TLG 5025 003 :: SCHOLIA IN HESIODUM :: Scholia in theogoniam (scholia vetera)

SCHOLIA IN HESIODUM Schol.
(Varia)

Cf. et Joannes GALENUS Gramm. (3039 001)
Cf. et JOANNES Protospatharius Gramm. (3155 001)
Cf. et Joannes PEDIASIMUS Gramm. (2592 003)
Cf. et Joannes TZETZES Gramm. et Poeta (9022 X01)

Scholia in theogoniam (scholia vetera)

Source: di Gregorio, L. (ed.), Scholia vetera in Hesiodi theogoniam. Milan: Società Editrice Vita e Pensiero, 1975: 1–123.

Citation: Verse — (line)

ante 1

Ὁ τῆς Θεογονίας λόγος φυσικὴν διήγησιν τῶν ὄντων ὑπα‐ γορεύει. R2WLZVTK ἀπὸ Μουσῶν δὲ τὴν ἀρχὴν ποιεῖται τοῦ λέγειν, ὅτι αὗται προΐστανται τοῦ λόγου. Μοῦσαι δὲ ἐκλήθησαν ὡς ὁμοῦ ἀεὶ οὖσαι· μίαν γὰρ ἁρμονίαν ἐντεινάμεναι συνᾴδουσι καὶ συγχορεύουσι
5ἀλλήλαις, μηδέποτε ἀπ’ ἀλλήλων χωριζόμεναι. εἰ γὰρ καὶ ἴδιον κλῆρον ἑκάστη εἴληχεν, ἡ μὲν ἀστρονομίας, ἡ δὲ γεωμετρίας, ἡ δὲ καλλιεπείας, ἡ δὲ ᾠδῶν, καὶ ἑτέρου ἑτέρα, ἀλλ’ ἐν ἑκάστῃ πάσας ἔστιν εὑρεῖν. ἐν γὰρ ἀστρονομίᾳ καὶ γεωμετρίαν εὕροι τις ἂν καὶ κάλλος ἐπῶν καὶ ἱστορίαν καὶ τῶν λοιπῶν ἕκαστον. εἰσὶ δὲ ἐννέα
10τὸν ἀριθμὸν καὶ ὀνομάζονται οὕτως· Κλειώ, Θάλεια, Εὐτέρπη, Τερ‐ ψιχόρη, Ἐρατώ, Μελπομένη, Πολύμνια, Οὐρανία καὶ Καλλιόπη. T

1

Μουσάων Ἑλικωνιάδων: ἀπὸ τῶν Μουσῶν τὴν ἀρχὴν ποιούμεθα τοῦ λέγειν, διότι αὗται ἡμῶν τοῦ λόγου ἄρχουσιν. Ἑλικωνιάδας δέ, ὡς Βοιωτός, εἶπεν αὐτάς. Ἑλικὼν γὰρ ὄρος τῆς Βοιωτίας. ἐπεὶ οὖν οἱ Βοιωτοὶ ὡς ἰδιῶται διεβάλλοντο, ἐβουλήθη
5εἰπεῖν Ἡσίοδος Ἑλικωνιάδων, καὶ δεῖξαι ὅτι καὶ αὐτοὶ ἔχουσι μέρος τι τῆς φρονήσεως, καὶ ὅτι πάντῃ φοιτῶσιν αἱ Μοῦσαι ἔνθα βούλονται. R2WLZVB*K Μουσάων Ἑλικωνιάδων: τῶν ἐν Ἑλικῶνι διατριβουσῶν. ὁ δὲ Ἑλικὼν ὄρος τῆς Θεσπιέων χώρας ἐν τῇ Βοιωτίᾳ, ἀφ’ ἧς καὶ ὁ ποιητής.
10εἰς ὃ καὶ ἱερὸν Μουσῶν· ἔνθα χορεύουσιν, ἐν δὲ τῇ Πιερίᾳ ἐγεννήθησαν, ἥτις καὶ αὐτὴ Βοιωτίας ἐστὶν ὄρος. ἐν Ἑλικῶνι δὲ καὶ ἱερὸν ἐστὶ Διὸς Ἑλικωνίου. διὰ τί δὲ αὐτὰς οὐκ Ὀλυμπιάδας ἐκάλεσεν, ἀλλὰ Μουσάων ἑλι‐ κωνιάδων εἶπεν; βούλεται, ὡς φιλόπατρις, ἀποχαρίσασθαι τὰ ἄριστα τῇ ἑαυτοῦ πατρίδι καὶ παιδείας αὐτὴν οἶκον ἀποδεῖξαι. ἐπειδὴ γὰρ οἱ Βοιωτοὶ1
15ἰδιῶται ὄντες διεβάλλοντο, ἐβουλήθη εἰπεῖν Ἡσίοδος Ἑλικωνιάδων, καὶ δεῖξαι ὅτι καὶ αὐτοὶ οἱ Βοιωτοὶ ἔχουσι μέρος τι φρονήσεως καὶ περὶ πάντα τὰ μαθήματα ἐσπουδάκασι, καὶ ὅτι πάντῃ φοιτῶσιν αἱ Μοῦσαι ἔνθα βού‐ λονται καὶ τοὺς ἰδιώτας καὶ ἀμαθεῖς σοφίζουσιν, ἢ ὅτι αὐτῷ παρακείμεναι καὶ συνοικοῦσαι δεδώκασιν αὐτῷ τὴν ποιητικήν, ὅθεν διασαφεῖ (Opp. v. 659)·
20ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς. T

2

αἵ θ’ Ἑλικῶνος: αἵτινες Μοῦσαι, δηλαδὴ ὁ λόγος καὶ ἡ σοφία, Ἑλικῶνος ἔχουσιν ὄρος, ἀντὶ τοῦ αὐτὸν Ἑλικῶνα οἰκοῦσι περιφραστικῶς, δηλονότι τὴν κεφαλὴν περιπολεύουσι καὶ εἰς τὸν νοῦν τὸν καθαρὸν καὶ ἄρρυπον ἐπιπολοῦσι. R2WLZVB*

3a

καί τε περὶ κρήνην: ἐν τῷ αὐτῷ γὰρ ὄρει ἦν καὶ κρήνη καὶ βωμός. R2WLZVB* ἡ δὲ Ἵππου κρήνη οὕτως λέγεται ἀναδοθεῖσα ἐκ τῆς ὁπλῆς τοῦ Πηγάσου ἐν τῷ ὄρει· διψήσαντος τοῦ Βελλεροφόντου ὁ Πήγασος τῷ ποδὶ τὴν γῆν πατάξας ἐξέβαλεν
5ὕδωρ καὶ ἐκλήθη Ἵππου κρήνη. ἄλλοι δὲ Πηγασίαν ἐκ τοῦ ὄρους. R2WLZVB*T

3b

ἰοειδέα· ἀνθώδη, μελάνυδρον· ἴον γὰρ εἶδος ἄνθους· ἢ
τὴν ἴοις περιπεφραγμένην, ἀνθώδη· ἢ διαυγῆ καὶ καθαράν. δεῖ γὰρ τοὺς περὶ λόγους ἀσχολουμένους διαυγῆ καὶ καθαρὸν ἔχειν τὸν λογισμόν, καὶ οὐ μόνον τὸν λογισμὸν ἀλλὰ καὶ τὸ σῶμα. καὶ διὰ2
5τοῦτό φησι τό (v. 5)·
καί τε λοεσσάμεναι χρόα καλόν. R2WLZVB*TK

3-4

πόσς’ ἁπαλοῖσιν ὀρχεῦνται: μάχεται τὸ ἁπα‐ λοῖσι καὶ τὸ ἐπερρώσαντο δὲ ποσίν (v. 8). R2WLZVB*TK εἰ γὰρ ποσὶν ἁπαλοῖς ὀρχοῦνται, πῶς ἐπερρώσαντο; R2WK τὸ γὰρ σύντονον τῷ ἠρεμαίῳ ἀντίκειται. ἢ ὅτι πόδας μὲν εἶχον ἁπα‐
5λούς, ἐρρωμένως δὲ καὶ συντόνως ὠρχοῦντο, ἢ ἐπισταμένως ἐχόρευον. ἀνοίκειον δὲ παρθένοις Μούσαις τὸ ἐπίθετον. R2WLZVB*TK

4

ἐρισθενέος: μέλλων αὐτοῦ λέγειν τὴν δύναμιν εἶπεν ἐνταῦθα τὸ ἐρισθενέος, ἤτοι αὐτὸν τὸν Δία. ἐν Ἑλικῶνι δὲ βωμὸς ἦν τοῦ Διὸς τοῦ Ἑλικωνίου. R2WLZVB*T

5a

τέρενα χρόα: τέρενα τὰ ἁπαλά, κατὰ κοινωνίαν τοῦ
τ πρὸς τὸ θ, οἷον θέρενα. τὰ γὰρ ἁπαλὰ εὐθέρμαντα, τὰ δὲ σκλη‐ ρὰ ἀθέρμαντα καὶ ἀτέραμνα. R2WLZVB*T3

5b1

Τερμησσοῖο:〉 Τερμησσὸς ποταμὸς παρακείμενος τῷ Ἑλικῶνι. καὶ Ὀλμειὸς ποταμὸς ἐν Ἑλικῶνι τῆς Βοιωτίας, ἀπὸ Ὄλμου τοῦ Σισύφου παιδός. R2WLZVB*

5b2

Περμησοῖο: οἱ μὲν ποταμοὶ τῆς Βοιωτίας οὗτοί εἰσι. Περμη‐ σός, ὃν καλοῦσιν οἱ ἐγχώριοι διὰ τὸ πρῶτον φανῆναι Πάρμησον (?), ὥς φησι Κράτης ἐν τοῖς Βοιωτικοῖς (frg. 11 p. 71 Wachsmuth; FHG IV 37o, 6). ἐμβάλ〈λ〉ει δὲ εἰς τὴν Κωπαΐδα λίμνην· τὰς δὲ πηγὰς ἔχει ἐν τῇ
5Θεσπιακῇ χώρᾳ [καὶ ἀπ’ αὐτῆς ῥεῖ εἰς τὴν Κωπαΐδα λίμνην]. ἐν δὲ ταῖς Ζηνοδοτείοις γράφεται Τερμησοῖο [κακῶς· ὁ γὰρ Τερμησὸς ὄρος ἐστὶ καὶ οὐ ποταμός]. καὶ ὁ Ὀλμειὸς ποταμός ἐστιν ἀπὸ Ὄλμου τοῦ Σισύφου παιδός. τριακόσια δέ που στάδια ἀπέχει Θηβῶν. T

6

[Ὀλμειο: ὄνομα ποταμοῦ ἀπὸ τοῦ Ὄλμου τοῦ Σισύ‐ φου, ἔστι δὲ ποταμὸς ἐν Ἑλικῶνι. R2K ἢ Ὀλμειο: Ὀλμειὸς ποταμὸς ἐν Ἑλικῶνι τῆς Βοιω‐ τίας κατὰ τὸ ἄκρον αὐτοῦ, ἀπὸ Ὅλμου τοῦ Σισύφου παιδός. B]

9

ἔνθεν ἀπορνύμεναι κεκαλυμμέναι: διὰ τὸ ἀπορνύμεναι εἶπε τὸ κεκαλυμμέναι, οἱονεὶ μεθερμη‐
νεύων τὸ ἀπορνύμεναι. T4

10

ὄσσαν ἱεῖσαι: ὄσσαν ᾄδουσαι πορεύονται δι’ ὅλης τῆς νυκτός. ὄσσαν τὴν θείαν φωνὴν καὶ τὴν θείαν κληδόνα, ὡς καὶ παρ’ Ὁμήρῳ (α 282—3)·
ἢ ὄσσαν ἀκούσῃς
5
ἐκ Διός. ἔστι δὲ Ὄσσα καὶ ὄρος Θεσσαλίας. R2WLZVB*

12

χρυσέοισι πεδίλοις: τοῖς ὑποδήμασιν, ἤτοι διὰ τὸ πρὸς τῷ πέδῳ εἶναι, ἢ παρὰ τὸ τοῖς ποσὶν εἱλεῖσθαι [τὰ πρὸς τοὺς πόδας εἱλούμενα]. συνέζευξε δὲ τούτοις καὶ τὴν οἰκειότητα. R2 WLZVB* ὅτε μὲν γάρ τις θεωρητικός ἐστι τοῦ ἐν τοῖς ὁρατοῖς
5ἐμφαινομένου κάλλους, φυσικός τις ἢ φυσιολόγος προσαγορεύεται· ἐπειδὰν δὲ ταῦτά τις ὑπερβὰς αὐτῷ παραστῇ τῷ θεῷ 〈καί〉, μετὰ τὸ γνῶναι τίνα τρόπον τὰ πάντα ἐστὶ καλὰ λίαν, ἀπὸ τοῦ ἐν τούτοις κάλλους ἐπὶ τὸ ὄντως καλὸν ἀναδράμῃ, τότε ἐπὶ τὰ τῆς φυσιολογίας ἀνώτερα προκόψας, τὰ καλούμενα μετὰ τὰ φυσικά,
10ἐποπτικὸς γίγνεσθαι δύναται. VB*

16a

καὶ Θέμιν αἰδοίην: αἰδοῦς ἀξίαν, τιμίαν· ἤ, ὡς μαλερὸν πῦρ τὸ μαραντικόν, οὕτως καὶ αἰδοίην τὴν δι’ αἰδοῦς τοῖς νομίμοις ἀνθρώποις οὖσαν. R2WLZVB*T5

16b

ἑλικοβλέφαρον: τὴν καλὴν ἀπὸ μέρους, τὴν ἑλι‐ κοειδῆ καὶ στρογγύλα καὶ περιφερῆ καὶ ἀνακεκλασμένα τὰ βλέ‐ φαρα ἔχουσαν, ἐκ μεταφορᾶς τῶν τῆς ἀμπέλου ἑλίκων. R2WLZV B*T

17a

Ἥβην τε χρυσοστέφανον: τὴν εὔμορφον, ἀπὸ τῆς στεφάνης τοῦ γυναικείου κόσμου, τοῦ ἐκ χρυσοῦ καὶ λίθων κατεσκευασμένου. R2WLZVT

17b

Διώνην: οὐ τὴν τῆς Ἀφροδίτης μητέρα, ἀλλὰ μίαν τῶν Ὠκεανίδων, τουτέστι τῶν Τιτανίδων. R2WLZVT σημείω‐ σαι δὲ ὅτι δύο Ἀφροδῖται, ὧν τὴν μίαν συνέζευξε Θέμιδι ἀρχαιοτά‐ την οὖσαν. LZV

22

αἵ νύ ποθ’ Ἡσίοδον: αἵτινες Μοῦσαι Ἡσίοδον, ἀντὶ τοῦ ἐμέ, ὡς Ὅμηρος (Α 240)·
ἦ ποτ’ Ἀχιλλῆος ποθή. Ἡσίοδόν φησι τὸν εὐτελῆ. περὶ δὲ ἑαυτοῦ λέγων ὡς περὶ ἄλλου
5λέγει· ἀρχαῖον δὲ τὸ ἦθος. R2WT αἵ νύ ποθ’ Ἡσίοδον: περὶ ἑαυτοῦ λέγει ὡς περὶ ἄλλου. ἀρχαῖον δὲ τὸ ἦθος, ὡς Ὅμηρος (Α 240) ἐξ Ἀχιλλέως·
ἦ ποτ’ Ἀχιλλῆος ποθή.
Ἡσίοδόν φησι τὸν εὐτελῆ. LZ6

23

Ἑλικῶνος ὕπο ζαθέοιο: αἱ Μοῦσαι 〈ἐν〉 ἀκρο‐ τάτῳ Ἑλικῶνι ὡς θεαί, αὐτὸς δ’ ὑποκάτω τοῦ ὄρους ὡς βροτός. R2WLZ

26a

ἄγραυλοι: οἱ ἐν ἀγρῷ αὐλιζόμενοι. LZΛsv

26b

γαστέρες οἶον: οἱονεὶ ἀντὶ τοῦ περὶ τὴν γαστέρα μόνην ἀσχολούμενοι καὶ μόνα τὰ τῆς γαστρὸς φρονοῦντες. Ἀπολ‐ λώνιος μὲν ὁ Ῥόδιος (frg. XIX Michaelis) λείπειν τὸν πρῶτον στίχον φησίν· οὐ λείπει δέ, ἀλλ’ ἔστι· ποιμένες ἄγραυλοί ἐστε,
5κάκ’ ἐλέγχεα, γαστέρες μόνον. R2WLZΛ

27a

ἴδμεν ψεύδεα: ἀντὶ τοῦ εἰδέναι ποιοῦμεν. [ἢ μη‐ δὲν διαψευδόμεναι καὶ πλανῶσαι.] R2W

27b

ἴδμεν ψεύδεα πολλὰ λέγειν: ἤγουν γινώσκο‐ μεν λέγειν πολλὰ ψευδῆ ὅμοια ἀληθέσι λόγοις· ὁπόταν δὲ ἐθέ‐ λωμεν, γινώσκομεν μυθήσασθαι καὶ ἀληθῆ, T

28a

ἴδμεν δ’ εὖτ [ἂν] ἐθέλωμεν: πολλή τίς ἐστι περὶ ἡμᾶς ἀρετὴ καὶ οὐχ, ὥς φασί τινες, πάντα φαμὲν τὰ ψευδῆ. τὸ γὰρ δέ ἀντὶ τοῦ καί ἐστίν, ἀντὶ τοῦ καὶ ἀληθῆ ἴσμεν λέγειν
ἡμεῖς. τοῦτο δὲ προκατασκευάζειν φασὶ τὸν ποιητήν, ἵνα ὡς τῶν7
5Μουσῶν ἀκροώμενοι παραδέξωνται τὴν μέλλουσαν τῶν θεῶν γένε‐ σιν, τῶν Μουσῶν διδαξουσῶν ἡμᾶς, ἀλλ’ οὐχ Ἡσιόδου ψιλῶς. R2 WLZTΛB

28b

ἀληθέα μυθήσασθαι: οἷον μηδὲν διαψευδόμεναι καὶ διαπλανῶσαι. γράφεται καὶ γηρύσασθαι, ἀντὶ τοῦ εἰ‐ πεῖν. ἔνθεν γῆρυς, ἡ ὁμιλία· Ὅμηρος (Δ 437)·
οὐδ’ ἴα γῆρυς.
5ἐκ δὲ τούτου γίνεται γῆρυξ καί, τροπῇ τοῦ γ εἰς κ, κῆρυξ, ὁ λέ‐ γων ἐν τῷ ἀπαγγέλλειν τὰς ἀγγελίας. LZΛB

29

ἀρτιέπειαι: αἱ ἀπηρτισμένα καὶ τέλεια καὶ ὑγιῆ λέγουσαι· ἢ ἀρτιέπειαι αἱ ἀρτίοις ἔπεσι χρώμεναι. R2WLZTB

30

καί μοι σκῆπτρον: ἤτοι ἐπεὶ πολύδαφνος ὁ Ἑλι‐ κὼν τὰς Μούσας ἐκ τῆς παρακειμένης ὕλης ἔφησεν δοῦναι αὐτῷ κλάδον. ἔπρεπε δὲ ἐπὶ Ἀπόλλωνος τοῦτο· ὁ δὲ θεὸς Μουσηγέτης (Theog. vv. 94—5)·
5ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν. ἢ παρόσον ἡ δάφνη ἐνεργεῖ πρὸς τοὺς ἐνθουσιασμούς. R2WLZT Σοφοκλῆς (frg. 811 N2) ἐν Κασάνδρᾳ εἴρηκε·
δάφνην φαγὼν ὀδόντι πρῖε τὸ στόμα.
8
10καὶ R2WT Λυκόφρων (Alex. v. 6)·
δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα. τὰ δὲ ποιήματα μετὰ θεοῦ ἐμπνεύσεως εἴρηται. ἢ ἐπειδὴ ἡ δάφνη ἀειθαλής ἐστιν, καὶ οἱ λόγοι ἀεὶ θάλλουσιν. R2VLZT

31

[〈δρέψασθαι:〉 προσδρέψασθαι καὶ λαβεῖν θαυμα‐ στόν, ἵνα δείξῃ ὅτι ὅμοιόν τί ἐστι τῇ μαντικῇ ἡ ποίησις. bW]

32

τά τ’ ἐσσόμενα: ἵνα δείξῃ ὅτι ὅμοιόν τί ἐστιν ἡ ποί‐ ησις τῇ μαντείᾳ. τὸ κυριώτερον κεῖται ἐπὶ μάντεως, οὐκ ἐπὶ ποιη‐ τοῦ, τὰ ἐσόμενα μὴ δυναμένου λέγειν τοῦ ποιητοῦ. R2WLZ ὥστε κλύοιμι τά τ’ ἐσσόμενα: παρὰ τῶν Μουσῶν, φη‐
5σίν, ἀκούων μανθάνω τά τε ἐσόμενα καὶ τὰ ὄντα καὶ προγεγονότα. τοῦτο δὲ εἶπεν, ἵνα δείξῃ ὅτι ὅμοιόν τι τῆς μαντικῆς ἡ ποίησις. T

34

σφᾶς δ’ αὐτάς: αὐτὰς δὲ ὑμνεῖν πρῶτόν τε καὶ ὕστερον, ὡσανεὶ ἀεί. ἀλλὰ σύ, ὦ Ἡσίοδε, παύου τῶν ἀρχαίων ῥημάτων, παῦσαι κομποποιῶν, παῦσαι μύθους ληρωδῶν ἀλλοκό‐ τους. τὸ δὲ τύνη πρὸς ἑαυτόν φησι κατὰ ἀρχαϊσμόν· ἀντὶ τοῦ
5σύ, ὦ Ἡσίοδε, Δωρικῶς. R2WLZ9

35

ἀλλὰ τίη μοι ταῦτα: ὥσπερ ἄκαιρος ἐφάνη αὐτῷ ἡ, ὁμιλία ἣν ἤρξατο λέγειν, ὅτι αἱ Μοῦσαι ἔδωκάν μοι καὶ τἄλλα. καί φησι· τί μοι ταῦτα τὰ ῥήματα, ὡς τὰ περὶ δρυὸς ἢ περὶ πέτρης, τί μοι χρεία ἐστὶν ἀρχαιολογεῖν; ἡ γὰρ ποίησις μυθολογία ἐστὶν
5ἐοικυῖα ἀληθείᾳ. R2WLZ εἰς τί τοῦτο καιροῦ ἐπείγοντος ἀρχαιο‐ λογῶ, καθάπερ οἱ ἐν δρυσὶ καὶ πέτραις κατατιθέμενοι τὰ τέκνα καὶ λέγοντες αὐτοὺς ἐκ δρυὸς γεγεννῆσθαι ἢ πέτρας; R2WLZΛ ἀλλὰ τίη μοι ταῦτα περὶ δρῦν: παροιμία ὅταν τις καιροῦ τινος αὐτὸν κατεπείγοντος περὶ ἄλλων λέγειν, ὁ δὲ ταῦτα ἀφεὶς
10ἄλλοις χρῆται. καὶ οὗτος οὖν ἀφεὶς περὶ τῶν προκειμένων αὐτῷ λέγειν, ἤτοι τῆς τῶν θεῶν γενέσεως, ὅπως αὐτῷ αἱ Μοῦσαι δάφνης ἔδωκαν κλάδον λέγει. T

36

Διὶ πατρ:ἀντὶ τοῦ Διὸς πατρός. B

39

φωνῇ ὁμηρεῦσαι: ὁμοῦ εἴρουσαι ἢ τῇ φωνῇ συμφω‐ νοῦσαι, ὁμοῦ τῇ φωνῇ λέγουσαι. τὸ δὲ εἰρεῦσαι ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγουσαι, ὑμνοῦσαι. R2WLZ

40

γελᾷ δέ τε δώματα πατρός: ἀπὸ ἀνθῶν τινων ἡδυτάτων χαίρουσιν οἱ οἶκοι τοῦ Διός. ἢ τὸ γελᾷ ἀντὶ τοῦ δια‐
χεῖται τῆς φωνῆς σκιδναμένης, ἠχεῖ καὶ γελᾷ τὰ δώματα. R2WLZ10

41

θεᾶν: τὸ [δὲ] θεᾶν ἀντὶ τοῦ θεῶν, Δωρικῶς· οἱ γὰρ Δωριεῖς οὕτως λέγουσιν. R2WLZ

43

ὄσσαν ἱεῖσαι: ὁ Ἡσίοδος τὴν πᾶσαν φωνὴν ὄσσαν καλεῖ. R2WLZ

44

κλείουσιν ἀοιδ: τὸ τίμιον γένος τῶν θεῶν ὑμνοῦσι καὶ δοξάζουσι τῇ φωνῇ. R2WLZT

45a

ἐξ ἀρχῆς οὓς Γαῖα: οὓς ἐξ ἀρχῆς ἔτεκεν ἡ Γῆ καὶ ὁ Οὐρανὸς καὶ τοὺς ἐκ τούτων γινομένους. λέγει δὲ τοὺς Τιτᾶνας. R2WLZT

45b

ἐξ ἀρχῆς:ὁ Ὀφίων πρῶτος θεός. Bsv

47

δεύτερον αὖτε Ζῆνα: ἀρχομένου τοῦ δευτέρου προοιμίου, τὸν Δία ἐκ δευτέρου ὑμνοῦσι ἀρχόμεναι καὶ λήγουσαι ὡς θεόν, ὡς ἀπ’ αὐτοῦ ἄρχουσαι καὶ εἰς αὐτὸν λήγουσαι διὰ τὴν νίκην. R2WLZT

53

τὰς ἐν Πιερί: Πιερία ὄρος Μακεδονίας, ἐν ᾧ ἐγεννήθησαν αἱ Μοῦσαι, παρατεῖνον ἕως τῆς Θρᾴκης. R2WLZ [Κρόνος τέκε τυτθὸν ἀπ’ ἀκροτάτης κορυφῆς· λείπει τὸ οὖσαν, τὴν
Πιερίαν δηλονότι.] ταύτας τὰς Μούσας τῷ ἰδίῳ πατρὶ μιγεῖσα τῷ11
5Διὶ ἡ Μνημοσύνη ἐγέννησεν, ἡ τοῦ λιπαρωτάτου τόπου τοῦ Ἐλευ‐ θῆρος ἄρχουσα· σὺν αἷς καὶ τὴν λήθην, τὴν τῶν πολυλύπων μερι‐ μνῶν ἀνάπαυσιν. LZ τὰς ἐν Πιερί: δείκνυσιν ὅτι Βοιωτία μὲν ἦν· ἡ Μνημοσύνη, ἐμίγη δὲ τῷ Διὶ ἐν Πιερίᾳ, ὄρει Μακεδονίας παρατείνοντι ἕως θαλάσσης. T

54a

Μνημοσύνη: δεῖ γὰρ τὸν συγγραφέα ἔχειν νοῦν καὶ μνήμην, ἵνα γεννᾷ λόγον· καὶ ὅτι ἐν ταῖς ἀναγνώσεσι χρῆσθαι δεῖ προσοχῇ τὸν συγγραφέα. R2WLZ

54b1

Ἐλευθῆρος:〉 ὁ [δὲ] Ἐλευθὴρ βασιλεὺς ἦν τῆς χώρας καὶ ὄρος ἐπ’ ὀνόματι τοῦ ἥρωος, υἱοῦ Ἀπόλλωνος καὶ Αἰθού‐ σης τῆς Ποσειδῶνος. Ἐλευθὴρ 〈καὶ〉 ὄνομα πόλεως τῆς Βοιω‐ τίας, ὅπου, φησίν, ἡ Μνημοσύνη τιμᾶται. οὕτως λέγεται ὅτι
5ἐκεῖ Διόνυσος τῆς μανίας ἐπαύσατο καὶ ἠλευθερώθη. ἐκ τούτου δόξαν προσάπτει τῇ ἑαυτοῦ χώρᾳ, ὅτι ἐγεννήθησαν μὲν ἐν Πιερίᾳ, ἀλλ’ ἡ μήτηρ αὐτῶν τῆς Βοιωτίας ἦν. [Μνημοσύνη ὄνομα γυ‐ ναικός.] R2WLZ

54b2

γουνοῖσιν Ἐλευθῆρος: ἤτοι τοῖς γονιμωτάτοις τόποις τοῦ Ἐλευθῆρος. ὁ δὲ Ἐλευθὴρ ὄνομα πόλεώς ἐστι τῆς Βοιωτίας, ἀπό τινος βασιλέως αὐτῆς τῆς πόλεως οὕτως ὠνομασμένου, υἱοῦ Ἀπόλλωνος καὶ Αἰθούσης τῆς Ποσειδῶνος. ἔστι δὲ καὶ ὄρος, ὥς φασιν, ἐπ’ ὀνόματι τοῦ
5ἥρωος· οὕτω δὲ λέγεται ὅτι ἐκεῖ ὁ Διόνυσος τῆς μανίας ἐπαύσατο καὶ ἠλευθερώθη. καὶ τοῦτο δὲ δόξαν προσάπτων τῇ ἑαυτοῦ πατρίδι λέγει, ὅτι
ἐγεννήθησαν μὲν ἐν Πιερίᾳ, ἡ δὲ μήτηρ αὐτῶν ἐκ Βοιωτίας ἦν. T12

56

ἐννέα γάρ οἱ νύκτας: πῶς Ἡρακλῆς ἐν μιᾷ νυκτὶ πεντήκοντα διεκόρησε κόρας καὶ κυῆσαι πεποίηκεν, ὥστε καὶ τεκεῖν πεντήκοντα καὶ ἓν τέκνα, τῆς πρώτης δίδυμα τεκούσης, Ζεὺς δὲ ἐννέα ἡμερῶν ἐδεήθη ὅτε χρείαν ἔσχε Μνημοσύνῃ συγγε‐
5νέσθαι πρὸς σύλληψιν τῶν Μουσῶν; εἰδὼς ὅτι ὁ πρὸς τὰς Μούσας ἔρως καὶ ἡ ἡδονὴ βραδέως ἀνύεται· ἢ ὅτι τῷ ἐντελεῖ κέχρηται ἀριθμῷ, ὅθεν καὶ ἐννέα τίκτονται Μοῦσαι· οὐδὲν γὰρ ἐλλεῖπον ταῖς Μούσαις. R2WLZTK

57

νόσφιν ἀπ’ ἀθανάτων ἱερὸν λέχος: νόσφιν [δὲ] εἰπὼν ἐπήγαγε τὸ ἱερόν, ἵνα μὴ νομισθῇ μοιχεία. R2WLZT

58

ἀλλ’ ὅτε δή ’ ἐνιαυτός: ὑποδιαίρεσιν ἐνταῦθα τοῦ χρόνου πεποίηκε καὶ ἄρχεται ἀκολούθως ἀπὸ τοῦ γένους, λέγω δὴ τοῦ ἐνιαυτοῦ· εἶτα εἰς τὸ καθ’ ἕκαστον καὶ τὸ εἶδος. ἀπὸ γὰρ ὡρῶν αἱ ἡμέραι συνίστανται, ἀπὸ δὲ ἡμερῶν οἱ μῆνες, ἀπὸ δὲ μηνῶν
5οἱ ἐνιαυτοί. R2WLZTB περιέτραπον δέ, ἀντὶ τοῦ ἀπὸ τροπῶν εἰς τροπὰς ἰοῦσαι εἰς τὸ αὐτὸ κατέστησαν· ἤγουν περιῆλθεν ὁ
καιρός. TB13

60

ὁμόφρονας: ὅμοια αὐτῇ φρονούσας ἢ τὸ αὐτὸ φρονούσας καὶ μὴ ἐναντιουμένας ἀλλήλαις. ἄλλως. οὐχ ὥσπερ Ἀμφίων καὶ Ζῆθος ἀδελφοὶ μὲν ἦσαν, ἑτερόζηλοι δὲ γεγόνασι ταῖς προαιρέσεσιν, ἀλλὰ τὴν αὐτὴν τῶν ἐπιτηδευμάτων ἔσχον προαίρεσιν. ἢ ὅτι δεί‐
5κνυσι τὰς λογικὰς ἐπιστήμας ἀλλήλαις ἐπικοινωνούσας. R2WLZT τὸ δὲ κούρας Δωρικῶς συνέστειλεν. R2WLZ

61

μέμβλεται: μέλει, ἐν φροντίδι ἐστί. R2WLZ τὸ δὲ ἀκηδέα οὕτως λεκτέον· δεῖ γὰρ τὸν περὶ λόγους ἀσχολούμε‐ νον ἀφρόντιστον καὶ ἄλυπον εἶναι. R2WLZT

62a

τυτθὸν ἀπ’ ἀκροτάτης κορυφῆσ: ὑπερ‐ βατόν ἐστι τὰς ἐν Πιερίῃ τέκε τυτθὸν ἀπὸ τοῦ Ὀλύμπου· ἐγγὺς γὰρ ἡ Πιερία τοῦ Ὀλύμπου. R2WLZT

62b

τυτθὸν ἀπ’ ἀκροτάτης κορυφῆς: λείπει τὸ οὔσῃ, τῇ Πιερίᾳ δηλονότι, LZ〉

64

πὰρ δ’ αὐτῇς Χάριτές τε καὶ Ἵμεροσ: ἀντὶ τοῦ περὶ τὰς Μούσας πάρεισιν. ἄλλως. R2WLZ φασὶν γὰρ ὅτι ἐστὶν ἐν Ἑλικῶνι Χαρίτων ἱερὸν καὶ Ἱμέρου καὶ Μουσῶν. [Ἵμερος δὲ ἡ ἐπιθυμία.] κατὰ λόγον δὲ Ἵμερος καὶ Χάριτες
5συνοικοῦσι ταῖς Μούσαις, ἤγουν ἡ χάρις καὶ ἡ ἐπιθυμία, ὧν
ἄνευ οὐδὲν τὰ τῶν Μουσῶν δῶρα· ἢ ὅτι ὁ χρηστὸς ποιητὴς οὐ μόνον ἐστὶ πολυμαθὴς καὶ δυνατός, ἀλλὰ καὶ ἐπίχαρις καὶ στω‐ μύλος, ὡς Εὐριπίδης (Herc. fur. vv. 673—4)·
οὐ παύσομαι τὰς Χάριτας
14
10
Μούσαις συγκαταμειγνύς. R2WLZT

65

ἐν θαλίῃς: ἐν τῇ εὐωχίᾳ γὰρ πάντα ἐστὶ τὰ μουσικά. ὄσσαν εἶπεν, ὡσανεὶ δύναμιν κληδόνος ἔχουσαι τὴν λέξιν, εἴ γε περὶ τῶν μελλόντων διαγορεύουσιν. R2WLZ

66

νόμους καὶ ἤθεα κεδν:
ὕβριν τε καὶ εὐνομίην ἐφέποντες (Hom. ρ 487). νόμους δὲ λέγει τὰς πολιτείας, τὰς διατριβάς, τὰς νεμήσεις, τὰ διαιτήματα· [καὶ ἤθεα κεδνὰ] ἤθεα δὲ τὰ ἔργα. τῶν νόμων
5γὰρ οἱ μέν εἰσι φυσικοί, οἱ δὲ τῶν θεῶν, οἱ δὲ τῶν ἀνθρώπων. εἰ δὲ νόμους ὡς σοφοὺς ἀναγνώσεις, τὴν αὐτῶν ἕξεις διάνοιαν. R2WLZ

68a

αἳ τότ’ ἴσαν: ἐπεσημήνατο ταῦτα ὁ Ἀριστοφάνης (frg. p. 59 Nauck). νῦν περὶ ἀνόδου αὐτῶν φησι τῆς εἰς τὸν Ὄλυμπον· ὁ πρότερος γὰρ ἦν λόγος αὐτῷ περὶ τῆς ἐν τόπῳ αὐτῶν χορείας. R2WLZT

68b

αἳ τότ’ ἴσαν: ἐπορεύοντο, ἀντὶ τοῦ εἰς τὸν λογισμόν μου ἐπῆλθε γνῶσις, ὥστε κόποις χρήσασθαι εἰς τὸ γενέσθαι με σο‐
φόν. LZ [νοῦς οὐκ ἐπὶ τοῦ ἀνθρώπου λέγεται, ἀλλ’ ἐπὶ τῶν ἀγ‐ γέλων, διὸ καὶ νόες λέγονται· οὕτω δὲ καλοῦνται διὰ τὸ προνοεῖν τὰ15
5μέλλοντα. ἐπὶ ἀνθρώπου δὲ λέγεται τὸ λογίζεσθαι καὶ τὸ ἀγχίνους ἐστίν· καὶ οἱ λόγοι δὲ ἀγχίνοιαν ποιοῦσιν. R2WLZ]

70

ὑμνεύσαις, ἐρατός: ἡ γὰρ συνθήκη τοῦ λόγου ἡδονὴν ποιεῖ καὶ δείκνυσι τὸν ποιήσαντα αὐτὸν τίμιον καὶ παν‐ ταχοῦ διαβεβοημένον, πλὴν εἰ σώφρων καὶ συνετὸς εἴη. R2WLZ

71

νισσομένων πατέρ’ εἰς ὅν: πορευομένων αὐτῶν πρὸς τὸν ἑαυτῶν πατέρα. ἔδει δὲ εἰπεῖν· σφῶν πορευομένων αὐτῶν πρὸς τὸν ἴδιον πατέρα, ὃς ἐν οὐρανῷ βασιλεύει. R2WLZ

73-74

εὖ δὲ ἕκαστα ἀθανάτοις διέταξεν: καλῶς δὲ τῶν θεῶν, τουτέστιν ἑκάστῳ αὐτῶν τὴν ἑαυτοῦ παρέσχε τιμὴν ἔχειν. διατάξας καὶ μερίσας ἐνετείλατο καὶ τὰ ἄτακτα εἰς τάξιν ἤνεγκεν, ἑκάστῳ μεταδοὺς τῆς οἰκείας ἀρχῆς. R2WLZT

75

ταῦτ’ ἄρα Μοῦσαι ἄειδον: ἀπὸ τοῦ διηγημα‐ τικοῦ μετέβη εἰς τὸ πρόσωπον μιμητικῶς, ὡς καὶ Ὅμηρος (Δ 310)·
ὣς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς. οὕτως καὶ Ἡσίοδος·
5
ταῦτ’ ἄρα Μοῦσαι ἄειδον. R2WLZT

76

ἐννέα θυγατέρες: εἰσὶ δὲ τὰ τῶν Μουσῶν εὑρήματα ταῦτα. Κλειὼ ῥητορικήν, Εὐτέρπη αὐλητικήν, Θάλεια κωμῳδίαν, Μελπομένη τραγῳδίαν, Τερψιχόρη κιθαρῳδίαν, Ἐρατὼ ποίησιν,
Πολύμνια γεωμετρίαν, Οὐρανία ἀστρονομίαν, Καλλιόπη ἔπη, ἣν16
5καὶ προφερεστάτην εἶπε πασῶν, R2WLZ ὅτι πάσης ἐπιστήμης ὁ λόγος ἀνώτερος, ἢ διὰ τὸ τὴν ποιητικὴν ἀνωτέραν εἶναι. Ἀρί‐ σταρχος (frg. I Waeschke) τὸ προφερεστάτη ἀντὶ τοῦ πρε‐ σβυτάτη ἤκουσεν. ὥστε ἄδηλον πότερον τῇ τιμῇ ἢ τῷ χρόνῳ προφερεστάτη· οἱ δὲ ἐντιμοτάτη. R2WLZT

80

μ’ αἰδοίοισιν ὀπηδε: ὅτι οὐ πᾶσιν ὀπηδεῖ, ἀλ‐ λὰ τοῖς αἰδοίοις. τοῦτο δὲ οὐκ ἤρτηται ἐκ τῆς προτέρας διανοίας, ἀλλ’ ἀπ’ ἄλλης ἀρχῆς. R2WLZT

82

γεινόμενόν τ’ ἐσίδωσι: ἀντὶ τοῦ εὐμενῶς θεάσον‐ ται καὶ ὅντινα βασιλέα ἴδωσι καλοῖς ὀφθαλμοῖς. ἐντεῦθεν καὶ Καλλίμαχος (frg. 1, 37—38 Pf.)·
Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
5
μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους. R2WLZTB

83

ἐέρσην: ἕρση ἡ δρόσος κυρίως, νῦν δὲ μεταφορικῶς τὸ μέλι. γλυκερὴν δὲ τὸ γλυκὺ καὶ ἁπαλὸν τῶν λόγων. R2W LZΛ

86

ἰθείῃσι δίκῃσιν: οἷον Ὀδυσσέα τινὰ εἰσήγαγεν Ὅμηρος (δ 693)·
κεῖνος δ’ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει· (ε 12)·
5
πατὴρ δ’ ὣς ἤπιος ἦεν. ταῦτα δὲ πάντα διὰ τὸ ἐπιφερόμενον εἶπεν. R2WN

88

τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, τὸ ἑξῆς: διὰ τοῦτο γὰρ οἱ βασιλεῖς ἐχέφρονές εἰσι καὶ καλοῦνται, ὅτι τοῖς
ὄχλοις βλαπτομένοις δι’ ἀγνωσίαν τοῦ δικαίου, μετατρέποντες τὰς δίκας αὐτῶν, ἐπὶ τὸ βέλτιον τελοῦσι τὰ ἔργα, οὐκ ἐξουσιαστικῶς17
5ἀλλὰ παραινετικῶς· ἤγουν οὐ κολάσει ἀλλὰ μειλιχίοις λόγοις. τοῦ‐ το γὰρ τὸ μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν (v. 90). ἄλλως. μετὰ πειθοῦς νέμουσι τὴν δικαιοσύνην. μετατρέ‐ πουσι γὰρ τὰ ἔργα, τὸν ἀδικούμενον περισῴζοντες καὶ τὸν ἀδι‐ κοῦντα ἀνακόπτοντες, οὐ κολάσει ἀλλὰ μειλιχίοις ἐπέεσσι. R2
10WLZT

89

μετάτροπα: ἀντὶ τοῦ μεταβλήσιμα εἰς τὸ βέλτιον. R2WLZ

91a

ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς ἱλάσκον‐ ται: οὐκ ἀνάγκῃ ἀλλὰ φίλτρῳ τοῦ βασιλέως, ὄντος ἠπίου καὶ δικαίου πρὸς τοὺς κρινομένους, μὴ ἀλαζόνος πρὸς τοὺς προσιόντας. R2WLZN

91b

ἀνὰ ἄστυ: γράφεται ν’ ἀγῶνα, ἀντὶ τοῦ ἀνὰ τὸ ἄθροισμα. λέγεται δὲ τριχῶς, αὐτὸ τὸ χωρίον καὶ ὁ ἐν αὐτῷ ὄχλος καὶ τὸ ξυναμφότερον, ὥσπερ καὶ πόλις. ἐτυμολογεῖται διὰ τὸ μὴ γωνίαν ἔχειν, ἀλλ’ εἶναι περιφερῆ. οἱ δὲ ἐκ τοῦ ἀθροίσματος
5ἄγυριν λέγουσιν, ὡς Ὅμηρος (Ω 141)·
ὣς οἵ γ’ ἐν νηῶν ἀγύρει,
ἀντὶ τοῦ ἐν ἀγῶνι. τὸ δὲ θεὸν ὣς ἱλάσκονται, ὡς θεὸν αὐτὸν τιμῶσι διὰ τὴν προσήνειαν αὐτοῦ τὴν τιμίαν. R2WLZTX18

92

〈αἰδοῖ μειλιχίῃ:〉 ἡ [δὲ] μειλιχία ἐπίθετόν ἐστι τῆς αὐδῆς. R2WΛsvBsv

93

οἵα τε Μουσάων: τὸ τοιοῦτον εἶδος ἀνθυποφορὰ κα‐ λεῖται· ἀνθυποφέρει γὰρ ἑαυτῷ Ἡσίοδος. ἐκ γάρ τοι Μου‐ σάων τοιοῦτος βασιλεὺς ἐστίν, ἐπειδὴ τοὺς βασιλεῖς εἶπε φιλεῖ‐ σθαι ὑπὸ τῶν Μουσῶν· φιλοῦνται δὲ καὶ ὑπὸ τοῦ Διὸς εἶπεν. οἶδα
5μὲν γάρ, φησίν, ὅτι ὑπὸ μὲν τοῦ Ἀπόλλωνος καὶ τῶν Μουσῶν οἱ ἀοιδοὶ καὶ οἱ κιθαρισταὶ φιλοῦνται, ὑπὸ δὲ τοῦ Διὸς οἱ βασιλεῖς, ἀλλ’ ἐκεῖνος, φησίν, ὀλβιώτατος βασιλέων, ὅντινα μετὰ τὸν Δία καὶ αἱ Μοῦσαι φιλοῦσιν. R2WLZT ἄλλως. ἀναλαμβάνει διὰ τὸν ἀνακόπτοντα λόγον· ἐκ γὰρ Μουσάων οὐχ ὑπάρχει τὸ
10βασίλειον γένος, ἀλλ’ ἐκ Διός· μόνον δὲ τὸ εὔγλωττον αἱ Μοῦσαι παρέχουσιν. R2WLZ [τὸ δὲ Μουσάων, τὸ τοιοῦτον εἶδος ἀνθυποφορὰ καλεῖται· ἀνθυποφέρει γὰρ ἑαυτῷ ὁ Ἡσίοδος. R2W]

95

ἄνδρες ἀοιδο: ἐνταῦθα μαθηματικῶς διδάσκει καὶ λέγει ὅτι ἐκ τῆς συμφωνίας τῶν ἀστέρων καὶ τῆς ἀγαθῆς συνδρο‐ μῆς τοῦ ἡλίου γίνονται οἱ ἄνδρες σοφοὶ καὶ μουσικοί, ὥσπερ καὶ
ἐκ τοῦ Ἑρμοῦ, ἐκ δὲ τοῦ Διὸς βασιλεῖς. R2WLZ19

98

εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυ‐ μ: ἐνταῦθα δείκνυσι τὴν δύναμιν τῆς μουσικῆς διὰ τὸ εἰπεῖν νεοκηδέι θυμῷ (δυσκατάπαυστον τὸ νέον πάθος), R2WLZTX ὡς δυνατοῦ ὄντος τοῦ ἀοιδοῦ παραμυθήσασθαι, ὅτι καὶ Ζεὺς ἀπώ‐
5λεσε Σαρπηδόνα τὸν παῖδα φάσκοντος καὶ τὰ ἑξῆς. εἰ γὰρ καὶ πλάσμα ἐστίν, ἀλλ’ ὡς ἀληθὲς ἐκλαμβανόμενον οὕτω δὴ καὶ πα‐ ραμυθήσεται. R2WLZXB

99a

ἄζηται κραδίην ἀκαχήμενος: ἀναξηραίνει γὰρ ἡ λύπη, ὅθεν καὶ ἄϋπνον τίθησι. R2WLZX

99b

αὐτὰρ ἀοιδός: ὁ τοιοῦτος βασιλεὺς ἀντὶ τοῦ ἀοιδοῦ. R2W

99c

αὐτὰρ ἀοιδός: ὁ ποιητής, φησί, δυνατός ἐστι παραμυθή‐ σασθαι τοὺς λυπουμένους, διηγούμενος τοὺς ἐπὶ καρτερίᾳ θρυλλουμένους παλαιοὺς ἄνδρας, ὅπως πρὸς τὰς λύπας διετέθησαν, καὶ θαυμάζων αὐτῶν τὴν καρτερίαν καὶ πρὸς τὰς συμφορὰς γενναιότητα. T

100

κλεῖα: δόξας τοῦ κλέους ἠξιωμένας. R2WLZ

102

οὐδέ τι κηδέων: τῶν θλίψεων. ὁ γὰρ λόγος δύναται καταστέλλειν τὰς θλίψεις. ἄλλως. τῶν λόγων καὶ τῶν Μουσῶν ἡ συνθήκη παρέτρεψε τὸν λυπούμενον τῆς λύπης. LZ

103

ταχέως δὲ παρέτραπε: ἀντὶ τοῦ παρέτρεψε τὴν
λύπην τὰ δῶρα τῶν θεῶν, ἤγουν ἡ μουσική. R2WLZB20

108

εἴπατε δ’ ὡς τὰ πρῶτα: ἐρωτᾷ τὰς Μούσας πῶς ἀκριβῶς γράψει τὰ τῆς θεογονίας μαθών. R2WLZTXB διὰ τοῦτο τῷ εἴπατε κέχρηται. R2WLZXB

108-109

καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος: τῇ καταπλήξει ἐπαπορεῖ (?) τὸν ἀκροα‐ τήν. R2WLZB

111

οἵ τ’ ἐκ τῶν ἐγένοντο θεοὶ δωτῆρες ἐάων:ἀθετεῖται διὰ τὴν ταὐτότητα. Nsv

112

ὥς τ’ ἄφενος δάσσαντο: ἄφενός ἐστι κυρίως μὲν ὁ ἀπὸ τοῦ ἐνιαυτοῦ πλοῦτος· νῦν δὲ ἄφενον τὴν γῆν λέγει, τὸν οὐρανὸν καὶ τὴν θάλασσαν. καὶ ὅπως, φησί, διεμερίσαντο καὶ ἔσχεν ἕκαστος τὴν ἑαυτοῦ τιμήν. R2WLZTX

114-115

ταῦτα δύο ἔπη ὁ Σέλευκος (frg. 27 Mueller) ἀθετεῖ· οἱ δὲ περὶ Ἀρίσταρχον (frg. II Waeschke) τὸ ἐξ ἀρχῆς μόνον 〈νόθον〉 λέγουσιν. Λ21

115

ἐξ ἀρχῆς, καὶ εἴπαθὅτι πρῶτον γέ‐ νετ’ αὐτῶν: τρία πρῶτον ἐγένοντο· Χάος, Γῆ, Ἔρως ὁ οὐράνιος, ὃς καὶ θεός· ὁ γὰρ ἐξ Ἀφροδίτης νεώτερός ἐστιν. ἐκ δὲ τοῦ ὕδατος ἐγένοντο τὰ στοιχεῖα· γῆ κατὰ συνίζησιν, ἀὴρ κατὰ
5ἀνάδοσιν, τὸ λεπτομερὲς τοῦ ἀέρος γέγονε πῦρ, ἡ δὲ θάλασσα κατὰ ἐκμύζησιν, τὰ δὲ ὄρη κατὰ ἐξοστρακισμὸν τῆς γῆς. R2WLZTX

116a

ἤτοι μὲν πρώτιστα:〉 εἰδέναι [δὲ] δεῖ ὡς Ἡσίοδος ἐνταῦθα ἄρχεται τῆς θεογονίας, τοῦ προοιμίου καὶ τοῦ τῶν Μουσῶν ἐγκωμίου καὶ τῆς ἀνακεφαλαιώσεως παυσάμενος· R2WLZTX ὡς, καὶ ἄλλων τινῶν περὶ θεογονίας γραψάντων
5καὶ ἴσως ἀληθέστερον, Ἡσίοδος κατά τινα παλαιοτέραν ἔγραψεν. R2WLT

116b

ἤτοι μὲν πρώτιστα: ἐντεῦθεν ἄρχεται ὁ τῶν Μουσῶν λόγος, ἤγουν ἀλληγορικῶς ἡ γνῶσις τοῦ ποιητοῦ. T
τέχνη καὶ ὁ κόσμος τοῖς αὐτοῖς ὑποπέπτωκε πράγμασι καὶ ἔχει τεχνίτην μὲν τὸν θεόν, ὑπὸ δὲ τῆς τέχνης τόδε πεποίηται. ἔστι22
5δὲ τὰ προϋφεστῶτα τοῦ παντὸς ὕλη καὶ ἀρχὴ καὶ στοιχεῖα. καὶ οἱ μὲν συνώνυμα ἔφασκον εἶναι τὰ προειρημένα καὶ ἓν ἕτερον· οἱ δὲ διαφέρειν λέγοντες τὴν μὲν ἀρχὴν γένει ἐοικέναι φασίν, εἶδος δὲ τὴν ὕλην οὐσιωδῶς λαμβάνουσιν. ἔνιοι δὲ τὴν ὕλην διαφέρειν καὶ τὴν μὲν ἔννοιαν τῆς ὕλης ἀνήκουσαν πρὸς τὸν τεχνίτην, τὴν
10δὲ τῆς οὐσίας πρὸς τὸ γεγονός· οἷον τῷ ἀνδριαντοποιῷ ὕλη μέν ἐστιν ὁ χαλκός, οὐσία δὲ ἡ διατύπωσις τοῦ χαλκοῦ, καθ’ ὃ δηλο‐ νότι εἶδος ὁρμώμενος ὁ τεχνίτης τὸν ἀνδριάντα ποιεῖ. ὕλη τις ἀποί‐ ητος, ἀσχημάτιστος, ἣν ὁ θεὸς παραλαβὼν ἐπέθηκεν αὐτῇ σχῆμα· οὐκ ἐπ’ ἄλλο τι εἶδος τὴν ὕλην παραλαβὼν ὁ τεχνίτης κατεσκεύασε
15θεός, ἀλλ’ ἄπλαστον οὖσαν καὶ ἀδιατύπωτον τυποῖ καὶ δημιουργεῖ, οὐκ ἐξ ἄλλου τὴν ἔννοιαν λαβών, ὥσπερ ὁ ἀνδριαντοποιὸς ἐπὶ τοῦ ἀνθρώπου εἶδος ὁρμώμενος πλάττει. καὶ Φερεκύδης δὲ ὁ Σύρος καὶ Θαλῆς ὁ Μιλήσιος (Vorsokr. 7B 1a Diels—Kranz6) ἀρχὴν τῶν ὅλων τὸ ὕδωρ φασὶ εἶναι, τὸ ῥητὸν τὸ τοῦ Ἡσιόδου ἀναλαβόντες. R2
20WLZT [χάος παρὰ τὸ χεῖσθαι. R2W]

116c1

Χάος γένετ’: Πλάτων (Tim. 50b, 51a) πανδεχῆ
φύσιν λέγει. δεῖ γὰρ τόπον ὑποστήσασθαι, ὃς δέχεται τὰ εἰς αὐτὸν γεννώμενα. οἱ δὲ εἰρῆσθαί φασι χάος παρὰ τὸ χεῖσθαι· οἱ δὲ παρὰ τὸ χαδεῖν, ὅ ἐστι χωρεῖν· R2WLZΛ «Ἥρη δ’ οὐκ ἔχαδε στῆ‐23
5θοσ χόλον» (Hom. Δ 24, Θ 461). Λ ἡ οὖν εἰς τὰ στοιχεῖα διαχώρησις καὶ διάκρισις χάος. οἱ δὲ τὸ ὕδωρ λέγουσιν, ἄλλοι δὲ τὸν ἀέρα, R2WLZΛ ὡς τό (Theog. v. 700)·
καῦμα δὲ θεσπέσιον κάτεχεν χάος· Λ ἤτοι τὸν κεχυμένον ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ. R2WLZ
10ἄλλως. χάος λέγει τὸν κεχυμένον ἀέρα· καὶ γὰρ Ζηνόδοτος 〈οὕτωσ〉 φησίν. Βακχυλίδης (5, 26—27 Snell—Maehl.) δὲ χάος τὸν ἀέρα ὠνόμαζε, λέγων περὶ τοῦ ἀετοῦ·
νωμᾶται δ’ ἐν ἀτρυγέτῳ χάει. Λ

116c2

Χάος γένετ’:〉 χάος [δὲ] παρὰ τὸ χεῖσθαι· ἔστι δὲ ὁ μεταξὺ γῆς καὶ οὐρανοῦ κενὸς τόπος· ἐκ τοῦ ἀφανοῦς γὰρ γέγονε. T

117a

Γα’ εὐρύστερνος: τὴν γῆν οὐκ ἐκ τοῦ χάους λέγει·
οὐ γὰρ εἶπεν ἐκ τοῦ χάους γῆ, ἀλλ’ αὐτὰρ ἔπειτα γαῖα. Ζήνων δὲ ὁ Στωϊκὸς (Stoic. vet. I frg. 105 v. Arnim) τοῦ ὑγροῦ τὴν ὑποστάθμην γῆν γεγενῆσθαί φησι. R2WLZT24

117b

εὐρύστερνος: ἐπειδὴ ὡς θεὰν αὐτὴν ἀναπλάττει, εὐρύστερνον εἶπε. R2WΛ διὰ τοῦτο [καὶ] Πλάτων ἑστίαν τοῦ κόσμου τὴν γῆν φησι ἐν τῷ Φαίδωνι (108 e sqq. ut vid.)· R2WT ὅθεν ἐπαγόμενος (Conv. 178b) ἀθετεῖ τοὺς στίχους. R2WLZT
5[ἰστέον δὲ ὅτι τὴν ἔννοιαν λέγει τῆς ὕλης ἀνήκουσαν πρὸς τὸν τεχνίτην, τὴν δὲ τῆς οὐσίας πρὸς τὸ γεγονός. ὡς γὰρ ἐπὶ εἶδος ὁρμώμενος ὁ τεχνίτης τὸν ἀνδριάντα ποιεῖ, οὕτω καὶ ὁ κόσμος ὕλη τις ἄποιος, ἀσχημάτιστος, ἣν ὁ θεὸς ἔλαβεν ὥσπερ ὁ ἀνδριαντο‐ ποιός. R2WLZ]

117c

εὐρύστερνος:Μνασέας ὁ Παταρεὺς (FHG III 157, 46) ἐν τῇ τῶν Δελφικῶν χρησμῶν συναγωγῇ †εὐρυστέρνας ἱερόν φησιν ἀναστῆσαι†. Λ

117d

εὐρύστερνος: πλατεῖα, πλατύπεδος. Λ

117-118

πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανά‐ των: [ὁ Πλάτων ἐν τῷ Φαίδωνι (108 e sqq. ut vid.) τὴν γῆν φησι εἶναι πάντων ἕδος καὶ ἕδρασμα.] ἀθανάτων [δὲ] εἶπεν, ἵνα δείξῃ ὅτι, τῶν ἀρχαίων εὐσεβῶν ὄντων, συνανεστρέφοντο αὐτοῖς
5οἱ θεοί. R2WLZ25

119

Τάρταρά τ’ ἠερόεντα: τὰ διήκοντα μέχρι τῶν ἐσχάτων τῆς γῆς. λέγει δὲ τὸν ἀέρα τὸν τὴν γῆν περιέχοντα καὶ τὸ περὶ αὐτήν. εἶναι δὲ τοῦτο εἰκὸς ἐξ ἐλάσσονος ὑγροῦ εἰς πλείονα ὄγκον διαχεόμενον καὶ ἀτμιζόμενον. τετάρακται δὲ μέχρις ἂν
5λάβῃ τὸν ἥλιον· τότε γὰρ τῷ ἡλίῳ συμπαρεκτείνεται, ὥσπερ τῷ πυρακτωθέντι σιδήρῳ τὸ πῦρ. Τάρταρα δὲ εἶπεν ἀπὸ τοῦ ταράτ‐ τεσθαι· ἠερόεντα δέ, σκοτεινά. ἄλλως. Τάρταρα τὸν ἀέρα [ἀπὸ τοῦ ταράττεσθαι], ἐπειδή, ὥς φασιν, ἕως ὧδε εἶπε τὰ τέσσαρα στοιχεῖα· ἐν 〈τοῖσ〉 πρώτοις γὰρ Τάρταρα, τὰ ὑπόγαια μέρη,
10λέγει, τὰ ῥιγηλά, ἀπὸ τοῦ τρόμον ἐμποιεῖν. R2WLZ Τάρταρά τ’ ἠερόεντα: τὰ διήκοντα μέχρι τῶν ἐσχάτων τῆς γῆς. λέγει δὲ τὸν ἀέρα τὸν τὴν γῆν περιέχοντα, ἀπὸ τοῦ ταράττεσθαι. ἐξ ἐλάττονος γὰρ ὑγροῦ εἰς πλείονα ὄγκον διαχεόμενος, τῇ τοῦ ἡλίου θέρμῃ ἐξατμιζόμενος ταράττεται, ὥσπερ καὶ ἐν τῷ πυρακτωθέντι σιδήρῳ γίνεται. T

120

δ’ Ἔρος: Αἰολικὸν Ἔρος. ἔνιοι δὲ τὸ πῦρ· τὸ πυρῶδες γὰρ τῆς ἐπιθυμίας. ἢ οὕτως. ἐπειδὴ λυμαίνεται τῷ
ζωογονικῷ τὸ πῦρ, διὰ τοῦτο Ἔρωτα αὐτὸ ἀνέπλασε. προσφόρως δέ· ἢ ὅτι μετὰ λαμπάδων γράφεται, ἢ ὅτι ἐκ θερμότητος γίνεται.26
5ἄλλως. τὰ τρία στοιχεῖα εἰπὼν τέταρτον λέγει τὸ πῦρ, ὅπερ δαιμονίως Ἔρωτά φησι· συναρμόζειν γὰρ καὶ συνάγειν καὶ ἑνοῦν πέφυκεν. ἔστι δὲ τὸ λεῖπον εἰς τὸ ἕτερον πᾶν, ὅπερ ἁρμονίας εἶδος ἢ Ἔρωτος. καὶ οἱ πλάσται γὰρ ἄνευ πυρὸς οὐ γράφουσιν Ἔρωτας. R2WLZ

121

λυσιμελής: ὁ λύων τὰς φροντίδας· οὐ γὰρ ἐνταῦθα τὴν μίξιν καὶ τὴν ἐπιθυμίαν λέγει, τὴν λύουσαν τὰ μέλη, ἀλλὰ τὴν ἡδονὴν καὶ τὴν σύγκρασιν τῶν στοιχείων. τὸ γὰρ διάστημα τοῦ ἀέρος, εὔκρατον ὄν, λύει τὰς φροντίδας. Ἔρωτα δὲ λέγει τὸ
5πῦρ, ὅπερ ηὐκράτωσε τὰ πάντα· ὥσπερ γὰρ ὁ Ἔρως ἑνοῖ τὰ διεστῶτα, οὕτω καὶ ὁ ἥλιος ηὐκράτωσε τὰ πάντα. Ὅμηρος δὲ τοῦτο Ἥφαιστον καλεῖ (Β 426, Ι 468, Ρ 88, ω 71, etc.). R2WLZ

123

ἐκ Χάεος: ὀρθῶς πάνυ. ὁ γὰρ ἀὴρ πρὸ ἡλίου ἀνατολῆς καὶ ἄστρων σκοτεινός. Ἔρεβος δὲ τὸ σκότος· ἕπεται γὰρ τῇ νυκτὶ τὸ σκοτεινόν, ὡς μηδέποτε διαφωτιζόντων τὸ σκότος ἄστρων γεγονότων. R2WLZ ἄλλως. τινὲς τὸ ὕδωρ χάος εἶναι· ἐκ τοῦ
5οὐρανίου ὕδατος ἀναδίδοται ὥσπερ ἀὴρ σκοτεινός. ἢ ἕν ἐστιν ἐξ ἀμφοτέρων δηλούμενον ἡ νύξ· διαιρεῖ δὲ αὐτὴν εἰς δύο σώματα. R2WLZT

124

Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε: ἐν γὰρ τῇ νυκτὶ ὁρῶμεν τὸν αἰθέρα κεκοσμημένον ἀστράσι καὶ σελήνῃ· καὶ πάλιν ἐὰν μὴ παραχωρήσῃ ἡ νύξ, οὐ φαίνεται ἡ ἡμέρα. R2WLZX27

126

Γαῖα δέ τοι πρῶτον μέν: κέντρον ἡ γῆ· αἴτιον δὲ σφαίρας τὸ κέντρον· διὸ γεννᾷ ἡ Γῆ τὸν Οὐρανόν. ἀλλ’ ὁ Κράτης (frg. pp. 55—56 Wachsmuth) ἀπορεῖ· εἰ γὰρ ἶσον, πῶς δύναται καλύπτειν; λέγει οὖν ἶσον ὅμοιον τῷ σχήματι, σφαιροειδῆ, τῷ
5μεγέθει δὲ ἀπειροπλάσιον· Δίδυμος (frg. p. 300 Schm.) δὲ ὅτι ἐγεννήθη. οὕτως καὶ Ἀριστοφάνης (frg. p. 60, n. 83 Nauck) ἐν τῷ βίῳ 〈ἔχειν〉 λέγει· Ἀμφιτρύων δὲ γενναιότερον αὐτοῦ παῖδα γεννᾷ, ἀντὶ τοῦ ὅτι ἐπηυξήθη ὁ Οὐρανὸς ἀστερόεις. R2WLZTΛB

127

Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν: τὸ ἀπὸ τῆς γῆς συμβὰν ἐν αἰτίᾳ λέγει. τὴν γῆν καλεῖ τὴν νυγμήν, ὡς ἐν διαβήτῃ περιρραγέντος τοῦ οὐρανοῦ. καὶ τὸ πρῶτον παγέν, τοῦτο αἴτιον τοῦ περιρραγέντος. οὐ γὰρ πρῶτον ἡ περιφέρεια καὶ τότε ἡ νυγμή,
5ἀλλὰ νυγμὴ καὶ τότε περιφέρεια γίνεται. ἶσον δ’ εἰς ὁμοίωσιν τῆς περιφερείας καὶ τοῦ σφαιροειδοῦς. R2WLZ ἵνα μιν περὶ πάντα καλύπτ: τὴν γῆν ὥσπερ κέντρον ὑπέθετο, ἐξ ἧς ὡς ἐν διαβήτῃ περιήχθη ὁ οὐρανός. καὶ τὸ πρῶτον παγέν, τοῦτο αἴτιον τοῦ περιαχθέντος. οὐ γὰρ πρῶτον ἡ περιφέρεια καὶ τότε ἡ28
10νυγμή, ἀλλὰ πρῶτον ἡ νυγμὴ ὑποτίθεται, εἶτα περιάγεται ὁ κύκλος· ἴσα δ’ ἂν εἴη ἀμφότερα κατὰ τὸ περιφερές. T

129

γείνατο δ’ οὔρεα μακρ, θεᾶν χαρίεντασἐναύλους: ἐναύλους δὲ ἐναυλιστήρια, ἐνδιαιτητήρια, ἐγκοιμήσεις· ἤτοι κοιλότητας ἔχοντα, φάραγγας. R2WLZX

132

Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα: οὗτος τὸν Ὠκεανὸν τῆς θαλάσσης διαστέλλει. Ὠκεανός, φησίν, ὁ τὴν ποιότητα τῇ γῇ παρέχων. γέγονεν οὖν πρῶτον τὰ ὄρη καὶ ἡ θάλασσα, μήπω βροχῆς ἢ δρόσου ἢ ἄλλης τινὸς
5ποιότητος οὐρανίας ἐπὶ τῆς γῆς γινομένης· τῷ οὐρανῷ δὲ εὐνηθεῖσα, ὡσανεὶ μετὰ ταῦτα, ἡ γῆ ἤρξατο καὶ βρέχεσθαι καὶ καρποφορεῖν. R2WLZT

134

Κοῖόν τε: οἱ Αἰολεῖς τὸ κ ἀντὶ τοῦ π τίθενται· Ποῖόν φησι, τὴν ποιότητα. Κρεῖον τὸ βασιλικὸν καὶ ἡγεμονικόν· Ὑπερίονα τὴν ὑπὲρ τῆς γῆς κίνησιν τοῦ παντός· Ἰαπετὸν δὲ ἀπὸ τοῦ ἰέναι· ἐπεὶ γὰρ φύσιν ἔχει πάντα τὰ βάρη ἀφιέμενα πίπτειν29
5ἄνω〈θεν〉, τὸ τοιοῦτον εἶδος Ἰαπετὸν ἐκάλεσεν. οὗτοι δέ, ὡς Ἀκουσίλαος (FHG I 100, 2; FGrHist I 2 F 7; Vorsokr. 9B4 Diels‐ Kranz6), Τιτᾶνες καλοῦνται καὶ Τιτανίδες. Ζήνων (Stoic. vet. I frg. 100 v. Arnim) δὲ Τιτᾶνάς φησι εἰρῆσθαι φυσικώτερον, διὰ τὸ [μὴ] διατάττεσθαι διὰ παντὸς τοῦ κόσμου τὰ στοιχεῖα.
10ἀλληγοροῦσι δὲ 〈ἄλλωσ〉 τὸν μὲν Κοῖον εἶναι τὴν ποιότητα καὶ Κρεῖον τὴν διάκρισιν· Ὑπερίονα δὲ τὸν οὐρανόν, τὸν ὑπεράνω ἡμῶν ἰόντα, καὶ Ἰαπετὸν τὴν κίνησιν αὐτοῦ, παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι· ὁ γὰρ οὐρανὸς ἀεικίνητός ἐστιν. R2WLZ Κοῖόν τε Κρεῖόν θ’: ὁ Ζήνων (Stoic. vet. I frg. 100 v. Ar‐
15nim) φησὶ τοὺς Τιτᾶνας διὰ παντὸς εἰρῆσθαι τὰ στοιχεῖα τοῦ κόσμου. Κοῖον γὰρ λέγει τὴν ποιότητα κατὰ τροπὴν Αἰολικὴν τοῦ π πρὸς τὸ κ· Κρεῖον δὲ τὸ βασιλικὸν καὶ ἡγεμονικόν· Ὑπερίονα δὲ τὴν ἄνω κίνησιν, ἀπὸ τοῦ ὑπεράνω ἰέναι· ἐπεὶ δὲ φύσιν ἔχει πάντα τὰ κοῦφα ἀφιέμενα πίπτειν
(?) ἄνω, τὸ τοιοῦτον μέρος Ἰαπετὸν ἐκάλεσε. T30

135a1

Θείαν τε: παρὰ τὸ θεωρεῖν τὰ παρόντα ἢ παρὰ τὸ τρέχειν. R2WLZ

135a2

Θείαν τε [Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε]: Θείαν τὴν θεωροῦσαν τὰ πάντα δύναμιν, παρὰ τὸ θεᾶσθαι· ἢ παρὰ τὸ θέειν ἤτοι παν‐ ταχοῦ φέρεσθαι. T

135b

Ῥείαν τε: Ῥεία κατὰ τὸν Χρύσιππον (Stoic. vet. II frg. 1085 v. Arnim) ἡ ἐξ ὄμβρων χύσις· ἔστι δὲ καὶ ἡ γῆ. Ῥέα ἡ φθαρτική, ὅτι εἰς αὐτὴν ἀναλυόμεθα καὶ ὅτι πάντα τῶν ἐν αὐτῇ διαρρέουσι. R2WLZ

135c

Θέμιν τε:〉 Θέμιν τὴν θέσιν τοῦ παντὸς τὴν ἀμετάθετον. R2WLZT

135d

Μνημοσύνην: τὴν ἐπιμονὴν τῆς διαπλάσεως τῶν ζῴων. R2WLZT

136a

Φοίβην: τὸ καθαρὸν τοῦ ἀέρος· διὰ τοῦτο καὶ χρυσοστέφανον. καθαρὸς γὰρ ὁ χρυσός. R2WLZX

136b

Τηθύν τ’ ἐρατεινήν: τὴν τροφὸν ἢ τὴν πλευ‐
στὴν θάλασσαν, τὴν διὰ κέρδος τρέφουσαν. R2WLZTX31

137

τοὺς δὲ μέθ’ ὁπλότατος: Κρόνον τὴν ἀπόκρι‐ σιν τῶν στοιχείων, ἣν ἀπ’ ἀλλήλων ποιησάμενα ἐν εὐταξίᾳ λοιπὸν διέμειναν. ἢ Κρόνον τὸν χρόνον, R2WLZX ὅτι τὰ μὲν κρύπτει ὁ χρόνος, τὰ δὲ φαίνει· ἢ ὅτι λεληθότως παρέρχεται.
5R2WLZTX 〈ἄλλως. ὅτε ἔμελλε διαρθρωθῆναι ὁ κόσμος, ἐγένετο τὸ σκότος τὸ διαρθρωτικόν. R2WLZ〉

138

θαλερὸν δ’ ἤχθηρε τοκῆα: Ἀρίσταρχος (frg. III Waeschke) ἐπιλαμβάνεται ὡς οὐ καλῶς τοῦ πρεσβυτέρου Οὐρανοῦ θαλεροῦ εἰρημένου. εἰ μὴ ὡς μαλερὸν πῦρ τὸ μαραντικὸν λέγει καὶ χλωρὸν δέος τὸ χλωροποιόν, οὕτως θαλερὸς Οὐρανὸς ὁ
5θαλεροποιὸς τῷ βίῳ· διὰ γὰρ τῆς ὀμβρήσεως θάλλειν πάντα καὶ αὔξεσθαι ποιεῖ. R2WLZT ὅλα γὰρ αὔξεται ἐξ οὐρανοῦ· Μέ‐ νανδρος·
ἐρᾷ μὲν ὄμβρων γαῖα. R2WLZ ἤχθηρε δέ, ἀμφίβολον πότερον αὐτὸς ἐμίσησε τὸν
32
10Κρόνον, διὰ τὸ ἀποκτείνειν τοὺς γεννωμένους, ἢ αὐτὸν αὐτὸς ὁ Κρόνος ἤχθηρεν, ἐπειδὴ ἀΐδια τὰ οὐράνια καὶ οὐ χρόνῳ φθαρτά. R2WLZT

139

γείνατο δ’ αὖ Κύκλωπας: τὰς ἐγκυκλίους δυ‐ νάμεις. Ἑλλάνικος (FHG I 69, 176; FGrHist I 4F 88) δὲ τοὺς Κύκλωπας ὠνομάσθαι ἀπὸ Κύκλωπος, υἱοῦ Οὐρανοῦ. οὐ περὶ τῶν παρ’ Ὁμήρῳ Κυκλώπων λέγει· Κυκλώπων γὰρ γένη τρία· Κύκλωπες
5οἱ τὴν Μυκήνην τειχίσαντες, οἱ περὶ τὸν Πολύφημον, καὶ αὐτοὶ οἱ θεοί. ἄλλως. Ζήνων (Stoic. vet. I frg. 118 v. Arnim) φυσικώτερον τὰς ἐγκυκλίους περιφορὰς εἰρῆσθαι· ἐν χρόνῳ γάρ τινι ἐγένοντο ἐγκύκλιοι περιφοραὶ τοῦ πυρὸς καὶ τοῦ ἀέρος. καὶ τὰ ὀνόματα αὐτῶν Βρόντην καὶ Στερόπην· Ἄργην δέ, ἐπειδή
10φασιν ἀργῆτα κεραυνόν. παῖδας δέ φασι αὐτοὺς Οὐρανοῦ, ἐπειδὴ ταῦτα πάντα τὰ πάθη περὶ οὐρανόν εἰσι. καὶ Ἀριστοφάνης δὲ ὁ κωμικὸς (Nub. vv. 376—78) ἥψατο τοῦ φυσικοῦ, παίζων τὸν Σωκράτην·
ὅταν ἐμπλησθῶς’ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,33
15
κατακρημνάμεναι πλήρεισ ὄμβρου δι’ ἀνάγκην, εἶτα βαρεῖαι
εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν. Ἄργην δὲ ὀβριμόθυμον λέγει τὴν ὀξεῖαν ἔξαψιν. R2WLZT [ἄλλως. ὅτε ἔμελλε διαρθρωθῆναι ὁ κόσμος, ἐγένετο τὸ σκότος τὸ διαρθρωτικόν, R2WLZ]

142

οἳ δή τοι: Κράτης (frg. p. 56 Wachsmuth) ἀντὶ τούτου ἄλλον στίχον παρατίθεται·
οἳ δ’ ἐξ ἀθανάτων θνητοὶ τράφεν αὐδήεντες. πῶς γὰρ αὐτοὺς θεοῖς ἐναλιγκίους λέγει καὶ ἐν τῷ τῶν Λευκιπ‐
5πίδων καταλόγῳ (frg. 52 Merk.—West) ὑπὸ Ἀπόλλωνος ἀναι‐ ρεῖσθαι ποιεῖ; ἢ ὅτι οὐ πάντας τοὺς ἐκ θεῶν γεγονότας ἀθανάτους εἶναι συμβαίνει, ὥς φησιν Ἡσίοδος. ἐν γὰρ τοῖς ἑξῆς (vv. 287—89) Γηρυόνην θνητὸν ὄντα Χρυσάορος εἶναι λέγει παῖδα· ὁ δὲ Χρυσάωρ Μεδούσης ἦν 〈καὶ Ποσειδῶνοσ〉. πῶς δὲ καὶ αὐτὴ ἡ Μέδουσα
10ἀναιρεῖται 〈ὑπὸ Περσέωσ〉, ὑφ’ Ἡρακλέους δὲ Ὄρθος ὁ κύων, ἀπ’ ἀθανάτου γενέσεως ὄντες; ἢ ὅτι λέγει κατὰ κάλλος καὶ μέγε‐ θος θεοῖς ἐναλίγκιοι ἦσαν. R2WLZT

145

κυκλοτερὴς ὀφθαλμὸς ἕεις: ἀντὶ τοῦ εἷς.
ἔστι δὲ διαίρεσις τῆς περισπωμένης· R2WLZT [ἐπεὶ τοῖς ἔργοις αὐτῶν ἦσαν μηχαναὶ πολλαὶ καὶ ἐπίνοιαι R2WLZ] εἰς γὰρ ὀξεῖαν καὶ βαρεῖαν διαιρεῖται. R2WLZT34

146

ἰσχύς τ’ ἠδὲ βίη: ἐκ παραλλήλου τὰς ἰσοδυνάμους λέγει. καὶ μηχαναὶ ἐπὶ τοῖς ἔργοις αὐτῶν ἦσαν, ὅ ἐστιν εὐπορίαι πολλαὶ καὶ ἐπίνοιαι· οὗτοι γὰρ τεχνῖταί εἰσιν ἐν τοῖς θεοῖς, ὑπὲρ τὴν ἰσχὺν τὴν ψυχὴν ἔχοντες. R2WLZT

148

οὐκ ὀνομαστο: ἤτοι οὓς οὐ δύναταί τις ὀνομάσαι, δεινοί. ἐπιφέρει γοῦν αὐτῶν τὰ ὀνόματα. R2WLZT καὶ Κόττον μέν φησιν τὴν κινητικὴν δύναμιν, παρὰ τὸ κοτεῖν· Βριάρεων δὲ τὸ ἰσχυρόν· Γύγην τὴν δύναμιν. οὗτοι δὲ λέγονται ἐκνεφίαι ἄνεμοι·
5εἰσὶ δὲ ἁρπακτικοὶ πάνυ. διὰ τοῦτο καὶ ἑκατόγχειρες μυθικῶς, διὰ τὸ ὁρμητικὸν τῆς μάχης. Κόττος, Βριάρεως καὶ Γύγης οἱ τρεῖς καιροί εἰσι· Κόττος ἡ ὀργὴ τοῦ καύματος, ἤτοι ὁ θερινός· Βριά‐ ρεως τὸ ἔαρ, παρὰ τὸ βρύειν καὶ αὐξάνειν τὰ φυτά· Γύγης δὲ ὁ χειμερινὸς καιρός. οὓς καὶ ἑκατόγχειρας καλεῖ διὰ τὸ πολλὰς ἐνερ‐
10γείας ἔχειν. ὁ δὲ Ὅμηρος (Α 402—3) τὸν Βριάρεων καλεῖ ἑκα‐ τόγχειρα δι’ αὐτὸ τοῦτο. R2WLZ

151

ἄπλαστοι: γράφεται καὶ ἄπλατοι, ἤγουν X ἀπροσπέλαστοι, διὰ φόβον TX δεινοί. οὗτοι δὲ λέγονται διὰ τὴν πολυπλήθειαν τῶν πολεμούντων εἶναι ἁρπακτικοὶ πάνυ. διὰ τοῦτο καὶ ἑκατόγχειρες, διὰ τὸ ὁρμητικὸν τὸ πρὸς τὴν μάχην καὶ δραστικὸν καὶ35
5ἁρπακτικόν. T

153

μεγάλῳ ἐπὶ εἴδει: ἤγουν τὸ μέγεθος τῆς ἰδέας αὐτῶν. X

154

ὅσσοι γὰρ Γαίης τε: ὅσοι γὰρ δεινότατοι τῶν παίδων τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς, ἐμισοῦντο ὑπὸ τῶν ἀγαθῶν παίδων, τουτέστιν ὑπὸ τῶν ἀδελφῶν, καὶ ὑπὸ τοῦ πατρός. ἐσήμαινε δὲ τὸ ὑπὸ τῶν ἀδελφῶν ἐμισοῦντο διὰ τὸ εἰπεῖν σφετέρῳ δ.
5ὁ γὰρ δέ σύνδεσμος ἐσήμαινε καὶ ἄλλον τινά, ἐπεὶ εἶχεν εἰπεῖν σφετέρῳ μόνον. ἄλλως. οὗτοι μᾶλλον δεινοὶ τῶν ἐξ ἄλλων γεννηθέντων· παῖδες δεινότατοι οἱ ἐκ Γῆς καὶ Οὐρανοῦ γεννώμενοι. R2WLZT

155

σφετέρῳ δ’ ἤχθοντο: τῷ ἑαυτῶν πατρὶ ἤχθοντο, B ἐχολοῦντο ἢ διεβέβληντο. NsvB

157a

[ἐξ ἀρχῆς] 〈πάντας ἀποκρύπτασκε:〉 ἤγουν ἐφαίνοντο δένδρα καὶ ζῷα καὶ ἄλλα τινὰ καὶ πάλιν ἐπι‐ κρατοῦντος τοῦ σκότους ἐκρύπτοντο καὶ συνεχέοντο πάντα καὶ τὸ φῶς οὐκ ἐφαίνετο. R2WLZN

157b

πάντας ἀποκρύπτασκε: ἐπεὶ οὐκ 〈ἀεὶ〉 ἐπι‐ πολάζει τὸ τῆς γῆς, ἀλλ’ ἐν καιρῷ γίνεται καὶ κινεῖται. R2WLZ NsvX36

158

ἐν κευθμῶνι: ἐν ταῖς καταδύσεσι. NsvX

159

ἐντὸς στοναχίζετο: ἀντὶ τοῦ καθ’ ἑαυτὴν ἐστενά‐ ζετο διὰ δέος. NsvX

160

στεινομένη: Σέλευκος (frg. 28 Mueller) ἀχνυμένη γράφει. οὐ γὰρ ἐστενοχωρεῖτο, φησίν, ἀλλὰ διὰ τοὺς κρυφθέντας παῖδας αὐτῆς ὑπὸ τοῦ Οὐρανοῦ ἐλυπεῖτο. R2WLZT τοῦ γὰρ Οὐρανοῦ προϊέναι εἰς φῶς μὴ συγχωροῦντος τὰ οἰκεῖα τέκνα,
5ἀλλ’ ὑπὸ τὴν γῆν κρύπτοντος, ἡ μήτηρ 〈ἐ〉λελύπητο· ὁ δ’ Οὐρανὸς ἐφήδετο τῷ γινομένῳ. X ἄλλως. στεινομένη στενοχωρου‐ μένη, ὡς τὸ «στεινόμενος νεκύεσσι» (Hom. Φ 220). [στεινομένη διὰ τὸ τοὺς πολλοὺς καρποὺς εἶναι αἰτίους τῶν μαχῶν.] ἄλλως. τὸ ὅλον τοῦτό ἐστι· τὰ πνεύματα ἐκ τῆς στενοχωρίας ἀναπέμπεται,
10τῆς γῆς στενοχωρουμένης. τὸ δὲ ἄλλο προσωποποιΐα. R2WLZ

161

[αἶψα δὲ] πολιοῦ ἀδάμαντος: λευκοῦ, ἢ διὰ τοὺς πολλοὺς καρποὺς τοὺς αἰτίους τῶν μαχῶν. δρέπανον νῦν λέγει τὸν καιρὸν τοῦ ἀμητοῦ. R2WLZ

164

παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου: προσ‐ διασύρει τὸ ὄνομα· ἀτασθάλου δὲ πονηροῦ, ἀπὸ τοῦ ταῖς
ἄταις θάλλειν. ἢ ἀτασθάλου εἶπε, πλέον αὐτοὺς κινοῦσα πρὸς ὀργήν. οὐ γὰρ ἐπὶ πατέρα δίκαιον εἶχον ἐπιβαλεῖν χεῖρα.37
5R2WLZT

166

ἀεικέα: ἀνόμοια, τουτέστι κακά. †ἔλαβον δὲ ὑπουρ‐ γῆσαι, δηλονότι τὸ τέως κρυπτόμενον ἀποτελεῖν. † R2WLZ ἀεικέα: ἀεικέα λέγει τὰ ἀνόμοια, τὰ δεινά. X

174

εἷσε δέ μιν: διὰ τὸ λεληθότως τὸν χρόνον παριέναι εἴρηκε τὸ κρύψασα. R2WLZ

175

καρχαρόδοντα: ἤγουν τὴν ἅρπην, τὴν X τρα‐ χεῖς ὀδόντας ἔχουσαν. XBsv

176

ἦλθε δὲ νύκτ’ ἐπάγων: τὸ ἀποτέλεσμα τοῦ Οὐρανοῦ πάλιν διακρῖναι θέλει. οὔπω γὰρ ἦν εὐκρινὴς ὁ Οὐρανός. R2WLZNsv

178

δ’ ἐκ λόχοιο: Ἀριστόνικος λοχεοῖό φησι, ὡς θυρεοῖο· λοχεός γὰρ λέγει. βεβίασται δὲ τὸ λοχεοῖο παρὰ τὸ
ἔθος. R2WLZX38

179

δεξιτερ: σχῆμα θερίζοντος ἔδειξε. R2WLZ

180

φίλου δ’ ἀπὸ μήδεα: μήδεα λέγει ἐκ τοῦ τῆς γονῆς ἄρχειν· τὰ γὰρ πλείονος γονῆς αἴτια ἀπέτεμε· [μήδεα] ἢ ἀπὸ τοῦ μέζεά τινα εἶναι, τὰ μέσον ὄντα τῶν μηρῶν· ἢ ἀπὸ τοῦ μήδω τὸ βουλεύομαι· οἱ ἄνθρωποι γὰρ οἱ βουλευτικοὶ καὶ
5πάντες ἀπὸ τούτων γίνονται. R2WLZ

182

ἐξοπίσω: διὰ τὸ ἐξοπίσω ῥίπτειν τοὺς θερίζοντας. νοεῖται δὲ τὸ ἐξοπίσω καὶ μετὰ ταῦτα, ὡς ἂν μετὰ τὸ κόψαι ἔρριψε. R2WLZ

184

πάσας δέξατο: διὰ τὴν διασπορὰν τοῦ σίτου. ἐκ διαδοχῆς γὰρ ἐσπείρετο ἡ γῆ τῆς Ἑλλάδος. R2WLZNsvTX

185

γείνατ’ Ἐρινῦς τε: αἱ μετερχόμεναι τὸ συγγε‐ νικὸν αἷμα. ἐγέννησε γοῦν τὰς Ἐρινῦς ἐκ τοῦ αἵματος καὶ τοὺς Γίγαντας. Γίγαντες δὲ οἱ γηγενεῖς οἱ ἀσεβεῖς· πάντες μὲν γη‐ γενεῖς, ἀλλ’ οἱ Γίγαντες ἀσεβεῖς· ἀνθρώπους γὰρ τοὺς δικαίους
5καλεῖ. ἄλλως. Ἐρινῦς ἀπὸ τῆς ἔρας, Γίγαντας δὲ ἀπὸ τῆς γῆς ὠνόμασεν. ἄλλως. μεγάλους Γίγαντας τοὺς ἀνδρείους ἄνδρας λέγει. Γιγάντων δὲ ὀνόματα ταῦτα· Ἀλκυονεύς, Ἐγκέλαδος, Πορφυρίων, Μίμας, Ὄβριμος, Φροῦτος. R2WLZT39

187

Νύμφας θ’ ἃς Μελίασ: ἐκ τούτων ἦν τὸ πρῶτον γένος τῶν ἀνθρώπων· Μελίας δὲ διὰ τὸ ἅμα τοῖς δένδρεσι γίνεσθαι. 〈ἢ〉 τὴν γένεσιν τῶν ἀλόγων ζῴων· Νύμφας γὰρ τὴν ἄλλην γένεσιν τῶν ζῴων· Μελίας δὲ ἐκ τοῦ μῆλα
5εἶναι τὰ πρόβατα. R2WLZT λέγει δὲ καὶ Ὀρεστιάδας καὶ Ἁμαδρυάδας. R2WLZ

188

μήδεα δ’ ὡς: μήδεα τὰ αἰδοῖα. οὐ γὰρ θέλει ἀλο‐ γίστως ἡμᾶς προσιέναι τοῖς ἀφροδισίοις, ἀλλὰ μετὰ λόγου. ὀρθῶς οὖν τὴν τῶν ἀφροδισίων προεστῶσαν φιλομηδέα φησί (v. 200). R2WLZX

189

〈πολυκλύστῳ·〉 διὰ τὴν πολλὴν κίνησιν τῆς μίξεως. Nsv

191a

ἀφρὸς ἀπ’ ἀθανάτου: τὴν ζέσιν τοῦ αἵματος, τὸν ἀφρισμὸν τῆς μίξεως, τὴν ἀφροειδῆ σποράν. R2WLZX

191b

τῷ δ’ ἔνι κούρη: τουτέστιν ἐν τῷ ἀφρῷ τῆς μί‐ ξεως. ἐκ γὰρ τῆς θαλάσσης ἡ Ἀφροδίτη διὰ τὸ ὑγρόν. ἡ γὰρ ἐπι‐ θυμία ἀπὸ τῆς ὑγρότητος γίνεται, ὅθεν καὶ ὑγροὺς καλοῦμεν τοὺς ἀσελγεῖς ἀνθρώπους. R2WLZT40

192

πρῶτον δὲ Κυθήροισι: Κύθηρά ἐστι πόλις Κύ‐ πρου. εἴρηται δὲ Κύθηρα παρὰ τὸ κεύθειν καὶ κρύπτειν τὸ αἰσχρόν, ἤτοι τὸν ἔρωτα· ἢ ἐκ τοῦ κύειν ἐν θισί. παραθαλάσσιοι γὰρ οὗτοι. R2WLZT

194

ἐκ δ’ ἔβη αἰδοίη: ἤτοι τιμία ἢ ἀπὸ τῶν αἰδοίων. R2WLZ

195

τὴν δ’ Ἀφροδίτην: τὸ αὐτὸ τὴν Ἀφροδίτην καὶ τὴν Δήμητραν καλοῦσι. μετὰ τὴν μίξιν γὰρ καὶ ἡ γῆ βοτάνας ἀνέδωκε· μίξιν δὲ λέγει τοῦ ὄμβρου πρὸς τὴν γῆν. R2WLZT

196

ἀφρογένειαν: τὴν Ἀφροδίτην. ἢ παρὰ τὸν ἀφρόν, ἢ παρὰ τὸ ἀφραίνειν, ὡς Εὐριπίδης (Troad. v. 989)·
τὰ μῶρα γὰρ πάντ’ ἐστὶν Ἀφροδίτη βροτοῖς. Κυθέρεια δὲ ἀπὸ τοῦ κεύθειν τοὺς ἐραστὰς καὶ λάθρα γίνεσθαι.
41
5R2WLZT

201

τῇ δ’ Ἔρος ὡμάρτησε: τοὺς παρεπομένους θεῷ ὠνόμασε Ἔρωτα καὶ Ἵμερον διαφόρως, ἵνα μὴ ξενισθῇς. ἔρως μὲν γὰρ τὸ δι’ ὁράσεως ἐρᾶν· ἵμερος δὲ τὸ μετὰ τὴν ὅρασιν ἐπιθυμεῖν. οἷον εἶδες βιβλίον καλὸν περὶ τὴν ἀμφίασιν καὶ τὸ γράμμα καὶ τὰ
5ἑξῆς, καὶ ἰδὼν ἠράσθης κτήσασθαι αὐτό, ἰδοὺ ἔρως· ἵμερος δὲ ἐὰν μετὰ τὸ κτήσασθαι ἐπιθυμήσῃς καὶ ἐκμαθεῖν καὶ ποιῆσαι τὰ γε‐ γραμμένα. οὕτω δὲ καὶ ἐπὶ παντὸς πράγματος. R2WLZT

202

γεινομένῃ τὰ πρῶτα: αὕτη δὲ ἐξ ἀρχῆς τιμὴν ἔχει, ὅτε ἐγεννήθη καὶ συνηριθμήθη, φησί, τοῖς θεοῖς. ποίας τιμῆς ἔλαχε λέγει· παρθενίους τ’ ὀάρους καὶ τὰ ἑξῆς. πρῶτον γὰρ κινεῖται ὁμιλία μεταξὺ παρθένων, εἶτα μειδιασμὸς καὶ γέλως·
5εἶτα τέρψις ἐπακολουθεῖ, φιλία καὶ προσήνεια. R2WLZT ἄλλως.
τιμὴν ἔχει τὸ ἕπεσθαι αὐτῇ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον· ταύτην ἐξ ἀρχῆς τιμὴν ἔχει. παρθενίους δέ, ἵν’ ᾖ τὰς ἐπὶ τῆς παρθε‐ νίας ὁμιλίας. R2WLZ42

207

τοὺς δὲ πατήρ: μετὰ τὸ εἰπεῖν περὶ Ἀφροδίτης ἦλθεν ἐπὶ τοὺς Τιτᾶνας. Τιτᾶνες δὲ οἱ ἄδικοι καὶ Βλαπτικοί, ἐκ τοῦ σίνεσθαι τὴν ψυχὴν τοῦ μέλλοντος βλάπτεσθαι. ἢ ἀπὸ τοῦ μέλλειν αὐτοὺς τιμωρίας τίνειν ὑπὲρ τῆς τοῦ πατρὸς ὕβρεως
5[ἕνεκα τοῦ Οὐρανοῦ] παρὰ τοῦ Διός [τοῦ υἱοῦ αὐτοῦ]. R2WLZ
τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκεν: ἀπὸ τοῦ μέλλειν αὐτοὺς τιμωρίαν τίνειν ὑπὲρ τῆς τοῦ πατρὸς ὕβρεως ὑπὸ τοῦ Διός. ἢ ἀπὸ τοῦ τιταίνειν τὴν ψυχὴν ἑαυτῶν, ὅ ἐστι βλάπτειν, μέλλον‐ τας τιμωρεῖσθαι ὑπὸ Διὸς διὰ τὴν αὐτῶν ἀδικίαν καὶ ἐπανάστασιν. Τιτᾶνες
10γὰρ οἱ ἄδικοι καὶ βλαβεροί, ὅθεν καὶ Τιτᾶνες ὀνομάζονται οἱ μωραίνοντες. T

209

τιταίνοντας: θελήσαντες τιμωρίαν ἀπαιτῆσαι τὸν πατέρα, παρεκτείνονται τῇ ὕβρει καὶ τίσεως ἄξια ποιοῦνται τιμω‐ ροῦντες τῇ μητρί. ἄλλως. τίσιν καὶ τιμωρίαν λαμβάνοντας ὑπὲρ ὧν ἠδίκει ὁ Οὐρανός· ἢ τιμωρίαν παρέχοντας, παρόσον καὶ Τιτᾶ‐
5νες ὀνομάζονται ἢ μωραίνοντες. ἄλλως. παρὰ τὸ τετάσθαι καὶ ἐξαπλωθῆναι. ἤ [ὅτι], ὡς λέγει οὗτος ἀπὸ τῆς δόξης τοῦ Ὀρφέως
τοῦτο λαβών (Orphic. frgg. 57, 136 Kern), ὅτι πάλιν τιμωρῆσαι μέλλει ὁ Κρόνος τοὺς θεοὺς καὶ λαβεῖν τὴν βασιλείαν αὐτοῦ· ἤτοι πάλιν ἐπικρατῆσαι μέλλει τὸ σκότος ἐκεῖνο τὸ ἀρχαιότατον τοὺς43
10ζῳδιακοὺς κύκλους τοὺς ἔχοντας τοὺς ἀστέρας. R2WLZ φάσκε δὲ τιταίνοντας: τίσιν καὶ τιμωρίαν λαμβάνοντας ὑπὲρ ὧν ἠδίκησαν· ἢ τιμωρίαν παρέχοντας· ἢ θελήσαντας τιμωρίαν ἀπο‐ τῖσαι τὸν πατέρα παρεκτείνοντα τὴν ὕβριν καὶ τίσεως ἄξια ποιοῦντα. T

210

τοῖο δ’ ἔπειτα: τούτου γὰρ τοῦ ἔργου ἔμελλεν αὐτὸς ὁ Ζεὺς τιμωρῆσαι τὸν Κρόνον, ἐπεὶ καὶ αὐτὸς ἥμαρτεν εἰς τὸν ἴδιον πατέρα. R2WLZT

211a

Νὺξ δ’ ἔτεκε: εἰκότως ἐκ Νυκτὸς γεγενῆσθαι εἶπεν· ἀγνοίας γὰρ τὰ τοιαῦτα παθήματα. R2WLZT ἔθος οὖν καὶ τῷ ποιητῇ ἐπὶ τῶν τεθνηκότων λέγειν στυγερὴ νὺξ ἐκάλυψεν. ὀνείρων δὲ φῦλον τὸ πλῆθος αὐτῶν ἐμφαίνει, ὧν τινες μὲν θορυ‐
5βώδεις, τινὲς δὲ ἀπατεῶνες. ἡ δὲ ἀκριβῶς οὐδενὶ συγκαθευδήσασα τέτοκε. R2WLZ

211b

[Κῆρα μέλαιναν: Μοίρας λέγει τὰς ἐπιμεριζού‐ σας, Κῆρας δὲ τὰς ἐπιψηφιζομένας τὸν θάνατον· R2WT ἢ τὰς γινομένας τιμωρίας τῶν κακῶν ἔργων. R2W]

212

τέκε δ’ Ὕπνον: ταῦτα γὰρ ἔθος ἕπεσθαι τῇ νυκτί. ἄλλως. τὰ γὰρ ἐξ ἀμιξίας γεννηθέντα φόβον ἐμποιεῖ. R2WLZ

213

οὔ τινι κοιμηθεῖσα: οὐδενὶ συνευνηθεῖσα, φησίν, ἡ Νὺξ
τέτοκε τὸν Ὕπνον καὶ τοὺς Ὀνείρους. τοῦτο γὰρ ἔθος ἕπεσθαι τῇ νυκτί. T44

215

Ἑσπερίδας: τὰς ἑσπερινὰς ὥρας λέγει. μῆλα δὲ χρυσᾶ τὰ ἄστρα. R2WLZTX αὐταῖς δὲ μέλει, ἐπειδὴ ἐν αὐ‐ ταῖς ταῦτα ὁρῶμεν. Ἡρακλέα δὲ τὸν ἥλιον. λέγει δὲ τοῦτο ὅτι παρερχομένου τοῦ ἡλίου οὐ φαίνονται τὰ ἄστρα, ὅ ἐστι τὸ τρυγῆ‐
5σαι τὸν Ἡρακλέα τὰ μῆλα. R2WLZX

216

φέροντά τε δένδρεα καρπόν: διὰ τὸ συνυπάρ‐ χειν τοὺς καρποὺς τῇ δυνάμει ἐν τοῖς ἀρδεύουσιν ὕδασιν. R2WLZX ἐν ᾧ καὶ ὁ Ζεὺς τὸ ἐπὶ Ἀλεξάνδρου μῆλον ἔλαβεν. R2WLZ

217

καὶ Μοίρας καὶ Κῆρας: Μοίρας λέγει τὰς ἐπι‐ μεριζούσας, Κῆρας δὲ τὰς ἐπιψηφιζομένας τὸν θάνατον. νηλεο‐ ποίνους δὲ τὰς γινομένας τιμωρίας τῶν κακῶν ἔργων. R2 WLZT

220

αἵ τ’ ἀνδρῶν τε θεῶν τε: ἵνα δείξῃ τῇ ὑπερ‐ βολῇ τὸ ἔλαττον, ὅτι εἰ καὶ οἱ θεοὶ ἁμαρτάνοντες τιμωροῦνται, πολλῷ μᾶλλον οἱ ἄνθρωποι. ὅσα δὲ λαμβάνεται ἐπ’ ἀνθρώπων, ταῦτα καὶ ἐπὶ θεῶν. R2WLZT

222

κακὴν ὄπιν: τὴν ἐξ ἐπιστροφῆς γινομένην ἀπόδοσιν.
R2WLZ45

223a

τίκτε δὲ καὶ Νέμεσιν: Ὅμηρος τὸ μὲν πρᾶγμα οἶδε (Ζ 351, Ν 122, β 136, etc.), τὴν δὲ θεὸν Νέμεσιν οὔ. Ἀσκλη‐ πιάδης (FHG III 304, 14; FGrHist I 12F 11) δὲ ἐν τοῖς Τρα‐ γῳδουμένοις εἰς κύκνον φησὶν μεταβληθῆναι τὸν Δία καὶ Νεμέσει
5μιγῆναι. R2WLZT

223b

τίκτε δὲ καὶ Νέμεσιν: τὴν μέμψιν τοῖς κακοῖς δηλονότι, ὡς ἐὰν ὑβρίσῃς πένητα, μέμψις αὕτη· ἐὰν δὲ ἀδικήσῃς, δίκη ἐνταῦθα ἐπακολουθεῖ. R2WLZTX

224a

Νὺξ ὀλο: ὥσπερ λανθανόμενοι τῆς τιμωρίας ἁμαρ‐ τάνομεν. διὰ τοῦτο νυκτὶ τὰ ἐν σκότει γινόμενα εἴκασται· λελη‐ θότως γὰρ ἐπεισέρχεται [τὰ ἐν σκότει γινόμενα]. ὁ γὰρ ἀπατῶν τὴν ἀλήθειαν κρύπτει. R2WLZT

224b

μετὰ τὴν δ’ Ἀπάτην τέκε: οὐ τὴν ἐν τῷ βίῳ ἀπάτην λέγει, ἀλλὰ τὴν τῆς Ἀφροδίτης. ἡ γὰρ Φιλότης παρα‐ κειμένη ταῦτα ὑποβάλλει. R2WLZTX

225

Γῆράς τ’ οὐλόμενον καὶ Ἔριν: ὅτι οἱ γηρῶντες παραπλήσιοί εἰσι τῷ θανάτῳ. R2WLZT μίαν δὲ Ἔριν ἐνταῦθα λέγει. R2WLZ

226

αὐτὰρ Ἔρις στυγερ: τὰ τελούμενα ἐκ τῆς ἔρι‐
δος. ἐκ ταύτης γὰρ φόνοι καὶ μάχαι γίνονται. R2WLZ αὐτὰρ Ἔρις στυγερ: μίαν ἐνταῦθα Ἔριν λέγει. ἐξ αὐτῆς δὲ πόνον καὶ λήθην καὶ λιμὸν καὶ τἄλλα τὰ ἐκ ταύτης ἀποτελούμενά46
5φησι γεγενῆσθαι. ἐκ γὰρ τῆς φιλονεικίας πόνοι καὶ μάχαι καὶ πᾶν κα‐ κὸν γίνεται. T

227

Λήθην τε: πολλάκις γὰρ ἔριδος πρός τινα γινομένης ἐπιλανθανόμεθα καὶ τῶν προσηκόντων. R2WLZX

229a

Νείκεα:〉 κακολογίας, ὀνείδη. NsvBsv

229b

Ἀμφιλλογίας:〉 ἀντιλογίας, ἀμφισβητήσεις. NsvBsv

230

συνήθεας: τουτέστι συντριβούσας ἀλλήλαις· ὁ γὰρ τοῖς νόμοις μὴ προσέχων ἐν ἄτῃ διατρίβει. R2WLZTX

233

Νηρέα δ’: τὴν ῥεῦσιν καὶ τὸ κατωφερὲς τῆς ὕλης λέγει. ἀψευδῆ δὲ καὶ ἀληθῆ, ὡς παλαιᾶς οὔσης τῆς ὕλης, καὶ ὅτι αἰσχρὸν τοῖς παλαιοῖς ψεύδεσθαι. ἄλλως. ἀψευδῆ, ὅτι ψεύδει οὐ πείθεται· ἀληθῆ δέ, ὅτι ψεῦδος οὐ λέγει. τὸ δὲ σημεῖον παράκειται ὅτι οὐκ
5ἔστι διλογία, ἀλλ’ ἐπεὶ οἱ ψευδόμενοι διὰ δύο ψεύδονται, ἤτοι ἑκου‐ σίως διά τινα ὠφέλειαν, ἢ διὰ τὸ ἐπιλανθάνεσθαι· ἀκουσίως δὲ τὸν μὴ ἑκουσίως ψευδόμενον. μάτην γὰρ ἀψευδῆ εἶπεν. ἄλλως. ἀψευδέα μὲν τὸν μὴ ψευδόμενον, ἀληθέα δὲ τὸν μὴ ἐπι‐ λανθανόμενον. ὁ γὰρ ἐπιλανθανόμενος ἄκων ψεύδεται. R2WLZ
10Νηρέα δ’ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος: Νηρέα τὴν ῥεῦσιν καὶ τὸ κατωφερὲς τῆς ὕλης λέγει. ἀψευδῆ δὲ καὶ ἀληθῆ. ἀψευδῆ μέν, ὡς παλαιᾶς οὔσης τῆς ὕλης, καὶ ὅτι αἰσχρὸν τοῖς παλαιοῖς τὸ ψεύδεσθαι· ἀληθῆ δέ, ἢ ὡς μὴ ἐπιλανθανόμενον τῶν ἀληθῶν,
ἢ ὡς μὴ πειθόμενον ψεύδει, ἢ ὡς μὴ λέγοντα ψεῦδος. διπλῶς δὲ τοῦτο εἶπεν,47
15ὅτι οἱ ψευδόμενοι διὰ δύο ψεύδονται, ἢ ἑκουσίως διά τινα ὠφέλειαν, ἢ ἀκουσίως διὰ τὸ ἐπιλαθέσθαι. μάντιν γὰρ ἀψευδῆ φασι τὸν μὴ ψευδόμενον, ἀλλὰ τἀληθῆ λέγοντα. ἀψευδὴς γάρ ἐστιν ὁ μὴ ψευδόμενος, ἀληθὴς δὲ ὁ μὴ ἐπιλανθανόμενος· ὁ γὰρ ἐπιλανθανόμενος ἄκων ψεύδεται. T

234

πρεσβύτατον παίδων: ἢ διὰ τὸ ἔντιμον καὶ ἀληθὲς ἢ διὰ τὸ γέροντα ἄκρως εἶναι. R2WLZNT

237

αὖτις δ’ αὖ Θαύμαντα: τὴν ἀπὸ τῶν πελαγῶν γινομένην ἀναθυμίασιν καὶ τὸ πλῆθος τῶν ὑδάτων, παρὰ τὸ θαῦμα παρέχειν. Φόρκυνα δὲ τὴν περιφορὰν τῶν ὑδάτων καλεῖ ἐνταῦθα· ἔχει γὰρ ὄψιν μόνην καλὴν τῶν ὑδάτων τῆς θαλάσσης ἡ φύσις.
5[διὰ τὸ τείνεσθαι ἔξω εἰς γῆν. R2WLZ Γαίῃ δὲ μισγόμενος, διὰ τὸ εἴσω τῆς γῆς ὑπεισδύεσθαι. T] ἢ Φόρκυνα τὸ βίαιον τοῦ πόντου· Θαύμαντα δὲ τὸ θαυμάζειν. R2WLZT

238

〈Γαίῃ μισγόμενος: διὰ τὸ τείνεσθαι ἔξω εἰς γῆν. R2WLZ Γαίῃ μισγόμενος: διὰ τὸ εἴσω τῆς γῆς ὑπεισδύεσθαι. T〉

240

μεγήρατα τέκνα θεάων: μεγάλως ἐπέραστα, ἢ ὑπερήφανα τέκνα διὰ τὸ κάλλος καὶ θαυμαστά. [διότι δεδώρηται καὶ ἐν γαλήνῃ πλεῖν καὶ κερδαίνειν.] ἄλλως. R2WLZ μεγάλως ἐρίζοντα περὶ κάλλους, ἢ πρὸς ἃ οὐδεὶς δύναται ἐρίσαι, ἀλλ’ αὐτὰ48
5μετ’ ἀλλήλων ἐρίζει. ἢ τίμια, ἔνδοξα. R2WLZT

241

Δωρίδος: διότι δεδώρηται καὶ ἐν γαλήνῃ πλεῖν καὶ κερδαίνειν. R2WLZT

242

τελήεντος: τοῦ τὰ πάντα τελεσφοροῦντος· πάντων γὰρ ἡ τροφὴ ἐκ τοῦ Ὠκεανοῦ. ἢ τελήεντος ἐπισήμου. καὶ ἡμεῖς γὰρ τοὺς ἐπισήμους ἐντελεῖς καλοῦμεν. R2WLZ κούρης Ὠκεανοῖο τελήεντος: ἥγουν ἐπισήμου. καὶ
5ἡμεῖς γὰρ τοὺς ἐπισήμους ἐντελεῖς καλοῦμεν. ἢ τοῦ τὰ πάντα τελεσφο‐ ροῦντος· πάντων γὰρ ἡ τροφὴ ἐξ Ὠκεανοῦ. T

243a

Πρωτώ τ’ Εὐκράτη τε: τὰ ὀνόματα τῶν Νηρηΐ‐ δων ὡς πρὸς τὰ θαλάσσια σχήματα καὶ εἴδη λέγεται. Πρωτὼ δὲ παρὰ τὸ πρώτως ἐπιβαίνειν θάλασσαν, ἢ παρὰ τὸ πρωτεύειν τὸ ὕδωρ πάσης ὕλης, R2WLZT ἢ διὰ τὸ βασιλικὸν τῆς γαλήνης.
5R2WLZ Εὐκράτη, διὰ τὸ εὐκατόρθωτον R2WLZT ἢ διὰ τὸ εὐκράτους διδόναι τοὺς ἀέρας. T

243b

Σα: διὰ τὴν σωτηρίαν τῶν πλεόντων. R2WLZT

243c

Ἀμφιτρίτη: διὰ τὸ ἀμφίβολον τοῦ φόβου ἢ διὰ τὸν πανταχόθεν φόβον R2WLZT ἢ διὰ τὸ πανταχόθεν, ἄνω‐ θέν τε καὶ κάτωθεν, τρίτον εἶναι στοιχεῖον. T49

244a

Εὐδώρη: ἡ καλλίδωρος. R2WLZT

244b

Θέτις: ἡ θέσις τῶν ὑδάτων. R2WLZT

244c1

Γαλήνη: διὰ τὸ γαληνιῶσαν. R2WLZ

244c2

Γαλήνη: ἡ στόρεσις καὶ ἡσυχία τῶν ὑδάτων. T

244d

Γλαύκη: διὰ τὴν ὄψιν τῶν ὑδάτων. R2WLZT

245a

Κυμοθόη: διὰ τὸ ταχὺ τῶν κυμάτων ἢ τῶν πλεόν‐ των. R2WLZT

245b

Σπει: ἡ ἐπακολουθία. R2WLZT

245c

Θόη: ἡ ταχυτάτη. R2WLZ

245d1

Θαλίη: ἡ θάλλειν δυναμένη. R2WLZ

245d2

Θαλία: τὸ θάλλειν. T

245e

ἐρόεσσα: ἐπιθυμητή. R2WLZT

246

Πασιθέη: ἡ ὑπὸ πάντων θαυμαζομένη. R2WLZT‐ ἢ εἰς ἣν πάντες θέουσι. T

247a1

Μελίτη: τὸ ἡδύ; ἡδὺ γάρ τισι τὸ πλεῖν. R2WLZ

247a2

Μελίτη: διὰ τὴν τοῦ κέρδους ἡδύτητα· ἡδὺ γὰρ τοῖς πᾶσι τὸ πλεῖν. T

247b1

Εὐλιμένη: διὰ τὴν ἡδονὴν τοῦ λιμένος. R2WLZ

247b2

Εὐλιμένη: διὰ τὴν τοῦ λιμένος τοῖς ἐκ ζάλης ἐρχομένοις ἡδονήν. T

247c

Ἀγαυ: ἡ λαμπρότης τῶν ὑδάτων. R2WLZ

248

[Δωτ: διὰ τὴν γινομένην δωρεὰν τοῖς ἀνθρώποις.
R2WLZ]50

249

Πρωτομέδεια: τὸ βασιλικὸν τῶν πρωτίστων τὴν βουλήν, διὰ τὴν σχολὴν καὶ γαλήνην. R2WLZ Πρωτομέδεια: διὰ πρωτεύειν τῶν ἄλλων στοιχείων καὶ βασι‐ λεύειν αὐτῶν ὡς ἐξ αὐτοῦ γεγενημένων, ὡς εἴρηται (sch. 115, sch. 243a). T

250a

Δωρίς: διὰ τὴν γινομένην δωρεὰν τοῖς ἀνθρώποις. R2WLZT

250b

Πανόπη: ἡ πᾶσιν ὁρωμένη. R2WLZT

250c1

εὐειδὴς Γαλάτεια: ἡ εὐειδὴς γαλήνη. τοῦτο τὸ ἐπίθετον ἀφορμὴν παρέσχε τοῖς νεωτέροις διασκευάσαι τὸν τοῦ Κύ‐ κλωπος ἐπὶ τὴν Γαλάτειαν ἔρωτα. R2WLZ

250c2

εὐειδὴς Γαλάτεια: ἡ λευκότης τῶν κυμάτων, ὅτε μετρίαις αὔραις περιπνέεται θάλασσα, καὶ ἡ ὄψις αὐτῶν ἡ χαρίεσσα. τοῦτο δὲ τὸ ἐπίθετον ἀφορμὴν παρέσχε τοῖς νεωτέροις τὸν Κύκλωπος καὶ Γαλατεί‐ ας κατασκευάσαι ἔρωτα. T

251a

Ἱπποθόη: ἡ ταχυτής. R2WLZ

251b

Ἱππονόη: ἐκ τῆς ταχυτῆτος τοῦ νοῦ. R2WLZ

252a

Κυμοδόκη: τὸ πραϋντικὸν καὶ δεκτικὸν τῶν κυμά‐ των ἢ παρὰ τὸ δοκεύειν τὰ κύματα ἢ διὰ τὴν ἐπιτήρησιν αὐτῶν. R2WLZT

252b

ἠεροειδέι: ἀερώδει. R2WLZT

253a

ζαέων: ἄγαν πνεόντων. R2WLZ

253b

σὺν κυματολήγ: τῇ τῶν κυμάτων λήξει, του‐ τέστι καταπαύσει. ἐὰν γὰρ ὄνομα ἀκούσωμεν, ὥς φησιν Ἀρίσταρχος
(frg. IV Waeschke), ἔσονται μία καὶ πεντήκοντα Νηρηΐδες κατει‐ λεγμέναι. οἱ δὲ ἐπὶ τοῦ «Προνόη Νημερτής τε ἣ πατρὸς ἔχει νόον»51
5(vv. 261—62) τὸ τε περισσόν φασι κεῖσθαι, ἵνα κατὰ τοῦ Προνόη ἀκούηται ἐπιθετικῶς. ἡ γὰρ προνοουμένη πάντων ἀληθής ἐστι· καὶ ὁ πατὴρ αὐτῆς Νηρεὺς ἀληθὴς παρωνόμασται. ἄλλως. R2WLZ αὐτὸ τὸ λήγειν τὰ κύματα. ἔδειξεν ὅτι λήγοντα τὰ κύματα κάθη‐ ται ὡς ἔν τινι κάτω μέρει. παυομένων οὖν τῶν ἀνέμων ἡ κατάπαυ‐
10σις γίνεται. ἐξαναστροφὴ δὲ τὸ σχῆμα, ὅτι ἡ Κυμοδόκη καὶ ἡ κυματολήγη σὺν τῇ Ἀμφιτρίτῃ παύουσι τοὺς ἀνέμους. R2WLZT

255

ἐυστέφανός θ’ Ἁλιμήδη: ἡ σκῆψις τῶν πλεόν‐ των. ἢ τὴν ἁλμυρότητα λέγει καὶ τὸ μήδεσθαι, τουτέστι βου‐ λεύειν. R2WLZ

257a

Λειαγόρη: τὸ ἀκώλυτον τῆς ὁμιλίας. R2WLZXBsv

257b

Λαομέδεια: ἡ τῶν ἀλλοτρίων ἐν πλῷ μνήμη πραγ‐ μάτων. R2WLZ

258a

Αὐτονόη: ὁ αὐτόματος νοῦς. R2WLZ

258b

Λυσιάνασσα: παρὰ τὸ λυσιτελεῖν. R2WLZX

259

Εὐάρνη: ἡ καλὴ ἀντίδοσις. R2WLZNsvBsv

260

Μενίππη: ἡ παραμονὴ τῆς ὀξύτητος τοῦ πλοῦ. R2
WLZXsvBsv52

265

Θαύμας: Πόντου παῖς· λέγει δὲ τὸ τοῦ πελάγους θαῦμα. R2WLZ

266a1

ἠγάγετ’ Ἠλέκτρην:〉 Ἠλέκτρα [δὲ] ἡ λαμπηδών. διὰ τοῦτο γυνὴ Θαύμαντος, ὅτι τὸ ὁρώμενον θαυμάζε‐ ται. R2WLZ

266a2

ἠγάγετ’ Ἠλέκτρην: Ἠλέκτρα ἡ λαμπηδών. ἐπεὶ καὶ ἡ Ἶρις θαύματός ἐστιν ἀξία, διὰ τοῦτο καὶ γενητικὴ θαύματος ἡ Ἠλέκτρα. φησὶ γὰρ «ἡ δ’ ὠκεῖαν τέκεν Ἶριν». Ἶρις δέ ἐστιν ὁ προφορικὸς λόγος· ὁρῶντες γὰρ καὶ θαυμάζοντες προφερόμεθα λόγους. T

266b

τέκεν Ἶριν: Ἶριν δὲ τίκτει, ἐπεὶ καὶ ἡ Ἶρις θαύ‐ ματός ἐστιν ἀξία· ὁρῶντες γὰρ αὐτὴν θαυμάζομεν [καὶ περιφέρομεν λόγῳ]. Ἶρις δὲ ὁ προφορικὸς λόγος· ὁρῶντες γὰρ καὶ θαυμάζοντες προφέρομεν λόγους. 〈ἄλλως.〉 ἀπὸ τῆς λαμπηδόνος γίνεται τὸ
5τόξον· οὐ γὰρ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ’ ἔμφασίς τίς ἐστι. τοῦ γὰρ νέφους μικρὰς ῥανίδας ἔχοντος καὶ ἐξ ἐναντίας κειμένου τοῦ ἡλίου, ἀνακλᾶται ἡ ἡμετέρα ὄψις πρὸς τὸν ἥλιον καὶ δοκεῖ τι κύ‐ κλου τμῆμα ἐν τῷ νέφει εἶναι. πολλάκις δὲ ἐν ταὐτῷ δύο φαίνονται ἴριδες. R2WLZ

267

ἠυκόμους θ’ Ἅρπυιας: τὰ ὀνόματα τῶν Ἁρπυιῶν
Ἀελλὼ καὶ Ὠκυπέτη. Ἅρπυιας R2WLZ τὰς ἁρπακτικὰς πνοὰς τὰς ἐκ τῆς τῶν ὑδάτων ἀναδόσεως γινομένας· ὅθεν καὶ τὴν προσ‐ ηγορίαν ἔσχον. Ἁρπυίας Δωρικῶς συνέστειλε· τὰς γὰρ εἰς ας53
5ληγούσας αἰτιατικὰς αὐτοὶ συστέλλουσι. R2WLZT

269

μεταχρόνιαι γὰρ ἴαλλον: ἀντὶ τοῦ ἔτρεχον, ἐπέτοντο· καὶ τὸν οὐρανὸν γὰρ χρόνον καλοῦσι. TB

270

Φόρκυϊ: Φόρκυς ἡ ἐπιφορὰ τῶν ὑδάτων. Κητὼ δὲ τὸ βάθος. Γραίας δὲ λέγει τὸν ἀφρόν. ἄμεινον δὲ γράφειν καλλι‐ πάρηος, ἵν’ ᾖ ἐπὶ τῆς Κητοῦς τὸ ἐπίθετον, ὡς καὶ Σέλευκος (frg. 29 Mueller)· ἄλλως τε καὶ ἐν τοῖς ἐπάνω (v. 238) τὴν Κητὼ
5καλλιπάρηον εἶπεν. R2WLZT ἐκ γενετῆς δὲ πολιάς, διότι ἅμα τῷ γίνεσθαι λευκαί εἰσιν· ἢ ἐντίμους λέγει. R2WLZ

273

Πεφρηδ: τὴν ἐναλίαν πομπήν, τὸν πλοῦν. ἐπεὶ οὖν ἐν τῷ πλεῖν ἔνι καὶ σωθῆναι καὶ ναυαγῆσαι, τὴν μὲν Πεφρηδὼ εἶπεν εὔ‐ πεπλον, τὴν δὲ Ἐνυὼ κροκόπεπλον ὡς ἐπὶ κακῷ. καὶ ὁ μὲν Ἡσίοδος Ἐνυὼ μίαν τῶν Φορκίδων λέγει, Ὅμηρος (Ε 333, 592) δὲ πολεμι‐
5κήν τινα θεόν. R2WLZTX54

274

Γοργούς θ’, αἳ ναίουσι: Γοργοὺς εἶπεν ἀπὸ εὐθείας τῆς Γοργώ. λέγει δὲ τὸν φόβον τῆς ἀπηνοῦς καὶ ἀπλεύστου θαλάσσης, τουτέστι τὸν ἀφανῆ πλοῦν. R2WLZT Σθενώ, διὰ τὸ δύνασθαι πολλοῖς καὶ δεινοῖς περιβάλλειν κακοῖς τοὺς ἐκεῖ πα‐
5ραγενομένους. Εὐρυάλην δὲ τὸν ἐκ τοῦ πλάτους τῆς θαλάσσης φόβον. Μέδουσαν δὲ τὴν ἀναδιδομένην ἄνω δύναμιν τῶν ὑδάτων. παρελέξατο δὲ καὶ συνεγένετο τῇ μιᾷ αὐτῶν ὁ Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι, τῷ τοῦ ἔαρος δηλονότι καιρῷ, διὰ τὴν ἡσυχίαν·ὅτε γὰρ τὰ ἄνθη, τότε καὶ ἡσυχία. Περσέα δὲ ἢ τὴν διαπεραίωσιν τοῦ
10χρόνου τῶν ἀρχομένων πλεῖν, ἢ τὸν λαμπρὸν ἀέρα τὸν τὴν διαπεραίωσιν ἐργαζόμενον· ἢ Περσέα φησὶ τὸν ἥλιον, τὸν ἕλκοντα καὶ ἀποτέμνοντα τὴν ἰκμάδα τὴν ἐπιπολάζουσαν τῇ θαλάσσῃ. ταύτης δὲ ἀναχθείσης τίκτονται ἀστραπαὶ καὶ ὄμβροι, ὅ ἐστι Χρυσάωρ καὶ Πήγασος. ἢ Πήγασον λέγει τὰς πηγὰς τὰς γινομένας λυομένης τῆς χιόνος. T

275

ν’ Ἑσπερίδες λιγύφωνοι: διὰ τοῦτο τ〈οι〉‐ αύτας καλεῖ, διότι κατὰ μουσικὴν ἁρμονίαν οἱ ἀστέρες κινοῦνται περὶ τὰ Γάδειρα. 〈***〉, ὡς Ἀριστοτέλης φησί (de Cael. 290b, 12 sqq.?). R2WLZ

276

Σθενώ τ’ Εὐρυάλη τε: τὸ δυνατὸν καὶ κατάμηκες πέλαγός φησι, Μέδουσαν δὲ τὴν λεπτοτάτην οὐσίαν. Περσέα δὲ τὸν ἥλιον καλεῖ παρὰ τὸ περισσῶς σεύειν, τουτέστιν ὁρμᾶν· καί
φησιν ὅτι ὁ ἥλιος κινούμενος τῇ οὐρανίᾳ φορᾷ τὴν μὲν Σθενὼ55
5καὶ τὴν Εὐρυάλειαν, ἤγουν τὸ δυνατὸν καὶ κατάμηκες πέλαγος τῆς θαλάσσης, οὐκ ἀναιρεῖ, ἤγουν οὐκ ἀνιμᾶται· τὴν δὲ Μέδουσαν ὡς θνητὴν ἀναιρεῖ, ἤγουν τὸ βασιλικώτατον καὶ λεπτὸν τῇ κινήσει τῇ ἑαυτοῦ ἀνιμᾶται. ὁρμᾷ δὲ ἀπὸ τῆς κεφαλῆς αὐτῆς ὁ Πήγασος. ἀνιμωμένου γὰρ τοῦ ἡλίου καὶ τοῦ ἀέρος, τὸ κεφα‐
10λαιῶδες καὶ ἀτμῶδες συμβαίνει τὸ βαρύτερον ἀναφερόμενον κάτω πηγάζειν καὶ χέεσθαι. 〈ἄλλως.〉 Μέδουσα ὁ πρὸς καιρὸν φόβος καὶ ἡ φροντίς, ἢ ἡ ἀναδιδομένη ἄνω δύναμις τῶν κυμάτων. Περ‐ σεὺς δὲ ὁ ἥλιος ὁ πρὸς ἑαυτὸν ἕλκων τὴν ἰκμάδα, ὡς ἀποτέμνων αὐτήν. R2WLZ

279

ἐν μαλακῷ λειμῶνι: ὅτε γὰρ τὰ ἄνθη, τότε καὶ ἡσυχία ἐστίν. R2WLZ

282

παρὰ πηγάς: διὰ τὰς πηγὰς λέγουσι τῆς χιόνος λυο‐ μένης καὶ Πήγασος ἵππος. τοῦ γὰρ ὕδατος ἀναχθέντος τίκτονται ἀστραπαὶ καὶ ὄμβροι, ὅ ἐστι Χρυσάωρ καὶ Πήγασος. Χρυσάωρ ὁ λαμπρὸς ἀήρ. [Πήγασος διὰ τὰς πηγὰς λέγει τὰς γινο‐
5μένας λυομένης τῆς χιόνος.] Περσεὺς δὲ ἡ διαπεραίωσις τοῦ χρόνου τῶν ἀρχομένων πλεῖν. R2WLZ

284

χὠ μὲν ἀποπτάμενος: ὁ Πήγασος οὐχ ἅμα τῷ γεννηθῆναι ἀνέβη εἰς τὸν οὐρανόν, ἀλλὰ μετὰ χρόνον. ἡ γὰρ ἀνάδοσις τῶν ὑδάτων καὶ νέφη συγκροτεῖ. R2WLZTX

286

βροντήν τε: 〈διὰ〉 τὸ ὑψωθῆναι τὸ ὕδωρ. Εὐ‐ ριπίδης (frg. 312N2
ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ. Βελλεροφόντης. X λέγουσι δὲ αὐτὸν βαστάζειν τὰς βροντὰς
5καὶ τὰς ἀστραπάς. ἐκ γὰρ τῶν ὑδάτων εἰσὶ ταῦτα. R2WLZTX56

287

Γηρυονῆα: οἱ μὲν Γηρυόνην τὸν χειμερινὸν ὠνόμασαν καιρόν, οἱ δὲ τὸν χρόνον. θέλουσι γὰρ τὰς τρεῖς κεφαλὰς εἶναι διὰ τὰ ἐσόμενα, τὰ ἐνεστῶτα καὶ τὰ παρεληλυθότα. ἢ τὴν σελή‐ νην· ἡ αὐτὴ δέ ἐστι καὶ Ἑκάτη· τρίμορφος δέ ἐστιν ἡ θεός. ἔστι
5δὲ ὁ Γηρυονεὺς ἐκ Καλλιρρόης τῆς Ὠκεανοῦ. Στησίχορος (frg. 186 Page; 6 Bergk4) δὲ καὶ ἓξ χεῖρας ἔκειν φησὶ καὶ ἓξ πόδας καὶ ὑπόπτερον αὐτὸν εἶναι. R2WLZT

289

τὸν μὲν ἄρ’ ἐξενάριξε: τὸ θερμὸν τοῦ ἀέρος, ἐπειδὴ τότε τὰ ζῷα ταῦτα προέρχονται. R2WLZ

290

Ἐρυθεί: Ἐρύθεια ὄνομα νήσου περὶ τὸν Ὠκεανόν, ἔνθα ᾤκει ὁ Γηρυονεὺς καὶ οἱ τούτου βόες. R2WLZX

292

Τίρυνθ’ εἰς ἱερήν: Τίρυνς ἐστὶ πόλις Ἄργους. ἱερὴ δέ, διότι Κύκλωπες αὐτὴν ἐτείχισαν. ἦν δὲ ὁ Γηρυονεὺς Τι‐ ρύνθιος. R2WLZX Τίρυνθ’ εἰς ἱερήν: πόλιν Ἄργους. Κύκλωπες δὲ αὐτὴν
5ἐτείχισαν· διὰ τοῦτο ἱερήν λέγει. ὁ δὲ Γηρυόνης ἐκ Τίρυνθος. T

293a1

Ὄρθον τε: ὁ δὲ Ὄρθος ἐκλήθη ἐκ τοῦ ὁρμᾶν, ὥς φησι Ὅμηρος (Θ 474)·
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα. ἄλλως. Ὄρθον τὴν ὁρμὴν καὶ ἀνάδοσιν τῶν ὑδάτων· 〈Εὐρυ‐
57
5τίωνα〉 δὲ τὴν εὐμαρῆ ῥύσιν τῶν ὑδάτων. ἄλλως. παρὰ τὸ ἀνορ‐ μᾶν ἀπὸ τῶν ἐκεῖ τὸν ἥλιον Ὄρθον αὐτὸν ὠνόμασεν· ἤτοι τὸν ὀρθὴν ποιούμενον τὴν ἀνάδοσιν τῶν ὑδάτων. Εὐρυτίωνα δὲ λέγει τὴν εὐρεῖαν νομὴν καὶ κίνησιν. R2WLZ

293a2

Ὄρθον: 〈Εὐρυτίωνα〉 τὴν εὐμαρῆ ῥύσιν τῶν ὑδάτων. Ὄρθος δ’ ἐκλήθη ἀπὸ τοῦ ὁρμᾶν· καὶ Ὅμηρος (Θ 474)·
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα. T

293b

καὶ βουκόλον Εὐρυτίωνα: τὸν Εὐρυτίωνά φησιν Ἑλλάνικος (FHG I 50, 41; FGrHist I 4F 110) γεγενῆ‐ σθαι ἀπὸ Ἄρεως καὶ Ἐρυθείας. [λέγει δὲ τὴν ῥίζαν καὶ τὴν ἀνά‐ δοσιν τῶν φυτῶν. καὶ γὰρ ἐξ ὑγρᾶς δυνάμεως φύει, καὶ ὅτι κάτω
5μὲν ἔχει τὴν ῥίζαν, ἄνω δὲ τοῦ ἄνθους τὸ κάλλος]. [ἢ] τὴν κατὰ τῆς γῆς τῶν ὑδάτων κυκλοτερῆ ῥεῦσιν. T

295

[ἡ δ’ ἔτεκ’ ἄλλο πέλωρον] ἀμήχανον: ὑπεράγαν κα‐ κόν, ἀπροσμάχητον. X

297

Ἔχιδναν: λέγει [δὲ] τὴν ῥίζαν καὶ τὴν ἀνά‐ δοσιν τῶν φυτῶν. καὶ γὰρ ἐξ ὑγρᾶς δυνάμεως φύει, καὶ ὅτι κάτω μὲν ἔχει τὴν ῥίζαν, ἄνω δὲ τοῦ ἄνθους τὸ κάλλος. T

298

ἥμισυ μὲν νύμφην: τὴν φύσιν τὴν ἀνθρωπίνην λέγει, τὴν μήπω μήτε πρὸς τὸν θεὸν ἔχουσαν γνῶσιν, μήτε πρὸς τοὺς λόγους. ἢ τὴν ἄμικτον γνώμην, καθάπερ οὐ μίγνυται ὄφις ἀνθρώπῳ.
R2WLZNTX58

304

δ’ ἔρυτ’ εἰν Ἀρίμοισιν: ἀντὶ τοῦ ἐφυλάσσετο ἢ ᾤκει ἐν Ἀρίμοις. Ἄριμα δὲ ὄρη Κιλικίας ἢ Λυδίας, ὅπου ἡ τοῦ Τυφῶνος κοίτη· καὶ Ὅμηρος (Β 783)·
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
5R2WLZT Τυφῶν ταραχῶδες πνεῦμα, ὃ λυμαίνεται ἀεὶ τὰ φυτά. R2WLZ

305

ἀθάνατος: τῇ διαδοχῇ γὰρ ἀθάνατα πάντα τὰ φυ‐ τά. X

306

τῇ δὲ Τυφάονα: Τυφῶν σφοδρότατος ἄνεμος καὶ βλαβερώτατος, ἐκνεφίας οὕτω καλούμενος. R2WLZ

307

ἄνεμον: ἐὰν μετὰ τοῦ ο γράφηται, ἄνομον ἀκουσόμεθα, ἐπεὶ τῇ τοῦ Διὸς ἀρχῇ ἐπέθετο· ἐὰν δὲ διὰ τοῦ ε, ἄνεμον, ἐπεὶ αἱ πνοαὶ τυφῶνες λέγονται, ὡς καὶ αὐτὸς λέγει (v. 869)·
ἐκ δὲ Τυφωέος ἔστ’ ἀνέμων μένος ὑγρὸν ἀέντων.
5R2WLZX ἀραιωθείσης τῆς ῥιζοφυΐας τῶν δένδρων, ἀναθορεῖν καὶ ἀναπέμπεσθαι ἤρξαντο πνεύματα καὶ γίνεσθαι πάντα τὰ κάρ‐ πιμα καὶ ὅσα λυσιτελοῦσι τοῖς ἀνθρώποις. R2WLZ

309

Ὄρθον μὲν πρῶτον: ὃν ἀνωτέρω (v. 293) εἶπεν ἀναιρεθῆναι ὑπὸ Ἡρακλέους. R2WLZTX59

310

οὔ τι φατειόν: οἷον οὐ ῥητὸν κατὰ ἀξίαν, ἢ οὐ φονεύσιμον· φάσαι γὰρ τὸ φονεῦσαι. R2WLZX

311

Κέρβερον ὠμηστήν: ὁ μὲν Πίνδαρος (erg. 249b Snell) ἑκατοντακέφαλόν φησι εἶναι τὸν Κέρβερον, οὗτος δὲ πεν‐ τηκοντακέφαλον. τὸν δὲ Κέρβερον οἱ μὲν δράκοντα εἶπον, οἱ δὲ κύνα· κύνα δὲ καλεῖ τὸν φυλακτικὸν τῶν καταχθονίων. R2WLZX

313

τὸ τρίτον Ὕδρην αὖτις: Ὕδραν τὴν κακίαν λέγει καὶ ὅτι ὁ Ἡρακλῆς αὐτὴν ἀνεῖλεν, ἤγουν ἡ ἀρετὴ ἡ δυ‐ ναμένη πᾶσαν κακίαν ἀφανίσαι· καὶ πολυμήχανός ἐστιν ὥσπερ ἡ πολυκέφαλος Ὕδρα. ἢ τὴν καταφορὰν τῶν τοῦ ἀέρος ὑδάτων
5λέγει. [Λέρνη δὲ λίμνη ἐν Ἄργει.] Λερναίην δὲ τὴν Ὕδραν ἀκούσο‐
μεν, ἣν Ἀλκαῖος (frg. 443 Lob.—P.; inc. lib. 133 Gall.) μὲν ἐν‐ νεακέφαλόν φησι, Σιμωνίδης (frg. 569 Page; 203 Bergk4) δὲ πεν‐ τηκοντακέφαλον. R2WLZT σὺν δὲ Ἰολά, ἐπεὶ καὶ ὁ καρκίνος τῇ Λερναίᾳ 〈Ὕδρᾳ ἐπεβοήθει〉, ὃς καὶ κατηστερίσθαι60
10σὺν τῇ Ὕδρῃ λέγεται. Ὕδρην δὲ λέγει ἐπεὶ ἐν τοῖς ὕδασι διέτρι‐ βε. Λέρνη δὲ λίμνη τοῦ Ἄργους. 〈ἄλλως.〉 Ὕδρην τὴν κακίαν φησὶ διὰ τὸ ὑδαλέην καὶ διακεχυμένην εἶναι πανταχοῦ. Λερναίαν δὲ ταύτην καλεῖ διὰ τὸ λίαν ἐρνοῦσθαι καὶ αὔξεσθαι τὴν φανερὰν κακίαν. R2WLZ

315a

ἄπλητον: ἀπλήρωτον, ἀμέτρητον. R2WLZ

315b

κοτέουσα: ἤτοι τῇ θερμότητι ὁ ἀὴρ ὀργιζόμενος. R2WLZ

316a

Διὸς υἱός: ὁ φρόνιμος καὶ ὁ στερρὸς νοῦς καταβάλ‐ λει τὴν κακίαν ἐν τῷ ἑαυτοῦ τμητικῷ ξίφει, ἤγουν τῇ φρονήσει. σὺν τῷ Ἰολάῳ δέ, τῷ φρονίμῳ λόγῳ τῷ εὐφραίνοντι τοὺς λαούς. R2 WLZ

316b

ἐνήρατο: ἀντὶ τοῦ ἀνεῖλε καταχρηστικῶς. ἔναρα γὰρ τὰ ὅπλα ἢ τὰ σκῦλα. R2WLZX

317

Ἰολά: ὁ δὲ Ἰόλαος υἱὸς ἦν ἀδελφοῦ τοῦ Ἡρακλέους. οὗτος κατὰ μέρος ἔκαιε τὰς κεφαλὰς τῆς Ὕδρας· ἦσαν γὰρ ἀθά‐
νατοι. R2WLZX61

319a

ἡ δὲ Χίμαιραν ἔτικτε: ἡ καθόλου, φησί, κακία ἐγέννησε τὴν μερικήν· καὶ ὁ μὲν λέων ἔχει φανερὸν καὶ ὀξὺν τὸν θυμόν, ὁ δράκων δὲ ποικιλώτερον, ἡ χίμαιρα δὲ τὸν μερικὸν θυμὸν καὶ μέσον καὶ κεκραμένον. R2WLZ

319b

ἀμαιμάκετον πῦρ: ἀπροσπέλαστον, ἀπροσμάχη‐ τον. ἢ τὴν ἄγαν μαιμῶσαν κατὰ ἐπέκτασιν, τουτέστιν ἀπόλλουσαν. R2WLZX

323

πρόσθε λέων: ὅτι οἱ μεταβάλλοντες τὴν φράσιν ὀφείλουσι βέλτιον ἐπεξεργάζεσθαι, εἰ δὲ μή, τῇ παραδοθείσῃ χρήσασθαι. R2WLZ

325

Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης: Πήγασον καλεῖ τὸν συγκεκραμένον θυμόν, ὃς ἔχει συγκεκραμένον τὸ ἄλογον μέρος τῷ λογικῷ. Βελλεροφόντην δὲ τὸν ἀναιροῦντα τὰ θανάσιμα παρὰ τὸ ἐν τῇ ἔρᾳ βάλλειν· τὸν βάλλοντα εἰς τὴν γῆν.
5R2WLZ ἄλλως. βέλλερα τὰ κακὰ λέγει· Βελλεροφόντης οὖν ὁ προνοούμενος παύειν τὰ κακά. R2WLZT

326

Φῖκ’ ὀλοήν: τὴν Σφίγγα λέγει. αὕτη δέ ἐστι θυ‐
γάτηρ Χιμαίρας καὶ Τυφῶνος. ἀπ’ αὐτῆς ἐκλήθη καὶ τὸ Φίκιον, ἔνθα διέτριβε. Φῖκα δὲ αὐτὴν οἱ Βοιωτοὶ ἔλεγον. Λύκος (FHG IV 657 frg. 14 c; FGrHist III B 380 F 1) δὲ αὐτὴν ἐν τῷ περὶ62
5Θηβ[αι]ῶν ὑπὸ Διονύσου φησὶ πεμφθῆναι. R2WLZTX [τὸ δὲ Νεμειαῖον ἔργον Πελοποννήσου ἢ Ἄργους, ἔνθα ἦν ὁ λέων. πρῶτον δὲ ἆθλον Ἡρακλέους ἐκλήθη τοῦτο, ἀπὸ τοῦ νεμηθῆναι περὶ τοὺς τόπους τοῦ Ἄργους.] ἄλλως. ἡ δὲ Σφὶγξ πραγματικῶς μὲν γυνὴ ἦν λῃστρὶς καὶ εἶχε πολλοὺς τοὺς συναρπάζοντας σὺν αὐτῇ· ἐν‐
10ταῦθα δὲ τὴν κρυψίνουν καὶ μερικὴν καὶ κεκρυμμένην κακίαν λέ‐ γει. R2WLZ

327

Νεμειαῖον: ἔργον Πελοποννήσου ἢ Ἄργους, ἔνθα ἦν ὁ λέων. πρῶτον δὲ ἆθλον Ἡρακλέους ἐκλήθη τοῦτο, ἀπὸ τοῦ νεμηθῆναι περὶ τοὺς τόπους τοῦ Ἄργους. R2WLZ〉 Νεμειαῖόν τε λέοντα: [τὴν ψῦξιν τὴν νεμομένην τὰ
5φυτὰ καὶ τὰ σώματα.] ἐν Ἄργει δὲ ἐστὶν ὄρος ἡ Νεμέα, ἔνθα ἦν ὁ λέων, εἰς ὃν πρῶτον ἆθλον Ἡρακλῆς ἐποιήσατο φονεύσας αὐτὸν ὡς νεμόμενον καὶ ἀφανίζοντα τοὺς ἐν Ἄργει τόπους. T

329

γουνοῖσι κατένασσεν: ἐν τοῖς γονιμωτάτοις τό‐ ποις κατῴκησε τῆς Νεμέας, ὅ ἐστιν ὄνομα σπηλαίου ἢ μᾶλλον τοῦ ὄρους. R2WLZX63

330

ἐλεφαίρετο: ἀντὶ τοῦ ἔβλαπτεν. Ὅμηρος δέ ποτε καὶ 〈ἀντὶ τοῦ〉 παρελογίζετο (τ 565). R2WLZ

338

Νεῖλόν τ’: ἐκ τούτου φαίνεται Ἡσίοδος Ὁμήρου νεώ‐ τερος· καὶ γὰρ Ὅμηρος (δ 477, 581; ξ 258; ρ 427) Αἴγυπτον καλεῖ τὸν Νεῖλον. Ἀλφειὸς δὲ ποταμὸς Πελοποννήσου ἐν Ἤλιδι· κατέρχε‐ ται δὲ ἀπὸ Ἀσίας, κώμης Ἀρκαδικῆς. Ἠριδανὸς δὲ ποταμὸς Κελ‐
5τῶν· Στρυμὼν ποταμὸς Θρᾴκης· Μαίανδρος ποταμὸς Λυδίας ἢ Κα‐ ρίας· Ἴστρος ποταμὸς Σκυθίας· Φᾶσις ποταμὸς Κόλχων· Ῥῆσος ποταμὸς Τροίας· Ἀχελῷος Ἀκαρνανίας ἢ Αἰτωλίας· Νέσσος Θρᾴ‐ κης· Ῥόδιος Τροίας· Ἁλιάκμων Μακεδονίας· Ἑπτάπορος καὶ Γρή‐ νικος καὶ Αἴσηπος καὶ Σιμοῦς Τροίας· Πηνειὸς Θετταλίας· Ἕρμος
10Λυδίας· Κάϊκος Μυσίας· Σαγγάριος Φρυγίας τῆς ἄνω· Λάδων Ἀρκαδίας· Παρθένιος Παφλαγονίας· Εὔηνος Αἰτωλίας· Ἄρδησκος Σκυθίας· Σκάμανδρος Τροίας. ὁμοῦ ποταμοὶ εἴκοσι πέντε. ὁ δὲ ἐν Σάμῳ Παρθένιος καὶ Ἴμβρασος καλεῖται. Ἴμβρασος δὲ ὑπὸ Καρῶν
Ἑρμῆς λέγεται. R2WLZT64

346

τίκτε δὲ θυγατέρων: ἔτεκε δὲ τὰς λίμνας, αἵτινες σὺν τῷ ἡλίῳ τρέφουσιν ἡμᾶς. ταῦτα δέ εἰσιν ὀνόματα ποταμῶν καὶ λιμνῶν. R2WLZ

347a

ἄνδρας κουρίζουσιν: ἀνατρέφουσιν. ἐκ γὰρ τῆς ποιότητος τοῦ ὑγροῦ ἐστὶν ἡ τροφὴ τοῦ ἡλίου. R2WLZT

347b

σὺν Ἀπόλλωνι ἄνακτι: καὶ γὰρ Ἀπόλλωνι καὶ ποταμοῖς οἱ νέοι ἀπέκειρον τὰς κόμας διὰ τὸ αὐξήσεως καὶ ἀνατροφῆς αἰτίους εἶναι, R2WLZT ὡς Ὅμηρος (Ψ 144)·
Σπερχεί’ ἄλλως σοί γε πατὴρ ἠρήσατο [πῆμα] Πηλεύς.
5τὰ γὰρ ὕδατα αὐξητικὰ καὶ ὁ ἥλιος. R2WLZ

350-361

Δωρὶς Νηρέως γυνή· Πρυμνὼ [δὲ] ὁ πλοῦς· Οὐρανίη ἡ αἴσθησις τῶν οὐρανίων· Ἱππὼ ἡ ὀξύτης· Κλυμένη ἡ αἴσθησις· Ῥοδία ἡ ἀνθηρότης· Ζευξὼ ἡ ζεῦξις τῶν ὑποζυγίων· Ἰδυῖα ἡ τέχνη· Πασιθόη, ἐν ἄλλῳ Πεισιθόη· Πληξαύρη ἡ πλησμονή· Γα‐
5λαξαύρη τὰ ἀνθηρὰ πνεύματα· Κερκηὶς ἡ σοφία· βοῶπις Πλουτὼ ἡ Ταντάλου μήτηρ· Περσηὶς μήτηρ Αἰήτου· Ἀκάστη ἡ θεραπεία· Ξάνθη ἡ ξανθηρότης· Πετραίη τὸ ὑπὸ πέτρας διαιτᾶσθαι· Μενε‐
σθὼ ἡ παραμονή· Εὐρώπη τὸ πλατὺ τοῦ ἀέρος· Εὐρυνόμη ἡ εὐνο‐ μία· Ἀσίη ὁ κόρος· Καλυψὼ ἡ περιβολή. Εὐδώρη· ταύτην Ὅμηρος65
10(?) Εὐρυνόμην εἶπε. Στὺξ ὁ φόβος. R2WLZT

364

τανύσφυροι: ἀντὶ τοῦ μακρόσφυροι· ἐκ δὲ τούτου εὐμήκεις ἀπὸ μέρους. R2WLZX

365

πολυσπερέες: αἵτινές εἰσι πανταχοῦ ἐσπαρμέναι. R2WLZNsvX

366

θεάων: ἀντὶ τοῦ θεᾶς κεῖται, πληθυντικῶς ἀντὶ ἑνικοῦ. ἐκ μιᾶς γὰρ μητρὸς ἡ τούτων γένεσις. R2WLZTX

370

οἱ δὲ ἕκαστοι: οὗτοι δὲ ἴσασιν, οἱ ἑκάστῳ πλησίον οἰκοῦντες. R2WLZX

366bis

[θεάων ἀγλαὰ τέκνα: ἀντὶ τοῦ θεᾶς· κεῖται δὲ πληθυντικὸν ἀντὶ ἑνικοῦ. ἐκ γὰρ μιᾶς μητρὸς ἡ τούτων γέννησις. R2W]

371

Θεία δ’ Ἠέλιόν τε: ἡ κίνησις τῆς σφαίρας παρὰ τὸ θέειν 〈ἢ〉 ὁ θαυμασμός. R2WLZNsv

374

Ὑπερίονος: τῆς κινήσεως, παρὰ τὸ ἴεσθαι τὸ πορεύε‐
σθαι. R2WLZNsv66

375

Κρί: Κρῖος Γῆς καὶ Οὐρανοῦ παῖς. θέλουσι δὲ αὐτὸν τὴν διάκρισιν τῶν ὄντων καλεῖν [ἢ τὴν τῶν πραγμάτων περαίωσιν ἢ τὴν τῶν ἄστρων ἐξ ἀνατολῆς εἰς δύσιν]. Εὐρυβίη δὲ Πόντου θυγάτηρ. λέγουσι δὲ αὐτὴν μεγάλην τινὰ δύναμιν εἶναι. R2WLZ
5Κρείῳ δ’ Εὐρυβίη: Κρεῖος Γῆς καὶ Οὐρανοῦ ἦν παῖς. ἔστι δὲ ἡ διάκρισις τῶν ὄντων [ἢ ἡ τῶν πραγμάτων περαίωσις ἢ τῶν ἄστρων ἀπ’ ἀνατολῆς εἰς δύσιν δίοδος]. Εὐρυβίη δὲ Πόντου θυγάτηρ. θέλουσι δὲ αὐτὴν δύναμίν τινα μεγάλην εἶναι. T

376

Ἀστραῖον: τὴν γένεσιν τῶν ἄστρων. Πάλλαντα τὴν κίνησιν αὐτῶν. R2WLZT

377a

Πέρσην: τὴν τῶν ἄστρων περαίωσιν ἢ κίνησιν ἀπὸ ἀνατολῆς εἰς δύσιν. R2WLZT

377b

ἰδμοσύνῃσιν: ἐμπειρίαις· ἀπὸ τοῦ ἴδμεναι, ἤγουν ἐπίστασθαι. πολλῆς γάρ ἐστιν ἐμπειρίας τὸ γνῶναι τὴν διαπεραίω‐ σιν τῶν ἄστρων. R2WLZT [ἴδμεν ἀντὶ τοῦ ἐπιστάμεθα. ἐξ αὐτοῦ καὶ ἰδμοσύνη· «ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν» R2W]

378

Ἀστραίῳ δ’ Ἠὼς ἀνέμους τέκεν: ἔτι γὰρ ὄντων τῶν ἀστέρων ὑπὸ τὴν ἕω, τότε τίκτονται ἐξ ἀνατολῆς οἱ ἄνεμοι. τέσσαρες ἄνεμοι, ἐπεὶ καὶ τέσσαρα κλίματα τοῦ κόσμου·
Εὐρώπη, Ἀσία, Λιβύη, Μέση. R2WLZ67

379

Ἀργέστην: τὸν ὀξὺν καὶ ταχὺν καὶ καθαρὸν Ἀργέ‐ στην Ζέφυρον εἶπε· Ζέφυρον δὲ λέγει τὸν Εὖρον. πνεῖ δὲ Ἀργέστης, ὁ καὶ Εὖρος καλούμενος, ἀπὸ ἀνατολῆς, ὁ δὲ Ζέφυρος ἀπὸ δύσεως, ὁ δὲ Βορρᾶς ἀπὸ τῆς ἄρκτου, καὶ ὁ Νότος ἀπὸ μεσημβρίας. Ἀκου‐
5σίλαος (FHG I 100, 3; FGrHist I 2 F 15; Vorsokr. 9 B 30 Diels‐ Kranz6) δὲ τρεῖς ἀνέμους εἶναί φησι κατὰ Ἡσίοδον· Βορρᾶν, Ζέφυρον καὶ Νότον. τοῦ γὰρ Ζεφύρου ἐπίθετον τὸ ἀργέστην φησί. Ὅμη‐ ρος (Λ 306; Φ 334) δὲ εἶπεν Ἀργέστην τὸν λευκὸν Νότον. † τοῦτο ἀρχὴν † ἀπηλιώτην φησί. ζητητέον δὲ ὅ τι χωρὶς συνδέσμου
10Ἀργέστην Ζέφυρον εἶπεν. R2WLZ

381

τοὺς δὲ μέτ’ ἀστέρα τίκτεν: εἶπε γὰρ ἐν ἀρχῇ (v. 110)·
ἄστρα τε λαμπετόωντα. Ἑωσφόρος δὲ εἴρηται ἐπεὶ περὶ τὴν ἕω ἀνατέλλει. R2WLZT

383

Στὺξ δ’ ἔτεκεν: Στὺξ λέγεται καὶ τὸ στυγεῖν καὶ τὸ τιμᾶν καὶ τὸ φοβεῖσθαι. Πάλλαντι δὲ τῇ ἀνωτέρᾳ κινήσει λέγει, ᾗ συμμισγόμενον τὸ ὕδωρ δυνάμεις τινὰς ἐκτελεῖ. R2WLZT Ζῆλον δὲ τὸν περὶ τὸ ἀγαθὸν λέγει. R2WLZ

389

Ὠκεανίνη: τὰ τοιαῦτα ὀνόματα ὁ μὲν Ἅβρων (frg. 18 Berndt) φησὶ πατρωνυμικά· Ὠκεανίνη, Ἀλκμαιωνίνη, Ἀδρη‐ στίνη, Αἰητίνη, Φαυστίνη. Τρύφων (frg. 92 De Vels.) δὲ παρώ‐ νυμα, ἐπεὶ οὐκ ἔχει ἄρρενα παρακείμενα πατρωνυμικῶς τοῦ αὐτοῦ68
5τύπου. R2WLZTX

392

εἶπε δ’, ὃς ἄν: ὅτι τὸν μαχόμενον μετ’ ἐμοῦ τοῖς Τιτᾶσι τὴν ἑαυτοῦ τιμὴν ἔχειν ἐάσω. εἶπε δὲ καί· τῷ μὴ ἔχοντι ἐξ ἀρχῆς τιμὴν παρέξω. R2WLZTX Τιτᾶνας δὲ τὰς δυσφημίας τὰς ἐν τῷ βίῳ φησί. R2WLZX

396

ἐπιβησέμεν: ἀντὶ τοῦ ἐπιβῆναι αὐτὸν τῆς τιμῆς ποιήσει. X

398a

οἷσι σὺν παίδεσσιν: ἢ τοῖς οἰκείοις ἢ τοῖς μόνοις. X

398b

διὰ μήδεα πατρός: τοῦ πατρὸς συμβουλεύσαντος αὐτῇ δηλονότι, ἢ τοῦ Διὸς ἢ τοῦ Ὠκεανοῦ. R2WLZNsvXB

400

θεῶν μέγαν ἔμμεναι ὅρκον: ἐπειδὴ καὶ ὁ ὅρκος φοβερὸς R2WLZNsvX καὶ δυσμενῶς ἔχει πρὸς τοὺς παραβαί‐ νοντας. X

404

Φοίβη δ’ αὖ Κοίου: Φοίβη τὸ καθαρὸν καὶ ἡ λαμ‐
πηδὼν τοῦ ὁρωμένου, Κοῖος δὲ τὸ ἀρκτικόν. ἔτεκε δὲ νύκτα ὅτι ἐκ τοῦ ὁρωμένου ἀέρος καὶ ἡ νὺξ τίκτεται καὶ τὰ ἄστρα. R2WLZTX ἢ Κοῖος ἡ ποιότης, Φοίβη δὲ ἡ καθαρότης τῆς ποιότητος. R2WLZX69

406

Λητὼ κυανόπεπλον: Λητὼ λέγεται ἡ λήθη καὶ ἡ νύξ· τερπόμενοι γὰρ οὐκ ἐννοοῦμεν τὴν τοῦ βίου πάροδον. καλῶς δὲ τίθεται τὸ ἐπίθετον· ἡ αὐτὴ γὰρ λέγεται τῇ νυκτί, ἢ κατ’ εὐφημισμὸν ἢ ὅτι οἱ αὐτῆς παῖδες ἀναιρετικοί εἰσι τῶν ἐναντιου‐
5μένων αὐτοῖς. R2WLZT

407

ἤπιον [δὲ] ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν: ἐπειδὴ οἱονεὶ τέρπονται οἱ θεοὶ μὴ ἐννοούντων ἡμῶν τὴν τοῦ βίου πάροδον † ἢ τὴν τούτων πάροδον. † R2WLZNsv

409a

Ἀστερίην εὐώνυμον: Ἀστερίη ἡ τῶν ἀστέρων κίνησις· διὰ γὰρ τῆς κινήσεως αὐτῶν τὰ πράγματα περαιοῦνται. R2WLZNTX

409b1

Πέρσης:〉 Πέρσην τὸν ἥλιον λέγει. ἀνατέλλει γὰρ καὶ πάλιν ὡς εἰς αὐτὸν δύνουσιν οἱ ἀστέρες. R2WLZNX

409b2

ἥν ποτε Πέρσης: Πέρσην τὸν ἥλιον λέγει. ἀνατέλλει γὰρ καὶ περαιώσας τὸν δρόμον τοὺς ἀστέρας ἀφῆκε λάμπειν. T

411

Ἑκάτην τέκε: ἐπαινεῖ τὴν Ἑκάτην Ἡσίοδος ὡς
Βοιωτός· τιμᾶται γὰρ ἐκεῖσε ἡ Ἑκάτη. R2WLZT70

413

μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσησ: διὰ τὸ ἑκάστου προνοεῖσθαι. τῶν γὰρ ἐν γῇ καὶ ἐν θαλάσσῃ πάντων ἄρχει ἡ εἱμαρμένη· ὡς γὰρ θεῷ εὐχόμεθα τῇ μοίρᾳ. R2WLZT

417

κατὰ νόμον ἱλάσκηται: καὶ γὰρ ἐάν τις κατὰ νόμον ποιῆται τὰς θυσίας καὶ βούληται ἐξευμενίσαι ἑαυτῷ τοὺς θεούς, θύει καὶ τῇ Ἑκάτῃ· καὶ τιμὴ λοιπὸν αὐτῷ μεγάλη γίνεται. R2WLZT

419

ᾧ πρόφρων: ᾧτινι. πτῶσιν ἀντὶ πτώσεως, οὗτινος. οἱ γὰρ ῥήτορες τῇ δοτικῇ ἀντὶ γενικῆς χρῶνται. R2WLZ

422

ἔχει αἶσαν ἁπάντων: ἐπειδὴ πάντες τὴν Τύχην καλοῦσι καὶ Ποσειδῶνι καὶ ἄλλοις θεοῖς θύοντες· ἢ ὅτι ἐκ τούτων ἁπάντων μέρος ἔχει τῆς τιμῆς. R2WLZT

426

οὐδ’, ὅτι μουνογενής: οἱ γὰρ μονογενεῖς πλεο‐ νεκτοῦνται ὡς συμμάχους μὴ ἔχοντες. ἢ ὅτι ἀδελφοὺς οὐκ ἔχει καὶ πλείονος τετύχηκε τιμῆς· R2WLZX καὶ γὰρ οὐκ ἠθετήθη ὡς μονογενής. R2WLZ
5οὐδ’, ὅτι μουνογενής: οἱ γὰρ μονογενεῖς πλεονεκτοῦσι πάντοτε. διὰ γὰρ τὸ μὴ ἔχειν ἀδελφοὺς ὁ μονογενὴς πλείονος τετύχηκε τιμῆς. T

429

δ’ ἐθέλει: πρὸς ὃν ἂν βούληται λιπαρῶς παραγί‐ νεται καὶ ὠφελεῖ αὐτόν. R2WLZNsvX71

435

ὁπότ’ ἄνδρες ἀγῶνι ἀεθλεύωσι: καὶ πρὸς ἀγωνιστάς, ἐν οἷς ἐθέλει, ἀγαθή ἐστι, καὶ ὁ νικήσας δι’ αὐτῆς μάλα χαίρων παραγίνεται εἰς τὸν ἑαυτοῦ οἶκον. R2WLZNsvTX

440

καὶ τοῖς οἳ γλαυκήν: καὶ τοῖς πλέουσι τὴν θάλασσαν εὐχομένοις αὐτῇ καὶ τῷ Ποσειδῶνι ἄγραν πολλὴν πα‐ ρέχει. ἀρκεσθεὶς δὲ τοῖς δύο ἐπιθέτοις, ἤτοι τῷ γλαυκὴν καὶ δυσπέμφελον, οὐκ εἶπε τὸ κύριον. R2WLZT

442

ῥηιδίως δ’ ἄγρην: καὶ τοῖς κυνηγετοῦσι συνέρχεται. οὓς δὲ θέλει καὶ βλάπτει κυνηγέτας. R2WLZNsvT

444

ἐσθλὴ δ’ ἐν σταθμοῖσι: συνέρχεται δὲ ἐν ταῖς ἐπαύλεσι τὰ ποίμνια αὐξῆσαι· σὺν τῷ Ἑρμῇ ἅμα, φησί· μέλει γὰρ καὶ τῷ Ἑρμῇ τῶν ποιμνίων. ληΐδα δὲ τὴν τῶν τετραπόδων κτῆσίν φησι· λήϊα γὰρ τὰ τετράποδα λέγονται ἀπὸ τοῦ τὰ λήϊα
5κατανέμεσθαι. R2WLZT

450

οἳ μετ’ ἐκείνην: τοῖς μετ’ αὐτὴν δηλονότι· ἐξ οὗ
γὰρ ἐγεννήθη κουροτρόφος. ἢ τοῖς γεννωμένοις μετ’ αὐτήν, ὅσοι εἶδον τὸ φῶς τοῦ ἡλίου. ἄλλως. οἵτινες, φησί, γεννῶνται μετὰ τὸ γεννηθῆναι τὴν σελήνην, οὗτοι εὐτυχεῖς. αὔξει γὰρ ἡ σελήνη72
5ἐπὶ τῇ γεννήσει αὐτῶν. R2WLZT

451

πολυδέρκεον: τὸ φῶς τῆς Ἠοῦς λέγει, τουτέστι τῆς ἡμέρας. οὐχὶ τὸ πολλὰ ὁρῶν ἀλλὰ τὸ ὑπὸ πολλῶν ὁρώμενον. X

452

αἳ δέ τε τιμα: αὗται δέ εἰσιν αἱ τιμαὶ αὐτῆς, ἃς ἀνωτέρω εἶπεν. R2WNsv αἳ δέ τε τιμα: ἀπόθεσιν ποιεῖται τῶν περὶ τῆς Ἑκάτης καί φησιν· αὗταί εἰσιν αἱ τιμαὶ αὐτῆς, ἃς ἀνωτέρω δηλαδὴ εἶπεν. T

453

Ῥείη δ’ ὑποδμηθεῖσα: ἡ εὐμάρεια, τὸ εὐχερὲς τῶν θεῶν. R2WLZTB

455-456

ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων:ὑπὸ χθόνα [δὲ] ναίειν φησὶ τὸν Ἅιδην Tδιὰ τὸ δέχεσθαι τοὺς θανόντας καὶ μὴ ὑποστρέφειν. NsvsvBsv διὸ καὶ νηλεῆ αὐτὸν εἴρηκεν. T

457

Ζῆνά τε: ἐν τούτῳ ἡ ζωή· καὶ διὰ τοῦτο τελευταῖος. πάντα γάρ, φησί, ἦν ἀφανῆ ἄνευ ζωῆς. R2WLZX

459

καὶ τοὺς μὲν κατέπινε Κρόνος μέγας: Κρόνος εἴρηται ἀπὸ τοῦ κερᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιω‐ μάτων καὶ μῖξαι τὸ θῆλυ τῷ ἄρρενι. Χρύσιππος (Stoic. vet. II frg. 1090 v. Arnim) δέ φησιν [ὅτι], καθύγρων ὄντων τῶν ὅλων73
5καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν τούτων ἔκκρισιν Κρόνον ὠνομάσθαι. ἡ δὲ ἐκτομὴ αὐτοῦ οὕτως ἀναλύεται· ὅτι τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς μίξεως γενομένης ἐζωογονεῖτο πολλά· εἶτα τοῦ χρόνου ἕκαστα διακρίναντος καὶ τὰ γεννηθέντα ἐκ τῆς πρὸς ἄλληλα μίξεως ζωογονοῦντος, ἐκτετμῆσθαι τὸν Οὐρανὸν εἴρηται. ἄλλοι δέ
10φασι Κρόνον εἰρῆσθαι, ὅτι πρῶτος θεῶν εἰς κρίσιν ἐπέβαλε. νομίζε‐ ται δὲ παῖς Οὐρανοῦ καὶ Τῆς, ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἄστρων ὁ χρόνος γίνεται. διὰ γὰρ τούτου καὶ ἡμερονύ‐ κτιον καὶ μῆνα καὶ καιρὸν διορίζομεν. καταπίνειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται τῷ χρόνῳ πάλιν συνδιαφθείρε‐
15ται. T

461

τὰ φρονέων: ἵνα μή τις αὐτῶν ἀφέληται τὴν τιμὴν τῆς βασιλείας αὐτοῦ. R2WLZX

463

πεύθετο γὰρ Γαίης τε: τῷ ἐρωτήματι συμβο‐ λικῶς ἕπεται ἡ ἀπόκρισις, τῷ πύσματι δὲ διεξοδικῶς. R2WLZX

593*

ἀλλὰ κόροιο: τὰς εἰς ου ληγούσας γενικάς, ὧν αἱ ὀρθαὶ εἰς ος λήγουσιν, οἱ Θεσσαλοὶ καὶ Βοιωτοὶ διὰ τοῦ οιο ἐκφέ‐ ρουσιν ἐπὶ γενικῆς. R2W

614*

ἀκάκητα: Ἀκακήσιον ὄρος Ἀρκαδίας, ἔνθα ἐτιμᾶτο
ὁ Προμηθεύς. R2WLZ74

465

καὶ κρατερῷ περ ἐόντι: καίπερ ἰσχυρῷ ὄντι ἐπέπρωτο τῷ Κρόνῳ ὑπὸ τοῦ ἰδίου παιδὸς Διὸς δαμασθῆναι· διὰ τοῦτο κατέπινεν αὐτούς, οὐ μάτην ἔχων τὸν κατ’ αὐτῶν σκοπόν. ἄλ‐ λοι γράφουσι πατρὸς μεγάλου διὰ βουλάς. οὕτως γὰρ
5γραπτέον, πατρός, τουτέστι τοῦ Οὐρανοῦ. ὁ γὰρ Ζεὺς πῶς εἶχε συμβουλεῦσαι τῷ Κρόνῳ μήπω γεννηθείς; [ἐν τούτοις ἡ ζωή· καὶ διὰ τοῦτο τελευταῖοι. πάντα γάρ, φησί, ἦν ἀφανῆ ἄνευ ζωῆς. ἵνα μή τις αὐτῶν ἀφέληται τὴν τιμὴν τῆς βασιλείας αὐτοῦ.] R2WLZ

467

ἄλαστον: ἄξιον στεναγμοῦ καὶ ἀνεπίληστον διὰ τὸ μέγεθος. XB

472

τίσαιτο δ’ Ἐριννῦς: τὴν τιμωρίαν δὲ λάβοι ταῖς Ἐρινύσι τιμωρούμενος τὸν πατέρα. XBsv Ἐρινὺς δέ· παρὰ τὸ ἀρὰν ἀνύειν γέγονεν ἀρανύς, καὶ κατὰ τροπὴν τῶν δύο αα εἰς ε καὶ ι Ἐρινύς. ἢ παρὰ τὴν ἔραν γέγονεν ἐρανὺς καὶ Ἐρινύς, οἱονεὶ
5ἐκ τῆς γῆς ἀνερχομένη. ἢ παρὰ τὸ ερι ἐπιτατικὸν καὶ τὸ ἀνύω γέγονεν Ἐρινύς, οἱονεὶ ἡ μεγάλως ἀνύουσα. ἢ παρὰ τὸ ἐλινύειν τὸ ἡσυχάζειν γέγονεν ἐλινὺς καὶ Ἐρινύς, οἱονεὶ ἡ ἡσυχάζουσα καὶ κατὰ ἀντίφρασιν ἡ μὴ ἡσυχάζουσα. τινὲς δὲ λέγουσιν ὅτι παρὰ
τὸ ἐρευνᾶν γέγονεν Ἐρινύς. οἵτινες οὐ καλῶς λέγουσιν. εἰ γὰρ ἦν75
10ἀπὸ τοῦ ἐρευνᾶν, ὤφειλε διὰ διφθόγγου γράφεσθαι· ἐφάνη γὰρ τὸ ευ ἐν τῷ ἐρευνᾶν. X

474

οἱ δὲ θυγατρὶ φίλ:〉 ὁ Οὐρανὸς καὶ ἡ Γῆ τῇ Ῥέᾳ. NsvXsv Bsv

477

πέμψαν δ’ ἐς Λύκτον: ὅτε ἔμελλε γεννᾶν, Tὡς πλεοναζόντων τῶν ἐδωδίμων ἐκεῖ. Λύκτος δὲ τόπος ἐν Κρήτῃ. R2WLZT

479

τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη: τὸν Δία γεννηθέντα, τουτέστι τὴν καταβολὴν τῶν σπερμάτων. ἐκ τοῦ αἰ‐ θέρος γὰρ αὔξουσιν αἱ σποραί. R2WLZTB [ἡ εὐμάρεια, τὸ εὐχερὲς τῶν θεῶν. R2WLZ]

480

ἐν εὐρείῃ τρεφέμεν: ἀντὶ τοῦ τρέφειν καὶ ἐπι‐ μελεῖσθαι· δέονται γὰρ ἐπιμελείας τὰ σπέρματα. R2WLZNsvX

481

ἷκτο φέρουσα: ἤγουν ἦλθε φέρουσα τὸν Δία νυκτός, ὅτι ἀφανῶς προκόπτει τὰ σπέρματα. TXB οἱονεὶ γὰρ ἡ θέρμη
ἐστὶν ὁ Ζεύς, ὃς λεληθότως ὑποδύεται τὴν γῆν καὶ αὔξει πάντα. X76

483

ἄντρῳ ἐν ἠλιβάτ: εἰς ὃ ἀνέρχεται ὁ ἥλιος. ἐν‐ ταῦθα δὲ ἐν κοίλῳ καὶ ὑψηλῷ. R2WLZNsvB

484

Αἰγαίῳ ἐν ὄρει: τὸ σημεῖον ὅτι καὶ οὗτος αἰγίοχον ἤκουσε τὸν Δία ἐπεὶ αἶγα ἐθήλασεν. ἀφ’ οὗ ἐν Κρήτῃ καὶ Αἰγὸς ὄρος καλεῖται R2WLZT καὶ Αἰγαῖον, τὸ ὑπ’ ἐνίων Αἰγιδόκον καλούμενον. R2WLZ ὁ δὲ Ὅμηρος ἐκ τοῦ ἰδίου ὅπλου, τῆς
5αἰγίδος (Ο 310, Ρ 593 etc.), αἰγίοχον αὐτὸν ἐκάλεσεν. R2WLZT

485

τῷ δὲ σπαργανίσασα μέγαν λίθον: τὸ σῶμα τὸ ἀνθρώπινον. Ἀγαθοκλῆς δὲ ὁ Βαβυλώνιός (FHG IV 290, 7; FGrHist III B 472 F 1c) φησι τὴν Ῥέαν ἐκ Προικονήσου δέξασθαι τὸν λίθον. τοῦτον δὲ τὸν λίθον 〈καταποθῆναι〉 λέγει
5〈διὰ〉 τὸ τὴν γῆν ἀποκεκρύφθαι ὑπὸ τῆς ἀκαταστασίας τῶν ἀέρων τὸ πρίν. R2WLZX μέγαν λίθον: μέγαν λίθον τὴν γῆν λέγει διὰ τὸ ἀποκεκρύ‐ φθαι 〈ὑπὸ〉 τῆς ἀκαταστασίας τῶν ἀέρων. T

488

οὐδ’ ἐνόησε: ἔθος ποιητικὸν τὸ οὕτω ποιεῖν ἐπὶ τῶν τὸ μέλλον ἀγνοούντων. XM

493

ἐπιπλομένων δ ἐνιαυτῶν: τοῦ δὲ ἐνιαυτοῦ προελθόντος ἐξήμεσε τὰ τέκνα αὐτοῦ διὰ τῆς ἀγαθῆς βουλῆς τῆς Γῆς· ἡ γὰρ Γῆ συνεβούλευσε τὸν δόλον. R2WLZB
ἐπιπλομένων δ’ ἐνιαυτῶν: τοῦ ἐνιαυτοῦ προελθόντος77
5ἐξήμεσε τὰ τέκνα αὐτοῦ διὰ τὴν ἀγαθὴν βουλὴν τῆς Γῆς· ἡ γὰρ γῆ συνεργεῖ τῷ χρόνῳ εἰς τὸ αὖθις ἐξαγαγεῖν ἅπερ διέφθειρεν. T

497

πρῶτον δ’ ἐξήμεσε λίθον: τὴν αἴσθησιν τῶν κράσεων. καὶ ὁ λίθος γὰρ τὸ σῶμα, παρόσον ἐκ τεσσάρων στοιχείων. R2WLZNsv

499

γυάλοις: ἐν τοῖς κοίλοις. διὰ τὸ ἀνόητον τοῦ σώματος· ἡ γὰρ ψυχὴ θεία καὶ οὐ δέεται προγνώσεως. R2WLZTXB πα‐ τροκασιγνήτους δὲ τοὺς Κύκλωπας· καὶ αὐτοὺς δὲ λέγει τοὺς Γίγαντας. R2WLZX

502

ἀεσιφροσύνῃσι: ματαιοφροσύναις, διὰ τὴν ἑαυτοῦ φρενοβλάβειαν. ΛsvX

503

οἵ οἱ ἀπεμνήσαντο: οἱ Οὐρανίδαι ἀπεμνημόνευ‐ σαν τὴν χάριν τῷ Διί. TXB

505

Γαῖα κεκεύθει: ἐκ γὰρ τῆς ἀναδόσεως τῆς γῆς γίνονται TΛXsvB βρονταί τε καὶ κεραυνοὶ καὶ ἀστραπαί. T

507a

κούρην δ’ Ἰαπετός: Ἰαπετὸν τὴν κίνησιν λέγει τοῦ οὐρανοῦ· Κλυμένην δὲ τὴν δόξαν, αὐτὸ τὸ θαυμάζειν καὶ τὸ δοξάζειν. ἐξ ὠκεανοῦ δὲ ἡ ἀνάδοσις τοῦ πόλου. καὶ ἡμεῖς τὸ νοερὸν
ἐκ τῆς ἄνω δυνάμεως ἔχομεν. R2WLZT78

507b

〈[δῆσε κρατερῷ ἐνὶ δεσμῷ] Ἰαπετός: ἡ περίστρο‐ φος τοῦ οὐρανοῦ κίνησις ἡ κύκλῳ τοῦ ἄξονος, περὶ ὃν στρέφεται διὰ τὴν πάλιν καὶ πάλιν γινομένην κίνησιν εἰς ἄπαυστον. οὐ γὰρ λήγει ἐλθὼν εἰς δυσμὰς ὁ οὐρανός. R2WLZ〉

509

ἡ δέ οἱ Ἄτλαντα: ἐπ’ ἄξονί τινι λέγουσι στρέ‐ φεσθαι τὸν πόλον. Ἄτλας δὲ τὸ καρτερικὸν αὐτοῦ. R2WLZT

510a

Μενοίτιον: τὸ ἐν ἡμῖν θυμῶδες, δυνατὸν ὄν. TXB

510b

ἠδὲ Προμηθέα: Προμηθέα αἰολόμητιν λέγει τὸν ποικίλον τὰς φρένας ἄνθρωπον· ἁμαρτίνοον δὲ Ἐπιμηθέα τὸν κακόβουλον καὶ ἀπρονόητον. Ἐπιμηθεὺς γὰρ ἡ μετὰ τὸ γενέσθαι τὸ ἔργον ἐνθύμησις, ὡς τό (Hom. Ρ 32, Υ 198):
5
ῥεχθὲν δέ τε νήπιος ἔγνω. ἢ ἁμαρτίνοον τὸν σφαλέντα κατὰ τὴν γνῶσιν. τὸ γὰρ θυμικὸν καλύπτει τὸν νοῦν ἀναφλεχθέν· ὁ γὰρ θυμὸς ἐπισκοτήσας τοῦ φονέως τὸν νοῦν, τὸ ἔργον τελέσαι πεποίηκεν· ὅθεν καὶ κολάζεται. T

511

ἁμαρτίνοόν τ’ Ἐπιμηθέα: Προμηθέα τὴν πρόνοιαν· Ἐπιμηθέα τὴν μετὰ τὸ πρᾶξαι ἐνθύμησιν, τὸ ἀπρονόητον, οἷον (Hom. Ρ 32, Υ 198)·
ῥεχθὲν δέ τε νήπιος ἔγνω.
5R2WLZ79

515a

εἰς Ἔρεβος: ἐπειδὴ κρύπτεται τὸ θυμικόν. ὁ γὰρ φονεύων ὑπὸ τοῦ θυμοῦ νικᾶται καὶ φονεύει· ὅθεν καὶ κολάζεται. R2WLZ

515b

ψολόεντι: τῷ τῇ ψαύσει ὀλλύντι, R2WLZX πα‐ ρὰ τὸ ψαύειν καὶ ὀλλύειν. R2WLZ ἢ αἰθαλώδει, πυρώδει. X

518a

πείρασιν: ἐπειδὴ ἐν τῷ ἄκρῳ τοῦ ἄξονος στρέφεται τὸ στρεφόμενον. X

518b

πρόπαρ Ἑσπερίδων: ἀντὶ τοῦ περὶ τὰς Ἑσπε‐ ρίδας. NsvX

521

δῆσε δ’ ἀλυκτοπέδῃσι: τὸ δεδέσθαι ἐν τῷ σώμα‐ τι τὸ προνοητικόν, τουτέστι τὴν ψυχήν. τὸ δὲ ἀλυκτοπέδῃσι πλεονάζει τὸ κ· ἀλυτοπέδαις γὰρ ἦν. R2WLZX

522

μέσον διὰ κίον’ ἐλάσσας: ἡ ἄγνοια ἡ ἀπὸ τοῦ σώματός ἐστιν ὁ κίων· R2WT κίονα δὲ λέγει τὰ Καυκάσια ὄρη. ἄλλως. μέσον διὰ κίονα: R2W ἤτοι διὰ μέσου κίονος δήσας τὸν Προμηθέα, ἢ μέχρι τοῦ μέσου κίονος ἐλάσας
5καὶ εἰς τὴν γῆν κατακρύψας, ἵν’ ᾖ περὶ τὸ ἀνώτατον μέρος δε‐ δεμένος ὁ Προμηθεύς. R2WLZT

523

καί οἱ ἐπ’ αἰετὸν ὦρσε: ἧπαρ [δὲ] τὴν κίνησιν τοῦ λογισμοῦ· ἐν τῷ ἥπατι γὰρ τὰς φρένας εἶναι λέγουσι. τὸν δὲ ἀετὸν βιωτικὰς μερίμνας καὶ ἐφημερινὰς φροντίδας, αἵτινες συν‐ έχουσι τὸν ἄνθρωπον καὶ ἀναλίσκουσι τὰς φρένας ἐφ’ ἡμέραν,80
5ὥσπερ καὶ ἀετὸς τὸ ἧπαρ. R2WLZT νύκτωρ δὲ ἀνακτᾶταί τις τὰς φρένας φροντίδων ἀπαλλαγείς, ὥσπερ ὁ ἀετὸς αὔξει τὸ ἧπαρ. R2WT ἢ ἀετὸν ἄλλως λέγει, ὅτι τοῦ λογισμοῦ τὰ κυριώ‐ τατα φθείρει ἡ προπέτεια καὶ ἡ ὀξυτάτη πρᾶξις. R2WLZT

525

νυκτὸς ὅσον πρόπαν ἦμαρ ἔδοι τανυ‐ σίπτερος ὄρνισ· ἐν ἡμέρᾳ γὰρ ἐλαττοῦται τὸ προνοητικὸν διὰ τοὺς ἐντυγχάνοντας καὶ ποιοῦντας θυμωθῆναι. R2WLZT

527

Ἡρακλέης ἔκτεινε: τὸν ἥλιον λέγει τῆς ἀναι‐ ρέσεως αἴτιον εἶναι καὶ τῆς λύσεως τοῦ ζῴου τούτου, ὃν καὶ
Ἡρακλέα καλοῦσιν. ὅταν οὖν ἀποθάνῃ τις, τότε ἀπαλλάσσεται μερίμνης καὶ φροντίδος. R2WLZXB ἄλαλκεν οὖν, τῇ δυ‐81
5νάμει ἀπέτρεψεν· οὐ γὰρ ὁ ἀδυνατῶν δύναται βοηθῆσαι. R2W LZX 〈Ἡρακλέης ἔκτεινε:λέγει [δὲ] τὸν Ἡρακλέα, ἤτοι τὸν ἥλιον, αἴτιον εἶναι τῆς ἀναιρέσεως τοῦ τοιούτου ζῴου. ὅταν γὰρ αἱ τῆς ἀρετῆς ἀκτῖνες ἐπὶ τὸν νοῦν ἐπιλάμψωσι, τότε ἀπαλλάσσεται με‐
10ρίμνης βιωτικῆς. καθ’ ἱστορίαν δὲ ἧπαρ λέγεται παρὰ πολλοῖς ἡ εὔκαρπος γῆ, ἀετὸς δὲ ποταμὸς χώρας τινός, ἧς ἐβασίλευσε Προ‐ μηθεύς τις. ὃς δὴ ποταμὸς ὀξέως κατιὼν ἥρπαζε τὴν γὴν πᾶσαν Προμηθέως καὶ ἐδαπάνα. τοῦτον τὸν ποταμὸν Ἡρακλῆς ποτε διο‐ ρύξας δι’ ἑτέρων τόπων ἐξωχέτευσεν. ὅθεν ἐμυθολογήθη τὸ τοιοῦ‐
15τον. T

528

Ἰαπετιονίδ: ἀντίπτωσίς ἐστιν. ἔδει γὰρ εἰπεῖν Ἰαπετιονίδου. NsvX

529

οὐκ ἀέκητι Ζηνός: [τέχνη γὰρ βίου ἐστίν.] οὐκ ἀβουλίᾳ τοῦ Διός, ἵνα μὴ ἀσθένειαν αὐτῷ ἐπιβάλλῃ. R2WLZNsvX εἶπε οὐκ ἀβουλίᾳ, ἀλλ’ ὅμως ἐπιβάλλει τῷ υἱῷ περισσοτέραν δόξαν. R2WLZNX

533

〈καί περ χωόμενος παύθη χόλου ὃν πρὶν ἔχεσκεν:〉 ἐπαύσατο τῆς ἑαυτοῦ ὀργῆς τιμῶν τὸν Ἡρα‐ κλέα. XsvB82

534

οὕνεκ’ ἐρίζετο βουλάς: καὶ γὰρ ἤριζεν ὁ ἄνθρωπος ὅμοια ποιῆσαι τῷ θεῷ θνητὸς ὤν· θνητὸς γὰρ θεὸς ὁ ἄνθρωπος. R2WLZX

535

καὶ γὰρ ὅτ’ ἐκρίνοντο θεο: ἐκρίνετο τί θεὸς καὶ τί ἄνθρωπος ἐν τῇ Μηκώνῃ· ἐκρίνετο τίνες θεοὶ ποίους ἀνθρώπους λάχοιεν μετὰ τὸν πόλεμον, ὡς Ὅμηρος (Ε 501)·
κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας.
5Μηκώνη δὲ ἡ Σικυὼν λεγομένη· ἔστι δὲ πόλις Ἄργους. λέγει δὲ περὶ μήκους ζωῆς θεῶν καὶ ἀνθρώπων. R2WLZX

537

Ζηνὸς νόον ἐξαπαφίσκων: πλέον γὰρ τοῦ θεοῦ οἱ ἄνθρωποι ἑαυτοὺς φιλοῦσιν. R2WXsvB

538

τῶ μὲν γάρ: ἐν τῷ ἑνὶ μέρει. τοπικὸν τὸ τ, διὰ τοῦτο χωρὶς τοῦ ι γραπτέον. ἔστι δὲ Δώριον, ἀντὶ τοῦ ἐνταῦθα. X

539

καλύψας γαστρ: ἡ γὰρ ἀπάτη πολέμῳ τῷ τοῦ
βίου ἐκ τοῦ προνοητικοῦ. R2WX83

540

τῶ δ’ αὖτ’: ἤγουν ἐν τῷ ἑτέρῳ μέρει. X

541

εὐθετίσας:καλῶς διαθείς, καλλωπίσας. τὸ γὰρ οἰκονομήσας διὰ τοῦ η γράφεται. Xsv

544a

ὦ πέπον: διὰ τοῦτο, φησίν, ἀνέσχετο χλευασθῆναι, ὅπως εὕρῃ ὥραν τιμωρήσασθαι τὸν Προμηθέα, ἵνα ἄξιος ᾖ μείζονος τιμωρίας. διὰ τοῦτο δὲ τὸν περὶ τοῦ βοὸς μῦθον παρέζευξεν, ἐπειδὴ μόνης τιμῆς τὸ ἀεὶ ὂν δεῖται. T

544b

ἑτεροζήλως: ἤγουν τὸ ἓν κάλλιον, ὥστε ζηλοῦν τὸ ἕτερον τῷ ἑτέρῳ. ἢ X ἀνίσως, ἀνομοίως, ὡς τὸ ἕτερον μέρος ζηλωτὸν εἶναι διὰ τὸ ἄνισον. R2WX

551a

κακὰ δ’ ὄσσετο: διὰ τοῦτο, φησίν, οἷον ἠνέσχετο χλευασθῆναι, ὅπως εὕρῃ ὥραν τιμωρήσασθαι τὸν Προμηθέα. R2WX

551b

ὄσσετο: προεώρα, προεσήμαινεν. R2WX

556

ἐκ τοῦ δ’ ἀθανάτοισιν: τῷ μύθῳ ταῦτα παρέ‐ ζευξεν ἐπειδὴ μόνης τῆς τιμῆς τὰ ἀεὶ ὄντα δεῖται. R2W

559

Ἰαπετιονίδη: οὐκ ἀπὸ τοῦ Ἰαπετός πρωτοτύπου, ἀλλ’ ἀπὸ τοῦ Ἰαπετίων, ὡς Πανδίων. R2WXB

562

ἐκ τούτου δἤπειτα: ἐπειδὴ ἐξ ἐπιτεχνήσεως προ‐ νοούμεθα, τὸ δὲ πῦρ ἐκ τοῦ προνοητικοῦ, τούτου χάριν ἡμᾶς ἀπε‐ στέρησεν· αὐτὸν δὲ τὸν Προμηθέα δι’ αὐτὸ ἐτιμωρήσατο, διὰ τὴν
κλοπὴν τοῦ πυρός. R2WXB84

563a

οὐκ ἐδίδου μελίοισι πυρὸς μένος ἀκα‐ μάτοιο: τοῦτο ὅμοιον τῷ εἰς τὰ Ἔργα καὶ τὰς Ἡμέρας ῥηθέντι (v. 42)·
κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισι,
5καὶ τῷ (v. 47)·
ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν. τὸν εὐχερῆ γὰρ καὶ ῥᾷστον βίον ὑπὸ τοῦ θεοῦ κεκρύφθαι φησὶ τοῖς ἀνθρώποις. εἰ γὰρ ἦν πᾶσιν εὐπόριστος, ῥᾴδιον ἂν ἦν ἐν μιᾷ ἡμέρᾳ ἐργασάμενον τὸν ἐνιαυτὸν ὅλον ἀργὸν διατελεῖν, ὡς
10ἐντεῦθεν ἅπαξ πλεύσαντα τὸ πηδάλιον οἴκοι καταθέσθαι καὶ κα‐ πνίσαι, διὰ τὸ μὴ σῆψίν τινα ὑπομεῖναι ἐγκειμένης αὐτῷ τῆς ὑγρότητος. ἢ εἴπερ ἐξ ἑτοίμου τὸν πλοῦτον ἐλάμβανον ἄνθρωποι, οὔτε ἔπλεον ἂν οὔτε ἐγεώργουν, ἀλλ’ εἰς δίκας ἕλκοντες ἀλλήλους ἐν σφαγαῖς ἀνηλίσκοντο. ἐπειδὴ οὖν καὶ τὸν δόλον Προμηθέως
15ἐνόησεν, ὃν ἐπὶ τοῦ βοὸς εἰργάσατο, ὀργισθεὶς οὐκ ἔδωκε τοῖς ἀνθρώ‐ ποις τὸ πῦρ, ὥσπερ οὐδὲ τὸν εὐχερῆ βίον. T

563b

μελίῃσιν: ἀντὶ τοῦ μελιηγενὴς ἢ ἀπό τινος Με‐ λίας οὕτω καλουμένης νύμφης. ἄλλως. R2W ἢ ὅτι ἐξ ἀρχῆς ἐκ Μελιῶν νυμφῶν ἐγεννῶντο οἱ ἄνθρωποι ἢ ὅτι γεννώμε‐ νοι ἐρρίπτοντο ὑπὸ ταῖς μελίαις, ἤτοι τοῖς δένδροις. R2WT

565

ἀλλά μιν ἐξηπάτησεν: ἐπειδὴ ἐξ ἐπιτεχνήσεως προνοοῦμεν, τὸ δὲ πῦρ ἐκ τοῦ προνοητικοῦ, τούτου χάριν Προμηθεὺς τὸ πῦρ ἔκλε‐ ψε καὶ πανούργως ἐφεῦρε· διὸ καὶ ἐτιμωρήθη. ἐν κοίλῳ δὲ νάρθηκι, ἐπειδὴ πυρὸς φυλακτικὸν ὁ νάρθηξ διὰ τὸ κοῦφον αὐτοῦ. ὅτι, φησίν, ὁ
5Προμηθεὺς τῷ μὲν Διὶ τὰ ὀστᾶ ἐφήπλωσε μετὰ λίπους, ἑαυτῷ δὲ τὰ πίονα καὶ σαρκωδέστερα ἔνειμε, τούτου χάριν ὁ Ζεὺς ὀρ‐
γισθεὶς ἔκρυψε τὸ πῦρ, ἀλλὰ καὶ τοῦτο πάλιν ὁ Προμηθεὺς ὑφε‐ λόμενος δέδωκε τοῖς ἀνθρώποις. τί δὴ βούλεται τὰ ὀστᾶ βοός; τὸ τῆς ἀληθείας ἐπικάλυμμα ἐλάνθανε. Ζεὺς ἡ πρόνοια καὶ παρὰ85
10τῷ ποιητῇ καὶ πολλαχοῦ λαμβάνεται· καὶ νῦν οὑτωσὶ λαμβανό‐ μενος χώραν ἂν ἔχοι. διττοῦ δὲ ὄντος τοῦ ἡμετέρου νοῦ, ἡ μὲν πρὸ τῶν ἔργων βουλὴ καὶ τὸ προβουλευτικὸν καὶ ὥσπερ λεπτότερον καὶ ἔνθεον λέγεται Προμηθεύς, τὸ δὲ μετὰ τὸ κακῶς ἀποβῆναι τὰ πράγματα, μετὰ τὸ καταβεβηκέναι, ὡς πρὸς τὸ παχύτερόν τε καὶ
15χαλαρώτερον ὄνομα τὸ Ἐπιμηθεὺς ἐκληρώσατο. Ἰαπετὸς δέ ἐστι τούτων πατήρ, ἡ τοῦ οὐρανοῦ ὀξεῖα κίνησις. οὐρανῷ δὲ ἀναλογοίη 〈ἂν〉 ἡ ἀνθρωπίνη κεφαλὴ διὰ τὸ σφαιροειδές. ὁ γοῦν τοιοῦτος Προμηθεὺς συνὼν τῷ Διί, δηλαδὴ τῇ προνοίᾳ, ἐξηπάτησεν αὐτὸν τῇ ἐπιμοιρασίᾳ. δόγμα γάρ ἐστιν Ἐμπεδόκλειον (frg. deest apud
20Vorsokr. Diels—Kranz6), ὃ βούλεται τὰς πάσας τῶν ἀνθρώπων ψυχὰς εἶναι καὶ προϋφεστάναι παρὰ τῷ δημιουργῷ καὶ τῇ προνοίᾳ καὶ προκόπτειν ἐκεῖ καὶ ἀναβαίνειν εἰς τελεωτέρους βαθμούς· ἐπειδὰν δὲ πρὸς τὰ γήϊνα ταυτὶ καὶ φθαρτὰ τὴν ὁρμὴν μετατρέψαιεν, εὐθὺς αὐτὸ τοῦτο λαμβάνουσιν ἐπιτίμιον, τὸ ἐκεῖθεν μεταπεσεῖν
25ἐπὶ τὰ σώματα καὶ τὴν μετὰ τούτων διαγωγήν. διὸ καὶ ὁ ποιητὴς οὗτος ἐν τοῖς ὄπισθεν (Opp. vv. 15—16) τὴν χείρονά φησιν Ἔριν ὑπ’ ἀνάγκης τιμᾶσθαι παρὰ τῶν ἀνθρώπων διὰ τὴν ἄλογον ζωὴν εἰς σῶμα πεσούσης τῆς ψυχῆς· καὶ τοῦτο κατὰ βούλησιν γεγονέναι τοῦ θεοῦ, τὸ τῇ ἀνάγκῃ ταύτῃ συσχεθῆναι, ἵνα δηλονότι μισῶσι τὸ
30μετὰ σώματος ζῆν. οὐ γὰρ ἐνδέχεται σώματι συνόντας ἔξω παντελῶς εἶναι τῶν κατὰ τὸ σῶμα παθῶν. ἕτεροι δὲ τῷ Ἐμπεδοκλεῖ ἐναν‐ τιούμενοι ἀνάπαλιν μᾶλλόν φασι τὴν εἰς τὸ σῶμα λαμβάνειν διαγωγήν, ὅταν κατ’ ἀρετὴν τέως ὑπεραναβῶσι, καὶ τοῦτο λαμ‐ βάνειν ἔπαθλον ἀρετῆς. τέως γοῦν, κατὰ τὴν δοκοῦσαν τῷ Ἐμπε‐
35δοκλεῖ προϋπόστασιν τῶν ψυχῶν, συνόντος τοῦ Προμηθέως τῷ Διί, τουτέστι τοῦ προβουλευτικοῦ τῶν ψυχῶν νοῦ, ἠπατήθη παρ’ αὐ‐ τοῦ παραλαβὼν τὰ ὀστᾶ. τοῦτο δὲ τοιοῦτόν ἐστι. τῷ μὲν πρώτῳ νοΐ, τῷ Διί, ἀπεκλήρωσε τὸ τῇ ἀσαρκίᾳ καὶ ἀτροφίᾳ ἐνηδύνεσθαι,
ὧν ἡ μὲν ἡδονὴ διὰ τῆς πιμελῆς δηλοῦται, τὸ δὲ τῶν ὀστῶν86
40ξηρόν τε καὶ ἄνικμον καὶ τελέως γυμνὸν τὴν ἀσαρκίαν καὶ ἀτρο‐ φίαν παραγυμνοῖ· ἑαυτῷ δὲ ἀπένειμε τὰ σαρκώδη τε καὶ παχύτερα, τουτέστι τὴν μὲν πρόνοιαν εἴασε τῇ συνήθει ἀσαρκίᾳ ἐνηδύνεσθαι, αὐτὸς δὲ πρὸς τὰ γήϊνα ἔνευσε. τοῦτο πρῶτον ἁμάρτημα τοῦ νοῦ. δεύτερον δὲ ὁ Ζεὺς ὀργισθεὶς παρακατέσχε τὴν ἄπονον καὶ νοερὰν
45ζωήν, ὃ καὶ πῦρ ἔφη. ὡς γὰρ τὸ πῦρ ἀφανὲς πρὸ τοῦ δράξασθαι ὕλης, οὕτω καὶ ἡ τοιαύτη ζωή. ὁ γοῦν Προμηθεὺς καὶ τὸ πῦρ ἐν κοίλῳ νάρθηκι λαθὼν ἀπεσύλησεν· ἡ δὲ κλοπὴ τοῦ πυρὸς δηλοῖ μετάθεσιν ἀπὸ τοῦ νοητοῦ καὶ ἀφανοῦς εἰς τὸ αἰσθητὸν καὶ ἀλλό‐ τριον· πᾶσα γὰρ κλοπὴ λεληθυῖα τοῦ ἀλλοτρίου μετάθεσίς ἐστι·

565

(50)

μετέθετο γοῦν τὴν ζωὴν ἀπὸ τῶν νοερῶν εἰς τὰ αἰσθητά. νάρθηξ δέ ἐστι τὸ σῶμα· ὡς γὰρ ὁ νάρθηξ στέγει τὸ πῦρ, οὕτω καὶ τὴν ψυχὴν ἡ σάρξ· καὶ ὡς ὁ νάρθηξ σαθρὸν καὶ ἀραιόν, οὕτω δὴ καὶ τὸ σῶμα. ἐπεὶ γοῦν οὕτω συνέβη ταυτὶ καὶ ἠθέλησεν ὁ Προμηθεὺς με‐ ταθεῖναι τὴν καλὴν ἐκείνην ζωὴν καὶ διαγωγὴν ἐπὶ τὰ σαρκικὰ
55καὶ φθαρτά, τούτου χάριν ὀργισθεῖσα ἡ πρόνοια ἐκ τεσσάρων στοιχείων συνέστησε σῶμα. καὶ ὁ μὲν ποιητὴς τὰ τρία κατέλεξεν (Opp. vv. 60—61)· ἔστι δὲ συνεκδοχὴ ὁ τρόπος καὶ λαμβάνομεν μετὰ τούτων καὶ τὸ ἕτερον. ἐνέθετο δὲ τῷ σώματι καὶ αὐδήν, ἤτοι φωνητικὰ ὄργανα. τινὲς δὲ τὴν ἄλογον ζωὴν καὶ διαγωγὴν ἐκλαμ‐
60βάνουσι τὰ κατὰ τὴν πλάσιν τοῦ σώματος, ὅτι καὶ γυναῖκά φησιν οὐχὶ ἄνδρα· αὐτὴν δ’ οὖν πεποίηκεν ἔχειν θέαν ἀθανάτων. τὸ μὲν οὖν τῆς γυναικὸς εἶδος τὸ ἔκλυτον καὶ ἀσθενὲς τῆς σαρκὸς δηλοῖ ἢ τὸ ἐπέραστον. τὸ δὲ ἀθανάτοις ὁμοιοῦσθαι διὰ τὸ παράμονον. τὸ δὲ καὶ παρθένον εἶναι διὰ τὸ ἀκμάζειν· ἀεὶ γὰρ ὁ καθόλου ἄν‐
65θρωπος ἐστὶ καὶ ἀεὶ γεννᾶται καὶ ἀκμάζει, κἂν οἱ κατὰ μέρος φθεί‐ ρωνται. ἢ τὸ «ἀθανάτοις δὲ θεαῖς εἰς ὦπα ἐίσκειν» (Opp. v. 62)
ὡς μυθικὸν ἁπλῶς τέθειται καὶ εἰς ἐπικάλυψιν τῆς ἀληθείας· ἢ ὅτι πεποίηκε τὸν ἄνθρωπον ἐλεύθερον κατὰ τοὺς θεούς, ὅπερ οὐδὲν τῶν ἄλλων ζῴων ἔχει· ἢ ὅτι τὰ μὲν ἄλλα ζῷα κάτω βλέπει καὶ87
70περὶ γῆν, μόνος δὲ ὁ ἄνθρωπος ἄνω. T

566

τηλέσκοπον: προπαροξυτόνως ὡς παθητικόν. ἔστι δὲ τὸ πόρρωθεν ὁρώμενον. R2WX

567

νάρθηκι: ἐπειδὴ πυρὸς φυλακτήριος ὁ νάρθηξ ἐστίν. R2W

571

Ἀμφιγυήεις: ἡ γὰρ θερμὴ οὐσία αἰτία τῆς ζωογο‐ νίας. R2WXsv

573

ζῶσε δ: ἐπειδὴ μετὰ μηχανῆς γίνεται. R2WXsv ἀθετεῖ δὲ ἐνταῦθα ὁ Σέλευκος (frg. 30 Mueller) δώδεκα στίχους. ἀπρεπὲς γὰρ θεὰν οὖσαν τὴν Ἀθηνᾶν κοσμεῖν γυναῖκα. R2WX

578

ἀμφὶ δέ ο: κόσμος κεφαλῆς ἡ στεφάνη. ἔχον δὲ χρυ‐ σείας τρίχας R2W τὸ φορούμενον ἐχαρακτήριζε τὴν φοροῦσαν. R2WX

582

κνώδαλ’: θηρία, κυνόδαλά τινα ὄντα, παρὰ τὸ ὑπὸ κυνῶν αὐτὰ ἁλίσκεσθαι. κυρίως δὲ τὰ τῆς θαλάσσης ζῷα, διὰ τὸ ἐν αὐτῇ κινεῖσθαι, ἤγουν τῇ ἁλί· νῦν δὲ καταχρηστικῶς. R2WX88

585a

καλὸν κακόν:ἥτις καλὸν λέγεται. καλὸν μὲν ὅσον τὸ πρὸς συνουσίαν· τὸ μετὰ ταύτην δὲ κακόν. N

585b

ἀντ’ ἀγαθοῖο: ἀντὶ τοῦ πυρὸς καλὸν κακὸν ἡ γυνὴ κατεσκεύαστο. ἐξήγαγε δέ, ἐπειδὴ ἡ φύσις ἐξ ἀφανοῦς δείκνυ‐ ται. X

587

κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβρι‐ μοπάτρησ: τῷ παρ’ αὐτῆς μηχανήματι. R2WX

593a

οὐ σύμφοροι: ὁ [δὲ] λόγος· οὐ φέρουσι γὰρ τὴν πενίαν μετὰ τῶν ἀνδρῶν, ἀλλὰ τὴν τρυφὴν μόνην. R2WX

593b

κόροιο: τὰς εἰς ου ληγούσας γενικάς, ὧν αἱ ὀρθαὶ εἰς ος λήγουσιν, οἱ Θεσσαλοὶ καὶ οἱ Βοιωτοὶ διὰ τοῦ οιο ἐκφέ‐ ρουσι ἐπὶ γενικῆς. R2WX

594

ὡς δ’ ὁπότ’ ἐν σμήνεσσι: αἱ γὰρ μέλισσαι πρὸς σύγκρι‐ σιν τῶν σφηκῶν ἀμβλύτερα ἔχουσι τὰ κέντρα. διὰ τοῦτο σιμὰς ἐκάλουν τὰς μελίσσας, καὶ ἐκ τούτου σίμβλους τὰ κύβεθρα· ἢ σίμβλους, οἱονεὶ σιμοβόλους, ἐκ τοῦ σιμὰς καλεῖσθαι τὰς μελίσσας, ὡς εἴρηται, διὰ
5τὸ μὴ ἔχειν ὀξὺ κέντρον. T

598

κατὰ σίμβλους: σιμὰς ἐκάλουν οἱ ἀρχαῖοι τὰς με‐ λίσσας. αἱ γὰρ μέλισσαι πρὸς σύγκρισιν τῶν σφηκῶν ἀμβλύτερα ἔχουσι τὰ κέντρα· καὶ ἐκ τούτου σίμβλους τὰ κύβεθρα, οἱονεὶ σιμοβόλους. R2WX [καὶ κατὰ συγκοπὴν σίμβλους. R2W]89

599

ἀμῶνται: ἀπὸ μεταφορᾶς τῶν θεριζόντων οἱονεὶ ἀθρό‐ ως ἐκφοροῦνται. R2WT

602

ἕτερον δὲ πόρε κακὸν ἀντ’ ἀγαθοῖο: ἤτοι τοῦ πυρὸς ἢ τοῦ μὴ γαμεῖν. ἢ τοῦτό φησιν, ὅτι 〈ὁ〉 μὴ γήμας ἕτερον ἔχει κακόν, τὸ μὴ γηροβοσκεῖσθαι. ἢ οὕτως. ἀγαθὸν τὸ μὴ γαμεῖν, ἀλλὰ κακὸν τὸ μὴ ἔχειν γηροβοσκοὺς καὶ κληρονόμους.
5R2WLZX

605-606

οὐ βιότου ἐπιδευὴς ζώει: καὶ οὗτος μὴ ὢν ἐνδεὴς πλούτου ζῇ. X

606-607

κτῆσιν δατέονται χηρωστα: ἀλλό‐ τριοι ἢ οἱ πόρρωθεν συγγενεῖς· διότι χηρεύοντος τοῦ οἴκου καὶ ἐρή‐ μου ὄντος τέκνων αὐτοὶ κληρονομοῦσι. R2WLZTX

609

ἀντιφερίζει:〉 γράφεται οὕτως· [οὐκ] ἴσον ἔχει τοῦ κακοῦ τὸ ἀγαθόν. R2WLZ

610a

ἔμμεναι: τὸ ἔμμεναι παρέλκεται ὥσπερ Ἀττι‐
κόν. R2WLZNsvX90

610b

ἀταρτηροῖο γενέθλης: σκληρᾶς, χαλεπῆς, ἀπὸ κακῆς γενεᾶς. R2WLZX ὃς οὖν εἰς γάμον ἐλθὼν τύχῃ βλα‐ βερᾶς καὶ κακίστης γενεᾶς, ζῇ ἀνιαρῶς. X

614bis

ἀκάκητα Προμηθεύς: ὁ μηδένα κακῶν ἢ ὁ κα‐ κωθῆναι μὴ δυνάμενος. R2WLZNsvX Ἀκακήσιον δὲ ὄρος Ἀρκα‐ δίας ἔνθα ἐτιμᾶτο ὁ Προμηθεύς. R2WLZNsvTX

617

Βριάρεῳ δ’ ὡς πρῶτα πατὴρ ὠδύσσα‐ το:〉 Βριάρεῳ δὲ καὶ Κόττῳ καὶ Γύγῃ, οὓς ὁ Οὐρανὸς ἀπέκρυβεν. R2WLZX [ἄλλως. ἀλλ’ ὅτε αὐτοὺς ἐποίησαν μετασχεῖν τῆς μοί‐ ρας τῶν θεῶν. R2WLZ]

618

[δῆσε κρατερῷ ἐνὶ δεσμ: ἡ περίστροφος τοῦ οὐρανοῦ κίνησις ἡ κύκλῳ τῷ ἄξονι, περὶ ὃν στρέφεται. R2WLZ]

619a

ἠνορέην: τὴν ἰδίαν ἀνδρείαν. R2WLZNsv

619b

ἀγώμενος: θαυμάζων διὰ τὸ τερατῶδες τῆς φύσεως ἢ φθονῶν ἢ ἐκπληττόμενος. R2WLZNsvTX

622

εἵατο: περὶ αὐτὸν (?) ἦσαν ἢ ἐκαθέζοντο. R2WLZNsv X εἰ μὲν ψιλῶς, ἦσαν· εἰ δὲ δασέως, ἐκαθέζοντο. R2WZNsvX91

626

φραδμοσύνῃσι: ταῖς βουλαῖς καὶ γνώμαις τῆς Γῆς. ἡ γὰρ Γῆ εἶπεν αὐτοῖς ὅτι σὺν τούτοις νικᾶτε τοὺς Τιτᾶνας. R2WLZNsvT [διὰ τὴν πάλιν καὶ πάλιν γινομένην κίνησιν καὶ ἄπαυστον. οὐ γὰρ λήγει ἐλθὼν εἰς δυσμὰς ὁ οὐρανός. R2WLZ]

629

δηρὸν γὰρ μάρναντο: μάχη ἁπλῶς τῶν θεῶν πρὸς τοὺς Τιτᾶνας, τὴν μεριστὴν φύσιν, τὸ μὴ εἰς ταὐτὸν συνιέναι τὴν νοερὰν καὶ σωματικὴν φύσιν. οἱ μὲν ἀπ’ Ὀλύμπου μάχονται τοῦ ὄλλυσθαι μήποτε, οἱ δὲ ἐξ Ὄθρυος, ὅθι τὸ ῥευστὸν καὶ ἡ ῥύσις.
5δέκα δὲ ἔτη ἐμάχοντο, ἵνα τὴν μάχην τὴν πλείστην δηλώσωσιν· οὐ γὰρ πλεῖον τῶν δέκα· διὸ καὶ τοσαῦτα ἔτη περὶ Ἑλένης, τῆς ὕλης, τὰ ἐναντία, Τρῶες καὶ Ἕλληνες, ἐμάχοντο. R2WLZ

632

Ὄθρυος:〉 ὄρος Θεσσαλίας. NsvXsv Bsv

638

ἶσον δὲ τέλος τέτατο πολέμοιο: οὐ γὰρ ἡ νίκη τῶν θείων πρὸς ὁμογενῆ τὰ ῥευστὰ γίνεται, ἀλλ’ ἀνόμοια τὰ μαχόμενα· δεῖ δὲ νικᾶσθαι ὑπὸ ὁμοφύλου τὰ ἡττώμενα, ἵνα καὶ ὄντως ᾖ νίκη. διὸ καὶ ὡς Βριάρεως καὶ Κόττος ἅμα τῷ Γύγῃ πα‐
5ραλαμβάνονται εἰς τὴν τῶν μεριστῶν νίκην. σῶμα γὰρ ὁ οὐρανὸς ὢν καὶ διὰ τοῦτο μεριστόν, ἄφθαρτον δὲ διαμένον, ὥς φασιν οἱ
ταῦτα λέγοντες, νικῴη ἂν εὐλόγως τὰ ῥευστὰ σώματα. καὶ οὕτως γίνεται ἡ νίκη, σωμάτων πρὸς σωμάτων, ἀλλ’ οὐκ ἀσωμάτων πρὸς σωμάτων· τοῦτο γὰρ οὐ νίκη. R2WLZ92

639

ἀλλ’ ὅτε δὴ κείνοισι παρέσχεθεν ἅρμα‐ τα: κυρίως ἅρματα, καταστρέφει δὲ εἰς τὸ ὑγιές· R2W ἀλλ’ ὅτε, φησί, ἐποίησεν αὐτοὺς μετασχεῖν τῆς μοίρας τῶν θεῶν, τὸν Βριάρεων καὶ Κόττον καὶ Γύγην. R2WLZ
5ἀλλ’ ὅτε δ: ἀλλ’ ὅτε ἐκείνους, τὸν Βριάρεων, τὸν Κόττον, τὸν Γύγην, ἐποίησαν μετασχεῖν τῆς μοίρας τῶν θεῶν καὶ αὐτοὶ ἔφαγον τὴν θείαν τροφήν, πάντων ὁ θυμὸς ηὐξάνετο. τὸ δὲ ἄρμενα, ἁρμόδια ἢ ἅρματα· ἅρματα γὰρ τὰς τροφὰς καὶ προσάρματα ἐκάλουν. καταστρέφει δὲ καὶ ταῦτα εἰς τὸ ὑγιές. X

640

τά περ θεοὶ αὐτοὶ ἔδουσι: τὸ ἀΐδιον τοῖς οὐρανίοις δέδοται σώμασι· καὶ οὕτω νικῶσι τοὺς ἄλλους Τιτᾶνας, τὴν μεριστὴν φύσιν. R2WLZNsv

651

μνησάμενοι φιλότητος: μνημονεύσατε, φησίν, ὅτι τεταρταρωμένους ἔσωσα ὑμᾶς καὶ ἤγαγον εἰς φῶς. R2WLZTX

652

δυσηλεγέος: δυσφροντίστου, δυσεκλύτου ἢ κακοήχου. NsvX

654

Κόττος:〉 ὁ δίκαιος χόλος καὶ ἡ ὀργή. NsvXsv

655

οὐκ ἀδάητα: οὐκ ἀσύνετα, οὐκ ἄγνωστα ἡμῖν, ἀλλὰ γνωστά· οὐκ ἀδίδακτα, οὐκ ἀφανῆ, ἀλλ’ εἰδόσι λαλεῖς. καὶ οἴδαμεν ὅτι πάντα οἶδας καὶ περιέχεις πάντων. R2WLZ οὐκ ἀδάητα πιφαύσκεαι: οὐκ ἀσύνετα, οὐκ ἄγνωστα,93
5οὐκ ἀδίδακτα, ἀλλὰ γνωστὰ καὶ διδακτὰ ἡμῖν· εἰδόσι γὰρ λέγεις. T

657

ἀλκτὴρ δ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο: ἤγουν βοηθὸς ἐγένου τοῖς θεοῖς τῆς χαλεπῆς βλάβης. X

661

ἀτενεῖ τε νό: συνεχεῖ, προθύμῳ νοΐ. ἄλλως. ἀτενε· ἄγαν τεταμένῳ, προθύμῳ, σκληρῷ καὶ δυνατῷ· ἀμε‐ τατρέπτῳ τῷ νοῒ ῥυσόμεθα τὸ ὑμῶν κράτος. R2WLZ [ἄλλως. ἀμετακίνητος, ἀμετάτρεπτος καὶ πρόθυμος νοῦς. R2W]

662

ὑμόν:τὸ ὑμέτερον Δωρικῶς. Nsv

663

μαρνάμενοι Τιτῆσι: λαβὼν ὁ θεός, φησὶ Πλάτων (Tim. 30 a), τόδε τὸ πᾶν πλημμελῶς καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν αὐτὸ ἤγαγε· καὶ τοῦτο ἡ μάχη τῶν στοιχείων. ταῦτα γὰρ Τιτᾶνες, ἡ πλημμέλεια καὶ ἡ ἀταξία. R2WLZN

666a

μᾶλλον ἔτ: ὅτε δηλαδὴ ἔλαβον συμμαχίαν. X

666b

ἀμέγαρτον: ἀζήλωτον, μεγάλην. XBsv

673

ἐπέφυκον: ἀντὶ τοῦ ἐπεφύκεισαν. τὸ δὲ πέφυκα, πα‐ ρακείμενος ὄν, πεφύκω Δωρικῶς γέγονε καὶ ὅμοιον ἐνεστῶτι ἀνα‐ δεξάμενον χαρακτῆρα εἰς τὸν ἐπέφυκον παρατατικὸν ἔκλινεν. R2WLZ
5ἐξ ὤμων: τὸ ἐπέφυκον ἀντὶ τοῦ ἐπεφύκεσαν. ἰστέον ὅτι ὁ πέ‐ φυκα παρακείμενος, πεφύκω Δωρικῶς γενόμενος, ἐνεστῶτος δηλαδὴ ἀνα‐
δεξάμενος χαρακτῆρα, τὸν ἐπέφυκον παρατατικὸν ποιεῖ. X94

677

προφρονέως: προθύμως ταῖς χερσὶ καὶ τῇ δυνάμει ὁμοῦ ἔφαινον τὸ ἔργον αὐτῶν, τουτέστι τῆς ἰσχύος καὶ τῆς τέχνης. R2WLZNsv

681

ἔνοσις: σεισμὸς ἐγένετο τῇ μεγάλῃ βοῇ τῶν ποδῶν αὐτῶν. R2WLZNsvX ἢ ὁ σεισμὸς καὶ ἡ κίνησις τῶν ποδῶν αὐτῶν καὶ ἡ μεγάλη βοὴ τοῦ θορύβου τῶν βελῶν ἀφίκετο μέχρι τοῦ Ταρτάρου· ὃ καὶ ἄμεινον. X

682

ἰω: νῦν πορεία παρὰ τὸ ἰέναι. R2WNsvΛXsv

684

ὣς ἄρ’ ἐπ’ ἀλλήλοις: οὕτως ἐπ’ ἀλλήλοις ἐπέ‐ φερον τὰ στονόεντα βέλη. R2WLZNsvX

687

οὐδ’ ἄρ’ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος:τὴν ἰδίαν δύναμιν οὐδαμῶς ἐκράτησεν. B

691

ἴκταρ: εὐθέως ἐκ τοῦ σύνεγγυς, ὡς ἀπὸ τοῦ ἱκνοῦμαι·
ἴκταρ, ἰκτικῶς, ταχέως. ἢ ἀντὶ τοῦ ἐγγὺς ἐκ τοῦ παρεπομένου, ἐπειδὴ ὁ ἀφικνούμενος ἐγγὺς γίνεται. χρῶνται δὲ οἱ τραγικοὶ ταύτῃ τῇ λέξει. R2WLZTΛX95

692

εἰλυφόωντες: ἀποστάζοντες, συστρέφοντες, τὸ πῦρ πανταχοῦ περιάγοντες. NsvTΛXB

693

φερέσβιος:〉 ἡ τὴν ζωὴν φέρουσα. NsvXsvBsv

700

εἴσατο δ’ ἄντα: ἀντὶ τοῦ ἔδοξεν ὁρώμενα ἐξ ἐναν‐ τίας, ἢ R2WLZ ἐφαίνετο τοῖς ὁρῶσι τῇ ὥρᾳ ἐκείνῃ καὶ τοῖς ἀκούουσιν, ὡς ὁπότε τῇ γῇ ἐμίσγετο ὁ οὐρανός· R2WLZT οὕτως ἦν ἀκαταστασία. R2WLZ

704

τῆς μὲν ἐρειπομένης: τῆς γῆς ἐρριμμένης ἢ ὑπομενούσης ἢ πληττομένης ὑπὸ τοῦ οὐρανοῦ. ἄλλως. ἐρειπο‐ μένης, τουτέστιν ἐρριμμένης· ἐξεριπόντος δέ, τοῦ οὐρα‐ νοῦ ἐπικειμένου. R2WLZNsv

706

σὺν δ’ ἄνεμοι: οἱ δὲ ἄνεμοι σεισμοὺς καὶ κόνιν ἐποίουν, ἠχοῦντες συνετάρασσον. R2WLZX

708

κῆλα Διός: τὰ καυστικὰ σημεῖα. NsvΛsvX

709

ὄτοβος δ’ ἄπλητος: θόρυβος, ψόφος. διὰ τὸ ἀσα‐ φὲς τοῦτο λέγει· ὄτοβος γὰρ ἡ διὰ τῶν ὤτων βοή. γράφεται καὶ κόναβος καὶ σημαίνει καὶ αὕτη ἡ λέξις τὸν θόρυβον. R2WLZX96

710

κάρτος δ’ ἀνεφαίνετο ἔργων:ἡ ἰσχὺς τῶν ἔργων ἐφαίνετο. Bsv

711

πρὶν δ’ ἀλλήλοις ἐπέχοντες: ἀνθιστάμενοι, ἐμποδίζοντες τὸ πρότερον ἀλλήλους· νῦν ἐκλίνθη ἡ μάχη. R2 WLZNsv

713a

οἱ δ’ ἄρ’: ὁ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ. θέλει γὰρ εἰπεῖν οὗτοι γάρ. NsvX

713b

μάχην δριμεῖαν: ἐκ μεταφορᾶς τῶν ὠδινουσῶν. Ὅμηρος (Λ 269—70)·
ὡς δ’ ὅτε ὠδίνουσαν ἔχει βέλος ὀξὺ γυναῖκα,
δριμύ, τό τε προϊεῖσι.
5R2WLZX

716

κατὰ δ’ ἐσκίασαν βελέεσσι:〉 κατεσκέ‐ πασαν δὲ αὐτοὺς τῷ πλήθει τῶν βελῶν. NsvBsv

720

τόσσον ἔνερθ’ ὑπὸ γαίης: ἕνεκεν διδασκαλίας λογικῆς. οὐκ εἰδὼς γὰρ ἢ ἀπὸ ἱστορίας ἢ πείρας [ἢ περὶ] τινὸς λέγει καὶ πρὸς τὴν δόξαν τῶν ἀνθρώπων πλάττει. R2WLZNX

721

Τάρταρον:〉 τὸν τεταραγμένον ἀέρα καὶ ἄστα‐
τον. NsvB97

727a

τριστοιχε: κατὰ τρεῖς τάξεις εἰς τὸ αὐτό· R2W LZT 〈τριπλῇ, ὡς ἂν πλείστη καὶ ἄπειρος. R2WLZ〉

727b

περὶ δειρήν:〉 περὶ τὸ ἄκρον καὶ τὸ ἀνώτατον μέρος τοῦ Ταρτάρου πρὸς τῷ Ἅιδῃ, περὶ ὅν, φησί, κέχυται πολλὴ νύξ· τὸ γὰρ τριστοιχεὶ πολυστοιχεί. R2WLZ

727c

αὐτὰρ ὕπερθεν: ἐπάνω τοῦ Ταρτάρου κεῖται ἡ γῆ καὶ ἡ θάλασσα. R2WLZT [τριπλῇ, ὡς ἂν πλείστη καὶ ἄπειρος.] γῆς ῥίζαι πεφύκασιν, ἀντὶ τοῦ ἐκεῖ ῥίζαι τοῦ κόσμου. ἡ μεταφορὰ ἀπὸ τῶν φυτῶν. R2WLZ

732a

τοῖς οὐκ ἐξιτόν ἐστι: λείπει ἡ διά, ἵν’ ᾖ διὰ τούτων τῶν ῥιζῶν οὐκ ἐκβαδιστέον, οὐ πορευτέον. R2WLZ

732b

θύρας δ’ ἐπέθηκε: διότι ὁ αὐτὸς Ἐννοσίγαιος ὁ τὴν γῆν συνέχων. R2WLZNsvX

733

τεῖχος δὲ περίκειται ἀμφοτέρωθεν: περιέχει ἐκ μήκους καὶ πλάτους. ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν, ἐντὸς τοῦ Ταρτάρου καὶ ἐκτός, τεῖχος περιτρέχει. LZNsvT

734

ἔνθα Γύγης Κόττος τε: ἐκεῖ ἡ ὀργὴ τῶν θεῶν ἐπέχει τὰ πλημμελήματα καὶ τὰς δυσφημίας τῶν ἀνθρώπων. δεῖ δὲ νοεῖν ὅτι οὗτοι ἐκτὸς τοῦ τείχους ἐπιτηροῦσι τοὺς Τιτᾶνας. οὐ γὰρ ἐν τοῖς Τιτᾶσι δεῖ νοεῖν οἰκοῦντας τούτους. R2WLZT

736

ἔνθα δὲ γῆς δνοφερῆς: ἐκεῖ καὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ καὶ τοῦ Ταρτάρου καὶ τοῦ πόντου καὶ πάντων αἱ ἀρ‐ χαὶ καὶ τὰ τέλη εἰσίν, R2WLZTX ἐπειδὴ ἄναρχα ταῦτα. τὸ γὰρ ὕδωρ ἄναρχον, ἐξ οὗ τὰ πάντα. R2WLZX98

738

ἑξείης πάντων πηγα: [λείπει ἡ διά, ἵν’ ᾖ διὰ τούτων τῶν ῥιζῶν.] πάντων ἡ ἀρχὴ ἐκ τοῦ Ταρτάρου ἐκφέρε‐ ται καὶ ἐκεῖ ἀποτελεῖται. R2WLZX

739

εὐρώεντα:〉 εὐρώεντα λέγει τὰ πλατέα καὶ σεσηπότα, NsvX ἐπεὶ ταῦτα ὥσπερ εὐρύτερα γίνεται. X

740a

οὐδέ κε πάντα: ἐπειδὴ ἀφανὴς ἡ τούτων ἀρχὴ καὶ τὸ τέλος, οὐδ’ εἰς πάντα, φησί, τὸν ἐνιαυτὸν δυνηθείη φθάσαι τὸ βάθος, ἐὰν μόνον φθάσῃ περᾶσαι τὸν οὐδόν, ἀλλ’ ἄνεμοι περι‐ φέρουσιν αὐτόν. R2WLZX λείπει δὲ τὸ τις, οἷον οὐδ’ ἄν
5τις. R2WLZ

740b

τελεσφόρον:τὸν τετελειωμένον καὶ πεπλη‐ ρωμένον. Nsv

744

καὶ Νυκτὸς ἐρεμνῆς: καὶ τῆς Νυκτὸς τὰ δεινὰ οἰκήματα ἐκεῖ ἐστὶ νεφέλῃ κεκαλυμμένα. πρὸ δὲ τῶν οἰκημάτων ὁ Ἰαπετιονίδης ἵσταται τὸν οὐρανὸν βαστάζων, ὅπου καὶ ἡ Νὺξ καὶ ἡ Ἡμέρα χωριζόμεναι ἀπ’ ἀλλήλων προσαγορεύουσιν ἀπαντῶ‐
5σαι ἀλλήλας. R2WLZNX99

746

τῶν πρόσθ’ Ἰαπετοῖο: πρὸ τῶν οἴκων δηλονότι τῆς Νυκτός. μαχόμενα τὰ ἐπὶ τῷ Ἄτλαντι. εἰ γὰρ ἐννέα ἡμερῶν διάστημα ὁ ἄκμων καταβαίνει ἐπὶ τῆς γῆς (vv. 722—23), πῶς οἷόν τε τὸν Ἄτλαντα ἐπὶ τῆς γῆς ἑστῶτα βαστάζειν τὸν οὐρανόν;
5Ὁμήρου εἰπόντος (α 53)·
ἔχει δέ τε κίονας αὐτός ἀντὶ τοῦ ἐπιμελείας ἀξιοῖ ἢ φυλάττει, ὡς καὶ ἐν ἄλλω (δ 737)·
καί μοι κῆπον ἔχει πολυδένδρεον. ὁ δὲ Ἡσίοδος ἀντὶ τοῦ R2WLZX κατέχει καὶ φέρει ἤκουσεν.
10R2WLZPX

755

πολυδερκές:πολύβλεπτον καὶ πᾶσι βλεπόμε‐ νον. Nsv

759

Ὕπνος καὶ Θάνατος, δεινοὶ θεο: ὁ μὲν αἰωνίως δαμάζει, ὁ δὲ πρὸς ὀλίγην ὥραν. ἐκ τῶν παρεπομένων δὲ τοῖς ἀνθρώποις πλάττει. R2WLZNsvPX

767

ἔνθα θεοῦ χθονίου: ἐν τοῖς οἰκήμασι τῆς Νυκτός. LZNsvPX τὸ δὲ χθονίου ἢ τοῦ καταχθονίου ἢ τοῦ στυγνοῦ, ὡς Ἀνακρέων (frg. 405 Page; 64 Bergk4; 3o Diehl2
χθόνιον δ’ ἐμαυτὸν ἦγον.
5LZNsv2X100

769

δεινὸς δὲ κύων:〉 δεινὸν δὲ κύνα λέγει τὸν Κέρβερον ἤτοι τὸν φυλακτικόν. NsvPX

776a

δεινὴ Στύξ: [φοβερὰ τοῖς ἐπιορκοῦσι.] δεινὴ θεός, ὅτι τοὺς ἐπιορκοῦντας εἰς αὐτὴν βασανίζει. LZNsvPTX

776b

ἀψορρόου Ὠκεανοῖο:αὐτὸς γὰρ ἐξ αὑ‐ τοῦ τὰς πηγὰς ἔχων πάλιν εἰς ἑαυτὸν ἀναστρέφει. ἢ ὅτι αἱ ἀναθυ‐ μιάσεις, δι’ ὧν νεφέλαι καὶ ὄμβροι συνίστανται, ἐξ αὐτοῦ τὴν γένεσιν ἔχουσαι εἰς αὐτὸν πάλιν ἐπαναστρέφουσιν. Λ2

778a

μακρῇσι πέτρῃσι: ταῖς μεγάλαις. διὰ τὸ ἀπὸ πετρῶν εἶναι τὸ ὕδωρ. LZNsvPXBsv

778b

κατηρεφέ’: ἐστεγασμένα. NsvXsv

779

κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρι‐ κται: εἰς ὑπερβολὴν καὶ ἀδύνατον· οὐ γὰρ ἄχρις οὐρανοῦ οἱ κίονες ἐκ Ταρτάρου. ἢ διὰ τὴν ἀνάδοσιν τοῦ εἰς οὐρανὸν ὕδατος. R2WLZPTB

780a

παῦρα: ὡσὰν ὀλιγάκις· ὄνομα ἀντὶ ἐπιρρήματος. LZNsvP

780b

Θαύμαντος: διὰ τὸ θαῦμα ἐμποιεῖν. LZPX101

784a

Ἶριν ἔπεμψε: τῆς γῆς καὶ τῆς θαλάσσης αἱ ῥίζαι ἐν τῷ Ταρτάρῳ. διὰ τοῦτο ἡ Ἶρις διὰ θαλάσσης εἰς Τάρ‐ ταρον πέμπεται. R2WLZNsvPX

784b

ἐνεῖκαι: ὡς ὑπὸ ὑποτακτικῷ θέματι γέγονεν ἐκ τοῦ ἐνέγκω, ἐνέγξω ἢ ἀπὸ τοῦ ἐνείκω. PX

785a

προχό: ξέστῃ. R2WLZ

785b

πολυώνυμον ὕδωρ: ἤτοι ἔνδοξον ἢ πολλάκις ὑπὸ πολλῶν ὀνομαζόμενον διὰ τοὺς ὅρκους ἢ ἐν πολλοῖς τόποις ὄν. R2WLZNsvPTX

787

πολλὸν δὲ ὑπὸ χθονός: πολὺ δὲ ὑπὸ τὴν γῆν διὰ τοῦ Ὠκεανοῦ λαθραίως παρέρχεται τὸ ὕδωρ τῆς Στυγὸς καὶ οὕτως LZPTX ὡς ἐν ὀχετῷ κεκρυμμένως διαβαίνει καὶ ἀναβαίνει (?) πρὸς τὰς πέτρας, ὅθεν καὶ φαίνεται. ἔστι δὲ τὸ
5ὕδωρ τῆς Στυγὸς δέκατον μέρος τοῦ Ὠκεανοῦ ὕδατος, ὡς ἔχειν τὸ πᾶν ὕδωρ τοῦ Ὠκεανοῦ μοίρας δέκα· τοῦ μὲν ἐννέα, τῆς δὲ
μία ἐκ τοῦ Ὠκεανοῦ. R2WLZPTX102

788

διὰ νύκτα: καθὸ ὑποκάτω φέρεται τὸ ὕδωρ. PX

789a

Ὠκεανοῖο κέρας: μέρος τῆς τοῦ ὕδατος ῥύ‐ σεως. PX

789b

δεκάτη δ’ ἐπὶ μοῖρα δέδασται: οὐκ ἀπὸ ἱστορίας· χαίρει δὲ τῷ ἀριθμῷ. PX

791

εἱλιγμένος: εἰλούμενος κύκλῳ. PX

795

νήυτμος: ἄπνους. τὸ γὰρ νη στερητικόν. NsvPLsvXsv

796

ἆσσον: πλησίον τῆς βρώσεως τῶν θεῶν παραγίνεται. R2WLZNsvBsv

797

[οὐδέ ποτ’ ἀμβροσίης] 〈ἄναυδος:〉 τὸ ἀπαρρησία‐ στον τῶν ἀσεβῶν χαρακτηρίζει. R2WLZPXB

798

κῶμα: κοίμημα· ὁ νόθος ὕπνος ὁ καλούμενος κάρος. PΛX

799

αὐτὰρ ἐπεὶ νοῦσον τελέσει μέγαν εἰς ἐνιαυτόν: διὰ τοῦτο ἐν μακρονοσίᾳ ἐξετάζεσθαί φησιν τὸν ἀσεβῆ, ἐπειδὴ πολλοὶ τοῦ συντόμου θανάτου κατατρέχουσιν πρὸς
τὸ ταχέως ἀπαλλάττεσθαι τῶν κακῶν. R2WLZPT103

801a

εἰνάετες δ:〉 ὁ δέ ἀντὶ τοῦ δή. R2WLZN

801b

ἀπαμείρεται: σημαίνει τὸ ἀποχωρίζεται. R2WLZN

803

δεκάτῳ δὲ μίσγεται: ἵνα δῷ ἐλπίδα μεταβολῆς τῷ δικαιοπραγήσαντι. R2WLZPX

804

εἰρέας: τὰ συνέδρια, τὰς ὁμιλίας τῶν θεῶν, τὰς ἐκ‐ κλησίας. NsvPX

806a

ὠγύγιον: παλαιόν· ἀπὸ Ὠγύγου πρώτου βασιλεύ‐ σαντος Θηβῶν. δύναται δὲ καὶ ἐπὶ τοῦ ἀρχαίου καὶ ἐπὶ τοῦ με‐ γάλου τάττεσθαι. R2WLZPX

806b

καταστυφέλου:σκληροῦ, τραχέος. Xsv

807

sqq. διὰ τὴν παρέκβασιν ἐπαναλαμβάνει (cf. vv. 729 sqq.). PX

812a

ἀστεμφής: διὰ τὸ ἀμετάθετον· βεβαίως καὶ ἀμετα‐
κινήτως ἑστώς. PX104

812b

διηνεκέεσσι: ἀντὶ τοῦ διατεταμέναις, διηκούσαις, συνεχέσιν. PX

813

αὐτοφυής: μονόβολος, ἐξ αὐτοῦ τοῦ τόπου, οὐχ ὅπου ἡ Στὺξ ἀλλ’ ἐκ τοῦ Ταρτάρου. PX

815

ἐρισμαράγοιο: μεγαλοήχου διὰ τὰς βροντάς. NsvPX

819

Κυμοπόλειαν: τὴν κίνησιν τῶν κυμάτων. NsvPX

821

Τυφωέα: τῶν ταραχωδῶν πνευμάτων τὴν ἀνάδοσιν θέλουσί τινες εἶναι τὴν ἐκ τῆς γῆς· τύφεσθαι γὰρ τὸ καίεσθαι. NsvPΛX

823

ἔργματ’ ἔχουσαι: ἔργα δυνατὰ ἐπὶ τὸ ἐργάζεσθαι. PX

825a

ν: ἀντὶ τοῦ ἦσαν Δωρικῶς· NsvsvX ἑνικῶς ἀντὶ πληθυντικοῦ. PX

825b

ὄφιος: διὰ τὸ γεννητικόν. X

827

[θεσπεσίης] 〈πῦρ ἀμάρυσσεν:〉 τῶν ὀφθαλμῶν
τῆς κεφαλῆς τὰς λαμπηδόνας ἀπέπεμπεν. NsvsvX105

830-31

ἄλλοτε μὲν γὰρ φθέγγονθ’: ποτὲ μὲν ἐλάλουν ὥστε καὶ θεοῖς γνωρίζεσθαι τὴν φωνήν, R2WLZNsvPTX ποτὲ δὲ καταλλήλως τῷ βίῳ καὶ ποτὲ ἀκαταλλήλως. R2WLZNsv TX

832

ἀγαύρου: κακοῦ ἢ ἀπόρου Ἰωνικῶς. ἄγαυρος προπα‐ ροξύνεται. τὰ γὰρ εἰς ρος ὀνόματα, τῇ αυ διφθόγγῳ παραληγόμενα, ἔχοντα κατ’ ἰδίαν θηλυκὰ ὀξύνονται, οἷον ἀφαυρός καὶ τὰ ὅμοια. τὸ δὲ ἄγαυρος βαρύνεται, πλεονασμῷ τοῦ α ἐκ δισυλλάβου τοῦ
5γαῦρος γινόμενον. τὰ δὲ μὴ ἔχοντα θηλυκὰ προπαροξύνεσθαι θέλει, οἷον Ἐπίδαυρος, ὄνομα πόλεως, Ἄγραυλος, Κένταυρος. σεσημείω‐ ται τὸ θησαυρός ὀξυνόμενον. R2WLZPX

835

ῥοίζεσχ’: ἐσύριζον καὶ ἀπὸ τοῦ συριγμοῦ αὐτῶν ἤχει τὰ ὄρη. PX

839

σκληρὸν δ’ ἐβρόντησε: ὥσπερ ὠδίνας ὁ οὐρανὸς ἐκλύει τὰ ἐνυπάρχοντα δι’ ἀστραπῆς καὶ βροντῆς. PX

844

καῦμα δ’ ὑπ’ ἀμφοτέρων: ὑπὸ τοῦ Διὸς καὶ τῶν κεφαλῶν τοῦ δράκοντος, τοῦ μὲν διὰ τὰς βροντάς, τοῦ δὲ διὰ τὰ πνεύματα. PTX106

845

ἀπὸ τοῖο πελώρου: ἀπὸ τοιούτου σημείου. PX

846

πρηστήρων: τῶν διαπύρων τῶν φυσικῶν. NsvPXB

848

θῦε δ’ ἄρ’ ἀμφ’ ἀκτὰς περί τ’ ἀμφί τε κύματα: ὥρμα δὲ φεύγων ἐπὶ τὰς ἀκτὰς καὶ ἐπὶ τὰ κύματα. ὅμοιον τοῦτο ὡς «ἀμφὶ περὶ κρήνην» (Hom. Β 305). PX

852

κελάδοιο: τῆς μεγάλης βοῆς. PX

853

κόρθυνεν: ἀντὶ τοῦ διήγειρεν, ηὔξησεν, ηὐτρέπισεν. PX

856

ἔπρεσεν: ἔκαιεν. ἀπὸ τοῦ πρέω ἔπρεον, οὗ παράγωγον πρέθω καὶ καθ’ ὑπαλλαγὴν πρήθω. NsvPX

857

ἱμάσας: ἀντὶ τοῦ πλήξας, κεραυνώσας. NsvPX

858

ἤριπε γυιωθείς: ἀντὶ τοῦ ἔπεσεν χωλωθείς. PXBsv107

859

φλὸξ δὲ κεραυνωθέντος: ἢ κεραυνωθέντος τοῦ ἄνακτος λέγει, R2WLZPX τουτέστι τοῦ Τυφωέως, ἀνεχώρησεν ἡ φλόξ· ἢ ἡ φλὸξ τοῦ ἄνακτος, τουτέστι τοῦ Διός, ἀπέσσυτο, κε‐ ραυνωθέντος αὐτοῦ, ἐπὶ τὰ ὄρη, ἅτινα ὄρη καὶ ἠφάνισεν ἡ φλόξ.
5R2WLZX φλόγες δὲ αἱ ἐκ τῶν ἀνέμων ἀναδόσεις· ἐξάπτονται γὰρ ἐκ τοῦ θερμοῦ ἀέρος. R2WLZTX

860

ἀϊδνῇς: ταῖς ἀφανέσιν ἢ ἃς ἠφάνισεν ἡ φλόξ. ἀϊδνὲς γὰρ τὸ ἀφανὲς καὶ μὴ ὁρώμενον ὡς ἀϊδές, κατὰ πλεονασμὸν τοῦ ν. νῦν δὲ τὴν σύσκιον νάπην λέγει. R2WLZTX τοῦ οὖν Τυφωέως τῷ κεραυνῷ πληγέντος ἔβη ἡ φλὸξ ἐν ταῖς ἀφανέσι καὶ τραχείαις
5καὶ πυκναῖς λόχμαις τοῦ ὄρους. X

863

χοάνοιο: χωνευτῆρος. 〈ἢ〉 χόανον τὸ χωρητικὸν τοῦ πνεύματος, τὰς φύσας λέγει. LZX

865

οὔρεος: ἐν τοῖς κοιλώμασι τοῦ ὄρους, X ἔνθα
σιδήρου εἰσὶ μέταλλα. NsvX108

868

ἀκαχών: ἤγουν λυπῶν τὴν ψυχὴν τοῦ Τυφωέως ὁ Ζεύς. X

870

νόσφι Νότου Βορέω τε καὶ Ἀργέστεω Ζεφύρου τε: Εὖρος ἀπὸ ἀνατολῆς πνέει, Ζέφυρος ἀπὸ δύ‐ σεως, Νότος ἀπὸ μεσημβρίας, Βορρᾶς ἀπὸ ἄρκτου. Ἀργέστης ὁ ἀπηλιώτης, ὃν λέγει ὁ Ὅμηρος (ε 295—96.331—32) Εὖρον. R2WLZX

872

μαψαῦραι: κεναὶ καὶ μάταιαι πνοαί, οἷον Καικίας, Θρασκίας. Ἀριστοτέλης (de Meteor. 363b, 12 sqq.; de Mundo 394b, 20 sqq.) δέ φησι δώδεκα τοὺς ἀνέμους. R2WLZNsv

874

κακ:ἤγουν σὺν κακῇ· ἐξακούεται γὰρ ἡ σύν. Xsv

880

κόνιός τε καὶ ἀργαλέου κολοσυρτο: δια‐ φέρει κόνις καὶ κολοσυρτός· κόνις μὲν ἡ ἐκ φρυγάνων, κολοσυρτὸς δὲ ὁ φρυγανώδης συρφετός, ἀπὸ τοῦ τὰ κόλα σύρειν, τουτέστι τὰ φρύγανα. R2WNTX κόνις δὲ ἡ λεπτὴ ψάμμος. R2WNT

881

αὐτὰρ ἐπεί ῥα πόνον: ἐπειδὴ μετὰ τὴν ἧτταν τῶν ταραχωδῶν πνευμάτων R2WLZNX ὁ βίος κεκράτηκε. τὸ δὲ πόνον ἀντὶ τοῦ νίκην. R2WLNX109

882

κρίναντο: διεκρίθησαν τοῖς Τιτᾶσι τῇ τιμῇ καὶ τῇ δυνάμει, NsvXBsv ὥστε ἐκείνους μὲν NsvX ἐν Ταρτάρῳ εἶναι, αὐτοὺς δὲ τιμᾶσθαι. X

886

θέτο Μῆτιν: λέγεται ὅτι ἡ Μῆτις τοιαύτην εἶχε δύναμιν ὥστε μεταβάλλειν εἰς ὁποῖον ἂν ἐβούλετο. πλανήσας οὖν αὐτὴν ὁ Ζεὺς καὶ μικρὰν ποιήσας κατέπιεν· ἔγκυον δὲ αὐτὴν κατέπιεν. ὁ δὲ Οὐρανὸς καὶ ἡ Γῆ αὐτῷ εἶπον καταπιεῖν αὐτήν, ἵνα
5μὴ ὁ γεννώμενος ἐξ αὐτῆς ἐπικρατέστερος γένηται. R2WLZNTX οὕτω γὰρ μεμοιραμένον ὑπῆρχεν. R2WLZNX

887

πλεῖστα θεῶν εἰδυῖαν: ἀντὶ τοῦ φρονιμωτάτην ἁπάντων οὖσαν· τὴν οὖν Μῆτιν τὴν βουλὴν καὶ τὴν σύνεσιν. ὁ βασιλεὺς ὀφείλων συνετὸς εἶναι, ἤγουν ὁ Ζεύς, ἔγκυον οὖσαν αὐτὴν κατέπιεν, ὅτε ἔμελλε τεκεῖν τὴν Ἀθηνᾶν. X

890

αἱμυλίοισι λόγοισιν: ἀπατητικοῖς, διὰ τὸ γεν‐ νᾶσθαι ἐκ πολλῆς βουλῆς σοφίαν καὶ βαθύτητα νοῦ. TXB

892a

τὼς γάρ ο: εἰκὸς ἦν 〈τὸν υἱὸν〉 ῥέποντα πρὸς
τὴν μητέρα στασιάσαι πρὸς τὸν πατέρα. R2WLZNTX110

892b

ἵνα μὴ βασιληίδα: εἰ γὰρ ἦν ἡ σοφία μόνη ἐκ τοῦ Διός, τουτέστιν ἐκ τοῦ ἀνθρωπίνου νοῦ, ἐπικρατεστέρα εὑρί‐ σκετο. R2WLZNX

897

αὐτὰρ ἔπειτ’ ἄρα: εἰ ἐχωρίζετο ὁ νοῦς ἡμῶν, ἐκρά‐ τει ἂν καὶ μείζων ὑπῆρχεν. ἀλλ’ οὗτος τίκτεται μὴ χωριζόμενος ἡμῶν, ἀλλ’ ἔστιν ἐν ἡμῖν. R2WNsvX

901a

Θέμιν: τὴν εὐθεσίαν τῶν πάντων, διὰ τὸ νομίμως κινεῖσθαι. R2WLZTX

901b

Ὥρας: τὰς τροπικὰς ὥρας λέγει, R2WLZX ἀπὸ τοῦ ὠρεῖν, ὅ ἐστι φυλάσσειν. αὗται γὰρ φύλακες τῶν ἀνθρωπίνων ἔργων. R2WLZTX

903

ὠρεύουσι: τουτέστιν φυλάττουσι, φροντίζουσι, NsvXB ὅθεν καὶ οὖρος ὁ φύλαξ. παρετυμολογεῖ δὲ τὰς Ὥρας. NsvTXB Εὐνομίαν μὲν διὰ τὸ νομίμως τοὺς γεωργοὺς ζῆν, Δίκην δὲ ὅτι καὶ δικαίως, Εἰρήνην δὲ ὅτι καὶ εἰρηνικῶς. [Θάλεια
5δέ, ὅτι δεῖ τὸν δεχόμενον τὰς δωρεὰς παραφυλάττειν καὶ ποιεῖν αὐ‐ τὰς θάλλειν· θάλλοντος γὰρ τοῦ βίου ἡμῶν τοῖς χρῄζουσι δωρού‐ μεθα. τὰς γὰρ τοῦ Διὸς δωρεάς, ἤγουν τοῦ νοῦ ἡμῶν, ἀφθόνως πᾶσι μεταδιδόναι δεῖ, ὥστε διὰ πάσης τῆς οἰκουμένης φοιτᾶν.] X111

907

τρεῖς δέ οἱ Εὐρυνόμη: ὅτι αἱ τοῦ Διὸς δωρεαὶ ἀνὰ πᾶσαν εἰσὶ τὴν οἰκουμένην· καὶ διὰ τοῦτο ἡ τελευταία Θάλεια, ὅτι δεῖ τὸν δεχόμενον τὰς δωρεὰς φυλάττειν αὐτὰς καὶ ποιεῖν θάλ‐ λειν. R2WLZT [Θάλεια, ἐπεὶ θάλλοντος τοῦ βίου ἡμῶν τοῖς
5χρῄζουσι δωρούμεθα. R2WLZ] τρεῖς δέ οἱ Εὐρυνόμη: εἰκότως αἱ Χάριτες ἐκ τῆς Εὐρυ‐ νόμης. πᾶν γὰρ τὸ χαρίεν εὐρύνεσθαι καὶ πλατύνεσθαι δεῖ ἀνὰ πᾶσαν τὴν οἰκουμένην. X

909

Ἀγλαΐην: τὸ ἐν κόσμῳ λαμπρόν, ἐπεὶ ἀγαλλόμεθα, χαριζόμεθα. Εὐφροσύνη δέ, ἐπεὶ καὶ χαίρομεν λαμβάνοντες παρά τινος καὶ εὐφραινόμεθα. Θάλεια δέ, ἐπεὶ θάλλοντος τοῦ βίου ἡμῶν τοῖς χρῄζουσι δωρούμεθα. R2WX 〈τὰς γὰρ τοῦ Διὸς δω‐
5ρεάς, ἤγουν τοῦ νοῦ ἡμῶν, ἀφθόνως πᾶσι μεταδιδόναι δεῖ, ὥστε διὰ πάσης τῆς οἰκουμένης φοιτᾶν. X

911

δερκιόωνται:〉 παράγωγον ἀντὶ τοῦ δέρκονται. NsvΛ2Xsv

913a

τέκε Περσεφόνην: τὸ ζωτικὸν ἐν τοῖς σπέρ‐
μασι καταβάλλει ἡ Δημήτηρ. TXB πολυφόρβη, παρὰ τὸ πολ‐ λοὺς φέρβειν ἤγουν τρέφειν. Περσεφόνη, διὰ τὸ πορθηθῆναι καὶ ἁρπασθῆναι ἀπὸ τοῦ φωτὸς καὶ τῆς ὄψεως. X112

913b

ἣν Ἀϊδωνεύς: τοῦτο περὶ τῆς σήψεως τῶν σπερ‐ μάτων λέγει, NsvTB ὅτι ἐὰν μὴ κάτω ἀποθάνῃ, ἄνω οὐ ζωογο‐ νεῖται. NsvTXB

914

ἥρπασεν: ἡρπάσθαι δὲ αὐτήν φασιν οἱ μὲν ἐκ Σικε‐ λίας, Βακχυλίδης (frg. 47 Snell—Maehl.) δὲ ἐκ Κρήτης, Ὀρφεὺς (Orphic. frg. 43 Kern) ἐκ τῶν περὶ Ὠκεανὸν τόπων, Φανόδημος (FHG I 369, 20; FGrHist III B 325 F 27) ἀπὸ τῆς Ἀττικῆς, †
5Δημαίας ἐν νάπαις†. τοῦτο δὲ λέγει ἐπεὶ οὐχ ἑκοῦσα ἡ γῆ δέχεται τὰ σπέρματα. R2WLZT

916

χρυσάμπυκες: χρυσοῦς δεσμοὺς ἔχουσαι. ἄμπυξ γὰρ καὶ δεσμός τις κόσμου γυναικείου. ἢ διὰ τὸ στεφάνους ἐν κεφαλῇ περιφέρειν οὕτω ταύτας εἴρηκεν. T χρυσάμπυκες: χρυσοῦς ἄμπυκας ἔχουσαι. ἄμπυξ δέ
5ἐστι δεσμὸς περὶ τὴν κεφαλήν· παρὰ τὸ ἀμφέχω ἄμφυξ καὶ ἄμπυξ. X

918

Λητὼ δ’ Ἀπόλλωνα: ἡ Λητὼ τῷ Διὶ συγγινομένη τὸν ἐπιθυμητὸν ὑπὲρ πάντας τοὺς θεοὺς ἔτεκεν Ἀπόλλωνα. ὑπερ‐ βατόν. ἄλλως. ἡ Λήθη ἡ μήτηρ τοῦ Ἀπόλλωνος, ὅτι ὁ μουσικὸς ἐπιλανθάνεται τῶν τοῦ βίου κακῶν. R2WLZT113

919

Οὐρανιώνων: ἢ τῶν οἰκούντων τὸν οὐρανὸν ἢ Οὐρα‐ νοῦ ἀπογόνων. R2WLZNΛ2svXB

921

Ἥρην: ἤγουν τὸν ἀέρα· X ἐν γὰρ τῷ ἀέρι ἡ ζωὴ τῶν τρεφομένων. XB ἢ τὴν ἀπὸ τοῦ ἀέρος ἀτμίδα. X

922

Εἰλείθυιαν:σημειωτέον [δὲ] ὅτι μίαν Εἰλεί‐ θυιάν φησι. X

924a

Τριτογένειαν: τὴν ἐν τῷ Τρίτωνι λουσαμένην μετὰ τὸ γεννηθῆναι. X

924b

[γείνατ’ εὐθήνη] 〈Τριτογένειαν:〉 τριτὼ γὰρ
ἡ κεφαλὴ κατὰ διάλεκτον. NsvΛ2114

925a

ἐγρεκύδοιμον:〉 τουτέστι τὴν θόρυβον ἐγεί‐ ρουσαν. R2WLZNsvXsv

925b

ἀγέστρατον:〉 ἄγουσαν τὸν στρατόν. R2W LZBsv

926

ᾗ κέλαδοί τε: κέλαδος κυρίως ὁ ἐν τοῖς κυνηγίοις θόρυβος. R2WLZX λέγεται δὲ καὶ ὁ ἐν τοῖς πολέμοις καὶ πανταχοῦ. X

927a

Ἥρη δ Ἥφαιστον: ἐκ τῆς Ἥρας ὁ Ἥ‐ φαιστος, X ἐπειδὴ ἐξ ἀέρος τὸ πῦρ. NsvX

927b

Ἥρη δ’ Ἥφαιστον κλυτόν: πρῶτον οὗτος τὸν Ἥφαιστον ἐκ μόνης Ἥρας εἶπε, διὸ καὶ τὸ σημεῖον. ὁ δὲ Ὅμηρος ἐκ Διὸς καὶ Ἥρας (θ 311—12): R2WLZTX
ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
5ἀλλὰ τοκῆε R2WX δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
R2W115

928a

ζαμένησε: τὸ ζα ἐπὶ πλεονασμοῦ λαμβάνεται. λέ‐ γει οὖν τὴν ἄγαν θυμουμένην. R2WX

928b

ἤρισε: ἐφιλονείκησε, ἐπειδὴ καὶ αὐτὸς τὴν Ἀθηνᾶν ἔτεκε. NsvΛ2svX

929

ἐκ πάντων τέχνῃσι κεκασμένον: ἐπειδὴ ἐν παντὶ τόπῳ τῷ πυρὶ κεχρήμεθα. R2WLZNsvX ἀμφίβολον· ἤτοι παρ’ ἑκάστου τῶν θεῶν δεδιδαγμένον τὴν τέχνην ἢ κεκοσμημένον παρὰ πάντας τοὺς θεοὺς τῇ τέχνῃ. R2WLZNX

932

πυθμέν’ ἔχων:〉 ἐν βάθει γὰρ ὁ φόβος. NsvXsv

933

χρύσεα δ: σημειωτέον ὅτι δύο συλλαβῶν ἀπο‐ κοπὴ ἐστίν· R2WLZ Ὅμηρος δὲ οὐδαμοῦ τοῦτο ποιεῖ. R2W〉 χρύσεα δ: σημειωτέον ὅτι πληθυντικῶς ὁ Ἡσίοδος, Ὅμηρος δὲ οὐδαμοῦ· καὶ σκοπητέον ὅτι δύο συλλαβῶν γέγονεν ἀποκοπή. X

934a

[ῥινοτόρ: ἐπειδὴ ἐν παντὶ τόπῳ τῷ πυρὶ κεχρήμε‐ θα. R2WLZNsv]

934b

ῥινοτόρῳ Κυθέρεια: ἡ ἀφροσύνη τῷ θράσει συνεγένετο. NsvTX

934c

Φόβον καὶ Δεῖμον ἔτικτε: ὑγιῶς ἐκδέδοται τὸ παρ’ Ὁμήρῳ (Ο 119—20) ἀμφιβόλως νοούμενον· R2WLZX
ὣς φάτο καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
ζευγνύμεν.
116
5οἱ μὲν γὰρ ἵππους ἤκουσαν, οἱ δὲ υἱοὺς αὐτοῦ. R2WX εἰκό‐ τως δὲ υἱοὶ Ἄρεως Δεῖμος καὶ Φόβος· ἔδει γὰρ ἀναπλασθῆναι ἀπ’ αὐτοῦ θεοὺς ἄλγος ἐμποιοῦντας. X

937

Ἁρμονίην:〉 τὴν κόλλησιν τῶν σωμάτων Ἔφο‐ ρος (frg. deest apud FHG et FGrHist), ἐν ᾧ τὴν Ἁρμονίαν Διὸς καὶ Ἠλέκτρας φησί. Nsv Ἁρμονίην:〉 Ἁρμονία [δὲ] ἡ κόλλησις τῶν σωμάτων.
5Ἔφορος (frg. deest apud FHG et FGrHist) δὲ τὴν Ἁρμονίαν Ἠλέκτρας καὶ Διός φησιν. X

938

Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν: Μαῖα, ἡ θυγάτηρ τοῦ Ἄτλαντος, ἡ μετὰ καρτερίας ζήτησις, τὸν λόγον ἀπογεννᾷ. ὁ λόγος γὰρ δημοσιεύει τὰ θεῖα. LZX

940

Καδμείη: ἡ θυγάτηρ τοῦ Κάδμου, ἡ Σεμέλη. Nsv Λ2svXBsv ἀθετοῦνται δὲ οἱ ἐφεξῆς πέντε στίχοι. X τοὺς γὰρ ἐξ ἀμφοτέρων θεῶν γενεαλογεῖν αὐτῷ πρόκειται. R2WLZX

943

Ἀλκμήνη δ’ ἄρ’ ἔτικτε: τὸ ἐαρινὸν κατάστημα γεννᾷ σφοδρότερον ἥλιον. R2WLZN [σημειωτέον ὅτι δύο συλ‐ λαβῶν ἀποκοπὴ ἐστίν· R2WLZ Ὅμηρος δὲ οὐδαμοῦ τοῦτο ποιεῖ. R2W ἀθετοῦνται ἐφεξῆς στίχοι ἐννέα. τοὺς γὰρ ἐξ ἀμ‐117
5φοτέρων θεῶν γενεαλογεῖν αὐτῷ πρόκειται. R2WLZ]

945

Ἀγλαΐην: τὴν τῆς Εὐρυνόμης θυγατέρα. X

947

Ἀριάδνην:〉 ἥν φασιν ἐκ μέθης τῷ Θησεῖ ἑαυτὴν ἐκδεδωκέναι φιλήσασαν αὐτόν. NsvX ἀθετοῦνται δὲ οἱ ἐφεξῆς ἐννέα στίχοι. R2WLZX

950a

Ἥβην: τὴν τοῦ Διὸς καὶ Ἥρας θυγατέρα Ἥβην ὁ τῆς Ἀλκμήνης υἱὸς Ἡρακλῆς ἔγημεν. εἰκότως· τὸ γὰρ ἡβᾶν ἀεὶ τῶν θεῶν ἐστι τῶν ἀθανάτων. X

950b

Ἥβην δ’ Ἀλκμήνης καλλισφύρου ἄλ‐ κιμοσ υἱός: [ἡ ἀφροσύνη τῷ θράσει συνεγένετο.] ἡ δύναμις δὲ τοῦ Ἡρακλέους ἐστὶν ἡ τοῦ ἡλίου διαπεραίωσις, ἐξ ἧς οἱ ἆθλοι γίνονται, ἤγουν αἱ ἀπογεννήσεις τῶν βοτανῶν. T

951a

ἲς Ἡρακλῆος: ἀντὶ τοῦ ὁ Ἡρακλῆς περιφραστικῶς. X

951b

τελέσας στονόεντας ἀέθλους:στο‐ νόεντας [δὲ] τοὺς ἄθλους λέγει, TX διὰ τὸ μετὰ καμάτου γίνεσθαι τὰ βέλτιστα. NsvTX

957

Περσηῒς Κίρκην τε καὶ Αἰήτην: Περσηΐδα τὴν διαπεραίωσίν φησι τοῦ ἡλίου, τὰς ἀπογεννήσεις τῶν βοτανῶν· Αἰήτην δὲ τὴν διάκρισιν τῶν καλῶν καὶ τῶν κακῶν φαρμάκων· Κίρκην δὲ παρὰ τὸ κινεῖν τὸν λογισμόν. R2WLNsvX118

960

Ἰδυῖαν: ὄνομα κύριον. ἐπίνοιαν δὲ ἔσχε τεχνικήν· τὸ ἀναιρετικὸν τῆς γοητείας. X

969

Δημήτηρ μὲν Πλοῦτον: ὅτε γὰρ εἰς κατάστασιν ἦλθεν ὁ κόσμος, τότε ἤρξαντο ἐργάζεσθαι τὴν γῆν καὶ πλουτεῖν ἐν γεωργίᾳ. διὰ τοῦτο καὶ ἐν Κρήτῃ, ἐπειδὴ εἰς εὐκρασίαν ἦλθον οἱ ἀέρες καὶ τὰ στοιχεῖα, καὶ ἐμίχθη Ἰασίῳ ἡ Δημήτηρ ἀπὸ
5τοῦ ἱέναι, ὅ ἐστιν ἐπαφιέναι τὰ σπέρματα. εἰκότως δὲ εἶπε Δήμη‐ τρος καὶ Ἰασίου τὸν Πλοῦτον, ἐπειδὴ ὁ ἐργαζόμενος αὐτὸν συγκο‐ μίζεται. Δημήτηρ γάρ ἐστιν ἡ γῆ, Ἰασίων δὲ ὁ γεωργός, ὅτι συνῆλθεν ἐν τῷ ἀγρῷ καὶ νειῷ ἐνὶ τριπόλῳ ἐγέννησε τὸν Πλοῦτον. καὶ γὰρ ἡ παροιμία «πυρῶν καὶ κριθῶν, ὦ νήπιε
10Πλοῦτε». R2WLZT ἐν Κρήτῃ δὲ ἦν ὁ Ἰασίων, ἐπειδὴ εὔκρα‐ τος ἡ χώρα. πίονι δέ, ὅτι εὔφορος ἡ Κρήτη. T

975

Κάδμῳ δ’ Ἁρμονίη: ἡ δὲ ἡρμοσμένη τῷ Κάδμῳ ἐγέννησεν Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καὶ Πολύδωρον, ὃν καὶ Πίνακα ἔνιοι καλοῦσιν. εἴρηται δὲ Πολύδωρος, ὅτι ἐν τῷ γάμῳ τοῦ Κάδμου καὶ τῆς Ἁρμονίας οἱ θεοὶ δωρεὰς ἐπορίσαντο.119
5R2WLZ

978

ἐυστεφάνῳ ἐνὶ Θήβ: ἢ τὰ τείχη λέγει, ὡσανεὶ τῇ εὐτειχίστῳ, ἢ τῇ ἀεὶ νικώσῃ καὶ στεφάνους λαμβανούσῃ. NsvTXB ἐνίκησε γὰρ καὶ τὸν Ἀργεῖον πόλεμον μετὰ καὶ ἄλλων πολλῶν. NsvX

982

Γηρυονῆα: τὴν ἐκ γῆς ἀνάδοσιν τοῦ ὑετοῦ λέγει. R2WLZNsvTX τριχῶς δὲ σχηματίζεται τὸ ὄνομα· ὁ Γηρυών, ὁ Γηρυονεὺς καὶ ὁ Γηρυόνης, ἀφ’ ὧν καὶ διάφοροι γίνονται κλίσεις. R2WLZNsvX

985

Ἠμαθίωνα: ἀφ’ οὗ ἡ Μακεδονία Ἠμαθία. φησὶ δὲ Φερεκύδης (FHG I 80, 33 g; FGrHist I 3 F 73) ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι τὸν Ἠμαθίωνα ἀπιόντος ἐπὶ τὰ χρύσεα μῆλα. R2 WLZNsvΛ2X

986

Κεφάλ: τῷ δὲ Κεφάλῳ ἔτεκεν ἡ Ἠὼς τὸν Φαέθοντα. ἕτερος δὲ Φαέθων ἐστί· πρῶτος ὁ τοῦ Ἡλίου, ἀφ’ οὗ ἡ ἐκπύρωσις ἐγένετο. NX120

990

ὦρτ’ ἀναρριψαμένη: ὡς ἂν ἐν τοῖς ἱεροῖς αὐτῆς ναοῖς ἀπεθέωσεν αὐτόν, R2WLZNX ἱερέα ἀφανῆ ποιήσασα, ἐπειδὴ οὐ φαίνεται τελευτήσας. ὁ ἑῷος ἀστὴρ ὁ ἀνάγων τὴν ἡμέραν καὶ τὸν Φαέθοντα ἡ Ἀφροδίτη ἐστίν. R2WLZN

991

νηοπόλον νύχιον: τουτέστιν ἀφανῆ, λαθραῖον. † ἀρχέλοχος † δὲ γράφει μύχιον, R2WLZNsv οἷον ἐν τῷ μυχῷ, ἐν τῷ ἀδύτῳ προφαίνοντα τῇ Κύπρῳ. R2WLZ

993a

Αἰσονίδης: Αἴσωνος τοῦ πατρὸς Ἰάσονος τε‐ λευτῶντος, τὴν τούτου ἐπιτροπείαν ἐγκεχείρισται Πελίας. ὅστις χρησμὸν εἰλήφει, ἤγουν ὁ Πελίας, παρὰ τῶν θεῶν ἀπὸ μονοπεδίλου φυλάττεσθαι. ὁ αὐτὸς δὲ Πελίας καὶ Ἰάσονα τῷ ἱπποκενταύρῳ
5Χείρωνι παραδέδωκε παιδεύειν αὐτὸν τὴν ἰατρικήν, ἕως ἂν ἀνδρωθεὶς τὴν γονικὴν παραλάβῃ βασιλείαν. ὑποστρέφων οὖν μετὰ τὸ μαθεῖν ἐπὶ τὰ οἰκεῖα ποταμῷ προσεπέλασεν· ἔνθα Ἥρα γραὶ ἑαυτὴν εἱστήκει ἀφομοιώσασα, ζητοῦσα περαιωθῆναι· ἣν ἐπ’ ὤμων λαβὼν εἴχετο τῆς ὁρμῆς. ἓν οὖν τῶν πεδίλων αὐτοῦ
10ψάμμῳ καὶ ἰλύι παρασχεθὲν τῷ ποταμῷ ἐλείφθη· εἶτα πρὸς Πελίαν
γέγονεν. ὁ δέ, εἴτε σφετεριζόμενος τὴν ἀρχήν, εἴτε τὸν ἀνεψιὸν φοβού‐ μενος, ἀπέστειλεν αὐτὸν τὸ χρυσόμαλλον δέρος ἀπὸ Σκυθίας ἀγα‐ γεῖν καὶ οὕτως ἀπολήψεσθαι τὴν ἀρχήν. ὁ δὲ τὴν Ἀργὼ παρασκευ‐ άσας καὶ ἥρωας λαβών, ἐν Σκυθίᾳ γενόμενος, τὸ δέρος εἴληφε121
15τὸ ἐκ κριοῦ τοῦ σώσαντος, ὅσον τὸ ἐπ’ αὐτῷ, Φρίξον καὶ Ἕλλην. κἂν ὁ μὲν διασωθεὶς ἐν Σκυθίᾳ φυξίῳ Διὶ τὸν κριὸν ἔθυσε, τὸ δέρος δὲ χρυσώσας ἀνῆκε τῷ θεῷ, εἰς ὃ ἀπεστάλη Ἰάσων. ἡ δὲ Ἕλλη ἅτε θῆλυς καὶ ἀσθενής, ἀποσπασθεῖσα τῶν μαλλῶν αὐτοῦ, ἐν θαλάσσῃ ἀπεπνίγη πεσοῦσα. ἦσαν δὲ οὗτοι ἀδελφοί, ὡς ἀπὸ
20Ἀθάμαντος τοῦ υἱοῦ Αἰόλου, ἀδελφοῦ δὲ τοῦ Κριθέως. ὅστις Ἀθάμας γήμας Νεφέλην δύο ἔσχε παῖδας, οἵπερ εἰσὶ Φρίξος καὶ Ἕλλη. ταύτης τελευτησάσης τὴν ζηλότυπον ἔγημεν Ἰνώ, ἥτις ὡς μητρυιὰ βασκήνασα τούτοις τοιάνδε τιμωρίαν ἐπενοήσατο. φρύσσειν γὰρ πᾶσιν ἐκέλευσε τὸν μέλλοντα σπείρεσθαι καρπόν·
25μάντεων δὲ προσκληθέντων εἰπεῖν τὴν αἰτίαν τῆς ἀφορίας, ἡ τῶν παίδων ζωὴ αἰτία τούτοις ἐκρίθη· οὕτω γὰρ δωροδοκηθέντες εἰπεῖν ἐδιδάχθησαν. ὅθεν ἐν θαλάσσῃ ῥιφέντες Φρίξος καὶ Ἕλλη, τοῦ παρὰ θεοῦ πεμφθέντος αὐτοῖς κριοῦ τῶν μαλλῶν ἁψάμενοι, διεσώθησαν, καθὼς ἔφην, ὅσον τὸ ἐπ’ αὐτῷ ἀβλαβεῖς. τὸ δέρος
30δὲ ἐχρύσωσε Φρίξος, ὡς ὑπὸ τοῦ κριοῦ διασωθεὶς ἐν Σκυθίᾳ. ἀ‐ πεστάλη δὲ Ἰάσων πρὸς τὸ ἀγαγεῖν αὐτό, ὡς ἐγκόπου καὶ μακρᾶς οὔσης τῆς ὁδοῦ, ἵνα ἀποθάνῃ. X

993b

βουλῇσι θεῶν: τῆς Ἥρας, τῆς Ἀφροδίτης, τῆς Ἀθηνᾶς. NsvX

994

στονόεντας ἀέθλους: τοὺς κατὰ θάλατταν κιν‐ δύνους λέγει καὶ τὴν τῶν ταύρων ὑπόζευξιν καὶ τὴν τῶν σπα‐ ρέντων ἀναίρεσιν. R2WLZNsvΛ2

1002a

Φιλλυρίδης: μητρωνυμικῶς ὁ Χείρων ὁ υἱὸς τῆς Φιλύρας. R2WLZ

1002b

μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο:〉 ἐξετελεῖτο τοῦ Διὸς νοῦς ἵνα βασιλεύσῃ τῶν Μήδων. ἢ μεγάλου Διὸς ἀντὶ τοῦ τῆς πεπρωμένης· ἐξ αὐτῆς γὰρ ταῦτα πέπονθεν. R2WLZ122

1004

Φῶκον: Ὅμηρος Θέτιν μόνην φησὶ τῶν Νηρηίδων θνητῷ συνελθεῖν (Π 33—34, 574; Σ 331—32), LZΛ2X Ἡσίοδος δὲ καὶ τὴν Ψαμάθην θνητῷ συνελθεῖν φησι, ἐξ ἧς ὁ Φῶκος. LZX

1013

Ἄγριον ἠδὲ Λατῖνον: τῆς Ἰταλίας οἱ Λατῖνοι. Ἄγριον καὶ τὸν ἀμύμονα Λατῖνον· καὶ οὗτοι οἰκοῦσιν εἰς τὰ ἐσώ‐ τερα μέρη τῶν ἱερῶν νήσων· οἱ Λατῖνοι οἰκοῦσι τὴν Τυρσηνίαν χώραν, ἔνθα ᾤκει ἡ Κίρκη. λέγονται δὲ ἐκεῖσε αἱ νῆσοι Ἠλεκτρίδες.
5R2WLZ Ἄγριον: τούτους Ὅμηρος οὐκ οἶδε, τὸν Ἄγριον καὶ τὸν Λατῖνον. οἰκοῦσι δὲ ὅμως οὗτοι τὰ ἐνδότατα μέρη τῶν νήσων· οἱ δὲ Λα‐ τῖνοι ἔχουσι τὴν Ἰταλίαν καὶ τὴν Τυρσηνίαν χώραν, ἔνθα ᾤκει Κίρκη. λέ‐ γονται δὲ εἶναι αἱ νῆσοι Ἠλεκτρίδες. X

1020

γείναντο: τὸ γείναντο πανταχοῦ ποιηταὶ ἀν‐ τὶ τοῦ ἐγέννησαν λαμβάνουσιν, αἰτιατικῇ συντάσσοντες. ἔστιν οὖν ἀπὸ ἀχρήστου θέματος τοῦ γένω ὁ μέλλων γενῶ, ὁ ἀόριστος ἔγεινα καὶ ὁ μέσος ἐγεινάμην. ὅτι δὲ ἐστὶ τὸ γένω ῥῆμα, εἰ καὶ οὐκ ἔστιν
5ἐν χρήσει, μαρτυρεῖ τὸ γόνος καὶ ἡ γονὴ ἀπ’ αὐτοῦ παραγόμενα.
X123