰρ τὸν λόγιον καὶ εἰρηνικὸν θεὸν μάχεσθαι. b(BCE3E4)T ἢ ὡς φιλῶν μίξεις· καὶ γὰρ μετ’ Ἀφροδίτης ἐθέλει δεθῆναι (cf. θ 338—42), καὶ Πελασγοὶ δὲ ἐντεταμένον τὸν Ἑρμῆν ἱδρύονται. T ἄλλως τε | |
5 | ἄνοπλος ἑκάτερος, καὶ ἄτοπος ἡ δίχα ὅπλων μάχη. b(BCE3E4)T | ||
21498c | Did. (?) | 〈ἀργαλέον γάρ:〉 γράφεται „ἀργαλέον δέ“. Aint | |
21498-9 | ex. | 〈Λητοῖ, ἐγὼ δέ τοι—ἀλόχοισι Διόσ〉: ἐπεὶ συνέζευκτο θεῷ καὶ Διῒ κεκοινωνηκυῖα κοίτης ἦν. Δοῦρις δὲ ἐν πρώτῳ Προβλημάτων Ὁμηρικῶν (FGrHist 76, 30) γράφει· „εἰκότως τοῦτο ποιεῖ· ὁ γὰρ Ἑρμῆς οὐ πολέμου αὐξητικός, ἀλλ’ εἰρήνης. οὐκ ἤθελεν | |
5 | οὖν ἰσχυρὸν ποιεῖν τὸν ἐν τοῖς ὅπλοις ἀγῶνα. ἢ διότι καταφρονητὴς ἦν πολέμου· ὁ μὲν γὰρ πόλεμος ἄλλων, τὸ δὲ Ἑρμοῦ κηρύκιον †καὶ τὸν αὐτὸν πόλεμον καταστρέφεται ἐν τῷ αὐτῷ τὰ περὶ τελευταῖα.“ Ge | ||
21.499 | ex. (Ariston. ?) | πληκτίζεσθαι: μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις. b(BCE3)T | |
21501a1 | ex. | εὔχεσθαι ἐμὲ νικῆσαι: ἄτυφος· διὸ λογικὸς θεός, ὃς οὐδὲ ἀδοξίας φροντίζει. T | |
21501a2 | καλῶς ἄτυφος ὁ λογικὸς θεὸς μηδὲ ἀδοξίας φροντίσας· λέγει γὰρ ὅτι, εἰ βούλει, καυχῶ ὡς ἐμὲ νικήσασα. b(BCE3E4) | ||
21501b | Ariston. | 〈εὔχεσθαι:〉 ὅτι ἀντὶ τοῦ εὔχου, καυχῶ. Aim | |
21502a1 | ex. | Λητὼ δὲ συναίνυτο 〈καμπύλα τόξα〉: ἴσως πρὸς τὸ σκῦλα μὴ μεῖναι τῆς θυγατρός· ὅπερ ἐκ περιουσίας ὁ ποιητὴς προσῆψεν. T | |
21502a2 | συνῆξε δὲ αὐτά, ἵνα μὴ ἐκεῖ κείμενα τὴν θυγατέρα πλέον αἰσχύνοιεν. b(BCE3E4) | ||
21502b | Ariston. | καμπύλα τόξα: ὅτι μέμιχε τὸν κατὰ τοῦ τόξου λόγον τῷ κατὰ τῶν βελῶν· καμπύλα μὲν γὰρ τὰ τόξα, „πεπτεῶτα“ δ’ „ἄλλυδις ἄλλῃ“ (Φ 503) τὰ βέλη· ὡς χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον, καὶ κοτύλη, οὕτως καὶ τὰ βάλλοντα καὶ τὰ βαλλόμενα | |
5 | τόξα. A | ||
21502c | ex. | καμπύλα τόξα: μεταφορικῶς ἀπὸ τοῦ τόξου τὰ βέλη. ἢ T συλληπτικῶς τὰ τόξα καὶ τὰ βέλη· ὡς δὲ χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον, οὕτω καὶ τόξα ἐπὶ ἑκατέρου δεκτέον. b(BCE3E4) T | |
21.503 | Did. (?) | 〈πεπτεῶτα:〉 γράφεται καὶ „πεπτῶτα“. Aim | |
21506a1 | ex. | δακρυόεσσα δὲ 〈πατρὸς ἐφέζετο γούνασι κούρη〉: ἀφελὴς ἡ διάθεσις καὶ παρθένῳ πρέπουσα. Ἀφροδίτη δὲ ὡς †γεγαμη‐ μένης τῆς Διώνης. ἐκεῖ δὲ „ἐν γούνασι πῖπτε“ (Ε 370) †δία. τῶι† κατα‐ πονεῖσθαι τῇ πληγῇ. T | |
21506a2 | ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα γυναικί, καὶ μάλιστα παρθένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ. b(BCE3,E4) [bis]) ἡ δὲ Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διός, ἀλλ’ ἐν τοῖς τῆς Διώνης (sc. Ε 370), καίτοι γεγαμημένη οὖσα. πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; | ||
5 | ὅτι ἐκείνη διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ (cf. Ε 337—9) ἐφέζεσθαι οὐ δύναται. b(BCE3E4) | ||
21507a1 | ex. | ἑανὸς τρέμε: καιρίως διὰ τῆς ἐσθῆτος †σῶμα ἐνέφηνε τρέμον. T | |
21507a2 | διὰ τῆς ἐσθῆτος ἐμφῆναι τὸ σῶμα βούλεται τρέμον αὐτῆς. b(BCE3E4) | ||
21507b1 | Hrd. | προτὶ οἷ: τὴν ἀντωνυμίαν ὀρθοτονοῦσιν, οὐ διὰ τὴν πρόθεσιν, ἀλλ’ ὅτι εἰς σύνθετον μεταλαμβάνεται. A | |
21507b2 | {τὴν δὲ προτὶ οἷ:} ὀρθοτονητέον τὴν οἷ, ἐπεὶ εἰς σύνθετον | ||
παρελαμβάνετο. T | |||
21507-8 | ex. | 〈προτὶ οἷ / εἷλε:〉 προσελάβετο ἑαυτῷ, τουτέστι προσ‐ επτύξατο. T | |
21.508 | ex. | 〈ἀνείρετο:〉 ἠθικῶς. Til | |
21509a | ex. | 〈τίς νύ σε τοιάδ’ ἔρεξε:〉 ἀντὶ τοῦ τίς σε ἐπάτασσε; Aint | |
21509b | ex. | τίς νύ σε 〈τοιάδ’ ἔρεξε〉: εἰδὼς ἐρωτᾷ, b(BCE3E4) ἀγνοεῖν προσποιούμενος. b(BCE3E4)T | |
21511a1 | ex. | ἐϋστέφανος: στεφάνη ἐπικεφάλιος γυναικῶν †κοινός†. κελαδεινὴ δέ τινες παρὰ τὰ κοῖλα. ἢ ὅτι Ἐγκέλαδον σὺν Ὠρίωνι ἀνεῖλε βιαζόμενον αὐτήν. T | |
21511a2 | ἐπικεφάλιος γὰρ ὁ τῶν γυναικῶν κόσμος. κελαδεινὴ δὲ παρὰ τὸ κοῖλα. ἢ παρὰ τὸν κέλαδον, ὃν ποιοῦσιν οἱ κυνηγοί. b(BC E3E4) | ||
21511b1 | Ariston. | ἐϋστέφανος κελαδεινή: ὅτι ἠρκέσθη τοῖς ἐπιθέτοις. περιττὸς οὖν κἀκεῖ ὁ „Ἄρτεμις ἀγροτέρη“ (Φ 471). A | |
21511b2 | ἄλλως· ἐϋστέφανος κελαδεινή: ἠρκέσθη τοῖς ἐπιθέτοις. | ||
περιττὸς οὖν κἀκεῖ ὁ „Ἄρτεμις ἀγροτέρη καὶ ὀνείδειον φάτο μῦθον“. T | |||
21.512 | ex. | σή μ’ ἄλοχος 〈στυφέλιξε〉: πιθανῶς καὶ αὐτὸν πιθα‐ νοποιεῖται διὰ τῆς ἀλόχου. T | |
21513a | Did. | 〈νεῖκος:〉 πληθυντικῶς „νείκεα“ αἱ Ἀριστάρχου. Aim | |
21513b1 | ex. (Did. + ex.) | νεῖκος ἐτύχθη: „νείκε’ ἐτύχθη“ πληθυντικῶς. καὶ „ἐφῆπται“ ἀντὶ τοῦ T ἐπισυνδέδεται, TTil ηὔξηται. T | |
21513b2 | 〈ἐφῆπται:〉 ἀντὶ τοῦ b(BCE3) ἐπισυνδέδεται καὶ ηὔξηται b(BCE3E4) καὶ πεπλήθυνται. τινὲς δὲ καὶ „νείκεα“ πληθυντικῶς γράφουσιν. b(BCE3) | ||
21.514 | ex. | ὣς οἱ μὲν τοιαῦτα 〈πρὸς ἀλλήλους ἀγόρευον〉: οὔτε γὰρ ἀπολύει τὴν Ἥραν τοῦ ἐγκλήματος, ἵνα μὴ λυπῇ τὴν ὑβρισθεῖσαν, οὔτε ἐγκαλεῖ αὐτῇ ἀπολυθείσῃ. b(BCE3E4)T | |
21515-7 | ex. | αὐτὰρ Ἀπόλλων〈—ἤματι κείνῳ〉: προοικο‐ νομεῖ πάλιν εἰς τὰ ἑξῆς, ἵνα ὑπολειφθεὶς μόνος πλανήσῃ τὸν Ἀχιλλέα ἀπὸ τοῦ τείχους (cf. Φ 544—Χ 24). T | |
21.515 | Ariston. | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint | |
21516a | ex. (Nic.) | μέμβλετο γάρ οἱ: διασταλτέον μετὰ τὸ οἷ. T | |
21516b | ex. | 〈πόληος:〉 Αἰολικῶς, ὡς ἀκτῆνας καὶ ψημύθιον. Til | |
21519a | Ariston. | 〈χωόμενοι:〉 ὅτι σαφῶς χωόμενοι συγχεόμενοι. Aim | |
21519b | ex. | 〈χωόμενοι:〉 συγκεχυμένοι. Til | |
21.520 | Did. (?) | 〈πὰρ Ζηνί:〉 †ὅτι† „παρὰ πατρί“. Aint | |
21522-4 | ex. | ὡς δ’ ὅτε καπνὸς ἰὼν—κήδε’ ἐφῆκεν: πηλίκον δέ ἐστι τὸ πῦρ, οὗ τὸ τέλος ἅπτεται τοῦ οὐρανοῦ. καὶ τοῦτο θεόπεμ‐ πτον (cf. 523), ἵνα μὴ ταχέως σβεννύηται. τὴν ἐπὶ πλεῖστον δὲ †νέμησιν† τοῦ Ἀχιλλέως ἡ παραβολὴ τοῦ πυρὸς ἐνέφηνεν. b(BCE3E4)T | |
21.522 | Did. (?) | 〈ἱκάνει:〉 γράφεται „ἵκηται“. Aim | |
21523a | ex. | 〈ἄστεος αἰθομένοιο:〉 ὑπὸ τῶν πολεμίων δηλονότι. Aint | |
21523b | ex. (Ariston.?) | 〈ἀνῆκε:〉 ἀντὶ τοῦ ἐφῆκε. Aim | |
21.524 | Ariston. | 〈πόνον:〉 ὅτι πόνον τὸ κατὰ τὸν πόλεμον ἔργον. Aim | |
21.525 | Did. (?) | 〈ἔθηκεν:〉 γράφεται „ἔτευξεν“. Aim | |
21526a | ex. | εἱστήκει δ’ ὁ γέρων 〈Πρίαμος θείου ἐπὶ πύργου〉: ἐναργῶς ὁ τῆς ἀγωνίας μεστὸς δείκνυται γέρων ἐπιβεβηκὼς τοῖς τείχεσι. b(BCE3E4)T μεταγαγὼν δὲ ὁ ποιητὴς τὴν στρατιὰν ἐπὶ τὰ ἔνδον οὐκ ἄλλῳ πιθανὸν ἐνόμισε προσκεῖσθαι τὰ τῆς διατάξεως | |
5 | ἢ τῷ Πριάμῳ· βασιλεὺς γάρ ἐστι καὶ συνετός, τῶν δὲ ἔργων διὰ τὴν ἡλικίαν ἀπεχόμενος. b(BE3E4)T | ||
21526b | ex. | θείου ἐπὶ πύργου: παρόσον θεοποίητόν ἐστι τὸ τεῖχος. Aim b (BE3E4)Til | |
21528a | D ad Α 349 | 〈ἄφαρ:〉 ταχέως. Til | |
21528b1 | ex. | πεφυζότες: ὅθεν ἄφυζαν τὸν λέοντα Ἡσίοδος (fr. 328 M.—W.) εἶπεν. AT | |
21528b2 | ἀπὸ τοῦ φύζα. ὅθεν ἀφύζαν Ἴωνες ἐκάλουν τὸν λέοντα. b(BCE3E4) | ||
21530a | ex. | ὀτρυνέων 〈παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούσ〉: τοῦ καιροῦ ἐπείγοντος καὶ ὁ γέρων στρατηγεῖ b(BCE3E4)T ἐπὶ τῆς σωτηρίας τῶν φευγόντων. T | |
21530b | Did. | 〈ὀτρύνων:〉 οὕτως Ἀρίσταρχος ἔξω τοῦ ε ὀτρύνων, ἄλλοι δὲ „ὀτρυνέων“. Aim | |
21530c | ex. (Did.?) | ἄλλως· ὀτρύνων {παρὰ τεῖχος}: χωρὶς τοῦ ε, ἤδη ἐνερ‐ γῶν καὶ οὐ μέλλων. T | |
21530d | ex. | 〈ὀτρυνέων:〉 ὡς μέλλων περισπᾶται καὶ διῄρηται. Til | |
21.531 | ex. | ἐν χερσὶ πύλας 〈ἔχετε〉: πᾶσαν φιλοφροσύνην τὴν πρὸς τοὺς φύλακας ὁ καιρὸς ἀφαιρεῖται. Νέστωρ δὲ „οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε“ (Κ 192). b(BE3E4)T πύλας δὲ νῦν τὰς T θύ‐ ρας, TTil ὡς τὸ „〈ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες,〉 εἴ τιν’ | |
5 | ἑταίρων / ἐκ πολέμου φεύγοντα 〈σαώσειαν〉“ (Μ 122—3). T | ||
21533a | ex. | 〈κλονέων:〉 ἀντὶ τοῦ κινῶν καὶ b(BCE3) ταράσσων τὸ πλῆθος, ὅθεν b(BCE3E4) καὶ κλόνις ἡ εὐκίνητος ὀσφύς. b (BCE3E4)T | |
21533b | ex. | 〈νῦν οἴω〉 λοίγι’ ἔσεσθαι: πρεσβυτικῶς ὁρᾷ τὸν και‐ ρὸν ὅτι εἰς κακὸν προχωρήσειν εἰκὸς τὰ πράγματα, καὶ ὀλοθρευθήσε‐ | |
σθαί φησι τοὺς Τρῶας. b(BCE3E4)T | |||
21.534 | ex.(?) | D | 〈ἀλέντες:〉 ἐκκλίναντες ἢ | συστραφέντες. b(BCE3)T | |
21535a1 | Did. | {αὖτις} ἐπ’ ἂψ θέμεναι: οὕτως Ἀρίσταρχος „ἐπανθέμε‐ ναι“ διὰ τοῦ ν, οἷον ἀναθεῖναι. τινὲς δὲ τῶν κατὰ πόλεις ἐπ’ ἂψ θέμεναι. A | |
21535a2 | ἐν ἄλλῳ „ἐπανθέμεναι“. Aim | ||
21536a | ex. | οὖλος: καὶ Καλλίμαχος (fr. 634)· „οὔλου μῆτερ Ἄρηοσ“, b(BCE3)T τοῦ ὀλοθρευτικοῦ. b(BCE3E4)T | |
21536b | ex. | οὖλος ... ἄληται: ἄθρους ὁρμήσῃ ἢ μετὰ πλήθους. T | |
21536c | Hrd. | ἄληται: ψιλῶς τὸ ἄληται. ἔστι δὲ μέσος δεύτερος ἀόριστος ὑποτακτικός, ἀκόλουθος τῷ ἀλῆναι, ἀπαρεμφάτῳ παθητικῷ δευτέρῳ ἀορίστῳ AT ὑπάρχοντι, „ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι“ (Π 714), A καὶ μετοχῇ τῇ „αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος | |
5 | ἀναπνεύσωσιν ἀλέντεσ“ (Φ 534) AT καὶ „πόλις δ’ ἔμπλητο ἀλέντων“ (Φ 607). ἡ δὲ ἑνικὴ εὐθεῖα ἦν „οἴμησεν δὲ ἀλείσ“ (Χ 308), παρακειμένη ῥήματι ὁριστικῷ τῷ ἐάλη· „τῇ ὕπο πᾶς ἐάλη“ (Ν 408) καὶ „οἱ δή τοι εἰς ἄστυ ἄλεν“ (Χ 12). A | ||
21.537 | ex. | ἀπῶσαν ὀχῆας: ἀνεκρούσαντο b(BCE3E4)T καὶ ἄποθεν τῶν πυλῶν ἀπώσαντο b(BCE3E4) ὡς συνεκτικοὺς ὄντας αὐτῶν. b(BCE3E4)T | |
21538-9 | Ariston. | αἱ δὲ πετασθεῖσαι 〈τεῦξαν φάος—ἀλάλκοι〉: | |
ὅτι Ζηνόδοτος τοὺς στίχους 〈ἠθέτηκε〉, γελοῖον ἡγούμενος διὰ πύλης φωτίζεσθαι τὴν πόλιν, τοῦ παντὸς τόπου ἐναιθρίου ὄντος. λέγει δὲ τεῦξαν φάος (538) ἀντὶ τοῦ τὴν σωτηρίαν τοῖς φεύγουσιν ἐποίησαν, | |||
5 | ὡς ἐν τῷ „φόως δ’ ἑτάροισιν ἔθηκεν / ἄνδρα βαλών“ (Ζ 6—7). A | ||
21538a1 | ex. (Ariston.) | τεῦξαν φάος: παρέσχον τοῖς φεύγουσιν, ὡς ἐκεῖ· „φόως δ’ ἑτάροισιν ἔθηκεν“ (Ζ 6). οὐ δεόντως οὖν ἀθετοῦνται ὑπὸ Ζηνοδό‐ του. T | |
21538a2 | 〈φάος:〉 σωτηρίαν τοῖς φεύγουσι Τρωσίν. Til | ||
21538a3 | 〈τεῦξαν φάος:〉 σωτηρίαν b(BCE3E4) δηλονότι παρέσχον τοῖς φεύγουσι Τρωσὶ b(BCE3) διὰ τὸ εἰσέρχεσθαι εἰς τὸ τεῖχος. b(BCE3E4) | ||
21539a | ex. | ἀντίος: τῷ Ἀχιλλεῖ. b(BCE3E4)Til ἡ δὲ στιγμὴ εἰς τὸ ἐξέθορεν. b(BCE3) | |
21539b | Did. (?) | 〈ἀλάλκοι:〉 ἐν ἄλλῳ „{λοιγὸν} ἀμύναι“. Aim | |
21539c1 | Hrd. | {ἵνα λοιγὸν} ἀμύναι: παροξυτονητέον τὸ ἀμύναι· ἔστι | |
γὰρ εὐκτικόν, ὅπως ἀμύνειεν. οἶδε δὲ καὶ τὴν „ἀλάλκοι“ γραφήν. A | |||
21539c2 | {ἀμύναι:} οὕτως ἡ γραφὴ παροξυτόνως· ἔστι γὰρ εὐκτική. τινὲς μέντοι „ἀλάλκοι“ γράφουσιν. T | ||
21541a1 | Ariston. | 〈δίψῃ καρχαλέοι:〉 ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὑπὸ δίψης. Aim | |
21541a2 | ὅτι παρεῖται ἡ ὑπό πρόθεσις. Aint | ||
21541b | ex. | δίψῃ καρχαλέοι: ξηραίνει γὰρ καὶ τραχύνει τὴν γλῶσ‐ σαν ἡ δίψα ἡ πολλή. b(BCE3E4)T | |
21541c | ex. | κεκονιμένοι: ἄκρως ὑπέγραψε τὴν φυγὴν καὶ τὸ σχῆμα τῶν διωκομένων. b(BE3E4)T | |
21542a1 | Did. | σφεδανόν: οὕτω „σφεδανῶν“, ἐπερρωμένος τῷ θυμῷ AT καὶ σφοδρὸς ὑπάρχων, A καθάπερ ἀπὸ τοῦ φονᾶν τὸ φονῶν. AT | |
21542a2 | οὕτως σφεδανόν. Aim | ||
21542a3 | D (?) | Did. | ἐπίρρημα ἀντὶ τοῦ σφεδανῶς ἤτοι μετ’ ἐπιτάσεως καὶ βίας. | οἱ δὲ „σφεδανῶν“ γράφουσιν, ἵν’ ᾖ μετοχῆς. b(BCE3E4) | |
21542b1 | Ariston. | Hrd. | {αδε} σφεδανῶν: ὅτι σφεδανῶν σφοδρῶς διώκων {ἀτρείδης δ’ ἐπώχετο δαναοῖσι σπευδανόν}. | τῷ δὲ τόνῳ ὡς ἐνοχλῶν· προκατάρχει γὰρ 〈αὐ〉τοῦ 〈τὸ〉 σφεδανός, παρ’ ὃ ἐγένετο σφεδανόν, 〈„Ἀτρείδης δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων“〉 (Λ | |
5 | 165). A | ||
21542b2 | Hrd. | περισπαστέον δὲ ὡς στεφανῶν. T | |
21542c | ex. | σφεδανῶν: κατεπείγων αὐτούς. ἢ ἐπερρωμένος τῷ θυμῷ ὡς φονευτικὸς παρὰ τὸ φονῶν. b(BCE3E4)T | |
21542d | ex. | 〈λύσσα:〉 ἡ λύουσα τοὺς λογισμοὺς ἀνία. Til | |
21.543 | ex. | κῦδος ἀρέσθαι: τὸν Ἕκτορα, b(BCE3E4)T ἐφ’ ᾧ φησιν· „ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον“ (Χ 393). b (BCE3)T | |
21544a | Ariston. | ὑψίπυλον Τροίην: ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον Τροίην εἴρηκεν. A | |
21544b | ex. | 〈ὑψίπυλον〉 Τροίην: τὴν Ἴλιον· T οὐκ ἔστι γὰρ | |
ἡ χώρα πύλας ἔχουσα, b(BE3)T ἀλλ’ ἡ πόλις. T | |||
21544c | ex. (Ariston.) | ἄλλως· 〈ὑψίπυλον〉 Τροίην: ὅτι T ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον εἴρηκεν. b(BCE3)T | |
21.549 | ex.(?) | 〈φηγῷ κεκλιμένος:〉 ἀντὶ τοῦ b(BCE3) ὑποκρυπτό‐ μενος τῇ δρυΐ. b(BCE3E4) | |
21550a | Ariston. | Ἀχιλλῆα πτολίπορθον: ὅτι πλεονάζει ἐπ’ Ὀδυσσέως τὸ πτολίπορθος (sc. Β 278. Κ 363. θ 3 al.), νῦν δὲ ἅπαξ ἐπ’ Ἀχιλλέως. πρὸς τοὺς Χωρίζοντας (fr. 10 K.)· τούτοις γὰρ χρῶνται. τινὲς δὲ „Ἀχιλλέα Πηλείωνα“ ποιοῦσι, ξενισθέντες πρὸς τὸ ἐπίθετον. A | |
21550b | ex. (Ariston.) | Ἀχιλλῆα πτολίπορθον: τινὲς „Ἀχιλλέα Πηλείωνα“, πρὸς τὸ ἐπίθετον ξενισθέντες. ἀλλ’ ἤδη αὐτὸς εἶπε „δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξα“ (Ι 328). ἐπὶ δὲ Ὀδυσσέως πλεονάζει τῷ ἐπι‐ θέτῳ διὰ τὴν Ἰλίου πόρθησιν. T | |
21.551 | ex. vel rec. | 〈πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι:〉 ὁ Ἀγήνωρ ἐμερίμνα. Aint | |
21.553 | ex. | 〈ὑπὸ κρατεροῦ Ἀχιλῆος:〉 λείπει διωκόμενος. Til | |
21554a | ex.(?) | 〈τῇ περ:〉 ὅπου. Til | |
21554b | Did. (?) | 〈κλονέονται:〉 γράφεται „φοβέονται“, Aint | |
21555a | ex. | αἱρήσει με καὶ ὥς, 〈καὶ〉 ἀνάλκιδα δειροτομήσει: καὶ οὕτως συλλήψεταί με καὶ b(BCE3)T οὐδ’ ἀμυνόμενον b(BC E3E4)T ἀναιρήσει. b(BCE3)T | |
21555b | ex. | ἀνάλκιδα: 〈ἀπο〉δείξας δηλονότι. b(BCE3)Til | |
21556-61 | Nic. | εἰ δ’ ἂν ἐγὼ τούτους μὲν〈—ἀπονεοίμην〉: διὰ τὸν εἴ (556) σύνδεσμον ὑποστικτέον μετὰ τὸ ῥωπήϊα δύω (559), τοῦ ἑξῆς συνδέσμου περιττεύοντος, τοῦ δέ (560). b(BCE3)T δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ δύω (559), τοῦ εἴ (556) συνδέσμου | |
5 | κειμένου ἀντὶ τοῦ ἆρα διαπορητικοῦ. οὕτω δὲ ἔσται ὁ ἄν (556) περιττός. b(BE3)T | ||
21.557 | ex. | 〈ἄλλῃ:〉 ἀντὶ τοῦ εἰς τόπον ἄλλον. b(BCE3) | |
21558a | Did. | Ἰλήϊον: οὕτως Ἰλήϊον διὰ τοῦ λ, ἀντὶ τοῦ Ἰλιακόν. ὁ δὲ Κράτης (p. 46 W. = fr. 14 Helck) „Ἰδήϊον“, τὸ Ἰδαῖον. A | |
21558b | ex. (ex. + Did) | Ἰλήϊον: τὸ πρὸς τῷ τάφῳ τοῦ Ἴλου. ὁ δὲ Κράτης (p. 46 W. = fr. 14 H.) „Ἰδήϊον“ γράφει, ἵν’ ᾖ τὸ τῇ Ἴδῃ ὑποκείμενον. b(BCE3E4)T | |
21.559 | ex. | 〈κατά τε〉 ῥωπήϊα δύω: λοχήσω ἐν τοῖς θαμνώδεσι τόποις. b(BCE3)T | |
21.561 | ex. | ἱδρῶ ἀποψυχθείς: πνεύμασι τὸν ἱδρῶτα ξηράνας. b(BC E3E4)T | |
21.563 | ex. | ἀπαειρόμενον: ἀντὶ τοῦ b(BCE3)T ἀπαίροντα. b (BCE3E4)T ἐκ μεταφορᾶς τῶν νηῶν τῶν ἐπαιρουσῶν εἰς τὸν πλοῦν τοὺς ἱστούς. T | |
21567a1 | Nic. | εἰ δέ κέν οἱ προπάροιθε 〈πόλιος κατεναντίον ἔλθω〉: τοῦτο ὁμολογουμένως διαπορητικόν ἐστιν, A ἀντὶ τοῦ ἆρα AAint κειμένου τοῦ εἴ συνδέσμου. A | |
21567a2 | {εἰ δέ κέν οἱ προπάροιθεν:} ἐνταῦθα ὁμολογουμένως ὁ εἴ διαπορητικός ἐστιν ἀντὶ τοῦ ἆρα κείμενος. T | ||
21568-9 | ex. | καὶ γάρ θην τούτῳ〈—ἴα ψυχή〉: ὁ δια‐ λογισμὸς ἀνθρώπινος ὅτι ἓν σῶμα καὶ μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς· ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ ἐνθυμεῖται. b(BCE3E4)T εἰ δὲ τοιαῦτα πάντες ἐνενόουν †μαχόμενοι ἐπεὶ†, οὐκ ἂν ἔδεισάν ποτε τοὺς | |
5 | πολεμίους b(BE3E4)T ἐπιόντας. T | ||
21.569 | ex. | θνητὸν δέ ἕ φας’ ἄνθρωποι: φασί, τοῦτο εἰρωνευό‐ μενός φησι: δοκῶ, καὶ αὐτὸς θνητός ἐστιν. T | |
21570a1 | Ariston. | ἔμμεναι· αὐτάρ οἱ 〈Κρονίδης Ζεὺς κῦδος ὀπάζει〉: ἀθετεῖται, ὅτι ὡς ἐλλείποντος τοῦ λόγου ἐνέταξέ τις αὐτόν. δεῖ δὲ τῷ | |
„θνητὸν δέ ἕ φας’ ἄνθρωποι“ (Φ 569) προσυπακούειν τὸ εἶναι. καὶ ὅτι ἐπιφερόμενον τὸ αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει | |||
5 | ἐναντίον ἐστὶ τῷ προτρέποντι τὸν Ἀγήνορα ἀντιστῆναι Ἀχιλλεῖ. A | ||
21570a2 | {ὡς εἰπών:} ἀθετεῖται ὡς λύων τὸν ἐπιλογισμόν· κρέ‐ μασθαι γάρ τις νομίσας τὸν λόγον προσέθηκε τὸν στίχον. T | ||
21.571 | ex. | ἀλεὶς μένεν: συστρέψας τὸ πρώην εἰς φυγὴν ὁρμώμενον σῶμα ἔμενεν. b(BCE3E4)T | |
21573-8 | ex. | ἠΰτε πόρδαλισ〈—ἠὲ δαμῆναι〉: θυμικὸν καὶ πολεμικὸν τὸ ζῷον μέχρι θανάτου. τοσοῦτον δὲ τῶν ἄλλων προὔχει, ὅσον ἐκεῖνα τῶν ἡμέρων. ἐν δὲ παρδάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυ‐ ρότερα. b(BCE3E4)T οὕτω δὲ ἐπιτέτευκται, ὅτι μηδὲ αὐτὸς | |
5 | Ὅμηρος ἄλλην μάχην παρδάλεως ἐτόλμησεν εἰπεῖν. T | ||
21.573 | Did. | 〈πόρδαλις:〉 διὰ τοῦ α „πάρδαλισ“ AimTil εἶχον αἱ Ἀριστάρχου. Aim | |
21575a1 | Ariston. | οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: ὅτι τὸ φοβεῖται ἀντὶ τοῦ φεύγει. καὶ ὅτι ἔν τισι γράφεται „κυνυλαγμόν“. οὐκ ἀνάγκη δέ ἐστιν· ὁ γὰρ ὑλαγμὸς ἴδιος κυνῶν. σύνδεσμος δέ ἐστιν ὁ κέν, εἶτα ὑλαγμόν. A | |
21575a2 | 〈ἐπεί κεν ὑλαγμόν:〉 ἐκ πλήρους ὁ κέν σύνδεσμος. Til | ||
21575b | Hrd. | ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: Ἀρίσταρχός τινάς φησι γράφειν „κυνυλαγμόν“· καὶ Στησίχορος (fr. 78 P. = P.M.G. 255) | |
δὲ ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γοῦν „ἀπειρεσίοιο κυνυλαγμοῖο“. οὐχ ὁρῶμεν δέ τι πλεῖον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμὸς καὶ χωρὶς | |||
5 | τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης, b(BCE3E4)T μετ’ ἄλλου δὲ οὐδενός, οἷον T παιγμὸς ἐμπαιγμός, κηρυγμὸς ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσω γεγονὸς οὐ συν‐ | ||
10 | τεθήσεται μετ’ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν b(BC E3E4)T ἐν τῷ ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ. T | ||
21575c | Hrd. | Did. | ἄλλως· ἐπεί κεν 〈ὑλαγμὸν ἀκούσῃ〉: τινάς φησιν Ἀρίσταρχος γράφειν „κυνυλαγμόν“, οἷον κυνῶν ὑλαγμόν. | οὕτω καὶ Ζηνόδοτος. T | |
21576a | Did. | φθάμενός μιν: αἱ ἀπὸ τῶν πόλεων „φθάμενός τισ“. T | |
21576b1 | Ariston. | 〈ἢ οὐτάσῃ ἠὲ βάλῃσιν:〉 πρὸς ἀντιδιαστολὴν τοῦ οὐτάσαι καὶ βαλεῖν. Aint | |
21576b2 | {ἢ οὐτάσει ἠὲ βάλῃσιν:} πρὸς τὸ διάφορον τῶν σημαινο‐ μένων. T | ||
21.577 | ex. | καὶ περὶ δουρὶ πεπαρμένη 〈οὐκ ἀπολήγει〉: φησὶν Ἡρακλέων (fr. 15 B.) ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλών, φησί, τὸ πάλιον, ὃ περιέκειτο, ἑτέρῳ περιέθηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι, ὅπως ἐπ’ ἐκεῖνον τραπῇ. b(BCE3)T | |
21.578 | ex.(?) | 〈ξυμβλήμεναι:〉 συμβαλέσθαι, αἰκίσασθαι. Til | |
21.582 | ex. | 〈τιτύσκετο:〉 κατεστοχάζετο. b(BCE3)Til | |
21583a | Hrd. | ἨΔΗ που μάλ’ ἔολπας: τινὲς τὸ ἨΔΗ χρονικὸν ἐκδέχονται καὶ παροξύνουσιν, οὐκ εὖ· ἄμεινον γὰρ περισπᾶν, ἐκ παραλλήλου τοῦ συνδέσμου κειμένου. A | |
21583b | ex. (Hrd.) | ἦ δή που: περισπῶμεν τὸν ἦ σύνδεσμον, ἠθικὸν καὶ ἐρωτηματικὸν νῦν ὄντα. b(BCE3)T | |
21583c | Did. (?) | 〈ἦ δή:〉 γράφεται „ἤδη“. Aim | |
21.585 | Did. (?) | 〈ἦ μάλα:〉 γράφεται „ἦ τ’ ἔτι {πολλά}“. Aim | |
21586a1 | Did. | ἀνέρες εἰμέν: ἐν ταῖς πλείοσιν AT οὕτως ἐφέρετο A „ἄνδρες ἔνειμεν“. AT καὶ μήποτε οὐ κακῶς. A | |
21586a2 | ἐν ἄλλῳ „ἄνδρες ἔνειμεν“. Aim | ||
21.587 | Did. | οἳ καὶ πρόσθε φίλων〈—υἱῶν〉: οὕτως αἱ Ἀρι‐ στάρχου οἳ καὶ πρόσθε φίλων ἀλόχων 〈τοκέων〉 τε καὶ υἱῶν. A ἔν τισι δὲ τῶν εἰκαιοτέρων ATil „οἵ κε πρόσθε φίλων A τοκέων ἀλόχων τε καὶ υἱῶν“. ATil | |
21588a1 | ex. | ἐνθάδε πότμον ἐφέψεις: τῇ πεπρωμένῃ ἐνθάδε ἀκο‐ λουθήσεις. T | |
21588a2 | ἡ πεπρωμένη σοι, φησίν, ἐνθάδε τελευτηθήσεται, καὶ παρ’ ἡμῶν ἀναιρεθήσῃ. b(BCE3) | ||
21588b1 | Hrd. | πότμον ἐφέψεις: Νικίας (fr. 21 B.) ἀναστρέφει τὴν πρόθεσιν, οὐκ εὖ. προείπομεν (sc. ad Σ 191) δὲ περὶ τῶν τοιούτων προθέσεων ὡς οὐ θέλουσιν ἀναστρέφεσθαι καὶ 〈ἐ〉σημειούμεθα ἀναγ‐ καίως ἀναστραφεῖσαν τὴν „στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν“ | |
5 | (Σ 191). A | ||
21588b2 | τινὲς δὲ ἀναστρέφουσι τὴν „ἐπί“, οὐκ εὖ. T | ||
21.589 | ex. | 〈ἔκπαγλος:〉 προπετής, θρασύς. b(BCE3E4)Til | |
21.590 | Did. (?) | 〈βαρείης:〉 γράφεται „παχείης {χειρόσ}“. Aim | |
21.591 | ex. | 〈κνήμην:〉 τὴν κνημῖδα. b(BCE3E4)Til | |
21.594 | Ariston. | οὐδ’ ἐπέρησε, θεοῦ δ’ ἠρύκακε δῶρα: ὅτι ἄτρωτα τὰ ATil Ἡφαιστότευκτα A ὅπλα, πρὸς τοὺς ἠθετημένους (sc. Υ 269—72). ATil | |
21.595 | ex. | 〈ὡρμήσατ’ Ἀγήνορος:〉 ὡς τὸ „ὡρμήθη δ’ Ἀκάμαν‐ τοσ“ (Ξ 488). Til | |
21.596 | Did. (?) | 〈Ἀπόλλων κῦδος ἀρέσθαι:〉 ἐν ἄλλῳ „{ἔασεν} ἄναξ Διὸς υἱὸς Ἀπόλλων“. Aim | |
21597a | Did. (?) | 〈κάλυψε δ’ ἄρ’ ἠέρι:〉 γράφεται καὶ „καλύψας 〈ἠέρι〉“. Aint | |
21597b | ex. (Ariston.?) | 〈ἠέρι:〉 {τῇ ἀέρι} τῇ σκοτίᾳ. Til | |
21.598 | ex. | 〈ἡσύχιον:〉 λάθρᾳ, κρυφῇ. ἢ ἀθόρυβον. b(BCE3E4)Til | |
21.599 | Did. | 〈ἀποέργαθε:〉 διὰ τοῦ ἑτέρου ε. Til | |
21.600 | Did. | 〈γὰρ ἑκάεργος:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „{αὐτῷ} | |
γάρ ῥ’ ἑκάεργοσ“. Aim | |||
21602-6a1 | Nic. | ἕως ὁ τὸν πεδίοιο〈—ἦλθον ὁμίλῳ〉: ἀπ’ ἄλλης ἀρχῆς τοῦτο, καὶ ἡ ἀνταπόδοσις πρὸς τὸ τόφρα (606). A | |
21602-6a2 | ὑποστικτέον εἰς τὸ προθέοντα (604), ποσὶν οἷσιν (605)· ἡ γὰρ ἀνταπόδοσις τόφρ’ ἄλλοι Τρῶες· A b (BCE3E4)T ἕως ὁ τὸν πεδίοιο διώκετο (602), τόφρ’ ἄλλοι Τρῶες (606). b(BCE3E4)T | ||
21602a | Ariston. | 〈πεδίοιο διώκετο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. Aint | |
21602b | ex. | 〈πυροφόροιο:〉 εὐθέτου πρὸς ἄροσιν. b(BCE3E4)Til | |
21604-5 | ex. | 〈τυτθὸν ὑπὲκ προθέοντα— /〉 ὡς αἰεὶ ἔλ‐ ποιτο κιχήσεσθαι: θνητὴν ἐμιμεῖτο ταχυτῆτα, καταλείπων ἐλπίδα τῷ διώκοντι. b(BCE3E4)T | |
21606a | ex. | πεφοβημένοι ἦλθον ὁμίλῳ: πεφοβημένοι ἦλθον ὑπὸ τοῦ ὁμίλου. T | |
21606b | ex. | 〈πεφοβημένοι ἦλθον ὁμίλῳ:〉 ὑπὸ τῶν Ἑλλήνων διωκόμενοι. ἀλλὰ διὰ τὸ τὸν λόγον εἶναι περὶ τῆς Ἀχιλλέως ἀριστείας παραιτεῖται καὶ ἄλλους εἰσάγειν ἀριστεύοντας. b(BCE3E4) | |
21606c | Ariston. | 〈πεφοβημένοι:〉 ὅτι ἀντὶ τοῦ φεύγοντες. Aint | |
21606-7 | ex. | ἦλθον ὁμίλῳ / ... προτὶ ἄστυ: ὁμίλῳ ἀντὶ τοῦ πλήθει, ὅ ἐστι τὸ πλῆθος τῶν μαχομένων παρεγένοντο εἰς τὴν πόλιν. A | |
21607a1 | Did. | πόλις δ’ ἔμπλητο: παρὰ Ἀντιμάχῳ (fr. 137 W.) καὶ Ῥιανῷ (fr. 10 M.) „πύλαι δ’ ἔμπληντο {ἀλέντων}“. A | |
21607a2 | 〈πόλις:〉 γράφεται „πύλαι“, Aim | ||
21610a | Did. (?) | 〈ἐσσυμένως:〉 γράφεται „ἀσπασίωσ“. Aim | |
21610b | ex. | 〈ἀσπασίως:〉 ἀσπάσιοι, ἄσμενοι ἐπὶ τῇ ἑαυτῶν σωτη‐ ρίᾳ, †οὐκ ἔχοντες καιρὸν 〈***〉. Til | |
21611a | ex. | ὅν τινα τῶν γε πόδες 〈καὶ γοῦνα σάωσαν〉: ὡς εἶχε ποδῶν ἕκαστος ἐσῴζετο, τῶν συμμάχων οὐ μεμνημένος, ἕκαστος δὲ τὸ καθ’ ἑαυτὸν σκοπῶν. A b (BCE3E4)T | |
21611b | Did. | σάωσαν: Ἀρίσταρχος εὐκτικῶς „σαώσαι“ ἀντὶ τοῦ σαώσειεν. AimT | |
21postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ 〈ἐκ〉 τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
221-2a1 | Nic. | ὣς οἱ μὲν κατὰ ἄστυ, πεφυζότες ἠΰτε νεβροί, 〈/ ἱδρῶ ἀπεψύχοντο〉: βραχὺ διασταλτέον μετὰ τὸ νεβροί (1)· πεφευγέναι γὰρ αὐτούς φησιν ὡς νεβρούς, οὐ τὸν ἱδρῶτα ἀποψύ‐ χεσθαι. A | |
221-2a2 | ἐπὶ τὸ νεβροί βραχὺ διασταλτέον. b(BE3E4)T | ||
221a | ex. | πεφυζότες: καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτω καλεῖ. ἔστιν οὖν δεδειλιακότες· b(BCE3E4)T φησὶ γοῦν „Τρῶες ἄφαρ κλονέοντο πεφυζότεσ“ (Φ 528). T καὶ ἔστιν ὅμοιον τῷ „τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί;“ (Δ 243). ἔστιν οὖν φύζα φυζῶ | |
5 | ὡς κίσσα κισσῶ, καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ πεφυ‐ ζώς. b(BCE3E4)T | ||
221b | ex. | νεβροί: οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες· ἢ νήποροι, οἱ μηδέπω πορεύεσθαι δυνάμενοι. A b (BCE3E4)T | |
222a | Did. | ἱδρῶ ἀπεψύχοντο: διχῶς, καὶ „ἀνεψύχοντο“ καὶ ἀπε‐ | |
ψύχοντο. χαριεστέρα δὲ ἡ διὰ τοῦ ν. A | |||
222b | ex. | rec. | ex. | ἱδρῶ ἀπεψύχοντο: ἀντὶ τοῦ τὸν ἱδρῶτα ἀνέμῳ ἀνεψύ‐ χοντο b(BCE3)T | καὶ παρηγοροῦντο. ὁ δὲ Ἀρίσταρχος „ἀνεψύ‐ χοντο“ γράφει· b(BCE3) | χαριέστερον δὲ τὸ ἀπεψύχοντο. b(BCE3)T | |
222c | ex. | ἄλλως· ἱδρῶ: ὡς παρὰ τὸ εἰκῶ εἰκώς αἰδῶ αἰδώς, οὕτως ἱδρῶ· ὅθεν καὶ ἀναλογώτεροι Αἰολεῖς, θηλυκῶς αὐτὸ λέγοντες. T | |
222d | D | ἀκέοντο: κυρίως ἀκεῖσθαι τὸ ἄχος ἰᾶσθαι b(BCE3)T καὶ τὸ ὃ δή ποτε θεραπεύειν· T ὅθεν Φρύγες ἀκεστὴν τὸν ἰατρόν, καὶ Ἀθηναῖοι ἀκέστριαν. b(BCE3)T | |
222e | ex. | δίψαν: δίψα Ἰακῶς, δίψος Ἀττικῶς. b(BCE3)T | |
22.3 | ex. | κεκλιμένοι 〈...〉 ἐπάλξεσιν: ἤτοι ἐπαναπαυόμενοι καὶ ἐπερειδόμενοι ταῖς ἐπάλξεσι διὰ τὸν κόπον τῆς μάχης, ὡς Αὐτόχθων καὶ Ἐπαφρόδιτος (fr. 45 L.)· b(BCE3)T χάριεν γὰρ τὸ μὴ ἀναχωρεῖν ἀπὸ τοῦ τείχους εἰσδραμόντας εἰς τὴν πόλιν. ἢ ἐπάλξεσιν | |
5 | ἔφη b(BE3)T ἀπὸ μέρους ἀντὶ τοῦ ὅλῳ τῷ τείχει, b(BE3E4)T | ||
κεκλιμένοι δὲ περιεχόμενοι, ὡς „πόντῳ κεκλιμένοι“ (Ο 740). T | |||
D | κεκλιμένοι 〈καλῇσιν ἐπάλξεσιν〉: προσκεκλιμένοι, ὅ ἐστι περιεχόμενοι ὑπὸ τῶν τειχῶν· ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι προμαχῶνες. A | ||
225-6 | ex. | Ἕκτορα δ’ αὐτοῦ〈—Σκαιάων: αὐτοῦ〉 αὐ‐ τόθι, ἔνθα Σκαιαί εἰσιν (cf. 6). ἤδη δέ τι τῶν ἑξῆς προαναφωνεῖ (sc. in versu 5), ὅτι κατέσχεν αὐτὸν ἡ μοῖρα ἐπὶ κακῷ μεῖναι. T | |
226a | Ariston. | 〈πυλάων τε Σκαιάων:〉 πρὸς τὰς Σκαιάς. Aim | |
226b | ex. (Ariston.) | πυλάων τε Σκαιάων: ἐν ἀριστερᾷ κεῖνται τοῦ τείχους αἱ πύλαι, b(BCE3)T καλοῦνται δὲ Δαρδάνιαι. b(BCE3E4)T | |
22.10 | ex. | 〈ἀσπερχές:〉 ἀδιαλείπτως, εἴγε καὶ θεὸν διώκεις. Til | |
2211a | Ariston. | ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας: ὅτι σαφῶς ὁ πόνος οὐκ ἔστιν ἀλγηδών· οὐ γὰρ ἂν λέγοιτο ‘οὐ μέλει σοι ἡ τῶν Τρώων ἀλγηδών‘· ἀλλ’ οὕτως εἴρηκεν ἀντὶ τοῦ ‘οὐ μέλει σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν‘. καὶ ὅτι A ἐφόβησας | |
5 | εἰς φυγὴν ἔτρεψας. A b (BCE3)Til | ||
2211b | D | ex. | 〈ἦ νύ τοι οὔ τι μέλει〉 Τρώων πόνος, 〈οὓς ἐφόβη‐ σασ〉: τὸ κατὰ τῶν Τρώων ἔργον. | ἢ T ἆρα οὐ κεκόπωσαι διώκων τοὺς Τρῶας; b(BCE3)T | |
2212a | ex. | εἰς ἄστυ ἄλεν: λείπει τὸ ἀφικόμενοι, ἐπεὶ ἔδει εἶναι κατά‐ λεν. ἢ τὸ ἄλεν ἀντὶ τοῦ ἐξέκλιναν. T | |
2212b1 | ex. | 〈οἱ δή τοι εἰς ἄστυ ἄλεν,〉 σὺ 〈δὲ〉 δεῦρο λιάσθης: | |
σοῦ ὧδε ἀποκλίναντος ἐκεῖνοι ἐσώθησαν. T | |||
2212b2 | ex. | D | ἐκεῖνοι, φησί, σοῦ ἐνταῦθα ἀποκλιθέντος πρὸς τὴν πόλιν b(BCE3) | συνεστράφησαν. b(BCE3E4)Til | |
2212c | D | 〈ἐλιάσθης:〉 ἐπλανήθης. Til | |
2213a1 | ex. | ἐπεὶ οὔ τοι 〈μόρσιμός εἰμι〉: σύνδεσμος ὁ τοί· φησὶ δὲ ‘οὐ γὰρ φονεύσιμός εἰμι‘. T | |
2213a2 | οὔκ εἰμι, φησί, φονεύσιμος, οἷον οὐχ ὑπόκειμαι μοίρᾳ ὡς Ἕκτωρ, ὃν ἤλπισας διώκειν. b(BCE3E4) | ||
2215a | ex. | ἑκάεργε: στοχάζεται ἢ ἀπὸ τοῦ „μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων“ (Π 94) ἢ τοῦ „λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσ〈σ〉ιν“ (Φ 278), b(BCE3E4)T ἢ ἀπὸ τῆς τοξικῆς σκευῆς· ἅμα γὰρ λέγων (sc. Χ 8—13) ἀνέφηνεν ἑαυτὸν τῇ στολῇ, οἷος ἦν. T | |
2215b | ex. | ὀλοώτατε: ὀλέθρου παρασκευαστικέ. b(BE3E4)T ἢ ὁ λοιμῶν αἴτιος. T οἱ δὲ γράφουσι „δολοώτατε“ διὰ τὸ „δόλῳ δ’ ἄρ’ ἔθελγεν Ἀπόλλων“ (Φ 604). ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρη‐ μένος ὑπ’ αὐτοῦ ἑταῖρον καὶ νίκην. b(BE3E4)T καὶ ἔστιν ὡς τὸ | |
5 | „δικαιότατος Κενταύρων“ (Λ 832). T | ||
2215c | ex. | 〈ὀλοώτατε:〉 ἐμοὶ δηλονότι. b(BE3E4)Til | |
22.18 | ex. (Ariston.) | | ἐμὲ 〈...〉 κῦδος ἀφείλεο: ἐμὲ ἀφείλεο Ἀττικῶς, ὡς τὸ „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ (Α 299). | τὸ δὲ ἀφείλεο διὰ τοῦ εο | |
γράφεται. T | |||
2220a | Nic. | 〈ἦ ς’ ἂν τισαίμην:〉 ἀπ’ ἄλλης ἀρχῆς τοῦτο ἀναγνω‐ στέον, τοῦ η ψιλουμένου. AimT | |
2220b1 | ex. | ἦ ς’ ἂν τισαίμην: ἐτισάμην σε ἄν. γενναῖος ὁ μὴ †καταπτησσόμενος† τὸν φονέα. T | |
2220c1 | ex. | εἴ μοι δύναμίς γε παρείη: δύναμις ἴση τῇ σῇ. προφέ‐ ρεσθαι δὲ ταῦτα δεῖ οὐ τεθαρρηκυίᾳ φωνῇ, ἀλλ’ ὡς ἂν εἴποι ἀνὴρ γενναῖος μεγαλόφρων ἀπειλῶν θεῷ. T | |
2220b2/c2 | ex. + ex. | ἐτισάμην ἄν σε, εἴ μοι δύναμις ἦν ἴση τῇ σῇ. γενναῖος δὲ ὁ μὴ †καταπτησσόμενος† τὸν φονέα, καὶ μεγαλόφρων ὁ μετὰ θάρσους ἀπειλῶν θεῷ. b(BCE3E4) | |
22.22 | ex. | ἀεθλοφόρος: νικητής. πρὸς τὸ τάχος καὶ τὸ σοβαρόν. καὶ μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα οὖν φησιν ἁμιλλώμενον ὀχήματι, b(BCE3E4)T ὥστε καὶ τὸ νικᾶν. Ἀλέξανδρον δὲ στατῷ ἵππῳ 〈εἰκάζει〉 (sc. Ζ 506—11). T | |
2223a1 | Ariston. | ὅς ῥά τε ῥεῖα 〈θέησι τιταινόμενος πεδίοιο〉: ὅτι θέησιν ἀντὶ τοῦ θέει. πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος (cf. fr. 22 P. = P.M.G. 303). καὶ A ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. AAim | |
2223a2 | πεδίοιο: διὰ τοῦ πεδίου. b(BCE3)Til | ||
22.24 | ex. | 〈λαιψηρά:〉 ἀντὶ τοῦ λαιψηρῶς b(BCE3)Til ἤτοι λίαν ταχέως. b(BCE3) | |
22.25 | ex. | τὸν δ’ ὁ γέρων 〈Πρίαμος πρῶτοσ〉 ἴδεν 〈ὀφθαλμοῖ‐ σι〉: ἡ γὰρ περὶ τὸν υἱὸν εὔνοια παραιρεῖται τὴν ἀμβλυωπίαν τοῦ γήρως. b(BCE3E4)T ἄλλως τε προτρέχει τῶν αἰσθήσεων ὁ νοῦς· καὶ „νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει“ (Epich. fr. 249 K.), b(BE3E4)T | |
5 | ὡς καὶ „Νέστωρ 〈δὲ〉 πρῶτος κτύπον ἄϊεν“ (Κ 532)· ὀξυτέρους γὰρ περὶ τὰς αἰσθήσεις τοὺς προήκοντας ποιεῖ. T | ||
22.26 | Ariston. | 〈ἐπεσσύμενον πεδίοιο:〉 πάλιν διὰ πεδίου. b(BCE3)Til | |
2227a | ex. | ὅς ῥά τ’ ὀπώρης εἶσιν: ἐξέρχεται καὶ b(BCE3) ἄν‐ εισιν. b(BCE3)T ἔδει δὲ πρὸ ὀπώρας εἰπεῖν· τότε γὰρ ἡ τοῦ Κυνὸς ἐπιτολή. b(BCE3E4)T | |
2227b | Ariston. | 〈ἀρίζηλοι:〉 ὅτι ἀντὶ τοῦ ἀρίδηλοι· οὐ γὰρ ὁ ζῆλος ἔγκειται. Aint | |
2228a | Hrd. | {πολλοῖσι μετ’} ἄστρασιν: Ἀρίσταρχος ὡς πατράσιν. | |
ἄμεινον δὲ προπαροξύνειν, ὥσπερ καὶ τοῖς πλείοσιν ἔδοξε καὶ Φιλο‐ ξένῳ (fr. 410 Th.), ἵν’ αὐτῆς τῆς πτώσεως, λέγω δὲ τῆς δοτικῆς, μετα‐ πλασμὸν λάβωμεν· ὅτι γὰρ κατὰ πτῶσιν γίνονται μεταπλασμοὶ | |||
5 | ἐξουσίᾳ ποιητικῇ, δεδήλωταί μοι ἐν ἑτέροις (sc. ad Ε 299 β). ὃν οὖν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο, „ἔγκασι φωτόσ“ (Λ 438), καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοις πρόβασιν ἥ τε „πετάλοισ“ (Β 312, cf. τ 520) πέταλσι〈ν〉, οὕτως ἄστροις ἄστρασι〈ν〉, ἐπεισελθόντος τοῦ α, ἵνα συστῇ ἡ λέξις. A | ||
2228b | ex. | ex. | ἄστρασιν: οἱ μὲν ὡς „δέρμασιν“ (β 291), οἱ δὲ ὡς κεμάσιν. | |
(Hrd.) | | οἱ μὲν T κατὰ μεταπλασμὸν ὡς „ἔγκασι“ (Λ 438), πρόβασιν, b(BCE3)T οἱ δὲ ἀπὸ τοῦ ἀστήρ, ὡς πατράσιν. T | ||
2229a | Ariston. | 〈ὅν τε κύν’ Ὠρίωνος:〉 ὅτι περισσὸς ὁ τέ σύνδεσμος. Aim | |
2229b | Hrd. (?) | ΚΥΝΩΡΙΩΝΟΣ: ὁ Σιδώνιος ὑφ’ ἓν ἀναγινώσκει. ἄμεινον δὲ κατὰ παράθεσιν, ὅτι οἱ κύνες πολλάκις ὀνομάζονται μετὰ τῶν κτητόρων, οἷον Κέρβερος Ἅιδου, Ὄρθρος Γηρυόνου, Ἄλκαινα Ἀκταίωνος· οὕτως κύνα Ὠρίωνος. τῷ δὲ κυνηγετικὸν αὐτὸν εἶναι καὶ | |
5 | πλησίον κατηστέρισαν τὸν κύνα. A | ||
D | ὅν τε κύν’ Ὠρίωνος: τὸν ἀστραῖον κύνα—ὀνομασίαν ἔσχεν. ἡ ἱστορία παρὰ Ἐρατοσθένει (cf. fr. 22 Pow.). A | ||
22.31 | Ariston. | καί τε φέρει πολλὸν 〈πυρετὸν δειλοῖσι βροτοῖσιν〉: | |
ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετός, AAext καὶ ὅτι πυρετὸν κυρίως λέγει, οὐχ ὥς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος· πρὸς γὰρ τὸ φθοροποιὸν ἡ παραβολή. καὶ ὅτι δειλοῖσιν ἀντὶ τοῦ δειλαίοις. A | |||
2232a | ex. | ὣς τοῦ χαλκὸς 〈ἔλαμπε περὶ στήθεσσι θέοντοσ〉: ἔδει χρυσὸς ἔλαμπεν, ἀπὸ κρείσσονος καὶ λαμπροτέρου. b(BCE3)T εἰ μὴ ὅτι καὶ χαλκὸς ἐκέκρατο· φησὶ γοῦν· „χαλκὸν δ’ ἐν πυρὶ βάλ〈λ〉ε“ (Σ 474). T | |
2232b | ex. | ἄλλως· ὣς τοῦ χαλκὸς ἔλαμπε 〈περὶ στήθεσσι θέον‐ τοσ〉: συμφωνεῖ τοῦτο τῷ περὶ τὴν ἐπιφάνειαν τῆς ἀσπίδος εἶναι τὴν χαλκῆν πτυχήν. b(BE3)T | |
2233-4 | ex. | 〈κεφαλὴν δ’ ὅ γε κόψατο χερσίν /〉 ὑψός’ ἀνα‐ σχόμενος: πρῶτον τοῖς θεοῖς ἄρας τὰς χεῖρας οὕτω κόπτει τὴν κεφαλήν. b(BCE3E4)T | |
22.34 | ex. | μέγ〈α δ’〉 οἰμώξας 〈ἐγεγώνει〉: ἄδηλον, τίνος τὸ μέγα. T | |
2236a | Did. | 〈ἑστήκει:〉 οὕτως Ἀρίσταρχος ἑστήκει ἄνευ τοῦ ι. Aint | |
2236b | ex. | 〈ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι:〉 ἄξιον ζητή‐ σεως, πῶς ἀπόντος Ἀχιλλέως μηδεὶς πολεμεῖ Ἕκτορι. b(BCE3E4)T ἢ τάχα συνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ ἀριστεῖς διώκοντι Ἀπόλ‐ λωνα. Μεγακλείδης (F.H.G. IV p. 443) δέ φησι ταῦτα πάντα | |
5 | πλάσματα εἶναι. b(BCE3E4) | ||
22.37 | ex. | 〈χεῖρας ὀρεγνύς:〉 ὡς ἐπ’ αὐτὸν ἐκτείνων τὰς χεῖρας· b(BCE3E4)Til ἔδει γὰρ οὐ μόνον λόγοις παρακαλέσαι τὸν Ἕκτορα, b(BCE3E4) ἀλλὰ καὶ διὰ τοῦ σχήματος, ἵν’, εἰ τύχοι μὴ ἀκούσας τῶν λεγομένων, ἀλλ’ οὖν τὸ σχῆμα τοῦ πατρὸς ὁρῶν | |
5 | οἰκτείρῃ τὸν γέροντα. b(BCE3E4)T γραφικῶς οὖν κεῖται τὸ σχῆμα. T | ||
2238a | ex. | Ἕκτορ, μή μοι μίμνε: πιθανῶς διεῖλε τὸν οἶκτον εἰς πρόσωπα τό τε πρὸ θανάτου καὶ μετὰ θάνατον, ἵνα μήτε μακρὸς εἴη μήτε ἀσυμπαθής. πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ θεωρεῖν (cf. Γ 304—9), Ἕκτορος δέ; ἢ ὅτι ὁ μὲν ἐν τῷ πεδίῳ συνέ‐ | |
5 | βαλεν, ὁ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες τῷ μεγέθει τοῦ κινδύνου καταπλησσόμενοι. b(BCE3E4)T ἄλλως τε ἐκεῖνον μὲν ἀπιὼν ἐᾷ πολεμεῖν, εἰδὼς ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν θανά‐ των πρόξενον γεγονότα, b(BCE3)T καὶ ὅτι οὐδὲν πρὸς σωτη‐ ρίαν τῆς πόλεως ἐκεῖνος ὡς Ἕκτωρ ἠδύνατο, b(BCE3) τὸν δὲ | ||
10 | μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδὼς τῆς τε ἰσχύος καὶ τῆς πρὸς τὴν πόλιν ὠφελείας. ἄλλως τε οὐ θεατὴς τοῦ πολεμεῖν, ἀλλ’ ἱκέτης τοῦ μὴ πολεμεῖν ἐπιμένει. b(BE3E4)T | ||
2238b1 | ex. | 〈ἀνέρα τοῦτον:〉 τοῦτον· δείκνυσι τὸν λάμποντα. Til | |
2238b2 | οἱονεὶ δακτυλοδεικτεῖ αὐτῷ τὸν Ἀχιλλέα. b(BCE3E4) | ||
2239a | ex. | οἶος ἄνευθ’ ἄλλων, 〈ἵνα μὴ τάχα πότμον ἐπί‐ σπῃσ〉: ὡς Ἀγαμέμνων· „μηδ’ ἔθελ’ ἐξ ἔριδος 〈σεῦ ἀμείνονι φωτὶ μάχεσθαι〉“ (Η 111). ἀγαθὸν δὲ τοῦτο, μὴ οὕτω φιλοτεκνεῖν ὡς καὶ ἀπατᾶσθαι περὶ τὴν κρίσιν, τὰ βελτίω ὑπειληφότα περὶ τῶν παίδων. | |
5 | T | ||
2239b | ex. | 〈οἶος ἄνευθ’ ἄλλων:〉 περικόπτει αὐτοῦ πάσας τὰς ἀντιρρήσεις, λέγων ὅτι εἰ μένειν δεῖ, ἀλλ’ οὐ μόνον. b(BCE3E4) | |
22.40 | Ariston. | 〈Πηλείωνι δαμείς:〉 πρὸς τὸ σχῆμα. Aint | |
2241a | Ariston. | αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο: σημειοῦνταί τι‐ νες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωται. A | |
2241b | ex. | ex. | αἴθε θεοῖσι φίλος 〈τοσσόνδε γένοιτο〉: ἀντὶ τοῦ | |
(Ariston.) | εἰπεῖν ‘εἴθε ἐχθρὸς τοῖς θεοῖς γένοιτο‘. ὁμοίως εἶπε τῷ „τίω δέ μιν ἐν Καρὸς αἴσῃ“ (Ι 378). | σημειοῦνται δέ τινες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν. b(BCE3)T | ||
2241c | Hrd. | {φίλος} τοσσόνδε: πρὸ τέλους ἡ ὀξεῖα· ἓν γάρ ἐστι μέρος λόγου. A | |
22.42 | Did. | ex. | ἔδονται: Ἀρίσταρχος „ἔδοιεν“, Aim b(BCE3E4)T | ἃ δὲ ἀπεύχεται τῷ παιδί, ταῦτα καταρᾶται τῷ πολεμίῳ. b(BCE3E4)T | |
2244a | ex. | 〈ὅς μ’〉 υἱῶν πολλῶν 〈τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε〉: καὶ τοῦτο εἰς ἔλεον ὡς ἄξιον καὶ διὰ τὴν τῶν ἄλλων παίδων ἀποβολὴν ἐλεῆσαι τὸν πατέρα. ἅμα δὲ καὶ ὑπομιμνῄσκει τῆς Ἀχιλλέως δεινό‐ τητος. b(BE3E4)T | |
2244b | D | εὖνιν: ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ καὶ ἠρημωμένον, ἐξ οὗ ἐστερημένον. b(BCE3E4)T ἢ παρὰ τὴν ἑνὸς | |
γενικὴν ἕνις εὖνις, ὁ μεμονωμένος. b(BE3E4)T | |||
22.45 | ex. | 〈νήσων ἔπι〉 τηλεδαπάων: τινὲς „θηλυτεράων“ διὰ τὸ Λῆμνον καὶ Ἴμβρον ὑπὸ θηλειῶν βασιλεύεσθαι· ἀλλ’ οὐκ εἰς ταύτας μόνον ἐπωλοῦντο. ἢ εὐγείων· ἀλλ’ „οὐ 〈γάρ〉 τις νήσων ἱππήλατος οὐδ’ εὐλείμων“ (δ 607). T | |
2248a1 | Did. | 〈τούς μοι:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ τ, ἄλλοι δὲ „οὕς μοι“. Aint | |
2248a2 | σὺν τῷ τ τούς μοι. Til | ||
2248b | ex. | 〈κρείουσα γυναικῶν:〉 ἀντὶ τοῦ βασιλικωτάτη b(BC E3E4)Til καὶ ἐντιμοτάτη, b(BCE3) ὡς τὸ „δῖα γυναικῶν“ (Β 714. Γ 171 al.). b(BCE3)Til | |
2249a1 | ex. | ἀλλ’ εἰ μὲν ζώουσι 〈μετὰ στρατῷ〉: ἐλεεινὴ καὶ ἡ ἄγνοια τοῦ πατρός: ᾔδει γὰρ ὁ Ἕκτωρ περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν καὶ ἴσως ἂν αὐτὸν καὶ ἐπὶ τούτῳ ἠλέησεν. T | |
2249a2 | ἐλεεινὴ λίαν ἡ ἄγνοια τοῦ πατρός. ὁ δὲ Ἕκτωρ ᾔδει περὶ τῆς ἀναιρέσεως αὐτῶν. ἴσως δὲ διὰ τοῦτο λέγει, ἵνα, εἰ μὴ ἐκεῖνοι ζῶσι καὶ ἀναρρύονται, κἂν οὗτος ὑπολειφθῇ, b(BCE3E4) τὸν πατέρα ἐλεήσας τῆς στερήσεως b(BCE3) τῶν τοσούτων καὶ τοιούτων | ||
5 | υἱῶν. b(BCE3E4) | ||
2249b1 | Ariston. | ἦ τ’ ἂν ἔπειτα: ὅτι περισσὸς ὁ ἄν σύνδεσμος· εἰ γὰρ ἐνετέτακτο κυρίως, ἐπήνεγκεν ἂν (sc. in Χ 50) ἀπολυσαίμεθα. A | |
2249b2 | περισσὸς ὁ ἄν· εἰ γὰρ ἦν εὐκτικόν, ἔδει τὸ ἑξῆς ἀπολυσαί‐ μεθα. ἢ παραπληρωματικός ἐστιν. b(BCE3) | ||
2249b3 | {ἦ τ’ ἂν ἔπειτα ἀπολυσόμεθα:} πλεονάζει ὁ ἄν. T | ||
2250a | Did. (?) | 〈ἀπολυσόμεθα:〉 ἐν ἄλλῳ „ἀπολύσομεν“. Aim | |
2250b | ex. | {χαλκοῦ τε χρυσοῦ τε} ἔστι γὰρ ἔνδον: κοινὸν τὸ ‘χαλκὸς καὶ χρυσόσ‘. T | |
2250c | ex. | 〈ἔστι γὰρ ἔνδον:〉 δεῖ προσλαβεῖν τὸ ‘χαλκὸς καὶ χρυ‐ σόσ‘. Til | |
2251a1 | Ariston. | πολλὰ γὰρ ὤπασε παιδὶ γέρων 〈ὀνομάκλυτος Ἄλτησ〉: ὅτι κατὰ σύνθετον προενεκτέον. σημαίνει δὲ τὸ ὅλον ὀνομαστός· ὁ γὰρ κλυτός ἐπὶ τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες ταῖς θυγατράσι γαμουμέναις δῶρα παρεῖχον· „ἐγὼ δ’ ἐπὶ μείλια | |
5 | δώσω“ (Ι 147). A | ||
2251a2 | {πολλὰ γὰρ ὤπασε:} διπλῆ δὲ πρὸς τὸ ἔθος· καὶ Ἀγαμέ‐ μνων „ἐπιμείλια δώσω“. T | ||
2251b | Did. | παιδὶ γέρων: αἱ ἀπὸ τῶν πόλεων „παιδὶ φίλῃ“. Aint TTil Ἀριστοφάνης „πολλά“. TTil | |
2251c | ex. | 〈ὀνομάκλυτος Ἄλτης:〉 Ἀθηνοκλῆς φησι τὸν Ὅμηρον πρώην Ἄλτην καλεῖσθαι διὰ τὸ ἐπαινεῖν αὐτὸν ὀνομάκλυτος. T | |
2251d | Hrd. | ὀνομάκλυτος {ἄλτης}: ὡς τοξόκλυτος. οὕτως δὲ καὶ | |
Ἀρίσταρχος. ἐν μέντοι τῇ Ὀδυσσείᾳ (sc. τ 183) κατὰ παράθεσιν ἀναγνωστέον· „ἐμοὶ δ’ ὄνομα“, εἶτα „κλυτὸς Αἴθων“· ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος. | |||
5 | εἴπομεν δὲ ἐν τοῖς πρὸ τούτου βιβλίοις (sc. ad Κ 109), πότε τὸ κλυτός κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει τὸν τόνον καὶ πότε ἀναδίδωσιν. A | ||
2251e | ex. | ὀνομάκλυτος: Ἀρίσταρχος ὑφ’ ἓν ὡς „πασιμέλουσα“ (μ 70). ἐν δὲ Ὀδυσσείᾳ (sc. τ 183) „ὄνομα κλυτὸς Αἴθων“ κατὰ παρά‐ θεσιν. εἰ δέ φασιν ‘οὐκ ἔστιν ἐξ οὐδετέρου καὶ ἀρσενικοῦ σύνθετον‘, τί ἐστι τὸ „Ἀστυάναξ“ (Χ 500. 506) καὶ ποιηματογράφος; κατὰ σύν‐ | |
5 | θεσιν οὖν ἐστιν, ὡς „τοξόκλυτοσ“ (Bacch. ep. 11,39)· ἔστι γοῦν παρὰ Πινδάρῳ (fr. 312 = pae. 6, 123) τὸ θηλυκὸν αὐτοῦ ἐν παρωνύμῳ χαρακτῆρι· „ὀνομα‐ κλύτα γάρ ἐσσι“. b(BCE3)T | ||
2252-3a | Nic. | εἰ δ’ ἤδη τεθνᾶσι 〈καὶ εἰν Ἀΐδαο δόμοισιν, / ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι〉: βραχὺ διασταλτέον ἐπὶ τὸ τε‐ θνᾶσι (52) καὶ ὑποστικτέον δόμοισι〈ν〉 (52). ἴσως δ’ ἄν τις ἐπὶ τὸ τεθνᾶσι (52) ὑποστίζοι, τὰ δὲ ἑξῆς πάντα συνάπτοι, ἵν’ ᾖ ὁ λόγος | |
5 | ‘καὶ ἀποθανόντες ἀνιασόμεθα‘, ὁμοίως τῷ „εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν Ἀΐδαο, / αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι“ | ||
(Χ 389—90). A | |||
2252-3b | ex. (Nic.) | καὶ εἰν Ἀΐδαο δόμοισιν / ἄλγος ἐμῷ θυμῷ: οὕτω δεῖ συνάπτειν, ἵνα ἐπιταθῇ, ὡς τὸ „αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνή‐ σομ’ ἑταίρου“ (Χ 390). T | |
22.53 | ex. (Ariston.?) | τοὶ τεκόμεσθα: ὡς „Δάρδανον αὖ πρῶτον τέκετο“ (Υ 215) b(BCE3)T ἐπὶ ἀρσενικοῦ. b(BCE3) | |
2254-5 | ex. | λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον 〈ἄλγος / ἔσσεται—δαμασθείσ〉: οὐδεὶς γὰρ αὐτοὺς ποθήσει σοῦ περιόντος. ἄκρως δὲ αὐτὸν ὑπερηύξησε· τὴν μὲν γὰρ τῶν ἄλλων παί‐ δων ἀναίρεσιν μόνοις φησὶ τοῖς γονεῦσι πένθος παρασχεῖν, τὸν δὲ Ἕκτο‐ | |
5 | ρος θάνατον δημοσίαν ἔσεσθαι συμφοράν, ἵνα, εἰ καὶ πρὸς τὴν ἰδίαν σωτηρίαν ὀλιγωροίη, ἀλλ’ οὖν τῶν κοινῇ συμφερόντων προνοησάμε‐ νος b(BCE3E4)T ἀποστῇ τοῦ κινδύνου. b(BCE3E4) | ||
22.55 | Ariston. | 〈Ἀχιλῆϊ δαμασθείς:〉 πρὸς τὸ σχῆμα, Aint ἀντὶ τοῦ ὑπὸ Ἀχιλλέως, AintTil ὡς „Τρωσὶ δαμείσ“ (Σ 461). Aint | |
2256a | ex. | τεῖχος: τὴν πόλιν. Καλλίμαχος (fr. 635)· „ὁ δ’ ἐκ Λοκρῶν τείχεος Ἰταλικοῦ / b(BCE3E4)T παρῆν ἀμύντωρ“. b(BCE3E4) φιλοπάτριδα δὲ ὄντα ὑπομιμνῄσκει τῆς πόλεως. b(BE3E4)T | |
2256b1 | Did. | 〈ἐμὸν τέκος:〉 γράφεται καὶ „ἐμὸν θάλοσ“. Til | |
2256b2 | τινὲς δὲ συμπαθέστερον γράφουσιν „ἐμὸν θάλοσ“. b(BE3 E4)T | ||
2256-7 | ex. | ὄφρα σαώσῃς / Τρῶας 〈καὶ Τρῳάσ〉: φιλότιμον αὐτὸν εἰδὼς ὑπήλλαξε τὴν λέξιν, πρὸς εὔκλειαν καὶ κοινὴν σωτηρίαν | |
αὐτῷ τὴν φυγὴν εἶναι λέγων. b(BE3)T | |||
22.57 | Nic. | Τρῶας καὶ Τρῳάς, 〈μηδὲ μέγα κῦδος ὀρέξῃσ〉: ἤτοι στικτέον μετὰ τὸ Τρῶας καὶ Τρῳάς, ἵνα ἀπ’ ἄλλης ἀρχῆς ἀπα‐ γορευτικὸς ὁ λόγος γένηται, A b (BCE3)T μηδὲ μέγα κῦδος ὀρέξῃς. εἰ δὲ συνάπτοιμεν, ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν, | |
5 | A b (BE3)T κοινοῦ νοουμένου τοῦ „ὄφρα“ (Χ 56), ἵνα „σαώ‐ σῃσ“ (Χ 56) καὶ μὴ ὀρέξῃς {ἤτοι} καὶ μὴ „ἀμερθῇς αἰῶνοσ“ (cf. X 58). A | ||
22.58 | ex. | φίλης αἰῶνος: οἰκεῖα ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι θέλοντι, ἐγκωμιάζειν ἄρτι τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν. b(BCE3)T ἀντιτέθεικε δὲ (sc. Χ 59—76) τῇ τοῦ ἐχθροῦ δόξῃ τὴν αὑτοῦ ἀτυχίαν, εἰς φόβον κινῶν τὸν Ἕκτορα. ἀπὸ τοῦ ποιεῖν καὶ | |
5 | πάσχειν ἡ κατασκευή. b(BE3)T αἰὼν δὲ παρὰ τὸ ἀεί· ἢ τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον. T | ||
2259a1 | ex. | πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον: ὡς ἔστιν ὅλος θαυμαστὸς ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου συγκείμενος. T | |
2259a2 | σημειωτέον ὅτι τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχει ὁ στίχος. Aim | ||
2259b | Hrd. | 〈ἐμὲ τὸν δύστηνον:〉 οὕτως ὀρθοτονητέον AilTil τὴν ἐμέ ἀντωνυμίαν. Til | |
2259c | Did. (?) | 〈ἔτι φρονέοντ’ ἐλέησον:〉 τινὲς {δὲ} „ἔτι ζώοντ’ ἐλέη‐ | |
σον“· T | |||
2259d1 | ex. | ἔτι φρονέοντα: φρονέων ἀντὶ τοῦ φρονῶν ἔτι εὖ ἢ ἔτι ζῶν· τὸ ζωτικὸν γὰρ φρένας καλεῖ· „ποτὶ δὲ φρένες αὐτῷ ἕποντο“ (Π 504), καὶ ἐπὶ Πατρόκλου τεθνεῶτος· „ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν“ (Ψ 104), ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν. ἢ ἕως ἔξεστί μοι φρονῆσαι. T | |
2259d2 | ἀντὶ τοῦ τὸν ἔτι εὖ φρονοῦντα καὶ συμβουλεύοντα. b(BCE3) ἢ ἀντὶ τοῦ ζῶντα· τὸ γὰρ ζωτικὸν φρένας καλεῖ, ὡς ἐπὶ Πατρόκλου· „ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν“, ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν. b(BE3) | ||
22.60 | ex. | γήραος οὐδῷ: ἐξόδῳ b(BCE3E4)TTil τοῦ βίου. b (BCE3E4)T ἐφ’ ᾧ ἤδη πεπέραται ὁ βίος, καὶ διεξελήλυθεν ἐξ αὐτοῦ. b(BCE3)T | |
2261-5a1 | ex. | ἐπιδόντα / υἷάς τ’ ὀλλυμένουσ〈— / ἑλκο‐ μένας τε νυούσ〉: ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· „ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε“ (Ι 593). καὶ μὴ γράψας δὲ τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν | |
5 | ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παραλαβών· b(BCE3E4)T ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις μείζων. δαιμονίως δὲ ταῦτα ὑπ’ ὄψιν ἤγαγεν ἐν βραχεῖ, χρησάμενος ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν· οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους λέγει (cf. 63) οὐδὲ θύγατρας καλλικόμους ἢ καλλισφύρους (cf. 62 et 65), ἀλλ’ ἀπήλλακται τῶν | ||
10 | ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων. b(BE3E4)T | ||
2261-5a2 | προαναφωνεῖ τὴν Ἰλίου ἅλωσιν. Aim | ||
2262-4 | ex. | 〈ἑλκηθείσας τε θύγατρας /〉 ... καὶ νήπια τέκνα 〈/ βαλλόμενα προτὶ γαίῃ〉: ἐντεῦθεν ὁ περὶ Κασ〈σ〉άνδρας καὶ Ἀστυάνακτος ἐρρύη μῦθος 〈ὁ〉 παρὰ τοῖς τραγικοῖς (cf. T.G.F. fr. 450 b Sn. et infra test.). T | |
22.63 | ex. | κεραϊζομένους: ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς κέρασι †βαλ‐ λόντων† ζῴων· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον λέγουσιν. b(BCE3)T | |
22.65 | ex. | 〈νυούς:〉 τὰς τῶν υἱῶν γυναῖκας. b(BCE3)Til | |
2266-7 | ex. (Ariston.?) | ex. | ex. | αὐτὸν δ’ ἂν 〈πύματόν με κύνες πρώτῃσι θύρῃ‐ σιν / ... ἐρύουσιν〉: περισσὸς ὁ ἄν (66). | πρώταις δὲ θύραις ταῖς αὐλείοις, ταῖς ὑπὸ τὴν εἴσοδον πρώταις. b(BCE3)T | ἐντεῦθεν ὑπὸ τῷ βωμῷ τοῦ ἑρκ〈ε〉ίου Διός φασιν αὐτὸν ἀνῃρῆσθαι· φησὶ γοῦν | |
5 | „μηρί’ ἔκηεν 〈...〉 αὐλῆς ἐν χόρτῳ“ (Λ 773—4). T | ||
2266a1 | ex. | πύματον {με}: καὶ τὸ πύματον οἰκτρόν, οἷον ἐπιδόντα τὰ τῆς πορθήσεως δεινά. T | |
2266a2 | καὶ τὸ πύματον δὲ πολλῆς οἰκτρότητος, b(BCE3) | ||
οἷον θεασάμενον πάντα τὰ προκείμενα δεινά. b(BCE3E4) | |||
2266b | Ariston. | πρώτῃσι θύρῃσιν: ὅτι ἀντὶ τοῦ ἄκραις. πρώτῃσι δὲ πύλῃσι πρὸς τὸ „ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). A | |
2267a | Hrd. | ὠμησταί: Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων (fr. 24 P. = 27 H.) δὲ ὡς κομῆται. ἔφαμεν δὲ ἐν τῇ Λ (sc. ad v. 454) ἐντελῶς περὶ τῆς προσῳδίας, ὡς ἐπεκράτησεν ἡ Ἀριστάρχου. A | |
2267b | Ariston. | {ὠμισταὶ} ἐρύουσιν: ὅτι χρόνος ἤλλακται ἀντὶ τοῦ ἐρύσουσιν. καὶ ἐν Ὀδυσσείᾳ (φ 97) „νευρὴν ἐντανύει〈ν〉“ ἀντὶ τοῦ ἐντανύσειν. A | |
2267c | ex. | ex. (Ariston.) | ex. | ὠμησταί: ὠμηστὴς ὡς ὀρχηστὴς παράγωγον, οὐ σύνθε‐ τον· b(BCE3)T „ὠμηστὴς καὶ ἄπιστοσ“ (Ω 207). T | τὸ δὲ ἐρύουσιν ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος. b(BCE3)T | οἰκτροτάτη δὲ ἡ καὶ μετὰ θάνατον αἰκία· καὶ ὅτι οὐδ’ ἐν τοῖς βασιλείοις καθαγια‐ | |
5 | σθήσεται, ἀλλ’ ἐκριφήσεται. b(BE3)T | ||
2268a | Ariston. | τύψας ἠὲ βαλὼν 〈ῥεθέων ἐκ θυμὸν ἕληται〉: πρὸς τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι. καὶ ὅτι ῥέθη πάντα τὰ μέλη, οἱ δὲ Αἰολεῖς τὸ πρόσωπον. A | |
2268b | D | ex. | ῥεθέων: τῶν μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, A b (BCE3)T δι’ ὧν ῥέζομέν τι. b(BCE3)T Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους A b (BE3)T φασί. | Διονύσιος | |
5 | (fr. 49 Schm. = 34 L.) δὲ καὶ νῦν τὸ πρόσωπον A b (B) T φησὶ δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος· „ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλήν / ἔσσυτο“ (Ξ 518—9). A b (BE3)T | ||
2268c | Did. (?) | 〈ἕληται:〉 ἐν ἄλλῳ „ἕλοιτο“. Aint | |
2269a1 | Did. | 〈πυλαωρούς:〉 Ἀρίσταρχος „θυραωρούσ“, θυροφύλα‐ κας. Aim | |
2269a2 | „θυραωροὺσ“ οὖν γραπτέον, θυροφύλακας. T | ||
2269b | ex. | πυλαωρούς: τινὲς „θυραωρούσ“· πύλας γὰρ ἐπὶ πόλεώς φησι. παλαιὸν δὲ ἔθος τηρεῖσθαι τοὺς πυλῶνας κυσίν, ἵνα βαΰζοντες δηλοῖεν τοῖς ἔνδον τοὺς ξένους. b(BCE3)T | |
22.70 | ex. | ἀλύσσοντες: ἄγαν λυσσῶντες· τοῦτο γὰρ τοῖς κατοικιδίοις συμβαίνει κυσίν, b(B, C [bis], E3)T ἐπὴν γεύσωνται †σώμα‐ τος†. οἱ δὲ ἐν ἄλῃ ὄντες, b(BCE3)T ὡς τὸ „ἡ δ’ ἀλύους’ ἀπεβήσετο“ (Ε 352), „ἦ ἀλύεις, ὅτι Ἶρον;“ (ς 333). T οἱ δὲ | |
5 | παρὰ τὴν ἄλυν, ὅ ἐστι παίγνιον, οἷον „κυνῶν μέλπηθρα“ (Ν 233). | ||
b(BCE3)T | |||
D | ἀλύσσοντες: ὑπὸ πλησμονῆς ἀλύοντες, οἷον ἐν ἄλῃ ὄντες, δυσφοροῦντες. οἱ δὲ εἶπον ἐπὶ τὸ ἄγαν λυσσῶντες. A | ||
22.71 | ex. | 〈ἐν προθύροισι:〉 ἀντὶ τοῦ παρὰ προθύροις. Til | |
2271-3 | ex. | νέῳ δέ τε πάντ’ ἐπέοικεν 〈/ — / κεῖσθαι〉: δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν· καίτοι φαίνεται βουλόμενος πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. —ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκα‐ | |
5 | σθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείας ὑφίστατο θάνατον· διὸ σαφηνίζει τὸν νοῦν διὰ τῶν πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ (73), ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵν’ ᾖ ‘πάντα δὲ τὰ τῆς αἰκίας καλά εἰσι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ | ||
10 | καὶ λυσιτελέσ‘. σὺ δέ, φησί, ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ | ||
ὠφελῶν τοὺς οἰκείους. b(BE3E4)T | |||
22.73 | Did. | 〈φανήῃ:〉 οὕτως Ἀρίσταρχος AimTil φανήῃ διὰ τῶν δύο η〈η〉. Aim | |
22.74 | ex. | πολιόν τε κάρη 〈πολιόν τε γένειον〉: κάρη καὶ γέ‐ νειον τῶν οἰκτρῶν ἡγεῖται μερῶν· †καὶ ἃ κομῶσιν οἱ πενθοῦντες. T | |
22.75 | ex. | αἰδῶ: τὰ αἰδοῖα. AimT ἢ τὴν ἀπὸ τῆς ὄψεως τοῦ σώ‐ ματος ἐντροπήν. b(BCE3)T | |
2277-8 | ex. | ἦ ῥ’ ὁ γέρων〈— / τίλλων ἐκ κεφαλῆσ〉: ἀφ’ ὧν ἤρξατο, ἐνταῦθα καὶ ἔληξεν· „ᾤμωξεν δ’ ὁ γέρων, κεφαλὴν δ’ ὅγε κόψατο χερσίν“ (Χ 33): b(BCE3E4)T ἦ ῥ’ ὁ γέρων, πολιὰς δ’ †ἀνὰ τρίχας ἕλκετο χερσί / b(BE3E4)T τίλ‐ | |
5 | λων ἐκ κεφαλῆς (77—8): b(BE3E4) | ||
22.79 | ex. | μήτηρ δ’ αὖθ’ ἑτέρωθεν 〈ὀδύρετο δακρυχέουσα〉: παθητικὰ ταῦτα, καὶ κόρον φέροντα τῷ μήκει. ταμιεύεται δὲ τὴν Ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ τῷ Ἕκτορι (sc. Χ 477—514), | |
ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρηνοῖεν. b(BCE3E4)T | |||
2280a | Ariston. | κόλπον ἀνιεμένη: ὅτι ἀντὶ τοῦ χαλῶσα, ἀναστέλλουσα. καὶ ἐν Ὀδυσσείᾳ (β 300) „αἶγας ἀνιεμένουσ“, ἀναδέροντας. ἔστιν οὖν ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα. A | |
2280b | ex. (Ariston.) | | κόλπον ἀνιεμένη, 〈ἑτέρηφι δὲ μαζὸν ἀνέσχε: ἀνιεμένη〉 γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα· καὶ „αἶγας ἀνιεμένουσ“ (β 300) γυμνοῦντας, ἐξ οὗ τὸ ἐκδέροντας. | κινητικὸν δὲ καὶ γραφικὸν τὸ σχῆμα. ἔδειξε δέ, ὅσον φιλοτεκνότεραι γυναῖκες· ὁ μὲν | |
5 | γὰρ περὶ ἑαυτοῦ δέδιεν (cf. Χ 59—76), ἡ δὲ περὶ τοῦ παιδὸς καὶ ἄνω καὶ κάτω βοᾷ „φίλον θάλοσ“ (Χ 87) καὶ „ὃν τέκον αὐτή“ (Χ 87), τῶν ἐπὶ τῇ πατρίδι δεινῶν ἐπιλελησμένη. παρατηρητέον δὲ καὶ τὸ σχῆμα τοῦ λόγου, ἀπὸ μετοχῆς εἰς ῥῆμα μεταβαῖνον. b(BE3E4)T | ||
2280c | ex. | ex. | ἄλλως· κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέ‐ σχεν: τὰ γεννήσαντα καὶ θρέψαντα μέρη, „ὡς ἀπὸ κόλπου / μητρὸς Ἐλειθυίης ἤλθετε βουλομένησ“ (Call. fr. 7, 9—10). | ἐλέγετο δὲ κόλπος τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου· ὅθεν καὶ προκόλ‐ | |
5 | πιον· περὶ γὰρ τὰς ὀσφῦς ἐζώννυντο. b(BE3E4)T | ||
2282a1 | ex. | τέκνον ἐμόν: οὐκ ἀρκεῖται, ὡς ἀλλαχοῦ, τῷ 〈τέκνον〉, „τέκνον, τίπτε λιπὼν πόλεμον“ (Ζ 254), ἀλλὰ καὶ ἐμὸν διὰ τὸ τα‐ ραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς. T | |
2282b1 | ex. | τάδε τ’ αἴδεο: ἀντιδοῦναι τούτοις χάριν ὑπὲρ ὧν σοι ἐποίησαν. T | |
2282a2/b2 | ex. | ex. | οὐκ ἀρκεῖται τῷ τέκνον, ἀλλὰ τὸ ταραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς παρασκευάζει αὐτὴν καὶ τὸ ἐμόν προσθεῖναι. b(BCE3) | τὸ δὲ αἴδεο ἀντὶ τοῦ b(BE3) ἀπόδος τούτοις τὴν χάριν ὑπὲρ ὧν σοι ἐποίησαν. b(BE3E4) | |
2282-4 | Nic. | τάδε τ’ αἴδεο καί μ’ ἐλέησον / αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· / τῶν μνῆσαι, φίλε τέκνον: ἤτοι συναπτέον μέχρι τοῦ ἐπέσχον (83), εἶτα ἀπ’ ἄλλης ἀρχῆς A b (BE3)T τῶν μνῆσαι, φίλε τέκνον (84). ἢ στικτέον αὐτήν | |
5 | (83), εἶτ’ ἀπ’ ἄλλης ἀρχῆς A b (E3)T εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον (83)· ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ ἐπέσχον (83). A b(BE3)T | ||
2282-3 | ex. | καί μ’ ἐλέησον / αὐτήν· εἰ μὴ σαυτὸν ἐλεεῖς b(BCE3 E4)T καὶ τῆς σῆς φροντίζεις ζωῆς, b(BCE3) ἐμὲ αὐτὴν τὴν γεννήτριαν καὶ τροφὸν ἐλέησον. b(BCE3E4) τινὲς δὲ T παρ’ Ἴωσιν αὐτὴν (83) τὴν μητέρα TTil λέγεσθαι, „τέκν’ ἔφαγεν | |
5 | στρουθοῖο καὶ αὐτήν“ (Β 317). T | ||
2283a | Did. | 〈εἴ ποτέ τοι:〉 οὕτως διὰ τοῦ τ, εἴ ποτέ τοι. Aint | |
2283b | ex. | λαθικηδέα: καὶ „ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ“ (Ζ 251). T | |
D | 〈λαθικηδέα:〉 τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν | ||
ἁπάντων. Aint | |||
2284a | Ariston. | τῶν μνῆσαι, φίλε τέκνον, 〈ἄμυνε δὲ δήϊον ἄνδρα〉: ὅτι ἰδίως φίλε τέκνον ἀντὶ τοῦ φίλον τέκνον. καὶ ἄμυνε ἀντὶ τοῦ ἀμύνου. A | |
2284b | ex. (Ariston.) | | 〈φίλε τέκνον:〉 πρὸς τὸ σημαινόμενον b(B, C[bis], E3E4) | |
D | Til ὑπήντησε. | τὸ δὲ ἄμυνε ἀντὶ τοῦ b(B, C[bis], E3E4) ἀμύνου. b(B, C [bis], E3E4)Til | ||
2284c | ex. | φίλε τέκνον: ἄκρως οὐκ ἀφίσταται τῶν κοινῶν ὀνομάτων, „Ἕκτορ, τέκνον ἐμόν“ (Χ 82), τῶν μνῆσαι, φίλε τέκνον, „φίλον θάλος, ὃν τέκον αὐτή“ (Χ 87). b(B, C [bis], E3E4)T | |
2285a | ex. | τείχεος ἐντός: ἱκανὰ δὴ πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι τῆς μάχης αὐτῷ συμβουλεύει, ἀλλὰ μετ’ ἀσφαλείας μάχεσθαι. b(B, C [bis], E3E4)T | |
2285b | Did. | 〈ἐών:〉 οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ „ἰών“. Aim | |
2285c | Ariston. | μὴ δὲ πρόμος ἵστασο τούτῳ: ὅτι σαφῶς πρόμος ὁ πρόμαχος, οὐχ ὁ βασιλεύς. A | |
2285d | ex. (Did.) | | ἐντὸς ἰών: „ἐών“ γραπτέον, οὐκ ἰών. | πρόμος δὲ ὁ b(BCE3)T πρὸ τῶν ἄλλων μαχόμενος, b(BCE3E4)T οὐχ | |
ὁ βασιλεύς. b(BCE3)T | |||
2286a1 | ex. | σχέτλιος: ἐπ’ αὐτοῦ τοῦ Ἀχιλλέως. ἐκφωνήσεις δὲ συνε‐ χεῖς ἀπαιτεῖ τὸ πάθος. T | |
2286a2 | x | ex. | ὁ πολλῶν ἡμῖν αἴτιος κακῶν. | ἐπιφωνήσεις δὲ πολλὰς καὶ ποικίλας ἀπαιτεῖ τὸ πάθος. b(BCE3) | |
2287a | ex. | κλαύσομαι 〈ἐν λεχέεσσι〉: φιλοίκτιστον χρῆμα γυνή. καὶ τοῦτο μέγα τοῖς τεθνεῶσιν οἴονται. b(BCE3)T | |
2287b | Did. (?) | 〈τέκος:〉 γράφεται „{φίλον} θάλοσ“. Aim | |
2288a | Ariston. | οὐδ’ ἄλοχος πολύδωρος: ὅτι ἕδνα ἐδίδοσαν οἱ παλαιοὶ ταῖς θυγατράσι· καὶ πολύδωρον λέγει τὴν πολύεδνον. A | |
2288b | ex. | οὐδ’ ἄλοχος: ὡς φιλογύνην ὑπέμνησε τῆς γυναικός. T πολύδωρος δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ δίδοται ἕδνα· „ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα“ (Χ 472). b(BCE3)T | |
2288c | ex. | 〈ἄνευθε ... μέγα:〉 τὸ μέγα ἐπὶ τόπου νῦν. b(BCE3E4) Til | |
2289a1 | ex. | κύνες 〈...〉 κατέδονται: οἶδεν αὐτὸν τοῦτο δεδοι‐ κότα μάλιστα· „σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν“ (Η 79). T | |
2289a2 | οἶδε δὲ αὐτὸν τοῦτο μάλιστα δεδοικότα, τὴν τοῦ σώματος ἀπώλειαν· διὸ καὶ εἰς μέσον αὐτὸ ἤγαγε· φησὶ γὰρ οὗτος πρὸς | ||
Αἴαντα· „†οἴκαδ’ ἐμὸν σῶμα† δόμεναι πάλιν“. b(BCE3E4) | |||
2290a1 | ex. | 〈προσ〉αυδήτην: ἢ παρατατικοῦ ἐστι Δωρικοῦ ἢ ἀορί‐ στου συγκεκομμένου. ἄμεινον δὲ διὰ τοῦ παρατατικοῦ τὴν ἀδιάλειπτον δηλοῦσθαι δέησιν. T | |
2290a2 | Δωρικῶς. Til | ||
2291a | ex. | πολλὰ λισσομένω: σημαίνει ὅτι πολλὰ παραλέλοιπεν, ἃ δεῖ προσεπινοεῖν. b(BCE3)T | |
2291b | Ariston. | οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον: ὅτι ὑπερβίβασται ὁ δέ. A Ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον, ATil πρὸς τὸ „οὐδ’ ἵκετο γήραος οὐδόν“ (ο 246). A | |
2291c | ex. | οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον: ἔστι γὰρ θρασὺς καὶ ἕτοιμος, ἀλόγιστος δὲ καὶ οὐ μεταβλητός. b(BCE3E4)T | |
2293a | Ariston. | ὡς δὲ δράκων ἐπὶ χειῇ 〈ὀρέστερος ἄνδρα μένῃσι〉: ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρῆσαι· „οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται“ (ς 17)· εἰς αὐτὸ γὰρ | |
μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον. A | |||
2293b | ex. | 〈ὡς δὲ δράκων〉 ἐπὶ χειῇ 〈ὀρέστεροσ〉: ἐπὶ μὲν τῶν ἄλλων ζῴων ξυλόχους (cf. Ε 162 al.) τε καὶ εὐνάς (cf. Λ 115 al.) φησι (δύναται γὰρ καὶ ἕτερα ζῷα χωρῆσαι), νῦν δὲ χειὰν τὴν αὐτὸν μόνον χωροῦσαν καὶ τρόπον τινὰ ἔλυτρον αὐτοῦ οὖσαν· „οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται“ (ς 17). | |
5 | b(BCE3E4)T ἢ ὅτι δίκην ὕδατος †ἐκχεῖται† εἰς αὐτὴν τὸ θηρίον. ἀγριώτερα δὲ τὰ ἐν ἐρήμῳ γεννώμενα. b(BE3E4)T | ||
2293c1 | Did. | 〈ὀρέστερος ἄνδρα μένῃσι:〉 ἔν τισι τῶν ἀπὸ τῶν πόλεων „ὀρέστερον ἄνδρα δοκεύῃ“. Til | |
2293c2 | ἔνιαι δὲ τῶν κατὰ πόλεις διὰ τοῦ ν, „ὀρέστερον“, καὶ ἀντὶ τοῦ μένῃσι „δοκεύῃ“. A | ||
22.94 | ex. | βεβρωκὼς κακὰ φάρμακα: φασὶν αὐτὸν ἐσθίοντα μύρμηκας καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι, b(BE3E4)T πλείονος 〈ἢ〉 τοῦ ἐμφύτου b(BE3E4) καὶ ἐρεθίζεσθαι λυσσᾶν τε | |
τοῦ ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν. b(BE3E4)T | |||
2295a1 | ex. | σμερδαλέον δὲ δέδορκεν 〈ἑλισσόμενος περὶ χειῇ〉: εἰκαστικῶς· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν. γίνεται οὖν ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς ἐπὶ μάχῃ τεθηγμέ‐ νου δεινόν τε τὸ βλέμμα. ἡ δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις | |
5 | τεκμήριον τῆς ῥώμης, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος. T | ||
2295a2 | εἰκαστικὸς ὁ λόγος· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν· γίνεται γὰρ ἐπὶ τῇ μάχῃ αὐτοῦ τεθηγμένου b(BCE3E4) ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς καὶ ὁ συριγμὸς σφόδρα φοβερὸς καὶ τὸ βλέμμα δεινὸν καὶ ὕφαιμοι οἱ ὀφθαλμοί. ἡ δὲ | ||
5 | τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης καὶ εὐτολμίας, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος πρὸς κατάπληξιν. b(BE3E4) | ||
2297a | ex. | πύργῳ ἔπι προὔχοντι 〈φαεινὴν ἀσπίδ’ ἐρείσασ〉: παρὰ τὸ προέχον τοῦ πύργου, ὡς „νείατον ἀνθερεῶνα“ (Ε 293) καὶ „νείαιραν γαστέρα“ (cf. Π 465). b(BCE3E4)T | |
2297b | ex. | πύργῳ ἔπι προὔχοντι 〈φαεινὴν ἀσπίδ’ ἐρείσασ〉: ἡ ἐπί ἀντὶ τῆς παρά, b(BCE3)T ὡς „ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέεσ“ (Ο 494). ὡς ἀνδριαντοπλάστης δὲ νῦν μὲν τοῦτον, ὕστερον (sc. Χ 225) δὲ ἐπὶ τῆς μελίας ἱδρύει τὸν Ἀχιλλέα. T | |
2297c | ex. | ἄλλως· πύργῳ ἔπι προὔχοντι: ὑπονοητέον τὴν οἰκοδο‐ μίαν κάτωθεν οὖσαν παχεῖαν καταλήγειν εἰς στενόν. ἢ πύργον προὔ‐ χοντα τὸ τοῦ πύργου προέχον, b(BE3)T ὡς „νείαιραν 〈κατὰ〉 | |
γαστέρα“ (Π 465). ἔστι δὲ πλίνθῳ παραπλήσιον τοῦτο. T | |||
2299-130 | ex. | ὤ μοι ἐγών, —ὀρέξῃ: διαπόρησις ὁ τρόπος. δείκνυσι δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι κακὸς ὑπὸ κακωτέρου b(BCE3)T „Ἕκτωρ ᾗ〈φι〉 βίηφι“ (107) T ἀπόλλυται. καὶ ἔστι μὲν ὁ λογισμὸς γενναίου φρονήματος, ἄλλως δὲ | |
5 | ἄφρονος· κακὸν γὰρ κακῷ ἠθέλησεν ἰάσασθαι. b(BE3)T | ||
22.100 | ex. | ἐλεγχείην ἀναθήσει: ἀντὶ τοῦ ἀνάψει· καὶ γὰρ „ἀγάλ‐ ματ’ ἀνῆψεν“ (γ 274) ἀντὶ τοῦ ἀνέθηκεν. Ἀττικοὶ δέ φασιν ἀναθεῖναι τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἱ δὲ αὐξήσει. b(BE3)T | |
22101-2 | Nic. | ὅς μ’ ἐκέλευε〈—Ἀχιλλεύσ〉: καὶ τὸ ἑξῆς ὅς μ’ ἐκέλευε (101) νύχθ’ ὑπὸ τήνδ’ ὀλοήν (102), Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι (101)· στικτέον οὖν εἰς τὸ ὀλοήν (102)· ἐὰν γὰρ συνάψωμεν, ἐναντίον φαίνεται· οὐ γὰρ νυκτὸς ὥρμησεν Ἀχιλ‐ | |
5 | λεύς, νυκτὸς μέντοι ὁ Πολυδάμας συνεβούλευσεν (sc. Σ 254—283). b(BCE3E4)T | ||
22.103 | Did. (?) | 〈κέρδιον:〉 καὶ „κάλλιον“, διχῶς. Til | |
22.105 | ex. | καὶ Τρῳάδας: τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα. b(BCE3E4)T | |
22.106 | ex. | κακώτερος: ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. b BCE3)T ἔθος δὲ τοῖς χείροσι ψέγειν τὰ τῶν κρεισσόνων ἔργα, καὶ | |
τοῖς μείζοσιν ἀνιαρὸν τὸ ὑπὸ ἡσσόνων κακολογεῖσθαι. b(BCE3E4)T | |||
22108a1 | Did. | 〈κέρδιον:〉 αἱ κατὰ ἄνδρα „{πολὺ} κάλλιον“. Aim | |
22108a2 | καὶ „κάλλιον“, διχῶς. Til | ||
22109a | ex. | 〈ἄντην:〉 λείπει ἐλθόντα. Til | |
22109b | ex. | ἢ Ἀχιλῆα κατακτείναντα 〈νέεσθαι〉: οἰωνίζεται νῦν ἐν κινδύνῳ ὢν περὶ αὑτοῦ πρότερον λέγειν τι τῶν δυσχερῶν. b(BCE3)T | |
22109c | Did. | 〈κατακτείναντα:〉 διχῶς, καὶ „κατακτείναντι“. Aint | |
22110a1 | Ariston. | ἠέ κεν αὐτῷ ὀλέσθαι: ὅτι ὁ κέν περισσός, καὶ ὅτι ἀμφίβολον, πότερον ἐμοὶ αὐτῷ ὀλέσθαι ἢ καθ’ Ὁμηρικὴν συνήθειαν ἀντὶ τοῦ ὑπ’ αὐτοῦ ὀλέσθαι. A | |
22110a2 | {αὐτῷ ὀλέσθαι:} ὑπ’ αὐτοῦ ὀλέσθαι, ὡς „Ἀχιλῆϊ δα‐ μασθείσ“ (Χ 55). T ὁ δὲ κέν περισσός. TTil | ||
22110b | ex. | 〈πρὸ πόληος:〉 ὑπὲρ τῆς πόλεως. φασὶ ‘πρὸ τῆς πό‐ λεως ἠγώνισται‘. b(BCE3)Til | |
22111-22 | Nic. | εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι〈—θυ‐ μόσ〉: ἤρτηται μέχρι τοῦ ἀλλὰ τίη μοι ταῦτα (122), καὶ οὐδὲν αὐτοῖς ἀνταπεδόθη. ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα ὁ λόγος, | |
A b (BCE3)T ὡς ἐλέγομεν κἀν τῇ Φ (sc. ad 556—61): A | |||
5 | ‘ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν περικεφαλαίαν, A b (BCE3)T πρὸς δὲ τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω Ἀχιλλεῖ A καὶ τὰ καὶ τὰ ποιήσω;‘ A b (BCE3)T ἢ κομματικῶς εἰρῆσθαι ὑπο‐ ληπτέον, AT ὡς καὶ ἡμῖν 〈ὁ〉 σύνδεσμος πολλάκις, A ‘ἂν δὲ κατάθωμαι καὶ πορευθῶ‘. δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν | ||
10 | μετανοίᾳ γενόμενος, πρὶν ἀνταποδοῦναι, διακόψαι τὸν λόγον. AT τὸ ὅμοιον νοητέον καὶ ἐπὶ τῶν ὑπ’ Ἀγήνορος ἀνωτέρω (sc. Φ 556—61) λεγομένων. A στίζομεν δὲ ταῦτα ὡς πλήρη. AT | ||
22111-2 | ex. | ἀσπίδα 〈μὲν〉 καταθείομαι〈—ἐρείσασ〉: ὅπως μὴ δοκῇ ὡς πολέμιος προσιέναι. ἢ ἵνα μὴ διὰ τῆς θέας τῶν ὅπλων ἔτι αὐτὸν πυρώσῃ. ὅσον δέ ἐστιν ἐν ταῖς νίκαις ἀφόρητος, τοσοῦτον ἐν ταῖς ἀτυχίαις ταπεινός. b(BCE3)T ἄλλως τε τὸ μὲν | |
5 | ἅπαντα ἐνθυμεῖσθαι συνετοῦ, τὸ δὲ ἐκλέγεσθαι τὰ ἄριστα γενναίου. b(BE3)T | ||
22.113 | ex. | ἀντίος: τινὲς ἱκέτης· ὅθεν ἀνταῖος ἱκέσιος Ζεὺς παρὰ Ἱπποβότῳ. T | |
22.116 | ex. | 〈ἥ τ’ ἔπλετο νείκεος ἀρχή:〉 ἥ τε, ἡ ἁρπαγὴ τῆς | |
Ἑλένης. Til | |||
22117a | ex. | ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς: ἅμα τῇ προτέρᾳ ὑποσχέσει δηλονότι. b(BCE3)T | |
22117b | ex. | ἀμφίς: χωρὶς ὧν Ἀλέξανδρος ἥρπασεν. οἱ δὲ τὸ ἀμφίς ἀντὶ τοῦ δίχα, ὅ ἐστιν εἰς δύο. b(BCE3)T τὸ δὲ ἔθος καὶ ἐν τῇ Ὁπλοποιΐᾳ (sc. Σ 511—2). T ταύτην οὖν ἴσως καλεῖ Ἀγαμέ‐ μνων ποινήν (sc. Γ 290). b(BCE3)T | |
22117-8 | Ariston. | ἀμφὶς Ἀχαιοῖς / ἄλλ’ ἀποδάσσεσθαι, ὅσα τε πτόλις ἥδε κέκευθε: ὅτι ἀντὶ τοῦ ἀμφὶς δάσεσθαι, δίχα μερίσεσθαι. πάλιν δὲ ὁ τέ σύνδεσμος περισσός. A | |
22118a | Did. | 〈ἀποδάσσασθαι:〉 Ἀρίσταρχος „{ἀλλ’} ἀποδάσσε‐ σθαι“ διὰ τοῦ ε. Aim | |
22118b | Did. (?) | 〈ὅσσα πτόλις:〉 γράφεται „ὅσα τε πτόλισ“. Aint | |
22119a | ex. | Τρωσὶν δ’ αὖ μετόπισθε 〈γερούσιον ὅρκον ἕλω‐ μαι〉: μετὰ τὴν πρὸς Ἀχιλλέα ὑπόσχεσιν. γερούσιον δὲ σεμνόν, ἢ τὸν τοῖς γέρουσιν ὀφείλοντα προτείνεσθαι. b(BCE3E4)T | |
22119b | ex. | Τρωσὶν δέ: παρὰ Τρώων δέ. b(BCE3)Til | |
22119c | Did. (?) | 〈ἕλωμαι:〉 γράφεται „ὀμοῦμαι“. Aint | |
22.120 | ex.(?) | δάσεσθαι: μέλλοντός ἐστι· διὸ διὰ τοῦ ε. T | |
22122a | Did. | 〈ἀλλὰ τίη μοι:〉 οὕτως Aim χωρὶς τοῦ δ, ἀλλὰ τίη μοι. AimTil | |
22122b | ex.(?) | ἀλλὰ τίη μοι ταῦτα: ἀρίστη ἀνάγνωσις ἥδε. T | |
22123a1 | Hrd. | {μή μιν ἐγὼ μὲν} ἵκωμαι: τινὲς ὡς φιλῶμαι ἀναγινώσκου‐ σιν, ἵνα τὸ ἱκετεύσω σημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπισχνεῖται καὶ ἀκόλουθόν ἐστι μέσῳ δευτέρῳ ἀορίστῳ ὁριστικῷ τῷ „τὴν ἱκόμην φεύγων“ (Ξ 260). | |
5 | ὡς οὖν ἐλιπόμην λίπωμαι, οὕτως „ἱκόμην“ (Ξ 260. δ 84 al.) ἵκωμαι. A | ||
22123a2 | ὡς λέγωμαι. Til | ||
22123b | Ariston. | ἵκωμαι ἰών: ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω. πα‐ ράκειται οὖν τὸ ἰών, ἐπεὶ προσεγγίζομεν οἷς ἂν προσφέρωμεν ἱκε‐ τείαν. A | |
22123c | ex. | ἵκωμαι ἰών: διὰ τοῦ ἰών ἐδήλωσεν ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ b(BCE3)T ἱκετεύσω, b(BCE3E4)T ὡς „τὴν ἱκόμην φεύγων“ (Ξ 260). b(BCE3)T ἀνάπαλιν δὲ ἐκεῖ „ἐς Πηλῆ’ ἱκέ‐ τευσεν“ (Π 574) ἀντὶ τοῦ παρεγένετο. b(BE3)T | |
22124a | Ariston. | οὐδέ τί μ’ αἰδέσεται: ὅτι αἰδέσεται ὡς ἱκέτην προσ‐ | |
δέξεται· „αἰδεῖσθαί θ’ ἱερῆα“ (Α 23). A | |||
22124b | ex. | αἰδέσεται: μετὰ αἰδοῦς δέξεται, b(BCE3E4)T ὡς „αἰδεῖσθαί θ’ ἱερῆα“ (Α 23) καὶ „αἰδοίοισιν ἔδωκα“ (ο 373) ἀντὶ τοῦ ἱκέταις· ἐπιμελῶς δὲ τοῦτο τίθησιν ἐπὶ τῶν ἱκετῶν. T | |
22124-5 | ex. | 〈κτενέει δέ με γυμνὸν ἐόντα / αὔτωσ〉 ὥς τε γυναῖκα: τοῦτο γὰρ b(BE3)T αἰσχρὸν ἡγεῖται, εἰ δίχα τῶν ὅπλων ἀποθανεῖται. b(BE3E4)T | |
22126-7a | ex. | 〈οὐ μέν πως νῦν ἔστιν〉 ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης / τῷ ὀαριζέμεναι: ληρώδεις ἀρχαιολογίας διηγεῖσθαι, ἢ ἀπὸ τοῦ τὸ παλαιὸν ὀρεινόμων ὄντων τῶν ἀνθρώπων ἐκεῖσε τίκτεσθαι b(BCE3)T ἢ ἐπεὶ μελιηγενεῖς λέγονται οἱ πρώην ἄνδρες καὶ | |
5 | 〈λαοὶ〉 ἀπὸ τῶν λίθων Δευκαλίωνος. T ἢ χρησμοὺς διηγεῖσθαι (Δωδώνη γὰρ δρῦς, πέτρα δὲ Πυθών). ἢ περιττολογεῖν, ἀπὸ τῶν περὶ τὰς δρῦς φύλλων καὶ περὶ τὰς πέτρας κυμάτων. b(BCE3)T ἢ οὐκ ἔστιν αὐτῷ τὴν ἀρχὴν τοῦ γένους διηγεῖσθαι τῶν ἀνθρώπων. T | ||
D | οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸσ〈—ὀαριζέμεναι〉: | ||
10 | οὐκ ἔστι, φησίν, ἄντικρυς Ἀχιλλέως—παρὰ Διδύμῳ (p. 182 Schm.). A | ||
22126-7b | ex. | οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸσ〈—ἠΐθεός τε〉: οὐκ ἔστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην, ὡς τῶν πρώ‐ | |
των ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων. A | |||
22126-7c | ex. | 〈ἀπὸ δρυὸς— / τῷ ὀαριζέμεναι ἅ τε〉 παρ‐ θένος ἠΐθεός τε: καλῶς τὸ φλύαρον τῶν λόγων ἀκάκων ὁμι‐ λίαις παραβάλλει μύθοις παλαιοῖς τερπομένων. b(BCE3E4)T διὰ δὲ τὴν πολυλογίαν τῇ ἀναλήψει (cf. Χ 128) ἐχρήσατο. b(BCE3)T | |
22.127 | ex. | ὀαριζέμεναι: ὁμιλεῖν, προσπαίζειν. ὄαροι δὲ αἱ ὁμιλίαι, ἐπειδὴ ὁμοῦ τοὺς συνιόντας ἁρμόττουσιν· ἢ ὅτι τὸ ὀά συντίθενται δῆθεν ὡς μὴ συνιέντες εὐθέως, ἀλλ’ ὁμιλοῦσι μακρὰ καὶ ἀπηρτημένα, ἐναπολαύοντες ἐπὶ πολὺ τῆς πρὸς ἀλλήλους θέας. T | |
22128a | Ariston. | 〈παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιϊν:〉 πρὸς τὴν ἐπανάληψιν ὅτι πυκνῶς ἐν Ἰλιάδι. Aint | |
22128b | Ariston. | D | παρθένος ἠΐθεός τ’ ὀαρίζετον: ὀαρισμός ἐστιν ἀν‐ δρὸς καὶ γυναικὸς ὁμιλία. | †ὀάραι† γὰρ αἱ γυναῖκες. A | |
22129a | ex. | ἔριδι ξυνελαυνέμεν: εἰς ἔριν ἢ μετ’ ἔριδος συμβαλεῖν. b(BCE3E4)T | |
22129b | Did. (?) | Nic. | 〈ὅττι τάχιστα:〉 ἐν ἄλλῳ „ὄφρα τάχιστα“. Aim | τοῦ‐ το δὲ ἑκατέρωθι δύναται προσδίδοσθαι. AimT | |
22.130 | ex. | εἴδομεν: λείπει τὸ ἵνα. ὅμως καίτοι προσλογισάμενος οὐ μένει τὴν θέαν Ἀχιλλέως, ἀλλὰ νικᾶται τῷ πάθει. b(BCE3)T | |
22.131 | ex. | 〈ὁ δέ οἱ〉 σχεδὸν ἦλθεν 〈Ἀχιλλεύσ〉: ὑφ’ ἓν πάντα πράττεται· οἱ μὲν δέονται (cf. Χ 33—91), ὁ δὲ ἔπεισιν (cf. Χ 21—32. 131), ὁ δὲ διαλογίζεται (cf. Χ 98—130). ἅμα δὲ πάντα λέγειν ἀδύ‐ νατον. b(BCE3)T | |
22132a | ex. | ἶσος: τινὲς διὰ τῆς ει διφθόγγου ἀντὶ τοῦ ὅμοιος, ἐπεὶ καὶ τὸ „εἰσάμενοσ“ (Ν 45. 216 al.) ἀντὶ τοῦ ὁμοιωθείς. T | |
22132b | Ariston. | 〈Ἐνυαλίῳ:〉 ὅτι τῷ Ἄρει. Ail | |
22132c | ex. | κορυθάϊκι: τῷ κινοῦντι ἐν τοῖς πολέμοις τὴν περι‐ κεφαλαίαν· b(BCE3)T ὡς „τριχάϊκεσ“ (τ 177) καὶ „κορυθαίολοσ“ (Β 816. Γ 83 al.). T „ἀμφὶ δὲ πήληξ / σμερδαλέον κροτάφοισι τινάσσετο“ (Ο 608—9). b(BCE3)T | |
22133a | ex. | σείων Πηλιάδα 〈μελίην κατὰ δεξιὸν ὦμον〉: δύνα‐ ται Ἰωνικὸς ἀπὸ μειζόνων γενέσθαι. T | |
22133b | ex. | ἄλλως· σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον: οὗτος ὁ στίχος μετατιθέμενος Ἰωνικὸς γίνεται ἀπὸ μείζονος· „σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον“ (Sotad. fr. 4a, p. 239 Pow.). ἀλλ’ ἡ σύνθεσις καὶ τὸν ἄρρενα τόνον τεθήλυκεν. T | |
22.134 | ex. | 〈χαλκός:〉 ὁ τῆς παντευχίας χαλκός. Til | |
22135a | ex. | 〈ἢ〉 ἠελίου ἀνιόντος: πρὶν †διασκεδάσει† τὰς αὐγάς, ὅτε καὶ ὁραθῆναι δύναται. b(BCE3E4)T | |
22135b | ex. | ἄλλως· ἢ ἠελίου: ὑγρότερος ὁ στίχος ἐγένετο τῇ παραλ‐ | |
ληλίᾳ τῶν φωνηέντων. T | |||
22.136 | ex. | Ἕκτορα 〈δ’ ὡς ἐνόησεν, ἕλε τρόμοσ〉: ὑπερβατῶς, Ἕκτορα δὲ ἕλε τρόμος. b(BCE3E4)T | |
22137a | ex. | ὀπίσω 〈δὲ πύλας λίπε〉: φεύγει γὰρ ἐπὶ τὸν ἐρινεὸν καὶ τὸ τοῦ Ἴλου σῆμα εἰς τὰ δεξιὰ τῆς πόλεως· b(BCE3E4)T ὁ γὰρ Ἀχιλλεὺς ἀπὸ τοῦ Σκαμάνδρου καὶ τῶν ἀριστερῶν μερῶν ἀνα‐ στρέφει. ἢ ὀπίσω ἀντὶ τοῦ κατὰ νώτου, καὶ πύλας, ἐφ’ ὧν ὁ Πρία‐ | |
5 | μος εἱστήκει. b(BE3E4)T | ||
22137b1 | ex. | 〈βῆ δὲ φοβηθείς: βῆ δὲ〉 βῆ γάρ, φοβηθεὶς δὲ φεύ‐ γων. ἢ ἔβη ὥστε φεύγειν. Til | |
22137b2 | φοβηθεὶς γὰρ βῆ ἀντὶ τοῦ φεύγων ἀπέβη. b(BCE3) | ||
22137c | Ariston. | 〈φοβηθείς:〉 ὅτι ἀντὶ τοῦ φυγών. Aim | |
22.139 | ex. | κίρκος ὄρεσφιν, ἐλαφρότατος πετεηνῶν: ὄρειος γάρ ἐστι καὶ ὀξύπτερος καλεῖται διὰ τὸ τάχος τῆς πτήσεως. b(BCE3E4)T | |
22.140 | ex. | 〈οἴμησε:〉 ὥρμησεν, ὡς τὸ „οἶμα λέοντος ἔχων“ (Π 752). Til | |
22141a | Ariston. | 〈ἡ δέ θ’ ὕπαιθα φοβεῖται:〉 ὅτι καὶ νῦν σαφῶς ἀντὶ τοῦ ἔμπροσθεν φεύγει. Aim | |
22141b | ex. | φοβεῖται: πάλιν ἀντὶ τοῦ φεύγει, καὶ τὸ ὕπαιθα ἀντὶ τοῦ ἔμπροσθεν b(BCE3)T ἢ ἐκ πλαγίου. b(BCE3E4) | |
22141-2 | ex. | ὁ δ’ ἐγγύθεν ὀξὺ λεληκώς / ταρφέ’ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει: ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπι‐ πτήσεις ποιεῖ καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ | |
λεληκέναι (cf. 141) ὡς τὸ κλάζειν. b(BCE3)T | |||
22143a | ex. | 〈ἰθύς:〉 πάλιν ‘κατ’ εὐθεῖαν‘. Til | |
22143b | Ariston. | τρέσε δ’ Ἕκτωρ: ὅτι τὸ τρέσαι οὐ τὴν πτόησιν ση‐ μαίνει, ἀλλὰ συνήθως αὐτῷ φεύγειν· ἐπήνεγκεν γοῦν „τεῖχος ὕπο Τρώων“ (Χ 144). A | |
22143c | ex. (Ariston.) | 〈τρέσε:〉 μετὰ δέους ἔφυγεν. Til | |
22.144 | ex. | 〈λαιψηρά:〉 ἀντὶ τοῦ λίαν ταχέως Til | |
22145a | ex. | παρὰ σκοπιήν: σκοπιὴν τὸ Αἰσυήτου μνῆμα· φησὶ γοῦν „τύμβῳ ἐπ’ ἀκροτάτῳ Αἰσυήταο“ (Β 793). T | |
22145b1 | ex. | ἐρινεόν: τὸν παρὰ τῷ Ἴλου μνήματι ἐρινεόν. T | |
22145b2 | οὐ τὸν ὄντα πρὸς τὸ τεῖχος, ἀλλ’ ἐπὶ τὸ σῆμα τοῦ Ἴλου. b(BCE3E4) | ||
22146a | Nic. | τείχεος αἰὲν 〈ὑπὲκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο〉: βραχὺ διασταλτέον μετὰ τὸ ὑπέκ· A b (BCE3)Til τὸ γὰρ ἑξῆς, ὑπὲκ τείχεος κατὰ τὴν ἁμαξιτόν, ATil οἷον ὑπὸ τὸ τεῖχος· ἡ δὲ ἔκ πρόθεσις προ〈σ〉κειμένη ἐμφαίνει ὡς καὶ μικρὸν ἔξω τοῦ τείχους | |
5 | ἔτρεχον. A | ||
22146b | ex. | τείχεος 〈...〉 ὑπὲκ κατ’ ἀμαξιτόν: ἐμφαντικώτατα κεῖνται αἱ προθέσεις, b(BCE3)T τοῦ μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντος, τοῦ δὲ ἐξωθοῦντος αὐτόν. ὁ δὲ λόγος· κατὰ τὴν ὑπὸ | |
τὸ τεῖχος ἁμαξιτὸν ἔτρεχον. T | |||
22146c | ex. | τείχεος αἰὲν 〈ὑπὲκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο〉: τὸ ἑξῆς κατ’ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. δηλοῦσι δὲ αἱ προ‐ θέσεις τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντα, τὸν δὲ ἐξωθοῦντα αὐτόν. b(BCE3)T | |
22146d | ex. | 〈τείχεος αἰὲν〉 ὑπὲκ κατ’ ἀμαξιτόν: Ἀττικῶς πε‐ πλεόνακε ταῖς προθέσεσι, τὸ δυσέλικτον τοῦ δρόμου παριστάς. T | |
22146e1 | ex. | 〈κατ’ ἀμαξιτόν:〉 τὴν λεωφόρον· „τῇ περ ἄμαξαι / ἄστυ δ’ ἀφ’ ὑψηλῶν ὀρέων“ (κ 103—4). Til | |
22146e2 | ἀμαξιτὸς δὲ ἡ λεωφόρος καὶ βασιλικὴ ὁδός. b(BCE3E4) | ||
22147-56 | ex. | κρουνὼ δ’ ἵκανον〈—υἷας Ἀχαιῶν〉: δαι‐ μονίως τὸν τῆς διώξεως καιρὸν οὐκ ἀργὸν κατέλιπεν, ἀλλ’ ὥσπερ διατριβὴν ποριζόμενος τῇ ἀκοῇ τοὺς μὲν τρέχειν φησίν, αὐτὸς δὲ ψυχαγωγεῖ τὸν ἀκροατήν. b(BE3E4)T | |
22147a1 | ex. | κρουνώ: κρουνοὶ καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ κρούσεως νάοντες· „κρουνῶν ἐκ μεγάλων“ (Δ 454). αἱ δὲ ἀληθιναὶ πηγαὶ Σκαμάνδρου κατὰ ἀνατολὰς τῆς Ἴδης πρὸ τριακοσίων στα‐ δίων τῆς Ἰλίου εἰσίν· ἴσως δὲ ὑπόγεως ῥέων ἐξ Ἴδης ὧδε ὁρᾶται. T | |
22147a2 | κρουνοὶ καλοῦνται καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ κρούσεως νάοντες χείμαρροι. νῦν δὲ αἱ τῶν πηγῶν ἀπόρροιαι· ὁ γὰρ Σκάμανδρος κατὰ ἀνατολὰς τῆς Ἴδης ῥεῖ, πρὸ †τριῶν† τῆς Ἰλίου σταδίων. b(BCE3E4) ὑπόγειος δὲ γινόμενος ἐν Ἰλίῳ δύο ἀνα‐ | ||
5 | δίδωσι πηγάς, ἀφ’ ὧν οἱ κρουνοί. b(BE3E4) | ||
22147b1 | ex. | ἄλλως· καὶ πῶς ἐν τῇ Μ (sc. 19—21) ἀπὸ τῆς Ἴδης φησὶν | |
ἔχειν αὐτὸν τὰς πηγάς; ῥητέον οὖν ὅτι νῦν φησι τὰς πηγὰς ταύτας ἀναβλύζειν ἀπὸ τοῦ Σκαμάνδρου, ἵνα λείπῃ ἡ ἀπό, ‘ἀπὸ Σκαμάνδρου‘ (cf. Χ 148). οἱ δὲ τοπικώτερον ἱστοροῦντες δύο λιβάδας εἶναι ἑτέρας | |||
5 | τῶν ἀπὸ τῆς Ἴδης πηγῶν, ἃς εἰς τὸν Σκάμανδρον ἐμβάλλειν. μεταξὺ δὲ αὐτῶν καὶ τοῦ τείχους τρέχει ὁ Ἕκτωρ ἴσως, †ἀναστηριζόμενος† ἀπὸ τοῦ τείχους ὑπὸ Ἀχιλλέως. T | ||
22147b2 | εἰς δὲ τὸ „Σκαμάνδρου“ (Χ 148) λείπει ἡ ἀπό, ἵν’ ᾖ ἀπὸ Σκαμάνδρου. b(BE3E4) | ||
22.148 | Ariston. | δοιαὶ ἀναΐσσουσι 〈Σκαμάνδρου〉: ὅτι λείπει πρόθεσις ἡ ἔκ ἢ ἀπό· ἐκ Σκαμάνδρου γὰρ ἢ ἀπὸ Σκαμάνδρου. A | |
22.149 | ex. | 〈ἡ μὲν γάρ θ’〉 ὕδατι 〈λιαρῷ〉 ῥέει: ἢ ῥεῖται ὕδατι ἢ ὕδωρ ῥεῖ. προσληπτέον δὲ τὸ χειμῶνι. b(BCE3E4)T φασὶ δὲ καὶ τὰς ἐν Ἴδῃ πηγὰς τοῦτο πάσχειν. T | |
22151a | Ariston. | ἡ δ’ ἑτέρη θέρεϊ 〈προρέει〉: ὅτι ἐκ τῆς ἀντιδιαστολῆς ταύτης σαφὲς ὅτι ἡ ἑτέρα πηγὴ ὕδατι λιαρῷ ῥεῖ (cf. Χ 149) κατὰ χειμῶνα. A | |
22151b | ex. | εἰκυῖα χαλάζῃ: ἀντὶ τοῦ εἰκότως ἢ 〈ὡσ〉 εἰκός. T | |
22.152 | ex. | ἢ χιόνι ψυχρῇ 〈ἢ ἐξ ὕδατος κρυστάλλῳ〉: ψυχρότε‐ ρον γὰρ χαλάζης (cf. Χ 151) χιών· καὶ θέρους γὰρ γίνεται χάλαζα. ὁ δὲ κρύσταλλος καὶ τῆς χιόνος ψυχρότερος. b(BCE3E4)T ὑγρὸν δὲ ἐποίησε τὸν στίχον τῇ ἐπὶ τὸ αὐτὸ τῶν φωνηέντων παραλήψει. T | |
22153a | Ariston. | 〈ἐπ’ αὐτάων:〉 ὅτι πρόθεσις ἤλλακται καὶ πτῶσις, Aint ἀντὶ τοῦ παρ’ αὐταῖς. AintTil | |
22153b | ex. | 〈πλυνοὶ εὐρέεσ〉 ἐγγὺς ἔασιν: οὐ τῆς πόλεως, ἀλλ’ ἀλλήλων, ἐπεί τοι ἔδει καὶ 〈ἐν〉 τῷ πολέμῳ ἀδεῶς †ἐξεῖναι† αὐτάς. ἔασι δὲ ἀντὶ τοῦ ἦσαν. T | |
22.154 | ex. | καλοὶ 〈λαΐνεοι〉: ἐκ καλῶν λίθων γεγονότες, ἢ διαυγὲς ὕδωρ ἔχοντες. b(BCE3E4)T | |
22.157 | Nic. | τῇ ῥα παραδραμέτην, 〈φεύγων, ὁ δ’ ὄπισθε διώ‐ κων〉: βραχὺ διασταλτέον παραδραμέτην καὶ φεύγων. A | |
22158a | Ariston. | Did. | πρόσθε μὲν ἐσθλὸς 〈ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνων〉: ὅτι ὑγιῶς διώκεσθαι λέγει τὸν φεύγοντα. | ἐν ἐνίοις δὲ φέρεται στίχος ὑπὸ τοῦτον εὐτελής· „φεῦγ’ υἱὸς Πριάμοιο, δίωκε δὲ δῖος Ἀχιλλεύσ“ (= Χ 158a). A | |
22158b | Ariston. | ex. | πρόσθε μὲν ἐσθλὸς 〈ἔφευγε, δίωκε—ἀμεί‐ | |
νων〉: ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε | καὶ τῷ ἀντιθέτῳ σχήματι χρῆται. T | |||
22158c | ex. (Ariston.) | 〈ἔφευγε,〉 δίωκε δέ μιν: ἀεὶ τὸ διώκειν ἐπὶ τοῦ φεύ‐ γοντός τινος κατόπιν ἐπιτρέχειν τίθησιν. b(BCE3)T | |
22.159 | ex. | ἐπεὶ οὐχ ἱερήϊον 〈οὐδὲ βοείην〉: καὶ νῦν Οἰταῖοι Ἡρακλεῖ πεντετηρικὸν ἀγῶνα ποιοῦντες βύρσας διδόασιν. καὶ ἱερεῖον μὲν πᾶν θῦμα, ἰδίως δὲ παρ’ Ἀττικοῖς τὸ πρόβατον. b(BCE3E4)T | |
22160a | ex. | ἀρνύσθην: ἄρνυσθαι τὸ ἀντί τινος λαμβάνειν τι. b(BC E3E4)T | |
22160b | ex.(?) | 〈ἀρνύσθην:〉 ἀντικατήλλασσον τῷ δρόμῳ. Aim | |
22161a | Ariston. | ἀλλὰ περὶ ψυχῆς 〈θέον Ἕκτοροσ〉: ὅτι ὡς περὶ ἑτέρων λέγει τρεχόντων περὶ τῆς Ἕκτορος ψυχῆς, αὐτοῦ τοῦ Ἕκτορος ἑνὸς ὄντος τούτων. A | |
22161b1 | ex. | ἀλλὰ περὶ ψυχῆς 〈θέον Ἕκτοροσ〉: ἐλεεινὸν τὸ θἀτέρου ἴδιον κοινὸν ἆθλον αὐτοῖς παρέχειν. καὶ ἦν τῷ Ἀχιλλεῖ ἐκ περιουσίας ὁ κίνδυνος. T | |
22161b2 | ἐλεεινὸν τὸ πρᾶγμα· τὸ θἀτέρου γὰρ ἴδιον κοινὸν ἆθλον ἦν ἀμφοτέρων, b(BCE3E4) τοῦ μέν, εἰ ἐκφύγοι, τὸ ἴδιον ὡς ἆθλον ἔχοντος, τοῦ δέ, εἰ προφθάσαι, τὸ ἐκείνου λαμβάνοντος. b(BE3E4) | ||
22162-3 | ex. | 〈ὡς δ’ ὅτ’〉 ἀεθλοφόροι〈—ἵπποι / ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον〉: οὐχ ἁπλῶς δρόμον ἵππων παρέλαβεν, ἀλλ’ ἀγωνιστῶν, καὶ οὐ καθολικῶς δρόμον, ἀλλὰ τὸν περὶ τὰ τέρματα, ὅτε ὀξύτερον θέουσι πλησιαζούσης τῆς νίκης. | |
5 | εἰς δὲ τὴν προθυμίαν καὶ τὸ τοῦ ἄθλου ὅτι μέγα (163)· ὡς περὶ μεγάλων γὰρ πάσῃ προθυμίᾳ χρῶνται. b(BCE3E4)T | ||
22162a | ex.(?) | 〈ἀεθλοφόροι〉 περὶ τέρματα μώνυχες ἵπποι: ἀντὶ τοῦ διὰ τὰ τέρματα· εἰς γὰρ τούτους τὸ τέλος τῆς νίκης ἀπόκειται. ἐπεὶ εἰ περὶ τὰ τέρματα τρέχουσιν, εὐφυῶς κάμπτειν οὐ δύνανται. οὕτως Εὔβουλος. A | |
22162b | ex. | {περὶ} τέρματα: τὰ τέλη τῆς νίκης. T | |
22163a1 | ex. | ῥίμφα: ῥᾳδίως. καταστρέφει δὲ εἰς τὸ ταχέως. T | |
22163a2 | λίαν ταχέως, μετ’ εὐμαρείας. b(BCE3) | ||
22164a | Ariston. | ἢ τρίπος ἠὲ γυνὴ 〈ἀνδρὸς κατατεθνειῶτοσ〉: ὅτι ἀμφίβολον, πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ ἢ ἐπὶ τεθνεῶτι ἀνδρί, ὃ καὶ ὑγιές· οὐκ οἶδεν γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος. A | |
22164b | ex. | ἀνδρὸς ΚΑΤΑΤΕΘΝΕΙΩΤΟΣ: ἡ κατά ἀντὶ τῆς ἐπί, b(BCE3E4) ἐπὶ ἀνδρὸς τεθνεῶτος. b(BCE3E4)T οὐκ οἶδε δὲ στεφανίτας, ἀλλ’ ἐπιταφίους ἀγῶνας. b(BCE3)T | |
22.165 | ex. | περιδινηθήτην: ὡς ἀπὸ τόρνου περιεστράφησαν· ἐξ οὗ | |
τὸ τάχος καὶ τὸ πρὸς μίαν γραμμὴν τρέχειν. πῶς δέ, φασίν, ὁ ποδωκί‐ στατος πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ λέγειν ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα. καὶ τοῦτο δὲ λέγεται ὅτι ὁ | |||
5 | μὲν Ἀχιλλεὺς ἀνάριστός ἐστι, πενθήρης, προκαμὼν ὑπὸ Ξάνθου (cf. Φ 136—382) καὶ Ἀγήνορος (cf. Φ 544—Χ 24). ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ ψυχῆς τρέχει· οὐκ ἦν τε ἐξ εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋποτρέχοντι καὶ παρεκκλίνοντι τὸν Ἕκτορα τῆς πόλεως. b(BCE3E4)T | ||
22.166 | ex. | θεοὶ δ’ ἐς πάντες ὁρῶντο: ἀπὸ τοῦ Ὀλύμπου ἑώρων. ὅταν δὲ ἔλθῃ εἰς Ἴδην Ζεύς, ἐπὶ τῷ ἐπισεῖσαι αὐτοῖς τὴν αἰγίδα παρα‐ γίνεται. T | |
22.168 | ex. | ἄνδρα διωκόμενον: ἀντὶ τοῦ διώκοντα· ἄτοπον γὰρ μεμνῆσθαι μὲν Ἕκτορος, μή γε μὴν Ἀχιλλέως. b(BCE3)T ἔστιν οὖν ὡς τὸ „ἕως ὁ τὸν πεδίοιο διώκετο“ (Φ 602). T | |
22170a | Ariston. | 〈Ἕκτορος:〉 ὅτι Aim ἐλλείπει ἡ περί, Aim b (BC E3)Til(bis) περὶ Ἕκτορος. Aim | |
22170b | ex. | 〈ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ ἔκηεν:〉 τοῦτο πρὸς τὴν ἡμετέραν εὐσέβειαν. b(BCE3E4)Til | |
22172a | Ariston. | 〈ἐν πόλει ἀκροτάτῃ:〉 ὅτι ὑπερθετικῶς ἀντὶ τοῦ ἀκρο‐ | |
πόλει. Aim | |||
22172b | ex. (Ariston.) | 〈ἐν πόλει ἀκροτάτη:〉 ἀντὶ τοῦ ἀκροπόλει, ὡς „ἀκρο‐ τάτῃ κορυφῇ“ (Α 499. Ε 754 al.). b(BCE3)Til | |
22.174 | ex. | φράζεσθε, θεοί: διδάσκει παρρησίας μεταδιδόναι τοῖς ἀρ‐ χομένοις καὶ κοινωνεῖν αὐτοῖς τῆς βουλῆς. b(BCE3E4)T | |
22.181 | ex. | οὔ τοι 〈...〉 ἐπαινέομεν: εὖ τὸ μὴ εἰπεῖν ‘μεμφόμεθά σοι‘. b(BCE3E4)T | |
22183-4a1 | Ariston. | θάρσει, Τριτογένεια, 〈—ἤπιος εἶναι〉: ὅτι ἐνταῦθα ὑγιῶς λέγονται, κατὰ δὲ τὴν πρὸ τῆς κόλου μάχης ἀγορὰν τῶν θεῶν (sc. Θ 39—40) οὐκέτι. A | |
22183-4a2 | {πρόφρονι μυθέομαι:} μετηνέχθη〈σαν〉 ἐντεῦθεν εἰς τὴν ἀγορὰν τῶν θεῶν· καί εἰσιν ἐνταῦθα οἰκειότεροι· ἐκεῖ γὰρ ὀργίζεται. T | ||
22183-4b | ex. | οὔ νύ τι θυμῷ / πρόφρονι 〈μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι〉: ταὐτὸν ἔχει εἱμαρμένη παρὰ θεοῖς, ὃ νόμος παρὰ ἀνθρώποις. ὡς οὖν ὁ παρ’ ἡμῖν κριτὴς οὐ παρανόμως δικάζει, οὐδὲ Ζεὺς παρὰ τὴν εἱμαρμένην. πολλάκις δὲ ἠπιότητος χάριν καὶ βιάζεσθαι | |
5 | σπουδάζομεν τὸν νόμον. τοῦτό φησι καὶ Ζεὺς ὅτι ‘ᾔδειν τὸ δίκαιον τῆς εἱμαρμένης, διὰ δὲ τὸ ἤπιον τοῦτο εἶπον‘, ἵνα εἴη τὸ τοί (184) σύν‐ δεσμος παραπληρωματικός. b(BCE3E4)T | ||
22185a | ex. | ἐρώει: ἀποχώρει· „ἐρωῆσαι πολέμοιο“ (Ν 776. Τ 170). b(BCE3)T | |
22185b | ex.(?) | 〈ἐρώει:〉 ὑποχώρει, ἐνδίδου. Aim | |
22188-361 | ex. | 〈Ἕκτορα δ’ ἀσπερχὲς—κάλυψε:〉 ση‐ μειῶδες ὅτι μόνος Ὅμηρός φησι μονομαχῆσαι τὸν Ἕκτορα, οἱ δὲ λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπὸ Ἀχιλλέως. A | |
22.189 | ex. | ὄρεσφι: δι’ ὀρῶν ἢ ἐν ὄρεσι. περισσὸν δὲ τὸ ἐλάφοιο: ὁ γὰρ νεβρὸς ἐπὶ ἐλάφου μόνον, ὡς καὶ μόσχος ἐπὶ βοὸς καὶ πῶλος ἐφ’ ἵππου λέγεται. b(BCE3)T | |
22190a1 | Ariston. | 〈διά τ’ ἄγκεα καὶ διὰ βήσσας:〉 ὅτι ἀντὶ τοῦ δι’ ἀγκέων καὶ βησσῶν. Aint | |
22190a2 | ἀντὶ τοῦ δι’ ἀγκῶν καὶ διὰ βησσῶν, ὡς τὸ „διά τ’ ἔντεα καὶ μέλαν αἷμα“ (Κ 298). b(BCE3)T | ||
22190b | ex. | ἄλλως· διά τ’ ἄγκεα 〈καὶ διὰ βήσσασ〉: τοῦ ὄρους τὸ μὲν ἀνωτάτω ἀκρώρεια, τὰ δὲ ὑψηλὰ σκοπιαί, τὰ δὲ προνενευκότα πρῶνες, τὰ δὲ κλίματα κλιτύες, τὰ δὲ βάσιμα βῆσσαι, τὰ δὲ κοῖλα ἄγκη, τὰ δὲ σύνδενδρα νάπαι, τὰ δὲ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ | |
5 | ταῖς πρυμνωρείαις πεδιὰς παρώρεια. b(BCE3)T | ||
22.191 | ex. | καταπτήξας: ὑποπεσών. θάμνῳ δὲ b(BCE3)T τῇ συμφυάδι τῶν μικρῶν δένδρων, παρὰ τὸ θαμινόν. b(BCE3E4)T | |
22.192 | ex. | ἔμπεδον: ἀνενδότως. b(BCE3)T τινὲς δὲ εἰς τὸ ἐναπο‐ τετυπωμένον ἴχνος ἐν τῷ πεδίῳ ἀπὸ τῆς βάσεως τοῦ νεβροῦ. b(BE3 | |
E4)T | |||
22.193 | ex. | ὣς Ἕκτωρ οὐ λῆθεν: ἡ παραβολὴ (sc. Χ 189—92) πρὸς τὴν δίωξιν μόνον· οὐδὲ γὰρ κρύπτεται ὁ Ἕκτωρ. ἢ ὅτι καὶ αὐτὸς καιρὸν παρεφύλαττε τοῦ ὑποφυγεῖν εἰς τὴν πόλιν, ὡς ὁ νεβρὸς εἰς τὸν θάμνον. b(BCE3E4)T | |
22194-8 | ex. | ὁσ〈σ〉άκι δ’ ὁρμήσειε〈—πρὸς πεδίον〉: ὁσάκις ἂν κατὰ τὰς πύλας γενόμενος Ἕκτωρ ἐβούλετο παραδῦναι εἰς τὴν πόλιν ἐπειχθεὶς τῷ δρόμῳ, τὸν ἔνδον δρόμον ἔχων Ἀχιλλεὺς ἐδίωκεν αὐτὸν εἰς τὸ πεδίον. b(BCE3E4)T | |
22194a | ex. | 〈ὁρμήσειε:〉 ἀντὶ τοῦ διαλογίζοιτο. Til | |
22194b | Ariston. | 〈πυλάων Δαρδανιάων:〉 ὅτι ἃς ἄνω (sc. Χ 6) Σκαιάς, νῦν Δαρδανίας. Aint | |
22194c | ex. | 〈πυλάων Δαρδανιάων:〉 τὰς Δαρδανίας πύλας ἀνατο‐ | |
λικὰς θέλουσι, Σκαιὰς δὲ πρὸς δυσμὴν νευούσας. T | |||
22.196 | ex. | 〈εἴ ΠΩΣ οἱ καθύπερθεν ἀλάλκοιεν:〉 †οὐ† δύναται καὶ ἄρθρον εἶναι. Til | |
22197a | Ariston. | τοσσάκι μιν προπάροιθεν 〈ἀποστρέψασκε παραφθάσ〉: ὅτι τοπικῶς τὸ προπάροιθε δυνατὸν ἀκούειν, εἰς τοὔμπροσθεν, δυνατὸν δὲ καὶ χρονικῶς, πρότερος φθάσας ἀπέτρεπεν αὐτὸν εἰς τὸ πεδίον· ὃ καὶ ἔστιν ὑγιές. καὶ πρὸς τὸ παραφθάς, | |
5 | ὅτι Ἰακῶς ἀντὶ τοῦ παραφθάσας. A | ||
22197b | ex. | προπάροιθεν 〈ἀποστρέψασκε παραφθάσ〉: πρῶτος αὐτοῦ γινόμενος πρὸς τῇ πόλει ἀπέστρεφεν αὐτὸν εἰς τοὐπίσω. ἐπὶ χρόνου οὖν τὸ προπάροιθεν. b(BCE3E4)T | |
22197c | Did. (?) | ἀποστρέψασκε: καὶ „παρα〈σ〉τρέψασκε“, διχῶς. Til | |
22.198 | Did. | 〈πέτετ’ αἰεί:〉 οὕτως διὰ τοῦ ε πέτετο. Aint | |
22199-201a | Ariston. | ὡς δ’ ἐν ὀνείρῳ〈—οὐδ’ ὃς ἀλύξαι〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι καὶ τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐ‐ τελεῖς· καὶ γὰρ ἀπραξίαν δρόμου καὶ τὸ ἀπαράβατον σημαίνουσιν, ἐναντίως τῷ „ὡς δ’ ὅτ’ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι“ | |
5 | (Χ 162). A | ||
22199-201b | ex. (Ariston.?) | ἄλλως· ὡς δ’ ἐν ὀνείρῳ〈—ἀλύξαι〉: ἀθετοῦνται οἱ τρεῖς διὰ τὸ ἀσθενὲς τῆς φράσεως, καὶ ὅτι ὑπεκλύουσι τὴν ποδώκει‐ | |
αν Ἀχιλλέως. T | |||
22199-201c | ex. | ὡς δ’ ἐν ὀνείρῳ〈—ἀλύξαι〉: τὸ ἄπρακτον θέλει δηλῶσαι· ὡς γὰρ ἐκεῖνα φαντασίαι καὶ οὐκ ἀλήθειαί εἰσιν, οὕτω καὶ οὗτοι οὐδὲν ἤνυον, οὔτε οὗτος τὸ φεύγειν οὔτε οὗτος τὸ καταλαβεῖν· b(BCE3E4)T δοκοῦν γὰρ ἑκάτερον γενέσθαι οὐδέτερον γίνεται. | |
5 | καλῶς δὲ καὶ ἐπὶ τὴν μετάφρασιν ἐλήλυθε, „φεύγοντα“ (199), „ἀλύξαι“ (201)· „μάρψαι“ (201), „διώκειν“ (199. 200). b(BE3E4)T | ||
22201a | Did. (?) | 〈ὥς ῥα τόν:〉 ἐν ἄλλῳ „ὣς ὁ τόν“. Aint | |
22201b | ex. vel Ariston. | μάρψαι ποσίν: ὅτι τὸ μάρψαι ἐπὶ ποδῶν ἔταξεν. T | |
D | ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν: πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς—ἔκαμεν ἔξωθεν περιθέων. A | ||
22202-7 | Nic. | πῶς δέ κεν Ἕκτωρ—δεύτερος ἔλθοι: ἤτοι στικτέον εἰς τὸ γοῦνα (204), καὶ ἀφ’ ἑτέρας ἀρχῆς ἄλλοισιν δ’ ἀνένευεν (205), ἵν’ ᾖ τῶν προτέρων ὁ λόγος τοιοῦτος· ‘εὐθέως δ’ ἂν ἀπώλετο ὁ Ἕκτωρ, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον‘. | |
5 | ἢ πάντα συναπτέον ἕως τοῦ ὁ δὲ δεύτερος ἔλθοι (207), ἵν’ ᾖ ὁ λόγος· ‘ἀνῄρητο δ’ ἂν Ἕκτωρ ἤδη, εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθη‐ σεν, τάχος ἐμπνεύσας, Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα‘. A | ||
22202a | Nic. | Ariston. | πῶς δέ κεν Ἕκτωρ 〈κῆρας ὑπεξέφυγεν θανάτοιο〉: ἀξιοῦσι τοῦτον τὸν στίχον καθ’ αὑτὸν ἀναγινώσκεσθαι, ἐπεὶ ἐρωτη‐ 〈μα〉τικός ἐστι, φασίν, εἶτα τοὺς δύο τοὺς ἑξῆς (sc. Χ 203—4) κατὰ μίαν | |
περικοπήν. εἰσὶ μέντοι, οἳ συνῆψαν τὸ πῶς ἀόριστον ἐκδεχόμενοι· | |||
5 | ‘ἐξέφυγε δ’ ἄν πως ὁ Ἕκτωρ τὰς κῆρας, εἰ μὴ πύματον αὐτῷ συνήν‐ τησεν ὁ Ἀπόλλων‘. | ἡ διπλῆ πρὸς τὸ ζητούμενον, πῶς ὁ ποδώκης οὐ καταλαμβάνει τὸν Ἕκτορα. λέλυκε δὲ αὐτὸ ὁ ποιητής, ὅτι ὑπὸ Ἀπόλλωνος ἐβοηθεῖτο (sc. Χ 203—4). A | ||
22202b1 | Did. | 〈ὑπεξέφυγεν:〉 Ἀρίσταρχος „ὑπεξέφερεν“. Aint | |
22202b2 | {ὑπεξέφυγεν:} γράφεται „ὑπεξέφερεν“, ἵν’ ᾖ ὅμοιον τῷ „ὑπὲκ θανάτοιο φέρονται“ (Ο 628). T | ||
22203-7 | ex. | εἰ μή οἱ πύματον—δεύτερος ἔλθοι: αἱ δύο αἰτίαι· Ἀπόλλων βοηθὸς (cf. 203—4), καὶ Ἀχιλλεὺς ἐμποδιζόμενος πρὸς τὸ μὴ 〈βαλεῖν〉 ἀνανεύων τοῖς Ἀχαιοῖς. T | |
22.203 | ex. | 〈πύματόν τε καὶ ὕστατον:〉 ἐκ παραλλήλου τὸ αὐτό. Til | |
22205-7a1 | ex. | 〈λαοῖσιν δ’〉 ἀνένευε〈—βαλών, ὁ δὲ δεύτερος ἔλθοι〉: Μεγακλείδης πλαστὴν εἶναι τὴν μονομαχίαν φησίν· †πῶς γὰρ τὰ Ἡφαιστότευκτα ὅπλα εἰσίν; T | |
22205-7a2 | Μεγακλείδης (F.H.G. IV p. 443) πλάσμα εἶναί φησι τοῦτο τὸ μονομάχιον· πῶς γὰρ τοσαύτας μυριάδας νεύματι Ἀχιλλεὺς ἀπέστρεφεν; b(BCE3E4) | ||
22.206 | ex. | οὐδ’ ἔα ἱέμεναι 〈ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα〉: τοῦ | |
γὰρ ἐχθροῦ αὐτόχειρ βούλεται γενέσθαι. T | |||
22208a1 | Ariston. | ἀλλ’ ὅτε δὴ τὸ τέταρτον 〈ἐπὶ κρουνοὺς ἀφίκον‐ το〉: σημειοῦνταί τινες διὰ τὸ δοκοῦν ἄπορον εἶναι, μετὰ μικρὸν τούτων λεγομένων „τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251). A | |
22208a2 | σημειοῦνται δέ τινες διὰ τὸ δοκοῦν ἐναντίον εἶναι „τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον“ καὶ ἀλλ’ ὅτε δὴ τὸ τέταρτον. T | ||
22208b | ex. | ἀλλ’ ὅτε δὴ τὸ τέταρτον〈—ἀφίκοντο〉: Διο‐ κλῆς (fr. 65* H.) φησὶν ὅτι συμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι τετράκις, ὅταν τρεῖς συμπληρώσῃ κύ‐ κλους. φασὶ δὲ τὸν παλαιὸν περίβολον Τροίας τριάκοντα σταδίων | |
5 | εἶναι. b(BCE3E4)T | ||
22.209 | ex. | 〈πατὴρ〉 ἐτίταινε τάλαντα: ἴσως ἀλληγορεῖ τὴν Διὸς γνώμην, πῶς περὶ τῶν ἐνεστώτων ἐσκέπτετο· φησὶ γοῦν ἀλλαχοῦ (sc. Π 658)· „γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα“. T | |
22210a1 | Ariston. | ἐν δ’ ἐτίθει δύο κῆρε 〈τανηλεγέος θανάτοιο〉: ὅτι ἐντεῦθεν ἡ Ψυχοστασία Αἰσχύλῳ (cf. T.G.F. p. 88 N.2 = fr. 205 M. = p. 375 R.) πέπλασται ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος, οὐ θανατηφόρους μοίρας. A | |
22210a2 | {ἐν δ’ ἐτίθει δύο κῆρε:} ἐντεῦθεν Αἰσχύλος τὴν Ψυχοστα‐ σίαν ἐτυπώσατο, φαύλως ἐκδεξάμενος τὸ εἰρημένον. T | ||
22210b | ex. | ἐν δ’ ἐτίθει δύο κῆρε: κῆρας τὰς μοίρας b(BCE3)T —γελᾷ δὲ τὸν μῦθον ὁ Ζωΐλος (fr. 35 Friedl. = FGrHist. 71, | |
15)· ποδαπαὶ γὰρ αἱ Μοῖραι ἐν ταῖς πλάστιγξι, καθήμεναι ἢ ἑστηκυῖ‐ αι; T—, οὐ τὰς ψυχάς, ὡς ἐξεδέχετο Αἰσχύλος (T.G.F. p. 88 | |||
5 | N.2 = fr. 205 d M.)· ἐπάγει γὰρ „τὴν μέν“ (Χ 211). τὸ κέαρ δὲ λέγεται οὐδετέρως ἐπὶ τῆς ψυχῆς. b(BCE3)T ὡς δὲ οἱ κατα‐ δικάζοντες τὴν ψῆφον ἐπιφέρουσιν ὑπὲρ τοῦ κυρῶσαι, οὕτως καὶ ὁ Ζεὺς τῷ ζυγῷ χρῆται. b(BCE3E4)T | ||
22.212 | ex. (Did.?) | {ἕλκε δὲ} μέσσα: Χρύσιππος (St. V. Fr. III fr. 775) „ῥῦμα“ γράφει· τὴν γὰρ ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι. T | |
22.213 | ex. | ᾤχετο δ’ εἰς Ἀΐδαο: ὑπερβολικῶς, ὡς ἤδη τοῦ Ἕκτορος κατὰ τὸν τῆς πεπρωμένης λόγον μηκέτι ἐν τοῖς ζῶσιν ὄντος. b(BCE3 E4)T ἢ ὅσον ἐπὶ τῇ τοῦ Διὸς ψήφῳ. T | |
22.214 | ex. | Πηλείωνα δ’ ἵκανε: ὡς τόπον, ὡς „Οὔλυμπον δέ“ (Α 221. 394 al.). T | |
22216a1 | Ariston. | νῦν δὴ νῶΐ γ’ 〈ἔολπα〉: ὅτι Ζηνόδοτος γράφει „νῶϊν“· τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν, ὅπερ οὐ συμφωνεῖ. τὸ δὲ νῶϊ χωρὶς τοῦ ν σημαίνει ἡμᾶς ἢ ἡμεῖς, ὅπερ νῦν λέγει· ‘ἡμᾶς ἔολπα οἴσε‐ σθαι μέγα κῦδοσ‘ (cf. Χ 216—7). A | |
22216a2 | 〈νῶϊ:〉 ἀντὶ τοῦ ἡμᾶς. b(BCE3) | ||
22.218 | ex. | δῃώσαντε: καταπολεμήσαντας. b(BCE3E4)T | |
22.219 | ex. | πεφυγμένον 〈...〉 γενέσθαι: ἀντὶ τοῦ φυγεῖν. T | |
22.221 | ex. | προπροκυλινδόμενος 〈πατρὸς Διόσ〉: πρὸ τοῦ Διὸς προκυλινδόμενος. b(BCE3)T ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες· b(BCE3E4)T „λιτάνευε κυλινδόμενος κατὰ κόπρον“ (Χ 414). b(BCE3)T τινὲς δὲ προασπίζων τοῦ Διός, b(BE3)T ἐ‐ | |
5 | πειδὴ εἶπε· „τῇ μάλ’ ἐπισ〈σ〉είων“ (Ο 230) T | ||
22.222 | ex. | ἄμπνυε: ἐν ἑαυτῷ γενοῦ, ἀπὸ τοῦ πνεύματος. b(BCE3E4) T | |
22.223 | ex. | πεπιθήσω: μετ’ ὀλίγον μέλλων. ἢ διπλασιασμός. T | |
22.227 | ex. | Δηϊφόβῳ 〈εἰκυῖα〉: οὗτος γοῦν μετὰ θάνατον Πάριδος ἡγήσατο τῆς στρατιᾶς· καὶ „ποτὶ δώμα〈τα〉 Δηϊφόβοιο / βήμεναι ἠΰτ’ Ἄρηα“ (θ 517—8) ὡς ἄρχοντος. b(BCE3E4)T | |
22229a | Ariston. | ἠθεῖε: ὅτι νεωτέρου πρὸς πρεσβύτερον σεπτικὴ προσ‐ φώνησίς ἐστι τὸ ἠθεῖε. A | |
22229b | ex. | ἠθεῖε: σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· καὶ Εὔμαιος „ἀλλά μιν ἠθεῖον καλέω“ (ξ 147) ἀντὶ τοῦ ὡς πρεσβύτερον ἀδελφὸν σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν πρε‐ σβύτερον εἶναι τὸν Ἕκτορα. b(BCE3E4)T | |
22.231 | ex. | ἀλλ’ ἄγε δὴ στέωμεν 〈καὶ ἀλεξώμεσθα μένοντεσ〉: ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλλω‐ νι, ἐπεὶ κἀκεῖνος ἐπέθετο Πατρόκλῳ μαχομένῳ (cf. Π 798—804). | |
b(BCE3E4)T | |||
22.234 | ex. | γνωτῶν: γνωτὸς ὁ ἀδελφός, b(BCE3)T παρὰ τὸ πλέον τῶν ἄλλων γνωρίζεσθαι. b(BCE3E4)T | |
22.235 | ex. | τιμήσασθαι: λείπει τὸ σέ, ἵν’ ᾖ ‘νῦν δὲ καὶ μᾶλλον κατὰ νοῦν ἔχω τιμῆσαί σε‘. b(BCE3E4)T | |
22.239 | Ariston. | 〈ἠθεῖε:〉 πρὸς τὸ αὐτό. Aim | |
22.241 | ex. | τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες: τοίως ὡς μηδένα συγχωρεῖν πολεμεῖν αὐτῷ. b(BE3E4)T | |
22243-4 | ex. | μὴ δ’ ἔτι δούρων / ἔστω φειδωλή: ἐκ τοῦ παρεπο‐ μένου ‘μαχεσώμεθα‘· οὗτοι γὰρ οὐ φείδονται δοράτων. T | |
22244-6 | Nic. | Hrd. | ἔστω φειδωλή, 〈ἵνα εἴδομεν, ἤ κεν—ἦ κεν σῷ δουρὶ δαμήῃ〉: βραχὺ διασταλτέον φειδωλή (244) καὶ εἴ‐ δομεν (244), τἄλλα δὲ συναπτέον ἕως γλαφυράς (246). AT ἤ‐ τοι δὲ στικτέον ἐπὶ τὸ γλαφυράς (246) ἢ βραχὺ διασταλτέον. | | |
5 | περισπαστέον δὲ τὸν η (246) σύνδεσμον· ἀδύνατον γὰρ τῷ ἤ (244) συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι. A | ||
22245-6 | ex. | νῶϊ κατακτείνασ〈—ἦ κεν σῷ δουρὶ δαμείη〉: εὖ τὸν κίνδυνον ἐκοινοποιήσατο, τὴν δὲ νίκην μόνῳ περιῆψεν Ἕκτορι. | |
b(BCE3E4)T | |||
22247a | Nic. | ὣς φαμένη καὶ κερδοσύνῃ 〈ἡγήσατ’ Ἀθήνη〉: βραχὺ διασταλτέον ἐπὶ τὸ φαμένη· μᾶλλον γὰρ ἐμφαίνει. τὸ δὲ ἑξῆς ἐστι καὶ ἡγήσατο 〈κερδοσύνῃ〉, οἷον οὐ μόνον διὰ λόγων αὐτὸν ἠπάτησεν, ἀλλὰ καὶ διὰ τοῦ προελθεῖν ἀξιοπίστως. A | |
22247b | ex. | 〈ὣς φαμένη〉 καὶ κερδοσύνῃ 〈ἡγήσατ’ Ἀθήνη〉: ἢ περισσὸς ὁ καί· ἢ τὸ φαμένη ἀντὶ τοῦ ἔφη· b(BCE3)T ἢ πρὸς τῷ ταῦτα εἰρηκέναι καὶ δολίως καὶ παραλογιστικῶς ἡγήσατο. b(BE3)T | |
22247c | Did. | 〈κερδοσύνῃ:〉 τινὲς πληθυντικῶς „κερδοσύνῃσ“. Aint | |
22.250 | Ariston. | 〈φοβήσομαι:〉 ὅτι σαφῶς Aint φεύξομαι. AintTil | |
22251a | Ariston. | τρὶς περὶ ἄστυ 〈μέγα Πριάμου δίον〉: ὅτι τὸ δίον ἐδιώχθην. οὐ μάχεται δὲ τῷ „ἀλλ’ ὅτε δὴ τὸ τέταρτον“ (Χ 208)· τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμον, τὸ δὲ τέταρτον ἕως τῶν κρουνῶν ἐλθόντες οὐκέτι περιῆλθον τὴν πόλιν. A | |
22251b1 | Did. | 〈δίον:〉 γράφεται καὶ „δίεσ“. καὶ οὕτως εἶχον αἱ χα‐ ριέστεραι. Aint | |
22251b2 | αἱ χαριέστεραι „δίεσ“. Til | ||
22251c | ex. | δίον: δίον ἔδεισα, „περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν“ (Ι 433. Λ 557). b(BCE3E4)T ἢ ἐδιώχθην, „ἀπὸ †στρατοῖο δίεσθαι“ (ρ 398. υ 343). ἢ φοβηθεὶς ἔφυγον. b(BE3E4)T | |
22.253 | ex. | ἕλοιμί κεν 〈ἤ κεν ἁλοίην〉: θρασύνεται ἐν τῇ κλήσει καὶ τὰ ἀμείνω πρῶτα λέγει, b(BCE3E4)T καὶ ἑξῆς „οὐ γὰρ ἐγώ ς’ ἔκπαγλον ἀεικιῶ“ (Χ 256). T τὸ δὲ θρασὺ νῦν αὐτοῦ ἐλεεινόν | |
ἐστιν, ἐκ φενακισμοῦ καὶ πλάνης ἐγειρόμενον. b(BCE3E4)T | |||
22254a | ex. | ἀλλ’ ἄγε δεῦρο: δύο τὰ παρακελευστικά. T | |
22254b | Ariston. | 〈ἐπιδώμεθα:〉 ὅτι ἐπιμαρτυρώμεθα. Aint | |
22254c | ex. | ἐπιδώμεθα: ἢ δῶμεν T ἑαυτοῖς μάρτυρας καὶ ἀνα‐ δόχους, ἢ ἐπόπτας ποιήσωμεν πρὸς τὸ ἰδεῖν, ἢ εἰς οὐρανὸν ἀποβλέ‐ ψωμεν, οὗ εἰσιν οἱ θεοί. b(BCE3E4)T ἢ μαρτυροποιησώμεθα· τοὺς γὰρ μάρτυρας Ἀττικοὶ ἰδύους φασίν. T οἱ δὲ ἐπικαλεσώμεθα. | |
5 | b(BCE3E4)T | ||
22255a | Ariston. | μάρτυροι {ἔσονται}: ὅτι μάρτυροι, οὐ μάρτυρες· καὶ γὰρ τὸ ἑνικὸν „Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω“ (Η 76). A | |
22255b | ex. | ἁρμονιάων: συναρμογῶν, ἀφ’ οὗ δηλοῖ τὸ ὁμολογιῶν, συνθηκῶν. A b (BCE3E4) | |
22255c | ex. | 〈ἁρμονιάων:〉 τῶν συμβόλων. b(BCE3E4)Tt | |
22.256 | ex. | 〈ἀεικιῶ:〉 Ἀττικὸς μέλλων. Til | |
22257a1 | Ariston. | {δώιηι} καμμονίην: ὅτι καμμονίη νίκη οὐ καθολικῶς, ἀλλὰ ἡ ἐκ καταμονῆς· διὸ ἐπὶ τῶν μονομαχούντων καὶ πυκτευόντων (cf. Ψ 661) τίθησιν, ἐπὶ δὲ δρομέων οὐκέτι. A | |
22257a2 | {καμμονίην:} τὴν ἐκ καταμονῆς νίκην. T | ||
22257b | ex. | 〈καμμονίην:〉 τὴν μονομερῆ νίκην. b(BCE3)Til πε‐ ρὶ ὃ δὲ μάλιστα δέδιεν, αἰκιζόμενος ὁ Ἕκτωρ οἶκτον κινεῖ. b(BCE3) T | |
22.259 | Ariston. | 〈ῥέζειν:〉 ὅτι ἀντὶ τοῦ ῥέζε. Aim | |
22261a | ex. | ἄλαστε: ἄλαστόν φησι τὸν ἀνεπίληστα κακὰ δεδρακότα. b(BCE3)T | |
22261b | Hrd. | συνημοσύνας {ἀγόρευε}: δασυντέον. σημαίνει δὲ τὰς συνθήκας ἀπὸ τοῦ εἰς ταὐτὸν ἀφεῖναι τὰ τῆς διανοίας. παρὰ τὸν ἥσω οὖν ἥμων τί ἐστι, καὶ ἥμονος ἡ γενική (cf. Ψ 886), παρ’ ἣν τὸ ἡμοσύνη οὕτως δὲ εἶχεν καὶ τὸ „μεθημοσύνῃ“ (Ν 121; cf. Ν 108). A | |
22261c1 | ex. | συνημοσύνας: συνθήκας· οἱ γὰρ συντιθέμενοι εἰς ταὐ‐ τὸν ἀφιᾶσι τὴν γνώμην· b(BCE3E4)T διὸ καὶ δασύνεται· ἔστι γὰρ παρὰ τὸ ἵημι σύμβολα. 〈καὶ〉 „σύνεσίς τε δύω ποταμῶν“ (κ 515) ἀντὶ τοῦ συμβολή. T | |
22261c2 | σύμβολα καὶ κοινοβουλίαι. b(BCE3E4) | ||
22262-4 | Nic. | ὡς οὐκ ἔστι λέουσι〈—διαμπερὲς ἀλλήλοι‐ σιν〉: αἱ ὑποστιγμαὶ πιστά (262), ἔχουσιν (263), ἀλλήλοισιν (264)· ἡ γὰρ ἀνταπόδοσις „ὣς οὐκ ἔστ’ ἐμὲ καὶ σὲ 〈φιλήμεναι〉“ (Χ 265). A | |
22.262 | ex. | ὡς οὐκ ἔστι λέουσι 〈καὶ ἀνδράσιν ὅρκια πιστά〉: ἐντεῦθεν τὸν περὶ λεόντων καὶ ἀνθρώπων μῦθον Αἴσωπος ἀνέπλασεν. | |
T | |||
22263a | ex. | οὐδὲ λύκοι τε 〈καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχου‐ σιν〉: γνωρίμους τὰς εἰκόνας οὔσας ἐπὶ κεφαλαίων παρατρέχει. T | |
22263b | ex. | ἄλλως· οὐδὲ λύκοι τε καὶ ἄρνεσ〈—ἔχουσιν〉: ἐντεῦθεν ἡ παροιμία· „ἄρνα φιλοῦσι λύκοι, νέον ὡς φιλέουσιν ἐρα‐ σταί“. b(BCE3E4)T | |
22.265 | ex. | ἐμὲ καὶ σὲ φιλήμεναι: ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους. b(B CE3)T | |
22265-7 | ex. | οὐδέ τι νῶϊν / ὅρκια ἔσσονται, πρίν γ’ ἢ ἕτερόν γε πεσόντα / αἵματος ἆσαι Ἄρηα: εἰς τοῦτο ἡ διάνοια κατα‐ στρέφει ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι, A b (BCE3E4)T ὡς τὸ „πρίν μιν | |
5 | καὶ γῆρας ἔπεισιν / ἡμετέρῳ ἐνὶ οἴκῳ“ (Α 29—30). AT | ||
22.266 | Ariston. | 〈ὅρκια ἔσσονται:〉 ὅτι τὰ ὅρκια ἔσ〈σ〉ονται, οὐκ ἔσσεται. Aim | |
22.268 | ex. | 〈παντοίης ἀρετῆς μιμνήσκεο:〉 πρᾶσσε, ὃ δύνασαι. Til | |
22270-1 | ex. | οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις, 〈ἄφαρ δέ σε Παλλὰς Ἀθήνη /ἔγχει ἐμῷ δαμάᾳ〉: ἡ καύχησις ὑπὲρ ἄνθρωπον οὐκ ἀνατιθέντος τῇ τύχῃ τὰς ἐλπίδας. b(BCE3E4)T ἢ ἐπεὶ εἶπεν Ἀθηνᾶ „Ἕκτορα δῃώσαντα“ (Χ 218), T θαρρῶν τῇ θεῷ δια‐ | |
5 | βεβαιοῦται τὸ μέλλον. b(BCE3E4)T | ||
22.272 | ex. | ἐμῶν ἑτάρων: Μυρμιδόνων οὐδένα ῥητῶς ἀνῄρηκεν. ‘τῶν Ἀχαιῶν‘ οὖν φησιν. T ὁ δὲ νοῦς· ‘νῦν δώσεις ἀθρόας δίκας ὑπὲρ τῆς λύπης τῆς ἐμῆσ‘. b(BCE3E4)T | |
22274a1 | ex. | καὶ τὸ μὲν ἄντα ἰδὼν 〈ἠλεύατο φαίδιμος Ἕκτωρ〉: ἐναγώνιον μὲν ποιεῖ τὴν στάσιν, τὰ κατὰ δόξαν τῶν ἀκροατῶν ἐκ‐ κλίνων καὶ λογοποιῶν ἕτερα. T | |
22274b1 | ex. | ἠλεύατο: κινεῖ τὰς ἐλπίδας τῶν ἀκροατῶν, ὡς τάχα ἂν περιγενησομένου τοῦ Ἕκτορος. T | |
22274a2/b2 | ex. + ex. | ἐναγώνιον ποιεῖ τὴν στάσιν διὰ τῆς ἀποτυχίας, | καὶ μικροῦ δεῖν τῆς νίκης ἐλπίδας Ἕκτορι δίδωσιν. b(BCE3E4) | |
22.275 | Did. | 〈χάλκεον:〉 ἐν ἄλλῳ „μείλινον {ἔγχοσ}“. Aim | |
22277a1 | ex. | λάθε δ’ Ἕκτορα: ἐκεῖνον γὰρ ἐπιλειψάσης τῆς Μοίρας ἐῶσιν οἱ θεοί. T | |
22277a2 | ἐπιλειψάσης δὲ ἐκεῖνον τῆς Μοίρας καὶ οἱ θεοὶ πάντες ἐῶσιν. b(BCE3E4) | ||
22280a1 | ex. | ἤτοι ἔφης γε: ἔφης γε μέν. διὰ τὸ „ἄφαρ †δή† σε Παλλὰς Ἀθήνη / ἔγχει ἐμῷ δαμάᾳ“ (Χ 270—1). T | |
22280a2 | ἔφης γε μὲν εἰδέναι, οὐκ ᾔδεις δὲ ἀκριβῶς. b(BCE3E4) ταῦτα δὲ διὰ τὸ „ἄφαρ δέ σε Παλλὰς Ἀθήνη / ἔγχει ἐμῷ δαμάᾳ“. b(BE3E4) | ||
22281a1 | Ariston. | {ἀλλά τις} ἀρτιεπής {καὶ ἐπίκλοπος}: ὅτι οὐκ ἐν ἐ‐ παίνῳ τὸ ἀρτιεπής, κατὰ τοὐναντίον τῷ „ἀμετροεπήσ“ (Β 212), ἀλλὰ ὁ λάλος | |
καὶ ἀπηρτισμένως παραλογιζόμενος. A | |||
22281a2 | σημειοῦται δὲ Ἀρίσταρχος ὅτι οὐκ ἐπὶ ἐπαίνου τὸ ἀρτιεπής. T | ||
22281b | ex. | ἀρτιεπής: εὐεπής, T ἀπηρτισμένος ἐν τῷ λέγειν ὥστε πιστεύεσθαι. b(BCE3)T | |
22281c | ex. | ἐπίκλοπος: ἠσκηκὼς λόγοις ἀπατᾶν. A b (BCE3)T οἱ δὲ AT ἐπιθυμητής· ATTil κλέπτεσθαι γὰρ τὸ ὀρέγεσθαι, „καὶ ἐπίκλοπος ἔπλετο τόξων“ (φ 397). AT ἢ ἀσκῶν διὰ λόγων παραλογίζεσθαι, A b (BCE3)T ὡς τὸ „κλέπτε νόῳ“ (Α 132). | |
5 | AT | ||
22.283 | ex. | οὐ μέν μοι φεύγοντι: ὅ ἐστιν ‘οὐκ ἀποτρέψεις με λόγοισ‘. T | |
22284a | ex. | ἰθὺς μεμαῶτι: εἰς τοὔμπροσθεν κατὰ σοῦ χωροῦντι. ἀγαθὰ δὲ ταῦτα τοῖς νέοις πρὸς μίμησιν. b(BCE3E4)T | |
22284b | ex. | διὰ στήθεσφιν ἔλασ〈σ〉ον: εἰρωνεία τοῦτο καὶ μόνον. T | |
22285a | ex. | 〈εἴ τοι ἔδωκε θεός:〉 ὡς αὐτὸς ἔφη (sc. Χ 270—1). Til | |
22285b1 | Hrd. | {νῦν αὖτ’ ἐμὸν ἔγχος} ἄλευαι: προστακτικῶς ἀναγι‐ νώσκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φησιν. A | |
22285b2 | προπαροξυτόνως· ἔστι γὰρ προστακτικόν. ἐν εἰρωνείᾳ δέ φησι τοῦτο. b(BCE3)T | ||
22285-6a1 | Nic. | 〈ἐμὸν ἔγχος ἄλευαι /〉 χάλκεον· ὡς δή μιν σῷ 〈ἐν χροῒ πᾶν κομίσαιο〉: στικτέον μετὰ τὸ χάλκεον (286)· τὸ | |
γὰρ ὥς (286) ἀντὶ τοῦ εἴθε· διόπερ ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον. A | |||
22285-6a2 | ὡς ἀντὶ τοῦ εἴθε. ἀπ’ ἄλλης δὲ ἀρχῆς τοῦτο. b(BCE3)T | ||
22.286 | Ariston. | 〈πᾶν:〉 ὅτι ἀντὶ τοῦ ὅλον. Aim | |
22.287 | Did. (?) | 〈καί κεν:〉 ἐν ἄλλῳ „καί σφιν“. Aint | |
22.290 | ex. | οὐδ’ ἀφάμαρτεν: οὐκ ἀφάμαρτε δέ. T | |
22291a | Ariston. | 〈χώσατο:〉 ὅτι ἀντὶ τοῦ συνεχύθη. Aim | |
22291b | ex. | χώσατο {δ’ ἕκτωρ}: συνεχύθη τὴν διάνοιαν. T | |
22293a | ex. | κατηφήσας: κάτω τὰ φάη ἔχων. b(BCE3E4)T | |
22293b | ex. | οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος: οὐδέ· οὐ γάρ. b(BE3) T ἀεὶ δὲ δύο ἔχει δόρατα· „πάλλων δ’ ὀξέα δοῦρα“ (Ε 495. Ζ 104 al.), b(BE3E4)T „δοιὰ δὲ χερσί / δοῦρ’ ἔχε“ (Μ 464—5). T πῶς οὖν οὐκ ἔχει νῦν δύο; ἢ κατὰ τὸ σιωπώμενον ἔοικε θάτερον | |
5 | ἀποβεβληκέναι ἐν τῷ δρόμῳ. b(BE3E4)T | ||
22294a | Did. | ἐκάλει: αἱ τῶν πόλεων „ἐβόα“. T | |
22294b | Ariston. | 〈λευκάσπιδα:〉 ὅτι ἅπαξ εἴρηκε λευκάσπιδα. Aim | |
22294c | Ariston. | ex. | λευκάσπιδα: ἅπαξ ἐχρήσατο. b(BCE3)T | τὸ παράση‐ μον δὲ τῶν ὅπλων τὴν ἀρετὴν ἐμφαίνει τοῦ φοροῦντος. b(BCE3E4)T | |
22.295 | ex. | ᾔτεέ μιν δόρυ 〈μακρόν· ὁ δ’ οὔ τί οἱ ἐγγύθεν ἦεν〉: ἡδέως χρῆται τῷ ἀσυνδέτῳ, ἀλλὰ καὶ τῇ ἐπιφορᾷ ἐλεεινο‐ | |
τάτῃ. T | |||
22.297 | rec. (?) | 〈ὦ πόποι:〉 ἐλεεινοτάτη ἡ ἀναφώνησις καὶ εἰς οἶκτον κινοῦσα. b(BCE3) | |
22300-1 | Nic. | νῦν δὲ δὴ ἐγγύθι μοι 〈θάνατος κακός, οὐδέ τ’ ἄνευθεν· / οὐδ’ ἀλεή〉: βραχὺ διασταλτέον εἰς τὸ κακός (300), στικτέον δὲ εἰς τὸ ἄνευθε (300)· τὸ γὰρ οὐδ’ ἀλέη (301) καθ’ ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἐστίν. A b (BCE3E4)T | |
22.300 | ex. | ἐγγύθι μοι θάνατος κακός, οὐδέ τ’ ἄνευθεν: ὡς τὸ „οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα“ (ο 494). T | |
22301a1 | ex. | οὐδ’ ἀλέη: ἀλέη δὲ οὔ, ὅ ἐστιν οὐδὲ ἄλυξις. T | |
22301a2 | δηλοῖ δὲ τὴν ὑπάλυξιν καὶ ἔκκλισιν. b(BCE3E4) | ||
22301b | Did. | πάλαι τότε: „πάροιθέ γε“. ἐν δὲ ταῖς εἰκαιοτέραις „πάλαι τό γε {φίλτερον}“. T | |
22304a | Ariston. | {μημὰν} ἀσπουδί {γε}: ὅτι ἀσπουδί χωρὶς μόγου καὶ κα〈κο〉παθ〈ε〉ίας. A | |
22304b | ex. | ἀσπουδεί: δίχα ταλαιπωρίας. b(BCE3)T | |
22305a | ex. | ἀλλὰ μέγα ῥέξας 〈τι〉: λείπει ἀγαθόν· Ἀλκμάν (fr. 123 P. = P.M.G. 123)· „μέγα γείτωνι γείτων“. ἢ κακὸν εἰς τοὺς πολεμίους, b(BCE3E4)T ὡς „σύν τε μεγάλῳ ἀπέτισαν“ (Δ 161) καὶ „ἔπαθον μεγάλα“. T | |
22305b | ex. | καὶ ἐσσομένοισι πυθέσθαι: ὡς καὶ τοὺς ἐσομένους πυθέ‐ σθαι. b(BCE3E4)T | |
22.307 | ex. | τέτατο: ἀπὸ τελαμῶνος ἤρτητο. b(BCE3E4)T | |
22308a1 | Ariston. | οἴμησεν δὲ ἀλεὶς 〈ὥς τ’ αἰετὸς ὑψιπετήεισ〉: ὅτι κἀκεῖ (sc. Φ 252) γραπτέον „αἰετοῦ οἴματ’ ἔχων“, οὐχ ὡς Φιλήτας (fr. 58 K.) „ὄμματα“. A | |
22308a2 | κἀκεῖ οὖν „αἰετοῦ οἴματ’ ἔχων“, οὐκ ὄμματα. T | ||
22308b | ex. | ἀλείς: ἀθρόον ἑαυτὸν συστρέψας· οἱ γὰρ εἰς δρόμον ἑαυτοὺς δόντες οὐκ ἀνειμένως πορεύονται, b(BCE3E4)T ἀλλὰ συστρέφονται. T | |
22.309 | Did. (?) | διὰ νεφέων: τινὲς „ἀπὸ νεφέων“. T | |
22310a | ex. | ἀμαλήν: ἁπαλήν, κατὰ συγγένειαν τῶν στοιχείων. οἱ δὲ ἅμα τῇ μητρὶ ἁλλομένην. οἱ δὲ τὴν μὴ ἔχουσαν μαλλόν, ὅ ἐστιν | |
ἰσχυρόν. b(BCE3E4)T | |||
22310b | ex. | ἢ πτῶκα 〈λαγωόν〉: ἰδίως τὸ πτὼξ ἐπὶ λαγωοῦ. T | |
22.314 | ex. | κόρυθι δ’ ἐπένευσε 〈φαεινῇ〉: οὗτός ἐστιν ὁ „κορυθάϊξ“ (cf. Χ 132). T | |
22315a | Did. | καλαὶ δέ: αἱ πλείους „δειναὶ δέ“. AintT | |
22315b | ex. | 〈ἔθειραι:〉 νῦν καταχρηστικῶς αἱ χαῖται τῆς κόρυθος. Til | |
22.317 | ex. | νυκτὸς ἀμολγῷ: καὶ τὴν ἑσπέραν ἀμολγὸν καλεῖ· καὶ τότε γὰρ ἀμέλγονται τὰ θρέμματα. b(BCE3E4)T λέγει δὲ ἀλλαχοῦ (cf. Λ 173. Ο 324 al.) καὶ τὸ μεσονύκτιον. b(BCE3E4) | |
22318a | Ariston. | ἕσπερος, ὃς κάλλιστος 〈ἐν οὐρανῷ ἵσταται ἀστήρ〉: ὅτι νῦν τὸν ἕσπερον κάλλιστον, ἐν ἄλλοις (cf. ν 93—4) δὲ τὸν ἑωσφόρον „φαάντατον“ (ν 93). καὶ οὐ δεῖ ὡς μαχόμενον λαμβά‐ νειν. ἕτερον δὲ τὸν ἕσπερον ὡς ἂν παλαιὸς οἶδε τοῦ ἑωσφόρου. A | |
22318b | ex. | ἕσπερος: τὸν ἕσπερον Πέρσαι μὲν †τήρων†, Ἕλληνες δὲ Ἀφροδίτην φασίν. T | |
22318c | ex. | ἄλλως: ἕσπερος, 〈ὃς κάλλιστοσ〉: ἀπὸ τοῦ ἑσπέρα ἕσπερος. τὸ δὲ ἑσπέρα παρὰ τὸ τῆς ἕω πέρας εἶναι. καλεῖται δὲ ὁ ἕσπερος καὶ ἑωσφόρος κατὰ καιρῶν μεταβολάς· ὅταν μὲν προηγού‐ μενος ἡλίου ἐπικαταδύνῃ αὐτῷ πρῶτος τῶν ἄλλων, ἕσπερος, ὅταν | |
5 | δὲ ἑπόμενος τῷ ἡλίῳ προανατείλῃ, τότε ἑωσφόρος καλεῖται. κάλλι‐ στος δέ ἐστιν, ἐπεὶ μέγας καὶ προσηνής, Ἀφροδίτης χάριτας ἀπο‐ λάμπων. θαυμασίως οὖν ὁ ποιητής, ὅτε μέν ἐστιν ἑωσφόρος, φησὶν „ἔρχεται ἀγγέλλων φάος ἠοῦς ἠριγενείησ“ (ν 94) καὶ „εἶσι φόως ἐρέων“ (Ψ 226)· ὁρῶμεν γὰρ αὐτὸν ἀνατέλλοντα ὑπὲρ τὸν ὁρίζοντα. | ||
10 | ὅτε δέ ἐστιν ἕσπερος, οὐδεὶς αὐτὸν ὁρᾷ ἀνατέλλοντα, ἀλλ’ ὑπὲρ τὴν γῆν μετέωρον ἱστάμενον ἐν τῷ δύνοντι τοῦ οὐρανοῦ μέρει. b(BCE3E4) T | ||
22318d | ex. | ἵσταται ἀστήρ: καὶ μὴν τῶν πλανήτων ἐστὶν ὁ τῆς Ἀφροδίτης. ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται, ἀνατέλλει· b(BCE3E4)T ἢ πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον αὐτοῦ. b(BE3E4)T | |
22319a | Ariston. | ὣς αἰχμῆς ἀπέλαμπ’ 〈εὐήκεοσ〉: ὅτι ἐπὶ τῶν ἀκμὰς ἐχόντων εὐήκεος λέγει καὶ „†τανυήκεος†“: τὴν γὰρ ἀκμὴν ἀκὴν λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης, ἐκεῖ δὲ παρῆκται τὸ „τανυήκεας ὄζουσ“ (Π 768). A | |
22319b | ex. | εὐήκεος: καλὴν ἀκὴν ἐχούσης. b(BCE3E4)T | |
22.321 | ex. | ὅπῃ εἴξειε: ὅπου χωρήσειεν b(BCE3)T ἡ αἰχμή· b (BCE3E4)T καὶ ἀλλαχοῦ „πλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος 〈ἐξεφαάνθη〉“ (Δ 468)· φυλάσσεται γὰρ τὰ τοῦ πατρὸς ὅπλα τρῶσαι. T ἐμφαίνει δέ, ὅσον ἐρεθισμὸν ἐνεποίει Ἀχιλλεῖ ἡ θέα †αὐτοῦ. | |
5 | b(BE3E4)T | ||
22322a1 | Ariston. | τοῦ δὲ καὶ ἄλλο τόσον 〈μὲν ἔχε χρόα χάλκεα τεύχεα〉: ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον, ἐπειδὰν ἀπολείπῃ τι τοῦ ὅλου μικρὸν ἀτελές· „οἱ δή τοι τόσ〈σ〉ον μὲν ἔχον τέλοσ“ (Σ 378). καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλο{ς} σῶμα καθώπλιστο, γυμνὸν δὲ | |
5 | μόνον διεφαίνετο 〈τὸ〉 ἀπὸ τῶν ὤμων ἐπὶ τὸν αὐχένα. A | ||
22322a2 | οἱ δὲ Γλωσσογράφοι τόσον ἀντὶ τοῦ σῶμα. T | ||
22322b | ex. | τοῦ δὲ καὶ ἄλλο τόσον μὲν 〈ἔχε χρόα χάλκεα τεύχεα〉: ὅταν τὸ μὲν ἀπολειπόμενον ἔλασσον εἴη, τὸ δὲ γεγονὸς πλεῖον, τόσον φησίν „οἱ 〈δ’ ἤτοι〉 τόσσον μὲν ἔχον τέλοσ“ (Σ 378). b(BCE3E4)T „τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν“ (Ψ 454). T | |
5 | λέγει δὲ ὅτι τὸ μὲν ἄλλο σῶμα κατείχετο κρυπτόμενον. b(BCE3E4)T | ||
22324-5a | Did. | φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίην〉: ἔν τισι τῶν ὑπομνημάτων „φαῖνεν δ’ ᾗ κληῗδεσ“, ἵν’ ᾖ ἐπὶ τῶν τευχέων, τὰ τεύχη οὐκ ἐκάλυπτε τὴν λαυκανίην, ἀλλ’ ἐποίει φαίνεσθαι (cf. Χ | |
324—5). A | |||
22324-5b | ex. (Did.) | φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίησ〉: ἔν τισι „φαῖνον δ’ ᾗ κληῗδεσ“, ἵν’ ᾖ οὕτως· T τὸ μὲν ἄλλο σῶμα ἔσκεπον τὰ τεύχη, ἐκεῖνον δὲ τὸν τόπον ἔφαινον, ὅπου αἱ κληῗδες τῆς λαυ‐ κανίης τὸν αὐχένα συνέχουσιν. b(BCE3E4)T | |
22324-5c1 | ex. | ἄλλως· φαίνετο δ’ ᾗ κληῗδεσ〈— / λαυκανίην〉: ἐφαίνετο δὲ κατὰ τὴν λαυκανίαν, ᾗπερ αἱ κληῗδες αἱ ἀπὸ τῶν ὤμων διήκουσαι συνέχουσι τὸν αὐχένα. T | |
22324-5c2 | κληῗδες δὲ αἱ ἀπὸ τῶν ὤμων διήκουσαι διατάσεις τῶν νεύρων καὶ συνέχουσαι τὸν αὐχένα. λαυκανίη δὲ ἡ περὶ τὸν γαργα‐ ρεῶνα τῶν ἔξωθεν μυῶν συνοχή. b(BE3E4) | ||
22.325 | D(~) | 〈λαυκανίης:〉 τοῦ λαιμοῦ. Aim | |
22.326 | ex.(?) | Hrd. | ἘΠΙ ΟΙ: ἐπὶ αὐτῷ. | ὀρθοτονητέον δὲ τὴν οι. T | |
22328-9a1 | ex. | οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον〈—ἐπέεσσιν〉: ἴσως ἐκκλίναντος αὐτοῦ πλαγία γέγονεν ἡ τομή. εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν· „ἦλθε δ’ ἐπὶ νότος ὦκα, / ὄφρ’ ἔτι τὴν ὀλοὴν 〈ἀναμετρήσαιμι Χάρυβδιν〉“ (μ 427—8), „ὦρσαν 〈δὲ〉 Νύμφαι | |
5 | 〈/ αἶγας ὀρεσκῴουσ〉, ἵνα δειπνήσειαν ἑταῖροι“ (ι 154—5). οἰκονομι‐ κὸν δὲ καὶ τοῦτο, ἵνα καὶ ἀποθνῄσκων μὴ ἀπροσφώνητος εἴη. ἔστι δὲ πρόληψις ὁ τρόπος. T | ||
22328-9a2 | x | ex. | ἀσφάραγος ὁ γαργαρεών. | ἴσως δὲ ἐκκλίναντος αὐτοῦ πλαγία γέγονεν ἡ πληγὴ καὶ οὐ διεκόπη ὅλος. b(BCE3E4) καὶ τοῦτο δέ, ἵνα καὶ ἀποθνήσκων μὴ ἀπροσφώνητος ᾖ. εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν. b(BE3E4) | |
22.329 | Ariston. | ὄφρα τί μιν προτιείποι 〈ἀμειβόμενος ἐπέεσσιν〉: ἀθετεῖται, ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσεν μὴ ἀποτεμεῖν τὸν ἀσφάραγον, ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα. ἀπολογούμενοι δέ φασιν ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. διὰ τὸ ὅμοιον | |
5 | ἀθετεῖται κἀκεῖνο· „εὖθ’ ὁ δεδειπνήκει, ὁ δὲ παύσατο θεῖος ἀοιδόσ“ (ρ 359). A | ||
22331-2 | ex. | ex. | ἀτάρ που ἔφησ〈— / σῶς ἔσσεσθαι〉: „ἄφαρ“ | |
ἀντὶ τοῦ εὐθέως, κούφως, ἀφρόνως. | ἴσως ἐπεὶ ἔλεγε „τίς δ’ οἶδ’, εἴ κ’ Ἀχιλεύς / φθήῃ ἐμῷ ὑπὸ δουρὶ 〈τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι〉;“ (Π 860—1). T | |||
22332a | ex. | σῶς: τινὲς ἐκ τοῦ σόος· ἀλλ’ ἔδει σοῦς. τινὲς δὲ ἀπὸ τοῦ σάος. Ἀλκαῖος δὲ καὶ τὰ δύο οο εἰς ω συναλείφει. „ἐπὶ νηῶν“ (Ε 550. 700 al.) δέ τινες ἐπὶ †νέας τε†, καί εἰσιν αὗται ἀντὶ τοῦ ἐπὶ νεῶν. T | |
22332b | ex. | 〈ἐμὲ δ’〉 οὐδὲν 〈ὀπίζεο: οὐδὲν〉 ψιλῶς, ἵνα παρέλκῃ τὸ δεν· δύναται δὲ καὶ δασέως. ἔστι δὲ 〈τὸ ἐμέ〉 ἀντὶ τοῦ ἐμοῦ. T | |
22.333 | ex. | μέγ’ ἀμείνων: ἀμείνων σοῦ δηλονότι· οὐ γὰρ φιλῶν Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ. b(BCE3)T | |
22.334 | ex. | μετόπισθε: ἢ τοπικῶς ὡς τὸ „νῦν δέ σε τῶν †ὄπισθεν† γουνάζομαι“ (λ 66). ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα. b(BCE3)T | |
22335-6 | ex. | σὲ μὲν κύνες 〈ἠδ’ οἰωνοί / ἑλκήσους’ ἀϊκῶσ〉: ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως, ἀπειλήσας περὶ τῆς αἰκίσεως· πολλὴν γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι (cf. Χ 259). b(BCE3)T | |
22336a1 | Did. | 〈ἑλκήσους’ ἀϊκῶς:〉 οἱ περὶ Ἀντίμαχον (fr. 148 W.) ἐπὶ τὸ γνωριμώτερον „ἑλκήσουσι κακῶσ“. Aim | |
22336a2 | {ἄλλως· ἀϊκῶς:} ἀϊκῶς Ἀντίμαχος „κακῶσ“. T | ||
22336b | ex. | ΑΙΚΩΣ: οἱ μὲν δισυλλάβως αὐτὸ προφέρονται, οἱ δὲ | |
συνεστάλθαι φασίν. περισπᾶται δέ· ἔστι γὰρ T ἐκ τοῦ αἰκέως πεπονθός, b(BCE3E4)T ὃ σημαίνει τὸ αἰκιστικῶς b(BCE3)T καὶ χαλεπῶς, T γίνεται αἰκῶς καὶ ἀϊκῶς. b(BCE3E4) | |||
22.337 | ex. | ὀλιγοδρανέων: ὀλίγον τοῦ δρᾶν ἔχων. b(BCE3E4)T πολὺς δὲ ἔλεος τοῦ πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος. b(BCE3)T | |
22.338 | ex. | λίσσομ’ ὑπὲρ ψυχῆς: κατὰ ψυχῆς, ὡς τὸ „καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος / λίσσεο“ (Ω 466—7). b(BCE3E4)T | |
22.342 | Ariston. | σῶμα δὲ οἴκαδ’ ἐμὸν 〈δόμεναι πάλιν, ὄφρα πυρός με〉: ὅτι καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος τελευτῶντες διὰ πυρὸς ἐθά‐ πτοντο. A | |
22.343 | Ariston. | λελάχωσι: ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσι. A | |
22.344 | Did. (?) | 〈τὸν δ’ ἄρ’ ὑπόδρα ἰδών:〉 ἐν ἄλλῳ „τὸν δ’ ἀπαμειβό‐ μενοσ“. Aint | |
22346-8 | ex. | αἲ γάρ πως αὐτόν με 〈μένος—ἀπαλάλ‐ κοι〉: τὸ ἑξῆς, ἀνδρῶν οὐκ ἔστιν ὃς σῆς γε κύνας κεφαλῆς ἀπα‐ λάλκοι (348). αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη, / ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι (346—7). μεταξὺ δὲ ἀν‐ | |
5 | εφώνησε τὸ οἷά μ’ ἔοργας (347). b(BCE3E4)T ἔστι δὲ ὡς „ὠμὸν βεβρώθοισ“ (Δ 35) καὶ „ἐσθέμεναι προσφῦσα“ (Ω 213). T | ||
22347a | ex. | ἀποταμνόμενον: ἐκλύει τὴν ἔμφασιν τὸ ἀποταμνό‐ | |
μενον, εἰ μὴ ἀντὶ τοῦ ἀποσπαράσσοντα κεῖται. b(BCE3)T | |||
22347b | ex.(?) | κρέα ἔδμεναι: κατὰ συστολὴν τὸ α ἀνεγνώσθη, ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ. AT ἐκτείνει δὲ Τυραννίων (fr. 47 P. = 52 H.)· ἀλλ’ οὐδέποτε ὁ ποιητὴς κρέαα εἶπεν. T | |
22348a | Nic. | ὣς οὐκ ἔσθ’, ὃς σῆς γε 〈κύνας κεφαλῆς ἀπαλάλ‐ κοι〉: βέλτιον πρὸ τούτου στίζειν καὶ τὸ ὥς εἰς τὸ οὕτω μεταλαμβά‐ νειν. A | |
22348b | ex. | οὐκ ἔσθ’, ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι: οὐδὲ νεκρὸς ὢν ἕξεις τὸν βοηθήσοντα. T | |
22349a | Nic. | οὐδ’ εἴ κεν δεκάκις τε: ἤτοι ἀπὸ τούτου ἀρκτέον, ἵνα ὑποστίζωμεν „ἄγοντεσ“ (Χ 350), „καὶ ἄλλα“ (Χ 350), 〈„Πρίαμοσ“〉 (Χ 352), τῆς ἀνταποδόσεως οὔσης „οὐδ’ ὧς σέ γε πότνια μήτηρ“ (Χ 352). ἢ τοῖς ἄνω προσαπτέον „ὣς οὐκ ἔσθ’, ὃς σῆς γε κύνας | |
5 | 〈κεφαλῆς ἀπαλάλκοι〉“ (Χ 348), οὐδ’ εἴ κεν δεκάκις τε καὶ τὰ ἑξῆς: ἔσται δὲ ἀπ’ ἄλλης ἀρχῆς „οὐδ’ ὧς σέ γε πότνια μήτηρ“ (Χ 352). A | ||
22349b | Ariston. | εἰκοσινήριτ’ ἄποινα: σημειοῦνταί τινες πρὸς τὴν εἰ‐ κοσινήριτα λέξιν ὅτι πρὸς εἴκοσι ἐξισούμενα, εἰκοσαπλᾶ. A | |
22349c1 | ex. (Hrd. + ex.?) | εἰκοσινήριτα: ὑφ’ ἓν ἀναγνωστέον ὡς τὸ „ἐεικοσά‐ | |
βοια“ (α 431). παραφυλακτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν λήγων συντέθειται· τὸ γὰρ ν τοῦ εἴκοσίν ἐστιν. καὶ ἔστι τὰ εἰκοσάκις ἐρίζοντα καὶ ἰσούμενα· b(BCE3E4)T „Νέστωρ οἶος ἔριζεν“ (Β 555) 〈καὶ〉 | |||
5 | „ἐριζέμεν οὐκ ἐθελήσω“ (θ 223) καὶ „μεγήριτα τέκνα θεάων“ (Hsd. th. 240), οἷον θεαῖς ἐρίζοντα. T | ||
22349c2 | {εἰκοσινήριτ’·} ὑφ’ ἓν ἀναγνωστέον ὡς „εἰκοσάβοια“. ἔσται δὲ πρὸς εἴκοσιν ἐρίζοντα, ὅ ἐστιν ἐξισούμενα. †φυλακτέον† δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη. A | ||
22349d | ex. | ἄλλως· εἰκοσινήριτα: εἰκοσαπλᾶ. εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ σοῦ νοουμένοις δώροις· τὸ γὰρ ἐρίζειν καὶ ἐπὶ τοῦ ἐξισοῦσθαι τάσσεται. b(BCE3E4)T | |
22.350 | ex. | στήσωσι: παραστήσωσιν, ἢ b(BCE3)T ἰσόσταθμά σοι κομίσωσιν. b(BCE3E4)T | |
22351a | ex. | οὐδ’ εἴ κεν ς’ αὐτὸν 〈χρυσῷ ἐρύσασθαι ἀνώγοι〉: οὐκ ἔστι σύνθετον, ἐπεὶ ἁμαρτήσεται. T | |
22351b | Ariston. | οὐδ’ εἴ κέν ς’ αὐτὸν 〈χρυσῷ ἐρύσασθαι ἀνώγοι〉: ὅτι ὑπερβολικῶς λέγει. ὁ δὲ Αἰσχύλος ἐπ’ ἀληθείας ἀντίσταθμον χρυσὸν πεποίηκε πρὸς τὸ Ἕκτορος σῶμα ἐν Φρυξίν (T.G.F. p. 84 N.2 = fr. 254 a M. = p. 365 R.). A | |
22351c1 | ex. (Ariston.?) | χρυσῷ ἐρύσασθαι: πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπερβολικῶς εἶπεν. ὁ μέντοι Αἰσχύλος ἐν Ἕκτορος λύτροις (T. | |
G. F. p. 84 N.2 = fr. 254 b M.) ἀληθὲς αὐτὸ ἐξεδέξατο. T | |||
22351c2 | rec. (?) | ex. (Ariston.) | 〈οὐδ’ εἴ κεν—ἀνώγοι:〉 οὐδὲ ἐάν †σοι† ἰσοστάθ‐ μῳ χρυσῷ ἀναλαβεῖν βουληθῇ. | οὐδὲ ἐὰν θελήσῃ σε πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπερβολικῶς εἶπεν. b(BCE3) | |
22354a | ex. | κατὰ πάντα δάσονται: ὅλον κατέδονται. ἔμφασιν δὲ ἔχει τῆς διακοπῆς τὸ ὑπερβατόν. b(BCE3)T | |
22354b | Ariston. | 〈πάντα:〉 ὅτι ἀντὶ τοῦ ὅλον. Aim | |
22.355 | ex. | καταθνῄσκων: δαιμονίως τῶν καιρῶν στοχάζεται· ἔμ‐ προσθεν μὲν γὰρ „ὀλιγοδρανέων“ (Χ 337) παρ’ αὐτὴν τὴν τρῶσιν, νυνὶ δὲ ἤδη ἀποθνῄσκων. b(BCE3E4)T | |
22356a | Hrd. | Ariston. | ἦ ς’ εὖ γινώσκων 〈προτιόσσομαι, οὐδ’ ἄρ’ ἔμελ‐ λον〉: τὸν ἦ σύνδεσμον περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. AT | ἡ διπλῆ δέ, ὅτι ἀπὸ τῶν ὄσσων ἡ μεταφορά· προβλέπω τῷ νῷ, ἀντὶ τοῦ προέβλεπον· ἤλλακται γὰρ ὁ χρόνος. καὶ πρὸς τὸ οὐδ’ ἄρ’ | |
5 | ἔμελλον, ὅτι ἀντὶ τοῦ οὐκ εἰκὸς ἦν με πείσειν. A | ||
22356b | ex. | προτιόσσομαι: προσφθέγγομαι, παρὰ τὴν ὄσσαν. b (BCE3E4)T ἀλλ’ οὐκ οἶδεν ὁ ποιητὴς τὸ „ὄσσα“ (Β 93. ω 413) ἐπὶ θνητῆς φωνῆς. ἔστιν οὖν ἀντὶ τοῦ T προορώμην, b(BCE3E4) | |
T ὡς „ὀσσόμενος πατέρ’ ἐσθλόν“ (α 115). T | |||
22.358 | ex. | μή τοί τι θεῶν μήνιμα γένωμαι: μὴ ὁ ἐμὸς θάνατος τὸν ἐκ θεῶν †θάνατον† ἐπὶ σὲ ἐρεθίσῃ, b(BCE3E4)T ἐπεὶ καὶ αὐτόν σε δεήσει ὑπὸ Τρώων ἑλκυσθῆναι. T | |
22.359 | ex. | ἤματι τῷ: τῇ ἑξῆς μετὰ τὰς ταφὰς ἀνῃρέθη, „αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμοσ“ (Σ 96). T | |
22359-60a1 | ex. | ὅτε κέν σε Πάρισ〈—πύλῃσιν〉: οἱ μὲν ὅτι μαντεύονται περὶ ἀποβίωσιν. †ἀρίστευσε·† παρέχουσι δὲ καὶ Ἀπόλ‐ λωνα, ἐπεὶ καὶ αὐτὸς Τέννην ἀνεῖλε τὸν Ἀπόλλωνος. T | |
22359-60a2 | οἱ μέν φασιν ὅτι ταῦτα λέγει, ἐπεὶ αἱ ψυχαὶ ἐξερχόμεναι μαντικαὶ γίνονται· οἱ δὲ ὅτι στοχάζεται αὐτὸν εἰς τὴν πόλιν εἰσελθεῖν σπεύδοντα καὶ λοχηθῆναι ὑπονοεῖ. b(BCE3E4) | ||
22362a | Ariston. | ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη 〈Ἄϊδος δὲ βεβήκει〉: σημειοῦνταί τινες ὅτι μόνη κάτεισιν εἰς Ἅ〈ι〉δου ἡ ψυχὴ καὶ οὐ δεῖται τῆς Ἑρμοῦ παραπομπῆς. A | |
22362b | ex. (Ariston.) | ἐκ ῥεθέων: Αἰολεῖς τὸ πρόσωπον ῥέθος. T | |
22.365 | ex. | τέθναθι: ὑπερβολὴ ὀργῆς τὸ καὶ πρὸς νεκρὸν διαλέγεσθαι. | |
b(BCE3E4)T | |||
22365-6 | ex. | κῆρα δ’ ἐγὼ τότε δέξομαι, 〈ὁππότε κεν δή / Ζεὺς ἐθέλῃ—ἄλλοι〉: καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν. ὁ δὲ Ἕκτωρ φιλοψυχῶν πρὸς τὸν Πάτροκλόν φησι· „τί νύ μοι μαν‐ τεύεαι αἰπὺν ὄλεθρον;“ (Π 859). b(BCE3E4)T | |
22.367 | ex. | καὶ ἐκ νεκροῖο ἐρύσ〈σ〉ατο: ἔστι πάλιν ὡς ἐπὶ γραφῆς τὸ πᾶν σκοπῆσαι. T | |
22.369 | ex. | περίδραμον: ὡς γὰρ ἐπὶ παράδοξον πρᾶγμα συνθέουσιν. b(BCE3E4)T | |
22.370 | ex. | οἳ καὶ θηήσαντο 〈φυὴν καὶ εἶδος ἀγητόν〉: καὶ ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρημένου. b(BCE3)T | |
22371a1 | ex. | οὐδ’ ἄρα οἵ τις ἀνουτητί 〈γε παρέστη〉: δημώδους πλήθους τὸ πάθος, αὖξον δὲ τὴν ἀρετὴν τοῦ κειμένου· ὃ εἰδυῖα Ἀν‐ δρομάχη φησί· „χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ“ (Ω 736). δύο δὲ συνέχονται πάθεσιν, ἐκπλήξει δὲ καὶ μίσει. T | |
22371a2 | δημώδους πλήθους τὸ ἔργον· συνέχονται γὰρ δύο πάθε‐ σιν, ἐκπλήξει τε καὶ μίσει. αὔξεται δὲ διὰ τούτου ἡ ἀρετὴ τοῦ κειμένου. b(BCE3E4) | ||
22371b | ex. | ἀνουτητί: εἰ μὴ ἔτρωσεν αὐτόν. T | |
22373-4 | ex. | ἦ μάλα δὴ μαλακώτεροσ〈—κηλέῳ〉: σαρ‐ κασμός, ὅταν ἐπαίνων λεγομένων ψόγον ἔχῃ, ὡς τὸ „ἦ μάλ’ ἐλαφρὸς ἀνήρ“ (Π 745) b(BCE3E4)T καὶ „ὄφρ’ ἐπὶ νηυσὶ συνώμεθα“ (Ν 381). T | |
22375a | Ariston. | ὣς ἄρα τις εἴπεσκε 〈καὶ οὐτήσασκε παραστάσ〉: ὅτι οὐ πάντως πρότερον ἔλεγον, ἀλλ’ ἅμα παίοντες ἐπεφώνουν ὥστ’ | |
εἶναι, ὣς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε. A | |||
22375b | ex. | 〈εἴπεσκε〉 καὶ οὐτήσασκε 〈παραστάσ〉: ἅμα λέγον‐ τες καὶ ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος. b(BCE3 E4)T | |
22.378 | Ariston. | ὦ φίλοι, Ἀργείων ἡγήτορες 〈ἠδὲ μέδοντεσ〉: ὅτι Ζηνόδοτος ἀντὶ τούτου πεποίηκεν „Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν“ (= Η 327. Ψ 237). οὐ πάρεστι δὲ ὁ Ἀγαμέμνων ἐπὶ ταύτης τῆς μάχης, ἀλλ’ ἐπὶ τῆς σκηνῆς, ἔτι τραυματίας ὤν. A | |
22379a | Ariston. | ἐπειδὴ τόνδ’ ἄνδρα 〈θεοὶ δαμάσασθαι ἔδωκαν〉: ὅτι τὴν αἰτίαν προτέταχεν, ἐπειδὴ τόνδ’ ἄνδρα θεοί. ἔδει δὲ οὕτως· „εἰ δ’ ἄγετ’, ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, / ὄφρα κ’ ἔτι γνῶμεν Τρώων νόον, / ἢ καταλείψουσι〈ν〉 πόλιν ἄκρην τοῦδε πεσόντος, / ἦε | |
5 | μένειν μεμάασιν“, / ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδω‐ καν (Χ 381—4. 379). ὁ δὲ Διονύσιος (fr. 50 Schm. = 13 L.) διστάζει, μὴ πρὸς τὴν ἀπόλειψιν τοῦ χρόνου· παραβάλλει γὰρ τὸ „ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο“ (Ψ 2) καὶ „ἐπίτονος βέβλητο“ (μ 423)· τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων, ὅτι | ||
10 | σπανίως Ὅμηρος κακομέτρους ποιεῖ. A | ||
22379b | D | ἐπειδὴ τόνδ’ ἄνδρα: σημειῶδες ὅτι καὶ ἀκεφάλοις χρῆ‐ ται ὁ ποιητής, ὥστε οὐ δεῖ προπερισπᾶν τὸ „φίλε κασίγνητε“ (Φ 308). T | |
22379c | ex. | ἄλλως: ἐπειδὴ τόνδ’ ἄνδρα: τὴν αἰτίαν τοῦ πράγματος προὔθηκεν· ἔδει γὰρ εἰπεῖν ‘δεῦτε, πειρηθῶμεν, εἰ καταλείψουσι πόλιν ἄκρην, ἐπειδὴ τόνδε ἄνδρα‘ (cf. Χ 381. 383. 379). b(BCE3E4)T ἔστι δὲ ὅμοιον τῷ „πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες 〈Ἀχαι‐ | |
5 | οί〉“ (Η 328). T | ||
22379d | ex. | ἄλλως: ἐπειδὴ τόνδ’ ἄνδρα: παιδευτικὸν καὶ τοῦτο πρὸς εὐσέβειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται. b(BCE3E4)T | |
22.380 | Did. (?) | 〈ἔρρεξεν:〉 γράφεται „ἔρδεσκεν“. Aim | |
22381-90 | ex. | εἰ δ’ ἄγετ’ 〈ἀμφὶ πόλιν—ἑταίρου〉: στρα‐ τηγικῶς μὲν τὸν καιρὸν συνίησι, καταπλήσσων τοὺς πολεμίους παρὰ τὴν πτῶσιν τῶν ἀπολωλότων· φιλοστόργως δὲ μετάγεται, τὸ φιλέ‐ ταιρον προτιθεὶς τοῦ φιλοτίμου. b(BCE3E4)T | |
22385a | ex. | ἀλλὰ τίη μοι ταῦτα 〈φίλος διελέξατο θυμόσ〉: ἐν‐ ταῦθα ἀνακύπτει τὸ δεξιὸν τῆς οἰκονομίας, τὸ πρὸ τῆς Πατρόκλου ταφῆς ἐξιέναι τὸν Ἀχιλλέα. T | |
22385b | ex. | ἄλλως· ἀλλὰ τίη μοι ταῦτα〈—θυμόσ〉: οἱ περὶ Ἡρόδικόν φασι προφασίζεσθαι αὐτὸν 〈διὰ〉 τὸν περὶ τὰς Σκαιὰς | |
πόλεμον. T | |||
22.388 | Did (?) | 〈ζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ ὀρώρῃ:〉 †ὅτι† „ζωὸς ἐν Ἀργείοισι φιλοπτολέμοισι μετείω“. Aim | |
22390a1 | ex. | αὐτὰρ ἐγὼ καὶ κεῖθι 〈φίλου μεμνήσομ’ ἑταίρου〉: ἀμέλει καὶ ἐν Ἅιδου συνὼν αὐτῷ ὁρᾶται (cf. λ 467—8). κάλλιστον οὖν πρὸς φιλεταιρίαν. T | |
22390a2 | κάλλιστα πρὸς φιλεταιρίαν τὰ ἔπη καὶ φίλοις ἀναγινώ‐ σκειν ἁρμόδια. b(BCE3E4) | ||
22391a | ex. | νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα: πῶς τὸν πολέμιον Ἀπόλλωνα ᾄδει; ἢ ὡς Τρῶες Ἀθηνᾶν (cf. Ζ 297—311), εὐμενίζονται τὸν θεόν. b(BCE3E4)T ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιάν, οὐ πάντως δὲ εἰς αὐτὸν ὁ ὕμνος· b(BE3E4)T μετὰ δὲ τὴν νίκην τοῦ δρά‐ | |
5 | κοντος αὐτὸν ἐξεῦρεν. T | ||
22391b | ex. | παιήονα: ὅτι οὐ μόνον συμποτικὴ καὶ μετ’ ὀρχήσεως ἡ πάλαι μουσική, ἀλλὰ καὶ εἰς θρήνους ἐπιτηδεία· b(BCE3E4)T ἥτις καὶ μέχρι τῶν Πυθαγορ〈ε〉ίων ἐθαυμάζετο, καλουμένη κάθαρσις. | |
περὶ δὲ τὴν ἐαρινὴν εἰς ταὐτὸν συνιόντες ἤκουον ἑνός, ὃς μέσος καθ‐ | |||
5 | ήμενος ᾖδε λύριον ἔχων ταῖς ἠρεμαίαις ἁρμονίαις. Ἀχιλλεὺς (cf. Ι 189) δὲ μόνος καὶ Πάρις (cf. Γ 54) οἶδε παρ’ Ὁμήρῳ, ὁ μὲν ὑπὸ Χείρωνος τοῦ καὶ Ὀρφέα παιδεύσαντος, ὁ δὲ ἐν Ἴδῃ τραφείς, οὗ διέτριψαν οἱ Ἰδαῖοι Δάκτυλοι, μουσικώτατοι γεγονότες καὶ πολλὰ εἰς τήνδε τὴν τέχνην 〈συμβαλόμενοι〉: ὧν ἕνα Κρινόεντά φασιν, ὃς πρῶτος Μούσαις | ||
10 | ἔθυσεν· οὗ ἀπόγονος Τέρπανδρος ὁ Ἀντισσαῖος. ἐπὶ δὲ τοῦ „ὅς τ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι 〈/ καί θ’ ἁπαλὸν γελάσαι〉“ (ξ 464—5) οὐκ ἀποδοκιμάζων τὸ ᾄδειν φησίν, ἀλλὰ {διὰ} τὸ „μάλα“ (ξ 464) τό τε „ἁπαλὸν γελάσαι“ (ξ 465), ὅ ἐστι καγχάσαι. ἡ δὲ ἁπαλὴ ὄρχησις, μόθων καὶ βαυκισμὸς καὶ ποδισμός, ἅπαντα τοῖς | ||
15 | μαλακοῖς δέδοται. T | ||
22391c | ex. | ἄλλως: παιήονα: τὸν ἐπὶ καταπαύσει κακῶν ᾀδόμενον ἢ ἐπὶ τῷ μὴ γενέσθαι. T | |
22393-4a | Ariston. | ἠράμεθα μέγα κῦδοσ〈—εὐχετόωντο〉: ἀθε‐ τοῦνται στίχοι δύο, ὅτι παρὰ τὴν ἀξίαν Ἀχιλλέως οἱ λόγοι· αὐτὸς γὰρ ἦν ὁ λέγων· „ὄφρα καὶ Ἕκτωρ / εἴσεται, ἤ ῥα καὶ οἶος ἐπίστηται | |
πολεμίζειν / ἡμέτερος θεράπων“ (Π 242—4). A | |||
22393-4b | ex. | ἠράμεθα〈—εὐχετόωντο〉: Ἑλληνικῶς κοινοποι‐ εῖ τὴν νίκην, καὶ ἀναζωπυρῶν τὸ συμμαχικὸν οἴχεταί φησι Τρωσὶ τὰ πράγματα μετὰ τελευτὴν Ἕκτορος. b(BCE3E4)T | |
22395a1 | ex. | 〈ἀεικέα:〉 †αἰκιστά. Til | |
22395a2 | rec. | χαλεπὰ καὶ αἰκιστικά, ἢ ἀπρεπῆ. μήδετο δὲ ἀντὶ τοῦ εἰργάζετο. b(BCE3) | |
22396-7 | ex. | 〈ἀμφοτέρων〉 μετόπισθε ποδῶν 〈τέτρηνε τένον‐ τε / ἐς σφυρὸν ἐκ πτέρνησ〉: ἐκ τοῦ ὑποκάτωθεν μέρους τοῦ κατὰ τὴν πτέρναν ἕως ἐπὶ τὸ σφυρὸν ὥστε ὅλην λύσασθαι τὴν ἀγκύλην. b(BCE3)T Λεπτίνης δὲ κακῶς φησιν ‘ἐκ πτέρνης (cf. 397) τοῦ | |
5 | ἅρματοσ‘. T | ||
22.396 | Ariston. | ἀμφοτέρων μετόπισθε ποδῶν 〈τέτρηνε τένοντε〉: ὅτι νῦν τένοντας εἶπε τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς κνήμης. A | |
22.398 | D | ἐκ δίφροιο δ’ ἔδησε: διὰ τί Ἀχιλλεὺς θανόντα σύρει —ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι. A | |
22402a | Did. (?) | 〈πίλναντο:〉 ἔν τισι „πίμπλαντο“. Aim | |
22402b1 | ex. (ex. + Did.) | πίτναντο: ἐξεπετάννυντο διὰ τοῦ τ. τινὲς δὲ „πίλναν‐ | |
το“. T | |||
22402b2 | ex. | ἐξεπετάννυντο καὶ πρὸς γῆν ἥπλωντο. b(BCE3) | |
22403-4 | ex. | τότε δὲ Ζεὺς 〈δυσμενέεσσι / δῶκεν ἀεικίσσασθαι〉: πῶς ὁ καὶ παρὰ τὴν εἱμαρμένην θέλων σῴζειν οὐκ ἤμυνεν; ἢ ὅτι παρ‐ είπετο τῷ θανάτῳ ἡ αἰκία· ἐάσας οὖν ἀποθανεῖν καὶ αἰκισθῆναι εἴασεν. ἢ τὸ δῶκεν (404) ἀντὶ τοῦ ‘οὐκ ἤμυνεν‘. T | |
22.403 | Did. (?) | 〈δυσμενέεσσι:〉 ἐν ἄλλῳ „τερπικέραυνοσ“. Aint | |
22405-7 | ex. | ἡ δέ νυ μήτηρ〈—παῖδ’ ἐσιδοῦσα〉: οὐ λει‐ ποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώ‐ κεσθαι αὐτόν (cf. Χ 82—9). τῇ δὲ Ἀνδρομάχῃ ἄθρουν προσέπεσε τὸ πάθος (cf. Χ 466—74). b(BCE3E4)T | |
22.406 | ex. | 〈τίλλε κόμην,〉 ἀπὸ δὲ λιπαρὴν 〈ἔρριψε καλύ‐ πτρην〉: ἤλλαξε τὴν τάξιν· ῥίψασα γὰρ ἔτιλλεν. T | |
22.408 | ex. | ᾤμωξεν 〈...〉 πατήρ: ἐπὶ μὲν ἄρρενος ᾤμωξεν, b(BCE3 E4) ἐπὶ δὲ τῆς θηλείας „κώκυσεν“ (Χ 407)· ἡ μὲν γὰρ ἄναρθρος, †ἡ† δὲ μετὰ λόγου. καὶ ἑξῆς (sc. Χ 409) „κωκυτῷ τ’ εἴχοντο“ γυναι‐ κείῳ „καὶ οἰμωγῇ“ ἀνδρῶν. b(BCE3E4)T | |
22410a | Hrd. | ὡσεὶ ἅπασα: τινὲς περιέργως διὰ μόνου τοῦ ι γράφοντες ἀποδιδόασιν ‘ὡς αὐτὴ ἅπασα‘. οὐκ οἶδεν δὲ ὁ ποιητὴς οὔτε τὴν ἵ οὔτε τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ (κ 420—1)· „σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, / ὡς εἴ τ’ εἰς Ἰθάκην ἀφικοί‐ | |
5 | μεθα“. A | ||
22410b | ex. | ὡσεὶ ἅπασα: τινὲς τὸ ὡσεὶ διὰ τοῦ ι γράφουσι καὶ δασύνουσιν, ἀντωνυμίαν ἐκδεχόμενοι τρίτου προσώπου ἀντὶ τοῦ ‘ὡς αὐτή‘. ἀλλ’ οὐ χρῆται αὐτῇ ὁ ποιητής. Σοφοκλῆς Οἰνομάῳ (fr. 430 N.2 = 471 P. = R.)· „ἡ μὲν ὡς ἳ θάσσονα / ἡ δὲ ὡς ἳ τέξοι παῖδα“. ἔστιν | |
5 | οὖν δίφθογγος. T | ||
22410c | ex. | ἄλλως· ὡσεὶ ἅπασα: καὶ Θουκυδίδης (7,75,5)· „οὐδὲν γὰρ ἄλλο ἢ πόλει ἁλισκομένῃ ἐῴκεσαν“. T | |
22411a | Ariston. | 〈Ἴλιος ὀφρυόεσσα:〉 ὅτι θηλυκῶς ἡ Ἴλιος. Aim | |
22411b | ex. | ὀφρυόεσσα: ἐπὶ ὀφρυώδους τόπου κειμένη. T | |
22411c | Did. | 〈σμύχοιτο:〉 οὕτως Ἀρίσταρχος σμύχοιτο. Aint | |
22411d | ex. | 〈σμύχοιτο:〉 σμύχεσθαι τὸ ἐκ τοῦ κατ’ ὀλίγον αὔξεσθαι τὸ πῦρ μὴ τρεπόμενον εἰς φλόγα. b(BCE3E4) | |
D | σμύχοιτο: καταφλέγοιτο. ὁ δὲ λόγος· τοιοῦτος δέ φησι θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγο‐ | ||
5 | μένης. A | ||
22.414 | ex. | κατὰ κόπρον: κόπρον τὰ κόπρια. ἔστι δὲ καὶ ἐπίγραμμα, ὃ εἰς Ἐπίχαρμον (fr. 296 K.) ἀναφέρεται· „εἰμὶ νεκρός, νεκρὸς δὲ κόπρος, γῆ δ’ ἡ κόπρος ἐστίν· / εἰ †δὲ† γῆ νεκρός b(BCE3E4)T | |
ἐστ’, οὐ νεκρὸς ἀλλὰ θεός.“ T | |||
22.415 | ex. | ἐξονομακλήδην: οὐ κοινῶς, ἀλλ’ ἰδίως. T | |
22416a | ex. | καί μ’ οἶον ἐάσατε: ὀνειδιστικῶς· T εἰ καὶ ὑμεῖς οὐ δοκεῖτε ἐξελθεῖν, ἐμὲ μόνον ἐάσατε. b(BCE3E4)T | |
22416b1 | Did. | κηδόμενοί περ: οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου, καίπερ ὀδυνώμενοι καὶ αὐτοί. A | |
22416b2 | Ἀρίσταρχος πληθυντικῶς κηδόμενοί περ. Aim | ||
22416c | Did. | ex.(?) | κηδόμενοί περ: Ἀρίσταρχος κηδόμενοι. | ὁ δὲ πέρ πλεονάζει. T | |
22418a | ex. | λίσσωμ’ 〈ἀνέρα τοῦτον〉: λείπει ὁ ἵνα, ‘ἵνα λίσσωμαι‘. T | |
22418b | ex. | ἀτάσθαλον 〈ὀβριμοεργόν〉: λοιδορεῖ ὃν ἱκετεύει, ἐπεὶ στασιάζει ἐπ’ αὐτῷ τῷ πάθει. b(BCE3E4)T | |
22419-20 | ex. | ἤν πως ἡλικίην 〈αἰδέσσεται ἠδ’ ἐλεήσῃ / γῆ‐ ρασ〉: προμελετᾷ τὴν ἱκετηρίαν (cf. Ω 486—506). b(BCE3E4)T | |
22.420 | ex. | καὶ δέ νυ τῷ γε πατήρ: τοῦτο πρῶτον ἱκετεύων προ‐ βάλλεται· „μνῆσαι πατρὸς σεῖο“ (Ω 486). b(BCE3E4)T | |
22.423 | ex. | τηλεθάοντα〈σ〉: ἀντὶ τοῦ θάλλοντα〈σ〉· οὐ γὰρ ἔγκειται | |
τὸ τῆλε. T | |||
22.425 | D | κατοίσεται: κατοίσει. T | |
22428a | Nic. | 〈μήτηρ θ’, ἥ μιν ἔτικτε〉 δυσάμμορος 〈ἠδ’ ἐγὼ αὐτόσ〉: τὸ δυσάμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι· βέλτιον δὲ ἴσως τοῖς ἑξῆς. A | |
22428b | ex. | δυσάμμορος: δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ δυς καὶ α ταὐτὸν δηλοῦσιν. b(BCE3E4)T | |
22429a | Did. (?) | 〈πολῖται:〉 γράφεται „γέροντεσ“. Aint | |
22429b | ex. | στενάχοντο πολῖται: „στενάχοντο γέροντεσ“. ἄμεινον δέ· ἁρμόζοντα γὰρ πατράσιν εἴρηκεν. T | |
22430a | ex. | ἀδινοῦ: οἰκτροῦ κατὰ Αἰτωλούς· b(BCE3)T Ἀρί‐ σταρχος ἀθρόου. T | |
22430b | ex. | 〈ἀδινοῦ:〉 πυκνοῦ καὶ συνεχοῦς. b(BCE3E4) | |
22431a | Nic. | τέκνον, ἐγὼ δειλὴ 〈τί νυ βείομαι αἰνὰ παθοῦσα〉: στικτέον καὶ μετὰ τὸ τέκνον καὶ μετὰ τὸ δειλή. βέλτιον δέ ἐστι συν‐ άπτειν μετὰ τὸ τέκνον πάντα, ἵν’ ᾖ τὸ ἑξῆς ‘τί νυ βείομαι ἐγὼ δειλὴ αἰνὰ παθοῦσα;‘. A | |
22431b | ex. | τέκνον: ἡ συνεχὴς ἀνάκλησις ἐπικουφίζει. b(BCE3E4)T | |
22431c1 | Did. | τί νυ βείομαι: οὕτως Ἀρίσταρχος, ‘πῶς ζήσομαι;‘ τὸ δὲ „αἰνὰ τεκοῦσα“ ὡς τὸ „δυσαριστοτόκεια“ (Σ 54). τινὲς δὲ | |
παθοῦσα. T | |||
22431c2 | Ἀρίσταρχος διὰ τοῦ η „βήομαι“, βιώσομαι. Aim | ||
22431c3 | rec. (Did.) | τὸ δὲ βείομαι Ἀρίσταρχος διὰ τοῦ †ι† γράφει, ἵν’ ᾖ ‘πῶς βιώσομαι καὶ ζήσομαι σοῦ θανόντος;‘. τὸ δὲ αἰνὰ παθοῦσα „τεκοῦσα“ γράφει, ἵν’ ᾖ ὅμοιον τῷ „δυσαριστοτόκεια“. (Σ 54) τινὲς δὲ ἀντὶ τοῦ ‘πῶς ἀποβήσομαι, πῶς φροντισθήσομαι;‘, ὡς τὸ „οὔτι | |
5 | †βέομαι διός†“ (Ο 194) ἤτοι οὐ φροντίζω. b(BCE3E4) | ||
D | D | {τέκνον ἐγὼ δειλὴ} τί νυ βείομαι: ἀντὶ τοῦ ἐς τί ἔτι βιώσω, ὅ ἐστι ζήσω. | πῶς Ἑκάβη μὲν οὐ πίπτει—Ἀνδρομάχῃ δὲ ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν. A | ||
22432-5 | ex. | ὅ μοι νύκτας τε καὶ ἦμαρ / —θεὸν ὣς δει‐ δέχατο: καθ’ ἑκάστην οὖν ἡμέραν ὡς θεῷ σωτῆρί σοι ηὔχοντο. καὶ ὁ ζῶν ἰσόθεος νῦν οὐδὲ νεκρὸς εὐτυχής. A b (BCE3E4)T | |
22.433 | ex. | εὐχωλὴ 〈... ὄνειαρ〉: ἐμοὶ μὲν δόξα, τοῖς δὲ πολίταις ὄφε‐ λος. A b (BCE3E4)T | |
22437a | ex. | ἄλοχος δ’ οὔ πώ 〈τι πέπυστο〉: ἅμα πάντα γέγο‐ νεν· ἀμέλει καὶ ἐξελθοῦσα ἀκμὴν εὑρίσκει αὐτὸν ὑπὸ τῶν ταχέων ἵπ‐ πων ἑλκόμενον (cf. Χ 462—5). ἀλλ’ ἀδύνατον πάντα ὑφ’ ἓν διηγήσα‐ | |
σθαι. T | |||
22437b | ex. | οὔ πώ τι πέπυστο: ἢ τὰ αὐτὰ γὰρ ἂν εἶπε τοῖς γονεῦσι καὶ περισσὴ ἐφαίνετο, ἢ ἐλεεινότερον †εἰποῦσα καὶ ἐλύετο† ἡ ὑπόθεσις. T | |
22440a | Ariston. | ἀλλ’ ἥ γ’ ἱστὸν ὕφαινε 〈μυχῷ δόμου ὑψηλοῖο〉: ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχη ἐν τοσούτῳ θορύβῳ κατ’ οἶκον ἀτρεμοῦ‐ σα, καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα. ἔοικεν οὖν, φησὶν ὁ Ἀρίσταρχος, προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης | |
5 | προσώπῳ κατὰ τὴν πρὸς Ἕκτορα κοινολογίαν (sc. Ζ 394—502) ἀπεσχῆσθαι νῦν τοῦ προσώπου. A | ||
22440b | ex. | ἱστὸν ὕφαινε 〈μυχῷ δόμου〉: οἰκείως ἔχει ὁ μυχὸς πρὸς τὸ μὴ ῥᾳδίως αἰσθέσθαι. b(BCE3E4)T | |
22441a | ex. | Did. (?) | δίπλακα: διπλοΐδα, ἣν οἷόν τε διπλῆν περιβάλλεσθαι. b(BCE3)T | 〈πορφυρέην·〉 γράφεται καὶ „μαρμαρέην“. T | |
22441b | ex.(?) | θρόνα: τὰ βαπτὰ ἔρια, A b (BCE3E4)T κατὰ μετ‐ ουσίαν, ὁμοίως τοῖς ποιοῦσι τὰ ποιούμενα. AT | |
22441c | ex. | 〈θρόνα ποικίλα:〉 ἄνθη ποικίλα, ἐξ ὧν βάπτουσι. Ail | |
22441d1 | ex. | 〈ἐν ... ἔπασσε:〉 ἡ {δὲ} ἔν πρὸς τὸ ἔπασσε. δηλοῖ | |
δὲ κατὰ Κυπρίους τὸ ποικίλλειν, ἀφ’ οὗ καὶ παστός. b(BCE3) | |||
22441d2 | ἔπασσε: πάσσειν Κύπριοι τὸ ποικίλλειν, ἀφ’ οὗ καὶ ὁ παστός. A T | ||
22442-5 | ex. | κέκλετο δ’ ἀμφιπόλοισιν—νηπίη, οὐδ’ ἐνόησεν: αὔξει τὸ πάθος· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τι τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν, μονονουχὶ ὁρῶσα τὸν Ἕκτορα· διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς συμπαθῶς τὸ | |
5 | νηπίη, οὐδ’ ἐνόησεν (445), ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς. A b(BCE3E4)T | ||
22445a | Nic. | 〈νηπίη, οὐδ’ ἐνόησεν:〉 καθ’ ἑαυτὸ τὸ νηπίη. Aint | |
22445b | ex. | τῆλε λοετρῶν: εἰώθαμεν λέγειν ὅτι οὐκ ἐν τούτῳ ὁ παρών ἐστι καιρός. T | |
22447-8 | ex. | κωκυτοῦ δ’ ἤκουσε—κερκίς: τὸ γὰρ προακου‐ όμενον πάθος ἐκλύεται, τὸ δὲ παράδοξον ἀνιᾷ. T | |
22.447 | D | κωκυτοῦ δ’ ἤκουσεν: ἀντὶ τοῦ θρήνου ἤκουσεν. ἐζήτηται δέ, πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν. φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ (sc. 490—3) σωφρονεῖν αὐτὴν ἀναγκάζει. A | |
22448a | ex. | τῆς δ’ ἐλελίχθη γυῖα 〈χαμαὶ δέ οἱ ἔκπεσε κερκίσ〉: ἀνυπέρβλητον τὸ πάθος· ἐννοεῖν γὰρ χρή, ποδαπὴ ἔσται ἐπιγνοῦσα τὴν συμφοράν, ὁπότε ἐν ἀμφιβόλῳ τῇ ὑπονοίᾳ κατείληπται μὲν τρόμῳ, ὅπερ σημαίνει διὰ τοῦ τῆς δ’ ἐλελίχθη γυῖα, ἀκρατὴς δὲ | |
5 | γέγονε τῶν ἐν χερσίν· b(BCE3E4)T οὐ γὰρ ἐκβάλλει τὴν κερκίδα ὡς ἐγνωκυῖα τὸ κακόν, ἀλλὰ χαλασθέντων αὐτῇ τῶν μελῶν ἐκπίπτει | ||
τῶν χειρῶν. b(BE3E4)T | |||
22448b | ex. | ἐλελίχθη: τρόμῳ περιεσείσθη. T | |
22448c | ex. | κερκίς: παρὰ τὸ κρέκειν· ἐπῇδον γὰρ αὐταῖς. T | |
22.450 | ex. | ὅτιν’ ἔργα: ἄμεινον „ἅτι〈ν’〉“ ἀντὶ τοῦ ἅτινα. T | |
22.451 | ex. | 〈αἰδοίησ〉 ἑκυρῆς 〈ὀπὸς ἔκλυον〉: δι’ ἔθους μὲν γὰρ οἰμωγῆς ἤκουε, τὸ δὲ τῆς Ἑκάβης ἐξένισεν αὐτήν. b(BCE3E4)T | |
22.452 | ex. | πάλλεται ἦτορ 〈ἀνὰ στόμα〉: ἐμφαντικῶς δηλοῖ τὴν ψυχὴν ἐκπηδῆσαι βιαζομένην. b(BCE3E4)T | |
22452-3 | ex. | 〈νέρθε δὲ〉 γοῦνα / πήγνυται: Καλλίμαχος (h. 5, 83—4)· „ἐκόλλησαν γὰρ ἀνίαι / γούνατα“. b(BE3E4)T | |
22.455 | ex. | θρασὺν Ἕκτορα: οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον· φησὶ γοῦν „φθίσει σε τὸ σὸν μένοσ“ (Ζ 407). b(BCE3)T | |
22456-7 | ex. | 〈μοῦνον ἀποτμήξας—ἀλεγεινῆς:〉 ὅτι εἴωθεν ὁ ποιητὴς τὸ ἓν ἐν δύο περικοπαῖς φράζειν. T | |
22.457 | ex. | {ἀγηνορίης} ἀλεγεινῆς: τῆς ἐμοὶ λυπηρᾶς. T | |
22459a | ex. | προθέεσκεν: ἐβόα γοῦν „δεῦρ’ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι“ (Η 75). T | |
22459b | ex. | τὸ ὃν μένος οὐδενὶ εἴκων: οὐδενὶ παραχωρῶν τὴν ἑαυτοῦ ψυχικὴν δύναμιν. b(BCE3)T | |
22.460 | ex. | μαινάδι ἴση: μαινομένῃ ἐοικυῖα. T | |
22.463 | ex. | ἔστη παπτήνας’ ἐπὶ τείχεϊ: εὖ τὸ μὴ πυθέσθαι παρ’ ἑτέρων· ἀλλὰ ψυχῆς ταρασσομένης ἔργον τὸ αὐτόπτην ἐθέλειν γενέ‐ σθαι. b(BCE3)T | |
22464-5 | ex. | 〈ταχέες δέ μιν ἵπποι / ἕλκον〉 ἀκηδέστως: ἀπὸ τῆς Ἀχιλλέως διαθέσεως ἀκηδέστως (465) b(BCE3)T φησὶ καὶ τοὺς ἵππους ἕλκειν. b(BCE3) οἶκτον δὲ ἔχει καὶ τὸ ἐν ὄψει τῶν φιλτάτων ἕλκεσθαι, οὐδενὸς ἀμύνειν δυναμένου. b(BCE3)T | |
22.466 | ex. | τὴν δὲ κατ’ ὀφθαλμῶν 〈ἐρεβεννὴ νὺξ ἐκάλυψεν〉: τῆς μὲν τὸ πάθος ἐμάρανεν ἡ κατ’ ὀλίγον θέα, τὴν δὲ ἡ αἰφνίδιος ὄψις ἐπάταξεν. b(BCE3)T | |
22.467 | ex. | ἀπὸ δὲ ψυχὴν ἐκάπυσ〈σ〉εν: ὑπερβολικῶς ἐξέπνευσεν. b(BCE3)T | |
22468a | Ariston. | τῆλε δ’ ἀπὸ κρατὸς 〈χέε δέσματα σιγαλόεντα〉: ὅτι βελτίων ἂν ἦν ἡ διάθεσις, εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπὶ τῆς κεφαλῆς ἀπέβαλεν, ἀλλ’ ὕστερον, ὅτε ἀναπινύσκεταί τε καὶ ἑαυτὴν ἀναλαμ‐ βάνει, ἵν’ ᾖ οὕτως· „ἡ δ’ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, / | |
5 | ἀμβλήδην γοόωσα 〈μετὰ Τρωῇσιν ἔειπεν /〉· τῆλε δ’ ἀπὸ κρατὸς χέε δέσματα〈—μυρία ἕδνα〉“ (Χ 475—6. 468—72). A | ||
22468b | ex. | τῆλε δ’ ἀπὸ κρατὸς 〈χέε δέσματα〉: καὶ πῶς ἀπο‐ ψύξασα ἐνεργεῖ; ἔστι δὲ σύνηθες Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶς ἑρμηνεύεσθαι ἐν δυσὶ περικοπαῖς ἐκφέρειν· b(BCE3E4)T „αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃσ“ (α 293) ἀντὶ τοῦ ἔρξας | |
5 | τελευτήσῃς· b(BCE3E4) „ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆασ“ (Φ 537), ἀπώσαντες ἄνεσαν· „τιμήσῃ, ὀλέσῃ δὲ πολέασ“ (Β 4) ἀντὶ τοῦ ὀλέσας τιμήσῃ· „φθέγγεο 〈...〉 καὶ ἐγρήγορθαι ἄνωχθι“ (Κ 67) ἀντὶ τοῦ φθεγγόμενος ἄνωχθι γρηγορεῖν. οὕτως „ἐκάπυσσε“ (Χ 467), / τῆλε δ’ ἔχεεν ἀντὶ τοῦ χέασα τῆλε ἐκάπυσσε. τινὲς δὲ ὡς τὸ „θρέψα‐ | ||
10 | σα τεκοῦσά τε“ (μ 134). b(BCE3E4) | ||
22468c1 | Did. | 〈χέε:〉 Ἀρίσταρχος „βάλε {δέσματα}“, αἱ δὲ κοιναὶ χέε. Aim | |
22468c2 | {χέε:} οὕτως ἡ κοινή. Ἀρίσταρχος δὲ „βάλε“. T | ||
22468-72 | ex. | δέσματα σιγαλόεντα〈—ἐπεὶ πόρε μυρία ἕδνα〉: εἰς μνήμην ἄγει τῆς παλαιᾶς εὐδαιμονίας, ὅπως τῇ μεταβολῇ αὐξήσῃ τὸν οἶκτον. μὴ ἐῶν δὲ ἡμᾶς ἄσχημόν τι σκοπεῖν περὶ τὸ πτῶμα τῆς γυναικός, ἠσχόληκέ τε ἡμᾶς περὶ τὴν κεφαλὴν αὐτῆς (sc. 468—72) | |
5 | καὶ περιέστησε τὰς συγγενεῖς (sc. Χ 473—4). b(BCE3E4)T ὅρα δὲ καὶ ἐν τοῖς λεπτοτάτοις τὴν παρατήρησιν τοῦ ποιητοῦ· ἐπὶ μὲν γὰρ τῆς Ἑκάβης διὰ συντόμων εἶπεν „ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύ‐ πτρην“ (Χ 406)—ἑνὸς γὰρ ἔδει καλύμματος τῇ πρεσβύτιδι—, ἐπὶ δὲ ταύτης ὡς ἂν νέας καὶ γυναικὸς τοῦ μάλιστα εὐδοκιμοῦντος ἐπ‐ | ||
10 | εξεργασίᾳ κέχρηται. b(BE3E4)T | ||
22469-70 | ex. | 〈ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέ‐ σμην / κρήδεμνόν τε:〉 ἄμπυξ (cf. 469) ἀρσενικῶς τὸ διάδημα τὸ πρὸς ἀνάδεσιν τῶν τριχῶν, ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον παρῆγον· καὶ νῦν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖν· καὶ | |
5 | „χρυσάμπυκες ἵπποι“ (cf. Ε 358. 363 al.) διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορυφαίας τῶν τριχῶν A b (BCE3E4) παρὰ τὸ ἀμπέχειν. A ἀναδέσμη (cf. 469) δὲ σειρά, ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀνα‐ δοῦνται· A b (BE3E4)T καλεῖται δὲ ὑπ’ ἐνίων †καλαυδεύκη†. AT κρήδεμνον (470) δὲ τὸ μαφόριον, „σχομένη λιπαρὰ κρή‐ | ||
10 | δεμνα“ (α 334. π 416 al.). A b (BE3E4)T | ||
22469a | D(~) | κεκρύφαλον: κεκρύφαλος ὁ κροκύφαντος. T | |
22469b | ex. | 〈κεκρύφαλον:〉 παρὰ τοῖς νεωτέροις ἐκτείνεται τὸ υ τοῦ κεκρύφαλος. Aint | |
22.470 | Did. | κρήδεμνόν θ’, 〈ὅ ῥά οἱ〉: ἐκ πλήρους ὁ τέ σύνδεσμος „κρήδεμνόν τε“. οὕτως ἅπασαι. A | |
22473a | Hrd. | {ἀμφιδέ μιν} γαλόῳ {τε}: πρὸ τέλους ἡ ὀξεῖα· αἱ γὰρ εἰς ῳ λήγουσαι δοτικαὶ βαρύτονοι, συνεμπίπτουσαι πληθυντικαῖς εὐθείαις, συνεμπίπτουσι {δὲ} καὶ κατὰ τὸν τόνον· τῷ λιπόνεῳ, οἱ λιπόνεῳ. A | |
22473b | ex. | γαλόῳ: πρὸ μιᾶς ὁ τόνος· οὐδέποτε γὰρ παρὰ τῷ ποιη‐ τῇ συμφώνου προηγουμένου τοῦ ω τρίτη ἀπὸ τέλους εὑρέθη ἡ ὀξεῖα. τοῦτο δέ φημι πρὸς τὸ παρ’ Ἀττικοῖς φιλόγελως καὶ δύσερως. T | |
22473c1 | ex. | γαλόῳ 〈τε καὶ εἰνάτερες: γαλόῳ〉 οὕτω τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαί. εἰνάτερες δὲ αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλή‐ λας. AT | |
22473c2 | rec. (?) | ex. | 〈γαλόῳ:〉 μετὰ τοῦ ι γραπτέον· ἔστι γὰρ πληθυντικὴ εὐθεῖα Ἀττική, ὡς οἱ Μενέλεῳ. b(BCE3E4) | σημαίνει δὲ τὰς τοῦ ἀνδρὸς ἀδελφάς. εἰνάτερες δὲ αἱ γυναῖκες τῶν τοῦ ἀνδρὸς ἀδελφῶν. b(BCE3) | |
22473d | Hrd. | εἰνάτερες: ὡς Δημήτερες. οὕτως πάντες, καὶ τὰ τῆς ἀναλογίας ἐπικρατεῖ οὕτως ἔχοντα, ὡς ἐδείχθη. A | |
22473e | Did. (?) | 〈ἅλις ἔσταν:〉 γράφεται „ἅλις ἦσαν“. Aint | |
22474a | Hrd. | αἵ ἑ μετὰ σφίσιν 〈εἶχον〉: ὀρθοτονητέον τὴν σφίσιν· εἰς γὰρ σύνθετον ἡ μετάληψις. AT ἔφαμεν (sc. ad Α 368b. Δ 2 c) δὲ ὡς οὐκ ἀντιστρέφει τὰ τοῦ λόγου. A | |
22474b | ex. | ἀτυζομένην: ταρασσομένην, ἄτῃ συνεχομένην. ἢ ἑαυτὴν ἀπορρῖψαι τοῦ τείχους θέλουσαν· ἔλεγε γάρ· „ἐμοὶ δέ κε κέρδιον εἴη / σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι“ (Ζ 410—1). ἔστι δὲ ἰδεῖν οἰκτροτάτην ὄψιν, ἐκεῖθεν μὲν Πρίαμον κατεχόμενον, ἐξελθεῖν θέλοντα | |
5 | ἐπὶ Ἀχιλλέα b(BE3E4)T καὶ θανατῶντα τὸν γέροντα (cf. Χ 412—29), T ἐντεῦθεν δὲ τὴν Ἀνδρομάχην ὑπὸ τῶν γυναικῶν διειλημμένην b(BE3E4)T πρὸς τὸ μὴ ῥιφῆναι τοῦ τείχους. b(BE3E4) | ||
22475a | Did. | {ἡ δ’ ἐπεὶ οὖν} ἄμπνυτο: διὰ τοῦ ε Ἀρίσταρχος „ἔμπνυ‐ το“, ἔμπνους ἐγένετο. καὶ ἐπὶ τοῦ Σαρπηδόνος „αὖτις δ’ ἐμπνύνθη“ (Ε 697). A | |
22475b | Did. | ex. | ἄμπνυτο: Ἀρίσταρχος „ἔμπνυτο“ διὰ τοῦ ε, ἀντὶ τοῦ ἔμπνους ἐγένετο, | ἐν ἑαυτῇ τὸ πνεῦμα συνῆξεν. b(BCE3E4)T | |
22475c | ex. | θυμὸς ἀγέρθη: ἠθροίσθη ἡ ψυχή, ἐσκορπισμένη b(BC E3E4)T οὖσα τὸ πρίν. b(BCE3E4) | |
22.476 | ex. | ἀμβλήδην: ἀντὶ τοῦ οὐκ ἀπὸ τῶν παρεστώτων, ἀλλ’ ἐκ | |
προοιμίων. b(BCE3E4)T | |||
22477a | Nic. | Ἕκτορ, ἐγὼ δύστηνος: στικτέον μετὰ τὸ Ἕκτορ καὶ μετὰ τὸ δύστηνος. A b (BCE3E4)T | |
22477b | ex. | Ἕκτορ, 〈ἐγὼ δύστηνοσ〉: ἠθικὸς ὁ λόγος καὶ ἁρμό‐ διος γυναικί. b(BCE3E4)T | |
22477c1 | ex. | ἐγὼ δύστηνος: ὁ γὰρ ἀποθανὼν πάντων κακῶν ἀπ‐ ήλλακται. T | |
22477c2 | λέγει δὲ ἑαυτὴν δύστηνον διὰ τὸ μὴ συναποθανεῖν· ὁ γὰρ ἀποθανὼν πάντων ἀπήλλακται τῶν δεινῶν. b(BCE3E4) | ||
22.478 | Did. | κατὰ δῶμα: αἱ κοινότεραι „ἐνὶ οἴκῳ“. AimT | |
22480a1 | Ariston. | 〈ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν:〉 ὅτι ἀντὶ τοῦ τυτθήν. καὶ ὅτι τὸ ὅ ἀντὶ τοῦ ὅς. Aint | |
22480a2 | τυτθόν: ἀντὶ τοῦ τυτθήν, ὡς „θερμὸς ἀϋτμή“ (Hsd. th. 696, h. Merc. 110). T | ||
22.481 | Did. | δύσμορος αἰνόμορον: οὕτως αἰνόμορον AAim T ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι, αἰνόμορον δὲ τὴν Ἀνδρομάχην. AT | |
22484-5a1 | Nic. | πάϊς δ’ ἔτι νήπιος ΑΥΤΩΣ / ὃν τέκομεν σύ τ’ ἐγώ τε: βραχὺ διασταλτέον μετὰ τὸ ΑΥΤΩΣ· γελοῖοι γὰρ οἱ τοῖς ἑξῆς αὐτὸ συνάπτοντες, „αὔτως / ὃν τέκομεν“, ἵν’ ᾖ ὃν μάτην ἐγεν‐ νήσαμεν. τοῖς δὲ ἄνω προσδιδόμενον σημαίνει τὸ ὡσαύτως, οἷον | |
5 | νήπιός ἐστιν ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν. A | ||
22484-5a2 | {νήπιος αὔτως:} ὡσαύτως νήπιός ἐστιν ὡς καὶ πρότε‐ ρον. T | ||
22484-5b | ex. | ἄλλως· νήπιος ΑΥΤΩΣ 〈/ ὃν τέκομεν〉: αὕτως, ὡς ἐγὼ χήρα, καὶ οὗτος νήπιος. ἢ †ματαίως γεγενημένον ἢ ὃν αὔτως ἐτέκο‐ μεν†. σύνηθες δὲ γυναιξὶν ἐν τῇ μνήμῃ τῶν ἀνδρῶν τῆς ὀρφανίας τῶν υἱῶν μνημονεύειν b(BCE3E4)T καὶ τὴν κοινὴν παιδοποιΐαν | |
5 | ἀπολοφύρεσθαι. T | ||
22485a1 | ex. | τέκομεν σύ τ’ ἐγώ τε: οἶδεν ὅτι πρὸς τὴν γένεσιν τῶν παίδων γυνὴ καὶ ἀνὴρ σπέρμα καταβάλλονται. T | |
22485a2 | πρὸς τὴν τῶν παίδων γένεσιν ἀμφοτέρων ἡ ἐνέργεια. b(BCE3) | ||
22485-6 | ex. | οὔτε σὺ τούτῳ 〈/ ἔσσεαι, Ἕκτορ, ὄνειαρ ... οὔτε σοὶ οὗτοσ〉: τὸ σχῆμα ἀντιμεταβολή. T δαιμονίως δὲ ἔμιξε τὸ πάθος, ἐφ’ ἑκατέρῳ οἶκτον κινοῦσα, ἐπί τε τῷ ἀπολειφθέντι τῆς τοῦ πατρὸς ἀρετῆς ἐπί τε τῷ μὴ ἀπολαύσαντι τοῦ παιδός. | |
5 | b(BE3)T | ||
22487a | Ariston. | ἢν γὰρ δὴ πόλεμόν γε φύγῃ: ἀπὸ τούτου ἕως τοῦ | |
„δακρυόεις δέ τ’ ἄνεισι“ (Χ 499) ἀθετοῦνται στίχοι δεκατρεῖς, ὅτι ἀδιάθετοι· τὸ γὰρ περιέρχεσθαι τὸν Ἀστυάνακτα καὶ τὸν φίλον τοῦ πατρὸς τὸν μὲν χλαίνης ἐρύειν, τὸν δὲ χιτῶνος, ἵνα βρόγχον πίῃ | |||
5 | (cf. Χ 492—5), Πριάμου περιόντος καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ αὐτῆς τῆς Ἀνδρομάχης, ἄτοπον. διὰ τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς ἀποτετμημένας ἀρούρας, κατὰ τὸ βασιλικὸν γένος κληρονόμου τοῦ υἱοῦ Ἀστυάνακτος ὄντος; ὅλως δὲ οὐδ’ ἔστιν ἴδιον τοῦ περὶ τὸν Ἀστυάνακτα οἴκτου, ἀλλὰ κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ | ||
10 | λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν· „οὔτε σὺ τούτῳ / ἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος (Χ 485—6), / Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ“ (Χ 500). A | ||
22487b | ex. | ἤν περ γὰρ πόλεμόν γε: ἕως τοῦ „δακρυόεις δέ τ’ ἄνεισιν“ (Χ 499) ἀθετοῦνται στίχοι δεκατρεῖς, ὡς καὶ τὴν σύνθεσιν εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· b(BCE3)T ἀδολεσχίαν γὰρ ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ σύνηθες γυναιξὶ | |
5 | φλυαρεῖν ἐν τοῖς πένθεσι καὶ μάλιστα ἐπὶ τοῖς παισὶ πάθος κινεῖν. b(BE3)T | ||
22487c | Did. (?) | 〈ἢν γὰρ δή:〉 γράφεται „ἤν περ γάρ“. Aint | |
22488a | Did. (?) | 〈αἰεί τοι τούτῳ:〉 ἐν ἄλλῳ „ἀλλ’ ἤτοι τούτῳ“. Aim | |
22488b | ex. | πόνος καὶ κήδεα: ἡ ἀτυχία πάντα τὰ χείρω προσδοκᾶν ἐπάγεται. b(BCE3)T | |
22489a | ex. | ἄλλοι γάρ οἱ 〈ἀπουρίσσουσιν ἀρούρασ〉: ὁ μὲν γὰρ Πρίαμος ἐσχατόγηρως, ἔργον δὲ σῶσαι χρήματά ἐστιν ὀρφανοῦ παι‐ | |
δός. b(BCE3)T | |||
22489b | Ariston. | 〈ἀπουρίσσουσιν ἀρούρας:〉 ὅτι κυρίως νῦν ἀφοριοῦν‐ ται. Aim | |
22489c | ex. | ἀπουρίσσουσιν: ἀφαιρήσονται. b(BCE3)T | |
22.490 | ex. | ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα 〈παῖδα τίθησι〉: τὸ τῆς ὀρφανίας ἦμαρ τῶν ἀφηλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα. A b(BCE3)T ἔνιοι δὲ διεσταλμένως „πᾶν“, εἶτα „ἀφήλικα“, ἵν’ ᾖ πᾶν ἦμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν | |
5 | ἡλικιωτῶν. A b (BE3)T | ||
22491a | ex. | πάντα δ’ ὑπεμνήμυκε: πάντα αὐτῷ καταπέπτωκε καὶ κατακέκλιται, παρὰ τὸ ἠμύω ἐμήμυκε, καὶ περισσὸν τὸ ν. ἢ πάντα αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν. A b (BCE3)T | |
D | ὑπεμνήμυκε: καταμέμυκε, κατεστύγνακε, κάτω βλέπει. ὁ δὲ | ||
5 | Ἀρίσταρχος ἐπὶ τοῦ κατανένευκε〈ν〉 ἐκδέχεται. οἱ δὲ ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός. A | ||
22491b1 | Did. | 〈παρειαί:〉 Ἀρίσταρχος οὐδετέρως „παρειά“. Aim | |
22491b2 | οὐδετέρως δὲ τὰ „παρειά“. b(BE3)T | ||
22.492 | Ariston. | ἐς πατρὸς ἑταίρους: ὅτι ἀντὶ τοῦ πρὸς πατρὸς ἑταίρους, ὡς „εἰς Ἀγαμέμνονα δῖον“ (Η 312). A | |
22494a | Ariston. | {τῶν δ’ ἐλεησάντων} κοτύλην {τις}: ὅτι εἶδος ποτηρίου ἡ κοτύλη. καὶ λέγεται ἀρσενικῶς κότυλος. καὶ ἐν Ὀδυσσεία (sc. ρ 12)· „πύρνον καὶ κοτύλην“, ὁμωνύμως τῷ ἀγγείῳ τὸ ὑγρόν. A | |
22494b | ex. | κοτύλην: εἶδος ποτηρίου. οἱ δὲ τὸ κοῖλον τῆς χειρός. b(BCE3)T | |
22.495 | ex. | ὑπερῴην: ὁ Παριανὸς (fr. 16 M. [1980]) τὰ οὖλα. ἀπὸ μέρους δὲ τὸ ὅλον στόμα. b(BCE3E4)T οἱ δὲ τὸν γαργαρεῶνα. b(BCE3) | |
22496a1 | Ariston. | 〈ἀμφιθαλής:〉 ὅτι ἅπαξ ἀμφιθαλής. Aint | |
22496a2 | ἅπαξ δὲ εἴρηται ὁ ἀμφιθαλὴς παρ’ Ὁμήρῳ. b(BCE3) | ||
22496b1 | ex. | ἀμφιθαλής: ὁ ἐπ’ ἀμφοῖν εὐδαίμων· καὶ γὰρ „θαλίῃ ἐνὶ πολλῇ“ (Ι 143), τῇ εὐδαιμονίᾳ. T | |
22496b2 | ὁ ἐπ’ ἀμφοῖν, μητρὶ καὶ πατρὶ b(BCE3) καὶ πλού‐ τῳ, εὐδαίμων, παρὰ τὸ ἀμφοτέρωθεν θάλλειν. b(BCE3E4) | ||
22497a | Ariston. | πεπληγώς: ὅτι Aim ἀντὶ τοῦ πλήσσων. AimT | |
22.497 | ex. (Did.?) | 〈ἐνίσσων:〉 ἄμεινον „ἐνίπτων“. Til | |
22.498 | ex. | 〈ἔρρ’ οὕτως:〉 ὡς τὸ ‘εἰς κόρακασ‘. T | |
22.500 | ex. | Ἀστυάναξ: τὸ ἀπὸ τῆς εὐδαιμονίας αὐτῷ συμβὰν ὄνομα λέγουσα πλέον οἰκτίζεται b(BE3)T καὶ συμπάθειαν κινεῖ. b(B E3) καὶ ἐπαναλαμβάνει αὐτό (sc. Χ 506). T | |
22.501 | ex. | μυελὸν 〈οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν〉: ἐσή‐ μανεν, οἵοις καὶ ὅσοις δεῖ τιθηνεῖσθαι τοὺς παῖδας. b(BCE3E4)T εὖ δὲ τὸ ἁβροδίαιτον ἐδήλωσε μονογενοῦς καὶ βασιλικοῦ παιδός. b(BCE3)T | |
22.502 | ex. | νηπιαχεύων: παράγωγόν ἐστι τὸ ῥῆμα παρὰ τὸ νηπί‐ αχος, ὡς ἵππος ἱππεύω. AT | |
22.503 | ex. | 〈εὕδεσκ’ ἐν λέκτροισιν〉 ἐν ἀγκαλίδεσσι 〈τιθήνησ〉: ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον. A b (BCE3E4) T ἢ ὡς τῆς τροφοῦ συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν λέξιν | |
ὁμοίως τῇ βραχύτητι τοῦ παιδός. A b (BCE3)T | |||
22504a1 | ex. | θαλέων: ἡδυσμάτων. T | |
22504a2 | rec. (?) | παντοδαπῶν τροφῶν καὶ ἐδεσμάτων. b(BE3E4) | |
22.505 | Ariston. | ἂν ... πάθῃσι: ὅτι ἀντὶ τοῦ Aim πάθοι AimT ἄν, πρὸς τὸ „ἰχθύς, ὅς κε φάγῃσι“ (Φ 127). Aim | |
22.507 | ex. | ἔρυσο: συνεῖχες. T | |
22508-9 | ex. | 〈νῦν δὲ σὲ— /〉 αἰόλαι 〈εὐλαὶ ἔδονται: αἰ‐ όλαι〉 εὐκίνητοι. b(BCE3E4)T πιθανῶς δὲ ἀνέστρεψεν ἐπὶ τοὺς ὀδυρμούς, ἀφ’ ὧν καὶ τὴν εἰσβολὴν πεποίηται. b(BCE3)T | |
22511a1 | ex. | λεπτά τε καὶ χαρίεντα: οὐ τὴν ταλασίαν ἑαυτῆς, ἀλλὰ τὴν δυστυχίαν Ἕκτορος ἐμφαίνει, δι’ αὐτὸν οὕτως ἐπιμελῶς ἐργασαμένη. T | |
22511a2 | οὐ τὸν κόπον καὶ τὴν δυστυχίαν ἑαυτῆς, ἀλλὰ τὴν Ἕ‐ κτορος ἐμφαίνει, ὡς δι’ αὐτὸν τὰ τοιαῦτα ποιήσασα, οἷς οὐκ ἐπ‐ ανεπαύσατο. b(BCE3E4) | ||
22512-3 | ex. | ἀλλ’ ἦ τοι τάδε πάντα 〈καταφλέξω πυρὶ κηλέ‐ ῳ / οὐδὲν σοί γ’ ὄφελοσ〉: παθητικὰ ταῦτα καὶ βιωτικά· συν‐ | |
αφανίζουσι γὰρ τοῖς τεθνεῶσι τὰ κάλλιστα, εἰς ἑτέρων ἥκειν αὐτὰ χρῆσιν φυλασσόμενοι· ἔστιν οὖν ἀλλ’ ἦ τοι ‘ἀλλὰ ὄντως σοι‘. | |||
5 | ἢ ἐγὼ μὲν φλέξω, σοὶ δὲ οὐκ ὄφελος· b(BCE3E4)T διὸ ψιλώσομεν τὸ οὐδέν (513), ὡς περισσοῦ ὄντος τοῦ δεν· ὃ καὶ ἄμεινον. T | ||
22513a | ex. | ex. | 〈ἐπεὶ οὐκ ἐγ〉κείσεαι 〈αὐτοῖσ〉: κείσεαι κείσῃ· | ἐνετί‐ θετο γὰρ τὰ ὀστᾶ τοῖς ἱματίοις, ὡς ἀπὸ Λαέρτου (cf. β 98—102. τ 142—7 al.) καὶ Ἕκτορος (sc. Ω 796) δῆλον. ἔστι δὲ γυναικεῖον, ὡς τότε ὠφελίμου οὔσης τῆς ἐσθῆτος, εἰ συνέκειτο αὐτοῖς. T | |
22513b | ex.(?) | 〈οὐκ ἐγκείσεαι:〉 οὐκ ἐνταφήσῃ. Aim | |
22postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
23,pap131(t) | Pap. XIII (ad Ψ 842—850) | ||
23,pap13842 vel 845 | 〈ἔρριψε:〉 τὸ ῥῖψαι ἐν τ̣ῶ̣[ι] ι γράφεται· [ εἴρηται γ(άρ), φ[η]σὶν ὁ Τρύφω̣[ν], | ||
[ παρὰ τὸ ῥῖμμ̣α κ(αὶ) ῥίπτειν. | |||
23,pap13850 | 〈ἰόεντα σίδηρον:〉 σεσημείωτ[αι | ||
[σίδηρον .[ | |||
231a | Ariston. | {ὡς οἱ μὲν} στενάχοντο: ὅτι εἰ ἦν στεναχῶν ὡς φρονῶν, οὐκ ἂν οὕτως ἔλεγεν στενάχοντο· ἀλλ’ ὥσπερ ἀπὸ τοῦ φέρων ἐφέροντο, οὕτως ἀπὸ τοῦ „στενάχων“ (Α 364. Δ 153 al.) στενάχον‐ το λέγει. A | |
231b1 | ex. | πτόλιν: Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις· κεῖται δὲ καὶ παρὰ κωμικῷ Ἀναξανδρίδῃ ἐν Σωσίππῳ (fr. 44 [II p. 155] K.). AT | |
231b2 | ὅτι τὸ πτόλις καὶ παρὰ κωμικοῖς. T | ||
232a | ex. | νῆας: τὸν τόπον τῶν νηῶν. A b (BCE3E4)T | |
232b | ex. | Ἑλλήσποντον: τὴν μέχρι Σιγείου θάλασσαν. b(BCE3)T | |
23.3 | ex. | 〈ἐσκίδναντο:〉 ἀπ’ ἀλλήλων ἐχωρίζοντο. b(BCE3E4)Til | |
23.4 | ex. | ἀποσκίδνασθαι: ἀφ’ ἑαυτοῦ χωρίζεσθαι. A b (BCE3E4)Til ἢ παρέλκει ἡ ἀπό, ὡς ἐν τῷ „ἀπητίμησεν“ (Ν 113). A b (BCE3) | |
Til ἢ ἐγκλίνεται. A | |||
23.6 | ex. | 〈Μυρμιδόνεσ〉 ταχύπωλοι: καὶ ὁ θεὸς ἐν τῷ πρὸς Αἰγιεῖς χρησμῷ „ἵππον Θεσσαλικήν“ (A. P. 14, 73, 2 = O. G. 178, 2 = fr. 1, 2 P.—W.). T | |
237a | Ariston. | 〈μὴ δή πω:〉 ὅτι ἀντὶ τοῦ μηδέ πω. Aim | |
237b | ex. | μὴ δή πω: μηδέπω. Λοκροὶ δὲ οἱ πρὸς τῇ Ἰταλίᾳ χρῶνται τῷ η ἀντὶ τοῦ ε. T | |
237c | ex.(?) | 〈ὑπ’ ὄχεσφι λυώμεθα μώνυχας ἵππους:〉 τοὺς ὑπὸ τοῖς ὀχήμασι μονώνυχας ἵππους. b(BCE3E4) | |
23.8 | ex. | αὐτοῖς 〈ἵπποισι〉: λείπει ἡ σύν, b(BE3)T ὡς τὸ „αὐτῷ γωρυτῷ“ (φ 54). T | |
23.9 | Ariston. | 〈ὃ γὰρ γέρας:〉 ὅτι ἀντὶ 〈τοῦ〉 ‘τὸ γὰρ γέρασ‘. ἢ περισσὸς ὁ γάρ. Aim | |
23.10 | ex. | τεταρπώμε〈σ〉θα γόοιο: Αἰσχύλος (fr. 385 N.2 = 739 | |
b M. = 385 R)· „οἵ τοι στεναγμοὶ τῶν πόνων ἰάματα“. b(BCE3E4)T | |||
2312-4 | ex. | οἱ δ’ ᾤμωξαν 〈ἀολλέες, ἦρχε δ’—ἵμερον ὦρσε〉: ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρατιώτας διὰ τῆς Θέτιδος (cf. v. 14). καὶ ἦρχεν Ἀχιλλεὺς τῆς οἰμωγῆς (cf. v. 12), οἱ δὲ συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες ὑπὸ τοῦ Ἀχιλλέως. | |
5 | b(BCE3E4)T | ||
23.14 | ex. | μετὰ δέ σφι Θέτις 〈γόου ἵμερον ὦρσε〉: ἢ καὶ αὐτὴ ἀναβαλλομένη, ἢ θείᾳ δυνάμει ἐμπνεύσασα συμπάθειαν αὐτοῖς. T | |
2315-6 | Nic. | Ariston. | δεύοντο ψάμαθοι, 〈δεύοντο δὲ τεύχεα φωτῶν / δάκρυσι〉: ἐπὶ τὸ τεύχεα (15) τινὲς διαστέλλειν ἀξιοῦσιν, A b(BCE3E4)T ἵνα, φασί, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· b(BCE3E4)T τερατῶδες γὰρ | |
5 | τὸ δακρύειν τὰ ὅπλα. A b (BCE3E4)T | ἡ διπλῆ δέ, ὅτι ὡς „σπάρτα λέλυνται“ (Β 135). A | ||
2316a1 | Ariston. | {δάκρυσι} τοῖον {γὰρ}: ὅτι αὐξητικῶς τὸ τοῖον, οὐχ ὡς οἱ Γλωσσογράφοι ἀξιοῦσιν, ἀγαθόν. A | |
2316a2 | τοῖον αὐξητικῶς κατὰ ἔμφασιν. b(BCE3E4)T οἱ δὲ Γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθόν ἤκουσαν. b(BE3E4)T | ||
2316b | ex. | μήστωρα φόβοιο: μήσασθαι φυγὴν πολεμίοις δυνάμενον. | |
b(BCE3E4)T | |||
23.17 | ex. | ἀδινοῦ ... γόοιο: ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρή‐ νοις προϊέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύ‐ εσθαι. b(BCE3E4)T | |
2318a | Ariston. | χεῖρας ἐπ’ ἀνδροφόνους 〈θέμενος στήθεσσιν ἑταί‐ ρου〉: πρὸς τὸ ἀμφίβολον, πότερον τὰς ἑαυτοῦ χεῖρας εἰς τὰ τοῦ Πατρόκλου στήθη ἢ τὰς τοῦ Πατρόκλου εἰς τὰ ἑαυτοῦ. A | |
2318b | ex. | χεῖρας ἐπ’ ἀνδροφόνουσ〈—ἑταίρου〉: δίχα δύναται, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς χεῖρας ἐπιτιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς ἐκείνου χεῖρας τοῖς στήθεσι λέγῃ τὸν Ἀχιλλέα ἐπιτιθέναι. b(BCE3E4) T | |
2318c | Did. | 〈ἀνδροφόνους:〉 οὕτως Ἀρίσταρχος σὺν τῷ ς, {ἐπ’} ἀνδροφόνους. Aint | |
23.19 | ex. | χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι: οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς ὁμιλία. A b (BCE3E4)T κατ‐ έχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεύς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησι ‘καὶ εἰν Ἀΐδαο δόμοι‐ | |
5 | σιν ὢν ὅμως χαῖρε‘, οἷον εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευ‐ τηκόσι, ταύτην δέχου παρ’ ἡμῶν. A b (BE3E4)T | ||
23.20 | ex. | τελέω: ὅσον οὔπω τελέσω. T | |
2321a | ex. | δάσασθαι: †οἱ μὲν ἕκτορα δάσασθαι λείποντος τοῦ ι† οἱ δὲ T μερίσασθαι. εἰώθασι δὲ κύνες ἄλλος ἄλλοθεν ἀποσπᾶν καὶ | |
μερίζεσθαι τὸ σῶμα. b(BCE3E4)T | |||
2321b | ex. | δάσασθαι: ἔδει μέλλοντος εἶναι δάσεσθαι. T | |
2324a | ex. | ἀεικέα μήδετο ἔργα: ἀπεοικότα διετίθει ἔργα. τοῦτο δέ ἐστι τὸ ἐπὶ στόμα ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμ‐ βανομένῳ (cf. Ψ 25—6): b(BCE3E4)T „κωφὴν γὰρ δὴ γαῖαν 〈ἀεικίζει μενεαίνων〉“ (Ω 54). T ἢ τοῦτο ἀεικὲς τὸν μείζω παρὰ | |
5 | τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ (cf. Ψ 25). b(BE3E4)T | ||
2324b | ex. | 〈μήδετο:〉 νῦν ἀντὶ τοῦ εἰργάζετο, b(BCE3E4)Til ἐ‐ ποίει. b(BCE3) | |
2326a | ex. | οἱ δ’ ... ἕκαστος: ἀντὶ τοῦ ‘τῶν δὲ ἕκαστοσ‘. b(BE3)T | |
2326b | Did. (?) | 〈ἕκαστος:〉 γράφεται „ἕκαστοι“. Aim | |
2327a | Did. (?) | 〈λύον δ’ ὑψηχέας ἵππους:〉 γράφεται „λύοντο δὲ μώνυ‐ χας ἵππουσ“. Aint | |
2327b | ex. | ὑψηχέας: ὑψοῦ ἠχοῦντας· φησὶ γοῦν· „οὐρανὸν ἐς πολύ‐ χαλκον ἐπέπληγον πόδες ἵππων“ (Ε 504). b(BCE3E4) ἢ ὑψοῦ ἀνέχοντας ἑαυτούς· φησὶ γοῦν· „ὑψοῦ δὲ κάρη ἔχει“ (Ζ 509). b(BE3 E4) | |
23.28 | ex. | παρὰ νηΐ: λείπει ‘καὶ σκηνῇ‘, ὡς „παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ“ (Α 329)· φησὶ γοῦν· „ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ / κεῖται“ (Τ 211—2). T | |
2329a | Ariston. | αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ: ὅτι τάφον τὸ δεῖπνον τὸ περὶ τὴν ταφὴν γινόμενον. A | |
2329b1 | ex. | τάφον 〈... δαίνυ〉: ἰδίως νῦν ἐπὶ τοῦ μὴ ταφέντος· φησὶ γοῦν· „χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα 〈/ εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα〉“ (Ω 801—2), καὶ ἐπ’ Αἰγίσθου· „δαίνυ τάφον Ἀργείοισιν / αὐτῆμαρ δέ οἱ ἦλθεν“ (γ 309. | |
5 | 311)· εἰ δὲ εὑρήκει αὐτόν, οὐκ ἂν εἴασε ταφῆναι· φησὶ γοῦν· „τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν“ (γ 258). εἰ μὴ τὸ δαίνυ ἀντὶ τοῦ παρεσκεύαζεν. Κύπριοι δὲ τάφον τὸν φόνον· „πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησα〈σ〉“ (λ 416. ω 87), ὅ ἐστι φόνῳ. T | ||
2329b2 | ex. (rec.) | ἢ τὴν μετὰ τὸν τάφον εὐωχίαν, ἵν’ ᾖ τὸ δαίνυ ἀντὶ τοῦ παρεσκεύαζεν, ἢ τὴν πρὸ τοῦ τάφου, ἵνα δύο εὐωχίαι ὦσιν, b(BCE3 E4) ἡ μὲν πρὸ τοῦ τάφου πρὸς τὸ προθύμως ὑπουργῆσαι τῇ ταφῇ, ἡ δὲ μετὰ τὸν τάφον διὰ τὸν ἐκ τῆς ταφῆς κόπον καὶ εἰς εὔκλειαν | |
5 | τοῦ ταφέντος. b(BE3E4) | ||
2330-2 | ex. | πολλοὶ 〈μὲν βόες ..., πολλοὶ δ’ ὄϊες ..., πολλοὶ δ’ ἀργιόδοντες ὕεσ〉: ἡ ἐπανάληψις τοῦ πολλοί (sc. 31 et 32) τὸ πλῆθος ἐμφαίνει καὶ τὸ ἀόριστον. b(BE3E4)T | |
2330-1 | ex. | 〈πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ〉 σιδήρῳ / σφαζόμενοι〈—αἶγεσ〉: τινὲς ἀθετοῦσιν ὡς οὐκ ὄντος σιδήρου | |
τότε. τί οὖν φησι „πολιόν τε σίδηρον“ (Ι 366. Ψ 261); T | |||
2330a | ex. | βόες ἀργοί: ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλ’ οὐ θύ‐ εται λευκὸν τοῖς τεθνεῶσι· δῆλον ἐκ τοῦ „ἔνθ’ ὄϊν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν“ (κ 527) καὶ „ὄϊν ἱερευσέμεν οἴῳ / †παμμέλαινᆓ (κ 524—5). ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν. ἢ ὅτι οὐ τῷ | |
5 | Πατρόκλῳ, ἀλλ’ εἰς τὸ περίδειπνον τῶν ζώντων τοὺς βόας ἔθυον. b(BCE3E4)T ἢ ἀργῶς, ὅ ἐστι ταχέως, ὡς „ταχέες δ’ ἱππῆες ἄγερθεν“ (Ψ 287). τινὲς δὲ ἀργοὶ συνεχεῖς, ταχεῖς, ἀδιάλειπτοι. ἢ „ἀργῷ 〈...〉 σιδήρῳ“ τῷ πολιῷ. T | ||
2330b | ex. | ἄλλως· ὀρέχθεον: κατὰ μίμησιν ἤχου τραχέος πεποίηται τὸ ῥῆμα, ἀντὶ τοῦ ἔστενον ἀναιρούμενοι. b(BCE3)T ἢ ἐξετεί‐ νοντο ἀποθνῄσκοντες, ὡς τὸ „κεῖτο μέγας μεγαλωστί“ (Π 776). T | |
23.31 | ex. | 〈πολλοὶ δ’ ὄϊες καὶ〉 μηκάδες 〈αἶγεσ〉: οὐκέτι b(BE3 | |
E4)T „ὀρέχθεον“ (Ψ 30), ἀλλ’ ἐμήκαζον. b(BE3E4)TT | |||
2333a | ex. | εὑόμενοι τανύοντο 〈διὰ φλογὸς Ἡφαίστοιο〉: ἀντὶ τοῦ τὴν πιμελὴν ἐτήκοντο. T | |
2333b | ex. | ἄλλως: εὑόμενοι: εὕειν τὸ τὰς τρίχας ἀποκαίειν, b(BE3 E4)T „εὗσέ 〈τε〉 μίστυλ〈λ〉έν τε“ (ξ 75). 〈τὸ δὲ τανύοντο διὰ φλογὸς Ἡφαίστοιο〉 ἐκτεταμένοι ὠπτῶντο. T | |
2334a | ex. | ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα: οὐχ ὅτι ἥπτε‐ το τοῦ νεκροῦ (κεῖται γὰρ ἐν τοῖς λέχεσιν), ἀλλὰ περὶ αὐτόν. b(BCE3 E4)T | |
2334b | Ariston. | κοτυλήρυτον: ὅτι ψιλῶς προενεκτέον κοτυλήρυτον· οὐ γὰρ ἀπὸ τῆς ῥύσεως, ἀλλ’ ἀπὸ τοῦ ἀρύσαι· κοτύλη δὲ εἶδος ποτηρίου κοίλου. Ἀρίσταρχος πολύ, ὥστε κοτύλῃ ἀρύσασθαι. A | |
2334c1 | ex. | κοτυλήρυτον: δαψιλές, κοτύλῃ ἀρυόμενον. καθόλου δὲ κοτύλας ἐκάλουν τὰ κοῖλα. καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς (fr. 57, 6 N.2 = fr. 71 b2 M. = 57,6 R.) τὰ κύμβαλα· „ὁ δὲ χαλκοδέτοις κοτύλαις †στοβεῖ†“. | |
ἔστι δὲ καὶ ὄνομα ποτηρίου ἡ κοτύλη· „κοτύλην τις τυτθὸν ἐπέσχε“ | |||
5 | (Χ 494), „πύρνον καὶ κοτύλην“ (ρ 12). καὶ τὸ περὶ τὸν μηρόν, καὶ τὸ τῶν πολυπόδων, καὶ τὸ κοῖλον τῆς χειρός. καὶ παιδιὰ δέ τις ἐν κοτύλῃ λέγεται, ἐπειδὰν τὰς χεῖρας κοιλάναντες εἰς τοὐπίσω δεχώ‐ μεθά τινα ἐπιβεβηκότα μὲν τοῖς γόνασιν αὐτοῦ, ταῖς δὲ χερσὶ τοὺς ὀφθαλμοὺς κατειληφότα. ταύτην δὲ οἱ μὲν ἐπιδιφρισμὸν καλοῦσιν, οἱ | ||
10 | δὲ κρικαδίαν, οἱ δὲ ἀπόρραξιν. καὶ κοτυλίσκον κρατῆρα, ὃν στέφοντες παρατιθέασι Διῒ ἐν ταῖς θυσίαις. T | ||
2334d1 | ex. | ἄλλως· κοτυλήρυτον: παρὰ τὸ †ἀρύσω ἀρυτός, κοτυλά‐ ρυτος. T | |
2334c2/d2 | ex. | ex. | ex. | κοτυλήρρυτον δὲ τὸ δαψιλές, τὸ κοτύλῃ ἀρυόμενον. | παρὰ τὸ ἀρύω ἀρύσω ἀρυτόν, κοτυλάρυτον. | καθόλου δὲ κοτύλας ἐκάλουν πάντα τὰ κοῖλα. καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς τὰ κύμβαλα· „ὁ δὲ χαλκοδέτοις κοτύλαις †ἤχε醓. ἔστι δὲ καὶ τὸ μικρὸν ποτήριον, ὡς τὸ | |
5 | „κοτύλην τις τυτθὸν“ καὶ „†πύρνον καὶ κοτύλην† ὀρέξῃ“ (ο 312). b(BCE3E4) καὶ αἱ τῶν πολυπόδων φολίδες, ὡς τὸ „πρὸς κοτυλη‐ δονόφιν πυκιναὶ λάϊγγες ἔχονται“ (ε 433). καὶ τὸ κοῖλον τῆς χειρός. καὶ κοτυλίσκος ὁ μικρὸς κρατήρ. b(BE3E4) | ||
2336a | Ariston. | 〈εἰς Ἀγαμέμνονα:〉 σημείωσαι ὅτι τῇ εἴς ἐπὶ ἐμψύχων· ὤφειλε γὰρ τὴν πρός. Aint | |
2336b | ex. (Ariston.) | εἰς Ἀγαμέμνονα: ἀντὶ τοῦ πρός. b(BE3)T | |
2337a | Ariston. | Hrd. | σπουδῇ παρπεπιθόντες 〈ἑταίρου χωόμενον κῆρ〉: ὅτι σπουδῇ μετὰ πολλῆς κακοπαθ〈ε〉ίας. καὶ ἐλλείπει ἡ πρόθεσις· ἔστι γὰρ ἀντὶ τοῦ περὶ ἑταίρου. καὶ τὸ χωόμενον ἀντὶ τοῦ συγχεό‐ μενον. | τὸ πεπιθόντες ὡς καταλαβόντες· ἔστι γὰρ δεύτερος ἀόρι‐ | |
5 | στος. A | ||
2337b | ex. | Hrd. | σπουδῇ: μόγις. | παροξυτόνως δὲ τὸ πεπιθόντες· ἔστι γὰρ δευτέρου ἀορίστου. b(BCE3)T | |
2337c | ex. | χωόμενον: συγκεχυμένον b(BCE3)T καὶ λυπούμε‐ νον. b(BCE3) | |
2339a1 | Did. | 〈κέλευσαν:〉 Ἀρίσταρχος κέλευσαν, πληθυντικῶς. Aim | |
2339a2 | κέλευσαν πληθυντικῶς, οἱ βασιλεῖς ἐκέλευσαν. b(BCE3E4) T οὕτως Ἀρίσταρχος. b(BCE3)T | ||
23.40 | ex. | ἀμφὶ πυρὶ στῆσαι 〈τρίποδα μέγαν, εἰ πεπίθοιεν〉: φιλικῶς ἄγαν· προειλήφασι μὲν γὰρ ὅτι οὐκ ἐθελήσει, παρασκευάζον‐ ται δὲ ὅμως. τοῦτο δὲ δηλοῖ διὰ τοῦ εἰ πεπίθοιεν. b(BE3E4)T | |
2341a1 | ex. | βρότον: τὸ ἀπὸ φόνου αἷμα. οἱ δὲ τὸν πηλόν. T | |
2341a2 | 〈βρότον αἱματόεντα:〉 τὸν ἐξ αἵματος μολυσμόν. b(BC E3E4) | ||
2342a | ex. | ἠρνεῖτο: παρὰ τὸ αἴρειν τὰς χεῖρας. T | |
2342b1 | ex. | στερεῶς: ἀνενδεῶς. T | |
2342b2 | ὁλοσχερῶς, ἀπαρακλήτως. b(BE3E4) | ||
2343a | ex. | οὐ μὰ Ζῆνα: †ἔτι† τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ ἔθηκεν. A b (BCE3E4)T | |
2343b | ex. | 〈θεῶν〉 ὕπατος καὶ ἄριστος: δυνάμει καὶ τιμῇ προὔ‐ χων τῶν θεῶν. b(BCE3E4)T | |
2344a | ex. | καρήατος: ἀπὸ τῆς κάρηαρ, ὡς 〈ἧπαρ〉 ἥπατος. T | |
2344b | ex. | ἄλλως· καρήατος: λείπει τὸ ἐμοῦ· ἀσεβεῖν γὰρ οἱ φιλόστορ‐ γοι νομίζουσι τὴν τοῦ σώματος ἐπιμέλειαν προτιθέντες τῆς κηδείας. b(BCE3E4)T | |
23.46 | Did. (?) | 〈ἐπεὶ οὔ μ’ ἔτι:〉 ἐν ἄλλῳ „ἐπεὶ οὔ τί με“. Aim | |
2348a1 | Did. | νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί: οὕτως νῦν μὲν στυγερῇ καὶ πειθώμεθα, οὐ „τερπώμεθα“. A | |
2348a2 | οὕτως πειθώμεθα, οὐ „τερπώμεθα“. AimT | ||
2348b | ex. | πειθώμεθα: ἄκρως διὰ τοῦ πειθώμεθα τὸ †παρὰ† βίαν δείκνυσιν. b(BCE3E4)T | |
23.50 | ex. | παρά τε σχεῖν ὡς ἐπιεικές: παρασχεῖν, ὡς ἁρμόζει καὶ καθῆκόν ἐστιν. b(BCE3)T | |
2353a | ex. | θᾶσσον ἀπ’ ὀφθαλμῶν: ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς | |
τῆς ὄψεως ἡμῶν γένηται. A b (BCE3E4)T | |||
2353b | ex. | ἐπὶ ἔργα τράπωνται: ὡς ἐπὶ τιμῇ τοῦ νεκροῦ ἀργίας κατεχούσης τὸ στράτευμα. b(BCE3E4)T | |
2355-6a | ex. | ἐσσυμένωσ〈—ἕκαστοι / δαίνυντο〉: οὐ παρ‐ έλκει νῦν τὸ ἐσσυμένως (55), ἀλλ’ ἑσπέρας οὔσης καὶ κομίσαι τὴν ὕλην παρασκευαζομένους ἔδει ταχῦναι τὸ δεῖπνον. ἀποσιωπᾷ δὲ τὴν περὶ τὸ δεῖπνον διάθεσιν· ἐν πένθει γὰρ καὶ κατηφείᾳ τὰ πράγματα. | |
5 | b(BCE3E4)T | ||
2355-6b1 | ex. | δόρπον ἐφοπλίσ〈σ〉αντες 〈ἕκαστοι / δαίνυντο〉: οὐχ οἱ Μυρμιδόνες· τούτοις γὰρ τὸν τάφον ἐδαίνυ (cf. Ψ 29—34). T | |
2355-6b2 | ἰστέον οὖν ὡς τὸ μὲν πρῶτον οἱ Μυρμιδόνες εὐωχοῦνται μόνοι, νῦν δὲ καὶ τὸ Ἑλλήνων πλῆθος. b(BCE3E4) | ||
23.58 | Ariston. | οἱ μὲν κακκείοντες 〈ἔβαν κλισίην δὲ ἕκαστοσ〉: ὅτι σύνηθες ἦν ἀναλύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τῶν μνηστήρων (cf. α 424). A | |
23.59 | ex. | ἐπὶ θινί: πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα δὲ καὶ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθ’ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων. A b (BCE3E4)T | |
2361a | Did. (?) | 〈κλύζεσκον:〉 διχῶς. Aint | |
2361b | ex. | κλύζεσκον: τινὲς ἐπέκλυζον. T | |
2363a1 | Ariston. | 〈νήδυμος:〉 ὅτι σαφῶς ἀπὸ τοῦ ν ἄρχεται τὸ ὄνομα. Aim | |
2363a2 | {νήδυμος:} ὅτι μετὰ τοῦ ν ἡ λέξις. T | ||
2363b | ex. | μάλα γὰρ κάμε 〈φαίδιμα γυῖα〉: δικαίως οὖν προῳ‐ κονόμει τὸν δρόμον Ἀχιλλέως, ὅπως περιπαθὲς ἐπεισόδιον (sc. Ψ 65—107) ἐνέγκῃ· πῶς γὰρ ἂν ὁ ἔμφροντις οὕτω βαθεῖ ἐβλήθη ὕπνῳ; b(BCE3E4)T | |
2364a | ex. | Ἕκτορ’ ἐπαΐσσων: τὸ πλῆρές ἐστι Ἕκτορι, ὡς „Κίρκῃ ἐπήϊξα“ (κ 322). T | |
2364b | Ariston. | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint | |
2365a | ex. | ἦλθε δ’ ἐπὶ ψυχὴ 〈Πατροκλῆος δειλοῖο〉: πιθανὴ ἡ περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλλέως θρήνους ἐξεῦρέ τι καινότερον, καὶ τῷ τετελευτηκότι λόγους περιτιθεὶς διὰ τοῦ ὀνείρου. b(BCE3E4) T | |
2365b | Ariston. | Πατροκλῆος: ὅτι ἀπ’ εὐθείας τῆς ὁ Πατροκλῆς. καὶ τὸ δειλοῖο δειλαίου. A | |
23.66 | ex. | 〈πάντ’ αὐτῷ μέγεθός τε〉 καὶ ὄμματα κάλ’ εἰκυῖα: ἐντεῦθεν Ἀντισθένης (fr. 57 Caizzi) ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασι. A b (BCE3E4)T Χρύσιππος (St. V. Fr. II fr. 815) δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματός φησιν αὐτὰς | |
5 | σφαιροειδεῖς γενέσθαι. AT | ||
23.67 | ex. | καὶ φωνήν, 〈καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο〉: ἄκρως ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος. A b (BCE3E4)T | |
2369a | ex. | εὕδεις, 〈αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ, Ἀχιλλεῦ〉: πλήρης φιλοστοργίας ὁ λόγος καὶ ἠθικῆς μέμψεως. b(BCE3E4)T | |
2369b | ex. | λελασμένος ἔπλευ: λελασμένος {δὲ} ὑπάρχεις ἀντὶ τοῦ ἐπιλέλησαι. b(BCE3E4)T ὡς „ληρεῖς ἔχων“ (Ar. ran. 512). T | |
2370a | ex. | οὐ μέν μευ ζώοντος 〈ἀκήδεις, ἀλλὰ θανόντοσ〉: περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ αὐτοῦ τὴν ἐν τῷ ζῆν ἐπιμέλειαν καὶ νῦν ἐπὶ τὰ ἴσα προτρέπεται. b(BCE3E4)T | |
2370b | Hrd. | {οὐ μέν μευ ζώοντος} ἀκήδεις: ἄμεινον βαρύνειν ὡς ἐνόεις, τῆς ἀρχούσης συσταλείσης ποιητικῶς· ὡς γὰρ τὸ „ἤκουσα“ (λ 421. μ 265 al.) „ἄκουσα“ (Α 396. Η 53 al.), οὕτως καὶ τὸ ἠκήδεις ἀκήδεις. A | |
2371a | Ariston. | Nic. | θάπτε με ὅττι τάχιστα 〈πύλας Ἀΐδαο περήσω〉: ὅτι λείπει τὸ ἵνα ἢ ὅπως. | τὸ δὲ ὅττι τάχιστα ἑκατέροις δύναται προσδίδοσθαι. A | |
2371b | ex. | πύλας Ἀΐδαο: πύλας Ἅιδου τὸν Ἀχέροντα· ἐκεῖ γάρ εἰσιν αἱ τῶν κολαζομένων ψυχαί, οὗ τοὺς περὶ Τιτυὸν εἶδεν Ὀδυσσεύς | |
(cf. λ 576—81). ὁμοίως καὶ Πάτροκλος ἐκεῖνο Ἅιδην καλεῖ. ἴσως δὲ πρὸς τὸ πεῖσαι φαντάζει· πῶς γὰρ ἄταφοι 〈οἱ〉 μνηστῆρες διαβαίνου‐ | |||
5 | σιν (cf. ω 13—4); T | ||
2372a | ex. (Hrd.?) | τῆλέ με: ἀπόλυτος ἡ μέ. Tt | |
2372b | ex. | 〈ψυχαί,〉 εἴδωλα καμόντων: ὥρισε, τί ἐστιν ψυχή. T | |
23.73 | Hrd. | Ariston. | οὐδέ μέ πω μίσγεσθαι 〈ὑπὲρ ποταμοῖο ἐῶσιν〉: ἀπό‐ λυτός ἐστιν ἡ ἀντωνυμία· διὸ ἐγκλιτικῶς ἀναγνωστέον. | ἡ διπλῆ δέ, ὅτι ἐκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀτάφων ψυχὰς καὶ μὴ ἐπι〈μι〉σγομένας ταῖς 〈ἐν〉 τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ πρὸς τὰ ἀθετού‐ | |
5 | μενα ἐν τῇ 〈δευτέρᾳ〉 Νεκυίᾳ (sc. ω 1—204). A | ||
23.74 | ex. | εὐρυπυλές: τὸ πᾶσιν ἡπλωμένον. b(BE3E4)T | |
23.75 | Ariston. | καί μοι δὸς τὴν χεῖρ’, ὀλοφύρομαι: ὅτι A τὸ ἵνα λείπει, AT καὶ συνέσταλκεν, ἀντὶ τοῦ ἵνα ὀλοφύρωμαι. A | |
2375-6 | ex. | οὐ γὰρ ἔτ’ αὖτις / νείσομαι 〈ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε〉: οὐκ ἐλεύσομαί σοι εἰς ὄψιν· οὐδέποτε γὰρ κη‐ δευθεῖσα ψυχὴ παρ’ αὐτῷ φαντάζεται. ἴσως δὲ τοῦτο ποιεῖ, τοὺς ἐναγισμοὺς τῶν πολλῶν ἀποτρέπων. T | |
23.76 | D | ex. | νίσομαι ἐξ Ἀΐδαο 〈ἐπήν με πυρὸς λελάχητε〉: [λα‐ χεῖν] ποιήσετε. | παρὰ δὲ τοῖς τραγικοῖς (cf. Aesch. Pers. 681—842; Eum. 94—139) μετὰ τὴν ταφὴν ἐπιφαίνονται. A | |
2377a1 | Did. | οὐ μὲν γὰρ ζωοί γε: ἔν τισι τῶν πολιτικῶν „οὐ γὰρ ἔτι ζωοί γε“. A | |
2377a2 | γράφεται „οὐ γὰρ ἔτι“. Aint | ||
23.78 | ex. | βουλὰς 〈ἑζόμενοι〉 βουλεύσομεν: γενναίως οὐδενὸς τῶν ἡδέων ἐμνήσθη, ἀλλ’ ἐν οἷς περὶ τῶν συμφερόντων ἐβουλεύοντο. b (BCE3E4)T | |
2379a1 | ex. | ἀμφέχανε: κατέπιεν· „εἰ δ’ ἄμ〈μ〉ε χάνοι περὶ πάντας ὄλεθροσ“ (poeta ign.) ἀντὶ τοῦ καταπίοι. T | |
2379a2 | κατέφαγε καὶ κατέπιεν. b(BCE3E4) | ||
2379b | ex. | ἥ περ λάχε 〈γεινόμενόν περ〉: ὅθεν μία τῶν Μοιρῶν Λάχεσις. παρείληφε δὲ ὅτι τῇ γενέσει συνδιατάσσεται καὶ ὁ τῆς τελευτῆς καιρός· ὅθεν Ζηνόδοτος ὁ Κρατήτ〈ε〉ιος (fr. 5, p. 150 P.) Χαλδαῖον τὸν Ὅμηρον φησίν. AT | |
2380-1 | ex. | καὶ δὲ σοὶ αὐτῷ 〈μοῖρα—ἀπολέσθαι〉: εὐαγ‐ γελίζεται αὐτῷ μετ’ οὐ πολὺ συνέσεσθαι αὑτῷ, ὅπως μὴ ἀμελῇ τῆς κηδείας. b(BCE3E4)T | |
2381a | Did. | {τείχει ὑπο τρώων} εὐηγενέων: ἐν τῇ Ῥιανοῦ (fr. 13 | |
M.) καὶ Ἀριστοφάνους (p. 50 N.) „εὐηφενέων“ διὰ τοῦ φ, εὖ τῷ ἀφένει χρωμένων, ὡς Κλέαρχος ἐν ταῖς Γλώτταις (fr. 111 We.). A | |||
2381b | ex. | εὐηγενέων: τῶν καλοὺς ἀγροὺς ἐχόντων. οἱ δὲ „εὐηφενέ‐ ων“ παρὰ τὸ ἄφενος, τῶν εὖ τῷ ἀφένει χρωμένων. b(BCE3E4)T | |
23.82 | ex. | καὶ ἐφήσομαι: ὅθεν Ἀχιλλεύς φησι· „καί μοι ἕκαστ’ ἐπ‐ έτελλεν“ (Ψ 107). T | |
2383a | Nic. | μὴ ἐμὰ σῶν ἀπάνευθε 〈τιθήμεναι ὀστέα〉: τοῦτο ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστα‐ κτικοῦ τοῦ τίθει. A | |
2383b | ex. | μὴ ἐμὰ σῶν ἀπάνευθε 〈τιθήμεναι ὀστέα〉: εἶτα ἐπι‐ φέρει· „ἀλλ’ ὁμοῦ“ (Ψ 84). ἐμφαίνεται δὲ ἦθος τοῦ ἄγαν ἐπιθυμοῦντος διὰ τοῦ σαφέστερον τὴν ἐπιθυμίαν ἐπαναλαβεῖν. T | |
2383c | ex. | τιθήμεναι: Λάκωνες τὸ θάπτειν τιθήμεναι φασίν. T | |
2384a | ex. | ἀλλ’ ὁμοῦ: οἶδε γὰρ αὐτὸν αὐτίκα θανούμενον. T | |
2384b | Did. (?) | 〈ἐτράφην περ:〉 γράφεται „ἐτράφημεν“. Aim | |
2386a1 | ex. | ἀνδροκτασίης: καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλεν, ὃν 〈οἱ〉 μὲν Κλεισώνυμον, οἱ δὲ Αἰανῆ, οἱ δὲ Λύσανδρον καλεῖσθαι. ἀπ‐ έκτεινε δὲ αὐτὸν παρὰ Ὀθρυονεῖ τῷ γραμματιστῇ, ὥς φησιν Ἀλέ‐ ξανδρος ὁ Αἰτωλὸς ἐν Ἀστραγαλισταῖς (fr. 10 Pow. = nr. 101, 1 | |
5 | [T.G.F. I p. 279] Sn.). T | ||
2386a2 | καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλε τὸν Ἀμφιδάμαντος τὸν Λύσανδρον παρ’ †ὀθρυωνεῖ† τῷ γραμματιστῇ ἐν παιδιᾷ ἀστραγά‐ λων. b(BCE3E4) | ||
2386b | ex. | 〈ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος:〉 τοῦτον Κλεισώνυμον Φερεκύδης (FGrHist. 3, 65) στορεῖ. Aim | |
2388a1 | Did. | ἀμφ’ ἀστραγάλοισι χολωθείς: αἱ πλείους τῶν κατὰ ἄνδρα „ἀμφ’ ἀστραγάλῃσιν ἐρίσσασ“. καὶ ἔστιν Ἰωνικώτερον· „ἀστραγάλαι δ’ Ἔρωτός εἰσι〈ν〉 / μανίαι τε καὶ κυδοιμοί“, Ἀνακρέων (fr. 111 G. = 53 [P.M.G. 398] P.). A | |
2388a2 | {ἀμφ’ ἀστραγάλοισι χολωθείς:} αἱ πλείους „ἀμφ’ ἀστρα‐ γάλῃσιν ἐρίσσασ“. καὶ ἔστιν Ἰωνικὸν τὸ ἀστραγάλη. T | ||
2388b | Ariston. | 〈ἀμφ’ ἀστραγάλοισι χολωθείς:〉 ὅτι ἅπαξ τῆς διὰ τῶν ἀστραγάλων παιδιᾶς μέμνηται. Aim | |
23.89 | ex. | 〈ἔνθα με δεξάμενος ἐν δώμασιν〉 ἱππότα 〈Πηλεύσ〉: | |
οἱ νεώτεροί φασι διὰ τὸν Εὐρυτίωνος τοῦ Ἴρου φόνον. T | |||
23.90 | ex. | ὀνόμηνεν: καλεῖσθαι ἐποίησεν, ὅ ἐστιν εἶναι· b(BCE3E4) T „σὴ παράκοιτις / κέκλημαι“ (Δ 60—1) ἀντὶ τοῦ εἰμί. T | |
2391a | Ariston. | 〈σορός:〉 ὅτι Aint ἅπαξ ἡ σορός. AintT | |
2391b1 | ex. | σορός: ἡ ἔσω ὠροῦσα, ὅ ἐστι φυλάττουσα. T | |
2391b2 | rec. | σορὸς δέ ἐστι κιβώτιον, οὗ ἔσω ὀροῦσαι ἔστιν. b(BCE3E4) | |
2392a | Ariston. | χρύσεος ἀμφιφορεύς, 〈τόν τοι πόρε πότνια μή‐ τηρ〉: ἀθετεῖται, ὅτι εἰ σορὸν δέδωκεν, ἣν ἐν ἄλλοις λάρνακα καλεῖ, „καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν“ (Ω 795), πρὸς τί καὶ ἀμφι‐ φορῆα; μετενήνεκται οὖν ἐκ τῆς δευτέρας Νεκυίας (sc. ω 74). 〈***〉 | |
5 | φησὶν αὐτὸν μετενηνέχθαι· τὸ γὰρ οἴκοθεν ἐπάγεσθαι δυσοιώνιστον. A | ||
2392b | ex. (Did.?) | 〈χρύσεος ἀμφιφορεύς, τόν—μήτηρ〉: ἐν πάσαις {δὲ} οὐκ ἦν ὁ στίχος. καὶ Ἀρίσταρχος ἐκ τῆς 〈δευτέρασ〉 Νεκυίας αὐτὸν ἐσπάσθαι φησίν· „δῶκε δὲ μήτηρ / χρύσεον ἀμφιφορῆα“ (ω | |
73—4), ἀλλ’ ἐκεῖ εὐλόγως πρὸς ὕψωσιν τῆς ταφῆς. T | |||
2392c | ex. | χρύσεος ἀμφιφορεύς, 〈τόν τοι πόρε πότνια μήτηρ〉: τοῦτόν φασι Διόνυσον παρὰ Ἡφαίστου λαβόντα ἐν Νάξῳ Θέτιδι χαρίσασθαι, ἐπειδὴ διωκόμενον ὑπὸ Λυκούργου ἐδέξατο (cf. ω 74—5). T | |
5 | D | χρύσεος ἀμφιφορεύς: Διόνυσος Ἥφαιστον—τὰ ὀστᾶ. A | |
2392d | ex. | ἄλλως· χρύσεος ἀμφιφορεύς, 〈τόν—μήτηρ〉: οὐ σορὸν δέδωκεν ἡ μήτηρ (δυσοιώνιστον γὰρ ἐπὶ πόλεμον ἐξιόντι), ἀλλ’ ἴσως μεστὸν οἴνου, ὃν ἀξιοῖ σορὸν γενέσθαι. b(BCE3E4)T | |
2394-6 | ex. | τίπτε μοι, ἠθείη 〈κεφαλή, —ὡς σὺ κελεύεισ〉: βραχὺς ὁ λόγος καὶ ἐμφαίνων τὸν σπεύδοντα πρὸς τὴν ἀμοιβήν. μῆκος δὲ λόγου ὄκνον χάριτος ἀναδέχεται. b(BCE3E4)T | |
23.94 | Ariston. | | ἠθείη κεφαλή: προσφώνησις νέου πρὸς πρεσβύτερον. δῆλον | |
Did. | | 〈οὖν〉 ὅτι πρεσβύτερος Ἀχιλλέως ὁ Πάτροκλος. A | Χαμαιλέων (fr. | ||
Ariston. | 19 We.) γράφει „ὦ θείη κεφαλή“. γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ „ὦ θείη“. AT | διὸ ἡ διπλῆ. A | ||
23.96 | Did. (?) | 〈ὡς σὺ κελεύεις:〉 ἐν ἄλλῳ „ὥς με κελεύεισ“. Aim | |
2397-8 | Nic | Ariston. | ἀλλά μοι ἆσσον στῆθι· 〈μίνυνθά περ ἀμφιβαλόν‐ τε / ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο〉: ἑκατέρωσε δύνα‐ ται προσδίδοσθαι τὸ ἀλλήλους (98). | καὶ ἐνταῦθα δέ, ὡς εἴρηται (sc. ad Ψ 75), λείπει τὸ ἵνα· ὁ γὰρ λόγος ‘ἀλλά μοι πλησίον στῆθι ἐπ’ | |
5 | ὀλίγον γε, ἵνα ἀλλήλους περιπτυξάμενοι ὀδυρώμεθα‘. A | ||
23.97 | ex. | ἀμφιβαλόντες: ἀμφιχυθέντες· b(BCE3E4)T „ἀμφιχυ‐ θεὶς πατέρ’ ἐσθλόν“ (π 214). T | |
23.98 | Did. (?) | 〈ὀλοοῖο:〉 ἐν ἄλλῳ „κρυεροῖο“. Aint | |
23.99 | ex. | ὠρέξατο 〈χερσὶ φίλῃσιν:〉 ἐπεθύμησε 〈ταῖς χερσί〉, τὰς χεῖρας ὤρεξεν. T | |
23.100 | ex. | 〈ψυχὴ δὲ κατὰ χθονὸσ〉 ἠΰτε καπνός: διὰ τὸ λεπτὸν καὶ πνευματῶδες· b(BCE3E4)T ἢ πρὸς τὴν κίνησιν. Ζωΐλος (fr. 36 Friedl. = FGrHist. 71, 16) δέ φησιν ὅτι ἀλλ’ ὁ καπνὸς ἄνω φέρε‐ ται. T | |
23.101 | ex. | τετριγυῖα: ἐλεεινὰ βοῶσα, b(BCE3E4)T ὡς ἐπὶ τῶν νεοσσῶν (sc. Β 314). b(BCE3)T | |
23102a | ex. | 〈χερσί τε συμ〉πλατάγησεν: ἐπὶ τῇ παραδόξῳ φαν‐ τασίᾳ b(BCE3E4)T τὰς χεῖρας συνέκρουσεν. b(BCE3)T | |
23102b | ex. | ἔπος ... ὀλοφυδνόν: ὁ μετὰ τιλμοῦ τῶν τριχῶν οἶκτος· b(BCE3E4)T „ὤλοψας δὲ βίηφι“ (Call. h. 3, 77). T | |
23104a | Did. (?) | | ψυχὴ καὶ εἴδωλον, 〈ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν〉: | |
Ariston. | ἐμφρόνως καὶ συνετῶς διείλεκται πάντα ὁ Πάτροκλος. ἐνσέσεισται οὖν ἐκ τῆς Ὀδυσσείας ὁ στίχος (ubi non exstat)· ἐκεῖ γὰρ τὰς ψυχὰς | ||
εἴδωλα σκιώδη φρονήσεως ἀμέτοχα ὑπέθετο. ἢ φρένας λέγει οὐ τὸ | |||
5 | διανοητικόν, ἀλλὰ μέρος τι τῶν ἐντὸς σώματος, ὡς καὶ ἀλλαχοῦ „ἔν τε φρένες ἧπαρ ἔχουσι“ (ι 301) καὶ πάλιν „ἔνθ’ ἄρα τε φρένες ἔρχαται“ (Π 481). ἔστιν οὖν ἀπὸ μέρους τὸ ὅλον σῶμα. οὕτως Ἀρι‐ στοφάνης ὁ γραμματικός (fr. 87, p. 227 N. [= p. 191 Sl.]). | ἡ διπλῆ δέ, ὅτι τὰς τῶν ἀτάφων ψυχὰς Ὅμηρος ἔτι σωζούσας τὴν φρόνησιν ὑποτίθεται. A | ||
23104b | ex. | ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν: φρένες T τινὲς σῶμα· μέρος γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρ’ ὅσον ἐκταθεὶς οὐκ ἔλαβε. κάλλιον δέ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν· ἐμέμφετο γὰρ ὡς ἠμελημένος (cf. Ψ 69—74). b(BCE3E4)T καὶ | |
5 | μὴν οἱ ἄταφοι προμαντεύονται. T ἢ εἰσὶ μέν, οὐ μὴν πάμπαν. b(BCE3E4)T | ||
23104c | Did. (?) | 〈πάμπαν:〉 γράφεται {δὲ} καὶ „πᾶσαι“. T | |
23.106 | Did. | 〈ἐφεστήκει:〉 ὁ Ἀρίσταρχος ἐφεστήκει χωρὶς τοῦ ι. Aim | |
23.107 | ex. | θέσκελον: θεοείκελον, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατασκευ‐ άσαντος. b(BCE3E4)T | |
23.108 | ex. | 〈τοῖσι δὲ πᾶσιν〉 ὑφ’ ἵμερον ὦρσε 〈γόοιο〉: ὑπερ‐ βολὴ πένθους ἐστίν, ὥστε οἱ τὰς παραμυθίας ὀφείλοντες προσφέρειν αὐτοὶ κατάρχονται δακρύων. b(BCE3)T | |
23.110 | ex. | ἀμφὶ νέκυν 〈ἐλεεινόν〉: Ἀττικῶς ἐξέτεινε τὸ νέκυν. T | |
23111a1 | Ariston. | Did. | οὐρῆάς τ’ ὤτρυνε: ὅτι σαφῶς οὐρῆες οἱ ἡμίονοι, πρὸς τὸ „οὐρῆας μὲν πρῶτον ἐπῴχετο“ (Α 50). | κατὰ δὲ πολλὰ τῶν ἀντι‐ γράφων „οὐρῆας ὤτρυνεν“, ἔξω τοῦ τέ. A | |
23111a2 | Did. | ἄλλως· {οὐρῆας τ’:} ἐν πολλοῖς χωρὶς τοῦ τέ. T | |
23111b | ex. (Ariston.) | οὐρῆάς τ’ ὤτρυνεν: „οἱ δ’ ὥς θ’ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες / ἕλκως’ ἐξ ὄρεος κατὰ παιπαλόεσ〈σ〉αν ἀταρπόν“ (Ρ 742—3). T | |
23.113 | ex. | Μηριόνης: Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος· AT ὅ‐ θεν Μηριόνης. A | |
23.116 | ex. | πάραντα: μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλ’ b(BCE3) T εὐθύτομα. b(BCE3E4)T δόχμια δὲ τὰ ἐκ πλαγίου. b (BCE3) | |
23117a | Did. | 〈πολυπίδακος:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „πολυπι‐ δάκου“. Aim | |
23117b | ex. | πολυπιδάκου: „πίδακος ἀμφ’ ὀλίγησ“ (Π 825). οὕτως οὖν „πολυπίδακοσ“. T | |
23119-20a | Ariston. | κτυπέουσαι / πῖπτον: ὅτι τὸ ἐναντίον ἔφη· πίπτου‐ σαι γὰρ κτύπον παρεῖχον. A | |
23119-20b | ex. | κτυπέουσαι / πῖπτον: ἤλλακται ἡ τάξις. b(BCE3E4)T | |
23120a | Did. | Ariston. | διαπλήσσοντες {ἀχαιοί}: οὕτως διαπλήσσοντες διὰ τοῦ η αἱ Ἀριστάρχου ἀντὶ τοῦ διακόπτοντες. | παρασημειώσαιτο δ’ ἄν τις τοῦτο πρὸς τὸ ἐν τῇ Ὀδυσσείᾳ (κ 440) „τῷ οἱ ἀποπλήξας κεφαλήν“, ἀντὶ τοῦ ἀποκόψας. A | |
23120b | Did. | 〈διαπλήσσοντες:〉 οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ „δια‐ πλίσσοντεσ“ διὰ τοῦ ι. Aim | |
23120c | ex. | διαπλήσσοντες: διακόπτοντες πρὸς τὴν συμμετρίαν· b(BCE3E4)T καὶ „τῷ οἱ ἀποπλήξας κεφαλήν“ (κ 440). T τὸ δὲ †διαπλήσσοντες† b(BCE3)T τοῖς ποσὶ διαβάντες. b(BC E3E4)T | |
23.121 | ex. | ex. (D) | ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο: διέκοπτον ταῖς ὁπλαῖς τὸ ἔδαφος. b(BCE3E4)T | ἢ διεμερίζοντο τοῖς ποσὶ τὴν γῆν· με‐ ρισμῷ γὰρ ὅμοιόν ἐστιν, ἄλλοτε ἄλλῃ τιθεμένων τῶν ποδῶν. b(BCE3) T | |
5 | D | ποσσὶ δατεῦντο: ἐμέριζον βαδίζουσαι· μερισμῷ γάρ τινι ὅμοιον γίνεται κατὰ τὴν πορείαν, ἄλλοτε ἀλλαχοῦ τῶν ποδῶν τιθε‐ μένων. A | |
23121-2 | Nic. | 〈ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο /〉 ἐλδόμεναι πε‐ δίοιο 〈διὰ ῥωπήϊα πυκνά: βραχὺ διασταλτέον ἐπὶ τὸ πεδίοιο (122)·〉 τὸ γὰρ ἑξῆς ἐστι ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο, διὰ ῥωπήϊα πυκνὰ ἐλδόμεναι πεδίοιο· οὐ γὰρ τοῦ πεδίου τὰ | |
5 | ῥωπήϊα λέγει, ἀλλ’ εἰς τὸ πεδίον αὐτὰς ἐπείγεσθαι ἀπὸ τῶν ῥωπῶν. | ||
A | |||
23.123 | ex. | πάντες δ’ ὑλοτόμοι φιτροὺς φέρον: νόμος στρατιωτι‐ κὸς μὴ κούφους ἐν ταῖς χρείαις διατελεῖν. A b (BCE3E4)T | |
23.125 | ex. | ἐπισχερώ: ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπ’ ἄλλῳ τὴν σχέσιν ἔχειν. A b (BCE3)T | |
23126a | ex. | ἠρίον: παρὰ τὴν ἔραν. T | |
23126b | ex. | ἠδὲ καὶ αὐτῷ: ἴσως ἐφ’ ἑαυτοῦ τοῦτο ἀναπεφώνηκεν ὁ ποιητής. T | |
23.130 | ex. | χαλκὸν ζώννυσθαι: Ἀριστοτέλης (fr. 519 R.3) φησὶ τοὺς πρυλεῖς Ἀχιλλέως 〈***〉. τοὺς δὲ Ἀχαιοὺς τὸν νόμον εἰς Κύπρον κομίσαι· τῶν γὰρ βασιλέων κηδευομένων αὐτὸς προηγεῖται πυρριχίζων ὁ στρατός. T | |
23.131 | ex. | 〈ἐν τεύχεσσιν:〉 ἀντὶ τοῦ εἰς τὰ τεύχη. b(BCE3)Til | |
23132a | ex. | 〈ἐν δίφροισι:〉 ἀντὶ τοῦ εἰς τοὺς δίφρους. b(BCE3E4) Til | |
23132b | Ariston. | 〈παραιβάται:〉 ὅτι νῦν παραιβάτας εἴρηκε τοὺς ὁπλί‐ τας. Aint | |
23132c | ex. (Ariston.?) | παραιβάται: ὧδε μόνον αὐτοὺς ὠνόμασεν, ἐκεῖ δὲ (sc. Λ 104) σημαίνει· „Ἄντιφος αὖ παρέβασκε περικλυτόσ“. T | |
23133-4 | ex. (rec.) | 〈πρόσθε μὲν—ἑταῖροι:〉 τὸ πλῆθος διὰ τοῦ νέφους ἐδήλωσε καὶ τὸ σχῆμα, καὶ πῶς ἐπορεύοντο. b(B[bis], CE3E4) | |
23.134 | Ariston. | 〈μυρίοι:〉 πρὸς τὸ σχῆμα, Tt ὅτι „νέφος 〈...〉 πεζῶν“ (Ψ 133), / μυρίοι. Aint | |
23135a | ex. | 〈θριξὶ δὲ πάντα νέκυν〉 καταείνυον: τὸ πλῆθος ἐμ‐ φαίνει τῶν κειρομένων. b(BCE3)T | |
23135b | D | Hrd. | | θριξὶ δὲ πάντα νέκυν καταεἵνυον: κατεκάλυπτον | |
Did. | Ariston. | —δάκρυ παρειῶν. | δασέως δὲ τὸ εἵνυον· ἀπὸ γὰρ τοῦ εἱνύω ἐστὶ θέματος, ὃ παρῆκται παρὰ τὸ ἕω δασυνόμενον. | ἔν τισι δὲ | ||
„καταείλυον“, τουτέστιν εἴλουν. Ἀρίσταρχος δὲ „καταείνυσαν“ | ἡ | |||
5 | διπλῆ δέ, ὅτι τὸ πάντα ἀντὶ τοῦ ὅλον, πρὸς τὸ „πᾶσαι δ’ ὠΐγνυντο πύλαι“ (Β 809. Θ 58 al.). A | ||
23135c | Did. | ex. | | ἄλλως· καταείνυον: “〈κατα〉είλυον“ εἴλουν. | 〈κατα‐〉 | |
Hrd. | Did | είνυον δὲ T περιεκάλυπτον b(BCE3)TTt ἀντὶ 〈τοῦ〉 ἕν‐ νυον. | δασύνεται δὲ τὸ εἵνυον. | Ἀρίσταρχος δὲ „〈κατα〉είνυσαν“. T | ||
23.136 | ex. | κάρη ἔχε: ἔθος φασὶ παρὰ Λινδίοις τοῦτο. T | |
23137a1 | Did. | Hrd. καθ | {πέμπ’} Ἄϊδος δέ: οὕτως Ἄϊδος δέ, οὐκ „Ἄϊδος δῶ“. | ὁ Ἡρωδιανός φησιν ἐν τῷ ιθʹ τῆς Καθόλου (1,498,23 L.). A | |
23137a2 | Hrd. καθ. | Did. | οὕτως Ἡρωδιανός. | ἄλλοι δὲ „Ἄϊδος δῶ“. Aim | |
23.138 | Did. (?) | 〈ἵκοντο:〉 γράφεται „ἵκανον“. Aim | |
23139a | Ariston. | μενοεικέα ... ὕλην: ὅτι τινὲς τὸ μενοεικές πολὺ ἀπ‐ έδοσαν. ἔστι δὲ τὸ τῷ μένει ἐοικός, οἷον τὸ ἀρεστόν, ἐξ οὗ τὴν ἱκανὴν βούλεται σημᾶναι. A | |
23139b | ex. | μενοεικέα 〈...〉 ὕλην: τὴν ἀρεσκομένην Ἀχιλλεῖ, ἢ τὴν πρέπουσαν τῇ πυρᾷ· b(BCE3E4)T φησὶ γοῦν „παρά τε σχεῖν ὡς ἐπιεικέσ“ (Ψ 50). μετήνεκται δὲ ἀπὸ τῶν ζώντων· κυρίως γὰρ ἂν εἴποι τις μενοεικὲς τὸ τῷ τε μένει ἀρεστὸν καὶ καταθύμιον. T | |
23.141 | ex. | χαίτην: καὶ ὁ Πάρις εἶχε χαίτην (cf. Γ 55), ἀλλ’ ἐπὶ | |
γυναιμανίᾳ καὶ ἀπάτῃ. AT | |||
23142a1 | ex. | τήν ῥα Σπερχειῷ 〈ποταμῷ τρέφε τηλεθόωσαν〉: τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νομίζονται. καὶ τοῖς γαμοῦσι δὲ λουτρὸν ἐξ αὐτῶν ἐκόμιζον γονὴν οἰωνιζόμενοι, καὶ τοῖς πρὸ γάμων τελευτῶσιν ἡ λουτροφόρος κάλπις 〈ἐπ〉ετίθετο. ὅτι | |
5 | δὲ τὸ ὑγρὸν αὔξει, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ. τινὲς δὲ τρόφιμόν φασι τὸ ὕδωρ καὶ τοὺς βουλιμιῶντας πίνοντας κορέννυ‐ σθαι. T | ||
23142a2 | τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νο‐ μίζονται διὰ τὸ αὐξητικὸν τὸ ὑγρὸν εἶναι. ὅτι δὲ αὐξητικόν ἐστι, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ. b(BCE3E4) | ||
23142b | ex. | ἄλλως· {τήν ῥα} Σπερχειῷ: ὡς συγγενεῖ· Πολυδώραν γὰρ εἶχε τὴν Πηλέως θυγατέρα (cf. Π 175—6). ἢ ὅτι ἀπὸ Φθίου 〈τοῦ〉 Σπερχειοῦ Φθία. δῆλον δὲ ὅτι ἐν Τροίᾳ ἔκειρε διὰ τὸ περὶ αὐτοῦ λόγιον. T | |
23143a | ex.(?) | 〈ὀχθήσας:〉 στενάξας. b(BCE3E4) | |
23143b | ex. | ἰδὼν ἐπὶ οἴνοπα πόντον: ὡς ἐπὶ τὴν πατρίδα καὶ τὸν Σπερχειὸν ἀποβλέψας. b(BCE3E4)T | |
23.144 | D | ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς: ἔθος ἦν τοῖς ἀρχαίοις—ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θεσσαλίας. ἡ ἱστορία παρὰ τοῖς Ἀργολικοῖς συγγραφεῦσιν. A | |
Meth. | ἄλλως {σοί γε πατήρ}: ἀντὶ τοῦ μάτην, ὡς καὶ Εὐριπίδης | ||
5 | ἐν Μηδείᾳ (1029—30)· „ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην, / ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοισ“. καὶ παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσι (11)· „τί κινυρόμεθ’ ἄλλως;“. καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀντὶ τοῦ μάτην ἐχρῶντο οἱ Ἀττικοὶ τῷ ἄλλως· καὶ γὰρ παρὰ Θουκυδίδῃ συνεχῶς (sc. 1, 109, 3. 2, 18, 2 al.) ἔστιν αὐτὸ εὑρεῖν κεί‐ | ||
10 | μενον. A | ||
23.146 | ex. | σοί τε κόμην κερέειν: καὶ Ἀντίμαχος (fr. 128 W.) φησὶ τῷ Κηφισσῷ κατὰ τὴν Λίλαιαν τεθυκέναι τὴν κόμην. T | |
23147a1 | ex. | 〈πεντήκοντα δ’ ἔνορχα ... μῆλ’ ἱερεύσειν:〉 ἔνορ‐ χα τοῖς ποταμοῖς καὶ Ποσειδῶνι δέ, διὰ τὸ ἐκ τοῦ ὑγροῦ τὴν γένεσιν εἶναι· „Ὠκεανόν τε, θεῶν γένεσιν“ (Ξ 201. 302). σκεπτέον δέ, μὴ μῆλα νῦν τοὺς ταύρους φησίν· τούτους γὰρ τοῖς ποταμοῖς καθ’ | |
5 | Ὅμηρον θύουσι, „δηθὰ πολεῖς ἱερεύετε ταύρουσ“ (Φ 131), „ταῦρον 〈δ’〉 Ἀλφειῷ“ (Λ 728). T | ||
23147a2 | δυνάμεως καὶ αὐξήσεως αἴτιον τὸ ὕδωρ· ὅθεν ἔνορχα θύουσιν, οἱονεὶ τὰ εὐθαλέστερα καὶ δυνάμει προὔχοντα, τοῖς αἰτίοις | ||
τοῦ δύνασθαι. b(BCE3E4) | |||
23147b | Did. (?) | 〈παρ’ αὐτόθι:〉 ἐν ἄλλῳ „παραυτίκα“. Aim | |
23152-3 | ex. | κόμην 〈... /〉 θῆκεν: παθητικῶς, οὐχ ὡς οἱ λοιποὶ (cf. Ψ 135) ἐπέρριψεν. T | |
23155a | ex. | εἰ μὴ Ἀχιλλεὺς 〈αἶψ’—παραστάσ〉: τοσοῦτος ὁ θρῆνος, ὅτι καὶ Ἀχιλλεὺς ἔγνω τὴν ἀμετρίαν. b(BCE3E4)T | |
23155b | Ariston. | αἶψ’ Ἀγαμέμνονα εἶπε παραστάς: ὅτι ἔξωθεν τὴν πρός ληπτέον· ἔστι γὰρ πρὸς Ἀγαμέμνονα. A | |
23157a | Ariston. | πείσονται {μύθοισι}: ὅτι πρὸς τὸ νοητὸν ἀπήντηκεν, ὁ λαὸς (cf. Ψ 156) πείσονται. A | |
23157b | ex. | γόοιο μὲν ἔστι καὶ ἆσαι: λείπει τὸ ὕστερον, b(BCE3 E4)T ἵν’ ᾖ ‘ἔστι καὶ ὕστερον ἆσαι γόοιο‘. b(BCE3E4) ἐνέφηνε δὲ αὐτὸ διὰ τοῦ „νῦν δ’ ἀπὸ πυρκαϊῆς σκέδασον“ (Ψ 158). | |
b(BCE3E4)T | |||
23157c | ex. | ἄλλως· γόοιο μὲν ἔστι 〈καὶ ἆσαι〉: ἐπαγγελτικῶς προ‐ ενεκτέον τὸ ἔστι, ὡς „ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκόσ“ (Ψ 549). T | |
23.158 | ex. | δεῖπνον: τὴν πρὸ τοῦ δόρπου τροφήν. ὑπερβολικῶς οὖν εἶπε τὸ „καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάοσ“ (Ψ 154). b(BCE3E4, E4il) | |
23160a1 | Hrd. | κηδεός: τινὲς ἐβάρυναν ὥστε εἶναι γενικήν. ἄμεινον δὲ ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν ἀπὸ τοῦ κηδεύω· τὰ γὰρ εἰς ος λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω φωλεός, ὀχεύω ὀχεὸς καὶ ἐν πλεονασμῷ | |
5 | τοῦ ς ὀσχεός. καὶ παρὰ τὸ σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται κατ’ ὀξεῖαν τάσιν· „ὁ δ’ ἐκ λοχεοῖο πάϊσ“ (Hsd. th. 178)· ἀλλ’ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε ὥστε παρὰ τὴν λόχου γενικὴν—„ἐκ λόχου ἀμπήδησε“ (Λ 379)—λόχοιο | ||
10 | γενέσθαι καὶ λοχέοιο. οὕτως δὲ κατὰ τὸν προειρημένον κανόνα, ῥήματος ὄντος τοῦ κηδεύω, τὸ παρ’ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεός, ὀξυτονηθήσεται. A | ||
23160a2 | κηδεός: ὀξυτόνως παρὰ τὸ κηδεύω, ὡς λοχεύω λοχεός. b(BCE3E4)T οἱ δὲ πλείους „λοχέοιο“ ἀναγινώσκουσιν, ὡς „ἀν‐ | ||
θρώποιο“ (ς 130). T | |||
23160b | D | ex. | ἄλλως· κηδεός: κηδεύσιμος b(BCE3)T | ἢ κήδιστος. T | |
23160c1 | Hrd. | παρὰ δ’ οἱ ταγοὶ 〈ἄμμι μενόντων〉: τὸ ἑξῆς ἐστι παραμενέτωσαν· διὸ φυλακτέον τὸν τόνον τῆς προθέσεως. Διονύσιος (fr. *24 L.) δὲ ἡγεῖτο πλεονάζειν τὸ〈ν〉 τέ σύνδεσμον καὶ ἀγοὺς ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος ταγοὺς ἐξεδέξατο, καὶ | |
5 | σχεδὸν ἅπαντες, παρὰ τὸ τάσσω ῥῆμα τοῦ σχηματισμοῦ γενομένου· διὸ καὶ ἐγὼ συγκατατίθεμαι. A | ||
23160c2 | τὸ δὲ ἑξῆς παραμενόντων b(BCE3)T ἄμμι οἱ ἀγοί. b(BCE3) | ||
23160d | Ariston. | 〈μενόντων:〉 ὅτι ἀντὶ τοῦ μενέτωσαν. Aim | |
23163a | ex. | κηδεμόνες: οἱ μάλιστα ἀνιώμενοι διὰ τοῦτο καὶ φρον‐ τίζοντες. AT | |
23163b | ex. vel rec. | κηδεμόνες: οἱ εἰς τοῦτο τεταγμένοι πρὸς τὸ ἀδιασπάστως φροντίζειν αὐτοῦ παρὰ τοὺς ἄλλους. b(BCE3E4) | |
23164a | ex. | D | ἑκατόμπεδον: ἑκατὸν ποδῶν ἔχουσαν πλευράν, ὡς καὶ τετράπους λίθος, A b (BCE3)T | ὥστε ἑκάστην πλευρὰν ἑκατὸν | |
ποδῶν μέτρον ἔχειν. A | |||
23164b | ex. | ἔνθα καὶ ἔνθα: ἐκ παντὸς μέρους. b(BCE3)T | |
23.165 | ex. | ἐν δὲ πυρῇ ὑπάτῃ: ἐν τῷ ἀνωτάτω αὐτῆς καὶ μέσῳ, ὡς τὸ „ῥινὸς ὕπερ πυμάτησ“ (Ν 616). b(BCE3E4)T | |
23.168 | D | δημὸν ἑλὼν ἐκάλυψε 〈νέκυν〉: πρὸς τὸ ταχὺ τὴν πιμε‐ λὴν ἐξαφθῆναι τοῦτο ποιεῖ ὁ Ἀχιλλεύς. A b (BCE3E4)T | |
23169a | ex. | περὶ δὲ δρατὰ σώματα νήει: περὶ αὐτὸν ἐσώρευεν ὑπὲρ τοῦ καὶ τὴν ἀπ’ ἐκείνων πιμελὴν συμπράσσειν τι πρὸς τὴν καῦσιν. b(BCE3E4)T ἅμα δὲ καὶ τοῦ περὶ τὸν νεκρὸν εὐσχήμονος ἕνεκεν· συνσπᾶσθαι γὰρ τὰ καιόμενα τῶν σωμάτων εἴωθεν. T | |
23169b1 | Did. | Ariston. | δρατά: τὰ πολλὰ τῶν ὑπομνημάτων διὰ τοῦ ε „δρετά“, καὶ τάχα ἀπὸ τοῦ δέρειν. | ἡ διπλῆ δὲ πρὸς τὴν μετάθεσιν ὅτι ἀντὶ τοῦ δαρτά. A | |
23169b2 | Did. | ἐν ἐνίοις δὲ γράφεται „δρ[ε]τά“. T | |
23169c | ex. | δρατά: τὰ ἐκδαρτὰ κατὰ ἀντιστροφήν. b(BCE3E4) | |
23169d | ex. | δρατά: „ταυτὶ δέδραται“ Ἀριστοφάνης (pac. 1039). T | |
23170-1a1 | ex. | 〈ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆ‐ ας /〉 πρὸς λέχεα 〈κλίνων〉: ἀντὶ τοῦ πρὸς τὸ σῶμα αὐτοῦ, ὅτι | |
θερμαινόμενα ἀναζέουσι καὶ προχέονται ἐπὶ τὸν νεκρόν. T | |||
23170-1a2 | πρὸς τὸ σῶμα αὐτοῦ, ἢ πρὸς τὰς πλευράς, ἢ πρὸς ὃν ἔκειτο τόπον. b(BCE3E4) | ||
23.171 | ex. | πίσυρας 〈...〉 ἵππους: κατὰ πλευρὰν ἕνα· οἰκεῖος δὲ τῶν νεκρῶν ὁ ἴσος ἀριθμός. διὰ τοῦτο τῷ Ποσειδῶνι ἐννέα θύουσιν (cf. γ 7—8). AT | |
23174-6 | ex. | ἐνέβαλ〈λ〉ε πυρῇ δύο〈—χαλκῷ δηϊόων〉: ἴσως τὸ ὠμὸν αὐτοῦ εἰδὼς ὁ πατὴρ μουσικὴν αὐτὸν ἐδίδαξεν (cf. Ι 186—9). πλέον δὲ αὐτὸν ἠγρίωσεν ὁ Πατρόκλου θάνατος b(BCE3 E4)T ὡς τοὺς κύνας καὶ τοὺς Τρῶας καίειν· διὸ ὥσπερ ἀγανα‐ | |
5 | κτῶν ὁ ποιητής φησι κακὰ δὲ φρεσὶ μήδετο ἔργα (176). b(BCE3) T | ||
23177a | ex. | πυρὸς μένος 〈...〉 σιδήρεον: ἄμφω γὰρ τμητικά, πῦρ καὶ σίδηρος. A b (BCE3E4)T | |
23177b | ex. | νέμοιτο: ἐμφαντικῶς ἀντὶ τοῦ φάγοι· A b (BCE3E4) φησὶ γοῦν· „τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει“ (Ψ 182). A | |
23.179 | ex. | χαῖρέ μοι: ἀντὶ τοῦ ἥδου, ὅτι σοι b(BCE3)T τὰ πρὸς ἡδονὴν b(BCE3E4)T ἀπεπλήρωσα. b(BCE3)T | |
23.180 | Did. (?) | 〈τελέω τὰ πάροιθεν ὑπέστην:〉 ἐν ἄλλῳ „τετελεσμένα | |
ὥσπερ ὑπέστην“. Aint | |||
23.181 | Nic. | δώδεκα μὲν Τρώων 〈μεγαθύμων υἱέας ἐσθλούσ〉: συν‐ απτέον τῷ ἑξῆς στίχῳ· τὸ γὰρ „τούσ“ (Ψ 182) κεῖται ἀντὶ τοῦ τού‐ τους, ἵν’ ᾖ ὁ λόγος ‘δώδεκα μὲν Τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ πῦρ ἐσθίει‘, δεικτικῶς. ἐὰν δὲ στίζωμεν ἐπὶ τὸ ἐσθλούς 〈***〉 ἔσται τὸ | |
5 | „τούσ“ (Ψ 182) ἀντὶ ὑποτακτικοῦ ἄρθρου τοῦ οὕς. A | ||
23.183 | Ariston. | 〈δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν:〉 ὅτι ἀπὸ κοινοῦ τὸ δαπτέμεν. Aint | |
23.184 | ex. | ἀπειλήσας: συνήθως ἡμῖν, ὡς τὸ „ἀπείλησαν γὰρ οἱ ἄλλοι“ (Β 665). T διὰ δὲ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν ἀκροατήν· ἤδη γὰρ συνέπασχε τῇ τοῦ Ἕκτορος αἰκίᾳ. b(BCE3E4, E4il)T | |
23186a | Ariston. | ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ: ὅτι μύρου τὴν μὲν ὀνομασίαν ἀγνοεῖ, τὴν δὲ σκευασίαν οἶδεν· τὸ γὰρ ῥόδινον οὕτως νῦν εἶπεν ἔλαιον ῥοδόεν. A | |
23186b | ex. | ῥοδόεντι 〈δὲ χρῖεν〉 ἐλαίῳ: τὴν χρῆσιν μὲν τοῦ μύρου οἶδεν, οὐ μὴν τὸ ὄνομα. οἰκεῖον δὲ τὸ ἀλείφειν τῇ θεῷ (cf. θ 364). T | |
23186c | ex. | χρῖεν ἐλαίῳ: ἰσχυροποίησε τὸ σῶμα διὰ τῆς χρίσεως, ἵνα μὴ ἑλκόμενον ὑπ’ Ἀχιλλέως ἀποξέοιτο. b(BCE3E4) | |
23.187 | ex. | ἑλκυστάζων: ὡς „νευστάζων“ (Υ 162. μ 194 al.). T | |
23190-1 | ex. | μὴ πρὶν μένος ἠελίοιο 〈/ σκήλει’ ἀμφὶ περὶ χρόα〉: μὴ πρὶν ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετοποιήσειεν. | |
b(BCE3E4)T οἱ δὲ τὸν περὶ τοῖς μέλεσι χρόα (cf. 191). T | |||
23191a | ex. | σκήλειεν: εὐκτικῶς. T | |
23191b | ex. | 〈σκήλειε:〉 σκληροποιήσειεν. Aim | |
23.192 | ex. | οὐδὲ πυρὴ 〈Πατρόκλου〉 καίετο: τὴν ἔμφασιν τῶν ὑγρῶν ἐμφαίνει, νικησάντων τὸ πῦρ. b(BCE3E4)T | |
23194-5 | ex. | δοιοῖς 〈ἠρᾶτ’〉 ἀνέμοισι 〈/ Βορέῃ καὶ Ζεφύρῳ〉: οὐκ ἄτοπον θεοὺς καλεῖν ἐπὶ τεθνεῶσιν, ὅπου καὶ ἐν πολέμοις καλοῦσι καὶ αὐτὸς ὁ Ἀπόλλων νεκροφορεῖ (sc. Π 676—83). T | |
23.195 | ex. | Βορέῃ καὶ Ζεφύρῳ: ὡς Θρᾳξί· Θρᾴκη δὲ πλησίον τῆς Τροίας. b(BCE3E4)T | |
23.196 | ex. | ΔΕΠΑΙ 〈ἐλλιτάνευεν〉: ὅτι συνῃρημένως. ἀλλαχοῦ δὲ „ἐν δέπαϊ χρυσέῳ“ (υ 261). T | |
23197a | Did. (?) | 〈ἐλθέμεν:〉 γράφεται „ἐλθεῖν“. Aim | |
23197b | ex. | φλεγεθοίατο: Εὐφορίων (fr. 160 Pow.) κακῶς τῷ ῥή‐ ματι ἑνικῶς χρῆται. T | |
23198a | Did. | 〈ὕλη τ’ ἐσσεύαιτο:〉 ἐν ἄλλῳ „ὕλη τε σεύαιτο“. οὕτως δὲ ἔξω τοῦ ν ὕλη. Aim | |
23198b1 | ex. (ex. + | ὕλη τ’ ἐσσεύαιτο 〈καήμεναι〉: ὁρμὴν λάβοι· ἀπὸ δὲ | |
Did.) | τῶν ἐμψύχων μετῆκται. χωρὶς δὲ τοῦ ν τὸ ὕλη. οἱ δὲ „ὕλην τε σεύ‐ | ||
αιντο“ ἀντὶ τοῦ ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην. AT | |||
23198b2 | ἀντὶ τοῦ ὁρμὴν λάβοι b(BCE3E4, E4il)Til ἡ ὕλη τοῦ καῆναι, ἵν’ ᾖ ‘ὕλη τ’ ἐσσεύοιτο καήμεναι‘. b(BCE3E4) εἰ δὲ ᾖ „ὕλην τε σεύαιντο καήμεναι“, b(BE4) ἀντὶ τοῦ ἵν’ ὁρμήσειαν οἱ ἄνεμοι τὴν ὕλην καίειν. b(BE3E4) | ||
23.199 | ex. | μετ’ ἄγγελος ἦλθ’ ἀνέμοισιν: Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς ἀνέμους ἦλθεν, ὡς Ἀρχίλοχος (fr. 218 W.)· „μετέρχομαί σε σύμ‐ βολον ποιεύμενοσ“. οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ἐπειδὴ τοῦτο κατὰ δόξαν ἦν. b(BCE3E4)T | |
23.200 | ex. | δυσαέος: οὐκ ἀεί, ἀλλὰ χειμῶνι· ἔστι γὰρ χειμῶνος μὲν δυσαής, θέρους δὲ προσηνής. A b (BCE3E4)T „Ζεφυρίη πνεί‐ ουσα τὰ μὲν φύει“ (η 119). T | |
23.202 | ex. | βηλῷ: τῷ βαθμῷ. T | |
23.203 | ex. | πάντες ἀνήϊξαν: ἔστι γὰρ ἐρωμένη Ζεφύρου· ἀφ’ ὧν καὶ τὸν Ἔρωτά φασιν. ἴσως δὲ ἀκροθώρακες ὄντες ἐρῶσιν αὐτῆς. T | |
23205a | ex. | οὐχ ἕδος: οὐχ ἑδραστέον. b(BCE3)T | |
23205b | Did. (?) | 〈αὖθι:〉 γράφεται „αὖτισ“. Aim | |
23206a | ex. | Αἰθιόπων ἐς γαῖαν: πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούν‐ των ψεύδεται· χθὲς γὰρ θεαταὶ ἦσαν τῆς μάχης, καὶ ἕωθεν φιλονεικοῦσι | |
περὶ Ἕκτορος. b(BCE3E4)T | |||
23206b | ex. | ἄλλως· Αἰθιόπων ἐς γαῖαν: χάριεν ἐν παρέργῳ δεδή‐ λωκεν ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ ὥσπερ ἐκ τῆς φροντίδος κατέστησαν, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως βούλησιν· διὸ παρὰ τοῖς Αἰθίοψί φησι πανηγυρίζουσιν. b(BCE3E4) | |
5 | T | ||
23206c | Did. | ἐς γαῖαν· γράφεται „ἐς δῆμον“, ὡς αἱ ἀπὸ τῶν πόλεων. AimT | |
23208a1 | ex. | κελαδεινόν: ὃν ἄνω (sc. Ψ 200) δυσαῆ εἶπεν. T | |
23208a2 | τὸν δυσαῆ νῦν κελαδεινὸν εἶπεν. ἔστι δὲ ταὐτὸν ἐκ παραλλήλου. b(BCE3E4) | ||
23.214 | ex. | πόντον {ἵκανον}: τὸν Θρᾴκιον πόντον καὶ Ἑλλήσποντον. T | |
D | 〈ἀήμεναι:〉 πνέειν. Aim | ||
23.217 | ex. | 〈ἔβαλλον:〉 τῷ πνεύματι ἔβαλλον. Aim | |
23218-20 | ex. | ὁ δὲ πάννυχοσ〈—χαμάδις χέε〉: πολὺ τὸ ἑταιρικὸν τοσαύτην φέροντος ἀγρυπνίαν καὶ χοὰς χεομένου. b(BCE3 E4)T | |
23.219 | Did. (?) | 〈ἑλών:〉 ἐν ἄλλῳ „ἔχων“. Aim | |
23.221 | Ariston. | ψυχὴν κικλήσκων 〈Πατροκλῆος δειλοῖο〉: ὅτι δωδε‐ κασύλλαβος AT καὶ ἐκ σπονδείων. A | |
23222-3 | ex. | ὡς δὲ πατὴρ οὗ παιδὸσ〈—ἀκάχησε τοκῆ‐ ασ〉: αὐξητικῶς ὅλη ἔχει ἡ παραβολή· εἰς γὰρ ἔνδειξιν στοργῆς | |
ἑταιρικῆς παραβέβληται. ἀλλ’ οὐκ ἤρκεσεν Ὁμήρῳ τὰ τῆς εἰκόνος· οὐ γὰρ τὴν τυχοῦσαν ἡλικίαν τοῦ παιδὸς παρέλαβεν, ἀλλὰ νυμφίον | |||
5 | (cf. 223), τέλειον μέν, παίδων δὲ οὔπω πατέρα, b(BCE3E4)T ὥστε καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας μετὰ τῆς δευτέρας ἐλπίδος καὶ τὴν πρώτην ἀπολώλεκεν. b(BE3E4)T | ||
23.223 | ex. | νυμφίου: δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων· „νυμφίον, ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα“ (η 65). A b (BCE3 E4)T | |
23224-5 | Nic. | ὣς Ἀχιλλεὺς ἑτάροιο 〈ὀδύρετο ὀστέα καίων, / ἑρπύζων παρὰ πυρκαϊήν, ἀδινὰ στεναχίζων〉: βραχὺ δια‐ σταλτέον καίων (224), πυρκαϊήν (225)· μᾶλλον γὰρ οὕτως ἐμ‐ φαίνει. A | |
23225a1 | ex. | ἑρπύζων 〈...〉 στεναχίζων: διὰ τῶν παρατατικῶν τὸ ἀδιάλειπτον τῆς λύπης σημαίνει. T | |
23225b1 | ex. | ἄλλως· ἑρπύζων: ἡ βαρεῖα κίνησις τὴν ταπείνωσιν Ἀχιλλέως δηλοῖ. T | |
23225b2/a2 | ex. + ex. | βαρεῖά τις καὶ μογηρὰ κίνησις διὰ τοῦ ἑρπύζειν δη‐ λοῦται. τοῦτο δὲ πρὸς τὸ ταπεινὸν Ἀχιλλέως διὰ τὴν λύπην. b(BC E3E4) | |
23226a | ex. | 〈ἑωσφόρος:〉 λείπει ἀστήρ. Tt | |
D | ἑωσφόρος: ὁ κατὰ τὴν ἡμέραν—Ἀφροδίτης. A | ||
23226b | Hrd. | {ἑωσφόρος} εἶσι φόως ἐρέων ἐπὶ γαῖαν: ἡ ἐπί πρὸς τὸ εἶσιν. οὐκ ἀναστρέφεται δὲ διὰ τὸ μεταξὺ τεθεῖσθαι ἕτερον μέρος λόγου. T | |
23226c | Ariston. | φόως ἐρέων: ὅτι μεταφορικῶς ἐρέων ἀντὶ τοῦ ἀπαγγε‐ λῶν. τοῦτο δέ ἐστι προσημανῶν· οὐ γὰρ διὰ λόγου τοῦτο ποιεῖ, ἀλλὰ δι’ ἐπιτολῆς. A | |
23226d | ex. (Ariston.?) | φόως ἐρέων: „ὅς τε μάλιστα / ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείησ“ (ν 93—4). T | |
23.228 | ex. | 〈πυρκαϊὴ〉 ἐμαραίνετο: καὶ ἐκεῖ οὖν „φλὸξ ἐμαράνθη“ (Ι 212) γραπτέον. T | |
23.229 | ex. | οἱ δ’ ἄνεμοι 〈πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι〉: εἰ οὖν αὐτεξούσιοι οἱ ἄνεμοι, τετεράτευται τὰ περὶ τοῦ Αἰόλου (sc. κ 21—2). T | |
23232a | ex. | 〈κλίνθη κεκμηώσ〉, ἐπὶ δὲ γλυκὺς ὕπνος 〈ὄρουσεν〉: ἐξέφρασε τὸν μετὰ πολλὴν ἀγρυπνίαν εἰς ὕπνον ὀλίγον ἀποκλίναντα. b(BCE3E4)T | |
23232b | ex. | ὄρουσεν: διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνεφάνισε τοῦ ὕπνου, διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν. A b (BCE3E4)T | |
23.234 | ex. | 〈τῶν μιν ἐπερχομένων ὅμαδος καὶ〉 δοῦπος ἔγειρεν: τῶν γὰρ λυπουμένων ἐπιπολῆς ὁ ὕπνος. A b (BCE3E4)T | |
23.239 | ex. | ὀστέα 〈...〉 λέγωμεν: τοῖς ἄλλοις τὸ σβέσαι ἐπιτάσσει | |
(cf. Ψ 237—8), συμπεριλαμβάνει δ’ ἑαυτὸν εἰς τὴν ὀστολογίαν. T | |||
23243a | ex. | φιάλῃ: ἀγγείῳ λεβητοειδεῖ ἐκπεπλατυσμένῳ ἄνωθεν· b (BCE3E4)T φησὶν οὖν „ἀμφίθετον φιάλην ἀπύρ〈ωτ〉ον“ (Ψ 270). T δημῷ δὲ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εὔσηπτα εἶναι. A b (BCE3E4)T | |
23243b | Ariston. (?) | δίπλακι: ὅτι ἀρσενικῶς. T | |
23244a | Ariston. | θείομεν {εἰσόκεν αὐτὸς ἐγων}: ὅτι συνέσταλκεν ἀντὶ τοῦ θείωμεν. καὶ ὅτι κατὰ συγκοπὴν κλεύθωμαι ἀντὶ τοῦ κελεύθωμαι, οἷον πορεύωμαι. A | |
23244b | Did. (?) | 〈αὐτὸς ἐγών:〉 ἐν ἄλλῳ „αὐτὸς ἰών“. Aim | |
23244c | ex. (Ariston. | κλεύθωμαι: ἀντὶ τοῦ κελεύθωμαι, πορεύωμαι. τινὲς δὲ | |
vel Did.?) | „κεύθωμαι“, οὐκ εὖ. T | ||
23245a | ex. | πολλόν: μέγαν· b(BCE3E4)TTt „πολλὸς γάρ τις ἔκειτο“ (Η 156). b(BCE3E4)T | |
23245b | Ariston. | 〈πονέεσθαι:〉 ὅτι τὸ πονέεσθαί ἐστιν ἐνεργεῖν. Aint | |
23.246 | ex. | 〈ἐπιεικέα〉 τοῖον: ἠθικῶς τὸ τοῖον, ἀντὶ τοῦ b(BCE3) T τοιοῦτον σύμμετρον. b(BCE3E4)T | |
23.248 | ex. (Ariston.?) | | δεύτεροι: ὕστεροι· καὶ „δεύτατος ἦλθεν“ (Τ 51) ἀντὶ | |
ex. | τοῦ ἔσχατος. A b (BCE3)T | γενναίως οὐκ οἰκτίζεται τὸν θάνατον. | ||
b(BCE3E4)T | |||
23.251 | Did. (?) | 〈κάππεσε τέφρη:〉 ἐν ἄλλῳ „κάππεσεν ὕλη“. Aim | |
23254a | ex. | λιτί: ἀποικίλτῳ. τοιοῦτο δὲ καὶ Ἀνδρομάχη φησίν· „ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖσ“ (Χ 513). T | |
23254b1 | Hrd. | {ἑανῷ} λιτί {κάλυψαν}: λιτί ὡς „φωτί“ (Γ 219. Ε 634 al.). οὕτως καὶ Ἀρίσταρχος· πᾶσα γὰρ δοτικὴ δισύλλαβος ἐπ’ ὀνομάτων εἰς τι λήγουσα ὀξύνεται. χρωτί, „δαιτί“ (Τ 179. Ψ 48 al.), Κρητί· {οὕτως οὖν καὶ λιτί·} τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν | |
5 | κατ’ ὀξεῖαν τάσιν ἀναγινώσκειν· „νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκασ“ (Call. fr. 788 Pf.). οὕτως οὖν καὶ λιτί, ἵνα ᾖ μετα‐ πλασμὸς τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ ἡ αἰτιατικὴ ἡ „λῖτα“ (Θ 441) μεταπέπλασται ἐκ τῆς λιτόν, ὡς καὶ ἡ κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ „κάθηράν τε ῥύπα | ||
10 | πάντα“ (ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγίνετο τῇ λιτόν αἰτιατικῇ ἡ „λῖτα“, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλ‐ μένης τῆς „τινά“ (Α 62. Β 355 al.) κατ’ ἀόριστον προφοράν. A | ||
23254b2 | ἄλλως· λιτί: ὀξυτόνως· μεταπλασμὸς γάρ ἐστι τοῦ λιτῷ. τὸ „λῖτα“ αἰτιατική ἐστι μεταπλασθεῖσα ἀπὸ τοῦ λιτόν, ἐπεὶ οὐ‐ δεμία αἰτιατικὴ εἰς α λήγουσα ὠξύνθη εἰ μὴ ἡ „τινά“ ἀόριστος οὖσα | ||
πρὸς τὴν „τίνα“ (Ε 703. Θ 273 al.) πευστικήν. T | |||
23.255 | ex. | τορνώσαντο δὲ σῆμα: ὡς ὁ ζωγράφος προϋπογράφει πρῶτον, οὕτω καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. b(BCE3 E4)T τὸ δὲ τορνογραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον. b(BE3 E4)T | |
23255-6 | ex. | 〈θεμείλιά τε προβάλοντο / ἀμφὶ πυρήν:〉 τοῦτο ποιοῦσιν, ὅπως καὶ τὰ ὑπὸ τοῦ πυρὸς διαφθαρέντα μὴ ἐκτὸς ἐαθῇ. b(BCE3E4) τὸ δὲ προβάλοντο (255) ἀντὶ τοῦ πρὸ τῆς πυρᾶς ἔβαλον, ὅ ἐστι κύκλῳ τῆς πυρᾶς. b(BE3E4) | |
23.256 | Ariston. | χυτήν: ὅτι οὐ πᾶσα γῆ χυτή, ἀλλ’ ἡ τοῖς νεκροῖς ἐπιχεο‐ μένη. A | |
23258a1 | ex. | 〈ἵζανεν εὐρὺν ἀγῶνα:〉 καθεσθῆναι ἐποίησε τὸ πολὺ πλῆθος. ἢ εἰς εὐρύχωρον τόπον, ἵνα †λίπῃ† ἡ εἴς. T | |
23258a2 | ἀγῶνα τὸν τόπον, ἵνα ἀγωνίζονται· ἵνα λείπῃ ἡ εἴς. b(BCE3E4)T | ||
23259-61 | Did. | {ἄλλως·} νηῶν δ’ ἔκφερ’ ἄεθλα〈—σίδηρον〉: καὶ παρὰ Ἀριστοφάνει ἠθέτηται τοῦτο. T | |
23.259 | ex. | νηῶν: τοῦ τόπου, ἔνθα ἦσαν· b(BCE3E4, E4il)T ἐν νεωλκηθείσῃ γὰρ νηῒ οὐδὲν τίθεται, οὐδὲ διατρίβει τις ἐν αὐτῇ· | |
φησὶ γοῦν „οἰσέμεναι κλισίηθεν“ (Ψ 564). b(BCE3E4)T | |||
23262a | ex. (Did.?) | ἱππεῦσιν 〈μὲν πρῶτα ποδώκεσιν ἀγλά’ ἄεθλα〉: τινὲς „ἵπποισι“· κατὰ τούτων γὰρ τὸ ἐπίθετον, οὐ τῶν ἱππέων. T | |
23262b | Hrd. | 〈ποδώκεσιν:〉 βαρύνειν δεῖ τὸ ποδώκης, καὶ εἴρηται περὶ αὐτοῦ (sc. ad Β 764). Aint | |
23263-4a | Ariston. | θῆκε γυναῖκα 〈ἄγεσθαι ἀμύμονα ἔργ’ εἰδυῖαν (263)〉: πρὸς τὴν ἀμφιβολίαν, πότερον ἀμύμονα γυναῖκα ἢ ἀμύ‐ μονα ἔργα (263). καὶ ὅτι συνεκδέξασθαι δεῖ τῷ καὶ τρίποδ’ ὠτώ‐ εντα (264) τὸ φέρεσθαι· ἀκριβὴς γὰρ ὁ ποιητὴς περὶ τὰ ἀκτὰ καὶ | |
5 | φορητά. A | ||
23263-4b | ex. | γυναῖκα〈—τρίποδα〉: γυναῖκα (263) μὲν τεχνῖ‐ τιν τίθησι τῷ νικήσαντι, ὅτι σοφίας δεῖ πρὸς τὴν νίκην, τρίποδα (264) δὲ διὰ τὴν στάσιν. b(BCE3E4)T | |
23.264 | ex. (Hrd.) | 〈δυωκαι〉εικοσίμετρον: ὑφ’ ἕν, οἶον καὶ τὸ „δυωκαιεικο‐ σίπηχυ“ (Ο 678). T | |
23265-8 | ex. | τῷ δευτέρῳ 〈ἵππον ἔθηκεν—καλόν〉: ὁ μετὰ | |
τὸν ἡνίοχον δεύτερος ὁ ἵππος. τῷ δὲ τρίτῳ ἀνεῦρον τὸν τρίποδα. T | |||
23266a1 | Hrd. | ἑξετέα: ὁ Ἀσκαλωνίτης (p. 60 B.) ἐνθάδε προπαροξύνει ὁμοίως τῷ „ὄτριχας οἰέτεασ“ (Β 765). εἰσὶ δέ, οἳ παροξύνουσιν ὁμοίως τῷ εὐγενέα, καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. προείρηται δὲ περὶ τῆς προσῳδίας (sc. ad Β 765). A | |
23266a2 | {ἑξετέα:} οἱ πλείους παροξυτόνως τὸ ἑξετέα ἀνέγνωσαν, οἷς καὶ ἡ παράδοσις ἐπείσθη. T | ||
23266b | ex. | βρέφος: ἐναντίως ἡμῖν τὸ ἔμβρυον, τὸ δὲ τεχθὲν „ἔμβρυον“ (ι 245. 309 al.)· βρύειν γὰρ τὸ αὔξεσθαι, „καί τε βρύει ἄνθεϊ λευκῷ“ (Ρ 56). T | |
23.267 | Ariston. | {αὐτὰρ τῶι} τριτάτῳ: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ τρίτῳ. καὶ ὅτι ἄπυρον τὸν ἀναθηματικόν, ἕτερον τοῦ „ἐμπυριβήτου“ (cf. Ψ 702). A | |
23268a | ex. (Ariston.) | τέσσαρα μέτρα: ὅτι ὥριστο τὸ μέτρον. T | |
23268b | ex. | κεχανδότα: ἀντὶ τοῦ χανδάνοντα. b(BCE3)T λευ‐ κὸν δὲ καινόν. b(BCE3E4)T | |
23269a1 | ex. (Porph.) | | 〈τῷ δὲ τετάρτῳ θῆκε〉 δύο χρυσοῖο τάλαντα: πῶς τῷ τετάρτῳ μεῖζον πάντων τίθησιν; φησὶν οὖν Ἀριστοτέλης | |
(cf. fr. 164 R.3) οὐκ εἶναι τὸ τάλαντον ὡρισμένον τότε τοῖς παλαιοῖς· νῦν μὲν γὰρ ὡς ἧττον ἵππου, ἐν δὲ ταῖς Λιταῖς (sc. Ι 122) ὡς μέγιστον. | |||
5 | ἔστιν οὖν ἀντὶ μέτρου· καὶ Ἀλκίνους φησί· „φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα / καὶ χρυσοῖο τάλαντον ἐνείκατε“ (θ 392—3), αὐτὸς δὲ ὡς μεῖζον δώσων· „τόδ’ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω“ (θ 430). T | νῦν δὲ ἑκατὸν εἴκοσι δραχμὰς ἔχει τὸ τάλαντον, τὸ δὲ παλαιὸν ὁ μὲν Πολέμαρχος τεσσάρων δραχμῶν, Θεόφραστος (fr. om. Wi.) δὲ | ||
10 | δεκατεσσάρων, Τίμαιος (FGrHist 566, 143 a) δὲ εἴκοσι τεσσάρων. AT | ||
23269a2 | πῶς τῷ τετάρτῳ πάντων μεῖζον τίθησι; φησὶν οὖν ὁ Ἀρι‐ στοτέλης (fr. 164 R.3) μὴ εἶναι τὸ τάλαντον ὡρισμένον ποσόν, ἀλλὰ καὶ ἐπὶ ἥσσονος καὶ μείζονος λαμβάνεσθαι· νῦν μὲν γὰρ ὡς ἧττον ἵππου λαμβάνεται, ἐν δὲ ταῖς Λιταῖς ὡς μεῖζον. | εἶχε δὲ ποτὲ μὲν | ||
5 | ἑκατὸν δραχμάς, ποτὲ δὲ πεντήκοντα, ποτὲ δὲ τριάκοντα, ποτὲ εἰκοσι‐ τέσσαρας, ποτὲ τέσσαρας, ὥς φησι Τίμαιος (FGr Hist 566, 143 b), | ||
καὶ τὸ τελευταῖον μίαν. b(BCE3E4) | |||
23269b | Ariston. | τῷ δὲ τετάρτῳ θῆκε 〈δύο χρυσοῖο τάλαντα〉: ὅτι οὐκ ἴσον τῷ καθ’ ἡμᾶς ταλάντῳ τὸ παρὰ τοῖς ἀρχαίοις ἦν· ὡς γὰρ ἧσσον τοῦ τρίποδος καὶ τοῦ ἵππου καὶ τοῦ λέβητος τίθεται. A | |
23270a | Ariston. | ἀμφίθετον φιάλην: ὅτι {φιάλην} οὐ τὸ παρ’ ἡμῖν πο‐ τήριον, ἀλλὰ γένος τι λέβητος ἐκπέταλον, ἐκ παντὸς μέρους δυνάμενον ἕδραν ἔχειν· διὸ ἀμφίθετον. A | |
23270b | ex. | ἀμφίθετον φιάλην: οἱ μὲν ἐξ ἀμφοῖν μεροῖν αἰρομένην, οἱ δὲ πανταχόθεν ἱσταμένην. χαλκίον δὲ λεβητῶδες ἦν, δύο ὦτα ἀμ‐ φοτέρωθεν ἔχον, δι’ ὧν ἐβαστάζετο. b(BCE3E4)T | |
23270c | ex. | ἀπύρωτον: διὰ τί ἀπύρωτον; ὡς δὴ καὶ ἀναθεματιαί‐ ων {ὡς} οὐσῶν τοιούτων φιαλῶν, 〈ὡσ〉 εἰς ἣν ἐτέθη τὰ ὀστᾶ Πα‐ | |
τρόκλου (cf. Ψ 243. 253). T | |||
23.271 | ex. | στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: οὐ διὰ κήρυκος· οὐ γὰρ πρὸς πάντας φησίν, ἀλλὰ πρὸς τοὺς ἀριστεῖς. b(BCE3E4)T ὥστε οὕτως κατὰ τὰ ἔθη τὰ παλαιά. T | |
23.272 | Did. (?) | 〈ἐϋκνήμιδες Ἀχαιοί:〉 γράφεται „{καὶ ἄλλοι} ἀριστῆες Παναχαιῶν“. Aim | |
23273a | Ariston. | ἱππῆας τάδ’ ἄεθλα 〈δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι〉: ὅτι τὸ δεδεγμένα ἀντὶ τοῦ προσδεχόμενα, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἐμψύχων. τινὲς δὲ γράφουσιν „ἱππεῦσι〈ν〉 τάδ’ ἄεθλα“. A | |
23273b | Did. | 〈δεδεγμένα:〉 διχῶς Ἀρίσταρχος, δεδεγμένα καὶ „δε‐ δεχμένα“. Aim | |
23273c | ex. | δεδεγμένα: διχῶς· εἰ μὲν διὰ τοῦ γ, ἀντὶ τοῦ ἐπιδε‐ δειγμένα· εἰ δὲ διὰ τοῦ χ, ἀντὶ τοῦ ἐκδεχόμενα, ὡς ἐπὶ ἐμψύχων. T | |
23.274 | ex. | εἰ μὲν νῦν 〈ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί〉: συσταλ‐ τέον τὸ νῦν· ἀντὶ γὰρ τοῦ δή. T | |
23.275 | ex. | πρῶτα: πρωτεῖα. T | |
23.276 | Ariston. | περιβάλλετον: ὅτι δυϊκῶς περιβάλλετον· συνωρίσι γὰρ ἐχρῶντο. A | |
23277a | ex. | ἀθάνατοί τε γάρ εἰσι: πρὸς τὸν φθόνον· οὐ γὰρ αἰσχρὸν ἀθανάτοις ἡσσᾶσθαι. T | |
23277b | ex. | Ποσειδάων: ὁ ἵππιος θεός. T | |
23280a | ex. | τοίου γὰρ κλέος 〈ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο〉: λαβόμενος μικρᾶς ἀφορμῆς πάλιν ἐπὶ τὴν μνήμην ἔρχεται τοῦ φίλου. T | |
23280b | Did. (?) | 〈κλέος:〉 γράφεται „{τοίου γὰρ} σθένοσ“. Aim | |
23280c | Ariston. | 〈ἡνιόχοιο:〉 ὅτι ἡνίοχος Πάτροκλος Ἀχιλλέως. Aint | |
23281a1 | Hrd. | Did. | {ἠπίου} ὅ σφωϊν: ἐγκλιτικῶς τὴν σφωϊν ἀντωνυμίαν ἀναγνωστέον· ἔστι γὰρ τρίτου προσώπου. | οὕτως καὶ δι’ ἑνὸς ς, ὡς τὸ „ὅ σφιν ἐϋφρονέων ἀγορήσατο“ (Α 73). A | |
23281a2 | Did. | Hrd. | {ὅς σφιν:} δι’ ἑνὸς ς, ὡς τὸ „ὅ σφιν ἐϋφρονέων“. | ἐγκλιτικὸν δὲ 〈τὸ〉 σφωϊν· ἔστι γὰρ τρίτου προσώπου. T | |
D | ὑγρὸν ἔλαιον: ἤτοι τὸ σωμάτων—τὸ θερμόν. A | ||
23281-2a1 | ex. | 〈ὑγρὸν ἔλαιον / —〉λοέσσας 〈ὕδατι λευ‐ κῷ〉: ἐντεῦθεν Ξενοφῶν (sc. De re equ. 5, 6) τὴν κεφαλὴν τοῦ ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον. τρίτον δὲ κοτύλης ἐλαίου τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα. AT | |
23281-2a2 | ex. | rec. | ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τῶν ἵππων ὕδατι πλύνειν ἀξιοῖ καὶ τὸ προκόμιον, | ὁμοίως δὲ καὶ τῶν βοῶν· καὶ ἐλαίῳ τῷ ἀρκοῦντι λιπαίνειν. b(BCE3E4) | |
23285-6 | Nic. | ἄλλοι δὲ στέλλεσθε 〈κατὰ στρατὸν ὅς τις Ἀχαι‐ ῶν /ἵπποισίν τε πέποιθε〉: τὸ κατὰ στρατόν ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἑξῆς. A | |
23287a | Did. | Ariston. | ταχέες δ’ ἱππῆες ἄγερθεν: οὕτως „ἔγερθεν“ διὰ τοῦ ε αἱ Ἀριστάρχου, οἷον ἠγέρθησαν, ἀνέστησαν, ὡς ἑξῆς „καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν“ (Ψ 886). | ἡ διπλῆ δέ, ὅτι ἀντὶ μεσότητος τοῦ ταχέως, οὐ κατὰ τῶν ἱππέων. A | |
23287b | ex. (Ariston.) | ταχέες δ’ ἱππῆες 〈ἄγερθεν〉: ἀντὶ τοῦ ταχέως, ὡς καὶ τὸ „†λῦσε† δ’ ἀγορὴν αἰψηρήν“ (Τ 276). b(BCE3E4)T | |
23287c | Did. | 〈ἄγερθεν:〉 οὕτως Ἀρίσταρχος 〈„ἔγερθεν“〉, ἄλλοι δὲ | |
ἄγερθεν. Aim | |||
23.288 | ex. | 〈ὦρτο πολὺ πρῶτος—〉Εὔμηλος: ὡς Θετταλικὰς ἵππους ἔχων καὶ ὑπὸ Ἀπόλλωνος τραφείσας (Β 766). T | |
23.289 | ex. | ἱπποσύνῃ ἐκέκαστο: οὐ μόνον οὖν ἀρετῇ ἵππων θαρρῶν ἀνέστη πρῶτος, ἀλλὰ καὶ τέχνῃ ἱππικῇ. b(BCE3)T | |
23291a | ex. | ἵππους δὲ Τρῳοὺσ〈—ἀπηύρα〉: ἐπιδείκνυται 〈αὐ〉τοὺς ἐξ ἀριστείας ληφθέντας, οὐ κλαπέντας (cf. Ε 263—73. 323—4)· ἄλλως τε ὅτι μέλλουσι νικᾶν τοὺς Ἀπολλωνοτραφεῖς (cf. Ψ 499—513), τούτους παρέλαβεν. πῶς δὲ ὁ ἔναγχος τρωθεὶς (cf. | |
5 | Λ 376—400) ἀγωνίζεται; ὅτι εἶχον τὰ σώματα διαφορώτερα τῶν νῦν καὶ τοὺς Ἀσκληπιάδας ἰατρεύοντας. T | ||
23291b | Hrd. | ἵππους δὲ Τρῳούς: Τρῳοὺς ὡς „πολλοὺσ“ (Ι 546. Μ 226 al.) AT ἀνεγνώσθη. προείπομεν δὲ περὶ τῆς προσῳδίας (non exstat). A | |
23291-2 | ex. | οὕς ποτ’ ἀπηύρα 〈/ Αἰνείαν〉: ὡς τὸ „ὅν ποτ’ ἔδωκας / ἀντιθέῳ Ὀδυσῆϊ“ (Χ 290—1). T | |
23.293 | ex. | 〈Ἀτρείδης ὦρτο ξανθὸσ〉 Μενέλαος: εἰς τιμὴν Ἀχιλ‐ λέως. ἄτοπος δ’ ἦν ἡσσώμενος Ἀγαμέμνων. τὸ δὲ μηδέτερον τῶν βασιλέων ἀγωνίσασθαι ἀπρεπές. b(BCE3E4)T | |
23295a | D | Ariston. | Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πόδαρ‐ γον〉: ὄνομα τῆς ἵππου, πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ ταχέως τρέχειν. | ἡ διπλῆ δέ, ὅτι ἐντεῦθεν παρῴδηται τὰ ὀνόματα τῶν Ἕκτορος ἵππων, Αἴθων καὶ Πόδαργος (cf. Θ 185)· οὐ γὰρ | |
5 | εἰσάγει τετρώρῳ χρωμένους. A | ||
23295b | ex. | Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πόδαρ‐ | |
γον〉: ἔπαινος τοῦ δυναμένου κατευθύνειν τὸ ἐξ ἀνομ〈ο〉ίων ζεῦγος. ἰσχανόωσά τε τοῦ δρόμου (cf. Ψ 300) ἡ Αἴθη οὐκ ἐδίδου ἀνοχὴν τῷ Ποδάργῳ τοῦ θηλυμανεῖν. b(BCE3E4)T καὶ ὁ τὴν Τιτανομαχίαν | |||
5 | δὲ γράψας (E.G.F. fr. 3 [p. 7] K. = 3 [p. 110] A.) δύο ἄρρενάς φησιν Ἡλίου καὶ δύο θηλείας. T καὶ ὑπαινίττεται ὁ ποιητὴς ὡς ὅτι περὶ τὰ παιδουργὰ μόρια μόνον διαφέρειν ὀφείλουσιν ἄρρεν καὶ θῆλυ, κατὰ δὲ τὴν ἀρετὴν καὶ τὸ πρακτικὸν τοῦ βίου οὐδεμία αὐτοῖς διαφορά. b(BCE3E4)T | ||
23295c | ex. | ἄλλως· Αἴθην τὴν Ἀγαμεμνονέην 〈τὸν ἑόν τε Πό‐ δαργον〉: ἵνα τρόπον τινὰ κοινῇ ἀγωνίζοιντο. πρὸς δὲ τὸ φιλάδελ‐ φον· οὐκ ἐντυγχάνοντα περὶ τῆς ἵππου πεποίηκεν αὐτὸν τἀδελφῷ, ἀλλὰ ἐπ’ ἐξουσίας ὑποζεύγνυσιν b(BCE3E4)T Αἴθην τὴν | |
5 | Ἀγαμεμνονέην τὸν ἑόν τε. T | ||
23295d | ex. | Πόδαργον: οὕτως ἐκαλεῖτο ὁ ἵππος Μενελάου. T | |
23296a | Ariston. | Ἀγχισιάδης ἘΧΕΠΩΛΟΣ: ὅτι ἄδηλον, ποῖον τὸ κύ‐ ριον ὄνομα, μᾶλλον δὲ τὸ Ἐχέπωλος. A | |
23296b | ex. | Ἐχέπωλος: τύραννος Σικυώνιός τις ἦν ὑπὸ Ἀγαμέμνο‐ να. T | |
23296c | ex. | ἄλλως· 〈Ἀγχισιάδησ〉 Ἐχέπωλος: Ἀκουσίλαος ἐν τρίτῳ Γενεαλογιῶν (FGrHist 2, 3 = Vors. 69 B 32) κύριον ἤκουσε τὸ Ἐχέπωλος οὕτως: „Κλεωνύμου δ’ Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.“ καὶ Φερεκύδης ἐν τῷ †γʹ† (FGrHist 3, 20)· „Κλεώνυμος δὲ ὁ Πέλοπος | |
5 | ᾤκει Κλεωνῇσι καταστήσαντος Ἀτρέως· τοῦ δὲ γίνεται Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.“ T | ||
23297a | ex. | 〈δῶρ’,〉 ἵνα μή οἱ ἕποιθ’ 〈ὑπὸ Ἴλιον〉: ἀπεσέμνυνε | |
τὴν ἵππον· δῆλον γὰρ ὅτι οὕτως ἦν εὐγενὴς ὥστε καὶ λύτρον ἀστρα‐ τείας δοθῆναι. b(BCE3E4)T | |||
23297b1 | ex. | 〈δῶρ’, ἵνα μή οἱ ἕποιθ’ ὑπὸ Ἴλιον:〉 κρεῖττον ἡγήσατο πολεμιστὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον Ἀγαμέμνων. b(BCE3E4)T | |
23297b2 | {δῶρ’ ἵνα μή οἱ:} χρησιμώτερον γὰρ ἐνόμιζε πολεμικὸν ἵππον ἢ ἀστράτευτον ἄνδρα λαβεῖν. A | ||
23297c | Ariston. | 〈Ἴλιον ἠνεμόεσσαν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
23.300 | Did. (?) | 〈τὴν ὅ γ’ ὑπὸ ζυγόν:〉 ἐν ἄλλῳ „τὴν τόθ’ 〈ὑπὸ ζυγόν〉“. Aim | |
23.301 | ex. | 〈Ἀντίλοχος ... ὁπλίσαθ’ ἵππους:〉 οὐ μάτην καὶ Ἀντίλοχος ἀγωνίζεται· ἱππικοῦ γὰρ πατρός ἐστι καὶ παρέξει τῷ πατρὶ ἀφορμὴν ὑποθήκας τινὰς ὑπὲρ τῆς ἡνιοχείας παραδοῦναι: b(BCE3E4)T ἄλλως τε καὶ ἀπόγονός ἐστιν ἱππίου θεοῦ Ποσει‐ | |
5 | δῶνος. T | ||
23.303 | ex. (Did. + ex.?) | Πυληγενέες: τινὲς γράφουσι „παλαιγενέεσ“. „ἄμφω γὰρ ἀτέμβονται νεότητοσ“ (Ψ 445). b(BCE3E4)T τὸ δὲ „ὠκύποδεσ“ (Ψ 304) ἐπὶ νεότητος, ὡς „ἐϋμελίω Πριάμοιο“ (Δ 47. 165 al.) b(BE3 E4)T καὶ πεδίῳ „Σκαμανδρίῳ ἀνθεμόεντι“ (Β 467). T | |
23.304 | Ariston. | ὠκύποδες φέρον ἅρμα: ὅτι κοινότερον κατακέχρηται τῷ | |
ἐπιθέτῳ· ἐπιφέρει γοῦν „βάρδιστοι θείειν“ (Ψ 310). A | |||
23305a | Nic. | μυθεῖτ’ εἰς ἀγαθὰ φρονέων 〈νοέοντι καὶ αὐτῷ〉: βραχὺ διασταλτέον ἤτοι ἐπὶ τὸ ἀγαθά ἢ ἐπὶ τὸ φρονέων ἢ ἐπ’ ἀμφότερα. ἐὰν μὲν οὖν συνάπτωμεν, ἔσται ὁ λόγος ‘εἰς ἀγαθὰ φρονέ‐ ων‘, οἷον εὐνοῶν. ἐὰν δὲ χωρίζωμεν, μυθεῖτ’ εἰς ἀγαθά, ἔλεγεν ἐπ’ | |
5 | ἀγαθῷ, ὡς καὶ ἐν ἄλλοις· „ὅτ’ ἄν τινα θυμὸν ἀνώγῃ / εἰπεῖν εἰς ἀγαθόν“ (Ι 102), ὃ καὶ βέλτιον· καὶ ἡ ἑξῆς διαστολὴ λόγον τινὰ ἔχει, ‘φρονῶν αὐτός, φρονοῦντι καὶ αὐτῷ‘. A | ||
23305b | ex. | εἰς ἀγαθά: ἐπὶ τὸ ἀγαθὸν αὐτὸν σωφρονίζων καὶ ἐμβι‐ βάζων αὐτὸν εἰς νίκην. καλῶς δὲ προδιδάσκει περὶ τῆς ἱππικῆς, b (BCE3E4)T ἐν ὅσῳ Μηριόνης εὐτρεπίζεται (cf. Ψ 351). T | |
23306-7 | ex. | ἤτοι μέν σε νέον περ ἐόντ’ ἐφίλησαν / Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν: τὸ μὲν φιλεῖν (cf. 306) ἐπ’ ἀμφοτέρων δεκτέον, τὸ δὲ τῆς ἱππικῆς (cf. 307) ἐπὶ μόνου Πο‐ σειδῶνος. συλληπτικῶς δὲ εἴρηται, ὡς ἐπὶ τοῦ „Κύπρις τε καὶ ἀρ‐ | |
5 | γυρότοξος Ἀπόλλων / ἄφρονα τοῦτον ἀνέντεσ“ (Ε 760—1). AT ἴ‐ σως δὲ διὰ τὸ τάχος τῶν νηῶν, „αἵ θ’ ἁλὸς ἵπποι“ (δ 708), ἵππιος νομίζεται. T | ||
23307a | Ariston. | Ζεύς τε Ποσειδάων τε, 〈καὶ ἱπποσύνας ἐδίδαξεν〉: ὅτι Ζηνόδοτος γράφει „ἐδίδαξαν“, Ἀρίσταρχος δὲ ἑνικῶς ἐδίδαξεν, ἐπὶ τοῦ Ποσειδῶνος· ἵππειος γάρ. A | |
23307b | Did. | ἐδίδαξεν: οὕτως ἑνικῶς ἐπὶ μόνου Ποσειδῶνος. T | |
23310a | Did. | 〈θείειν:〉 οὕτως θείειν. Aim | |
23310b | ex. | τῷ τ’ οἴω: τὸ τέλειον ‘τῷ τοι οἴω‘· σπανία δὲ παρ’ Ὁμήρῳ ἡ συναλιφή. τινὲς δὲ τὸν ‘τέ‘ οἴονται, καὶ ἔστι περισσός. | |
b(BCE3)T | |||
23311a | Ariston. | ἀφάρτεροι: πρὸς τὸ ἀφάρτεροι, ὅτι ἅπαξ ἐνταῦθα. καὶ ἐσχημάτισται παρὰ τὸ ἄφαρ, ὅ ἐστι ταχέως. A | |
23311b | ex. | ἀφάρτεροι: παρὰ τὸ ἄφαρ, b(BCE3E4)T ὃ σημαί‐ νει τὸ εὐθέως, οἱ εὐθεῖς καὶ b(BCE3) ταχύτατοι. b(BCE3)T | |
23311c | ex. | {τῶν ἵπποι μὲν ἔασιν ἀφάρτεροι} οὐδὲ μέν {αὐτοί}: ὁ δε παρέλκει, ὁ δὲ μέν ἀντὶ τοῦ μήν, ὅ ἐστιν ‘οὐ μήν‘. T | |
23311-2 | ex. | οὐδὲ μὲν αὐτοί / πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι: οὐκ εἶπεν ὅτι κρείσσων αὐτῶν τυγχάνεις, b(BCE3E4) T ἀλλ’ ὅτι οὐδὲ ἥσσων. b(BCE3E4) | |
23.314 | ex. | ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα: οὐχ ὡς ἀμοίρου ἄθλου αὐτοῦ ἐσομένου, ἀλλ’ ἵνα μὴ πέμπτος μείνῃ· εἰ γὰρ ἄεθλόν ἐστι τὸ ἐπὶ τῇ νίκῃ διδόμενον, ἄρα τὸ πέμπτον οὐκ ἔστιν ἄεθλον. b(BCE3E4)T | |
23315-8 | ex. | 〈μήτι τοι δρυτόμος—ἡνιόχοιο:〉 τῇ {δὲ} ἐπαγωγῇ πρῶτος Ὅμηρος χρῆται. b(BE3E4)T | |
23.315 | ex. | μήτι τοι δρυτόμος 〈μέγ’ ἀμείνων ἠὲ βίηφι〉: ἵνα κατὰ | |
τὴν φύσιν τοῦ ξύλου καὶ ἁρμονίαν κόπτῃ, καὶ μὴ κατὰ τὸ ἐναντίον τοῦ ἀνέμου, ἀλλὰ πρὸς τὸ πνεῦμα, ὅπως ἀποκλῷ τὸ λειπόμενον. b(BCE3E4)T καλῶς δὲ ἔδειξεν ὅτι, ὃ μάλιστα βίας ἔργον εἶναι | |||
5 | δοκεῖ, τοῦτο τέχνης δεῖται. b(BE3E4)T | ||
23316-7a | Nic. | μήτι δ’ αὖτε 〈κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ / νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι〉: τάχα βραχὺ δια‐ στέλλοντες ἐπὶ τὸ κυβερνήτης (316) σαφέστερον ἂν ποιοῖμεν τὸν λόγον. A | |
23316b | ex. | 〈μήτι δ’ αὖτε〉 κυβερνήτησ〈—ἀνέμοισι〉: μέγας ἐστὶ κυβερνήτης ὁ ἐν χειμῶνι ὀρθὴν ἄγων τὴν ναῦν. b(BCE3E4) T | |
23317a1 | ex. | ἐρεχθομένην: ἐρεθομένην, ὅ ἔστιν ἐρεθιζομένην, ὡς τὸ „θυμὸν ἐρέχθων“ (ε 83. 157) ἀντὶ τοῦ ἐρεθίζων. ἢ „ἐεργομένην“ ἀντὶ τοῦ συνεχομένην. AT | |
23317a2 | ἐρεχθομένην δὲ οἱονεὶ ἐρεθομένην ἤτοι ἐρεθιζομένην. γράφεται δὲ καὶ „ἐεργομένην“ ἤτοι συνεχομένην καὶ κωλυομένην. b(BE3E4) | ||
23319-25 | ex. | ἀλλ’ ὃς μέν θ’ ἵπποισι〈—τὸν προὔχοντα δοκεύει〉: ἐναντιότητος ἔλαβεν ἐνθυμήματα, τέχνης ἐπιτυχίαν καὶ ἁμάρτημα †ἐπιτυχίας†· οἱ μὲν γάρ, φησίν, ἀτεχνεῖς ὄντες, ἵππων δὲ γενναίων ἐπιτυχόντες τὴν ἐπιτυχίαν εἰς ἧτταν ἐκτήσαντο, οὐ περι‐ | |
5 | γινόμενοι τῶν ἵππων, ἀλλὰ διὰ τὸ μὴ εὐθυδρομεῖν πλείστην εἱλοῦνται ὁδόν· ὁ δὲ τεχνίτης, κἂν βραδεῖς ἔχοι ἵππους, τάχιον τοῦ τέλους | ||
ἐφικνεῖται εὐθυδρομῶν. b(BCE3E4)T | |||
23319a | Hrd. | ἀλλ’ ὅς {μένθ’ ἵπποισι}: δασυντέον τὸ ὅς· ἔστι γὰρ ἄρθρον. οὕτω καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.). Ἀντίγονος μέντοι „ἄλλοσ“ ἀνεγίνωσκεν, οὐ παραδεχόμενος τὸ ἄρθρον. A | |
23319b | ex. | ἄλλος μέν: τινὲς μὲν δασύνοντες ὡς ἄρθρον ἀντὶ τοῦ „ὅ〈σ〉 μέν“, ὡς „ὅς τ’ ἄλκιμος, ἐξεφαάνθη“ (Ν 278). T | |
23322-3 | Nic. | ὃς δέ κε κέρδεα εἰδῇ 〈ἐλαύνων ἥσσονας ἵππους / αἰεὶ τέρμ’ ὁρόων στρέφει ἐγγύθεν〉: ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ μετὰ τὸ εἰδῇ (322) ἢ μετὰ τὸ ἵππους (322) τίθεσθαι ὀφείλει. A | |
23.322 | ex. | κέρδεα: τέχνην· „κέρδεσιν, οὔτι τάχει γε, παραφθάμενοσ“ (Ψ 515). b(BCE3E4)T | |
23323a | ex. | στρέφει 〈ἐγγύθεν〉: κάμπτει ἐγγὺς τοῦ καμπτῆρος, ἵνα μὴ ἐξαγώνιος τοῖς ἵπποις γένηται ὁ δρόμος. b(BCE3E4)T | |
23323b | ex. | 〈οὐδέ ἑ λήθει:〉 οὐ λήθει αὐτόν, b(BCE3) ἐὰν ἔξω τοῦ καμπτῆρος τρέχωσιν. ἢ οὐ λήθει αὐτὸν τὸ ἐγγὺς τοῦ καμπτῆρος στρέφειν τοὺς ἵππους. b(BCE3E4) | |
23327a | Hid. | αὖον: δασυντέον καὶ προπερισπαστέον. προείπομεν δὲ καὶ περὶ τούτου (sc. ad Ν 441 a). A | |
23327b | Did. | 〈ὑπὲρ αἴης:〉 ἔν τισιν „{ὄργυι’} ἐνὶ γαίῃ“. Aim | |
23.328 | ex. | οὐ καταπύθεται ὄμβρῳ: Θεόφραστος (cf. h. plant. 5, 4, 3) φησὶν b(BCE3)T αὐτὸ κατορυσσόμενον ἢ ἐν λίμναις βρεχό‐ μενον μὴ σήπεσθαι, ἐν δὲ θαλάσσῃ σήπεται. b(BCE3E4)T | |
23330a | Nic. | ἐν ξυνοχῇσιν ὁδοῦ, 〈λεῖος δ’ ἱππόδρομος ἀμφίσ〉: καλῶς ἡ συνήθεια στίζει μετὰ τὸ ὁδοῦ· φησὶ γὰρ τὸν καμπτῆρα εἶναι ἐν τῷ μέσῳ καὶ στενοτάτῳ τῆς ὁδοῦ (τοῦτο γὰρ συνοχὰς εἴρηκεν), | |
λεῖον δὲ εἶναι τὸ πλησίον τοῦ καμπτῆρος χωρίον, ὃ καὶ ἱππόδρομον | |||
5 | εἶπε (κἀν τοῖς ἑξῆς [Ψ 358—9]· „σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς / τηλό‐ θεν ἐν λείῳ πεδίῳ“), τοῦ ἀμφίς σημαίνοντος τὸ πέριξ. A | ||
23330b | ex. | ἐν ξυνοχῇσιν ὁδοῦ: ταῖς συμπτώσεσι ταῖς ἀπὸ εὐρυχω‐ ρίας εἰς στενὸν ἀγμὸν συγκλειομέναις· b(BCE3E4)T καὶ „ἐπὶ στῆθος συνοχωκότε“ (Β 218). τὸ σιγματοειδὲς οὖν τῶν σταδίων συν‐ οχήν φησιν. T | |
23330c1 | ex. | ἀμφίς: ἀμφὶς {δὲ} μετὰ τὴν ἀποστένωσιν. οἱ δὲ χωρίς, μετὰ τὴν τελευτήν. T | |
23330c2 | ἀμφὶς δὲ χωρὶς ἤγουν b(BE3) ἐκτὸς τῆς στενώσεως. b(BE3E4) | ||
23332-3 | ex. (Did.?) | ἢ τό γε νύσσα—Ἀχιλλεύς: Ἀρίσταρχος γράφει „ἢ τό γε σκῖρος ἔην· νῦν αὖ θέτο τέρματ’ Ἀχιλλεύσ“. σκῖρον δὲ τὴν ῥίζαν διὰ τὸ ἐσκιάσθαι· ὅθεν τὸ σκιάδ〈ε〉ιον Ἀττικοὶ σκίρον | |
καλοῦσιν. T | |||
23335-6a | Nic. | 〈αὐτὸς δὲ κλινθῆναι— /〉 ἦκ’ ἐπ’ ἀριστερὰ τοῖϊν: καλῶς ἡ συνήθεια στίζει ἐπὶ τὸ τοῖϊν (336)· τῶν γὰρ ἵππων δεῖν φησιν αὐτὸν ἐπ’ ἀριστερὸν κλιθῆναι. A | |
23335-6b1 | ex. | 〈αὐτὸς δὲ〉 κλινθῆναι / ἦκ’ 〈ἐπ’ ἀριστερὰ τοῖϊν〉: κλιθῆναι ἠρέμα πρὸς τὸ †μήτε στρέψαι τὸν δίφρον, ἀλλὰ καὶ κουφι‐ σθῆναι τὸν δεξιὸν καὶ περιδραμεῖν. ὁ δὲ ἀριστερὸς σχολαίτερον ἀνύει. T | |
23335-6b2 | ἠρέμα κλιθῆναι πρὸς τὸ μὴ στρέψαι τὸν δίφρον b(BCE3 E4) καὶ τὸν δεξιὸν ἵππον κεντρίσαι b(BCE3) πρὸς τὸ δρα‐ μεῖν. b(BCE3E4) | ||
23.336 | ex. | ἦκ’ ἐπ’ ἀριστερά: τὸ πλῆρές ἐστιν ἦκα. AimT | |
23.337 | Ariston. | 〈εἶξαί τέ οἱ ἡνία χερσίν:〉 ὅτι εἶξαι ἀντὶ τοῦ χαλάσαι. Aint | |
23338-40 | D ad Ψ 339 | 〈ἐν νύσσῃ δέ τοι— /〉 ὡς ἄν τοι πλήμνη γε δοάσσεται 〈ἄκρον ἱκέσθαι / κύκλου ποιητοῖο〉: ἐν δὲ τῷ καμπτῆρί σοι—ὁ παρὰ τὸν καμπτῆρα τροχός. A | |
23.339 | ex. | δοάσσεται: φαντασθῇ, νομισθῇ. b(BCE3E4)T | |
23340a | ex. | λίθου: τοῦ προειρημένου λίθου· „λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκώ“ (Ψ 329). b(BCE3E4)T | |
23340b | Hrd. (?) | 〈ἐπαυρεῖν:〉 ὡς λαβεῖν. Aint | |
23343a | Did. (?) | ἔσσεται: τινὲς δίχα τοῦ τ. T | |
23343b | ex. | εἶναι: ἀντὶ τοῦ b(BCE3)T ἔσο. b(BCE3E4)T ἢ λείπει τὸ σπεῦδε. b(BCE3E4) | |
23345a | ex. | οὐκ ἔσθ’, ὅς κέ ς’ 〈ἕλῃσι〉 μετάλμενος 〈οὐδὲ παρ‐ έλθῃ〉: οὐδεὶς μετὰ σὲ ὁρμῶν καταλάβοι σε οὐδὲ παρελεύσεται. b(BCE3E4)T | |
23345b | Ariston. | 〈οὐκ ἔσθ’, ὅς κέ ς’ ἕλῃσι:〉 ὅτι ἀντὶ τοῦ ὃς ἂν ἕλοι σε. Aim | |
23346a | ex. | Ἀρείονα: ἴσως ἐπεὶ ἐν Σικυῶνι γέγονεν ὁ Ἀρείων, οὗ ἐδόκει ἡ Αἴθη ἀπόγονος εἶναι. T | |
D | Ἀρίονα: Ποσειδῶν ἐρασθεὶς—ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς (fr. 4, p. 114 All.). A | ||
23346b | ex. | 〈δῖον:〉 διὰ τὸ λίαν ταχὺ τοῦ δρόμου καὶ τὸ κάλλος τοῦ εἴδους θειοτέρας αὐτὸν ὑπερβολικῶς ἔφησε φύσεως. b(BCE3E4) | |
23347-8 | ex. | Ἀδρήστου 〈ταχὺν〉 ἵππον〈— /〉 ἢ 〈τοὺσ〉 Λαομέδοντος: ὑπερβολικῶς καὶ τὰ ἐν ἑκατέρᾳ ἠπείρῳ διαφέροντα γένη τῶν ἵππων παρέλαβεν. b(BE3E4)T | |
23.347 | ex. | ὃς ἐκ θεόφιν γένος ἦεν: Ὅμηρος μὲν ἁπλῶς ὅτι θειοτέρας | |
ἦν φύσεως, οἱ δὲ νεώτεροι Ποσειδῶνος καὶ Ἁρπυίας αὐτὸν γενεα‐ λογοῦσιν, οἱ δὲ ἐν τῷ Κύκλῳ (cf. fr. 4, p. 114 All.) Ποσειδῶνος καὶ Ἐρινύος· καὶ Ποσειδῶν μὲν αὐτὸν Κοπρεῖ τῷ Ἁλιαρτίῳ δίδωσιν. | |||
5 | ὁ δὲ Κοπρεὺς Ἡρακλεῖ, 〈ὃσ〉 καὶ Κύκνον ἀνεῖλεν ἐν Παγασαῖς ἐπ’ αὐτοῦ μαχόμενος. ἔπειτα αὐτὸν δίδωσιν Ἀδράστῳ. T | ||
23348a | ex. vel rec. | 〈τὲ〉 τράφεν: ἐπὶ παθητικοῦ „τέτραφεν“. T | |
23348b | ex. | 〈τέτραφεν:〉 τῷ τέτραφεν ἐπὶ παθητικοῦ χρῆται, ὡς ἐκεῖ· „ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφ’ ἄριστοσ“ (Φ 279). T | |
23.350 | ex. | πείρατα: τὰ ἀποβησόμενα ἀπὸ τῆς ἐμπειρίας. b(BCE3E4) T | |
23.351 | ex. | Μηριόνης: οὐδὲ ὁ Μηριόνης αὐτῷ ἀσκόπως πρὸς τὴν ἀγωνίαν παρείληπται, ἀλλ’ ἵνα διάθηται τὰ περὶ τὸν Ἰδομενέα περιέχοντα φιλονεικίαν ὄχλῳ πρέπουσαν (cf. Ψ 450—98). b(BCE3E4) T | |
23353-7 | ex. | 〈ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο—Τυδείδης:〉 ἐναγώνιον συνίστησι τὸν ἀγῶνα, εἴγε ὁ πρῶτος ὕστερος καὶ ὁ ὕστερος πρῶτος ὁρᾶται. ἦν δὲ ὁ δρόμος οὐ δόλιχος· κάμπτουσι γάρ, ἀλλ’ οὐδὲ πολλάκις κάμπτουσιν· b(BCE3E4)T ἔδει γὰρ πολλά‐ | |
5 | κις εἶναι τὸν καμπτῆρα. δίαυλος οὖν ἐστι μακρότατος· διὸ καὶ σκοπὸς | ||
κάθηται Φοῖνιξ (cf. Ψ 359—61). καὶ σημαίνει τὸ τέρμα τηλόθεν (cf. Ψ 358—9), μή ποτέ τις ἐντὸς δρόμου κάμψῃ· ἅπαξ γὰρ ὁρῶνται ἐπὶ τοῦ αἰγιαλοῦ (cf. Ψ 374) καὶ ἅπαξ †φιλονεικοῦσι περὶ αὐτῶν†. b(BE3E4)T εἰ δὲ λέγει „ἀλλ’ ὅτε δὴ πύματον“ (Ψ 373), τῶν δύο τὸν ἔσχατόν | |||
10 | φησιν. T | ||
23358a | Ariston. | στὰν δὲ μεταστοιχί: ὅτι ἀντὶ τοῦ ἐπὶ στοίχων· οὐ γὰρ ἀπὸ ταὐτοῦ τέρματος ὥσπερ ἐπὶ τῶν δρομέων ἡ ἄφεσις γίνεται· διὸ καὶ κληροῦνται περὶ τῆς στάσεως. οὐ δεόντως οὖν ἐπὶ τῶν δρομέων (sc. Ψ 757) μετάκειται ὁ στίχος ἐντεῦθεν. A | |
23358b1 | ex. | μεταστοιχεί: ἐπὶ στοῖχον, ὡς τὸ „μετὰ Ξάνθον {τε}“ (Ε 152) ἀντὶ τοῦ ἐπὶ Ξάνθον. στοῖχος δὲ ἡ ἐπὶ τὸ βάθος στάσις τῶν χορευτῶν· οὐ γὰρ κατὰ μέτωπον ἔστησαν· ἐπεὶ διὰ τί ὁ κλῆρος ἐπάλθη; οὐ γὰρ ἔγραφον τοὺς στίχους ὡς νῦν ἡμεῖς κατὰ μέτωπον, | |
5 | ἀλλὰ κατὰ βάθος· ἕνα γὰρ γράψαντες ἕτερον ἔγραφον καὶ τρίτον καὶ τέταρτον. T | ||
23358b2 | ἀντὶ τοῦ μετὰ στοιχειώσεως καὶ τάξεως. b(BCE3) | ||
23361a1 | Hrd. | {ὡς} μεμνέῳτο δρόμου: προπαροξυτονητέον τὸ με‐ | |
μνέῳτο. γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.), ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξε‐ νοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν | |||
5 | Κύρου Παιδείας πρώτῳ (6, 3)· „ἀλλ’ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τῶν θεῶν μεμνῷτο“. τὸ δὲ ἀνάλογον διὰ τοῦ η, προ〈σ〉‐ κειμένου τοῦ ι, παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (991)· „ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου“. καὶ πάλιν προπερισπαστέον. ἐν ἑτέροις (sc. Hrd. 2, 823, 33) μέντοι ἐντελῶς περὶ τοῦ σχηματισμοῦ | ||
10 | διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικήν, λέγω δὲ τῆς δρόμου, ἢ αἰτιατικῆς πληθυντικῆς τῆς „δρόμουσ“. A | ||
23361a2 | προπαροξυτονητέον καὶ μετὰ τοῦ ι γραπτέον b(BCE3)T τὸ μεμνέῳτο. T | ||
23361b | ex. | ἄλλως· μεμνέῳτο: ἐπιμελοῖτο· „μεμνῆσθαι πατρὸς καὶ μητρόσ“ (ς 267). b(BCE3)T | |
23361c1 | Did. | 〈δρόμου:〉 „δρόμουσ“ πληθυντικῶς Ἀρίσταρχος. Aim | |
23361c2 | πληθυντικῶς δὲ προενεκτέον τὸ „δρόμουσ“. T | ||
23362-72 | ex. | οἱ δ’ ἅμα πάντεσ〈—κονίοντες πεδίοιο〉: πᾶσαν φαντασίαν ἐναργῶς προβέβληται ὡς μηδὲν ἧττον τῶν θεα‐ τῶν ἐσχηκέναι τοὺς ἀκροατάς. b(BCE3E4)T | |
23.362 | Did. (?) | 〈ἄρα:〉 γράφεται „{οἱ δ’} ἅμα“. Aint | |
23.364 | Ariston. | 〈διέπρησσον πεδίοιο:〉 ὅτι λείπει ἡ διά, διὰ πεδίου. | |
Aim | |||
23.365 | ex. | νόσφι νεῶν: ἤρξαντο μὲν ἀπὸ Σιγείου, ἔνθα ἦν Ἀχιλλεύς, ἔτρεχον δὲ ἐπὶ Ῥοίτειον· νόσφιν οὖν νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ νεωλκηθεισῶν. κατὰ δὲ Ἀρίσταρχον ὁ δρόμος γέγονεν ἐν τῷ ἀπὸ τοῦ τείχους διαστήματι ἄχρι τῆς θαλάσσης πεντεσταδίῳ. b(BCE3E4) | |
5 | T | ||
23368-9a1 | ex. | 〈ἅρματα δ’ ἄλλοτε μὲν χθονὶ πίλνατο που‐ λυβοτείρῃ, / ἄλλοτε δ’ ἀΐξασκε μετήορα:〉 ἐν μὲν τῇ πεδιάδι χθονὶ πίλνατο (368). ἐν δὲ τοῖς πετρώδεσιν ᾔρετο. b(BCE3E4) | |
23368-9a2 | †οὐδὲ καὶ τὰ ἅρματα ἐν τοῖς πετρώδεσιν αἴρεται. T | ||
23.370 | ex. | ἕστασαν 〈ἐν δίφροισι〉: βεβαία αὐτῶν ἡ στάσις, οὐ πιπτόντων τῇ ἀναβολῇ τῶν ἁρμάτων. b(BCE3E4)T | |
23372a | ex. | οἱ δ’ ἐπέτοντο: πρὸς γὰρ τῷ τέλει τῆς νίκης ταχύνουσι πλέον. b(BCE3E4)T | |
23372b | ex. | κονίοντες: κονιορτούμενοι ἢ ἐγκονοῦντες. b(BCE3E4)T | |
23372c | Ariston. | 〈κονίοντες πεδίοιο:〉 ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου. Aim | |
23374a1 | Did. | ἐφ’ ἁλός: οὕτως Ἀρίσταρχος, αἱ δὲ πλείους „ἀφ’ ἁλόσ“. | |
T | |||
23374a2 | αἱ πλείους „ἀφ’ ἁλόσ“· καὶ μήποτε λόγον ἔχει. Aint | ||
23.377 | Hrd. | τὰς δὲ μετ’ ἐξέφερον: οὐκ ἀναστρεπτέον τὴν μετά· πέπτωκε γὰρ μέσος ὁ δέ. AT | |
23378a | ex. | οὐδέ τι πολλὸν ἄνευθ’ ἔσαν, ἀλλὰ μάλ’ ἐγγύς: ὅτι δὶς τὸ αὐτό. T | |
23378b | ex. | οὐδέ τι πολλὸν ἄνευθ’ 〈ἔσαν—ἐγγύσ〉: φιλο‐ νεικίαν κινεῖ τοῖς ἀκούουσι τὸ ἐφάμιλ〈λ〉ον τῶν ἀγωνιστῶν. T | |
23382a | ex. | καὶ νύ κεν ἢ παρέλασς’ ἢ ἀμφήριστον ἔθηκεν: συναγωνιᾶν αὐτοῖς ποιεῖ τοὺς θεατὰς κατὰ Πίνδαρον (Ol. 6, 11)· „πολλοὶ δὲ {καὶ} μέμνανται, καλὸν εἴ τι ποναθῇ“. T | |
23382b | D | ἀμφήριστον: ἀμφισβητήσιμον. b(BCE3)T | |
23.383 | ex. | κοτέσσατο Φοῖβος 〈Ἀπόλλων〉: σεμνοποιῆσαι θέλων τὸν ἀγῶνα, καὶ θεοὺς συμφιλονεικοῦντας εἰσάγει. κατὰ Διομήδους δὲ χωρεῖ ὁ Ἀπόλλων, ὅτι „οὐδὲ θεὸν μέγαν ἅζετο“ (Ε 434), καὶ ὡς ἱπποβουκόλος Ἀδμήτου. b(BCE3E4)T | |
5 | D | εἰ μὴ Τυδέος υἷϊ 〈κοτέσσατο Φοῖβος Ἀπόλλων〉: δεόντως τῶν Εὐμήλου ἵππων—πατρί, ὡς μὲν Εὐριπίδης ἐν Ἀλκήστιδι (sc. 5—6), διὰ τὸ φονεῦσαι Κύκλωπας, ὡς δὲ Καλλίμαχος (sc. h. 2, 48—9), διὰ τὸ ἐρασθῆναι Ἀδμήτου. A | |
23385a | Ariston. | 〈χωομένοιο:〉 ὅτι ἀντὶ τοῦ συγκεχυμένου. Aim | |
23385b | ex. | χωομένοιο: συγχεομένου b(BCE3)T ἐπὶ τῇ ἀτυ‐ | |
χίᾳ. b(BCE3E4)T | |||
23387a | ex. | οἱ δέ: οἱ ἵπποι. T | |
23387b1 | Hrd. | οἱ δέ οἱ ἐβλάφθησαν: ὁ Ἀσκαλωνίτης (p. 60 B.) ἐκδέχεται τὸ πλῆρες εἶναι ἑοί, καὶ μεταλαμβάνει εἰς τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶς· ὡς γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθησαν ἵπποι, οἱ σοὶ ἐβλά‐ φθησαν, οὕτως οἱ οἳ ἐβλάφθησαν, τουτέστιν οἱ αὐτοῦ. τινὲς μέντοι | |
5 | εὐλαβηθέντες, ὧν ἐστι καὶ Ἀρίσταρχος, τῷ τὴν οἷ ὀρθοτονουμένην ἀντωνυμίαν πολλάκις εἰς σύνθετον μεταλαμβάνεσθαι ἐγκλιτικῶς ἀν‐ έγνωσαν, οὐκέτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλ’ ἑνικὴν δοτικὴν μονοσύλλαβον, ὁμοίως τῷ „οἱ δέ οἱ ἵπποι / ὑψός’ ἀειρέσθην“ (Ψ 500—1), καὶ δηλονότι δοτικὴν ἀντὶ γενικῆς. καὶ οὕτως | ||
10 | ἔχει τὰ τῆς ἀναγνώσεως. A | ||
23387b2 | ἐγκλιτέον τὴν οι. ἔστι δὲ ἀντὶ τοῦ αὐτοῦ. b(BCE3) | ||
23.388 | ex. | ἐλεφηράμενος: μετὰ παραλογίας βλάψας. b(BCE3)T | |
23.391 | ex. | ἡ δὲ μετ’ Ἀδμήτου υἱὸν 〈κοτέουσα βεβήκει〉: δεῖ οὖν καὶ τὰς ἐπικουρίας παραπεφυλαγμένως ποιεῖσθαι, ὅπως μὴ μᾶλλον, ὧν προϊστάμεθα, τούτους βλάψωμεν. b(BCE3E4)T | |
23.392 | ex. | 〈ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν:〉 †ἐτάχυνε† τὴν ἀπαγ‐ | |
γελίαν μιμούμενος ψόφον ἁρμάτων κλωμένων. b(BCE3E4)T | |||
23393a | ex. | ἀμφὶς ὁδοῦ δραμέτην: τῆς προκειμένης b(BCE3E4)T ὁδοῦ χωρὶς ἔδραμον. b(BCE3)T | |
23393b | ex. | ἐλύσθη: συνερρύη, κατειλήθη, ὡς „λασίην ὑπὸ γαστέρ’ ἐλυσθείσ“ (ι 433). b(BCE3)T | |
23.396 | ex. | θρυλίχθη 〈δὲ μέτωπον ἐπ’ ὀφρύσι:〉 ἡ ὀνοματοποιΐα τοῦ θρυλίχθη τὴν ταραχὴν τοῦ θραυσθέντος προσώπου δηλοῖ. b(BCE3E4)T | |
23.397 | ex. | θαλερή: σύντονος b(BCE3E4)T καὶ μεγάλη. b(BCE3 E4) | |
23.398 | ex. | παρατρέψας: νηφαλιωτάτη ἡ προσθήκη· τοῦτο γὰρ ἦν δεξιοῦ ἡνιόχου, τὸ μὴ ἐπενεχθῆναι τῷ συντετριμμένῳ δίφρῳ. b(BCE3 E4)T | |
23.401 | ex. | τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρείδης εἶχε 〈ξανθὸς Μενέλαοσ〉: ἐπέκειτο τούτῳ Μενέλαος. εἰκότως δὲ τοῦτον τρίτον παρέλαβεν, οὗ καὶ τοὺς ἵππους κατονομασίας ἠξίωσεν. T | |
23403a | Ariston. | 〈ἔμβητον καὶ σφῶϊ:〉 ὅτι ὑγιῶς κεῖται ἡ ἀντωνυμία χωρὶς τοῦ ν. Aim | |
23403b1 | ex. | καὶ σφῶϊ: ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης, ὅπου καὶ ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι. T | |
23403b2 | ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης· καὶ γὰρ οἱ ἐν πολέμῳ καὶ ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι διὰ τὸ μὴ ξενοφωνοῦντας ἵστασθαι. b(BCE3E4) | ||
23403c | ex. | τιταίνετον: ἀντὶ τοῦ τιταίνεσθε. T | |
23405-6a | Ariston. | Τυδείδεω ἵπποισι 〈δαΐφρονος—ἔθηκεν〉: ἀθετοῦνται οἱ δύο· πῶς γὰρ τὸ ἐκ τῆς Ἀθηνᾶς γενόμενον (sc. Ψ 399—400) οἶδεν ὁ Ἀντίλοχος; καὶ τὸ {τοῦ} Τυδείδεω ἵπποισι (405) †δῆλον ὅτι περὶ τοῦ Διομήδους ἐστὶν ὁ λόγος. A | |
23405-6b | ex. | οἷσιν Ἀθήνη 〈/ νῦν ὤρεξε τάχος—ἔθηκεν〉: τὴν ἐκ τῆς Ἀθηνᾶς βοήθειαν στοχάζεται ὡς οὐκ ἀσύνετος. καὶ Αἴας· „ἦ μ’ ἔβλαψε θεὰ b(BCE3E4)T πόδας, ἣ τὸ πάρος περ / μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται“ (Ψ 782—3). T | |
23407-8 | Nic. | ἵππους δ’ Ἀτρεΐδαο 〈κιχάνετε, μηδὲ λίπησθον, / καρπαλίμωσ〉: τὸ ἑξῆς κιχάνετε (407) καρπαλίμως (408). τὰ δὲ ἄλλα διὰ μέσου. A | |
23408a | Ariston. | μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ: ὅτι σφῶϊν ὑμῖν ἢ ὑμῶν. ἄνω (sc. Ψ 403) δὲ „ἔμβητον καὶ σφῶϊ, τιταίνετον“ ἀντὶ τοῦ ἔμβητε ὑμεῖς. A | |
23408b | ex. | 〈μὴ σφῶϊν〉 ἐλεγχείην καταχεύῃ: αἰδοῖ καὶ φόβῳ διεγείρει αὐτούς. b(BCE3E4)T | |
23.411 | Did. (?) | | οὐ σφῶϊν κομιδή: ἔν τισι „βιοτή“. | ἡ διπλῆ δὲ πρὸς τὸ | |
Ariston. | σφῶϊ〈ν〉, ὅτι {οὐχ} ὑμῖν. A | ||
23413a | Ariston. | ex. | αἴ κ’ ἀποκηδήσαντε 〈φερώμεθα χεῖρον ἄεθλον〉: ὅτι ἔδει ἀποκηδησάντων ὑμῶν. | ἢ ἀποκηδήσαντε ἐγώ τε καὶ ὑμεῖς. A | |
23413b | D | ἀποκηδήσαντε: ἀφροντιστήσαντες, ἀμελήσαντες. b(BC | |
E3)T | |||
23414a1 | Did. | ἐφομαρτεῖτον: Ἀρίσταρχος „†ἐφωμαρτεῖτον“. T | |
23414a2 | διχῶς, καὶ „ἐφαμαρτεῖτον“. Aint | ||
23.417 | Did. | ὑποδδείσαντες: διὰ τοῦ ἑτέρου δ τὸ ὑποδδείσαντες. T | |
23419a1 | Hrd. | στεῖνος {οδοῦ}: βαρυτονητέον τὸ στεῖνος, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰς ος λῆγον ὀξύνεται. οὕτως εἶχε καὶ τὸ μάκρος παρ’ Ἀριστοφάνει (cf. av. 1131) βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν· | |
5 | „στείνει ἐν αἰνοτάτῳ“ (Θ 476). A | ||
23419a2 | βαρυντέον τὸ στεῖνος, ὡς τὸ μάκρος b(BCE3E4)T παρὰ Ἀριστοφάνει (av. 1131)· „ὦ Πόσειδον, τοῦ μάκρουσ“. T | ||
23419b | ex. | ἄλλως· στεῖνος ὁδοῦ: τοῦτο γενικώτερον προέταξεν ὅτι ἦν στενὴ ἡ ὁδός, εἶτα ἐπάγει „ῥωχμὸς ἔην“ (Ψ 420), ὅ ἐστι χάσμα ἐκ ῥύακος γενόμενον. b(BCE3E4)T | |
23419c | ex. | ἄλλως· στεῖνος ὁδοῦ κοίλης: στένωμα κοιλάδας ἔχον παρακειμένας. b(BCE3E4)T | |
23420a | ex. | ῥωχμὸς ἔην 〈γαίησ〉: ἔκρηξίς τις ἦν μικρὸν ἀνωτέρω τοῦ καμπτῆρος. ἐν δεξιᾷ ταύτης Μενέλαος ἤλαυνεν. b(BCE3E4)T | |
23420b | Hrd. καθ. | Δ | ῥωχμὸς {ἔην}: ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τοῦ ζʹ (1,166, 4 L.) διὰ τοῦ γ φησὶ „ῥωγμόσ“. | ῥωχμὸς δέ ἐστι τόπος κεχαραγμένος | |
ὑπὸ ὀμβρίου ὕδατος. A | |||
23421a | ex. | ἐξέρρηξεν ὁδοῖο: Ἀττικῶς ἀντὶ τοῦ ὁδόν. T | |
23421b | Did. | χῶρον ἅπαντα: Ἀριστοφάνης „χῶρον ἔνερθεν“. T | |
23422a | Did. | 〈τῇ ῥ’ εἶχεν:〉 Ἀρίσταρχος χωρὶς τοῦ τ „ᾗ ῥ’ εἶχεν“. Aint | |
23422b | Did. | ex.(?) | τῇ ῥ’ εἶχεν: χωρὶς τοῦ τ „ᾗ ῥ’ εἶχεν“. | ἢ ὅπου, ὑπὸ τῇ στενῇ ὁδῷ. T | |
23422c | Hrd. | ἁματροχιάς: δασέως τὴν ἄρχουσαν. ὀξύνεται δὲ ὁμοίως τῷ „φυταλιάσ“ (cf. Ζ 195. Μ 314 al.). A | |
23422d | ex. | ἁματροχιάς: τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν. b | |
(BCE3)T | |||
23423a | ex. | παρατρέψας: ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δούς. b(BCE3E4)T | |
23423b | ex. | παρατρέψας: ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν ἀσφαλέστερον ἤλαυνε δρόμον. b(BCE3E4), T [bis] | |
23.424 | Did. (?) | 〈παρακλίνας:〉 ἐν ἄλλῳ „παρακλινθείσ“. Aim | |
23426a | ex. | ἀφραδέως: ἀπείρως· οὐ γὰρ οἶδεν ὅτι κακουργεῖ. b(BC E3E4)T | |
23426b | ex. | ἄνεχε: ἄνω ἔχε, μὴ ἐπίκεισο. b(BCE3E4)T | |
23.427 | ex. | 〈τάχα δ’〉 εὐρυτέρῃ παρελάσσεις: „〈εὐρυτέρη〉 παρ‐ ελάσ〈σ〉αι“. λείπει τὸ ἔσται· T ὅταν παρέλθῃς τὸ στενόν, ἔσται ταχέως εὐρυτέρα, ὥστε 〈παρ〉ελάσαι. b(BCE3E4)T | |
23.428 | ex. | κύρσας: συρράξας, συμπεσών, b(BCE3E4)T συμβα‐ λών. b(BCE3) | |
23.430 | ex. | ὡς οὐκ ἀΐοντι ἐοικώς: προσποιούμενος μὴ ἀκούειν. | |
b(BCE3E4)T | |||
23431a | ex. | δίσκου 〈...〉 κατωμαδίοιο: τοῦ κατὰ τοῦ ὤμου βαλ‐ λομένου· b(BCE3)T ἄνωθεν γὰρ αὐτὸν ῥίπτουσιν. b(BCE3E4) T | |
23431b | Ariston. | οὖρα ... πέλονται: πρὸς τὸ σχῆμα ὅτι οὖρα πέλον‐ ται καὶ οὐ πέλεται. A | |
23431c | ex. | οὖρα: ὁρμήματα, b(BCE3)T ὡς „ὅσσον τ’ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιϊν“ (θ 124). T | |
23433a | ex.(?) | 〈αἱ δ’ ἠρώησαν:〉 αἱ τοῦ Μενελάου. Aim | |
23433b | ex.(?) | αἱ δέ: „τοὶ δέ“· θήλεια γὰρ καὶ ἄρσην (cf. Ψ 295). T | |
23433c | D | ἠρώησαν: ὑπεχώρησαν. b(BCE3)T | |
23440a1 | ex. | ἔρρ’ ἐπεὶ οὔ ς’ ἔτυμόν γε φάμεν πεπνῦσθαι: ὅτι ἀκολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί· οὐ γὰρ φρόνιμος ὁ ἀδικῶν. T | |
23440a2 | ὁ γὰρ ἀδικῶν οὐ λογισθήσεται φρόνιμος εἰκότως. b(BCE3) | ||
23440b | Hrd. | {ἐπεὶ οὔ ς’ ἔτυμόν γε} φάμεν: παρατατικός ἐστιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶς οὖν ἀναγνωστέον τὴν φα συλλαβὴν ὀξύνοντας. A | |
23445a | D | ex. | 〈ἀτέμβονται νεότητος:〉 στέρονται, | ἐνδεεῖς εἰσι καὶ χρείαν ἔχοντες ἥβης. b(BCE3E4) | |
23445b | D | ex. | ἀτέμβονται: στέρονται. | οἱ δὲ Γλωσσογράφοι μέμφον‐ | |
ται. T | |||
23451a | ex. | ἧστο γὰρ ἐκτὸς ἀγῶνος 〈ὑπέρτατος ἐν περιωπῇ〉: φιλικῶς ἄγαν· T ἀγωνιᾷ γὰρ διὰ τὸν φίλον, b(BCE3E4)T καὶ διὰ τοῦτο εἰς τὴν περιωπὴν ἄνεισιν ὡς σκοπήσων, ὃ συμβαίνει. b(BCE3E4) | |
23451b | ex. | 〈ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ:〉 καὶ πῶς ἐκτὸς ὄντας ἀγῶνος ὁ ἀγωνοθετῶν Ἀχιλλεὺς διαλύει (cf. Ψ 491—8); ἴσως οὖν αἰσθόμενος διαπληκτιζομένων ἀναστὰς κωλύει. b(BCE3E4) περιωπὴ δέ, ὅθεν ἔστι πάντας ἰδεῖν ἢ ὑπὸ πάντων ὁρᾶσθαι διὰ | |
5 | τὸ ὕψος. b(BE3E4) | ||
23.452 | ex. | τοῖο δ’ ἄνευθεν 〈ἐόντος ὁμοκλητῆροσ〉: χωρὶς ὄντος τοῦ ὁμοκλητῆρος, T τουτέστι μακρὰν ἀπόντος τοῦ ἡνιόχου. b(BCE3)T | |
23454a | Ariston. | ὃς τὸ μὲν ἄλλο τόσον {φοῖνιξ}: ὅτι οὕτως εἴωθε λέ‐ γειν τὸ παρὰ μικρόν, ἀντὶ τοῦ ‘ὃς τὸ μὲν λοιπὸν σῶμα‘. A | |
23454b | ex. | ὃς τὸ μὲν ἄλλο τόσον 〈φοῖνιξ ἦν〉: τόσον T [bis] ἀντὶ τοῦ ὅλον· οὕτω γάρ φησι πρὸς τὰ παρ’ ὀλίγον τετελεσμένα. b(BCE3E4), T [bis] οἱ δὲ Γλωσσογράφοι τόσον ἀντὶ τοῦ τὸ σῶμα. Χαμαιλέων (fr. 20 We.) δέ φησι τοὺς τοιούτους ἵππους | |
5 | ἀρίστους εἶναι. b(BE3E4), T [bis] | ||
23455a | Did. | σῆμ’ ἐτέτυκτο: οὕτως Ἰακῶς „〈σῆμα〉 τέτυκτο“ ὁ Ἀρίσταρχος. A | |
23455b | ex. | 〈ἠΰτε μήνη:〉 ὅτι †πάντων μήτηρ. Til | |
23458a | ex. | οἶος ἐγὼν 〈...〉 αὐγάζομαι: καὶ ταῦτα εἰωθότα ἐν τοῖς ἀγῶσι· θρύπτονται γὰρ ὡς ἀκριβέστερον θεώμενοί τινες καὶ ἐν ἤθει καταλαζονεύονται τῶν πολλῶν. b(BCE3E4)T | |
23458b | ex. | ἦε καὶ ὑμεῖς: τοῦτο ἠθικῶς. T | |
23459a | Ariston. | {ἄλλοι μοι δοκέουσι} παροίτεροι: πρὸς τὸ παροίτεροι, ὅτι τοπικῶς ἀντὶ τοῦ πρότεροι κατὰ τὸν δρόμον. A | |
23459b | ex. | παροίτεροι: παρὰ τὸ πάρος καὶ πλεονασμῷ τοῦ ι, ὡς ἐν τῷ „μυχοίτατοσ“ (φ 146). οἱ δὲ ἀπὸ τοῦ πάροιθεν τοπικοῦ. b(BCE3 E4)T | |
23461a1 | Did. | κεῖσε: Ζηνόδοτος καὶ Ἀριστοφάνης „κεῖθι“· καὶ ἔστιν ἀναλογώτερον. A | |
23461a2 | Ζηνόδοτος δὲ γράφει „κεῖθι“. T | ||
23461b | ex. | 〈αἳ〉 κεῖσέ 〈γε φέρτεραι ἦσαν〉: εἰς ἐκεῖνον τὸν τόπον πορευόμεναι. ἔστι δὲ ὡς τὸ „τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν“ (Δ 455) ἀντὶ τοῦ τηλόθι, καὶ „〈πεύθετο γὰρ〉 Κύπρον δὲ“ (Λ 21). T | |
23462-3a | Nic. | ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας 〈/ νῦν δ’ οὔ πῃ δύναμαι ἰδέειν〉: ὑποστικτέον ἐπὶ τὸ βαλούσας (462), περισσεύοντος τοῦ ἐπιφερομένου συνδέσμου. ὁ δὲ λόγος· ἃς τὸ πρῶτον εἶδον καμπτούσας, νῦν οὐ δύναμαι ἰδεῖν. A | |
23462-3b | ex. | τὰς πρῶτα ἴδον〈— / νῦν δ’ οὔ πῃ δύναμαι ἰδέειν〉: καμπτούσας μὲν γὰρ αὐτὰς εἶδεν, οὐκέτι δὲ μετὰ τὸ κάμψαι· | |
b(BCE3E4)T ἐκεῖ γὰρ αὐτὸς ἔπεσεν. T | |||
23463a | Did. | 〈νῦν δ’ οὔ πῃ:〉 οὕτως διὰ τοῦ η νῦν δ’ οὔ πῃ Ἀρι‐ στοφάνης. Aim | |
23463b | ex. | νῦν δ’ οὔ πω 〈δύναμαι ἰδέειν〉: περισσὸν τὸ πω· τὸ γὰρ πη τὴν εἰς τόπον δηλοῖ σχέσιν, b(BCE3)T οὐ τὸ πω. b(BCE3) | |
23.464 | Did. | παπταίνετον: αἱ Ἀριστάρχου „παπταίνεται“. AimT | |
23465a | Hrd. (?) | ἦε: ἐρωτηματικῶς· διὸ 〈προ〉περισπᾶται. T | |
23465b | ex. | 〈τὸν ἡνίοχον:〉 τὸν ἱππέα. Til | |
23.466 | ex. | καὶ οὐκ ἐτύχησεν ἑλίξας: ἀπέτυχε τοῦ ἑλίξαι b(BCE3 E4)T καὶ συστρέψαι τοὺς ἵππους. b(BCE3E4) | |
23.467 | Did. (?) | 〈σύν θ’ ἅρματα:〉 γράφεται „κατά θ’ ἅρματα“. Aim | |
23.468 | ex. | ἐξηρώησαν: ἔξω ὥρμησαν τοῦ δρόμου b(BCE3E4)T κουφισθεῖσαι τοῦ ἡνιόχου. T | |
23.471 | Ariston. | ex. | Αἰτωλὸς γενεήν, 〈μετὰ δ’ Ἀργείοισιν ἀνάσσει〉: ἀθετεῖται, ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικόν, οὐχ ἡρωϊκοῦ προσώπου. | ἄλλως· A ἀθετεῖται ὡς ληρώδης. ἢ πρὸς τῷ τέλει τῆς ποιήσεως | |
γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδην; AT | |||
23474a | ex. | Ἰδομενεῦ, τί πάρος λαβρεύεαι: πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιτίθησι· διὸ ἐπὶ τῆς γλώσσης κολάζεται νῦν (sc. Ψ 777) τε καὶ ἐν τῷ ναυαγίῳ (sc. δ 503—11). A b (BCE3E4)T | |
23474b | ex. | λαβρεύεαι: λάβρως καὶ οὐ μετ’ ἐπιστάσεως λαλεῖς. b(BCE3E4)T | |
23475a | Ariston. | 〈πολέος πεδίοιο δίενται:〉 ὅτι διὰ πολλοῦ πεδίου. Aim | |
23475b | Hrd. | {πεδίοιο} δίωνται: ὡς λάβωνται. εἴπομεν δὲ ἤδη (sc. ad Ρ 110a) ὡς ἔστι καὶ δίω βαρυνόμενον, ὃ σημαίνοι ἂν τὸ διώκω· ἔνθεν τὸ „τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον“ (Χ 251) καὶ τὸ „κνώ‐ δαλον, ὅττι δίοιτο“ (ρ 317)· καὶ περισπώμενον, ἔνθεν τὸ δίημι | |
5 | ἐγένετο, παρ’ ὃ τὸ „ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται“ καὶ τὸ „αὔτως ἐνδίεσαν“ (Σ 584). A | ||
23475c | ex. | 〈δίενται:〉 ἐλαύνονται. Til | |
23.476 | ex. | οὔτε νεώτατός ἐσσι 〈μετ’ Ἀργείοισι τοσοῦτον〉: ἀγροικώδης μὲν ἡ λοιδορία, ἀλλὰ μιμεῖται διαθέσεις θεατῶν· δέδοκται γὰρ τῷ ποιητῇ πᾶν εἶδος κινεῖν πρὸς ψυχαγωγίαν. b(BCE3E4)T | |
23.477 | ex.(?) | ex. | 〈οὔτε τοι〉 ὀξύτατον 〈κεφαλῆς ἐκδέρκεται ὄσσε〉: οὔτε ἔκδηλον καὶ πολὺ ὁ ὀφθαλμός σου ὁρᾷ. | ὀξύτατον δέ, b(BCE3 E4) ὅτι τμητική ἐστιν ἡ θέα τοῦ ὑποκειμένου ἀέρος. b(BCE3E4) T | |
23478a | ex. | μύθοις λαβρεύεαι: ἐμφαντικῶς μετήνεγκεν ἀπὸ τῶν λάβρως ἐσθιόντων. T | |
23478b | Ariston. | ἄλλως· οὐδέ τί σε χρή: ἀπὸ κοινοῦ τὸ λαβρεύεσθαι· ὃ μὴ νοήσας τις προσέθηκε τὸν ἑξῆς στίχον (sc. Ψ 479). T | |
23479a | Ariston. | λαβραγόρην ἔμεναι· 〈πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι〉: ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· πρόκειται γὰρ τὸ „ἀλλ’ αἰεὶ μύθοις λαβρεύεαι“ (Ψ 478). καὶ τὸ πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι οὐ δεόντως ἐπιλέγεται· οὐ γὰρ ἀμεινόνων ἔργον τὸ λαβρεύεσθαι. A | |
23479b | ex. | πάρα γὰρ καὶ ἀμείνονες 〈ἄλλοι〉: εἰς τὸ λαβρεύ‐ εσθαι. τινὲς δὲ „οὔτε τοι ὀξύτατον κεφαλῆς 〈ἐκδέρκεται ὄσσε〉“ (Ψ 477), πάρα γὰρ καὶ ἀμείνονες. καὶ πῶς δύναται ὑπερθετικῷ ἐπῆχθαι συγκριτικόν; T | |
23479c | Hrd. | πάρα {γὰρ καὶ ἀμείνονες ἄλλοι}: τὸ πάρα ἀντὶ τοῦ πάρεισι· διὸ τὴν πρώτην ὀξυτονητέον, ὁμοίως τῷ „πάρα δ’ ἀνήρ, | |
ὃς καταθήσει“ (π 45). A | |||
23480a1 | Ariston. | 〈παροίτεραι:〉 ὅτι ἐπὶ τόπου ἀντὶ τοῦ πρῶται. Aint | |
23480a2 | τοπικῶς. Til | ||
23480b | ex. | 〈αἳ τὸ πάρος περ:〉 πάρος χρονικῶς. Til | |
23481a | Ariston. | εὔληρα: ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα. A | |
23481b | ex. | εὔληρα: ἅπαξ χρῆται τῇ λέξει. ὁ δὲ Παριανὸς (fr. 17 [1980] M.) φησὶ καὶ ἐπὶ †ἱματίων† καὶ δεσμῶν τίθεσθαι τὴν λέξιν. ἔστι δὲ παρὰ τὸ εἰλῶ εἴληρα b(BCE3E4)T καὶ εὔληρα. δηλοῖ δὲ τὰ ἡνία. b(BCE3E4) | |
23483a | Did. | νείκει ἄριστε: Ἀρίσταρχος „νεῖκος ἄριστε“, ὡς „εἶδος ἄριστε“ (Γ 39). AimT | |
23483b | ex. | κακοφραδές: κακὰ ἐπιλογιζόμενε. b(BCE3E4)T | |
23485a | Ariston. | 〈δεῦρό νυν:〉 ὅτι ἀντὶ τοῦ ἄγε τὸ δεῦρο. Aim | |
23485b | ex. | δεῦρό νυν: δεῦρο καὶ εἰς τοῦτον τὸν τόπον, b(BCE3E4) T „ἢ δεῦρο μὲν ἕποντο“ (Γ 240). T καὶ ἐγκελευστικῶς, „δεῦρ’ ἄγ’ ἰών“ (μ 184). b(BCE3E4)T | |
23485c1 | Hrd. | δεῦρό νυν ἢ τρίποδος περιδώμεθον: ἐνθάδε τὸ νῦν συσταλτέον διὰ τὸ μέτρον. τὸ δὲ περιδώμεθον ἐστὶ〈ν〉 ἕν, ἐπεὶ δηλοῖ τὸ συνθήκας ποιησώμεθα. A | |
23485c2 | συσταλτέον δὲ ἐνθάδε τὸ νῦν διὰ τὸ μέτρον. b(BCE3E4) | ||
T | |||
23485d | ex. | ex. | 〈τρίποδοσ〉 περιδώμεθα: συνθώμεθα. | καὶ λείπει ἡ | |
(Ariston.?) | περί, περὶ τρίποδος. b(BCE3)T | ||
23.486 | Ariston. | 〈ἵστορα:〉 ὅτι ἀντὶ τοῦ μάρτυρα, οἷον Aim συνθηκο‐ φύλακα. Aim b (BCE3E4)Til | |
23487a1 | ex. | ὁππότεραι πρόσθ’ ἵπποι, 〈ἵνα γνώῃς ἀποτί‐ νων〉: ὁ νοῦς ‘ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς, ὁπότεραί εἰσιν ἵπποι πρότεραι‘. A | |
23487a2 | ἵνα γνῷς, φησίν, ἀποδιδοὺς καὶ ζημιούμενος, ὁποῖαι πρῶται ἵπποι. b(BCE3E4) | ||
23487a3 | {ἵνα γνώιης:} γνώῃς, πότεροι ἵπποι πρῶτοι. T | ||
23.490 | ex. | 〈καὶ νύ κε δὴ〉 προτέρω 〈ἔτ’〉 ἔρις γένετο: εἰς τοὔμ‐ προσθεν ἂν διέβη τὰ τῆς ἔριδος. b(BCE3E4)T | |
23491a | ex. | εἰ μὴ Ἀχιλλεὺς 〈αὐτὸς ἀνίστατο〉: ὡς ἀγωνοθέτης γὰρ προΐσταται τῆς εὐκοσμίας. b(BCE3E4)T | |
23491b | Did. (?) | 〈καὶ φάτο μῦθον:〉 ἐν ἄλλῳ „καὶ κατέρυκε“. Aim | |
23.493 | ex. (Did.?) | κακοῖς: ἄμεινον ἀντ’ αὐτοῦ γράφειν „ἄναξ“· προεῖπε γὰρ „χαλεποῖσι〈ν〉“ (Ψ 492). T | |
23.497 | ex. | τότε δὲ γνώσεσθε: τοιοῦτοι καὶ ἐν τοῖς νῦν ἀγῶσί τινες πρεσβυτικοὶ καὶ εὐσταθεῖς θεαταί, μηδὲν πρὸ τοῦ καιροῦ προλαμβά‐ | |
νειν ἀξιοῦντες. T | |||
23500a | ex. | μάστι: ἀπὸ τῆς μάστιος Ἰωνικῶς ὡς „Θέτι“ (Σ 407), AT καὶ „μάστι〈ν〉 βάλε“ (ο 182) φησίν. T | |
23500b | ex. | κατωμαδόν: κατὰ τῶν ἰδίων ὤμων τὴν μάστιγα ἐπαί‐ ρων, b(BCE3E4)T ὡς τὸ „〈δίσκου ...〉 κατωμαδίοιο“ (Ψ 431). T | |
23501a | Ariston. (?) | 〈ὑψόσ’〉 ἀειρέσθην· τοῦτο πρὸς τὸ γαῦρον καὶ εὔ‐ ρυθμον τῶν ποδῶν. b(BCE3E4)T | |
23501b | ex. | 〈πρήσσοντε κέλευθον:〉 κατεχρήσατο. Aim | |
23.502 | ex. | αἰεὶ δ’ ἡνίοχον 〈κονίης ῥαθάμιγγες ἔβαλλον〉: ἡνί‐ οχον τὸν Διομήδην, b(BCE3E4)T ὡς „θρασὺν ἡνίοχον φορέον‐ τες / Ἕκτορα“ (Θ 89—90). T τί οὖν ἄτοπον, εἰ τοὺς ἡνιόχους καὶ „ἱππῆασ“ ἐν τῇ Λ (sc. 151, cf. Λ 52 al.) καλεῖ; b(BCE3E4)T | |
5 | ἔστι δὲ τὸ αἰεί ὡς τὸ „αἰεὶ δὲ πυραὶ νεκύων καίοντο“ (Α 52). T | ||
23503-4 | ex. | ἅρματα δὲ χρυσῷ 〈πεπυκασμένα κασσιτέρῳ τε /ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον〉: διὰ τῆς πολυτελείας θαυ‐ μαστὴν δείκνυσι τὴν θέαν. ἐψύχωσε δὲ αὐτά, ὡς καὶ αὐτῶν ὁρμώντων αὐτοκινήτως. T | |
23.504 | Ariston | Did. | 〈ἐπέτρεχον:〉 ὅτι τὰ ἅρματα (cf. Ψ 503) ἐπέτρεχον καὶ οὐκ ἐπέτρεχεν. | οὕτως δὲ διὰ τοῦ ο. Aim | |
23504-5a1 | ex. | οὐδέ τι πολλή 〈/ γίνετ’ ἐπισσώτρων〉 ἁρ‐ ματροχιὴ 〈κατόπισθεν〉: ὡς μὴ πάνυ χαράσσειν τὴν γῆν. μέτρον δὲ ἔχουσα ἡ ὑπερβολὴ πιστεύεται. T | |
23504-5a2 | μετὰ τάχους γὰρ διαβαίνοντες οἱ τροχοὶ οὐ πάνυ τὴν γῆν ἐχάρασσον. b(BCE3E4) | ||
23506a | ex. | ἐν λεπτῇ κονίῃ: μᾶλλον ἐμφαίνει τὴν κουφότητα. T | |
23506b | Did. (?) | 〈πετέσθην:〉 ἐν ἄλλῳ „πέτεσθον“. Aim | |
23507a | ex. | στῆ: ἀντὶ τοῦ τοῦ δρόμου ἐπαύσατο. b(BCE3E4)T | |
23507b | ex. | ἀγῶνι: τῷ ἀθροίσματι. b(BCE3E4)T | |
23509a1 | Ariston. | δίφροιο ... παμφανόωντος: ὅτι τοῦτο διακρίνει τὴν ἐν ἄλλοις (sc. Θ 435) ἀμφιβολίαν, „〈ἅρματα δ’ ἔκλιναν〉 πρὸς {τὸ} ἐνώπια παμφανόωντα“· δείκνυται γὰρ τὰ ἅρματα παμφανόωντα. A | |
23509a2 | {ἐκ δίφροιο παμφανόωντος:} ὥστε καὶ ἐκεῖ τὸ „{πρὸς ἐνώπια} παμφανόωντα“ τῶν ἁρμάτων ἐπίθετον. T | ||
23.510 | ex. | οὐδ’ ἐμάτησεν: οὐ μάταιον ἡγήσατο τὸ λαβεῖν τὸ ἆθλον, ἐξ οὗ τὸ οὐκ ἠφροντίστησεν, ἀφ’ οὗ τὸ οὐκ ἠμέλησε νοητέον. b(BCE3 E4)T | |
23512-3a1 | Ariston. | 〈δῶκε δ’ ἄγειν—γυναῖκα / καὶ τρίποδ’ ὠτώεντα φέρειν:〉 πρὸς τὴν διαφορὰν τοῦ ἄγειν (512) καὶ φέρειν (513). Aim | |
23512-3a2 | {δῶκε δ’ ἄγειν γυναῖκα καὶ τρίποδ’ ὠτόεντα φέρειν:} ὅτι διεσάφησε τὸ ἄγειν πρὸς τὸ φέρειν. T | ||
23514a | Ariston. | {τῶι δ’ ὰρ ἐπ} Ἀντίλοχος Νηλήϊος: ὅτι ἀπὸ τοῦ προπάτορος ὁ Ἀντίλοχος Νηλήϊος· ἔστι γὰρ θεοῦ υἱὸς ὁ Νηλεύς, 〈τοῦ〉 Ποσειδῶνος. A | |
23514b | ex. | Ἀντίλοχος Νηλήϊος: ἀπὸ πάππου· Νηλεὺς γὰρ θεοῦ. τὸ οὖν „〈ἐκ γὰρ Ὀρέσταο〉 τίσις ἔσσεται Ἀτρεΐδαο“ (α 40) Ἀγα‐ μέμνονος, οὐκ Ὀρέστου, καὶ τὸ „μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο“ (Β 763) τοῦ Ἀδμήτου. T | |
23514-5 | Nic. | 〈ἤλασεν ἵππους, / κέρδεσιν, οὔ τι τάχει γε παρα‐ φθάμενος Μενέλαον:〉 βραχὺ {δὲ} διασταλτέον ἐπὶ τὸ ἵππους (514) πρὸς τὸ σαφέστερον. A | |
23.515 | ex. | κέρδεσιν, οὔ τι τάχει 〈γε, παραφθάμενος Μενέλα‐ ον〉: Ἀντίλοχος μὲν διδαχθεὶς ἐκ Ποσειδῶνος (cf. Ψ 307—8) παρα‐ τρέχει, ὁ δὲ ταχεῖς ἵππους ἔχων μέλλει παραδραμεῖν. b(BCE3E4)T | |
23517-21a1 | ex. | 〈ὅσσον δὲ〉 τροχοῦ ἵππος ἀφίσταται〈— θέοντοσ〉: προσφυεστάτῃ εἰκόνι χρῆται· τὰ γὰρ διαστήματα τῶν ἁρμάτων ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα. T | |
23517-21a2 | προσφυεστάτη ἡ εἰκών· χρῆται γὰρ τοῖς διαστήμασι τῶν ἁρμάτων, καὶ ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα. b(BCE3 E4) | ||
23.518 | Ariston. | 〈ἕλκῃσιν πεδίοιο:〉 ὅτι διὰ πεδίου. Aim | |
23520-1 | ex. | 〈ὁ δέ τ’〉 ἄγχι 〈μάλα〉 τρέχει, 〈οὐδέ τι πολλή / χώρη μεσσηγύσ〉: ὅσον γὰρ διαβαίνει ὁ ἵππος τρέχων, τοσοῦτον ἕπεται ὁ τροχός. b(BCE3E4)T | |
23521a1 | Ariston. | 〈πεδίοιο θέοντος:〉 ὅτι διὰ πεδίου. Aim | |
23521a2 | λείπει ἡ διά. b(BCE3)T | ||
23523a | Ariston. | δίσκουρα: σημειοῦνταί τινες, ὅτι ἃ ἄνω (sc. Ψ 431) εἶπε „δίσκου οὖρα“, νῦν {δὲ} συνθέτως δίσκουρα. A | |
23523b | Hrd. | {καὶ ἐς} δίσκουρα {λέλειπτο}: Πτολεμαῖος (p. 60 B.) καὶ οἱ πλείους δίσκουρα ὡς „λίπουρα“ (Call. fr. 200 b 2). καὶ Ἀρίσταρχος δέ φησιν· „ὅπερ ἄνω κατὰ διάλυσιν εἶπεν ‘ὅσσα δὲ δίσκου οὖρα‘ (Ψ 431), τοῦτο νῦν κατὰ σύνθεσιν ἐξήνεγκεν“. κἀγὼ | |
5 | δὲ συγκατατίθεμαι. A | ||
23523c | ex. | δίσκουρα: τινὲς δύο μέρη κατὰ συναλιφήν, ἐπειδή φησιν „ὅσ〈σ〉α δὲ δίσκου οὖρα“ (Ψ 431)· ἄμεινον δὲ τὸ σύνθετον. b(BCE3) T καὶ γὰρ ἀπὸ τῶν κατὰ τοῦ ὤμου φησὶ „κατωμαδίοιο“. T | |
23.524 | ex. | ὀφέλλετο γὰρ μένος ἠΰ: ὡς τὸ „τῇ γάρ ῥα μάλιστά γε | |
θυμὸν ὄφελλεν“ (δ 366). T | |||
23.527 | Ariston. | οὐδ’ ἀμφήριστον ἔθηκεν: ὅτι Ζηνόδοτος γράφει „ἢ ἀμφήριστον ἔθηκεν“, οὐκ εὖ· νῦν γὰρ οὐχ ἁρμόζει, ἐπὶ Διομήδους δὲ τοῦ σύνεγγυς τρέχοντος (sc. Ψ 382). διὰ δὲ τούτου βούλεται λέγειν ‘οὐδ’ ὅλως ἀμφήριστον‘. A | |
23529a1 | ex. | λείπετ’ 〈ἀγακλῆος Μενελάου〉 δουρὸς ἐρωήν: τὴν ἔκτασιν, ὡς τὸ „ἐρωήσει περὶ δουρί“ (Α 303. π 441). T | |
23529a2 | ἔκτασιν καὶ ὁρμὴν δόρατος πορευομένου. b(BCE3E4) | ||
23531a | Ariston. | Hrd. | ex. | ἤκιστος {δ’ ἦν}: 〈ὅτι〉 τὸ ἤκιστος τῶν ἅπαξ εἰρημέ‐ νων ἐστί. | γέγονε δὲ παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ εἰς τὸ ἐλάχιστος· διὸ καὶ ψιλοῦται καὶ οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς δασύνεται. | ἔστι δὲ ἐναντίον τὸ ἥκιστα τῷ μάλιστα. A | |
23531b | ex. | ἤκιστος: παρὰ τῷ ποιητῇ τὸ ἤκιστος ψιλοῦται καὶ δηλοῖ τὸ ἐλάσσων, παρὰ δὲ Ἀττικοῖς δασύνεται καὶ σημαίνει τὸ οὐδ’ ὅλως. b(BCE3E4)T | |
23531c | ex. | ἤκιστος: παρὰ τὸ ἦκα, ὃ δηλοῖ τὸ ἡσυχῆ· b(BCE3E4) T ἀφ’ οὗ καὶ τὸ ἥκιστα, ὃ ἐναντίον ἐστὶ τῷ μάλιστα. οἱ δὲ παρὰ | |
τὸ ἔχω, ὅ ἐστιν ἐπέχω. τινὲς δὲ ἀπὸ τοῦ ἧσσον, ἀμαθῶς. T | |||
23533a | Did. | Ariston. | Nic. | Hrd. | ἕλκων ἅρματα καλά, 〈ἐλαύνων πρόσσοθεν ἵπ‐ πουσ〉: οὕτως ἐλαύνων πρόσσοθεν. κατεαγότος δὲ τοῦ δίφρου ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους, ὥσπερ οἱ τῶν ἀγωγέων περιεχόμενοι, καὶ τῇ μάστιγι περιελαύνων κατὰ τὸν αὐ‐ | |
5 | χένα καὶ τὰς πλευράς· οὕτως γὰρ ἀκουστέον καὶ οὐ κυρίως. | ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει „ἐλαύνων ὠκέας ἵππουσ“, ὡς ἡνιοχοῦντος αὐτοῦ. συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει, τὰς πλευρὰς τῶν ἵππων τύπτων. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ καλά πρὸς τὸ σαφέστερον. | τὸ δὲ πρόσσοθεν ὡς ἔμπροσθεν, καὶ | ||
10 | συνεστάλη τὸ ω εἰς τὸ ο. A | ||
23533b | ex. (Did.) | ἐλαύνων πρόσσοθεν ἵππους: τῶν ἔμπροσθεν αὐτοὺς ἕλκων, ὅ ἐστι διὰ τῶν ἀγωγέων αὐτοὺς ἕλκων, καὶ τῇ μάστιγι τοὺς αὐχένας τύπτων. b(BCE3E4)T | |
23533c1 | ex. (Hrd.) | πρόσσοθεν: συστολή ἐστι τοῦ πρόσωθεν καὶ ὁ αὐτὸς | |
τόνος. T | |||
23533c2 | συγκέκοπται δὲ ἀπὸ τοῦ πρόσσωθεν, τὸν δὲ τόνον ἐφύ‐ λαξεν, b(BCE3E4) | ||
23536-7 | ex. | λοῖσθος ἀνὴρ ὤριστοσ〈—δῶμεν ἀέθλιον〉: διδάσκει τοὺς παρὰ τὴν ἀξίαν ἀτυχοῦντας ἐλεεῖν καὶ μὴ τῆς ἀρετῆς ἐᾶν ὑπερτερεῖν τὴν τύχην· b(BCE3E4)T ἄλλως τε καὶ Θεσσαλὸς ὁ Εὔμηλος. T | |
23538a | ex. | δεύτερ’, ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός: ἵνα μὴ δοκῇ ὕπουλος εἶναι Διομήδει b(BCE3E4)T διὰ τὴν ὑπο‐ ψίαν τὴν φθάσασαν ἐγγενέσθαι αὐτοῖς. καὶ ἐν τῇ πρὸς Αἴαντα μάχῃ, τοῦ πλήθους ἐπίσης ἀπαλλάξαντος αὐτούς (cf. Ψ 823), δίδωσι τὸ | |
5 | ξίφος αὐτῷ (cf. Ψ 824—5). T | ||
23538b | ex. | δεύτερα: φιλτάτῳ γὰρ ὄντι Ἀντιλόχῳ οὐκ οἴεται λύπην παρέξειν ἐν τούτῳ. T | |
23538c1 | Ariston. | δεύτερ’· ἀτὰρ〈—υἱόσ〉: ὅτι ἔν τισιν ὑποτάσ‐ σονται τούτῳ· „τὰ τρίτα δ’ Ἀντίλοχος, τέτρατα ξανθὸς Μενέλαος, / πέμπτα δὲ Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆοσ“ (= Ψ 538 a et b). χωρὶς δὲ τοῦ μηδὲ τὸν χαρακτῆρα ἔχειν Ὁμηρικόν, ἔτι καὶ πρὸς | |
5 | οὐδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως. A | ||
23538c2 | †τινὲς δὲ τῶν ἀντιγράφων καὶ τούτους τοὺς εὐτελεῖς φασὶ† δύο στίχους· „τέτρατα ξανθὸς Μενέλαος, / πέμπτα δὲ Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆοσ“. T | ||
23.539 | Did. (?) | 〈ὡς ἐκέλευε:〉 ἐν ἄλλῳ „ἠδὲ κέλευον“. Aim | |
23.540 | Did. (?) | 〈ἐπῄνησαν γὰρ Ἀχαιοί:〉 ἐν ἄλλῳ „ἐπῄνησαν γὰρ οἱ ἄλλοι“. Aim | |
23543a | ex. | ὦ Ἀχιλεῦ, 〈μάλα τοι κεχολώσομαι, αἴ κε τελέσ‐ σῃσ〉: Νέστορος υἱός ἐστιν λέγειν τε καὶ πρᾶξαι δυνατός· τὸ μὲν γὰρ κεχολώσομαι ἁπλουστάτης διαθέσεώς ἐστι καὶ φιλεταιρίας, τὸν δὲ Μενέλαον ἠπιότητι νικᾷ. καὶ μεμίμηται νέου χρηστὸν τρόπον ὁ ποιη‐ | |
5 | τής. b(BCE3E4)T | ||
23543b | Ariston. | 〈κεχολώσομαι:〉 σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ μηνίσω. Aim | |
23.544 | Ariston. | 〈μέλλεις:〉 ὅτι ἀντὶ τοῦ ἔοικας. Aim | |
23546-7 | ex. | ἀλλ’ ὤφελεν ἀθανάτοισιν 〈/ εὔχεσθαι〉: ἐναντιώ‐ σει οὖν τοῖς θεοῖς, εἰ ὃ ἀφῄρηνται ἐκεῖνοι, αὐτὸς δώσεις. b(BCE3E4)T | |
23548a1 | Did. | 〈φίλος:〉 οὕτως διὰ τοῦ ς φίλος πᾶσαι εἶχον. Aim | |
23548a2 | {καί τοι} φίλον: „φίλοσ“ ὀφείλει. T | ||
23.549 | ex. | ἔστι τοι 〈ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκόσ〉: ἐπαγγελτικῶς τὸ ἔστι· διὸ ὀξέως. T | |
23551-2 | Ariston. | τῶν οἱ ἔπειτ’ ἀνελὼν 〈δόμεναι καὶ μεῖζον ἄ‐ εθλον /ἠὲ καὶ αὐτίκα νῦν〉: ὅτι τὸ ἔπειτα (551) ἀντὶ τοῦ μετὰ ταῦτα· ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα (552). ἡ δὲ ἀναφορὰ πρὸς τὸ „Φοῖνιξ μὲν πρώτιστα, / αὐτὰρ ἔπειτ’ Αἴας τε μέγασ“ (Ι 168—9). A | |
23.551 | ex. | μεῖζον ἄεθλον: οὐδετέρως. b(BCE3)T εἴωθε δὲ καὶ ἀρσενικῶς λέγειν ὁ ποιητής. b(BCE3E4)T | |
23.556 | ex. | χαίρων Ἀντιλόχῳ: λείπει ἡ ἐπί. ὅσῳ δὲ διατέταται πρὸς αὐτόν, τοσούτῳ πλέον δέδεικται τὸ γνήσιον τῆς εἰς αὐτὸν ἑταιρίας, καὶ οὐκ ἀναβάλλεται τὸ δῶρον (cf. Ψ 558—65) b(BCE3E4)T | |
23558-9 | Nic. | 〈εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο /〉 Εὐμήλῳ ἐπιδοῦναι, 〈ἐγὼ δέ κε καὶ τὸ τελέσσω〉: ὑποστικτέον μετὰ τὸ ἐπιδοῦναι (559), τοῦ ἑπομένου συνδέσμου περιττεύοντος. A | |
23561-2a1 | Hrd. | ᾧ ΠΕΡΙ χεῦμα 〈... /〉 ἀμφιδεδίνηται: εἰσὶν οἳ ἀνέστρεψαν τὴν περί (561). ὁ μέντοι Ἀσκαλωνίτης (p. 60 B.) καὶ οἱ πλείους κατὰ παρολκὴν ἐξεδέξαντο κεῖσθαι διὰ τὸ ἀμφιδεδίνηται | |
(562)· διὸ οὐκ ἀναστρέφουσιν. A | |||
23561-2a2 | ἴσως οὖν περισσεύει ἡ περί· διὸ οὐκ ἀναστρεπτέον αὐτήν. T | ||
23561-2b | ex. | ᾧ περὶ χεῦμα 〈φαεινοῦ〉 κασσιτέροιο 〈/ ἀμφιδε‐ δίνηται〉: ἐδήλωσε τὸν ἐκκεχυμένον τε καὶ πεπηγμένον τῷ θώρακι κασσίτερον. b(BCE3E4)T | |
23.566 | ex. | θυμὸν ἀχεύων: οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. A b (BCE3E4)T φιλότι‐ μος οὖν ἐστι περὶ τὴν νίκην. ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα διαλυσάμενος (cf. Ψ 607—11). μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ | |
5 | παρὰ τὴν ἡρωϊκὴν ἁπλότητα πανουργήσαντι. A b (BE3E4)T καὶ Ἀχιλλεὺς „ἐκ γὰρ δή μ’ ἀπάτησε AT καὶ ἤλιτεν“ (Ι 375). T | ||
23568a | Ariston. | 〈χειρὶ σκῆπτρον ἔθηκε:〉 πρὸς τοὺς δημηγοροῦντας ὅτι σκῆπτρα ἔλαβον. Aim | |
23568b | ex. | 〈χειρὶ〉 σκῆπτρον ἔθηκε: σκῆπτρον δέχεται διὰ τὸ μέλλειν δημηγορεῖν, b(BCE3E4)T „σκῆπτρον δέ οἱ ἔμβαλε χει‐ ρί / κῆρυξ Πεισήνωρ“ (β 37—8). T ὁ δὲ Ἀντίλοχος πρὸς μόνον Μενέλαον διαλέγεται (sc. Ψ 587—95). b(BCE3E4)T | |
23568c | Did. (?) | 〈χειρί:〉 γράφεται „χερσί“. Aint | |
23.570 | ex. | πρόσθεν πεπνυμένε: φρόνιμον αὐτὸν εἰπὼν ἔδειξεν ὡς ἑκὼν ἥμαρτεν. οὕτω δὲ καὶ τὸ ἔγκλημα μεῖζον ἀποφανεῖται. b(BCE3 E4)T | |
23.572 | ex.(?) | 〈οἵ τοι πολὺ χείρονες ἦσαν:〉 οἱ Ἀντιλόχου. Aim | |
23574a | Ariston. | ἐς μέσον ἀμφοτέροισ〈ι δικάσσατε〉: ὅτι οὐκ εἰς τὸ μέσον παρελθόντες, ἀλλὰ μέσον δικάσατε, μήτε τούτῳ προσχαριζόμε‐ νοι μήτε ἐμοί· διὸ ἐπιφέρει μηδ’ ἐπ’ ἀρωγῇ. A | |
23574b1 | ex. | ἐς μέσον 〈...〉 δικάσ〈σ〉ατε: μέσοι γένεσθε, μὴ ἑτερο‐ βαρεῖς. T | |
23574c1 | ex. | ἄλλως· ἐς μέσον 〈... δικάσσατε〉: ἐξ ἴσου, καὶ ἐκ παραλλήλου ἐπιφέρει μηδ’ ἐπ’ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρ‐ ροῦντος τῷ δικαίῳ· οὐδένα γὰρ αὑτῷ καταχαρίσασθαι ἀξιοῖ, ἵνα μὴ δόξῃ διὰ τὸ ἀξίωμα. T | |
23574b2/c2 | ex. | ex. | ex. | ἐξ ἴσου, ἐκ παραλλήλου, | μὴ ἑτεροβαρῶς. | καὶ ἐπιφέ‐ ρει μηδ’ ἐπ’ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ δικαίῳ· οὐ‐ δένα γὰρ αὑτῷ διὰ τὸ ἀξίωμα καταχαρίσασθαι ἀξιοῖ. b(BCE3E4) | |
23.576 | Hrd. | ψεύδεσσι: ὡς ψεύσμασιν. T | |
23579-80 | ex. | αὐτὸς δικάσω, 〈καί μ’ οὔ τινά φημι / ἄλλον ἐπιπλήξειν Δαναῶν〉: ἔδειξεν ὅτι τῷ εἰς ὅρκον προκαλουμένῳ οὐκέτι δεῖ †ἀπώσασθαι ἱκέτην. b(BCE3E4)T | |
23581a | Ariston. | Ἀντίλοχ’, αἲ δ’ ἄγε 〈δεῦρο, διοτρεφές, ἣ θέμις ἐστί:〉 ἀθετεῖται, ὅτι ἀκαίρως λέγει διοτρεφές, ὀργιζόμενος αὐτῷ. A | |
23581b | ex. | 〈Ἀντίλοχ’, εἰ δ’ ἄγε δεῦρο, διοτρεφές, ἣ θέμις ἐστί:〉 ὁ {δὲ} στίχος περισσός. ἀλλά φασι ‘θωπεύει Νέστορα‘. ἀλλ’ οὐ πρέπει τῷ φλεγμαίνοντι θωπεῦσαι. T | |
23581c | ex. | διοτρεφές: περισσὸν τὸ ἐπίθετον, ὡς „δῖον Ἀλέξαν‐ δρον“ (Γ 352), „Ἀνδρομάχη λευκώλενοσ“ (Ζ 377), „ὄρσεο, κυλλοπό‐ διον“ (Φ 331). T | |
23582-5 | Nic. | 〈στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην /〉 χερσὶν ἔχε ῥαδινὴν〈—πεδῆσαι〉: δια‐ στολαὶ ἐπὶ τὸ ἅρματος (582), ἔλαυνες (583) καὶ ἁψάμενος (584)· μέχρι γὰρ τοῦ ἅρμα πεδῆσαι (585) ἤρτηται ὁ λόγος. A | |
23.583 | ex. | ῥαδινήν: λεπτήν, ἐπιμήκη. b(BCE3E4)T | |
23.585 | ex. | ὄμνυθι: εἰκότως ἐπὶ ὅρκον καταφεύγει· οὐ γὰρ ἐπὶ τοῦ πλήθους γενομένης τῆς ἐπιθέσεως οὐδ’ ὄντων μαρτύρων, ἐπὶ τὸ συνειδὸς ἔρχεται τοῦ Ἀντιλόχου. b(BCE3E4)T | |
23587a | Did. (?) | 〈ἄνσχεο:〉 ἐν ἄλλῳ „ἴσχεο“. Aim | |
23587b | Did. | ἄνσχεο: οὕτως Ἀρίσταρχος. ὁ δὲ Σιδώνιος διὰ δύο σς, ὡς τὸ „καδδραθέτην“ (ο 494). T | |
23.589 | ex. | ὑπερβασίαι: αἱ παραβάσεις τοῦ δέοντος. ἔγνω δὲ ὡς οἱ εἴκοντες νικῶσι τοὺς φίλους. τὸ δὲ συγγνώμην δεχόμενον εἰς ἀπο‐ | |
λογίαν φέρει, τὴν ἡλικίαν. b(BCE3E4)T | |||
23.590 | ex. | κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις: ὀξύτερος κατὰ κίνησιν καὶ πρᾶξιν, b(BCE3E4)T ἡ δὲ βουλὴ ἀσθενής. b(BCE3)T | |
23591-2 | ex. | ἵππον δέ τοι 〈αὐτός /〉 δώσω: φιλοτίμως τὴν μὲν νίκην προσποιεῖται, τοῦ δὲ ἄθλου φησὶν ἐξίστασθαι ἑκών· ὁ γὰρ λέγων αὐτός / δώσω κατασκευάζει ὅτι ἐμὴν οὖσαν λήψῃ b(BCE3 E4)T αὐτήν, οὐκ ἐκ μέσου ἀλλὰ παρ’ ἐμοῦ. T τούτῳ συν‐ | |
5 | ᾴδει καὶ τὸ „εἰ καί νύ κεν οἴκοθεν ἄλλο b(BCE3E4)T 〈/ μεῖζον ἐπαιτήσειασ〉“ (Ψ 592—3)· διὰ γὰρ τοῦ „ἄλλο“ (Ψ 592) διδάσκει ὅτι καὶ τοῦτο οἴκοθέν ἐστι καὶ ἤδη ἐμὸν ἴδιον. T | ||
23592-4 | Nic. | εἰ καί νύ κεν οἴκοθεν ἄλλο / μεῖζον ἀπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι / βουλοίμην: ταῦτα ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον. ὑποστικτέον δὲ μετὰ τὸ ἀπαιτήσειας (593). A | |
23.593 | ex. | μεῖζον ἐπαιτήσειας: ἐπὶ τῷ ἵππῳ αἰτήσειας μεῖζόν τι. b(BCE3E4)T | |
23.594 | ex. | διοτρεφές: θεραπευτικῶς ἀγαθὸν καὶ θεοφιλῆ αὐτὸν καὶ ἰσόθεον ἀποδείκνυσι· πρὸς μὲν οὖν Ἀχιλλέα (sc. Ψ 543—54) τῇ δικαιολογικῇ στάσει ἐχρήσατο, νῦν (sc. Ψ 587—95) δὲ τῇ παρορμητι‐ κῇ, ἀφιστάμενος μὲν τοῦ δικαιολογεῖν, θεραπείᾳ δὲ καὶ τιμῇ ὁμιλητι‐ | |
5 | κῶς ἀνακτώμενος. b(BCE3E4)T | ||
23.595 | ex. | ἐκ θυμοῦ πεσέειν: πιθανῶς τὴν ἔχθραν ἔκπτωσιν τῆς φιλίας φησίν. b(BCE3E4)T | |
23.596 | ex. | καὶ ἵππον ἄγων: ἠθικὸν τὸ αὐτοχειρὶ ἄγοντα παρα‐ δοῦναι (cf. Ψ 597). T | |
23597-8 | ex. | θυμός / ἰάνθη: ἐπὶ τῇ τιμῇ. TTt | |
23598a | ex. | ἰάνθη 〈ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση〉: καὶ οἱ γεωργοὶ μεταφέροντες γελᾶν τὰ φυτὰ καὶ ἱλαρὰ εἶναι λέγουσιν. b(BCE3E4)T | |
23598b | ex. | ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση: ὥσπερ τὸ λήϊον περιχυθὲν τῇ δρόσῳ φαιδρύνεται, ἐκ τῆς πρωϊνῆς στυγνότητος μεταβαῖνον. b(BCE3E4)T | |
23599a | ex. | ὅτε φρίσσουσιν 〈ἄρουραι〉: ὅτε τελειοῦνται οἱ στάχυ‐ ες· τότε γὰρ φανερὰ γίνεται ἡ δρόσος, οὐχ ὅτε εἰσὶ ταπεινοί. ἢ ὅτε | |
ὀρθοῦνται ἢ κινοῦνται. b(BCE3E4)T | |||
23599b | ex. | 〈φρίσσουσιν ἄρουραι:〉 ἀντὶ τοῦ φρίσσοντας ἔχουσι τοὺς στάχυας. Aim | |
23.600 | ex. | 〈ὣς ἄρα σοι, Μενέλαε, μετὰ φρεσὶ θυμὸς ἰάνθη:〉 ἔστι δὲ καὶ πρὸς πολεμίους πρᾷος Μενέλαος (cf. Ζ 51—3). T | |
23603a | Ariston. | χωόμενος, ἐπεὶ οὔ τι 〈παρήοροσ〉: ὅτι παρήορος ὁ παρηρτημένος τὰς φρένας, οὐκ ἀραρὼς οὐδὲ κατὰ χώραν ἔχων αὐτάς. καὶ ὅτι χωόμενος νῦν ἀντὶ τοῦ χολούμενος. A | |
23603b1 | ex. | ἀεσίφρων: ἀνεμώλια φρονῶν· ἢ βλαψίφρων. T | |
23603b2 | ματαιόφρων, δολιόφρων· ἢ βλαψίφρων. b(BCE3E4) | ||
23604a1 | Ariston. | νεοίη: ὅτι νῦν μόνον οὕτως ἐσχημάτισε, νεοίη ἀντὶ τοῦ νεότης. A | |
23604b1 | Did. | 〈νεοίη:〉 οἱ περὶ Ἀντίμαχον (fr. 138 W.) „νόημα“ γράφουσι. Aint | |
23604a2/b2 | Ariston. | Did. | νεοίη: νεότης. | οἱ δὲ περὶ Ἀντίμαχον γράφουσι | |
„νόημα“. T | |||
23604c | Hrd. | {νῦν αῦτε νόον νίκησε} νεοίη: νεοίη ὡς „ὁμοίη“ (Σ 120. ζ 16). οἱ μέντοι μετ’ αὐτὸν ὡς ἐπὶ πλεῖστον νεόειαν λέγουσι. περὶ δὲ τῆς λέξεως, εἰ ὑγιῶς ἐσχημάτισται, ἐν τῷ Προτατικῷ (fr. 1, Hrd. 2, 907, 3 L.) ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει. A | |
23605a | ex. | δεύτερον αὖτ’ ἀλέασθαι 〈ἀμείνονας ἠπεροπεύ‐ ειν〉: δείκνυσιν ὡς σκαιοῦ μὲν τὸ μὴ συγγνῶναι καθάπαξ ἁμαρτάνον‐ τι, ἀσθενοῦς δὲ τὸ πολλάκις. b(BCE3E4)T | |
23605b | Did. (?) | 〈δεύτερον:〉 γράφεται „ὕστερον“. AimTil | |
23.608 | ex. | σός τε πατὴρ 〈ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ’ ἐμεῖο〉: διὰ τούτου καὶ τὴν πρὸς ἅπαντας ὁμολογεῖ χάριν. b(BCE3E4)T | |
23.610 | ex. | 〈δώσω〉 ἐμήν περ ἐοῦσαν: ἄκρως ἐλέγχει Ὅμηρος τὰς φύσεις τῶν ἀνθρώπων ὅτι καὶ νέοις καὶ πρεσβυτέροις ἐνέστακται τὸ φιλότιμον· ὅρα γάρ, μεθ’ ὅσους λόγους ἀντιποιεῖται τῆς νίκης, παραχωρεῖν δὲ τοῦ ἰδίου ἄθλου φησὶν ἑκών. b(BCE3E4)T | |
23.612 | ex. | Νοήμονι 〈δῶκεν ἑταίρῳ: Νοήμονι〉 ὄνομα κύριον, ὃ καὶ ἐν Ὀδυσσείᾳ (δ 630. 648)· „υἱὸς Φρονίοιο Νοήμων“. b(BCE3E4) T δεῖ δὲ τοιοῦτον εἶναι τὸν Ἀντιλόχου ἑταῖρον. T | |
23616a | Ariston. | Nic. | ἀμφίθετος φιάλη: 〈τὴν Νέστορι δῶκεν Ἀχιλ‐ | |
λεύσ〉: πρὸς τὴν ἀμφίθετον, ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα. καὶ ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον, ἵνα μὴ ὁ Νέστωρ ἄτιμος γένηται ἐν τῷ ἐπὶ Πατρόκλῳ ἀγῶνι. | βέλτιον δὲ στίζειν ἐπὶ τὸ | |||
5 | φιάλη, καὶ τοῦ λόγου διαστέλλειν ἀξιοῦντος, ἵνα ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκωμεν τὴν Νέστορι δῶκεν Ἀχιλλεύς ἀντὶ τοῦ ταύτην. A | ||
23616b | ex. | τὴν Νέστορι δῶκεν 〈Ἀχιλλεύσ〉: ἀγαθός ἐστι νομο‐ θέτης ἀξιῶν καὶ φρονήσεως ἆθλα τίθεσθαι. παρ’ Ὁμήρου τοίνυν διδαχθεὶς Ἰσοκράτης (sc. or. 4, 1—2) ἐπιτιμᾷ τοῖς μὴ τιθεῖσιν ἆθλα συνέσεως. ὥσπερ δὲ τὸν βασιλέα (sc. Ψ 892), οὕτω καὶ τὸν συνετὸν | |
5 | ἀκονιτὶ στεφανοῖ. b(BCE3E4)T | ||
23.617 | ex. | φέρων: ηὔξησε τὴν φιλοτιμίαν οὐ διὰ θεράποντος διδούς. b(BE3E4)T | |
23.619 | ex. | Πατρόκλοιο τάφου: τῆς ταφῆς, ὡς ἕσπερον καὶ „πύλον“ (cf. Ε 397). ἢ τοῦ ἐπιταφίου, ὡς „ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα“ (Ψ 680). T | |
23.621 | Ariston. | οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις: ὅτι προ‐ τάσσει τὴν πυγμὴν ὡς καὶ ἐν Ὀδυσσείᾳ (θ 246)· „οὐ γὰρ πυγμάχοι εἰμὲν 〈ἀμύμονες οὐδὲ παλαισταί〉“. ὁ αὐτὸς ἄρα ποιητής. A | |
23622a1 | Did | 〈ἐνδύσεαι:〉 Ἀρίσταρχος „ἐσδύσεαι“. Aim | |
23622a2 | οὕτως „ἐσδύσεαι“ σχεδὸν ἅπασαι· οὐδέποτε γὰρ Ὅμηρος τῇ ἔν ἀντὶ τῆς εἴς κέχρηται. A b (BCE3)T | ||
23.623 | Did. (?) | 〈ἐπείγει:〉 γράφεται καὶ „ὀπάζει“ καὶ „ἱκάνει“ καὶ „ἔπεισι“. | |
Aim | |||
23.624 | ex. | χαίρων: ἐπὶ τῇ τιμῇ δηλονότι. b(BCE3)T | |
23.626 | ex. | 〈ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔ‐ ειπες:〉 εἰπόντος Ἀχιλλέως „οὐ γὰρ πύξ γε μαχήσεαι“ (Ψ 621) ἠθικῶς φησιν ὅτι ἀληθῶς λέγεις· οὐ δι’ ἄλλο ἢ τὸ γῆρας. b(BCE3E4) | |
23627a | Ariston. | Nic. | οὐ γὰρ ἔτ’ ἔμπεδα 〈γυῖα, φίλος, πόδες οὐδέ τι χεῖρεσ〉: ὅτι ἀπὸ τοῦ γάρ ἦρκται, τὸ αἰτιατικὸν προτάξας· καὶ ὅτι ἐπεξηγήσατο τὴν ἔμπεδα γυῖα λέξιν. | βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ φίλος, ὅτι (ὡς εἴρηται) ἐπεξηγεῖται τὰ γυῖα ὅτι πόδες καὶ χεῖρες. | |
5 | A | ||
23627b | ex. | οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα 〈...〉, πόδες οὐδ’ ἔτι χεῖρες: ἐξηγεῖται, τί ἐστι γυῖα. b(BCE3E4)T | |
23627-8 | ex. | οὐ γὰρ 〈ἔτ’ ἔμπεδα—〉ἐπαΐσσονται ἐλα‐ φραί: ὅταν γὰρ ἐξασθενήσῃ τὸ κινοῦν πνεῦμα, βαρέα γίνεται τὰ μέλη. b(BCE3E4)T | |
23630a | Ariston. | ὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα 〈θάπτον Ἐπειοί〉: | |
ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται, ἱερῶν δὲ οὔ. A | |||
23630b | ex. | ὡς ὁπότε κρείοντ’〈—Ἐπειοί〉: ἀεὶ οἰκείοις παραδείγμασι χρῆται· ὅταν μὲν γάρ τινα ἐπὶ μονομάχιον ἐξαναστῆσαι θέλῃ, τὰ περὶ Ἐρευθαλίωνα (sc. Η 136—56) λέγει, ὅταν δὲ Ἀχιλλέα ἐπὶ τὴν μάχην, τὰ περὶ τὸν Ἠλειακὸν πόλεμον (sc. Λ 671—761)· | |
5 | καὶ ἐν τοῖς ἐπὶ Πατρόκλῳ ἄθλοις παλαιοῦ ἐπιταφίου μέμνηται ἀγῶνος. b(BCE3E4)T | ||
23.631 | ex. | 〈παῖδες δ’ ἔθεσαν〉 βασιλῆος 〈ἄεθλα〉: ἢ περὶ βασιλέ‐ ως, ἢ οἱ τοῦ βασιλέως παῖδες. b(BCE3E4)T | |
23.633 | ex. | οὔτ’ Αἰτωλῶν: τινὲς τῶν Ἠλείων ἀπὸ Ὀξύλου. ψευδὲς δέ· οὐ γὰρ ἐπὶ Νέστορος ἡ κάθοδος, †τῶν „Ἐπειῶν“ (Ψ 632) τοὺς Ἠλείους δηλοῖ, „Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί“ (ν 275). Αἰτωλῶν δὲ τῶν ἀσπαζομένων· φησὶ γοῦν· „Ἀγκαῖον δὲ πάλῃ | |
5 | Πλευρώνιον“ (Ψ 635). T | ||
23634-5 | Ariston. | πὺξ μὲν ἐνίκησα 〈Κλυτομήδεα— / Ἀγκαῖον δὲ πάλῃ〉: ὅτι τὴν ὁμοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ τῶν ἀγωνισμά‐ των. A | |
23.634 | ex. | Κλυτομήδεα: οἰκεῖον πύκτῃ τὸ ὄνομα· δεῖ γὰρ αὐτὸν μηχανᾶσθαι. b(BCE3E4)T | |
23635a | ex. | Ἀγκαῖον δὲ πάλῃ 〈ΠΛΕΥΡΩΝΙΟΝ, ὅς μοι ἀνέστη〉: | |
παρὰ τὸ „ἀγκὰς ἀλλήλων λαβέτην“ (Ψ 711). b(BCE3E4)T μεγάλας γὰρ εἶχε χεῖρας. b(BCE3E4) ἴσως δὲ καὶ παρὰ τὰς πλευρὰς ΠΛΕΥΡΩΝΙΟΣ. ἴσως δὲ ἀπὸ τῆς θέας ἀναστὰς ἠγωνίσατο τοῦ | |||
5 | κήρυκος βοήσαντος. b(BCE3E4)T καὶ ἐν Ὀδυσσείᾳ (ς 334)· „μή τίς τοι 〈τάχα Ἴρου〉 ἀμείνων ἄλλος ἀναστῇ“. T | ||
23635b | Did. | 〈πάλῃ:〉 Ἀρίσταρχος Aim σὺν τῷ ν „πάλην“. Aim Til | |
23635c | Ariston. | ὅς μοι ἀνέστη: πρὸς τὸ ὅς μοι ἀνέστη· δεῖ γὰρ αὐτὸν ὑποστήσασθαι καθήμενον, τοῦ δὲ κήρυκος παλαιστὰς καλέσαντος ἀν‐ ιστάμενον. A | |
23.636 | ex. | Ἴφικλον: παρὰ τὸ ἰφίκωλός τις εἶναι. b(BCE3E4)T ἴ‐ σως δὲ τὸν Φυλακίδην φησίν (cf. Ν 698). T | |
23.637 | ex. | Φυλῆα: τὸν Αὐγέου φησὶν ἴσως υἱόν. ἄκραν δὲ εὐεξίαν σώματος ἔχει, εἴγε τὰ κοῦφά τε ἅμα καὶ τὰ βαρέα νικᾷ. T | |
23638-42 | Ariston. | οἴοισιν μ’ ἵπποισι 〈παρήλασαν Ἀκτορίωνε /〉 πλήθει πρόσθε βαλόντεσ〈—μάστιγι κέλευεν〉: σεσημεί‐ | |
ωται ὁ τόπος πρὸς τὰ περὶ τῶν Μολιονιδῶν ζητούμενα· ζητεῖται γάρ, τί ἐστι τὸ πλήθει πρόσθε βαλόντες (639), καὶ ὁποῖοί τινες ἦσαν | |||
5 | τὴν φύσιν ὡς λέγεσθαι ἐπ’ αὐτῶν οἱ δ’ ἄρ’ ἔσαν δίδυμοι (641), τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος καὶ τί τὸ τῆς νίκης αἴτιον. — Ἀντίδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν, οἵα τίς ποτέ ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο | ||
10 | εἶναι τὸ πλήθει πρόσθε βαλόντες (639). ἄλλοι δέ φασι πρὸς τὴν ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλοθε‐ τοῦντας· διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ τοῦτ’ ἔστι τὸ πλήθει πρόσθε βαλόντες (639). Ἀρίσταρχος δὲ διδύμους ἀκούει οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν, οἷοι | ||
15 | ἦσαν καὶ οἱ Διόσκοροι, ἀλλὰ τοὺς διφυεῖς, δύο ἔχοντας σώματα, Ἡσιόδῳ (fr. 18 M.—W.) μάρτυρι χρώμενος, καὶ τοὺς συμπεφυκότας ἀλλήλοις· οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπ’ αὐτῶν σαφηνίζεσθαι | ||
ἄριστα· ἀναστάντος γὰρ δὴ τοῦ Νέστορος ἐπὶ τὸν ἀγῶνα καὶ αὐτοὺς ἀναστῆναι· εἶτα τὸν μὲν Νέστορα λέγειν ὡς οὐ δίκαιοι εἶεν ἀγωνίζεσθαι | |||
20 | παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος συναγωνίζοιτο αὐτοῖς καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν γε οἱ πολλοί· καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες (639). A | ||
23.639 | Did. (?) | 〈ἀγασσάμενοι:〉 ἔν τισι διὰ τοῦ ω „ἀγασσαμένω“. Aim | |
23640a | Nic. | Did. | οὕνεκα δὴ 〈τὰ μέγιστα παρ’ αὐτόφι λείπετ’ ἄεθλα〉: συναπτέον 〈τοῖς ἡγουμένοισ〉 τοῦτον τὸν στίχον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς ἀναγνωστέον· ἢ γὰρ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι ἐφθόνησαν διὰ τὸ μέγιστα εἶναι τῶν ἵππων ἆθλα, ἢ τοῦτο, οὕνεκα τὰ | |
5 | μέγιστα ἆθλα παρ’ αὐτοῖς ἦν, νενικηκόσι δηλονότι. | οὕτως δὲ παρ’ | ||
ex. (D vel Did.) | αὐτόφι διὰ τοῦ φ ἀντὶ τοῦ παρ’ αὐτοῖς. A | ||
23640b | παρ’ αὐτόφι: παρ’ αὐτοῖς. b(BCE3E4)T | ||
23641a1 | ex. | δίδυμοι: συμφυεῖς, ὡς Ἀρίσταρχος· οὐκ ἔστι δέ. T | |
23641a2 | ex. | rec. | ἀντὶ τοῦ συμφυεῖς | καὶ ἅμα γεγενημένοι. b(BCE3E4) | |
23642a | Ariston. | ἔμπεδον ἡνιόχευ〈ε〉: πρὸς τὴν ἐπανάληψιν, ὅτι πυκνῶς μὲν ἐν Ἰλιάδι, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ (sc. α 23). A | |
23642b | ex. | 〈ἔμπεδον ἡνιόχευε:〉 ἀντὶ τοῦ ἑδραίως καὶ ἀσφαλῶς. b(BCE3) πολλὴν δὲ ἔχει ἡ ἐπανάληψις ἔμφασιν. b(BCE3E4) | |
23.643 | ex. | {ὥς ποτ’} ἔον: ἀπὸ τοῦ ἔω. T | |
23644-5a1 | ex. | ἐμὲ δὲ χρὴ γήραϊ 〈λυγρῷ / πείθεσθαι〉: ὅτι τὰ καθ’ ἡλικίαν ἀεὶ ποιεῖν ἁρμόζει. T | |
23644-5a2 | νομοθετεῖ καθ’ ἡλικίαν ἀεὶ ποιεῖν καὶ μὴ ὑπὲρ ὅ τις δύναται σπεύδειν φαίνεσθαι. b(BCE3E4) | ||
23644a | Ariston. (?) | ἔργων τοιούτων· 〈ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ〉: ὅτι ὁ στίχος οὗτος καὶ ἑξάμετρος γίνεται καὶ τρίμετρος παρὰ τὴν ἀγωγὴν τῆς προφορᾶς. A | |
23644b | ex. | ἄλλως· 〈ἔργων τοιούτων·〉 ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ: ἐπιτέτευκται ὁ στίχος ταῖς κοιναῖς, ὥστ’ ἢν θέλωμεν καὶ ἴαμβος ἔσται, ὡς τὸ „σμύρνης ἀκράτου καὶ κέδρου νηλέϊ καπνῷ“ (Emped. [Vors.6 31 B 128, 6] + Hsd. fr. 270 M.—W.). T | |
23646a1 | ex. | 〈σὸν ἑταῖρον ἀέθλοισι〉 κτερέϊζε: γεραρὸν αὐτοῦ τὸν νέκυν ἄθλοις ποίει. παρὰ τὸ κτέρας, ὅ ἐστι κτῆμα· „τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον“ (Κ 216). T | |
23646a2 | γέραιρε καὶ δόξαζε τὸν σὸν φίλον τοῖς ἄθλοις. b(BCE3E4) γίνεται δὲ παρὰ τὸ κτέρας, ὃ δηλοῖ τὸ κτῆμα· „τῇ μὲν κτέρας | ||
οὐδὲν ὁμοῖον“. b(BE3E4) | |||
23648-9 | Nic. | ὥς μευ ἀεὶ μέμνησαι 〈ἐνηέος οὐδέ σε λήθω / τιμῆσ〉: τὸ ἐνηέος βέλτιόν ἐστι τοῖς ἑξῆς συνάπτειν, εἰ καὶ οὐχ Ὁμηρικὸν τὸ ὑπερβατόν, ἵνα ᾖ τὸ ἑξῆς οὐδέ σε λήθω ἐνηέος τιμῆς. ἐὰν δὲ τοῖς ἄνω προσδῶμεν αὐτό, ὡς ἡ συνήθεια ποιεῖ, λείπειν φήσο‐ | |
5 | μεν τὸ ὥς, ἵν’ ᾖ ὡς ἐνηέος (cf. 648). ἢ διὰ μέσου ἐστὶ τὸ οὐδέ σε λήθω (648). A | ||
23.648 | ex. | ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος: ἀντὶ τοῦ ἐνηῶς. ἢ ὡς τὸ „οἶκον ἄτιμον ἔδεισ“ (π 431) μετ’ ἀτιμίας, οὕτω καὶ νῦν μετὰ προσ‐ ηνείας. T | |
23.649 | ex. | τιμῆς, ἧς τέ μ’ ἔοικε τετιμῆσθαι: ὕψωσεν ἑαυτὸν ὡς ὀφείλοντα τιμᾶσθαι εὐλόγιστον ἀποδείξας τὸν τιμήσαντα· b(BCE3 E4)T τίνος γὰρ ἄλλου ἐδεῖτο πρεσβύτης διηνυκὼς μὲν τοσαῦτα ἐπὶ νεότητος, εἰς χάριν δὲ φίλων στρατεύων νῦν, ἐπ’ ἀξιώματος δὲ | |
5 | ὢν τοιούτου καὶ παίδων πατὴρ καὶ οἴκου εὐδαίμονος δεσπότης; b(BE3E4)T ἴσως δὲ τὸ τιμῆς νῦν ὡς ἐπὶ ὠνίων. T | ||
23.650 | Nic. | 〈σοὶ δὲ θεοὶ τῶνδ’ ἀντὶ χάριν μενοεικέα δοῖεν:〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀντί. Aim | |
23652a | ex. | ἐπεὶ πάντ’ αἶνον ἐπέκλυε 〈Νηλεΐδαο〉: εὖ τὸ ὑπο‐ μεῖναι τὴν φλυαρίαν τοῦ γέροντος εἰς τὴν ἐκείνου τιμήν. T | |
23652b | ex. | αἶνον: τὸν ἀπόκρυφον καὶ ἐσχηματισμένον λόγον, ἐπεὶ ἐδόκει αὐτῷ ἐν ὑπονοίᾳ εἶναι· νυνὶ δὲ τεθεράπευκεν, ὡς τὸ „αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξασ“ (ξ 508)· οὐ γὰρ τὸν ἔπαινόν φησιν. | |
b(BCE3E4)T | |||
23.653 | ex. | πυγμαχίης ἀλεγεινῆς: πολυφρόντιδος καὶ πολλῆς ἐπι‐ σκέψεως δεομένης. b(BCE3E4)T | |
23654a | ex. | ἡμίονον ταλαεργόν: πρὸς τὴν ὑπομονὴν τοῦ πύκτου καὶ ὁ ἆθλος. b(BCE3E4)T | |
23654b | ex. | ταλαεργόν: ὑπομένουσαν πρὸς τὰ ἔργα· διὸ καὶ τὸ „ἀλγίστη δαμάσασθαι“ (Ψ 655)· σφριγῶσα γὰρ οὐκ εἴκει τῷ ζυγῷ. T | |
23.656 | ex. | τῷ δ’ ἄρα νικηθέντι 〈τίθει〉 δέπας: οἰκείως τὸ δέπας τῷ νικωμένῳ πρὸς ἀνάκτησιν δίψους, ἀφ’ οὗ μάλιστα νικῶνται. ἢ ὅτι οἱ πόται ἡσσῶνται b(BCE3E4)T ἔργων τοιούτων. T | |
23659a | Ariston. | ἄνδρε δύω περὶ τῶνδε 〈κελεύομεν, ὥπερ ἀρίστω〉: ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις ἀγωνιστὰς καλεῖ. καὶ τοῦτο ἐπὶ πάντων τάττει. A | |
23659b1 | ex. | ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω: τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐναγώνιον· οὐ τοσοῦτον ἐπὶ ἰδιώτῃ ὅσον ἐπὶ μεγάλῳ ἀγωνιῶμεν. ἰσαρίθμους δὲ τοῖς κειμένοις καλεῖ, ὅπως μηδὲ εἷς ἀτιμάζοιτο δίχα ἐπάθλου ἀναχωρῶν. T | |
23659b2 | τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐναγώνιον· ᾤετο γὰρ τῶν ἐπισήμων τινὰς ἀναστήσεσθαι. b(BCE3E4) | ||
23.660 | ex. | πὺξ μάλ’ ἀνασχομένω 〈πεπληγέμεν〉: δυνατωτέρα γὰρ ἡ πυγμὴ ἄνωθεν ἐπαγομένη. τὸ δὲ πεπληγέμεν πλήσσειν. T | |
23660-1 | D | ᾧ δέ κ’ Ἀπόλλων / δώῃ 〈καμμονίην〉: Φόρβας ἀνδρειότατος—ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς (fr. 6 [p. | |
193] B.). A | |||
23661a1 | Ariston. | {δώη} καμμονίην: ὅτι οὐκ ἔστιν ἓν ἀνθ’ ἑνὸς καμμονίη νίκη, ὡς οἱ Γλωσσογράφοι, ἀλλ’ ἡ ἐκ καταμονῆς· διὸ ἐπὶ δρομέων οὐ τάσσει, ἀλλ’ ἐπὶ τῶν πυκτευόντων καὶ μονομαχούντων (cf. Χ 257)· διὰ γὰρ καταμονῆς. A | |
23661a2 | {καμμονίην:} τὴν ἐκ καταμονῆς νίκην· οὐκ ἂν οὖν εἴποι αὐτὸ ἐπὶ δρομέων. T | ||
23.662 | Did. (?) | 〈φερέσθω:〉 ἐν ἄλλῳ „νεέσθω“. Aim | |
23.664 | ex. | {ἠΰς τε} μέγας {τε}: τὸ γὰρ μῆκος συμβάλλεται πρὸς τὸ σφοδρὸν τῆς ἄνωθεν πληγῆς. T | |
23665a | ex. | 〈εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός: Πανο‐ πεὺσ〉 στρατεύσας σὺν Ἀμφιτρύωνι κατὰ Τηλεβοῶν ἐκ τῶν κοινῶν λαφύρων κεκλοφὼς Λαγαρίαν ἴσχει υἱὸν Ἐπειόν, ὃς ὑδροφόρει τοῖς Ἀχαιοῖς· ἐλεήσασα δὲ ἡ Ἀθηνᾶ 〈***〉 ἐν τοῖς χορευταῖς· „φημὶ | |
5 | τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον“, ἀντὶ τοῦ {ὃς} νίκην μοι περιποιῆσαι, „τῷ Πανοπηϊάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ“ (Simon. | ||
fr. 173 Bgk.4 = 70 D2), ζημίαν. T | |||
23665b | ex. | 〈εἰδὼς πυγμαχίης ...〉 Ἐπειός: οὐκ ἄρα τῶν ἀρχόν‐ των μόνων ὁ ἀγών. b(BCE3E4)T ἀλλὰ καὶ τῶν ἀρχομένων. b(BCE3E4) ἦν δέ, ὡς ἔοικε, καὶ τέχνη παρ’ αὐτοῖς τῆς πυγμῆς, οὐ μόνον ἡ δύναμις. b(BCE3E4)T | |
23666-75 | ex. | ἥψατο δ’ ἡμιόνου〈—δαμέντα〉: πολὺ τὸ ἦθος καὶ ἀγωνιστικόν. πάντας δὲ τοὺς μεγάλους ἡσσῶν τοῦτον στέφει, προδιατυπῶν ἡμῖν τὸ πρόσωπον πρὸς τὴν τοῦ ἵππου κατασκευήν. b(BCE3E4)T ἢ τάχα ὅτι αἱ χεῖρες τετυλωμέναι | |
5 | τῶν τοιούτων. T | ||
23.670 | ex. | μάχης ἐπιδεύομαι: τὸ ὁμολογεῖν ἐφ’ οἷς τις ἡσσᾶται πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται. A b (BCE3E4)T | |
23.672 | Did. (?) | 〈τὸ δὲ καί:〉 γράφεται „καὶ μήν {τετελεσμένον ἔσται}“. Aint | |
23.673 | ex. | 〈ἀντικρύ:〉 ἐξ ἐναντίου ἀγωνιζόμενος· οὐ γὰρ κλέπτων τὴν μάχην πέποιθα ἐμαυτῷ. b(BCE3E4) | |
23.674 | ex. | κηδεμόνες: οἱ κηδόμενοι αὐτοῦ. b(BCE3)T | |
23.675 | ex. | ἐξοίσουσιν: φοράδην δηλονότι. b(BCE3E4)T | |
23.676 | ex. | ἀκὴν ἐγένοντο σιωπῇ: διὰ τὸ ὑπερήφανον τῆς ἀπειλῆς. | |
b(BCE3E4)T | |||
23677a | ex. | Εὐρύαλος: τρίτος ἐστὶ βασιλεὺς Ἀργείων μετὰ Διομή‐ δην καὶ Σθένελον (cf. Β 565)· ἔστι γὰρ Μηκιστέως, Μηκιστεὺς δὲ καὶ Ἄδραστος Ταλαοῦ παῖδες b(BCE3E4)T γεγόνασιν. T | |
23677b | ex. | 〈δέ οἱ〉 οἶος ἀνίστατο: οὕτως ἔχει καὶ τὸ „Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη“ (Ψ 635). T | |
23679a | Ariston. | ὅς ποτε Θήβας δ’ ἦλθε 〈δεδουπότος Οἰδιπόδαο〉: ὅτι ἐπὶ τοῦ Μηκιστέως ἀκουστέον ὅς ποτε Θήβας ἦλθεν, οὐκ ἐπὶ τοῦ Εὐρυάλου, ὡς ὁ Κράτης (p. 46 W.). καὶ ὅτι οἱ νεώτεροι παρὰ τὸν Ὅμηρον τὸν Οἰδίπουν φασὶν ἑαυτὸν τυφλώσαντα ποδηγούμενον | |
5 | εἰς Ἀθήνας ἐλθεῖν καὶ ἐκεῖ τελευτῆσαι· νῦν δὲ ὁμόλογον ὅτι ἐν Θήβαις ἐτελεύτησεν. καὶ πρὸς τὸ δεδουπότος· οἱ Γλωσσογράφοι γὰρ ἓν ἀνθ’ ἑνὸς τεθνηκότος ἐξεδέξαντο. ἐκ παρεπομένου δὲ νοητέον ὅτι ἤτοι ἐν πολέμῳ τετελεύτηκε· ψοφοῦσι γὰρ οἱ πίπτοντες· „δούπησεν δὲ πεσών“ (Δ 504. Ε 42 al.). ἢ κατεκρήμνισεν ἑαυτόν· καὶ γὰρ οὗτος | ||
10 | ὁ θάνατος μετὰ ψόφου. A | ||
23679b | ex. | ὅς ποτε Θήβας 〈δ’ ἦλθε δεδουπότος Οἰδιπόδαο〉: ὅτι βασιλεύοντα ἐν Θήβαις φησὶν ἀπολέσθαι, οὐχ ὡς οἱ νεώτεροι. καὶ Ἡσίοδος (fr. 192 M.—W.) δέ φησιν ἐν Θήβαις αὐτοῦ ἀποθανόντος Ἀργείαν τὴν Ἀδράστου σὺν ἄλλοις ἐλθεῖν ἐπὶ τὴν κηδείαν αὐτοῦ | |
5 | {οἰδίποδος}. T | ||
23679c | ex. (Ariston.?) | ἄλλως· ὅς ποτε Θήβας 〈δ’ ἦλθε〉: ὁ Μηκιστεύς· b(BCE3E4)T πρὸς γὰρ τὸ δεύτερον ὑπαντᾷ, καὶ συνᾴδει ἡ ἡλικία. b(BCE3)T | |
23679d | Did. | 〈Θήβας δ’ ἦλθε:〉 οὕτως Θήβας δέ, εἰς Θήβας. Aim | |
23679e | ex. | δεδουπότος Οἰδιπόδαο: ἢ ὡς ὑπερπαθήσαντος καὶ ῥίψαντος ἑαυτὸν ἐξ ὕψους. ἢ καταχρηστικῶς ἀποθανόντος, ὡς τὸ „ὁ δ’ Ἀτρείδην ἐναρίζοι“ (Α 191), κυρίως δὲ τὸ σκυλεύοι. T | |
23680a | ex. | τάφον: ἐπιτάφιον. b(BCE3E4)T | |
23680b | ex. | πάντας ἐνίκα: ἢ 〈πάντασ〉 τοὺς πύκτας, ἢ τὸν ἄριστον νικήσας πάντων περιγέγονεν. T | |
23681-2a | ex. | τὸν μὲν Τυδείδης 〈... ἀμφεπονεῖτο / θαρσύνων ἔπεσιν〉: οἶδε καὶ τὰς παραινέσεις τῶν παιδοτριβῶν ὁ ποιητής. T | |
23681-2b | ex. | ἄλλως· τὸν μὲν Τυδείδησ〈— / θαρσύνων〉: διὰ τὴν συγγένειαν· ἔστι γὰρ Δηϊπύλης τῆς Ἀδράστου καὶ γαμεῖ Αἰγιά‐ λειαν τὴν Ἀδράστου. ὁ δὲ Εὐρύαλος Μηκιστέως ἐστὶ τοῦ ἀδελφοῦ | |
〈τοῦ〉 Ἀδράστου. T | |||
23681-2c | διὰ τὴν συγγένειαν· ἔστι γὰρ αὐτοῦ συγγενὴς μητρῷος ἐξ Εὐρυάλου. b(BCE3E4) | ||
23.683 | D | ζῶμα δέ οἱ πρῶτον: ζῶμα νῦν περίζωμα. πρῶτον δὲ ἔθος ἦν—γυμνοὺς τρέχειν. A | |
23683a | Ariston. | ζῶμα δέ οἱ 〈πρῶτον παρακάββαλεν〉: ἡ διπλῆ πρὸς τὸ παλαιὸν ἔθος, ὅτι ἐν ἑνὶ περιζώματι ἠγωνίζοντο. A | |
23683b1 | ex. | ζῶμα δέ οἱ πρῶτον 〈παρακάββαλεν〉: κατὰ τὴν δεκάτην καὶ τετάρτην Ὀλυμπιάδα ἐφ’ Ἱππομένους Ἀθήνησιν ἄρχον‐ τος Ὀλυμπίασι στάδιον θεόντων ἐν περιζώμασι συνέβη ἕνα αὐτῶν Ὄρσιππον ἐμποδισθέντα ὑπὸ τοῦ περιζώματος πεσεῖν καὶ τελευτῆ‐ | |
5 | σαι· ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνίζεσθαι· ὅθεν καὶ γυμνάσια οἱ τόποι, ἐν οἷς διεπονοῦντο. νεώτερος οὖν Ἡσίοδος (fr. 74 M.—W.) γυμνὸν εἰσάγων Ἱππομένη ἀγωνιζόμενον Ἀταλάντῃ. T | ||
23683b2 | περιζώματα γὰρ ἕως τῶν ποδῶν διήκοντα ἐφόρουν πρὸς | ||
τὸ μὴ εὐκόλως πλήττεσθαι. ὕστερον δὲ Ἀθήνησί τινων ἀγωνιζομένων ἄρχοντος Ἱππομένους συνέβη ἕνα αὐτῶν πεσόντα πρὸς τὸ ἐμποδι‐ σθῆναι ὑπὸ τοῦ περιζώματος τελευτῆσαι· ὅθεν ἐθεσπίσθη γυμνοὺς | |||
5 | ἀγωνίζεσθαι μέχρι τοῦ νῦν· διὸ καὶ οἱ τόποι, ἐν οἷς ἔκτοτε ἐπονοῦντο, γυμνάσια καλοῦνται. νεώτερος οὖν Ἡσίοδος γυμνοὺς εἰσάγων ἀ‐ γωνιστάς. b(BCE3E4) | ||
23.684 | ex. | δῆσεν ἱμάντας: οὗτοι γὰρ οἱ ἱμάντες βαρεῖς καὶ ἐπιτή‐ δειοι 〈***〉. T | |
23686-7 | Nic. | ἄντα δ’ ἀνασχομένω 〈χερσὶ στιβαρῇσιν ἅμ’ ἄμφω / σύν ῥ’ ἔπεσον〉: βραχὺ διασταλτέον μετὰ τὸ ἀνασχομέ‐ νω (686) ἢ ἐπὶ τὸ στιβαρῇσιν (686). A | |
23686a | ex. | ἀνασχομένω: ἀνατεινάμενοι b(BCE3)T καὶ οἷον b(BCE3) διατιναχθέντες. b(BCE3E4) | |
23686b | ex. | χερσὶ στιβαρῇσιν: τοῦτο πλεονέκτημα πύκτου. T | |
23.688 | ex. | χρόμαδος: ὠνοματοποίησε τὸν ψόφον· ἅμα γὰρ καὶ τρί‐ ζουσιν οἱ πύκται ἐπάγοντες τὴν πληγήν. A b (BCE3E4)T | |
23.690 | ex. | κόψε δὲ παπτήναντα 〈παρήϊον〉: †προδεδειχότι τὸ παρήϊον ἐπειοῦ† περιεβλέψατο καὶ οὕτως ἐπλήγη. „ὤρνυτο“ (Ψ 689) οὖν ἐπῆρτο. καὶ Θεόκριτος (id. 22, 102) φησίν· „ἐτώσια χερσὶ προ‐ δεικνύσ“. T | |
23691a | Did. | 〈ἑστήκειν:〉 οὕτως ἔξω τοῦ ι ἑστήκειν. ἔστι δὲ Ἰω‐ | |
νικόν. Aim | |||
23691b | ex. | ὑπήριπε φαίδιμα γυῖα: εἰκότως· ὀστώδης γὰρ ὁ τόπος καὶ διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος. b(BCE3E4)T | |
23692-4 | ex. | ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω〈— / ὣς πληγεὶς ἀνέπαλτο〉: ὅταν ἀρχομένου πνεῖν ἀνέμου ἐπιστίζηται τὸ πέλαγος, τότε ἅλλονται οἱ ἰχθύες· b(BCE3E4)T καὶ ἐκεῖ· „μέλαινα〈ν〉 φρῖχ’ ὑπαλύξει“ (Φ 126). T ἐναργὲς δὲ τὸ τῆς εἰκόνος· ἀναπηδᾷ | |
5 | γὰρ ἑκάτερος καὶ πάλιν καταφέρεται. b(BCE3E4)T | ||
23.692 | Did. (?) | 〈ὑπὸ φρικός:〉 οἱ δὲ γράφουσιν „ὑπαὶ ῥιπῆσ“. T | |
23693a | ex. | θίν’ ἐπί: τὸ τέλειον ἐπὶ θινί. T | |
23693b | ex. | ἄλλως· θίν’ 〈ἐν φυκιόεντι〉: τὸ τέλειον θινί. καὶ ὅτι ἀρσενικῶς. T | |
23693c | Did. (?) | 〈μέγα δέ ἑ:〉 γράφεται „μέλαν τέ ἑ“. Aim | |
23.695 | ex. | χερσὶ λαβὼν ὤρθωσε: καὶ ἄχρι νῦν τὸ ἔθος τὸ μὴ πεσόντα πλήσσειν πύκτην. b(BCE3E4)T | |
23697a | ex. | αἷμα παχὺ 〈πτύοντα κάρη βάλλονθ’ ἑτέρωσε: παχὺ〉 πολύ· τὸ γὰρ ὀλίγον τῷ σιέλῳ λεπτύνεται. b(BCE3E4)T ἐναργῶς δὲ αὐτὸν παρέστησεν. T | |
23697b | Did. (?) | 〈βάλλονθ’ ἑτέρωσε:〉 ἐν ἄλλῳ „βαλόνθ’ 〈ἑτέρωσε〉“. | |
Aim | |||
23698a | ex. | κὰδ δ’ ἀλλοφρονέοντα 〈μετὰ σφίσιν〉 εἷσαν: ἡ κατά πρὸς τὸ εἷσαν. T | |
23698b | Hrd. | {καδ δ’} ἀλλοφρονέοντα: ὡς σωφρονέοντα. τὴν δὲ σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις. A | |
23701a | ex. | δεικνύμενος: φιλοτιμούμενος. b(BCE3E4)T | |
23701b | Did. (?) | 〈Δαναοῖσι: γράφεται〉 „λαοῖσι“. Ail | |
23.702 | ex. | τρίποδ’ ἐμπυριβήτην: οὐκ ἀναθεματικόν, 〈ἀλλὰ〉 πρὸς τὸ μετὰ τοὺς ἱδρῶτας ἀπολούσασθαι. T | |
23703a | ex.(?) | 〈τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί:〉 ἀπετιμῶντο τὸν τρίποδα δωδεκάβοιον. b(BCE3E4) | |
23703b | Hrd. | ἐνὶ σφίσι τῖον Ἀχαιοί: καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον, ὁμοίως τῇ προκειμένῃ (sc. in Ψ 698). A | |
23.704 | ex. | νικηθέντι γυναῖκα: διὰ τὸ μαλακὸν καὶ ἀσθενές. b(BCE3 E4)T | |
23.705 | ex. | τίον: συνετίμων. T | |
23707a | Ariston. | ὄρνυσθ’, οἳ καὶ τούτου 〈ἀέθλου πειρήσεσθον〉: ὅτι | |
ἰσαρίθμους τοῖς ἐπάθλοις δύο καλεῖ. A | |||
23707b | ex. | ὄρνυσθ’, 〈οἳ ... πειρήσεσθον〉: ἐοίκασι τὸ παλαιὸν δύο μόνοις προτίθεσθαι πυγμῆς καὶ πάλης ἀγῶνας· διὸ μόνοι δύο ἀνίστανται ἀγωνιούμενοι. T | |
23708-9 | ex. | 〈ὦρτο δ’ ἔπειτα μέγασ〉 Τελαμώνιος Αἴας, 〈/ ἂν δ’ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώσ〉: ὅτι ἐφάμιλ‐ λος ἀνδρία τέχνης. b(BCE3E4)T | |
23.709 | ex. | ἂν δ’ Ὀδυσεύς: ἴσως ὑπὸ Ἀθηνᾶς ἰάθησαν τὰ ἕλκη (cf. Ξ 379. Τ 49—50). T | |
23711-3 | Nic. | D | ἀγκὰς δ’ ἀλλήλων λαβέτην 〈χερσὶ στιβαρῇ‐ σιν /ὡς ὅτ’ ἀμείβοντες, τούς τε—ἀλεείνων〉: συναπτέον πάντα ἕως τοῦ βίας ἀνέμων ἀλεείνων (713), βραχὺ 〈δὲ〉 παντελῶς διασταλτέον ἐπὶ τὸ 〈στιβαρῇσι (711) καὶ〉 ἀμείβοντες (712). | |
5 | εἰ δέ τις ἀναγινώσκοι ἀφ’ ἑτέρας ἀρχῆς ὡς ὅτ’ ἀμείβοντες (712), ἁμαρτάνει· ἡ γὰρ ἀνταπόδοσις οὐκ ἐπιφέρεται, ἀλλὰ προαποδέδο‐ ται. | ἀμείβοντες (712) δὲ δοκοὶ μεγάλαι, ἀλλήλαις προσπίπτουσαι ὥστε βαστάζειν τὴν ὀροφήν, αἵτινες καὶ συστάται καλοῦνται. A | ||
23711-2 | ex. | ἀγκὰς δ’ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν / | |
ὡς ὅτ’ ἀμείβοντες: παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ εὐώνυμον ἑκάτερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ δεξιᾷ †κρατεῖ† τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ λαιοῦ ἀγκῶνος τοῦ | |||
5 | ἐναντίου ἐλάβετο, τοῖς δὲ μετώποις ἀντηρείδοντο. ποτὲ δὲ τὸ ἀγκάς (711) περιβολὴν χειρῶν δηλοῖ. b(BCE3E4)T | ||
23.711 | ex. | {ἀγκὰς δ’} ἀλλήλων: ἀντὶ τοῦ ἀλλήλω, ὡς „ἄμφω δ’ ἑζομένων“ (Γ 211) ἀντὶ τοῦ ἑζομένω. T | |
23712-3 | ex. | ὡς δ’ ὅτ’ ἀμείβοντεσ〈— / δώματος ὑψηλοῖο〉: οἱ συστάται· ἀποτελοῦσι δὲ τὸ σχῆμα τοῦ Λ στοιχείου. b(BCE3E4) T οἱ δέ, 〈ὅτι〉 τιθεῖσι τὰς δοκοὺς τὰς παχείας πρὸς τὰς λεπτάς. T | |
23714-5 | ex. | τετρίγει δ’ ἄρα νῶτα〈— / ἑλκόμενα στερε‐ ῶσ〉: τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων στερεόν. b(BCE3E4)T | |
23716-7 | ex. | πυκναὶ δὲ σμώδιγγεσ〈—ἀνέδραμον〉: τοσοῦ‐ τον ἦν βίαιος ἡ πρόστριψις. δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόν‐ των καὶ τῶν σφιγγόντων. b(BCE3E4)T δηλοῖ δὲ ὡς ἡ αὐτὴ μὲν ἦν αὐτοῖς στάσις, μετέστησαν δ’ ἐπὶ πολλὰ μέρη τοῦ σώματος· | |
5 | ἐπεὶ πῶς ὁ πολὺς ἱδρὼς ἔρρει (cf. Ψ 715); b(BE3E4)T | ||
23718a1 | Hrd. | τρίποδος περὶ ποιητοῖο: ἔφαμεν (sc. ad Β 839) | |
περὶ τῶν τοιούτων, πότερον δεῖ ἀναστρέφειν τὰς προθέσεις μεταξὺ κειμένας δύο ὀνομάτων ἢ οὔ, ὡς ἐπὶ τοῦ „μάχῃ ἘΝΙ κυδιανείρῃ“ (Ζ 124), καὶ ὡς οἱ πλείους θέλουσι τοῖς ἐπιθετικοῖς συντάσσειν αὐτάς· | |||
5 | διὸ καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.) ἐνθάδε οὐκ ἀναστρέφει. δύναται μέντοι ἐνθάδε ἡ ΠΕΡΙ ἰσοδυναμεῖν τῷ περισσῶς, τουτέστιν ‘ἐξαιρέτως πεποιημένου‘· διὸ οὐκ ἀναστρεπτέον. A | ||
23718a2 | οὐκ ἀναστρεπτέον τὴν περί· δύναται γὰρ ἰσοδυναμεῖν τῷ περισσῶς, ἵν’ ᾖ ἀντὶ τοῦ ‘ἐξαιρέτως πεποιημένου‘. b(BCE3E4) T | ||
23.720 | ex. | ἲς Ὀδυσῆος: ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα, οὐ βίᾳ· ἔστι γὰρ ὁ Ὀδυσσεὺς παλαιστὴς ἐπιστήμων, b(BCE3E4)T εἴγε καὶ τὸν Φιλομηλ〈ε〉ίδην κατεπάλαισεν (cf. ρ 133—5). T | |
23721a | Ariston. | ἀλλ’ ὅτε δή ῥ’ ἀνίαζον 〈ἐϋκνήμιδας Ἀχαιούσ〉: ὅτι ἀντὶ τοῦ εἰς ἀνίαν ἦγον καὶ ἐχρόνιζον. τοῦτο δὲ μὴ νοήσαντές 〈τινεσ〉 μετέγραψαν „ἐϋκνήμιδες Ἀχαιοί“. A | |
23721b1 | Did. (?) | ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: ἡ γραφὴ ἐϋκνήμιδας Ἀχαιούς. καὶ τὸ ἀνίαζον εἰς ἀνίαν ἦγον, ὡς „Κίκονες κλῖναν δαμά‐ σαντες Ἀχαιούσ“ (ι 59), εἰς κλίσιν ἦγον. T | |
23721c1 | ex. | ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: οὐδὲν γὰρ ἀηδέστερον θεαταῖς ἐστιν ἢ παλαισταὶ δι’ ὅλης τῆς ἡμέρας ἐφαμίλλως ἰσορρο‐ ποῦντες. T | |
23721b2/c2 | Did. (?) | ex. | εἰς ἀνίαν ἦγον· | ἀηδὲς γάρ ἐστι θεαταῖς τὸ ἐπὶ πολὺ | |
τῶν παλαιστῶν ἢ πυκτῶν ἰσόρροπον. b(BCE3E4) | |||
23.724 | ex. | ἤ μ’ ἀνάειρ’ 〈ἢ ἐγὼ σέ〉: εἰκότως προκαλεῖται· πέποιθε γὰρ †αὐτὸν ἀγωνίσασθαι† τῇ ἰσχύϊ. εἰώθασι δὲ ἐν τοῖς ἀγῶσι τοῦτο ποιεῖν, ὃ καλεῖται λαβή, καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν αὐχένα ἢ τὸν πόδα πολλάκις. b(BCE3E4)T | |
23725a | ex. | ὣς εἰπὼν ἀνάειρε: ὡς εἰωθότων τῶν πρώην ἰσχύϊ κατ‐ αγωνίσασθαι καὶ οὐ δόλῳ. T | |
23725b | Ariston. | δόλου δ’ οὐ λήθετ’ Ὀδυσσεύς: ὅτι τὸ δόλιον τοῦ ἥρωος καὶ διὰ τούτων δείκνυται, καὶ ὅτι οὐδέπω τέχνην ᾔδεσαν ἐν τῷ παλαίειν. A | |
23726-8 | ex. | 〈κόψ’ ὄπιθεν κώληπα τυχὼν— / κάππεσε:〉 λαβόμενος γὰρ τοῦ νώτου ἐπῆρεν (cf. Ψ 725). b(BCE3E4) ὡς δὲ μετεωρισθέντος αὐτοῦ οἱ πόδες πρὸς τοῖς γόνασιν ἐγένοντο, ὀπισθοβα‐ ροῦς ἤδη γεγονότος Αἴαντος, τῇ πτέρνῃ βάλλει τὴν ἰγνύην. b(BE3 | |
5 | E4) ὑπτιασθέντος δ’ Αἴαντος Ὀδυσσεὺς ἐπὶ τὰ ἴδια στήθη | ||
πίπτει, δύναται δὲ καὶ ἐπὶ τὰ τοῦ Αἴαντος. b(BE3E4)T | |||
23726a | ex. | κόψ’ ὄπιθεν κώληπα τυχών: τὸ σχῆμα πρῶτος εὗρε Κερκυών. καλεῖται δ’ ἰγνυῶν ὑφαίρεσις, ὥς φησιν Σώπατρος. T | |
D | κόψ’ ὄπιθεν κώληπα τυχών: ἔκρουσεν αὐτοῦ— περιπλέκεται. A | ||
23726b | Ariston. | 〈κόψ’ ὄπιθεν κώληπα:〉 σημειοῦνταί {δὲ} τινες καὶ τὸν κόψ’ ὄπιθεν κώληπα, ὅτι τὸ κῶλον οὕτως εἶπεν. A | |
23726c | ex. | κώληπα: τὴν ἰγνύην. b(BCE3)T | |
23.727 | Did. (?) | 〈κὰδ δ’ ἔπες’ ἐξοπίσω:〉 γράφεται „κὰδ 〈δ’〉 ἔβαλ’ 〈ἐξοπίσω〉“. Aint | |
23.728 | ex. | θάμβησάν τε: τὸν βουγάϊον (cf. Ν 824) ὑπὸ τοῦ ὠμο‐ γέροντος (cf. Ψ 791) ὁρῶντες νικώμενον. b(BCE3E4)T | |
23730-2 | ex. | κίνησεν δ’ ἄρα τυτθὸν 〈ἀπὸ χθονὸς — / πλησίοι ἀλλήλοισι〉: εἰς ὕψος μὲν ἆραι διὰ τὸ μέγεθος οὐ δύναται· καὶ ἵνα μὴ ὃ ἐποίησε πάθῃ. ἄρας δὲ τοσοῦτον ὅσον τῆς στάσεως | |
παρακινῆσαι τῷ δεξιῷ γόνατι †παρατρίψας† τὸ ἀριστερὸν αὐτοῦ | |||
5 | σκέλος †ἔπεσε†· b(BCE3E4)T καὶ πλάγιοι πίπτουσιν· ἔστιν οὖν τὸ δεύτερον πτῶμα Ὀδυσσέως. οἱ δὲ ὅτι καμὼν τῇ ἐντάσει τοῦ βάρους συναπεκύλισεν αὑτῷ τὸν ἀντίπαλον. εἰ δὲ εἰς ὕψος αὐτὸν ἦρεν, ἐδαπάνησεν ἂν τῷ βάρει τὴν ἑαυτοῦ δύναμιν. b(BE3E4)T τὸ μέντοι σχῆμα οἱ μὲν παραπλαγιασμόν, οἱ δὲ παρακαταγωγὴν | ||
10 | ὀνομάζουσιν. T | ||
23731a1 | Hrd. | ἐν δὲ γόνυ γνάψεν: Λεπτίνης δασύνει ὡς ἐπ’ ἀριθμοῦ, τὸ ἓν γόνυ ἔκαμψεν, ὡς ἐπὶ τοῦ „ἓν δέπας ἐμπλήσασ“ (ι 209). οἱ δὲ ἄλλοι πάντες πρόθεσιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· „χωλὸς δ’ ἕτερον πόδα“ (Β 217), | |
5 | „τὸν δ’ ἕτερον σκόπελον“ (μ 101). A | ||
23731a2 | {ἐν δὲ γόνυ γνάμψεν:} πάντες τὴν ἔν πρόθεσιν ἐδέξαντο, Λεπτίνης δὲ μόνος ἐπὶ ἀριθμοῦ. T | ||
23735a1 | ex. | ἐρίδεσθον: λείπει ἡ διά, οἷον ‘διερίδεσθε‘. τρίβεσθε δὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς. T | |
23735a2 | μὴ ἐρίζετε, φησίν, ἔτι, b(BCE3) μηδὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς. b(BCE3E4) | ||
23736-7 | ex. | ἀέθλια δ’ ἶς’ ἀνελόντες / ἔρχεσθε: τινές φασιν ὅτι τὸ πρῶτον Ὀδυσσέως, τὸ δὲ δεύτερον κοινόν· ὅπερ χαρίζεται ἢ ὡς συγγενεῖ b(BCE3E4)T 〈ἢ〉 καθὰ καὶ Εὐμήλῳ (cf. Ψ 536—8). | |
ἔστι δὲ ψεῦδος. T | |||
23741a | ex. | κρητῆρα τετυγμένον: ὡς „ξεστὴν 〈...〉 τράπεζαν“ (α 138. δ 54 al.) καὶ „τρίποδος περὶ ποιητοῖο“ (Ψ 718) καὶ „Τίρυνθά τε τειχήεσσαν“ (Β 559). T | |
23741b | ex. | ἓξ δ’ ἄρα μέτρα: ὡρισμένον ἴσως ἦν τὸ μέτρον. T | |
23.742 | ex. | ἐνίκα πᾶσαν ἐπ’ αἶαν: ἐνίκα τοὺς ἄλλους δηλονότι κρα‐ τῆρας. b(BCE3E4)T | |
23.743 | ex. | ἐπεὶ Σιδόνες 〈πολυδαίδαλοι εὖ ἤσκησαν〉: ἄριστοι τεχνῖται οἱ Σιδόνες· b(BCE3)T „ἔργα γυναικῶν / Σιδονίων“ (Ζ 289—90) καὶ „〈ἐκ μὲν〉 Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι“ (ο 495). T τὸ δὲ εἶδος εἰπὼν τὸ γένος ἐπήγαγεν (sc. Ψ 744), b(BCE3)T | |
5 | ὡς τὸ „Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων / νήσων“ (Β 625—6). T | ||
23.744 | ex. | 〈Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον:〉 πρῶτοι {δὲ} Φοίνικες τὰ μέγιστα διεπέρασαν πελάγη. T | |
23.745 | ex. | στῆσαν δ’ ἐν λιμένεσσι: ἀντὶ τοῦ προσώρμισαν, b (BCE3E4)T ὡς τὸ „στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ 〈νέασ〉“ (ξ 258. ρ 427). b(BCE3E4) | |
23.750 | Did. (?) | 〈καὶ πίονα:〉 ἐν ἄλλῳ „καταπίονα“. Aim | |
23.751 | ex. | λοισθήϊ’ 〈ἔθηκε〉: ἡ συνήθεια „λοισθήϊον ἔκφερ’ ἄεθλον“ (Ψ 785)· οὐ γὰρ κλίνεται λοισθεὺς 〈„λοισθῆϊ“〉, ὥς τινες. γέγονε | |
δὲ παρὰ τὸ λείπω. T | |||
23.753 | Ariston. | ὄρνυσθ’, οἳ καὶ τούτου 〈ἀέθλου πειρήσεσθε〉: ὅτι Ζηνόδοτος γράφει „πειρήσεσθον“, τριῶν ὄντων τῶν κεκλημένων πρὸς τὸν δρόμον. A | |
23757a1 | Ariston. | στὰν δὲ μεταστοιχί· 〈σήμηνε δὲ τέρματ’ Ἀχιλ‐ λεύσ〉: ὅτι μετενήνεκται ἐνθάδε ἀπὸ τῆς ἁρματοδρομίας (sc. Ψ 358). ἐκεῖ μὲν οὖν μεταστοιχὶ λέγει, 〈ἐπεὶ〉 ἐπὶ στοίχων ἵστανται κεκληρω‐ μένοι· ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ | |
5 | μέτωπον πάντων ἐξ ἴσου ὄντων. A | ||
23757a2 | {στᾶν δὲ μεταστοιχί:} ὀβελὸς καὶ ἀστερίσκος· πῶς γὰρ κλήρου μὴ βληθέντος ἵστανται μεταστοιχί; μετῆκται οὖν ἀπὸ τοῦ ἱπποδρομικοῦ ἀγῶνος ὁ στίχος. T | ||
D | 〈μεταστοιχεί:〉 κατὰ τάξιν. b(BCE3) | ||
23758a1 | ex. | 〈τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος:〉 δόλιχος {δὲ} ἦν ὁ δρόμος καὶ ἡ ἄφεσις ἀπὸ τῶν καμπτήρων. T | |
23758b1 | ex. | τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος: ἐπεὶ μὴ κάμ‐ πτουσιν, οὐ ταμιεύουσιν εἰς τέλος τὸ τάχος, ἀλλ’ εὐθέως προπηδῶσιν. T | |
23758a2/b2 | ex. | ex. | ὀλίγος τις ἦν ὁ δρόμος, ἔνθα μηδὲ κάμψαι ἐνῆν. | ἐπεὶ οὖν μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τὸ τέλος τὸ τάχος, ἀλλ’ | |
εὐθέως προπηδῶσιν. b(BCE3E4) | |||
23.759 | Did. | 〈ἔκφερ’ Ὀϊλιάδης:〉 παρὰ Ζηνοδότῳ „ἔκθορ’ ὁ Ἰλιάδησ“. Aint | |
23760-3 | Nic. | ὡς {δ’} ὅτε τίς τε γυναικὸσ〈—ἀγχόθι δ’ ἴσχει / στήθεοσ〉: ταῦτα ἢ τοῖς ἄνω συναπτέον ἢ ἀπ’ ἄλλης ἀρχῆς τοῖς ἑξῆς· ἥ τε διαφορὰ περὶ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο, τοῖς ἄνω συναφθήσεται ἡ παραβολή, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς. A | |
23762a | ex. | πηνίον: παρὰ τὸν Πᾶνα· οὗτος γὰρ εὑρετὴς ὑφασμάτων. b(BCE3E4)T οἱ δὲ ‘ὑφήνιον‘, τὸ ὑπὸ τοὺς μίτους ὄν. T | |
23762b | ex. | παρὲκ μίτον: ἀντὶ τοῦ παρὰ μίτον. οὐκ ὀκνεῖ δὲ καὶ τὴν γυναικωνῖτιν παραλαμβάνειν· b(BCE3E4)T „ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον“ (Μ 434). T | |
23.764 | ex. | ἴχνια τύπτε 〈πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι〉: πολλὴ ἡ ἀγχιστεία, εἴγε φθάνει τὸ βῆμα τὴν καταφερομένην ἐπὶ τὸ ἴχνος κόνιν, ἣν ὁ προτρέχων ἀνέστησεν. b(BCE3E4)T | |
23765a | ex. | 〈κὰδ δ’ ἄρα οἱ κεφαλῆς χέ’〉 ἀϋτμένα: τὴν ἀναπνοὴν καὶ τὸ ἆσθμα. T τοῦτο δὲ ὡς κολοβωτέρου ὄντος Αἴαντος. | |
b(BCE3E4)T | |||
23765b | Did. (?) | 〈κὰδ δ’ ἄρα ἐκ κεφαλῆς:〉 γράφεται „κὰδ δ’ ἄρα οἱ κεφαλῆσ“ Aint | |
23765c | Hrd. | ἀϋτμένα: ὡς „ποιμένα“ (Α 263. Β 243 al.) ATil τῷ τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα ἁπλᾶ ὀξύνεσθαι θέλει. A | |
23765d | ex. | ἀϋτμένα: παρὰ τὸ ἀΰω, ὅ ἐστι φωνῶ. φωνῆς δὲ γένεσις πνοὴ b(BCE3E4)T καὶ ἀήρ. καὶ θηλυκῶς δὲ „ἀϋτμὴ“ (Ι 609. Κ 89 al.) ἡ πνοή. T | |
23766-7 | ex. | ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοί /νίκης ἱέμενοι: πρὸς τὸ εὐνοϊκὸν τῶν Ἑλλήνων· b(BCE3E4)T χρειωδέστερος γάρ, ὁ δὲ πρὸς πάντας ἀπηνής. T καλῶς δὲ προσέθηκε τὸ μάλα δὲ σπεύδοντι κέλευον (767)· τοῖς γὰρ ἀμελοῦσιν ἄτοπον συναγωνί‐ | |
5 | ζεσθαι. b(BCE3E4)T | ||
23.767 | Did. (?) | 〈ἱεμένῳ:〉 ἐν ἄλλῳ „ἱέμενοι“. Aint | |
23768a1 | ex. | πύματον ... δρόμον: τὸ ἔσχατον τοῦ δρόμου. T | |
23768a2 | τὸν πρὸς αὐτὰ τὰ τέρματα. b(BCE3E4) | ||
23.770 | ex. | κλῦθι, θεά, 〈—ποδοῖϊν〉: συντόμως καὶ ἁρμοδίως τῷ καιρῷ· ἀσθμαίνει γὰρ καὶ σπεύδει. b(BCE3E4)T | |
23772a | Ariston. | γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈πόδας—ὕπερθεν〉: ὅτι ἐπὶ Διομήδους (sc. Ε 122) ὀρθῶς ἐτέτακτο. ἐνταῦθα δὲ ὀλίγῳ λείπεται τοῦ Αἴαντος· εἰ οὖν τὰ γυῖα ἐλαφρὰ ἐποίησεν, ἐνίκα ἂν | |
πάντως. πρὸς τί οὖν ἔτι τὸν Αἴαντα κατέβαλεν; A | |||
23772b | ex. | ἄλλως· γυῖα δ’ ἔθηκεν ἐλαφρά, 〈—ὕπερθεν〉: περισσὸς ὁ στίχος καὶ λύων τὸ ἐναγώνιον· οὐδὲ γὰρ βεβαρημένα ἦν αὐτῷ τὰ μέλη. ἄλλως τε ἤρκει πρὸς τὴν νίκην τὸ πεσεῖν Αἴαντα· b(BCE3E4)T εἰ γὰρ τοῦτο ἦν, καὶ προειλήφει ἂν αὐτόν. μετῆ‐ | |
5 | κται οὖν ἀπὸ τῶν περὶ Διομήδους (sc. ex Ε 122). T ἢ δείκνυσιν ὅτι τοῖς ἐκ ψυχῆς αἰτοῦσι τὸ θεῖον καὶ ὑπὲρ ὃ αἰτοῦνται δίδοται. b(BCE3E4) | ||
23772c | ex. | 〈γυῖα—ὕπερθεν:〉 ψεύδεται συνήθως Ὅμηρος· οὐ γὰρ ἔδραμεν ὁ Ὀδυσ〈σ〉εύς. Aint | |
23772d | ex. | καὶ χεῖρας ὕπερθεν: φασὶ τοῖς προτρέχουσι δίκην πτερῶν εἶναι τὰς χεῖρας. T | |
23774-5 | ex. | ἔνθ’ Αἴας μὲν ὄλισθε θέων—ἐριμύκων: ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς τοῦ δέοντος δρόμου πίπτει. A b (BCE3E4)T | |
23.777 | ex. | 〈ὄνθου βοέου〉 πλῆτο στόμα: κεχηνὼς οὖν ἔτρεχεν. ὁ δὲ τὸν πρεσβύτην λαβραγόραν εἰπὼν (cf. Ψ 479) κατὰ τοῦ στόματος κολάζεται. A b (BCE3E4)T | |
23783a | Nic. | μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται: βραχὺ διασταλτέον | |
μετὰ τὸ ὥς, πρὸς τὸ μὴ ἀπεμφαίνειν συναπτόμενον. A | |||
23783b | ex. | μήτηρ ὣς Ὀδυσῆϊ: διὰ τοῦτο ἴσως φησὶ „καὶ ἐχθόμενός περ Ἀθήνῃ“ (δ 502), ὅτι τὴν παρθένον εἴκασε μητρί. ὁ δὲ Ἴστρος (FGrHist 334, 58 a) ἐκτεθῆναι ὑπὸ Ἀντικλείας Ὀδυσσέα φησὶν ἐν Ἀλαλκομεναῖς τῆς Βοιωτίας, ἥ ἐστιν ἱερὰ Ἀθηνᾶς. T | |
23785a1 | ex. | Ἀντίλοχος δ’ 〈ἄρα δὴ〉 λοισθήϊον 〈ἔκφερ’ ἄε‐ θλον〉: πάντας τοὺς διαφέροντας ποιεῖ ἡσσωμένους· διὸ καὶ Ἀντί‐ λοχον. ἢ ὅτι νέων ἐστὶ ποδωκέστατος. T | |
23785a2 | πάντας δὲ τοὺς διαφέροντας ἔν τινι ἡττωμένους ὁ ποιητὴς ἔδειξε, μὴ μέγα διδάσκων φρονεῖν. b(BE3E4) | ||
23.786 | ex. | μειδιόων: προλαμβάνων τὸν κατάγελων καὶ ὑπεκλύων τὸ φιλότιμον τῶν νικησάντων. b(BCE3E4)T | |
23.789 | ex. | προγενέστερος: τὰς ἡλικίας ἐσήμανε τῶν ἡρώων· ἔστι γὰρ Ἀντίλοχος νέος, μείζων Αἴας, εἶτα ὁ Τελαμώνιος, εἶτα Ὀδυσσεύς, εἶτα Ἰδομενεύς, εἶτα Νέστωρ. b(BCE3E4)T | |
23.791 | ex. | Ariston. | ὠμογέροντα: τὸν μὴ καθηψημένον ὑπὸ τοῦ γήρως. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κρεῶν· A b (BCE3E4)T καὶ „ἐν ὠμῷ γήραϊ θῆκεν“ (ο 357), ὡς καὶ ἑφθὸν τῷ γήρᾳ φασίν. AT | ἡ διπλῆ δέ, ὅτι ἅπαξ ἐνταῦθα ὠμογέροντα εἶπεν. A | |
5 | D | ὠμογέροντα: οὕτω λέγουσιν ἤτοι—γεγηρακότας. A | |
23791-2 | ex. | ἀργαλέον δέ 〈/ ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ〉: φησὶν οὖν ‘οὐχ ἥσσηται Ὀδυσσεῖ, ἀλλὰ τῇ | |
Ἀθηνᾷ‘. T | |||
23792a | ex. | ex. | ἐριδήσασθαι: ἀπὸ τοῦ ἐρίδω, ὅθεν τὸ „ἐριδαίνετον ὧδε“ | |
(Did.?) | (Α 574). | ἐν δέ τισι τῶν ὑπομνημάτων γράφεται „ἐριζήσασθαι“. T | ||
23792b | ex. (Did.?) | εἰ μὴ Ἀχιλλεῖ: „Ἀχιλῆϊ“ διὰ τοῦ η. T | |
23.793 | ex. | κύδηνεν: ὕψωσεν, γαῦρον ἐποίησεν. b(BCE3E4)T καὶ „〈κυδιόων〉, ὑψοῦ δὲ κάρη ἔχει“ (Ζ 509 = Ο 266). T | |
23794-6 | ex. | τὸν δ’ Ἀχιλεὺσ〈—ἐπιθήσω〉: ὅσον ἐπιδέξιος ὁμιλία δύναται, ἀπὸ τοῦ Ἀντιλόχου ἐδήλωσεν. b(BCE3E4)T | |
23795a1 | Ariston. | {ἀντίλοχ’ οὐ μέν τοι} μέλεος: ὅτι μάταιος καὶ πρὸς οὐδέν· οἱ δὲ νεώτεροι τὸν ταλαίπωρον μέλεον. A | |
23795a2 | {οὐ μέν τοι:} μάταιος· οὐκ οἰκτρός, ὡς οἱ τραγικοί. T | ||
23.796 | ex. | ἀλλά τοι ἡμιτάλαντον 〈ἐγὼ χρυσοῦ ἐπιθήσω〉: †ἀλλὰ† καίτοι ἐπιχειρήσαντα αὐτὸν ἀφελέσθαι τὸν ἆθλον πρώην (cf. Ψ 537—47) οὐκ ἐμνησικάκησεν, ἀλλ’ ηὔξησε †διὰ† τὴν παροιμίαν φησίν· παροιμιῶδες γὰρ τὸ „ἀθάνατοι τιμῶσι“ (Ψ 788). ἢ ὅτι ἄριστος | |
5 | ὢν ἥττηται, ὡς Εὔμηλος (cf. Ψ 536). T | ||
23800a1 | Ariston. | {τεύχεα} Σαρπήδοντος: ὅτι ἀπ’ εὐθείας βαρυτόνου ὡς Χαλκώδων. A | |
23800a2 | {σαρπήδοντος:} ὡς Χαλκώδοντος τῷ τόνῳ. T | ||
23802-7 | Nic. | ἄνδρε δύω περὶ τῶνδε 〈κελεύομεν—ἀργυρό‐ ηλον〉: συναπτέον πάντα μέχρι τοῦ χαλκὸν ἑλόντε (803), οὐ λείποντος τοῦ μάχεσθαι ἤ τινος τοιούτου· καὶ γὰρ μόνον αὐτὸ 〈τὸ〉 κελεύειν εἴωθε τιθέναι καθ’ ἑαυτὸ ὁ ποιητής, ὡς ἐν Ὀδυσσείᾳ (φ 175)· | |
5 | „Ἀντίνοος δ’ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν“, καὶ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ (sc. Ω 90)· „τίπτε με κεῖνος ἄνωγε μέγας θεός;“. καὶ μετ’ ὀλίγον ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον ὁπ〈π〉ότερός κε φθῇσιν ὀρεξάμενος (805) καὶ ὑποστικτέον μέλαν αἷμα (806)· εἰ μὲν γὰρ συνάπτοιμεν τὸ ἄνδρε δύω (802), ὁππότερός κε φθῇσιν (805), | ||
10 | σολοικισμὸς γίνεται. A | ||
23802-4a1 | ex. | ἄνδρε δύω〈—πειρηθῆναι〉: ἔοικε σκιομαχία εἶναι· ὅτι γὰρ οὐκ εἰς θάνατον, φησὶ „καί σφιν δαῖτ’ ἀγαθὴν παρα‐ θήσομαι“ (Ψ 810). τὰ δὲ ἆθλα τῆς δόξης οὐ μεγάλα. T | |
23802-4a2 | ἔοικε σκιομαχία τις εἶναι· οὐ γὰρ ἔχει τρώσεις· φησὶ γὰρ „καί σφιν δαῖτ’ ἀγαθὴν παραθήσομαι“. τάχα οὖν ὁ εὐθυνθεὶς εἰς τὸ τρῶσαι τὸν πλησίον εὐκόλως, οὐ τρώσας δὲ διὰ τὸ ὁμογενές, | ||
ἐκεῖνος νικᾷ. b(BCE3E4) | |||
23.805 | ex. | ὀρεξάμενος: πατάξας, ἐκ τοῦ παρεπομένου· συμβαίνει γὰρ τοῖς πατάσσουσιν ἐκτείνεσθαι. A b (BCE3E4)T ἢ ἀντὶ τοῦ ὀρέ‐ ξας. AT | |
23806a | Ariston. | ψαύσῃ δ’ ἐνδίνων 〈διά τ’ ἔντεα καὶ μέλαν αἷμα〉: ἀθετεῖται, ὅτι ἐνδίνων θέλει λέγειν τῶν ἐντοσθίων σπλάγχνων, 〈ὅπερ οὐχ ἁρμόζει·〉 ἕως γὰρ τοῦ ἀμύξαι μόνον τὸν χρῶτα μονομαχοῦ‐ σι. καὶ διά τ’ ἔντεα καὶ μέλαν αἷμα ἐκ τῆς Δολωνείας (sc. Κ 298 | |
5 | = 469) μετάκειται. A | ||
23806b1 | ex. (Ariston.) | | ψαύσῃ δ’ ἐνδίνων〈—αἷμα〉: ἀθετεῖ τὸν στίχον | |
D | Did. | Ἀρίσταρχος· οὐ γὰρ †εἰς τὸ ἄγων†. ἐνδίνων δὲ ἀκούει τῶν ἔνδον τοῦ χρωτός. τό τε διά τ’ ἔντεα καὶ μέλαν αἷμα μετῆκται ἀπὸ τῆς Δολων〈ε〉ίας (sc. Κ 298 = 469). | οἱ δὲ ἐνδίνων τῶν ἐντὸς ὅπλων. | | ||
5 | Ἀριστοφάνης δὲ οὕτω γράφει (sc. v. Ψ 805—6)· „ὁππότερός κε πρόσθεν ἐπιγράψας χρόα καλόν / φθήῃ ἐπευξάμενος διά τ’ ἔντεα καὶ φόνον ἀνδρῶν“. T | ||
23806c | Hrd. | {ψαύσηι δ’} ἐνδίνων: ὡς „σελίνων“ (cf. Β 776. ε 72) παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέγεται. οὕτως δὲ ἔχει καὶ τὰ „ἔντερα“ (Ν 507. Ξ 517 al.) καὶ τὰ „ἔγκατα“ (Λ 176. Ρ 64 al.), παρὰ τὴν αὐτὴν ἔννοιαν. A | |
23806d1 | ex. | ἐνδίνων: παρὰ τὸ ἔνδον, ὡς ἔντερον. T | |
23806b2/d2 | ex. | D | ex. | ἐνδίνων: τῶν ἔνδον τοῦ χρωτός. | οἱ δὲ τῶν ἐντὸς ὅπλων, b(B [bis], C, E3 [bis]) | ἀπὸ τοῦ ἔνδον. b(B [bis], C, E3 [bis], E4) | |
D | ἄλλως· ἐνδίνων: τῶν ἐντὸς τῶν ὅπλων μελῶν, ἀπὸ τοῦ | ||
5 | ἐντείνεσθαι αὐτὰ τῷ θώρακι. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνοοῦσιν· οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν. A | ||
23810a | Ariston. | καί σφιν δαῖτ’ ἀγαθὴν 〈παραθήσομαι ἐν κλισίῃ‐ σιν〉: ἀθετεῖται, ὅτι ἔδει καὶ πᾶσιν, ἀλλ’ οὐχὶ τούτοις μόνον· τί γὰρ τούτοις πέπρακται πλέον; A | |
23810b | ex. | 〈καί σφιν〉 δαῖτ’ ἀγαθὴν 〈παραθήσομαι〉: δεῖ γὰρ ἐπικυδέστερόν τι ἔχειν τὴν ὁπλομαχίαν. T | |
23815a | Did. (?) | 〈δεινὸν δερκομένω· θάμβος δ’ ἔχε πάντας Ἀχαι‐ ούς:〉 ἐν ἄλλῳ „δεινὸν δερκόμενοι, θάμβος δ’ ἔχεν εἰσορόωντασ“. Aim | |
23815b | ex. | θάμβος δ’ ἔχε 〈πάντας Ἀχαιούσ〉: ἐν βραχεῖ τὴν | |
διάθεσιν τῶν θεατῶν παρέστησεν. T | |||
23.817 | ex. | {τρὶς δὲ σχεδὸν} ὡρμήθησαν: ὠρέχθη〈σαν〉 ἀντὶ τοῦ ἐ‐ πάταξαν. T | |
23818-9a1 | ex. | 〈Αἴας μὲν ...〉 κατ’ ἀσπίδα 〈... / νύξ’, οὐδὲ χρό’ ἵκανεν〉: ἁπλοϊκώτερον· ὁ δὲ κακοτεχνῶν ἐπὶ τὸν αὐχένα (cf. Ψ 820—1). τινὲς δὲ τὴν ὁπλομαχίαν Διομήδη εὑρεῖν φασιν. T | |
23818-9a2 | οὗτος ἁπλοϊκώτερον ποιεῖ καὶ γενναιότερον. ὁ δὲ Διο‐ μήδης κακοτέχνως καὶ φθονερῶς τὸν b(BCE3) αὐχένα τηρεῖ. b(BCE3E4) | ||
23821a1 | ex. | 〈αἰὲν〉 ἐπ’ αὐχένι κῦρε: κῦρε ἐτύγχανε· διὸ δὴ καὶ „περιδείσαντες Ἀχαιοί 〈/ παυσαμένουσ〉 ἐκέλευσαν“ (Ψ 822—3). ἢ ὅτι οἱ κρείττους ἡττῶνται. ἢ ἐπεὶ κέκμηκε τῇ ἐπὶ νηυσὶ μάχῃ, Διομήδης δὲ ἀναπέπαυται. T | |
23821a2 | ἀεὶ ἐπὶ τῷ αὐχένι ἐτύγχανε· διὸ καὶ δειδίασιν. ἐνταῦθα δὲ ὁ ποιητὴς τοὺς ἀρίστους ἡσσᾷ τοῖς ἐλάττοσιν, Εὔμηλον Διομήδει (cf. Ψ 536) καὶ Αἴαντα Ὀδυσσεῖ (cf. Ψ 725—32) καὶ Ἀντίλοχον (cf. Ψ 778—92). b(BCE3) | ||
5 | D | αἰὲν ἐπ’ αὐχένι κῦρε: ἱστόρηται ὅτι—ἄτρωτος ἐγένετο. A | |
23.822 | Ariston. | καὶ τότε δή ῥ’ Αἴαντι 〈περιδδείσαντες Ἀχαιοί〉: ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων (cf. Ξ 406) φαίνεται καθ’ Ὅμηρον μὴ ὢν ἄτρωτος ὁ Αἴας. A | |
23823a1 | ex. | παυσαμένους ἐκέλευσαν: ἀνδρῶν ἀγαθῶν σωτηρίαν | |
ἐπίπροσθεν τίθενται τῆς ἰδίας ἡδονῆς. T | |||
23823a2 | τῶν γὰρ ἀγαθῶν ἐν πολέμῳ ἀνδρῶν ἐπιμελόμενοι τὴν οἰκείαν ἡδονὴν τῆς ἐκείνων οὐ προκρίνουσι σωτηρίας. b(BCE3E4) | ||
23824-5a1 | Ariston. | Did. | αὐτὰρ Τυδεΐδῃ δῶκεν〈—τελαμῶνι〉: ἠθέ‐ τηνται· συλλύσεως γὰρ γεγενημένης ἔδει κοινῇ διελέσθαι τὰ ἔπαθλα· καὶ γὰρ προείρηται „ἀέθλια ἶς’ ἀνελέσθαι“ (Ψ 823). | προηθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει. A | |
23824-5a2 | Did. | ἄλλως· {αὐτὰρ τυδείδῃ δῶκεν:} καὶ Ἀριστοφάνης προ‐ ηθέτει τοὺς δύο. T | |
23824-5b | ex. | αὐτὰρ Τυδείδῃ δῶκεν〈—τελαμῶνι〉: ἀθετεῖ Ἀρίσταρχος, ἄτοπόν τέ φησιν ἰώμενον τὴν ἔχθραν Διομήδους ἑτέραν αἴρειν πρὸς Αἴαντα στάσιν· ἄλλως τε εἶπεν „ὁππότερός κε φθῇσιν 〈ὀρεξάμενος χρόα καλόν〉“ (Ψ 805), ὁ δὲ οὐκ ἔτρωσεν. οἱ δέ, διαλυσα‐ | |
5 | μένων αὐτῶν ἴδια Ἀχιλλέως γενέσθαι τὰ ὅπλα, ὥσπερ ἐπὶ τῆς πάλης· ἐπειδὴ οὖν ἐκεῖσε (cf. Ψ 736) ἐδωρήσατο Αἴαντι, νῦν Διομήδει. T | ||
23824-5c | ex. (rec.) | 〈αὐτὰρ Τυδείδῃ—τελαμῶνι:〉 διὰ τί προκρίνει Αἴαντος; διὰ τὴν στάσιν· θρασὺς γὰρ ὢν οὐκ ἂν ἠνέσχετο, ἢ καὶ ἔτι πολεμῆσαι ἠθέλησεν. b(BCE3E4) | |
23.825 | ex. | ἐϋτμήτῳ τελαμῶνι: „ἐϋκμήτῳ“, T εὖ κατασκευα‐ σθέντι· οὐκ ἦσαν γὰρ δερμάτινοι παρὰ τοῖς παλαιοῖς. b(BCE3)T | |
23826a1 | ex. | θῆκεν σόλον: ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, καὶ τοῖς δισκεύουσι τὸν σόλον· διὸ οὐδὲ δευτερεῖα τίθησιν· οὐ γὰρ ἦν αὐτὸν διαιρεῖν. ἢ ὡς καταφρονητοῦ ἀσκήματος καὶ μὴ ἔχοντος ἐνάρετον ἐπίδειξιν. T | |
23826a2 | ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, οὕτω καὶ τοῖς δισκεύουσι | ||
τὸν δίσκον τίθησι. διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα; ὅτι μὴ μέγα ἦν τὸ κατόρθωμα, ἀλλὰ καὶ μεμπτὸς ὁ ἀπολειπόμενος. b(BCE3E4) ὁ δὲ νικήσας εἶχε τὸν σόλον. b(BE3E4) | |||
23826b | Ariston. | D | σόλον: σημειοῦνταί τινες ὅτι σόλον τὸν δίσκον εἶπεν. | διαφέρει σόλος καὶ δίσκος, ὅτι ὁ μὲν δίσκος πλατύς ἐστι καὶ κυ‐ κλοτερής, ὁ δὲ σόλος στρογγύλος καὶ σφαιροειδής. A | |
23826c | ex. | σόλον: παρὰ τὸ ὅλον σεύεσθαι. b(BCE3E4)T ἔστι δὲ χαλκοῦς· ὁ γὰρ σίδηρος οὐ χωνεύεται· καὶ ὅταν εἴπῃ· „〈οὐ μὲν γάρ οἱ〉 ἀτεμβόμενός 〈γε〉 σιδήρου / ποιμὴν οὐδ’ ἀροτὴρ 〈εἶς’ ἐς πόλιν, ἀλλὰ παρέξει〉“ (Ψ 834—5), σημαίνει ὡς ἀλλάξει τοῦ χαλκοῦ | |
5 | τὸν σίδηρον. ὁ δὲ δίσκος λίθος ἦν κυκλοτερής, μεσόθεν ὀπὴν ἔχων, ἐξ ἧς ἐχάλων καλώδιον πρὸς τὸ μετεωρίζοντας ὀλίγον ῥίπτειν αὐτόν. καὶ ἐν Ὀδυσσείᾳ (sc. θ 190)· „βόμβησεν δὲ λίθοσ“. b(BE3 | ||
E4)T | |||
23826d1 | ex. (D) | 〈αὐτοχόωνον:〉 εἰκῇ κεχωνευμένον. Til | |
23826d2 | καὶ αὐτοχόωνος ὁ καθ’ ἑαυτὸν κεχωνευμένος καὶ μηδὲν ἔχων ἐπείσακτον. b(BCE3E4) | ||
23.829 | ex. | τὸν δ’ ἄγετ’ ἐν νήεσ〈σ〉ι: τὰ ἐπὶ νεὼς φερόμενα ἄγεσθαί φησιν. φιλόκαλος δὲ Ἠετίων, ὃ ζῆλον τῶν κτημάτων 〈ἐν〉έβαλεν Ἀχιλλεῖ. T | |
23833-4 | ex. | 〈ἕξει μιν καὶ πέντε〉 περιπλομένους ἐνιαυτούς 〈/ χρεώμενοσ〉: οὐ σταθμῷ τὸ βάρος ἐνέφηνεν, ἀλλὰ χρήσει πολυ‐ χρονίῳ. b(BCE3E4)T | |
23834-5 | ex. | ἀτεμβόμενός γε σιδήρου / ποιμήν: ποιμὴν δεῖται σιδήρου πρὸς τὸ χειμῶνος κόπτειν θαλλοὺς καὶ ἀκάνθας εἰς φραγμοὺς | |
b(BCE3E4)T καὶ ξύλα πρὸς κλισιῶν κατασκευήν. b(BCE3)T | |||
23.834 | ex. | {ἄλλως·} ἀτεμβόμενός 〈γε σιδήρου〉: στερόμενος. εἰ δὲ μὴ καταδεχόμεθα τὸν σόλον χαλκοῦν εἶναι ἀλλὰ σιδηροῦν, ἔσται τὸ „αὐτοχόωνον“ (Ψ 826) καταχρηστικῶς τὸν εἰκῇ γεγονότα. T | |
23838a1 | ex. | ἂν δ’ Αἴας 〈Τελαμωνιάδησ〉: δῆλον οὖν ὡς ἐπ’ ἴσης ἐν τοῖς ἄλλοις (cf. Ψ 736 et 813) διελύθη ὁ Αἴας. ἢ ἐνδεικνύμενος τὴν ἐν ἄλλοις ἄσκησιν. ἢ ἰάσασθαι θέλων τὰ φθάσαντα. T | |
23838a2 | ἰάσασθαι θέλων τὰ φθάσαντα καὶ δεῖξαι ὡς πάντα ἤσκη‐ ται, τούτῳ ἐπιχειρεῖ. οὐ τυγχάνει δὲ τὸ τέλειον τῷ ἤδη προκεκμη‐ κέναι. b(BCE3E4) | ||
23840a1 | ex. | 〈ἧκε δὲ δινήσας·〉 γέλασαν δ’ ἐπὶ πάντες Ἀχαι‐ οί: τοῦτο θέλει εἰπεῖν ὅτι καταγελάστως ἔρριψεν ἐπ’ ὀλίγον βαλών, ἢ εὐχερῶς τὴν χεῖρα σχηματίσας, ἢ μὴ διαστήσας τὼ πόδε. T | |
23840a2 | βούλεται εἰπεῖν ὅτι καταγέλαστος ἐγένετο ἐπ’ ὀλίγον βαλών. ἢ ὅτι εὐχερῶς ἧκεν αὐτὸν καὶ χαίροντες γελῶσιν. b(BCE3E4) | ||
23843a | Ariston. | χειρὸς ἀπὸ στιβαρῆς 〈καὶ ὑπέρβαλε σήματα πάν‐ των〉: ἀθετεῖται, ὅτι δυεῖν προδεδισκευκότων ἔδει εἰπεῖν ἀμφοτέρων. μετενήνεκται δὲ ἐκ τῆς Ὀδυσσείας (cf. θ 192)· καὶ ἐκεῖ εὐλόγως ἔστιν „ὑπέρβαλε σήματα πάντων“· πλείονες γὰρ δισκεύουσιν. A | |
23843b | ex. | 〈χειρὸς ἀπὸ στιβαρῆσ〉 καὶ ὑπέρβαλε σήματα πάντων: μετενήνεκται ὁ στίχος ἀπὸ τῆς Φαιακίας (cf. θ 192)· γελοῖον γὰρ τὸ πάντων ἐπὶ δύο. ἀλλὰ 〈προ〉φέρουσι τὸ „εἰσέλθετε, μηδ’ ἅμα πάντεσ“ (φ 230)· ἀλλὰ καὶ ἑαυτὸν Ὀδυσσεὺς καταριθμεῖ· | |
5 | „πρῶτος ἐγώ, μετὰ δ’ ὔμμεσ“ (φ 231). T | ||
23843c | ex. (rec.?) | πάντων: ἐπὶ δύο ἢ τριῶν. T | |
23844-7 | Nic. | ἀλλ’ ὅτε δὴ σόλον εἷλε〈—ὑπέρβαλε〉: ὑπο‐ στικτέον Πολυποίτης (844), ἀνήρ (845), ἀγελαίας (846)· τῇ γὰρ προτέρᾳ προτάσει ἑτέρα ἐπενήνεκται. A | |
23845a | Ariston. | καλαύροπα: ὅτι ἅπαξ καλαύροπα. σημαίνει δὲ τὸ ῥόπαλον, ἀπὸ τοῦ κάλου καὶ τοῦ ῥέπειν. A | |
23845b | ex. | καλαύροπα: ῥέπω ῥέψω ῥὲψ ῥὸψ καὶ καλαῦροψ. b(BC E3E4)T | |
23845c | ex. | ex. (Ariston.) | ἄλλως· καλαύροπα: ῥάβδον καλὴν ῥοπὴν ἔχουσαν. βάλ‐ λουσι δὲ αὐτήν, ὅτε συνενωθείσας βούλονται διακρῖναι τὰς βοῦς. ἔχει δὲ ἐν τῷ κάτω μέρει δεσμόν, εἰς ὃν εἴρουσι τὴν χεῖρα. b(BCE3E4) T καὶ Ἀντίμαχος (fr. 91 W.)· „πάντες δ’ ἐν χείρεσσι καλαύροπας | |
5 | οὐατοέσσασ“. | τῶν δὲ ἅπαξ εἰρημένων ἡ λέξις. b(BE3E4)T | ||
23.846 | ex. | πέτεται διὰ βοῦς: διὰ βοῶν, ὡς „διά τ’ ἔντεα“ (Ψ 806). | |
b(BCE3)T | |||
23850a | ex. | 〈αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον:〉 ὡς τοῖς δισκεύουσι τὸν σόλον (cf. Ψ 826). T | |
23850b | Ariston. | ἰόεντα σίδηρον: ὅτι τινὲς ἰόεντα τὸν μέλανα, ὡς „ἰοειδέα πόντον“ (Λ 298. λ 107). βέλτιον δὲ τὸν εἰς ἰοὺς εὐθετοῦντα· οἰκεῖον γὰρ τὸ ἔπαθλον τοξόταις. A | |
23850c | ex. | ἰόεντα σίδηρον: μέλανα, ὡς „ἰοειδέα πόντον“ (Λ 298. λ 107). οἱ δὲ εἰς βελῶν ἐργασίαν ἐπιτήδειον, ἐξ οὗ τὸν καθαρόν· ἡ γὰρ εἰς λεπτὰ κατασκευὴ καθαροῦ δεῖται σιδήρου. b(BCE3)T | |
23851a | Ariston. | κὰδ δ’ ἐτίθει 〈δέκα μὲν πελέκεας, δέκα δ’ ἡμιπέλεκ‐ κα〉: ὅτι καὶ ἐν Ὀδυσσείᾳ (cf. τ 572—81. φ 75—6. 120—3) ὁ αὐτὸς τρόπος· πελέκεις γὰρ τίθησι, δι’ ὧν παρακελεύει τοξεύειν τοὺς μνη‐ στῆρας. καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔπαθλον γίνεται. A | |
23851b | ex. | πελέκεας: διστόμους πελέκεις, b(BCE3)T δίχα τῶν στελεῶν. b(BCE3E4)T οἱ δὲ T ὄνομα σταθμοῦ TTil ἑ‐ ξάμνου παρὰ τοῖς Βοιωτοῖς οὕτω λεγόμενον. οἱ δὲ κατά τινας τά‐ λαντον σιδήρου, κατὰ δὲ ἐνίους ἑκατὸν μνᾶς. οἱ δέ, ἃ τιθέντες δι’ | |
5 | αὐτῶν ἐτόξευον. καὶ ἔστι χαρίεν· ὡς γὰρ τοῖς μονομάχοις ἆθλον | ||
τέθεικε πανοπλίαν καὶ τοῖς δισκεύουσιν αὐτὸν τὸν δίσκον, οὕτως τοῖς τοξεύουσι πελέκεας, οἷς εἰώθασι χρῆσθαι. δύο δὲ τίθησι διὰ τὸ μὴ εἶναι πολλοὺς ἀρίστους τοξότας τοῖς Ἀχαιοῖς. T | |||
D | πελέκεας: ἀξίνας διστόμους—ἐμβάλλεται αὐτοῖς ἡ | ||
10 | στελεά. A | ||
23851c | ex. | ἡμιπέλεκ〈κ〉α: μονοστόμους πελέκεις. b(BCE3)T | |
23854a | ex. | μηρίνθῳ: τῇ σπάρτῳ· παρὰ τὸ μηρύεσθαι. T | |
23854b1 | Did. | δῆσεν ποδός: ἧς ἄρ’ ἀνώγει: γράφεται καὶ „ὣς γὰρ ἀνώγει“. κατ’ ἔνια δὲ „δῆσεν πόδα“. A | |
23854b2 | {ὣς ἀνώγει:} „ἧς γάρ“ καὶ „ὣς γάρ“ διχῶς. ἔνιοι δὲ „δῆσεν πόδα“. T | ||
23854b3 | ἐν ἄλλῳ „ἧς γὰρ ἀνώγει“. Aim | ||
23855a | Ariston. | τοξεύειν· „ὃς μέν κε 〈βάλῃ τρήρωνα πέλειαν—“〉: ὅτι ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετῆλθεν οὕτως· ὁ γὰρ Ἀχιλλεὺς τοῦτο λέγει ὃς μέν κε βάλῃ—. A | |
23855b | ex. | 〈τοξεύειν·〉 „ὃς μέν κε βάλῃ〈—πέλειαν—“〉: λείπει τὸ τάδε λέγων. εἴωθε δὲ μεταβαίνειν ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. b(BCE3E4)T ἔστι δὲ δυσχερέστερον τὸ τῆς περιστερᾶς· τοῦ ἑνὸς γὰρ δέδεται ποδὸς καὶ πτερυσσομένη δυσχερής | |
5 | ἐστι πρὸς τὴν βολήν. b(BE3E4)T | ||
23.856 | Did. (?) | 〈οἶκον δέ:〉 ἐν ἄλλῳ „κλισίην δέ {φερέσθω}“. Aim | |
23857a | Ariston. | ὃς δέ κε μηρίνθοιο 〈τύχῃ ὄρνιθος ἁμαρτών:〉 ὅτι βέλτιον ἦν τοῦτο μὴ προλέγεσθαι ὑπὸ Ἀχιλλέως ὥσπερ προ‐ γινώσκοντος τὸ ἀπὸ τύχης συμβησόμενον. A | |
23857b | ex. (Ariston.) | 〈ὃς δέ κε—ἁμαρτών〉: ἔδει {δὲ} μὴ προειπεῖν περὶ τῆς μηρίνθου, ἀλλ’ ὕστερον ὡς ἐναγώνιον συμβεβηκὸς εἰπεῖν. T | |
D | μηρίνθοιο τύχῃ: καὶ μὴν τοῦτο—μενούσης. A | ||
23858a | ex. | ἥσσων γὰρ δὴ κεῖνος: τοῦτο μεταξὺ κείμενον ἦθος ἔχει. T | |
23858b1 | Hrd. | ὁ δ’ οἴσεται ἡμιπέλεκκα: δύο μέρη ἐστὶ λόγου, ὁ καὶ δέ· διὸ βαρυτονητέον· οὐ γὰρ δείκνυσιν ἤδη τὸν οἴσοντα τὰ ἡμιπέ‐ λεκ〈κ〉α, ἀλλὰ κατ’ ἀναφορὰν ἀποφαίνεται. A | |
23858b2 | ὁ δ’ οἴσεται: δύο μέρη λόγου τὸ ὁ δέ, ἵν’ ᾖ ‘οἴσεται δέ‘, ὡς „ἡ δὲ χιτῶν’ ἐνδῦσα“ (Ε 736. Θ 387) ‘ἐνδῦσα δέ‘. T | ||
23.859 | ex. | 〈ὦρτο δ’ ἔπειτα〉 βίη Τεύκροιο: καὶ πῶς φησιν Ὀδυσ‐ σεύς· „οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ“ (θ 219); καυχᾶται δέ, ὡς τὸ „δουρὶ δ’ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ“ (θ 229). b(BCE3E4)T | |
23.861 | ex. | κλήρους δ’ ἐν κυνέῃ〈—πάλλον ἑλόντεσ〉: ἴσως γὰρ ὁ πρῶτος φθάσας βαλεῖ τὸν ὄρνιν καὶ νικήσει. b(BCE3E4)T | |
23.862 | ex. | {τεῦκρος δὲ} πρῶτος: ἔδει πρότερος. T | |
23863a1 | ex. | ἐπικρατέως: ἰσχυρῶς ὥστε κρατῆσαι. T | |
23863a2 | ἰσχυρῶς καὶ δυνάμει πολλῇ, πρὸς τὸ ἐπιτυχεῖν. b(BCE3 | ||
E4) | |||
23863b1 | Ariston. | 〈οὐδ’ ἠπείλησεν ἄνακτι:〉 ὅτι νῦν ἠπείλησεν ἀντὶ τοῦ ηὔξατο. Aim | |
23863b2 | ex. (Ariston.) | οὐδ’ ηὔξατο. b(BCE3)T | |
23.865 | ex. | μέγηρε γάρ 〈οἱ τό γ’〉 Ἀπόλλων: ἐπὶ εὐσέβειαν τοῦτο προτρέπει. b(BCE3E4)T | |
23.866 | Nic. | 〈τῇ δέδετ’ ὄρνις:〉 ἑκατέρωσε δύνανται προσδίδοσθαι. Aim | |
23.868 | ex. | ἡ μὲν ἔπειτ’ ἤϊξε πρὸς οὐρανόν: ἄνωθεν καὶ κάτωθεν (cf. Υ 863) ἐκίνησε τὴν ἐνέργειαν. T | |
23870-1a1 | Did. | σπερχόμενος δ’ ἄρα 〈Μηριόνης ἐξείρυσε χει‐ ρός / τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν〉: ἐν τῇ Μασσαλιωτικῇ „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐπεθήκατ’ ὀϊστόν / τόξῳ· ἐν γὰρ χερσὶν ἔχε〈ν〉 πάλαι, ὡς ἴθυνεν“. ἐν δὲ τῇ κατὰ Ἀντί‐ | |
5 | μαχον (fr. 139 W.) οὕτως· „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείλετο τόξον / χερσίν“. ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγό‐ μενον βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν δίσκον. τὸ δὲ ἀτὰρ 〈δὴ〉 ὀϊστὸν ἔχεν πάλαι (871) ἐπὶ τοῦ Μηριό‐ | ||
10 | νου ἀκουστέον. A | ||
23870-1a2 | ἐπειγόμενος ἀπέσπασε τῆς χειρὸς τοῦ Τεύκρου τὸ τόξον· ἑνὶ γὰρ ἠγωνίζοντο τόξῳ ὡς ἑνὶ δίσκῳ· ὀϊστὸν (cf. 871) γάρ, ἐξ ὅτου ἐκεῖνος ἴθυνεν ἐπὶ τὸν σκοπόν, καὶ οὗτος εἶχεν· b(BCE3E4) T οὕτως Ἀρίσταρχος. ἡ δὲ Μασσαλιωτικὴ οὕτω· „σπερχόμενος | ||
5 | δ’ ἄρα Μηριόνης ἐπεθήκατ’ ὀϊστόν / τόξῳ· ἐν γὰρ χερσὶν ἔχεν πάλαι, ὡς ἴθυνεν“. Ἀντίμαχος δὲ „σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείρυσε Τεύκρου / τόξον· χερσὶ δ’ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν“. T | ||
23.870 | Ariston. | σπερχόμενος δ’ ἄρα 〈Μηριόνης ἐξείρυσε χειρόσ〉: ὅτι ἑνὶ τόξῳ ἐχρῶντο οἱ τοξόται· διὸ ταχέως ἀφαιρεῖται ὁ Μηριόνης τοῦ Τεύκρου τὸ τόξον. A | |
23.871 | ex. | ὀϊστὸν ἔχεν: ἐν ὅσῳ ἐκεῖνος ἐτόξευεν, καὶ οὗτος κατεῖχε τὸν ὀϊστόν. T | |
23.872 | Ariston. | 〈ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι:〉 ὅτι πάλιν ἀντὶ | |
τοῦ ηὔξατο. Aim | |||
23.876 | ex. | ἀντικρὺ δὲ διῆλθε 〈βέλοσ〉: τὰ πάντα θεματικῶς εἶπεν. T | |
23.877 | ex. | πρόσθεν Μηριόναο 〈πάγη ποδόσ〉: τὸ εὔστοχον ἐδή‐ λωσε τῆς βολῆς, δι’ οὗ 〈φησι〉 ‘πρόσθε τοῦ βαλόντος ἠνέχθη τὸ βέλοσ‘. b(BCE3E4)T | |
23879a1 | Did. | λίασθεν: οὕτως Ἀρίσταρχος AT διὰ τῶν δύο σς. A ἡ δὲ Μασσαλιωτικὴ „λιάσθη“. AT | |
23879a2 | Ἀρίσταρχος „λίασ〈σ〉εν“. Aint | ||
23879b | ex. | λιάσθη: ἀπέκλινεν, ὡς „ὁ δὲ νόσφι λιασθείσ“ (Λ 80). T | |
23879c | ex. (rec. |) | 〈λίασθεν:〉 ἀπεκλίθησαν, τὴν ἰδίαν ἁρμονίαν ἀφέντα. b(BCE3E4) | |
23.880 | Ariston. | 〈ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο:〉 ὅτι ἀντὶ τοῦ ὠκέως, ὅ ἔστιν εὐθέως. Aint | |
23880-2a1 | ex. (Ariston.) | ex. | ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο〈—ἄ‐ ειρε〉: ὠκὺς (880) ἀντὶ τοῦ ταχέως. | ἐπειδὴ ἐν τῇ ποιήσει πολλὰ κεχάρισται Τεύκρῳ, νῦν τοῦτο πορίζεται Μηριόνῃ. T | |
23880-2a2 | ex. (Ariston.) | | ἀντὶ τοῦ ταχέως· | ἢ ἐπιδὴ πνεῦμά ἐστι. | πολλὰ δὲ ἐν | |
rec. | ex. | τῇ ποιήσει κατορθώματα Τεύκρῳ περιάψας, νῦν τοῦτο Μηριόνῃ διὰ τὸ πιθανὸν πορίζεται. b(BCE3E4) | ||
23.882 | Ariston. | 〈ἂν δ’ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε:〉 | |
ὅτι παρέλκει τὸ πάντας. Aint | |||
23.885 | ex. | ἀνθεμόεντα: ἀναθεματιαῖον. ἢ ποικίλον, ἀπὸ τῶν ἐντετο‐ ρευμένων ἀνθῶν, ἅπερ ἄνθεμα καλοῦσι· b(BCE3E4)T καὶ Πίν‐ δαρος (Ol. 2, 72)· „ἄνθεμα δὲ χρυσοῦ“. T | |
23886a | Ariston. | Hrd. | καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν: ὅτι ἥμονες οἱ ἀκοντι‐ σταί, ἀπὸ τοῦ ἱέναι. τινὲς δὲ ἀνέγνωσαν „ῥήμονεσ“, οἰόμενοι τοὺς ῥήτορας. οὐκ ἔστι δὲ λογι〈στι〉κὸς ὁ ἀγών. | τὸ δὲ ἥμονες δασυν‐ τέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ λέξις· „ἥσω γὰρ | |
5 | καὶ ἐγώ“ (Ρ 515). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον· „καὶ ἥμασιν ἔπλευ ἄριστοσ“ (Ψ 891). A | ||
23886b | ex. (Ariston. | ῥ’ ἥμονες: τινὲς „ῥήμονεσ“. ἀλλὰ εἶπεν „καὶ ἥμασιν | |
+ Hrd.) | ἔπλευ ἄριστοσ“ (Ψ 891). ἔστιν οὖν παρὰ τὸ ἥσω· διὸ καὶ δασύνεται. b(B, C [bis], E3E4)T | ||
23886c | ex. | ἥμονες ἄνδρες: ὡς οἱ δισκευταί, „οὔτις 〈...〉 ὑπερ‐ | |
ήσει“ (θ 198), „δουρὶ δ’ ὑπε〈ι〉ρέβαλον Φυλῆά τε“ (Ψ 637). T | |||
23.887 | ex. | 〈ἂν μὲν ἄρ’ Ἀτρείδης—Ἀγαμέμνων:〉 καλῶς {δὲ} τοῦτο ἀγωνίζεται Ἀγαμέμνων, b(BCE3E4)T ἔνθα μὴ ἤμελλε γυμνωθῆναι τῆς βασιλικῆς στολῆς, T καὶ χρεωστῶν τῷ θανόντι (τιμὴν γὰρ ἀρνύμενος Μενελάῳ ἀπώλετο) καὶ ἀνακτώμενος | |
5 | Ἀχιλλέα. πανταχοῦ δὲ εὔστοχός ἐστιν ἀκοντιστής (cf. Γ 179. Λ 91—266). b(BCE3E4)T | ||
23.891 | Ariston. | Hrd. | ἥμασιν: ὅτι ὁμοίως ἀκοντίσμασι. | καὶ δασυντέον πάλιν. A | |
23.892 | ex. | τόδ’ ἄεθλον ἔχων: ὡς βασιλέα ἀκονιτὶ στεφανοῖ, καὶ οὐ πρότερον, εἰ μὴ ἐκέλευσεν ὁ βασιλεύς. b(BCE3)T | |
23.897 | ex. | Ταλθυβίῳ 〈κήρυκι〉 δίδου 〈περικαλλὲς ἄεθλον〉: δηλονότι ἐπὶ τῷ ἀπαγαγεῖν εἰς τὴν βασιλικὴν σκηνήν. b(BE3E4)T | |
23postscr | Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας | ||
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς. A | |||
24,pap13t | Pap. XIII (ad Ω 729) | ||
24,pap13729 | 〈ἧ γὰρ ὄλωλας ἐπίσκοπος:〉 [..........(.)] τὸν | ||
Ἕκτορ[α.......]... πρεσβεύειν νῦν σημ[μαίνει [.........]ε̣λ̣ειτις καὶ ἐπι[......] ὡς Φιλίας ἐν τ(ῶι) α τῶν ἐπ[......] | |||
5 | [...........].λέψαντι λέγει [.....], ὥς φησιν Βάτων ἐν τ(ῆι) πρώτηι | ||
Χρε̣[ί]α̣ι. | |||
241a1 | Hrd. | λῦτο {δ’ ἀγών}: εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν εἰς μι, ὥσπερ ἤδη ἐπίσταται λέγων „νῦν δὲ λύμην τρὶς τόσα πορών“ (Φ 80) καὶ „τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα“ (υ 92 + δ 703 vel ψ 205), ἔκτασις ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν | |
5 | τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι, ὥσπερ ἐπὶ τοῦ „ἰχθύεσ“ (Φ 22. 203 al.) ἰχθῦς, μύες μῦς, „ῥύεσθαι“ (Υ 195) ῥῦσθαι· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε“ (Ο 141). ἢ ἀπὸ τοῦ „λέλυτο“ (cf. ς 238) λῦτο ὡς „βέβλητο“ (μ 423) „βλῆ‐ το“ (Δ 518. Π 570 al.). A | ||
241a2 | εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς μι ὥσπερ ἤδη ἐπίσταται λέγων „νῦν δ’ ἐλύμην“ καὶ „†ἐκ τῆς οὔσης† λύτο γούνατα“, ἔκτασις ἂν εἴη. εἰ δὲ παρατατικός, κρᾶσις, ἐλύετο λῦτο, ὡς τὸ „ῥύεσθαι“ ῥῦσθαι· „πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον | ||
5 | τε“. b(BCE3E4)T ἢ ἀπὸ τοῦ λέλυτο λῦτο ὡς „βέβλητο“ „βλῆτο“. b(BE3E4)T | ||
241b | ex. | ἀγών: ἢ τὸ πλῆθος, „θεῖον δύσονται ἀγῶνα“ (Η 298. Σ | |
376). ἢ αὐταὶ αἱ διαγωνίσεις. παρὰ δὲ Βοιωτοῖς ἀγὼν ἡ ἀγορά· b(BCE3E4)T καὶ τὸν ἀγορανόμον ἀγωνάρχην καλοῦσι· T καὶ „ἀγωνίους θεοὺσ“ Αἰσχύλος (Ag. 513) τοὺς ἀγοραίους· b(BCE3 | |||
5 | E4)T καὶ Ἡσίοδος (th. 91)· „ἐρχόμενον δ’ ἀν’ ἀγῶνα“. T ἀγὼν δὲ ὁ κυκλοτερὴς καὶ γωνίαν οὐκ ἔχων τόπος. b(BE3E4)T οἱ δὲ ἀπὸ τοῦ Πέλοπος ἡνιόχου Ἀγῶνος. οἱ δὲ ἀπὸ τοῦ συν‐ άγεσθαι. T οἱ δὲ ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών, ὡς ἀείδω ἀηδών. b(BE3E4)T | ||
241-2 | ex. | λαοὶ δὲ θοὰς ἐπὶ νῆας 〈ἕκαστοι /ἐσκίδναντ’ ἰέναι〉: τὸ ἑξῆς: ἕκαστοι δὲ τῶν λαῶν ἐσκίδναντο, ὥστε ἐπὶ τὰς ναῦς ἰέναι. T | |
242a | ex. | δόρποιο μέδοντο: προενοοῦντο ἢ ἐφρόντιζον. b(BE3) T | |
242b | ex. | ἄλλως· δόρποιο: δόρπον 〈δαύερπον〉, μεθ’ ὃ ἐπὶ τὸ δαύ‐ ειν ἕρπομεν, ὅ ἐστι κοιμᾶσθαι ἐπὶ δορῶν. ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς πόνους. ἢ δόροπόν τι ὄν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων. b(BCE3 | |
E4)T | |||
24.3 | ex. | ὕπνου〈—〉ταρπήμεναι: τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ δὲ τὸ „μέδοντο“ (Ω 2). b(BCE3E4)T λεληθότως δὲ δεδήλωκεν ὅτι μέχρις ἑσπέρας παρέτεινεν ὁ ἀγών. b(BE3E4)T | |
243-4 | ex. | αὐτὰρ Ἀχιλλεύς / κλαῖε〈—μεμνημένοσ〉: ἐπει‐ δὴ ἀπὸ τῆς ἀνέσεως τοῦ ἀγῶνος ἐν ἄλλῃ καταστάσει πεποίηκε τὸν ἀκροατὴν ὥσθ’ ὑπονοεῖν, μὴ καὶ ἀφῆκεν ἐκ τῆς ψυχῆς τὴν ἀνίαν ὁ Ἀχιλλεύς, πάλιν ἐπὶ τὸ συνεκτικὸν μεταβαίνει πρόσωπον· μονωθεὶς | |
5 | γὰρ πάλιν ὑπὸ τῆς λύπης κρατεῖται. b(BCE3E4)T | ||
244-5 | ex. | 〈οὐδέ μιν ὕπνος /〉 ᾕρει πανδαμάτωρ: ᾕρει μέν, οὐχ ὁλοτελῶς δὲ διὰ τὸ πένθος. ἢ καὶ πάντας δαμάζων αὐτὸν οὐχ ᾕρει, ὥστε ἀνωτέρω (sc. Ψ 62—101) τὸ αἴτιον τοῦ ὕπνου ὁ κόπος ἦν. b(BCE3E4)T | |
24.5 | ex. | πανδαμάτωρ: ὁ μηδένα ἐῶν ἀδάμαστον. b(BE3E4) Σι‐ μωνίδης (fr. 96 [= P.M.G. 601] P.) δὲ „δαμασίφωτα“ τὸν ὕπνον καλεῖ. b(BE3E4)T | |
246-9a1 | Ariston. | Did. | Πατρόκλου ποθέων (6) ἕως 〈τοῦ〉 τῶν μιμνησκό‐ μενος (9): ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι εὐτελεῖς εἰσιν, ἀρθέντων δὲ αὐτῶν καὶ ἐμφαντικώτερον δηλοῦται ἡ τοῦ Ἀχιλλέως λύπη· „ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα“ (Ω 5), „ἄλλοτ’ ἐπὶ πλευράσ“ (Ω 10). καὶ | |
5 | τοῖς αὐτοῖς καταχρᾶται, ἀνδροτῆτα, μένος (6)· οὐδὲν γὰρ διαφέρει. | ||
καὶ οὐδέποτε ἀνδροτῆτα (6) εἴρηκε τὴν ἀνδρείαν, ἀλλ’ ἠνορέαν. ἔχει δὲ καί τι δυσεξέλικτον, τῶν μιμνησκόμενος (9)· καὶ γὰρ ἄνω εἴρηκεν „ἑτάρου μεμνημένοσ“ (Ω 4). | προηθετοῦντο δὲ καὶ παρ’ Ἀριστοφάνει. A | |||
246-9a2 | Did. | ἄλλως· {πατρόκλου ποθέων:} προηθετοῦντο οἱ τέσσαρες καὶ παρὰ Ἀριστοφάνει. T | |
246-9b | ex. | Πατρόκλου ποθέων〈—δάκρυον εἶβεν〉: δεξιῶς ὑπόκειται, τίνα ἦν τὰ ἀναμιμνήσκοντα αὐτὸν πένθους· b(BCE3E4) T οὐ γὰρ ὅτι συνέπαιζεν οὐδ’ ὅτι αὐτὸν ἐκολάκευεν οὐδ’ ὅτι ἡδὺς συμπότης ἦν, ὡς ὁ τοῦ Ἕκτορος („ἐπεί οἱ ἑταῖρος ἔην φίλος, | |
5 | εἰλαπιναστήσ“ [Ρ 577]), ἀλλ’ ὅτι κοινωνὸς ἀρετῆς καὶ γενναίων ἔργων. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους πῶς οὐκ ἐμβρόντητοι, ῥηματίων κακοσχόλως ἐχόμενοι καὶ τοιούτων ἐπῶν κατηγοροῦντες b(BE3E4) T ὅτι ὡς σύγκοιτον ποθεῖ, οὐχ οἷον ἡμιθέων, ἀλλ’ οὐδὲ ἡμιγυναί‐ κων ἄξιον 〈ὄν〉; εἰ γὰρ ὅλως τοῦτο ὑπονοεῖν δεῖ, ἐραστὴς ἂν εἴη | ||
10 | Πάτροκλος ὡς νεωτέρου καὶ περικαλλεστέρου. T ἀθετοῦνται δὲ διὰ ταῦτα· ἀνδροτὴς γάρ ἐστιν ἡ τοῦ ἀνδρὸς φύσις· εἶπε δὲ καὶ μένος ἠΰ (6). καὶ τολύπευσε (7) δ’ οὐκ εὔκαιρον· ἄλλως τε σὺν αὐτῷ οὐχ ὑπέμεινέν τι, αὐτός τε ἐπὶ κουφοτέροις (sc. Τ 315—7) αὐτοῦ μέμνηται· „ἦ ῥά νύ μοί ποτε καὶ σύ, δυσάμμορε“ (Τ 315). | ||
15 | b(BE3E4)T | ||
246-9c | ex. | {καὶ} μένος ἠΰ: προθυμίαν, εὐμένειαν· ποθεῖ οὖν αὐτοῦ ἀρετὴν καὶ εὐμένειαν. T | |
247-8 | Nic. | 〈ἠδ’ ὁπόσα τολύπευσε—πείρων:〉 ταῦτα {δὲ} ἤτοι συναπτέον τοῖς ἄνω, ἵν’ ᾖ κοινὸν τὸ „ποθέων“ (Ω 6), ἢ ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ κύματα πείρων (8). ὁ δὲ λόγος· ‘καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο ἔργα πολεμῶν τε | |
5 | καὶ πλέων, τούτων μιμνησκόμενος ἐδάκρυεν‘ (cf. Ω 7—9). A | ||
247a | ex. | τολύπευσε: εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ ἡ σφαῖρα τῶν ἐρίων. ἔνθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἕν τι κεφαλαι‐ οῦν τολυπεύειν λέγεται. b(BCE3E4)T | |
247b1 | ex. (Did.) | καὶ πάθεν ἄλγεα: αἱ δημώδεια „καὶ πάθεν ἔργα“· „ἐπεί / ῥέζοντά τι καὶ παθεῖν ἔοικεν“ (Pind. N. 4, 31—2). T | |
247b2 | καλῶς δὲ καὶ τὸ πάθεν· „ἐπεὶ †ῥέξοντά τι† καὶ παθεῖν ἔοικεν“. b(BE3E4) | ||
248a | Hrd. | πείρων: Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ι μὴ ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα | |
καὶ „περόωσι“ (δ 709. ζ 272 al.) καὶ „περάα〈ν〉 μέγα λαῖτμα“ (ε 174), δῆλον ὅτι καὶ „πειρῶν“. ὁ μέντοι Ἀρίσταρχος βαρύνων | |||
5 | ἀναγινώσκει, A ὡς „κείρων“ (cf. Φ 204. ω 459). AT φησὶ γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ „παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον“ (β 434)· «τὸ „πεῖρε“ διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων· εἰ γὰρ περι‐ εσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα.» ἔστιν οὖν διττὸν τὸ ῥῆμα, | ||
10 | καὶ τὸ μὲν σὺν τῷ ι βαρυνθήσεται, τὸ δὲ χωρὶς τοῦ ι περισπασθή‐ σεται. A | ||
248b | ex. | πείρων: βαρυτόνως· φησὶ γοῦν „καὶ ἠῶ πεῖρε κέλευθον“ (β 434). b(BCE3E4)T εἰ δὲ καὶ οὗτος ἀθετεῖται, ἄλλο φησίν, „ἄλλα τ’ ἔπειρον“ (γ 33) T καὶ „περὶ δουρὶ πεπαρμένοσ“ (Φ 577). καὶ ὡς σπείρω σπόρος, φθείρω φθόρος, οὕτω πείρω πόρος· | |
5 | „πόρους ἁλὸς ἐξερεείνων“ (μ 259), b(BCE3E4)T „θαλάσσης εὐρυπόροιο“ (Ο 381. δ 432 al.), „Ἀλφειοῖο πόρον“ (Β 592): T καὶ „ἀκροπόρουσ“ (γ 463) τοὺς πείροντας τὰ κρέα τοῖς ἄκροις, b(BE3E4)T καὶ „ὠκύπορος νηῦσ“ (cf. Α 421. Κ 308 al.) ἡ ταχέ‐ ως πορευομένη, „ποντοπόροσ“ (μ 69. ν 95 al.) δὲ ἡ περῶσα. καὶ ὡς | ||
10 | κείρω „κορμόσ“ (cf. ψ 196), T πείρω πορμὸς καὶ „πορθμόσ“ (cf. δ 671. ο 29). b(BE3E4)T | ||
2411a1 | ex. | πρηνής: οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τί γάρ ἐστι τὸ „προ‐ πρηνέα τύψῃ“ (χ 98); T | |
2411a2 | οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τὸ γὰρ „προπρηνέα τύψῃ“ πλείονός ἐστιν ἐμφάσεως. b(BCE3E4) | ||
2411b | ex. | τοτέ: ἀντὶ τοῦ ἄλλοτε. b(BCE3E4)T | |
2412a | ex. | δινεύεσκ’ ἀλύων: περιήρχετο b(BCE3E4)T ἀλώμε‐ νος τὴν ψυχήν, λυπούμενος, b(BCE3)T ἀστατῶν, ἀδημονῶν. b(BCE3E4)T | |
2412b | Hrd. | δινεύεσκ’ ἀλύων: ψιλῶς τὸ ἀλύων. AT δῆλον κἀκ τῆς συναλιφῆς. A | |
2412-3 | ex. | οὐδέ μιν ἠώς / φαινομένη 〈λήθεσκεν〉: ἐμφαίνει ἀδη‐ μονεῖν αὐτὸν ἐπὶ τῷ μήκει τῆς νυκτός, ὡς καὶ ἡ Ἀνδρομέδα (Eur. fr. 114, 1)· „ὦ νὺξ ἱερά“. T | |
24.13 | ex. | ὑπεὶρ ἅλα: τὸν Ὠκεανόν φησιν. T | |
2415a | Ariston. | 〈Ἕκτορα δ’ ἕλκεσθαι:〉 ὅτι περισσὸς ὁ δέ. Aim | |
2415b | ex. (Ariston.) | Ἕκτορα δ’ ἕλκεσθαι: περισσὸς ὁ δέ b(BCE3)T καὶ χωρίς τινος ἐμφάσεως κείμενος· b(BCE3) ὥστε καὶ ἐν τῷ „τοίῃδ’ ἀμφὶ γυναικὶ“ (Γ 157) οὐ δεῖ προπερισπᾶν τὸ τοίῃδε. T | |
24.16 | ex. | τρὶς δ’ ἐρύσας 〈περὶ σῆμα: τρὶσ〉 ἀντὶ τοῦ πολλάκις. b(BCE3E4)T ἔστι δὲ ὡς τὸ „οἱ δὲ τρὶς περὶ νεκρόν“ (Ψ 13). περὶ ἀνατολὰς δὲ εἷλκεν αὐτόν· φησὶ γοῦν „ἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανήῃ“ (Ω 417). T | |
2417a | Ariston. | αὖτις ἐνὶ κλισίῃ 〈παυέσκετο, τὸν δὲ δ’ ἔασκεν〉: ὅτι παρεῖται ἡ ἀνά, καὶ ἔστιν ἀναπαυέσκετο. καὶ ὅτι ὁ δέ πάλιν περισσός· οὐ γάρ ἐστι λέγειν ὅτι ἐδέσμευεν, ἀλλὰ χωρὶς ὁ δέ, εἶτα ἔασκεν ἀντὶ τοῦ εἴα. A | |
2417b1 | ex. | ἐνὶ κλισίῃ παυέσκετο: παυόμενος ἐν τῇ κλισίᾳ ἐγίνετο. ἢ ἀνεπαύετο καὶ ἔκειτο. T | |
2417b2 | rec. (?) | ἀπὸ τῆς ἑαυτοῦ σκηνῆς ἀρχόμενος αὐτὸν ἐρύειν, καὶ πολ‐ λάκις ἐρύων τελευταῖον πάλιν μέχρι τῆς σκηνῆς ἐπαύετο τοῦ ἕλκειν αὐτὸν γενόμενος. b(BCE3E4) | |
2417c | Hrd. | τόνδε δ’ ἔασκεν: ὁμοίως ἀναγνωστέον τὸ τόνδε τῷ „τόνδε δ’ ἐγὼν ἐπιόντα“ (Ε 238) καὶ „τόνδε δ’ ἐγὼ κομιῶ“ (ο 545), λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκτασις ἡ διὰ τοῦ δέ. A | |
2417d | ex. | τόνδε δ’ ἔασκεν: ἕν ἐστι τὸ τόνδε, ὡς „τόνδε δ’ ἐγὼν ἐπὶ νῆα δεδέξομαι“ (cf. Ε 238). τινὲς δὲ „δέασκεν“ ἀντὶ τοῦ ἐδέσμευεν. | |
b(BCE3E4)T | |||
2418a | ex. | {ἐν} κόνι: ὡς „Θέτι“ (Σ 407). T | |
2418b1 | Ariston. | προπρηνέα: ὅτι οὐδὲν πλέον τοῦ „πρηνέα“ (Ζ 307. Ψ 25), ὡς ὅταν λέγῃ „ἀταρτηρόν“ (cf. β 243) τὸν ἀτηρόν. A | |
2418b2 | πλεονάζει ἡ πρό, ὡς „νῆάς τε προπάσασ“ (Β 493). b(BCE3) T | ||
2418-9a1 | ex. | τοῖο δ’ Ἀπόλλων 〈/ πᾶσαν ἀεικείην ἄπεχε χροΐ〉: καλῶς προτρέπει ἡμᾶς †περὶ† τὴν τὼν νεκρῶν ἐπιμέλειαν, εἴγε καὶ ὁ Φοῖβος τοῦτο ποιεῖ. T | |
2418-9a2 | προτρέπει δὲ ἡμᾶς διὰ τούτου πρὸς ἔλεον καὶ ἐπιμέλειαν τῶν νεκρῶν. b(BCE3) | ||
24.19 | ex. | χροΐ: ἀντὶ τοῦ χροός. b(BCE3)T | |
2420-1a1 | Ariston. | καὶ τεθνειότα περ· 〈περὶ δ’ αἰγίδι—ἑλκυ‐ στάζων〉: ἀθετοῦνται· ἀρκεῖ γὰρ τὸ προειρῆσθαι „πᾶσαν ἀεικείην ἄπεχε χροΐ, φῶτ’ ἐλεαίρων“ (Ω 19), τὸ δὲ πῶς μηκέτ’ ἐπεκδιδάσκει〈ν〉, ὅτι ἀπεμφαῖνόν ἐστιν· ἀνίερον γὰρ καὶ ἀκάθαρτον τὴν τοῦ Διὸς | |
5 | αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι. πῶς δὲ καὶ κατείλητο τῇ αἰγίδι ἑλκόμενος, ἵνα μὴ ἀποδρυφῇ; ἢ πῶς ἔλαβε τὴν αἰγίδα παρὰ Διός; οὐ γὰρ συγκατατέθειται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ, ἀλλ’ ὕστερον (sc. Ω 74—6)· ὁ δὲ Ἀπόλλων οὐκ εἶχεν ἐξουσίαν τῆς αἰγίδος. εἰ δὲ ταῦτα ἐγέγραπτο, οὐκ ἂν ἄλλας αἰτίας εἰσέφερε τοῦ 〈μὴ〉 καταδρύ‐ | ||
10 | πτεσθαι. λέγει μέντοι· „ῥοδόεντι 〈δὲ〉 χρῖεν ἐλαίῳ / ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων“ (Ψ 186—7). καὶ περὶ τοῦ Ἀπόλλω‐ | ||
νος ὃν τρόπον „πᾶσαν ἀεικείην ἄπεχε χροΐ“ (Ω 19), λέγει· „τῷ δ’ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων“ (Ψ 188), ἵνα διαμένῃ ἔνικμος καὶ περινίζηται τὴν ἀπὸ τοῦ φόνου ἀκαθαρσίαν, ὥς φησιν | |||
15 | ὁ Ἑρμῆς τῷ Πριάμῳ· „θηοῖό κεν αὐτὸς ἐπελθών, / οἷον ἐερσήεις κεῖται, περὶ δ’ αἷμα νένιπται“ (Ω 418—9). A | ||
2420-1a2 | ἀθετοῦνται οἱ δύο· νέφει γὰρ αὐτὸν σκέπει· „τῷ δ’ ἐπὶ κυάνεον νέφος ἤγαγε“. καὶ αἰγὶς οὐκ ἔστιν αὐτοῦ. b(BCE3E4) | ||
2420-1b1 | Did. | περὶ δ’ αἰγίδι πάντα κάλυπτε / χρυσείῃ: οὕτως „αἰγίδα χρυσείην“ αἱ Ἀριστάρχου· περὶ ὅλον αὐτὸν ἐκάλυπτε τὴν χρυσῆν αἰγίδα. καὶ μήποτε Ὁμηρικώτερον· „τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω / χρύσεον“ (Ξ 343). A | |
2420-1b2 | {αἰγίδι χρυσείῃ:} „αἰγίδα χρυσείην“ κατ’ αἰτιατικήν· καὶ ἔστιν Ὁμηρικώτερον, ὡς τὸ „τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω“ καὶ „τόσσην οἱ ἄσιν καθύπερθε καλύψω“ (Φ 321). T | ||
24.20 | Did. (?) | 〈κάλυπτε:〉 ἐν ἄλλῳ „κάλυψε“. Aim | |
24.23 | ex. | τὸν δ’ ἐλεαίρεσκον: ἀπὸ τούτου ὀκτὼ (sc. Ω 23—30) | |
ἀθετοῦσι καὶ τοὺς μὲν ἑπτὰ (sc. Ω 24—30) οὐκ ἀλόγως. ὁ δὲ πρῶτος ἐμοὶ δοκεῖ δεόντως κεχρῆσθαι ὥστε τὴν συναφὴν εἶναι· τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες / „ἀλλ’ ὅτε δή ῥ’ ἐκ | |||
5 | τοῖο“ (Ω 23. 31): b(BCE3E4)T πιθανὸν γὰρ πάντων μὲν ἅπτεσθαι τὸν ἔλεον, ἄρξασθαι δὲ τῶν λόγων τὸν μᾶλλον κηδόμενον Ἕκτορος. οἱ ἑπτὰ οὖν δεόντως ἀθετοῦνται, ὡς καὶ Ἀρίσταρχός φησιν· τό τε γὰρ κλέπτειν (sc. Ω 24) διὰ τοῦ Ἑρμοῦ θεοῖς οὐ πρέπον, ἄλογόν τε τὸ εἰπόντα τὴν γνώμην τῶν θεῶν τὴν περὶ τῆς κλοπῆς ἐπάγειν | ||
10 | τοὺς λόγους τοῦ Ἀπόλλωνος κοινῇ κατηγοροῦντος τῶν θεῶν. οἱ δὲ ἄντικρυς ἐλέγχονται οὐκ ὄντες Ὁμήρου· οὐκ ἔδει γὰρ θεοὺς τὸν αὐτὸν θυμὸν ἔχειν Ἀχιλλεῖ· b(BE3E4)T καὶ ὅτι Ποσειδῶν (cf. Ω 26) οὐ διὰ τὴν ἔριν Ἀχαιοῖς ἐπίκουρος. T καὶ τὸ νείκεσσεν (Ω 29) ἄκυρον ἐπὶ δικαστοῦ· ἐπὶ γὰρ τῶν δικαζομένων αὐτὸ τίθησιν, | ||
15 | „ἄνδρες ἐνείκεον εἵνεκα ποινῆσ“ (Σ 498), b(BE3E4)T „κρίνων νείκεα πολλὰ δικαζομένων“ (μ 440). T οἱ δὲ νεώτεροι ἐπὶ τοῦ τὸ νεῖκος διαλύειν, ὡς Ἀντίμαχος (fr. 110 W.)· „μετὰ δ’ εὐνεικὲς κρῖνον“ ἀντὶ τοῦ εὐδιάκριτον. καὶ ἡ μέσαυλος (cf. Ω 29) σημαίνουσα τὴν ἐν ἀγροῖς οἴκησιν, Ὁμήρου παραδεδωκότος ἐν ἄστει τεθράφθαι | ||
20 | τὸν Ἀλέξανδρον καὶ μουσικὴν πεπαιδεῦσθαι· „οὐκ ἄν τοι χραίσμῃ | ||
κίθαρις τά τε δῶρ’ Ἀφροδίτης, / ἥ τε κόμη τό τε εἶδοσ“ (Γ 54—5), ἅ ἐστιν οὐδαμῶς ἀγροίκῳ ἁρμόζοντα. ἥ τε μαχλοσύνη (cf. Ω 30) νεωτέρων ἐστίν· ἀμέλει οὐδ’ ἐπὶ τῶν θεραπαινῶν Πηνελόπης αὐτῇ κέχρηται, ἐπὶ ἀνδρῶν δὲ οὐ τίθεται ἡ λέξις. b(BE3E4)T ἀλλ’ | |||
25 | οὐδὲ λαγνείαν αὐτῷ προσέβαλεν, ἀλλὰ καλλίστην γυναῖκα. T τήν τε ἔριν τοῦ κάλλους οὐκ οἶδεν ὁ ποιητής· εἰ γὰρ ᾔδει τὴν κρίσιν, οὐκ ἂν εἶπε Ζεὺς „τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες / τόσσα κακὰ ῥέζουσιν;“ (Δ 31—2), φανερᾶς οὔσης τῆς αἰτίας. ἀλλὰ καὶ ὁ Πρίαμος θεοῖς ἀναφέρει τὴν αἰτίαν τοῦ πολέμου, ἀλλ’ οὐ τῇ κρίσει· b(BE3E4) | ||
30 | T „θεοί νύ μοι αἴτιοί εἰσιν“ (Γ 164). ἥ τε Ἑλένη οὔτε ἐν τῷ πρὸς Ἕκτορα λόγῳ (sc. Ζ 344—58) οὔτε ἐν τοῖς θρήνοις (sc. Ω 762—75) οὔτε ἐν τῇ πρὸς Πρίαμον διαλέξει (sc. Γ 172—242) τῆς κρίσεως ἐμνήσθη, τὸ πᾶν δὲ ἀναφέρει Ἀλεξάνδρῳ. T πῶς δ’ ἂν τὰς ναῦς „ἀρχεκάκουσ“ (Ε 63) εἶπε καὶ οὐ τὴν κρίσιν; b(BE3E4) | ||
35 | T πῶς δὲ οὐκ ἄτοπον Ἀθηνᾶν, περὶ ἧς φησι „δεινὼ δέ οἱ ὄσσε φάανθεν“ (Α 200), ἐρίζειν Ἀφροδίτῃ, περὶ ἧς φησι „καὶ ὄμματα μαρμαίροντα“ (Γ 397), ὡς εἰ καὶ Ἡρακλῆς ἀγωνίζοιτο πρὸς Ἄδωνιν; οἶδέ τε ἡ Ἀθηνᾶ τὸ κάλλος μύρον αὐτῆς ὄν. πῶς τε Ἥρα ἤρισε μητρὸς ἔχουσα τάξιν; φησὶ γοῦν· „ἦ ῥά νύ μοί τι πίθοιο, φίλον | ||
40 | τέκος;“ (Ξ 190)· οἶδέ τε ἡ Ἥρα τὰ πειθοῦς ὄργανα παρ’ αὐτῇ ὄντα, οἷς πάντας θεοὺς καὶ ἀνθρώπους δαμάζει (cf. Ξ 198—9). T | ||
24.24 | ex. | 〈κλέψαι—〉ἀργεϊφόντην: κλέπτης γὰρ οὗτος καθ’ Ὅμηρον. T | |
D | κλέψαι δ’ ὀτρύνεσκον: Ζεὺς ἐρασθεὶς Μαίας—τὰς Ἀπόλλωνος βοῦς. ἡ ἱστορία παρὰ Ἐρατοσθένει (fr. 1 H. = 1 [p. 59] | ||
5 | Pow.) A | ||
2425-30 | Ariston. | ἔνθ’ ἄλλοις μὲν (25) ἕως τοῦ τὴν δ’ ᾔνης’, ἥ οἱ | |
πόρε μαχλοσύνην (30): ἀθετοῦνται στίχοι ἕξ· γέλοιον γὰρ τὸ οὐδέ ποθ’ Ἥρῃ / οὐδὲ Ποσειδάωνι οὐδὲ γλαυκώπιδι κούρῃ (25—6)· τίνες μὲν γὰρ ἔτι ἐλείποντο τῶν τριῶν 〈τῶν〉 σεμνοτάτων | |||
5 | μετὰ τὸν Δία {τῶν} μὴ συνευδοκούντων; τήν τε περὶ τοῦ κάλλους κρίσιν οὐκ οἶδεν· πολλαχῇ γὰρ ἂν ἐμνήσθη. καὶ τὸ νείκεσσε (29) οὐκ ἔστι κρῖναι, ἀλλ’ ἐπιπλῆξαι ἢ διαφέρεσθαι· „νεικείων Ἕλενόν τε Πάριν 〈τε〉“ (Ω 249) ἀντὶ τοῦ ἐπιπλήσσων· „δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆσ“ (Σ 498), διεφέροντο. καὶ ἡ μαχλοσύνη (cf. 30) κοινῶς | ||
10 | ἐστι γυναικομανία. δέδωκε δ’ αὐτῷ οὐ ταύτην, ἀλλὰ τὴν καλλίστην τῶν τότε Ἑλένην. Ἡσιόδειος δ’ ἐστὶν ἡ λέξις· ἐκεῖνος γὰρ πρῶτος | ||
ἐχρήσατο ἐπὶ τῶν Προίτου θυγατέρων (cf. fr. 132 M.—W.). A | |||
24.27 | ex. | ἀλλ’ ἔχον, 〈ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρή〉: διέκειντο· ἀλλ’ οὕτω, φησί, διέκειντο τῇ διαθέσει b(BCE3E4)T ὡς ἀπ’ αὐτῆς τῆς ἀρχῆς. b(BCE3E4) | |
2428a | Did. (?) | 〈ἕνεκ’ ἄτης:〉 ἐν ἄλλῳ „ἕνεκ’ ἀρχῆσ“. Aint | |
2428b | Did. | †εἵνεκ’ ἄτη†: οὕτως Ἀρίσταρχος· τὸ γὰρ „ἕνεκ’ ἄτησ“ ἀπολογουμένου ἐστίν. T | |
2430a | Did. | ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν: παρ’ Ἀριστοφάνει καί τισι τῶν πολιτικῶν „ἥ οἱ κεχαρισμένα δῶρ’ ὀνόμηνε“. καὶ τάχα μᾶλλον οὕτως ἂν ἔχοι· ἀθετεῖ γὰρ Ἀρίσταρχος διὰ τὴν μαχλοσύνην τὸν στίχον. A | |
2430b | ex. | μαχλοσύνην: τὰ πρὸς πορνείαν, τὴν κόμην καὶ τὸ εἶδος (cf. Γ 55). b(BCE3E4)T | |
24.31 | ex. | ἐκ τοῖο 〈δυωδεκάτη γένετ’ ἠώσ〉: ἐξ οὗ ἀπέθανεν Ἕκτωρ· b(BCE3E4)T ἐν πρώτῃ γὰρ ἀπέθανεν, T εἶτα ὑλο‐ τόμησαν, τρίτη δὲ ἡ τοῦ ἀγῶνος, εἶτα μετὰ ταῦτα ἐννέα· φησὶ γοῦν „ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν“ (Ω 107): b(BCE3E4) | |
5 | T καὶ ὁ Ἑρμῆς φησι· „δυωδεκάτη δέ οἱ ἠώς / κειμένῳ“ (Ω 413—4): T ἐπίτηδες δὲ ἀνοχὰς παρέχουσι Τρωσὶ γνωσιμαχῆσαι. | ||
ἢ ὅτι πενθεῖ Πάτροκλον ὁ στρατηγός. b(BE3E4)T | |||
2433a | ex. | σχέτλιοί ἐστε, θεοί, δηλήμονες: 〈σχέτλιοι〉 ἐπιβλα‐ βῆ καὶ b(BCE3E4) δυσανάσχετα πράσσοντες. λείπει δὲ ὁ καί, ἵν’ ᾖ ‘καὶ δηλήμονεσ‘, ὅ ἐστι φθαρτικοί. καὶ τοὺς μὲν Τρωϊκοὺς μέμφεται, ὅτι μετὰ θάνατον ἀμελοῦσι τῶν φίλων, τοὺς δὲ ὅτι πέρα τοῦ δέοντος | |
5 | θυμοῦνται. b(BCE3E4)T | ||
2433b | Did. (?) | 〈οὐδέ ποθ’ ὗμιν:〉 γράφεται „οὔ νύ ποθ’ ὕμιν“. Aint | |
2433c | Hrd. | ὕμιν: ἐγκλιτικῶς τὴν ὕμιν ἀναγνωστέον· ἔστι γὰρ ἀπό‐ λυτος. A | |
2436-8 | ex. | ᾗ τ’ ἀλόχῳ〈— / ἐν πυρὶ κήαιεν〉: οἰκτίζεται μνησθεὶς γονέων καὶ γαμετῆς καὶ παίδων, εἰργομένων τῷ φιλτάτῳ τοῦ κοινοῦ μεταδοῦναι πυρός. b(BCE3E4)T | |
24.36 | ex. | 〈ᾗ τ’ ἀλόχῳ:〉 τῇ αὐτοῦ, οὐχ ἑαυτοῦ. Til | |
24.37 | ex. | λαοῖσί τε: ἀπὸ κοινοῦ τὸ οἷς (cf. Ω 36). T | |
2438a1 | Ariston. | ἐν πυρὶ κήαιεν: ὅτι οὐ μόνον οἱ ἐπὶ ξένης τελευτῶντες ἐκαίοντο, ἀλλὰ καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος. A | |
2438a2 | σημειωτέον δέ, ὅτι καὶ ἐπὶ τῆς πατρίδος ἐκάοντο. T | ||
2438b | ex. | κήαιεν: ἀπὸ τοῦ ἔκηα κήαιμι κήαιμεν, ὡς τύψαιμεν. T | |
2438c1 | Did. | 〈κτερίσαιεν:〉 οὕτω διὰ τοῦ α ἡ παραλήγουσα, κτερί‐ σαιεν. A | |
2438c2 | κτερίσειαν: „κτερίσαιεν“ διὰ τοῦ α ἡ παραλήγουσα. | ||
Ὁμηρικώτερον δὲ τὸ κτερίσειαν, ὡς „τίσειαν Δαναοί“ (Α 42). T | |||
2439a | ex. | ὀλοῷ: ὀλοθρευτικῷ, ἢ ὀλέθρου ἀξίῳ. b(BCE3E4)T | |
2439b1 | ex. | βούλεσθ’ ἐπαρήγειν: βούλεσθε προσεῖναι, προστίθεσθαι· παρ’ Ἴωσιν. T | |
2439b2 | βούλεσθε προσεῖναι καὶ b(BCE3) προστίθεσθαι καὶ τοῖς ἐκείνου εἴκειν θελήμασιν. b(BCE3E4) | ||
24.40 | ex. | φρένες 〈...〉 ἐναίσιμοι: φρόνημα καθῆκον. T | |
24.41 | ex. | γναπτόν: εὐπειθές. πιθανῶς δὲ τῇ εὐσεβείᾳ Ἕκτορος ἀντέ‐ θηκε τὴν ὠμότητα Ἀχιλλέως. b(BCE3E4)T | |
2442-3a1 | Nic. | ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ〈— / εἴξας εἶς’ ἐπὶ μῆλα〉: ὁ ἐπεί (42) σύνδεσμος περισσεύει· διόπερ οὐκ ἐπιζητη‐ τέον τὴν ὑπ’ αὐτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμήν· ὁ γὰρ λόγος· ‘ὃς τῇ γε δυνάμει καὶ τῇ ἐπιθυμίᾳ εἴξας ἐπέρχεται θρέμμασιν‘. ἐπεὶ | |
5 | δὲ σπανίως ἔστιν εὑρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα, μήποτε διὰ τοῦ η ἐγέγραπτο „εἴξῃσ’“ (43), ἵνα ὑποστίζωμεν μετ’ αὐτό. καὶ ὁ λόγος· ‘ἐπειδὰν τῇ δυνάμει καὶ τῇ ἐπιθυμίᾳ κρατηθῇ, ἐπέρχεται θρέμμασιν‘. A | ||
2442-3a2 | {ἐπεὶ ἄρ:} ἢ περισσόν ἐστι τὸ ἐπεὶ ἄρ (42). ἢ ἀντὶ τοῦ εἴξας (43) γραπτέον „εἴξῃσιν“, ἵν’ ᾖ ‘ἐπὰν εἴξῃ, εἶσιν ἐπὶ μῆλα‘. T | ||
24.43 | ex. | βροτῶν: περισσόν ἐστιν, εἰ μὴ λείπει τὸ τινός. b(BCE3)T | |
24.44 | ex. | ex. | οὐδέ οἱ αἰδώς: λείπει τὸ ἐστίν. | τὸ〈ν〉 δὲ ἑξῆς ἀθετητέον· ἁρμόζει γάρ τινι γνωμολογοῦντι. ἐρεῖ δὲ Ἀχιλλεὺς ὅτι νῦν ἐμὲ | |
βλάπτει. T | |||
2445a | Ariston. | γίνεται, ἥ τ’ ἄνδρας 〈μέγα σίνεται ἠδ’ ὀνίνησι〉: ἀθετεῖται, ὅτι ἐκ τῶν Ἡσιόδου (sc. opp. 318) μετενήνεκται ὑπό τινος νομίσαντος ἐλλείπειν τὸν λόγον· καὶ γὰρ τοῖς ὑποκειμένοις ἐναντίον τι πεποίηκεν· εἰ γὰρ βλάπτει ἡ αἰδώς, εὔλογον, 〈εἰ〉 Ἀχιλ‐ | |
5 | λεὺς ἀναιδέστατος βούλοιτο εἶναι. παρὰ μέντοι Ἡσιόδῳ γνωμικῶς· ἐκεῖ γὰρ ὄντως λόγον ἔχει, τῆς αἰδοῦς ποτε μὲν ὠφέλειαν περιποι‐ ούσης, ποτὲ δὲ βλάβην. δεῖ δὲ ἔξωθεν προσυπακοῦσαι (sc. in versu Ω 44) τὸ ἐστίν, ἵν’ ᾖ ‘οὐδέ οἱ αἰδώς ἐστι‘. καὶ πλήρης ὁ λόγος. A | ||
2445b | Hrd. | 〈ἥ τ’ ἄνδρας μέγα σίνεται〉 ἠδ’ ὀνίνησι: τινὲς ἐδάσυ‐ ναν τὸ ἠδέ, ἵνα ἡ αἰδὼς διττὴ ὑπάρχῃ, ἡ μὲν βλάπτουσα, ἡ δὲ ὠφελοῦσα. οὕτω δὲ καὶ Εὐριπίδης (sc. Hippol. 385—6) ἐξεδέξατο εἰπὼν διττὰς εἶναι αἰδοῦς. δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖσα πῇ μὲν ὠφέλιμος | |
5 | εἶναι, πῇ δὲ βλαβερά. A | ||
2445c | ex. (Hrd. + ex. | ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι: τινὲς ἐδάσυ‐ ναν τὸ η, ἵνα εἶεν δύο αἰδοῖ, ὡς Εὐριπίδης (Hippol. 385)· „δισσαὶ 〈δ’〉 εἰσίν“· οὔπω γὰρ αἰδὼς καὶ αἰσχύνη διεκέκριτο, ἀλλ’ ἐπὶ διαφόροις πράγμασιν ἦν ἓν ὄνομα. πανταχοῦ δὲ τῶν ὑπομνημάτων | |
5 | οὕτως εὗρον πλὴν Ἡρακλέωνος (fr. 16 B.). T | ||
24.46 | Ariston. | μέλλει: 〈ὅτι〉 ἀντὶ τοῦ ἔοικεν. Aim b(BCE3E4)T | |
2447a | Ariston. | κασίγνητον ὁμογάστριον: ὅτι τοῦτο προσέθηκεν, ἐπεὶ κασιγνήτους τοὺς ἀνεψιούς που λέγει (sc. Ο 545). πάλιν δὲ ὁμο‐ γάστριος λέγει, καὶ οὐχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ (sc. Φ 95)· „μή με κτεῖν’, ἐπεὶ οὐκ ἰογάστριος Ἕκτοροσ“. A | |
2447b1 | ex. | ὁμογάστριον: οὗτοι γὰρ ἐνδιάθετοι· „ἐπεὶ οὐχ ὁμογά‐ στριος Ἕκτορός εἰμι“ (Φ 95)· οὓς μὲν γὰρ ἴσασιν ὄντας ἀδελφούς, τοὺς δὲ ὁμοπατρίους οἴονται· καὶ Ἑλένη· „τώ μοι μία γείνατο μήτηρ“ (Γ 238). ὥστε οὐχ ὡς ὁ κασίγνητος, καὶ ὁμογάστριος. T | |
2447b2 | οὗτοι γὰρ ἐνδιάθετοι ἀδελφοί· τοὺς δὲ ὁμοπατρίους οὐκ ᾤοντο τελείας συγγενείας εἶναι· „ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι“, b(BCE3E4) | ||
2449a1 | ex. | τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν: καὶ Εὐριπίδης (Or. 3)· „ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος ἀνθρώπου φύσισ“. τοῦτο δέ, ὅτι δεῖ τὰ συμβαίνοντα γενναίως φέρειν. T | |
2449a2 | τοῦτο δείκνυσιν ὅτι δεῖ γενναίως τὰ συμβαίνοντα φέρειν ὡς μηδὲν τῆς ἀγανακτήσεως ὠφελούσης. b(BCE3E4) | ||
24.50 | ex. | Ἕκτορα〈—〉ἦτορ ἀπηύρα: ἀντὶ τοῦ Ἕκτορος. T | |
24.52 | ex. | 〈οὐ μήν οἱ τό γε κάλλιον〉 οὐδέ τ’ ἄμεινον: λείπει ‘ἔσται‘. τὰ δὲ συγκριτικὰ ἀντὶ ἁπλῶν, ἢ τοῦ παύσασθαι. b(BCE3E4) T | |
2453a | ex. | μὴ ἀγαθῷ περ ἐόντι〈—ἡμεῖσ〉: ἀθετοῦσι· πῶς γὰρ ὃν εἶπεν ὀλοόν (cf. Ω 39) νῦν ἀγαθόν φησιν; b(BCE3)T ἢ | |
ἀντὶ τοῦ ἀνδρείῳ ἐστίν. b(BE3)T | |||
2453b | Did. | 〈νεμεσσηθῶμεν:〉 Ἀρίσταρχος Aim „νεμεσσηθέωμεν“ AimTil διὰ τοῦ θε. Aim | |
2454a | ex. | κωφὴν γὰρ δὴ γαῖαν: καλῶς τὸ ἀναίσθητον γῇ παρείκα‐ σεν. ἢ ὅτι ἀπὸ γῆς τὸ σῶμα, ὡς καὶ Ἐμπεδοκλῆς (cf. Vors.6 31 B 76, 3. 109, 1. 148 al.), b(BE3E4)T καὶ Ἡράκλειτος (Vors. 6 22 B 96 = fr. 76 M.)· T „νέκυες κοπρίων ἐκβλητότεροι“. b(BE3E4) | |
5 | T | ||
2454b | ex. | ἄλλως· κωφὴν γὰρ δὴ γαῖαν: βαρὺ γὰρ καὶ γεῶδες τὸ σῶμα. b(BE3E4)T | |
2454c | ex. (Ariston.) | ἄλλως· κωφὴν γὰρ δὴ γαῖαν: ἀντὶ τοῦ ἀναίσθητον. κέχρηται δὲ τῷ ἰδικῷ ἀντὶ τοῦ γενικοῦ. κωφὸν δὲ καὶ τὸ μὴ προϊέ‐ μενον φωνήν· „κωφὸν γὰρ βέλοσ“ (Λ 390) καὶ „κύματι κωφῷ“ (Ξ 16). b(BCE3E4)T | |
2454d | Ariston. | 〈μενεαίνων:〉 ὅτι ἀντὶ τοῦ θυμούμενος. Aint | |
24.55 | ex. | χολωσαμένη: ἐπὶ τῇ κατηγορίᾳ Ἀχιλλέως ὤργισται. τὴν δὲ ἀπολογίαν πρὸς ἕτερα πεποίηται· b(BCE3E4)T οὐ γὰρ ὅτι οὐχ ἁμαρτάνει ἀπολογεῖται, ἀλλ’ ὥσπερ λαβὴν εἴληφε τὸ ὑπὸ τοῦ Ἀπόλλωνος εἰρημένον· „ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ, θεοί, βούλεσθ’ ἐπαρή‐ | |
5 | γειν“ (Ω 39), καί φησιν ὅτι δεόντως οὗτος τιμᾶται διὰ τὴν ἀρετήν | ||
(cf. Ω 59). b(BE3E4)T | |||
24.56 | ex. | εἴη κεν καὶ τοῦτο τεὸν ἔπος: πρέπον σεαυτῷ εἴρηκας· b(BCE3E4)T ἓν εἴη καὶ τοῦτο τῶν σῶν φλυαρημάτων. b(BE3 E4)T | |
24.57 | ex. | θήσετε: ἀντὶ τοῦ θήσεις σὺ καὶ μόνος καὶ πρῶτος· οὐ γὰρ ἄλλος τις. b(BCE3E4)T | |
2458a | ex. | Ἕκτωρ μὲν θνητός τε 〈γυναῖκά τε θήσατο μαζόν〉: τοῦτο ἔνιοι τῶν κριτικῶν κατὰ συνωνυμίαν μεταλαμβάνουσιν λέγον‐ τες ταὐτὸν εἶναι γυναῖκα καὶ ἄνθρωπον καὶ θνητόν, ὡς γίνεσθαι τοι‐ οῦτον· ‘Ἕκτωρ μὲν θνητός, θνητόν τε θήσατο μαζόν‘. ἄλλοι δὲ | |
5 | παρειλῆφθαι τὸ γυναῖκα ἀντὶ τοῦ κτητικοῦ γυναικεῖον· τοὺς δὲ Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντὶ κτητικῶν, „Ἕλληνα στρατόν“ (Pind. N. 10, 25) ἀντὶ 〈τοῦ〉 Ἑλληνικόν, καὶ „ἄνθρωπον ἦθοσ“ (T.G.F. ad. 451 N.2) ἀντὶ τοῦ ἀνθρώπινον, καὶ Ἑλλάδα διάλεκτον. A | ||
2458b | ex. | Ἕκτωρ μὲν θνητός: οὐδὲν πρὸς τὸ θνητός ἀντιδιέστει‐ λεν. T | |
2458c | Ariston. | γυναῖκά τε θήσατο μαζόν: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ γυναικὸς μαζόν. Ὁμηρικὸν δὲ τὸ ἔθος· „ὣς τὴν μὲν πρύμνην 〈πῦρ〉 ἄμφεπε“ (Π 124). A | |
2458d | ex. | γυναῖκά τε θήσατο μαζόν: ἀντὶ τοῦ γυναικός, ὡς τὸ | |
„ὁ δ’ ἐρινεὸν 〈... /〉 τάμνε νέους ὄρπηκασ“ (Φ 37—8). ἢ γυναικεῖον. b(BCE3)T ἢ παρέλκει τὸ μαζόν. b(BE3)T ἢ λείπει εἰς τὸ μαζόν ἡ κατά. b(BE3) τοὺς δὲ τοιούτους σολοικισμοὺς †ἐπι‐ | |||
5 | κυμισμοὺς† οἱ Στωϊκοὶ (fr. deest St. V. Fr.) καλοῦσι διὰ τὴν ἀνισοση‐ μίαν. οὕτω δὲ ἔλεγον· ‘ὁ παῖς θηλάζει‘. T | ||
24.59 | ex. | θεᾶς γόνος: ἀντὶ τοῦ γόνος τινὲς γράφουσι „πάϊσ“· ὡς γὰρ ἐπὶ προγόνων ἐστὶ τὸ γόνος. T | |
2460a1 | ex. | ἀτίτηλα: ἐξ ἀταλῆς ἐπεμελησάμην. T | |
2460a2 | ἔτι ἀταλὴν ἤτοι νέαν καὶ ἁπαλὴν οὖσαν ἀνεθρεψάμην. b(BCE3E4) | ||
2460-1 | ex. | καὶ ἀνδρὶ πόρον—ἀθανάτοισι: εἵμαρτο γὰρ θνητῷ αὐτὴν γαμηθῆναι. ἐγὼ δὲ τῷ ἰσοθέῳ δέδωκα. T | |
2462a1 | ex. | ἀντιάασθε 〈...〉 γάμου: μετελαμβάνετε. ἐγένετο δὲ ἐν τῷ ἄντρῳ τοῦ Χείρωνος. T | |
2462a2 | εὐμοιρεῖτε καὶ μετελαγχάνετε. b(BCE3) | ||
2462-3 | ex. | ἐν δὲ σὺ τοῖσι / δαίνυ’ 〈ἔχων φόρμιγγα〉: ὅ ἐστι ‘τί νῦν ἀτιμάζεις, ἃ ἐτίμας πρώην;‘ T | |
2463a | ex. | ἔχων φόρμιγγα: οἰωνίζονται τὸν Ἀπόλλωνα δαιτὶ σχο‐ λάζειν καὶ μὴ λοιμοῖς· διὸ κιθάραν αὐτῷ νέμουσιν, „ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην“ (ρ 271). T | |
2463b | ex. | κακῶν ἕταρε: Ἀλεξάνδρου καὶ Ἕκτορος. Ἡσίοδος (opp. 716)· „μηδὲ κακῶν ἕταρον“. T | |
2463c | ex. | αἰὲν ἄπιστε: ὡς ὑποσχομένου βοηθήσειν Ἀχαιοῖς· „ἐπ‐ έγναμψεν γὰρ ἅπαντας / Ἥρη λισσομένη“ (Β 31—2). b(BCE3E4)T | |
2464a | ex. | τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: πιθανῶς ὁ Ζεὺς διαδέχεται τὴν δικαιολογίαν, τοῦ παιδὸς οὐ θελήσαν‐ τος ἐπὶ τοῦ πατρὸς ἐρίζειν αὐτοῦ τῇ γυναικί. b(BCE3E4)T | |
2464b | Did. (?) | 〈τὴν δ’ ἀπαμειβόμενος:〉 τινὲς „τὴν δὲ μέγ’ ὀχθήσασ“, | |
ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποκρίσει. Til | |||
24.65 | ex. | ἀποσκύδμαινε: ὡς ἐρίζω ἐριδμαίνω, σκύζω σκυδμαίνω. b (BCE3E4)T ἢ ἀπὸ τῶν ὀργιζομένων λεαινῶν ἐπὶ τῇ ἀφαιρέσει τῶν σκύμνων. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ἐν τῷ ὀργίζεσθαι συστο‐ λῆς τοῦ δέρματος, b(BE3E4)T ὃ σκῦτος καλεῖται. τινὲς δὲ οὐκ | |
5 | εὖ παρὰ τὸ ἐπισκύνιον. T | ||
24.66 | ex. | οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται: οὐχ ἕνα μόνον τιμήσο‐ μεν. b(BCE3E4)T ἢ οὐχ ὁμοία ἐπὶ πάντων ἔσται τιμή. b(BE3 E4)T | |
24.67 | ex. | οἳ ἐν Ἰλίῳ εἰσίν: ἀντὶ τοῦ τῶν ἐν Ἰλίῳ ὄντων. T | |
2468a | ex. | ὡς γὰρ ἔμοιγε: λείπει τὸ δοκεῖν. b(BCE3)T ἢ ὡς ἐμοί, καὶ τοῖς ἄλλοις ἦν φίλος (cf. Ω 67). b(BCE3E4)T | |
2468b | ex.(?) | 〈ὡς γὰρ ἔμοιγε:〉 ὅσον ἐπὶ τῇ ἐμῇ κρίσει. Aint | |
2468c | ex. | ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων: ἐπεὶ οὐχ ἡμάρτα‐ νεν ὁ Ἕκτωρ τοῦ ἐμοὶ τὰ προσηνῆ ποιεῖν. T | |
2469a1 | ex. | {δαιτὸς} ἐΐσης: καὶ αὐτοῖς γὰρ ἀπέτεμνον μοῖραν, „τὴν 〈μὲν ἴαν〉 Νύμφῃσι“ (ξ 435), καὶ ἀπήρχοντο δὲ αὐτοῖς ἐξ ὅλων τῶν μελῶν. ἢ τῆς ἀγαθῆς, ὡς „καί σφιν δαῖτ’ ἀγαθήν“ (Ψ 810). T | |
2469a2 | τῆς ὀφειλούσης καὶ δεούσης· καὶ αὐτοῖς γὰρ μοίρας ἀπ‐ ένεμον καὶ ἀπήρχοντο ἐξ ὅλων τῶν μελῶν, †τοῦτο δὲ πλέον. b(BCE3 E4) | ||
2471-3 | Ariston. | | ἀλλ’ ἤτοι κλέψαι μὲν 〈ἐάσομεν—καὶ ἦμαρ〉: | |
Did. | Nic. | ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ψεῦδος περιέχουσιν· οὐ γὰρ διὰ παντὸς συνδιατρίβει αὐτῷ ἡ Θέτις. | τὸ δὲ ἐάσομεν (71) νῦν ἀντὶ τοῦ παρῶ‐ μεν, οἶον μηδὲ λέγωμεν· ὅπερ ἀγνοήσαντες οἱ περὶ Ἀντίμαχον (fr. | ||
5 | 140) ἐποίησαν· „κλέψαι μὲν ἀμήχανον“. γράφεται δὲ A κατ’ ἔνια „εὖ γάρ οἱ αἰεί“ (72). ATil | διὰ μέσου δὲ τὸ οὐδέ πῃ ἔστι (71)· τὸ δὲ ἑξῆς· ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν (71) | λάθρῃ Ἀχιλ‐ λῆος (72). A | ||
24.71 | ex. | κλέψαι μὲν ἐάσομεν: τὴν περὶ τὴν κλοπὴν γνῶσιν ἐάσο‐ μεν. b(BCE3E4)T | |
24.72 | ex. vel Did. | θρασὺν Ἕκτορα: ἄμεινον δὲ γράφειν ‘νέκυν Ἕκτοροσ‘. T | |
2472-3 | Hrd. | η γάρ οἱ αἰεί 〈/ μήτηρ παρμέμβλωκεν〉: οὐκ ἀναγ‐ καῖον τὸ η ἄρθρον ἐκδέχεσθαι καὶ δασύνειν· ἔθος γὰρ αὐτῷ ἔσθ’ ὅτε παραλείπειν τὰ ἄρθρα· „ἀλλὰ φίλη μήτηρ“ (Φ 276), „μήτηρ μέν τέ μέ φησι“ (α 215). σύνδεσμος οὖν ἐστι βεβαιωτικός· διὸ περισπαστέον. | |
5 | A | ||
2473a | ex. | μήτηρ παρμέμβλωκεν: ψευδές. ἴσως οὖν φησιν ‘ὡς μήτηρ συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύσ‘. b(BCE3)T ἢ ὑπερ‐ | |
βολικῶς τοῦτο εἶπεν ἀπὸ τοῦ συνεχῶς αὐτὴν ἐκεῖσε φοιτᾶν. T | |||
2473b | ex. | νύκτας τε καὶ ἦμαρ: σολοικοφανές· ἔδει γὰρ ἤματα. T | |
2474-7 | ex. (Nic.) | | ἀλλ’ εἴ τις καλέσειε〈—ὦρτο δὲ Ἶρις: ἀλλ’ εἴ | |
ex. | τις〉 ἀλλ’ εἴθε τις. | ὥσπερ δὲ εἰπόντος „ἀλλ’ ἄγε δή τινα μάντιν | ||
(Ariston.) | ἐρείομεν“ (Α 62) ἀνέστη Κάλχας, οὕτω καὶ νῦν ἡ Ἶρις. b(BCE3E4) T | ||
2474a | Ariston. | ἀλλ’ εἴ τις καλέσειε 〈θεῶν Θέτιν〉: ὅτι ἐξ ὀνόματος μὴ καλέσαντος τοῦ Διὸς ἡ πρὸς τοῦτο τεταγμένη Ἶρις ὑπακούει (cf. Ω 77), ὥσπερ καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον „ἀλλ’ ἄγε δή τινα μάντιν“ (Α 62), εὐλόγως οὖν πάλιν ἐρεῖ 〈ὁ Κάλχασ〉· „ὦ | |
5 | Ἀχιλεῦ, κέλεαί με“ (Α 74). A | ||
2474b | Nic. | 〈εἴ:〉 τὸ εἴ ἀντὶ τοῦ εἴθε· διὸ οὐδὲ ὑποστικτέον. Aint | |
2474c | Hrd. | καλέσειε θεῶν Θέτιν: τινὲς τὸ θεων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντες, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περισπαστέον· γενικὴ γάρ ἐστι πληθυντικὴ ὀνόματος τοῦ θεός. A | |
2474d | ex. | καλέσειε ΘΕΩΝ: τὸ ΘΕΩΝ ὄνομά ἐστιν ἢ μετοχή. T | |
2474e | ex. | 〈Θέτιν:〉 τὴν Θέτιν ἀποστέλλει πρὸς Ἀχιλλέα διὰ τὸ τῆς συμβουλῆς εὐπαράδεκτον· ἤκουε γὰρ αὐτῆς ὡς πάντα προειδυίης. b(BCE3E4) | |
24.75 | ex. | ὄφρα τί οἱ εἴπω 〈πυκινὸν ἔποσ〉: ἅμα ἵνα καὶ νουθετήσῃ | |
αὐτὸν ἡ μήτηρ. T | |||
2477a | Ariston. | Ap. | ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις: ὅτι πρὸς τὸ προκείμενον, | | |
H. | διὰ τὴν ὁμοιότητα τοῦ μαρτυρίου. A | ||
2477b | ex. | ἀελλόπος: Εὐφορίων (fr. 113 Pow.)· „ἀελλόποδος †αἰ‐ θαρύταο“. T | |
2478a | Ariston. | 〈Σάμου:〉 ὅτι τὴν Σαμοθρᾴκην οὕτως εἶπεν. Aint | |
2478b | ex. | Σάμοιο: τῆς νῦν Σαμοθρᾴκης. σάμους δὲ τοὺς λόφους ἔλε‐ γον. b(BCE3E4)T ἐκαλεῖτο δὲ Λευκωνία, εἶτα ὑπὸ Σαμίων οἰκι‐ σθεῖσα, ὧν τὰ σκάφη αἰχμάλωτοι Θρῇσσαι †κατέλυσαν†, Σαμο‐ θρᾴκη ὠνόμασται. b(BE3E4)T | |
2479a | ex. | μείλανι πόντῳ: ἀντὶ τοῦ Μέλανι κόλπῳ, ὃς ἀπὸ Μέλανος ποταμοῦ καταφερομένου εἰς αὐτὸν ὠνόμασται. οἱ δὲ ἀπὸ τοῦ Φριξίδου Μέλανος ἐκεῖ ναυαγήσαντος. ἢ ὅτι ἐκ μελαγγείων ὁ ποταμὸς κατιὼν μελαίνει αὐτόν. ἐκεῖ δέ ἐστι καὶ ἡ Σαρπηδονία ἄκρα. τάχα δὲ τοῦτο | |
5 | τοῦ ὕδατός ἐστιν ἐπίθετον, ὡς „μέλαν δέ ἑ κῦμα“ (ε 353). νῦν δὲ | ||
Καρδιανὸς ὁ κόλπος ὀνομάζεται. T | |||
2479b | ex. (Hrd.) | ἐπεστενάχησεν: ἀεὶ βαρυτόνως φησὶ „στενάχων“ (Α 364. Δ 153 al.). T | |
2480a | ex. | ἡ δὲ μολυβδαίνῃ ἰκέλη: τῷ †μολίβδῳ, ὃ† πρὸς τῇ ὁρμιᾷ καὶ τῷ ἀγκίστρῳ ἐστὶ πρὸς τὸ θᾶττον καθικνεῖσθαι τοῦ βυθοῦ. b(BC E3E4)T οἱ δὲ τὴν βολίδα. ἢ „μόλιβον“ δέ φησιν (sc. Λ 237) ἢ μόλυβδον. T | |
2480b | Hrd. | {ἐς} βυσσόν {ὄρουσεν}: ἐπεκράτησεν τὸ ὀξύνεσθαι τῷ τὰ εἰς ος λήγοντα ὀνόματα δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, δεδιπλασιασμένον ἔχοντα τὸ ς, ὀξύνεσθαι θέλειν, κισσός, „πεσσόσ“ (cf. α 107). ἀντιπίπτει „μέσσοσ“ (cf. Γ 78. Ζ 224 al.). A | |
2481a | Ariston. | βοὸς κέρας: ὅτι οὐ λέγει βοὸς κέρας βοὸς τρίχα, διὰ τὸ τριχίνην εἶναι τὴν ὁρμιάν· λιναῖς γὰρ ἐχρῶντο· „ἐκ πόντοιο θύραζε λίνῳ ἐνὶ ἤνοπι χαλκῷ“ (Π 408). οἱ δὲ νῦν οὐδὲ βοείαις χρῶνται, ἀλλ’ ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως· κατεσκεύαζον γὰρ | |
5 | σύριγγα ἐκ κέρατος βοείου, ἣν περιετίθεσαν τῇ ὁρμιᾷ ὑπὲρ τὸ ἄγκι‐ | ||
στρον, ὅπως μὴ οἱ ἰχθῦς ἀποτρώγωσι τὸν λίνον. A | |||
2481b | ex. | βοὸς κέρας: ὃ προσάπτουσι τῇ ὁρμιᾷ πρὸς τὸ μὴ ἐσθί‐ εσθαι καὶ ὁμόχροον εἶναι τῇ θαλάσσῃ· b(BCE3)T οὐ γὰρ τὴν τρίχα, ἐπεί φησι „λίνῳ καὶ ἤνοπι χαλκῷ“ (Π 408). οἱ δὲ τὸ κέρσιμον, ὃ πρὸς τοῖς ἄκροις τῶν καλάμων ἅπτουσι πρὸς τὸ 〈μὴ〉 κατάγνυσθαι τῷ | |
5 | βάρει τῶν ἰχθύων. T οἱ δὲ νεώτεροι κέρας τὴν συμπλοκὴν τῶν τριχῶν b(BE3E4)T ὁμοίαν κέρατι· „τὸν κεροπλάστην ἄειδε Γλαῦκον“ Ἀρχίλοχος (fr. 117 W. = 95 T.). T | ||
2481c | Did. (?) | 〈ἐμβεβαυῖα:〉 ἐν ἄλλῳ „ἐμμεμαυῖα“. Aim | |
2482a | ex. | ὠμηστῇσιν ἐπ’ ἰχθύσι: τοῖς ὠμοῖς ἐσθιομένοις· νῦν γὰρ περὶ τῶν μικρῶν ὁ λόγος ἐστίν. T | |
2482b | Hrd. | ὠμηστῇσιν: ὡς „ὀρχηστῇσιν“ (cf. Ω 261). προείρηται δὲ (sc. ad Λ 454 a). A | |
2482c | Did. | {ὠμηστῆισιν} ἐπ’ ἰχθύσι κῆρα φέρουσα: ἔνιαι τῶν κατὰ πόλεις „ἐπ’ ἰχθύσι πῆμα φέρουσα“. ἄτοπον γὰρ ἐπ’ ἰχθύων κῆρα λέγειν. A | |
24.83 | Did. (?) | 〈ἀμφὶ δ’ ἄρ’ ἄλλαι:〉 γράφεται „ἀμφὶ δέ τ’ 〈ἄλλαι〉“. Aim | |
24.84 | Hrd. | εἵατο: Ἀριστοφάνης τὸ εἵατο A δασέως, Ἀρίσταρχος δὲ ψιλοῖ. AT προείπομεν δὲ (sc. ad Ο 10a) περὶ τῆς λέξεως. A | |
2485a | ex. | κλαῖε μόρον 〈οὗ παιδόσ〉: ἐπειδὴ μέλλει καταστρέφειν τὸν λόγον εἰς τὰς Ἕκτορος ταφάς (sc. Ω 804), προλαβεῖν τι ἐπιχειρεῖ τῶν ἑξῆς b(BCE3E4)T καὶ τὸ κέντρον ἐγκαταλιπεῖν, ὡς ὁ κω‐ | |
μικός φησι (sc. Eupol. fr. 94,7 [I p. 281] K. = 102,7 [V p. 354] K.—A.), τοῖς ἀκροωμένοις ὥστε | |||
5 | ποθῆσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως ἀκοῦσαι καὶ ἐννοεῖν παρ’ ἑαυτοῖς, οἷος ἂν ἐγένετο ὁ ποιητὴς διατιθέμενος ταῦτα. καὶ ἔστι περιπαθὲς τὸ κλαίειν τὸν ζῶντα. b(BE3E4)T | ||
2485b | Did. | 〈ὅς οἱ ἔμελλε:〉 ἐν τῇ κατὰ Ῥιανὸν (fr. 19 M.) „ὃς τάχ’ ἔμελλεν“. Aim T | |
2485c1 | ex. | 〈ὅς οἱ〉 ἔμελλε: ἐῴκει, ἀντὶ τοῦ ‘ὃς τῷ υἱῷ ἥρμοστο‘. περισσὸς οὖν ὁ ἑξῆς. T | |
2485c2 | ἀντὶ τοῦ ἐμοιρήθη, ἢ ἀντὶ τοῦ ἐῴκει. b(BCE3E4) | ||
24.86 | Ariston. | φθίσεσθ’ ἐν Τροίῃ〈—πάτρησ〉: ἀθετεῖται, ὅτι περισσός ἐστι· τὸ γὰρ „οἷ“ (Ω 85) ἐστὶν αὐτῷ καὶ τὸ „ἔμελλεν“ (Ω 85) ἀντὶ τοῦ ἐῴκει Ὁμήρῳ. οὐχὶ ‘τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ φθίσεσθαι‘ (cf. Ω 85—6). A | |
24.88 | ex. | ἄφθιτα: ἀναλλοίωτα καὶ b(BCE3E4) ἀμετάβλητα. b (BCE3E4)T | |
2490-1 | ex. | τίπτε με κεῖνος 〈ἄνωγε μέγας θεός; αἰδέομαι δέ / μίσγεσθ’ ἀθανάτοισιν〉: τὸ ἑξῆς ‘τίπτε με ἄνωγεν μίσγεσθαι ἀθανάτοισιν‘. ἢ λείπει τὸ ἐλθεῖν b(BCE3E4)T μετὰ τὸ θεός (90). b(BCE3E4) | |
2491a | ex. | ἔχω δ’ 〈ἄχε’ ἄκριτα θυμῷ〉: ὁ δέ ἀντὶ τοῦ γάρ. b (BCE3)T | |
2491b | ex. | ἄκριτα: ἀναρίθμητα. b(BE3E4)T | |
24.92 | ex. | οὐδ’ ἅλιον ἔπος ἔσσεται, 〈ὅττι κεν εἴπῃ〉: οὐ μαται‐ | |
ώσω τὴν κέλευσιν αὐτοῦ. b(BCE3E4)T | |||
2494a | ex. | 〈κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο〉 ἔσθος: παρὰ τὸ ἕω τὸ ἐνδύομαι· παρὰ τοῦτο δὲ ἡ ἐσθής. οἰκεῖον δὲ θαλασσίᾳ καὶ πενθούσῃ θεῷ τὸ μέλαν. b(BCE3E4)T | |
2494b | Hrd. | {τοῦδ’ οὔτι μελάντερον ἔπλετο} ἔσθος: ψιλῶς τὸ ἔσθος καὶ „ἐσθήσ“ (β 339), οὐ μόνον διὰ τὴν συναλιφήν, ἀλλὰ καὶ καθ’ ὃν λόγον ἡμεῖς προείπομεν (non exstat) ἀνασκευάσαντες τοὺς ὑπὸ τῶν πρὸ ἐμοῦ εἰρημένους· τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου | |
5 | τοῦ ς μετὰ ἑνὸς δασέος, ὀσφῦς ὀσφραίνεσθαι, „ἀσφοδελόσ“ (cf. λ 539. 573 al.), „ἀσφάραγοσ“ (cf. Χ 328), „ἀσχάλλω“ (cf. β 193), ὄσχεος, „ἴσχω“ (cf. Ε 90. 812 al.), ἰσχύς, ἀσθενής, „ἐσθλόσ“ (Β 366. Ζ 444 al.), „ἆσθμα“ (Ο 241), „ἔσθω“ (cf. Θ 231. Ω 415 al.). οὕτως ἄρα καὶ ἔσθος καὶ „ἐσθήσ“. A | ||
24.96 | ex. | λιάζετο κῦμα: ὑπεχωρίζετο, διΐστατο ὥσπερ ὁδὸν παρέ‐ χον τὸ κῦμα. b(BCE3E4)T | |
2497a | ex. | 〈ἀκτὴν δ’ εἰσαναβᾶσαι〉 ἐς οὐρανὸν ἀϊχθήτην: οὐρανὸν T τὸν ὑπερνέφιον τοῦ Ὀλύμπου τόπον· b(BCE3E4) T φησὶ γοῦν „ἤλυθες Οὔλυμπον δέ, θεὰ Θέτι“ (Ω 104). T ἀκτὴν δὲ τὴν τοῦ Μέλανος κόλπου. b(BCE3E4 il)T | |
2497b | Did. | 〈εἰσαναβᾶσαι:〉 Ἀρίσταρχος „ἐξαναβᾶσαι“, καὶ αἱ | |
πλείους. Aim | |||
2497c | Ariston. | ἐς οὐρανὸν ἀϊχθήτην: πρὸς τὰ περὶ τοῦ Ὀλύμπου· οὐρανὸν γὰρ νῦν εἰπὼν ὑποβάς φησιν „ἤλυθες Οὔλυμπον δέ“ (Ω 104), παρ’ ὅσον ἐπουράνιά τινα μέρη ἐστὶ τοῦ Ὀλύμπου, ὑπὲρ τὰ νέφη διήκοντα. A | |
24100a | Ariston. | ἡ δ’ ἄρα πὰρ Διῒ 〈πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη〉: πρὸς τὴν καθέδραν Ἀθηνᾶς καὶ Ἥρας ὅτι ἑκατέρωθεν τοῦ Διός. καὶ ὅταν λέγῃ „αἱ δ’ οἶαι Διὸς ἀμφίσ“ (Θ 444), τὸ αὐτὸ σημαίνει, Διὸς ἑκατέρωθεν, οὐχ ὥς τινες δέχονται ‘χωρίσ‘, ἀλλὰ μόνον καθ’ ἑαυτὰς | |
5 | ἔχουσαι τὰς γνώμας. A | ||
24100b | ex. | ἡ δ’ ἄρα πὰρ Διῒ πατρὶ 〈καθέζετο, εἶξε δ’ Ἀθήνη〉: ἐκ δεξιῶν, ὥς φησι Πίνδαρος (fr. 146)· „πῦρ πνέοντος ἅ τε κεραυνοῦ / ἄγχιστα δεξιὰν κατὰ χεῖρα πατρός / ἵζεαι“. καὶ ἐν τῷ Καπετωλίῳ δὲ οὕτως ἵδρυται ἡ Ἀθηνᾶ. T | |
24100c1 | ex. | εἶξε δ’ Ἀθήνη: ὡς †νεωτέρας†. ἡ δὲ βασιλὶς τῇ δε‐ ξιώσει φιλοτιμεῖται. T | |
24100c2 | ἡ μὲν Ἀθηνᾶ ὡς νεωτέρα τοῦ θρόνου ὑπείκει, ἡ δὲ Ἥρα ὡς βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται. b(BCE3E4) | ||
24.104 | Ariston. | ἤλυθες Οὔλυμπον δέ: ὅτι ἄνω (sc. Ω 97) εἶπεν „ἐς οὐ‐ ρανὸν ἀϊχθήτην“, νῦν δὲ εἰς Ὄλυμπον παραγεγονέναι· αἱ γὰρ κορυ‐ φαὶ τοῦ Ὀλύμπου ἐπουράνιοι. A | |
24108a | Ariston. | Ἕκτορος ἀμφὶ νέκυϊ: ὅτι οὕτως λέγει Ἕκτορος νέκυϊ, οὐχ Ἕκτορι. καὶ ἀλλαχοῦ (sc. μ 10)· „οἰσέμεναι νεκρὸν Ἐλπήνορα“. A | |
24108b | ex. (Ariston.) | Ἕκτορος ἀμφὶ νέκυϊ: Ἕκτορος νέκυα. ἀλλὰ καὶ „οἰ‐ | |
σέμεναι νεκρὸν Ἐλπήνορα“ (μ 10). T | |||
24109a1 | Ariston. | | κλέψαι δ’ ὀτρύνεσκον 〈ἐΰσκοπον Ἀργεϊφόντην〉: | |
Did. | ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευή· „ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν“ (Ω 71). A | ἡ δὲ Μασσαλιωτικὴ „ὀτρύνουσιν“. ATil οὕτως καὶ ἡ Χία. A | ||
24109a2 | Ariston. | ἐντεῦθεν δὲ τὰ ἄνω (sc. Ω 71—3) διεσκεύαστ[αι] περὶ κλοπῆς. T | |
24109b | ex. | 〈ἐΰσκοπον:〉 συνετόν, κατὰ τοῦ σκοποῦ φέροντα τὴν γνώμην. b(BCE3E4)T | |
24110a | Ariston. | προτιάπτω: ὅτι A „προϊάπτω“ Ἀρίσταρχος· AAint καὶ ταὐτόν ἐστι τῷ „προϊάλλω“ [cf. Θ 365. Λ 3 al.). A | |
24110b1 | Did. | {ἀχιλλῆϊ} προτιάπτω: Ἀπολλόδωρος (FGrHist 244, 268) καὶ Ἀρητάδης (F.H.G. IV 316) καὶ Νεοτέλης καὶ Διονύσιος ὁ Θρᾷξ (fr. 25 S. = 20 L.) διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι καὶ δασύνουσι τὸ α, ἵνα ᾖ προσάπτω, ἀνατίθημι. οἱ δὲ χωρὶς τοῦ τ ἔγραψαν καὶ | |
5 | ἐψίλωσαν τὸ α, ἵνα ταὐτὸν ὑπάρχῃ τῷ „προϊάλλω“ [cf. Θ 365. Λ 3 al.), οἷον δίδωμι, προπέμπω. οὕτως δὲ καὶ Ζηνόδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς Πρὸς | ||
Κομανόν. A | |||
24110b2 | {προτιάπτω:} „προϊάπτω“ χωρὶς τοῦ τ· καὶ ἔστιν ὅμοιον τῷ „ἰάλλω“ (cf. Θ 300. 309 al.). τινὲς δὲ μετὰ τοῦ τ, καὶ ἐδάσυναν τὸ α. T | ||
24110c1 | ex. | {τόδε κῦδος ἀχιλλῆι} προτιάπτω: προσάπτω. τινὲς δὲ „προϊάπτω“ προπέμπω, δίδωμι. τὸ δὲ †ῥάπτω† βλάπτω. T | |
24110c2 | ἀντὶ τοῦ προσάπτω b(BCE3E4) καὶ παρέχω. „προϊ‐ άπτω“ δὲ τὸ βλάπτω. b(BCE3) | ||
24.111 | ex. | μετόπισθε: λείπει ὁ καί, ἵν’ ᾖ ‘καὶ εἰς ὕστερον θέλων τὴν πρὸς σὲ φιλίαν τηρῆσαι b(BCE3E4)T εἵνεκεν τῶν δεσμῶν‘ (cf. Α 401). τινὲς δὲ διὰ τὴν μίξιν: ὅπερ ἄτοπον. T | |
24.114 | ex. | φρεσὶ μαινομένῃσι〈ν〉: μανίας γὰρ ἐγγὺς αἰκίζεσθαι τὰ ἀναίσθητα. b(BCE3E4)T | |
24116a | ex. | ἐμέ τε δείσῃ 〈ἀπό θ’ Ἕκτορα λύσῃ〉: συνδέσμοις δι‐ έστειλε, δέον εἰπεῖν ‘δείσας λύσῃ‘. T | |
24116b | ex. | 〈ἀπό θ’ Ἕκτορα λύσῃ:〉 καὶ μὴν οὐκ ᾔτησέ τις. ἢ ἐπεὶ ὡς μὴ ἀπολύσων διέκειτο, οὐδ’ ἐὰν ἀντίρροπον δοῖεν χρυσόν (cf. Χ 351—2). b(BCE3) | |
24.117 | ex. | 〈Ἶριν〉 ἐφήσω: ἐντελουμένην b(BCE3E4)T αὐτῷ τὰ περὶ τούτου b(BCE3E4) τὴν Ἶριν b(BCE3) πέμψω. b(B CE3)T | |
24.121 | Ariston. | βῆ δὲ κατ’ Οὐλύμποιο 〈καρήνων ἀΐξασα〉: ὅτι πάλιν ἐξ Ὀλύμπου λέγει κατιέναι. ἄνω (sc. Ω 97) δὲ „〈ἐσ〉 οὐρανὸν ἀϊχθή‐ την“. A | |
24.122 | Did. (?) | 〈ἔνθ’ ἄρα:〉 γράφεται „ἐν δ’ ἄρα {τόν γε}“. Aim | |
24.123 | ex. | ἀδινά: ἀθρόως, παρὰ τὸ ἄδην. ἢ ἀδιαλείπτως b(BCE3E4) T | |
24124a1 | Ariston. | ἐντύνοντο ἄριστον: ὅτι ἅπαξ νῦν ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ (sc. π 2) τὸ ἄριστον· „ἐντύνοντο ἄριστον“. ἔστι δὲ τὸ πρωϊνὸν ἔμβρωμα· τρεῖς γὰρ τροφὰς 〈οὐδέποτε〉 ἐλάμβανον οἱ ἥρωες. A | |
24124a2 | {καὶ ἐντύνοντο ἄριστον:} νῦν ἅπαξ· καὶ ἐν Ὀδυσσείᾳ· „ἐντύνοντο ἄριστον“. T | ||
24.125 | Did. | 〈ἐν κλισίῃ:〉 οὕτως Ἀρίσταρχος ἑνικῶς ἐν κλισίῃ. Aint | |
24129-30 | Nic. | σὴν ἔδεαι κραδίην, 〈μεμνημένος οὔτε τι σίτου / οὔτ’ εὐνῆσ〉: βραχὺ διασταλτέον μετὰ τὸ κραδίην (129). A | |
24129a1 | ex. | 〈σὴν〉 ἔδεαι κραδίην: καὶ Πυθαγόρας (cf. Vors6. 58 C 6 [p. 465, 29. 466, 33]) παραινεῖ καρδίαν μὴ ἐσθίειν, ὅ ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ἄνθρωπον. AT | |
24129a2 | ἐντεῦθεν καὶ Πυθαγόρας παραινεῖ μὴ ἐσθίειν ζώου καρδίαν· ὁ γὰρ ἐκείνην ἐσθίων καὶ τὴν ἑαυτοῦ ἐσθίει, τουτέστιν οὐδέποτε ἀτάραχον καὶ ἄλυπον ἑαυτὸν τηρεῖ. b(BCE3E4) | ||
24129b | ex. | 〈μεμνημένοσ〉 οὔτε τι σίτου: διὰ τὸ „λισσόμενοι δει‐ | |
πνῆσαι, ὁ δ’ ἠρνεῖτο στεναχίζων“ (Τ 304) T | |||
24130-2a | Ariston. | οὔτ’ εὐνῆς· ἀγαθὸν δὲ 〈γυναικὶ—κρα‐ ταιή〉: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπρεπὲς μητέρα υἱῷ λέγειν ‘ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι‘ (cf. 130—1). ἔτι δὲ καὶ ἁπάντων ἀσυμφορώτατόν ἐστι καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι· χρεία γὰρ | |
5 | εὐτονίας καὶ πνεύματος. καὶ τὸ λέγειν ὅτι ὁ θάνατός σου ἐγγύς ἐστιν, ἄκαιρον. διεσκεύακε δέ τις αὐτούς, οἰηθεὶς ἀποκρέμασθαι 〈τὸ〉 „οὐδέ τι σίτου“ (Ω 129). πλῆρες δέ ἐστι, ‘σὴν ἔδεαι κραδίην, οὐδὲ τὸ τυχὸν σίτου μεμνημένοσ‘. A | ||
24130-2b | ex. | 〈οὔτ’ εὐνῆς·〉 ἀγαθὸν δὲ γυναικί περ〈— /〉 μίσγεσθ’〈—κραταιή〉: ἀθετοῦνται· ἀνοίκειοι γὰρ ἥρωϊ καὶ θεᾷ. ἴσως διὰ τὸ †πολλοὺς† ἀντ’ αὐτοῦ κτήσασθαι ἐκγόνους. ἢ τάχα ὑπεκκλέπτουσα αὐτὸν τοῦ πένθους ταῦτά φησιν. συγκοιμᾶται οὖν | |
5 | Βρισηΐδι μετὰ ταῦτα (sc. Ω 676). T | ||
24134a | Ariston. | Hrd. | σκύζεσθαι σοί φησι θεούς, 〈ἑὲ δ’ ἔξοχα πάντων〉: ὅτι Aim οὕτως εἶπεν ἀντὶ τοῦ ἑαυτόν, AAim ἑέ· 〈διὸ〉 ἡ διπλῆ. | Καλλίστρατος (p. 316 n. 27 Schm.) οὖν καὶ Ἀρίσταρχος δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας. τῷ δὲ τόνῳ ὡς „ἐμέ“ (Α 454. | |
5 | Β 71 al.). A | ||
24134b | ex. (Hrd.) | ἑέ: δασυντέον τὸ πρῶτον ε τῆς ἑέ. τῷ δὲ τόνῳ ὡς καλέ. b(BCE3E4)T | |
24137a1 | ex. | νεκροῖο δὲ δέξαι ἄποινα: ὑπὲρ τοῦ †κοινοῦ†, ὡσεὶ | |
ἔλεγεν ‘καίτοι ἀχρήστου ὄντοσ‘. T | |||
24137a2 | τὰ μὲν ἄποινά φησιν ὑπὲρ ζώντων, σὺ δὲ ὑπὲρ νεκροῦ καὶ ἀχρήστου δέξαι αὐτὰ καὶ κερδάνῃς. b(BCE3E4) | ||
24.138 | Did.? | τὴν δ’ ἀπαμειβόμενος: τινὲς „τὴν δὲ μέγ’ ὀχθήσασ“, ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποδόσει. T | |
24139a | ex. | τῇδ’ εἴη: τῇδε ἐνθάδε, b(BCE3E4)T ὡς „τῇδε γὰρ ἔβρισαν“ (Ρ 512). T εἴη δὲ ἀντὶ τοῦ ἴοι ἢ παραγένοιτο. ὁ δὲ Ζώπυρος (FGrHist 494, 2) ἀντὶ τοῦ ἔστω. b(BCE3E4)T | |
24139b | Did. (?) | 〈ἄποινα:〉 ἐν ἄλλῳ „{τῇ εἴη· ὃς} δῶρα {φέρει}“. Aim | |
24.140 | ex. | εἰ δὴ πρόφρονι 〈θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει〉: αὐτός φησιν „ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ“ (Α 218). T | |
24.141 | Ariston. (?) | ἐν νηῶν ἀγύρει: ὅπερ δι’ ἄλλων λέγει „νεῶν ἐν ἀγῶνι“ (Ο 428. Π 500). AintT | |
24.143 | Ariston. | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aint | |
24.144 | Ariston. | ταχεῖα: ὅτι Aim ἀντὶ τοῦ ταχέως. Aim b (BCE3E4)Tt | |
24.145 | Ariston. | Ἴλιον εἴσω: ὅτι τοπικῶς ἀντὶ τῆς προθέσεως· θέλει γὰρ εἰπεῖν εἰς Ἴλιον. A | |
24148a1 | Did. | 〈οἶον:〉 οὕτως διὰ τοῦ ν, οἶον. Aim | |
24148a2 | οἶον δὲ γραπτέον, οὐκ οἶος. T | ||
24148b | ex. | οἶον: οἶδε γὰρ ἡνιοχεῖν ὁ Πρίαμος. T | |
24148c | ex. | μηδέ τις ἄλλος: ὑπὲρ τοῦ λαθεῖν. ἅμα δὲ καὶ ἔλεον ἡ μόνωσις ἐργάζεται. b(BCE3E4)T | |
24149a | ex. | κῆρύξ τίς οἱ 〈ἕποιτο γεραίτεροσ〉: μόνον ἀπελθεῖν μετὰ τοσούτων λύτρων ἀδύνατον διὰ γῆρας, ἐπάγεσθαι δέ τινα τῶν νέων εἰς πολέμιον στρατὸν ἀπίθανον. οὐ μόνον οὖν κῆρυξ ἕπεται, ὅπερ ἐστὶ πίστεως καὶ σπονδῶν σύμβολον, ἀλλὰ καὶ οὗτος γέρων. b | |
5 | (BCE3E4)T | ||
24149b | ex. | γεραίτερος: ὡς δικαιότερος παλαιότερος, οὕτω γεραι‐ ότερος καὶ κατὰ συγκοπὴν γεραίτερος, ὡς „θερείταταί εἰσι κέλευ‐ θοι“ (Arat. Ph. 149). T | |
24.150 | Did. (?) | 〈ἠδέ:〉 γράφεται „ἥ κε“. Aint | |
24151a1 | Ariston. | νεκρὸν ἄγοι προτὶ ἄστυ, 〈τὸν ἔκτανε δῖος Ἀχιλλεύσ〉: ὅτι οὕτως εἴρηκε, νεκρὸν ὃν ἔκτεινε〈ν〉, ἀντὶ τοῦ ὃν κτείνας νεκρὸν ἐποίησεν, ὡς ἐπὶ τοῦ „ἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ“ (Ε 795). A | |
24151a2 | {νεκρὸν τὸν ἔκτανε:} ὃν κτείνας ἐποίησεν, ὡς „ἕλκος, ὅ μιν βάλε Πάνδαροσ“, ὃ βαλὼν ἐποίησεν. T | ||
24152a | ex. | μηδέ τι τάρβος: τάρβος ὁ φόβος. b(BCE3) ἀπὸ | |
τοῦ τείρω τάρος καὶ πλεονασμῷ τάρβος. b(BCE3E4)T | |||
24152b | ex. | ἄλλως· μηδέ τι τάρβος: ἐν ἐπιτάσει· οὐχ ὅτι θάνατος, ἀλλὰ μηδὲ τάρβος. T | |
24.154 | ex. | εἵως: ἕως, τοπικῶς. χρονικῶς δὲ „ἕως ὁ ταῦτ’ ὥρμαινεν“ (Α 193). αἰτιώδως δὲ „εἵως Πηνελόπειαν ὀδυρομένην“ (δ 800). T | |
24.155 | ex. | ἔσω κλισίην: εἰς κλισίην. T | |
24.156 | ex. | οὔτ’ αὐτὸς κτενέει 〈ἀπό τ’ ἄλλους πάντας ἐρύξει〉: διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ κατασκευάζει, b(BCE3E4)T τὸν μὲν ἐν τῇ ὁδῷ κίνδυνον δι’ Ἑρμοῦ διαφεύξεσθαι ὑπισχνούμενος, ἐν Ἀχιλλέως δὲ γενόμενον οὐ μόνον ὑπ’ αὐτοῦ μὴ κινδυνεύ〈σ〉ειν, ἀλ‐ | |
5 | λὰ δι’ ἐκείνου καὶ τὴν τῶν ἄλλων ἀσφάλειαν ποριεῖσθαι, διὰ τὸ πρὸς τοὺς ἱκέτας προσῆκον. b(BE3E4) | ||
24157a | ex. | οὔτε γάρ ἐστ’ ἄφρων 〈οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτή‐ μων〉: τάχιστα συνέλαβε, πόθεν ἴασιν ἄνθρωποι ἐπὶ τὸ ἀδικεῖν· ἢ δι’ ἀσυνεσίαν, ὅπερ διὰ τοῦ ἄφρων, ἢ ἀκόντως, ὃ διὰ τοῦ ἄσκοπος, ἢ ἑκουσίως, ὃ διὰ τοῦ ἀλιτήμων παρέστησεν, ὃ δηλοῖ τὸν ἑκουσίως | |
5 | ἁμαρτάνοντα. b(BCE3E4)T | ||
24157b1 | ex. | ἄσκοπος: μὴ προορῶν τὸ συμφέρον. T | |
24157b2 | ὃ δηλοῖ τὸν μὴ τοῦ συμφέροντος προνοούμενον. b(BCE3 E4) | ||
24157c | ex. | 〈ἀλιτήμων:〉 ἀλιτάνευτος ἢ ἁμαρτάνων τοῦ δέοντος. | |
b(BCE3E4)Tt ἠθικῶς δὲ ἀπολογεῖται ὑπὲρ Ἀχιλλέως, δι’ ἃ εἶπεν Ἀπόλλων „ᾧ οὔτ’ ἄρ’ φρένες εἰσὶν ἐναίσιμοι b(BE3E4)Tt οὔτε νόημα“ (Ω 40). Tt | |||
24158a | D | ex. | ἐνδυκέως· ἐπιμελῶς. b(BCE3)T | ἢ διηνεκῶς καὶ ὁλοτελῶς. b(BCE3E4)T | |
24158b | ex. | πεφιδήσεται: μετ’ ὀλίγον μέλλων ἀπὸ τοῦ φιδῶ. T | |
24160a | ex. | {ἷξεν δ’} ἐς Πριάμοιο: ὅμοιόν ἐστι τῷ ‘ἐς διδασκάλου‘. T | |
24160b1 | ex. | ἐνοπήν 〈τε γόον τε〉: θρῆνον θορυβώδη. T | |
24160b2 | τὸν μετὰ θορύβου θρῆνον. b(BCE3E4) | ||
24161-2 | ex. | 〈παῖδες μὲν πατέρ’ ἀμφὶ καθήμενοι—γε‐ ραιός:〉 οἶκτον ἔχει τὸ τοὺς παῖδας κλαίοντας κλαίοντι παρακαθῆσθαι τῷ γέροντι. b(BCE3E4) | |
24.162 | ex. | δάκρυσιν εἵματ’ ἔφυρον: ἄξιον ἡρωϊκῆς σεμνότητος τὸ πένθος. T | |
24163a | Ariston. | ἐντυπὰς {ἐν χλαίνῃ}: ὅτι ἐν ἴσῳ τῷ ἐντυπωδῶς ὥστε διὰ τοῦ ἱματίου τοῦ σώματος τὸν τύπον φαίνεσθαι. A | |
D | ἐντυπὰς ἐν χλαίνῃ 〈κεκαλυμμένοσ〉: οὕτω φησὶν αὐτὸν κεκαλύφθαι—φαίνεσθαι. A | ||
24163b | ex. | ἄλλως· ἐντυπάς: ἐντυπωδῶς ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι | |
τὸν τύπον. b(BCE3E4)T ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβο‐ λὴν δὲ πένθους ἀξίαν οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτόν, ὑπονοεῖν ἡμῖν καταλιμπάνων, οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος. b(BE3E4) | |||
5 | T ἄλλως τε καὶ ἄυπνος ἦν, ἀφ’ οὗ Ἕκτωρ ἐτεθνήκει. ἐντεῦθεν ὁ Σικυώνιος γραφεὺς Τιμάνθης τῆς ἐν Αὐλίδι Ἰφιγενείας γράφων τὴν σφαγὴν ἐκάλυψε τὸν Ἀγαμέμνονα. T | ||
24163c | Did. (?) | {ἐντυπὰς} ἐν χλαίνῃ: τινὲς γράφουσιν „ᾗ χλαίνῃ“· καὶ ἄμεινον. T | |
24164a | Ariston. | κόπρος ἔην κεφαλῇ τε 〈καὶ αὐχένι τοῖο γέροντοσ〉: ὅτι τὸ τοῖο οὐκ ἔστιν ἀγαθοῦ, ὡς οἱ Γλωσσογράφοι, ἀλλὰ θαυμαστι‐ κῶς τοιούτου. καὶ ὅτι κόπρος τὰ κόπρια. A | |
24164b | ex. | κόπρος: Ἀρίσταρχος σποδός, τινὲς δὲ κόπρια· „αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον“ (Ω 640). σημαίνει δὲ καὶ τὴν βούστασιν. T | |
24164c | ex. | τοῖο 〈γέροντοσ〉: τούτου τοῦ γέροντος. οἱ δὲ b(BCE3) T τοιούτου, θαυμαστικῶς. b(BCE3E4)T | |
24165a | ex. | καταμήσατο: ἄθρουν ἐπεσπάσατο, b(BCE3E4)T | |
ὅθεν καὶ „ἀμητόσ“ (Τ 223): T καὶ „ἄφαρ δ’ εὐνὴν ἐπαμήσατο b(BCE3E4)T χερσὶ φίλῃσι“ (ε 482). τὸ δὲ „ἀμητῆρεσ“ (Λ 67) διὰ μακροῦ τοῦ α φησί, καὶ „λειμωνόθεν ἀμήσαντεσ“ (Ω 451). „τέκνον, | |||
5 | μὴ σύ γε μητρὸς ἀπ’ ἀνθερεῶνας ἀμήσῃσ“ Εὐφορίων (fr. 92, 1 Pow.). T | ||
24165b | Did. (?) | 〈ἑῇσι:〉 γράφεται „φίλῃσι“. Aim | |
24.168 | ex. | κέατο: τινὲς †κεκακωμένοι† ἦσαν· b(BCE3E4)T ὅθεν τὸ „κέδρου 〈τ’〉 εὐκεάτοιο“ (ε 60). T | |
24.170 | ex. | τυτθὸν φθεγξαμένη: πρὸς τὸ μὴ καταπλῆξαι τὸν γέ‐ ροντα. b(BCE3E4)T ὁ δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προ‐ πεπονθυῖα γὰρ ψυχὴ πᾶν τὸ μέλλον τοῦ παρόντος χεῖρον λογίζεται. b(BE3E4)T | |
24172a | Ariston. | κακὸν ὀσσομένη τόδ’ ἱκάνω: ὅτι ἀπὸ τῶν ὄσσων, προορωμένη. καὶ τὸ τόδε τοπικῶς ἀντὶ τοῦ ἐνταῦθα. A | |
24172b | ex. | ὀσσομένη: προορωμένη. b(BCE3)T οἱ δὲ προαγ‐ γέλλουσα, b(BCE3E4)T παρὰ τὴν ὄσσαν, ἣν ἀεὶ ἐπὶ θείας φωνῆς λέγει. T | |
24173a | ex. | ἀγαθὰ φρονέουσα: φρονῆσαί σε ποιήσουσα ἀγαθά. b(BCE3E4)T | |
24173b | ex. | Διὸς δέ τοι ἄγγελός εἰμι: ὑπὸ Διὸς ἥκω σοι ἄγγελος. b(BCE3)T | |
24174a1 | Ariston. | ὅς σοι ἄνευθεν ἐὼν 〈μέγα κήδεται ἠδ’ ἐλεαίρει〉: ὅτι ἐνταῦθα ὑγιῶς λέγεται, ἐκεῖ δὲ (sc. Β 27) κακῶς ὑπὸ τοῦ Ὀνείρου | |
πρὸς τὸν Ἀγαμέμνονα. A | |||
24174a2 | {ὅς σευ ἄνευθεν ἐών:} μᾶλλον ὧδε οἰκεῖος ἢ ἐκεῖ ὁ στίχος. T | ||
24.180 | Ariston. | 〈νεκρὸν ..., τὸν ἔκτανε δῖος Ἀχιλλεύς:〉 ὅτι νεκρόν, ὃν ἔκτανε. Aim | |
24.184 | Ariston. | 〈ἔσω κλισίην:〉 ὅτι ἀντὶ τοῦ εἰς κλισίην. Aim | |
24.189 | ex. | {καὶ} ἅμαξαν: τὴν ἀπήνην οὕτως εἶπεν· φησὶ γοῦν· „ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην“ (Ω 324). T | |
24190a1 | ex. | ὁπλίσαι: εὐτρεπίσαι. ἰσοδυναμοῦν καὶ τὸ ἐντῦναι παρὰ τὰ ἔντεα. T | |
24190a2 | ἀντὶ τοῦ εὐτρεπίσαι, παρὰ τὰ ὅπλα, ὡς τὸ ἐντῦναι παρὰ τὰ ἔντεα. b(BCE3E4) | ||
24190b1 | ex. | πείρινθα: κατὰ μετάθεσιν, οἱονεὶ ῥίπινθα τὴν ἐκ ῥιπῶν πλακεῖσαν. ῥίπη δὲ λέγονται τὰ ἐκ τῆς οἰσύας πλέγματα. T | |
24190b2 | τὰ ἐκ ῥιπῶν πλακέντα. ῥίπα δὲ λέγονται τὰ τῆς οἰσύας πλέγματα. b(BCE3E4) | ||
24190c | ex. | ἄλλως· πείρινθα: τὸ τετράγωνον πλινθίον ἄνωθεν περι‐ | |
δούμενον ταῖς ἁμάξαις. οἱ δὲ ἐκ ῥιπῶν φασιν αὐτὸ πλέκεσθαι, καὶ εἶναι τουτὶ ὡς ῥίπινθα· ὅπερ ὁ Ξενοφῶν (sc. Ag. 8, 7) κάνναθρον· κάννη γὰρ ἡ ψίαθος, ἵν’ ᾖ πλέγμα ψιαθῶδες συνέχειν τὸν φόρτον δυνάμενον. | |||
5 | b(BCE3E4)T | ||
24190d | ex. | 〈πείρινθα:〉 τὸ πλινθίον τὸ ἐπάνω τῶν ἁμαξῶν τιθέ‐ μενον. Aim | |
24191a | ex. | κατεβήσετο: κατέβαινεν. T | |
24191b1 | ex. (D) | κηώεντα: ἐν ᾧ ἐκοιμᾶτο. ἢ εὐώδη διὰ τὴν κέδρον. T | |
24191b2 | τὸν εἰς τὸ κοιμᾶσθαι ἐπιτήδειον. ἔνιοι δὲ τὸν εὐώδη. b(BCE3E4) | ||
24192a | D. | γλήνεα: χρήματα κατὰ Ἠλείους. οἱ δὲ ἀξιοθέατα. b (BCE3E4)T γλήνη δὲ παρὰ τὸ γλαμυρόν, ὅ ἐστι δίυγρον· ὅθεν | |
„καὶ Ἀρχέδημος ὁ Γλάμων“ (Ar. ran. 588). καὶ παροιμία „ἐν τυφλῶν πόλει γλαμυρὸς βασιλεύει“. ἢ ἀπὸ μέρους εἴρηκεν· T γλήνας γὰρ | |||
5 | κυρίως τὰ κοροκόσμια λέγουσιν. b(BCE3)T | ||
24192b1 | Did. | {πολλὰ} κεχάνδει: οὕτως A Ἀρίσταρχος κεχάν‐ δει AAint διὰ τοῦ ει ἀντὶ τοῦ κέχανδε. ἡ δὲ Μασσαλιωτικὴ „{πολλὰ} κεκεύθει“. A | |
24192b2 | κεχάνδει: οὕτως Ἀρίσταρχος. ἔνιοι γράφουσι „κεκεύ‐ θει“. T | ||
24.193 | ex. | ἐς δ’ ἄλοχον 〈Ἑκάβην〉 ἐκαλέσ〈σ〉ατο: τὸ ἑξῆς ἐσε‐ καλέσατο. b(BCE3)T | |
24194-9 | ex. | Διόθεν μοι 〈Ὀλύμπιοσ〉 ἄγγελοσ〈—Ἀ‐ χαιῶν〉: ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγμα γυναικὶ κοινωνῷ τῶν παθημάτων. b(BCE3E4)T καὶ κέκρικε μέν, ἐρωτᾷ δέ, εἰ σύμψηφος ἔσται αὐτῷ· ὅτι γὰρ τοῦτο ἤθελε, δῆλον· οὐ γὰρ πρὶν | |
5 | καταβῆναι συμβουλεύεται τῇ γυναικί, ἀλλ’ ἐπὶ δεδογμένοις ἀναφέρει τὴν γνώμην τῇ γυναικί. b(BE3E4)T | ||
24.198 | Did. | 〈ἀνώγει:〉 Ἀρίσταρχος „ἄνωγεν“ ἔξω τοῦ ι. A | |
24.199 | ex. | ἔσω στρατόν: ἀντὶ τοῦ ἐς στρατόν. b(BCE3)T | |
24.200 | Did. | ἀμείβετο: Ἀρίσταρχος „ἀνήρετο“. AimT | |
24201a | ex. | ὤ μοι: γυναικεία ἡ ἀναφώνησις ἐξισταμένης ἐπὶ τῶν τηλικούτων τολμῶν. T | |
24201b | ex. | ᾗς τὸ πάρος περ: ἐφ’ αἷς πρώην. T | |
24202a | Hrd. | ἔκλεο: τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης (p. 60 B.), ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δέ, ἀλλ’ ἐκλέεο τετρασυλλάβως. καὶ δῆλον ὅτι, εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα | |
5 | φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι „σὺ δ〈έ μ’〉 αἴδεο καί μ’ ἐλέησον“ (Φ 74) καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις (sc. παθ. 2,246,12 L.) εἴρηται. A | ||
24202b1 | ex. (Hrd.) | ἔκλεο: ἐκλεόμην ἐκλέεο καὶ κατὰ συγκοπὴν ἔκλεο, προ‐ παροξυτόνως. T | |
24202b2 | ex. (Hrd.) | | ἔκλεο κατὰ συγκοπήν, | ἀντὶ τοῦ ἐδεδόξασο. b(BCE3 | |
ex.(?) | Ε4) | ||
24205a | Did. (?) | ἐξενάριξε: τινὲς „ἐξήλασσε“, τῆς ἀρχῆς ἐξέβαλεν. T | |
24205b1 | Ariston. | σιδήρειόν νύ τοι ἦτορ: ὅτι ὑποτάσσουσι στίχον ὡς ἐλλείποντος τοῦ λόγου „ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχον‐ τεσ“ (= Ω 205 a). πλείων δέ ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ. A | |
24205b2 | {σιδήρειόν νύ τοι ἦτορ:} τινὲς μετὰ τοῦτον γράφουσιν „ἀθάνατοι ποίησαν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν“. T | ||
24206-7 | Nic. | εἰ γάρ ς’ αἱρήσει 〈καὶ ἐσόψεται ὀφθαλμοῖσιν, / ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε, οὔ ς’ ἐλεήσει〉: τὸ ἑξῆς ἐστιν εἰ γάρ ς’ αἱρήσει 〈καὶ ἐσόψεται ὀφθαλμοῖσιν〉 (206), | |
οὔ ς’ ἐλεήσει (207). τὰ δὲ ἄλλα διὰ μέσου. A | |||
24.206 | ex. | εἰ γάρ ς’ αἱρήσει καὶ ἐσόψεται: ἀντιστρόφως· εἰ γάρ σε ὄψεται καὶ αἱρήσει, ἀντὶ τοῦ ‘μόνον εἰ θεάσεται, εὐθὺς αἱρήσει‘. b(BCE3E4)T | |
24.207 | ex. | ex. | ὠμηστής: ὠμὸς καὶ ἄγριος b(BCE3E4)T καὶ αἱμοπό‐ της. b(BCE3E4) | ταῦτα δὲ ἀπολύτως. T | |
24208a | ex. | οὐδέ τί ς’ αἰδέσεται: οὐχ ὡς ἱκέτην σε δέξεται· b (BCE3E4)T αἰδοῖοι γὰρ οἱ ἱκέται. T | |
24208b | Ariston. | {οὐδέ τις} αἰδέσεται: ὅτι ἀντὶ τοῦ προσδέξεται ὡς ἱκέτην· „μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, / οὐδέ τί μ’ αἰδέσεται“ (Χ 123—4). A | |
24208-9a | ex. | νῦν δὲ κλαίωμεν 〈ἄνευθεν / ἥμενοι ἐν μεγάρῳ〉: εἰ τῆς σωτηρίας τοῦ γέροντος προνοουμένη μόνον ἐφαίνετο, ἀπρεπὴς ἦν παντελῶς ὁ λόγος ὅτι καταφρονεῖ υἱοῦ τοιούτου (cf. Ω 209—12) ὑπὲρ ἀσφαλείας πρεσβύτου δυστυχοῦς. νῦν δὲ ὡς ἀδύνατον 〈ὂν〉 | |
5 | κομίσασθαι τὸν υἱὸν οὐ βούλεται προσαποβαλεῖν καὶ Πρίαμον. b BCE3E4)T | ||
24208-9b | ex. | ἄνευθεν / ἥμενοι: ὡς οὐδὲ ἐλπίδα ἔχοντές ποτε θάψαι τὸν υἱόν. T | |
24209-16 | ex. | 〈τῷ δ’〉 ὥς ποθι μοῖρα〈—ἀλεωρῆσ〉: μέμι‐ κται τούτοις λογισμὸς καὶ πάθος. ὥς ποθι (209) δὲ οὕτω που. T | |
24.210 | Ariston. | γεινομένῳ ἐπένησε λίνῳ, 〈ὅτε μιν τέκον αὐτή〉: ὅτι | |
ἐνταῦθα καλῶς κεῖται, ἐπὶ δὲ Ἀχιλλέως ἐν τῇ Υ (sc. 128) οὐκέτι. A | |||
24212-3a | ex. | μέσον ἧπαρ ἔχοιμι 〈/ ἐσθέμεναι προσφῦσα〉: δαιμονίως τῇ ἐμφάσει χρῆται· τόπος γὰρ λύπης τὸ ἧπαρ. b(BCE3E4) T καὶ μέσον (212), οὗ ἡ χολὴ καὶ πολὺ τὸ ἐσθιόμενον. καὶ ἐν παρατάσει τὸ ἐσθίειν (cf. 213). τό τε †ἐμφῦσα† (213) ἐμφατικώτατον· | |
5 | οὐ γὰρ λαβοῦσα τῇ χειρί, ἀλλ’ αὐτῷ προσφῦσα τῷ ἥπατι τὸ στόμα, ὡς ἐπὶ σαρκοφάγου θηρίου. b(BE3E4)T | ||
24212-3b | ex. | ἄλλως· μέσον ἧπαρ 〈ἔχοιμι / ἐσθέμεναι προσφῦσα〉: εἴ γε μὴ προειλήφειμεν τὸ περὶ αὐτὴν πάθος, ἀπαράδεκτον ἦν τὸ μέγεθος τῆς ὑπερβολῆς. νυνὶ δὲ οἰκεῖα ταῦτα μητρὶ πρεσβύτιδι ὑπὲρ τέκνου οὐκ ἀναιρεθέντος μόνον, ἀλλὰ καὶ αἰκιζομένου ἀτάφου. b(BE3 | |
5 | E4)T | ||
24212-3c | ex. | 〈ἔχοιμι | ἐσθέμεναι:〉 κατέχοιμι εἰς τὸ ἐσθίειν. Aim | |
24213a | Hrd. | τότ’ ἄντιτα 〈ἔργα γένοιτο〉: Ἀπολλόδωρος (FGr Hist 244, 235) καὶ Καλλίστρατος (p. 316 n. 26) „τιτά“ ὥστε τρία εἶναι, ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν „ἄν“ καὶ ὄνομα τὸ „τιτά“. ὁ δὲ Ἀσκαλωνίτης (p. 60 B.) ἄντιτα παραλαμβάνει, μεταλαμβάνων | |
5 | εἰς τὸ ἀντέκτιτα. οὕτω καὶ οἱ πλείους, ὁμοίως τῷ „ἄτιτοσ“ (Ξ 484, cf. Ν 414). ἔχεται μὲν οὖν ἡ κατὰ σύνθεσιν ἀνάγνωσις ἐμφάσεως, καὶ μᾶλλον τοῦ νοητοῦ. μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει, ἐπι‐ ζητοῦντος τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο. παραφυλακτέον δὲ ὅτι | ||
καὶ συλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα. A | |||
24213b | ex. | τότ’ ἄντιτα 〈ἔργα γένοιτο: ἄντιτα〉 ἀντιτιμώρητα. b(BCE3E4)T καὶ ἔστιν ὅμοιον τῷ „τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι“ (Ν 447). T λείπει δὲ ὁ ἄν. οὐκ ἀξιόχρεων δὲ ἡγεῖται τὸν θάνατον τοῦ πολεμίου, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ ἐμφάγοι. b(BE3E4)T | |
24213c | ex. | ἄντιτα: τὸ τέλειον ἀντίτιτα. b(BCE3E4)T συγκέ‐ κοπται δὲ ἡ τι συλλαβή. b(BE3E4)T | |
24214a | Did. | ἐπεὶ οὔ ἑ: οὕτως ἐπεὶ οὔ ἑ, ἐπεὶ οὐκ αὐτόν. A αἱ δὲ κοιναὶ „ἐπεὶ οὔ τι“. AT | |
24214b | ex. | οὔ ... κακιζόμενον: ἀντὶ τοῦ T ἐπεὶ οὐχ ὁ τυχὼν ἦν οὐδὲ γύννις. b(BCE3E4)T τοιοῦτον δὲ καὶ τὸ „ἀνδρὶ παρὰ κρατερῷ“ (Ω 212), ὃ πρὸς σύστασιν Ἕκτορος. αὔξεται οὖν τὸ πάθος ἐπὶ τῷ ἀναξίως ὑβριζομένῳ. b(BE3E4)T τοιαῦτα καὶ ὁ Πρίαμος | |
5 | ἐρεῖ πρὸς Ἀχιλλέα, ἀλλὰ πεφεισμένως· „τὸν δὲ σὺ πρώην κτεῖνας ἀμυνόμενον περὶ πάτρησ“ (Ω 500). T | ||
24215a1 | Did. | πρὸς Τρώων: „πρὸ Τρώων“ T δίχα τοῦ ς, ὡς τὸ „οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι“ (Δ 156). b(BCE3 E4)T | |
24215a2 | 〈πρὸ Τρώων:〉 οὕτω χωρὶς τοῦ ς. Ail | ||
24215b | Ariston. | Τρωϊάδων βαθυκόλπων: πρὸς τοὺς γράφοντας (sc. in Β 484) „ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι“, ὅτι ἐπὶ βαρβάρων τὸ ἐπίθετον τίθησιν. A | |
24216a | ex. | οὔτε φόβου μεμνημένον: φιλοστόργως ταῦτα, ἐπεί τοι | |
φεύγοντα ἀνεῖλεν. b(BCE3E4)T | |||
24216b | ex. | ἀλεωρῆς: φυλακῆς. T | |
24.219 | ex. | 〈οὐδέ:〉 ἀντὶ τοῦ ‘οὐ γάρ‘. b(BCE3)Til | |
24.220 | ex. | 〈ἄλλος ἐπιχθονίων:〉 καὶ μὴ θεός. b(BCE3E4)Til | |
24221a | Nic. | ex. | ἢ οἳ μάντιές εἰσι θυοσκόοι 〈ἢ ἱερῆεσ〉: καὶ ἐνταῦθα ἀξιοῦσί τινες διαστέλλειν μετὰ τὸ εἰσί, ὡς καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (sc. 62—3) τὸ γένος, φασί, προειπὼν ἐπιφέρει τὸ εἶδος· „ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν, 〈ἢ ἱερῆα | ἢ καὶ ὀνειροπόλον〉“. δοκεῖ δέ μοι ἐνθάδε | |
5 | μὴ ἐπείγειν, ἐπεὶ ἐνδέχεται τὸ δεύτερον τοῦ πρώτου ἐπίθετον εἶναι, μάντεις θύται. | καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται. A | ||
24221b | ex. | θυοσκόοι: οἱ διὰ τῶν ἐπιθυομένων μαντευόμενοι, A | |
οἱ ἐμπυροσκόποι· καλοῦσι δὲ αὐτοὺς λιβανομάντεις. A b (BCE3E4)T | |||
24221c | ex. | ἱερῆες: οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι· τὰ μὲν γὰρ θυμιάματα θύη καλεῖται, τὰ δὲ σπλάγχνα ἱερά. A b (BCE3E4)T κοινὸν δέ ἐστι τὸ μάντεις. AT | |
24222a | Ariston. | ψεῦδός κεν φαῖμεν 〈καὶ νοσφιζοίμεθα μᾶλλον〉: ὅτι ἐνταῦθα ἁρμοζόντως λέγεται ὁ στίχος, ὑπὸ δὲ Νέστορος ἐν τῇ Β (sc. 81) οὐκέτι. A | |
24222b | ex. | ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον: ἢ παρέλκει τὸ μᾶλλον Ἀττικῶς, ἢ μᾶλλον τοῦ ποιεῖν ἐχωριζόμεθα καὶ τοῦ βαδίζειν ἐπὶ τὰς ναῦς. b(BCE3E4)T | |
24223-4 | Nic. | νῦν δ’, αὐτὸς γὰρ 〈ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, / εἶμι〉: βραχὺ διασταλτέον μετὰ τὸν δέ (223) 〈καὶ τὸν ἄντην (223)〉 τὸ γὰρ ἑξῆς νῦν δὲ εἶμι. A | |
24.223 | ex. | 〈αὐτὸς γὰρ ἄκουσα θεοῦ〉 καὶ ἐσέδρακον 〈ἄντην〉: ἐνῆν καὶ οὕτως εἰπεῖν ‘νῦν δὲ θεὸς ὁ εἰπών‘· ὁ δὲ ἐμφαντικῶς τὴν αὑτοῦ αὐτοψίαν προβάλλεται. ἐνήλλαξε δὲ τὴν τάξιν. T | |
24224-6 | Nic. | εἰ δέ μοι αἶσα 〈/ τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων / βούλομαι〉: ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ μετὰ τὸ αἶσα (224), ἵνα λείπῃ τὸ ἐστίν, ἢ μετὰ τὸ χαλκο‐ χιτώνων (225), ἵνα κοινὸν ᾖ τὸ τεθνάμεναι (225) καὶ κατὰ τῶν | |
5 | ἑξῆς. A | ||
24.226 | ex. | αὐτίκα γάρ με κατακτείνειεν: τῆς τῶν ἀκουόντων δια‐ νοίας ἥψατο ταῦτα λέγων. b(BCE3E4)T | |
24.227 | ex. | ἐπὴν γόου ἐξ ἔρον εἵην: ἐπὰν κορεσθείην τῆς τοῦ πέν‐ θους ἐπιθυμίας. b(BCE3E4)T | |
24228a | Hrd. | Ariston. | {>ῆ καὶ} φωριαμῶν: Ἀρίσταρχος ὡς κιβωτῶν. καὶ ἔχομεν τῶν διὰ τοῦ αμος παρηγμένων ὀνομάτων κανόνας τοιούσδε, πρῶτον μὲν ὡς τὰ τριβράχεα, μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει, κάλαμος, „Πρίαμοσ“ (Α 255. Γ 161 al.)· τὸ „ποταμόσ“ (Λ 492. 722 | |
5 | al.) ἐγένετο παρὰ τὸ ποτασμός, καθ’ ὑφαίρεσιν τοῦ ς· τὸ δὲ ἰταμός ἐπιθετικόν ἐστι. δεύτερον δὲ ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακράν, εἰ μὲν θέσει ᾖ, βαρύνεται, „ὄρχαμοσ“ (Β 837. Μ 110 al.), Τύρταμος, „Πέργαμοσ“ (cf. Δ 508. Ζ 512 al.)· εἰ δὲ φύσει, κύρια 〈μὲν〉 ὄντα βαρύνεται πάλιν, ὡς ἔχει τὸ Πύραμος Τεύταμος, οὐχ οὕτω δὲ ἔχοντα | ||
10 | ὀξύνεται, ὡς ἔχει τὸ „οὐλαμόσ“ (cf. Δ 251. 273 al.), „χηραμόσ“ (cf. Φ 495). τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατ’ ὀξεῖαν τάσιν, φωραμὸς καὶ πλεονασμῷ τοῦ ι φωριαμός. | ἡ διπλῆ δέ, ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα, καταχρηστικῶς δὲ | ||
15 | πίθων καὶ τῶν ὁμοίων. A | ||
24228b1 | ex. | {καὶ} φωριαμῶν: φωριαμός· ἔχει γάρ, ἃ φοροῦμεν. οἱ δὲ παρὰ τὰ φάρη ἢ τοὺς φῶρας. Ἀρίσταρχος δέ φησι τὴν κιβωτὸν λέξιν νεωτέρων εἶναι· ἀγνοεῖ δὲ ὅτι καὶ Σιμωνίδης (fr. 118 = P.M.G. 623) καὶ Ἑκαταῖος (FGrHist 1, 368) μέμνηται αὐτῆς. T | |
24228b2 | ἔχουσι γάρ, ἃ φοροῦμεν. λέγει δὲ τὰ κιβώτια. b(BCE3) | ||
24228c | D | ex. | ἐπιθήματα: πώματα· b(BCE3)T | καὶ ἐπιθεῖναι τὸ κλεῖσαι λέγουσιν. T | |
24229a | Ariston. | πέπλους: ὅτι διέσταλκε τὸν πέπλον ἀπὸ τῶν χλαινῶν (cf. Ω 230), καὶ τὰ φάρη (cf. Ω 231) ὡς διαφέροντα τῶν πέπλων οὕτω προσηγόρευσεν. A | |
24229b | ex. | 〈πέπλους:〉 πέπλος πεποιημένον ἱμάτιον γυναικεῖον. Til | |
24229-31a1 | ex. | 〈πέπλους ... χλαίνας ... φάρεα ... χιτῶ‐ νας:〉 πέπλος, T φᾶρος, χλαῖνα, χιτών· ὅτι διάφορα ταῦτα, νῦν ἐδήλωσε· πέπλοι (cf. 229) γάρ, †ἃς† περονῶνται μόναι γυναῖκες· b(BCE3E4)T οἳ καὶ ἑανοὶ καλοῦνται· φησὶ γοῦν „πορφυρέοις πέ‐ | |
5 | πλοισι καλύψαντεσ“ (Ω 796) τὰ ὀστᾶ Ἕκτορος, καὶ τὰ Πατρόκλου „ἐν | ||
κλισίῃσι δὲ θέντες T ἑανῷ λιτὶ κάλυψαν“ (Σ 352). χιτὼν (cf. 231) δὲ ἀνδρεῖον ἔνδυμα. φᾶρος (cf. 231) ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. χλαῖνα (cf. 230) b(BCE3E4)T τὸ περίβλημα τῆς κλίνης. Ail b(BCE3E4)T | |||
24229-31a2 | πέπλος, φᾶρος, χιτών, χλαῖνα διαφέρουσι· πέπλοι γάρ, †ἃς† περονῶνται μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται. χιτὼν δὲ ἀνδρεῖον ἔνδυμα. φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. χλαῖνα τὸ περίβλημα τῆς κλίνης. A (bis) | ||
24232a | Ariston. | 〈δέκα πάντα τάλαντα:〉 ὅτι παρέλκει τὸ πάντα. Aim | |
24232b | ex. | δέκα πάντα τάλαντα: παρέλκει τὸ πάντα. ἢ τὰ πάντα δέκα. T | |
24.234 | ex. | 〈δέπας περικαλλές,〉 ὅ οἱ Θρῇκες 〈πόρον ἄνδρεσ〉: ὡς φιλοπόται οἱ Θρᾷκες ποτήρια χαρίζονται. T | |
24235a | Hrd. | ἐξεσίην {ἐλθόντι}: Ἀρίσταρχος δασύνει τὴν δευτέραν συλλαβήν· παρὰ γὰρ τὸ ἵημι, φησίν, ἐγένετο· ἐπιφέρει γοῦν· „πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντεσ“ (φ 21). παρὰ δὲ τὸν ἥσω μέλλοντα ἡ ἑσία ἐγένετο καὶ ἡ ἐξεσία, ὡς καὶ παρὰ τὸ θήσω θεσία· „πῇ δὴ | |
5 | συνθεσίαι τε;“ (Β 339). τὸ αὐτὸ καὶ ἐπὶ τοῦ „τῶν ἕνεκ’ ἐξεσίην“ (φ 20), 〈οἶον τὴν ἔκπεμψιν〉. οὕτως δὲ καὶ Νικίας (fr. 22 B.). Νεοπτόλεμος δὲ ὁ Παριανός (fr. 18 [1980] M.), λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν {οἷον τὴν | ||
ἔκπεμψιν}, ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι· ἠπίστατο γὰρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα δασυνόμενον, „ἥσω | |||
10 | γὰρ καὶ ἐγώ“ (Ρ 515). παρὰ δὲ τοὺς μέλλοντας ὁριστικοὺς ἐγένετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρ’ ἐνεστῶτας †ἀπαρεμφάτου ἐγκλίσεως†· θύσω γοῦν θυσία, ἄξω ἀξία, δώσω δοσία, προδώσω προδοσία. οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσία. A | ||
24235b | ex. | ἐξεσίην: δημοσίαν ἔκπεμψιν. δασύνεται δὲ ἡ δευτέρα συλλαβή, παρὰ τὸ ἥσω ἑσία καὶ ἐξεσία. b(BCE3E4)T οἱ δὲ ψιλοῦσι διὰ τὸ ὄνομα γεγενῆσθαι. T | |
24.236 | ex. | φείσατο: ἢ ὡς πολυτελοῦς, ἢ ὡς φυλασσομένων τῶν ξε‐ νίων. T | |
24238a1 | ex. | 〈αἰθούσης:〉 αἴθουσαι στοαί, παρὰ τὸ πῦρ ἐν αὐταῖς κάεσθαι. T | |
24238a2 | rec. (?) | αἱ πρόστωοι, παρὰ τὸ ὑπὸ τοῦ ἡλίου καταίθεσθαι. b (BCE3E4) | |
24238b | ex. | αἰσχροῖσιν: κακοῖς· b(BCE3E4)TTil καὶ „αἴσχι‐ στος δὲ ἀνήρ“ (Β 216) ἀντὶ τοῦ κάκιστος. b(BCE3E4)T | |
24238c | ex. | 〈ἐνίσσων:〉 Αἰολεῖς, ἀπὸ τοῦ ἐνίπτων. Til | |
24239a | ex. | 〈ἔρρετε:〉 ἀπέρρετε. Til | |
24239b | ex. | λωβητῆρες: ψεῦσται· „οὔ τί σε λωβεύω, τέκνον φίλον“ | |
(Ψ 26). οἱ δὲ ἐκ τῶν δύο ἐπονείδιστοι· b(BCE3E4)T λώβη γὰρ ἡ ὕβρις. T | |||
24239-40 | ex. | οὔ νυ καὶ ὑμῖν | οἴκοι ἔνεστι γόος: ὡς οὐκ ἔχοντες πένθος ἐμὲ παραμυθεῖσθε· ἐμοί, φησί, συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζετε πένθος τὸν θάνατον Ἕκτορος. βούλεται δὲ λέγειν ὅτι δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα. b(BCE3 | |
5 | E4)T | ||
24.240 | ex. | κηδήσοντες: βαρήσοντες τὸν ἐν κήδει ὄντα παραμυθη‐ σάμενοι. T | |
24241a1 | ex. | ἦ οὔνεσθε: ἐκφαυλίζετέ b(BCE3)T με ὡς μόνον δεινῶς πάσχοντα, b(BCE3) καὶ δοκεῖτε αὐτοὶ οὐδὲν ἔχειν οὐδὲ κοινὸν εἶναι τὸ κακόν. b(BCE3)T | |
24241a2 | ex. vel rec. | {> ἢ οὔνεσθ’ ὅτι μοι:} οἷον μικρὸν καὶ φαῦλον οἴεσθε τὸ συμβεβηκός. A | |
24241b | Ariston. | 〈οὔνεσθε:〉 ἡ διπλῆ {δέ}, ὅτι οὔνεσθε ἐκφαυλίζετε καὶ οὐδενὸς ἄξιον ἡγεῖσθε. A | |
24241c | Did. | ἢ οὔνεσθε: οὕτως αἱ Ἀριστάρχου „ἢ ὀνόσασθε“· AAim | |
ἐμέμψασθε καὶ ἐξεφαυλίσατε. βούλεται δὲ λέγειν ‘ἐμοὶ συλλυπησόμενοι, καὶ οὐχὶ ἕκαστος ἴδιον κακὸν νομίζων τὴν Ἕκτορος ἀπώλειαν‘. A | |||
24242a1 | ex. | ἀτὰρ γνώσεσθε: μαθήσεσθέ γε μήν. T | |
24242a2 | μαθήσεσθε πάσχοντες κακῶς ὅτι Ἕκτωρ ἀπώλετο. b(BC E3E4) | ||
24243a1 | ex. | ῥηΐτεροι γὰρ μᾶλλον 〈Ἀχαιοῖσιν δὴ ἔσεσθε〉: ῥηΐτεροι μὲν ἦτε, νῦν δὲ μᾶλλον. ἢ ἀντὶ ἁπλοῦ τὸ ῥηΐτεροι. T | |
24243a2 | καὶ πρὶν μὲν ῥᾴδιοι τοῖς Ἕλλησιν ἦτε, εἰ μὴ Ἕκτωρ ἠρίστευε· νῦν δὲ ῥᾳδιώτεροι γενήσεσθε, b(BCE3E4) ἤτοι εὐκόλως τῇ καθ’ ἡμῶν χρήσονται μάχῃ. b(BE3E4) | ||
24245-6 | Nic. | 〈πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε / ὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον Ἄϊδος εἴσω:〉 βραχὺ δια‐ σταλτέον μετὰ τὸ ἰδεῖν (246) πρὸς τὸ σαφέστερον. Aim | |
24247a | ex. | 〈σκηπανίῳ:〉 ῥάβδῳ, b(BCE3E4) σκήπτρῳ. b(BC E3E4)Til | |
24247b | Hrd. | δίεπ’ ἀνέρας: δασέως δίἑπε, παρὰ τὸ ἕπω δασυνό‐ μενον· οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ πλείους· οἷον διὰ τῶν ἀνδρῶν ἐπορεύετο καὶ διΐστα αὐτούς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. A | |
24247c | ex. | δίεπ’ ἀνέρας: διὰ τῶν ἀνδρῶν ᾔει. b(BCE3E4)T καὶ δασύνεται ἡ δευτέρα συλλαβή. T οἱ δὲ διεῖργε καὶ διΐστα τοὺς ἄνδρας. b(BE3E4)T οἱ δὲ „δί’ ἐπ’ ἀνέρασ“, ἵν’ ᾖ „δί’ ἐπ’“ ἐδίωκεν 〈ἐπί〉, ὅ ἐστιν ἐπεδίωκεν. T | |
24247-8 | Nic. | 〈οἱ δ’ ἴσαν ἔξω / σπερχομένοιο γέροντος:〉 τὸ {δὲ} ἔξω (247) ἑκατέροις δύναται συντάττεσθαι· βέλτιον δὲ τοῖς | |
ἄνω. A | |||
24248a | ex. | σπερχομένοιο: ἐπειγομένου ἐν τῷ διώκειν, ἢ σπέρχον‐ τος. τοῦτο πρὸς τὸ θυμῶδες καὶ ἀπειθὲς τῶν ὠστιζομένων †τῶν εἰς τὰ βασίλεια οἰκημάτων. b(BCE3E4)T | |
24248b | ex. | υἱάσι〈ν〉: τινὲς ἀπὸ τοῦ υἱάς, ὡς Ἀρκάς. T | |
24248c1 | ex. | ὁμόκλα: ἤπιος μέν ἐστιν, ὥς πού φησιν „οἷς δ’ ὁ γέρων μετέῃσι“ (Γ 109) καὶ „ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος ἦεν“ (Ω 770). δύσκο‐ λον δὲ νῦν αὐτὸν εἴργασται τὸ πένθος. T | |
24248c2 | καὶ ἤπιος μὲν ἀεί ἐστι· νῦν δὲ ἡ λύπη Ἕκτορος καὶ τὸ πένθος δύσκολον αὐτὸν ἐποίησεν ἀπειρηκότα τοῦ ζῆν. b(BE3E4) | ||
24249-51 | ex. | νεικείων Ἕλενόν τε—δῖον Ἀγαυόν: οἰ‐ κεῖον μὲν τῷ πάθει τὸ δυσκολαίνειν πρὸς πάντας. λεληθότως δὲ Ὅμηρος κατάλογόν τινα πεποίηται τῶν ὑπολειπομένων Πριάμῳ παίδων. b(BCE3E4)T | |
24.251 | D. | 〈Δηΐφοβον:〉 Ἀλεξάνδρου—ἔγημεν αὐτήν. ἡ ἱστο‐ ρία παρὰ Λυκόφρονι (Al. 169—71). A | |
24251a | Ariston. | καὶ Ἱππόθοον καὶ ΔΙΟΝ ἈΓΑΥΟΝ: ὅτι ὁμώνυμος ὁ Ἱππόθοος τῷ Πελασγῷ· „Ἱππόθοος δ’ ἄγε φῦλα Πελασγῶν“ (Β 840). καὶ ὅτι ἄδηλον, πότερόν ἐστι τὸ κύριον ὁ ΔΙΟΣ ἢ ὁ ἈΓΑΥΟΣ. A | |
24251b | ex. | καὶ Δῖον 〈ἀγαυόν〉: Φερεκύδης (FGrHist 3, 137) τὸν | |
Δῖον νόθον υἱὸν Πριάμου φησίν. ἔσται οὖν τὸ ἀγαυόν ἐπίθετον. T | |||
24.252 | ex. | ἐννέα {τοῖς}: ἢ τῶν ἐξ Ἑκάβης ἐννεακαίδεκα (cf. Ω 496) οὗτοι ὑπελείποντο, ἢ τῶν πεντήκοντα (cf. Ω 495). T | |
24253a | ex. | σπεύσατε: πᾶν γὰρ αὐτῷ βραδὺ φαίνεται πρὸς τὰ λύτρα, κἂν ᾖ ταχύ. b(BCE3E4)T | |
24253b | Hrd. | Did. | κατηφόνες: ὡς Μακεδόνες. | οὕτως Ἀρίσταρχος, καὶ ἄμεινον· θηλυκῇ γὰρ προσηγορίᾳ ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν, οἱονεὶ κατήφειαι. Κράτης (fr. XV [p. 79] H.) μέντοι „κατηφέεσ“ γράφει. A | |
24253c | ex. | κατηφόνες: ὡς Κηληδόνες, Σειρηδόνες. b(BCE3E4)T ἔστιν οὖν μᾶλλον θηλυκά, T εἰς μαλακίαν αὐτοὺς ἐπισκώπτοντος τοῦ πατρὸς ὡς στυγνίας αἰτίους. ἀπὸ τοῦ κατηφῶ κατηφών, b(BE3 E4)T ὅθεν φησὶ „στῆ δὲ κατηφήσασ“ (Χ 293), ὡς εἴκω εἰκών. οἱ | |
5 | δὲ ἄξιοι τοῦ φονεύεσθαι. ὁ δὲ Νέστωρ ἐπὶ τῆς θυσίας εἶπεν· „καρπα‐ λίμως μοι, τέκνα φίλα“ (γ 418). T | ||
24253d | ex. (Philox.) | ἄλλως· κατηφὼν παρὰ τὸ φῶ, οὗ παράγωγον φάω, T ὁ κάτω ἔχων τὰ φάη δι’ αἰσχύνην ἢ δι’ ὀνειδισμὸν ἢ 〈διὰ〉 λύπην. | |
b(BE3E4)T | |||
24.254 | ex. | ὠφέλετε: καὶ Καλλίμαχος (fr. 636)· „μὴ ὀφέλετ’ ἀλλή‐ λοισιν ἐπὶ πλέον ὄμματα δῦναι“. T | |
24255-60 | ex. | ὤ μοι ἐγὼ 〈πανάποτμος, ἐπεὶ—πάντα λέλειπται〉: ἠθικὴ ἡ μεταξὺ ἀναφώνησις. ὀργιζόμενος δὲ τοῖς λελειμμένοις ἀφορμὴν ἔσχεν ἀποδύρεσθαι τοὺς τετελευτηκότας. ἐλεεινὸν δὲ καὶ τὸ †ἐπὶ τέκνῳ† (255)· οὐ γὰρ δεινὸν τὸ μὴ γεννῆσαι ὡς τὸ | |
5 | γεννηθέντας ἀπολέσαι. πάντα δὲ κινητικά· στενάζει, προστάσσει, λοιδορεῖ. b(BCE3E4)T | ||
24.255 | D vel ex. | 〈πανάποτμος:〉 περὶ πάντα δυστυχής. Til | |
24257a | ex. | 〈Μήστορα τ’ ἀντίθεον καὶ Τρωΐλον〉 ἱππιοχάρ‐ μην: ἐντεῦθεν Σοφοκλῆς ἐν Τρωΐλῳ (T.G.F. p. 266 N. = II p. 253 P.) φησὶν αὐτὸν λοχηθῆναι ὑπὸ Ἀχιλλέως ἵππους γυμνάζοντα παρὰ τὸ Θυμβραῖον καὶ ἀποθανεῖν. ὑπονοήσειε δ’ ἄν τις τὸν Μήστορα | |
5 | πρεσβύτατον εἶναι τῶν Πριαμιδῶν, καὶ τὸν Τρωΐλον οὐ παῖδα, διότι ἐν τοῖς ἀρίστοις καταλέγεται. T | ||
24257b | Ariston. | Τρωΐλον ἱππιοχάρμην: ὅτι ἐκ τοῦ εἰρῆσθαι ἱππιο‐ χάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφ’ ἵππου διωκόμενον αὐτὸν ἐποίησαν. καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται, Ὅμηρος δὲ διὰ τοῦ | |
ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει· οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται. A | |||
24258-9a | ex. | ὃς θεὸς ἔσκε〈—ἀλλὰ θεοῖο〉: οὐ μόνον δι’ ἀρετὴν ἐξαίρετος ὁ τοῦ Ἕκτορος ἔπαινος, ἀλλὰ καὶ διὰ τὸ †πρόσφορον τῆς συμφορᾶς. b(BCE3E4)T ἠθικῶς δὲ κρείττονά φησι ὁ Πρία‐ μος τὸν παῖδα τοῦ δοκεῖν ἐξ ἑαυτοῦ γεγενῆσθαι. b(BE3E4)T | |
24258-9b | ex. | οὐδ〈ὲ〉 ἐῴκει / ἀνδρός γε〈—θεοῖο〉: Στη‐ σίχορος (fr. 47 P. = P.M.G. 224) Ἀπόλλωνος αὐτόν φησιν, οὐ νοήσας τὴν ὑπερβολήν. T | |
24.261 | ex. | 〈ὀρχησταί τε〉 χοροιτυπίῃσιν 〈ἄριστοι〉: οὐκ ἐν πολέμοις· ἐκείνην γὰρ τὴν ὄρχησιν σεμνύνει· „καὶ ὀρχηστήν περ ἐόντα“ (Π 617)· τὴν δὲ μαλακὴν ἀποδοκιμάζει. T | |
24.262 | ex. | ἐπιδήμιοι ἁρπακτῆρες: ἐν τῷ ἰδίῳ δήμῳ πρὸς τὸ ἀδικεῖν γενναῖοι· ἔνθεν τὸ „οἴκοι μὲν λέοντες, / ἐν μάχῃ δ’ ἀλώπεκεσ“ (Ar. pac. 1189—90). b(B [bis], CE3E4)T | |
24264a | ex. | ἐπιθεῖτε: ὡς τὸ „διακρινθεῖτε“ (Γ 102). AimT | |
24264b | ex.(?) | 〈ἐπιθεῖτε:〉 ἐπιθείητε. Til | |
24.265 | ex. | 〈οἱ δ’ ἄρα πατρὸσ〉 ὑποδδείσαντες 〈ὁμοκλήν〉: δεόντως σιωπῶσιν· οὐ γὰρ ἀντιλέγειν ἔδει πατρὶ πενθοῦντι. b(BCE3 E4)T | |
24.266 | ex. | ἐκ μὲν ἅμαξαν 〈ἄειραν ἐΰτροχον ἡμιονείην〉: ἐκ μέν T ἔξω μέν. πρᾶγμα δὲ βιωτικὸν καὶ κοινὸν ἐκόσμησε ποιητι‐ κῶν λέξεων ποικιλίᾳ. b(BCE3E4)T | |
24.267 | D | πρωτοπαγέα: πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως. b(BC E3)T ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν· b(BE3)T ἔστι | |
γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος. b(BE3E4)T | |||
24.268 | ex. | κὰδ δ’ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον: τὸ ἑξῆς καθῄ‐ ρουν. T | |
24269a | Did. | πύξινον ὀμφαλόεν〈—ἀρηρόσ〉: οὐκ ἦν παρὰ Ζηνοδότῳ οὗτος ὁ στίχος. AT | |
24269b | ex. | ὀμφαλόεν: ὑπεροχὰς ἔχον ἐν μέσῳ τινάς, αἷς περιειλοῦνται οἱ ἱμάντες. b(BCE3E4)T οἱ δέ, ἐν μέσῳ ὀμφαλὸν ἔχον, ᾧ προσ‐ δεῖται ἱμᾶσιν ὁ ῥυμός. b(BE3E4)T | |
24269c1 | ex. | οἰήκεσσιν: κρίκοις, δι’ ὧν ἐνειρόμεναι αἱ ἡνίαι b(BE3 E4, E4il)T τοὺς ἵππους οἰακίζουσιν· ἡ γὰρ ἡνία τρόπον τινὰ οἴηξ ἐστὶ τοῦ ἅρματος. b(BE3E4il)T | |
24269c2 | οὕτως δὲ εἴρηκε κρίκους τινάς, δι’ ὧν [αἱ ἡνίαι] διείρονται καὶ οἰακίζ[ουσι τοὺς ἵππους]. A | ||
24.270 | ex. | ζυγόδεσμον: ἱμάντα ἢ σχοινίον, b(BCE3E4)T ὃ δε‐ σμεῖ τὸν ζυγόν. b(BCE3E4) | |
24.271 | ex. | τό: τὸ ζυγόδεσμον. b(BCE3E4)T | |
24272a1 | ex. | 〈πέζῃ:〉 πέζα τὸ ἄκρον καὶ ἐπὶ γῆς, ἢν λυθῇ ὁ ῥυμός, φερόμενον. καὶ ἐπὶ ἱματίου πέζα τὸ πρὸς τῇ γῇ μέρος. T | |
24272a2 | 〈πέζῃ ἐπὶ πρώτῃ:〉 πᾶν τὸ ἄκρον πέζα καλεῖται. ἔχει δὲ ὁ ῥυμὸς πέζας δύο, τὴν πρὸς γῆν καὶ τὴν πρὸς τὸ ζυγόν. τὴν οὖν πρὸς τὸ ζυγὸν πρώτην λέγει. b(BCE3E4) | ||
24272b | Ariston. | πέζῃ ἐπὶ πρώτῃ: ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρᾳ· „ἄξαντ’ | |
ἐν πρώτῳ ῥυμῷ“ (Ζ 40). A | |||
24272c | Hrd. | ἕστορι βάλλον: δασέως, ἀπὸ τῆς ἕσεως· τὸν γὰρ βαλ‐ λόμενον πάσσαλον ἐπ’ ἄκρου τοῦ ζυγοῦ νοητέον. A | |
24272d | ex. | ἕστορι: τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασ‐ σάλῳ, περὶ ὃν ὁ κρίκος †ἐνηλωμένος τῷ ζυγῷ ἐντίθεται, b(BCE3E4) T ὃς καλεῖται ἕστωρ. T δασύνεται δὲ ἀπὸ τῆς ἕσεως. b(BE3 E4)T | |
24272e | ex. | ἕστορι {βάλλον}: τῷ πεπηγότι πασσάλῳ κατὰ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ, περὶ ὃν τὰ ζυγόδεσμα εἰλεῖται καὶ ὁ κρίκος ἔγκει‐ ται. A | |
24.273 | ex. | τρὶς δ’ ἑκάτερθεν ἔδησαν 〈ἐπ’ ὀμφαλόν〉: ἑκατέρωθεν ἔδησαν †ἀμφαλλάσσοντες† τὸν ἐν μέσῳ τοῦ ζυγοῦ ὀμφαλόν, ἵνα μὴ ἑτεροκλινὴς ᾗ. b(BCE3E4)T | |
24.274 | ex. | ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν: ὑπὸ τὴν γωνίαν τὴν γεγο‐ νυῖαν ἐκ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ· b(BCE3E4) ὅταν γὰρ συν‐ δεθῇ τῷ ῥυμῷ ὁ ζυγός, ἀποτελοῦνταί τινες γωνίαι. δηλοῖ δὲ καὶ τὴν γλωσσίδα. ἔκαμψαν δὲ b(BE3E4) ἔκοψαν, ὑπέκοψαν, T ἀπε‐ | |
5 | τερμάτισαν, ἵνα μὴ κρέμηται ὁ ἱμάς. b(BE3E4)T | ||
24275-6 | Nic. | ἐκ θαλάμου δὲ φέροντες 〈ἐϋξέστης ἐπ’ ἀπήνης / νήεον—ἄποινα〉: διασταλτέον μετὰ τὸ φέροντες (275) πρὸς τὸ σαφέστερον. A | |
24.277 | ex. | ἡμιόνους 〈...〉 ἐντεσιουργούς: οὐ τοὺς μετὰ κανθη‐ λίων νωτοφοροῦντας, b(BCE3E4)T ἀλλὰ τοὺς ἅρματα ἕλκοντας. b(BCE3)T καὶ Πίνδαρος (Ol. 13, 20) τὰ ἅρματα ἔντεά φησιν· „ἱππείοις †ἔντεσι† μέτρα“. b(BE3)T ἢ τοὺς ἑτοίμους πρὸς τὰ | |
5 | ἔργα. b(BE3E4)T | ||
D | ἐντεσιεργούς: τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους, ἀλλὰ τήν τε ἅμαξαν καὶ τὴν πείρινθα ἕλκοντας, ἅπερ καὶ ἔντεά φησιν. A | ||
24278a | ex. | 〈τούς ῥά ποτε Πριάμῳ〉 Μυσοὶ δόσαν: Μυσοὶ πλη‐ σίον ὄντες „Ἐνετῶν, ὅθεν ἡμιόνων γένοσ“ (Β 852). ἢ ὡς καὶ παρὰ Μυσοῖς διαφόρων ὄντων· Ἀνακρέων (fr. 117 G. = 32 [P.M.G. 377] P.)· „ἱπποθόρων δὲ Μυσοί / εὗρον μίξιν ὄνων“ πρὸς ἵππους, ἐξ ὧν | |
5 | ἡμίονοι. καὶ νῦν μὲν ἀρσενικῶς εἶπεν, ἑξῆς (sc. Ω 325) δὲ „τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων“. T | ||
24278b | ex. | 〈τούς:〉 ὁ ἡμίονος καὶ ἡ ἡμίονος, διχῶς. Til | |
24281a | ex. | τὼ μὲν ζευγνύσθην: τούτοις γὰρ διὰ τῶν Πριαμιδῶν τὸ ζεῦγμα παρεσκευάζετο. καὶ οἰκοδομεῖ μὲν ὁ ἐργάτης, οἰκοδομεῖται δὲ ὁ χορηγός· καὶ γλύφει μὲν ὁ γλυφεύς, γλύφεται δὲ ὁ δεσπότης· ζεύγνυσι μὲν ὁ ὑπηρετῶν, ζεύγνυται δὲ ὁ προστάσσων. b(BCE3E4)T | |
24281b | ex. | ζευγνύσθην: ζευγνύναι προσέτασσον. b(BCE3E4)T | |
24.282 | Ariston. | κῆρυξ καὶ Πρίαμοσ〈—ἔχοντεσ〉: ὅτι εἰ μὴ προσέ‐ θηκε τὸν στίχον, οἱ θέλοντες συγχεῖσθαι τὰ δυϊκὰ παρ’ Ὁμήρῳ, Ἐρατοσθένης καὶ Κράτης, ἔλεγον ἂν ἐπὶ τῶν ἐννέα Πριαμιδῶν τετάχθαι „τὼ μὲν ζευγνύσθην“ (Ω 281). A | |
24.283 | ex. | 〈τετιηότι:〉 περιλύπῳ. b(BCE3E4)Til | |
24.285 | ex. | λείψαντε: συλληπτικῶς· b(BCE3)T μόνος γὰρ σπέν‐ δει ὁ Πρίαμος. b(BCE3E4)T | |
24292-4 | Nic. | αἴτει δ’ οἰωνόν, ταχὺν 〈ἄγγελον— / δε‐ ξιόν〉: τὸ ἑξῆς αἴτει δ’ οἰωνὸν (292) δεξιόν (294). τὰ δὲ ἄλλα διὰ μέσου. A | |
24292a | ex. | 〈αἴτει δ’ οἰωνόν:〉 γυναικεῖον τὸ ἦθος τὸ ἐπὶ μαντείας καταφεύγειν, εἴ τί που περίφοβον σχοῖεν. b(BCE3E4)T | |
24292b1 | Did. (?) | 〈ταχύν:〉 ἐν ἄλλῳ „ἑόν {ἄγγελον}“. Aim | |
24292b2 | {ταχὺν ἄγγελον:} „ἑόν“ ἀγαθόν· οἱ δὲ τὸν αὐτοῦ. T | ||
24292c1 | Hrd. | ὅς τέ οἱ αὐτῷ: ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οἵ, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψίς ἐστι〈ν〉, ὁμοίως τῷ „ἀλλά οἱ αὐτῷ / Ζεύσ“ (δ 667—8). A | |
24292c2 | ἐγκλιτέον τὴν οι. Til | ||
24293a1 | ex. | φίλτατος οἰωνῶν: ἢ ὅτι τῇ αὐτῇ ἡμέρᾳ αὐτῷ ἐγεν‐ νήθη· ἢ ὅτι ὁρμῶντι αὐτῷ ἐπὶ τὴν βασιλείαν ἐφάνη καὶ ἐνεφάνισεν αὐτῷ τὰ μέλλοντα· τινὲς δέ φασιν ὅτι γεννηθέντα Δία εἰς οὐρανὸν ἐκόμισεν· οἱ δὲ ὅτι Μέροψ ὁ Κῷος ἀπαύστως ἐπένθει τὴν γυναῖκα· | |
5 | ξενίσας δὲ τὴν Ῥέαν μετεβλήθη καὶ συμπάρεστιν ἀεὶ τῷ Διΐ. T | ||
24293a2 | φασὶν ἐπὶ τὴν βασιλείαν ὁρμῶντι αὐτῷ αἰετὸν φανῆναι σύμβολον τῆς εὐτυχίας καὶ τοῦ κράτους, ἔνθεν αὐτὸν τῶν ἄλλων ἐφίλει. b(BCE3E4) | ||
24293b | Ariston. | καί εὑ κράτος ἐστὶ μέγιστον: ὅτι Ζηνόδοτος γράφει „καὶ οὗ“. ἔστι δὲ ἀντὶ τοῦ ἑαυτοῦ, καὶ ἀδιανόητος ὁ λόγος. A | |
24293c | Did. (?) | 〈μάλιστα:〉 γράφεται „μέγιστον“. Aint | |
24.295 | Did. (?) | 〈Δαναῶν ταχυπώλων:〉 γράφεται „χαίρων ἐνὶ θυμῷ“. Aim | |
24.297 | ex. | οὐκ ἂν 〈ἔγωγέ σ’〉 ἔπειτα ἐποτρύνουσα 〈κελοίμην〉: ἐξ ἀντικειμένου φησὶν ὅτι κωλύσω σε. b(BCE3E4)T | |
24.300 | ex. | οὐ μέν τοι 〈τόδ’ ἐφιεμένῃ〉 ἀπιθήσω: πείθεται Πρίαμος οὐκ ἀπιστῶν Ἴριδι, ἀλλὰ θαρρῦναι αὐτὴν θέλων. b(BCE3E4)T | |
24303a1 | ex. | ἀκήρατον: ἀθολώτατον. T | |
24303a2 | καθαρόν, ἀθόλωτον, ἀμίαντον. b(BCE3E4) | ||
24304a1 | Ariston. | χέρνιβον ἀμφίπολος 〈πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα〉: ἀθετεῖται, ὅτι παρὰ τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ, ὡς ἡμεῖς. τοῦτο δὲ αὐτὸς εἴωθε καλεῖν „λέβητα“ (Ψ 267. ν 13 al.), τὸ δὲ κατὰ τῶν χειρῶν διδόμενον | |
5 | ὕδωρ „χέρνιβα“ (α 136. γ 440 al.). ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς ἅπαξ ἐνταῦθα εἰρημένον. A | ||
24304a2 | χέρνιβον: τινὲς ἀθετοῦσιν, ὅτι τὸ χειρόνιπτρον νῦν δηλοῖ. ἀεὶ δὲ τὸ ὕδωρ παρὰ τῷ ποιητῇ. T | ||
24304b | ex. (Did.) | χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα: ἡ Μασσαλιωτικὴ „〈χέρνιβα ἀμφίπολοσ〉 ταμίη μετὰ χερσὶν ἔχουσα“ διὰ τὸ μὴ εἰρῆσθαι νῦν συνήθως αὐτῷ ἐπὶ τῶν ὑδάτων, ἀλλ’ ἐπὶ τοῦ σκεύους τὰ „χέρνιβα“, εἰ μὴ ἄρα ἑνικῶς ἐνθάδε γραπτέον | |
5 | χέρνιβον ἀμφίπολος. T | ||
24304c | ex. | 〈χέρνιβον:〉 οὐχ ὥς τινες τὸ ἀγγεῖον· ἐπιφέρει γὰρ πρόχοόν θ’ ἅμα. ἀεὶ δὲ παρὰ τῷ ποιητῇ τὸ ὕδωρ δηλοῖ. b(BC | |
E3E4) | |||
24.305 | Ariston. | 〈κύπελλον ἐδέξατο ἧς ἀλόχοιο: ὅτι〉 λείπει ἡ παρά. Aim | |
24306a1 | Ariston. | εὔχετ’ ἔπειτα στὰς 〈μέσῳ ἕρκεϊ〉: ὅτι ἐλλείπει ἡ πρόθεσις, ἀντὶ τοῦ ἐν μέσῳ ἕρκει στὰς εὔχετο. A | |
24306a2 | λείπει ἡ ἔν. Til | ||
24306b1 | ex. | 〈εὔχετ’ ἔπειτα στὰσ〉 μέσῳ ἕρκεϊ: ἐν μεσάταις ταῖς αὐλαῖς †ἑρκίου† Διὸς ἦν βωμός, πρὸς ὃν καταφυγὼν ἔσφακται Πρία‐ μος. T | |
24306b2 | ἐν τῷ μέσῳ τῆς αὐλῆς, ὅπου καὶ βωμὸς τοῦ ἑρκείου Διὸς ἦν, πρὸς ὃν μετὰ τὴν ἅλωσιν φυγὼν ἀπέσφακται. b(BCE3E4) | ||
24309a | ex. | δός μ’ 〈ἐς Ἀχιλλῆοσ〉 φίλον ἐλθεῖν: ὡς μὴ ἐχθρῶς προσδεχθῆναι. ἐλεεινὸν δὲ ἐλέου ἄξιον. καὶ ὡς ἐχθρὸς μὲν τῆς ἔχθρας αἰτεῖται λύσιν, ὡς δὲ δυστυχὴς ἐλέου τυχεῖν. b(BCE3E4)T | |
24309b | ex. | ἐς Ἀχιλλῆος: πρὸς Ἀχιλλέα. b(BCE3)T ἤμελλε γὰρ αὐτὸν ἔνδον εὑρήσειν. T | |
24.310 | Did. (?) | 〈ταχύν:〉 ἐν ἄλλῳ „ἑόν {ἄγγελον}“. Aim | |
24.311 | Did. (?) | 〈μάλιστα:〉 γράφεται „μέγιστον“. Aim | |
24315-6 | ex. | αὐτίκα δ’ αἰετὸν ἧκε, 〈τελειότατον πετεηνῶν, / μόρφνον θηρητῆρα〉: ὁ μὲν Ἀχιλλεύς ἐστιν ἐπὶ τοῦ 〈τοῦ〉 κρείττο‐ νος προσχήματος. T πιθανῶς δὲ οὐδὲν ἔχει ὁ ἀετός, ὅπως σημαίνῃ | |
Πριάμῳ ὅτι οὐ μὴ συλληφθῇ ὑπὸ τῶν φυλάκων. b(BCE3E4)T | |||
5 | μέλας (cf. 316) δὲ ὢν τῆς εἰσόδου ἐδήλου τὸ λαθρίδιον, ὁ δὲ θηρητὴρ (cf. 316) τὸ ἐπιτευκτικόν. οὐδὲν δὲ κτείνων οὐδὲ ἁρπάζων φαίνεται ἀλλ’ ἥμερος, τοιοῦτον δηλῶν ἔσεσθαι Ἀχιλλέα. b(BE3E4)T | ||
24315a | Ariston. | τελειότατον πετεηνῶν: ὅτι οὐ τὸν τῷ σώματι τέλειον, ἀλλὰ τὸν ἐπιτελεστικώτατον. A | |
24315b | ex. | τελειότατον πετεεινῶν: ἐπιτελεστικὸν εἰς ἃ ἂν ὀφθείη. ἢ τὸν ἐν ἀξιώματι ὑπερέχοντα, ὡσεὶ καὶ λέοντα ἔφη τελειότατον θηρῶν, τουτέστι βασιλικώτατον. b(BCE3E4)T ἢ 〈τὸν〉 τῶν ἀετῶν τελειότατον τὸν πύγαργόν φησιν. T | |
24316a1 | Hrd. | μόρφνον: μόρφνον ὡς „ὕπνον“ (Κ 159. Λ 241 al.) ATil καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις. εἴτε μορόφονός ἐστιν, εἴτε παρὰ τὴν ὄρφνην ἐσχημάτισται πλεονάσαντος τοῦ μ κατ’ ἀρχήν, ἵνα σημαί‐ νηται ὁ μέλας, εἴτε παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ | |
5 | συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς, κατὰ πάντα τρόπον ὀφείλει βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα· τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γέ‐ νους, ἔχοντα δὲ πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπ‐ εσταλμένων τῶν εἰς μος ληγόντων, οἷον „χόρτοσ“ (cf. Λ 774. Ω 640), | ||
10 | „φόρτοσ“ (cf. θ 163. ξ 296), „ὅρκοσ“ (Α 239. Ο 38 al.), Ὄρθος τὸ | ||
μονογενές, πόρνος· οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτως δὲ θέλει καὶ τὸ „πτόρθοσ“ (cf. ζ 128). οὕτω μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός, φορμός. τὸ μέντοι „περκνόσ“ ὀξύνεται ὁμοίως τῷ πυκνός. οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 60 B.), μεταλαμβάνων εἰς τὸν | |||
15 | μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς, ἐπεὶ οὐδὲ παραλήγεται τῇ ορ συλλαβῇ, ὡς καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος καὶ βαρύνει. ἀλλ’ οὖν γε ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν. A | ||
24316a2 | περκνὸς ὡς πυκνός. T | ||
24316b | ex. | μόρφνον: ἀπὸ τοῦ μεμοιρῆσθαι περὶ τὸν φόνον, ἢ μόρον ἐπάγειν. οἱ δὲ εὔμορφον, b(BCE3E4)T οἱ δὲ μάρπτοντα. περ‐ κνὸν δὲ μέλανα, ὡς βότρυν, ὃν καὶ περκάζειν φασίν. b(BE3E4)T | |
24317-8 | ex. | 〈ὅσση δ’〉 ὑψορόφοιο θύρη 〈θαλάμοιο— ἀφνειοῖο〉: τῶν γὰρ τοιούτων καὶ μέγισται αἱ θύραι, μάλιστα καὶ φιλοτίμου ὄντος τοῦ κατασκευάσαντος. b(BCE3E4)T | |
24318a | Ariston. | ἘΥΚΛΗΪΣ ἀραρυῖα: ὅτι δύναται καὶ κατὰ σύνθεσιν ἐϋκλήϊς, εὐεπίκλειστος, χωρὶς δὲ τὸ ἀραρυῖα. δύναται δὲ καὶ κατὰ συναλιφήν, εὖ ταῖς κλ〈ε〉ισὶν ἀραρυῖα. A | |
24318b | Hrd. | Hrd. | ἘΥΚΛΗΪΣ ἀραρυῖα: Ἀρίσταρχος ἐϋκλήις ὡς „ἐϋκνή‐ μισ“ (cf. Α 17. Β 331 al.), σύνθετον ποιῶν τὴν λέξιν· οὕτως καὶ ὁ Ἀσκαλωνίτης (p. 61. B). εἰσὶ δέ, οἳ διεῖλον, ἐῢ κληῗς’ ἀραρυῖα, οἷς συγκατατίθεται καὶ Τρύφων (fr. 103 V.), οὐκ εὖ· ἄμεινον γὰρ | |
5 | ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, | ||
λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστιν ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς, „κερκίδ’ ὕφαινε“ (ε 62), „χέρς’ ἐρετάων“ (ν 115), „καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν“ (Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις | |||
10 | ἐκτεταμένον θηλυκῶν. εἰ δ’ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντι‐ κοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη. | εἰ δὴ σύνθετόν ἐστι τὸ ἐϋκλήϊς, καὶ παροξύνειν δεῖ αὐτό· μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ συνθέσει, ὡς ἐν τῷ κʹ τῆς Καθόλου (1,526, | ||
15 | 15) φησὶν ὁ αὐτός· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. | καὶ ἐν τῷ τρίτῳ δὲ τῶν Ὀνοματικῶν (fr. 11 [2,615,7]) περὶ τῆς ἐκτά‐ σεως αὐτῶν ταῦτά φησιν· „ἄλλως τε εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ι, ἔχουσιν ἐν τῷ „ἐϋκνήμισ“ (cf. Α 17. Β 331 al.), μελαμψήφις· καὶ εἰ τοῦτο“, φησί, „δῆλον ὅτι παροξύνεται.“ A | ||
24319a | ex. | πτερά: καταχρηστικῶς αἱ πτέρυγες. A b (BCE3E4)TTil κυρίως δὲ πτερά εἰσι τὰ πτίλα. A b (BCE3)T | |
24319b | D | εἴσατο: ἐφάνη. b(BCE3)T | |
24.320 | Did. (?) | 〈ὑπὲρ ἄστεος:〉 γράφεται „δι’ ἄστεοσ“. Aim | |
24.322 | Did. (?) | 〈γεραιὸς ἑοῦ:〉 γράφεται „{ὁ} γέρων ξεστοῦ {ἐπεβίσετο}“. Aim | |
24323a | ex. | 〈αἰθούσης:〉 αἰθούσας τινὲς T τὰ τῆς αὐλῆς τειχία. b(BCE3E4)T Σικελοὶ (fr. 169 [C. G. F. I 1, p. 213] K.) δὲ 〈αἴθουσαν〉 τὴν αὔλειαν θύραν, T Κύπριοι δὲ παστάδα ἀμφίθυ‐ | |
ρον. b(BCE3E4)T | |||
24323b | D | ex. | {αἰθούσης} ἐριδούπου: μεγαλοήχου. | καὶ ἀλλαχοῦ „κατὰ δώματα ἠχήεντα“ (δ 72). T | |
24.326 | ex. | ἐφέπων 〈μάστιγι〉: ἔμπειρος γὰρ ἡνιοχείας. T | |
24329-30 | Nic. | οἱ δ’ ἐπεὶ οὖν πόλιος 〈κατέβαν, πεδίον δ’ ἀφί‐ κοντο, οἱ μὲν ἄρ’ ἄψορροι—ἀπονέοντο〉: αἱ ὑποστιγ‐ μαὶ κατέβαν (329), ἀφίκοντο (329), ἡ δὲ ἀνταπόδοσις ἀπὸ τοῦ οἱ μὲν ἄρ’ ἄψορροι (330). A | |
24.330 | ex. | οἱ μέν: τούτῳ συναπτέον τὸ „παῖδες καὶ γαμβροί“ (Ω 331). T | |
24.331 | Ariston. | Ζῆ/ν’: πρὸς τὴν συναλιφήν, ὅτι ἐν δύο στίχοις (sc. Ω 331—2)· τὸ γὰρ πλῆρές ἐστι „Ζῆνα ἐς πεδίον φανέντε“. A | |
24332a | Did. | ν’ ἐς πεδίον προφανέντε: οὕτως τὴν συναλιφὴν διεῖλεν Ἀρίσταρχος, ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς. A | |
24332b | Did. | προφανέντε: ἐν τῇ Χίᾳ „καταβάντε“. AimT | |
24334-8 | ex. | Ἑρμεία, σοὶ γάρ 〈τε—ἱκέσθαι〉: ἀπήλλαξεν ὁ ποιητὴς ζητήσεως ἡμᾶς, προσθεὶς τὴν αἰτίαν, διὰ τί νῦν τῷ Ἑρμῇ χρῆται διακόνῳ καὶ οὐ τῇ Ἴριδι· οὐ †παραγγελίας† μόνης ἔδει ψιλῆς, ὅπου γε οὐδὲ ἐκ τοῦ προφανοῦς ἑαυτὸν ὁμολογεῖ Πριάμῳ, ἀλλ’ ἐπὶ | |
5 | τῷ φιλοποιῆσαι αὐτὸν Ἀχιλλεῖ καὶ κλέψαι τὴν πορείαν· b(BCE3E4) T διὸ καὶ τὴν ῥάβδον ἔχει (cf. Ω 343) ὥστε κοιμίσαι τοὺς φύλακας (cf. Ω 445—6) καὶ ἐπεγεῖραι τὸν Πρίαμον (cf. Ω 682—8). ἐν δὲ | ||
Ὀδυσσείᾳ (sc. ε 47—9. ω 2—4) ἀργῶς. T | |||
24335a | ex. | ἑτα〈ι〉ρίσσαι: συνεργῆσαι. b(BCE3E4)T οἱ δὲ συμ‐ παραγενέσθαι· ὅθεν T καὶ ἑταίρα ἡ συμπαραγινομένη ἄλλοτε ἄλλῳ εἰς μίξιν. b(BCE3E4)T ἢ φιλοποιήσασθαι· πρὸς γὰρ τὸ φίλον αὐτὸν ποιήσασθαι Ἀχιλλεῖ πέμπεται. b(BE3E4)T | |
24335b | ex. (Did.?) | καί τ’ ἔκλυες: τινὲς „καί τε κλύεσ“, καὶ λείπειν φασὶ τὸ ἀεί. ἀντὶ τοῦ κλύεις. T | |
24.337 | Ariston. | 〈ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃ:〉 ὅτι Aint ἴδῃ καὶ νοήσῃ παραλλήλως Aint b (BCE3)T ταὐτόν ἐστιν. Aint b(BCE3) | |
24338a1 | Ariston. | Πηλείωνα δ’ ἱκέσθαι: ὅτι οὕτως εἴρηκεν Πηλείωνα δέ εἰς Πηλείωνα ἀντὶ τοῦ πρὸς Πηλείωνα. A | |
24338a2 | εἰς Πηλείωνα, T ἀντὶ τοῦ πρὸς Πηλείωνα, b(BCE3) T ὁμοίως τῷ „εἰς Ἀγαμέμνονα δῖον ἄγον“ (Η 312). T | ||
24.340 | ex. | καλὰ πέδιλα: Ἀριστοτέλης (fr. sprevit R.3) αὐτὰ πτε‐ ρωτὰ οἴεται, ψευδῶς. T | |
24341-2a1 | Ariston. | ἀμβρόσια, χρύσεια 〈τά μιν—ἀνέμοιο〉: ὅτι ἐνταῦθα ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψὼ διαπεραιουμένου Ἑρμοῦ (sc. ε 45—6), ἐν δὲ τῇ 〈αʹ〉 ῥαψωδίᾳ τῆς Ὀδυσσείας (sc. 97—8) οὐκέτι. A | |
24341-2a2 | {ἀμβρόσια χρύσεια:} ἀστερίσκοι παράκεινται, ὡς ἐν‐ | ||
θένδε μετενηνεγμένων τῶν ἐν Ὀδυσσείᾳ (sc. α 97—8). T | |||
24.341 | Did. | 〈φέρον:〉 οὕτω διὰ τοῦ ο φέρον. Ail | |
24343a | Hrd. | {εἴλετο δὲ} ῥάβδον: τὴν ῥάβδον συσταλτέον κατὰ τὴν πρώτην συλλαβήν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλ’ ὅτι καὶ τὸ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, ἁβρός, Ἄβδηρος, „Ἀβαρβαρέη“ (Ζ 22), „ἐπιγράβδην“ (Φ 166). οὕτως οὖν | |
5 | ἐχέτω καὶ ἡ ῥάβδος· διὸ τὸ ἀβάλε καὶ κατὰ τοῦτο ἐσημειοῦτο. A | ||
24343b | ex. | {εἵλετο δὲ} ῥάβδον: ταύτην Ἀπόλλων αὐτῷ δέδωκεν, ὡς τὰς βοῦς ἐβουκόλει Ἀδμήτου, ὥς φησι Φερεκύδης (FGrHist 3, 131). καὶ οἱ μὲν παρὰ τὸ ῥᾷον βαδίζειν ἐκτείνουσιν, οἱ δὲ παρὰ τὸ ῥαπίζειν συστέλλουσιν, ὃ καὶ ἄμεινον· τὸ γὰρ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, | |
5 | εἰ μὴ κατὰ διάλεκτον ἐκτροπὴ τοῦ η εἴη. T | ||
24343c | ex. | τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει: ὕπνου γὰρ καὶ ἐγέρ‐ σεως δεσπόζει· ὁ γὰρ λόγος κηλεῖ τε καὶ ἀναπτεροῖ. καὶ τὴν εὐαρ‐ μοστάτην b(BCE3E4)T λύραν ἐξεῦρεν, ᾗ κηλεῖ τε καὶ κινεῖ τοὺς πολέμους. T | |
24.344 | Did. | 〈ἐθέλῃ:〉 οὕτως Ἀρίσταρχος διὰ τοῦ ε. αἱ δὲ κοιναὶ διὰ τοῦ η, ἐθέλῃ. A | |
24.346 | Did. (?) | 〈αἶψα δ’ ἄρα Τροίην:〉 ἐν ἄλλῳ „αἶψα δ’ ἄρ’ ἐς Τροίην“ Aim | |
24347a | Did. | 〈αἰσυητῆρι:〉 Ἀρίσταρχος „αἰσυμνητῆρι“, τουτέστι βασιλικῷ. Aint | |
24347b | Did. | αἰσυμνητῆρι ἐοικώς: οὕτως αἰσυμνητῆρι, βασιλεῖ τὴν μορφὴν ἐοικώς. καὶ ἀλλαχοῦ „παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν“ (ν 223). A | |
24347c | ex. | αἰσυητῆρι: οἱ μὲν ὄνομα ἡλικίας, οἱ δὲ ἐρρωμένῳ παρὰ τὴν εὔσοιαν, οἱ δὲ εὐδαίμονι, οἱ δὲ ἐπιτελεστικῷ παρὰ τὴν αἶσαν, b(BCE3 E4)T οἱ δὲ εὐμοίρῳ καὶ σεμνῷ, ἵνα ἐκπλήξῃ Πρίαμον, οἱ δὲ κοσμίῳ πρὸς τὸ μὴ δέξασθαι δῶρα παρὰ Πριάμου, b(BE3E4)T | |
5 | οἱ δὲ κεκινημένῳ παρὰ τὸ ἀΐσσειν, οἱ δὲ νομίῳ. T Ἀρί‐ σταρχος δὲ γράφει „αἰσυμνητῆρι“, ὅ ἐστι βασιλεῖ κατὰ τὴν μορφὴν ὁμοιούμενος, οἱονεὶ αἰσιονομητῆρι· οἱ γὰρ βασιλεῖς τὸ αἴσιον ἑκάστῳ νέμουσι. κούρῳ δέ, ὅπως αἰδεσθῇ τὸ γῆρας Πριάμου. b(BE3E4)T | ||
24348a | ex. | D | πρῶτον ὑπηνήτῃ: μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδός, ἁβρότερον μὲν ἢ κατ’ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. A b(BCE3E4)T περὶ τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος, | |
5 | τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, A b (BE3E4)T „καὶ μολύνων τὴν ὑπήνην“ (Ar. equ. 1286). AT | οἱ δὲ κοινῶς εἶπον τὸ γένειον. πρῶτον ὑπηνήτῃ· ἀρχομένῳ γενειάζειν. A | ||
24348b | ex. | χαριεστάτη ἥβη: χαριεστάτη T πρὸς τὰς πρά‐ ξεις. ἢ μίξεως ἀντιποιουμένη· b(BCE3E4)T „χάριν“ γὰρ ταύ‐ την καὶ Πίνδαρος (Ol. 1, 75?) εἶπεν. T | |
24.350 | ex. | ὄφρα πίοιεν: διὰ γὰρ τὸ πένθος τοῖς κτήνεσιν οἴκοι ποτὸν | |
οὐκ ἔδοσαν. b(BCE3E4)T | |||
24351a | ex. | ἐν: ἀντὶ τοῦ παρά. b(BCE3)T | |
24351b | ex. | δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε 〈γαῖαν〉: ἀόριστος ἀντὶ τοῦ ὑπερσυντελίκου. T | |
24352a | ex. | ἐξ ἀγχιμόλοιο: ἐκ τοῦ σύνεγγυς γεγονότα. T | |
24352b | ex. | ἐφράσσατο 〈κῆρυξ〉: ἔγνω, συνεῖδε. Πρίαμος δὲ ὅλος ἐστὶ περὶ τὸ πῶς παρακαλέσει τὸν Ἀχιλλέα· διὸ οὐχ ὁρᾷ. ὁ δὲ κῆρυξ μᾶλλον τῆς ἰδίας σωτηρίας ἢ τῆς τοῦ νεκροῦ λυτρώσεως φροντίζει. b(BCE3E4)T τῷ δὴ τοιούτῳ ἤθει καὶ τὰ ἑξῆς ἀκολουθεῖ· T | |
5 | φεύγειν γοῦν συμβουλεύει (sc. Ω 354—7). b(BCE3E4)T | ||
24.354 | ex. | φραδέος: συνετοῦ· ὅθεν καὶ „ἀφραδέεσ“ (λ 476) οἱ ἀσύνε‐ τοι. b(BCE3E4)T | |
24.355 | ex. | διαρραίσεσθαι: ἀντὶ τοῦ διαρραισθήσεσθαι. ἴδιον δὲ τῶν βαρβάρων ἀεὶ τὰ χείρω προσδοκᾶν b(BCE3)T καὶ πρὸς φυγὴν ἑτοίμους εἶναι. T | |
24.356 | ex. | φεύγωμεν ἐφ’ ἵππων: καταλείψαντες αὐτῷ τὰ τῆς ἀ‐ πήνης, ἵνα σχολῇ τῇ περὶ αὐτὰ b(BCE3E4)T ὑπερίδῃ ἡμῶν. T | |
24356-7 | ex. | ἤ μιν ἔπειτα 〈/ —ἐλεήσῃ〉: δηλονότι ἐν δευτέρᾳ τάξει τοῦτο γιγνέσθω. T | |
24358-60 | ex. | σὺν δὲ γέροντι νόος χύτο〈— / στῆ δὲ τα‐ φών〉: ἄκρως μεμέρισται ὁ λόγος b(BCE3E4)T περὶ μὲν τοῦ | |
φυγεῖν καὶ τοῦ δεῖν ἱκετεύειν τῷ ταπεινοτέρῳ προσώπῳ· τὸν δὲ Πρίαμον συγχυθῆναι μὲν τὸν νοῦν καὶ ὀρθὰς αὐτῷ τὰς τρίχας στῆναι | |||
5 | καὶ ἐκπλαγῆναι, οὐ μέντοι ἀγενές τι προϊέμενον, πεποίηκε. b(BE3E4) T τὴν δὲ ταραχὴν τῆς διανοίας μεμίμηται διὰ τοῦ ὑπερβατοῦ (cf. 358). T | ||
24.360 | ex. | 〈ταφών:〉 {στῆ δὲ} μὴ δυνάμενος φωνῆσαι τῇ ἐκπλήξει. b(BCE3E4) | |
24.361 | ex. | χεῖρα 〈...〉 ἑλών: πρὸς πίστιν ἡ δεξιά. T | |
24362a | ex. | πῇ {πάτερ}: πῇ εἰς τόπον καὶ τὸ ποῖ, τὸ δὲ „πόθι“ (α 170. κ 325 al.) ἐν τόπῳ, τὸ δὲ „ποῦ“ (Ε 171. 406 al.) ἄμφω. T | |
24362b | ex. | πάτερ: δεύτερον τῆς δεξιᾶς (cf. Ω 361) αὐτὸν τοῦτο θαρσύνει. T | |
24.363 | ex. | νύκτα δι’ ἀμβροσίην: διὰ τῆς 〈ἀμβροσίασ〉 νυκτός. T | |
24364-71 | ex. | οὐδὲ σύ γ’ ἔδδεισασ〈— / σεῦ ἀπαλεξήσαι‐ μι〉: αὔξει τὴν χάριν τῷ καιρῷ, τῷ 〈ὑπὸ〉 τῶν πολεμίων εὐεπηρεά‐ στῳ, τῷ ἰδίῳ δυνατῷ, ὅτι ἐκ τοσούτων αὐτὸν δεινῶν ῥύεται. T | |
24365a1 | ex. | ἀνάρσιοι: ἐναντίοι τῶν ἐριήρων. T | |
24365a2 | ex.(?) | D | ἐναντίοι, ἀνάρμοστοι τὴν γνώμην, | ἐχθροί. b(BCE3E4) | |
24367a | Ariston. | ὀνείατ’ ἄγοντα: ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα, | |
ὡς οἱ Γλωσσογράφοι, ἀλλὰ πάντα τὰ ὄνησίν τινα περιποιοῦντα, ὡς νῦν τὰ δῶρα. καὶ ὅτι ἄγοντα εἴρηκεν, οὐ φέροντα· οὐ γὰρ αὐτὸς ἐβάσταζεν. A | |||
24367b | ex. (Ariston.) | ὀνείατα: χρήματα, παρὰ τὴν ὄνησιν. οἱ δὲ Γλωσσογρά‐ φοι βρώματα· b(BCE3E4)T καὶ „ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκεί‐ μενα“ (Ι 91. 221 al.). T | |
24367c | ex. | τίς ἂν δή τοι νόος εἴη: τίνα ἕξεις νοῦν; b(BCE3E4) T τί διανοήσῃ· b(BCE3E4) τί ἐργάσῃ; b(BCE3E4)T | |
24.369 | ex. | ἄνδρ’ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ: παροιμιακὸς γέγονεν ὁ στίχος. T | |
24370a | Did. (?) | | 〈ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον:〉 | |
Ariston. | γράφεται „εἰ δέ κεν“. | ἡ διπλῆ δέ, ὅτι τὸ δεν παρέλκεται. Aim | ||
24370b | ex. (Ariston.) | οὐδέν σε ῥέξω κακά: πλεονάζει τὸ δεν, ὡς τὸ „ἔργον δ’ οὐδὲν ὄνειδοσ“ (Hsd. opp. 311). T | |
24370c | Did. (?) | 〈κακά:〉 γράφεται „κακόν“. Aint | |
24.371 | ex. | φίλῳ δέ σε πατρὶ ἐΐσκω: διδάσκει φιλοπάτορας εἶναι καὶ σῴζειν τοὺς ἡλικιώτας τῶν πατέρων. καὶ „μνῆσαι πατρὸς σεῖο“ (Ω 486). b(BCE3E4)T καὶ Πλάτων (rep. 5 p. 457 c 10. 461 d 5. 465 a 8) κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσεν, ὅπως οἱ γέροντες ὡς | |
5 | πατέρες τιμῶνται. T | ||
24373a | ex. | 〈οὕτω πῃ τάδε γ’ ἐστί, φίλον τέκος, ὡς ἀγορεύ‐ εις:〉 οὕτως, ὦ τέκνον, ἐπικίνδυνός ἐστιν ἡ πορεία. ἑωρακὼς δὲ φιλο‐ πάτορα, καὶ τέκνον ὀνομάζει. b(BCE3E4) | |
24373b | Did. | 〈οὕτω πη:〉 οὕτως διὰ τοῦ π, οὕτω πη. ἐν δέ τισι διὰ τοῦ δ, „οὕτω δή“. Aim | |
24374a | Did. (?) | 〈ἀλλ’ εἴ τις:〉 γράφεται „ἀλλ’ ἔτι τισ“. Aint | |
24374b | ex. | ὑπερέσχεθε: ὑπερμαχεῖ. T | |
24376-7a1 | ex. | 〈οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, / πέπνυσαί | |
τε νόῳ, μακάρων δ’ ἔξεσσι τοκήων:〉 ἐντεῦθεν οἱ ἀπὸ τοῦ Περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν εἰλήφεισαν· τὸ γὰρ δέμας καὶ εἶδος (376) τῶν σωματικῶν, τὸ δὲ πέπνυσαι (377) τῶν ψυχικῶν· | |||
5 | b(BCE3E4) τὸ δὲ μακάρων 〈...〉 ἔξεσσιν ἐπ’ εὐγενείας εἴλη‐ πται καὶ οὔτε ψυχικὸν οὔτε σωματικόν ἐστι πλεονέκτημα. b(BE3E4) | ||
24376-7a2 | τριὰς ἀγαθῶν, ἀπὸ ψυχῆς, σώματος, τύχης. T | ||
24376-7b | ex. | οἷος δὴ σὺ δέμας 〈... μακάρων δ’ ἔξεσσι γονή‐ ων〉: οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες. AT | |
24.377 | ex. | μακάρων δ’ ἘΞΕΣΣΙ: ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί· ἐκ γὰρ τῆς ὄψεως στοχάζεται, A b (BCE3E4)T „βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικεν“ (Γ 170). ἢ πῶς οὐ δεῖ τοιούτου παιδὸς τοὺς γονέας ἀνα‐ καλεῖν, ὥς πού φησι „τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια | |
5 | μήτηρ“ (ζ 154); T | ||
24381-2 | ex. | ἠέ πῃ ἐκπέμπεις 〈κειμήλια—μίμνῃ〉: τοῦτο γὰρ ἔθος τοῖς πολεμουμένοις, ὥς που καὶ Πρίαμος Πολυμήστορι Πολύδωρον ἐξέθηκεν (cf. Eur. Hec. 10—2). b(BCE3E4)T | |
24.381 | Nic. | ἠέ πῃ ἐκπέμπεις: βέλτιον ἀφ’ ἑτέρας ἀρχῆς τὴν πεῦσιν γίνεσθαι· ‘ἆρα ἐκπέμπεις;‘ A | |
24.383 | Ariston. | 〈Ἴλιον ἱρήν:〉 ὅτι θηλυκῶς τὴν Ἴλιον. Aim | |
24.385 | ex. | οὐ μὲν γάρ τι μάχης ἐπεδεύετ’ Ἀχαιῶν: οὐχ ὑστέρι‐ | |
ζεν ἐν τῷ πολέμῳ τῶν Ἑλλήνων. b(BCE3E4)T | |||
24388a | Nic. | ὥς μοι καλὰ τὸν οἶτον 〈ἀπότμου παιδὸς ἔνισπεσ〉: εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο, ἀπ’ ἄλλης ἀρχῆς· εἰ δὲ μή, τοῖς ἄνω (sc. Ω 387) συναπτέον. A | |
24388b1 | Hrd. | {ἀπότμου παιδὸς} ἔνισπες: {ἔνισπες} ὡς ἔδραμες· ἔστι γὰρ ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἄρχουσαν συστείλαντος. τὸ μέντοι προστακτικὸν πρὸ τέλους ἔχει τὴν ὀξεῖαν, „σὺ δ’ ἀληθὲς ἐνίσπεσ“ (γ 247), ὁμοίως τῷ ἐπίσχες. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐστὶ τῆς | |
5 | προθέσεως, ὅπου δὲ τοῦ ῥήματος. τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προπαροξύνεται, λέγω δὲ τὸ „νημερτές μοι ἔνισπε“ (δ 642). A | ||
24388b2 | ὡς ἔδραμες· ὁριστικὸν γάρ ἐστι τοῦτο ἀπὸ τοῦ ἤνισπες. b(BCE3E4)T τὸ δὲ παροξυνόμενον προστακτικόν ἐστιν, b(BE3 E4)T „ὦ Νέστορ Νηληϊάδη, σὺ δ’ ἀληθὲς ἐνίσπεσ“ (γ 247), ὡς „ἐπίθεσ“ (χ 157). τὸ μέντοι T ἄνευ τοῦ ς προστακτικὸν | ||
5 | προπαροξύνεται, „νημερτές μοι ἔνισπε“. b(BE3E4)T | ||
24390a | ex. | πειρᾷ ἐμεῖο, γεραιέ, 〈καὶ εἴρεαι Ἕκτορα δῖον〉: πειρώμενός μου ἐρωτᾷς περὶ Ἕκτορος. b(BCE3E4)T | |
24390b | ex. | καὶ εἴρεαι Ἕκτορα δῖον: ὡς „εἰρόμεναι παῖδάς τε κασιγνήτους τε“ (Ζ 239). T | |
24394a1 | Ariston. | 〈θαυμάζομεν:〉 ὅτι ἀντὶ τοῦ ἐθεώμεθα. Aim | |
24394a2 | ἀντὶ τοῦ μετ’ ἐκπλήξεως ἐθεώμεθα. b(BCE3E4)T | ||
24395a1 | Ariston. | 〈κεχολωμένος Ἀτρεΐωνι:〉 ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι. Aint | |
24395a2 | {κεχολωμένος ἀτρείωνι:} ὅτι τὴν μῆνιν διὰ τοῦ χόλος ἀντέφρασεν. T | ||
24.397 | ex. (Hrd.?) | Μυρμιδόνων δ’ ἔξ εἰμι: οὐκ ἀναστρέφεται ἡ ἔξ, ὡς μο‐ | |
νοσύλλαβος· T τὸ γὰρ ἑξῆς ‘ἐκ Μυρμιδόνων εἰμί‘. b(BCE3)T | |||
24.398 | ex. | ἀφνειός: ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν τοῦ ἀδικεῖν ὑποψίαν κατενεχθῇ. b(BCE3E4)T τὸ δὲ γέρων ὅτι ἐλεήσει ὡς ἐοικότα τῷ πατρί. b(BE3E4)T | |
24399-400 | ex. | ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ τοι ἕβδομός εἰμι 〈/ τῶν μέτα παλλόμενος—ἕπεσθαι〉: ἀπὸ τούτων στο‐ χάζονται T ὅτι τὸ ἕβδομον τῶν Ἑλλήνων ἧκεν εἰς Τροίαν T [bis] κλήρῳ λαχόν. T | |
24.399 | Did. (?) | 〈ἓξ δέ οἱ:〉 γράφεται „ἓξ δὲ τῷ“. Aim | |
24400a | Did. (?) | 〈τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕ‐ πεσθαι:〉 γράφουσι „τοῖσι δὲ πρῶτον ὑπηνήτης 〈λάχον ἐνθάδ’ ἱκέσθαι〉“. ἔστι τοίνυν δεκαέτης ὢν ἐκλήρωσεν. T | |
24400b | Did. | 〈τῶν ΜΕΤΑΠΑΛΛΟΜΕΝΟΣ:〉 οὕτως „τῶν μέτα 〈παλλόμενοσ〉“. Aim | |
24400c1 | Hrd. | τῶν μέτα {παλλόμενος}: {τῶν μετα} ἀναστρέφουσι τὴν πρόθεσιν· ἔστι γὰρ μετὰ τῶν. A | |
24400c2 | ἀναστρεπτέον τὴν μετά. b(BCE3)T | ||
24401-2 | ex. | νῦν δ’ ἦλθον πεδίον δ’ 〈ἀπὸ νηῶν—Ἀχαι‐ οί〉: κατασκοπήσων ἥκω, φησί, μή τις ἐξ ὑμῶν εἴη ἐνέδρα, ὡς ἑταῖρος ὢν Ἀχιλλέως, ὃς ἄρχει τῆς ὑπαίθρου στρατιᾶς. b(BCE3E4)T | |
24408-9 | ex. | ἢ ἔτι πὰρ νήεσσιν—Ἀχιλλεύς: πρὸ πάντων πεύθεται περὶ τοῦ σώματος· ἄτοπον γὰρ ἀπιέναι τοῦ σώματος οὐκέτι ὄντος. b(BCE3E4)T | |
24.409 | ex. | μελεϊστί: τινὲς οἰκτρῶς, οὐκ εὖ· μέλεον γὰρ ὁ ποιητὴς τὸ μάταιόν φησιν, b(BCE3)T οὐ τὸ οἰκτρόν. T ἔστιν οὖν κατὰ μέλος. b(BCE3)T | |
24.411 | ex. | οὔπω τόν γε κύνες φάγον: παρέλκει τὸ πω· οὐδὲ γὰρ μέλλουσι φαγεῖν. b(BCE3E4)T | |
24413a | ex. | αὔτως {ἐν κλισίῃσι}: ὁμοίως τῷ ὅτε μετήλλαξεν. T | |
24413b | ex.(?) | 〈αὔτως:〉 μὴ κατατετμημένος. Aa | |
24413c | ex. | ἐν κλισίῃσι: ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου. b(BCE3 E4)T | |
24414-5 | ex. | οὐδέ τί οἱ χρὼς—κατέδουσιν: πάντα μὲν διεξέρχεται, ὅσα συμβαίνει περὶ τοὺς χρονίους νεκρούς, οὐδὲν δὲ | |
τούτων φησὶ πεπονθέναι τὸν Ἕκτορα, παραμυθούμενος τὸν γέροντα. b(BCE3E4)T τὰ μέντοι τῆς αἰκίας οὐ παρῆκε (cf. Ω 416—7), | |||
5 | κἀν τούτῳ ἀξιοπιστίαν τῷ λόγῳ προσάπτων. T | ||
24418a | Did. | 〈θηοῖο·〉 θηοῖο διὰ τοῦ η ἀντὶ τοῦ θαυμάσειας. οὕτως αἱ Ἀριστάρχου. Aa | |
24418b | ex. (Did.) | θηοῖο: δι’ ὄψεως θαυμάσειας, b(BCE3E4)T ὡς καὶ τὸ „οἱ καὶ θηήσαντο“ (Χ 370). ἔστι δὲ διὰ τοῦ η. οἱ δὲ „θειοῖο“. T | |
24419a | ex. | ἐερσήεις: δεδροσισμένος, ὑγρότητα ἔχων, οὐ κατεσκε‐ λετευμένος· b(BCE3E4)T τοῦτο γὰρ διὰ τὴν νεφέλην Ἀπόλλων (sc. Ω 18—9), ὥς πού φησιν· „ἐπὶ δὲ νεφέλην ἕσσαντο 〈/ —〉 στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι“ (Ξ 350—1). T | |
24419b | ex.(?) | 〈περὶ δ’ αἷμα νένιπται:〉 ὑπένιπται τοῦ αἵματος. Aa | |
24420a | ex. | οὐδέ ποθι 〈μιαρόσ〉: οὐδὲ ἔν τινι μέρει μύσος ἔχων. Aa b(BCE3E4)T | |
24420b | ex. | ex. | σὺν δ’ ἕλκεα πάντα μέμυκεν: παράδοξον· τὰ μὲν γὰρ τῶν ζώντων ἕλκη μετὰ θάνατον μύει, τὰ δὲ μετὰ θάνατον γινόμενα (cf. Χ 371. 375. Ω 421) σήπεται. | ἀδύνατον νεκρῶν τραύματα μύειν, ὥς φησιν Ἀριστοτέλης (fr. 167 R.3) εἰρηκέναι Ὅμηρον „μῦσεν δὲ | |
5 | περὶ βροτόεσς’ ὠτειλή“. τοῦτο δὲ τὸ ἡμιστίχιον οὐδὲ φέρεται. T | ||
24.421 | ex. | 〈πολέες γὰρ ἐπ’ αὐτῷ〉 χαλκὸν ἔλασσαν: „οὐδ’ ἄρα | |
οἵ τις ἀνουτητί γε παρέστη“ (Χ 371). T | |||
24422a | ex.(?) | 〈ὥς τοι κήδονται—υἷος:〉 αἱ δὴ φροντίδες ἐπ’ αὐτῷ τῶν θεῶν. Aa | |
24422b | D (?) | 〈ἑῆος:〉 ἀγαθοῦ. Aa | |
24423a | Did. (?) | καὶ νέκυός περ ἐόντοσ〈—κῆρι〉: ὡς περισσὸς ὁ στίχος ἀθετεῖται. T | |
24423b | ex. (Did.?) | ἐπεί σφι {φίλος}: οὐχ Ὁμηρικῶς κεῖται ἡ ἀντωνυμία· διὸ καὶ προηθετεῖτο. T | |
24425a1 | ex. | ἦ ῥ’ ἀγαθόν: λείπει ἦν. ἐναίσιμα δὲ ἐναισίμως, εὐ‐ σεβῶς. T | |
24425a2 | λείπει τὸ ἔστιν. ἐναίσιμα δὲ ἀντὶ τοῦ ἐναισίμως, τουτέ‐ στιν εὐσεβῶς καὶ προθύμως. b(BCE3E4) | ||
24425b | ex.(?) | D | 〈ἐναίσιμα:〉 λαμπρὰ καὶ | καθήκοντα {δῶρα}. Aa | |
24425c | ex. | διδοῦναι: ἐπλεόνασε τὸ υ διὰ τὸ μέτρον. ἢ τὸ διδόμεναι | |
καθ’ ὑποστολὴν τοῦ μ συνήλειψεν. Aa b (BCE3E4)T | |||
24.426 | ex. | εἴ ποτ’ ἔην γε: καθ’ ὃν ἦν χρόνον. b(BCE3)T | |
24428a | Did. (?) | τῷ οἱ: τινὲς „τῶν οἱ“, b (E4)T τῶν θυσιῶν δη‐ λονότι. b(BCE3E4)T | |
24428b | ex. | καὶ ἐν θανάτοιό περ αἴσῃ: καὶ Θεόπομπος (FGrHist 115, 352) φησὶν Ἀλέξανδρον Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν διαφόρως. καταποντωθέντος δὲ Ἀλεξάν‐ δρου Διόνυσος ὄναρ ἐπιστάς τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν | |
5 | τὸν φορμὸν τῶν ὀστῶν. ὁ δὲ ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις ἀπέδωκεν. οἱ δὲ ἔθαψαν. T | ||
24.429 | ex. | 〈καλὸν〉 ἄλεισον: ποτήριον δίδωσι σύμβολον εὐφροσύνης, ὡς εὐφρανθεὶς παρ’ αὐτοῦ τῷ περὶ τοῦ παιδὸς λόγῳ. καλὸν δέ, ἵνα | |
πείσῃ τὸν λαμβάνοντα. b(BCE3E4)T | |||
24433-4 | ex. | 〈οὐδέ με πείσεις, /〉 ὅς με κέλῃ 〈σέο δῶρα— δέχεσθαι〉: οὐ δι’ ὑπερηφανίαν ἀπωθεῖται τὴν δόσιν ὡς πλούσιος, ἀλλὰ διὰ τὸ δέος Ἀχιλλέως· ἀπροφασίστως γὰρ ἀπωθεῖσθαι τὴν χάριν ἄτοπον καὶ δωροδοκεῖν θεῷ ἀτοπώτερον. b(BE3E4)T | |
5 | ἄλλως τε καὶ παραιρεῖσθαι ἔμελλε τὸ μέγιστον τῶν κομιζομένων Ἀχιλλεῖ. ἀδωροδοκήτως δὲ ὁδηγήσειν αὐτόν φησι διὰ τὸ „φίλῳ δέ σε πατρὶ ἐΐσκω“ (Ω 371). T | ||
24.434 | ex. | παρὲξ Ἀχιλῆα: ἐκτὸς Ἀχιλλέως ἢ b(BCE3E4)T χωρίς, Aa b (BCE3E4)T ὡς τὸ „μή με παρὲξ ἄγε νῆα“ (ο 199) b(BCE3E4)T καὶ „παρὲξ ἅλα φῦκος ἔχευεν“ (Ι 7). T | |
24435a1 | ex. | δείδοικα καὶ αἰδέομαι: „ἵνα περ δέος, ἔνθα καὶ αἰδώσ“ (Cypr. fr. 23, 2 A. = 22, 2 B.). T | |
24435a2 | εἰκότως ἀμφότερα· καὶ γὰρ καὶ ἡ παροιμία φησίν· „ὅπου δέος, ἐκεῖ καὶ αἰδώσ“. b(BE3E4) | ||
24.436 | ex. | συλεύειν: ἀληθῶς συλᾶν ἐδόκει, εἴ τι τῶν ἐκείνῳ φερομένων ὑφῃρεῖτο. b(BCE3E4)T | |
24.437 | ex. | ex. | 〈καί κε κλυτὸν〉 Ἄργος 〈ἱκοίμην〉: τὸ Θεσσαλικόν. T | οὐ μόνον ἄχρι τῆς σκηνῆς Ἀχιλλέως, ἀλλὰ καὶ τῆς πατρίδος αὐτοῦ. b(BCE3E4)T | |
24.438 | ex. | 〈ἐν νηῒ θοῇ〉 ἢ πεζὸς 〈ὁμαρτέων: πεζὸσ〉 ὑπερβολή. ἢ ἀντὶ τοῦ ‘καὶ ἐν νηΐ, πῇ δὲ καὶ πεζόσ‘. ἢ ὡς ἂν εἴποις ‘πῇ δὲ καὶ πετόμενος, οὐ μόνον συμπλέων‘. T | |
24439a | D | 〈οὐκ ἄν—μαχέσαιτο:〉 οὐδεὶς ἄν σοι μαχεσθείη καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος. Aa | |
24439b | ex. | 〈ὀνοσσάμενος:〉 εὐτελίσας. Til | |
24439c | ex.(?) | 〈ὀνοσσάμενος:〉 μεμψάμενος. Aa | |
24.440 | ex. | ἀναΐξας ... ἅρμα καὶ ἵππους: ἀΐξας ἀνὰ τὸ ἅρμα καὶ τοὺς ἵππους. b(BCE3E4)T | |
24.442 | ex.(?) | 〈ἐν δ’ ἔπνευσε:〉 ἔδωκεν, ἐνεφύσησεν. Aa | |
24444a | ex. | οἱ δὲ νέον περὶ δόρπα 〈φυλακτῆρες πονέοντο〉: καὶ πῶς ἄνω (sc. Ω 363) Ἑρμῆς φησι „νύκτα δι’ ἀμβροσίην“; αὔξειν θέλων τὴν χάριν. T | |
24444b | ex. | ἄλλως· {οἱ δὲ} νέον: ὡς „κεῖνος γὰρ νέον ἄλλοθεν εἰ‐ λήλουθεν“ (γ 318) καὶ „θήσειν νέον ἡβώωντα“ (Ι 446). T | |
24444c | ex. (Hrd.?) | δόρπα: ὡς „λύχνα“ (cf. τ 34). τινὲς δὲ ἀπὸ τοῦ δόρψ, κακῶς. T | |
24446a | ex. | ὤϊξε θύρας καὶ ἀπῶσεν ὀχῆα: ἤλλαξε τὴν τάξιν. T | |
24446b | Did. (?) | ex. | θύρας: 〈γράφεται〉 „πύλασ“. T | οἱ μὲν παραπυλίδα, οἱ δὲ τὴν ἱππήλατον ἐξ ἀριστερῶν τοῦ ναυστάθμου. Aa T | |
24450a | ex. | δοῦρ’ ἐλάτης: κλάδους ἐλάτης. Aa b (BCE3)T | |
24450b | ex. | ἔρεψαν: ἀντὶ τοῦ ἐστεφάνωσαν, ἐκάλυψαν· ὅθεν καὶ ὀροφή. b(BCE3) | |
24451a | ex. | λαχνήεντα: τινὲς δασύσκιον. Aa T | |
24451b | ex. | 〈λαχνήεντα:〉 ἁπαλὸν καὶ χνοώδη. b(BCE3) | |
24451c | ex. (Hrd.?) | D | ὄροφον: τινὲς ὀξυτόνως. T | ἔστι δὲ εἶδος καλάμου. Aa | |
b (BCE3)T | |||
24.452 | ex. | ἀμφί: περὶ τὴν σκηνήν. Aa b (BCE3E4)T | |
24453a | ex. | 〈σταυροῖσιν:〉 σταυροί εἰσι ξύλα ἀπωξυσμένα ἀμφο‐ τέρωθεν καὶ προσπεπηγμένα τῇ γῇ πρὸς τὸ εἴργειν τοὺς εἰσιέναι βουλομένους. b(BCE3E4) | |
24453b | D | x | 〈σταυροῖσιν πυκινοῖσι:〉 ὀξέσι ξύλοις, σκόλοψι | πυ‐ κνοῖς. Aa | |
24453c | ex.(?) | 〈μοῦνος:〉 μακρός. Aa | |
24453d | ex. (Hrd.?) | | ἐπιβλής: ὡς προβλὴς ὀξύνεται. b(BCE3E4)T | μοχλὸς | |
ex. | δέ ἐστιν ἐπιβαλλόμενος ἀπὸ τοίχου εἰς τοῖχον. Aa b (BCE3E4)T | ||
24454a | ex. | ἐπιρρήσεσκον: ἐπέκλειον, ἀπὸ τοῦ γινομένου κατὰ τὴν κλεῖσιν ἤχου. b(BCE3E4)T | |
24454b | Did. | 〈ἐπιρήσσεσκον:〉 οὕτως δι’ ἑνὸς ρ. Til | |
24454c | ex.(?) | 〈ἐπιρρήσεσκον:〉 ἐπετίθεσαν. Aa | |
24.455 | ex. | κληῗδα: τὸν μοχλόν. b(BCE3E4)TTil τὰ γὰρ συν‐ έχοντα τὴν ἐπικεκλεισμένην θύραν κληῗδας καλεῖν εἴωθεν. καὶ ἐν Ὀδυσσείᾳ τὸ κλεῖθρον οὕτως ὠνόμασεν· b(BCE3E4)T „ἐπὶ δὲ κληῗδ’ ἐτάνυσσεν ἱμάντι“ (α 442). T | |
24456a | ex. | Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσεσκε καὶ οἶος: μεγάλην τινὰ τὴν Ἀχιλλέως ὑπεροχὴν ἐμφανίζει, εἴ γε ὁ Διομήδης „χερμάδιον λάβε χειρί, ὃ οὐ δύο ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσιν“ (cf. Ε 302—4), ὁ δὲ Ἀχιλλεύς, ὃν τρεῖς Ἕλληνες ἀνέῳγον, τοῦτον μόνος ἀνέῳγεν. | |
5 | ὡς ἔοικεν οὖν, ἑξαπλάσιον τῶν νῦν ἐδύνατο, εἴγε οἱ μὲν κατὰ τοὺς αὐτοῦ χρόνους πρὸς δύο τῶν νῦν ἰσχύουσιν, αὐτὸς δὲ τῶν τότε πρὸς τρεῖς. b(BCE3E) T | ||
24456b | ex. | ἄλλως· ἐπιρρήσεσκε: προσδεκτέον ὅτι καὶ ἤνοιγεν. b(BCE3E4)T [bis] | |
24456c | ex.(?) | 〈ἐπιρρήσεσκε:〉 ἐπετίθει. Aa | |
24.458 | ex. | ἐς δ’ ἄγαγε 〈κλυτὰ δῶρα〉: ἐπὶ ἀψύχων τὸ ἄγειν, εἰ μὴ ἄρα ἐπὶ τῇ ἁμάξῃ φησίν. T | |
24460-2 | ex. | ἤτοι ἐγὼ θεὸσ〈—εἴσομαι〉: ἀναγκαίως ἑαυτὸν ἐμφανίζει ἀπαλλαττόμενος, ἵνα εἰς τὸ ἑξῆς εὐθαρσέστερον αὐτὸν καταστήσῃ· τὸ γὰρ παρεῖναι τοῖς οἴκτοις καὶ ἐσθίουσιν αὐτοῖς τὸν θεὸν οὐκ εὐπρεπές. ἄλλως τε ὑπηνήτης ὢν ὑπόνοιαν ἐπιβουλῆς παρ‐ | |
5 | έσχεν ἂν Ἀχιλλεῖ. b(BE3E4)T | ||
24.460 | ex. | ἄμβροτος: ὁ μὴ ἔχων βρότον, ὅ ἐστιν αἷμα· Aa T „ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται“ (Ε 342). T ἀεὶ δὲ τὸ ΒΡΟΤΟΣ συντιθέμενον †τὸ† μ πλεονάζει, πλὴν τοῦ „νὺξ ἀβρότη“ (Ξ 78) b(BCE3E4)T καὶ „ἀβροτάξομεν ἀλλήλοιϊν“ (Κ 65). | |
5 | b(BE3E4)T | ||
24.462 | ex. (Ariston.) | πάλιν εἴσομαι: εἰς τοὐπίσω πορεύσομαι. b(BCE3)T | |
24462-3 | ex. | οὐδ’ Ἀχιλῆος / ὀφθαλμοὺς εἴσειμι: ἀντὶ τοῦ οὐχ ἥξω εἰς ὄψιν Ἀχιλλεῖ. Aa T | |
24.464 | ex.(?) | 〈ἄντην:〉 φανερῶς. Aa | |
24.469 | ex. (Did.?) | Πρίαμος 〈δ’〉 ἐξ ἵππων ἆλτο: ἄμεινον „βαῖνε“ γράφεται ἐπὶ τοῦ γέροντος. ἢ τῆς περιστάσεως οἰκεῖον τὸ ἆλτο. T | |
24.471 | ex. | ἰθὺς ... οἴκου: εὐθεῖαν ὡς ἐπὶ τὸν οἶκον. Aa b (BCE3)T | |
24.472 | ex. | ἐν δέ μιν αὐτόν: τὸ μίν κοινόν. τινὲς δὲ τὸ ἔν ἀντὶ τοῦ ἔνδον, ὡς „Ἴλιον εἴσω“ (Α 71. Ρ 159 al.) ἀντὶ τοῦ εἴς. T | |
24.473 | Did. (?) | 〈καθείατο:〉 Ἀρίσταρχος διὰ τοῦ η. Aa | |
24.474 | ex. (Ariston.) | Ἄλκιμος: κατὰ μεταπλασμὸν ὁ „Ἀλκιμέδων“ (Π 197), ὡς „Μελάνθιοσ“ (ρ 247. 369 al.) καὶ „Μελανθεύσ“ (ρ 212. υ 255 al.). b(BCE3E4)T | |
24.475 | ex.(?) | 〈νέον δ’ ἀπέληγεν ἐδωδῆς:〉 νεωστὶ τὴν τροφὴν ἔπαυ‐ σεν. Aa | |
24476a | ex. (Ariston.) | 〈ἔσθων καὶ πίνων·〉 ἔτι καὶ παρέκειτο τράπεζα: ἀθετεῖται· οὐ γὰρ ἀφῃροῦντο αἱ τράπεζαι παρ’ αὐτοῖς, ἀλλὰ μέχρι ἀνασταῖεν, ἔκειντο· φησὶ γάρ· „αἱ δ’ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζασ“ (τ 61). ἢ τούτου ὡς πενθοῦντος ᾔρετο. T | |
24476b | ex. | ἔσθων καὶ πίνων: τὸ ἐσθίων οὐχ ὑποπίπτει μέτρῳ ἡρωϊκῷ. φησὶ δὲ καὶ „ἔσθειν καὶ πίνειν“ (ε 197) καὶ „ἔσθοντες κρέα πολλά“ (Θ 231). εἰ δὲ εὐτελεῖς οἱ στίχοι, καὶ ἄλλοι· „τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ;“ (Σ 385)· „οὐδέ κεν ἀμβαίη βροτὸς | |
5 | ἀνήρ, οὐ καταβαίη“ (μ 77)· „ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει“ (κ 358)· „τῷ δ’ ἄρα πέμπτῳ πέμπ’ ἀπὸ νήσου“ (ε 263)· „ἵππους δὲ ξανθὰς ἑκατόν“ (Λ 680)· „ἔνθα μὲν οὔτε βοῶν 〈οὔτ’ ἀνδρῶν φαίνετο ἔργα〉“ (κ 98)· οὗτοι γὰρ πάντες, ὡς Σέλευκος (fr. 18 M. = 17 D.), ἔμμετρον λαλιὰν ἔχουσιν. T | ||
24.477 | ex. | 〈τοὺς δ’ ἔλαθ’ εἰσελθὼν〉 Πρίαμος μέγας: οὐ πρὸς ἔπαινον τὸ μέγας, ἀλλ’ ὅτι καὶ μέγας ὢν ἔλαθεν. T | |
24.479 | ex.(?) | 〈δεινάς:〉 ἰσχυρὰ καὶ δεινὰ ἐμποιούσας. Aa | |
24480-2a1 | ex. | ex. | ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ 〈ἄτη—εἰσορόωντασ〉: | |
(Ariston.) | ex. | ὡς εἰ φυγάς τις φονεὺς πάντας λαθὼν εἰσέρχεται καθαρθησόμενος καὶ παρακάθηται τῇ ἑστίᾳ καὶ πάντες ὁρῶντες καταπλήσσονται. | ἴσως δὲ ἀναχρονισμός ἐστιν ὡς καὶ τὸ „ἴαχε σάλπιγξ“ (Σ 219). τὸν δὲ | ||
5 | καθαίροντα καὶ ἁγνίτην ἔλεγον. | ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου. T | ||
24480-2a2 | ex. | ὡς εἰ φυγάς τις φονεὺς αἴφνης ἀπανιστάμενος τῆς πατρίδος ἀπέρχεται πρὸς τὸν ἁγνίσοντα καὶ θαμβοῦνται πάντες τὸ αἰφνίδιον τῆς ἀφίξεως, οὕτως ὁ Πρίαμος πάντας λαθὼν εἰσέρχεται καὶ παρα‐ κάθηται τῇ ἑστίᾳ, b(BCE3E4) καὶ πάντες ὁρῶντες ἐκπλήσσον‐ | |
5 | ται. ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου. b(BE3E4) | ||
24.480 | ex.(?) | 〈πυκινή:〉 μεγάλη. Aa | |
24.482 | ex. | 〈θάμβος δ’ ἔχει εἰσορόωντας:〉 †οὐδένα γὰρ δια‐ λέγεται, ἕως οὗ καθαρθῇ. Aa | |
24.484 | ex. | ἐς ἀλλήλους δὲ ἴδοντο: τὸ παράδοξον τῆς εἰσόδου ἔδειξε διὰ τῶν ἀλλήλοις διανευόντων, πόθεν καὶ τίς ὁ ξένος. b(BCE3E4)T | |
24.485 | ex. (Ariston.) | τὸν καὶ λισσόμενος 〈Πρίαμος πρὸς μῦθον ἔειπε〉: περισσὸς ὁ καί. τὸ δὲ ἑξῆς ‘πρὸς τόν‘. b(BCE3)T | |
24486a | ex. | μνῆσαι πατρὸς 〈σοῖο〉: πολεμίῳ διαλεγόμενος καὶ τῶν παίδων αὐθέντῃ καὶ μισοῦντι ἐξαιρέτως αὐτόν τε καὶ τοὺς ἐκείνου διὰ τὴν τοῦ φίλου ἀποβολὴν b(BCE3E4)T ἄλλην ἀρχὴν | |
οἰκειοτέραν οὐκ εἶχεν ἢ τὴν τοῦ πατρὸς ὑπόμνησιν. b(BE3E4)T | |||
24486b | Did. | {πατρὸς} σοῖο: Ζηνόδοτος „σεῖο“, κακῶς. T | |
24486c | ex. | θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ: θεοφιλῆ καὶ θεοῖς ὅμοιον εἰπὼν b(BCE3E4) ἀποτρέπει τῆς περὶ τὸν ἱκέτην ἀτιμίας, b(BC E3E4)T εἴγε καὶ θεοὶ τοὺς ἱκέτας εὐνοοῦντες καὶ ἐλεοῦντες αἰ‐ δοῦνται· b(BCE3E4) „αἰδοῖός τε γάρ ἐστι καὶ ἀθανάτοισι θε‐ | |
5 | οῖσιν, / ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενοσ“ (ε 447—8). T | ||
24487a | ex. | τηλίκου ὥσπερ ἐγώ〈ν〉: ἔδει ἐπαγαγεῖν ‘ἡλίκος ἐγώ〈ν〉‘. ἔστι δὲ ὡς τὸ „ὅσσον Φαίηκες περὶ πάντων ἴδριες, ὣς δὲ γυναῖκες ἱστῷ τεχνῆσαι“ (cf. η 108—10). τινὲς δὲ λείπειν φασὶ τὸν καί, ἵν’ ᾖ ‘ὥσπερ καὶ ἡμεῖσ‘. T | |
24487b | ex. | 〈τηλίκου〉 ὥσπερ ἐγώ〈ν〉: Ζηνόδοτος (FGrHist 19, 6) πρεσβύτερον Πηλέα φησίν, εἴγε συστρατεύσας Πηλεῖ Ἡρακλῆς ἀπέδοτο Ἡσιόνῃ μικρὸν ὄντα τὸν Πρίαμον. T | |
24488-9 | ex. | καὶ μέν που κεῖνον 〈περιναιέται—ἀμῦναι〉: ἢ παρὰ τῶν Εὐρωπαίων τοῦτο μαθών φησιν ἢ οἰωνιζόμενος. λέγει δὲ Ἄκαστον καὶ τοὺς υἱοὺς Ἄρχανδρον καὶ Ἀρχιτέλην. ἴσως δὲ παρὰ Ἀστεροπαίου πέπυσται νεωστὶ ἥκοντος ἐκ Παιονίας (cf. Ρ 350. | |
5 | Φ 154—6), ἥτις ἐστὶ πλησίον Θετταλίας. T | ||
24488a | ex. | 〈καὶ μέν:〉 ὁ μέν ἀντὶ τοῦ μήν. Til | |
24488b | ex. | 〈περιναιέται ἀμφὶς ἐόντες:〉 οἱ περίοικοι Aa b (BCE3 E4) οἱ ἀμφὶς ὄντες, ὅ ἐστι κεχωρισμένοι τῇ γνώμῃ καὶ ἐναντίοι, ἢ χωρὶς οἰκοῦντες, b(BCE3E4) ἢ κυκλόθεν. b(BE3E4) | |
24488c | Did. (?) | ex. | ἀμφὶς ἐόντες: τινὲς „ἐόντοσ“ ἀντὶ τοῦ χωρὶς σοῦ ὄντος. | ἐντέχνως δὲ πρὸ τῶν ἰδίων τῶν τοῦ Πηλέως ἐμνήσθη, ὅπως αὐτὸν ἡ τῶν οἰκείων κακῶν οἰκτίσῃ μνήμη. b(BE3E4)T | |
24.490 | ex. | σέθεν ζώοντος: ηὔξησε τὸν ἔλεον, εἴγε ὁ μὲν τὸν ἕνα ἔχει, ὁ δὲ τῶν πεντήκοντα ἀφῄρηται. b(BCE3E4)T | |
24.495 | ex. | 〈πεντήκοντά μοι ἦσαν:〉 Ἑλ〈λ〉άνικος (FGrHist 4, 141) πεντήκοντα ἕξ. T | |
24496a | Hrd. | 〈ἐννεακαίδεκα:〉 ὑφ’ ἓν τὸ ἐννεακαίδεκα. b(BCE3) Πάμφιλος δὲ εἰς τρία διῄρησε μέρη. b(BE3) | |
24496b | ex. | ἐννεακαίδεκα: πιθανὸν μίαν τεκεῖν ἐννεακαίδεκα, οὐχ ὡς Βακχυλίδης (sc. dith. 15, 15) πεντήκοντα τῆς Θεανοῦς ὑπο‐ γράφει παῖδας. T | |
24.497 | ex. | 〈τοὺς δ’ ἄλλους μοι〉 ἔτικτον 〈ἐνὶ μεγάροισι γυναῖ‐ κεσ〉: καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ τοῖς βαρβάροις βασιλεῦσι παιδοποιεῖν ἐκ πλειόνων. b(BCE3E4)T ἔσχε δὲ καὶ Ἀρίσβην τὴν Μέροπος τοῦ Περκωσίου, ἐξ ἧς Αἴσακος, Ἀλεξιρόην | |
5 | τὴν Ἀντάνδρου, Λαοθόην τὴν Ἄλτου (cf. Φ 85). τῶν δὲ Πριαμιδῶν πρεσβύτατον Πολίτην φασίν. T | ||
24498a | ex. | τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυ‐ σεν: λέγοντος Ἀχιλλέως· „ὅς τοι πολέας τε καὶ ἐσθλούς 〈/ υἱέας ἐξενάριξα〉“ (Ω 520—1). T | |
24498b | ex. | 〈θοῦρος Ἄρης:〉 δεδιὼς οὐ λέγει σύ, ἵνα μὴ θυμώσῃ αὐτόν. b(BCE3E4) | |
24499a | ex. | ὃς δέ μοι οἶος ἔην, 〈εἴρυτο δὲ ἄστυ καὶ αὐτούσ〉: οἶος πρὸς τὸ σῴζειν τὴν πόλιν. Aa b (BCE3E4)T καὶ ἓν πρᾶγμα δυσὶ περικοπαῖς πέφρασται, ὡς „τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα“ (Λ 267) ἀντὶ τοῦ παυσαμένου τοῦ αἵματος ἐτέρσετο τὸ ἕλκος· | |
5 | „ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον“ (Γ 318), ἀνασχόντες ηὔξαντο. b(BCE3E4)T ἢ ὅτι εἶπεν „αἴθ’ ἅμα πάντες / Ἕκτορος ὠφέλετ’ ἀντὶ 〈... πεφάσθαι〉“ (Ω 253—4)· καὶ ἡμεῖς φαμεν ἕνα τὴν πόλιν ὅλην ἔχειν. T | ||
24499b | ex.(?) | 〈εἴρυτο:〉 ἐφύλαττε. Aa | |
24500a | ex.(?) | 〈κτεῖνας:〉 ἤγουν ἔκτεινας. Aa | |
24500b | ex. | ἀμυνόμενον περὶ πάτρης: οὐ προκατάρξαντα πολέ‐ | |
μου. T | |||
24503a | Did. (?) | 〈θεούς, Ἀχιλεῦ: γράφεται〉 „{ἀλλ’ αἰδεῖο} φέριστε, θεούσ“. Aa | |
24503b | ex.(?) | 〈αὐτόν:〉 ἀντὶ τοῦ ἐμέ. Aa | |
24504a | ex. | μνησάμενος σοῦ πατρός: ὡς ἱκανοῦ εἰς ἔλεον ἀπ’ αὐτοῦ ἤρξατο (cf. Ω 486—92) καὶ εἰς αὐτὸν ἔληξεν. b(BCE3E4)T οὐκ ἀκριβολογεῖ δὲ περὶ τῶν δώρων (cf. Ω 502)· καὶ γὰρ ἂν ἔλυ‐ σε τὸ πάθος. T | |
24504b1 | ex. | ἐλεεινότερος: καὶ ἐκεῖνος γὰρ καταπονεῖται (cf. Ω 488—9). ἢ ἀντὶ ἁπλοῦ. T | |
24504b2 | καλῶς δὲ καὶ ἐλεεινότερος· καταπονεῖται γὰρ καὶ ἐκεῖνος, ἀλλ’ οὗτος πλέον. b(BCE3E4) | ||
24506a | ex. | ἀνδρὸς παιδοφόνοιο: ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἐκ δὲ τοῦ πάθους παρεσύρη εἰς τοῦτο. b(BCE3E4)T | |
24506b | ex. | ex. | 〈ποτὶ στόμα〉 χεῖρ’ ὀρέγεσθαι: ‘χεῖρε‘ δυϊκῶς· εἶπε γὰρ „καὶ λάβε χεῖρας / δεινὰς ἀνδροφόνουσ“ (Ω 478—9). θέλει δὲ εἰπεῖν ὅτι ᾧ στόματι τὸν υἱὸν ἐφίλουν, τούτῳ νῦν τὸν ἐκείνου φονέα. | ὀρέγεσθαι {δὲ} ἀντὶ τοῦ ἐκτείνειν πρὸς τὸ στόμα τὰς χεῖρας. T | |
24.510 | ex. | ἐλυσθείς: παρεθεὶς ἢ συνειληθεὶς ἢ κυλισθείς· b(BCE3)T ὅθεν καὶ †προελυσθείς. T | |
24511-2 | ex. | Ἀχιλλεὺς κλαῖεν 〈ἑὸν πατέρ’ ἄλλοτε δ’ αὖτε / Πάτροκλον〉: αὐτῷ γὰρ ἀναδιπλασιασθεὶς ὁ θρῆνος ἀντισηκωθή‐ σεται τοῖς δάκρυσι Πριάμου. ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην | |
ἡ Ἕκτορος καὶ Πριάμου. b(BCE3E4)T | |||
24511a1 | ex. | ἑὸν πατέρα: λείπει τὸ ‘ἄλλοτε μέν‘, 〈‘ἄλλοτε μὲν ἑὸν πατέρα‘〉, „ἄλλοτε δ’ αὖτε / Πάτροκλον“ (Ω 511—2). T | |
24511a2 | λείπει καὶ ἐνταῦθα τὸ ἄλλοτε, ἵν’ ᾖ ‘ἄλλοτε μέν‘. b(BCE3 E4) | ||
24512a | Ariston. | Did. | τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει: ὅτι κατα‐ χρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν. | Ζηνόδοτος δὲ „στεναχή“ διὰ τοῦ ε γράφει. ἐκπίπτει δὲ τὰ διὰ τοῦ ε ῥήματα ἐν τοῖς ὀνόμασιν εἰς τὸ ο, λέγω λόγος, μένω μονή· οὕτως στενάξαι στοναχή. A | |
24512b | ex.(?) | 〈δώματα:〉 τὴν σκηνήν. Til | |
24514a | Ariston. | καί οἱ ἀπὸ πραπίδων 〈ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυί‐ ων〉: ἀθετεῖται· προείρηται γὰρ ἱκανῶς διὰ τοῦ „αὐτὰρ ἐπεί ῥα γόοιο“. καὶ ἀκύρως τέθειται τὸ γυίων· οὐ γὰρ οὕτως λέγει πάντα τὰ μέλη, ἀλλὰ μόνον τὰς χεῖρας καὶ τοὺς πόδας. A | |
24514b | ex. | καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυ〈ί〉‐ ων: ἀθετεῖ ὁ Θρᾷξ (fr. 26 Schm. = 44 L.)· ὁ γὰρ ἵμερος περὶ μόνην τὴν ψυχήν, γυῖα δὲ οὐχ ὅλα τὰ μέλη φησίν. εἰ †μηδέ τις στερνοτυπεῖ, τοῦτο οὐ γράφει†. T | |
24.515 | ex. | 〈γέροντα δὲ〉 χειρὸς ἀνίστη: παράδοξον τὸ τὸν ἐχθρὸν χειραγωγεῖν τὸν θυμὸν ἀνέντα. b(BCE3E4)T τάχα οὖν τοῦτο | |
ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς. b(BCE3E4) | |||
24.518 | Did. | 〈κάκ’ ἄνσχεο:〉 οὕτως Ἀρίσταρχος κάκ’ ἄνσχεο. Aint | |
24.522 | Ariston. | κατ’ ἄρ’ ἕζευ: ὅτι τὸ ἁπλοῦν ἐστιν ἕζευ· τούτῳ δὲ ἀνάλο‐ γον τὸ σύνθετον κατ’ ἄρ’ ἕζευ, οὐχὶ ἵζευ. καὶ ὅτι τὸ ἔμπης ἀντὶ τοῦ ὅμως, ἔσθ’ ὅτε δὲ ἀντὶ τοῦ ὁμοίως· „ἔμπης μοι δοκέει δαΐδων σέλασ“ (ς 353). A | |
24522-3 | ex. | 〈ἄλγεα δ’ ἔμπης / ἐν θυμῷ〉 κατακεῖσθαι 〈ἐάσο‐ μεν〉: ἀποβαλέσθαι μὲν γὰρ ἀδύνατον, δεῖ δὲ μὴ ῥιπίζειν τοῖς κλαυθ‐ μοῖς τὸ πάθος. b(BCE3E4)T | |
24524a | ex. | οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο: πρῆξις T ἄνυσις b(BCE3E4)T διὰ θρήνου. λείπει δὲ ἡ ἔξ. b(BCE3) T ὅτι δὲ ἄπρακτον ἡ ἀνία, καὶ οἱ φιλόσοφοί φασιν, καθ’ ὃ μὴ διορθοῦται τι τῶν ἠτυχημένων. T | |
24524b | Did. | 〈οὐ γάρ τις πρῆξις:〉 „οὐ γάρ τίς τ’ ἄνυσισ“ ἐν ἄλλῳ. Aim | |
24.525 | ex. | ἐπεκλώσαντο: εἱμαρμένον ἐποίησαν, ἐπεμοίρησαν. ἀπὸ μιᾶς Μοίρας εἴρηται τῆς Κλωθοῦς· τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι, Κλωθώ, Λάχεσις, Ἄτροπος. A | |
24.526 | ex. | 〈αὐτοὶ δέ τ’〉 ἀκηδέες 〈εἰσί〉: νῦν τὸ φύσει θεῖόν φησι, | |
τοὺς δὲ ποιητικοὺς λυπουμένους εἰσάγει. καὶ Ἐπίκουρος (Rat. Sent. 1 = Gnom. Vat. 1) ἐντεῦθέν φησιν ὅτι „τὸ ἀθάνατον καὶ ἄφθαρτον οὔτ’ αὐτὸ πρᾶγμ’ ἔχει οὔτ’ ἄλλοις παρέχει· διὸ οὔτε ὀργαῖς οὔτε | |||
5 | λύπαις συνέχεται“. δηλοῖ δὲ καὶ τὸ ἀθεράπευτον. T | ||
24527-8a | Ariston. | δοιοὶ γάρ τε πίθοι〈—ἑάων〉: ὅτι ἐντεῦθεν Ἡσιόδῳ (sc. opp. 84—104) τὸ περὶ τοῦ πίθου μύθευμα. καὶ ὅτι δύο τοὺς πάντας λέγει πίθους· τινὲς δὲ τῶν νεωτέρων ἕνα μὲν τῶν ἀγαθῶν, δύο δὲ τῶν κακῶν ἐδέξαντο. A | |
24527-8b | ex. | δοιοὶ γάρ τε πίθοι〈—ἑάων〉: τοῦτο πρὸς παρα‐ μυθίαν τοῦ γέροντος, ἐπεί τοι τὸ ἀληθὲς „θεοὶ δωτῆρες ἑάων“ (θ 325). καὶ Ἡσίοδος (sc. opp. 96—8) ἐντεῦθεν τὴν ἐλπίδα τῶν κακῶν φησιν εἶναι ἐν τῷ πίθῳ. T μέμφεται δὲ τὴν δόξαν Πλάτων ἐν | |
5 | δευτέρῳ Πολιτείας (sc. 18 p. 379 b 1) λέγων ὡς ὁ θεὸς ἀγαθόν, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερόν, οὐδὲ βλάπτει. ἔπλασεν οὖν ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου. b(BCE3E4)T παρὰ ταῦτά φησι Ζεύς· „ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοί / b(BE3E4)T σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν“ | ||
10 | (α 33—4). b(BE3E4) | ||
D ad Ω 527 | εἰς παραμυθίαν τοῦ Πριάμου ὁ ποιητὴς εἰσήγαγε—τὸ ζήτημα προσώπῳ. A | ||
24.527 | ex. | 〈ἐν Διὸς οὔδει:〉 ἀπὸ μέρους τῷ οἴκῳ. b(BCE3E4)T | |
24528a1 | Ariston. | Nic. | δώρων οἷα δίδωσι, 〈κακῶν, ἕτερος δὲ ἑάων〉: ὅτι τὸ ἑάων ἀντὶ τοῦ ἀγαθῶν· καὶ τὸ „υἷος ἑῆοσ“ (Ο 138. Σ 138 al.) ἀγαθοῦ. διὰ δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει „ἑοῖο“. καὶ ὅτι τὸ ἕτερος ἐπὶ δύο. | ἕως δὲ τοῦ δίδωσι βούλονται στίζειν, ἵνα μὴ δύο | |
5 | πίθοι ὦσι κακῶν καὶ εἷς ἀγαθῶν, ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο· φησὶ γοῦν (P. 3, 81—2)· „ἓν παρ’ ἐσθλὸν πήματα σύνδυο δαίονται βροτοῖς / ἀθάνατοι“. ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι, κακῶν ἕτερος δὲ ἑάων, ἀλλ’ ὁ μὲν ἕτερος κακῶν, ὁ δὲ ἕτερος ἀγα‐ θῶν. A | ||
24528a2 | Nic. | στικτέον εἰς τὸ δίδωσι, καὶ δύο τοὺς πίθους διὰ τῆς στιγμῆς παραδεκτέον. b(BCE3E4) | |
24528b | ex. | κακῶν, ἕτερος δὲ ἑάων: ἀδιαφόρως τῷ ἕτερος ποτὲ μὲν τὸ ἄλλος ἐπιφέρει, ὡς τὸ „ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“ (Ι 313), ποτὲ δὲ τὸ ἕτερος· „ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν“ (Γ 103). T | |
24.530 | ex. | κακῷ 〈...〉 κύρεται: ὑπὸ κακοῦ κύρεται, ὡς „Τρωσὶ δαμείσ“ (Σ 461). ἢ κακῷ συντυγχάνει, ὡς τὸ „αἰὲν ἐπ’ αὐχένι κῦρεν“ | |
(Ψ 821). T | |||
24.532 | ex. | βούβρωστις: σύντονος ὀδύνη μεγάλως ἀναλίσκουσα· ἐν γὰρ ταῖς ἀτυχίαις ὑπὸ λύπης ἑαυτοὺς ἐσθίομεν, ὥσπερ καὶ Βελλερο‐ φόντης (cf. Ζ 202). b(BCE3E4)T οἱ δὲ ἀποδιδόντες λιμὸν ἀγνοοῦσιν ὅτι οὐ λιμώττει Πρίαμος, ἀλλ’ ὀδυνᾶται. b(BE3E4)T | |
5 | οἱ δὲ δαίμονα, ἥνπερ κατηρῶντο τοῖς πολεμίοις, εἶναι δὲ αὐτῆς τὸ ἱερὸν ἐν Σμύρνῃ. T | ||
D | βούβρωστις: κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός. νῦν δὲ ἀντὶ τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν τὸν οἶκτον ἐξεδέξαντο. A | ||
24.535 | ex. | πάντας γὰρ ἐπ’ ἀνθρώπους {ἐκέκαστο}: παρὰ πάντας ἀνθρώπους. T | |
24.536 | ex. | ὄλβῳ: δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊ‐ κοῖς (St. V. Fr. III, fr. 675) ὁ ἀπαίδευτος. A b (BCE3E4)T οἱ δὲ τῇ τῶν ἀγρῶν κτήσει, A b (BE3)T παρὰ τὰς ὀλάς. AT | |
24.540 | Hrd. | {τέκεν} παναώριον: οἱ μὲν ἐδάσυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ πάντα ἄωρον, οἱ δὲ ἐψίλωσαν, ἐκδεχόμενοι τὸν εἰς πάντα πεφροντισμένον. ἄμεινον δὲ τὸ πρότερον· τοῦτο γὰρ θέλει σημαίνειν. A | |
24.541 | ex. | γηράσκοντα κομίζω: ἀντὶ τοῦ γηρωκομῶ. b(BCE3E4) | |
T | |||
24544a | Ariston. | ὅσσον Λέσβος ἄνω, 〈Μάκαρος ἕδος, ἐντὸς ἐέργει〉: ὅτι τὸ ἄνω ἀντὶ τοῦ ἀνά καὶ πρὸς τὸ ἐέργει, ἵν’ ᾖ ἀνείργει καὶ περιορίζει. A | |
24544b | ex. (Ariston.) | | ὅσσον Λέσβος ἄνω 〈... ἐέργει〉: ἀντὶ τοῦ ἀνά. | |
ex. | b(BCE3E4)T Til τὸ δὲ ἑξῆς, ὅσον Λέσβος ἀνείργει καὶ διορίζει· b(BCE3E4)T | περιορίζει γὰρ τὴν ἀρχὴν Πριάμου A b (BCE3E4) T ἀπὸ μεσημβρίας τῇ Λέσβῳ, ἀπὸ ἀνατολῆς Φρυγίᾳ, ἀπὸ | ||
5 | ἄρκτου Ἑλλησπόντῳ (cf. Ω 544—5). A b (BE3E4)T | ||
24544c | ex. | Μάκαρος: Μάκαρ ὁ Ἡλίου καὶ Ῥόδου, φονεύσας τὸν ἀδελφὸν Τενάγην, ἐκεῖσε 〈ἀπ〉ῴκησε καὶ πόλιν οἰκίσας ἀπὸ τῆς γυναικὸς Ἄντισσαν ὠνόμασεν. b(BCE3E4)T τινὲς δὲ αὐτὸν Κρινάκου τοῦ Ὑρ〈ι〉έως τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης. T οἱ δὲ | |
5 | μητέρα αὐτοῦ Μιτυλήνην καὶ γυναῖκα Λέσβον. b(BCE3E4)T | ||
D | {ὅσσον λέσβος ἄνω μάκαρος} ἕδος: ἀντὶ τοῦ οἰκητήριον· ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου καὶ ἐβασίλευσεν αὐτῆς. A | ||
24545a | Ariston. | καὶ Φρυγίη καθύπερθε: ὅτι ἑτέρα καθ’ Ὅμηρον ἡ | |
Φρυγία 〈τῆς Τροίασ〉. οἱ δὲ νεώτεροι συγχέουσιν. A | |||
24545b | ex. | καὶ Φρυγίη καθύπερθε: ἐξ ἀνατολῆς, b(BCE3E4) TT ἐπεὶ ἔστι καὶ ἄλλη Φρυγία μικρὰ „ἀμπελόεσσα“ (cf. Γ 184) ἡ ἐπὶ Σαγγαρίῳ (cf. Γ 187): b(BCE3E4)T καὶ παρ’ Ἀθηναίοις γάρ εἰσι δύο δῆμοι Ποτάμιοι, ὧν ὁ μὲν καθύπερθεν, ὁ δὲ ὑπένερθεν | |
5 | ὀνομάζεται. T | ||
24546a | Did. | 〈τῶ σε:〉 Ἀρίσταρχος σὺν τῷ ν, „τῶν σε“. Aim | |
24546b | ex. (Did.) | τῶν σε: οὕτω T διὰ τοῦ ν, ἵν’ ᾖ b(BCE3)T τῶν οἰκούντων τὰς προειρημένας πόλεις. b(BCE3E4)T | |
24.549 | ex. | ἀλίαστον: ἀλύτως ἢ ἀσυγχωρήτως. b(BCE3E4)T | |
24.550 | Ariston. | 〈ἀκαχήμενος υἷος ἑῆος:〉 ὅτι Ζηνόδοτος γράφει „ἑοῖο“. καὶ ὅτι λείπει ἡ περί. A | |
24.551 | Ariston. | οὐδέ μιν ἀνστήσεις· 〈πρὶν καὶ κακὸν ἄλλο πάθῃ‐ σθα〉: ὅτι οὐ λέγει ‘οὐκ ἀναστήσεις αὐτόν, ἂν μὴ πρότερον κακὸν πάθῃσ‘, ἀλλὰ ‘πρότερον κακὸν πείσῃ ἢ ἀναστήσεις αὐτόν‘. τοιοῦτο δέ ἐστι καὶ τὸ „τὴν δ’ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν“ | |
5 | (Α 29). A | ||
D | D | πρὶν 〈καὶ〉 κακὸν ἄλλο πάθῃσθα: πρὶν ἢ ἄλλο— πάθοις. | ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς· τοῦτο γὰρ ἀδύνατον. A | ||
24.554 | ex. | ἀκηδής: ἠμελημένος. ἢ b(BCE3)T κηδείας παρ’ ἐμοῦ | |
μὴ τυχών. b(BCE3E4)T | |||
24556-7 | Ariston. | πολλά, τά τοι φέρομεν〈—ἔασασ〉: ἀθετοῦν‐ ται, ὅτι ἀνάρμοστοι τῷ προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτόφωρος ἡ ὑπό‐ κρισις. A | |
24557a | Hrd. | ἐπεί με πρῶτον ἔασας: δασύνει Δίδυμος τὸ „ἕασασ“ ἐν πρώτῳ διορθωτικῶν (p. 112 Schm.), ὁμοίως καὶ Ἑρμαππίας, μετα‐ λαμβάνοντες εἰς τὸ ἥδυνας. ὁ δὲ Σιδώνιος γράφει „ἐπεί με πρῶτ’ ἐλέησασ“. Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺς | |
5 | στίχους (sc. Ω 556—7). δύναται δὲ καὶ τὸ ψιλούμενον, ὥς φησι Τρύ‐ φων (fr. 104 V.), καὶ συμφωνεῖ, εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν φράσιν, ἔχειν ἀφορμὴν ὡς, ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντος τοῦ Πριάμου, τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ μεσολαβῆσαι τὴν διάλεξιν· „ἀλλὰ τάχιστα / λῦσον, ἵν’ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ | ||
10 | δέξαι ἄποινα / πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ’ ἀπόναιο καὶ ἔλθοισ“ / σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας— (Ω 554—7), „τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν 〈προσέφη πόδας ὠκὺς Ἀχιλ‐ λεύς /〉· Μηκέτι νῦν μ’ ἐρέθιζε, γέρον“ (Ω 559—60). τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτόν τι ἔσται· ‘εἴασας εἰς λόγους σοι ἥκειν‘. A | ||
24557b | Did. | ἐπεί με πρῶτον ἕασας: ἀντὶ τοῦ ἥδυνας, ηὔφρανας· ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν „ἐπεί με πρῶτ’ ἐλέησασ“. κέχρηται δὲ καὶ ἐν Ὀδυσσείᾳ· „ἥσατο δ’ αἰνῶς / ἡδὺ ποτὸν πίνων“ (ι 353—4). A | |
24557c | ex. (Did. + Hrd.?) | ἐπεί με πρῶτον έασας: ηὔφρανας, ὡς „ἥσατο δ’ αἰνῶσ“ (ι 353), δασέως. ἔνιοι δέ φασιν ἐλλιπῆ εἶναι τὸν λόγον, τὸ δὲ λεῖπον | |
εἶναι ‘ἐπεί με ἔασας ἐς λόγους σοι ἐλθεῖν‘. T | |||
24559a1 | ex. | ὑπόδρα ἰδών: ἀγριαίνεται, ὅτι νῦν αὐτὸν θέλει λαβεῖν, ὁ δὲ θεραπεῦσαι τὰ αἰκίσματα βούλεται, μὴ εἰς θρῆνον ἐλθὼν Πρίαμος ταράξῃ αὐτόν. ἢ ὅτι ὑπομιμνῄσκει αὐτὸν συνεχῶς Ἕκτορος καὶ τῆς ἔχθρας αὐτοῦ. T | |
24559a2 | ἀγριαίνεται, ἵνα μὴ διὰ τὰς αἰκίας εἰς θρῆνον ἐλθὼν ὁ Πρίαμος ταράξῃ αὐτόν. καὶ ὅτι συνεχῶς τοῦ ὀνόματος Ἕκτορος ἐμέμνητο. b(BCE3E4) | ||
24.565 | Did. | 〈οὐ γάρ κε τλαίη:〉 ἔξω τοῦ ν ὁ κέ σύνδεσμος. Aint | |
24566a | Did. (?) | 〈οὐδὲ γὰρ ἄν:〉 ἐν ἄλλῳ „οὔτε γὰρ ἄν“. Aint | |
24566b | Ariston. | Did. | φυλακοὺς ... ὀχῆα: ὅτι φυλακοὺς τῷ τόνῳ ὡς ἀγα‐ θοὺς προεφέρετο ὁ Ἀρίσταρχος. | ἑνικῶς δὲ ὀχῆα· προείρηται (cf. Ω 453—4) γὰρ ὅτι εἷς ἦν, ὃν „τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί“ (Ω 454). A | |
24566c | Ariston. | 〈φυλακούς:〉 ὅτι οὕτως ἐσχημάτισε τοὺς φύλακας. Aim | |
24566d1 | Hrd. | {οὐδὲ γὰρ ἂν} φυλακούς: Ἀρίσταρχος κατ’ ὀξεῖαν τάσιν προεφέρετο ὡς φρουρούς. ἔστι δὲ καὶ {ὁ} λόγος συναγωνιζόμενος τῇ | |
ὀξείᾳ τάσει οὗτος ὡς τὰ εἰς κος λήγοντα ὑπὲρ δύο συλλαβάς, παρα‐ ληγόμενα τῷ α, ἐπιθετικὰ ὄντα ὀξύνεται, „μαλακόσ“ (τ 234), παρ‐ | |||
5 | δακός, φαρμακός, ἀνακός, ἔνθεν ‘ἀνακοῖν Διοσκόροιν‘. A | ||
24566d2 | τὰ εἰς κος καθαρὸν ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγό‐ μενα προσηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακός φαρμακός φυλακός· τὰ γὰρ κύρια βαρύνεται, „Φύλακοσ“ (cf. Ζ 35), Ὕλακος. T | ||
24566e | ex. | φυλακούς: ὡς μαλακούς. τινὲς δὲ ὡς ἀπὸ γενικῆς βα‐ ρύνουσι. στρατηγικῶς δὲ ἀπολογεῖται ὑπὲρ τῶν φυλάκων. T | |
24.568 | Did. (?) | 〈ἐν ἄλγεσι:〉 γράφεται „ἐνὶ φρεσί“. Aim | |
24569a1 | Hrd. | μή σε, γέρον, οὐδ’ αὐτόν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ σέ ἀντωνυμία· καὶ ἔστι τὸ ἑξῆς οὐδ’ αὐτόν σε. ὁμοίως οὖν ἀναγνωστέον τῷ „μή σε, γέρον, κοίλῃσιν“ (Α 26). ἐκεῖ μέντοι ἐν διαστολῇ· „μὴ σέ γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ“ (α 386). A | |
24569a2 | {μή σε, γέρον:} ἐγκλιτέον τὴν σέ. T | ||
24569b1 | ex. | ἄλλως: μή σε, γέρον, οὐδ’ αὐτὸν 〈ἐνὶ κλισίῃσιν ἐάσω〉: Ἀριστοτέλης (fr. 168 R.3) φησὶν ἀνώμαλον εἶναι τὸ ἦθος Ἀχιλλέως. οἱ δὲ ὡς ἀποστῆσαι τοῦ οἴκτου τῇ καταπλήξει αὐτὸν θέλει, μὴ ἰδὼν Ἕκτορα θρηνήσῃ ἀκωλύτως καὶ ταράξῃ αὐτόν. T | |
24569b2 | Ἀριστοτέλης φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέως ἦθος. οἱ δέ φασιν ὅτι, ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφ’ Ἕκτορι θρήνου, διὰ | ||
τοῦτο δεδίσσει. b(BCE3E4) | |||
24.570 | ex. | Διὸς δ’ ἀλίτωμαι ἐφετμάς: λείπει ἡ παρά, ἵν’ ᾖ τὰς παρὰ Διός. b(BCE3)T | |
24.571 | ex. | ἔδδεισεν δ’ ὁ γέρων 〈καὶ ἐπείθετο〉: ἐξ ἀμφοῖν ἕν, δεί‐ σας ἐπείσθη. T | |
24572a | ex. | οἴκοιο: καταχρηστικῶς τὴν κλισίαν „δῶμα“ (cf. Ω 512), „οἶκον“ (cf. Ω 471), „δόμον“ (cf. Ω 673) εἶπεν. T | |
24572b | ex. | λέων ὥς: πρὸς τὸ εὐκίνητον καὶ ἀγριωπόν, ὅπως κατα‐ πλήξῃ Πρίαμον. b(BCE3E4)T | |
24.574 | Ariston. | Ἄλκιμος: ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα (cf. Π 197. Ρ 467 al.) Ἄλκιμον εἰπών. A | |
24577a | Ariston. | 〈ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος:〉 ὅτι τὸν Ἰδαῖον ἐπιθετικῶς καλήτορα εἶπεν. Aim | |
24577b | ex. (Ariston.) | 〈τοῖο γέροντος:〉 τούτου. λείπει δὲ τὸ τοῦ ἄρθρον. b(BCE3)Til | |
24578a | ex. | δίφρου: εὐτελοῦς· ὁ γὰρ πολυτελὴς θρόνος· καὶ „δίφρον ἀεικέλιον καταθείσ“ (υ 259). T | |
24578b | Did. (?) | 〈ἐϋξέστου:〉 γράφεται „ἐϋσσώτρου“. Aim | |
24578c | Did. (?) | ex. | ἐϋσσώτρου: ἀντὶ τοῦ „ἐϋξέστου“. | εὖ σευομένης. οἱ δὲ | |
εὐτρόχου, ἀπὸ τῶν εὖ σευομένων 〈τροχῶν〉. T | |||
24579a | Hrd. | ᾕρεον {ἑκτορέης}: δασυντέον· ἔφαμεν (sc. ad Β 154a) γὰρ τὸ περισπώμενον αἱρῶ δασύνεσθαι. A | |
24579b | ex. | ᾕρεον: δασέως, ἵν’ ᾖ ἀφῄρουν. τὸ δὲ ψιλὸν „ἤειραν“ (Ω 590). T | |
24580a1 | ex. | δύο φάρε’ 〈ἐΰννητόν τε χιτῶνα〉: ἔθος τοὺς νεκροὺς δυσὶν κατακαλύπτειν ἐσθῆσιν, ὅπως τὸ μὲν ἄνω, τὸ δὲ κάτω †σχῆμα†. λαμβάνει δὲ δῶρα (cf. Ω 578—9) ἢ ἐξιλεούμενος Πάτροκλον (cf. Ω 595), ἢ ἵνα εἰς τὸν ἐπιτάφιον αὐτοῦ ἔχωσιν οἱ φίλοι, ἢ ὅτι Θέτις ἐκέλευσεν | |
5 | (sc. Ω 137). T | ||
24580a2 | δύο, ἵνα τὸ μὲν ὑποτεθῇ, τὸ δὲ ἐπιτεθῇ· τὸν δὲ χιτῶνα πρὸς τὸ ἐνδύσασθαι. λαμβάνει δὲ δῶρα ὡς ἱλεούμενος Πάτροκλον, καὶ ἵνα πλείονα ἔχῃ εἰς τὸν ἐπιτάφιον. b(BCE3E4) | ||
24581a | ex. | νέκυν πυκάσας: ὥστε ἀθεώρητον εἶναι τῷ πατρί. T | |
24581b | ex.(?) | 〈δοίη:〉 ὁ Ἀχιλλεύς. Aint | |
24584a1 | Did. | χόλον οὐκ ἐρύσαιτο: ἔν τισι „κότον οὐ κατερύκοι“. ἄμεινον δὲ „χόλον“. A | |
24584a2 | χόλον {οὐκ ἐρύσαιτο}: Ῥιανὸς (fr. 20 M.) „†κόλο톓, οἱ δὲ „κόπον“. ἄμεινον δὲ „γόον“, ἵνα μὴ ὑπερπαθήσας καταράσηται Ἀχιλλεῖ. T | ||
24584a3 | Ἡρωδιανὸς „γόον“ γράφει· ποῖον γὰρ οὗτος εἶχε χόλον, εἰ μὴ μᾶλλον γόον; b(BCE3E4) | ||
24.588 | Ariston. | 〈ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα:〉 ὅτι | |
ἔδει χιτῶνα, εἶτα φᾶρος. Aim | |||
24.589 | ex. | 〈αὐτὸς τόν γ’ Ἀχιλεὺσ〉 λεχέων ἐπέθηκεν ἀείρας: ἐμεμάραντο γὰρ ὁ θυμός. οὐκ ἄτοπος δὲ ἡ μεταβολή, Διὸς καὶ μητρὸς καὶ τοῦ ἱκέτου μεταβαλόντων. b(BCE3E4)T | |
24592a | ex. | μή μοι, Πάτροκλε: ὡς πρὸς παρόντα διαλέγεται τὸν Πάτροκλον οἰκτιζόμενος. T | |
24592b | ex. | σκυδμαινέμεν: τοῦτο ‘σκυδάζειν‘ Σοφοκλῆς φησιν ἐν τῷ Αἴαντι (722). T | |
24594-5a | Ariston. | πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι〈—ὅσς’ ἐπέοι‐ κεν〉: ἀθετοῦνται, ὅτι οὐκ ὀρθῶς ἕνεκα δώρων λέγει ἀπολελυκέναι τὸν νεκρόν· ὑπὸ γὰρ τοῦ Διὸς ἠναγκάσθη, ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ Πατρόκλου τιμωρίαν δώρων ἠλλάξατο. A | |
24594-5b1 | ex. | 〈πατρὶ φίλῳ,〉 ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα 〈/ —ἐπέοικεν〉: τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ὁμολογεῖν τῆς λύσεως ἔδει. πῶς δὲ δώσει τῷ ἀποθανόντι (cf. 595); τινὲς δὲ οὐκ ἀνάξια τῆς σῆς αἰκίας (cf. 594)· ἄλλως τε ἔθος τοὺς | |
5 | φόνους ἐπὶ χρήμασι λύειν· „καί ῥ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσασ“ (Ι 634), „καὶ μέ〈ν〉 τίς τε κασιγνήτοιο φόνοιο / ποινήν“ (Ι 632—3). T | ||
24594-5b2 | ex. (rec.?) | τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ἔδει λέγειν τῆς λύσεως. πῶς δὲ δώσει τῷ ἀποθανόντι; ἢ τάχα φησὶν ὅτι καὶ τὴν Διὸς γνώμην πληρώσας, ὅμως οὐκ ἀνάξια τῆς εἰς σὲ κακίας ἔλαβον. ἔθος δὲ τοὺς φόνους ἐπὶ χρήμασι λύειν. δώσει δὲ ἀποθανόντι δι’ | |
5 | ἐπιταφίων εἰς αὐτὸν ἀγώνων. b(BCE3E4) | ||
24.595 | ex. | καὶ τῶνδ’ ἀποδάσσομαι: ὅτι καὶ μετὰ ταφὴν ἀπένεμον | |
χρήματα. T | |||
24598a1 | ex. | {τοίχου} τοῦ ἑτέρου: τοῦ ἐναντίου. T | |
24598a2 | τοῦ πρὸς τὸ ἐξ ἐναντίας μέρος. b(BCE3E4) | ||
24.599 | Did. (?) | 〈ὡς ἐκέλευες:〉 γράφεται „ὡς ἐκέλευσασ“. Aint | |
24.601 | ex. | νῦν—δόρπου: οὐκ ἐν τῷ πένθει, ἀλλὰ καθόλου. b(BCE3E4)T παραμυθητικὸν δὲ τὸ τῆς διηγήσεως μῆκος (sc. Ω 602—17)· ἐπικουφίζεται γὰρ τὰ πάθη πρὸς ἀλλοτρίας συμφορὰς συγκρινόμενα. b(BE3E4)T | |
24602a1 | ex. | ex. | 〈καὶ γάρ τ’ ἠΰκομος Νιόβη:〉 τὴν Νιόβην οἱ μὲν Πέλοπος, οἱ δὲ Ταντάλου· γυναῖκα δὲ οἱ μὲν Ἀμφίονος, οἱ δὲ Ζήθου, [οἱ δὲ] Ἀλαλκομένεω. ἐκαλεῖτο δὲ παρὰ Λυδοῖς Ἐλύμην. ἡ δὲ συμφορὰ αὐτῆς, ὡς μέν τινες, ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι, ἐν Θήβαις. Σοφοκλῆς | |
5 | (cf. T.G.F. p. 228 N.2; II p. 95 P.) δὲ τοὺς μὲν παῖδας ἐν Θήβαις | ||
ἀπολέσθαι, νοστῆσαι 〈δὲ〉 αὐτὴν εἰς Λυδίαν. ἀπώλετο [δέ], ὥς τινες, συνεπιορκήσασα Πανδάρ[εῳ] περὶ τοῦ κυνός, ὡς δὲ [..], ἐνεδρευθεῖσα ὑπὸ τῶν Σπαρτῶν ἐν Κιθαιρῶ[νι]. οἱ δὲ δύο Νιόβας, Πέλοπος καὶ Ταντάλου. T | ὡς Θηβαῖον ὄντα τὸν μῦθον καὶ ἀγνο‐ | |||
10 | ούμενον Πριάμῳ ἐπεξεργάζεται. b(BE3E4)T | ||
24602b1 | ex. | καὶ γάρ τ’ ἠΰκομος Νιόβη: τινὲς ἧττον τὸ κατὰ Νιόβην φασίν· οὗτος γὰρ πεντήκοντα ἀπώλεσεν. ἀλλ’ οὐχ ἅμα πάντας, ἐκείνη δὲ ἄρδην. T | |
24602a2/b2 | ex. | D (~) | ex. vel D ad Ω 611 | ex. | τὴν Νιόβην οἱ μὲν Πέλοπος, οἱ δὲ Ταντάλου, οἱ δὲ Ζή‐ θου, οἱ δὲ Ἀλαλκομένεω γυναῖκά φασιν. b(BCE3E4) ἡ δὲ συμφορὰ αὐτῆς, ὡς μέν τινες ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι ἐν Θήβαις ἀπολέσθαι, νοστῆ‐ σαι δὲ αὐτὴν εἰς Λυδίαν. b(BE3E4) | ἡ δὲ αἰτία τῆς τῶν παίδων | |
5 | συμφορᾶς, ὅτι Λητοῖ παρισοῦτο, λέγουσα πλείονα τέκνα καὶ γεν‐ ναιότερα τεκεῖν· ἧς οἱ παῖδες ὀργισθέντες τοὺς αὐτῆς ἀνεῖλον, ἡ μὲν θήλεια τὰς θηλείας, ὁ δὲ ἄρσην τοὺς ἄρσενας. αὐτὴ δὲ τῇ λύπῃ ἀφωνίᾳ κρατηθεῖσα ὡς λίθος ἦν ἄφωνος. b(BCE3E4) | οἱ δὲ λαοὶ ἀσυμπαθεῖς ὡς λίθοι ἦσαν, μισοῦντες αὐτήν. | τινὲς δέ φασιν ἧττον | ||
10 | τὸ κατὰ τὴν Νιόβην εἶναι, ὅτι οὗτος πεντήκοντα τέκνων ἐστέρηται. ἀλλ’ ἐκείνη πάντων ἅμα, οὗτος δὲ οὔ. b(BE3E4) | ||
D | καὶ γάρ τ’ ἠΰκομος Νιόβη: Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου—πηγὰς δακρύων προϊεμένη. ἡ ἱστορία παρὰ | ||
Εὐφορίωνι (fr. 102 Pow.). A | |||
24604a | Ariston. | ἓξ μὲν θυγατέρες, 〈ἓξ δ’ υἱέες ἡβώοντεσ〉: ὅτι οἱ νεώτεροι διαφωνοῦσι περὶ τοῦ ἀριθμοῦ τῶν Νιόβης παίδων· οἱ μὲν γὰρ δεκατέσσαρας, οἱ δὲ εἴκοσι τοὺς Νιοβίδας λέγουσιν. A | |
24604b1 | Did. (?) | 〈υἱέες:〉 γράφεται καὶ „υἱεῖσ“· διχῶς οὖν. Aim | |
24604b2 | υἱέες καὶ „υἱεῖσ“, διχῶς. Til | ||
24605a | Ariston. | τοὺς μὲν Ἀπόλλων πέφνεν: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν. A | |
24605b | ex. | τοὺς μὲν Ἀπόλλων 〈πέφνεν〉: ῥητορικῶς ἀνέστρεψε τὴν διήγησιν· φάγε· καὶ γὰρ Νιόβη. τίς αὕτη; ἀπολέσασα δώδεκα παῖδας. ὑπὸ τίνος; ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος. διὰ τί; δι’ ὑπερηφανίαν. b(BCE3E4)T | |
24605c1 | ex. | ἄλλως· τοὺς μὲν Ἀπόλλων 〈πέφνεν〉: ἴσως ὑπὸ λοιμοῦ ἀπολόμενοι ἐνομίσθησαν οὕτω τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ Περὶ ὀξέων παθῶν (cf. acut. 17 [I p. 117, 3 K.]) φησὶν ὡς τοὺς | |
†ὀρθοπνοιεῖς† καὶ ῥέγκους ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι, καθὸ | |||
5 | τούτων μετὰ θάνατον ἡ πλευρὰ 〈πελιὰ〉 εὑρίσκεται διὰ τὸ μὴ ἀπ‐ ηλλαγμένους τῶν ὀδυνῶν τελευτᾶν. T | ||
24605c2 | ἴσως δὲ ὑπὸ λοιμοῦ διαφθαρέντες ἐνομίσθησαν οὕτω τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ Περὶ ὀξέων παθῶν φησι· ‘τοὺς ὑπὸ ὀρθοπνοίης καὶ κυνάγχης ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι διὰ τὸ αἴφνης καὶ μετ’ ὀδύνης τελευτᾶν‘. b(BE3E4) | ||
24.608 | ex. | ἡ δ’ αὐτὴ 〈γείνατο πολλούσ〉: αὐτὴ δέ, ὡς „ὁ δ’ ἐρεύ‐ γετο“ (ι 374), ἐρεύγετο δέ. b(BCE3)T ἰδία δὲ ἡ μεταστροφή· οὐκ εἶπε γὰρ ‘ἑαυτὴν δὲ τετοκέναι πολλούσ‘. T | |
24.610 | ex. | ἐν φόνῳ: ἐν τῷ τόπῳ, οὗ ἐφονεύθησαν. b(BCE3E4)T | |
24.611 | ex. | λαοὺς δὲ λίθους ποίησε 〈Κρονίων〉: ἀσυμπαθεῖς· ὠρ‐ γίζοντο γὰρ αὐτῇ, b(BCE3E4)T ἐπεὶ διὰ τὴν αὐτῆς ἀσέβειαν ἀπώλοντο ἄν· „πολλάκι{σ}“ γὰρ „καὶ σύμπασα πόλις 〈κακοῦ | |
ἀνδρὸς ἀπηύρα〉“ (Hsd. opp. 240). b(BE3E4)T | |||
5 | D | λαοὺς δὲ λίθους ποίησε Κρονίων: ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς καὶ ἀσυμπαθεῖς ἐποίησε πρὸς τὸ μὴ θάψαι. A | |
24.612 | ex. | θάψαν θεοί: ταῦτα πρὸς τὸ μὴ ἀμελεῖν κηδείας, εἴγε καὶ θεομισεῖς ὄντας ἔθαψαν. b(BCE3E4)T | |
24613a | Ariston. | ἡ δ’ ἄρα σίτου μνήσατ’, 〈ἐπεὶ κάμε δάκρυ χέου‐ σα〉: πρὸς τὴν διαφωνίαν τῶν νεωτέρων· φασὶ γὰρ καὶ αὐτὴν ἀπο‐ λελιθῶσθαι, Ὅμηρος δὲ οὔ. A | |
24613b | ex. (Ariston.) | ἡ δ’ ἄρα σίτου μνήσατ’, 〈ἐπεὶ—χέουσα〉: οὐκ ἄρα ἐλιθώθη καθ’ Ὅμηρον. T | |
24614-7a | Ariston. | Did. | νῦν δέ που ἐν πέτρῃσιν〈—πέσσει〉: ἀθε‐ τοῦνται στίχοι τέσσαρες, ὅτι οὐκ ἀκόλουθοι τῷ „ἡ δ’ ἄρα σίτου μνήσατ’, 〈ἐπεὶ κάμε δάκρυ χέουσα〉“ (Ω 613)· εἰ γὰρ ἀπελιθώθη, πῶς σιτία προ〈σ〉ηνέγκατο; καὶ ἡ παραμυθία γελοία· φάγε, ἐπεὶ καὶ | |
5 | ἡ Νιόβη ἔφαγε καὶ ἀπελιθώθη. ἔστι δὲ καὶ Ἡσιόδεια τῷ χαρακτῆρι, καὶ μᾶλλόν γε τὸ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο (616). καὶ τρὶς κατὰ τὸ συνεχὲς τὸ ἔν (614. 615). πῶς δὲ καὶ λίθος γενομένη θεῶν ἐκ κήδεα πέσσει (617); | προηθετοῦντο δὲ καὶ παρ’ Ἀριστοφάνει. A | ||
24614-7b | ex. | νῦν δέ που ἐν πέτρῃσιν〈—πέσσει〉: ἀθετοῦν‐ ται τέσσαρες· b(BCE3)T πῶς γὰρ ἡ λίθος τροφῆς ἐγεύσατο (cf. Ω 602. 613); b(BCE3E4)T τί δὲ ὁ Αἰτωλῶν ποταμὸς ἐν Σιπύλῳ ποιεῖ (cf. 616); T πῶς τε λίθος οὖσα κήδεα πέσσει | |
5 | (617); b(BCE3E4)T | ||
24615a1 | ex. | 〈ἐν〉 Σιπύλῳ, 〈ὅθι φασὶ θεάων ἔμμεναι εὐνάσ〉: Πίνδαρος (Ol. 1, 38)· 〈„ἐς ἔρανον φίλαν τε Σίπυλον“. ἔστι δὲ〉 πόλις Λυδίας, εἴγε καὶ „Λυδοῦ Πέλοποσ“ (Pind. Ol. 1, 24) φησίν. οἱ δὲ Θηβῶν τὴν Σίπυλον, ἐπεὶ καὶ ἐκεῖ τὰ περὶ Νιόβην, φασίν. θεάων δὲ | |
5 | εὐνάς, ὅτι πατρὶς θεῶν· καὶ Πίνδαρος (N. 1, 3) „δέμνιον Ἀρτέμιδοσ“ τὴν Ὀρτυγίαν φησίν· Ῥέα γὰρ φοβηθεῖσα τὰς ἀπειλὰς Κρόνου σὺν ταῖς θυγατράσιν ᾤκησε Σίπυλον κρυφίως, καὶ ἱερὸν αὐτῶν ἐκεῖ. T | ||
24615a2 | Σίπυλος πόλις ἐστὶ Λυδίας, b(BCE3E4) καὶ Ἀχελῷος ποταμὸς ἐκεῖ παρακείμενος. θεάων δὲ εὐνάς, ὅτι ἐκεῖ Σεμέλῃ ὁ Ζεὺς συνεκοιμήθη. b(BE3E4) | ||
24616a1 | ex. | αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο: φιλοσόφως· ἐρρωμένην δεῖ καὶ τὴν τῶν θηλειῶν ὄρχησιν γίνεσθαι, ὃ καὶ Ἡσίοδος (sc. th. 8) ἐπὶ τῶν Μουσῶν. T | |
24616a2 | φιλοσόφως καὶ ἐρρωμένως καὶ μετὰ συνέσεως ὠρχήσαντο. b(BCE3E4) | ||
24616b | ex. | ἄλλως· αἵ τ’ ἀμφ’ Ἀχελώϊον: τινὲς „αἵ τ’ ἀμφ’ Ἀχε‐ λήσιον“ (ποταμὸς δὲ Λυδίας, ἐξ οὗ πληροῦται 〈ὁ〉 Ὕλλος), καὶ Ἡρακλέα νοσήσαντα ἐκ τῶν πόνων, ἀναδόντων αὐτῷ θερμὰ λουτρὰ τῶν ποταμῶν, τοὺς παῖδας Ὕλλον καλέσαι καὶ τὸν ἐξ Ὀμφάλης | |
5 | Ἀχέλητα, ὃς Λυδῶν ἐβασίλευσεν· εἰσὶ δὲ καὶ „νύμφαι Ἀχελήτιδεσ“, ὥς φησι Πανύασσις (fr. 17 [p. 261] K. = 17 M.). οἱ δὲ Ἀχελώϊον ὁμώνυμον τῷ Αἰτωλῷ, εἶναι δὲ καὶ ἄλλον περὶ Δύμην τῆς Ἀχαίας καὶ ἄλλον περὶ Λάρισσαν τῆς Τρῳάδος. καὶ πᾶν ὕδωρ Ἀχελῷόν φασιν· ὁ γὰρ ἐν Δωδώνῃ θεὸς παρῄνεσεν Ἀχελῴῳ θύειν· ὅθεν καὶ | ||
10 | Ἀθηναῖοι καὶ Διδυμαῖοι καὶ Ῥόδιοι καὶ Σικελιῶται αὐτὸν τιμῶσιν. Ἀκαρνᾶνες δὲ καὶ ἀγῶνα αὐτῷ ἐπιτελοῦσιν. T | ||
D | αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο: αἵτινες περὶ τὸ ὕδωρ χορεύουσιν, ἤτοι ἀπὸ τοῦ Ἀχελῴου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ, ὃς ὠνόμασται ἀπὸ τοῦ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν | ||
15 | ὕδωρ. ἢ διὰ τοῦ η „Ἀχελήϊον“· Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν. A | ||
24617a | ex. | 〈ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ〉 κήδεα πέσσει: ἀκύρως· πῶς γὰρ ἡ λίθος πέσσει; b(BCE3E4)T καὶ ὡς Φιλή‐ | |
μων ὁ κωμικός (fr. 101 [II p. 510 K.])· „ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς, / οὐδέποτ’ ἐπείσθην οὐδὲ †νῦν πείθομαι† / ὡς τοῦτ’ | |||
5 | ἐγένετ’ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν / τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους / οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα / προσ‐ ηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.“ b(BE3E4)T Φερεκύδης (FGrHist 3, 38) δὲ ἐν ηʹ· „ἡ δὲ Νιόβη ὑπὸ τοῦ ἄχεος ἀναχωρεῖ εἰς Σίπυλον καὶ ὁρᾷ τὴν πόλιν ἀνεστραμμένην καὶ Ταντάλῳ λίθον ἐπι‐ | ||
10 | κρεμάμενον· ἀρᾶται δὲ τῷ Διῒ λίθος γενέσθαι. ῥεῖ δὲ ἐξ αὐτῆς δάκρυα καὶ πρὸς ἄρκτον ὁρᾷ.“ T ὁ δὲ Λυδὸς (i. e. Xanthus [FGrHist 765] fr. 20 b) φησὶν ὅτι Ἀσσωνίδης ἐρασθεὶς αὐτῆς καὶ μὴ πεισθείσης ἐπ’ ἄριστον τοὺς παῖδας καλέσας ἐνέπρησεν. ἡ δὲ φυγοῦσα ηὔξατο λιθωθῆναι. b(BE3E4)T τινὲς δὲ εἰς κρύσταλλον αὐτὴν μεταβε‐ | ||
15 | βλῆσθαί φασιν. T | ||
24617b | ex. | 〈θεῶν ἐκ κήδεα πέσσει:〉 τὸ ἔκ πρὸς τὸ θεῶν· τὰ ἐκ | |
θεῶν κήδεα πέσσει. Aim | |||
24618-9 | ex. | μεδώμεθα〈— /〉 σίτου: χαρίεις ὁ συνδειπνῶν πρὸς ἀνάκτησιν τοῦ γέροντος, καίτοι προδειπνήσας. b(BCE3E4)T | |
24619-20 | ex. | φίλον παῖδα κλαίοισθα / Ἴλιον εἰσαγαγών· πο‐ λυδάκρυτος δέ τοι ἔσται: ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. b(BCE3E4)T | |
24.624 | Ariston. | ὤπτησάν τε περιφραδέως 〈ἐρύσαντό τε πάντα〉: σημειοῦνταί τινες, ὅτι Ἡσίοδος (fr. 316 M.—W.) ἐποίησεν· „ὤπτησαν μὲν πρῶτα, περιφραδέως δ’ ἐρύσαντο“. οὐδεὶς δὲ περιφραδέως ἐξ‐ έλκει κρέα, ἀλλὰ μᾶλλον ὀπτᾷ. A | |
24628a | Ariston. | αὐτὰρ ἐπεὶ πόσιος 〈καὶ ἐδητύος ἐξ ἔρον ἕντο〉: ὅτι κατακέχρηται τῷ στίχῳ· ὁ γὰρ Ἀχιλλεὺς ἤδη κεκόρεστο· λέγει γὰρ „νέον δ’ ἀπέληγεν ἐδωδῆσ“ (Ω 475). A | |
24628b | ex. (Ariston.) | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον 〈ἕντο〉: ἰδίως χρῆται τῷ στίχῳ· καὶ γὰρ ὁ μὲν ἐκκεκόρεστο (cf. Ω 475—6), Πρίαμον δὲ οὐκ εἰκὸς ἦν εἰς κόρον δειπνεῖν. T | |
24.630 | ex. | ὅσσος ἔην οἷος τε: ὅσος ἐν μεγέθει, οἷος ἐν κάλλει. ταῦτα δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν. b(BCE3)T | |
24.632 | ex. | καὶ μῦθον ἀκούων: ἀπὸ κοινοῦ ἀγαθόν· φησὶ γοῦν περὶ αὐτοῦ· „θεόφιν μήστωρ ἀτάλαντοσ“ (Η 366). b(BCE3E4)T | |
24.635 | ex. | λέξον δή με: κλῖνον, κοίμισον· b(BCE3)T ἡ γὰρ | |
διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ. b(BCE3E4)T | |||
24636a | Did. | 〈παυσώμεθα:〉 οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ ἀναπαυσώ‐ μεθα· ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον „ταρπώμεθα“. Aim | |
24636b1 | Did. | ex. | ταρπώμεθα: Ἀρίσταρχος „παυσώμεθα“, ἀναπαυσώμε‐ θα δηλοῦν· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα. | ἢ ἐπεὶ μετὰ δώδεκα ἡμέρας ἀΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ. AT | |
24636b2 | ex. | δώδεκα γὰρ νύκτας ὄντι ἀΰπνῳ οὐκ ὀλίγην ἡ νὺξ τὴν τέρψιν ποριεῖται. b(BCE3E4) | |
24637-8 | ex. | 〈οὐ γάρ πω〉 μύσαν ὄσσε〈—ὤλεσε θυμόν〉: οὐ γάρ ὑπερβολικῶς· οὐ γὰρ ἔνδεκτον· λείπει οὖν τὸ ὡς πάλαι. ἢ διάφορα ἦν τὰ πάλαι σώματα· καὶ Ὀδυσσεὺς κυβερνῶν τὴν σχε‐ δίαν ἑπτακαίδεκα ἡμέρας ἀγρυπνεῖ (cf. ε 278) καὶ ἄλλας τρεῖς | |
5 | νήχεται (cf. ε 388—462). T | ||
24.639 | ex. | καὶ κήδεα μυρία πέσσω: ὑπὸ πολλῶν κακῶν ἀναλίσκο‐ μαι. b(BCE3E4)T | |
24.640 | ex. | αὐλῆς ἐν χόρτοισι: Δίδυμος (fr. 16, p. 182 Schm.) φησὶν ὅτι χόρτοις ἀντὶ τειχίων ἐχρῶντο. T | |
24648a | Did. | 〈ἄρα στόρεσαν:〉 οὕτως Ἀρίσταρχος στόρεσαν, Ἰα‐ | |
κῶς. Aim | |||
24648b | ex. | ἐγκονέουσαι: τὸ πονεῖν Ἰακῶς κονεῖν φησιν, b(BCE3 E4)T ὡς πόθεν κόθεν. T | |
24650a1 | ex. | ἐκτὸς μὲν δὴ λέξο: ἀφίστησιν αὐτόν, ἀμάρτυρον θέλων ἔχειν τὴν νυκτερινὴν †παρρησίαν† πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ παρῄνεσεν· αἰδεῖται γὰρ εἰσφέρειν Βρισηΐδα ὑπὲρ τοῦ Πριάμου. ἢ ὑπὲρ τοῦ πολλαπλασιάσαι τὴν χάριν· ἢ βεβαιῶσαι τὰς ἐπαγγελίας | |
5 | τῆς ἀνοχῆς, ὡς πάντων δι’ αὐτοῦ γινομένων. ἢ ἴσως οἶδεν Ἀγα‐ μέμνονος τὸ πρὸς τοὺς πολεμίους σκληρόν (cf. Ζ 55—60. Λ 138—42)· οἰκονομεῖται γὰρ 〈τὸ〉 νυκτὸς ἀπελθεῖν. T | ||
24650a2 | ἀφίστησιν αὐτόν, εὔκαιρον τὴν νύκτα πρὸς συνουσίαν ποιούμενος, ὡς ἡ μήτηρ παρῄνεσεν. b(BCE3E4) ἢ βεβαιῶσαι θέλει ὡς πάντα δι’ αὐτοῦ γίνονται καὶ πρὸς αὐτὸν φοιτῶσι πάντες. b(BE3E4) | ||
24657-8 | ex. | ποσσῆμαρ μέμονασ〈—λαὸν ἐρύκω〉: ἅπαξ | |
πεισθεὶς δίδωσι τὸν νεκρὸν καὶ τῆς κηδείας προνοεῖ δικαίως. b(BCE3 E4)T δίχα δὲ Ἀγαμέμνονος δίδωσι〈ν〉· ἄρχει γὰρ τοῦ ὑπαίθρου, „ὅπῃ ἄρξειεν Ἀχιλλεύσ“ (γ 106). T | |||
24657a | Hrd. | ποσ〈σ〉ῆμαρ {μέμονας}: ὑφ’ ἕν, περισπωμένης οὔσης πρὸ τέλους, ὡς καὶ ἐν τῷ „αὐτῆμαρ“ (Α 81. Σ 454 al.), {καὶ} „ἐν‐ νῆμαρ“ (Α 53. Ζ 174 al.), „ἑξῆμαρ“ (κ 80. μ 397 al.). προείρηται (sc. ad Α 53a. 81) δὲ ἤδη περὶ τῆς λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς | |
5 | Προτάσεσι (fr. 2, Hrd. 2, 907, 6 L.). παραιτητέον οὖν τοὺς κατὰ διάλυσιν ἀναγινώσκοντας. A | ||
24657b | Hrd. προτ. (?) | ἐν ἑτέροις (sc. 2,907,11) ὁ Ἡρωδιανός φησι· „πόσα μέρη ἐστὶ τὸ ποσσῆμαρ; ἓν γὰρ οὐ δύναται εἶναι, διότι οὐδέποτε πυσματικὸν μέρος λόγου προτάσσεται ἐν συνθέσει ἐξῃρημένου τοῦ ποδαπός· ἐπέγκειται γὰρ τὸ ποῖος τῷ δαπέδῳ. δύο δὲ πάλιν οὐ δύ‐ | |
5 | ναται εἶναι· εἰρήκει γὰρ ἂν πόσα ἤματα. ἀπορουμένου τοίνυν αὐτοῦ κάλλιόν ἐστι λέγειν ἓν εἶναι μέρος λόγου ὅμοιον τῷ ‘ἐννῆμαρ‘ (Α 53. Ζ 174 al.).“ A | ||
24657c1 | ex. (Hrd.) | 〈ποσσῆμαρ:〉 ὑφ’ ἓν τὸ ποσσῆμαρ ὡς „ἐννῆμαρ“ (Α 53. Ζ 174 al.). μεσότητος γάρ ἐστιν, ἀντὶ τοῦ ποσσήμερον. b(BCE3E4)T | |
24657c2 | ἐπίρρημα μεσότητος. Til | ||
24.660 | ex.(?) | 〈τάφον:〉 τὴν κηδείαν. Til | |
24.661 | ex.(?) | 〈ὧδε:〉 ὡς ἐπιφέρει (sc. in Ω 664—7). Aint | |
24663a | ex. | ἀξέμεν: λείπει τὸ ὥστε. b(BCE3E4)T καὶ ἐπὶ ξύ‐ λων δὲ τὸ ἄγειν· ἴσως δὲ διὰ τὰς ἡμιόνους. T | |
24663b1 | Did. | 〈μάλα δέ:〉 Ἀρίσταρχος „μάλα γάρ“, οὐ μάλα δέ. | |
Aim | |||
24663b2 | {μάλα δὲ τρῶες:} Δίδυμος (p. 116 Schm.)· „μάλα γάρ“, οὐ δέ. T | ||
24.664 | ex. | ἐννῆμαρ〈—〉γοάοιμεν: φιλοπενθὲς γὰρ τὸ βάρ‐ βαρον. ἢ ἅμα τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζε‐ ται. A b (BCE3E4)T καὶ οὐ πρότερον πύθεται ὡς προνοίᾳ θεῶν ἄσηπτον ἔχων τὸ σῶμα. T | |
24665-6 | Ariston. | τῇ δεκάτῃ δέ κε 〈θάπτοιμεν—ποιήσαιμεν〉: ὅτι μέχρι τούτων τῶν ἡμερῶν ἔκαιον καὶ μετὰ τὴν ταφὴν περίδειπνον ἐποίουν (cf. Ω 785—803). A | |
24665a1 | ex. | θάπτοιμεν: τὸν τάφον ποιοῖμεν, ὅ ἐστι περίδειπνον. T | |
24665a2 | ἀντὶ τοῦ τὸν ἐπιτάφιον δεῖπνον τῷ λαῷ ποιήσοιμεν, b(BCE3E4) | ||
24665b | Hrd. | δαινῦτό τε λαός: προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ (fr. 218 Th.) δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ „δαινύατο“ (ς 248) τοῦ πληθυντικοῦ | |
συναλιφή, ὡς „πυθοίατο“ (Α 257). ὡς οὖν τοὺς „νέκυασ“ (Η 418. Κ 298 al.) „νέκυσ“ (Η 420. ω 417) ἔφη καὶ τὸ „δαινύατο“ δαινῦτο, | |||
5 | οὕτως ἔχει καὶ τὸ „λελῦτο δὲ γυῖα ἑκάστου“ (ς 238). οὐδὲν δὲ θαυ‐ μαστόν, εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν· τῷ γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὁμοίως τῷ „ἀγρόμενοι πᾶς δῆμοσ“ (Υ 166). Φιλοξένῳ δὲ ἀρέσκει ἐν Τοῖς εἰς μι λήγουσι (l. c.) καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον. A | ||
24665c | ex. (Hrd.) | δαίνυτο: τινὲς προπερισπῶσιν ἐκ τοῦ „δαινύατο“ (ς 248). T | |
24.667 | ex. | 〈πολεμίξομεν,〉 εἴ περ ἀνάγκη: ὡς ἀπειρηκὼς τῷ χρό‐ νῳ καὶ ταῖς συμφοραῖς. ἐθεράπευσε δὲ τὸ φιλότιμον Ἀχιλλέως τῷ δέει τῶν πολεμίων (cf. Ω 663). b(BCE3E4)T | |
24671-2 | ex. | 〈ἐπὶ καρπῷ χεῖρα ... / ἔλλαβε δεξιτερήν:〉 πρὸς πίστιν ἡ δεξιά. b(BCE3E4)Til | |
D | ἐπὶ καρπῷ χεῖρα γέροντος: ἐδεξιώσατο—ἀνοχῶν τε καὶ συμβολῶν. A | ||
24.673 | ex. | 〈προδόμῳ:〉 τῇ αἰθούσῃ. Til | |
24.674 | ex. | πυκινὰ 〈φρεσὶ〉 μήδε’ ἔχοντες: τοῦτο ἐν τῷ καθόλου, οὐ τότε μόνον. T | |
24679-81 | ex. | ex. | ἀλλ’ οὐχ Ἑρμείαν—πυλαωρούς: δεῖ οὖν καὶ ἡμᾶς δεομένους τοῦ θεοῦ μὴ εἰκῇ τι πράσσειν. b(BCE3E4)T | καὶ ὑπὲρ τὴν πρόσταξιν δὲ Διὸς ποιεῖ ἐλεῶν τὸν γέροντα, ὥς που (sc. Ω 335) φησίν· „ἀνδρὶ ἑτα〈ι〉ρίσσαι“. T | |
24.681 | ex. | ἱερούς: πιστούς. ἢ σωτῆρας, b(BCE3E4)T καὶ „φυ‐ | |
λάκων ἱερὸν τέλοσ“ (Κ 56). T | |||
24686-7a1 | ex. | σεῖο δέ κεν ζῳοῦ〈—λελειμμένοι〉: ταῦτα ἐπίτηδες πρὸς ἀποτροπὴν τοῦ κοιμᾶσθαι αὐτόν. T | |
24686-7a2 | ταῦτα πρὸς τὸ ἀποτρέψαι αὐτὸν τοῦ ὕπνου. b(BCE3E4) | ||
24.697 | Did. (?) | 〈ἄγον:〉 γράφεται „φέρον“. Aint | |
24699-700 | ex. | ἀλλ’ ἄρα Κασ〈σ〉άνδρη〈—πατέρ’ εἰσενό‐ ησεν〉: διὰ τὴν συμπάθειαν b(BCE3E4)T ὡς Νέστωρ (cf. Κ 533—9), 〈οὐ〉 διὰ τὴν μαντείαν· T οὐ γὰρ οἶδεν αὐτὴν μάντιν ὁ ποιητής. ἀγωνιᾷ δὲ περὶ ἀδελφοῦ καὶ πατρός. b(BCE3E4)T | |
24.699 | ex. | ἰκέλη 〈χρυσῇ〉 Ἀφρο〈δί〉τῃ: κατ’ †ἐπιφθορὰν† εἴρη‐ ται· ἔδει γὰρ παρθένον Ἀρτέμιδι εἰκάζειν, b(BCE3E4)T ὡς Ναυσικάαν (cf. ζ 102—8). T | |
24.701 | Did. | ἑσταότα: Ἀρίσταρχος „ἑστεῶτα“. AimT διχῶς δὲ ὁ ποιητής φησιν. T | |
D | ἀστυβοώτην: ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾶν. A | ||
24.703 | ex. | 〈γέγωνέ τε〉 πᾶν κατὰ ἄστυ: ἡ χαρὰ (cf. Ω 706) γὰρ ἰσχὺν δίδωσιν. ἐχάρη δὲ ἰδοῦσα τὸν νεκρὸν ἀπροσδοκήτως ἀγόμενον. b(BCE3E4)T | |
24.704 | ex. (Ariston.) | ὄψεσθε: ὡς „ἄξετε δὲ Πριάμοιο βίην“ (Γ 105) καὶ „οἴσετε δ’ ἄρνε“ (Γ 103). T | |
24706a1 | ex. | χαίρετε: †συγχαίρετε†. ἢ τὸ ‘ἰόντι‘ (cf. Ω 705) ἀντὶ τοῦ ἰόντος. T | |
24706a2 | ἀντὶ τοῦ συνευφραίνεσθε καὶ †συγχαίρετε. b(BCE3) | ||
24707-8 | ex. | 〈ὣς ἔφατ’,〉 οὐδέ τις αὐτόθ’ 〈ἐνὶ πτόλεϊ〉 λίπετ’ 〈ἀνήρ / οὐδὲ γυνή〉: ἐναργῶς συνεργοῦσαν ἐποίησεν ἐπὶ τῇ παρα‐ δόξῳ θέᾳ τοῦ νεκροῦ καὶ τῇ σωτηρίᾳ τοῦ βασιλέως. b(BCE3E4)T | |
24.711 | ex. | τιλλέσθην: ἑαυτὰς b(BCE3E4)T καὶ τὰς ἰδίας κεφα‐ λάς. b(BCE3)T | |
24.717 | Did. (?) | 〈δόμον δέ:〉 γράφεται „πόλιν δέ“. Aim | |
24720-1 | ex. | ἀοιδούς / θρήνους: θρηνῳδούς· δεινοπενθεῖς γὰρ 〈οἱ〉 βάρβαροι. ἀθετητέος δὲ ὁ Μουσῶν ἐπ’ Ἀχιλλεῖ θρῆνος (cf. ω 60—1): T | |
24.720 | D | {παρα δ’ εἷσαν} ἀοιδούς: ἀοιδοὺς νῦν τοὺς θρηνῳδούς. ἦσαν δὲ οὗτοι Κλ〈ε〉ῖτος καὶ Ἐπιμήδης. A | |
24721a1 | ex. | ἐξάρχους: ἐπιλεγόντων δηλονότι τῶν ἄλλων. T | |
24721a2 | ἐξῆρχον μὲν ἐκεῖνοι τῶν λόγων, ὡς ἔοικε, καὶ διεδέχοντο αὐτοὺς αἱ γυναῖκες ἀντιφωνοῦσαι (cf. Ω 722). b(BCE4) | ||
24.722 | Did. (?) | 〈οἱ μὲν ἄρ’ ἐθρήνεον:〉 ἐν ἄλλῳ „οἱ μὲν δὴ θρήνεον“. Aint | |
24.723 | Did. (?) | 〈τῇσιν:〉 ἐν ἄλλῳ „τοῖσιν“. Aint | |
24725a | ex. | ἀπ’ αἰῶνος νέος ὤλεο: νέος ἐξεκόπης τῆς ζωῆς. b (BCE3)T | |
24725b | Did. | ἄλλως· νέος ὤλεο: οὕτως. T Ζηνόδοτος δὲ „νέον ὤλεο“. AimT | |
24725c | ex. | ἄλλως· νέος ὤλεο: ἀπὸ οἰκτροῦ ἤρξατο· τοὺς γὰρ ἀπο‐ θανόντας ἐν γήρᾳ τοὐναντίον καὶ εὐδαιμονίζομεν. b(BCE4)T | |
24.726 | Did. (?) | 〈πάϊς δέ τε:〉 ἐν ἄλλῳ „πάϊς δ’ ἔτι“. Aim | |
24.730 | ex. | ἔχες: ἠτυμολόγηκε τὸ ὄνομα Ἕκτορος. T | |
24.731 | ex. | νηυσὶν ὀχήσονται: ἐπὶ νηῶν οἰχήσονται. b(BCE4)T | |
24732a | ex. | 〈καὶ μὲν ἐγώ:〉 καὶ μὴν ἐγώ. Til | |
24732b | ex. | 〈σὺ δ’ αὖ, τέκος:〉 ἐκ τοῦ περὶ αὐτοῦ (cf. Ω 726—8) εἰς τὸν πρὸς αὐτόν. b(BE4)T | |
24.734 | ex. | ἀεθλεύων πρὸ ἄνακτος: κακοπαθῶν ὑπὲρ δεσπότου. b(BC) T καὶ Πίνδαρος (cf. P. 4, 41)· „λυσίπονοι θεράποντεσ“· ὑπὲρ ἐκείνων γὰρ πλέουσι, γεωργοῦσιν, ἀχθοφοροῦσιν. b(BCE4)T | |
24735a | Ariston. | ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου: ὅτι ἐντεῦθεν κινη‐ θέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα. A | |
24735b | ex. | ῥίψει χειρὸς ἑλών: ἢ στοχάζεται, ἢ ὡς ἔθους ὄντος τοὺς μὴ δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι. b(BCE4)T οἱ δὲ νεώτεροί φασιν αὐτὸν οἰκιστὴν ὕστερον γεγενῆσθαι Τροίας καὶ ἄλλων πόλεων. T | |
24735c | ex. | 〈λυγρὸν ὄλεθρον:〉 ἀντὶ τοῦ λυγρῷ 〈ὀλέθρῳ〉. Til | |
24.739 | ex. | 〈οὐ γὰρ μείλιχος ἔσκε〉 πατὴρ τεός: νῦν περὶ αὐτοῦ, εἶτα ἀποστρέφει τὸν λόγον πρὸς αὐτόν b(BCE4)T ἐν τῷ „ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, 〈/ Ἕκτορ〉“ (Ω 741—2). T | |
24.741 | ex. | ἀρητόν: ἐπικατάρατον ἢ ἐπιβλαβῆ ἢ ἀείρρητον. b(BE4) T | |
24744a | ex. | οὐδέ τί μοι εἶπες 〈πυκινὸν〉 ἔπος: ταῦτα βιωτικά· γλυκὺ γὰρ ἐν πένθεσιν αἱ τελευταῖαι τῶν φίλων φωναὶ πρὸς παραμυ‐ θίαν. b(BCE4)T | |
24744b | ex. | ἄλλως· οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος: τὸ πρὸς τὴν βιωτικὴν παραίνεσιν λυσιτελοῦν ἔπος. b(BCE4)T | |
24.746 | ex. | ἐπὶ δὲ στενάχοντο γυναῖκες: οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ σὺν αὐτῇ. οὐκ ἠδύνατο δὲ πάντα ὑφ’ ἓν εἰπεῖν. b(BCE4)T | |
24749a | Hrd. | ἦ {μέν μοι}: περισπαστέον τὸν ἦ. T | |
24749b | ex. | ἄλλως· {ἦ} μέν μοι: τῷ μέν ἀποδίδωσι τὸν „δέ“ (Ω 750). T | |
24.750 | ex. | οἱ δ’ ἄρα σεῦ κήδοντο 〈καὶ ἐν θανάτοιό περ αἴσῃ〉: οὐ πρὸς τὸ ῥητὸν ὑπήντησεν, ἀλλὰ πρὸς τὴν διάνοιαν· οὐ γὰρ εἶπε τὸ ‘καὶ τεθνηκὼς πάλιν αὐτοῖς φίλος εἶ‘. καὶ περισσὸς ὁ πέρ. T | |
24752a | ex. | πέρνασχ’, 〈ὅντιν’ ἕλεσκε〉: ἐξηγεῖται τὸ πέρνασκε | |
διὰ τοῦ πέρην b(BCE4)T ἁλὸς ἀτρυγέτοιο. T | |||
24752b | Did. (?) | 〈ὅντιν’ ἕλεσκε:〉 ἐν ἄλλῳ „ὅντιν’ ἕλῃσι“. Aim | |
24753a | ex. | ἀμιχθαλόεσσαν: κατὰ Κυπρίους εὐδαίμονα. οἱ δὲ πε‐ τρώδη καὶ τὰ κύκλῳ ἀπόκρημνον· b(BCE4)T διὸ οὐκ ἐπι‐ μίγνυσθαι τῇ γῇ θάλασσαν. T οἱ δὲ ἄμικτον διὰ τὸ ἐκ θαλάσσης δυσπρόσιτον καὶ τὴν τραχύτητα. b(BCE4)T ἢ ἄμικτον Τρωσὶ | |
5 | διὰ τὸ Εὔνεω εἶναι (cf. Η 468). T οἱ δὲ ὀμιχλώδη καὶ ἀπροόρατον τοῖς πλέουσι b(BCE4)T διὰ τὰ ἐργαστήρια Ἡφαίστου· „εἴ κεν ἀμιχθαλόεσσαν ἀπ’ ἠέρα νηὸς ἐλάσσῃσ“ (Call. fr. 18, 8). T | ||
D | ἀμιχθαλόεσσαν: ἤτοι ἀπρόσμικτον, ᾗ ῥᾳδίως οὐ μίγνυται ὁ ἀπὸ τῆς θαλάσσης, καθὸ ἀλίμενός ἐστιν. ἢ διὰ τοὺς ἐνοικοῦντας | ||
10 | ἀγρίους καὶ θηριώδεις καὶ λῃστικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ οὐχ οὕτως, ἀλλὰ τὴν ὀμιχλώδη ἀπέδοσαν. A | ||
24753b | Did. | ἄλλως· ἀμιχθαλόεσσαν: Ἀντίμαχος (fr. 141 W.) „μι‐ | |
χθαλόεσσαν“. T | |||
24757-9 | ex. | νῦν δέ μοι ἑρσήεισ〈—κατέπεφνεν〉: ὅσῳ εὐσεβὴς (cf. Ω 749—50) ὁ τεθνεὼς δείκνυται, τοσούτῳ ὁ θρῆνος αὔξει. T | |
24757a1 | D | ex. | πρόσφατος: νεωστὶ πεφονευμένος. | ἄμεινον δὲ τὸ νεω‐ στὶ πεφασμένον ἐκ γῆς φυτόν, διὰ τὸ ἑρσήεις, ὡσεὶ ἔλεγε χλωρός. T | |
24757a2 | νεωστὶ πεφονευμένος. | ἢ ἀπὸ τῶν νεωστὶ πεφασμένων ἐκ γῆς φυτῶν, ἵνα δηλοῖ τὸ χλωρός. b(BCE4) | ||
24758-9 | D. | ὅν τ’ ἀργυρότοξος Ἀπόλλων 〈/ —κατέπεφ‐ νεν〉: ἀντὶ τοῦ ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι. A | |
24759a | Did. (?) | 〈οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν:〉 ἐν ἄλλῳ „οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος καταπέφνῃ“. Aim | |
24759b | ex. | ἀγανοῖσι: πράοις διὰ τὸ ἀνώδυνον. b(BCE4)T ἢ παρὰ τὸ ἀγάσασθαι, ὅ ἐστιν ἐκπλαγῆναι. T γυναικείως δὲ μακα‐ ρίζει τὸ ἑστηκέναι αὐτῷ τὸ σῶμα. b(BCE4)T | |
24.764 | Did. | ὤφελλ’ ἀπολέσθαι: „ὤφελλον ὀλέσθαι“, οὕτως 〈Ἀρί‐ σταρχοσ〉, ἵν’ ᾖ ὅμοιον τῷ „ὥς μ’ ὄφελ’ ἤματι τῷ〈— / οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα〉“ (Ζ 345—6). T | |
24765a1 | ex. | 〈τόδε〉 εἰκοστὸν ἔτος ἐστί: δέκα γὰρ ἔτη ἐστρατολό‐ γουν, „καμέτην δέ μοι ἵπποι / λαὸν ἀγειρούσῃ“ (Δ 27—8)· καὶ γὰρ | |
ἤκουον τὴν ἰσχὺν τῶν Τρώων· „καὶ γὰρ Τρῶάς φασι μαχητὰς 〈ἔμμεναι ἄνδρασ〉“ (ς 261)· καὶ πλοῦτον, „καὶ σέ, γέρον, τὸ πρὶν μὲν | |||
5 | ἀκούομεν ὄλβιον εἶναι“ (Ω 543). τὰ δὲ δέκα ταῦτα ἔτη παρεχείμαζον· ὅθεν πού φησιν „ἐεικοστῷ ἐνιαυτῷ 〈/ οἴκαδ’ ἐλεύσεσθαι〉“ (β 175—6), ἴσως Ἁλιθέρσου τῇ ὑστέρᾳ παραχειμάσει τοῦτο εἰπόντος. διὰ τοῦτο οἱ μὲν μόγις ἐστράτευον, ὡς Ὀδυσσεύς, οἱ δὲ παρῃτοῦντο, ὡς Ἐχέπω‐ λος (cf. Ψ 296—9), οἵ τε Ἀτρεῖδαι δι’ ἑαυτῶν ἐπρέσβευον (cf. | ||
10 | ω 114—9), τῇ δὲ τοὺς περὶ Νέστορα ἔπεμπον (cf. Λ 769—70). γεγένηται οὖν ὁ Νεοπτόλεμος περὶ τὴν πρώτην ἔξοδον ὡς εἶναι αὐτὸν ὀκτωκαίδεκα ἐνιαυτῶν (cf. Τ 326—7), 〈***〉 Τηλέμαχος Πεισίστρα‐ τος Μεγαπένθης (cf. δ 11), Ὀρέστης. παρεχείμαζον οὖν ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνοῦντο. καὶ τότε ἴσως καὶ Σκῦρον | ||
15 | ἑλὼν Νεοπτόλεμον ἐποίησεν Ἀχιλλεύς. T | ||
24765a2 | καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο τὸν πόλεμον. καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐστρατολόγουν. b(BCE4) | ||
24765b | ex. | ἄλλως· εἰκοστὸν ἔτος: ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν ἡ τοῦ πολέμου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν Ἰθάκην ἐπανελήλυθε, A b (BCE4)T | |
5 | πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας χρόνον. AT ῥητέον δὲ ὅτι δέκα | ||
ἔτη ἐστρατολόγουν χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι, νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. A b (BCE4)T ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον. A b (BE4)T | |||
24.766 | ex. | {καὶ} ἐμῆς ἀπελήλυθα πάτρης: ἔδει ‘ἀπὸ τῆς ἐμῆς ἤλυθον πάτρησ‘. T | |
24.767 | ex. | ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος: φησὶ γὰρ „οὔ τί μοι αἰτίη ἐσσί“ (Γ 164), ἄτοπόν τε ἐῶντα τὸν αἴτιον τὴν ἀναίτιον μέμφεσθαι. T λεληθότως δὲ ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην AT καὶ διὰ τοῦτο οὐκ | |
5 | ἀπεδίδοσαν. T | ||
24.768 | Did. (?) | 〈ἐνίπτοι:〉 γράφεται „ἐνίσσοι“. Aim | |
24.770 | Did. (?) | 〈αἰεί:〉 γράφεται „ἦεν“. Aim | |
24.773 | ex. | Did. (?) | καὶ ἔμ’ ἄμμορον: 〈καὶ〉 ἐμαυτήν. | οἱ δὲ γράφουσι „καὶ ἐμὸν μόρον“. T | |
24.776 | ex. | ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων: οὐ μόνον αἱ γυναῖκες· πλείονα γὰρ ἐκίνησεν οἶκτον. ἐπὶ πλείστῳ δὲ ἐλέῳ καταστρέφει τὴν Ἰλιάδα· b(BCE4)T ὅθεν καὶ οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς ἔσχατον τιθέασι τὸν οἶκτον ὡς κινοῦντα τὸν ἀκροατήν. b(BE4)T | |
24.777 | ex. | ὁ γέρων: διὰ τὸ οἰκτρὸν ἢ μᾶλλον τὸ ἔντιμον πρόσκειται, | |
ὡς „Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν“ (Λ 637). b(BCE4)T | |||
24784a | ex. (rec.?) | 〈ἐννῆμαρ—ὕλην:〉 σπεύδουσι γὰρ τῇ δεκάτῃ καὶ ἑνδεκάτῃ τελειῶσαι τὸν τάφον· ἡ γὰρ ἑξῆς εἰς πόλεμον ἐταμιεύθη. b(BCE4) | |
24784b | ex. | ἀγείνεον ἄσπετον ὕλην: ἅμα καὶ εἰς πολιορκίαν αὐτὴν ταμιεύοντες. T | |
24.785 | Did. (?) | 〈φαεσίμβροτος ἠώς:〉 ἐν ἄλλῳ „ῥοδοδάκτυλος ἠώσ“. Aim | |
24.786 | Did. (?) | 〈δακρυχέοντες:〉 ἐν ἄλλῳ „ἀχνύμενοι κῆρ“. Aim | |
24.793 | Hrd. | ὀστέα: τινὲς „ὄστεα“ προπαροξυτόνως ὡς „χάλκεα“ (Ε 723. Π 664 al.). ἄμεινον δὲ παροξύνειν. AT | |
24.795 | Ariston. | καὶ τά γε χρυσείην ἐς λάρνακα 〈θῆκαν〉: ἡ διπλῆ, ὅτι A τὴν σορὸν λάρνακα εἶπεν. AT | |
24.796 | Did. (?) | καλύψαντες: τινὲς „καθάψαντεσ“. T | |
24.799 | ex. | 〈περὶ δὲ〉 σκοποὶ εἵατο 〈πάντῃ〉: στρατηγικὸν τὸ μὴ ταῖς σπονδαῖς πιστεύσαντας ἀστρατηγήτους ἑαυτοὺς παραδοῦναι | |
τοῖς πολεμίοις, b(BCE4)T καὶ νουνεχείας πολλῆς. b(BCE4) | |||
24804a | ex. | ex. (Did.?) | ὣς οἵ γ’ ἀμφίεπον〈—ἱπποδάμοιο〉: Μενεκρά‐ της (cf. F.H.G. II p. 345) φησὶν αἰσθόμενον ἑαυτοῦ ἀσθενείας τὸν ποιητὴν καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν σιωπῆσαι τὰ μεθ’ Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο τὰ λοιπὰ ἑαυτῷ τῶν †ζητημάτων† | |
5 | εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας Ὀδυσ‐ σέως μόνον· τὰ γὰρ λείψανα ἐκεῖ ἃ μὲν Ὀδυσσεύς (cf. ι 39—μ 453), ἃ δὲ Νέστωρ (cf. γ 98—312) καὶ Μενέλαος (cf. δ 341—586), ἃ δὲ Δημόδοκος κιθαρίζων (cf. θ 73—82. 499—520) φασίν. ἄλλως τε πολιορκίαν μακρὰν οὐκ ἄξιον διηγεῖσθαι. b(BCE4)T | τινὲς γράφου‐ | ||
10 | σιν „ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος· ἦλθε δ’ Ἀμαζών, / Ἄρηος | ||
θυγάτηρ μεγαλήτορος ἀνδροφόνοιο“ (804. 804a). T | |||
24804b | ex. | {ὣς οἵ γ’ ἀμφίεπον} τάφον: Ἀττικοὶ τὸ περίδειπνον τάφον λέγουσι, Πολύϊδος (P. L. G. III p. 632 Bgk.) δὲ τὸ μνημεῖον. | |
T |