TLG 5025 002 :: SCHOLIA IN HESIODUM :: Scholia in opera et dies (scholia vetera partim Procli et recentiora partim Moschopuli, Tzetzae et Joannis Galeni) SCHOLIA IN HESIODUM Schol. Scholia in opera et dies (scholia vetera partim Procli et recentiora partim Moschopuli, Tzetzae et Joannis Galeni)
Citation: Prolegomenon-scholion — page-verse — (line) | ||
prol proc3(t) | ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ. | |
1 | ΤΗΝ μὲν Θεογονίαν ὁ γενναῖος Ἡσίοδος δοκεῖ μοι συνθεῖναι πάσης τῆς περὶ τὸν κόσμον τῶν θεῶν προνοίας τὰς ἀρχὰς ἐθε‐ λήσας παραδοῦναι τοῖς μεθ’ ἑαυτὸν κατὰ τὴν πάτριον τῶν Ἑλ‐ λήνων φήμην ἀπὸ τῶν ἐν τοῖς ἱεροῖς θρυλλουμένων μύθων | |
---|---|---|
5 | τὸ σύγγραμμα περιεργασάμενος· τὰ δὲ Ἔργα καὶ τὰς Ἡμέ‐ ρας εἰς οἰκονομίαν καὶ ἀπράγμονα ζωὴν παρακαλῶν τοὺς ἀν‐ θρώπους ἀπὸ τῆς ἀγοραίου καὶ φορτικῆς, οὐχ ἁπλῶς εἰς ἡδο‐ νὴν ἀποβλέπων τῶν ἐντευξομένων, ἀλλὰ ταύτην μὲν πάρ‐ εργον θέμενος, τὴν δὲ ὠφέλειαν τὴν εἰς τὸ ἦθος προηγούμενον | |
10 | σκοπὸν ποιησάμενος, ἵνα τὸν ἴδιον βίον κοσμήσαντες, οὕτω καὶ τῆς περὶ τὸ θεῖον γνώσεως ἐπήβολοι γενώμεθα. Διὸ καὶ ἀπὸ τούτου προσήκει τοῦ συγγράμματος ἄρχεσθαι· τοὺς γὰρ τὸ ἦθος ἀκοσμήτους τὸν κόσμον γνῶναι παντελῶς ἀδύνατον. Ὁ μὲν οὖν σκοπὸς τοῦ βιβλίου παιδευτικός· τὸ δὲ μέτρον | |
15 | ὥσπερ ἥδυσμά τι τῷ σκοπῷ τούτῳ τῆς ἑρμηνείας ἐπιβέβληται, θέλγον τὰς ψυχὰς καὶ κατέχον εἰς τὴν πρὸς αὐτὸ φιλίαν. Διὸ καὶ ἀρχαιότροπός ἐστιν ἡ ἐν αὐτῷ τῆς ποιητικῆς ἰδέα· τῶν γὰρ καλλωπισμῶν καὶ τῶν ἐπιθέτων κόσμων καὶ μεταφορῶν ὡς τὰ πολλὰ καθαρεύει· τὸ γὰρ ἁπλοῦν καὶ τὸ αὐτοφυὲς πρέπει | |
20 | τοῖς ἠθικοῖς λόγοις. Καὶ τοῦτο μὲν δῆλον· ὅτι δὲ τὸ προοί‐ | 3 |
prol proc4 | μιόν τινες διέγραψαν, ὥσπερ ἄλλοι τε καὶ Ἀρίσταρχος ὀβε‐ λίζων τοὺς στίχους, καὶ Πραξιφάνης ὁ τοῦ Θεοφράστου μα‐ θητὴς, μηδὲ τοῦτο ἀγνοῶμεν. Οὗτος μέντοι καὶ ἐντυχεῖν φησὶν ἀπροοιμιάστῳ τῷ βιβλίῳ καὶ ἀρχομένῳ χωρὶς τῆς ἐπικλήσεως | |
5 | τῶν Μουσῶν ἐντεῦθεν, Οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος. Καὶ γὰρ τοῦτο πρέπον ἦν, ὡς ἔοικεν, ἀνδρὶ γράφειν ἄνευ σκηνῆς ποιητικῆς ἐγχειροῦντι καὶ πρὸ θύρων ὄγκον ἐπιδεικνυ‐ μένῳ περιττόν. Ἐπάγεται δέ τινας τὸ μὴ ἀπὸ τοῦ Ἑλικῶνος καλεῖν, Βοιωτὸν ὄντα, τὰς Μούσας, ὥσπερ ἐν τῇ Θεογονίᾳ | |
10 | πεποίηκεν, ἀλλ’ ἀπὸ τῆς Πιερίας, εἰς τὸ μὴ προσίεσθαι τὸ προοίμιον· τάχα δ’ ἂν εἴη καὶ τοῦτο παιδευτικὸν, εἰς τὸ μὴ πάντα τὰ οἰκεῖα σεμνύνειν, ἀλλὰ καὶ τὰ παρ’ ἄλλοις ὄντα μειζόνως ἀγαθὰ, προτιμότερα τῶν οἰκείων τίθεσθαι· καὶ γὰρ τὰς Μούσας τετέχθαι μὲν ἐν τῇ Πιερίᾳ φασὶν, ἐν δὲ τῷ Ἑλι‐ | |
15 | κῶνι χορεύειν, τῆς μὲν Πιερίας τὴν ὑπὲρ τὸν κόσμον τάξιν δηλούσης, ἀφ’ ἧς εἰς τὸν κόσμον προῆλθε, τοῦ δὲ Ἑλικῶνος τὴν ἐγκόσμιον, ἐν γὰρ τούτῳ χορεύουσιν ταῖς σφαίραις ἐννέα οὔσαις ἐπιβεβηκυῖαι. Ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις εἴρηται· νῦν δὲ τῶν ἐν τῷ βιβλίῳ λέξεων τὰς δεομένας σαφηνείας διερ‐ | |
20 | μηνεύσωμεν, καὶ εἴ τι περιττότερόν ἐστιν ἢ κατὰ τοὺς πολ‐ λοὺς τῶν ταῦτα μετιόντων συμπαραλαμβάνοντες. Μετὰ τὴν ἡρωϊκὴν γενεαλογίαν καὶ τοὺς καταλόγους ἐπε‐ ζήτησε καινουργῆσαι πάλιν ἑτέραν ὑπόθεσιν· καὶ δὴ καταχρη‐ σθέντων τῶν εἰς πολέμους καὶ μάχας καὶ τῆς γεωργίας διδασ‐ | |
25 | κάλων, εἰσφέρει καὶ τῶν ἡμερῶν τὴν κράσιν, πρόσωπον ἀνα‐ πλάσας καὶ παραλαβὼν τοῦ ἀδελφοῦ Πέρσου, εἴτε κατ’ ἀλή‐ θειαν, εἴτε κατὰ τὸ εὐπρόσωπον καὶ ἁρμόζον τῇ ὑποθέσει, ἵνα δύο πρόσωπα, καὶ ἵνα δόξῃ ἐξ ἔριδος τῆς κατὰ τὸν ἀδελφὸν | |
εἰς τοῦτο ἐληλυθέναι. Ὡς δὲ ποιητὴς τὰς Μούσας καλεῖ, ἵνα | 4 | |
prol proc5 | δόξῃ τὸ ποίημα εἶναι Μουσῶν. Τὰς Μούσας ὠνομάσθαι λέ‐ γουσιν ἀπὸ τοῦ μῶσθαι τὸ ζητεῖν· ἐπειδὴ καὶ εἰσὶ παιδείας αἰ‐ τίαι πάσης· αὕτη δὲ ζητεῖν ηὐξήθη τοῖς ἀνθρώποις· διὰ τοῦτο Μούσας αὐτὰς ὠνόμασαν οἱ πρῶτοι τὰ ὀνόματα θέντες. Ὁ δὲ | |
5 | νοῦς ἐστιν οὗτος· ὦ Μοῦσαι αἱ ἀπὸ τῆς Πιερίας ὁρμώμεναι, καὶ ταῖς αὐτῶν ᾠδαῖς τὰ πάντα δοξάζουσαι, δεῦτε Δία τὸν ὑμέτερον πατέρα, ἵνα προσείπητε καὶ ὑμνήσητε. Ἰστέον ὅτι πᾶσα ποίησις τρεῖς ἔχει χαρακτῆρας· διηγημα‐ τικὸν, δραματικὸν, καὶ μικτόν· καὶ Διηγηματικὸν μέν ἐστιν | |
10 | ἐν ᾧ ὁ ποιητὴς μόνος φαίνεται φθεγγόμενος, ὥσπερ ἐνταῦθα ὁ ποιητὴς Ἡσίοδος μόνος ἐν παντὶ τῷ συγγράμματι φαίνεται διαλεγόμενος· Δραματικὸν δὲ ἐν ᾧ οὐδαμοῦ ὁ ποιητὴς φθέγ‐ γεται, ὥσπερ ἐν ταῖς κωμῳδίαις ὁρῶμεν, καὶ ταῖς τραγῳδίαις γενόμενον· Μικτὸν δὲ, ἐν ᾧ ὅ τε ποιητὴς διαλέγεται, καὶ πρόσ‐ | |
15 | ωπα εἰσῆκται διαλεγόμενα, οἷον ἐν τῇ Ἰλιάδι ἐμφαίνεται. Ἅπαντες δ’ οὗτοι οἱ χαρακτῆρες ἐν τοῖς Βουκολικοῖς τοῦ Θεο‐ κρίτου ἐοίκασιν ὑπάρχειν· καὶ μίγμα παντός ἐστιν εἴδους κα‐ θάπερ συγκεκραμένον· ᾧ καὶ χάριέν ἐστι τῇ ποικιλίᾳ τῆς κρά‐ σεως, ποτὲ μὲν συγκείμενον ἐκ διηγηματικοῦ, ποτὲ δὲ ἐκ δρα‐ | |
20 | ματικοῦ, ποτὲ δὲ ἐκ μικτοῦ, ἤγουν διηγηματικοῦ καὶ δρα‐ ματικοῦ. | |
22t | ΓΕΝΟΣ ΗΣΙΟΔΟΥ. | |
22 | Οὗτος οὖν ὁ Ἡσίοδος σὺν τῷ ἀδελφῷ Πέρσῃ παῖς ἐγεγόνει Δίου καὶ Πυκιμήδης, Κυμαίων Αἰολέων πενήτων ἀνθρώπων, οἳ διὰ τὸ ἄπορον καὶ τὰ χρέα τὴν ἑαυτῶν πατρίδα Κύμην ἀφέν‐ | |
25 | τες, μεταναστεύουσιν ἐπὶ τὴν Ἄσκρην, χωρίον τῶν Βοιωτῶν, δυσχείμερον καὶ κακοθέρειον, παρὰ τοὺς πόδας κειμένην τοῦ Ἑλικῶνος, κἀκεῖ κατοικοῦσι. Τοιαύτῃ δὲ πενίᾳ τῶν ἀνθρώ‐ πων συνεσχημένων, συνέβη τὸν Ἡσίοδον τοῦτον πρόβατα ἐν τῷ Ἑλικῶνι ποιμαίνειν. Φασὶ δὲ, ὡς ἐννέα τινὲς ἐλθοῦσαι | |
30 | γυναῖκες, καὶ δρεψάμεναι κλῶνας ἐκ δάφνης Ἑλικωνίτιδος, αὐτὸν ἐπεσίτισαν, καὶ οὕτω σοφίας καὶ ποιητικῆς ἐμπεφόρητο. Ἀλλὰ τὰ μέχρι μὲν τούτων νητρεκῆ καὶ ἀληθέστατα, ὅτι παῖς Ἡσίοδος Δίου καὶ Πυκιμήδης, καὶ ὡς κατὰ τὸν Ἑλικῶνα | |
ἐποίμαινε· τὰ δ’ ἐντεῦθεν μεμυθηγόρηται, καὶ ἀλληγορικώτε‐ | 5 | |
prol proc6 | ρον λέλεκται. Ἢ γὰρ ἐν τῷ ποιμαίνειν περὶ τὸν Ἑλικῶνα ἐνό‐ μευε, καὶ καθευδήσας ὁ Ἡσίοδος ὄναρ εἶδεν, ἐννέα γυναῖκας δάφνας αὐτὸν ψωμιζούσας· ἐδήλου δὲ τὸ ὄναρ πάντως ὡς πι‐ κρίας καὶ πόνων μετεσχηκὼς, τῆς παιδεύσεως ἀειθαλῆ γεννήσει | |
5 | ποιήματα· ταῦτα τοίνυν ὁ Ἡσίοδος ἢ ὄψει ὀνείρων τεθεαμένος, καὶ διυπνισθεὶς, καὶ τὸ ποιμαίνειν ἀφεὶς, καὶ πόνοις ἑαυτὸν ἐνδοὺς καὶ μαθήμασι, τὴν τῶν ὀνείρων ἐπίλυσιν ἐξεπέρανεν, ἢ περὶ τὸν Ἑλικῶνα ποιμαίνων ἐγρηγορὼς, καὶ ἄϋπνος ὢν, σύννους τε πρὸς ἑαυτὸν γεγονὼς, καὶ πρέποντα νοῦν ἐσχηκὼς, | |
10 | ἀποδιδράσκει μὲν τὸ εὐτελὲς, καὶ ποιμενικὸν, καὶ σκληρόβιον, καὶ προσδραμὼν τῇ παιδεύσει, καὶ πόνοις ἐγκαρτερήσας, με‐ γάλην καρποῦται τὴν εὔκλειαν· καὶ βίβλους τοσαύτας ἐξεπο‐ νήσατο, ἃς ἐγὼ Μουσῶν τε καὶ γνώσεως ἐπίσταμαι ψώμισμα, καὶ δάφνας λάλους Ἑλικωνίτιδας, ἑλισσομένας ἁπανταχοῦ καὶ | |
15 | θαλλούσας, καὶ κηρυττούσας τὸν πρὶν μὲν οἰκτρόβιον καὶ ἀφα‐ νῆ νομέα ποιμνίων, νῦν δὲ ἡμίθεον χρηματίσαντα δι’ ἀρετῆς καὶ παιδεύσεως. Ὥσπερ καὶ ὁ Σωφρονίσκου Σωκράτης ὁ λι‐ θοξόος, καὶ ὁ Ἰχθυοπώλης Δημάδης, καὶ ὁ τῆς τυμπανιστρίας Αἰσχίνης, Σίμων τε ὁ σκυτεὺς, καὶ ὁ λαχανεὺς Εὐριπίδης· | |
20 | ἔτι τε ὁ Σκύθης Ἀνάχαρσις· καὶ ἄμφω τὼ δούλω, Αἴσωπος, καὶ Ἐπίκτητος· καὶ ὁ Σύρος ῥήτωρ ὁ Λουκιανὸς, ὁ λιθοξόος τε καὶ ἡμί‐ δουλος, καὶ οἱ λοιποί. Συνηκμηκέναι δ’ αὐτὸν οἱ μὲν Ὁμήρῳ φασὶν, οἱ δὲ καὶ Ὁμήρου προγενέστερον εἶναι διϊσχυρίζονται. Καὶ οἱ μὲν προγενέστερον εἶναι τοῦτον Ὁμήρου διϊσχυριζόμενοι ἐν ἀρ‐ | |
25 | χαῖς εἶναί φασι τῆς Ἀρξίππου ἀρχῆς, Ὅμηρον δὲ ἐν τῷ τέλει. Ὁ δ’ Ἄρξιππος οὗτος υἱὸς ἦν Ἀκάστου, ἄρξας Ἀθηναίων ἔτη λε. Οἱ δὲ συγχρόνους αὐτοὺς εἶναι λέγοντες, ἐπὶ τῇ τελευτῇ τοῦ Ἀμφιδάμαντος τοῦ βασιλέως Εὐβοίας φασὶν αὐτοὺς ἀγωνί‐ σασθαι, καὶ νενικηκότα Ἡσίοδον, ἀγωνοθετοῦντος καὶ κρί‐ | |
30 | νοντος Πανίδου τοῦ βασιλέως, τοῦ ἀδελφοῦ Ἀμφιδάμαντος, καὶ τῶν υἱῶν Ἀμφιδάμαντος, Γανύκτορός τε καὶ τῶν λοιπῶν. | |
Ἐξηρωτηκέναι γὰρ αὐτοὺς πολλὰ πρὸς ἀλλήλους φασὶ δι’ ἐπῶν | 6 | |
prol proc7 | αὐτοσχεδίων, καὶ ἀποκρίνασθαι, καὶ πᾶσι τὸν Ὅμηρον τὰ πρω‐ τεῖα λαμβάνειν· τέλος τοῦ βασιλέως Πανίδου εἰπόντος αὐτοῖς, τὰ κάλλιστα τῶν ἑαυτῶν ἐπῶν ἀναλεξαμένους εἰπεῖν, Ὅμη‐ ρος μὲν ἄρχεται λέγειν τοῦτο τὸ χωρίον, ἀπὸ πολλῶν ἐπῶν | |
5 | ἀρξάμενος ὄπισθεν· Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ. Ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι Νευόντων, ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. Καὶ περαιτέρω τούτων. Ἡσίοδος δὲ, τῶν | |
10 | Πληϊάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἀπάρχεται, καὶ ὁμοίως Ὁμήρῳ προβαίνει μέχρι πολλῶν ἐπῶν. Καὶ πάλιν ἐπὶ τούτοις οἱ παρεστῶτες πάντες τῶν ἐλλογίμων καὶ στρατιωτῶν, τὸν Ὅμηρον ἐστεφάνουν· ὁ δὲ Πανίδης ἔκρι‐ νεν νικᾷν Ἡσίοδον, ὡς εἰρήνην καὶ γεωργίαν διδάσκοντα, καὶ | |
15 | οὐ καθάπερ Ὅμηρος πολέμους καὶ σφάγια. Ἀλλὰ ταῦτα μέν εἰσι ληρήματα τῶν νεωτέρων, καὶ πλάσεις τῶν πρὸς ἀλλήλους ἐρωτημάτων, καὶ τῶν ἐξ Ὁμήρου παραβεβλημένων ἐπῶν, καὶ ὑπ’ ἐκείνου δῆθεν ῥηθέντων. Ὅμηρος γὰρ ὁ χρυσοῦς, ὡς ἐγᾦ‐ μαι, μᾶλλον δὲ ἀκριβεστάτως ἐπίσταμαι, πολύ τε παλαιότερος | |
20 | Ἡσιόδου ὑπῆρχε, καὶ εἰ πρὸς τοὺς θρυλλουμένους ἐκείνους θεοὺς ἔριν ἐστήσατο λόγων, καὶ κατὰ τούτων ἂν τὰ πρωτεῖα καὶ τοὺς στεφάνους ἠνέγκατο. Ἀλλ’ ἴσως ἕτερος Ὅμηρος ἦν ὁ τῷ Ἡσιόδῳ ἰσόχρονος, ὁ τοῦ Εὔφρονος παῖς ὁ Φωκεὺς, ὁ καὶ τούτῳ τὴν ἔριν στησάμενος, κἂν τὰ τοῦ θείου ἐκείνου | |
25 | ἀνδρὸς τῇ ὁμωνυμίᾳ πεπλανημένοι λέγειν τοῦτον ἐπλάσαντο. Ὅμηροι γὰρ πολλοὶ γεγόνασιν ἕτεροι, ζήλῳ τοῦ πάλαι τὴν κλῆ‐ σιν λαμβάνοντες· καὶ γὰρ καὶ τοῦ Φωκέως Ὁμήρου τούτου ἕτερος ὑπάρχει νεώτερος Ὅμηρος. Οὗτος ὁ νεώτερος Ὅμηρος ἦν παῖς Ἀνδρομάχου, τῷ γένει Βυζάντιος, ὁ τὴν Εὐρυπυλείαν | |
30 | ποιήσας. Τὸν παλαιὸν δὲ Ὅμηρον Διονύσιος ὁ κυκλογράφος φησὶν ἐπ’ ἀμφοτέρων ὑπάρχειν τῶν Θηβαϊκῶν στρατειῶν, καὶ τῆς Ἰλίου ἁλώσεως. Ἐκ τούτου οὖν λογίζομαι, τοῦτον τὸν Ἡσίο‐ | |
δον εἶναι τετρακοσίων ἐτῶν μεταγενέστερον. Ἀριστοτέλης γὰρ | 7 | |
prol proc8 | ὁ φιλόσοφος, μᾶλλον δὲ οἶμαι ὁ τοὺς Πέπλους συντάξας, ἐν τῇ Ὀρχομενίων πολιτείᾳ Στησίχορον τὸν μελοποιὸν εἶναί φησι υἱὸν Ἡσιόδου, ἐκ τῆς Κλυμένης αὐτῷ γεννηθέντα τῆς Ἀμ‐ φιφάνους καὶ Γανύκτορος ἀδελφῆς, θυγατρὸς δὲ Φηγέως. | |
5 | Ὁ δὲ Στησίχορος οὗτος σύγχρονος ἦν Πυθαγόρᾳ τῷ φιλοσόφῳ, καὶ τῷ Ἀκραγαντίνῳ Φαλάριδι· οἱ δὲ Ὁμήρου τετρακοσίοις ὑστέριζον ἔτεσι, καθά φησι καὶ Ἡρόδοτος. Συνεγράψατο δὲ ὁ τοιοῦτος Ἡσίοδος βίβλους ἑκκαίδεκα, Ὅμηρος δὲ ὁ παλαιὸς ιγ. Τελευτᾷ δὲ Ἡσίοδος ἐν Λοκρίδι, τοιουτοτρόπως. Μετὰ | |
10 | τὴν νίκην, ἣν αὐτὸν νενικηκέναι φασὶν ἐπὶ τῇ τελευτῇ Ἀμφι‐ δάμαντος, εἰς Δελφοὺς ἐπορεύθη, καὶ ἐδόθη αὐτῷ οὑτοσὶ ὁ χρησμός· Ὄλβιος οὗτος ἀνὴρ, ὃς ἐμὸν δόμον ἀμφιπολεύει, Ἡσίοδος μούσῃσι τετιμένος ἀθανάτῃσι. | |
15 | Τοῦ δή τοι κλέος ἔσται, ὅσον τ’ ἐπικίδναται ἠώς. Ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος. Κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν. Ὁ δὲ τὴν ἐν Πελοποννήσῳ Νεμέαν φυγὼν, ἐν Οἰνόῃ τῆς Λοκρίδος ὑπὸ Ἀμφιφάνους καὶ Γανύκτορος τῶν Φηγέως παίδων | |
20 | ἀναιρεῖται, καὶ ῥίπτεται εἰς τὴν θάλασσαν, ὡς φθείρας τὴν ἀδελφὴν ἐκείνων Κλυμένην· ἐξ ἧς ἐγεννήθη Στησίχορος· ἐκαλεῖτο δὲ ἡ Οἰνόη Διὸς Νεμείου ἱερόν. Μετὰ δὲ τρίτην ἡμέ‐ ραν ὑπὸ δελφίνων πρὸς τὸν αἰγιαλὸν ἐξήχθη τὸ σῶμα μετα‐ ξὺ Λοκρίδος καὶ Εὐβοίας, καὶ ἔθαψαν αὐτὸν Λοκροὶ ἐν Νεμέᾳ | |
25 | τῆς Οἰνόης. Οἱ δὲ φονεῖς τούτου νηὸς ἐπιβάντες ἐπειρῶντο φυγεῖν, χειμῶνι δὲ διεφθάρησαν· Ὀρχομένιοι δὲ ὕστερον κατὰ χρησμὸν ἐνεγκόντες τὰ Ἡσιόδου ὀστᾶ θάπτουσιν ἐν μέσῃ τῇ ἀγορᾷ, καὶ ἐπέγραψαν τάδε· Ἄσκρη μὲν πατρὶς πολυλήϊος, ἀλλὰ θανόντος | |
30 | Ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει | 8 |
prol proc9 | Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν, Ἀνδρῶν κρινομένων ἐν βασάνοις σοφίης. Ἐπέγραψε δὲ καὶ Πίνδαρος· Χαῖρε δὶς ἡβήσας, καὶ δὶς τάφου ἀντιβολήσας, | |
5 | Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης. Ἡσιόδου Ἔργα καὶ Ἡμέραι τὸ βιβλίον ἐπιγέγραπται, ἤτοι διδασκαλία γεωργίας καὶ ἡμερῶν, καθ’ ἃς δεῖ τόδε καὶ τόδε ποιεῖν. Οὕτω δὲ ἐπιγέγραπται πρὸς ἀντιδιαστολὴν τῶν ἑτέρων αὐτοῦ πεντεκαίδεκα βιβλίων· Ἀσπίδος, Θεογονίας, Ἡρωογονίας, Γυ‐ | |
10 | ναικῶν καταλόγου, καὶ τῶν λοιπῶν· ἔτι δὲ πρὸς ἀντιδιαστο‐ λὴν τῶν τοῦ μεγάλου Ὀρφέως ἔργων καὶ ἡμερῶν, ἤτοι τῶν περὶ γεωργίας. Διὰ ταῦτα πάντα τὸ βιβλίον ἐπιγέγραπται, Ἡσιόδου Ἔργα καὶ Ἡμέραι. Ἔγραψε δὲ τὸ παρὸν βιβλίον ὁ Ἡσίοδος πρὸς | |
15 | Πέρσην τὸν ἀδελφὸν, παραίνεσιν ἠθικὴν καὶ οἰκονομικὴν περιέχον παντοίαν, καὶ προτροπὴν πρὸς τὰ ἔργα, καὶ γεωρ‐ γίας διδασκαλίαν, προσέτι δὲ καιρῶν, ὧν δεῖται τὰς ἐργασίας ποιεῖσθαι, καὶ ἡμέρας σελήνης ἐπιδεικνύει, τίνες τε αὐτῶν ἀποφράδες, καὶ τίνες ἀνύσιμοι. Μετὰ γὰρ τὴν τελευτὴν | |
20 | τῶν γονέων, τὴν αὐτῶν περιουσίαν Ἡσίοδος καὶ Πέρσης διεί‐ λοντο. Καὶ Ἡσίοδος μὲν σωφρόνως ἔζη καὶ φιλοσόφως· Πέρ‐ σης δ’ ἀσώτως, καὶ ἀργὸν βίον διαβιοὺς τήν τε ἰδίαν οὐσίαν ἀνήλωσε, καὶ τὸν Ἡσίοδον τινὰ ὑφαιρούμενος, καὶ τοὺς δικαστὰς δεξιούμενος, ταῖς δίκαις κατέτριβε τὸν Ἡσίοδον. | |
25 | Ὅθεν οὗτος τοῦ ἀργοῦ βίου, καὶ τῆς ἀσώτου διαγωγῆς αὐτὸν ἀποτρέπων, διὰ τοῦ παρόντος βιβλίου πρὸς ἐργασίαν προ‐ τρέπεται. Ἀπορία. Διὰ τί τῶν Ἡμερῶν τὰ Ἔργα προτέθεικε; Ἀσώ‐ τως καὶ ἀργῶς βιοῦντα τὸν ἀδελφὸν ἔδει πρῶτα προτρέψαι πρὸς | |
30 | τὸ ἐργάζεσθαι, καὶ περὶ ἔργων εἰπεῖν, εἶτα καὶ περὶ τῶν ἡμε‐ ρῶν, ἐν αἷς δεῖ ἕκαστον τῶν ἔργων ἐργάζεσθαι. Ἄτοπον γὰρ ἦν ἐργασιῶν ἡμέρας ὑποδεικνύειν πρὸς τὸν μὴ καταπειθῆ πρὸς | |
ἔργα γινόμενον. | 9 | |
prol tzet10(t1) | ΕΞΗΓΗΣΙΣ | |
t2 | ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
t3 | ΙΩΑΝΝΟΥ ΤΟΥ ΤΖΕΤΖΟΥ | |
t4 | ΕΙΣ ΤΑ ΕΡΓΑ ΚΑΙ ΤΑΣ ΗΜΕΡΑΣ | |
t5 | ΤΟΥ ΗΣΙΟΔΟΥ | |
1 | Ο ΜΕΝ σοφὸς Πρόκλος ἐπεξηγούμενος τὴν παροῦσαν | 10 |
prol tzet11 | βίβλον τῶν Ἔργων καὶ Ἡμερῶν τοῦ Ἡσιόδου οὐδὲν γενναῖον, καὶ τῆς ἐκείνου σοφίας ἁρμόδιον, οὔτε ἄξιον ἐξειργάσατο. Πρῶτα μὲν γὰρ ἐχρῆν διαίρεσιν φάναι τῶν ποιητῶν, καὶ τίνα τούτων χαρακτηρίσματα, καὶ τίνες τούτων οἱ περιβόητοι· ἔπει‐ | |
5 | τα τὸ γένος εἰπεῖν τοῦ προκειμένου πρὸς τὴν ἐξήγησιν, καὶ τίνι συνήκμασε, καὶ πόσας βίβλους ἐξεπονήσατο, ποῦ τε καὶ ποίῳ τρόπῳ τὸν βίον κατέλυσεν· εἶτα τὴν βίβλον τούτου προχειρι‐ σάμενον, πρῶτον μὲν ἀκριβῶς τὸν αὐτοῦ φάναι σκοπόν· με‐ τέπειτα δὲ καὶ τὰς μυθικὰς ἱστορίας εἰς πλάτος, εἶτα καὶ | |
10 | ταύτας ἀλληγορῆσαι, καὶ μέτρα, καὶ τὰ λοιπὰ τῶν ἀναγκαιο‐ τέρων σαφεστέρῳ καὶ διδασκαλικῷ τρόπῳ ἐπεξηγήσασθαι· ἀλλὰ μὴ λαβυρινθώδει καὶ ἀσαφεῖ, καὶ χρῄζοντι μᾶλλον αὐτῷ πλέον ἐπεξηγήσεως, ἤπερ τὰ προκείμενα πρὸς ἐξήγησιν. Ὁ δὲ οὐδὲν τούτων πεποιηκὼς, ἀπροδιηγήτως καὶ ἀκεφάλως, καὶ | |
15 | ὥσπερ ἐξ ἐπιδρομῆς καὶ ἐφόδου, καὶ ταύτης συγκεχυμένης, προσ‐ βάλλει πρὸς τὴν ὑπόθεσιν, καὶ πῆ μὲν οὐ καλῶς μετεωρολογεῖ καὶ στομφάζει κρημνηγορῶν, πῆ δὲ τοῖς κειμένοις ταυτολογῶν, καὶ περὶ ταῦτα ἐνδιατρίβων, πολύστιχον, ἀλυσιτελὲς ἐξεπονή‐ σατο συγγραμμάτιον. Ἀλλὰ τὰ μὲν ἡμαρτημένα τῷ σοφωτά‐ | |
20 | τῳ Πρόκλῳ παρεατέον μοι, χωρητέον δέ μοι πρὸς τὴν ἐξή‐ γησιν. Ὑμεῖς δὲ ἀμφοτέρας τὰς ἐξηγήσεις θέντες παράλληλα ἀφιλέχθρως καὶ φιλαλήθως, τοὺς τοῦ Πρόκλου, καὶ τοὺς ἐμοὺς ἀετιδεῖς ἐπικρίνατε, ὁπότεροι καθαρώτερον πρὸς τὴν | |
Ἡσιόδου ποίησιν, καὶ τὸν τῆς ἀληθείας πρόγονον ἀντιβλέ‐ | 11 | |
prol tzet12 | πουσιν ἥλιον, κἄν περ αὐτοῖς οὐ περιηργυρωμένας τῶν λέ‐ ξεων περιέθηκα πτέρυγας· οὐδὲ γὰρ σπουδαστέον, ἀλλ’ αὐτοσχέδιον ἦν μοι τὸ ἐγχείρημα, ὥσπερ ἄρα καὶ ἴσασιν οἵ τινες ἡμᾶς εἰς τὸν ἆθλον τοῦτον συνώθησαν. Κρίνατε γοῦν | |
5 | ἀφιλέχθρως, καὶ τοῦ Κελτικοῦ Ῥήνου δικαστικώτεροι γίγνε‐ σθε, καὶ τὰ βρέφη τῶν λόγων ἀκριβῶς δοκιμάσατε, ὁπότερον ἄρα μορφῆς πατρικῆς φέρει ἐμφέρειαν, καὶ ποῖον νόθον ἐστὶ τῆς Ἡσιόδου γονῆς, ἢ ἀτελεσφόρητον, καὶ ἀμβλωθρίδιον κύημα, καὶ κατὰ τὴν χρυσόπολιν πόαν, ἢ τὴν Λυδίαν λίθον | |
10 | τὴν βάσανον, καὶ πῦρ τὸ δοκιμαστήριον, ὥσπερ οἱ χρυσο‐ γνώμονες, καλῶς δοκιμάσατε. Καὶ δὴ ἐντεῦθεν τῆς ὑποθέ‐ σεως καταρκτέον μοι. Περὶ μὲν τῆς τῶν ποιητῶν διαιρέσεως, καὶ πρώην μοι ἐπεξείργασται μικρὸν συγγραμμάτιον αὐτοσχεδίοις συντιθέ‐ | |
15 | μενον ἰάμβοις, καὶ τῷ ἐμῷ δὲ ἀδελφῷ ἐκπεπόνηται λίαν κάλλιστα καὶ φιλοτιμότατα περὶ τούτου ἐν τῇ τοῦ Λυκόφρονος ἐξηγήσει· ὅμως καὶ πάλιν τὰ καιριώτερα τούτων ἀναληπτέον, καὶ διὰ βραχέων λεκτέον μοι. Ὁ δὲ λεπτομερέστερον εἰδέ‐ ναι ταῦτα βουλόμενος ἐντυγχανέτω αὐτοῖς, καὶ μὴ κατοκνείτω | |
20 | ταῦτα πρὸ πάσης πυκτίδος ποιητικῆς προτιθέναι. Καὶ δὴ ἀκροατέον τῆς διαιρέσεως. Τῶν ποιητῶν οἱ μέν εἰσι λυρικοὶ, οἱ δὲ μονῳδοὶ, οἱ δὲ κωμικοὶ, καὶ ἕτεροι τραγικοὶ, καὶ ἕτερα μυρία ὀνόματα· κατ’ ἐξαίρετον δὲ, οἱ ἐκ περιουσίας καὶ ἀνωνύμως καλούμε‐ | |
25 | νοι ποιηταί. Καὶ γνώρισμα μέν ἐστι λυρικῶν ποιητῶν, τὸ | 12 |
prol tzet13 | πρὸς λύραν τὰ τούτων ᾄδεσθαι μέλη, ὡς τὰ Πινδάρου, καὶ Στησιχόρου, καὶ Ἀνακρέοντος. Μονῳδῶν δὲ γνώρισμα τὸ μονοπροσώπως ὑπόθεσιν ἀφηγεῖσθαι τὴν οἱανδήποτε, οἷός ἐστιν ἐν τῇ Ἀλεξάνδρᾳ Λυκόφρων. Κωμικῶν δὲ ὁ γέλως | |
5 | μετὰ χορευτῶν καὶ προσώπων, οἷος Ἀριστοφάνης, Εὔπολις, Φερεκράτης. Τραγικῶν δὲ ποιητῶν γνώρισμα, οἶκτοι, καὶ συμφοραὶ, οἷός ἐστιν Αἰσχύλος, Σοφοκλῆς, Εὐριπίδης. Ποιη‐ ταὶ δὲ ἀνωνύμως καὶ κατ’ ἐξοχὴν ἐκεῖνοι καλοῦνται, οὕσπερ χαρακτηρίζει ταῦτα τὰ τέσσαρα, μέτρον ἡρωϊκὸν, μῦθος ἀλ‐ | |
10 | ληγορικὸς, ἱστορία, ἤτοι παλαιὰ ἀφήγησις, καὶ ποιὰ λέξις, ἤτοι ἡρωϊκὴ, καὶ ἀξιωματικὴ, καὶ τῷ ἡρωϊκῷ μέτρῳ ἁρμόζου‐ σα, ἀλλὰ μὴ κατατετριμμένη καὶ χθαμαλή. Μᾶλλον δὲ ἐκ τῶν τεσσάρων τούτων, ὁ ἀλληγορικὸς μῦθος τὸ κυριώτατόν ἐστι τῶν ποιητῶν χαρακτήρισμα Γεγόνασι δὲ τούτων τῶν ποιη‐ | |
15 | τῶν, ἄνδρες ὀνομαστοὶ πέντε, Ὅμηρος ὁ παλαιὸς, Ἀν‐ | 13 |
prol tzet14 | τίμαχος ὁ Κολοφώνιος, Πανύασις, Πείσανδρος ὁ Καμειρεὺς, καὶ ὁ Ἀσκραῖος οὗτος Ἡσίοδος, οὗπερ ἐπεξηγεῖσθαι τὴν βίβλον ἐπεβαλόμεθα. Οὗτος οὖν ὁ Ἡσίοδος σὺν ἀδελφῷ Πέρσῃ παῖς ἐγεγόνει Δίου | |
5 | καὶ Πυκιμήδης, κατῴκουν δὲ ἐν τῇ Κύμῃ. Αὕτη ἡ Κύμη περὶ τὴν Μιτυλήνην ἐστίν· καλεῖται δὲ νῦν Φρικωνίς. Ἡ δὲ ἑτέρα Κύμη, ὅθεν ἦν Αἰόλος καὶ ἡ Σίβυλλα τῆς Ἰταλίας, Κυμαίων Αἰολέων πενήτων ἀνθρώπων, οἳ διὰ τὸ ἄπορον καὶ τὰ χρέα τὴν ἑαυτῶν πατρίδα Κύμην φυγόντες, μεταναστεύουσι περὶ | |
10 | τὴν Ἄσκρην χωρίον τῶν Βοιωτῶν, δυσχείμερόν τε καὶ κακοθέ‐ ρειον, περὶ δὲ τοὺς πρόποδας κειμένην τοῦ ὄρους τοῦ Ἑλικῶ‐ νος, κἀκεῖ κατοικοῦσι. Τοιαύτῃ δὲ τῶν ἀνθρώπων πενίᾳ συν‐ εσχημένων, συνέβαινε τὸν Ἡσίοδον τοῦτον ἄρνας ἐν τῷ Ἑλι‐ κῶνι ποιμαίνειν. Φασὶ δὲ, ὡς ἐννέα τινὲς ἐλθοῦσαι γυναῖκες, | |
15 | καὶ δρεψάμεναι κλῶνας δάφνης Ἑλικωνίτιδος, αὐτὸν ἐπεσίτι‐ σαν, καὶ οὕτω σοφίας ποιητικῆς ἐπεμφόρητο. Ἀλλὰ τὰ μέχρι μὲν τούτου ἀληθῆ τε καὶ ἀτρεκέστατα, ὅτι παῖς ὁ Ἡσίοδος πενήτων ἀνθρώπων, Δίου καὶ Πυκιμήδης, καὶ ὡς περὶ τὸν Ἑλικῶνα ἐνόμευε· τὰ δ’ ἐντεῦθεν μεμυθηγόρηται, καὶ ἀλλη‐ | |
20 | γορικώτερον λέλεκται. Καὶ γὰρ ἐν τῷ ποιμαίνειν περὶ τὸν Ἑλικῶνα καθευδήσας ὁ Ἡσίοδος ὄναρ εἶδεν, ἐννέα γυναῖκας δάφνας αὐτῷ ψωμιζούσας· ἐδήλου γὰρ πάντως τὸ ὄναρ, ὡς πικρίας καὶ πόνων μετεσχηκὼς τῆς παιδεύσεως ἀειθαλῆ γεν‐ νήσει ποιήματα. Ταῦτα τοίνυν Ἡσίοδος ἢ ὄψει ὀνείρων | |
25 | τεθεαμένος καὶ διυπνισθεὶς, καὶ τὸ ποιμαίνειν ἀφεὶς, καὶ πό‐ | |
νοις ἐκδοὺς ἑαυτὸν καὶ μαθήμασι, τὴν τῶν ὀνείρων ἐπίλυσιν | 14 | |
prol tzet15 | ἐξεπέρανεν, ἢ ἐγρηγορὼς, καὶ ἄγρυπνος ὢν, σύννους τε πρὸς ἑαυτὸν γεγονὼς, καὶ πρέποντα νοῦν ἐσχηκὼς, ἀποδι‐ δράσκει μὲν τὸ εὐτελὲς καὶ ποιμενικὸν καὶ σκληρόβιον, καὶ προσδραμὼν τῇ παιδεύσει, καὶ πόνοις ἐγκαρτερήσας μεγά‐ | |
5 | λην καρπούται τὴν εὔκλειαν, καὶ βίβλους τοσαύτας ἐξεπονήσα‐ το, ἃς ἐγὼ Μουσῶν τε καὶ γνώσεως ἐπίσταμαι ψώμισμα· καὶ δάφνας λάλους Ἑλικωνίτιδας, ἑλισσομένας ἁπανταχοῦ, καὶ θαλλούσας, καὶ κηρυττούσας, τὸν πρὶν μὲν οἰκτρόβιον καὶ ἀφανῆ νομέα ποιμνίων, νῦν δὲ ἡμίθεον χρηματίσαντα δι’ ἀρε‐ | |
10 | τῆς καὶ παιδεύσεως. Ὥσπερ καὶ ὁ Σωφρονίσκου Σωκράτης ὁ λιθοξόος, καὶ ὁ ἰχθυοπώλης Δημάδης, καὶ ὁ τῆς τυμπανιστρίας Αἰσχίνης, Σίμων τε ὁ σκυτεὺς, καὶ ὁ λαχανεὺς Εὐριπίδης· ἔτι τε ὁ Σκύθης Ἀνάχαρσις· καὶ ἄμφω τὼ δούλω, Αἴσωπος, καὶ Ἐπίκτητος· καὶ ὁ Σύρος ῥήτωρ ὁ Λουκιανὸς, ὁ λιθοξόος | |
15 | τε καὶ ἡμίδουλος, καὶ οἱ λοιποὶ, ὥσπερ καὶ παρ’ ἡμῖν ὁ χρυσογνώμων ἐκεῖνος Σωτήριχος, καὶ ὁ νῦν περιϊὼν τῆς Νι‐ κομήδους οἰνοπράτης ἀρχιερεὺς, ὃς οὐδὲ νῦν ἐθέλει τοῦ πιθεῶ‐ νος ἐξίστασθαι, ἀλλ’ ἔτι τὸν οἶνον μιγνύει, καὶ μεταβάλλει τοὺς ἀμφορεῖς. Ἔνθεν τοι μή τις τῶν νέων νωχελὴς καὶ ῥά‐ | |
20 | θυμος, καὶ ἀμβλὺς περὶ λόγους τελείτω, καὶ μονονουχὶ καθευ‐ δέτω τοῖς περὶ τὸν Ἡσίοδον τοῦτον ἠπατημένος μύθοις, καὶ παρ’ αὐτὸν ἐπελθεῖν δαφνηφορούσας τινὰς παρθένους καραδο‐ κῶν ψωμιζούσας τὰς δάφνας, καὶ δεδυνημένας ἀκαριαίως σο‐ φίζειν, ἀλλὰ τῇ ἀλληγορίᾳ ταύτῃ προσέχων, καὶ πόνοις προσ‐ | |
25 | κείμενος, καὶ πάντας τούτους τοὺς προκειμένους ἔχων πα‐ | 15 |
prol tzet16 | ράδειγμα, σπουδαιοτέρως ἀντεχέσθω τῶν λόγων, καὶ μόχθω τοὺς θησαυροὺς τῆς σοφίας λαμβάνων ταμιευέτω ἐς τὸ προκόλ‐ πιον. Παρθένους δὲ δαφνηφορούσας καὶ σοφιζούσας ἀκα‐ ριαίως μηδεὶς ἐλπιζέτω· κἂν γὰρ καὶ παρά τινας νῦν παρ‐ | |
5 | θένοι καὶ δαφνηφόροι ἀφίξωνται, γυμνάσουσι τοῦτον, ἀλλ’ οὐ σοφίσουσιν. ἔνθεν τε πάντες νέοι πονεῖτε, καθάπερ Ἡσίο‐ δος, καὶ δῶρα δρέψασθε μουσῶν, ὡς ἐκεῖνος, καὶ δάφνας ἀμαράντους ἑλικωνίτιδας. Ἀλλὰ ταῦτα μὲν τὰ μυθοπλα‐ στούμενα περὶ τῆς τοῦ Ἡσιόδου δαφνηφαγίας, καὶ ἀγωγῆς | |
10 | ἐκείνου, καὶ τῆς παιδεύσεως. Συνηκμακέναι δ’ αὐτὸν οἱ μὲν Ὁμήρῳ φασὶν, καὶ ἀγῶνα λόγων συστήσασθαι, οἱ δὲ καὶ Ὁμήρου προγενέστερον εἶναι διϊσχυρίζονται. καὶ οἱ μὲν προγενέστερον εἶναι τοῦτον Ὁμήρου διϊσχυριζόμενοι ἐν ἀρχαῖς εἶναί φασι τῆς Ἀρξίππου ἀρχῆς, Ὅμηρον δὲ ἐν τῷ τέλει. Ὁ δ’ | |
15 | Ἄρξιππος οὗτος υἱὸς ἦν Ἀκάστου, ἄρξας Ἀθηναίων ἔτη λε. Οἱ δὲ συγχρόνους αὐτοὺς εἶναι λέγοντες, ἐπὶ τῇ τελευτῇ τοῦ Ἀμ‐ φιδάμαντος τοῦ βασιλέως Εὐβοίας, φασὶν αὐτοὺς ἀγωνίσασθαι, καὶ νενικηκέναι Ἡσίοδον, ἀγωνοθετοῦντος καὶ κρίνοντος τὰ μέτρα Πανίδου τοῦ βασιλέως, τοῦ ἀδελφοῦ Ἀμφιδάμαντος, | |
20 | καὶ τῶν υἱῶν Ἀμφιδάμαντος, Γανύκτορός τε καὶ τῶν λοιπῶν. Ἐξηρωτηκέναι γὰρ αὐτοὺς πολλὰ πρὸς ἀλλήλους φασὶ δι’ ἐπῶν αὐτοσχεδίων, καὶ ἀποκρίνασθαι, καὶ πᾶσι τὸν Ὅμη‐ ρον τὰ πρωτεῖα λαμβάνειν. Τέλος τοῦ βασιλέως Πανίδου εἰ‐ πόντος αὐτοῖς, τὰ κάλλιστα τῶν ἑαυτῶν ἐπῶν ἀναλεξαμένους | |
25 | εἰπεῖν, Ὅμηρος μὲν ἄρχεται λέγειν τοῦτο τὸ χωρίον, ἀπὸ πολ‐ λῶν ἐπῶν ἀρξάμενος ὄπισθεν· Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ. Ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι | |
Νευόντων, ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. | 16 | |
prol tzet17 | Καὶ περαιτέρω τούτων. Ἡσίοδος δὲ, τοῦ Πληϊάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἀπάρχεται, καὶ ὁμοίως Ὁμήρῳ προβαίνει, μέχρι πολλοῦ τῶν ἐπῶν. Καὶ πάλιν ἐπὶ τούτοις οἱ παρεστῶτες, πάντες τῶν | |
5 | ἐλλογίμων στρατιῶται τὸν Ὅμηρον ἐστεφάνουν· ὁ δὲ Πα‐ νίδης ἔκρινεν νικᾷν Ἡσίοδον ὡς εἰρήνην καὶ γεωργίαν δι‐ δάσκοντα, καὶ οὐ καθάπερ Ὅμηρος πολέμους καὶ σφάγια. Ἀλλὰ ταῦτα μέν εἰσι ληρήματα τῶν νεωτέρων, καὶ πλάσεις τῶν πρὸς ἀλλήλους ἐρωτημάτων, καὶ τῶν ἐξ Ὁμήρου παρεκ‐ | |
10 | βεβλημένων ἐπῶν, καὶ ὑπ’ ἐκείνου δῆθεν εἰρημένων. Ὅμηρος γὰρ ὁ χρυσοῦς, ὡς ἐγᾦμαι, μᾶλλον δὲ ἀκριβεστάτως ἐπί‐ σταμαι, πολύ τε παλαιότερος Ἡσιόδου ὑπῆρχε, καὶ εἰ πρὸς τοὺς θρυλλουμένους ἐκείνους θεοὺς ἔριν ἐστήσατο λόγων, καὶ κατὰ τούτων ἂν τὰ πρωτεῖα καὶ τοὺς στεφάνους ἠνέγκατο. | |
15 | Ἀλλ’ ἴσως ὁ ἕτερος Ὅμηρος ἦν τοῦ Ἡσιόδου ἰσόχρονος, ὁ τοῦ Εὔφρονος παῖς ὁ Φωκεὺς, ὁ καὶ τούτῳ τὴν ἔριν στη‐ σάμενος, κἂν τὰ ἔπη τοῦ θείου ἐκείνου ἀνδρὸς τῇ ὁμωνυμίᾳ πεπλανημένοι, λέγειν τοῦτον ἐπλάσαντο. Ὅμηροι γὰρ πολλοὶ γεγόνασιν ἕτεροι, ζήλῳ τοῦ παλαιοῦ τὴν τούτου κλῆσιν λαμ‐ | |
20 | βάνοντες· καὶ γὰρ καὶ τοῦ Φωκέως Ὁμήρου τούτου ἕτερος ὑπάρχει νεώτερος Ὅμηρος ὁ τὴν Εὐρυπύλειαν ποιήσας· ἦν δὲ οὗτος παῖς Ἀνδρομάχου, τῷ γένει Βυζάντιος. Τὸν παλαιὸν | |
δὲ Ὅμηρον Διονύσιος ὁ κυκλογράφος φησὶν ἐπ’ ἀμφοτέρων | 17 | |
prol tzet18 | ὑπάρχειν τῶν Θηβαϊκῶν στρατειῶν, καὶ τῆς Ἰλίου ἁλώσεως, Ἐκ τούτου γοῦν λογίζομαι, τοῦτον τοῦ Ἡσιόδου εἶναι τετρακοσίων ἐτῶν προγενέστερον. Ἀριστοτέλης γὰρ ὁ φι‐ λόσοφος, μᾶλλον δὲ οἶμαι ὁ τοὺς Πέπλους συντάξας, ἐν τῇ | |
5 | Ὀρχομενίων πολιτείᾳ Στησίχορον τὸν μελοποιὸν εἶναί φησι υἱὸν Ἡσιόδου, ἐκ τῆς Κτημένης αὐτῷ γεννηθέντα τῆς Ἀμ‐ φιφάνους, καὶ Γανύκτορος ἀδελφῆς, θυγατρὸς δὲ Φηγέως. Ὁ δὲ Στησίχορος οὗτος σύγχρονος ἦν Πυθαγόρᾳ τῷ φιλοσόφῳ, καὶ τῷ Ἀκραγαντίνῳ Φαλάριδι· οἱ δὲ Ὁμήρου τετρακοσίοις | |
10 | ὑστέριζον ἔτεσι, καθά φησι καὶ Ἡρόδοτος. Ἀλλὰ καὶ τοὺς χρόνους εἰπόντες, ἐν οἷς ἔφασαν ἠκμακέναι Ἡσίοδον, εἴπω‐ μεν καὶ πόσας βίβλους ἐξεπονήσατο. Βίβλους μὲν οὗτος ἑκκαί‐ δεκα συνεγράψατο· Ὅμηρος δὲ ὁ παλαιὸς ιγ Τελευτᾷ δὲ ὁ ῥηθεὶς οὗτος Ἡσίοδος ἐν Λοκρίδι, τοιουτοτρόπως. Μετὰ τὴν | |
15 | νίκην, ἣν αὐτὸν νενικηκέναι φασὶν ἐπὶ τελευτῇ Ἀμφιδά‐ μαντος, εἰς Δελφοὺς ἐπορεύθη, καὶ ἐδόθη αὐτῷ οὑτοσὶ ὁ χρησμός· Ὄλβιος οὗτος· ἀνὴρ, ὃς ἐμὸν δόμον ἀμφιπολεύει, Ἡσίοδος μούσῃσι τετιμένος ἀθανάτῃσι. | |
20 | Τοῦ δή τοι κλέος ἔσται, ὅσον τ’ ἐπικίδναται ἠώς. Ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος. Κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν. Ὁ δὲ τὴν ἐν Πελοποννήσῳ Νεμέαν φυγὼν, ἐν Οἰνόῃ τῆς | |
Λοκρίδος ὑπὸ Ἀμφιφάνους καὶ Γανύκτορος τῶν Φηγέως | 18 | |
prol tzet19 | παίδων ἀναιρεῖται, καὶ ῥίπτεται εἰς τὴν θάλασσαν, ὡς φθεί‐ ρας τὴν ἀδελφὴν ἐκείνων Κτημένην· ἐξ ἧς ἐγεννήθη Στησίχο‐ ρος· ἐκαλεῖτο δὲ ἡ Οἰνόη Διὸς Νεμείου ἱερόν. Μετὰ δὲ τρίτην ἡμέραν ὑπὸ δελφίνων πρὸς τὸν αἰγιαλὸν ἐξήχθη τὸ σῶμα μετα‐ | |
5 | ξὺ Λοκρίδος καὶ Εὐβοίας, καὶ ἔθαψαν αὐτὸν Λοκροὶ ἐν Νεμέᾳ τῆς Οἰνόης. Οἱ δὲ φονεῖς αὐτοῦ νηὸς ἐπιβάντες ἐπειρῶντο φυγεῖν, χειμῶνι δὲ διεφθάρησαν. Ὀρχομένιοι δὲ ὕστερον κατὰ χρησμὸν ἐνεγκόντες τὰ Ἡσιόδου ὀστᾶ θάπτουσιν ἐν μέσῃ τῇ ἀγορᾷ, καὶ ἐπέγραψαν τάδε· | |
10 | Ἄσκρη μὲν πατρὶς πολυλήϊος, ἀλλὰ θανόντος Ὀστέα πληξίππου γῆ Μινύης κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν, Ἀνδρῶν κρινομένων ἐν βασάνοις σοφίης. Ἐπέγραψε δὲ καὶ Πίνδαρος· | |
15 | Χαῖρε δὶς ἡβήσας, καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης. Ἀλλ’ ἐπειδὴ ταῦτα κατελέξαμεν, φέρε καὶ τῆς ἐπιγρα‐ φῆς τοῦ βιβλίου ἁψώμεθα. Ἡσιόδου Ἔργα καὶ Ἡμέραι τὸ βιβλίον ἐπιγέγραπται, ἤτοι | |
20 | διδασκαλία γεωργίας καὶ ἡμερῶν, καθ’ ἃς δεῖ τόδε καὶ τόδε | |
ποιεῖν. Οὕτω δὲ ἐπιγέγραπται πρὸς ἀντιδιαστολὴν τῶν ἑτέρων | 19 | |
prol tzet20 | αὐτοῦ πεντεκαίδεκα βίβλων Ἀσπίδος, Θεογονίας, Ἡρωογο‐ νίας, Γυναικῶν καταλόγου, καὶ λοιπῶν ἁπασῶν· ἔτι δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῶν τοῦ μεγάλου Ὀρφέως ἔργων καὶ ἡμερῶν, ὧν οὕτως ἐστὶν ἡ ἀρχή. | |
5 | Εἰ δὲ γεωπονίης σε φιλομβρότου ἵμερος αἱρεῖ, Καί τ’ ἐπὶ χρυσείης γενεῆς ἐντύνεαι ἔργα Γαῖαν ἐπὶ ζείδωρον ἄγων εὐκαμπὲς ἄροτρον, Ἡ γυροῖς ἔνι κλῆμα Μεθυμναίου λελίησαι | |
Κατθεμέναι, καὶ λαρὸν ὀπώρης εἶδαρ ἑλέσθαι | 20 | |
prol tzet21 | Ἱμείρῃ, σκαπάνῃ τε λαχῆναι ἄμβροτον αἶαν· Αὐτίκα δή τοι πᾶσαν ἐτητυμίην καταλέξω, Ὅππως ἂν πανδῖα σεληναίη πεπίθοιτο, Ὄμπνιά σοι Δήμητρος, ἀερσινόοιο τε Βάκχου, | |
5 | Δῶρ’ ἀναπεμπέμεναι, καὶ ἐπηετανὸν ὄλβον ὀπάζειν. Καὶ τῶν μὲν ἔργων Ὀρφέως οὕτως ἐστὶν ἡ ἀρχή. Αἱ δὲ ἡμέραι, ἤτοι αἱ ἐφημερίδες αὐτοῦ, ἄρχονται οὕτως· Πάντ’ ἐδάης Μουσαῖε θεοφραδές. εἰ δέ ς’ ἀνώγει Θυμὸς ἐπωνυμίας μήνης κατὰ μοῖραν ἀκοῦσαι, | |
10 | Ῥεῖά τοι ἐξερέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν, Οἵην τάξιν ἔχοντα κυρεῖ. μάλα γὰρ χρέος ἐστὶν Ἴδμεναι, ὡς αὕτη παρέχει κλέος ἄντυγι μηνός. Διὰ ταῦτα πάντα τὸ βιβλίον ἐπιγέγραπται, Ἡσιόδου ἔργα καὶ ἡμέραι. Ἔγραψε δὲ τὸ παρὸν βιβλίον ὁ Ἡσίοδος πρὸς Πέρσην | |
15 | τὸν ἀδελφὸν αὐτοῦ, παραίνεσιν καὶ ἠθικὴν καὶ οἰκονομικὴν περιέχον παντοίαν, καὶ προτροπὴν πρὸς τὰ ἔργα, καὶ γεωργίας διδασκαλίαν, προσέτι δὲ καὶ καιρῶν, οἷς δεῖ τὰς ἐργασίας | |
ποιεῖσθαι, καὶ ἡμέρας σελήνης ὑποδεικνύει, τίνες τε αὐτῶν | 21 | |
prol tzet22 | ἀποφράδες, καὶ τίνες ἀνύσιμοι. Μετὰ γὰρ τὴν τελευτὴν τῶν γονέων, τὴν αὐτῶν περιουσίαν Ἡσίοδος καὶ Πέρσης διείλοντο. Καὶ Ἡσίοδος μὲν σωφρόνως ἔζη καὶ φιλοσόφως, Πέρσης δ’ ἀσώτως· καὶ ἀργὸν βίον διαβιοὺς τήν τε ἰδίαν οὐσίαν ἀνή‐ | |
5 | λωσε, καὶ τῶν Ἡσιόδου τινὰ ὑφαιρούμενος, καὶ τοὺς δικα‐ στὰς δεξιούμενος ταῖς δίκαις κατέτριβε τὸν Ἡσίοδον. Ὅθεν οὗτος τοῦ ἀργοῦ βίου, καὶ τῆς ἀσώτου διαγωγῆς αὐτὸν ἀπο‐ τρέπων, διὰ τοῦ παρόντος βιβλίου πρὸς ἐργασίαν προτρέ‐ πεται. | |
10 | Εἰ δέ τις ἀποροίη διὰ τί τῶν ἡμερῶν τὰ ἔργα προτέθει‐ κε, σὺ μὲν τὰς ὑποψύχρας τῶν πολλῶν πάρες λύσεις, εἰπὲ δὲ, ὅτι καλῶς τὰ ἔργα προέταξεν. Ἀσώτως γὰρ καὶ ἀργῶς βιοῦντα τὸν ἀδελφὸν ἔδει πρῶτα προτρέψαι πρὸς τὸ ἐργά‐ ζεσθαι, καὶ περὶ ἔργων εἰπεῖν, εἶτα καὶ τῶν ἡμερῶν, ἐν αἷς | |
15 | χρὴ τὸ καθ’ ἕκαστον τῶν ἔργων ἐργάζεσθαι. Ἄλογον γὰρ ἦν, ἐρ‐ γασιῶν ἡμέρας ὑποδεικνύειν πρὸς τὸν μὴ καταπειθῆ πρὸς | |
ἔργα γινόμενον. | 22 | |
scht | ΣΧΟΛΙΑ ΕΙΣ ΤΑ ΕΡΓΑ ΚΑΙ ΤΑΣ ΗΜΕΡΑΣ. | |
sch1 | Ο ΣΚΟΠΟΣ τοῦ βιβλίου παιδευτικός ἐστιν, ὅπως τὸν ἴδιον βίον κοσμήσαντες, οὕτω καὶ τῆς περὶ τὸ θεῖον γνώσεως μέτοχοι γενώμεθα. [Τὸ μὲν φαινόμενον ἡ παραίνεσις αὕτη πρὸς | |
τὸν ἀδελφὸν αὐτοῦ τὸν Πέρσην· τὸ δὲ ἀληθὲς πρὸς τὴν ἡμε‐ | 23 | |
5 | τέραν ὠφέλειαν ἡ τοιαύτη παραίνεσις. Πρὸς τὸν λαὸν οὖν ἀποτείνει τὸν λόγον, καὶ φοβοποιεῖ, ὅτι μέγας ἐστὶν ὁ Ζεὺς, καὶ ῥᾳδίως τοὺς κακοὺς κακοποιεῖ, καὶ τοὺς ἀγαθοὺς εὐδαι‐ μονίζει, καὶ δεῖ αὐτὸν φοβεῖσθαι, καὶ μὴ δοκεῖν ἀσθενῆ, καὶ μὴ ὁρᾶν τὰ πρακτέα. Ἡσίοδος ἐκ τοῦ ἥσις ἡ εὐφροσύνη, καὶ | |
10 | τοῦ εἴδω τὸ λέγω γίνεται Ἡσίοδος, ἐκβολῇ τοῦ ι καὶ τροπῇ τοῦ ε εἰς ο.] Μέτρῳ δὲ τοιούτῳ διατέθειται τὰς τῶν ἀκροατῶν ψυ‐ χὰς θέλγων καὶ κατέχων εἰς τὴν πρὸς αὐτὸ φιλίαν. Οὐκ ἐξ Ἑλικῶνος δὲ τὰς Μούσας ἀλλ’ ἐκ τῆς Πιερίας καλεῖ, ἵνα μὴ πάντως τὰ οἰκεῖα σεμνύνων φανῇ, ἀλλὰ καὶ τὰ παρ’ ἄλλοις ὄν‐ | |
15 | τα ἀγαθὰ τῶν οἰκείων προτιμώμενος. Ἄλλως τε, εἰ γὰρ καὶ ἐν τῷ Ἑλικῶνι χορεύειν λέγονται, ἀλλ’ οὖν ἐν τῇ Πιερίᾳ ταῦ‐ τά φασι γεγενῆσθαι. ΜΟΥΣΑΙ. Μούσας δὲ ὠνομάσθαι λέγουσιν ἀπὸ μῶσθαι τοῦ σημαίνοντος τὸ ζητεῖσθαι, αὗται γὰρ παιδείας παρεκτι‐ | |
20 | καί· διὰ τοῦτο Μούσας ὠνόμασαν οἱ πρῶτοι τὰ ὀνόματα θέν‐ τες. Ὦ Μοῦσαι αἱ ἐκ τῆς Πιερίας ὁρμώμεναι, καὶ ταῖς ὑμε‐ τέραις ᾠδαῖς καὶ φωναῖς τὰ πάντα δοξάζουσαι, δεῦτε δὴ τὸν Δία προσείπατε τὸν ὑμέτερον πατέρα. Πατέρα δὲ τῶν Μου‐ σῶν τὸν Δία εἰρήκασι, καὶ μητέρα τὴν Μνημοσύνην, διότι νοητι‐ | |
25 | κὸν εἶναι δεῖ, καὶ μνημονικὸν τὸν παιδευθησόμενον· ὧν τὸ μὲν μνημονευτικὸν δίδωσιν ἡ Μνημοσύνη, τὸ δὲ νοητικὸν ὁ Ζεύς. PROCLUS. Μοῦσαι] Παρὰ τὸ μῶ τὸ ζητῶ αἱ πάντα ζητοῦσαι καὶ ἀνευ‐ ρίσκουσαι τῇ ἑαυτῶν ἀγχινοίᾳ· ἢ αἱ παρὰ πάντων ζητούμεναι, | |
30 | αὗται γάρ εἰσιν αἱ γνώσεις· ἢ αἱ μαιοῦσαι ἐκτρέφουσαι τοῖς | |
παιδεύμασιν. Ἐπεὶ δέ τις ἤρετο ἀπορῶν, τίνος ἕνεκα φασὶν ἐννέα τὰς Μούσας εἶναι, καὶ οὐ πλείονας ἢ ἐλάσσονας, φέρε, ὡς οἷον ἡμῖν, πρῶτον τοῦτο ἐπιλυσώμεθα· εἶτα δείξωμεν μη‐ δὲ ἐννέα μόνας εἶναι τὰς Μούσας. Μετὰ δὲ τὰς τούτων μυ‐ | 24 | |
35 | θικὰς ἱστορίας, ἰσχνῶς καὶ σαφεστάτως καὶ λεπτοτάτως ἀλλη‐ γορήσωμεν, τίς τε ὁ Ζεὺς, καὶ Μοῦσαι, καὶ Πιερία, καὶ Ἑλι‐ κών· καὶ ἐπιλυσόμεθα ἔπειτα, τίνος ἕνεκα ἐν τῇ Θεογονίᾳ ἐξ Ἑλικῶνος τὰς Μούσας καλεῖ, ἀπὸ δὲ τῆς Πιερίας ἐνταῦθα. Ἐννέα εἰσὶν αἱ Μοῦσαι, ὅτι τετράγωνος καὶ στερεὸς ὁ ἐννέα ἐστὶν | |
40 | ἀριθμός. Τοιαῦται δὲ καὶ αἱ γνώσεις, διότι ὁ ἐννέα, πολλά‐ κις πολλά ἐστιν· ὁ τρεῖς γὰρ ἀριθμὸς ἀρχὴ πλήθους, ὁ δὲ ἐννέα, τρὶς τρεῖς, ἤγουν πολλάκις πολλὰ, καὶ γνώσεις δὲ μυ‐ ρίαι εἰσί. Ἄλλως τε οὐδὲ ἐννέα μόνον εἰσὶν αἱ μυθικαὶ λεγό‐ μεναι Μοῦσαι, καθὼς σύ τε καὶ ἕτεροι τοῦτο δοξάζετε. ἀλλ’ | |
45 | Εὔμηλος μὲν ὁ Κορίνθιος τρεῖς φησὶν εἶναι Μούσας, θυγατέ‐ ρας Ἀπόλλωνος, Κηφισοῦν, Ἀπολλωνίδα, Βαρυσθενίδα. Ἄρατος δὲ ἐν τῇ πέμπτῃ τῶν Ἀστρικῶν, τέσσαρας λέγει, Διὸς τοῦ αἰθέρος, καὶ Πλουσίας νύμφης, Ἀρχὴν, Μελέτην, Θελ‐ ξινόην, καὶ Ἀοιδήν. Τινὲς δὲ πέντε αὐτὰς εἶναί φασι, καὶ | |
sch1(50) | ὀνόματα ἔχειν τῶν πέντε αἰσθήσεων. Ἐπίχαρμος δὲ ἐν τῷ τῆς Ἥβης Γάμῳ ἑπτὰ λέγει, θυγατέρας Πιέρου καὶ Πιμπληΐδος νύμ‐ φης· Νειλοῦν, Τριτώνην Ἀσωποῦν, Ἑπταπόλην, Ἀχελωΐ‐ δα, Τιπόπλουν, καὶ Ῥοδίαν. Παρὰ δὲ Ἡσιόδῳ ἐν Θεογο‐ | |
νίᾳ ἐννέα λέγονται εἶναι· Κλειὼ, Θάλεια, Εὐτέρπη, Τερ‐ | 25 | |
55 | ψιχόρη, Ἐρατὼ, Πολύμνια, Μελπομένη, Οὐρανία, καὶ Καλ‐ λιόπη, Καὶ αἱ μὲν τρεῖς εὗρον τοὺς μουσικοὺς τρεῖς τόνους, τὸν ἁδρὸν, μέσον, καὶ ἰσχνόν· τὰς τρεῖς προσῳδίας, ὀξεῖαν, βαρεῖαν, καὶ περισπωμένην· τοὺς τρεῖς χρόνους, ἐνεστῶτα, παρεληλυθότα, καὶ μέλλοντα· καὶ τὰ τρία πρόσωπα, πρῶτον, | |
60 | δεύτερον, τρίτον· καὶ τοὺς τρεῖς ἀριθμοὺς, καὶ τὸ τρίγωνον τῶν ἀστέρων, καὶ πολλὰ τοιαῦτα, ὅσα ὑπὸ τὰ τρία ἀνάγον‐ ται. Αἱ δὲ τέσσαρες τὰς τέσσαρας διαλέκτους· Ἰάδα, Ἀτθίδα, Δωρίδα, Αἰολίδα, καὶ πολλὰ τῶν ὑπὸ τὰ τέσσαρα. Αἱ πέντε δὲ εὗρον τὰς πέντε αἰσθήσεις, καὶ τὰ ὅμοια. Αἱ δέ γε ἑπ‐ | |
65 | τὰ τὴν ἑπτάχορδον λύραν καὶ τὰς ἑπτὰ ζώνας, καὶ τοὺς ἑπτὰ ἀστέρας, καὶ τὰ ἑπτὰ πρὸς τούτοις φωνήεντα, καὶ ἕτερα τοιαῦτά τινα. Αἱ δ’ ἐννέα εὗρον, Κλειὼ ἱστορίαν, Θάλεια φυτουργίαν, Εὐτέρπη αὐλοὺς, Μελπομένη ᾠδὴν, Τερψι‐ | |
χόρη χορείαν, Ἐρατὼ γαμικὰ καὶ ὄρχησιν, Πολύμνια γεωρ‐ | 26 | |
70 | γίαν, Οὐρανία ἀστρολογίαν, Καλλιόπη ποίησιν. Ὅθεν καὶ διὰ τὰς τοιαύτας εὑρέσεις θεὰς αὐτὰς ἐμυθεύσαντο, καὶ Μούσας ἀπὸ τῆς γνώσεως μούσης ἐκάλεσαν. Καὶ νῦν δὲ πᾶς ἀνὴρ καὶ πᾶσα γυνὴ ζητητικοὶ τινῶν καὶ ἐφευρετικοὶ, μουσικοὶ καὶ μοῦσαι λεχθήσονται· ὥσπερ καὶ πᾶς τέχνης μουσικῆς ἐπιμε‐ | |
75 | λούμενος. Καὶ γὰρ τῷ φιλογεώργῳ ἐκείνῳ Διονύσῳ Ὀσί‐ ριδι συνείποντο τὴν γεωργίαν διδάσκοντι αὐλητρίδες ἐννέα μουσικὸν ᾄδουσαι, ἅσπερ Μούσας ἐκάλουν. Τινὲς δὲ ἕτε‐ ροι ταύτας τὰς ἐννέα φασὶ πρώτας Μούσας γεγονέναι· Καλλι‐ χόρην, Ἑλίκην, Εὐνίκην, Θελξινόην, Τερψιχόρην, Εὐτέρ‐ | |
80 | πην, Εὐκελάδην, Δῖαν, Ἐνόπην· ἀγνοοῦντες, ὡς ἔοικεν, ὅπερ νῦν μοι ἐῤῥέθη· ὅτι πᾶς ἀνὴρ ἐφευρετικὸς τέχνης τι‐ νὸς, ὁμοίως δὲ καὶ πᾶσα γυνὴ, μουσικοὶ καὶ μοῦσαι καλοῦν‐ ται. Ὅθεν οὐ μόναι, ἃς οὗτοι φασὶν, ἀλλὰ καὶ μυρίαι ἕτεραι εὑρεθήσονται. Καί τινες μὲν πάσας ἃς ἔφασαν Μούσας, παρ‐ | |
85 | θένους εἶναί φασι· τινὲς δὲ τὰς λοιπὰς μόνας, χωρὶς τῶν παρ’ Ἡσιόδῳ ἐννέα. Τούτων γὰρ Κλειοῦς μὲν καὶ Μάγνητος, Ἰά‐ λεμος καὶ Ὑμέναιος· Εὐτέρπης δὲ καὶ Στρυμόνος Ῥῆσος, | |
ἢ κατά τινας Τερψιχόρης· Ἀπόλλωνος δὲ τοῦ Κάρβαντος καὶ Θαλείας Παλαίφατος· Οὐρανίας καὶ Ἀπόλλωνος, ἢ Πιέ‐ | 27 | |
90 | ρου γηγενοῦς, Λῖνος· Μελπομένης δὲ, ἢ κατά τινας Τερψι‐ χόρης καὶ Ἀχελώου, Σειρῆνες· Τερψιχόρης δὲ, ἢ Μελπομένης καὶ Λίνου τοῦ Ἀπόλλωνος, ἢ κατά τινας Λάρου, Μέλπος· Ἐρατοῦς δὲ καὶ Ἀεθλίου τοῦ Ἐνδυμίωνος, ἢ Φιλάμωνος, Θά‐ μυρις· Πολυμνίας δὲ καὶ Κελεοῦ, εἴτε Χειμάῤῥου τοῦ Ἄρεος, | |
95 | Τριπτόλεμος· Καλλιόπης δὲ καὶ Οἰάγρου Ὀρφεύς. Ἀλλὰ τί μακρηγορεῖν ἀκαίρως ἡμᾶς ἀναγκάζεις; καὶ τὰς ἀκοὰς τῶν νέων θολοῦν, ἀπεραντολογίαν εἰκαίαν, καὶ Μουσῶν κατάλο‐ γον γράφοντας, καθάπερ εἰ μὴ Τζέτζης ἐτύγχανον, οἰκονομίαν εἰδὼς, καὶ σαφήνειαν ἀσπαζόμενος, καὶ χρήζων πλεῖστα γρά‐ | |
sch1(100) | φειν καὶ καίρια, βραχέσι συγγράμμασιν, ἀλλ’ οὐ βραχέα καὶ φαῦλα περινενοημένοις ἐκφέρειν καὶ μακροτάτοις ῥήμασι. καθάπερ τινὲς οἰηματίαι, καὶ κραύγασοι. Ἀλλ’ ἰδού σοι πει‐ θόμενος ἐξημάρτηκα, καὶ τὸν λόγον τοῖς λήροις Μουσῶν κα‐ ταλόγοις ἐκτέτευχα. Νῦν δὲ ὥσπερ ἔμελλον βραχυλογήμα‐ | |
105 | τι Τζετζικῷ, τὰ περὶ τῶν ψευδωνύμων τούτων Μουσῶν, καὶ ἕτερα πλείονα συμπεριλαβὼν, κεφαλαιωδέστερον ἐρῶ· περὶ δὲ τῶν ἀληθῶς καὶ ὄντως οὐσῶν γράφων Μουσῶν, τότε δικαίως τὸν λόγον παρεκτείναιμι. Τὸ δὲ νῦν ἀκαίριον πολυλόγημα, σὸν λογιζέσθω ἁμάρτημα. Καὶ δὴ κατ’ ἀνάληψιν, περὶ τῶν φαύ‐ | |
110 | λων τούτων Μουσῶν κεφαλαιωδέστερον καὶ κυριώτερον ἄκουε. Πολλὰς μὲν οὖν, ὡς εἴρηται, πολλοὶ καὶ διαφόρους | |
ἔφασαν εἶναι τὰς Μούσας τοῖς ἔργοις, καὶ τοῖς ὀνόμασι. Καὶ τὰς μὲν εἶναι παρθένους φασί· τὰς δὲ παρ’ Ἡσιόδῳ ἐννέα, καὶ παῖδας τεκεῖν, ἃς καὶ Διὸς λέγουσι θυγατέρας, ἐκ Μνημοσύ‐ | 28 | |
115 | νης αὐτῷ γεννηθείσας ἐν Πιερίᾳ, ἐννέα ἡμέρας συγκαθευ‐ δήσαντος αὐτῇ. Αἳ γεννηθεῖσαι μὲν ἐν Πιερίᾳ, περὶ τὸν Ἑλι‐ κῶνα χορεύουσι, καὶ τὸν αὐτῶν πατέρα γεραίρουσι. καὶ περὶ μὲν τῶν λοιπῶν Μουσῶν ὧνπερ φασὶν, ἴσθι γυναῖκας ταύτας εὑρετικὰς γενέσθαι τεχνῶν, καὶ βιωφελεστάτων τινῶν· | |
120 | καὶ διὰ τοῦτο Μούσας κληθῆναι, ἀπὸ τῆς ὡς ἀληθῶς Μούσης, τῆς γνώσεως. Ὅθεν καὶ μυρίας Μούσας ἄν τις καλέσειε, καὶ οὐ μόνας ὅσας ἐκεῖνοι, εἴπερ εὑρίσκοι τινὰς εὑρέτιδας βιω‐ φελῶν τινῶν καὶ τεχνῶν. Αἱ δὲ παρ’ Ἡσιόδῳ ἐννέα λεγόμε‐ ναι οὔτε ἐννέα, οὔτε γυναῖκες φθαρταὶ, ἢ θεαί· ἀλλ’ οὐδὲ | |
125 | παῖδας τίκτειν ἠπίσταντο. Ἀλλὰ Μοῦσα μέν ἐστιν ἡ διὰ παι‐ δεύσεως γνῶσις, οὐχ ἡ αὐτοφυὴς καὶ ἀδίδακτος φρόνησις. Μοῦσα δὲ λέγεται, παρὰ τὸ ὑπὸ πάντων ἢ τῶν πλειόνων ζη‐ τεῖσθαι, ἢ παρὰ τὸ περὶ πολλῶν ζητεῖν, καὶ πολυπραγμονεῖν. Συλληπτικῶς δὲ καὶ πληθυντικῶς ἡ Μοῦσα, Μοῦσαι ἐκλήθη‐ | |
130 | σαν· καὶ ἐννέα μὲν εἶναι μυθεύονται, ὡς τρὶς τρεῖς, ἤγουν πολλάκις πολλαὶ, ὡς εἴρηται· ὁ γὰρ τρεῖς ἀριθμὸς, πλήθους ἀρχή. Καὶ γὰρ ἡ καθόλου γνῶσις μονοειδής ἐστι, καὶ ἁπλῆ· ἀλλ’ οὖν ταῖς κατὰ μέρος ἐπιγνώσεσί τε καὶ ἐφευρέσεσιν εἰς ἄπειρον παρεκτείνεται. Αἱ γὰρ ἐν ἀνθρώποις γνώσεις, ἀμυ‐ | |
135 | δραί τε καὶ μερικώταται, καὶ οὐχ οἵα ἡ παρὰ τῷ θεῷ ἑνιαία τε καὶ ὁλόκληρος. Γεννῶνται δὲ αἱ παρ’ ἡμῖν αὗται γνώσεις αἱ | |
Μοῦσαι ἐν τῇ Πιερίᾳ, τῷ τοῦ Διὸς, ἤγουν τοῦ νοὸς οἰκητη‐ ρίῳ, τῷ περὶ τὴν κεφαλὴν ἡμῶν τόπῳ· ἔνθα τὰ πίονα καὶ πι‐ μελῆ, καὶ ἀγχινούστατα ῥέουσι, τοῦ Διὸς ἐννέα ἡμέρας μιγέν‐ | 29 | |
140 | τος τῇ Μνημοσύνῃ· τουτέστι τοῦ νοὸς πολλάκις ἀναπολή‐ σαντος, καὶ μνημονεύσαντος, ἃ ἀνέγνω. Γεννηθεῖσαι δ’ αἱ γνώσεις αὗται ἐν τῇ τοιαύτῃ Πιερίᾳ, οὐκ ἐν τῷ ὄρει, χορεύ‐ ουσιν ἐν τῷ Ἑλικῶνι τὸν αὐτῶν πατέρα Δία ὑμνοῦσαι. Του‐ τέστιν, ἐγγραφεῖσαι ταῖς βίβλοις ἑλίσσονται, καὶ περιφέρονται | |
145 | πανταχοῦ, δίκην χορείας κηρύττουσαι τὸν αὐτὰς γεννησάμενον. νοῦν. Οὕτω τὸ τοῦ νοὸς οἰκητήριον ἐγὼ Πιερίαν καλῶ, τὰς βίβλους δὲ Ἑλικῶνα, ἐν αἷς περιχορεύουσιν αἱ Μοῦσαι γνώ‐ σεις καὶ τὰ συγγράμματα. Οὐ γὰρ Ἑλικῶνα ὄρη καλεῖν ἐνθάδε γινώσκω. Καὶ σφαίρας ἐννέα, ἐν αἷς αἱ Μοῦσαι κατὰ τὸν | |
sch1(150) | Πρόκλον βαδίζουσιν, οὐ δεδοικυῖαι τὸν ὄλισθον. Ἀλλ’ ἐπεὶ διεξήλθομεν περὶ Διὸς καὶ Μουσῶν καὶ Πιερίας καὶ Ἑλικῶνος, εἴπωμεν καὶ πῶς Μουσῶν ἔφασαν παῖδας τοὺς, οὕσπερ εἰρή‐ καμεν. Ἰάλεμον μὲν, καὶ Ὑμέναιον, Κλειοῦς Μούσης παῖδας φα‐ σὶν, ἤγουν ἱστορικῆς γνώσεως, παρὰ τὸ κλείω, τὸ δοξάζω, λεγο‐ | |
155 | μένης· ὅτι ὁ μὲν τὰς θρηνώδεις, ὁ δὲ τὰς ἐπιθαλαμίους καὶ γαμικὰς ἐφεῦρεν ᾠδάς. Ῥῆσον δὲ τῆς Εὐτέρπης, ὅτι τῶν πρὸς κόσμον καὶ ὡραιότητα σώματος καὶ στολισμῶν εὐπα‐ ρύφων εὑρετὴς ἐγεγόνει· ὡς τὸ κόσμιον τούτου ἐν τοῖς πολέ‐ μοις παρίστησιν Ὅμηρος, λέγων, | 30 |
160 | Ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται. καὶ τὰ λοιπὰ, ἵνα μὴ μακρολογῶ. Θαλείας δὲ παῖς ὁ Παλαί‐ φατος λέγεται, ὡς τὰ περὶ φυτουργίας συγγεγραφώς. Λῖνος δὲ Οὐρανίας, ὡς τὰ περὶ οὐρανοῦ καὶ κόσμου παντὸς συντα‐ ξάμενος. Σειρῆνες δὲ καὶ Μέλπος τῆς Τερψιχόρης καὶ | |
165 | Μελπομένης, ὡς χορείας καὶ μολπῶν εὑρεταί. Ἐρατοῦς δὲ Θάμυρις, ὡς πρῶτος ἐρωτικὰ συνταξάμενος. Πολυμνίας δὲ ὁ Τριπτόλεμος, ὡς γεωργίαν εὑρὼν τὴν πολλοῖς ὑμνουμένην, ἤτοι τὴν ποθητέαν καὶ πολυμνήμονα. Καλλιόπης δὲ Ὀρφεὺς, ὡς καλλιεπείας ποιητικῆς εὑρετὴς, καὶ ὕμνων τῶν εἰς τοὺς | |
170 | θεούς. Ἀλλὰ καὶ τοῦτο πάλιν τὸ μακρολόγημα σόν ἐστιν· ἄνωθι γὰρ παρὰ σοῦ προτραπεὶς ἁπάσας τὰς μούσας εἰπεῖν, ἐπεὶ καὶ τούτων παῖδας κατέλεξα, πρέπον ἐδόκει μοι, καὶ περὶ τούτων ἀλληγορεῖν. Ἐπεὶ δὲ καὶ περὶ τούτων ἠλληγορήσα‐ μεν, φέρε καὶ τοῦτο ζητήσωμεν, διὰ τί ἀπὸ τῆς Πιερίας ἐν‐ | |
175 | ταῦθα τὰς Μούσας καλεῖ· οὐ μέν τοι γε ἀπὸ τοῦ Ἑλικῶνος, ὡς | |
ἐν τῇ Θεογονίᾳ ποιεῖ, καί τοι γε ὁ ποιητὴς ὢν Ἑλικώνιος, ὡς παρὰ τὴν Ἄσκρην οἰκῶν. Καὶ ὁ μὲν φιλοσοφώτατος Πρό‐ κλος παιδευτικῷ τρόπῳ τοῦτό φησι ποιῆσαι τὸν ποιητὴν, ὑπογραμμὴν τοῖς παιδευομένοις τιθέντα, τοῦ μὴ τὰ οἰκεῖα | 31 | |
180 | ἐξαίρειν, ἀλλὰ καὶ τὰ παρ’ ἑτέροις χρηστὰ προτιμότερα δοκεῖν τῶν οἰκείων· καὶ Πιερίαν ἐπάγει. καὶ Ἑλικῶνα, καὶ σφαίρας, ἐν αἷς χορεύειν λέγει τὰς Μούσας. Ἔτι δὲ καὶ τοῦτό φησιν ὁ Πρόκλος, δηλῶν ὅτι ὀθνεῖον, καὶ οὐχ Ἡσιόδου ἐστὶ τὸ προ‐ οίμιον, ἔκ τε τοῦ πολλοὺς ἐντυχεῖν τούτῳ τῷ βιβλίῳ ἀπροοι‐ | |
185 | μιάστῳ, καὶ ἐκ τοῦ ἐνταῦθα μὲν τὸν ποιητὴν ἐκ Πιερίας τὰς Μούσας καλεῖν, ἐν δὲ τῇ Θεογονίᾳ ἐξ Ἑλικῶνος. Ταῦτα μὲν ὁ Πρόκλος. Ἡμεῖς δὲ μικρόν τι μακρολογήσαντες διαλευκάνω‐ μεν τὴν ἀλήθειαν, τίνος ἕνεκα ἐν τῷ παρόντι συγγράμματι τὰς Μούσας ἐκ Πιερίας καλεῖ, ἐν δὲ τῇ Θεογονίᾳ ἐξ Ἑλικῶνος. | |
190 | Διπλᾶς ἐγὼ τὰς Πιερίας καὶ τοὺς Ἑλικῶνας γινώσκω, πραγ‐ ματικῶς τε λεγομένας, καὶ κατὰ τὰς ψυχικὰς ἐνεργείας. Καὶ τὸ Μούσης δὲ ὄνομα, τριχῶς οἶδα νοούμενον· πραγματικῶς, ψυχικῶς, καὶ στοιχειακῶς. Καὶ πραγματικῶς μὲν Πιερία καὶ Ἑλικὼν, ὄρη καὶ πόλεις Βοιωτίας. Καὶ ἡ μὲν Πιερία | |
195 | πρότερον ὑπὸ Πιέρου κτισθεῖσα τοῦ Μεθώνης ἀδελφοῦ, πα‐ τρὸς δὲ Λίνου, Πιερία ἐκέκλητο· ὕστερον δὲ Λύγκος ἐκλήθη, ἧς καὶ τὴν ἀρχὴν ἔσχεν Ἀέροπος, ὁ πρεσβύτατος τῶν Ἠμαθίωνος παίδων, καθὰ Μελισσεύς φησιν ὁ τὰ Δελφικὰ συνταξά‐ μενος. Ἑλικὼν δὲ καὶ Κιθαιρὼν ἀπὸ Ἑλικῶνος καὶ Κιθαι‐ | 32 |
sch1(200) | ρῶνος τῶν ἀδελφῶν ἐκλήθησαν, οἵ τινες πρὸς ἀλλήλους ἐπο‐ λέμησαν καθὼς ὁ Κυρηναῖος Λυσίμαχος ἐν τῷ πρώτῳ περὶ ποιητῶν ἱστορεῖ. Οὕτω πραγματικῶς ὄρη γινώσκω τὸν Ἑλι‐ κῶνα καὶ Πιερίαν. Κατὰ τὰς ψυχικὰς δὲ δυνάμεις Πιερία ἐστὶ τὸ τοῦ νοὸς οἰκητήριον, ἤγουν τὸ λογιστικὸν, ἐξ οὗ, | |
205 | ὡς καὶ πρὶν ἔφην, τὰ πίονα καὶ ἀγχινούστατα ῥέουσι. Ἑλικὼν δὲ, τὸ τὰ νοηθέντα καὶ γνωσθέντα καὶ λογισθέντα γρα‐ φῆναι βιβλίοις, καὶ περιελίσσεσθαι πανταχοῦ. Καὶ τὸ τῆς Μούσης δὲ ὄνομα, ὥσπερ ἔφην, τριχῶς οἶδα νοούμενον· ψυ‐ χικῶς μὲν γὰρ ἡ καθόλου γνῶσις νοεῖται· στοιχειακῶς δὲ ἡ τῶν | |
210 | ἀστέρων, καὶ παντὸς τοῦ κόσμου μουσικωτάτη καὶ ἐναρμόνιος κίνησις· πραγματικῶς δὲ οἱ εὑρεταὶ τινῶν καὶ εὑρετίδες, Μοῦ‐ σαι κατὰ μέθεξιν τούτων καλοῦνται. Νῦν δὲ οὔτε περὶ τῶν μερικῶν Μουσῶν διαλέγεται, οὔτε περὶ τῆς μουσικῆς τοῦ παν‐ τὸς καὶ τῶν ἀστέρων κινήσεως, ἀλλὰ περὶ τῆς ψυχικῆς Μού‐ | |
215 | σης, ἤγουν τῆς γνώσεως, ἣν ἀρχαιοτρόπως συλληπτικῶς Ἀτ‐ τικώτερον Μούσας καλεῖ. Καὶ εἰκότως νῦν μὲν αὐτὰς ἐκ Πιερίας, ἐν δὲ τῇ Θεογονίᾳ ἐξ Ἑλικῶνος. Ἄκουε τοιγὰρ οὐρανοδρόμε Πρόκλε, Ὁ πολλὰ βροντῶν, καὶ μετάρσια τρέχων, | 33 |
220 | Ἐκ τῶν ὑψηλῶν καὶ μεταρσίων δρόμων. Νῦν μὲν περὶ φυτουργίας καὶ γεωργίας Ἡσίοδος πρὸς τὸν ἀ‐ δελφὸν τὴν διδασκαλίαν ποιούμενος, ἐπεὶ τὸ σύγγραμμα τα‐ πεινὸν τυγχάνει καὶ εὐτελὲς, εἰκότως ἐκ τῆς Πιερίας καὶ τοῦ οἰκείου νοὸς τὰς Μούσας, ἤγουν τὴν γνῶσιν καλεῖ, καὶ οἱ‐ | |
225 | ονεὶ ἀφ’ ἑαυτοῦ λέγει τὸ σύγγραμμα τοῦτο ἐκτίθεσθαι. Ἐν δὲ τῇ Θεογονίᾳ περὶ τῆς τοῦ παντὸς κοσμογενείας διδάσκων, ἐπεὶ μέγα τὸ σύνταγμα τοῦτο καὶ φυσικώτερον, ἁρμοδίως ἐξ Ἑλικῶνος ἐπικαλεῖται τὰς Μούσας· τουτέστι, προκατασκευ‐ άζει, καὶ λέγει, ὅτι περὶ ὧν ἐν τῇ Θεογονίᾳ ταύτῃ μέλλω ἐρεῖν, | |
230 | οὐδὲν ἀπ’ ἐμαυτοῦ ἐρῶ, ἀλλ’ ἀπὸ τῆς Μούσης καὶ γνώσεως, ἣν ἐξ Ἑλικῶνος καὶ βίβλων ἐτρύγησα. Οὕτω τὰς Πιερίας, οὕτω τοὺς Ἑλικῶνας, οὕτω τὰς Μούσας νοῶ, οὕτω καὶ τὸν Ἡσίοδον νῦν μὲν ἐκ Πιερίας ταύτας καλεῖν λέγω, ἐξ Ἑλικῶ‐ νος δὲ ἐκεῖ. Τὸ δὲ Μούσας ἢ θεάς τινας καλεῖν πρὸς τὸ λέ‐ | |
235 | γειν ἅ τις ἐθέλει, μῦθος ἀλληγορικός ἐστιν· ὃ πρῶτον τυγχά‐ νει ποιητικὸν χαρακτήρισμα· τὴν γὰρ ἰδίαν γνῶσιν, καὶ οὐχ | |
ἑτέραν τινὰ, οὐ θεὰν, οὐ γυναῖκα παρακελεύεται λέγειν. Ὁ νοὺς τοῦ προοιμίου τοιοῦτος· ὦ Μοῦσαι καὶ γνώ‐ σεις, αἱ κλείουσαι καὶ δοξάζουσαι τὸν σφέτερον καὶ ὑμέτερον | 34 | |
240 | πατέρα (ἐλλειπτικῶς δὲ καὶ συντόμως λέγει τὸν Δία, ἤ‐ γουν τὸν νοῦν) δεῦτε δὴ Πιερίηθεν, ἤγουν ἐκ τῆς Πιερίας, ἤγουν τοῦ ἐμοῦ λογιστικοῦ αἰσθητηρίου. Ἐννέπετε καὶ εἴπατε ὑμνοῦσαι, ἐν ἀοιδῇσι καὶ ἔπεσι καὶ ποιήμασι, διὰ ὅντινα, λεί‐ πει τὸ τρόπον, οἱ ὁμῶς καὶ ὁμοίως ὑπάρχοντες βροτοὶ καὶ | |
245 | φθαρτοὶ ἄνδρες, εἰσὶν ἄφατοι, καὶ ἄδοξοι, καὶ ἀνονομαστοὶ, φατοί τε καὶ ὀνομαστοὶ καὶ ἐπίδοξοι. Τὸ βάρβαροι δὲ καὶ Ἕλληνες, περισσὸν καὶ Πρόκλειόν ἐστι. Τοιαῦτα ὁ ποιητὴς ἐρωτᾷ, πῶς οἱ ὁμοίως φθαρτοὶ ἄνθρωποι, οἱ μέν εἰσιν ὀνο‐ μαστοί τε καὶ πλούσιοι, οἱ δὲ ἄδοξοι. Εἶτα προσωποποιεῖ | |
sch1(250) | τὴν Μοῦσαν, ἤγουν τὴν γνῶσιν αὐτοῦ, λέγουσαν ταῦτα οὕτω γίνεσθαι ἕκητι, καὶ βουλῇ τοῦ Διὸς, ἤγουν τῆς εἱμαρμένης. Ἀλλὰ πρότερον διασαφήσαντες τὸ Ζεὺς ὄνομα ποσαχῶς λέγε‐ ται, εἶτα καὶ τὰ λοιπὰ διεξέλθωμεν. Τὸ θεὸς ὄνομα καθολι‐ κῶς καὶ ἀορίστως λεγόμενον πέντε σημαίνει· σοφοὺς, βασι‐ | |
255 | λεῖς, τὰ στοιχεῖα, τὰς ψυχικὰς δυνάμεις, καὶ τὰ πάθη, καὶ | |
τὴν εἱμαρμένην, ἣν ἕτεροι πρόνοιαν ἐκάλουν· οὕτω μὲν οὖν τὸ θεὸς ἀνωνύμως πενταχῶς λέγεται. Ἕκαστον δὲ τῶν θεῶν ὄνομα τριχῶς· ψυχικῶς, στοιχειακῶς, καὶ πραγματικῶς· οἷον, τὸ Ἥρα σημαίνει γυναῖκα βασιλίδα, αἰθέρα, καὶ ἀνδρείαν· | 35 | |
260 | τὸ Ἀθηνᾶ, γυναῖκα βασιλίδα, τὸν παχυμερῆ ἀέρα, καὶ τὴν φρόνησιν, καὶ τὰ λοιπὰ ὁμοίως. Τινὰ δὲ τῶν θεϊκῶν ὀνομά‐ των καὶ πλεοναχῶς λαμβάνονται, ὥσπερ τὸ Ζεύς. Σημαί‐ νει γάρ τινα βασιλέα, πραγματικῶς· ψυχικῶς δὲ τὸν νοῦν· ὃς καὶ τὰς γνώσεις Μούσας γεννᾷ· στοιχειακῶς δὲ πᾶν τὸ οὐρά‐ | |
265 | νιον σῶμα, καὶ τὰ μέρη αὐτοῦ· τὸν ἀέρα, καὶ τὸ νεφελῶδες κατάστημα, καὶ ὄμβριον, τὸν ἥλιον, τὸν ἀστέρα τὸν πλα‐ νήτην, καὶ τὴν εἱμαρμένην κατὰ τοὺς Στωϊκούς· ὃ καὶ ἐνταῦ‐ θα ἐν ὅλῳ τῷ ποιήματι δηλοῖ, πλὴν μόνης τῆς ἀρχῆς. Ἐν ταύτῃ γὰρ τὸν νοῦν Μουσῶν, ἤγουν γνώσεως πατέρα καλεῖ· | |
270 | ἐν δὲ τῷ ὅλῳ σχεδὸν ποιήματι, τὴν εἱμαρμένην λέγει. Πλὴν ἐνταῦθα τυχὸν περὶ τῶν στοιχείων, ἢ ἑτέρων τινῶν διαλαμβάνει. Καὶ σὺ δὲ τὰς σημασίας τούτων γινώσκων, συμ‐ φερόντως καὶ ἁρμοδίως καὶ καταλλήλως τοῖς τόποις τοῦτον ὀνόμαζε, ἐν τοῖς στοιχειακοῖς οὐρανὸν ἢ ἀέρα, ἐν τοῖς | |
275 | ψυχικοῖς νοῦν, καὶ ἐν ἑτέροις πάλιν ἁρμοδίως καὶ καταλλήλως· νῦν δὲ, ὡς ἔφην, τὴν εἱμαρμένην δηλοῖ. Ἀλλ’ ἐπειδὴ περὶ Διὸς ἀρκούντως ἐῤῥέθη, καὶ περὶ τῶν λοιπῶν μοι λεκτέον. TZETZES. | |
Ἰστέον, ὅτι πάντα οἱ Ἕλληνες, ἃ δύναμιν ἔχοντα ἑώ‐ | 36 | |
280 | ρων, οὐκ ἄνευ ἐπιστασίας θεῶν τὴν δύναμιν αὐτῶν ἐνεργεῖν ἐνόμιζον. ἑνὶ δὲ ὀνόματι τό τε τὴν δύναμιν ἔχον καὶ τὸν ἐπι‐ στατοῦντα τούτῳ θεὸν ὠνόμαζον· ὅθεν Ἥφαιστον ἐκάλουν τό τε διακονικὸν τοῦτο πῦρ, καὶ τὸν ἐπιστατοῦντα ταῖς διὰ τού‐ του ἐνεργουμέναις τέχναις, καὶ Δήμητραν τὸν σῖτον καὶ τοὺς | |
285 | καρποὺς, καὶ τὴν δωρουμένην τούτους θεὸν καὶ ἐπιστατοῦ‐ σαν αὐτοῖς, καὶ Ἀθηνᾶν τὴν φρόνησιν, καὶ τὴν ἔφορον τῆς φρονήσεως θεὸν, καὶ Διόνυσον τὸν οἶνον, καὶ τὸν διδόντα τοῦτον θεόν· (ὃν καὶ ἀπὸ τοῦ διδόναι τὸν οἶνον ὁ Πλάτων παράγει, καὶ Διδοίνησον τοῦτον ποιεῖ, εἶτα καὶ Διόνυσον·) | |
290 | καὶ Εἰλειθυίας τοὺς τόκους, καὶ τὰς ἐφορώσας τοὺς τόκους θεὰς, καὶ Ἀφροδίτην τὴν συνουσίαν, καὶ τὴν ἐπιστατοῦσαν ταύτῃ θεόν. Κατὰ τοῦτο καὶ Μούσας ἔλεγον τάς τε λογικὰς | |
τέχνας, οἷον ῥητορικὴν, ἀστρονομίαν, κωμῳδίαν, τραγῳδίαν, καὶ τὰς ἐφόρους καὶ παρόχους τούτων θεάς· ἃς ἐνταῦθα κα‐ | 37 | |
295 | λεῖ ἀπὸ τῆς Πιερίας τοῦ ὄρους, ἔνθα ἐτιμῶντο, Αὐτόθι δὲ καὶ γεγενῆσθαι αὐτὰς ἔλεγον· καὶ φησίν· Ὠ ΜΟΥΣΑΙ, αἱ δοξάζουσαι τῇ δωρεᾷ τῶν ὑμετέρων ᾠδῶν οὓς ἂν ἐθέλητε δη‐ λονότι, αἱ ἔργον ἔχουσαι ὑμνεῖν τὸν ὑμέτερον πατέρα, ἤγουν τὸν Δία, ἄγετε, εἴπατέ μοι ἀπὸ τῆς Πιερίας ἐκεῖνον, δι’ ὃν | |
sch1(300) | οἱ ἄνδρες οἱ ὁμοίως βροτοὶ, ἤγουν φθαρτοὶ, ἀνώνυμοί τε εἰσὶ, καὶ ὀνομαστοὶ, καὶ ῥητοὶ καὶ ἄῤῥητοι ἐκ παραλλήλου. Τὰ αὐτὰ γὰρ καὶ ταῦτα δύναται, ἃ τὸ ΑΦΑΤΟΙ καὶ ΦΑΤΟΙ. Εἶτα παράγει τὰς Μούσας ὥςπερ ἀποκρινομένας αὐτῷ, καὶ τὸν Δία λεγούσας εἶναι τούτων αἴτιον, πρὸς ὃν ἀποβλέψας | |
305 | αὐτὸς, αἰτεῖται ἀκούειν αὐτοῦ, εἶτα ἄρχεται τῆς πρὸς τὸν ἀδελφὸν παραινέσεως. Καὶ ταῦτα δὲ οὐ μικρὰν ἔχει πρὸς αὐ‐ τὸν τὴν παραίνεσιν, ἐν οἷς οὐκ αὐτομάτως δείκνυται τὰ πράγ‐ ματα γίνεσθαι, ἀλλ’ εἶναι τὸν Δία τούτων ἔφορον καὶ προ‐ στάτην, καὶ τοὺς μὲν δικαίους ἀγαθοποιοῦντα, τοὺς ἀδίκους | |
310 | δὲ τιμωρούμενον, Ἄδικος γὰρ ὢν ὁ Πέρσης καὶ πλεονέκτης, διὰ τούτων ὥσπερ ἀναστέλλεται καὶ παιδαγωγεῖται δικαιοσύ‐ νῃ προσέχειν τὸν νοῦν, ἵνα μὴ τῆς τοῦ Διὸς ὀργῆς πειραθῇ, τὴν πλεονεξίαν ὁρῶντος αὐτοῦ. ΑΕΙΔΩ ποιητικόν· ΑιΔΩ κοινόν· ἀφ’ ὧν ὀνόματα ΑΟΙ‐ | |
315 | ΔΗ παρὰ ποιηταῖς, καὶ ΩΔΗ τὸ αὐτὸ παρὰ τοῖς κοινοῖς, Λέ‐ γεται δὲ ταῦτα κυρίως μὲν ἐπὶ μέλους, ἀπὸ τούτου δὲ καὶ ἐπὶ ποιήσεως καὶ ἐμμέτρων λόγων, ὡς ἐνταῦθα. ΚΛΕΙΩ τὸ δο‐ ξάζω παρὰ ποιηταῖς, ἀπὸ τοῦ κλέος, κλείω καὶ τὸ ἀσφαλίζω παρὰ τοῖς κοινοῖς. ΔΕΥΤΕ, ἐπίῤῥημα παρακελευσματικὸν | |
320 | ἀντὶ τοῦ ἄγετε. ΕΝΝΕΠΕΤΕ, ἀντὶ τοῦ εἴπατε· ἐνεστὼς ἀντὶ ἀορίστον. Σύνηθες δὲ τοῖς ποιηταῖς, τοῖς ἐνεστῶσιν ἀντὶ τῶν ἀορίστων χρῆσθαι, καὶ ἡ λέξις δὲ ἄλλως ποιητική. Τὸ δὲ ἕτερον νʹ προστίθεται ἐνταῦθα διὰ τὸ μέτρον· ἓν γὰρ ἔχειν ὀφείλει, ἀπὸ τῆς ἐν προθέσεως συντιθεμένη καὶ τοῦ | 38 |
325 | ἔπω· ὡς συλλαβὴ δὲ κεῖται ἐν αὐτῇ ἡ πρόθεσις, οὐδὲν πλέον δηλοῦσα· ὅθεν καὶ κατὰ ταύτην ἡ αὔξησις ἐπὶ τοῦ παρατατικοῦ γίνεται, ἐνέπω γὰρ ἤνεπον. ΣΦΕΤΕΡΟΝ, ἀντὶ τοῦ ὑμέ‐ τερον, κτητικὴ ἀντωνυμία τρίτου προσώπου, ἀντὶ κτητικῆς δευτέρου. ὙΜΝΕΙΟΥΣΑΙ, ἀπὸ τοῦ ὑμνέουσαι κατὰ πλεονα‐ | |
330 | σμὸν τοῦ ιʹ, ὑμνείουσαι. ὉΝΤΕ ΔΙΑ. Παρὰ μὲν τοῖς κοι‐ νοῖς καὶ τοῖς τραγικοῖς ποιηταῖς καὶ τοῖς κωμικοῖς οὔποτ’ ἂν ὁ τε σύνδεσμος περιττὸς τεθείη, παρὰ δὲ τούτοις τοῖς τῷ ἡ‐ ρωϊκῷ μέτρῳ χρωμένοις πολλάκις. Ὡς ἐν τούτῳ καὶ ἐν ἄλ‐ λοις, οὗτος· | |
335 | νυκτὸς δ’ αὖτ’ αἰθήρ τε καὶ ἡμέρη ἐξεγένοντο. ἥ τε καὶ ἀπάλαμνόν περ. καὶ ἐν ἄλλοις μυρίοις. MOSCHOP. ΒΡΟΤΟΙ ΑΝΔΡΕΣ. Οἱ φθαρτοί. ἀπὸ τοῦ βρότος, ὃ σημαίνει τὸ μετὰ κόνεως αἷμα. Τὸ ἀνὴρ σημαίνει πέντε· τὸν | |
340 | ἀνδρεῖον, τὸν γήμαντα, τὸν φύσει, τὸν ἀνδρὸς ἡλικίαν λα‐ βόντα, καὶ τὸν ἄνθρωπον. TZETZES. | |
sch4 | ὉΝ ΤΕ ΔΙΑ. Δι’ ὃν πάντα καὶ οὐκ αὐτομάτως. Πάντα τῷ Διῒ προσαναπλάττει, παραινῶν αὐτὸν μὴ νομίζειν διὰ βίας αὔξειν τὸν πλοῦτον. ῬΗΤΟΙ. Καὶ λογικοὺς καὶ ἀλόγους καὶ Ἕλληνας καὶ Βαρβάρους καὶ πλουσίους καὶ με‐ | |
5 | τρίους πάντας ἐκ Διὸς λέγει γεγενῆσθαι. PROCLUS. | 39 |
sch5 | ῬΕΙΑ ΜΕΝ. Πάντα ὁ Ζεὺς διοικῶν, καὶ τοὺς ἀδυνά‐ τους δυναμοῖ, καὶ τοὺς δυνατοὺς καθαιρεῖ τῆς δυνάμεως. Ὧν τὸ μὲν δηλοῖ τὸ βριάειν· τὸ δὲ τοὺς βριάοντας χαλέπτειν. Οὐχ ἁπλῶς δὲ, ἀλλὰ καὶ διὰ κακίαν καὶ πονηρίαν μηνίει. | |
5 | Ἄδηλον δὲ τὸν τεταπεινωμένον καὶ ἀφανῆ καὶ ἄδοξόν φησιν. PROCLUS. ῬΕΙΑ ΜΕΝ ΓΑΡ ΒΡΙΑΕΙ. Τὸ ῥεῖα συνίζησίς ἐστι τῆς ῥεῖ μακρᾶς συλλαβῆς καὶ τῆς ἄλφα εἰς μίαν μακράν. TZETbzES. | |
sch5bis | ῬΕΙΑ. Ῥᾳδίως, κοινῶς· ποιητικῶς δὲ ῥεῖα καὶ ῥηϊ‐ δίως. Ἀπὸ τοῦ βριάω βριαρόν· ὡς ἀπὸ τοῦ ἰσχύω ἰσχυρόν. MOSCHOP. | |
sch6 | ΜΙΝΥΘΕΙ. Φθείρει, σμικρύνει. ἀπὸ τοῦ μινϋὸς, ὁ μικρός· ὅθεν καὶ μινυώριον, τὸ βραχυχρόνιον. Ὁ δὲ νοῦς τοῦ ῬΕΙΑ ΜΕΝ ΒΡΙΑΕΙ δῆλος καὶ ἰδιώταις· ὅτι ἡ εἱμαρ‐ μένη εὐκόλως αὐξάνει καὶ τοὺς ἀφανεῖς, καὶ τοὺς περιβλέ‐ | |
5 | πτους καταβάλλει, κἂν ὁ Πρόκλος μᾶλλον ἐν τούτοις μακρη‐ γορῇ. TZETZES. ΑΡΙΖΗΛΟΝ. Τὸν διάδηλον καὶ περιφανῆ, ᾧ ἐναντίον ὁ ἄδηλος. Ποιητικὴ ἡ λέξις, ἤγουν τὸ ἀρίζηλον. MOSCHOP. | |
sch7 | ΙΘΥΝΕΙ ΣΚΟΛΙΟΝ. Τὸν ποικίλον τὸ ἦθος διὰ παν‐ ουργίαν, σκολιὸν ὀνομάζει. Τοῦτον οὖν ἰθύνειν λέγει τὸν Δία, πάλιν εἰς τὸ ἁπλοῦν ἐπανάγοντα ἦθος, διὰ τὸ κολάζειν αὐτὸν ἐν τῇ πανουργίᾳ. PROCLUS. | |
5 | ΙΘΥΝΕΙ. Ἤγουν ὀρθοῖ· παιδαγωγῶν δηλονότι αὐτόν. ΣΚΟΛΙΟΝ. Τὸν οὐκ ὀρθὸν τὴν γνώμην, ἤγουν τὸν ἄδικον. ΑΓΗΝΟΡΑ, τὸν ὑπερήφανον. ὙΨΙΒΡΕΜΕΤΗΝ λέγει τὸν Δία, καὶ ΒΑΡΥΚΤΥΠΟΝ δὲ ἐν ἄλλοις τὸν αὐτὸν λέγει, καὶ ΕΥΡΥΟΠΑ, ὡς τῶν βροντῶν αἴτιον, αἳ ταῦτα ἔχουσι, τὸ ἐν | |
10 | ὕψει δηλονότι ἠχεῖν τὸν βαρὺν κτύπον, καὶ τὴν εὐρεῖαν βοήν. Τὸ ΒΡΕΜΕΙΝ δὲ κυρίως ἐπὶ τοῦ πυρὸς λέγεται· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἤχου τῶν βροντῶν. MOSCHOP. | 40 |
sch7bis | ΚΑΙ ΑΓΗΝΟΡΑ ΚΑΡΦΕΙ, Τὸν αὐθάδη καὶ ὑ‐ περόπτην εὐτελῆ ποιεῖ καὶ ταπεινόν. Ἡ γὰρ αὐθάδεια πρὸς καταφρόνησιν ἐγείρει τῶν ἄλλων ἁπάντων· ἡ δὲ ταπείνωσις εἰς ἔννοιαν ἄγει τοῦ μηδὲν ἡμᾶς διαφέρειν τῶν ὁμοίων, καὶ | |
5 | μετρίους ποιεῖ τὸ ἦθος. PROCLUS. ΖΕΥΣ ὙΨΙΒΡΕΜΕΤΗΣ. Ἡ εἱμαρμένη. Πῶς δὲ ὑψι‐ βρεμέτης ἡ εἱμαρμένη; ὅτι ἐξ ὕψους, καὶ τῆς τῶν ἀστέρων κινήσεως πέμπεται κατὰ τοὺς ἐκτὸς τοῖς ἀνθρώποις τὰ εἱμαρ‐ μένα, τοὺς μὲν δοξάζοντα καὶ περικροτοῦντα, καὶ οἱονεὶ | |
10 | καταβροντῶντα ταῖς εὐφημίαις καὶ ἀναῤῥήσεσι, τοὺς δὲ περιβομβοῦντα συμφοραῖς καὶ τοῖς δυσκληρήμασιν. TZETZES. | |
sch8 | ὉΣ ὙΠΕΡΤΑΤΑ ΔΩΜΑΤΑ ΝΑΙΕΙ. Τὰ ἄκρα τοῦ κόσμου τὰ ὑπὲρ ἡμᾶς ὄντα, ἐν οἷς ὁ Ζεὺς ἵδρυται, δώματά ἐστι τοῦ Διός· ὡς καὶ Ὅμηρος εἶπε καθῆσθαι αὐτὸν ἐν ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο. | |
5 | Καταπλήττει δὲ αὐτὸν τῷ ἐπιθέτῳ τῆς ἀξιοπίστου οἰκήσεως. | |
PROCLUS. ὙΠΕΡΤΑΤΑ ΔΩΜΑΤΑ. Τῆς εἱμαρμένης τῆς ἐξ ἀ‐ στέρων ὁ ζωδιακὸς κύκλος ἐστὶν, ἐξ οὗ καταπέμπεται τά τε εὐκληρήματα, καὶ δυσημερήματα. TZETZES. | 41 | |
10 | ὉΣ ὙΠΕΡΤΑΤΑ ΔΩΜΑΤΑ ΝΑΙΕΙ. Ἤγουν ὃς τὰ ὑψηλότατα οἰκήματα οἰκεῖ· τουτέστι τὸν οὐρανόν. MOSCHOP. | |
sch9 | ΚΛΥΘΙ ΙΔΩΝ. Ὡς πάντα ἐφορῶν καὶ ἀκούων τῶν γινομένων, ἐπόπτης γενοῦ· καὶ μὴ μόνον δι’ ἀκοῆς δέξαι τὰ ῥηθησόμενα, ἀλλὰ καὶ δι’ ὄψεως ἴθυνον. Ὅπερ δὲ Ὅμη‐ ρος ἐπὶ τοῦ ἡλίου φησὶ, τοῦτο Ἡσίοδος ἐπὶ τοῦ Διὸς εἶπεν· | |
5 | ὅμοιον γάρ ἐστι τῷ, Ἠέλιος θ’ ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις. Ὁρᾷν δὲ τὸν Δία πάντα καὶ ἀκούειν πάντων εἴρηκεν, ὡς πάντων ἔφορον· ὁρῶντα μὲν τὰς πράξεις ἡμῶν, ἀκούοντα δὲ τῶν λόγων ὧν φθεγγόμεθα οἱ ἄνθρωποι. Τῶν γὰρ αἰσθή‐ | |
10 | σεων μόνην τὴν ὅρασιν καὶ τὴν ἀκοὴν ὡς χαριεστάτας ἐπὶ τοὺς θεοὺς ἀναφέρουσι. PROCLUS. | |
sch9bis | ΚΛΥΘΙ ΙΔΩΝ. Ἐπανέλαβε πάλιν τὸ ἑαυτοῦ πρόσωπον ὁ ποιητής· καὶ φησὶ πρὸς τὸν Δία, ἤγουν τὴν εἱ‐ μαρμένην· κλῦθι καὶ ἄκουσον, τύνη καὶ σὺ, ἰδὼν τὰ παρόν‐ τα, ἀΐων τε καὶ ἀκουστικῶς ἔχων, δικαίως δὲ κρίνων τὰς θέ‐ | |
5 | μιστας καὶ δίκας· ἐγὼ δὲ τῷ ἀδελφῷ Πέρσῃ ἐρῶ τἀληθῆ. Ἀλλὰ τί κατὰ Πρόκλον τὰ μηδενὸς λόγου ἄξια γράφομεν; Τὸ ΔΙΚΗ ὄνομα, τρία σημαίνει· δικαστήριον, δικαιοσύνην, καὶ καταδίκην. TZETZES. | |
sch9ter | ΚΛΥΘΙ. Κλύω ποιητικόν· ἀκούω κοινόν· κλύω ἐνεστώς· ἔκλυον παρατατικός· μέλλων ἀπὸ τούτου οὐκ ἔστι, λέγεται δὲ ὁ τοῦ κοινοῦ ἀκούσω· ἐπὶ τῇ κοινῇ γὰρ καὶ ἡ ποιη‐ τικὴ ἐρείδει καὶ ἡ Ἀττικὴ γλῶττα, καὶ αἱ ἄλλαι, αἷς μάλιστα | 42 |
5 | χρῶνται οἱ ποιηταί. Διὰ τοῦτο γὰρ καὶ κοινὴ λέγεται ὅτι με‐ τέχουσιν αἱ ἄλλαι αὐτῆς· κοινὸν γὰρ οὗ μετέχουσι τοὐλάχι‐ στον δύο. Καὶ προηριθμημέναι πᾶσαι χρῶνται αὐτῇ, καὶ αὕτη πάσαις αὐταῖς ἑαυτὴν χρῆσθαι παρέχει. Ἀόριστος δεύτε‐ ρος ἔκλυον, ἔκλυες, ἔκλυεν· ἀφ’ οὗ προστακτικὸν κλύε· καὶ | |
10 | κατὰ μεταπλασμὸν, κλῦθι, Μεταπλασμὸς δέ ἐστιν, ὅταν τέλος ὀνόματος τινος ἢ ῥήματος ἐφ’ ἕτερον τέλος τραπῇ οἰκεῖον τῷ τρεπομένῳ. Οἰκεῖον δέ ἐστιν, ᾧ δηλονότι ἡ αὐτὴ πτῶσις τοῦ ὀνόματος ἐπ’ ἄλλοις χρήσαιτο ἂν, ἢ ὁ αὐτὸς χρόνος τοῦ ῥή‐ ματος· ὡς ἐνταῦθα τοῦ ἀορίστου τὸ τέλος τὸ εʹ ἐτράπη εἰς θι, | |
15 | ᾧ τέλει χρήσαιτ’ ἂν ἀόριστος προστακτικὸς ἐν ἑτέροις. Τὸ ἑξῆς οὕτως· ἄκουσόν μου, ὦ Ζεῦ, ὁ ἐγνωκὼς πάντα καὶ γι‐ νώσκων· ἴθυνε δὲ τὰς θέμιστας σὺν δίκῃ, ἀντὶ τοῦ εὐθείας ποίει, σύ. Ἐγὼ δὲ μυθησαίμην ἂν τῷ Πέρσῃ, ἀντὶ τοῦ παραι‐ νέσαιμι. ΕΤΗΤΥΜΑ ἤγουν ἀληθῆ, ἀπὸ τοῦ ἔτυμα κατὰ πλεο‐ | |
20 | νασμὸν τῆς συλλαβῆς. MOSCHOP. | |
sch9quat | ΔΙΚΗι Δ’ ΙΘΥΝΕ. Τουτέστι κατὰ δίκην πᾶσαν σὺ τὴν δίκην κρίνε, πάντα ὁρῶν τὰ ἀνθρώπινα πράγματα, καὶ πάντων ἀκούων· ὁρῶν μὲν, τὰς πράξεις ἡμῶν· ἀκούων δὲ τῶν λόγων, ὧν φθεγγόμεθα οἱ ἄνθρωποι. Ὡς πάντα ἐφορῶν καὶ | |
5 | πάντα ἀκούων ἐπόπτης γενοῦ τῶν γινομένων, καὶ μὴ μόνον δι’ ἀκοῆς παραδέξῃ τὰ ῥηθησόμενα, ἀλλὰ καὶ δι’ ὄψεως. Σὺ, φησὶν, ἴθυνον· ἐγὼ δὲ καταλέξω τῷ Πέρσῃ. PROCLUS. | |
sch9quin | ΘΕΜΙΣΤΑΣ. Θέμις ἡ γῆ κατ’ Αἰσχύλον· ἀπὸ γοῦν τοῦ δικαίου βίου τῆς γεωργίας, καὶ δικαιοσύνῃ καὶ ἡ ἁπλῶς δίκη, θέμις καλεῖται. TZETZES. ΘΕΜΙΣΤΑΣ. Ὡς τὸ ΔΙΑΛΕΓΕΣΘΑΙ καὶ ΧΡΗΜΑ‐ | 43 |
5 | ΤΙΖΕΙΝ, τὸ μὲν χρηματίζειν λέγεται ἐπὶ θεῶν, τὸ δὲ διαλέ‐ γεσθαι ἐπ’ ἀνθρώπων· οὕτω καὶ ΔΙΚΗ μὲν ἐπὶ ἀνθρώπων, ΘΕΜΙΣ δὲ ἐπὶ θεῶν. Δίκη γάρ ἐστι κρίσις, ἣν οἱ ἄνθρωποι κρίνουσι· θέμις δὲ δίκη ἣν οἱ θεοὶ δικάζουσιν. MOSCHOP. | |
sch10 | ΤΥΝΗ. Δωρικὴ παράγωγος ἀντωνυμία· οὗτοι γὰρ τὸ τύνη, ἀντὶ τοῦ σὺ λέγουσι, καὶ ἐγώνη, καὶ τὰ ὅμοια. TZETZES. | |
sch10bis | ΕΓΩ ΔΕ ΚΕ ΠΕΡΣΗι. καὶ τὰ ἐπιῤῥήματα, καὶ οἱ παραπληρωματικοὶ, φωνήεντος ἐπιφερομένου, ἐφέλκουσι τὸ ν, συμφώνου δὲ οὐκέτι. TZETZES. | |
sch11 | ΟΥΚ ΑΡΑ ΜΟΥΝΟΝ. Διττή ἐστιν ἡ ἔρις. Ἡ μὲν γὰρ ἅμιλλα καὶ ζῆλος εἰς τὴν τοῦ ἀγαθοῦ τεῦξιν· ἡ δὲ φιλόνει‐ κος ζωὴ μετὰ φθόνου καὶ δυσμενείας γινομένη. Ἀλλ’ αὗται μὲν αἱ δύο περὶ γῆν εἰσιν· ἐπείπερ ἐνταῦθα καὶ τὰ καταμαχό‐ | |
5 | μενα τοῖς ἀγαθοῖς. Ἡ δ’ ἀμείνων ἔρις τοῦ ἀγαθοῦ ἕνεκα γινο‐ μένη, καὶ ἐν τοῖς κρείττοσιν ἡμῶν ἐστιν. ΑΛΛΩΣ. Οὐκ | |
ὡς ἔοικεν (ἓν) ἦν τὸ τῶν ἐρίδων γένος, ἀλλὰ δύο. Λαμβά‐ νεται δὲ ἑαυτοῦ, ἐπειδὴ ἐν τῇ Θεογονίᾳ μίαν γέννησιν παρέδω‐ κεν ἐρίδων, ὅθεν ἐνταῦθα ὥσπερ συναισθησόμενος ἑαυτοῦ | 44 | |
10 | δύο λέγει, διὰ τὸν καιρὸν καὶ τὸν σκοπὸν τοῦ γράμματος. PROCLUS. | |
sch11bis | ΟΥΚ ΑΡΑ ΜΟΥΝΟΝ ΕΗΝ. Ἐν τῇ Θεογονίᾳ, ἓν γένος ἀντὶ τοῦ εἶδος εἰπὼν τῶν ἐρίδων ὁ Ἡσίοδος, ἐνταῦ‐ θα ὥσπερ ἐπιδιορθοῦται αὐτὸς ἑαυτὸν λέγων, οὐχὶ δὴ ἓν γέ‐ νος ἐστὶ τῶν ἐρίδων, ἀλλὰ δύο. Ἔρις γὰρ ὁ ζῆλος λέγεται, | |
5 | ὅπερ ἐστὶν ἡ ἀγαθὴ ἔρις· ἀλλὰ καὶ ὁ φθόνος, καὶ ἡ κακίστη ἔρις, καὶ αἱμοχαρής. ΜΟΥΝΟΝ. Μόνον Ἰωνικῶς. ΔΥΟ τὸ ο μικρὸν κατὰ Ἴωνας. Ὡς δὲ μέρος λόγου, μακρὸν δέχεται κατὰ κοινὴν συλλαβήν· κατὰ Δωριεῖς δὲ καὶ Ἀττικοὺς, μέγα. Ὅτι δ’ ἐν γῇ καὶ οὐκ ἐν οὐρανῷ αἱ ἔριδες, δῆλον. Τὸ δ’ ἐν | |
10 | τοῖς εὐτελέσι, καὶ οὐ λόγου ἀξίοις, λόγους μηκύνειν, Προκλι‐ κόν ἐστιν· ὡς καὶ τὸ ΕΠΙΜΩΜΗΤΗ, καὶ τὸ ΔΙΑ Δ’ ΑΝΔΙ‐ ΧΑ ΘΥΜΟΝ ΕΧΟΥΣΙΝ, ὁ σοφὸς Πρόκλος, θυμὸν τὴν ζωὴν λέγει. Ἡμεῖς δὲ, γλυκύτατον καὶ ἔμψυχον λόγον καλοῦμεν· τῶν γὰρ ἐριζόντων τὸν θυμὸν, ἤτοι τὴν ψυχὴν διπλῆν καὶ δια‐ | |
15 | μεμερισμένην ἐχόντων, ὁ Ἡσίοδος ἐπὶ τῆς ἔριδος τοῦτο εἶπε. TZETZES. | |
sch11ter | ΟΥΚ ΑΡΑ ΜΟΥΝΟΝ. Ὡς ἔοικεν, οὐχ ἓν ἦν, | |
ἀντὶ τοῦ ἐστὶν Ἀττικῶς, τὸ εἶδος τῶν ἐρίδων. Τὸ ΜΟΝΟΝ ὄνομά ἐστιν ὑπερθετικὸν, κατὰ τὸ ἰδιάζον τὴν ὑπέρθεσιν ἔχον οὗ λεγομένου, καὶ ἄλλα ἀνάγκη συνυπακούεσθαι πρὸς ἃ αὐ‐ | 45 | |
5 | τὸ τὴν ἑαυτοῦ ὑπέρθεσιν ἕξει, ἐφ’ ἃ λεγόμενον μέσην ἔχει πάν‐ τως τὴν ἀπὸ πρόθεσιν, ἢ παροῦσαν, ἢ συνυπακουομένην· οἷον “μόνος πάντων,” ἀντὶ τοῦ ἀπὸ πάντων, καὶ “οἷος ἀπ’ ἄλλων,” παρὰ τῷ θεολόγῳ Γρηγορίῳ ἐν τοῖς ἔπεσι. Τὸ μὲν οὖν δὴ μόνον ὂν, ἓν ἂν εἴη πάντως τῶν ἄλλων κεχωρισμέ‐ | |
10 | νον· τὸ δὲ μὴ μόνον ὂν, ἓν πάντως ἐστὶν ἢ μεθ’ ἑνὸς ἢ μεθ’ ἑτέ‐ ρων πολλῶν. Εἰ οὖν τοῦτο, φανερὸν, ὅτι οὐχ ἁρμοδίως ἐν‐ ταῦθα κεῖται τὸ οὐ μόνον κατὰ τὴν ἑαυτοῦ δύναμιν, ποιητι‐ κῶς δὲ λέγεται ἀντὶ τοῦ οὐχ ἕν. MOSCHOP. | |
sch11quat | ΕΡΙΔΩΝ ΓΕΝΟΣ. Τὸ ΓΕΝΟΣ ἐνταῦθα ἀντὶ τοῦ εἶδος. Ἡ ἀκρίβεια δὲ τούτων παρὰ τοῖς φιλοσόφοις φυλάττε‐ ται· ποιηταῖς δὲ καὶ λογογράφοις ἐφεῖται τῷ γένει χρῆσθαι ἀντὶ τοῦ εἴδους. MOSCHOP. | |
sch11quin | ΑΛΛ’ ΕΠΙ ΓΑΙΑΝ. ἀντὶ τοῦ κατὰ τὴν γῆν. MO‐ SCHOP. | |
sch12 | ΕΙΣΙ ΔΥΩ. Ἔριδες δηλονότι. Τὴν μὲν ἐπαινέσειεν ἄν τις νοήσας· ἡ δὲ ΕΠΙΜΩΜΗΤΗ, ἤγουν πολλοῦ ψόγου ἀξία· ἐπίτασιν γὰρ ἔχει ἡ ἐπί· ἐπιμωμητὴ ποιητικὸν, ἐπίψο‐ γος κοινόν. ΔΙΑΝΔΙΧΑ ποιητικὸν, δίχα κοινὸν, ἢ διχῆ. Καὶ | |
5 | τὸ διάνδιχα δὲ ἀπὸ τοῦ δίχα γίνεται προσθήκῃ τοῦ αν συνδέσ‐ μου καὶ τῆς διὰ προθέσεως, χωρισμὸν καὶ αὐτῆς δηλούσης καὶ οὐδὲν πλέον τοῦ διχῆ, τουτέστι δίχα, ἤγουν ἰδίᾳ καὶ χωρὶς ἀπ’ ἀλλήλων ἔχουσι τὴν ζωὴν, τουτέστι διαφόρως ζῶσιν. ΠΟΛΕ‐ ΜΟΝ ΤΕ ΚΑΚΟΝ. Τὸν πόλεμον ἐξαιρέτως λέγει κακόν· θα‐ | |
10 | νάτους γὰρ ἐπάγει, ὃ τὸ μέγιστόν ἐστι τῶν σωματικῶν κακῶν. MOSCHOP. | |
sch12bis | ΤΗΝ ΜΕΝ ΚΕΝ ΕΠΑΙΝΕΣΣΕΙΕ ΝΟΗΣΑΣ. Προσυπακουστέον τὸ τίς· τὸ γὰρ ὅλον ἦν, ἐπαινέσειεν ἄν τις | |
νοήσας· οὐ γὰρ ὁ τυχὼν τὴν ἀμείνω τῶν ἐρίδων ἐπαινέσειεν, ἀλλ’ ὁ δυνηθεὶς αὐτὴν τῷ νῷ θεωρῆσαι μεγάλων οὖσαν ἀγα‐ | 46 | |
5 | θῶν αἰτίαν τοῖς ἀνθρώποις. PROCLUS. | |
sch13 | Ἡ Δ’ ΕΠΙΜΩΜΗΤΗ. Δηλονότι ἡ χείρων ἔρις ἀπὸ φιλονείκου γινομένη προαιρέσεως, ἄλογος οὖσα τοῦ θυμοῦ κίνησις, καὶ οὐχ ἁπλῶς μωμητὴ, ἀλλὰ μετὰ ἐπιτάσεως ἐπι‐ μωμητὴ, ὡς ἐπιτεταμένη οὖσα, ψεκτὴ παρὰ τοῖς ἔμφροσι. | |
5 | PROCLUS. | |
sch13bis | ΔΙΑ Δ’ ἈΝΔΙΧΑ. Χωρὶς διεστήκασι κατὰ τὴν ζωήν· ταύτην γὰρ εἶπε θυμόν· καὶ γὰρ πᾶσα ζωὴ ψυχικὴ κα‐ λεῖται θυμός. PROCLUS. ΚΑΙ ΔΗΡΙΝ. Ἤγουν μάχην ἐκ παραλλήλου, ὡς ἐν ἄλλοις, | |
5 | Πόλεμοί τε μάχαι τε. MOSCHOP. | |
sch14 | ΠΟΛΕΜΟΣ. Πολυαμής τις ὢν, ὁ πολλοὺς ἀμῶν καὶ θερίζων. ἢ πολυεμὴς, ὁ πολλοὺς χέων καὶ καταβάλλων τροπικώτερον. Δῆρις ἡ φιλονεικία· ἐκ τοῦ δαίρω ἔδαρον, δῆ‐ ρις. TZETZES. | |
sch15 | ΣΧΕΤΛΙΗ. Χαλεπὴ, κρατητικὴ λίαν. Κρατητικὰ γὰρ καὶ παράμονα, τὰ φαῦλα· τὰ δ’ ἀγαθὰ συντόμως ἐκτρέ‐ χει. TZETZES. | |
ΣΧΕΤΛΙΗ. Καθὰ λέγεται τὸ λευκὸν, ἐνίοτε μὲν ἐπὶ τοῦ | 47 | |
5 | χρώματος τοῦ διακριτικοῦ τῆς ὄψεως, ἐνίοτε δὲ ἐπὶ τοῦ σώμα‐ τος τοῦ μετέχοντος αὐτοῦ· οὕτω καὶ τὸ σχέτλιον ἐνίοτε μὲν λέγεται ἐπὶ τοῦ κακοῦ, ὡς ἐνταῦθα σχετλία ἡ ἔρις ἀντὶ τοῦ κακὴ, ἐνίοτε δὲ ἐπὶ τοῦ μετέχοντος τοῦ κακοῦ, καὶ διὰ τοῦτο ἀθλίου. Καθ’ ὃ λέγεται σχέτλιος ἄνθρωπος, | |
10 | ἤγουν ἄθλιος· ὅθεν τὸ σχετλιάζειν καὶ ὁ σχετλιασμός. MO‐ SCHOP. | |
sch15bis | ΟΥΤΙΣ ΤΗΝ ΓΕ ΦΙΛΕΙ ΒΡΟΤΟΣ. Μὴ εἴπῃς ὑπερβατῶς, οὔτις τήν γε φιλεῖ βροτὸς ἀθανάτων βουλῇσιν, ἀλλ’ οὕτως, οὔτις τήν γε φιλεῖ βροτὸς, δηλονότι ἑκὼν, ἀλλ’ ὑπ’ ἀνάγκης καὶ βίας ἐν ταῖς βουλαῖς τῶν ἀθανάτων, ἤγουν | |
5 | τῆς εἱμαρμένης. Οἱ θεοὶ γὰρ, ὡς ἔφην, ἤτοι ἡ εἱμαρμένη, τὴν ἔριν τιμῶσι τὴν βαρεῖαν. Εἰ δέ τις ἐρεῖ, ἆρα οἱ θεοὶ κα‐ κοῦ αἴτιοι; Ναὶ κατὰ τὴν Ἡσιόδου δόξαν εἰπέ· οὗτος γὰρ ψυχῶν λέγει εἶναι προΰπαρξιν. Αἱ δὲ ψυχαὶ αὐταὶ καθ’ ἑαυτὰς οὖσαι, οὔτε τροφῶν οὔτε κτημάτων ἢ χρημάτων, ἢ τινὸς | |
10 | ἑτέρου τῶν σωματικωτέρων ἐδέοντο, δι’ ἃ γίνονται μάχαι καὶ ἔριδες. Ἐπεὶ δὲ εἱμαρμένῃ τινὶ συνεζεύχθησαν σώμασιν, ἃ καὶ τροφῶν καὶ χρημάτων καὶ τῶν ἄλλων ἐπιδέονται, δι’ ἃ συμβαίνουσιν ἔριδες, εἰκότως ἀθανάτων, ἤγουν τῆς εἱμαρ‐ μένης βουλαῖς ἔφη, τιμῶσι τὴν ἔριν οἱ ἄνθρωποι. TZETZES. | |
sch15ter | ΟΥΤΙΣ ΤΗΝ ΓΕ ΦΙΛΕΙ ΒΡΟΤΟΣ. Ἤγουν οὐδεὶς ἄνθρωπος φιλεῖ αὐτὴν, τουτέστι φυσικῶς αὐτῇ διατίθεται. ΑΛΛ’ ὙΠ’ ΑΝΑΓΚΗΣ ΤΙΜΩΣΙ ΤΗΝ ΕΡΙΝ· ἀντὶ τοῦ χρῶνται αὐτῇ οἱ ἄνθρωποι, διὰ τὰς βουλὰς τῶν θεῶν. ΤΗΝ | |
5 | Δ’ ἙΤΕΡΗΝ. Τὴν ἐπαινουμένην δηλονότι, ἣν ἅμιλλαν σύντο‐ νον τῆς λογικῆς ψυχῆς λέγουσι, προτέραν τῆς ἑτέρας, τῷ χρό‐ νῳ δηλονότι. Λέγεται δὲ ἐπιῤῥηματικῶς, τουτέστι, τὴν δὲ ἑτέ‐ ραν πρότερον μὲν ἐγέννησεν ἡ νὺξ ἡ ἐρεβεννὴ, ἣν ὁ Πρόκλος θεὸν λέγει ὑπὲρ τὸν κόσμον, τοῖς ὄμμασι τῶν ἀνθρώπων ἀθέα‐ | |
10 | τον· καὶ διὰ τοῦτο ἐρεβεννὴν ὑπὸ τοῦ Ἡσιόδου κληθῆναι. MOSCHOP. | |
sch15quat | ΑΛΛ’ ὙΠ’ ΑΝΑΓΚΗΣ. Ὑπερβατὸν, ἡ μὲν γὰρ σχετλίη πόλεμόν τε τὴν χείρονά φησιν ἔριν ἀκούσιον εἶναι τοῖς ἀνθρώποις· εἰκότως. καὶ γὰρ ἅπαν τὸ κακὸν ἀκούσιόν ἐστιν· ὥς φησι καὶ Πλάτων. Ὑπ’ ἀνάγκης δὲ τιμᾶσθαι παρὰ τῶν ἀν‐ | 48 |
5 | θρώπων, διὰ τὴν ἄλογον ζωὴν, ἣν ἔσχον εἰς σῶμα πεσούσης τῆς ψυχῆς. Καὶ τοῦτο κατὰ βούλησιν εἶναι τῶν θεῶν, τὸ τῇ ἀνάγκῃ τοιαύτῃ συσχεθῆναι· ἵνα δηλονότι μισήσωσι τὸ μετὰ σώματος ζῆν. Οὐ γὰρ ἐνδέχεται σώμασι συνόντας ἔξω παντε‐ λῶς εἶναι τῶν κατὰ τὸ σῶμα παθῶν. PROCLUS. | |
sch16 | ΕΡΙΝ ΤΙΜΩΣΙ. Τὴν ἑτέρην τιμῶσι πληροῦντες τὴν πληροφορίαν αὐτῆς τυχὸν, καὶ φιλοτίμως ἔχουσι πρὸς τὸ μάχεσθαι· καὶ τιμῶσι μὲν καλῶς εἶπεν, οὐ φιλοῦσι δέ. PRO‐ CLUS. | |
sch17 | ΤΗΝ Δ’ ἙΤΕΡΗΝ. Τὴν ἀμείνω λέγει· καὶ αὐτὴν οὖ‐ σαν τῆς λογικῆς ψυχῆς ἅμιλλαν σύντονον πρὸς τὸ ἀγαθὸν ὁρῶ‐ σαν. Ταύτην οὖν γεννηθῆναι παρὰ τῆς νυκτός φησιν. Ἔστι δὲ ἡ νὺξ θεὸς ὑπὲρ τὸν κόσμον ἀφανὴς τοῖς ὄμμασιν ἡμῶν· | |
5 | καὶ διὰ τοῦτο ἐρεβεννὴ, ὥσπερ καὶ αὐτὸν τὸν Δία πα‐ τέρα φασὶ τῶν ψυχῶν. Ἐκείνη οὖν ἐγέννησε τὴν κρείττω ἔριν, ὡς πάντα ἀνάγουσαν ἐπὶ τὴν ἀφανῆ καὶ θείαν ζωήν. Αἰ‐ τία γάρ ἐστι πάντων τῶν ἀοράτων. ΑΛΛΩΣ. Τὰ γὰρ καλὰ προγενέστερα· μετὰ ταῦτα δὲ ἐφάνη ἡ κακία· νὺξ δὲ αὐτὴν | |
10 | ἔτεκεν. Ὅτι ἀπὸ τοῦ ἀφανοῦς παρυφίσταται τὰ πάντα τά τε κακὰ καὶ τὰ ἀγαθά. PROCLUS. | |
sch17bis | ΝΥΞ ΕΡΕΒΕΝΝΗ. Τὴν ἀγαθὴν ἔριν, ἤγουν τὸν ζῆ‐ λον φησὶ προτέραν τῆς φαύλης τῷ τε χρόνῳ, καὶ ἀξιώματι. Τὸ | |
ΝΥΞ δὲ ΕΡΕΒΕΝΝΗ οὐκ ἐκ τοῦ ἀφανοῦς ἐγὼ λέγω· καὶ γὰρ καὶ ἡ ἑτέρα ἐξ ἀφανοῦς γίνεται· ἀλλ’ οὕτῳ φημὶ, ὅτι ἐν ἀρχῇ | 49 | |
5 | ἦν Ἔρεβος, καὶ Χάος, εἶτα γεγόνασιν ἄνθρωποι. Σύμφυτος οὖν καὶ σύγχρονος τοῖς ἀνθρώποις ἡ χρηστὴ ἔρις ἐκ τοῦ Ἐρέβους ἐκείνου καὶ τοῦ Χάους ἐγένετο. Ἡ δὲ φαύλη προσ‐ επεγένετο ὕστερον. Πάντα γὰρ τὰ ἀγαθὰ, σύμφυτα τοῖς ἀνθρώποις· ἐπίκτητα δὲ τὰ φαῦλα. Ἢ καὶ οὕτως· ἡ χρηστὴ | |
10 | ἔρις ἐκ τῆς νυκτὸς δοκεῖ γεγενῆσθαι, τουτέστιν ἐξ ἀφανοῦς. Ὅτι πᾶς τινὸς ζηλωτὴς κρυφῆ τοῦτον ἀπομιμεῖται· ὁ δὲ φθο‐ νῶν φανερῶς λοιδορίας ἐγείρει καὶ μάχας. Ἐρεβεννὴ Αἰολικῶς διὰ δύο νν γράφεται. TZETZES. | |
sch17ter | ΕΡΕΒΕΝΝΗ. Σκοτεινὴ, ἀπὸ τοῦ ἔρεβος τὸ σκότος κατὰ παραγωγήν· ἐνταῦθα ταυτὸ θέλει δηλοῦν τὸ ἐρεβεννὴ τῷ ἀφανής. MOSCHOP. | |
sch18 | ΘΗΚΕ ΔΕ ΜΙΝ. Τὴν μὲν συνέπειαν οὕτω δεῖ καθι‐ στάνειν· ὁ Ζεὺς ὁ ἐν τῷ αἰθέρι ναίων, καὶ ἐν τοῖς ἀνδράσι, καὶ ἐν ταῖς ῥίζαις τῆς γῆς ἀμείνω τὴν ἔριν ἔθηκε ταύτην ἐκείνης, ἵνα διὰ μὲν τοῦ αἰθέρος δηλώσῃ τὸ | |
5 | ἀκρότατον· διὰ δὲ τῶν ἐν τῇ γῇ ῥιζῶν, τὸ ἔσχατον· διὰ δὲ τῶν ἀνδρῶν, τὸ μέσον· οὔτε αἰθερίων ὄντων, οὔτε χθονίων φυτῶν· διὰ πάντων δὲ, ὅτι πανταχοῦ ἐστι τὸ θεῖον, καὶ ἐν πᾶσι, πρώτοις, μέσοις, ἐσχάτοις. Εἰπὼν δὲ, ὅτι νὺξ ἔτεκε τὴν ἀμείνω ἔριν, φησὶ παρὰ τοῦ Διὸς ἀρείονα | |
10 | γενέσθαι, δόντος αὐτῇ καὶ ἐν τῷ κόσμῳ δύναμιν σεμνοτέραν τῆς ἑτέρας. PROCLUS. | |
sch18bis | ΘΗΚΕ ΔΕ ΜΙΝ ΚΡΟΝΙΔΗΣ. Ὁ Κρόνου παῖς ἤγουν ἡ εἱμαρμένη, ἡ κοροῦσα καὶ σκοτίζουσα τὸν νοῦν, ἢ ἡ ἀφανὴς καὶ ἄδηλος, ἡ ἐν τοῖς ὑψηλοῖς ζυγοῖς καὶ καθέδραις τοῦ ζωδιακοῦ κύκλου καὶ τοῦ αἰθέρος ἱδρυμένη. Ἔφην γὰρ, | |
5 | ὡς ἐκ τῆς κινήσεως λέγουσι τῶν ἀστέρων ἀποτελεῖσθαι τὰ εἱ‐ μαρμένα. Ἔθηκε γοῦν ταύτην τὴν ἔριν πολλῷ ἀμείνω τῆς ἑτέρας ὁ Ζεὺς, ὁ ναίων καὶ ἐν τῷ αἰθέρι, καὶ ἐν ταῖς ῥίζαις τῆς γῆς, καὶ ἐν τοῖς ἀνδράσι· διὰ πάντων γὰρ διήκει ἡ εἱμαρμένη. Δία δὲ εἶπον, ὅτι τὴν εἱμαρμένην νῦν λέγει. Τὰ ἑξῆς δῆλα. | 50 |
10 | TZETZES. | |
sch18ter | ΘΗΚΕ ΔΕ ΜΙΝ. Ἀντὶ τοῦ ἐποίησε δὲ αὐτὴν ὁ Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου. Ὁ ὙΨΙΖΥΓΟΣ, ἤγουν ὁ ἐπὶ μετεώρου θρόνου καθήμενος, ὁ οἰκῶν ἐν τῷ αἰθέρι, ἀντὶ τοῦ ἐν τῷ οὐρανῷ, καὶ ὁ οἰκῶν ἐν ταῖς ῥίζαις τῆς γῆς, ἤγουν ἐν τοῖς κα‐ | |
5 | ταχθονίοις, καὶ ἐν τοῖς ἀνδράσι, κατὰ πολὺ ἀμείνονα, ἤγουν κρείττονα τῆς ἑτέρας δηλονότι. ΠΟΛΛΟΝ, ποιητικὸν, πολὺ, κοινόν. MOSCHOP. | |
sch19 | ΓΑΙΗΣ Τ’ ΕΝ ῬΙΖΗιΣΙΝ. Ἐν τοῖς φυτοῖς τοῖς ἐῤ‐ | |
ῥιζωμένοις τῇ γῇ, ἢ ὅτι ἐῤῥίζωσεν αὐτὴν ἐν τῇ γῇ· ἢ ὅτι ἡ ἀγαθὴ φιλονεικία καὶ ἐπὶ τὰ φυτὰ, καὶ ἐπὶ πάντα τὰ γεωργι‐ κὰ ἐδόθη, ὥστε ζηλοῦν εἰς τὸ ἐργάζεσθαι τοὺς ἀνθρώπους. | 51 | |
5 | PROCLUS. | |
sch20 | ἩΤΕ ΚΑΙ ΑΠΑΛΑΜΝΟΝ. Τὸν ἀκίνητον πρὸς τὰ ἔργα, καὶ οἷον μὴ ἔχοντα χεῖρας, ἀλλ’ ἀργὸν κινεῖ πρὸς τὸ ἐργάζεσθαι τοῖς ἐργαζομένοις ἁμιλλώμενον ἡ κρείσσων ἔρις. ΑΛΛΩΣ. Ἥτις καὶ τὸν ἀργὸν, καὶ μὴ παλαμώμενον ἐπὶ τὸ | |
5 | ἔργον ἐγείρει. Παλαμᾷν γὰρ, τὸ διὰ τῶν παλαμῶν γεωρ‐ γίας ἐργάζεσθαι· ὁ γὰρ σπουδαῖος κἂν ᾖ ἀσθενὴς, σπεύδει τὸ ἐργάζεσθαι. PROCLUS. | |
sch20bis | Ἡ ΤΕ ΚΑΙ ΑΠΑΛΑΜΝΟΝ ΠΕΡ. Ἥ τις ἀγαθὴ ἔρις καὶ τὸν ἀσθενῆ, καὶ τὸν μὴ παλαμᾶσθαι καὶ ἐργά‐ ζεσθαι δυνάμενον, ὅμως ἐπὶ ἔργον ἐγείρει. Ἢ ὁμῶς, ἵν’ ᾖ ἐλλιπῶς, ὁμοίως τῷ ἀπαλάμνῳ, τὸν ἀπάλαμνον ἐγείρει. | |
5 | TZETZES. | |
sch20ter | ἩΤΕ ΚΑΙ ΑΠΑΛΑΜΝΟΝ. Ἀντὶ τοῦ ἥτις καί περ ὄντα τινα ἀπάλαμνον, ἤγουν ἀργὸν ἀπὸ φύσεως, μηδὲν ἐργάζεσθαι προθυμούμενον, ἐπὶ τὸ ἐργάζεσθαι ΕΓΕΙΡΕΙ, ἤγουν διανίστησιν. MOSCHOP. | |
sch21 | ΕΙΣ ἙΤΕΡΟΝ ΓΑΡ ΤΙΣ. Πλούσιον ἰδὼν ἐκ τῶν ἔργων πλουτήσαντα, σπεύδει καὶ αὐτὸς πλουτῆσαι. PROCLUS. | |
sch21bis | ΕΙΣ ἙΤΕΡΟΝ ΓΑΡ. Τίς γὰρ χρῄζων ἔργου, ἰδὼν εἰς ἕτερον πλούσιον ἀπ’ ἔργου, ὣς καὶ οὗτος ἰδὼν, σπου‐ δάζει ἀροῦν καὶ φυτεύειν. TZETZES. | |
sch21ter | ΕΙΣ ἙΤΕΡΟΝ ΓΑΡ ΤΙΣ. Καὶ γάρ τις ἔργου χατίζων, ἤγουν ἐνδεὴς ὢν ἔργου, λειπόμενος, τουτέστιν οὐδὲν ἐργαζόμενος, ἰδὼν εἰς ἕτερον πλούσιον. Οὐ συνάπτειν δὲ δεῖ τὸ ἕτερον καὶ τὸ πλούσιον, ἵνα μὴ δοκῇ πλούσιος εἰς ἕτερον | |
5 | ὁρᾷν πλούσιον. Οὗτος σπεύδει μὲν ἀροῦν, ἤγουν ἀροτριᾷν, καὶ φυτεύειν· ἀμφότερα ἔργα γεωργίας· καὶ τὸν ἑαυτοῦ οἶκον καλῶς διοικῆσαι. ΕΡΓΟΝ ἡ ἐνέργεια καὶ τὸ ἀπὸ τῆς ἐνεργείας τελούμενον· ἐνταῦθα τὸ πρότερον. Κατὰ δὲ τὴν ἑτέραν ἔριν, | |
τοῦτο δὲ συνυπακούεσθαι ἔδωκεν ἀπὸ τοῦ ἀποθεῖναι τὸν λύγον, | 52 | |
10 | καὶ μεταβῆναι ἐπὶ τὰ ἔργα τὰ ἁρμόζοντα τῇ ἑτέρᾳ ἔριδι. MOSCHOP. | |
sch22 | ΑΡΟΜΜΕΝΑΙ. Τὸ ρο μικρὸν, ἐκτείνεται δὲ ὑπὸ τοῦ μ ἀμεταβόλου, καὶ γίνεται κοινὴ συλλαβή. Εἰ δὲ θελητόν τισι, καὶ τοῦτο μέγα γραφέτωσαν Ἀττικῶς. TZETZES. | |
sch22bis | ΑΡΟΜΜΕΝΑΙ. Ποιητικὸς οὗτος ὁ τρόπος τῶν ἀπαρεμφάτων, ἀποβάλλειν τὸ ὑποτακτικὸν φωνῆεν διφθόγ‐ γου παρούσης, καὶ προστιθέναι τὴν με συλλαβὴν, εἶτα καὶ τὴν αι δίφθογγον, εἰ μὴ πάρεστι. Δεῖ γὰρ τῷ ἀπαρεμφάτῳ | |
5 | δίφθογγον ἐπὶ τέλει εἶναι· αὕτη γάρ ἐστι τοὐπίσημον αὐτῷ καὶ χαρακτηριστικόν. Ταύτην μὲν οὖν, ὡς εἴρηται, μὴ πα‐ ροῦσαν εἰσάγουσιν, ἔστι δ’ ὅτε καὶ παροῦσαν ἐκβάλλουσι, λα‐ ξεύοντες ὥσπερ τοὔνομα καὶ περικόπτοντες, ἵν’ ἁρμόσῃ αὐτοῖς ἐπὶ τῇ τοῦ μέτρου οἰκοδομῇ· ἐνταῦθα δὴ μὴ παροῦσα προσε‐ | |
10 | τέθη. Τὸ δὲ ρο, μικρὸν μὲν ὂν, οὐ συνᾴδει τῷ μέτρῳ, μέγα δὲ γενέσθαι οὐ δύναται· ἡ τῶν Ἀττικῶν γὰρ ἔκτασις οὐκ ἔχει χώραν ἐπὶ πάθεσι λέξεων· ἀναγκαζόμενον δὲ τὸ υ κατέχειν μεθ’ ἑαυτοῦ ὡς ἂν δὴ οἰκεῖον, ἵνα μὴ ἀλλοτρίας αὐξήσεως δέηται, ξένον καὶ ἀσύνηθες πρᾶγμα ποιήσει, καὶ ὃ ἐν οὐδενὶ ἑτέρῳ | |
15 | τοιούτῳ ποτὲ γίνεται. Εἰ δὲ προσθήκη γενήσεται ἑτέρου μ ὡς ἐν τῷ ἔμμεναι, ὅτε χρεία μακρὸν γενέσθαι τὸ ε, καὶ ἑτέροις πολλοῖς, ἴσως ἂν κατὰ λόγον ἔχοι τοὔνομα τὴν αὔξησιν ἀπο‐ δεδομένην. MOSCHOP. | |
sch23 | ΖΗΛΟΙ ΔΕ ΤΕ. Ἡ ἀγαθὴ ἔρις, καὶ Ζῆλος λέγε‐ ται· ἡ δὲ φαύλη, Φθόνος. Ὅμως ἔμπροσθεν εὑρήσεις τὸν Ἡσίοδον κατακεχρημένον τῷ ζήλῳ, ἀντὶ τοῦ φθόνου. TZETZES. | |
sch23bis | ΖΗΛΟΙ ΔΕ ΤΕ ΓΕΙΤΟΝΑ ΓΕΙΤΩΝ. Τὸ ΖΗΛΟΥΝ δύο δηλοῖ· τὸ φθονεῖν, καὶ τὸ μακαρίζειν. Ὥσπερ δὲ λέγουσι ἐνίοτε τὸ ἐπαινεῖν ἀντὶ τοῦ ἐργάζεσθαι, οἷον, ἀρε‐ τὴν ἐπαινεῖ τις, ἀντὶ τοῦ ἐργάζεται· καὶ τὸ, σίγ’ ἐπαινῶ, ἀντὶ | |
5 | τοῦ σιγῶ, οὕτω καὶ τὸ ζηλοῦν τὸ μακαρίζειν, ἐνίοτε καὶ ἐπὶ τοῦ μιμεῖσθαι τιθέασιν, ὡς ἐνταῦθα οὗτος, οὐκ ἔξω λόγου ταῦτα ποιοῦντες· ὃ γὰρ ἐπαινεῖ τις, τοῦτο πάντως εἰκὸς καὶ ἐργάζεσθαι αὐτόν· καὶ ὃν μακαρίζει τὶς ἐφ’ οἷς ἔχει ἀγαθοῖς, | |
δηλονότι, ἢ ἀπολαύει, (ἐπὶ τούτων γὰρ λέγεται ὁ μακαρισμὸς) | 53 | |
10 | τοῦτον πάντως καὶ μιμήσαιτο ἂν, ἵνα τοῦ αὐτοῦ τύχῃ μακα‐ ρισμοῦ. ΑΦΕΝΟΣ ὁ ἀπὸ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ἀθροιζό‐ μενος πλοῦτος. Τὸ αὐτὸ καὶ βίος, ἀφ’ οὗ βιοῖ τις δηλονότι. Λέγεται δὲ καὶ ὁ ἄφενος ἀρσενικῶς, καὶ τὸ ἄφενος οὐδετέρως. MOSCHOP. | |
sch24 | ΕΙΣ ΑΦΕΝΟΝ. Τὸν πλοῦτον ἄφενον καλοῦσι, τὸν ἀπὸ τῶν ἔργων τῶν ἐνιαυσιαίων ἀθροιζόμενον· ἔνος γὰρ καλεῖται ὁ ἐνιαυτός. PROCLUS. | |
sch24bis | ΕΙΣ ΑΦΕΝΟΝ ΣΠΕΥΔΟΝΤΑ. Ἄφενος, πλοῦ‐ τος, ὄλβος, τύχη, καὶ εὐδαιμονία διαφέρει. Ἄφενος μὲν, καὶ ἀφνειὸς, ὁ μετέχων ἀφένου λέγεται· ἄφενος δέ ἐστιν, ἡ ἐτησία συγκομιδὴ τῶν καρπῶν· πλοῦτος, τὰ διὰ πολλῶν ἐτῶν συνα‐ | |
5 | γόμενα, δοῦλοι, κτήσεις, ἀγροί· ὄλβος, τὰ ἀμφότερα· τύχη δὲ, ἡ δόξα τοῦ βίου καὶ ἔπαρσις· εὐδαιμονία δὲ, ἵνα τὰ πολλὰ παρεάσω, τὸ εὖ τοῦ δαίμονος, ἤτοι τῶν ψυχικῶν ἀρε‐ τῶν ἔχει. Δαίμων γὰρ καὶ ἡ ψυχὴ λέγεται παρ’ Ὁμήρῳ, καὶ παρὰ Σωκράτει. TZETZES. | |
sch24ter | ΑΓΑΘΗ Δ’ ΕΡΙΣ ἩΔΕ ΒΡΟΤΟΙΣΙΝ. Ἀντὶ τοῦ ἀγαθῶν αἰτία ἐστὶν ἥδε ἡ ἔρις τοῖς ἀνθρώποις. MOSCHOP. | |
sch25 | ΚΕΡΑΜΕΙ ΚΟΤΕΕΙ. Ζηλοῖ, ὀργίζεται, φθο‐ νεῖ, βασκαίνει. ΑΛΛΩΣ. Προτρέπεται πρὸς γεωργίαν διὰ τοῦτο. Ἐν γὰρ ταῖς ῥίζαις τῶν γεωργικῶν ὑφίσταται ἡ ἀγαθὴ ἔρις φησὶν, οὐχὶ δὲ ἐν ταῖς ἀδικίαις. Ἢ ὅτι ἐκ τοῦ ἀφανοῦς | |
5 | καὶ ἀδήλου παρυφίσταται τὰ κακὰ καὶ τὰ ἀγαθά. Τοῦτο δεῖ μᾶλλον ἐπανάγειν εἰς τὰ εἰρημένα περὶ τῆς χείρονος ἔριδος, καὶ γὰρ τὸ κοτέειν καὶ τὸ φθονεῖν κακά ἐστι, καὶ ἐκείνης οἰκεῖα, καὶ οὐ τῆς ἀμείνονος. PROCLUS. | |
sch25bis | ΚΑΙ ΚΕΡΑΜΕΥΣ ΚΕΡΑΜΕΙ. Μεταβαίνει καὶ πρὸς τὴν φαύλην ἔριν, καὶ τὰ ταύτης ἐπεξηγεῖται. TZETZES. | |
sch25ter | ΚΑΙ ΚΕΡΑΜΕΥΣ ΚΕΡΑΜΕΙ ΚΟΤΕΕΙ. Ἤγουν ἀγανάκτησιν ἔχει ἀποκειμένην, βλάβης καιρὸν παρατηροῦσαν, καὶ τέκτονι τέκτων κοτέει, καὶ πτωχὸς πτωχῷ φθονέει, καὶ ἀοιδὸς, ἤγουν ποιητὴς, ἀοιδῷ. Δῆλα ταῦτά ἐστι. Φθόνος | 54 |
5 | ἐστὶ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. Σὺ δὲ, ὦ Πέρση, ἐγκατά‐ θου, ἤγουν ἔμβαλε, τῷ σῷ λογισμῷ ταῦτα, μηδὲν ἡ ἔρις ἡ χαιρέκακος, ἤγουν ἡ ἐπὶ τοῖς κακοῖς χαίρουσα, κωλυέτω σε κατὰ τὴν ψυχὴν, λέγω, ἀπὸ τοῦ ἐργάζεσθαι, ὅμοιον τῷ, Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; | |
10 | εἰς φιλονεικίας βλέποντα, ἀντὶ τοῦ ἔχοντα τετραμμένην τὴν γνώμην· τοῦτο γὰρ τὸ ΝΕΙΚΕ’ ΟΠΙΠΤΕΥΟΝΤΑ. Λείπει δὲ ἡ εἰς πρόθεσις· τὸ γὰρ βλέπειν εἰ λέγεται πρός τι, μὴ μεσι‐ τευούσης αὐτῆς οὐδὲν πλέον δηλοῖ ἢ τὴν ἐνέργειαν τῆς ὁρατι‐ κῆς δυνάμεως· μετὰ δὲ ταύτης ἐνίοτε μὲν δηλοῖ σπουδὴν, καὶ | |
15 | τὸ ἔχειν ἐπί τι τετραμμένην τὴν γνώμην, ὃ βούλεται δηλοῦν ἐνταῦθα ὁ λόγος· ἐνίοτε δὲ ἐλπίδα· οἷον εἰς σὲ βλέπω, ἀντὶ τοῦ εἰς σὲ ἐλπίζω· ἐνίοτε δὲ μίμησιν, οἷον εἰς σὲ βλέπων τόδε ποιῶ, ἀντὶ τοῦ σὲ μιμούμενος. MOSCHOP. | |
sch26 | ΠΤΩΧΟΣ. Ἐκ τοῦ πτώσσω, τὸ δειλιῶ, ἢ ὁ ἐκπε‐ πτωκὼς τοῦ ἔχειν. TZETZES. | |
sch27 | Ω ΠΕΡΣΗ. Τὸ ποίημα γέγραπται πρὸς τὸν Πέρ‐ σην τὸν ἀδελφὸν αὐτοῦ. Νουθεσία δὲ καὶ δικαιολογία· νει‐ μάμενος γὰρ τὴν πατρῴαν οὐσίαν κατηνάλωσε θεραπεύων τοὺς ἐν τῇ πολιτείᾳ, καὶ καταδυναστεύων Ἡσιόδου, καὶ πολλὰ | |
5 | παρενοχλῶν ἐζημίου πρὸς ἄρχοντας καὶ κριτήρια ἕλκων διὰ τὴν τῶν χρημάτων ἐπίθεσιν. PROCLUS. | |
sch27bis | ΤΕΩι ΕΝΙ ΘΥΜΩι. Ἐν τῷ σῷ θυμῷ, νῦν, τῇ ψυχῇ. Σημαίνει δὲ καὶ τὰ μέρη αὐτῆς· τὸ θυμικὸν, τὸ ἐπι‐ θυμητικὸν, καὶ τὸ λογιστικόν· ἡ γὰρ ὁμόνοια τοῦ λογισμοῦ ἐστι. TZETZES. | |
sch28 | ΕΡΙΣ ΚΑΚΟΧΑΡΤΟΣ. Ἢ ἡ κακοῖς χαίρουσα, ἢ ᾗ χαίρουσιν οἱ κακοὶ, καὶ φιλοδικοῦντες, καὶ κακοπράγμονα βίον ζῶντες. Διὸ καὶ ἀπὸ τῶν ἔργων κωλύει, τρέπουσα αὐ‐ τοὺς ἐπὶ τὰς ἀγορὰς, καὶ τὰς δίκας τὰς πρὸς ἀλλήλους. | |
5 | ΑΛΛΩΣ. Ἀμφίβολον τὸ κακόχαρτον, ἤτοι γὰρ ἡ κακοῖς χαίρουσα, ἢ ἐφ’ ᾗ οἱ κακοὶ ἐπιχαίρουσι. Δοκοῦσι γὰρ ὅτε σύγχυσις γένηται, ὠφελείας ἕξειν. ΑΛΛΩΣ. Μὴ δέ σε, φη‐ σὶν, ἡ φιλονεικία κωλύσῃ ἀπ’ ἔργου εἰς τὸ περιβλέπεσθαι φιλονεικίας καὶ ἀκροᾶσθαι ῥημάτων καὶ φημῶν κινουμένων ἐν | 55 |
10 | ἀγορᾷ. PROCLUS. | |
sch28bis | ΚΑΚΟΧΑΡΤΟΣ. Ἡ χαίρουσα ἐν τοῖς κακοῖς, ἢ ἐν ᾗ χαίρουσιν οἱ κακοί. TZETZES. | |
sch29 | ΝΕΙΚΕ’ ΟΠΙΠΤΕΥΟΝΤΑ. Τουτέστι πρὸς μόνας τὰς φιλονεικίας βλέποντα, καὶ ἐπήκοον ὄντα τῶν κατ’ ἀγορὰν κινουμένων φιλονεικιῶν, ὀφείλοντα τοῖς ἔργοις προσέχειν τοῖς γεωργικοῖς, ἀφ’ ὧν τρέφεσθαι δυνατόν. PROCLUS. | |
sch29bis | ΑΓΟΡΗΣ ΕΠΑΚΟΥΟΝ. Ἀκουστὴν τῶν ἐν τῷ πω‐ λητηρίῳ λαλουμένων. Σημαίνει δὲ ἡ ἀγορὰ τὸ πωλητήριον, τὸ βουλευτήριον, τὰ ἐν ἀμφοτέροις πλήθη, τὰς ἐν ἀμφοτέροις λαλιὰς, καταχρηστικῶς καὶ πᾶσαν ἀπὸ τούτου λαλιάν. Ἀγο‐ | |
5 | ρὰ λέγεται καὶ τὸ ἀγοραζόμενον πρᾶγμα, καὶ τὸ νόμισμα δι’ οὗ ἀγοράζεται. TZETZES. | |
sch29ter | ΟΠΙΠΤΕΥΟΝΤΑ. Τοῦτο παρὰ τοῖς κοινοῖς, μετὰ μὲν προθέσεως ἐν χρήσει ἐστὶν, οἷον, ὑποπτεύω ἀντὶ τοῦ ὑφορῶμαι, καὶ μεθ’ ἑτέρας ἴσως προθέσεως· χωρὶς δὲ προθέ‐ σεως οὔποτ’ ἂν ῥηθείη αὐτοῖς. Οἱ ποιηταὶ δὲ καὶ τούτῳ χω‐ | |
5 | ρὶς προθέσεως οὐκ ὀκνοῦσι χρῆσθαι καὶ ἑτέροις μυρίοις. Ἐν‐ ταῦθα δὲ προσθήκη γίνεται συλλαβῆς, ὡς ἐν τῷ ἐτήτυμα καὶ ἑτέροις. MOSCHOP. | |
sch29quat | ΑΓΟΡΗΣ. Ἀντὶ τοῦ τῶν ἐν ἀγορᾷ φημῶν καὶ ῥη‐ μάτων, Ἀγορὰν δὲ λέγει ἐνταῦθα τὸ δικαστήριον. MO‐ SCHOP. | |
sch29quin | ΕΠΑΚΟΥΟΝ. Ἐπάκουον, ἤγουν ἐπήκοον· ἐπήκοος γὰρ κυρίως ὁ τῶν εὐχῶν εὐμενῶς ἀκούων· ἐνταῦθα δὲ, ἀντὶ τοῦ ἀκροατὴν ἁπλῶς. MOSCHOP. | |
sch30 | ΩΡΗ ΓΑΡ Τ’ ΟΛΙΓΗ. Τουτέστιν ἐλαχίστη φρον‐ | |
τίς ἐστι τῶν ἀγορῶν καὶ δικῶν ἐκείνων τῷ μὴ ἔχοντι βίον ἐπηε‐ τανὸν, τὸν ἀπὸ τοῦ ἔτους ἀθροιζόμενον, ἐν τοῖς ἑαυτοῦ οἴκοις, ἀφ’ οὗ τραφήσεται ἀνὰ πᾶν τὸ ἔτος. ψιλοῦται δὲ τὸ ὤρη, νῦν | 56 | |
5 | γὰρ τὴν φροντίδα σημαίνει. Ὅθεν καὶ ὀλιγωρία, καὶ πολυω‐ ρία καὶ πολυωρῶ, καὶ πυλωρὸς, ὁ τὴν τοῦ φυλάσσειν ἔχων ἐξουσίαν. PROCLUS. | |
sch30bis | ΩΡΗ ΓΑΡ Τ’ ΟΛΙΓΗ. Ἀντὶ τοῦ, οὐ χρὴ φιλο‐ νεικιῶν φροντίζειν καὶ τῆς ἐν ἀγορᾷ διατριβῆς ἐκεῖνον τὸν ἄνθρωπον, ᾧ ἡ ἐτησία συγκομιδὴ τῆς ζωῆς, ἡ ἐκ τῶν καρπῶν τῆς γῆς διδομένη, οὐκ ἔστιν ἱκανὴ διαρκεῖν πρὸς ὅλον τὸν ἐνι‐ | |
5 | αυτόν. TZETZES. | |
sch30ter | ΩΡΗ. Ἡ φροντίς· καὶ ψιλοῦται. Ὅθεν κηπω‐ ρὸς φαμὲν μετὰ ψιλοῦ τοῦ π, οὐ μετὰ δασέως τοῦ φ. TZE‐ TZES. | |
sch30quat | ΟΛΙΓΗ. Οὐδὲ μικρά. ΝΕΙΚΕΩΝ Τ’ ΑΓΟΡΕΩΝ ΤΕ. Δύο συνιζήσεις εἰσὶ τῷ στίχῳ· ΚΕΩΝ Τ’ ΑΓΟ, δάκτυ‐ λος· τὸ γὰρ ΚΕΩΝ ἀντὶ μιᾶς μακρᾶς ἐστι· ΡΕΩΝ ΤΕ, τροχαῖος· καὶ τὸ ῥέων γὰρ, ἀντὶ μιᾶς κεῖται μακρᾶς. TZETZES. | |
sch30quin | ΩΡΗ ΓΑΡ Τ’ ΟΛΙΓΗ ΠΕΛΕΤΑΙ. Οὐδεμία γὰρ φροντὶς πέλεται, ἀντὶ τοῦ πέλει, ἤγουν ὑπάρχει, τῶν φιλο‐ νεικιῶν· καὶ τῶν ἀγορῶν, ἀντὶ τοῦ τῆς ἀγορᾶς, ἐκείνῳ δηλον‐ ότι τῷ ἀνθρώπῳ· ᾧ τινι μὴ κατάκειται, ἀντὶ τοῦ ἀποκείμε‐ | |
5 | νός ἐστιν, ἔνδον, ἤγουν ἐν τῷ οἴκῳ, βίος αὐτάρκης εἰς ὅλον τὸν ἐνιαυτόν· τοῦτο γὰρ δύναται τὸ ἘΠΗΕΤΑΝΟΣ· ἤγουν διόλου τοῦ ἔτους ἐξαρκῶν. MOSCHOP. | |
sch31 | Ωι ΤΙΝΙ ΜΗ ΒΙΟΣ. Αὐτοῦ κατ’ ὀλίγον νουθε‐ τεῖ ἀπαλλάσσων τῆς ἀργίας. PROCLUS. | |
sch31bis | ΒΙΟΣ. Τὸ βίος ἓξ σημαίνει· τὴν τέχνην, ὡς τὸ, βίον ἐμπορικὸν ἢ φιλόσοφον ἔζη· τὸν τρόπον, ὡς τὸ, χρηστοῦ βίου ἐστί· τὸν παρόντα κόσμον· τὸν ἑνὸς ἑκάστου χρόνον· τῆς ζωῆς τὴν περιουσίαν, ὡς τὸ, πολὺς ἦν αὐτῷ βίος· καὶ τὰς πρὸς | |
5 | τὸ ζῇν συντεινούσας τροφάς· ὅπερ τὸ ἐνταῦθα δηλοῖ κείμενον. | |
TZETZES. | 57 | |
sch31ter | ΕΠΗΕΤΑΝΟΣ. Ὁλοχρονίως ἀρκεῖν δυνάμενος, ἐκ τοῦ ἔτος ἐτανὸς ἐετανός· καὶ ἐκτάσει, ἠετανός. TZETZES. | |
sch32 | ὩΡΑΙΟΣ ΤΟΝ ΓΑΙΑ. Τὸν βίον δὲ εἶπεν ὡραῖον, ὡς ἐκ τῆς τῶν ὡρῶν περιόδου συλλεγόμενον. Ἐπειδὴ τὰ μὲν τὸ ἔαρ φέρει, τὰ δὲ τὸ θέρος, τὰ δὲ τὸ μετόπωρον, τὰ δὲ ὁ χειμὼν τῶν πρὸς τὸν βίον ἡμῶν ἀναγκαίων. Ὡραῖος μὲν γὰρ διὰ ταῦτα | |
5 | ὁ βίος. Δημήτερος δὲ ἀκτὴν πᾶσαν τὴν τῶν καρπῶν φορὰν ἐκάλεσεν, οὐ μόνον τῶν ἰδίως λεγομένων Δημητριακῶν, οἷον πυρῶν καὶ κριθῶν, ἀλλὰ καὶ τῶν ἄλλων. Τὴν γὰρ γῆν, ἀφ’ ἧς οἱ καρποὶ πάντες, Δήμητραν ὠνόμαζον οἱ παλαιοί. ΑΛ‐ ΛΩΣ. Ὁ γὰρ, φησὶ, μὴ ἔχων πλοῦτον ἐν τῷ οἴκῳ αὐτοῦ ὀφεί‐ | |
10 | λει ποτὲ μὲν ἐργάζεσθαι, ποτὲ δὲ ἀκροᾶσθαι. Κάμνε, φησὶ, καὶ τότε φιλονείκει. Τοῦτο δὲ εἶπεν, ἵνα κατὰ μέρος ἀπάρῃ αὐτὸν τοῦ φιλονεικεῖν ἐπὶ τὸ ἐργάζεσθαι. ΑΛΛΩΣ. Τὰ κατὰ τὸν Πέρσην ἤτοι ἱστορικῶς ἐκληπτέον, ἢ πλασμα‐ τικῶς, καὶ ὑποθετικῶς διὰ τὸ ἀπρόσωπον τοῦ λόγου. Ἡ ἀκτὴ, | |
15 | φασὶ, θηλυκόν· σημαίνει δὲ τὸν καρπόν. PROCLUS. | |
sch32bis | ὩΡΑΙΟΣ. Ὁ ἐκ τεσσάρων ὡρῶν τῶν χρονιαίων γι‐ νόμενος· εἰδὼς δὲ καὶ τὸ βίος ὄνομα σημαῖνον πολλὰ, διαιρῶν τέθεικε τὸ ὡραῖος. Ἐπεὶ δὲ βιωφελῆ καὶ ὡραῖα οἶδε καὶ ἕτε‐ ρα, οὐκ ἀπὸ γῆς δὲ, προσέθηκε τὸ, ΤΟΝ ΓΑΙΑ ΦΕΡΕΙ. | |
5 | TZETZES. | |
sch32ter | ΔΗΜΗΤΕΡΟΣ ΑΚΤΗΝ. Ἤτοι τῆς γῆς τὸ δώρη‐ μα. Δημήτηρ γὰρ ἡ γῆ, Δωρικῶς. οὗτοι γὰρ ἀντὶ τοῦ γ, δ τιθέασι, δνοφερὸν γνοφερὸν, καὶ Δήμητραν Γήμητραν λέ‐ γοντες. ΑΚΤΗΝ. Ἀκτὶς, θηλυκὸν, ἡ τοῦ ἡλίου· καὶ ἀκτὴ, | |
5 | ὁ αἰγιαλὸς λέγεται. Τὸ δὲ δώρημα, ὁ ἀκτὴς τοῦ ἀκτοῦ τὸν ἀκτὴν, ἐκ τοῦ ἄγω τὸ φέρω. Καὶ νῦν μὲν περὶ Δημήτερος συντόμως εἶπον, τὸ σαφές τε καὶ ἀληθέστατον· καὶ τὴν μυ‐ θικὴν δὲ ἱστορίαν λεκτέον, ἀλλὰ καὶ ἀλληγορητέον μοι. Ἐκ Κρήτης, ἢ μᾶλλον ἐκ Σικελίας, Ἅιδης ἀφήρπασε τὴν Δήμη‐ | 58 |
10 | τρος θυγατέρα τὴν κόρην. Διώκουσα δὲ ἡ Δημήτηρ, μέχρι τῶν Ἀθηνῶν καὶ τῆς Ἑλλάδος ἀφίκετο. Ὑπὸ Τριπτολέμου δὲ τοῦ Κελεοῦ καὶ Μετανείρας παιδὸς τὰ περὶ τὴν παῖδα μα‐ θοῦσα εἰς ἀμοιβὴν τῷ Τριπτολέμῳ τὰ σπέρματα δίδωσι, καὶ πτερωτῶν ἅρμα δρακόντων· ὃς τούτῳ περιϊπτάμενος παν‐ | |
15 | ταχοῦ, τὰ περὶ γεωργίας διδάσκει. Ταῦτα μὲν τὰ μυθώδη. Τὸ δ’ ἀληθὲς οὕτως ἔχει· μή πω τῶν γεωργικῶν ἐπιγνωσθέντων, περὶ τὴν Σικελίαν καὶ τὴν Λιβύην σῖτος αὐτοματίζων ἐγί‐ νετο, καὶ πάλιν ἐφθείρετο, μηδενὸς τοῦτον ἐπιγινώσκοντος. Κέκροψ δὲ, ἤ τις ἕτερος, Ἄργον εἰς Λιβύην καὶ Σικελίαν | |
20 | πέμψας, οὐκ οἶδα παρὰ τίνος μαθὼν, ἐκέλευσε συναγαγεῖν σῖτον ἐκ τοῦ ἐκεῖ φυομένου, καὶ εἰς Ἑλλάδα μετακομίσαι· οὗ δὴ γεγονότος, Τριπτόλεμος πρῶτος ἀρόσας, καὶ σπείρας ἢ ἐν Ἀρόῃ χωρίῳ ἀπὸ τῆς πρώτης ἀροτριάσεως, ὃ νῦν Νέαι Πάτραι καλοῦνται, ἢ κατὰ τοὺς πλείστους ἐν Ἐλευσῖνι τῆς | |
25 | Ἀττικῆς, γεωργεῖ καὶ συγκομίζεται τοὺς καρπούς. Εἶτα καὶ συγγραψάμενος τὰ περὶ γεωργίας, τοῖς πᾶσιν ἀνθρώποις | |
δέδωκε. Καὶ Δημήτηρ μὲν ἡ γῆ καλεῖται, ὅτι πάντων ἡ γῆ μήτηρ Κόρη δὲ νῦν καὶ Περσεφόνη, τὰ ἐκ τῆς γῆς κατ’ ἔτος πρὸς τὸ ζῇν διδόμενα· μᾶλλον δὲ σῖτος, καὶ τὰ γεωργικά· δί’ ἃ πε‐ | 59 | |
30 | ρισσοὶ φόνοι καὶ πόλεμοι γίνονται. Ταύτην οὖν τὴν κόρην, ἤγουν τὸν νεάζοντα σῖτον, Ἅιδης ἀφήρπαζε. Φυόμενον γὰρ τοῦτον, πρότερον συνέβαινε ἀφανίζεσθαι πάλιν διὰ ἄγνοιαν γεωργίας, ὡς ἔφημεν· ὡς δὲ Ἄργου μετακομίσαντος, παρὰ Τριπτολέμου ἐν Ἐλευσῖνι ἐσπάρη καὶ ἀνεφύη, καὶ πανταχοῦ | |
35 | ἐδιδάχθη, ἔφασαν τὴν Δήμητραν εἰς Ἀθήνας ἐλθεῖν, ἤγουν τὰ τῆς γῆς δωρήματα, καὶ παρὰ Τριπτολέμου μαθοῦσαν εὑρεῖν τὴν κόρην, δι’ Ἐλευσῖνος ἀνερχομένην ἐξ Ἅιδου λευκόπωλον. Ἐκεῖ γὰρ κρυβεὶς καὶ σπαρεὶς ἐν τῇ γῇ ὁ σῖτος εἰς φῶς ἐξῆλ‐ θε. Δράκοντες δὲ πτερωτοὶ, οἱ προφορικοὶ λόγοι, καὶ οἱ γραπ‐ | |
40 | τοὶ, οἱ πανταχοῦ περιπορευόμενοι, καὶ τὴν γεωργίαν διδάσ‐ κοντες. Ταῦτα μὲν τὰ μυθικὰ καὶ ἀλληγορούμενα. Ἔστι δὲ καὶ ἑτέρα ἱστορία φερομένη περὶ τῆς Δήμητρος. Ὄσιρις, ὁ καὶ Διόνυσος, μετὰ Ἴσιδος τῆς αὐτοῦ γυναικὸς τῆς καὶ Δή‐ μητρος καλουμένης, καὶ στρατοῦ πλείστου, μετὰ μουσικῶν | |
45 | καὶ αὐλῶν περιήρχετο, τὴν γεωργίαν καὶ φυτουργίαν διδάσ‐ κων. Ὅθεν αὐτὸν καὶ Διόνυσον ἐκάλεσαν, ὡς εὑρετὴν φυτουρ‐ γίας· τὴν δὲ Ἴσιν Δήμητραν, ὡς τὰ τῆς γῆς δωρουμένην, καὶ γεωργίαν διδάξασαν. TZETZES. | |
sch32quat | ὩΡΑΙΟΣ. Τουτέστι τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ δώρη‐ μα. MOSCHOP. | |
sch32quin | ΤΟΝ ΓΑΙΑ ΦΕΡΕΙ. Ἀντὶ τοῦ, ὃν ἡ γῆ φύει, ἀκτὴν ὄντα τῆς Δήμητρος, ἀντὶ τοῦ, ἐξαίρετον δώρημα. Ἀκτὴ ἡ κατὰ τοὺς αἰγιαλοὺς ἐξοχή· ἀφ’ οὗ κατὰ μεταφορὰν ἐνταῦθα τὸ ἔξοχον δώρημα. MOSCHOP. | |
sch33 | ΤΟΥ ΚΕΚΟΡΕΣΣΑΜΕΝΟΣ. Οὐχ ὅτι πλούσιός τις ὢν ὀφείλει εἶναι φιλόδικος, ἀλλ’ ἐκ περιουσίας ἐνδείκνυ‐ ται πρὸς τὸν Πέρσην, ὅτι μόλις πλούσιος ὢν σχολὴν ἄγειν ὤφειλες εἰς τὸ περὶ δίκας διατρίβειν καὶ ἀγοράς. Νῦν | 60 |
5 | δὲ ἄπορος ὢν πρὸς τοῖς ἔργοις ἂν μάλιστα διάγοις, ἀφ’ ὧν δύνασαι πορίσαι σαυτῷ βίον. ΑΛΛΩΣ. Ὅταν, φησὶν, εἰς χορτασίαν ἀποθῇς ἑαυτῷ, τότε φιλονείκει ἐπ’ ἀλλοτρίοις κτήμασιν. ἐπειδὴ οὐκ ἔστιν ἐκ δευτέρου ἐργάζεσθαι τὸ ἔργον, ὡς ἂν εἰ μὴ σπείρεις τῷ χειμῶνι, οὐ δύνῃ μετὰ ταῦτα τῷ θέρει | |
10 | σπεῖραι. PROCLUS. | |
sch33bis | ΤΟΥ ΚΕΚΟΡΕΣΣΑΜΕΝΟΣ. Οὗ τινος δὴ δω‐ ρήματος καὶ βίου τοῦ ἐκτῆς γεωργίας κορεσθεὶς, ΟΦΕΛΛΟΙΣ, ἀντὶ τοῦ ὄφελλε καὶ αὖξε τὴν ἔριν. Οὐ προτρέπων δὲ τοῦτον φιλόνεικον εἶναι, ταῦτά φησι· ἀλλ’ εἰδὼς, ὅτι εἰ πρὸς ἔργα | |
5 | καὶ γεωργίαν σχολάσει, οὐκ ἔτι τούτοις ἀσχοληθήσεται, οὕτως εἰρήκει. Τὰ ἑξῆς δῆλα. Κεκορεσσάμενος, καὶ ὅσα λόγου δίχα τινὸς διπλασιάζει τὰ σύμφωνα, Αἰολικά εἰσιν. TZETZES. | |
sch33ter | ΤΟΥ ΚΕ ΚΟΡΕΣΣΑΜΕΝΟΣ. Τούτου τοῦ πλού‐ του κορεσσάμενος, ἤγουν πλησθεὶς, ὀφέλλοις ἂν, ἀντὶ τοῦ ὄφελλε, ἐπίτεινε, φιλονεικίας καὶ μάχην ἐπὶ τοῖς ἀλλο‐ τρίοις κτήμασιν· ἤγουν χάριν τῶν ἀλλοτρίων κτημάτων, ὑπερ‐ | |
5 | βαίνειν αὐτὰ φιλοτιμούμενος. MOSCHOP. | |
sch34 | ΣΟΙ Δ’ ΟΥΚΕΤΙ. Μετὰ τὴν διανομὴν τῶν πατρῴων ἥρπαζες τἀμὰ τοῖς ἄρχουσι χρώμενος συμμάχοις, καὶ ἐμὲ συκοφαντῶν· οὐκ ἔτι δὲ καὶ δεύτερον ὑπάρξει σοι διὰ τὴν φι‐ λοπραγμοσύνην τὰ ἐμὰ ἁρπάζειν προσιόντι πάλιν ἐκείνοις, κἀμὲ | |
5 | συκοφαντοῦντι. PROCLUS. | |
sch34bis | ΚΤΗΜΑΣ’ ΕΠ’ ΑΛΛΟΤΡΙΟΙΣ. Οἱ ποιηταὶ, καὶ δύο γράμματα, ὡς νῦν, ἐκθλίβουσιν Αἰολικῶς, καὶ τὰ μακρὰ κουφίζουσι. TZETZES. | |
sch34ter | ΣΟΙ Δ’ ΟΥΚΕΤΙ ΔΕΥΤΕΡΟΝ ΕΣΤΑΙ. Οὐκέτι δὲ ἐκ δευτέρου ὧδε καὶ κατὰ τοῦτον τὸν τρόπον σοι γενήσεται, λαμβάνειν τὰ ἐμά· ἀλλὰ λυθήτω αὐτόθι τὸ ἡμέτερον φιλονεί‐ | |
κημα. TZETZES. | 61 | |
sch34quat | ΣΟΙ Δ’ ΟΥΚΕΤΙ ΔΕΥΤΕΡΟΝ ΕΣΤΑΙ ὩΔ’ ἙΡΔΕΙΝ. Ἀντὶ τοῦ πάλιν. Οὐ γὰρ ἅπαξ πρότερον τοῦτο ἐποίησεν, ἵν’ ᾖ. τὸ παρὸν δεύτερον. ΑΛΛ’ ΑΥΤΟΘΙ· ἤγουν ἐν τῷ παρόντι. ΔΙΑΚΡΙΝΩΜΕΘΑ. τουτέστι διαχωρίσωμεν | |
5 | τὴν ἡμετέραν φιλονεικίαν. ΙΘΕΙΑΙΣ ΔΙΚΑΙΣ· ἤγουν εὐ‐ θείαις, ἐννόμοις, τουτέστι δι’ ἐννόμων Δικῶν. ΑΙ ΕΚ ΔΙΟΣ ΕΙΣΙΝ ΑΡΙΣΤΑΙ· ἤγουν κράτισται· τουτέστιν αἳ ἀπὸ τῆς προνοίας ἔχουσι τὸ κράτος. MOSCHOP. | |
sch35 | ΑΛΛ’ ΑΥΘΙ ΔΙΑΚΡΙΝΩΜΕΘΑ. Ἀλλὰ νῦν μεταξὺ ἡμῶν ἀλλήλους διαλυσώμεθα ταῖς δικαίως κρινομέναις δίκαις ἐπ’ εὐθείαις, αἵ τινες ἐκ τοῦ Διός εἰσιν ἄρισται. PROCLUS. | |
sch36 | ἸΘΕΙΗιΣΙ ΔΙΚΑΙΣ. Εὐθείαις δικαιοσύναις, ἢ δι‐ καίαις κρίσεσιν, αἳ ἀπὸ τοῦ Διὸς καὶ τῆς προνοίας καὶ τῆς εἱ‐ μαρμένης εἰσὶ τίμιαι TZETZES. | |
sch37 | ΚΛΗΡΟΝ ΕΔΑΣΣΑΜΕΘΑ. Κλῆρον ἢ τὸν τῆς γῆς, ἢ τὸν τῆς οὐσίας· ὅθεν ἄκληρος ὁ πτωχὸς, καὶ ἐπίκληρος ὁ κληρονόμος. Ἤδη, φησὶν, ἐδασάμεθα ἅπαξ, καὶ ἔξωθεν δὲ, σὺ ἐπλεονέκτησάς με, καὶ ἄρχοντας ἐτίμησας ἐξ αὐτῶν, | |
5 | δωροδοκῶν αὐτοὺς καὶ κολακεύων, ἵνα σοὶ χαρίσωνται. Βα‐ σιλῆας δὲ νῦν τοὺς δικαστὰς καὶ τοὺς ἄρχοντας λέγει· οὕ‐ τως γὰρ αὐτοὺς ἐκάλουν οἱ παλαιοί· ὡς Ὅμηρος· Ἀλλ’ ἦτοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι. PROCLUS. | |
sch37bis | ΗΔΗ ΜΕΝ ΓΑΡ ΚΛΗΡΟΝ ΕΔΑΣΣΑΜΕΘΑ. Ἀντὶ τοῦ πρὸ μακροῦ τὴν περιουσίαν ἐμερίσαμεν, ἣν ἀπὸ τοῦ πατρὸς ἐκληρονομήσαμεν. Ἀλλὰ καὶ ἄλλα πολλὰ ἔξω τοῦ | |
ἀνήκοντός σοι μέρους ἐφόρεις, ἤγουν ἔφερες, ἁρπάζων· του‐ | 62 | |
5 | τέστι, βιαίως λαμβάνων, πλεονεκτῶν. ΜΕΓΑ ΚΥΔΑΙΝΩΝ, ἤγουν μεγάλως τιμῶν, ἀντὶ τοῦ, ἵνα μεγάλως τιμᾷς τοὺς βα‐ σιλέας, ἤτοι τοὺς κριτὰς τοὺς δωροφάγους· ἤγουν τοὺς τὰ δῶρα πόρον ζωῆς ποιουμένους, οἳ ταύτην τὴν κρίσιν ἐθέλουσι δικάσαι, ἤγουν κρῖναι, ἣν πρὸς ἀλλήλους ἔχομεν. MOSCHOP. | |
sch39 | ΔΩΡΟΦΑΓΟΥΣ. Τοὺς ἄρχοντας, οἷς χρώμενος, καὶ δῶρα διδοὺς ἐκίνει κατὰ τοῦ Ἡσιόδου, οὐ δωροδόκους προσεῖπεν ἀλλὰ δωροφάγους, ὡς μὴ μόνον δῶρα λαμβάνον‐ τας παρὰ τῶν φιλοδίκων, ἀλλὰ καὶ δαπανῶντας ἅπερ λάβωσι, | |
5 | καὶ τρεφομένους ἐκ τῶν ἀλλοτρίων· οἷά τε προθύμους ὄν‐ τας καὶ αὖθις δικάζειν τῷ Πέρσῃ καὶ τῷ Ἡσιόδῳ διὰ τὴν τῶν δώρων ἐλπίδα. PROCLUS. | |
sch39bis | ΔΩΡΟΦΑΓΟΥΣ. Οὐκ εἶπε ΔΩΡΟΔΟΚΟΥΣ, ἀλλ’ ἐπιτατικῶς ΔΩΡΟΦΑΓΟΥΣ· τουτέστιν, ἐκ τοῦ λαμβά‐ νειν δῶρα διαζῶντας. Οἱ δὲ τοιοῦτοι, τί τῶν φαύλων οὐ κρί‐ νουσι τοῦ διαζῇν ἕνεκα; Δωροδόκοι δέ τινες γίνονται, καὶ φι‐ | |
5 | λικῷ τρόπῳ δίχα φαυλότητος ἀποστολὰς εἰσδεχόμενοι. TZETZES. | |
sch40 | ὉΣΩι ΠΛΕΟΝ. Τὸ πλέον, ἢ τῷ ποσῷ ἐστὶ πλέον, ἢ τῇ ἀξίᾳ· τὸ οὖν ἥμισυ τοῦ παντὸς ἔλαττον ὂν κατὰ τὸ πο‐ σὸν, κατὰ τὴν ἀξίαν ἐστὶ πλέον. Ποιεῖ δὲ τὴν ἀξίαν τὸ δικαιό‐ τερον. Ὃν οὖν δεῖ μὴ τὸ πᾶν ἔχειν, ἀλλὰ τὸ ἥμισυ, διὰ | |
5 | τὸ πρόσαλλον τῆς διανομῆς, τοῦτον δεῖ πλέον τοῦ παντὸς νο‐ μίζειν τὸ ἥμισυ, ὡς κρεῖττον ὂν καὶ δικαιότερον τοῦ τὸ πᾶν κεκτῆσθαι τὸ μόνου τοῦ ἡμίσεως ἀπολαύειν· τὸ μὲν γὰρ ποιεῖ πλουσιώτερον, τὸ δὲ δείκνυσιν ὄντα δικαιότερον. ΑΛΛΩΣ. Τὸ ἥμισυ μετὰ δικαιοσύνης πλέον ἐστὶ τοῦ ὅλου μετὰ ἀδι‐ | |
10 | κίας. PROCLUS. | 63 |
sch40bis | ὉΣΩι ΠΛΕΟΝ ἩΜΙΣΥ ΠΑΝΤΟΣ. Ἀντὶ τοῦ ἐν ποίῳ πράγματι τὸ ἥμισυ πλέον τοῦ παντὸς, ἤτοι ὁλοκλή‐ ρου. Τὸ ὉΣΩι, ποσότης ἐστὶν ἀντὶ πηλικότητος· τὸ ΠΛΕΟΝ δὲ νῦν τῇ ἀξίᾳ νοητέον· οἷον, οἱ ἐκ δικαίου δέκα χρυσοῖ, | |
5 | πλείους τῇ ἀξίᾳ τυγχάνουσι τῶν κ. οὐ γὰρ τῷ ποσῷ ποτὲ τὸ ἥμισυ τοῦ ἑαυτοῦ ὁλοκλήρου πλέον τις εἴποι. TZETZES. | |
sch40ter | ΝΗΠΙΟΙ. Ἤγουν μωροί. ΟΥΔΕ ΙΣΑΣΙΝ. Ἤγουν γινώσκουσιν, ὅσῳ μέτρῳ δηλονότι ὑπάρχει πλέον τὸ ἥμισυ, τὸ ἀπὸ τοῦ δικαίου δηλονότι, τοῦ ὁλοκλήρου τοῦ ἐξ ἀδικίας. MOSCHOP. | |
sch41 | ΟΥ Δ’ ὉΣΟΝ ΕΝ ΜΑΛΑΧΗι ΤΕ. Τὰ εὐτελέστα‐ τα τῶν βρωτῶν παρέλαβεν ἀφ’ ὧν τρέφεσθαι δυνατὸν, τὴν μαλάχην καὶ τὸν ἀσφόδελον· καὶ γὰρ ἐκ τούτων χυλὸν ἐσκεύα‐ ζον εἰς βρῶσιν. Ἐκ τούτου οὖν πολὺ τὸ ὄφελος, καὶ πλέον ἢ | |
5 | τῶν πολυτελεστάτων βρωμάτων ἀπὸ ἀδικίας συλλεγομένων. ΑΛΛΩΣ. Ἢ τὸν ἐκ τοῦ ῥᾴστου βίου λέγει, ἴσως δὲ καὶ ἀφ’ ἱστορίας τοῦτο λέγει· Ἕρμιππος γὰρ ἐν τῷ τῶν ἑπτὰ σοφῶν, περὶ τῆς ἀλίμου λέγει· (μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρό‐ δωρος, ἐν τῷ πέμπτῳ τοῦ καθ’ Ἡρακλέα λόγου, καὶ Πλάτων | |
10 | ἐν γʹ τῶν νόμων·) Ἐπιμενίδην φησὶ μικρόν τι ἐδεσμάτιον προσφερόμενον ὧδε διὰ ὅλην τελεῖν τὴν ἡμέραν, ἦν δ’ ἐξ ἀσ‐ φοδέλου καὶ μαλάχης, ὅπερ αὐτὸν ἄλιμον καὶ ἄδιψον ἐποίει. | |
PROCLUS. | 64 | |
sch41bis | ΟΥΔ’ ὉΣΟΝ ΕΝ ΜΑΛΑΧΗι. Ἐλλιπῶς καὶ συντό‐ μως τοῦτό φησιν Ἡσίοδος. Εἰπὼν γὰρ ὅτι οὐ γινώσκουσιν ὅσον που πλέον τὸ ἥμισυ τοῦ ὁλοκλήρου, ἐπάγει, ὅτι οὐδὲ γινώσκουσιν ὅσον μέγα ὄφελος ἐν μαλάχῃ καὶ ἀσφοδέλῳ εὐτε‐ | |
5 | λέσι λαχάνοις ὑπάρχει. Λείπει τὸ παρὲξ ἀδίκων βρωμάτων πολυτελῶν. Πάλιν δ’ ὁ Πρόκλος ἐξαποπτύει λόγους. Ἐρεύγεται δὲ κομπασίφρονα ζάλην, Θέλων διδάσκειν τῆς ἀλίμου τὸν τρόπον. | |
10 | Ἀλλ’ οὐδὲν εἰδὼς ἀφριᾷ μάτην γράφων. Ἀλλ’ αὐτὸς εἰπεῖν καὶ διδάσκειν καὶ γράφειν Ἄκων προῆγμαι τοῖς κενοῖς τούτου κρότοις. Σκίλλης τὸν ὄγκον, καὶ μαλάχης τοὺς κλάδους Τεμὼν ἐν ὅλμῳ, συγκεράσας καὶ μέλι, | |
15 | Καὶ σπῶν τι βραχὺ πρὸς τροφὴν τῶν μιγμάτων Οὐκ ἂν πτοηθῇς τοῦ λιμοῦ τὸ πυρφόρον, Εἰ συγκεράσαις ἀκριβῶς καὶ πρὸς τέχνην. Εἰ δ’ οὐ, πρὸς Ἅιδην οὐ βραδὺς φανῇ τρέχων. Σκίλλα γὰρ οἶδε τοὺς ἀτέχνους ὀλλύειν. | |
20 | Εἰ δ’ αὐτὸν ἰὸν ἐξενέγκῃς ἐντέχνως, Βράττων ἱκανῶς ἐν χύτραις μεθ’ ὑδάτων, Ἔπειτα τερσήνειας αὐγαῖς ἡλίου, Τεμών τε λεπτὰ συμφυράσαις σησάμῳ, Μέλι τε μίξαις, καὶ τὸ μήκωνος δάκρυ | |
25 | Πρὸς σταθμὸν, ὃν χρὴ, καὶ ποσὸν, καὶ πρὸς μέτρον, Ὅπερ γινώσκων ἀκριβῶς, οὐχὶ γράφω, | |
Σμικροῖς ἐν ὄγκοις ἱκανὸν θρέψαις ὄχλον. TZETZES. | 65 | |
sch41ter | ΟΥ Δ’ ὉΣΟΝ. Οὐδ’ ὅσον μέγα ὄφελός ἐστιν ἐν τῇ ζωῇ τῇ ἐν μαλάχῃ καὶ ἀσφοδέλῳ, ἀντὶ τοῦ εὐτελεῖ καὶ ἀπερίτ‐ τῳ διαίτῃ, τῇ μετὰ δικαιοπραγίας δηλονότι, καὶ ἔξω πλεονε‐ ξίας. Διὰ γὰρ τῶν εὐτελεστάτων λαχάνων, ἀφ’ ὧν τρέφεσθαί | |
5 | τινα δυνατὸν, τὸν ἀπέριττον ἁπλῶς ἐδήλωσε βίον. MOSCHOP. | |
sch42 | ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙ ΘΕΟΙ. Τὸν βίον ἀποκεκρύφθαι ὑπὸ τῶν θεῶν τοῖς ἀνθρώποις, τὴν τῶν ἀναγκαίων περιποίησιν βίον καλῶν· εἰ γὰρ μὴ ἀπεκέκρυπτο, ἀλλ’ ἦν ἐν μέσῳ κείμενος, καὶ εὐπόριστος, οὐδὲν ἔδει γεωργεῖν | |
5 | ἢ οὐδὲ πλεῖν ἕνεκα τῆς τοῦ βίου κατασκευῆς. Νῦν δὲ οὐκ οὖσα πᾶσιν εὐπετὴς ἡ τούτου πόρισις, ὡς κρυφθεῖσα παρὰ θεῶν, καὶ ὀλίγοις οὖσα καταφανὴς, κινεῖ τοὺς μὲν εἰς τὸ πλεῖν, τοὺς δὲ εἰς τὸ γεωργεῖν· μηχανωμένους ἀφορμὴν ἑαυτοῖς τοὶ συλλέγειν τὸν βίον. ΑΛΛΩΣ. Βίον τὸν τῆς ἀρετῆς δηλονό‐ | |
10 | τι· λέγεται δὲ ἔκρυψαν, ὅτι οὐ πᾶσι δήλη ἡ ἀρετὴ, καὶ ὅτι μετὰ κόπου πολλοῦ τὶς αὐτὴν εὑρίσκει· ἢ ἐπὶ γεωπονίᾳ ἔδω‐ καν τὸν πλοῦτον, οὐ προσθέντες αὐτόν. Τὸ δὲ σχῆμα Ἀττι‐ κόν· ἀντὶ γὰρ τοῦ “κεκρύφασιν” εἶπε “κρύψαντες ἔχουσιν.” Σοφοκλῆς, | |
15 | Κηρύξας ἔχω· ἀντὶ τοῦ ἐκήρυξα. PROCLUS. | |
sch42bis | ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙΝ. Ἀντὶ τοῦ κε‐ κρύφασιν, Ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ τὰς μετοχὰς ἀντὶ ῥημά‐ των λέγουσι. Τινὲς κατὰ παρολκὴν, ἤγουν περισσῶς τι‐ θέασιν, ὡς νῦν τὸ ΚΡΥΨΑΝΤΕΣ ἀντὶ τοῦ κεκρύφασι· τὸ δὲ | |
5 | ΕΧΟΥΣΙ κατὰ παρολκὴν κεῖται. Ὁ δὲ νοῦς τοιοῦτος· ὦ Πέρ‐ | |
ση, μὴ ἀργὸς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς πωλητηρίοις διάτριβε· τῷ γὰρ μὴ ἔχοντι ἀρκοῦσαν τὴν ἐκ γεωργίας χρονίαν ζωὴν, οὐ χρεία τοιούτων· ἧς γεωργικῆς ζωῆς τὴν συνοικίαν πληρώ‐ σας, εἴπερ σοι αἱρετὸν, ἔπειτα φιλονείκει. Οἱ θεοὶ γὰρ, ἤγουν | 66 | |
10 | ἡ εἱμαρμένη, ἡ ἐκ τῶν ἀστέρων γινομένη, ἀπέκρυψε, καὶ δυσ‐ πόριστον ἐποίησε τὸν βίον τοῖς ἀνθρώποις. Εὐκόλως γὰρ πρότερον καὶ ἐν μιᾷ ἡμέρᾳ ἐργασάμενος εἶχες ἂν ἀρκοῦσαν ζωὴν πρὸς ὅλον ἐνιαυτὸν, καὶ ἀργὸς διάγων· καὶ ταχέως ἂν τὸ πηδάλιον ὑπεράνω τοῦ καπνοῦ κατετέθου, δηλονότι | |
15 | ἅπαξ πλεύσας· καὶ ἀπόλοιτο καὶ ἀπώλοντο ἂν τὰ ἔργα τῶν βοῶν, δηλονότι ἅπαξ σου ἐργασαμένου. Ἀλλὰ Ζεὺς, ἤγουν ἡ εἱμαρμένη, ἀπέκρυψε τὴν ῥᾳδίαν καὶ εὔκολον ταύτην ζωὴν, ἀπατηθεὶς παρὰ τοῦ Προμηθέως, καὶ κλαπεὶς ὑπ’ αὐτοῦ τὸ πῦρ· ἀνθ’ οὗ κλέμματος τοῦ πυρὸς τὴν γυναῖκα ποιήσας, | |
20 | συμφορῶν τὸν βίον ἐπλήρωσε. Ταῦτα μὲν τὰ μυθικά· καὶ δὴ σαφέστερον, καὶ κατὰ ἀλληγορίαν μοι μάνθανε, καὶ ἱστορι‐ κωτέρως καὶ ἀληθῶς κατὰ Ἕλληνας. Φασὶν Ἕλληνες, ὅσοι τὸν κόσμον γεννητὸν εἶναι λέγουσιν, ὅτι μετὰ τὸ διαῤῥαγῆναι τὸ Ἔρεβος, καὶ τὸν ἀέρα συστῆναι, καὶ ὑποστῆναι τὴν γῆν | |
25 | πηλώδη καὶ παντελῶς ἁπαλὴν, σηπεδονώδεις καὶ πομφολυγώ‐ δεις ὑμένας ἐκ ταύτης ἀναδοθῆναι· ὧν ὑπὸ τοῦ ἡλίου θερμαι‐ νομένων ἡμέρας, νυκτὸς δὲ τρεφομένων ταῖς σεληναίαις ὑγρότησι, καὶ μετὰ τὴν αὔξησιν ἐκραγέντων, ἀνθρώπους συνέ‐ βη γενέσθαι, καὶ παντοίων ζώων ἰδέας πρὸς τὴν στοιχειακὴν | |
30 | ἐπικράτειαν, τὴν ὑδατώδη φημὶ καὶ πυρώδη, καὶ γεώδη καὶ ἀερώδη. Κατεξικμασθείσης δὲ τῆς γῆς ὑφ’ ἡλίου, καὶ μηκέτι γεννᾷν δυναμένης, ἐξ ἀλληλογονίας φασὶ τὴν γέννησιν γίνε‐ σθαι. Ὅτι δὲ ζῶα γεννᾷν οἶδεν ἡ γῆ, δεικνύουσι πολλαχόθεν, | |
καὶ ἐκ τῶν ἐν Θηβαΐδι τῇ Αἰγυπτίᾳ γεννωμένων μυῶν μετὰ | 67 | |
35 | τὴν τοῦ Νείλου τῆς ἀναβάσεως ὑποχώρησιν. Οἱ τότε δὲ τῶν ἀνθρώπων, ἁπλότητος ὄντες ἁπάσης καὶ ἀπειρίας ἀνάμεστοι, οὐδεμίαν οὔτε τέχνην, οὔτε γεωργίαν ἐπίσταντο, οὔτ’ ἄλλο οὐδὲν, οὔτε ὅ τι ἐστὶ νόσος ἢ θάνατος ἐπεγίνωσκον· ἀλλ’ ὡς ἐπὶ κοῖτον ἐπὶ τὴν γῆν πίπτοντες ἀπέψυχον, οὐκ εἰδότες, ὃ | |
40 | πάσχουσι· φιλαλληλίαν δὲ μόνον ἀσκοῦντες, ἀγελαῖον διέζων τὸν βίον, δίκην ποιμνίων ἐπὶ νομὰς ἐξιόντες, καὶ τοῖς ἀκρο‐ δρύοις κοινῶς καὶ τοῖς λαχάνοις τρεφόμενοι, καὶ ἀλλήλοις κατὰ θηρίων προσεβοήθουν καὶ συνεμάχοντο, γυμνοὶ γυμναῖς ταῖς χερσί. Γυμνοὶ δὲ οὕτω τυγχάνοντες, καὶ σκέπης καὶ χρη‐ | |
45 | μάτων ὄντες ἐπιδεεῖς, καὶ μηδὲ καρποὺς καὶ ἀκρόδρυα πρὸς ἀποθήκας συναγαγεῖν εἰδότες, ἀλλὰ μόνην ἐσθίοντες τροφὴν τὴν ἐφήμερον, χειμῶνος γεγονότος, πολλοὶ διεφθείροντο· λοιπὸν κατὰ μικρὸν τὴν ἀνάγκην σχόντες διδάσκαλον, τὰ κοῖλα τῶν δένδρων, καὶ τὰ δασέα, καὶ τὰς σχισμὰς τῶν πετρῶν, | |
sch42bis(50) | καὶ τὰ σπήλαια ὑπεδύοντο, καὶ τοὺς τῶν καρπῶν δυναμένους φυλάττεσθαι μόλις γνωρίσαντες, καὶ ἅπαξ αὐτοὺς συναγεί‐ ροντες, ἐν τοῖς σπηλαίοις συναπετίθεντο, καὶ τούτοις ἐτρέ‐ φοντο δι’ ὅλου ἐνιαυτοῦ. Τοιαύτῃ συζῶντες τῇ εἱμαρμένῃ, βίον ἁπλοῦν καὶ ἀπέριττον καὶ φιλάλληλον εἶχον δίχα πυρὸς | |
55 | ἐπιγνώσεως, οὐ βασιλεῖς, οὐκ ἄρχοντας, οὐ δεσπότας κεκτη‐ μένοι, οὐ στρατείας, οὐ βίας, οὐχ ἁρπαγὰς, ἀλλὰ φιλαλληλίαν μόνον καὶ τὸν ἐλεύθερον καὶ ἀπέριττον τοῦτον βίον ζῇν εἰδότες. Ἐπεὶ δὲ προμηθέστεροι γεγονότες, καὶ προβουλευτι‐ κώτεροι, τὸ πῦρ ἐφεῦρον, καὶ θερμοτέρων, ἤγουν πανουργο‐ | |
60 | τέρων πραγμάτων ὠρέχθησαν, καὶ τὴν τοῦ ἀπερίττου καὶ ἐλευ‐ θέρου βίου ἐκείνου μετέστρεψαν διαγωγὴν, καὶ εἱμαρμένην, | |
ὡς εἴποι τίς. Κἀκ τῆς χρήσεως τοῦ πυρὸς αἱ τέχναι προσ‐ εφευρέθησαν, δι’ ὧν ὁ βίος κοσμεῖται, καὶ τὰ ἡδέα ἡμῖν καὶ τερπνὰ καὶ ἁβρότατα γίνεται, δίκην γυναικὸς ἡμᾶς καταθέλ‐ | 68 | |
65 | γοντα, καὶ τρυφερωτέρους ἀπεργαζόμενα, ὃ καλεῖ πλάσιν γυ‐ ναικὸς ὁ ποιητής. Ἐπεὶ ταῦτα ποθήσαντες ἐξευρήκαμεν, καθ’ ἑαυτῶν ἐκτησάμεθα τὴν πανουργίαν ταύτην, καὶ τὴν προ‐ μήθειαν, καὶ τῶν τεχνῶν ἁπασῶν τὴν ἐφεύρεσιν, καὶ τὴν ἐκ τοῦ ἀπερίττου καὶ σκληροῦ βίου ἐκείνου ἐπὶ τὸ θηλυπρε‐ | |
70 | πέστερον καὶ βλακωδέστερον μεταῤῥύθμησιν. ἃ καὶ γυναῖκα Πανδώραν, καὶ ἱστὸν πολυστήμονα, καὶ ἕτερα καλέσει τις μυ‐ ρία. Οὕτω γοῦν ἐκ τῆς τοῦ πυρὸς κλοπῆς, ἤγουν τῆς ἐφευρέ‐ σεως καὶ τῆς χρήσεως, ἐφεύρομεν νέον κακὸν ἐπίσπαστον, τὴν τρυφερωτέραν ταύτην βιοτὴν, τὸ ἐπὶ στιβάδων καὶ ταπή‐ | |
75 | των μαλακῶν καθεύδειν, ὅπερ ἀμφαγαπῶμεν. Κακὸν δὲ ἡμέ‐ τερον, ὅτι ποθοῦντές τι τούτων τῶν λαμπρυνόντων τὸν βίον προσεπικτήσασθαι, οὐδέποτε παυόμεθα καμάτου καὶ ὀϊζύος αἰνῆς. Καὶ τὸ πρὶν ζῶντες ἐλεύθεροι καὶ ἀπέριττοι καὶ ἀθόρυβοι, νῦν δοῦλοι γεγόναμεν δύστηνοι, βασιλεῖς καὶ ἄρχοντας καὶ δεσπό‐ | |
80 | τας ἡμῖν ἐπιστήσαντες καὶ τοῖς οἰκείοις πονήμασιν ὑπηρετοῦντες αὐτοῖς τρόμῳ πολλῷ· ἐντεῦθεν ἀνδροκτασίαι τε μάχαι τε, ἀν‐ δροφόνοι τε κυδοιμοί. Εἰ δὲ ταύτας τὰς τέχνας οἱ ἐπιμηθέστε‐ ροι καὶ ὑστερόβουλοι μὴ ἐδέξαντο, τουτέστιν οἱ μετὰ τὸ πάθος τὴν γνῶσιν τούτων λαβόντες, καθάπερ ἂν οἱ προμηθέστεροί | |
85 | τινες καὶ τὸ μέλλον προβλέποντες τούτους ἐκώλυσαν, οἷα εἰδό‐ | |
τες τὰ συμβησόμενα, οὐδέν τι τούτων τῶν δυσχερῶν τῶν ἐκτῆς δυστυχοῦς μακαρίας καὶ πλουσίας πενιχρᾶς καὶ γλυκείας πικρᾶς συνέβαινεν ἂν ἡμῖν βιοτῆς, ἀλλ’ ἐζῶμεν τὸν μακάριον βίον ἐκεῖνον, τὸν ἐλεύθερον, καὶ λιτὸν καὶ ἀπέριττον καὶ φιλάλληλον, | 69 | |
90 | καὶ τῶν νῦν κακῶν ἀνεπίδεκτον, μικροῖς τισι πονήμασι τὰ ὡραῖα τῶν ἐδωδίμων ἀκρόδρυα καὶ πᾶν λάχανον πρὸς τροφὴν συναγεί‐ ροντες, καὶ εἴ τι που ἕτερον τοιουτότροπον, καὶ τοῖς παρευρη‐ μένοις ἀρκούμενοι. Τοῦτο γοῦν καὶ Ἡσίοδός φησι πρὸς Πέρ‐ σην τὸν ἀδελφὸν διὰ τῶν παρόντων ἐπῶν· ὦ Πέρση, εἰ | |
95 | τοιοῦτος ἦν ὁ βίος, ἀπέριττος οἷος ὁ πρὶν, ὡς ἐν μιᾷ ἡμέ‐ ρᾳ συλλέγειν τὴν ἐτησίαν πᾶσαν τροφὴν, οὐκ ἄν σε ἀργὸν ὄντα καὶ πρὸς τὰ πωλητήρια διατρίβοντα ὤχλουν καὶ συνώ‐ θουν ἐργάζεσθαι· ἐπειδὴ δὲ δυσχερὴς ὁ βίος, καὶ ἡ εἱμαρμένη ἐκείνη καὶ ὁ παλαιὸς βίος μετέστραπται, καὶ λίαν ἐστὶν νῦν δυσ‐ | |
sch42bis(100) | χερέστατος, ὡς δυσπόριστος, καὶ κεχρημένος πολλῶν, δέον σε μὴ διάγειν ἀργὸν, ἀλλὰ παντοίως πονεῖν καὶ ἐργάζεσθαι· καὶ οὕτω γὰρ μόλις ἂν ἐκφύγοις τὴν τοῦ βίου δυσχέρειαν. Ἀλλὰ ταῦτα μὲν οὕτως· φέρε δὲ κἂν τοῖς ἔπεσιν αὐτὰ σαφηνί‐ σωμεν. TZETZES. | |
sch42ter | ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙ. Οἱ θεοὶ, ἤγουν | |
ἡ εἱμαρμένη κέκρυφε τὸν πρὶν ἄπονον καὶ ἁπλοῦν βίον τοῖς ἀνθρώποις· καὶ ἔστι νῦν ὀδυνηρὸς καὶ ἐπίπονος. TZE‐ TZES. | 70 | |
sch42quat | ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙ ΘΕΟΙ. Ἀντὶ τοῦ ἔκρυψαν γὰρ οἱ θεοὶ τὸν βίον τῶν ἀνθρώπων, τὸν ἀπέριττον δηλονότι καὶ ἄπονον. Ὁ Ζεὺς ἔκρυψεν, οὐχὶ πάντες οἱ θεοὶ, ὡς ἐν τοῖς ἔμπροσθεν φαίνεται. Σύνηθες δὲ τοῦτο τῇ φύσει | |
5 | καὶ ἀκόλουθον, τὸ τοῦ ἑνὸς ἔργον ἐπὶ πάντας τοὺς ὁμοειδεῖς ἀναφέρειν. MOSCHOP. | |
sch43 | ῬΗΙΔΙΩΣ ΓΑΡ ΚΕΝ. Τοῦτο ἀκόλουθον τῷ κεκρύφ‐ θαι τὸν βίον ὑπὸ τῶν θεῶν, καὶ μὴ εἶναι πᾶσιν εὐπόριστον, εἰ γὰρ ἦν πᾶσιν εὐπόριστος, ῥᾴδιον ἂν ἦν καὶ ἐπ’ ἤματι, τουτέστιν ἐν μιᾷ ἡμέρᾳ, μεταχειρίσασθαί τι τῶν ἔρ‐ | |
5 | γων, ὥστε πάντα τὸν ἐνιαυτὸν ἀπὸ τούτου πορίσαντα τὴν τροφὴν, τοῦ ἔτους ἀργεῖν, μηκέτι δεόμενον τοῦ ἐργάζεσθαι. PROCLUS. | |
sch43bis | ῬΗΙΔΙΩΣ ΓΑΡ ΚΕΝ. Τότε γὰρ τῷ πρὶν βίῳ μιᾷ ἡμέρᾳ ἐργασάμενος εἶχες ἂν ὁλοχρονιαίαν ζωήν. Ἐργα‐ σίαν δέ φησιν οὐ γεωργικὴν, οὐχ ἑτέραν τέχνην τινὰ, οὐ γὰρ ἦσαν, ἀλλὰ τὴν συλλογὴν τῶν καρπῶν. TZETZES. | |
sch43ter | ῬΗΙΔΙΩΣ ΓΑΡ ΚΕΝ. Ῥᾳδίως γὰρ, εἰ εὐπόρι‐ στος ἦν δηλονότι ὁ βίος, καὶ μὴ ἐκρύπτετο τοῦτο ὑπὸ τοῦ Διὸς, ἐπὶ μιᾷ ἂν ἡμέρᾳ εἰργάσω οὕτως, ὥστε ἔχειν σε καὶ μέχρις ὅλου τοῦ ἐνιαυτοῦ, καὶ ἀργὸν ὄντα. MOSCHOP. | |
sch45 | ΑΙΨΑ ΚΕ ΠΗΔΑΛΙΟΝ. Εἰ μὴ δυσπόριστος ἦν ὁ βίος καὶ τῶν ἐργαζομένων δεόμενος συνεχῶς, οὐκ ἔδει πλεῖν πολλάκις, ἀλλὰ τὸ πηδάλιον οἴκοι καπνισθησόμενον καταθεῖ‐ ναι, ἅπαξ ποτὲ πλεύσαντα μόνον. Εἰώθεισαν γὰρ νεωλκή‐ | |
5 | σαντες τὰ πηδάλια ὑπὲρ τῶν καπνιζομένων κρεμαννύναι τό‐ πων ξηρανθησόμενα, τοῦ μὴ σῆψιν ὑπομεῖναι, χάριν τῆς | |
ἐγκειμένης αὐτοῖς ὑγρότητος. Ἀλλ’ οὐδὲ γεωργεῖν καθ’ ἕκαστον ἔτος, ἀλλ’ ἅπαξ ποτέ· καὶ τοῦτο ποιήσαντα χαίρειν ἐᾶσαι τὰ τῶν βοῶν ἔργα, καὶ τῶν ἡμιόνων τῶν πρὸς γεωργίαν χρη‐ | 71 | |
10 | σίμων. Νῦν δὲ, διὰ τὸ δυσπόριστον εἶναι τοῖς ἀνθρώποις τὸν βίον, εὕρηται καὶ ναυτιλία, καὶ γεωργία παρ’ αὐτοῖς. PRO‐ CLUS. | |
sch45bis | ΑΙΨΑ ΚΕ ΠΗΔΑΛΙΟΝ. Ἀντὶ τοῦ, ταχέως εἰς καπνὸν ἔῤῥιψας ἂν τὸ πηδάλιον, ἢ κατέκαυσας, ἢ ὡς καπνὸν καὶ οὐδὲν ἡγήσω· ἀντὶ τοῦ, οὐκ ἂν ὥσπερ νῦν ἐδεήθης ναυτιλίας. ΑΠΟΛΟΙΤΟ ΔΕ. Καὶ ἀπώλοντο ἂν καὶ αἱ | |
5 | ὑπηρεσίαι τῶν βοῶν, καὶ τῶν ἡμιόνων· οὐκ ἂν γὰρ ἦμεν οὐδὲ τούτων ἐν χρείᾳ. Οἱ δὲ ἐξηγούμενοι καὶ λέγοντες, ὅτι ἅπαξ πλεύσας, καὶ ἅπαξ ὁμοίως γεωργήσας, ἔθου τὸ πηδάλιον ὑπὲρ καπνοῦ κατικμάσθαι, καὶ τὰ κτήνη τῶν γεωργικῶν πόνων ἀπέ‐ λυσας, μάτην λαβράζουσιν. Οὐκ ἦν γὰρ τότε, ὡς ἔφην, οὔτε πλοῦς, | |
10 | οὔτε γεωργία· ὃ καὶ Ἡσίοδος ἀκριβῶς ἐπιστάμενος οὕτω φησὶν, ἢ ἴσως τὸν λόγον καὶ ἀναχρονίζει ὁ ποιητὴς, καὶ τὰ ἐπὶ τού‐ του γινόμενα προσάγει χρόνοις τοῖς παλαιοῖς. Ἀλληγορικώ‐ τερον δὲ οὑτωσὶ νοητέον· ἅπαξ ἐργασάμενος τὴν συλλογὴν τῶν καρπῶν, εἰ ἦν ὁ βίος ὥσπερ τὸ πρὶν, ἐκτὸς ἂν τοῦ καπνοῦ | |
15 | καὶ τῶν βιωτικῶν φροντίδων τὸν κυβερνήτην νοῦν ἔθου, καὶ ἀφροντίστως διῆγες· ἀπώλοντο δ’ ἂν καὶ αἱ βοαὶ, καὶ αἱ μάχαι, καὶ οἱ θόρυβοι, καὶ αἱ πρὸς βάρβαρα ἔθνη ἐπιγαμίαι, αἱ διὰ τὰς ὑποψίας καὶ τοὺς πολέμους γινόμεναι. Ταύτας γὰρ ἡμιόνους καλεῖ· μᾶλλον δὲ τοὺς ἐκ τῶν τοιούτων ἐπιμίξεων τικτομένους. | |
20 | καὶ γὰρ τὸν Κῦρον ὁ χρησμὸς ἡμίονον ἔφη, ὡς ἐκ μητρὸς Μῆ‐ | |
δον, κατὰ πατέρα δὲ Πέρσην. Ἔστι δὲ ὁ χρησμὸς οὗτος· Ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται Καὶ τότε Λυδὲ ποδαβρὲ πολυψηφῖδα παρ’ Ἕρμον Φεύγειν, μηδὲ μένειν, μηδ’ αἰδεῖσθαι κακὸς εἶναι. | 72 | |
25 | Καὶ τὰς ἁπλῶς νῦν ἐπιμιξίας καὶ μάχας καὶ συῤῥαγὰς ἐθνῶν ἔθνεσιν ἡμιόνους καλεῖ, καὶ ταλαεργοὺς, διὰ τὸ πολλὰ καρτε‐ ρεῖν καὶ πάσχειν τοὺς συγκροτοῦντας πόλεμον. TZETZES. | |
sch45ter | ΑΙΨΑ ΚΕ ΠΗΔΑΛΙΟΝ. Ἤγουν ταχέως ἂν τὸ πη‐ δάλιον μὲν κατέθου, ἀντὶ τοῦ ἔθου, ὑπὲρ καπνοῦ, τουτέστιν ἀργὸν ἂν εἴασας καὶ οὐδεμίαν χρείαν ἔσχες αὐτοῦ. Τὰ ἔργα δὲ τῶν βοῶν ἀπώλετο ἂν, ἀντὶ τοῦ ἐν ἀφανείᾳ ἦν ἂν, καὶ τῶν | |
5 | ἡμιόνων τῶν ἐπ’ ἔργοις καρτερικῶν, οἷς ἐπὶ τῷ ἐπιπόνῳ τούτῳ βίῳ ἀνάγκην ἔχομεν χρῆσθαι· εἶτα ἐπαναλαμβάνει τὸν λόγον, ἵνα δη‐ λώσῃ τὴν αἰτίαν, δι’ ἣν ὁ Ζεὺς τὸν τῶν ἀνθρώπων ἔκρυψε βίον· καὶ φησὶν, κ. τ. λ. MOSCHOP. | |
sch47 | ΑΛΛΑ ΖΕΥΣ ΕΚΡΥΨΕ. Τὸ μὲν κρύψαι τὸν βίον, ἐστὶ τὸ δυσπόριστον ποιῆσαι τοῖς ἀνθρώποις, καὶ μόλις ἀνυστὸν διὰ πολλῶν πόνων καὶ τληπαθείας· τὸ δὲ χολώσα‐ σθαι τὸν Δία τῇ περὶ γένεσιν ζωῇ, τὸ ἀσύμφορον εἶναι τὴν δό‐ | |
5 | σιν αὐτοῦ ταῖς ψυχαῖς· διαιρετικὸν γὰρ ὁ χόλος. PROCLUS. | |
sch47bis | ΑΛΛΑ ΖΕΥΣ ΕΚΡΥΨΕ. Ἀλλ’ ἡ Εἱμαρμένη τὸν ἁπλοῦν καὶ ἀπέριττον ἐκεῖνον βίον, ἔκρυψεν ὀργισθεῖσα. Προσωποποιεῖ δὲ τὴν Εἱμαρμένην, καὶ ὀργὴν αὐτῇ περιτί‐ θησιν. ΕΚΡΥΨΕ δὲ ὀργισθεῖσα, ὅτι ὁ Προμηθεὺς, ἤγουν | |
5 | ἡ προβουλὴ καὶ ἡ πρόγνωσις ἡμῶν, ἡ ἀγκύλα καὶ περίστρεπτα | |
βουλευομένη, ἐξηπάτησε καὶ παρέτρεψέ μιν καὶ αὐτὴν τὴν Εἱμαρμένην· ἔκρυψε δὲ καὶ περιεφύλαξε τὸ πῦρ. Ὅπερ καὶ δὴ αὖθις ὁ ΕΥΣ καὶ μέγας ΠΑΙΣ τοῦ ΙΑΠΕΤΟΥ, ἤγουν τῆς κινήσεως τοῦ νοῦ Προμηθεὺς ὁ ῥηθεὶς, ἤγουν ἡ ἡμῶν | 73 | |
10 | προβουλὴ καὶ πρόσκεψις ἔκλεψεν, καὶ κλέψας κατήγαγε τοῖς ἀνθρώποις παρὰ Διὸς γνώμην, ἤγουν τῆς Εἱμαρμένης, τῆς μεγάλα βουλευομένης. Οὐ γὰρ μετατρέπεται ἡ τῆς εἱμαρ‐ μένης βουλή. Κέκλοφε δὲ τοῦτο, ΕΝ ΚΟΙΛΩι ΝΑΡΘΗ‐ ΚΙ ΛΑΘΩΝ Τὸν ΔΙΑ αὐτὸν τὸν ΤΕΡΠΙΚΕΡΑΥΝΟΝ, | |
15 | ἤγουν τὴν, ἣν ἔφην, εἱμαρμένην εἶπε μεταθετικῶς, ὡς τρέπου‐ σαν καὶ καταγωνιζομένην τοὺς ἐναντίους, καὶ ἀτυχεῖς, δί‐ κην κεραυνῶν· ἢ τὴν τερπομένην καὶ χαίρουσαν τοῖς ἑαυτῆς κεραυνοῖς, ἤτοι ἐπάρσεσι, καὶ φαντασίαις. Τίς δὲ ἡ τοῦ πυ‐ ρὸς κλοπὴ, μάνθανε. Πρὶν μὲν ἡ τοῦ πυρὸς χρῆσις ἄγνωστος | |
20 | ἦν τοῖς ἀνθρώποις· οἱ προμηθέστεροι δὲ τῶν ἀνθρώπων, χει‐ μῶνος γεγονότος, καὶ κεραυνωθέντος δένδρου τινὸς, ὡς πλη‐ σιάσαντες ἐκεῖσε τῆς θέρμης αἴσθησιν ἔσχον, μηχανῶνται φυ‐ λάξαι τὸ πῦρ· καὶ δὴ σομφοῖς τισι ξύλοις, καὶ νάρθηξι, δυ‐ ναμένοις τοῦτο φυλάξαι, κατέκρυψαν· καὶ οὐράνιον πῦρ | |
25 | ὑπάρχον τὸ πρὶν οὕτω κατασχεθὲν, καὶ γεγονὸς ἐν χρήσει πᾶσιν ἡμῖν ἐμυθεύθη κλαπῆναι, παρ’ Εἱμαρμένης βουλὴν, ἀλ‐ λὰ τῆς προτέρας. Πρότερον γὰρ ἡμῖν εἱμαρμένον εἶναί φησι, ζῇν, ὡς πρὶν ἔφην, ἁπλῶς, καὶ δίχα πυρὸς ἐπιγνώ‐ σεως καὶ τεχνῶν· ἑτέρα δὲ εἱμαρμένη, ἤτοι σύμβαμα ἕτερον, | |
30 | ἐκ προβουλῆς ἡμετέρας ἐφεῦρε τὸ πῦρ καὶ τὰς τέχνας, ἃς γυ‐ ναῖκα Πανδῶραν καλεῖ. Ἡ δὲ παρ’ ἑτέρων τινῶν ἀλληγο‐ | |
ρουμένη ἐνταῦθα ψυχικῶς ἀλληγορία, ὡς τὸ πῦρ ἡ νοερὰ ζωή ἐστι, καὶ νάρθηξ τὸ σῶμα, περιττὴ, καὶ οὐδὲ μέχρι παντὸς συνᾴδουσα διεξίκοιτο· νῦν δὲ ἡ ἀλληγορία ῥητορικὴ καὶ | 74 | |
35 | πραγματική ἐστιν, ἡ περὶ τοῦ ἐν χρήσει πυρὸς λέγουσα καὶ τῆς τούτου εὑρέσεως, ἧσπερ ἔφην, τῆς ἐκ προμηθείας ἡμῶν, καὶ περὶ τῆς τοῦ βίου διακοσμήσεως τῆς ἐκ τῶν τεχνῶν ἁπασῶν, ἅσπερ τὸ πῦρ συνεστήσατο· ἃς καὶ γυναῖκα Πανδῶραν καλεῖ, καὶ Ἡφαίστῳ λέγει πλασθῆναι, Ἐν τῇ λεπτολογίᾳ δὲ τῶν ἐπῶν | |
40 | σαφέστερον εἴποιμι, Νῦν δὲ καὶ τὰ ἔπη συντακτέον. Ἀλλὰ Ζεὺς καὶ ἡ Εἱμαρμένη ἔκρυψε, χολωσαμένη, ὅτι μιν καὶ αὐτὸν ἐξηπάτησεν ὁ Προμηθεύς. Ἔκρυψε δὲ τὸ πῦρ ὁ αὐτὸς Προ‐ μηθεὺς ὁ ἀγκυλομήτης, τὸ μὲν καὶ ὅπερ πῦρ αὖθις, καὶ δὴ ὁ ἐῢς πάϊς τοῦ Ἰαπετοῖο, ἤγουν ὁ αὐτὸς Προμηθεὺς ἔκλεψε, | |
45 | καὶ κλέψας κατήγαγε τοῖς ἀνθρώποις ἐν κοίλῳ νάρθηκι. TZETZES. | |
sch47ter | ΑΛΛΑ ΖΕΥΣ ΕΚΡΥΨΕ. Ἀλλὰ ὁ Ζεὺς ἔκρυψε τὸν τῶν ἀνθρώπων βίον δηλονότι, χολωσάμενος κατὰ τὸν ἑαυ‐ τοῦ λογισμὸν, ἤγουν ἀγανακτήσας. Ποιητικὴ δὲ ἡ λέξις, διότι ἐξηπάτησεν αὐτὸν ἐν τῇ τοῦ βοὸς δηλονότι διανομῇ ὁ Προμη‐ | |
5 | θεὺς ὁ ἀγκυλόμητις, ἤγουν ὁ ἑαυτὸν νοῶν καὶ εἰς ἑαυτὸν ἐπε‐ στραμμένος· δηλοῖ δὲ τοὔνομα ἐνίοτε μὲν τὸν σοφὸν καὶ τὸν ἑαυτὸν νοοῦντα, ὡς ἐνταῦθα, ἐνίοτε δὲ τὸν πανοῦργον. Ἰστέον, ὅτι τὸ ἀγκυλόμητις, τὸ ποικιλόμητις, τὸ δολόμητις, καὶ ὅσα ἀπὸ τοῦ μῆτις σύγκειται, προπαροξύνεται, καὶ διὰ | |
10 | τοῦ ι γράφεται. Κλίσιν δὲ οὐκ ἰδίαν ποιεῖται, ἀλλ’ ἀγκυλο‐ μήτου, καὶ ποικιλομήτου, καὶ δολομήτου, κλίνεται ἑτεροκλίτως· ὡς πρέσβυς πρεσβύτον, καὶ πολὺς πολλοῦ, καὶ πολλὰ ἕτερα. Ὅτι δὲ ἐπὶ τῶν εὐθειῶν βραχυκατάληκτα ταῦτά ἐστι καὶ οὐδέποτε ἄλλως, δῆλον ἀπὸ τῶν μέτρων, εἴ τις τὰ τοιαῦτα ἐξετάζειν βούλεται. Mos. | |
sch48 | ΠΡΟΜΗΘΕΥΣ ΑΓΚΥΛΟΜΗΤΗΣ. Ὁ μὲν Προμη‐ θεύς ἐστιν, ὁ τοῖς ἀνθρώποις τὸν νοῦν δωρούμενος, τὸν πρὸ τῶν ἀποβάσεων λογιστικὸν τῶν ἀποβησομένων, ὃν ἔχου‐ σιν οἱ ἄνθρωποι, ζωὴν ὑποδεξάμενοι νοερὰν ἀπὸ τῶν τοῦ πα‐ | |
5 | τρὸς ἠθῶν ἥκουσαν εἰς τόνδε τὸν τόπον. Αἱ δὲ ἀπάται τοῦ Προμηθέως αἱ κατὰ τοῦ Διὸς δηλοῦσιν, ὅτι παρασκευάζει καὶ τῶν διΐων ψυχῶν μετέχειν τὰ θνητὰ ὁ Προμηθεύς· τὸ γὰρ ἀπατώμενον, γίνεται πάντας ἀπατῶν. Αἰνίττεται δὲ ἡ ἀπάτη τὰ περὶ τὴν διανομὴν τοῦ βοὸς, ἣν ἐν τῇ Θεογονίᾳ παρέδωκεν. | 75 |
10 | Εἰ δὲ ἀγκυλομήτης ὁ Προμηθεὺς, οὕτω γὰρ γράφειν δεῖ καθὰ καὶ Πλούταρχος, Κρόνιος τίς ἐστι καὶ νοερῶς ἑαυτὸν νοῶν, καὶ ἀγκύλως εἰς ἑαυτὸν ἐπεστραμμένος. Εἰ δὲ καὶ ποικιλομή‐ της γράφοιτο, σημαίνει τὸν ποικίλας εἰληχότα νοήσεις, ἃς δωρεῖται καὶ ταῖς ἀνθρωπίναις ψυχαῖς, εἰς τὸ σῶμα πεσούσαις, | |
15 | ὅτι τὸ προνοητικὸν τῶν ἀνθρώπων κρύπτει τὸν πλοῦτον, ἀνθ’ ὅτου Προμηθεὺς αὐτὸν ἠπάτησεν. Ὁ δὲ Προμηθεὺς ἦν παῖς Ἰαπετοῦ καὶ Ἀσώπης, ἢ Κλυμένης, ἢ Θέμιδος. PROCLUS. | |
sch49 | ΤΟΥΝΕΚ’ ΑΡ’ ΑΝΘΡΩΠΟΙΣΙΝ. Ἕνεκά φησι τῆς παρὰ τοῦ Προμηθέως ἀπάτης, ὁ Ζεὺς προεξένισε βίον ἐπί‐ πονον τοῖς ἀνθρώποις. Ἔδει γὰρ πεσούσαις ταῖς ψυχαῖς πό‐ νους καὶ τληπαθείας παρασκευάσαι, δι’ ὧν μισήσουσι μὲν τὸν | |
5 | τῆς γενέσεως τόπον καὶ τὴν ἐν σώματι ἀναστροφὴν, ὑπο‐ στρέψουσι δὲ αὖθις εἰς τὴν τοῦ πατρὸς αὐλὴν, καὶ πρὸς τὴν, ἀφ’ ἧς ἐξέπεσον, θείαν ζωήν. PROCLUS. | |
sch49bis | ΤΟΥΝΕΚ’ ΑΡ’ ΑΝΘΡΩΠΟΙΣΙΝ. Ὁ Προμηθεὺς νῦν, ἤγουν ἡ ἡμετέρα προμήθεια, οὐχ ὁ Ζεὺς, ἤγουν ἡ Εἱ‐ μαρμένη. TZETZES. | |
sch49ter | ΤΟΥΝΕΚ’ ΑΡ’ ΑΝΘΡΩΠΟΙΣΙ. Τούτου δὴ ἕνεκα, ἤγουν τῆς παρὰ τοῦ Προμηθέως ἀπάτης, ἐβουλεύσατο ὁ Ζεὺς κατὰ τῶν ἀνθρώπων φροντίδας χαλεπάς· τουτέστιν τὸν ἐπίπο‐ νον βίον. MOSCHOP. | |
sch50 | ΚΡΥΨΕ ΔΕ ΠΥΡ. Ἡ τοῦ πυρὸς κρύψις τῆς νοερᾶς καὶ τεχνικῆς ἐστι ζωῆς ἀφανὴς περίληψις, ἣν ὁ Ζεὺς ἑκὼν πρῶ‐ τος δίδωσιν, δι’ ἧς καὶ τὸν κόσμον ἐδημιούργησεν, ἄληπτον αὐτὴν φυλάττειν τὰς πολλὰς τῶν ἐλθουσῶν δεῦρο ψυχῶν. | |
5 | Φωτὸς γὰρ αἴτιον τὸ πῦρ ὂν, εἰκόνα φέρει τοῦ νοῦ τοῦ τε‐ | |
χνικοῦ, καθ’ ὃν οἱ ἄνθρωποι ζῶσι πρῶτον νοερῶς. PROCLUS. | 76 | |
sch50bis | ΠΑΙΣ ΙΑΠΕΤΟΙΟ. Τὸν Ἰαπετὸν θεὸν οἰητέον εἶ‐ ναι νοερὸν, αἴτιον πάσης τῆς πτηνῆς τοῦ οὐρανοῦ καὶ ὀξυ‐ τάτης ταύτης πάσης κινήσεως· διὸ καὶ Ἰαπετὸν κληθῆναι παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι, ὑπὸ τῶν θεολόγων. Τούτου δὲ | |
5 | πολλοὺς μὲν εἶναι παῖδας, ἐννέα καὶ εἴκοσι τοὺς πάντας· προ‐ έχειν δὲ ἐν αὐτοῖς Προμηθέα, καὶ Ἐπιμηθέα, καὶ Ἄτλαντα· ὧν καὶ Ἡσιόδος ἐν τῷδε τῷ συγγράμματι μέμνηται. PROCLUS. | |
sch50ter | ΚΡΥΨΕ ΔΕ ΠΥΡ. Εἶχε δὲ τέως ὁ Ζεὺς κεκρυμ‐ μένον τὸ πῦρ· τοῦτο μὲν αὖθις ὁ καλὸς παῖς τοῦ Ἰαπετοῦ, ἤγουν ὁ Προμηθεὺς, ἔκλεψεν ἐν κοίλῳ νάρθηκι παρὰ τοῦ Διὸς τοῦ βουλευτικοῦ, χάριν τῶν ἀνθρώπων, λαθὼν τὸν Δία τὸν | |
5 | τερπικέραυνον· ὅν φασιν οὕτως ὠνομάσθαι, ἀπὸ τοῦ τρέπειν κατὰ μετάθεσιν τοῦ ρ, οὐκ ἀπὸ τοῦ τέρπεσθαι· ὡς τρέποντα δηλον‐ ότι τοὺς ἐναντίους τῷ κεραυνῷ, οὐχ ὡς τερπόμενον ἐν αὐτῷ. Εἶτα ἐπάγει κατ’ ἠθοποιΐαν, τίνας ἂν λόγους εἶπεν ὁ Ζεὺς ὀργιζόμενος, πρὸς τὸν Προμηθέα διὰ τὴν κλοπὴν τοῦ πυρὸς, καὶ φησὶ, | |
10 | ΤΟΝ ΔΕ ΧΟΛΩΣΑΜΕΝΟΣ, πρὸς τοῦτον ὀργισθεὶς, ἔφη ὁ Ζεὺς ὁ τῆς ἀθροίσεως τῶν νεφελῶν αἴτιος, Ὦ Ἰαπετιονίδη, ἤγουν, υἱὲ τοῦ Ἰαπετοῦ, ἀπὸ τοῦ Ἰαπετὸς, Ἰαπετίων κατὰ παραγωγὴν, καὶ ἀπὸ τούτου Ἰαπετιονίδης, ὁ βουλὰς εἰδὼς περισσότερον πάντων, χαίρεις κλέψας τὸ πῦρ, πρωθύστερον, | |
15 | ἀντὶ τοῦ χαρὰν ἔχεις ἀπατήσας, τουτέστι παραλογισάμενος, λαθὼν τὰς ἐμὰς φρένας, καὶ κλέψας τὸ πῦρ, καὶ σοὶ αὐτῷ μεγάλη βλάβη τοῦτο δηλονότι, καὶ τοῖς ἀνδράσι τοῖς γενησο‐ μένοις· τούτοις γὰρ ἐγὼ ἕνεκα τοῦ πυρὸς, δώσω κακὸν, ἐφ’ ᾧ ἂν ἅπαντες τέρπωνται, ἀντὶ τοῦ τερφθῶσι, κατὰ τὴν ψυχήν. | |
20 | ΑΜΦΑΓΑΠΩΝΤΕΣ, ἤγουν περιθάλποντες, περισσῶς ἀγα‐ πῶντες τὸ ἑὸν κακὸν, ἀντὶ τοῦ τὸ σφέτερον. ἙΟΝ γὰρ, ὃ μόνος ἔχει τίς, σφέτερον δὲ ὃ πολλοὶ ἔχουσιν. MOSCHOP. | |
sch51 | ΕΚΛΕΨ’ ΑΝΘΡΩΠΟΙΣΙ. Ἡ κλοπὴ τοῦ πυρὸς δηλοῖ μετάθεσιν ἀπὸ τοῦ νοητοῦ καὶ ἀφανοῦς εἰς τὸ αἰσθητὸν καὶ ἀλλότριον. Ὡς δὲ πᾶσα κλοπὴ λεληθυῖα τοῦ ἀλλοτρίου | |
μετάθεσίς ἐστιν ὄντως, καὶ ταῖς ἐν τῷ νοητῷ μενούσαις οἰκείως | 77 | |
5 | ψυχαῖς, τοῦ τεχνικοῦ λόγου νοεροῦ ὄντος. Δέδωκεν οὖν ὁ Προμηθεὺς αὐτὸν ἐν ταῖς πεσούσαις ψυχαῖς ἐνταῦθα, Διὸ κλοπὴν ὁ μῦθος τὴν δόσιν ταύτην ἐκάλεσεν, ὡς ταῖς ψυχαῖς ταῖς εἰς τὸν ἀλλότριον αὐταῖς τόπον κατελθούσαις διὰ τοῦ Προμηθέως προσελθοῦσαν. Τὸ δὲ ΑΥΘΙΣ δηλοῖ, τὸ μετὰ | |
10 | τὴν ἀπάτην, καὶ ταύτην προσθεῖναι τὴν δοκοῦσαν περὶ τὸν Δία ἐπιβουλήν. ΑΛΛΩΣ. Τῷ φυσικῷ λόγῳ ἐπιπλέκει τὸ μυ‐ θῶδες, ὅτι τὴν ὠφέλειαν τὴν ἐκ τῆς μαλάχης ἀγνοοῦσιν· ἐπεὶ Προμηθεὺς ἠπάτησεν αὐτόν. Δῆλον δὲ, ὡς προεκδέδοται ἡ Θεογονία· ἐκεῖ δὲ πλείονα περὶ τοῦ Προμηθέως λέγει, ὡς ἠπά‐ | |
15 | τησε τὸν Δία. PROCLUS. | |
sch51bis | ΔΙΟΣ ΠΑΡΑ. Παρὰ γνώμην τοῦ Διὸς τοῦ μητιό‐ εντος, λαθὼν αὐτὸν τὸν Δία τὸν τερπικέραυνον, νῦν τὴν εἱ‐ μαρμένην. TZETZES. | |
sch52 | ΕΝ ΚΟΙΛΩι ΝΑΡΘΗΚΙ. Ἔστι μὲν πυρὸς ὄντως φυλακτικὸς ὁ νάρθηξ, ἠπίαν ἔχων μαλακότητα εἴσω, καὶ τρέ‐ φειν τὸ πῦρ, καὶ μὴ ἀποσβεννύναι δυναμένην. Ἐν δὲ τῷ μύ‐ θῳ τοῦ αἰσθητοῦ λαμβάνεται ὡς εἰκών· καὶ γάρ ἐστι Διονυσια‐ | |
5 | κὸς, ὡς καὶ οἱ τελούμενοι τῷ Διονύσῳ δηλοῦσι, ναρθηκο‐ φοροῦντες, ὃς τῶν αἰσθήσεων ἐστὶ ποιητὴς, καὶ προσάγεται ὑπὸ τῶν Τιτάνων τῷ Διονύσῳ. Τιτανικὸς δὲ θεὸς καὶ ὁ Προ‐ μηθεὺς, Ἰαπετοῦ παῖς ὢν, Τιτᾶνος ὄντος. ΑΛΛΩΣ. Μῦθος. Κλέψας ὁ Προμηθεὺς τὸ πῦρ, εἰς πόλιν ἦλθεν Αἰτωλίαν· ἀφ’ | |
10 | οὗ συνέβη τὴν πόλιν κληθῆναι Πυρηνίαν. PROCLUS. | |
sch53 | ΤΟΝ ΔΕ, ΧΟΛΩΣΑΜΕΝΟΣ. Τὸν δὲ προμηθέστα‐ τον ἡμέτερον νοῦν, ὀργισθεῖσα ἡ ὥσπερ ἀγείρουσα νεφέλας, καὶ ταύταις συγκαλυπτομένη, καὶ σκοτεινὴ καὶ ἀπροόρατος Εἱμαρμένη, πρὸ τοῦ εἰς ἔκβασιν ἀφικέσθαι, φησίν. TZETZES. | |
sch54 | ΙΑΠΕΤΙΟΝΙΔΗ. Ἤγουν λογισμοῦ καὶ κινήσεως παῖ, πρόβουλον καὶ προμηθέστατον φρόνημα· ἀντὶ τοῦ, ὦ ἄνθρωποι προμηθέστατοι, χαίρετε τὸ πῦρ ἐφευρόντες, καὶ τὴν | |
τοῦ προτέρου καὶ ἀπεριέργου βίου μετατρέψαντες εἱμαρμέ‐ | 78 | |
5 | νην. Σημείωσαι δὲ, ὅτι νεφεληγερέτην καὶ τερπικέραυνον Δία τὴν Εἱμαρμένην λέγει, καθὰ συνετυμολογοῦντες ἔφημεν. TZETZES. | |
sch56 | ΣΟΙ Τ’ ΑΥΤΩι. Ἀντὶ τοῦ ὑμῖν τοῖς ἀνθρώποις τοῖς εὑρεταῖς, καὶ τοῖς ὕστερον γενησομένοις γενήσεται τοῦτο μέγα κακόν. Ἀνθ’ ὧν γὰρ τοῦ προτέρου βίου ἐξέστητε, καὶ τοῦτο τὸ πῦρ ἐφευρήκατε, τέχναι δοθήσονται, κοσμοῦσαι μὲν τὸν | |
5 | βίον καὶ θέλγουσαι, καὶ μαλθάσσουσαι γυναικὸς δίκην· πλὴν οὐκ ἄτερ συμφορῶν, οὐδὲ περιστάσεων. Ἀγαπήσετε δὲ ὅμως τὸ καματηρὸν καὶ σκληρὸν τοῦτο τῆς διαγωγῆς, καὶ ἐπίπο‐ νον, διὰ τὰ ἐξ αὐτῆς τερπνὰ κλεπτόμενοι ταῖς ἐλπίσιν. Οὕτω μὲν ἡ Εἱμαρμένη ἔφη, καὶ προσεπένευσε. Καὶ τῷ Ἡφαίστῳ | |
10 | πυρὶ ἡ Πανδώρα ἐπλάσθη, καὶ ἐπεκοσμήθη γυνὴ, ἤγουν ἡ πάντα δωρουμένη τῷ βίῳ συναγωγὴ τῶν τεχνῶν, ἢ ἡ ἐκ πάν‐ των τῶν θεῶν καὶ τῶν ψυχικῶν δυνάμεων καθ’ Ἡσίοδον συγ‐ κεκραμένη, καὶ δῶρα λαβοῦσα. Ἐκ μὲν γὰρ πυρὸς Ἡφαίστου τὰ ὑλικὰ καὶ ὀργανικά· ἐκ δὲ τῆς φρονήσεως Ἀθηνᾶς τὸ κα‐ | |
15 | τασκευαστικὸν καὶ ἀγχίνουν· ἐκ δὲ τῆς Ἀφροδίτης, ἤγουν τῆς συγκράσεως, τὸ ὡραῖον· τὸ δ’ ἀναιδὲς καὶ δραστήριον, καὶ περὶ τὰς ἐμπορίας αἱμύλον, ἐκ τοῦ Ἑρμοῦ, ἤτοι τοῦ προ‐ φορικοῦ λόγου. Ἐπεὶ δ’ ἐκ πυρὸς καὶ φρονήσεως ἡ γυνὴ, ἤγουν τὸ κόσ‐ | |
20 | μιον ἐφάνη τῶν τεχνῶν, καὶ ὁ πολυστήμων ἱστὸς, καὶ ἡ σύ‐ στασις πασῶν τῶν τεχνῶν ἐδιδάχθη κατὰ πικρὰν εἱμαρμένην, καὶ τοῖς μεταγενεστέροις ἐδόθησαν. Καὶ οὕτως ὁ βίος συμφο‐ ραῖς ἐπεπλήμμυρεν. Ἡ ὀργὴ δὲ τοῦ Διὸς, ἤγουν τῆς εἱμαρ‐ μένης, καὶ ὁ χόλος, καὶ αἱ λαλιαὶ, καὶ τὰ λοιπὰ, προσωπο‐ | |
25 | ποιΐα εἰσί. Παρεισάγει γὰρ τὴν εἱμαρμένην, ὡς διά τινα, ταῦτα δρῶσαν. Τοῦτο δὲ παρὰ τοῖς ῥήτορσι τὸ καθ’ ὑπόθεσιν σχῆμα καλεῖται· οὕτω γὰρ ὤφειλεν εἰπεῖν· Εἰ ἦν αἴσθησις καὶ φωνὴ τῇ εἱμαρμένῃ, ἐφθέγξατο ἂν καὶ ὠργίσθη, ὅτι προβου‐ λότεροι ἐξ ἀπλάστων γεγονότες οἱ ἄνθρωποι τὸ πῦρ κατέσχον, | |
30 | καὶ τὰς τέχνας ἐπεχείρουν διὰ τούτου εὑρίσκειν. Καὶ εἶπεν ἂν ἐπεγγελάσασα τὸ σαρδόνιον· ὅτι ὑμεῖς ὄψεσθε· δώσω γὰρ ὑμῖν, ὃ ποθεῖτε ἐκ τοῦ πυρὸς εὑρεθῆναι, τὰς τέχνας, ὑφ’ ὧν ἁβρότης μὲν καὶ ὡραιότης, καὶ πᾶν τερπνὸν τῷ βίῳ γενήσεται, ἀλλ’ οὐ χωρὶς ὀδυνῶν καὶ διηνεκῶν μυρίων πόνων, καὶ περι‐ | 79 |
35 | στάσεων. ΝΕΦΕΛΗΓΕΡΕΤΗΝ δὲ νῦν καὶ ΤΕΡΠΙΚΕΡΑΥ‐ ΝΟΝ ΔΙΑ, οὔτε τὸν οὐρανὸν, οὔτε τὸν ἀστέρα, οὔτε τὸν μυθικὸν βασιλέα ἐκεῖνον, οὔτε ἄλλο οὐδὲν, οὔτε τὸν νοῦν λέ‐ γει ὁ ποιητὴς, ἀλλὰ τὴν Εἱμαρμένην, καὶ τὸν τῆς Εἱμαρμένης νοῦν· διόπερ τὸ νεφεληγερέτης καὶ τερπικέραυνος οὕτως ἔφην | |
40 | ὡς εἶπον. Τὰ δὲ λοιπὰ ὡς μὴ ὄντα τῆς νῦν ὑποθέσεως, παρεῶ, ὡς καὶ ὑμῖν καταρχὰς ὑπεθέμην οὕτω ποιεῖν, πρὸς τὰ πρόσ‐ φορα τῶν ἐπῶν νοεῖν, καὶ Δίας καὶ Ἀθηνᾶς, καὶ Προμηθεῖς, καὶ τὰ ἕτερα, καὶ μὴ ἀνοήτως τῷ πολυσημάντῳ τούτων πλα‐ νᾶσθαι, καὶ συγχέειν τὰ ἔπη, καὶ τὴν διάνοιαν. Ὅθεν κἀγὼ | |
45 | νῦν τῶν προκειμένων τοῖς ἔπεσι σημασίαν σκοπῶν, ταύτην ἐτυμολογῶ, καὶ περὶ ταύτης διαλαμβάνω, τὰ δὲ λοιπὰ ἐνίοτε παρατρέχω, τοὺς ἀκροωμένους ὁπότε βλάπτειν ἀντ’ ὠφελείας ἐπίσταμαι, καὶ ἀχρεῖον πολύστιχον τὸ σύγγραμμα γίνεται. Τίς γὰρ οὐκ οἶδεν, ὡς ἀλλαχοῦ τῶν ἐπῶν, ὁ οὐρανὸς νεφελη‐ | |
sch56(50) | γερέτης καὶ τερπικέραυνος λέγεται; συνάγει γὰρ τὰς νεφέλας, καὶ παταγεῖ, καὶ τὸν ξηρὸν τῇ κινήσει ἐκθλίβων ἀέρα, τοὺς κεραυνοὺς ἀπεργάζεται. Τοῦτόν τε καὶ τὸν νοῦν οἴδαμεν Δία καλεῖν, καὶ ἀλληγορεῖν ἀκριβῶς, καθὰ καὶ περὶ τῶν ἑτέρων ἁπάντων. Ἀλλ’ οὐ νῦν περὶ τούτων, περὶ δὲ τῆς εἱμαρμένης, | |
55 | ἣν ἠλληγόρησά τε καὶ ἠτυμολόγησα. TZETZES. | |
sch56bis | ΙΑΠΕΤΙΟΝΙΔΗ. Πάλιν ὁ Πρόκλος νῦν λαλεῖ βλασφημίας. Καί τις ὁράτω τὴν ἐκείνου πυκτίδα, Καὶ τὸν φορυτὸν εἰ θέλει συναγέτω. | |
5 | Ἡμῖν δ’ ἀνάγκη, προσφυῶς πάντα γράφειν. Τριττῶς οἶδα νοούμενον τὸ Προμηθεὺς ὄνομα· τὴν ἐκ κινή‐ | |
σεως τοῦ οὐρανοῦ κοσμικὴν ἕδραν, καὶ ἐπιστήριξιν τοῦ παν‐ τός, καθ’ Εἱμαρμένης βουλὴν γεγονυῖαν καθ’ Ἕλληνας, ᾗ καὶ τὴν βοὸς διαμοιρασίαν, καὶ τὴν ἀπάτην Διὸς ἀνατίθημι· | 80 | |
10 | περὶ ἧς νῦν ἀλληγορεῖν οὐχὶ πρόσφορον· στοιχειακὸν γὰρ τοῦτο, καὶ τῇ Θεογονίᾳ ἁρμόδιον. Οἶδα καὶ πραγματικῶς Προμηθέα λεγόμενον ἄνθρωπον, ἐξ ἀγροικίας τοὺς ἀνθρώ‐ πους μεταῤῥυθμίσαντα, ὃν διὰ τοῦτο πλάσαι τοὺς ἀνθρώπους μυθεύονται· οἶδα καὶ ψυχικῶς Προμηθέα, τὸ τῶν ἀνθρώπων | |
15 | προβούλευμα καὶ τὴν πρόγνωσιν, Ἰαπετοῦ καὶ κινήσεως λο‐ γισμοῦ παῖδα λεγόμενον, καὶ Κλυμένης τῆς ἐξακούστου φρο‐ νήσεως· ἡ γὰρ Θέμις, ἤτοι ἡ γῆ, τοῦ στοιχειακοῦ Προμηθέως μήτηρ ἐστί. Τοῦ Προμηθέως οὖν προβουλεύματος τούτου πατὴρ, ὡς ἔφην, ἡ τοῦ λογισμοῦ κίνησις, καὶ προσεκτι‐ | |
20 | κωτάτη περιστροφή. Ἰαπετὸς δὲ λέγεται, παρὰ τὸ ἰέναι, καὶ ὁρμᾷν καὶ πέτεσθαι πανταχοῦ, καὶ πάντα ἀνερευνᾷν, καὶ ζη‐ τεῖν περὶ πάντων. Ἔστι καὶ ἕτερος παῖς τῷ Ἰαπετῷ τούτῳ, ὁ βραδύνους καὶ ὑστερόνους, ὁ Ἐπιμηθεὺς, ὁ μὴ τὸν ἄκρον νοῦν καὶ τὴν φρόνησιν ἔχων, ὡς καὶ τὰ μέλλοντα συμβαίνειν | |
25 | γινώσκειν, ἀλλ’ ὁ μετὰ τὸ συμβῆναι εἰδώς. Τὸ δὲ ὡς ἀπὸ τῆς Εἱμαρμένης λέγεσθαι ταῦτα, προσωποποιΐα ἐστὶν, ὡς ἔφην. Εἰ δ’ οὐκ ἦν ἠλληγορημένως τεθὲν, κατὰ ῥητορικὸν σχῆμα τὸ καθ’ ὑπόθεσιν λεγόμενον ὤφειλεν ἐξενεχθῆναι. Κλοπὴν πυρὸς εἶπον, τὴν ἐκ κεραυνοβόλου δένδρου ἐκ προμη‐ | |
30 | θείας τῶν τότε ἀνθρώπων ἐφεύρεσιν. Ἠπερόπευσις καὶ ἀπάτη φρενῶν Εἱμαρμένης, τοῦ Διὸς λεγομένου νῦν, τὸ μετατραπῆ‐ ναι ὑπὸ τῆς προβουλίας ταύτης ἐκείνην τὴν προτέραν τοῦ βίου διαγωγὴν ὑπὸ τῆς εὑρέσεως τοῦ πυρὸς, ὃ καὶ τοῖς εὑ‐ ροῦσι καὶ μεταγενεστέροις γέγονε βλάβη. Δόσις γυναικὸς, ἀντὶ | |
35 | τῆς εὑρέσεως τοῦ πυρὸς παρὰ τῆς Εἱμαρμένης, ἤτοι τοῦ συμβάματος, ἀλλὰ τοῦ δευτέρου, τὸ ἐκ τῶν τεχνῶν ἡμῖν συμβὰν τοῦ βίου παντὸς ἐπικόσμημα, καὶ τὸ τρυφερὸν καὶ ἁβρὸν, ὃ ἐπικτήσασθαι ἀγαπῶντες καὶ σπεύδοντες οὐ μικρῶς τα‐ λαιπωρούμεθα, καὶ κακῶς πάσχομεν. Τὸ ΕΟΝ καλλίστως | 81 |
40 | κεῖται λίαν, ἡ τοῦ Πρόκλου δὲ μᾶλλον διόρθωσις δακρύων δεῖται. TZETZES. | |
sch56ter | ΜΕΓΑ ΠΗΜΑ. Τὴν τοῦ πυρὸς κλοπὴν μέγα πῆμα λέγει τοῦ Προμηθέως ἔσεσθαι, λαβὼν τὸ αἴνιγμα ἀπὸ τῶν προνοουμένων αὐτῷ ψυχῶν. Ταύταις γὰρ ὄντως ἡ κάθοδος πῆμα καὶ τοῖς ἀνθρώποις, οἳ γεγόνασιν ἐκ τούτων τῶν πεσου‐ | |
5 | σῶν ψυχῶν. PROCLUS. | |
sch57 | ΤΟΙΣ Δ’ ΕΓΩ. Τοῖς ἀνθρώποις καὶ τοῖς ὑποδεξα‐ μένοις τὴν ἄνωθεν κλαπεῖσαν ψυχὴν καὶ δεῦρο πεσοῦσαν δώσειν κακὸν, τὴν Πανδώραν, ἤτοι τὴν ἄλογον ψυχὴν, ᾗ τερ‐ πομένους βιώσεσθαι τὸ ἑαυτῶν ἀγαπῶντας κακόν. Τῷ λόγῳ | |
5 | γὰρ ἡ ἀλογία κακὸν, ἀναγκαία δὲ ὅμως, ἵνα μὴ αὐτόθεν ἡ ψυχὴ κοινωνῇ τῷ σώματι. ΑΛΛΩΣ. ἙΟΝ ΚΑΚΟΝ. Ἐν‐ ταῦθα τὸ, ἑὸν, οὐχ ὑγιῶς κεῖται· ὤφειλε γὰρ εἰπεῖν, σφέτε‐ ρον· τὸ γὰρ σφῶν, αὐτῶν, τὸ δὲ ἑὸν, αὐτοῦ, σημαίνει. Μέμφονται δὲ τὸν Ἡσίοδον οἱ περὶ Ἀπολλώνιον, ὅτι ἑνικῷ | |
10 | ἀντὶ πληθυντικοῦ ἐχρήσατο, ὁμοίως δὲ καὶ Καλλίμαχος αἰτιᾶται διὰ τὸ αὐτό. PROCLUS. | |
sch59 | ΕΚ Δ’ ΕΓΕΛΑΣΣΕ. Τὸ ἄθυμον δηλοῖ, καὶ ἀόρ‐ γητον τοῦ θεοῦ. PROCLUS. | |
sch59bis | ὩΣ ΕΦΑΤ’ ΕΚ Δ’ ΕΓΕΛΑΣΣΕ ΠΑΤΗΡ ΑΝ‐ ΔΡΩΝ ΤΕ ΘΕΩΝ ΤΕ. Καὶ τοῦτο δὲ προσωποποιΐα, καὶ | |
σχῆμα τὸ καθ’ ὑπόθεσίν ἐστιν· ἀντὶ, εἰ ἦν αἴσθησις τῇ Εἱμαρ‐ μένῃ, ἐγέλασεν ἂν τὸ σαρδόνιον. Πατέρα δ’ ἀνδρῶν καὶ | 82 | |
5 | θεῶν τὴν Εἱμαρμένην λέγει, ὅτι καθ’ Ἑλλήνων τινὰς, Εἱμαρ‐ μένης βουλῇ οἵ τε θεοὶ, ἤγουν τὰ στοιχεῖα, καὶ οἱ ἄνθρωποι γεγόνασιν. ἢ τὰ ἐν τοῖς στοιχείοις γινόμενα, καὶ τοῖς ἀν‐ θρώποις συμβάματα· οἷον ὄμβροι, χειμῶνες, σεισμοὶ, κεραυ‐ νοὶ, καὶ τὰ ὅμοια, καὶ ἀνθρώπων εὐβουλίαι καὶ δυσβουλίαι, | |
10 | καὶ εὐτυχίαι καὶ ἀτυχίαι. Περὶ δὲ τοῦ Σαρδονίου γέλωτος, εἰπεῖν δέον μοι· Σαρδώ τις ἔστι νῆσος Ἰβηροτρόφος, Ἐν ᾗ βοτάνη φθαρτικὴ γῆς ἐκτρέχει, Σελινοειδὴς, Σαρδάνη καλουμένη. | |
15 | Βεβρωμένη δὲ τοῖς ἀπείροις αὐτίκα Σπασμούς τε ποιεῖ, καὶ γελώτων ἐμφάσεις, Καὶ πότμος εὐθὺς, καὶ γελάσιμος μόρος. Ἄλλοι δὲ φασὶ Σαρδανεῖς τοὺς βαρβάρους Γηρῶντας αὐτῶν τοὺς γενάρχας ἐσχάτως | |
20 | Ἄγειν λαβόντας εἰς ἀπόκρημνον τόπον· Κτείνειν τε τούτους ἐν ῥοπάλοις καὶ λίθοις, Ἔπειτα ῥίπτειν ἐκ πετρῶν τοὺς ἀθλίους, Γελῶντας εἰκῆ παιδιαῖς πατροκτόνοις. Ἄλλοις δὲ τοὺς θνήσκοντας ἀρέσκει πλέον | |
25 | Γελᾷν, ὁρῶντας τεχνικὰς παροινίας, Καὶ τὰς κυλίστρας καὶ στροφὰς τῶν πραγμάτων. Οὕτω μὲν ὁ Σαρδόνιος γέλως ἔχων ἐστὶν, ὃν ὁ ποιητής φησι γελάσαι ἂν τὴν Εἱμαρμένην, εἴπερ αὐτῇ προσῆν αἴσθησις, ἣν καὶ πατέρα θεῶν καὶ ἀνδρῶν εἶπεν, ᾧ τρόπῳ εἰρήκαμεν. | |
30 | TZETZES. | 83 |
sch59ter | ὩΣ ΕΦΑΤ’. Οὕτως ἔφη, ἐξεγέλασε δὲ ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν, ἤγουν πλατὺν ἐγέλασε γέλωτα. Ἀνθρώπου ἦθος ἀπομιμεῖται δυναμένου τιμωρεῖσθαι τοὺς πε‐ ριφρονοῦντας αὐτόν. Ὁ γὰρ ἐλπίζων κολάσειν ἐκ τοῦ ῥᾴστου | |
5 | τὸν περιφρονοῦντα, θυμοῦται μὲν περιφρονούμενος· γελᾷ δὲ πάλιν τῇ ἐλπίδι τῆς τιμωρίας. MOSCHOP. | |
sch60 | ἩΦΑΙΣΤΟΝ Δ’ ΕΚΕΛΕΥΣΕ. Τὴν ἄλογον ζωὴν δεῖ σωματικὴν εἶναι· διὸ καὶ γῆς καὶ ὕδατος χρεία, καὶ τῆς φυρά‐ σεως, ἣν ὁ Ἥφαιστος ποιεῖται· σωμάτων γὰρ οὗτος ὁ θεὸς ποιητής. Ἐπειδὴ οὐχ ἁπλῶς ποιεῖ ψυχῆς ἀλόγου σῶμα, ἀλλ’ | |
5 | ἀνθρωπίνης, ἐντίθησι τῷ σώματι τούτῳ ζωτικὴν δύναμιν ἀν‐ θρωπίνης φωνῆς· εἴληπται δὲ ἀπὸ τῶν τεσσάρων στοιχείων τὰ δύο, ὡς στερεώτερα καὶ παχύτερα καὶ συγγενῆ πρὸς τὸ σῶμα τοῦτο μάλιστα τὸ σύνθετον. Ἅμα δὲ τῷ λόγῳ, καὶ τὸ ἔρ‐ γον προέβη, καὶ ὅτι οὐ Προμηθεὺς, ἀλλ’ Ἥφαιστος ἔπλασε | |
10 | πρῶτον, δῆλον ἐντεῦθεν. Ἡ δὲ αἰτία τῆς παρεκβάσεως, ὅτι θέλει βεβαιῶσαι τὸν λόγον τὸν ἴδιον, δι’ ὧνπερ εἴρηκε τὸν Δία κρύψαι τὸν πλοῦτον. Τὸ δὲ ὕδει, ἀπὸ τῆς ὕδος εὐθείας, ὡς βέλος· τὴν γῆν τῷ ὕδατι φυράσαι· τουτέστι πηλὸν ποιῆσαι, Αἰολικῶς. Γέγονε δὲ κατὰ μεταπλασμὸν, ἀπὸ τῶν εἰς ας οὐ‐ | |
15 | δετέρων, εἰς ος, ὕδας, ὕδος, ὡς κῶας κῶος, κώεσιν ἐν μαλακοῖσιν. PROCLUS. | |
sch60bis | ἩΦΑΙΣΤΟΝ Δ’ ΕΚΕΛΕΥΣΕ. Τὸν δ’ ἐξάκου‐ στον Ἥφαιστον ἐκέλευσεν ὕδωρ καὶ γῆν μίξαι, καὶ ποιῆσαι ἀνθρώπου φωνὴν καὶ δύναμιν, ἀντὶ τοῦ ἄνθρωπον γυναῖκα, παρθένον καὶ ὁμοίαν θεοῖς. Ἀλλ’ οὕτω μὲν τὸ μυθῶδες. Ἀλ‐ | |
5 | ληγορητέον δὲ καὶ τοῦτο. Ἐκέλευσεν, ἤγουν ἐπένευσεν ἡ Εἱ‐ μαρμένη, ἐκ τοῦ περικλυτοῦ καὶ ἐξακούστου καὶ παντέχνου πυρὸς κατ’ Αἰσχύλον, μιγῆναι γῆν καὶ ὕδωρ, οὐχὶ πηλὸν, | |
οὐχὶ γυναῖκα γενέσθαι, ἀλλὰ τὰς τέχνας, ἃς ἔφην, ὑφ’ ὧν τεχνῶν τῶν ἐξ ἐφευρέσεως τοῦ πυρὸς, ξύλα ἐκ γῆς τμηθήσε‐ | 84 | |
10 | ται, καὶ γενήσεται πλοῖα, καὶ ἐμβληθήσεται τῇ θαλάσσῃ πρὸς πλοῦν. Καὶ οὕτω τοῖς ἀνθρώποις γῆ καὶ ὕδωρ κοινώσεται, καὶ ἐπὶ τῶν γεωδῶν δὲ τούτων πλοίων ὑπὸ τοῦ θαλαττίου φε‐ ρόμενοι ὕδατος ἐμπορευόμενοι ἔσονται. TZETZES. | |
sch60ter | ἩΦΑΙΣΤΟΝ Δ’ ΕΚΕΛΕΥΣΕΝ. Ἥφαιστος τὸ διακονικὸν πῦρ, καὶ ὁ ταῖς διὰ τοῦ πυρὸς ἐνεργουμέναις τέ‐ χναις ἐπιστατῶν θεός· ὃν Ὅμηρος μὲν Ἥρας καὶ Διὸς υἱὸν λέ‐ γει· οὗτος δὲ μόνης τῆς Ἥρας· | |
5 | Ἥρη δ’ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα Γείνατο. Ἐνταῦθα ὁ τῶν τεχνῶν ἐπιστάτης δοκεῖ λέγεσθαι· ὃν ὁ Ζεὺς ἐπιτάττει τὴν Πανδώραν πλάττειν, εἰς τὰς τέχνας ἀλληγορου‐ μένην. Συνεργὸν δὲ δίδωσιν αὐτῷ καὶ τὴν Ἀθηνᾶν τὴν αὐτὴν οὖσαν τῇ φρονήσει. Δεῖ γὰρ τῇ τέχνῃ φρονήσεως, ἵνα τε | |
10 | συσταίη, καὶ ἵνα κόσμια ἐξενέγκῃ τὰ τεχνουργούμενα. Ὅθεν αὐτὴ τὴν Πανδώραν ζώννυσι καὶ κοσμεῖ, καὶ τὴν ποικιλίαν τῶν ἔργων διδάσκει. Ἐπεὶ δὲ καὶ τὸ ἐπαγωγὸν δεῖ παρεῖναι τῇ τέχνῃ καὶ χάριεν, τὴν Ἀφροδίτην εἰσάγει, χάριν περιθεῖναι τῇ κεφαλῇ τῆς Πανδώρας, τὴν Ἀφροδίτην δὲ, ἐπεὶ γυναῖκα | |
15 | αὐτὴν ἔπλασεν· ἡ Ἀφροδίτη δὲ ἔφορος τῶν γυναικείων χαρί‐ των. Καὶ ἀνωτέρω δὲ τὴν Ἀθηνᾶν ἐπιτάξας ἔργα ταύτην δι‐ δάξαι, τὸν πολυδαίδαλον μόνον ἱστὸν ἐπάγει, ἔργον προσῆκον ταῖς γυναιξὶν, ἐπεὶ γυνὴ ἡ διδασκομένη· δεῖ γὰρ τὸν ἀλληγο‐ ρούμενον λόγον, καὶ παρ’ ἑαυτῷ σώζειν ἀκολουθίαν. Εἶτα | |
20 | ἐπάγει καὶ ἃ παρακολουθεῖ τοῖς ἀνθρώποις τοῖς χρωμένοις ταῖς τέχναις, ἀναιδῆ λέγων νοῦν, καὶ ἐπίκλοπον ἦθος, καὶ ψεύδη, καὶ λόγους αἱμυλίους. Τὸν Ἑρμῆν δὲ ταῦτα δοῦναι προστάτ‐ τει, οὐκ ἔξω λόγου. Ἑρμῆς γὰρ ὁ αὐτός ἐστι τῷ λόγῳ· τοῦ λόγου δὲ, τὸ μέν ἐστιν ἐνδιάθετον, καθ’ ὃ ποικίλον ἦθος | |
25 | φαίνεται καὶ ἁπλοῦν· τὸ δὲ, προφορικὸν, καθ’ ὃ λόγοι προ‐ φέρονται ἀληθεῖς, καὶ ψευδεῖς, καὶ ἀπατηλοὶ, καὶ ἀπερίερ‐ γοι. Αἱ ὧραι δὲ περιστέφουσιν αὐτὴν, αἱ τροπαὶ δηλονότι τοῦ χρόνου. Αὗται γὰρ πολλῶν τεχνῶν ὕλην παρέχουσι, καὶ ἄλ‐ | |
λως δὲ τὰ μεγάλα συναίρονται πάσαις σχεδὸν ταῖς τέχναις· | 85 | |
30 | ταῖς μὲν, εἰς σύστασιν, ταῖς δὲ, εἰς χάριν. ΚΑΛΛΙΚΟΜΟΥΣ δὲ λέγει αὐτὰς οἰκείως· κομῶσι γὰρ τοῖς φυτοῖς· Ἄνθεσι δὲ λέ‐ γει στεφανοῦν, ἀπὸ τοῦ ἀκολούθου· αἱ ὧραι γὰρ τίνι ἂν ἄλ‐ λῳ ἢ ἄνθεσι στεφανώσωσι; καὶ τὸν στέφανον δὲ ἀπὸ ἐαρι‐ νῶν πλέκουσιν ἀνθέων, ἀκολούθως καὶ τοῦτο· ἐν τῷ ἔαρι | |
35 | γὰρ τὰ φυτὰ ἀνθεῖ, ἀφ’ ὧν οἱ στέφανοι πλέκονται. MOSCHOP, | |
sch60quat | ΠΕΡΙΚΛΥΤΟΝ. Ἤγουν περίφημον· τουτέστιν, οὗ ἡ φήμη ᾄδεται. MOSCHOP. | |
sch60quin | ὉΤΙ ΤΑΧΙΣΤΑ. Ἐπίτασιν ἔχει τὸ ὅτι· καὶ οὕτω δὲ ἔχον, μετὰ ὑπερθετικοῦ τίθεται καὶ παρὰ τῇ κοινῇ συνη‐ θείᾳ, καθὰ λέγεται καὶ τὸ πρώτιστος ὑπερθετικὸν ἐπὶ ὑπερθε‐ τικῷ. MOSCHOP. | |
sch61 | ΘΕΜΕΝ ΑΥΔΗΝ. Αὐδὴν δὲ νῦν, οὐ τὴν φωνὴν λέγει, ἀλλὰ τὸν τόπον τῆς φωνῆς· ἤτοι τὰ φωνητικὰ ὄργανα. PROCLUS. | |
sch61bis | ΑΝΘΡΩΠΟΥ ΘΕΜΕΝ ΑΥΔΗΝ ΚΑΙ ΣΘΕΝΟΣ. Τὸ, κυρίως τότε τὴν τοῦ ἀνθρώπου λαβεῖν ἐπωνυμίαν, καὶ ὀνοματοθετῆσαι τὸ καθέκαστον τῶν ἐν τῷ βίῳ, καὶ δύνα‐ μιν κατὰ θηρίων, καὶ τῶν λοιπῶν, καὶ μηχανὰς ἁπάσας ἐν‐ | |
5 | δείξασθαι, Πρὸ τοῦδε κτηνωδῶς ζῶντες, κατ’ οὐσίαν μόνον ἐλέγοντο ἄνθρωποι, καὶ οὐ κατὰ τὴν ἀνθρωπίνην ἐνέργειαν. Κλειτὸς, ὁ ἔνδοξος· ΚΛΥΤΟΣ δὲ, ὁ ἐξάκουστος καὶ ὁ μὲν κλειτὸς, πάντως καὶ κλυτός ἐστιν, οὐ τοὐναντίον· ἐξάκουστον γάρ τινα καὶ ἐπὶ κακοῖς ἐστιν εὑρεῖν· οὐ πάντως δὲ οὗτος καὶ | |
10 | κλειτός. TZETZES. | |
sch61ter | ὙΔΕΙ. Τὸ κῶας καὶ τὸ ὕδας καὶ τὰ ὅμοια τὰ εἰς ας Αἰολικῶς μετατρέπονται εἰς ος· ὡς ἐκ τοῦ ὕδας γέγο‐ νεν ὕδος, ἐξ οὗ τὸ ὕδει. TZETZES. | |
sch61quat | ΑΥΔΗΝ. Αὐδὴ ἡ ἔναρθρος φωνὴ παρὰ ποιηταῖς· φθέγμα τὸ αὐτὸ παρὰ τοῖς κοινοῖς. Ἐνταῦθα δὲ αὐδὴν οὐ τὴν φωνὴν λέγει, ἀλλὰ τὰ ὄργανα τῆς φωνῆς· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν τῶν ἀνθρωπίνων μελῶν ἁρμο‐ | 86 |
5 | νίαν. MOSCHOP. | |
sch62 | ΑΘΑΝΑΤΑΙΣ ΔΕ. Δαιμόνιον ὄντως ἐστὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς τὸ ἐν ταῖς ψυχαῖς θῆλυ· διὸ καὶ τὴν ζωτικὴν ἔχει πρὸς τὸν ἄνθρωπον ὁμοιότητα καὶ δύναμιν ἀνθρωπικὴν, καὶ ταῖς ἀθανάταις δὲ θεαῖς ἔοικε κατὰ τὸ εἶδος. Μέσον οὖν | |
5 | πως ἐστὶ θείων καὶ ἀνθρωπίνων συστάσεων, ὡς ἡ λογικὴ θεῖόν ἐστιν ἁπλῶς ἀπ’ αὐτῶν ἥκουσα τῶν θεῶν. Ἐοίκαμεν οὖν τρία εἶναι· κατὰ τὸν λόγον, θεῖοι· κατὰ τὸ ἄλογον, δαιμόνιοι· κατὰ τὸ σωματικὸν εἶδος, ἄνθρωποι τινές, PROCLUS. | |
sch62bis | ΑΘΑΝΑΤΗΣ ΔΕ ΘΕΗιΣ. Ἀθανάτοις δὲ θεαῖς, ἤγουν τοῖς θηλυκῶς λεγομένοις στοιχείοις, ὁμοίαν λέγει τὴν τῶν τεχνῶν περίληψιν. καὶ ΠΑΡΘΕΝΟΝ, ὅτι οὐ φθαρή‐ σονται αἱ τέχναι, ἀλλ’ ἔσονται, ἔστ’ ἂν καὶ τὰ στοιχεῖα συμπα‐ | |
5 | ραμένωσιν. Οἱ μὲν γὰρ τεχνῖται θνήσκουσιν, αἱ δὲ τέχναι ὡς ἀθάνατοι διαμένουσι. καὶ παρθένοι, ὅτι ἀεὶ νεάζουσι, καὶ προσεφευρίσκουσί τι. ΚΑΛΟΝ ΔΕ ΕΙΔΟΣ, ὅτι ὁ βίος ἐκ τῶν τεχνῶν γέγονεν ὡραιότερος. καὶ ΕΠΗΡΑΤΟΝ, ὅτι πάν‐ τες ἐρῶμεν τῶν τοῦ βίου ἡδέων. TZETZES. | |
sch62ter | ΕΙΣ ΩΠΑ. Ἀντὶ τοῦ εἰς ὄψιν· ἀπὸ τοῦ ὁρῶντος ὀφθαλμοῦ τὸ ὁρώμενον. MOSCHOP. | |
sch63 | ΠΑΡΘΕΝΙΚΗΣ ΚΑΛΟΝ ΕΙΔΟΣ. Καὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς ἀδιάφθορον ὂν, ἀπὸ τῆς γενέσεως μετέχει τι‐ νὸς κάλλους· ὅπου γε καὶ μέχρι σώματος ἥκει τὸ καλόν· μόνη γὰρ αἰσχρὰ ἡ ὕλη, διότι ἀνείδεος. PROCLUS. | |
sch64 | ΕΡΓΑ ΔΙΔΑΣΚΗΣΑΙ. Ἔστι γάρ τι τεχνικὸν καὶ ἐν τῷ θήλει τῆς ψυχῆς τῷ ἀλόγῳ κατὰ τὸ τῆς φαντασίας εὐμήχα‐ νον καὶ ἀνατυπωτικὸν, ὃ δὴ καὶ αὐτὸ φαίης ἂν Ἀθηναϊκὸν εἶναι δίδαγμα καθὸ καὶ ἐν ἀλόγοις ζώοις ἔστι τὶ φιλεργὸν καὶ τεχ‐ | |
5 | νοειδές. Καί τις καὶ νοῦν διὰ ταῦτα τὴν φαντασίαν ὠνόμα‐ σεν. Οὕτως οὖν ὑφαντικὸν τὸ ἄλογον καὶ ἐν ἡμῖν, ὡς ἐν τῷ ἀράχνῃ. PROCLUS. | 87 |
sch64bis | ΑΥΤΑΡ ΑΘΗΝΗΝ ΕΡΓΑ ΔΙΔΑΣΚΗΣΑΙ. Ὑλι‐ κὸν αἴτιον τῆς συστάσεως τῶν τεχνῶν τὸ πῦρ γέγονεν· ποιητι‐ κὸν δὲ ἡ κατασκευαστικὴ καὶ διδακτικὴ τούτων φρόνησις, ἣν Ἀθηνᾶν νῦν καλεῖ, καὶ διδάσκαλον τῶν ἔργων, Ἱστὸς δὲ, ἡ | |
5 | συμμιγὴς καὶ πολυμερὴς πασῶν τῶν τεχνῶν πολυπλήθεια. TZETZES, | |
sch65 | ΑΜΦΙΧΕΑΙ ΚΕΦΑΛΗι. Σαφῶς ταῦτα προσήκει τῷ ἀλόγῳ καὶ ἐν ἡμῖν· προσαγωγὸν γάρ ἐστιν αὐτοῦ τὸ φιλή‐ δονον τῶν πολλῶν καὶ ἐπέραστον τοῖς μὴ κρίνουσιν ὀρθῶς. Διὸ καὶ τὸν ΠΟΘΟΝ αὐτοῦ εἶπεν ΑΡΓΑΛΕΟΝ, οὐκ ὄντα | |
5 | καθαρὸν, ἀλλ’ ὑλικὸν, καὶ διὰ τοῦτο χαλεπόν· καὶ τὰς ΓΥΙΟ‐ ΚΟΡΟΥΣ δὲ ΜΕΛΕΔΩΝΑΣ, ὡς τὰ γυῖα κοσμούσας. Τὸ γὰρ κοσμεῖν καὶ καλλύνειν οἱ παλαιοὶ κορεῖν ἔλεγον· τὸ δὲ διδασκῆσαι ἀπὸ τοῦ διδασκῶ γέγονε περισπωμένου. ΑΛΛΩΣ ΓΥΙΟΚΟΡΟΥΣ, τὰς εἰς κόρον ἀγούσας τὰ γυῖα, ἤτοι τὰς | |
10 | μέχρι κόρου ἐσθιούσας τὰ μέλη· ἢ τὰς φροντίδας τὰς κατεσθι‐ ούσας τὰ μέλη τοῖς χρωμένοις δηλονότι· ἢ μελεδῶνας τὰς τρε‐ φούσας τὸ σῶμα, ὅθεν τὸ φροντίζειν περὶ τῆς γαστρός· γυ‐ ναικὶ γὰρ οὐδὲν μέλει ἄλλο ἢ μόνον τὸ σῶμα κατακόρως τρέ‐ φειν, ἢ ὅτι παναίτιοι τοῖς ἀνδράσι φροντίδων εἰσίν. PRO‐ | |
15 | CLUS. | |
sch65bis | ΚΑΙ ΧΑΡΙΝ ΑΜΦΙΧΕΑΙ ΚΕΦΑΛΗι. Ἀπὸ κοινοῦ τὸ ἐκέλευσεν, ἤγουν ἐπένευσεν ἡ Εἱμαρμένη ἐκ προμη‐ θείας ἡμετέρας εὑρεθῆναι τὸ πῦρ, ὑλικὸν αἴτιον τῶν τεχ‐ νῶν· εἶτα φρονήσει παραχθῆναι τὰς τέχνας, ὕλῃ τῷ πυρὶ | |
5 | χρησαμένας· εἶτα τὴν κεφαλὴν καὶ τὸ ἀποτέλεσμα τῆς τέχνης κοσμηθῆναι ἐπιθυμίᾳ καὶ ὡραιότητι τῇ χρυσῇ καὶ ἱλαρᾷ, ὡς | |
πόθον ἡμᾶς ἔχειν τοῦτο προσεπικτήσασθαι, καὶ φροντίδας ἐσθιούσας τὰ μέλη, ἑλκομένους τῇ ἐπιθυμίᾳ τῆς τούτων εὐτεχνίας καὶ ὡραιότητος. TZETZES. | 88 | |
sch66 | ΚΑΙ ΠΟΘΟΝ ΑΡΓΑΛΕΟΝ. Ἤγουν ἀνιαρὸν ἄλγος ἔχοντα· ἕπεται γὰρ τῷ πόθῳ ἄλγος. ΠΟΘΟΣ δέ ἐστιν ἐπιθυ‐ μία πραγμάτων ἀπόντων· ἐπιθυμία δὲ καὶ ἵμερος τὸ αὐτὸ, καὶ λέγεται ἐπὶ τῶν παρόντων, δηλοῦσι δὲ ὁρμὴν ψυχῆς καὶ | |
5 | κίνησιν ἐπί τι, τὸ μὲν ἀπὸ τοῦ θυμὸς, ἡ τῆς ψυχῆς κίνησις καὶ ζέσις, ὃ γίνεται ἀπὸ τοῦ θύειν, τὸ ὁρμᾷν· ὁ δὲ ἵμερος, ὅτι ἱέμενος ῥεῖ, καθά φησιν ὁ Πλάτων. Ἔρως δὲ, πάθος ἔξω‐ θεν διὰ τῶν ὀμμάτων τῇ ψυχῇ προσγινόμενον, διὰ ταῦτα φη‐ σὶν ὁ αὐτὸς Πλάτων, ἀπὸ τοῦ ἐσρεῖν, ἔσρους τό γε παλαιὸν | |
10 | ἐκαλεῖτο. Τῷ γὰρ ου, φησὶν, ἀντὶ τοῦ ω ἐχρώμεθα· νῦν δὲ ἔρως κέκληται διὰ τὴν τοῦ ω ἀντὶ τοῦ ου μεταλλαγήν. MOSCHOP. | |
sch66bis | ΚΑΙ ΓΥΙΟΚΟΡΟΥΣ ΜΕΛΕΔΩΝΑΣ. Ἤγουν τὰς τὸ σῶμα καλλυνούσας· κορεῖν γὰρ τὸ καλλωπίζειν καὶ κοσμεῖν, ἀφ’ οὗ καὶ νεωκόρος. MOSCHOP. | |
sch67 | ΚΥΝΕΟΝ ΤΕ ΝΟΟΝ. Εἰκότως καὶ ταῦτα φέρειν ἂν εἴποις εἰς τὴν ἐν ἡμῖν ἄλογον ζωή· ἀναιδῆ μὲν οὖσαν ὡς κατεξανισταμένην τοῦ λόγου πολλάκις καὶ μὴ ὑποστελλο‐ μένην τὸ τῇ φύσει κρεῖττον· ἀπατῶσαν δὲ τὸ ἐν ἐκείνῳ δυνά‐ | |
5 | μενον κρίνειν καὶ γοητεύουσαν ταῖς ἡδυπαθείαις. PROCLUS. | |
sch67bis | ΕΝ ΔΕ ΘΕΜΕΝ ΚΥΝΕΟΝ ΤΕ ΝΟΟΝ. Ἐπέ‐ | |
νευσεν ἡ Εἱμαρμένη καὶ τὸν προφορικὸν λόγον Ἑρμῆν, ἀναιδῆ τε καὶ τολμηρὸν λογισμὸν, καὶ πανουργόν τι καὶ αἱμύλον ἦθος, ἐνθεῖναι ταῖς τέχναις καὶ τοῖς τεχνίταις. Τοιοῦτοι γὰρ | 89 | |
5 | οἱ τὰς τέχνας μεταχειριζόμενοι. Ἀλλὰ μὴ δὲ τοῦτο ἐάσωμεν, ὅθεν ὁ Ἑρμῆς ΔΙΑΚΤΟΡΟΣ, καὶ ΑΡΓΕΙΦΟΝΤΗΣ λέγε‐ ται· τὰ γὰρ τῶν ἑτέρων Ἑρμῶν οὐ φροντὶς ἡμῖν λέγειν. Ὁ μὲν μυθικὸς Ἑρμῆς διάκτορος λέγεται, ἐκ τοῦ διακτορεῖν, καὶ ἀγγέλλειν τὰ τῶν θεῶν· καὶ Ἀργειφόντης, ὅτι Ἄργον ἀνεῖλεν | |
10 | τὸν πανόπτην, ὃν ἡ Ἥρα φύλακα τῆς Ἰοῦς ἐπέστησε τῆς Ἰνά‐ χου παιδός. Ὁ δὲ προφορικὸς λόγος Ἑρμῆς λέγεται, παρὰ τὸ ἑρμηνευτικὸς εἶναι, καὶ Διάκτορος, ὅτι ἐξηγεῖται καὶ διαγγέλλει τὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐνθυμήματα. Ἀργειφόν‐ της δὲ, ὡς ἀργὸς καὶ καθαρὸς φόνου· παιδεύει γὰρ καὶ ῥυθ‐ | |
15 | μίζει, καὶ πραΰνει τὸ θυμικὸν τῆς ψυχῆς· ἢ ὅτι τὸν Ἄργον κύνα ἀναιρεῖ, τουτέστι τὰ λυσσώδη καὶ ἄτακτα ἐνθυμήματα. | |
TZETZES. | 90 | |
sch67ter | ΚΥΝΕΟΝ ΤΕ ΝΟΟΝ. Τὸν κυνὸς δηλονότι ἀναί‐ δειαν ἔχοντα, ἀπὸ τοῦ κυνὸς κύνεος, ὡς ἀπὸ τοῦ χρυσὸς χρύ‐ σεος, καὶ ἄργυρος ἀργύρεος μετουσιαστικῶς. MOSCHOP. | |
sch67quat | ΕΠΙΚΛΟΠΟΝ. Τὸν ἐν κλοπῇ· τὸ δὲ ἐν κλοπῇ οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ κλεπτικὴν ἔχον δύναμιν. Ὡς γὰρ ἔν‐ δροσον ταυτὸν τῷ δροσερῷ μετουσιαστικῷ ὄντι, οὕτω καὶ ἐπίκλοπον ταυτὸν τῷ κλεπτικῆς καὶ παραλογιστικῆς μετέχοντι | |
5 | δυνάμεως. MOSCHOP. | |
sch68 | ἙΡΜΕΙΗΝ. Ἑρμείας ποιητικόν· Ἑρμῆς κοινόν. MOSCHOP. | |
sch68bis | ΔΙΑΚΤΟΡΟΝ. Διάκτορος, ὁ μεγαλόφωνος. Πλεο‐ νάζει δὲ ἐν αὐτῷ τὸ κʹ, ὥσπερ ἐν τῷ ἀλυκτοπέδη. Τὸ μὲν γὰρ ἀπὸ τοῦ διάτορον, ὃ λέγεται ἐπὶ φωνῆς ἐντόνου καὶ ἰσχυρᾶς· τὸ δὲ ἀπὸ τοῦ ἄλυτος καὶ τοῦ πέδη. Ἀργειφόντης δὲ, ὡς τὸν | |
5 | Ἄργον τὸν πανόπτην φονεύσας τὸν τῆς Ἰοῦς φύλακα· γίνεται οὖν Ἀργοφόντης, εἶτα ποιητικῶς Ἀργειφόντης. MOSCHOP. | |
sch69 | ὩΣ ΕΦΑΘ’· ΟΙ Δ’ ΕΠΙΘΟΝΤΟ ΔΙΙ Κ. Α. Οὕτω τῆς εἱμαρμένης ἐπινευσάσης, ταυτὶ πάντα γέγονε. Κρο‐ νίωνα δὲ τὴν εἱμαρμένην λέγει, ὡς ἀφανῶς καὶ ἀδήλως ἀπο‐ τελουμένων τῶν εἱμαρμένων, ἐκ τοῦ κοροῦν καὶ θολοῦν | |
5 | τὸν νοῦν· οὐδεὶς γὰρ νοῦς ἀνθρώπινος ἀκριβῶς οἶδε τὰ εἱμαρ‐ μένα καὶ συμβησόμενα. Ἄνακτα δὲ καὶ βασιλέα ταύτην φησὶ, ὡς πάντων δεσπόζουσαν, καὶ δι’ αὐτῆς γινομένων ἁπάντων. TZETZES. | |
sch70 | ΑΥΤΙΚΑ Δ’ ΕΚ ΓΑΙΗΣ ΠΛΑΣΣΕ. Τὴν γυναῖκα ταύτην, ἤγουν τὴν τῶν τεχνῶν ἁπασῶν σύστασιν, ὁ Ἥφαιστος, ἤγουν τὸ πῦρ ἐκ γῆς πλάττει· ὅτι τὰ τῆς γῆς καὶ ἡ γεωργία, πρώτη καὶ τιμιωτάτη τῶν ἄλλων τεχνῶν· διὰ γὰρ τὸ ζῇν πᾶς | |
5 | ἄνθρωπος τὰς τέχνας μετέρχεται. ΚΛΥΤΟΣ ἭΦΑΙΣΤΟΣ, ἤγουν ἐξάκουστον τὸ πῦρ· ὅτι δι’ αὐτοῦ πᾶσα γίνεται τέχνη, | |
καὶ πᾶσι γινώσκεται. Ἥφαιστος δὲ λέγεται, ἐκ τοῦ ἅπτω. ΑΜΦΙΓΥΗΕΙΣ, ὁ ἀμφοτέρωθεν γυιῶν καὶ βλάπτων· ἀδδηφάγον γὰρ καὶ καυστικὸν τὸ πῦρ. ἢ ἀμφιγυιήεις, ὁ ἑκατέ‐ | 91 | |
10 | ρωθεν χωλός· ἢ μᾶλλον, τὸ ἕτερον μέλος· ἀναφερόμενον γὰρ τὸ ἐν χρήσει πῦρ ὥσπερ ὑποχωλεύει, καὶ ὑποσκάζει· οὐ γὰρ παράμονόν ἐστιν, ἀναλισκομένης τῆς ὕλης. Τὸν μυθικὸν δέ φασι Ἥφαιστον ἀμφιγυιήεντα, ἢ ὅτι ἑνὶ μέρει χωλεύει, καὶ ὑποσκάζει, ὡς ὑπὸ τοῦ Διὸς ῥιφθέντα, καὶ χωλωθέντα | |
15 | τὰ γυῖα, ἤτοι τὰ μέλη. TZETZES. | |
sch70bis | ΑΜΦΙΓΥΗΕΙΣ. Γυῖα αἱ χεῖρες καὶ οἱ πόδες· ἀφ’ οὗ γυοῦν, τὸ τὰ σκέλη βλάπτειν, καὶ Ἀμφιγυήεις ταυτὸν τῷ κυλλοπόδῃ, ἤγουν ὁ τοὺς πόδας βεβλαμμένος καὶ χωλός. Ὀνομάζεται δὲ τούτῳ τῷ ὀνόματι, καὶ τὸ παρ’ ἡμῖν πῦρ, καὶ | |
5 | ὁ ἐπιστάτης τῶν διὰ τοῦ πυρὸς ἐνεργουμένων τεχνῶν, τὸ μὲν, ὡς ἄνευ τῆς τῶν ξύλων παραθέσεως οὐ δυνάμενον παραμένειν, ὥσπερ ὁ βεβλαμμένος τοὺς πόδας οὐκ ἂν σταίη μὴ ὄντος τινὸς τοῦ στηρίζοντος, ὁ δὲ, ὡς ἐπιστάτης καὶ ἔφορος αὐτοῦ τούτου τοῦ πυρὸς χωλοῦ, καθὰ εἴρηται, συμβολικῶς ὀνομαζομένου· | |
10 | ὥσπερ βαρύκτυπος λέγεται ὁ Ζεὺς, οὐχ ὅτι αὐτὸς κτυπεῖ, ἀλλ’ ὅτι αἴτιός ἐστι τῶν βαρυήχων βροντῶν. MOSCHOP. | |
sch71 | ΑΙΔΟΙΗ. Ὡς γελοῖος ὁ ἄξιος γέλωτος, οὕτω καὶ αἰ‐ δοῖος ὁ αἰδοῦς ἄξιος. Αἰδοῖος δέ ἐστι τίς τινι ἢ δι’ ἃ ἔχει ἀγα‐ θὰ, καθ’ ὃ λέγεται ἐνταῦθα τὸ αἰδοίης· ἢ δι’ ὃ εἰς αὐτὸν ἐξή‐ μαρτεν ὁ αἰδούμενος. Φαίνεται δὴ τὸ αἰδοῖος ταυτὸν εἶναι | |
5 | τῷ αἰδέσιμος, πλὴν ὅτι τὸ μέν ἐστι ποιητικὸν, τὸ αἰδοῖος, τὸ δὲ παρὰ τοῖς κοινοῖς ἐν χρήσει· αἰδήμων δὲ ὁ εἰδὼς αἰδεῖσθαι. | |
Τὸ πᾶν δὲ τοιοῦτον· οὕτως ἔφη· πλατὺν δὲ ἐγέλασε γέλωτα ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν· τὸν Ἥφαιστον δὲ, οὗ ἡ φήμη περιᾴδεται, ἐκέλευσε γῆν ὕδατι μιγνύναι ὅτι τάχιστα, | 92 | |
10 | ἤγουν πηλὸν ποιεῖν· ἐνθεῖναι δὲ αὐτῷ ἁρμονίαν μελῶν ἀνθρω‐ πίνων καὶ δύναμιν· ὁμοιοῦν δὲ τὸ πλάσμα εἰς ὄψιν ταῖς ἀθα‐ νάτοις θεαῖς ταῖς παρθένοις· τουτέστιν εἰς τύπον παρθένου αὐτὸ ποιεῖν, κατ’ εἶδος εὔμορφον, ἐπέραστον· τὴν Ἀθηνᾶν δὲ ἐκέ‐ λευσε διδάξαι αὐτὴν τὴν ὑπὸ τοῦ Ἡφαίστου πλασθησομένην | |
15 | παρθένον, ἐργασίας· λέγω, ὑφαίνειν ἱστὸν πάνυ ποικίλον· καὶ τὴν περικαλλῆ καὶ λαμπρὰν Ἀφροδίτην ἐκέλευσε περιχέαι τῇ κεφαλῇ αὐτῆς χάριν, καὶ πόθον ἀλγεινὸν, ἵνα ποθῇ δηλον‐ ότι καὶ ποθῆται, καὶ φροντίδας καλλυνούσας τὰ μέλη· τὸν Ἑρμῆν δὲ τὸν διάκτορον τὸν Ἀργειφόντην ἤνωγεν, ἤγουν ἐκέ‐ | |
20 | λευσεν, ἐνθεῖναι αὐτῇ κυνὸς ἀναίδειαν ἔχοντα νοῦν, καὶ ἦθος κλεπτικῆς καὶ παραλογιστικῆς μετέχον δυνάμεως. Οὕτως εἶ‐ πεν· οἱ δὲ ἐπείθοντο τῷ Διῒ τῷ υἱῷ τοῦ Κρόνου τῷ ἄνακτι. Αὐτίκα δὲ ἔπλασεν ἀπὸ τῆς γῆς ὁ κλυτὸς Ἥφαιστος, ἤγουν οὗ ἡ φήμη ᾄδεται, πλάσμα ὅμοιον παρθένῳ αἰδοῦς ἀξίᾳ, διὰ τὴν | |
25 | βουλὴν τοῦ Κρονίδου, ἔξωσε δὲ καὶ ἐστόλισεν αὐτὴν ἡ θεὰ ἡ Ἀθη‐ νᾶ ἡ ὀξὺ ὁρῶσα καὶ στιλπνόν. Περιέθεσαν δὲ τῷ χροῒ αὐτῆς, ἀντὶ τοῦ τῷ τραχήλῳ, αἱ θεαὶ αἱ Χάριτες, καὶ ἡ σεβασμία Πειθὼ, αἱ μὲν ἵνα χαριεστάτη δηλονότι ᾖ, ἡ δ’ ἵνα πείθῃ, ὡς ἡ κεκοσμημένη γυνὴ πείθει τὸν ἄνδρα εἰς συνουσίαν, ὅρμους | |
30 | χρυσοῦς· ἤγουν περιτραχήλιον κόσμον. Περιέστεφον δὲ αὐ‐ τὴν, ἤγουν ἐστεφάνουν, αἱ Ὧραι αἱ καλλίτριχες, ὡς γυναῖκας γὰρ αὐτὰς προσωποποιεῖ, ἄνθεσιν ἐαρινοῖς. Πάντα δὲ στο‐ λισμὸν ἐφήρμοσε τῷ σώματι αὐτῆς ἡ Παλλὰς Ἀθήνη· ἐν δὲ τοῖς στήθεσιν αὐτῆς κατεσκεύασεν ὁ διάκτορος Ἀργειφόντης | |
35 | ψεύδη τε καὶ λόγους ἀπατηλοὺς καὶ παραλογιστικὸν ἦθος, διὰ τὴν βουλὴν τοῦ Διὸς τοῦ τῶν βαρυήχων βροντῶν αἰτίου. Ἐνέ‐ θηκε δὲ αὐτῇ ὁ αὐτὸς Ἑρμῆς, ὁ κῆρυξ τῶν θεῶν, φωνήν. Ὠνόμασε δὲ ταύτην τὴν γυναῖκα Πανδώραν, διότι πάντες οἱ οἰκοῦντες τὰ οὐράνια οἰκήματα δῶρον αὐτῇ ἐδωρήσαντο, | |
40 | εἰς βλάβην τοῖς ἀνδράσι τοῖς ἐφευροῦσιν. MOSCHOP. | 93 |
sch72 | ΖΩΣΕ ΔΕ, ΚΑΙ ΚΟΣΜΗΣΕ. Ἀντὶ τοῦ ἐπέσφιγξε καὶ ἐπεκόσμησεν, ἀπὸ μεταφορᾶς τῶν ζωννυμένων. Ἐκ τού‐ του δὲ σημειωτέον, ὅτι καὶ Ἡσίοδος ἀλληγορικῶς ταῦτα ἔγρα‐ ψεν, ὥσπερ· αὐτὸς νῦν ἀλληγορῶ. Ἄνωθεν γὰρ εἰπὼν | |
5 | διδάξαι τὴν Ἀθηνᾶν τὸν ἱστὸν τὴν Πανδώραν, νῦν λέγει ζωννύειν καὶ κοσμεῖν· καὶ ἀντὶ Ἀφροδίτης νῦν τὰς Χάριτας εἰπὼν μανιάκας χρυσείους περὶ τὸν τράχηλον ἐκείνης τιθέναι, ἔδειξε τοῦτο καταφανέστερον, ὅτι γυναῖκα τὴν ἐκ τῶν τεχνῶν τοῦ βίου ἐπικόσμησιν καὶ ἁβρότητα λέγει, ἣν φρόνησις μὲν | |
10 | μετὰ τὸ πῦρ συνεστήσατο, ὡραιότης δὲ καὶ χάρις εἰς τέλος ἐκόσμησαν. Αἱ Ὧραι δὲ στεφανοῦσιν, ἀλλ’ οὐκ ἐν ἐαρινοῖς ἄνθεσι, τοῖς δὲ καλλίστοις καὶ ἀεὶ θάλλειν ποιοῦσι τούτων δωρήμασιν. Ἔαρ, ὀπώραις, αἷς ἔχει, καὶ μυρίοις ἄνθεσι· Θέρος, σίτοις, καὶ τοῖς λοιποῖς· Φθινόπωρον, οἴνῳ, καὶ | |
15 | τοῖς ἑτέροις· Χειμὼν, ἐλαίῳ, καὶ ἄλλοις δωρήμασιν, ἢ τοῖς αὐτῶν καταστήμασιν· ὁ μὲν Χειμὼν ὑγραίνων, καὶ γαλακτο‐ ποιῶν τὰ σπαρέντα· τὸ Ἔαρ δὲ, φύον ταῦτα, καὶ αὖξον, καὶ περιπνέον εὐκράτῳ ἀέρι· τὸ δὲ Θέρος ἐξικμάζον, καὶ στερε‐ οῦν· ὁμοίως τούτοις καὶ τὸ Φθινόπωρον. ΚΑΛΛΙΚΟΜΟΥΣ | |
20 | δέ φησι τοὺς καιροὺς, διὰ τὸ καλλίστως κομᾷν τοὺς ἔχοντας τὰ τούτων δωρήματα. TZETZES. | |
sch73 | ΧΑΡΙΤΕΣΤΕ ΘΕΑΙ. Χάριτές εἰσι τρεῖς· Πειθὼ, Ἀγλαΐα, καὶ Εὐφροσύνη· Ὧραι τρεῖς· Εὐνομία, Δίκη, Εἰ‐ ρήνη. PROCLUS. | |
sch74 | ὉΡΜΟΥΣ ΧΡΥΣΕΙΟΥΣ. Ἐπειδὴ ἡ γυνὴ κεκοσμη‐ μένη πείθει τὸν ἄνδρα πρὸς συνουσίαν τάχος. Σαπφὼ δέ | |
φησι τὴν Πειθὼ Ἀφροδίτης θυγατέρα. Καὶ τὸ ΕΙΑΡΙΝΟΙ‐ ΣΙΝ, ἀπὸ τοῦ πληρεστάτου τὰ ἄνθη τὰ κατὰ καιρὸν λέγει, | 94 | |
5 | καὶ τὸ, ΠΑΝΤΑ ΔΕ ΟΙ ΧΡΟΙ, ἀντὶ τοῦ τὸν λοιπόν. ΚΟΣΜΟΝ δὲ τὸ ἱμάτιον λέγει, ἐπειδὴ τὸ σῶμα κοσμεῖ. ΕΦΗΡ‐ ΜΟΣΕ δὲ, ἐπειδὴ μετὰ μηχανῆς. PROCLUS. | |
sch76 | ΠΑΝΤΑ ΔΕ ΟΙ ΧΡΟΙ. Τὸ πᾶν δὲ τῶν τεχνῶν ἡ φρόνησις πρὸς ἁρμονίαν ἐῤῥύθμισεν. ΑΘΗΝΑ δὲ ἡ φρόνη‐ σις, παρὰ τὸ τὰ πάντα ἀθρεῖν καὶ βλέπειν, καὶ περὶ πάντων νοεῖν. ἢ ἀθηλά τις οὖσα, ἡ μὴ θηλάζουσα, καὶ νηπιόφρων, | |
5 | ἀλλὰ γενναιοτάτη καὶ ἐνδρανής. Καὶ τροπῇ τοῦ λάμβδα εἰς ν δωρικῶς, Ἀθηνᾶ. Ὡς τὸ ἦνθον, ἀντὶ τοῦ ἦλθον. ΠΑΛΛΑΣ δὲ ἡ παλλομένη, καὶ εὐκίνητος· ἢ ἡ ἐν τῷ ἐκ τῆς Διὸς κεφαλῆς γεννηθῆναι πάλλουσα καὶ κινοῦσα τὰ ὅπλα, ὡπλισμένη γὰρ ἡ φρόνησις καὶ στεῤῥὰ ἐκ τοῦ νοῦ ἐξέρ‐ | |
10 | χεται· ἢ ἡ Πάλλαντα ἕνα τῶν Γιγάντων ἀνελοῦσα· τουτέστιν ἡ τοὺς γηΐνους καὶ ἀλαζόνας λογισμοὺς καταβάλλουσα. Καὶ ΓΛΑΥΚΩΠΙΣ δὲ ἡ φρόνησις λέγεται, διὰ τὸ καταπληκτικὸν, καὶ ἔπανδρον, καὶ τὸ σταθερόν· τὰ γὰρ γλαυκόφθαλμα τῶν ζώων καταπληκτικὰ, καὶ θυμωδέστερα· ἢ γλαυκῶπις λέ‐ | |
15 | γεται μεταληπτικῶς, ἡ καθαρῶς καὶ ὀρθῶς ὁρῶσα καὶ κρίνουσα τὰ πράγματα. Ὡς τοὐναντίον, ὁ θυμὸς κελαινῶπις. TZE‐ TZES. | |
sch77 | ΕΝ Δ’ ΑΡΑ ΟΙ ΣΤΗΘΕΣΣΙ. Καὶ ταῦτα ἀλη‐ θῆ περὶ τοῦ ἀλόγου. Τὸ γὰρ ἐν αὐτῷ γνωστικὸν οὐκ ἐφάπ‐ τεται τῆς ἀληθείας, ἀλλὰ φαντασίας ἴσχει ψευδεῖς παρακρουο‐ μένας τὸν λόγον, ᾗπερ αὐτὰς ἐπιτρέψειεν. PROCLUS. | 95 |
sch77bis | ΑΡΓΕΙΦΟΝΤΗΣ. Πῶς ἄνω μὲν Ζεὺς Ἡφαίστῳ ἐκέλευσεν ἐνθεῖναι φωνὴν, νῦν δὲ ὁ Ἑρμῆς ἐντίθησι; Ῥητέον οὖν, ὡς τὸ μὲν ἐνδιάθετον ἐκεῖνος, τὸ δὲ προφορικὸν ὁ Ἑρ‐ μῆς ἐντίθησιν. PROCLUS. | |
sch77ter | ΕΝ Δ’ ΑΡΑ ΟΙ ΣΤΗΘΕΣΣΙΝ. Ἐν μέσῳ τῶν τεχνῶν, τουτέστι πάσαις ταῖς τέχναις καὶ τοῖς τεχνίταις, αἱμυλίας καὶ ψεύδη καὶ ἀναιδείας κατέσπειρεν. Βαρύκτυ‐ πον δὲ τὴν Εἱμαρμένην λέγει, διὰ τὰς βοὰς καὶ ἀναῤῥήσεις | |
5 | τῶν εὐτυχούντων, καὶ τὰ ὀνείδη καὶ καταῤῥήσεις τῶν δυσκλη‐ ρούντων. TZETZES. | |
sch79 | ΕΝ Δ’ ΑΡΑ ΦΩΝΗΝ. Τοῦτό τινες περιττόν φα‐ σιν· ἤδη γὰρ ὁ Ἥφαιστος δέδωκεν αὐδὴν τῇ γυναικί· εἰ δὲ καὶ τοῦτο γνήσιον εἴη τοῦ Ἡσιόδου, τὸν Ἥφαιστον τὸ ὄργα‐ νον ἐροῦμεν ὑποστῆσαι τοῦ ἀλόγου, δι’ οὗ δύναται συμφθέγ‐ | |
5 | γεσθαι τῷ λόγῳ, τὸν δὲ Ἑρμῆν αὐτὴν δοῦναι τὴν δύναμιν τὴν λογοειδῆ· λόγων γὰρ δεσπότης οὗτος ὁ θεός. Πανδώρην δὲ, ἢ ὅτι πάντων δῶρα ἔλαβεν, ἢ ὅτι δῶρον πάντων τῶν θεῶν. ΑΛΦΗΣΤΗιΣΙ δὲ, τοῖς διανοητικοῖς ἀνδράσι καὶ εὑρετικοῖς. PROCLUS. | |
sch79bis | ΕΝ Δ’ ΑΡΑ ΦΩΝΗΝ. Ὠνοματοθέτησε δὲ τὸ πᾶν ὁ προφορικὸς λόγος Ἑρμῆς ὁ θεῶν κῆρυξ, ἤτοι ὁ διαγγέλλων καὶ μηνύων τὰ τῆς ψυχῆς κινήματα, καὶ τοῦ νοῦ. ΟΝΟ‐ | |
ΜΗΝΕ γὰρ, ο μικρὸν Ἰωνικῶς. TZETZES. | 96 | |
sch79ter | ΓΥΝΑΙΚΑ ΔΕ. Καὶ τὴν τῶν τεχνῶν σύστασιν· ἢ κατ’ ἐξοχὴν, τὴν γεωργικήν· ἣν καὶ Πανδώραν καλεῖ, ὅτι πᾶσαι αἱ ψυχικαὶ δυνάμεις σὺν τῷ πυρὶ ταύτην ἐτέκνωσαν, καὶ ὑπέστησαν, τὸ οἰκεῖον ἑκάστη δωρησαμένη, ὡς ἔφημεν. | |
5 | Ἐπὶ δὲ τῆς γεωργίας καὶ τῶν γεωπονικῶν, ὅτι πᾶσι πάντα δωρεῖται τὰ πρὸς τὸ ζῇν, ἢ ὅτι οἱ θεοὶ, ἤτοι τὰ στοιχεῖα καὶ αἱ Ὧραι, αὐτῇ δωροῦνται τὰ οἰκεῖα, ὄμβρους, θέρμην, ἀνέμους· ὑφ’ ὧν ἐκτρέφονται τὰ σπέρματα. Ἐκ δὲ τοῦ εἰπεῖν, ΟΛΥΜ‐ ΠΙΑ ΔΩΜΑΤ’ ΕΧΟΝΤΕΣ, δείκνυσιν, ὅτι περὶ τῶν ψυχι‐ | |
10 | κῶν δυνάμεων λέγει, τῶν κατοικουσῶν περὶ τὸν ἡμέτερον Ὄλυμπον καὶ οὐρανὸν, ἤγουν τὸ λογιστικὸν ἡμῶν. ΕΔΩ‐ ΡΗΣΑΝ, Ἀττικὴ ἀποκοπή. κἂν καὶ τοῦτο ὁ Πρόκλος Ἰωνικὸν λέγῃ. TZETZES. | |
sch82 | ΠΗΜ’ ΑΝΔΡΑΣΙΝ ΑΛΦΗΣΤΗιΣΙ. Βλάβην λέ‐ γει τὰς τέχνας γενέσθαι τοῖς ἐφευροῦσιν ἀνδράσιν, δι’ ἅπερ ἔφην τὸ πρότερον. TZETZES. | |
sch83 | ΑΥΤΑΡ ΕΠΕΙ ΔΟΛΟΝ. Ἐπεὶ δὲ νεύσει τῆς Εἱ‐ μαρμένης ἀπηρτίσθησαν αἱ τέχναι· τὴν γὰρ Εἱμαρμένην πα‐ τέρα καλεῖ, ᾧ τρόπῳ πρώην εἰρήκειν· ὁ προφορικὸς καὶ δι‐ δασκαλικὸς καὶ ἐφερμηνευτικὸς λόγος Ἑρμῆς εἰς τοὺς ἐπιμη‐ | |
5 | θεστέρους καὶ ὑστερογνώμονας παρέπεμψε τὸ δῶρον, τὸ τῶν τεχνῶν, καὶ τὴν τούτων διδασκαλίαν. Οἱ δὲ οὐκ ἔγνωσαν ἀποδιῶξαι τοῦτο, καὶ μὴ δέξασθαι παρὰ τῆς δεινῆς Εἱμαρμέ‐ νης· ὥσπερ ἂν εἰ εἶπε καὶ προεσκέψατό τις προμηθέστερος, μή πως γένηται βλάβη πολλοῖς. Τὸ δὲ ΠΑΡ ΖΗΝΟΣ ΟΛΥΜ‐ | |
10 | ΠΙΟΥ, ἀντὶ τοῦ ἐκ τῆς Εἱμαρμένης τῆς ἐξ οὐρανοῦ διδομένης, ἢ τῆς ἐκ τοῦ ἡμετέρου Ὀλύμπου καὶ οὐρανοῦ δοθείσης, ἤτοι τῆς κακοβουλίας. Ἡμεῖς γὰρ τὴν παλαιὰν ἐκείνην μετεστρέ‐ ψαμεν Εἱμαρμένην, ἐξ ἡμετέρου λογισμοῦ τὸ πῦρ καὶ τὰς τέ‐ χνας εὑρόντες· | |
15 | ὧν περ φανεισῶν, δυσχερῆ ζῶμεν βίον. TZETZES. | 97 |
sch83bis | ΑΥΤΑΡ ΕΠΕΙ ΔΟΛΟΝ. Δόλος, μηχανὴ κακὸν ἔχουσα ἀγαθῷ δοκοῦντι κεκαλυμμένον· ἀπάτη, ὅταν λάθῃ τὶς ὑπό τινος ἐπί τι παρασυρείς· πλάνη δὲ, ὅταν ἀφ’ ἑαυτοῦ τὶς λάθῃ ἐκτραπεὶς τοῦ προσήκοντος, καὶ φέρηται ἀλλοκότους | |
5 | ὁδούς. Δοκεῖ δὲ ὁ δόλος διαφέρειν τῆς ἀπάτης τῷ, τὸν μὲν ἐπὶ τῷ βλάψαι πᾶσαν ἔχειν τὴν μηχανὴν, τὴν δὲ ἀπάτην οὐκ αὐτὸ τοῦτο πρὀύργου ἔχειν, δηλονότι τὸ βλάψαι, εἰ καὶ ἔστιν ὅτε καὶ τούτου στοχάζεται, ἀλλὰ τὸ λαθεῖν παρασῦραι εἰς ἃ βούλεται. Καὶ ἡ μὲν ἀπάτη ἐστὶν ὅτε καὶ ἐπ’ ἀγαθῷ γίνεται, | |
10 | ὁ δὲ δόλος οὐδέποτε. MOSCHOP. | |
sch84 | ΕΙΣ ΕΠΙΜΗΘΕΑ. Θεός τίς ἐστι καὶ οὗτος, λογισμοῦ μὲν αἴτιος, ἀλλ’ οὐ τοῦ προνοητικοῦ τῶν ἐκβησομένων, ὡς ὁ Προμηθεὺς, ἀλλ’ ἐκείνου τοῦ μόλις ἐκ τῶν ἀποβάντων πρὸς ἑαυτὸν ἐπιστρέφοντος. Ὅθεν ἐκεῖνος μὲν προαγορεύει μὴ | |
5 | δέχεσθαι τὴν γυναῖκα, δεξάμενος δὲ οὗτος τότε δὴ γινώσκει τὸ κακόν. Ἃ δὴ πάσχουσιν αἱ ψυχαί· τούτων γὰρ, αἱ μὲν νοε‐ ρώτεραι καὶ πρὸ τοῦ παθεῖν ἀποσκευάζονται τὴν ἀλογίαν· αἱ δὲ ἀσθενέστεραι μόλις ἐκ τῆς πρὸς αὐτὴν τὴν γένεσιν κοινω‐ νίας εἰς ἔννοιαν ἄγονται τῶν ἀπ’ αὐτῆς κακῶν. Ἃ δὲ αἱ ψυ‐ | |
10 | χαὶ πάσχουσιν, ὁ μῦθος ἐπὶ τοὺς προνοοῦντας αὐτῶν ἀναπέμ‐ πει θεούς. ΑΛΛΩΣ. ΕΙΣ ΕΠΙΜΗΘΕΑ. Εἰς τοὺς ἀπρο‐ νοήτους ἀνθρώπους, ἡ εις, ἀντὶ τοῦ προς. Ἔστι δὲ τὸ σχῆμα Ἀττικὸν, ὅμοιον τῷ, εἰς Ἀγαμέμνονα δῖον ἄγον. | |
15 | ΑΡΓΕΙΦΟΝΤΗΣ δὲ, ἤτοι ὁ ἐν Ἀργῷ φωνῶν· εἰρηνι‐ κὸς γὰρ ὁ θεὸς καὶ ἀψευδής· οἱ δὲ νεώτεροι, ὅτι Ἄργον ἐφό‐ νευσε τὸν πανόπτην· Νέσσος δὲ ὁ Χῖος, ἀπὸ τοῦ διάγειν τὰς τῶν τελευτώντων ψυχάς. Τὸ δὲ ΑΜΗΧΑΝΟΝ, ἀντὶ τοῦ ἀμηχάνως, ἐπιῤῥηματικῶς. PROCLUS. | 98 |
sch85 | ΘΕΩΝ ΤΑΧΥΝ ΑΓΓΕΛΟΝ. Οἰκείως ὁ Ἑρμῆς εἴ‐ ληπται συναγωγεὺς τῶν δύο ψυχῶν, τῆς ἀλόγου καὶ λογικῆς, εἰς τὴν πρὸς τὸ σῶμα κοινωνίαν, μέσος γάρ ἐστιν ὡς ἄγγε‐ λος. Ὁ γὰρ ἄγγελος δύο τινῶν ἐστιν, ἄλλου πρὸς ἄλλον ἀγ‐ | |
5 | γέλλων διάνοιαν· καὶ τὸ ἄλογον δὲ, μέσον τοῦ τε σώματός ἐστι καὶ τῆς λογικῆς ψυχῆς. Στικτέον δὲ εἰς τὸ ἄγοντα, οὐ γὰρ πάντων τῶν θεῶν ἦν τὸ δῶρον, ἀλλὰ τοῦ Διός. PRO‐ CLUS. | |
sch85bis | ΟΥΔ’ ΕΠΙΜΗΘΕΥΣ. Ἀρχηγὸς γὰρ τοῦ τετάρτου γένους τοῦ ἡρωϊκοῦ, Δευκαλίων, ἐφ’ οὗ ὁ κατακλυσμὸς, γα‐ | |
μεῖ Πύῤῥαν τὴν Πανδώρας καὶ Ἐπιμηθέως. Καὶ οὗτος δὲ ὁ μῦθος ἐπιτηδειότατος πρὸς ἀποτροπὴν τοῦ ἀδελφοῦ, ὅπως μὴ | 99 | |
5 | σχολάζοι πόρναις· ἦν γὰρ περὶ αὐτὰς ἐπτοημένος. Ὅθεν φησὶ, Μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω. PROCLUS. | |
sch89 | ὉΤΕ ΔΗ ΚΑΚΟΝ. Φησὶν, ὅτι Προμηθεὺς τὸν τῶν κακῶν πίθον παρὰ τῶν Σατύρων λαβὼν, καὶ παραθέμενος τῷ Ἐπιμηθεῖ, παρήγγειλε τὴν Πανδώραν μὴ δέξασθαι. Ὁ δὲ, ὅτε τὸ κακὸν ἔσχε παρ’ αὐτῷ, τότε ἐνόησε τί αὐτῷ ἐπέμφθη· | |
5 | διὰ τοῦτο καὶ Ἐπιμηθεύς. Ἔστι δὲ ὅμοιον τῷ τοῦ Ὁμήρου, Ῥεχθὲν δέ τε νήπιος ἔγνω. PROCLUS. | |
sch89bis | ΑΥΤΑΡ Ὁ ΔΕΞΑΜΕΝΟΣ. Οἱ δὲ ἐπιμηθέστεροι καὶ ὑστερογνώμονες δεξάμενοι τὰς τέχνας, ὁπότε ἐπήλθοσαν ἡμῖν αἱ περιστάσεις, καὶ αἱ συμφοραὶ, τότε ἐπέγνωμεν. TZETZES. | |
sch89ter | ΔΕΞΑΜΕΝΟΣ. Τὸ ΝΟΣ κοινὴ συλλαβὴ, καὶ ἔστι μακρόν. TZETZES. | |
sch90 | ΠΡΙΝ ΜΕΝ ΓΑΡ. Οὐ χρόνῳ, τὸ πρὶν, ἀλλὰ κατὰ τὴν τάξιν μόνον τῶν πραγμάτων νοητέον. Σημαίνει γὰρ, ὅτι ἄνευ μὲν τοῦ ἀλόγου ζῶσιν αἱ ψυχαὶ πάντων ἔξω κακῶν καὶ ταλαιπωρίας· διὰ δὲ τὸ ἄλογον ὑποπεπτώκασιν καὶ τοῖς ἀπὸ | |
5 | τῆς Εἱμαρμένης πόνοις, ἵνα φύγωσι τὴν μετ’ αὐτοῦ ζωήν· ἃς δὴ κῆρας ὀνομάζει καὶ αὐτὸς ὡς Ὅμηρος. PROCLUS. | |
sch90bis | ΧΘΟΝΙ. Τῇ γῇ· ἐκ τοῦ χῶ, τὸ χωρῶ, χὼν, καὶ χθὼν, ἡ πάντα χωροῦσα. TZETZES. | |
sch90ter | ΠΡΙΝ ΜΕΝ ΓΑΡ. Πρὶν ἀντὶ τοῦ πρότερον μετὰ παρεληλυθότος, καὶ πρὶν ἀντὶ τοῦ πρὸ τοῦ, μετὰ ἀπαρεμφά‐ του, οἷον, πρὶν τόδε γενέσθαι, ἐγένετο τόδε. Ἔστι δ’ ὅτε δύο κεῖται πρὶν ἐν τῷ λόγῳ, ἔνθα τὸ ἕν ἐστιν ἐξ ἀνάγκης ἀντὶ τοῦ | |
5 | πρότερον· τὸ δὲ δεύτερον ἀντὶ τοῦ πρὸ τοῦ. MOSCHOP. | |
sch90quat | ΖΩΕΣΚΟΝ. Ἤγουν ἔζων, τὴν ζωὴν διήνυον. Ζῶ κοινὸν, ἀφ’ οὗ ζώω παρὰ ποιηταῖς· ὡς ὑπνώω, πλώω, ὁρόω· ἀφ’ οὗ πάλιν ζωέσκω, κατ’ ἀκολουθίαν τοῦ ἀναλίσκω, τιτρώ‐ σκω, κυΐσκω. MOSCHOP. | |
sch91 | ΝΟΣΦΙΝ ΑΤΕΡ. Χωρίς. Τοῦτο δὲ τὸ σχῆμα ποιητικῶς μὲν ἐκ παραλλήλου καλεῖται, ῥητορικῶς δὲ περι‐ | |
γραφή. TZETZES. | 100 | |
sch92 | ΝΟΥΣΩΝ Τ’ ΑΡΓΑΛΕΩΝ. Ἀπὸ κοινοῦ τὸ, νό‐ σφι τε ἀργαλέων νούσων ζώεσκον. TZETZES. | |
sch92bis | ΑΙΤ’ ΑΝΔΡΑΣΙ. Αἵ τινες θάνατον ἐπήγαγον τοῖς ἀνθρώποις. Ἀπορία. Πῶς δὲ τληπαθέστατον μᾶλλον καὶ οἰκτρὸν βίον ζώντων ἐκείνων τῶν πρὶν, οὗτος φησὶ ζῇν ἐκεί‐ νους χωρὶς πόνων καὶ νούσων; Λύσις. Τληπαθῶς μὲν καὶ | |
5 | ἐπιπόνως ἔζων, καὶ νοσερῶς, ἀλλ’ οὐκ ᾔδεισαν ὃ πάσχουσιν. Ἀλλ’ ἡ γυνὴ, ἤγουν τὸ μαλθακὸν τὸ ἐκ τῆς ἐφευρέσεως τῶν τεχνῶν, καὶ αἱ τούτων ἁβρότητες, ἔδειξαν ἡμῖν τοιουτοτρόπως τάς τε νόσους, καὶ τὰ σκληρά. Πρώην μὲν γὰρ οὔπω ἦν κλίνη καὶ στρωμνὴ μαλακὴ, οὐδὲ τάπητες, οὐδὲ χλαῖναι τῶν παχειῶν | |
10 | καὶ λασίων, οὐδὲ τοιοῦτον οὐδέν. Καὶ ἡ σκληρότης ἡ τότε, καὶ τὸ ψυχρὸν κοινὸν ὂν τοῖς πᾶσι, καὶ μηδέποτε μετασχὸν θέρμης, ἢ μαλακότητος, ὁμοίως καὶ τὰ λοιπὰ οὐκ ἐδό‐ κουν ἀλγεινὰ καὶ ἐπίπονα· ἐπεὶ δὲ τὸ ἁβρὸν εὑρέθη ταῖς τέχναις, καὶ στρωμναὶ μαλακαὶ καὶ χλαῖναι, καὶ τὰ λοιπὰ, | |
15 | πεπτωκότες ἐπὶ στιβάδος, ἢ λασίαν ἐνδυσάμενοι χλαῖναν, ἢ τραφέντες ἁβρῶς. Ὕστερον δὲ σκληροκοιτήσαντες, ἢ γυμνητεύ‐ σαντες, ἢ ἀσιτήσαντες, ἐπέγνωμεν οὕτω τὰ δυσχερῆ, ὥσπερ ἐν πίθῳ καὶ ἀφανεῖ περιλήψει ὄντα πρὶν κεκρυμμένα. Φα‐ νερωθέντα δὲ καὶ ἐκχυθέντα τότε τῇ γυναικὶ, ἤγουν τῇ ἐκ τῶν | |
20 | τεχνῶν γενομένῃ τρυφηλῇ καὶ ἁβρᾷ βιοτῇ, καὶ πρὸς αὐτὴν ἡμᾶς ἐφελκούσῃ, δίκην γυναικὸς ὡραίας τε καὶ θυμήρους. TZETZES. | |
sch94 | ΑΛΛΑ ΓΥΝΗ. Ἔστι μὲν ὁ πίθος, ἡ μία δύναμις τῆς Εἱμαρμένης, ἡ πάντων τῶν ἀπονεμομένων ταῖς πεσού‐ σαις εἰς τὴν γένεσιν ψυχαῖς χωρητικὴ, καλλιόνων ἢ χειρόνων, δι’ ἃ εὔμοιροί τινες εἰσὶν ἢ κακόμοιροι. Περιέχει γὰρ οὗτος | |
5 | τοὺς παρ’ Ὁμήρῳ δύο πίθους, τοὺς τῶν κηρῶν πλήρεις. Διόπερ ἐν τούτῳ καὶ τὰ ἀγαθὰ, καὶ ἐλπὶς ἐν αὐτῷ μόνη, τοῖς δυστυχοῦσι παραμυθίαν φέρουσα διὰ τὴν τῶν ἀμεινόνων προσ‐ δοκίαν καὶ τὴν μεταβολὴν τῶν παρόντων κακῶν. Ἀναπετάν‐ νυσι δὲ ἡ γυνὴ τὸν πίθον, ὡς ἐκφαίνουσα τὰς κῆρας ταῖς ψυ‐ | 101 |
10 | χαῖς, ὧν ἐστι παρεκτικὴ, καὶ ἀναγκαίας δεικνῦσα δι’ ἑαυ‐ τὴν ἠλογημέναις αὐταῖς. Τούτων δὲ σωφρονιζουσῶν ἀπὸ τῆς πτώσεως καὶ ἐξανιστασῶν ἀπ’ αὐτῆς. ΑΛΛΩΣ. Ποίου πίθου; τί γὰρ περὶ πίθου εἶπε; φαίνεται οὖν νεώτερος Ἡσίοδος Ὁμή‐ ρου. Κακῶς δὲ εἶπεν ΕΝ ΑΡΡΗΚΤΟΙΣΙ ΔΟΜΟΙΣΙΝ, | |
15 | ἐπὶ τοῦ πίθου δόμον εἰπών. Σέλευκος δὲ γράφει ΠΙΘΟΙΣΙ. Πίθον δὲ τὰ ἐν οὐρανῷ, Οὐ πάντα δὲ τελειοῦνται τὰ τῆς ἐλπίδος· ὅθεν Θουκυδίδης κινδύνου παραμυθίαν εἶπε τὴν ἐλ‐ πίδα, καὶ Ὅμηρος, ἐλπωρὴ ἔπειτα φίλους τ’ ἰδέειν. | |
20 | καὶ, Ἔλπομαι εὐχόμενος Διΐ τ’ ἄλλοισί τε θεοῖσιν. PROCLUS. | |
sch95 | ΕΣΚΕΔΑΣ’. Ἀντὶ τοῦ ἡ ἐκ τῶν τεχνῶν τρυφηλὴ βιοτὴ ἐσκέδασεν καὶ ἐσκόρπισεν, ἤγουν εἰς φῶς ἐξήγαγε, τὰ πρὶν ἀγνοούμενα δυσχερῆ, καὶ γνωστὰ καὶ κατάδηλα πᾶσιν ἐποίησε. | |
5 | Πίθους δ’ ὁ Πρόκλος ψευσμάτων πεπλησμένους, Πάλιν παράγει, καὶ σατύρους, καὶ κρότους. TZETZES. | |
sch96 | ΜΟΥΝΗ Δ’ ΑΥΤΟΘΙ ΕΛΠΙΣ. Πάντα μὲν ἐξή‐ χθη καὶ πεφανέρωται τὰ πρὶν ἀγνοούμενα δυσχερῆ. Ἐλπὶς δὲ μόνη ἀφανὴς καὶ ἄδηλος, μένει ἐν τῷ πίθῳ, ᾧπερ εἰρήκει‐ μεν, εὐκληρίας καὶ δυσκληρίας· ἄδηλον γὰρ τοῦτο· ἀλλ’ ὅμως | |
5 | ἐλπίσι χρηστοτέραις τρεφόμεθα, ὥς φησι καὶ Θεόκριτος· Ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες. TZETZES. | |
sch96bis | ΑΡΡΗΚΤΟΙΣΙ ΔΟΜΟΙΣΙ. Μεταφορικῶς εἶπεν, ἀντὶ τοῦ ἰσχυραῖς συγκρυβαῖς. Τίς γὰρ οἶδεν, ὅπῃ τὰ τῆς ἡμῶν ἐλπίδος προβήσεται. TZETZES. | 102 |
sch97 | ΕΝΔΟΝ ΕΜΙΜΝΕ ΠΙΘΟΥ. Ὥς φησιν, ἔμεινεν ἐν τῷ πίθῳ ἡ Ἐλπίς· ἔστι γὰρ τοῦτο ἐν ἀνθρώποις. Τοῦτο δὲ καὶ Κόμανος ὁ ἀρχιοινοχόος τοῦ βασιλέως προὔτεινε. Φη‐ σὶν οὖν Ἀρίσταρχος, ὅτι ἡ μὲν τῶν κακῶν ἔμεινεν, ἡ δὲ τῶν | |
5 | ἀγαθῶν ἐξῆλθεν· ὅθεν ἀκυρολογοῦμεν λέγοντες ἐλπίζειν κακά. Ἡ γὰρ ἐλπὶς κακῶν, οὐ θεῶν. Ὁ δὲ Ἡσίοδος ἀκύρως ἐπὶ κακῶν εἶπεν. ΑΛΛΩΣ. ΕΞΕΠΤΗ. Ὡς ἂν τὰ κακὰ ἐξελ‐ θόντα ἐκ τοῦ πίθου· ταῦτα δὲ λέγει αὐτῷ παραινῶν αὐτὸν ἀπέχεσθαι τῆς ἀδικίας, καὶ ἀντιλαμβάνεσθαι τῆς ἀληθείας, | |
10 | καὶ μιμεῖσθαι τοὺς τότε ἀνθρώπους μᾶλλον, καὶ μὴ τοὺς μετὰ ταῦτα γεννωμένους. Οἰκείως δὲ ὁ πίθος εἰσάγεται διὰ τὴν πειθὼ τὴν ἀπὸ τῶν γυναικῶν, ἀγαθῶν μὲν κενὸς, ἐλπί‐ δας δὲ μόνας ἔχων κενάς. ΑΛΛΩΣ. ΠΩΜΑ ΠΙΘΟΙΟ. Πῶς ἐλθοῦσα ἐπὶ κακοποιΐᾳ ἐπέσχεν ὥσπερ φειδομένη; Ῥητέον | |
15 | οὖν, ὅτι ὥσπερ νομίσασα πάντα ἐξεληλυθέναι τὰ κακὰ τὸ πῶμα τῷ πίθῳ ἐπέβαλεν. Ἔνιοι δὲ ἀπ’ αὐτοῦ τοῦ πώματος ἐκδέχονται· ὅτι δι’ ἑαυτοῦ συγκλεισθὲν ἐπέσχε τὴν ἐλπίδα. Τὸ δὲ ἀλάληται, ἀπὸ τοῦ ἀλῶ, ἄλημι, ἄλημαι, ἐνεστὼς πα‐ θητικὸς Αἰολικὸς, ὡς δίζημαι καὶ ἀκάχημαι· καὶ κατὰ ἀναδι‐ | |
20 | πλασιασμὸν, ἀλήλημαι· καὶ κατὰ συστολὴν Αἰολικὴν, ἀλά‐ λημαι. PROCLUS. | |
sch97bis | ΘΥΡΑΖΕ. Θύραζε κυρίως, τὸ ἔξω τῆς θύρας· νῦν δὲ καταχρηστικῶς, καὶ τροπικωτέρως, τὸ ἁπλῶς ἔξω, κἂν ὁ Πρόκλος ἐν τοῖς τοιούτοις ψευδῶς αἰτιώμενος, καταφορικός ἐστι καὶ ἀφόρητος. TZETZES. | |
sch92ter | ΑΡΓΑΛΕΟΝ. Ἐκ τοῦ ἔργου, τὸ δυσχερὲς, ἢ ἐκ τοῦ ἄλγος ἐμποιεῖν, ἀλγαλέον, καὶ ἀργαλέον. TZETZES. | |
sch98 | ΕΞΕΠΤΗ. Ἐξεπετάσθη. Μεταφορικὴ δὲ καὶ αὕτη | |
ἡ λέξις, ἀντὶ τοῦ ἐξῆλθε. TZETZES. | 103 | |
sch98bis | ΠΡΟΣΘΕΝ ΓΑΡ ΕΠΕΜΒΑΛΕ ΠΩΜΑ, Πρὸ γὰρ τοῦ ἐξελθεῖν τὴν Ἐλπίδα ἐκ τῆς ἀφανοῦς συνοχῆς τε καὶ περιλήψεως, τῇ τῆς Εἱμαρμένης βουλῇ ἐπέβαλε τὸ πῶμα, ἤγουν ἀφανῆ εἴασε ταύτην μένειν ἡ πάντα τὰ δυσχερῆ γνωρί‐ | |
5 | σασα ἡμῖν τεχνουργία, τουτέστιν οὐκ ἠδυνήθη φανερὰν καὶ τὴν ἐλπίδα ποιῆσαι, εἱμαρμένῃ ἀφύκτῳ τινί. ἢ τὸ πῶμα μόνον ἤγουν ἡ ἀδηλία, ἐπέλαβε, καὶ ἐκράτησεν αὐτὴν βουλῇ τῆς Εἱμαρμένης. Ἀλλὰ Δία καὶ νεφεληγερέτην ὄπισθεν εἶπον, ὅτι τὴν Εἱμαρμένην καλεῖ. ΑΙΓΙΟΧΟΝ δὲ αὐτὴν λέγει, διὰ | |
10 | τὸ καταιγίζειν καὶ καταβάλλειν τοὺς δυσκληροῦντας, πολλῷ σφοδρότερον τῶν ἐξ οὐρανοῦ καταιγίδων. TZETZES. | |
sch98ter | ΠΡΟΣΘΕΝ ΓΑΡ ΕΠΕΜΒΑΛΕ ΠΩΜΑ ΠΙΘΟΙΟ, Ἀποροῦσι πῶς ἐλθοῦσα ἐπὶ κακοποιΐᾳ, ἐπέσχεν ὥσπερ φειδο‐ μένη; εἶτα πάλιν λύουσιν· ὅτι νομίσασα πάντα ἐξεληλυθέναι τὰ κακὰ τὸ πῶμα ἐπέβαλε τῷ πίθῳ. Ἔνιοι δὲ λέγουσι λύοντες, | |
5 | ὅτι δι’ ἑαυτοῦ τὸ πῶμα συγκλεισθὲν ἐπέσχεν τὴν ἐλπίδα. Δο‐ κοῦσι δὲ καὶ ἑκάτεροι μὴ τῷ ἐπαγομένῳ προσχεῖν τὸν νοῦν ἐπάγεται γὰρ ὅτι τῇ βουλῇ τοῦ Διὸς τοῦτο ἐγένετο. Εἰ οὖν τῇ βουλῇ τοῦ Διὸς ἐγένετο, ὁποτέρως ἂν ἐγένετο, ἡ αὐτὴ πά‐ λιν ἀπορία πάντως μένει, Πῶς γὰρ ὁ Ζεὺς κακοποιήσειν βου‐ | |
10 | λόμενος, τοῦτο πάλιν ὥσπερ φειδόμενος ἐβουλεύσατο; Ἴσως οὖν οὐ καλῶς ἠπορήθη τοῦτο, Πόθεν γὰρ δείκνυται ἡ ἀνάγκη αὕτη; ὅτι ἠθέλησεν ἡ Πανδώρα καὶ ὁ Ζεὺς οὕτω κακοποιήσειν τοὺς ἀνθρώπους, ὡς μηδὲ ἴχνος παραμυθίας αὐτοῖς ἐάσειν. MOSCHOP. | |
sch100 | ΑΛΛΑ ΔΕ ΜΥΡΙΑ ΛΥΓΡΑ. Ἡ ἐλπὶς μόνη ἀφα‐ | |
νὴς ἔμεινε· ἄλλα δὲ πολλὰ χαλεπὰ, ἢ μυρία, καὶ θρηνη‐ τικὰ κατ’ ἀνθρώπους πλανᾶται. Γέμει γὰρ πολέμων ἡ γῆ, πει‐ ρατῶν ἡ θάλασσα· νόσοι δὲ φανεραί τε καὶ ἀπρόοπτοι σιγῆ | 104 | |
5 | καὶ ἀγνώστως ἐπέρχονται. Τὰ ἑξῆς δῆλα. TZETZES. | |
sch100bis | ΑΛΑΛΗΤΑΙ. Ἀλῶμαι τὸ πλανῶμαι, καὶ προσθήκῃ συλλαβῆς ὡς ἐν τῷ ὀπιπτεύω, ἀλαλῶμαι. ἀφ’ οὗ ἀλάλημαι παθητικὸς παρακείμενος, ὡς πεπλάνημαι· τὸ τρίτον ἀλάλη‐ ται. Πλανᾶσθαι δὲ λέγεται, τὰ μὴ τεταγμένην ὁδὸν ἐρχόμενα | |
5 | ἀλλ’ ἐνίοτε μὲν ταύτην, ἐνίοτε δὲ ταύτην. MOSCHOP. | |
sch102 | ΝΟΥΣΟΙ Δ’ ΑΝΘΡΩΠΟΙΣΙΝ. Τὰς νόσους αὐτο‐ μάτως φοιτᾷν σιγώσας εἶπεν, ὡς ἀπὸ τοῦ παντὸς ἡμῖν προσ‐ πιπτούσας κατὰ τὰς τῆς Εἱμαρμένης περιόδους ἐξαίφνης. Ἐσωματοποίησε δὲ αὐτὰς προσιούσας ἀφώνους ποιήσας, ἐν‐ | |
5 | δεικνύμενος, ὅτι καὶ τούτων ἔφοροι δαίμονές εἰσιν· οἵ τινες δρῶσιν ἀφανῶς ἐπιπέμποντες τὰς νόσους τὰς ὑπὸ τὴν Εἱ‐ μαρμένην τεταγμένας, καὶ τὰς ἐν τῷ πίθῳ κῆρας διασπείρον‐ τες. Καὶ τοῦτό ἐστι τὸ ἀφελεῖν αὐτῶν τὸν Δία τὴν φωνὴν, τὸ τοὺς ἐφόρους αὐτῶν δαίμονας κατ’ οὐσίαν τούτων εἶναι | |
10 | ποιητικοὺς, αὐτῷ τῷ εἶναι δρῶντας ἐφ’ οἷς ἐτάχθησαν. ΑΛ‐ ΛΩΣ. ΑΥΤΟΜΑΤΟΙ δὲ, ἤγουν αὐθαίρετοι· λεληθότως γὰρ ἐπέρχεται τὰ κακά. PROCLUS. | |
sch104 | ΕΠΕΙ ΦΩΝΗΝ. Ἀθετεῖται δὲ ὁ στίχος ὁ λέγων, ὅτι ἄφωνοι αἱ νόσοι. Ἀγνοοῦσι δὲ ὅτι σωματοποιεῖ ταύτας, ὡς Ὅμηρος Ἔριν καὶ Δεῖμον. Θέλει δ’ ἐμφανίσαι ὅτι καὶ αἱ νόσοι λεληθότως ἐπιφέρονται τὰ σημεῖα τῶν κακῶν, PRO‐ | |
5 | CLUS. | |
sch105 | ΔΙΟΣ ΝΟΟΝ ΕΞΑΛΕΑΣΘΑΙ. Οὐ δυνατόν ἐστι τοῦ Διὸς νοῦν ἐκκλῖναι, ὅ ἐστι τὴν Εἱμαρμένην· ταύτην γὰρ οἱ Στωϊκοὶ Διὸς νοῦν προσηγορεύκασι, PROCLUS. | |
sch105bis | ΟΥΤΩΣ ΟΥΤΙ ΠΟΥ ΕΣΤΙ. Τὸ σχῆμα ἐπιλο‐ γικὸν καὶ συμπερασματικώτατον· κατὰ δὲ ποιητὰς, καλεῖται ἀπόθεσις. ΟΥΤΩΣ ΟΥΤΙ ΠΗ ΕΣΤΙΝ. Οὕτως, ἐπείπερ ὁ | |
μὲν ἁπλοῦς καὶ ἀπέριττος οὐκέτι πολιτεύεται βίος, ἀλλ’ εἱμαρ‐ | 105 | |
5 | μένῃ σκληρᾷ τινὶ, τὸ τῶν τεχνῶν ἐφάνη πολυσχιδὲς, καὶ πο‐ λύμοχθον, οὐκ ἔστιν ἐκφυγεῖν τὸν νοῦν τῆς Εἱμαρμένης· πε‐ ριφραστικῶς αὐτὴν τὴν Εἱμαρμένην τὴν ἡμῖν τὸ ζῇν προσκυ‐ ρώσασαν στερεαῖς ἀνάγκαις καὶ πόνοις. Λείπεται ἄρα, ὦ Πέρση, μὴ ἀργοὺς ἡμᾶς καθιδρυθῆναι, ἀλλὰ παντοίως | |
10 | μοχθεῖν, ὡς τὸν διαρκῆ πόρον τοῦ βίου συλλέγοιμεν. TZETZES. | |
sch105ter | ΕΞΑΛΕΑΣΘΑΙ. Ἀλεύομαι ἐκφεύγω, ὡς παρὰ Θεόγνιδι, (748.) Οὔτε τὶ ἀθανάτων μῆνιν ἀλευόμενος. ἀλεύσομαι μέλλων· ἀλευάμην ἀόριστος πρῶτος χωρὶς τοῦ ςʹ· | |
5 | ὡς ἀπὸ τοῦ χέω ἔχεα, ἐξέχεα· τὸ τρίτον ἀλεύατο, ἀφ’ οὗ ἀλεύ‐ ασθαι, καὶ ἀλέασθαι ἐκβολῇ τοῦ υʹ, καὶ ἐξαλέασθαι. MOSCHOP, | |
sch106 | ΕΚΚΟΡΥΦΩΣΩ. Τὸ ἐκκορυφῶσαι δηλοῖ, τὸ ἀπο‐ καλύψαι καὶ εἰς ἄκραν γνῶσιν ἡμᾶς ἀναπέμψαι τῆς ἀνθρωπί‐ νης φύσεως. Δηλοῖ δὲ τὸ ἐπαγόμενον. Τὸ γὰρ, Ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ’ ἄνθρωποι, | |
5 | προτρεπτικῶς μὲν εἴρηται εἰς ἀρετήν. Εἰ γὰρ ἐκ τῶν αὐτῶν ἐσμὲν τοῖς θεοῖς, οὐχ ἡ φύσις ἡμῶν αἰτία τοῦ κακοῦ, ἀλλ’ ἡ περὶ τὴν προσήκουσαν ἐπιμέλειαν καὶ τελειότητα ῥαθυμία. Πῶς δὲ ἐκ τῶν αὐτῶν ἐσμὲν οἱ ἄνθρωποι τοῖς θεοῖς, ποιήσει δῆλον εἰπὼν, ὅτι καὶ ἡμεῖς ποτὲ κρονίαν ἐζῶμεν ζωὴν, καὶ | |
10 | ἦμεν καθαροὶ κακῶν, ὡς οἱ θεοὶ, διὰ δὲ τὴν ὕφεσιν προήλ‐ θομεν ἀπὸ τῶν θεοειδῶν ἀνθρώπων εἰς τοὺς νῦν ὄντας καὶ ἐμπαθῶς ζῶντας. ΑΛΛΩΣ. Ἐκκορυφώσω, ἀνακεφαλαιώ‐ σομαι, δύναται μὲν ἀκούεσθαι ἐκτελέσω, οἷον κορυφὴν ἐπι‐ θήσω. Δύναται δὲ καὶ οὕτως, ἑτέρου σοι λόγου ἀπάρξομαι· | |
15 | ἐπεὶ ἡ κορυφὴ ἀρχὴ τὶς τοῦ σώματος ἐστίν. Ἀλαζονικὸς δὲ ὁ στίχος ἐστὶν, ἀλλὰ τούτοις πρὸς ἀρετὴν προτρέπεται. Εἰ γὰρ συγγενεῖς ἐσμὲν θεοῖς, τοῦ μὲν συγγενοῦς ἡμῖν ἀγαθοῦ φρον‐ τιστέον, ἀφεκτέον δὲ τῆς κακίας, ὡς κακοῦ καὶ ἀσυγγενοῦς. Τὸ, ως, ἀντὶ τοῦ, ὅτι· καὶ τὸ ΓΕΓΑΑΣΙΝ, ἀντὶ τοῦ | 106 |
20 | ἐγένοντο ὁμοῦ ἐκ τοῦ αὐτοῦ γένους· ἀλλ’ ἡ κακία ἐπεχώρησε. Καὶ τοῦτο δὲ μετὰ τῆς ἐπ’ ἀρετὴν προτροπῆς, ἵνα καταιδέσῃ τῶν κακούργων τὸ γένος αἰσχύνεσθαι. Ἀπὸ δὲ τῆς ὕλης χα‐ ρακτηρίζει τὸ γένος. PROCLUS. | |
sch106bis | ΕΙ ΔΕ ΘΕΛΕΙΣ ἙΤΕΡΟΝ ΤΟΙ ΕΓΩ ΛΟΓΟΝ. Τὸ σχῆμα προκατάστασις, καὶ προκατασκευὴ, καὶ ὑπόσχεσις. Κατὰ μέθοδον δὲ δεινότητος δι’ ἑτέρων νῦν λόγων βουλεύε‐ ται εἰπεῖν ἅπερ πρότερον. Ἐν γὰρ τῇ πρὶν παραινέσει ἔφη, | |
5 | Πρὶν μὲν εὐπόριστος ἦν ὁ βίος, καὶ ἁπλοῦς, καὶ ἀπερίεργος· εἶτα τοῦ πυρὸς εὑρεθέντος, καὶ δι’ αὐτοῦ τῶν τεχνῶν, δυσπό‐ ριστος καὶ ἐπιβλαβὴς γέγονε, καὶ ἔτι μᾶλλον ἐπὶ τὸ χεῖρον προβέβηκε, τῶν ἐπιμηθεστέρων δεξαμένων τὰς τέχνας. Καὶ ἔστιν, ὦ Πέρση, λίαν δυσπόριστος· καὶ χρὴ πόνων καὶ φρον‐ | |
10 | τίδων οὐ μετρητῶν. Ταῦτα μὲν εἶπε πρίν. Νῦν δὲ φησίν· ΕΙ Δ’ ΕΘΕΛΕΙΣ, ἙΤΕΡΟΝ ΣΟΙ ΛΟΓΟΝ ΕΚΚΟΡΥΦΩ‐ ΣΩ, καὶ κεφαλαιώσω, καὶ ἐκπληρώσω, εἰς κορυφὴν αὐτὸν καὶ τέ‐ λος ἀγαγὼν, ἢ ἀπὸ κορυφῆς καὶ ἐξ ἀρχῆς ἀρξάμενος. TZETZES. | |
sch107 | ΒΑΛΛΕΟ. Βάλλω βέλος, ἀντὶ τοῦ πέμπω, καὶ βάλλω τινὰ τῷ βέλει, καὶ βάλλεται βέλος, ἀντὶ τοῦ πέμπεται, καὶ βάλλεταί τις τῷ βέλει, ἀφ’ οὗ βάλλομαι ποιητικῶς, ὅταν μὴ μάτην ποιῶ ῥίπτεσθαι τοὺς πρὸς ἐμὲ τινὸς λόγους, ἀλλ’ ἐπι‐ | |
5 | τυχῶς ἐν τῇ ἐμαυτοῦ γνώμῃ δέχωμαι. Ἔστι δὲ ἐνεστὼς βάλ‐ λομαι, παρατατικὸς ἐβαλλόμην, ἐβάλλου τὸ βʹ, ἀφ’ οὗ προσ‐ τακτικὸν βάλλου, καὶ κατὰ διάλυσιν τῆς ου διφθόγγου εἰς ε καὶ ο, ἀφ’ ὧν πολλάκις αὐτὴν γίνεται κιρναμένων, βάλλεο, ὃ δύναται ταυτὸν τῷ ἐπιτυχῶς λάμβανε. Τὸ δὲ πᾶν ἔχει οὕ‐ | |
10 | τως· ἐπεὶ δὲ ὁ πατὴρ ὁ Ζεὺς τὸν χαλεπὸν δόλον τὸν κακομήχα‐ νον, ἤγουν τὴν πλάσιν τῆς Πανδώρας διόλου ἐτέλεσεν, ἔπεμψε | |
τὸν κλυτὸν Ἀργειφόντην, τουτέστι τὸν Ἑρμῆν τὸν ταχὺν ἄγγε‐ λον τῶν θεῶν, δῶρον ἄξοντα αὐτὴν δηλονότι τὴν πλασθεῖσαν, εἰς τὸν Ἐπιμηθέα· ὁ Ἐπιμηθεὺς δὲ οὐκ ἐνόησε, καθὰ εἶπεν αὐτῷ | 107 | |
15 | ὁ Προμηθεὺς, ὅτε, φασὶ, παρέθηκεν αὐτῷ τὸν τῶν κακῶν πίθον παρὰ τῶν Σατύρων λαβὼν, μή ποτε δέξασθαι δῶρον παρὰ τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἀλλ’ ἀποπέμπειν ὀπίσω πρὸς τὸν πέμψαν‐ τα δηλονότι, ἵνα μή τι κακὸν γένηται τοῖς ἀνθρώποις. Ὁ δὲ δεξάμενος τότε ἐνόησεν, ὅτε τὸ κακὸν εἶχεν. Ταῦτα δέ φησιν, | |
20 | ἐπεὶ εἰς τὴν τῶν τεχνῶν ἐπίνοιαν καθιστάμενοι ἄνθρωποι τότε μὲν τὸ ἀποβησόμενον ἀπὸ τούτων κακὸν οὐκ ἐφώρασαν· ὕστε‐ ρον δὲ παθόντες ἐνόησαν. Τοῦτο γὰρ δύναται Ἑρμῆς τὸ δῶ‐ ρον ἄγων, ὁ αὐτὸς ὢν, ὡς εἴρηται, τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ· καὶ Ἐπιμηθεὺς ἀπροβουλεύτως δεχόμενος. Πρότερον μὲν γὰρ | |
25 | διήνυον τὴν ζωὴν τὰ γένη τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς χωρὶς κακῶν, καὶ χωρὶς ἐργασιῶν κοπηρῶν καὶ χαλεπῶν, καὶ χωρὶς νόσων ἐπιπόνων, αἳ θανάτους ἐπάνουσι τοῖς ἀνδράσι. Τα‐ χέως γὰρ ἐν ταλαιπωρίᾳ καὶ πόνοις οἱ ἄνθρωποι γηρῶσιν, ἀν‐ τὶ τοῦ ἐξασθενοῦσι καὶ πρὸς φθορὰν νεύουσιν. Ἀλλὰ ἡ γυνὴ | |
30 | ἡ Πανδώρα τὸ μέγα πῶμα τοῦ πίθου ἀφελοῦσα, ἤγουν ἀπ’ αὐτοῦ λαβοῦσα, ἐσκόρπισεν αὐτὰ δηλονότι, τουτέστι τοὺς πό‐ νους καὶ τὰς νόσους καὶ τὰ κακά. Κατὰ τῶν ἀνθρώπων δὲ ἐβουλεύσατο φροντίδας χαλεπὰς, ἃς αὐτοὶ δηλονότι φροντίσειν ἔμελλον. Μόνη δὲ ἡ ἐλπὶς ἐναπελείφθη αὐτόθι, ἀντὶ τοῦ ἐκεῖ, | |
35 | σύνηθες δὲ τοῦτο καὶ παρὰ τοῖς κοινοῖς, λέγω ἔνδον ὑπὸ τοῖς χείλεσι τοῦ πίθου, ἐν δόμῳ ἀσφαλεστάτῳ καὶ ἀνεπιβουλεύτῳ, οὐδὲ ἔξω ἐξέπτη, πρότερον γὰρ ἐπέμβαλε τὸ πῶμα τοῦ πίθου, ἢ ἡ Πανδώρα, ἢ αὐτὸ δι’ ἑαυτοῦ, διὰ τὴν βουλὴν τοῦ Διὸς τοῦ τῆς ἀθροίσεως τῶν νεφελῶν αἰτίου. Ἄλλα δὲ πλεῖστα κα‐ | |
40 | κὰ κατ’ ἀνθρώπους στρέφεται· πλήρης μὲν γὰρ ἡ γῆ κακῶν, διὰ τὴν τῶν ἀνθρώπων πλεονεξίαν καὶ ἁρπαγὴν, καὶ τὰς ἀδί‐ κους δίκας, καὶ τοὺς φόνους, καὶ τὰ λοιπὰ, πλήρης δὲ ἡ θά‐ λασσα, διὰ τοὺς κλύδωνας, καὶ τὰ ναυάγια, καὶ τοὺς πειρα‐ τὰς, νόσοι δὲ ἐπάλληλοι ἔρχονται τοῖς ἀνθρώποις, κακὰ θνη‐ | |
45 | τοῖς φέρουσαι, (αὐτοῖς ὤφειλεν· ὁ δὲ ἐπάγει πάλιν τοῖς ἀν‐ θρώποις· σύνηθες δὲ αὐτοῖς τὸ τοιοῦτον) ἐπὶ τῇ ἡμέρᾳ καὶ ἐπὶ τῇ νυκτὶ αὐθαίρετοι, ΣΙΓΗι. Ἤγουν ἡσύχως, ἐπεὶ τὴν φω‐ νὴν αὐτῶν ἀφείλετο ὁ βουλευτικὸς Ζεύς· οὕτως οὐδαμῶς | |
ἐστι δυνατὸν τὸν τοῦ Διὸς ἐκφυγεῖν νοῦν. Εἰ δὲ ἐθέλεις, ἕτε‐ | 108 | |
sch107(50) | ρόν σοι ἐγὼ λόγον ὡς ἀπὸ ἄλλης ἀρχῆς ἀρξάμενος συντελέσω, καλῶς καὶ μετὰ ἀκριβοῦς ἐπιστασίας καὶ γνώσεως· σὺ δὲ ἐπι‐ τυχῶς αὐτὸν ἐν τῷ σῷ λογισμῷ λάμβανε. MOSCHOP. | |
sch108 | ὩΣ ὉΜΟΘΕΝ ΓΕΓΑΑΣΙ ΘΕΟΙ. Ὅτι ἐκ τῆς αὐτῆς αἰτίας καὶ ὕλης ὁμοῦ οἱ θεοὶ, ἤγουν τὰ στοιχεῖα, καὶ οἱ ἄνθρωποι γεγόνασιν. Καὶ ταῦτα εἰπὼν, καὶ προκατα‐ στήσας τὸν αὐτοῦ λόγον, εἰσβάλλει πρὸς τὴν ὑπόθεσιν, καὶ | |
5 | λέγει ἅπερ καὶ πρότερον, δι’ ἑτέρων μέντοι ἐννοημάτων καὶ λέξεων, ὅτι πρῶτον χρυσοῦν γέγονε γένος ἀνθρώπων, ἤγουν καθαρὸν πάντῃ, καὶ κακίας ἀνεπίδεκτον, ὥσπερ ὁ χρυσὸς ἰοῦ· εἶτα ἀργύριον, ἤγουν εὐτελέστερον τούτου, καὶ μικρῷ φαυλότερον, καὶ πονηρότερον· εἶτα χαλκοῦν καὶ πολεμικὸν, | |
10 | λέγει δὲ τὸ Γιγαντικόν· εἶτα τὸ τῶν Ἡρώων τῶν ἐν Θήβαις καὶ Τροίᾳ στρατευσάντων. Νῦν δέ φησι σιδηροῦν γένος ἐστὶν, ἀντὶ τοῦ τληπαθέστατον, καὶ καρτερικὸν, καὶ πόνοις ἀεὶ καὶ καμάτοις προςκαρτεροῦν, ὥσπερ ὁ σίδηρος· οὐ γὰρ σι‐ δηροῦς ἦν οὔτε ὁ Πέρσης, οὔτε Ἡσίοδος· ἔτι δέ φησι καὶ τού‐ | |
15 | του χεῖρον ἀνθρώπων γένος γενέσθαι, τὴν καθ’ ἡμᾶς γενεὰν δηλονότι, ὁπότε πᾶς ὑβριστὴς, καὶ πατραλοίας καὶ ἄθεος, | |
ὑπὲρ δικαίους, καὶ σεμνοὺς, καὶ χρηστοήθεις τετίμηται. Καὶ ταραχῶν καὶ θορύβων ὁ βίος μεμέστωται, καὶ συμφορῶν χα‐ λεπῶν, καὶ αἰδὼς οὐκ ἔστιν, οὐδὲ μέμψις καὶ ἐπιτίμησις δι‐ | 109 | |
20 | καία τῶν πραττομένων ἀδίκως. Ταῦτά φησιν. Εἶτα παραίνε‐ σιν μυθικὴν ἐπιφέρει τοῖς δικασταῖς, διὰ τοῦ μύθου τῆς ἀη‐ δόνος, καὶ τοῦ ἱέρακος· ὡς οὐ χρὴ τοὺς δυνατοὺς καταβλάπ‐ τειν τοὺς ἀσθενεῖς. Τοῖς γὰρ ἀδίκοις ἀπό τινος εἱμαρμένης ἐπιγίνονται συμφοραὶ, τοῖς δικαιοπραγοῦσι δὲ παντοῖα χρηστά. | |
25 | Ταύτην τὴν παραίνεσιν καὶ πρὸς τὸν Πέρσην ποιεῖται. Καὶ τοῦτο δέ φησι πρὸς αὐτὸν, ῥᾴστη μὲν ἡ κακία, καὶ εὔκολος· δυσχερὴς δὲ ἡ ἀρετὴ, καὶ δυσπόριστος, ἥν σοι παραινῶν κατα‐ φαίνομαι, ἀλλὰ καὶ γλυκεῖα περὶ τὸ τέλος. Ἔνθεν τοι κατ’ ἐμὴν ἐντολὴν ἐξ ἔργων καὶ πόνων οἰκείων κτῆσαι βίον ἐπαινε‐ | |
30 | τὸν, καὶ περὶ τὸ τέλος γλυκάζοντα, ἐργαζόμενος καὶ μοχθῶν, ὅσα χρὴ τὸν σπουδαῖον, καὶ μὴ τὸν ἀργὸν πρόκρινε βίον, καὶ ἅρπαγα, καὶ ἀγοραῖον. Ἀλλὰ ταῦτα μὲν οὕτω. Νῦν δὲ κατὰ λεπτὸν καὶ ταῦτα τοῖς οἰκείοις ἔπεσι προσαρμόσωμεν. Καὶ πρῶτον συντακτέον οὑτωσίν· Εἰ δ’ ἐθέλεις ἕτερόν τοι ἐγὼ | |
35 | λόγον ἐκκορυφώσω καὶ πληρώσω· ἢ ἐξ ἀρχῆς ἄρξομαι, ἢ συν‐ τόμως ἐρῶ. ὩΣ ὉΜΟΘΕΝ πως, ἤτοι ὁμόθεν καὶ ἐκ τῆς αὐτῆς αἰτίας καὶ ὕλης γεγόνασιν οἱ θεοὶ, ἤγουν τὰ στοιχεῖα καὶ οἱ ἄνθρωποι. ΕΚΚΟΡΥΦΩΣΩ δὲ, καὶ λέξω, ΕΥ ΚΑΙ ΕΠΙ‐ ΣΤΑΜΕΝΩΣ· σὺ δὲ ταῦτα τῷ σῷ λογισμῷ θοῦ. Πῶς δὲ | |
40 | ὁμόθεν τὰ στοιχεῖα καὶ οἱ ἄνθρωποι; Οὕτω. Πρότερον ἔρεβος ἦν καὶ χάος, κινήσεως δὲ τοῦ ἀέρος τυχόντος καθ’ Ἕλληνας, συνέβη τὰ στοιχεῖα πρὸς τοὺς οἰκείους τόπους διακριθῆναι, καὶ ἀνθρώπους ἐξ ὧν εἶπον ὑμένων γενέσθαι; καὶ ἕτερα ζῶα παν‐ τοῖα. Οὕτως οὖν ὅμοθεν φησὶ στοιχεῖα καὶ ἀνθρώπους | |
45 | γενέσθαι. TZETZES. | |
sch108bis | ὩΣ ὉΜΟΘΕΝ ΓΕΓΑΑΣΙΝ. Ἴσθι, ὅτι ἀπὸ τῆς αὐτῆς ῥίζης ἐγεννήθησαν θεοὶ καὶ ἄνθρωποι θνητοί. MOSCHOP. | |
sch109 | ΧΡΥΣΕΟΝ ΜΕΝ. Πᾶς οὗτος ὁ περὶ τῶν ἀνθρωπίνων πολιτειῶν λόγος ἔνδειξιν ἔχει τῶν ἐν ταῖς ἀνθρωπίναις | |
μεταβολῶν εἰς κακίαν ἐξ ἀρετῆς, καὶ εἰς ἀρετὴν ἐκ κακίας, καὶ μὴ εἶναι μίαν ἐν πᾶσι ζωὴν, ἀλλ’ ἔχειν ποικιλίαν· εἰ δὲ ποτὲ | 110 | |
5 | ἄμεινον γένος εἶναί φησι, ποτὲ δὲ χεῖρον, ἀεὶ καὶ τῶν ἀμεινό‐ νων ὄντων καὶ τῶν χειρόνων, (οὐ γὰρ ἀπολέσθαι τὰ κακὰ δυνατόν· οὐδὲ πολλῷ μᾶλλον τὰ ἀγαθὰ κατὰ φύσιν ὄντα τοῖς ἀνθρώποις,) οὐ δεῖ θαυμάζειν· ὡς γὰρ πρός τινα τόπον ὁρῶν, τὰς τοιαύτας ὅρα μεταβολάς. Κωλύει δὲ οὐδὲν ποιητικῶς, | |
10 | ὡδὶ μὲν εἶναι σιδηροῦν γένος, ὡδὶ δὲ χρυσοῦν. Εἰ δὲ τοῖς ἀμεταβόλοις εἰς ἔνδειξιν χρῆται τῶν ζώων τῷ χρυσῷ καὶ ἀρ‐ γύρῳ καὶ σιδήρῳ, μὴ δὲ τοῦτο θαυμάζωμεν· ποιητικὸν γὰρ ἡ μεταφορὰ καὶ ἡ δι’ εἰκόνων τῆς ἀληθείας παράστασις. PRO‐ CLUS. | |
sch109bis | ΧΡΥΣΕΟΝ ΓΕΝΟΣ. Καθαρὸν, τίμιον, πονη‐ ρίας ἐκτὸς, ζῶν τὸν βίον ἐκεῖνον φιλαλλήλως, ὅνπερ ἔφην ἁπλοῦν καὶ ἀπρομηθέστατον, καὶ δίχα τεχνῶν· χρυσοῦν δὲ λέγει, διὰ τὸ λαμπρὸν, ἢ τὸ τίμιον, ἢ κακίας ἀνεπίδεκτον, ὡς ὁ | |
5 | χρυσὸς ἰοῦ. Χρυσὸν γὰρ ἰὸς τῶν κυνῶν ἰοῖ μόνος, Ὡς τὸν μαγνῆτιν ἑλκτικοῦ θραύει σθένους Ἡ σκορδικὴ δύσπνοια προστετριμμένη. TZETZES. | |
sch109ter | ΜΕΡΟΠΩΝ. Μεμερισμένην ἐχόντων ὄπα τῶν δια‐ λέκτων. Ἄλλως γὰρ ὁ Σκύθης, καὶ ἑτέρως ὁ Πέρσης, καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ἄλλως πως διαφόρως ἀλλήλοις λαλοῦσιν. TZETZES. | |
sch109quat | ΧΡΥΣΕΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Ἤγουν χρυσοῦν ἀντὶ τοῦ καθαρὸν καὶ ἀπαθές· λέγει δὲ τοῦτο κατὰ τὸ καθα‐ ρὸν τοῦ χρυσοῦ καὶ ἄσηπτον. Συμβολικῶς δὲ καὶ ταῦτα λέ‐ γεται κατὰ τὴν τῶν ποιητῶν φιλοτιμίαν. MOSCHOP. | |
sch110 | ΑΘΑΝΑΤΟΙ ΠΟΙΗΣΑΝ. Ὁ Ζεὺς μόνος ἐποίησεν, ὡς ἀπὸ τῶν ἄλλων φανερὸν γίνεται· λέγει δὲ πάντας τοὺς θεοὺς, τὸ τοῦ ἑνὸς ἔργον ἐπὶ πάντας τοὺς ὁμοειδεῖς ἀναφέρων, οἷον ποιεῖ καὶ ἐν τῷ, | |
5 | Κρύψαντες γὰρ ἔχουσι θεοί. Οὐ θέλει δὲ δηλοῦν ὅτι αὐτὸς καὶ τὰς διαφορὰς τῶν γενῶν ἐποίησεν, ἀλλὰ τὴν μὲν ποίησιν καὶ παραγωγὴν αὐτῶν λέγει αὐτοῦ· τὴν δὲ διαφορὰν τῆς πολιτείας ἀφ’ ἑαυτῶν, ὥσπερ ἂν εἴτις εἴποι, ὁ δεῖνα κακότροπον ἐγέννησε παιδίον, ὁ αὐτὸς καὶ | 111 |
10 | χρηστοῦ τρόπου παιδίον ἐγέννησε. Πρόδηλον γὰρ, ὅτι ἡ γέν‐ νησις μόνη τῶν παιδίων εἰς αὐτὸν ἀναφέρεται, οὐκέτι δὲ καὶ ὁ τρόπος αὐτῶν. MOSCHOP. | |
sch110bis | ΟΛΥΜΠΙΑ ΔΩΜΑΤ’ ΕΧΟΝΤΕΣ. Ἡ τὸν ὁλο‐ λαμπῆ οὐρανὸν κατοικοῦσα Εἱμαρμένη νῦν· πρότερον δὲ ἡ τὸν κόσμον ὑποστησαμένη. Κατὰ γὰρ τοὺς Ἕλληνας, εἵμαρτο γενέσθαι κόσμον, καὶ γέγονεν, ἣ κυρίως καὶ πρώτη Εἱμαρ‐ | |
5 | μένη καλεῖται· δευτέρα δὲ κατὰ μέθεξιν ἐκείνης Εἱμαρμένης, ἡ ἐξ οὐρανοῦ καὶ τῶν ἀστρικῶν κινημάτων πάντα τὰ κατὰ τὸν βίον πληροῦσα. TZETZES. | |
sch111 | ΟΙ ΜΕΝ ΕΠΙ ΚΡΟΝΟΥ. Ὅτι μὲν οἱ ἀπὸ χρυ‐ σοῦ γένους ἄνθρωποι ζωὴν εἶχον καθαρὰν καὶ ἄϋλον καὶ ἀπαθῆ· καὶ ταύτην ὁ χρυσὸς δηλοῖ, καθάπερ ἐξηγήσατο καὶ Πλάτων, φανερόν. Καὶ γὰρ ὁ χρυσὸς ἄδεκτος ἰοῦ καὶ σήψεως· | |
5 | καὶ διὰ τοῦτο φέρει τῆς ἀπαθείας εἰκόνα. Πῶς δὲ ἐπὶ Κρόνου ἔζων οἱ τοιοῦτοι, μάθοιμεν ἂν νοήσαντες, ὅτι τῆς νοερᾶς δο‐ τήρ ἐστιν ὁ Κρόνος ζωῆς, κόρος ὢν τοῦ νοῦ, μᾶλλον δὲ κο‐ ρὸς νοῦς, καὶ καθαρός· τὸ γὰρ κορὸν σημαίνει τὸ καθαρόν. Πάντες οὖν οἱ νοερῶς ζῶντες, Κρονίαν ἔχουσι πολιτείαν· καὶ | |
10 | διὰ τοῦτο λέγεται βασιλεύειν αὐτῶν ὁ Κρόνος, ὥσπερ ὁ Ζεὺς τῶν πολιτικῶς ζώντων, κατὰ τὴν ἀρίστην πολιτείαν τὴν πάντα | |
κοινὰ τιθεμένην. Οὐχὶ τῶν θεῶν οὖν οἰητέον τὴν βασιλείαν τὴν πάντα κοινὰ τιθεμένην μεταβάλλειν, ἀλλὰ τῶν ψυχῶν τὴν ζω‐ ὴν μεταβαλλουσῶν, ἄλλον βασιλέα ποιῆσαι θεόν· τὸν δὲ μῦθον ἀφ’ | 112 | |
15 | ἡμῶν ἐπὶ τοὺς βασιλέας μεθιστάναι τὴν μεταβολήν. PROCLUS. | |
sch111bis | ΟΙ ΜΕΝ ΕΠΙ ΚΡΟΝΟΥ ΗΣΑΝ. Οὗτοι μὲν οἱ ἄνθρωποι οἱ τοῦ χρυσοῦ γένους, ἐπὶ τοῦ Κρόνου ἦσαν. Νῦν ἄκαιρόν ἐστι στοιχειακῶς λέγειν, ὅτι οἵ τινες ἄνθρωποι ἦσαν ὁπότε ὁ Κρόνος καὶ τὸ σκοτεινὸν τοῦ ἀέρος ἔρεβος ἐβασίλευε, | |
5 | καὶ ἐπεκράτει τοῦ οὐρανοῦ· τότε γὰρ ἀδύνατον εἶναι ἀνθρώ‐ πους, ἢ ἕτερα ζῶα τινὰ, κἂν Ἐμπεδοκλῆς καὶ πρὸ τοῦ ἁπλω‐ θῆναι τὸν ἥλιον, φησὶ φυτὰ γενέσθαι καὶ ζῶα. Οὕτω δὲ μᾶλ‐ λον τοῦτο ἀλληγορῶ· οἱ τοῦ χρυσοῦ γένους τότε ὑπῆρχον, ὁπότε ὁ Κρόνος καὶ ἡ ἄγνοια ἡ θολοῦσα τὸν νοῦν, καὶ ἡ τῶν | |
10 | πραγμάτων ἀνεπιστημοσύνη, καὶ ἀτεχνία τοῦ οὐρανοῦ, ἤγουν τῆς σφαιροειδοῦς κεφαλῆς, καὶ εἰς μίμημα οὐρανοῦ ὑπαρχού‐ σης, καὶ τοῦ ἐν αὐτῷ λογιστικοῦ, ἐπεκράτει καὶ ἐβασίλευε, ὥσπερ ἀχλὺν καὶ ἀορασίαν τῷ νῷ καταχέασα, τουτέστιν, ὅτε οὔπω ἦσαν οἱ ἄνθρωποι προμηθέστεροι, καὶ τέχνας εἰδότες. | |
15 | Κρόνος γὰρ ἡ ἄγνοια νῦν, παρὰ τὸ κορὸν καὶ μέλανα καὶ σκο‐ τεινὸν τὸν νοῦν ἀπεργάζεσθαι, ὡς μὴ δύνασθαι προβλέπειν καὶ προγινώσκειν τὰ μέλλοντα, καὶ τὰ συντείνοντα διαπράτ‐ τεσθαι. Ἀθάνατα δὲ τὰ στοιχεῖα καλεῖ, ὅτι τινὲς ἄφθαρτα ταῦτα φασὶν, ἢ διὰ τὸ μακροχρόνιον· ἀθάνατον γὰρ καὶ τὸ | |
20 | ἄφθαρτον καὶ τὸ μακροχρόνιον λέγεται. TZETZES. | |
sch111ter | ΟΙ ΜΕΝ ΕΠΙ ΚΡΟΝΟΥ ΗΣΑΝ. Οὗτοι μὲν, πρὸς τὸ σημαινόμενον ἀπέδωκεν, ἐπὶ τῆς βασιλείας τοῦ Κρόνου ἦσαν, ὅτε ἐν τῷ οὐρανῷ ἐβασίλευεν. ΕΖΩΟΝ ΔΕ, ἤγουν ἔζων, ὥσπερ θεοὶ, ἤγουν ἀπαθῶς, ψυχὴν ἔχοντες φροντίδων ἀπηλλαγμένην· | |
5 | τοῦτο γὰρ τὸ, ΑΚΗΔΕΑ ΘΥΜΟΝ ΕΧΟΝΤΕΣ ΝΟΣΦΙΝ Α‐ ΤΕΡ, ἐκ παραλλήλου ἀντὶ τοῦ χωρὶς, ΠΟΝΩΝ ΚΑΙ ΟΙΖΥΟΣ, ἤγουν ὀδυνῶν καὶ ταλαιπωρίας. Ἔτι δὲ οὐδὲ δείλαιον γῆρας, ἤγουν ἄθλιον, ἐπῆν αὐτοῖς· ἀεὶ δὲ κατὰ τοὺς πόδας καὶ τὰς χεῖρας ὅμοιοι ὄντες, ἤγουν ἐν τῇ αὐτῇ ἀκμῇ ὄντες, οὐ τρεπόμενοι, | |
10 | ἐτέρποντο ἐν εὐωχίαις, ἤγουν ἀλύπως εὐωχοῦντο, ἀλγεινῶν | |
ἁπάντων ἐκτός. Ἔθνησκον δὲ, καθὰ ὑπὸ ὕπνου χαυνωθέν‐ τες· τοῦτο γὰρ τὸ, ὡς ὕπνῳ δεδμημένοι. Ἐσθλὰ δὲ πάντα τούτοις ἦν· ἤγουν δικαιοσύνη καὶ φιλαλληλία καὶ τὰ τοιαῦτα, Ἔφερε δὲ καρπὸν πολύν τε καὶ ἄφθονον, (ἕπεται γὰρ τῷ πολ‐ | 113 | |
15 | λῷ τὸ ἄφθονον) ἡ ζείδωρος ἄρουρα, ἤγουν ἡ τὰ πρὸς ζωὴν δωρουμένη γῆ. Ἄρουρα γὰρ κυρίως ἡ ἠροτριασμένη γῆ. MOSCHOP. | |
sch112 | ὩΣΤΕ ΘΕΟΙ. Εἰκότως οἱ παντὸς καθαρεύοντες πάθους, καὶ τῷ χρυσῷ διὰ τοῦτο τῷ ἀσήπτῳ καὶ καθαρῷ ὁμοιωθέντες, ὁμοιότατοι τοῖς θεοῖς λέγονται εἶναι. Καὶ γὰρ οἱ θεοὶ πρώτως εἰσὶν ἀπαθεῖς· αἱ ψυχαὶ δὲ κατὰ μίμησιν ἐκείνων | |
5 | ταύτης τυγχάνουσιν τῆς εὐδαιμονίας. PROCLUS. | |
sch112bis | ὩΣ ΤΕ ΘΕΟΙ Δ’ ΕΖΩΟΝ. Ἤγουν ἀκοπίαστον καὶ ἄμοχθον καὶ ἀφρόντιδα βίον ἔξων, ὥσπερ οἱ θεοὶ, ἤτοι τὰ στοιχεῖα καὶ οἱ ἀστέρες· οὐ γὰρ μοχθεῖ ταῦτα καὶ κοπιᾷ· ἢ ὡς βασιλεῖς ἔζων, διὰ τὸ ἀπέριττον τῆς διαίτης, καὶ τὸ ἐλεύ‐ | |
5 | θερον· ἢ ὡς σοφοὶ, τουτέστι φιλόσοφον βίον ἔζων, ἀπράγμονα πάνυ καὶ ἀθόρυβον, ἀρκούμενοι τοῖς παρευρημένοις λαχάνοις, καὶ ἀκροδρύοις, καὶ ὕδασι, καὶ κεχρημένοι πρὸς κατοικίαν καὶ σπηλαίοις καὶ ὄρεσιν. Ὅτι δὲ τὸ θεὸς ὄνομα πέντε σημαίνει, τὰ στοιχεῖα, τοὺς σοφοὺς, τοὺς βασιλεῖς, τὰς ψυχικὰς δυνάμεις, | |
10 | καὶ τὰ πάθη, καὶ τὴν πρόνοιαν αὐτὴν, ἣν οἱ Ἕλληνες Εἱμαρ‐ μένην ἐκάλουν, πρώην ὄπισθεν εἶπον. TZETZES. | |
sch112ter | ΑΚΗΔΕΑ. Ἀφρόντιδα, ἢ καὶ ἄλυπον· οὔπω γὰρ αὐτοῖς οὐδὲν ἀλγεινὸν ἐπεγινώσκετο, πρὸ τοῦ φανῆναι τὴν τρυφὴν καὶ τὰς τέχνας. Νῦν γὰρ ἐθάδες ὄντες εἱμάτων καὶ στρωμάτων, καὶ τρυφῶν, εἰ σκληροτροφήσομεν, ἢ γυμνη‐ | |
5 | τεύσομεν, ἢ δυσκολοκοιτήσομεν, εὐθὺς ἡμῖν ἄλγη καὶ νόσοι, καὶ ὅσα ἡ Πανδώρα τῶν τεχνῶν εὕρεσις τῷ βίῳ προσῆψε· πρότερον δὲ τοῖς τότε ἀνθρώποις οὐδὲν τούτων ἐπεγινώσκετο. TZETZES. | |
sch113 | ΝΟΣΦΙΝ ΑΤΕΡ. Χωρὶς πόνων τε καὶ ὀϊζύος, καὶ ταλαιπωρίας ἐκτὸς ἔζωον ἢ τῶν ὀδυνῶν, οὐ γὰρ ἐγίνωσκον | |
ταύτας. Ἢ χωρὶς κόπων, καὶ πόνων, καὶ ὀϊζύος, καὶ μόχ‐ θου, τοῦ περὶ τὰ βιωτικά. ΠΟΝΩΝ δὲ τὸ ΠΟ κοινή ἐστι | 114 | |
5 | συλλαβή. Ὑπὸ γὰρ τοῦ ν ἀμεταβόλου ἐκτείνεται. TZETZES. | |
sch113bis | ΟΥΔΕ ΤΙ ΔΕΙΛΟΝ ΓΗΡΑΣ. Οὐδὲ κατά τι δει‐ λὸν ὑπῆρχεν αὐτοῖς τὸ γῆρας, ὡς νῦν ἡμῖν· ἢ οὕτω, οὐδὲ ἔτι καὶ ἀκμὴν ἐπῆν γῆρας δειλὸν καὶ ἄθλιον, ἢ δειλίας ἀνάμε‐ στον· καὶ ἀληθῶς λέγει· ἀώρως γὰρ ἐτελεύτων, καὶ πρὶν εἰς | |
5 | γῆρας ἐλάσαι. ἢ ὅτι ἀφρόντιδες ζῶντες, οὐκ ἂν ἐγήρασκον. TZETZES. | |
sch113ter | ΟΥΔΕ ΤΙ ΔΕΙΛΟΝ ΓΗΡΑΣ. Καὶ τοῦτο Κρόνιον ἐστί· καὶ γὰρ τὸν Κρόνον ἀεὶ μελαίνας ἔχειν τὰς ἐπὶ τοῦ γε‐ νείου τρίχας φησὶν Ὀρφεύς· Πλάτων δὲ τοὺς ἐπὶ τῆς Κρο‐ νίας περιόδου ἀποβάλλειν φησὶ τὸ γῆρας, καὶ ἀεὶ γίνεσθαι | |
5 | νεωτέρους. Ἐνδείκνυται δὲ πάντως, ὡς ἄρα οἱ κατὰ θεὸν ζῶντες, καὶ διὰ τοῦτο Κρόνιον ἔχοντες βίον, ἀεὶ ἐπὶ τὸ ἀκμαι‐ ότερον ὁδεύουσι, τὴν τῇ γενέσει σύζυγον φθορὰν ἀφέντες· ἐν γὰρ τῇ γενέσει τὸ γῆρας, ἔξω δὲ τῆς γενέσεως ἀεὶ τὸ νέον ἐστὶ καὶ ἀκμάζον, τοῦ παρὰ φύσιν οὐκ ἔχοντος χώραν ἐν αὐ‐ | |
10 | τοῖς. PROCLUS. | |
sch114 | ΑΕΙ ΔΕ ΠΟΔΑΣ. Ἀντὶ τοῦ καὶ κατὰ τὸ βαδιστι‐ | |
κὸν εὔτονοι ὑπῆρχον, καὶ κατὰ χεῖρα γενναῖοι· καὶ οὐ μετα‐ μειβόμενοι πρὸς τὸ τρομερὸν καὶ ἀνίσχυρον, ἀλλ’ ἀεὶ οὕτως ἔχοντες. TZETZES. | 115 | |
sch115 | ΘΑΛΙΗιΣΙ. Ἰστέον, ὅτι τὸ Θάλεια τὸ ἐπίθετον τῆς εὐωχίας καὶ ἡ Μοῦσα, διὰ τῆς ει διφθόγγου γράφονται, οἷον ΔΑΙΤΑ ΘΑΛΕΙΑΝ, καὶ ΜΟΥΣΑΝ ΘΑΛΕΙΑΝ. Αὕτη δὲ ἡ εὐωχία, καὶ ἡ Χάρις, καὶ ἡ Νηρηΐς, διὰ τοῦ ι, | |
5 | Ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ. PROCLUS. | |
sch115bis | ΤΕΡΠΟΝΤ’ ΕΝ ΘΑΛΙΗιΣΙ. Θαλία νῦν παρ’ ἡμῖν, ἡ μεγάλη εὐωχία λέγεται. Ἐνταῦθα δὲ τὴν κοινὴν συν‐ διαίτησιν καὶ φιλάλληλον τῶν τότε ἀνθρώπων λέγει, ἣν εἶχον πρὸς συλλογὴν βαλάνων καὶ τῶν ὡραίων καὶ ἐδωδίμων, τῶν | |
5 | λοιπῶν ἀπεχόμενοι. TZETZES. | |
sch115ter | ΚΑΚΩΝ ΕΚΤΟΣΘΕΝ ἉΠΑΝΤΩΝ. Μισαλληλίας, κακοπραγμοσύνης, φθόνου, καὶ τῶν τοιούτων λέγει· τῶν γὰρ ἄλλων κακῶν ἀρκούντως εἶχον, ψύχους, καύσωνος, ἐπι‐ θέσεως τῶν θηρίων, καὶ τῶν λοιπῶν· κἂν ἀλγεινὰ τούτοις | |
5 | οὐκ ἐδόκουν, διὰ τὸ συντρόφους εἶναι αὐτοῖς, καὶ δι’ ἀπει‐ ρίαν ἑτέρας ζωῆς. TZETZES. | |
sch116 | ΘΝΗΣΚΟΝ Δ’ ὩΣ ὙΠΝΩι. Καὶ τοῦτο ἑπόμε‐ νον τοῖς ἀνόσως ζῶσι, τὸ τὴν ἀπὸ τῶν σωμάτων λύσιν ἀβίασ‐ τον γίνεσθαι καὶ ἄπονον· καὶ οἷον ἀποβολὴν εἶναι χιτῶνος τὴν ἀπόθεσιν τοῦ σώματος. Καὶ διὰ τοῦτο ὕπνῳ παραπλή‐ | |
5 | σιον εἶναι τὸν θάνατον εἶπε μετὰ ῥαστώνης συμβαίνοντα καὶ κατὰ φύσιν, ἀλλ’ οὐ βιαίως. PROCLUS. | |
sch116bis | ΘΝΗΣΚΟΝ Δ’ ὩΣ ὙΠΝΩι. Νοσοῦντες ἐπι‐ θανάτια, καὶ ὃ πάσχουσιν οὐκ εἰδότες, ὡς ἐπὶ κοῖτον ἐπὶ τὴν γῆν καταφερόμενοι ἔπιπτον, καὶ οὕτως ἀπέπνεον. TZETZES. | |
sch116ter | ΕΣΘΛΑ ΔΕ ΠΑΝΤΑ ΤΟΙΣΙΝ ΕΗΝ. | |
Πάντα τὰ ἀγαθὰ ἦν αὐτοῖς, ἃ πρὶν εἶπον, φιλαλληλία, συν‐ διαγωγὴ καὶ συμβίωσις, καὶ ὅσα τοιαῦτα· ἔτι δὲ καὶ τὸ μὴ δεδίεναι τὸν θάνατον. Ἐτελεύτων γὰρ ὡς ὕπνῳ δεδμημέ‐ | 116 | |
5 | νοι, ἤγουν ἀνωδύνως, οὐκ εἰδότες ὃ πάσχουσιν, οὐδὲ τὸν θάνατον ἐπιγινώσκοντες. Τὸ γὰρ ἄγνωστον οὐκ ἀλγύνει, κἂν ἔστι λίαν βαρύτατον. TZETZES. | |
sch117 | ΚΑΡΠΟΝ Δ’ ΕΦΕΡΕ ΖΕΙΔΩΡΟΣ ΑΡΟΥΡΑ. Τὰς βαλάνους, καὶ τὰ ὡραῖα πάντα λέγει ἀκρόδρυα, καὶ ὅσα ἡ γῆ αὐτοματίζουσα δίδωσι. ΖΕΙΔΩΡΟΣ δὲ ἡ γῆ κατ’ ἐμὲ, ἡ ἐν τῷ ζέεσθαι, καὶ θερμαίνεσθαι, ὑπὸ τοῦ ἡλίου δηλονότι, | |
5 | δωρουμένη πάντα· οὐχὶ τὰς ζειὰς μόνας, ὥσπερ τινὲς φά‐ σκουσι. TZETZES. | |
sch118 | ΚΑΡΠΟΝ ΔΕ ΦΕΡΕΙ ΖΕΙΔΩΡΟΣ ΑΡΟΥΡΑ ΑΥΤΟΜΑΤΗ. Κατὰ τὴν φύσιν τοῦτο τῆς ἀφθονίας καὶ εὐ‐ μοιρίας σημεῖον. PROCLUS. | |
sch118bis | ΕΘΕΛΗΜΟΙ. Ἐκ παραλλήλου· ΕΘΕΛΗΜΟΙ γὰρ καὶ ἩΣΥΧΟΙ ταυτόν ἐστιν· ἡσύχως καὶ ἑκουσίᾳ γνώμῃ. Ἐμφαίνει δὲ διάθεσιν ψυχῆς ἀρίστης, ἀφ’ ἧς ἐστι τὸ χαίρειν καὶ εὐφραίνεσθαι, καὶ ἀλύπως εὐωχεῖσθαι, ἀντὶ τοῦ μεθ’ | |
5 | ἡδονῆς. PROCLUS. | |
sch118ter | ΟΙ Δ’ ΕΘΕΛΗΜΟΙ. Ἐθελουσίως ἔξων καὶ κατὰ βούλησιν ἀπέλαυον τῶν γινομένων. PROCLUS. | |
sch118quat | ΑΥΤΟΜΑΤΗ. Τουτέστι κατὰ τὴν ἑαυτῆς φύσιν, μηδενὸς ἐπιμελουμένου. MOSCHOP. | |
sch118quin | ΟΙΔ’ ΕΘΕΛΗΜΟΙ. Ἤγουν κατὰ τὴν ἑαυτῶν βού‐ λησιν, ἥσυχοι, χωρὶς ταραχῆς, εἰρηνικῶς, ἐπιῤῥηματικῶς καὶ τὸ ἐθελημοὶ καὶ τὸ ἥσυχοι, τὰ ἔργα τῆς γῆς ἐκαρποῦντο, σὺν ἐσθλοῖς πολλοῖς, ἤγουν φιλαλληλίᾳ, δικαιοσύνῃ, καὶ τοῖς λοι‐ | |
5 | ποῖς. Ἐπειδὰν δὲ τοῦτο τὸ γένος κατεκάλυψεν ἡ γῆ, ἀντὶ τοῦ τὰ σώματα τούτων ἀποθανόντων, τοὶ μὲν, ἀντὶ τοῦ, οὗτοι μὲν, | |
ἤγουν αἱ ψυχαὶ αὐτῶν, πρὸς τὸ σημαινόμενον δὲ κἀνταῦθα ἀποδίδωσι, δαίμονές εἰσιν ἐπιχθόνιοι, ἀγαθοὶ, διὰ τὴν βουλὴν τοῦ μεγάλου Διὸς, φύλακες τῶν ἀνθρώπων, ἤγουν ἔφοροι· οἵ | 117 | |
10 | τινες ἐφορῶσι καὶ τὰς δίκας, ἤγουν τὰ δίκαια, καὶ τὰ ἔργα τὰ σχέτλια, ἤγουν τὰ χαλεπά. MOSCHOP. | |
sch118sex | ΠΟΛΛΟΝ ΤΕ ΚΑΙ ΑΦΘΟΝΟΝ. Ἐκ παραλλή‐ λου τὸ αὐτὸ, ἀντὶ τοῦ πολύν. Ἢ καὶ οὕτω· πολύν τε καὶ μὴ φθόνῳ ἁρπαζόμενον τοῖς τότε, ἀλλὰ φιλαλλήλως σιτούμε‐ νον. Τὸ δὲ ΠΟΛΛΟΝ νῦν, οὐκ ἐπίῤῥημα, ἀλλ’ ὄνομά ἐστιν, | |
5 | ὁ πολλὸς, τοῦ πολλοῦ, τῷ πολλῷ, τὸν πολλόν. Εἰ δ’ οὐκ ἦν ἡ εὐθεῖα ὁ πολλὸς, ἀλλ’ ὁ πολὺς, ἡ δοτικὴ οὐ τῷ πολλῷ ἂν ἐγράφετο, ἀλλὰ τῷ πολεῖ, καὶ ὁ μεγάλος δὲ ὁμοίως εὐθεῖά ἐστι, καθὼς Αἰσχύλος δείκνυσι γράφων, Ὦ μεγάλε Ζεῦ, καὶ πολισσοῦχοι θεοί. | |
10 | εἰ δὲ ἀπὸ τοῦ ὁ μέγας ἐκλίνετο, οὐκ ἂν τοῦ μεγάλου καὶ τοῖς μεγάλοις ἐκλίνομεν, ἀλλὰ τοῦ μέγα, καὶ τοῖς μέγαις, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. TZETZES. | |
sch118sept | ΟΙ Δ’ ΕΘΕΛΗΜΟΙ ἩΣΥΧΟΙ. Ἐκ παραλλήλου τὸ αὐτὸ, ἀντὶ τοῦ ἥσυχοι. Ἢ ἐθελουσίᾳ γνώμῃ ὄντες ἥσυχοι· πολλοὶ γὰρ θορυβώδεις ὄντες, διά τινα περίστασιν ἄκοντες ἡσυχάζουσιν. TZETZES. | |
sch119 | ΕΡΓ’ ΕΝΕΜΟΝΤΟ. Ἔργα νῦν τὴν συλλογὴν τῶν αὐτομάτων καρπῶν λέγει. Τὸ δὲ ΕΝΕΜΟΝΤΟ, ἢ ἤσθιον, ἢ ἔνεμον, καὶ διεμέριζον ἀλλήλοις. TZETZES. | |
sch120 | ΑΥΤΑΡ ΕΠΕΙ ΚΕΝ. Τὶς μὲν ἡ ζωὴ τῶν ἐκ τοῦ χρυσοῦ γένους, εἶπεν. Ἀκολούθως δὲ φράζει, τὶς ἡ μετὰ τὸν θάνατον αὐτῶν λῆξις καὶ τάξις. Τρία γὰρ, ὁ βίος, ὁ θά‐ νατος, καὶ ἡ λῆξις. Εἴρηται δὲ, ἀπαθὴς μὲν ὁ βίος, ἀβίαστος | |
5 | δὲ ὁ θάνατος· τὸ δὲ τρίτον νῦν λέγεται δαιμονία ἡ λῆξις. Οἱ γὰρ οὕτω βεβιωκότες, κατὰ βούλησιν θεῶν ἐν δαιμόνων τάξει καθίστανται, τῶν ζωόντων θνητὸν βίον ἀνθρώπων, οἱ ἀγαθοὶ ὄντες καὶ τοῖς ἀνθρώποις ἀγαθῶν αἴτιοι, φυλάτ‐ τοντες αὐτῶν ἀπήμονα τὸν βίον, εὔπορόν τε ποιοῦντες τὴν | 118 |
10 | μετὰ τῶν σωμάτων αὐτῶν ζωήν. PROCLUS. | |
sch120bis | ΑΥΤΑΡ ΕΠΕΙ ΚΕΝ. Ἐπειδὴ δέ. Τὸ ΚΕ δὲ μακρὸν, ὡς κοινὴ συλλαβή· εἰς μέρος γὰρ λόγου λήγει. Οἱ δὲ τὰ μέτρα οὐκ εἰδότες, καὶ ὅτι συμφώνου ἐπιφερομένου καὶ ταῦτα τὸ ν ἀποβάλλουσι, μετὰ τοῦ ν βούλονται γράφειν αὐτὸ | |
5 | κακῶς. TZETZES. | |
sch121 | ΤΟΙ ΜΕΝ ΔΑΙΜΟΝΕΣ. Τοὺς μεθισταμένους τοῦ ζῇν, ὄντας δὲ φύλακας τοῦ βίου τῶν ἀνθρώπων, δαίμονας καλεῖ, παρὰ τὸ δαῆναι τὰ πάντα, ἢ μερίζειν τὰ ἀγαθὰ καὶ κακὰ τοῖς ἀνθρώποις. Ὅμηρος δὲ δαίμονας τοὺς ἀνθρώπους | |
5 | οὐ καλεῖ, ἀλλὰ τοὺς θεούς. Ἢ οὕτως· εἰς τέσσαρα διαιρεῖ τὴν λογικὴν πᾶσαν φύσιν· τὴν μὲν πρώτην θεῶν· τὴν δὲ δευ‐ τέραν δαιμόνων· τὴν δὲ τρίτην ἡρώων· καὶ τὴν τετάρτην ἀν‐ θρώπων. Καὶ τὸ μὲν θεῖον ἡμῖν ἀνεπίμικτον· δαίμονας δὲ τοὺς ἐφορῶντας τὰ ἀνθρώπινα, ὡς καὶ Πλάτων φησίν. | |
10 | PROCLUS. | |
sch121bis | ΤΟΙ ΜΕΝ ΔΑΙΜΟΝΕΣ ΕΙΣΙ. Ἤγουν θεοί. Ἐπι‐ φωνηματικὸς δὲ ὁ λόγος, καὶ τολμηρὸς, θεοὺς ἐπιχθονίους λέγειν· δαίμονες γὰρ καὶ θεοὶ οἱ αὐτοὶ λέγονται κατά τινας. Ἄλλοι δὲ διαιροῦσι τοὺς δαίμονας, οὐσίας λέγοντες αὐτοὺς | |
5 | εἶναι ἀσωμάτους, τὰ περὶ γῆν ὁρῶντας καὶ ὑπὸ γῆν. Τινὲς δὲ καὶ τὰς ψυχὰς τῶν ἀποβιούντων. Ἥρωας δὲ καλοῦσι, τοὺς ἐκ τοῦ ζῇν μεταστάντας. Τὸ δὲ κρεῖττον, Θεοὶ οἱ θεώ‐ μενοι, καὶ βλεπόμενοι καὶ ὁρώμενοι ἀστέρες, καὶ τὰ στοιχεῖα | |
ἢ οἱ θέοντες καὶ τρέχοντες. Δαίμονες δὲ, αἱ ψυχικαὶ δυνά‐ | 119 | |
10 | μεις καὶ αἱ ψυχαὶ, δαήμονες καὶ ἔμπειροι οὖσαι, ἢ δαΐζου‐ σαι καὶ διαμερίζουσαι πάντα καὶ κρίνουσαι κατ’ ἀξίαν. Ἥρωες δὲ, οἱ ζῶντες καὶ ὄντες ἀρετῆς τινὸς μέτοχοι· ἄνθρωποι δὲ, οἱ ἀναθροῦντες καὶ γινώσκοντες ἃ ὀπώπασι. Θεοὺς δὲ καὶ ἐφόρους τῶν ἐπὶ γῆς, βουλῇ τῆς μεγαλοδυνάμου Εἱμαρμένης | |
15 | λέγει γενέσθαι, τοὺς ἀνεπιδέκτους κακίας ἀνθρώπους ἐκεί‐ νους, καὶ τὰς ἐν ἀνθρώποις δικαιοσύνας καὶ ἀδικίας ὁρᾷν, ὅπως ἀναστέλλῃ τῆς ἀδικίας τὸν ἀδελφὸν, λογιζόμενον ὅτι δυ‐ νάμεις τινὲς εἰσὶν ἀφανῶς περιπολοῦσαι τὸν βίον, καὶ πάντα ὁρῶσαι καὶ κρίνουσαι. TZETZES. | |
sch122 | ΕΣΘΛΟΙ, ΕΠΙΧΘΟΝΙΟΙ. Πεπλασμένως, ἐπειδὴ οἱ θεοὶ ἐπουράνιοι, τούτους ἐπιχθονίους λέγει, ἵνα φόβος ἐγ‐ γένηται περισσὸς, διὰ τὸ πλησιάζειν τοὺς ἐφόρους. PROCLUS. | |
sch122bis | ΦΥΛΑΚΕΣ. Ἐπιτηρηταὶ τῶν ἀνθρωπίνων πραγ‐ μάτων. ΦΥΛΑΤΤΟΥΣΙΝ· ἐπιτηροῦσιν. ΔΙΚΑΣ νῦν τὰς κρίσεις, μᾶλλον δὲ δικαιοσύνας. TZETZES. | |
sch123 | ΣΧΕΤΛΙΑ. Ἄδικα, φαῦλα· σχετικὰ γὰρ καὶ κρα‐ τητικὰ λίαν τὰ φαῦλα, καὶ παράμονα, καὶ μὴ συντόμως ἀφ’ ἡμῶν ἀποτρέχοντα, καθάπερ τὰ χρηστά. TZETZES. | |
sch124 | ΗΕΡΑ ἙΣΣΑΜΕΝΟΙ. Ἀντὶ τοῦ ἀορασίαν ἐνδε‐ δυμένοι. Λύσις δὲ τοῦτο τοῦ ἀντιπίπτοντος. Ἴσως γὰρ ἂν εἶπεν ὁ Πέρσης, εἰ ἐν γῇ εἰσὶ, πῶς οὐχ ὁρῶμεν αὐτούς· ὅθεν οὕτως εἶπεν. ΗΕΡΑ δὲ λέγει, τὴν ἀορασίαν· ὅτι ὁ ἀὴρ φύ‐ | |
5 | σει σκοτεινός ἐστιν, ὑπὸ δὲ τοῦ ἡλίου λαμπρύνεται. Τὸ ΕΣ‐ ΣΑΜΕΝΟΙ δασυντέον· ἐκ τοῦ ἕω γὰρ, τὸ ἐνδύομαι· ὅθεν καὶ εἷμα, τὸ ἱμάτιον. TZETZES. | |
sch124bis | ΗΕΡΑ ἙΣΣΑΜΕΝΟΙ. Ἀντὶ τοῦ ἀορασίαν ἐνδυ‐ | |
σάμενοι, πανταχοῦ κατὰ τὴν γῆν στρεφόμενοι. MOSCHOP. | 120 | |
sch125 | ΠΛΟΥΤΟΔΟΤΑΙ. Τοῦτο παιδευτικῶς εἶπεν, ἀπο‐ κρινόμενος πρὸς τοὺς βασιλεῖς, οἳ πολλοῦ δέουσιν εὐπόρους ποιεῖν τοὺς ἀνθρώπους δωροφάγοι τινὲς ὄντες. Μονονουχὶ λέγει σαφῶς, εἰ γέρας ἐστὶ βασιλικὸν προτεινόμενον ὑπὸ | |
5 | τῶν θεῶν τὸ ἀγαθοποιεῖν, καὶ πλουτοδότας εἶναι δεῖ τοὺς βα‐ σιλικοὺς ἄνδρας, καθαρεύειν τε πάσης κακουργίας, καὶ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὧν εἰσιν ἄλλοις χορηγοὶ κατὰ βούλησιν τῶν θεῶν. PROCLUS. | |
sch125bis | ΠΛΟΥΤΟΔΟΤΑΙ. Τοῦτο εἶπεν, ἅμα καὶ τὸν ἀδελ‐ φὸν προτρέπων ἀγαθοεργεῖν, ἀνταμοιβὴν τοιαύτην ἐλπίζοντα· καὶ τοὺς δικαστὰς ἀποτρέπων δωροληπτεῖν, λέγων μᾶλλον βασιλεῦσι καὶ ἄρχουσιν ἁρμόδιον εἶναι τὸ διδόναι καὶ πλουτί‐ | |
5 | ζειν, ἢ τὸ λαμβάνειν. TZETZES. | |
sch125ter | ΠΛΟΥΤΟΔΟΤΑΙ. Ἤγουν ταῖς ἑαυτῶν δωρεαῖς πλουτίζοντες τοὺς ἀνθρώπους. Καὶ τοῦτο, ἤγουν τὸ πλου‐ τοδόται εἶναι, ἔσχον τιμὴν βασιλικὴν, ἤγουν βασιλεῦσι πρέ‐ πουσαν. MOSCHOP. | |
sch126 | ΔΕΥΤΕΡΟΝ ΑΥΤΕ ΓΕΝΟΣ. Ὁ μὲν Ὀρφεὺς τοῦ ἀργυροῦ γένους βασιλεύειν φησὶ τὸν Κρόνον, τοὺς κατὰ τὸν καθαρὸν λόγον ζῶντας ἀργυροὺς λέγων, ὥσπερ τοὺς κατὰ νοῦν μόνον χρυσοῦς. Ὁ δὲ Ἡσίοδος ἐθέλων τὴν μεταβο‐ | |
5 | λὴν ἐνδείξασθαι τῆς ἀνθρωπίνης ζωῆς, τὸ ἀργυροῦν γένος τῶν ἀνθρώπων ποιεῖ ῥάθυμον· πλὴν χεῖρον μὲν τὸ ἀργυροῦν γέ‐ νος εἶναί φησι τοῦ χρυσοῦ, οὐκ εἰς ἄκραν δὲ κακίαν ὀλισ‐ θῆσαν, ἀλλ’ εἰς ἀργίαν καὶ φυσικὴν ζωὴν ἀντὶ νοερᾶς. Ὅτι δὲ ἄργυρος ἰοῦ δεκτικὸς, ὃς καὶ διΐστησιν ἔξω τεμνόμενος | |
10 | ὑπὸ τῶν ὑγρῶν τὴν ὑγρότητα καὶ ψυχρότητα παντὸς μᾶλλον κεράμου καὶ χαλκοῦ, δῆλον. Ψύχεται γὰρ τὸ ὕδωρ ἐν αὐτῷ ῥαδίως καὶ θερμαίνεται περιτιθεμένων ψυχρῶν ἢ θερμῶν, ὥστε διὰ τῶν πόρων τούτων καὶ ἰὸν ἐνδέχεσθαι, τοῦ χρυσοῦ πυκνοτάτου ὄντος. PROCLUS. | |
sch126bis | ΠΟΛΥ ΧΕΙΡΟΤΕΡΟΝ. Οὐχ ὅτι ἐκεῖνο κακὸν ἦν, ἀλλ’ οὐχ ὅμοιον τῷ χρυσῷ. Τὸ δὲ ΠΟΛΥ ΧΕΙΡΟΤΕΡΟΝ, ἐστὶ συγκριτικὸν συγκριτικοῦ, αὐτὸ γὰρ τὸ χεῖρον συγκριτι‐ κόν. Ὡς εἶπε λωΐτερον· αὐτὸ γὰρ τὸ λῷον συγκριτικόν ἐστι. | 121 |
5 | Τὸ δ’ ἀργύρεον ἔνιοι τῇ γῇ ἀκούουσι, λέγοντες, ὅτι ἐν τοῖς μεγάλοις ἔργοις τὸ ἀργύριον τῆς γῆς γενεαλογεῖ. PROCLUS. | |
sch126ter | ΔΕΥΤΕΡΟΝ ΑΥΤΕ ΓΕΝΟΣ ΠΟΛΥ ΧΕΙΡΟ‐ ΤΕΡΟΝ. Γένους τοῦ χρυσοῦ πολὺ χειρότερον, ἤγουν τῶν ἀνεπιδέκτων κακίας ἀνθρώπων. Οἱ γὰρ τοῦ δευτέρου γένους προμηθέστεροι ἦσαν, καὶ τέχνας εὗρον. TZETZES. | |
sch126quat | ΔΕΥΤΕΡΟΝ ΑΥΤΕ ΓΕΝΟΣ ΠΟΛΥ ΧΕΙΡΟΤΕ‐ ΡΟΝ. Ἐπὶ ἀπαριθμήσεως τὸ δεύτερον, συγκριτικόν ἐστι συγ‐ κριτικοῦ τὸ χειρότερον, καὶ τὸ χεῖρον γὰρ συγκριτικόν. Ἔστι δὲ τὸ τοιοῦτον οὐδέποτε ἐν χρήσει παρὰ τοῖς κοινοῖς. Πολὺ | |
5 | χειρότερον, ἀντὶ τοῦ κατὰ πολὺ ἧττον τὴν ἀρετήν· οὐ γὰρ κακὸν ἦν τὸ πρότερον, ἵν’ ᾖ τοῦτο χεῖρον. Τὸ ἑξῆς δῆλον. MOSCHOP. | |
sch128 | ΟΥΤΕ ΦΥΗΝ. Τὸ μέγεθος, τὴν ἡλικίαν. Οἱ γὰρ πρότερον ἐκεῖνοι, ἅτε ἐκ τῆς γῆς γεννηθέντες, καὶ ἐξ ἀμι‐ γῶν τῶν πρώτων στοιχείων, μεγάλοι τε ἦσαν τοῖς σώμασι καὶ εὐειδεῖς τὴν θέαν. Οἱ δὲ τοῦ δευτέρου γένους, ἅτε ἐξ ἀλλη‐ | |
5 | λογονίας ὄντες, ἥττονες τούτων ἐν ἀμφοτέροις ὑπῆρχον. ΦΥΗΝ, τὴν ἡλικίαν, παρὰ τὸ φύω, ἀπὸ μεταφορᾶς τῶν φυο‐ μένων δένδρων καὶ βοτανῶν. TZETZES. | |
sch128bis | ΕΝΑΛΙΓΚΙΟΝ. Ἀλίγκιον καὶ κατ’ ἐπέκτασιν, ἐνα‐ λίγκιον, τὸ ὅμοιον, ἀπὸ τοῦ ἅλις ἔγγιον, καὶ πλησίον καὶ ἐμφερὲς εἶναι. Καὶ τροπῇ τοῦ γ εἰς κ. TZETZES. | |
sch128ter | ΟΥΤΕ ΝΟΗΜΑ. Κατὰ τὸ ἁπλοῦν ἐκεῖνο λέγει, καὶ ἀπάνουργον. Οὗτοι γὰρ πολὺ τῶν προτέρων προμη‐ θέστεροι, καὶ πανουργότεροι. TZETZES. | |
sch128quat | ΧΡΥΣΕΩι ΟΥΤΕ ΦΥΗΝ ΕΝΑΛΙΓΚΙΟΝ, ΟΥΤΕ ΝΟΗΜΑ. Τῷ χρυσῷ γένει οὔτε κατὰ τὴν ἀναδρομὴν τοῦ | |
σώματος ὅμοιον, οὔτε κατὰ τὴν γνώμην. MOSCHOP. | 122 | |
sch129 | ΑΛΛ’ ἙΚΑΤΟΝ ΜΕΝ ΠΑΙΣ. Ὀρθῶς τοῦ κα‐ κοῦ βίου τὴν ἀρχὴν ἐν τῇ μοχθηρᾷ τίθεται τροφῇ· τοιαύτη δὲ ἡ πολὺν χρόνον ἐν τῇ γυναικωνίτιδι γενομένη. Καὶ γὰρ Πλάτων τῶν Περσικῶν τινος τοῦτο κατέγνω βασιλέων τὸν | |
5 | υἱὸν ἐάσαντος πολὺν χρόνον ὑπὸ ταῖς γυναιξὶ τεθράφθαι. Εἰκότως οὖν ἀποβαίνειν τὸν οὕτω τρεφόμενον μέγα νήπιον, ὡς ἀμαθῆ πάντων ὧν δεῖ πράττειν, τὸν ἀνδρικὸν καὶ γεννάδα τὸ ἦθος. PROCLUS. | |
sch129bis | ΑΛΛ’ ἙΚΑΤΟΝ ΜΕΝ. Πάνυ φιλοσόφως ἀρ‐ χὴν φαύλου βίου καὶ κακοδαίμονος τὴν ἀνατροφὴν ὑποτίθε‐ ται· καὶ γὰρ ὁ Πλάτων ἔφη Κῦρον καὶ Δαρεῖον στρατιωτικοῖς ἔθεσι παιδευθέντας, ἄνδρας ἀγαθοὺς γενέσθαι· τοὺς δὲ παῖ‐ | |
5 | δας αὐτῶν, ἀσχολουμένους ἐν γυναιξὶ νεοπλούτοις καὶ τρυ‐ φώσαις, διαφθαρῆναι. ΑΛΛΩΣ. Κατὰ σύγκρισιν. Ἐπεὶ οὐ τῶν ρʹ ἐλάττους ἔζων. Τὸ δὲ ἑκατὸν οὐκ ἐπὶ ὡρισμένου χρό‐ νου, ἀλλ’ ἐπὶ πλήθους· ἔστι γὰρ ἀόριστον ἀντὶ τοῦ πολλά. PROCLUS. | |
sch129ter | ΑΛΛ’ ἙΚΑΤΟΝ ΜΕΝ ΠΑΙΣ ΕΤΕΑ. Οἱ μὲν πρότεροι διόλου συνέζων ἀλλήλοις· οἱ δὲ τοῦ δευτέρου γένους προμηθέστεροι γεγονότες πολλὰ τὸν πρὶν βίον ἐκαινοτόμη‐ σαν, τέχνας καὶ ἕτερα εὑρόντες· καὶ τοῦτο δὲ προσεξεῦρον, | |
5 | μέχρι μὲν πολλοῦ τινὸς χρόνου τοῖς γονεῦσι συνεῖναι, καὶ οἰ‐ κουρεῖν μᾶλλον σὺν ταῖς μητράσι· καὶ οὕτω γυναικωδῶς ἀνε‐ τρέφοντο, ἐξελθόντες δὲ καὶ χωρισθέντες τῶν οἴκων τῶν πα‐ τρικῶν, τὰς ἀλλήλων ὕβρεις μὴ φέροντες, μηδὲ τὰ πρέποντα λογιζόμενοι, βραχύβιοι ἐγένοντο, ὑπὸ θλίψεών τε καὶ ὑπ’ | |
10 | ἀλλήλων ἀναιρούμενοι. Εἰκὸς δὲ καὶ τοὺς ἐν γυναικωνίτιδι τεθραμμένους, καὶ οἰκοσίτους, καὶ ἀταλοὺς, καὶ μὴ δυναμέ‐ νους τλῆναί τι, βραχυβίους εἶναι, καὶ οὕτω τελευτᾷν· ὅθεν καὶ μεγαλονηπίους αὐτοὺς λέγει, διὰ τὴν τοιαύτην ἀνα‐ τροφήν. Ἀλλ’ ἴσως ἐρεῖ τις, καὶ τί λοιπὸν ἦν τούτοις ἀγα‐ | 123 |
15 | θόν· πολλὰ ἦν ἐκείνοις τὰ ἀγαθὰ, ὅσα καὶ τοῖς προτέροις· ἓν δὲ ἢ δύο τὰ ἐλαττώματα· τὸ μὴ φέρειν ἀλλήλων τὴν ὕβριν, ἀλλ’ ὀξυχολεῖν· καὶ τὸ μὴ θεραπεύειν θεοὺς, ἤγουν τὰς ψυ‐ χικὰς δυνάμεις· τουτέστι, τὸ μὴ προσκοπεῖν καὶ προλογί‐ ζεσθαι, στεῤῥονούστερόν τε καὶ πανουργότερον ποῖ τὰ τοῦ | |
20 | θυμοῦ τούτοις προβήσεται. TZETZES. | |
sch129quat | ΑΛΛ’ ἙΚΑΤΟΝ ΜΕΝ ΕΤΗ. Ἤγουν πολλὰ ἐτρέ‐ φετο παῖς, ἤγουν διῃτᾶτο, παρὰ τῇ ἑαυτοῦ μητρὶ τῇ ἀγαθῇ. MOSCHOP. | |
sch130 | ΑΤΑΛΛΩΝ. Ὁ μετ’ ἐπιμελείας τρεφόμενος, καὶ ὡς ἂν νηπιάζων ἀταλλόφρων, ὁ μηδὲ καρτερεῖν δυνάμενος, ὅθεν καὶ τὸ, Τέτλαθι. PROCLUS. | |
sch130bis | Ὡι ΕΝΙ ΟΙΚΩι. Ἐνὶ ᾧ, τουτέστιν ἐν τῷ ᾧ, καὶ ἐν τῷ ἰδίῳ. Ἔστι δὲ τὸ σχῆμα ἀντιστροφὴ καὶ ἐπέκτασις. TZETZES. | |
sch130ter | ΑΤΑΛΛΩΝ. Τουτέστι μετ’ ἐπιμελείας τρεφόμενος καὶ ὡς ἂν νηπιάζων ἐν τῷ σφετέρῳ οἴκῳ. MOSCHOP. | |
sch130quat | ΜΕΓΑ ΝΗΠΙΟΣ. Ἤγουν μεγάλως ἀμαθὴς καὶ ἀνόητος. Ἀλλ’ ὅταν ἤκμασε καὶ εἰς μέτρον ἀκμῆς ἀφίκετο, ἐπὶ παυρίδιον χρόνον, ἤγουν πάνυ ὀλίγον, ἔζων. MOSCHOp. | |
sch131 | ΗΒΗΣΕΙΕ, ΚΑΙ ἹΚΟΙΤΟ. Ἀντὶ τοῦ ἥβησε, καὶ ἵκετο, Ἀττικῶς. Ἥβης δὲ μέτρον, ἡ ἥβη περιφραστικῶς. Ἥβη δὲ ἡ ἐνηλικίωσις λέγεται. TZETZES. | |
sch132 | ΠΑΥΡΙΔΙΟΝ ΖΩΕΣΚΟΝ. Εἰ πολλῷ χρόνῳ, ἐτρέφοντο, ὀλίγον δὲ διέζων καὶ ἤκμαζον, πῶς οἱ τρέφοντες | |
αὐτοὺς διέζων; ἴσως οὖν πρὸς ἀπολογίαν τῆς ἐκτροφῆς. Τὸ δὲ παυρίδιον ζώεσκον, ὡς πρὸς σύγκρισιν τῶν ἑκατὸν | 124 | |
5 | ἐτῶν. PROCLUS. | |
sch132bis | ΠΑΥΡΙΔΙΟΝ. Ὀλίγον· γίνεται δὲ ἐκ τοῦ παύω, παῦρον, τὸ ὀλίγον καὶ βραχὺν, καὶ συντόμως παυθῆναι δυνά‐ μενον, καὶ παραγωγῇ ὑποκοριστικῇ Ἀττικῇ παυρίδιον. Εἰ‐ κότως δὲ οὗτοι βραχὺν τὸν χρόνον διέζων, τῶν πατρικῶν οἴ‐ | |
5 | κων ἐκστάντες. Ἀπραγμόνως γὰρ ἦσαν καθεδούμενοι τοῖς πα‐ τρικοῖς οἴκοις, καὶ ἐξ ἐκείνων τρεφόμενοι. Ἐκστάντες δὲ τού‐ των, καὶ φροντίσι τρυχώμενοι, ἔτι δὲ καὶ πρὸς ἀλλήλους ὀξυ‐ χολοῦντες, καὶ διαπληκτιζόμενοι, συντόμως τὸν βίον κατέ‐ στρεφον. TZETZES. | |
sch132ter | ΑΛΓΕ’ ΕΧΟΝΤΕΣ. Ἤγουν λύπας, διὰ τὰς ἑαυ‐ τῶν ἀφροσύνας. Ἀπὸ τοῦ μερικοῦ δὲ ἀποτείνει εἰς τὸ καθό‐ λου· τοῦτο δὲ σύνηθες καὶ παρὰ τοῖς κοινοῖς· οὐκ ἐδύναντο γὰρ ἀλλήλων ἀπέχειν, ἤγουν μακρὰν ἔχειν χαλιναγωγεῖν ἀπ’ | |
5 | ἀλλήλων. MOSCHOP. | |
sch133 | ὙΒΡΙΝ ΓΑΡ. Ταῦτα ἑπόμενά ἐστι ταῖς ῥαθύμοις ζωαῖς τῶν ἀνθρώπων, διὰ μαλθακίαν ἐξυβρίζειν, καὶ μήτε τῶν εἰς ἀλλήλους ὕβρεων ἀπέχεσθαι, μήτε τῶν εἰς τοὺς θεοὺς τιμῶν ἀντέχεσθαι· ζῇν δὲ ὁμοίως φυτοῖς πίνοντας καὶ ἐσθίον‐ | |
5 | τας. Οὕτω ζήσαντες Συβαρῖται καὶ Κολοφώνιοι πρότερον ἀπώλοντο, Περσῶν δὲ καὶ Μήδων ἥψατο τὸ πάθος. PRO‐ CLUS. | |
sch133bis | ὙΒΡΙΝ ΓΑΡ ΑΤΑΣΘΑΛΟΝ. Τὴν θάλλουσαν ἐν κακοῖς, ἤτοι τὴν ἄδικον ὕβριν ἀπέχειν καὶ κωλύειν ἀπ’ ἀλλήλων οὐκ ἠδύναντο. TZETZES. | |
sch133ter | ὙΒΡΙΝ ΑΤΑΣΘΑΛΟΝ. Ἤγουν ἀθέμιτον, παρά‐ νομον· ἀτάσθαλοι γὰρ οἱ εἰς θεὸν ἐξαμαρτάνοντες, καὶ ἀτάσ‐ θαλον ἔργον δηλονότι τὸ ἀθέμιτον καὶ παράνομον. Οὐδὲ θεοὺς ἤθελον τιμᾷν, οὐδὲ θύειν ἐπὶ τοῖς ἱεροῖς βωμοῖς τῶν | |
5 | μακάρων, ἤγουν τῶν θεῶν, καθὰ πρέπον ἐστὶ τοῖς ἀνθρώ‐ ποις κατ’ ἔθος. Τούτους μὲν δὴ ὁ Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου ἠφά‐ νισεν ὀργιζόμενος· τοῦτο γὰρ τὸ ἔκρυψε χολούμενος, ὅτι οὐκ ἐδίδουν τοῖς θεοῖς τιμὰς, οἳ τὸν οὐρανὸν οἰκοῦσιν. Ἐπειδὴ | |
δὲ καὶ τοῦτο τὸ γένος κατεκάλυψεν ἡ γῆ, ἀντὶ τοῦ τὰ σώματα | 125 | |
10 | αὐτῶν ἀποθανόντων, οὗτοι μὲν, ἀντὶ τοῦ αἱ ψυχαὶ τούτων, καλοῦνται ὑποχθόνιοι μάκαρες θνητοί. MOSCHOP. | |
sch134 | ΟΥΔ’ ΑΘΑΝΑΤΟΥΣ ΘΕΡΑΠΕΥΕΙΝ. Οὐδὲ τὰς ψυχικὰς δυνάμεις καὶ τὰ πάθη ἤθελον θεραπεύειν, ἤγουν κρατεῖν θυμοῦ, καὶ τοῦτον πραΰνειν, καὶ τὰ ὅμοια δρᾷν. TZETZES. | |
sch135 | ΟΥΔ’ ἙΡΔΕΙΝ ΜΑΚΑΡΩΝ ἹΕΡΟΙΣ ΕΠΙ ΒΩ‐ ΜΟΙΣ. Οὐδὲ ἐν τῷ βωμῷ καὶ κατοικίᾳ καὶ θυσιαστηρίῳ τῶν θεῶν, ἤγουν τῶν ψυχικῶν δυνάμεων, ἤθελον ἕρδειν καὶ πράττειν καὶ θύειν· τουτέστι, συλλογίζεσθαι καὶ καταπείθεσ‐ | |
5 | θαι· ἀλλ’ ἐδίδουν αὐτοὺς ἐκ μικρᾶς ἀφορμῆς τῷ θυμῷ. Βω‐ μὸς δὲ τῶν θεῶν τούτων, ὁ περὶ τὴν κεφαλὴν ἡμῶν τόπος, ἤτοι τὸ λογιστικόν· ὡς καὶ Εὐριπίδης φησί που, Οὐκ ἔστι πειθοῦς ἱερὸν ἄλλο, πλὴν λόγος· Καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει. | |
10 | Τὰ δὲ περὶ τῶν μυθικῶν θεῶν, ὅτι οὐκ ἔθυον θεοῖς, ἐῶ λέ‐ γειν, ὡς προχείρως καὶ βρέφεσιν εὔληπτα. TZETZES. | |
sch135bis | ΜΑΚΑΡΩΝ. Μάκαρες οἱ μὴ κηρὶ καὶ θανατη‐ φόρῳ μοίρᾳ ὑποπίπτοντες. TZETZES. | |
sch136 | Ἡι ΘΕΜΙΣ. Οὕτω συντακτέον· οὐδ’ ἤθελον ἕρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, κατὰ τὰ ἤθεα, καὶ τὰς διαγω‐ γὰς αὐτῶν, καὶ διατριβάς· ἤγουν τὴν ἑαυτῶν ζωὴν, καθὰ θέμις καὶ δίκαιόν ἐστι τοῖς ἀνθρώποις. ΘΕΜΙΣ δὲ, ἡ εὐθε‐ | |
5 | σία, καὶ τὸ δίκαιον· παρὰ τὸ συγκατατίθεσθαι πάντας αὐτῷ ὡς καλῶς ἔχοντι. TZETZES. | |
sch140 | ΤΟΙ ΜΕΝ ὙΠΟΧΘΟΝΙΟΙ. Οἱ μὲν πρὸ τού‐ των ἐπιχθόνιοι ἦσαν κατὰ τὴν λῆξιν καὶ ἀγαθῶν χορηγοὶ καὶ φύλακες τῶν θνητῶν, οὗτοι δὲ θνητοὶ φύλακες καὶ ὑποχθό‐ νιοι λέγονται, ὡς ἐν τοῖς ὑπὸ τὴν γῆν ταχθέντες τόποις, | |
5 | διότι φυσικὴν εἶχον ζωὴν ἀντὶ νοερᾶς, ἐοικότες τοῖς φυτοῖς τοῖς τὰς κεφαλὰς ὑπὸ γῆν ἔχουσιν· εἰκότως οὖν ὑποχθό‐ | |
νιοι, θνητοὶ δὲ φύλακες, ὡς ζῶντες κατὰ τὸ θνητὸν ἑαυτῶν· τοιαύτη γὰρ ἡ φυσικὴ ζωή. Τίνων δὲ φύλακες; ἢ δηλονότι ψυχῶν, αἵ τινες ἐν ἐκείνοις τοῖς τόποις διατρίβουσιν οὐκέτι | 126 | |
10 | φυσικῶς ζήσασαι, ἀλλ’ εἰς πᾶσαν ὀλισθήσασαι κακίαν· διὸ περὶ τούτων προσέθηκεν, ὅτι καὶ αὐτοῖς τιμὴ τὶς ὀπηδεῖ, καθό‐ σον οὐ μεγάλα ἐξειργάσαντο κακὰ, οἷα τῶν ἐφεξῆς τούτοις. PROCLUS. | |
sch140bis | ΖΕΥΣ ΚΡΟΝΙΔΗΣ. Ἡ ἀπροόρατος εἱμαρμένη νῦν. TZETZES. | |
sch140ter | ΤΟΙ ΜΕΝ ΕΠΙΧΘΟΝΙΟΙ ΜΑΚΑΡΕΣ. Μὴ ὑποχθόνιοι εἴπῃς, ὡς ὁ Πρόκλος. Τὸ γὰρ δεύτερον ἀπαιτεῖ καὶ αὐτοὺς ἐπιχθονίους δευτέρους λέγεσθαι μάκαρας. TZE‐ TZES. | 127 |
sch141 | ΔΕΥΤΕΡΟΙ. Ἤγουν ἀπολειπόμενοι τῆς τοῦ πρώ‐ του γένους τάξεως, ἀλλ’ ὅμως τιμὴ ἀκολουθεῖ καὶ τούτοις. MOSCHOP. | |
sch142 | ΤΡΙΤΟΝ ΑΛΛΟ ΓΕΝΟΣ. Τοῦτο τὸ γένος εἰκό‐ τως τρίτον, οὔτε νωθρὸν ὂν, οὔτε πανοῦργον, ἀλλὰ δεινὸν ὄντως καὶ εἰς τυραννικὴν δυναστείαν ἐκλακτίσαν καὶ φονικὸν, τῶν σωμάτων μόνων ἐπιμελούμενον. Διό φησιν, | |
5 | Ἄπλατοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι Ἐξ ὤμων ἐπέφυκον— δηλοῖ γὰρ, ὅτι τῶν σωμάτων τὴν ῥώμην ἤσκουν οἱ ἐν τούτῳ τῷ γένει, τῶν δ’ ἄλλων ἀμελοῦντες περὶ τὴν τῶν ὅπλων κα‐ τασκευὴν διέτριβον, καὶ τῷ χαλκῷ πρὸς τοῦτο ἐχρῶντο, ὡς τῷ | |
10 | σιδήρῳ πρὸς γεωργίαν, διά τινος βαφῆς τὸν χαλκὸν στεῤῥο‐ ποιοῦντες, ὄντα φύσει μαλακὸν, ἐκλιπούσης δὲ τῆς βαφῆς ἐπὶ τὴν τοῦ σιδήρου καὶ ἐν τοῖς πολέμοις χρῆσιν ἐλθεῖν. Τοῦ‐ το δὴ τὸ χαλκοῦν γένος ἐκ μελιᾶν εἶπε φῦναι Δωρικῶς, ἀντὶ τοῦ ἐκ τῶν μελιῶν τῶν δένδρων, οὐχὶ ἐκ τῶν Μελιῶν Νυμ‐ | |
15 | φῶν· καὶ γὰρ Μελίας Νύμφας εἶναι φασίν· ἄτοπον γὰρ τοὺς ἐκ τοῦ θείου γένους ὄντας θηριώδεις φῦναι· ἀλλ’ ὡς ἐκ δέν‐ δρων στερεῶν καὶ δυσσήπτων γεγονότας, τά τε σώματα γε‐ νέσθαι ἰσχύοντας, καὶ τὰ ἤθη ἀτεράμονας καὶ βιαίους· τοῦτο | |
γὰρ αἰνίττεται ἡ ἐκ τῶν μελιῶν αὐτοῖς γένεσις. PROCLUS. | 128 | |
sch141bis | ΑΛΛ’ ΕΜΠΗΣ. Ὅμως. Ἔστι δὲ ἐναντιωματικὸς σύνδεσμος· ἀντὶ τοῦ, ὅμως καὶ ὀξυχόλοις οὖσι, καὶ τινὰ κε‐ κτημένοις ἐλαττώματα, ἕπεται καὶ τούτοις τιμή. TZETZES. | |
sch142bis | ΖΕΥΣ ΔΕ ΠΑΤΗΡ. Χάλκειον γένος τοὺς γίγαν‐ τας λέγει, διὰ τὸ πολεμικοὺς εἶναι· χαλκοῖς γὰρ τὸ παλαιὸν καὶ ὅπλοις, καὶ ξίφεσι, καὶ γεωργικοῖς ἐργαλείοις ἐχρῶντο, βαφῇ τινὶ ταῦτα στομοῦντες. Ἀπολλυμένης δὲ τῆς στομού‐ | |
5 | σης βαφῆς τὸν χαλκὸν, χρώμεθα τῷ σιδήρῳ. Χαλκὸς δὲ λέγε‐ ται, χάλυβός τις ὤν· ὅτι πρῶτοι Χάλυβες αὐτὸν εὗρον. Ἐγὼ δὲ ἀρχῆθεν τὸν σίδηρον εἶναί φημι. Λέγεσθαι δὲ τὸν πολε‐ μικὸν καὶ ἀναιρετήριον ὑφ’ Ὁμήρου χαλκὸν ἐπιθετικῶς, παρὰ τὸ χέειν τὴν ἀλκήν· οἷον, ξίφος χάλκεον, ἔγχεϊ χαλκείῳ, τῷ | |
10 | χέοντι τὴν ἀλκὴν καὶ τὴν δύναμιν τῶν ἀναιρουμένων. Ἢ πει‐ στέον μοι τῷ Ἡσιόδῳ, καὶ τοῖς λοιποῖς· Ἃ γὰρ ἀκριβῶς οὐκ ἐπίσταμαι λέγειν Στέργω σιωπᾷν, ἢ λαλεῖν οὐ καιρίως. TZETZES. | |
sch142ter | ΖΕΥΣ ΔΕ ΠΑΤΗΡ. Ὁ Ζεὺς δὲ ὁ πατὴρ τῶν ἀν‐ θρώπων καὶ τῶν θεῶν ἐποίησεν ἄλλο γένος ἀνθρώπων τρίτον, χάλκειον, ἤγουν χαλκοῦν, οὐχ ὅμοιον οὐδαμῶς τῷ ἀργύρῳ. MOSCHOP. | |
sch144 | ΕΚ ΜΕΛΙΑΝ. Νυμφῶν, ἢ Δωρικῶς Μελιᾶν εἶ‐ πεν, ὅτι (οὐκ) ἐκ τῶν ἓξ γόνων τοῦ οὐρανοῦ· τινὲς δὲ ἀλλη‐ γοροῦσι μελίας τὰς φροντίδας. ΑΛΛΩΣ. Ἀπὸ ξύλου τινὸς ἀνόητον γένος λέγει καὶ ἀσύνετον· οὗτοι, φησὶν, οὐκ ἐκ γέ‐ | |
5 | νους θεῶν. PROCLUS. | |
sch144bis | ΕΚ ΜΕΛΙΑΝ. Τρίτον φησὶ γενέσθαι γένος πα‐ | |
ρὰ τῆς Εἱμαρμένης, τὸ Γιγαντικὸν ἐκεῖνο, τὸ μάχιμον. Οἱ περὶ Πρόκλον τὸ ΕΚ ΜΕΛΙΑΝ, Δωρικῶς περισπῶσιν, ἐκ τῶν μελιῶν λέγοντες γενέσθαι τοὺς γίγαντας, ἀλλ’ οὐκ ἐκ Νυμφῶν· | 129 | |
5 | ὧν, εἰ χρεία σοι, ἐξ ἐμοῦ μάνθανε καὶ τὰ ὀνόματα. Ἑλίκη, Κυνόσουρά τε καὶ Ἀρέθουσα καὶ Ἴδη, Κρώμνη, Βριθὼ, Κα‐ λαινὼ, Ἀδράστεια, καὶ Γλαύκη. Οὐκ ἐκ τούτων τῶν μελιῶν, ἀλλ’ ἐκ μελιῶν δένδρων φασὶν αὐτοὺς, ἤγουν στερεούς. Ἐγὼ δέ φημι, ἡ Εἱμαρμένη ἐποίησεν τρίτον ἄλλο γένος, ποδα‐ | |
10 | πόν; ἐκ μελιᾶν, ἤγουν σκληρόν. Ἢ ἀπὸ τῶν μελιῶν δέν‐ δρων ὧν κἀκεῖνοι φασὶν, ἢ ἀπὸ τῶν ἔξω μελῶν καὶ σωμά‐ των ἀνθρωπίνων δοκεῖν εἶναι, διά τε τὸ ὑπέρογκον αὐτῶν, καὶ τὸ φονικόν. Οὐκ ἐφείδοντο γὰρ τῶν οἰκείων σωμάτων, ὥσ‐ περ εἰ λίθος χρὼς ἦν αὐτοῖς ἠὲ σίδηρος, | |
15 | Χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν. Οὕτω γοῦν ἐγὼ φημὶ ἐκ μελιᾶν λέγεσθαι. Ἢ παρὰ τὸ ἐκμε‐ λὲς καὶ ἄῤῥυθμον εἶναι, καὶ ἀπειθὲς ἀπὸ μεταφορᾶς τοῦ μέ‐ λους τοῦ μουσικοῦ. TZETZES. | |
sch144ter | ΟΜΒΡΙΜΟΝ. Ἰσχυρόν. Βριμὼ δὲ καὶ ὀβριμὼ κυρίως ἡ Περσεφόνη, ἤγουν ἡ γῆ καὶ ὁ θάνατος, καλεῖται· ὅθεν τὸ ὄβριμον λέγεται. TZETZES. | |
sch144quat | ΕΚ ΜΕΛΙΑΝ. Ἤγουν ἐκ τῶν μελιῶν τῶν δένδρων τοῦτο, φησὶν, ἐποίησεν, ἃ στερεὰ καὶ δύσσηπτά ἐστιν, ἀντὶ τοῦ σκληρὸν καὶ ἀπάνθρωπον. MOSCHOP. | |
sch144quin | ΔΕΙΝΟΝ ΤΕ ΚΑΙ ΟΜΒΡΙΜΟΝ. Ἤγουν χαλε‐ πὸν καὶ φοβερόν· διὰ φροντίδος γὰρ ἦν τούτοις τὰ ἔργα τοῦ Ἄρεως, ἤγουν τοῦ πολέμου, τὰ στονόεντα, ἤγουν τὰ στεναγ‐ μῶν αἴτια· καὶ ὕβρεις, ὅτι οὐδὲ σῖτον ἤσθιον, ἤγουν ἀν‐ | |
5 | θρωπίνην τροφήν. Ἀπὸ τῆς διαίτης δὲ τὴν γνώμην ἐμφαίνει, ὡς εἰ ἔλεγεν, οὐδὲ ἀνθρωπίνην εἶχον γνώμην, ἤγουν ἥμερον, ἔξω θηριωδίας, πρὸς ὃ ἐπάγεται οἰκείως, ἀλλὰ ψυχὴν εἶχον | |
ἀπὸ ἀδάμαντος, τουτέστιν ἀδαμαντίνην. MOSCHOP. | 130 | |
sch145 | ΟΥΔΕΤΙ ΣΙΤΟΝ. Ἀλληλοφαγίαν ἴσως ἐνόσουν, ἤγουν θηρίων κρέα ἤσθιον· παρέλιπε γὰρ τὸ εἰπεῖν τί ἤσθιον. Ἀδάμας δέ ἐστιν εἶδος σκληροῦ λίθου σίδηρον τέμνοντος. PROCLUS. | |
sch145bis | ΟΥΔΕ ΤΙ ΣΙΤΟΝ ΗΣΘΙΟΝ. Τῷ μὴ δ’ ἐν τοῖς καιροῖς τῶν τραπεζῶν αὐτοὺς ἠρεμεῖν, ἀλλ’ ἐνόπλους καὶ πεφυρ‐ μένους ἐσθίειν ἐν αἵμασιν, εἶπεν αὐτοὺς μηδὲ σῖτον ἐσθίειν. Τραπέζης γὰρ καὶ σίτων καιρὸς, ὁ εἰρηναῖος, καὶ τερψίθυμος. | |
5 | TZETZES. | |
sch145ter | ΑΔΑΜΑΝΤΟΣ ΕΧΟΝ ΘΥΜΟΝ. Τουτέστι, σκλη‐ ρὰν ψυχὴν εἶχον, καὶ ἀκαμπεῖς ἦσαν, ὥσπερ ὁ ἀδάμας. Ἀδά‐ μας δέ ἐστιν καὶ εἶδος σιδήρου, καὶ λίθος στεῤῥὸς, ὃς δι’ ὑπερ‐ βάλλουσαν πυκνότητα οὔτε πυροῦται, οὔτε σιδήρῳ τέμνεται· | |
5 | ἀλλὰ μολίβδῳ, καὶ αἵματι τράγου. TZETZES. | |
sch146 | ΚΡΑΤΕΡΟΦΡΟΝΑ. Ἤγουν σκληρογνώμονα. MO‐ SCHOP. | |
sch147 | ΑΠΛΑΣΤΟΙ. Ἀπροσπέλαστοι, οἷς οὐδεὶς πλησιά‐ ζει, ἄγριοι. TZETZES. | |
sch147bis | ΑΑΠΤΟΙ. Ἀκράτητοι, ἢ ἄφοβοι. Ἄπτωος γὰρ ὁ ἄφοβος, Αἰολικῶς μικρογραφεῖται. TZETZES. | |
sch147ter | ΑΠΛΑΤΟΙ. Τουτέστιν, ἀπλήρωτοι, μεγάλοι τὰ σώ‐ ματα· τὴν ῥώμην γὰρ ἤσκουν τῶν σωμάτων καὶ τὴν ἐπιμέ‐ λειαν. Μεγάλη δὲ βία καὶ ἰσχὺς ἦν δηλονότι αὐτοῖς. MOSCHOP. | |
sch147quat | ΚΑΙ ΧΕΙΡΕΣ ΑΑΠΤΟΙ. Ἤγουν ἄψαυστοι· διὰ τὸ φοβερὸν δηλονότι καὶ ἰσχυρὸν, ΕΞ ΩΜΩΝ ΕΠΕΦΥΚΟΝ ἐξετείνοντο ἐπὶ συγκεκροτημένοις καὶ ὄγκον ἔχουσι μέλεσιν, ἀπὸ τοῦ πέφυκα παρακειμένου, ἐνεστὼς πεφύκω, ὡς ἀπὸ τοῦ | |
5 | δέδοικα δεδοίκω. Τούτοις δὲ ἦν χαλκᾶ μὲν τὰ τεύχη, ἤγουν τὰ ὅπλα, χαλκοῖ δέ τε οἶκοι, ἀντὶ τοῦ, τὰ ἐν τῷ οἴκῳ σκεύη. Τὸ ἦν ἀντὶ τοῦ ἦσαν, ὡς καὶ παρὰ Σοφοκλεῖ· Ἦν δ’ ἀμφιπλεκτοὶ κλίμακες. | |
Καὶ ἀπὸ τούτου γίνεται κατὰ συγκοπὴν τῆς σα συλλαβῆς. Διὰ | 131 | |
10 | τοῦ χαλκοῦ δὲ τὰ γεωργικὰ ἔργα εἰργάζοντο, διά τινος βαφῆς στεῤῥοποιοῦντες αὐτόν. Μέλας δὲ σίδηρος οὐκ ἔσκεν, ἤγουν οὐκ ἦν. Καὶ οὗτοι μὲν δαμασθέντες, τουτέστι φονευθέντες, ὑπὸ ταῖς σφετέραις, ἀντὶ τοῦ ταῖς ἀλλήλων, χερσίν. Ἡ δοτικὴ δὲ μετὰ τῆς ὑπὸ, τὴν ὑποταγὴν δηλοῖ καὶ ἧτταν Ἀττικῶς· ἔβησαν εἰς τὸν οἶκον | |
15 | τοῦ ψυχροποιοῦ Ἅιδου, τὸν εὐρώεντα, ἤγουν τὸν σκοτεινὸν, ἢ τὸν πλατὺν, ἀνώνυμοι. Θάνατος δὲ κατέσχεν αὐτοὺς μέλας, ἀντὶ τοῦ σκότου ποιητικὸς, καί περ ὄντας ἐκπάγλους, κατὰ μετά‐ θεσιν τοῦ λʹ ἀπὸ τοῦ ἐξεπλάγην, ἤγουν ἐκπληκτικούς. Τὸ λαμπρὸν δὲ ἔλιπον φῶς τοῦ ἡλίου. Ἐπειδὴ δὲ καὶ τοῦτο τὸ γέ‐ | |
20 | νος κατεκάλυψεν ἡ γῆ, αὖτις ἔτι ἄλλο τέταρτον, ἤγουν ἐπὶ τούτοις πάλιν ἄλλο τέταρτον γένος, θείων ἀνδρῶν ἡρώων, δί‐ καιον καὶ καλὸν, ὁ Ζεὺς ὁ Κρονίδης ἐποίησεν ἐπὶ τῇ χθονὶ τῇ πολυειδεῖς τροφὰς δωρουμένῃ, οἳ καλοῦνται ἡμίθεοι (πρὸς τὸ σημαινόμενον ἀποδέδωκε) τῇ προτέρᾳ ἡμῶν γενεᾷ γεγονότες | |
25 | κατὰ τὴν ἄπειρον γῆν, ἤγουν τὴν κυκλοτερῆ. Καὶ τούτους μὲν πόλεμός τε κακὸς καὶ μάχη χαλεπὴ ὤλεσε· τοὺς μὲν ἐπὶ ταῖς ἑπταπύλαις Θήβαις, τῇ γῇ λέγω τῇ τοῦ Κάδμου, μαχο‐ μένους ἕνεκα τῶν μήλων τοῦ Οἰδίποδος, ἀντὶ τοῦ τῆς κτήσεως, ἀπὸ τοῦ πλείονος (οἱ παλαιοὶ γὰρ, φασὶ, τὴν κτῆσιν ἐν τοῖς | |
30 | τετράποσιν εἶχον) τοὺς δὲ, καὶ εἰς Τροίαν ἀγαγὼν ἐν ναυσὶν, ἐπὶ τοῦ μεγάλου κύματος τῆς θαλάσσης, ἕνεκα τῆς Ἑλένης τῆς καλλίτριχος, ὤλεσεν, ὁ πόλεμος δηλονότι ἀπὸ κοινοῦ. Ἐνταῦ‐ θα δὴ, ἤγουν ἐν τῇ Τροίᾳ καὶ ταῖς Θήβαις. Τὸ ΗΤΟΙ ἐνταῦθα ἀντὶ τοῦ δή. Τούτους μὲν τὸ τοῦ θανάτου τέλος περιεκάλυψεν, ὁ | |
35 | Ζεὺς δὲ ὁ Κρονίδης ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν, ζωὴν καὶ διατριβὰς τούτοις παρασχὼν ἰδίᾳ ἀπὸ τῶν ἀνθρώπων, εἰς τὰ πέ‐ ρατα τῆς γῆς φέρων ᾤκισε· καὶ οὗτοι μὲν οἰκοῦσιν ἐν ταῖς νήσοις τῶν μακάρων, κατὰ τὸν Ὠκεανὸν τὸν βαθύῤῥουν, ψυ‐ χὴν ἔχοντες φροντίδων ἀπηλλαγμένην, ὄλβιοι ὄντες ἥρωες· | |
40 | ἤγουν μακάριοι, τούτων γὰρ χάριν φύει ἡ γῆ ἡ τὰ πρὸς ζωὴν δωρουμένη καρπὸν μελιηδέα, ἤγουν γλυκὺν, θάλλοντα τρὶς ἐπὶ τοῦ ἔτους. MOSCHOP. | |
sch148 | ΕΞ ΩΜΩΝ ΕΠΕΦΥΚΟΝ. Δίκην δένδρων ἐφύ‐ οντο, ἐκ τοῦ πεφύκω ῥήματος. Διὰ δὲ τοῦ ἐπέφυκον, δείκνυ‐ | |
σι τὸ πελώριον τούτων, καὶ γιγαντόσωμον. TZETZES. | 132 | |
sch149 | ΧΑΛΚΕΟΙ ΔΕ ΤΕ ΟΙΚΟΙ. Οὐχὶ χαλκοὶ ἦσαν. Διὰ δὲ τὸ εἶναι πεπληρωμένους τευχέων πολεμικῶν, χαλκοὺς αὐ‐ τοὺς λέγει. TZETZES. | |
sch151 | ΚΑΙ ΤΟΙ ΜΕΝ ΧΕΙΡΕΣΣΙΝ. Αὐτοὶ παρ’ ἑαυ‐ τῶν κατέῤῥευσαν, ὡς δύσμικτοι καὶ θηριώδεις ὄντες, οἷον ἀλ‐ ληλοφονοῦντες, καὶ εἰκότως εἰς τὸν ὑποχθόνιον τόπον κατα‐ δύντες, ἐν ᾧ τὸ ἄτακτον συνέωσται τοῦ κόσμου, καὶ τὸ θη‐ | |
5 | ροφανὲς τῶν δαιμόνων γένος, οὓς κύνας εἴωθε τὰ λόγια καλεῖν. Εἰσὶ μὲν οὖν οὗτοι τρίτοι τινὲς εἰκότως ἀπὸ τῶν χρυ‐ σῶν· ἐκεῖνοι μὲν γὰρ ἀπαθεῖς, οἱ δὲ μετ’ αὐτοὺς οὔτε ἀπαθεῖς, οὔτε ἐμπαθεῖς, εἰ καὶ τελευτῶντες ἐξύβριζον διὰ τὴν εὐπορίαν τῶν ἀναγκαίων· οὗτοι δὲ οὐ μόνον ὑβρισταὶ, ἀλλὰ καὶ φονι‐ | |
10 | κοὶ καὶ ἐμπαθεῖς, καὶ εἰς ἐσχάτην ἐλθόντες μοχθηρίαν, ὥστε ἐν τῇ τριάδι περιειλῆφθαι τὴν ἀνθρωπίνην ζωὴν, τῷ χρυσῷ, τῷ ἀργύρῳ, τῷ χαλκῷ· καὶ γὰρ τούτων ἡ τάξις τῶν ὑλῶν τοιαύτη ἐστίν· ὁ μὲν χρυσὸς ἡλιοειδὴς, διότι φῶς μό‐ | |
νον ὁ ἥλιος ἄϋλον· ὁ δὲ ἄργυρος σεληνιαῖος· διότι καὶ ἡ σε‐ | 133 | |
15 | λήνη σκιᾶς δεκτικὴ, καθάπερ καὶ ἄργυρος ἰοῦ· ὁ δὲ χαλκὸς χθόνιος, καθόσον οὐκ ἔχων ὁμοίως τὸ φωτεινὸν, πολλῆς ἐστιν ἀνάπλεως σήψεως. PROCLUS. | |
sch150 | ΧΑΛΚΩι Δ’ ΕΡΓΑΖΟΝΤΟ. Ἐν χαλκῷ ἐργα‐ λείῳ· δικέλλαις, ἀξίναις, καὶ λοιποῖς. TZETZES. | |
sch151bis | ΣΦΕΤΕΡΗιΣΙ. Καταχρηστικῶς, ἀντὶ τοῦ ἑαῖς καὶ ἰδίαις. Τὸ γὰρ σφετέραις κυρίως ἐπὶ δευτέρου προσώπου ἐστὶν, ἀντὶ τοῦ ὑμετέραις· κἂν ὁ Πρόκλος μᾶλλον ὄπισθεν ἀντιστρόφως ἐδίδασκε καταφορικῶς καὶ ἀφορήτως, κατὰ Ἡσιό‐ | |
5 | δου φερόμενος. TZETZES. | |
sch152 | ΕΥΡΩΕΝΤΑ ΔΟΜΟΝ. Σκοτεινὸν, ἢ πλατύν. Ἀττικῇ ἐκτάσει τὸ ρω μέγα· ἢ παρὰ τὸ εὐρεῖαν καὶ πλατεῖαν ἔχειν τὴν ὤαν καὶ ὀροφὴν, καὶ τὴν χώρησιν ἁπλῶς. Καὶ με‐ τὰ τοῦ β δὲ γράφειν οὐκ ἀπαναίνομαι, ἐβρώεντα αὐτὸν λέγων, | |
5 | ὡς σήψεως ἀνάμεστον· ὥσπερ καὶ κρυερὸν, διὰ τὸ ψυχροὺς εἶναι τοὺς ἀποθνήσκοντας, ἐκλείποντος τοῦ ζωτικοῦ θερμοῦ. TZETZES. | |
sch153 | ΕΚΠΑΓΛΟΥΣ. Καταπληκτικοὺς, φοβεροὺς, ἐκ τοῦ ἐκπλήσσω. Ἀλλὰ τί ἐν τοῖς πάνυ σαφέσι πολυλογοῦμεν; καθάπερ τινὲς ἕτεροι, οἳ τὰ λόγου ἐχόμενα καὶ τὰς ἀλληγορίας παρέντες, περὶ τὰ τοιαῦτα ἐχρονοτρίβησαν, πολλὴν κἂν | |
5 | νέοις τούτων ἀντὶ καθάρσεως βατίαν καὶ ἄχερδον ἐπισπείραν‐ τες. TZETZES. | |
sch154 | ΗΕΛΙΟΙΟ. Ἄλιός τις ὢν, ὡς ἐξ ἁλὸς, ἤγουν θα‐ λάσσης, τὴν γένεσιν ἔχων. Ἢ δήλιός τις ὢν, καὶ φανερὸς, | |
καὶ ἀφαιρέσει τοῦ δ ἥλιος. TZETZES. | 134 | |
sch156 | ΕΤ’ ΑΛΛΟ ΤΕΤΑΡΤΟΝ. Τὸ μὲν τρίτον γένος ἐξέλιπε διὰ τοῦ κατακλυσμοῦ φησι. Μετὰ δὲ τὸν κατακλυσ‐ μὸν, γένος παρῆλθεν εἰς τὸν βίον ἱερὸν, τὸ τῶν ἡμιθέων, ἀρκέσαν ἕως τῶν Τρωϊκῶν ἐπὶ ἑπτὰ ἢ καὶ ὀκτὼ γενεάς· καὶ | |
5 | γὰρ Εὔμηλος ὁ στρατεύσας ἐπὶ Τροίαν υἱὸς ἦν Ἀδμήτου, αὐ‐ τὸς δὲ Φέρητος, οὗτος δὲ Κρηθέως, ὁ δὲ Αἰόλου, ὁ δὲ τοῦ Ἕλληνος, οὗτος δὲ Δευκαλίωνος· καὶ Γλαῦκος τοῦ Ἱππολό‐ χου, τοῦ Βελλεροφόντου, τοῦ Γλαύκου, τοῦ Σισύφου, τοῦ Αἰόλου, τοῦ Ἕλληνος, τοῦ Δευκαλίωνος· ὁ οὖν Γλαῦκος, | |
10 | ὄγδοος. Τὸ τοίνυν Ἡρωϊκὸν γένος ἄχρι τοσούτου διήρ‐ κεσεν ἀρετῇ διαπρέψαν. ΑΛΛΩΣ. Ἔτ’ ἄλλο τέταρτον, του‐ τέστι τὸ ἐκ Πανδώρας γένος, ἥτις ἦν κατὰ τὸν Αἰσχύλον, Τοῦ πηλοπλάστου σπέρματος θνητὴ γυνή. Ὥσπερ δὲ τὰ ἄλλα γένη ἀπὸ τῆς περὶ αὐτὰ ὕλης ἐκάλεσεν, | |
15 | χρυσοῦν καὶ ἀργυροῦν, οὕτω καὶ τοῦτο ἀπὸ τῆς γῆς, ὂν ἡρωϊ‐ κόν. Ἔρα γὰρ ἡ γῆ, καὶ ἠρία τὰ χώματα· προείρηκε δὲ ὅτι ὁ Ζεὺς ἐκέλευσεν Ἥφαιστον περίκλυτον ὅττι τάχιστα γαῖαν ὕδει φύρειν. | |
20 | Ἐπλάσθη τοίνυν πρώτη ἡ Πανδώρα, ἣν ἔγημεν Ἐπιμηθεὺς, ἐξ ὧν Δευκαλίων, καὶ Πύῤῥα. Ἀλόγως δὲ λέγουσιν ὅτι Προμηθεὺς ἀνθρώπους ἔπλασεν, ὃς τοσοῦτον ἀποδεῖ τοῦ μὴ πεπλακέναι, ὥστε καὶ προσέτασσεν Ἐπιμηθεῖ μὴ προσίεσθαι τὴν Πανδώραν. Πανδώρας γοῦν καὶ Ἐπιμηθέως γίνεται | |
25 | Δευκαλίων, καὶ Πύῤῥα· Δευκαλίωνος δὲ Ἕλλην, τούτου Αἰό‐ λος, οὗ Κρηθεὺς, οὗ Φέρης, οὗ Ἄδμητος, οὗ Εὔμηλος ὁ ἐπὶ Τροίαν στρατεύσας· διὰ δὲ τοῦ ἀληθοῦς πιστοῦται τὸ ἡγούμενον, ἵνα μὴ ἔγκλημα φύσεως ἐπὶ τὸ χεῖρον ῥεπούσης λέγῃ. Τὸ δὲ ΔΙΚΑΙΟΤΕΡΟΝ, ἀντὶ τοῦ δίκαιον· οὐ γὰρ | |
30 | ἔδωκε σύγκρισιν πρὸς ἕτερον· τὸ δὲ ΑΡΕΙΟΝ, ἢ βέλτιον, ἢ | |
πολεμικόν. PROCLUS. | 135 | |
sch156bis | ΑΥΘΙΣ. Τὸ ΑΥΤΙΣ φασι ἐπὶ τοῦ εἰς τοὐπίσω τίθεσθαι, τὸ δὲ ΑΥΘΙΣ, ἐπὶ τοῦ πάλιν, καὶ ἐκ δευτέρου. Ἐγὼ δὲ Ἰωνικῶς μὲν αὖτις φημὶ λέγεσθαι ἐπ’ ἀμφοτέρων. Ψιλωταὶ γὰρ οἱ Ἴωνες. Ἐπ’ ἁρμάτων γάρ φασι, καὶ λευκίπ‐ | |
5 | πην, καὶ ἀπηλιώτης, καὶ τὰ ὅμοια. Ἀττικῶς δὲ, τό τε εἰς τοὐ‐ πίσω, καὶ τὸ ἐκ δευτέρου αὖθις. Δασυνταὶ γὰρ οἱ Ἀττικοὶ, τοὺς λίσπους λίσφους λέγοντες, καὶ τὰ σπέτλα σφέτλα, καὶ ἀμ‐ πέχει ἀμφέχει, καὶ ἐπίσης ἐφίσης, καὶ τὰ ὅμοια. Ὅθεν εἴ σοι ἀρεστὸν, σημείωσαι τοῦτο. Εἰ δ’ οὐ θέλεις, πλανῶ σὺν τοῖς | |
10 | ἄλλοις. TZETZES. | |
sch157 | ΔΙΚΑΙΟΤΕΡΟΝ. Ἀντὶ τοῦ δίκαιον, ἢ δικαιότα‐ τον, τὸ συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ, ἢ ἀντὶ τοῦ ὑπερθετικοῦ. Οὐ γὰρ δικαιοτέρους αὐτοὺς λέγει τῶν Γιγάντων, οἵ τινες Γίγαντες κατὰ μὲν τὴν ἡμετέραν γραφὴν κατεκλύσθησαν | |
5 | κατὰ δὲ τὸν Ἡσίοδον ἐμφυλίῳ πολέμῳ ὑπ’ ἀλλήλων ἀνῃρέθη‐ σαν. Εἰ γὰρ δικαιοτέρους τῶν ἀπηνῶν καὶ σκληροτέρων ἐκείνων Γιγάντων αὐτοὺς λέγει, ὑβρίζων ἐστὶ τοὺς Ἥρωας, ὅπερ οὐ φαίνεται ποιῶν· θεῖον γὰρ γένος, καὶ ἡμιθέους τού‐ τους καλεῖ. ΑΡΕΙΟΝ δὲ ἢ πολεμικὸν, ἢ ἀντὶ ὑπερθετικοῦ | |
10 | ἄριστον καὶ βέλτιστον. TZETZES. | |
sch158 | ΚΑΛΕΟΝΤΑΙ ἩΜΙΘΕΟΙ. Ἥρωας μὲν αὐτοὺς ἐκάλουν, ἢ ὡς ἐκ τῆς ἔρας, ὡς εἴρηται, ἢ ὡς ἐξ ἔρωτος γε‐ γονότας, ἢ θεῶν ἐρασθέντων γυναικῶν, ἢ θεαινῶν ἐρασθει‐ σῶν ἀνδρῶν· ἡμιθέους δὲ, ὡς τὸ μὲν ἔχοντας θεῖον, τὸ δὲ | |
5 | ἀνθρωπικὸν κατὰ τὴν γένεσιν. Ὥσπερ οὖν ἐστι θεῶν μό‐ νον τὸ ἐξ ἀμφοτέρων θεῶν, καὶ ἀνθρώπων τὸ ἐξ ἀμ‐ φοτέρων ἀνθρώπων, οὕτω δὴ καὶ τὸ σύμμικτον ἔκ τε θεῶν καὶ ἀνθρώπων, ἡμίθεοι λέγονται. Αὐτὴν δὴ ταύτην τὴν ἐν τῇ γενέσει διαφορὰν ἀναφέρειν δεῖ πρὸς τὸ εἶδος τῆς | |
10 | ζωῆς· ὅσοι μὲν γὰρ κατὰ τὴν ἀνάγωγον ζωὴν μᾶλλον διέπρε‐ | |
ψαν, τούτους ἐκ πατρὸς μὲν θεοῦ, μητρὸς δὲ ἀνθρώπου παρέδοσαν· ὅσοι δὲ κατὰ τὴν πρακτικὴν ἀρετὴν, τούτους ἀνά‐ παλιν ἐκ θεαίνης μὲν μητρὸς, πατρὸς δὲ ἀνθρώπου. Καὶ γὰρ ἄμφω μὲν θεῖα, καὶ τὸ ἀνάγωγον καὶ τὸ πρακτικόν· ἀλλὰ τὸ | 136 | |
15 | μὲν ἀῤῥενωπὸν, ὡς ἐῤῥωμενεστέρας ὂν ζωῆς, τὸ δὲ θηλυπρε‐ πὲς, ὡς ὑφειμένον κατὰ τὴν δύναμιν, καὶ ὡς τὸ μὲν ἀπαθέσ‐ τερον, τὸ δὲ συμπαθέστερον τοῖς θνητοῖς. ΤΗΛΟΥ ΑΠ’ ΑΘΑΝΑΤΩΝ ΤΟΙΣΙ ΚΡΟΝΟΣ ΕΜ‐ ΒΑΣΙΛΕΥΕ. Τοῦτον καὶ τὸν ἑξῆς, ὡς φληναφώδεις, ἐξοικί‐ | |
20 | ζουσι τῶν Ἡσιόδου, τά τε ἄλλα φαυλίζοντες, καὶ τὸ ἐνθου‐ σιαστικὸν τῆς εἰσβολῆς τῶν μετ’ αὐτοὺς στίχων ἀφαιρεῖν εἰ‐ πόντες. Ὡς γὰρ ἀποβλέψας εἰς τὸ κατ’ αὐτὸν τῶν ἀνθρώπων γένος μετὰ τὴν ἐξύμνησιν τῆς τῶν ἡμιθέων λήξεως, ἐπάγει, (172.) Μηκέτ’ ἔπειτ’ ὤφειλον ἐγὼ πέμπτοισι μετεῖναι | |
25 | Ἀνδράσιν, ἀλλ’ ἢ πρόσθε θανεῖν, ἢ ἔπειτα γενέσθαι. δι’ ὧν οὐ μόνον δηλοῖ τὴν ἀπὸ τῶν κρειττόνων εἰς τὸ χεῖρον εἶδος τῆς ζωῆς μεταβολὴν, ἀλλὰ καὶ ἀνάπαλιν ἔσεσθαι ἀπὸ τῶν χειρόνων εἰς τὸ κρεῖττον. Τὸ γὰρ Η ΕΠΕΙΤΑ ΓΕ‐ ΝΕΣΘΑΙ εὔχεσθαι δηλοῖ, καὶ ἀμείνους ἔσεσθαί τινας τῶν | |
30 | κατ’ αὐτὸν ἀνθρώπων ὕστερον· ὥστε καὶ ἐκ τούτου δῆλον, ὅτι τὰς μεταβολὰς ἠθέλησε παραδοῦναι τῶν περιόδων τῆς ἀνθρω‐ πίνης ζωῆς εἰς τἀναντία γινομένας. PROCLUS. | |
sch158bis | ἩΡΩΩΝ. Ἥρωες λέγονται ἢ ἀπὸ τῆς ἔρας, ἤγουν τῆς γῆς, κατὰ διάλεκτον· ἐξ ἧς πᾶς ἄνθρωπος ἥρως ἂν λεχθείη. Ἢ ἀπὸ τοῦ ἀέρος· αἱ ψυχαὶ γὰρ τῶν ἀγαθῶν ἀνθρώπων δια‐ ζυγεῖσαι σωμάτων καθ’ Ἕλληνας, τὸν ἀέρα περιπολοῦσαι | |
5 | ἐφορῶσι τὰ τῇδε. Ἢ ἀπὸ τῆς Ἀρετῆς, ὥς φησιν Ὀρφεύς· (ΛΙΘ. 63.) | |
Μητέρα δ’ ἡρώων Ἀρετὴν ἀπάτερθε κλύοντες. Ἢ ἀπὸ τῆς ἐράσεως καὶ μίξεως τῶν θεῶν· ληροῦσι γὰρ, ὅτι οἱ θεοὶ θνηταῖς γυναιξὶ μιγνύμενοι, καὶ ἀνδράσι θεαὶ, | 137 | |
10 | ἐποίουν τὸ τῶν ἡρώων γένος. Ἰστέον δὲ, ὅτι ἄνδρες θνητοὶ καὶ γυναῖκες θνηταὶ τὸ φθαρτόν ἐστι τῆς ἡμῶν φύσεως· αἱ ψυχικαὶ δὲ δυνάμεις, ἃς καὶ θεὰς ἔφασαν, τῇ ἡμετέρᾳ ταύτῃ φθαρτῇ φύσει μιγνύμεναι, ἡμιθέους καὶ ἥρωας τοὺς κτησα‐ μένους αὐτὰς ἀπεργάζονται. Ὑπὸ γοῦν τοῦτο ἥρωες, | |
15 | καὶ τὰ ἕτερα τρία ἀνάγονται, τὸ ἐξ ἔρας καὶ γῆς, τὸ ἐν τῷ ἀέρι πολεῖν τὰς ψυχὰς, καὶ τὸ ἐξ ἀρετῆς ἥρωας λέγεσθαι· καὶ τοῦτο δὲ σὺν τούτοις ἰστέον, θεῶν μὲν πατέρων, θνητῶν δὲ μητέρων ἐκείνους καλεῖν, ὅσοι τὴν θεωρητικὴν ἀρετὴν ἔχουσιν, ἥτις καὶ γενναία, καὶ ἀνδρώδης ἐστὶ, μετὰ καὶ | |
20 | τῆς λογικῆς. Ὅσοι δὲ τῇ κατὰ χεῖρας καὶ πρακτικῇ διαπρέ‐ πουσιν, θεαινῶν μὲν καλοῦνται παῖδες μητέρων, θνητῶν δὲ πατέρων. TZETZES. | |
sch159 | ΚΑΤ’ ΑΠΕΙΡΟΝΑ ΓΑΙΑΝ. Ἀπείρονα, τὴν σφαι‐ ροειδῆ· οὔτε γὰρ σφαῖρα, οὔτε κύκλος πέρας, ἀλλ’ οὐδὲ ἀρ‐ χὴν ἔχουσι. Καί τινες μὲν τῶν φιλοσόφων, μᾶλλον δὲ οἱ πλεί‐ ους, σφαιροειδῆ πάντα τὰ στοιχεῖα φασί. Τινὲς δὲ τὴν γῆν | |
5 | τυμπανοειδῆ, ἕτεροι δὲ κωνοειδῆ ἔφασαν· ἀλλὰ τὰ τῶν φιλο‐ σόφων διανοήματα, καὶ διαφωνήματα, νῦν ἐατέον μοι. Πρὸς δὲ τὴν τοῦ ποιητοῦ γνώμην τοῦτο ἐξηγητέον. ΓΑΙΑ, τὸ γαι δίφθογγος, Ἀττικῶς. Αἶα γὰρ, καὶ προσθήκῃ γαῖα. Ἰωνικῶς δὲ γέα, τὸ γε ψιλόν. Ἐξ οὗ συναίρεσις γῆ. TZE‐ | |
10 | TZES. | 138 |
sch160 | ΚΑΙ ΤΟΥΣ ΜΕΝ ΠΟΛΕΜΟΣ ΤΕ. Τοὺς περὶ Τυδέα καὶ Καπανέα καὶ τοὺς λοιποὺς ἑπτὰ λοχαγοὺς, οἳ κα‐ λέονται ἡμίθεοι κατὰ σύγκρισιν πρὸς ἡμᾶς, ὑστέρους, ὄντας ἐκείνων. Ὅμηρος, | |
5 | καὶ ἡμιθέων γένος ἀνδρῶν. ΠΡΟΤΕΡΗ δὲ, ἤτοι προτέρων ἀνθρώπων. PROCLUS. | |
sch160bis | ΚΑΙ ΤΟΥΣ ΜΕΝ ΠΟΛΕΜΟΣ ΤΕ ΚΑΚΟΣ. Τὸ σχῆμα τοῦτο κατὰ ῥήτορας ἄθροισις, καὶ μερισμὸς καλεῖ‐ ται· τὸ μὲν πρῶτον τοὺς μὲν, ἄθροισις, ἀντὶ τοῦ πάντας· τὸ δὲ δεύτερον, τοὺς μὲν, τοὺς δὲ, μερισμὸς, ἀντὶ τοῦ τινὰς | |
5 | μὲν, τινὰς δέ. Συντακτέον δὲ οὕτως· Καὶ τοὺς μὲν πόλε‐ μός τε κακὸς, καὶ φύλοπις αἰνὴ ὤλεσεν, τοὺς μὲν ὑφ’ ἑπτα‐ πύλῳ Θήβῃ, Καδμηΐδι γαίῃ, μαρναμένους ἕνεκεν τῶν μήλων τοῦ Οἰδιπόδου· τοὺς δὲ καὶ ἐν νήεσσιν. Αἱ ἱστορίαι δὲ δῆ‐ λαι, τῆς τε Θηβαϊκῆς, καὶ τῆς ἐπὶ Τροίαν στρατείας. ΦΥΛΟ‐ | |
10 | ΠΙΣ κυρίως ἡ ἐμφύλιος μάχη· καταχρηστικῶς δὲ πᾶς πόλεμος. TZETZES. | |
sch161 | ἙΠΤΑΠΥΑΩι ΘΗΒΗι. Τρεῖς εἰσι Θῆβαι· αἳ ἑπτάπυλοι, ἃς ὁ Κάδμος ἔκτισεν, ἐν Βοιωτίᾳ· αἱ ἑκατοντάπυ‐ λοι ἐν Αἰγύπτῳ· καὶ αἱ Ὑποπλάκιοι περὶ τὸ Ἀτραμύτειον, ὃ ἐκλήθη οὕτως διὰ Ἀτράμυτον τὸν Κροίσου ἀδελφόν. | |
5 | TZETZES. | |
sch161bis | ΚΑΔΜΗΙΔΙ. Ὁ Κάδμος γὰρ ἔκτισε τὰς ἑπταπύλους Θήβας. TZETZES. | |
sch162 | ΜΗΛΩΝ ἙΝΕΚ.’ Ἕνεκεν τῆς περιουσίας καὶ βασιλείας τοῦ Οἰδίποδος, δι’ ἣν Ἐτεοκλῆς καὶ Πολυνείκης οἱ ἀδελφοὶ μονομαχήσαντες ἀλλήλους ἀπέκτειναν. Μήλων ἕνεκα | |
λέγεται, ὅτι τὸ παλαιὸν βασιλεῖς πολυθρέμμονες, καὶ ποιμε‐ | 139 | |
5 | νικὸν ἔζων βίον· μῆλον δὲ λέγεται τὸ πρόβατον Αἰολικῶς. Λέγεται δὲ παρὰ τὸ μηλὸν καὶ ἥμερον καὶ χαῦνον εἶναι· ἢ παρὰ τὸ μέλω, τὸ φροντίζω, περὶ πολλοῦ γὰρ ἦν, ὡς ἔφην, ἡ χρῆ‐ σις τῶν θρεμμάτων τοῖς παλαιοῖς. TZETZES. | |
sch162bis | ΟΙΔΙΠΟΔΑΟ. Τοῦ Οἰδίποδος· Ἀπὸ εὐθείας τῆς ὁ Οἰδιπόδης τοῦ Οἰδιπόδου, καὶ Οἰδιπόδαο, διαλύσει Ἰωνικῇ. Ἔστι δὲ καὶ ἑτέρα εὐθεῖα, ὁ Οἴδιπος, καὶ ὁ Οἰδίπους, καὶ ὁ Οἰδιπόδας. TZETZES. | |
sch162ter | ΜΗΛΩΝ ἙΝΕΚ’ ΟΙΔΙΠΟΔΑΟ. Διὰ τῶν μήλων πᾶσαν δηλοῖ τὴν κτῆσιν, δι’ ἣν οἱ τοῦ Οἰδίποδος παῖδες καὶ πόλεμον ᾔραντο πρὸς ἀλλήλους, καὶ συναπέθανον ἀλλήλοις, | |
καὶ μιᾷ πυρᾷ παρεδόθησαν. ΑΛΛΩΣ. Οἱ γὰρ παλαιοὶ | 140 | |
5 | ἐν τοῖς τετράποσι τὴν κτῆσιν εἶχον, ἀμέλει καὶ οἱ βασιλέων παῖδες ἐποίμαινον πρὸ τοῦ γάμου, καὶ ταῖς νύμφαις πρόβατα καὶ βόας ἐχαρίζοντο· ὅθεν καὶ ΑΛΦΕΣΙΒΟΙΑΙ. PROCLUS. | |
sch163 | ΛΑΙΤΜΑ. Ἡ θάλασσα, καὶ τὸ θαλάσσιον κῦμα, παρὰ τὸ λαιὸν καὶ ἀριστερὸν τμῆμα καὶ ἀπαίσιον εἶναι. Εἰς δύο γὰρ τμήματα ἡ καθ’ ἡμᾶς οἰκουμένη διαιρεῖται, εἰς γῆν καὶ θάλασσαν. Καὶ δεξιὸν μὲν τμῆμα, καὶ κάλλιστον ἡ γῆ. | |
5 | λαιὸν δὲ καὶ φαῦλον ἡ θάλασσα, καὶ τὰ ἐξ αὐτῆς κύματα. Ὅτι δὲ χαλεπὸν ἡ θάλασσα, καὶ Ἄρατός φησι, Χαλεπὴ δ’ ἐπέκειτο θάλασσα. TZETZES. | |
sch164 | ΕΣ ΤΡΟΙΗΝ ΑΓΑΓΩΝ. Κατ’ ἐξοχὴν λέγει τοὺς δύο πολέμους τὸν Θηβαϊκὸν καὶ τὸν Ἰλιακόν. PROCLUS. | |
sch164bis | ΗΥΚΟΜΟΙΟ. Εὐκόμου. TZETZES. | |
sch165 | ΕΝΘ’ ἨΤΟΙ. Ὅπου δὴ, ἢ τότε δὴ, τὸ γὰρ ἔνθα το‐ πικὸν καὶ χρονικόν ἐστι. TZETZES. | |
sch166 | ΤΟΙΣ ΔΕ ΔΙΧ’ ΑΝΘΡΩΠΩΝ. Περὶ τῆς τῶν Ἡρώων λήξεως ὁ λόγος, καὶ ὅτι καὶ βίον καὶ τόπους οἰκείους, οὓς ἐκάλεσεν ἤθη, χωρὶς τῶν ἀνθρώπων ἀπένειμεν αὐτοῖς ὁ Ζεὺς ἐν τοῖς πέρασι τῆς γῆς. ΑΛΛΩΣ. Ἀπεχώρισεν αὐτοὺς | |
5 | τῶν ἀνθρώπων, καὶ ἔδωκεν αὐτοῖς ἴδιον τόπον καὶ ζωὴν, καὶ ζῶσιν ἀβλαβεῖς, πέραν τοῦ Ὠκεανοῦ, τὰς διατριβὰς πορίσας, ὅ ἐστι παρασχών. PROCLUS. | |
sch166bis | ΔΙΧ’ ΑΝΘΡΩΠΩΝ. Χωρίς. TZETZES. | 141 |
sch166ter | ΒΙΟΤΟΝ ΚΑΙ ΗΘΕΑ. Ζωὴν, καὶ διατριβὰς, καὶ διαγωγήν. TZETZES. | |
sch167 | ΖΕΥΣ ΚΡΟΝΙΔΗΣ. Ἡ Εἱμαρμένη. TZETZES. | |
sch169 | ΠΑΡ’ ΩΚΕΑΝΟΝ. Ἔνθα κατοικοῦσιν. Αὐτοῖς δὲ μελιηδέα καρπὸν τρὶς τοῦ ἔτους φέρειν λέγει τὴν γῆν. Δηλοῖ οὖν τὸ αἴνιγμα λῆξιν μὲν αὐτοὺς ἔχειν θειοτέραν τῆς ἐν τῇ γε‐ νέσει ζωῆς, καὶ διὰ τοῦτο λέγεσθαι τῶν μακάρων νήσους οἰ‐ | |
5 | κεῖν, ἃς αἱ εὐδαίμονες εἰλήχασι ψυχαὶ, νήσοις εἰκασμένας, ὡς ὑπερεχούσας τῆς γενέσεως, καθάπερ αἱ νῆσοι τῆς θαλάσσης· παρ’ Ὠκεανὸν δὲ οἰκεῖν λέγεσθαι τὸν διορίζοντα τὸν νοητὸν τόπον ἀπὸ τῆς τοῦ Ἅιδου βασιλείας, ὃν καὶ πρῶτον περαιοῦ‐ σθαι τοὺς εἰς Ἅιδου πορευομένους. Φέρειν δὲ αὐτοῖς τρὶς | |
10 | τὴν γῆν τοῦ ἔτους καρπὸν, ὡς τελείων ἀγαθῶν ἀπολαύουσι τῶν τροφιμωτάτων, ἐκ τῶν ζωογόνων δυνάμεων τῶν ἐπὶ τῆς γῆς. Διὰ γὰρ τοῦτο καὶ οὐχὶ ἁπλῶς εἶπε τὴν γῆν φέρειν τοὺς καρποὺς τρὶς, ἀλλὰ τὴν ζείδωρον ἄρουραν. ΑΛΛΩΣ. Μα‐ κάρων νήσους νῦν τὸν Παράδεισον αἰνίττεται, ἤτοι τὸ παρ’ | |
15 | αὐτοῖς Ἠλύσιον πεδίον λεγόμενον, παρὰ τὸ ἄλυτα τηρεῖν τὰ σώματα, ἢ παρὰ τὴν λύσιν τῶν κακῶν. PROCLUS. | |
sch169bis | ΕΝ ΜΑΚΑΡΩΝ ΝΗΣΟΙΣΙΝ. Ὥσπερ ἡμεῖς τοῖς ἀγαθοῖς ἀνδράσιν ἀποκληροῦμεν τὴν ἐν Παραδείσῳ διατριβὴν, οὕτω τοῖς Ἥρωσιν Ἕλληνες ἀπονέμουσι τὰς Μακάρων Νήσους, καὶ Ἠλύσιον τὸ πεδίον, καὶ τὸν ἀσφοδελὸν λειμῶνα, τὸν ἄδιψον. | |
5 | Τοῦτο γοῦν φησι καὶ ὁ Ἡσίοδος, ὅτι θανόντες οἱ ἥρωες οἱ περὶ τὰς Θήβας καὶ Τροίαν στρατεύσαντες τὴν μακαρίαν ἐκείνην διατριβὴν ἐκληρώσαντο. Περὶ δὲ τῶν ἐν Ὠκεανῷ νήσων Ὅμη‐ ρος, καὶ οὑτοσὶν ὁ Ἡσίοδος, καὶ Λυκόφρων, καὶ Πλούταρ‐ χος, καὶ Φιλόστρατος, καὶ Δίων, καὶ ἕτεροι τινὲς συγγε‐ | |
10 | γραφήκεσαν, ὡς ἀγαθή τε ἡ χώρα ἐστὶ, καὶ ἀεὶ καταπνεομένη ζεφύρῳ, τρὶς ἔτους ἑκάστου ἀναδίδωσι τοὺς καρπούς. Ἐκεῖσε δέ φασι καὶ τὰς τῶν ἀποβεβιωκότων ψυχὰς διαπορθμεύεσθαι, | |
γράφοντες τοιάδε. “Περὶ τὴν ἀκτὴν τοῦ περὶ τὴν Βρεταννίαν νῆσον Ὠκεανοῦ, ἄνθρωποί τινες οἰκοῦσιν ἰχθυοθῆραι, κα‐ | 142 | |
15 | τήκοοι μὲν Φράγγοις, φόρον δὲ μὴ τελοῦντες αὐτοῖς. Οὗτοι περὶ τὰς αὐτῶν οἰκίας καθεύδοντες φωνῆς ἀκούουσι καλούσης αὐτοὺς, καὶ κρότου περὶ τὰς θύρας αἰσθάνονται· ἀναστάντες δὲ πλοῖα εὑρίσκουσί τινα, οὐχὶ τὰ αὐτῶν, ἐπιβατῶν μεστά. Εἰς ταῦτα οὖν εἰσελθόντες μιᾷ ῥοπῇ πρὸς τὴν Βρεταννίαν νῆ‐ | |
20 | σον καταίρουσι κωπηλατοῦντες· καίπερ μόλις ὅλῳ νυχθημέρῳ λαίφεσι πεπταμένοις καταπλέοντες εἰς αὐτὴν, ὅτε ταῖς ἰδίαις ναυσὶ κέχρηνται. Ἐκεῖ γοῦν ἀποβάντες ἐξάγουσιν οὓς οὐκ εἰ‐ δότες φέρουσιν ἐπιβάτας. Οὐδένα δὲ ὁρῶντες ἀκούουσι φω‐ νῆς τῶν ὑποδεχομένων αὐτοὺς κατ’ ὄνομα, καὶ κατὰ φυλὴν, | |
25 | καὶ κατὰ συγγένειαν καὶ τέχνην καλούσης αὐτούς· καὶ αὐτῶν δὲ ὁμοίως ἀποκρινομένων. Καὶ οὕτω πάλιν μιᾷ ῥοπῇ πρὸς τὴν ἑαυτῶν ἀποπλέοντες αἰσθάνονται τῶν νηῶν ἐλαφροτέρων, ἢ ὅτε οὓς εἶχον ἀπεκόμιζον.” Ἐκ τούτου πάντες ἔφασαν παῖδες Ἑλλήνων, ἐκεῖ τὰς τῶν ἀποβεβιωκότων διάγειν ψυχάς· | |
30 | ὃ νῦν καὶ Ἡσίοδός φησι περὶ τῶν ἡρώων. TZETZES. | |
sch171 | ΤΡΙΣ ΤΟΥ ΕΤΟΥΣ ΘΑΛΛΟΝΤΑ. Ζεφύρῳ ἔφην τὴν χώραν καταπνεῖσθαι, καὶ τρὶς τοῦ ἔτους τὰ ἐκεῖ δένδρα καρποφοροῦσιν, ὥς φασιν οἱ ἱστορικοὶ, ὡς ἀληθὲς καὶ οὐχ ὡς μῦθος. Τίς δὲ καὶ Γάϊον Ἰούλιον Καίσαρα εὐτυχέστατον | |
5 | ὄντα ἐν πολλοῖς, καὶ τοῦ Ὠκεανοῦ εὔρου τυχόντα, διαπεραιω‐ θῆναί φησι τριήρει μιᾷ καὶ ἑκατὸν ἐπιβάταις, ἀρεσθέντα δὲ τῷ λίαν περικαλλεστάτῳ τῆς χώρας ἐκεῖ θελῆσαι κατοικῆσαι, ἐξωσθῆναι δὲ ὑπὸ τῶν ἐκεῖ καὶ ἄκοντα. TZETZES. | |
sch172 | ΜΗΚΕΤ’ ΕΠΕΙΤ’ ΩΦΕΙΛΟΝ. Ἐπιμνησθεὶς ὁ Ἡσίοδος τοῦ ἡρωϊκοῦ γένους, καὶ δείξας τοῦτο ἀγχίθεον, ἐπεύχεται μήτε ὕστερος τοῦ ἡρωϊκοῦ τούτου γένους γενέσθαι, | |
μήτε ὑστερώτερος, ἀλλὰ θανεῖν ἐν τῇ τούτων γενεᾷ. Οὕτω | 143 | |
5 | δὲ συντακτέον· Μηκέτ’ ἔπειτ’ ὤφειλον ἐγὼ πέμπτοισι μετεῖναι ἀνδράσιν, ἢ ἔπειτα γενέσθαι, ἀλλ’ ἢ πρόσθε θανεῖν, ἤγουν ἐν τῇ ἡρωϊκῇ γενεᾷ. Οἱ δὲ λέγοντες τοὺς ἔπειτα ἀνθρώπους λέ‐ γειν τὸν Ἡσίοδον ἀγαθοὺς μέλλειν γενέσθαι, ἐναντίως τῷ Ἡσιό‐ δῳ καὶ οὐ κατ’ ἐκεῖνον φασί. TZETZES. | |
sch172bis | ΜΗΚΕΤ’ ΕΠΕΙΤ’ ΩΦΕΙΛΟΝ. Εἴθε μὴ ἐχρεώστουν ἐγὼ ἐν τοῖς τοῦ πέμπτου γένους ἀνδράσιν εἶναι· ἀντὶ τοῦ, εἴθε μὴ ἀποκείμενον ἦν, ἐμὲ ἐν τοῖς τῆς πέμπτης τάξεως ἀνδράσιν εἶναι. Τὸ ἔπειτα περισσὸν, ἡ δὲ μετα, ἀντὶ τοῦ τῆς εν. Ἀλλ’ | |
5 | ἢ πρόσθεν, ἀλλ’ ἢ πρότερον τούτων ἀποθανεῖν, ἢ ἔπειτα γενέ‐ σθαι. Οὐκ εὐθύς φησι, μετὰ τοὺς πέμπτους· τοὺς γὰρ μετὰ τούτους εὐθὺς, χείρονας ἔσεσθαι τούτων νομίζει, ἀλλ’ ἁπλῶς ἐν ταῖς ἔπειτα περιόδοις, ἐφ’ αἷς οὐκ ἀπαγορεύει μὴ καὶ μετα‐ βολὴν ἐπὶ τὸ κρεῖττον ποτὲ γενήσεσθαι, ὡς ἀπὸ τοῦ τρίτου | |
10 | γένους, τοῦ χαλκοῦ καὶ θρασέος, ἐπὶ τὸ τῶν Ἡρώων ἐγένετο. MOSCHOP. | |
sch174 | ΝΥΝ ΓΑΡ ΔΗ ΓΕΝΟΣ. Διὰ τὸ σκληρὸν καὶ τὸ μέλαν ὁ σίδηρος εἰκόνα φέρει τῷ ποιητῇ πρέπουσαν τῆς ἐμπα‐ θοῦς ζωῆς τῶν ψυχῶν, δι’ ἧς σκότιον μὲν ἔχουσι τὸ γνωστικὸν, ἀντίτυπον δὲ τὸ ζωτικὸν πρὸς τὸν ὀρθὸν λόγον. Τῷ δὲ εἰ‐ | |
5 | πεῖν, Ἀλλ’ ἔμπης καὶ τοῖσι μεμίξεται ἐσθλὰ κακοῖσιν, ἐνδείκνυται μὴ πάντη κεκρατηκέναι τὴν μοχθηρίαν τῶν ἀνθρώ‐ πων· εἶναι γὰρ ἔτι μετρίαν αἰδῶ κατ’ αὐτὸν τῶν ἀδικημάτων καὶ τῶν ἀδικούντων. Τοῦτο δὲ εἶπεν, ἵνα προτρέψῃ τὸν | |
10 | Πέρσην μὴ παντελῶς ἀπερυθριάσαντα γενέσθαι περὶ αὐτὸν ἐσχάτως πονηρόν. PROCLUS. | |
sch174bis | ΣΙΔΗΡΕΟΝ. Κακίας παντοίας ἀνάμεστον, καὶ πό‐ νοις καὶ κόποις παντοίοις προσκαρτεροῦν. TZETZES. | |
sch174ter | ΝΥΝ ΓΑΡ ΔΗ. Καὶ γὰρ δή ἐστι γένος σιδηροῦν, ἀντίτυπον δηλονότι καὶ σκληρὸν καὶ τὴν γνώμην ἐσκοτισμένον Τοιοῦτος γὰρ ὁ σίδηρος σκληρὸς καὶ μέλας. MOSCHOP. | |
sch174quat | ΟΥΔΕ ΠΟΤ’ ΗΜΑΡ. Οὐδέποτε κατ’ ἦμαρ παύ‐ σονται πόνου καὶ ταλαιπωρίας, ἤγουν ἡ ὁρμὴ αὐτῶν οὐκ | |
ἐπαγγέλλεται παῦλαν τῶν κακῶν. οὔτι δὲ οὐδὲ κατὰ τὴν νύκτα παύσονται φθειρόμενοι, χαλεπὰς δὲ μερίμνας δώσουσιν αὐτοῖς | 144 | |
5 | οἱ θεοί. Τοῦτο γὰρ ἀκόλουθον τοῖς μὴ διόρθωσιν ἐπαγγελλο‐ μένοις καὶ ὑπὸ τῶν θεῶν παρορᾶσθαι, καὶ εἰς μερίμνας ἐμ‐ βάλλεσθαι. MOSCHOP. | |
sch177 | ΑΛΛ’ ΕΜΠΗΣ ΚΑΙ ΤΟΙΣΙ ΜΕΜΙΞΕΤΑΙ. Τοῦ‐ το δέ φησι, πρὸς τὸ μὴ ἐξοκεῖλαι πρὸς παντελῆ κακίαν τὸν Πέρσην, ἀκούοντα ὅτι καίπερ κακοῖσιν οὖσι τοῖς νῦν, ὅμως παραμέμιγε καί τινα τῶν ἀγαθῶν, πρὸς τοὺς ὕστερον μέλλον‐ | |
5 | τας γενέσθαι. TZETZES. | |
sch177bis | ΑΛΛ’ ΕΜΠΗΣ ΚΑΙ ΤΟΙΣΙΝ. Ἀλλ’ ὅμως καὶ ἐπὶ τούτοις μεμιγμένα ἔσται ἀγαθὰ κακοῖς· ὁ Ζεὺς δὲ ὀλέσει καὶ τοῦτο τὸ γένος τῶν ἀνθρώπων, ὁπηνίκα ἂν οἱ γινόμενοι πολιοκρόταφοι ὦσιν, ἅμα τῷ γενέσθαι δηλονότι, ἤγουν πο‐ | |
5 | λιοὶ τοὺς κροτάφους. Ἀπὸ τῶν κροτάφων γὰρ ὡς ἐπὶ τὸ πλεῖ‐ στον ἄρχονται πολιοῦσθαι οἱ ἄνθρωποι. Ὑπερβολικῶς τοῦτο εἴρηται, ἀντὶ τοῦ ὅταν ὀλιγοχρόνιοι ὦσι καὶ τάχιστα γηρῶντες. MOSCHOP. | |
sch178 | ΖΕΥΣ Δ’ ΟΛΕΣΕΙ. Οὔπω πάντη διεφθαρμένον ὂν καὶ τοῦτο τὸ τῶν ἀνθρώπων γένος ἀπολέσθαι φησί· τούτου δὲ ἀπολλυμένου, παντοίαν ἔσεσθαι κακίαν· ὡς τῶν ἀνθρώ‐ πων τῶν μετ’ αὐτοὺς τότε ζῶντας ἐσομένων παμπονήρων, ὧν | |
5 | ἐφεξῆς διέξεισι τὴν ζωὴν, ὁποία τίς ἐστιν αἰσχρὰ χρησμῳδῶν. PROCLUS. | |
sch179 | ΕΥΤ’ ΑΝ ΓΙΝΟΜΕΝΟΙ. Ἡνίκα τελέθωσι καὶ ὑπάρχωσι πολιοκρόταφοι καὶ γηραιοὶ, γεινόμενοι καὶ τεχθέν‐ τες. Πολιῶσι δὲ οἱ κρόταφοι πρότερον τῶν τοῦ ἀνθρώπου λοιπῶν μερῶν, ὅτι ταῦτα τὰ μέρη ὑγρότερα, καὶ φλεγματικώ‐ | |
5 | τερα, ἤπερ τὰ ὄπισθεν. Ἡ πολιὰ δὲ ἐνδείᾳ γίνεται ὑγρᾶς θερ‐ μότητος· μασχάλαι δὲ οὐ πολιῶσιν, ὅτι θερμαὶ καὶ ἀρτηριώ‐ δεις. Αἱ μήνιγγες δὲ λέγονται, καὶ κρόταφοι, ἀπὸ τῶν κε‐ | |
ρασφόρων ζώων μεταφορικῶς· ἐκεῖθε γὰρ τοῖς κερατοφό‐ ροις τὰ κέρατα ἐκφύονται, κερατόφυοί τινες καὶ κρόταφοι. | 145 | |
10 | Εἶπε δὲ τελευτᾷν γηρῶντας, καίπερ καὶ νέων καὶ βρεφῶν τελευτώντων πολλάκις, διὰ τὸ ὡς ἐπὶ τὸ πλεῖστον γινόμενον, καὶ τὸ μᾶλλον προσδόκιμον. TZETZES. | |
sch179bis | ΤΕΛΕΘΩΣΙΝ. Τελῶ τὸ ποιῶ καὶ τὸ ὑπάρχω, ἀφ’ οὗ κατὰ παραγωγὴν τελέθω, ὡς ἀπὸ τοῦ νέμω νεμέθω, καὶ φλέγω φλεγέθω, καὶ θάλλω θαλέθω· ὃ τρέπει τὸ θʹ εἰς τʹ, καὶ τὸ αʹ εἰς ηʹ, καὶ γίνεται τηλέθω· ἀφ’ οὗ τηλεθάω τηλεθῶ, καὶ | |
5 | τηλεθόω, προσθήκῃ τοῦ οʹ, ὡς ἐν τῷ ὁρόω. MOSCHOP. | |
sch180 | ὉΜΟΙΙΟΣ. Ὁμονοητικὸς, σύμφωνος, ἢ ὅμοιος τῇ γνώμῃ, ἢ τῇ ἰδέᾳ, ὡς μοιχείας δηλονότι πλεονασάσης. Ἀνά‐ ληψις δέ ἐστι τὰ ἑξῆς· οὐδὲν γὰρ πλέον δηλοῖ. ΑΛΛΩΣ. Τὸ μὲν ὉΜΟΙΙΟΣ δηλοῖ τὸ κοινωνικὸν καὶ προσήγορον καὶ φί‐ | |
5 | λιον· φιλία γὰρ δι’ ὁμοιότητος ἐπιτελεῖται. Πάντα δὲ ἐκ‐ τραγῳδεῖ τὰ ἐπεισελθόντα κακὰ ἐν τῷ βίῳ μετ’ αὐτὸν, τὴν ἀπιστίαν τῶν παίδων καὶ πατέρων, τὴν τῶν ξένων καὶ ξενοδό‐ χων, τὴν τῶν ἑταίρων πρὸς ἀλλήλους. Τριττὴ γὰρ ἡ φιλία· συγγενικὴ, ἑταιρικὴ, ξενική. PROCLUS. | |
sch180bis | ΠΑΙΔΕΣΣΙΝ ΟΜΟΙΙΟΣ. Διὰ τούτων τὴν κρίσιν διαβάλλει τῶν μετ’ αὐτὸν ἐσομένων, ὡς ἐπίπροσθεν ἀξόντων ἀδικίαν δικαιοσύνης, ἐπιορκίαν εὐορκίας, ἀναίδειαν αἰδοῦς, σκολιότητα ἁπλότητος· ἃ δὴ πάντα καὶ ὁ καθ’ ἡμᾶς ἔχει βίος· | |
5 | ἐν δὴ τούτοις, ὅτι καὶ κατὰ ἀλλήλων ἀδίκως χωροῦσι καὶ ἀναιδῶς λέγουσι. Καὶ τοῦτο ἦν ὃ καὶ πρῶτον δηλῶν ΧΕΙ‐ ΡΟΔΙΚΑΣ αὐτοὺς ἐκάλεσεν, ὡς τῇ δυνάμει τὸ δίκαιον τῇ διὰ τῶν χειρῶν ὁρίζοντας, καὶ τῇ βίᾳ χρωμένους. Καὶ οὐ μάχεται τὸ, χειροδίκας εἶναι, καὶ τὸ δίκην ἐν χειρὶ μὴ ἔχειν. | |
10 | Διὰ γὰρ τοῦτο ἔσονται χειροδίκαι, διότι τὸ δίκαιον ἐν ταῖς χερσὶν αὐτῶν οὐκ ἔστι· τοῦτο μὲν γὰρ παρὸν, οὐκ ἐπιτρέπει ταῖς χερσὶ βιάζεσθαι· τοὺς δὲ χειροδίκας ἐκείνους εἶναι, τοὺς | |
τὸ δίκαιον τῇ βίᾳ μόνῃ τῶν χειρῶν ὁρίζοντας, ὡς μὴ τὰς χεῖ‐ ρας ὑπὸ τὴν δικαιοσύνην πράττειν, ἀλλ’ αὐτὰς εἶναι τοῦ δι‐ | 146 | |
15 | καίου μόνας ἀφοριστικάς. PROCLUS. | |
sch180ter | ΟΥΔΕ ΠΑΤΗΡ ΠΑΙΔΕΣΣΙΝ ὉΜΟΙΙΟΣ. Τὸ ὅμοιος πάντως ἢ ἐπὶ τῆς γνώμης λέγεται, ἢ ἐπὶ τῆς ἰδέας. Δο‐ κεῖ δὲ ἐνταῦθα κατ’ ἀμφότερα τὰ σημαινόμενα χώραν ἔχειν κα‐ τὰ διάφορον σύνταξιν. Ἔστω δὴ ἐπὶ τῆς γνώμης, καὶ ἔχει | |
5 | πᾶς ὁ λόγος οὕτως· οὐδὲ ὁ πατὴρ τοῖς παισὶν ὁμο‐ νοητικὸς καὶ σύμφωνος ἔσται, οὔτι δὲ οὐδὲ οἱ παῖδες τοῖς πατράσιν, οὐδὲ ὁ ξένος τῷ ξενοδόχῳ, καὶ ὁ ἑταῖρος ἤγουν ὁ φίλος καὶ συνήθης τῷ ἑταίρῳ· ἀλλ’ ἄπιστοι δηλονότι καὶ ἀσύμφωνοι ἔσονται καὶ πατέρες πρὸς παῖδας, καὶ παῖδες πρὸς | |
10 | πατέρας, καὶ ξένοι πρὸς ξενοδόχους, καὶ τὸ ἀνάπαλιν, καὶ ἑταῖροι πρὸς ἑταίρους. Κατὰ δὲ τὸ βʹ σημαινόμενον λέγοιτο ἂν οὕτως· οὐδὲ ὁ πατὴρ τοῖς παισὶν ἔσται ὅμοιος τὴν ἰδέαν, ὡς μοιχείας δηλονότι πλεοναζούσης, οὔτι δὲ οὐδὲ οἱ παῖδες τοῖς πατράσι. Τοῦτο ἐπὶ τοῦ αὐτοῦ ἀντιστρόφως· εἰ γὰρ ὁ πα‐ | |
15 | τὴρ οὐχ ὅμοιος τὴν ἰδέαν τοῖς παισὶ, δηλονότι οὐδὲ οἱ παῖδες τοῖς πατράσι. Τὰ δὲ ἑξῆς ἔχει τὸ φίλος ἀπὸ κοινοῦ, οὐ γὰρ ἁρ‐ μοδίως ἐπ’ αὐτῶν ἔχει τὸ ὅμοιος ἐπὶ τῆς ἰδέας, οἷον, οὐδὲ ὁ ξένος τῷ ξενοδόχῳ ἔσται φίλος. MOSCHOP. | |
sch181 | ΟΥΔΕ ΞΕΙΝΟΣ ΞΕΙΝΟΔΟΚΩι. Ἀπὸ κοινοῦ τὸ ὁμοίϊος, ἤγουν ὁμογνώμων. Ὁ μὲν γὰρ τυχὼν ξενίσει· ὁ δὲ πρὸς τὸ μὴ ἀντιξενίσαι, ἴσως καὶ βλάψει. Φίλος ὁ συγ‐ γενὴς λέγεται, καὶ ὁ παρὰ τῇ συνηθείᾳ λεγόμενος. Ἑταῖρος | |
5 | ὁ συμπολίτης. Ξένος δὲ ὁ ἀφ’ ἑτέρας χώρας φίλος. TZETZES. | |
sch182 | ὩΣ ΤΟ ΠΑΡΟΣ ΠΕΡ. Ἤγουν ὡς τὸ πρότερον· οὐδὲ ὁ ἑταῖρος τῷ ἑταίρῳ, οὐδὲ ὁ κασίγνητος τῷ κασιγνήτῳ. Εἶτα ὡς ἀπὸ ἄλλης ἀρχῆς, ΑΙΨΑ ΔΕ ΓΗΡΑΣΚΟΝΤΑΣ ΑΤΙΜΗΣΟΥΣΙ ΤΟΚΗΑΣ. Τουτέστι, ταχέως καὶ ῥᾳδίως, | |
5 | οἱ ἐσόμενοι ἄνθρωποι ἀτίμους ποιήσουσι τοὺς ἰδίους πατέρας γεγηρακότας. Μέμψονται δὲ, ἤγουν κακῶς ἀγορεύσουσι τούτους, λοιδοροῦντες διὰ χαλεπῶν λοιδοριῶν. Τοῦτο γὰρ τὸ, ΧΑΛΕΠΟΙΣ ΒΑΖΟΝΤ’ ΕΠΕΕΣΣΙ ΣΧΕΤΛΙΟΙ, ἤγουν ἄθλιοι. MOSCHOP. | |
sch183 | ΑΙΨΑ ΔΕ ΓΗΡΑΣΚΟΝΤΑΣ ΑΤΙΜΗΣΟΥΣΙ ΤΟ‐ ΚΗΑΣ. Οἱ παῖδες δηλονότι. Προλέγει δὲ τὰ μέλλοντα κα‐ ταλήψεσθαι τὸν βίον ἀνιαρά. MOSCHOP. | 147 |
sch184 | ΒΑΖΟΝΤ’ ΕΠΕΕΣΣΙ. Βάζοντε, ἀντὶ τοῦ βάζον‐ τες τὸ δυϊκὸν, ἀντὶ τοῦ πληθυντικοῦ· ὡς καὶ παρ’ Ὁμήρῳ· Ὦ Λύκιοι πόσε φεύγετε; νῦν θοοὶ ἐστόν. καὶ τὸ, | |
5 | Ἆσσον ἰόνθ’ ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. Τὸ ἰόντε, ἀντὶ τοῦ ἰόντες. TZETZES. | |
sch185 | ΟΥΔΕ ΘΕΩΝ ΟΠΙΝ ΕΙΔΟΤΕΣ. Τὴν ἐντολὴν τῶν θεῶν, ἤγουν τὰ φρόνιμα καὶ συνετά. Νῦν γὰρ θεοὺς τὰς ψυχικὰς δυνάμεις φησίν. TZETZES. | |
sch185bis | ΟΥΤΕ ΘΕΩΝ ΟΠΙΝ. Ὁ ΤΕ σύνδεσμος πλεονά‐ ζει. TZETZES. | |
sch185ter | ΟΥΤΕ ΘΕΩΝ ΟΠΙΝ ΕΙΔΟΤΕΣ. Τουτέστιν οὔτε εἰς θεοὺς εἰδότες ἐπιστρέφεσθαι· οὐδὲ μὴ οὗτοι γηράσασι τοῖς ἑαυτῶν πατράσιν ἀποδοῖεν θρεπτήρια, ἀντὶ τοῦ τροφεῖα. Mo‐ SCHOP. | |
sch186 | ΓΗΡΑΝΤΕΣΣΙ ΤΟΚΕΥΣΙΝ. Οὐδὲ τοὺς γονεῖς γηροβοσκοῦσι· γέγονε δὲ ἐκ τοῦ γήρημι. ΧΕΙΡΟΔΙΚΑΙ δὲ, οἱ ἑαυτοῖς πειθόμενοι, καὶ ἐκ χειρὸς τὴν ἄμυναν ποιούμενοι, καὶ οὐ κατὰ νόμον. PROCLUS. | |
sch186bis | ΓΗΡΑΝΤΕΣΣΙ. Γηράσασιν, ἐκ τοῦ γήρημι ἡ μετοχὴ ὁ γηράς. TZETZES. | |
sch186ter | ΑΠΟ ΘΡΕΠΤΗΡΙΑ. Διατροφάς· οἱ παλαιοὶ γὰρ τοῖς γονεῦσιν ἐδίδουν τὰ θρέπτρα. Οὗτοι δὲ, ὥς φησι, πρὸς τῷ μὴ διδόναι καὶ ἀτιμήσουσιν αὐτούς. Συντακτέον δὲ οὕτως· Αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας, οὐδὲ μὲν | |
5 | γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν. TZETZES. | |
sch186quat | ΓΗΡΑΝΤΕΣΣΙ. Γηράω γηρῶ, γηράσω, ἐγήρα‐ | |
σα, ὁ γηράσας, τοῦ γηράσαντος, καὶ κατὰ συγκοπὴν γηράν‐ τος. Ἀφ’ οὗ γηράντε εὐθεῖα καὶ αἰτιατικὴ τῶν δυϊκῶν. Καὶ γηράντεσσι δοτικὴ τῶν πληθυντικῶν. MOSCHOP. | 148 | |
sch187 | ἙΤΕΡΟΣ Δ’ ἙΤΕΡΟΥ ΠΟΛΙΝ. Ἤτοι δι’ ἑαυτοῦ ποιῶν τὴν ἐκδίκησιν· τουτέστιν ἐν τῇ ἰσχύϊ τὸ δίκαιον ἔχοντες· καὶ οὐδὲ ὁ εὐορκῶν, τουτέστιν ὁ εὐσεβὴς, χάριν ἔχει παρ’ αὐ‐ τοῖς, οὐδὲ ὁ δίκαιος, οὐδ’ ὁ ἀγαθός. Καὶ τό, | |
5 | —κακῶν ῥεκτῆρα καὶ ὕβριν, ἀντὶ τοῦ κακοῦργον καὶ ὑβριστὴν ἄνθρωπον. Τοιοῦτον καὶ τὸ παρ’ Εὐριπίδῃ, Ἔριν Θυέστῃ πόλεμον, ἀντὶ τοῦ ἐριστικὸν πόλεμον. PROCLUS. | |
sch187bis | ΧΕΙΡΟΔΙΚΑΙ. Οἱ μὴ κρίσει καὶ νόμοις πειθόμε‐ νοι, ἀλλὰ χερσὶ καὶ ἰσχύϊ πάντα δρῶντες. TZETZES. | |
sch187ter | ΕΞΑΑΑΠΑΞΕΙ. Πορθήσει· ἀλάπαθα γὰρ Ἀττι‐ κῶς τὰ κενώματα. Ἔστι δὲ καὶ λάπαθος βοτάνη κενωτικὴ, ἢ καὶ ἀλάπαθος λέγεται. Ἧς ἡ ῥίζα τὸ λεγόμενον ῥέων. TZE‐ TZES. | |
sch187quat | ΧΕΙΡΟΔΙΚΑΙ. Ἤγουν τῇ βίᾳ τῶν χειρῶν ἔσονται τὸ δίκαιον ὁρίζοντες. Πορθήσει δὲ πόλιν ἑτέρου ἕτερος. MO‐ SCHOP. | |
sch188 | ΟΥΔΕ ΤΙΣ ΕΥΟΡΚΟΥ ΧΑΡΙΣ ΕΣΣΕΤΑΙ. Ἤγουν οὐδεμία δὲ εὐχαριστία ἔσται τοῦ εὐόρκου, τουτέστι τοῦ εὐσε‐ βοῦς, ἣν ἄλλοι δηλονότι ἕξουσι πρὸς αὐτὸν, οὔτε τοῦ δικαίου ἀνθρώπου, οὔτε τοῦ ἀγαθοῦ, μᾶλλον δὲ τιμήσουσιν ἄνδρα | |
5 | ῥεκτῆρα καὶ ἐργάτην κακῶν. MOSCHOP. | |
sch189 | ΚΑΙ ὙΒΡΙΝ. Ἤγουν ὑβριστήν· ἢ τιμήσουσι καὶ ὕβριν· οὐκ ἔσται δὲ ἐν ταῖς χερσὶν, ἤγουν ἐν τῇ ἐργασίᾳ αὐ‐ τῶν, δίκη καὶ αἰδώς· ἀναιδῶς γὰρ καὶ ἀδίκως ἅπαντα ἔσον‐ ται πράττοντες· βλάψει δὲ ὁ κακὸς τοὺς τρόπους τὸν ἀρείονα | |
5 | φῶτα, ἤγουν τὸν ἀγαθὸν τοὺς τρόπους ἄνδρα, τὸ συγκριτι‐ κὸν ἀντὶ τοῦ ἁπλοῦ. ΕΝΕΠΩΝ, ἤγουν διαστρέφων καὶ δια‐ βάλλων αὐτὸν ἐν λόγοις σκολιοῖς, ἤγουν πανούργοις. MO‐ | |
SCHOP. | 149 | |
sch190 | ΔΙΚΗ Δ’ ΕΝ ΧΕΡΣΙΝ. Ἀντὶ τοῦ δικαιοσύνη. Καὶ ΖΗΛΟΣ νῦν ὁ φθόνος· ὁ δὲ φθόνος, φησὶν, ὁ ταραχώ‐ δης καὶ ΚΑΚΟΧΑΡΤΟΣ, ἐπακολουθήσει τοῖς ἀνθρώποις. PROCLUS. | |
sch190bis | ΔΙΚΗ Δ’ ΕΝ ΧΕΡΣΙ ΚΑΙ ΑΙΔΩΣ. Τὸ δί‐ καιον ἔσται οὐ κρίσει καὶ νόμοις, ἀλλὰ δυνάμει χειρῶν, καὶ ἰσχύϊ. Αἰδὼς καὶ αἰσχύνη κατὰ Ἀριστόξενον τὸν Μουσικὸν διαφέρουσι· καὶ ἵνα τὰ πολλὰ τούτου παρεάσω, αἰδὼς μὲν | |
5 | ἡ μικρὰ καὶ ἐπὶ τοῖς τυχοῦσι γινομένη ὑποστολὴ, εὐλαβεῖ λογισμῷ· αἰσχύνη δὲ ἡ ἐν κακοῖς ἀτιμία. TZETZES. | |
sch192 | ΕΠΙ Δ’ ὉΡΚΟΝ ΟΜΕΙΤΑΙ. Βλάψει, φησὶ, τὸν ἀγαθὸν ἀφαιρούμενος τὰ αὐτοῦ, καὶ αὐτὸν λοιδορῶν· καὶ πρὸς τούτοις καὶ ὅρκῳ χρήσεται, ὀμνύων αὐτοῦ εἶναι τὰ ἀφαιρεθέντα. TZETZES. | |
sch192bis | ΕΠΙ Δ’ ὉΡΚΟΝ ΟΜΕΙΤΑΙ. Ἀντὶ τοῦ, ἐπὶ δὲ ταῖς διαστροφαῖς αὐτοῦ καὶ πανουργίαις ὅρκον ὀμεῖται βε‐ βαιῶν αὐτάς. ὉΜΑΡΤΗΣΕΙ δὲ, ἤγουν ἀκολουθήσει, ἅπασι τοῖς ὀϊζυροῖς, ἤγουν τοῖς ταλαιπώροις ἀνθρώποις, ΖΗΛΟΣ, | |
5 | ἤγουν φθόνος. MOSCHOP. | |
sch193 | ΖΗΛΟΣ Δ’ ΑΝΘΡΩΠΟΙΣΙΝ. Τὸν φθόνον ἐν τούτοις ζῆλον ἐκάλεσε· δυσκέλαδον μὲν αὐτὸν ὀνομάσας, ὡς τὰς εὐπραγίας τῶν φίλων λοιδοροῦντα, καὶ λέγοντα κακῶς ὡς ἀναξίους ἐκείνων. ΚΑΚΟΧΑΡΤΟΝ δὲ, ὡς ἐπιγηθοῦντα | |
5 | τοῖς κακοῖς καὶ ἐπιχαίροντα. ΣΤΥΓΕΡΩΠΟΝ δὲ, ὡς ὦπας ἔχοντα μίσους ἀξίους, καὶ ἀεὶ βλέποντας πρὸς τὸ κα‐ κὸν, καὶ ἄθεον, καὶ τὸ βλαπτικόν. PROCLUS. | 150 |
sch193bis | ΖΗΛΟΣ. Τὸν φθόνον νῦν λέγει. Ὁ γὰρ ζῆλος κυρίως ἐπαινούμενόν ἐστιν· ἔρις γὰρ ἀγαθή, ἤτοι μίμησίς ἐστιν. Ὁ δὲ φθόνος, ἐπίμομφον. TZETZES. | |
sch194 | ΔΥΣΚΕΛΑΔΟΣ. Κακοκέλαδος, καὶ οἱονεὶ κακό‐ φωνος· ἐπεὶ κακολογοῦντες οἱ φθονοῦντες καὶ οὐδὲ ἀγαθὸν λέγουσι περὶ τῶν πέλας. Ὁ φθόνος μισητὸς ἐν τῷ στυγερῶς ὁρᾷν ἢ ὁρᾶσθαι· οὐκέτι γὰρ αἰδοῦνται κακῶς πράττοντες. | |
5 | Ὅταν δὲ ταῦτα ᾖ, ἡ αἰδὼς καὶ ἡ νέμεσις ἀμφιασάμεναι φάρεα λευκὰ πρὸς οὐρανὸν ὁρμῶσι, λιποῦσαι τοῖς ἀνθρώποις ἄλγεα λυγρά. PROCLUS. | |
sch194bis | ΔΥΣΚΕΛΑΔΟΣ, ΚΑΚΟΧΑΡΤΟΣ. Προσωπο‐ ποιεῖ τὸν φθόνον, καὶ τὰ τῶν φθονούντων ἴδια πρὸς τοῦτον μεταφέρει. Οἱ φθονοῦντες γὰρ κελάδους καὶ θορύβους ποιοῦσι καὶ ἐγείρουσι, καὶ χαίρουσι τοῖς κακοῖς τῶν φθο‐ | |
5 | νουμένων, καὶ στυγερῶς καὶ μισητῶς αὐτοὺς ὁρῶσι. TZE‐ TZES. | |
sch194ter | ΔΥΣΚΕΛΑΔΟΣ. Τουτέστι κακὰς φήμας ἐγείρων· τοιοῦτο γὰρ ὁ φθόνος, μεμψίμοιρον κακὸν, καὶ λάθρα φή‐ μας ὑποσπεῖρον κακάς. MOSCHOP. | |
sch194quat | ΚΑΚΟΧΑΡΤΟΣ. Ἤγουν χαιρέκακος, ἐπὶ κακοῖς χαίρων. MOSCHOP. | |
sch194quin | ΣΤΥΓΕΡΩΠΗΣ. Ἤγουν μισητὸς τὴν ὄψιν, του‐ τέστιν ἀποτρόπαιος. Καὶ τότε δὴ ἡ αἰδὼς καὶ ἡ νέμεσις κα‐ ταλιποῦσαι τοὺς ἀνθρώπους, ἴτον, ἤγουν ἐλεύσονται, πρὸς τὸν οὐρανὸν ἐπὶ τὸ γένος τῶν θεῶν, ἀπὸ τῆς εὐρυχόρου χθο‐ | |
5 | νὸς, καλυψάμεναι τὸ καλὸν πρόσωπον λευκοῖς ἱματίοις. Αἱ δὲ χαλεπαὶ λύπαι, αἱ ἀπὸ τῆς ἀναιδείας καὶ τοῦ φθόνου, κα‐ ταλειφθήσονται τοῖς θνητοῖς ἀνθρώποις· τοῦ κακοῦ δὲ ἀπο‐ σόβησις οὐκ ἔσται. ΙΤΟΝ, ἀντὶ τοῦ ἐλεύσονται. Εἶμι ὃ δύναται καὶ ἐπὶ ἐνεστῶτος λαμβάνεσθαι καὶ ἐπὶ μέλλοντος, | |
10 | τὸ τρίτον τῶν δυϊκῶν, ἴτον, ἐνταῦθα ἐπὶ μέλλοντος ἀντὶ τοῦ | |
ἐλεύσονται. MOSCHOP. | 151 | |
sch195 | ΠΡΟΣ ΟΛΥΜΠΟΝ. Ὄλυμπος, ὁ οὐρανὸς, καὶ ἡ τοῦ παντὸς κόσμου ὅλη περιοχὴ, παρὰ τὸ ὁλολαμπὴς εἶναι. Ψιλοῦται δὲ, ὅτι συνεκόπη Αἰολικῶς, ὁλόλαμπος. Καὶ Ὄλυμπος· τρέπουσι γὰρ καὶ τὸ α εἰς υ, τὰς σάρκας σύρκας | |
5 | λέγοντες. Οὕτω τὸ Ὄλυμπος ψιλοῦται. Τῶν γὰρ τοιούτων τὰ ἐντελῆ δασύνεται, τὰ δὲ συγκοπέντα ψιλοῦται. Ὡς τὸ ὁλόλαμπος, ἁρμοζόμενος, ἁλλόμενος, ἄρμενος, ἄλμενος. Ψι‐ λοῦται οὖν τὸ Ὄλυμπος. Εἰ δέ μοι δυσπιστεῖ τις ὡς εὑρε‐ σιεπεῖ, ἀκουέτω καὶ χρήσεων· | |
10 | Ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει —ἐπάλμενος ὀξέϊ δουρί. Ὄλυμπος οὕτω ψιλοῦται, καὶ οὕτω λέγεται οὐρανός. Ὁμοίως δὲ τῷ οὐρανῷ καὶ ἡ σφαιροειδὴς ἡμῶν κεφαλὴ, ἐν ᾗ τὸ ὁλο‐ λαμπὲς λογιστικὸν ἵδρυται, Ὄλυμπος λέγεται. Περὶ γὰρ | |
15 | ὄρους Ὀλύμπου νῦν λέγειν, ψυχρολογία καὶ λῆρος ἐνταῦθα ἔμελλεν εἶναι. TZETZES. | |
sch196 | ΛΕΥΚΟΙΣΙΝ ΦΑΡΕΕΣΣΙ. Τοῦτό φησι, ὅτι κἄν τισι τῶν ἀνθρώπων, ἢ καὶ σχεδὸν πᾶσιν, ἡ αἰδὼς καὶ ἡ νέμε‐ σις τοῦ βίου ἐξοστρακίζονται, καὶ ἀφανισμῷ παραδίδονται, ὅμως οὐκ εἰσὶ σκοτειναί τε καὶ μελαγχίτωνες, ἀλλὰ λευκοχίτω‐ | |
5 | νες, καὶ ἡλίου λαμπρότερον ἀπαστράπτουσαι. Τὸ τούτων γὰρ ὄνομα περιτεθρύλληται πανταχοῦ. TZETZES. | |
sch197 | ΑΘΑΝΑΤΩΝ ΜΕΤΑ ΦΥΛΟΝ. Τῶν στοιχείων νῦν, ἢ τῶν φρονίμων. Προσωποποιεῖ δὲ ἐνταῦθα τὴν δι‐ καίαν μέμψιν, καὶ τὴν αἰδῶ μέλλουσαν φεύγειν διὰ τὰς τῶν ἀνθρώπων ἀδικίας καὶ βίας, καὶ ἀπέρχεσθαι ἐν τοῖς στοι‐ | |
5 | χείοις, ἢ τοῖς φρονίμοις καὶ δικαίοις· μόνοις γὰρ ἐξ ἀνθρώ‐ πων τούτοις ἡ αἰδὼς καὶ ἡ νέμεσις πρόσεστι. Τὸ ὕδωρ γὰρ τὸ θαλάττιον ἔχει τὴν ψάμμον ὡς ὅριον, καὶ μέχρι ταύ‐ της προβαῖνον, κἂν ἀγριοῦται τοῖς κύμασιν, ὅμως ὥσπερ αἰδεῖται καὶ νεμεσίζεται περαιτέρω χωρεῖν, καὶ τῆς γῆς κατα‐ | |
10 | βλάπτειν τὰ ὅρια. Τούτοις ὁμοίως ὅ τε ἀὴρ καὶ τὸ πῦρ, ἀλ‐ λήλων μὴ ὄντα πολέμια, τόποις δὲ τοῖς οἰκείοις ἐμμένοντα. Ἔτι πρὸς τούτοις χειμὼν, ἔαρ, θέρος, φθινόπωρον, ἡμέρα, νὺξ, καὶ τὰ λοιπὰ, τὴν αἰδῶ καὶ τὴν νέμεσιν ταύτην φυλάτ‐ τουσιν, ἐξιστάμενα ὅτε δεῖ, καὶ ἐγκαίρως ἀλλήλοις ὑπείκοντα, | 152 |
15 | καὶ οὐ πλεονεξίαν καὶ βίαν ἢ τόπῳ ἢ χρόνῳ κατ’ ἀλλήλων νοσοῦντα· καὶ ὅσα φησὶ ὁ Σοφοκλῆς, ἁπλῶς ἐκ τοῦδε τοῦ Ἡσιοδείου λόγου ταῦτα λαβών· Καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα Τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς | |
20 | Χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει· Ἐξίσταται δὲ νυκτὸς αἰανῆς κύκλος Τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν. Καὶ τὰ λοιπά. TZETZES. | |
sch198 | ΤΑ ΔΕ ΛΕΙΨΕΤΑΙ. Τουτέστι, τὸ τῶν κακῶν ἔσχατον· ἀναιδείας γὰρ κρατησάσης καὶ φθόνου τῶν ἀνθρώ‐ πων, πάντη τὸ γένος ἡμῶν ἀπολιπεῖν αἰδῶ καὶ νέμεσιν· τούτων γὰρ ἀπόπτωσίς ἐστιν ἡ ἀναίδεια καὶ ὁ φθόνος. Ἀλλ’ | |
5 | οὗτος μὲν εἴδωλον ὢν νεμέσεως· δοκεῖ γὰρ αὐτὸς ἐπὶ τοῖς παρ’ ἀξίαν εὐτυχοῦσιν ἀγανακτεῖν, ἀλλ’ ἡ μὲν νέμεσις ἐπὶ τοῖς ὡς ἀληθῶς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν. Ἡ δὲ ἀναίδεια οὐχὶ εἴδωλον τῆς αἰδοῦς, ἀλλὰ τὸ ἐναντιώτατον πρὸς αὐτὴν ὑπο‐ κρινόμενον τὴν παῤῥησίαν. Εἰ δὲ λευκὰ τὰ φάρη τῆς αἰδοῦς | |
10 | καὶ νεμέσεως, ἐν φωτὶ μὲν αὐταῖν ἡ ὑπόστασις. Νοεραὶ δὲ αἱ δυνάμεις· πόῤῥω δέ εἰσι τῆς ἀθέου καὶ σκοτώδους τῶν | |
παθῶν οὐσίας. Διὸ τὴν μὲν αἰδῶ, θεῖον φόβον ὑμνοῦσι· τὴν δὲ νέμεσιν, δίκης ἄγγελον. Καλῶς οὖν καὶ Πλάτων ἐρω‐ τηθεὶς τί ποτε προςγέγονε τοῖς κατ’ αὐτὸν ἀνθρώποις, ἀπε‐ | 153 | |
15 | κρίνατο, μὴ αἰσχύνεσθαι κακοὺς ὄντας. Ὅτι δὲ θεῖον πρᾶγμα καὶ ἡ νέμεσις, δηλοῖ τὸ καὶ θεοῖς αὐτὴν ὑπάρχειν· —νεμέσησε δὲ πότνια Ἥρη, φησὶν ἡ ποίησις. Φθόνος δὲ ἔξωθεν θείου χοροῦ παντός. PROCLUS. | |
sch198bis | ΤΑ ΔΕ ΛΕΙΨΕΤΑΙ ΑΛΓΕΑ ΛΥΓΡΑ. Τὰ δὲ ἄλγεα ἐναπολειφθήσεται μόνα τοῖς ἀνθρώποις. ΛΥΓΡΑ, τὰ χαλεπὰ, παρὰ τὸ λίαν ὑγρὰ εἶναι· καὶ γὰρ ἐκ τῶν ὑγρῶν καὶ ψυχρῶν φασὶν εἶναι πάντα τὰ λυπηρὰ, ὡς ἐκ τῶν θερμῶν | |
5 | τὰ ἡδέα. ΑΛΚΗ νῦν ἀποσόβησις. TZETZES. | |
sch200 | ΝΥΝ Δ’ ΑΙΝΟΝ. Ὁ μὲν κατὰ τὴν Πανδώραν μῦ‐ θος τὴν αἰτίαν τῶν ἐν ἀνθρώποις κακῶν εἰς τὸ θῆλυ τῆς ψυ‐ χῆς ἀνέφερεν, καὶ τὴν ἄλογον ζωὴν ἐκ τῶν οὐρανίων ἡμῖν προσπλασθεῖσαν. Ὁ δὲ περὶ τῶν γενεῶν λόγος δύο τὰς | |
5 | παντοίας μεταβολὰς τῶν ἀνθρωπίνων ζωῶν, τὰς διὰ τὴν ἀναλογίαν ἐπεισελθούσας ζώντων ἡμῶν, τοτὲ μὲν κατὰ λό‐ γον, τοτὲ δὲ κατὰ τὸ ἄλογον. Ὁ δὲ αἶνος οὗτος τρίτος πα‐ ραίνεσίς τις ὢν καὶ νουθέτησις ἐπικεκαλυμμένη πρὸς τοὺς κατὰ πάθος ζῶντας, ἔνδειξίς ἐστι τῆς βιαίου καὶ πλεονεκτι‐ | |
10 | κῆς ζωῆς καὶ θηριώδους κατὰ τῶν βιασθῆναι μὲν δυναμένων, ὅμως δὲ ἱεροπρεπεστέρων ὄντων. Καὶ ὁ μέν γε ἱέραξ ἁρπακ‐ | |
τικόν· ἡ δὲ ἀηδὼν μουσικόν. Παιδευτικὸς οὖν ὁ λόγος· δεικνὺς οὗ μὲν οἱ δωροφάγοι τεταγμένοι τυγχάνουσιν, οὗ δὲ οἱ Μουσῶν θεραπευταί· καὶ τίνες οἱ ἄδικοι, τίνες δὲ οἱ θεοῖς | 154 | |
15 | φίλοι, διὰ τούτων τῶν εἰκόνων. Καὶ γὰρ ἱέραξ φέρει τὴν ἀηδόνα μεμαρπὼς, καὶ τοῖς ὄνυξιν εἰς αὐτὴν ἐμπεπηγόσι κα‐ τέχων· ἡ δὲ ἔχεται καὶ πάσχει ὑπὸ τοῦ δυνατωτέρου κακῶς. ΕΛΕΟΝ γὰρ, φησὶ, γναπτοῖσι πεπαρμένη ἀμφ’ ὀνύχεσσι Μύρετο· | |
20 | τουτέστιν ἐλεεινόν. Τὸ γὰρ ἐλεὸν ὀξυτόνως σημαίνει τὸ ἐλεει‐ νόν. Ὑπὸ τῶν ὀνύχων κατεχομένη φωνὴν ἀφίησιν ἐλεεινὴν, ὡς οἱ ἀδικούμενοι ὑπὸ τῶν βασιλέων καὶ βιαζόμενοι πλέον οὐδὲν ἔχοντες τῶν ὀδυρμῶν. ΑΛΛΩΣ. Αἶνος ὁ παροιμιώ‐ δης λόγος, ὁ ἐπὶ παραινέσει λεγόμενος· ὥσπερ γὰρ ἡ ἀηδὼν | |
25 | ἐν τοῖς ποσὶ τοῦ ἱέρακος, οὕτω κἀγὼ ἐν ταῖς χερσὶν ὑμῶν· καλῶς γὰρ ἑαυτὸν ἀηδόνι ἀπείκασε· μουσικὸν γὰρ τὸ ὄρ‐ νεον· καὶ τοὺς κριτὰς, ἱέρακας, ὡς ἁρπακτούς. Τὸ δὲ ΛΕΛΗΚΑΣ δηλοῖ τὸ βεβόηκας, καὶ ΔΑΙΜΟΝΙΗΝ τὴν ἀη‐ δόνα φησὶ, διὰ τὸ μουσικὸν καὶ ἱερόν. ΑΡΕΙΩΝ δὲ ὁ δυνα‐ | |
30 | τώτερος εἴρηται. Τὸ τοίνυν ΔΑΙΜΟΝΙΗ ΤΙ ΛΕΛΗΚΑΣ; καὶ τὰ ἑξῆς, ὁ τῶν ἁρπακτικῶν λέγει νόμος ταῦτα, οἷον καὶ Θρασύμαχος ἐτίθει καὶ πᾶς ὁ τοιοῦτος, εἴτε Φάλαρις, εἴτε Ἀπολλόδωρος, ἰκτίνοις ἐοικότες καὶ λύκοις καὶ ἄλλοις τοιού‐ τοις, καὶ ὑπὸ τοῦ χείρονος, δυνατωτέρου δὲ, τὸ ἀσθενέ‐ | |
35 | στερον, κἂν κρεῖττον ᾖ, πάσχειν κακῶς, καὶ ἐπιτωθάζειν τὸν ποιοῦντα τῷ πάσχοντι. Τὸ γὰρ, Τῇ δ’ εἶς ᾗ ς’ ἂν ἐγώ περ ἄγω, δηλοῖ τὸν μὲν βιαιότερον ἄγειν, ἄγεσθαι δὲ, ὅπου ἂν ἐκείνῳ δοκῇ, τὸν ἀσθενέστερον. Πρόσκειται δὲ, καὶ τὸ ΑΟΙΔΟΝ | |
40 | περ ΕΟΥΣΑΝ, διὰ τὸ ἄγεσθαι τὸν Ἡσίοδον ἐνδεικνύμενον | |
τὸ ἱερὸν τῶν Μουσῶν ἀναγκάζεσθαι τοῖς βασιλεῦσιν ἀδι‐ κοῦσιν εἴκειν. Ἐπ’ ἐκείνοις γὰρ εἶναι καὶ δεῖπνον αὐτὸν ποι‐ ήσασθαι καὶ μεθεῖναι, καθάπερ ἐπὶ τῷ ἱέρακι τὴν ἀηδόνα. Καὶ τέλος ἐπήγαγεν, ὅτι ἄφρονος ἔργον ἐστὶν ἀντιβαίνειν | 155 | |
45 | τοῖς ἰσχυροτέροις, ὡς ἂν οὐδὲ αὐτὸς ἐναντιωθησόμενος τοῖς ἄρχουσι βιαζομένοις. Διπλοῦν γὰρ εἶναι τὸ ἐκ τῆς πρὸς τοὺς δυνατωτέρους ἀντιβάσεως κακόν· τό τε ἐκ τῆς ἥττης ὄνειδος, ὅ περ ἐκάλεσεν αἶσχος, καὶ τὴν ἐπὶ τῷ κρατηθῆναι λύπην, ἣν εἶπε πάθος ἀλγεινόν. Τούτων δὲ τῶν στίχων ὁ | |
sch200(50) | Ἀρίσταρχος ὀβελίζει τοὺς τελευταίους, ὡς ἀλόγῳ γνωμολο‐ γεῖν οὐκ ἂν προσῆκον. PROCLUS. | |
sch200bis | ΝΥΝ Δ’ ΑΙΝΟΝ. Μυθικὴν παραίνεσιν. Εἰ‐ κάζει δὲ ὁ ποιητὴς ἑαυτὸν ἀηδόνι, διὰ τὸ τῆς ποιητικῆς ᾠδι‐ κόν· τοὺς δὲ κριτὰς ἱέρακι, διὰ τὸ ἁρπακτικόν. Γνωστὸν δὲ τοῦτο πᾶσι, καὶ οὐ δεῖ ἐνταῦθα Προκλικῶν ματαίων πλασ‐ | |
5 | μάτων· ἐν γὰρ τοῖς σπουδαίοις ὁ Πρόκλος οὐδὲν γράφων, ἐν τοῖς τοιούτοις μεγαλήγορος, καὶ μακρότερα γράφειν τῆς Ἰλιά‐ δος οὐκ ἀπαναίνεται. Ἡμεῖς δὲ ταῦτα παρέντες τὰ δεόμενα ἐξηγήσεως λέξομεν· καὶ πρῶτα ταύτην τὴν σύνταξιν καίπερ κακῶς ἔχουσαν. | |
10 | Νῦν δ’ αἶνον βασιλεῦς’ ἐρέω ὧδε, τουτέστι μυθι‐ κῶς, φρονέουσι καὶ αὐτοῖς· εἶτα ἄρχεται τοῦ μύθου· ἴρηξ ὀνύχεσι μεμαρπὼς ἀηδόνα ποικιλόδειρον, ὕψι μάλ’ ἐν νεφέεσσι φέρων, προσέειπεν· δαιμονίη, τί λέληκας, ἔχει νύ σε πολ‐ λὸν ἀρείων. Ἡ δ’ ἐλεὸν γναμπτοῖσι πεπαρμένη ἀμφ’ ὀνύχεσσι, | |
15 | μύρετο· τὴν δ’ ὅγ’ ἐπικρατέως πρὸς μῦθον ἔειπε· τῇδε καὶ ἐνταῦθα εἴσι καὶ εἴσιθι καὶ πορεύου, ὅπου σε ἂν ἐγὼ ἄγω· δεῖπνον δ’ αἴκ’ ἐθέλω ποιήσομαι, ἠὲ μεθήσω. Μέχρι τοῦδε | |
ὡς ἀπὸ τῶν ὀρνέων ὁ ποιητὴς τοὺς λόγους ποιεῖται. Ἐντεῦ‐ θεν δὲ ἀναλαμβάνει τὸ ἴδιον πρόσωπον, καὶ λέγει τὸ ἐπιμύ‐ | 156 | |
20 | θιον, τοῦτο τὸ δίστιχον τοῖς κριταῖς, τὸ, Ἄφρων δ’ ὅς κ’ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· καὶ τὸν ἕτερον στίχον· εἶτα πρὸς τὸν Πέρσην ἀποστρέψας τὸν λόγον, φησὶ τὸ, Ὡς ἔφατ’ ὠκυπέτης ἴρηξ. | |
25 | Καὶ οὕτως, οὐδὲ ὁ παρὰ Πρόκλῳ Ἀρίσταρχος σχεῖ χώραν ὀβελί‐ ζειν τοὺς δύο στίχους τούτους, τὸ ἐπιμύθιον. Ἀκούσατε δὲ ὦ Πρόκλε τε καὶ Ἀρίσταρχε, κἄν περ ἡμεῖς τοῦτο οὐ διορθώσαμεν, οὐ γελοῖον ἦν καθ’ ἡμᾶς, τὸ τὰ ἄλογα μὲν καὶ ἀνθρωπίνως λα‐ λεῖν συγχωρεῖν, μὴ μέντοι δὲ γνωμολογεῖν. ἀλλ’ ἰστέον, ὅτι | |
30 | ὁ λαλεῖν ἀνθρωπίνως εἰδὼς, καὶ γνωμολογήσει θελήσας, καὶ ᾧ τινι συγκεχώρηται τὸ λαλεῖν, καὶ τὸ γνωμολογεῖν δηλον‐ ότι συγχωρηθήσεται. Ἀλλ’ οὐκέτι τὴν ὑμετέραν ἀλαζονείαν ἐλέγχων μακρηγορήσω· παραδραμοῦμαι δὲ, τοῦτο μόνον ἀπο‐ φαινόμενος, ὅτι κακῶς λέγετε. Ὑμῖν δὲ τοῖς ἀκροωμένοις φη‐ | |
35 | μὶ, ὅτι ἐν τῷ ῥηθέντι νῦν χωρίῳ τῶν ἐπῶν οὐκ ἔδει πολυ‐ λογίας, λέξεων δὲ βραχειῶν τινῶν. Καὶ γέγραφα ταύτας ἄνω‐ θεν τῶν ἐπῶν. Οἷον τὸ ΠΟΙΚΙΛΟΔΕΙΡΟΝ, τὴν ποικιλόφω‐ νον λέγει, ἢ τὴν ἐστιγμένην καὶ ποικίλην ἔχουσαν τὴν δειρὴν, ἤγουν τὸν τράχηλον. TZETZES. | |
sch200ter | ΝΥΝ Δ’ ΑΙΝΟΝ. Νῦν δὲ παροιμιώδη λόγον ἐπὶ παραινέσει τοῖς κριταῖς ἐρῶ, γινώσκουσι καὶ αὐτοῖς. Mo‐ | |
SCHOP. | 157 | |
sch201 | ὩΔ’ ἸΡΗΞ ΠΡΟΣΕΕΙΠΕ. Παραβολὴ μυθική· οὕτως εἶπεν ἱέραξ πρὸς ἀηδόνα ποικιλόφωνον, ὑψοῦ μάλα ἐν νέφεσι φέρων αὐτὴν, τοῖς αὐτοῦ ὄνυξι μεμαρπὼς, ἤγουν συλλαβών. Εἶτα πρὸ τοῦ ἀποδοῦναι ἐπάγει διὰ μέσου, ἡ δὲ | |
5 | ἐλεεινὸν ὠδύρετο πεπερονημένη ἐν ὄνυξι γναπτοῖς, τουτέστι κε‐ καμμένοις, ἀγκύλοις, πρὸς ὃ ἀποδίδωσιν ὃν ἤρξατο λόγον ἐπα‐ | |
ναλαμβάνων, τὸ τοιοῦτον δὲ γίνεται καὶ παρὰ τῷ πεζῷ λόγῳ, καὶ φησὶ πρὸς ταύτην, οὗτος λόγον εἶπεν ἐπικρατέως, ἀπη‐ νῶς, τουτέστι μετὰ γνώμης τὴν αὐτοῦ ἐπικράτειαν ἐμφαινού‐ | 158 | |
10 | σης, ὃ ταυτὸν τῷ ὑπεροπτικῶς. MOSCHOP. | |
sch205 | ΔΑΙΜΟΝΙΗ. Ἤγουν κακόδαιμον, τί βοᾷς; κατέχει σε κατὰ πολὺ ἰσχυρότερος, ἐκεῖσε πορεύσῃ, ὅποι ἂν ἐγώ σε ἄγω, καίπερ οὖσαν μουσικὴν μελῳδόν· δεῖπνον δὲ, ἤγουν τροφὴν, ποιήσομαί σε ἂν θέλω, ἢ ἀπολύσω. Ἄφρων δέ ἐστιν, | |
5 | ὃς ἂν ἐθέλῃ πρὸς ἐπικρατεστέρους ἀντιτάττεσθαι· καὶ νίκης γὰρ στέρεται, ἤγουν ἀπολείπεται, ἀποπίπτει, τουτέστι καὶ νίκην οὐ κατορθοῖ, καὶ πρὸς τοῖς ὀνείδεσι τοῖς ἀπὸ τῆς ἥττης, λύ‐ πας ὑπομένει. MOSCHOP. | |
sch209 | ΝΙΚΗΣ ΤΕ ΣΤΕΡΕΤΑΙ, ΠΡΟΣ Τ’ ΑΙΣΧΕΣΙΝ. Αἶσχος φησὶ προσγίνεσθαι ἐκ πληγῶν ἢ ὕβρεων πρὸς τῷ ἡττη‐ θῆναι τοῖς ἥττοσι συμβάλλουσιν ἔριν μετὰ κρειττόνων. Ὁ δὲ Πρόκλος λεγέτω ὅσα καὶ βούλεται. ὩΣ ΕΦΑΤ’ ΩΚΥΠΕΤΗΣ | |
5 | ΙΡΗΞ· ἐπιλογιστικὸν τὸ σχῆμα καὶ ἀνακεφαλαιωτικόν· ΙΡΗΞ, ψιλωτέον. Ἐκ τοῦ ἴω γὰρ, τὸ πορεύομαι. Καὶ Ὅμηρος, Αὐτὸς δ’ ὥς τ’ ἴρηξ. Ἀττικῶς δὲ δασύνεται, ἐκ τοῦ ἵημι, τὸ πέμπω. TZETZES. | |
sch210 | ὩΣ ΕΦΑΤ’. Οὕτως εἶπεν ὁ ἱέραξ, ὁ ταχέως πετό‐ μενος, ὁ ὄρνις ὁ ἐπὶ πολὺ παρατείνων τὴν πτῆσιν· ὦ Πέρση, σὺ δὲ μὴ κατὰ τὸν ἀετὸν ποίει, δηλονότι ἄλογον ὄντα ζῶον, ἀλλὰ λογικὸς ὢν ὑπάκουε δίκης, μὴ δ’ ὕβριν ἐπίτεινε. Τὴν | |
5 | ὕβριν δὲ ἀντιτίθησι τῇ δίκῃ, ὡς ταυτὸ δυναμένην τῇ ἀδικίᾳ· ἕπεται γὰρ τοῖς ὑβρισταῖς τὸ ἀδικεῖν· καὶ γὰρ ἡ ὕβρις ἡ κακὴ τῷ ἀγεννεῖ ἀνθρώπῳ ὑπάρχει εἰς τὸ χρῆσθαι αὐτὸν αὐτῇ κατ’ ἄλλων· οὐ μὴν δύναται φέρειν αὐτὴν ῥᾳδίως, οὐδὲ ὁ ἐσθλὸς, τουτέστιν ὁ κατ’ ἀρετὴν προέχων· βαρύνεται δὲ ὑπ’ αὐτῆς ἐν‐ | |
10 | τυχὼν βλάβαις, αὐτῇ ὤφειλεν, λέγει δὲ βλάβαις, ἐπιτείνων τὸ κακὸν τῆς ὕβρεως. MOSCHOP. | |
sch210bis | ΤΑΝΥΣΙΠΤΕΡΟΣ. Ὁ λίαν τανύων τὰ πτερὰ, ταχὺς, ὡς τὸ ΔΟΜΟΙΣΙ ΠΟΙΗΤΟΙΣΙ, τοῖς λίαν καὶ καλῶς πεποιημένοις. TZETZES. | |
sch211 | ΣΥ Δ’ ΑΚΟΥΕ ΔΙΚΗΣ. Ἀντέθηκε τῇ δίκῃ τὴν ὕβριν· ὡς τῶν ὑβριστῶν μάλιστα ἀδίκων ὄντων, διότι χωρὶς | |
αἰτίας χρώμενοι πολλῇ κακίᾳ προπηλακίζουσι τοὺς ἀσθενεστέ‐ ρους. Ἦν δὲ καὶ ἐν τοῖς εἰρημένοις γένεσιν ἡ ὕβρις ἡ ἀποστή‐ | 159 | |
5 | σασα τοὺς ἐκ τοῦ βʹ ἀπὸ τοῦ πρώτου. ΑΛΛΩΣ. Πρὸς ἀντιδιαστολήν φησι τῶν ἀλόγων ζώων· σὺ λογικὸς ὢν καὶ λό‐ γοις καὶ νόμοις πολιτευόμενος, ἄκουε δίκης, μὴ δ’ αὔξανε τὴν ὕβριν καθάπερ τὰ ἄλογα ζῶα· τούτοις γὰρ ἴδιον τὸ ἀδικεῖν μὴ νόμῳ κυβερνωμένοις, ἀνθρώποις δὲ τὸ δικαιοπραγεῖν καὶ νό‐ | |
10 | μοις ὑπείκειν καὶ πείθεσθαι. PROCLUS. | |
sch211bis | ΣΥ Δ’ ΑΚΟΥΕ ΔΙΚΗΣ. Τὴν ἔκθεσιν τοῦ μύθου ἐπαγαγὼν, καὶ δείξας ὅτι ὑπὸ τῶν σθεναρῶν καταβλάπτον‐ ται οἱ ἀσθενεῖς ἀδίκως, ἀποστρέφει τὸν λόγον πρὸς τὸν Πέρ‐ σην, καί φησι· σὺ δὲ πειθόμενος ἔσο δικαιοσύνῃ καὶ κρίσεσι, | |
5 | μὴ δὲ ἄνευ δίκης, καθάπερ οἱ ἀλαζόνες καὶ ἄδικοι, ὄφελλε καὶ αὔξανε τὴν ὕβριν καὶ βλάβην καὶ ἀδικίαν. TZETZES. | |
sch212 | ΟΥΔΕ ΜΕΝ ΕΣΘΛΟΣ. Οὐδὲ ὁ πάνυ ἀγαθὸς οἰστὴν νομίζει τὴν ὕβριν· οὐ γάρ ἐστιν ὕβρεως ἀφορητότερον οὐδὲν, βαρύνεται δὲ ὑπ’ αὐτῆς καὶ ἀγανακτεῖ. Λέγει δὲ ἐσ‐ θλοὺς οὐ τοὺς τῇ τύχῃ καὶ τῇ δυνάμει προέχοντας, ὥς φησι | |
5 | Πλούταρχος, ἀλλὰ τοὺς κατ’ ἀρετὴν προέχοντας, ἐκ τούτου μᾶλλον δεικνὺς τὴν ὕβριν ἀφόρητον. Οἱ μὲν γὰρ ἐν δυνάμει καὶ σφόδρα δυσχεραίνουσιν ἐπὶ ταῖς ἐκ τῶν ἀσθενεστέρων εἰς αὐτοὺς ὕβρεσιν· οἱ δὲ κατ’ ἀρετὴν ζῶντες καὶ ταύτας τὰς | |
ὕβρεις διαπτύουσιν. Οὐδὲ γὰρ χείρων ἐγὼ, φησὶν ὁ Σω‐ | 160 | |
10 | κράτης, ἂν ὁ δεῖνα ἐπὶ κόῤῥης πατάξῃ με ἀδίκως. Καὶ οὗτοι μὲν ὅλως βαρύνονται ἐπὶ ταῖς παρ’ ἄλλων ὕβρεσιν ἐγκύρσαν‐ τες ταῖς ἄταις. Ὡσεὶ ἔλεγε περιπεσόντες ταῖς ὕβρεσιν, ἃς ἐκάλεσαν ἄτας. PROCLUS. | |
sch212bis | ὙΒΡΙΣ ΓΑΡ ΤΕ ΚΑΚΗ ΔΕΙΛΩι ΒΡΟΤΩι. Ἡ ὕβρις γὰρ, καὶ ἡ λοιδορία, καὶ ἡ βλάβη κακὴ τῷ δειλῷ καὶ τῷ ἀγεννεῖ ἀνθρώπῳ ὑπάρχει εἰς τὸ χρῆσθαι αὐτὸν αὐτῇ κατ’ ἄλ‐ λων, οὐχ ὡς ὁ Πρόκλος λέγει. TZETZES. | |
sch212ter | ΕΣΘΛΟΣ. Ἐθέλω, ἐθελὸς, καὶ ἐσθλός. TZE‐ TZES. | |
sch212quat | ῬΗΙΔΙΩΣ ΦΕΡΕΜΕΝ. Τὸ φερέμεν, μὴ ὡς Πρό‐ κλος εἴπῃς, ὅτι οὐ δύναται φέρειν ὁ ἐσθλὸς τὴν ὕβριν, ἀλλὰ ἀντὶ τοῦ φερέμεν καὶ ἔχειν τὴν ὕβριν, τουτέστιν, ὁ ἀγαθὸς οὐκ εὐκόλως καὶ ἐπὶ μακραῖς αἰτίαις δύναται φέρειν καὶ ἔχειν τὴν | |
5 | ὕβριν, ἢ τὴν λοιδορίαν, ἢ τὴν κατά τινος βλάβην. TZETZES. | |
sch214 | ὉΔΟΣ Δ’ ἙΤΕΡΗΦΙ. Ἐκ τῆς πρὸς τὴν ὕβριν παραθέσεως προτρέπει τῇ δικαιοσύνῃ μᾶλλον ἕπεσθαι· κρείσ‐ σων γάρ ἐστι, φησὶν, ἡ εἰς τὰ δίκαια ὁδὸς, ἑτέρα οὖσα τῆς ὕβρεως· κρείσσων δὲ εἰς τὸ δι’ αὐτῆς παρελθεῖν μᾶλλον, ἢ διὰ | |
5 | τῆς ἐναντίας τῆς κατὰ τὴν ὕβριν. PROCLUS. | |
sch214bis | ΒΑΡΥΘΕΙ δὲ καὶ βαρύνεται ὑπ’ αὐτῆς. ΕΓΚΥΡ‐ ΣΑΣ ΑΤΗιΣΙΝ, ἤτοι ἐμπεσὼν βλάβαις. Τουτέστιν, ἐὰν | |
ἄκων καὶ ὀψέ ποτε ὁ ἀγαθὸς ὑπό τινος πικρανθεὶς ὑβρίσῃ ἢ λοιδορήσῃ ἢ βλάψῃ τινὰ, τοῦτο ποιήσας μεταμέλεται, | 161 | |
5 | ὅτι ποσῶς πρὸς τοῦτο κεκίνηται. Εἰ μὴ γὰρ δύναται κατὰ τὸν Πρόκλον τὴν ὕβριν ἢ τὴν λοιδορίαν ἢ τὴν βλάβην ὑπο‐ μεῖναι, τί σημεῖον χρηστότητος κέκτηται; TZETZES. | |
sch214ter | ὉΔΟΣ Δ’ ἙΤΕΡΗΦΙ ΠΑΡΕΛΘΕΙΝ. Ὑποδεί‐ ξας τῷ ἀδελφῷ, ὅτι ἡ ὕβρις καὶ ἡ βία τῶν φαύλων εἰσὶν, οἱ δ’ ἀγαθοὶ οὐχὶ τοιοῦτοι, ἀλλ’ ἑτέρου τρόπου εἰσὶ, φησὶ πρὸς αὐτόν· σὺ γοῦν μὴ τὴν ὁδὸν καὶ τὸν τρόπον τῶν φαύλων | |
5 | τούτων πορευθῇς καὶ μετέλθῃς. Ἔστι δὲ ὁδὸς καὶ τρόπος ἕτε‐ ρος κρείσσων ἀποκομίζων ἐς τὰ δίκαια, δηλονότι ὁ τῆς ἀγα‐ θοεργίας, ὃν οἱ χρηστοὶ καὶ σπουδαῖοι μετέρχονται, ἣν καὶ σὲ πορευθῆναι βούλομαι. TZETZES. | |
sch214quat | ὉΔΟΣ Δ’ ἙΤΕΡΗΦΙ. Ὁδὸς δέ ἐστι καθ’ ἑτέραν μερίδα, κρείττων, ὥστε παρελθεῖν αὐτὴν, λέγω ἡ εἰς τὰ δί‐ καια ἄγουσα. MOSCHOP. | |
sch215 | ΔΙΚΗ Δ’ ὙΠΕΡ ὙΒΡΙΟΣ ΙΣΧΕΙ. Ἡ δίκη, φη‐ σὶ, κἂν τὸ πρῶτον ἔλαττον σχῇ τῆς ὕβρεως, ἐν τῷ τέλει πάν‐ τως ἐκλάμπει, καὶ δείκνυται δὲ διὰ τῶν πραγμάτων κρείσσων οὖσα τῆς ὕβρεως· τῷ χρόνῳ γὰρ αὕτη μὲν φωρᾶται, καὶ περὶ | |
5 | αὐτὴν καταῤῥεῖ καὶ ταπεινοῦται· ἡ δὲ δίκη τὸ κράτος τὸ ἑαυ‐ τῆς ἀναδείκνυσιν οἷς ἐπακολουθεῖ· τὸν γὰρ τῇ ὕβρει χρώμενον, μετὰ τὸ παθεῖν τὰ ἀπὸ τῆς ὕβρεως κακὰ, δόντα τιμωρίαν, γινώσκειν ποιεῖ ἡλίκον ἡ ὕβρις κακόν. Τῆς δὲ δίκης δύο δη‐ λούσης, ἢ τὴν θεὸν αὐτὴν, ἢ τὸ ἀπ’ αὐτῆς ἔργον, τοτὲ μὲν | |
10 | τὴν θεὸν καλεῖ δίκην, ἣν καὶ παρθένον ὀνομάζει· τοτὲ δὲ τὴν κρίσιν καὶ τὴν ποινήν· ὡς ὅταν λέγῃ, Τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρυόπα Ζεύς. | |
PROCLUS. | 162 | |
sch215bis | ΔΙΚΗ Δ’ ὙΠΕΡ ὙΒΡΙΟΣ ΙΣΧΕΙ. Ὑπερίσχει δὲ καὶ ὑπερέχει, ἀντὶ τοῦ τιμιωτέρα ὑπάρχει τῆς ὕβρεως, καὶ βλάβης, καὶ ἀδικίας ἡ δικαιοσύνη. TZETZES. | |
sch215ter | ΔΙΚΗ δ’ ὙΠΕΡ ὙΒΡΙΟΣ ΙΣΧΕΙ, Ἡ δίκη δὲ ὑπερέχει τῆς ὕβρεως, εἰς τέλος ἐξελθοῦσα, ἀντὶ τοῦ ἐλθοῦσα, καὶ μὴ ὑπὸ τῶν κριτῶν διαφθαρεῖσα. Τε‐ | |
5 | τραχῶς τίθησι τὴν δίκην· ἐπὶ τῆς σωματοειδοῦς θεᾶς, ἣν καὶ παρθένον ὀνομάζει· ἐπὶ τοῦ δικαίου· ἐπὶ τῆς κρίσεως· καὶ ἐπὶ τῆς τιμωρίας· ἐνταῦθα ἐπὶ τοῦ δικαίου. MOSCHOP. | |
sch216 | ΕΣ ΤΕΛΟΣ ΕΞΕΛΘΟΥΣΑ. Τὸ ἀντιπίπτον λύει ὁ ποιητής. Εἰπὼν γὰρ, ὅτι ἡ δικαιοσύνη ὑπερέχει ὕβρεως καὶ ἀδικίας, ἤκουσεν ἂν παρὰ τοῦ Πέρσου, ἢ ἑτέρου τινὸς, ὅτι καὶ μὴν τοὺς ἀδίκους ὁρῶμεν πλέον τῶν χρηστῶν εὐθηνουμένους καὶ | |
5 | χαίροντας. Λύων γοῦν τοῦτο τὸ ἀντιπίπτον φησὶν, Ἐς τέλος ἐξελθοῦσα. Οἷον, ἀντὶ τοῦ κἂν μὴ παραυτίκα φανῇ τῆς δικαιοσύνης ἡ δύναμις, ἀλλὰ χρόνῳ ποτὲ ὕστερον ὁρᾶται, περιπιπτόντων συμφοραῖς τῶν ἀδίκων. TZETZES. | |
sch216bis | ΠΑΘΩΝ ΔΕ ΤΕ ΝΗΠΙΟΣ ΕΓΝΩ. Καὶ τοῦτο τοῦδε τοῦ ἀντιπίπτοντος στήριγμα, μετὰ καὶ παραινέσεως καὶ ἀποτροπῆς τῆς ἐκ τῆς ὕβρεως. Εἰπὼν γὰρ τὸ δίκη δ’ ὑπερέχει τῆς ὕβρεως, τὸ ἀντιπίπτον λύσας εἰρήκει ΕΣ ΤΕΛΟΣ ΕΞΕΛ‐ | |
5 | ΘΟΥΣΑ, ἤτοι πληρωθεῖσα καιρῷ τινί. Εἶτα καὶ ἐκφοβῶν καὶ ἀποτρέπων τὸν Πέρσην τῆς ὕβρεως λέγει, | |
Παθὼν δέ τε νήπιος ἔγνω· τουτέστιν, ὁ ἀπρόβουλος μὴ ποιῶν τὸ δίκαιον τότε γινώσκει, ὁπότε περιπέσῃ ταῖς συμφοραῖς· ὃ δηλονότι μὴ γένοιτό σοι | 163 | |
10 | παθεῖν, Πέρση, ἀλλὰ προβουλεύου, καὶ προόρα τὸ μέλλον, καὶ δίκαιος ἔσο. TZETZES. | |
sch216ter | ΠΑΘΩΝ ΔΕ ΤΕ ΝΗΠΙΟΣ ΕΓΝΩ. Τουτέστι, δίκην δοὺς ἐπὶ τῇ ὕβρει, ἔγνω ἡλίκον κακὸν ἡ ὕβρις. Αὐτίκα γὰρ τρέχει ἅμα, ἤγουν ἀκολουθεῖ, ὅρκος ταῖς δίκαις, ἤγουν ταῖς κρίσεσι ταῖς οὐκ ὀρθῶς δεδικασμέναις. ῬΟΘΟΣ δὲ, ἤγουν | |
5 | ἦχος, γίνεται ἑλκομένης τῆς δίκης, σὺν βίᾳ ἀγομένης ὅποι ἂν ἄγωσιν αὐτὴν οἱ ἄνδρες οἱ δωροφάγοι, ἤγουν οἱ κριταὶ, οἱ τὰ δῶρα πόρον ζωῆς ποιούμενοι, κρίνωσι δὲ τὰς θέμιστας, ἤγουν τὰς δίκας καὶ τὰς κρίσεις, ἐν κρίσεσι σκολιαῖς, ἤγουν ἀδίκως. Ἡ δὲ ἕπεται καὶ ἀκολουθεῖ κλαίουσα καὶ τὴν πόλιν ἐκείνην, | |
10 | ἐν ᾗ τοιοῦτοι δικάζουσι, καὶ τοὺς τρόπους τῶν λαῶν τῶν χαι‐ ρόντων τοιούτοις δικασταῖς, ἐνδυσαμένη ἀορασίαν, φέρουσα τοῖς ἀνθρώποις ἐκείνοις κακὸν, ἤγουν τιμωρίαν, οἵ τινες ἐξε‐ λαύνουσιν αὐτὴν, καὶ οὐκ εὐθεῖαν, ἤγουν δικαίαν, ἔδωκαν, τοῖς δικαζομένοις δηλονότι. MOSCHOP. | |
sch217 | ΑΥΤΙΚΑ ΓΑΡ ΤΡΕΧΕΙ ὉΡΚΟΣ. Ἥγουν ἀκο‐ λουθεῖ ὅρκος ταῖς δίκαις, ἤγουν ταῖς κρίσεσι ταῖς ὀρθῶς δεδικασμέναις. PROCLUS. | |
sch217bis | ΣΚΟΛΙΗιΣΙ ΔΙΚΗιΣΙΝ. Σκολιὰς δὲ δίκας λέγει νῦν τὰς κακῶς δεδικασμένας, διὰ τὸ μηδὲν ὑγιὲς φρονεῖν τοὺς δικάζοντας, ἀλλ’ ἐμπαθῶς δικάζειν· πᾶν γὰρ πάθος σκολιὸν, ὡς ἁπλοῦν τὸ ἀπαθές. Ταῖς οὖν σκολιαῖς δίκαις ἕπεται καὶ | |
5 | ἡ ἐπιορκία· οἱ γὰρ ὀρθῶς δικάζειν δόξαν ἔχειν ἐθέλοντες, ὤμνυον ὀρθῶς δικάσειν, ἀλλ’ οὐ σκολιῶς. Τρέχει γὰρ ὁ ὅρκος ἅμα ταῖς σκολιαῖς δίκαις, ὁμοῦ τε θέων πρὸς τοὺς μὴ δικάσαντας ὀρθῶς. Δηλοῖ δὲ τὸ θέειν, τὸ παρὰ πόδας ἐπα‐ κολουθεῖν τὴν ἐκ τῆς ἐπιορκίας τιμωρίαν τοῖς σκολιῶς δικά‐ | |
10 | σασι. PROCLUS. | |
sch217ter | ΑΥΤΙΚΑ ΓΑΡ ΤΡΕΧΕΙ ὉΡΚΟΣ. Κατασκευά‐ | |
ζων πῶς ἡ δικαιοσύνη ὑπερφέρει τῆς ὕβρεως, φησί. Σκολι‐ ῶν γὰρ δικῶν, καὶ κακοκρισιῶν γινομένων, ἕπονται ὅρκοι· τῆς δὲ δικαιοσύνης ἑλκομένης, καὶ μετατρεπομένης, ᾗ καὶ | 164 | |
5 | ὅπου ἂν ἄγωσιν αὐτὴν οἱ δωροφάγοι κριταὶ, ῥόθος, καὶ ἦχος, καὶ θόρυβος γίνεται τῶν ἀδικουμένων, δηλονότι ὀδυρομέ‐ νων καὶ θρηνούντων, καὶ ἑτέρων πολλῶν καταβοωμένων τὴν ἄδικον κρίσιν αὐτῶν. TZETZES. | |
sch218 | ῬΟΘΟΣ ἙΛΚΟΜΕΝΗΣ. Τὸν ῥόθον οἱ μὲν ἤκου‐ σαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιον καλεῖσθαι τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα. Πλούταρχος δὲ βοιωτάζων (οὕτω γὰρ καλεῖν φασὶ Βοιωτοὺς) τὰς ὀρεινὰς ὁδοὺς τὰς στενὰς καὶ δυσάντεις ῥόθους | |
5 | ὀνομάζεσθαί φησιν. Εἰ οὖν τοῦτο κρατοίη, λέγοι ἂν ὅτι τῆς δίκης ἑλκομένης ὑπὸ τῶν ἐπὶ δώροις τὰς δίκας κρινόντων σκο‐ λιῶς, ῥόθος ἐστὶ, τουτέστι, δυσάντης ἡ ὁδὸς καὶ τραχεῖα, δι’ ἧς ἕλκεται ὑπὸ τῶν δικαστῶν· ἀντίκειται γὰρ τῷ εὐθεῖ τὸ σκολιὸν, καὶ τῷ λείῳ τὸ τραχὺ, καὶ τῷ εὐδιοδεύτῳ τὸ στενὸν καὶ δυσχω‐ | |
10 | ρίαν ἔχον· τοιαύτη δέ ἐστι πᾶσα μοχθηρὰ κρίσις. PROCLUS. | |
sch219 | ΣΚΟΛΙΗιΣΙ ΔΙΚΗιΣΙΝ. Τῆς ἀδίκου δίκης κρί‐ νωσι τὰς θέμιστας, καὶ συγκαταθέσεις νῦν. Ταῦτα δὲ οὐδὲν ἔχουσι περινενοημένον, οὐδὲ ἑρμηνείας δεόμενον. Πρόκλος δ’ ἐν τούτοις μᾶλλον πολυλογεῖ, ῥόθους λέγων τὰς τραχείας | |
5 | ὁδοὺς, καὶ λόγους ἀκαίρους ἐπαύξων. Διὸ καὶ ἡμεῖς τὸ τῶν νέων ψευδόλιχνον δεδιότες, ματαίως τοσαῦτα γεγράφαμεν· ἀλλ’ οὐκέτι τοῖς σαφεστάτοις πάνυ ληρήσομεν. Ἡ δὲ σύνταξις | |
οὕτως ἔχει· Τῆς δὲ δίκης ἑλκομένης ᾗ κεν ἄνδρες ἄγωσι δωρο‐ φάγοι, κρίνωσι δὲ τὰς θέμιστας τῆς σκολιᾶς δίκης, ῥόθος καὶ | 165 | |
10 | θόρυβος καὶ ἦχος γίνεται, ἀπὸ μεταφορᾶς τῶν κυμάτων. Ἢ κατὰ Πρόκλον ῥόθος, ἡ τραχεῖα ὁδός. Ἄγωσι δὲ καὶ κρί‐ νωσι γραπτέον· ὁ γὰρ τε καὶ ὁ κε παρὰ ποιηταῖς καὶ τοῖς Ἴωσιν ὑποτάσσει. TZETZES. | |
sch220 | Ἡ Δ’ ἙΠΕΤΑΙ ΚΛΑΙΟΥΣΑ. Ἕπεται μὲν ἑλκο‐ μένη διὰ τραχείας ὁδοῦ καὶ δυσβάτου· καὶ οὐκ αὐτὴ ἄγουσα ἡ δίκη, ἀλλ’ ἀγομένη βιαίως, ὃ δηλοῖ τὸ ἕλκεσθαι αὐτὴν ὡς βιαζομένην ὑπὸ τῶν δωροφάγων κριτῶν. Ἕπεται δὲ ἀποκλαί‐ | |
5 | ουσα τὴν πόλιν, ἐν ᾗ τοιοῦτοι δικάζουσι, καὶ τὰ ἤθη τῶν χαιρόντων τοιούτοις δικασταῖς· κακὸν δὲ φέρει ἀνθρώποισι, μετ’ οὐ πολὺ τιμωρίαν αὐτοῖς ἐπάγουσα τῆς πονηρᾶς κρίσεως. Ὁ μὲν οὖν κλαυθμὸς, δηλοῖ τὸν ἔλεον τῆς μοχθηρᾶς προαιρέ‐ σεως· ἡ δὲ φορὰ τοῦ κακοῦ τὴν ἴασιν. Οὕτως γὰρ ἡμᾶς ἐλε‐ | |
10 | οῦν τὸ θεῖον ποινὰς ἀπαιτεῖ, καὶ τοὺς ἐξελαύνοντας οὖν τὴν ὡς ἀληθῶς δίκην, ἐλέους μέτεισιν ἡ δίκη. Καὶ τοὺς οὐκ ἰθεῖαν αὐτὴν νείμαντας τοῖς δικαζομένοις ἐπὶ τὸ ἰθὺ μεθίστησιν ἀπὸ τοῦ σκολιοῦ ἤθους. Καὶ γὰρ ἑλκομένη διὰ τῆς στενῆς ὁδοῦ καὶ τραχείας ἐπανακαλεῖται τοὺς ἕλξαντας αὐτὴν εἰς τὴν πλα‐ | |
15 | τεῖαν ὁδὸν αὐτῇ καὶ λείαν, ὥστε δοκεῖν μὲν ἕλκεσθαι ὑπὸ τῶν κακῶς αὐτὴν μετιόντων, ἐκεῖνοι δὲ εἵλκοντο ὑπὸ τῶν ἐν αὐ‐ τοῖς παθῶν δοκοῦντες ἕλκειν. PROCLUS. | |
sch220bis | Ἡ Δ’ ἙΠΕΤΑΙ ΚΛΑΙΟΥΣΑ. Τοῦτο προσωπο‐ ποιΐα ἐστὶ, ὃ καὶ ἔμψυχος καὶ γλυκὺς λόγος λέγεται· εἰσάγει γὰρ τὴν δικαιοσύνην ἡττωμένην, καὶ κατόπιν ἐρχομένην τῆς ἀδι‐ κίας, ἤγουν τὰ δευτερεῖα φέρουσαν, καὶ ὀδυρομένην καὶ κλαίουσαν | |
5 | τὴν πόλιν, καὶ τὰ ἤθεα, ἤτοι τοὺς τόπους καὶ τὴν διατριβὴν τῶν λαῶν, καὶ ἀοράτως βλάπτουσαν τοὺς ἀδίκους ἀνθρώπους. Ταῦτα σαφῆ καὶ μὴ μακρηγορίας δεόμενα. Ὁ δὲ μακρηγορίας ἀκαί‐ ρους ζητῶν, ὁράτω τὸν Πρόκλον, Ἡμεῖς γὰρ οὐ λῆρον ἀσκοῦ‐ μεν ψυχρῶν λογυδρίων, ἀλλὰ τὰ καίρια γράφομεν, μὴ δὲ τὰς | |
10 | λέξεις φυσσῶντες, καὶ διογκύλλοντες στομφαστικοῖς καὶ με‐ | |
τεώροις λαβράσμασιν, ἀλλὰ πεζῇ καὶ ἁπλοϊκῇ καὶ συνηθεστέρᾳ τῇ λέξει κεχρήμεθα, διδασκαλικῷ κεχρημένοι τῷ τρόπῳ, καὶ μὴ τὴν ἑαυτῶν δύναμιν ἐνδεικνύμενοι περὶ τὴν τῶν λέξεων ἀπο‐ τόρνευσιν. TZETZES. | 166 | |
sch223 | ΟΙ ΔΕ ΔΙΚΑΣ ΞΕΙΝΟΙΣΙ. Ταῦτα παιδευτικῶς σωφρονίζει τοὺς δικαστὰς, εἰς τὸ δίκαιον ὁρᾷν παραινοῦντος, κἀπὶ πολιτῶν κἀπὶ ξένων, καὶ μάλιστα ἐπὶ τούτων, διότι τοὺς βοηθοῦντας οὐκ ἔχουσι, καὶ βιάσασθαι ῥᾴδιον ἐρήμους ὄντας | |
5 | αὐτούς. Ἀνθεῖ οὖν ἡ πόλις, ἐν ᾗ δικασταὶ δίκαιοι κάθηνται, καὶ εἰρήνη πάντως ἐστὶν ἀνὰ τὴν πόλιν ταύτην. Τὰ γὰρ δίκαια φρονοῦσι πόλεμος οὐκ ἐπάγεται παρὰ θεοῦ δίκην αὐτοὺς ἀπαιτοῦντος. PROCLUS. | |
sch223bis | ΟΙ ΔΕ ΔΙΚΑΣ ΞΕΙΝΟΙΣΙ. Οὐκ ἔχω πῶς ἐξη‐ γήσομαι τὰ ἐνταῦθα Ἡσιόδου σαφέστερον, ἢ ὅτι παιδευτικῶς φησὶ ταῦτα πρὸς τὸν ἀδελφὸν, ἀποτρέπων μὲν αὐτὸν ἀδικίας καὶ ἁρπαγῶν, προτρέπων δὲ πρὸς τὸ τὰ δίκαια δρᾷν· ἐν τῷ | |
5 | πρώην μὲν δεῖξαι, οἷον ἐστὶ τὸ τέλος τοῖς ἀδικοῦσι. Νῦν δὲ λέγει καὶ τὸ ἀντίθετον, ὁποῖα ἕπεται τοῖς δικαιοπραγοῦσιν. TZETZES. | |
sch223ter | ΟΙ ΔΕ ΔΙΚΑΣ ΞΕΙΝΟΙΣΙΝ. Οἱ δὲ διδοῦσι δί‐ κας δικαίας, ἤγουν κρίσεις, τοῖς ξένοις καὶ τοῖς ἀστοῖς, καὶ μὴ κατά τι ἐκκλίνουσι τοῦ δικαίου, τούτων ἡ πόλις εὐπραγεῖ, οἱ λαοὶ δὲ ἀνθηροί εἰσιν ἐν αὐτῇ. Τῷ ξένῳ ἀντίκειται ὁ ἀστὸς, | |
5 | τῷ ἐνδήμῳ δὲ ὁ ἀπόδημος. Ἄλλως ἀρξάμενος, ἄλλως ἀποδί‐ δωσι τὸν λόγον, ὥσπερ ἀπὸ μεταμελείας· συνήθης δὲ οὗτος ὁ σχηματισμὸς καὶ παρὰ τῷ πεζῷ λόγῳ. Φαρέτραι μὲν οὖν χρυ‐ σόπαστοι, καὶ χρυσαῖ, καὶ τὰ ἐν αὐταῖς βέλη, γυμνὴ τούτων ἡ ἀγέλη πᾶσα. MOSCHOP. | |
sch225 | ΤΟΙΣΙ ΤΕΘΗΛΕ ΠΟΛΙΣ. Εἰ γὰρ ὁ πόλεμος φθαρτικὸς καὶ ὀλιγανθρωπίας αἴτιος, εὔδηλον ὅτι ἡ εἰρήνη πολυανθρωπίαν ἐργάζεται, καὶ διὰ τοῦτο ΚΟΥΡΟΤΡΟΦΟΣ· ἄλλοι μὲν οὖν τὴν γῆν κουροτρόφον ὕμνησαν, ὡς καρποὺς | |
5 | ἐκφέρουσαν· οὗτος δὲ τὴν εἰρήνην, οὐ μόνον ὡς τῶν πολεμί‐ ων ἐκτεμνόντων τοὺς καρποὺς, οἷς ἂν ἐπίωσιν· ἀλλὰ καὶ | |
ὡς σώζουσαν τοὺς οὓς ἀπολλύουσιν οἱ πολέμιοι. PROCLUS. | 167 | |
sch225bis | ΤΕΘΗΛΕ ΠΟΛΙΣ, Ἀντὶ τοῦ χαίρει, αὔξει, πλη‐ θύνεται. Τροπικὴ δὲ ἡ λέξις, ἀπὸ τῶν θαλλόντων δένδρων. TZETZES. | |
sch225ter | ΑΝΘΕΥΣΙΝ. Ἀνθοῦσιν, Αἰολικῶς καὶ Δωρικῶς. Τὸ γὰρ ε καὶ ο τριχῶς συναιρεῖται· Αἰολικῶς εἰς τὴν ευ δί‐ φθογγον· τοῦ Ἀχιλλέως γὰρ ἡμεῖς φαμὲν, ἐκεῖνοι δὲ τοῦ Ἀχιλ‐ λεῦς. Ἀττικῶς δὲ τὸ ε καὶ ο εἰς τὴν ει δίφθογγον κιρνᾶται, | |
5 | δέον δεῖν, πλέον πλεῖν· Ἰωνικῶς δὲ, εἰς τὴν ου δίφθογγον, ἐμέο ἐμοῦ, σέο σοῦ, καὶ τὰ ὅμοια. Τὸ ἀνθοῦσι τροπικῶς εἶπεν, ἀντὶ τοῦ θάλλουσιν, καὶ ἐν εὐθυμίᾳ καὶ ἀγλαΐᾳ καὶ χαρᾷ διάγουσι. TZETZES. | |
sch226 | ΚΟΥΡΟΤΡΟΦΟΣ. Κουροκτόνος μὲν ὁ πόλεμος, κουροτρόφος δὲ ἡ εἰρήνη. Καὶ τοῖς μὲν ἀδίκοις, φησὶν, ἡ Εἱμαρμένη πολέμους ἐπάγει τοὺς ἀνδροκτόνους. Ἐκ γὰρ μι‐ κρᾶς ἀφορμῆς ἀναῤῥιπίζονται φόνοι. Οἷς δὲ τιμᾶται τὸ δί‐ | |
5 | καιον, εἰρήνη λαοτρόφος ἀνθεῖ. Κουροτρόφον δὲ αὐτὴν εἶπε, καίτοι γε καὶ γηροτρόφον οὖσαν, καὶ βρεφοτρόφον, ἀπὸ τῆς τῶν ἡλικιῶν βασιλικωτάτης καὶ κρείττονος. Κουροτρόφος ἐνεργητικὸν, ἡ τρέφουσα τοὺς κούρους· κουρότροφος δὲ πα‐ θητικὸν, ὁ τρεφόμενος κοῦρος. TZETZES. | |
sch226bis | ΕΙΡΗΝΗ Δ’ ΑΝΛ ΓΗΝ. Εἰρήνη δέ ἐστι κατὰ τὴν γῆν αὐτῶν τοὺς νέους αὔξουσα. Ἀπὸ τοῦ ἐναντίου τοῦτο κατασκευάζει· εἰ γὰρ ὁ πόλεμος φθαρτικὸς τῶν ἀνθρώπων, τῇ τε τῶν καρπῶν ἀπωλείᾳ δι’ ὧν τρέφονται ἄνθρωποι, καὶ τοῖς | |
5 | φόνοις, εὔδηλον ὅτι ἡ εἰρήνη πολυανθρωπίαν ἐργάζεται· καὶ διὰ τοῦτο κουροτρόφος. Οὐδέποτε βουλεύει κατ’ αὐτῶν ὁ τῶν βροντῶν αἴτιος Ζεὺς πόλεμον ἀνιαρὸν, ἤγουν λυπηρόν· οὐδέ‐ ποτε ἀκολουθεῖ τοῖς ἀνθρώποις τοῖς εὐθείας ποιοῦσι τὰς κρί‐ σεις λιμὸς, ἤγουν τροφῶν ἔνδεια, οὐδὲ ἄτη, ἤγουν βλάβη· | |
10 | ἔργα δὲ καρποῦνται, ἀπολαύουσι, διὰ φροντίδος ὄντα θαλί‐ αις, εὐωχίαις, ἤγουν θαλερὰ καὶ εὐθηνούμενα· τὸ γὰρ διὰ φρον‐ τίδος ὂν τῇ θαλίᾳ, οὐδὲν ἄλλο πάντως ἂν εἴη. Ἔργα δὲ λέγει τοὺς ἀπὸ ἐργασίας καρπούς. MOSCHOP. | |
sch227 | ΑΡΓΑΛΕΟΝ. Ἐκ τοῦ ἔργου τὸ χαλεπὸν καὶ δυσ‐ χερὲς, ἐργαλέον, καὶ ἀργαλέον, Ἢ παρὰ τὸ ἄλγος, ἀλγα‐ λέον, καὶ ἀργαλέον. TZETZES. | 168 |
sch227bis | ΤΕΚΜΑΙΡΕΤΑΙ. Νῦν πληροῖ, ἐπιφέρει. TZE‐ TZES. | |
sch227ter | ΕΥΡΥΟΠΑ ΖΕΥΣ. Ἡ μεγαλόφωνος Εἱμαρ‐ μένη. Μεγαλόφωνον δὲ τὴν Εἱμαρμένην λέγει, ὡς ὄπισθεν ὑψιβρεμέτην διὰ τὰς βοάς τε καὶ ἀναῤῥήσεις τῶν εὐτυχούντων, τῶν ἀτυχούντων δὲ καταῤῥήσεις καὶ ὀνειδισμούς. TZETZES. | |
sch228 | ΟΥΔΕ ΠΟΤ’ ΙΘΥΔΙΚΑΙΣΙ. Ταῦτά ἐστι τὰ μάλι‐ στα πιέζοντα τὸν βίον, πόλεμοι καὶ λιμοί· ταῦτα οὖν ἀπελη‐ λάσθαι τῶν πόλεων φησὶν, ἐν αἷς ἰθυδίκαι εἰσὶν οἱ ἄρχοντες, πάσης ἄτης ἐξεληλαμένης τῆς ἐκ τῶν παρανόμων· ἐν θαλίαις | |
5 | δὲ ἀεὶ ζώντων τῶν ἀνθρώπων, καὶ τὰ ἔργα τὰ περὶ τὴν γῆν νεμομένων ἐν ταύταις. Οὔκουν οὐδ’ οἱ Λακεδαιμόνιοι λι‐ μὸν εὐλαβοῦντο δι’ εὐτέλειαν διαίτης, ἣν ἔχοντες τῶν ἀδι‐ κιῶν ἐκαθάρευον· ταῖς γὰρ πολυτελείαις ἡ πλεονεξία συνεισ‐ ελθοῦσα λιμοῦ γίνεται πρόξενος. PROCLUS. | |
sch228bis | ΟΥΔΕ ΠΟΤ’ ΙΘΥΔΙΚΑΙΣΙ. Τοῖς δικαίως κρί‐ νουσιν ἀνδράσιν οὔτε λιμὸς ἐπέρχεται, διὰ τὸ πανταχόθεν ἐμ‐ πόρους καταίρειν αὐτοῖς, ὡς τοῦ δικαίου ἀντεχομένοις· οὔτε βλάβαι καὶ πόλεμοι, καὶ μοιχεῖαι, οὐχ ἁρπαγαὶ, οὐκ ἄλλο | |
5 | τοιοῦτον οὐδέν. Αἰδεῖται γὰρ καὶ βάρβαρος ἀδίκου πολέμου κατάρχεσθαι. Μοιχεία δὲ, καὶ τὰ τοιαῦτα, παντελῶς τοῖς ἐκ νόμων δικαίοις ἐκκόπτεται τιμωρήμασιν. TZETZES. | |
sch230 | ΤΟΙΣΙ ΦΕΡΕΙ. Τοῖς θεοφιλέσιν· οὗτοι δέ εἰσιν οἱ κατὰ δίκην ζῶντες, οἷς καὶ τὰ ἀπὸ τοῦ παντός φησιν ἐπα‐ κολουθεῖν, προτρέπων εἰς εὐζωΐαν, τῷ τὴν γῆν φέρειν τούτοις καρποὺς ἱκανούς. Βίον γὰρ τούτους καλεῖ, πρὸς | |
5 | διατροφὴν ὄντας ἐπιτηδείους, τῷ τὰς δρῦς ἔν τε τοῖς ἄκροις | |
βαλάνους, καὶ ἐν τοῖς μέσοις αὐτῶν κατὰ τὰ ἔγκοιλα μελίσσας ἐκτρέφειν (εἰώθεσαν γὰρ ἐν ἐκείνοις τὴν τῶν μελισσῶν ἐργάζεσθαι τιθασσείαν οἱ μελισσουργοί·) τῷ τὰς ὄϊς σκέπην παρέχειν τοῖς εἰρίοις οἷς ἐκφέρουσιν ἢ ἐκφύουσι, τῷ τὰς | 169 | |
10 | γυναῖκας ὅμοια τίκτειν τοῖς ἀνδράσι σωφρονούσας· καὶ γὰρ τὰ πολλὰ τῶν ἀμβλωθριδίων καὶ τῶν τεράτων ἐξ ἀκρασίας γίνονται καὶ πλησμονῆς· ἕπεται δὲ τούτοις μηδὲ δεῖσθαι πλού‐ του, καὶ ἐμπορίας καὶ πλοίων, ἀρκούντων τῶν ἐκ τῆς χώ‐ ρας γινομένων εἰς διατροφὴν τοῖς σωφρονοῦσιν. ΑΛΛΩΣ. | |
15 | Ἀπὸ μέρους ὅλα εἶπε τὰ δένδρη, ὅτι ἐν τοῖς ὄρεσι φέρουσι καρπὸν, καὶ διπλοῦν καρπόν. Ἄνωθεν μὲν ἐπὶ τὸ ἄκρον καρπὸν, ἐν δὲ τῷ μέσῳ μέλι. Ἔχουσι γὰρ κοιλώματα εἰς ἃ τὸν ἄνεμον φεύγουσαι αἱ μέλισσαι δύνουσι καὶ μελιττοποι‐ οῦσι. Διὸ καὶ μέλισσαι ὑπ’ ἐνίων καλοῦνται, διὰ τὸ ἐν με‐ | |
20 | λίαις εἶναι. Οἰκεῖα δὲ ταῦτα πρὸς φιλάργυρον διεγεῖραι αὐτὸν εἰς τὸ δικαιοπραγεῖν. Διὰ δὲ τοῦ εἰπεῖν, ΟΥΔ’ ΕΠΙ ΝΗΩΝ ΝΙΣΣΟΝΤΑΙ, ὑπόνοιαν δίδωσιν, ὅτι μυσάττεται καὶ αὐτὸς τὸν πλοῦν, διὰ τοὺς πολλοὺς παρ’ ἐλπίδα κινδύνους. PROCLUS. | |
sch230bis | ΦΕΡΕΙ ΜΕΝ ΓΑΙΑ ΠΟΛΥΝ ΒΙΟΝ. Γαῖαν νῦν τὴν ἀρόσιμον λέγει· ΒΙΟΝ δὲ τὰς τροφὰς τὰς ἐκ τῶν σπερμάτων. TZETZES. | |
sch230ter | ΟΥΡΕΣΙ ΔΕ ΔΡΥΣ. Οὐχ ὅτι τὰ ὄρη γῆ οὐκ εἰσὶν, ἀλλ’ ἐκ τοῦ κυριωτέρου τὴν ἀρόσιμον ἐκάλεσε γῆν. Ἐν τοῖς ὄρεσι δὲ καὶ τοῖς ἀγεωργήτοις τῆς γῆς μέρεσιν αἱ δρῦς, ἀντὶ τοῦ πάντως τὰ δένδρα, ἐν τῇ ἄκρῃ μὲν φέρουσιν ὀπώ‐ | |
5 | ρας· ἐν τῇ μέσῃ δὲ, ἤτοι ἐν τοῖς κοιλώμασι τῶν στελεχῶν, μελίσσας. TZETZES. | |
sch230quat | ΤΟΙΣΙ ΦΕΡΕΙ ΜΕΝ. Τούτοις τοῖς κατὰ δίκην ζῶσιν, ἤγουν χάριν τούτων, φέρει ἡ γῆ πολὺν βίον, ἤγουν καρποὺς πολλοὺς εἰς ζωάρκειαν· ἐν τοῖς ὄρεσι δὲ ἡ δρῦς, ἀπὸ μέρους πάντα τὰ δένδρα δηλοῖ, κατὰ τὴν ἄκραν μὲν, | |
5 | ἤγουν τὴν κορυφὴν, φέρει βαλάνους, ἤγουν ποιεῖ, γεννᾷ, κατὰ τὴν μέσην δὲ μελίσσας, ἐκτρέφει δηλονότι· οὐ γὰρ δυνα‐ | |
τὸν λαμβάνεσθαι ἀπὸ κοινοῦ τὸ φέρειν κατὰ τὸ αὐτὸ σημαι‐ νόμενον. Συνυπακούεται οὖν τὸ οἰκεῖον κατ’ ἀναλογίαν τοῦ προῤῥηθέντος. MOSCHOP. | 170 | |
sch232 | ΕΙΡΟΠΟΚΟΙ Δ’ ΟΙΕΣ. Πόκους ἐρίων τρέφοντες. TZETZES. | |
sch232bis | ΕΙΡΟΠΟΚΟΙ Δ’ ΟΙΕΣ. Αἱ ὄϊες δὲ, ἀφ’ ὧν οἱ πόκοι τῶν ἐρίων, ὑπὸ τῶν μαλλῶν καταβαροῦνται. Τίκτουσι δὲ αἱ γυναῖκες τέκνα ὡμοιωμένα τοῖς γονεῦσι κατὰ τὸ εἶδος δηλονότι, διὰ τὸ μὴ μοιχεύεσθαι. Θάλλουσι δὲ, ἤγουν εὐ‐ | |
5 | θηνοῦνται, ἐν ἀγαθοῖς διαπαντὸς, διὰ τέλους, ἀπὸ τῆς δια προθέσεως καὶ τοῦ πέρας τὸ τέλος, τὸ ΔΙΑΜΠΕΡΕΣ· πλεο‐ νάζει δὲ ἐν αὐτῷ τὸ μ. MOSCHOP. | |
sch233 | ΕΟΙΚΟΤΑ ΤΕΚΝΑ ΓΟΝΕΥΣΙΝ. Διὰ τὸ σφοδρῶς ἐν τοῖς δικαιοπραγοῦσι τιμωρεῖσθαι τοὺς μοιχεύον‐ τας. TZETZES. | |
sch234 | ΟΥΔ’ ΕΠΙ ΝΗΩΝ ΝΕΙΣΣΟΝΤΑΙ. Ὁρμῶσι, πλέουσι. Δείκνυσι δ’ ἐντεῦθεν Ἡσίοδος, ὡς ἀπηχθημένως τῇ ναυτιλίᾳ διάκειται· καὶ ὅτι τοῖς ἀγαθοῖς καὶ δικαίοις οὐκ ἀναγκαῖόν ἐστιν ἐμπορεύεσθαι, καὶ τῆς πατρίδος ἀποδημεῖν. Ἄλλοι γὰρ | |
5 | ἀλλαχόθεν καταίροντες διὰ τὰς τούτων εὐθυδικίας τοὺς τούτων λιμένας καὶ τὰ νεώρια τῶν ἐμποριῶν πληροῦσι. Ταῦτα δὲ πάν‐ τα, ὡς ἔφημεν, παιδευτικῶς φησὶ πρὸς τὸν ἀδελφὸν, ἵνα τὰς ἀμοιβὰς τῆς βίας καὶ ὕβρεως καὶ τῆς δικαιοσύνης εἰδὼς, ἀνθέξηται πάντως τῆς κρείττονος μοίρας. TZETZES. | |
sch234bis | ΟΥΔ’ ΕΠΙ ΝΗΩΝ ΝΕΙΣΣΟΝΤΑΙ, Ἤγουν οὐδὲ ἐπὶ νηῶν ἐπιβεβηκότες πορεύονται, καρπὸν δὲ φέρει αὐτοῖς δηλονότι ἡ ζείδωρος ἄρουρα, ἤγουν ἡ εἰργασμένη γῆ ἡ τὰ πρὸς ζωὴν δωρουμένη. Ἀνωτέρω εἴρηκε τὴν γῆν ἁπλῶς φέρειν | |
5 | αὐτοῖς βίον, ἐνταῦθα δὲ τὴν ἠροτριασμένην· ἐπεὶ ἡ γῆ τὰ μὲν δίδωσιν μηδενὸς ἐπιμελείας ἐπιμελουμένου, τὰ δὲ ἀρουμένη καὶ ἐπιμελείας τυγχάνουσα. ΝΕΙΣΣΟΝΤΑΙ διὰ διφθόγγου καὶ δύο σς, τὸ μὲν ὅτι ἀπὸ τοῦ νέομαι, τὸ δὲ ὅτι τετάρτης ἐστὶ συζυγίας, ὡς τὸ βδελύσσομαι καὶ φοινίσσομαι. MOSCHOP. | |
sch236 | ΟΙΣ Δ’ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗΛΕ. Ἀντὶ τοῦ, ὅσοις. Ἐπανακυκλοῖ δὲ τὸν λόγον, ἵνα μὴ λάθῃ τῆς ἀπειλῆς. Τὰ οὖν ἀνταποδιδόμενα τῇ μοχθηρίᾳ διὰ τούτων παρίστησιν, δεικνὺς τίνα ἔκγονα ἐκ τῆς ὕβρεως· κατὰ δίκην ἐστὶ τὸ τε‐ | 171 |
5 | λευτᾷν εἰς τιμωρίαν τοῖς πονηροῖς τὴν τοιαύτην ζωήν. PROCLUS. | |
sch236bis | ΟΙΣ Δ’ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗΛΕ, Οὐκ οἶδα ποίαν ἀβελτηρίαν τῶν ἀνδρῶν καταγνῶ, οἳ τὸν Ἡσίοδον Ὁμήρῳ συγκρίνουσι, καὶ οὐκ ἐρυθριῶσι λέγειν, ὡς νενίκηκεν. Εἰ μὲν σκυτέα τινὰ νενίκηκεν Ὅμηρον, οὐκ ἔχω λέγειν τὸ | |
5 | ἀκριβές· Ὅμηρον δὲ μή τοι γε τὸν Φωκέα, καὶ τὸν Εὔφρονος, ἀλλ’ οὐδὲ τὸν νεώτερον τὸν Βυζάντιον, τὸν Ἀνδρομάχης υἱὸν, ἀποπεφασμένως εἴποιμι ὡς νενίκηκεν. Ὅμηρον δὲ τολμῆσαι τὸν μέγαν εἰπεῖν, παραπληξίας καὶ μανίας καὶ ἀτοπίας ἐσχά‐ | |
της ἐστί. Καὶ γὰρ τὰ ἔπη τούτου κίβδηλα ἐν πολλοῖς· ἀλ‐ | 172 | |
10 | ληνάλλως γὰρ κέχρηται τοῖς διχρόνοις, ὥσπερ οἱ καθ’ ἡμᾶς· καὶ ὁ νοῦς δὲ τῶν ἐπῶν τοῦ ἀνδρὸς παρεφθορώς τε καὶ ἀφαυρὸς, καὶ πολλάκις μεταπηδῶν, καὶ μὴ ἔχων τὸ βέβαιον. Ὡς νῦν τὸ, Οἷς δ’ ὕβρις τε μέμηλε, | |
15 | καὶ ἕτερα· τὰ δὲ τοῦ θείου Ὁμήρου, ἀμβροσίᾳ πάντα καὶ νέκταρι συγκέκραται, καὶ οὐδὲ νυγμὴν ἢ ξυσμὴν ἐπιλήψιμον | |
ἔχουσιν. TZETZES. | 173 | |
sch236ter | ΟΙΣ Δ’ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗΛΕ. Ἄκαιρος ταυτολογία ἐνταῦθά ἐστιν· εἶπε γὰρ καὶ πρώην περὶ τούτου, | |
Ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ, — καὶ τὰ τῇ ὕβρει, ἤγουν τῇ βίᾳ, ἑπόμενα· καὶ νῦν δὲ πάλιν | 174 | |
5 | περὶ τούτου φησὶν ἐπιλαθόμενος, ὥσπερ οἱ ἐν βαλανείῳ οὐ‐ ρήσαντες, καθάπερ λέγουσι τὰ γραΐδια. Τοῖς δὲ δίκην καὶ τιμωρίαν τεκμαίρεται, καὶ πληροῖ, καὶ δίδωσιν ἡ Εἱμαρμένη. Καὶ τὸ τοῦ Διὸς ὄνομα, ἤτοι τῆς Εἱμαρμένης, τετράκις ἐνταῦθα κεῖται ἀδολεσχούμενον· ΕΥΡΥΟΠΑ ΖΕΥΣ, ΚΡΟ‐ | |
10 | ΝΙΩΝ, ΖΗΝΟΣ ΦΡΑΔΜΟΣΥΝΗιΣΙΝ· καὶ τὸ ΚΡΟΝΙΩΝ ΑΠΟΤΙΝΝΥΤΑΙ· συντακτέον καὶ οὕτως, ἢ καθεξῆς τοὺς στίχους ὡς κεῖνται. Τὸ δὲ ΤΟΙΣΙΝ Δ’ ΟΥΡΑΝΟΘΕΝ, οὐ σολοικόν ἐστιν, ἀλλὰ περιληπτικὸν, ἤγουν τῇ πόλει. Ἡ γὰρ πόλις ἑνικῷ ἀριθμῷ τοὺς ἐν αὐτῇ πάντας περιέχει. Καὶ τὸ | |
15 | ὉΣ ΤΙΣ δὲ ὁμοίως τῇ ἀδηλίᾳ πλῆθος σημαίνει. Συντακτέον γοῦν ἢ καθεξῆς τοὺς στίχους ὡς κεῖνται, ἢ οὕτως, Οἷς δ’ ὕβρις τε μέμηλε— καὶ τὸ, Τοῖς δὲ δίκην τεκμαίρεται εὐρυόπα Ζεύς. | |
20 | Τοῖσι δὲ— Ἀντὶ τοῦ, τοῖσιν οὐρανόθεν μὲν ἐπήγαγεν πῆμα Κρονίων. Μέχρις ὅλου τοῦ, Ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποτίννυται αὐτῶν. εἶτα τοὺς δύο στίχους, τὸν | 175 |
25 | Πολλάκις, καὶ τὸν Ὅς τις ἀλιτραίνει. TZETZES. | |
sch236quat | ΟΙΣ Δ’ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗΛΕ. Ἐπανακυκλοῖ τὸν λόγον κατ’ εἶδος παριστῶν τὰ ἀνταποδιδόμενα τῇ μοχθηρίᾳ· καὶ φησὶν, ὅσοις δὲ διὰ φροντίδος ἐστὶ καὶ ὕβρις κακὴ, καὶ χαλεπὰ ἔργα, τούτοις, ἤγουν κατὰ τούτων, τιμωρίαν βου‐ | |
5 | λεύει ὁ τῶν βροντῶν αἴτιος Ζεύς. Πολλάκις καὶ ὁλόκληρος πόλις ἀπολαύει κακοῦ ἀνδρὸς, ἀντὶ τοῦ βλάβης ἐπακολου‐ θούσης κακίᾳ κακοῦ ἀνδρὸς, ὅστις ἁμαρτάνει καὶ ἀνόσια μηχανᾶται. Κατασκευαστικὰ δὲ ταῦτα τίθησι διὰ μέσου, ὥστε δηλονότι εἰ δι’ ἕνα κακὸν πᾶσα ἡ πόλις ἀπολαύει πολ‐ | |
10 | λάκις κακοῦ, τί ἂν ταύτῃ τῇ πόλει γένοιτο, ὅταν ἐν αὐτῇ πολλοὶ ἁμαρτάνωσιν. Εἶτα συνάπτει τὸν λόγον πρὸς τὰ ἀνωτέρω· καί φησι, τοῖσιν δ’ οὐρανόθεν κ. τ. λ. MOSCHOP. | |
sch238 | ΠΟΛΛΑΚΙ ΚΑΙ ΞΥΜΠΑΣΑ ΠΟΛΙΣ. Τοῦτο δοκεῖ μὲν οὐκ εἶναι κατὰ δίκην, τὸ ἑνὸς ἕνεκα πονηροῦ πόλιν ὅλην διδόναι ποινήν. Δύναται δὲ λέγειν, ὅτι μοχθηροῦ ἑνὸς ὄντος, ὥσπερ νοσήματος, ἡ πόλις παραπολαύουσα, πολ‐ | |
5 | λάκις εἰς ὅλην ἑαυτὴν ἀναμάττεται τὴν πονηρίαν ἐξομοιου‐ μένη τῷ ἑνί. Δύναται δὲ κἀκεῖνο σημαίνειν, ὅτι ἑνὸς ὄντος πονηροῦ, δίδωσιν ἡ πᾶσα πόλις δίκην, ὡς, ἐξὸν κωλύειν, μὴ κωλύουσα τὴν τοῦ ἑνὸς πονηρίαν. Οὕτω καὶ τοῦ Ἀγα‐ μέμνονος αὐθαδῶς τῷ ἱερεῖ προσενεχθέντος, εἰς πάντας Ἕλ‐ | |
10 | ληνας διέτεινεν ὁ λοιμὸς, ὡς παρέντας βοηθῆσαι τῷ ἱερεῖ· καὶ τοῦ Αἴαντος ἀσεβήσαντος περὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν, πάν‐ τες ἔνοχοι τῇ δίκῃ γεγόνασιν, ὡς μὴ ἀγανακτήσαντες ἐπὶ τῷ ἀσεβήματι. Δεῖ γὰρ μὴ ἐπιτρέπειν τοῖς ὑβρισταῖς, μὴ δὲ | |
συνεπινεύειν τοῖς ἀδίκοις, δυναμένους μὲν παῦσαι, περιο‐ | 176 | |
15 | ρῶντας δὲ τοῦ παῦσαι τὴν ἐξουσίαν τῶν πονηρῶν. PRO‐ CLUS. | |
sch238bis | ΠΟΛΛΑΚΙ. Αἰολικόν· οἱ μὲν γὰρ Αἰολεῖς πῆ μὲν διπλασιάζουσι τὸ ς, ὡς τὸ πάντεσσι, χείρεσσι, καὶ τὰ ὅμοια· πῆ δὲ ἐκθλίβουσιν αὐτὸ, τὸ ὄπισθεν ὄπιθεν λέγοντες, καὶ τὸ πολλάκις πολλάκι, καὶ τὰ ὅμοια. TZETZES. | |
sch238ter | ΑΠΗΥΡΑ. Ἀπέλαυσε. Καὶ τοῦτο δὲ λύσις τυγ‐ χάνει τοῦ ἀντιπίπτοντος. Ἴσως γὰρ ἂν εἶπεν ὁ Πέρσης, ἀλλ’ ὀλίγοι μέν εἰσιν οἱ κακουργοῦντες, πολλῷ δὲ πλείους οἱ ἀγαθοί· καὶ πῶς τί τῶν δυσχερῶν ἡμῖν ἀπαντήσει; τοῦτο | |
5 | γοῦν λύων τὸ ἀντιπίπτον ἐπιτατικῶς εἶπεν, ὅτι πολλάκις καὶ δι’ ἕνα πόλις ὁλόκληρος ὄλλυται, ἢ τῆς κακίας ἐκείνου μεταδοθείσης τοῖς λοιποῖς, ἢ φαῦλόν τι πράξαντος, διὸ καὶ πόλεις πολλαὶ, καὶ οὐ μία, πολλάκις ἀνάστατοι ἐγεγό‐ νεισαν, ὡς μὴ τῷ κακούργῳ τιμωρίαν ἀξίαν ἐπενεγκοῦσαι τοῦ | |
10 | ἐγχειρήματος. Ἔχεις παράδειγμα τὸν Πάριν Ἀλέξανδρον, δι’ ὃν ἡ Τροία ἀπώλετο· ἔχεις τὸν Ξέρξην τὸν βάρβαρον, δι’ ὃν ἐδάκρυσεν ἡ Περσὶς, παντὸς αὐτῆς τοῦ ἄνθους ἀπολωλό‐ τος τῆς στρατιᾶς· ἔχεις σπινθῆρα Μεγαρικὸν, δι’ οὗ Περι‐ κλῆς συμφορῶν τὴν πᾶσαν Ἑλλάδα πεπλήρωκεν. TZETZES. | |
sch238quat | ΑΠΗΥΡΑ. Ἀπέλαυσε τῆς ἀβουλίας. TZETZES. | |
sch239 | ΑΤΑΣΘΑΛΑ. Τὰ θάλλοντα ἐν ταῖς ἄταις, ἤγουν βλάβης ἀνάμεστα. TZETZES. | |
sch240 | ΤΟΙΣΙΝ Δ’ ΟΥΡΑΝΟΘΕΝ. Τὰ ἔργα τῆς δίκης διέξεισιν, ὅσα ἐπήρτηται ταῖς τοὺς ἀδίκους ἐώσαις τὰς ἑαυτῶν ἐκπληροῦν ἀδικίας πόλεσι, λιμὸς καὶ λοιμὸς, καὶ ἀπώλεια στρα‐ τεύματος διὰ πολέμων, καὶ πόρθησις τῆς πόλεως τοῦ τείχους | |
5 | αἱρεθέντος, καὶ ναυτικοῦ ὄλεθρος. Ταῦτα γὰρ ἐπάγει ταῖς τῶν ἀδίκων πόλεσιν ὁ θεός. Ὁ μὲν οὖν λιμὸς γίνεται, ὡς | |
τὰ πολλὰ γεωργίας ἀμελούντων καὶ περὶ δικαστήρια στρεφο‐ μένων· ὁ δὲ λοιμὸς ἐκ τοῦ λιμοῦ συμπίπτει, μοχθηρίᾳ διαί‐ της, ᾗ χρῆσθαι ἀναγκάζονται λιμώττοντες οἱ ἄνθρωποι. Ὁ | 177 | |
10 | δὲ πόλεμος τῶν στρατευμάτων ὄλεθρον ἔχει διὰ πλεονεξίαν (ὡς τὰ πολλὰ) τῶν ἐν ταῖς πόλεσι δυνατῶν ἐγειρόμενος. Ὁμοίως δὲ καὶ ὁ τὴν τῆς πόλεως πόρθησιν προξενῶν, καὶ τὴν τῶν νεῶν ἀπώλειαν. Ταῦτα μέν ἐστι τὰ ἐπίχειρα τῆς ἀδικίας. Δεῖ δὲ συνάπτειν τὸ, | |
15 | Λιμὸν ὁμοῦ καὶ λοιμὸν, ἀποφθινύθουσι δὲ λαοὶ τοῖς ἐν πολλοῖς φερομένοις, ὑπερβάντα δύο στίχους, ἢ τῶν γε στρατὸν ἀπώλεσεν, καὶ τὰ ἑξῆς. Οὕτω Πλούταρχος. PROCLUS. | |
sch240bis | ΚΡΟΝΙΩΝ. Ἡ ἀφανὴς καὶ ἀπροόρατος Εἱμαρ‐ μένη, ἡ κοροῦσα καὶ μελαίνουσα τὸν νοῦν, καὶ σκιάζουσα. TZETZES. | |
sch240ter | ΟΥΡΑΝΟΘΕΝ ΔΕ. Ἐκ τῆς τῶν ἀστέρων κινήσεως. TZETZES. | |
sch240quat | ΤΟΙΣΙΝ Δ’ ΟΥΡΑΝΟΘΕΝ. Ἐπὶ τούτοις, ἤγουν κατὰ τούτων, ἤγαγεν ὁ Ζεὺς ὁ Κρονίων, ἤγουν ὁ υἱὸς τοῦ Κρόνου, οὐρανόθεν μέγα πῆμα, ἀντὶ τοῦ μεγάλην βλάβην. MOSCHOP. | |
sch241 | ΛΙΜΟΝ ὉΜΟΥ ΚΑΙ ΛΟΙΜΟΝ. Τῷ μὲν λιμῷ ὁ λοιμὸς ἕπεται, κακοχύμοις τροφαῖς κεχρημένων τῶν λιμωτ‐ τόντων, διὰ τὴν ἔνδειαν· καὶ ἁπλῶς εἰπεῖν, ταῖς παρατυχού‐ σαις αἷς καὶ ἄκοντες τρέφονται. Ὁ δὲ λιμὸς γίνεται, ἢ κακο‐ | |
5 | σχόλῳ γνώμῃ, τῶν ἀνθρώπων μὴ προσεχόντων τῇ γεωργίᾳ· ἢ πολεμίων ἐφόδοις, τὴν γῆν μὴ τολμώντων ἐργάζεσθαι· ἢ ξηρότητι τῶν αὐχμῶν, ἢ χαλάζης καταφοραῖς· ἢ ἐπομβρίαις ἀμέτροις ἐνίοτε τῶν γεωργιῶν ἀπολλυμένων. TZETZES. | |
ΦΘΙΝΥΘΟΥΣΙ. Φθείρονται. Ἔστι δὲ Ἀτ‐ | 178 | |
10 | τικὴ παραγωγή· ἐκ τοῦ φθίνω γὰρ παραγώγως λέγουσι φθι‐ νύθω. TZETZES. | |
sch241bis | ΛΙΜΟΝ ὉΜΟΥ ΚΑΙ ΛΟΙΜΟΝ. Ἤγουν ἔνδειαν τροφῶν καὶ λοιμικὸν νόσημα· ἕπεται γὰρ τῇ τῶν τροφῶν ἐνδείᾳ ἡ λοιμικὴ νόσος· ἀναγκαζόμενοι γὰρ οἱ λιμώττοντες μοχθηρᾷ χρῆσθαι διαίτῃ, τούτῳ περιπίπτουσιν ἐξ ἀνάγκης | |
5 | τῷ νοσήματι· οὐκ ἀπὸ ταύτης δὲ μόνης τῆς αἰτίας ἡ λοιμικὴ συμπίπτει νόσος, ἀλλ’ ἔστιν ὅτε καὶ ἀπὸ διεφθορότων ἀέρων καὶ ἑτέρων αἰτιῶν, ὥστε λιμοῦ μὲν γεγονότος, ἐξ ἀνάγκης λοιμικὰ συμπίπτειν νοσήματα, οὐκέτι δὲ καὶ λοιμικῶν ὄντων νοσημάτων ἐξ ἀνάγκης λιμὸς προηγήσατο. MOSCHOP. | |
sch241ter | ΑΠΟΦΘΙΝΥΘΟΥΣΙ ΔΕ ΛΑΟΙ. Ἤγουν φθείρον‐ ται· ἀπὸ τοῦ φθίνω φθινύθω, ὡς ἀπὸ τοῦ νέμω νεμέθω. MOSCHOP. | |
sch242 | ΟΥΔΕ ΓΥΝΑΙΚΕΣ ΤΙΚΤΟΥΣΙ. Καὶ τοῦτο λίαν ἐστὶ συμφανέστερον· λιμὸς μὲν γὰρ καταστέλλειν οἶδε τὰ ἀφροδίσια, ὁ δὲ λοιμὸς τῷ πυρφόρῳ τῆς νόσου, δια‐ φθείρει τὸ κυοφόρημα. TZETZES. | |
sch242bis | ΜΙΝΥΘΟΥΣΙ ΔΕ ΟΙΚΟΙ. Ἀντὶ τοῦ σμικρύνον‐ ται, φθείρονται. Μινυὸς γὰρ ὁ μικρός. Καὶ εἰκότως οἱ οἶκοι φθείρονται παντελῶς. Τοὺς μὲν γὰρ ἄνδρας ὁ πόλεμος ἀναι‐ ρεῖ· ὁ δὲ λιμὸς τὰς συναφείας ἀπείργει· ὑπὸ δὲ τοῦ λοιμοῦ κατα‐ | |
5 | φθείρονται τὰ κυοφορεῖσθαι προφθάσαντα. TZEtZES. | |
sch242ter | ΟΥΔΕ ΓΥΝΑΙΚΕΣ ΤΙΚΤΟΥΣΙΝ. Ὑπὸ τοῦ λιμοῦ δηλονότι φθειρομένων τῶν ἐμβρύων. MOSCHOP. | |
sch242quat | ΜΙΝΥΘΟΥΣΙ ΔΕ ΟΙΚΟΙ. Ἤγουν σμικρύνονται, ἐλαττοῦνται. MOSCHOP. | |
sch243 | ΖΗΝΟΣ ΦΡΑΔΜΟΣΥΝΗιΣΙΝ ΟΛΥΜΠΙΟΥ. Διὰ τὰς βουλὰς τοῦ Διὸς τοῦ οὐρανίου. Διὰ μέσου οὗτοι οἱ δύο στίχοι· τὸ ἑξῆς δὲ πρὸς τὸ λαοὶ συνάπτεται. MOSCHOP. | |
sch243bis | ΑΛΛΟΤΕ Δ’ ΑΥΤΕ. Ἄλλοτε δὲ δὴ ἢ στρατὸν τούτων εὐρὺν, ἤγουν πλατὺν, πολὺν ἐπέχοντα τόπον, ἀπώ‐ | |
λεσεν· ἢ ὅγε, ἤγουν ὁ Ζεὺς, τεῖχος, ἤγουν πόλιν αὐτῶν, ἢ ναῦς αὐτῶν ὁ αὐτὸς Ζεὺς ὁ Κρονίδης τιμωρεῖται ἐν τῇ θα‐ | 179 | |
5 | λάσσῃ. MOSCHOP. | |
sch244 | ΣΤΡΑΤΟΝ ΕΥΡΥΝ ΑΠΩΛΕΣΕΝ. Ἐκστρατευ‐ σάντων δηλονότι πρὸς ἄλλους, ἢ τεῖχος ἐπιστρατευσάντων αὐ‐ τοῖς πολεμίων, ἢ νέας τριήρεις, ἢ τὰς ἐμπορικάς. Τὸ δὲ ΝΕΑΣ, συστολή ἐστιν, ἥ τις ὑπάρχει τῶν Ἰώνων. TZETZES. | |
sch245 | ΤΙΝΝΥΤΑΙ. Τιμωρεῖται. TZETZES. [Ἐστὶ τὸ τίννυμαι καὶ ἀντὶ τοῦ λαμβάνω ποιητικῶς, ὡς παρὰ Εὐριπίδῃ τίννυμαι δίκην. MS. Schellershem. Ex Addendis.] | |
sch246 | Ω ΒΑΣΙΛΕΙΣ, ὙΜΕΙΣ ΔΕ. Οὐκ ἔστι θεῶν ἔν‐ νοιαν ἔχοντας ἀδίκως ζῇν. Εἰκότως οὖν παρακελεύεται τοῖς βασιλεῦσι μὴ ἀπολαύειν τῆς ἐξουσίας, ἀλλ’ ἐννοεῖν ὡς θεῶν καὶ δαιμόνων παρόντων πᾶσι καὶ ἐφορώντων ἡμᾶς, καὶ | |
5 | δῆλός ἐστιν ἐν τούτοις διαφορὰν θεῶν εἰδὼς καὶ δαιμόνων. Τὸ μέντοι ἀθάνατον, κοινὸν αὐτῶν εἶναι· οἱ γὰρ ἀθάνατοι, φησὶν, ἐγγὺς ὄντες ἡμῶν τῶν ἀνθρώπων ὁρῶσιν ἐκείνους ὅσοι σκολιαῖς χρώμενοι δίκαις καὶ κρίσεσι διεφθαρμέναις ἀλλή‐ λους τρίβουσι, τουτέστι καταπονοῦσι, θεῶν ὄπιν οὐκ ἀλέγον‐ | |
10 | τες· καὶ τούτοις ἑπόμενος ἐπάγει τρισμυρίους εἶναι φύλακας τῶν ἀνθρωπίνων ἐκ τοῦ Διὸς ταχθέντας ἀθανάτους. Ἐκ δὴ τούτων δῆλον, ὅτι μόνος ἄρχει Ζεὺς τῶν θεῶν· ἄρχονται δὲ πάντες οἱ θεοί. Φύλακες δέ τινες εἰσὶ τῶν ἀνθρωπίνων ἄλ‐ λοι μετὰ θεοὺς, μεταξὺ θεῶν καὶ ἀνθρώπων ὄντες, οἵ τινες | |
15 | ἂν εἶεν δαίμονες, ἄλλοι τινὲς οὗτοι παρ’ ἐκείνους, οὓς ἐκ τῶν ἀνθρώπων εἶπε γεγονέναι δαίμονας. Ἐκεῖνοι μὲν γὰρ θνητὸν γένος ἦσαν, τούτους δὲ ἀθανάτους εἶναί φησι· ὥστε οὗτοι μὲν κατ’ οὐσίαν δαίμονες· ἐκεῖνοι δὲ, διὰ τὴν πρὸς τούτους ὁμοιότητα καὶ δαίμονες ἐκλήθησαν, καὶ φύλακες | |
20 | ἀνθρώπων. PROCLUS. | |
sch246bis | Ω ΒΑΣΙΛΕΙΣ. Ἀποστροφὴ τὸ σχῆμα· ἀποστρέ‐ φει γὰρ τὸν λόγον πρὸς τοὺς δικαστὰς, καί φησι, βουλεύε‐ σθαι καὶ νοεῖν περὶ τῆς αὐτοῦ δίκης· θεοὶ γὰρ ἐφορῶσι τὰ ἀνθρώπινα, καὶ τοὺς ἀδικουμένους, καὶ τοὺς ἀδικοῦντας. | |
5 | TZETZES. | 180 |
sch246ter | Ω ΒΑΣΙΛΕΙΣ. Ἤγουν ὦ δικασταὶ, ὑμεῖς δὲ κατα‐ σκευάζεσθε καὶ αὐτοὶ, ἀντὶ τοῦ φράζεσθε, σκοπεῖτε τήνδε τὴν δίκην, τουτέστι τὴν τιμωρίαν. Ἐγγὺς γὰρ ὄντες τῶν ἀνθρώπων οἱ θεοὶ, ὁρῶσιν ἐκείνους δηλονότι, ὅσοι ἐν κρί‐ | |
5 | σεσι σκολιαῖς, τουτέστι διεφθαρμέναις, ἀδίκοις, κατατρί‐ βουσι, καταπονοῦσιν ἀλλήλους, οὐκ ἀλέγοντες τὴν ὄπιν καὶ ἐπιστροφὴν τῶν θεῶν, ἤγουν οὐκ ἐν φροντίδι τιθέμενοι τὸ ἐπιστρέφεσθαι τῶν θεῶν. Ἀλέγω τὸ φροντίζω, ἀλογῶ δὲ τὸ καταφρονῶ. MOSCHOP. | |
sch246quat | ΚΑΤΑΦΡΑΖΕΣΘΕ. Βουλεύεσθε, νοεῖτε. Πα‐ ρολκὴ ἡ ΚΑΤΑ, τουτέστι περιττεύει. TZETZES. | |
sch249 | ΤΡΙΒΟΥΣΙ. Κατατρίβουσι, πιέζουσι, δαπανῶσιν. TZETZES. | |
sch249bis | ΟΠΙΝ. Ἐπιστροφὴν, φροντίδα, κατὰ παρασχη‐ ματισμὸν, ὁ δὲ καὶ μεταπλασμὸς καλεῖται· ἡ ὄψ γὰρ ἦν, ὀπὸς, ὄπα· οὗτος δὲ ἀπὸ εὐθείας τῆς ὄπις εἶπεν, ὄπις, ὄπιδος, ὄπιδα, καὶ ὄπιν. TZETZES. | |
sch250 | ΤΡΙΣ ΓΑΡ ΜΥΡΙΟΙ ΕΙΣΙΝ. Ἡ μὲν μυριὰς δηλοῖ τὸν πάντα τῶν δαιμόνων ἀριθμὸν, ἐν ᾧ πάντως παραλαμ‐ βάνεται τὸ δαιμόνιον γένος· ἡ δὲ τριὰς τὸ τέλειον καὶ ἐν ὅροις ἑστὼς, πρώτοις, μέσοις, τελευταίοις. Εἰσὶ γὰρ τὰ γένη τῶν | |
5 | δαιμόνων τὰ μὲν λογικὰ μόνως, τὰ δὲ ἄλογα μόνως, τὰ δὲ με‐ ταξὺ τούτων, δηλοῖ ἐξ ἀμφοτέρων τὸ παντοδαπὸν φῦλον τῆς δαιμονίας τάξεως, ἣν φύλακα μὲν εἶναι τοῦ ἀνθρωπείου γέ‐ νους, ὑπουργὸν δὲ τοῦ Διός. Διὰ τοῦτο γὰρ εἶπε ΖΗΝΟΣ, διότι ὑπηρέται πάντες οὗτοι, φύλακες δὲ θνητῶν ἀνθρώπων, | |
10 | ὡς ἐφεστῶτες αὐτοῖς. PROCLUS. | |
sch250bis | ΤΡΙΣ ΓΑΡ ΜΥΡΙΟΙ. Ἀντὶ τοῦ πολλοὶ, ἢ κατὰ σύνθεσιν, ἢ κατὰ διάστασιν συλλαβῶν. Μύριοι δὲ, οἱ πολλοί· ἐκ τοῦ μύρω, τὸ πλημμυρῶ. TZETZES. | |
sch250ter | ΤΡΙΣ ΓΑΡ ΜΥΡΙΟΙ. Πολλάκις γὰρ πολλοί εἰσιν ἐπὶ τῇ γῇ τῇ τὰς πολυειδεῖς τροφὰς δωρουμένῃ. MOSCHOP. | |
sch251 | ΑΘΑΝΑΤΟΙ ΖΗΝΟΣ. Τὸ ἀθάνατοι ἁπλοῦν καὶ | |
ἀπολελυμένον· οὗτος δὲ ὡς κτητικὸν ἢ ὡς πρός τι τοῦτο ἐδέξατο, ὁ τὸν μέγαν νενικηκὼς Ὅμηρον. Καὶ οὐκ ἔχω πῶς καταγνῶ τῆς ἀπαιδευσίας τῶν τολμησάντων εἰπεῖν ὑπὸ τού‐ | 181 | |
5 | του νικηθῆναι τὸν ἡμίθεον Ὅμηρον. Οὕτω δὲ νοεῖται τὸ ΑΘΑΝΑΤΟΙ ΖΗΝΟΣ, μυθικῶς μὲν, οἱ μετὰ τοῦ Διὸς ὄντες οὐρανίωνες, κἂν ἀντιφάσκῃ ἑαυτῷ χθονίους τούτους καλῶν· ἀλληγορικῶς δὲ, πολλαὶ δυνάμεις καὶ ἐκδικήσεις τοῦ Ζηνὸς καὶ τῆς Εἱμαρμένης εἰσὶν ἐν τοῖς χθονίοις καὶ τοῖς καθ’ ἡμᾶς | |
10 | πράγμασι γινόμεναι. TZETZES. | |
sch251bis | ΑΘΑΝΑΤΟΙ ΖΗΝΟΣ. Τουτέστι θεοὶ, ὑπηρέται τοῦ Διὸς, φύλακες, ἔφοροι, ἐπιστάται τῶν θνητῶν ἀνθρώπων, ἀορασίαν ἐνδυσάμενοι, ἤγουν ἀθέατοι ὄντες, ἐν παντὶ μέρει κατὰ γῆν θαμινῶς ἀναστρεφόμενοι. MOSCHOP. | |
sch253 | ΗΕΡΑ ἙΣΣΑΜΕΝΟΙ. Τὸ μὲν ἠέρα ἐνδεδύσθαι δηλοῖ, τὸ ἡμῖν ἀφανεῖς εἶναι καὶ ἀοράτους, ὡς ὁ ἀήρ· ἢ καὶ τὸ τὰ σώματα αὐτῶν ἀέρια εἶναι κατὰ τὴν σύστασιν, ὥσπερ τὰ τῶν θεῶν ἐμπύρια, καὶ τὰ ἡμέτερα χθόνια, Τὸ δὲ ΠΑΝΤΗ | |
5 | ΦΟΙΤΑιΝ, τὸ τὰς κινήσεις αὐτῶν ὀξείας εἶναι, καὶ τὰς ἐφο‐ ράσεις αὐτῶν δι’ ὅλων διήκειν, ὧν πράττομεν, ὧν φαντα‐ ζόμεθα, ὧν διανοούμεθα. Καὶ γὰρ εἰ ἀερίοις χρῶνται σχή‐ μασιν, οὐδὲν θαυμαστὸν ὀξέως αὐτοὺς ἐπιπορεύεσθαι παντα‐ χοῦ ὅπου περ ἂν ἐθέλωσιν. PROCLUS. | |
sch253bis | ΗΕΡΑ ἙΣΣΑΜΕΝΟΙ. Ἢ λεπτόσωμοι καὶ ἀεροειδεῖς, ἢ ἀορασίαν ἐνδεδυμένοι· τί δὲ μὲ χρὴ περὶ τῶν αὐτῶν πολλάκις τὸν Διὸς Κόρινθον γράφειν. TZETZES. | |
sch254 | Ἡ ΔΕ ΤΕ ΠΑΡΘΕΝΟΣ Παρθένος μὲν ἡ δίκη τοῖς θεολόγοις εἴρηται, διότι πᾶν τὸ δικαστικὸν γένος ἀδιάφθορον εἶναι δεῖ καὶ καθαρόν· καὶ τούτου σύμβολον ἡ παρθενία. Παῖς δὲ τοῦ Διὸς, διότι νομοθέτης οὗτός ἐστι | |
5 | κοσμικὸς, ὡς ἄρχων καὶ βασιλεὺς τῶν ὅλων. Τὴν δὲ δικα‐ | |
στικὴν ἐξῆφθαι δεῖ τῆς νομοθετικῆς, ὡς τὴν ἀνθρωπίνην τῆς ἀνθρωπικῆς, καὶ τὴν θείαν τῆς θείας. ΑΙΔΟΙΗ δὲ καὶ ΚΥΔΝΗ παρὰ τοῖς Ὀλυμπίος θεοῖς, ὡς πάντων κατὰ δίκην ἐνεργούντων καὶ σεβόντων αὐτὴν, ὡς πᾶσι τὸ κατ’ ἀξίαν ἀπο‐ | 182 | |
10 | νέμουσα, ὃ δὴ μάλιστα φίλον ἐστὶ τοῖς θεοῖς. PROCLUS. | |
sch254bis | Ἡ ΔΕ ΤΕ ΠΑΡΘΕΝΟΣ. Καὶ ἡ δικαιοσύνη παρ‐ θένος ἐστὶ, σὺν ταῖς δυνάμεσι τῆς Εἱμαρμένης, καὶ ἐκδικήσεσιν, αἷς πρὶν ἔφην. TZETZES. | |
sch254ter | ΔΙΟΣ ΕΚΓΕΓΑΥΙΑ. Ἢ ἐκ τῆς Εἱμαρμένης, ἢ τοῦ οὐρανοῦ, ἢ τοῦ νοὸς γεννηθεῖσα. Τὸ Ζεὺς γὰρ ὄνομα πολλὰ σημαίνει, καθάπερ εἰρήκειν καὶ πρότερον. Καὶ ἡ δι‐ καιοσύνη παῖς ἂν τῆς Εἱμαρμένης καλοῖτο, ὅτι ἐξ Εἱμαρμένης | |
5 | πάντα καθ’ Ἕλληνας. Πρότερον δὲ τῶν φαύλων καθέστηκε τὰ χρηστὰ, ὧν ἓν ἡ δικαιοσύνη. Νοὸς δὲ παῖς, ὅτι οἱ ἐχέ‐ φρονες καὶ συνετοὶ τὰς δικαίας κρίσεις γεννῶσιν. Οὐρανοῦ δὲ παῖς, ὅτι ἐν τοῖς στοιχείοις καὶ τῷ παντὶ κόσμῳ, ὧν περιο‐ χὴ τυγχάνει ὁ οὐρανὸς, ὁρᾶται τὸ δίκαιον. Ἡλίου γὰρ ὑπὸ | |
10 | γῆν ἐλθόντος, ἐξίσταται μὲν τὸ φῶς τῆς ἡμέρας, νὺξ δὲ ἀντ’ αὐτῆς ὑπεισέρχεται. Καὶ ὅσα πρώην εἰρήκαμεν· ἵνα μὴ κατὰ Πρόκλον, ἐν οἷς οὐ χρὴ, μᾶλλον μακρηγορῶμεν. TZETZES. | |
sch254quat | Ἡ ΔΕ ΤΕ ΠΑΡΘΕΝΟΣ. Ἡ δὲ παρθένος Δίκη, ἡ ἀπὸ τοῦ Διὸς γεγεννημένη, ἔνδοξος τέ ἐστι καὶ αἰδέσιμος, αἰδοῦς ἀξία παρὰ τοῖς θεοῖς οἳ τὸν οὐρανὸν οἰκοῦσι· καὶ ὅταν βλάπτῃ αὐτὴν τὶς, σκολιῶς ὀνοτάζων, ἤγουν πανούρ‐ | |
5 | γως εὐτελίζων, αὐτίκα παρὰ τῷ Διῒ τῷ πατρὶ αὐτῆς τῷ υἱῷ τοῦ Κρόνου καθεζομένη ἀπαγγέλλει τὸν ἄδικον νοῦν τῶν ἀν‐ θρώπων, ἵνα ἀποδῷ ὁ δῆμος τὰς ἁμαρτίας, ἀντὶ τοῦ τὴν ἁρμόζουσαν δίκην ταῖς ἁμαρτίαις τῶν βασιλέων, οἳ χαλεπὰ νοοῦντες ἀλλαχόσε παρατρέπουσι τὰς κρίσεις, διεστραμμένως | |
10 | αὐτὰς ἀποφαινόμενοι. MOSCHOP. | |
sch255 | ΘΕΟΙΣ ΟΙ ΟΛΥΜΠΟΝ ΕΧΟΥΣΙΝ. Ἢ ταῖς | |
ψυχικαῖς δυνάμεσιν, ἢ τοῖς στοιχείοις. TZETZES. | 183 | |
sch256 | ΑΝ ΤΙΣ ΜΙΝ ΒΛΑΠΤΗι. Ἐάν τις τὸ δίκαιον βλάπτῃ παραχαράττων. Οὕτω γὰρ βλάπτει ὁ σκολιῶς τοῦτο πράττων, καὶ διὰ πανουργίας ὀνοτάζων τὴν Δίκην, ἤγουν οὐχ ἁπλῶς λοιδορῶν, ἀλλὰ καὶ ἐξευτελίζων ὡς εὐκαταφρόνητον | |
5 | διὰ τὸ τοῦ δικαίου καταφρονεῖν. Ὁ γὰρ τὰ ἀγάλματα τῶν θεῶν ὑβρίζων αὐτοὺς ὑβρίζει τοὺς θεούς· ἄγαλμα δὲ τῆς Δίκης τὸ δίκαιον. Ἐὰν οὖν τὶς τοιοῦτόν τι πράττῃ, καθημένη παρὰ τῷ Διῒ ἡ Δίκη γηρύεται τὸν ἄδικον νοῦν τῶν ἀνθρώπων καὶ ἀπαγγέλλει τῷ πατρὶ, ὡς ἂν ἀπ’ αὐτοῦ δικάζειν ταχθεῖσα καὶ | |
10 | κρίνειν πάντα ὅσα ἐφορᾷ ὁ Ζεύς. Δηλοῖ δὲ τὸ καθῆσθαι τὸ παρὰ τῷ θεῷ τάξιν αὐτὴν καὶ ἕδραν ἔχειν ἀμετακίνητον· ὡς καὶ ἐκεῖνόν φησιν Ὅμηρος ἐν τῇ τοῦ Ὀλύμπου κορυφῇ ἄτερ ἥμενον ἄλλων. PROCLUS. | |
sch257 | ΟΦΡ’ ΑΠΟΤΙΣΗι ΔΗΜΟΣ. Τοῦτο ἤδη ἔργον τοῦ Διὸς, ὡς βασιλέως, κοινὴν ἐπάγειν τιμωρίαν ταῖς πόλεσιν ὑπὲρ τῶν ἀδίκων κρίσεων τῶν ἀρχόντων, οἳ παρατρέπουσι τὸ δίκαιον. Τοῦτο γὰρ δηλοῖ τὸ ΠΑΡΑΚΛΙΝΕΙΝ, καὶ τὸ | |
5 | ΣΚΟΛΙΩΣ ΕΝΕΠΟΝΤΕΣ, ἤτοι πανούργως λέγοντες τὰς κρίσεις, ἀντὶ ἐμφρόνων· καὶ παρανόμους, ἀντὶ ἐννόμων. Διότι δὲ κοινὴν ὑπέχουσι δίκην αἱ πόλεις, εἴρηται πρότερον. Ὡς ἐπιτρέπειν οὐκ ἔδει τούτοις τὰς ἀρχάς. PROCLUS. | |
sch257bis | ΟΝΟΤΑΖΩΝ. Μεμφόμενος, ἐφυβρίζων. TZETZ. | |
sch257ter | ΠΑΡ ΔΙΙ ΠΑΤΡΙ ΚΑΘΕΖΟΜΕΝΗ. Ἢ τῇ Εἱμαρμένῃ, ὡς ἔφην, μοῖρα γάρ τις οὐκ εὐτυχὴς συνελαύ‐ νει τοὺς ἀδικοῦντας πρὸς ὄλεθρον· ἢ ΔΙΙ ΚΡΟΝΙΩΝΙ, τῷ νοΐ. Ἀδικίας γὰρ πολλάκις γενομένης, δίκαιον θυμὸν καὶ | |
5 | πρέποντα νοῦν οἱ ἠδικημένοι λαβόντες, σπινθῆρα μικρὸν ἐπαγαγόντες τινῶν περιστάσεων, πόλιν ὅλην ἐτέφρωσαν· ὡς Ἀχιλλεὺς τὴν Ἑλλάδα τῆς Βρισηΐδος τῇ μήνιδι. TZETZES. | |
sch259 | ΔΗΜΟΣ ΑΤΑΣΘΑΛΙΑΣ. Συνίζησίς ἐστιν ἐν | |
τῷ στίχῳ τούτῳ· τὸ γὰρ ΛΗΩΝ ΟΙ ἀντὶ τοῦ σπονδείου δέ‐ χεται· συνιζάνει γὰρ τὸ ΛΗ καὶ τὸ ΩΝ εἰς μίαν μακράν. ΝΟΕΥΝΤΕΣ, νοοῦντες Αἰολικῶς καὶ Δωρικῶς· ἄλλη | 184 | |
5 | ἀλλαχοῦ. TZETZES. | |
sch260 | ΠΑΡΑΚΛΙΝΟΥΣΙ. Τὸ ΠΑ μακρὸν ἐδέξατο, καὶ τὸ ΚΛΙ βραχύ· ὢ τῆς ἀβελτηρίας τῶν τολμησάντων τοῦτον καλεῖν Ὁμήρου ἀνθάμιλλον, καὶ τῆς ἐσχάτης ἀτοπίας, καὶ νικητήν! ἀλλὰ τοῦ μὲν ΠΑΡΑΚΛΙΝΩΣΙ τὸ ΠΑ, καὶ μακρὸν | |
5 | ἴσως δεχθήσεται δι’ ὅν περ κανόνα οἱ παλαιοὶ ποιηταὶ καὶ μέτρων εἰδήμονες, καὶ αὐτὸς ἐξεπίσταμαι. Κλῖναι δὲ τὸ ΚΛΙ, εἰ καὶ σκυτεύς τις ἐτόλμησε βραχὺ δέξασθαι, καὶ τῆς πόλεως ἂν τοῦτον ἐξέωσα, ἐν ᾗπερ διέτριβον, εἰ δυνατῶς εἶχον, ὡς μὴ τὸ τῆς τοιαύτης κακίας μύσος γένοιτο διαδόσι‐ | |
10 | μον, πολλοῦ ἂν ἐδέησε τὸ τοῦτόν με κρῖναι Ὁμήρου ἀνθά‐ μιλλον· ὃς ἐν πάσαις ταῖς ἐπιστήμαις, καὶ τέχναις ταῖς λογι‐ καῖς, ἁπάντων ὑπερανέστηκεν, οὐ μόνον ἀνθρώπων, τολμῶ δὲ καὶ ἀγγέλων εἰπεῖν, εἴπερ ἄρα καὶ ἄγγελοί εἰσιν ἐπιστημο‐ νάρχαι, ἢ τεχνάρχαι. TZETZES. | |
sch261 | ΒΑΣΙΛΗΕΣ. Νῦν κριταί. TZETZES. | |
sch261bis | ΤΑΥΤΑ ΦΥΛΑΣΣΟΜΕΝΟΙ. Ταῦτα ἐκφεύγοντες, ὦ δικασταὶ δωροφάγοι, εὐθείας ποιεῖτε τὰς κρίσεις· τῶν διε‐ | |
φθαρμένων δὲ κρίσεων ἐπιλάθεσθε παντελῶς. MOSCHOP. | 185 | |
sch263 | ΟΙ ΑΥΤΩι ΚΑΚΑ ΤΕΥΧΕΙ. Δαιμονίως ἀνεφθέγ‐ ξατο ταῦτα τὰ ἔπη καὶ σωφρονιστικῶς. Εἰ γὰρ εἰδείημεν ἑαυτοὺς μείζονα βλάψαντες ἐξ ὧν ἄλλους βλάπτειν ἐπιχει‐ ροῦμεν, ἀφεξοίμεθα τοῦ βλάπτειν· οὐδεὶς γὰρ ἑκὼν ἂν | |
5 | ἑαυτὸν βλάψειε· ἀλλὰ δι’ ἄγνοιαν ἁλισκόμεθα τῷ κακῷ τού‐ τῳ, καὶ οἰόμενοι ὠφελεῖν ἑαυτοὺς βλαπτόμεθα ὑφ’ ἑαυτῶν, καὶ μείζω τῷ βλάπτειν ἄλλους ἑαυτοὺς βλάπτομεν· εἰς χρή‐ ματα μὲν γὰρ, εἰ τύχοι, ζημιοῦμεν ἐκείνους, ἡμᾶς δὲ αὐτοὺς εἰς τὸ κυριώτατον, τὴν ψυχήν. Τὸ γὰρ ἀδικοῦν αὐτή ἐστιν, | |
10 | ὁ δὲ βλαπτόμενος ἐν τοῖς ἐκτὸς ἀδικεῖται. Εἰκότως ἄρα φησὶν ἑαυτῷ κακὰ τεύχειν τῷ ἄλλῳ κατασκευάζοντα κακὸν, καὶ τὸν κακῶς περὶ ἄλλου βουλευόμενον ἑαυτῷ γίνεσθαι πρόξε‐ νον κακοῦ μείζονος· καὶ γὰρ μὴ συντελεσθεῖσα μὲν ἡ βουλὴ τὸν βουλευσάμενον ἀνιᾷ πικρῶς, συντελεσθεῖσα δὲ λωβᾶται | |
15 | μειζόνως. Τὸ γὰρ κακοποιεῖν μεῖζον τοῦ πάσχειν τὰ κακὰ πάντως κακόν· ὡς καὶ τὸ ἀγαθοποιεῖν μεῖζον ἀγαθὸν τοῦ πάσχοντος εὖ. PROCLUS. | |
sch263bis | ΟΙ ΑΥΤΩι. Αὐτὸς ἑαυτῷ γίνεται βλάβης αἴτιος ὁ καταβλάπτων ἑτέρους. Οἱ βλαπτόμενοι γὰρ περὶ χρήματα, καὶ τὰ ἐκτὸς βλάπτονται· ὁ δὲ βλάπτων καὶ ἀδικῶν, εἰς τὴν ἑαυτοῦ ψυχήν. Καὶ | |
5 | ἡ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη, τῷ αὐτῷ τρόπῳ. TZETZES. | |
sch263ter | ΟΙ ΑΥΤΩι ΚΑΚΑ ΤΕΥΧΕΙ ΑΝΗΡ. Ἑαυτῷ, ἤγουν καθ’ ἑαυτοῦ, βλάβας κατασκευάζει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, ἀντὶ τοῦ κατ’ ἄλλου βλάβας κατασκευάζων. Ἡ δὲ κακὴ βουλὴ, ἡ κατ’ ἄλλου δηλονότι, τῷ βουλεύσαντί ἐστι | |
5 | κακίστη ἤγουν πάνυ μείζονος κακοῦ πρόξενος MOSCHOP. | |
sch265 | ΠΑΝΤΑ ΙΔΩΝ ΔΙΟΣ ΟΦΘΑΛΜΟΣ. Ἄλλος μὲν τὸν ὀφθαλμὸν τοῦ Διὸς εἶπεν εἶναι πᾶν τὸ μέσον γῆς τε καὶ οὐρανοῦ ἀστερόεντος· οὗτος δὲ ἁπλῶς καὶ ὁρᾷν αὐτὸν λέγει πάντα, καὶ νοεῖν πάντα, τοῦτο προσθεὶς, ἵνα μὴ τὴν ὅρασιν | |
5 | σωματικὴν ὑπολάβωμεν, ἀλλὰ νοερὰν καὶ θείαν καὶ προ‐ | |
νοητικήν. Πάντα, φησὶν, ὁ Ζεὺς ὁρῶν καὶ νοῶν ὁρᾷ καὶ ἐφορᾷ κατὰ τὴν ἑαυτοῦ θέλησιν, καὶ τὰ ἡμέτερα. Τίνα δέ ἐστι ταῦτα; τὴν δίκην, ἥν μοι ἀπειλεῖς, ὦ Πέρση, τὴν τῶν βασιλέων ἐν τῇ πόλει ταύτῃ πονηρὰν οὖσαν, ὁρῶν δὲ καὶ | 186 | |
10 | ἐφορῶν, καὶ ταύτην οὐκ ἂν ἀτιμώρητον ἐάσειε τὸν ἀδικοῦντα. PROCLUS. | |
sch265bis | ΔΙΟΣ ΟΦΘΑΛΜΟΣ. Ἡ τῆς Εἱμαρμένης ἐφο‐ ρατικὴ δύναμις μᾶλλον δὲ περιφραστικῶς, αὐτὴ ἡ Εἱμαρμένη‐ TZETZES. | |
sch265ter | ΠΑΝΤΑ ΙΔΩΝ ΔΙΟΣ ΟΦΘΑΛΜΟΣ. Ἤγουν πάντα βλέπων ὁ Ζεὺς, καὶ πάντα γινώσκων, καὶ τάδε ἐπι‐ δέρκεται, ἤγουν βλέπει, ἐὰν θέλῃ. MOSCHOP. | |
sch266 | ΟΥΔΕ Ἑ ΛΗΘΕΙ. Τὸ μὲν λήθει ζητεῖ εὐθεῖαν, τὸ δὲ ἐέργει αἰτιατικήν. Ὀφείλων οὖν εἰπεῖν, οὐδὲ λανθάνει αὐτὸν αὕτη ἡ δίκη, ἣν ἡ πόλις ἐντὸς κατέχει, ὁ δὲ συνυπάγει τὸν λόγον τῷ ἀνταποδοτικῷ ταυτὸ δυναμένῳ τῷ ὑποτακτικῷ | |
5 | ἄρθρῳ· καί φησιν, οὐδὲ λανθάνει αὐτὸν ὁποίαν τήνδε τὴν δίκην καὶ τὴν κρίσιν ἡ πόλις ἐντὸς κατέχει. Τὸ τοιοῦτο δὲ σύνηθες καὶ παρὰ τῷ πεζῷ λόγῳ. MOSCHOP. | |
sch268 | ΝΥΝ ΔΕ ΕΓΩ ΜΗΤ’ ΑΥΤΟΣ. Τὸ μὲν λεγό‐ μενον, φανερόν· εἰ μὴ ἔστι δίκη καὶ τιμωρία κατὰ τῶν ἀδί‐ κων, μὴ δ’ ἕξουσί τι πλέον οἱ δίκαιοι τῶν ἀδίκων ἐν τῷδε τῷ παρόντι, ὃ ἐφορᾷ ὁ Ζεὺς, μήτ’ αὐτὸς εἴην δίκαιος, μήτε | |
5 | παῖς ἐμός· δίκης γὰρ οὐκ οὔσης, ὄνομα μόνον ἔσται τὸ δί‐ καιον. Εἰ δὲ διὰ τὸ δίκαιον καὶ αἱρετὸν κἂν μὴ ᾖ πρόνοια | |
καὶ φευκτὸν τὸ ἄδικον, δῆλον ὅτι πᾶς οὗτος ὁ λόγος περιττός. Διόπερ ὁ Πλούταρχος τοὺς ἑπτὰ τούτους στίχους ἐκβάλλει, ἀπὸ τοῦ, | 187 | |
10 | Πάντα ἰδὼν Διὸς ὀφθαλμὸς, — ἕως τοῦ, Ἀλλὰ τάγ’ οὔπω ἔολπα τελεῖν Δία μητιόεντα, ὡς ἀναξίους τῆς Ἡσιόδου περὶ δικαίων καὶ ἀδίκων κρίσεως. ΑΛΛΩΣ. Νῦν οὖν ὁ ἀδικώτερος ἄνθρωπος τοῦ δικαίου μεῖζον | |
15 | ἔχει, μήτ’ ἐγὼ δίκαιος εἴην, μήτ’ ἐμὸς υἱός. Ἐπήγαγε δὲ τούτῳ, ἀλλὰ ταῦτα οὐ νομίζω τὸν Δία τελεῖν, τὸ τὸν ἄδικον μείζονος δίκης τῶν δικαίων τεύξασθαι, ἣ ποιήσει τὸν ἄτι‐ μον ἐν τιμῇ. Ἰστέον δὲ, ὅτι υἱὸς Ἡσιόδου Μνασέας ἐστί. Φιλόχορος δὲ Στησίχορον φησὶ τὸν ἀπὸ Κλυμένης. Ἄλλοι | |
20 | δὲ Ἀρχιέπης. PROCLUS. | |
sch268bis | ΝΥΝ ΔΕ ΕΓΩ ΜΗΤ’ ΑΥΤΟΣ. Ὁ Πλούταρχος, καθά φησι Πρόκλος, ὀβελίζει τοὺς ἑπτὰ τούτους στίχους· ἀπὸ τοῦ ΠΑΝΤΑ ΙΔΩΝ, μέχρι τοῦ, ΑΛΛΑ ΤΑΓ’ ΟΥΠΩ ΕΟΛΠΑ, ὡς ἀνάξια Ἡσιόδου, καὶ βλάσφημα. Ἐγὼ δὲ | |
5 | τοῦτο τὸ καθ’ ὑπόθεσιν σχῆμα εἶναι ἐπίσταμαι. Φησὶ ὁ Ἡσί‐ οδος μετὰ βαρύτητος, Μὴ εἴην μήτε αὐτὸς ἐγὼ δίκαιος, μήτε ἐμὸς παῖς· ἐπεὶ κακὸν ὑπάρχει τὸ εἶναι ἄνθρωπον νῦν δίκαιον. Εἶτα ἐπιφέρει τοῦτο τὸ καθ’ ὑπόθεσιν σχῆμα· εἰ μείζονα δίκην καὶ τάξιν καὶ τιμὴν ὁ ἄδικος ἕξει. Εἶτα πεποιθότως ἐπάγει τὸν | |
10 | οἰκεῖον σκοπὸν, καὶ λύει τὸ ἀντιπίπτον, λέγων· ἀλλὰ ταῦτα μὲν οὔπω ἔολπα πληροῦν τὴν Εἱμαρμένην. ΤΕΡΠΙΚΕΡΑΥΝΟΝ δὲ εἶπον ὅπως ταύτην καλεῖ. TZETZES. | |
sch268ter | ΝΥΝ ΔΕ ΕΓΩ ΜΗ Τ’ ΑΥΤΟΣ. Καὶ τοῦτο ἀν‐ τίστροφον θαύμασον, ὡς ἄξιον ἀνθαμίλλου Ὁμήρου, καὶ νικητοῦ ποιητοῦ. TZETZES. | |
sch268quat | ΝΥΝ ΔΕ ΕΓΩ. Ἀρξάμενος ἀφ’ ἑαυτοῦ, εἶτα ὥσ‐ περ μεταμεληθεὶς, ὡς ἀπὸ ἄλλης ἀρχῆς λαβὼν, ἐπαναλαμβάνει μὲν ἑαυτόν· προστίθησι δὲ καὶ τὸν ἑαυτοῦ υἱόν· καὶ φησὶ, Νῦν δὲ ἐγὼ, εἴθε μήτε αὐτὸς ἦν δίκαιος, μήτε ὁ ἐμὸς υἱὸς, ἐπεὶ κα‐ | |
5 | κόν ἐστιν εἶναι ἄνδρα δίκαιον, εἰ μείζω δίκην ἕξει ὁ ἄδικος, ἤγουν εἰ μείζονος ἄξιος κριθήσεται δίκης ὁ ἄδικος, τοῦ δικαίου | |
δηλονότι. Τὸ νῦν οὕτω λέγεται, ὡσανεὶ εἴποι, εἰ μὲν τόδε ὁ δεῖνα ἐποίει, ἦν ἂν τόδε, νῦν δὲ οὐδὲ εἰς νοῦν τοῦτο ἔστρε‐ ψεν, οὐχ ὅτι πάντως νῦν οὐ διενοήσατο τοῦτο, ἀλλ’ ὅτι εἰ | 188 | |
10 | καὶ μὴ πρότερον ἐγινώσκετο, ὅτι οὐ διενοήσατο· ἀλλὰ νῦν δῆλος ἐστὶ μὴ διανοησάμενος, κἀνταῦθα οὐ λέγει μὴ ἐθέλειν εἶναι νῦν δίκαιος, εἰ ὁ ἄδικος πλέον ἕξει τοῦ δικαίου, ὡς κατ’ ἄλλον χρόνον ἄλλο ἂν ἐθελῆσαι, ἀλλὰ θέλει δηλοῦν, ὅτι νῦν φημι τοῦτο εἰ καὶ μήπω πρότερον. MOSCHOP. | |
sch269 | ΕΜΟΣ ΥΙΟΣ. Σημείωσαι τίς παῖς Ἡσιόδου. Παῖδα οἱ μὲν Μνασέα, οἱ δὲ Ἀρχιέπην, ἕτεροι δὲ Στησίχο‐ ρον τὸν μελῳδὸν ἐξεδέξαντο. TZETZES. | |
sch271 | ΑΛΛΑ ΤΑΓ’ ΟΥΠΩ ΕΟΛΠΑ. Ἀλλὰ ταῦτα, ἤγουν τὸ τὸν ἄδικον μείζονα δίκην ἔχειν τῶν δικαίων, οὐδαμῶς ἐλ‐ πίζω, ἀντὶ τοῦ νομίζω, τελεῖν τὸν Δία τὸν τερπικέ‐ ραυνον. Ἐλπίζω κοινὸν, ἔλπομαι παρὰ ποιηταῖς τὸ αὐτό· | |
5 | ἀφ’ ὧν ὀνόματα ἐλπὶς καὶ ἐλπωρὴ, τὸ μὲν ἐν χρήσει παρὰ τοῖς κοινοῖς, τὸ δὲ ἐλπωρὴ παρὰ ποιηταῖς. Ἔλπομαι ἐνεστὼς, ἔλψομαι μέλλων, ἔολπα μέσος παρακείμενος, τροπῇ τοῦ εʹ τοῦ ἐν τῷ μέλλοντι εἰς οʹ, κατὰ τὴν ἀκολουθίαν τοῦ μέσου παρα‐ κειμένου, καὶ προσθήκῃ τοῦ εʹ. Δεῖ γὰρ τὸν παρακείμενον | |
10 | αὔξειν κατὰ τὴν ἄρχουσαν, ἀφ’ οὗ ὑπερσυντελικὸς ἐώλπειν κατὰ τὸ οʹ ηὐξημένος. MOSCHOP. | |
sch272 | ΣΥ ΔΕ ΤΑΥΤΑ. Ὅσοι μὲν εἰς τὴν χρείαν τὴν ἀν‐ θρωπίνην ἀνήγαγον τὸ κοινωνικὸν, οὐκ ἔλαβον ἀρχὴν ἀσφα‐ λῆ τοῦ τῆς πρὸς ἀλλήλους ἡμῶν κοινωνίας δόγμα‐ τος. Ἡ γὰρ χρεία, εἰ καὶ ἀναγκάσασα, ἀλλ’ οὔπω ἀγαθόν. | |
5 | Ὅσοι δὲ εἰς τὸ κατὰ φύσιν ἡμῖν εἶναι τὸ πρὸς ἀλλήλους δί‐ καιον ἀπέβλεψαν, ἀῤῥαγῆ τὴν ὑπόθεσιν ἔλαβον τοῦ τῆς κοι‐ νωνίας ἡμῶν σκοποῦ. Πάντων γὰρ τῶν κατὰ φύσιν ἕκαστον ἀγαθόν. Τοῦτο δὴ οὖν καὶ Ἡσίοδος εἰδὼς, τὸν τοῦ Διὸς νό‐ μον ἀξιοῖ τὸν Πέρσην ὁρᾷν, τοῖς μὲν ἄλλοις ζώοις δεδωκότα | |
10 | ἐσθίειν ἄλληλα, καὶ τῶν ἀσθενεστέρων τὰ δυνατώτερα κρατεῖν, θοινᾶσθαί τε αὐτά· τοῖς δὲ ἀνθρώποις δικαιοσύνην σύμφυτον ἐνέσπειρε, καὶ τὸ κοινωνικὸν ἐνέθηκεν αὐτῶν τῇ φύσει. Διό‐ περ οἱ ἄδικοι τοῖς ἀλόγοις ἐοίκασι τὴν ἀνθρωπίνην ἀπο‐ | |
δρῶντες ζωήν. Μηδεὶς οὖν προάγων ἡμῶν τὴν ἀλληλοφα‐ | 189 | |
15 | γίαν τῶν θηρίων, ἀξιούτω καὶ ἡμᾶς οὕτω ζῇν. Κοινωνικὸν γὰρ ζῶον γέγονεν ὁ ἄνθρωπος, καὶ ὁ τῆς κοινωνίας αὐτῷ νό‐ μος ἐκ τοῦ πατρὸς ἔγκειται κατὰ φύσιν. Ἀδικίᾳ δὲ πάσῃ πρὸς κοινωνίαν καὶ κοινωνίᾳ πρὸς ἀδικίαν ἔστι πόλεμος· στά‐ σεων γὰρ αἰτία πάντων μάλιστα ἡ ἀδικία. Τὸ δὲ κοινωνικὸν | |
20 | ἀστασίαστον· καὶ ὀρθῶς ὁ Πλάτων εἶπεν, οὐδὲ συστῆναι δυ‐ νατὸν εἶναι τὴν ἀδικίαν χωρὶς δικαιοσύνης· δεῖν γὰρ τοὺς συν‐ αδικήσαντας, τά γε πρὸς ἀλλήλους δίκαια φυλάττειν, εἰ καὶ ἀλλήλους ἀδικοῦντας μηδὲν δύνασθαι κοινῇ ποτε πρᾶξαι. Εἰ οὖν ἄνθρωπος εἶ, φύσει κοινωνικὸν ζῶον εἶ, εἰ δὲ φύσει | |
25 | κοινωνικὸν ζῶον εἶ, παρὰ φύσιν σοι τὸ ἀδικεῖν. Οὐ γὰρ κοι‐ νωνίας, ἀλλὰ διασπασμοῦ τὸ ἀδικεῖν αἴτιον, τῶν ἀδικουμέ‐ νων τοῖς ἀδικοῦσιν ὁμονοεῖν οὐ δυναμένων. PROCLUS. | |
sch272bis | Ω ΠΕΡΣΗ. Ἀποστροφὴ τὸ σχῆμα. TZETZES. | |
sch272ter | Ω ΠΕΡΣΗ. Σὺ δὲ ἐν τῷ σῷ λογισμῷ ἐπιτυχῶς λάμβανε ταῦτα, καὶ τοῦ δικαίου ἄκουε, ἤγουν αἴσθησιν ἔχε· τῆς δὲ δυναστείας ἐπιλανθάνου παντελῶς· τοῦτο γὰρ τὸ, βίης δ’ ἐπιλήθεο πάμπαν. MOSCHOP. | |
sch273 | ΚΑΙ ΝΥ ΔΙΚΗΣ ΕΠΑΚΟΥΕ. Καὶ νῦν τῆς κρί‐ σεως, ἢ τῆς δικαιοσύνης ἐπάκουσον, ἤτοι καταπειθὴς ἔσο ταύτῃ. TZETZES. | |
sch273bis | ΒΙΗΣ ΔΕ. Ἤγουν πλεονεξίας καὶ ἀδικίας ἐπιλαν‐ θάνου· ἀλλὰ ταῦτα σαφῆ καὶ ἀπεραντολογίας οὐ δεῖται. TZE‐ TZES. | |
sch274 | ΤΟΝ ΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙΝ. Ἐπαγγειλάμενος οὐκ εἶπε ποῖον νόμον. Λέγει δὲ τί τοῖς ἀνθρώποις ἐστὶν, ἵνα | |
φύγωμεν τὰ τῶν ἀλόγων. ΝΟΜΟΝ δὲ ΔΙΕΤΑΞΕ ΚΡΟΝΙΩΝ. Τοῦτο σημείωσαι ὅτι οὐδέποτε Ὅμηρος νόμον εἶπε. Τὸ | 190 | |
5 | δὲ ΓΗΡΥΕΤΑΙ, γίνεται ἀπὸ τοῦ γῆρυς, ὃ σημαίνει τὴν φω‐ νὴν, ἢ ἀπὸ τοῦ γέρας. PROCLUS. | |
sch274bis | ΤΟΝ ΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙ ΝΟΜΟΝ. Καὶ τοῦτο ἄξιον ποιητοῦ νικήσαντος Ὅμηρον. Ὅμως οὐδὲν ἀπει‐ κὸς εἰ συμμορίαν μεθύσων καὶ ἀγοραίων τινῶν περὶ αὑτὸν ἔχων Ἡσίοδος ὑπ’ αὐτῶν ἐκηρύχθη νενικηκέναι τὸν Ὅμηρον, καί‐ | |
5 | περ μακροῖς τισι καὶ κατ’ ἐμὲ χρόνοις ἐκείνου τυγχάνων μετα‐ γενέστερος. Καὶ νῦν γὰρ οἱ ἀγοραῖοι καὶ σύρφακες πολλοὺς ποιητὰς μὴ δ’ ἀκριβῶς τὰ μέτρα εἰδότας, ὡς τῆς αὐτῶν συμμο‐ ρίας ἀνακηρύττουσι ποιητικῆς ἀκροθίνια. Ἀλλὰ ταυτὶ, πα‐ ρέντες τὸν νικητὴν Ὁμήρου, καθάπερ καὶ τὰ ἔπη κιβδήλως | |
10 | ἐξέθετο, ἐπεξεργασαίμεθα. TZETZES. | |
sch274ter | ΤΟΝ ΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙ ΝΟΜΟΝ. Τὸ κατὰ μερισμὸν σχῆμα, ὁ σοφὸς οὑτοσὶ ποιητὴς, ἢ κατὰ ἄ‐ θροισιν καὶ μερισμὸν ἅμα ἐνταῦθα, οὕτως ἔμελλεν ἐξαγαγεῖν χωρὶς τοῦ ἀνθρώποισι. Τὸν δὲ γὰρ νόμον διέταξε Κρονίων, | |
5 | ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεηνοῖς ἔσθειν ἀλλήλους. Καὶ τοῦτο τὸ κατὰ μερισμόν ἐστι σχῆμα, ἢ κατὰ ἄθροισιν καὶ μερισμὸν οὕτω· Τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων. Εἶτα μερίσας τὸ ἀνθρώπους, κατ’ ἄθροισιν ὂν, εἰς τομὰς, ἔμελ‐ | |
10 | λεν εἰπεῖν Ἕλλησι μὲν τὸ, Ῥωμαίοις δὲ τό· καὶ Ῥωμαίοις τάδε, καὶ λοιποῖς τάδε. Καὶ οὐδὲ τὸ, ἀνθρώποισι δ’ ἔδωκε δίκην, ὤφελεν εἰπεῖν, ἵνα μὴ μάτην διττολογήσῃ. Καὶ οὕτως ἂν οὐ‐ δὲν εἶχεν ἁμάρτημα· νῦν δὲ τὰ ἔπη ταυτὶ δύο ἁμαρτήματα φέ‐ | |
ρει, ἀρτιγένεια καὶ ἀκμάζοντα, καὶ ὧν οὐδέποτε τῆς ἀβελτη‐ | 191 | |
15 | ρίας γῆρας γενήσεται, τοῖς ποιητικῶς ἅμα καὶ ῥητορικῶς βασα‐ νίζουσι. Διὰ μὲν γὰρ τοῦ εἰπεῖν, ἀνθρώποισι νόμον διέταξε Κρονίων, εἶτα ἐπενεγκεῖν, Ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι, | |
20 | δοκεῖ ταῦτα τάττειν ἐν τοῖς ἀνθρώποις. Διὰ δὲ τοῦ ἐπαγα‐ γεῖν, Ἀνθρώποισι δ’ ἔδωκε δίκην, φαίνεται ἀκαίρως καὶ μάτην διττολογῶν ὁ νικητὴς τοῦ Ὁμή‐ ρου, οὗ τοῖς ἔπεσιν οὐδὲ θεὸς κἂν τὴν τυχοῦσαν λαβὴν τῆς | |
25 | οἵας δήποτε τέχνης εὑρήσειε. Ταῦτα δ’ εἴτε ὀρθῶς εἴτε κιβδή‐ λως ἔχοντα, φησὶ πρὸς τὸν ἀδελφὸν, ἐκτρέπων αὐτὸν τῆς θη‐ ριώδους ἀλληλοφαγίας, καὶ τῶν ἁρπαγῶν, καὶ τῆς βίας· προ‐ τρέπων δὲ πρὸς τὸ δίκῃ πάντα ποιεῖν. TZETZES. | |
sch274quat | ΤΟΝΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙ ΝΟΜΟΝ. Τοῦτον γὰρ τὸν νόμον, ὃν ἐρῶ δηλονότι, ἔταξεν ὁ Κρονίων τοῖς ἀν‐ θρώποις· εἶτα οὐ πρὸς τοῦτο ἀποδίδωσι τὸν λόγον, ἀλλὰ κἀνταῦθα ὥσπερ μεταμεληθεὶς, καὶ ὡς ἀπ’ ἄλλης ἀρχῆς λαβὼν, | |
5 | προσθεὶς καὶ τὰ ἄλογα ζῶα τῷ λόγῳ διαιρεῖ, καὶ φησίν· ἰχ‐ θύσι μὲν καὶ θηρσὶ καὶ ὀρνέοις πτηνοῖς ἔταξε νόμον, δηλονότι ἐσθίειν ἀλλήλους· ἐπεὶ οὐ δίκη, ἤγουν δικαιοσύνη, ἐστὶν ἐπ’ αὐτοῖς ἀλόγοις οὖσι· τοῖς ἀνθρώποις δὲ ἔδωκε δίκην ἔμφυτον, ἤγουν δικαιοσύνην, ἣ κατὰ πολύ ἐστιν ἀρίστη. Πετεηνὸν ποιη‐ | |
10 | τικῶς, κοινῶς δὲ πτηνὸν καὶ πετεινόν. Ἔσθειν παρὰ ποιη‐ ταῖς, ἐσθίειν παρὰ τοῖς κοινοῖς· διδοῖ ποιητικὸν, δίδωσι κοι‐ νόν. MOSCHOP. | |
sch275 | ΟΙΩΝΟΙΣ. Οἰωνοὶ κυρίως οἱ γύπες, ὡς οἰωοὶ, ἤτοι μόνοι δίχα συνουσίας ἄῤῥενος ὠὰ ὑπηνέμια γεννῶντες· νῦν δὲ πάντα τὰ ὄρνεα λέγει. ΠΕΤΕΙΝΟΝ, παρὰ τὸ ἐν τῷ πέτεσθαι τείνειν τὸ πτερόν· ΠΕΤΕΗΝΟΝ δὲ, παρὰ τὸ ἐν τῷ | |
5 | πέτεσθαι ἄνω, οἱονεὶ τὸ ὑψιπετές· ὅθεν τὸ μὲν δίφθογγος, τὸ δὲ ἦτα γραφεῖται. TZETZES. | |
sch278 | ΕΙ ΓΑΡ ΤΙΣ Κ’ ΕΘΕΛΟΙ. Ὃς γὰρ εἰδὼς τὰ δί‐ | |
καια μὴ ἀποκρύπτει διὰ σκολιότητα ἤθους, ἀλλ’ ἀγορεύει, τούτῳ καὶ ὁ παρὰ τοῦ Διὸς ὄλβος ἕπεται. Πρόσκειται δὲ τὸν γινώσκοντα τὰ δίκαια χρῆναι λέγειν αὐτὰ, διότι κατ’ ἄγνοιαν | 192 | |
5 | τινὲς τῶν δικαίων εἴποιεν ἂν τὰ ἄδικα ὡς δίκαια, ὧν οὐκ ἄν τις μέμψαιτο τὴν προαίρεσιν, ἀλλὰ τὴν ἀμαθίαν. ΑΛΛΩΣ. Γινώσκων ὅτι ἔστι δίκη· εἰσὶ γὰρ βάρβαροι, μὴ εἰδότες τί ἐστι τὸ δίκαιον. ΟΛΒΟΣ δὲ ὁ παρὰ τῶν καρπῶν πλοῦτος. Τετρα‐ χῶς δὲ τίθησι τὴν δίκην· ποτὲ μὲν ἐπὶ τῆς σωματοειδοῦς θεᾶς, | |
10 | ποτὲ δὲ ἐπὶ τοῦ δικαίου, ποτὲ δὲ ἐπὶ τῆς κρίσεως, ποτὲ δὲ ἐπὶ τῆς τιμωρίας. Ἀπὸ δὲ τοῦ κῦδος γίνεται κυδρὸς καὶ κυδρὴ, ὡς ἀπὸ τοῦ ἔχθος ἐχθρός. PROCLUS. | |
sch278bis | ΔΙΚΑΙ’ ΑΓΟΡΕΥΕΙΝ ΓΙΝΩΣΚΩΝ. Καλῶς εἶπε τὸ ΓΙΝΩΣΚΩΝ· πολλοὶ γὰρ ἄκοντες ὁμολογοῦσι τὸ δίκαιον, καὶ δρῶσιν αὐτὸ, νομίζοντες διὰ τούτου μᾶλλον ἀδικῆσαι καὶ βλάψαι τινάς· οἷς οὐκ ἔστι χάρις, ὡς ἀκουσίως δράσασι τὸ | |
5 | δίκαιον, οὐδὲ εὐδαιμονία καὶ πλοῦτος παρὰ τῆς εἱμαρμένης δοθήσεται αὐτοῖς· οἷος ἦν Λακύδης ὁ Ἀργεῖος. Οὗτος γὰρ θέλων ἀνελεῖν Προμηθέα τινὰ Θετταλὸν φῦμα ἔχοντα, παίσας τῷ ξίφει παρὰ τὸ φῦμα, ἰάσατο. Καὶ Σμικύθης δὲ Νικά‐ νορα διαβαλὼν τῷ Φιλίππῳ ὠφέλησε. Καὶ ἡμᾶς δέ τις | |
10 | ἐκ Συννάδων διαβαλὼν τοῖς οἷς ἐθητεύομεν, ὅτι πᾶσι δόν‐ τες μῆλα κυδώνια, ἡμῖν οὐ δεδώκασι· καὶ τούτου ἕνεκεν αὐ‐ τὸς δῆθεν ἠγανάκτησα, ὡς ἐκεῖνος ἐπλάσατο, ἔπεισα αὐτοὺς οὕτω προσεκτικῶς πρὸς ἡμᾶς ἀεὶ διακεῖσθαι μεθ’ ὑπερβαλού‐ σης φιλοστοργίας, ὡς καὶ τῶν ἰδίων παίδων ἐν πολλοῖς ἡμᾶς | 193 |
15 | προτιμᾷν. Καὶ ἑτέρους ἔχω μυρίους ἐπενεγκεῖν, ἀλλὰ σιωπῶ, τὸν κόρον ἐκφεύγων. TZETZES. | |
sch278ter | ΕΙ ΓΑΡ ΤΙΣ Κ’ ΕΘΕΛΗι. Ἐὰν γάρ τις γινώσκων τὰ δίκαια προθυμῆται ἀγορεύειν αὐτὰ, καὶ μὴ ἀποκρύπτειν διὰ σκολιότητα γνώμης, τούτῳ μὲν δίδωσιν ὁ εὐρύοπα Ζεὺς πλοῦτον· ὃς δ’ ἂν ἐν μαρτυρίαις, εἰδὼς δηλονότι, τὰ δίκαια | |
5 | ἀποκρύψῃ καὶ ἑκὼν ψεύσεται, ἀντὶ τοῦ ψεύσηται, ὅμοιον τῷ, ἵνα εἴδομεν, ἐπίορκον ὀμόσας. MOSCHOP. | |
sch280 | ὉΣ ΔΕ ΚΕ ΜΑΡΤΥΡΙΗιΣΙΝ. Οὗτός ἐστιν ὁ ἀντίθε‐ τος τῷ εἰδότι τὰ δίκαια καὶ μὴ κρύπτοντι, ὁ ἑκὼν ψευδόμενος καὶ μαρτυρῶν τοῖς ἀδίκοις, καὶ ὀμνὺς καὶ ἐπιορκῶν, διὰ πο‐ νηρὰν πρόθεσιν. Τούτου οὖν τοῦ τὰ ψευδῆ μαρτυροῦντος | |
5 | ἑκουσίως εἰδότος τἀληθὲς ὁ τρόπος μιαρός. PROCLUS. | |
sch280bis | ὉΣ ΔΕ ΚΕ ΜΑΡΤΥΡΙΗιΣΙΝ ἙΚΩΝ. Ὥσπερ ὁ μὴ ἀκουσίως, ἀλλὰ μετὰ γνώμης τὸ δίκαιον δρῶν, εὐδαι‐ μονίας παρὰ τῆς εἱμαρμένης τυγχάνει, οὕτω πάλιν ἀντιθέτως, ὁ μετὰ γνώμης ἐπίορκος ὀμνύων, καὶ αὐτὸς τυγχάνει τιμω‐ | |
5 | ρίας, καὶ εἰς τοὺς ἀπογόνους αὐτοῦ ἀφανισμὸς ὕστερον καὶ | |
ἀνωνυμία ἐπέρχεται. Καὶ ταῦτα δὲ τὰ ἔπη ἄξια νίκης Ὁμή‐ ρου, καὶ προσεκτέον τῷ στεφάνῳ. Ἄκαιρον ἔχουσι τὴν διτ‐ τολογίαν τὰ ἔπη, ὡς πολλαχοῦ· —εἰ γάρ τίς κ’ ἐθέλησι τὰ δίκαι’ ἀγορεύειν, | 194 | |
10 | καὶ τὸ, Ἀνδρὸς δ’ εὐόρκου γενεὴ, — οὐκ ἄρα τὸ αὐτὸ εἰσὶν ἄμφω. Ἀλλ’ ὅμως καὶ τοιαῦτα συγγε‐ γραφὼς, τοῖς κατὰ τὸν κωμικὸν κολοκύντας λημῶσι ἐπεκρίθη νικᾷν τὸν θειότατον Ὅμηρον. Ὢ τῆς ἀβελτερίας! ὢ τῆς ἀνοίας! | |
15 | ὢ τῆς ἀπαιδευσίας! ὦ λόγου ἀρετὴ καὶ παιδεία, οὐχὶ δακρύετε; καὶ σὺ δὲ ἥλιε στύγνασον τοῖς τούτων ληρήμασι, καὶ τῇ ἀβλε‐ ψίᾳ τῇ τῶν ἀνδρῶν. TZETZES. | |
sch281 | ΕΝ ΔΕ ΔΙΚΗΝ ΒΛΑΨΑΣ. Ὃς ἂν ψευδῆ μαρτυ‐ ρήσας ἑκὼν ἀποκρύψῃ τὸ δίκαιον, καὶ ὅρκον προσθεὶς νήκε‐ στον βλάβην καὶ ἀνίατον ὑπομείνῃ διὰ τῆς ψευδομαρτυρίας καὶ ἐπιορκίας, ἀμαυροτέρα ἡ τούτου γενεὰ γίνεται, ὡς τοῦ εὐόρ‐ | |
5 | κου ἀμείνων ἡ γενεά. Τὰ γὰρ τῶν πατέρων ἀδικήματα χραί‐ νει καὶ τοὺς ἐκγόνους αὐτῶν, καὶ εὐνούχους ἀποφαίνει ταῖς τιμωρίαις· καὶ γὰρ ὀνείδη καὶ ἀδοξίαι ἐκ τῶν ἀδικιῶν συμβαί‐ νουσι, καὶ τίσεις ἐκ τῶν ἁμαρτημάτων ἀπολαμβάνοντες, ὧν ἔσχον ἀδικήσαντες οἱ πατέρες αὐτῶν, συναπολαύουσι τῶν ὀφει‐ | |
10 | λομένων ἐκείνοις κολάσεων ἀνθ’ ὧν ἠδίκησαν. Ἄλλως δὲ γινώσκει τὸ θεῖον, ὡς τοῖς ἤθεσιν αὐτῶν ἐμπέφυκέ τι τῆς ἀδί‐ κου τῶν γεννησάντων προαιρέσεως κἂν ἡμᾶς λανθάνωσι, καὶ εἰκότως ταύτην ἐν αὐτοῖς ὁρῶντες τὴν ῥίζαν ἐκκόπτουσι διὰ τῶν τιμωριῶν, καὶ τοῦ μὴ ἐνεργῆσαι κωλύουσιν, ὡς ἰατροὶ | |
15 | προκαθαίροντες τινὰς ὧν ὑφορῶνται νόσους. PROCLUS. | |
sch281bis | ΕΝ ΔΕ ΔΙΚΗΝ ΒΛΑΨΑΣ. Ἡ εν περισσὴ, ἀντὶ τοῦ δίκην δὲ βλάψας ἀνιάτως ἐβλάβη. Νήκεστον καὶ νώνυμον οἱ ποιηταί· οἱ δὲ κοινοὶ ἀνήκεστον καὶ ἀνώνυμον. Ἐπίορ‐ κος ὁ τῶν ὅρκων καταφρονῶν, εὔορκος ὁ ἀντικείμενος τούτῳ. | |
5 | MOSCHOP. | 195 |
sch282 | ΑΜΑΥΡΟΤΕΡΗ. Καὶ μαυροτέρη, ἡ ἀφανής. TZETZES. | |
sch282bis | ΤΟΥ ΔΕ Τ’ ΑΜΑΥΡΟΤΕΡΗ ΓΕΝΕΗ. Τούτου δὲ ἡ γενεὰ μετ’ αὐτὸν ὕστερον ἀμαυροτέρα λείπεται, ἀντὶ τοῦ ἀμαυρὰ, ἤγουν σκοτεινὴ, ἀφανής. MOSCHOP. | |
sch283 | ΑΝΔΡΟΣ Δ’ ΕΥΟΡΚΟΥ ΓΕΝΕΗ. Τοῦτο ἐστὶν ἡ ἄκαιρος διττολογία. Ἄνω γὰρ εἶπεν, —εἰ γάρ τις κ’ ἐθέλησι τὰ δίκαι’ ἀγορεύειν, νῦν δὲ, | |
5 | Ἀνδρὸς δ’ εὐόρκου. — Εὔορκος δὲ καὶ δίκαι’ ἀγορεύων, νῦν ὁ αὐτός ἐστιν. Οὐ γὰρ λέγει περὶ τοῦ καλῶς ὀμνύοντος, ἀλλὰ τοῦ ἁπλῶς ἀγαθοῦ καὶ δικαίου. TZETZES. | |
sch283bis | ΑΝΔΡΟΣ Δ’ ΕΥΟΡΚΟΥ. Τοῦ ἀνδρὸς δὲ τοῦ εὐόρκου ἡ γενεὰ μετ’ αὐτὸν ὕστερον ἀμείνων, ἀντὶ τοῦ λαμ‐ πρά. Σοὶ δ’ ἐγὼ ἐσθλὰ καὶ ἀγαθὰ νοῶν, ἐρῶ καὶ εἴπω ταῦ‐ τα μεγάλα ἀνόητε Πέρση. MOSCHOP. | |
sch284 | ΣΟΙ Δ’ ΕΓΩ ΕΣΘΛΑ ΝΟΕΩΝ. Κάλλιστα τὸ φι‐ λόσοφον ἦθος οἷόν ἐστιν εἶπεν διὰ τούτων ὁ Πλούταρχος δη‐ λοῦσθαι. Τὸν μὲν γὰρ Ἀρχίλοχον καὶ τὸν Ἱππώνακτα βλασ‐ φημίας συγγράψαι κατὰ τῶν λυπησάντων· Τιμοκράτην δὲ καὶ | |
5 | Μητρόδωρον τοὺς Ἐπικουρείους, ἀδελφοὺς ὄντας καὶ προσ‐ κρούσαντας ἀλλήλοις, ἐκδοῦναι κατ’ ἀλλήλων συγγράμματα. Καὶ τί δεῖ τούτους λέγειν; ὅπου γε καὶ Ξενοφάνης διὰ δή τινα πρὸς τοὺς κατ’ αὐτὸν φιλοσόφους καὶ ποιητὰς μικροψυ‐ χίαν, σιλλοὺς ἀτόπους ἐκθεῖναι λέγεται κατὰ πάντων φιλοσόφων | |
10 | καὶ ποιητῶν. Ἀλλὰ τὸν ὄντως μουσικὸν Ἡσίοδον μηδὲν τοιοῦτο παθεῖν· οὐ γὰρ μουσικοῦ τὸ μελαγχολᾷν· λυπηθέντα δὲ πρὸς τὸν ἀδελφὸν, ἀντὶ τοῦ βλασφημεῖν, νουθετεῖν, εἰδότα τοῦτο | |
δὴ τὸ τοῦ Σωκράτους, ὅτι πᾶς ὁ κακὸς, ἄκων ἐστὶ κακός· δεῖται οὖν νουθεσίας, καὶ ἴσως ἐπιγνώσεται ἑαυτὸν ὄντα κα‐ | 196 | |
15 | κόν. PROCLUs. | |
sch284bis | ΜΕΓΑ ΝΗΠΙΕ ΠΕΡΣΗ. Καλῶς αὐτὸν οὕτω καλεῖ, ὡς εὐδιακρίτου μὲν καὶ εὐεπιγνώστου τῆς δικαιοσύ‐ νης οὔσης, αὐτοῦ δὲ ἀδικίαις ἠσχολημένου καὶ ἁρπαγαῖς· μι‐ γνύει δὲ τῇ παραινέσει καὶ ὄνειδος. TZETZES. | |
sch285 | ΤΗΝ ΜΕΝ ΤΟΙ ΚΑΚΟΤΗΤΑ. Τὸ μὲν ἕπεσθαι τὰς κακίας ἀλλήλαις, ὥσπερ καὶ τὰς ἀρετὰς, ψεῦδός ἐστιν. Ἀρεταὶ μὲν γὰρ ἐναντίαι οὐκ εἰσὶ, κακαὶ δὲ ἐναντίαι εἰσί· τὰ δ’ ἐναντία ἀλ‐ λήλοις οὐχ ἕπεται. Τούτου δὲ ὄντος ψευδοῦς, οὐκ ἀποδεκτέον τὸ, | |
5 | ἹΛΑΔΟΝ, ὡς Πλούταρχος ἐξηγήσατο, τὸ πᾶσαν ἐγκολπίσασθαι κακίαν ὁμοῦ δηλοῦν· ἀλλὰ τὸ, ἑκάστην ἀθρόαν λαβεῖν, μὴ κατὰ μικρὸν ὑποφερομένην, ἀλλ’ ὁμοῦ πᾶσαν ἐφελκόμενον· οἷον ἀκολασίαν ὅλην, ἅμα καὶ ἀδικίαν ὡσαύτως. Διὸ καὶ ἹΛΑΔΟΝ εἶπε, δηλῶν ὡς οὐ μόνον κατὰ βραχὺ κακωθῆναι | |
10 | τινὰς δυνατὸν, ἀλλὰ καὶ ἀθρόως. Καὶ τὴν αἰτίαν προσέθηκεν, ὅτι ἐγγὺς ἡμῶν ἡ κακία, καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς ὀλίγη, καθάπερ ἡ πρὸς τοὺς ἐγγὺς οἰκοῦντας. Αἴτιον δὲ τοῦ ἐγγὺς ἡμῶν αὐτὴν οἰ‐ κεῖν, τὸ τὴν γένεσιν τόπον εἶναι τῶν κακῶν. Ὥσπερ οὖν τῶν ἐν λοι‐ μώδει τόπῳ κατοικούντων ἐγγὺς κατοικοῦσιν αἱ νόσοι, οὕτω | |
15 | δὴ καὶ τῶν ἐν γενέσει ψυχῶν ἐγγὺς οἰκεῖν τὴν κακίαν ἀληθὲς, ἧς ἐστιν οἶκος ἡ γένεσις. Τὴν δ’ αὖ ἀρετὴν οὐκ οὖσαν τῇ γενέσει σύμφυλον, ἀλλὰ τοῖς ἔξω τῆς ὑλικῆς στάσεως, εἰκό‐ τως φησὶ πόῤῥω μὲν οἰκεῖν ἡμῶν, ἱδρῶτα δὲ πρὸ ἑαυτῆς εἶναι ὑπὸ τῶν θεῶν τεθέντα, δι’ οὗ χρὴ πρὸς αὐτὴν ἐλθεῖν καὶ πόῤ‐ | |
20 | ῥω οὖσαν ἑλεῖν, ἐπίπονον οὖσαν τὴν θήραν αὐτῆς καὶ δυσέ‐ φικτον, καθὰ τὰ ἑξῆς δηλοῖ. PROCLUS. | |
sch285bis | ΚΑΙ ΙΛΑΔΟΝ ΕΣΤΙΝ ἙΛΕΣΘΑΙ. Ἱλαδὸν, καθ’ ὁλοκληρίαν. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι κἂν ἐπί‐ κτητος ἡμῖν ἡ κακία, ὅμως πάνυ ῥᾳδίως καὶ ἀκαριαίᾳ ῥοπῇ καθ’ ὁλοκληρίαν ἐπικτᾶται, καὶ οὐχ ὥσπερ ἡ ἀρετὴ δυσπό‐ | |
5 | ριστός ἐστι καὶ χρονία. Ἅπαξ γάρ τις κεκλοφὼς τὴν κλεπτι‐ | |
κὴν κακίαν καθ’ ὁλοκληρίαν καὶ ἀκαριαίως ἐκτήσατο, καὶ τὴν μοιχικὴν δὲ ὁμοίως, καὶ τὰς λοιπάς· ἡ ἀρετὴ δὲ ὡς ἔφημεν, χρονία καὶ δυσχερής. Τυχὸν γάρ τις ἐθέλει γραμμα‐ τικὴν ἀρετὴν ἐπικτήσασθαι, καὶ οὐκ εὐθέως αὐτῆς γίνεται μέ‐ | 197 | |
10 | τοχος, ἀλλὰ πρότερον αὐτὸν ἐκδίδωσι τοῖς στοιχειώδεσι γράμ‐ μασιν, εἶτα ταῖς συλλαβαῖς, καὶ τῇ λοιπῇ παιδείᾳ, ἔπειτα τῇ Διονυσίου βίβλῳ προσέχων, καὶ τοῖς Θεοδοσίου κανόσι καὶ ποιηταῖς· εἶτα σχεδογραφίας ἀπάρχεται· καὶ πολλὰ πολ‐ λοῖς μογήσας τοῖς χρόνοις, μόγις τὴν ἀρετὴν ἐπικτᾶται. TZE‐ | |
15 | TZES. | |
sch285ter | ΤΗΝ ΜΕΝ ΤΟΙ ΚΑΚΟΤΗΤΑ. Τὴν μὲν κακίαν. ΚΑΙ ΙΛΑΔΟΝ ΕΣΤΙΝ ἙΛΕΣΘΑΙ. Ἀντὶ τοῦ ἀθρόως ἑκά‐ στην ἑλεῖν, ἤγουν λαβεῖν ῥᾳδίως. Ὀλίγη μέν ἐστιν ἡ ὁδὸς ἡ ἐπ’ αὐτὴν δηλονότι, λίαν δὲ ἐγγὺς, ἤγουν πλησίον οἰκεῖ. Κα‐ | |
5 | κότης ἡ κάκωσις καὶ ἡ κακία· ἔστι δὲ ἡ λέξις ποιητική· ἐγγύ‐ θι ποιητικῶς, ἐγγὺς κοινῶς. MOSCHOP. | |
sch286 | ΟΛΙΓΗ ΜΕΝ ὉΔΟΣ, ΜΑΛΑ Δ’ ΕΓΓΥΘΙ ΝΑΙ‐ ΕΙ. Προσωποποιεῖ τὴν κακίαν καὶ ἀρετὴν, καὶ οἰκίας αὐ‐ τῶν ὑποδείκνυσι καὶ ὁδούς· τῆς μὲν κακίας ὀλίγην, διὰ τὸ, ὅπερ ἔφην, εὐπόριστον· τῆς δ’ ἀρετῆς μακρὰν καὶ ὀρθίαν, | |
5 | διὰ τὸ πόνου καὶ χρόνου προσδεῖσθαι, ἣν ὕστερον καὶ ῥᾳδίαν εἶναί φησι, διὰ τὸ γλυκεῖαν καὶ εὔκολον εἶναι αὐτὴν μετὰ τὴν ἐπίκτησιν. Ὅθεν καὶ Κόϊντος προσωποποιεῖ αὐτὴν ἐπὶ τρα‐ χέος λόφου καὶ ὑψηλοῦ, ἐπάνω φοίνικος δένδρου καθιδρυ‐ μένην· τὸ ἐπίπονον πάντως καὶ χρόνιον καὶ αὐτὸς ἐνδεικνύμε‐ | |
10 | νος, ἢ αἰνιττόμενος. TZETZES. | |
sch287 | ΤΗΣ Δ’ ΑΡΕΤΗΣ. Τὴν ἀρετὴν δὲ προπάροιθεν, ἤγουν ἔμπροσθεν, ἔθηκαν οἱ ἀθάνατοι θεοὶ ἱδρῶτα, ἀντὶ τοῦ κόπον. MOSCHOP. | |
sch288 | ΜΑΚΡΟΣ ΔΕ ΚΑΙ ΟΡΘΙΟΣ. Μακρὸς μὲν οἶμος, εἰκότως· ὅσον γὰρ θεὸς ὕλης, τοσοῦτον ἀρετὴ κακίας διέστηκεν· εἴπερ ἀρετὴ μέν ἐστιν ἐν τῷ συνεῖναι θεῷ· κακία δὲ, ἐν τῷ | |
ζῇν ἐν ὕλῃ. Μακρὸς δὲ ὢν, καὶ ὄρθιός ἐστιν ὡς εἰς τὸ ἄναν‐ | 198 | |
5 | τες ἀνάγων ἡμᾶς· ἄνω γὰρ ἀρετὴ, κάτω δὲ ἡ κακία· τραχὺς δ’ αὖ ὁ οἶμος, ὡς δύσβατος. Χρὴ γὰρ πολλὰ μὲν ὧν ἀγνοοῦ‐ μεν μαθεῖν, οἷς τὴν πρώτην δυσκόλως ἐπιβάλλομεν, πολλὰ δὲ ἀποθέσθαι ἔθη πονηρὰ ὧν δυσαποσπάστως ἔχομεν συντρό‐ φων ἡμῖν ὄντων· ὅλως δὲ διὰ πολλῶν ὁδεῦσαι καὶ ἐπιπόνων | |
10 | ἀσκήσεων· πρὸς ἃς ἀπιδὼν, τραχὺν εἶπεν εἶναι τὸ πρῶτον τὸν οἶμον. Τέλος δέ φησιν, ἐπειδὰν εἰς τὸ ἄκρον ἔλθῃ τῆς πορείας, ῥᾳδία λοιπὸν ἡ ἀρετὴ, καὶ ταῦτα οὖσα χαλεπὴ, καὶ δυσέφικτος. Ζῶσι γὰρ οἱ τὴν ἀρετὴν ἔχοντες ἤδη μετ’ εὐ‐ φροσύνης, καὶ ἔοικεν Ἡσίοδος πρὸ Πλάτωνος εἰπεῖν, ὅτι | |
15 | οὐ μόνον ἄριστος, ἀλλὰ καὶ ἥδιστος ὁ κατ’ ἀρετὴν βίος. Ἡ γὰρ μετὰ ῥᾳστώνης ζωὴ τὴν εὐφροσύνην δηλοῖ τῆς τοιαύτης ἕξεως. Μὴ οὖν ἀποφευγέτω τὶς διὰ τοὺς πόνους τὴν τῆς ἀρε‐ τῆς ἄσκησιν, πρῶτον μὲν ἐννοῶν, ὅτι ἄτοπον ἵνα τέχνην μέν τινα κτησώμεθα, τοὺς διὰ τὴν κτῆσιν αὐτῆς πόνους ὑπομέ‐ | |
20 | νειν, ἢ ἵνα ἄλλου τινὸς τῶν ἀναγκαίων τύχωμεν· ὅπως δὲ τὴν τῆς ἀρετῆς κτησώμεθα, τὴν τελειότητα μόνην οὖσαν ἡμῶν, μὴ αἱρεῖσθαι τοὺς δι’ αὐτὴν πόνους, δι’ ὧν μέλλομεν ὠνεῖσθαι τὴν ἀρετῆς κτῆσιν. Ἔπειτα τοῦτο σκοπεῖν, ὅτι τοῖς μὲν τὴν φύσιν ἀσθενῆ λαχοῦσιν οἱ προτεινόμενοι πόνοι δειλιᾷν ποιοῦ‐ | |
25 | σι καὶ φυγάδας αὐτοὺς ἀποφαίνουσι τῶν τῆς ἀρετῆς ἐπιτηδευ‐ μάτων· τοῖς δὲ φύσει γενναίοις μείζων ἔρως ἐγγίνεται τούτων, ὧν τὴν θήραν οὐκ εὐπετῆ, μετὰ πολλῶν δὲ ἱδρώτων μόνως τοῖς ἀνθρώποις ἀκούουσι παραγίνεσθαι. Διὸ καὶ Πλάτων πα‐ ρακελεύεται χρῆναι τοῖς προσιοῦσι φιλοσοφίας ἕνεκα παρα‐ | |
30 | δεικνύναι τὸ ἐπίπονον τῆς τοιαύτης ζωῆς, διὰ πεῖραν τῆς ἀγεννοῦς, καὶ γενναίας φύσεως. Πρὸς δὲ τούτοις, ὅτι τῶν μετὰ πόνων κτηθέντων ἡδίων ἡ ἀπόλαυσις, τῶν δὲ μετὰ εὐ‐ πετείας ὡς ἡ λῆψις πρόχειρος, οὕτω καὶ ἡ καταφρόνησις· διό‐ περ, ὡς ἔοικεν, ἡ ἀρετὴ μάλιστα τίμιον πολλῶν δεομένη πό‐ | |
35 | νων· καὶ οἱ λαβόντες φιλοχωροῦσιν ἐν αὐτῇ, τοὺς ἱδρῶτας οὓς ὑπέμειναν εἰδότες, καὶ προέσθαι μὴ βουλόμενοι πρᾶγμα διὰ μυρίων πόνων κτηθὲν, ἀλλ’ ἀπρὶξ ἔχονται, ὥσπερ δυσθή‐ ρατον, οὕτω καὶ δυσαφαίρετον αὐτὴν ἀποφαίνοντες. PRO‐ CLUS. | 199 |
sch288bis | ΜΑΚΡΟΣ ΔΕ ΚΑΙ ΟΡΘΙΟΣ ΟΙΜΟΣ ΕΠ’ ΑΥ‐ ΤΗΝ. Ἤγουν ἐπιπολὺ παρατεινομένη καὶ ἀνάντης ὁδὸς ἐπ’ αὐτὴν ἄγει, καὶ τραχεῖα καὶ σκληρὰ τὸ πρῶτον· ἐπειδὰν δὲ εἰς τὸ ἄκρον ἔλθῃ τῆς πορείας, ῥᾳδία δὴ ἔπειτα ὑπάρχει ἡ | |
5 | ἀρετὴ, καί περ οὖσα χαλεπὴ, ἤγουν δυσέφικτος. MOSCHOP. | |
sch291 | ΟΥΤΟΣ ΜΕΝ ΠΑΝΑΡΙΣΤΟΣ. Ζήνων μὲν ὁ Στωϊκὸς ἐνήλλαττε τοὺς στίχους, λέγων· Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται, Ἐσθλὸς δ’ αὖ κἀκεῖνος, ὃς αὑτῷ πάντα νοήσει. | |
5 | τῇ εὐπειθείᾳ τὰ πρωτεῖα διδοὺς, τῇ φρονήσει δὲ τὰ δευτερεῖα. Ἀρίστιππος δὲ ἀπ’ ἐναντίας ὁ Σωκρατικὸς ἔλεγε, τὸ συμ‐ βούλου δεῖσθαι χεῖρον εἶναι τοῦ προσαιτεῖν. Ὁ δὲ Ἡσίοδος τοῦ μέτρου μάλιστα τυγχάνει, τρεῖς ἕξεις διελὼν, τὴν ἔμφρονα, τὴν ἀνόητον, τὴν μέσην· ὧν ἡ μὲν ἀρίστη καὶ τῷ θείῳ παραπλη‐ | |
10 | σία· καὶ γὰρ τὸ θεῖον αὔταρκες· ὥστε καὶ ὁ ἑαυτῷ πάντα νοῶν καὶ προορῶν ὅσα ἂν ᾖ καὶ εἰς τὸν ἔπειτα χρόνον ἀμείνω· ἡ δὲ φευ‐ κτοτάτη, τὸ μήθ’ ἑαυτῷ δύνασθαι τὰ ὀρθὰ λογίζεσθαι, μήτ’ ἄλλοις ἕπεσθαι συμβούλοις ἐθέλειν· μέση δὲ τούτων ἡ τοῦ συνορατι‐ κοῦ μὲν τῶν ἀμεινόνων οὐκ οὖσα δύναμις, ἐπακολουθητικὴ | |
15 | δὲ τοῦ συνορῶντος. Καὶ ταῦτα μὲν οὕτως ἔχει· μάλιστα δὲ | |
ἄξιον ἐπαίνου τὸ εἰπεῖν τί τοῦ ἔμφρονος ἴδιον· οὐ γὰρ τὸ τὰ παρόντα ὁρᾷν καὶ τὰ ἐγγὺς, ἀλλὰ καὶ τὸ τὰ ἐσόμενα προορᾷν· τοῦτο μὲν δηλοῖ τὸ, ΦΡΑΣΑΣΘΑΙ ἅπερ ἂν εἴη ἐπὶ τοῦ ἀμείνω. Τὸ ΔΙΟΝ ΓΕΝΟΣ δηλοῖ, ἢ ὅτι θεοῖς ἀνέφερον τὴν | 200 | |
20 | γένεσιν, εἰς γὰρ Ὀρφέα καὶ Καλλιόπην τὸ γένος ἀνῆγον· ἢ εὐμενοῦς οὔσης τῆς θεοῦ τῆς δωρησαμένης αὐτούς. Εἰ δὲ φιλίαν τῆς Δήμητρος εἶπεν εἶναι τὴν πρὸς τὸν λιμὸν ἀλλοτρι‐ ότητα, θαυμαστὸν οὐδέν· τῶν γὰρ Δημητριακῶν καρπῶν ἀφθονίαν ἔχοντες οἱ ἄνθρωποι τῶν ἀπὸ τοῦ λιμοῦ κακῶν εἰσὶν | |
25 | ἀπείραστοι. Τούτους δὲ ἄλλως ὑπάρχειν ἀδύνατον. ΕΥΣΤΕ‐ ΦΑΝΟΣ οὖν ΔΗΜΗΤΗΡ, ἡ περιουσία τῶν καρπῶν καὶ ἡ συγκομιδή. ΚΑΛΙΑ δὲ κυρίως μὲν ἡ νεοττία, νῦν δὲ τὴν οἰκίαν εἶπεν. PROCLUS. | |
sch291bis | ΟΥΤΟΣ ΜΕΝ ΠΑΝΑΡΙΣΤΟΣ. Μετὰ τὴν πρὸς τὸν ἀδελφὸν νουθεσίαν, καὶ τὴν γνωμικὴν ταύτην εἰσφέρει παραίνεσιν, καί φησι, Πανάριστος ἐστὶ, ὅς τις ἀφ’ ἑαυτοῦ καὶ αὐτοδιδάκτως τὸ πρέπον νοεῖ, προβουλευσάμενος καὶ | |
5 | προγνοὺς ἃ καὶ μέχρι τέλους εἰσὶ βέλτιστα, ἀγαθὸς δὲ κατὰ δεύτερον λόγον, καὶ ὁ μὴ ἀφ’ ἑαυτοῦ μὲν γνοὺς, πεισθεὶς δὲ τοῖς καλῶς συμβουλεύουσιν· ὁ δὲ ἀπρόβουλος ἅμα καὶ ἀνουθέτητος, λίαν ἐστὶ φαυλότατος. Τοῦτο δὲ εἴρηκεν, οἱονεὶ λέγων αὐτῷ, ὅτι ἐχρῆν σε ὦ Πέρση νοῦν ἔχοντα μόνον | |
10 | εἰδέναι τὸ ἀγαθὸν, καὶ μὴ δεῖσθαι συμβουλίας. Ἐπεὶ δὲ μόνος οὐκ ἔγνως, κἂν ἐμοὶ τὰ λῷστα συμβουλευομένῳ σοι πείσθητι. Εἰ δὲ μὴ, φαῦλος ἂν εἴης, καὶ μάταιος. Τοὺς δὲ τοῦ Πρόκλου Ζήνωνας καὶ Ἀριστάρχους παρεατέον, ὡς περιττούς. TZETZES. | |
sch291ter | ΟΥΤΟΣ ΜΕΝ ΠΑΝΑΡΙΣΤΟΣ. Ἤγουν οὗτος μέν ἐστιν ἄριστος, ὃς δι’ ἑαυτοῦ πάντα νοήσει, στοχασάμενος, προϊδὼν, ἅτινα ἂν ᾖσιν, ἀντὶ τοῦ ᾖ, ὡς λάβῃσιν ἀντὶ τοῦ λάβῃ, ἔπειτα καὶ εἰς τέλος ἀμείνω, ἀντὶ τοῦ καλά. Τοῦτο δὲ | |
5 | σύνηθες οὕτω καὶ παρὰ τοῖς κοινοῖς. MOSCHOP. | |
sch293 | ΕΣΘΛΟΣ Δ’ ΑΥ ΚΑΚΕΙΝΟΣ. Ἐσθλὸς δὲ πάλιν ἐστὶ καὶ ἐκεῖνος, ὃς ἂν τῷ καλῶς εἰπόντι πείθηται. Ἐσθλὸς κυρίως ὁ ἐθελοντὴς μαχόμενος, ἤγουν ὁ ἀνδρεῖος, ᾧ ἐναν‐ τίον ὁ δειλὸς, καὶ ἀπὸ τούτου ἐσθλὸς ὁ ἀγαθὸς τοὺς τρό‐ | 201 |
5 | πους, καὶ ἐσθλὰ τὰ ἀγαθά. Διὰ τὸ μέτρον συστέλλεται ἐνταῦθα τὸ πι ἐν τῷ πίθηται· ὡς ἐν τῷ, —οἳ δ’ ἐπίθοντο Διῒ Κρονίωνι ἄνακτι. MOSCHOP. | |
sch294 | ὉΣ ΔΕ ΚΕ ΜΗΘ’ ΑΥΤΩι ΝΟΕΗι. Ὃς δ’ ἂν μήτε δι’ ἑαυτοῦ νοῇ μήτ’ ἄλλου ἀκούων ἐν τῷ λογισμῷ εὐ‐ στόχως λαμβάνῃ, οὗτος δὲ δή ἐστιν ἀνὴρ ἀχρεῖος, ἤγουν ἐν οὐδενὶ χρήσιμος. Ἀλλὰ, ὦ Πέρση, Δῖον γένος, μεμνημένος | |
5 | τῆς ἡμετέρας ἐφετμῆς, ἀντὶ τῆς ἐμῆς ἐντολῆς, τῆς παραινέσεως, ἀπὸ τοῦ ἐφίεμαι, τὸ ἐντέλλομαι, ἐργάζου, ἵνα σε ἐχθαίρῃ, ἤγουν μισῇ, ἀποστρέφηται, ὁ λιμὸς, φιλῇ δέ σε ἡ εὐστέφα‐ νος Δημήτηρ, ἤγουν ἡ τῶν καρπῶν ἔφορος θεός. Εὐστέφανον δὲ αὐτὴν λέγει διὰ τὸ ἀνθηρὸν τῶν καρπῶν, οὓς παρέχει. | |
10 | MOSCHOP. | |
sch297 | ΠΕΡΣΗ, ΔΙΟΝ ΓΕΝΟΣ. Υἱὲ Δίου, ἢ εὐγενὲς γένος. Δεινοτάτως δὲ αὐτὸν διὰ τοῦ παρόντος ἐγκωμίου πρὸς ἀγαθοεργίαν προτρέπεται· ἀπρεπὲς γὰρ ἀνδρὶ εὐγενεῖ τῶν μὲν χρηστῶν ἀποτρέχειν, τῶν δὲ φαύλων ἀντέχεσθαι. | |
5 | Ἀλλὰ ταῦτα κἀμὲ καταπέπεικε τὸν ἀτεράμονα καὶ σκληρὸν, ὡς Ἡσίοδος τὸν Ὅμηρον ἐκνενίκηκε. Τὸ ταυτὸν γὰρ συνεχόμενον ἀεὶ ἐν τοῖς ἔπεσι, τὸ, Ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι· καὶ τὸ παρακατιόν, | |
10 | —σοὶ δ’ ἐγὼ ἐσθλὰ νοέων ἐρέω· καὶ τὸ νῦν, Ἐργάζευ Πέρση δῖον γένος. Πρὸς τούτοις δέ με καὶ τὸ ἀφελὲς τοῦτο καὶ ὑπόψυχρον κατα‐ | |
πέπεικε, τὸ, ΟΦΡΑ σε, καὶ τὸ ΦΙΛΕΗι ΔΕ ΣΕ, καὶ ἕτερα | 202 | |
15 | μυρία. Ἐξ ὧν ὁ καθ’ ἡμᾶς ἀμαθὴς καὶ μὴ δυνάμενος ἀν‐ δρῶν διακρίνειν ποιήματα μόλις γινώσκει τὸ ἀληθὲς, ὡς τοι‐ ούτων ἐπῶν ποιητὴς νενίκηκεν Ὅμηρον. Οἱ δὲ ἀγχινούστατοι καὶ ὀξεῖς καὶ κριτικοὶ, καὶ πολυμαθέστατοι, καὶ πρὸ τούτων ἐκ τοῦ ῥᾴστου καὶ αὐτοσχεδίου τοῦτο ἐπέγνωσαν. | |
20 | TZETZES. | |
sch297bis | ΟΦΡΑ ΛΙΜΟΣ ΕΧΘΑΙΡΗι. Προσωποποιεῖ τὸν λιμὸν καὶ τὴν γεωργίαν, ὅπερ ἐστὶ τῆς γλυκύτητος, καί φησιν, ἐργάζου, ἵνα σε ὁ λιμὸς μισῇ, φιλῇ δὲ ἡ Δημήτηρ καὶ ἡ γῆ, ἤγουν ἡ φυτεία καὶ γεωργία, καὶ πληροῖ σοῦ τὸν οἶκον ζωῆς | |
5 | τῆς ἐκ τῶν τροφῶν. Οὐ δεῖ δὲ ἐνταῦθα πολυλογίας, διὰ τὸ σαφὲς τῶν ἐπῶν. ΕΥΣΤΕΦΑΝΟΝ δὲ εἶτε τὴν γῆν, ἢ διὰ τὸ εὔκυκλον τῆς ἅλωνος, ἢ διὰ τὸ στεφανοῦσθαι ἡμᾶς τοῖς αὐτῆς δωρήμασιν, ὀπώραις παντοίας καὶ στάχεσι. TZETZES. | |
sch299 | ΒΙΟΤΟΥ. Τῆς ἐκ τῶν τροφῶν ζωῆς. TZETZES. | |
sch299bis | ΚΑΛΙΗΝ. Μεταφορικῶς τὸν οἶκον. TZETZES. | |
sch299ter | ΑΙΔΟΙΗ. Ἤγουν ἡ αἰδοῦς ἀξία· πίμπλησι δὲ καὶ πληροῖ τὴν σὴν καλιὰν, ἤγουν τὴν οἰκίαν, βιότου, ἀντὶ τοῦ τῶν πρὸς ζωὴν χρησίμων. Δῖον γένος τὸν Πέρσην λέγει, ἢ διότι παῖδες Δίου τινὸς ἦσαν, ἢ διότι εἰς θεοὺς ἀνέφερον τὴν γένεσιν· | |
5 | εἰς γὰρ Ὀρφέα καὶ Καλλιόπην τὸ γένος ἀνῆγον. MOSCHOP. | |
sch299quat | ΠΙΜΠΛΗΣΙ Ποιητικῶς, πιμπλῶ κοινῶς. Καλιὰ κυρίως ἡ νεοττιά. ἐνταῦθα δὲ καταχρηστικῶς ἡ οἰκία. MO‐ SCHOP. | |
sch300 | ΛΙΜΟΣ ΓΑΡ ΤΟΙ. Λιμὸς θηλυκῶς λέγεται παρὰ τοῖς Δωριεῦσι. PROCLUS. | |
sch300bis | ΛΙΜΟΣ ΓΑΡ ΤΟΙ ΠΑΜΠΑΝ ΑΕΡΓΩι ΣΥΜ‐ ΦΟΡΟΣ ΑΝΔΡΙ. Τὸ μὲν σύμφορον οὐ λέγει τὸν συμφέρον‐ | |
τα, ἀλλὰ τὸν συμφερόμενον καὶ συνόντα, ὡς ὅπου ἀργία ἐστὶ, καὶ λιμὸν εἶναι ἀναγκαῖον ἐκεῖ. Τὸ δὲ τῷ ἀργῷ νεμεσᾷν τοὺς | 203 | |
5 | θεοὺς, ἀληθές· χρῆναι γὰρ τὸ σῶμα τρέφειν διὰ τῶν σωματι‐ κῶν πόνων, καὶ τὰ ἀναγκαῖα πορίζειν ἑαυτῷ διὰ τῶν οἰκείων ἔργων. ΑΛΛΩΣ. Τὸ μὲν ἀργὸν ζῇν ἑπόμενον ἔχει λιμὸν, τὸ δ’ ἐθέλοντα μὴ λιμώττειν, ἀντὶ τοῦ ἐργάζεσθαι πράγματα παρέχειν ἄλλοις, ἵνα ἀπὸ τούτων τρέφηται, κηφῆνος ἔργον | |
10 | ἐστὶ κεκεντρωμένου, τὸ μέλι κατεσθίοντος, ὅσον αἱ μέλισσαι συνάγουσι. Κόθουρος οὖν ὁ κηφὴν, ὡς κεύθερος τὶς ὢν καὶ τὸ κέντρον κεκρυμμένον ἔχων· καὶ παρέλαβεν αὐτὸν ὡς ἀργόν· μόνον γὰρ τὸ ζῶον τοῦτο οὐ δύναται τροφὴν ἑαυτῷ πορίσασθαι. Ἢ τὸ κοθούροις, ἀντὶ τοῦ ἀργοῖς, παρὰ τὴν | |
15 | καθέδραν. Ἢ κολούροις τὴν οὐρὰν καὶ τὸ κέντρον· καὶ γὰρ καὶ ἀργὸς καὶ ἄκεντρος. Ἢ κοθούροις, ἀντὶ τοῦ κόρῳ πλήθουσι. Καταγέλαστος γὰρ ἂν εἴη τὶς τῶν μὲν ἀνθρώπων ἐλαττούμενος, τοῖς δὲ κηφῆσιν ὁμοιούμενος. ΑΛΛΩΣ. Κηφὴν ζῶον μελισ‐ σῶν ἀργότατον καὶ ἄκεντρον· κόθουροι δὲ, ἢ ὅτι κάθηνται, | |
20 | τουτέστι παρατηροῦνται τὴν ὥραν, ἐν ᾗ ἐκβαίνουσιν αἱ μέ‐ λισσαι, ἵνα ἐκλαθόντες ἐσθίωσι τὸ μέλι· ἢ τοῖς κολοβὴν οὐ‐ ρὰν ἔχουσιν· ἀποκρύπτουσι γὰρ τὴν οὐράν. Δίδυμος δὲ κοτούροις, ὅτι κότον ἔχουσιν ἐν τῇ οὐρᾷ· κατὰ δὲ Ἀριστο‐ τέλην, ἀκέντροις· Ἀμερίας δὲ, κακούργοις· μόνος δὲ Ἡσίο‐ | |
25 | δος ἅπαξ τῇ λέξει ἐχρήσατο. PROCLUS. | |
sch300ter | ΣΥΜΦΟΡΟΣ. Συνοπαδὸς, συνακόλουθος· τουτέστιν, ὁ ἀργὸς συμφέρεται πενίᾳ, καὶ συζῇ τῷ λιμῷ. TZETZES. | |
sch300quat | ΛΙΜΟΣ ΓΑΡ ΤΟΙ. Ὁ λιμὸς γὰρ διόλου ἐστὶ τῷ ἀργῷ ἀνδρὶ συμφερόμενος, συνὼν, τούτῳ, ἤγουν κατὰ τού‐ του, νεμεσῶσι καὶ ἀγανακτοῦσιν οἱ θεοὶ καὶ οἱ ἄνδρες, ὃς ἂν ζῇ ἀργὸς, ὅμοιος κατὰ τὴν ὁρμὴν τοῖς κηφῆσι τοῖς κοθούροις, | |
5 | ὅτι κεύθουσι τὴν οὐρὰν, τουτέστι τὸ κέντρον. Νεμεσᾷν, τὸ ὑπὲρ δικαίου ἀγανακτεῖν. Ἀεργὸς ποιητικὸν, ἀργὸς κοινόν. | |
MOSCHOP. | 204 | |
sch301 | ΘΕΟΙ ΚΑΙ ΑΝΕΡΕΣ. Θεοὺς νῦν τοὺς σοφοὺς, καὶ τοὺς τὰ θεῖα εἰδότας καλεῖ, ἀνθρώπους δὲ τοὺς ἀνθρωπίνως μόνως καὶ παχυλῶς ζῶντας· καί φησιν, ὅτι τῷ ἀργῷ δικαί‐ ως ἅπαντες μέμφονται, σοφοί τε καὶ ἄσοφοι. TZETZES. | |
sch302 | ΖΩΗ. Ζώω ζώεις ζώει. Ζώῃ δὲ, εὐκτικὸν καὶ ὑποτακτικὸν η. Τὸ ὥς κε, καὶ τὸ κε παρὰ Ἴωσιν οὔ, παρὰ δὲ Ἀττικοῖς ὑποτάσσει. TZETZES. | |
sch302bis | ΚΗΦΗΝΕΣΣΙ ΚΟΘΟΥΡΟΙΣ. Ὅμοιος ὑπάρ‐ χων κατὰ τὴν ὁρμὴν, ἢ τὴν ὀργήν. Τουτέστιν ἁρπακτικὸς καὶ ἀλλοτριοφάγος, ὥσπερ οἱ κηφῆνες· κηφὴν δέ ἐστιν ζωΰφιόν τι ἐμφερὲς μελίσσῃ, ἀργὸν καὶ ἄκεντρον, ἐσθίον | |
5 | λαθραίως τὸν πόνον τῶν μελισσῶν. TZETZES. | |
sch302ter | ΚΟΘΟΥΡΟΙΣ. Κακούργοις, ἢ ἀκέντροις. Ἢ κοτούροις, τοῖς κότον ἔχουσιν ἐν τῇ οὐρᾷ. Ἢ τοῖς κολοβὴν ἔχουσιν οὐρὰν καὶ ἀποκρύπτουσιν αὐτήν. Ἢ τοῖς καθεύδουσι, καὶ ἐπιτηροῦσι τὴν ὥραν ὅταν αἱ μέλισσαι ἐξέρχωνται, ἵνα | |
5 | λαθόντες ἐσθίωσι τὸ μέλι. Τούτῳ μὲν αὐτὸς Προκλόθεν κεχρημένος, Τέθηκα τοῖς χρήζουσιν ἐκμακρηγορῶν. TZETZES. | |
sch303 | ΟΙΤΕ ΜΕΛΙΣΣΑΩΝ. Οἵ τινες ἀργοὶ ὄντες ἀνα‐ λοῦσι τὸν πόνον τῶν μελισσῶν ἐσθίοντες· ἀντὶ τοῦ τὸ ἔργον, ὃ καμοῦσαι εἰργάσαντο αἱ μέλισσαι. Σοὶ δὲ φιλούμενα ἔστω ἔργα τὰ τὰ σύμμετρα τῇ σῇ δυνάμει, ἤγουν τὰ δυνατά σοι· | |
5 | ὥστε κοσμεῖν αὐτὰ, ἤγουν κατὰ κόσμον ἐργάζεσθαι, ὡς ἄν σοι αἱ οἰκίαι πεπληρωμέναι ὦσι πλούτου, ὃν αἱ ὧραι παρέχου‐ σιν. MOSCHOP. | |
sch304 | ΣΟΙ Δ’ ΕΡΓΑ ΦΙΛ’ ΕΣΤΩ. Σοὶ δὲ προσφιλῆ ἔστωσαν τὰ μέτρια ἔργα, ἤτοι τὰ σεμνὰ καὶ μὴ ἀπρεπῆ, ὥς τε κοσμεῖν δηλονότι σεαυτὸν, καὶ μὴ ἄκοσμον εἶναι τὰ φαῦλα | |
μετερχόμενον. TZETZES. | 205 | |
sch306 | ΕΞ ΕΡΓΩΝ Δ’ ΑΝΔΡΕΣ. Παντὶ τῷ τὸ κατὰ φύσιν ἔργον ἐκπληροῦντι τοῖς θεοῖς ἀρέσκειν ἕπεται. Καὶ τοῖς ἀνθρώποις οὖν ἐργαζομένοις, καὶ τὰ ἀναγκαῖα διὰ τῶν ἔργων πορίζουσιν ὑπάρχει θεοφιλῶς πράττειν· ὡς καὶ τοῖς | |
5 | ἀργοῖς μὲν, τὰ δὲ τῶν ἐργαζομένων καρποῦσθαι βουλομένοις, ὑπάρχει νεμεσᾶσθαι παρὰ τῶν θεῶν. Οἱ μὲν οὖν πολλοὶ καὶ καπηλεύειν διὰ ταῦτα, καὶ τὰ ἄλλα ἔργα μετιέναι τὸν σπου‐ δαῖον δεῖν οὐκ ἀπέγνωσαν, διὰ ταῦτα τὰ ῥήματα τοῦ Ἡσιό‐ δου μηδὲν ἐπαχθὲς εἶναι λέγοντες. Εὖ δ’ ὁ Πλάτων ἐξηγήσατο | |
10 | τὸ ἔπος. Ἔργα γὰρ καλεῖν τὸν Ἡσίοδον, ἑκάστου τῶν ὄντων τὰ κατὰ φύσιν ἔργα. Ταῦτα οὖν καὶ τῷ σπουδαίῳ πρέποντα ἔργα, ὅσα οἰκεῖα σπουδαίῳ· διὸ καὶ Ὅμηρος τὰ μὲν βέλτιστα τῶν ἔργων μόνον ἔργα καλεῖ· τὰ δὲ φαῦλα μετὰ προσθήκης κακὰ ἔργα, ὡς ἂν τοῦ ἔργου καθ’ αὑτὸ τὸ καλὸν δηλοῦντος. | |
15 | —εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένηται. Καὶ —δύο δ’ αἰὲν ἔχον πατρώϊα ἔργα. Τὰ δὲ μεμπτὰ, δῆλα· οὐκ ἀρετᾷ κακὰ ἔργα. | |
20 | ΑΛΛΩΣ. Οὐκ ἄρα τὸ κλέπτειν καὶ τὸ πορνοβοσκεῖν ὄνειδος· ῥητέον ὅτι τὸ ἔργον τῆς γεωργίας ὄνειδος οὐκ ἔχει, οἷον, τὸ βοηλατεῖν, τὸ σκάπτειν. Ἢ ἁπλῶς ῥητέον ἔργα ὡς παρὰ τοῖς παλαιοῖς, τὰ σπουδαῖα. Ὅτε γὰρ τὰ φαῦλα σημαίνει προστι‐ θέασι τὸ κακὸν, | |
25 | οὐκ ἀρετᾷ κακὰ ἔργα καὶ σχέτλια ἔργα. PROCLUS. | |
sch306bis | ΕΞ ΕΡΓΩΝ Δ’ ΑΝΔΡΕΣ ΠΟΛΥΜΗΛΟΙ Τ’ ΑΦΝΕΙΟΙ ΤΕ. Ἐξ ἐπιτηδευμάτων καὶ ἐργασιῶν καὶ | |
τεχνῶν, οὐκ ἐξ ἀργοῦ βίου, οἱ ἄνδρες πολυθρέμμονες γίνον‐ ται, καὶ τὰς ἐτησίας προσόδους κεκτημένοι διαρκεστάτας. | 206 | |
5 | Καί τ’ ἐργαζόμενος πολὺ πλέον ἀγαπηθήσῃ καὶ σοφοῖς καὶ ἀσόφοις. TZETZES. | |
sch306ter | ΕΞ ΕΡΓΩΝ Δ’ ΑΝΔΡΕΣ. Ἐκ τῶν ἐργασιῶν γὰρ οἱ ἄνδρες, γίνονται δηλονότι, πολυθρέμμονές τε καὶ πλούσιοι τὸν ἀπὸ τοῦ χρόνου καὶ τῶν ὡρῶν πλοῦτον. Ἄφενος ὁ ἀπὸ τῶν ὡρῶν πλοῦτος, ἀφ’ οὗ ἀφνειὸς ὁ πλούσιος τοῦ‐ | |
5 | τον τὸν πλοῦτον. MOSCHOP. | |
sch307 | ΚΑΙ Τ’ ΕΡΓΑΖΟΜΕΝΟΣ. Καὶ ἐργαζόμενος ἔσῃ καταπολὺ φιλούμενος τοῖς θεοῖς καὶ τοῖς βροτοῖς· λίαν γὰρ στυγοῦσι, μισοῦσιν, οἱ θεοὶ καὶ οἱ ἄνθρωποι τὸν ἀργόν. MOSCHOP. | |
sch309 | ΕΡΓΟΝ Δ’ ΟΥΔΕΝ ΟΝΕΙΔΟΣ. Εἰς τόνδε τὸν λόγον ὑποδιάστελλε, ἵνα δηλοῖ τὸ ἔργον, ἤτοι τὸ σπουδαῖον οὐδὲν κατ’ οὐδὲν ὑπάρχει ὄνειδος· ἐὰν γὰρ εἴπῃς, Ἔργον δ’ οὐδὲν ὄνειδος, μὴ διαστείλας ὡς εἶπον, δεικνύεις μὴ | |
5 | δὲ τὸ μαστροπεύειν, μὴ δὲ τὰ λοιπὰ τῶν αἰσχρῶν ἔργων εἶναι ὄνειδος. TZETZES. | |
sch309bis | ΕΡΓΟΝ Δ’ ΟΥΔΕΝ ΟΝΕΙΔΟΣ. Ἡ ἐργασία δὲ οὐδαμῶς ἐστὶν αἰσχρὸν, ἡ ἀργία δὲ αἰσχρόν. Ὄνειδος τὸ αἶσχος, ὥσπερ ἔγκλημα τὸ ἁμάρτημα· ἀκολουθεῖ γὰρ ὥσπερ τῷ ἁμαρτήματι τὸ ἐγκαλεῖσθαι, οὕτω τῷ αἴσχει τὸ ὀνειδίζεσθαι· | |
5 | ἐνταῦθα δὲ ὄνειδος οὐ τὸ αἶσχος, ἀλλὰ τὸ αἰσχρὸν, ἤγουν τὸ μετέχον αἴσχους. MOSCHOP. | |
sch310 | ΕΙ ΔΕ ΚΕΝ ΕΡΓΑΖΗι. Ἐὰν δὲ ἐργάζῃ, ζηλώσει σε ἴσως, ἀντὶ τοῦ μιμήσεται, ὁ ἀργὸς πλουτοῦντα· τῷ πλού‐ τῳ δὲ τῷ ἀπὸ τῶν οἰκείων ἔργων δηλονότι καὶ πόνων πο‐ ρισθέντι τινὶ ἀρετὴ καὶ δόξα ἕπεται, ἀντὶ τοῦ σύνεστιν· ἢ | |
5 | ἡ ἀρετὴ μὲν συμφαίνεται τῷ τοιούτῳ πλούτῳ, ἅτε ἀπὸ καρ‐ τερίας καὶ πόνων κτηθέντι· ἡ δόξα δὲ ἕπεται, ἀγαθὴ τῶν ἀν‐ θρώπων οὖσα ὑπόληψις. MOSCHOP. | |
sch311 | ΠΛΟΥΤΩι Δ’ ΑΡΕΤΗ. Μηδεὶς λοιδορείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦτον ὁρῶν πόῤῥω τῆς ἀρε‐ τῆς ἐσκηνωμένον, ἀλλὰ πλοῦτον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ | |
τῶν ἔργων πορισθεῖσαν ἀφθονίαν τοῖς ἐργαζομένοις δικαίαν | 207 | |
5 | οὖσαν, καὶ ἀπὸ τῶν οἰκείων πόνων ἠθροισμένην. Εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν, ἐκ τῶν ἔργων τοὺς ἀνθρώπους γίνεσθαι πολυμήλους καὶ ἀφθόνους καὶ ἀφνειούς. Τῷ δὲ τοιούτῳ πλού‐ τῳ ἕπεσθαι πάντως ἀνάγκη τὴν ἀρετὴν καὶ τὴν δόξαν· ἕπεσθαι δὲ οὐχ ὡς παρακολουθήματα ὄντα ταῦτα τῆς εὐπορίας, ἀλλ’ ὡς | |
10 | συνυπάρχοντα τῷ τοιούτῳ πλούτῳ. Καὶ ὡς παντὸς, ὃς ἂν οὕτω πλουτῇ, καὶ δόξαν ἀγαθὴν κεκτημένου καὶ δηλοῦντος, ὅτι ἀρετὴν ἔχει, δι’ ἣν προσκαρτερεῖ τοῖς οἰκείοις ἔργοις. ΑΛΛΩΣ. Ὥσπερ ἕπεται ἡ ὑγεία τῇ ἰατρικῇ, οὕτω τῇ ἀρετῇ οὐ πάντα, ἀλλ’ ὁ πλοῦτος ὑπουργεῖ. Εἰ μὴ γὰρ ὁ | |
15 | πλοῦτος ὑπουργήσοι, οὐ παιδεύεταί τις ἀλύπως, οὔτε πρὸς ἀρετὴν ἐκδίδωσιν ἑαυτὸν, κἂν ἐκδῷ δὲ, δυσκατόρθωτον αὐ‐ τῷ τὸ ἔργον φαίνεται περὶ τὴν τῶν ἀναγκαίων χρείαν ὑστε‐ ρουμένῳ. PROCLUS. | |
sch311bis | ΠΛΟΥΤΩι Δ’ ΑΡΕΤΗ. Πῶς τοῦ πλούτου πρὸς ἀκρασίαν καὶ ὕβρεις μᾶλλον προτρέποντος οὗτός φησι ἀρε‐ τὴν αὐτῷ ἕπεσθαι; Καὶ οἱ μὲν φασὶ τῷ ἐξ ἔργων πλούτῳ ἕπεσθαι τὴν ἀρετὴν, καὶ καλῶς φασί. Ἐγὼ δὲ φημὶ καὶ τῷ | |
5 | οἱῳδήποτε πλούτῳ ἕπεσθαι ἀρετὴν, τὴν μὴ οὖσαν δὲ, ἀλλὰ τὴν δοκοῦσαν. Τῶν γὰρ πλουτούντων τοὺς μέν φασι σώ‐ φρονας, τοὺς δὲ ἀνδρείους, καὶ ἕτεροι ἑτέρους, θεραπεύ‐ οντες τὴν τοῦ πλούτου ὑπεροχήν. Ἢ καὶ ἄλλως· τέσσαρες εἰσὶν αἱ πρῶται καὶ γενικαὶ ἀρεταὶ, ἀνδρεία, φρόνησις, σω‐ | |
10 | φροσύνη, καὶ δικαιοσύνη. Ἀλλὰ καὶ τὸ κάλλος, καὶ τὸ τάχος, καὶ τὸ περιβλέπεσθαι, καὶ ἕτερα μυρία τοιαῦτα ἀρετὰς | |
ἐκάλουν οἱ παλαιοί. Τούτων δέ τινα πρόσεστι τοῖς πλουσίοις· τοῖς δὲ πενεστέροις, κἂν ὦσιν, ὅμως ἡ ἔνδεια ταῦτα συγκρύ‐ πτει, ὥσπερ τις μυθολογουμένη κυνέα τοῦ Ἄϊδος. TZETZES. | 208 | |
sch312 | ΔΑΙΜΟΝΙ Δ’ ΟΙΟΣ ΕΗΣΘΑ. Δαίμων οὐ μόνον ὁ ἀπονέμων ἡμῖν τὸν βίον καὶ διοικῶν τὰ ἡμέτερα, κρείττων ἡμῶν, καλεῖται, ἀλλὰ καὶ αὐτὸς ὁ ἀπ’ ἐκείνου βίος ἑκάστοις ἀπονεμόμενος, εἰς ὃν βλέποντες τοὺς μὲν εὐδαιμονεῖν | |
5 | φαμὲν, τοὺς δὲ κακοδαιμονεῖν· ὡς καὶ τύχη λέγεται ἥτε ἐπι‐ τροπεύουσα τοὺς βίους ἡμῶν, καὶ τὸ ἀποδιδόμενον ἑκάστοις παρ’ αὐτῆς· ὅθεν καὶ εὐτυχεῖν τινὰς καὶ δυστυχεῖν λέγομεν. Τοῦτο οὖν φησὶν ὁ Ἡσίοδος, προτρέπων εἰς τὸ μὴ ζῇν ἀργὸν, ὅτι ὁποῖος ἂν ἑκάστῳ τυγχάνῃ βίος ἀποδεδομένος, | |
10 | τούτῳ ἄμεινον ἐργάζεσθαι εἴτε ἀμείνων εἴτε χείρων· καὶ μὴ ποιεῖσθαι πρόφασιν ἀργίας ἡλικίαν, ἢ τύχην, ἢ ἄλλο τι τοι‐ οῦτον· ἀλλὰ πάντως ἔργον τὶ ζητεῖν, ἢ γεωργικὸν, ἢ τεκτο‐ νικὸν, ἢ ἐμπορικὸν, ἢ ἄλλ’ ὁτιοῦν. PROCLUS. | |
sch312bis | ΔΑΙΜΟΝΙ Δ’ ΟΙΟΣ ΕΗΣΘΑ. Τοῦτο τὸ σχῆμα, λύσις ἐστὶ τοῦ ἀντιπίπτοντος· προτρεπόμενος γὰρ πρὸς ἐργασίαν ὁ Πέρσης ἴσως ἂν κώλυμα πενίαν καὶ ἀτυχίαν προὐ‐ βάλλετο· ὃ λύων Ἡσίοδός φησι, τῷ δαίμονι δὲ καὶ τῇ | |
5 | τύχῃ οἷος ὑπάρχεις, ἀτυχὴς ἢ εὐτυχὴς, ἢ πένης ἢ πλούσιος, ΤΟ ΕΡΓΑΖΕΣΘΑΙ ΑΜΕΙΝΟΝ. Ἐάν κε δὴ μελετᾷς καὶ φροντίζῃς τοῦ βίου ὥς σε κελεύω, τρέψεις τὸν ἀεσίφρονα | |
θυμὸν καὶ περιπετασμένον εἰς τὸ ἔργον ἀπὸ τῶν ἀλλοτρίων κτημάτων καὶ κτεάνων, τουτέστιν ἀπὸ τοῦ ἁρπάζειν τὰ | 209 | |
10 | ἀλλότρια. TZETZES. | |
sch312ter | ΔΑΙΜΟΝΙ Δ’ ΟΙΟΣ ΕΗΣΘΑ. Τῇ δαιμονίᾳ δὲ δόσει, τῇ τύχῃ δηλονότι καὶ τῇ τάξει, οἷος ἄρα εἶ, ἤγουν ὑπάρχεις. MOSCHOP. | |
sch312quat | ΤΟ ΕΡΓΑΖΕΣΘΑΙ ΑΜΕΙΝΟΝ. Ἀντὶ τοῦ καλόν. MOSCHOP. | |
sch313 | ΕΙΚΕΝ ΑΠ’ ΑΛΛΟΤΡΙΩΝ. Μὴ ἐπαισχύνεσθαι παραινεῖ μεταχειρίσασθαι τὶ τῶν ἔργων, εἰ καὶ ἀπὸ εὐπορωτέ‐ ρων ἀπορώτερος γέγονεν, ἵν’ αὖθις εὐπορήσῃ. Τοῦτο γὰρ ἄμεινον εἶναι, ὁποίαν ἂν ἔχῃ τὴν δαιμονίαν δόσιν, ἔργον τι μετιέναι, κἂν | |
5 | πλούσιός τις, κἂν πένης ἐστίν. Ἄμεινον δ’ οὖν εἶναι τοῦτο, ἀπὸ τῶν ἀλλοτρίων κτημάτων τὴν ψυχὴν τρέψαι ἐπὶ τὸ ἔργον, μελετή‐ σαντα διὰ τούτου τῶν πρὸς τὸν βίον ἀναγκαίων εὐπορῆσαι, κακοπραγιῶν μὲν ἀποσχόμενον, ἑαυτῷ δὲ πορίζοντα διατρο‐ φὴν, καὶ μὴ ἁπλῶς μετιέναι τὸ ἔργον. Ἀλλὰ μελετᾷς βίου | |
10 | φησί· τοῦτο δέ ἐστι μετὰ φροντίδος καὶ ἐπιμελείας προσιόντα τῷ ἔργῳ, δι’ οὗ συλλέξεις βίον. Ταῦτα μὲν παραινεῖ, καὶ τὸ ΚΕΛΕΥΕΙΝ τοῦτο δηλοῖ. Τὸν δὲ ΑΕΣΙΦΡΟΝΑ ΘΥΜΟΝ, ἤτοι τὸν ἀερσίφρονα ῥητέον, ὅ ἐστιν ὁ μετέωρος καὶ πρὸς μηδὲν τῶν ἀναγκαίων συντεταγμένος, ἢ τὸν βλαψίφρονα· τὸ | |
15 | γὰρ ἆσαι, τὸ βλάψαι σημαίνει. Τὸν οὖν μετέωρον θυμὸν τὸν βεβλαμμένον ἀξιοῖ τρέπειν ἀπὸ τοῦ ἀποβλέπειν εἰς τὰ ἀλλότρια κτήματα εἰς τὸ ἐργάζεσθαι, καὶ διὰ τούτου ἐπιμελεῖσθαι τοῦ βίου. ΒΙΟΣ δέ ἐστιν, ἡ τῶν ἀναγκαίων περιποίησις, ἀφ’ ἧς ὑπάρχει τὸ βιοῦν καὶ ζῇν. PROCLUS. | |
sch314 | ΜΕΛΕΤΑιΣ ΒΙΟΥ. Ἀντὶ τοῦ, ἐὰν φροντίδα ἔχῃς καὶ μελέτην τῶν πρὸς ζωάρκειαν, καθὰ παραινῶ σε, ποιεῖν δηλονότι. MOSCHOP. | |
sch314bis | ΤΡΕΨΑΣ ΤΟΝ ΑΕΣΙΦΡΟΝΑ ΘΥΜΟΝ. Ἤγουν τὴν ἐπηρμένην σου ψυχὴν εἰς ἔργον ἀπὸ τῶν ἀλλοτρίων κτη‐ μάτων· τουτέστιν, ἐὰν οὕτως ἐργάζῃ ὥστε μὴ ζημιοῦν τινα. MOSCHOP. | |
sch315 | ΑΙΔΩΣ Δ’ ΟΥΚ ΑΓΑΘΗ. Καὶ τοῦτον καὶ τὸν ἑξῆς στίχον παρεμβεβλῆσθαι ληφθέντας ἀπὸ τοῦ Ὁμήρου, καὶ Πλούταρχος εἶπε. Δηλοῖ δ’ ὅμως δι’ αὐτῶν, ὅτι οὐ χρὴ αἰδεῖσθαι μετιέναι τὶ ἔργον, ἀφ’ οὗ βίον συλλέξεις· ἡ | 210 |
5 | γὰρ χρεία κρείττων τῆς αἰδοῦς. Καὶ οὐκ ἂν εἴη ἡ αἰδὼς ἀγαθὸν, ἀλλ’ ἔστιν ὅτε καὶ βλαβερόν· τῶν γὰρ μέσων ἐστὶ καὶ καιροῦ προσδεόμενον. ΑΛΛΩΣ. Ὅτι ὁ ἐνδεὴς οὐκ ὀφείλει αἰδεῖσθαι· τὸν γὰρ τοιοῦτον οὐκ ἀγαθὴ αἰδὼς ἄγει. PROCLUS. | |
sch315bis | ΑΙΔΩΣ Δ’ ΟΥΚ ΑΓΑΘΗ. Ὁ μὲν στίχος τοῦ Ὁμήρου τῷ Ἡσιόδῳ ἐχρήσθη. Ὁ δὲ νοῦς οὗτος ἐστίν· οὐκ ἀγαθὴ αἰδὼς τὸν κεχρημένον καὶ πενόμενον κομίζει καὶ κατέ‐ χει, τουτέστι πενόμενος οὐκ ὀφείλεις αἰδεῖσθαι πρὸς τὴν | |
5 | ἐργασίαν. TZETZES. | |
sch315ter | ΑΙΔΩΣ Δ’ ΟΥΚ ΑΓΑΘΗ ΚΕΧΡΗΜΕΝΟΝ ΑΝ‐ ΔΡΑ ΚΟΜΙΖΕΙ. Αἰδώς με ἄγει, καὶ αἰδῶ ἔχω, καὶ αἰδοῦ‐ μαι ταυτόν· ὥστε τὸ οὐκ ἀγαθὴ αἰδὼς ἄγει τὸν ἄνδρα τὸν ἐνδεῆ, ταυτὸν ἂν εἴη τῷ οὐκ ἀγαθὴν αἰδῶ ἔχει ὁ ἐνδεὴς ἀνὴρ, | |
5 | καὶ τοῦτο πάλιν ταυτὸν τῷ ὁ ἐνδεὴς ἀνὴρ οὐ καλῶς αἰδεῖται. Ἐπεὶ δὲ καὶ διὰ τούτων οὔπω καθαρῶς ἡ ἔννοια δηλοῦται, ποιεῖ δὲ τὴν σύγχυσιν ἐν αὐτοῖς τὸ οὐ καλῶς, καὶ τὸ οὐκ ἀγαθὴ, σκεπτέον τὸν λόγον χωρὶς τούτων ἐπὶ τῶν δοκούντων μάλιστα σαφεστέρων. Καὶ ἔχει οὕτως· ὁ ἐνδεὴς ἀνὴρ οὐκ | |
10 | ἔχει αἰδῶ, ἀντὶ τοῦ οὐκ ὀφείλει ἔχειν αἰδῶ· καὶ ὁ ἐνδεὴς ἀνὴρ οὐκ αἰδεῖται, ἀντὶ τοῦ οὐκ ὀφείλει αἰδεῖσθαι. Εἶτα προσληπτέον καὶ ταῦτα, καὶ δῆλον πάντως εὐθὺς γίνεται, ὅτι ὑποθετικὸς ὁ λόγος γίνεται, ἔχων οὕτως· ὁ ἐνδεὴς ἀνὴρ οὐκ ὀφείλει ἔχειν αἰδῶ, ἐπὶ τὰ ἔργα δηλονότι, ἀφ’ ὧν | |
15 | βίον ἑαυτῷ πορίσεται· ταῦτα γὰρ ἀπὸ τῶν προτέρων λό‐ γων συνυπακούεται· εἰ δὲ ἔχει, οὐκ ἀγαθὴν αὐτὴν ἔχει. Καὶ ὁ ἐνδεὴς ἀνὴρ οὐκ ὀφείλει αἰδεῖσθαι τὴν ἐπὶ τὰ ἔργα αἰδῶ δηλονότι· εἰ δὲ αἰδεῖται, οὐ καλῶς τοῦτο ποιεῖ. Αἰδὼς, κατὰ ἐπανάληψιν, ἥτις μέγα σίνεται καὶ μεγάλως βλάπτει | |
20 | τοὺς ἄνδρας, καὶ ὀνίνησι, καὶ ὠφελεῖ. MOSCHOP. | |
sch316 | ΑΙΔΩΣ, ἩΤ’ ΑΝΔΡΑΣ. Τὸ σχῆμα ἐπανάληψις καὶ ἐπαναδίπλωσις καλεῖται. Λέγει δὲ τὴν αἰδῶ καὶ βλά‐ πτειν, καὶ ὠφελεῖν τοὺς ἀνθρώπους· διπλῆν γὰρ εἶναι αὐ‐ τὴν φησίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστίν, ὡς πλέον διὰ τοῦ | 211 |
5 | κατωτέρου στίχου φανεροῦται· ἐάν τις πενόμενος αἰδῆται ἐργάζεσθαι, καὶ ἕτερόν τι ποιεῖν ἀγαθὸν, καταβλάπτεται· ἐὰν δὲ αἰδῆται πράττειν αἰσχρὰ, ὠφελεῖται· ὥσπερ καὶ ἐὰν αἰδῆ‐ ται κλέπτειν, ἢ τυχὸν ἐὰν στρατιώτης ὢν αἰδῆται λειποτακ‐ τεῖν· αὕτη γὰρ ἡ αἰδὼς ἀγαθὴ, φαύλη δὲ ἡ προτέρα. ΑΙΔΩΣ | |
10 | ΤΟΙ ΠΡΟΣ ΑΝΟΛΒΙΑΝ. ἐπισφραγίζων δὲ ταῦτα καὶ δεικνὺς πῶς ἡ αἰδὼς σίνεται καὶ ὀνίνησι, φησίν· αἰδὼς ἔστω σοι, ἢ ὑπαρχέτω, πρὸς ἀνολβίαν, θάρσος δὲ καὶ τόλμα πρὸς ὄλβον. Τουτέστιν, αἰδοῦ ἀργὸς ὢν καὶ κινδυνεύων πενητεῦσαι· θρασὺς δὲ καὶ ἀναιδὴς ἔσο πρὸς τὸ πλουτῆσαι, πάντα τὰ | |
15 | πρὸς τοῦτο συντείνοντα ἐργαζόμενος. Καὶ ὁ μὲν μουσικὸς | |
Ἀριστόξενος αἰσχύνης οἶδε καὶ αἰδοῦς διαφορὰν, αἰσχύνην μὲν καλῶν τὴν γενομένην ἀτιμίαν ἐπ’ αἰσχροῖς, οἷον τὸ μετὰ τὴν κλοπὴν ἁλῶναι τινὰ, καὶ καρῆναι, καὶ δημοσίως τυφθῆναι· Αἰδῶ δὲ τὴν εὐλάβειαν καὶ σεμνὴν ὑποστολήν. Ὁ δὲ | 212 | |
20 | Ἡσίοδος νῦν καλλίστως αὐτὴν τὴν αἰδῶ εἰς δύο διῄρηκεν, ὡς ἔφημεν, ὡς ὠφελοῦσαν, καὶ σίνουσαν. Αἰδώς τοι πρὸς ἀνολβίην ἐγὼ μὲν γράφω μετὰ τοῦ ν, καθὰ καὶ ἐξηγησάμην· οἱ δὲ λοιποὶ χωρὶς τοῦ ν γράφουσι. Θράσος, ἡ ἀναιδὴς καὶ ἀλόγιστος τόλμα· θάρσος δὲ, ἡ λελογισμένη. TZETZES. | |
sch317 | ΑΙΔΩΣ ΤΟΙ ΠΡΟΣ ΑΝΟΛΒΙΗι. Διὰ τὴν αἰδῶ ταύτην ἄνολβος ἔσῃ καὶ ἄπορος, αἰσχυνόμενος ἐργάζεσθαι· διὰ δὲ τὸ θάρσος, τὸ ἀντικείμενον ταύτῃ τῇ αἰδοῖ, ὄλβος σοι περιέσται καὶ εὐπορία. Τὸ δὲ θάρσος ἐστὶ τὸ μὴ ἐπαι‐ | |
5 | σχύνεσθαι τὰ ἔργα δι’ ὧν προξενήσεις σαυτῷ τινὰ εὐπορίαν. ΑΛΛΩΣ. Ἡ αἰδὼς κακὴ τῷ μὴ ἔχοντι, τῷ δὲ πλουσίῳ κακὸν τὸ θάρσος. Ἡ αἰδὼς σύνεστι τῇ πτωχείᾳ, τὸ αἰσχύ‐ νεσθαι ἐργάζεσθαι· τὸ δὲ πρὸς τὰς ἐργασίας θάρσος σύνεστι τῷ πλούτῳ. Ἡ αἰδὼς σύνεστι τῇ πενίᾳ, πτωχὸς γὰρ οὐχ | |
10 | ὑφίσταται ἀπειλήν· θάρσος ἕπεται τῷ πλούτῳ, ὁ γὰρ πλοῦ‐ τος θάρσος τίκτει. PROCLUS. | |
sch317bis | ΑΙΔΩΣ ΤΟΙ ΠΡΟΣ ΑΝΟΛΒΙΗι. Ἡ αἰδὼς, ἡ ἐπὶ τὰ ἔργα δηλονότι, παράκειται τῇ ἀνολβίᾳ, ἤγουν τῇ πτω‐ χείᾳ καὶ ἀπορίᾳ· τὸ θάρσος δὲ, τὸ ἀντικείμενον ταύτῃ τῇ αἰδοῖ, ἤγουν τὸ μὴ ἐπαισχύνεσθαι τὰ ἔργα δι’ ὧν προξενήσει | |
5 | τις ἑαυτῷ εὐπορίαν, παράκειται τῷ ὄλβῳ ἤγουν τῷ πλούτῳ· εἶτα μεταβαίνει ἐφ’ ἑτέραν παραγγελίαν· καί φησιν χρήμα‐ τα κ. τ. λ. MOSCHOP. | |
sch318 | ΑΙΔΩΣ κ. τ. λ. Αἰδῶ, φησὶ, ἔχε πρὸς τὴν πενίαν, θρασὺς δὲ ἔσο πρὸς τὸ ἐξ ἔργων πλουτεῖν. Τὰ ΧΡΗΜΑΤΑ δὲ τὰ ΘΕΟΣΔΟΤΑ, πολλὸν καὶ κατὰ πολὺ κρείττω, οὐχὶ τὰ ἐξ ἁρπαγῆς καὶ βίας. TZETZES. | |
sch318bis | ΧΡΗΜΑΤΑ Δ’ ΟΥΧ ἉΡΠΑΚΤΑ. Τὰ χρήματα δὲ τὰ οὐχ ἁρπακτὰ, ἤγουν τὰ οὐκ ἀπὸ πλεονεξίας, τὰ θεόσ‐ δοτα· ταῦτα δ’ ἂν εἴη τὰ ἀπὸ τῶν ἔργων, κατὰ πολὺ ἀμείνω | |
τῶν ἀπὸ πλεονεξίας δηλονότι. MOSCHOP. | 213 | |
sch319 | ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙ. Δύο γενικὰς διαφο‐ ρὰς παραδίδωσι τῶν ἁμαρτημάτων ἐν τούτοις· τὴν μὲν δι’ ἔργων, τὴν δὲ διὰ λόγων. Ἢ γὰρ βιαζόμενοι τινὲς ἀδικοῦσι τυραννικῶς, ἢ ἀπατῶντες διὰ τῆς γλώσσης, οἷα δὴ πολλὰ | |
5 | εἰώθασι γίνεσθαι, διά τι κέρδος ἀπατῆσαν ὡς ἀγαθὸν, ἢ ἔρ‐ γοις ἢ λόγοις τινῶν μετιόντων ἐκεῖνο τὸ κέρδος. Πάντες μὲν οὖν φανερῶς ἢ ἀφανῶς τὰ ἀλλότρια σφετεριζόμενοι, τὴν διὰ τῶν χειρῶν βίαν δείκνυνται. Τὸ γὰρ ἀκούσιον πᾶν, βίαιον ἐστίν· ὥστε καὶ ὁ κλέψας, βιαίως ἐποίησε. Διότι οὐδεὶς ἂν | |
10 | ἑκὼν τοῦτο πάθοι· πάντες δὲ οἱ ψευδόμενοι καὶ ἐπιορκοῦντες, ἢ παραλογιζόμενοι, διὰ τῆς κατὰ τὴν γλῶσσαν ἀπάτης τοῦτο δρῶσι. Γενικαὶ κακίαι δύο, ἡ βία, καὶ τὸ ψεῦδος· καὶ ἡ μὲν βία τῶν χειρῶν καὶ τῶν ἔργων, τὸ δὲ ψεῦδος τῶν λόγων. Διαιρεῖται δὲ ἡ μὲν βία, εἰς τυραννίδα, ἁρπαγὴν, κλοπήν· τὸ | |
15 | δὲ ψεῦδος εἰς συκοφαντίαν καὶ ἐπιορκίαν. PROCLUS. | |
sch319bis | ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙ. Ἐὰν γάρ τις τῇ δυ‐ νάμει τῶν χειρῶν ἁρπάξας, ἢ ψευσάμενος, ἢ ἐπιορκήσας κτή‐ σηταί τι, τῇ φιλαργυρίᾳ τὸν νοῦν τυφλωθεὶς, αὐτός τε καὶ ὁ οἶκος αὐτοῦ φθείρεται, καὶ ἐπ’ ὀλίγον χρόνον ἔσται ὁ πλοῦ‐ | |
5 | τος αὐτοῦ. PROCLUS. | |
sch319ter | ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙ ΒΙΗι. Ἐὰν γάρ τις κατασχών τινα πράγματα χειρὶ καὶ βίῃ ὀμόσῃ, ἢ ἴσως μὲν οὐ κατέχων αὐτὰ, ἐπιθυμίᾳ δὲ τοῦ κέρδους καὶ τῆς αὐ‐ τῶν κατασχέσεως ὀμόσῃ, ληϊσάμενος αὐτὸς καὶ αἰχμαλωτί‐ | |
5 | σας τὸν ὅρκον τῇ γλώσσῃ, τουτέστι ψευδορκήσας, οἷα γίνεται τὸ καὶ τὸ, καὶ δικαιοσύνη κατοπάζει τὴν ἀναίδειαν, ἤγουν | |
ὅταν ἐν παρέργῳ καὶ ὑστέρῳ λογισθῇ ταύτης, εὐκόλως τὸν ταῦτα ποιοῦντα οἱ θεοὶ, ἤγουν ἡ τῆς Εἱμαρμένης παντοδα‐ πὸς δύναμις, μαυροῖ καὶ ἀφανίζει. TZETZES. | 214 | |
sch319quat | ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙΝ. Εἰ γάρ τις καὶ ἰσχύϊ τῶν χειρῶν αὐτοῦ μέγαν πλοῦτον ἀφέληται, ἢ οὗτος ἀπὸ τῆς ἐνεργείας τῆς γλώττης, ψευδομαρτυρῶν δηλονότι, ἢ ἐπιορκῶν, ἢ παραλογιζόμενος, ληΐσσεται, τουτέστιν ἀποστε‐ | |
5 | ρήσει, ἀπὸ μεταφορᾶς τῶν πολεμίων τῶν τὰς λείας ἑλόντων, ὁποῖα πολλὰ εἴωθε γίνεσθαι, ὁπηνίκα ἂν τὸ κέρδος παρασύρῃ τὸν νοῦν τῶν ἀνθρώπων, τὴν αἰδῶ δὲ ἡ ἀναίδεια κατοπάζῃ, ἤγουν κατόπιν ἑαυτῆς ποιῇ, ἀποκρύπτῃ, καταβάλλῃ, ῥᾳδίως δὴ αὐτὸν μαυροῦσιν, ἤγουν ἀφανίζουσιν, οἱ θεοί. Ἄλλως | |
10 | κἀνταῦθα ἀρξάμενος ἄλλως ἀποδίδωσι· σύνηθες δὲ, ὡς εἴρη‐ ται, τὸ τοιοῦτον καὶ τῷ πεζῷ λόγῳ. MOSCHOP. | |
sch322 | ΑΝΑΙΔΕΙΗ ΚΑΤΟΠΑΖΗι. Τοῦτο συνεχὲς τῆς διανοίας ἐστὶν, εἴτις ἢ βιαίως ἀλλότριον πλοῦτον ἀφέληται, ἢ ἀπατήσας, οἷα συμβαίνει τοῖς διὰ τὸ κέρδος ἐπὶ ταῦτα ὁρμῶσι τὰ ἔργα, ἢ ἐπὶ λόγους τοιούτους. Εἴτις οὖν εὔπο‐ | |
5 | ρος οὕτω γένηται, καὶ τὴν αἰδῶ ἡ ἀναίδεια νικήσει· τοῦτο γὰρ τὸ, κατοπάζειν· τὸν τοιοῦτον πάντες οἱ θεοὶ ἀμαυροῦ‐ σιν, ὅπερ δηλοῖ τὸ, ἀφανίζοντες αὐτοῦ τὴν ζωὴν καὶ τὸν οἶκον ἐλαττοῦντες τιμωρίαν ἐπάγουσι τῆς ἀπὸ τῶν ἀλλοτρίων εὐπορίας, καὶ ἐπ’ ὀλίγον ὁ τοιοῦτος γενόμενος πλούσιος, | |
10 | ἀπόλλυσι τὴν περιουσίαν, διὰ τὴν ἀπὸ ἀδίκων ἔργων ἢ λό‐ γων περιποίησιν. Ἡ αἰδὼς ὄπισθεν οὖσα καὶ παρευδοκιμη‐ θεῖσα τὴν ἀναίδειαν ἔχει ἔμπροσθεν ὡς νικήσασαν, καὶ ἀκολου‐ θεῖ κατόπιν αὐτῆς. PROCLUS. | |
sch323 | ΜΙΝΥΘΟΥΣΙ ΔΕ ΟΙΚΟΙ. Ἐλαττοῦνται οἱ οἶκοι τῷ ἀνέρι τούτῳ· τουτέστιν, ἐκ θεοεχθρείας τῆς Εἱ‐ μαρμένης καὶ τῆς Προνοίας οἰκοφθορίαν ὁρᾷ παντελῆ. TZE‐ TZES. | |
sch323bis | ΜΙΝΥΘΟΥΣΙ ΔΕ. Ἤγουν σμικρύνονται, φθείρον‐ ται οἱ οἶκοι τοῦ ἀνδρὸς τούτου· ἐπ’ ὀλίγον δὲ χρόνον ὁ | |
πλοῦτος ἀκολουθεῖ. MOSCHOP. | 215 | |
sch324 | ΠΑΥΡΟΝ ΔΕ Τ’ ΕΠΙ ΧΡΟΝΟΝ. Καὶ τοῦτο λύσις τοῦ ἀντιπίπτοντος· εἶπε γὰρ ἂν ἴσως ὁ Πέρσης, καὶ μὴν τοὺς ἐπιόρκους καὶ ἀναιδεῖς καὶ τοὺς τοιούτους ὁρῶμεν μᾶλλον εὐθηνουμένους. Ὅθεν ὁ ποιητὴς λύων τὸ ἀντιπίπτον | |
5 | οὕτως εἰρήκει· ἀλλὰ τὸ μὲν ΜΙΝΥΘΕΙ, τὸ ἐλαττοῦται, εἴπο‐ μεν πρὶν, ὅτι ἀπὸ τοῦ μινυὸς ὁ μικρὸς λέγεται Ἀττικῶς· τὸ δὲ ΠΑΥΡΟΝ, τὸ ὀλίγον, ἀπὸ τοῦ παύω παύσω, τὸ συντόμως παυόμενον. Ἐῤῥέθη δὲ ἢ ἀπὸ ἀνέμων τινῶν πνευσάντων καὶ πνευσθέντων, οἱονεὶ τὸ ἀνεμῶδες καὶ μικρὸν καὶ εὔπαστον· | |
10 | ἢ ἀπὸ τοῦ προφορικοῦ βραχυλογήματος, ὃ ἐξαχθὲν καὶ βραχυλογηθὲν διὰ γλώσσης εὐθὺς παύεται. TZETZES. | |
sch325 | ΙΣΟΝ Δ’ ὉΣΘ’ ἹΚΕΤΗΝ. Διὰ τούτων καὶ τῶν ἑξῆς εἰρημένων στίχων ὀκτὼ, τοῖς εἰρημένοις ἁμαρτήμασιν, οἷς ἔφατο δίκην ἀκολουθεῖν παρὰ τῶν θεῶν, ἄλλα συναριθ‐ μεῖ δι’ ἔργων ἁμαρτήματα, ἀπὸ ἀνοσίου γινόμενα ζωῆς· ταῦ‐ | |
5 | τα δέ ἐστιν ἱκέτην παριδεῖν, εἰς ξένους κακουργεῖν, ἀδελφοῦ διαφθείρειν εὐνὴν, ἁμαρτάνειν περὶ ὀρφανοὺς, ὑβρίζειν εἰς γονέας γέροντας. Παντὶ γὰρ τῷ τοιούτῳ φησὶν ὁ ΖΕΥΣ ΑΓΑΙΕΤΑΙ, τουτέστι μέμφεται καὶ τιμωρίαν ἐπάγει. Δια‐ φερόντως δὲ τοῦ Διὸς ἐμνημόνευσεν, ἐπειδὴ πάσας εἰς τὸν | |
10 | θεὸν τοῦτον ἀνῆγον τὰς τοιαύτας προσηγορίας, Ἱκέσιον κα‐ λοῦντες ὡς ἔφορον τῶν ἱκετῶν, καὶ Ξένιον ὡς τῶν ξένων προστάτην, Ὁμόγνιον ὡς τῶν συγγενῶν μάλιστα φύλακα, καὶ τῶν πρὸς τοὺς ὁμογνίους καθηκόντων. Οὕτω γὰρ καὶ τῶν ἐν ὀρφανίᾳ ζώντων αὐτὸν ἔλεγον κηδεμόνα, πατέρα νομίζοντες | |
15 | πάντων, καὶ ὧν οὐκ εἰσὶν ἄνθρωποι πατέρες, καὶ βοηθὸν τῶν ἀδικουμένων πατέρων ὑπὸ τῶν παίδων. Ἀγάλματα γάρ εἰσιν οἱ πατέρες τοῦ πάντων πατρὸς, τοῦ Διός· οἱ δὲ εἰς τὰ ἀγάλ‐ ματα τῶν θεῶν δυσσεβεῖς, εἰς αὐτοὺς ἀναφέρουσι τοὺς θεοὺς, ὧν τὰ ἀγάλματα, τὴν δυσσέβειαν, ὥστε εἰκότως ἔφη τὸν Δία | |
20 | καὶ νεμεσᾷν τούτοις, καὶ πᾶσιν ὁμοῦ τῶν ἀδίκων ἔργων, ἅπερ | |
διηριθμήσατο, χαλεπὴν ἀποδιδόναι ἔκτισιν. Αὕτη γὰρ ἡ ἀμοιβὴ τῶν ἀδικημάτων τιμωρία τὶς οὖσα τῆς ἀδικίας ἀκό‐ λουθος. PROCLUS. | 216 | |
sch325bis | ΙΣΟΝ Δ’ ὉΣΘ’ ἹΚΕΤΗΝ. Εἰπὼν ὄπισθεν, ὅτι τῷ ἐπιόρκῳ καὶ βιαίῳ τιμωρία καὶ ἀφανισμὸς εὐκόλως παρὰ τῆς Εἱμαρμένης καὶ τῆς Προνοίας δυνάμεως ἐπέρχεται, καὶ ἐπ’ ὀλίγον χρόνον εὐδαιμονία τούτῳ ἐπακολουθεῖ, λύει καὶ τὸ ἴσως | |
5 | ἀντιπεσούμενον παρὰ τοῦ Πέρσου· ἐγὼ γὰρ, ἂν ἴσως εἶπεν, οὐκ εἰμὶ ἐπίορκος. Ὅθεν ὁ ποιητὴς τοῦτο λύων, φησί· ἶσον τῷ ἐπιόρκῳ δρᾷ, ὅστις εἰς ἱκετεύοντα καὶ εἰς φίλον, ἢ εἰς ἀλλοδαπὸν, ἕρξει καὶ ποιήσει βλαβερόν τι. Ὅστις δὲ ἀναβαίνει διὰ κρυπταδίης εὐνῆς ἀνὰ τὰ δέμνια τῆς ἀλόχου τοῦ | |
10 | ἑοῦ κασιγνήτου παρακαίρια ῥέζων, τουτέστιν, ὅστις κρυφίως μοιχᾶται τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ὅστις τε εἰς τεῦ καὶ τινὸς ὀρφανὰ τέκνα ἁμαρτάνει, τουτέστιν, ὅστις καταβλάπτει τοὺς ὀρφανούς. TZETZES. | |
sch325ter | ΚΑΚΟΝ ΕΡΞΕΙ. Ῥέζω ἐνεστὼς, ῥέξω μέλλων, ἀφ’ οὗ κατὰ μετάθεσιν ἔρξω. MOSCHOP. | |
sch325quat | ΙΣΟΝ Δ’ ὉΣΘ’ ἹΚΕΤΗΝ. Ὅμοιον δὲ ἁμαρτά‐ νει καὶ ὅστις ἱκέτην κακὸν πράξει, καὶ ὅστις ξένον, (τὸν ἐναν‐ τίον τῷ ἀστῷ λέγει, οὐ τὸν φίλον) καὶ ὅστις εἰς τὴν στρωμνὴν ἀναβαίνει τοῦ ἑοῦ ἀδελφοῦ, ἤγουν τοῦ ἑαυτοῦ, ἕνεκα κρυφίου | |
5 | εὐνῆς τῆς ἀλόχου, τουτέστιν ἐπὶ τῷ λάθρα συνευνάζεσθαι τῇ γυναικὶ τοῦ ἀδελφοῦ. MOSCHOP. | |
sch327 | ΠΑΡΑΚΑΙΡΙΑ ῬΕΖΩΝ. Ἤγουν ἀπρεπῆ καὶ ἀνάρ‐ μοστα πράττων, καὶ ὅστις δι’ ἀφροσύνην εἰς ὄρφανα τέκνα τι‐ νὸς ἁμαρτάνει, καὶ ὅστις πατέρα γέροντα ἐπὶ τῷ κακῷ γήρᾳ ὄντα νεικείει, ἤγουν φιλονεικεῖ, χαλεποῖς λόγοις λυπῶν αὐ‐ | |
5 | τόν. Τούτῳ δὴ τῷ τοιοῦτό τι ἐργασαμένῳ ὁ Ζεὺς αὐτὸς ἀγαί‐ εται, ἤγουν νεμεσᾷ, ἀγανακτεῖ. Περὶ δὲ τὸν θάνατον αὐτοῦ ἀντὶ τῶν ἀδίκων ἔργων χαλεπὴν ἀνταπόδοσιν ἐπέθηκεν, ἀντὶ τοῦ ἐπιτίθησιν. MOSCHOP. | |
sch329 | ΓΗΡΑΟΣ ΟΥΔΩι. Τῇ φλιᾷ, τῷ γήρει περιφραστι‐ | |
κῶς. Ἶσον δὲ εἶπεν ἁμάρτημα ταῦτα πάντα τελεῖν, ἀντὶ τοῦ ὅμοιον· ὁμοίως γὰρ πάντα ἁμαρτήματα λέγονται. Οὐ μὴν ἰσόμε‐ τρον εἶπε· ποῦ γὰρ ταῦτα ἰσόμετρα; Οἱ παλαιοὶ δὲ, τὸ ἴσον ἀντὶ | 217 | |
5 | τοῦ ὅμοιον ἔλεγον· ἕως ὁ Πυθαγόρας, ἀρχηγὸς φιλοσοφίας γενόμενος, Ἀρχύτας τε καὶ Ἀριστοτέλης καὶ οἱ μετὰ αὐτοὺς τὴν πολυπραγμοσύνην τὴν περὶ πάντων φιλοσοφίαν καλέσαν‐ τες, τὸ ἶσον ἐθεσμοθέτησαν ἐπὶ τοῦ ποσοῦ λέγεσθαι, τὸ δὲ ὅμοιον ἐπὶ τοῦ ποιοῦ. TZETZES. | |
sch333 | ΑΛΛΑ ΣΥ ΤΩΝ ΜΕΝ. Ἀλλὰ σὺ παντελῶς ἀπὸ τῶν τοιούτων ἔεργε καὶ κώλυε τὸν περιπετασμένον καὶ μά‐ ταια φρονοῦντα θυμὸν, ἤτοι τὴν ψυχήν. TZETZES. | |
sch333bis | ΑΛΛΑ ΣΥ. Τούτων μὲν παντελῶς ἄπεχε τὴν σὴν ψυχὴν τὴν ἐπηρμένην, ἀφ’ ὧν δὲ εὐπορεῖς θέλε θύειν ἱερεῖα τοῖς ἀθανάτοις θεοῖς, ἤγουν θυσίας διὰ σφαγίων ποιεῖν, ἁγνῶς, ἤγουν ἔξω ἀσελγείας καὶ ἀδικίας, καὶ ἐμπαθείας, καὶ | |
5 | τῶν τοιούτων. MOSCHOP. | |
sch334 | ΚΑΔΔΥΝΑΜΙΝ Δ’ ἙΡΔΕΙΝ. Τὸ μὲν θύειν, ὅπερ εἰώθασιν οἱ νεώτεροι λέγειν, ἔρδειν ὠνόμαζον οἱ παλαιοὶ, καὶ ῥέζειν. Τὸ δ’ ἀπάρχεσθαι τῶν παρόντων διὰ τοῦ θύειν ἐδήλουν, καὶ θυηλὰς τὰς ἀπαρχὰς ἐκάλουν. | |
5 | ὁ δ’ ἐν πυρὶ βάλλε θυηλὰς φησὶν Ὅμηρος. Ἀμφοτέρων οὖν ὁ Ἡσίοδος κελεύει λιπαρῶς ἀντέχεσθαι, κατὰ δύναμίν τε ἱερὰ ῥέζοντας, ἀφ’ ὧν εὐποροῦ‐ μεν, ἁγνῶς καὶ καθαρῶς, καὶ θυέεσι καὶ σπονδαῖς ἱλασκομέ‐ νους τοὺς θεοὺς ἀρχομένης ἡμέρας· τοῦτο γὰρ τὸ, | |
10 | ὅτ’ ἂν φάος ἱερὸν ἔλθῃ, καὶ εἰς ὕπνον τρεπομένους, νυκτὸς ἐπιούσης. Τὸ μὲν οὖν κατὰ δύναμιν ἔρδειν ἀφαιρεῖται πᾶσαν τὴν πολυτέλειαν ἐπὶ τῇ προφάσει τῆς εὐσεβείας ἡδυπάθειαν εἰσάγουσαν. Καλῶς οὖν τοῦ Λάκωνος εἰπόντος, ὃς ἐρωτηθεὶς, διὰ τί εὐτελῆ | |
15 | θύουσιν; ἔφη, ὅτι ἵνα πολλάκις θύωσιν. Οὕτω γὰρ καὶ Νου‐ | |
μᾶς Ῥωμαίοις, ὡς Λυκοῦργος Λακεδαιμονίοις προσέταξεν, ἀπὸ τῶν εὐτελεστάτων θύειν. Τὸ γοῦν μὴ ὑπερβάλλειν τὴν περιουσίαν ἐν τῇ θεραπείᾳ τῶν θεῶν πρεπωδέστατόν ἐστι παράγ‐ γελμα τοῖς εἰς αὐτὸ μόνον βλέπουσι τὸ ὅσιον· τὴν δ’ ἁγνείαν | 218 | |
20 | καὶ καθαρότητα μάλιστα προηγουμένως δεῖ σπουδάζεσθαι τοῖς ἱερουργεῖν μέλλουσι, τὴν μὲν ἐν αὐτῇ τῇ ζωῇ· τοιαύτη δέ ἐστιν, ὅση ἂν ἐξάντης ᾖ πάσης ἀσελγείας, πάσης ἀδικίας, πάσης ἐμπαθείας, ταύτην γὰρ ἂν εἴποιμεν κυρίως ἁγνεύειν· καὶ μετὰ ταύτην, τὴν ἀποχὴν τῶν βρωτῶν καὶ τῶν | |
25 | ποτῶν κατὰ τὰ πάτρια ἔθη· καὶ γὰρ ἄλλα ἄλλοις ἐστὶν, ὧν ὁ μετασχὼν εἴργεται τῶν νομίμων θυσιῶν· τὴν δὲ ἐν τοῖς ὀργάνοις πᾶσι καὶ τοῖς ἱεροῖς τόποις, ἐν οἷς δεῖ θύειν, καὶ τοῖς περὶ τὸ σῶμα ἡμῶν κόσμοις. Γελοῖον γὰρ τοῖς καθαρωτάτοις προσ‐ ιόντας οἷς θύουσιν, ἀκαθάρτοις χρῆσθαι τισὶν, ἢ ἐν τοῖς με‐ | |
30 | μολυσμένοις οἴκοις τοῦτο πράττοντας, ἢ μοῖραν τῷ ἱερῷ προσ‐ άγοντας ἔκ τινος μεμιασμένης ἐνεργείας, ἢ ἐσθῆτα φέροντας ἀκάθαρτον, ὅπου γε καὶ τῷ πάντα καθαίροντι πυρὶ παρήγ‐ γελται χρῆσθαι μὴ ἐξ ἀκαθάρτου οἰκίας ληφθέντι. Τὸ αὖ ἱλάσκεσθαι τοὺς θεοὺς ταῖς ἀπαραλήπτοις σπονδαῖς, καὶ | |
35 | τοῖς μετὰ τούτων θυέεσιν, ἀρχομένης ἡμέρας ἢ νυκτὸς, οἷον ψαιστοῖς ἢ ἄλλοις τισὶ τοιούτοις, ἐνδείκνυται· καὶ ὅτι χρὴ ταῖς τοιαύταις ἀπαρχαῖς ταῖς εὐπορίστοις ἀπάρχεσθαι τῶν προσό‐ δων αὐτοῖς, διὰ τῆς συνεχείας τηροῦντας αὐτῶν τὸ πρὸς ἡμᾶς εὐμενές· ἡ γὰρ ἱλέωσις οὐκ ἐκείνοις προστίθησιν ἃ μὴ εἶχον, | |
40 | ἀλλ’ ἡμᾶς ἐπιτηδειοτέρους ποιήσει πρὸς τὸ μενόντων αὐτῶν ἀεὶ τούτων οἷοί πέρ εἰσι μετέχειν ἀκωλύτως· καὶ τοῦτο δηλοῖ τὸ εὐμενὲς, τὸ μένειν ἡμῖν τὸ εὖ ἀεὶ παρὰ τῶν θεῶν, καὶ ὡς ἐκεῖνοι διαμένουσιν ἀεὶ ὅμοιοι ὄντες. PROCLUS. | |
sch334bis | ΚΑΔΔΥΝΑΜΙΝ Δ’ ἙΡΔΕΙΝ. Κατὰ τὸ δυνατόν σοι ἕρδε καὶ θύε τοῖς θεοῖς, τουτέστι ταῖς ψυχικαῖς δυνάμεσιν, | |
ἤγουν, ὡς δύνῃ, βουλεύου καὶ δρῶ τὰ λῷστα καὶ κάλ‐ λιστα. Ἢ θεοῖς θύε, τοῖς στοιχείοις νῦν καὶ τοῖς ἄστρασιν. | 219 | |
5 | Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· κατὰ δύναμιν πρὸς τοὺς οἰκείους καιροὺς ἐργάζου, ἃ μέλλεις ἐργάζεσθαι, ἐν ἔαρι ἃ δεῖ, καὶ θέρει, καὶ τοῖς λοιποῖς ὁμοίως καιροῖς. Μετέχουσι γὰρ καὶ οἱ καιροὶ στοιχειακῶν συγκραμάτων. Προόρα δὲ καὶ τοὺς ἐφεστῶτας ἀστέρας, ὡς δυνατόν. Συμβάλλονται γὰρ καὶ οἱ ἀστέρες τὰ | |
10 | μέγιστα πρός τε γεωργίαν καὶ φυτουργίαν καὶ ἐμπορίαν, καὶ συνόλως εἰπεῖν, πρὸς πάντα τὰ κατὰ τὸν βίον γινόμενα· τὰ δὲ περὶ θυσίας τῶν μυθουργουμένων θεῶν, δῆλα τοῖς βαναύ‐ σοις. TZETZES. | |
sch335 | ἉΓΝΩΣ ΚΑΙ ΚΑΘΑΡΩΣ. Ἁγνῶς ἐπὶ ψυχῆς λέγε‐ ται, καθαρῶς δὲ τὸ ἀῤῥυπάντως ἔχειν, ὡς ἐπὶ τοῦ σώματος. TZETZES. | |
sch335bis | ΕΠΙ Δ’ ΑΓΛΑΑ ΜΗΡΙΑ ΚΑΙΕΙΝ. Πραγματι‐ κῶς μὲν, δῆλον ὅτι μηριαῖα ὀστέα τοῖς θρυλλουμένοις θεοῖς ἔθυον· συμβολικώτερον δὲ, διὰ τούτων ἐπηύχοντο τὰς κατὰ τὸν βίον αὐτοῖς πορείας, καὶ τὰ ὁρμήματα, καὶ τῶν ἐνθυμή‐ | |
5 | σεων καὶ τῶν λογισμῶν τὰ κινήματα εἰς αἴσιον ἀποβαίνειν, καὶ θεοειδῆ καταφαίνεσθαι· ὃ καὶ νῦν δηλοῖ, εὔθυνέ σου τὰς τῶν ἐργασιῶν πορείας, καὶ τὰ κινήματα τῶν λογισμῶν πρὸς τὸ θεοειδέστερον καὶ αἴσιον. TZETZES. | |
sch335ter | ΚΑΙ ΚΑΘΑΡΩΣ. Τουτέστι σὺν νεοπλυνεῖ ἐσθῆτι, καὶ ὀργάνοις καθαροῖς. MOSCHOP. | |
sch335quat | ΕΠΙΚΑΙΕΙΝ ΔΕ ΑΓΛΑΑ ΜΗΡΙΑ. Τουτέστι τὰ ὀστᾶ τῶν μηρῶν ἃ διὰ τὸ λευκὸν ἀγλαὰ λέγει. Ἄλλοτε δὴ διὰ σπονδῶν καὶ θυσιῶν, ἤγουν ἀπαρχῶν, ψαιστῶν δηλονότι, ἢ τοιούτων τινῶν, ἃ αἱ ὧραι δωροῦνται, θέλε ἐξευμενίζεσθαι | |
5 | αὐτοὺς, δηλονότι τοὺς θεούς· καὶ ὅτε εἰς ὕπνον τρέπῃ, τουτέ‐ στι νυκτὸς ἐπιούσης, καὶ ὅταν φάος ἱερὸν ἔλθῃ, ἤγουν καὶ ἀρχομένης ἡμέρας, ὡς ἄν σοι ἔχωσιν εὐμενῆ τὴν καρδίαν καὶ τὸν λογισμὸν, ἵνα ἄλλων ἀνθρώπων κληρονομίαν σὺ ὠνῇ, οὐ | |
τὴν σὴν ἄλλος. MOSCHOP. | 220 | |
sch336 | ΣΠΟΝΔΗιΣΙ. Σπονδὴ ἡ τοῦ οἴνου ἐπίχυσις, πρὸς τὰ ἱερουργούμενα· θῦος δὲ τὸ θυμίαμα, καὶ ἄρωμα καὶ ὀσφράδιον. Τοῦτο δέ φησι νῦν, προτρεπόμενος δε‐ όντως πάντα ποιεῖν, βουλευόμενος καὶ φροντίζων, καὶ οἰκο‐ | |
5 | νομῶν σου τὸν βίον, ὁτὲ μὲν πρὸς τοὺς περὶ σὲ χρῶ δικαίῳ θυμῷ, ὁτὲ δὲ διακεχυμένος ἔσο καὶ ἱλαρὸς, καὶ μὴ ἀναι‐ τίοις οὖσι χαλέπαινε. Ἀντὶ θυμοῦ δὲ λέγει νῦν τὴν σπονδήν· ὁ γὰρ οἶνος τὰς φρένας ἐξιστᾷ· ἐνίστε καὶ θυμὸν ἐπάγει, ὡς καὶ Ἱππώναξ, | |
10 | Ὀλίγα φρονοῦσιν οἱ χάλιν πεπωκότες. καὶ Μελάνθιος ὁ Τραγικὸς περὶ θυμοῦ φησι, Πράσσει τὰ δεινὰ, τὰς φρένας μετοικίσας. οὕτω γοῦν τέθεικε τὴν σπονδὴν, ἀντὶ τοῦ θυμοῦ· τὸ θῦος δὲ, ἀντὶ τοῦ ἱλαρότητος· τὸ γὰρ θυμίαμα εὐφραίνει ψυχάς. | |
15 | Ἢ καὶ τοὐναντίον· ὅτι τὸ ἄρωμα καπνὸν ἐγείρει, κἂν αἴσιον· ὁ δὲ οἶνος φιλιοῖ, καὶ συμπότας ποιεῖ. TZETZES. | |
sch337 | Ἡ ΜΕΝ ΟΤ’ ΕΥΝΑΖΗι. Καὶ νυξὶ καὶ ἡμέραις τὰ δέοντα πράσσε. TZETZES. | |
sch338 | ὩΣ ΚΕ ΤΟΙ ἹΛΑΟΝ. Ὅπως τὰ δέοντα βουλευο‐ μένῳ τε καὶ δρῶντι, ἔκ τε τῆς σῆς εὐβουλίας, καὶ τῆς τῶν στοι‐ χείων καὶ τῶν καιρῶν εὐκρασίας, καὶ εὐκαιρίας, καὶ ἐπι‐ στάσεως τῶν ἀστέρων, πάντα σοι γένοιτο κάλλιστα. TZE‐ | |
5 | TZES. | |
sch339 | ΟΦΡ’ ΑΛΛΩΝ ΩΝΗι ΚΛΗΡΟΝ. Ὅπως οἰκονο‐ μικῶς καὶ εὐβούλως πάντα ποιῶν τὰς ἑτέρων αὐτὸς κληροδο‐ | |
σίας ὠνῇ. TZETZES. | 221 | |
sch340 | ΤΟΝ ΦΙΛΕΟΝΤ’ ΕΠΙ ΔΑΙΤΑ. Ταῦτα καὶ τὰ ἑπόμενα τούτοις περὶ τῶν πρὸς τοὺς φίλους καὶ γονέας καθη‐ κόντων ἔχει τὴν παραίνεσιν οὐκ ὄντα ἠθικὰ, ὥς τισιν ἔδοξεν, ἀλλ’ εἰς εὐγενὲς ἦθος καὶ δεξιὸν προσάγοντα τὸν πειθόμενον. | |
5 | Οὐ γὰρ δεῖ τὰ αὐτὰ φίλοις καὶ ἐχθροῖς ἀποδιδόναι, οὐδ’ ὁμοί‐ ως ἑκατέρους ὁμοτραπέζους ποιεῖσθαι καὶ ὁμοσπόνδους, ἡγου‐ μένους καὶ τράπεζαν βωμὸν εἶναι τῆς ἑστίας καὶ πάντων τῶν τὴν τροφὴν δωρησαμένων. Θύειν μὲν οὖν καὶ ἡμῖν νόμος πρὸ τοῦ τῆς τροφῆς ἅψασθαι· δεῖ οὖν μὴ τοὺς ἐχθροὺς ἄγειν ἐπὶ | |
10 | δαῖτα φιλίαν δὴ ὑποκρινομένους, ἀλλὰ τοὺς ὄντως φίλους, οἷς καὶ κοινωνεῖν ὅσιον, ὡς τῆς ἄλλης φιλίας οὕτω καὶ ἁλῶν καὶ σπονδῶν καὶ ἑστίας θεῶν καὶ φιλοφροσύνης. Καὶ γὰρ εἰ ὡς ἔτυχε καὶ τοὺς ἐχθροὺς ἑστιῶμεν, τί ποιήσομεν ἐκείνων ἡμᾶς ἐν μέρει καλούντων ἐπὶ τὰ ὅμοια; Μὴ ὑπακούοντες γὰρ | |
15 | ἀδικήσομεν τοὺς ὑπακούσαντας, ὑπακούοντες δὲ προησόμε‐ θα ἑαυτοὺς ἀνθρώποις ἀπεχθῶς διακειμένοις. Ταῦτα μὲν οὖν περὶ τῶν φίλων καὶ ἐχθρῶν τῆς συνεστιάσεως. Τὸν δὲ γείτο‐ να τοῦ μὴ γείτονος αἱρετώτερον εἰς τοιαύτην ἡγεῖσθαι κοινω‐ νίαν· δῆλον μὲν οὖν ὅτι λέγεται τῆς φιλίας κοινῆς οὔσης, οὐ | |
20 | γάρ που τὸν μὴ φίλον, γείτονα δὲ, δι’ αὐτὸ τοῦτο παραι‐ νεῖ μᾶλλον τοῦ φίλου ποιεῖσθαι συνέστιον, προειπὼν τὸν φι‐ λέοντα ἐπὶ δαῖτα καλεῖν· τούτου δὲ ὄντος φανεροῦ, πῶς οὐκ εὔλογον πλέον τοῖς γείτοσι νέμειν, ἢ τούτους μὲν παρεῖναι, τοὺς δὲ μὴ γείτονας εὐφραίνειν ταῖς φιλοτησίαις; Οὐδὲ γὰρ | |
25 | τὰς γειτονίας ἴσως οἴεσθαι δεῖ μάτην ἡμῖν ἀπονέμεσθαι τοι‐ ῶν ἢ τοιῶν ἀνθρώπων θεόθεν, ἀλλὰ καὶ τοῦτο εἰς τάξιν εἱ‐ μαρμένης φέρειν ἔχειν, καὶ προσήκει καὶ πρὸς ταύτην ἀφο‐ σιοῦσθαι τὸν ἔχοντα νοῦν· τρόπον γάρ τινα καὶ ὁ γείτων ἡμῖν σύνοικός ἐστι καὶ ὁμωρόφιος. PROCLUS. | |
sch340bis | ΤΟΝ ΦΙΛΕΟΝΤ’ ΕΠΙ ΔΑΙΤΑ ΚΑΛΕΙΝ. Ἠθι‐ κὴ καὶ εὔληπτος ἡ παραίνεσις, καὶ μακρηγορίας οὐ χρὴ πρὸς | |
τὴν ταύτης ἐξήγησιν. Εἰ δὲ ψευδοῦς μακρηγορίας τις δέ‐ οιτο, τὸν Πρόκλον ὁράτω. Τὸν φιλέοντα γὰρ νῦν, τὸν φιλι‐ | 222 | |
5 | κὴν καὶ εἰρηναίαν καὶ ἡσύχιον ἔχοντα γνώμην φησίν· ἐχθρὸν δὲ τὸν ἐχθρογνώμονα καὶ ταραχώδη τόνδε μάλιστα καλεῖν. Τοῦτον τὸν φιλόφιλον καὶ εἰρηναῖον καὶ ἡσύχιον κάλει, καὶ ὁμοτράπεζον ποίει, ὅστις πρὸς τῷ τοιοῦτος εἶναι γειτνιᾷ σοι. TZETZES. | |
sch340ter | ΤΟΝ ΦΙΛΕΟΝΤ’ ΕΠΙ ΔΑΙΤΑ ΚΑΛΕΙΝ. Τὸν φιλοῦντα θέλε καλεῖν ἐπὶ ἑστίασιν, τὸν δὲ ἐχθρὸν ὄντα, φιλί‐ αν δὲ ὑποκρινόμενον ἐᾶσαι. Πάλιν ἀπὸ τῶν ὄντως φίλων τοῦ‐ τον μάλιστα θέλε καλεῖν, ὅστις πλησίον οἰκεῖ· τὸν πλησίον δὲ | |
5 | λέγω μάλιστα καλεῖν, ἐπεὶ εἰ καὶ ἄλλη τὶς χρεία ἐγχώριος γένη‐ ται, οἱ γείτονες ἄζωστοι ἔκιον, ἀντὶ τοῦ ἀπροφασίστως καὶ χωρὶς ἀναβολῆς ἔρχονται. MOSCHOP. | |
sch342 | ΕΙ ΓΑΡ ΤΟΙ ΚΑΙ ΧΡΗΜ’ ΕΓΚΩΜΙΟΝ. Ταῦτα τὴν τῶν γειτόνων εἰς τὸ βοηθεῖν ἡμῖν ἐν ταῖς χρείαις προθυ‐ μίαν παρίστησιν, ἀζώστων ἐκτρεχόντων καὶ μονονουχὶ γυμνῶν, μὴ δεομένων περιμεῖναι ζωσαμένους ἐξελθεῖν· ἀλλ’ ἅμα τῷ | |
5 | συναισθέσθαι τῆς χρείας, τὴν παρ’ ἑαυτῶν συμμαχίαν ἕτοι‐ μον παρεχόντων. Τοὺς συγγενεῖς ὁπωσοῦν ἐκάλεσε πηοὺς, τοὺς ἐξ ἐπιγαμίας συναφθέντας λέγων, οὕτω δεομένους καὶ ζώσασθαι καὶ στείλασθαι τοιῶσδε, καὶ οὑτωσὶ προσελθεῖν οἴ‐ κοθεν, ἵν’ ἐπαμύνωσιν ἡμῖν δεομένοις. Τὸ μὲν ΕΓΚΩΜΙΟΝ | |
10 | ΧΡΗΜΑ δηλοῖ τὴν χρείαν τὴν συμπίπτουσαν πᾶσι τοῖς ἐν τῷ αὐτῷ δήμῳ κατοικοῦσι· κώμας γὰρ ἐκάλουν τοὺς δήμους, ἢ ἀπὸ τῶν χωμάτων ἃ περιέβαλον ταῖς οἰκήσεσιν, εὐερκεῖς αὐτὰς ποιοῦντες, ἢ κατὰ τὴν τοῦ διατρίβοντος ἔξω τῶν οἰκήσεων ἕνεκα τῶν ἔργων, διὰ τὸ κοιμᾶσθαι καὶ ἀναπαύεσθαι, καὶ τὰς οἰκήσεις | |
15 | ποιεῖσθαι· διὸ καὶ τὰ συστήματα τῶν οἰκήσεων, κώμας ὠνόμα‐ ζον. Τὸ δὲ ΕΖΩΣΘΑΙ, δύναται μὲν δηλοῦν τὸ ἄοπλον καὶ τὸ ὡπλισμένον· καὶ γὰρ Ὅμηρος τὸ ὁπλίζεσθαι, ζώννυσθαι, προσεῖπε· —ζώννυσθαι ἄνωγεν Ἀργείους. | 223 |
20 | ἢ τὸ μὴ δὲ ζώνης δεηθῆναι, ὡς ἐπὶ ἔργον ἐξιόντας, δεόμε‐ νον τοῦ μὴ ἐμποδίζειν τὸν χιτῶνα χωρὶς ζώνης περικεχυμένον εἰς τὸ ἔργον, ἀλλὰ τὴν προθυμίαν φθάσαι τὸν ἐν τούτῳ λο‐ γισμόν· ὥσπερ τὸ ζώσασθαι, τὸ διὰ τὴν εἰρημένην τῆς ζώνης περίθεσιν ἀναβολὴν παρασχεῖν τῇ πρὸς τὴν καλοῦσαν χρείαν | |
25 | ἀπροφασίστως παῤῥησίᾳ. PROCLUS. | |
sch342bis | ΕΙ ΓΑΡ ΤΟΙ ΚΑΙ ΧΡΗΜ’ ΕΓΧΩΡΙΟΝ. Κα‐ τασκευάζει καὶ δείκνυσι, δι’ ἣν αἰτίαν λέγει τὸν φιλικὸν γεί‐ τονα προτιμᾷν τῶν ἄλλων φίλων, καί τινων συγγενῶν· καί φησιν, εἰ γὰρ ὑπόθεσίς τις, ἢ θόρυβος ἐγχώριος παρεμπέσοι, | |
5 | οἱ μὲν τοιοῦτοι γείτονες ἄζωστοι καὶ ἄοπλοι ἢ ἡμίγυμνοι μονον‐ ουχὶ καὶ συντόμως ἐκθέουσι πρὸς ἀρωγὴν καὶ βοήθειαν. TZE‐ TZES. | |
sch343 | ΖΩΣΑΝΤΟ ΔΕ ΠΗΟΙ. Ἠμέλησαν καὶ ἀνεβράδυ‐ ναν οἱ πηοί. Πηοὶ δὲ λέγονται οἱ κατ’ ἐπιγαμίαν συγγενεῖς, ἐκ τοῦ πέος ὃ δηλοῖ τὸ αἰδοῖον· καταχρηστικῶς δὲ καὶ πάντες οἱ συγγενεῖς. TZETZES. | |
sch343bis | ΖΩΣΑΝΤΟ ΔΕ. Ἀντὶ τοῦ προφάσει χρῶνται καὶ ἀναβολῇ, οὐ μόνον οἱ φίλοι οἱ μακρὰν ὄντες, ἀλλὰ καὶ οἱ κα‐ τά τι προσήκοντες ἐν γένει. Πηοὶ γὰρ οἱ ἐξ ἐπιγαμίας συγγε‐ νεῖς. MOSCHOP. | |
sch344 | ΠΗΜΑ ΚΑΚΟΣ ΓΕΙΤΩΝ. Ταῦτα καὶ διὰ τῆς | |
ἱστορίας ὁ Πλούταρχος ἐπιστώσατο· καὶ γὰρ Αἰτωλοὺς καὶ Ἀκαρνάνας Ἕλληνας ὄντας καὶ γείτονας ἐκτρίψαντας διὰ πλεον‐ εξίαν ἀλλήλους, καὶ Χαλκηδονίους καὶ Βυζαντίους διὰ ἔμ‐ | 224 | |
5 | φυτον δυσμένειαν περὶ σκαλμοῦ διενεχθέντας ἐν τῷ Βοσπόρῳ ναυμαχήσαντας, καὶ ἐπὶ τῶν ἰδιωτικῶν γειτνιάσεων πολλὰ μὲν ἀγαθὰ συμβαίνειν διὰ ταύτας, ὡς ἐπὶ Φλάκκου καὶ Κά‐ τωνος· πολλὰ δὲ τὰ ἐναντία. Τὰς γὰρ γειτνιάσεις, ἀφορμὰς προξενεῖν ἐνίοτε πολλῶν ἐπηρειῶν. Αὐτὸς μὲν οὖν τὸν βοῦν | |
10 | εἰς παράδειγμα παρέλαβε· δεῖ δὲ ἐκτείνειν ἐπὶ τὰ ὅμοια τὸν λό‐ γον, ὡς οὐκ ἂν οὐδὲν ἀπόλοιτο διὰ τὸν γείτονα. Πρὸς ἃ καὶ οἱ παλαιοὶ νόμοι βλέποντες, ἐδικαίωσαν τῶν ἀπολλυμέ‐ νων τοὺς γείτονας συναλλαγμάτων. PROCLUS. | |
sch344bis | ΠΗΜΑ ΚΑΚΟΣ ΓΕΙΤΩΝ. Τοῦτο δηλοῖ καὶ ἐξ ἱστορίας. Αἰτωλοὶ γὰρ καὶ Ἀκαρνᾶνες γείτονες ὄντες ἀλλήλοις κακοὶ, διὰ τὴν τοῦ Καλυδωνίου συὸς κεφαλὴν, καὶ τὸ δέρμα, πρὸς ἀλλήλους πολεμήσαντες συνετρίβησαν. Ὁμοίως δὲ τού‐ | |
5 | τοις καὶ Χαλκηδόνιοι καὶ Βυζάντιοι, διὰ πλοιαρίου σκαλ‐ μὸν τινὸς διενεχθέντες, δεινῶς ἐναυμάχησαν ἐν τῷ Βοσπόρῳ, καὶ ἐπὶ τῶν κατὰ μέρος γειτνιάσεων πολλὰ τοιαῦτά τις καὶ ἐφευρήσειεν. TZETZES. | |
sch344ter | ὉΣΣΟΝΤ’ ΑΓΑΘΟΣ ΜΕΓ’ ΟΝΕΙΑΡ. Δείκνυ‐ σι τοῦτο Πλούταρχος. Θεμιστοκλέα γάρ φησιν, ἢ Κάτω‐ να, πιπράσκοντα τὸν ἀγρὸν λέγειν, ὅτι ἀγαθὸν ἔχει γείτονα. | |
TZETZES. | 225 | |
sch344quat | ΠΗΜΑ ΚΑΚΟΣ ΓΕΙΤΩΝ. Βλάβη μεγάλη ἐστὶν ὁ κακὸς γείτων, καθ’ ὅσον μεγάλη ὠφέλεια ὁ ἀγαθός. MO‐ SCHOP. | |
sch345 | ΕΜΜΟΡΕΝ. Ἔτυχεν, ἐκ τοῦ μείρω, μερῶ, μέ‐ μορα, καὶ ἐκθλίψει ἔμορα, καὶ Αἰολικῶς ἔμμορα. Ἢ ἐκ τοῦ μοῖρα, ἡ μερὶς, ἔμοιρε τὸ ἔχειν, καὶ τροπῇ τοῦ ν εἰς μ, ἔμ‐ μοιρε, καὶ συστολῇ ἔμμορε. TZETZES. | |
sch345bis | ΤΙΜΗΣ. Τιμῶσι γὰρ ἀλλήλους οἱ χρηστοὶ τῶν γει‐ τόνων. TZETZES. | |
sch345ter | ΕΜΜΟΡΕ καὶ ἔτυχε τιμῆς, ὅστις ἔτυχε γείτονος ἀγαθοῦ, οὐκ ἂν ἀπόλοιτο βοῦς τούτου, ἢ ἄλλο τι τοιοῦτον, εἰ μὴ ὁ γείτων εἴη κακός. MOSCHOP. | |
sch346 | ΒΟΥΣ ΑΠΟΛΟΙΤ’. Λέγεται ὅτι Θεμιστοκλῆς χω‐ ρίον πιπράσκων ἐκέλευσε κηρύττεσθαι, ὅτι ἀγαθὸν ἔχει γείτονα. Ἔνιοι δὲ βοῦν ἐδέξαντο τὴν γυναῖκα ἀπὸ τοῦ ἀλφεσίβοια, ὅτι οὐδ’ ἂν γυνὴ μοιχευθείη, εἰ μὴ γείτων κακὸς εἴη. Ἢ οὐ μό‐ | |
5 | νον τὸν κατὰ τὴν κώμην γείτονα, ἀλλὰ τὰ κτήνη τὰ ἐν τῇ ἀγροι‐ κίᾳ, ἢ πᾶν ὁτιοῦν κτῆμα. PROCLUS. | |
sch346bis | ΟΥΔ’ ΑΝ ΒΟΥΣ. Ἤγουν τὸ ἐργατικὸν αὐτὸ κτῆ‐ νος, οὐκ ἂν ἀφανισθείη, ἀγαθοῦ καὶ προσεκτικοῦ τοῦ γεί‐ τονος ὄντος· ἢ συμβολικώτερον, ἡ βοῦς ἡ ὑπὸ ζυγὸν, ἤγουν ἡ γυνὴ, οὐκ ἂν μοιχευθείη, μὴ κακοῦ γείτονος ὄντος. TZE‐ | |
5 | TZES. | |
sch347 | ΕΥ ΜΕΝ ΜΕΤΡΕΙΣΘΑΙ. Ὁποῖον εἶναι παρα‐ κελεύεται. Μετρεῖσθαι γὰρ καλῶς, τοῦτο δέ ἐστιν, ὁμολο‐ γοῦντα χάριν ἐν τῷ μετρεῖσθαι τῷ μετροῦντι, καὶ ἀποδιδό‐ ναι τὰ δοθέντα παρὰ τοῦ γείτονος, ΑΥΤΩι ΤΩι ΜΕΤΡΩι. Τοῦ‐ | |
5 | το μὲν οὖν ὡς ἀναγκαῖον· τὸ δὲ ΑΙΚΕ ΔΥΝΗΑΙ ΚΑΙ ΛΩΙ‐ ΟΝ, ἵνα τὶ κερδάνῃ καὶ ὁ γείτων ἄρξας τῆς χάριτος, ὡς μὴ μόνον, ὅσον ἐλάβομεν, ἀποδιδόναι, μετὰ δέ τινος προσθή‐ | |
κης τῆς ἡμῖν δυνατῆς. Τοῦτο γὰρ καὶ ποιήσει καὶ ἡμᾶς αὖθις χρῄζοντας τυχεῖν ἐπαρκοῦντος τοῦ γείτονος. Ἡ γὰρ περὶ τὰ | 226 | |
10 | μικρὰ τῶν συναλλαγμάτων ἔλλειψις τῆς χάριτος ἐμποδὼν γίνε‐ ται ἡμῖν περὶ τὰ μείζονα, προδιαβάλλουσα τὴν τῶν λαμβανόν‐ των γνώμην, ὡς ἀχάριστον· τοῦ δὲ πρέποντος τυχοῦσα προ‐ ξενεῖ καὶ τὴν ἐν τοῖς μείζοσι τῆς χρείας ἐκπλήρωσιν. PRO‐ CLUS. | |
sch347bis | ΕΥ ΜΕΝ ΜΕΤΡΕΙΣΘΑΙ ΠΑΡΑ ΓΕΙΤΟΝΟΣ. Εἰδὼς ὁ ποιητὴς τὸν ἀδελφὸν Πέρσην ἅρπαγά τε καὶ ἀργὸν, μεταῤῥυθμίζει τῆς τοιαύτης τοῦτον κακίας, ἠθικωτέρως παι‐ δεύων, καὶ οἰκονομικὸν αὐτὸν ἀπεργάζεσθαι βούλεται, προ‐ | |
5 | νουθετήσας ὅσα προείρηκεν· εἰδὼς δὲ αὐτὸν τοῖς δανείζουσιν ἀποστεροῦντα τὰ δάνεια, καὶ περὶ τούτου διδάσκει καὶ νουθε‐ τεῖ, λέγων, καλῶς μὲν μετροῦ καὶ δανείζου παρὰ τοῦ γείτο‐ νος ἐν μέτρῳ καὶ σκεύει, καὶ μεδίμνῳ τινὶ, λαμβάνων ἅπερ δανείζῃ, οἷον σῖτον, ἔλαιον, οἶνον καὶ τὰ τοιαῦτα· καλῶς δὲ | |
10 | ἀπόδος τῷ γείτονι αὐτὸ τὸ μέτρον καὶ τὸν μοδισμὸν ὡς εἴπῃ τις· καὶ κρεῖττον, ἐὰν δύνῃ, ὅτι προκατήρξατο χάριτος, ὅπως καὶ ὕστερον χρηΐζων καὶ δανείζεσθαι ἐπιθυμῶν εὕρῃς αὐτὸν ἐπαρκοῦντα. Διαφέρει τὸ μετρεῖν, σταθμᾷν, ἀριθμεῖν. Τὸ μὲν γὰρ ἀριθμεῖν ἐπὶ ψήφου λέγεται, οἷον ἓν, δύο, καὶ τὰ | |
15 | λοιπὰ τῶν ἀριθμῶν· τὸ δὲ σταθμεῖν, ἐπὶ ζυγῶν, ὡς τὸ εἰ‐ πεῖν τυχὸν, ἐσταθμήθη καὶ ἔστι ταλαντιαίας ὁλκῆς· μετρεῖν δὲ λέγεται, τῷ μεδίμνῳ καὶ ἀγγείῳ τινὶ ἀποτίθεσθαί τι, ἢ διδό‐ ναι, οἷον σῖτον μεδίμνῳ, οἶνον καὶ ἔλαιον μετρηταῖς καὶ προ‐ χόοις. TZETZES. | |
sch347ter | ΕΥ ΜΕΝ ΜΕΤΡΕΙΣΘΑΙ. Καλῶς μὲν θέλε μέ‐ τρῳ δανείζεσθαι παρὰ γείτονος, καλῶς δὲ θέλε ἀποδοῦναι τοῦτο δι’ αὐτοῦ τοῦ μέτρου, καὶ κρείττονος ἐὰν δύνῃ, ὅπως ἂν χρῄζων καὶ ἐς ὕστερον, ἤγουν εἰς τὸ ἐπιὸν, εὕρῃς τὸ ἀρ‐ | |
5 | κοῦν σοι. Μέτρον λέγεται τὸ μετροῦν καὶ τὸ μετρούμενον· | |
ἐνταῦθα τὸ πρότερον. MOSCHOP. | 227 | |
sch350 | ΜΗ ΚΑΚΑ ΚΕΡΔΑΙΝΕΙΝ. Τὰς ἄτας ταῖς ζημίαις εἶναι τὰς αὐτάς φησι, τὰ δὲ κέρδη περιποιητικὰ τινῶν ὠφελη‐ μάτων. Ὅσοι οὖν κακὰ κερδαίνουσιν, οὗτοί εἰσιν οἱ αἰσχρο‐ κερδεῖς. Τὰ δὲ κέρδη ταῖς ζημίαις ἶσα κερδαίνουσι· διὰ γὰρ | |
5 | τὴν αἰσχροκέρδειαν ταύτην μείζοσιν ἔσθ’ ὅτε ζημίαις ἐνίσχον‐ ται. PROCLUS. | |
sch350bis | ΜΗ ΚΑΚΑ ΚΕΡΔΑΙΝΕΙΝ. Μὴ κακῶς κέρδαινε, καὶ ἀπὸ φαυλοτάτων τρόπων. TZETZES. | |
sch350ter | ΜΗ ΚΑΚΑ ΚΕΡΔΑΙΝΕΙΝ. Μὴ κακὰ κέρδη θέλε κερδαίνειν· τὰ κακὰ κέρδη ἴσα ἄταις, ἀντὶ τοῦ ζημίαις· διὰ γὰρ τὴν αἰσχροκέρδειαν ἔσθ’ ὅτε μείζοσι ζημίαις ἐνίσχονται ἄν‐ θρωποι. MOSCHOP. | |
sch351 | ΤΟΝ ΦΙΛΕΟΝΤΑ ΦΙΛΕΙΝ. Τούτους ὁ Πλού‐ ταρχος ἐκβάλλει τοὺς στίχους. Ὁ γὰρ μέλλων λέγειν ὅτι τοῖς ἀγαθοῖς τὸ διδόναι προσήκει, καὶ ὡς χαίρουσι διδόντες, ἄτο‐ πος ἂν εἴη λέγων καὶ διδόναι τῷ διδόντι, καὶ μὴ διδόναι τῷ | |
5 | μὴ διδόντι. Οὕτω γὰρ ἂν τὰς δόσεις ἀναγκαίας ἐποίει, τὰς δὲ προκαθηγουμένας τῶν εὐεργεσιῶν ἐξέκοψεν. PROCLUS. | |
sch351bis | ΤΟΝ ΦΙΛΕΟΝΤΑ ΦΙΛΕΙΝ. Ὁ μὲν Πλούταρχος τούτους ὀβελίζει τοὺς στίχους, λέγων οὐδέποτε ἂν γενέσθαι φίλον, εἰ τῶν φιλιωθησομένων ἑκάτερος ἀναμένει παρὰ τοῦ ἑτέρου προσφιλιωθῆναι. Οὐκ ἔστι δὲ τοῦτο, ἀλλ’ οὕτως ἔχει | |
5 | τὰ ἔπη· τὸν μὲν φιλικὴν γνώμην ἔχοντα καὶ εἰδότα φιλεῖν φίλει· καὶ τῷ προσιόντι, καὶ εὐόμιλον γνώμην ἔχοντι, προσίεσο, καὶ εὐόμιλος ἔσο. TZETZES. | |
sch351ter | ΤΟΝ ΦΙΛΕΟΝΤΑ ΦΙΛΕΙΝ. Τὸν εἰδότα φιλεῖν, φίλει· καὶ τῷ προσερχομένῳ σοι θέλε προσεῖναι· ἀπὸ τοῦ προσιέναι κατὰ μετάθεσιν καὶ συναίρεσιν. Καὶ θέλε δοῦναι ἐκείνῳ ὃς ἂν δῷ, ἤγουν ὃς μεταδοτικός ἐστι, καὶ εἰ ἔχει, δοίη | |
5 | ἄν· καὶ μὴ θέλε δοῦναι ἐκείνῳ, ὃς οὐκ ἔστι μεταδοτικὸς, καὶ εἰ ἔχει οὐκ ἂν δοίη· τῷ μεταδοτικῷ μὲν ἔδωκέ τις, ἤγουν ἔχει | |
λόγον δοῦναί τινα· τῷ μὴ μεταδοτικῷ δὲ οὐδεὶς ἔδωκεν, ἤγουν οὐκ ἔχει λόγον δοῦναι τινά. Ἡ δωρεὰ, ἀγαθόν ἐστι τῷ λαμβά‐ νοντι δηλονότι, ἡ ἁρπαγὴ δὲ κακὸν τῷ ἁρπάσαντι. MOSCHOP. | 228 | |
sch352 | ΔΟΜΕΝ ὉΣ ΚΕΝ ΔΩι. Εἰς ἀπανθρωπίαν παρεισ‐ ίησι τὸν βίον ὁ Ἡσίοδος· εἰ γὰρ ἐκδεξόμεθα μὴ μεταδιδόναι τισὶν, ἕως οὗ λάβωμεν, οὐδὲν οὔτε ληψόμεθα οὔτε δώσο‐ μεν· ἀλλ’ ὃ βούλεται λέγειν, τοιοῦτόν ἐστι· τῷ μέντοι μεταδο‐ | |
5 | τικῷ, εἰ καὶ μηδὲν ἔχει, φαίνοιτο δὲ ὅτι ἀεὶ ἐδίδου εἴπερ εἶχεν, μετεδίδου τῷ τοιούτῳ. Αὐτὸς γάρ φησιν ἐπεξηγούμενος, δώτῃ μέν τις ἔδωκε, τουτέστι τῷ μεταδοτικῷ ἔδωκέ τις· τῷ δὲ μὴ οὐκ ἔδωκε. PROCLUS. | |
sch352bis | ΚΑΙ ΔΟΜΕΝ ὉΣ ΚΕΝ ΔΩ. Ὅστις εἰ εἶχε δω‐ ρητικὸς ἦν, καὶ εὐμετάδοτος. TZETZES. | |
sch352ter | ΚΑΙ ΜΗ ΔΟΜΕΝ. Τῷ τούτῳ ἐναντίον. Ὡς δό‐ μεν, καὶ μὴ δόμεν, Ἰωνικῶς ἐνταῦθα ἐγράφησαν, καὶ τὸ, δώτῃ καὶ ἀδώτῃ, ὁμοίως τούτοις νοητέον τῷ δωρητικὴν γνώμην ἔχοντι, καὶ μὴ τοιαύτην· δότης δὲ καὶ ἀδότης ὀμικρογραφεῖ‐ | |
5 | ται· Ἀττικῶς δὲ ἐνταῦθα ἐξετάθησαν. TZETZES. | |
sch353 | ΔΩΤΗι ΜΕΝ ΤΙΣ ΕΔΩΚΕ. Τὸν δότην καὶ ἀδό‐ την, οὐ λέγει τὸν δεδωκότα πρότερον ἢ μὴ δεδωκότα, καὶ γὰρ ἂν καὶ τοῦτο ὑπεναντίως ἔλεγε τοῖς περὶ τῶν ἀγαθῶν δόγμα‐ σιν, ἀλλὰ τὸν δωρητικὸν χαρίτων ἐμμελῶν καὶ χαριέντων καὶ | |
5 | μὴ δωρητικόν. Ὁ Πλούταρχος εἰκάζει τοὺς τοιούτους, ὅσοι προαίρεσιν δωρητικὴν ἔχουσι, τοῖς σφαιρίζουσιν, οἳ λαβόντες τὴν ὑπ’ ἀλλήλων ῥιφεῖσαν σφαῖραν, οὔτε κατέχουσιν, οὔτε ἀντιπέμπουσι τοῖς μὴ εἰδόσι σφαιρίζειν, ἀλλὰ τοῖς ἀντιπέμψαι δυναμένοις. PROCLUS. | |
sch354 | ΔΩΣ ΑΓΑΘΗ. Τὴν μὲν δωρεὰν ἀγαθόν τι τῷ λα‐ βόντι γίνεσθαι, τὴν δὲ ἁρπαγὴν ὀλεθρίαν εἶναι τῷ ἁρπάσαντι. Καὶ τὴν αἰτίαν προσέθηκε, τὸν μὲν ἑκουσίως δόντα, καὶ εἰ μέγα τι δοίη, λέγων ἐφ’ ᾧ δίδωσι χαίρειν ὡς εὐεργέτην· τὸν | |
5 | δὲ ἀκουσίως ἀφῃρημένον, καὶ εἰ μικρὸν εἴη τοῦτο, παχνοῦσθαι | |
καὶ ἀλγύνεσθαι διὰ τὴν ἀκούσιον ἀφαίρεσιν. Εὖ δὲ καὶ τὸ τὸν ἑκουσίως δόντα εἰπεῖν τέρπεσθαι ὃν κατὰ θυμόν. Οὐ γὰρ δεῖ τὴν δόσιν αὐτὸν κηρύττειν, ἀλλ’ ἐν ἑαυτῷ στέγειν, καὶ ἔν‐ δον ἔχοντα τὴν ἐνέργειαν ἐπ’ αὐτῇ χαίρειν. Οὕτω γὰρ ἔσται | 229 | |
10 | δῆλος οὐχὶ διὰ τὸν ἔπαινον δοὺς τὸν παρὰ τῶν ἄλλων, ἀλλὰ δι’ αὐτὸ τὸ καλὸν τῆς δόσεως εἶναι τὸ ἔργον. Εἶπε γὰρ Μισθὸς δ’ ἀνδρὶ φίλῳ εἰρημένος. Τούτους δέ τινες τοὺς στίχους ἐξέβαλον· ὁ δὲ Πλούταρ‐ χος ἐγκρίνει. Δεῖν γὰρ καὶ τὸν φίλον συνεργὸν παραλαμβάνειν | |
15 | ἐπὶ ὡρισμένῳ μισθῷ· (ἔχθραν γὰρ προξενεῖ τὸ τῆς ἀμοιβῆς μετὰ τὸ ἔργον ἐλλιπὲς ἀδόκητον ὑπάρξαν·) τούτῳ δ’ ὅμοιον, | |
καὶ τὸ τὰ πρὸς τοὺς ἀδελφοὺς συναλλάγματα μὴ ἀμάρτυρα ποιεῖσθαι, τὸ δ’ ἐπαχθὲς ἀφαιρῶν εἶπεν, ὅτι γελάσας, τουτ‐ έστιν ὡς παίζοντας καὶ μὴ σπουδάζοντας· πολλοὺς γὰρ ἀπο‐ | 230 | |
20 | λέσθαι διὰ τὸ πιστεῦσαί τισιν οἷς ἀπιστεῖν δέον, ἀπιστῆσαι δὲ πάλιν οἷς πιστεῦαι δέον. Διὸ χρεία τῆς ἐπὶ τῶν μαρτύρων ὁμολογίας, καὶ ἐπὶ τῶν ἀδελφῶν καὶ ἐπὶ τῆς τοῦ μισθοῦ προο‐ μολογίας, καὶ ἐπὶ τῶν φίλων. PROCLUS. | |
sch354bis | ΔΩΣ ΑΓΑΘΗ. Οὐ δεῖται ἐξηγήσεως καὶ ἑρμη‐ νείας, σαφῆ γάρ εἰσι. TZETZES. | |
sch354ter | ΘΑΝΑΤΟΙΟ ΔΟΤΕΙΡΑ. Θανάτου πρόξενος· ἤγουν τὸ δεδωκότος τινὸς λαβεῖν, οὐ κακὸν, ἀλλ’ ἀγαθόν· τὸ δὲ βιαίως λαβεῖν μὴ βουλομένου δηλονότι τοῦ κεκτημένου, κα‐ κὸν καὶ θανάτου πρόξενον. Εἶτα τὴν αἰτίαν προστίθησι· καὶ | |
5 | φησὶν, ὃς μὲν γὰρ ἂν ἀνὴρ δῴῃ ἐθέλων, οὗτος κἂν μέγα δῴῃ, χαίρει ἐπὶ τῷ δώρῳ, καὶ τέρπεται κατὰ τὴν ἑαυτοῦ ψυχήν· ὃς δ’ ἂν αὐτὸς ὑφ’ ἑαυτοῦ προτραπεὶς ἀφέληταί τι τῇ ἑαυτοῦ ἀναιδείᾳ πεισθεὶς, καὶ σμικρὸν ὂν τοῦτο τὸ λαμβανόμενον, ἐπάχνωσεν, ἤγουν ἐλύπησε, τὴν φιλουμένην ψυχὴν τοῦ ἀφαι‐ | |
10 | ρεθέντος. Ἐὰν γὰρ μὴ ἀγανακτοῦντος ἐκείνου σὺ λάβῃς μι‐ κρὸν, εἶτα πάλιν σμικρὸν ἐπὶ τῷ σμικρῷ ἐπιθεῖο, καὶ θαμι‐ νῶς τοῦτο πράττοις, ἴσως ἂν καὶ τοῦτο μέγα γένοιτο· ὅστις δὲ ἐπὶ τῷ ὑπάρχοντι καὶ ἕτερόν τι φέρων τίθησιν, οὗτος ἐκφεύξε‐ ται τὸν καυστικὸν λιμόν. Οὐ λυπεῖ δὲ ἄνθρωπον τὸ ἀποκεί‐ | |
15 | μενον ἐν τῷ οἴκῳ. Ἐν τῷ ἰδίῳ οἴκῳ βέλτιον εἶναι, ἐπεὶ τὸ ἐν ἀλλοτρίῳ οἴκῳ, τοῦτο γὰρ δύναται τὸ θύρῃφι, βλαβερὸν, του‐ τέστιν οὐκ ἀσφαλὲς, πταιστόν· ἀγαθὸν μὲν ἀπὸ τοῦ παρόντος λαβεῖν, πῆμα δὲ θυμῷ, ἀντὶ τοῦ ἀνία τῇ ψυχῇ καὶ πάθος, χρῄζειν ἀπόντος, ἅ τινα σκοπεῖσθαί σε διακελεύομαι. MO‐ | |
20 | SCHOP. | |
sch355 | ὉΣ ΜΕΝ ΓΑΡ ΚΕΝ ΑΝΗΡ. Ὅστις γὰρ ἐθε‐ λουσίως δώῃ, κἂν μέγα δῶ, χαίρει. TZETZES. | |
sch357 | ὉΣ ΔΕ ΚΕΝ ΑΥΤΟΣ ἙΛΗΤΑΙ. Ὁ δὲ ἐξ ἀναι‐ δείας ἀφελόμενός τι, κἂν μικρὸν ἀφέληται, λυπεῖ κατὰ τοῦτο τὸν ἀφαιρεθέντα. Παχνοῦν γὰρ τὸ λυποῦν, ἀπὸ μετα‐ | |
φορᾶς τῆς πάχνης, τῆς λυπούσης τὰ λήϊα. TZETZES. | 231 | |
sch359 | ΕΙ ΓΑΡ ΚΕΝ ΚΑΙ ΣΜΙΚΡΟΝ. Δοκεῖ μὲν ἀπηρτῆσθαι τοῦτο τοῦ προῤῥηθέντος· ἔχει δὲ καὶ συνέχειαν. Ἐπειδὴ γὰρ εἶπεν ὅτι κἂν ᾖ σμικρὸν τὸ ἀφαιρεθὲν, παχνοῖ τὸν ἀφαιρεθέντα διὰ τὴν ἀκούσιον ἀφαίρεσιν, ἐπήγαγεν, ὅτι | |
5 | τὸ σμικρὸν ἐπισωρευόμενον μὲν μέγα τὶ γίνεται, ἀφαιρούμε‐ νον δὲ εἰς τὸ μηδὲν καταλήγει· ὥστε εἰκότως λυπεῖ καὶ τὸ σμι‐ κρὸν ἀφαιρούμενον. Καὶ εἰ τοῦτο ἀληθὲς, ὀρθῶς Ἀριστοτέ‐ λης ἔλεγεν, ὅτι χείριστον τῶν ἐν τῷ βίῳ τὸ ΜΗ ΠΑΡΑ ΤΟΥΤΟ λεγόμενον. Εἰ γὰρ καταφρονοῖτο ὡς μικρὸν ἕκα‐ | |
10 | στον, καὶ ἐπιλέγοιμεν μὴ παρὰ τοῦτο, κακῶς πράξοιμεν. Ἐν μὲν οὖν οἰκονομίαις λιμώξομεν τοῦτο ἀεὶ ἐπᾴδοντες, ἐν δὲ τῇ διαίτῃ νοσήσομεν, πολλάκις μὲν παρορῶντες τὸ ὀρθὸν, λέγον‐ τες δὲ ταύτην τὴν φωνήν· ἡ γὰρ καθ’ ἓν ἕκαστον ἔλλειψις μεγάλην ἀθροίζει τοῖς παρορῶσι τὴν βλάβην. PROCLUS. | |
sch359bis | ΕΙ ΓΑΡ ΚΕΝ ΚΑΙ ΣΜΙΚΡΟΝ ΕΠΙ ΣΜΙΚΡΩι, Κατασκευάζει, πῶς ὁ σμικρὸν ἀφαιρεθεὶς λυπεῖται· καί φησι, εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ ἐπάγοις καὶ συνεχῶς τοῦτο δρᾷς, ταχέως μεῖζον γένοιτο. TZETZES. | |
sch361 | ὉΣ Δ’ ΕΠ’ ΕΟΝΤΙ ΦΕΡΕΙ. Εἰ αἱ κατὰ σμικρὸν ἀφαιρέσεις εἰς τὴν τοῦ παντὸς ἀπώλειαν ἄγουσιν, αἱ κατὰ σμικρὸν προσθέσεις ἀεὶ ἐπὶ τὸ πλεῖον ὁδεύουσαι, καὶ τῶν ἤδη προστεθέντων πλεῖον ἐπάγουσαι, δῆλον ὡς εὐπορίαν περι‐ | |
5 | ποιοῦσι. Τοῦτο οὖν καὶ κατακείμενον, ὅσον ἀεὶ ἐπισυνάγεται καὶ θησαυρίζεται, μὴ λυπεῖν τὸν συνάγοντα· τὴν δ’ ἀφαίρεσιν λυπεῖν, ὡς εἴρηται, διὰ τὴν ἐλπιζομένην διαφόρησιν, τοιαύ‐ της ἀφαιρέσεως γινομένης πολλάκις ἀκουσίου τοῖς ἀπολλύου‐ σιν. PROCLUS. | |
sch361bis | ὉΣ Δ’ ΕΠ’ ΕΟΝΤΙ ΦΕΡΕΙ. ὅστις ἐπὶ τῷ ἐφυπάρχοντι φέρει, ἐκφευξεῖται τὸν καυστικὸν καὶ θερμὸν λι‐ μόν. TZETZES. | |
sch362 | ΟΥΔΕ ΤΟ Γ’ ΕΙΝ ΟΙΚΩι ΚΑΤΑΚΕΙΜΕΝΟΝ. Οὐδὲ τὸ ἐν οἴκῳ ἐναπόθετον τῶν ἐτησίων καρπῶν λυπεῖ ἀνέρα | |
καὶ ἄνθρωπον. TZETZES. | 232 | |
sch362bis | ΟΥΔΕ ΤΟ Γ’ ΕΙΝ ΟΙΚΩι. Οὐδὲ τὸ ἔχειν, φησὶ, πάντα ἐν τῷ οἴκῳ, σαπρόν· κρεῖσσον γὰρ τὸ εἰπεῖν εἴσελθε φέρε, ἢ τὸ ἔξελθε φέρε· καὶ γὰρ τὰ ἐν τῷ οἴκῳ κείμενα ἀσφα‐ λέστερά εἰσιν· εἰ γὰρ ἐν ἀγρῷ ἔχει τις οἶνον ἢ σῖτον, οὐκ εὐχε‐ | |
5 | ρές ἐστιν εἰσιέναι καὶ φέρειν. PROCLUS. | |
sch363 | ΟΙΚΟΙ ΒΕΛΤΕΡΟΝ ΕΙΝΑΙ. Κατ’ οἴκους κρεῖτ‐ τον εἶναι ἀποτεθειμένα τὰ ἐτήσια τῶν καρπῶν. TZETZES. | |
sch363bis | ΕΠΕΙ ΒΛΑΒΕΡΟΝ ΤΟ ΘΥΡΗΦΙ. Χαλεπὸν γὰρ τὸ μὴ ἀποκεῖσθαι ταῦτα ἐν τῷ οἴκῳ, ἀλλ’ ἐκ τῶν θύραθε καὶ ἔξω ταῦτα ὠνεῖσθαι. TZETZES. | |
sch364 | ΕΣΘΛΟΝ ΜΕΝ ΠΑΡΕΟΝΤΟΣ ἙΛΕΣΘΑΙ. Ὅτι πρὸ τῶν χρειῶν εὐτρεπίζειν δεῖ τὰ ἐσόμενα χρήσιμα πρὸς τὰς χρείας, ἐκ τούτου διδασκόμεθα, Τότε γὰρ ἀπὸ τῶν παρόντων χρησόμεθα πᾶσιν, ὅτ’ ἂν αὐτὰ προευτρεπισμένα ἔχωμεν· κἂν | |
5 | ἐν τῷ παρόντι οὖν ἄχρηστον ᾖ τί, φυλακτέον αὐτὸ πρὸς τὴν χρείαν, εἰ μέλλοι ποτὲ χρήσιμον ἔσεσθαι· πῆμα γὰρ εἶναι τῷ θυμῷ, χρῄζειν μέν τινος, ἀπεῖναι δὲ τοῦτο χρῃζόντων ἡμῶν, PROCLUS. | |
sch364bis | ΕΣΘΛΟΝ ΜΕΝ ΠΑΡΕΟΝΤΟΣ ἙΛΕΣΘΑΙ. Ἀγαθὸν γὰρ ἔσωθεν καὶ ἐν τῷ οἴκῳ ἀποκειμένων τῶν ἐτησίων τροφῶν λαμβάνειν ὅτε δεήσει· λυπηρὸν δὲ δεῖσθαι τούτων μὴ ὄντων ἐν τῷ οἴκῳ, καὶ ἐξ ἐργαστηρίων καὶ τῶν ἐμπορίων συν‐ | |
5 | εχέστερον ἐξωνεῖσθαι. TZETZES. | |
sch365 | Ἁ ΣΕ ΦΡΑΖΕΣΘΑΙ ΑΝΩΓΑ. Ἀντίπτωσις, περὶ ὧν σε βουλεύω καὶ νουθετῶ βουλεύεσθαι. TZETZES. | |
sch366 | ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ ΚΑΙ ΛΗΓΟΝΤΟΣ. Καὶ ἐν τοῖς πατρίοις ἐστὶν ἑορτὴ Πιθοιγία, καθ’ ἣν οὔτε οἰκέ‐ την οὔτε μισθωτὸν εἴργειν τῆς ἀπολαύσεως τοῦ οἴνου θεμιτὸν ἦν, ἀλλὰ θύσαντας πᾶσι μεταδιδόναι τοῦ δώρου τοῦ Διονύ‐ | |
5 | σου· καλῶς οὖν εἴρηται δεῖν ἀρχομένου πίθου κορέσασθαι, | |
καὶ τῇ ἑορτῇ συμφώνως· δεῖ δὲ καὶ φειδοῦς ταμιευομένοις τὴν ἀπόλαυσιν, ὥστε καὶ εἰσαῦθις ἡμῖν γενέσθαι καὶ αὖθις. Εἰ δὲ ἀπαναλωθέντος τοῦ πλείστου τὸ λειπόμενον ὀλίγον εἴη, χαλεπὴν εἶναι τὴν φειδῶ· τότε γάρ φησι τάχα ἂν καὶ τρα‐ | 233 | |
10 | πείη καὶ ἄχρηστον γένοιτο τοῖς φεισαμένοις. Τὸ μὲν οὖν ἀρ‐ χομένου κορέσασθαι, παιδεύει πρὸς κοινωνίαν, τὸ δὲ μεσσόθι φείδεσθαι, πρὸς οἰκονομίαν· τὸ δὲ χαλεπὴν εἶναι τὴν ἐν τῷ πυθμένι φειδῶ, πρὸς ἀπόλαυσιν τῶν κατὰ καιρόν. ΑΛΛΩΣ. ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ. Ἵνα ἀκριβὴς ᾖ ἡ παραίνεσις, | |
15 | καὶ περὶ τῶν εὐτελῶν λέγει· τινὲς δὲ ἀλληγορικῶς λέγουσι τὸν λόγον εἶναι τῆς ἡλικίας, ὥστε ἀρχόμενον αὐτὸν καὶ γηρῶντα ἀπολαύειν, κατὰ δὲ τὴν μέσην ἡλικίαν ἐργάζεσθαι. Ἵνα εἴπῃ, κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὸ τέλος τοῦ πίθου ἐσπουδασμένως πίνειν ὡς ἀσθενεστέρου· ὁ γὰρ μεταξὺ οἶνος ἰσχυρότερος ἅμα | |
20 | καὶ ἐπίμονος. PROCLUS. | |
sch366bis | ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ ΚΑΙ ΛΗΓΟΝΤΟΣ. Ἐν ταῖς πατρίοις τῶν Ἑλλήνων ἑορταῖς ἐτελεῖτο καὶ τὰ ἀσκώ‐ λια, καὶ ἡ πιθοιγία, εἰς τιμὴν Διονύσου, τουτέστι τοῦ οἴ‐ νου αὐτοῦ. Καὶ τὰ μὲν ἀσκώλια τοιῶσδε ἐγίνετο· ἀσκοὺς | |
5 | πεφυσημένους καὶ πνεύματος πεπληρωμένους τιθέντες κατὰ γῆς, ἑνὶ ποδὶ ἐφαλλόμενοι ἄνωθεν τούτων ἐφέροντο, καὶ πολ‐ λάκις κατολισθαίνοντες εἰς γῆν ἔπιπτον. Τοῦτο δὲ ἐποίουν, ὡς ἔφην, τιμῶντες τὸν Διόνυσον. Ὁ γὰρ ἀσκὸς δέρμα τρά‐ γου ἐστίν· ὁ δὲ τράγος τοὺς θαλλοὺς τῆς ἀμπέλου τρώγων | |
10 | λυμαίνεται. Ἡ πιθοιγία δὲ κοινὸν ἦν συμπόσιον· ἀνοίξαντες γὰρ τοὺς πίθους πᾶσι μετεδίδουν τοῦ Διονύσου | |
δωρήματος. Τοῦτ’ οὖν καὶ ἐνταῦθα λέγει, ἀποπωμάσας τὸν πίθον εἰς κόρον τοῦ οἴνου σὺν μισθωτοῖς καὶ οἰκέταις ἀπό‐ λαυε. Ἐαθεὶς γὰρ ἐπιχειλὴς μετὰ τὴν ἄνοιξιν ὀξίνης ἂν καὶ | 234 | |
15 | ἐκτροπίας γένοιτο, καὶ λήγων δὲ ὁμοίως ἄχρηστος ἔσται· πρὸς τούτοις δὲ καὶ ἡ τρὺξ ἐνοχλεῖ καὶ λυπεῖ. TZETZES. | |
sch366ter | ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ. Ἀρχὴν δὲ λαμβάνον‐ τος ἀναλοῦσθαι τοῦ ἐν πίθῳ οἴνου, καὶ λήγοντος, ἤγουν ὅτε ἄρχεται ὁ πίθος ἀναλοῦσθαι, καὶ ὅτε λήγει ἀναλούμενος, κορέ‐ σθητι· κατὰ τὸ μέσον δὲ ἐγκρατῶς αὐτῷ χρῶ· χαλεπὴ δὲ ἐν τῷ | |
5 | τέλει ἡ φειδώ. Ὁ γὰρ καταλειπόμενός φασιν ὀλίγος οἶνος ἐν ἀγγείῳ εὐκόλως ἔχει τραπῆναι καὶ ἄχρηστος γενέσθαι. MO‐ SCHOP. | |
sch367 | ΜΕΣΣΟΘΙ ΦΕΙΔΕΣΘΑΙ. Ὅτι τε ἄριστος τότε ὁ οἶνος, καὶ ὅτι δέος ἐστὶ, μὴ πρὸ τοῦ δέοντος ἐπιλείψῃ. Ἄλλοι δὲ ἀλληγορικῶς ἐπὶ τῶν τριῶν ἡλικιῶν τὸν πίθον φασὶ, παιδικῆς, ἀκμαστικῆς, καὶ γεροντικῆς. Καί φησιν, ὅτι παῖς | |
5 | ὢν καὶ γηρῶν ἀπόλαυε τῶν τοῦ βίου ἡδέων· κατὰ δὲ τὴν ἀκμα‐ στικὴν ἡλικίαν ἐργάζου. TZETZES. | |
sch368 | ΜΙΣΘΟΣ Δ’ ΑΝΔΡΙ ΦΙΛΩι. Πρὸς φίλον δὲ ἄν‐ δρα, ὃν λαμβάνεις δηλονότι συνεργὸν ἐπ’ ἔργοις, μισθὸς ἔστω σοι συμπεφωνημένος ἱκανὸς τῇ γνώμῃ αὐτοῦ. Καὶ πρὸς τὸν ἀδελφὸν δὲ θέλε θεῖναι ἐπιμάρτυρα, εἰ συνάλλαγμά τι δη‐ | |
5 | λονότι ποιεῖς μετ’ αὐτοῦ, γελάσας, ὡς παίζων δηλονότι, οὐ σπουδάζων, διὰ τὸ ἐπαχθές. Αἱ πίστεις, αἱ πρὸς ἐκείνους δη‐ λονότι, οἷς οὐκ ἔδει πιστεύειν, καὶ αἱ ἀπιστίαι αἱ πρὸς ἐκεί‐ νους, οἷς ἔδει πιστεύειν, ὤλεσαν ἄνδρας. MOSCHOP. | |
sch371 | ΜΗ ΔΕ ΓΥΝΗ ΣΕ ΝΟΟΝ. Τὸν ἄτοπον τῶν γυ‐ ναικῶν καλλωπισμὸν διὰ τῶν περιβλημάτων δηλοῖ, τὸν ἐπίθε‐ τον, καὶ τὴν ἑταιρικὴν κολακείαν τὸ αἱμύλα κωτίλλειν. Δεῖ | |
οὖν ὑπὸ τούτων μὴ ἀπατᾶσθαι· ταῦτα γὰρ γυναικὸς εἶναι καλ‐ | 235 | |
5 | λωπιστικῆς καὶ ἀπατηλῆς, ὁρώσης εἰς ἀπάντησιν τῆς κα‐ λιᾶς. ΚΩΤΙΛΛΟΥΣΑ δὲ σημαίνει, ἡδέα λέγουσα. καὶ γὰρ τὴν χελιδόνα κωτίλλειν λέγει, ὡς ἔστι παρὰ Ἀνακρέοντι κωτίλη χελιδών. PROCLUS. | |
sch371bis | ΠΥΓΟΣΤΟΛΟΣ. Οἱ μὲν τὴν μαστρωπὸν λεγο‐ μένην, ἤγουν τὴν προαγωγὸν, οἱ δὲ αὐτὴν τὴν γυναῖκα τὴν ἑταιρίδα, τὴν περὶ τὴν πυγὴν στολιζομένην, τουτέστι κο‐ σμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις· στέλλειν | |
5 | γάρ ἐστι τὸ κοσμεῖν. Ἄλλοι, τὴν κοσμοῦσαν τὰς χεῖρας· πυ‐ γούσιον γὰρ ὁ πῆχυς κεκαμμένων τῶν δακτύλων· λέγεται στό‐ λος καὶ ἡ πορεία. PROCLUS. | |
sch371ter | ΜΗ ΔΕ ΓΥΝΗ ΣΕ ΝΟΟΝ ΠΥΓΟΣΤΟΛΟΣ ΕΞΑΠΑΤΑΤΩ. Σαφῆ ταῦτα, ἐν οἷς μᾶλλον ὁ Πρόκλος λα‐ λεῖ. TZETZES. | |
sch371quat | ΣΕ ΝΟΟΝ, Σοῦ τὸν νοῦν. Τὸ σχῆμα ἀντίπτω‐ σις. TZETZES. | |
sch371quin | ΠΥΓΟΣΤΟΛΟΣ. Ἡ στολίζουσα καὶ κοσμοῦσα τὰ περὶ τὴν πυγὴν καὶ τὴν ἕδραν μέρη ζωνίοις, καὶ λοιποῖς. Ἢ ἡ στολίζουσα τοὺς πυγόνας καὶ τοὺς πήχεις καὶ τὰς χεῖρας περιβραχιόνοις καὶ δακτυλίοις. TZETZES. | |
sch371sex | ΜΗ ΔΕ ΓΥΝΗ ΣΕ ΝΟΟΝ. Μὴ δὲ γυνὴ ἑταιρὶς ἑαυτὴν ἐπὶ πορνείᾳ στολίζουσα (διὰ τῆς πυγῆς γὰρ τὴν πορ‐ νείαν αἰνίττεται) παρασυρέτω σε κατὰ τὸν νοῦν, ἀπατηλὰ κω‐ τίλλουσα, ἤγουν ἡδέως λέγουσα, τὴν σὴν οἰκίαν διφῶσα, | |
5 | ζητοῦσα, καὶ πολυπραγμονοῦσα καὶ λέγουσα δεῖξον ἡμῖν τὸν οἶκον σοῦ. Ὅστις δὲ πέποιθε γυναικὶ, οὗτος πέποιθεν ἀπα‐ τεῶσιν. MOSCHOP. | |
sch372 | ΚΩΤΙΛΛΟΥΣΑ. Πολυλογοῦσα. Κωτίλη γὰρ ἡ χελιδὼν, διὰ τὸ λάλος εἶναι, παρά τε Ἀνακρέοντι καὶ Σιμω‐ νίδῃ καλεῖται. TZETZES. | 236 |
sch372bis | ΚΑΛΙΗΝ. Τὴν φωλεάν· νῦν δὲ ἢ τὸν κόλπον, ἢ τὸν οἶκον δηλοῖ. TZETZES. | |
sch373 | ὉΣ ΔΕ ΓΥΝΑΙΚΙ ΠΕΠΟΙΘΕ. Τοῦτον Πλού‐ ταρχος χαράττει τὸν στίχον. Σημαίνειν δὲ τοὺς φηλήτας τοὺς ἀφαιρεῖσθαί τι καὶ ἐκφορεῖν ἐθέλοντας, παρὰ τὸ ἀφαιρεῖν καὶ ὑφελεῖν τοῦ ὀνόματος αὐτοῖς τεθέντος. PROCLUS. | |
sch373bis | ΦΙΛΗΤΗιΣΙ. Κλέπταις, ὑφαιρουμένοις τὰ ἀλλότρια, καὶ πᾶσι κακοῖς· παρὰ τὸ φιλεῖν τὰς ἄτας, καὶ διὰ τοῦ ι· ἢ παρὰ τὸ φηλεῖν, τὸ ἀπατᾷν, διὰ τοῦ η. TZETZES. | |
sch374 | ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Δόξειεν ἂν ἄτοπος ὁ στίχος εἶναι καὶ ἀγανακτοῦντος, ὅτι γέγονεν οὐ μόνος τῷ πα‐ τρί. Μήποτε, φησὶν ὁ Πλούταρχος, καὶ Πλάτων ἕπεται τῷ Ἡσιόδῳ, καὶ Ξενοκράτης, καὶ Λυκοῦργος πρὸ τούτων· οἳ | |
5 | πάντες ᾤοντο δεῖν ἕνα κληρονόμον καταλιπεῖν· καὶ τοῦτο ἦν τὸ ὑπὸ Ἡσιόδου λεγόμενον. Δοκεῖ δὲ ἡ λέξις εὐχομένου εἶναι καὶ οὐ συμβουλεύοντος. Τὸ γὰρ σώζοι πατρώϊον οἶκον, εὐκτικόν ἐστιν, ὥστε εἶναι τὸν λόγον, Εἰ καὶ μὴ πλείους εἶεν | |
10 | παῖδες, ἀλλὰ μονογενὴς, οὗτός γε σώζοι τὸν οἶκον. Τὸ δ’ ἑπό‐ | |
μενον στιχίδιον ἔτι μᾶλλον λύει τὴν διαβολήν. ΑΛΛΩΣ. Εἷς παῖς, φησὶν, ἀρκείτω, ἵνα μὴ ἡ περιουσία εἰς πλείονας διαιρε‐ θεῖσα ποιήσῃ τοὺς λαμβάνοντας πένητας· ἢ ἵνα μὴ περὶ τῶν ὑπαρχόντων ἀεὶ μάχωνται οἱ πλείους, οἷα καὶ αὐτὸς πέπονθε | 237 | |
15 | πρὸς τὸν Πέρσην διαιρούμενος. Τὸ δέ γε ΓΗΡΑΙΟΣ ΔΕ ΘΑΝΟΙΣ παρέγγραπτον ὡς ἀδιανόητον. PROCLUS. | |
sch374bis | ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Τὰ μὲν τοῦ Πρό‐ κλου ἐῶ τοῖς βουλομένοις σκοπεῖν. Ἐγὼ δὲ οὑτωσὶ φημί· παραινέσας τὸν Πέρσην περὶ πολλῶν, παρακελεύεται νῦν αὐ‐ τὸν καὶ μιᾷ γυναικὶ πλησιάζειν, καὶ μὴ πολλαῖς, ἵνα μὴ ἑτε‐ | |
5 | ροθαλεῖς παῖδας καὶ ἑτερογαστρίους τεκὼν λύπην αὑτῷ γεν‐ νήσῃ καὶ πρόωρον θάνατον, λαθραίως τῶν γυναικῶν καὶ τῶν παίδων πρὸς ἑαυτοὺς ἑκάστου τὸν τούτου βίον ὑφαιρουμέ‐ νων, ὡς ὁ τοῦ Αἰσώπου μῦθος τὰς δύο γυναῖκας εἰσάγει ψι‐ λόκρανον ἐργασαμένας τὸν μεσαιπόλιον. TZETZES. | |
sch374ter | ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Ἀντὶ τοῦ, ἐκ μιᾶς γυναικὸς παῖδες ἀδελφοὶ, ὁμογάστριοι. TZETZES. | |
sch374quat | ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Μουνογενὴς δὲ παῖς σώζοι ἂν, ἀντὶ τοῦ ἀρκείτω διοικεῖν τὸν πατρῷον οἶκον. Εὐ‐ χόμενος δὲ τοῦτο λέγει, οὐ προστάττων. Ἐπεὶ οὕτως, φη‐ σὶν, αὐξάνεται ὁ πλοῦτος ἐν τοῖς οἴκοις, οὐ μεριζόμενος εἰς | |
5 | πολλοὺς κληρονόμους. Θάνοις δὲ γηραιὸς οὕτω βιοὺς ὥς σε κελεύω, ἐγκαταλείπων, ἤγουν ἀφεὶς, ἐν τῷ βίῳ τὸν σὸν παῖ‐ δα, ἕτερον, ἤγουν ἄλλον, ἀντὶ σοῦ. Καὶ τοῖς πλείοσι δὲ παισὶ παράσχοι ἂν ὁ Ζεὺς ῥᾳδίως πολὺν πλοῦτον· πλείων μὲν ἐπὶ τοῦ πλείονος πλούτου ἡ φροντὶς, μείζων δὲ ἡ ἐπίδο‐ | |
10 | σις αὐτοῦ συναύξοντος ἑαυτὸν τοῦ πλούτου διὰ τὴν τῶν ὀργάνων εὐπορίαν καὶ τῶν ὑπηρετῶν. Σοῦ δὲ ἡ ψυχὴ εἰ ἐπιθυμεῖ πλούτου ἐν τῷ ἑαυτῆς λογισμῷ, οὕτω θέλε πράττειν, ὡς ἐρῶ δηλονότι· ἔργον δὲ ἐπὶ ἔργῳ ἐργάζου. MOSCHOP. | |
sch374quin | ΦΕΡΒΕΜΕΝ. Ἀντὶ τοῦ τρέφεσθαι. TZETZES. | |
sch374sex | ὩΣ ΓΑΡ ΠΛΟΥΤΟΣ ΑΕΞΕΤΑΙ. Οὕτως γὰρ εἰ ἐκ μιᾶς γυναικὸς ἕξεις παῖδας, καὶ οὐ πολλαῖς πλησιάσεις, αὐ‐ ξηθήσεται ἡ περιουσία, συμπονούσης σοι καὶ τῆς γυναικὸς | |
καὶ τῶν τέκνων. TZETZES. | 238 | |
sch374sept | ΜΕΓΑΡΟΙΣΙ. Νῦν καταχρηστικῶς πᾶσαν οἰκίαν ἁπλῶς καλεῖ· κυρίως δὲ μέγαρον λέγεται ὁ πλούσιος καὶ ἐπί‐ φθονος οἶκος, παρὰ τὸ μεγαίρω τὸ φθονῶ. TZETZES. | |
sch376 | ΓΗΡΑΙΟΣ ΔΕ ΘΑΝΟΙΣ. Οἱ περὶ Πρόκλον καὶ Ἀρίσταρχον ἢ Πλούταρχον, ἀδιανόητον τοῦτό φασιν εἶναι καὶ περισσόν. Ἐγὼ δὲ φημὶ λίαν καλλίστως ἔχειν αὐτό. Οὕ‐ τω γὰρ μιᾷ γυναικὶ πλησιάζοντι, καὶ οὐ πολλαῖς, καὶ παιδο‐ | |
5 | ποιουμένῳ σοι αὐξηθήσεταί σου ἡ περιουσία, καὶ ἀλύπως ἐπὶ τῇ τοιαύτῃ συμβιώσει διάγων τελευτήσεις γηραιὸς, καὶ οὐ πρόω‐ ρος, ὥσπερ εἰ πολλαῖς πλησιάζων ἐπαιδοποίησας, ὑφαιρουμένης σοι παρὰ μέρος τὴν περιουσίαν ἑκάστης σὺν τοῖς ἰδίοις παισὶ, καὶ δαλῷ συμφορῶν εὐούσης καὶ φλογιζούσης καὶ θλιβού‐ | |
10 | σης, καὶ ὠμῷ διδούσης σε γήραϊ, καὶ ἔτι μᾶλλον ἀώρῳ θα‐ νάτῳ ἐπισυμβάντι ἐκ θλίψεων, ἢ καὶ φαρμάκων ἐπισκευῆς γεγονότων, ζηλωτυπουσῶν ἀλλήλας τῶν γυναικῶν. TZETZES. | |
sch376bis | ἙΤΕΡΟΝ ΠΑΙΔ’ ΕΓΚΑΤΑΛΕΙΠΩΝ. Ἀντὶ τοῦ τὸν παῖδα, ἤγουν τοὺς παῖδας τῷ βίῳ ἐάσας. TZETZES. | |
sch377 | ῬΕΙΑ ΔΕ ΚΕΝ ΠΛΕΟΝΕΣΣΙΝ. Ἀφ’ οὗ δῆλον ἐποίησεν ὅτι εὔχεται μὲν καὶ πλείους εἶναι παῖδας, καὶ περιου‐ σίαν ἐκ Διὸς πλείοσιν ἀρκοῦσαν· εἰ δὲ μὴ, μουνογενεῖ παιδὶ δυναμένῳ εὐπορίαν ποιῆσαι. TZETZES. | |
sch377bis | ῬΕΙΑ ΔΕ ΚΕΝ ΠΛΕΟΝΕΣΣΙ. Κἂν πολλοὺς παῖδας ὁμογαστρίους γεννήσειας, καὶ οὕτως ὄλβος αὐτοῖς ἐκ τῆς εἱμαρμένης γενήσεται, δηλονότι συμπονοῦσιν ἀλλήλοις. TZETZES. | |
sch378 | ΠΛΕΙΩΝ ΜΕΝ ΠΛΕΟΝΩΝ. Μελέτην μὲν λέγει τὴν φροντίδα παρὰ τὸ μέλλειν, ἐπιθήκην δὲ, τὴν ἐπάχθειαν καὶ τὴν βαρύτητα τὴν ἀπὸ τῆς φροντίδος. Ὁ δὲ ὅλος νοῦς· ἐὰν πλείους οἱ παῖδες ὦσι, πλείων μὲν ἀναγκαίως ἔσται ἡ | |
5 | φροντὶς τῆς περιουσίας· ἡ δὲ ἀπὸ τῆς φροντίδος ἐπάχθεια μείζων, καὶ πολλῆς δεομένη τῆς ἐκ τοῦ Διὸς προνοίας. Μή‐ ποτε δὲ, φησὶν ὁ Πλούταρχος, ἐκεῖνο λέγει τὸ τοῦ Λάμπι‐ δος, ὅτι πλείων μὲν ἡ φροντὶς ἐπὶ τοῦ πλείονος πλούτου· μείζων δὲ ἡ ἐπίδοσις, ἣν ἐπιθήκην εἶπεν, αὐτοῦ συναύξοντος ἑαυτὸν | |
10 | τοῦ πλοῦτον διὰ τὴν τῶν ὀργάνων εὐπορίαν καὶ τῶν ὑπηρετῶν. Ὃ καὶ ὁ Λάμπις εἴρηκεν ἐρωτηθεὶς πῶς ἐκτήσατο; τὸν μὲν γὰρ ὀλίγον, ἔφη, χαλεπῶς, τὸν δὲ πολὺν ῥᾳδίως, πολλῶν ὄντων ἤδη τῶν ὑπουργούντων. PROCLUS. | 239 |
sch378bis | ΠΛΕΙΩΝ ΜΕΝ ΠΛΕΟΝΩΝ ΜΕΛΕΤΗ. Πολ‐ λὴ μὲν δαπάνη περὶ διατροφὰς ἐγγίνεται τοῖς πολύπαισι· μεῖ‐ ζον δὲ τὸ ἐπιγιγνόμενον κέρδος ἐκ τῆς ἐργασίας αὐτῶν. Περὶ γεωργικῶν δὲ παίδων λέγει, οὐ περὶ πολιτικῶν καὶ ἀστείων· | |
5 | ἐκεῖνοι γὰρ, ὡς ἐπὶ τὸ πλεῖστον, μόνον δαπάνης παραίτιοι γίνονται. TZETZES. | |
sch379 | ΣΟΙ Δ’ ΕΙ ΠΛΟΥΤΟΥ ΘΥΜΟΣ ΕΕΛΔΕΤΑΙ. Τὰ μὲν ἔμπροσθεν ῥηθέντα πάντα κοινὰ παιδεύματα ἦν, εἰς πο‐ λιτικὴν τείνοντα ζωὴν, ἀναμιμνήσκοντα τῶν τῆς κακίας αἰτι‐ ῶν, καὶ τῆς ποικιλίας τῶν βίων, καὶ τυποῦντα γνώμαις τι‐ | |
5 | σὶ τὸ ἦθος. Τὰ δὲ ῥηθησόμενα τῶν μὲν κακοπραγιῶν ἀπάγει τὸν ἀκροατὴν, ἄγει δὲ ἐπὶ τὸν γεωργικὸν βίον καὶ τὸν ἐκ τού‐ του δίκαιον πόρον, καιροὺς ὑπογράφοντα καὶ τύπους ἀροτρι‐ άσεων, ἀμητῶν, φυτείας, τρυγητοῦ, τῶν τοιούτων πάντων. Τούτοις δὲ ἑξῆς περὶ ναυτιλίας διαλέξεται τοῖς καὶ ἀπὸ ταύ‐ | |
10 | της τρέφεσθαι βουλομένοις, ὁμοίως ὑπογράφων τὰς τοῦ πλεῖν ὥρας, καὶ τὰς τῶν πλοίων ἐπιμελείας. PROCLUS. | |
sch379bis | ΣΟΙ Δ’ ΕΙ ΠΛΟΥΤΟΥ. Σοῦ δὲ ἡ ψυχὴ εἰ ἐπι‐ θυμεῖ πλούτου κατὰ τοῦτον τὸν τρόπον, ἕρδε καὶ πράττε, καὶ ἄλλο ἐπ’ ἄλλῳ ἔργον ἐργάζου. Ἐντεῦθεν δὲ εἰσβάλλει ὁ ποιητὴς καιροὺς ἑκάστοις προσφόρους διδάσκειν, ἀροτριάσει, | |
5 | καὶ σπόρῳ, καὶ ἀμήτῳ, καὶ τρυγητῷ· καὶ ἔτι περὶ ναυτιλίας, καὶ τῶν λοιπῶν. TZETZES. | |
sch381 | ΠΛΗΙΑΔΩΝ ΑΤΛΑΓΕΝΕΩΝ ΕΠΙΤΕΛΛΟΜΕ‐ ΝΑΩΝ. Ὁ μὲν Ἄτλας λέγεται παῖς Ἰαπετοῦ, τὸν οὐρανὸν ἀνέχων καὶ τὰς κίονας, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν, | |
5 | αὐτὸς κατὰ μίαν συνοχὴν ἱδρύσας, δυνάμεις εἰληχὼς διορι‐ στικὰς οὐρανοῦ καὶ γῆς, δι’ ἃς ὁ μὲν ἐξηρμένος τῆς γῆς περὶ αὐτὴν τὸν δινεῖται ἀεὶ χρόνον· ἡ δὲ ἐν μέσῳ σταθε‐ | |
ρῶς κειμένη πάντα λοχεύει μητρικῶς, ὅσα γεννᾷ ὁ οὐρανὸς πατρικῶς. Ταύτας γὰρ τὰς δυνάμεις, τὰς ἀμφοτέρων ἀκλι‐ | 240 | |
10 | νῶς τὸν διορισμὸν τηρούσας, κίονας ἐκάλεσεν, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. ὃ δηλοῖ τὸ, χωρὶς ἀλλήλων ὄντα, καὶ ἄμικτα ἀλλήλοις ἀϊδίως. Τούτου δὲ παῖδας τὰς Πλειάδας ἐμυθολόγησαν ἑπτὰ οὔσας, τὴν Κελαινῶ, τὴν Στερόπην, τὴν Μερόπην, τὴν Ἠλέκτραν, | |
15 | τὴν Ἀλκυόνην, τὴν Μαῖαν, τὴν Ταϋγέτην. Πάσας ταύτας δυ‐ νάμεις ἀρχαγγελικὰς τῶν ἑπτὰ σφαιρῶν τοῖς ἀρχαγγέλοις ἐφε‐ στώσας· τὴν μὲν Κελαινῶ τῆς Κρονίας σφαίρας, τὴν δὲ Στε‐ ρόπην τῆς τοῦ Διὸς, τὴν δὲ Μερόπην τῆς Ἄρεος, τὴν δὲ Ἠ‐ λέκτραν τῆς Ἡλιακῆς, τὴν δὲ Ἀλκυόνην τῆς Ἀφροδίτης, τὴν | |
20 | δὲ Μαῖαν τῆς Ἑρμοῦ, τὴν δὲ Ταϋγέτην τῆς Σελήνης. Καὶ δῆλαι τούτων αἱ αἰτίαι. Μίαν δὲ ἄρα τῶν ἑπτὰ σύνταξιν ἐν τῷ ἀπλανεῖ τετάχθαι καθάπερ ἄγαλμα ἐνουράνιον, ὃ δὴ Πλει‐ άδα προσαγορεύουσιν, ἄστρον ἐμφανὲς καὶ τοῖς ἰδιώταις, ἐν τῷ Ταύρῳ κατεστηριγμένον, ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι παμπόλ‐ | |
25 | λην τοῦ ἀέρος τροπὴν ἐργαζόμενον. Τούτων οὖν τῶν Πλειάδων ἐπιτελουσῶν ἄρχεσθαι κελεύει τοῦ ἀμητοῦ· ἐπιτέλλουσι δὲ, ὅταν πρῶτον φαίνωνται πρὸ τοῦ ἡλίου τῆς ἀνατολῆς· ἐπιτολὴ γάρ ἐστιν αὐτῶν ἑώα μὲν, ἡ πρώτη πρὸ τῶν ἡλιακῶν αὐγῶν ἔμφασις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις εὐθὺς ἀνατολή· | |
30 | δύσις δὲ ἑώα μὲν ἡ πρὸ τῶν ἀνατολῶν ὀλίγον εἰς τὸν δυτικὸν ὁρίζοντα ἄφιξις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις τοῦ ἡλίου εὐθὺς κατάδυσις. Ἐπιτέλλουσι μὲν οὖν καὶ αἱ Πλειάδες, ἡλίου τὸν Ταῦρον διελθόντος ἀνέχουσαι πρὸ αὐτοῦ. Καὶ τότε κελεύει ἄρχεσθαι τοῦ ἀμητοῦ. Δυνουσῶν δὲ τὴν ἑώαν δύσιν ἄρχεσθαι | |
35 | τοῦ ἀρότου, τουτέστιν, ὅταν ὁ ἥλιος τὸν Σκορπίον ἤδη περα‐ τοῖ· τότε γὰρ ἑῶος ὁ Ταῦρος δύεται. Ταῦτα δὲ εἰπὼν, λέγει τούτοις ἐφεξῆς πόσον χρόνον αἱ Πλειάδες ὑπὸ ταῖς αὐγαῖς κρύπτονται | |
ταῖς ἡλιακαῖς· καὶ ὅτι τεσσαράκοντα ἡμέρας. Καὶ γὰρ πρὸς τῷ τέλει τοῦ Κριοῦ ὄντος ἤδη κρύπτονται, καὶ εἰς Δι‐ | 241 | |
40 | δύμους μεταβάντος ἔτι ὡσαύτως, καὶ οὐ μόνον τὸν Ταῦρον διϊόντος, φαίνονται καὶ ἤδη ἐπιτέλλουσαι. PROCLUS. | |
sch381bis | ΠΛΗΙΑΔΩΝ ΑΤΛΑΓΕΝΕΩΝ. Ἐντεῦθεν εἰσ‐ | |
βάλλει ὁ ποιητὴς καιροὺς προσφόρους διδάσκειν ἀροτριάσεως καὶ ἀμητοῦ, καὶ τρυγητοῦ, καὶ ναυτιλίας, καὶ τῶν τοιούτων· καί φησι τῶν τοῦ Ἄτλαντος θυγατέρων Πλειάδων ἐπιτελουσῶν | 242 | |
5 | τὴν ἑώαν αὐτῶν ἐπιτολὴν, οὐ τὴν ἑσπερίαν, ἄρχου τοῦ ἀμητοῦ· τοῦ ἀρότου δὲ καὶ τοῦ ἀροτριασμοῦ ἀπὸ κοινοῦ πάλιν τὸ ἄρχου. TZETZES. | |
sch381ter | ΠΛΗΙΑΔΩΝ ΑΤΛΑΓΕΝΕΩΝ. Τῶν Πλειάδων τῶν τοῦ Ἄτλαντος θυγατέρων, τοῦτο γὰρ τὸ Ἀτλαγενέων, ἤγουν τῶν τὸ γένος, τουτέστι τὴν γένεσιν, τὴν εἰς φῶς προαγωγὴν ἀπὸ τοῦ Ἄτλαντος ἐχουσῶν. MOSCHOP. | |
sch381quat | ΕΠΙΤΕΛΛΟΜΕΝΑΩΝ. Ἀντὶ τοῦ ἐπιτελλουσῶν τὴν ἑώαν δηλονότι ἐπιτολὴν, ἥτις ἐστὶν ὅταν πρῶτον πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς φαίνωνται, παρελθόντος δηλονότι τοῦ ἡλίου τὸν Ταῦρον, καὶ τὸ συνανατελλούσας ἔχειν αὐτὰς, ἄρ‐ | |
5 | χου τοῦ ἀμητοῦ, τουτέστι τοῦ ἀμᾷν· τοῦ ἀρότου δὲ ἄρχου, τουτέστι τοῦ ἀροτριᾷν, δυσσομενάων, ἀντὶ τοῦ δυνουσῶν αὐτῶν τὴν ἑώαν δηλονότι δύσιν, ἤγουν ὅταν ὁ ἥλιος τὸν Σκορπίον ἤδη περατοῖ· τότε γὰρ αἱ Πλειάδες ὀλίγον πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς δύνουσιν, αἵ τινες δὴ Πλειάδες ἐπὶ | |
10 | νύκτας τε καὶ ἡμέρας τεσσαράκοντα κρύπτονται ὑπὸ τῆς αὐγῆς τοῦ ἡλίου τὸν Ταῦρον διερχομένου, ἔνθα εἰσὶν αὗται ἐστηριγ‐ μέναι. Αὖθις δὲ κυκλοφορουμένου τοῦ ἐνιαυτοῦ, ἀντὶ τοῦ ἡλίου τοῦ ἐνιαυτὸν ποιοῦντος· τουτέστιν, αὖθις δὲ ἐπεὶ ὁ | |
ἥλιος οὐχ ἵσταται, ἀλλ’ ἀεὶ κυκλοφορεῖται καὶ ἀφίσταται αὐ‐ | 243 | |
15 | τῶν δηλονότι τῇ κυκλοφορίᾳ, φαίνονται ἤδη ἐπιτέλλουσαι. Τὰ πρῶτα ἐπιῤῥηματικῶς ἀντὶ τοῦ πρῶτον χαρασσομένου τοῦ σιδήρου, τοῦ πρὸς ἀμητὸν χρησίμου δηλονότι· ἤγουν ὅτε οἱ γεωργοὶ χαράσσουσι τὰ δρέπανα αὐτῶν. MOSCHOP. | |
sch382 | ΑΡΟΤΟΙΟ ΔΕ ΔΥΣΣΟΜΕΝΑΩΝ. Εἰ μὲν ἄρο‐ τον τὸν νεατόν φησι, τὴν ἀπὸ τοῦ Ταύρου εἰσβολὴν πρὸς τοὺς Διδύμους τοῦ ἡλίου φησὶν, Ἰουνίου εʹ· εἰ δὲ ἄροτον τὸν σπόρον φησὶ, τὸν καιρὸν δηλοῖ καθ’ ὃν ὁ ἥλιος εἰς τὸν Σκορ‐ | |
5 | πίον ἐμβάλλει Ὀκτωβρίου καὶ Νοεμβρίου. Αἵ τινες Πλει‐ άδες Μαΐου μηνὸς κατὰ τὴν ιγʹ ἐν τῷ Ταύρῳ κείμεναι προανα‐ τέλλουσι τοῦ ἡλίου, αὐτοῦ τοῦ ἡλίου μετὰ τὴν κʹ τοῦ Ἰουνίου ἐν τοῖς Διδύμοις ὄντος. Δύνουσι δὲ αὗται, κατὰ τὴν ιγʹ τοῦ Νοεμβρίου μηνὸς, τοῦ ἡλίου (μετὰ τὴν κʹ τοῦ Δεκεμβρίου μη‐ | |
10 | νὸς) ἐν τῷ Τοξότῃ ὄντος. ΑΛΛΩΣ. ΠΛΗΙΑΔΩΝ. Ἐν τοῖς ἔμπροσθεν προτρεψάμενος αὐτὸν ἐργάζεσθαι, ἐντεῦθεν λοιπὸν ὑποτίθεται τὸ πῶς καὶ πότε δεῖ. Τοὺς δὲ καιροὺς τοῦ δεῖν τι πράσσειν οἱ παλαιοὶ καὶ ἀπὸ τῶν ἀστέρων ἐτεκμαί‐ ροντο, καὶ ἀπὸ τῶν βοτανῶν καὶ φυτῶν καὶ ζώων. Βούλεται | |
15 | οὖν αὐτῷ ὑποθέσθαι πότε δεῖ σπείρειν, καὶ πότε θερίζειν, καί φησιν, ὅτι Πληϊάδων δυνουσῶν. Τούτῳ δὲ δεῖ πάλιν προσεκδέξασθαι τὸ, ἕω ἄρχεσθαι τοῦ ἀρότου, ἤτοι τοῦ σπόρου, καὶ θερίζειν ἀνατελλουσῶν· τούτῳ δὲ δεῖ πάλιν προσεκδέ‐ ξασθαι τὸ ἕω· ἐὰν γὰρ μὴ οὕτω συνεκδεξώμεθα, ἀσαφὲς τὸ | |
20 | λεγόμενον· ἕκαστον γὰρ τῶν ἄστρων ἑκάστῃ ἡμέρᾳ καὶ δύνει καὶ ἀνατέλλει. Ἅπαξ δὲ τοῦ ἔτους σὺν ἡλίῳ ἀνατέλλει, καὶ ἅπαξ ἑώαν δύσιν ποιεῖται, αἵ τινες σημαίνουσι τί τῶν ἔργων ἐστί. Πληϊάδων ἑώα ἀνατολὴ, ὅταν ὁ ἥλιος ᾖ ἐν Ταύρῳ· δύ‐ σις δὲ ἑώα, ὅταν ὁ ἥλιος ᾖ ἐν Ζυγῷ. Ἀνατολή ἐστιν, ἡ σὺν | |
25 | τῷ ἡλίῳ τῶν ἄστρων ἀναφορά· ἐπιτολὴ δὲ, ἡ φανέρωσις τῶν ἄστρων, ἡ μετὰ τὴν κρύψιν τὴν ἡλιακήν. Ὅτε δὲ δύνει ζώ‐ διον μετὰ τοῦ ἡλίου, ἑσπερία δύσις. Διάμετρόν ἐστιν ἡ διὰ τοῦ κέντρου εἰς τὸ ζώδιον γραμμή. Ὁ μὴν, δυοδεκατημόριον | |
λέγεται. Εἰσὶ δὲ μῆνες μοιρῶν κηʹ. Ἄλλως λαʹ, καὶ λʹ. Ὁ ἥλιος | 244 | |
30 | κατ’ ἐναντιότητα τοῦ πόλου τὸν ἴδιον δρόμον ποιεῖται. Τὸ δὲ ΑΤΛΑΓΕΝΕΩΝ, φασὶ γελοῖον· ἔδει γὰρ εἰπεῖν, Ἀτλαν‐ τογενέων. ΑΛΛΩΣ. ΠΛΗΙΑΔΩΝ, ιβʹ ὥρας τῆς νυκτὸς, προανατέλλουσι τοῦ ἡλίου, κατὰ τὴν ἀνατολὴν, μετὰ παρέ‐ λευσιν τοῦ Ταύρου, ἤτοι μηνὸς Μαΐου. Ἐπιτολὴ γάρ ἐστιν, ἡ | |
35 | μικρὸν πρὸ τοῦ ἡλίου τῶν Πλειάδων ἀνατολή. ιβʹ δὲ ὥρας τῆς νυκτὸς πρωϊναὶ δύσεις ἐν τῷ μεταξὺ τοῦ Ζυγοῦ καὶ τοῦ Σκορ‐ πίου, ἤτοι Ὀκτωβρίου καὶ Νοεμβρίου μηνὸς ὅτε ὁ σπόρος. ΑΛΛΩΣ. ΑΙ ΔΗ ΤΟΙ, ἐν ἀρχῇ τοῦ κριοῦ μηνὸς ιʹ μοῖραν καὶ πρὸ μοίρας τοῦ Ταύρου, καὶ προλάμποντος τοῦ ἡλίου καὶ | |
40 | προδύνοντος. PROCLUS. | |
sch382bis | Πλειάδες λέγονται ἢ ἀπὸ Πλειόνης, ἢ ἀπὸ τοῦ πολ‐ λοῖς εἶναι χρειώδεις, ἢ ἀπὸ τοῦ εἰς πελείας μεταμορφωθῆναι ἐκ τοῦ φεύγειν τὸν Ὠρίωνα ὡς τοξότην. Ἢ ἀπὸ τοῦ πολεῖν ἐκ περιόδου καὶ συμπληροῦν τὸν ἐνιαυτὸν, ἐξ ὧν καὶ πλειὼν ὁ ἐνι‐ | |
5 | αυτὸς, ἢ ὅτι πλείους εἰσὶ κατὰ συναγωγὴν, ἢ ὅτι πλείους εἰσὶ κἂν ἑπτὰ δοκῶσιν, ἢ παρὰ τὸ πλησίον κεῖσθαι, πλησιάδες τινὲς οὖσαι. PROCLUS. | |
sch382ter | Ἄτλαντος τοῦ Ἰαπετοῦ, καὶ Αἴθρας τῆς Ὠκεα‐ νοῦ, ἣν καὶ Πλειόνην ὡς ἀπὸ τοῦ πλήθους τῶν παίδων φησὶν ὁ ποιητὴς, θυγατέρες ἐγένοντο δώδεκα, εἷς δὲ υἱὸς, Ὕας ὀνό‐ ματι, ὃν ἐν Λιβύῃ κυνηγετοῦντα ὄφις κτείνει. Καὶ αἱ μὲν | |
5 | πέντε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται, αἱ δὲ λοιπαὶ ἑπτὰ ἤτοι αἱ πλείους ἐλεηθεῖσαι, κατηστερίσθησαν τῷ οὐρανῷ, Πλειάδες ὡς ἀπὸ τοῦ πλήθους κληθεῖσαι. Ὧν τὸν ἕνα ἀμαυ‐ ρὸν εἶναί φασι, καὶ λέγεσθαι εἶναι τὴν μητέρα Δαρδάνου Ἠλέκτραν, μίαν οὖσαν τῶν Πλειάδων, ἥτις πορθουμένης τῆς | |
10 | Τροίας, τὴν ἀδελφικὴν πέφευγε συνοδίαν, καὶ πρὸς τὸν ῥυ‐ μὸν τῆς ἁμάξης ἐξέδραμεν· ὅθεν πολλοὶ ἀλώπεκα ταύτην φασὶ τὸ ζυγόλωρον ἐσθίουσαν. PROCLUS. | |
sch382quat | ΔΥΣΣΟΜΕΝΑΩΝ, Καὶ μελλουσῶν δῦναι τὴν ἑσπε‐ ρίαν δύσιν, οὐ τὴν ἑώαν. Ἀλλὰ λεκτέον πρῶτον τὴν ἱστορίαν, εἶτα καὶ μαθηματικώτερον διδακτέον μοι. Τοῦ οὐρανοῦ παι‐ δὸς Ἰαπετοῦ καὶ Κλυμένης, ἢ Ἀσίας, τῆς Ὠκεανοῦ θυγατρὸς, | 245 |
5 | γεννῶνται, ὡς οἱ μυθογράφοι φασὶ, Προμηθεὺς, Ἐπιμηθεὺς, Μενοίτιος, καὶ ὁ νῦν ἡμῖν προκείμενος Ἄτλας· ὃν καὶ μυθεύ‐ ονται κίονας φέρειν μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι. Τούτου καὶ Πλειόνης τῆς Ὠκεανοῦ θυγατρὸς γεννῶνται θυγα‐ | |
10 | τέρες ἑπτά· περὶ ὧν φησὶν Ἄρτος ἐν τοῖς Φαινομένοις ὧδέ πως· Ἑπτὰ δ’ ἐκεῖναι ἐπιῤῥήδην καλέονται, Ἓξ οἷαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσι, Ἀλκυόνη, Μερόπη τε Κελαινώ τ’ Ἠλέκτρη τε, | |
15 | Καὶ Στερόπη, καὶ Τηϋγέτη, καὶ πότνια Μαῖα. Ταύτας, φασὶ, τὰς Πλειάδας, μετὰ τῆς μητρὸς αὐτῶν τῆς Πλειόνης, κατὰ Βοιωτίαν πέντε ὅλους ἐνιαυτοὺς Ὠρίων ἐδίω‐ κεν ὡς συγγένοιτο, αἱ δὲ τοῖς θεοῖς εὐξάμεναι πρὸς πελειά‐ δας μετήμειψαν. Ζεὺς δὲ τῆς κακοπαθείας οἰκτείρας, αὐ‐ | |
20 | τὰς ἐν τῷ Ζωδιακῷ κατηστέρισεν. Ἄλλοι δέ τινες δώδεκα θυ‐ γατέρας φασὶ γενέσθαι τῷ Ἄτλαντι, καὶ υἱὸν Ὕαντα, ὃν ἐν Λιβύῃ θηρῶντα ὄφις ἀνεῖλεν. Καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν τοῦτον θρηνοῦσαι ἀπώλοντο· Ζεὺς δὲ ἀστέρας ταύτας πεποί‐ ηκε, τὰς λεγομένας Ὑάδας, ὧν τὰ ὀνόματα ὁ Ἀσκραῖος οὗτος | |
25 | Ἡσίοδος ἐν τῇ Ἀστρικῇ αὐτοῦ βίβλῳ διδάσκει, λέγων, —νύμφαι Χαρίτεσσιν ὁμοῖαι, | |
Φαισύλη, ἠδὲ Κορωνὶς, ἐϋστέφανός τε Κλέεια, Φαιώ θ’ ἱμερόεσσα, καὶ Εὐδώρη τανύπεπλος· Ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων. | 246 | |
30 | Αἱ δὲ Πλειάδες προείπομεν ὅπως κατηστερίσθησαν. Ἀλλὰ καὶ τὰ περὶ Ἄτλαντος καὶ τὴν τούτου καταστέρισιν ἀλληγορίᾳ καὶ ἱστορίᾳ δεούσῃ σαφηνιστέον μοι. Ἄτλας ἐστὶν ἀλληγορικώτερον ὁ ἄξων ὁ ὁρίζων καὶ διακρίνων τὸ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἡμισφαί‐ ριον· Ἰαπετοῦ δὲ, ἤτοι κινήσεως οὐρανοῦ, παῖς, ὅτι καταρ‐ | |
35 | χὰς συγκεχυμένου τοῦ παντὸς κοσμικοῦ σώματος, συνέβη τὸν ἀέρα καθ’ Ἕλληνας σφοδροτέρας κινήσεως τετυχηκέναι, καὶ οὕτω διορίσαι τὸ ἄνω καὶ κάτω ἡμισφαίριον, καὶ διαρ‐ θρῶσαι τὸ πᾶν. Θυγατέρες δὲ Ἄτλαντος, αἱ Πλειάδες καὶ Ὑάδες, καὶ τὰ λοιπὰ τῶν ἄστρων καὶ τῶν ἀστέρων, ὅτι μετὰ | |
40 | τὸ διορισθῆναι τὰ ἡμισφαίρια, καὶ διαρθρωθῆναι τὸ πᾶν, οἱ ἀστέρες ἐφάνησαν, καὶ πᾶν τὸ τῶν ἄστρων σύστημα. Κίο‐ νες δὲ, ἃς ὁ ἄξων οὗτος Ἄτλας κατέχει, ὁ Βόρειος πόλος ἐστὶ καὶ ὁ Νότιος. Καὶ ταῦτα μὲν περὶ τοῦ στοιχειακοῦ Ἄτλαντος, τοῦ καὶ ἄξονος. Γέγονε δὲ καί τις Λίβυς ἀνὴρ μαθηματι‐ | |
45 | κώτατος, Ἄτλας τὴν κλῆσιν, ὃς ἐμυθεύθη τὸν οὐρανὸν ἔχειν, διὰ τὸ ἀρίστως ἀστρολογεῖν, καὶ περὶ τῶν οὐρανίων ἀκριβέ‐ στατα διδάσκειν, οὗ καὶ υἱοὶ Ἕσπερος καὶ Ὕας, καὶ θυγατέρες Πλειάδες καὶ Ὑάδες φιλαδελφόταται· οὓς καὶ ἃς ἐν τοῖς ἄστροις σοφώτατος ὢν κατηστέρισεν, ὡς καὶ τοῖς ἀστρολόγοις οἱ ἀστέ‐ | |
sch382quat(50) | ρες ὦσιν εὐσύνοπτοι, ὀνόματα ἔχοντες, καὶ τῶν παίδων αὐ‐ τοῦ τοῖς ἄστροις παραμένῃ τὸ ὄνομα, τῷ παντὶ αἰῶνι περι‐ | |
φερόμενον· τοῦτο δὲ καὶ μύριοι ἕτεροι πεποιήκεσαν, ὡς καὶ ἐπὶ Πτολεμαίου ὁ Κόνων καταστερίσας τῆς Βερενίκης τὸν πλόκαμον. Οὕτω μὲν οὗτοι καὶ οἱ λοιποὶ πάντες ἀστέρες | 247 | |
55 | καὶ τὰ ἄστρα κατηστερίσθησαν· οὐ γὰρ ἐπειδὰν ἀποθάνω‐ μεν, κατά τινας τῶν ἔξω σοφῶν, ἀστέρες γινόμεθα, οὓς ὁ κωμικὸς Ἀριστοφάνης ἐμπέπαιχε· ἀλλὰ τὸ ψυχρὰ λέγειν καὶ κατασκευάζειν παρέντες, τήν τε ἱστορίαν τὴν περὶ τῆς διώξεως τῶν Πλειάδων ὑπὸ Ὠρίωνος ὕστερον πολλαῖς γενεαῖς | |
60 | τῶν Πλειάδων ὑπάρχοντος, καὶ τὴν τῆς Ἠλέκτρας πυράκτω‐ σιν ἐν τῇ πορθήσει τῆς Τροίας, μετὰ ἑπτὰ γενεὰς γενομένης, μικρὸν δέ τι φάμενοι περὶ τοῦ πόθεν καλεῖται Πλειὰς, καὶ περί τινων ἑτέρων βραχυτάτων, χωρήσομεν πρὸς τὴν διδασκα‐ λίαν τῶν ἀστρικῶν ἐπιτολῶν καὶ τῶν δύσεων. Ἀρχαγγελι‐ | |
65 | κὰς δὲ δυνάμεις ὅστις ἱμείροιτο τὰς Πλειάδας μανθάνειν, ὡς καὶ τὰς Μούσας, προσεχέτω τῷ Πρόκλῳ· οὐδὲν γὰρ ἡμεῖς τοιοῦτο λάβρον, οὐδὲ σοφὸν ἐπιστάμεθα, ἀλλὰ σαφές τε καὶ σύντομον καὶ τῆς ἀληθείας ἐχόμενον, εἰ μή που ἢ ψευδῆ τινὰ ἱστορίαν ἐλέγχοιμεν ἢ διορθοίημεν, ἤ τι μυθῶδες ἀλλη‐ | |
70 | γοροίημεν, ἢ ἀτέχνως γεγραμμένον τεχνικῶς διαγράφοιμεν, οὐ μεταρσίοις λόγων συνθήκαις, οὐ κόμπῳ ῥημάτων, ἀλλὰ σαφεῖ καὶ περιπεζίῳ τῇ λέξει, ὡς ὁ διδασκαλικὸς τρόπος παρακελεύεται. Πλειάδες λέγονται, ἀπὸ Πλειόνης τῆς αὐτῶν μητρός· ἢ ἀπὸ τοῦ πελειάδας αὐτὰς γεγονέναι φευγούσας | |
75 | τὸν Ὠρίωνα· ἢ παρὰ τὸ εἰς πολλὰ χρησιμεύειν· σημαντικαὶ | |
γὰρ θέρους καὶ σπόρου· ἢ ὅτι πλησίον ἀλλήλων κεῖνται περὶ τὸ λαιὸν κέρας τοῦ ταύρου. Λήθῃ κατασχεθεὶς καὶ περὶ Ὑάδων γράφειν, εἶπον τὰς Πλειάδας παρὰ τὸ λαιὸν κέρας κεῖσθαι τοῦ ταύρου· ἰστέον οὖν ὅτι αἱ Ὑάδες κεῖνται περὶ τὸ | 248 | |
80 | λαιὸν μέρος τὸ ῥηθὲν, αἱ δὲ Πλειάδες περὶ τὸ οὐραῖον τοῦ αὐτοῦ ταύρου, ὅπερ ἡμίτομόν ἐστιν. TETZES. | |
sch381quin | ΑΤΛΑΓΕΝΕΩΝ. Οἱ περὶ τὸν Πρόκλον γελοῖον φασὶ τὸ Ἀτλαγενέων, Ἀτλαντογενέων λέγοντες εἶναι δέον. Ἐγὼ δέ φημι καλῶς ἔχειν καὶ ἀμφοτέρως. Κλίνεται γὰρ Ἄτλας Ἄτλαντος, καὶ Ἄτλας Ἄτλα. Ἐξ οὗ τὸ Ἀτλαγενέων. | |
5 | TZETZES. | |
sch381sex | ΕΠΙΤΕΛΛΟΜΕΝΑΩΝ. Περὶ ἀνατολῶν καὶ δύ‐ σεων ἀστρικῶν εἰπεῖν ὡρμημένῳ δέον μοι πρῶτον κεφαλαιω‐ δέστερον καὶ συντόμως ἐκθεῖναι πᾶσαν ἀστροθεσίαν τὴν ἐν τῷ Ζωδιακῷ λοξοκινήτῳ κύκλῳ, ὃς ἀπὸ βοῤῥᾶ πρὸς νότον | |
5 | κινεῖται. Ἄστρων ὑπάρχουσι τμήματα δυοκαίδεκα, ἃ καὶ ζώδια καλοῦνται· ὧν τὰ ὀνόματα, Κριὸς, Ταῦρος, Δίδυμοι, Καρκίνος, Λέων, Παρθένος, Ζυγὸς, Σκορπίος, Τοξότης, Αἰγόκερως, Ὑδροχόος, Ἰχθύες. Ἐν ἑκάστῃ δὲ τῶν ἑπτὰ οὐ‐ ρανίων ζωνῶν, αἳ καὶ σφαῖραι καλοῦνται, εἷς εἶναι λέγεται | |
10 | τῶν πλανωμένων ἀστέρων. Ἐν μὲν τῇ ἀνωτάτω καὶ πρώτῃ, Κρόνος· ἐν δὲ τῇ δευτέρᾳ Ζεὺς, ἔπειτα Ἄρης, καὶ μετ’ αὐτὸν Ἥλιος, εἶτα Ἀφροδίτη, καὶ μετ’ ἐκείνην Ἑρμῆς, ἡ δὲ Σελήνη πάντων ὑστέρα καὶ κατωτάτη. Πλάνητες δὲ ὀνομάζονται, ὡς ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς κινούμενοι, ἐναντίως τῇ κινήσει | |
15 | τοῦ οὐρανοῦ. Ζώδια μὲν οὖν (ὡς ἔφην) εἰσὶ δώδεκα· πλά‐ νητες δὲ ἀστέρες ἑπτά· ἄστρα δὲ ἀπλανῆ λη, Ἄρκτος μεγάλη, Προκύων, Ἄρκτος μικρὰ, Ἵππος, Ὄφις, Ἀετὸς, Δελφὶς, Ὀϊστὸς, Κασσιέπεια, Λαγωὸς, Περσεὺς, Κῆτος, Ἀνδρομέδα, | |
Ὠρίων, Ἡνίοχος, Κένταυρος, Κόραξ, Ὕδρος, Αἲξ, Λύρα, | 249 | |
20 | Ἔριφοι, Ἐνγόνασι, Στέφανος βόρειος, Στέφανος νότιος, Ἀργὼ, Ἠριδανὸς ποταμὸς, Πλειάδες, Θυμιατήριον, Ὑάδες, Ἀρ‐ κτοφύλαξ, ὁ καὶ Βοώτης, Ὀφιοῦχος, Κηφεὺς, Κύων, Τόξον, Κύκνος, Κρατὴρ, Ἰχθῦς, Δεσμά. Ταῦτα πάντα τὰ ζώδια καὶ τὰ ἀπλανῆ, καὶ οἱ πλάνητες, διττὰς ποιοῦνται ἀνατολάς τε καὶ δύ‐ | |
25 | σεις· μίαν μὲν, ἣν σὺν τῷ παντὶ οὐρανῷ ἀνατέλλουσι καθ’ ἑκάστην ἡμέραν, ἀπὸ τοῦ ὑπογείου ἡμισφαιρίου εἰς τὸ ὑπέργειον, καὶ πά‐ λιν ἀπὸ τοῦ ὑπεργείου εἰς τὸ ὑπόγειον δύνουσιν. Ἑτέραν δὲ δισ‐ σουμένην ἀνατολήν τε καὶ δύσιν ποιοῦνται σὺν τῷ ἡλίῳ κατ’ ἐνι‐ αύσιον κύκλον, ἀνατολὴν ἑώαν καὶ ἑσπερίαν καὶ δύσιν ὁμοίως. | |
30 | Τίνες δὲ αὗται, καὶ πῶς, καὶ πότε γίνονται, μάνθανε. Ὅταν τις ἀστὴρ, ἢ ἄστρον, ἐν ταῖς προηγουμέναις καὶ πρώταις μοίραις τινὸς ζωδίου ἐνσταίη, ἅσπερ καὶ δεξιὰς καὶ ἀνατολικὰς λέγουσιν, ὁ δ’ ἥλιος προδραμὼν ταύτας ἐν ταῖς ἑπομέναις, καὶ μετ’ αὐτὰς ἐνστῇ, ἃς καὶ ἀριστερὰς | |
35 | καὶ δυτικὰς καλοῦσι, πεντεκαίδεκα μοίρας ἀπέχων τοῦ ἀστέρος, λέγεται τότε ὁ ἀστὴρ ἑώαν ἀνατολὴν πρὸς τὸν ἥλιον ἔχειν. Ἂν δὲ ταῖς πρώταις μοίραις ὁ ἥλιος τρέχῃ, ὁ δ’ ἀστὴρ ἐν ταῖς ἑπομέναις ιε προλαβὼν ἑώας μοίρας τὸν ἥλιον, τότε λέγεται ἑσπερίαν ἀνατολὴν πρὸς τὸν ἥλιον ἔχειν. | |
40 | Δύσις δὲ ἑώα ἐστὶν ἀστέρος, ὅταν ἐν ταῖς ἡγουμέναις ὁ ἀστὴρ φαίνῃ, ἐν δὲ ταῖς ἑπομέναις ὁ ἥλιος τρέχῃ, ἀφεστηκὼς τοῦ | |
ἀστέρος ιδ, ἢ ιγ, ἢ ἐλάττονας μοίρας· δύσις δὲ ἑσπερία, ὅταν ὑπάρχῃ τὸ ἀνάπαλιν, ἐν ταῖς ἡγουμέναις μὲν μοίραις ὁ ἥλιος τρέχῃ, ταῖς ἑπομέναις δὲ ὁ ἀστὴρ ιδ, ἢ ιγ, ἢ καὶ ἐλάττονας | 250 | |
45 | μοίρας ἀπέχων τοῦ ἡλίου. Αὗται εἰσὶν αἱ ἀνατολαὶ καὶ δύ‐ σεις. Στηριγμοὺς δὲ καὶ ἀποῤῥοίας, καὶ συναφὰς καὶ πή‐ ξεις, καὶ κολλήσεις καὶ ἐπεμβάσεις, καὶ τὰ λοιπὰ σχήματα τούτων, ἐῶ λέγειν, ὡς περιττά. Ἡ ἐπιτολὴ δὲ τῶν Πλειάδων γίνεται ἀπὸ Μαΐου ἐνάτης, μέχρις Ἰουνίου κγ· ἡ δὲ τού‐ | |
sch381sex(50) | των δύσις, ἀπὸ Ὀκτωβρίου η μέχρι Δεκεμβρίου ἐνάτης, σα‐ φῶς καὶ ἰατρικῶς, μαθηματικῶς δὲ καὶ ἀκριβέστερον ἔμ‐ προσθεν μάθῃς. [Τὸ ΑΡΧΕΣΘΑΙ, καὶ πάντα τὰ ἀπαρέμ‐ φατα, ἀντὶ προστακτικοῦ τίθησιν ὁ ποιητής· ἢ νοεῖται ἐπὶ πᾶσι τὸ θέλε, οἷον, θέλε ἐργάζεσθαι, θέλε σπείρειν, βοω‐ | |
55 | τεῖν, καὶ τὰ ὅμοια. Ἄμητος, ἀσπόρητος ἐστὶν ὁ σπόρος. Ὀξυτόνως δὲ τοὺς χρόνους διαγράφει. Τὸ ζῴδιον ὁ Ἥλιος πρὸς τέλος φθάνει. Συνεγγίζουσι δὲ αἱ Πλειάδες, ἐπειδὴ μετὰ τὸν Κριὸν ὁ Ταῦρος ἐστὶν, οὗ τῇ ζώνῃ αὗται κεῖνται, πάντη ἀμαυροῦνται τοῦ Ἡλίου σύνεγγυς προσβάλλοντος αὐ‐ | |
60 | ταῖς. Τὸν γοῦν ὅλον Ἀπρίλλιον μῆνα διέρχεται τὸν κριόν. Ἐν γοῦν ταῖς ἐνάταις ἡμέραις τῆς ἀνατολῆς τοῦ μηνὸς οὔσης, ὡς σύνεγγυς ὄντος τοῦ Ἡλίου αὐταῖς, ὑπὸ τοῦ πλείστου φω‐ τὸς ἀμαυροῦνται. Ἀφ’ οὗ δὲ τελειώσει τὸν Κριὸν, προσβάλ‐ λει τῷ Ταύρῳ, κατὰ Μάϊον ἅπαντα· ὁ δὲ Μάϊος ἔχει λα. θʹ | |
65 | γοῦν καὶ λα, μ. μεθ’ ὃ δὲ τελειώσει τὸν Μάϊον, καθ’ ὃν κα‐ τέρχεται τὸ τοῦ Ταύρου ζῴδιον, προσβάλλει τῷ Διδύμῳ, κατὰ τὸν Ἰούνιον μῆνα· διελθὼν δὲ τὸν Ταῦρον, καὶ σὺν ἐκείνῳ τὰς Πλειάδας, καὶ προσβαλὼν τῷ Διδύμῳ κατὰ τὸν Ἰούνιον, τότε μηδενὸς ἐμποδίζοντος ἐκεῖναι ἀνατέλλουσι, κατὰ | |
70 | τὸν Ἰούνιον μῆνα, καθ’ ὃν ἄρχονται θερίζειν. (Σημείω‐ σαι ἐναντίως οὗτος φησὶ τῇ τοῦ Τζέτζου ἐξηγήσει.) TZETZES. | |
sch381sept | ΠΛΗΙΑΔΩΝ ΑΤΛΑΓΕΝΑΩΝ. Καθ’ ὃν γὰρ καιρὸν ἔνι τὸ ἀροτριᾷν, ἤγουν τὸν Ὀκτώβριον καὶ Νοέμβριον μῆνα, τότε κυρίως ἀνατέλλουσι. Ἐπιτολὴ γὰρ, ἡ μετὰ τοῦ ἡλίου δύσιν ἔκλαμψις τῶν ἄστρων. Αὗται γὰρ κατὰ τὸν καιρὸν τοῦ ἀρό‐ | 251 |
5 | του, ἤγουν τὸν Ὀκτώβριον καὶ Νοέμβριον μῆνα, ἀνατέλλου‐ σιν ἀφ’ ἑσπέρας, μετὰ τὴν ἡλίου δύσιν· κατὰ δὲ τὸν καιρὸν τοῦ θέρους, τὸν Ἰούνιον καὶ τὸν Ἰούλιον, ἀνατέλλουσι τῷ πρωΐ. TZETZES. | |
sch383 | ΑΙ ΔΗ ΤΟΙ ΝΥΚΤΑΣ ΤΕ ΚΑΙ ἨΜΑΤΑ. Μ νυχθήμερα. Πρῶτος κεῖται ἐν τῷ ζωδιακῷ κύκλῳ ὁ Κριός· μετ’ αὐτὸν ὁ Ταῦρος· μετὰ τὸν ταῦρον ὁ Δίδυμος· ἐν τῇ μέ‐ σῃ δὲ τοῦ Ταύρου, ἤγουν ἐν τῇ ζώνῃ, κεῖνται αἱ Πλειάδες αἱ | |
5 | ἓξ, αἵ τινες λέγονται καὶ κοινῶς ἑξάστερον. Ὁ δὲ Ταῦρος ἐσχημά‐ τισται μέχρι τῆς μέσης πόδας μὴ ἔχων. Ὅτε δὲ ἔλθῃ ὁ ἥλιος ἐν τῷ ζῳδίῳ τοῦ Κριοῦ, καὶ διερχόμενος τοῦτο, (κατὰ μῆνα δὲ Ἀπρίλλιον αὐτὸ διέρχεται,) προσβάλλει τῷ Ταύρῳ κατὰ Μάϊον ἅπαντα, καθὼς προείπομεν.] TZETZES. | |
sch385 | ΧΑΡΑΣΣΟΜΕΝΟΙΟ ΣΙΔΗΡΟΥ. Τοῦ πρὸς ἀμη‐ τὸν χρησίμου. Καὶ προσέθηκε ΠΕΡΙΠΛΟΜΕΝΟΥ ΕΝΙΑΥ‐ ΤΟΥ, δηλῶν ὅτι οὕτως ἀεὶ γίνεται, διὰ τὴν ἐγκύκλιον τοῦ ἡλίου κίνησιν, ἐν τεταγμένοις χρόνοις τὸν Ζωδιακὸν κύκλον | |
5 | περιπολοῦντος, καὶ τὰ μὲν ἀπολείποντος τῶν ζωδίων, τὰ δὲ ἐπιόντος· καὶ ἃ μὲν ἀπολείπει, τούτων αὐτοῦ προανατελλόν‐ των, οἷς δὲ σύνεστι, τούτων αὐτῷ συνανατελλόντων. Ὧν δὲ γίνεται ἀπ’ ἐναντίας, τούτων ἀνατελλόντων μὲν, ὅτε κατα‐ δύεται· καταδυομένων δὲ, ὅταν αὐτὸς ἀνατέλλῃ, καὶ τὸ ζῴ‐ | |
10 | διον ἐν ᾧ ἐστίν. PROCLUS. | |
sch385bis | ΧΑΡΑΣΣΟΜΕΝΟΙΟ ΣΙΔΗΡΟΥ. Ὑποθέμενος ὁ Ἡσίοδος τῷ Πέρσῃ ἐξ ἀνατολῆς καὶ δύσεως τῶν Πλειάδων, εἰδέναι θέρους καιρὸν καὶ ἀρότου, ἐπεὶ δυσχερὴς ἡ τούτων γνῶσις ἰδιώτῃ ἐδόκει ἀνδρὶ, σαφεστέρως νῦν καὶ ἐξ ἰδιωτι‐ | |
5 | κωτέρου παραδείγματος δείκνυσιν αὐτῷ τὴν τῶν Πλειάδων | |
ἀνατολὴν, λέγων τότε αὐτὰς ἐπιτέλλειν, ὅτε οἱ γεωργοὶ χα‐ ράσσουσι καὶ στομοῦσι τὰ δρέπανα, καὶ πρὸς θερισμὸν εὐτρε‐ πίζουσιν. Ἐξ ἀμήτου δὲ οὐκ ἐξ ἀρότου εἶπε κατάρχεσθαι, ὅπως διὰ τὴν ἐλπίδα τοῦ κέρδους προτρέψῃ πρὸς γεωργίαν | 252 | |
10 | αὐτὸν, ἀργὸν φύσει τυγχάνοντα, καὶ νωθέστατον. TZETZES. | |
sch386 | ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ ΠΕΛΕΤΑΙ. Πάσας περι‐ κόπτων τὰς προφάσεις τῶν ἀναβαλλομένων τὸν ἀμητὸν, ἢ τὸν σπόρον, αἷς προφασίζονται λέγοντες ἢ πεδινὴν ἢ ὀρεινὴν οἰκεῖν γῆν, καὶ διὰ τοῦτο μὴ ὅτε οἱ ἄλλοι σπείρειν ἢ θερίζειν, ἐγκελεύε‐ | |
5 | ται μόνον τὸν καιρὸν ἐπιτηρεῖν. Τοῦτον γὰρ μόνον ἀμητοῦ καὶ ἀρότου καιρὸν, τῶν πεδινῶν, τῶν ὀρεινῶν, τῶν παρα‐ λίων· καὶ δεῖν ἀπροφασίστως ἐν τούτῳ καὶ ἀμᾶσθαι καὶ ἀρο‐ τριᾷν ἁπαξάπαντας τοὺς γεωργούς. PROCLUS. | |
sch386bis | ΑΛΛΩΣ. ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ. Ὅτι ἀνὰ πᾶ‐ σαν τὴν γῆν ὁ αὐτὸς νόμος ἐστὶ τοῦ καιροῦ καὶ τοῦ ἀροτριᾷν καὶ τοῦ θερίζειν. PROCLUS. | |
sch386ter | ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ ΠΕΛΕΤΑΙ ΝΟΜΟΣ. Περιαιρῶν πᾶσαν πρόφασιν τοῦ Πέρσου, φησίν· οὗτος τῆς γεωργίας νόμος ἐστὶν, ἀροτριᾷν Πλειάδος δυούσης, ἀμᾷν δὲ ἀνατελλούσης, κἂν ἐν παραθαλασσίῳ καὶ ἀμμώδει καὶ λυπρο‐ | |
5 | γέῳ τινὲς κατοικῶσι χώρᾳ, κἂν ἐν μεσογείῳ καὶ λιπαρᾷ, καὶ μακρὰν ἀπεχούσῃ θαλάσσης. TZETZES. | |
sch386quat | ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ ΠΕΛΕΤΑΙ ΝΟΜΟΣ. Αὕτη ἡ τάξις ἐστὶ τῆς σπορίμου γῆς, καὶ ἐκείνοις, οἵ τινες ἐγγὺς θαλάσσης οἰκοῦσι, καὶ ἐκείνοις, οἵ τινες ἄγκεα βησσή‐ εντα οἰκοῦσιν, ἤγουν ἀγκωνοειδεῖς τόπους κοίλους, καὶ κα‐ | |
5 | ταδύσεις ἔχοντας· πίονα λέγω χῶρον, ἤγουν λιπαρὰν γῆν, ἀπόπροθι, τουτέστιν ἄπωθεν κατ’ ἐπίτασιν τοῦ μήκους, τοῦ κύματα ἐγείροντος πόντου. Ἀνατολὴ ἐπὶ ἡλίου, ἐπιτολὴ δὲ ἡ φανέρωσις τῶν ἄστρων μετὰ τὴν κρύψιν τὴν ἡλιακήν· ὥστε εἰ καὶ ὀλίγον πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς φαίνεται ἄστρον, | |
10 | ἐπιτέλλειν λέγεται, μετὰ γὰρ τὴν ἀνατολὴν τοῦ ἡλίου φαίνεται, εἰ καὶ ἐπὶ πάνυ πολὺ προὐχώρησεν ὁ ἥλιος, ὡς ἤδη ἑτέραν ποιεῖσθαι ἀνατολήν. Ἀμητὸς, ὁ καιρὸς ὅτε ἀμῶσι, καὶ ὁ | |
καρπὸς ὁ ἀμώμενος, καὶ ἡ ἐνέργεια, ἤγουν αὐτὸ τὸ ἀμᾷν, ὥσπερ ἀλοητὸς ὁ καιρὸς ὅτε ἀλοῶσι, καὶ ὁ καρπὸς ὁ ἀλοώμε‐ | 253 | |
15 | νος, καὶ τὸ ἀλοᾷν, καὶ τρυγητὸς ὁ καιρὸς ὅτε τρυγῶσι, καὶ ὁ καρπὸς ὁ τρυγώμενος, καὶ τὸ τρυγᾷν. Ἀροτὸς δὲ ὁ καιρὸς ὅτε ἀροῦσιν, καὶ τὸ ἀροῦν. Δοκοῦσι δὲ ὀξύνεσθαι, ὡς νεα‐ τὸς, ἐπαινετὸς, νοητὸς, ἀγαπητὸς, θεατὸς, ὑμνητός. Καὶ ἁπλῶς πάντα τὰ εἰς ος ἁπλᾶ ὅσα ἀπὸ παθητικῶν παρακειμέ‐ | |
20 | νων γίνεται περισπωμένων συζυγιῶν. Αἰτία δὲ οὐ φαίνεται δι’ ἣν ἕκαστον τούτων ἐπὶ τοῦδε μὲν τοῦ σημαινομένου ὀξυτο‐ νηθήσεται, ἐπὶ δὲ τοῦδε προπαροξυνθήσεται. Δύσσομαι ποιη‐ τικῶς, δύνω κοινῶς. MOSCHOP. | |
sch389 | ΓΥΜΝΟΝ ΔΕ ΣΠΕΙΡΕΙΝ. Τὰ τῆς γεωργίας ἔρ‐ γα σπείρειν, βοηλατεῖν, θερίζειν, πάντα κελεύει γυμνὸν με‐ τιέναι· δηλῶν ὅτι τοῦ ἀέρος ὄντος εὐδιηνοῦ ταῦτα δὴ ποιητέα, καὶ μήτε κρυμώδους ὄντος, μήτε ὕοντος τοῦ θεοῦ· οὕτω γὰρ | |
5 | καὶ αἱ βλαστήσεις ἔσονται εὐφυεῖς, καὶ αἱ συγκομιδαὶ τῶν καρπῶν ἐπωφελεῖς. Φασὶ δέ τινες χρῆναι τὰς νειοὺς μετὰ χειμῶνα ποιεῖν, στρέφοντας αὐτὴν ἐν τῷ νεάζειν καὶ σπείρειν οὐκ οὖσαν κατάξηρον. Κάλλιον δέ φησιν ὁ Πλούταρχος μετὰ τὸν σπόρον ὑετὸν συμβῆναι, ἢ πρὸ σπόρου. Δῆλον δέ· τὰ | |
10 | γὰρ μετὰ Πλειάδα σπαρέντα καὶ πρὸ τροπῶν φύεσθαι ἑβδο‐ μαῖα, ἐν Αἰγύπτῳ δὲ καὶ τριταῖα· τὸν δὲ μετὰ τροπὰς, μόλις ἐν τριπλασίῳ τούτου τοῦ χρόνου· οὕτως τὸ ἐπιγενέσθαι ὑετὸν ἀγαθὸν μᾶλλον, ἢ τὸ προγενέσθαι. Οἱ δὲ ἀρχαῖοι καὶ πρωϊ‐ αίτερον ἔσπειρον, καὶ δῆλον ἐκ τῶν Ἐλευσινίων τελετῶν. | |
15 | PROCLUS. | |
sch389bis | ΒΟΩΤΕΙΝ. Ἢ τὸ ἀροτριᾷν, ἢ τὸ βοῦς βόσκειν. PROCLUS. | |
sch389ter | ΓΥΜΝΟΝ ΣΠΕΙΡΕΙΝ. Γυμνὸν ἀμᾷν, γυμ‐ νὸν δὲ βοωτεῖν, καὶ ἀροτριᾷν. Τοῦτο δέ φησι, προτρε‐ πόμενος αὐτὸν προφθάνειν τὸν χειμῶνα, καὶ προεργάζε‐ σθαι· ἢ ὡς ἂν οὕτως εὐῤῥώστως καὶ γενναίως ἐργάζοιτο. | |
5 | Τὸ ΕΙΧ’ ὩΡΙΑ καὶ τὸ ὩΣ ΤΟΙ ἙΚΑΣΤΑ ὩΡΙ’ ΑΕΞΗ‐ | |
ΤΑΙ ἄντικρυς ἐρεσχελία καὶ φλυαρία ἐστί. TZETZES. | 254 | |
sch389quat | ΠΕΡΙΠΛΟΜΕΝΟΥ. Πολεῖν τὸ στρέφειν, καὶ ἀνα‐ πολεῖν τὸ ἀναστρέφειν, καὶ περιπολεῖ ὁ οὐρανὸς, ἤγουν περὶ τοὺς πόλους στρέφεται, ἀφ’ οὗ περιπολοῦμαι καὶ περιπολού‐ μενος, εἶτα κατὰ συγκοπὴν περιπλόμενος, ἐπεὶ τὸ περιπολούμενος | |
5 | ἀνοικείως πρὸς τὸ μέτρον εἶχε, τρία ἐφεξῆς ἔχον βραχέα. MOSCH. | |
sch389quin | ΓΥΜΝΟΝ ΣΠΕΙΡΕΙΝ. Γυμνόν σε παρακελεύομαι σπείρειν. | |
sch389sex | ΓΥΜΝΟΝ ΔΕ ΒΟΩΤΕΙΝ. Ἤγουν βοηλατεῖν. MOSCHOP. | |
sch390 | ΓΥΜΝΟΝ Δ’ ΑΜΑΕΙΝ. Ὡς ἂν πρόθυμος ἔσῃ περὶ τὸ ἔργουν μὴ φορῶν τὸ ἱμάτιόν σου, ἵνα μὴ ἐμποδίζῃ ὑπ’ αὐτοῦ. Εἴγε ὥρια πάντα θέλεις ἀπὸ τῆς γῆς κομίζεσθαι. ΑΜΑΕΙΝ, συναθροίζειν ἢ θερίζειν. PROCLUS. | |
sch390bis | ΓΥΜΝΟΝ Δ’ ΑΜΑΣΘΑΙ. Τουτέστιν ἀμᾷν, ἀν‐ τὶ τοῦ σὺν προθυμίᾳ σπεῖρε, καὶ βοηλάτει, καὶ θέριζε, ἐὰν ἐθέλῃς κομίζεσθαι, ἀντὶ τοῦ συγκομίζειν, ἤγουν συνάγειν καὶ ἀποτιθέναι, πάντα τὰ ἔργα τῆς γῆς, τουτέστι τοὺς καρ‐ | |
5 | ποὺς, οὓς ἡ γῆ βλαστάνει καὶ ζωογονεῖ. MOSCHOP. | |
sch392 | ΜΗ ΠΩΣ ΤΑ ΜΕΤΑΞΥ ΧΑΤΙΖΩΝ. Ταῦτα πρὸς τὸν ἀδελφὸν ἰδίως ἀπέστρεψεν, ἀπάγων αὐτὸν τῆς ἀργίας καὶ τοῦ πτωχεύειν, ὅ ἐστι πτώσσειν ἀλλοτρίους οἴκους· | |
καὶ γὰρ ὁ πτωχὸς εἴρηται παρὰ τὸ πτώσσειν καὶ ὑποκατα‐ | 255 | |
5 | κλίνεσθαι τοῖς δοῦναι δυναμένοις. Συμβαίνει δὲ καὶ ἀναισχυν‐ τεῖν τοῖς δεομένοις, πολλάκις προσιοῦσι τοῖς εὐπόροις, καὶ μὴ διδόντων, μάταια λέγειν αἰτοῦσι. Χρῆναι οὖν (φησι) διὰ τῶν ἔργων εὐπορίαν ἀγείρειν καὶ τὸν λιμὸν διώ‐ κειν, οὐ διὰ τοῦ πτωχεύειν· καὶ ἀναιδοῦς ὄντος εἰ γίγνοιτο | |
10 | πολλάκις καὶ ματαίου, τῶν ἐπαρκεῖν δυναμένων οὐκ ἀεὶ ὑπακουόντων. ΑΛΛΩΣ. Μετὰ τὴν συγκομιδὴν τῶν καρ‐ πῶν, ΜΕΤΑΞΥ ἐν τῷ μετὰ ταῦτα, τουτέστι μετὰ τὸ ἐξελθεῖν τὸν καιρὸν τοῦ δεῖν τι πράττειν, χρονίζων πλανᾷ ἄλλοτε πρὸς ἄλλον προσαιτῶν καὶ μηδὲν ὠφελούμενος. PROCLUS. | |
sch392bis | ΜΗΠΩΣ ΤΑ ΜΕΤΑΞΥ ΧΑΤΙΖΩΝ. Μή πως μὴ ἔχων ἐν τῷ μέσῳ τοῦ καιροῦ, πτώσσῃς, πτωχεύῃς, ἢ δίκην πτωκὸς γυμνὸς καὶ περιδεὴς πορεύῃ πρὸς τοὺς ἀλλοτρίους οἴκους. TZETZES. | |
sch392ter | ὩΡΙΑ. Ἤτοι ὥριμα καὶ ἐν τῷ καιρῷ αὐτῶν, ἵνα σοὶ ἕκαστα αὐξάνηται κατὰ τὸν προσήκοντα αὐτοῖς καιρὸν, ἵνα μήπως τὰ μεταξὺ στερούμενος, πτώσσῃς, ἀντὶ τοῦ συνεσταλ‐ μένος καὶ τεταπεινωμένος ἔρχῃ, ἐπ’ ἀλλοτρίους οἴκους, αἰ‐ | |
5 | τῶν δηλονότι, καὶ μηδὲν ἀνύσῃς, καθὰ καὶ νῦν ἐπ’ ἐμὲ ἦλθες, ἐγὼ δέ σοι οὐκέτι ἐφ’ οἷς ἔδωκα δώσω. MOSCHOP. | |
sch394 | ΟΥΚ ΕΠΙΔΩΣΩ. Οὐ χαριοῦμαι, ἐντεῦθεν καὶ δωτίνη ἡ δωρεά. PROCLUS. | |
sch394bis | ΕΠΙΔΩΣΩ. Προῖκα καὶ κατὰ χάριν παρέξω, οὐδ’ ἐπιμετρήσω μέτρῳ τινὶ καὶ μεδίμνῳ. TZETZES. | |
sch395 | ΟΥΔ’ ΕΠΙΜΕΤΡΗΣΩ. Ἀντὶ τοῦ οὐ χρήσω. PROCLUS. | |
sch395bis | ΟΥΔ’ ΕΠΙΜΕΤΡΗΣΩ. Ἤγουν οὐδὲ ἐφ’ οἷς ἐμέτρησα μετρήσω. Ὥσπερ ἐφερμηνευτικὸν δοκεῖ τὸ ἐπιμετρή‐ σω τοῦ ἐπιδώσω· τὸ μὲν γὰρ ἄδηλον εἶχε τὴν δόσιν, τὸ δὲ ἐπιμετρήσω ὁρίζει ταύτην ὅτι σῖτος, ἢ τοιοῦτό τι μέτρῳ διδό‐ | |
5 | μενον. MOSCHOP. | |
sch395ter | ΕΡΓΑΖΕΥ ΝΗΠΙΕ ΠΕΡΣΗ. Ἐργάζου ἀνόητε | |
Πέρση τὰ ἔργα, ἃ οἱ θεοὶ τοῖς ἀνθρώποις διετεκμῄραντο, ἀν‐ τὶ τοῦ ἐγνώρισαν, τεκμαίρεσθαι ἔδωκαν. Θεοὺς δὲ ἐνταῦθα τὰ στοιχεῖα λέγει, ἀφ’ ὧν τεκμαιρόμενοι οἱ ἄνθρωποι τὰ τῆς | 256 | |
5 | γεωργίας ἔργα ἐργάζονται. MOSCHOP. | |
sch396 | ΘΕΟΙ ΤΕΚΜΗΡΑΝΤΟ. Καλῶς εἶπε τὸ, ἐτεκμή‐ ραντο· ἀπὸ γὰρ τῶν στοιχείων τεκμαιρόμεθα καὶ ἐργαζόμε‐ θα· πρᾶγμα γὰρ δεινὸν μετὰ γυναικὸς καὶ τέκνων χρῄζειν. PROCLUS. | |
sch396bis | ΘΕΟΙ ΔΙΕΤΕΚΜΗΡΑΝΤΟ. Οἱ ἀστέρες, ἢ τὰ στοιχεῖα νῦν θεοί. Ἐκ γὰρ τῶν ἀστέρων τὰ τῆς γεωργίας ἔργα, καὶ τὰ λοιπὰ ἐργαζόμεθα τεκμαιρόμενοι. TZETZES. | |
sch397 | ΜΗ ΠΟΤΕ ΣΥΝ ΠΑΙΔΕΣΣΙΝ. Ἵνα μή ποτε σὺν παισὶ καὶ γυναικὶ κατὰ τὴν ψυχὴν ἀνιώμενος, ζητῇς τὰ πρὸς ζωὴν χρήσιμα κατὰ τοὺς γείτονας. MOSCHOP. | |
sch398 | ΟΙ Δ’ ΑΜΕΛΩΣΙΝ. Ἤγουν ἀνεπιστρόφως ἔχωσι καὶ ἀφροντίστως πρὸς τὴν σὴν αἴτησιν. Δὶς μὲν γὰρ καὶ τρὶς ἴσως ἐπιτεύξῃ· ἐὰν δὲ ἐπιπλέον ἐνοχλῇς, χρῆμα μὲν, ἤγουν πρᾶγμα, οὐ πράξεις, τουτέστιν οὐκ ἀνύσεις, σὺ δὲ μάταια | |
5 | πολλὰ ἀγορεύσεις, ὁ δὲ νόμος, ἤγουν τὸ πλῆθος τῶν νόμων, ἀχρεῖος ἔσται, ἤγουν ἐπ’ οὐδενὶ χρησιμεύων. Ἀλλά σε παρα‐ κελεύομαι φράζεσθαι; ἀντὶ τοῦ μελετᾶν διὰ φροντίδος ποιεῖ‐ σθαι, χρεῶν τε λύσιν, καὶ λιμοῦ ἀλεωρὴν, τουτέστιν ἐκφυγήν. MOSCHOP. | |
sch400 | ΕΤΩΣΙΑ. Μάταια, ἀπὸ τῶν γεωργῶν, οἵ τινες ὤσαντες καὶ παραδραμόντες τὸ δέον ἔτος γεωργίᾳ, ἢ φυτείᾳ, ἢ ἑτέροις τισὶ τοιούτοις ἐβλάβησαν. TZETZES. | |
sch403 | ΟΙΚΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Τρία ταῦτα ἀναγ‐ καῖα πρῶτα πρὸς εὐπορίαν· ὁ οἶκος, ὡς δεξόμενος· ἡ γυ‐ νὴ ὡς φυλάξουσα· ὁ βοῦς, ὡς ἐργασόμενος. Εἰπὼν δὲ γυ‐ ναῖκα, ἵνα μὴ τὴν συντεκνοποιήσουσαν οἰηθῇς, ἐπήγαγε | |
5 | κτητὴν οὐ γαμετὴν, ἥτις καὶ βουσὶν ἕποιτο, μετὰ τοῦ φυλάσσειν τὸν οἶκον· διὰ τοῦτο γὰρ εἶπε καὶ βου‐ σὶν αὐτὴν ἕπεσθαι, διότι καὶ ἄλλην πληρώσει χρείαν. Οὐ λέγει οὖν παλλακὴν, ἀλλὰ φύλακα τοῦ οἴκου καὶ τῶν βοῶν. Μάτην οὖν λέγουσιν οἱ περὶ Τίμαιον Ἡσιόδῳ τὸν Ἀριστοτέλην πει‐ | 257 |
10 | θόμενον μετὰ τὴν τῆς γυναικὸς τελευτὴν Ἑρπυλλίδι συνεῖναι τῇ θεραπαίνῃ, ἐξ ἧς αὐτὸν σχεῖν υἱόν. PROCLUS. | |
sch403bis | ΟΙΚΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Παρακελεύεται τῷ ἀδελφῷ, πρῶτα μὲν οἴκου φροντίζειν, ὡς περιέξοντος καὶ αὐτὸν, καὶ τὰ κτηθησόμενα. TZETZES. | |
sch403ter | ΓΥΝΑΙΚΑ ΤΕ. Κτητὴν καὶ ὠνητὴν, οὐ γαμετὴν, ἥ τις καὶ τοῖς βουσὶν ἕποιτο· κτᾶσθαί φησι κατὰ δεύτερον λόγον· ὅπως τὰ τῆς ἀγροικικῆς οἰκίας συνέχῃ, οὐ παιδοποιὸς, λάτρις δὲ οὖσα γυνή. TZETZES. | |
sch403quat | ΟΙΚΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Τὸ ποιήσασθαι ἀπὸ κοινοῦ, οἶκον μὲν πρώτιστα παρακελεύομαί σε ποιήσασθαι, καὶ γυναῖκα κτήσασθαι δηλονότι· οὐ γὰρ δύναται συνυπακούεσθαι καὶ ἐπὶ τούτου τὸ ποιήσασθαι· συνυπακούεται οὖν τὸ οἰκεῖον | |
5 | κατὰ ἀναλογίαν τοῦ προῤῥηθέντος. Τὸ δὲ ἑξῆς, γυναῖκά τε κτητὴν, ἤγουν ὠνητὴν, οὐ γαμετὴν, ἤτοι οὐ γάμῳ συνημμέ‐ νην σοι, ἀλλ’ οὐδὲ παλλακὴν, ἀλλ’ ἥτις καὶ τοῖς βουσὶν ἕποι‐ το μετὰ τοῦ φυλάττειν τὸν οἶκον δηλονότι, ὁ γὰρ καὶ σύνδε‐ σμος καὶ ἑτέρας ἐργασίας ἔμφασιν ποιεῖ, εἶτα βοῦν ἀροτῆρα | |
10 | κτήσασθαι. MOSCHOP. | |
sch403quin | ΓΥΝΑΙΚΑ ΤΕ, ΒΟΥΝ Τ’ ΑΡΟΤΗΡΑ, ΚΤΗ‐ ΤΗΝ ΟΥ ΓΑΜΕΤΗΝ. Πρὶν ἀποδοῦναι τὸν ἑξῆς λόγον ἐν τῷ μεταξὺ τίθησι τὸ βοῦν τ’ ἀροτῆρα. Συνήθως δ’, ὡς ἔοικε, ποιεῖ τὸ τοιοῦτον, καὶ ἐν τοῖς ὄπισθε γὰρ, ἐν οἷς διέξεισι συλ‐ | |
5 | λογιζόμενος ὁποῖοι ἔσονται οἱ μετὰ τὸ πέμπτον γένος ἄνθρωποι, μετὰ πολλὰ ἐπάγει, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν Ἀνέρα τιμήσουσιν, ἐν τῷ μέσῳ τιθεὶς τὸ ὕβριν, διακόψας τὸν ἐφεξῆς λόγον· τὸ | |
10 | γὰρ ἑξῆς, μᾶλλον δὲ ἄνδρα κακῶν ἐργάτην τιμήσουσιν, εἶτα, καὶ ὕβριν τιμήσουσι δηλονότι. Ἀχέω ποιητικῶς, ἄχθομαι κοι‐ νῶς, ἐν δὲ τῷ ἀχεύων προσθήκη γίνεται τοῦ υʹ, ὥσπερ ἐν τῷ ζητεύῃς. Ἀροτὴρ ποιητικῶς, ἀρότης κοινὸν, ἕνη δι’ ἑνὸς νʹ, καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἓν γίνεται, ἐὰν δὲ διπλασθῇ τὸ νʹ | 258 |
15 | Αἰολικῶς, ψιλοῦται. MOSCHOP. | |
sch405 | ΧΡΗΜΑΤΑ Δ’ ΕΙΝ ΟΙΚΩι ΠΑΝΤ’ ΑΡΜΕΝΑ. Πάντα ὅσα πρὸς γεωργίαν ὄργανα χρήσιμα προεῖπε χρήματα. Μετὰ γὰρ τὰ ἔμψυχα ὄργανα καὶ λογικὰ, οἷον ἦν ἡ ὠνὴ τῆς γυναικὸς, καὶ τὰ ἔμψυχα καὶ ἄλογα, οἷον ὁ βοῦς, τὰ ἄψυχά | |
5 | φησι χρῆναι παρασκευάζειν καὶ ἔχειν οἴκοι κείμενα· καὶ τὴν αἰτίαν προστίθησιν. PROCLUS. | |
sch405bis | ΧΡΗΜΑΤΑ. Τὰ χρειώδη τῶν γεωργικῶν ἐργα‐ λείων, καὶ τὰ λοιπὰ ἄρμενα καὶ ἁρμόδια, καὶ μὴ τοῦ πρέπον‐ τος ἀποδέοντα, ποιήσασθαι; καὶ ποίησον ἐν τῷ οἴκῳ σου. Τὸ ΑΡΜΕΝΑ δὲ καίπερ ἀπὸ τοῦ ἁρμοζόμενα γεγονὸς, ψιλοῦται, | |
5 | ὡς συγκοπῇ Αἰολικῇ· πάντα γὰρ τὰ τοιαῦτα, ἐντελῆ μὲν ὄντα δασύνεται, συγκοπέντα δὲ ψιλοῦται. Ὡς τὸ, ἁλλόμενος, ὁ πηδῶν, καὶ ἁρμοζόμενος, δασύνονται· ἐφαρμοζόμενος γὰρ φαμὲν, καὶ καθαλλόμενος. Ὡς Ὅμηρος, Ἥτε καθαλλομένη, ἰοειδέα πόντον ὀρίνει. | |
10 | τὸ δὲ ἄρμενος, καὶ ἄλμενος, συγκοπέντα Αἰολικῶς ψιλοῦνται, ὡς νῦν τὸ ΠΑΝΤ’ ΑΡΜΕΝΑ. Καὶ παρ’ Ὁμήρῳ, ἐπάλμενος ὀξέϊ δουρί. TZETZES. | |
sch405ter | Χρήματα δὲ, ἤγουν τὰ ὄργανα τὰ πρὸς γεωρ‐ γίαν χρήσιμα, πάντα ἅρμενα, ἤγουν ἁρμόδια, ποιήσα‐ σθαι ἐν τῷ οἴκῳ, ἵνα μὴ σὺ μὲν ἄλλον αἰτῇς, ὄργανον δηλον‐ ότι, ὁ δὲ ἀρνῆται, ἤγουν ἀνανεύῃ πρὸς αἴτησιν, σὺ δὲ στε‐ | |
5 | ρίσκῃ τοῦ ὀργάνου, ὁ δὲ προσήκων καιρὸς παρέρχηται, ἐλατ‐ τοῖτο δὲ τὸ ἔργον. MOSCHOP. | |
sch406 | ΜΗ ΣΥ ΜΕΝ ΑΙΤΗιΣ ΑΛΛΟΝ. Εἰ μὴ ἔχοις ἐν τῷ οἴκῳ πάνθ’ ὅσα δεῖ τὴν γῆν ἐργαζόμενον ἔχειν, τῆς ὥρας ἡκούσης τοῦ σπείρειν, εἰ τύχοι, ἢ ἀροτριᾷν ἢ θερίζειν, μὴ ἔχων, ἄλλον αἰτήσεις τὰ πρὸς τὴν χρείαν τῶν ἔργων τού‐ | |
5 | των, οἷον ἄροτρον, ἢ δρέπανον, ὁ δὲ οὐ δώσει, ΣΥ ΔΕ ΤΗ‐ ΤΑι, τουτέστι στερίσκῃ τοῦ ὀργάνου καὶ τοῦ ἔργου· τὸ γὰρ τητᾶσθαι τὸ στερίσκεσθαι δηλοῖ. Τητῶμαι γὰρ τὸ πρῶτον, ὡς βοῶμαι, καὶ τητᾷ τὸ δεύτερον, ὡς βοᾷ. Τούτου δὲ συμβαί‐ νοντος, πάρεστιν ἡ προσήκουσα ὥρα τοῦ ἔργου, καὶ τὸ ἔργον | 259 |
10 | ἐλαττοῦταί σοι κατὰ τὴν ὠφέλειαν, ἣν εἰκὸς ἦν αὐτῷ παρα‐ σχεῖν ἐν ὥρᾳ τῇ οἰκείᾳ γινόμενον. PROCLUS. | |
sch407 | ἩΔ’ ὩΡΗ ΠΑΡΑΜΕΙΒΗΤΑΙ. Παρατρέχει δὲ ἡ ἁρμόδιος ὥρα ἑκάστοις, νεατῷ, σπόρῳ, καὶ τοῖς λοιποῖς. TZETZES. | |
sch407bis | ΜΙΝΥΘΗι. Σμικρύνεται, ἐλαττοῦται· μινυὸς γὰρ, ὁ μικρός. TZETZES. | |
sch408 | ΜΗ Δ’ ΑΝΑΒΑΛΛΕΣΘΑΙ ΕΣΤ’ ΑΥΡΙΟΝ. Τὸ μὲν ὙΠΕΡΤΙΘΕΣΘΑΙ τῶν μέσων εἰώθασι λέγειν, ὡς γινό‐ μενον εὖ καὶ οὐκ εὖ, τὸ δὲ ΑΝΑΒΑΛΛΕΣΘΑΙ πάντως οὐκ εὖ γίνεσθαί φασι. Διὸ τοῦτον ἀποτρέπει τῆς ἀνα‐ | |
5 | βολῆς, οὐ τῆς ὑπερθέσεως· οἱ δ’ ἀναβαλλόμενοι οὕτως εἰώ‐ θασι λέγειν, αὔριον ποιήσομεν, καὶ αὖθις ἐκείνης ἐλθούσης τὸ αὐτὸ λέγουσι· καὶ πάλιν τὸ αὐτὸ, καὶ τέλος εἰς τὴν ἐσχά‐ την ἀφικνοῦνται τοῦ μηνὸς, καὶ τὴν ἔνην καλουμένην καὶ νέαν, εἶτα πάλιν εἰς τὴν νουμηνίαν ἀναβάλλονται ὡς ἐπιτηδείαν, εἰ | |
10 | τύχοιεν, ἣν μόνην ἔνην καλοῦσιν, ὡς καὶ αὐτὸς ἐρεῖ προϊών. Συμπαρηκολούθησεν οὖν ταῖς τῶν ἀναβαλλομένων ἀεὶ φωναῖς τὸ δοκοῦν ἐντεῦθεν συμβαίνειν, μὴ πιμπλάναι τὴν οἰκίαν, ἀλλ’ ἀπορεῖν, ἐτωσιόεργον μὲν ὄντα, διὰ τὴν τῆς ὥρας τῶν ἔργων παρόρασιν, ἀναβλητικὸν δὲ, διὰ τὴν εὐπορίαν τῶν πολλῶν | |
15 | τῶν αὔριον λεγόντων, ἕως ἂν μὴν ὅλως διαδράμῃ· πᾶν δὲ, φησὶν, ἔργον ἡ μελέτη συναύξει. Μελέτην δὲ λέγει τὴν περὶ ἑκάστου φροντίδα καὶ ἐπιμέλειαν, οὐκ ἀναβολαῖς χαίρουσαν. PROCLUS. | |
sch408bis | ΜΗ Δ’ ΑΝΑΒΑΛΛΕΣΘΑΙ. Μὴ δ’ ἀναβάλλου καὶ ὑπερτίθει τὴν σήμερον ἡμέραν τυχὸν, καὶ τὴν αὔριον, παρατρέχων μέχρι τῆς τοῦ μηνὸς ἔνης καὶ πρώτης, ἤτοι τῆς ἀρχιμήνου· ἐκ δὲ τοῦ ἑνὸς ἑνὶ γεγονὸς τὸ ἔνη, ὅμως διπλα‐ | |
5 | σιάζει τὰ δύο ν ν, καὶ ψιλοῦται, ὡς Αἰολικόν. Τοιοῦτοι γὰρ | |
οἱ Αἰολεῖς. TZETZES. | 260 | |
sch408ter | ΜΗ Δ’ ΑΝΑΒΑΛΛΕΣΘΑΙ. Μὴ δ’ ἀναβάλλεσθαί σε παρακελεύομαι τὸ ἔργον, εἴς τε τὴν αὔριον, καὶ εἰς τὴν ἕνην, ἤγουν τὴν ἐσχάτην τοῦ μηνὸς, ἣ ἕνην καὶ νέαν φασίν. Ὁ ἀνὴρ γὰρ ὁ ἐτωσιοεργὸς οὐκ ἐμπιπλᾷ οἶκον, ἤγουν ὁ εἰς τὴν αὔ‐ | |
5 | ριον ἀναβαλλόμενος τὸ ἔργον, καὶ ὡς εἰργασμένον ἤδη αὐ‐ τὸ νομίζων, εἶτα μηδὲ κατὰ ταύτην ἐργαζόμενος, ἀλλ’ εἰς τὴν ἑξῆς αὖθις ἀναβαλλόμενος. Τοῦτο γὰρ πάντως μάτην ἐστὶν ἐργάζεσθαι, ὅταν ὡς εἰργασμένον τὶς νομίζῃ ὃ οὐκ ἐργάσεται. Καὶ οὐ μόνον ὁ τοιοῦτος, φησὶν, οὐκ ἐμπιπλᾷ οἶκον, ἀλλ’ | |
10 | οὐδὲ ὅλως ὁ ἀναβαλλόμενος· πλέον γὰρ ἔχει τὶ ὁ ἐτωσιοεργὸς τοῦ ἀναβαλλομένου. Καὶ ὁ μὲν γὰρ ἀναβαλλόμενος εἰς τὴν αὔριον ἴσως ἐργάσεται κατὰ ταύτην ὃ ἀναβάλλεται· ὁ δὲ ἐτω‐ σιοεργὸς καὶ τὰς εἰς τὴν αὔριον ἐπαγγελίας τῶν ἔργων μά‐ την ποιεῖται. Ἡ μελέτη δὲ, ἤγουν ἡ φροντὶς, καὶ ἡ ἐπιμέ‐ | |
15 | λεια, ὀφέλλει τὸ ἔργον, ἤγουν αὔξει. Ἀεὶ δὲ ὁ ἀμβολιεργὸς ἀνὴρ, ἤγουν ὁ τὸ ἔργον ἀναβαλλόμενος, τὸ ὠφέλιμον δηλον‐ ότι, βλάβαις καὶ ζημίαις ἐμπλέκεται. MOSCHOP. | |
sch409 | ΚΑΛΙΗΝ. Καλιὰν κυρίως τὴν ἐκ κάλων φησί· μή πω γὰρ εὑρεθέντων λίθων εἰς ἐργασίαν, τούτοις τὰς οἰκί‐ ας εἰργάζοντο· ὡς καὶ νῦν καλιὰν, τὴν ἐκ φύλλων φησίν. PROCLUS. | |
sch409bis | ΕΤΩΣΙΟΕΡΓΟΣ. Ὁ μετὰ παραδρομὴν τοῦ ἁρ‐ μοδίου καιροῦ ἐργαζόμενος. Ἀρίστως δὲ καὶ κυρίως τὸ ἐτώσιον ἐνταῦθα κεῖται, καὶ οὐχ ὥσπερ ἐν τοῖς ἄλλοις καταχρηστικώ‐ τερον. TZETZES. | |
sch409ter | ΚΑΛΙΗΝ. Νῦν τὸν οἶκον. Οἱ γὰρ παλαιοὶ, πρὸ τοῦ εὑρεθῆναι οἰκίας, κάλως ἀποδέοντες ἔν τισιν ἀρχαῖς, καί τισι παραπετάσαντες ἄνωθεν, σκηνίτην τὸν βίον διέζων. Ἢ ἀπὸ τοῦ καλὸν, τὸ ξύλον, καλιά. TZETZES. | |
sch412 | ΑΙΕΙ Δ’ ΑΜΒΟΛΙΕΡΓΟΣ. Διὰ τούτου σαφηνίζει τὶ καλεῖ ἔργον, ὅτι τὸ ὠφελοῦν ὡς ἔμπροσθεν εἴπομεν, εἴπερ ὁ ἀμβολιεργὸς ἀνὴρ ἀεὶ ἐν ταῖς ζημίαις ἄλλαις ἐξ ἄλλων γίνεται. | |
Διότι γὰρ πᾶν ἔργον ὠφέλιμον, ὅστις ἀναβολαῖς μὴ ἐπὶ τού‐ | 261 | |
5 | τῳ χρῆται, τῆς ἀπ’ αὐτοῦ ὠφελείας οὐ στέρεται· τῶν δὲ μοχθηρῶν ἔργων αἱ ἀναβολαὶ χρήσιμοι. PROCLUS. | |
sch412bis | ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ ΜΕΝΟΣ ΟΞΕΟΣ. Τὸν και‐ ρὸν ἐν τούτοις ἀφορίζει τῆς ὑλοτομίας· εἶναι δὲ τοῦτον, ἐν ᾧ τὸ μένος τοῦ ἡλίου, ὅπερ ἐστι τὸ εἰς ἡμᾶς ἐρχόμενον θάλπος, δυνατώτατον ὂν, λήγει τοῦ ἰδαλίμου καύματος. Καῦμα δὲ | |
5 | ἰδάλιμον, ἤτοι λαμπρὸν, διὰ τὸ φωτίζειν περιλάμπον ἡμᾶς· ἔδει γὰρ ἀνάλογον τὸ λαμπρὸν ἢ τὸ ἰδίειν ποιοῦν καὶ ἱδρῶτα κινοῦν διὰ τῆς ἐγκαύσεως. Ὅταν οὖν μηκέτι ὁ ἥλιος ἐπιφλέγῃ καθάπερ ἐν τῇ θερινῇ ὥρᾳ τοῦ Διὸς, ὅς ἐστι τῶν ὄμβρων κύ‐ ριος, μετοπωρινὸν ὄμβρον ἤδη καταπέμψαντος, καὶ τὰ σώ‐ | |
10 | ματα τὰ ἀνθρώπινα τρέπεται ἐπὶ τὸ ἀνειμένον ἐκ τῆς καυ‐ σώδους ὥρας, μήποτε αὖα φαινόμενα καὶ ἐπικεκαυμένα ταῖς χρόαις, μήποτε δὲ δύσφορα διὰ τὴν ἐκ τοῦ θερμοῦ διαφό‐ ρησιν· ὅπερ γίνεται θέρους ὄντος· καὶ αὐτὸς ὁ ἥλιος, ὃν ἐκά‐ λεσε σείριον ἀστέρα διὰ τὸ λάμπειν, τὸ γὰρ σειριάειν τοῦτο | |
15 | δηλοῖ, ὅτε οὐκέτι πολὺν χρόνον ἐπὶ γῆς φέρεται, ἀλλ’ ἐλάσσω μὲν ποιεῖ τὴν ἡμέραν ὑπὲρ γῆς ὢν, τὸν δὲ ὑπὸ γῆς πλέονα ποιῶν, καὶ μείζω τὴν νύκτα. Τὸ γὰρ πλέον νυκτὸς ἐπαυρεῖν, τουτέστι τὸ πλέον ἐπιλαμβάνειν καὶ ἀπολαύειν τῆς νυκτὸς ἐν τῷ μείζονα ταύτην ποιεῖν. Ὅταν οὖν ἤδη ταῦτα | |
20 | γίγνηται πάντα, ἡ τοῦ καύματος ἐλάττωσις, ἡ τοῦ μετοπω‐ ρινοῦ ὄμβρου φορὰ, ἡ τῶν σωμάτων τῶν ἀνθρωπίνων ἀνά‐ ψυξις, ἡ τῆς ἡμέρας ἐλάττωσις, ἡ τῆς νυκτὸς ἐπίδοσις, τηνι‐ καῦτα δεῖ ὑλοτομεῖν· μετὰ θέρος ἀρχομένου τοῦ μετοπώ‐ ρου, τῶν δένδρων φυλλοροούντων, ὅσα τοῦτο πάσχειν πέ‐ | |
25 | φυκε· τοῦτο γὰρ σημαίνει τὸ τῆς μὲν βλαστήσεως αὐτὰ τῆς τῶν κλάδων λήγειν, καταχεῖν δὲ τὰ φύλλα εἰς τὴν γῆν· τότε γὰρ ὡραίαν εἶναι τὴν ὑλοτομίαν κατὰ τὸν καιρὸν τοῦτον γινομένην. Τὸ μὲν οὖν εἶναι τὴν τεμνομένην ὕλην τηνι‐ καῦτα ΑΔΗΚΤΟΤΑΤΗΝ, δηλοῖ τὴν ἀθηροτάτην· δάκη | |
30 | γὰρ εἶναι τὰ θηρία, διὰ τὸ δάκνοντα μόνως λυπεῖν. Λέγοι δ’ ἂν καὶ τὴν ἄβρωτον ὑπὸ τῶν ἐγγινομένων θηριδίων τοῖς φυτοῖς, ὡς ἀδηκτοτάτην οὖσαν, οἷον θριπῶν καὶ τερηδό‐ νων, ἃ διεμφύεται τοῖς δένδρεσι, σηπομένης τῆς ἐν αὐτοῖς ὑγρότητος. Τὸ δ’ ἐν τούτῳ ὑλοτομεῖν, ὀρθὸν, ὅτε ξηρὰ μέν | 262 |
35 | ἐστι τὰ δένδρη ἀποδεδωκότα τὸν οἰκεῖον καρπὸν, καὶ οὐκέτι κάμνει περὶ τὴν ἐκτροφὴν αὐτοῦ, μετρίας δὲ ἔτυχεν ὑγρότητος, ἀλλ’ οὐ πολλῆς ἤδη πρὸς τὸ οἰκεῖον τοῖς τέμνουσιν, ὥστε γε μὴ σήπεσθαι μετὰ τὴν τομὴν, εἰς ὅ τινας βλέποντας, καὶ φθι‐ νούσης τέμνειν τῆς σελήνης, ἀλλὰ μὴ πανσελήνου μὴ δ’ αὐ‐ | |
40 | ξανομένης· ἡ γὰρ τοῦ φωτὸς ἐπίδοσις ὑγρότερα ποιεῖ τὰ δέν‐ δρα, καὶ εὐεπίφορα τεμνόμενα πρὸς τὴν σῆψιν. Ἑπόμενα δὲ λέγει πρὸς τὸ ἑξῆς τοῖς περὶ ὑλοτομίας τὰ περὶ κατασκευῆς τῶν ξυλίνων σκευῶν. ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ, ἐν τῷ χειμῶνι καὶ ἡ δύναμις τοῦ ἡλίου ἀσθενεστέρα ἐστὶ, καὶ αἱ ἡμέραι μικραὶ, καὶ αἱ | |
45 | νύκτες μεγάλαι, καὶ τὰ σώματα πυκνοῦται καὶ ἐλαφροῦται, τότε οὖν λέγει δενδροτομεῖν. ΑΔΗΚΤΟΤΑΤΗ δὲ, ἀβρωτάτη, ὅτι τότε σκώληξ οὐκ ἐσθίει τὴν ὕλην, καὶ ἐστὶ παραμονωτέρα, ἐπειδὴ διὰ τὴν ψύξιν τοῦ ἀέρος ἀποκέκλεισται ἐν βάθει ἡ ὑγρό‐ της. Καὶ τότε αἱ ῥίζαι τρέφονται καὶ αὔξονται καὶ τὰ φύλλα πί‐ | |
sch412bis(50) | πτει μὴ ἐπιπολαζούσης αὐτῆς, ἐν θέρει δὲ ἐπιπολάζει διὰ τὴν τοῦ καιροῦ θερμότητα· τὸ γὰρ ψυχρὸν οὐκ ἐᾷ τὴν θερμότητα εἰς τὴν τῶν ξύλων ἐπιφάνειαν ἐλθεῖν· οὐδὲ ποιεῖ σῆψιν ἡ ὑγρότης πλεονάζουσα, καὶ τότε στεῤῥά ἐστιν ἡ ὕλη μὴ εἴκουσα τῷ δάκνεσθαι. PROCLUS. | |
sch412ter | ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ ΜΕΝΟΣ. Μετὰ τὸν καιρὸν τοῦ θέρους, καὶ τοῦ σπόρου. Διδάσκει νῦν καὶ τὸν τῆς ὑλοτομίας καιρὸν, καί φησιν, ἡνίκα ἡ φθινοπωρινὴ ἰσημερία γενήσεται, καὶ ὁ ἥλιος τὸ πολὺ τοῦ ἱδρῶτας ποιοῦντος καύμα‐ | |
5 | τος σβέσει, οὐκέτι κατὰ κορυφὴν ἡμῶν τῷ τῆς ἡμέρας πλείονι ἑστηκὼς διαστήματι, ὥσπερ ἐν τῷ θερείῳ καιρῷ ξηραίνων | |
ἡμᾶς ταῖς ἀκτῖσιν αὐτοῦ, ἀλλ’ ὅτε τὸ πλεῖον ἐστὶν ὑπὸ γῆν, καὶ μηκύνει τὰς νύκτας, ὀλίγον δὲ τῆς ἡμέρας ὑπὲρ κεφα‐ λῆς ἡμῶν ἕστηκε, τότε ἄριστός ἐστιν ὁ τῆς ὑλοτομίας και‐ | 263 | |
10 | ρός. Ἄσηπτα γὰρ τὰ τότε τμηθέντα ξύλα, διατηρεῖται, ὡς ἐξικμασθέντος αὐτοῖς τοῦ πολλοῦ τῆς ὑγρότητος· ἡ γὰρ ὑγρότης ἡ ἄμετρος σῆψιν καὶ σκώληκας ἐμποιεῖ, ὡς ἡ θερμό‐ της ῥῶσιν καὶ εὐωδίαν. Καὶ τοῦτο ἰδεῖν ἔξεστιν ἔκ τε τῶν ἑλωδῶν καὶ καθύγρων τόπων, καὶ τῶν θερμῶν καὶ ἠρέμα | |
15 | ξηρῶν. Τὰ μὲν γὰρ ἑλώδη σῆψιν καὶ κώνωπας, καὶ μυίας, καὶ σκώληκας, καὶ τὰ τοιαῦτα γεννᾷ. Αἴγυπτος δὲ διὰ τὴν θερμότητα εὐωδιῶν καὶ ἀρωμάτων μήτηρ καθίσταται. Κἂν τοῖς ἀνθρωπίνοις δὲ σώμασιν ὑπάρχει τὰ ὅμοια· οἱ μὲν γὰρ σωμασκοῦντες, καὶ πιαλέοι, καὶ κάθυγροι ἀποφορὰν ἀφό‐ | |
20 | ρητον ὄζουσι, καὶ μᾶλλον ἐν θέρει, καὶ μύρῳ χριόμενοι δυσωδέστεροι γίνονται· οἱ δὲ θερμοτέρας καὶ ξηροτέρας με‐ τεσχηκότες τῆς κράσεως, οἱ μὲν ἐν τῷ καθεστηκότι καὶ μέσῳ τετάχαται, μήτε ὄζοντες, μήτε εὐωδίαν ἐκπέμποντες. Ἔνιοι δὲ καὶ ἀρωμάτων ἐκ τῶν σωμάτων ὀσμὴν ἀποπνέουσιν, ὥσπερ | |
25 | ὁ Θεόφραστος Ἀλέξανδρον λέγει τὸν Μακεδόνα· καὶ ἡμῖν | |
δὲ πολλάκις τις διηπίστησεν, ὡς οὐ κεχρημένοις ἀρώμασι, καὶ περιχρίουσι τὰ ἐντὸς, καί τοι γε μηδὲ λουτροῖς κεχρημένοις, εἰ μή που κατ’ ἐνιαυτὸν καὶ β καὶ γ. TZETZES. | 264 | |
sch412quat | ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ ΜΕΝΟΣ. Ὁπηνίκα δὴ τὸ μένος, ἤγουν ἡ ἰσχὺς, ἡ ἔντονος ἔκτασις τῶν ἀκτίνων· τοῦ ταχέος ἡλίου, ὃς καὶ θοαῖς ἵπποις εἱλίσσει τὴν ἑαυτοῦ φλόγα παρ’ Εὐριπίδῃ, λήγει τοῦ θάλπους ὃ ποιεῖ πρὸς ἡμᾶς τὸ | |
5 | θέρος, τοῦ ἱδρῶτα κινοῦντος, τοῦτο γὰρ τὸ ἰδαλίμου, μετο‐ πωρινὸν ὄμβρον καταπέμψαντος τοῦ ἰσχυροτάτου Διὸς τοῦ κυρίου τῶν ὄμβρων. Ἀπὸ δὲ τοῦ ὄμβρου τοῦ μετοπωρινοῦ τὸ μετόπωρον θέλει δηλοῦν· ὥσπερ εἰ ἔλεγε, τοῦ μετοπώρου καὶ τῶν ἐν αὐτῷ ὄμβρων τὸ καῦμα καὶ τὴν ξηρότητα τοῦ θέρους | |
10 | διαδεξαμένων. Μεταβάλλεται δὲ τὸ ἀνθρώπινον σῶμα ἀπὸ τοῦ ἀνειμένου ἐπὶ τὸ πυκνὸν καὶ ἰσχυρὸν, καταπολὺ ἐλαφρό‐ τερον γινόμενον. Τότε γὰρ ὁ Σείριος ἀστὴρ, ἀντὶ τοῦ ὁ ἥλιος, ἐπ’ ὀλίγον χρόνον ἔρχεται ἡμερινὸς, ἀντὶ τοῦ κατὰ τὴν ἡμέραν, ἐπιῤῥηματικῶς, ὑπὲρ τῆς κεφαλῆς τῶν κηριτρεφέων | |
15 | ἀνθρώπων, ἤγουν τῶν τῷ θανάτῳ τρεφομένων, τουτέστι τῶν θνητῶν. Πλεῖον δὲ ἀπολαύει τῆς νυκτὸς, τῷ μείζονα ταύτην ποιεῖν. ΤΗΜΟΣ ΑΔΗΚΤΟΤΑΤΗ ὅτε δένδρα, τοῦτο γὰρ ἡ ὕλη, σιδήρῳ τμηθέντα ἀδηκτότατά ἐστιν, ἤγουν ἄβρωτα τοῖς ἐγγινομένοις θηριδίοις τοῖς δένδρεσι, μὴ εἴκοντα τῷ δάκνεσθαι | |
20 | ὑπ’ αὐτῶν, διὰ τὸ στεῤῥὰ εἶναι τότε καὶ ξηρὰ, τοῦ χειμῶνος τὴν ἐν αὐτοῖς ὑγρότητα εἰς τὸ βάθος ἐλαύνοντος· τὰ φύλλα δὲ αὐτῶν εἰς τὴν γῆν χέει, ἤγουν φυλλοῤῥοεῖ, ὅσα δηλονότι τοῦτο πέφυκε πάσχειν, ἐπεὶ πολλὰ ἀειθαλῆ εἰσί· καὶ τοῦ πτόρθου λήγει, ἤγουν τοῦ αὔξειν τοὺς κλῶνας, τοῦ κλωνοφυεῖν, | |
25 | MOSCHOP. | |
sch412quin | ΗΜΟΣ. Ἡνίκα. Τὸ ἦμος ψιλοῦται παρὰ τοῖς Ἴωσι καὶ οὐχ ὑποτάσσει, παρὰ δὲ Ἀττικοῖς καὶ δασύνεται, καὶ ὑποτάσσει, καὶ ὁ ὅτε καὶ ὁ κεν ὑποτάσσει παρὰ τοῖς Ἀττι‐ | |
κοῖς. Καὶ τὰ δεύτερα πρόσωπα τῶν παθητικῶν διφθογ‐ | 265 | |
5 | γογράφεται, πεύσομαι πεύσει, ὄψομαι ὄψει, καὶ τὰ ὅμοια. Ὅθεν οἱ τοὺς γρίφους τῶν νοημάτων συνθέντες γραμματικοὶ, τὸ ὀρθὸν τῆς τέχνης τοῖς αὐτῶν φλυάροις νοήμασι περιφθεί‐ ραντες, καὶ μὴ τὰς διαλέκτους εἰδότες, ψυχρὰς παρασημειώ‐ σεις ἀπεσημείωσαν, πλὴν τῶν Δωρικῶν πάντων· ἐκεῖνοι | |
10 | γὰρ πᾶν ἀπαρέμφατον ἠταγραφοῦσι. Τὸ δὲ στενώτατον καὶ ξενώτατον παρὰ πᾶσι μεγάλα, παρ’ Αἰολεῦσι δὲ μικρὰ, διὰ τὸ μετὰ βʹ νν τὰ Αἰολικὰ ταῦτα ἐκφέρεσθαι. Τὸν ἔρον δὲ, καὶ τὸν γέλον ὁμοίως Αἰολικῶς μικρὸν, Ἀττικῶς δὲ μέγα. Οὕτως ἔδει ταῦτα διδάσκειν. Ἀμαθεῖς δὲ τῶν διαλέκτων καὶ | |
15 | τῆς ὡς ἀληθῶς Γραμματικῆς ὄντες, οἱ τῶν νοημάτων πλοκεῖς ἐπαινούμενοι, τοῖς βατράχοις κραυγάσοις καὶ ἀνοήτοις παισὶ τοιαῦτα ζιζάνια δυσαπόσπαστα τῇ τέχνῃ παρενεφύτευσαν, καὶ ταύτην διέφθειραν, μὴ γινώσκοντες εἰπεῖν, ὡς τοῦτο Ἰω‐ νικῶς οὕτω γράφεται, ἐκεῖνο δὲ Ἀττικῶς, καὶ τόγε καὶ τόγε | |
20 | Κοινῶς, ἀλλὰ μόνον λοξώσεως καὶ γριφώσεως τῶν λόγων φροντίζοντες. Τοιαῦτα δὲ καὶ περὶ τὴν μετρικὴν τέχνην συμ‐ βήσεται, ἀλληνάλλως τῶν νῦν μετρικῶν καὶ μὴ κατὰ τοὺς πάλαι σοφοὺς τοῖς διχρόνοις καὶ τοῖς ὀνόμασι κεχρημένων, καὶ γραφόντων διθυραμβικά τε καὶ κάπηλα, καὶ Γραμματικῆς | |
25 | ἀποδέοντα, καὶ ὅμως τοῖς νῦν καπήλοις τιμώμενα· καπήλους γὰρ καλῶ καὶ τοὺς νῦν παραδυναστεύοντας ἐν ταῖς βασι‐ λείαις αὐλαῖς, ὡς ὑπαγομένους θωπείαις, καὶ τὰ κάπηλα τῶν | |
συγγραμμάτων ἀκριβεστάταις μὴ ἀποδοκιμάζοντας κρίσεσιν, ἀλλ’ ἐνιαχοῦ, μᾶλλον δὲ πανταχοῦ, καὶ τῶν κατὰ τέχνην γε‐ | 266 | |
30 | γραμμένων ἐξαίροντας· ὡς οἱ πάλαι τὰ Εὐριπίδου κά‐ πηλα γράμματα τῶν σοφῶν συγγραμμάτων Αἰσχύλου προκρί‐ ναντες, τὸν μακρὸν αἰῶνα τῆς σφῶν ἀβελτηρίας παραστησά‐ μενοι μάρτυρα· ἐξελέγχονται γὰρ τοῖς ἀμφοτέρων συγγράμ‐ μασι μέχρι καὶ νῦν. Εὐριπίδην γὰρ προκεκρικότες Αἰσχύλου, | 267 |
35 | ὡς κάπηλον, καὶ τούτοις συμποσιάζοντα, καὶ ἀγοραῖον, καὶ εἴρωνα. Αἰσχύλος γὰρ ἀρχικὸς ἦν, καὶ σοφὸς, καὶ βασιλείου γένους εἷλκε σειρὰν, καὶ τοῖς ἀδελφοῖς στρατηγοῦσι τὸν Ξέρ‐ ξην συνκατεναυμάχησεν, καὶ ἐν ἠπείρῳ νενίκηκε, καὶ συμπο‐ σίων, καὶ ἀγορῶν ἐκτὸς ἦν, καὶ ἀθώπευτος, καὶ τὸ εὐγενὲς | 268 |
40 | ἐν πᾶσι τηρῶν· ὅθεν τῆς εὐγενείας καὶ τῆς σοφίας παρ’ ἐκεί‐ νων τοιαύτην ὑπέσχε τὴν δίκην. Ὡς καὶ πρὸ Αἰσχύλου τῆς ἀληθείας ὁ τραγικὸς Φρύνιχος δίκας ἐξέτισε, ζημιωθεὶς χιλίας δραχμὰς, ὅτι Μιλήτου παρὰ Περσῶν γεγράφηκεν ἅλωσιν, καὶ τὸ θέατρον πρὸς ὀλοφύρσεις ἐκίνησεν. Ὁμοίως καὶ Πίνδαρος | |
45 | χιλίας δραχμὰς ἐξέτισε Θηβαίοις, ὅτι τὰς Ἀθήνας Ἑλλάδος γεγράφηκεν ἔρεισμα. Τοιαῦτα πρίν τε καὶ νῦν τῆς ἀθωπευ‐ σίας καὶ ἀληθείας τὰ ἐπίχειρα. TZETZES. | |
sch412sex | ΟΞΕΟΣ ΗΕΛΙΟΙΟ. Τοῦ ὀξυκινήτου ὑπὲρ τοὺς λοιποὺς τῶν ἀπλανῶν ἀστέρων, οὐ μὴν ὑπὲρ τὸν οὐρα‐ νόν· ὃ γὰρ οὐρανὸς εἰς νυχθήμερον διάστημα περιστρέφε‐ ται, τοῦτο ὁ ἥλιος περιδινεῖται ἐνιαυτῷ. Τοσοῦτον ὁ ἥλιος | |
5 | τοῦ οὐρανοῦ μὲν βραδύτερος, Κρόνου δὲ καὶ τῶν λοιπῶν ἀστέ‐ ρων ταχύτερος. Κρόνος μὲν γὰρ τριάκοντα ἔτεσι περιο‐ δεύει τὴν τοῦ οὐρανοῦ ἣν ἔφην νυχθημερησίαν περιστροφήν. Ζεὺς δὲ ἔτεσι ιβ. Ἄρης, Ἥλιος, ὡς ἔφην, ἐνιαυτῷ· Ἀφρο‐ δίτη, μησὶ ιδ. Ἑρμῆς ἐνιαυτῷ, ἢ μᾶλλον μησὶν ὀκτώ· ἡ δὲ | |
10 | Σελήνη ἑνὶ μόνῳ μηνί· Ἥλιος δὲ δασύνεται. Ἅλιος γάρ | |
τις ἐστὶν, ὡς ἀπὸ τῆς ἁλὸς ἔχων τὴν ἄναψιν. Ἠέλιος δὲ ψιλοῦ‐ ται· τὸ γὰρ α ι ε πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψι‐ λοῦνται, ἠέλιος, ἀΐδης, καὶ τὰ ὅμοια. TZETZES. | 269 | |
sch413 | ΚΑΥΜΑΤΟΣ ΙΔΑΛΙΜΟΥ. Διύγρου. Πῶς δὲ ξη‐ ραντικοῦ ὄντος τοῦ καύματος, δίυγρον αὐτὸ λέγει; ὅτι θερ‐ μαῖνον καὶ ξηραῖνον ἡμᾶς, ἐξέλκει τὴν τῶν ἡμετέρων σω‐ μάτων ὑγρότητα διὰ τῶν ἀδήλων πόρων, καὶ ἱδρῶτας ποιεῖ. | |
5 | TZETZES. | |
sch414 | ΖΗΝΟΣ ΕΡΙΣΘΕΝΕΟΣ. Τῆς μεγαλοδυνάμου εἱμαρμένης ἢ Ζηνὸς, νῦν τοῦ οὐρανοῦ. TZETZES. | |
sch415 | ΠΟΛΛΟΝ ΕΛΑΦΡΟΤΕΡΟΣ. Λείπει τὸ γεγονώς. Ἐλαφρὸς δὲ, ὁ ταχύς. Ἐκ τοῦ ἔλαφος, ἐλαφηρός. TZETZES. | |
sch415bis | ΣΕΙΡΙΟΣ. Ἀστὴρ ἐστὶ κείμενος ὑπὸ τὸ γένειον τοῦ κυνὸς, ὥς φησιν Ἄρατος. Νῦν δὲ Σείριον τὸν ἥλιον λέγει, παρὰ τὸ σειριᾷν καὶ λάμπειν καὶ ξηραίνειν. Ἀστὴρ καὶ ἄστρον διαφέρει· ὅτι τὸ ἄστρον σύστημά ἐστιν ἐξ ἀστέρων συνεστὸς, | |
5 | ὁ δὲ ἀστὴρ μονήρης ἐστίν· ὡς ἥλιος, σελήνη, καὶ εἷς ἕκα‐ στος τῶν συμπληρούντων τὰ ἄστρα. TZETZES. | |
sch416 | ΚΗΡΙΤΡΕΦΕΩΝ. Τῶν συντεθραμμένων μοίρᾳ καὶ θανάτῳ. TZETZES. | |
sch417 | ΕΠΑΥΡΕΙ. Πλησιάζει, ἐπαπολαύει. Ἢ πνέει τρο‐ πικώτερον, ἀντὶ τοῦ φέρεται, ὑποκάτω τῆς γῆς. TZETZES. | |
sch418 | ΑΔΗΚΤΟΤΑΤΗ. Ἄσηπτος, μὴ γεννῶσα σκώλη‐ κας· δὴξ γάρ ἐστιν εἶδος σκώληκος ἐγγινομένου ἔνδον ξύλου· ἲψ δὲ σκώληξ ἐστὶ κεράτων, ἲξ ἀμπέλων, σὴς ἐσθημάτων, τρὼξ ὀσπρίων, ψὴν σύκων, καὶ ἕτεροι ἄλλων. TZETZES. | |
sch419 | ΠΤΟΡΘΟΙΟ ΤΕ ΛΗΓΕΙ. Τοῦ κλωνοφυεῖν τε παύεται. TZETZES. | |
sch420 | ΤΗΜΟΣ ΑΡ’ ὙΛΟΤΟΜΕΙΝ. Τότε ἄρ’ ὑλοτόμει τὸ ὥριον ἔργον, μεμνημένος τῆς ἐμῆς δηλονότι παραινέσεως. TZETZES. | |
sch420bis | ὩΡΙΟΝ ΕΡΓΟΝ. Τέσσαρές εἰσιν ὧραι καιροῦ, | |
ἔαρ, θέρος, φθινόπωρον, καὶ χειμών. Ἐν μιᾷ οὖν τῶν δ τούτων ὡρῶν, ἤγουν τῇ φθινοπωρίδι περὶ τὸ τέλος, κελεύει τοῦτον ὑλοτομεῖν, καὶ τοῦτο τὸ ἔργον ἐργάζεσθαι. TZETZES. | 270 | |
sch420ter | ΜΕΜΝΗΜΕΝΟΣ. Ἤγουν ἐν μνήμῃ στρέφων φροντίδα ἔχων, ἵνα μή σε παραδράμῃ ὁ καιρὸς οὗτος ἐπιλαθό‐ μενον, ὑλοτόμει, ἔργον ποιῶν ὥριον, ἤγουν ἔγκαιρον κατὰ τὸν προσήκοντα αὐτῷ καιρὸν γινόμενον. MOSCHOP. | |
sch421 | ΟΛΜΟΝ ΜΕΝ ΤΡΙΠΟΔΗΝ ΤΑΜΝΕΙΝ. Εἰς κατασ‐ κευὴν μὲν ὄλμου, ἤγουν ἴγδης, τέμνε ξύλον τριῶν ποδῶν τὸ μῆκος· εἰς ὑπέρου δὲ κατασκευὴν, ἤγουν τοῦ κοινῶς κοπάνου, τέμνε ξύλον τριῶν πήχεων· εἰς κατασκευὴν δὲ ἄξονος, τέμνε ξύλον | |
5 | ἑπτὰ ποδῶν τὸ μῆκος· λίαν γὰρ ἁρμόδιον οὕτω ποιεῖν. Ἐὰν δὲ ὀκτὼ ποδῶν τάμῃς δηλονότι, ἀποτάμοιο ἂν, ἀντὶ τοῦ ἀπο‐ τάμοις, καὶ σφύραν ἀπ’ αὐτοῦ, τὸν ἕνα πόδα δηλονότι, ἀρ‐ κούντων τῶν ἑπτὰ τῷ ἄξονι, εἰς κατασκευὴν δὲ ἁψῖδος τέμνε ξύλον τριῶν σπιθαμῶν ἕνεκα ἁμάξης δεκαδώρου, ἤγουν ἵνα | |
10 | ποιήσῃς ἅμαξαν, τουτέστι τὸν τροχὸν τῆς ἁμάξης, δεκάδωρον τὴν διάμετρον ἔχοντα· πολλὰ καμπύλα κάλα, ἤγουν περιφερῆ ξύλα, ἐπιτεμὼν, ἐπεὶ πλειόνων δεῖ τοιούτων τῇ ἁψῖδι, ὧν ἕκα‐ στον ὀφείλει εἶναι τρισπίθαμον. Καμπύλα δὲ λέγει αὐτὰ ὡς καμπύλα γενησόμενα, οὐ γὰρ τοιαῦτα αὐτὰ τέμνεται ἀπὸ τοῦ | |
15 | ὄρους. Ὅταν δὲ εὕρῃς ξύλον πρίνινον ἁρμόδιον εἰς γύην κατὰ τὸ ὄρος ἢ κατὰ τὴν ἄρουραν, διζήμενος, ἤγουν ἐν νῷ ἔχων καὶ ζητῶν εὑρεῖν αὐτὸ, φέρε εἰς τὸν οἶκόν σου καὶ ἀπόθου, καὶ μὴ ἀμελήσῃς· ὁ τοιοῦτος γὰρ γύης, ὁ πρίνινος δηλονότι, ἐστὶν ἰσχυρότατος τοῖς βουσὶν εἰς τὸ ἀροῦν, ὁπηνίκα ἂν ὁ δοῦλος | |
20 | τῆς Ἀθηνᾶς, τουτέστιν ὁ τέκτων, ἐν τῷ ἐλύματι πήξας αὐτὸν διὰ σφηνισκῶν τινῶν πελάσας προσαρήρεται, ἀντὶ τοῦ προσ‐ αρήρῃ, ἤγουν ἁρμόσῃ τῷ ἱστοβοεῖ. Δύο δὲ ἄροτρα πονησά‐ μενος, ἀντὶ τοῦ κατασκευάσας, ἀπόθου ἐν τῷ οἴκῳ σου· τὸ μὲν αὐτόγυον, ἤγουν ἔμφυτον ἔχον τὸν γύην, καὶ οὐ προσηρμο‐ | |
25 | σμένον· τὸ δὲ πηκτὸν, τουτέστι προσηρμοσμένον ἔχον τὸν γύην, ἐπεὶ καταπολὺ βέλτιον οὕτω ποιεῖν δηλονότι, ἐὰν τὸ ἕτερον αὐτῶν ἄξαις, ἤγουν ἐὰν συντριβῇ σοι τὸ ἕτερον, τὸ ἕτερον ἂν ἐπιβάλοιο, ἀντὶ τοῦ ἐπιβάλοις, τουτέστιν ἐπιθείης τοῖς βουσίν. | |
Ἀπὸ δάφνης δὲ ἢ πτελέας γινόμενοι ἱστοβοεῖς ἀκιώτατοι ἔσον‐ | 271 | |
30 | ται, ἤγουν ἀσηπτότατοι. Ἀπὸ δρυὸς κτῶ τὸ ἔλυμα, τὸ γὰρ πλησιάζον τῇ γῇ δεῖ δύσσηπτον εἶναι, τοιοῦτον δὲ ἡ δρῦς. Ἀπὸ πρίνου δὲ τὸν γύην, ἵν’ εὔτονος ᾖ· εὔτονον γὰρ δεῖ εἶναι τὸ μέσον τοῦ ἀρότρου. Βόας δὲ ἐνναετεῖς ἄρσενας κτῶ· τού‐ των γὰρ τῶν τοσούτων ὄντων, ἐτῶν δηλονότι, ἡ ἰσχὺς οὐκ | |
35 | ἀσθενής. Οὗτοι ἡλικίας συμμετρίαν ἔχοντες ἄριστοί εἰσιν εἰς τὸ ἐργάζεσθαι. Οὐκ ἂν οὗτοι ἐρίσαντες, ἀντὶ τοῦ ζυγομαχή‐ σαντες, ἐν αὔλακι, ἤγουν ἐν τῷ τέμνειν τὰς αὔλακας, κατά‐ ξειαν μὲν, ἤγουν συντρίψειαν, τὸ ἄροτρον, τὸ δὲ ἔργον μά‐ ταιον, τουτέστιν ἄπρακτον, αὐτόθι καταλίποιεν. Τούτοις δὲ | |
40 | τοῖς βουσὶν ἅμα ἑπέσθω ἄνθρωπος τεσσαρακονταετὴς, ἀντὶ τοῦ περί που τὰ τεσσαράκοντα ἔτη ὢν, τουτέστι καθεστηκὼς τῇ ἡλικίᾳ, ἄρτον φαγὼν τετράτρυφον, ἤγουν εἰς τέσσαρα κλά‐ σματα τεμνόμενον· τρύφος γὰρ τὸ κλάσμα. MOSCHOP. | |
sch421bis | ΟΛΜΟΝ ΜΕΝ ΤΡΙΠΟΔΗΝ. Πολὺς ἐν τούτοις ὁ Πλούταρχος, ἀμυνόμενος τοὺς γελῶντας τὸν Ἡσίοδον τῆς μικρολογίας, καὶ Πλάτωνα λέγων περὶ τῆς τῶν σκευῶν ἐν τοῖς οἴκοις διειλέχθαι συμμετρίας, καὶ Λυκοῦργον περὶ τῆς τῶν | |
5 | θυρῶν κατασκευῆς, ἵν’ ἀπὸ πρίονος ὦσι καὶ πελέκεως μόνον ἀποίκιλοι. Δεῖ οὖν ἀποδέχεσθαι καὶ τὸν Ἡσίοδον μέτρα πα‐ ραδόντα καὶ ὄλμου καὶ ὑπέρου καὶ ἄξονος καὶ σφύρας. Καὶ τοὺς ἀρχαίους δὲ πολὺν καὶ τούτων ποιεῖσθαι λόγον, καὶ τῶν εὑρετῶν Πάμφων μὲν τιμᾷν, διότι τὸν λύχνον πρῶτος εὗρε καὶ | |
10 | τὸ ἐκ τούτου φῶς εἰσήγαγε· τὸν δὲ τῶν Πιτθέων δῆμον διὰ τοῦτο οὕτως ὀνομάσαι, διότι τῶν πίθων ἐπενοήσαντο τὴν πλά‐ σιν· ὥστε μὴ τὴν πολυτέλειαν προσήκειν θαυμάζειν, ἀλλὰ τὴν τῶν χρειωδῶν, κἂν εὐτελῆ τυγχάνῃ, περιποίησιν. Δεῖν οὖν τὸν μὲν ὄλμον τέμνειν, ἀντὶ τοῦ ξύλον εἰς ὄλμου κατασκευὴν, | |
15 | τριῶν ὂν ποδῶν· τὸ δὲ ὕπερον ὡσαύτως τριῶν πήχεων, τὸν | |
δὲ ἐσόμενον ἄξονα τῆς ἁμάξης ὁμοίως ἑπτὰ ποδῶν· εἰ δὲ εἴη τὸ ξύλον ὀκτὼ ποδῶν, ἀφ’ οὗ δεῖ γενέσθαι τὸν ἄξονα, τὸν ἕνα πόδα χρήσιμον εἰς σφύρας ἔσεσθαι τοῦ ξύλου τούτου κατασκευὴν ἀποτμηθέντα τῶν ἑπτὰ ποδῶν ἐξ ὧν ὁ ἄξων. Εἰ‐ | 272 | |
20 | πὼν δὲ περὶ ἄξονος ἡλίκον εἶναι δεῖ, προστίθησι καὶ τὴν ἁψῖ‐ δα ἡλίκην, τρισπίθαμον λέγων τάμνειν ἅψιν· καὶ αὐτὴν τὴν ἅμαξαν ἡλίκην, δεκάδωρον εἶναι δεῖ καὶ τὴν ἅμαξαν. Δεῖ δὲ τό γε τοσοῦτον περὶ τῶν μέτρων εἰδέναι τούτων· ὅτι σπιθαμὴ μέν ἐστιν ἁπλωθείσης τῆς χειρὸς ἐπὶ τὸ ἄκρον τοῦ σμικροτά‐ | |
25 | του δακτύλου διάστημα· τρὶς τοσοῦτον οὖν εἶναι κελεύουσι τῆς ἁψῖδος τῶν ἁμαξικῶν κύκλων τὸ μέγεθος. Ἔστι δὲ ἡ ἁψὶς, ἡ περι‐ έχουσα τὰς λεγομένας κνημῖδας, τὰς ἐκ τοῦ ἄξονος εἰς τὴν ἁψῖ‐ δα τεινούσας. Δῶρον δὲ τὸ αὐτό πως καὶ παλαιστὴ, ἀλλ’ οὕτως ἐκ τῶν τεσσάρων δακτύλων ὀρθῶς συντεθέντων· δῶ‐ | |
30 | ρον δὲ τούτων συστραφέντων καὶ τοῦ ἀντίχειρος ἐγερθέντος. Δεῖν οὖν τὴν διάμετρον τῆς ἁμάξης εἶναι δέκα τοιούτων μέ‐ τρων, τὴν δὲ ἁψῖδα τρισπίθαμον· οὐχ ἵνα ὅλην ἐκ τοσούτων ποιήσωμεν, ἀλλ’ ἑκάστην καὶ τῶν περιφερειῶν ἐξ ὧν ἡ ἁψὶς συμπέπηγε. Διὸ καὶ ἐπήγαγε ΠΟΛΛ’ ΕΠΙ ΚΑΜΠΥΛΑ | |
35 | ΚΑΛΑ, τὰς περιφερείας δηλῶν χρῆναι τρισπιθάμους εἶναι τῆς ἁψῖδος· ἐξ ὧν πλειόνων οὐσῶν ἡ ἁψὶς γέγονεν. ΑΛΛΩΣ. Πρώτου τοῦ ὄλμου ἐμνημόνευσε· δεῖ γὰρ πρῶτον τῆς τροφῆς ἐπιμελεῖσθαι. Τοῦτο δὲ ὑπουργεῖ τὸ ἐργαλεῖον, ἢ ὅτι τὰ σπέρ‐ ματα ἐκεῖ ἀπεκδύονται τὸ λέπυρον· ὄλμος δὲ ἐκλήθη διὰ τὸ ὀλ‐ | |
40 | λύειν καὶ φθείρειν τὰ ἐμβαλλόμενα· ὕπερον δὲ τὸ κόπανον. Πόδα καλεῖ τὸ ἀπὸ τοῦ τρίτου δακτύλου διὰ τοῦ δευτέρου μέ‐ χρι τοῦ πρώτου διάστημα. ΑΛΛΩΣ. ΤΡΙΣΠΙΘΑΜΟΝ Δ’ ἉΨΙΝ, ἑκάστην ἁψῖδα ἁμάξης τρισπίθαμον εἶναι. Σύγκει‐ ται δὲ ἡ ἅμαξα, τουτέστιν ὁ τροχὸς, ἐκ τεσσάρων ἁψίδων· ὡς | |
45 | εἶναι τὸ πᾶν περιφερὲς τοῦ τροχοῦ σπιθαμὰς ιβʹ, παλαιστὰς δὲ | |
λϛʹ· ἔχει γὰρ ἡ σπιθαμὴ παλαιστὰς γʹ. οὐκοῦν ἔδει τὴν πᾶσαν περιφέρειαν ἔχειν λʹ καὶ ϛʹ παλαιστάς. Καὶ πῶς εἶπε ΔΕΚΑ‐ ΔΩΡΩι ἉΜΑΞΗι; ἔδει γὰρ εἰπεῖν δωδεκαδώρῳ, τὸ διάμετρον τοῦ τροχοῦ· πᾶν γὰρ διάμετρον τὸ τρίτον ἐστὶ μέρος τῆς πά‐ | 273 | |
sch421bis(50) | σης περιφερείας. Δῆλον οὖν ὅτι τὰς ϛʹ παλαιστὰς ἀνάλωσεν εἰς τὰ λεγόμενα γλωσσίδια, ἑκάστης ἁψῖδος τῆς ἁρμόσεως τῆς εἰς ἀλλήλας· ἡ δὲ παλαιστὴ καὶ δῶρον καλεῖται· ἡ δὲ σπιθα‐ μὴ, καὶ δοχμή. PROCLUS. | |
sch421ter | ΟΛΜΟΝ. Ὄλμος λέγεται μέρος τοῦ ἀνθρωπί‐ νου σώματος, ὃ καὶ θώραξ καλεῖται· ἔστι δὲ τὸ ἀπὸ τραχήλου μέχρι αἰδοίων. Νῦν δὲ ὄλμος ἡ ἴγδη, ἐν ᾗ κέγχρον καὶ ἕτερα τοιαῦτα οἱ γεωργοὶ κατατέμνουσι. TZETZES. | |
sch421quat | ΤΡΙΠΟΔΗΝ. Τριῶν ποδῶν μῆκος ἔχοντα· ὁ δὲ ποῦς δακτύλων ἐστὶν ιϛ. Καὶ τριπόδης μὲν καὶ τετραπόδης, καὶ τὰ ὅμοια, ὁ ἔχων μῆκος τοσῶνδε ποδῶν. Τρίπους δὲ καὶ τετράπους, ὁ τρεῖς ἢ δ πόδας ἔχων. TZETZES. | |
sch421quin | ὙΠΕΡΟΝ. Λάκτην, ναγέα, τριβέα, ἢ κόπανον. TZETZES. | |
sch422 | ΑΞΟΝΑ Θ’ ἙΠΤΑΠΟΔΗΝ. Ἄξων ἐστὶ τὸ ξύλον τῆς ἁμάξης καὶ τῶν ἁρμάτων, οὗ ἑκατέρωθεν ἐμβέβληνται οἱ τροχοί. Νῦν δὲ περὶ τοῦ τῆς ἁμάξης ἄξονος λέγει κακῶς, ὅτι ἑπτὰ ποδῶν δεῖ ἔχειν αὐτὸν τὸ πλάτος· μόλις γὰρ ἂν | |
5 | ἄξων ὑπερβαίη τοὺς δ πόδας. TZETZES. | |
sch422bis | ΑΡΜΕΝΟΝ ΟΥΤΩ. Ὁ μὲν Ἡσίοδος πάνυ ἁρμο‐ δίως ἄξονα τὸν ἑπταπόδην φησίν. Ἐγὼ δὲ τοῦτον φαίην ἂν πάνυ ἀνάρμοστον, καί τοι μὴ ἔγγιστα ὢν τῶν γεωργικῶν. TZETZES. | |
sch423 | ΕΙ ΔΕ ΚΕΝ ΟΚΤΑΠΟΔΗΝ. Εἰ δὲ ὀκτώ φησι ποδῶν τάμῃς ξύλον εἰς ἄξονος ποίησιν, ἀπὸ τούτου τὸν ἕνα πόδα ταμὼν ξυλίνην σφύραν ποιήσειας. Ἐκ δὲ τῶν τριῶν πε‐ | |
ρισσῶν ΚΕ, ΕΙ ΔΕ ΚΕΝ, ΑΠΟ ΚΕΝ, καὶ ΣΦΥΡΑΝ ΚΕΝ, | 274 | |
5 | ἀδυναμίην πολλὴν μετρικὴν τοῦ Ἡσιόδου καταγινώσκειν ἐστί. TZETZES. | |
sch424 | ΔΩΔΕΚΑΔΩΡΩι. Κατὰ διάμετρον εἶπε δεκαδώρῳ· ἡ δὲ τὸ τρίτον ἐστὶ τῆς ὅλης περιφερείας· καὶ οὐ τὸν ἔξω κύ‐ κλον ἐδήλωσεν, ἀλλὰ τὸν μέσον τὸν εἰς δύο τὸν κύκλον τέμ‐ νοντα. PROCLUS. | |
sch424bis | ΤΡΙΣΠΙΘΑΜΟΝ Δ’ ἉΨΙΝ ΤΑΜΝΕΙΝ. Ἐκ τεσσάρων ἁψίδων συνίσταται ὁ τροχὸς τῆς ἁμάξης, οὗ τρο‐ χοῦ τὴν μέσην εὐθεῖαν νῦν δεκάδωρον ἅμαξαν καλεῖ. Φησὶν οὖν, ὅτι ἑκάστη ἁψὶς τοῦ τροχοῦ ἔστω τριῶν σπιθα‐ | |
5 | μῶν, ὡς εἶναι τὴν πᾶσαν περιφέρειαν τοῦ ὅλου τροχοῦ, ἤγουν τὸν κύκλον, δώδεκα σπιθαμῶν, δωρῶν δὲ λϛ. Ἡ γὰρ σπι‐ θαμὴ ἔχει δωρὰς, ἤγουν παλαιστὰς, τρεῖς, ὁ δὲ παλαιστής ἐστι δακτύλων δ. Πῶς δὲ λϛ δωρῶν εἰπὼν τὴν πᾶσαν περιφέ‐ ρειαν εἶναι τοῦ τροχικοῦ κύκλου, τὴν μέσην διήκουσαν εὐ‐ | |
10 | θεῖαν τούτου, οὐ δωδεκάδωρον εἶπεν, ἀλλὰ δεκάδωρον, τοῖς ἐπιστημονικοῖς τῶν γεωμέτρων λόγοις καὶ τῇ ἀληθείᾳ ἐναν‐ τιούμενος; πᾶσα γὰρ περιφέρεια κύκλου τριπλασίων ἐστὶ τῆς οἰκείας διαμέτρου εὐθείας, ὡς πρὸς τὰς ἐκτὸς ἐπιφανείας τοῦ κύκλου. Οὐκ ἐλυμήνατο τὸν γεωμετρικὸν ὅρον καὶ τὴν | |
15 | ἀλήθειαν, ἀλλὰ καὶ οὗτος τριπλασίονα λέγει τὴν περιφέρειαν τῆς διαμέτρου, καὶ δωδεκάδωρον. Ἀλλ’ αἱ μὲν δέκα δωραὶ τῆς εὐθείας ἐν τῇ τοῦ κύκλου εἰσὶν ἔντοσθεν ἐπιφανείᾳ φαινόμεναι, περὶ ὧν καὶ διαλαμβάνει. Αἱ γὰρ δύο δωραὶ εἰς τὰς συμβολὰς συνεκρύβησαν, τὰς ἀπὸ τῆς ἐντὸς ἐπιφανείας | |
20 | μέχρι τῆς ἐκτὸς, ἑκατέρωθεν τοῦ τροχοῦ μία δωρά. TZETZES. | |
sch425 | ΚΑΜΠΥΛΑ ΚΑΛΑ. Ξύλα ἐπικαμπῆ ὄντα τὰ ἀμ‐ | |
φίδεα. PROCLUS. | 275 | |
sch425bis | ΓΥΗΝ. Τὸ λεγόμενον γονάτιον τοῦ ἀρότρου. Ὁσά‐ κις οὖν εὕρῃς, φέρε καὶ ἀπόθου αὐτὸ καὶ μὴ ἀμελήσῃς. Λέ‐ γεται δὲ ΓΥΗΣ, ὅτι ἀεὶ παρὰ τὴν γῆν ἐστιν. ΕΛΥΜΑ μέ‐ ρος τὶ τοῦ ἀρότρου, ἐν τῷ μέσῳ ὂν, ἔνθα συμβάλλεται ὁ γύης | |
5 | τῷ ἱστοβοεῖ. Ἔλυμα δὲ παρὰ τὸ ἐλύειν, ὅ ἐστι καλύπτειν. ἹΣΤΟΒΟΕΥΣ λέγεται παρ’ ἐνίοις καὶ τὸ μετὰ τὴν ἐχέτλην ξύ‐ λον. ΑΥΤΟΓΥΟΝ δὲ τὸ μονόβελον λέγει, τὸ ἔχον ἐξ αὐτο‐ γύου τὸν ἱστοβοέα. PROCLUS. | |
sch425ter | ΦΕΡΕΙΝ ΔΕ ΓΥΗΝ. Περὶ ἀρότρου κατασκευῆς ἐν τούτοις διδάσκει, καὶ δεῖ εἰδέναι τὶς ἡ ὕννις, τὶ τὸ ἔλυμα, τὶς ὁ γύης, τὶς ὁ ἱστοβοεὺς, τὶς ἡ ἐχέτλη, ἐξ ὧν ἐστι τὸ ἄρο‐ τρον. Ἡ μὲν οὖν ὙΝΝΙΣ ἐστὶ τὸ σίδηρον αὐτὸ τὸ ἐν τῷ | |
5 | ἀροτριᾷν σχίζον τὴν γῆν· τοῦτο δὲ τῷ ἐλύματι περιήρμοσται ἄνωθεν ἐμβεβλημένον εἰς αὐτὸ κοῖλον ὄν. Τὸ δὲ ἜΛΥΜΑ ἐστι, τὸ ἐμβληθὲν εἰς τὸ τὴν ὕννιν κατέχον ξύλον κατὰ τὸ ἄκρον, ὃ καλοῦσι νύμφην, ὃ κατὰ θάτερον μέρος τὸ ἄνω συγ‐ γεγόμφωται πρὸς τὸν γύην. Ὁ δὲ ΓΥΗΣ ξύλον ἐστὶ μακρὸν | |
10 | ἔχον οὐ πόῤῥω τοῦ ἐλύματος ὀρθὸν ἐμπεπηγὸς ξύλον ἐν αὐ‐ τῷ, ὃ κατέχοντες οἱ ἀροτριῶντες ὅλον κινοῦσι τὸ ἄροτρον, καὶ διὰ τοῦ ἀρότρου τοὺς βόας· καὶ τοῦτο τὸ ξύλον καλεῖται ΕΧΕΤΛΗ. Τούτῳ δὲ τῷ γύῃ ἐμπέπηγεν ἄλλο ξύλον μεῖ‐ ζον κατὰ τὸ ἕτερον μέρος τὸ ἄκρον ἕως τοῦ ζυγοῦ διῆκον τοῦ | |
15 | ἐπικειμένου τοῖς ὤμοις τῶν βοῶν καὶ ζευγνύντος αὐτοὺς, ἐμπέπηγε δὲ σφηνωθὲν διά τινων σφηνισκῶν. Εἰ μὲν οὖν ἓν ξύλον ᾖ τὸ ὅλον ὁ γύης μέχρι τοῦ ζυγοῦ ἀπὸ τοῦ ἐλύματος, καλεῖται τὸ ἄροτρον αὐτόγυον· ἐὰν δὲ μικρότερος ᾖ τῆς χρεί‐ ας ὁ γύης, ἐνσφηνοῦται τὸ ἕτερον αὐτῷ ξύλον τὸ συνάπτον | |
20 | αὐτὸν καὶ τὸν ζυγὸν, καὶ καλεῖται τὸ μὲν ὅλον ΠΗΚΤΟΝ, τὸ δ’ ἐνσφηνωθὲν ἹΣΤΟΒΟΕΥΣ. Διὸ καὶ αὐτὸς λέγει δύο παρασκευάσασθαι ἄροτρα· τὸ μὲν πηκτὸν, τὸ δὲ αὐτόγυον, | |
ἵν’ εἰ τὸ ἕτερον κατεαγῇ, τὸ λοιπὸν ἐκπληρώσῃ τὴν χρείαν. Τὸν μὲν οὖν γύην εἶναι κελεύει πρίνινον, προσθεὶς ἢ κατ’ | 276 | |
25 | ἄρουραν, εἰ εὕροις, ἢ κατ’ ὄρος, πρίνινον· οὐ γὰρ εὔπορος Βοιωτοῖς ἡ πρίνος, φησὶν ὁ Πλούταρχος, ἀλλὰ τοῖς πτελεΐνοις ἀντὶ τῶν πρινίνων χρῶνται, τοὺς γύας κατασκευάζοντες· Εἰ δ’ οὖν εὕροις, ὁ πρίνινος ἄριστος γύας ὡς μάλιστα στερεός. Πῶς δὲ ὁ γύας κατασκευάζεται σημαίνων εἶπε. PROCLUS. | |
sch425quat | ἉΨΙΝ. Ἡ ἁψὶς κατὰ παρασχηματισμὸν Ἀττικῶς. TZETZES. | |
sch425quin | ΠΟΛΛ’ ΕΠΙ ΚΑΜΠΥΛΑ ΚΑΛΑ. Ἐπὶ πολλὰ καμπύλα καὶ λελοξευμένα καὶ ἁψιδοειδῆ κάλα καὶ ξύλα. Τοῦ‐ το δὲ εἶπεν, ἵνα δείξῃ ὅτι οὐ μίαν ἁψῖδα λέγει ἔχειν τὸν τρο‐ χὸν, ἀλλὰ τέσσαρας. Ὁ κάλως τὸ σχοινίον, τὸ κάλον δὲ τὸ | |
5 | ξύλον. TZETZES. | |
sch425sex | ΦΕΡΕΙΝ ΔΕ ΓΥΝΗ. Φέρε δὲ γύην εἰς τὸν οἶκον σοῦ ἀπὸ πρίνου δένδρου, ὅταν εὕρῃς ψηλαφῶν ἐν ὄρεσιν, ἢ πεδινοῖς καὶ ἀροσίμοις τόποις. Ὁ πρίνινος γὰρ γύης ὀχυρώ‐ τατός ἐστιν εἰς τὸ ἀροτριᾷν, ἡνίκα ὁ δοῦλος ὑπουργὸς τῆς | |
5 | φρονήσεως Ἀθηνᾶς, τέκτων, ἢ ἀροτρεὺς, πήξας αὐτὸν τὸν γύην ἐν τῷ ἐλύματι, ἐν γόμφοις καὶ ξυλίνοις ἥλοις προσαρή‐ ρεται, καὶ προσαρμόσῃ τῷ ῥυμῷ. ΓΥΗΣ ἐστὶ τὸ ὑπὸ γῆν ξύλον τοῦ ἀρότρου, εἰς ὃν ἡ ὙΝΝΙΣ, ἤγουν τὸ σίδηρον, ἐμβάλλεται. ΕΛΥΜΑ τὸ μέσον τοῦ ἀρότρου, ὅπου ὁ γόμφος | |
10 | βληθεὶς συνηλοῖ τὸν γύην καὶ τὸν ῥυμόν. ΓΟΜΦΟΣ ὁ ἧλος· ἹΣΤΟΒΟΕΥΣ δὲ, καὶ ΕΝΔΡΥΟΝ, ὁ ῥυμός. TZETZES. | |
sch428 | ΕΥΤ’ ΑΝ ΑΘΗΝΑΙΗΣ ΔΜΩΟΣ. Οὗτος ἐστιν ὁ τέκτων τῆς Ἀθηνᾶς δμώς· εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, καὶ Ὅμηρός φησι περὶ τέκτονος ὡσαύτως. Ἐπειδὰν οὖν οὗτος | |
5 | ἐν ἐλύματι πήξῃ τὸν γύην, καὶ γόμφοις ἑνώσας αὐτὸν πρὸς τὸ ἔλυ‐ μα τὸν γύην ἁρμόσῃ, τότε ὀχυρώτατός ἐστιν οὗτος, οὕτω κατα‐ σκευασθεὶς καὶ ἐκ τοιαύτης ὕλης. Ὁ μὲν δὴ γύης πρίνινος | |
ἔστω· ὁ δὲ ἱστοβοεὺς, ἢ δάφνινος, ἢ πτελέϊνος· οὕτω γὰρ ἄσηπτος ἔσται, τὸ δὲ ἄσηπτον ἐδήλωσεν εἰπὼν ΑΚΙΩΤΑΤΟΝ· ὁ δὲ | 277 | |
10 | Πλούταρχος ἐξηγήσατο τὴν αἰτίαν, λέγων, εἶναι τὶ θηρίδιον ὃ καλεῖται κὶς, διεσθίον τὰ ξύλα· τοῦτο καὶ Πίνδαρον οὕτω καλεῖν περὶ τοῦ χρυσοῦ λέγοντα, κεῖνον οὐ σῆς οὐ κὶς δάμναται. ὡς ἄσηπτον. Ἐγγίνεται δ’ οὖν τὰ τοιαῦτα θηρίδια τοῖς γλυ‐ | |
15 | κέσι καὶ μαλακοῖς ξύλοις· δάφνη δὲ καὶ πτελέα δριμύτατα. Τό γε μὴν ἔλυμα ἐκ δρυὸς εἶναι, καθάπερ τὸν γύην εἶπεν εἶναι δεῖ πρίνινον· καὶ γὰρ δὴ τοῦ ἀρότρου τὸ μὲν ἔγγιον τῆς ὕννεως εἶναι δεῖ δύσσηπτον, διὸ δρύϊνον τὸ ἔλυμα· τὸ δὲ μέ‐ σον εὔτονον, πρίνινον δὲ τὸν γύην. PROCLUS. | |
sch428bis | ΔΜΩΟΣ. Ὁ δοῦλος, κατὰ διάλυσιν. TZE‐ TZES. | |
sch429 | ΠΡΟΣΑΡΗΡΗΤΑΙ ὤφειλεν, οἱ Ἴωνες δὲ οὐκ ἐκτεί‐ νουσιν· ὅθεν ΠΡΟΣΑΡΗΡΕΤΑΙ γράφεται, ὡς καὶ παρὰ τῷ Πισίδῃ· ὅπως ἀκλινὴς τῆς φορᾶς ἡ σφοδρότης. | |
5 | ἐξ ἀντιπλεύρων σφίγγεται καταδρόμων. TZETZES | |
sch430 | ΔΟΙΑ ΘΕΣΘΑΙ ΑΡΟΤΡΑ. Δύο δὲ κτῆσαι καὶ ἀπόθου ἄροτρα κατὰ τὴν οἰκίαν, πονησάμενος καὶ φροντίσας· αὐτοφυῆ τε ἔχοντα τὸν γύην καὶ συμβεβλημένον, ὅπως τοῦ ἑνὸς ἀχθέντος χρᾷ τῷ ἑτέρῳ. Τοῦτο δὲ εὔηθές ἐστι τὸ λέ‐ | |
5 | γειν, ἔχε αὐτόγυον καὶ πηκτὸν ἄροτρον, μή πως καταχθῇ τὸ ἕτερον. Ὤφειλε γὰρ εἰπεῖν ἁπλῶς, ἔχε δύο ἄροτρα, εἰ μή που τὸ αὐτόγυον ἔν τισι χρήσιμον, ἐν ἑτέροις δὲ τὸ πηκτόν· ὃ καὶ δοκεῖ μοι οὕτως ἔχειν, κἂν οὕτως φόβῳ τοῦ μὴ καταχθῆναι τὸ ἕτερον λέγῃ. TZETZES. | |
sch433 | ΔΑΦΝΗΣ Δ’ Η ΠΤΕΛΕΗΣ. Ἡ δάφνη καὶ ἡ πτελέα δριμύταται οὖσαι οὐ σήπονται ῥᾳδίως· ἐπεὶ μὴ δ’ | |
ἀπογεννῶσι σκώληκας, οὓς κίας καλοῦσι, καθάπερ τὰ γλυκύ‐ χυμα καὶ χαῦνα ξύλα. Τὸ δὲ παρακελεύεσθαι ἢ δάφνινον ἁπλῶς, ἢ | 278 | |
5 | ὀρεινῆς δάφνης εἶναι τὸν ἱστοβοέα, ἤγουν τὸν ῥυμόν, τὸ ἔλυμα δὲ καὶ τὸν γόμφον ἀπὸ δρυὸς, ἀπὸ πρίνου δὲ τὸν γύην, ψευδοῦς τερατείας Ἡσιοδείας ὄγκος ἐστίν. Ἔδει γὰρ ἔκ τινος μονοειδοῦς στεῤῥοῦ ξύλου ταῦτα εἰπεῖν, πτελέας, ἢ τινὸς ἑτέρου τοιούτου, κα‐ τασκευάσαι, καὶ μὴ καταναλίσκειν λόγον εἰκαίως. TZETZES. | |
sch434 | ΒΟΕ Δ’ ΕΝΝΑΕΤΗΡΩ. Εἰκότως δεῖ τοὺς βόας τοσούτους καὶ τοιούτους εἶναι, ἵνα καὶ διὰ τὴν φύσιν ὦσιν εὐσθενεῖς, καὶ διὰ τὴν ἡλικίαν ἀφυβρικότες, μὴ ὡς οἱ νεώτε‐ ροι θυμοειδεῖς ὄντες καὶ ζυγομαχοῦντες τὰ ἄροτρα κατακλῶ‐ | |
5 | σιν, καὶ τὸ ἔργον μάταιον καὶ ἄπρακτον ποιῶσιν. PRO‐ CLUS. | |
sch434bis | ΒΟΕ Δ’ ΕΝΝΑΕΤΗΡΩ. Οὐδ’ ὅλως ἀκοῦσαι ἀνάσχοιτό τις γεωργὸς, μή τοι γε παραδέξασθαι, ὡς ἐξώρους, καὶ γεγηρακότας καὶ ἀσθενεῖς, οὓς οὗτος, ὁ τοῖς ἀπαιδεύτοις δοκῶν Ὁμήρου ἀνθάμιλλος, οὐκ ἀλαπαδνὸν λέγει ἔχειν τὸ | |
5 | σθένος. TZETZES. | |
sch436 | ἩΒΗΣ ΜΕΤΡΟΝ ΕΧΟΝΤΕ. Συμμετρίαν φησὶν ἡλι‐ κίας ἔχοντες, καὶ μή τε ἄζυγες πῶλοι, μή τε γηραιοὶ ὄντες, ἐν τῷ ἐρ‐ γάζεσθαι ἄριστοι, τῷ καὶ οὗτοι ἐργάζεσθαι ἀρίστω. Οὐκ οἶδα δὲ εἰ μή που δι’ ἀπειρίαν γεωργικὴν τοῦ ἀδελφοῦ ἐμπείρους ὑπο‐ | |
5 | ζεύγνυσι βόας, κἂν γηραιοὶ ὦσιν· ὅπως, μὴ κατὰ τὸ δέον αὐ‐ τοὺς διϊθύνοντος, μόνοι ἐργάζωνται. TZETZES. | |
sch437 | ΟΥΚ ΑΝ ΤΩ Γ’ ΕΡΙΣΑΝΤΕΣ. Οὐ σκιρτήσαν‐ τες δηλονότι ἢ οὐ ζυγομαχήσαντες κατακλάσειαν τὸ ἄροτρον· ἐὰν δὲ τὸ ἄροτρον κλασθῇ, οὐ προβαίνει τὸ ἔργον, ἀλλὰ μά‐ ταιον ἐγκαταλιμπάνεται. Οὐ ζυγομαχοῦσι δὲ, διὰ τὸ εἶναι | |
5 | ὁμήλικες. PROCLUS. | |
sch437bis | ΟΥΚ ΑΝ ΤΩ Γ’ ΕΡΙΣΑΝΤΕΣ. Οὐκ ἂν οὗτοι οἱ βόες στασιάσαντες κατὰ τὴν ἀρουμένην αὐτοῖς γῆν κατάξει‐ | |
αν μὲν καὶ συντρίψειαν τὸ ἄροτρον, τὸ δὲ ἔργον τοῦ ἀροτρι‐ ασμοῦ αὐτόθι μάταιον λίποιεν, ὥσπερ ἂν εἰ ἦσαν σφριγῶντες | 279 | |
5 | ἀρτιζυγεῖς. TZETZES. | |
sch439 | ΤΟΙΣ Δ’ ἉΜΑ ΤΕΣΣΑΡΑΚΟΝΤΑΕΤΗΣ. Τὸ μὲν σκάψαι καὶ ὑλοτομεῖν καὶ φυτεῦσαι, νέων δεῖται, τὸ δ’ ἀροτριάσαι, καὶ βουσὶν ἐπιστῆναι, καθεστῶτος ἤδη καὶ ὡς ἡνιόχου σωφρονοῦντος, μηκέτι παπταίνοντος εἰς τὰς τῶν νέων | |
5 | παιδίας, ἀλλ’ ἀρκούμενον ἄρτῳ ΤΕΤΡΑΤΡΥΦΩι. Τοιοῦτος δὲ ὁ εἰς τέσσαρα κλάσματα τεμνόμενος. ΟΚΤΑΒΛΩΜΩι δὲ, ὡς καθέκαστον τρύφος εἰς ὀκτὼ διαιρεῖσθαι ψωμούς· καὶ οὕ‐ τω δὴ πιμπλάναι τὸν ἀροτριατὴν αἰζηόν. PROCLUS. | |
sch439bis | ΤΕΣΣΑΡΑΚΟΝΤΑΕΤΗΣ. Οὐ πάντως τοσούτων χρόνων, ἀλλὰ καθεστηκότα δεῖ εἶναι τῇ ἡλικίᾳ. ΑΙΖΗΟΣ δὲ σημαίνει δύο, ποτὲ μὲν τὸν ἄνθρωπον, ποτὲ δὲ τὸν νέον. PROCLUS. | |
sch439ter | ΤΟΙΣ Δ’ ἉΜΑ. Τοῖς δὲ τοιούτοις βουσὶν ἔστω τοῦ ἔργου ἐπιστατῶν ἀνὴρ τέλειος, ὅπως φροντίζῃ τοῦ ἔργου, μή πως νεώτερος ὢν, καὶ πρὸς ὁμήλικας ἀποτρέχων, τὸ ἔρ‐ γον ἐᾷ. TZETZES. | |
sch439quat | ΤΕΣΣΑΡΑΚΟΝΤΑΕΤΗΣ. Τεσσαρακονταετὴς, καὶ τριακονταετὴς ἄνθρωπος, καὶ τὰ ὅμοια, ὀξύνεται· τεσσαρα‐ κονταέτης δὲ, καὶ τριακονταέτης, χρόνος. ΑΙΖΗΟΣ, κυρίως ὁ νεανίας· νῦν δὲ τὸν τέλειον ἄνδρα φησί. Σημείωσαι | |
5 | περὶ τῶν ἑπτὰ ἡλικιῶν. Ἑπτὰ δέ εἰσι κατὰ ἀστρονόμους αἱ τοῦ ἀνθρώπου ἡλικίαι· βρέφος ἀπὸ γενέσεως μέχρι δ ἐτῶν, ἀναλογεῖ δὲ τῇ Σελήνῃ. Εἶτα παιδίον, μέχρι δεκαετίας, καὶ ἀναλογεῖ Ἑρμῇ. Μείραξ ἀπὸ δεκαετίας, μέχρι ιη, ἀναλόγει | |
Ἀφροδίτῃ. Ἀπὸ τῶν ιθ, μέχρι τῶν λζ, νεανίας, ἀναλο‐ | 280 | |
10 | γεῖ τῷ Ἡλίῳ. Ἀπὸ τῶν τριακονταοκτὼ μέχρι τῶν νβ, ἀνὴρ, ἀναλογεῖ Ἄρει. Ἀπὸ τῶν νγ μέχρι τῶν ξδ, πρεσβύτης, ἀνα‐ λογεῖ Διΐ. Γέρων ἐπ’ αὐτοῖς μέχρι ζωῆς ἐσχάτης, ἀναλογεῖ δὲ τῷ ψυχρῷ τότε Κρόνῳ. TZETZES. | |
sch440 | ΤΕΤΡΑΤΡΥΦΟΝ. Τετράκλαστον· τρύφος γὰρ τὸ κλάσμα. Οὐδὲν δὲ ἄλλο διὰ τούτου δηλοῖ ἢ τὸ ἀπέριττον καὶ σύντονον τῆς τροφῆς, ἤτοι τῆς διαίτης, ἵνα μὴ σχολῇ τρυ‐ φᾷ. Διὸ καὶ εἰς τέσσαρα τὸν ἄρτον διακλάσαι, καὶ εἰς ὀκτὼ δή‐ | |
5 | γματα ἀναλῶσαί φησιν· ὥστε ἐπὶ τὸ ἔργον συντόμως ὁρμῆσαι. PROCLUS. | |
sch440bis | ΔΕΙΠΝΗΣΑΣ. Δειπνός ἐστι τὸ πρόγευμα· ἄρι‐ στον τὸ γεῦμα· δόρπος ὁ παρ’ ἡμῖν λεγόμενος δεῖπνος. TZETZ. | |
sch440ter | ΤΕΤΡΑΤΡΥΦΟΝ. Δ’ κλάσματα ἔχοντα, σταυροει‐ δῶς. TZETZES. | |
sch440quat | ΟΚΤΑΒΛΩΜΟΝ. Ὀκτὼ δήγματα ἔχοντα· ἢ τὸν ὅλον τετράκλαστον ἄρτον. Ἢ τὸ δ μόνον κλάσμα. Ὡς τὸν ὅλον ἄρτον ἔχειν δήγματα λβ. βλωμὸς γὰρ τὸ δῆγμα. TZE‐ TZES. | |
sch440quin | ΟΚΤΑΒΛΩΜΟΝ. Ἤγουν ἕκαστον τῶν κλασμά‐ των ἔχοντα ὀκτὼ δήγματα ποιεῖν δυνάμενον. MOSCHOP. | |
sch441 | ὉΣ Κ’ ΕΡΓΟΥ ΜΕΛΕΤΩΝ. Ὅστις καθεστηκὼς ἀνὴρ μελετῶν καὶ φροντίζων τοῦ ἔργου, εὐθυτάτην τὴν αὔλα‐ κα, καὶ τὴν τομὴν τοῦ ἀρότρου ἐλαύνοι. TZETZES. | |
sch441bis | ὉΣ ΑΝ ΤΟΥ ΕΡΓΟΥ ΜΕΛΕΤΩΝ. Ἤγουν φρον‐ τίδα ἔχων. Καὶ ἐν ἄλλοις, μελετᾷς βίου ὥς σε κελεύω. ΙΘΕΙΑΝ ΤΕΜΝΟΙ ΤΗΝ ΑΥΛΑΚΑ. Ἀντὶ τοῦ κατ’ εὐθεῖαν, | |
5 | ἐπιῤῥηματικῶς· τὸ εὔτακτον δὲ αὐτοῦ καὶ ἀσύγχυτον ἀπὸ τῆς εὐθύτητος τῆς αὔλακος θέλει δηλοῦν, μηδαμῶς παπταίνων, ἤγουν ἀποβλέπων, τὴν γνώμην τρέπων ἐπὶ τοὺς ἡλικιώτας, τουτέστιν ἐπὶ τὰς μετὰ τῶν ἡλικιωτῶν παιδιὰς ὥσπερ οἱ νέοι, ἀλλ’ ἐπὶ τῇ ἐργασίᾳ ἔχων τὸν λογισμόν. Τούτου οὐδαμῶς | |
10 | ἐστιν ἄλλος νεώτερος ἀμείνων, εἰς τὸ δάσασθαι σπέρματα, ἤγουν καταβάλλεσθαι εἰς τὴν ἀρουμένην γῆν, εὐτάκτως μερι‐ ζόμενα, καὶ ἐκφυγεῖν τὴν ἐπισπορίην, ἤγουν τὴν ἐπὶ τοῖς σπα‐ ρεῖσι σπορὰν, ὃ γίνεται ὅταν ἐλλιπῶς ἡ προτέρα γένηται σπο‐ ρά. Νεώτερος γὰρ ἀνὴρ ἐπὶ τοὺς ὁμήλικας ἐπτοίηται, ἀντὶ | 281 |
15 | τοῦ ἐπτόηται, ἤγουν ἠσχόληται, περισπᾶται· Μένος ἡ μνη‐ σικακία, καὶ τὸ μένειν ἐν πολέμῳ καὶ μὴ φεύγειν, καὶ μένος χειρῶν, τὸ ἔμμονον ἔργον· πάντα ἀπὸ τοῦ μένειν· ἀπὸ τού‐ των μένος καὶ τὸ σθένος. Ἐνταῦθα δὲ μένος ἡλίου λέγει, διὰ τὸ ἔντονον τῶν ἀκτίνων αὐτοῦ καὶ μὴ ἐκκεχυμένον. Γύης, τὸ | |
20 | λεγόμενον γονάτιον τοῦ ἀρότρου. Ἐχέτλη τὸ ἐμπεπηγὸς ξύ‐ λον τῷ γύῃ, ὃ κατέχοντες οἱ ἀροτριῶντες κινοῦσιν ὅλον τὸ ἄροτρον. Ἔλυμα τὸ προσηρμοσμένον τῷ γύῃ, εἰς ὃ ἐμβάλλεται ἡ ὕνις. Ἱστοβοεὺς, ὃς καὶ ἱστοβόη λέγεται, τὸ ξύλον τὸ διῆκον μέχρι τοῦ ζυγοῦ τοῦ ἐπικειμένου τοῖς ὤμοις τῶν βοῶν καὶ ζευ‐ | |
25 | γνύντος αὐτούς· ἐμπέπηγε δὲ καὶ οὗτος τῷ γύῃ σφηνωθεὶς διά τινων σφηνισκῶν. Ἐνναετὴρ ποιητικὸν, ἐνναετὴς κοινὸν, ὁ ἐννέα ἐτῶν ὢν, ἐνναέτης δὲ χρόνος παροξυτόνως. MOSCHOP. | |
sch444 | ΤΟΥ Δ’ ΟΥ ΤΙ ΝΕΩΤΕΡΟΣ ΑΛΛΟΣ ΑΜΕΙ‐ ΝΩΝ, ΣΠΕΡΜΑΤΑ ΔΑΣΣΑΣΘΑΙ. Τὸ μὲν σπέρματα δάσ‐ σασθαι δηλοῖ τὸ καταβάλλεσθαι ταῦτα, μερίζοντα εὐτάκτως, εἰς τὴν ἀροτριωμένην γῆν. Τὸ δ’ ΑΛΕΑΣΘΑΙ τὴν ΕΠΙ‐ | |
5 | ΣΠΟΡΙΑΝ, τὸ μὴ ἀνομάλως ῥίπτειν ἀλλὰ συμμέτρως τὰ σπέρ‐ ματα, μὴ ἐπάλληλα ταῦτα εἰς ἕνα τόπον· αὐτὴ γὰρ ἡ ἐπισπο‐ ρία· ὡς τῶν δευτέρων σπερμάτων θλιβόντων τὰ πρότερα, τό‐ πων δὲ ἄλλων ἀσπόρων μενόντων. Τοῦτο γὰρ καὶ πείρας δεῖ‐ ται καὶ μὴ μετεώρου διανοίας, ἀλλ’ ἐπιτατικῆς· διὸ τὴν τοι‐ | |
10 | αύτην εἶναί φησιν ἡλικίαν χρήσιμον. ΑΛΛΩΣ. Τοῦ τοιούτου τεσσαρακονταετοῦς οὐκ ἔστιν ἀμείνων ἡλικία εἰς τὸ καλῶς σπεί‐ ρειν, καὶ ἐπισπορίην ἀλέασθαι. Ἐπισπορία δέ ἐστιν, ὅταν σπείρῃ τὶς ἐλλιπῶς, καὶ πάλιν ἄνωθεν σπόρον ἐμβάλλῃ. PROCLUS. | |
sch444bis | ΣΠΕΡΜΑΤΑ ΔΑΣΣΑΣΘΑΙ. Τὰ σπέρματα κα‐ λῶς διαμοιρᾶσαι καὶ σπεῖραι. TZETZES. | |
sch444ter | ΕΠΙΣΠΟΡΙΗΝ. Τὴν δευτέραν, καὶ ἐπανασπορὰν φυγεῖν. Οἱ γὰρ κακῶς σπείροντες πάλιν ἐπανασπείρουσιν ἐπιβάλλοντες ἕτερον σπόρον. TZETZES. | 282 |
sch445 | ΚΟΥΡΟΤΕΡΟΣ. Ὡσανεὶ ῥέμβεται ὁ νοῦς τοῦ τοι‐ ούτου ἐπὶ τοὺς ὁμήλικας. PROCLUS. | |
sch445bis | ἙΠΤΟΙΗΤΑΙ, Περιπέτασται, ἠσχόληται. TZE‐ TZES. | |
sch446 | ΦΡΑΖΕΣΘΑΙ Δ’ ΕΥΤ’ ΑΝ ΦΩΝΗΝ ΓΕΡΑΝΟΥ. Ὅτι μὲν ἡ γέρανος δοκεῖ φροντίδα ἔχειν, τουτέστι πρόγνω‐ σιν, ὥς φησι Πλάτων, καὶ χειμῶνα προσιόντα δηλοῦν, φύσει δειλὴν οὖσαν πρὸς αὐτὸν, ὥς φησιν Ὅμηρος, δῆλον. Κε‐ | |
5 | λεύει δὲ ταύτην παρατηρεῖν κεκραγυῖαν καὶ δηλοῦσαν τὸν τοῦ σπόρου καιρόν. Μετὰ γὰρ τὴν ἀπὸ τῶν ἄστρων σημείω‐ σιν, ἣν ἀπὸ τούτων παρέσχον, οἰκεῖον ἦν καὶ ἀπὸ τῶν ὀρνί‐ θων ταύτην ποιήσασθαι. Τότε δὴ οὖν ὁ μὲν ἀβούτης δάκνεται διὰ τὴν ἀπορίαν τῶν βοῶν σπείρειν καὶ ἀροῦν ἀδυνατῶν· | |
10 | ὁ δὲ βοῶν εὔπορος χορταζέτω τὰς βοῦς, ὡς χρησόμενος αὐταῖς ἤδη πρὸς ἔργον τῆς σπορᾶς. PROCLUS. | |
sch446bis | ΦΡΑΖΕΣΘΑΙ Δ’ ΕΥΤ’ ΑΝ. Βουλεύου καὶ φρον‐ τίζου τῶν γεωργικῶν, ἡνίκα γεράνου φωνὴν ἀκούσῃς, κραυ‐ γαζούσης τῆς γεράνου ὑψόθι χρονίως, ἥτις φωνὴ σημεῖον φέ‐ ρει ἀροτριάσεως, καὶ χειμῶνος καιρὸν κατόμβρου δεικνύει, | |
5 | λυπεῖ δὲ τὴν ψυχὴν τοῦ μὴ ἔχοντος βοῦς γεωργοῦ. Μετὰ τὴν τῶν ἄστρων διδασκαλίαν, ἀπὸ τῶν γεράνων παιδεύει τὸν ἀδελφὸν εἰδέναι τοὺς καιρούς· προλέγει δὲ τοὺς και‐ ροὺς ἡ γέρανος, ἔαρ τε καὶ χειμῶνα, οὐχ ὡς ἀστρολόγος | |
καὶ ἀναλεξαμένη βίβλους τοῦ Πτολεμαίου, καὶ Μέτωνος, | 283 | |
10 | καὶ Ζωροάστρου, καὶ τῶν ἄλλων· ἀλλ’ ἐστὶν ὄντως δει‐ λότατον ζῶον ἡ γέρανος, καὶ εὐαίσθητον θέρμης καὶ ψύξεως· ὑψιπετῶς δὲ φερομένη διὰ τὸ βάρος τοῦ σώματος, ὅπως μὴ πρὸς τὴν γῆν ἐνεχθῇ, εὐπαθοῦς ὄντος τοῦ ἄνω ἀέρος, καὶ πρὸς ψύχος ἢ θέρμην ῥαόνως ἐκτρεπομένου, ψυχομένου μὲν | |
15 | ἀλγοῦσα βοᾷ, πρὸς θερμοτέραν δὲ τρεπομένου κατάστασιν ἀλύπως σὸν ἠρεμαίᾳ φωνῇ περϊίπταται. Καὶ οὕτως ἡμεῖς ἐκ τῶν ἐκείνης φωνῶν χειμῶνα καὶ ἔαρ ἐπιγινώσκομεν. TZE‐ TZES. | |
sch446ter | ΦΡΑΖΕΣΘΑΙ Δ’ ΕΥΤ’ ΑΝ. Σκόπει δὲ ὁπηνίκα ἂν ἀκούσῃς φωνὴν γεράνου ἐνιαύσια κεκληγυίης, ἤγουν συνή‐ θη κατ’ ἔτος φωνὴν κεκραγυίας ὑψόθεν ἀπὸ τῶν νεφῶν, ἥτις σημεῖον δίδωσι καὶ τοῦ καιροῦ τοῦ προσήκοντος τῷ σπόρῳ, | |
5 | καὶ τοῦ χειμῶνος τοῦ καθύγρου τὴν ὥραν δεικνύει, τὴν καρ‐ δίαν δὲ τοῦ ἀνδρὸς τοῦ μὴ βοῶν εὐποροῦντος, γεωργοῦ δηλον‐ ότι ὄντος, λυπεῖ. Τότε δὴ χορτάζειν τοὺς ἕλικας βοῦς ἔνδον ὄντας, ἤγουν ἐν τῷ οἴκῳ. Εὔκολον γὰρ τῷ μὴ ἔχοντι βοῦς εἰπεῖν ἔπος πρὸς τὸν ἔχοντα, δός μοι βόε καὶ ἅμαξαν, ῥᾴδιον | |
10 | δὲ τῷ εὐποροῦντι βοῶν, ἀπαρνούμενον τὴν αἴτησιν, ἀποκρί‐ νασθαι, πάρεστι δὴ ἔργα τοῖς βουσί. Φησὶ δὲ ἀνὴρ οὐκ ὢν εὔπορος, εἶτα κατὰ τὰς ἑαυτοῦ φαντασίας τὰς κενὰς οἰόμενος εἶναι εὔπορος, πῆξαι ἅμαξαν ὅταν θέλῃ· ἀνόητος, οὐδὲ τοῦτο οἶδεν ὅτι ἑκατὸν, ἀντὶ τοῦ πολλὰ, εἰσὶ τὰ ξύλα τῆς ἁμάξης, ὧν | |
15 | πρέπει πρότερον φροντίδα ἔχειν ὥστε ἐν τῇ οἰκίᾳ αὐτὰ ἀποθεῖ‐ ναι. Ὁπηνίκα δ’ ἂν πρώτιστα καιρὸς σπόρου τοῖς ἀνθρώποις φανείη, ἐφορμήθητι, ἤγουν πρόθυμος γενοῦ, καὶ αὐτὸς καὶ οἱ σοὶ θεράποντες, ἀροτριᾷν, κατὰ τὸν καιρὸν τοῦ σπόρου, καὶ ξηρὰν οὖσαν τὴν γῆν καὶ δίυγρον, μὴ πρόφασιν ἔχων τὸ | |
20 | τοιάνδε ἢ τοιάνδε αὐτὴν εἶναι, πρωῒ μάλα τῆς ἡμέρας δηλον‐ ότι σπεύδων, ἵνα σοι εὐθηνούμεναι ὦσιν αἱ ἄρουραι. MO‐ SCHOP. | |
sch449 | ΑΒΟΥΤΕΩ. Τὴν τελευταίαν χώραν συνίζησιν ἔχει ὁ στίχος. TZETZES. | |
sch450 | ῬΗΙΔΙΟΝ ΓΑΡ ΕΠΟΣ ΕΙΠΕΙΝ. Τούτων τὸ μὲν ΑΒΟΥΤΗΣ εἴποι ἂν αἰτῶν βόας ἵν’ ἀροτριάσῃ τοῦ καιροῦ καλοῦντος, τὸ δὲ ὁ εὐπορῶν βοῶν ἀποκρίναιτο ἂν, ὅτι καὶ οἱ παρ’ αὐτῷ βόες ἔργα ἔχουσι, καὶ διὰ τοῦτο οὐκ ἂν αἰ‐ | 284 |
5 | τούμενος δοίη. Ὃ καὶ ὁ Λάκων, τὴν κυνῆν αἰτούμενος, εἰπεῖν λέγεται πρὸς τὸν αἰτοῦντα· εἰ μὲν εὐδία, ἔσται καὶ σοὶ ἄχρηστος· εἰ δὲ χειμὼν, καὶ ἐμοὶ χρήσιμος. Καὶ γὰρ καὶ περὶ τῶν βοῶν ἐρεῖ ταυτὸν ὁ αἰτηθείς· εἰ μὲν μὴ καιρὸς τοῦ ἀροῦν, καὶ σοὶ ἄχρηστοι· εἰ δὲ καιρὸς, κἀμοὶ χρήσιμοι. ΑΛΛΩΣ | |
10 | Τὸ γὰρ αἰτῆσαι εὐχερές ἐστιν, ἀλλὰ τὸ ἀπαρνήσασθαι καὶ μὴ δοῦναι, εὐχερέστερον. Ἔχει γὰρ εἰπεῖν, ὅτι οὐ δίδωμι. καὶ γὰρ κἀμοὶ πάρεισιν ἔργα βοῶν δεόμενα. PROCLUS. | |
sch450bis | ΔΗ ΤΟΤΕ ΧΟΡΤΑΖΕΙΝ. Τότε δὴ χόρταζε. Τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, Ἀττικῶς. TZETZES. | |
sch450ter | ἙΛΙΚΑΣ ΒΟΑΣ. Ἑλικοειδῶς καὶ ἡμικυκλοειδῶς τοὺς πόδας εἱλοῦντας καὶ συστρέφοντας. Τὸ δὲ ἕλιξ Ἀττικοὶ δασύνουσιν, οἱ δὲ λοιποὶ πάντες ψιλοῦσιν· οἱ γὰρ Ἀττικοὶ δασυνταί εἰσιν, ἀμφελίσσειν καὶ ἀμφέχειν, καὶ καθείργειν λέ‐ | |
5 | γοντες, καὶ αὖθις, καὶ λίσφοι, καὶ τὰ ὅμοια, ὡς καὶ τὸ ἅμαξα. Ἡ δὲ Κοινὴ διάλεκτος καὶ τὸ ἅμαξα ψιλοῖ, καθὼς Δωρὶς, καὶ Αἰολὶς, καὶ Ἰωνίς. TZETZES. | |
sch451 | ῬΗΙΔΙΟΝ ΓΑΡ ΕΠΟΣ. Εὔκολον γὰρ λόγιον τῷ μὴ ἔχοντι γεωργῷ βόας, αἰτεῖσθαι παρ’ ἑτέρου. Ῥᾳδιώτε‐ ρον δὲ κἀκεῖνο ἐστὶν ἀπαρνήσασθαι καὶ εἰπεῖν, ὅτι πάρεισιν ἔργα τοῖς ἐμοῖς βουσίν. Αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. | |
5 | TZETZES. | |
sch451bis | ΕΠΟΣ. Τὸ πος μακρὸν, κοινὴ συλλαβή· εἰς γὰρ | |
μέρος λόγου λήγει. TZETZES. | 285 | |
sch453 | ΦΗΣΙ Δ’ ΑΝΗΡ ΦΡΕΝΑΣ ΑΦΝΕΙΟΣ. Ὁ μὲν φρένας ἀφνειός ἐστιν, ὃς οὐκ ὢν εὔπορος ταῖς ἑαυτοῦ φαντασίαις ταῖς κεναῖς οἴεται εἶναι εὔπορος· διὸ καὶ νήπιος, οἰόμενος τὰ μὴ ὄντα. Ἀπὸ δὲ τῆς κατὰ τὴν ἅμαξαν οἰήσεως | |
5 | πᾶσαν τὴν τοιαύτην διασύρει ζωὴν, ὡς ἀνόητον. Ὁ γὰρ τὰς φρένας ἀφνειὸς εἴποι ἂν καὶ περὶ ἁμάξης, ὡς εὔκολον αὐτὴν, ὅταν θέλῃ, πήξασθαι, ἀγνοῶν ὅτι τὰ ξύλα αὐτῆς πολλά ἐστιν, ἃ δεῖ οἰκεῖα ἔχειν τὸν μέλλοντα κατασκευά‐ σειν ἅμαξαν· τυγχάνει δὲ ἐκεῖνα διὰ τὸ πλῆθος οὐκ εὐπόρι‐ | |
10 | στα. Οὕτως οὖν καὶ περὶ βοῶν τοῦ ἀρότρου ἕνεκα καὶ περὶ πάντων οἰήσεται νοῦν τὶς οὐκ ἔχων, ὀφείλων ἐννο‐ εῖν, ὅτι πρὸ καιροῦ δεῖ παρασκευάζειν καὶ οἰκείους ἔχειν, οὐκ ἀλλοτρίους αἰτεῖν. ΑΛΛΩΣ. Τοῦτο εἶπε πρὸς τοὺς θαῤῥοῦντας ἔχειν καὶ μὴ πρὸ καιροῦ εὐτρεπίζοντας· ἔχει γὰρ | |
15 | εἰπεῖν θαῤῥῶν, ὅτι ἔχει ὕλην, Ἐξέλθετε, ποιήσατέ μοι ἅμαξαν· μὴ εἰδὼς ὅτι πολλὴν δυσχέρειαν ἔχει· καὶ γὰρ ἑκατόν εἰσι τὰ ξύλα τῆς ἁμάξης. Φρένας δὲ ἀφνειὸς, ἤτοι οὐκ ἀληθῶς πλού‐ σιος, ἀλλὰ τῇ ψυχῇ δοκῶν πλουτεῖν, καὶ ἑαυτὸν ἐξαπατῶν, ἢ κατὰ ἀντίφρασιν ἄφρων. Πολλάκις γάρ τις τῶν τὴν ψυχὴν | |
20 | ἐπηρμένην ἐχόντων καὶ ὑπερήφανόν φησι, Τί γάρ ἐστιν εὐ‐ χερέστερον τοῦ ποιῆσαι ἅμαξαν, εἴτε ἄροτρον; ὁ δὲ ἄφρων οὐκ οἶδεν ὡς ρ ξύλων ἔσται συναγωγὸν εἰς τὴν ταύτης κατα‐ σκευήν· ρʹ δὲ, ἀντὶ τοῦ πολλῶν. PROCLUS. | |
sch453bis | ΦΡΕΝΑΣ ΑΦΝΕΙΟΣ. Εἰρωνικῶς, πλούσιον κατὰ τὰς φρένας τὸν ἄφρονα λέγει, ὅστις λογίζεται ἐφεστηκό‐ των ἤδη τῶν τῆς γεωργίας καιρῶν, τεκταίνεσθαι ἅμαξαν καὶ γεωργικὰ ἐργαλεῖα, καὶ οὐκ ἔθετο πρώην σκοπὴν φροντίσαι | |
5 | αὐτῶν. TZETZES. | |
sch454 | ΝΗΠΙΟΣ. Ἀπέθετο τὸ τῆς εἰρωνείας πρόσωπον, καὶ φανερῶς ἄφρονα λέγει τοῦτον, ὡς οὐκ εἰδότα ὅτι πολλὰ | |
τὰ τῆς ἁμάξης εἰσὶ ξύλα, καὶ οὐ ῥᾳδίως τεκταίνονται, καὶ ἀκαριαίᾳ ῥοπῇ, ἀλλὰ δεῖται προμελετήσεως καὶ φροντίδος. | 286 | |
5 | TZETZES. | |
sch454bis | ἙΚΑΤΟΝ. Πολλά· οὐ γὰρ ἑκατὸν εἰσὶ ταῦτα. Τὸ ΠΡΟΣΘΕΝ, καὶ τὸ ΕΧΕΜΕΝ, κοιναὶ συλλαβαί. TZETZES. | |
sch456 | ΕΥΤ’ ΑΝ ΔΗ ΠΡΩΤΙΣΤΑ. Οὐ λέγει τὴν μέσην καὶ ξηράν πως καὶ ὑγρὰν ἀροῦν γῆν χρῆναι, ἀλλ’ εἴτε αὔην εἴτε νοτερὰν, τῆς ὥρας ἀπαιτούσης, δεῖν ἀροτριᾷν, καὶ μὴ προφα‐ σίζεσθαι τὴν ποιότητα τῆς γῆς, ὡς ξηρᾶς ἢ ὑγρᾶς ἤδη οὔσης. | |
5 | ΑΛΛΩΣ. Πρὸς τοὺς ἀναβαλλομένους τὸ ἐργάζεσθαι λέγει· εἰσὶ γάρ τινες λέγοντες, ὅτι πολύ ἐστι ξηρὰ ἡ γῆ, ἀναμείνωμεν ἵνα ὑγρανθῇ· ἄλλοτε πάλιν ὑγρά ἐστι πολὺ, ἀναμείνωμεν ἵνα ξηρανθῇ. Φησὶν οὖν Ἡσίοδος κἄν τε ξηρὰ ᾖ κἄν τε ὑγρὰ, ἐργάζου τὴν γῆν τῷ καιρῷ προλαβὼν, καὶ μὴ ἀναβαλλόμενος, | |
10 | ὡς μετεχούσης αὐτῆς τοῦ ὑγροῦ ἢ τοῦ ξηροῦ, ἀλλὰ χωρὶς προφάσεως ἐργάζου. PROCLUS. | |
sch456bis | ΘΝΗΤΟΙΣΙ ΦΑΝΕΙΗ. Μαρτίου, καὶ Ἀπριλλίου, καὶ Μαΐου μηνός. Εἰ δὲ τὸν σπόρον θελήσεις εἰπεῖν, τὸν Ὀκτώβριον φήσεις, καὶ Νοέμβριον. PROCLUS. | |
sch456ter | ΕΥΤ’ ΑΝ ΔΕ ΠΡΩΤΙΣΤ’ ΑΡΟΤΟΣ. Προευ‐ τρέπιζέ σου, φησὶ, τὰ γεωργικὰ ἐργαλεῖα. Ἡνίκα δὲ πρῶτον ὁ ἀροτὸς, καὶ ὁ καιρὸς τοῦ ἀροτριασμοῦ φανῇ, ἢ ὁ ἄροτος καὶ ἀροτριασμὸς, δὴ τότ’ ἐφορμηθῆναι, καὶ ἐφορμήθητι Ἀττικῶς, | |
5 | οἱ δμῶές τε καὶ σὺ, ἀρόων καὶ ἀροτριῶν καθ’ ὥρην ἀρότρου καὶ τοῦ ἀροτριασμοῦ, καὶ αὔην καὶ ξηρὰν οὖσαν τὴν γῆν, καὶ διερὴν καὶ δίυγρον, καὶ μὴ εἰς προφάσεις καὶ ὑπερθέσεις χωρήσας, ὡς τυχὸν πάνυ ὑγρὰ ἐστὶν, ἢ πάνυ ξηρά. TZETZES. | |
sch457 | ΔΜΩΕΣ ΤΕ ΚΑΙ ΑΥΤΟΣ. Ὅμοιον τὸ, δαίμονι δ’ οἷος ἔησθα· τὸ ἐργάζεσθαι ἄμεινον. PROCLUS. | |
sch458 | ΑΥΗΝ ΚΑΙ ΔΙΕΡΗΝ. Τὴν ξηρὰν καὶ τὴν ὑγράν· καὶ αὔην δὲ τὴν χερσεύουσαν, ὑγρὰν τὴν εἰργασμένην, τὴν μήτε ξηρὰν οὖσαν, μήτε ὑγράν. PROCLUS. | 287 |
sch459 | ΠΡΩΙ. Πρωϊμώτερον. Οὐ γὰρ κατὰ τὴν αὐγὴν λέγει ἀροῦν. TZETZES. | |
sch459bis | ἹΝΑ ΤΟΙ ΠΛΗΘΩΣΙΝ ΑΡΟΥΡΑΙ. Ὅπως πρωϊ‐ μώτερόν σου ἀροτριάσαντος τὴν ἄρουραν καὶ σιτοφόρον γῆν, συμβαίνῃ γέμειν σταχύων. TZETZES. | |
sch460 | ΕΙΑΡΙ ΠΟΛΕΙΝ. Τὸ μὲν ἔαρος ὄντος τὴν γῆν πολεῖν τὴν σπείρεσθαι μέλλουσαν, δηλοῖ τὸ σχίζειν αὐτὴν, τὴν γὰρ δὶς ἠροσμένην δίπολον, καὶ τὴν τρὶς τρίπολον κα‐ λοῦσι. Τὸ οὖν στρέφειν ΠΟΛΕΙΝ ἔλεγον, καὶ τὸ ἀναστρέ‐ | |
5 | φειν, ἀναπολεῖν· ὥσπερ καὶ τὸν οὐρανὸν εἰώθαμεν. διὰ τὴν στροφὴν τὴν περὶ τοὺς πόλους λέγειν περιπολεῖν. Τὸ δὲ θέ‐ ρους νεωμένην, μὴ ἀπατᾷν, ἀλλ’ εἶναι πρὸς τὸν σπόρον ἐπι‐ τηδείαν καὶ τὴν τῶν καρπῶν γένεσιν, ἐκεῖνο σημαίνει τὸ δεῖν ἁπαλύνειν αὐτὴν καὶ θρύπτειν τὴν συνεστῶσαν καὶ ὁμα‐ | |
10 | λύνειν, ἀνακαινιζόντων αὖθις αὐτὴν καὶ νέαν ποιούντων. Διὸ καὶ ἐπάγει· νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν. ἡ γὰρ ἄγαν ὑπὸ τῶν ὄμβρων πιληθεῖσα συμπίπτει, ἡ δὲ ἀραιὰ καὶ κούφη τῷ ἀρότρῳ εἴκουσα ῥᾳδίως διὰ χαυνότητα | |
15 | δέχεται τὸν σπόρον. Εἰ μὲν οὖν ἀρκέσει τὸν ἐν τῷ ἔαρι πολεῖν, οὐ δέονται τοῦ νεάσαι ἐν τῷ θέρει. Ἔνιοι δὲ ἄμφω ποιοῦσι προευτρεπίζοντες τὸν σπόρον, διὰ τοῦ νεάσαι καὶ τοῦ σχίσαι τὸ ἔπαρμα καὶ τὸ ὕψος μηχανώμενοι τὸ ἐν τῷ σπείρειν χρή‐ σιμον. Τούτοις οὖν ἐπιφωνεῖ εἰκότως, ΝΕΙΟΣ ΑΛΕΞΙ‐ | |
20 | ΑΡΗ, διότι τοῖς παισὶν ὕπνον προξενεῖ καὶ ἡσυχίαν εὐθηνου‐ μένοις. Τὰ γὰρ λιμώττοντα, καὶ ἡ πεῖνα χαλεπῶς διατίθε‐ ται, καὶ θηριώδη ὄντα πρὸς τὴν ἡρεμίαν ἀπαγορεύει. PRO‐ CLUS. | |
sch460bis | ΕΙΑΡΙ ΠΟΛΕΙΝ. Ἔτι διδάσκει, πῶς ἂν κρείτ‐ | |
τονα τὰ τῆς γεωργίας γένηται, καί φησιν· ἐν τῷ ἔαρι τὰς βώλους τῆς γῆς ἀνάστρεφε τῇ δικέλλῃ, Μαρτίῳ μηνὶ, ἢ καὶ Ἀπριλλίῳ· τῆς ἀργῆς δὲ γῆς καὶ μὴ ἐσπαρμένης φησί· τὸ γὰρ | 288 | |
5 | πολεῖν τοῦτο δηλοῖ. Τὸ πόλει καὶ ἀνάστρεφε, καὶ μικρὸν γραφόμενον, ὑπὸ τοῦ λ ἐκτείνεται, καὶ γίνεται κοινὴ συλλα‐ βὴ, Ἀττικῶς δὲ μέγα γράφεται. TZETZES. | |
sch460ter | ΘΕΡΕΟΣ ΔΕ. Συνίζησις· μετὰ δὲ τὸν καιρὸν τοῦ θέρους νεαθεῖσα, καὶ εἰς νείατα καὶ μικρὰ συντριβεῖσα τῷ ἀρότρῳ οὐ ψεύσει σε, ἀλλὰ σταχύων ἐμπλήσει· τὸ μὲν θε ἐκτείνεται ὑπὸ τοῦ, καὶ ρ γίνεται κοινὴ συλλαβή. Τὸ ρε | |
5 | γινώσκοις ὅτι ἐστι φύσει βραχὺ, τὸ δὲ, ΟΣ ΔΕ, ἡ μακρὰ καὶ ἡ βραχεῖα συλλαβὴ, ἀντὶ μιᾶς βραχείας. Καὶ ἔστι τὸ ὅλον ΘΕΡΕΟΣ ΔΕ, ἀντὶ δακτύλου. Καὶ τὸ ΝΕΩΜΕΝΗ, συνίζησίς ἐστιν, εἰς τάξιν ἀμφιμάκρου· καὶ τὸ μὲν ΝΕΩ, ἡ βραχεῖα καὶ ἡ μακρὰ, ὡς μία μακρά. Τὰ δὲ ἄλλα μένουσιν | |
10 | ἐν τῇ οἰκείᾳ τάξει, καὶ ποιοῦσι τὸν ἀμφίμακρον· ἢ οὕτως ΕΙΑΡΙ ΠΩ, τὰ δὲ λοιπὰ, οὐκ ἔχουσιν ἀμφιβολίαν. TZE‐ TZES. | |
sch460quat | ΕΙΑΡΙ ΠΟΛΕΙΝ. Κατὰ τὸ ἔαρ σχίζε τὴν γῆν τὴν μέλλουσαν σπείρεσθαι· ἐπὶ τοῦ θέρους δὲ ἡ σχισθεῖσα τῷ ἔαρι νεωμένη, ἤγουν ὁμαλυνομένη καὶ νέα αὖθις γινομένη, οὐ ψεύσεταί σε κατὰ τὸν σπόρον καὶ τὴν τῶν καρπῶν γένε‐ | |
5 | σιν, ἀλλ’ ἐπιτηδεία σοι πρὸς ταῦτα ἔσται. Τὴν νεαθεῖσαν δὲ ἄρουραν σπεῖρε ἔτι κούφην οὖσαν καὶ μὴ πιληθεῖσαν ὑπὸ τῶν ὄμβρων. Ἡ νειὸς ἀλεξιάρη ἐστὶν, ἤγουν ἀποσοβοῦσα τὰς ἀρὰς, τουτέστι τὰς βλάβας. Παίδων εὐκηλήτειρα, ἤγουν κατευνάστρια, ἡσυχίας καὶ ἀναπαύσεως αὐτοῖς πρόξενος. | |
10 | MOSCHOP. | |
sch461 | ΝΕΙΟΝ ΔΕ ΣΠΕΙΡΕΙΝ. Σπεῖρε δὲ τὴν νεαθεῖ‐ σαν γῆν, καὶ ἔτι κούφην οὖσαν, καὶ μὴ συμπιληθεῖσαν, καὶ στερεωθεῖσαν, ἀλλὰ σπογγώδη. Εἶτα τρέπεται πρὸς ἔπαινον τῆς νεαθείσης γῆς· καί φησιν, ὅτι ἡ νεαθεῖσα γῆ εἰ σπαρείη, | |
5 | ἀπελαύνει τὰς ἀρὰς καὶ βλάβας· πληροῖ γὰρ σίτου τοὺς | |
γεωργούς. TZETZES. | 289 | |
sch462 | ΠΑΙΔΩΝ ΕΥΚΗΛΗΤΕΙΡΑ. Ἡ καλῶς θέλγουσα τοὺς παῖδας· οὐχ ὅτι δὲ ἄνδρας καὶ γέροντας οὐ θέλγει, οὕ‐ τως εἰρήκει· θέλγει γὰρ πάντας· ἀλλὰ τὴν ἔξωρον ἥβην ἐᾷ, τὴν δὲ αὔξουσαν καὶ προσδόκιμον χρησιμεύειν παρέλαβεν· ἢ | |
5 | ὅτι τῶν ἄλλων πασῶν ἡλικιῶν λιχνοτέρα ἡ παιδικὴ, καὶ θέλγεται μᾶλλον ἀνδρῶν καὶ γερόντων ταῖς τροφαῖς· εἰ δὲ μὴ, κλαυθμυρίζεται. TZETZES. | |
sch463 | ΕΥΧΕΣΘΑΙ ΔΕ ΔΙΙ ΧΘΟΝΙΩι. Ταῦτα καὶ θεο‐ σεβείας ἐστὶ δόγματα, τρέποντα τοὺς ἔργων ἁπτομένους ἐπὶ τὰς παρακλήσεις τῶν τὰ ἔργα ταῦτα ἐφορώντων καὶ τελειοῦν δυναμένων θεῶν· καὶ οὐδὲν ἀπολείπει πρὸς τέρψιν εἰ ἐννοή‐ | |
5 | σομεν τὸν ἀροῦν μέλλοντα, λαμβανόμενον τῆς ἐχέτλης, ἣν προείπαμεν ὅ τι ποτὲ δηλοῖ τοῦ ἀρότρου μέρος, πρὶν ἐλάσῃ τοὺς βόας, μάρτυρα καλοῦντα τοῦ ἔργου τὸν Δία καὶ τὴν Δήμητραν· τὸν μὲν, ὡς τελεσιουργὸν διὰ τῶν ὄμβρων τῆς σπορᾶς, τὴν δὲ, ὡς προστάτιν τῶν γονίμων δυνάμεων τῆς | |
10 | γῆς. Ὁ γοῦν πάντα τὰ παρ’ ἑαυτοῦ ποιήσας οὐχ ἁπλῶς αἰτεῖ τοὺς θεοὺς, ἀλλ’ ὥσπερ ἀπαιτεῖ τὸ τέλος. Ὡς οὖν ἔλεγε Σωκράτης εὔχεσθαι δεῖν μουσικὴν τὸν μανθάνοντα, καὶ γονὴν παίδων τὸν γαμοῦντα, οὕτω καὶ Ἡσίοδος καρπῶν γονὴν τὸν τῆς ἐχέτλης ἤδη λαμβανόμενον, καὶ ὅρπηκα φέροντα, καὶ ἐπά‐ | |
15 | γοντα τοῖς νώτοις τῶν βοῶν, ὥστε κινηθῆναι καὶ ἑλκύσαι τὸ ἄροτρον. Τοῦτο μὲν οὖν δῆλον. Τὸν δὲ ἱμάντα τῷ ζυγῷ περιβαλλόμενον μεσάβουν ὀνομαζόντων, ὃν περιάπτουσι κερκίδι· εἰς τὸ μέσον ἐνθέντες τοῦ ζυγοῦ, ἣν ἔνδρυον καλοῦ‐ σιν, εἰκότως εἶπεν, ὅτι διὰ τοῦ ὅρπηκος, ὃν ἐπὶ τὰ νῶτα φέρει | |
20 | τῶν βοῶν, κινεῖ αὐτοὺς τὸ ἔνδρυον ἕλκοντας τῷ μεσάβῳ, Συντεινόμενος γὰρ οὗτος ὁ ἱμᾶς περὶ τὸ ἔνδρυον ἐφέλκεται τὸ ἄροτρον. Εἰ δὲ γράφοιτο μετὰ τοῦ νʹ μεσάβων, λέγοι ἂν αὐτὸ τὸ ἔνδρυον μεσάβων· διότι μέσον ἐστὶ τῶν βοῶν τῷ ζυ‐ γῷ ἐμπεπηγός. Εὔχου ἐπιλαμβανόμενος εὐθέως τὸν ὅρπηκα | |
25 | τῇ χειρὶ, καὶ ἐπὶ τὸν ὦμον ἐκτείνων τῶν βοῶν, ὡς ἂν πρό‐ θυμος γένηται τῶν βοῶν ἡ ὁρμὴ ἑλκόντων τὸ ἔνδρυον, ἀπὸ | |
μέρους τὸ ὅλον ἄροτρον. Τὸ γὰρ ἔλυμα ἔνδρυον εἶπεν, ὅρ‐ πηκα δὲ λέγει τὸ βούκεντρον· τὸν δρύϊνόν φησι πασσαλίσκον ἑλκέτω ὁ μέσος τῶν βοῶν λῶρος. PROCLUS. | 290 | |
sch463bis | ΕΥΧΕΣΘΑΙ ΔΕ ΔΙΙ ΧΘΟΝΙΩι. Ἀρχόμενος δὲ τὰ πρῶτα τοῦ ἀρότου καὶ τοῦ ἀροτριασμοῦ, ὅταν λαβὼν τὸ ἄκρον τῆς ἐχέτλης καὶ τοῦ κρατήματος τοῦ ἀρότρου, ἵκηαι καὶ πέμψῃς τὸν ὅρπηκα καὶ τὸ βούκεντρον ἐπὶ τὸ νῶτον τῶν | |
5 | βοῶν, ἤγουν ὅταν ἀρχόμενος ἀροτριᾷν, κεντήσῃς τοὺς βόας, εὔχου τῇ χθονίῳ καὶ γηΐνῃ εἱμαρμένῃ, καὶ τῇ Δημήτερι τῇ ἁγνῇ καὶ καθαρᾷ, ἐκπληρέστατον βρίθειν καὶ βαρύνεσθαι τὸν ἀκτὴν καὶ τὸ δώρημα τῆς Δήμητρος, ἤγουν τὸν στάχυν. Ἡ Δημήτηρ γὰρ καὶ ὁ Διόνυσος Αἰγύπτου βασιλεῖς ὄντες γεωργίαν καὶ | |
10 | φυτουργίαν ἐδίδαξαν. Ζεὺς δὲ χθόνιος ἐνταῦθα ἡ εἱμαρμένη, ἤτοι ἡ τὰ περὶ τὴν γῆν ἐποπτεύουσα δύναμις. TZETZES. | |
sch463ter | ΕΥΧΕΣΘΑΙ. Ἤγουν εὔχου εὐτυχίαν γενέσθαι τῆς γῆς, καὶ ἁδροτάτους τοὺς στάχυας. TZETZES. | |
sch463quat | ΕΥΧΕΣΘΑΙ ΔΕ ΔΙΙ ΧΘΟΝΙΩι. Εὔχου δὲ τῷ Διῒ τῷ χθονίῳ, (ζήτει τὴν αἰτίαν ἐν τῷ Πρόκλῳ, δι’ ἣν Χθόνιον αὐτὸν λέγει) καὶ τῇ Δήμητρι τῇ ἁγνῇ, τελεσφορη‐ θεῖσαν βαρεῖσθαι τῇ μεστότητι τὴν ἱερὰν ἀκτὴν τῆς Δήμητρος, | |
5 | ἤγουν τὸ ἐξαίρετον δώρημα, ἀρχόμενος πρῶτον τοῦ ἀροτριᾷν, λέγω ὅταν λαβὼν τῇ χειρὶ τὸ ἄκρον τῆς ἐχέτλης τὸ βούκεν‐ τρον ἐκτείνῃς ἐπὶ τὸ νῶτον τῶν βοῶν, διὰ τοῦ μεσάβου, ἤγουν τοῦ λώρου τοῦ παρὰ τῷ ζυγῷ ᾧ προσδέδεται ὁ ἱστοβοεὺς, ἑλκόντων τὸ ἔνδρυον, ἤγουν αὐτὸν τὸν ἱστοβοέα· ἀπὸ μέρους | |
10 | δὲ ὅλον λέγει τὸ ἄροτρον· ὁ δὲ μικρὸς δοῦλος ὄπισθεν ἐρ‐ χόμενος ἀροῦντός σου, κρατῶν μακέλην, τὸ παρὰ τοῖς κοινοῖς τζαπίον, ὀδύνην τοῖς ὄρνισι ποιείτω κατακρύπτων τὸ σπέρμα, ἵνα μὴ εὐπετῶς αὐτὸ οἱ ὄρνιθες ἀναλέγωσιν ἐπὶ γῆς ἐῤῥιμμένον. Τὸ καλῶς γὰρ διατιθέναι τὰ ἔργα καὶ ἁρμοδίως, | |
15 | ἄριστον τοῖς θνητοῖς ἀνθρώποις· τὸ κακῶς δὲ διατιθέναι, κάκιστον. Οὕτως ποιοῦντός σου, οἱ στάχυες ἂν νεύοιεν εἰς τὴν γῆν τῇ μεστότητι βαρούμενοι, εἰ τέλος ἀγαθὸν αὐτὸς ὁ Ὀλύμπιος ὕστερον παρέχοι. Ἐκ τῶν ἀγγείων δὲ ἐλάσειας τὰ ἀράχνια, ἤγουν τὰ ὑφάσματα τῶν ἀραχνῶν, ἐπὶ τῷ | 291 |
20 | ἐπιθησαυρίσαι τοὺς καρπούς. Καί σε ἐλπίζω τερφθήσεσθαι τῶν πρὸς ζωὴν ἐπιτηδείων ἐρευγόμενον ἔνδον ὄντων· Ἀτ‐ τικῶς, ὡς τὸ ἔφαγε τοῦ ἄρτου· ἀπὸ δὲ τῆς ἐρυγῆς, τὴν ἀφθονίαν τοῦ πλούτου ἐδήλωσε, κατὰ μεταφορὰν ἀπὸ τοῦ στο‐ μάχου, ὃς ὅταν πολλῶν βρωμάτων πλησθῇ, τὰς ἐρυγὰς ἐρ‐ | |
25 | γάζεται. MOSCHOP. | |
sch467 | ἙΛΚΟΝΤΩΝ ΜΕΣΑΒΩΝ. Τὰ μέσσαβα τῶν μεσσάβων· λέγονται δὲ αἱ τοῦ ζυγοῦ γλυφαί· καὶ ὁ Καλλί‐ μαχος, Μέσσαβα βοῦς ὑποδύς. | |
5 | Ἑλκόντων τῶν βοῶν τὸ ἔνδρυον τῶν μεσσάβων, τὸν ζυγὸν ἐν ᾧ αἱ γλυφαὶ, ἔνθα οἱ αὐχένες τῶν βοῶν δέδενται. Μεσά‐ βων· ὁ πρὸς τὸν ζυγὸν πλατὺς ἱμᾶς, ὃς εἰς τὴν ξυλίνην κέρκην ἐντίθεται, ἥτις ἔνδρυον καλεῖται, παρ’ ὅσον ξύλινον ἢ χλωρὸν, ἢ ὅτι πᾶν ξύλον δρῦς, καὶ μέσα τοίνυν τὰ ὑνία, τὰ | |
10 | μεταξὺ τῶν βοῶν προσδεδεμένα τῷ ἀρότρῳ, ἢ τὸν ζυγὸν, ἢ τὸν ἱστοβοέα. PROCLUS. | |
sch467bis | Ὁ ΔΕ ΤΥΤΘΟΣ ΟΠΙΣΘΕΝ. Τῷ μὲν δεσπότῃ τὸ ἀροῦν καὶ τὸ βοωτεῖν ἀποδέδωκε, τῷ δὲ οἰκέτῃ τὸ ἐπισκάλ‐ λειν καὶ κατακρύπτειν τὸν σπειρόμενον καρπὸν, ἵνα μὴ εὐ‐ πετῶς αὐτὸν αἱ ὄρνιθες ἀναλέγωσιν ἐπὶ τῆς γῆς ἐῤῥιμμένον, | |
5 | ἀλλ’ ὑπὸ τῆς ἐπιφερομένης γῆς ὑπὸ τοῦ δμωὸς ἀποκρύπτη‐ ται περιστρεφόμενος· οἷς εἰκότως ἐπήγαγε, καθόλου γὰρ παντὸς ἔργου τὴν μὲν εὐθημοσύνην ἀρίστην εἶναι, τὴν δὲ κακοθημοσύνην κακίστην· δεῖ γὰρ ἕκαστον εὖ διατιθέναι, καὶ μὴ κακῶς ἀλλὰ καλῶς· ἐν παντὶ γὰρ ἔργῳ τὸ εὖ ἔστι καὶ τὸ | |
10 | κακῶς. Διὸ καὶ ἐν τῷ σπείρειν δεῖ τὸ εὖ ἐπιζητεῖν, τοῦτο δὲ, | |
ἐν τῷ σπείροντα φροντίζειν, καὶ μὴ τὰ σπέρματα ταῖς ὄρνισιν ἐκκείμενα ποιήσωμεν. Εὐθημοσύνη, ἐπιμέλεια καὶ ἐργασία. PROCLUS. | 292 | |
sch467ter | ΕΝΔΡΥΟΝ ἙΛΚΟΝΤΩΝ. Ἔνρυόν ἐστιν, ὃ καὶ ἱστοβοεὺς καὶ ῥυμὸς καλεῖται. Μέσαβοι δὲ οἱ λῶροι, οἱ μέσοι ὄντες τοῦ ζυγοῦ, καὶ συνδέοντες τὸν ῥυμὸν τῷ ζυγῷ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εὔχου τῇ χθονίῳ εἱμαρμένῃ, ὅταν | |
5 | ἄρξῃ ἀροτριᾷν, καὶ οἱ λῶροι τοῦ ζυγοῦ ἕλκωσι τὸν ῥυμὸν, δηλονότι τῶν βοῶν κινουμένων· ὁ δὲ τυτθὸς δοῦλος, ὁ μι‐ κρὸς δοῦλος, σου ἀροτριῶντος ὄπιθεν ἐπιπορευόμενος, καὶ μάκελλαν ἔχων, λυπείτω τοὺς περὶ τὴν σὴν ἄρουραν περιπε‐ τασθησομένους ὄρνις, συγχωννύων καὶ συγκρύπτων τὸ τοῦ σπό‐ | |
10 | ρου φαινόμενον. Τυτθὸς, ὁ μικρός· ἀπὸ τοῦ τιτθὸς, ὁ μαστός· καὶ τροπῇ τοῦ διχρόνου εἰς δίχρονον, τυτθὸς ὁ μικρός. TZETZES. | |
sch469 | ΕΥΘΗΜΟΣΥΝΗ ΓΑΡ ΑΡΙΣΤΗ. Τὸ καλῶς δια‐ τίθεσθαι καὶ οἰκονομεῖν τινὰ τὰ ἑαυτοῦ, καλὸν, τοὐναντίον δὲ φαῦλον. TZETZES. | |
sch471 | ὩΔΕ ΚΕΝ ἉΔΡΟΣΥΝΗι. Εἰ καὶ τὰ παρ’ ἡμῖν γίγνοιντο πάντα καὶ εὐξαμένοις ἐπακολουθήσει καὶ τὰ παρὰ τοῦ Διὸς, οἱ στάχυες ἁδροὶ γεννήσονται· τοιοῦτοι δὲ γενό‐ μενοι νεύσουσιν ἔραζε, ὡς εἰώθασιν πλήρεις ὄντες καὶ ἐμ‐ | |
5 | βριθεῖς. Τὸ γὰρ πλῆρες βαρύνον τὸν στάχυν νεύειν ποιεῖ, ὁ δὲ ἀσθενὴς ὀρθὸς μένει διὰ κουφότητα. Δεῖ δὲ ἐφιστάνειν ὃν ἐκάλεσεν Δία Χθόνιον, Ὀλύμπιον πάλιν εἶπεν, ἐνδεικνύ‐ μενος ὅτι πανταχοῦ ὁ Ζεὺς, ἀλλ’ ἄνω μὲν Ὀλύμπιος, κάτω δὲ Χθόνιος· καὶ ἐπειδὴ τελειοῖ τοὺς ἐν τῇ γῇ καρποὺς καὶ τὰς | |
10 | τοῦ οὐρανοῦ κινήσεις ὄμβρους πέμπων, ἅμα καὶ Ὀλύμπιον αὐτὸν ὑμνητέον καὶ Χθόνιον, διὰ μὲν τὸ ἀφ’ οὗ ἡ τελείωσις, Ὀλύμπιον, διὰ δὲ τὸ ἐν ᾧ, Χθόνιον. ΑΛΛΩΣ. Οὕτως, φησὶ, ποιοῦντός σου, τῇ ἁδροσύνῃ τῶν γεννημάτων ἐπὶ τὴν γῆν οἱ στάχυες νεύσουσιν, εἰ συνευδοκήσει τῇ σπουδῇ σου καὶ ὁ λεχθεὶς | |
15 | χθόνιος Ζεὺς, ἤτοι ὁ Πλούτων. PROCLUS. | |
sch471bis | ἉΔΡΟΣΥΝΗι. Τουτέστι τῷ βάρει καὶ τῇ πυκνότη‐ τι, ἁδρὸς γὰρ ὁ πολύς. PROCLUS. | |
sch471ter | ὩΔΕ ΚΕΝ ἉΔΡΟΣΥΝΗι. Οὕτως καλλίστως τὰ περὶ τὸ ἄροτρον καὶ τὸν σπόρον σοῦ διατιθεμένου, ἐν τῇ ἁδρότητι καὶ τῷ βάρει οἱ στάχυες πρὸς τὴν ἔραν ἤγουν τὴν γῆν, ἐπικλίνοιντο, τουτέστι πλήρεις καὶ εὐθαλεῖς ἔσοιντο. TZETZES. | 293 |
sch472 | ΕΙ ΤΕΛΟΣ. Ἐὰν ὁ Ζεὺς, ἤτοι ἡ Εἱμαρμένη, ὕστερον τέλος ἀγαθὸν δοίη. Πολλοὶ μὲν γὰρ δεόντως ἀρο‐ τριῶσι, καὶ σπείρουσιν, ἐναντίας δὲ τῆς Εἱμαρμένης φανείσης ἀτελεσφόρητα καρπούμενοι φαίνονται. TZETZES. | |
sch472bis | ΕΙ ΤΕΛΟΣ ΑΥΤΟΣ ΟΠΙΣΘΕΝ. Κατὰ μὲν τὴν κίνησιν ἡμῶν, τὸ μὲν παρεληλυθὸς καὶ ἔστι καὶ λέγεται ὄπισθεν, τὸ δὲ μέλλον ἔμπροσθεν. Κατὰ δὲ τὴν τοῦ χρόνου κίνησιν τὸ ἀνάπαλιν, τὸ μὲν παρεληλυθὸς καὶ ἔστι καὶ λέγε‐ | |
5 | ται ἔμπροσθεν, τὸ δὲ μέλλον ὄπισθεν, καθ’ ὃ σημαινόμενον ἐνταῦθα τὸ ὄπισθεν λέγεται. MOSCHOP. | |
sch473 | ΚΑΙ ΣΕ ΕΟΛΠΑ. Ἐκ πόνων, φησὶν, ἕξεις καρ‐ ποὺς, καὶ ἐκ τῶν ἀγγείων, ἐν οἷς δεῖ τούτους ἀποθησαυρί‐ ζειν, ἐλάσεις τὰ ἀράχνια· ἐν τοῖς γὰρ κενοῖς ὑφαίνουσιν αἱ ἀράχναι. Διάξεις οὖν λιπαρῶς, καὶ τὸ ἔαρ ὄψει ἱλαρὸν, οὐδὲ | |
5 | πρὸς ἄλλον ἀποβλέψεις· τὸ γὰρ ΑΥΓΑΣΕΑΙ τοῦτο σημαίνει. Τοὐναντίον δὲ, εἰς σὲ βλέψει τις, ὡς ἐπικουρίας δεόμενος. Εὖ δὲ καὶ τὸ μέχρι τοῦ ἔαρος εὔθυμον διάγειν τὸν ἐπιμελούμενον τῆς γῆς, ὅτε τοὺς πολλοὺς εἰώθασιν ἀπολείπειν οἱ θερισθέντες καρποί. Πολιὸν δὲ τὸ ἔαρ οὗτος εἶπεν, ὡς ἄλλοι λευκὸν, διὰ τὴν | |
10 | ἐπ’ αὐτῷ ἡδονὴν, ὅτι μὴ στυγνὸν καὶ κατηφὲς, ἀλλ’ ἱλαρὸν, διὰ τὴν μέχρις αὐτοῦ τῶν καρπῶν εὐπορίαν, ἀφθόνων ἐκ τῆς ἐπιμελείας γεγονότων. Τὸ δὲ ΕΥΟΧΘΕΩΝ σημαίνει οὐχὶ ἀχθό‐ μενος ἀλλ’ εὖ ἔχων, ἀντὶ ὀχθεῖν καὶ οἷον εὐωχούμενος, κατὰ πα‐ ράθεσιν ἑνὸς γράμματος, εὐοχθέων γενόμενος. ΑΛΛΩΣ. Εὐ‐ | |
15 | εκτῶν καὶ εὐθηνούμενος, καλοὺς σωροὺς τῶν καρπῶν ἔχων· ὄχθος γάρ ἐστιν ἡ σωρεία τοῦ χώματος. PROCLUS. | |
sch473bis | ΕΚ Δ’ ΑΓΓΕΩΝ ΕΛΑΣΕΙΑΣ ΑΡΑΧΝΙΑ. Ἀρά‐ χνη ἐστὶ τὸ ζωΰφιον· ἀράχνιον δὲ τὸ παρ’ αὐτοῦ ὑφαινόμενον. Ὃ δέ φησι, τοιοῦτόν ἐστι· Εἰ καλῶς ἀροτριάσεις καὶ σπείρεις, | |
ἁδροὺς ἕξεις στάχυας. Ἐκ δὲ τῶν σιτοφόρων σου κιβωτίων | 294 | |
5 | τῶν μέχρι τότε κενῶν ἑστηκότων καὶ διὰ τοῦτο ἀραχνιώντων ἐξελάσειας τὰ ἀράχνια, καὶ ἐμπλήσεις δηλονότι ταῦτα τοῦ σίτου· καί σε νομίζω χαρῆναι ἐρεύμενον καὶ μεταλαμβάνοντα τοῦ βιότοιο καὶ τῆς ζωῆς, τοῦ ἐκ τῆς ἔρας καὶ τῆς γῆς ἔνδον ἀποκειμένου. TZETZES. | |
sch475 | ΕΥΟΧΘΕΩΝ. Χαίρων, πληθύων τῆς ὀχῆς· ὀχὴ δὲ, ἡ τροφή. Εἴρηται οὖν κατὰ πλεονασμὸν τοῦ θʹ, ἢ ἐπει‐ δὴ ὄχθος λέγεται ὁ κόπος. Εὐοχθέων, τουτέστιν, οὐ κεκο‐ πιακὼς, ὡς τὸ, | |
5 | κάματον εὐκάματον παρ’ Εὐριπίδῃ. Εἰς τὸ ἔαρ, φησὶν, ἥξεις, ἔχων τοὺς καρ‐ ποὺς καὶ τῶν πόνων τὰς ἀμοιβάς. PROCLUS. | |
sch475bis | ΕΥΟΧΕΩΝ ΔΕ. Καὶ ἐπ’ ἐλπίσι τρεφόμενος κα‐ λαῖς καὶ εὐοχούμενος παραγενήσῃ μέχρι τοῦ λαμπροῦ ἔαρος. Οὐδὲ πρὸς ἄλλους αὐγάσῃ καὶ ἀποβλέψεις, τροφῶν ἕνεκα. Μᾶλλον δὲ ἕτεροί σου δεηθήσονται. ΕΥΟΧΕΩΝ μὴ γρά‐ | |
5 | ψῃς, μὴ δ’ ἹΞΕΑΙ. Ἐσφαλμένον γὰρ οὕτω τὸ ἔπος εὑρίσκε‐ ται. TZETZES. | |
sch475ter | ΕΥΟΧΘΕΩΝ δὲ, ἤγουν εὖ ἔχων, ἀφίξῃ εἰς πολιὸν ἔαρ, ὃ δοκεῖ οὕτως εἰρῆσθαι, διὰ τὸ λευκὸν τῶν ἐν αὐτῷ ἀνθέων. MOSCHOP. | |
sch475quat | ΟΥΔΕ ΠΡΟΣ ΑΛΛΟΥΣ ΑΥΓΑΣΗι. Ἤγουν ἐπι‐ βλέψεις ἐπικουρίας δεόμενος· σοῦ δὲ ἄλλος ἀνὴρ ἔσται δεόμενος. ἹΕΡΟΝ ΑΚΤΗΝ ἀντὶ τοῦ ἱερὰν, ὡς χάλκεον ὄπα ἀντὶ τοῦ χαλκῆν. MOSCHOP. | |
sch477 | ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Διὰ τού‐ των διδάσκει συντόμως, ὅτι οἱ περὶ τὰς τροπὰς τὰς χειμερι‐ νὰς ἢ μετὰ τὰς τροπὰς σπείροντες ὀλίγον ἕξουσι θέρος, καὶ τὴν ὀλιγότητα ποιητικῶς ἀπὸ τῶν παρεπομένων δηλοῖ, καὶ | 295 |
5 | οὐδὲν θαυμαστὸν, ὅπου καὶ ὁ χρησμὸς ἀπορίαν ἁπλῶς τῶν καρπῶν εἶπε, Καὶ θέρος ἀδρέπανον θήσει καὶ ἄβοτρυν ὀπώρην. Οὕτως οὖν καὶ τὰ τοῦ Ἡσιόδου πολλὴν ἔμφασιν ἔχει τῆς ἀκαρ‐ πίας. Ὁ μὲν γὰρ καθήμενος ἐν τῷ θερίζειν καὶ ὀλίγον τῇ | |
10 | χειρὶ πλῆθος ἀσταχύων περιλαμβάνων τὸ ἄναυξες αὐτῶν ἅμα δηλοῖ, διὸ καθήμενος θερίζει· καὶ τὸ ἀραιὸν, διὸ ὀλίγους περιλαμβάνει· ὁ δὲ ἀντία δεσμεύων τὴν κολοβότητα καὶ σμι‐ κρότητα, ἀντιβάλλοντες γὰρ αὐτοὺς καὶ ἀλλήλοις ἐναντίως τιθέντες δεσμεύουσιν. Ὁ δὲ κεκονιμένος, τὴν ψιλότητα τοῦ | |
15 | πεδίου, καὶ τὸ μὴ συνεσκιᾶσθαι αὐτὸ ὑπὸ τῶν ἀσταχύων. Ὁ δὲ φέρων οὐκ ἐφ’ ἁμάξης αὐτοὺς ἀλλ’ ἐν φορμῷ, καὶ λανθάνων τοὺς πολλοὺς ὅτι φέρει, πάλιν τὴν ὀλιγότητα, δι’ ὧν πάντων δηλοῖ προσήκοντας εἶναι τῇ ἀκαιρίᾳ τῆς σπορᾶς τοὺς θε‐ ρισμούς. PROCLUS. | |
sch477bis | ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Ὑποθέμε‐ νος διὰ τῶν προτέρων ἐπῶν τῷ Πέρσῃ τὸν οἰκεῖον καὶ πρέποντα τοῦ σπόρου καιρὸν, νῦν διδάσκει καὶ τὸν ἀπᾴ‐ δοντα, ὅπως τοῦτον ἐκφεύγῃ. Ἔστι δὲ οὗτος ὁ περὶ | |
5 | χειμερινὴν τροπήν. Λεκτέον δὲ καὶ περὶ τῶν τοῦ ἡλίου τούτων τροπῶν. Τέσσαρας τροπὰς ἑκάστῳ ἐνιαυτῷ ποιεῖ‐ ται ὁ ἥλιος· ἐαρινὴν, θερινὴν, φθινοπωρινὴν, καὶ χειμε‐ ρινήν. Τινὲς δὲ τὴν μὲν ἐαρινὴν καὶ φθινοπωρινὴν, ἰσημε‐ ρίας καλοῦσιν, οὐ τροπὰς, τὴν δὲ θερινὴν καὶ χειμερινὴν, | |
10 | μόνας τροπάς. Ἕτεροι δέ τινες, οἵ τινές εἰσιν οἱ φιλόσοφοι, θέλοντες λαβρηγορεῖν καὶ κομπάζειν κἂν τοῖς μαθήμασι οἷς οὐχ ὡμίλησαν, τὰ παρὰ τοῖς ἀστρολόγοις ταῦτα τέσσαρα τεταρτημόρια τοῦ ἐνιαυτοῦ, ἃ καὶ τετράγωνα τοῦ ζωδιακοῦ | |
κύκλου καλοῦνται, κύκλους κατωνόμασαν τέσσαρας· ἰσημε‐ | 296 | |
15 | ρινὸν, θερινὸν τροπικὸν, ἀρκτικὸν βόρειον καὶ χειμερινὸν τροπικόν. Τὸν δὲ καλούμενον γαλαξίαν, πέμπτον κύκλον ὠνόμασαν, ἀνταρκτικὸν καὶ κεκαυμένον καὶ νότιον. Ἀλλὰ τὰ πολλὰ ἐάσαντες, λέξωμεν ὁπόσων ἡμερῶν ἐστὶ τὸ τοῦ ἐνιαυτοῦ τεταρτημόριον ἕκαστον, ἰσημερινῶν τε καὶ τῶν | |
20 | ἀμφοτέρων τροπῶν. Ἀπὸ Ὀϊστοῦ δύσεως, καὶ Ἵππου ἀνα‐ τολῆς, μέχρι Πλειάδων ἀνατολῆς, ἡμερῶν πε. Ἤγουν ἀπὸ Κριοῦ μοίρας ὀγδόης, μέχρι Καρκίνου μοίρας ἑβδόμης, ἰση‐ μερία ἐαρινή. Ἀπὸ Πλειάδων ἐπιτολῆς, ἤτοι Καρκίνου μοί‐ ρας ὀγδόης, ἕως Ἀρκτούρου ἐπιφανείας, καὶ Αἰγοκέρου | |
25 | ἀνατολῆς, θερινὴ τροπὴ ἡμερῶν ρκδ. ἀπὸ Ἀρκτούρου ἐπι‐ φανείας, καὶ Αἰγοκέρου ἐπιτολῆς, εἰς Πλειάδων καὶ Ὠρίωνος δύσιν, ἰσημερία φθινοπωρινὴ, ἡμερῶν νϛ ἀπὸ Πλειάδων καὶ Ὠρίωνος δύσεως εἰς Ὀϊστοῦ δύσιν, καὶ Ἵππου ἀνατολὴν, τροπὴ χειμερινὴ ἡμερῶν ἑκατόν. Οὕτως ἔχουσιν ἀκριβῶς | |
30 | αἱ τροπαὶ καὶ ἰσημερίαι κατὰ τοὺς μαθηματικούς. TZETZES. | |
sch477ter | ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Εἰ δὲ κατὰ τὴν χειμέριον τροπὴν ἀρόσεις, θερίσεις καθήμενος· διὰ τὸ μὴ ἀναφῦναι δηλονότι τὸν στάχυν ἐν ταῖς ἀρούραις σου, ἁρ‐ μοδίῳ τῷ κόπῳ σου καὶ τῇ περιπολεύσει, διὰ τὴν συνέχειαν | |
5 | καὶ τὸ πλῆθος θερίζεσθαι· ἀλλὰ κομιδῆ ὀλίγον καὶ ἀραιὸν, ὃν διὰ τὸ ὀλίγον εἶναι καθήμενος θερίσεις, καὶ ἐν φορμῷ καὶ σάκκῳ, ἢ κοφίνῳ ἀποκομίσεις· διὰ δὲ τὸ ἀραιὸν εἶναι, κό‐ νεως πλησθήσῃ. TZETZES. | |
sch477quat | ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Ἐὰν δὲ κα‐ | |
τὰ τὰς τροπὰς τοῦ ἡλίου, τὰς χειμερινὰς δηλονότι, ἀροτριᾷς τὴν χθόνα τὴν δῖαν, ἤγουν τὴν θείαν, καθήμενος θερίσεις, διὰ τὸ μὴ ἀξιολόγως ηὐξῆσθαι τὰ σπέρματα, ὀλίγον διὰ | 297 | |
5 | τῆς χειρὸς εἴργων, ἤγουν περιλαμβάνων, διὰ τὸ ἀραιόν· MOSCHOP. | |
sch478 | ἩΜΕΝΟΣ ΑΜΗΣΕΙΣ. Κατέχων τὰ δράγματα μὴ χειρὶ πεπληρωμένῃ, ἀλλὰ κενῇ χειρὶ τὸ λεγόμενον, καὶ περὶ ὀλίγον τόπον αὐτῆς συσφίγγων τὰ δράγματα, διὰ σμι‐ κρότητα. PROCLUS. | |
sch478bis | ΟΛΙΓΟΝ ΠΕΡΙ ΧΕΙΡΟΣ ΕΕΡΓΩΝ. Μικρὸν χειρόβολον τῶν σταχύων περὶ τῇ σῇ χειρὶ κρατῶν. Τὸ δὲ ΕΕΡΓΩΝ, Ἀττικῶς δασύνεται, κοινῶς δὲ ψιλοῦται. Πᾶσαι γὰρ αἱ ἐπαυξήσεις τὰ τῶν πρωτοτύπων φωνηέντων πνεύματα | |
5 | φυλάττουσιν· ὁρῶ ἑώρων, εἴργω ἑέργω, καὶ τὰ ὅμοια. Ἐπεὶ δὲ τὸ εἵργω, καθὼς ἔφην, διφορεῖται, καὶ τὸ ἑέργω ὁμοίως. TZETZES. | |
sch479 | ΑΝΤΙΑ ΔΕΣΜΕΥΩΝ. Διὰ τὸ μικροὺς, καὶ κολο‐ βοὺς εἶναι τοὺς στάχυς, καὶ μὴ δύνασθαι διὰ τοῦτο δεσμευ‐ θῆναι ἀντιστρέφων αὐτῶν τὰς ῥίζας καὶ δεσμῶν, ὥστε ἑκα‐ τέρωθεν εἶναι τοῦ δεσμήματος τῶν σταχύων τὰς κορυφὰς διὰ | |
5 | τὴν ῥηθεῖσαν κολοβότητα. TZETZES. | |
sch479bis | ΚΕΚΟΝΙΜΕΝΟΣ. Κεκονιάμενος, κόνεως πλή‐ ρης, διὰ τὸ ἀραιὸν τοῦ χωρίου. TZETZES. | |
sch479ter | ΟΥ ΜΑΛΑ ΧΑΙΡΩΝ. Ἀλλὰ δηλονότι λυπούμενος. TZETZES. | |
sch479quat | ΑΝΤΙΑ ΔΕΣΜΕΥΩΝ. Διὰ τὴν κολοβότητα καὶ σμικρότητα· ὅτε γὰρ τοιοῦτοι οἱ ἀστάχυς, ἀντιβάλλοντες αὐτοὺς καὶ ἀλλήλοις ἐναντίως τιθέντες, δεσμεύουσιν. MO‐ SCHOP. | |
sch479quin | ΚΕΚΟΝΙΜΕΝΟΣ. Ἤγουν κονιορτοῦ πληρούμε‐ νος· διὰ τὸ ἀραιὸν αὐτῶν οὐ σκιαζομένου τοῦ τόπου, ἀλλ’ ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων ἐξικμαζομένου, καὶ διὰ τοῦτο κονιορ‐ τὸν ἐμποιοῦντος. MOSCHOP. | |
sch479sex | ΟΥ ΜΑΛΑ ΧΑΙΡΩΝ. Ἀντὶ τοῦ κατὰ πολὺ δηλον‐ ότι ἀνιώμενος· οἴσεις δὲ ἐν καλαθίσκῳ καὶ οὐκ ἐφ’ ἁμάξης, | |
διὰ τὴν ὀλιγότητα. MOSCHOP. | 298 | |
sch480 | ΟΙΣΕΙΣ Δ’ ΕΝ ΦΟΡΜΩι. Ἀποκομίσεις δέ σου τὸ θέρος ἐν σάκκῳ καὶ κοφίνῳ. Παῦροι δὲ καὶ ὀλίγοι σε θαυμάσουσιν, ἀντὶ τοῦ οὐδείς. Μᾶλλον δὲ καὶ γελάσουσιν, ἢ ἐλεήσουσιν. TZETZES. | |
sch480bis | ΠΑΥΡΟΙ ΔΕ ΣΕ ΘΗΗΣΟΝΤΑΙ. Ὀλίγοι δέ σε θαυμάσονται, ἀντὶ τοῦ οὐδείς σε θαυμάσεται. MOSCHOP. | |
sch480ter | ΘΗΗΣΟΝΤΑΙ, Θεάομαι θεῶμαι τὸ βλέπω, ἐπὶ δευτέρας συζυγίας τῶν περισπωμένων· θεόω θεῶ ἐπὶ τρίτης, τὸ θεότητος μεταδίδωμι· καὶ ἀμφότερα παρὰ τοῖς κοινοῖς ἐν χρήσει· θεέομαι θεοῦμαι ἐπὶ πρώτης, τὸ θαυμάζω, παρὰ | |
5 | τοῖς ποιηταῖς ἐν χρήσει, καὶ οὐδέποτε παρὰ τοῖς κοινοῖς, οὗ τὸ εʹ καὶ τὸ οʹ εἰς τὴν ευ δίφθογγον αὐτοὶ κιρνῶσι· τὸ δὲ ε εἰς η τρέπουσι, καὶ ποιοῦσιν αὐτὸ θηεῦμαι, οὗ τὸ τρίτον θηεῖται· ὁ μέλλων θηήσομαι, οὗ τὸ τρίτον τῶν πληθυντικῶν, θηήσονται, ὁ ἀόριστος ἐθηησάμην. Ἀργαλέος, φησὶν, ὁ τοῦ | |
10 | Διὸς νοῦς τοῖς ἀνθρώποις κατανοῆσαι, ταυτὸ λέγων, ὥσπερ εἰ ἔλεγε τὸν τοῦ Διὸς νοῦν πολλὰ ἂν κάμοιεν ἄνθρωποι κατα‐ νοῆσαι ζητοῦντες, καὶ ὅμως οὐ κατανοήσουσιν· ἀργαλέος γὰρ ἀπὸ τοῦ ἄλγος· ἄλγος δὲ καὶ πόνος καὶ κάματος, σχεδὸν τὸ αὐτό. ΑΛΛΟΤΕ ΑΛΛΟΙΟΣ ἐστὶν ὁ νοῦς τοῦ Διὸς τοῦ | |
15 | αἰγιόχου, καὶ ἀποβαίη ἂν δηλονότι τὸ πρᾶγμα καὶ ἄλλως ἢ ἐγὼ λέγω, μετατιθέντος αὐτοῦ τὰς τάξεις τῶν πραγμάτων ἐστὶν ὅτε δι’ αἰτίας τινὰς ἀδήλους, τοῦτο δὲ σπάνιον, καὶ οὐδεὶς οἶδεν ὁπότε γενήσεται· ἀργαλέος γὰρ, ἤγουν χαλεπὸς, δύσκολος, ἐστὶν αὐτὸς ὁ τοῦ Διὸς νοῦς τοῖς ἀνθρώποις τοῖς | |
20 | θνητοῖς, εἰς τὸ κατανοῆσαι αὐτόν. Διὸ δεῖ ἡμᾶς τὰ ἐφ’ ἡμῖν μὴ παραλείπειν οὐκ εἰδότας τὸν τοῦ Διὸς νοῦν. Ἐὰν δὲ ὀψὲ τοῦ χρόνου ἀρόσῃς, ἤγουν βραδέως, καὶ μετὰ τὸν προσ‐ ήκοντα καιρὸν, τόδε ἂν εἴη σοι φάρμακον, τουτέστι βοή‐ θημα. MOSCHOP. | |
sch481 | ΑΛΛΟΤΕ Δ’ ΑΛΛΟΙΟΣ ΖΗΝΟΣ. Ἕως τοῦ, | |
ΘΝΗΤΟΙΣΙ ΝΟΗΣΑΙ. Τοῦτο οὐ μάτην προσέθηκεν· ἀλλ’ ἐπειδὴ καὶ τοῖς μὴ παριδοῦσι τὸν καιρὸν ἀπορεῖν ἔσθ’ ὅτε συμβαίνει, καὶ τοῖς παριδοῦσιν ἐκ τοῦ παραλόγου θερίζειν | 299 | |
5 | καρποὺς ἀφθόνους, πᾶν τὸ τοιοῦτον ἔργον εἶναι φησὶ τοῦ Διὸς, δι’ ἄλλας αἰτίας ἀδήλους ἡμῖν ταῦτα ποιοῦντος. Οὐκ εἰδότες οὖν οἱ ἄνθρωποι τὶς ὁ νοῦς τοῦ Διὸς, ὀφείλομεν τὰ ἐφ’ ἡμῖν μὴ παραλείπειν. PROCLUS. | |
sch481bis | ΖΗΝΟΣ ΝΟΟΣ. Περιφραστικῶς ἡ Εἱμαρμένη. ΑΙΓΙΟΧΟΣ δὲ, ὡς καταιγίζουσα καὶ κατακλύζουσα οἷς ἐναν‐ τιωθῇ. TZETZES. | |
sch482 | ΑΡΓΑΛΕΟΣ. Δυσχερὴς κατανοηθῆναι θνητοῖς ἀνθρώποις. Τοῦτο δὲ εἶπεν, ὅτι ὕστερον ἀροτριῶντές τι‐ νες, εὐτυχέστερον θέρος καρποῦνται τῶν ἀροτριασάντων εὐκαίρως. TZETZES. | |
sch483 | ΕΙ ΔΕ ΚΕΝ ΟΨ’ ΑΡΟΣΗιΣ. Τί ἂν γίνοιτο βοή‐ θημα τῷ ὀψὲ τοῦ καιροῦ ἀρόσαντι, διὰ τούτων λέγει· καὶ ὅτι δεῖ ὕδωρ ἐκ Διὸς γενέσθαι μεσοῦντος ἤδη ἔαρος, ἡνίκα ὁ κόκκυξ ᾄδειν ἄρχεται καὶ τέρπειν, οὐχ ὡς ἡδύφωνος (οὐ γάρ | |
5 | ἐστιν) ἀλλ’ ὡς μηνύων τὸ ἔαρ ἤδη πλατὺ εἶναι. Τότε ἂν εἰ γέ‐ νοιτο ὑετὸς, ὥστε εἰς τρίτην ἡμέραν μήτε ὑπερβάλλειν τῷ πλή‐ θει βοὸς ὁπλὴν, μήτε ἀπολείπειν, ἀλλὰ βρέχειν ὅλην, ἔσται βοήθημα τῷ ὀψαρότῃ, καὶ σχοίη ἂν καρποὺς ἐφαμίλλους τῷ πρωταρότῃ. Τὴν μὲν οὖν ὁπλὴν ἐπὶ βοὸς ῥηθεῖσαν οὐκ | |
10 | οὖσαν τῶν μονονύχων, συγγνώμης ἀξιωτέον. Διότι δὲ ση‐ μεῖον ἐξεῦρεν ἱκανὸν ἀρκοῦντος ὄμβρου τοῖς περὶ ἄροτρα καὶ βοῦς ἀσχολουμένοις, ἐπαινετέον. Ὅτι δὲ ὁ τοιοῦτος ὄμβρος χρήσιμος, πιστοῦται ἀπὸ τοῦ τὴν Σικελίαν εὐκαρπεῖν πολ‐ λοὺς δεχομένην ἐαρινοὺς ὄμβρους, καὶ ἀπὸ τοῦ προσηνὲς εἶναι | |
15 | τὸ ὕδωρ τότε τῇ γῇ ὑποθερμαινόμενον, καὶ νηπίοις οὖσι τοῖς καρποῖς συμφέρον· καὶ ἀπὸ τοῦ τινὰς καὶ ἐν ἰσημερίᾳ σπεί‐ ραντας ἐαρινῇ, Μαρτίου μηνὸς κα, πολλοὺς θερίσαι καρπούς· καὶ γὰρ ὁ τριμηνιαῖος λεγόμενος πυρὸς ὑπὸ τοιούτων ὄμβρων | |
ἐκτρέφεσθαι ἔοικε τῷ ἐαρινῷ. ΑΛΛΩΣ. ΕΙ ΔΕ ΚΕΝ ΟΨ’ | 300 | |
20 | ΑΡΟΣΗιΣ. Εἰ δὲ συμβῇ σοι βραδύνειν, φησὶ, τοῦτό σοι ἔσται σημεῖον, ἐὰν ἐπὶ τῷ σπόρῳ σου τῷ ἐαρινῷ ἐπι‐ βρέξῃ ἡμέρας τρεῖς τοσοῦτον, ὥστε συστῆναι τὸ ὕδωρ τῇ γῇ μέχρι τοῦ σκεπάσαι τὸ ἴχνος τοῦ βοὸς, μήτε ὑπεράνω, μήθ’ ὑπερκατωτέρω, τότε ἐρίσειαν τὰ ὀψίμως ἐσπαρμένα τοῖς | |
25 | πρωΐμοις. PROCLUS. | |
sch483bis | ΕΙ ΔΕ ΚΕΝ ΟΨ’ ΑΡΟΣΕΙΣ. Εἰ δ’ ὕστερον ἀροτριάσεις, τοῦτό σοι βοήθημα ὑπαρχέτω, ἀροτριᾷν δηλον‐ ότι, ἡνίκα τὸ πρῶτον ὁ κόκκυξ ἐν ταῖς δρυσὶ καθήμενος φθέγ‐ γεται· εὐφραίνει δὲ τοὺς ἀνθρώπους, κατὰ τὴν ἀπείρονα καὶ | |
5 | σφαιροειδῆ γῆν, ὡς καταγγέλλων τὸ ἔαρ δηλονότι, καὶ οὐχ ὡς ἡδύφωνος· δύσφωνος γὰρ καὶ ἀπηχής· ἔστι δὲ (ὡς τι‐ νές. φασι,) ὅμοιος ἱέρακι. TZETZES. | |
sch484 | ΗΜΟΣ ΚΟΚΚΥΞ ΚΟΚΚΥΖΕΙ. Ὁπηνίκα ὁ κόκκυξ κοκκύζει τὴν ἀρχὴν ἐν τοῖς φύλλοις τῆς δρυὸς, τέρπει δὲ τοὺς ἀνθρώπους κατὰ τὴν κυκλοτερῆ γῆν, οὐχ ὡς ἡδύφωνος, οὐ γάρ ἐστιν, ἀλλ’ ὡς μηνύων τὸ ἔαρ ἤδη πλατὺ εἶναι, τότε εἰ | |
5 | ὕοι ὁ Ζεὺς, ἤγουν ὑετὸν καταπέμποι, τρίτῳ ἤματι, ἀντὶ τοῦ μέχρι τρίτης ἡμέρας. MOSCHOP. | |
sch486 | ΤΗΜΟΣ ΖΕΥΣ. Τότε ἂν ἡ εἱμαρμένη τρεῖς ἡμέ‐ ρας δῶ ὄμβρον, ἢ ὁ οὐρανὸς, ὥστε χωννύεσθαι τὸν τοῦ βοὸς πόδα ἐν τῷ πηλῷ ἄχρι τῆς στεφάνης τῶν αὐτοῦ χηλῶν, ἃς ὁπλὰς νῦν καταχρηστικώτερον εἶπεν. Οὗτος ὁ ὀψὲ ἀρόσας, | |
5 | τὸ ἶσον φέρεται τοῦ πρώτου ἀροτριάσαντος. TZETZES. | |
sch486bis | ΜΗ Δ’ ΑΠΟΛΗΓΟΙ. Μήτε ὑπερβάλλων, ἤγουν καλύπτων τῷ πλήθει τοῦ ὄμβρου τὴν ὁπλὴν τοῦ βοὸς, ἀντὶ τοῦ τὴν χηλὴν, τουτέστι τὸ ἴχνος τῆς χηλῆς. MOSCHOP. | |
sch487 | ΜΗΤ’ ΑΠΟΛΕΙΠΩΝ. Ἤγουν ἐλαττούμενος, κα‐ | |
τωτέρω ἐρχόμενος· οὕτως ὁ ὀψὲ τοῦ χρόνου ἀρόσας τὸ ἴσον ἂν φέροιτο τῷ πρωταρότῃ, ἤγουν τῷ τὴν ἀρχὴν ἀρόσαντι. Ἐν τῷ σῷ δὲ λογισμῷ πάντα φύλαττε, μὴ δέ σε λανθανέτω | 301 | |
5 | μήτε ἔαρ γινόμενον πολιὸν, ἤγουν λευκὸν, (λέγεται δὲ οὕτω διὰ τὸ λευκὸν τῶν ἐν αὐτῷ ἀνθέων, ὡς εἴρηται,) μήτε ὁ τοῖς καιροῖς ἁρμόδιος ὄμβρος. MOSCHOP. | |
sch489 | ΕΝ ΘΥΜΩι Δ’ ΕΥ ΠΑΝΤΑ. Δεῖ τοὺς καιροὺς παραφυλάττειν τὸν γεωργὸν, καθ’ οὓς ἀποδοτέον ἕκαστα τῶν ἔργων, καὶ τὰ ἐκ τοῦ Διὸς γινόμενα, οἷον ὄμβρους, αὐχμοὺς, ἀνέμους ψυχροὺς, ἢ θερμούς. Ταῦτα γὰρ συνεργεῖ τοῖς ἐκ | |
5 | τῆς γῆς, ἢ καὶ ἐμποδίζει πρὸς τὴν γένεσιν, ὧν οὐ δεῖ τῆς παρα‐ φυλακῆς ἀμελεῖν. PROCLUS. | |
sch489bis | ΕΝ ΘΥΜΩι Δ’ ΕΥ ΠΑΝΤΑ ΦΥΛΑΣΣΕΟ, Ἀκρίβου δὲ πάντα, καὶ γίνωσκέ σου τῇ ψυχῇ τοὺς καιροὺς, ἔαρός τε λευκοῦ, καὶ ὄμβρου μετοπωρίνου. TZETZES. | |
sch491 | ΠΑΡ Δ’ ΙΘΙ ΧΑΛΚΕΙΟΝ. Διὰ τούτων καὶ τῶν ἐφεξῆς παρακελεύεται, μὴ δ’ εἰ χειμέριος ἀὴρ εἴη, ἢ καὶ κρυ‐ μώδης, ἀμελεῖν τῶν ἔργων, ἀλλ’ ἀντιπράττεσθαι πρὸς αὐτὸν ἀόκνως· τὸν γὰρ δεόμενον τῶν ἔργων διὰ τὸ ἐξ αὐτῶν τρέ‐ | |
5 | φεσθαι, τὰς λέσχας καταλαμβάνειν ἄτοπον. Τότ’ οὖν δεῖ ἐπὶ ταύτας χωρεῖν, ὅταν πάντη κωλύῃ τῶν ἔργων τὸ κρύος. Ὅτι δὲ τοὺς ἀλεεινοὺς οἴκους οἱ πένητες κατελάμβανον, ἐν οἷς συγκαθήμενοι ἐν λαλιαῖς ἦσαν, δῆλον, καὶ ὅτι λέσχας ἐκάλουν τούτους, καὶ γὰρ ἐν Ἀθήναις ἦσαν τοιοῦτοι τόποι καὶ ὠνομά‐ | |
10 | ζοντο λέσχαι ἑξήκοντα καὶ τριακόσιαι· καὶ ὅτι ἐδρᾶτό τινα θέσμια περὶ αὐτοὺς, ἵνα οἱ λόγοι γίνωνται σὺν τοῖς συνιοῦ‐ σιν ἐπωφελεῖς· εἰώθεισαν δὲ καὶ ἐγκαθεύδειν τινὲς τοῖς χαλ‐ κείοις κρυμῶν ὄντων, καὶ ἐν τοῖς ἄλλοις ἐργαστηρίοις, ἐν οἷς ἐξάπτεται πῦρ. Τότε οὖν ἐν τούτοις ἀλεαίνεσθαι μόνον, ὅταν | |
15 | τὸ κρύος μὴ συμφέρῃ τοῖς ἔργοις· ὅταν δὲ καὶ ἐν κρύει ἀπαιτῇ τὰ ἔργα, παρατακτέον, καὶ τῶν ἔργων ἀνθεκ‐ τέον. ΑΛΛΩΣ. Τὰ χαλκεῖα παρὰ τοῖς παλαιοῖς ἄθυρα ἦν, | |
καὶ ὁ βουλόμενος εἰσῄει καὶ ἐθερμαίνετο, καὶ οἱ πένητες ἐκεῖ ἐκοιμῶντο. Λέσχη δέ ἐστι τόπος τις δημόσιος, ἀνειμένος τοῖς βου‐ | 302 | |
20 | λομένοις διαιτᾶσθαι. Λέγει γὰρ ἡ Μελανθὼ πρὸς Ὀδυσσέα· Εἰ σὺ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν Ἐς λέσχην θερμαίνου, — τουτέστιν εἰς τόπον λέσχης ἄπελθε. Καθεζόμενοι δὲ ἐν αὐτοῖς ἐθερμαίνοντο, καὶ τῶν ἔργων ἀπείχοντο. Παρέρχου οὖν φησι | |
25 | τοὺς τοιούτους τόπους ὥρᾳ χειμῶνος, τότε γὰρ μὴ ὀκνῶν ἀνὴρ μεγάλως αὔξει τὸν ἑαυτοῦ βίον· ὁ δ’ ἀεργὸς ἐλπίζων πάντα αὐτῷ αὐτόματα παραγενήσεσθαι διελογίσατο κακὰ, καὶ τὴν ἑαυτοῦ ψυχὴν ἐκακολόγησεν. ΑΛΛΩΣ. Νεοπτόλε‐ μος ἐν τῷ περὶ γλωσσῶν φησι λέσχην εἶναι ὄνομα αὐλῆς, ἐν | |
30 | ᾗ πῦρ ἐστι. Φησὶν οὖν ὅτι ἀπερχόμενος ἐπὶ τὸ ἔργον σου μὴ, ἐὰν εὕρῃς τόπον θέρμην ἔχοντα, στῇς καὶ φλυαρῇς, ἀλλὰ | |
πάρελθε· ἐκ τούτου οὖν καὶ λέσχη ἁπλῶς ἡ φλυαρία· ἀλέα δὲ ἡ θέρμη ἡ περὶ τὸν ἥλιον, κυρίως ὕπαιθρος τόπος ὑπὸ ἡλίου θερμαινόμενος. Μένανδρος, | 303 | |
35 | ἀλέας Ἀθήνας. PROCLUS. | |
sch491bis | ΠΑΡ Δ’ ΙΘΙ ΧΑΛΚΕΙΟΝ ΘΩΚΟΝ. Ἐν δὲ τῇ ἀροσίμῳ ὥρᾳ, κἂν εἴη χειμέριος, παράδραμε τὸν χάλκειον θῶκον, ἤγουν τὴν ἐν τοῖς χαλκείοις καθέδραν, καὶ τὴν λέσχην καὶ συντυχίαν καὶ φλυαρίαν τὴν ἐπὶ τῇ ἀλέᾳ καὶ θέρμῃ | |
5 | γινομένην. Τὸ γὰρ παλαιὸν τὰ χαλκεῖα, καὶ πάντα τὰ ἐργαστήρια τὰ πῦρ ἔχοντα ἄθυρα ἦν· ἃ καὶ λέσχας ἐκάλουν, ὅτι οἱ πένητες εἰσερχόμενοι, καὶ μᾶλλον ἐν χειμῶνι ἐν τῷ θερμαίνεσθαι λέσχας καὶ φλυαρίας λόγων συνέπλεκον. Ἐν τῷ ἀροσίμῳ οὖν καιρῷ, παράδραμε, φησὶ, τὴν ἐν τοῖς χαλκείοις καθέδραν, ἢ | |
10 | τὸ καθῆσθαι ἐν τῷ σῷ οἴκῳ, καὶ θερμαίνεσθαι κατὰ τὴν ἐν τοῖς χαλκείοις τῶν πενεστέρων καθέδραν. TZETZES. | |
sch491ter | ΠΑΡ Δ’ ΙΘΙ ΧΑΛΚΕΙΟΝ ΘΩΚΟΝ. Παρέρ‐ χου δὲ τὴν καθέδραν τὴν ἐπὶ τοῖς χαλκείοις, ἀπερχόμενος ἐπὶ τὸ ἔργον, καὶ τὴν φλυαρίαν τὴν ἐπὶ τῇ ἀλέᾳ· ἀντὶ τοῦ τὴν ἐπὶ τοῖς ὑπαίθροις τόποις καὶ ὑπὸ τοῦ ἡλίου θερμαινομένοις, | |
5 | κατὰ τὴν ὥραν τὴν τοῦ χειμῶνος, ὁπόταν τὸ κρύος τοὺς ἄν‐ δρας περιλαμβάνον ἔχῃ. MOSCHOP. | |
sch492 | ὉΠΟΤΕ ΚΡΥΟΣ. Τὸ ὁπότε παρὰ μὲν τούτοις | |
ἀεὶ ὑποτάσσει, παρὰ δὲ τοῖς κοινοῖς οὐδέποτε. MOSCHOP. | 304 | |
sch493 | ΕΝΘΑ Κ’ ΑΟΚΝΟΣ ΑΝΗΡ. Τότε ἢ ὁπότε δὴ ὁ ἄοκνος ἀνὴρ μεγάλως τὸν ἑαυτοῦ οἶκον αὔξει, πολλὰ δὲ συνῆξε κακὰ ἐν τῇ ψυχῇ ὁ ἀργὸς χρῄζων βιότου καὶ τροφῆς, μένων εἰς ματαίαν ἐλπίδα. Εἶτα λέγει καὶ τὰς ἐλπίδας, ὅτι | |
5 | τὸν ἄνδρα τὸν κεχρημένον καὶ πένητα, ᾧ τινι μὴ ἀρκοῦσα εἴη τροφὴ, καθήμενον ἐν χαλκείοις οὐκ ἀγαθὴ ἐλπὶς κομίζει καὶ κατέχει· ἀλλὰ δηλονότι κλοπῆς, ἢ λῃστείας, ἢ τῶν ἀπηγο‐ ρευμένων τινός. TZETZES. | |
sch493bis | ΕΝΘΑ Κ’ ΑΟΚΝΟΣ ΑΝΗΡ. Ἔνθα κεν, ἀντὶ τοῦ ὅταν ὁ ἄοκνος ἀνὴρ μεγάλως αὔξῃ τὸν ἑαυτοῦ οἶκον, ἵνα μή σε ἀπορία βαρέος χειμῶνος κατάσχῃ, σὺν πολλῇ λέγω πενίᾳ, τῇ σαυτοῦ δὲ χειρὶ λεπτῇ οὔσῃ τὸν πόδα καταψᾷς· τοῦτο γὰρ | |
5 | τὸ πιέζῃς παχὺν ὄντα. Τῶν γὰρ λιμωττόντων οἱ μὲν πόδες παχύνονται, τὸ δ’ ἄλλο σῶμα λεπτύνεται. Τὴν δὲ αἰτίαν ὁ Πλούταρχος λέγει. MOSCHOP. | |
sch494 | ΜΗ ΣΕ ΚΑΚΟΥ ΧΕΙΜΩΝΟΣ. Ἕως τοῦ ΠΟΔΑ ΧΕΙΡΙ ΠΙΕΖΟΙΣ. Τῶν λιμωττόντων τοὺς πόδας φησὶ πα‐ χύνεσθαι, τὸ δ’ ἄλλο σῶμα λεπτύνεσθαι. Καὶ εἷς νόμος ἐν Ἐφέσῳ, μὴ ἐξεῖναι πατρὶ παῖδας ἀποθέσθαι ἕως ἂν διὰ λιμὸν | |
5 | παχυνθῇ τοὺς πόδας. Ἴσως δὲ καὶ τὴν ἀπὸ καθίσεως καὶ ἀρ‐ γίας πάχυνσιν δηλοῖ τῶν ποδῶν· γίνεται γὰρ τοῦτο τοῖς ἐπὶ πολὺ καθημένοις. Ἐὰν οὖν ἐν τοῖς ἀλεεινοῖς οἴκοις ἀργὸς κα‐ θιζάνῃς, λεπτῇ χειρὶ διὰ λιμὸν τοὺς παχεῖς ὄντας πόδας πιέ‐ σεις. Ἔοικε δὲ καὶ ἡ ἐν τοῖς λιμοῖς πάχυνσις εἶναι κατὰ φύ‐ | |
10 | σιν, ὡς ὁ Πλούταρχος· δεῖται γὰρ τὸ ἐν ἡμῖν θερμὸν, ἵνα μένῃ, τῆς ἔξωθεν τροφῆς, ἣν οὐ δεχόμενον δαπανᾷ τὸ σῶμα, καὶ αὐτοῦ τὶ ἀποσπᾷ· δι’ ἀσθένειαν δὲ ἀδυνατοῦν ἀλλοιῶσαι τὸ ἀποσπώμενον, ἄπεπτον ἀφίησι· καὶ αὐτὸ μὲν, τὰ μέσα καὶ τὰ ἄνω λεπτύνει τοῦ σώματος, ἐν οἷς ἐστι τὸ πλεῖον· ἐκεῖνο | 305 |
15 | δ’ ἄρα τὸ ἄπεπτον εἰς τὸ κάτω φέρεται, καὶ οὕτω δὴ παχύνει τοὺς πόδας. PROCLUS. | |
sch496 | ΠΟΛΛΑ Δ’ ΑΕΡΓΟΣ ΑΝΗΡ. Τοὺς ἐν ἀργίᾳ ζῶντας, καὶ τὰς ἐλπίδας κενὰς ἔχοντας, ἅτε μηδὲν ἑαυτοῖς συνειδότας ἔργον εἰς εὐπορίαν συντεῖνον, ἀνάγκη πολλὰ τῷ ὄντι κακὰ προσεννοεῖν διὰ τὴν ἀπορίαν ὅπως ἂν τραφῶσιν· | |
5 | ἐντεῦθεν λωποδύται γίνονταί τινες, ἐντεῦθεν ἱερόσυλοι, ἐν‐ τεῦθεν φιλοπράγμονες, καὶ πάντες ὅσοι τὸν βίον ἐκ τῶν ἀλλο‐ τρίων ἔχειν ἐπινοοῦσι. PROCLUS. | |
sch496bis | ΠΟΛΛΑ Δ’ ΑΕΡΓΟΣ ΑΝΗΡ. Πολλὰ δὲ κακὰ προσελέξατο· τουτέστιν ἐνενόησεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἤγουν καθ’ ἑαυτὸν, ἄνθρωπος ἀργὸς, τροφῆς δεόμενος, ματαίαν ἐλπίδα ἐπιμένων, ἀντὶ τοῦ ἀναμένων· ἐννοεῖ γὰρ ἢ κλέπτης | |
5 | ἢ ἱερόσυλος ἢ πειράτης ἐν θαλάττῃ, ἢ τοιοῦτό τι γενέσθαι. Ἐλπὶς γὰρ οὐκ ἀγαθὴ ἄγει ἐνδεῆ ἄνδρα καθήμενον ἐν φλυα‐ ρίᾳ· λέγω, ᾧ τινι μὴ βίος αὐτάρκης εἴη, ἀντὶ τοῦ ἐστίν· ἐλ‐ πίζει γὰρ κτήσασθαι βίον ἀπὸ φαύλων τινῶν τρόπων. MO‐ SCHOP. | |
sch500 | ΔΕΙΚΝΥΕ ΔΕ ΔΜΩΕΣΣΙ. Διὰ τούτου τοῦ πα‐ ραγγέλματος, καὶ τὰ ὅμοια νοητέον· οὐκ ἀεὶ εὐτυχήσομεν· παρασκευαστέον οὖν καὶ πρὸς τὰς περιστάσεις· οὐδὲ ἀεὶ ὑγια‐ νοῦμεν· φροντιστέον οὖν καὶ τῶν ταῖς νόσοις ἐπιτηδείων· | |
5 | οὕτως οὖν καὶ οἰκήσεων ἐν θέρει, διὰ τὴν ἐλπίδα τῆς τοῦ χειμῶ‐ νος προσβολῆς. ΑΛΛΩΣ. Καθηγοῦ τοῦ ἔργου, καὶ πρόλεγε τοῖς δούλοις ὅτι οὐκ ἀεὶ θέρος ἔσται, ὡς ἂν ἀπὸ τοῦ θέρους εὐτρεπισθῶσιν καὶ τὴν στέγην σου ὡς πρὸ τοῦ χειμῶνος στεγά‐ σωσι διὰ τοὺς ὄμβρους· καὶ Ὅμηρος, | |
10 | Πηλείδη μὲν ἐγὼν ἐνδείξομαι. PROCLUS. | |
sch500bis | ΔΕΙΚΝΥΕ. Προφροντίζων περὶ τῶν μελλόντων | |
πρόλεγε τοῖς σοῖς δούλοις ἔτι θέρους ὑπάρχοντος ποιεῖσθαι καλιὰς, καὶ οἰκήματα· τουτέστι προφροντίσατε τῶν τοῦ χει‐ μῶνος καὶ καλῶς διάθεσθε τὰ τῆς οἰκίας· οὐ γὰρ ἀεὶ θέρος | 306 | |
5 | ἐσσεῖται. TZETZES. | |
sch500ter | ΔΕΙΚΝΥΕ ΔΕ ΔΜΩΕΣΣΙ. Δείκνυε δὲ τοῖς σαυτοῦ δούλοις, ἀντὶ τοῦ εἰσηγοῦ, ἔτι τοῦ θέρους ἐν τῷ μέ‐ σῳ ὄντος, ἤγουν ἐν τῇ ἀκμῇ, λέγων, οὐκ ἀεὶ θέρος ἔσται. MOSCHOP. | |
sch501 | ΠΟΙΕΙΣΘΕ ΚΑΛΙΑΣ. Ἀντὶ τοῦ οἰκίας. MO‐ SCHOP. | |
sch502 | ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Πλούταρχος οὐδένα φησὶ μῆνα Ληναιῶνα καλεῖσθαι παρὰ Βοιωτοῖς· ὑποπτεύει δὲ ἢ τὸν Βούκαιρον αὐτὸν λέγειν, ὅς ἐστιν ἡλίου τὸν αἰγό‐ κερων διϊόντος, καὶ τὸν βούδορα τῷ βουκέρῳ συνᾴδοντος, | |
5 | διὰ τὸ πλείστους ἐν αὐτῷ διαφθείρεσθαι βόας· ἢ τὸν Ἑρμαῖ‐ ον, ὅς ἐστι μετὰ τὸν βούδορα, καὶ εἰς ταυτὸν ἐρχόμενος τῷ Γαμηλιῶνι, καθ’ ὃν καὶ τὰ Ληναῖα παρ’ Ἀθηναίοις. Ἴω‐ νες δὲ τοῦτον οὐδ’ ἄλλως, ἀλλὰ Ληναιῶνα καλοῦσι. Τοῦ‐ τον οὖν ὡς ψυχρὸν κελεύει φυλάττεσθαι, καὶ ἐν τοῖς ἄλλοις | |
10 | μησὶ τὰς ἐξαπίνης γινομένας πηγάδας, αἳ δὴ γίνονται πήξεις τῶν ὑδάτων τοῦ Βορέου πνεύσαντος, ἃς οὐ ῥᾴδιον ὑπομεῖ‐ | |
ναι διὰ τὴν σφοδρότητα τῆς πήξεως. ΑΛΛΩΣ. ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Ὄνομα μηνὸς κατὰ τοὺς Βοιωτούς· ἀναιρε‐ τικὸς δὲ οὗτός ἐστι τῶν βοῶν, εἰς ὃν ἐξέδερον τοὺς βόας. Λη‐ | 307 | |
15 | ναιὼν δὲ εἴρηται, διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζε‐ σθαι· οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνός ἐστιν. Οἱ δὲ Ληναιῶνα φάσκουσιν αὐτὸν καλεῖσθαι, διὰ τὰ λήναια, ὅ ἐστιν ἔρια, καὶ προβατοδόραν καὶ αἰγιοδόραν καλοῦμεν· ἢ ἐπειδὴ Διονύσῳ ἐποίουν ἑορτὴν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν. Προ‐ | |
20 | τρεψάμενος οὖν αὐτὸν τῷ χειμῶνι ἐργάζεσθαι, παραιτεῖται τὸν πρῶτον μῆνα· ΒΟΥΔΟΡΑ δέ φησιν ἀλεύου, ἤτοι τὰ αἴτια τοῦ ἀποδέρεσθαι τοὺς βόας, ὅπερ συνεκδοχικῶς τελευτᾷν σημαίνει. Ἀπὸ δὲ τοῦ ἰσχυροτάτου ζώου καὶ τὰ ἄλλα δεδήλωκεν. Αἱ δὲ ΠΗΓΑΔΕΣ χαλεπαί εἰσι πνέοντος τοῦ Βορέου· ἢ τὰς πα‐ | |
25 | γερὰς ποιούσας ἡμέρας, ἢ τὰς πάχνας αὐτῆς τῆς χιόνος. PROCLUS. | |
sch502bis | ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Τὸν Χοιὰκ, ἤγουν τὸν Ἰαννουάριον, ὃς Ληναιὼν παρ’ Ἴωσι καλεῖται, ἢ ὅτι ἡ τῶν οἴνων συγκομιδὴ κατὰ τοῦτον ἐγίνετο, ἢ ὅτι τῷ τῶν λη‐ νῶν αἰτίῳ Διονύσῳ ἑορτὴν τὴν λεγομένην Ἀμβροσίαν ἐτέ‐ | |
5 | λουν, ἣ παρὰ Ῥωμαίοις Βρουμάλια καλεῖται, Βροῦμος γὰρ παρ’ αὐτοῖς ὁ Διόνυσος. Τοῦτον γὰρ τὸν μῆνα κελεύει προ‐ φθάσαι καὶ προλαβεῖν καὶ πρὸ αὐτοῦ ἀπαρτίσαι τὰ τοῦ σπό‐ ρου καὶ ἐκφυγεῖν τὸν τότε παγετὸν, ὅστις τοῦ Βοῤῥᾶ πνεύ‐ σαντος γίνεται. Τὰ δὲ ἔπη ἐκ τῶν Ὀρφέως μετεβλήθη. Φη‐ | |
10 | σὶ γὰρ Ὀρφεὺς, Πολλαὶ δ’ οὐρανόθεν καὶ ἐπάρτεες ἐκ νεφελάων Τῆμος ἐπόρνυνται φηγοῖς καὶ δένδρεσιν ἄλλοις Οὔρεσί τε σκοπέλοις τε καὶ ἀνθρώπων ἐριθύμοις | |
Πηγυλίδες, καὶ ἔσονται ἀμείδεες· αἱ δὲ γὰρ ὄντως | 308 | |
15 | Τρύξουσιν καὶ θῆρας ἐν οὔρεσιν, οὐδέ τις ἀνδρῶν Προβλώσκειν μεγάρων δύναται κατὰ γυῖα δαμασθεὶς Ψύχεϊ λευγαλέῳ· πάχνῃ δ’ ὑπὸ γαῖα μέμυκε. Οἱ μῆνες δὲ κατ’ Αἰγυπτίους καὶ Ῥωμαίους καὶ Ἕλληνας καὶ Ἀθηναίους καὶ Ἑβραίους ὀνομάζονται οὕτως. Οἱ τῶν Αἰγυ‐ | |
20 | πτίων· Τυβὶ, Μεχὶρ, Φαμενὼθ, Φαρμουθὶ, Παχὼν, Παυ‐ νὶ, Ἐπιφὶ, Μεσωρὶ, Θὼθ, Φαωθὶ, Ἀθὺρ, Χοιάκ. Οἱ τῶν Ῥωμαίων· Ἰανουάριος, Φευρουάριος, Μάρτιος, Ἀπρίλ‐ λιος, Μάϊος, Ἰούνιος, Ἰούλιος, Αὔγουστος, Σεπτέμβριος, Ὀκτώβριος, Νοέμβριος, Δεκέμβριος. Οἱ τῶν Ἑλλήνων· | |
25 | Αὐδωναῖος, Περίτιος, Δῦστρος, Ξανθικὸς, Ἀρτεμίσιος, Δέσιος, Πάνεμος, Λῶος, Γορπιαῖος, Ὑπερβερεταῖος, Δῖος, Ἀπελλαῖος. Οἱ τῶν Ἀθηναίων· Ἑκατομβαιὼν, Ληναιὼν, Κρόνιον, Βοηδρομιὼν, Πυανεψιὼν, Μαιμακτηριὼν, Ἀνθε‐ στηριὼν, Ποσειδεὼν, Γαμηλιὼν, Ἐλαφηβολιὼν, Μουνυχιὼν, | |
30 | Σκιροφοριών. Οἱ τῶν Ἑβραίων, Νισὰν, Σιεγὰν, Ἐβαὰδ, Θερσὶ, Ἀλεὺ, Σαβὰτ, Ἰαὲ, Θαμνὶ, Ἰλοὺλ, Μουσουὰν, Τιβὴν, Ἰλάν. TZETZES. | |
sch502ter | ΚΑΚ’ ΗΜΑΤΑ. Κακαὶ ἡμέραι, δυσχείμεροι. TZETZES. | |
sch502quat | ΒΟΥΔΟΡΑ. Ἀναιρετικὰ τῶν ζώων καὶ ἐκδαρτικά. Ἀπὸ δὲ τοῦ βοὸς, μείζονος ὄντος, συμπεριέλαβε καὶ τὰ λοι‐ πὰ τῶν θρεμμάτων. TZETZES. | |
sch502quin | ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Κατὰ τὸν μῆνα δὲ τὸν ληναιῶνα, ὅστις ἐστὶν ὁ Ἰανουάριος, ἐκλήθη δὲ οὕτως ἐπειδὴ τῷ Διονύσῳ τῷ τῶν ληνῶν ἐπιστάτῃ ἐτέλουν ἑορτὴν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν, κακαί εἰσιν ἡμέραι· αἴτιαι | 309 |
5 | πᾶσαι τοῦ ἀποδέρεσθαι τοὺς βόας, ἀντὶ τοῦ τελευτᾷν. Ἀπὸ δὲ τοῦ ἰσχυροτέρου ζώου καὶ τἄλλα ἐδήλωσε. MOSCHOP. | |
sch503 | ΑΛΕΥΑΣΘΑΙ. Ἔκφυγε. Τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. TZETZES. | |
sch503bis | ΠΗΓΑΔΑΣ. Παγετούς. TZETZES. | |
sch503ter | ΤΟΥΤΟΝ ΑΛΕΥΑΣΘΑΙ. Ἀντὶ τοῦ ἔκφυγε, φύ‐ λαξαι, καὶ τὰς πηγάδας, ἤγουν τοὺς παγετοὺς τοὺς κατὰ τοὺς ἄλλους μῆνας δηλονότι ἐξαπίνης γινομένους, οἵ τινες ἐπὶ γαῖαν, ἀντὶ τοῦ κατὰ γῆν, τελέθουσιν, ἤγουν τελοῦσιν, ὑπάρ‐ | |
5 | χουσι, κακῶν φροντίδων πάροχοι, τοῦ Βορέου πνεύσαντος, ὅστις διὰ τῆς Θράκης τῆς ἱπποτρόφου (ἄνωθεν γὰρ φέρεται ἀπὸ τῶν τῆς Θράκης βορειοτέρων) ἐμπεσὼν τῷ πλατεῖ πόντῳ ὤρινεν, αὐτὸν δηλονότι, ἤγουν διήγειρεν. Μέμυκε δὲ ἡ γῇ, καὶ τὰ δένδρα, ἢ ἀντὶ τοῦ ἠχεῖ, ἢ ἀντὶ τοῦ συμμέμυκεν, ἤγουν | |
10 | συμπέπτωκε, συγκέκλεισται διὰ τὴν πυκνότητα τοῦ κρύους· ἐν τῷ ἔαρι γὰρ καὶ ἡ γῇ καὶ τὰ δένδρα ἀνοίγεται. MOSCHOP. | |
sch504 | ΔΥΣΗΛΕΓΕΕΣ. Κακὴν φροντίδα τιθεῖσαι, καὶ δυσμέριμνον. TZETZES. | |
sch505 | ὉΣΤΕ ΔΙΑ ΘΡΗΚΗΣ. Ταῦτα καὶ τὰ ἑξῆς τὸν κρυμὸν ἐκτραγῳδεῖ τὸν βόρειον. Διὰ Θρήκης μὲν οὖν αὐ‐ τὸν πνέειν ἄμεινον εἰρῆσθαι, ἢ καὶ παρ’ Ὁμήρῳ ἐκ Θρήκης· ἄνωθεν γὰρ φέρεται ἀπὸ τῶν τῆς Θράκης βορειοτέρων, διὰ τῆς | |
5 | εἰς ἡμᾶς πορείας. Διατίθησι δὲ χαλεπῶς τὰ μὲν πελάγη, τὸν πόντον ὀρίνεσθαι τὴν δὲ γῆν μεμυκέναι λέγων διὰ τὰς ἐμ‐ πτώσεις τοῦ πνεύματος, τὴν δὲ ὕλην συνεπτηχέναι μετὰ τῆς γῆς, εἰ τύχοι, δένδρων οὖσαν πολλῶν, καὶ τὰ δένδρα τὰ στερεώτα‐ τα, δρῦς καὶ ἐλάτας προῤῥίζους πίπτειν εἰς γῆν, τοὺς δὲ θῆρας | |
10 | φρίσσειν, καὶ τὸ γινόμενον ὑπ’ αὐτῶν προστιθεὶς φυσικῶς, τὸ συστέλλειν ἐπὶ τὰ μήδη τὰς οὐρὰς, καὶ ταῦτα τῶν θηρῶν λαχνῆεν καὶ δασὺ τὸ δέρμα ἐχόντων, σκεπόμενον ὑπὸ τῶν τριχῶν. Διόπερ οὐκ ἔδει καθικνεῖσθαι τὸν κρυμὸν αὐτῶν, ὡς | |
ἡμῶν τῶν ἀτρίχων· καθικνεῖται δὲ ὅμως, ὥστε καὶ τῶν βοῶν | 310 | |
15 | τὰ δέρματα παχέα ὄντα μὴ ἀντέχειν, καὶ τὰς αἶγας κάμνειν· μό‐ νους τοὺς ὄϊς διὰ τὴν τῶν μαλλῶν σκέπην αὐτάρκη τούτου ἀντεχομένους. Καὶ τέλος προστίθησιν, ὅτι ΤΡΟΧΑΛΟΝ, ἀντὶ τοῦ δίκην τροχοῦ κεκαμμένον καὶ κεκυφότα, γέροντα τίθησιν ὁ τοιοῦτος πάγος, ἐπειγόμενον σκέπην καταλαβεῖν, καὶ ἀλέας | |
20 | ποῦ τυχεῖν. PROCLUS. | |
sch505bis | ΟΣ ΤΕ. Ὅς τις Βοῤῥᾶς διὰ τῶν βορειοτέρων με‐ ρῶν τῆς Θρᾴκης πνέων ταράσσει τὸ πέλαγος· μεμυκέναι δὲ καὶ ἠχεῖν, ἢ συστέλλεσθαι, καὶ συσφίγγεσθαι ποιεῖ τὴν γῆν καὶ τὴν ὕλην. TZETZES. | |
sch506 | ΜΕΜΥΚΕ ΔΕ ΓΑΙΑ ΚΑΙ ὙΛΗ. Ἤτοι συμμέ‐ μυκε καὶ οἱονεὶ συμπέπτωκε διὰ τὴν πυκνότητα τοῦ κρύους· ἐν ἔαρι γὰρ πᾶσα γῆ ἀνοίγεται, διὸ καὶ τὰ ἄνθη καὶ τοὺς καρ‐ ποὺς ἀναδίδωσιν· ἐν χειμῶνι διὰ τὸ ψύχος ἄγονός ἐστι καὶ με‐ | |
5 | μυκυῖα ἡ γῆ. Ἢ μέμυκεν, ἀντὶ τοῦ μυκᾶται καὶ βοᾷ. ΝΗ‐ ΡΙΤΟΣ δὲ ὙΛΗ ἡ μεγάλη, καὶ πολλή· πρὸς ἣν οὐδεὶς φιλονει‐ κήσειε διὰ τὸ πλῆθος. ΑΛΛΩΣ. Πᾶσα δὲ ἠχεῖ τὸ τηνικαῦτα ἡ ἄπειρος ὕλη, καὶ οἱ σύμφυτοι τόποι τῶν ὀρῶν, οἷς οὐδὲν ἀντίσχει, ἢ διὰ τὸ πλῆθος ἐρίσειεν. PROCLUS. | |
sch507 | ΔΡΥΣ ὙΨΙΚΟΜΟΥΣ, ΕΛΑΤΑΣ ΤΕ. Δρὺς, καὶ ἐλάτη, εἴδη δένδρων. TZETZES. | |
sch507bis | ΠΟΛΛΑΣ ΔΕ ΔΡΥΣ ὙΨΙΚΟΜΟΥΣ. Ἤγουν εἰς ὕψος παρατεινούσας τὰς κορυφὰς, τουτέστιν ὑψηλὰς, καὶ ἐλά‐ τας παχείας ἐν κοιλάσιν ὄρους πιλνᾷ, ἤγουν πελάζει, ἐμπί‐ πτων τῇ πολυειδεῖς τροφὰς δωρουμένῃ γῇ· καὶ πᾶσα ἠχεῖ τότε | |
5 | ἡ ἄπειρος ὕλη· τοῦτο γὰρ δύναται ἡ νήριτος· οἱ θῆρες δὲ φρίσσουσιν, ἤγουν τὰς τρίχας ὀρθιάζουσι, συστελλομένου τοῦ δέρματος ὑπὸ τοῦ ψύχους. Τὰς οὐρὰς δὲ αὐτῶν μεταξὺ τῶν μηρῶν τιθέασιν ὑπὸ τὰ αἰδοῖα· δύσριγοι γὰρ αὗται ὡς νευ‐ ρώδεις καὶ ὀστώδεις, καὶ ἐκεῖνοι οἱ θῆρες τοῦτο πάσχουσιν, | |
10 | ὧν καὶ τὸ δέρμα λάχνῃ, ἤγουν τριχώσει, κατάσκιον· ἀλλὰ καὶ διὰ τούτων ἔρχεται πνέων, ἤγουν καὶ τούτων καθικνεῖται ψυχρὸς ὢν, καίπερ ὄντων δασυστέρνων, ἀπὸ τῶν στέρνων ὅλον τὸ σῶμα δηλοῖ, τουτέστι, καίπερ ὑπὸ μαλλῶν συνεχῶν | |
ὅλον τὸ σῶμα σκεπομένων, καὶ διὰ δέρματος βοὸς | 311 | |
15 | ἔρχεται, οὐδὲ ἀντέχει αὐτὸν, καὶ ταῦτα παχὺ ὄν. MO‐ SCHOP. | |
sch509 | ΒΟΑι. Ἤχει. TZETZES. | |
sch509bis | ΝΗΡΙΤΟΣ. Πολλὴ, πρὸς ἣν οὐ δύναταί τις ἐρί‐ σαι διὰ τὸ πλῆθος. TZETZES. | |
sch510 | ΟΥΡΑΣ Δ’ ὙΠΟ ΜΕΖΕ’ ΕΘΕΝΤΟ. Ἀπὸ τοῦ παρακολουθοῦντος· εἴωθε γὰρ τὰ ζῶα διὰ τὸ ψύχος, τὰς οὐ‐ ρὰς μεταξὺ τῶν μηρῶν ἀποθλίβοντα, ἐγγὺς τῶν αἰδοίων ποι‐ εῖν· ὡς καὶ παρὰ Καλλιμάχῳ, | |
5 | Ἕζεσθαι θερμότατον ῥιζοῦχε Ποσειδῶν. ΜΕΖΕΑ δὲ ὡς μήδεα. Αἱ δ’ οὐραὶ, ὡς νευρώδεις καὶ ὀστώ‐ δεις, δύσριγοί εἰσιν. Ἀριστοτέλης φησὶ μὴ μόνον τὰς αἶγας δυσρίγους εἶναι, ἀλλὰ καὶ τὰ πρόβατα. PROCLUS. | |
sch510bis | ΦΡΙΣΣΟΥΣΙ. Πυκνοῦνται, συστέλλονται. TZE‐ TZES. | |
sch510ter | ΜΕΖΕ’. Μέζεα, τὰ αἰδοῖα· ψυχόμενοι γὰρ οἱ θῆ‐ ρες τὰς οὐρὰς περὶ τὰ μέρη τῶν αἰδοίων ὑποκρύπτονται· αἱ γὰρ οὐραὶ, ὡς νευρώδεις καὶ ὀστώδεις, δυσριγόταται. TZE‐ TZES. | |
sch511 | ΤΩΝ ΚΑΙ ΛΑΧΝΗι. Ὧν τινων θηρῶν τὸ δέρμα καὶ ἐν λάχνῃ καὶ ἐν τριχώσει κατάσκιον καὶ σκεπόμενον. TZETZES. | |
sch511bis | ΑΛΛΑ ΝΥ ΚΑΙ ΤΩΝ. Ἀλλὰ καὶ διὰ τούτων τῶν θηρῶν, καὶ δασέα στέρνα ἐχόντων, ὁ βοῤῥᾶς ψυχρὸς ὢν διάη‐ σι καὶ διαπνέει. Τὸ δὲ ΑΗΣΙ ἐκ τοῦ ἄημι τὸ πνέω, ἄης, ἄησι. TZETZES. | |
sch512 | ΑΛΛΑ ΝΥ ΚΑΙ ΤΩΝ ΨΥΧΡΟΣ ΕΩΝ ΔΙΑΗΣΙ. Ποιητικῶς οὕτω λέγεται· ὤφειλε γὰρ, καὶ διὰ τούτων ἄησιν· ἡ γὰρ δια ἐν τοῖς τοιούτοις εἰ μὲν μετὰ τοῦ ῥήματος κεῖται, πρὸς αἰτιατικὴν ἀεὶ λέγεται· εἰ δὲ μετὰ τοῦ πτωτικοῦ, γενικῇ | |
5 | ἐξ ἀνάγκης συντάσσεται. Οὗτοι δὲ ἀντιστρόφως ταῦτα ποι‐ | |
οῦσιν ὅταν ἐθέλωσι· καὶ μετὰ τοῦ ῥήματος γὰρ αὐτὴν τιθέντες πρὸς γενικὴν λέγουσι, καὶ μετὰ τοῦ πτωτικοῦ πάλιν αἰτιατικῇ συντάττουσιν, ὡς ἐν τῷ, διά τ’ ἔντεα καὶ μέλαν αἷμα. | 312 | |
10 | καὶ ἐνταῦθα οὕτως, Καί τε δι’ αἶγα ἄησιν. Πολύχρυσον ἔλεγον τὴν Ἀφροδίτην, διὰ τὰς προῖκας καὶ τὸν διδόμενον ταῖς νύμφαις χρυσόν. MOSCHOP. | |
sch513 | ΚΑΙ ΤΕ ΔΙΑ ῬΙΝΟΥ. Διέρχεται καὶ διὰ τοῦ δέρματος τοῦ βοός. TZETZES. | |
sch513bis | ΟΥΔΕ ΜΙΝ ΙΣΧΕΙ. Οὐδὲ μὶν καὶ αὐτὸν τὸν βοῤ‐ ῥᾶν κρατεῖ τὸ δέρμα τοῦ βοός. TZETZES. | |
sch514 | ΚΑΙ ΤΕ ΔΙ’ ΑΙΓΑ. Καὶ διὰ τῆς μακρότριχος αἰ‐ γὸς διαπερᾷ. TZETZES. | |
sch514bis | ΠΩΕΑ Δ’ ΟΥΤΙ. Διὰ δὲ τῶν πωέων καὶ τῶν προβάτων οὔτι διαπνέει, ὅτι συνεχεῖς αἱ τρίχες αὐτῶν, ἀλλὰ διάησι, δηλονότι τούτων πάντων περιγίνεται, πλὴν τῆς οἰκου‐ ρούσης παρθένου, ἡ τοῦ βοῤῥᾶ δύναμις. TZETZES. | |
sch514ter | ΚΑΙ ΤΕ ΔΙ’ ΑΙΓΑ. Ἀντὶ τοῦ δι’ αἰγὸς τανύτρι‐ χος, ἤγουν τεταμένας ἐχούσης τὰς τρίχας καὶ μὴ οὔλας. MO‐ SCHOP. | |
sch514quat | ΑΗΣΙ. Τουτέστιν ἔρχεται πνέων. Τὰ πώεα δὲ, ἀντὶ τοῦ τὰ πρόβατα, τὸ καθόλου ἀντὶ τῶν κατὰ μέρος. Οὔ‐ τι οὐ διάησιν ἡ δύναμις τοῦ ἀνέμου τοῦ Βορέου, ἤγουν οὐδα‐ μῶς οὐ διέρχεται ἐκ παραλλήλου· διότι αἱ τρίχες αὐτῶν ἐπηε‐ | |
5 | ταναί· ἐπηετανὸν τὸ διηνεκὲς ἐπὶ χρόνου· ἐνταῦθα δὲ ἐπηετα‐ ναὶ τρίχες αἱ δασεῖαι καὶ οὐ διαλείπουσαι. Τροχαλὸν δὲ ποιεῖ τὸν γέροντα, ἤγουν δίκην τροχοῦ κεκαμμένον καὶ κεκυφότα· τροχαλοὶ ἰδίως οἱ κόχλακες, οἳ καὶ χερμάδια λέγονται, ἤγουν οἱ ποτάμιοι καὶ θαλάττιοι λίθοι· ἐνταῦθα δὲ ἐπιθετικῶς λέγε‐ | |
10 | ται τοὔνομα ἀπὸ τοῦ τροχοῦ. MOSCHOP. | |
sch516 | ΤΡΟΧΑΛΟΝ. Ἐκ μεταφορᾶς τοῦ τροχοῦ, ἐπικαμ‐ πῆ, ἢ ὀξὺν ἐν τῷ δρόμῳ· ἀναγκάζεται γὰρ καὶ ὁ γέρων ὑπὸ τοῦ ψύχους τρέχειν ἐπὶ τὸν θερμὸν οἶκον· ἢ κυρτὸν καὶ ἐπι‐ καμπῆ. PROCLUS. | |
sch516bis | ΤΡΟΧΑΛΟΝ. Κεκυφότα ὑπὸ τοῦ ψύχους τὸν γέ‐ | |
ροντα ποιεῖ. τινὲς δὲ περὶ τῶν προβάτων οὕτω φασί. Πώεα δ’ οὔτι διάησιν, ὅτι δασέα ἐστίν. Τὴν δὲ μίαν οὐ περισσὴν κεῖσθαι. TZETZES. | 313 | |
sch517 | ΚΑΙ ΔΙΑ ΠΑΡΘΕΝΙΚΗΣ. Μόνην ἐξαιρεῖ τοῦ λόγου τῶν ὑπὸ τοῦ κρύους δαμαζομένων τὴν παρθένον· ἣν καὶ ἁπαλόχρουν διὰ τὸ οἰκουρεῖν οὖσαν ἄπληκτον τῆς ἐξ αὐτοῦ φρί‐ κης μετὰ τὰ λοετρὰ καὶ τὰς ἀλοιφὰς, εἴσω μυχῶν τοῦ οἴκου | |
5 | παρθενευομένην, καὶ διὰ τοῦτο μένουσαν ἀπείραστον τοῦ κρύ‐ ους. Καὶ γὰρ ἐκείνων ἑκάτερον βοηθεῖ καὶ ἡ οἰκουρία. PRO‐ CLUS. | |
sch517bis | ἉΠΑΛΟΧΡΟΟΣ. Τρυφερόσωμος. TZETZES. | |
sch517ter | ΚΑΙ ΔΙΑ ΠΑΡΘΕΝΙΚΗΣ. Ἀντὶ τοῦ παρθένου ἁπαλόχροος, ἤγουν τρυφερᾶς, οὐ διέρχεται πνέων ὁ Βορέας· τουτέστι καὶ τῆς παρθένου τῆς τρυφερᾶς οὐ καθικνεῖται, ἥτις ἐντὸς τῶν δόμων παρὰ τῇ προσφιλεῖ αὐτῆς μητρὶ μένει, οὔπω | |
5 | ἔτι γινώσκουσα τὰ ἔργα τῆς πολυχρύσου Ἀφροδίτης, ἤγουν ὁμιλίαν ἀνδρὸς, ὁπηνίκα λουσαμένη τὸ ἁπαλὸν σῶμα, καὶ λι‐ παρῷ ἐλαίῳ ἀλειψαμένη, νυχίη, ἤγουν νυκτερινὴ, ἐπιῤῥημα‐ τικῶς ἀντὶ τοῦ κατὰ τὴν νύκτα, εὐνασθήσεται ἔνδοθεν, ἀντὶ τοῦ ἐντὸς τοῦ οἴκου, κατὰ τὴν ἡμέραν τὴν χειμερινήν· ἔχει | |
10 | γὰρ ταῦτα βοηθήματα τοῦ μὴ πειραθῆναι τοῦ Βορέου, τὴν οἰκουρίαν δηλονότι, τὰ λουτρὰ, τὴν τοῦ ἐλαίου χρίσιν. Ὅτε ὁ ἀνόστεος, ἤγουν ὁ πολύπους (καὶ παρὰ Λακεδαιμονίοις γάρ φασιν ἰδίως οὗτος ὠνομάζετο ἀνόστεος) τὸν ἑαυτοῦ πόδα ἐσθίει. MOSCHOP. | |
sch519 | ΕΡΓ’ ΕΙΔΥΙΑ ΠΟΛΥΧΡΥΣΟΥ ΑΦΡΟΔΙΤΗΣ. Τὴν συνουσίαν, τὴν μίξιν. ΠΟΛΥΧΡΥΣΟΝ δὲ, ἢ μετα‐ φορικῶς εἶπεν, ὡς οὖσαν τιμίαν κατὰ πολὺ, ἢ ὅτι πολὺν χρυσὸν αἱ γυναῖκες διδοῦσαι ἀνδράσι συζεύγνυνται. TZE‐ | |
5 | TZES. | |
sch520 | ΛΙΠ’ ΕΛΑΙΩι. Οἱ μὲν ἄλλοι πάντες λιπαρῷ ἐλαίῳ φασὶ, καὶ κατὰ ἀποκοπὴν καὶ λίπα εἶναι. Ἐγὼ δέ φημι, λί‐ πει ἐλαίῳ, ἤγουν τῷ ἐξ ἐλαίας· κουφίζονται γὰρ καὶ τὰ | |
μακρὰ, ὡς τὸ | 314 | |
5 | βούλομ’ ἐγὼ— ὅς μ’ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ καὶ τὰ ὅμοια· ἠλείφοντο δὲ τὸ πρὶν αἱ παρθένοι τῷ τοῦ βαλσάμου ἐλαίῳ, ὑπὸ τούτου θαλπόμεναι. TZETZES. | |
sch522 | ὉΤ’ ΑΝΟΣΤΕΟΣ ὉΝ ΠΟΔΑ. Τὸν μὲν ἀνόστεον δεῖ νοεῖν τὸν πολύποδα, διότι καὶ αὐτὸς ἕν τι τῶν μαλακίων ἐστί. Τὰ δὲ μαλάκια γένος τῶν ἀλόγων ζώων ἓν, τεττάρων ὄντων· ἐντόμων, μαλακοστράκων, ὀστρακοδέρμων, μαλακίων. | |
5 | Τὸ δὲ ΤΕΝΔΕΙ σημαίνει τὸ ἐσθίει, κατὰ τροπὴν τοῦ ἀντι‐ στοίχου οὕτω ῥηθὲν, ἐπεὶ τένθης λέγεται ὁ ὀξυπείνης καὶ προτένθης. Λέγεται γὰρ καὶ ὁ πολύπους ἐν τοῖς χειμῶσιν ἐκμυζᾶν τὸν πόδα συνεσταλμένος ἐν τοῖς μυχοῖς τοῖς ἑαυτοῦ. Τὸ δὲ ΑΠΥΡΟΝ εἶναι τοῦ πολύποδος τὸν οἶκον, νοεῖν ὡς | |
10 | ψυχρόν. ΚΑΙ ΕΝ ΗΘΕΣΙΝ αὐτὸν τότε ζῆν ΛΕΥΓΑΛΕΟΙΣ, τουτέστι κακοῖς, παρὰ τὸ λυγρὸν τοῦ λευγαλέου ῥηθέντος, ὥσπερ καὶ τὸ λυγρὸν αὐτὸ πεποίηται λίαν ὑγρὸν ὄν. Εἰ οὖν τὰ ἤθη λευγαλέα καὶ ὁ οἶκος ἄπυρος, ἐξ ἀμφοτέρων δεί‐ κνυται καταγωγὴν ἔχων ὑγρὰν καὶ ψυχράν· ἤθη γὰρ τὰς εἰω‐ | |
15 | θυίας λέγουσι διαίτας ἑκάστῳ. Καὶ δὴ καὶ τὴν αἰτίαν ἐπήγαγε, δι’ ἣν τὸν ἑαυτοῦ πόδα ἐσθίει καθήμενος ἐν τῷ φωλεῷ· οὐ | |
γὰρ αὐτῷ ὁ ἥλιος ἐκλάμπων δείκνυσι τὸν τόπον τῆς νομῆς, διὰ τὴν δυσαερίαν τοῦ χειμῶνος· κατεσθίει οὖν τὰς ἰδίας πλεκτάνας· διὸ καὶ εὑρίσκονται οἱ παλαιοὶ πολύποδες ἔχον‐ | 315 | |
20 | τες κολοβοὺς τοὺς πόδας. Κλείταρχος δὲ ἐν Γλώσσαις τὸν πολύποδα ὑπὸ Λακεδαιμονίων ἀνόστεόν φησι καλεῖσθαι, Ἀριστοτέλης δέ φησι ψεῦδος εἶναι τὸ κατὰ τοὺς πολύποδας· αὐ‐ τοὺς γὰρ ἑαυτοὺς μὴ κατεσθίειν, ἀλλ’ ὑπὸ τῶν παγού‐ ρων κατεσθίεσθαι. Ἔδει οὖν εἰπεῖν τένθει, διὰ τοῦ θʹ. οἱ | |
25 | γὰρ Ἀττικοὶ τένθην καλοῦσι τὸν γαστρίμαργον. Κατ’ ἐναλ‐ λαγὴν οὖν εἴρηται τοῦ θʹ εἰς δʹ. PROCLUS. | |
sch522bis | ΑΝΟΣΤΕΟΣ. Ὁ πολύπους. TZETZES. | |
sch522ter | ΤΕΝΔΕΙ. Ἐσθίει· τένθης γὰρ ὁ ὀξυπείνης καὶ λαίμαργος. Χειμῶνος γὰρ πολλοῦ γεγονότος τὸ θηρίον ἡ ἄρκτος ἐν τῷ ἑαυτῆς φωλεῷ καθημένη τοὺς ἰδίους πόδας περιλιχμάζουσα διαζῇ, τῷ ἀπορεῖσθαι τροφῆς· ὁ δὲ πολύ‐ | |
5 | πους ὁ θαλάσσιος τοὺς ἑαυτοῦ πλοκάμους ἐσθίει. Ὅθεν πολ‐ λάκις πολύποδες εὑρίσκονται κολοβόποδες. Ἀριστοτέλης δὲ ὑπὸ παγούρων φησὶ τούτους, οὐχ ὑπὸ τῶν πολυπόδων, ἐσθίεσθαι. TZETZES. | |
sch523 | ΕΝ Τ’ ΑΠΥΡΩι ΟΙΚΩι Ἄπυρον οἶκον, ἤγουν μὴ ἔχοντα πῦρ, καὶ ἤθη, καὶ διατριβὰς λευγαλέους καὶ ἀγού‐ σας θάνατον, καλεῖ τὴν θάλασσαν. TZETZES. | |
sch523bis | ΕΝ ΑΠΥΡΩι ΟΙΚΩι. Ἤγουν ἀθερμάντῳ, του‐ τέστι ψυχρῷ, καὶ ἐν διατριβαῖς λευγαλέοις· ἤγουν λυγραῖς, | |
χαλεπαῖς. Εἶτα ἐπάγει τὴν αἰτίαν, δι’ ἣν τὸν ἑαυτοῦ πόδα ἐσθίει καθήμενος ἐν τῷ φωλεῷ· καὶ φησὶν, οὐ γὰρ δείκνυσιν | 316 | |
5 | αὐτῷ ὁ ἥλιος λάμπων νομὸν, ἀντὶ τοῦ τόπον νομῆς, ὥστε ὡρμηθῆναι ἐπ’ αὐτὸν, ἀλλ’ ἐπὶ τὴν πόλιν καὶ τὸν δῆμον τῶν κυανέων ἀνδρῶν, ἤγουν τῶν Αἰθιόπων· ἀπὸ τούτων δὲ πάντας τοὺς κατὰ τὸ νότιον μέρος ἐδήλωσε. MOSCHOP. | |
sch523ter | ΛΕΥΓΑΛΕΟΙΣΙΝ. Ἀπὸ τοῦ λυγρὸν γίνεται τὸ λευγαλέον, τὸ δὲ λυγρὸν ἀπὸ τοῦ λίαν ὑγρόν· λέγεται δὲ οὕτω τὰ κακὰ, ὡς λύπην ἐμποιοῦντα· ἐκ γὰρ τῶν ὑγρῶν καὶ ψυ‐ χρῶν φασι τὰ λυπηρὰ, ἐκ δὲ τῶν θερμῶν τὰ ἡδέα. MOSCHOP. | |
sch524 | ΟΥ ΓΑΡ ΟΙ ΗΕΛΙΟΣ. Οὐ γὰρ λάμπων παρ’ ἡμῖν τότε ὁ ἥλιος δείκνυσιν αὐτῷ ὁρμηθῆναι πρὸς ὁρμήν· ἀλλὰ τότε περὶ τὸν τοξότην ὢν, ἐπὶ τοὺς μέλανας ἄνδρας τοὺς Αἰθίοπας ἀναστρέφεται καὶ λάμπει. Βράδιον δὲ περὶ τὴν | |
5 | ἡμέραν ἡμῖν τοῖς Πανέλλησι φαείνει, βορείοις τυγχάνουσι. TZETZES. | |
sch525 | ΑΛΛ’ ΕΠΙ ΚΥΑΝΕΩΝ ΑΝΔΡΩΝ. Ἔοικεν ἔν‐ νοιαν ἔχειν τῶν διαφόρων οἰκήσεων ἐπὶ γῆς, τῶν μὲν, ὡς βορείων, τῶν δὲ, ὡς νοτίων· καὶ συνορᾶν ὅτι χειμῶνος ἡμῖν ὄντος, τοῖς τὸ βόρειον μέρος οἰκοῦσιν, οὐ κωλύει θέρος | |
5 | ἄλλοις εἶναι, ὧν ἐστιν ἐγγὺς ὁ ἥλιος, τὰ νότια τοῦ ζωδιακοῦ περιπολῶν. Τοῦτο οὖν δηλοῖ λέγων, ὅτι χειμερίας παρ’ ἡμῖν οὔσης καταστάσεως, ὁ ἥλιος πολὺς μὲν παρ’ ἄλλοις, οὓς ἐκάλεσε κυανέους ὡς μέλανας, ἀπὸ τῶν Αἰθιόπων, μεσημ‐ βρινωτέρων ἡμῶν ὄντων, πάντας οὕτως καλέσας, ὥσπερ | |
10 | καὶ τοὺς βορείους πάντας διὰ τῶν Ἑλλήνων ἐσήμανε. PRO‐ CLUS. | |
sch526 | ΒΡΑΔΙΟΝ ΔΕ ΠΑΝΕΛΛΗΝΕΣΣΙ ΦΑΕΙΝΕΙ. Βράδιον δὲ φαίνει παρ’ ἡμῖν, ὡς πολὺν χρόνον τὰ ὑπὸ γῆν τμήματα διϊὼν, ἐλάχιστον δὲ τὰ ὑπὲρ γῆν. Ὁ γὰρ ἶσος χρόνος ἐκείνοις μὲν ἡμέραν ποιεῖ· νύκτα δὲ ἡμῖν μεγίστην | |
5 | ἑκατέραν. PROCLUS. | |
sch526bis | ΣΤΡΩΦΑΤΑΙ. Ἤγουν στρέφεται. Βράδιον δὲ, ἤγουν βραδέως, φαίνει τοῖς Πανέλλησιν, ἀντὶ τοῦ πᾶσι τοῖς Ἕλλησι καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸ Βόρειον μέρος, ὡς | |
πολὺν χρόνον τὰ ὑπὸ τὴν γῆν τμήματα διϊὼν, ἐλάχιστον δὲ | 317 | |
5 | τὰ ὑπὲρ γῆν. Καὶ δὴ τότε οἱ θῆρες οἱ ἐν ταῖς λόχμαις κοι‐ ταζόμενοι, τοῦτο γὰρ τὸ ὑληκοῖται, οἱ κεραιοὶ, ἤγουν οἱ κερασφόροι, οἱ κέρατα ἔχοντες, καὶ οἱ νήκεροι, ἤγουν οἱ μὴ κέρατα ἔχοντες· χαλεπὸν μυλιόωντες, ἤγουν τοὺς ὀδόντας συγκρούοντες. Μῦλαι γὰρ αἱ ἀλήθουσαι τὴν τροφὴν ὀδόν‐ | |
10 | τες· ἀφ’ ὧν πάντας λέγει τοὺς ὀδόντας, καὶ τὰς σιαγόνας. MOSCHOP. | |
sch526ter | ΣΤΡΩΦΑΤΑΙ. Ἀπὸ τοῦ στρέφω, στρωφάομαι στρωφῶμαι· τὸ δὲ στρω ὤφειλε μὲν μικρὸν γράφεσθαι, ὡς τὸ φο, ἐν τῷ φορέω φορῶ, ἀπὸ τοῦ φέρω· ἐπεὶ δὲ ἔχει τὸ ςʹ, τὸ τʹ, καὶ τὸ ρʹ, ὧν ὄπισθεν εἰ πεσεῖταί τι βραχὺ, ὑπ’ αὐτῶν | |
5 | πάντως ἐκταθήσεται. Ἔχει δὲ καὶ ἔμπροσθεν μακρὸν ὅποι ἂν κινηθείη, εἶτα εἰ μικρὸν τοῦτο ἦν, ἦν ἂν βραχὺ μεταξὺ δύο μακρῶν δυνάμει. Τὸ τοιοῦτο δὲ τῷ ἡρωϊκῷ οὐ συνᾴδει μέ‐ τρῳ, ἐξ ἀνάγκης μέγα ἐγένετο, ἵν’ αὐτῷ τούτῳ ἡρωϊκῷ μέτρῳ ἁρμόσῃ. MOSCHOP. | |
sch527 | ΚΑΙ ΤΟΤΕ ΔΗ ΚΕΡΑΟΙ ΚΑΙ ΝΗΚΕΡΟΙ ὙΛΗ‐ ΚΟΙΤΑΙ. Οἱ μὲν ὑληκοῖται, οἱ κερατηφόροι καὶ ἀκέρα‐ τοι, δῆλον ὡς οἱ θῆρες εἰσίν. Οὗτοι δὲ λέγονται φεύγειν ἐν ταῖς ἄκραις ταῖς δυσβάτοις τῶν ὀρέων, ἕως ἂν καταλάβωσι | |
5 | θάμνους ἢ σπήλαια. ΜΥΛΙΟΩΝΤΕΣ δὲ, διεστραμμένοι καὶ συγκαμφθέντες ὑπὸ τοῦ κρύους, ἢ τὰ χείλη κινοῦντες, ὑπὸ τῆς ψυχρότητος. Κράτης δὲ γράφει ΜΑΛΚΙΟΩΝΤΕΣ. Νήκεροι δὲ κατὰ στέρησιν, κέρατα μὴ ἔχοντες· τὸ γὰρ νη στερητικόν ἐστιν. Ὑληκοῖται δὲ, οἱ ἐν ὕλαις κοιταζόμενοι. PROCLUS. | |
sch527bis | ΚΑΙ ΤΟΤΕ ΔΗ ΚΕΡΑΟΙ. Καὶ τότε δὴ οἱ θῆρες οἱ ἐν τῇ ὕλῃ καὶ τῷ ὄρει κοιμώμενοι, οἵ τε κέρατα ἔχοντες, καὶ οἱ ἄκεροι, φεύγουσιν ἀνὰ τὰ δρυμὰ καὶ τὰ ὄρη βησ‐ | |
σήεντα, τὰ ἐξοχὰς καὶ προβάσεις ἔχοντα. Φεύγουσι δὲ λυ‐ | 318 | |
5 | γρὸν καὶ χαλεπῶς ΜΥΛΙΟΩΝΤΕΣ, ἤγουν συγκεκρουκότες ὑπὸ τοῦ κρύους τὰς μύλας, καὶ τοὺς ὀδόντας· ἀπὸ μέρους δὲ τὰς ὅλας αὐτῶν σιαγόνας δηλοῖ. Καὶ πάντες δὴ θῆρες φεύγειν ἐν τοῖς κοίλοις καὶ δασέσι φροντίζουσιν. TZETZES. | |
sch528 | ΑΝΑ ΔΡΙΑ ΒΗΣΣΗΕΝΤΑ ΦΕΥΓΟΥΣΙΝ. Ἤγουν ἐπὶ τοὺς θάμνους, τοὺς ἐν ταῖς κοιλάσι τῶν ὀρῶν. Καὶ πᾶσιν ἐν τῷ λογισμῷ τοῦτο διὰ φροντίδος ἐστὶν, οἵ τινες σκέπασμα ζητοῦντες καταδύσεις οἰκοῦσι πυκνοὺς, δένδροις | |
5 | δηλονότι, ἤγουν δασεῖς, καὶ κοίλωμα πέτρινον, ἤγουν ἄντρον. Τότε δὴ οὗτοι τρίποδι βροτῷ ἴσοι, ἀντὶ τοῦ ὅμοιοι, του‐ τέστι γέροντι βακτηρίᾳ χρωμένῳ, καὶ διὰ τοῦτο τρίποδι· οὗ τινος τὰ νῶτα ἐπέαγεν, ἤγουν ἐπικέκλασται, τὸ κάρα δὲ, ἤγουν ἡ κεφαλὴ, ἐπὶ τὸ ἔδαφος ὁρᾶται κλίνουσα, τούτῳ | |
10 | ὅμοιοι φοιτῶσιν, ἀντὶ τοῦ σπεύδουσιν, ἐκφεύγοντες τὴν νι‐ φάδα τὴν λευκήν. MOSCHOP. | |
sch531 | ΚΑΙ ΓΛΑΦΥ ΠΕΤΡΗΕΝ. Τὸ γλάφυ εἰ μὲν ἀντὶ τοῦ γλαφυρὸν εἴη, οὐδὲν λέγει, τὸ γὰρ γλαφυρὸν μετουσι‐ αστικόν ἐστι καὶ οὐκ ἀποτελεῖ ἔννοιαν μόνον, ὥσπερ οὐδὲ τὸ πετρῆεν καὶ τὸ πέτρινον· συνυπακουόμενον δὲ ἔχειν τὸ | |
5 | ἄντρον, ἐπαχθές. Δοκεῖ δὴ οὐκ ἀποκοπὴν ἔχειν τὸ γλάφυ, ἀλλ’ οὕτως ἐσχηματίσθαι ἀπὸ τοῦ γλάφω, ὡς τὸ δάκρυ ἀπὸ τοῦ δακρύω· ἵν’ ᾖ καὶ γλάφυ πετρῆεν, ἤγουν κοίλωμα πέτρι‐ νον· κοίλωμα δὲ πέτρας καὶ σπήλαιον, ταυτόν. MOSCHOP. | |
sch530 | ΟΙ ΣΚΕΠΑ ΜΑΙΟΜΕΝΟΙ. Ἕως τοῦ, ΑΛΕΥΑ‐ ΜΕΝΟΙ ΝΙΦΑ ΛΕΥΚΗΝ. Τρισὶν ἀποκοπαῖς ὀνομάτων ἐχρήσατο· τὸ μὲν σκέπασμα, σκέπα καλῶν, τὴν δὲ νιφάδα, νίφα· τὸ δὲ γλαφυρὸν, γλάφυ· δι’ ὧν δηλοῖ τοὺς θῆρας | |
5 | καταλαμβάνειν σκέπασμα ζητοῦντας, ἢ τοὺς κευθμῶνας τοὺς θαμνώδεις, ἢ τὸ ἄντρον τὸ γλαφυρὸν καὶ πέτρινον, τὴν νι‐ φάδα φεύγοντας, ἐοικότας γέροντι τρίποδι, τρίπους γὰρ, ὁ βακτηρίᾳ χρώμενος· οὗτος κέκαμπται μὲν τὰ νῶτα, κυπτά‐ ζει δὲ εἰς γῆν. PROCLUS. | |
sch530bis | ΟΙ ΣΚΕΠΑ. Οἵ τινες θῆρες σκέπην μαιόμενοι, | |
καὶ ψηλαφῶντες τοὺς δασεῖς κευθμῶνας ἔχουσιν. TZETZES. | 319 | |
sch531bis | ΚΑΙ ΓΛΑΦΥ ΠΕΤΡΗΕΝ. Καὶ σκέπασμα, ἤγουν σπήλαιον πετρῶδες. TZETZES. | |
sch531ter | ΤΟΤΕ ΔΕ ΤΡΙΠΟΔΙ ΒΡΟΤΩι. Τότε δὴ ἀνθρώπῳ γηραιῷ κεκυφότι, καὶ πρὸς γῆν βλέποντι, καὶ βακτηρίαν κα‐ τέχοντι, ὅμοιον πορεύονται πρὸς τὰ δάση, τὴν νιφάδα καὶ τὴν χιόνα τὴν λευκὴν ἀλευόμενοι καὶ ἐκφεύγοντες. Τρισὶ δὲ ἀπο‐ | |
5 | κοπαῖς ἐνταῦθα ἐχρήσατο, σκέπα, γλάφυ, καὶ νίφα. TZETZES. | |
sch533 | ΝΙΦΑ. Νιφάδα. Ὑετὸς ἡ καταφορὰ τοῦ ὄμβρου καὶ τὸ καταφερόμενον ὕδωρ, καὶ ὄμβρος ὁμοίως ἐπὶ τῶν δύω τούτων σημαινομένων· νιφετὸς δὲ ἐπὶ μόνου τοῦ πράγματος, οὐκέτι καὶ ἐπὶ τῆς καταφερομένης χιόνος· χιὼν γὰρ λέγεται ἡ | |
5 | καταφερομένη· νιφάδες δὲ ἐπὶ χιόνος, σταλαγμοὶ ἐπὶ ὄμβρων, ῥανίδες δὲ κυρίως αἱ ἀπὸ κεράμων ἢ τοιούτων τινῶν καταῤ‐ ῥέουσαι. MOSCHOP. | |
sch534 | ΚΑΙ ΤΟΤΕ ἙΣΣΑΣΘΑΙ. Πῶς δεῖ τὸν γεωργικὸν στέλλεσθαι κρύους ὄντος, διὰ τούτων ὑφηγεῖται· χλαμύδα πε‐ ριβάλλεσθαι θάλπειν δυναμένην· τοιαύτη δὲ ἡ μαλακή· καὶ χιτῶνα τοιοῦτον καθειμένον, εἶθ’ ὅπως ἔσται μαλακὰ διδά‐ | |
5 | σκων φησί· χρῆναι τὸν μὲν στήμονα τούτων εἶναι μὴ πολὺν, τὴν δὲ κρόκην πολλήν. Μαλακὴν μὲν οὖν χλαῖναν, οὐ τὴν Μιλησίαν λέγειν αὐτὸν ἢ τὴν Ἀττικὴν, ἢ ὅλως τὴν θρυπτο‐ μένοις οἰκείαν, οἵαν νῦν οἱ βαρυδαίμονες φοροῦσιν, ἀλλὰ τὴν ἐκ τῶν ἐρίων ἔχουσαν. Διδάσκει δὲ καὶ πῶς ἂν γένοιτο | |
10 | τοιαύτη διὰ τῆς πολλῆς κρόκης. Οἱ μὲν γὰρ στήμονες ἅτε στερε‐ ώτεροι ὄντες, ἐὰν ὦσι συνεχεῖς, δερματῶδες τὸ ὕφασμα ποι‐ οῦσιν· ἡ δὲ κρόκη πλεῖον ἐγκαταμιγνυμένη διὰ τὸ εἶναι χαυ‐ νοτέρα τοῦ στήμονος ἀναδίδωσι κροκύδα, δι’ ἧς πολλῆς οὔσης καὶ τὸ σῶμα περιπτυσσομένης, ἀλεαίνεται ὁ φορῶν. | |
15 | PROCLUS. | |
sch534bis | ΚΑΙ ΤΟΤΕ ἙΣΣΑΣΘΑΙ. Κατὰ τὸν χειμέριον τοῦτον καιρὸν, ὅτε οἱ θῆρες φεύγοντες χωροῦσι πρὸς τὰ δάση, ἕσασθαι καὶ ἐνδύθητι ἔρυμα καὶ φύλαγμα τοῦ σώμα‐ τος, ὥς σε κελεύω, χλαῖναν καὶ παχὺ ἱμάτιον μαλακὸν, καὶ | |
5 | χιτῶνα τερμιόεντα· μέχρι τοῦ τέρματος, ἤγουν τῶν ποδῶν. | |
ΧΙΤΩΝ δέ ἐστι κατὰ τοῦτον νῦν, καὶ κατὰ τὴν συνήθειαν, τὸ λεγόμενον ἐπικάμυσον· κατ’ ἐμὲ δὲ, καὶ τοὺς ἀκρι‐ βεστάτους τῶν παλαιῶν, χιτὼν καὶ φάρος ἐστὶ τὸ διεσχισμέ‐ νον ἱμάτιον, ὃ καλοῦμεν ἐπιλώρικον, καὶ πᾶν τὸ οὕτω | 320 | |
10 | διεσχισμένον. ΧΛΑΙΝΑ δὲ, καὶ χλανίσκιον, τὸ νῦν καλού‐ μενον σφικτούριον, καὶ πᾶν παχὺ ἱμάτιον. ἙΣΣΑΣΘΑΙ, ἐκ τοῦ ἕω τὸ ἐνδύομαι, δασύνεται· ὅθεν εἷμα, τὸ ἱμάτιον. TZETZES. | |
sch534ter | ΚΑΙ ΤΟΤΕ ἙΣΣΑΣΘΑΙ. Εἰπὼν ὄπισθεν καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται, πρὸς αὐτὸ ἐπάγει, καὶ τότε ἕσσασθαι μετὰ τοῦ και, καὶ τότε ἔνδυσαι, περιβαλοῦ ἀσφάλειαν τοῦ σώματος, ἤγουν ἐνδύματα ὀχυροῦντα καὶ | |
5 | ἀσφαλιζόμενα τὸ σῶμα, καθά σε κελεύω· οὔπω κελεύει, ὃ δὲ ποιήσει αὐτίκα, ὡς ἤδη τοῦτο ποιῶν λέγει· τοῦτο δὲ σύνηθες καὶ παρὰ τοῖς κοινοῖς. Ἔρυμα ἰδίως τὸ φρούριον, ὃ καὶ πολίχνιον λέγεται· ἐνταῦθα δὲ ἔρυμα λέγει τὴν ἀσφά‐ λειαν ἁπλῶς καὶ φυλακήν. Χλαῖναν μὲν μαλακὴν ἔνδυσαι, | |
10 | ἤγουν χλαμύδα, καὶ χιτῶνα μαλακὸν, δηλονότι τερμιόεντα, ἤγουν ποδήρη· χλαῖνα τὸ ἐκτὸς καὶ παχύτερον, χιτὼν τὸ ἐν‐ δοτέρω· σύνθες δὲ, ὕφανον, τοῦτο γὰρ τὸ μηρύσασθαι ἐν ὀλίγῳ στήμονι πολλὴν κρόκα, ἀντὶ τοῦ κρόκην κατὰ μεταπλασ‐ μόν· οὕτω γὰρ ἂν εἴη δηλονότι μαλακὴ ἡ χλαῖνα, κροκύδος | |
15 | ἀναδιδομένης, οὐ συνεχῶν ὄντων τῶν στημόνων, ταύτην περιβαλοῦ, ἵνα σοι αἱ τρίχες ἀτρεμέωσιν, ἤγουν ἀκίνητοι ὦσιν, ἥσυχοι κατακέωνται. MOSCHOP. | |
sch536 | ΜΗΡΥΣΑΣΘΑΙ. Ἐπισπεύσασθαι ὑφάναι. Μήρυ‐ μα δὲ κυρίως τὸ ξαινόμενον ἔριον· νῦν δὲ ποιήσασθαι εἶπεν. PROCLUS. | |
sch536bis | ΣΤΗΜΟΝΙ Δ’ ΕΝ ΠΑΥΡΩι. Εἰπὼν χλαῖναν μαλακὴν, διδάσκει καὶ πῶς μαλακὴ γένοιτο, καί φησι, ἐν ὀλίγῳ στήμονι πολλὴν κρόκα καὶ ὕφασμα μηρύσασθαι, καὶ μηρύου καὶ ὕφαινε, καὶ οὕτω μαλακὴν αὐτὴν ἀπεργάσῃ. | |
5 | TZETZES. | |
sch537 | ΤΗΝ ΠΕΡΙΕΣΣΑΣΘΑΙ. Τοῦτο συμβαίνει τοῖς | |
ῥιγῶσι. Πιεζομένων γὰρ τῶν τριχῶν κατὰ τὰς ῥίζας ὑπὸ τῆς ψυχρότητος καὶ πυκνώσεως τῆς περὶ αὐτὰς γινομένης, αἴρονται ὀρθαί. Καὶ τοῦτό ἐστι τὸ τῆς φρίκης πάθος, ἡ | 321 | |
5 | διὰ πυκνώσεων σύντασις τῶν τριχῶν. PROCLUS. | |
sch537bis | ΤΗΝ ΠΕΡΙΕΣΣΑΣΘΑΙ. Ταύτην τὴν χλαῖναν τῷ χειμῶνι ἐνδύθητι, ἵνα σου αἱ τρίχες ἐν τῷ καθεστηκότι ὦσι, καὶ μὴ ψυχομένης σου τῆς κεφαλῆς, καὶ οὕτω τοῦ ταύτης δέρματος πυκνουμένου, ἀνίστωνται ὄρθιοι. TZETZES. | |
sch538 | ΜΗ Δ’ ΟΡΘΑΙ ΦΡΙΣΣΩΣΙΝ ΑΕΙΡΟΜΕΝΑΙ ΚΑΤΑ ΣΩΜΑ. Μὴ δὲ αἰρόμεναι ὀρθαὶ κατὰ σῶμα, γίνων‐ ται, ὤφειλεν· ὁ δέ φησι φρίσσωσιν, ὃ καὶ μόνον τὸ τὰς τρίχας ὀρθίας γίνεσθαι δηλοῖ, καὶ Εὐριπίδης ὅμοιόν τι | |
5 | ποιεῖ ἐν τούτοις· μὴ τελεσφόρους Εὐχὰς θεοὶ κραίνωσιν. ὀφείλων γὰρ εἰπεῖν μὴ τελεσφόρους ποιήσωσιν, ὁ δὲ φησὶ τελεσφόρους κραίνωσιν ἐκ παραλλήλου, ὡς | |
10 | πετρώματι λευσίμῳ ἐν ἄλλοις, ἤγουν λιθοβολισίμῳ. Καὶ ἁπλῶς πολὺ παρὰ τούτοις τὸ τοιοῦτον· ἐνταῦθα δὲ καὶ οὕτως ἂν ὁ λόγος λέ‐ γοιτο, μὴ δὲ φρίσσωσι λέγω, ὀρθαὶ κατὰ τὸ σῶμα αἰρόμεναι, ἵν’ ᾖ τὸ ὀρθαὶ αἰρόμεναι, ὥσπερ ἐφερμηνευτικὸν τοῦ φρίσ‐ | |
15 | σωσι· φρίσσειν γάρ ἐστιν ὅταν αἱ τρίχες ὀρθαὶ γίνωνται πυκνουμένου τοῦ δέρματος. MOSCHOP. | |
sch539 | ΑΜΦΙ ΔΕ ΠΟΣΣΙ. Ἐκ βοείων δερμάτων εἶναι κελεύει τὰ ὑποδήματα, καὶ τούτων τῶν ἰσχυρῶν· τοιαῦτα δὲ εἶναι τὰ τῶν σφαγέντων βοῶν, ἀλλ’ οὐ τὰ τῶν αὐτομάτως ἀποθανόντων. Εἰ‐ κότως. Ἀποθνήσκουσι μὲν γὰρ ἢ νοσήσαντες, ἢ γηράσαντες, ὥστε | |
5 | ἠσθενηκότες. Τῶν δὲ σφαγέντων ἡ ἐν τοῖς δέρμασιν ἐνοῦσα δύ‐ ναμις μένει. Δεῖν οὖν ἐκ τούτων εἶναι τὰ ὑποδήματα· δεῖν δὲ καὶ πίλοις ἔνδοθεν χρῆσθαι συμφύεσθαι τοῖς ποσὶ δυναμένοις, καὶ μειζόνως ἀλεαίνειν. Τὰ γὰρ ἄκρα μείζονος δεῖται βοηθείας, ὡς ποῤῥώτερον ὄντα τοῦ μέσου, ἐν ᾧ τὸ ἔμφυτον θερμόν. | |
10 | PROCLUS. | |
sch539bis | ΑΜΦΙ ΔΕ ΠΟΣΣΙ. Περὶ δὲ τοῖς ποσὶν ἔνδυσαι | |
ὑποδήματα ἀπὸ βοὸς δέρματος μὴ νόσῳ τελευτήσαντος· ἀσθενῆ γὰρ τὰ τοιαῦτα δέρματα, ὡς δαμασθέντα τῇ νόσῳ· ἀλλὰ ἀπὸ δέρματος βοὸς, ἐν τῷ ὑγιῶς καὶ ἐῤῥωμένως ἔχειν σφα‐ | 322 | |
5 | γέντος. TZETZES. | |
sch539ter | ΑΜΦΙ ΔΕ ΠΟΣΣΙ ΔΗΣΑΣΘΑΙ. Ὅμοιον τῷ, κνημῖδας μὲν πρῶτα περὶ κνήμαισιν ἔθηκεν. Δεῖ δὲ ἐν τούτοις τὴν πρόθεσιν τῷ ῥήματι συνάπτειν, ἵν’ οἰκείως ἔχῃ πρὸς τὴν δοτικὴν, ὡς τὸ περιαρτῶ, καὶ πολλὰ | |
5 | ἕτερα. Ὡς γὰρ περιαρτῶ τόδε τῷδε λέγεται, οὕτως ἂν οἰκεί‐ ως λέγοιτο καὶ περιτίθημι ταῖς κνήμαις τὰς κνημῖδας, καὶ περιδῶ τοῖς ποσὶ τὰ πέδιλα, ἤγουν περιτιθεὶς δεσμῶ. Τοῖς ποσὶ δὲ περίδησον πέδιλα, ἤγουν ὑποδήματα ἁρμόδια, του‐ τέστι σύμμετρα αὐτοῖς, ἀπὸ δέρματος βοὸς ἶφι κτανθέντος· | |
10 | ἤγουν κραταιῶς καὶ ἐν τῇ ἰσχύϊ αὐτοῦ σφαγέντος, ἀλλ’ οὐκ αὐτομάτως ἀποθανόντος, ἀπὸ νόσου δηλονότι ἢ γήρως, οὗ τὸ δέρμα ἀνίσχυρον γίνεται· ἀλλ’ ἐν τῇ ἰσχύϊ σφαγέντος, ἵν’ ἰσχυρὸν ᾖ τὸ δέρμα· πίλοις ἔνδον τῶν ὑποδημάτων πυκάσας αὐτοὺς, τοὺς πόδας δηλονότι, ἤγουν ἀσφαλισάμενος. Δέρ‐ | |
15 | ματα δὲ πρωτογόνων ἐρίφων, ἵν’ ἰσχυρότερα ᾖ δηλονότι, τῶν τεκόντων αὐτοὺς ἔτι ἀκμαζόντων, συνάπτων ἕτερον ἑτέρῳ, ῥάπτε νεύρῳ βοός· καὶ τοῦτο διὰ τὸ ἰσχυρόν· ὁπότε ἔλθῃ τὸ κρύος τὸ ὥριον, ἤγουν τὸ συνήθως ἐν τῇ τεταγμέ‐ νῃ αὐτοῦ ὥρᾳ γινόμενον· ἢ ἀντιστρόφως, τὸ κρύος τὸ ὥριον, | |
20 | ἀντὶ τοῦ ἡ ὥρα ἡ τοῦ κρύους· ἵνα περιβάλλῃ ἐπὶ τὼ ὤμω ὁμοῦ, ἀντὶ τοῦ ἐνδύσῃ· ὑετοῦ ἀλεὴν, ἀντὶ τοῦ ἀλεωρὴν, κατὰ συγκοπὴν, ἤγουν καταφυγήν. MOSCHOP. | |
sch540 | ΑΡΜΕΝΑ. Καὶ ἁρμόδια καὶ προσφυῆ τῷ χει‐ μῶνι καὶ τῷ σῷ ποδί. TZETZES. | |
sch540bis | ΔΗΣΑΣΘΑΙ. Ὑπόδησαι. TZETZES. | |
sch540ter | ΠΙΛΟΙΣ. Πίλοις, κυρίως τοῖς ἐξ ἐρίων πεπιλη‐ μένοις καὶ συμπατηθεῖσι, καὶ συσφιγχθεῖσιν ὑφάσμασιν, ἃ οἱ ἰδιῶται νῦν κέντουκλά φασι. Νῦν δὲ πίλα, τὰ ἀρτάρια. TZETZES. | |
sch541 | ΠΡΩΤΟΓΟΝΩΝ Δ’ ΕΡΙΦΩΝ. Βούλεται καὶ δέρ‐ | |
ματι σκέπειν ἑαυτὸν τὸν γεωργικόν· εὔραφον δὲ εἶναι τοῦτο ἐκ πολλῶν δερμάτων ἐριφίων, ἐκ πρωτογόνων δὲ ἐρίφων, οἰόμενος ἰσχυρότερα εἶναι καὶ τὰ τούτων δέρματα, ὡς τεχθέντων ἔτι τῶν | 323 | |
5 | τεκόντων αὐτοὺς ἀκμαζόντων· ὥσπερ καὶ τὰ νεῦρα τὰ βόεια, οἷς χρῆναι τὰ δέρματα συῤῥάπτειν, διὰ τὴν ἰσχὺν ἔκρινεν. Τὸ δ’ οὖν τοιοῦτον δέρμα περίβλημα εἶναι τῶν νώτων, ἵνα τὴν διφθέραν ταύτην φορῶν ὁ ἐργάτης ἀμύνηται τὰς ἐκ τοῦ ὑετοῦ προσβολὰς, ἀλέαν ἔχων καὶ τὴν ἀπ’ ἐκείνου ψύξιν δια‐ | |
10 | φεύγων. PROCLUS. | |
sch541bis | ΠΡΩΤΟΓΟΝΩΝ Δ’ ΕΡΙΦΩΝ. Ἀπὸ δέρματος πρωτογόνων ἐρίφων συῤῥάπτων δέρματα, ποίει ἱμάτια ἐν τῷ χειμῶνι. Διὰ τί δὲ ἀπὸ τοιούτων; ἵνα δυνατὰ ᾖ τὰ δέρμα‐ τα, νέων ὄντων καὶ σφριγώντων τῶν αὐτοὺς γεννησάντων | |
5 | τράγων. Τῶν γὰρ νεαζόντων πατέρων τὰ τέκνα γενναῖα καὶ σθεναρὰ, ὡς τῶν γηραιῶν ἀσθενῆ μὲν ὡς ἐπὶ τὸ πλεῖ‐ στον, ἀλλὰ φρόνιμα. TZETZES. | |
sch542 | ΝΕΥΡΩι ΒΟΟΣ. Διὰ τὸ ἰσχυρὸν εἶπεν. Ἐρίῳ γὰρ ταῦτα συῤῥάπτουσι· Σκύθαι δὲ νευρῷ. TZETZES. | |
sch543 | ΚΕΦΑΛΗιΦΙ Δ’ ὙΠΕΡΘΕΝ. Δεῖ καὶ πῖλον ἔχειν ἐπὶ τῆς κεφαλῆς ἀσκητόν· ἔστι δ’ οὗτος ὁ ἐξ ἐρίων γεγονὼς, ἵνα μὴ ὑετὸς καταβρέχῃ τὴν κεφαλὴν, ἣν διὰ τῶν ὤτων ἐδή‐ λωσεν ἐπ’ ἐσχάτης αὐτῆς κειμένων. Καὶ τέλος πάντων ἐπή‐ | |
5 | γαγεν, ὅτι ψυχραὶ πάντων εἰσὶν αἱ καταστάσεις τῶν ἡμερῶν, βορέου πεσόντος· τοῦτο δ’ ἔστιν ἄνωθεν πνεύσαντος· πνεῖ γὰρ ἀπὸ ὑψηλοτέρων ὁ βορέας, ὃ δηλοῖ τὸ πεσεῖν. Διὸ χρὴ ταῦτα πάντα κατεσκευάσθαι τὰ περιβλήματα, τὴν χλαῖναν, τὸν χιτῶνα, τὰ ὑποδήματα, τοὺς ἐντὸς τούτων πίλους, τὴν | |
10 | διφθέραν, τὸν ἐπὶ τῆς κεφαλῆς ἄλλον πῖλον· οἷς ὁπλισθεὶς ὁ ἐργατικὸς, ἀμύνεται τὸν κρυμόν. PROCLUS. | |
sch543bis | ΚΕΦΑΛΗιΦΙ Δ’ ὙΠΕΡΘΕΝ. Ἀντὶ τοῦ ἐπὶ τῇ κεφαλῇ πῖλον ἔχε ἀσκητὸν, ἤγουν τέχνῃ κατεσκευασμένον· ἔστι δὲ οὗτος ὁ ἐξ ἐρίων. Οὐ διαστέλλων δὲ ἀπὸ τῶν ἄλλων, οὓς ἐν τοῖς ποσὶν εἶπεν, ὡς ἂν ἐκείνων δηλονότι μὴ ἀσκητῶν, | |
5 | τοῦτον ἀσκητὸν λέγει· ἀλλὰ καὶ τοῦτον ἀσκητὸν λέγει, καὶ ἐν ἐκείνοις τὸ ἀσκητὸν δίδωσι συνυπακούειν· κἀκεῖνοι γὰρ | |
ἀσκητοὶ, ἵνα τὰ ὦτα μὴ καταβρέχῃ, ἀντὶ τοῦ τὴν κεφαλὴν πᾶσαν· ἀπὸ τοῦ μέρους γὰρ τὸ ὅλον νοεῖν δίδωσιν. Θέλει δὲ ἴσως διὰ τούτου δηλοῦν, μέγαν δεῖ εἶναι τὸν πῖλον, καὶ | 324 | |
10 | καλύπτειν πᾶσαν τὴν κεφαλὴν, ὡς μηδὲ τὰ ἐν τῷ ἐσχάτῳ μέρει αὐτῆς κείμενα ὦτα ἄμοιρα τῆς σκέπης ἐᾷν, καὶ διὰ τοῦτο βρέχεσθαι. MOSCHOP. | |
sch545 | ΨΥΧΡΗ ΓΑΡ Τ’ ΗΩΣ ΠΕΛΕΤΑΙ. Τὸ τότε συνυ‐ πακούεται, ἤγουν, ψυχρὰ γὰρ τότε γίνεται ἡ ἡμέρα, Βορέου πεσόντος, ἀντὶ τοῦ καταπνεύσαντος. Ἀπὸ γὰρ τῶν ὑψηλοτέ‐ ρων μερῶν ὁ Βορᾶς πνεῖ. MOSCHOP. | |
sch546 | ΗΩιΟΣ Δ’ ΕΠΙ ΓΑΙΑΝ. Ταῦτα λέγεται φυσι‐ κῶς περὶ τῶν εἰς τὸν ἀέρα φερομένων ἐκ τῶν ὑγρῶν τῶν ἐπὶ γῆς, οἷον ποταμῶν ἢ λιμνῶν, ἀναθυμιάσεων· ἀφ’ ὧν ποτὲ μὲν νέφη συνίστανται μόνον, ποτὲ δὲ ὑετοὶ φέρονται, πυκνω‐ | |
5 | θεισῶν τῆς ληγούσης ἡμέρας τῶν ἀθροισθεισῶν ὀρθρίων. Ὁ μὲν οὖν ἀὴρ πυροφόρος λέγεται τῷ τρέφειν τοὺς καρποὺς διὰ τῶν ἀνέμων καὶ τῶν ὑδάτων ὧν καταπέμπει. PROCLUS. | |
sch546bis | ΗΩιΟΣ Δ’ ΕΠΙ ΓΑΙΑΝ. Κατὰ γὰρ τὸν τότε πρωϊνὸν καιρὸν ἐπὶ τὴν γῆν ἐξαπλοῦται, καὶ χέεται ἀπὸ τοῦ οὐρανοῦ ἐν τοῖς γεωργίοις τῶν εὐδαιμόνων καὶ σωφρό‐ νως γεωργούντων ἀνθρώπων, ἀὴρ σιτοφόρος καὶ ἀγαθός. | |
5 | TZETZES. | |
sch546ter | ΗΩιΟΣ Δ’ ΕΠΙ ΓΑΙΑΝ. Ὁ ἀὴρ δὲ, ὃς ἀπὸ τοῦ οὐρανοῦ τοῦ καταστέρου, ἀντὶ τοῦ ἀπὸ τοῦ αἰθέρος, μέχρι τῆς γῆς διήκει, τέταται ταύτην τὴν ἑαυτοῦ τάσιν ἐπὶ τοῖς ἔργοις τῶν μακάρων, ἤγουν τῶν γεωργῶν τῶν ἀπὸ οἰ‐ | |
5 | κείων κόπων εὐπόρων, καὶ διὰ τοῦτο ζηλωτῶν καὶ εὐδαιμό‐ νων. Ἠῷος ἐπιῤῥηματικῶς ἀντὶ τοῦ κατὰ τὸν ὄρθρον. Πυρο‐ φόρος, ἀντὶ τοῦ θρεπτικὸς καὶ ζωογόνος τῶν καρπῶν· ἀπὸ γὰρ τοῦ σίτου πάντας τοὺς καρποὺς νοεῖ. Ἑῶον δὲ λέγει καρποφόρον, διὰ τὴν τοῦ ὄρθρου δρόσον, ἥτις τρέφει τὰ | |
10 | λήϊα, ὅστις ἀπὸ ποταμῶν ἀενάων ἀνιμησάμενος, τὰς ἀτμίδας δηλονότι, ἃς τὸ θερμὸν ἀναδίδωσιν, ἀπὸ τούτων, καὶ τῶν | |
φρεάτων, καὶ τῶν λιμνῶν, εἴσω τῆς γῆς κεκλεισμένων διὰ τὴν ψυχρότητα, ὑψοῦ ὑπὲρ τῆς γῆς ἀρθεὶς, ἤγουν μετεωρι‐ σθεὶς ἀνέμου συστροφῇ, ἄλλοτε μὲν ὑετὸν καταπέμπει πρὸς | 325 | |
15 | ἑσπέραν, πυκνωθεισῶν καὶ ψυχθεισῶν τῶν ἀτμίδων, δηλονότι τῶν ἀθροισθεισῶν ὀρθρίων, ληγούσης τῆς ἡμέρας. MOSCHOP. | |
sch547 | ΜΑΚΑΡΩΝ ΕΠΙ ΕΡΓΟΙΣ. Τοῖς τῶν εὐδαιμόνως ζώντων. Τὴν δὲ μεταξὺ θέσιν αὐτὴν γῆς καὶ οὐρανοῦ τάσιν ἐκάλεσεν, ὡς καὶ εἰς ὕψος χωροῦντος, καὶ εἰς τὰ κοῖλα κατα‐ δυομένου τῆς γῆς. Τοῦτον δέ φησιν ἀπὸ τῶν ποταμῶν | |
5 | ἀρυσάμενον τὰς ἀτμίδας αἴρεσθαι ὑπὲρ τὴν γῆν, ἀνάγοντα τὰς ἀτμίδας. Διὰ γὰρ τὴν ψύξιν τὸ θερμὸν εἴσω τῆς γῆς εἰργόμενον ἀναπέμπει τὰς ἀτμίδας, καὶ ἐκ τῶν ποταμῶν τῶν ἐν αὐτῇ καὶ ἐκ τῶν φρεάτων· καὶ ἔστιν ἰδεῖν τοῦτο ἐναρ‐ γῶς ἀποτελούμενον ἀπὸ τῶν ἁλικῶν καὶ φρεατίων ἀνάδοσιν | |
10 | ἕωθεν τοιαύτην ἀτμώδη. Ὁ οὖν ἀὴρ δεχόμενος ταύτας ὑψοῖ διὰ τῆς τῶν ἀνέμων συστροφῆς· καὶ ὅταν τοῦτο γένηται, ποτὲ μὲν ὡς πρὸς ἑσπέραν ὕει, ψυχθείσης τῆς ἀτμίδος, ποτὲ δὲ εἰς πνευμάτων μεταβάλλει συστάσεις. Δεῖν οὖν ταῦτ’ εἰδότα τὸν γεωργικὸν τὰ ἔργα πειρᾶσθαι πληροῦν πρὸ τῆς | |
15 | ἑσπέρας, καὶ οἴκαδε ἀναχωρεῖν, μήποτε ἀσυμπληρώτων ὄντων τῶν ἔργων, νὺξ ἐπέλθῃ τοιαύτη, καὶ ποιήσῃ τὸ σῶμα μυδα‐ λέον, δίυγρον ἐκ τοῦ ὑετοῦ γεγονός. ΑΛΛΩΣ. Πρωϊνὸς δὲ ἀὴρ εἰς γῆν ἁπλοῦται ἐξ οὐρανοῦ σιτοφόρος, ὅστις ἀνιμήσας ἀπὸ ποταμῶν καὶ ὑψωθεὶς, εἰς πνοὰς διαλέλυται. PROCLUS. | |
sch547bis | ΑΗΡ ΠΥΡΟΦΟΡΟΣ. Ἡ δρόσος ἡ τὸν σῖτον φέ‐ ρουσα, ἢ ἀὴρ δροσώδης τρέφων τὰ λήϊα, ἢ ὁ φέρων τὸν σῖτον, ἢ ὁ πυρετὸν καὶ κάματον φέρων, ἢ ὁ φέρων τὸν ἥλιον. Σέ‐ λευκος δὲ γράφει, ΑΗΡ ΟΜΒΡΟΦΟΡΟΣ. Ἴσως δὲ πείθων | |
5 | γεωργεῖν. Μάκαρας δὲ πάντας ἐκάλεσε πλουσίους. PROCLUS. | |
sch548 | ὉΣ ΤΕ ΑΡΥΣΣΑΜΕΝΟΣ. Ὅστις ἀὴρ ἐκ τῶν ὑγρῶν ἀτμίδων ἀνασπῶν καὶ μετεωρισθεὶς, ταύτας πνευμα‐ τοῖ· καὶ εἰ μὲν παχεῖαι ὦσι, πυκνώσας αὐτὰς πάλιν ὕων | |
καταβρέχει· εἰ δὲ λεπτότεραι, πνευματώσας ἐξανεμοῖ. | 326 | |
5 | Τοῦτον οὖν τὸν χειμέρινον ἀέρα, ἤτοι Χοιὰκ τὸν Ἰανουάριον μῆνα, προλαβὼν, καὶ πληρώσας τὰ γεωργήσιμα ἔργα, εἰς τὸν οἶκόν σου πορεύου, μήποτε τοιούτῳ νέφει ὀμβρίῳ καὶ χειμε‐ ρίῳ κατασχεθεὶς διάδοχος γένῃ, ἀλλὰ προλαβὼν ἐν τῇ ἀρόσει καὶ τῷ σπόρῳ τὸν τοιοῦτον μῆνα, ἔκφευγε αὐτὸν ὡς χαλεπώ‐ | |
10 | τατον καὶ χειμέριον. TZETZES. | |
sch548bis | ΑΕΝΑΟΝΤΩΝ. Αἰὲν ἀέντων. Ἐξ ὑδάτων γὰρ τὰ πνεύματα. Καὶ Ἡρόδοτος, Ἐκ ψυχροῦ φιλέει αὔρη γί‐ νεσθαι. TZETZES. | |
sch550 | ΑΛΛΟΤ’ ΑΗΣΙ. Ἀντὶ τοῦ ἀνέμους κινεῖ. Εἶτα τῷ Βορᾷ τὴν ἐπικράτειαν θέλων ἀπονεῖμαι, ἐπάγει, τοῦ Θρακίου Βορέου συνεχῶς τὰ νέφη ταράττοντος, ὡς αὐτοῦ ἐπικρατοῦντος τότε καὶ συνεχῶς πνέοντος. MOSCHOP. | |
sch552 | ΤΟΝ ΦΘΑΜΕΝΟΣ. Ἤγουν τοῦτον, τὸν Ληναιῶ‐ να δηλονότι· ἀπὸ τούτου γὰρ ἀρξάμενος καὶ πολλὰ διὰ μέσου θεὶς, πάλιν ἐπαναλαμβάνει καὶ ἀποδίδωσι πρὸς αὐτὸν τὸν λόγον, καὶ φησὶ τοῦτον τὸν μῆνα προφθάσας, τελέσας τὸ | |
5 | ἔργον, ἤγουν τὴν ἀροτρίασιν, νέεσθαι, τουτέστι νέου, πο‐ ρεύου, οἶκονδε, ἤγουν εἰς τὸν οἶκόν σου, ἐπιῤῥηματικῶς. Ἰστέον δὲ ὅτι ταῦτα τὰ εἰς δε, εἰ μὲν ἀπὸ αἰτιατικῆς τῶν ἑνικῶν γίνεται, παρὰ μόνοις τοῖς ποιηταῖς εἰσιν ἐν χρήσει, οἷον οἶκονδε, κῶονδε, ἅλαδε· εἰ δὲ ἀπὸ αἰτιατικῆς τῶν πλη‐ | |
10 | θυντικῶν, εἰ τὸ ὄνομα παρὰ τοῖς κοινοῖς ἐν χρήσει, καὶ ταῦ‐ τα πάντα ἐν χρήσει, οἷον Ἀθήναζε, Μυκήναζε, θύραζε, ἐφ’ οἷς καὶ τὸ ςʹ καὶ δʹ εἰς ζʹ κιρνάμενα λανθάνειν ποιεῖ τὴν ἀκο‐ λουθίαν. Εἰ τὸ ὄνομά ἐστιν ἐν χρήσει, εἴρηται διὰ τὸ ἔραζε· ἐπεὶ γὰρ τὸ ἔρα οὐκ ἦν ἐν χρήσει παρὰ τοῖς κοινοῖς, οὐδὲ τὸ | |
15 | ἔραζέ ἐστιν ἐν χρήσει. MOSCHOP. | |
sch553 | ΜΗ ΠΟΤΕ Σ’ ΟΥΡΑΝΟΘΕΝ. Ἵνα μή σε ἀπ’ οὐρανοῦ νέφος σκοτῶδες περικαλύψῃ, μυδαλέον δὲ, ἤγουν δίυγρον, ποιήσῃ τὸ σῶμά σου· καταδεύσῃ δὲ, τουτέστι κάθυ‐ γρα ποιήσῃ, τὰ ἱμάτια. MOSCHOP. | |
sch555 | ΑΛΛ’ ὙΠΑΛΕΥΑΣΘΑΙ· ΜΕΙΣ ΓΑΡ ΧΑΛΕ‐ ΠΩΤΑΤΟΣ ΟΥΤΟΣ. Κατὰ Ῥωμαίους Ἰαννουάριος, ἐν ᾧ | |
φησι τὸ κρύος γίνεται, μάλιστα τὸν Ληναιῶνα λέγων· καὶ προσέθηκεν ὅτι οὐ μόνον ἀνθρώποις χαλεπὸς, ἀλλὰ καὶ προβά‐ | 327 | |
5 | τοις, καὶ ταῦτα σκέπην ἔχουσιν ἱκανὴν, ὡς εἶπεν, εἰ μὴ ἄρα καὶ ἁπλῶς τὰ βοσκήματα νῦν πρόβατα καλοίη. PRO‐ CLUS. | |
sch555bis | ΜΕΙΣ ΓΑΡ. Μεὶς, ὁ μὴν, Αἰολικῶς. TZETZES. | |
sch555ter | ΑΛΛ’ ὙΠΑΛΕΥΑΣΘΑΙ. Ἀντὶ τοῦ ἐξαλέασθαι, του‐ τέστιν ἔκφυγε. Ὁ Ἰανουάριος γὰρ χαλεπώτατος οὗτος μὴν χειμέριος· χαλεπὸς τοῖς προβάτοις, ἀντὶ τοῦ τοῖς βοσκήμασιν ἁπλῶς· χαλεπὸς δὲ τοῖς ἀνθρώποις. Τότε τὸ ἥμισυ τῆς ἁρμα‐ | |
5 | λιᾶς, ἤγουν τῆς τροφῆς, τῆς εἰωθυίας δηλονότι, εἴη, ἀντὶ τοῦ ἔστω, τοῖς βουσὶν, ἐπεὶ ἀναπαύονται· ἐπὶ τῷ ἀνδρὶ δὲ πλέον ἔστω τῆς συνήθους τροφῆς, ἴσως ὅτι πλέον καθικνεῖ‐ ται τὸ κρύος τῶν σωμάτων τῶν ἀνθρωπείων, ὑφ’ οὗ ἡ θερμότης εἴσω καθειργνυμένη διὰ τὴν ἔξωθεν πύκνωσιν, πλείονα δα‐ | |
10 | πανᾷ. Εἰ δὲ καὶ τοὺς βόας κατὰ τοῦτον τὸν λόγον ἡ τοῦ χει‐ μῶνος πύκνωσις πλέον ἑαυτῶν ποιεῖ δαπανᾶν κατ’ ἀναλο‐ γίαν καθόσον αὐτῶν καθικνεῖται, ἀλλ’ οὔπω ὁ χειμὼν μετὰ τοῦ πάνυ ὀλίγον ἐργάζεσθαι πλείω τὴν δαπάνην ποιήσει, ἢ καιρὸς ἕτερος μετὰ μόχθων τοσούτων, ἀλλ’ οὐδὲ μὴ ἴσην, | |
15 | οὐδ’ ὀλίγῳ ἐλάττονα. Αἱ μακραὶ γὰρ εὐφρόναι, ἤγουν αἱ ἐπιτεταμέναι νύκτες, εἰσὶν ἐπίῤῥοθοι, ἤγουν βοηθοὶ, τοῖς βουσὶ δηλονότι, διόλου αὐτοῦς ἀναπαύουσαι. MOSCHOP. | |
sch556 | ΧΑΛΕΠΟΣ ΠΡΟΒΑΤΟΙΣ, ΧΑΛΕΠΟΣ Δ’ ΑΝ‐ ΘΡΩΠΟΙΣ. Χαλεπὸς οὐ μόνον τοῖς μὴ ἔχουσι στέγας βοσκή‐ μασιν, ἀλλὰ καὶ τοῖς ἀνθρώποις, καίπερ ἱκανὴν πᾶσαν πρὸς τὸν χειμῶνα κεκτημένοις τὴν ἀποσόβησιν. TZETZES. | |
sch557 | ΤΗΜΟΣ ΘΩΜΙΣΥ ΒΟΥΣΙΝ. Διὰ τὸν χειμέριον μῆνα τροφὴν πλείονα κελεύει διδόναι· τοῖς μὲν βουσὶ τὸ ἥμισυ τῆς εἰωθυίας προστιθέντα, τοῖς δὲ ἀνθρώποις πλέον ἢ τὸ ἥμισυ· εἰ μὴ ἄρα τὸ ἥμισυ καὶ τὸ πλέον δεῖ συντάττειν, ἵν’ ἀμφοτέροις | |
5 | πλέον ἢ τὸ ἥμισυ δίδωσί τις τοῦ ἔθους· πέττεται γὰρ χειμῶνος ὄντος ἡ τροφὴ μᾶλλον ἐν μήκει τῶν νυκτῶν· ἥ τε γὰρ θερμότης | |
εἴσω καθειργμένη διὰ τὴν ἔξωθεν πύκνωσιν πλείονα δαπανᾷ· καὶ μῆκος αἱ νύκτες ἔχουσαι πλείονα πέττουσι τροφὴν, ἣν ἁρμαλιὰν εἶπεν, ὡς προσφιλῆ τοῖς τρεφομένοις καὶ εὐάρμο‐ | 328 | |
10 | στον. PROCLUS. | |
sch557bis | ΘΩΜΙΣΥ ΒΟΥΣΙΝ. Τότε μὴ ἐργαζομένοις τοῖς βουσὶ τὸ ἥμισυ τῆς ταγῆς δὸς, ἀνδρὶ δὲ καὶ πλέον· ἁρμαλιῆς, τῆς τροφῆς, ἀπὸ τοῦ ἁρμόζειν τῇ ψυχῇ, ἢ ἀπὸ τοῦ αἴρειν τὰ σώματα. PROCLUS. | |
sch557ter | ΘΩΜΙΣΥ. Κατὰ συναλοιφὴν Ἀττικὴν οὕτω γίνε‐ ται ἀπὸ τοῦ τὸ ἥμισυ, ὡς θάτερον ἀπὸ τοῦ τὸ ἕτερον, καὶ θοιμάτιον ἀπὸ τοῦ τὸ ἱμάτιον. MOSCHOP. | |
sch557quat | ΤΗΜΟΣ Θ’ ὩΜΙΣΥ. Τότε, φησὶ, κατὰ τὸν χειμέριον μῆνα τῆς εἰωθυίας τροφῆς τὸ ἥμισυ δίδου τοῖς βου‐ σὶν, ὅτι μακρῶν οὐσῶν τῶν νυκτῶν τότε καθεύδουσι, καὶ οὐ κοπιῶσι τοσοῦτον, ὅσον πρότερον. Τοῖς δὲ ἀνθρώποις, δί‐ | |
5 | δου πλεῖον τῆς τροφῆς τῆς πρότερον εἰωθυίας ἐκείνοις δίδο‐ σθαι, ὅτι καὶ ἐν ταῖς μακραῖς ταύταις νυξὶν ἐγειρόμενοι ἐνί‐ οτε τὶ ἐργάζονται, καὶ οὐκ ἀργοῦσι καθάπερ οἱ βόες, καὶ ὅτι ἐν χειμῶνι πλέον ἐσθίομεν οἱ ἄνθρωποι, ἡμῶν τοῦ δέρματος πυκνουμένου τῷ ψύχει, καὶ τῆς θερμότητος ἔνδον χωρού‐ | |
10 | σης, καὶ πεττούσης ῥαόνως τὰ ἐσθιόμενα, συναιρομένης ἡμῖν εἰς πέψιν καὶ τῆς μακρᾶς ταύτης νυκτός. ΘΩΜΙΣΥ δὲ, συν‐ αλοιφὴ Ἀττική. TZETZES. | |
sch558 | ΜΑΚΡΑΙ ΓΑΡ ΕΠΙΡΡΟΘΟΙ ΕΥΦΡΟΝΑΙ ΕΙΣΙ. Μακραὶ γὰρ οὖσαι αἱ νύκτες βοηθοῦσι τοῖς βουσὶ, ἐπειδὴ πολλὰ ἀναπαύονται καὶ ὀλίγα κάμνουσιν. Εὐφρόνας δὲ κατὰ παραγωγὴν τοῦ ὕπνου λαμβάνουσιν. PROCLUS. | |
sch558bis | ἉΡΜΑΛΙΗΣ. Τροφῆς, ὡς συναρμοττούσης τὰ μέλη. TZETZES. | |
sch559 | ΤΑΥΤΑ ΦΥΛΑΣΣΟΜΕΝΟΣ. Τοῦτον καὶ τοὺς | |
ἑξῆς δύο διαγράφει Πλούταρχος. Δηλοῦσι δὲ χρῆναι διό‐ λου τοῦ ἔτους βλέπειν εἰς τὰς νύκτας καὶ τὰς ἡμέρας, καὶ πρὸς ταύτας ἰσοῦν τὰ ἔργα, ἕως ἂν μετὰ τὸν σπόρον ἡ ὥρα | 329 | |
5 | ἀφίκηται τῆς τῶν καρπῶν συλλογῆς. Τούτων δὲ διαγραφέν‐ των, ἀκόλουθα τὰ ἑξῆς ᾖ. PROCLUS. | |
sch559bis | ΤΑΥΤΑ ΦΥΛΑΣΣΟΜΕΝΟΣ. Ταῦτα τηρῶν μου, φησὶ, τὰ παραγγέλματα, ἄχρις ὅλου ἐνιαυτοῦ, ἀπὸ θέρους μέχρι καὶ θέρους ἐξίσου, καὶ λογοπράγει τὰς ἡμέρας καὶ τὰς νύκτας, καὶ εἰ μὲν μακραὶ καὶ ἐργάσιμοι τοῖς βουσὶν αἱ ἡμέραι, δίδου τὴν | |
5 | δέουσαν τούτοις τροφήν· εἰ δὲ τοὐναντίον αἱ νύκτες μακραὶ καὶ ἀνέσιμοι, δίδου τούτοις ἐλάσσονα τὴν τροφὴν, πλείονα δὲ τοῖς ἀνθρώποις, δι’ ἃς αἰτίας ἔφημεν. TZETZES. | |
sch560 | ΑΥΤΙΣ. Ἡ Κοινὴ διάλεκτος καὶ Ἰωνὶς, καὶ εἰς τοὐ‐ πίσω καὶ πάλιν ταῦ γράφει· ἡ δ’ Ἀττικὴ, θ. TZETZES. | |
sch562 | ΕΥ Τ’ ΑΝ Δ’ ἙΞΗΚΟΝΤΑ. Ἕως τοῦ, ΑΚΡΟ‐ ΚΝΕΦΑΙΟΣ. Αὕτη ἐστὶν ἡ ἑσπερία ἐπιτολὴ τοῦ Ἀρκτούρου, ἐν τῷ ἄκρῳ τοῦ καιροῦ τῆς νυκτὸς ἀνατέλλοντος· Κνέφας γὰρ ἡ νύξ· καὶ παρέσχεν οὗτος τοῖς ἀστρονόμοις ἀκρονύχους | |
5 | τούτους καλεῖν. Ἐν οὖν τῇ Ἑλλάδι τῇ Παρθένῳ συνανατέλλων ὁ Ἀρκτοῦρος, εἰκότως μετὰ ἑξήκοντα τῶν χειμερινῶν τροπῶν· ἑσπέριος δὲ ἐπιτέλλει· τότε γὰρ ἐν Ἰχθύσιν ἥλιός ἐστι, καὶ ἡ Παρθένος οὖσα κατὰ διάμετρον ἑσπέρας ἀνίσχει. Ταύτῃ δὲ καὶ ὁ Ἀρκτοῦρος. PROCLUS. | |
sch562bis | ΕΥΤ’ ΑΝ Δ’ ἙΞΗΚΟΝΤΑ. Ἡνίκα δὲ ἑξήκοντα ἡμέραι χειμέριαι παρέλθωσι, μετὰ τὴν χειμερινὴν τοῦ ἡλίου τροπὴν, τότε ὁ Ἀρκτοῦρος ἀστὴρ ἐκ τοῦ Ὠκεανοῦ ἀνατέλλων, ἀκρόνυχος φαίνεται· μετὰ μικρὸν δὲ ἵσταται καὶ τὸ ἔαρ, καὶ | |
5 | ἡ χελιδὼν φαίνεται. Πρὸ γοῦν τοῦ ἔαρος καὶ τῆς ἐπιφανείας τῆς χελιδόνος προλαβὼν, φησὶ, κλάδευέ σου τὰς ἀμπέλους. Χειμερία δὲ τροπὴ τοῦ ἡλίου, ὅταν ἐν τῷ Τοξότῃ γένηται ὁ ἥλιος, ἤγουν μοιρῶν Δεκεμβρίου δέκα, ἢ ὀλίγον τι πλέον, ἢ ἔλασσον. TZETZES. | |
sch562ter | ΕΥΤ’ ΑΝ Δ’ ἙΞΗΚΟΝΤΑ. Ὁπηνίκα δ’ ἂν μετὰ | |
τὰς τροπὰς τοῦ ἡλίου ἑξήκοντα ἡμέρας χειμερινὰς ὁ Ζεὺς ἐκτε‐ λέσῃ, τὰς ἡμέρας εἰπὼν χειμερινὰς, νοεῖν ἔδωκεν ὅτι καὶ αἱ τροπαὶ χειμεριναί. Σαφέστερον δ’ ἂν ἐποίει τὸν λόγον, εἰ | 330 | |
5 | τὰ μὲν τροπὰς ἔλεγε χειμερίας, μόνας δὲ τὰς ἡμέρας ἐπῆγεν. Ἔστω δὴ οὕτως ἵνα σαφέστερον λέγοιτο. Καὶ ἔχει τὸ πᾶν οὕ‐ τως· ὁπηνίκα δ’ ἂν μετὰ τὰς τροπὰς τοῦ ἡλίου τὰς χειμερινὰς ἑξήκοντα ἡμέρας ὁ Ζεὺς ἐκτελέσῃ, τότε δὴ πρῶτον ὁ ἀστὴρ ὁ ἀρκτοῦρος ὁμοταγὴς ὢν τῇ παρθένῳ, καταλιπὼν τὸν ἱερὸν | |
10 | ῥοῦν τοῦ Ὠκεανοῦ ἐπιτέλλει λάμπων, ἀκροκνέφαιος, ἐπιῤῥη‐ ματικῶς, ἀντὶ τοῦ κατὰ τὸ ἄκρον τῆς νυκτὸς, ἤγουν κατὰ τὴν ἑσπέραν· κνέφας γὰρ τὸ τῆς νυκτὸς σκότος. Μεθ’ ὃν, ἀντὶ τοῦ μετὰ τὴν ἐπιτολὴν αὐτοῦ, ἡ χελιδὼν, ἡ ὀρθρογόη, ἤγουν ἡ κατὰ τὸν ὄρθρον γοῶσα, ἡ τοῦ Πανδίονος θυγάτηρ, | |
15 | κατὰ τὸν μῦθον, εἰς φῶς ἔρχεται τοῖς ἀνθρώποις, νεωστὶ τοῦ ἔαρος καθισταμένου, ἤγουν ἤδη γινομένου τοῦ ἔαρος. Ταύ‐ την προφθάσας, ἀντὶ τοῦ τὴν ἐπιφάνειαν αὐτῆς, περίτεμνε τὰς οἰνάδας, ἤγουν τὰς ἀμπέλους, τουτέστι κλάδευε· οὕτω γὰρ καλὸν τοῦτο ποιεῖν, ἤγουν πρὸ τῆς ἐπιφανείας τῆς χελι‐ | |
20 | δόνος καὶ τοῦ ἔαρος. MOSCHOP. | |
sch563 | ΖΕΥΣ. Ὁ οὐρανὸς, ἢ ἡ Εἱμαρμένη. Ἐν γὰρ τῷ Ζωδιακῷ κύκλῳ τοῦ οὐρανοῦ, ὁ ἥλιος τὰ τριάκοντα διχὰ τμήματα τοῦ δωδεκαζωδίου περιπολούμενος τὰ τῶν ἡμερῶν ἀπεργάζεται διαστήματα. Ἢ ὅτι ἡ Εἱμαρμένη, ἣν ἡμεῖς πρό‐ | |
5 | νοιαν θείαν καλοῦμεν, οὕτως ἔταξε νυχθημέρους, καὶ μῆνας, καὶ ἐνιαυσιαίους κύκλους ἀποτελεῖσθαι. TZETZES. | |
sch563bis | ΑΣΤΗΡ. Τὸ ἄστρον ἀστέρας περιέχει. TZETZES. | |
sch564 | ΑΡΚΤΟΥΡΟΣ. Ὁ τοῦ ἀρκτοφυλάκου ἀστὴρ, ὁ μεταξὺ τῶν σκελῶν αὐτοῦ ἀνατέλλων. Ὁ δὲ αὐτὸς Ἀρκτοφύ‐ λαξ καλεῖται καὶ Βοώτης. PROCLUS. | |
sch564bis | ΑΡΚΤΟΥΡΟΣ. Τοῦτον υἱὸν λέγουσι Καλλιστοῦς τῆς Λυκάονος θυγατρὸς, Ἀρκάδα καλούμενον, ὅτι Διὸς μι‐ γνυμένου τῇ Καλλιστοῖ, Ἥρα ζηλοτυπήσασα ταύτην ἄρκτον | |
ἐποίησεν, ἐπερχομένην δὲ τὴν Καλλιστὼ ἐν κυνηγεσίῳ κατ’ | 331 | |
5 | αὐτοῦ ὁ παῖς τρώσας ἀνεῖλεν, καὶ ὁ Ζεὺς ἐλεήσας αὐτοὺς κα‐ τηστέρισεν. Ἔστι δὲ ὁ ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος ἐπὶ τῆς ζώνης τοῦ Ἀρκτοφύλακος. TZETZES. | |
sch564ter | ΠΡΟΛΙΠΩΝ ἹΕΡΟΝ ῬΟΟΝ ΩΚΕΑΝΟΙΟ. Ἀνα‐ τείλας ἐκ τοῦ ὁρίζοντος, καὶ φανεὶς ἀκροκνέφαιος. Τὰς ἀκρονύχους εἰ μαθεῖν φάσεις θέλεις, Ἀνατολάς τε καὶ δύσεις τῶν ἀστέρων, | |
5 | Παρεὶς τὰ πολλὰ τῶν ὑποψύχρων λόγων, Ἄκουε τρανῶς τῶν ἐμῶν διδαγμάτων. Ἀστὴρ πρὸ μοιρῶν πεντεκαίδεκα τρέχων Ἐν τοῖς ἄνωθεν ζωδίων ἀναδρόμοις, Τὸν ἥλιον βλέπων δὲ τοῖς κάτω δρόμοις | |
10 | Ποστὴν ὑπεκτρέχοντα μοιρῶν ὧν ἔφην, Ἀνατολὴν ἑώαν εὐδρομῶν τρέχει. Εἰ δ’ αὖ προδράμοι προδρόμων τῶν ἡλίου Μοίρας ἐλάττους, δύσιν Ἠώαν τρέχει. Τὰς πέντε καὶ δέκα δὲ τῶν μοιρῶν πάλιν | |
15 | Ἀστὴρ ὁ ῥηθεὶς ὑστερήσας ἡλίου Ἀνατολὴν τρέχει μὲν, ἀλλ’ ἐξ ἑσπέρας, Ἑστὼς κατ’ αὐτοὺς τοὺς κάτω καταδρόμους, Εἰ δ’ αὖ ἐλάττους, τὴν δύσιν τὴν ἑσπέραν, Μοίρας δὲ πεντήκοντα προδραμὼν τρέχει, | |
20 | Μεσουράνημα, καὶ δρόμους ὑπερτάτους. Μοίρας δ’ ἑκατὸν ὀγδοήκοντα τρέχων, Ἀστὴρ ὄπισθεν ἡλίου διαμέτρως Δύνοντος εἰς γῆν, ἀκρονυχία τρέχει. Ταυτὶ μὲν ἔγνως, καὶ μαθὼν οὕτω νόει, | |
25 | Παρεὶς τὰ πολλὰ τῶν λόγων ληρήματα. TZETZES. | |
sch566 | ΤΟΝ ΔΕ ΜΕΤ’ ΟΡΘΡΟΓΟΗ. Ἕως τοῦ, ὩΣ ΓΑΡ ΑΜΕΙΝΟΝ. Ἐν τούτοις ἀμπέλου τομῆς φράζει και‐ | |
ρόν. Οἰνάδας γὰρ καλοῦσι τὰς ἀμπέλους, ἤδη φαινομένου ἔαρος μεθ’ ἑσπερίην ἐπιτολὴν ἀρκτούρου καὶ χελιδόνος ἔκ‐ | 332 | |
5 | φρασιν. ΟΡΘΟΓΟΗ δὲ ἡ χελιδὼν διὰ τὸν μῦθον, ὅς φησιν αὐτὴν διὰ τὴν λύπην ᾄδειν τὴν Φιλομήλαν οὖσαν Ἀττικήν. Πλάτων δὲ οὐδὲν ζῶον λυπούμενον ᾄδειν φησὶν, οὐδὲ αὐτὴν τὴν χελιδόνα καὶ τὴν ἀηδόνα καὶ τὸν ἔποπα. Τί οὖν ἔδει καλεῖν αὐτὴν ὀρθογόην; εἰ μὴ ἄρα ὀρθοβόην γραπτέον, | |
10 | ὡς τίνες. ΑΛΛΩΣ. ΟΡΘΡΟΓΟΗ, ἡ ὑπὸ τὸν ὄρθρον θρηνοῦσα. Πανδίων Ἀθηναῖος δύο ἔχων θυγατέρας, Πρό‐ κνην καὶ Φιλομήλαν, τὴν Πρόκνην ἐξέδωκε τινὶ Θρακικῷ, τοὔ‐ νομα Τηρεῖ, καὶ λαβὼν εἶχεν ἐν τῇ Θράκῃ. Ἔσχε δὲ Πρόκνη δύο παῖδας. Μετ’ ὀλίγον δὲ χρόνον ἦλθεν εἰς Τηρέα ἐπισκέ‐ | |
15 | ψασθαι τὴν ἀδελφὴν Φιλομήλα· καὶ τῆς Πρόκνης πάλιν μετα‐ πεμψαμένης αὐτὴν, καταπιστεύεται αὐτὴν ἀπειρόγαμον οὖσαν ὁ Τηρεὺς, καὶ δραξάμενος ἐρημίας μεταξὺ τῆς ὁδοῦ, τοῦ | |
τρόπου τοῦ οἰκείου τετόλμηκεν ἄξιον· τὴν γὰρ τῆς γυναικὸς ἀδελφὴν Φιλομήλαν ποθήσας, οὐ μόνον ἀποπαρθενεύει, ἀλλὰ | 333 | |
20 | πρὸς τούτοις ἀφαιρεῖ αὐτῆς καὶ τὴν γλῶσσαν, ἵνα μὴ τῇ ἀδελ‐ φῇ ἐξείπῃ τὸ γεγονός. Ἡ δὲ μὴ δυναμένη λαλῆσαι τῇ ἀδελ‐ φῇ διὰ τὸ τῆς γλώττης πάθος, κατεποίκιλλε τὸ γεγονὸς θρῆ‐ νος τῷ ἱστῷ. Ταύτην δὲ ὁ Ζεὺς μετέβαλεν εἰς ὄρνεον χελιδόνα. PROCLUS. | |
sch566bis | ΤΟΝ ΔΕ ΜΕΤ’. Μετὰ δὲ ἀκρονυχίαν Ἀρκτού‐ ρου, ἡ ὀρθογόη, ἡ μεγάλως καὶ ὀρθίως γοῶσα, φαίνεται χελιδὼν, ἢ ὀρθρογόη, καὶ ἐν τῷ ὄρθρῳ γοῶσα· καὶ μὴν ἡ χελιδὼν πανημερίως βοᾷ, καὶ οὐκ ἐν ὄρθρῳ μόνον καὶ ἐν | |
5 | ἑσπέρᾳ καθάπερ ἡ ἀηδών. Ὁ δὲ σοφώτατος Πρόκλος, τὸν Πλάτωνα φέρων μάρτυρα, φησὶ μηδὲν ὄρνεον λυπούμενον ᾄδειν· ὅθεν οὐδὲ τὴν χελιδόνα ὀρθογόην, ἀλλ’ ὀρθοβόην βούλεται γράφειν. Ἡμεῖς δ’ ἴσμεν καὶ δίχα μαρτυρίας Πλάτωνος, ὅτι οὐδὲν ὄρνεον λυπούμενον ᾄδει· ἀλλὰ δεινῶς | |
10 | καὶ ῥητορικῶς ὁ ποιητὴς τὴν λαλιὰν τῆς χελιδόνος θρῆνον εἶ‐ ναι λέγει, κατὰ τὸν μῦθον τῆς τοῦ Πανδίονος ἐκείνης θυγα‐ τρός· ὅθεν καὶ τὴν χελιδόνα Πανδίονος καλεῖ θυγατέρας κατὰ τὸν μῦθον, διὰ τὴν γεγονυῖαν χελιδόνα, τὴν Φιλομήλαν λέγω. Πῶς δὲ σὺ ὁ μὴ δεξάμενος θρηνεῖν τὴν χελιδόνα, Πανδίονος | |
15 | αὐτὴν ἐδέξω θυγατέρα; πῶς δὲ ὀρθοβόην βούλει γράφεσθαι ταύτην τὴν ὁλοημέρως βοῶσαν, ἐν ὄρθρῳ δὲ μᾶλλον οὔ; Ὁ δὲ Πλάτων περὶ ὀρνέων λέγων φησὶ, μηδὲν ὄρνεον ᾄδειν λυπούμε‐ νον, οὐ μὴν περὶ τῶν ὅσα μυθικῶς γέγραπται. TZETZES. | |
sch566ter | ΠΑΝΔΙΟΝΙΣ. Ἡ τοῦ Πανδίονος θυγάτηρ. Φασὶ δὲ μῦθον τοιόνδε· Πανδίων ὁ Ἀθηναῖος θυγατέρας ἔσχεν Πρό‐ κνην, καὶ Φιλομήλαν· ὧν τὴν Πρόκνην Τηρεῖ τῷ ἐκ Θρᾴκης δίδωσι πρὸς γάμον, ὃς ἐξ ἐκείνης Ἴτυν γεννᾷ. Χρόνῳ δὲ ὁ Τηρεὺς | |
5 | ἐκ Θρᾴκης ἐλθὼν Ἀθήναζε λαμβάνει καὶ τὴν Φιλομήλαν ἀπάγειν πρὸς τὴν Πρόκνην εἰς Θρᾴκην, ἐν Αὐλίδι δὲ τῆς Βοιωτίας ἀποπαρθενεύει καὶ ταύτην, καὶ τὴν αὐτῆς γλῶτταν θερίζει, ὅπως μηδὲν ἰσχύῃ φράσαι τῇ ἀδελφῇ· ἡ δὲ εἰς Θράκην ἐλθοῦ‐ σα, δι’ ἱστουργίας τὸ πᾶν φανεροῖ. Πρόκνη δὲ τὸν υἱὸν ἀπο‐ | 334 |
10 | σφάξασα Ἴτυν, ἑστιᾷ τὸν Τηρέα. Ὁ δὲ μαθὼν ὅτι τὸν παῖδα ἐβεβρώκει, ἀνελεῖν ταύτας ἔμελλεν, οἱ θεοὶ δὲ αὐτὰς ἐλεή‐ σαντες ἀπωρνέωσαν. Καὶ Πρόκνη μὲν ἡ ἀηδὼν γεγονυῖα τὸν Ἴτυν ὀδύρεται· Φιλομήλα δὲ χελιδών, Τηρεὺς φησί με ἐβιάσατο. Ὁ δὲ Τηρεὺς ἔποψ γενόμενος, ποῦ ποῦ, φησὶν, | |
15 | αἵ μοι τὸν παῖδα κατατεμοῦσαι πρὸς εὐωχίαν παρέθεντο. Ταῦτά εἰσι τὰ λῆρα μυθύδρια. Γράφει δὲ περὶ τούτου Σο‐ φοκλῆς ἐν τῷ Τηρεῖ δράματι. TZETZES. | |
sch568 | ΟΙΝΑΣ ΠΕΡΙΤΑΜΝΕΜΕΝ. Τὰς ἀμπέλους κλα‐ δεύειν λέγει πρὸ ἐπιφανείας χελιδόνος. Καὶ οὕτως μὲν ὁ Ἡσίο‐ δος τυχαίως καὶ ἁπλῶς φησὶν ἀροτριᾷν τε καὶ φυτεύειν, καὶ σπείρειν, καὶ κλαδεύειν, καὶ πλεῖν, καὶ γαμεῖν, καὶ τὰ | |
5 | ὅμοια. Ὀρφεὺς δὲ μαθηματικῶς πάντα παρακελεύεται δρᾷν· οἷον, σελήνης τρεχούσης περὶ παρθένον πάντα φυτεύειν πλὴν μόνων ἀμπέλων μισεῖ γὰρ ἡ παρθένος τὴν ἄμπελον διὰ τὸν πατέρα Ἰκάριον. Διὸς ὑδροχόου περιπολεύοντος μὴ πλεύ‐ σῃς· χαλεπὴ γὰρ τότε λίαν ἐστιν ἡ θάλασσα. Τοῦ αὐτοῦ Διὸς | |
10 | ἐν Ἰχθύσιν ὄντος καλὸν γάμους ποιεῖν καὶ τὰ λοιπὰ ὁμοίως. TZETZES. | |
sch569 | ΑΛΛ’ ὉΠΟΤ’ ΑΝ ΦΕΡΕΟΙΚΟΣ. Ἕως τοῦ ΑΡΚΙΟΣ ΕΙΗ. Ὁ μὲν Θρὰξ Διονύσιος ἔλεγε φερέοικον τὸν κοχλίαν· ἐπιτιμῆσαι δέ φησιν αὐτῷ τινὰ τοῦτο λέγοντι Ἀρκά‐ δα, εἶναι γὰρ ἐν Ἀρκαδίᾳ τὸν φερέοικον, ὁρᾷν μελίττῃ | |
5 | ἐοικότα, σμικρότατον, κάρφη καὶ συρφετὸν ἑαυτῷ συνά‐ γοντα, στεγοποιεῖσθαι διὰ τοὺς χειμῶνας, βαίνειν δὲ ἀνὰ τὰ φυτὰ θέρους· τὸν δὲ κοχλίαν μὴ φαίνεσθαι θέρους, ἀλλ’ ὁπό‐ ταν ὄμβρος γένηται, ἀναδυόμενον φαίνεσθαι διὰ τῶν φυτῶν βαίνειν, ἕλκοντα τὸ κοῦφον ἐξόπισθεν ὄστρακον. Τοῦτο μὲν | 335 |
10 | οὖν ὅπως ἂν ἔχῃ χαιρέτω. Παρακελεύεται δὲ διὰ τούτου μετὰ Πλειάδων ἐπιτολὴν, ἣ γίνεται ἡλίου μεταβάντος εἰς Διδύμους, μὴ εἶναι καιρὸν ἔτι τομῆς ἀμπέλου καὶ σκάφης· ἤδη γὰρ ἡ γῆ ξηραίνεται, διὸ σκάπτειν οὐκ ἐπιτήδειον. Καὶ δεῖ τὴν ἄμπελον ἐκτρέφειν τὸν καρπὸν, διὸ τέμνειν οὐκ εὔ‐ | |
15 | καιρον αὐτήν· καὶ γὰρ γυμνουμένας τότε τὰς ῥίζας τὸ μὲν καῦμα καὶ ἡ θερμότης ἀλλοιοῖ· καὶ ὅταν τοῦτο γένηται, λέ‐ γουσιν οἱ γεωργοὶ τὰς ἀμπέλους ἀστροβολεῖσθαι. Τίνα οὖν ἔργα μεταχειριστέον τηνικαῦτα; συλλήβδην εἰπεῖν, ὅσα πρὸς ἄμητον ἐπιτήδεια, τουτέστι τὰς δρεπάνας ὀξύνειν, καὶ παρα‐ | |
20 | σκευάζειν τοὺς οἰκέτας πρὸς θερισμὸν, καὶ ὑπὸ ἡλίῳ διάγειν, ὃ ποιοῦσιν οἱ θερισταὶ, καὶ μὴ σκιατραφεῖν, καὶ μὴ καθεύ‐ δειν ὄρθρου· ἀλλὰ προεξανίστασθαι τῶν οἰκετῶν, καὶ ἐγείρειν ἐπὶ τὰ ἔργα καὶ αὐτούς· τέλος δὲ τούτων, ἑαυτῷ παρασκευά‐ ζειν οἴκοι τὸν βίον καλῶς διὰ τῆς συγκομιδῆς τῶν καρπῶν. | |
25 | PROCLUS. | |
sch569bis | ΑΛΛ’ ὉΠΟΤ’ ΑΝ ΦΕΡΕΟΙΚΟΣ. Ἀλλ’ ἡνίκα αἱ Πλειάδες ἀνατέλλωσιν, ἅσπερ πεφευγὼς ὁ φερέοικος καὶ κοχλίας, ἢ ζῶν ὅμοιον μελίσσῃ παρ’ Ἀρκάσιν ὂν, ἀνατρέχει πρὸς τὰ φυτὰ, τότε μηκέτι σκάφος γινέσθω σοι τῶν ἀμπέλων, | |
5 | μή πως σφοδρῶς φλέγων ὁ ἥλιος ἐγκύψας ταῖς ῥίζαις, ταύ‐ τας ἀποξηράνῃ γυμνωθείσας ἐν τῷ σκαφθῆναι. TZETZES. | |
sch569ter | ΑΛΛ’ ὉΠΟΤ’ ΑΝ ΦΕΡΕΟΙΚΟΣ. Ἀλλ’ ὁπότ’ ἂν ὁ φερέοικος, ἤγουν ὁ κοχλίας, ἀπὸ τῆς χθονὸς ἀνὰ τὰ φυτὰ βαίνῃ, τὰς Πλειάδας φεύγων, ἤγουν τὴν ἐπιτολὴν τῶν Πλειάδων, ἣ γίνεται ἡλίου μεταβάντος εἰς Διδύμους. Φεύ‐ | |
5 | γειν δὲ λέγει τὴν ἐπιτολὴν τῶν Πλειάδων, ἐπεὶ κατὰ τὸν και‐ ρὸν ὅτε ἐπιτέλλουσι φεύγει, ἤδη τῶν ἀκτίνων τοῦ ἡλίου σφο‐ δροτέρων γινομένων, ὡς δοκεῖν τὴν ἐπιτολὴν φεύγειν αὐτῶν, τότε δὴ σκάφος τῶν οἰνέων, ἤγουν τῶν ἀμπέλων, οὐκέτι ἐστί· ἀλλὰ τημοῦτος, ἤγουν τότε, σπεῦδε ἀπὸ κοινοῦ, δρεπάνας | 336 |
10 | τε χαράσσειν, καὶ τοὺς δούλους διεγείρειν ἐπὶ τὰ ἔργα· φεύ‐ γειν δὲ τὰς κατασκίους καθέδρας, καὶ ἐπ’ ἠῶ κοῖτον, ἤγουν καὶ τὴν κατὰ τὸν ὄρθρον ἀνάπαυσιν, ἐν τῇ ὥρᾳ τοῦ ἀμητοῦ, ὅτε ὁ ἥλιος τὸ σῶμα ξηραίνει, τότε σπεῦδε καὶ οἴκαδε τὸν καρ‐ πὸν συνάγειν ἐπὶ τοῦ ὄρθρου, ἤγουν κατὰ τὸν ὄρθρον ἀνιστά‐ | |
15 | μενος, ἵνα σοι βίος εἴη ἄρκιος, ἤγουν αὐτάρκης. Βίος δὲ, ὡς εἴρηται, τὰ πρὸς ζωὴν ἐπιτήδεια, ἀφ’ ὧν δηλονότι βιοῖ τις. Ἡ ἠὼς γὰρ, ἤγουν ὁ ὄρθρος, τρίτην μοῖραν ἀπομείρεται, ἤγουν ἀπομερίζεται, ἀποφέρεται, τοῦ ἔργου τοῦ διὰ πάσης τῆς ἡμέρας, ὡς τῶν ἐργατῶν κατὰ ταύτην ἀκμαζόντων, καὶ ὃ | |
20 | δύνανται διὰ πάσης τῆς ἡμέρας ἐργάζεσθαι, τούτου τὸ τρίτον κατὰ ταύτην δυναμένων ἀνύειν. Ἡ ἠὼς, προφέρει μὲν, ἀντὶ τοῦ ἐπίδοσιν ποιεῖ, τῆς ὁδοῦ, ἤγουν τῆς ὁδοιπορίας· προφέ‐ ρει δὲ, ἀντὶ τοῦ ἐπίδοσιν ποιεῖ καὶ τῆς ἐργασίας, ἡ ἠὼς, ἥτις φανεῖσα πολλοὺς ἀνθρώπους ἐπέβησε κελεύθου, τουτέστιν | |
25 | ἐπεβίβασεν, ἐπιβῆναι ἐποίησεν. Ὁδοῦ ἐπέβην, καὶ ὁδῷ ἐπε‐ θέμην, καὶ ὁδοῦ ἡψάμην, ταυτόν. MOSCHOP. | |
sch571 | ἉΡΠΑΣ ΤΕ ΧΑΡΑΣΣΕΜΕΝΑΙ. Χάρασσε δὲ τὰ δρέπανα, καὶ τοὺς δούλους ἔγειρε, καὶ τὰ πρὸς θέρος εὐ‐ τρέπιζε· φεῦγε δὲ τὰς σκιερὰς καθέδρας, καὶ τὸν κοῖτον, ἤγουν τὴν κοίτην, καὶ τὸν ὕπνον, κατὰ μεταπλασμὸν, ἐν τῷ | |
5 | καιρῷ δὲ τοῦ θέρους, τὸν μέχρι πρωΐας· πρὸ τοῦ καύματος δὲ ἀνιστάμενος πρωϊαίτερον θέριζε ἐν εὐκράτῳ τοῦ ἀέρος τῷ καταστήματι. Ἀμητὸς καὶ θεριτὸς, οἱ καιροί· ἄμητος δὲ καὶ θέριτος, τὰ θεριζόμενα καὶ ἀροτριώμενα. TZETZES. | |
sch573 | ΚΑΡΦΗ. Ἀττικῶς τὰ τοιαῦτα ἠταγράφεται· Ἴω‐ νες δὲ οὐχ ὑποτάσσουσιν αὐτά. TZETZES. | |
sch574 | ΤΗΜΟΥΤΟΣ ΣΠΕΥΔΕΙΝ. Τότε ἐν τῷ καιρῷ τοῦ θέρους, ὅταν αἱ Πλειάδες ἀνατέλλωσι, πρωῒ καὶ ὄρθριος ἀνιστάμενος, σύναγε εἰς τὸν οἶκόν σου τὸν καρπὸν, ἵνα ζωὴν | |
ἔχῃς ἀρκοῦσαν. TZETZES. | 337 | |
sch576 | ΗΩΣ ΓΑΡ. Ἠὼς τέσσαρα σημαίνει· τὴν ἡμέραν μόνην, τὸ νυχθήμερον, τὸ πρώϊνον κατάστημα, καὶ τὸ κα‐ θόλου καὶ ἁπλῶς λέγειν ἡμέραν, ὅπερ οἱ μυθογράφοι σωμα‐ τοειδῆ θέαν ἐκάλεσαν. Νῦν δὲ τὸ πρωϊνὸν κατάστημα λέγει· | |
5 | καὶ ποιεῖται ἔπαινον τοῦ τοιούτου τῆς ἡμέρας καταστήματος, λέγων τὸ πρωϊνὸν καὶ ὄρθριον τῆς ἡμέρας κατάστημα τοῦ ὁλο‐ ημέρου ἔργου τὴν τρίτην ἀπόμοιραν ἐργάζεται· τοῦτο κάλλι‐ στόν ἐστι καὶ τοῖς ἐργαζομένοις καὶ τοῖς ὁδεύουσι· τὸ πρωϊνὸν τοῦτο κατάστημα φαμὲν, πολλοὺς μὲν ὁδοιπόρους | |
10 | πρὸς τὴν ὁδὸν παρεκίνησε, πολλοῖς δὲ γεωργοῖς ἐπέ‐ ζευξε τοὺς βόας ἐπὶ τὰ ζυγὰ, ὥστε ἐργάζεσθαι δηλονότι. Τὸ δὲ ΖΥΓΑ, ἀντὶ τοῦ ζυγοὺς, μεταπλασμός ἐστι. TZETZES. | |
sch577 | ΗΩΣ ΓΑΡ Τ’ ΕΡΓΟΙΟ. Διὰ τούτου καὶ τῶν ἑξῆς τριῶν, ἔπαινον κατατείνει τοῦ ὄρθρου πολύν. Λέγε‐ ται γὰρ ἠὼς τὸ πρῶτον μέρος τῆς ἡμέρας, ὡς Ὅμηρος, Ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ. | |
5 | Ὁ δὲ Ἡσίοδος οὐ τοῦ χρόνου τὸ τρίτον ἔχειν τὴν ἠῶ φησιν, ἀλλὰ τοῦ ἔργου, ὃ δεῖ ἀνύσαι διὰ πάσης ἡμέρας, τὸν ὄρ‐ θρον τὴν τρίτην ἀνύειν μοῖραν, διὰ τὸ ἀκμάζειν τότε μάλιστα τοὺς ἐργάτας, οἷς καὶ τὰ ἑξῆς ἀκόλουθα· καὶ τοῖς ὁδεύουσι τὴν ἠῶ προφέρειν, καὶ πᾶσι τοῖς ἐργαζομένοις ἡντιναοῦν τέχνην, | |
10 | ἃ δὴ πάλιν ἑρμηνεύων ἐπήγαγεν. PROCLUS. | |
sch578 | ΠΟΛΕΑΣ ΕΠΕΒΗΣΕ ΚΕΛΕΥΘΟΥ. Πολλοὺς μὲν ἐπέβησε κελεύθου, πολλοὺς δ’ ἤγειρεν εἰς τὸ βοηλατεῖν· τὸ γὰρ τὰ ζυγὰ τοῖς βουσὶν ἐπιθεῖναι τοῦτο δηλοῖ. Ταῦτα περὶ τῆς ἐν τῷ ὄρθρῳ σπουδῆς. Ὡς οἵγε τοῦτον τὸν καιρὸν | |
5 | ἄπρακτοι καὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσι τῆς ἡμέρας ἀμβλύνουσι συντομίαν. Τὸν μὲν οὖν Ὅμηρόν φησιν ὁ Πλούταρχος ἐπιθέ‐ τοις εἰς τέρψιν εὐδοκιμοῦσι τὴν ἡμέραν κοσμῆσαι, κροκόπε‐ πλον αὐτὴν λέγοντα, καὶ ῥοδοδάκτυλον· τὸν δὲ Ἡσίοδον μει‐ ζόνως ἀπὸ τῶν ἔργων, ἐφ’ ἃ δὴ προϊοῦσα κινεῖ τοὺς ἀνθρώ‐ | |
10 | πους, καὶ ἀπὸ τῆς ἐκλύσεως εἰς τὴν ἐνεργὸν μεθίστησι ζωήν, | |
PROCLUS. | 338 | |
sch579 | ΠΟΛΛΟΙΣ Δ’ ΕΠΙ ΖΥΓΑ ΒΟΥΣΙ ΤΙΘΗΣΙΝ. Πολλοῖς δὲ βουσὶν ἐπιτίθησι ζυγὰ, ἀντὶ τοῦ αἰτία γίνεται τοῦ ἐπιτίθεσθαι ζυγὰ τοῖς βουσὶν ἐπὶ τῷ ἀροῦν ἢ τοιοῦτό τι ἐργά‐ ζεσθαι. MOSCHOP. | |
sch580 | ΗΜΟΣ ΔΕ ΣΚΟΛΥΜΟΣ. Τοῦ θέρους ἀρχομένου καὶ ὁ σκόλυμος ἀνθεῖν ἄρχεται· ἔστι δὲ λάχανον ἄγριον ἀκαν‐ θῶδες· καὶ ὁ τέττιξ ᾄδειν· ᾄδει δὲ ὑπὸ ταῖς πτέρυξι τρίβων ἑαυτὸν καὶ τὸν ἦχον ἐκπέμπων· οὕτω γὰρ αὐτὸν ᾄδειν φασί. | |
5 | Τηνικαῦτα πιόταται μὲν αἱ αἶγες, μετὰ τὸν ἀπογαλακτισμὸν τῶν ἐρίφων εἰς τὸ ἑαυτῶν σῶμα δαπανῶσαι τὴν ὕλην. Ὁ δὲ οἶνος ἄριστος, ὡς τότε ἤδη κεκριμένος, ὅτι πέφευγε τοῦ ἡλίου τὰς ἐκ τῆς μεταβολῆς τῶν ὡρῶν τροπὰς, οὐ χειμῶνος ἐπιόντος τραπεὶς, οὐκ ἔαρος, οὐ θέρους. PROCLUS. | |
sch580bis | ΗΜΟΣ ΔΕ ΣΚΟΛΥΜΟΣ. Ἡνίκα δὲ ὁ ἀκάνθης τοῦ ὄνου ἀνθεῖ, ὁ καὶ σκόλυμος λεγόμενος, καὶ ὁ ἠχητικὸς τέττιξ ἐν δένδρῳ καθήμενος ᾄδει πυκνὸν διὰ τῶν πτερύγων· οὕτω γὰρ ᾄδει, τρίβων ἑαυτὸν ἐν τῷ καιρῷ τοῦ κοπιηροῦ θέρους, καὶ | |
5 | ἐπιπόνου· τότε αἱ αἶγες εἰσὶ λιπῶσαι, ὡς ἤδη παυθεῖσαι τοῦ θηλάζειν τὰς ἐρίφους, καὶ γαλουχεῖν, καὶ ὡς στερεωτέρας τρο‐ φὰς ἐσθίουσαι· καὶ ὁ οἶνος τότε ἄριστος καὶ δεδοκιμασμένος, ὡς οὐ διαφθαρήσεται ἔτι, καὶ ὀξίνης γενήσεται, φθινόπωρον παρελθὼν καὶ χειμῶνα καὶ ἔαρ, καὶ ἤδη θέρους ἁψάμενος, καὶ | |
10 | μὴ τραπείς· αἱ δὲ γυναῖκες τότε λαγνίστεραι μᾶλλον, καὶ κατα‐ φορώτεραι πρὸς συνουσίας καὶ ἀφροδίσια· ὑγρότεραι γὰρ φυσικῶς οὖσαι, καὶ ψυχρότεραι τῶν ἀνδρῶν, τότε τῷ ἡλιακῷ θερμῷ καταστήματι εὐκρατούμεναι, ὡς ἐξικμασθεῖσαι ὑπ’ αὐτοῦ τὸ περιττὸν τῆς ὑγρότητος, εὐορεκτότεραι πρὸς τὰς | |
15 | συνουσίας, καὶ ἀκρατέστεραι γίνονται· ἀσθενέστεροι δὲ οἱ ἄνδρες· ξηρότεροι γὰρ ὄντες φύσει τῶν γυναικῶν κἀπὶ πλέον ξηραινόμενοι, τότε ἀσθενοῦσιν. Ἐν δὲ τῷ χειμῶνι πλέον ὀρ‐ γῶσι τῶν γυναικῶν, ξηρότεροι γὰρ ὄντες, τῇ χειμερίῳ ὑγρό‐ | |
τητι εὐκρατοῦνται. Τὸ δὲ ἔαρ ἀνδράσιν καὶ γυναιξὶν ἰσομοι‐ | 339 | |
20 | ρίαν ἀφροδισίων παρέχει· τὴν ἰσομοιρίαν δὲ οὕτω μοι νόει, δεκαπλασίως ὀργᾷν τοῦ ἀνδρὸς τὴν γυναῖκα. TZETZES. | |
sch580ter | ΗΜΟΣ ΔΕ. Ὁπηνίκα δὲ ὅτε σκόλυμος ἀνθεῖ, καὶ ὁ μουσικὸς τέττιξ δένδρῳ ἐπικαθήμενος λιγυρὴν ᾠδὴν ἐπιχέει, ἤγουν ὀξεῖαν καὶ ἐμμελῆ. MOSCHOP. | |
sch582 | ΠΥΚΝΟΝ ΥΠΟ ΠΤΕΡΥΓΩΝ. Ἄιδει γάρ φασι ταῖς πτέρυξι τρίβων ἑαυτὸν, κατὰ τὴν ὥραν λέγω τοῦ θέρους τοῦ καματώδους, ἤγουν τοῦ βαρέος, τοῦ ἐκλύοντος τὰ σώματα, Τότε καὶ αἱ αἶγες πιόταταί εἰσιν, ἤγουν λιπαρώταται, μετὰ τὸν | |
5 | ἀπογαλακτισμὸν τῶν ἐρίφων, εἰς τὸ ἑαυτῶν σῶμα δαπανῶσαι τὴν ὕλην· καὶ ὁ οἶνος ἄριστος, ὡς τότε ἤδη κεκριμένος, τὰς μεταβολὰς τῶν ὡρῶν ἐκφυγὼν, καθ’ ἃς ἦν κίνδυνος τραπῆναι. MOSCHOP. | |
sch584 | ΜΑΧΛΟΤΑΤΑΙ ΔΕ ΓΥΝΑΙΚΕΣ. Ὡς ψυχρότεραι τὴν κρᾶσιν· καὶ διὰ τοῦτο βράδιον ὀργῶσαι ἀναθερμαινόμεναι. Οἱ δὲ ἄνδρες ἀφαυρότεροι, διὰ τῆς ἔξωθεν θέρμης ἀφαυ‐ αινόμενοι, φύσει θερμότεροι ὄντες καὶ ξηρότεροι τῶν γυναικῶν. | |
5 | Τοιαῦτα δὲ καὶ τὸν Ἀλκαῖον ᾄδειν· Τέγγε πνεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται. | |
Ἁ δ’ ὥρα χαλεπὰ, — ἀχεῖ δ’ ἐκ πετάλων * τάδε ἂν τέττιξ. — Ἀνθεῖ δὲ καὶ σκόλυμος. νῦν δὲ μιαρώταται γυναῖκες, | 340 | |
10 | Λεπτοὶ δέ τοι ἄνδρες, ἐπεὶ κεφαλὴν καὶ γόνατα σείριος ἄζει. PROCLUS. | |
sch584bis | ΜΑΧΛΟΤΑΤΑΙ ΔΕ ΓΥΝΑΙΚΕΣ. Ἤγουν ἐπὶ συνουσίαν μάλιστα ὀργῶσαι, ὡς ψυχρότεραι τὴν κρᾶσιν καὶ ὑγρότεραι, καὶ ὑπὸ τοῦ καύματος οὐ καταπονούμεναι, ἀλλὰ μᾶλλον εὔκρατοι γινόμεναι, καὶ ὥσπερ ἀναζωπυρούμεναι· | |
5 | ἀσθενέστατοι δὲ οἱ ἄνδρες· ἡ δ’ αἰτία, ἐπεὶ, φησὶ, τὴν κεφαλὴν αὐτῶν καὶ τὰ γόνατα ὁ ἥλιος ξηραίνει. Αὐαλέος δὲ γίνεται, ἤγουν ξηρὸς, ὁ χρὼς αὐτῶν ὑπὸ τοῦ καύματος. Τῶν ἀνδρῶν γὰρ ἅπτεται ὁ ἥλιος, ὡς θερμοτέρων ὄντων καὶ ξηροτέρων, καὶ τούτους ἀσθενεστέρους ποιεῖ· τὰς γυναῖκας δὲ ψυχρὰς καὶ | |
10 | ὑγρὰς οὔσας, ὡς εἴρηται, εὐκράτους ποιεῖ. MOSCHOP. | |
sch584ter | ΗΧΕΤΑ. Ἡ ἠχητικός· Βοιωτῶν καὶ Αἰολέων ἐστὶν ἰδίωμα, ἤτοι διάλεκτος. TZETZES. | |
sch585 | ΣΕΙΡΙΟΣ. Νῦν καὶ ὁ ἥλιος νοεῖται, καὶ ὁ ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστὴρ, Σείριος καλούμενος· τότε γὰρ καὶ οὗτος ἀνατέλλει ἑῶος. TZETZES. | |
sch586 | ΑΥΑΛΕΟΣ ΔΕ ΤΕ ΧΡΩΣ. Ἕως τοῦ ΣΒΕΝΝΥ‐ ΜΕΝΑΩΝ. Λέγοι μὲν ἂν σείριον καὶ αὐτὸν τὸν ἥλιον, ὡς καὶ ἔμπροσθεν· λέγοι δ’ ἂν καὶ τὸν ἐπὶ τοῦ κυνὸς λαμπρότα‐ τον· καὶ γὰρ οὗτος τότε τοῦ ἡλίου προανατέλλων ὀξέα σει‐ | |
5 | ριάει, καὶ καυμάτων αἴτιός ἐστι τῶν ὑπὸ κύνα καλουμένων· εἰκότως οὖν αὐαλέος ὁ χρὼς γίνεται ταῖς τούτων ἐμπύροις δυ‐ νάμεσιν αὐαινόμενος. Τίνα οὖν ἄκη τοῦ καύματος πετραίη σκιά; τοιαύτη δὲ ὑπὸ ταῖς πέτραις ἐν τοῖς σπηλαίοις· αὕτη γὰρ | |
οὐχ ἁπλῶς παραμύθιόν ἐστι τῆς αὐάνσεως· ἀλλὰ καὶ δίυγρος | 341 | |
10 | ἀπὸ τῆς τῶν πετρῶν ψύξεως. Καὶ οἶνον Βύβλινον ὂν ἀξιοῖ παρ’ αὐτοῖς γεωργεῖσθαι, φασὶ ποταμὸν οὕτω καλούμενον. Ὅτι δὲ οὗτος ὁ οἶνος ὡς ὁ Θάσιος εὐδοκίμει, λέγει καὶ Εὐ‐ ριπίδης. ΜΑΖΑ δὲ ΑΜΟΛΓΑΙΗ, ἤτοι ἡ πυκνὴ, ὡς καὶ νυκτὸς ἀμολγὸν εἶπεν Ὅμηρος τὸ ἐκεῖ πυκνὸν διὰ τὸ σκότος· | |
15 | ἢ τὴν μεμιγμένην ἐν τῷ ἀμολγεῖ· καλοῦσι δὲ οὕτω τὸ ἀγγεῖον εἰς ὃ τὸ γάλα ἀμέλγουσι. Τὸ δὲ ΓΑΛΑ τῶν ΑΙΓΩΝ ἤδη ΣΒΕΝΝΥΜΕΝΑΩΝ ἔχει τὶ διαφέρον, ὡς μήτε ὀρῶδες, μήτε πνευματῶδες, ἀλλὰ μάλιστα πεπεμμένον, ὡς ἀπὸ νομῆς στε‐ ρεωτέρας συστὰν, καὶ μετρίαν ἔχον εὐκρασίαν. ΒΙΒΛΙΝΟΣ | |
20 | οἶνος, ἤτοι ἀπὸ ἀμπέλου οὕτω καλουμένης, ὡς καὶ Πράμνειος, ἢ πόλις Θρακική. PROCLUS. | |
sch586bis | ΑΛΛΑ ΤΟΤ’ ΗΔΗ ΕΙΗ. Ἀντὶ τοῦ ἔστω πετραία τε σκιά. Αὕτη γὰρ βαθεῖα καὶ δίυγρος ἀπὸ τῆς τῶν πετρῶν ψύξεως, καὶ ὁ οἶνος ὁ βίβλινος. Βίβλος, ὥς φησι, ποταμὸς, ἢ πόλις Θράκης. Καὶ Μάζα ἀμολγαίη, ἤγουν ἄρτος γάλακτι | |
5 | ἐζυμωμένος, ἢ τυρός. MOSCHOP. | |
sch587 | ΕΙΗ ΠΕΤΡΑΙΗ ΤΕ ΣΚΙΗ. Σπηλαιώδης σκιά. Φαίνεται δὴ νῦν ἀντιφατικῶς καὶ ἐναντίως αὑτῷ γράφειν ὁ Ἡσίοδος. Ἄνω γὰρ εἰπὼν φεύγειν δὲ σκιεροὺς θώκους, νῦν αὐτὸν ἐν σπηλαιώδει παρακελεύεται καθῆσθαι σκιᾷ. Οὐκ εἰσὶ | |
5 | δὲ, ἃ φησὶν, ἐναντία καὶ μαχόμενα, ἀλλὰ μᾶλλον ἀλλήλοις συντρέχοντα. Ὃ γὰρ ἀνωτέρω εἶπεν, ὅτι πρωῒ ἀναστὰς ἐν τῷ ψυχεινῷ τῆς ἡμέρας μέρει θέριζε καὶ σύναγε τὸν καρπὸν, τοῦτο πάλιν ἐπισφραγίζων φησὶν, πρὸ τῆς καυσώδους ὥρας ἀναστὰς θέριζε. Ὅταν δὲ καυσωδέστερον γένηται τὸ τῆς ἡμέρας κατά‐ | |
10 | στημα, τότε εἰς τὰς σπηλαιώδεις καὶ πετρώδεις ὑπεισέρχου σκιὰς, καὶ οἶνον βίβλινον πῖνε, ἀπὸ βιβλίας ἀμπέλου Θρακίας. Ἢ | |
ἐλαφρὸν καὶ ὑδατώδη, κατ’ ἐμὲ, ἀπὸ τῶν Ἀσσυρίων τῶν περὶ τὴν Βίβλον καὶ Λίβανον· ἐκεῖνοι γὰρ ὑδροπόται· τοῦτο γὰρ δη‐ λοῖ ἐκ τοῦ ἐπάγειν, | 342 | |
15 | τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἵεμεν οἴνου· τουτέστι, τεταρτημόριον ἔχε μέρος τοῦ οἴνου, καὶ τρεῖς μερίδας ἐξ ὕδατος, ἵνα ὑδαρὴς γένηται. Ἐν χειμῶνι γὰρ δέον ἀκρατο‐ τέρων ὡς θερμοτέρων τῶν οἴνων ἀρύεσθαι. TZETZES. | |
sch587bis | ΠΕΤΡΑΙΗ ΤΕ ΣΚΙΗ. ΗΤΕ ΣΚΙ δάκτυλος. Τὸ γὰρ ΤΕ κοινή ἐστι συλλαβὴ, καὶ νῦν οὐκ ἐκτείνεται, ὡς καὶ παρ’ Ὁμήρῳ, Οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μέρος, ἀλλ’ ἔτι μᾶλλον. TZETZES. | |
sch588 | ΜΑΖΑ Τ’ ΑΜΟΛΓΑΙΗ. Ἄρτος μετὰ γάλακτος ἐντεθρυμμένος ἢ τυρός. ΑΛΛΩΣ. ΑΜΟΛΓΑΙΗ, ἀντὶ τοῦ κρατίστη, ἀκμαία· τὸ γὰρ ἀμολγὸν ἐπὶ τοῦ ἀκμαίου τίθεται· Ἐρατοσθένης δὲ ποιμενικὴν, Καλλίστρατος δὲ τὸν τυρόν φη‐ | |
5 | σιν, ἢ ὀλλύραν βεβρεγμένην γάλακτι. Μάζα οὖν ἀμολγαίη, ἢ τυρὸς, ἢ ἄρτος ἐκ γάλακτος ἐζυμωμένος. PROCLUS. | |
sch588bis | ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Παυομένων τοῦ θηλάζειν, καὶ διὰ τοῦτο τὸ γάλα ψυχρὸν ἐχουσῶν. Τῷ γὰρ καιρῷ τοῦ θέρους, οὐκέτι θρομβῶδες ἐστὶ τὸ γάλα, ἀλλ’ ὑδατῶδες, ἢ μετὰ τοκετὸν ἀμελγόμενον. PROCLUS. | |
sch588ter | ΜΑΖΑ. Τὸ ἁπαλὸν, παρὰ τὸ μὴ ἄζα τις εἶναι· οὐ μὴν δὲ καθὼς φασὶ τὸ παξαμάτιον. TZETZES. | |
sch588quat | ΜΑΖΑ Τ’ ΑΜΟΛΓΑΙΗ. Ὁ νεοφύρατος καὶ λεπτὸς καὶ τρυφερὸς ἄρτος· παρὰ τὸ μαζῶ, τὸ φύρω· ἢ παρὰ τὸ μάσσω, τὸ μαλάσσω. Ἄρτος δὲ, ὁ μέγας καὶ ἄρτιος· κἂν οἱ τῶν γραμματικῶν γριφοπλόκοι μᾶζα μᾶλλον καλῶσι τὸ ξηρὸν | |
5 | καὶ στεῤῥὸν ἀρτίδιον. TZETZES. | |
sch588quin | ΜΑΖΑ Τ’ ΑΜΟΛΓΑΙΗ. Ἄρτος γενναῖος ἀμολγεῖ | |
καὶ ποιμένι ἁρμόδιος, ἢ γάλακτι πεφυρμένος. TZETZES. | 343 | |
sch588sex | ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Παυθεισῶν τοῦ θηλάζειν. TZETZES. | |
sch588sept | ΓΑΛΑ Τ’ ΑΙΓΩΝ ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Ἤγουν τοῦ θηλάζειν παυσαμένων, καὶ κρέας βοὸς ὑλοφάγου, τουτέ‐ στιν ἀδαμάστου, νομάδος, μήπω τετοκυίας· οὐκ εἶπε δὲ ἄῤῥε‐ νος, ἐπεὶ ἀπὸ ἐνιαυτοῦ ὁ ἄῤῥην ἀσθενέστερός ἐστι, διὰ τὴν | |
5 | ἐπιθυμίαν τοῦ ἔρωτος· καὶ πρωτοτόκων ἐρίφων κρέας· ἐπι‐ πίνειν δή σε παρακελεύομαι αἴθοπα οἶνον, ἤγουν καυστικὸν, ἐν σκιᾷ καθεζόμενον, κεκορεσμένον τὴν ψυχὴν τροφῆς, ἐναν‐ τίον τρέψαντα τὰ πρόσωπα, τουτέστι τὸ πρόσωπον, ὡς τὰ τόξα ἀντὶ τοῦ τὸ τόξον, τοῦ ζεφύρου τοῦ ἀκραέος, ἤγουν τοῦ καθα‐ | |
10 | ροῦ καὶ ἀμιγοῦς, ἢ τοῦ ἠρέμα πνέοντος, καὶ ἀπὸ τοῦ ὕδατος κρήνης ἀενάου καὶ ἀποῤῥύτου, ἤγουν κινουμένης ἐκ παραλλή‐ λου, ἥτις ἐστὶν ἀθόλωτος, ἤγουν καθαρὰ καὶ λεπτὸν ποιοῦσα τὸ ἑαυτῆς ὕδωρ τῇ κινήσει. Τρὶς προχεῖν, ἀντὶ τοῦ ἐγχεῖν, τὸ δὲ τέταρτον εἶναι, ἤγουν ἐμβαλεῖν, ἀπὸ οἴνου. Τοῖς δούλοις | |
15 | δὲ ἐπίταττε παροτρύνων, τὴν ἱερὰν ἀκτὴν τῆς Δήμητρος δινεῖν, ἤγουν τῇ δινήσει τῶν βοῶν ἀλοᾷν ἐν χώρῳ εὐαέϊ, τουτέστι κα‐ λῶς καταπνεομένῳ, ἵν’ ἐπιτηδείως ἔχῃ πρὸς τὰς λικμήσεις, καὶ ἐν ἁλωνοτοπίῳ εὐτροχάλῳ, ἤγουν ὁμαλῷ, ἵνα καλῶς τε ἀλοῷτο ὁ καρπὸς, καὶ εὐκόλως ἀθροίζοιτο. Τοῦτο δὲ ποίει, ὁπηνίκα | |
20 | ἂν πρῶτον φανῇ τὸ σθένος τοῦ Ὠρίωνος, ἤγουν ὁ Ὠρίων περιφραστικῶς, τουτέστιν ὁπόταν ἐπιτείλῃ ὁ Ὠρίων πρῶτον τὴν ἐῷαν αὐτοῦ ἐπιτολήν· ἐπιτέλλει δὲ οὗτος μετὰ τὰς Πλειά‐ δας, ὀλίγων ἡμερῶν παρερχομένων· συγκόμισον δὲ τοὺς γεωργηθέντας σοι καρποὺς καλῶς ἐν τοῖς ἄγγεσι· μέτρῳ, ἤγουν | |
25 | διὰ μέτρου, μετρουμένους, καὶ ποσουμένους. Μέτρῳ δίδωσί τις ἢ λαμβάνει σῖτον, ἢ τοιοῦτό τι· ἀριθμῷ δὲ καὶ σταθμῷ νομίσματα, ἢ ἕτερόν τι τοιοῦτον. Ἐπειδὰν δὲ δὴ πάντα τὰ πρὸς ζωὴν ἐπιτήδεια ἔνδον τοῦ οἴκου κατάθῃ, ἀντὶ τοῦ ἀπόθῃ ἁρμοδίως, κελεύω σε ποιεῖσθαι, ἀντὶ τοῦ κτᾶσθαι, θῆτά | |
30 | τε, ἤγουν οἰκέτην μισθωτὸν, ἄοικον, τουτέστι μήτε γυναῖκα, μήτε παῖδας ἔχοντα, ἵνα μὴ προφασίζηται ἐν τοῖς ἔργοις. | |
MOSCHOP. | 344 | |
sch589 | ΚΑΙ ΒΟΟΣ ὙΛΟΦΑΓΟΙΟ. Ἕως τοῦ ΤΟ ΔΕ ΤΕΤΡΑΤΟΝ ἹΕΜΕΝ ΟΙΝΟΥ. Ἐργάτῃ μὲν ἡ τροφὴ πρέ‐ πουσα πληροῦν βοείων κρεῶν τὴν γαστέρα, καὶ ἐν σκιᾷ δὲ κα‐ θήμενον καὶ ὑπὸ τοῦ Ζεφύρου καταπνεόμενον, πίνειν ἐπὶ τῇ | |
5 | κρεωφαγίᾳ, μίξαντα κρηναῖον ὕδωρ τῷ οἴνῳ, τρία μέτρα πρὸς ἕν· οὐ γὰρ διαῤῥέουσιν ἀνθρώποις γράφει δίαιταν, ἀλλ’ ἐκπο‐ νοῦσι τὴν γῆν, καὶ αὐτουργοῖς καὶ βιωτικοῖς· τοῖς γὰρ τοιού‐ τοις οὐδὲν προσφορώτερον τῆς ἰσχυρᾶς καὶ δυσφθάρτου ταύ‐ της τροφῆς, οὐ χιόνων δεομένοις, οὐδὲ ῥιπιδίων, ἀλλὰ | |
10 | φυσικῆς εὐπνοίας, οἷος ὁ ΑΚΡΑΗΣ ΖΕΦΥΡΟΣ, καθαρὸς ὢν Ζέφυρος· τὰ γὰρ βόρεια λήγοντα συνάπτεται τοῖς δυτικοῖς πνεύμασι. Τὸ δὲ ταύτην ἐπαινέσαι τὴν κρᾶσιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἄτοπον εἶναι δοκεῖ. Λέγεται γὰρ, ἢ πέντε πίνειν, ἢ τρί’, ἢ μὴ τέσσαρα. | |
15 | Τὸ δὲ τρία μιγνύναι πρὸς ἓν, τοιοῦτον εἶναι δοκεῖ. Ἀλλ’ ἐκεῖ‐ ναι μὲν αἱ κράσεις, δύο πρὸς ἓν, καὶ τριῶν πρὸς δύο, κατὰ λόγους διπλάσιον καὶ ἡμιόλιον, τοὺς ἡγεμόνας τῶν πολλαπλα‐ σίων καὶ ἐπιμορίων, εἰς μέθην εἰσὶ πινόντων· αὕτη δὲ σωφρό‐ νως πινόντων. Καὶ μὴν καὶ περὶ ὕδατος ἄλλοι μὲν γράφουσιν | |
20 | εἰς σταθμὸν ἀποβλέποντες ἐκλεγόμενοι τὸ κουφότερον. Καί τινες καὶ ὑδροστάτας κατασκευάζουσι, δι’ ὧν τὸ βαρὺ καὶ κοῦφον ὕδωρ κρίνουσι· καίτοι πολλαχοῦ κοῦφον μέν ἐστι, | |
πονηρὸν δὲ, ὡς ἐν Χαλκίδι Πλούταρχος ἱστορεῖ τὸ τῆς Ἀρεθού‐ σης. Οἳ δὲ, καὶ τὸ ῥᾳδίως οἴνῳ κεραννύμενον δοκιμάζουσιν | 345 | |
25 | ὕδωρ ἄριστον, πολλῆς δεόμενον πείρας καὶ διαφόρων οἴνων εἰς τὸ μὴ φωραθῆναι τοιοῦτον ὄν· ἄλλοι δὲ καὶ εἰς κερά‐ μειον ποτήριον ὕδωρ ἐμβαλόντες ἐῶσι δι’ ὅλης μεῖναι νυκτός· εἶτα γενομένης ἡμέρας ὁρῶσιν εἴ τινα ἐντὸς τῆς κύλικος ἔχει γεώδη περιφέρειαν συστᾶσαν καὶ μελανίζουσαν· καὶ τοῦτο ση‐ | |
30 | μεῖον τίθενται τῆς τοῦ ὕδατος φαυλότητος, οὐδ’ οὗτοι πεῖραν παραδιδόντες εὐπόριστον. Πάντων δὴ οὖν τῶν τοιούτων ἁπλούστερον ὁ Ἡσίοδος κελεύει τῷ γεωργικῷ μιγνύναι τῷ οἴνῳ ὕδωρ ἐκ κρήνης ἀποῤῥύτου, ἵν’ ᾖ κινούμενον καὶ λεπτὸν καὶ ἀθόλωτον, ἀλλὰ μὴ γεῶδες. ΑΛΛΩΣ. Πῶς συνήθως | |
35 | ἐχόντων ἡμῶν τῷ περιττῷ κεχρῆσθαι ἐν τῷ πίνειν ἀριθμῷ, τι‐ μῇ τῆς γεννήτορος τῶν ἀριθμῶν μονάδος, ὁ Ἡσίοδος οὐ τῷ τρίτῳ, οὐδὲ τῷ πέμπτῳ, τῷ δὲ τετάρτῳ ἐχρήσατο; διότι ὁ μὲν τρίτος εἰς τὸν δύο ἀριθμὸν καὶ τὴν μονάδα διαιρούμενος διπλα‐ σίονα λόγον ἀποτελεῖ, ὃς τῶν πολλαπλασίων ἐστὶν ἡγεμών· ὁ | |
40 | δὲ πέμπτος εἰς τὸν τρίτον διαιρούμενος καὶ τὸν ἥμισυν, ἡμιό‐ λιον ἀποτελεῖ, ὃς τῶν ἐπιμορίων ἡγεμονεύει, ἤτοι τῶν ἀριθ‐ μὸν ἐχόντων καὶ μέρος αὐτοῦ, οἷον ὁ λ πρὸς τὸν κʹ. Ὡς οὖν ἡγεμόσιν οὖσι τῶν ἀριθμῶν τοῦ μὲν τῶν πολλαπλασίων, τοῦ δὲ τῶν ἐπιμορίων, τούτοις μὲν οὐκ ἐχρήσατο, τῷ δὲ τετάρτῳ | |
45 | μᾶλλον, ὃς εἰς τρία καὶ ἓν διαιρούμενος τριπλάσιός ἐστι, μήτε τῶν πολλαπλασίων ἡγεμονεύων, μήτε τῶν ἐπιμορίων. Τοῖς ἄλλοις οὖν οὐκ ἐχρήσατο ὡς ἡγεμόσιν, οἷς οἱ πρὸς μέθην πί‐ νοντες κεχρῆσθαι εἰώθασιν. PROCLUS. | |
sch589bis | ΑΛΛΩΣ. ὙΛΟΦΑΓΟΙΟ. Ἀδαμάστου, ἀγρίας. Οὐκ εἶπε δὲ ἄῤῥενος, ἐπεὶ ἀπὸ ἐνιαυτοῦ ὁ ἄῤῥην ἀσθενέστερός ἐστι διὰ τὴν ἐπιθυμίαν τοῦ ἔρωτος. ΑΚΡΑΕΟΣ δὲ, τοῦ ἄκρως φυσῶντος εὐκραοῦς καλοῦ καὶ ἀμιγοῦς, ἢ ἠρέμα πνέοντος. | |
5 | ΑΠΟΡΡΥΤΟΥ τῆς ῥεούσης καὶ μὴ ἐχούσης ἀκαθαρσίαν· θόλος | |
γὰρ ἡ ἀκαθαρσία. PROCLUS. | 346 | |
sch589ter | ΚΑΙ ΒΟΟΣ ὙΛΟΦΑΓΟΙΟ. Ὑπαρχέτω σοι, φησὶ, τόδε καὶ τόδε, καὶ κρέας, ὥστε τοῦτο ἐσθίειν, ὀρειτρόφου καὶ ἀγελαίας καὶ ἀδαμάστου βοὸς στείρας, ἢ παρθένου καὶ ἀτόκου, καὶ πρωτογόνων ἐρίφων κρέας, καὶ χαίρων ἐπὶ τῷ θεριτῷ καὶ | |
5 | καθήμενος τρύφα, πρὸς ζεφυρίους αὔρας τρέψας τὸ πρόσωπον, καὶ τοὺς δούλους κελεύων τὸν σῖτον ἀλοᾷν. Πῶς δὲ, ὦ Ἡσίοδε, ὁ πρὸ μικροῦ περιλεσχήνευτος σὸς ἀδελφὸς καὶ πένης καὶ ἀγο‐ ραῖος ἕξει τοιαύτας τροφὰς, ἃς μόλις ἕξουσι καὶ οἱ τῆς μοίρας ὄντες τῆς κρείττονος; βοὸς ἀγελαίας καὶ ἀτόκου κρέας καὶ | |
10 | πρωτοτόκων ἐρίφων; εἰ μή που αἴφνης αὐτῷ τὰ τοῦ Ἰὼβ παρεσύρησαν θρέμματα, ἢ αἱ τοῦ Ἐριχθονίου ἀγέλαι προσεπε‐ γένοντο, ἢ πᾶσα σχεδὸν ἡ οὐσία Τριταίχμου τοῦ Βαβυλω‐ νίου τοῦ Ἀρταβάζου υἱοῦ, ὃς ἑκάστης ἡμέρας ἐκ τῶν αὐτοῦ χωρίων φόρον ἐλάμβανεν ἀργυρίου ἀρτάβην, ἤτοι μέδιμνον, | |
15 | ἵπποι δὲ τούτῳ φορβάδες ἦσαν ἑξακισχίλιαί τε καὶ μύριαι, κήλωνες δὲ ὀκτακόσιοι, πλὴν μέν τοι τῶν πολεμιστηρίων· κύνες δὲ θηρευτικοὶ, ὡς μόλις ὑπὸ φόρου τεσσάρων χωρίων δύνασθαι τρέφεσθαι. TZETZES. | |
sch594 | ΤΡΙΣ Δ’ ὙΔΑΤΟΣ ΠΡΟΧΕΕΙΝ. Προείπομεν περὶ τούτου. Πρόκλος δὲ ἀριθμοὺς φησάτω ἀρτίους καὶ περιττοὺς, περισσαρτίους, καὶ ἀρτιπερίσσους, ἡμιολίους, καὶ ἐπιτρίτους, καὶ ἐπιμορίους, καὶ πολλαπλασίους, καὶ πολλασιεπιμορίους, | |
5 | καὶ τὰ λοιπὰ, ὁπόσα μὴ ἐγκαίρως λεγόμενα, καταψοφεῖ μὲν τῶν νέων τὰς ἀκοὰς, περιπέττει δὲ ἀπαιδευσίας ἐξηγητῶν· ὥσπερ αἱ ἐν τοῖς τοίχοις ὑπολευκάνσεις, καὶ παραχρίσεις καὶ ζωγραφίαι τῶν λιθουργῶν καὶ τεκτόνων, τὰ ἄῤῥυθμά τε καὶ κακοσύνθετα. TZETZES. | |
sch594bis | ἹΕΜΕΝ. Πέμπε, ἔμβαλε. Ὅθεν δασυντέον τὸ ἱέμεν. Καὶ περὶ διαγνώσεως δὲ ὑδάτων ὁ σοφὸς Πρόκλος ἔξω τοῦ καιροῦ φιλοσοφεῖ. Οὐδὲν γὰρ ἐνταῦθα περὶ ὑδροσκοπικῶν Ἡσίοδος διαλέγεται. Ἐν οἷς δέ τι τοιοῦτον ἐμπέσοι, οὐ τερα‐ | 347 |
5 | τείᾳ ψευδεῖ, πρὸς δὲ τὴν ἐξήγησιν συντεινούσῃ, δείξομεν ἀκρι‐ βέστερον, ἵν’ εἰδῆτε ὁπόσας ὑδροσκοπικὰς βίβλους ἀνε‐ γνώκειμεν τῶν παλαιῶν, ὥσπερ δὴ καὶ ἑτέρας παντοίας, κἂν περιπέζια γράφωμεν πρὸς ὑμετέραν ὠφέλειαν. Ἔξω δὲ καιροῦ περὶ τῆς τοῦ ὕδατος διαγνώσεως ἕν τι καὶ ἡμεῖς τοῖς Προ‐ | |
10 | κλείοις προσθήσομεν· ἄριστον ὕδωρ, ὃ ταχὺ θερμανθὲν ταχέως πάλιν ἐναποψύχεται. TZETZES. | |
sch594ter | ΤΡΙΣ ὙΔΑΤΟΣ. Ἐν Διδύμοις διὰ τὸ θέρος καὶ διὰ τὸ καταψύχειν, τρία πίνειν ὕδατος καὶ ἓν οἴνου· ἢ ἐν τῷ ἐκπώματι τρεῖς ἐμβάλλειν ὕδατος κράσεις, μίαν δὲ οἴνου· ἢ τὸ πολλάκις ὕδατος, μίαν δὲ οἴνου. PROCLUS. | |
sch595 | ΔΜΩΣΙ Δ’ ΕΠΟΤΡΥΝΕΙΝ. Ταῦτα περὶ τῆς τὸν ἄμητον εἰς τὴν ἅλω τῶν θερῶν καταθέσεως· τὸ γὰρ ΔΙΝΕΜΕΝ, ἐστὶ τὸ περικυκλοῦντας καὶ περιελαύνοντας τοὺς βόας ἐν αὐτῇ τὰ θέρη τρίβοντας ἀλοᾷν. Ταῦτα δὴ κελεύει τοῖς δμωσὶ πράτ‐ | |
5 | τειν ἐν τῷ τόπῳ τοῦ ἀγροῦ τὴν ἅλω καταστησαμένοις δύο ἔχοντι, τό τε ΕΥΑΕΣ, ὅ ἐστιν εὔπνουν, καὶ τὸ ΕΥΤΡΟΧΑ‐ ΛΟΝ, ὅ ἐστιν ὁμαλόν· ἄν τε γὰρ ἀνόμαλος ᾖ, πρὸς τὸ ἀθροί‐ ζεσθαι τὸν ἀλώμενον καρπὸν ἐμπόδιον, ἄν τε μὴ εὔπνους, οὐκ ἂν ἔχοι τὴν ἀπὸ τοῦ παρέχοντος σύλληψιν πρὸς τὸν σκεδα‐ | |
10 | σμὸν τῶν ἀχύρων. Μετὰ δὲ τὸ ἀλοηθῆναι μετρεῖν χρὴ, καὶ εἰς ἀγγεῖα τὸν καρπὸν ἐμβάλλειν ἀποθησαυρίζοντα πρὸς τὸ ἔτος. Τὸν δὲ καιρὸν εἶναι τοῦτον μετὰ τὰς Ὠρίωνος ἐπιτολὰς, καὶ τοῦ ἀλοᾷν καὶ τοῦ μετρεῖν, καὶ τοῦ ἀποθησαυρίζειν οἴκοι, τὸν | |
κατὰ καιρὸν ἐπιγινόμενον καρπόν. PROCLUS. | 348 | |
sch595bis | ΔΗΜΗΤΕΡΟΣ ἹΕΡΟΝ ΑΚΤΗΝ. Τὸ ἱερὸν δῶρον τῆς Δήμητρος, ἤγουν τὸν σῖτον. Δήμητραν δὲ νῦν φησιν, ἢ τὴν γῆν, ἢ τὴν Διονύσου Ὀσίριδος γυναῖκα, ἡ τὴν φυτείαν καὶ γεωργίαν μετὰ Διονύσου πορευομένη ἐδίδαξε. | |
5 | Τὴν δὲ τῆς Κόρης καὶ Δήμητρος ἱστορίαν κατ’ ἀρχὴν τῆς βί‐ βλου καὶ μυθικῶς εἶπον, καὶ ἠλληγόρησα. TZETZES. | |
sch596 | ΕΥΤ’ ΑΝ ΠΡΩΤΑ ΦΑΝΗι ΣΘΕΝΟΣ ΩΡΙΩ‐ ΝΟΣ. Ὁ σοφὸς Πρόκλος ἀριθμῶν καὶ ὑδροσκοπῶν, ἐν οἷσπερ οὐ δεῖ, τὰ χρειώδη καὶ ἐξηγήσεως χρῄζοντα παρατρέ‐ χει, ὡς νῦν τὴν Ὠρίωνος ἀνατολήν· ἀλλ’ ἡμεῖς οἱ μηδὲν εἰδό‐ | |
5 | τες τοιοῦτον σοφὸν, οἷον καὶ ὁ Πρόκλος, τὴν μὲν μυθικὴν τοῦ Ὠρίωνος ἱστορίαν, ὅτι κυνηγὸς Βοιώτιος ἦν, υἱὸς Ὑριέως καὶ Εὐρυάλης τῆς Μίνωος θυγατρὸς, ὑπ’ Ἀρτέμιδος δὲ ἀνῃ‐ ρέθη, σκορπίον ἀναδούσης, ὃς αὐτὸν ἔτρωσε καὶ ἀνεῖλε, παραδραμόντες, μαθηματικωτέρως οὖν διδάξομεν πλὴν σα‐ | |
10 | φῶς τὴν τούτου ἐπιτολὴν μὴ μακρολογήσαντες, καίπερ τῆς ὑποθέσεως διδούσης μακρηγορεῖν. Δέκα παριππεύουσιν ἡμερῶν δρόμοι, Ἐξ Ὠρίωνος φάσεως πρὸς τὸν κύνα. Οὕτως ἔφημεν καὶ σαφῶς καὶ συντόμως· | |
15 | Εἰ δ’ αὖ θελήσει τις παρεκτείνω πλέον, Ἥλιος εἰσβὰς ταυρικοὺς δρόμους τρέχειν Τρισσῶν δεκάδων ἡμερῶν τρέχει δρόμους, Καὶ τρεῖς ἐπ’ αὐταῖς φωσφορήσας ἡμέρας Τροπὰς ἐλαύνειν ἄρχεται θεριτρόπους. | |
20 | Ἐκ τῶν τροπῶν δὲ τῶνδε τῶν θεριτρόπων, Παραδραμούσης ἡμερῶν δισεννάδος, Ἐπιτολὴν δείκνυσι λαμπρὰν Ὠρίων. Ἐντεῦθεν ἑξάκυκλος ἡμερῶν δρόμος, | |
Δύνει δὲ λοιπὸν ὁ κράτιστος ὀρνέων. | 349 | |
25 | Ἐξ ἀετοῦ κρυβεὶς δὲ πρὸς κυνὸς φάσιν Ὅλη τετρακτὺς ἡμερῶν παραῤῥέει. Καὶ τί πλατύνω τοὺς δρόμους τῶν ἀστέρων, Εἰδὼς ἀκριβῶς ἀστρικὴν πᾶσαν θέσιν; Σιγῶ τὸ λοιπὸν, μὴ θολώσω συγγράφων. TZETZES. | |
sch598 | ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ ΠΑΝΤΑ ΒΙΟΝ. Ταῦτα καὶ τὰ ἑπόμενα περὶ τῶν ἀναγκαίων εἰς κτῆσιν ἐμψύχων ὀργάνων διδάσκει, τοῦ θητὸς, τῆς ἐρίθου, τοῦ κυνὸς, ἑκάστου τὸ χρήσιμον λέγοντος· τοῦ μὲν, τὸ μὴ ἔχειν οἶκον ἴδιον, ἵνα | |
5 | σοὶ προσέχῃ τὸν νοῦν· τῆς δὲ, τὸ μὴ ὑπόπορτιν εἶναι, παῖδα μὴ ἔχουσαν, ἵνα μὴ ἀσχολῆται περὶ τὴν πόρτιν· τοῦ δὲ, τὸ ἀμυντικὸν, ἵνα μὴ δι’ ἀσθένειαν μάτην τρέφηται. Οὐ θηρα‐ τικὸν οὖν, οὐδὲ μελιταῖον θρέψει κύνα γεωργὸς, ἀλλὰ τὸν τὸ δάκνειν ἕτοιμον, καὶ τὸν ἡμερόκοιτον ἄνθρωπον φοβεῖν, ὃς | |
10 | διαπαντὸς ἀποβλέπει, οὐκ εἰς τὸ ἀναπαύειν τὸ σῶμα, ἀλλ’ εἰς τὸ τὰ τῶν ἄλλων συλᾷν. PROCLUS. | |
sch598bis | ΜΕΤΡΩι Δ’ ΕΥ ΚΟΜΙΣΑΣΘΑΙ. Μοδισμῷ δὲ καλῶς ἀποκόμισον τὸν σῖτον ἐν τοῖς σοῖς κιβωτίοις· του‐ τέστι, καλῶς μετρήσας ὁπόσους μεδίμνους ἐγεώργησας. TZE‐ TZES. | |
sch598ter | ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ. Ἐπειδὰν δὲ ἀποθησαυρίσῃς πᾶν σου γεώργιον, ὃ συντείνει πρὸς τὸν βίον καὶ τὴν ζωὴν, κτῆσαι καὶ μίσθιον ἄοικον, καὶ μισθίαν ἄτεκνον· ἵνα μὴ ὁ μὲν ἀποκλέπτων τι τῶν σῶν ἐς τὸν ἴδιον οἶκον ἀποκομίζῃ, | |
5 | ἡ δὲ περὶ τὸν παῖδα ἢ τὸ θυγάτριον ἀσχολουμένη ἀμελεστέρα γένηται περὶ τὰ ἔργα, ἢ ἀναλίσκῃ τὶ τῶν σῶν πλειόνως, ὡς ἔχουσα καὶ παῖδα, τοῦτο γὰρ σημαίνει τὸ ὙΠΟΠΟΡΤΙΣ. Ἐῤῥήθη δὲ ἀπὸ τῶν βοῶν τῶν ἐχουσῶν ὑπομάζιον πόρτιν, | |
ἤγουν δάμαλιν. TZETZES. | 350 | |
sch600 | ΘΗΤ’ ΑΟΙΚΟΝ. Μήτε ἔχοντα γυναῖκα μήτε παῖ‐ δα, ἵνα μὴ προφασίζηται ἐν τῷ ἀγρῷ. PROCLUS. | |
sch600bis | ΚΑΙ ΑΤΕΚΝΟΝ ΕΡΙΘΟΝ. Ἤγουν γυναῖκα ἐρ‐ γατικὴν δίζεσθαι, τουτέστι ζητεῖν· χαλεπὴ γὰρ ἔριθος ὑπόπορ‐ τις, ἀντὶ τοῦ τέκνα ἔχουσα. Καὶ κύνα κομεῖν, ἤγουν ἐπιμε‐ λεῖσθαι· καρχαρόδοντα, τουτέστιν ὀξεῖς ἔχοντα τοὺς ὀδόντας, | |
5 | ὡς εἶναι τὴν συστοιχίαν αὐτῶν ὥσπερ κεχαραγμένην, ὡς τὸν πρίονα. Μὴ φείδου σίτου, ἤγουν τροφῆς ἄρτου, ἵνα μή σε φυλάττοντος αὐτοῦ τὰ χρήματα ἀφέληται, ἀντὶ τοῦ τὸν πλοῦτον, τὴν περιουσίαν, ἀνὴρ ἡμερόκοιτος, ἤγουν κλέπτης, ὃς τὴν μὲν ἡμέραν ἀναπαύεται καὶ ὑπνώττει, τὴν δὲ νύκτα | |
10 | ἀγρυπνεῖ ἐπὶ τῷ ὑφελέσθαι τινὸς χρήματα. Χόρτον τε εἰσκό‐ μισον καὶ συρφετὸν φυλλάδος καὶ ἀχύρου καὶ τῶν τοιούτων, ἵνα σοι εἴη τοῖς βουσὶ καὶ τοῖς ἡμιόνοις ἐπηετανὸν, ἀντὶ τοῦ εἰς τὸ διηνεκὲς, ἐπιῤῥηματικῶς. Ἔπειτα δὲ τοὺς δούλους ἀνά‐ ψυξον, ἤγουν ἀνάπαυσον κατὰ τὰ φίλα γόνατα, ἵνα πάλιν | |
15 | ἀκμαιότεροι ἐν τοῖς πόνοις ὑπουργήσωσι. Καὶ τοὺς βόας λῦ‐ σον, ἤγουν τοῦ ζυγοῦ ἀπάλλαξον καὶ τῶν ἔργων. MOSCHOP. | |
sch602 | ΚΑΡΧΑΡΟΔΟΝΤΑ. Ὀξυόδοντα, δηκτικὸν, εἰς τὸ ἀποσοβεῖν τοὺς ἡμεροκοίτους, ἤγουν τοὺς κλέπτας. TZE‐ TZES. | |
sch603 | ΗΜΕΡΟΚΟΙΤΟΣ δὲ ἀνὴρ, ὁ κλέπτης, ὁ τὴν ἡμέραν μὲν ὑπνῶν, τὴν δὲ νύκτα ἀγρυπνῶν. PROCLUS. | |
sch604 | ΧΟΡΤΟΝ Τ’ ΕΣΚΟΜΙΣΑΙ. Ταῦτα μετὰ τὴν συγκομιδὴν ἀναγκαῖα τοῦ χειμῶνος, χάριν τῶν βοῶν καὶ ἡμιό‐ νων ἀθροῖσαι τροφὴν, ὡς τὴν τῶν ἀνθρώπων. Χειμῶνος γὰρ ὄντος ἄλλως τε καὶ σφοδροῦ, τρέφειν ἀπὸ τῆς χώρας οὐκ | |
5 | ἔστι τὰ θρέμματα. Χρήσιμον οὖν καὶ χόρτον ἀποτεθεῖσθαι, καὶ συρφετόν τινα φυλλάδος καὶ ἀχύρων, καὶ τῶν τοιούτων. Χρήσιμον δὲ καὶ ἐν τῷ καιρῷ τούτῳ, καθ’ ὃν οὐδέν ἐστι πο‐ νεῖν, ἀναπαύειν τοὺς οἰκέτας καὶ τοὺς βόας, ἵνα πάλιν ἀκ‐ μαιότεροι τοῖς πόνοις ὑπουργήσωσιν, οὐχ ὡς ἔνιοι τρύχουσιν | |
10 | αὐτοὺς ἄλλοις πόνοις οὐ γεωργικοῖς, παραδιδόντες εἰς οἰκοδο‐ μὰς καὶ μαρμάρων ἕλξεις, καὶ τὰ τοιαῦτα τῶν ἔργων, οὕτω καὶ σὺ ποιεῖν. PROCLUS. | 351 |
sch604bis | ΧΟΡΤΟΝ Δ’ ΕΣΚΟΜΙΣΑΙ. Χόρτον τε καὶ ἄχυρον ἀπόθου, ἵνα τοῖς σοῖς θρέμμασιν ᾖ δι’ ὅλου τοῦ ἔτους ἀρκοῦσα τροφή. Ἔασον δὲ μετὰ τὸν θεριτὸν τοὺς γεωρ‐ γοὺς βόας καὶ τοὺς οἰκέτας ἀναπαύσεως τυχεῖν, καὶ μὴ κατα‐ | |
5 | τρυχώσῃς ἔτι αὐτοὺς, ὥσπερ τινὲς τῶν βαρυτάτων δεσποτῶν, ἔργοις ἑτέροις, ἵνα πάλιν ἔχῃς αὐτοὺς ὑπουργοῦντάς σοι γεν‐ ναιότερον. TZETZES. | |
sch607 | ΕΥ Τ’ ΑΝ Δ’ ΩΡΙΩΝ ΚΑΙ ΣΕΙΡΙΟΣ. Σαφῶς ἐν τούτοις τὸν ἐπὶ τῆς γένυος τοῦ κυνὸς Σείριον λέγει, συν‐ τάξας αὐτὸν τῷ Ὠρίωνι· καὶ τούτων μεσουρανούντων, εἶπεν ἑῶον ἐπιτέλλειν τὸν ἀρκτοῦρον. Ἐν τούτῳ δ’ οὖν τῷ καιρῷ, | |
5 | ὅς ἐστιν ἡλίου ζυγὸν μετελθόντος καὶ τῆς παρθένου ἑώας ἀνισχούσης, ᾗ παρανατέλλει ὁ ἀρκτοῦρος, κελεύει τοὺς βό‐ τρυας τέμνειν· καὶ γὰρ ὁ προτρυγητὸς καλούμενος ἑῶος τότε γίνεται ἐκφανής. ΑΛΛΩΣ. Οὗτος τὸν κύναστρον λέγει Σείριον· ἐγγὺς γάρ ἐστι τῷ Ὠρίωνι. Ἀεὶ δ’ ἓξ ζώδια ὑπὸ | |
10 | γῆν εἰσὶ, καὶ ἓξ ὑπὲρ γῆν. Μεσουρανεῖ δὲ τὸ δ’ ζώδιον, ἀπὸ ἡλίου εἰς τὸ ἀνάπαλιν τῶν ζωδίων μετρουμένων, διὰ τὸ ἐναντίον δρόμον ποιεῖσθαι τὸν ἥλιον τῷ πόλῳ. Ὅταν οὖν γένηται ὁ ἥλιος ἐν τῷ Λέοντι, ἢ ἐν Παρθένῳ, διὰ τὸ τὸν Ὠρίωνα Ταύρῳ καὶ Διδύμοις πλησιάζειν, τότε ἐπιτήδειον | |
15 | τρυγᾷν. Ὁ δὲ Ἀρκτοῦρος ὁμοταγὴς τῇ Παρθένῳ. Ἔστι δὲ ὁ Σκορ‐ πίος ὁμοταγὴς τῷ Ὀφιούχῳ, ὁ καὶ δύο ζωδίων κατέχων τόπον. Ὅτε φθάνει, τουτέστιν ὁ ἥλιος γένηται ἐν Διδύμοις καὶ ἐν Καρκίνῳ (ἡ δὲ κεφαλὴ αὐτοῦ πρὸς τῷ Ταύρῳ κεῖται, ὁ δὲ ποὺς πρὸς τοῖς Διδύμοις) τότε ἐπιτήδειον ἀροτριᾷν. PROCLUS. | |
sch607bis | ΕΥΤ’ ΑΝ Δ’ ΩΡΙΩΝ ΚΑΙ ΣΕΙΡΙΟΣ. Ἡνίκα δὲ ὁ Ὠρίων μεσουρανίσῃ, καὶ ὁ Κύναστρος· ὀλίγον γὰρ ἀπέχουσιν ἀπ’ ἀλλήλων διάστημα. Ὁ Ἀρκτοῦρος δὲ ὁ ἐπὶ τῆς ζώνης τοῦ Ἀρκτοφύλακος λαμπρὸς ἀστὴρ, ὁ καὶ Ἑωσφόρος | 352 |
5 | καλούμενος, ἀνατείλῃ ἑώαν ἀνατολήν· ἥ τις γίγνεται μετὰ ἑκκαίδεκα ἡμέρας τῆς τοῦ κυνὸς ἐπιτολῆς, ἤγουν μετὰ Αὐγού‐ στου ἡμέραν ἐνάτην· τότε, φησὶν, ὦ Πέρση, τοῦ τρυγητοῦ μέμνησο. Ἆρα δὲ οὐ μάταιος καὶ περισσὸς ὁ Ἡσίοδος βαναύ‐ σῳ καὶ ἰδιώτῃ ἀνδρὶ ὄντι τῷ ἀδελφῷ, θέρους καὶ τρυγητοῦ | |
10 | καὶ τῶν τοιούτων ἁπάντων σαφεστάτων ὄντων ἐπάγων ἀσαφῆ τὰ τεκμήρια, ἃ καί τισι τῶν ἀστρολόγων ἠγνόηται; οἶμαι δὲ καὶ Ἡσιόδῳ αὐτῷ· οὐ γὰρ ἂν Αὐγούστῳ τρυγᾶν παρεκελεύετο. Μεσουράνημα δέ ἐστιν, ὡς πρώην ἐδίδαξα στοιχειακῶς, ὅταν ἐνενήκοντα μοίρας πρὸ ἡλίου ἀστὴρ ἀνατείλῃ· τουτέστιν, | |
15 | ὅταν τρία ὅλα ζώδια προδράμῃ τὸν ἥλιον. Ἀεὶ γὰρ καθ’ ἕκαστον νυχθήμερον ἓξ εἰσὶ ζώδια περὶ τὸ κάτω καὶ ὑπὸ γῆν ἡμισφαίριον· τὰ δὲ ἕτερα ἓξ περὶ τὸ ἄνω καὶ ὑπὲρ γῆν. Τότε οὖν ὁ Ὠρίων τρία ὅλα ζώδια προανατέλλων τοῦ ἡλίου μεσουρανεῖ σὺν τῷ ταύρῳ ἀναφερόμενος. Ὁ δὲ ἥλιος μετὰ | |
20 | τὸν Ταῦρον, τοὺς Διδύμους, τὸν Καρκίνον, σὺν τῷ Λέοντι ἀναφέρεται. TZETZES. | |
sch607ter | ΕΥΤ’ ΑΝ Δ’ ΩΡΙΩΝ. Ὁπηνίκα δ’ ἂν ὁ Ὠρίων καὶ ὁ Σείριος, ἤγουν ὁ ἐπὶ τῆς γένυος τοῦ κυνὸς ἀστὴρ, ἐγγὺς γὰρ ἀλλήλων ὁ Κύων καὶ ὁ Ὠρίων, εἰς μέσον ἔλθῃ τὸν οὐ‐ ρανὸν, ἀντὶ τοῦ εἰς τὸ μέσον τοῦ οὐρανοῦ, τουτέστι μεσου‐ | |
5 | ρανίσῃ, τὸν Ἀρκτοῦρον δὲ ἴδῃ ἡ ῥοδοδάκτυλος Ἠὼς, ἤγουν ἡ λαμπρὰ, καὶ τερπνὴ, ἀντὶ τοῦ ὁ Ἀρκτοῦρος δὲ ἐπιτείλῃ τὴν ἑώαν ἐπιτολὴν, τουτέστιν ὅταν ὁ ἥλιος ἐπὶ τὸν Ζυγὸν μεταβῇ, τότε γὰρ ἑώα ἡ παρθένος ἀνίσχει, ᾗ ἐστιν ὁ Ἀρκτοῦρος ὁμο‐ ταγὴς, μεσουρανεῖ δὲ ὁ Ὠρίων τῷ τετάρτῳ ζωδίῳ ἀπὸ ἡλίου | |
10 | πλησιάζων τοῖς Διδύμοις, ἀεὶ γὰρ ἓξ ζώδια εἰσὶν ὑπὸ γῆν, καὶ ἓξ ὑπὲρ γῆν, μεσουρανεῖ δὲ τὸ τέταρτον ἀπὸ ἡλίου ζώδιον, τότε, ὦ Πέρση, πάντας τοὺς βότρυς ἀποδρέπων, ἤγουν τέ‐ | |
μνων, κόμιζε εἰς τὸν οἶκόν σου, δεῖξον δὲ τῷ ἡλίῳ ἐπὶ δέκα τε ἡμέρας καὶ ἐπὶ δέκα νύκτας. Συνυπάγει δὲ καὶ τὰς νύκτας | 353 | |
15 | τῷ λόγῳ, ὡς ἑπομένας ταῖς ἡμέραις ἐξ ἀνάγκης· οὐ γὰρ δὴ καὶ κατ’ αὐτὰς δυνατὸν τῷ ἡλίῳ δεικνύναι τοὺς βότρυς, οὐκ ὄντος ἡλίου. Ἐπὶ πέντε δὲ ἡμέρας συσκίασον, ἤγουν ὑπὸ σκιὰν θὲς, μετὰ τὸ δεῖξαι αὐτοὺς τῷ ἡλίῳ, κατὰ τὴν ἕκτην δὲ ἡμέραν, εἰς τὰ ἀγγεῖα ἀφύσσαι, ἀντὶ τοῦ ἀποθλίψας ἄρυσαι | |
20 | τὰ δῶρα τοῦ Διονύσου τοῦ πολυγηθέος, ἤγουν τοῦ πολλῆς τέρψεως αἰτίου. MOSCHOP. | |
sch610 | ΔΕΙΞΑΙ Δ’ ΗΕΛΙΩι. Τοὺς βότρυς ἐκτεμόντες ἐτίθεσαν ὑπὸ τὸν ἥλιον, ἐξικμάζοντες αὐτῶν διὰ τῆς ἡλιώ‐ σεως τὸ λεπτὸν καὶ ὑδαρὲς καὶ εὔτρεπτον· καὶ ἐκάλουν τοῦτο θειλοπεδεύειν. Μετὰ δὲ τοῦτο ἐν τῇ σκιᾷ πάλιν διετίθεντο | |
5 | μηχανώμενοι πυκνωθῆναι τὸν καρπὸν μετὰ τὴν ἡλίωσιν, τὴν ζέσιν ἐξιώμενοι τὴν ἀπ’ αὐτῆς διὰ τῆς σκιᾶς, καὶ τῆς ἐν αὐτῇ ψύξεως· καὶ τρίτον οὕτως ἐπάτουν ἐκθλίβοντες τὸν οἶνον, συνεστῶτα λοιπὸν καὶ εὔτονον ἔχειν νομίζοντες· ὃ δὴ καὶ ὁ Ἡσίοδος ὑφηγεῖται διὰ τούτων. ΑΛΛΩΣ. ΔΕΙΞΑΙ Δ’ | |
10 | ΗΕΛΙΩι δέκα ἡμέρας ἁπλῶσαι τὴν σταφυλὴν ἐν τῷ ἡλίῳ καὶ εʹ ἐν τῇ σκιᾷ, καὶ τότε πατῆσαι. PROCLUS. | |
sch610bis | ΔΕΙΞΑΙ Δ’ ΗΕΛΙΩι. Ἐξίκμασον δὲ τοὺς βότρυς ἀποτεμὼν, ἁπλώσας ἐν ἡλίῳ ἡμέρας ι, καὶ πέντε πάλιν ἐν σκιερῷ τόπῳ κατάθου, ἵνα μετρίου ἀέρος μετάσχωσιν· ἔπειτα δὲ συμπατήσας αὐτοὺς οἰνοποίησον ἐν τοῖς πίθοις ἀπαρυσά‐ | |
5 | μενος. Καὶ τὸ περὶ τοιαύτης οἰνοποιΐας διδάσκειν τῷ Πέρσῃ μάταιον, καὶ παρεμφερὲς τοῖς ἀσυστάτοις νόμοις τοῦ Πλά‐ τωνος· οὔτε γὰρ Πέρσης, οὐδὲ Ἡσίοδος τοιοῦτον οἶνον εἰρ‐ γάσαντο, οἶμαι, οὐδὲ πεπώκασι. TZETZES. | |
sch612 | ΔΩΡΑ ΔΙΟΝΥΣΟΥ. Οὐκ οἶδεν ὁ Ὅμηρος δῶρον | |
Διονύσου τὸν οἶνον. PROCLUS. | 354 | |
sch612bis | ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ. Τῇ ἀρχῇ τὸ τέλος συνῆψε τῶν γεωργικῶν ἔργων, τῷ ἀρότρῳ τὸ ἄροτρον· καὶ γὰρ ἤρ‐ ξατο ἐντεῦθεν ἀπὸ τῆς δύσεως τῶν Πληϊάδων καὶ ἀρότρου, καὶ κατέληξεν εἰς αὐτά. Διὸ καὶ ἐπήγαγε διὰ πάντων διεξελ‐ | |
5 | θὼν, ὅτι ὁ πλειὼν, ὅς ἐστιν ὁ ἐνιαυτὸς, τῶν ἐπὶ γῆς ἔργων οὕτως ἂν ἔχοι τέλος ἐναρμόνιον. Πλειὼν δὲ ὁ ἐνιαυτὸς, ὡς τὰς ἡμέρας συμπληρώσας, καθ’ ἃς τὴν γεωργίαν διεῖλε. Τὸ δὲ ἐντεῦθεν ἐπὶ ναυτιλίαν μέτεισιν, ὡς καὶ ταύτης δυναμένης βίον πορίζειν, εἰ καὶ ἡ γεωργία πρεπωδεστέρα χθονίοις ἡμῖν | |
10 | οὖσι ζώοις, καὶ ἐκ γῆς τρέφεσθαι τῆς γεννησαμένης ἡμᾶς ὀφείλουσι. Διὸ καὶ τὴν εἰσβολὴν τῆς ναυτιλίας ἐποιήσατο τοιαύτην, οὐχ οὕτως ὡς τῆς γεωργίας ἐραστὴς αὐτῆς ὑπάρ‐ χων. PROCLUS. | |
sch612ter | ΔΙΟΝΥΣΟΥ. Τὸ ο καὶ μικρὸν γραφόμενον ὑπὸ τοῦ ν ἐκτείνεται· Ἀττικῶς δὲ μέγα γράφεται. TZETZES. | |
sch612quat | ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ. Ἐπειδὰν δὲ δὴ αἱ Πλειάδες τε καὶ αἱ Ὑάδες, καὶ τὸ σθένος τοῦ Ὠρίωνος, ἤγουν ὁ Ὠρίων περιφραστικῶς, δύνωσι, τὴν ἑώαν δηλονότι δύσιν, τότ’ ἔπειτα, ἀντὶ τοῦ πάλιν, ἀρότρου μεμνημένος ἔσο ὡραίου, | |
5 | ἤγουν ἐγκαίρου· ὁ πλειὼν δὲ, ἤγουν ὁ ἐνιαυτὸς, ἁρμόδιος εἴη, ἀντὶ τοῦ ἔστω, κατὰ χθονὸς, ἀντὶ τοῦ ἐπὶ τῶν τῆς γῆς ἔργων. MOSCHOP. | |
sch613 | ΠΛΗΙΑΔΕΣ Θ’ ὙΑΔΕΣ ΤΕ. Περὶ τούτων προ‐ έφημεν. Ὑάδες δὲ λέγονται, ὡς τῷ υ στοιχείῳ ἐοικυῖαι ἢ ὡς ὄμβρων ποιητικαί. Δυνουσῶν γοῦν τὴν ἑσπερίαν δύσιν τούτων, παρα‐ κελεύεται ἀροτριᾷν, ὡς κατ’ ἀρχὰς ἔφην. Πλειὼν, ὁ χρό‐ | |
5 | νος, ἀπὸ τοῦ πάντα πληροῦν· αὐτὸς γάρ ἐστι πατὴρ πάντων· ἢ ὁ συμπληρούμενος εἰς σπόρον καὶ θέρος ἐκ τῶν Πλειάδων· ἢ ὁ ἐκ πολλῶν συνεστὼς, καὶ εἰς πολλὰ διῃρημένος· λέγω δὲ, καιροὺς, μῆνας, ἑβδομάδας, ἡμερόνυκτα, ὥρας, λεπτὰ, δευ‐ τερόλεπτα. TZETZES. | |
sch615 | ΑΡΜΕΝΟΣ ΕΙΗ. Ἐὰν ταῦτα ποιήσῃς, ὁ ἐνιαυτὸς, | |
φησὶν, ὅλος ἁρμόδιος ἔσται. Πλειὼν δὲ ὁ ἐνιαυτὸς, ἀπὸ τοῦ πάντα πεπληρῶσθαι· ἢ ἀπὸ τῶν Πληϊάδων. Ἐξ αὐτῶν γὰρ οἱ στοχασμοὶ τοῦ πότε δεῖ καὶ σπεῖραι καὶ θερίσαι. PROCLUS. | 355 | |
sch616 | ΕΙ ΔΕ ΣΕ ΝΑΥΤΙΛΙΗΣ. Ἕως τοῦ ΔΙΟΣ ΟΜ‐ ΒΡΟΣ. Καὶ διὰ τῆς εἰσβολῆς τὴν ναυτιλίαν διέβαλεν, εἰπὼν αὐτὴν δυσπέμφελον, ὡς ἐργώδη, καὶ δυσκολίαν παραπέμπου‐ σαν τῷ βίῳ, καὶ τῷ μὴ πρότερον εἰπεῖν πότε δεῖ πλεῖν, ἀλλὰ | |
5 | πότε παύεσθαι τοῦ πλεῖν. Πότε οὖν τοῦτο ποιητέον; ὅταν, φησὶν, αἱ Πλειάδες δύνωσιν ἑῶαι, φυγοῦσαι τὸν Ὠρίωνα. Τοῦτο δὲ, ἐπεὶ προδύνουσι, καὶ ἐπ’ αὐτῶν ὁ Ὠρίων διώ‐ κειν αὐτὰς δοκῶν, καὶ οἵ γε ναυτικοὶ Πανδυσίαν καλοῦσι τοῦτον τὸν καιρόν. Τότε οὖν παντοῖα πνεύματα πνεῖ δύσκρι‐ | |
10 | τα, καὶ χρῆναι μᾶλλον ἐργάζεσθαι τὴν γῆν ἢ πλεῖν. Ἀνέλκειν οὖν τὴν ναῦν καὶ ἑδράζειν ἐπὶ τῆς γῆς, λίθοις πυκάσαντα κε‐ λεύει πάντοθεν, ἵνα μὴ σαλεύσωσιν οἱ ἄνεμοι τὴν ναῦν νεωλ‐ κηθεῖσαν, καὶ κατεάξωσιν ἀντεχόντων πανταχόθεν τῶν ὑπο‐ στηριζόντων αὐτὴν λίθων· ὅπως δὲ μὴ σήπηται ὑομένη, δεῖν | |
15 | τὸν χείμαρον ἐξερύσαι. Ἔστι δὲ οὗτος τρημάτιόν τι τῆς νεὼς, εἰς ὃ πλεούσης ἔμφραγμα ποιοῦσι, νεωλκηθείσης δὲ, ἀφαιροῦσι τὸ ἔμφραγμα, ἵνα ὁ ὑετὸς, ὁ ἐπ’ αὐτὴν φερόμενος, διεξίῃ διὰ τοῦ τρήματος, καὶ μὴ σήπῃ συνιστάμενος ἔσω τῆς νεώς· ὃ δηλοῖ λέγων καὶ αὐτὸς, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος | |
20 | τὴν ναῦν, PROCLUS. | |
sch616bis | ΕΙ ΔΕ ΣΕ ΝΑΥΤΙΛΙΗΣ. Ἀπεχθῶς φαίνεται τῇ ναυτιλίᾳ Ἡσίοδος διακείμενος, ἔκ τε τοῦ δυσπέμφελον, καὶ δυσπαράπομπον, καὶ δυσέμπορον ταύτην καλέσαι· ἔτι δὲ καὶ ἐκ τοῦ τὴν διδασκαλίαν ποιήσασθαι ἀπὸ τοῦ, ὅτε οὐ | |
5 | δεῖ πλεῖν. Φησὶν οὖν, ὅτι ὅταν δύνωσιν ἑσπέριον αἱ Πλειά‐ δες, φεύγουσαι τὸν Ὠρίωνα ὡς κυνηγὸν, μετὰ γὰρ τρεῖς ἡμέρας δύνει καὶ αὐτὸς ὁ Ὠρίων, τότε ἀνέμων παντοίων ὁρμῶσι πνοαί. | |
Καὶ μὴ ἔχῃς ναῦν ἐν πελάγει, ἀλλὰ ἕλκυσον αὐτὴν ἐν τῷ λιμένι, καὶ ὑποστήριξον λίθοις, μή πως ὁ σάλος αὐτὴν ἀναρ‐ | 356 | |
10 | πάξῃ, τὴν δὲ πᾶσαν ἐξάρτυσιν τοῦ πλοίου ἀποκόμισον ἐν τῷ οἴκῳ σου, καὶ περίστειλον ὡς χρή. Ἐργάζου δὲ τότε τὴν γῆν, ὥς σε κελεύω· μεμνημένος δηλονότι τῶν παραινέσεων. TZETZES. | |
sch616ter | ΕΙ ΔΕ ΣΕ ΝΑΥΤΙΛΙΗΣ. Εἰ δέ σε ἐπιθυμία κρατεῖ τῆς ναυτιλίας τῆς κακῶς παραπεμπούσης, τοῦτο γὰρ τὸ δυσπεμφέλου, ὁπηνίκα ἂν αἱ Πλειάδες τὸ φοβερὸν σθένος τοῦ Ὠρίωνος φεύγουσαι, ἀντὶ τοῦ τὸν Ὠρίωνα περιφραστι‐ | |
5 | κῶς, πίπτωσιν εἰς τὸν ἠεροειδέα πόντον, ἤγουν τὸν σκοτεινόν· ἀὴρ γὰρ τὸ σκοτεινὸν καὶ ὁμιχλῶδες· τουτέστιν ὁπηνίκα ἂν αἱ Πλειάδες δύνωσι τὴν ἑώαν δύσιν, φεύγουσαι τὸν Ὠρίωνα, προ‐ δύνουσι γὰρ αὐτοῦ, εἶτα αὐτὸς εὐθὺς μετ’ αὐτὰς δύνει· ὡς δοκεῖν αὐτὰς μὲν τοῦτον φεύγειν, τοῦτον δὲ ταύτας διώκειν. | |
10 | MOSCHOP. | |
sch619 | ΦΕΥΓΟΥΣΑΙ. Ὅταν δύνωσιν ἑώαν δύσιν· τότε γὰρ ὁ ἥλιος ἐν Σκορπίῳ, ὅ ἐστιν ἕβδομον ζώδιον. Τὸ δὲ ΦΕΥΓΟΥΣΙ χαριέντως εἶπεν, ἐπειδὴ πλησίον ἐστὶν ὁ Ὠρίων. PROCLUS. | |
sch619bis | ΔΗ ΤΟΤΕ ΠΑΝΤΟΙΩΝ ΑΝΕΜΩΝ ΘΥΟΥΣΙΝ ΑΗΤΑΙ. Ἀντὶ τοῦ πνοαὶ θύουσι, τουτέστι σφοδρῶς κινοῦν‐ ται. Καὶ τότε μηκέτι ἔχε νῆα ἐν τῷ πόντῳ τῷ οἴνοπι, ἤγουν τῷ μέ‐ λανι, τὴν γῆν δὲ ἐργάζου καθά σε κελεύω ἐργάζεσθαι, μεμνημένος, | |
5 | ἤγουν ἐν τῇ μνήμῃ φυλάττων τὴν περὶ τούτων διδασκαλίαν, τὴν ναῦν δὲ ἐπ’ ἠπείρου ἕλκυσον, καὶ πύκασον, ἤγουν ἀσφά‐ λισαι αὐτὴν πάντοθεν λίθοις, ἵνα ἐπέχωσι τὸ μένος τῶν ἀνέ‐ μων τῶν ὑγρὸν πνεόντων, τοῦ κατάξαι αὐτήν· τὸν χείμαρον ἐξερύσας, ἤγουν ἐκβαλὼν, ἵνα μὴ πύθῃ αὐτὴν, ἤγουν σήπῃ, | |
10 | ὁ τοῦ Διὸς ὄμβρος συνιστάμενος ἐν αὐτῇ. Χείμαρος δὲ λέγεται ὁ πάσσαλος ὁ ὑπὸ τὴν τρόπιν, οὗ ἐξαιρουμένου τὸ ὕδωρ προχωρεῖ· καλεῖται δὲ καὶ εὐδιαῖος. Τὰ ὅπλα τε πάντα τὰ ἁρμόδια τῇ νηῒ, ἤγουν τὸν ἱστὸν, τὰ ἱστία, τοὺς κάλως, καὶ τὰ τοιαῦτα, τῷ σῷ οἴκῳ ἐγκατάθου· εὐτάκτως στολίσας, ἀντὶ τοῦ συστεί‐ | |
15 | λας, εὐτρεπίσας τὰ πτερὰ τῆς νηὸς, τουτέστι τὰ ἱστία, ὅτι διὰ τούτων κινεῖται ἡ ναῦς ἀνηπλωμένων, ὡς διὰ τῶν πτερῶν οἱ ὄρνιθες· τῆς ποντοπόρου, ἤγουν τῆς τὰς θαλάσσας περώ‐ σης. Τὸ πηδάλιον δὲ τὸ καλῶς εἰργασμένον ἐπάνω τοῦ καπνοῦ κρέμασον, ἵν’ ἀπόθηται τὴν ἑαυτοῦ νοτίδα. Σὺ δὲ ἀνάμενε | 357 |
20 | ἔγκαιρον πλοῦν, ἕως οὗ ἂν ἔλθῃ, ἤγουν ἐπιστῇ. Καὶ τότε ἕλκε εἰς τὴν ἅλα νῆα θοήν· θοὸν τὸ κατὰ κίνησιν ὀξὺ, καὶ τὸ κατὰ σχῆμα· αἱ νῆες δὲ καὶ κατ’ ἀμφότερα ἂν λέγοιντο θοαί. Ἐν αὐτῇ δὲ τὸν φόρτον τὸν ἁρμόδιον, ἤγουν τὸν ἐπιτήδειον πρὸς τὸ διακομισθῆναι εἰς ἄλλον τόπον καὶ μὴ φθαρῆναι, καὶ | |
25 | πρὸς τὸ πραθῆναι ἐν αὐτῷ, ἐντύνασθαι, ἀντὶ τοῦ εὐτρεπι‐ σμένον ἔχων ἔνθου, ἵνα εἰς τὸν οἶκόν σου κέρδος ἄρηαι, ἀντὶ τοῦ λαβὼν κομίσῃς, ὥσπερ ὁ ἐμός τε καὶ ὁ σὸς πατὴρ μέγα νήπιε Πέρση, ἤγουν μεγάλως ἀνόητε Πέρση, ἔπλει ἐν ναυσὶ, βίου κεχρημένος, ἤγουν χρείαν ἔχων, ἐσθλοῦ, τουτέστιν ἀγα‐ | |
30 | θοῦ καὶ δικαίου, ὅστις ποτὲ καὶ ὧδε ἦλθεν ἐν νηῒ μελαίνῃ πολὺν πόντον διανύσας, καταλιπὼν τὴν Κύμην τὴν Αἰολίδα. MOSCHOP. | |
sch623 | ὙΓΡΟΝ ΑΕΝΤΩΝ. Ὑγρὸν πνεόντων. Τὸ γὰρ ὕδωρ λεπτυνθὲν, ἀὴρ γίγνεται· ἔτι δὲ πλέον λεπτυνθὲν, πνεῦμα. TZETZES. | |
sch624 | ΧΕΙΜΑΡΟΝ ΕΞΕΡΥΣΑΣ. Χείμαρος λέγεται ὁ ὑπὸ τὴν τρόπιν πάσσαλος, οὗ ἐξαιρουμένου, ὅταν ὕσῃ, τὸ ὕδωρ προχωρεῖ. Καλεῖται δὲ καὶ εὐδιαῖος. PROCLUS. | |
sch624bis | ΧΕΙΜΑΡΟΝ. Πάσσαλον νεὼς, οὗ ἀνασπω‐ μένου ἐκχεῖται ἡ ἀντλία. TZETZES. | |
sch625 | ὉΠΛΑ Δ’ ΕΠΑΡΜΕΝΑ ΠΑΝΤΑ. Τὰ μὲν ὅπλα δηλοῖ τῆς νεὼς πάντα ὧν δεῖται ἡ ναῦς, τὸν ἱστὸν, τὰ ἱστία, τὰς διφθέρας, τοὺς κάλους, τὰ πηδάλια. Τούτων δὲ τὰ ἱστία, πτερὰ τῆς νεὼς ἐκάλεσεν, ὅτι διὰ τούτων κινεῖται ἀνηπλωμέ‐ | |
5 | νων, ὡς τῶν πτερῶν οἱ ὄρνιθες. Ταῦτα οὖν εὐκόσμως στο‐ | |
λίσαντα κελεύει οἴκοι καταθέσθαι, ἵνα μὴ ἠμελημένως ὅπου ποτὲ ῥιφέντα ἄχρηστα γένηται· καὶ ἐπὶ τούτοις τὸ πηδάλιον ὑπὲρ τοῦ καπνοῦ κρεμάσαι, ἵνα ξηραίνηται καὶ μὴ ὑπὸ τῆς ἐναπομεινάσης ὑγράνσεως κατασαπῇ κείμενον ὡς ἔτυχεν. | 358 | |
10 | PROCLUS. | |
sch625bis | ὉΠΛΑ. Πᾶσαν τὴν τῆς νεὼς διαρτίαν. TZE‐ TZES. | |
sch626 | ΕΥΚΟΣΜΩΣ. Εὐτάκτως, φησὶ, μὴ μετὰ θορύ‐ βου. PROCLUS. | |
sch626bis | ΣΤΟΛΙΣΑΣ. Γυμνάσας συναγαγών. Σεση‐ μείωται δὲ ὡς πρὸς τὸ ἄνω· ἐκεῖ γὰρ κατακαῦσαι σημαίνει. Καὶ Ὅμηρος, κάπνισάν τε κατὰ κλισίας. PROCLUS. | 359 |
sch626ter | ΕΥΚΟΣΜΩΣ ΣΤΟΛΙΣΑΣ. Κοσμίως καὶ καλλί‐ στως περικρύψας καὶ στείλας. TZETZES. | |
sch626quat | ΝΗΟΣ ΠΤΕΡΑ. Τὰ ἱστία, τοὺς σχοίνους, καὶ τὰ λοιπά. TZETZES. | |
sch627 | ΠΗΔΑΛΙΟΝ Δ’ ΕΥΕΡΓΕΣ. Τὸ καλῶς δὲ εἰργα‐ σμένον πηδάλιον ἐν τῷ καπνῷ κρεμάσας, τὴν τούτου ὑγρότη‐ τα ἔξελε, καὶ κατίκμασον, μὴ τῷ πολλῷ τῆς ὑγρότητος συσσα‐ πῇ, TZETZES. | |
sch628 | ΑΥΤΟΣ Δ’ ὩΡΑΙΟΝ ΜΙΜΝΕΙΝ ΠΛΟΟΝ. Ἐπει‐ δὰν ὁ πλώϊμος ἔλθῃ καιρὸς, καθέλκειν τὴν ναῦν ἔχοντα προευ‐ τρεπισμένον τὸν ἐπιτήδειον φόρτον, πρὸς τὸ διακομισθῆναι εἰς ἄλλον τόπον, ἐν ᾧ χρήσιμος ἔσται τοῖς ὠνουμένοις· καὶ | |
5 | οὐ διαφθαρήσεται πλωϊζόμενος οὕτως, ἀλλ’ ἄρμενος ἔσται καὶ πρὸς τὸ σωθῆναι, καὶ πρὸς τὸ πραθῆναι. PROCLUS. | |
sch628bis | ὩΡΑΙΟΝ. Τὸν ὥριμον, τὸν δυνάμενον πλούσιόν σε ποιῆσαι καὶ θρέψαι. PROCLUS. | |
sch628ter | ΑΥΤΟΣ Δ’ ὩΡΑΙΟΝ. Σὺ δὲ καρτέρει καὶ καρα‐ δόκει τὸν ὥριον πλοῦν, ὃν προϊὼν ἐρεῖ πεντήκοντα· ἡμερῶν εἶναι, ἀπαρχῆς τῆς θερινῆς τροπῆς μέχρις ὅλου θέρους· καὶ τότε μόνον, φησὶ, ναυτίλλου. TZETZES. | |
sch630 | ΑΡΜΕΝΟΝ ΕΝΤΥΝΑΣΘΑΙ. Ἀντὶ τοῦ ἁρμόδιον | |
εὐτρεπίζεσθαι. PROCLUS. | 360 | |
sch630bis | ΑΡΜΕΝΟΝ. Ἁρμόδιον. Πολλοὶ γὰρ δι’ ὑπερβάλ‐ λουσαν αἰσχροκέρδειαν ὑπέρμετρον φόρτον ἐνθέμενοι ταῖς ναυσὶ κἀκείνας ὑποβρυχίους ποιοῦσι, καὶ ἑαυτοὺς προσαπολ‐ λύσουσιν. TZETZES. | |
sch631 | ὩΣΠΕΡ ΕΜΟΣ ΤΕ ΠΑΤΗΡ. Τοῦτό φησι, διὰ τὸ μιμεῖσθαι τὸν πατέρα. Ἑλλάνικος δὲ Φορωνίδι ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸν Ἡσίοδον. PROCLUS. | |
sch631bis | ὩΣΠΕΡ ΕΜΟΣ ΤΕ ΠΑΤΗΡ. Ταῦτα καὶ τὰ ἑξῆς εἰς ζῆλον ἀνεγείρει τοῦ πατρὸς τὸν Πέρσην, εἰ μὴ γεωργεῖν ἐθέλοι, ναυτίλλεσθαι· καὶ γὰρ ἐκεῖνον ἐκ τῆς Κύμης, μία δὲ αὕτη τῶν Αἰολίδων πόλεων, ἥκειν εἰς Βοιωτίαν, διὰ τὸ βίον | |
5 | ἐθέλειν ἑαυτῷ περιποιήσασθαι, οὐ πλοῦτον φεύγοντα, ἀλλὰ πενίαν, καὶ οἰκῆσαι τοῦτο δὴ τὸ λυπρότατον πολίχνιον, τὴν δὲ Ἄσκρην χαλεπὴν καὶ θέρους ὥρᾳ καὶ χειμῶνος ὑπάρχου‐ σαν καταλιπεῖν. Κεῖται μὲν οὖν ὑπὲρ τὴν ὁδὸν ἣν βαδίζουσιν οἱ ἐπὶ τὸ Μουσεῖον ἀπιόντες αὕτη ἡ Ἄσκρη. Τοῦ δὲ Ἑλικῶ‐ | |
10 | νος ἐκκειμένου τοῖς ἀνέμοις, καὶ θαυμαστὰς μὲν ἀναπαύλας ἔχοντος ἐν θέρει, δυσηνέμου δὲ ὄντος ἐν χειμῶνι, τὴν Ἄσκρην ἐν τῷ μεσημβρινῷ κειμένην τοῦ ὄρους, τῆς μὲν ἐκ τῶν ἀνέμων ἀπολαύειν βίας, ἐν δὲ τῷ θέρει τὸ εὔπνουν μὴ ἔχειν. Ἀοίκητον δὲ αὐτὸ ὁ Πλούταρχος ἱστορεῖ καὶ τότε εἶναι, Θε‐ | |
15 | σπιέων ἀνελόντων τοὺς οἰκοῦντας, Ὀρχομενίων δὲ τοὺς σω‐ θέντας δεξαμένων· ὅθεν καὶ τὸν θεὸν Ὀρχομενίοις προστάξαι τὰ Ἡσιόδου λείψανα λαβεῖν, καὶ θάψαι παρ’ αὐτοῖς, ὡς καὶ Ἀριστοτέλης φησὶ, γράφων τὴν Ὀρχομενίων πολιτείαν. Τὰ μὲν οὖν κατὰ τὴν Ἄσκρην, ταῦτα. Τὸν δὲ πατέρα φησὶ με‐ | |
20 | τανάστην γενέσθαι, ἐκ τῆς Κύμης ἐλθόντα, ἀφ’ ἧς καὶ Ἔφο‐ ρος ἦν, βίου δεόμενον· καὶ ἐθέλων εἰπεῖν ὅτι ἦλθον εἰς Βοιω‐ τίαν, οὕτως εἶπεν, | |
ὅς ποτε καὶ τῇδ’ ἦλθε, βαθὺν διὰ πόντον ἀνύσσας. Δηλοῖ γὰρ αὐτὸ τοῦτο τὸ, τῇδε, οὐκ ἄλλο τι, ἢ τὸ τῇδε | 361 | |
25 | καὶ ἐνταῦθα. Καὶ οἱ λεξογράφοι Κρητῶν εἶναι τὴν φωνὴν ἀνέγραψαν. Μέλει γὰρ οὐδὲν τοῖς ποιηταῖς τὴν πολλῶν συν‐ ήθειαν ἐκτρεπομένοις καὶ τοιαύταις διδόναι χώραν λέξεσι. PROCLUS. | |
sch631ter | ΕΜΟΣ ΤΕ ΠΑΤΗΡ ΚΑΙ ΣΟΣ. Ὁ Δῖος, οὗτος γὰρ ἦν τούτοις πατήρ· μήτηρ δὲ ἡ Πυκιμήδη. TZETZES. | |
sch632 | ΠΛΩΙΖΕΣΚΕΝ ΝΗΥΣΙΝ. Ἐνεπορεύετο, ἐναυ‐ τίλλετο. TZETZES. | |
sch632bis | ΒΙΟΥ ΚΕΧΡΗΜΕΝΟΣ ΕΣΘΛΟΥ. Ἑξαχῶς τοῦ βίου λεγομένου, τοῦ κόσμου, τῆς ζωῆς, τῶν τροφῶν, τῆς περιουσίας, τῆς τέχνης, καὶ τοῦ τρόπου, νῦν τροφῆς πλέ‐ ον, ἢ τῆς περιουσίας λέγει. TZETZES. | |
sch632ter | ΠΛΩΙΖΕΣΚΕΝ. Ἀπὸ τοῦ πλέω πλώω, ἀφ’ οὗ πλωΐζομαι, καὶ ἀπὸ τούτου πάλιν πλωϊζέσκω ἐνεστὼς, καὶ πλωΐζεσκον παρατατικός. Ἐπὶ δύο σημαινομένων τίθησι τὸ κεχρῆσθαι· ἐνίοτε μὲν ἐπὶ τοῦ ἔνδειαν ἔχειν, ἐνίοτε δὲ ἐπὶ τοῦ | |
5 | χρείαν ἔχειν. Ἔμπορος ὁ ἐπ’ ἀλλοτρίας νεὼς τὸν πλοῦν ποι‐ ούμενος, καὶ ἐμπορεύεσθαι ἐπὶ τούτου· ἔμπορος καὶ ὁ ἀποδη‐ μῶν ἐπὶ τῷ πορίζεσθαι πλοῦτον διὰ τοῦ πιπράσκειν καὶ ὠνεῖ‐ σθαι, καὶ ἐμπορεύεσθαι τὸ τοῦτο ποιεῖν· καθ’ ὃ σημαινόμε‐ νον λέγεται ἐνταῦθα ἡ ἐμπορία. MOSCHOP. | |
sch633 | ὉΣ ΠΟΤΕ ΚΑΙ ΤΗιΔΕ. Λέγουσι τὸν πατέρα Ἡσιόδου πένητα ὄντα, δανειστὰς πολλοὺς ἐσχηκέναι, διὸ καὶ πέφευγε τὴν πατρίδα. Ἔφορος δέ φησι τοῦτον εἰς Ἄσκρην ἐλθεῖν, οὐ δι’ ἐμπορίαν, ἀλλὰ φόνον ἐμφύλιον ἐργασάμενον. | |
5 | PROCLUS. | |
sch633bis | ὉΣ ΠΟΤΕ. Ὅστις πατὴρ ἡμῶν καὶ ἐν τῇ Ἄσκρῃ ταύτῃ ἐλθὼν κατῴκησε, διανύσας καὶ περάσας πολλὴν θά‐ λασσαν ἐν νηῒ, καταλιπὼν Κύμην τὴν ἑαυτοῦ πατρίδα, τὴν νῦν Φρικώνιδα καλουμένην, οὖσαν μίαν τῶν Αἰολικῶν πό‐ | |
5 | λεων· αἱ δὲ Αἰολίδες πόλεις περὶ Μιτυλήνην εἰσὶ, καὶ αἱ νῆ‐ σοι ὁμοίως. Ἔστι δὲ καὶ ἑτέρα Κύμη τῆς Ἰταλίας, ὅθεν ἦν ἡ Σίβυλλα, καὶ Αἰολίδες νῆσοι τοῦ Ῥηγίου, ὧν ἦρχεν Αἴολος ὁ Ἱππότου ὁ μαθηματικὸς, καὶ ναυτικώτατος, ὃν καὶ δεσπό‐ την ἀνέμων ἐμυθεύσαντο. TZETZES. | 362 |
sch635 | ΟΥΚ ΑΦΕΝΟΣ ΦΕΥΓΩΝ. Ἐπειδή τινες φεύγουσι τὴν πατρίδα μηδενὸς δεόμενοι· οὗτος δὲ πένης ὢν διέφυγε. Μένανδρος δέ φησι· Δεῖ γὰρ ἢ πλουτεῖν ὅπως μὴ μάρτυρας πολλοὺς ἔχειν | |
5 | Τοὺς ὁρῶντας. — Ἐν εἰρωνείᾳ δέ φησι· πένης γὰρ ἦν. Τρισὶ δ’ ἰσοδυναμούσαις ἐχρήσατο λέξεσιν οὗτος. PROCLUS. | |
sch635bis | ΟΥΚ ΑΦΕΝΟΣ ΦΕΥΓΩΝ. Εἰρωνικὰ ταῦτα, καὶ ἠθικά. τουτέστιν, οὐ πλουτῶν πέφευγεν, ἀλλὰ διὰ χρείαν. TZETZES. | |
sch635ter | ΟΥΚ ΑΦΕΝΟΣ ΦΕΥΓΩΝ, ΟΥΔΕ ΠΛΟΥΤΟΝ ΤΕ ΚΑΙ ΟΛΒΟΝ, Ἐκ παραλλήλου, ΑΛΛΑ ΚΑΚΗΝ ΠΕ‐ ΝΙΑΝ, ἣν ὁ Ζεὺς δίδωσι τοῖς ἀνθρώποις. Τουτέστιν, οὐ πλούσιος ὢν ἔφευγεν, ὅπερ τινὲς ποιοῦσι φεύγοντες τὴν πα‐ | |
5 | τρίδα μηδενὸς δεόμενοι, ἀλλὰ πένης· ᾤκησε δὲ πλησίον τοῦ Ἑλικῶνος, ἐν κώμῃ οἰκτρᾷ τῇ Ἄσκρῃ, κατὰ τὸν χειμῶνα κακῇ οὔσῃ, κατὰ τὸ θέρος ἀργαλέᾳ, ἤγουν βαρείᾳ, ἀλγεινῇ· οὐδέποτε ἐσθλῇ, ἤγουν ἀγαθῇ. Κώμη δέ ἐστιν ἡ ἀτείχιστος τῶν ἀνθρώ‐ πων συνοικία. MOSCHOP. | |
sch636 | ΤΗΝ ΖΕΥΣ. Ἥντινα ἡ εἱμαρμένη δίδωσι τοῖς ἀνθρώποις. TZETZES. | |
sch637 | ΝΑΣΣΑΤΟ. Κατῴκησεν, ἄγχι καὶ πλησίον τοῦ Ἑλικῶνος ὄρους. TZETZES. | |
sch637bis | ΟΙΖΥΡΗι. Ἐπιπόνῳ, χαλεπῇ. TZETZES. | 363 |
sch637ter | ΚΩΜΗι. Οὐχ ἡ πόλις, ἀλλ’ ἡ μείζων ἀγροικία, ἤγουν τὸ μέγιστον χωρίον. TZETZES. | |
sch638 | ΑΣΚΡΗι, ΧΕΙΜΑ ΚΑΚΗι. Ἄριστον τὸ σχῆμα ἐκ παραλλήλου. PROCLUS. | |
sch638bis | ΑΣΚΡΗι, ΧΕΙΜΑ ΚΑΚΗι. Εὔδοξος οὖν φησι ταύτην ἀνήλιον εἶναι ἐν χειμῶνι, διὰ τὸ ὄρος τὸ ἐν Ἑλικῶνι, ἔστι δὲ τοῦτο τῆς Βοιωτίας· καὶ ἐν τῷ θέρει φλέγεσθαι. Ἔστιν οὖν ἡ Ἄσκρη δυσχείμερος· ἀνάγκη γὰρ χιονίζεσθαι αὐτὴν οὖσαν | |
5 | ἐγγὺς τοῦ ὄρους. PROCLUS. | |
sch638ter | ΑΣΚΡΗι ΧΕΙΜΑ ΚΑΚΗι. Ἔφη μὲν καὶ κατ’ ἀρχὰς ὅτι δυσχείμερος καὶ κακοθέρειος ἡ Ἄσκρη, ἐν μὲν τῷ θέρει τῇ ὑπεροχῇ τοῦ ὄρους ἀπειργομένη καταπνέεσθαι, ἐν χειμῶνι δὲ τῆς ἐκείνου χιόνος εἰς αὐτὴν καταῤῥιπτουμένης μετέ‐ | |
5 | χουσα, καὶ τῆς ἡλιακῆς τοῦτο ἀκτῖνος κεκτημένη διάφραγμα. TZETZES. | |
sch639 | ΤΥΝΗ Δ’ Ω ΠΕΡΣΗ. Τὸν καιρὸν μεμνῆσθαι διδάσκει, καθάπερ ἐπὶ τῆς γεωργίας, καὶ ἐπὶ τῆς ναυτιλίας. Καὶ πρὸς τοῦτον εἰ θέλοι φόρτον ἐντιθέναι, μὴ ὀλίγην ναῦν, ἀλλὰ μεγάλην παρασκευάζεσθαι. ΤΗΝ δὲ ΟΛΙΓΗΝ ΑΙΝΕΙΝ, | |
5 | τουτέστι χαίρειν ἐᾶν τὴν μικρὰν ναῦν, ὥστε ὁ αἶνος εἴρηται κατ’ εἰρωνείαν. Εἰ οὖν βούλει, φησὶ, συλλέξαι βίον ἑαυτῷ ἀντὶ γεωργίας ναυτιλίαν αἱρούμενος· καὶ πάλιν ΑΕΣΙΦΡΟΝΑ εἴρηκε τὸν τοῦτο αἱρούμενον, ναῦν δὲ μείζονα παραλαμβάνειν καὶ γὰρ μεῖζον τὸ κέρδος, καὶ ἧττον τὸ κινδυνεύειν. Καὶ πεί‐ | |
10 | θεσθαι τὸν καιρὸν αὐτῷ διδάσκοντι εἰ καὶ μὴ ἔχοι πεῖραν τῶν κατὰ θάλατταν. Περὶ ναυτιλίης μάλιστα μελέτω σοι. Ἡ γὰρ ἐν τῇ γῇ ἀστοχία ζημίαν μόνον οὐσίας ποιεῖ, ἡ δὲ θάλασσα καὶ αὐτῆς τῆς ζωῆς. PROCLUS. | |
sch639bis | ΤΥΝΗ. Σὺ, Δωρικῶς· σὺ δὲ ὦ Πέρση, ἔσο με‐ μνημένος πάντων τῶν ἔργων εὐκαίρως, περὶ ναυτιλίας δὲ ἐξαι‐ | |
ρέτως, τὴν ὀλίγην καὶ μικρὰν νῆα παραιτοῦ. Τοῦτο γὰρ ση‐ μαίνει τὸ αἴνει εἰρωνικῶς. Ἐν τῇ μεγάλῃ δὲ φορταγώγει τὰ | 364 | |
5 | τῆς ἐμπορίας, ὅπως μείζονος ὄντος σοι τοῦ φόρτου τοῦ ἐμπο‐ ρεύματος, μεῖζον ἐπακολουθήσει σοι καὶ τὸ κέρδος, εἴπερ οὐ τρικυμία καὶ ναυαγία γενήσεται. Ἄλλοι δὲ οὕτω φασί· περὶ ναυτιλίας δὲ καὶ εἰς διαπόρθμευσιν αἴνει καὶ ἐπαίνει μικρὰν ὁλκάδα· εἰς φορταγωγίαν δὲ καὶ ἐμπορίαν, τὴν μεγάλην ναῦν. | |
10 | TZETZES. | |
sch639ter | ΤΥΝΗ Δ’ Ω ΠΕΡΣΗ. Σὺ δὲ ὦ Πέρση. Τὸ σὺ οὐ πρὸς ἕτερον πρόσωπον λέγεται, ἀλλ’ οὕτω κἀνταῦθα λέγεται ὡς ἐν τῷ, σοὶ δ’ οὐκέτι δεύτερον ἔσται ὧδ’ ἕρδειν, | |
5 | ἐπὶ δοτικῆς. Σὺ δὲ ὦ Πέρση πάντων τῶν ἔργων μεμνημένος εἶναι, τουτέστιν ἔσο, ὡραίων, ἐπιῤῥηματικῶς, ἀντὶ τοῦ κατὰ τὸν προσήκοντα αὐτοῖς καιρόν. Περὶ ναυτιλίας δὲ μάλιστά σε παρακελεύομαι, νῆα ὀλίγην, ἀντὶ τοῦ μικρὰν, αἰνεῖν, τουτέ‐ στι χαίρειν ἐᾷν· μεγάλῃ δὲ ἐνθεῖναι τὰ φορτία· μείζων μὲν ὁ | |
10 | φόρτος ἔσται ἐν τῇ μεγάλῃ νηῒ, μεῖζον δὲ τὸ κέρδος, ἐπὶ τῷ καὶ ἐν ἀσφαλεστέρῳ εἶναι. Τοῦτο γὰρ βούλεται τὸ ἐπὶ κέρδει ἐὰν οἱ ἄνεμοι μακρὰν ἔχωσι τὰς ἀήτας, ἀντὶ τοῦ τὰς πνοὰς τὰς κα‐ κὰς, ὁπηνίκα ἂν ἐπ’ ἐμπορίαν τρέψῃς τὸν μετέωρόν σου λογι‐ σμὸν, βούλῃ δὲ τὰ χρέα τε φυγεῖν καὶ τὸν ἀτερπῆ λιμὸν, ἤγουν | |
15 | ἐφ’ ᾧ οὐδεὶς τέρπεται· δείξω δή σοι, ἤγουν διδάξω σε τὰ μέτρα, τουτέστι τὴν τάξιν τῆς θαλάσσης τῆς πολυφλοίσβου, οὔτε ἕνεκα ναυτιλίας δεδιδαγμένος ὢν κατά τι, οὔτε ἕνεκα νηῶν δεδιδαγ‐ μένος ὢν κατά τι· οὐ γὰρ πώποτε ἐπὶ νηῒ ἔπλεον πλατὺν πόν‐ τον, εἰ μὴ ὅτε ἔπλευσα εἰς Εὔβοιαν ἐξ Αὐλίδος, ὅπου ποτε οἱ | |
20 | Ἀχαιοὶ πολὺν λαὸν συνήγειραν, ἤγουν συνήθροισαν, ἀπὸ τῆς ἱερᾶς Ἑλλάδος ἐς τὴν Τροίαν τὴν καλλιγύναικα, ἀπελευσόμενοι δηλονότι. Ἐνθάδε ἐγὼν, ἤγουν ἐκεῖσε, εἰς (τὴν Χαλκίδα ἐπέ‐ ρασα. Διὰ μὲν τοῦ ἐκεῖσε τὸ καθόλου δηλοῖ, διὰ δὲ τοῦ εἰς τὴν Χαλκίδα τὸ μέρος ὁρίζει, εἰς ὃ ἀπῆλθεν, ἐπὶ τὰ ἆθλα, ἀντὶ | |
25 | τοῦ τοὺς ἀγῶνας, καὶ τὰ ἐπὶ τοῖς ἀγῶσι βραβεῖα τοῦ Ἀμφιδά‐ μαντος, ἤγουν τὰ ἐπὶ τῷ Ἀμφιδάμαντι τῷ δαΐφρονι, τουτέστι | |
τῷ συνετὰ δεδιδαγμένῳ. Τὰ δὲ ἆθλα τῶν μελλόντων ἀγωνί‐ ζεσθαι οἱ παῖδες αὐτοῦ τοῦ Ἀμφιδάμαντος οἱ μεγαλόψυχοι ἔθεσαν πολλὰ προπεφραδμένα, ἤγουν προκεκηρυγμένα, ὅπου | 365 | |
30 | φημὶ νικήσαντα ἐμὲ ὕμνῳ, ἀντὶ τοῦ ποιήσει, ᾠδῇ, φέρειν ἆθλον τρίποδα ὠτώεντα, ἤγουν ὠτία ἔχοντα· τὸν μὲν ἐγὼ Μούσαις Ἑλικωνιάσιν ἀνέθηκα, ὅπου με τοπρῶτον ἐμμελοῦς ἐπεβίβα‐ σαν ποιήσεως· κατὰ τοσοῦτον πεπείραμαι τῶν νηῶν τῶν πολυ‐ γόμφων· ἀλλὰ καὶ οὕτως ἐρῶ τὸν νοῦν τοῦ Διὸς τοῦ αἰγιόχου, | |
35 | ἤγουν τὸ θέλημα, ὅτε ποιεῖ δηλονότι ἄφοβον τὸν πλοῦν· αἱ Μοῦσαι γάρ μ’ ἐδίδαξαν ποίησιν ποιεῖν ἀθέσφατον, ἤτοι ἄγαν θείαν. Ὁδεύειν ἐπὶ ξηρᾶς, πλεῖν καὶ στέλλεσθαι ἐπὶ θαλάσσης, πορεύεσθαι ἐπ’ ἀμφοτέρων· ἀφ’ ὧν ὀνόματα, ὁδὸς ἐπὶ ξηρᾶς, πλοῦς καὶ στόλος ἐπὶ θαλάσσης, τὸ μὲν κοινὸν, τὸ δὲ στόλος | |
40 | ποιητικὸν, πορεία δὲ ἐπ’ ἀμφοτέρων. Νεῖν δὲ καὶ κολυμβᾶν ταυτόν· ἀπὸ τοῦ κολυμβᾶν ὄνομα ὁ κολυμβητής. MOSCHOP. | |
sch640 | ΝΗ’ ΟΛΙΓΗΝ. Τὴν μικρὰν ναῦν εἰς τὸ πλεῖν δι’ ἀπόκρισιν, διὰ τὸ σύντομον· τὴν δὲ μεγάλην, εἰς τὸ ἐμπορεύ‐ εσθαι. Αἰνεῖν δέ τινες παραιτεῖσθαι παρέλαβον, ὥσπερ ἐπαινὴν Περσεφόνειαν. PROCLUS. | |
sch644 | ΕΥΤ’ ΑΝ ΕΠ’ ΕΜΠΟΡΙΗΝ. Ὁπόταν ἐπὶ τῷ ἐμπορεύεσθαι τρέψας ἑαυτὸν βουληθῇς τὰ χρέα σου φυγεῖν, καὶ τὸν τῆς ἀργίας λιμὸν, ἐγώ σοι δείξω πότε δεῖ πλεῖν, οὐκ ἔμπειρος ὢν τοῦ πλοῦ· οὐ γάρ ποτ’ ἔπλευσα εἰ μὴ εἰς Χαλκίδα | |
5 | τῆς Εὐβοίας ἀπὸ τῆς Αὐλίδος, ὅτε ἠγωνισάμεθα ἐπὶ τῷ τάφῳ | |
Ἀμφιδάμαντος τοῦ βασιλέως Εὐβοίας. PROCLUS. | 366 | |
sch644bis | ΕΥΤ’ ΑΝ ΕΠ’ ΕΜΠΟΡΙΗΝ. Ἡνίκα δὲ τὸν σὸν λογισμὸν τρέψῃς, ἀπὸ τῆς βίας καὶ τῶν ἁρπαγῶν δηλονότι, βουληθῇς δὲ ἐμπορευόμενος τὰ χρέα φυγεῖν, καὶ τὸν λιμὸν, δείξω καὶ ὑποθήσομαί σοι τὰ μέτρα, καὶ τὰ ἁρμόδια τῇ θα‐ | |
5 | λάττῃ, καὶ τῇ ναυτιλίᾳ, οὐ σεσοφισμένος ὢν τῆς ναυτικῆς, οὐ γὰρ ἔπλευσά ποτε εἰ μὴ εἰς Εὔβοιαν, ἤτοι τὸν Εὔριπον ἀπ’ Αὐλίδος. Πάνυ δὲ ὅ φησι διάστημα ὀλίγον· ἡ γὰρ Αὐλὶς τοῦ Εὐρίπου ἐστίν. Κωμῳδεῖται δὲ, ὑπισχνούμενος διδάξαι περὶ ὧν οὐδ’ ὅλως ἐπίσταται. Εὔβοια δὲ ἐκλήθη ἀπὸ Εὐβοίας | |
10 | τροφοῦ Διός. Αὐλὶς δὲ ἀπὸ τοῦ ἐκεῖσε αὐλισθῆναι τοὺς Ἕλληνας, ὅτε ἐποιοῦντο τὸν πρὸς τὴν Τροίαν ἀπόπλουν, ἢ ἀπὸ Αὐλίδος τῆς Φορωνέως. TZETZES. | |
sch647 | ΟΥΤΕ ΤΙ ΝΑΥΤΙΛΙΗΣ. Σημειοῦται ὁ στίχος οὗτος. Εἰπὼν γὰρ εἶναι ἄπειρος ναυτιλίας πῶς ὑποτίθεται αὐτὴν, ΕΙ ΜΗ ΕΙΣ ΕΥΒΟΙΑΝ, οὐχ ἱμείρων τοῦ πλοῦ. Ἐκλήθη δὲ Εὔβοια, ἀπὸ Εὐβοίας τῆς θρεψαμένης τὴν Ἥραν. | |
5 | PROCLUS. | |
sch648 | ΟΥ ΓΑΡ ΠΩΠΟΤΕ ΝΗΙ Γ’ ΕΠΕΠΛΩΝ. Ταῦτα | |
πάντα περὶ τῆς Χαλκίδος τοῦ Ἀμφιδάμαντος, καὶ τοῦ ἄθλου, καὶ τοῦ τρίποδος, ἐμβεβλῆσθαι φησιν ὁ Πλούταρχος οὐδὲν ἔχοντα χρηστόν. Τὸν μὲν οὖν Ἀμφιδάμαντα ναυμαχοῦντα | 367 | |
5 | πρὸς Ἐρετριέας ὑπὲρ τοῦ Ληλάντου ἀποθανεῖν· ἆθλα δὲ ἐπ’ αὐτῷ καὶ ἀγῶνες ἐγένοντο τελευτήσαντος παρὰ τῶν ἑαυτοῦ παίδων· νικῆσαι δὲ ἀγωνιζόμενον τὸν Ἡσίοδον, καὶ ἆθλον μουσικὸν τρίποδα λαβεῖν, καὶ ἀναθεῖναι τοῦτον ἐν τῷ Ἑλικῶνι, ὅπου καὶ κάτοχος ἐγεγόνει ταῖς Μούσαις, καὶ ἐπίγραμμα ἐπὶ | |
10 | τούτῳ θρυλλοῦσι. Πάντα οὖν ταῦτα ληρώδη λέγων ἐκεῖνος ἀπ’ αὐτῶν ἄρχεται τῶν εἰς τὸν καιρὸν τοῦ πλοῦ συντεινόντων, ἤματα πεντήκοντα λέγων. Τὸ δὲ Ἡι ΠΟΤ’ ΑΧΑΙΟΙ ἀντὶ τοῦ ὅπου ποτὲ οἱ Ἕλληνες συνήχθησαν. PROCLUS. | |
sch652 | ΑΜΦΙΔΑΜΑΝΤΟΣ. Οὗτος ὁ Ἀμφιδάμας Εὐβοίας ὢν βασιλεὺς πρὸς Ἐρετριέας ναυμαχῶν ἀνῃρέθη· καὶ οἱ παῖδες αὐτοῦ ἐπ’ αὐτῷ προεκήρυξαν ἀγῶνας παντοίους, καὶ ἆθλα, ὅπερ τὸ ΠΡΟΠΕΦΡΑΔΜΕΝΑ δηλοῖ, ἤγουν προκεκηρυγ‐ | |
5 | μένα. Οὗ νικήσας Ἡσίοδος, ὡς ληροῦσι, τὸν ἡμίθεον Ὅμηρον, τρίποδα ἔλαβε, καὶ ταῖς Ἑλικωνίτισι Μούσαις ἀνέθετο, ὅπου πρῶτος ὢν παῖς ἐπαιδεύετο· ἢ καὶ κόπῳ καὶ μόχθῳ ἀνυπερ‐ βλήτῳ χρησάμενος ἐμεμαθήκει, ἅπερ μεμάθηκεν. Ὅτι δὲ ὕστερος ἦν Ἡσίοδος τοῦ παλαιοῦ Ὁμήρου, καὶ πρότερον | |
10 | εἰρήκειν, κἂν καὶ ὁ Ἡρόδοτος, ὁ ἐν πολλοῖς ἐμοὶ ἐλεγχθεὶς ὡς ψευδηγορῶν, ὁμοχρόνους τούτους φησί. Καὶ εἰ ὁμόχρονος ἦν Ἡσίοδος, ὁ θεῖος ἐκεῖνος ἀνὴρ ἡττήθη ἂν εὖ οἶδα, καὶ οὐκ ἐνδοιάζων φημί. Αἰεὶ γὰρ κατὰ τοῦτον τὰ χερείονα νικᾷ. TZETZES. | |
sch653 | ΤΑ ΔΕ ΠΡΟΠΕΦΡΑΔΜΕΝΑ. Τὰ ἆθλα, τῶν ἀγωνιζομένων δηλονότι, προκεκηρυγμένα ἦσαν. PROCLUS. | |
sch655 | ὙΜΝΩι ΝΙΚΗΣΑΝΤΑ. Ἄλλοι γράφουσιν, Ὕμνῳ νικήσαντ’ ἐν Χαλκίδι θεῖον Ὅμηρον. PROCLUS. | |
sch656 | ΤΟΝ Τριπόδα ἐγὼ, φησὶν, ἀνέθηκα εἰς τὸν τόπον, | |
ὅπου ἐποίησάν με ἐκ ποιμένος ἀοιδὸν αἱ Μοῦσαι. PROCLUS. | 368 | |
sch657 | ΕΝΘΑ ΜΕ ΤΟ ΠΡΩΤΟΝ. Ἢ ἐν Χαλκίδι, ἢ ἐν ἄλλῳ τόπῳ, ὅπου πρῶτον ὑπήντησαν αὐτῷ αἱ Μοῦσαι. PRO‐ CLUS. | |
sch659 | ΝΟΟΝ ΑΙΓΙΟΧΟΙΟ. Τὸ θέλημα τοῦ Διός. [τὸ πότε ἐστὶ πλεῖν ἀφόβως.] PROCLUS. | |
sch661 | ΗΜΑΤΑ ΠΕΝΤΗΚΟΝΤΑ. Οὐ λέγει μετὰ πεντή‐ κοντα τῆς τροπῆς τῆς θερινῆς ἡμέρας ὡραῖον εἶναι τὸν πλοῦν, ἀλλὰ μετὰ τὴν τροπὴν ὡραῖον εἶναι, πεντήκοντα πάσας ἡμέ‐ ρας, εἰ μή τις θεομηνία συμπεσοῦσα τῶν θαλαττίων δαιμόνων | |
5 | κατεάξοι τὴν ναῦν, ἢ καὶ αὐτοῦ τοῦ Διός· ἐν γὰρ τούτοις εἶναι τὸ τέλος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν κατὰ θάλατ‐ ταν· Ποσειδῶνι μὲν ὡς λαχόντι τὸν κλῆρον τοῦτον· Διῒ δὲ, ὡς διὰ τοῦ ἀέρος παντοίως κινοῦντι τὴν θάλασσαν. Τότε δ’ οὖν εὐκρινεῖς εἶναι τοὺς ἀνέμους καὶ ἀπήμονα τὸν πλοῦν· καὶ γὰρ | |
10 | μεθ’ ἡμέραν ἐτήσιοι πνέουσι, καὶ νύκτωρ ἐκ τῶν δρόσων αὖραι γίνονται μέτριαι τοῖς παρὰ τὴν γῆν πλέουσιν. ΑΛΛΩΣ. Μετὰ πεντήκοντα ἡμέρας τῆς τροπῆς τοῦ θέρους, τότε γὰρ λεπτότε‐ ροι καὶ καθαρώτεροί εἰσιν οἱ ἄνεμοι. Μετὰ γὰρ τὰς πεντή‐ κοντα θερινὰς ἡμέρας πνέουσιν οἱ ἄνεμοι οἱ ἐτήσιοι, ὅτε ὁ | |
15 | ἥλιος ᾖ ἐν Λέοντι· Ἕλληνες δὲ ἐν Καρκίνῳ τὸν ἥλιον εἶναί φα‐ σιν, ὅταν θέρος γένηται· Αἰγύπτιοι δὲ ἐν Κριῷ· Χαλδαῖοι δὲ ἄλλως. PROCLUS. | |
sch661bis | ΗΜΑΤΑ ΠΕΝΤΗΚΟΝΤΑ. Ἐντεῦθεν ἀπάρχεται τῆς ὑπεσχημένης διδασκαλίας τοῦ πλοῦ, καί φησι· μετὰ τὸ ἐνστῆναι τὰς τροπὰς τοῦ ἡλίου τὰς θερινὰς, ν ὅλας ἡμέρας ἄχρις ἂν τελεσθῇ τὸ κοπιηρὸν θέρος, ἡ κοπιηρὰ καὶ ἐργω‐ | |
5 | δέστατος ὥρα, καίριος ὁ πλοῦς τυγχάνει καὶ δεξιώτατος· οὐ κατάξαις δὲ τὴν ναῦν τότε, ὑπὸ τρικυμίας δηλονότι, καὶ τῆς | |
τῶν πνευμάτων σφοδρότητος, οὔτε οἱ ἄνθρωποι ναυαγήσουσιν, εἰ μή τι καινότερον συμβαίη περὶ τὴν θάλασσαν. Ἢ ὁ Ζεὺς καὶ ἡ Εἱμαρμένη, ἡ καὶ ἀνέμων καὶ στοιχείων κρατοῦσα, ἀντι‐ | 369 | |
10 | πράττει τοῖς σοῖς ναυκληρήμασι, τότε ἀνέμων πνεόντων εὐκρά‐ των, καὶ τῆς θαλάσσης γαληνιώσης, ἕλκε τὴν ὁλκάδα πρὸς πλοῦν· καὶ ταχέως τὴν ἐμπορίαν ἀνύσας πρὸ τῶν ὀπωρινῶν ὄμβρων καὶ νότων τῶν τότε, ἔχου τῆς οἴκαδε ἀνακομιδῆς. TZETZES. | |
sch661ter | ΜΕΤΑ ΤΡΟΠΑΣ. Τὸ πας μακρὸν ὂν ἐδείχθη βραχὺ, ὡς κοινὴ συλλαβή· λήγει γὰρ εἰς μέρος λόγου. TZETZES. | |
sch661quat | ΗΜΑΤΑ ΠΕΝΤΗΚΟΝΤΑ ΜΕΤΑ ΤΡΟΠΑΣ ΗΕΛΙΟΙΟ. Μετὰ τὰς τροπὰς τοῦ ἡλίου, τὰς θερινὰς δηλον‐ ότι, ἀπὸ τῶν ἑξῆς δὲ τοῦτο γίνεται δῆλον· ἐπάγεται γὰρ εἰς τέλος ἐλθόντος τοῦ θέρους. Ἔχει δὲ πᾶς ὁ λόγος οὕτως· ἐφ’ | |
5 | ἡμέρας πεντήκοντα μετὰ τὰς τροπὰς τοῦ ἡλίου τὰς θερινὰς, εἰς τέλος ἐλθόντος τοῦ θέρους, τουτέστι μέχρι τοῦ τέλους τοῦ θέρους, τῆς ὥρας λέγω τῆς καματώδους, ἤγουν τῆς βαρείας καὶ ἐκλυούσης τὰ σώματα, αἱ πεντήκοντα γὰρ ἡμέραι ἱκαναὶ ἀνα‐ λῶσαι τὴν ἀκμὴν αὐτοῦ ὡς εἰς τέλος ἤδη αὐτὸ καθίστασθαι, | |
10 | ἔγκαιρός ἐστιν ὁ πλοῦς τοῖς ἀνθρώποις· οὔτε ναῦν κατ’ αὐτὰς, τὰς ἡμέρας δηλονότι, κατάξαις ἂν, οὔτε ἀνθρώπους ἀποφθί‐ σειεν ἂν, ἀντὶ τοῦ φθείρειεν, ἡ θάλασσα, εἰ μὴ δὴ πρόφρων, ἀντὶ τοῦ προφρόνως καὶ κατὰ προθυμίαν ἰδίαν, ἐθέλῃ ἀπο‐ λέσαι αὐτοὺς ὁ Ποσειδὼν ἐνοσίχθων, ἤγουν ὁ τὴν γῆν σείων· | |
15 | οὗτος γάρ ἐστιν αἴτιος τῶν σεισμῶν· ἢ ὁ Ζεὺς ὁ βασιλεὺς τῶν θεῶν· ἐν τούτοις γάρ ἐστιν ὁμοίως τὸ τέλος τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν κατὰ θάλασσαν· τῷ Ποσειδῶνι μὲν, ὡς λαχόντι τὸν κλῆρον τοῦτον· τῷ Διῒ δὲ, ὡς διὰ τοῦ ἀέρος παντοίως κινοῦντι τὴν θάλασσαν. MOSCHOP. | |
sch664 | ΚΑΥΑΞΑΙΣ. Κατάξαις, συντρίψαις, Αἰολικῶς. Οἱ γὰρ Αἰολεῖς μετὰ ἄλφα, ἂν ᾖ φωνῆεν, προστιθέασιν τὸ υ· οἷον, ἀὴρ αὐὴρ, ἀὼς αὐὼς, ἅγιος αὕγιος, ἀάτην τὴν βλάβην καὶ τὴν ἀκόρεστον αὐάταν, καὶ τὰ ὅμοια· συμφώνου | 370 |
5 | δ’ ὄντος μεταξὺ, οὐκέτι· ἐπὶ δὲ τῶν μετὰ φωνῆεν τιθεμένων συμφώνων διπλασιάζουσιν αὐτὰ, ἢ τοῖς αὐτοῖς συμφώνοις, ἢ ἁπλῶς συμφώνοις· τοῖς αὐτοῖς μὲν, ὡς τὸ ἔννη, ἄμμες, ὔμμες, πέῤῥαμος ὁ πρίαμος· ἁπλῶς δὲ συμφώνοις, οἷον, νώνυμνος, ὄκχος. Ἀποβάλλουσι δὲ καὶ τὸ γ ἐκ τῶν εἰς υξ, φάρυξ καὶ | |
10 | φόρμιξ λέγοντες, καὶ ἕτερα μυρία· Χροισὸς διὰ διφθόγγου γράφουσι, καὶ Ἀμφιτρυὼν, καὶ ἄδων, καὶ γηρυὼν λέγουσι, καὶ ὕρνιν τὴν ὄρνιν καὶ ἄγυια καὶ ὄργυια καὶ σωπάσομαι, καὶ η γράφεται τὸ κέντη, καὶ τὰ ὅμοια προστακτικὰ, καὶ παρηὰ, καὶ τὰ ὅμοια· καὶ πᾶν ἀπαρέμφατον, καὶ ἕτερα μυρία. | |
15 | TZETZES. | |
sch665 | ΕΙ ΔΗ ΜΗ ΠΡΟΦΡΩΝ. Ἐὰν μὴ ἰδικῶς αὐτοῖς ὁ θεὸς ὀργισθῇ. PROCLUS. | |
sch665bis | ΕΝΟΣΙΧΘΩΝ. Ὁ κινῶν τὴν γῆν· τὸ γὰρ ὕδωρ αἴτιον τῶν σεισμῶν. TZETZES. | |
sch667 | ΕΝ ΤΟΙΣ ΓΑΡ ΤΕΛΟΣ. Ἐν γὰρ τῇ θαλάσσῃ καὶ εἱμαρμένῃ κεῖται τοῖς ναυτιλλομένοις τὸ τέλος ἐσθλῶν τε καὶ | |
φαύλων. TZETZES. | 371 | |
sch668 | ΤΗΜΟΣ Δ’ ΕΥΚΡΙΝΕΕΣ Τ’ ΑΥΡΑΙ. Εὐκρινεῖς, οἷον εὐδιηνοὶ καὶ εὐδιάγνωστοι. PROCLUS. | |
sch668bis | ΤΗΜΟΣ Δ’ ΕΥΚΡΙΝΕΕΣ. Τότε δὴ εὐκρινεῖς τέ εἰσιν αἱ ὧραι, ἤγουν καθαραὶ καὶ διακεκριμέναι, αἷς ἐναντίως ἄκριτα λέγεται πνεύματα, ἤγουν συγκεχυμένα καὶ μαχόμενα. Καὶ ὁ πόντος, ἤγουν ἡ θάλασσα, ἀπήμων, τουτέστιν ἀβλα‐ | |
5 | βὴς, εὔκηλος, ἤτοι ἥσυχος· τότε θαῤῥήσας τοῖς ἀνέμοις ἕλκε ναῦν θοὴν εἰς τὴν θάλασσαν. Πάντα δὲ τὸν φόρτον καλῶς ἐν αὐτῇ τίθει, ἤγουν ἁρμοδίως, ἐκφεύγων δηλονότι τὴν ἀμετρίαν· σπεῦδε δὲ ὅτι τάχιστα εἰς τὸν οἶκόν σου ἐπαναστρέφειν, τοῦτο γὰρ δύναται ὁμοῦ, τὸ πάλιν νέεσθαι. Μηδὲ ἀνάμενε οἶνόν τε | |
10 | νέον καὶ τὸν ὄμβρον τὸν τοῦ μετοπώρου καὶ χειμῶνα ἐπερχό‐ μενον, καὶ τὰς δεινὰς πνοὰς τοῦ νότου. Ἀπὸ τούτων δὲ πάν‐ των τὸ φθινόπωρον θέλει δηλοῦν, καὶ τὰς ἐν αὐτῷ ταραχάς· ἐν αὐτῷ γὰρ καὶ ὄμβροι πολλοὶ καταφέρονται καὶ χειμῶνος γίνεται κινήματα, καὶ ὁ νέος οἶνος ἀποθλίβεται, καὶ συνεχεῖς | |
15 | καὶ χαλεπαὶ πνοαὶ τοῦ νότου συμπίπτουσιν· ὅστις, φησὶν, ὤρινε τὴν θάλασσαν, ἤγουν διήγειρεν, ἀντὶ τοῦ διεγείρει, τα‐ ράσσει· ὁμαρτήσας, ἀντὶ τοῦ ἐπελθὼν, σὺν Διὸς ὄμβρῳ πολλῷ μετοπωρινῷ. Χαλεπὸν δὲ, ἤγουν δυσχερῆ, τὸν πόντον ἐποίησε· τὴν δὲ αἰτίαν τοῦ ἐμπίπτειν τότε τοὺς νότους σὺν πολλῷ ὄμ‐ | |
20 | βρῳ ὁ Πρόκλος λέγει· φησὶ γὰρ, τῶν ἐτησίων παυομένων οἱ νότοι ἐμπίπτουσι, τῆς μεσημβρίας ἀνταπόδοσιν ποιούσης, καὶ ὄμβρους κινοῦσι, δεῦρο πάλιν ὠθοῦντες τὰ νέφη, ὑπὸ τῶν ἐτησίων εἰς ἐκεῖνον ἀπωσθέντα τὸν τόπον. MOSCHOP. | |
sch671 | ΣΠΕΥΔΕΙΝ Δ’ ὉΤΤΙ ΤΑΧΙΣΤΑ. Τῶν ἐτησίων παυομένων οἱ νότοι ἐμπίπτουσι, τῆς μεσημβρίας ἀνταπόδοσιν ποιούσης, καὶ ὄμβρους κινοῦσι, καὶ ἐνταῦθα πάλιν ὠθοῦν‐ τες τὰ νέφη τὰ ὑπὸ τῶν ἐτησίων εἰς ἐκεῖνον ἀπωσθέντα τὸν | |
5 | τόπον, καὶ εἰκότως τόν τε ἀέρα καὶ τὴν θάλατταν ἐκταράττου‐ | |
σιν. PROCLUS. | 372 | |
sch672 | ΜΗ ΔΕ ΜΕΝΕΙΝ ΟΙΝΟΝ ΤΕ ΝΕΟΝ. Τὸ γὰρ μετοπωρινὸν μεγάλοι ὄμβροι καταῤῥέονται, καὶ ἅμα τῷ ὄμβρῳ νότος· τοῖς γὰρ ἐτησίοις παυομένοις ἐπακολουθεῖν νότος εἴωθεν, ὃς ποιεῖ τὸν ὄμβρον. PROCLUS. | |
sch676 | ΑΛΛΟΣ Δ’ ΕΙΑΡΙΝΟΣ ΠΕΛΕΤΑΙ ΠΛΟΟΣ. Τὸν ἐαρινὸν πλοῦν λέγει παραβολώτατον εἶναι, διὸ καὶ ἁρπακτικὸν αὐτὸν καλεῖ. Τὸ γὰρ συνεχὲς οὐκ ἔχει τὰ πνεύματα, καὶ μόλις ἄν τις ἁρπάσειεν ἐπιτηδείου πνεύματος προσβολὴν εἰς τὸ | |
5 | διανύσαι τὸν πλοῦν, ὃν στέλλεται, μετ’ ὀξύτητος. Φράζων δὲ τὸν καιρὸν τοῦτον εἶναί φησιν ἐν ᾧ τῆς συκῆς τὰ ἄκρα φύλλα ποδὶ κορώνης ἐστὶν ὅμοια· τοιαῦτα γὰρ τῷ σχήματι καὶ τηλι‐ καῦτα τὰ φύλλα τότε ποδὶ κορώνης τὴν θέσιν, καὶ τὰς σχέσεις ὁμοίας ἔχοντα· καὶ πάλιν οἰκείοις σημείοις χρῆται καὶ γνωρί‐ | |
10 | μοις, καὶ ταῖς τροπαῖς, ὡς ταῖς φωναῖς τῶν ὀρνίθων γεράνου τινὸς ἢ κόκκυγος, οὕτως καὶ τῆς ἀπὸ τῶν φυτῶν, ὡς τῷ σκολύμῳ ἀνθοῦντι πρότερον, καὶ νῦν τοῖς φύλλοις τῆς συκῆς. Πλείων μὲν οὖν ἡ θάλασσα ἤδη τῆς συκῆς τὰ φύλλα τοιαῦτα σχούσης· ἁρπακτικὸς δὲ ὁ πλοῦς, καὶ οὐκ ἂν ῥᾳδίως ἐκφύγῃ | |
15 | τὶς τὸν κίνδυνον, ἐμπίπτων ἐξαίφνης εἰς πνεύματα ἐναντία, δοκοῦντα οὔρια, οἷς πιστεύοντες κινδυνεύουσιν. ΑΛΛΩΣ. Οὗτος μὲν ὁ πλοῦς ἄριστος καὶ ἀβλαβὴς, ὃν ἄνω εἴρηκεν. Ἄλλον δέ σοι λέγω δεύτερον πλοῦν, οὐ χρηστὸν μὲν, ἀλλὰ διὰ τὴν ἀπληστίαν τῶν ἀνθρώπων, ὅτε γένηται τὸ φύλλον τῆς | |
20 | συκῆς ὅσον ἐπιβᾶσα ἡ κορώνη ἐν τῇ γῇ ποιεῖ τύπον τοῦ ποδὸς, τὸ μέγεθος τοῦ φύλλου ὅτε ᾖ τοσοῦτον, πλεῦσον. Ἔχει δὲ ἐμφερὲς ἡ κορώνη τὸ τοῦ ποδὸς εἶδος τοῖς φύλλοις τῆς συκῆς. Κράδας δὲ λέγουσι τοὺς νέους συκίνους βλαστοὺς, ἀπὸ τοῦ εὐκραδάντους ὑπάρχειν. PROCLUS. | |
sch676bis | ΑΛΛΟΣ Δ’ ΕΙΑΡΙΝΟΣ. Οὗτος μέν ἐστι, φησὶν, ὁ καίριος καὶ εὐπορώτατος πλοῦς· ἔστι δὲ καὶ ἄλλος παρα‐ | |
κεκινδυνευμένος, οὐκ ἐμοὶ ἀρεστὸς, ὁ ἐν καιρῷ γινόμενος ἔαρος, ὁπότε ἐν τῇ συκῇ τοσαῦτα φανῶσι τὰ φύλλα, ὅσον | 373 | |
5 | πατησάσης ἐν γῇ τῆς κορώνης τὸ ἴχνος ἐστίν. Οὗτος μὲν ὁ πλοῦς ἀμφίβολος, καὶ οὐκ ἐμοὶ ἀρεστός. Ἀλλ’ ὅμως καὶ τότε τινὲς πλέουσιν, ἐρασιχρήματοι ἄνθρωποι, τῷ κέρδει θελγόμε‐ νοι· ἰσόψυχα γάρ τισι τῶν ἀνθρώπων τὰ χρήματα. TZETZES. | |
sch676ter | ΑΛΛΟΣ Δ’ ΕΙΑΡΙΝΟΣ. Ἄλλος δὲ πλοῦς ἐστι τοῖς ἀνθρώποις ἐαρινὸς, ὁπηνίκα δὴ ὅσον τύπον τοῦ ἑαυτῆς ποδὸς ποιεῖ ἡ κορώνη ἐπιβᾶσα, τόσον φανείη τοπρῶτον τῷ ἀνθρώπῳ τὸ πέταλον, ἤγουν τὸ φύλλον, ἐν τῇ ἀκροτάτῃ κράδῃ, ἀντὶ | |
5 | τοῦ ἐν τῷ ἀκροτάτῳ τῆς κράδης, τουτέστι τῆς συκῆς· τότε ἐστὶν ἡ θάλασσα ἀμβατὸς, ἀντὶ τοῦ ἀμβατὴ, ἤγουν δυναμένη πλεῖσθαι. Ἐαρινὸς δέ ἐστιν οὗτος ὁ πλοῦς· οὐκ ἔγωγε αὐτὸν ἐπαινῶ· οὐ γάρ ἐστι κεχαρισμένος, ἤγουν ἀρέσκων, τῇ ἐμῇ ψυχῇ. Ἁρπακτός ἐστιν, ἤγουν βίαιος, οὐ τοῦ καιροῦ διδόντος, | |
10 | ἀλλὰ τῶν ἀνθρώπων ἁρπαζόντων αὐτόν. Χαλεπῶς ἂν τότε, ἤγουν δυσχερῶς, ἐκφύγοις κακὸν, ἤγουν βλάβην, κίνδυνον ἀλλὰ καὶ ταῦτα οἱ ἄνθρωποι πράττουσι δι’ ἀπειρίαν νοῦ, δι’ ἀγνωσίαν, τὰ χρήματα γάρ ἐστι τοῖς δειλαίοις ἀνθρώποις ψυχὴ, ἀντὶ τοῦ ἐν ἴσῃ μοίρᾳ τῆς ψυχῆς· διὰ ταῦτα παρακινδυνεύουσι. | |
15 | Χαλεπὸν δέ ἐστιν ἀποθανεῖν τινα ἐν τοῖς κύμασιν. Ἀλλά σε παρακελεύομαι φράζεσθαι, ἤγουν στρέφειν, φυλάττειν τάδε πάντα ἐν ταῖς φρεσὶν, ἤγουν ἐν τῷ λογισμῷ, καθά σε ἀγορεύω, ἀντὶ τοῦ διδάσκω, τοῦτο ποιεῖν δηλονότι· μηδὲ ἐν ναυσὶ κοί‐ λαις ἅπαντα τὸν σὸν βίον, ἤγουν τὴν σὴν περιουσίαν τίθει· | |
20 | ἀλλὰ τὰ πλείονα τῆς περιουσίας σου ἐν τῷ οἴκῳ σου καταλίμ‐ πανε· τὰ δὲ μείονα, ἤγουν τὰ ἐλάττονα, φόρτισον, τουτέστι φόρτον ποίει, ἐν τῇ νηΐ. Εἶτα ἐπάγει τὴν αἰτίαν, δι’ ἣν λέγει μὴ φόρτον πολὺν ἐντιθέναι, καί φησι· χαλεπὸν γὰρ ἐγκύρσαι βλάβῃ μετὰ κύμασιν, ἀντὶ τοῦ ἐν τοῖς κύμασι τοῦ πόντου, ὃ | |
25 | δηλονότι εἰκὸς ποιεῖν τὸν πολὺν φόρτον, βαρουμένης ὑπ’ αὐ‐ τοῦ τῆς νεώς. Χαλεπὸν δὲ καὶ ἐὰν ἐφ’ ἅμαξαν ὑπερβολικὸν ἄχθος θῇς· τοῦτο γὰρ βούλεται τὸ ὑπέρβιον· ἔστι γὰρ ὑπέρ‐ βιον τὸ τὴν ἰσχὺν ὑπερβαῖνον. Ἀείρας, ἀντὶ τοῦ ἐπιθεὶς, τὸν ἄξονα κατάξαις, τὰ δὲ φορτία ἀμαυρωθείη, ἤγουν ἀπολεσθείη, | |
30 | ἀφανισθείη· καὶ ἁπλῶς δηλονότι πάντα τὰ ἀπὸ τῶν ἀμετριῶν συμβαίνοντα, χαλεπά. Τοῦτο γὰρ συνάγεται ἀπὸ τοῦ μὴ στῆ‐ | |
ναι ἐν τῇ νοῦ φόρτου τῆς νεὼς ἀμετρίᾳ, ἀλλὰ καὶ ἑτέραν προσ‐ θεῖναι· καὶ ἔτι ἀπὸ τοῦ ἐπαγομένου τοῦτο δίδοται συνυπα‐ κούεσθαι. Ἐπάγεται γὰρ μέτρα φυλάσσεσθαι, τουτέστι συμ‐ | 374 | |
35 | μετρίαν φύλαττε. Καιρὸς δ’ ἐπὶ πᾶσιν ἄριστος· ἤγουν ὁ ἁρ‐ μόδιος δὲ χρόνος ἔστιν ἄριστος ἐπὶ πᾶσιν· εἰς ὃν ὅρα δηλονότι πρὸ πάντων. MOSCHOP. | |
sch679 | ΑΜΒΑΤΟΣ ΕΣΤΙ ΘΑΛΑΣΣΑ. Ἀττικῶς πέφρα‐ δεν, ὡς καὶ κλυτὸς Ἱπποδάμεια, καὶ θερμὸς ἀϋτμή. PROCLUS. | |
sch679bis | ἉΡΠΑΚΤΟΣ. Ἁρπακτικὸς, φησὶν, ὁ τοιοῦτος πλοῦς. Ἐὰν οὖν ἐπιτύχῃς, ἥρπασας αὐτόν. PROCLUS. | |
sch679ter | ΕΝ ΚΡΑΔΗι. Κράδη, τὸ νεαρὸν τῆς συκῆς φύλλον, κατὰ ἀντίφρασιν, τὸ ἀκράδαντον, καὶ μὴ ῥᾳδίως κινού‐ μενον. TZETZES. | |
sch679quat | ΑΜΒΑΤΟΣ. Εὐεπίβατος, δεξιὸς εἰς τὸ ναυτίλ‐ λεσθαι. TZETZES. | |
sch681 | ΑΙΝΗΜ’. Αἴνημι, αἰνῶ, καὶ κατὰ παραγωγὴν Ἀττι‐ κὴν αἴνημι. TZETZES. | |
sch681bis | ἉΡΠΑΚΤΟΣ. Παράβολος καὶ ῥιψοκίνδυνος ὑπάρ‐ χων. TZETZES. | |
sch682 | ΧΑΛΕΠΩΣ. Μόλις, δυσχερῶς. TZETZES. | |
sch682bis | ΚΑΙ ΤΑ. Καὶ ταῦτα τὰ περὶ τὸν ἐαρινὸν πλοῦν. TZETZES. | |
sch684 | ΧΡΗΜΑΤΑ ΓΑΡ. Τὰ γὰρ χρήματα τὴν ψυχὴν νομίζουσιν οἱ ἄθλιοι τῶν ἀνθρώπων, ὡσανεὶ οἱ φιλάργυροι. PROCLUS. | |
sch687 | ΜΗ Δ’ ΕΝΙ ΝΗΥΣΙ. Ναυτιλλόμενος δὲ μὴ πᾶσαν σου τὴν περιουσίαν ἐν ταῖς ναυσὶν ἕνεκεν ἐμπορίας ἀποτίθου, ἀλλ’ ὑφορώμενος τὸ τῆς θαλάσσης ἀβέβαιον, τὸ τριτημόριον | |
ἔχε πρὸς ἐμπορίαν, τὴν δὲ διπλομοιρίαν οἴκαδε καταλίμπανε· | 375 | |
5 | χαλεπὸν γὰρ δυσκληρώμασι θαλαττίοις περιπεσεῖν, σὺν πολυφόρτῳ νηΐ. Εἶτα φησὶ, καὶ τί φημὶ χαλεπὸν τοῦτο; χαλεπὸν, εἰ καὶ ἐν ἠπείρῳ ἐφ’ ἅμαξαν ὑπερβριθὲς θείης φορ‐ τίον, καὶ κατεάξῃς τὸν ἄξονα, καὶ τοῦτο διαχυθὲν ἀφανές σοι καὶ ἀχρεῖον γενήσεται. Τὴν συμμετρίαν ἐν ἅπασι πράγ‐ | |
10 | μασι, καὶ τοὺς δέοντας καιροὺς ἐπιτήρει. Οὐκ ἔστι δὲ ὑπὸ μέμψιν ὁ Ἡσίοδος, οὐκ εἰδὼς ναυτιλίαν διδάσκειν, ἀλλὰ θερείαις ὥραις μόνον κελεύων ναυτίλλεσθαι. Προειρήκει γὰρ, ὡς ἐμπειρόπλους οὐκ ἐγεγόνει, οὐδὲ τῶν ναυτικῶν ἐπιστήμων. TZETZES. | |
sch690 | ΔΕΙΝΟΝ Δ’ ΕΙ Κ’ ΕΦ’ ἉΜΑΞΑΝ. Δεινὸν δ’ ἐστὶ τὸ εἰς ἅμαξαν θεῖναι πολὺν φόρτον, ἀλλ’ ἐν ἅπασι καλὸν ἡ εὐμετρία καὶ ἡ εὐκαιρία. PROCLUS. | |
sch691 | ΤΑ ΔΕ ΦΟΡΤΙ’ ΑΜΑΥΡΩΘΕΙΗ. Τὰ δὲ φορτία ἀφανισθῇ καὶ ἐλαττωθῇ· δύναται δὲ καὶ κατὰ συναλοιφὴν ἀκούειν ἀμαυρωθείη· δύναται δὲ καὶ μαυρωθῇ· καὶ γὰρ ἐν ἄλλοις, | |
5 | Ῥεῖα τέ μιν μαυροῦσι θεοί. PROCLUS. | |
sch692 | ΜΕΤΡΑ ΦΥΛΑΣΣΕΣΘΑΙ. Εἰπὼν μὴ δεῖν πάντα τῇ νηῒ πιστεύειν, ἀλλ’ οἴκοι τὰ πολλὰ καταλείπειν, διὰ τὴν ἀδηλίαν τῶν ἀνέμων, καὶ παραδείγματι τῷ τῆς ἁμάξης χρησά‐ μενος (καὶ γὰρ ἐκείνῃ φόρτον ἐπιτιθέναι πολὺν οὐκ εὖ ἔχει, | |
5 | μήποτε κατάξῃ τὶς αὐτήν) πανταχοῦ παρακελεύεται τοῦ μέ‐ τρου στοχάζεσθαι, καὶ πρὸ πάντων εἰς τὸν καιρὸν ὁρᾷν. Ἔστι γὰρ οὗτος ἱκανὸς συλλήπτωρ ὧν ἐνεργοῦμεν, ὥσπερ καὶ δύσ‐ μαχος παροφθείς. Ἐναρμόζει γὰρ ἡμῶν τῷ παντὶ τὰς πρά‐ ξεις, καὶ ποιεῖ πρὸς τὴν τοῦ παντὸς σύλληψιν αὐτὰς ἐπιτη‐ | |
10 | δείους· ὀρθῶς καὶ τοῦ Πλάτωνος αἰτιωμένου τῶν ἀποβαινόν‐ | |
των τῷ καιρῷ, οὐ μόνον ἐν τοῖς γάμοις τῆς τῶν παίδων τῶν ἀφυῶν καὶ εὐφυῶν γενέσεως, ἀλλὰ καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς πρακτικοῖς τούτοις, τύχην αὐτοῖς ἐπιστήσας καὶ μετὰ θεοῦ τὰ ἀνθρώπεια κυβερνῶντος. PROCLUS. | 376 | |
sch693 | ὩΡΑΙΟΣ ΔΕ ΓΥΝΑΙΚΑ. Τὰ μὲν περὶ ναυτιλίας αὐτῷ διδάγματα τέλος ἔχει· τὰ δὲ ἑπόμενα, κοινά εἰσιν εἰς πᾶ‐ σαν τείνοντα τὴν τῶν ἀνθρώπων ζωὴν, οὐ γεωργησόντων, οὐδὲ θαλαττουργησόντων· ὧν πρῶτόν ἐστι τὸ περὶ γάμου, | |
5 | καὶ τὸν καιρὸν ὁρίζει καὶ τῷ γαμήσοντι καὶ τῇ γαμηθησομένῃ, καὶ γὰρ τοῦτο ἀκόλουθον ἦν τῷ τὸν καιρὸν ἄριστον εἶναι πᾶσι. Τοῦ γάμου τοίνυν καιρὸν ὑπάρχειν, τὸν περὶ τριάκον‐ τα ἔτη τῷ ἀνδρί· τῇ δὲ γυναικὶ τὸν τῶν ἐννεακαίδεκα χρόνον ἐτῶν. Τὸν μὲν γὰρ ἀξιοῖ γαμεῖν ἐγγὺς ὄντα τῶν λʹ· δεῖν | |
10 | γὰρ τὸν πρῶτον τῆς ἀκμῆς χρόνον ἀφέντας ἀφυβρίσαι, τὸν ἤδη σταθερὸν αἱρεῖσθαι πρὸς κοινωνίαν παιδουργίας· διὸ καὶ Πλάτων κολάζει τὸν εἰς πέμπτον καὶ τριάκοντα ἔτος ἄγα‐ μον ἐλθόντα· τὴν δὲ γαμεῖσθαι μετὰ τὴν ἥβην, ἔτος πέμπτον ἄγουσαν. Εἶναι δὲ τὴν ἥβην τεσσαρεσκαιδέκατον ἔτος· τὴν | |
15 | γὰρ ὁμιλίαν ὑποδέχεται μᾶλλον ὀργῶσα, καὶ τὰς ἐκτροφὰς τῶν κυημάτων ἀποδίδωσιν ἐῤῥωμενεστέρας· τοῦτο οὖν δηλοῖ τὸ, ΤΕΤΟΡ’ ἩΒΑιΝ, ΠΕΜΠΤΩι ΔΕ ΓΑΜΕΙΣΘΑΙ, μετὰ τὴν δευτέραν τετράδα, τὴν πεντάδα προσθὲν τὸ ἔπος. PRO‐ CLUS. | |
sch693bis | ὩΡΑΙΟΣ ΔΕ ΓΥΝΑΙΚΑ. Ἁρμοδίῳ δὲ χρόνῳ καὶ γάμῳ συναρμόσθητι. Λέγει δὲ τοῦτον εἶναι τὸν μήτε πολὺ ἐπαναβεβηκότα τῶν τριάκοντα ἐτῶν, μήτε πολὺ ἀποδέοντα· καὶ τοῦτον μέν φησιν ἁρμόδιον εἶναι χρόνον ἀνδράσι πρὸς | |
5 | γάμον· γυναιξὶ δὲ τὸν ιε, εἰ καὶ ἀσαφῶς εἴρηκε. Καὶ οὕτω μὲν ὁ Ἡσίοδος εἴρηκεν, ὅπως ἱκανοί τε ὦσιν οἰκονομεῖν τὰ καθ’ ἑαυτοὺς οἱ ἄνδρες ὡς τέλειοι, καὶ ὅπως μὴ πολλὰ τεκνουρ‐ γήσαντες οὐκ ἔχωσιν εὐχερῶς αὐτὰ διατρέφειν, καὶ ὀδυνηρό‐ | |
τατον βίον διάγωσι. Καὶ οὕτω μὲν ὁ Ἡσίοδος. Ἐμοὶ δὲ δο‐ | 377 | |
10 | κεῖ ταύτας ἑτέροις νυμφαγωγεῖν, οὐχ οἷσπερ ταῦτα παρα‐ κελεύεται. Πολὺ παρηλικεστέροις γὰρ αὐτῶν ἀνδράσι ταύ‐ τας συνάπτων, ἀφυβρικέναι μονονουχὶ ταύτας παρακελεύε‐ ται πρὸς τὰς τούτων εὐνάς. Μικρὸν γὰρ ἤδη, καὶ οἱ μὲν τελέως γηράσαντες ἀσθενήσουσιν, αἱ δὲ, πρὸς τὸ σφρι‐ | |
15 | γοῦν τῆς ἡλικίας ἀναδραμοῦσαι, τὴν ἀνδρικὴν τριβάδα ὁπό‐ θεν γενήσεται, αὑταῖς μηχανήσονται. Παρακελεύεται δὲ τὸν γάμοις συναρμοττόμενον καὶ παρθένον λαμβάνειν, καὶ ιε χρόνων. Ἐμοὶ δὲ διηπόρηται, εἰ καὶ τῆς μητρῴας νηδύος παρθένα νῦν, καὶ ἄσπιλα τὰ θήλεα τίκτεται. Ἐπὶ ὡρισμέ‐ | |
20 | νῳ δὲ καιρῷ, καὶ ἐπιτηδείου χρόνου ὑπάρχου, ἢ ἁρμοδίου χρόνου. Ἡ δὲ γυνὴ γαμείσθω μετὰ τὴν ἥβην, ἔτος πέμπτον ἔχουσα. Εἶναι δὲ τὴν ἥβην τεσσαρεσκαιδεκάτων, καὶ πρόσ‐ θες καὶ τούτοις πέντε, ὡς εἶναι ιθ. τοῦτο γάρ ἐστι τὸ τέτο‐ ρε, ὁ τεσσαρεσκαιδέκατος χρόνος. Τέτορε γὰρ σημαίνει | |
25 | τέσσαρας· λείπει τὸ δέκα, ἵνα ᾖ τετάρτῳ καὶ δεκάτῳ ἐνιαυτῷ. Ἤγουν μὴ ἄξῃς εἰς γάμον γυναῖκα ἄχρηστον ποτὶ οἶκον, ἵνα μὴ γένῃ αἴτιος γέλωτος τοῖς γείτοσι. TZETZES. | |
sch693ter | ὩΡΑΙΟΣ ΔΕ ΓΥΝΑΙΚΑ. Τὰ μὲν περὶ ναυτι‐ λίας αὐτῷ διατάγματα τέλος ἔχει, τὰ δὲ ἑπόμενα κοινά εἰσιν, εἰς πᾶσαν τείνοντα τὴν ζωὴν τῶν ἀνθρώπων, οὐ γεωργησόν‐ των, οὐ θαλαττουργησόντων, ὧν πρῶτόν ἐστι τὸ ὁρίζον τὸν | |
5 | περὶ τοῦ γάμου καιρὸν, καὶ τῷ γαμήσοντι, καὶ τῇ γαμηθησο‐ μένῃ. Καὶ γὰρ τοῦτο ἀκόλουθον ἦν τῷ τὸν καιρὸν ἄριστον εἶναι πᾶσι· φησὶ δὴ ὡραῖος δὲ, ἐπιῤῥηματικῶς, ἀντὶ τοῦ ἐγκαίρως, | |
κατὰ τὸν προσήκοντα καιρὸν ἄγου γυναῖκα πρὸς τὸν σὸν οἶ‐ κον· οὔτε μάλα πολλὰ ἔτη ἀπολείπων, ἤγουν ἐλαττούμενος, | 378 | |
10 | κατωτέρω ὢν τῶν τριηκόντων ἐτῶν, ἤγουν τῶν τριάκοντα· μήτε μάλα πολλὰ ἐπιθεὶς τοῖς τριάκοντα δηλονότι. MOSCHOP. | |
sch694 | ΜΗΤΕ ΤΡΙΗΚΟΝΤΩΝ. Ὡρίμως μὴ παρὰ και‐ ρὸν γήμῃς, ἀλλ’ ὅτε ᾖς δυνατὸς διοικῆσαι οἶκον. λʹ ἐτῶν μή‐ τε κάτωθεν μηδὲ πλέον. PROCLUS. | |
sch694bis | ΜΗ ΤΕ ΤΡΙΗΚΟΝΤΑ. Μὴ γράψῃς ΤΡΙΗΚΟΝ‐ ΤΩΝ, εἴτε Ἡσιόδου, εἴτε μεταγραφικὸν τὸ πταῖσμα τυγχά‐ νει, ἀλλὰ ΤΡΙΗΚΟΝΤΑ. Πᾶσα γὰρ φωνὴ τὰ τρία γένη ση‐ μαίνουσα ἐν μιᾷ λέξει ἄκλιτός ἐστιν· οἷον τριάκοντα, πεντή‐ | |
5 | κοντα, καὶ πάντες οἱ ἀριθμοί. Ὥσπερ καὶ τὸ ἐγὼ, σὺ, ἐμοὶ, καὶ τὰ ὅμοια. Οἷς δὲ βουλητὸν ἀποπηδᾶν τῶν ἐμῶν λόγων γραφέτωσαν τριακόντων, καὶ πεντηκόντων, καὶ ἑξη‐ κόντων, καὶ ἑκατόντων, εἰ βούλοιντο. TZETZES. | |
sch695 | ΓΑΜΟΣ ΔΕ ΤΟΙ ὩΡΙΟΣ ΟΥΤΟΣ. Ὁ δε, ἀντὶ τοῦ γαρ· ἤγουν συνάφεια γὰρ μετὰ γυναικὸς ἔγκαιρος αὕτη ἐστίν. Ἡ δὲ γυνὴ τέτορ’ ἡβῴοι, ἀντὶ τοῦ τέτταρα ἐπὶ δέκα· τουτέστιν, ἡ δὲ γυνὴ ἐπὶ τέσσαρα καὶ δέκα ἔτη ἀκμαζέτω, τῷ | |
5 | πέμπτῳ δὲ, ἀντὶ τοῦ τῷ πεντεκαιδεκάτῳ, γαμοῖτο, ἀντὶ τοῦ γαμείσθω, τουτέστιν εἰς γάμον ἐρχέσθω. Παρθενικὴν δὲ ἀντὶ τοῦ παρθένον γαμεῖν, ἤγουν εἰς γυναῖκα λάμβανε, ὡς ἂν δι‐ δάξῃς αὐτὴν ἤθη κεδνὰ, ἤγουν ἀγαθά. Ἀγαθὰ δὲ γυναικὶ ἤθη τὰ ἀρέσκοντα τῷ ἀνδρί. Ταύτην μάλιστα εἰς γυναῖκα | |
10 | λάμβανε, ἥτις πλησίον σου οἰκεῖ, πάντα μάλα τὰ κατ’ αὐτὴν ἀμφὶς, ἀντὶ τοῦ πανταχόθεν, μαθών· ἵνα μὴ γήμῃς χάρματα τοῖς γείτοσιν, ἀντὶ τοῦ χάρμα, τουτέστι γέλωτα. Οὐ γὰρ ληΐζεται, ἀντὶ τοῦ κτᾶται, ἄνθρωπος ἄλλο τι ἄμεινον, ἤγουν κρεῖττον, τῆς γυναικὸς τῆς ἀγαθῆς· τῆς δὲ κακῆς οὐδὲν | |
15 | ἄλλο ῥίγιον, ἤγουν χαλεπώτερον, κυρίως τὸ ἀλγεινότερον, ἀπὸ τοῦ ῥίγους τοῦ κρύους, ὥσπερ λυγρὸν ἀπὸ τοῦ λίαν ὑγρόν. Ἐκ τῶν ὑγρῶν φασι καὶ τῶν ψυχρῶν τὰ ἀλγεινὰ, ἐκ δὲ τῶν θερμῶν τὰ ἡδέα. Τῆς δειπνολόχης, ἤγουν τῆς συνδειπνούσης | |
καὶ λοχώσης τὸν ὁμόκοιτον πρὸς τὸ δρᾶσαι τὶ κακὸν, ἢ τοῖς | 379 | |
20 | ἄλλοις συνδειπνούσης παρὰ τὴν ἀνδρὸς βούλησιν· εἶτα κατὰ μετάπτωσιν, ἥτις τὸν ἑαυτῆς ἄνδρα καί περ ὄντα ἴφθιμον, ἤγουν ἀνδρεῖον, γενναῖον, καίει χωρὶς δαλοῦ, τουτέστι παρο‐ ξύνει καὶ εἰς ὀργὴν κινεῖ, ἢ τὴν περιουσίαν αὐτοῦ δαπανᾷ, δίκην πυρός· καὶ ἀώρῳ γήρᾳ δίδωσιν αὐτὸν, ὀδύνας αὐτῷ | |
25 | προξενοῦσα, καὶ πρὸ τοῦ καιροῦ ποιοῦσα αὐτὸν γηρᾷν. Σαφέστερος δ’ ἂν ὁ λόγος ἦν, εἰ χωρὶς μεταπτώσεως οὕτως ἂν ἐλέγετο· τῆς δὲ κακῆς οὐδὲν ἄλλο χαλεπώτερον ἄνθρωπος κτᾶται, τῆς δειπνολόχης, τῆς καιούσης τὸν ἑαυτῆς ἄνδρα, καί‐ περ ὄντα ἀνδρεῖον, χωρὶς δαλοῦ, καὶ ἀώρῳ γήρᾳ διδούσης | |
30 | αὐτόν. MOSCHOP. | |
sch696 | ΤΕΤΟΡ’ ἩΒΩιΟΙ. Μετὰ τὸ παρελθεῖν αὐτὴν τὰ ιβʹ ἔτη ἄλλα δʹ, τότε φησὶν ἐπιτρέπει αὐτὴν γαμεῖσθαι, του‐ τέστιν ἑκκαίδεκα ἐτῶν. Τέτορε γὰρ σημαίνει δʹ. ἔστι δὲ καὶ τῷ πεντεκαιδεκάτῳ γαμεῖσθαι, ἢ μετὰ τεσσαρεσκαίδεκα, καὶ | |
5 | ἄλλα δʹ. PROCLUS. | |
sch696bis | ΤΕΤΟΡ’. Τεσσαρεσκαιδεκάτῳ χρόνῳ. TZETZES. | |
sch697 | ΠΑΡΘΕΝΙΚΗΝ ΔΕ ΓΑΜΕΙΝ. Εἰκότως ἀξιοῖ παρθένον ἄγεσθαι, μᾶλλον γὰρ αὕτη εὐάγωγος τῆς ὑπ’ ἀλ‐ λοτρίοις ἤθεσιν ἤδη τραφείσης· τὸ δὲ, ΜΗ ΓΕΙΤΟΣΙ ΧΑΡ‐ ΜΑΤΑ ΓΗΜΗιΣ, καὶ διὰ τοῦτο χρῆναι βουλεύεσθαι, ἐμ‐ | |
5 | φρόνως εἴρηται, πρὸς τὸ, τὸν σκοπὸν εἰς εὐζωΐαν ὁρᾷ, ἀλ‐ λὰ μὴ τὴν τυχοῦσαν εἰσφέρειν εἰς τὸν οἶκον, ἐπονείδιστον αὐ‐ τὸν ποιοῦσαν. Δηλοῖ δὲ ταῦτα καὶ τὰ ἑξῆς, ὁ τῆς ἀγαθῆς γυ‐ ναικὸς ἔπαινος, καὶ ἡ κατηγορία τῆς μοχθηρᾶς. Τὴν δὲ δειπνο‐ λόχην καὶ τὴν καίουσαν ἄνευ δαλοῦ, καὶ τὴν ὠμὸν τὸ γῆρας | |
10 | τῷ ἀνδρὶ τιθεῖσαν, ταύτην εἶναι λέγει. Τὴν μὲν οὖν δειπνολό‐ χην ῥητέον, ἢ τὴν δειπνεῖν μόνον εἰδυῖαν, ἀργὸν, ἢ τὴν συν‐ δειπνοῦσαν καὶ λοχῶσαν τὸν ὁμόκοιτον πρὸς τὸ δρᾶσαι τὶ κα‐ κὸν, ἢ τοῖς ἄλλοις συνδειπνοῦσαν παρὰ τὴν τοῦ ἀνδρὸς βού‐ λησιν. Ἡ δὲ ἄνευ δαλοῦ καίουσα, τὴν εἰς ὀργὴν κινοῦσαν | |
15 | καὶ ἀεὶ παροξυντικὴν σημαίνει· εἰ δὲ βούλει, καὶ τὴν δάπα‐ νον καὶ ἀφανιστικὴν τῶν ὄντων, ὡς τὸ πῦρ. Ἡ δὲ εἰς ὠμὸν | |
γῆρας ἄγουσα, δηλοῖ τὴν ὀδυνῶν πρόξενον, καὶ πάσης ἂν τῷ ἀνδρὶ γινομένην αἰτίαν, καὶ τὸ γῆρας ἐπιπονώτερον αὐ‐ τῷ ποιοῦσαν. Τούτοις δὴ πᾶσιν ἡ ἀγαθὴ γυνὴ τὴν ἐναντίαν | 380 | |
20 | ἔχει διάθεσιν, ἐπικουφίζουσα τῷ ἀνδρὶ τὸ γῆρας, περισώ‐ ζουσα τὰ ὄντα μετὰ τῆς περὶ τὸν ἄνδρα θεραπείας καὶ ἀταρα‐ ξίας, συνδειπνήσεις ποιουμένη τοιαύτας, οἵας ὁ ἀνὴρ βούλε‐ ται. Τοῦτο οὖν ἀνασκοποῦντα χρῆναι, κἂν παρθένον τὶς ἄγηται, γάμον αἱρεῖσθαι. PROCLUS. | |
sch697bis | ΠΑΡΘΕΝΙΚΗΝ ΔΕ. Παρθένον δὲ πρὸς γάμον λάμβανε, ὅπως θυμήρης σοι γένηται, καὶ τοῖς σοῖς ἤθεσι σύντροφος, οἷα μὴ συνδεθεῖσα ἑτέρῳ ἀνδρὶ, καὶ ξένοις συν‐ εθισθεῖσα τοῖς ἤθεσι. TZETZES. | |
sch698 | ἩΤΙΣ ΣΕΘΕΝ ΕΓΓΥΘΙ ΝΑΙΕΙ. Καὶ γειτνιῶσαν δέ σοι λάμβανε κόρην, ὅπως ἔκ τε πατρῴου καὶ μητρῴου γένους ταύτην εἰδὼς, καὶ τὰ ταύτης ἀκριβῶς ἀκροώμενος, μὴ ἀναξίαν γήμῃς, καί τι τῶν ἀθεμίτων ἐργασαμένην, ἐν οἷσπερ εἰώ‐ | |
5 | θασιν οἱ γειτνιῶντες γελᾷν. Οὐδὲν γὰρ ἄμεινον τῆς ἀγαθῆς γυναικὸς ἀνὴρ ἐπικτᾶται, ὥσπερ οὐδὲν χεῖρον τῆς φαύλης, τῆς περὶ δεῖπνα καὶ τρυφὰς ἠσχολημένης, καὶ καιούσης τὸν ἄνδρα, κἂν γενναῖός ἐστιν, ἀξύλῳ πυρὶ συμφορῶν, καὶ παρ’ ἡλικίαν τιθείσης γηραιὸν καὶ ἀφήλικα. TZETZES. | |
sch702 | ΔΕΙΠΝΟΛΟΧΗΣ. Τῆς καθημένης καὶ ἀσωτευο‐ μένης καὶ παρεδρευομένης τῷ δείπνῳ. PROCLUS. | |
sch702bis | ΔΕΙΠΝΟΛΟΧΗΣ. Τῆς λάθρα τοῦ ἀνδρὸς ἐσθι‐ ούσης, καὶ μὴ φανερῶς, τῆς τρωκτίδος, καθημένης καὶ ἀσω‐ τευομένης, καὶ παρεδρευούσης τῷ δείπνῳ. TZETZES. | |
sch704 | ΕΥ Δ’ ΟΠΙΝ ΑΘΑΝΑΤΩΝ. Τοῦτο μετὰ τοὺς περὶ γάμου λόγους προοίμιόν ἐστι τῶν ῥηθησομένων παιδευ‐ μάτων· δεῖ γὰρ πρὸ πάντων στοχάζεσθαι τοῦ κεχαρισμένου τοῖς θεοῖς. Καὶ γὰρ καὶ Πλάτων φησὶν, ὁ βλέπων εἰς τὸ θεῖον ἐξ | |
5 | ἀσελγημάτων αὐτοῦ φυλάττειν ἑαυτὸν σπουδάζει καὶ ἀσεβη‐ μάτων πάντων· καὶ γὰρ ὁ τοὺς ἀγαθοὺς ἄνδρας αἰσχυνόμε‐ νος, παρόντων αὐτῶν ἀπέχεται τούτων, μὴ ὅτι γε τοὺς θεούς. Καὶ τί λέγω τοὺς ἀγαθοὺς αὐτούς; ἀλλὰ καὶ εἰκόνας ἀγα‐ θῶν τινες σέβονται, καὶ ὑπ’ αὐταῖς ὀκνοῦσι τινὰ πονηρὰν | 381 |
10 | πρᾶξιν πρᾶξαι, ὡς ἡ μὴ προσιεμένη τὸν ἐραστὴν ἑταῖρα δρᾶ‐ σαι τὶ ἄσχημον ὑπὸ τῇ Ξενοκράτους εἰκόνι τοῦ σώφρονος, πολλῷ μᾶλλον ἐπὶ θεῶν τοῦτο χρὴ ποιεῖν. PROCLUS. | |
sch704bis | ΕΥ Δ’ ΟΠΙΝ ΑΘΑΝΑΤΩΝ. Καλῶς δ’ ἐπι‐ στροφὴν καὶ φροντίδα ἔσο καὶ ὕπαρχε φυλάσσων τῶν θεῶν, ἤτοι τῶν ψυχικῶν δυνάμεων· τουτέστιν νοῶν, ὡς χρὴ, φρόν‐ τιζε καλῶς τῶν δεόντων, καὶ μὴ τῷ ἀδελφῷ ποίει ἰσότιμον | |
5 | τὸν φίλον· τουτέστι, τῶν φυσικῶν μὴ προτίμα τὰ κατὰ θέσιν, μηδὲ τῆς πατρίδος τὴν ἀλλοτρίαν προτίμα, δωροληψίας ἕνε‐ κα, ἢ ἑτέρου τινὸς, καὶ ἐπὶ τῶν ὁμοίων τὰ ὅμοια δρᾶ. Εἰ δὲ ποιήσεις, ὅρα μὴ παλίμβολος καὶ μεταπίπτων γενήσῃ καὶ ἄστατος, καὶ προκατάρχων κακοῦ. TZETZES. | |
sch704ter | ΕΥ Δ’ ὈΠΙΝ ΑΘΑΝΑΤΩΝ. Προοίμιον τοῦτο τίθησι μετὰ τοὺς περὶ γάμου λόγους τῶν ῥηθησομένων παιδευ‐ μάτων, ἀξιῶν πρὸς πάντων στοχάζεσθαι τοῦ κεχαρισμένου τοῖς θεοῖς· καλῶς δὲ ἔσο φυλάττων ἐπιστροφὴν τῶν θεῶν τῶν | |
5 | μακάρων, ἀντὶ τοῦ ἐπιστρέφου τῶν θεῶν. MOSCHOP. | |
sch705 | ΜΗΔΕ ΚΑΣΙΓΝΗΤΩι. Τὴν κατὰ φύσιν ἡμῶν σχέσιν πρὸς ἀλλήλους τῆς κατὰ προαίρεσιν εἶναι τιμιωτέραν φησὶν οὗτος ὁ λόγος· καὶ γὰρ τὴν μὲν ἀποθέσθαι ἐφ’ ἡμῖν, τῆς δὲ τὸν δεσμὸν ἐπήγαγε, τὸ πᾶν αὐτὴν φυλάττειν βέβαιον· | |
5 | δεῖν οὖν μείζονα τιμὴν νέμειν ἀδελφοῖς, ἢ ἑταίροις· καὶ γὰρ | |
τοῖς πατράσιν οὕτω φίλα πράττοντας δεῖ μετὰ θεοὺς τιμᾷν, ὡς ἀγάλματα, φησὶν, ὄντας ἐφ’ ἑστίᾳ θεῶν· οὕτω δὲ καὶ τὴν οἰκείαν πόλιν τινὲς εἶπον ἐγγιωτέραν τῆς μὴ οἰκείας, κἂν μᾶλ‐ λον τὶς ἐν ταύτῃ τυγχάνῃ τιμώμενος, διὰ τὴν κατὰ φύσιν σχέ‐ | 382 | |
10 | σιν. Καὶ ὀρθῶς ὁ Παναίτιος, πολίτην αὐτὸν Ἀθηναίων ποιεῖσθαι σπευδόντων, εἶπεν· Τῷ σώφρονι μὲν μίαν πόλιν ἀρκεῖν. Καὶ ὁ τῶν Σπαρτιατῶν δὲ βασιλεὺς πρὸς τὸν Ἀρ‐ κάδα τὸν ξένον, εἰπόντα πρὸς αὐτὸν ὅτι φιλολάκων οἴκοι κα‐ λοῖτο, Κάλλιόν τοι, εἶπεν, εἰ φιλόπολις ἐκάλου μᾶλλον ἢ | |
15 | φιλολάκων. Οὕτως αἱ κατὰ φύσιν ἡμῶν σχέσεις παρὰ πᾶσι τῶν κατὰ προαίρεσιν εἶναι δοκοῦσι κρείττους. Δεῖν μὲν οὖν τὸν ἀδελφὸν τοῦ ἑταίρου πάντως ἐπὶ μείζονος ἄγειν σπουδῆς· τούτῳ δὲ ἀκόλουθον τὸ ἑξῆς, ὅτι εἴ τινα ποιησόμεθα φίλον, ἀπροσκρούστους εἶναι δεῖ πρὸς αὐτόν. Καὶ γὰρ ἡ τῶν Πυθα‐ | |
20 | γορείων παραίνεσις, οὐχ ὅτι προτέρους ἁμαρτάνειν εἰς φίλον διακωλύσειεν ἂν, ἀλλὰ καὶ τὰ τοῦ φίλου ἁμαρτήματα ὑπο‐ μένειν καὶ φέρειν, ἕως ἂν δυνώμεθα, παρακελεύεται. Καὶ ἔχει τὸ παράγγελμα πρὸς τῇ ἄλλῃ δικαιοσύνῃ καὶ τὸ ἔμφρον· εἰκὸς γὰρ ἡμᾶς καὶ θαῤῥήσαντας ἔστιν ὅτε τινὰ τῷ φί‐ | |
25 | λῳ, καὶ δεῖ μηδὲν εἰς αὐτὸν ποιεῖν ἐναντίον, λύον τὴν σχέσιν. ΑΛΛΩΣ. Τοῦ ἀδελφοῦ σου μὴ προτίμα τὸν φίλον σου. Ἐὰν δὲ καὶ ποιήσῃς φίλον, μὴ πρότερος αὐτὸν ἀτιμάσῃς, μὴ δὲ καταψεύσῃς αὐτοῦ· ἐὰν δὲ αὐτὸς ἀρχὴν ποιήσῃ τοῦ ἀτι‐ μάσαι σε, διπλασίασον αὐτῷ τὸ κακὸν καὶ ἀπόδος, μεμνημέ‐ | |
30 | νος ὧν εἰς σὲ διεπράξατο· ἐὰν δὲ πάλιν διαλλαγῆναι, καὶ φιλιωθῆναι βουληθῇ, καὶ προσπέσῃ σοι, δέξαι αὐτόν. PRO‐ CLUS. | |
sch705bis | ΜΗΔΕ ΚΑΣΙΓΝΗΤΩι. Μηδὲ τὸν ἑταῖρον, ἤγουν τὸν φίλον, ἴσον ποιοῦ τῷ ἀδελφῷ, ἀντὶ τοῦ ἐν ἴσῃ μοίρᾳ τάτ‐ τε τοῦ ἀδελφοῦ. Δεῖ γὰρ τὴν κατὰ φύσιν ἡμῶν σχέσιν πρὸς | |
ἀλλήλους τῆς κατὰ προαίρεσιν εἶναι προτιμοτέραν. MOSCHOP. | 383 | |
sch706 | ΕΙ ΔΕ ΚΕ ΠΟΙΗΣΗιΣ. Οὐ λέγει, ἐὰν δὲ ποιή‐ σῃς φίλον ἐν ἴσῃ μοίρᾳ τοῦ ἀδελφοῦ, τοῦτο γὰρ ἀπηγόρευσε, καὶ οὐκέτι πάλιν δοκεῖ ἐνδοῦναι αὐτῷ, ἀλλὰ πρὸς τὸν φίλον αὐτῷ ὁ λόγος ἁπλῶς ἀφορᾷ, ἤγουν ἐὰν δὲ ποιήσῃς φίλον, μὴ | |
5 | πρότερος ποιήσῃς αὐτὸν κακὸν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ μη‐ δὲ ψεύδου αὐτὸν γλώσσης χάριν, ἀντὶ τοῦ ἕνεκα λόγων· του‐ τέστι μηδὲ ἐν τοῖς λόγοις, οἷς διαλέγῃ, εἰ καὶ μηδὲ βλάπτου‐ σι, ψευδὴς γίνου πρὸς αὐτόν. Ὁ γὰρ ἑκουσίως ψευδόμενος, καθὰ Πλάτων εἴρηκεν, ἄπιστος εἰκότως ἐστίν· ὁ δὲ ἄπιστος, | |
10 | ἄφιλος. MOSCHOP. | |
sch707 | ΜΗΔΕ ΨΕΥΔΕΣΘΑΙ ΓΛΩΣΣΗΣ ΧΑΡΙΝ. Μὴ μόνον παραιτεῖσθαι τὸν φίλον λυπεῖν διά τινος ἔργου προσκρούοντα, ἀλλὰ μηδὲ ψευδόμενον πρὸς αὐτὸν φαίνεσθαι, διὰ περιττὴν καὶ ἀνόνητον τῆς γλώττης ὁρμήν· καὶ γὰρ τοῦτο | |
5 | λυπηρὸν καὶ προάγον εἰς ἀπέχθειαν· ὁ γὰρ ψευδόμενος καὶ ἀπατῶν, οὐ φίλος· ὅθεν τοῦτο παραιτητέον. Ὃ καὶ Πλάτων εἶπεν, τὸν ἑκουσίως ψευδόμενον, ἄπιστον εἰκότως εἶναι· τὸν δὲ ἄπιστον, ἄφιλον. Μέγα οὖν σημεῖον ἤθους οὐ φιλητικοῦ τὸ ψευδολόγον εἶναι πρὸς ὃν οἴεται φίλον, καὶ ἐπιθολοῦν | |
10 | τὴν φιλίαν. PROCLUS. | |
sch707bis | ΕΙ ΔΕ ΣΕ Γ’ ΑΡΧΗι. Τοῦτο κινητικόν ἐστι τοῦ ἀμυντικοῦ τῆς ψυχῆς· δεῖν γάρ φησιν ἐὰν ἐκεῖνος προκα‐ τάρχῃ λόγων ἡμῖν ἀποθυμίων ἢ ἔργων ἐπεξιέναι, διπλασίοις τιννύμενον καὶ ἀμυνόμενον. Ἐχθρὸν γὰρ αὐτὸν ἀντὶ φίλου | |
5 | τιθέναι χρῆναι, καὶ ποιεῖν ὡς ἐχθρὸν κακῶς, ὡς μὴ φυλάξαντα τὰ φιλικὰ καθήκοντα. Σιμωνίδης γοῦν ταύτην εἶναι δικαιο‐ σύνην ὡρίσατο, τοὺς φίλους εὖ ποιεῖν· ἄμεινον δὲ ὁ Πυθαγόρειος λόγος εἰπὼν, χρῆναι φέρειν τὰ ἁμαρτήματα τῶν φίλων εἰς δύναμιν. PROCLUS. | |
sch707ter | ΜΗΔΕ ΨΕΥΔΕΣΘΑΙ. Μηδὲ γινώσκων τὸ ἀληθὲς, παράτρεπε τοῦτο καὶ ψεύδου, γλώττῃ ῥητορικῇ καὶ δεινῇ τυχὸν χαριζόμενος. Ὁ γὰρ εἰδὼς τὸ ἀληθὲς, καὶ ψευ‐ δόμενος, μοιχὸς τῆς ἀληθείας ἐστὶν, καὶ ἀδικεῖ τὴν φρόνησιν· | 384 |
5 | πανουργίας γὰρ ἔργον τοῦτο, καὶ οὐ φρονήσεως. Ὁ γὰρ μάλα φρονῶν, ψεῦδος οὐκ ἐρέησιν. TZETZES. | |
sch707quat | ΕΙ ΔΕ ΣΕ Γ’ ΑΡΧΗι. Εἰ δέ σε οὗτος προκα‐ τάρξει ὅπως δήποτε ἀνιᾶσαι, διπλῶς τοῦτον τιμώρει, μεμνη‐ μένος ἢ τῆς ἐμῆς ἐντολῆς, ἢ ὅτι πρῶτος εἰς τὴν φιλίαν παρε‐ σπόνδησεν. Εἰ δὲ πάλιν μετατραπεὶς προηγεῖται εἰς τὴν φι‐ | |
5 | λίαν, καὶ αἰτεῖ τιμωρίαν δοῦναι ὧν ἐξημάρτηκε, συγγνωμο‐ νήσας πάλιν αὐτὸν δέχου. TZETZES. | |
sch707quin | ΕΙ ΔΕ ΚΕΝ ΑΡΧΗι. Ἐὰν δὲ προηγῆται αὐτὸς τούτων, ἢ ἔπος εἰπών τι ἀποθύμιον, ἤγουν ἐπαχθὲς καὶ οὐκ ἀρέσκον τῇ σῇ ψυχῇ, ἢ καὶ πράξας πρᾶξιν δηλονότι τινὰ ἀποθύμιον, δὶς τόσα τίννυσθαι αὐτὸν, ἀντὶ τοῦ ἀπαίτει· του‐ | |
5 | τέστι δὶς τόσα τιμωροῦ αὐτὸν, μεμνημένος ὧν εἰς σὲ διεπρά‐ ξατο. MOSCHOP. | |
sch709 | ΕΙ ΔΕ ΚΕΝ ΑΥΘΙΣ ἩΓΗΤ’ ΕΣ ΦΙΛΟΤΗΤΑ. Καὶ ἀμύνασθαι τὸν ἁμαρτάνοντα παραινεῖ, καὶ προσιόντα μὴ ἀτιμάζειν, καὶ μάλιστα εἰ ἑαυτῷ δίκην τινὰ ἐπάγειν ἕτοιμος εἴη τοῦ ἁμαρτήματος· δῆλος γάρ ἐστιν ἑαυτοῦ καταψηφισάμε‐ | |
5 | νος, καὶ ἐν μεταμελείᾳ γεγονὼς, ὥστ’ εἰκὸς αὐτὸν μηκέτι ταυ‐ τὸν παθεῖν. Κοινὸν δὲ ἁπλῶς ἐπέθηκε παράγγελμα τοῖς περὶ φιλίας λόγοις, τὰς εὐχερεῖς μεταβολὰς τῶν φίλων ἀνθρώποις ἀθλίοις οἴεσθαι πρέπειν. Εἰσὶ δὲ ἄθλιοι πάντες οἱ τῶν θε‐ σμῶν ὑπερόπται τῶν εἰς κοινωνίαν συντεινόντων, ὧν εἷς | |
10 | ἐστι καὶ ὁ περὶ τὰς τῶν φίλων καταστάσεις. Ὅτι μὲν οὖν τὸ | |
μεταβάλλειν τὰς φιλίας, ἄτοπον καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἄθλιον εἶπε καὶ αὐτός. Πλάτων δὲ καὶ τῆς φρουρᾶς τῆς περὶ φιλίαν εἰκόνα παραδέδωκε, τὰς μὲν ἡμετέρας εἰς τοὺς φίλους εὐποιΐ‐ ας μικροτέρας ἡγεῖσθαι τῶν φίλων, τὰ δὲ ἐκείνων εἰς ἡμᾶς | 385 | |
15 | γινόμενα, μείζω κρίνειν ἢ ἐκεῖνοι νομίζουσι. Ταῦτα φυλάτ‐ τοντες ἀσάλευτον τὴν φιλίαν φυλάξομεν. Φησὶν οὖν ὁ Ἡσίοδος παραινῶν ἀφαιρεῖν τὴν εὐχέρειαν. PROCLUS. | |
sch709bis | ΕΙ ΔΕ ΚΕΝ ΑΥΘΙΣ. Ἐὰν δὲ πάλιν προηγῆται εἰς φιλίαν, δίκην δὲ ἐθέλῃ παρασχεῖν ὑπὲρ ὧν ἐξήμαρτεν εἰς σὲ, δέξαι αὐτόν· εἰκὸς γὰρ τοῦτον καταψηφισάμενον ἑαυτοῦ, καὶ ἐν μεταμελείᾳ γεγονότα, μηκέτι ταυτὸ παθεῖν. MOSCHOP. | |
sch711 | ΔΕΙΛΟΣ ΤΟΙ ΑΝΗΡ. Ὁ ἄθλιος γὰρ καὶ οὐδενὸς λόγου ἄξιος, ἀλλοπρόσαλλος γίνεται περὶ τοὺς τῆς φιλίας θεσμοὺς, παραμείβων συνεχέστερον τοὺς φίλους. TZETZES. | |
sch711bis | ΔΕΙΛΟΣ ΤΟΙ ΑΝΗΡ. Ἕτερον τοῦτο παράγγελμα. Ἔχει δὲ οὕτως· δείλαιος ἀνὴρ, ἤγουν ἄθλιος, ποιεῖται φί‐ λον ἄλλοτε ἄλλον. MOSCHOP. | |
sch712 | ΣΕ ΔΕ ΜΗ ΤΙ ΝΟΟΝ. Τουτέστι μὴ τὸ μὲν φαινόμενον εὔσχημον πειρῶ φυλάττειν, τὴν δὲ τῆς ψυχῆς εὐ‐ σχημοσύνην μὴ φυλάττειν· τίς γὰρ ἂν ἡμῶν ἕλοιτο κατὰ πρόσ‐ ωπον ἀλλοιώσεις ὑπομένειν παντοίας; ἄτοπον δὴ τὸ μὲν εἶ‐ | |
5 | δος εἶναι τοιούτους ἐθέλειν, ἐλέγχεσθαι δὲ κατὰ τὴν ψυχὴν εὐτρέπτους ὄντας. Τῶν γὰρ τοιούτων τὸ εἶδος κατηγορεῖ τοῦ ἤθους· τὸ ὅμοιον ἀεὶ τοῦ ἀνομοίου, τὸ βέβαιον τοῦ εὐχεροῦς. ΑΛΛΩΣ. Εἰς σὲ δὲ μὴ ὁ νοῦς ἄφιλος ὢν καὶ ὁ λογισμὸς ἐλεγχέτω τὴν ἰδέαν τοῦ προσώπου. ΑΛΛΩΣ. Εἰς σὲ μὴ τὸ | |
10 | συνειδὸς ἐλεγχέτω τὴν ἰδέαν, ἀλλ’ οἷον τὸ συνειδὸς ἔστω καὶ | |
τὸ εἶδος. PROCLUS. | 386 | |
sch712bis | ΣΕ ΔΕ ΜΗ ΤΙ. Σοῦ δὲ τὸν λογισμὸν μηδὲν εἶ‐ δος φιλίας ἀπρεποῦς ἐλέγξῃ· τουτέστι, μὴ ἐλεγχθῇς, ἢ ἄφι‐ λος, ἢ πολύφιλος, ἢ κακῶν φίλος, ἢ ὑβριστὴς τῶν ἀγαθῶν φίλων. Ταῦτα δὲ καὶ ἕτερα μυρία εἰσὶν εἴδη φιλίας. TZE‐ | |
5 | TZES. | |
sch712ter | ΣΕ ΔΕ ΜΗ ΤΙ ΝΟΟΝ. Ὅμοιον καὶ τοῦτο τῷ, Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; σὲ δὲ κατὰ τὸν νοῦν μὴ κατελεγχέτω τὸ εἶδος, ἤγουν σοῦ δὲ μὴ κατηγορείτω κατὰ τὸν νοῦν τὸ εἶδος, ἤγουν ἡ μορφὴ, τὸ | |
5 | πρόσωπον, ὡς ἐναντίον δηλονότι τῷ νῷ· καθὰ τὸ μὲν ἄτρεπτον, μένον, τοῦ δὲ νοῦ μεταβαλλομένου συνεχῶς, καὶ τρεπομένου ἄλλοτ’ ἐπ’ ἄλλους φίλους. MOSCHOP. | |
sch712quat | [Schol. MS. Schellershem. Ἤγουν μὴ κατελέγξῃ σὺ τὸν νοῦν εἶδος φιλίας, ἢ ἄφιλος, ἢ πολύφιλος, ἢ φίλος οὐκ ἀγαθῶν ἀνδρῶν, ἢ φίλων ὑβριστὴς, ἢ τοιοῦτό τι γινό‐ μενος· ἢ μὴ ἐλεγχθῇς ἁλισκόμενος τοῖς εἴδεσι τῶν ἀνδρῶν σε‐ | |
5 | μνοπροσωπούντων· πολλοὶ γὰρ τὸ μὲν φαινόμενον εἰσὶν αἰ‐ σχροὶ, καὶ ἄλλως δυσπρόσιτοι ἀληθεῖς καὶ βέβαιοι φίλοι· ἕτε‐ ροι δὲ τοὐναντίον εὐέντευκτοι τὰ ἔξω καὶ ἀγαθοὶ (suprascri‐ ptum εὐφυεῖς) φαινόμενοι, ῥαδιουργίας εἰσὶν πλήρεις καὶ ὑπουλότητος. Ex Addendis.] | |
sch713 | ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΝ, ΜΗΔ’ ΑΞΕΙΝΟΝ. Εὐ‐ καταφρόνητον τὸ πολλοὺς ξενίζειν· τὸ δὲ ἄξεινον, μὴ πολ‐ λούς φησι φίλους κτήσῃ, μηδὲ μὴν ἄφιλος ἔσο· ὡς ἂν συμ‐ μύστας σχῇς ὀλίγους, καὶ μὴ γένῃ ἑταῖρος τῶν κακῶν, μη‐ | |
5 | δὲ ὑβριστὴς τῶν ἀγαθῶν, μηδὲ κακῶς εἴπῃς τοῖς ἀγαθοῖς. PROCLUS. | |
sch713bis | ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΝ. Τὸ μὲν μήτε πολύξεινον εἶναι μήτ’ ἄξεινον, ὅρον ἐπιτίθησι μετὰ τὰς φιλικὰς παραινέ‐ σεις ταῖς περὶ τοὺς ξένους ἡμῶν σπουδαῖς, μήτε δι’ εὐχέρειαν πλῆθος εἰσδέχεσθαι ξένων κωλύων, μήτε δι’ ἀγριότητα πρὸς | |
5 | πάντα ξένον ἀποκλείειν τὸν οἶκον. Τὸ δὲ μήτε κακοῖς συγκολ‐ λᾶν ἑαυτὸν, μήτε εἰς τοὺς ἀγαθοὺς ὑβρίζειν, καὶ Πλάτωνος κρατύναντος τὴν κρίσιν· αὐτὸς γοῦν ἔστιν ὁ λέγων ἐπ’ οὐδένι τὸν θεὸν οὕτω νεμεσᾶν, ὡς ἐπὶ τῷ τὸν ὅμοιον αὐτῷ ψέγειν, ἐπαινεῖν δὲ τὸν ἀνόμοιον· θεῷ δὲ ὁ ἀγαθὸς ὅμοιος, ὃν οὐ δεῖ | 387 |
10 | νεικείειν· ὁ δὲ κακὸς ἀνόμοιος, ὃν οὐ δεῖ ἀσπάζεσθαι. PRO‐ CLUS. | |
sch713ter | ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΝ. Τὸ μὲν πρὸ τούτου παράγγελμα τὸ ἄστατον ἐμέμφετο τῆς φιλίας καὶ ἀβέβαιον, τοῦτο δὲ τὴν πολυφιλίαν ἀπαγορεύει, καὶ τὴν ἀφιλίαν. Ἔχει δὲ οὕτως· παρακελεύομαί σε, μηδὲ πολύφιλον ἐθέλειν καλεῖ‐ | |
5 | σθαι, μηδὲ μὴν ἄφιλον· τὸ μὲν γὰρ ἀφυλάκτου γνώμης, καὶ εὐχεροῦς εἰς ὅ τι ἂν τύχῃ, καὶ διὰ τοῦτο εὐκαταφρονήτου· τὸ δὲ σκληρᾶς καὶ ἀκοινωνήτου. MOSCHOP. | |
sch714 | ΜΗ ΔΕ ΚΑΚΩΝ ἙΤΑΡΟΝ. Μηδὲ κακοτρόπων ἀνθρώπων ἐθέλειν καλεῖσθαι φίλον παρακελεύομαι, μηδὲ ἐσθ‐ λῶν ἀνθρώπων, ἤγουν ἀγαθῶν, νεικεστῆρα, ἀντὶ τοῦ κατή‐ γορον. MOSCHOP. | |
sch715 | ΜΗΔΕ ΠΟΤ’ ΟΥΛΟΜΕΝΗΝ ΠΕΝΙΗΝ. Τὴν πε‐ νίαν, ἣν ἡμεῖς αὐτοὶ προξενοῦμεν, διχῶς, ἢ δι’ ἀργίαν, ἢ δι’ ἀσωτίαν πενόμενοι, ἢ ἀπὸ τοῦ παντὸς ἔχομεν ἀποκληρωθεῖσαν ἡμῖν. Ταύτην οὖν ἀξιοῖ μὴ ὀνειδίζειν, ὡς τήν γε παρ’ ἡμᾶς ἀξίαν | |
5 | εἶναι μυρίων ὀνειδῶν, οὐ βοηθουμένην ὑφ’ ἡμῶν. Οὕτω δὴ καὶ νόσον τὴν μὲν εἱμαρμένην οὐ δεῖ ὀνειδίζειν, τὴν δὲ ἀπὸ τῆς ἡμετέρας ἀκρασίας διὰ τὴν ἀκρασίαν ὀνειδιστέον, οἷς ἐξὸν ὑγιαίνειν, οὐχ ὑπάρχει τοῦτο δι’ αὐτήν. PROCLUs. | |
sch715bis | ΜΗΔΕ ΠΟΤ’ ΟΥΛΟΜΕΝΗΝ ΠΕΝΙΗΝ. Μηδὲ τὴν ἐξ εἱμαρμένης δοθεῖσαν πενίαν τοῖς ἀνθρώποις ὀνείδιζε. Ἡ ἑτέρα γὰρ πενία, ἡ ἐξ ἡμετέρας κακίας καὶ ἀσωτίας ἡμῖν γινομένη, μεμπτέα· οὐχ ἣν ἐξ εἱμαρμένης ἐκληρωσάμεθα. | |
5 | TZETZES. | |
sch715ter | ΜΗ ΔΕ ΠΟΤ’ ΟΥΛΟΜΕΝΗΝ. Μηδέποτε τέτλα‐ θι, ἀντὶ τοῦ ἀνέχου ὀνειδίζειν ἀνδρὶ, πενίαν οὐλομένην, ἤγουν ἀπωλείας ἀξίαν· θυμοφθόρον, τουτέστι τῆς ζωῆς φθαρτικήν· δόσιν οὖσαν τῶν θεῶν τῶν ἀεὶ ὄντων. Οὐχ ἁπλῶς | |
5 | φησὶ τὴν πενίαν μὴ ὀνειδίζειν· ἀλλ’ ἣν οἱ θεοὶ παρέχουσι τοῖς | |
ἀνθρώποις· ἐπεὶ ἔστι καὶ ἑτέρα πενία, ἣν οἱ θεοὶ οὐ παρέχου‐ σιν, ἀλλ’ οἱ ἄνθρωποι αὐτὴν ἑαυτοῖς προξενοῦσι δι’ ἀργίαν ἢ ἀσωτίαν, ἣ καὶ μυρίων ἐστὶν ὀνείδων ἀξία. MOSCHOP. | 388 | |
sch717 | ΓΛΩΣΣΗΣ ΤΟΙ. Ὁ μὲν θησαυρὸς τῆς γλώττης ἐστὶν ἡ κρύψις τῶν νοημάτων ἡ ἐν τῇ ψυχῇ, καὶ τῶν φαντα‐ σιῶν τῶν μὴ γενομένων ἐκφόρων ὑπὸ τῆς γλώττης προπετῶς κινουμένης· δεῖ γὰρ τὴν κίνησιν ἐπιμετρεῖν τῇ γλώσσῃ, καὶ | |
5 | τὸν καιρὸν τῆς κινήσεως, ἀλλ’ οὐ ταύτην κυρίαν εἶναι ἑαυτῆς. Τὸ δὲ πλείστην μὲν ἑαυτῆς εἶναι χάριν, μετρίας οὔσης, ἀρχὴν δὲ γίνεσθαι μειζόνων καὶ ἀλγεινοτέρων ἀκουσμάτων τὴν προ‐ πέτειαν αὐτῆς, ἄμφω παρέστησε, καὶ ὅτι αἱρετὸν τοῦτο τὸ μό‐ ριον, καὶ ὅτι φευκτόν. Ὡς Πιττακόν φασι πέμψαντος αὐτῷ | |
10 | τοῦ Ἀμάσιδος ἱερεῖον, καὶ ἀξιώσαντος ἀντιπέμψαι τῶν μορίων αὐτῷ τὸ κάλλιστον ἅμα καὶ χείριστον, ἐξελόντα τὴν γλῶσσαν ἀποστεῖλαι. Καὶ διὰ τοῦτο δέδωκεν ἡ φύσις διὰ μὲν τῶν ὀδόντων ἕρκος αὐτῇ πρόσθεν κατακλείουσαν, μαλακὴν αὐτὴν οὖσαν καὶ εὐκίνητον· τὸν δὲ ἐγκέφαλον ἄνωθεν ὑπάρχοντα, | |
15 | τοῦ λόγου τὸ μέτρον αὐτῇ παρέχειν ἐνδεικνυμένην. ΑΛΛΩΣ. Τῆς φθεγγομένης δηλονότι τὰ μέτρια· λείπεται δὲ τό ἐστιν· καὶ ἔστιν ὑπερβατόν· καὶ γλώσσης φειδωλῆς, τῆς κεχαλινωμέ‐ νης, τῆς σμικρολόγου. PROCLUS. | |
sch717bis | ΓΛΩΣΣΗΣ ΤΟΙ ΘΗΣΑΥΡΟΣ. Γλώσσης φησὶ θησαυρὸν τὸ φθέγγεσθαι πάνυ σμικρὰ καὶ ὀλίγα· χάριν δὲ | |
πλείστην αὐτῆς τὸ σύμμετρον καὶ ἐν τοῖς καιροῖς τὰ δέοντα φθέγγεσθαι. Τοῦτο οὖν παραινεῖ καὶ τὸν Πέρσην, καὶ μὴ | 389 | |
5 | πολυλογίαν ἀσκεῖν. Οὐδὲν γὰρ οὔτε λῷστον, οὔτε χείριστον τῆς γλώττης ἐστίν. Ὃ καὶ Πιττακὸς ὁ Λέσβιος ἐνδεικνύμενος, ἐξ ἱερείου τὴν γλῶτταν, ὡς κάλλιστόν τε καὶ χείριστον, Ἀμά‐ σιδι τῷ Αἰγυπτίῳ ἀπέσταλκεν· οὕτως ἐκείνου κελεύσαντος, τὸ κάλλιστόν τε καὶ χείριστον ἀπεσταλκέναι τοῦ ζώου. Ὁμοίως | |
10 | δὲ καὶ ὁ Φρὺξ πεποίηκεν Αἴσωπος. TZETZES. | |
sch717ter | ΓΛΩΣΣΗΣ ΤΟΙ ΘΗΣΑΥΡΟΣ. Τῆς γλώσσης τῆς φειδωλῆς, ἤγουν τῆς μετὰ φειδοῦς καὶ ἐγκρατῶς προτεινούσης τοὺς λόγους, τουτέστι τῆς κεχαλινωμένης, θησαυρός ἐστιν ἐν τοῖς ἀνθρώποις ἄριστος. MOSCHOP. | |
sch718 | ΠΛΕΙΣΤΗ ΔΕ ΧΑΡΙΣ. Ἀντὶ τοῦ πλεῖστον δέ ἐστι τὸ ἐπαγωγὸν αὐτῆς κατὰ συμμετρίας ἰούσης, ἤγουν κινουμέ‐ νης. MOSCHOP. | |
sch719 | ΕΙ ΔΕ ΚΑΚΟΝ ΕΙΠΟΙΣ. Ἀλκαῖος· Εἴκ’ εἴποις τὰ θέλεις ἀκούσαις τά κ’ οὐ θέλεις· καὶ Ὅμηρος, Ὁπποῖόν κ’ εἴπησθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. PROCLUS. | |
sch719bis | ΕΙ ΔΕ ΚΑΚΟΝ. Εἰ δὲ λάλος ὢν ὑβρίσεις, μεῖζον ἀκούσεις. Τοῦτο δὲ ἐξ Ὁμήρου παρέσυρται· φησὶ γὰρ ἐκεῖνος· Ὁπποῖόν κ’ εἴπησθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. TZETZES. | |
sch719ter | ΕΙ ΔΕ ΚΑΚΟΝ ΕΙΠΟΙΣ. Ἤγουν ἐὰν δὲ κακὸν εἴπῃς, τάχα ἂν αὐτὸς μεῖζον ἀκούσαις. MOSCHOP. | |
sch720 | ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΥ ΔΑΙΤΟΣ. Μηδὲ ἔσο δυσπέμφελος, ἤγουν σκληρὸς καὶ δυσάγωγος, ἕνεκα εὐωχίας. πολυφίλου, ἤγουν ἣν πολλοὶ ἀθροισθέντες φίλοι εὐωχοῦνται, ἐκ κοινοῦ. MOSCHOP. | |
sch720bis | ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΥ ΔΑΙΤΟΣ. Ταῦτα χώραν δίδωσι ταῖς καλουμέναις συμβολαῖς· αὗται γὰρ πολύξεινοι ἂν εἶεν ἐκ κοινοῦ πολλοῖς συσσιτεῖν προξενοῦσαι. Μὴ οὖν εἶναι | |
δυσπρόσιτον ἐν ταύταις καὶ δύσκολον, ἐχούσαις δαπάνην μὲν | 390 | |
5 | ἐλαχίστην, χάριν δὲ πλείστην διὰ τὴν κοινωνίαν· οὕτως γὰρ πάλαι συνεσίτουν καὶ παρὰ Λάκωσιν, καὶ παρ’ ἄλλοις, συνεισ‐ φέροντες εἰς τὸ κοινὸν ἕκαστοι, καὶ μετ’ ἀλλήλων ἑστιώμενοι. ΑΛΛΩΣ. Μὴ ἀποστρέφου, φησὶ, τὰς τῶν φίλων εὐωχίας· ἡ γὰρ ἐξ ἐράνων εὐωχία, καὶ δαπάνην ἐξκουσσεύει καὶ πολλὴν | |
10 | ἀνάπαυσιν ἔχει. PROCLUS. | |
sch720ter | ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΥ ΔΑΙΤΟΣ. Παρακελεύεται τοῦτον καὶ κοινωνικὸν εἶναι, ἀλλὰ μὴ ἀσυνδύαστον. Καί φησι· μὴ ἔσο δυσάρεστος ἐκ τῆς πολυξείνου δαιτός· τουτέστιν, ἐκ τῶν συσσιτίων καὶ εἰσφορῶν καὶ ἐράνων, καὶ ἃ καλοῦμεν | |
5 | καταβόλαια, ὅταν κοινῶς διδόντες δαπάνην τινὲς συμποσιάζω‐ σιν. Εἶτα ἐπάγει καὶ τοῦ συσσιτίου τὸν ἔπαινον, καί φησιν, ἐκ τῆς τοιαύτης κοινωνίας πλείστη ἡδονὴ, ὀλίγον δὲ τὸ ἀνά‐ λωμα γίνεται. TZETZES. | |
sch721 | ΠΛΕΙΣΤΗ ΔΕ ΧΑΡΙΣ Ὁ δε κἀνταῦθα ἀντὶ τοῦ γὰρ, ἤγουν ἐκ τῆς ἑνώσεως γὰρ καὶ τοῦ ἀθροίσματος τῶν πλειό‐ νων πλείστη χάρις ἐστὶν, ἀντὶ τοῦ τέρψις· καὶ δαπάνη ὀλιγίστη, ἤγουν καὶ ἀνάλωμα πάνυ ὀλίγον. MOSCHOP. | |
sch722 | ΜΗΔΕ ΠΟΤ’ ΕΞ ΗΟΥΣ ΔΙΙ. Τοῦτο καθαρότη‐ τός ἐστι παράγγελμα. Πολλὰ γὰρ αἱ χεῖρες τῶν ἀναγκαίων μὲν, ἀκαθάρτων δὲ ποιοῦσι· εἰς οὖν πρὸς τὸ θεῖον ἐνέργειαν δέονται καθάρσεως, διότι τὸ θεῖον καθαρόν. Δεῖ δὲ τὸ ὅμοιον | |
5 | αὐτοῖς ὑπηρετεῖν· μὴ σπένδειν οὖν μὴ προκαθάραντας τὰς χεῖρας· πολλῷ ἄρα μᾶλλον τῷ ὅλῳ σώματι δεῖ καθαρῶς πράτ‐ τειν τὰ πρὸς θεούς· ἐκ γὰρ ἀκαθάρτων ὀργάνων εἰ τιμῴημεν αὐτοὺς, ἀποπτύουσιν ἡμῶν τὰς ἐπὶ τοῖς τοιούτοις ἔργοις ἀράς· αὗται γάρ εἰσιν αἱ ἐπαραὶ ταῖς θυσίαις, ἢ ταῖς σπονδαῖς | |
10 | ἐπᾳδόμεναι. Ἐν μὲν οὖν Σπάρτῃ τοῖς εἰς ἀρχὴν καθισταμέ‐ νοις οἳ ἔφοροι προεκήρυττον μὴ τρέφειν μύστακας, ἵνα τοὺς τὸ φαῦλον τοῦτο καὶ εὐτελὲς παραβάντας μειζόνως κολάζω‐ σιν· ὁ δὲ Ἡσίοδος νίπτεσθαι τὰς χεῖρας παραινῶν πρὸ τοῦ σπένδειν, ἐνδείκνυται τὸν τοῦτο μὴ πεισόμενον μείζονος ἄξιον | 391 |
15 | εἶναι καταγνώσεως, ὡς ἀνεπιτήδειον πρὸς παιδείαν. PRO‐ CLUS. | |
sch722bis | ΜΗΔΕ ΠΟΤ’ ΕΞ ΗΟΥΣ. Τὰ μὲν μυθικὰ δῆλα καὶ τοῖς πάνυ ἰδιωτεύουσιν, ὅτι δεῖ καθαραῖς καὶ ἀῤῥυπάντοις θύειν χερσί· τὸ δ’ ἀλληγορικώτερόν ἐστι, συμβολικὴ παραίνε‐ σις Πυθαγόρειος, ἐντελλομένη καὶ λέγουσα, μὴ ἄλλα μὲν βου‐ | |
5 | λεύειν, ἄλλα δὲ δρᾷν. Φησὶ γὰρ ΜΗΔΕ ΠΟΤ’ ΕΞ ΗΟΥΣ καὶ τῆς πρώτης τοῦ λογισμοῦ προσβολῆς τὸν οἶνον, ἤγουν τὸ βουλευτικὸν, ὅπερ θερμαίνει καὶ συγκιρνᾷ, λεῖβε καὶ πρόσφερε τῷ Διῒ, ἤγουν τῷ λογισμῷ, χερσὶν ἀνίπτοις, ἤγουν πράξεσιν ἀνομοίαις καὶ ἀπᾳδούσαις, οἷς βουλεύῃ· καὶ ἵνα φαίην | |
10 | συντομώτερον, τοῦτο φησὶ, μηδὲ εἰς πρώτην ἀνέλθῃς προσ‐ βολὴν σοῦ λογισμοῦ, ἄλλα μὲν βουλεύεσθαι, ἄλλα δὲ δρᾷν· καθάπερ πανουργότατοι τινὲς καὶ κρυψίνοες. TZETZES. | |
sch722ter | ΜΗΔΕ ΠΟΤ’ ΕΞ ΗΟΥΣ. Μηδέποτε ἀρχομένης ἡμέρας (τοῦτο γὰρ δύναται τὸ ἐξ ἠοῦς) λεῖβε τῷ Διῒ, ἤγουν σπένδε οἶνον καυστικὸν, χερσὶν ἀνίπτοις, μηδὲ τοῖς ἄλλοις θεοῖς. Καθαρὸν γὰρ τὸ θεῖον, καὶ δεῖ καθαραῖς χερσὶ καὶ | |
5 | καθαροῖς ὀργάνοις καὶ καθαρῷ σώματι πράττειν τὰ πρὸς αὐτό. Εἰ γὰρ οὕτως ἀνίπτοις δηλονότι χερσὶ σπένδεις, οὐ κλύουσιν, ἀντὶ τοῦ ἐπακούουσιν, ἀποπτύουσι δὲ, ἤγουν ἀποστρέφονται, ἀπαξιοῦντες τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπᾴδεις θύων, βοηθοὺς αὐτοὺς ἐπὶ τὰ σὰ ἔργα καλῶν. MOSCHOP. | |
sch723 | ΜΗΔ’ ΑΛΛΟΙΣ ΑΘΑΝΑΤΟΙΣΙΝ. Ἀπὸ κοινοῦ τὸ λεῖβε ἀνίπτοις χερσίν. Ὁ δὲ νοῦς τοιοῦτος. Μήτε τῷ λογι‐ στικῷ ἐναντίαν ἔχε τὴν πρᾶξιν, μήτε ταῖς ἄλλαις ψυχικαῖς δυ‐ | |
νάμεσι, θυμῷ, ἐπιθυμίᾳ, καὶ τοῖς λοιποῖς· τουτέστι, μὴ ἔσο | 392 | |
5 | κρυψίνους, καὶ προσποιήτως δόκει τινὰς ἀγαπᾷν, ἢ μισεῖν· ἄλλως δὲ κατὰ πρᾶξιν ἔχε καὶ τὴν ἀλήθειαν, καὶ ἐπὶ τῶν ἄλ‐ λων ὁμοίως μὴ θέλε φαίνεσθαι πλούσιος, ἢ εὐδοκιμῶν ἔν τισιν, ἔργα δὲ τούτοις ἀπᾴδοντα κέκτησο. TZETZES. | |
sch724 | ΟΥ ΓΑΡ ΤΟΙ ΓΕ ΚΛΥΟΥΣΙΝ. Οὐ γὰρ κα‐ τορθώσεις καὶ ὑπήκοα εὕροις, τοῖς ἐναντίοις τὰ ἐναντία· μά‐ ταιος δὲ λογισθήσῃ. TZETZES. | |
sch725 | ΜΗΔ’ ΑΝΤ’ ΗΕΛΙΟΙΟ ΤΕΤΡΑΜΜΕΝΟΣ. Διὰ τούτων εἰς εὐσχημοσύνην παιδεύει καὶ τὰ ἀναγκαῖα κελεύων εὐσχημόνως ἐκπληροῦν. Μήτ’ οὖν ἀπεναντίας ἡλίου μήτ’ ἀνι‐ όντος, ὅ ἐστι πρὸ μεσημβρίας, μήτε εἰς δύσιν ἰόντος, ὅ ἐστι | |
5 | μετὰ μεσημβρίαν, οὐρεῖν, ἔνθα δηλαδὴ τὴν πορείαν οὗτος ἀνύων ἐστὶ, μήτε προβάδην, ὅ ἐστι κινούμενον, τοῦτο πράτ‐ τειν, ἢ ἐν ὁδῷ, ἢ ἐκτὸς ὁδοῦ σεβόμενον ὅπου μὲν τὴν εἰνοδίαν θεὸν, ὅπου δὲ τὴν ἀκτῖνα τοῦ ἡλίου τὴν πάσης ζωοποιὸν τῆς ὕλης, ὅπου δὲ ἁπλῶς τὴν ἀσχήμονα τοῦ σώματος διάθεσιν λογι‐ | |
10 | ζόμενον· δεῖ οὖν τὸν εὔνοιαν ἔχοντα θεοῦ ἢ καθήμενον ἐκπλη‐ ροῦν τὴν ἀνάγκην, ἢ πρὸς τοῖχον τινὰ εἴσω τῆς αὐλῆς, οἷον ἀποκρύπτοντα τὸ αἶσχος τῆς φύσεως, καὶ ἐν παραβύστῳ πλη‐ ροῦντα τὰ ἐλαττώματα τῆς γενέσεως. Ἐπειδὴ δὲ ἐν νυξὶν εἴωθε τὰ τοιαῦτα καταφρονεῖσθαι πολλοῖς καὶ τὸ ἀπογυμνοῦ‐ | |
15 | σθαι δοκεῖ τισιν ἐν ταύταις μὴ ἄξιον εἶναι μάρτυρα τῆς ἀσχη‐ μοσύνης, ἐμνημόνευσε μετὰ τῆς πρὸ ἡλίου ἀπογυμνώσεως, καὶ τοῦ μὴ ἐν νυκτὶ τοῦτο χρῆναι δρᾷν· ὡς μακάρων εἶναι τὰς νύκτας, ὡς τότε μάλιστα ἐπιφανειῶν θείων γινομένων, διὰ τὴν ἡσυχίαν τὴν ἀπὸ τοῦ πλήθους· τιμητέον οὖν αὐτὰς, καὶ οὐδὲν | |
20 | ἄσχημον πρακτέον. PROCLUS. | |
sch725bis | ΜΗΔ’ ΑΝΤ’ ΗΕΛΙΟΙΟ ΤΕΤΡΑΜΜΕΝΟΣ. Τὸ μὲν πρόχειρον γνώριμον καὶ τοῖς ἰδιώταις καθέστηκεν, κατὰ | |
τὴν τοῦ Πρόκλου μακρηγορίαν καὶ μεταχείρισιν· τὸ δὲ συμ‐ βολικὸν τοῦ παραγγέλματος τοιοῦτόν ἐστιν. Ἀπείργει τοῦτον | 393 | |
5 | τῆς φανερᾶς καὶ ἀνερυθριάστου ἀκολασίας, καί γε τῆς λαθραίας ὁμιλίας τῆς πρὸς τὰς πόρνας, ἔτι δὲ καὶ τῆς πρὸς τὰς ἑταίρας, ἤγουν τὰς παλλακίσκας ἢ πόρνας, ἀστάτου καὶ μεταπηδώσης ὁρμῆς. Καὶ ἔτι παρακελεύεται μηδὲν ἕτερον τῶν ἀπρεπῶν δρᾷν, κἂν ἔλαττον ᾖ τῶν προτέρων, καὶ λάθριον. Ἐσθλοῦ | |
10 | γὰρ καὶ μακαρίου ἀνδρὸς, κἂν οὐχ ὁρῶτο παρά τινων, ὅμως αἰδεῖσθαι αὐτὸν ποιεῖν τὰ αἰσχρά. Τοῦτο γὰρ δηλοῖ, τὸ, μακάρων τοι νύκτες ἔασιν· θείου δὲ καὶ φρονίμου ἀνδρὸς λέγει τὸ, ἑζόμενον οὐρεῖν, ἤγουν τὸ, ἐστηριγμένας καὶ οὐ μεταπηδώσας τὰς ὁμιλίας ποιεῖσθαι, | |
15 | ἀλλ’ ἔχειν παλλακὴν μίαν, ἣν καὶ ἑταίραν καλοῦσιν, ἢ δούλην. Τοῦτο γὰρ ὁ τοῖχος δηλοῖ τῆς αὐλῆς. Ὥσπερ γὰρ ἡ οἰκία ἐκ τῶν τοίχων συνίσταται, οὕτω καὶ οἱ δεσπόται δούλοις καὶ θεραπαίναις καὶ τοῖς μισθίοις ὠχύρονται. Τοιαῦτα τὰ περὶ τῆς ὀμιχήσεως. Οὐ γὰρ ὁ Πέρσης, Πέρσης, κἂν Πέρσης τὴν | |
20 | κλῆσιν, ὥστε ἐνουρεῖν ἐφεζόμενος τῷ Περσικῷ νόμῳ. Εἰ δέ τι καὶ ἀσαφὲς ἔχει τὰ εἰρημένα, τοῦτο διασαφήσομεν. TZETZES. | |
sch725ter | ΜΗΔ’ ΑΝΤ’ ΗΕΛΙΟΙΟ. Μηδὲ φανερῶς καὶ ἐναν‐ τίον πολλῶν βλεπόντων, ὀρθῶς ὀμίχει καὶ οὔρει, ἤτοι μὴ συν‐ ουσίαζε καὶ ὁμίλει γυναιξὶν ἀμφίβολος, εἴτε μεταστῇς τῆς αὐτῶν ὁμιλίας, εἴτε παραμείνῃς. Τοῦτο γὰρ δηλοῖ τὸ ΟΡΘΟΣ. | |
5 | Ὁ ἑστηκὼς γὰρ, οὔτε βαδίζει, ὅπερ παραδρομὴν δηλοῖ· οὔτε ἕζεται, ὅπερ δηλοῖ τὴν παραμονὴν, καὶ βεβαίωσιν, ἀλλ’ ἔστιν ὄντως ἀμφίβολος, εἴτε ἑδρασθήσεται, εἴτε κινηθήσεται. TZETZES. | |
sch725quat | ΜΗΔ’ ΑΝΤ’ ΗΕΛΙΟΙΟ ΤΕΤΡΑΜΜΕΝΟΣ. Μηδὲ ἀπ’ ἐναντίας τοῦ ἡλίου τετραμμένος ὀρθὸς ὀμίχει, ἤγουν οὔρει, ἐπειδὰν δὲ δύῃ, ἤγουν ἀφ’ οὗ ἂν καταδύηται ὁ ἥλιος, μεμνημένος, τουτέστιν ἐν νῷ στρέφων τοῦτο, ἔς τ’ ἀνιόντα, ἤτοι | |
5 | ἀπὸ τοῦ μετὰ τὴν μεσημβρίαν καιροῦ μέχρι τοῦ πρὸ μεσημ‐ | |
βρίας· μέχρι γὰρ τούτου ἐστὶν ἡ ἀνάβασις τοῦ ἡλίου, εἶτα κλί‐ νει καὶ καταδύεται. Μήτ’ ἐν ὁδῷ οὐρήσῃς, μήτε ἐκτὸς ὁδοῦ προβάδην, ἤγουν κινούμενος, οὐρήσῃς, ὅπου μὲν τὴν εἰνοδίαν θεὸν σεβόμενος, ὅπου δὲ τὴν ἀκτῖνα τοῦ ἡλίου τὴν πάσης ζωο‐ | 394 | |
10 | ποιὸν ὕλης, ὅπου δὲ ἁπλῶς τὴν ἀσχήμονα τοῦ σώματος διάθε‐ σιν λογιζόμενος. Μηδ’ ἀπογυμνωθεὶς τοῦτο ποίει, εἰ καὶ νύξ ἐστι δηλονότι· δῆλον γὰρ τοῦτο ἀπὸ τοῦ ἐπαγομένου· ἐπάγεται γὰρ, τῶν μακάρων αἱ νύκτες εἰσὶν, ὥστε εἰ καὶ μὴ ἄνθρωπος δηλονότι ὁρᾷ τότε τὴν σὴν ἀσχημοσύνην, ἀλλ’ οἱ θεοὶ ὁρῶσιν, | |
15 | οὓς αἰδούμενος μὴ ἀπογυμνοῦ· καθεζόμενος γὰρ ὅγε θεῖος ἀνὴρ, τουτέστιν ὁ θεοῦ ἔννοιαν ἔχων, ὁ ἔνθεος, ὁ πεπνυμένα εἰδὼς, ἤγουν συνετὰ, οὐρεῖ δηλονότι, ἢ ὀφείλει οὐρεῖν, ἢ οὗτος πλησιάσας πρὸς τοῖχον αὐλῆς εὐερκοῦς, ἤγουν ἑρκίῳ καλῶς περιειλημμένος. MOSCHOP. | |
sch726 | ΑΥΤΑΡ ΕΠΕΙ ΚΕ ΔΥΗι. Καὶ κρυφίως καὶ φα‐ νερῶς. Μήτ’ ἐν ὁδῷ καὶ πόρνῃ συνουσιάσῃς· ὁδῷ γὰρ ἔοικε δημοσίᾳ, δι’ αὐτῆς γὰρ διέρχονται πολλοί. TZETZES. | |
sch727 | ΜΗΤ’ ΕΚΤΟΣ ὉΔΟΥ. Ἤτοι μὴ δημοσίᾳ μὲν, ἀλλὰ μηδὲ ἑταιρίδι καὶ παλλακῇ ἐοικυίᾳ παρόδῳ ὀλίγοις γνω‐ στῇ, οὐρήσῃς καὶ ὁμιλήσῃς προβάδην καὶ ἀστάτως καὶ μεταπη‐ δῶν· μήτ’ ἀπογυμνωθῇς, μήτε ἕτερον ἀπρεπὲς δράσῃς ἀνερυ‐ | |
5 | θριάστως. TZETZES. | |
sch728 | ΜΑΚΑΡΩΝ ΤΟΙ ΝΥΚΤΕΣ ΕΑΣΣΙΝ. Μακα‐ ρίου γὰρ ἀνδρὸς, ὥσπερ ἔφημεν, κἂν οὐχ ὁρῶτο παρά τινων, ὅμως αἰδεῖσθαι αὐτὸν ποιεῖν τὰ αἰσχρά· τὸ ἑζόμενος δὲ, καὶ τὰ λοιπὰ ἐῤῥέθη. ΟΜΙΧΕΙΝ, οὐρεῖν. Τὸ ο πρὸ τοῦ μ δα‐ | |
5 | σύνεται· Ὅμηρος, ὅμιλος, καὶ τὰ λοιπὰ, πλὴν τοῦ ὀμιχῶ, καὶ ὀμίχλη, καὶ ὄμμα. TZETZES. | |
sch731 | ΜΗΔ’ ΑΙΔΟΙΑ ΓΟΝΗι. Ταῦτα τῆς ἀπαιδευσίας ὄντα ἔκγονα, κἂν σμικρὰ ᾖ, δεῖ παραφυλάττειν, καλῶς τοῦ Πλουτάρχου λέγοντος, ὅτι καθάπερ ἐν λόγοις τὸ μὴ σολοι‐ κίζειν οὐ θαυμαστὸν, ἀλλὰ τὸ σολοικίζειν καταγέλαστον· καὶ | |
5 | ἐν τοῖς ἔργοις οὐ τὸ μὴ πράττειν τὰ τοιαῦτα ἐπαινετὸν, ἀλλὰ | |
τὸ πράττειν ἐπονείδιστον. Δεῖν οὖν μεμολυσμένον ἀπὸ γονῆς ἀποκρύπτειν τὰ αἴτια τοῦ μολυσμοῦ, καὶ μὴ γυμνοῦν ἐγγὺς τῆς ἑστίας· βωμὸς γὰρ καὶ αὕτη τῶν θεῶν, καὶ καθημερινῶν θυσιῶν καὶ σπονδῶν ὑποδοχή. Μὴ οὖν ἀπογυμνούμενον μο‐ | 395 | |
10 | λύνειν τὴν ἑστίαν. Ἑστίῃ κυρίως μὲν τῇ ἑστίᾳ, οὐχ ὡς θεᾷ· νῦν δὲ ἐπὶ τοῦ πρώτου ἐστὶ τῷ ἐν τῷ οἴκῳ βωμῷ. ΕΜΠΕ‐ ΛΑΔΟΝ δὲ ἢ πλησίον, ἢ τῇ γονῇ. PROCLUS. | |
sch731bis | ΜΗΔ’ ΑΙΔΟΙΑ ΓΟΝΗι ΠΕΠΑΛΑΓΜΕΝΟΣ. Πάλιν ἐπ’ ἄλλην μεταβαίνει παραίνεσιν. Ἐντειλάμενος γὰρ αὐτῷ, μὴ ἀνερυθριάστως καὶ ἐν τῷ φανερῷ τοῦ κοινοῦ ποι‐ εῖσθαι τὰς ὁμιλίας, ἀλλ’ ἔχειν μίαν ἐρηρεισμένην δούλην, ἢ | |
5 | παλλακήν· πάλιν αὐτὸν παραινεῖ, μηδὲ τοῖς κατ’ οἶκον αὐ‐ τὸν ὁρᾶσθαι συνομιλοῦντα τῇ λεχθείσῃ γυναικὶ, ἀλλὰ λεληθέ‐ ναι καὶ τούτους τῆς σεμνότητος φροντίζοντα. Ὁ μὲν γὰρ ἥλιος δηλοῖ, τὸ ὑπὸ τῶν πολλῶν βλέπεσθαι, ἅτε κοσμικὸν καὶ πάν‐ δημον φῶς· ἡ δὲ ἑστία, τὸ ὑπὸ μόνων τῶν ὄντων κατ’ οἶκον, | |
10 | ἅτε φῶς ἰδικὸν καὶ κατοίκιον. Ἑστίαν γὰρ τὸ κατ’ οἶκον φησὶ πῦρ, ἤγουν τοὺς κατ’ οἶκον ἀνθρώπους, δι’ ὧν τοῖς ἐκτὸς τὰ ἐν οἰκίᾳ κεκρυμμένα φανερὰ γίνεται. Οὕτως ἔχει καὶ ταῦτα. Εἰ γὰρ κατὰ τὸν πολὺν Πρόκλον ἑστίᾳ τοὺς ὄρχεις ἐμπελάσας παρέφηνεν ἁλὸς ἄν τις βώλακας εἰς τὴν ἀνθρακιὰν ἐπιῤῥίψας, | |
15 | τούτους ἂν μειδιῶν ἀπετόξευε, πυριστρόφοις ἅλμασιν ἁλσακοντίων. TZETZES. | |
sch731ter | ΜΗΔ’ ΑΙΔΟΙΑ ΓΟΝΗι. Μηδὲ πεπαλαγμένος ὢν, ἤγουν μεμολυσμένος, ἀπὸ τοῦ παλάσσω τὸ μολύνω, ἀπὸ γο‐ νῆς, ἤγουν μίξεως καὶ ἀποσπερματισμοῦ, τὰ αἰδοῖα τὰ αἴτια | |
τοῦ μολυσμοῦ παράφαινε τῇ ἑστίᾳ, ἔνδον τοῦ οἴκου, ἐμπελα‐ | 396 | |
5 | δὸν, ἤγουν πλησίον, ἀπὸ τοῦ ἐμπελάζειν, ἀλλ’ ἀλέασθαι, ἀντὶ τοῦ ἔκφυγε· βωμὸς γὰρ τῶν θεῶν καὶ ἡ ἑστία καὶ τῶν καθη‐ μερινῶν θυσιῶν καὶ σπονδῶν ὑποδοχή. Καὶ δεῖ μὴ μολύνειν σε ταύτην ἀπογυμνούμενον. ΠΑΡΑΦΑΙΝΕΜΕΝ, παριστῶ, τὸ εἰς φανερὸν ἄγων ἱστῶ· καθ’ ὃ λέγεται καὶ παράγειν τὸ εἰς | |
10 | φῶς ἄγειν· παραλογίζομαι δέ τινα, ἀντὶ τοῦ λαθὼν παρασύρω αὐτὸν εἰς ψευδῆ λογισμὸν, καθ’ ὃ λέγεται καὶ παράγειν τὸ ἀπα‐ τᾷν, παρακινῶ τὸ μεθιστῶ καὶ διεγείρω, τὸ μὲν, ἐπὶ ἀψύχων, τὸ δὲ διεγείρω ἐπὶ ἐμψύχων. Παρακαλῶ τὸ παρ’ ἐμὲ ἕλκω, ἢ παρά τι ἕτερον, παρατηρῶ δὲ, ἤγουν παρακολουθῶν σκοπῶ, | |
15 | παραφαίνω τὸ ἀμυδρῶς δεικνύω· καθ’ ὃ λέγεται καὶ παρα‐ ψαύειν τὸ μετρίως ψαύειν. Παραφαίνω καὶ τὸ πλησίον ἄγων φαίνω, καθ’ ὃ λέγεται καὶ παρατιθέναι καὶ παραβάλλειν τὸ συγκρίνειν, καὶ παρεικάζειν· ἀφ’ ὧν παραβολὴ καὶ παράθεσις. Κατὰ τοῦτο τὸ σημαινόμενον λέγεται κἀνταῦθα τὸ παραφαίνειν, | |
20 | ὥστε τὸ ἐμπελαδὸν περισσῶς λέγεται καὶ ἀδολεσχίαν ἔχει. MOSCHOP. | |
sch733 | ΜΗΔ’ ΑΠΟ ΔΥΣΦΗΜΟΙΟ ΤΑΦΟΥ. Τὴν ἀρχὴν ἑκάστου τῶν σπουδαίων ἔργων θεῖόν τι δεῖ νομίζειν· μιμεῖται γὰρ τὴν κυρίως ἀρχὴν θεὸν οὖσαν. Σπουδαῖον δὲ καὶ ἡ τέκνωσις, ἅτε συντελοῦσα πρὸς τὴν ἀειγενεσίαν. Οὐ δεῖ | |
5 | οὖν ποιεῖσθαι ταύτην ἀπὸ μιασμάτων, ἀλλ’ ἀπὸ καθαρότητος, πρὸς τὸ καὶ ὑπεναντίαν εἶναι τὴν τέκνωσιν τῇ τῶν τάφων ἐννοίᾳ· καὶ γὰρ γένεσίς ἐστι καὶ φθορά. Δεῖ οὖν ἀπὸ δαιτὸς θεῶν, τουτέστι θεοῖς προσελθόντα καὶ εὐωχηθέντα καὶ παρα‐ καλέσαντα τοὺς θεοὺς οὕτω παιδουργεῖν, ἀπὸ τῶν κοινῶν | |
10 | πατέρων τῆς τιμῆς ἀρχόμενον τῆς παιδουργίας. Δύσφημος δὲ ὁ τάφος· ἐκεῖ γὰρ κλαυθμοὶ γίνονται ὁμοῦ καὶ ὀδυρμοὶ πολ‐ λοί. Ἢ ἀπὸ τοῦ περιδείπνου λέγει· Τάφος γὰρ λέγεται τὸ πε‐ ρίδειπνον, ὡς Ὅμηρος, δαίνυ τάφον Ἀργείοισι. | |
15 | Πλάτων δὲ, μὴ μεθύοντα μίγνυσθαι. PROCLUS. | |
sch733bis | ΜΗΔ’ ΑΠΟ ΔΥΣΦΗΜΟΙΟ. Ἐντεῦθεν πρὸς | |
ἑτέραν διδασκαλίαν μετέβη, καὶ διδάσκει ποδαποὺς ὄντας ἕνεκα παιδοποιΐας δεῖ πλησιάζειν ταῖς γυναιξὶν, καί φησιν· οὐδὲ σπερμαίνειν χρὴ τὰ τέκνα ἀπ’ ἐκφορᾶς νεκρῶν ὑποστρέ‐ | 397 | |
5 | φοντας, ἀλλ’ ἐξ εὐωχίας καὶ ἑορτῶν· τοιοῦτοι γὰρ οἱ παῖδες γίνεσθαι εἰώθασιν, ὁποῖοι οἱ πατέρες αὐτῶν εἰσὶν ἐν τῇ παι‐ δογόνῳ καταβολῇ τῶν σπερμάτων. Μεθυόντων γὰρ μεθύον‐ τες γίνονται, σωφρονούντων δὲ καὶ νηφαλίων σώφρονες καὶ νηφάλιοι, εὐφραινομένων ἱλαροί τε καὶ εὐφραινόμενοι, σκυ‐ | |
10 | θρωπαζόντων δὲ ὡρακιῶντες καὶ φιλόθρηνοι. TZETZES. | |
sch733ter | ΔΥΣΦΗΜΟΙΟ ΤΑΦΟΥ. Ἢ θρηνῴδους τάφου νεκρῶν, ἢ τάφου δυσφήμου καὶ δείπνου· ἤγουν καὶ πηλώδους καὶ κακοφήμου καὶ ἀσχήμονος. TZETZES. | |
sch733quat | ΜΗΔ’ ΑΠΟ ΔΥΣΦΗΜΟΙΟ ΤΑΦΟΥ. Μηδ’ ἀπὸ τάφου δυσφήμου διὰ τοὺς κλαυθμοὺς τοὺς ἐν αὐτῷ δηλονότι καὶ τοὺς θρήνους, παρακελεύομαί σε ἐπαναστρέψαντα, σπερ‐ μαίνειν, ἤγουν σπείρειν, γενεὰν, ἀντὶ τοῦ τέκνα. Ὡς ἀνοί‐ | |
5 | κειον τοῦτο ἀπαγορεύει καὶ θεοῖς προσκροῦον, ἅτε τῆς μὲν τεκνώσεως οὔσης οἰκείας θεῷ, ὡς συντελούσης πρὸς τὴν ἀει‐ γενεσίαν, τοῦ δὲ τάφον ἀνοικειοτάτου. Διὸ καὶ ἐπάγει, ἀλλ’ ἀθανάτων ἀπὸ δαιτὸς, ὡς ἂν δὴ οἰκείως οὕτω δηλονότι καὶ κεχαρισμένως τοῖς θεοῖς τῆς τεκνώσεως προχωρούσης, τοῦ | |
10 | οἰκείου τοῖς θεοῖς ἔργου, μετὰ τὸ προσελθεῖν αὐτοῖς καὶ εὐω‐ χηθῆναι καὶ παρακαλέσαι αὐτοὺς, γινομένου. MOSCHOP. | |
sch734 | ΑΘΑΝΑΤΩΝ ΑΠΟ ΔΑΙΤΟΣ. Μυθικῶς, ἀφ’ ἑορτῆς· ἀλληγορικῶς δὲ, μὴ ἀπὸ τάφου καὶ συμποσίου ἀπρε‐ ποῦς, ἀλλ’ ἐκ βουλευτηρίου, ὅπου αἱ τῶν ψυχικῶν δυνάμεων εὐωχίαι εἰσὶ, τοῦ λογικοῦ λέγω, καὶ φρονήσεως, καὶ ἀν‐ | |
5 | δρείας, καὶ σωφροσύνης, καὶ δικαιοσύνης, καὶ τῶν τοιούτων θεῶν. TZETZES. | |
sch735 | ΜΗΔΕ ΠΟΤ’ ΑΕΝΑΩΝ ΠΟΤΑΜΩΝ. Οἱ παλαιοὶ | |
καὶ πᾶσαν μὲν τὴν τῶν ὑδάτων φύσιν ὡς τρόφιμον καὶ αὐξη‐ τικὴν τῶν φύσεων ἱερὰν ἐνόμιζον εἶναι τῶν ζωογόνων θεῶν· μάλιστα δὲ τοὺς ἀενάους ποταμοὺς θείους ἐνόμιζον, τὴν ἀνέκ‐ | 398 | |
5 | λειπτον τῶν θεῶν οὐσίαν ἱκανῶς μιμουμένους, καὶ δυνάμεις ᾤοντο θείας ἔχειν ἐφεστώσας αὐτοῖς. Εἰκότως οὖν διὰ πάν‐ των ἡμᾶς παιδεύων εἰς εὐσέβειαν ἀξιοῖ μὴ διαβαίνειν εἰς ἀέ‐ ναον ποταμὸν πρὶν εὐξώμεθα βλέποντες εἰς αὐτόν· εὔχεσθαι δὲ ἀπονιψαμένους πρότερον. Τὸν γὰρ ἄνιπτον διϊόντα διὰ | |
10 | κακίαν τοῦτο ποιεῖν τὴν καταφρονοῦσαν ὧν δεῖ μὴ καταφρο‐ νεῖν· καὶ ἔστι καὶ τοῦτο σημεῖον θεοσεβοῦς ζωῆς, τὸ μηδὲ ἐν τούτοις ἀμελεῖν τοῦ καθήκοντος. PROCLUS. | |
sch735bis | ΜΗΔΕ ΠΟΤ’ ΑΕΝΑΩΝ ΠΟΤΑΜΩΝ. Ἀέ‐ ναον ποταμὸν λέγει τὴν κατὰ νόμους συζυγεῖσαν ἀνδρὶ γυ‐ ναῖκα, καὶ ἀεὶ συνοῦσαν αὐτῷ. Παραινεῖ δὲ ὡς ὅτε βούλει συνελθεῖν τῇ ἰδίᾳ γυναικὶ, μὴ πρότερον τοῦτο ποιήσῃς, πρὶν | |
5 | ἂν δι’ εὐχῆς καθαρθῇς, ὡς θεὸν εὐδοκοῦντα ἕξεις τῷ σπέρ‐ ματι. ΚΑΛΛΙΡΡΟΟΝ δὲ λέγει ὙΔΩΡ αὐτὴν, ὡς καθαρὰν καὶ νόμιμον. ΑΛΛΩΣ. Καὶ τί φημὶ τοιαύταις μὴ μίγνυ‐ σθαι γυναιξὶν, ἀλλὰ μηδὲ θητεύειν ἐπιχειρεῖν ἀρχικωτάτοις ἀν‐ δράσι, πρὶν ἐν ΠΟΛΥΗΡΑΤΩι ὙΔΑΤΙ ΛΕΥΚΩι, ἤγουν | |
10 | συμβουλῇ καὶ λόγοις καλλίστοις νιψάμενος τὰς χεῖρας, ἤτοι ἐξομοιώσας ἐκείνῳ τὰς σὰς πράξεις, εὐκτὸς ἐκείνῳ καὶ θυ‐ μήρης φανείης. Ἂν γὰρ σὺ τυχὸν σοφίας ᾖς μέτοχος, ἐκεῖ‐ νος δὲ ἡμιβάρβαρος· ἢ σὺ ἀρετῆς ἀντεχόμενος, ἐκεῖνος δὲ ἀσελγείας ἀνάμεστος, ἢ τοὐναντίον, πάριθι τὴν τοιαύτην λα‐ | |
15 | τρείαν, ὡς οὖσαν ἀπροσφυῆ καὶ ἀνάρμοστον. Συγχαίρειν γὰρ εἴωθε τῷ ὁμοίῳ τὸ ὅμοιον. TZETZES. | |
sch735ter | ΜΗΔΕ ΠΟΤ’ ΑΕΝΑΩΝ ΠΟΤΑΜΩΝ. Μηδέποτε διάβαινε τοῖς ποσὶν ὕδωρ μετὰ κάλλους ῥέον ποταμῶν ἀενάων, | |
ἤγουν ἀειῤῥύτων, ἀπαύστως ῥεόντων, πρὶν ἂν εὔξῃ ἰδὼν ἐς τὰ καλὰ ῥέεθρα, ἀντὶ τοῦ εἰς αὐτὸν, τουτέστι, πρὶν ἂν | 399 | |
5 | εὔξῃ αὐτῷ νιψάμενος πρότερον τὰς χεῖρας διὰ τοῦ λευκοῦ ὕδα‐ τος τοῦ πολυεράστου. Καὶ διὰ τούτων εἰς θεοσέβειαν νομί‐ ζει παιδεύειν τὸν ἀδελφόν. Οἱ παλαιοὶ γὰρ καὶ πᾶσαν μὲν τὴν τῶν ὑδάτων φύσιν, καθά φησιν ὁ Πρόκλος, ὡς τρόφι‐ μον καὶ αὐξητικὴν τῶν φύσεων, ἱερὰν ἐνόμιζον εἶναι τῶν ζωο‐ | |
10 | γόνων θεῶν· μάλιστα δὲ τοὺς ἀενάους ποταμοὺς θείους ἐνό‐ μιζον τὴν ἀνέκλειπτον τῶν θεῶν οὐσίαν ἱκανῶς μιμουμένους. Καὶ δυνάμεις ᾤοντο θείας ἔχειν ἐφεστώσας αὐτοῖς. Εἰκότως οὖν, φησὶν, ἀξιοῖ μὴ διαβαίνειν ποταμὸν πρὶν εὔξασθαι αὐτῷ ὃς διαβῇ. Τοῦτο ἐπάγει, τὸ ἀποβαῖνον κακὸν ἀπὸ τῆς κατα‐ | |
15 | φρονήσεως τούτων θέλων ἐνδείξασθαι· ἤγουν ὃς ἂν δια‐ βῇ ποταμὸν σὺν κακότητι, ἤγουν κακίᾳ τῇ καταφρονούσῃ, ὧν οὐ δεῖ καταφρονεῖν, καὶ ἄνιπτος τὰς χεῖρας. Τοῦτο ὥσπερ ἐφερμηνευτικὸν τοῦ σὺν κακότητι, τούτῳ οἱ θεοὶ νεμεσῶσιν, ἤγουν ἀγανακτοῦσιν ἀγανάκτησιν δικαίαν· καὶ | |
20 | ἄλγη, ἤγουν λύπας, ἔδωκαν, ἀντὶ τοῦ ἐπιφέρουσιν, ὀπίσω, τουτέστιν ὕστερον. Καλλίῤῥοον ὕδωρ, ἤγουν μετὰ κάλλους ῥέον. Σύνηθες τούτοις ἐπιθέτοις χρῆσθαι, ἐνίοτε μὲν πρὸς κόσμον τῶν ὑποκειμένων, ἐνίοτε δὲ πρὸς τὴν φύσιν ἀφορῶ‐ σιν αὐτῶν· ἐνταῦθα δὴ τὸ καλλίῤῥοον κατὰ τὸ πρότερον λέγε‐ | |
25 | ται, πρὸς κόσμον γὰρ λέγεται τοῦ ὑποκειμένου. MOSCHOP. | |
sch738 | ὉΣ ΠΟΤΑΜΟΝ ΔΙΑΒΗι. Ἄλλοι γράφουσι ΚΑ‐ ΚΟΤΗΤΑ· ἐπὶ κακότητα εἶδεν, ἀντὶ τοῦ ἐκακώθη. Ἀρίσταρ‐ χος δὲ ἀθετεῖ τὸν στίχον τοῦτον. Ἄλλοι κακότητα ἔπι, οἱονεὶ ἐπὶ κακῷ ἑαυτόν. PROCLUS. | |
sch738bis | ὉΣ ΠΟΤΑΜΟΝ ΔΙΑΒΗι. Τὴν ἰδίαν κατὰ νόμους λέγει γυναῖκα. Τὸ δὲ ΔΙΑΒΗι, εἰ μὲν ἀντὶ τοῦ παρ‐ έλθῃ νοήσεις, οὕτω ἐρεῖς· ὃς τὴν κατὰ νόμους συναφθεῖσαν αὐτῷ γυναῖκα παρελθὼν, ἀλλοτρίᾳ συνέλθῃ, θεομισὴς ὁ τοι‐ | |
5 | οῦτος· εἰ δὲ ἀντὶ τοῦ διέλθῃ, ἤτοι συνέσεται, εἴπῃς οὕτως· ὃς τῇ ἰδίᾳ γυναικὶ συνέλθῃ μὴ πρότερον εὐξάμενος, θεομισής. | |
ΑΛΛΩΣ. Ὅστις περαιωθῇ ποταμὸν, ἤγουν πρὸς δυνάστου λατρείαν ὑπέλθῃ, μὴ ἐκκαθάρας ἐκ κακίας τὰς χεῖρας, του‐ τέστι μὴ ὁμοιότροπος ὢν ἐκείνῳ (κακία γὰρ τὸ ἐναντιότρο‐ | 400 | |
10 | πον ἐκείνου λογίζεται) τούτῳ ἡ εἱμαρμένη νεμεσᾷ, καὶ ἐναν‐ τία ἐστὶ, καὶ ἄλγεα δῶκεν, ἤτοι δυσκληρίας ἔχει καὶ ἀτυχή‐ ματα, σκυτέων καὶ βαρβάρων ὑπεραιρομένων καὶ αὐξομέ‐ νων, ὡς ὁμοιοτρόπων ἐκείνου. TZETZES. | |
sch740 | ΜΗΔ’ ΑΠΟ ΠΕΝΤΟΖΟΙΟ. Πέντοζον μὲν κα‐ λεῖ τὴν χεῖρα, τοὺς δακτύλους ὄζοις εἰκάζων. ΧΛΩΡΟΝ δὲ, τὸ σαρκῶδες τῶν ὀνύχων, ὡς ζῶν καὶ ὡς ἁπαλόν. ΑΥΟΝ δὲ τὸ ἄκρον τοῦ ὄνυχος, ὃ δὴ καὶ ἄζον ἐστὶ καὶ ἀναίσθητον. Παρακελεύε‐ | |
5 | ται τοίνυν μὴ ἐν εὐωχίαις θεῶν τέμνειν τοὺς ὄνυχας· τέμ‐ νοντας γὰρ πρότερον καὶ κεκαθαρμένους τῇ ἑορτῇ παραβάλ‐ λειν, ἀλλ’ οὐκ ἐν αὐταῖς τοῦτο ποιεῖν. Καὶ γὰρ τρόπον τινὰ νέκρωσίς ἐστι τῶν ἐν ἡμῖν μορίων τοῦτο, ἀφαιροῦντος αὐτὰ τοῦ σώματος, ὡς συμπεφυκότα τούτῳ καὶ συνυπάρχοντα ᾧ | |
10 | τρέφεται. Χρὴ οὖν εἰ μὴ ταῦτα προαποθήσεις τοῦ λοιποῦ σώματος πρότερον, τουτέστιν ἐκτμηθέντα ποιήσεις, ἐν ταῖς τῶν ἄσβεστον ἐχόντων ζωὴν θεῶν εὐωχίαις, μὴ ἀποστερεῖν ταῦτα ζωῆς· ἀλλότριον γὰρ ἐκείνων τὸ τοιοῦτον. ΑΛΛΩΣ. Πεντάκλαδος ἡ χείρ. Φησὶν οὖν ξηρὸν τὸν ὄνυχα, χλωρὸν δὲ | |
15 | τὸ ζωτικὸν αἷμα. Ἀσεβὲς δὲ ὀνυχίζεσθαι ἐν ἑορταῖς θεῶν. PRO‐ | |
CLUS. | 401 | |
sch740bis | ΜΗΔ’ ΑΠΟ ΠΕΝΤΟΖΟΙΟ. Τὸ μὲν πρόχειρον, καὶ οἷσπερ ὁ Πρόκλος μακρηγορεῖ, τοιοῦτόν ἐστιν· μὴ ἐξο‐ νυχίζου ἐν ταῖς ἑορταῖς, μηδὲ τὸν ξηρὸν ὄνυχα ἐκ τῶν χλωρῶν καὶ ζώντων δακτύλων τῆς πεντόζου χειρὸς ἀπότεμνε. Τὸ δ’ | |
5 | ἀλληγορικὸν τοιοῦτόν ἐστιν. Ὁπότε, φησὶ, περί τινων θεί‐ ων καὶ ἀναγκαιοτέρων καὶ θειοτέρων λόγοι κινοῖντο σοφοὶ, οὓς καὶ θεοὺς καλεῖ, τὰς πέντε αἰσθήσεις οἱονεὶ ἔχε τῶν τοι‐ ούτων λόγων ἐξηρτημένας, καὶ μὴ σιδήρῳ, ἤγουν σκληρῷ καὶ ἄφρονι λογισμῷ, τῆς πεντάδος τῆς τῶν αἰσθήσεων τὴν ξηρὰν | |
10 | καὶ ἀπροσφυῆ πρὸς τοὺς τοιούτους λόγους ἀπότεμνε ἀπὸ τῶν χλωρῶν καὶ τούτοις προσφυεστάτων· ἀλλ’ ὅρα, καὶ ἄκουε, καὶ ὀσφραίνου, καὶ γεύου, καὶ ἅπτου, κἂν ἡ ἀκοὴ μόνη τότε προσφυής ἐστι καὶ χλωρὰ, αἱ δ’ ἄλλαι ξηραὶ καὶ ἀπρόσφοροι· τουτέστιν, ὅλος ἐξ ὅλης ψυχῆς, καὶ προσεκτικώτατος γίνου | |
15 | τῶν λεγομένων. TZETZES. | |
sch740ter | ΜΗΔ’ ΑΠΟ ΠΕΝΤΟΖΟΙΟ. Μηδὲ ἐν εὐωχίᾳ θαλλούσῃ θεῶν τέμνε αἴθωνι σιδήρῳ, ἤγουν τμητικῷ, ἀπὸ τῆς πεντόζου, τουτέστι τῆς χειρὸς, τῆς πέντε δακτύλους ἐχού‐ σης, οἳ ὄζοις ἐοίκασι, τὸ αὖον, ἤγουν τὸ ξηρὸν, τουτέστι τὸ | |
5 | ἄκρον τοῦ ὄνυχος, ὃ δὴ καὶ ἄζωόν ἐστι καὶ ἀναίσθητον· ἀπὸ τοῦ χλωροῦ, τουτέστι τοῦ σαρκώδους τῶν ὀνύχων, ὃ χλωρὸν ἐκάλεσεν, ὡς ζῶν καὶ ὡς ἁπαλόν. Δεῖ γὰρ δηλονότι τεμόντα πρότερον καὶ καθαρθέντα παραβάλλειν ταῖς τῶν θεῶν εὐω‐ χίαις, ἀλλ’ οὐκ ἐν αὐταῖς τοῦτο ποιεῖν. Ἄλλως δὲ οὐ χρὴ | |
10 | ταῦτα προαποθνήσκοντα τῆς ζωῆς τοῦ λοιποῦ σώματος ἀποστε‐ ρεῖν ἐν ταῖς τῶν ἄσβεστον ἐχόντων τὴν ζωὴν θεῶν εὐωχίαις· ἀλλότριον γὰρ ἐκείνων τὸ τοιοῦτον. MOSCHOP. | |
sch741 | ΑΙΘΩΝΙ ΣΙΔΗΡΩι. Αἴθων λέβης ὁ εἰς ὑπηρεσίαν τοῦ πυρὸς ἐπιτήδειος· αἴθων μεταφορικῶς καὶ ὁ δραστήριος καὶ διε‐ γηγερμένος, καθ’ ὃ δοκεῖ καὶ αἴθων λέγεσθαι σίδηρος, ἤγουν | |
τμητικὸς, ἀπὸ τῆς καυστικῆς τοῦ πυρὸς ἐνεργείας, ἣ καὶ ἐν | 402 | |
5 | τῇ λέξει ἐμφαίνεται. Ἐπεὶ δὲ τὸ πῦρ ἔχει καὶ τὴν φωτιστικὴν δύναμιν, ἔχει δὲ καὶ μάχαιρα καὶ σπάθη καὶ τὰ τοιαῦτα τὸ λαμπρὸν, λέγοιτο ἂν αἴθων τοιοῦτος σίδηρος καὶ διὰ τὴν λαμπρότητα. MOSCHOP. | |
sch742 | ΜΗΔΕ ΠΟΤ’ ΟΙΝΟΧΟΗΝ. Πολλὰ τοιαῦτα καὶ τοῖς Πυθαγορείοις ἐλέγετο· ζυγὸν μὴ ὑπερβαίνειν, καὶ χελι‐ δόνα μὴ εἰσδέχεσθαι, καὶ μαχαίρᾳ πῦρ μὴ σκαλεύειν· συμβο‐ λικῶς παραινοῦντας τῶν ὀργιζομένων μὴ ἐπεγείρειν διὰ λό‐ | |
5 | γων παροξυντικῶν τὸ πάθος, καὶ φλυάρους μὴ εἰσάγειν εἰς τὸν οἶκον καὶ λάλους, καὶ μὴ δεῖν τὸ δίκαιον ὑπερβαίνειν. Τοιοῦτον οὖν καὶ τὸ ἐπιτιθέναι τῷ κρατῆρι τὴν οἰνοχόην συμ‐ βολικὸν παίδευμα· τουτέστι, μὴ ἐπίπροσθεν ἄγειν τοῦ κοινοῦ τὸ ἴδιον. Ὁ μὲν γὰρ κρατὴρ προὔκειτο κοινὸς ἐν ταῖς τραπέζαις· | |
10 | ἐκ δὲ τῆς οἰνοχόης ἀρυόμενοι ἔπινον οἱ συνδειπνοῦντες. Μήτ’ οὖν τὸ μέρος νομίζειν τοῦ ὅλου ὑπέρτερον, μήτε τὸ ἴδιον τοῦ κοινοῦ προτιμότερον· χαλεπὴν γὰρ εἶναι τὴν ἐπ’ αὐτῷ μοῖραν ὡς ἑπομένην ἔχοντι ποινὴν ἀπὸ τοῦ παντὸς, ἐν ᾧ τὰ ὅλα τῶν μερῶν ἐθέλει κρατεῖν. ΑΛΛΩΣ. Οἰνοχόην κύαθον λέγου‐ | |
15 | σι· τοῦτο δὲ εἶπεν, ἐπεὶ ὁ κρατὴρ ἱερός ἐστι καὶ κοινός· ἡ δὲ οἰνοχόη διακονητικὴ, ἡ τὸν οἶνον ἑκάστῳ διανέμουσα. Ἀπα‐ γορεύει οὖν μὴ ποιεῖσθαι τὸ χεῖρον ἐπίπροσθεν τοῦ βελτίονος, καὶ τοῦ δεχομένου καὶ φυλάττοντος τὸ ἐξαντλοῦν καὶ ἀναλί‐ σκον. Ἄλλοι δὲ λέγουσι, μηδέποτ’ ἐν δείπνῳ πρόσκεισο τῷ | |
20 | πίνειν. Μόνοι γὰρ οἱ ἀεὶ πίνοντες ἀεὶ ἔχουσιν ἐπὶ τοῦ κρατῆ‐ ρος τὴν οἰνοχόην· ἄλλοι δὲ μή φασι τὸ τρεφόμενον τοῦ τρέ‐ φοντος προτιμήσῃς, μηδὲ τὸ ἧττον τοῦ κρείττονος. PRO‐ CLUS. | |
sch742bis | ΜΗΔΕ ΠΟΤ’ ΟΙΝΟΧΟΗΝ. Νῦν καὶ ὁ Πρό‐ κλος εἰς νοῦν γεγονὼς συμβολικὸν παράγγελμα τοῦτό φησιν, ἀντὶ τοῦ, μὴ προκρίνῃς τὸ ἴδιον τοῦ κοινοῦ, μηδὲ τὸ μέρος | |
τοῦ ὅλου. TZETZES. | 403 | |
sch742ter | ΜΗΔΕΠΟΤ’ ΟΙΝΟΧΟΗΝ. Μηδέποτε πινόντων τινῶν καὶ συμποσιαζόντων, τίθει τὴν οἰνοχόην ἐπάνω τοῦ κρητῆρος. Συμβολικὸν τοῦτό φασιν εἶναι παίδευμα· ἀπαγο‐ ρεύειν δὲ μὴ ἐπίπροσθεν ἄγειν τοῦ κοινοῦ τὸ ἴδιον, καὶ τὸ | |
5 | χεῖρον τοῦ βελτίονος, καὶ τὸ ἐξαντλοῦν καὶ ἀναλίσκον τοῦ δεχομένου καὶ φυλάττοντος, καὶ τὸ μέρος τοῦ ὅλου. Οἰνο‐ χόην γὰρ εἶναι τὴν κύαθον, κρατῆρα δὲ τὸ σκεῦος τὸ ἔχον τὸν οἶνον· εἶναι δὲ τὴν μὲν διακονητικὴν καὶ τοῦ οἴνου ἀναλωτικὴν καὶ διανεμητικήν· τὸν δὲ κρατῆρα ἱερὸν καὶ κοι‐ | |
10 | νὸν, καὶ τοῦ οἴνου δεκτικὸν καὶ φυλακτικόν. MOSCHOP. | |
sch743 | ΠΙΝΟΝΤΩΝ. Ἤτοι μὴ συμβουλῆς γενομένης περὶ τοῦ κοινοῦ, τὸ οἰκεῖον συμφέρον τοῦ κοινοῦ προτίμα, μηδὲ τὸ μέρος τοῦ ὅλου· χαλεπὸν γὰρ τοῦτο. Ἢ μὴ προτιμή‐ σειας τὸ χεῖρον τοῦ κρείττονος· εὐτελέστερον γὰρ καὶ δια‐ | |
5 | κονητικὸν ἡ οἰνοχόη τοῦ κρατῆρος. Ἡ μὲν γὰρ οἰνοχόη ὁ βίκος ἐστὶν, ἢ τὸ ποτήριον· ὁ δὲ κρατὴρ ὡς λέβης ἐστὶ, καὶ ἐτίθετο πρὶν ἐν συσσιτίοις καὶ ἑορταῖς, οὐχ ὡς ὁ βίκος καὶ ἀρυτὴρ ἐν ἰδικῷ ἑστιάματι. TZETZES. | |
sch743bis | ΟΛΟΗ ΓΑΡ ΕΠ’ ΑΥΤΩι. Χαλεπὴ γὰρ, φησὶ, μοῖρα ἐπὶ τῷ τοῦτο ποιεῖν τέτυκται, ἤγουν ἐστίν· ἀπὸ τοῦ παντὸς δηλονότι ἐν ᾧ τὰ ὅλα τῶν μερῶν ἐθέλει κρατεῖν. MO‐ SCHOP. | |
sch744 | ΜΗΔΕ ΔΟΜΟΝ ΠΟΙΩΝ. Οἱ μὲν, ὅτι δεῖ τὰς οἰκίας πρὸ χειμῶνος συντελεῖν· ὁ γὰρ κρωγμὸς τῆς κορώνης | |
χειμῶνος σύμβολον· οἱ δὲ, ὅτι μὴ ἀτελῆ δεῖν τὸν οἶκον ἐᾷν, μὴ ψόγον ἐπαγάγῃ παρ’ ἄλλων, οὓς τῇ κορώνῃ ἀπείκασεν, ὡς | 404 | |
5 | πολλὰ ἂν φθεγξαμένους νεμεσῶντας ἐπὶ τῷ ἐλλειπεῖ. Δεῖ δὲ καὶ ἐπὶ τὰ ἄλλα τὸ παράγγελμα διατείνειν, καὶ μηδὲν τῶν ἡμετέρων ἔργων ἀτελὲς περιορᾷν φερόμενον, ἀλλ’ ἑκάστῳ τὸ προσῆκον ἐπάγειν τέλος. PROCLUS. | |
sch744bis | ΑΝΕΠΙΞΕΣΤΟΝ. Ἀφιλοκάλητον, ἀκόσμητον. Ἔνιοι δὲ ΑΝΕΠΙΡΡΕΚΤΟΝ γράφουσι, τουτέστιν ἀθυμία‐ τον. PROCLUS. | |
sch744ter | ΜΗΔΕ ΔΟΜΟΝ ΠΟΙΩΝ. Τὸ μὲν πρόχειρον οὕτω· μὴ ἀτελῆ τὸν δόμον ἐάσῃς, μή πως καταγγελλούσης τῆς κορώνης χειμῶνα λυπήσῃ σε. Τὸ δὲ συμβολικὸν οὕτω· μη‐ δὲν ἔργον ἀτελὲς καὶ ἀκαλλώπιστον ἐάσῃς, μή τις μωμοσκό‐ | |
5 | πος καὶ λίαν κρωκτικὸς, καὶ λάλος, ἐπιστὰς τούτῳ, μώ‐ μους καταχέῃ σου. TZETZES. | |
sch744quat | ΜΗΔΕ ΔΟΜΟΝ ΠΟΙΩΝ. Μηδὲ οἶκον ποιῶν ἀνεπίξεστον καταλίμπανε, ἤγουν ἀφιλοκάλητον, ἀκόσμητον, τουτέστιν ἀτελῆ. Ἔνιοι δὲ ἀνεπίῤῥεκτον γράφουσι. Τοῦτο δὲ δηλοῖ τὸν ἀθυμίαστον, ἢ τὸν ἀτελείωτον. Ἡ δ’ αἰτία, ἵνα | |
5 | μὴ, φησὶν, ἐπικαθεζομένη αὐτῷ κορώνη πολλὰ κρώζουσα κρά‐ ζῃ, τουτέστιν, ἵνα μὴ καταλάβῃ αὐτὴν οὕτως ἀτελῆ ὁ χειμὼν, καὶ κακῶς αὐτὴν διάθηται, ὁ γὰρ κρωγμὸς τῆς κορώνης χει‐ μῶνός ἐστι σύμβολον. Ἀπὸ γοῦν τοῦ εἰπεῖν, ἵνα μὴ ἐπ’ αὐ‐ τῇ κρώζῃ ἡ κορώνη, τὸν χειμῶνα ἐδήλωσεν, ὃν ὁ κρωγμὸς | |
10 | τῆς κορώνης μηνύει. Ἢ οὕτως· Μηδὲ δόμον ποιῶν ἀτελῆ καταλίμπανε· ἀπὸ τοῦ δόμου δὲ καὶ πᾶν ἔργον δεῖ νοεῖν· ἤγουν μὴ ἔργον ποιῶν, ἀτελὲς καταλίμπανε, ἵνα μὴ ψέγοντες τινὲς τρόπον κορώνης πολλὰ κρωζούσης, πολλὰ φθέγξωνται ἐπὶ τῷ ἐλλιπεῖ. MOSCHOP. | |
sch746 | ΜΗΔ’ ΑΠΟ ΧΥΤΡΟΠΟΔΩΝ ΑΝΕΠΙΡΡΕΚΤΩΝ. Θυσίαν ταύτην ὁ Πλούταρχος πρόχειρον καὶ καθημερινὴν εἶπεν ὀρθῶς ἀφ’ ὧν μέλλομεν ἐσθίεν, ἱερὰ πάντα ποιοῦντας διὰ τοῦ ἀπάρξασθαι. Καὶ γὰρ αἱ τῶν ἱερῶν τραπεζώσεις τοῦ‐ | |
5 | το εἶχον· ἀπαρξάμενοι γὰρ ἀπ’ αὐτῶν ἐδαίνυντο. Χρῆναι δὲ καὶ ἐπὶ τῶν λουτρῶν τὸ αὐτὸ δρᾷν· ἐλούοντο δὲ περιχεόμε‐ νοι κατὰ κρατός τε καὶ ὤμων· χρῆν οὖν καὶ τούτου πρότερον ἀφορίσαι τὶ πρὸ τῆς ἡμετέρας χρήσεως τοῖς ἱεροῖς θεοῖς, καὶ οὕτω τὸ λοιπὸν εἰς τὴν ἀναγκαίαν χρείαν παραλαμβάνειν. | 405 |
10 | PROCLUS. | |
sch746bis | ΧΥΤΡΟΠΟΔΩΝ. Τῶν ἐσχάρων τῶν μαγείρων. Περιφραστικῶς δὲ χύτραν εἶπε. Τουτέστιν ἀπὸ χύτρας μὴ πρῶτον φάγῃς, πρὶν σπείσῃς ἐξ αὐτῶν τοῖς θεοῖς. ΑΝΕ‐ ΠΙΡΡΕΚΤΩΝ δὲ, τουτέστιν ἀθύτων, ἐφ’ ὧν θυσίαν οὐκ | |
5 | ἐποίησας· ῥέζειν γὰρ τὸ θύειν· τουτέστι, σπένδε πρῶτον, καὶ τότε θύε. Μηδὲ μὴν λούσῃ, ἐὰν μὴ εὔξῃ καὶ σπείσῃς. PROCLUS. | |
sch746ter | ΜΗΔ’ ΑΠΟ ΧΥΤΡΟΠΟΔΩΝ. Τὸ μὲν κοινὸν καὶ δημῶδες οὕτω· παρακελεύομαι καὶ ἐντέλλομαί σοι μηδὲ ἀπὸ χυτροπόδων καὶ πυριστατῶν ἀθύτων λαβόντα σε τὴν χύ‐ τραν, ἐσθίειν τὰ ἐν αὐτῇ. Τουτέστιν, εἰ μὴ θύσεις πρό‐ | |
5 | τερον, μὴ ἅψῃ τῶν ἐν τῇ χύτρᾳ βρωμάτων, μηδὲ λούσῃ, εἰ μὴ θύσεις ὁμοίως· καὶ ταῦτα μὲν οὕτω. Τὸ δὲ βαθύτερον οὕτω μὴ ἀπὸ τῶν ὑποτελῶν, ἤτοι τῶν σῶν δούλων ἀπανθρώπως τοὺς φόρους καὶ ἀνηλεῶς ἀφελόμενος ἔσθιε· ἀλλ’ ἔσο κἀκεί‐ νοις μέτριος, καὶ εὐχῆς μοῖραν παρ’ αὐτῶν κληρούμενος, | |
10 | μέτριος καὶ μὴ λίαν βαρύνων αὐτούς. TZETZES. | |
sch746quat | ΜΗΔ’ ΑΠΟ ΧΥΤΡΟΠΟΔΩΝ. Λάσανον καὶ χυ‐ τρόπους τὸ αὐτό· ἔστι δὲ ὁ κοινῶς πυριστάτης. Ἐνταῦθα δὲ χυτροπόδων φησὶν ἀντὶ τοῦ χυτρῶν. Ἔχει δὲ πᾶς ὁ λόγος οὕτως. Μηδὲ ἀπὸ χυτρῶν ἀνεπιῤῥέκτων, ἤγουν ἀθύτων, ἀφ’ | |
5 | ὧν θυσίαν οὐκ ἐποίησας δηλονότι, (ῥέζειν γὰρ τὸ θύειν· θυ‐ σίαν δὲ λέγει τὴν πρόχειρον, καὶ καθημερινὴν,) παρακελεύο‐ μαί σε ἀνελόντα, τουτέστι λαβόντα, μὴ ἐσθίειν· ἀλλὰ σπένδε | |
δηλονότι πρότερον, καὶ τότε ἔσθιε. MOSCHOP. | 406 | |
sch747 | ΜΗΔΕ ΛΟΕΣΘΑΙ. Ἀπὸ λουτρῶν δηλονότι ἀθύ‐ των. Τὸ δὲ πᾶν τοιοῦτόν ἐστιν· οἰκέταις μὲν καὶ μισθίοις οἱ παραδυναστεύοντες κέχρηνται, τοῖς μὲν, ἐξ ὧν διατρέφονται, φόρους συλλέγοντες· τοῖς δὲ κόσμου χάριν, καὶ προπομπῆς, | |
5 | καὶ καλλύνσεως. Καὶ τοὺς μὲν, ἐξ ὧν τοὺς φόρους λαμβά‐ νουσι, χυτρόποδας καλεῖ, ὡς φέροντας αὐτοῖς χύτρας καὶ βρώματα· τοὺς δὲ, ἐξ ὧν τὴν ἐπικόσμησιν καὶ τὴν προπομπὴν ἔχουσιν, λουτρὸν κατωνόμασεν, ὡς τούτους κοσμοῦντας. Τὸ δὲ ὅλον τοιοῦτον· μὴ βαρὺς, ἀλλ’ ἱλαρὸς ἔσο, καὶ ἀμφοτέ‐ | |
10 | ροις τοῖς ὑποτεταγμένοις σοι, ἐξ ὧν τε τοὺς φόρους λαμβά‐ νεις, καὶ οὓς ἔχεις πρὸς ἐπικόσμησιν, ἵν’ εὐκταῖος αὐτοῖς γίνῃ. Τοῦτο δὲ καὶ εἰς τὸ κοινὸν ἀπέῤῥιψε, καὶ οὐ πρὸς μόνον τὸν Πέρσην φησί. Ποῦ γὰρ ἐκείνῳ θεραπεία τοιαύτη καὶ προ‐ πομπή; TZETZES. | |
sch747bis | ΜΗΔΕ ΛΟΕΣΘΑΙ. Ἤγουν μηδὲ λοῦσθαί σε παρα‐ κελεύομαι ἀνεπιῤῥέκτως δηλονότι, ἤγουν χωρὶς τοῦ πρότερον εὔξασθαι καὶ σπεῖσαι· ἐπεὶ καὶ τούτοις ἔνεστι ποινὴ, ἤγουν τιμωρία. MOSCHOP. | |
sch748 | ΜΗΔ’ ΕΠ’ ΑΚΙΝΗΤΟΙΣΙ. Τὸ μὲν τετριμμένον ἐπὶ τάφων τὰ παιδία μὴ ἱδρύειν· ἀκινήτους γὰρ τούτους εἶναι δεῖν. Ἀλλ’ οὐ μόνον δωδεκαταῖον παῖδα ἢ δωδεκάμηνον, ἀλλὰ | |
καὶ πάντα ἄνθρωπον φεύγειν τὰς τοιαύτας ἕδρας. Μή‐ | 407 | |
5 | ποτε κάλλιον Πλούταρχος· ὅτι μὴ δεῖν τὰ νεογνὰ ἀκίνητα ἐᾷν, καὶ ἀποτίθεσθαι ἐν ἀκινήτοις· ἀσθενέστερα γὰρ γίνεται· κινεῖν δὲ αὐτὰ ὅτι μάλιστα, κἂν ἐπί τινων αὐτὰ τίς καθιζάνῃ κινου‐ μένων, καθιζάνειν καὶ σαλεύειν διὰ τούτων, οἷα τισὶν εὐκί‐ νητα κλινίδια μεμηχάνηται πρὸς τὴν τῶν παιδίων εὐνήν. ΑΛ‐ | |
10 | ΛΩΣ. Οἱ μὲν ἐπ’ ἀκινήτῳ τάφῳ ἢ βωμῷ· νόμος γὰρ παρὰ Ῥωμαίοις, ὅστις φησὶ τάφον μὴ κινεῖν, τουτέστιν ὀρύττειν. Ποτὲ οὖν φησὶ μὴ ἐάσῃς τὸν παῖδά σου δώδεκα ἐτῶν ἐπὶ τάφῳ καθέζεσθαι· ἐπεὶ, καὶ ἀνὴρ ἂν τοῦτο ποιήσῃ, βλάπτεται, πολ‐ λῷ μᾶλλον ὁ παῖς. ΑΛΛΩΣ. Ἄλλοι δέ φασι μὴ ἀγύμναστον | |
15 | ἀφήσῃς τὸν παῖδά σου ἀπὸ δώδεκα ἐτῶν, οὐ μὴν οὐδὲ δωδεκά‐ μηνον· ὅθεν ἐπενοήθη τὸ ἀεὶ κινεῖν τὰ παιδία. PROCLUS. | |
sch748bis | ΜΗΔ’ ΕΠ’ ΑΚΙΝΗΤΟΙΣΙ ΚΑΘΙΖΕΙΝ. Μηδ’ ἐπὶ τοῖς τῶν νεκρῶν τάφοις κάθιζε παῖδα δωδεκαετῆ, ἀσεβὲς γὰρ τοῦτο· ἀκίνητοι δὲ οἱ νεκροί. Ἢ δωδεκαετῆ παῖδα μὴ ἐάσῃς ἀκινητεῖν καὶ νωθρεύεσθαι· ἀλλὰ κίνει πρὸς ἔργα τούτῳ | |
5 | κατάλληλα· οἱ γὰρ νωθροὶ καὶ ἀκίνητοι μέχρι τῆς τοιαύτης ἡλικίας ἀχρήσιμοι τῷ βίῳ καὶ ἀδρανεῖς. TZETZES. | |
sch748ter | ΜΗΔ’ ΕΠ’ ΑΚΙΝΗΤΟΙΣΙ ΚΑΘΙΖΕΙΝ. Μηδὲ ἐπ’ ἀκινήτοις κάθιζε, ἤγουν ἵδρυε παῖδα σὸν δυωδεκαταῖον, ἤγουν δυοκαίδεκα ἐτῶν ὄντα, οὐ γὰρ ἄμεινον, ἀντὶ τοῦ καλὸν, ὅτ’ ἀνέρ’ ἀνήνορα ποιεῖ, ἤγουν ἐπεὶ τοῦτο ἄνδρα τέλειον ποιεῖ | |
5 | ἄνανδρον. MOSCHOP. | |
sch750 | ΜΗΔΕ ΔΥΩΔΕΚΑΜΗΝΟΝ. Τὸν μὲν δωδεκαετῆ φησι, μὴ ἐάσῃς ἀκίνητον πρὸς ἔργα· τὸν δὲ δυωδεκάμηνον, οὐ πρὸς ἔργα, (ἠλίθιον γὰρ τοῦτο) ἀλλὰ πρὸς πορείαν κινῶν ἁμαξίσι καὶ κλινιδίοις καὶ λοιποῖς τοιούτοις ὑποτρόχοις, ἵνα | |
5 | μὴ κατεῤῥαθυμικὸς καὶ νωθρότατον καὶ ἀκίνητον τὸ βρέφος | |
γένηται. TZETZES. | 408 | |
sch750bis | ΜΗΔΕ ΔΥΩΔΕΚΑΜΗΝΟΝ. Ἤγουν μηδὲ δυο‐ καίδεκα μηνῶν ὄντα ἐπὶ τοῖς ἀκινήτοις κάθιζε. ΙΣΟΝ ΚΑΙ ΤΟΥΤΟ ΤΕΤΥΚΤΑΙ, ἤγουν ἐστίν. Ἀκίνητον, τὸ μὴ δυνα‐ τὸν, ἢ τὸ μὴ φύσιν ἔχον κινηθῆναι, καὶ τὸ μὴ πρέπον ὑπό | |
5 | τινος κινηθῆναι, καὶ τὸ νενομοθετημένον ὑπὸ μηδενὸς κινηθῆ‐ ναι. Κατὰ τὰ δύο ταῦτα σημαινόμενα, τοὺς τάφους ἰδίως ἔλεγον ἀκινήτους, καὶ ὡς οὐχ ὅσιον ὂν δηλονότι κινεῖν αὐτοὺς τινὰ, ἀντὶ τοῦ ἀνορύττειν, καὶ ὡς νενομοθετημένον ὂν μὴ κι‐ νεῖσθαι αὐτοὺς ὑπό τινος. Ἔστιν οὖν ἐνταῦθα τὸ μὲν πρόχει‐ | |
10 | ρον, μὴ ἵδρυε σὸν παῖδα ἐπὶ τοῖς τάφοις. Συμβολικῶς δὲ ἔχει ὁ λόγος οὕτως· μὴ ἀγύμναστον ἀφῇς τὸν παῖδά σου, δω‐ δεκαετῆ γεγονότα, μηδὲ δυοκαίδεκα μηνῶν ὄντα, ἀλλὰ τὸν μὲν γύμναζε ἐπὶ τελεώτερα, ἡλικίας ἤδη ἐπειλημμένον οὐκ ἀκινη‐ τεῖν ἐπὶ τὰ τοιαῦτα προσηκούσης, τὸν δὲ ἐπὶ τὸ βαδίζειν ἔθιζε· | |
15 | ἐπεὶ τὸ ἀκινητεῖν καὶ ἄνδρα τέλειον βλάπτει· ἀσθενῆ γὰρ αὐτὸν ποιεῖ καὶ ἄνανδρον, καὶ ταῦτα γεγυμνασμένον ὄντα. MOSCHOP. | |
sch751 | ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩι ΛΟΥΤΡΩι. Μὴ δεῖν συναπογυμνοῦσθαι ταῖς γυναιξὶ τοὺς ἄνδρας· πρὸς γὰρ τῷ ἀσχήμονι, καὶ ἀπόῤῥοιαί τινες ἐκ τῶν γυναικείων σωμάτων καὶ περιττωμάτων χωροῦσιν, ὧν ἀναπίμπλασθαι τοὺς ἄνδρας μο‐ | |
5 | λυσματῶδες ἐστί· καὶ τοῖς εἰς τὸν αὐτὸν ἀέρα εἰσιοῦσι, καὶ τοῖς εἰς τὸ αὐτὸ ὕδωρ, ἀνάγκη τούτων ἀπολαύειν. Διὸ καὶ ἐπὶ χρόνον τινά φασι ποινὴν παραμένειν τοῖς τοῦθ’ ὑπομείνασιν, ἐν ᾧ τὸν μολυσμὸν ἀνάγκη μένειν ἐπ’ αὐτοῖς. PROCLUS. | |
sch751bis | ΑΛΛΩΣ. ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩι Περιεργασίας δίκην γυναικῶν· οἱ δὲ ὅτι κελεύει μὴ συλλούεσθαι γυναικὶ, ἢ | |
μὴ, ὡς γυνὴ, ὡραΐζου λουόμενος, οἷον μὴ μύροις ἢ τισὶ χρί‐ σμασι χρῶ, ἢ ὅτι αἱ γυναῖκες κόσμου χάριν κέχρηνται τῷ λου‐ | 409 | |
5 | τρῷ, οἱ δὲ ἄνδρες διὰ κόπων ἀνάπαυσιν λούονται. PROCLUS. | |
sch751ter | ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩι ΛΟΥΤΡΩι. Τὸ μὲν πρό‐ χειρον καὶ κοινὸν τῆς ἐννοίας αὐτῆς πᾶσι σαφέστατον· τὸ δὲ βαθύτερον τοιοῦτόν ἐστιν. Ἐντέλλομαι μηδὲ γυναικείῳ καλ‐ λωπισμῷ καλλύνεσθαι ἄνδρα, φυκιούμενον καὶ ξυρούμενον, καὶ | |
5 | τοῖς λοιποῖς κεχρημένον, οἷς αἱ γυναῖκες· ὅνπερ καλλωπισ‐ μὸν καὶ λουτρὸν λέγει. Ὀλεθρία γὰρ ποινὴ καὶ ἐπὶ τῷ τοι‐ ούτῳ πράγματι, καὶ μέμψις ἔσται μὴ χρόνῳ μαραινομένη. TZETZES. | |
sch751quat | ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩι ΛΟΥΤΡΩι. Παρακελεύο‐ μαι μηδὲ ἐπὶ λουτρῷ γυναικείῳ, ἤγουν ἐν ᾧ λοῦνται γυναῖκες, τουτέστι μηδὲ μετὰ γυναικῶν λουομένων, ἄνδρα φαιδρύνεσθαι, ἤγουν καθαίρεσθαι τὸ σῶμα· τὴν δ’ αἰτίαν ὁ Πρόκλος λέγει. | |
5 | Πρὸς γὰρ τῷ ἀσχήμονι, φησὶ, καὶ ἀπόῤῥοιαί τινες ἀπὸ τῶν γυναικείων σωμάτων χωροῦσι περιττωματώδεις· ὧν ἀναπίμ‐ πλασθαι τοὺς ἄνδρας μολυσματῶδες ἐστὶ, καὶ τοὺς εἰς τὸν αὐ‐ τὸν ἀέρα καὶ εἰς τὸ αὐτὸ ὕδωρ εἰσιόντας καὶ συναπογυμνουμέ‐ νους αὐταῖς ἀνάγκη τούτων ἀπολαύειν. MOSCHOP. | |
sch752 | ΛΕΥΓΑΛΕΗ ΓΑΡ. Χαλεπὴ γὰρ καὶ ἐπὶ τούτῳ ποινὴ, ἤγουν τιμωρία· ἐπὶ χρόνον, ἀντὶ τοῦ κατὰ χρόνον τινά· καθόσον δηλονότι ἐστὶν ἐν αὐτοῖς ὁ μολυσμός. ΑΛΛΩΣ. Παρακελεύομαι μηδὲ καθαίρεσθαι ἄνδρα τὸ σῶμα διὰ λουτροῦ | |
5 | γυναιξὶν ἁρμόζοντος· τουτέστι, παρακελεύομαι μὴ μύροις καὶ χρίσμασι τισὶν ἐν λουτρῷ χρῆσθαι ἄνδρα, οἷς εἰώθασιν αἱ γυ‐ ναῖκες χρῆσθαι. MOSCHOP. | |
sch753 | ΜΗΔ’ ἹΕΡΟΙΣΙΝ. Μηδὲ ἐὰν συμβῇ σοι ἐν ἱεροῖς εὑρεθῆναι, μέμψῃ τὰ μυστήρια· ταῦτα γὰρ ὁ θεὸς πάνυ μέμ‐ φεται. PROCLUS. | |
sch753bis | ΜΗΔ’ ἹΕΡΟΙΣΙΝ. Τὸ πρόχειρον, μηδὲ ἐν θυσίαις θεῶν τυχὼν μωμοσκόπει τὰ μυστήρια· ἢ μὴ περὶ τῶν ἐν οἴκοις | |
τινῶν κρυφῆ τελουμένων αἰσχρῶν ἐν τοῖς ἱεροῖς διαλέγου. Τὸ δὲ βαθύτερον καὶ ἀλληγορικὸν οὕτως ἔχει· μὴ ὃ ἤκουσας | 410 | |
5 | μυστηριῶδες ἀπό τινος συμβούλῳ σοι χρησαμένου διάσυρε, καὶ φαύλιζε, καὶ φανέρου· θεὸς γάρ τις, ἤτοι σοφός τις καὶ φρόνιμος, καὶ ταῦτα αἰτιᾶται· ἢ μοῖρά τις ἕνεκεν τῶν τοιού‐ των τοὺς περὶ φίλους φαύλους τιμωρεῖ. TZETZES. | |
sch753ter | ΜΗΔ’ ἹΕΡΟΙΣΙΝ ΕΠ’ ΑΙΘΟΜΕΝΟΙΣΙ. Μηδὲ ἐπὶ ἱερείοις καιομένοις, ἤγουν θυσίαις τελουμέναις κατὰ συμ‐ βεβηκὸς εὑρεθείς· μωμεύειν, ἀντὶ τοῦ μώμει, μέμφου, ἀΐδηλα, τουτέστιν ἄξια ἀφανισμοῦ, ἤγουν μὴ μεμφόμενος τὰ ἱερὰ, | |
5 | λέγε λόγους ἀξίους ἀπωλείας· ὁ θεὸς καὶ ταῦτα νεμεσᾷ, ἤγουν μέμφεται. Ἢ οὕτως· μηδὲ ἐν θυσίαις τελουμέναις κατὰ συμ‐ βεβηκὸς εὑρεθεὶς, τοῦτο γὰρ τὸ κυρήσας, μώμει, ἤγουν βλασ‐ φήμει εἰς τινά. Εἶτα· ἀδήλως γὰρ ὁ θεὸς καὶ ταῦτα μέμφε‐ ται. MOSCHOP. | |
sch754 | ΜΩΜΕΥΕΙΝ ΑΙΔΗΛΑ. Μὴ ἀδήλως κατὰ σεαυτὸν καὶ ἐν τῇ ψυχῇ σου μωμεῖν τὰ ἱερά. Ἔστι δὲ καὶ τοῖς ἑξῆς συνάψαι, ἀΐδηλα θεὸς νύ τοι καὶ τὰ νεμεσσᾷ. | |
5 | Ἀδήλως δηλονότι ἐπὶ τῶν τοιούτων μέμφεται. Ἢ οὕτως· μὴ ἐπὶ τοῖς αἰθομένοις ἱεροῖς ἀΐδηλα, τουτέστι μάταια, διανοη‐ θῇς, θεὸς γὰρ καὶ ταῦτα μέμφεται. ΑΛΛΩΣ. Οὐ μόνον ὅτι δεῖ μὴ μωμεύειν τὰ ἱερά· τοῦτο γὰρ παντὸς ἦν εἰπεῖν· ἀλλὰ τὸν παραβάλλοντα ἱεροῖς δρωμένοις μηδένα βλάσφημον λόγον | |
10 | λέγειν, μηδὲ ὑβρίζειν μηδένα· καὶ γὰρ ταῦτα ἄδηλά ἐστι, καὶ ἀφανῆ ὄντα ποίαν ἕξει ποινὴν, παραιτητέον· νεμεσᾶν γὰρ αὐτοῖς τὸν θεὸν ὡς ἀλλοτρίοις τῆς ἰσότητος. PROCLUS. | |
sch755 | ΜΗΔΕΠΟΤ’ ΕΝ ΠΡΟΧΟΑΙΣ. Ταῦτα διαγράφει Πλούταρχος, ὡς εὐτελῆ καὶ ἀνάξια παιδευτικῆς Μούσης, μὴ οὐρεῖν ἐν προχοαῖς ποταμῶν ἢ κρηνῶν, μηδ’ ἀποπατεῖν, τοῦτο γὰρ τὸ ἀποψύχειν. Ἴσως δὲ καὶ ταῦτα παρακελεύεται τῆς ἰδιω‐ | |
5 | τείας τῶν πολλῶν στοχαζόμενος. Οὐ γὰρ πάντες ἔχουσι νοῦν, ἀλλὰ καὶ ταῦτά τινες ἂν παρίδοιεν. ΑΛΛΩΣ. Ἀποψύχειν, | |
ἀφοδεύειν, ἢ ἀποπνευματίζειν, ἢ ἀναψύξεως χάριν τοῦ σώμα‐ τος, τοῖς ποταμίοις ῥεύμασιν ἵστασθαι, ἢ ἀποπλύνειν, ἢ ἀπο‐ νίπτειν. PROCLUS. | 411 | |
sch755bis | ΜΗΔΕΠΟΤ’ ΕΝ ΠΡΟΧΟΗι ΠΟΤΑΜΩΝ. Πάλιν τῶν προτέρων ἔχεται λόγων, καί φησι, μὴ συνεύνους δυνα‐ στῶν ἢ μητέρας μοιχᾶσθαι θέλε, μηδ’ ἐναπόψυχε ἐν ποταμοῖς, τουτέστιν, τὸν φορυτὸν τῆς γαστρὸς ἔκχεε· ἤτοι, μηδ’ αἰσχρό‐ | |
5 | τερον δράσειας πασχητιῶν καὶ θηλυνόμενος. Προχοὴ δὲ τὸ τῶν ποταμῶν στόμιον, δι’ οὗ εἰσβάλλουσιν εἰς τὴν θάλασσαν. Νῦν δὲ τὰς συνεύνους τῶν δυναστῶν λέγει· ἅλα δὲ τὸν κόσμον, εἰς ὃν οἱ δυνάσται ῥέουσι τῷ πλούτῳ περιῤῥεόμενοι· κρήνας δὲ τὰς αὐτῶν μητέρας, ἐξ ὧν | |
10 | αὐτοὶ πρὸς τὴν κοσμικὴν εἰσέῤῥευσαν θάλασσαν. Αἱ γὰρ πη‐ γαὶ μητέρες τῶν ποταμῶν εἰσίν. TZETZES. | |
sch755ter | ΜΗΔΕ ΠΟΤ’ ΕΝ ΠΡΟΧΟΗι. Μηδέποτε ἐν ῥεύ‐ μασι ποταμῶν εἰς τὴν θάλασσαν ῥεόντων οὔρει, μηδὲ ἐναπό‐ ψυχε, ἤγουν ἀποπάτει, μηδὲ ἐπὶ κρηνῶν, ἤγουν πηγῶν, ταῦτα ποίει, μάλα δὲ ἔκφευγε, τοῦτο γὰρ οὐδαμῶς ἐστὶ λώϊον· ἀντὶ | |
5 | τοῦ καλόν. MOSCHOP. | |
sch756 | ΜΗΔ’ ΕΠΙ ΚΡΗΝΑΩΝ. Παρακελευσάμενος μὴ πλησιάζειν γυναικὶ χάριν παιδοποιΐας ἐκ μέθης ἐπανιόντα, ἀλλ’ ἐκ βουλευτηρίου ἐπανακάμψαντα, νῦν παραινεῖ μηδὲ τῶν δυναστῶν μοιχᾶσθαι γυναῖκας, ἀλλὰ τῆς τοιαύτης ἀφίστασθαι | |
5 | πράξεως· ὃν γὰρ τρόπον αἱ κρῆναι ποταμοὺς ἀποτίκτουσι, τὸν αὐ‐ τὸν τρόπον αἱ περιφανεῖς τοιαίδε γυναῖκες τοὺς ἐν τῷ βίῳ πολ‐ λῷ ῥεύματι χρυσοῦ περιῤῥέοντας ἄνδρας δυνάστας, καὶ ὑπερ‐ όχους, ὧν τοῦ πλούτου πολλοὶ ἀπαρύονται, ἀποτίκτουσιν· ἀλλὰ | |
νῦν αἱ τοιαῦται κρῆναι παντοίων οὔρων ἐπλήσθησαν. TZETZ. | 412 | |
sch758 | ὩΔ’ ἙΡΔΕΙΝ. Τοῦτο τὸ τέλος ἐστὶ τῶν παραγ‐ γελμάτων, ἱκανὸν δὲ εἰς τὸ παιδεῦσαι ἡμᾶς τὸ ἑαυτὸν ἦθος εὐλαβουμένους τὴν φήμην. Οὐ γὰρ ὅσον ἀρετῆς οἱ ἄνθρωποι σφάλλονται, τοσοῦτον καὶ κρίσεως ἀρετῆς, φησὶν ὁ Πλάτων. | |
5 | Τὴν οὖν χαλεπὴν φήμην φυλακτέον εἰς δύναμιν. Ἡ γὰρ κακὴ φήμη, κούφη μέν ἐστιν ὑπενεγκεῖν, κεντοῦσα τοὺς ὑπ’ αὐ‐ τῆς ὀνειδίστους γινομένους, ἔτι δὲ καὶ ἀρξαμένην ταύτην παῦ‐ σαι χαλεπόν· εἰώθασι γὰρ οἱ ἄνθρωποι πολλαπλασιάζειν, ἃς ἂν παραλάβωσι φήμας, καὶ ἐκ σμικρῶν μεγάλας ποιεῖν. Καὶ | |
10 | τέλος προσέθηκεν, ὅτι κινδυνεύει καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀλη‐ θὴς εἶναι πᾶσα φήμη, ἣν λαοὶ πολλοὶ φημίξωσι· καὶ διὰ τοῦτο ἔχειν τὶ καὶ αὐτὴν θεῖον. Πολλάκις γοῦν ὁ μὲν ἄρξας αὐτῆς οὐκ ἔστιν, εὔστοχος δὲ αὕτη δι’ αὐτῶν ἀναφαίνεται τῶν ἀποβαινόν‐ των, ὥστε εἰκότως δεῖ φυλάττεσθαι τὴν κακὴν φήμην. Καὶ | |
15 | τοῦτο οὖν χρήσιμον, τὸ δεῖν καὶ δόξαν ὑφορᾶσθαι τὸν παι‐ δευόμενον. Οὐ γὰρ ἁπλῶς ἀληθὲς ὃ λέγει Γοργίας· ἔλεγε δὲ, Τὸ μὲν εἶναι, ἀφανὲς, μὴ τυχὸν τοῦ δοκεῖν· τὸ δὲ δοκεῖν, ἀσθε‐ νὲς, μὴ τυχὸν τοῦ εἶναι. Παρὰ γὰρ τοῖς πολλοῖς καὶ τὸ δο‐ κεῖν ἰσχὺν ἔχει, καὶ τὰ ἐκ τοῦ δοκεῖν ἀποβαίνοντα δυσχερῆ δεί‐ | |
20 | κνυται οὐκ ὄντα ὀλίγα. Μᾶλλον οὖν ὡς Ξενοκράτης ἔλεγε, Τοῦ μὲν οὖν φίλον Ἀλέξανδρον ἔχειν ἕνεκα, μηδ’ ἂν τὸν δάκτυ‐ λον κινῆσαι, τοῦ δὲ μὴ ἐχθρὸν, πάντα ἂν πράξαι· οὕτω καὶ Ἡσίο‐ δος τῆς μὲν παρὰ τοῖς πολλοῖς δόξης ἀξιοῖ ποιεῖσθαι λόγον μηδέ‐ να, τῆς δὲ ἀδοξίας, ἵνα μὴ συμβῇ, πάντα ποιεῖσθαι λόγον. PROCL. | |
sch758bis | ὩΔ’ ἙΡΔΕΙΝ. Ἐπιλογικὸν κεφάλαιον, οὕτως ἕρδε, ἢ οὕτως ἕρδειν ἐντέλλομαι· τὴν δ’ αἰσχρὰν φήμην ἔκφευγε. TZETZ. | |
sch758ter | ὩΔ’ ἙΡΔΕΙΝ. Οὕτω πράττε, τὴν κακὴν δὲ φήμην τῶν ἀνθρώπων, ἣν οἱ ἄνθρωποι δηλονότι αἴρουσιν, ὑπαλεύεο, ἤγουν ἔκφευγε, τουτέστιν, ἔργα πράττε ἀγαθὰ, ἵνα μὴ χώραν ἔχῃ κατὰ σοῦ ἡ φαύλη τῶν ἀνθρώπων φήμη· ἡ φήμη γὰρ ἡ | |
5 | κακὴ κούφη μέν ἐστι ῥαδίως πάνυ εἰς τὸ ἆραι αὐτήν τινα, | |
ἤγουν κηρῦξαι, διαδοῦναι, ἀργαλέα δὲ, ἤγουν ἀλγεινὴ, βαρεῖα, εἰς τὸ φέρειν τινὰ αὐτὴν, ἀντὶ τοῦ ὑπομένειν. Χαλεπὴ δὲ, ἤγουν δυσχερὴς εἰς τὸ ἀποθέσθαι τινὰ αὐτὴν, ἤτοι ἀποφορτί‐ σασθαι, ἀφ’ ἑαυτοῦ· ῥίψαι κινουμένην, δηλονότι κατ’ αὐτοῦ | 413 | |
10 | παῦσαι. Φήμη δὲ οὐδεμία παντελῶς ἀπόλλυται, ἤγουν ψευ‐ δὴς λέγεται, ἥντινα πολλοὶ φημίξουσι. MOSCHOP. | |
sch759 | ΦΗΜΗ ΓΑΡ ΤΕ ΚΑΚΗ. Ἡ φαύλη γὰρ φήμη ῥᾴστη καὶ ἐλαφρὰ πάνυ, εἰς τὸ ἀρθῆναι καὶ κηρυχθῆναι, καὶ ἐπαρθῆναι, ἐργώδης δὲ καὶ δυσχερὴς στέγεσθαι καὶ καρτερεῖ‐ σθαι. Ἀδυνάτως δέ τις ἔχει ταύτην ἀποθέσθαι· ἡ γὰρ φήμη, | |
5 | ἣν πολλοὶ κηρύξουσιν, οὐκ ἀπόλλυται, ἀλλὰ θεοῦται, καὶ πα‐ ράμονος μένει. Τῷ τοι μηδὲ σὺ δρᾶ τοιαῦτα αἰσχρὰ, καὶ οὐκ ἄν σε δύσφημος φήμη κατάσχῃ. TZETZES. | |
sch762 | ΘΕΟΣ ΝΥ ΤΙΣ ΕΣΤΙ ΚΑΙ ΑΥΤΗ. Διά τε τὴν τῶν πολλῶν δηλονότι ὁμογνωμοσύνην, καὶ τὸ ἐπιτυγχάνειν τῆς ἀληθείας. Τοῦτο δὲ ἐπήγαγε θέλων δεῖξαι ἐφ’ ἡμῖν εἶναι τὸ φυγεῖν τὴν καθ’ ἡμῶν φαύλην φήμην, ἢ μὴ φυγεῖν· ὡς | |
5 | ἔχειν τὸν νοῦν πάντα τοῦ λόγου οὕτως· τὴν κακὴν δὲ φήμην τῶν ἀνθρώπων ἔκφυγε, ἤγουν μὴ ἔργα πράττε ταύτην κινοῦντα ἐπεὶ εἰ ταύτην κατὰ σοῦ κινήσεις, ἔργα δηλονότι φαῦλα πράτ‐ των, μετ’ ὀδύνης αὐτὴν βαστάσεις, ἀγανακτῶν δὲ καὶ θέλων αὐτὴν κατὰ σοῦ κινουμένην παῦσαι, δυσχερῶς τοῦτο δυνήσῃ. | |
10 | Εἰ δὲ νομίζεις μὴ ἐπὶ σοὶ εἶναι τὴν κατὰ σοῦ φαύλην ἐκφυγεῖν φήμην, ὡς ἂν δυνατὸν εἶναι μάτην αὐτὴν κατὰ σοῦ κινηθῆναι, μηδεμίαν αὐτῇ δηλονότι ἀφορμὴν δεδωκότος, οὐ καλῶς τοῦτο νομίζεις· ἐπεὶ εἰ μὴ σὺ αἰτίαν παρέξεις τινὰ, οὐκ ἂν αὐτὴ μά‐ την διαδοθείη. Οὐδεμία γὰρ φήμη μάτην παντελῶς διαδίδο‐ | |
15 | ται, ἥν τινα πολλοὶ λαοὶ φημίξουσιν, ὥστε διὰ τοῦτο καὶ θεός τις καὶ αὐτὴ δοκεῖ εἶναι. MOSCHOP. | |
sch763 | ΗΜΑΤΑ Δ’ ΕΚ ΔΙΟΘΕΝ. Αἱ περὶ τῆς τῶν ἡμε‐ ρῶν ἐκλογῆς καὶ ἀπεκλογῆς παραινέσεις ἔχουσι μὲν τὰς ἀρχὰς ἐκ τῶν παρατηρήσεων. Ἄλλαι δὲ παρ’ ἄλλοις ἐκράτησαν, ἐπεὶ καὶ παρ’ Ὀρφεῖ τινὲς αὐτῶν διακρίσεις, καὶ ἐν τοῖς Ἀθηναίων | |
5 | πατρίοις διωρίσθησαν, καὶ αἱ μὲν ἀγαθαί τινες, αἱ δὲ φαῦλαι, μέσαι δέ τινες εἶναι. Καὶ οὐχ ὅλας ἡμέρας μόνον ὑπέλαβόν τινες εὐκαιρίαν ἔχειν πρὸς καταρχὰς τινῶν πράξεων, ἀλλὰ καὶ | |
μόρια τῆς ἡμέρας, ὅτε μὲν τὰ ἑωθινὰ ἐπαινοῦντες, ὅτε δὲ τὰ περὶ δείλην ὀψίαν, ὅπου δὲ καὶ τοῖς μὲν θεοῖς οἰκεῖα τὰ πρὸς | 414 | |
10 | μεσημβρίαν εἰρήκασιν, ἥρωσι δὲ τὰ μετὰ μεσημβρίαν. Ὁ γοῦν Ἡσίοδος τὰς πολλὰς ἐν τούτοις εἰδὼς τῶν κατ’ αὐτὸν παρα‐ τηρήσεις εἰς τὰς ἡλίου κινήσεις καὶ σελήνης, καὶ τὰς πρὸς ἀλλή‐ λους σχέσεις αὐτὸς ἀποβλέψας, ἀνάγει τὰς τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων διαφορὰς, ἀφ’ ὧν μάλιστα γίνεται πάντα μὲν τὰ | |
15 | θνητὰ τῶν κινουμένων, ἄλλα δὲ μᾶλλον ἄλλων· πρὸς τὰς δὲ τὰς περιόδους αὐτῶν οἰκείως ἢ ἀλλοτρίως ἔχει τῶν γινομένων. Δηλοῖ δὲ καὶ τῶν φυτῶν τὰ μὲν σελήνῃ συγκινούμενα, τὰ δὲ ἡλίῳ. Τὰ μὲν γὰρ ῥόδα καὶ ἴα καὶ μετὰ τούτων τὰ ἡλιοτρόπια, πρὸς ἥλιον ἀνίσχοντα τρέπει τὰ φύλλα, καὶ πρὸς καταδυό‐ | |
20 | μενον ὡσαύτως εἰς ἑσπέραν ῥέποντα· τὰ δὲ τῶν ἐλαιῶν φύλλα διδάσκει καὶ τοὺς γεωργικοὺς γεγονέναι τροπὰς ἢ χειμερινὰς ἢ θερινὰς, διὰ τῆς ἑαυτῶν περιτροπῆς, ὅτε μὲν ἄνω τὸ μελάν‐ τερον ἰσχόντων, ὅτε δὲ τὸ λευκόν. Τὰ δὲ τῶν αἰλούρων ὄμμα‐ τά φασι καὶ τὰ σπλάγχνα τῶν μυῶν πάντων φθίνειν μὲν σελή‐ | |
25 | νης ληγούσης, αὔξεσθαι δὲ ἀκμαζούσης. Εἰ μὲν περὶ πανσέ‐ ληνον ἐξαιρεθείη, τὴν γόνιμον ἀρχὴν ἔτι φυλάττει, καὶ αὖθις βλαστάνει κατὰ τὴν προσήκουσαν ὥραν· εἰ δὲ φθινούσης, ἄγονον γίνεται· καὶ ἁπλῶς, τὰ μὲν πληρουμένης, εὐθηνεῖται, τὰ δὲ ληγούσης αὐτῆς, τοῖς μὲν ὠφελίμου τῆς ὑγρότητος οὔσης, | |
30 | ἣν διαχεῖ τὸ σεληναῖον φῶς αὐξόμενον, τοῖς δὲ βλαβερᾶς. Ἄρ‐ χεται οὖν ὁ Ἡσίοδος ἐκ τῆς τριακάδος, καθ’ ἣν ἡ ἀληθής ἐστι σύνοδος, ὅτε μὲν οὖσαν τριακάδα ἄνευ ἐξαιρέσεως, ὅτε δὲ κθʹ, ὅτε καὶ ὑπεξαιρεῖται ἡ πρὸ αὐτῆς ὑπὸ Ἀθηναίων. Διὸ καὶ αὐτὸς ἀξιῶν τὴν οὖσαν τριακάδα λαμβάνειν εἶπεν, | |
35 | εὖτ’ ἂν δή μιν λαοὶ κρίνοντες ἄγωσιν. Εἰκότως δὲ ἀπὸ ταύτης ἤρξατο, καθ’ ἣν ἡ σύνοδος. Δεῖ γὰρ τὴν κοινωνίαν αὐτὴν ὡς μίαν ἀρχὴν οὖσαν ἀμφοτέρων ἀρχὴν ποιεῖσθαι καὶ τῶν ἡμερῶν, ἃς ἐκ τῆς πρὸς ἀλλήλους ποιοῦσι | |
σχέσεως. Βούλεται δὲ ἐν ταύτῃ τά τε ἔργα τοῦ μηνὸς ἐφορᾷν | 415 | |
40 | πάντα, καὶ τὴν τροφὴν ἀπομερίζειν τοῖς ἐργάταις, τὸ μὲν εἰς τὴν τοῦ παρελθόντος συντεῖνον ἐπίσκεψιν τῶν πονηθέντων, τὸ δὲ εἰς τὴν τοῦ μέλλοντος συντελοῦν προτροπὴν τῶν πραχθη‐ σομένων. PROCLUS. | |
sch763bis | ΗΜΑΤΑ Δ’ ΕΚ ΔΙΟΘΕΝ. Οὐ ταύτας μόνον, ὡς ἀπὸ τοῦ Διὸς λέγει εἶναι, τὰς δὲ λοιπὰς οὐχί. Διαιρεῖ δὲ μόνον ταύτας, τὰς μὲν ὡς πρὸς γνῶσιν καὶ τὸ φιλοσοφεῖν συμ‐ βαλλομένας, τὰς δὲ ὡς ἐργαστικὰς, καὶ τὰς μὲν, ὡς ἐν τῇ | |
5 | ἡμῶν σπουδῇ, τὰς δὲ, ὡς ἐν τῇ τοῦ ἀέρος φύσει κειμένας. PROCLUS. | |
sch763ter | ΗΜΑΤΑ Δ’ ΕΚ ΔΙΟΘΕΝ. Μετὰ τὴν τῶν ἔργων διδασκαλίαν, καὶ τὴν λοιπὴν ὑποθήκην· τε καὶ παραίνεσιν, νῦν διαλαμβάνει περὶ τῶν τῆς σελήνης ἐφημερίδων. Κατάρ‐ χεται γοῦν καί φησιν ὁποία τούτων ποίῳ τῶν ἔργων καθέστη‐ | |
5 | κε χρήσιμος, κἂν δεινῶς καὶ συγκεχυμένως καὶ κακοζήλως, ἔτι δὲ καὶ ψευδῶς, καὶ οὐχ, ὥσπερ ὁ μέγας Ὀρφεὺς, διδασκαλι‐ κῶς τε καὶ τεταγμένως καὶ κατ’ εὐκρίνειαν, καὶ τὸ πλέον τεχνικωτέρως καὶ ἀληθῶς. Ἐκεῖνος μὲν γὰρ οὕτω φησί· Πρῶτον μὲν πρώτῳ ἐνὶ ἤματι φαίνεται Ἄρης. | |
10 | Μήνη δ’ εἴς τ’ Ἄρην ἐπιτέλλεται· ἴσχεο δ’ ἔργων. Τὴν δὲ γὰρ ἐξανύσασα φύσιν δίκερων ἀναφαίνει. Αὐτὰρ ἐπὴν τρίτον ἦμαρ ἀπόπροθεν ἠελίοιο, Πᾶσιν ἐπιχθονίοισι φυτοσπόρου αἰτίη ἀλκῆς. Τετράδι δ’ αὐξομένη πολυφεγγέα λαμπάδα τείνει. | |
15 | Καὶ καθεξῆς, ε ϛ ζ μέχρι τῆς λ. οὗτος δὲ τριακοστὴν λέ‐ γει ἔννην. Εἶτα, δ, ζ, η, ια, ιβ, ιγ, ιϛ, ϛ, η, ιβ, κ, | |
ι, ιδ, κδ, δ, ε, ιζ, δ, ιθ, θ, κβ. οὕτως ταῦτα συγκεχυμέ‐ νως φησί. ΗΜΑΤΑ ΕΚ ΔΙΟΘΕΝ, ἐκ νοὸς καὶ φρονούντων, ἢ τοῦ οὐρανοῦ, φυλάσσων καὶ ἐπιτηρῶν τὰς ἡμέρας καλῶς | 416 | |
20 | καὶ κατὰ τὸ πρέπον, πέφραδε, καὶ λέγε τοῖς δμωσὶ, τὴν λ τοῦ μηνὸς τῆς σελήνης ἀρίστην εἴς τε τὸ ἐπιτηρεῖν τὰ ἔργα, καὶ διαδιδόναι τροφὰς, ὁπότε τέως οἱ λαοὶ κρίνοντες τὴν ἀλήθειαν ἔχωσι τὴν λ τῆς σελήνης, καὶ οὐ ψευδῶς. TZETZES. | |
sch763quat | ΕΚ ΔΙΟΘΕΝ. Ἤγουν ἐκ νοὸς καὶ φρονίμων μάν‐ θανε, ἢ ὁρῶν τὴν σελήνην ἐν οὐρανῷ, καὶ τοὺς λοιποὺς ἀστέ‐ ρας γίνωσκε. TZETZES. | |
sch763quin | ΗΜΑΤΑ Δ’ ΕΚ ΔΙΟΘΕΝ ΠΕΦΥΛΑΓΜΕΝΟΣ. Ποιητικῶς λέγεται τὸ, ἐκ Διόθεν, ὡς τὸ, ἐξ οὐρανόθεν. Φυ‐ λάττομαι τὸ ἐκφεύγω· ἐνταῦθα δὲ τὸ πεφυλαγμένος, ἀντὶ τοῦ φυλάττων, τουτέστι παρατηρῶν, ἡμέρας δὲ ἀπὸ τοῦ Διὸς λέ‐ | |
5 | γει, τὰς ἀγαθάς. Ἔχει δὲ πᾶς ὁ λόγος οὕτως· τὰς ἡμέρας δὲ τὰς ἀπὸ τοῦ Διὸς, τουτέστι τὰς ἀγαθὰς, παρατηρῶν καλῶς κατὰ τὸ πρέπον, ἐντέλλου τοῖς δούλοις σου· τοῦτο γὰρ τὸ ΠΕΦΡΑΔΕΜΕΝ· κατὰ τὴν τριακοστὴν τοῦ μηνὸς, τοῦ τῆς σελήνης δηλονότι, τὴν ἀρίστην (τὴν δὲ αἰτίαν, δι’ ἣν αὐτὴν | |
10 | ἐξαιρέτως ἀρίστην λέγει, ὁ Πρόκλος διέξεισιν) οὐκ ἐργάζεσθαι, ἀλλ’ ἡσυχίαν ἄγειν, καὶ ἐφορᾷν τὰ ἔργα τὰ πονηθέντα κατὰ τὸν παρελθόντα μῆνα. Καὶ τὴν τροφὴν αὐτοῖς ἀπομέριζε, παρασκευάζων αὐτοὺς ἐπὶ τὰς ἐργασίας τοῦ ἐπιόντος μηνὸς ὁπηνίκα ἂν ἄγωσιν αὐτὴν τὴν τριακάδα, δηλονότι οἱ λαοὶ, | |
15 | ἀλήθειαν κρίνοντες, οὐχ ὑπεξαίρεσιν, ὡς οἱ Ἀθηναῖοι δηλονό‐ τι, ποιοῦντες· οὗτοι γὰρ τὴν πρὸ τριακάδος ὑπεξαιροῦντες ἐνάτην καὶ εἰκοστὴν τὴν τριακάδα καλοῦσιν· οὐδ’ ἐμβολίμους μῆνας τιθέντες, ὡς συγχεῖσθαι τὴν ἀληθινὴν τοῦ μηνὸς τῆς σελήνης τριακάδα. Εἶτα θέλων διεξελθεῖν τὰς ἡμέρας, ἃς | |
20 | εἴρηκεν παρατηρεῖν αὐτὸν, ἐπαναλαμβάνει τὸν λόγον, καὶ φησίν· αἱ δὲ γὰρ ἡμέραι, ὁ γαρ ἀντὶ τοῦ δε, ἤγουν αὗται δέ εἰσιν αἱ ἡμέραι αἱ παρὰ τοῦ Διὸς τοῦ βουλευτικοῦ, ἃς εἶπον δηλονότι παρατηροῦντά σε, κατὰ τὴν τριακοστὴν τοῦ μηνὸς ἀργίαν ἄγειν, καὶ τὰ πονηθέντα ἐφορᾷν ἔργα. MOSCHOP. | |
sch764 | ΤΡΙΗΚΑΔΑ ΜΗΝΟΣ ΑΡΙΣΤΗΝ. Διότι ἡ λʹ | |
ἀπομιμεῖται τὴν ἀλήθειαν, κατὰ γὰρ ταύτην ἡ σελήνη τῷ ἡλίῳ συνέρχεται καὶ συνήνωται. Καὶ ἐπεὶ ἴδιον τῆς ἀληθείας τὸ μονοειδὲς ἐναντίως τοῦ ψεύδους ἐχούσης, τὸ γὰρ ψεῦδος πο‐ | 417 | |
5 | λυσχιδὲς, διὰ ταῦτα ὡς ἑνοποιὸς ἡ λʹ τῇ μονοειδεῖ ἀληθείᾳ ἀπείκασται. PROCLUS. | |
sch764bis | ΤΡΙΗΚΑΔΑ ΜΗΝΟΣ ΑΡΙΣΤΗΝ. Ἰστέον, ὅτι μῆνα τὸν τῆς σελήνης λέγει· διὰ τοῦτο καὶ ἕνα μῆνα τοῦτον μόνον φησὶ καὶ τριακονθήμερον. Ὁ γὰρ τῆς σελήνης μὴν τοιοῦτός ἐστι, κθ ἥμισυ ἡμερῶν καὶ τετάρτης. Καὶ | |
5 | τὴν τριακοστὴν δὲ ἡμέραν, οὗτος ἀγαθὴν λέγει, ἣν Ὀρφεὺς φαύλην πᾶσιν ἔργοις φησὶ, δοσοληψίαις δὲ μό‐ ναις ἐσθλήν. TZETZES. | |
sch766 | ΕΥΤ’ ΑΝ ΑΛΗΘΕΙΗΝ. Ὁπόταν τὴν ἀληθῆ σύνο‐ δον οἱ λαοὶ διακρίνοντες ἄγωσι. Τοῦτο δέ φησιν, ὅτι ἄλλοι ἐν εἰκοσιοκτὼ ἡμέραις, ἕτεροι δ’ ἐν πλείοσι, τὴν σύνοδον γί‐ νεσθαι φασίν· ἀλλὰ μὴν καὶ ἐμβολιμαίους ἀναπλάττονται μῆ‐ | |
5 | νας. ΑΛΛΩΣ. Ὅταν μετὰ ἀληθείας κρίνωσιν οἱ ἄνθρω‐ ποι τὰς ἡμέρας, ἤτοι ὅταν τὴν ἀληθῆ ἐπίστανται σύνοδον, καὶ μετὰ ἀκριβείας γινομένην. Ἄλλοι γὰρ ἀλλοίως δοξάζου‐ σιν, ἐπειδὴ καὶ ἐμβολιμαίους μῆνας εἰώθασι τιθέναι. Αὗται γὰρ αἱ ἡμέραι εἰσὶ παρὰ τοῦ θεοῦ, αἱ τῆς σελήνης, οὐχὶ τοῦ | |
10 | μηνός· ἐπειδὴ αἱ τοῦ μηνὸς ἡμέραι, οὐχ αἱ αὐταὶ πανταχοῦ, αἱ δὲ τῆς σελήνης, αἱ αὐταί. PROCLUS. | |
sch767 | ΑΙ ΔΕ ΓΑΡ ἩΜΕΡΑΙ ΕΙΣΙ ΔΙΟΣ. Τὴν μὲν τριακάδα πεποίηται ἀρχὴν, δι’ ἣν εἴπομεν αἰτίαν, οὐκ ἐργά‐ ζεσθαι ἀξιώσας ἐν αὐτῇ, ἀλλ’ ἐποπτεύειν τὰ ἔργα. Φασὶ γοῦν τινες τότε καὶ τοὺς μύρμηκας ἡσυχίαν ἄγειν· ἐπιδήλως καὶ | |
5 | τοῦτο πολλοῖς γίνεται τεκμήριον τοῦ εἶναι τριακάδα, καὶ τὴν σελήνην σύνοδον ποιεῖσθαι πρὸς ἥλιον. Τὴν δὲ σῦν ἀνίερον Αἰγύπτιοί φασιν, ὅτι μίξεσι χαίρει κρυπτομένης ὑπὸ τοῦ ἡλίου τῆς σελήνης. Καὶ μήποτε καὶ τοῦτο τὸ ζῶον, ὡς χθόνιον καὶ γεννήσεσι χαῖρον, οἰκεῖόν ἐστι πρὸς ταύτην εἰκότως μάλιστα | 418 |
10 | τῆς θεοῦ τὴν συνοδικὴν φύσιν, ἣν πρὸς ἥλιον λόγον ἔχειν, ὡς θήλεος πρὸς ἄῤῥενα, φασί. Μετὰ δὲ ταύτην ἀπὸ τῆς νουμη‐ νίας ἀρξάμενος ἐπαινεῖ τὰς τρεῖς, τὴν ἕνην, οὕτως καλῶν τὴν νουμηνίαν παρὰ τὸ ἓν, τὴν τετράδα, τὴν ἑβδόμην, καὶ πάσας ἱερὰς λέγων, τὴν δὲ ἑβδόμην καὶ ὡς Ἀπόλλωνος γενέθ‐ | |
15 | λιον ὑμνῶν, διὸ καὶ Ἀθηναῖοι ταύτην ὡς Ἀπολλωνιακὴν τι‐ μῶσι δαφνηφοροῦντες, καὶ τὸ κανοῦν ἀποστρέφοντες, καὶ ὑμνοῦντες τὸν θεόν. Ἔχουσι δὲ αἱ τρεῖς μεσότητα ἀριθ‐ μητικὴν, καὶ ἡ τετρὰς μετὰ τῆς ἑβδομάδος τὸν εἴκοσι καὶ ὀκτὼ ἀριθμὸν, καθόσον ἡ σελήνη δίησι τὸν Ζωδιακόν. Αἱ γὰρ | |
20 | λοιπαὶ ἐπικινήματα αὐτῆς ἔχουσιν, ἵνα καταλάβῃ τὸν ἥλιον. Ἡ μὲν οὖν πρώτη, ἡ καὶ ἕνη ῥηθεῖσα, ὡς ἀρχὴ, θεῖόν ἐστι, καὶ γὰρ πᾶσαν ἀρχήν φησι Πλάτων εἶναι θείαν, καὶ γενέθλιος αὐτοῦ καλεῖται τοῦ μηνός. Καὶ ὁ μὴν ἐν αὐτῇ παρ’ Ὀρφεῖ προσαγορεύεται μονόκερως μόσχος. Ἁπλῶς μὲν γὰρ ὁ μὴν, | |
25 | ὡς γενέσεως ἐργάτης, λέγεται βοῦς· ὡς δὲ πρώτην ἔχων τότε τῆς οἰκείας οὐσίας τὴν ἔκφασιν, μόσχος· καὶ διὰ τὸ μοναδι‐ κὸν, μονόκερως. Ἡ δὲ τετράς ἐστιν ἐν τῇ μονάδι συγγενής· διότι καὶ αὐτὴ πάντας περιέχει τοὺς ἁρμονικοὺς λόγους, οὓς εἶχεν ἡ μονὰς σπερματικῶς, τὸν μὲν ἐπίτριτον ποιοῦσα πρὸς | |
30 | τὴν τριάδα, τὸν δὲ διπλασίονα πρὸς τὴν δυάδα, τὸν δὲ τετρα‐ πλασίονα πρὸς τὴν αὐτὴν μονάδα. Οὗτοι δέ εἰσιν οἱ ἁρμονι‐ κοὶ λόγοι· ὁ διὰ τεσσάρων, ὁ διὰ πασῶν, ὁ δὶς διὰ πασῶν. Ἡ δὲ ἑβδομὰς ἄλλως ἐναρμόνιος, ἐκ μονάδος οὖσα, καὶ δυάδος, καὶ τετράδος, καὶ ἔχουσα δὶς τὸ διὰ πασῶν, καὶ ταύ‐ | 419 |
35 | τῃ μὲν τῇ τετράδι συγγενὴς, τῇ τε μονάδι, καθόσον ἀπ’ αὐτῆς γεννᾶται μόνης τῆς εἴσω δυάδος· τῶν δ’ ἄλλων, ὁ μὲν ὑφ’ ἑνὸς, ὡς τετρὰς καὶ ἐννεάς· ὁ δὲ ὑπὸ δυοῖν, ὡς ἡ ἑξὰς, ὑπὸ τοῦ δύο καὶ τρία, καὶ ἡ ὀγδοὰς, ὑπὸ τοῦ δύο καὶ τέσσαρα· καὶ οὐδένα γεννᾷ, καθάπερ ἡ δυὰς καὶ ἡ τριὰς γεννῶσιν, ἡ | |
40 | μὲν ἄλλον, ἡ δὲ ἄλλον. Διὰ μὲν οὖν τὸ ἐναρμόνιον, Ἀπόλ‐ λωνος ἥρμοσε γενέσει· διὰ δὲ τὸ ἀμήτορα καὶ ἀθήλυντον εἶναι, τῆς Ἀθηνᾶς αὐτὴν εἶπεν ἱεράν. PROCLUS. | |
sch767bis | ΑΙ ΔΕ ΓΑΡ ἩΜΕΡΑΙ. Αὗται γὰρ εἰσὶν αἱ ἡμέραι παρὰ τῆς ἀμετάτρεπτον βουλὴν ἐχούσης εἱμαρμένης, ἀγαθαὶ δηλονότι· ἡ ἕνη, ἡ τετράς τε, καὶ ἡ ἑβδόμη, ἱερὰ ἡμέρα· ἐν τῇ ζ γὰρ Λητὼ, φησὶν, ἐγέννησε τὸν Ἀπόλλωνα, | |
5 | ἤγουν τῇ ἑβδόμῃ ἐκ τοῦ χάους ἐφάνη ἥλιος. Κακῶς δέ φησι· τετάρτῃ γὰρ γέγονε, καὶ ἐφάνη. Ἡ ὀγδόη τε καὶ ἐννάτη, αὐξανομένης τῆς σελήνης, ἔξοχαι ἡμέραι εἰς τὸ πράττειν, ἡ ια καὶ ἡ ιβ, εἰς τὸ κείρειν ὄϊς (τοῦτο γὰρ νῦν τὸ πείκειν δηλοῖ) καὶ εἰς τὸ θερίζειν. Ἡ δὲ ιβ τῆς ια κρείττων. Ἐν τῇ ιβ γὰρ | |
10 | νήθει τὰ νήματα ὁ ἀράχνης, ὁ πετόμενος ἐν τῷ ἀέρι ἐν ταῖς μεγίσταις θερείαις ἡμέραις, ὅτε ὁ μύρμηξ σταχυολογεῖ. Ἕνη, ἡ πρώτη τῆς σελήνης, παρὰ τὸ ἕν ἕννη, ὅθεν νῦν δασύνεται, ὡς μὴ διπλασιάσαν τὸ ν. Ὅτε δὲ διπλασιοῖ τὸ ν, ψιλοῦ‐ ται ὡς Αἰολικόν. Τετράς τε καὶ ἑβδόμη· | |
15 | Καπνοὺς Προκλικοὺς ἁρμονικοὺς ἐνθάδε, | |
Καὶ τοὺς ἀριθμοὺς εἰ σκοπεῖν θέλεις, σκόπει. TZETZES. | 420 | |
sch768 | ΠΡΩΤΟΝ ΕΝΗ, ΤΕΤΡΑΣ ΤΕ. Ἀντὶ τοῦ ἡ πρώτη ἡμέρα τῆς γεννήσεως. Φιλόχορος δὲ ἐν τῷ περὶ ἡμερῶν, ἡλίου καὶ Ἀπόλλωνος λέγει αὐτήν· ἡ δʹ Ἡρακλέους καὶ Ἑρμοῦ ἐστιν· ἡ δὲ ἑβδόμη ἱερὰ Ἀπόλλωνος, ἐν αὐτῇ γὰρ | |
5 | ἐτέχθη· διὸ καὶ ἑπτάτονος αὐτοῦ ἡ κιθάρα· ἡ τετρὰς, Ἡρα‐ κλέους· ἐν αὐτῇ γὰρ ἐτέχθη. Καὶ λέγομεν ὅτι Τετράδι κοῦρος ἔγεντο, καὶ οὔποτε πάγκακος ἔσση. ΑΛΛΩΣ. Τὴν ἔνην πρώτην φησὶν ὡς τῇ ἀριθμητικῇ ἁρμόζουσαν, ἣ πρώτη τῶν μαθηματικῶν, ἐν ᾗ προηγεῖται ἡ | |
10 | μονάς. Τὴν δὲ τετάρτην, ὡς τοὺς ἁρμονικοὺς περιέχουσαν λόγους· καὶ τὸν διὰ τεσσάρων, τὸν καὶ ἐπίτριτον· τρία γὰρ καὶ ἓν, τέσσαρα· τὸν διὰ πασῶν, τὸν καὶ διπλάσιον· δύο γὰρ καὶ δύο, τέσσαρα· τὸν δὶς διὰ πασῶν, τὸν καὶ δὶς δι‐ πλασιαζόμενον· δὶς γὰρ δʹ ὀκτώ. PROCLUS. | |
sch768bis | ΠΡΩΤΟΝ ἙΝΗ ΤΕΤΡΑΣ. Πρῶτον ἡ ἕνη ἐστὶ, δηλονότι ἡμέρα ἀπὸ τοῦ· Διὸς, τουτέστιν ἀγαθὴ, ἤγουν ἡ πρώτη τοῦ μηνὸς, ἡ καὶ νουμηνία, καὶ ἡ τετάρτη, καὶ ἡ ἑβ‐ δόμη ἱερὸν ἦμαρ· εἶτα ἐπάγει τὴν αἰτίαν ὅπως ἱερὰ ἡ ἑβδόμη, | |
5 | καὶ φησί· κατὰ ταύτην γὰρ ἔτεκεν ἡ Λητὼ τὸν Ἀπόλλωνα, ἤγουν τὸν ἥλιον τὸν χρυσοειδεῖς ἀκτῖνας ἔχοντα· τοῦτο γὰρ δύναται τὸ χρυσάορα, τὸν χρυσῆν σπάθην φέροντα δηλονότι. Καὶ τὴν μὲν ἕνην φησὶ Πρόκλος εἰπεῖν αὐτὸν ἀγαθὴν, ὡς ἀρχὴν, καὶ διὰ τοῦτο θείαν, πᾶσαν γὰρ ἀρχὴν θείαν εἶναι | |
10 | ἐνόμιζον· τὴν δὲ τετάρτην, ὡς συγγενῆ οὖσαν τῇ μονάδι· πε‐ ριέχειν γὰρ καὶ αὐτὴν πάντας τοὺς ἁρμονικοὺς λόγους, οὓς ἡ μονὰς εἶχε σπερματικῶς. Τὴν δὲ ἑβδόμην διότι ἱερὰν εἶ‐ πεν, αὐτὸς ἡρμήνευσεν ὁ Ἡσίοδος. Κατὰ τίνα δὲ λόγον ἥρμο‐ σαν αὐτὴν τῇ γενέσει τοῦ Ἀπόλλωνος, ὁ Πρόκλος λέγει, καὶ | |
15 | ἁπλῶς πάσας αἰτίας, δι’ ἃς τὴν μὲν τῶν ἡμερῶν ἐπιτηδείαν ἐπὶ ταύτην τὴν ἐργασίαν ὁ Ἡσίοδος τίθησι, τὴν δὲ ἐπὶ ταύτην | |
οὗτος λέγει, καὶ δεῖ προσέχειν αὐτῷ. MOSCHOP. | 421 | |
sch770 | ΟΓΔΟΑΤΗ Τ’ ΕΝΑΤΗ ΤΕ. Τὴν ὀγδόην καὶ ἐνά‐ την εἰκότως καὶ ὡς συντελεστικὰς ἐπαινεῖ, καὶ διὰ τοῦτο ἡγεῖσθαι αὐτὰς τῶν ἀνθρωπίνων ἔργων. Ἡ μὲν γὰρ πρώτη πά‐ σας ἔσχε τὰς διαστάσεις, κύβος οὖσα ἐκ τῆς δυάδος, καὶ τὴν ἐπὶ | |
5 | τῇ πρώτῃ ποιησαμένη πρόσοδον· ἡ δὲ δευτέρα πρώτη τετρα‐ γωνικὸν ἔχεν εἶδος, ἀπὸ περιττοῦ τῆς τριάδος αὐτὴν γεννη‐ σαμένης. Διὸ καὶ ἡ μὲν ὡς τελείως διαστᾶσα, ἡ δὲ, ὡς ἀπὸ τελείου γενομένη, τέλος ἐπάγουσι τοῖς κατειργασμένοις ἐν αὐταῖς. PROCLUS. | |
sch770bis | ΟΓΔΟΑΤΗ Τ’ ΕΝΑΤΗ ΤΕ. Καὶ ἡ ὀγδόη καὶ ἡ ἐνάτη δύο γε μὲν αὗται ἡμέραι τοῦ μηνὸς αὐξομένου ἔξοχοι, ἤγουν ἐξαίρετοι, εἰς τὸ πένεσθαι, ἤτοι ἐνεργεῖσθαι τὰ ἔργα τὰ ἀνθρώπινα. Τὸ πένεσθαι παρὰ μὲν τοῖς κοινοῖς, τὸ πένη‐ | |
5 | τα εἶναι δηλοῖ, ἐνταῦθα δὲ τὸ ἐνεργεῖσθαι σημαίνει. MO‐ SCHOP. | |
sch771 | ΕΞΟΧ’ ΑΕΞΟΜΕΝΟΙΟ. Μετὰ τὴν ζʹ γίνεται ἀμ‐ φίκυρτος, ἤτοι ὑπὲρ τὸ ἥμισυ φωτιζομένη. Διὰ τοῦτό φησιν, Ἔξοχ’ ἀεξομένοιο. | |
5 | Τὴν δὲ ἑβδόμην ὡς ὑπὸ μόνης γεννωμένην τῆς μονάδος, καὶ ὡς μὴ γεννῶσαν τινὰ τῶν ἐντὸς δεκάδος ἀριθμῶν· τὴν δὲ ὀγδόην, ὡς κύβον καὶ πρώτην τὴν τριχῆ διάστασιν δεχομένην. Τοῦ γὰρ τετραγώνου ἐπιπέδου ὄντος (δὶς γὰρ δύο τέσσαρα) ὁ κύβος στερεός ἐστιν, ὡς τὴν εἰς μῆκος καὶ βάθος καὶ πλάτος | |
10 | ἔχων κίνησιν· δὶς γὰρ τέσσαρα, ὀκτώ· ὅθεν καὶ συντελεστι‐ κός ἐστι πάσης ἐργασίας· τὴν δὲ ἐννάτην, ὡς ἀπὸ τοῦ γʹ τε‐ τραγωνιζομένην, ὡς ἔστιν ἰδεῖν ἐν τῷ πλίνθῳ. Τετράγωνος δὲ ἀριθμός ἐστιν, ὁ ἰσάκις ἶσος μετρούμενος, ἤτοι ὑπὸ δύο ἴσων ἀριθμῶν· ὡς τὸ δὶς δύο, δʹ. κύβος δὲ, ὁ ἰσάκις ἶσος | |
15 | ἰσάκις, ἤτοι ὁ ὑπὸ τριῶν ἴσων ἀριθμῶν μετρούμενος, ὡς τὸ, δὶς δύο δʹ. καὶ τετράκις δύο, ὀκτώ. Ὁ τοίνυν ὄγδοος ἀπὸ τοῦ βʹ κύβος γίνεται. Λέγεται ἡ θʹ καὶ κατὰ τοῦτο συμφέρον εἶναι, ὡς ἀπὸ τελείου ἀριθμοῦ γενομένη τοῦ τρία, ἀρχὴν | |
ἔχοντος τὴν μονάδα, μέσην τὴν δυάδα, καὶ τέλος τὴν τριάδα, | 422 | |
20 | ἤτοι τὴν τριχῆ διάστασιν καὶ τὸν τετραγωνισμόν. Πᾶς δὲ ἀριθμὸς ὁ ὑφ’ ἑαυτὸν πολυπλασιαζόμενος τετράγωνος λέγεται, ὡς τὸ τρὶς τρεῖς ἐννέα. PROCLUS. | |
sch771bis | ΑΕΞΟΜΕΝΟΙΟ. Ἀπὸ α, μέχρι ιδ ἡμέρας καὶ ἡμίσεως ὁ σεληναῖος αὔξεται κύκλος, εἶτα μέχρι κθ φθίνει· τῇ δὲ λ φθίνει τελείως, καὶ πάλιν νέα προέρχεται, συνοδεύουσα τῷ ἡλίῳ. Ἐπεὶ δὲ ὁ Ἡσίοδος οὐκ ἐπετήρησεν εὐκρίνειαν καὶ τά‐ | |
5 | ξιν, ἀλλ’ ἀλληνάλλως καὶ συγκεχυμένως τὰς ἡμέρας διδάσκει, καὶ ὁμωνύμως, ὀγδόας ἢ τετάρτας, λέγων μόνον τὸν αὐξανόμε‐ νον μῆνα, εἶπεν, ἵνα νοήσῃς τὴν πρώτην ὀγδόην, καὶ τὴν πρώτην ἐνάτην· μηδὲ τὴν δευτέραν ὀγδόην καὶ τὴν δευτέ‐ ραν ἐνάτην, ἤτοι τὴν ὀκτωκαιδεκάτην, ἢ ἐννεακαιδεκάτην, | |
10 | εἴτε τὴν τρίτην, ἤγουν τὴν κη, καὶ κθ. Πάντας γὰρ ἐνθάδε τοὺς ἀριθμοὺς, ἀπὸ μονάδος μέχρι δεκάδος, τριπλῶς λέγει, μονάδα πρώτην τὴν ἔνην, δευτέραν μονάδα τὴν ια. τρίτην τὴν κα. δυάδα πρώτην τὴν βʹ, δευτέραν, τὴν ιβ· γ, τὴν κβ. τριάδας τρεῖς, τὴν γ, τὴν ιγ, τὴν κγ. δ, ιδ, κδ, καὶ | |
15 | τὰ λοιπὰ ὁμοίως, μέχρι καὶ αὐτῆς τῆς δεκάδος. α δεκὰς ἡ ι. β, ἡ κ. γ, ἡ λ. Δύο, τὸ ο μικρὸν, καὶ ἔστι μακρὸν, ὡς λῆ‐ γον εἰς μέρος λόγου. Ἀττικῶς δὲ μέγα. TZETZES. | |
sch771ter | ΜΗΝΟΣ ΑΕΞΟΜΕΝΟΥ. Ὁ μὴν ὁ σεληναῖος, ὡς ἔφην, μέχρι ιθ ἡμέρας καὶ ἡμισείας αὔξεται· ἐκ τότε δὲ μέχρι τῆς λ φθίνει. Τοῦτο γοῦν δηλοῖ νῦν, ὅτι ὀγδόην ἡμέ‐ ραν καὶ θ σοι λέγω τὰς τῆς αὐξήσεως τῆς σελήνης, ἤγουν τὴν | |
5 | πρώτην ὀγδόην, καὶ τὴν πρώτην θ, οὐ τὴν δευτέραν, ἤγουν τὴν ιη, ἢ τὴν ιθ, ἢ τὴν κη, ἢ κθ. Αἱ γὰρ τέσσαρες | |
ἐκεῖναι φθίσεως εἰσὶ τῆς σελήνης, οὐκ αὐξήσεως. TZETZES. | 423 | |
sch772 | ἙΝΔΕΚΑΤΗ ΤΕ. Τῶν μετὰ τὴν δεκάδα ἀριθμῶν ἡ ἑνδεκάτη τὴν μονάδα ἀποστοιχειοῦται. Διὸ καὶ ταύτην, ὡς ἀναλογοῦσαν πρὸς ἐκείνην, ἐπῄνεσεν, εἴς τε τὸ πόκους προ‐ βάτων ἐξαιρεῖν, καὶ καρποὺς ἐκ τῆς γῆς ἀμᾶσθαι· συγγενῆ | |
5 | γὰρ ταῦτα ἀλλήλοις, ἐπεὶ καὶ τὸ θερίζειν, κείρειν καλοῦσι τὴν γῆν, καὶ τὸ κείρειν, οἷον θερίζειν ἐστὶ τοὺς ὄϊς. Ἄμφω δὲ εἰς τὴν τοῦ σώματος τείνει θεραπείαν· τὸ μὲν, εἰς τὴν τροφὴν, τὸ δὲ, εἰς τὴν σκέπην. Καὶ οἰκεῖα τῇ ἑνδεκάτῃ μὲν, ὡς ἀρχῇ τῆς τρίτης πεντάδος, τῆς μάλιστα αὐξητικῆς τοῦ σεληναίου φωτός· | |
10 | τῶν γὰρ τριῶν πεντάδων ἡ πρώτη, ἀτελεστάτη· ἡ δὲ τρίτη, τελειοτάτη. Καὶ εἴτε τροφὴν αὐτῆς, εἴτε περίβλημα τὸ ἀφ’ ἡλίου φῶς λέγειν ἐθέλεις, οἰκείαν ἐρεῖς τὴν ἑνδεκάτην, ἀρ‐ χὴν οὖσαν τῆς τελειωτικῆς τοῦ φωτὸς πεντάδος, εἴς τε θερισ‐ μὸν, καὶ εἰς κουρὰν τῶν προβάτων. Τῇ δωδεκάτῃ δὲ, ὡς | |
15 | ἔτι μειζόνως αὐξητικὴ τοῦ φωτὸς, οὕτως τὴν ἀρχὴν εἶχε τῆς τελείας ἐπιδόσεως πρὸ αὐτῆς· ἔχει δὲ καὶ τὴν ἐννέα μετὰ τῆς πλευρᾶς καὶ μέχρι τῆς ἀπὸ τοῦ τρία τελειότητος, καὶ τῆς ἀπὸ τοῦ ἐννέα ἰσότητος. Εἰ δὲ καὶ δὶς ἔχει τὴν ἑξάδα τὴν πρώτην τοῖς ἑαυτοῦ μέρεσιν ἴσην καὶ διὰ τοῦτο τελείαν, εἰκότως | |
20 | ἔπρεπε ταῖς ἀπὸ τῶν τελείων καρπώσεσι. Διὸ καὶ μᾶλλον ἐσθλὴ λέγεται καὶ εἰκότως, διότι καὶ αὐτῶν ἐστι τῶν θεῶν ἀριθμὸς, τήν τε ἀῤῥενοποιὸν αὐτῶν ἑξάδα καὶ τὴν θηλυπρεπῆ περιλα‐ βὼν οὗτος ὁ ἀριθμός. Ὅτι δὲ καὶ φυσικὴν ἔλαχεν ὁ ἀριθμὸς οὗτος οἰκειότητα πρὸς τὰ ὑφάσματα, ὧν ἕνεκεν καὶ τοὺς ὄϊς | |
25 | κείρουσι, διὰ τῶν ἑπομένων ὑπομιμνήσκει. PROCLUS. | |
sch772bis | ΕΝΔΕΚΑΤΗ ΤΕ. Καὶ ἡ ἑνδεκάτη, καὶ ἡ δυω‐ δεκάτη, ἄμφω γε μὴν ἀγαθαὶ καὶ εἰς τὸ πείκειν, ἀντὶ τοῦ κεί‐ ρειν, ὄϊς, καὶ εἰς τὸ ἀμᾶσθαι, ἀντὶ τοῦ ἀμᾷν, ἤγουν θερί‐ ζειν, τὸν εὐφροσύνην ποιοῦντα καρπόν. Ἡ δὲ δυωδεκάτη | |
5 | μέγ’ ἀμείνων, ἀντὶ τοῦ καταπολὺ κρείττων, τῆς ἑνδεκάτης· κατὰ ταύτην γὰρ πλέκει τὰ ἑαυτοῦ νήματα ὁ ἀράχνης ὁ ἀερ‐ σιπότητος, ἀντὶ τοῦ ὁ ἀερσιπότης, ἤγουν ὁ ἐν τῷ ἀέρι πετό‐ μενος. MOSCHOP. | |
sch773 | ΠΕΙΚΕΙΝ δὲ κυρίως τὸ ξαίνειν· ὅθεν καὶ τὸ, | |
πεξαμένη χερσί· νῦν δὲ τὸ κείρειν. ΕΥΦΡΟΝΑ ΚΑΡΠΟΝ. Ἡδύτατον, τέρ‐ ποντα τὴν ψυχὴν, ἢ εὐφραίνοντα. PROCLUS. | 424 | |
sch773bis | ΠΕΙΚΕΙΝ. Κυρίως τὸ κτενίζειν ἢ πλέκειν· νῦν δὲ τὸ κείρειν τῶν προβάτων τὰ ἔρια. TZETZES. | |
sch775 | ΤΗι ΓΑΡ ΤΟΙ ΝΕΙ ΝΗΜΑΤΑ. Ὁ μὲν ἀράχνης φυσικῶς κινεῖται πρὸς τὰς ὑφάνσεις, ἔχων τὶ κατὰ τὴν φαν‐ τασίαν εὐδιάρθρωτον, ὡς δηλοῖ, κύκλους ἐπὶ κύκλοις ἐξυφαί‐ νων, καὶ αὐτὸς ἐν τῷ κέντρῳ τῶν κύκλων ἐνεδρεύων τὰ θηρώ‐ | |
5 | μενα, ἵνα ἐξ ἴσου πάντων ἀπέχῃ τῶν ἐμπιπτόντων· καὶ θαυ‐ μαστὸν οὐδέν· ὥσπερ ἄλλα τῶν ζώων κινεῖται κατὰ φύσιν ὑπ’ ἄλλου τῆς φύσεως, ὃ καὶ προεῖπε πρότερον, τὰ μὲν συνοδικῶς, τὰ δὲ πληροσελήνων, οὕτω καὶ τὸν ἀράχνην πρὸς ταύτην ἔχειν συμπαθῶς τῶν πλήρεις οὐσῶν ἡμερῶν τελευ‐ | |
10 | ταίαν. Εἰ γὰρ μετὰ γένοιτ’ ἂν ἀποκρουστικὴ, καὶ ἀφαίρε‐ σιν ἀναγάγοι τοῦ φωτός· αὕτη δὲ ἀεὶ αὐξητικὴ μόνως, καὶ τοῦτο ἔχει τελευταία. Δεῖ δὲ κἀκεῖνο συνορᾶν, ὅτι μάλιστα δεῖ τοῖς ὑφαίνουσι φωτὸς, ὅπερ αὐτὴ προξενήσει, τέλειον ἔχουσα τὸ φῶς ἄδεκτον ἐλαττώσεως. Ὁ μὲν οὖν ψυχρὸς | |
15 | ἀὴρ καὶ νεφελώδης ἐμποδών ἐστι τοῖς ἔργοις· ὁ δ’ ὑπὸ τοῦ φωτὸς ἑκατέρου θερμαινόμενος συμπράττει πρὸς πάντα τὰ τοιαῦτα. Τὸ μὲν οὖν ἄρχεσθαι τῶν ἔργων ἐν αὐτῇ καλόν· καὶ τοῦτο φυσικῶς μὲν οἱ ἀράχναι, κατὰ δὲ πεῖραν οἱ ἄνθρω‐ ποι γινώσκουσι. Τὸ δ’ ἐναντίον, τὸ καθαίρειν τοὺς ἱστοὺς | |
20 | περὶ πανσέληνον, αἴτιον εἶναι τοῦ κόπτεσθαι τὰ ὑφάσματα, τῶν ἄκρως ἐστὶ δεδημευμένων. ΑΛΛΩΣ. Ἐν ᾗ νήθει τὰ νή‐ ματα αὐτοῦ ὁ ἐν τῷ ἀέρι πετόμενος ἀράχνης, ὅταν ὡς ἔμπει‐ ρος ἀνὴρ, ὁ μύρμηξ θησαυρὸν ἑαυτοῦ σωρεύῃ ἐκ πληρεστέ‐ | |
ρας ἡμέρας ὑπὲρ τὴν νύκτα, Ἰουλίου καὶ Αὐγούστου. ΑΛ‐ | 425 | |
25 | ΛΩΣ. Ὡς ἐργαστικωτέρας οὔσης τῆς δωδεκάτης, τῷ νήματι τῆς ἀράχνης χρῆται· ΑΕΡΣΙΠΟΤΗΤΟΣ ΔΕ, τῆς ἐν ἀέρι πετομένης. PROCLUS. | |
sch775bis | ΤΗι ΓΑΡ ΤΟΙ ΝΕΙ. Ἀγαθὴ, φησὶ, ἡ ιβ. εἰς τὸ ἐργάζεσθαι. Κατὰ γὰρ τὴν δυοδεκάτην τοῦ πλέου καὶ μεγά‐ λου ἤματος, ἤτοι τοῦ θερείου, ἢ τοῦ ὁλοκύκλου, κατὰ γὰρ τὴν ιβ ὁλόκυκλος ἡ σελήνη,) ὁ ἀράχνης ὁ ἀέρι πετόμενος ἄρ‐ | |
5 | χεται ἱστουργεῖν, ὅτε ὁ μύρμηξ ὁμοίως ἐν τῇ θερινῇ ιβ, κατ‐ άρχεται τοὺς στάχυας συλλέγειν· τότε γυνὴ τοῦ ἱστουργεῖν ἀρ‐ ξαμένη προφερὴς τοῖς ἔργοις γενήσεται. TZETZES. | |
sch775ter | ΑΕΡΣΙΠΟΤΗΤΟΣ. Ὁ ἐν τῷ ἀέρι πετόμενος. Πα‐ ρεσχηματίσθη δὲ ἡ εὐθεῖα αὕτη ἀπὸ γενικῆς. Ἀερσιπότης μὲν γὰρ κλίνεται ἀερσιπότου, ἀλλὰ καὶ τοῦ ἀερσιπότητος· ἀπὸ τῆς ἀερσιπότητος οὖν γενικῆς οὗτος τὴν εὐθεῖαν ταύτην παρεσχη‐ | |
5 | μάτισεν. ΑΡΑΧΝΗΣ λέγεται τὸ ζωΰφιον αὐτὸ τὸ ὑφαν‐ τουργόν· ἀράχνιον δὲ τὸ ὑπ’ ἐκείνου ὑφαινόμενον. TZETZES. | |
sch776 | ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Καθὸ τὸν φωτισμὸν ἡ σελήνη πλήρη ἔχει ἐν αὐτῷ. PROCLUS. | |
sch776bis | ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Ἢ ἐν μεγάλῃ ἡμέρᾳ, ἢ ἐκ τοῦ πλείστου τῶν ἡμερῶν. ΙΔΡΙΣ δὲ νῦν ὁ ἔμπειρος | |
μύρμηξ· σωρὸς δὲ ὁ θησαυρός. PROCLUS. | 426 | |
sch776ter | ΙΔΡΙΣ. Ἔμπειρος. Λέγει δὲ τὸν μύρμηκα, ὡς προγινώ‐ σκοντα καιροὺς καὶ ἀνέμους καὶ ἀναισίους ἡμέρας. Ἐν σαββάτῳ γὰρ καὶ λ τοῦ μηνὸς τῆς σελήνης οὐκ ἐργάζεται· καὶ χειμε‐ ρίου καιροῦ γίνεσθαι μέλλοντος, κλείει τὴν θύραν τῆς ὀπῆς, | |
5 | ἔνθα κατοικεῖ· θερμοτέρου δὲ πάλιν ἀναπετάννυσι, καὶ τὸν σῖτον εἰς δύο τέμνων ἀποτίθησι, μήπως ἀναφύσῃ· καὶ ὄμ‐ βρου παρωχηκότος ἐξάγει τὸν νοτισθέντα σῖτον, καὶ τῷ ἡλίῳ ξηραίνει, μήπως σαπῇ τῇ ἰκμάδι· καὶ ἕτερα τοιαῦτα σοφῆς γνώμης ἐχόμενα. Ἢ ἴδριν αὐτὸν λέγει, ὡς πολύμοχθον καὶ | |
10 | κοπιηρὸν, ἐκ τοῦ ἰδίω. TZETZES. | |
sch776quat | ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Ὅμοιον τῷ μηδέποτ’ ἐξ ἠοῦς Διῒ λείβειν, τουτέστιν ἀρχομένης τῆς μεγάλης ἡμέρας, κατὰ τὸ θέρος δηλον‐ ότι, ὅτε ὁ ἴδρις, ἤγουν ὁ μύρμηξ ὁ ἔμπειρος, σωρὸν ἀμᾶται, | |
5 | ἀντὶ τοῦ σῖτον συλλέγων ἀποθησαυρίζει. Κατὰ ταύτην εἰ ἱστὸν στήσαιτο γυνὴ, προβάλλοιτό τε, ἀντὶ τοῦ, ἐπίδοσιν σχοίη τὸ ἔργον αὐτῆς. MOSCHOP. | |
sch776quin | ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Πλεῖον, τὸ πεπληθυσμέ‐ νον καὶ γέμον, καθ’ ὃ λέγεται ἐνταῦθα, καὶ κλίνεται τοῦ πλείου. Ἔστι δὲ τριγενές· ὁ πλεῖος γὰρ, ἡ πλεία, καὶ τὸ πλεῖον, ὡς ὁ χρεῖος, ἡ χρεία, καὶ τὸ χρεῖον. Πλέων δὲ καὶ ἀνάπλεων ἐπὶ | 427 |
5 | τοῦ αὐτοῦ, καὶ πλέως ἀφ’ οὗ εὐθεῖα τῶν πληθυντικῶν οἱ πλέω, ὡς, ἐν τούτοις· Οὐ γὰρ τῆς σῆς οὕνεκ’ ἐστρατεύσατο γυναικός· ὥσπερ οἱ πόνου πολλοῦ πλέω, καὶ | |
10 | ἀνάπλεως μεγάλα. Πλεῖον δὲ ἐπὶ συγκριτικοῦ τὸ περισσότερον, καὶ πλέον χωρὶς τοῦ ιʹ, καὶ κλίνεται τοῦ πλείονος καὶ πλέονος· καὶ ταῦτα τρι‐ γενῆ, ὁ πλείων γὰρ καὶ ἡ πλείων, καὶ τὸ πλεῖον, καὶ ἔτι τὸ πλέον· ὧν ἁπλᾶ μὲν, ὁ πολὺς, ἡ πολλὴ, καὶ τὸ πολύ· ὑπερ‐ | |
15 | θετικὰ δὲ ὁ πλεῖστος, ἡ πλείστη, καὶ τὸ πλεῖστον. Μόνα δὲ ἴσως ταῦτα τὰ ὑπερθετικὰ ἐνεργείᾳ διφθόγγους ἀπὸ τῶν συγ‐ κριτικῶν λαβόντα ἐφύλαξεν, ἐνεργείᾳ δὲ εἴρηται, ἐπεὶ τὰ δυνά‐ μει διφθόγγους ἐπὶ τῶν συγκριτικῶν ἔχοντα τοὐναντίον ἔχουσι· τὰς αὐτὰς γὰρ ἀεὶ φυλάττουσιν ἐπὶ τῶν ὑπερθετικῶν· οἷον | |
20 | λῷον, λῷστον· ῥᾷον, ῥᾷστον. MOSCHOP. | |
sch778 | ΜΗΝΟΣ Δ’ ἹΣΤΑΜΕΝΟΥ. Καλῶς ἐπέστησεν ὁ Πλούταρχος, ὅτι τὸ σπεῖραι καὶ τὸ φυτεῦσαι, οὐχ ὑπὸ τῶν αὐτῶν ἔοικεν ὠφελεῖσθαι. Τὸ μὲν γὰρ σπέρμα δεῖ καταβληθὲν κρυφθῆναι πρῶτον εἴσω τῆς γῆς καὶ σαπῆναι, καὶ οὕτως ἑαυ‐ | |
5 | τοῦ διαδοῦναι τὴν δύναμιν εἰς τὴν περικρύψασαν αὐτὸ γῆν, ἵν’ ἐξ ἑνὸς πυροῦ τυχὸν ἢ κριθῆς γένηται πλῆθος. Διὸ καὶ ὑετοῦ δεῖσθαι καὶ πάχνης αὐτό φασι τὴν ἀρχὴν πιεζόντων ἔσω καὶ χεόντων τὰς ἐν αὐτῷ φυσικὰς δυνάμεις. Τὸ δὲ φυτὸν ῥιζωθὲν βλαστῆσαι χρὴ καὶ ἀναδοῦναι τὸν ἐν τῇ ῥίζῃ κρυπτό‐ | |
10 | μενον λόγον, οἷον διοχευθείσῃ διὰ φωτός· ὥστ’ εἰκότως τὴν τρισκαιδεκάτην πρὸς μὲν τὸ σπείρειν ἀνεπιτήδειον εἶναι, πρὸς δὲ τὸ φυτεύειν ἐπιτηδείαν. Τὸ γὰρ προκαλέσασθαι τὸν ῥιζικὸν λόγον καὶ εἰς ἐπίδοσιν ἄγειν καὶ βλάστην, ἐσήμῃνεν διὰ τοῦ | |
ὀνόματος πρὸς ἃ συντελεῖ, πλεῖον ὂν τὸ ἐκ τῆς σελήνης ἐν | 428 | |
15 | ταύτῃ φῶς. ΑΛΛΩΣ. Ἱστάμενον μῆνα, ὡς εἰκάδα ἔλεγον· μετὰ δὲ τοῦτο, πρώτην φθίνοντος, δευτέραν φθίνοντος. Φι‐ λόχορος δὲ πάσας τὰς τρεῖς ἱερὰς λέγει τῆς Ἀθηνᾶς. PROCLUS. | |
sch778bis | ΜΗΝΟΣ Δ’ ἹΣΤΑΜΕΝΟΥ. Αὐξανομένης δὲ τῆς σελήνης τῇ ιγ ἔκφευγε ἀροῦν, φυτοκόμει δέ· καὶ καλῶς εἶπεν· οὐ γὰρ ταυτόν ἐστι σπείρειν καὶ φυτεύειν. Ὁ μὲν γὰρ σπόρος καταβληθεὶς δεῖται πρῶτον ἐξυδατώσεως, εἶτα χυλώ‐ | |
5 | σεως, καὶ ἀπογαλακτώσεως, καὶ μετέπειτα ῥιζώσεως, εἶτα καὶ ἀναφύσεως· τὸ δὲ φυτὸν τέλειον ὂν δεῖται ῥιζώσεως μόνον, καὶ καλῶς οὕτω λέγει. Καὶ ταῦτα μὲν οὗτος· Ὀρφεὺς δὲ ἐκεῖνος ὃ Θρᾴκιος ἐν τῇ περὶ Γεωργίας οὐ τὴν ἁπλῶς ἡμέραν τῆς σελήνης τὴν τοιάνδε λέγει λυσιτελῆ, ἢ καὶ ἀνόνητον, ἀλλ’ | |
10 | ὅταν τοιῶσδε σχηματισθῇ καὶ συντρέχῃ ζωδίοις τε καὶ τοῖς ἄ‐ στρασιν. Ὁ δὲ σοφὸς Πρόκλος οὐκ εἰδὼς τὰς τοιαύτας δυνά‐ μεις, οὐ βούλεται συνετῶς ἀσπάζεσθαι τὴν περὶ τούτων σιγὴν, ἀλλ’ ἐπεὶ λέγειν οὐκ οἶδε, λαλεῖν οὐκ αἰσχύνεται, ἀριθμητι‐ κοὺς λόγους καὶ ἁρμονίας ἐπάγων οἷσπερ οὐ δεῖ. TZETZES. | |
sch778ter | ΜΗΝΟΣ Δ’ ἹΣΤΑΜΕΝΟΥ. Ἱστάμενον μῆνα ἕως εἰκάδος ἔλεγον· μετὰ δὲ τοῦτο, πρώτην φθίνοντος, καὶ δευτέ‐ ραν φθίνοντος, καὶ ἑξῆς. Τοῦ μηνὸς δὲ ἱσταμένου, κατὰ τὴν τρισκαιδεκάτην, ἀλέασθαι, ἀντὶ τοῦ ἔκφυγε, σπέρματος ἄρξα‐ | |
5 | σθαι. Εἰς τὸ ἐνθρέψασθαι δὲ φυτὰ, ἤγουν περιθάλψαι, καὶ βλάστην ἀναδοῦναι ποιῆσαι, ἀρίστη. Τὴν αἰτίαν δὲ τούτων ὁ Πλούταρχος λέγει. Ἡ ἕκτη δὲ ἡ μέση, ἤγουν ἡ ἕκτη καὶ δε‐ κάτη, λίαν ἐστὶν ἀνάρμοστος τοῖς φυτοῖς, εἰς ἄῤῥενος δὲ γέν‐ νησιν ἀγαθή· κόρῃ δὲ οὐ συμφέρουσά ἐστιν, οὔτε γενέσθαι | |
10 | πρῶτα, ἤγουν τὴν ἀρχὴν, οὔτε γάμου ἀντιβολῆσαι, ἤγουν ἐπι‐ τυχεῖν. Οὐδὲ μὴν ἡ πρώτη ἕκτη ἁρμοδία ἐστὶ κόρῃ εἰς τὸ γε‐ νέσθαι, ἀλλ’ ἔστιν ἤπιον ἦμαρ, ἀντὶ τοῦ ἀγαθὸν, εἰς τὸ τάμ‐ νειν ἐρίφους, τουτέστιν εὐνουχίζειν. MOSCHOP. | 429 |
sch780 | ἙΚΤΗ Δ’ Ἡ ΜΕΣΣΗ. Τὴν ἑκκαιδεκάτην μέσην ἕκτην εἰπὼν, ὠφέλιμον εἶναι τοῖς φυτοῖς φησὶν, δι’ ἣν εἴπο‐ μεν αἰτίαν· τὸ γὰρ φῶς χλιαρὸν ὂν τὸ σεληναῖον τότε καὶ ὑγρὸν προσκαλεῖται τὴν βλάστην αὐτῶν· τῶν δὲ ἀνθρώπων | |
5 | πῶς ἄῤῥεσι μὲν σπέρμασι σύμφορον, θήλεσι δὲ ἀσύμφορον· αἴτιον δὲ τούτων, ὅτι τὸ μέν ἐστι ξηρότερον, τὸ δὲ ὑγρότερον τῶν σπερμάτων, οἷς καὶ αὐτὸ τὸ ἄῤῥεν διαφέρει τοῦ θήλεος. Καὶ διὰ ταῦτα φασὶ καὶ τὰς συλλήψεις τὰς μὲν βορείων πνευ‐ μάτων ὄντων γινομένας εἶναι ἀῤῥενογόνους, τὰς δὲ νοτίων θη‐ | |
10 | λυγόνους· καὶ μέντοι καὶ τὰς διαρθρώσεις τῶν θηλέων ἐμ‐ βρύων βραδυτέρας γίνεσθαι, ἢ τῶν ἀῤῥένων, διὰ τὸ ἐκεῖ τὴν ὑγρότητα μὴ ῥαδίως κρατεῖσθαι ὑπὸ τῆς δημιουργούσης ἐν τῇ φύσει θερμότητος. Φυσικῶς οὖν εἴρηται τὴν ἑκκαιδεκάτην ἀῤῥενογόνον μὲν ἄριστον εἶναι, θήλεσι δὲ ἀσύμφορον· ἔχει δέ | |
15 | τινα καὶ πρὸς γάμους ἐναντίωσιν, τῆς σελήνης πάμπολυ τοῦ ἡλίου διεστώσης. Διὸ καὶ Ἀθηναῖοι τὰς πρὸς σύνοδον ἡμέρας ἐξελέγοντο πρὸς γάμους, καὶ τὰ θεογάμια ἐτέλουν, τότε φυσι‐ κῶς εἶναι πρῶτον οἰόμενοι γάμον τῆς σελήνης οὔσης πρὸς ἡλίου σύνοδον. ΑΛΛΩΣ. Ἑξκαιδεκάτη οὐκ ἐπιτηδεία τοῖς | |
20 | φυτοῖς· τὸ γὰρ τῆς σελήνης φῶς χλιαρὸν ὂν σηπτικόν ἐστι. Τότε οὖν τὰ τμηθέντα ξύλα σήπεται, καὶ ὁ μεταχεόμενος οἶνος ὀξίζει. PROCLUS. | |
sch780bis | ἙΚΤΗ Δ’ Ἡ ΜΕΣΣΗι. Ἡ β, ἤγουν ἡ ιϛ ἀσύμ‐ φορος φυτουργίᾳ. Πάλιν δ’ ὁ Πρόκλος φυσικῶς ψευδῆ γράφει. | |
Τὸ φῶς γὰρ, φησὶ, τῆς σελήνης, ὡς χλιαρὸν, τὰ φυτευόμενα | 430 | |
5 | σήπει. Ἀλλ’ ὦ Πρόκλε, εἰ τὸν Ἰσοκράτην ἀνέγνωκας ῥήτορα γράφοντα, “Δύο καιροὺς τοῦ λέγειν ποιοῦ, ἢ περὶ ὧν οἶδας ἀκριβῶς, ἢ περὶ ὧν λέγειν ἐστὶν ἀναγκαῖον,” οὐκ ἂν παρὰ και‐ ρὸν θρασυνόμενος ἐξελέγχου· ἐνιαχοῦ τε καὶ πολλαχοῦ, ὡς καὶ νῦν τὴν τῆς σελήνης ἑκκαιδεκαταίαν θερμὴν εἶναι λέγων | |
10 | καὶ σηπτικὴν τῶν φυτευομένων, οὐκ ἂν ἡμᾶς κατὰ σοῦ μα‐ κρηγορεῖν ἐπανηρέθιζες. Ἐμοὶ τὸ λοιπὸν χρώμενος διδασκάλῳ, Ἄκουε λεπτῶς τὴν σεληναίαν φύσιν, Φύσεις ἁπάντων τῶν χυμῶν κληρουμένην. | |
15 | Ὑγρὰ μέν ἐστι διχάδος πρώτης μέχρι, Τὴν βρεφικὴν αὔξησιν ἐκμιμουμένη, Θερμὴ δὲ πανσέληνον ἀντρέχει δρόμον. Ἀκμαστικὴ γὰρ καὶ σφριγᾶν δοκεῖ τότε. Εἶτα δὲ λοιπὸν εἰς διχάδα δευτέραν | |
20 | Ξηρὰ ταπεινή· πρὸς παρακμὴν γὰρ τρέχει. Ἔπειτα γηρᾷ καὶ δοκεῖ τεθνηκέναι, Ψυχρὰ, δυσειδὴς, συγκρυβεῖσα τῷ γνόφῳ. Κἂν ἐξ ἀδήλου πάλιν ἔρχεται νέα, Πρόσωπα καλλύνουσα καὶ πληρουμένη. | |
25 | Ταυτὶ μὲν οὕτως· ὡς δὲ Πρόκλος σὺ γράφεις, Καί τοι περισσὸν ἡ κενὴ στωμυλία. TZETZES. | |
sch781 | ΑΝΔΡΟΓΟΝΟΣ Τ’ ΑΓΑΘΗ. Πρῶτα μὲν ἰστέον συντόμῳ λόγῳ, ὅτι τὰ περὶ τῶν ἡμερῶν τῇδε λεγόμενα παρ’ Ἡσιόδῳ λῆρος εἰσὶ πάντα καὶ ψευδῆ, ἐξαιρέτως δὲ τὰ περὶ τῶν γενεθλίων. Μόνη γὰρ ἡ σελήνη οὔτε ὠφέλιμος, οὔτε βλα‐ | |
5 | βερὰ, εἰ μὴ τοιῶσδε ἢ τοιῶσδε σχηματισθῇ ζῳδίοις καὶ ἄστρα‐ σιν. Ἃ παραληπτέον μοι λέγειν, ὡς μαθηματικὰ, καὶ πο‐ λυπλήθειαν ἔχοντα· οὐ γὰρ (ὡς ὁ Πρόκλος) ἡμεῖς ἀκαίρως | |
γράφειν ἐθέλομεν, οὐδὲ ἐπιδείκνυσθαι, καὶ Ἡσιόδῳ ἐναντιοῦ‐ σθαι, ἀλλὰ τοῦτον ἐπεξηγεῖσθαι. Καὶ δὴ λοιπὸν κατὰ τὸν | 431 | |
10 | Ἡσίοδον ἐξηγητέον μοι. TZETZES. | |
sch783 | ΟΥΔΕ ΜΕΝ Ἡ ΠΡΩΤΗ. Τὴν πρώτην ἕκτην ἀνεπιτηδείαν πρὸς κόρης γέννησιν εἶναι βούλεται, καί τοι τῆς Ἀρτέμιδος οὖσαν ἱερὰν, ὡς γενέθλιον τῆς θεοῦ. Διὸ καὶ προ‐ τέραν γενέσθαι φασὶ τοῦ Ἀπόλλωνος, ἵνα καὶ μαιεύσηται τὸν | |
5 | ἀδελφόν. Καὶ πῶς γὰρ οὐ μέλλει θεοῦ λοχείας εἶναι πρε‐ πόντως ἱερὰ ἡ ἕκτη, πρώτη τελεία οὖσα, καὶ τῆς λοχείας, οὐ τῶν ἔτι ἀτελῶν οὔσης, ἄμβλωσις γὰρ ἡ ἐκείνων ἐστὶ διάκρισις, ἀλλὰ καὶ τῶν τελείων; Ἡ μὲν οὖν Ἄρτεμις τελεσιουργὸς οὖσα τῶν κυημάτων, καὶ ἐκφαντικὴ τῶν φυσικῶν λόγων, τῶν κρα‐ | |
10 | τησάντων τῆς ὕλης, εἰκότως ἐν τῇ ἕκτῃ γενέσθαι μυθολογεῖται, Ταῖς δὲ τῶν θνητῶν θηλείων γενέσεσιν εἰκότως ἐστὶν ἀνάρ‐ μοστος αὕτη, διότι κρατεῖ μὲν ἡ θεὸς αὕτη τῶν σεληνιακῶν φωτισμῶν, ἔστι δὲ παρθένος καὶ γεννᾷν οὐκ ἐθέλουσα. Πρὸς οὖν τὴν τῶν θηλείων γένεσιν ταύτην ἀνεπιτήδειον δείκνυσι, | |
15 | συμφέρουσαν δὲ, ὡς ἐρεῖ, πρὸς τὴν ἀνδρῶν· ἐκτομαῖς δὲ ἐρίφων καὶ ἀρνίων, οὓς εἶπε ΠΩΕΑ ΜΗΛΩΝ, ἐμπρέπουσαν, ὡς τὸ γόνιμον καὶ τούτων τῆς ἐκτομῆς ἀφαιρούσης. Μήποτε δὲ καὶ αὕτη φυσικῶς ἡ ἑξὰς ἀνδράσι μὲν εἰς τελείωσιν οἰκεία, γυναιξὶ δὲ οὐ, δυοῖν ἔγγονος οὖσα, δυάδος καὶ τριάδος, καὶ τῆς τριά‐ | |
20 | δος ἐν αὐτῇ κρατούσης. Ἔστι γὰρ τριμερὴς, ἐκ μονάδος, δυά‐ δος, καὶ τριάδος, οἷς ἐστιν ἴση, καὶ διὰ τοῦτο τελεία. Πρὸς μὲν οὖν θείαν γένεσιν εὖ ἔχει, πρὸς δὲ θνητὴν ἀσυμμέτρως τὴν τοῦ ὁμόρου γένους. PROCLUS. | |
sch784 | ΚΑΙ ΠΩΕΑ ΜΗΛΩΝ. Περιφραστικῶς, ἀντὶ τοῦ | |
ἀρνία, καὶ εἰς τὸ περιβαλεῖν σηκὸν τῶν προβάτων, τοῦτο γὰρ τὸ ποιμνήϊον. Σηκὸν δὲ λέγει τὸ κοινῶς μανδρίον. Ἀγαθὴ δὲ εἰς ἄῤῥενος γέννησιν ἡ πρώτη ἕκτη. Φιλεῖ δὲ, ἤγουν ἀγαπᾷ, | 432 | |
5 | τὸ γεννώμενον, ἐν αὐτῇ δηλονότι, ὑβριστικὰ λέγειν, καὶ ψεύδη φιλεῖ· καὶ λόγους αἱμυλίους, ἤγουν ἀπατηλοὺς, καὶ κρυφίους ὀαρισμοὺς, ἤγουν ὁμιλίας μετὰ γυναικῶν. MOSCHOP. | |
sch786 | ΕΣΘΛΗ Δ’ ΑΝΔΡΟΓΟΝΟΣ. Εἰ ὁ περισσὸς ἄῤῥην δυσδιαίρετος ὢν, ὡς ὁ ἄρτιος θῆλυς εὐδιαίρετος, καὶ ὁ μὲν μονάδι φίλος, ὁ δὲ δυάδι, πρῶτον ὄντα τὸν τρία περισσὸν εἰκότως ἂν εἴποις ἀῤῥενωπότατον. Οὗτος δὲ καὶ συντεθεὶς | |
5 | ἑαυτῷ καὶ διπλασιασθεὶς ἐποίησε τὸν ἓξ, καὶ ἐπεὶ μονὰς καὶ δυὰς καὶ τριάς εἰσιν οὗτοι μόνη πρόοδος ἐπιστροφὴ τὸν ἓξ ἀπετέλεσεν· ὥστ’ εἰκότως ἀῤῥενογόνος ἑξὰς οὐκ οὖσα, τοῖς γεννᾷν ὀφείλουσιν εὐάρμοστος, ἀλλὰ τοῖς ἀναινομένοις τὴν γέννησιν. Εἰ δὲ φιλοψευδεῖς οἱ ἐν ταύτῃ γεννώμενοι λέγονται, | |
10 | καὶ παραλογισμοῖς χαίροντες, καὶ κρυφίαις συνουσίαις, οὐ θαυμαστόν. Καὶ γὰρ ἡ φάσις αὐτὴ τὸ εἶδος προφαίνει τῆς διχοτομίας ψευδόμενον· οὐ γάρ ἐστι κατὰ ἀλήθειαν ἶσον τῷ φωτιζομένῳ τὸ σκιερόν. Καὶ ὅτι εἰ ἀόρατος δυὰς εἰς τὴν γέ‐ νεσιν αὐτῆς παρείληπται, τὸ ψεῦδος ὑποικουρεῖν μετὰ τῶν | |
15 | κρυφίων ὀαρισμῶν οὐκ ἂν θαυμάσαις. PROCLUS. | |
sch786bis | ΑΝΔΡΟΓΟΝΟΣ. Τίκτειν παῖδας ἄῤῥενας ἐν αὐτῇ ἀγαθὸν, τὸ δὲ θηλείας, οὐ καλὸν, οὔτε εἰς τὸ γαμηθῆναι, οὔτε εἰς τὸ γεννηθῆναι. PROCLUS. | |
sch788 | ΜΗΝΟΣ Δ’ ΟΓΔΟΑΤΗι. Τὴν ὀγδόην τοῦ μηνὸς, τοῦ Ποσειδῶνος ἱερὰν ὡς ἐπὶ τρία διαστᾶσαν, πρώτην τῷ τριαινούχῳ θεῷ προσήκειν εἰκότως λέγουσι, καὶ τριχίτωνι τριῶν ἄρχοντι τῶν ἐν κινήσει στοιχείων. Διὸ καὶ τοὺς ταύρους | |
5 | αὐτῷ φέροντες ἀνῆκαν, ὡς ὁρμητικοὺς, καὶ τοὺς κάπρους· ἄμ‐ φω γὰρ διὰ θυμὸν ἀκάθεκτοι γίνονται, πραΰνονται δὲ ἐκτμη‐ | |
θέντες· εἰκότως οὖν τὴν τῷ κινητικῷ θεῷ προσήκουσαν ἡμέραν [ὡς καὶ τὴν ἀκίνητον γῆν κινεῖν Ἐνοσίχθων καλούμε‐ νος] ὠκείωσαν ταῦτα τὰ ζῶα ὁρμητικὰ ὄντα· καὶ μήποτε τὸν | 433 | |
10 | μὲν ταῦρον ὡς τῆς ὑγρᾶς οὐσίας τὰς ἀστάτους τῶν κινουμέ‐ νων ὁρμὰς κινοῦντα. Διὸ καὶ ὁ θεὸς οὗτος οὐ μόνον Ἐνοσί‐ χθων, ἀλλὰ καὶ Ἀσφάλειος ὑμνεῖται. Καὶ οἱ τοὺς σεισμοὺς παύειν ἐθέλοντες, Ποσειδῶνι θύουσιν. Ἔχει ἄρα καὶ ἡ πραΰ‐ νουσα διὰ τῆς τομῆς τὰ ζῶα οἰκεῖα τῷ θεῷ πρᾶξις οἰκειότητα | |
15 | πρὸς τὴν ἱερὰν τοῦ Ποσειδῶνος ταύτην ἡμέραν. PROCLUS. | |
sch788bis | ΜΗΝΟΣ Δ’ ΟΓΔΟΑΤΗι. Ἡ δ’ ὀγδόη τῆς σελή‐ νης ἀγαθὴ εἰς ἀπευνουχίσεις χοίρων καὶ κάπρων· ἡ δὲ δυοδε‐ κάτη, εἰς ἐκτομὴν ἡμιόνων. TZETZES. | |
sch788ter | ΜΗΝΟΣ Δ’ ΟΓΔΟΑΤΗι. Κατὰ τὴν ὀγδόην δὲ τοῦ μηνὸς εὐνούχιζε κάπρον καὶ βοῦν ἐρίμυκον, ἤγουν πολλὰ μυκώμενον. Μετὰ τὴν δυωδεκάτην δὲ εὐνούχιζε οὐρῆας, ἤγουν ὀρέας· ἡμιόνους ταλαεργοὺς, τουτέστιν ἐπ’ ἔργοις καρ‐ | |
5 | τερικούς. MOSCHOP. | |
sch789 | ΟΥΡΗΑΣ ΔΕ ΔΥΩΔΕΚΑΤΗι ΤΑΛΑΕΡΓΟΥΣ. Τὰς ἡμιόνους οἰκειοῦσι τῇ σελήνῃ· διὸ καί τινες αὐτήν φασιν ἐφ’ ἡμιόνων ὀχεῖσθαι. Καὶ γὰρ ὁ μὲν ἵππος ἡλιακόν ἐστι ζῶον, ὡς εὔδρομον, ὡς χθόνιον, καὶ τυφῶνι φίλον, καὶ συνουσιαστι‐ | |
5 | κόν· ἡ δὲ σελήνη μέση ἀμφοῖν, γῆς μὲν ἔχουσα τὸ σκοτίζεσθαι, ἡλίου δὲ τὸ οἰκεῖον εἰληχέναι φῶς. Ταύτῃ μὲν οὖν οἰκείω‐ ται πρὸς αὐτὴν ἡ ἡμίονος. Τῇ δὲ δυοκαιδεκάτῃ προσέταξε τούτους δαμάζειν, ἵνα πρᾳότεροι γίνωνται, διότι τὸ στάσιμον ἡ δυοδεκὰς ἔχει πέρας οὖσα τῶν αὐξήσεων πρῶτον, ὡς προεί‐ | |
10 | πομεν. Ἔχει δὲ καὶ ἡ πρὸς τὸ περατοῦν ἄλλως ἡ δυοδεκὰς οἰκειότητα, τοῖς εἴδεσι τοῦ ἀριθμοῦ τὸ πέρας ἐπάγουσα. Πρώτη γὰρ αὕτη περισσάρτιος, ὃς οὐκ ἦν πρὸ αὐτῆς, οὐδ’ εἴσω δεκά‐ | |
δος. Συγκλείουσα οὖν τὰ εἴδη τῶν ἀριθμῶν εἰκότως περα‐ τωτική ἐστι, καὶ ἱστᾶσα τὴν πρόοδον τῶν λόγων, ὅθεν δα‐ | 434 | |
15 | μαστικαῖς πράξεσιν ἐμπρέπειν ἔδοξε, καὶ ἡμιόνων τῶν μικ‐ τὴν ἐχόντων γένεσιν καὶ αὕτη μικτὴ οὖσα ὡς περισσάρτιος, καθάπερ εἴπομεν. Δεῖν οὖν ἐν ταύτῃ δαμάζειν ἡμιόνους, ἐπιβάλλοντα τὼ χεῖρε καὶ πωλοδαμνοῦντα τοῦτο τὸ ζῶον. PROCLUS. | |
sch790 | ΕΙΚΑΔΙ Δ’ ΕΝ ΜΕΓΑΛΗι. Μεγάλην λέγει, παρ’ ὅσον τὸ πλεῖστον τῶν ἡμερῶν τοῦ μηνὸς ἔχει. Διὰ τοῦτο διὰ πάσης ἡμέρας ἐπιτηδεία εἰς τὸ γεννᾶσθαι. ΜΕΓΑΛΗΝ δὲ τὴν εἰκοστὴν εἶπεν, οἱονεὶ μεγάλων ἀποτελεστικήν. Ἄριστος | |
5 | δὲ καὶ πολυΐστωρ ὁ ἐν ταύτῃ τικτόμενος. PROCLUS. | |
sch790bis | ΕΙΚΑΔΙ Δ’ ΕΝ ΜΕΓΑΛΗι. Μεγάλην εἶπεν, ὅτι τὸ πλεῖστον τῶν ἡμερῶν τοῦ μηνὸς ἔχει. Διὰ τοῦτο διὰ πάσης ἡμέρας ἐπιτήδειος εἰς τὸ γεννᾶσθαι. Ἢ μεγάλην τὴν εἰκοστὴν εἶπεν, οἷον μεγάλων ἀποτελεστικήν· ἄριστος δὲ καὶ | |
5 | πολυΐστωρ ὁ ἐν αὐτῇ τικτόμενος. Τίκτειν παῖδας ἄρσενας ἐν αὐτῇ ἀγαθὸν, τὸ δὲ θηλείας οὐκ ἀγαθὸν, οὔτε εἰς τὸ γεννηθῆναι, οὔτε εἰς τὸ γαμηθῆναι. Ἄλλοι ἄλλως οἰωνοὶ σημαίνουσιν, ἐκείνους δὲ εἶπεν τοὺς ἀληθῆ συμβάλλοντας εἰς τοῦτο· καὶ ἄλλως καλὴ μέν ἐστιν ἡ τετάρτη πρὸς τὸ γαμεῖν· ἀλλ’ ὅμως οἰωνοσκόπησον καλῶς, | |
10 | περιβλεψάμενος τοὺς ἄνδρας ἐν τῇ ἀλωῇ τῇ λείῳ ἀποθέσθαι τὰ γεννήματα. Ἀκοίτης ὁ ἀνὴρ ἦτα, ἄκοιτις ἡ γυνὴ ἰῶτα. Ὀλί‐ γοι τὴν κζ ἀληθῶς καλὴν εἶναί φασιν εἰς τὸ τὴν ναῦν καθέλκειν εἰς τὴν θάλασσαν, πλὴν εἰ μὴ εἰς τὸ ἕτοιμον εἶναι κατὰ παρέ‐ λευσιν τοῦ τοιούτου καιροῦ ἀποπλεῦσαι. ΑΛΛΩΣ. Μεγάλην | |
15 | τὴν εἰκάδα εἶπεν, ὅτι τὸ δίμοιρον τοῦ μηνὸς, ἤγουν αἱ δύο δε‐ κάδες, ἄχρι ταύτης παρέδραμον. Ἑτέρα δὲ μόνη μία δεκὰς μέχρι τῆς λ ὑπελείφθη. Διὰ τοῦτο δὲ καὶ πλέον ἦμαρ αὐτὴν λέγει. Φησὶ δὲ, ὅτι ἐν τῇ εἰκοστῇ ἐστὶ γεννᾶσθαι ἄνδρας πολυΐστορας καὶ σοφούς. TZETZES. | |
sch790ter | ΕΙΚΑΔΙ Δ’ ΕΝ ΜΕΓΑΛΗι. Ἐν τῇ εἰκάδι δὲ τῇ μεγάλῃ, τῷ πλέῳ λέγω ἤματι. Τοῦτο γὰρ ὥσπερ ἐφερμηνευτι‐ | |
κόν ἐστι τοῦ μεγάλῃ, ἤγουν τῷ πεπληθυσμένῳ, τῷ τὴν πλεί‐ ονα μοῖραν τοῦ μηνὸς ἔχοντι, πολυΐστορα φῶτα γεννῆσαι. | 435 | |
5 | Ἀσαφῶς δὲ τοῦτο εἰπὼν, (δοκεῖ γὰρ διδάσκειν αὐτὸν πολυ‐ ΐστορα ἄνδρα γεννᾷν, ὥσπερ εἰ ἐπ’ αὐτὸ τοῦτο ἦν) ἐπάγει δια‐ σαφῶν τὸν λόγον, μάλα γάρ τε νόον πεπυκασμένος ἐστὶν, ἤγουν λίαν ἐστὶν ὁ γεννηθεὶς, ἐν αὐτῇ δηλονότι, πεπυκασμένος | |
10 | τὸν νοῦν, τουτέστι στιβαρὸς καὶ συγκεκροτημένος· ὥσπερ εἰ ἔλεγεν, Εἰ θέλεις παῖδα γεννῆσαι πολυΐστορα γενησόμενον, κατὰ τὴν εἰκοστὴν τῆς σελήνης τοῦτον γέννησον, μάλα γάρ ἐστι κατὰ τὸν νοῦν συγκεκροτημένος καὶ στιβαρὸς ὁ ἐν αὐτῇ γεννηθείς. Ἵστορα δὲ φῶτα λέγει γεννᾷν, ὡς γενησόμενον | |
15 | πάντως τοιοῦτον· οὐ γὰρ ἅμα τῷ γεννηθῆναι καὶ ἀνὴρ ἔσται πολυΐστωρ. Ἀγαθὴ δὲ ἀνδρογόνος, ἤγουν εἰς ἄῤῥενος γέννη‐ σιν ἀγαθὴ ἡ δεκάτη. Κόρῃ δὲ ἀγαθὴ, δηλονότι εἰς τὸ γεννη‐ θῆναι, ἡ τετρὰς ἡ μέση, ἤγουν ἡ τεσσαρεσκαιδεκάτη. Κατὰ ταύτην τὴν τεσσαρεσκαιδεκάτην μῆλα, ἤγουν πρόβατα, καὶ | |
20 | βοῦς ἑλικοειδῶς τοὺς πόδας κινοῦντας, καὶ κύνα καρχαρόδον‐ τα, καὶ ὀρέας ἐπ’ ἔργοις καρτερικοὺς πράϋνε, ἐπιτιθεὶς αὐτοῖς τὴν χεῖρα, καταψῶν αὐτοὺς δηλονότι. MOSCHOP. | |
sch792 | ΕΣΘΛΗ Δ’ ΑΝΔΡΟΓΟΝΟΣ ΔΕΚΑΤΗ. Θηλειῶν δὲ γοναῖς, ἡ ιδ. ἀγαθὴ δὲ καὶ πρόβατα, καὶ βοῦς, καὶ κύνας, καὶ ἡμιόνους πραΰνειν, καὶ ἡμεροῦν, καὶ γυμνάζειν ἐπιβάλ‐ λοντα αὐτοῖς τὴν χεῖρα. TZETZES. | |
sch795 | ΠΡΗΥΝΕΙΝ. Ἀντὶ τοῦ ῥαδίως τὶς ἐπιθεὶς χεῖρα πᾶν ὁτιοῦν ἡμερώσει. Φυλάττουσι δὲ μὴ λυπεῖσθαι ἡ τετάρτη καὶ ἡ εἰκὰς τετάρτη, ἐπειδὴ ἱεραί εἰσιν αἱ ἡμέραι καὶ τέλειαι εἰς τὸ βλάψαι. PROCLUS. | |
sch795bis | ΠΕΦΥΛΑΞΟ ΔΕ ΘΥΜΩι. Τοὺς πρὸ τούτων δʹ στίχους οὐδὲ μνήμης ὁ Πλούταρχος ἠξίωσεν, ὡς ἂν μὴ φερομένους, τούτους δὲ ἐξηγούμενος ἀξιοῖ μὴ ἐγκαλεῖν τῷ Ἡσιόδῳ, ὡς ἂν γελοίως εἰπόντι, μὴ χρῆναι λύπας ἑαυτῷ κινεῖν | |
5 | ἐν ταύταις, ὡς δέον ἐν ἄλλαις τισὶ τοῦτο ποιεῖν· οὐ γὰρ τοῦτο λέγει, ἀλλ’ ὡς ἐν ἱεραῖς ταύταις μάλιστα τὰς λυπηρὰς ἀπο‐ | |
σκευάζεσθαι ἐνεργείας· ἃς εἰ καὶ ἄλλοτε δεῖ ὡς ἀναγκαίας αἱ‐ ρεῖσθαι, ἐν ταύταις οὐ δέον. Τὰς δὲ τετράδας ἄμφω εἶναι ἱεράς· τὴν μὲν ὡς μάλιστα τὸ σεληναῖον ἐκφαίνουσαν φῶς· | 436 | |
10 | τὴν δὲ, ὡς τοῦτον ἔχουσαν πρὸς τὴν τετράδα λόγον, ὃν ἡ ἑβ‐ δόμη πρὸς τὴν νουμηνίαν. Καὶ γὰρ ἡ τετάρτη καὶ εἰκοστὴν ἑβδόμην ἔχει τάξιν πρὸς τὴν ἐσχάτην. PROCLUS. | |
sch795ter | ΠΕΦΥΛΑΞΟ ΔΕ ΘΥΜΩι. Φυλάσσου δὲ μὴ λυ‐ πηθῇς κατὰ τὴν δ, ἢ κατὰ τὴν κδ, ἀποτελεσματικαὶ γὰρ αὗται· καὶ ὡς ἂν τότε διατεθῇς, ἐπιπολὺ οὕτως διάξεις. TZETZES. | |
sch795quat | ΠΕΦΥΛΑΞΟ ΔΕ ΘΥΜΩι. Φύλαξον δὲ ἐν τῇ σῇ ψυχῇ ἐκφυγεῖν κατὰ τὴν τετράδα τοῦ μηνὸς καὶ φθίνοντος καὶ ἱσταμένου, ἤγουν κατὰ τὴν εἰκοστὴν τετάρτην, καὶ τὴν τεσσα‐ ρεσκαιδεκάτην, ἄλγη θυμοβορεῖν, τουτέστι λύπας σαυτῷ κινεῖν | |
5 | βιβρωσκούσας τὴν ψυχὴν, μάλα γάρ ἐστιν, ἡ τετρὰς δηλονότι ἡμέρα, τετελεσμένη, ἤγουν ἱερά. MOSCHOP. | |
sch798 | ΕΝ ΔΕ ΤΕΤΑΡΤΗι ΜΗΝΟΣ ΑΓΕΣΘ’ ΕΙΣ ΟΙΚΟΝ ΑΚΟΙΤΙΝ. Ὅτι μὲν ἀρχαία ἡ διὰ τῶν οἰωνῶν μαν‐ τεία, καὶ ταῦτα δηλοῖ, καὶ ὅτι οἱ αὐτοὶ οἰωνοὶ πρὸς ἄλλα μὲν δεξιοὶ, πρὸς ἄλλα δ’ ἐναντίοι, σαφῶς ἐδήλωσεν, εἰπὼν, | |
5 | οἱ ἐπ’ ἔργματι τούτῳ ἄριστοι. τὴν δὲ τετάρτην εἶναι γαμικὴν, εἰκότως, ὡς πρώτην καὶ κατὰ σύνθεσιν καὶ κατὰ πολλαπλασιασμὸν, ἐκ τῆς γονίμου γενομέ‐ νην δυάδος, ἧς τὸν γάμον ἱερὸν εἶναι φαμέν· καὶ ὡς τῶν ἁρμονικῶν λόγων περιεκτικὴν, ὧν ἔμπροσθεν εἴπομεν, τοῦ διὰ | |
10 | τεσσάρων, τοῦ διὰ πασῶν, τοῦ δὶς διὰ πασῶν, καὶ ὡς μητέρα τῆς δεκάδος, ἥτις κοσμικός ἐστιν ἀριθμὸς, καὶ ὡς μεσότης μο‐ νάδος καὶ ἑβδομάδος, κατὰ τὴν ἀριθμητικὴν μεσότητα· διὰ γὰρ ταῦτα πάντα γάμοις οἰκεία. ΑΛΛΩΣ. Καλὴ μέν ἐστιν ἡ τε‐ τάρτη εἰς τὸ γαμεῖν, ἀλλ’ ὅμως οἰωνοσκόπησον πρώτως. ΑΛ‐ | |
15 | ΛΩΣ. Ἡ τετάρτη ἱερὰ Ἀφροδίτης καὶ Ἑρμοῦ, καὶ διὰ τοῦτο πρὸς συνουσίαν ἐπιτηδεία. PROCLUS. | |
sch798bis | ΕΝ ΔΕ ΤΕΤΑΡΤΗι ΜΗΝΟΣ. Μὴ λυπηθῇς, φη‐ σὶν, ἐν τῇ δ, γάμους δὲ ποίει, οἰωνοὺς ἰδὼν γαμικοὺς, καὶ μὴ | |
ἀπαισίους· οἷον κορώνας δύο, μὴ μίαν ἀλκυόνα, μὴ πελλὸν ἐρώδιον, μὴ κρέκα, μὴ μόνην τρυγόνα, μηδὲ χελιδόνα, πε‐ | 437 | |
5 | λαργὸν, ταῶνα· κἀκείνους ἀγαθοὺς καὶ αἰσίους, καὶ μὴ ἀπαί‐ σιόν τι δρῶντας. TZETZES. | |
sch798ter | ΕΝ ΔΕ ΤΕΤΑΡΤΗι ΜΗΝΟΣ. Ἐν δὲ τῇ τετάρτῃ τοῦ μηνὸς, τῇ πρώτῃ δηλονότι, ἄγεσθαι, ἀντὶ τοῦ ἄγου, εἰς τὸν οἶκόν σου ἄκοιτιν, ἤγουν γυναῖκα ὁμόζυγον· οἰωνοὺς κρί‐ νας πρότερον, ἀντὶ τοῦ σκοπήσας οἵ τινες εἰσὶν ἄριστοι ἐπὶ τῷ | |
5 | ἔργματι τούτῳ, ἤγουν ἐπὶ ταύτῃ τῇ πράξει. MOSCHOP. | |
sch800 | ΠΕΜΠΤΑΣ Δ’ ΕΞΑΛΕΑΣΘΑΙ. Ὅτι μὲν ἡ πεμπ‐ τὰς δίκης ἐστὶν ἀριθμὸς, καὶ τῶν Πυθαγορείων ἠκούσαμεν λεγόντων, καὶ λέγονται σαφῶς αἰτίαι παρ’ ἐκείνοις. Διττὸν δέ ἐστι τὸ ἔργον τῆς δίκης, ἢ τὸ παραβαῖνον κολάζειν, καὶ τὴν | |
5 | πλεονεξίαν ἀφαιρεῖν, ἢ τὸ ἔλασσον ἐπανισοῦν καὶ εὐεργετεῖν. Ἄμφω οὖν αἱ πέμπται δικαστικαὶ ἂν εἶεν· ἡ μὲν αὐξητικὴ, ὡς προσθετικὴ τοῦ λείποντος, ἡ δὲ φθινὰς, ὡς ἀφαιρετικὴ τοῦ πλεονάζοντος. Εἰ δὲ ταῦτ’ ἀληθῆ, δηλονότι καὶ τὸν ὅρ‐ κιον θεὸν κολαστικὸν ὄντα τῶν συγχεόντων τοὺς ὅρκους εἰκό‐ | |
10 | τως ἐν τῇ πέμπτῃ γενέσθαι τῇ φθινάδι φασὶ, καὶ τὰς τιμωροὺς δαίμονας τὴν γένεσιν αὐτοῦ πενταδικὴν οὖσαν περιέπειν, καὶ γὰρ αὐτὴν τὴν πρωτίστην δίκην περιέχειν· καὶ τούτων τὴν αἰτίαν ὑμνοῦσιν, ὡς οὖσαν τῶν ἀπολειπομένων τοῦ θείου νό‐ μου τιμωρὸν, ὥς φησι Πλάτων. Εἰκότως δ’ ἄρα τὸν Ὅρκον | |
15 | εἶναι τῆς Ἔριδος παῖδά φησι, διότι καὶ ἡ Ἔρις πασῶν ἐστι μο‐ νὰς τῶν ἐπιτροπευόντων τὰς κακεργέτιδας δυνάμεις. Καὶ αἰτιῶνται αὐτήν· προείρηται δὲ ἡμῖν πλείω περὶ τούτων ἐν ἄλ‐ λοις. PROCLUS. | |
sch800bis | ΠΕΜΠΤΑΣ Δ’ ΕΞΑΛΕΑΣΘΑΙ. Παράτρεχε δὲ | |
τὴν πεμπταίαν σελήνην εἰς γάμους, ἐπεὶ χαλεπὴ καὶ αἰνή. Ἢ ἐπεὶ χαλεπαὶ ἐν αὐτῇ αἱ εὐναὶ, τουτέστιν οἱ γάμοι. Ἐν αὐ‐ τῇ γάρ φασι τὰς Ἐριννύας ὁρᾶν τοὺς γινομένους ὅρκους, οὓς | 438 | |
5 | ἔτεκεν ἡ Ἔρις βλάβην τοῖς ἐπιόρκοις· τοῦτο δὲ ὁ Ἡσίοδος ἐκ τοῦ Μελάμποδος εἴληφε· φησὶ γάρ που ἐκεῖνος, Ἐν πέμπτῃ σελή‐ νης τις ἐπίορκον ὀμόσας τοσαῖσδε ἡμέραις τελευτᾷ. Καὶ ση‐ μειωσάμενός ποτε εὗρον τοῦτο ἀληθές. TZETZES. | |
sch800ter | ΠΕΜΠΤΑΣ Δ’ ΕΞΑΛΕΑΣΘΑΙ. Τὰς πέμπτας, πάσας δηλονότι, ἔκφυγε, ἐπεὶ χαλεπαί εἰσι καὶ αἰναὶ, ἐκ παραλ‐ λήλου. Ἐν τῇ πέμπτῃ γάρ φασι τὰς Ἐριννύας ἀμφιπολεύειν, ἤγουν περιέρχεσθαι, ὅρκον τιννυμένας, ἤγουν ἀπαιτούσας, | |
5 | ζητούσας, ὃν ἡ Ἔρις ἔτεκε βλάβην τοῖς ἐπιόρκοις. MOSCHOP. | |
sch803 | ΜΕΣΣΗ Δ’ ἙΒΔΟΜΑΤΗ. Τὴν ἑπτακαιδεκάτην ἐπιτηδείαν τίθεται πρός τε τὴν τῶν καρπῶν εἰς τὴν ἅλω θέσιν, καὶ πρὸς ὑλοτομίαν, τῶν τε πρὸς θαλάμους οἰκείων ξύλων εἰς ὀροφὴν, καὶ τῶν πρὸς νεῶν κατασκευήν. Τὸ μὲν | |
5 | οὖν ὑλοτομεῖν τηνικαῦτα συμβαίνει τοῖς ἔμπροσθεν, ἐν οἷς εἶπε, τότε χρῆναι τοῦτο ποιεῖν, ὅταν ἄρχηται τὸ μετόπωρον. PROCLUS. | |
sch803bis | ΜΕΣΣΗ Δ’ ἙΒΔΟΜΑΤΗι. Τῇ ιζ ἀλοᾷν φησὶ καλὸν, καὶ ξυλοτομεῖν· τετράδι δὲ, ὡς στερεᾷ, ναυπηγεῖν. TZETZES. | |
sch803ter | ΜΕΣΣΗ Δ’ ἙΒΔΟΜΑΤΗ. Κατὰ τὴν μέσην δὲ ἑβδόμην, ἤγουν τὴν ἑπτακαιδεκάτην, παρακελεύομαί σε εὖ μάλα ὀπιπτεύοντα, ἤγουν παρατηροῦντα, σκοποῦντα, αὐτὴν, ἵνα μὴ παραδράμῃ, τὴν ἱερὰν ἀκτὴν τῆς Δήμητρος βάλλειν, | |
5 | τουτέστι στρωννύειν, ἐν ἀλωῇ εὐτροχάλῳ, ἤγουν ἀλωνοτοπίῳ ὁμαλῷ. MOSCHOP. | |
sch804 | ΕΥ ΜΑΛ’ ΟΠΙΠΤΕΥΟΝΤΑ. Καλῶς περιβλεψά‐ μενος τοὺς ἄνδρας, τῇ ἅλωνι ἐν τῇ ἑβδόμῃ ἀποθέσθαι τὰ γεν‐ νήματα, τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ, | |
5 | μετρίως ξηρῶν ὄντων τῶν ξύλων, ὑγρότητός τε τινὸς οὐκ ἐπι‐ δεῶν. Εἰ γὰρ καὶ αὐτὴ τῆς ὥρης εὔκαιρος, καὶ μηνὸς ἡ ἑπ‐ τακαιδεκάτη χρήσιμος, ὅτε τὸ μὲν φῶς τῆς σελήνης πρόσθεσιν οὐκ ἔτ’ ἔχει πανσελήνου γεγονυίας, ἄνικμα δέ πως ἐστι τὰ ξύλα, καὶ διὰ τῆς ἐλαττώσεως τοῦ φωτὸς ἐλασσοῦται τὸ ὑγρὸν, | 439 |
10 | ἀφ’ οὗ συμβαίνειν εἴωθεν ἡ σῆψις. Τὸ δὲ τῆς τῶν καρπῶν εἰς τὴν ἅλω συγκομιδῆς εὖ ἔχει, διότι μετὰ πανσέληνον τρέπεται ὁ ἀὴρ, καὶ ἀνέμων γίνονται κινήσεις, οἳ τοῖς λικμῶσίν εἰσι χρή‐ σιμοι, διασκεδαννύντες ἀπὸ τῶν καρπῶν τὸ ἄκαρπον. Εἰ δὲ, ὥς φησιν Ὀρφεὺς, τῇ ἄτῃ ἀνεῖται ἡ ἑπτακαιδεκάτη, καὶ διὰ | |
15 | τοῦτο τῇ τε τομῇ τῆς ὕλης ἐστὶν οἰκεία, καὶ τῇ τοῦ καρποῦ γυμνώσει τῶν περικαρπίων, καὶ Ἡσίοδος οὐκ ἀμούσως τούτοις τοῖς ἔργοις ἀνῆκε τὴν ἡμέραν. PROCLUS. | |
sch805 | ὙΛΟΤΟΜΟΝ ΤΕ ΤΑΜΕΙΝ. Τὸν ὑλοτόμον δὲ, ἤγουν τὸν δρυτόμον παρακελεύομαι κατ’ αὐτὴν ταμεῖν τὰ θα‐ λαμήϊα δοῦρα, ἤγουν τὰ ξύλα τὰ τῶν οἰκιῶν, τουτέστι τὰ εἰς ὀροφὴν καὶ ἑτέραν χρείαν οἰκιῶν συντελέσοντα, καὶ νήϊα ξύλα | |
5 | πολλὰ, ἤγουν καὶ τὰ εἰς κατασκευὴν νεῶν συντελέσοντα ξύλα πολλά. Πολλὰ δὲ λέγει, ἐπεὶ πολλῶν ἡ ναῦς δεῖται. Τά θ’ ἅρμενα, ἤγουν ἃ ἁρμόδιά ἐστι ταῖς ναυσί· τοῦτο ὥσπερ ἐφερ‐ μηνευτικὸν τοῦ νήϊα. MOSCHOP. | |
sch807 | ΤΕΤΡΑΔΙ Δ’ ΑΡΧΕΣΘΑΙ. Καὶ τοῦτο συμβαίνει τοῖς περὶ τῆς τετράδος ἀξιώμασιν. Εἰ γὰρ στιγμῇ μὲν ἡ μο‐ νὰς ἀνάλογος, γραμμῇ δὲ ἡ δυὰς, ἐπιπέδῳ δὲ ἡ τριὰς, δῆλον ὡς τῷ στερεῷ προσήκοι ἂν ἡ τετράς· εἰκότως οὖν ἐπιτηδεία | |
5 | πρὸς σύμπηξιν τῶν νεῶν. Εἰ δὲ καὶ πρώτη τὸ ἰσάκις ἶσον ἔχει, καὶ πρώτη πάντας τοὺς ἁρμονικοὺς περιέχει λόγους, καὶ εἴπομεν καὶ ταύτῃ πρὸς τὸ εἰρημένον ἔργον εὐκαιρίαν δίδω‐ σιν. Οὐδὲν γὰρ οὕτως ἁρμονίας δεῖται τῶν ἔργων, ὡς ναῦς μέλλουσα καὶ ἀέρος κινήσει μαχεῖσθαι, καὶ θαλάσσῃ πολλῇ, | |
10 | καὶ μόνην ἔχουσα τὴν ἀπὸ τῆς ἁρμονίας βοήθειαν τοῦ σώζε‐ | |
σθαι, τάχα καὶ Ὁμήρου διὰ τοῦτο μόνον καλέσαντος Ἁρμονίδην τὸν ναυπηγόν· εἰ δὲ τὰς ναῦς ὡς κούφας, ἀραιὰς ἐκάλεσε (δεῖ γὰρ αὐτὰς εἶναι κούφας ἐπιπλεῖν μελλούσας) δῆλός ἐστι καὶ αὐτὸς τὴν μὲν πύκνωσιν βαρύτητος αἰτίαν, τὴν δὲ μάνω‐ | 440 | |
15 | σιν κουφότητος ὑπολαβών. PROCLUS. | |
sch807bis | ΤΕΤΡΑΔΙ Δ’ ΑΡΧΕΣΘΑΙ. Πρῶτος γὰρ ὁ τῆς τετράδος ἀριθμὸς τετράγωνος ἀπὸ ἀρτίου γεγονὼς συνήρμο‐ σται· διὸ ἀγαθὸν ἐν αὐτῇ ταῦτα ποιεῖν. Ἀραιὰς δὲ τὰς βλαπ‐ τικὰς, ἢ μᾶλλον τὰς λεπτὰς καὶ ἐλαφρὰς, ἢ μᾶλλον τὰς στε‐ | |
5 | νὰς καὶ περιμήκεις· ἐξ οὗ καὶ Ὅμηρος, Λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ. PROCLUS. | |
sch807ter | ΤΕΤΡΑΔΙ Δ’ ΑΡΧΕΣΘΛΙ. Κατὰ τὴν τετράδα δὲ, τὴν πρώτην δηλονότι, ἄρχου ναῦς πήγνυσθαι, ἤγουν κα‐ τασκευάζειν. Ἀραιὰς, τουτέστι κούφας, ἐλαφρὰς, ἀπὸ ξύλων ἀνίκμων δηλονότι, καὶ οὐ πυκνῶν ἀπὸ φύσεως. MOSCHOP. | |
sch808 | ΕΙΝΑΣ Δ’ Ἡ ΜΕΣΣΗ. Τὴν ἐννεακαιδεκάτην, ὡς καὶ τὴν ὀκτωκαιδεκάτην, τὰ πάτρια τῶν Ἀθηναίων καθαρμοῖς ἀποδίδωσι καὶ ἀποτροπαῖς, ὡς Φιλόχορος λέγει καὶ ἀμφο‐ τερὸς ἐξηγηταὶ τῶν πατρίων ἄνδρες. Τάχ’ οὖν καὶ διὰ τοῦτο | |
5 | ὁ Ἡσίοδος λέγει τὴν ἡμέραν ἱερὰν ταύτην, καὶ μάλιστα μετὰ μεσημβρίαν, διότι πρὸς τὰς καθάρσεις ἐπιτήδειον τοῦτο τὸ μέρος, ὡς ἐλαττωτικὸν πρὸς τὴν ἀφαίρεσιν τῶν περὶ ἡμᾶς μολυσμάτων. PROCLUS. | |
sch808bis | ΕΙΝΑΣ Δ’ Ἡ ΜΕΣΣΗ. Ἡ ἐννάτη καὶ δεκάτη τῇ δείλῃ, ἤγουν τῇ μεσημβρίᾳ, ἀγαθή ἐστιν. TZETZES. | |
sch808ter | ΕΙΝΑΣ Δ’ Ἡ ΜΕΣΣΗ. Ἡ μέση δὲ ἐνάτη, ἤγουν ἡ ἐννεακαιδεκάτη. Ἐπιδείελα, ἐπιῤῥηματικῶς, ἤγουν μετὰ τὴν μεσημβρίαν· λώϊον ἦμαρ, ἀντὶ τοῦ ἀγαθὴ ἡμέρα. MOSCHOP. | |
sch809 | ΠΡΩΤΙΣΤΗ Δ’ ΕΙΝΑΣ. Τὴν ἐννάτην ἱσταμένην ἐπιτηδείαν εἶναι πρὸς πάντα, καὶ πρὸς φυτείαν, καὶ πρὸς γένεσιν ἀῤῥένων ἠδὲ θηλειῶν γυναικῶν· ἀπὸ γὰρ τοῦ πρώτου τελείου τοῦ γʹ γεγονυῖα, ἀρχὴν καὶ μέσην καὶ τελευτὴν ἔχον‐ | 441 |
5 | τος, ἰσάκις ἴση πάσαις εὐκαιρίαν πράξεσι δίδωσι, καὶ μάλιστα ταῖς τῶν γενέσεων· καὶ γὰρ ὡς ἐννέουσα τὴν ἐπωνυμίαν ἔσχεν ἐννεάς· καὶ γέγονε μὲν ἀπὸ τῆς ὀγδόης μονάδα προσλαβού‐ σης, γεννᾷ (δὲ) ἀφαιρέσει τῆς αὐτῆς μονάδος τὴν δέκα παν‐ τέλειον· τοῦτο δέ ἐστιν ἀπὸ τοῦ κύβου κατ’ ἐνέργειαν τῇ δυ‐ | |
10 | νάμει κύβον προσλαβούσης [γεννᾷ δὲ ἀφαιρέσει τῆς αὐτῆς μονάδος τὸν δέκα παντέλειον ἀριθμόν·] διὸ καὶ φυτείαις καὶ γενέσεσίν ἐστιν εὐάρμοστος. PROCLUS. | |
sch809bis | ΠΡΩΤΙΣΤΗ Δ’ ΕΙΝΑΣ. Ἡ πρωτίστη δὲ ἐνάτη παναπήμων ἐστὶ τοῖς ἀνθρώποις, ἤγουν ἀγαθὴ ἐπὶ πάντα, καὶ οὐδεμίαν ἔχουσα βλάβην. Ἀγαθὴ μὲν γὰρ καὶ εἰς τὸ φυ‐ τεύειν, ἀγαθὴ καὶ εἰς τὸ γενέσθαι, ἀντὶ τοῦ γεννηθῆναι, καὶ | |
5 | ἀνδρὶ καὶ γυναικί· καὶ οὔ ποτε πάγκακον ἦμαρ, ἀντὶ τοῦ κα‐ κόν. MOSCHOP. | |
sch812 | ΠΑΥΡΟΙ Δ’ ΑΥ Τ’ ΙΣΑΣΙ ΤΡΙΣΕΙΝΑΔΑ. Τρί‐ την ἑνάδα, τὴν εἰκοστὴν εἶπεν ἐνάτην, ἣν ὀλίγους εἰδέναι ἀρί‐ στην οὖσαν ἀνοίγειν πίθους, καὶ καταζευγνύναι βόας, καὶ ἡμιόνους, καὶ ἵππους. Φησὶ γὰρ, τῆς σελήνης ἀρχομένης | |
5 | ἀποκρύπτεσθαι δοκεῖ καὶ τὰ θυμοειδέστερα τῶν ἀλόγων ἀμ‐ βλύνειν τὸν θυμὸν, καὶ μὴ ὁμοίως ἀνθίστασθαι τοῖς δαμά‐ ζουσιν ἀσθενέστερα γινόμενα. Καὶ τὸ περὶ τὴν ἄνοιξιν δὲ τοῦ πίθου φυσικῶς εἴρηκε. Μάλιστα γάρ φασι περὶ τὰς πανσελή‐ νους ἐξίστασθαι τὸν οἶνον, διὰ τὴν ἀπὸ τῆς σελήνης ὑγρὰν | |
10 | θέρμην, ὥστ’ εἰκότως, ὅτ’ ἂν ἥκιστα τοῦτο προβάλῃ, κελεύει τὸν πίθον ἀνοίγειν, καὶ τοῦ οἴνου πεῖραν λαμβάνειν. ΑΛ‐ ΛΩΣ. ΠΑΥΡΟΙ Δ’ ΑΥΤ’. Ἄλλοι τὴν εἰκάδα, ἑβδόμην λέγουσιν, ἄλλοι τὴν κθʹ. ὀλίγοι δὲ αὐτὴν ἐπίστανται ἀγαθὴν οὖσαν. Τὴν δὲ κζʹ, ὅλην αὐτὴν εἶναι καλὴν, ὡσανεὶ οὐδεὶς τὴν κθʹ ἐπαινεῖ, | |
15 | ὡς ἀφώτιστον αὐτὴν οὖσαν, ἀλλὰ φυλάττου μηδὲν τούτων ποι‐ εῖν ἐν αὐτῇ. Ὅτι ἐν ταῖς πανσελήνοις θέρμης ὅτι πλείστης καὶ | |
ὑγρότητος οὔσης, τὸ τηνικαῦτα κελεύει τὸν πίθον μὴ ἀνοίγειν, ὡς εἰς ὀξίνην μεταβαλλομένου. Ἐν δὲ τῇ τρίτῃ ἐνάτῃ κελεύει τοῦ οἴνου πεῖραν λαμβάνειν, ἤδη καὶ τῆς θέρμης ληγού‐ | 442 | |
20 | σης, καὶ τῆς ὑγρότητος. Ἐν δὲ τῇ ιδʹ τοῦτο προτρέπει, διὰ τὸ τὴν ἐκ τῆς αὐξήσεως βλάβην βοηθεῖσθαι τῇ ταύτης μειώσει. Ἑκατέρων γὰρ μετέχει ἡ μέση τετράς. PROCLUS. | |
sch812bis | ΤΡΙΣΕΙΝΑΔΑ. Τὴν κθ ὀλίγοις λέγει νομίζε‐ σθαι ἀγαθὴν εἰς πιθοιγίαν, καὶ τὰ λοιπὰ ἅ φησιν. Ὀλίγοις δὲ πάλιν τοῦτο ἀρέσκειν, ὅτι ἀγαθή ἐστι. Τὴν δὲ ιδ, ἀρί‐ στην φησιν εἰς πιθοιγίαν. Ὀλίγοι δ’ ἀγαθήν φασιν εἰς πι‐ | |
5 | θοιγίαν τὴν κα πρωΐα οὐ δείλη. TZETZES. | |
sch812ter | ΠΑΥΡΟΙ Δ’ ΑΥΤ’ ΙΣΑΣΙΝ. Ὀλίγοι δὲ γινώ‐ σκουσι τὴν τρισεινάδα τοῦ μηνὸς, ἤγουν τὴν ἐνάτην καὶ εἰκο‐ στὴν, ἀρίστην οὖσαν ἄρξασθαί τε πίθου, καὶ ἐπιθεῖναι ζυγὸν τοῖς βουσὶ, καὶ ταῖς ἡμιόνοις, καὶ τοῖς ἵπποις τοῖς ταχύποσι, | |
5 | κατὰ τὸν αὐχένα. Ναῦν πολυκάθεδρον θοὴν ἐπὶ τὸν μέλανα πόντον ἐρύειν, ἤγουν ἕλκειν, ἐπὶ παρασκευῇ πλοῦ δηλονότι· ἀνεπιτήδειον γὰρ τότε πλεῖν, ταραχώδης γὰρ ὁ ἀὴρ ὡς ἐπὶ τὸ πᾶν ἐν ταῖς σύνεγγυς ἡμέραις τῶν συνόδων. Ὅτε δὲ οὐ δεῖ πλεῖν, δεῖ παρασκευάζεσθαι πρὸς τὸ πλεῖν. Ὀλίγοι δὲ τὴν | |
10 | ἀληθῆ ἐνάτην καὶ εἰκοστὴν δηλονότι καλοῦσι. Τοῦτο δέ φη‐ σιν, ἐπεὶ οἱ Ἀθηναῖοι τὴν τριακοστήν φασιν ἐνάτην καὶ εἰκο‐ στήν. MOSCHOP. | |
sch815 | ΝΗΑ ΠΟΛΥΚΛΗΙΔΑ ΘΟΗΝ. Ταῦτ’ ἐναργὲς ἐποίησεν, ὅτι τρίτην εἰνάδα κέκληκεν, οὐ κατὰ Ἀθηναίους τὴν δευτέραν καὶ εἰκοστὴν, ἀνάπαλιν ἀριθμοῦντας τὰς φθινού‐ σας, δεκάτην, ἐννάτην, ὀγδόην, καὶ ἑξῆς, ἀλλὰ τὴν πρὸ | |
5 | τριακάδος, περὶ γὰρ ταύτης ἀμφιβάλλουσιν εἴτε ἐσχάτη ἐστὶν, εἴτε πρὸ τῆς ἐσχάτης. Εἰκότως οὖν ὀλίγοι τὴν ὡς ἀληθῶς ἐννάτην καὶ εἰκοστὴν καλοῦσιν· ἐν δ’ οὖν ταύτῃ καθέλκειν προστάττει ναῦς εἰς θάλασσαν· ὅτε γὰρ οὐ δεῖ πλεῖν, δεῖ πα‐ ρασκευάζεσθαι πρὸς τὸ πλεῖν, οἷον δὴ τὸ καθέλκειν ἐστί. Πλοῦ | |
10 | δὲ καιρὸς ἥκιστα οὗτος. Ταραχώδης γὰρ ἀὴρ ὡς ἐπὶ τὸ πᾶν | |
ἐν ταῖς σύνεγγυς ἡμέραις τῶν συνόδων· διόπερ ὅσοι πλεῖν τότε τύχωσι, τοὺς ὅρμους καταλαμβάνουσιν, ἕως ἂν ἐκφανῇ ὁ μήν. ΑΛΛΩΣ. Ὀλίγοι τε τὴν κθʹ ἀληθῶς καλὴν εἶναί φασιν εἰς τὸ τὴν ναῦν καθέλκειν εἰς θάλασσαν. Πλὴν εἰ μὴ | 443 | |
15 | εἰς τὸ ἑτοίμην εἶναι μετὰ παρέλευσιν τοῦ τοιούτου καιροῦ ἀπο‐ πλεῦσαι. PROCLUS. | |
sch817 | ΤΕΤΡΑΔΙ Δ’ ΟΙΓΕ ΠΙΘΟΝ. Τὴν μέσην τετράδα, ταύτην λέγει ιδʹ, ἣν καὶ ἐπαινεῖ ὡς πίθοιγον, καὶ ὡς ἐν πᾶσιν ἀρίστην· καὶ γὰρ τὸ φῶς τῆς σελήνης πλούσιον ἅμα τῷ ἡλίῳ καταδυομένῳ ἀνατελλούσης. Καὶ τὸν ἥμισυν ἀριθ‐ | |
5 | μὸν ἔχει τοῦ πλήθους, ἐν ᾧ τὸν κύκλον ἡ σελήνη συμπλη‐ ροῖ τὸν ἑαυτῆς, ὥστε καὶ αὐτὴ τελεσιουργός ἐστιν, εἴπερ ἐν τῷ ἡμίσει ὑπὸ τοῦ παντὸς κύκλου τὸ τέλειον. Αἱ δὲ αὐξο‐ μειώσεις ἐφ’ ἑκάτερα τοῦ μέσου πᾶσαι. Ἴδιος δὲ αὐτῆς κύ‐ κλος πληρούμενος διὰ τῶν ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν· διὸ καὶ | |
10 | τοσαῦται λέγονται τῆς σελήνης αἱ φεγγοφόροι εἶναι ἀκτῖνες. Καί τις Αἰγύπτιος μυθολογεῖ μῦθος τὸν Ὄσιριν τοσαῦτα ἔτη βασιλεῦσαι, ὁπόσος ἐστὶν ὁ τῶν ἡμερῶν τούτων ἀριθμὸς, ἐν‐ δεικνύμενος, ὡς ἐμοὶ δοκεῖ, πάντων αὐτὸν εἶναι τῶν γεννη‐ τῶν δημιουργὸν καὶ τελεσιουργὸν, μετὰ τῶν σεληνιακῶν ἀκτί‐ | |
15 | νων τέχνῃ τεύχοντα τὴν γένεσιν τῶν τε αὐξητικῶν καὶ τῶν μειωτικῶν, ἵνα καὶ γίνηται τὰ τῇδε καὶ φθείρηται. PRO‐ CLUS. | |
sch817bis | ΤΕΤΡΑΔΙ Δ’ ΟΙΓΕ ΠΙΘΟΝ. Κατὰ τὴν τετράδα δὲ τὴν μέσην ἄνοιγε πίθον. Πέρι πάντων, ἤγουν περισσῶς πάντων, ἱερὸν ἦμαρ. MOSCHOP. | |
sch818 | ΠΑΥΡΟΙ Δ’ ΑΥΤΕ ΜΕΤ’ ΕΙΚΑΔΑ ΜΗΝΟΣ ΑΡΙΣΤΗΝ. Εἴρηται μὲν ἐλλειπτικῶς τὸ πρότερον διστιχίδιον. Ἔστι γὰρ πλῆρες, τὴν μετ’ εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην οὖσαν παῦροι ἴσασι. Καὶ τὸ δεύτερον μετὰ ἀναστροφῆς. | |
5 | Οὕτω γὰρ ἂν γένοιτο σαφὲς, εἰ λέγοιτο, ἐπιδείελα δ’ ἐστὶ χερείων ἠοῦς γινομένης. Εἰ δὲ ταῦτα κρατοίη, πάσας ἐπαι‐ νεῖ τὰς τετράδας, τὴν πρώτην, τὴν μέσην, τὴν τρίτην· πλὴν ὅτι τὴν τρίτην ὀλίγους γινώσκειν ἀμείνονα εἶναι ἐν τοῖς ἑωθι‐ νοῖς μέρεσι. Καὶ εἰκότως· συνάπτει γὰρ κατὰ τὴν δείλην τῇ | 444 |
10 | πέμπτῃ. Ταύτην δὲ εἶπεν ὡς χαλεπήν. PROCLUS. MOSCHOP. | |
sch819 | ΗΟΥΣ ΓΙΝΟΜΕΝΗΣ. Ἕως τῆς ἕκτης ὥρας οὕτω καλεῖ. Ὀλίγοι δὲ τὴν μετὰ τὴν εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην πρωΐας οὔσης φασὶν, χείρονα δὲ τῇ δείλῃ. PRO‐ CLUS. | |
sch820 | ΑΙ ΔΕ ΜΕΝ ἩΜΕΡΑΙ εἰσὶν, ἕως τοῦ ΑΛΛΟΤΕ ΜΗΤΗΡ. Τὰς μὲν ἐπιτηδείας ἡμέρας εἰς Δία ἀναπέμπει, τὰς δὲ παρεμπιπτούσας μεταξὺ τούτων, καλεῖ ΜΕΤΑΔΟΥΠΟΥΣ, ΑΚΗΡΙΟΥΣ, καὶ ΟΥ ΤΙ ΦΕΡΟΥΣΑΣ, σημαίνων ὅτι ἄπρα‐ | |
5 | κτοί εἰσι, καὶ μηδὲν ὄνειαρ περιποιῆσαι δυνάμεναι. Ἐκάλε‐ σε δὲ τὰς μεταξὺ πιπτούσας, διότι δηλοῖ τὸ δουπῆσαι τὸ πεσεῖν. Καὶ τὸ ἀκήριον δὲ αὐτὸ τὸ ἀκέραιον σημαίνειν ἔοικε. Τού‐ τοις δὲ προσέθηκεν, ὅτι οἱ μὲν ἄλλας ἐπαινοῦσιν, οἱ δὲ ἄλ‐ λας· καὶ γὰρ Ὀρφεὺς εἶπε περὶ τῶν ἡμερῶν τούτων, ἄλλας | |
10 | ἐπαινῶν, καὶ ἄλλας ἐκβάλλων. Καὶ Ἀθηναῖοι κατὰ τὴν παρα‐ τήρησιν ἴδια περὶ αὐτῶν ἐδόξασαν. Κατὰ πάντα δὲ αἱ μέν εἰσι ἄρισται τῶν ἡμερῶν, ἃς μητράσιν αὐτὸς ἀπείκασεν· αἱ δὲ φυλακτέαι, αἷς τὰς μητρυιὰς ἐπεφήμισεν. ΑΛΛΩΣ. ΜΕ‐ ΤΑΔΟΥΠΟΙ ἀβέβαιοι αἱ μεταξὺ τούτων πεπτωκυῖαι, οὔτε | |
15 | ἀγαθαὶ, οὔτε κακαί· ΑΚΗΡΙΟΙ δὲ, ὡς ἐπὶ ἀνθρώπων εἶπεν, ἄψυχοι, ἢ ἀσθενεῖς, ἢ μὴ ἔχουσαι εἱμαρμένην ἀγαθοῦ καὶ κα‐ κοῦ. PROCLUS. | |
sch820bis | ΑΙΔΕ ΜΕΝ ἩΜΕΡΑΙ. Συμπεράνας τὴν τῶν ἡμερῶν διδασκαλίαν νῦν ἐπιλογικῷ κεφαλαίῳ ἐπαναληπτικῶς λέγει, αἵδε μὲν ἡμέραι ἀνύσιμοι, αἱ δὲ λοιπαὶ ἀποφράδες· ἄλλος δ’ ἄλλην αἰνεῖ. Τοῦτο δέ φησιν, ὅτι Ὀρφεὺς ἄλλας | |
5 | παραδίδωσιν, ἑτέρας δὲ ὁ Μελάμπους· ὀλίγοι δὲ γινώσκουσι τὸ ἀληθές· ἡ γὰρ ἡμέρα ὅτε μὲν συνεργεῖ, καί ἐστι μητήρ· | |
ὅτε δὲ ἐναντιοῦται, καὶ δοκεῖ μητρυιά. ΤΑΩΝ ΕΥΔΑΙΜΩΝ ΤΕ ΚΑΙ ΟΛΒΙΟΣ, ὁ ἀναίτιος τοῖς ἀθανάτοις, ὃς τάδε πάντα εἰδὼς ἀπὸ τῶνδε τῶν ἡμερῶν ἐργάζεται οἰωνοσκοπῶν, | 445 | |
10 | καὶ τὰ ἀπαίσια ἐκφεύγων. TZETZES. | |
sch820ter | ΑΙ ΔΕ ΜΕΝ ἩΜΕΡΑΙ ΕΙΣΙΝ. Αὗται μὲν εἰσὶν αἱ ἡμέραι αἱ ἀπηριθμημέναι, δηλονότι μεγάλη ὠφέλεια τοῖς ἀνθρώποις. Αἱ δ’ ἄλλαι, ἤγουν αἱ μὴ ἠριθμημέναι (οὐ γὰρ πάσας τὰς τοῦ μηνὸς ἀπηρίθμησε) μετάδουποι, ἤγουν | |
5 | μεταξὺ πίπτουσαι, (δουπῆσαι γὰρ λέγουσι τὸ πεσεῖν, διὰ τὸ τὰ πίπτοντα ἠχεῖν) περισσαὶ δηλονότι καὶ ἀνενέργητοι. Λέγω ἀκήριοι, ἤγουν ἄψυχοι, νεκραὶ, κατὰ μεταφορὰν, ἀντὶ τοῦ οὐδενὸς οὔτε ἀγαθοῦ οὔτε κακοῦ δύναμιν ἔχουσαι. Εἶτα ὥσ‐ περ ἑρμηνεύων τοῦτο, ἐπάγει, οὔ τι φέρουσαι, ἤγουν οὐδὲν | |
10 | ἐπάγουσαι, οὔτε καλὸν δηλονότι, οὔτε κακόν. MOSCHOP. | |
sch821 | ΜΕΤΑΔΟΥΠΟΙ. Πίπτουσαι, ἤτοι ἄστατοι καὶ ἀβέβαιοι, καὶ ἄψυχοι. Τὸ ΑΚΗΡΙΟΙ, ἤγουν ἀσθενεῖς καὶ ἄκαρποι, διὸ ἐπάγει ΟΥ ΤΙ ΦΕΡΟΥΣΑΙ· ἢ αἱ μεταξὺ τῶν ῥηθεισῶν πίπτουσαι, ἢ ἄζωοί εἰσιν, ἢ ἄμοιροι ἐνεργείας τῆς | |
5 | εἰς τὸν βίον παρεκτικῆς. PROCLUS. | |
sch822 | ΑΛΛΟΣ Δ’ ΑΛΛΟΙΗΝ ΑΙΝΕΙ. Ἄλλος δὲ ἀλ‐ λοίην, ἀντὶ τοῦ ἄλλην, ἐπαινεῖ. Καὶ γὰρ ὁ Ὀρφεὺς εἶπε περὶ τῶν ἡμερῶν τούτων, ἄλλας ἐπαινῶν, καὶ ἄλλας ἐκβάλ‐ λων· καὶ Ἀθηναῖοι κατὰ τὴν παρατήρησιν ἴδια περὶ αὐτῶν | |
5 | ἐδόξασαν. MOSCHOP. | |
sch822bis | ΠΑΥΡΟΙ ΔΕ Τ’ ΙΣΑΣΙΝ. Ἤγουν ὀλίγοι δὲ τὸ ἀληθὲς γινώσκουσιν. MOSCHOP. | |
sch823 | ΑΛΛΟΤΕ ΜΗΤΡΥΙΗ. Ἐπειδὴ ἡ μήτηρ ἤπιος, ἡ δὲ μητρυιὰ κακὴ, εἶπεν· αἱ μὲν τῶν ἡμερῶν εἰσὶ μητέρες, ὡς ἂν ἀγαθαί· αἱ δὲ μητρυιαὶ, ὡς ἂν κακαί. PROCLUS. | |
sch823bis | ΑΛΛΟΤΕ ΜΗΤΡΥΙΗ ΠΕΛΕΙ ἩΜΕΡΗ. Ἄλλοτε μητρυιά ἐστιν ἡ ἡμέρα, ἤγουν κακὴ καὶ βαρεῖα, ὥσπερ ἡ μη‐ τρυιὰ περὶ τοὺς προγόνους. MOSCHOP. | |
sch823ter | ΑΛΛΟΤΕ ΜΗΤΗΡ. Ἤγουν ἀγαθὴ, καὶ ἤπιος, | |
ὥσπερ ἡ μήτηρ περὶ τοὺς ἑαυτῆς παῖδας. MOSCHOP. | 446 | |
sch824 | ΤΑΩΝ ΕΥΔΑΙΜΩΝ ΤΕ ΚΑΙ ΟΛΒΙΟΣ. Διὰ τούτων ὁρίζεται τὶς ὁ ἀληθῶς εὐδαίμων. Ὁ γὰρ γνῶσιν ἔχων τῶν τε ἔργων, ἃ δεῖ πράττειν, καὶ τῶν ἡμερῶν, ἐν αἷς τὸ πραττόμενον τοῦ οἰκείου τεύξεται τέλους, οὗτός ἐστιν εὐδαί‐ | |
5 | μων· ἀναίτιος μὲν παρὰ τοῖς θεοῖς, ὡς ἀνέγκλητος διαμένων διὰ τὸ σκοπὸν ἔχειν πάντα δίκαιον, δύο δὲ ταῦτα σπουδάζων ἀεὶ, τὰ μὲν ἄδηλα τῷ ἀνθρωπίνῳ λογισμῷ διὰ μαντικῆς ὁρᾶν, τοῦτο γὰρ τὸ, τοὺς ΟΡΝΙΘΑΣ ΚΡΙΝΕΙΝ, τὰ δὲ κατὰ λογι‐ σμὸν πράττειν, ἐκκλίνων τὰς παραβάσεις τοῦ ὀρθοῦ καὶ καλοῦ | |
10 | σκοποῦ, τοῦτο γὰρ δηλοῖ τὸ τὰς ΥΠΕΡΒΑΣΙΑΣ ΑΛΕΕΙ‐ ΝΕΙΝ. Τοῦτο τέλος ἐπέθηκεν ὁ Ἡσίοδος τῷ ποιήματι, τὸν εὐδαίμονα ὁρισάμενος, ὅστις ποτέ ἐστι. Δεῖ γὰρ εἰς τοῦτο βλέπειν πᾶσαν ἡμῶν τὴν ζωὴν, καὶ τὴν τῶν ἔργων αἵρεσιν, καὶ τὴν τῶν ἡμερῶν ἐκλογήν. ΑΛΛΩΣ. Τούτων ὅστις εἰδὼς | |
15 | πασῶν τὰς ἀποτελέσεις ἐργάζεται, εὐσεβῶν μέντοι εἰς θεὸν, οὗτος εὐδαίμων ἀνήρ· ὑπερβασίας δὲ τὰς ὑπερβάσεις τοῦ κα‐ λῶς ἔχοντος. Τούτοις δὲ ἐπάγουσί τινες τὴν ὀρνιθομαντείαν, ἅ τινα Ἀπολλώνιος ὁ Ῥόδιος ἀθετεῖ. PROCLUS. | |
sch824bis | ΤΑΩΝ ΕΥΔΑΙΜΩΝ. Τούτων τῶν ἡμερῶν ὃς ἂν τάδε πάντα εἰδὼς, ἤγουν ταύτας τὰς διαφορὰς καὶ τὰς δυνά‐ μεις πάσας, ἐργάζηται τὰ εἰρημένα δηλονότι ἔργα, ἀναίτιος τοῖς ἀθανάτοις, τουτέστιν ἀνέγκλητος, ἄμεμπτος, διαμέ‐ | |
5 | νων παρὰ τοῖς θεοῖς διὰ δικαιοπραγίαν, ὄρνιθας σκοπῶν, ἵνα δηλονότι τὰ ἄδηλα τοῖς ἀνθρωπίνοις λογισμοῖς διὰ τῆς τούτων μαντικῆς ὁρᾷ, καὶ τὰς μετὰ γνώσεως δηλονότι παρα‐ βάσεις καὶ ἐκτροπὰς τοῦ καλοῦ ἐκφεύγων, εὐδαίμων ἐστὶ καὶ | |
ὄλβιος, ἤγουν μακάριος. MOSCHOP. | 447 |