TLG 5025 001 :: SCHOLIA IN HESIODUM :: Scholia in opera et dies (scholia vetera)

SCHOLIA IN HESIODUM Schol.
(Varia)

Cf. et Joannes GALENUS Gramm. (3039 001)
Cf. et JOANNES Protospatharius Gramm. (3155 001)
Cf. et Joannes PEDIASIMUS Gramm. (2592 003)
Cf. et Joannes TZETZES Gramm. et Poeta (9022 X01)

Scholia in opera et dies (scholia vetera)

Source: Pertusi, A. (ed.), Scholia vetera in Hesiodi opera et dies. Milan: Società Editrice Vita e Pensiero, 1955: 1–259.

  • Prolegomena: pp. 1–5
  • Scholia: pp. 6–259
  • Dup. partim 5025 002 (verba ex Proclo)

Citation: Prolegomenon-scholion — section-verse — (line)

prol

a,a

Τὴν μὲν Θεογονίαν ὁ γενναῖος Ἡσίοδος δοκεῖ μοι συνθεῖναι πάσης τῆς περὶ τὸν κόσμον τῶν θεῶν προνοίας τὰς ἀρχὰς ἐθελήσας παραδοῦναι τοῖς μεθ’ ἑαυτὸν κατὰ τὴν πάτριον τῶν Ἑλλήνων φήμην ἀπὸ τῶν ἐν τοῖς ἱεροῖς θρυ‐
5λουμένων μύθων τὸ σύγγραμμα πᾶν ἐργασάμενος· τὰ δὲ Ἔρ‐ γα καὶ τὰς Ἡμέρας τὸ βιβλίον εἰς τὴν οἰκονομίαν καὶ ἀπράγμονα ζωήν, παρακαλῶν τοὺς ἀνθρώπους ἀπὸ τῆς ἀγο‐ ραίου καὶ φορτικῆς, οὐχ ἁπλῶς εἰς ἡδονὴν ἀποβλέπων τῶν ἐντευξομένων, ἀλλὰ ταύτην μὲν πάρεργον θέμενος, τὴν δὲ
10ὠφέλειαν τὴν εἰς τὸ ἦθος προηγούμενον σκοπὸν ποιησάμε‐ νος, ἵνα τὸν ἴδιον βίον κοσμήσαντες οὕτω καὶ τῆς περὶ τῶν θείων γνώσεως ἐπήβολοι γενώμεθα. διὸ καὶ ἀπὸ τού‐ του προσήκει τοῦ συγγράμματος ἄρχεσθαι· τοὺς γὰρ τὸ ἦθος ἀκοσμήτους τὸν κόσμον γνῶναι παντελῶς ἀδύνατον.

prol

a,b

Ὁ μὲν οὖν σκοπὸς τοῦ βιβλίου παιδευτικός· τὸ δὲ
μέτρον ὥσπερ ἥδυσμά τι τῷ σκοπῷ τούτῳ τῆς ἑρμηνείας ἐπιβέβληται θέλγον τὰς ψυχὰς καὶ κατέχον εἰς τὴν πρὸς αὐτὸ φιλίαν. διὸ καὶ ἀρχαιότροπός ἐστιν ἡ ἐν αὐτῷ τῆς1
5ποιητικῆς ἰδέα· τῶν γὰρ καλλωπισμῶν καὶ τῶν ἐπιθέτων κόσμων καὶ μεταφορῶν ὡς τὰ πολλὰ καθαρεύει· τὸ γὰρ ἁπλοῦν καὶ τὸ αὐτοφυὲς πρέπει τοῖς ἠθικοῖς λόγοις· καὶ τοῦτο μὲν δῆλον.

prol

a,c

Ὅτι δὲ τὸ προοίμιόν τινες διέγραψαν ὥσπερ ἄλλοι τε καὶ Ἀρίσταρχος (frg. 5 Waeschke) ὀβελίζων τοὺς στί‐ χους καὶ Πραξιφάνης (frg. 5 Brink, Class. Quart. 1946), ὁ τοῦ Θεοφράστου μαθητής, μηδὲ τοῦτο ἀγνοοῦμεν· οὗτος
5μέντοι καὶ ἐντυχεῖν φησιν ἀπροοιμιάστῳ τῷ βιβλίῳ καὶ ἀρχομένῳ χωρὶς τῆς ἐπικλήσεως τῶν Μουσῶν, ἐντεῦθεν (v. 11)· οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος· καὶ γὰρ τοῦτο πρέπον ἦν, ὡς ἔοικεν, ἀνδρὶ γράφειν ἄνευ
10σκηνῆς ποιητικῆς ἐγχειροῦντι καὶ πρὸ θυρῶν ὄγκον ἐπι‐ δεικνυμένῳ περιττόν. ἐπάγεται δέ τινας καὶ τὸ μὴ ἀπὸ τοῦ Ἑλικῶνος λαβεῖν, Βοιωτὸν ὄντα, τὰς Μούσας, ὥσπερ ἐν τῇ Θεογονίᾳ (v. 1) πεποίηκεν, ἀλλ’ ἀπὸ τῆς Πιερίας, εἰς τὸ μὴ προσίεσθαι τὸ προοίμιον· τάχα δ’ ἂν εἴη καὶ τοῦτο
15παιδευτικὸν εἰς τὸ μὴ πάντα τὰ οἰκεῖα σεμνύνειν, ἀλλὰ καὶ τὰ παρ’ ἄλλοις ὄντα μειζόνως ἀγαθὰ προτιμότερα τῶν οἰκείων τίθεσθαι· καὶ γὰρ τὰς Μούσας τετάχθαι μὲν ἐν
τῇ Πιερίᾳ φασίν, ἐν δὲ τῷ Ἑλικῶνι χορεύειν, οἱ περὶ αὐτῶν μῦθοι, τῆς μὲν Πιερίας τὴν ὑπὲρ τὸν κόσμον αὐτῶν2
20τάξιν δηλούσης, ἀφ’ ἧς εἰς τὸν κόσμον προῆλθον, τοῦ δὲ Ἑλικῶνος τὴν ἐγκόσμιον· ἐν γὰρ τούτῳ χορεύουσι ταῖς σφαίραις ἐννέα οὔσαις ἐπιβεβηκυῖαι. Ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις εἴρηται· νῦν δὲ τῶν ἐν τῷ βιβλίῳ λέξεων τὰς δεομένας τῆς σαφηνείας διερμηνεύ‐
25σωμεν καὶ εἴ τι περιττότερόν ἐστιν ἢ κατὰ τοὺς πολλοὺς τῶν ταῦτα μετιόντων περιλαμβάνοντες.

prol

b

Μετὰ τὴν ἡρωϊκὴν γενεαλογίαν καὶ τοὺς καταλόγους ἐπεζήτησε καινουργῆσαι πάλιν ἑτέραν ὑπόθεσιν· καὶ δὴ καταχρησθέντων τῶν εἰς πολέμους καὶ μάχας, καὶ τῆς γεωργίας διδασκαλίαν εἰσφέρει καὶ τῶν ἡμερῶν τὴν κρᾶσιν,
5πρόσωπον ἀναπλάσας καὶ παραλαβὼν 〈τὸ〉 τοῦ ἀδελφοῦ Πέρ‐ σου, εἴτε κατ’ ἀλήθειαν, εἴτε κατὰ τὸ εὐπρόσωπον καὶ ἁρμόζον τῇ ὑποθέσει, ὡς ἂν μὴ δυσπρόσωπον εἴη καὶ ἵνα δόξῃ ἐξ ἔριδος τῆς κατὰ τὸν ἀδελφὸν ἐπὶ τοῦτο ἐληλυθέναι.

prol

c

Διὰ τί εἶπεν Ἡσιόδου Ἔργα καὶ Ἡμέρας καὶ οὐκ εἶπεν Ἡμέρας καὶ Ἔργα; καί φαμεν ὅτι καλῶς ἄρα εἶπεν Ἔργα καὶ Ἡμέρας· πῶς γὰρ εἰ μὴ εἶπε τὸ ὑποκείμενον, τὸ ὑπερκείμενον ἔμελλεν εἰπεῖν; ὑποκείμενον μέν ἐστι
5τὸ ἔργον, ὑπερκείμενον δὲ ἡ ἡμέρα. καὶ διὰ τοῦτο καλῶς ἄρα εἶπεν αὐτὸ ὅτι ὁ ἀδελφὸς ἤτοι ὁ Πέρσης εἰθισμένος ἦν τοῦ ἁρπάζειν ἐξ ἀδικίας προσπορίζεσθαι τὸ ζῆν· 〈οὐκ ἄρα〉 πρὶν διδάξαι αὐτὸν ἀπέχεσθαι τῶν πονηρῶν ἔργων καὶ τῆς πλεονεξίας, ἐθίσαι δὲ αὐτὸν τοῦ κάμνειν καὶ γεωργεῖν καὶ3
10〈σωφρόνωσ〉 ζῆν ἔμελλεν εἰπεῖν· ἡ ἡμέρα ἡ δεῖνα ἀργίας, ἡ δὲ δεῖνα καμάτου αἴτιος.

prol

d

〈–⏔ –⏔ –⏔ –⏔ –⏑⏑ –⏒〉
ἀρνειῶν καλέειν εὔαδεν ἀλλὰ βροτῶν·
χαῖρ’ Ἑλικὼν ὃς τοῖον ἐθρέψαο, χαίρετε λεπταὶ
ῥήσιες Ἡσιόδου μουσοπνόων στομάτων.

prol

e

Ὡς δὲ ποιητὴς τὰς Μούσας καλεῖ ἵνα δόξῃ τὸ ποίημα εἶναι Μουσῶν.

prol

f,a

Ὁ σκοπὸς τοῦ βιβλίου παιδευτικός ἐστιν, ὅπως τὸν ἴδιον βίον κοσμήσαντες οὕτω καὶ τῆς περὶ τὸ θεῖον γνώ‐ σεως μέτοχοι γενώμεθα. μέτρῳ δὲ τοιούτῳ διατέθειται τὰς τῶν ἀκροατῶν ψυχὰς θέλγων καὶ κατέχων εἰς τὴν πρὸς
5αὐτὸ φιλίαν.
Οὐκ ἐξ Ἑλικῶνος δὲ τὰς Μούσας, ἀλλ’ ἐκ τῆς Πιερίας καλεῖ, ἵνα μὴ πάντως τὰ οἰκεῖα σεμνύνων φανῇ, ἀλλὰ καὶ τὰ παρ’ ἄλλοις ὄντα ἀγαθὰ τῶν οἰκείων προτιμώμενος.4

prol

f,b

Εἰ γὰρ ἐν τῷ Ἑλικῶνι χορεύειν λέγονται, ἀλλ’ οὖν ἐν τῇ Πιερίᾳ ταύτας φασὶ γεγενῆσθαι. Μούσας δὲ ὠνομάσθαι λέγουσιν ἀπὸ τοῦ μῶσθαι· τοῦτο γὰρ σημαίνει τὸ ζητεῖ‐ σθαι, ἐπειδὴ καὶ παιδείας εἰσὶ παρεκτικαί· [αὕτη δὲ
5ζητεῖν ηὐξήθη τοῖς ἀνθρώποις]. διὰ τοῦτο γὰρ Μούσας
αὐτὰς ὠνόμασαν οἱ πρῶτοι τὰ ὀνόματα θέντες.5

sch

1

*Μοῦσαι Πιερίηθεν: ὦ Μοῦσαι, αἱ ἐκ τῆς Πιερίας ὁρμώμεναι καὶ ταῖς ὑμετέραις ᾠδαῖς καὶ φω‐ ναῖς τὰ πάντα δοξάζουσαι 〈δι’〉 ἡμᾶς τοὺς ποιητάς, καὶ τὸν ὑμέτερον πατέρα ὑμνοῦσαι, δεῦτε τὸν Δία προσείπατε
5καὶ ἐν ἡμῖν τὸν ὑμέτερον πατέρα.

sch

1a

〈Μοῦσαι Πιερίηθεν:〉 ὦ Μοῦσαι, αἱ ἀπὸ τῆς Πιερίας τὴν γένεσιν ἔχουσαι, ἐν δὲ τῷ Ἑλικῶ‐ νι χορεύουσαι, ταῖς ᾠδαῖς ὑμῶν δοξάζουσαι καὶ ὑμνοῦσαι τὸν ἴδιον ὑμῶν πατέρα Δία ὡς προνοητὴν τοῦ παρόντος.

sch

1b

〈Μοῦσαι:〉 γνώσεις.

sch

1c

〈ἀοιδῇσι:〉 χρώμεναι.

sch

2

*〈Δί’:〉 πατέρα δὲ τῶν Μουσῶν τὸν Δία εἰρή‐ κασι καὶ μητέρα τὴν Μνημοσύνην, διότι νοητικὸν εἶναι δεῖ καὶ μνημονευτικὸν τὸν παιδευθησόμενον· ὧν τὸ μὲν νοητι‐ κὸν δίδωσιν ὁ Ζεύς, τὸ δὲ μνημονευτικὸν ἡ Μνημοσύνη.

sch

2a

σφέτερον: καταπεφρόνηκε τῶν ἀντωνυμιῶν· δεύτερον γὰρ πρόσωπόν ἐστιν· ἔδει δὲ εἰπεῖν ὑμέτε‐ ρον, ἀλλ’ ἀντὶ δευτέρου τρίτῳ ἐχρήσατο.

sch

3

ὅν τε διὰ βροτο: δι’ ὃν πάντα καὶ οὐκ αὐτόματα· πάντα δὲ τῷ Διὶ προσαναπλάττει παραινῶν αὐτῷ μὴ νομίζειν διὰ βίας αὔξειν τὸν πλοῦτον.

sch

3a

ὅν τε διὰ βροτοί: ἤτοι δι’ ὅν‐ τινα τρόπον οἱ ἄνδρες, οἱ ὁμοίως πάντες βροτοὶ καὶ φθαρτοὶ ὄντες, οἱ μὲν ἐκ τούτου εἰσὶν ἄφατοι καὶ ἀνονό‐
μαστοι, οἱ δὲ φατοὶ καὶ ὀνομαστοὶ πανταχοῦ, ὁμοίως ῥητοὶ6
5καὶ ἔνδοξοί τινες τῶν ἀνθρώπων, ἄλλοι δὲ ἄρρητοι καὶ ἄδοξοι καὶ μηδόλως ὀνομαζόμενοι καὶ φημιζόμενοι διὰ τὸ ταπεινόν.

sch

3b

〈ὅν τε διὰ βροτο:〉 δι’ ὃν οἱ φθορᾷ ὑποκείμενοι ἄνθρωποι ὁμοίως οἵ τε λογικοὶ καὶ ἀμαθεῖς.

sch

3c

ὁμῶς ἄφατοί τε φατοί τε: περὶ ὧν φᾶναί τι δυνατὸν ὡς ἐγνωσμένων ἡμῖν, περὶ ὧν καὶ μηδὲν ὡς μὴ ἐγνωσμένων ἡμῖν, ἀφ’ ὧν δηλοῦσθαι τὸ ἐπίσημον καὶ ἄσημον· ἢ οἱ ζῶντες καὶ οἱ ἀποθανόντες.

sch

3d

〈ὁμῶς ἄφατοί τε φατοί τε:〉 ὁμοίως· ἄδοξοι· ἔνδοξοι.

sch

4

*ῥητοί τ’ ἄρρητοί τε: καὶ λογι‐ κοὺς καὶ ἀλόγους, καὶ Ἕλληνας καὶ βαρβάρους, καὶ μετρί‐ ους καὶ πλουσίους, πάντας ἐκ τοῦ Διὸς λέγει γεγενῆσθαι.

sch

4a

〈ῥητοί τ’ ἄρρητοί τε:〉 διάδη‐ λοι· ἀφανεῖς.

sch

4b

〈ἕκητι:〉 ἕνεκα· βουλῇ

sch

5

*ῥεῖα μὲν γὰρ βριάει: πάντα ὁ Ζεὺς διοικῶν καὶ τοὺς ἀδυνάτους δυναμοῖ καὶ τοὺς δυνα‐ τοὺς δυνατῶς καθαιρεῖ τῆς δυνάμεως, ὧν τὸ μὲν δηλοῖ τὸ βριάει, τὸ δὲ τὸ βριάοντα χαλέ‐
5πτει. οὐχ ἁπλῶς δέ, ἀλλὰ καὶ διὰ κακίαν καὶ πονηρίαν μηνιᾷ· ἄδηλον δὲ τὸν τεταπεινωμένον καὶ
ἀφανῆ καὶ ἄδοξόν φησιν.7

sch

5a

〈ῥεῖα:〉 εὐκόλως.

sch

5b

〈βριάει:〉 ἰσχυροποιεῖ· αὔξει.

sch

5c

〈χαλέπτει:〉 εἰς χαλεπώτατα ἄγει.

sch

6

〈ἀρίζηλον μινύθει:〉 ἔνδοξον πτωχεύει.

sch

6a

〈ἄδηλον ἀέξει:〉 ἀφανῆ πλουτεῖ.

sch

7

*ῥεῖα δέ τ’ ἰθύνει σκολιόν: τὸν ποικίλον τὸ ἦθος διὰ πανουργίαν σκολιὸν ὀ‐ νομάζει· τοῦτον οὖν ἰθύνειν τὸν Δία πάλιν εἰς τὸ ἁπλοῦν ἐπανάγοντα ἦθος, διὰ τὸ κολάζειν αὐτὸν ἐπὶ τῇ πανουργίᾳ.

sch

7a

〈ἰθύνει σκολιὸν καὶ ἀγή‐ νορα κάρφει:〉 εὐθύφρονα ποιεῖ τὸν ταπει‐ νωθέντα καμφθέντα, ἄδικον ὑπερήφανον ξηραίνει.

sch

7b

*καὶ ἀγήνορα κάρφει: τὸν αὐθάδη καὶ ὑπερόπτην εὐτελῆ ποιεῖ καὶ ταπεινόν. ἡ γὰρ αὐθάδεια πρὸς καταφρόνησιν ἐγείρει τῶν ἄλλων ἁπάντων· ἡ δὲ ταπείνωσις εἰς ἔννοιαν ἄγει τοῦ μηδὲν ἡμᾶς διαφέρειν
5τῶν ὁμοίων καὶ μετρίους ποιεῖ τὸ ἦθος.

sch

8

*Ζεὺς ὑψιβρεμέτης: καταπλήττει αὐτὸν τῷ ἐπιθέτῳ τῆς ἀξιοπίστου οἰκήσεως διὰ τοῦ εἰπεῖν· Ζεὺς ὑψιβρεμέτης.

sch

8a

*ὑπέρτατα δώματα: τὰ ἄκρα τοῦ κόσμου τὰ ὑπὲρ ἡμᾶς ὄντα, ἐν οἷς ὁ Ζεὺς ἵδρυται, δώματά ἐστι τοῦ Διός· ὡς καὶ Ὅμηρος εἶπε καθῆσθαι αὐτὸν ἐν
(Α 499)8
5ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.

sch

9

*κλῦθι ἰδὼν ἀίων τε: ὅπερ δὲ Ὅμηρος ἐπὶ τοῦ ἡλίου φησί, τοῦτο Ἡσίοδος ἐπὶ τοῦ Διὸς εἶπεν· ὅμοιον γάρ ἐστι τὸ (μ 323)·
ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει.
5ὁρᾶν δὲ τὸν Δία πάντα καὶ ἀκούειν πάντων εἴρηκε· τῶν γὰρ αἰσθήσεων τὴν ὅρασιν καὶ τὴν ἀκοὴν ὡς χαριεστάτας ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

sch

9a

κλῦθι ἰδὼν ἀίων τε: καὶ ὁρᾶν τὸν Δία πάντα καὶ ἀκούειν πάντων ὡς εἴρηται· καὶ Ὅμηρος περὶ τοῦ ἡλίου (μ 323)·
ἠελίου ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει·
5τῶν γὰρ αἰσθήσεων τὴν ὅρασιν καὶ τὴν ἀκοὴν ὡς χαριεστά‐ τας ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

sch

9b

κλῦθι ἰδὼν ἀίων τε: ὡς πάντα ἐφορῶν καὶ ἀκούων τῶν γινομένων ἐπόπτης γενοῦ καὶ μὴ μόνον δι’ ἀκοῆς παραδέξῃ τὰ ῥηθησόμενα, ἀλλὰ καὶ δι’ ὄ‐ ψεως. σύ, φησι, ἴθυνον· ἐγὼ δὲ καταλέξω τῷ Πέρσῃ.

sch

9c

[ὃς ὑπέρτατα δώματα ναί‐ ει] 〈κλῦθι ἰδὼν ἀίων τε:〉 καὶ εἰ μὲν νοήσεις ὅτι πρὸς αὐτὸν τὸν ἀδελφὸν αὐτοῦ Πέρσην προσδιαλέγεται ἄγροικον ὄντα, λέγει τινὰ θάμβους ἄξια,
5ἵνα εἰς ἔκπληξιν ἄγῃ αὐτόν· εἰ δὲ μὴ νοήσεις αὐτὸν οὕτως, ἀλλὰ πρός τινα τῶν ἐχεφρόνων καὶ ἐπισταμένων,
〈ταῦτ〉α λέγει πρὸς τὸν Δία· καὶ οἱ μὲν ποιηταὶ τρεῖς Δίας καλοῦσιν [εἶναι], καθὸ καὶ ἀδελφοί· τόν τε Δία τὸν ἐν οὐρανῷ, τὸν Ποσειδῶνα καὶ τὸν Πλούτωνα· καὶ ὡς9
10εἴπομεν ἀδελφῶν ὄντων ἀπὸ πατρὸς Κρόνου καὶ μητρὸς Ῥέας, ἐκληρώσατο δὲ αὐτοῖς τῷ μὲν τὸν οὐρανόν, τῷ δὲ τὰ ἐπίγεια, τῷ δὲ τὰ καταχθόνια· λοιπὸν οὐδένα ἄλλον λέγει εἰ μὴ τὸν ἐν οὐρανῷ.

sch

9d

κλῦθι ἰδὼν ἀίων τε: καὶ τοῦτο διττῶς νοεῖται· σύ, ὦ Ζεῦ, ἐπάκουσον ἰδὼν ἀκούων τε· καὶ τὸ ἰδὼν καὶ νοήσει ὅτι 〈οὐκ〉 ἀντὶ 〈τοῦ〉 θεασά‐ μενος ἔλαβεν, ἀλλ’ ἀντὶ τοῦ γινώσκων· ἰδὼν πάντα πρὸ
5γενέσεως, ἐπάκουσόν μου· καὶ οὕτως ἰδὼν ἀίων τε ὡς καὶ ἐν τῇ [Ἰλιάδι] 〈Ὀδυσσείᾳ〉 (μ 323) γέ‐ γραπται·
ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει.

sch

9e

〈κλῦθι ἰδὼν ἀίων τε:〉 σύ, ὦ Ζεῦ, ὁ ἰδὼν τότε τὰς τιμωρίας τοῦ ἀδελφοῦ μου Πέρσου καὶ τὰς ἀδικίας ἀρτίως ἀκούων, ἐμοῦ ἐπάκουσον. καὶ πῶς τὸ ἰδών ἐστι δευτέρου ἀορίστου μετοχικοῦ καὶ
5παρεληλυθότος καιροῦ, τὸ δὲ ἀκούων ἐστὶν ἐνεστῶτος; τὸ θεῖον τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα ἀντὶ παρεληλυθότων ἔχει ὡς καὶ ἐν τῇ Ἰλιάδι (Α 70)·
ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα.

sch

9f

*δίκῃ δ’ ἴθυνε θέμιστας: τουτέστι κατὰ δίκην πᾶσαν σὺ τὰς κρίσεις κρίνε, πάντα
ὁρῶν τὰ πράγματα τὰ ἀνθρώπινα καὶ πάντων ἀκούων· ὁρῶν μὲν τὰς πράξεις ἡμῶν, ἀκούων δὲ τῶν λόγων ὧν φθεγγόμεθα10
5οἱ ἄνθρωποι.

sch

10

τύνη: ὅτι πρὸς τὸν Δία. Πολύζηλος δὲ ἐν 〈τοῖσ〉 Ῥοδιακοῖς (FHG IV 482, 4; FGrHist III B 521 F 9) Τύνην ἄρχοντα Χαλκιδέα φησίν, ἐφ’ οὗ κρίνεσθαι τὸν Ἡσίο‐ δον μετὰ τοῦ ἀδελφοῦ, Διονύσιος (cf. Cohn, RE V 979) δὲ
5Φαίδριστον, ἀγνοοῦντες ὅτι ἀντωνυμία ἐστὶ παράγωγος ἀπὸ τοῦ τύ, ὡς ἐγὼ ἐγώνη, τὺ τύνη.

sch

10a

〈ἐγὼ δέ κε Πέρσ:〉 ἐγὼ δὲ τῷ Πέρσῃ λέξω.

sch

11

*οὐκ ἄρα μοῦνον ἔην: οὐχ ἕν, ὡς ἔοικεν, ἦν τὸ τῶν Ἐρίδων γένος, ἀλλὰ δύο. λαμ‐ βάνεται δὲ ἑαυτοῦ, ἐπειδὴ ἐν τῇ Θεογονίᾳ (v. 225—226) μίαν γέννησιν Ἔριδος παρέδωκεν, ὅθεν ἐνταῦθα ὥσπερ συν‐
5αισθησόμενος ἑαυτοῦ δύο λέγει διὰ τὸν καιρὸν καὶ τὸν σκοπὸν τοῦ γράμματος.

sch

11a

〈οὐκ ἄρα μοῦνον:〉 ἀν〈αγν〉ωστέ‐ ον ἔστω σοι καὶ τὸ οὐκ ἄρα μοῦνον ἔην. διὰ τί εἶπεν οὐκ ἄρα μοῦνον πρὶν εἴπῃ τί‐ νος; εἶπε 〈δὲ〉 τὸ οὐκ 〈ἄρα· πῶς καί; εἶπε
5γὰρ ἐν τῇ Θεογονίᾳ (v. 225—226) ὅτι ἓν γένος ἐστὶ φιλο‐ νεικίας, καὶ ὧδε ἔμελλεν εἰπεῖν ὅτι δύο εἰσί· καὶ εἶπεν τὸ οὐκ τάχα ὅτι ἐψεύσατο ἐν τῷ εἰπεῖν, ὅτι ἓν γένος ὑπάρχει φιλονεικίασ.

sch

11b

*Ἐρίδων γένος: διττή ἐστιν ἡ Ἔρις· ἡ μὲν γὰρ ἅμιλλα καὶ ζῆλος εἰς τὴν τοῦ ἀγαθοῦ τεῦξιν, ἡ δὲ φιλόνεικος ζωὴ μετὰ φθόνου καὶ δυσμενείας. ἀλλ’ αὗται μὲν αἱ δύο περὶ γῆν εἰσιν, ἐπείπερ ἐνταῦθα καὶ11
5τὰ κακὰ τὰ μαχόμενα τοῖς ἀγαθοῖς· ἡ δ’ ἀμείνων Ἔρις τοῦ ἀγαθοῦ ἕνεκα γινομένη καὶ ἐν τοῖς κρείττοσιν ἡμῶν ἐστιν.

sch

12

*τὴν μέν κεν ἐπαινέσειε νοήσας: προσυπακουστέον τό τις· τὸ γὰρ ὅλον ἦν· ἐπαινέσειεν ἄν τις νοήσας· οὐ γὰρ ὁ τυχὼν τὴν ἀμείνω τῶν Ἐρίδων ἐπαινέσειεν,
5ἀλλ’ ὁ δυνηθεὶς αὐτὴν τῷ νῷ θεωρῆσαι, μεγάλων οὖσαν ἀγα‐ θῶν αἰτίαν τοῖς ἀνθρώποις.

sch

13

*δ’ ἐπιμωμητ: δηλονότι ἡ χείρων Ἔρις ἀπὸ φιλονείκου προαιρέσεως γινομένη, ἄλογος οὖσα τοῦ θυμοῦ κίνησις καὶ οὐχ ἁπλῶς μωμητή, ἀλλὰ μετὰ ἐπιτά‐ σεως ἐπιμωμητή, ὡς ἐπιτεταμένως οὖσα ψεκτὴ παρὰ τοῖς
5ἐχέφροσι.

sch

13a

〈ἐπιμωμητ:〉 μέμψεως ἀξία.

sch

13b

*διὰ δ’ ἄνδιχα θυμὸν ἔχου‐ σιν: χωρὶς διεστήκασι κατὰ τὴν ζωήν· ταύτην γὰρ εἶ‐ πε θυμόν· καὶ γὰρ πᾶσα ψυχικὴ ζέσις καλεῖται θυ‐ μός.

sch

13c

διὰ δ’ ἄνδιχα: παρηλλαγμένην τὴν διαφορὰν ἔχουσιν τὴν γνώμην.

sch

14

〈ἣ μὲν γὰρ πόλεμον:〉 ὑπερβατόν·
ἡ μὲν γὰρ σχετλίη πόλεμόν τε 〈κακὸν καὶ〉 φιλονεικίαν αὔξει.12

sch

15

*ἀλλ’ ὑπ’ ἀνάγκης: τὴν χείρονά φησιν Ἔριν ἀκούσιον εἶναι τοῖς ἀνθρώποις· εἰκότως. καὶ γὰρ ἅπαν τὸ κακὸν ἀκούσιόν ἐστι, ὥς φησι καὶ Πλάτων (Legg. V 731c; VII 816c), ὑπ’ ἀνάγκης δὲ τιμᾶσθαι παρὰ τῶν ἀνθρώ‐
5πων διὰ τὴν ἄλογον ζωὴν ἣν ἔσχον εἰς σῶμα πεσούσης τῆς ψυχῆς. καὶ τοῦτο κατὰ βούλησιν γεγονέναι τῶν θεῶν τὸ τῇ ἀνάγκῃ τοιαύτῃ συσχεθῆναι, ἵνα δηλονότι μισήσωσι τὸ μετὰ τῶν σωμάτων ζῆν. οὐ γὰρ ἐνδέχεται σώμασι συνόντας ἔξω παντελῶς εἶναι τῶν κατὰ τὸ σῶμα παθῶν.

sch

15a

〈ἀλλ’ ὑπ’ ἀνάγκης:〉 οὐ πάνυ μέμφεται τὸν ἀδελφόν, ἀλλὰ τὴν ἀνθρωπίνην φύσιν οἰκτείρει, ὅτι τὴν κακὴν Ἔριν οὔτις ἀγαπᾷ, ἀλλὰ ὑπὸ τῆς ἀνάγκης· καὶ γὰρ διὰ τὸ ἐν τῇ θ〈......〉 καὶ συνεργὸν τῶν θεῶν γενέ‐
5σθαι τὸν ἄνθρωπον καὶ δεδέσθαι τὸ σῶμα μετὰ τῆς ψυχῆς, ἀνάγκη τοὺς ἀνθρώπους καὶ ἄκοντας δουλεύειν τοῖς πάθεσι τοῦ σώματος· καὶ γὰρ ἐκ τῆς ὀργίλου γνώμης συνίσταται τὰ τῆς Ἔριδος, καὶ πᾶς ὁποῖος? τὸ κακὸν θεραπεύει τὸ κακὸν καὶ τιμᾷ, ὡς πολλοὺς τῶν ἀνθρώπων διὰ φόβον καὶ
10ἀνάγκην τιμῶμεν, οὐκ ἀγαπῶμεν δέ, †ἢ θεὸς ἔχει τὰς δύο Ἔριδας†· τοῦτο δὲ ᾠκονόμηται ἵνα 〈οἱ ἄνθρωποι〉 μισῶσι τὴν τοῦ σώματος ζωήν. τὸ πρῶτον ἦν τὸ ἀγαθὸν δεδομένον ἐκ θεοῦ, καὶ ἐκ τοῦ ἀφανοῦς 〈τὸ κακὸν〉 ἐγένετο· τοῦ δὲ κακοῦ οὐκ ἦν τις ὑπόστασις, ἀλλ’ ἐξ ἀπροσεξίας ἡμῶν ἦλθε.
15Νὺξ δὲ ἔτεκεν, ὅτι ἐκ τοῦ ἀφανοῦς ἦν τὰ πάντα.13

sch

15b

〈ὑπ’ ἀνάγκης·〉 βιαζόμενοι.

sch

16

*Ἔριν τιμῶσι: τὴν Ἔριν τιμῶσι πληροῦντες τὴν πληροφορίαν αὐτῆς τυχόν, ἵνα μὴ ᾖ δύσφη‐ μον τὸ τιμᾶσθαι θεόν, καὶ φιλοτίμως ἔχουσι πρὸς τὸ μάχε‐ σθαι· τιμῶσι μέν, καλῶς εἶπεν, οὐ γὰρ φιλοῦσι.

sch

16a

ἀθανάτων βουλῇσιν: πάντων αἰ‐ τίους Ἑλληνικῷ φρονήματι τοὺς θεοὺς εἶναί φησιν· ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ εἶναι μὲν τὸν Θεὸν ἀγαθῶν πάντων αἴ‐ τιον, τὰ φαῦλα δὲ ὕστερον παρελθεῖν. φασὶ δὲ ὅτι αἱ ψυ‐
5χαὶ προϋπάρχουσι τῶν σωμάτων, ἐπειδὴ τῆς εἱμαρμένης βουλήσει σώμασιν ἐγκατεκλείσθησαν· ἃ δὴ καὶ πολλῶν ἐν χρείᾳ καθίσταται· οὕτω θελήσει θείᾳ καὶ τὰ φαῦλα ὑφ‐ ίσταται.

sch

17

*τὴν δ’ ἑτέρην προτέρην: τὴν ἀμείνω λέγει καὶ αὐτὴν οὖσαν τῆς λογικῆς ψυχῆς ἅμιλ‐ λαν σύντονον πρὸς τὸ ἀγαθὸν ὁρῶσαν. ταύτην οὖν γεννηθῆ‐ ναι παρὰ τῆς Νυκτός φησιν—ἔστι γὰρ ἡ Νὺξ θεὸς ὑπὲρ τὸν
5κόσμον ἀφανὴς τοῖς ὄμμασιν ἡμῶν καὶ διὰ τοῦτο ἐρεβεννή— ὥσπερ καὶ αὐτὸν τὸν Δία πατέρα τῶν ψυχῶν. ἐκείνη οὖν ἐγέννησε τὴν κρείττω Ἔριν ὡς πάντα ἀνάγουσαν ἐπὶ τὴν ἀφανῆ καὶ θείαν ζωήν· αἰτία γάρ ἐστι πάντων τῶν ἀοράτων [ἢ ὁρατῶν].

sch

17a

τὴν δ’ ἑτέρην προτέρην: ἐκ Νυκτὸς γεγενῆσθαι λέγει· ἐξ ἀδήλου γάρ ἐστι τὰ ἀγαθὰ
καὶ τὰ κακά, καὶ τὰ μὲν οὖν καλὰ προγενέστερα· μετὰ ταῦτα δὲ ἐφάνη ἡ κακία. Νὺξ δὲ ἔτεκεν, ὅτι ἀπὸ τοῦ14
5ἀφανοῦς εἰς φῶς προῆλθε τὰ πάντα.

sch

18

* θῆκε δέ μιν Κρονίδησ: τὴν μὲν συνέπειαν οὕτω δεῖ καθιστάναι· ὁ Ζεὺς ὁ ἐν τῷ αἰ‐ θέρι ναίων καὶ ἐν τοῖς ἀνδράσι καὶ ἐν ταῖς ῥί‐ ζαις τῆς γῆς ἀμείνω τὴν Ἔριν ἔθηκε ταύτην ἐκείνης, ἵνα
5διὰ μὲν τοῦ αἰθέρος τὸ ἀκρότατον δηλώσῃ, διὰ δὲ τῶν ἐν τῇ γῇ ῥιζῶν τὸ ἔσχατον, διὰ δὲ τῶν ἀνδρῶν τὸ μέσον—οὔ‐ τε αἰθερίων ὄντων οὔτε χθονίων φυτῶν—, διὰ πάντων δὲ ὅτι πανταχοῦ ἐστι τὸ θεῖον καὶ ἐν πᾶσι πρώτοις μέσοις ἐσχάτοις. εἰπὼν δὲ ὅτι Νὺξ ἔτεκε τὴν ἀμείνω Ἔριν, φη‐
10σὶ παρὰ τοῦ Διὸς ἀρείονα γενέσθαι δόντος αὐτῇ καὶ ἐν τῷ κόσμῳ δύναμιν σεμνοτέραν τῆς ἑτέρας.

sch

19

*? γαίης τ’ ἐν ῥίζῃσι: ἐν τοῖς φυτοῖς τοῖς ἐρριζωμένοις τῇ γῇ ἢ ὅτι ἐρρίζωσεν αὐτὴν ἐν τῇ γῇ ἢ ὅτι ἡ ἀγαθὴ φιλονεικία καὶ ἐπὶ τὰ φυτὰ καὶ ἐπὶ πάντα τὰ γεωργικὰ ἐδόθη, ὥστε ζηλοῦν τοὺς ἀνθρώπους εἰς
5τὸ ἐργάζεσθαι.

sch

19a

γαίης τ’ ἐν ῥίζῃσι: ἢ ὅτι ἐρρί‐ ζωσεν αὐτὴν ἐν τῇ γῇ ἢ ὅτι τὴν ἀγαθὴν φιλονεικίαν ἐπὶ τὰ φυτὰ καὶ πάντα τὰ γεωργικὰ ἔθηκε ὥστε ζηλοῦντας ἀλλή‐ λους τοὺς ἀνθρώπους ἐργάζεσθαι καὶ πονεῖν ἐν τοῖς ἐπιτη‐
5δεύμασιν.

sch

20

* ἥ τε καὶ ἀπάλαμον: τὸν ἀκίνη‐
τον πρὸς τὰ ἔργα καὶ οἷον μὴ ἔχοντα χεῖρας ἀλλ’ ἀργὸν κινεῖ πρὸς τὸ ἐργάζεσθαι τοῖς ἐργαζομένοις ἁμιλλώμενον ἡ κρείσσων Ἔρις.15

sch

20a

〈ἥ τε καὶ ἀπάλαμον:〉 ἥτις καὶ τὸν ἀργὸν καὶ μὴ παλαμώμενον ἐπὶ τὸ ἔργον ἐγείρει· πα‐ λαμᾶν γὰρ τὸ διὰ τῶν παλαμῶν γεωργίας ἐργάζεσθαι· ὁ γὰρ σπουδαῖος κἂν ᾖ ἀσθενὴς σπεύδει τὸ ἐργάζεσθαι.

sch

20b

〈ἀπάλαμον:〉 ἄτεχνον· ἀργόν· ἄπειρον ἔργων· ἀσθενῆ.

sch

21-23

* εἰς ἕτερον γάρ τις: ἰδὼν γάρ τις πένης 〈τὸν〉 πλούσιον ἐκ τῶν ἔργων πλουτήσαντα σπεύδει καὶ αὐτὸς πλουτῆσαι.

sch

21a

εἰς ἕτερον γάρ τίς τε ἰδ‐ ών: εἰς ἕτερον γὰρ πλούσιον θεωρῶν τις ἔργου χρῄζων, ὃς σπουδάζει μὲν ἀροτριᾶσθαι καὶ φυτεῦσαι καὶ τὸν οἶκον καλὸν κατασκευάσαι, ἐγείρεται.

sch

21b

〈ἔργοιο χατίζει:〉 ὁ τῆς γεωργίας, τουτέστι ὁ ἀεργὸς ζητεῖ.

sch

23a

ζηλο: ὀργίζεται, φθονεῖ, βασκαίνει.

sch

23b

〈ζηλο:〉 ἁμιλλᾶται.

sch

24

*? εἰς ἄφενος: τὸν πλοῦτον ἄφενος κα‐ λοῦσι τὸν ἀπὸ τῶν ἔργων τῶν ἐνιαυσιαίων ἀθροιζόμενον· ἔνος γὰρ καλεῖται ὁ ἐνιαυτός.

sch

24a

〈εἰς ἄφενος σπεύδοντ’:〉 προ‐ τρέπεται πρὸς γεωργίαν διὰ τοῦτο. ἐν γὰρ ταῖς ῥίζαις
τῶν γεωργικῶν ὑφίσταται ἡ ἀγαθὴ Ἔρις, φησίν, οὐχὶ δὲ ἐν ταῖς ἀδικίαις· ἢ ὅτι ἐκ τοῦ ἀφανοῦς καὶ ἀδήλου παρυφ‐16
5ίσταται τὰ κακὰ καὶ τὰ ἀγαθά.

sch

25-26

* καὶ κεραμεὺς κεραμεῖ κο‐ τέει: τοῦτο δεῖ μᾶλλον ἐπανάγειν εἰς τὰ εἰρημένα περὶ τῆς χείρονος Ἔριδος· καὶ γὰρ τὸ κοτέειν καὶ τὸ φθονεῖν κακά ἐστι καὶ ἐκείνης οἰκεῖα καὶ
5οὐ τῆς ἀμείνονος.

sch

25a

〈κοτέει:〉 ἁμιλλᾶται· χαλεπαίνει· ὀργί‐ ζεται.

sch

27

* ὦ Πέρση: τὸ ποίημα γέγραπται πρὸς τὸν Πέρσην τὸν ἀδελφόν. νουθεσία δὲ καὶ δικαιολογία· νει‐ μάμενος γὰρ τὴν πατρῴαν οὐσίαν κατηνάλωσε θεραπεύων τοὺς ἐν τῇ πολιτείᾳ καὶ καταδυναστεύων Ἡσιόδου καὶ πολλὰ
5παρενοχλῶν, ἐζημίου πρὸς ἄρχοντας καὶ κριτήρια ἕλκων διὰ τὴν τῶν χρημάτων ἐπίθεσιν.

sch

27a

ὦ Πέρση: τὰ κατὰ τὸν Πέρσην, ἤτοι ἱστο‐ ρικῶς ἐκληπτέον ἢ πλασματικῶς καὶ ὑποθετικῶς διὰ τὸ εὐ‐ πρόσωπον τοῦ λόγου.

sch

27b

ὦ Πέρση: ἀποστροφὴ τὸ σχῆμα· ἀποστρέ‐ φεται γὰρ πρὸς Πέρσην τὸν ἀδελφὸν αὐτοῦ παρακαλῶν αὐτὸν ἐμβαλεῖν τὰ προρρηθέντα εἰς τὴν ἑαυτοῦ ψυχήν.

sch

27c

ὦ Πέρση: 〈λέγουσι〉 τοῦτον 〈τὸν〉 ἀδελφὸν Ἡσιόδου τὰ ἑαυτοῦ δαπανήσαντα καλὰ διὰ τὴν τῆς γυναικὸς μοχθηρίαν καὶ τοῖς ἄρχουσι προσιόντα κακοπραγμονεῖν τὸν
ἀδελφὸν διὰ τὴν τῶν χρημάτων ἐπιθυμίαν.17

sch

27d

〈ἐνικάτθεο:〉 ἔμβαλε.

sch

28

* Ἔρις κακόχαρτος: ᾗ χαίρουσιν οἱ κακοὶ καὶ φιλοδικοῦντες καὶ κακοπράγμονα βίον ζῶντες. διὸ καὶ ἀπὸ τῶν ἔργων κωλύει τρέπουσα αὐτοὺς ἐπὶ τὰς ἀγορὰς καὶ τὰς δίκας τὰς πρὸς ἀλλήλους.

sch

28a

μηδέ ς’ Ἔρις κακόχαρτος: μηδέ ς’ Ἔρις, φησί, τουτέστι ἡ φιλονεικία, κωλύσῃ ἀπ’ ἔρ‐ γου εἰς τὸ περιβλέπεσθαι φιλονεικίας καὶ ἀκροᾶσθαι ῥημά‐ των καὶ φημῶν κινουμένων ἐν ἀγορᾷ.

sch

28b

〈μηδέ ς’ Ἔρις κακόχαρτος:〉 μηδαμῶς σου, φησί, ἡ Ἔρις ἡ ἐπὶ κακῷ χαίρουσα ἀπὸ τοῦ ἔργου τὴν ψυχὴν κατάσχοι καὶ κωλύσοι· μηδὲ κακοὶ ἔστω‐ σαν φίλοι φιλοδικοῦντες καὶ ἀπὸ τῶν ἔργων κωλύοντες καὶ
5πρὸς τὰς ἀγορὰς καὶ πρὸς τὰς δίκας πέμποντες καὶ κακο‐ πράγμονα βίον ζῶντες.

sch

28c

〈κακόχαρτος:〉 ἀμφίβολον τὸ κακό‐ χαρτος· ἤτοι γὰρ ἡ ἐπὶ κακοῖς χαίρουσα ἢ ἐφ’ ᾗ οἱ κακοὶ ἐπιχαίρουσιν. δοκοῦσι γὰρ ὅτε σύγχυσις γίνεται ὠφελείας ἕξειν.

sch

29

* νείκε’ ὀπιπτεύοντα: τουτέστι πρὸς μόνας τὰς φιλονεικίας βλέποντα καὶ ἐπήκοον ὄντα τῶν κατ’ ἀγορὰν κινουμένων φιλονεικιῶν, ὀφείλοντα τοῖς ἔργοις προσέχειν τοῖς γεωργικοῖς ἀφ’ ὧν τρέφεσθαι δυνατόν.

sch

29a

〈ὀπιπτεύοντ’:〉 ἐπιτηροῦντα.

sch

29b

〈ἐπακουὸν ἐόντα:〉 ἐπακροώμενον· τῶν κριτηρίων ἀκροατήν.18

sch

30

* ὤρη γάρ τ’ ὀλίγη: τουτέστι ἐλαχί‐ στη φροντίς ἐστι τῶν ἀγορῶν καὶ δικῶν ἐκείνῳ τῷ μὴ ἔχον‐ τι βίον ἐπηετανὸν τὸν ἀπὸ τοῦ ἔτους ἀθροιζόμενον ἐν τοῖς ἑαυτοῦ οἴκοις, ἀφ’ οὗ τραφήσεται ἀνὰ πᾶν τὸ ἔτος. ψι‐
5λοῦται δὲ τὸ ὤρη· νῦν γὰρ τὴν φροντίδα σημαίνει· ὅ‐ θεν καὶ ὀλιγωρία καὶ πολυωρία καὶ πολυωρῶ καὶ πυλωρός, ὁ τὴν τοῦ φυλάσσειν 〈τὰς πύλασ〉 ἔχων ἐξουσίαν.

sch

30a

〈ὥρη:〉 ὥρα γάρ ἐστι τοῦ παντός.

sch

31

* ᾧ τινι μὴ βίος: αὐτὸν κατ’ ὀλίγον νουθετεῖ ἀπαλλάσσων τῆς ἀργίας.

sch

31a

〈ᾧ τινι μὴ βίος:〉 ὁ γάρ, φησι, μὴ ἔχων πλοῦτον ἐν τῷ οἴκῳ αὐτοῦ ὀφείλει ποτὲ μὲν ἐργάζε‐ σθαι, ποτὲ δὲ ἀκροᾶσθαι. κάμνε, φησί, καὶ ὅτε οὖν κο‐ ρεσθήσῃ, τότε φιλονείκει. τοῦτο δὲ εἶπεν ἵνα κατὰ μέ‐
5ρος ἀπάρῃ αὐτὸν τοῦ φιλονεικεῖν ἐπὶ τὸ ἐργάζεσθαι.

sch

32

* ὡραῖος: τὸν βίον προεῖπεν ὡραῖον, ὡς ἐκ τῆς τῶν ὡρῶν περιόδου συλλεγόμενον· ἐπειδὴ τὰ μὲν τὸ ἔαρ φέρει, τὰ δὲ τὸ θέρος, τὰ δὲ τὸ μετόπωρον, τὰ δὲ ὁ χειμὼν τῶν πρὸς τὸν βίον ἀναγκαίων· ὡραῖος μὲν
5γὰρ διὰ ταῦτα ὁ βίος.

sch

32a

〈ὡραῖος:〉 εὔφορος· εὔκαιρος.

sch

32b

* Δημήτερος ἀκτήν: πᾶσαν τὴν τῶν καρπῶν φορὰν ἐκάλεσεν, οὐ μόνον τῶν ἰδίως λεγομένων δη‐
μητριακῶν οἷον πυρῶν καὶ κριθῶν, ἀλλὰ καὶ τῶν ἄλλων. τὴν γὰρ γῆν, ἀφ’ ἧς οἱ καρποὶ πάντες, Δήμητραν ὠνόμαζον19
5οἱ παλαιοί.

sch

32c

〈ἀκτήν:〉 ἡ ἀκτή, φησι, θηλυκῶς· σημαίνει δὲ τὸν καρπόν.

sch

33

* τοῦ κε κορεσσάμενος: τούτου τοῦ βίου πλησθείς, φιλονείκει· τοῦτο εἶπεν οὐχ ὅτι πλούσιός τις ὢν ὀφείλει εἶναι φιλόδικος, ἀλλ’ ἐκ περιου‐ σίας ἐνδείκνυται πρὸς τὸν Πέρσην, ὅτι μόλις πλούσιος ὢν
5σχολὴν ἄγειν ὤφειλες εἰς τὸ περὶ δίκας διατρίβειν καὶ ἀγορὰς ἐπ’ ἀλλοτρίοις κτήμασιν. νῦν δὲ ἄπορος ὢν πρὸς τοῖς ἔργοις ἂν μάλιστα διάγοις ἀφ’ ὧν δύνασαι πορίσαι σαυτῷ βίον.

sch

33a

〈τοῦ κε κορεσσάμενος:〉 ὅταν, φησίν, εἰς χορτασίαν ἀποθῇς ἑαυτῷ, τότε φιλονείκει ἐπ’ ἀλλοτρίοις κτήμασιν. ἐπειδὴ οὐκ ἔστιν ἐκ δευτέρου ἐργάζεσθαι τὸ ἔργον, ὡς ἂν εἰ μὴ σπείρῃς τῷ χειμῶνι, οὐ
5δύνῃ μετὰ ταῦτα τῷ θέρει σπεῖραι.

sch

34

* σοὶ δ’ οὐκέτι: μετὰ τὴν διανομὴν τῶν πατρῴων ἥρπαζες τἀμὰ τοῖς ἄρχουσι χρώμενος συμμάχοις καὶ ἐμὲ συκοφαντῶν· οὐκέτι δὲ δεύτερον ὑπάρξει σοι διὰ τὴν φιλοπραγμοσύνην τὰ ἐμὰ ἁρπάζειν προσιόντι πάλιν ἐκείνοις
5κἀμὲ συκοφαντοῦντι.

sch

34a

σοὶ δ’ οὐκέτι: μετὰ τὴν διανομὴν τῶν πατρῴων ἥρπαζεν ὁ Πέρσης τὸν τοῦ Ἡσιόδου κλῆρον τοῖς
ἄρχουσι χρώμενος συμμάχοις καὶ συκοφαντῶν· ὅθεν καὶ λέγει· οὐκέτι δὲ δεύτερον ὑπάρξει σοι διὰ τὴν φιλοπραγ‐20
5μοσύνην [τὰ ἐμὰ λαμβάνειν,] τὰ ἐμὰ ἁρπάζειν καὶ τοῖς ἄρχουσι διδόναι πρὸς τὸ συκοφαντεῖν ἐμέ.

sch

34b

〈δεύτερον:〉 ἐκ δευτέρου.

sch

35-36

* ἀλλ’ αὖθι διακρινώμεθα: ἀλλὰ νῦν μεταξὺ ἡμῶν ἀλλήλους διαλυσώμεθα ταῖς δικαίως κρινομέναις δίκαις ἐπ’ εὐθείαις, αἵτινες ἐκ τοῦ Διός εἰ‐ σιν ἄρισται.

sch

35a

〈ἀλλ’ αὖθι διακρινώμεθα:〉 ἀλλ’ εὐθέως διαχωρίσωμεν τὸ ἡμέτερον φιλονείκημα ταῖς εὐθείαις καὶ ἐννόμοις δίκαις, αἵτινες ἐκ τοῦ Διὸς κρά‐ τισταί εἰσιν.

sch

36a

〈αἵ τ’ ἐκ Διός:〉 δίκαι τίμιαι.

sch

37-38

* κλῆρον ἐδασσάμεθα: κλῆ‐ ρον ἢ τὸν τῆς γῆς ἢ τὸν τῆς οὐσίας· ὅθεν ἄκληρος ὁ πτω‐ χός, καὶ ἐπίκληρος ὁ κληρονόμος. ἤδη, φησί, ἐδασ‐ σάμεθα, ἅπαξ †καὶ ἔξωθεν δέ†· σὺ 〈γὰρ〉 ἐπλεονέκ‐
5τησάς με καὶ ἄρχοντας ἐτίμησας ἐξ αὐτῶν δωροδοκῶν αὐτοὺς καὶ κολακεύων, ἵνα σοι χαρίσωνται. βασιλῆας δὲ νῦν τοὺς δικαστὰς καὶ τοὺς ἄρχοντας· οὕτως γὰρ αὐτοὺς ἐκάλουν οἱ παλαιοί, ὡς Ὅμηρος (α 394)·
ἀλλ’ ἤτοι βασιλῆες Ἀχαιῶν εἰσι καὶ ἄλλοι.

sch

37a

ἤδη μὲν γὰρ κλῆρον: καὶ γὰρ ἤδη μερισάντων ἡμῶν τὸν πατρικὸν κλῆρον ἀπὸ τότε αὖθίς
με ἠδίκησας καὶ ἐπλεονέκτησας καὶ ἔλαβες ἐξ ἐμοῦ, ἀφ’ ὧν καὶ τοὺς κριτὰς ἐτίμησας, οἵτινες ταύτην τὴν κρίσιν κρῖ‐21
5ναι βούλονται.

sch

37b

〈ἤδη:〉 πάλαι.

sch

37c

〈κλῆρον:〉 οὐσίαν.

sch

38a

〈ἐφόρεις:〉 ἔκλεπτες· ἀνήλισκες.

sch

38b

〈κυδαίνων βασιλῆας:〉 τιμῶν, δωροδοκῶν ἄρχοντας.

sch

39

* δωροφάγους: τοὺς ἄρχοντας οἷς χρώ‐ μενος καὶ δῶρα διδοὺς ἐκίνει κατὰ τοῦ Ἡσιόδου· οὐ δω‐ ροδόκους προσεῖπεν, ἀλλὰ δωροφάγους ὡς μὴ μό‐ νον δῶρα λαμβάνοντας παρὰ τῶν φιλοδίκων, ἀλλὰ καὶ δαπα‐
5νῶντας ἅπερ λάβωσι καὶ τρεφομένους ἐκ τῶν ἀλλοτρίων· οἷά τε τούτους προθύμους ὄντας καὶ αὖθις δικάζειν τῷ Πέρσῃ καὶ τῷ Ἡσιόδῳ διὰ τὴν ἐλπίδα τῶν δώρων.

sch

39a

〈δωροφάγους:〉 ἀσώτους· ἐκ τῶν δώρων τρεφομένους.

sch

39b

〈δίκην:〉 κρίσιν.

sch

40

* οὐδ’ ἴσασιν ὅσῳ πλέον: τὸ πλέον ἢ τῷ ποσῷ ἐστι πλέον ἢ τῇ ἀξίᾳ· τὸ οὖν ἥμισυ τοῦ παντὸς ἔλασσον ὂν κατὰ τὸ ποσόν, κατὰ τὴν ἀξίαν ἐστὶ πλέον. ποιεῖ δὲ τὴν ἀξίαν τὸ δικαιότερον· ὃν οὖν δεῖ
5μὴ τὸ πᾶν ἔχειν, ἀλλὰ τὸ ἥμισυ διὰ τὸ πρόσαλλον τῆς δια‐ νομῆς, τοῦτον δεῖ πλέον τοῦ παντὸς νομίζειν τοῦτο τὸ ἥμισυ, ὡς κρεῖττον ὂν καὶ δικαιότερον τοῦ τὸ πᾶν κεκτῆ‐
σθαι μετὰ ἀδικίας, καὶ μόνου τοῦ ἡμίσεως ἀπολαύειν· τὸ μὲν γὰρ ποιεῖ πλουσιώτερον, τὸ δὲ δείκνυσιν ὄντα δικαιό‐22
10τερον.

sch

40a

〈ἥμισυ παντός:〉 τὸ ἥμισυ μετὰ δι‐ καιοσύνης πλέον ἐστὶ τοῦ ὅλου τοῦ μετὰ ἀδικίας· ἢ πᾶν τὸ μὴ δυνάμενον διαιρεθῆναι ἄδικον, ὡς ὁλοτελὲς καὶ ἑνὶ ἐοικός· τὸ διαιρούμενον δίκαιον καὶ ἴσον. οὐ θέλω 〈τὸ〉
5πᾶν ἐγώ, φησι, ἄδικον, ἀλλὰ τὸ δίκαιον τιμῶ ἰσότατον.

sch

40b

〈παντός:〉 ὁλοκλήρου.

sch

41

* οὐδ’ ὅσον ἐν μαλάχ: τὰ εὐτε‐ λέστατα τῶν βροτῶν παρέλαβεν ἀφ’ ὧν τρέφεσθαι δυνατόν, τὴν μαλάχην καὶ τὸν ἀσφόδελον· καὶ γὰρ ἐκ τούτων χυλὸν ἐσκεύαζον εἰς βρῶσιν. ἐκ τούτου οὖν πολὺ τὸ ὄφελος καὶ
5πλέον ἢ 〈τὸ ἐκ〉 τῶν πολυτελεστάτων βρωμάτων ἀπὸ ἀδικίας συλλεγομένων, ἢ τὸ ἐκ τοῦ ῥᾴστου βίου λέγει. ἴσως δὲ καὶ ἀφ’ ἱστορίας τοῦτο λέγει 〈***〉· Ἕρμιππος (FHG III 40, 18; FGrHist, cf. infra) γὰρ ἐν τῷ 〈Περὶ〉 τῶν ἑπτὰ σο‐ φῶν περὶ τῆς ἀλίμου βρώσεως λέγει—μέμνηται δὲ ταύτης
10τῆς ἀλίμου καὶ Ἡρόδωρος (FHG II 33, 19; FGrHist I 31 F 1) ἐν τῷ πέμπτῳ τοῦ καθ’ Ἡρακλέα λόγου καὶ Πλάτων ἐν 〈τῷ〉 τρίτῳ (677 e) τῶν Νόμων—Ἐπιμενίδην, φησί, μικρόν τι ἐδεσμάτιον προσφερόμενον ὧδε ὅλην διατελεῖν τὴν ἡμέ‐ ραν ἄσιτον καὶ ἄποτον· ἦν δ’ ἐξ ἀσφοδέλου καὶ μαλάχης
15ὅπερ αὐτὸν ἄλιμον καὶ ἄδιψον ἐποίει.

sch

41a

〈ἐν μαλάχῃ τε καὶ ἀσφοδέ‐
λ:〉 τῷ φυσικῷ λόγῳ ἐπιπλέκει τὸ μυθῶδες ὅτι τὴν ὠφέλειαν τὴν ἐκ τῆς μαλάχης ἀγνοοῦσιν.23

sch

41b

〈ἐν μαλάχῃ τε καὶ ἀσφοδέ‐ λ:〉 ἐν τοῖς εὐτελέσι λαχάνοις πλείων ἡ ὠφέλεια ἡ με‐ τὰ δικαίου ἢ 〈ἐν〉 τοῖς ἐξ ἀδικίας πολυτελέσιν· ἢ μᾶλλον αἰνίττεται τὴν ἄλιμον βρῶσιν ἣν κατασκευάζοντες διαρκοῦ‐
5σιν ἀσιτοῦντες, ἥτις ἐκ τῶν λαχάνων τούτων ἐστί· ἢ τὸν ῥᾷστον βίον καὶ ὀλιγαρκῆ λέγει, ἢ ὅτι τὰ οὐδαμινὰ σὺν δικαιοσύνῃ πολυτελῆ εἰσι.

sch

41c

〈μαλάχ:〉 μαλάχην δέ φησι φυτὸν ἄγριον συκῇ παραπλήσιον.

sch

42

* κρύψαντες γὰρ ἔχουσι θε‐ ο: τὸν βίον ἀποκεκρύφθαι φησὶ ὑπὸ τῶν θεῶν τοῖς ἀνθρώποις, τὴν τῶν ἀναγκαίων περιποίησιν βίον κα‐ λῶν· εἰ γὰρ μὴ ἀπεκέκρυπτο, ἀλλ’ ἦν ἐν μέσῳ κείμενος καὶ
5εὐπόριστος, οὐδὲν ἔδει γεωργεῖν ἢ οὐδὲ πλεῖν ἕνεκα τῆς τοῦ βίου κατασκευῆς. νῦν δὲ οὐκ οὖσα πᾶσιν εὐπετὴς ἡ τούτου πόρισις ὡς κρυφθεῖσα παρὰ τῶν θεῶν καὶ ὀλίγοις οὖσα καταφανής, κινεῖ τοὺς μὲν εἰς τὸ πλεῖν, τοὺς δὲ εἰς τὸ γεωργεῖν, μηχανωμένους ἀφορμὴν ἑαυτοῖς τοῦ συλλέγειν
10τὸν βίον.

sch

42a

〈κρύψαντες γὰρ ἔχουσι θε‐ ο:〉 βίον τὸν τῆς ἀρετῆς δηλονότι. λέγει δὲ ἔκρυψαν ὅτι οὐ πᾶσι δήλη ἡ ἀρετὴ καὶ ὅτι μετὰ κόπου πολλοῦ τις αὐτὴν εὑρίσκει· ἢ ἐπὶ γεωπονίᾳ ἔδωκαν τὸν πλοῦτον οὐ
5προσθέντες αὐτόν. τὸ δὲ σχῆμα Ἀττικόν· ἀντὶ γὰρ τοῦ κεκρύφασιν εἶπε κρύψαντες ... ἔχουσι. Σο‐ φοκλῆς (frg. 893 Pearson; TGF 807 N.2κηρύξας ἔχω ἀντὶ τοῦ ἐκήρυξα.24

sch

42b

[οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ] 〈κρύψαν‐ τες γὰρ ἔχουσι θεο:〉 τὸ εὐκόλως πλουτεῖν ἢ τὸ προγνωστικόν· εἰ γὰρ ᾔδει ὁ ἄνθρωπος ποῦ
5μέλλει δυστυχῆσαι καὶ ποῦ εὐτυχῆσαι, εὐχερῶς 〈ἂν〉 εἶχε πλουτεῖν φεύγων τὸ κακὸν καὶ τὸ καλὸν μετεχειρίζετο· ἀλλὰ τὸ μέλλον οὐ γινώσκει. τοῦτο δὲ ἐποίησεν ὁ θεός, ὥς φασί τινες, ἵνα μὴ τῇ τοῦ βίου ἀμεριμνίᾳ οἱ ἄνθρωποι εἰς μάχας καὶ φόνους κατ’ ἀλλήλων ἐγείρωνται ἐνθυμοῦντες.
10καὶ σύ, ὦ Πέρση, εἰ ἀγαπᾷς πλουτεῖν, κόπῳ πορίσῃ ὅτι οἱ θεοὶ τὸ εὐχερῶς πλουτεῖν ἔκρυψαν.

sch

42c

〈κρύψαντες γὰρ ἔχουσι θε‐ ο:〉 ἐζήτηται δὲ πῶς ὧδε πάντας τοὺς θεοὺς αἰτίους ποιεῖ τῆς κρύψεως τούτου, †ἔμπροσθεν† δὲ τὸν Δία. καί φαμεν ὅτι ἐκ τοῦ περιεκτικοῦ ἔλαβε τὸ περιεχόμενον, κυ‐
5ρίως δὲ τὸν Δία φησίν. εἰ δὲ εἴπῃ τις καὶ πρὸ τῆς ἀπά‐ της ποῖον γένος εὐθηνοῦν, καί φαμεν τὸ χρυσοῦν.

sch

43-44

* ῥηιδίως γάρ κεν: τοῦτο ἀκό‐ λουθον τῷ κεκρύφθαι τὸν βίον ὑπὸ τῶν θεῶν καὶ μὴ εἶναι πᾶσιν εὐπόριστον· εἰ γὰρ ἦν πᾶσιν εὐπόριστος, ῥᾴδιον ἂν ἦν καὶ π’ ἤματι, τουτέστιν ἐν μιᾷ ἡμέρᾳ, μετα‐
5χειρίσασθαί τι τῶν ἔργων, ὥστε πάντα τὸν ἐνιαυτὸν ἀπὸ τούτου πορίσαντα τὴν τροφὴν τοῦ ἔτους ἀργεῖν, μηκέτι δεόμενον τοῦ ἐργάζεσθαι.25

sch

43a

ῥηιδίως γάρ κεν καὶ ἐπ’ ἤ‐ ματι ἐργάσαιο: εἰ γὰρ μὴ οὕτως ἦν κεκρυμ‐ μένον, εὐθέως μίαν ἡμέραν 〈ἂν〉 εἰργάσω καὶ εἰς τὸν ὅλον ἐνιαυτὸν ἱκανώθης ἐσθίειν ὡς ἀργός, καὶ τὸ αὐχένιον συν‐
5έστειλας ἐκ τοῦ ταχέως τὸν πλοῦν διανύσαι, ὡς ἔθος, ἢ ἔ‐ καυσας, καὶ οἱ βόες τοῦ ἔργου ηὐκαίρησαν—οὐχὶ δὲ καὶ τὸ ὄνομα αὐτῶν ἐκ τοῦ γεωργίου ἠφανίσθη—ἀλλ’ ἐν ὀλίγῳ εἶχον ἐργάζεσθαι καὶ ἐπὶ πολὺ ἤρκουν.

sch

43b

〈ἐπ’ ἤματι:〉 ἑνί.

sch

45-46

* αἶψά κε πηδάλιον: εἰ μὴ δυσπόριστος ἦν ὁ βίος καὶ τῶν ἐργαζομένων δεόμενος συν‐ εχῶς, οὐκ ἔδει πλεῖν πολλάκις, ἀλλὰ τὸ πηδάλιον οἴκοι καπνισθησόμενον καταθεῖναι, ἅπαξ ποτὲ πλεύσαντα μόνον.
5εἰώθεισαν γὰρ νεωλκήσαντες τὰ πηδάλια ὑπὲρ τῶν καπνιζο‐ μένων κρεμαννύναι τόπων ξηρανθησόμενα τοῦ μὴ σῆψιν ὑπο‐ μεῖναι χάριν ἐγκειμένης αὐτοῖς τῆς ὑγρότητος. ἀλλ’ οὐδὲ γεωργεῖν καθ’ ἕκαστον ἔτος, ἀλλ’ ἅπαξ ποτέ· καὶ τοῦτο ποιήσαντα χαίρειν ἐᾶσαι τὰ τῶν βοῶν ἔργα καὶ 〈τὰ〉 τῶν
10ἡμιόνων τῶν πρὸς γεωργίαν χρησίμων. νῦν δὲ διὰ τὸ δυσ‐ πόριστον εἶναι τοῖς ἀνθρώποις τὸν βίον εὕρηται καὶ ναυ‐ τιλία καὶ γεωργία παρ’ αὐτοῖς.

sch

45a

〈αἶψά κε πηδάλιον:〉 ὡς ἐντεῦθεν
ἅπαξ πλεύσαντα τὸ πηδάλιον οἴκοι καταθεῖναι καὶ καπνι‐ σθῆναι διὰ τὸ μὴ σῆψίν τινα ὑπομεῖναι ἐγκειμένης αὐτῷ τῆς ὑγρότητος· ἢ ἀντὶ τοῦ καῦσαι· καὶ Ὅμηρος (Β 399)·26
5
καπνισσάν τε κατὰ κλισίας καὶ δεῖπνον ἕλοντο, ἀντὶ τοῦ ἔκαυσαν. ἀλλ’ οὐδὲ γεωργεῖν καθ’ ἕκαστον ἔτος, ἀλλ’ ἅπαξ· τοῦτο ποιήσαντα χαίρειν ἐᾶσαι τὰ τῶν βοῶν ἔρ‐ γα καὶ τὰ τῶν ἡμιόνων τῶν πρὸς ἐργασίαν χρησίμων.

sch

45b

〈αἶψά κε πηδάλιον:〉 ὁμοίως καὶ τὸ πλεῖν ἅπαξ καὶ καταθεῖναι καπνισθησόμενον τὸ πηδάλιον.

sch

45c

〈αἶψα:〉 εὐθέως.

sch

45d

〈ὑπὲρ καπνο:〉 τῇ καύσει, ἵνα μὴ σή‐ πηται.

sch

45e

〈καταθεῖο:〉 ἀντὶ τοῦ κατέθου.

sch

46a

〈ἔργα βοῶν δ’ ἀπόλοιτο:〉 οὐδ‐ εὶς γὰρ θέλει ἐργάζεσθαι.

sch

46b

〈ταλαεργῶν:〉 στιβαρῶν, ἰσχυρῶν.

sch

47

* ἀλλὰ Ζεὺς ἔκρυψε: τὸ μὲν κρύ‐ ψαι τὸν βίον ἐστὶ τὸ δυσπόριστον ποιῆσαι τοῖς ἀνθρώποις καὶ μόλις ἀνυστὸν διὰ πολλῶν πόνων καὶ τληπαθείας· τὸ δὲ χολώσασθαι τὸν Δία τῇ περὶ γένεσιν ζωῇ τὸ ἀσύμφορον
5εἶναι τὴν δόσιν αὐτοῦ ταῖς ψυχαῖς· διαιρετικὸν γὰρ ὁ χόλος.

sch

47a

ἀλλὰ Ζεὺς ἔκρυψε: τὸν βίον, λέ‐ γει, τὸν ἐκ τοῦ ῥᾴστου ἢ τὸ προνοητικὸν ἢ τὸ πῦρ ἔκρυψεν ὀργισθεὶς ἢ τὸν πλοῦτον ἵνα πονοῦντες οἱ ἄνθρωποι τοῦτον
κτῶνται. εἰ γὰρ ἐξ ἑτοίμου τὸν πλοῦτον ἐλάμβανον,27
5οὔτε ἔπλεον 〈ἄν〉, οὔτε ἐγεώργουν, ἀλλ’ εἰς δίκας καὶ σφαγὰς ἀνηλίσκοντο.

sch

48

* ὅττι μιν ἐξαπάτησε Προ‐ μηθεὺς ἀγκυλομήτης: ὁ μὲν Προμηθεύς ἐστιν ὁ τοῖς ἀνθρώποις τὸν νοῦν δωρούμενος τὸν πρὸ τῶν ἀποβάσεων λογιστικὸν τῶν ἀποβησομένων ὃν ἔχουσι οἱ ἄν‐
5θρωποι, ζωὴν ὑποδεξάμενοι νοερὰν ἀπὸ τῶν τοῦ πατρὸς ἠθῶν ἥκουσαν εἰς τόνδε τὸν τόπον. αἱ δὲ ἀπάται τοῦ Προμη‐ θέως αἱ κατὰ τοῦ Διὸς δηλοῦσιν ὅτι παρεσκεύαζε καὶ τῶν διΐων ψυχῶν μετέχειν τὰ θνητὰ ὁ Προμηθεύς· τὸ γὰρ ἀπα‐ τώμενον γίνεται πάντας ἀπατῶν. αἰνίττεται δὲ ἡ ἀπάτη
10τὰ περὶ τὴν διανομὴν τοῦ βοὸς ἣν ἐπὶ τῇ Θεογονίᾳ (v. 535 sqq.) παρέδωκεν, [καὶ ἡμεῖς εἴπομεν ἐκεῖ περὶ αὐτῆς τὴν ἀνάλυσιν τῆς ἀπάτης]. εἰ δὲ ἀγκυλομήτης ὁ Προμηθεύς—οὕτω γὰρ γράφειν δεῖ καθὰ καὶ Πλούταρχος (frg. 4 Bernard.) —κρόνιός τις ἐστὶ καὶ νοερῶς ἑαυτὸν
15νοῶν καὶ ἀγκύλως εἰς ἑαυτὸν ἐπεστραμμένος. εἰ δὲ καὶ ποικιλομήτης γράφοιτο, σημαίνει τὸν ποικίλας εἰληχότα νοήσεις ἃς δωρεῖται καὶ ἀνθρωπίναις ψυχαῖς εἰς τὸ σῶμα πεσούσαις.

sch

48a

〈ὅττι μιν ἐξαπάτησε Προ‐ μηθεύς:〉 ἐπεὶ Προμηθεὺς ἠπάτησεν αὐτόν· δῆλον δὲ ὡς προεκδέδοται ἡ Θεογονία (v. 535 sqq.)· ἐκεῖ γὰρ πλείονα περὶ τοῦ Προμηθέως λέγει ὡς ἠπάτησε τὸν Δία.

sch

48b

〈ὅττι μιν ἐξαπάτησε Προ‐ μηθεύς:〉 ὅτι τὸ προνοητικὸν τῶν ἀνθρώπων κρύπτει τὸν πλοῦτον ἀνθ’ ὅτου Προμηθεὺς αὐτὸν ἠπάτησεν.28

sch

48c

Προμηθεύς: ὁ δὲ Προμηθεὺς ἦν παῖς Ἰα‐ πετοῦ καὶ †Ἀσώπης† ἢ Κλυμένης ἢ Θέμιδος.

sch

48d

ὅττι μιν ἐξαπάτησε Προ‐ μηθεύς: ἀπάτην οὖν ἐνταῦθα λέγει ὁ Ἡσίοδος, τὸν ἐπὶ τοῦ βοὸς μερισμὸν γενόμενον παρ’ αὐτοῦ τοῦ Προμηθέως δόλῳ, ὡς ἐν τῇ Θεογονίᾳ (v. 535 sqq.) εὕρηται. λέγεται
5γὰρ 〈ὅτι〉 λαβὼν ὁ Προμηθεὺς τάς τε σάρκας καὶ τὰ ἔγκατα κατέθηκεν αὐτὰ καλύψας γαστρὶ βοείῃ, τὰ δὲ ὀστᾶ ἐφήπλωσε μετὰ λίπους καὶ τῷ Διὶ ἐπεμοίρασεν· ὅθεν διὰ τὸν παρα‐ λογισμὸν ὀργισθέντα αὐτὸν τὸ πῦρ ἀποκρύψαι, ἀλλ’ ὁ Προμη‐ θεὺς δολίως καὶ τοῦτο ἐν κοίλῳ νάρθηκι λαβὼν ἀπεσύλησε·
10δὶς οὖν ὁ Ζεὺς ἐξαπατηθεὶς γυναῖκα πλάσας ἀντὶ ἐπιτιμίου τούτῳ παρέσχεν.

sch

48e

〈ὅττι μιν ἐξαπάτησε Προ‐ μηθεύς:〉 ἀλλὰ ὁ Ζεὺς ἔκρυψεν ὀργισθεὶς ταῖς αὐ‐ τοῦ διανοίαις ὅτι ἠπάτησεν αὐτὸν ὁ Προμηθεὺς διὰ τὸ κε‐ κλοφέναι τὸ πῦρ καὶ δοῦναι τοῖς ἀνθρώποις· ἢ ἀπάτην ἐν‐
5ταῦθα λέγει τὴν ἐπὶ τοῦ βοὸς μερισμοῦ γινομένην τῷ Διί· λαβὼν γὰρ Προμηθεὺς τὸν βοῦν ἔθυσε καὶ τῇ μὲν βοείῃ γα‐ στρὶ τὰ κρέατα ἔκρυψε, τὰ δὲ ὀστᾶ τῇ κνίσῃ ἐκάλυψε καὶ τῷ Διὶ ἐπιλέξασθαι ὥρισεν· ὁ δὲ δόξας τὰ κεκαλυμμένα ὀστᾶ ἀπεριέργως τῇ κνίσῃ κ〈ρέατα〉 εἶναι, τὴν δὲ γαστέρα
10κόπρων πλήρη, τὰ δὲ ὀστᾶ ἀνειλήφει· καὶ λύσας καὶ εὑρὼν τὰ ὀστᾶ τῷ Προμηθεῖ ὠργίσθη. ἐξ ἐκείνου γὰρ τῷ Διὶ θύ‐ ουσι κνῖσαν. Ἐζήτηται δὲ εἰ ὁ Προμηθεὺς ἐ〈πε〉βου‐ λεύσατο τῷ Διί, διὰ τί οἱ ἄνθρωποι ὀδυνηρῶς ζῆν κατ‐ εκρίθησαν; καί φαμεν ὡς ἔχοντες τὸ πῦρ ἄκοντος αὐτοῦ ἢ29
15καὶ τῆς εἰς ἀνθρώπους τιμωρίας γινομένης, τὴν ὕβριν καὶ λύπην εἰς τὸν Προμηθέα ἀνῆγε. πᾶς γὰρ ὁ φιλῶν τινα καὶ ὁρῶν αὐτὸν λυπούμενον τὴν λύπην ἑαυτῷ ἐπισπᾶται.

sch

48f

〈ὅττι μιν ἐξαπάτησε Προ‐ μηθεύς:〉 ἐνταῦθα δὲ λέγει τὸν ἐπὶ τοῦ βοὸς με‐ ρισμὸν γενόμενον. λαβὼν γὰρ ὁ Προμηθεὺς τὰς σάρκας καὶ τὰ ἔγκατα κατέθηκεν αὐτὰ καλύψας γαστρὶ βοείῃ, τὰ δὲ
5ὀστᾶ ἐφήπλωσε 〈μετὰ λίπουσ〉 καὶ τῷ Διὶ ἐπεμοίρασεν· ὁ δὲ ἄρας τὰ πιμελῆ καὶ ἐντὸς εὑρὼν τὰ ὀστᾶ ὠργίσθη τῷ Προμηθεῖ. λέγουσι δέ τινες· ἀπὸ τότε τὸ πῦρ ἔκρυψε. δισσῶς οὖν ἀπατηθεὶς ὁ Ζεὺς ἀντὶ ἐπιτιμίου τὴν γυναῖκα ἔδωκε· καὶ βλάβη τῷ Προμηθεῖ ἐγένετο ὅτι ἀνεσκολοπίσθη·
10τοῖς 〈δὲ〉 μετὰ ταῦτα ἀνθρώποις τὸ μετὰ κόπου καὶ μόχθου ζῆν. εἰ δὲ Αἰσχύλος, 〈ὡσ〉 εὕρηται, λεωργὸν (Prom. 5) ὀνομάζει τὸν Προμηθέα, οὐ δεῖ πιστεύειν αὐτῷ εἰς τὸ ἐναντίον Ἡσιόδου· εὕρηται γὰρ 〈ὅτι〉 οἱ ποιηταὶ ἀλλή‐ λους καταβάλλονται. Ἐζήτηται δὲ πῶς οὐκ ἐτιμώρησε τὴν
15γενεὰν ἣ τὸ πῦρ ἐδέξατο, ἀλλὰ τὴν μετ’ αὐτήν, καὶ διὰ τί πταίσαντος τοῦ Προμηθέως οἱ ἄνθρωποι ταλαιποροῦσι. καί φαμεν ὅτι ἐν πολλοῖς πταίσασα ἡ πόλις εἴς τι, μὴ παραυ‐
τίκα τὴν ἁμαρτίαν, ἀλλ’ εἰς τὰς ἐπιούσας γενεὰς ἀποτίννυ‐ σιν. οἱ δὲ ἄνθρωποι πταίσαντος τοῦ Προμηθέως διὰ τί30
20ταλαιποροῦσι; δηλονότι ἔχοντες τὸ πῦρ. καὶ διὰ τί πταίσαντος τοῦ Προμηθέως παρὰ γνώμην τοῦ Διός; διὰ τί δὲ ὁ Ζεὺς αὐτὸν οὐκ ἀπῆρε; διότι ἐπλήθυνεν εἰς τὸν κό‐ σμον ἀνεξάλειπτον 〈***〉 [ἦν] ἢ ὅτι καὶ διὰ τὴν ταλαι‐ πορίαν τὴν εἰς τοὺς ἀνθρώπους γινομένην τὴν ὕβριν καὶ
25λύπην εἰς τὸν Προμηθέα ἐπέτεινε. πᾶς γὰρ ὁ φιλῶν τινα καὶ ὁρῶν αὐτὸν λυπούμενον εἰς ἑαυτὸν ἀναφέρει τὴν λύπην.

sch

49

* τοὔνεκ’ ἄρ’ ἀνθρώποισιν: τού‐ του ἕνεκά, φησι, τῆς παρὰ τοῦ Προμηθέως ἀπάτης, ὁ Ζεὺς προεξένησε βίον ἐπίπονον τοῖς ἀνθρώποις. ἔδει γὰρ πε‐ σούσαις ταῖς ψυχαῖς πόνους καὶ τληπαθείας παρασκευάσαι,
5δι’ ὧν μισήσουσι μὲν τὸν τῆς γενέσεως τόπον καὶ τὴν ἐν σώματι ἀναστροφήν, ὑποστρέψουσι δὲ αὖθις εἰς τὴν τοῦ πα‐ τρὸς αὐλὴν καὶ πρὸς τὴν ἀφ’ ἧς ἐξέπεσον θείαν ζωήν.

sch

49a

〈τοὔνεκ’:〉 διὰ τοῦτο.

sch

49b

〈κήδεα λυγρ:〉 λύπας τληπαθεῖς.

sch

50

* κρύψε δὲ πῦρ: ἡ τοῦ πυρὸς κρύψις τῆς νοερᾶς καὶ τεχνικῆς ἐστι ζωῆς ἀφανὴς περίληψις ἣν ὁ Ζεὺς ἑκὼν πρῶτος δίδωσι—δι’ ἧς καὶ τὸν κόσμον ἐδημιούρ‐ γησεν—ἄληπτον αὐτὴν φυλάττειν τὰς πολλὰς τῶν ἐλθουσῶν
5δεῦρο ψυχῶν. φωτὸς γὰρ αἴτιον τὸ πῦρ ὂν εἰκόνα φέρει τοῦ νοῦ τοῦ τεχνικοῦ, καθ’ ὃν οἱ ἄνθρωποι ζῶσι πρῶτον νοερῶς.

sch

50a

κρύψε δὲ πῦρ: ὁ Ζεὺς ἔκρυψε τὸ πῦρ· τὸ μὲν αὖθις, τοῦτο μὲν αὖθις ἔκλεψεν ὁ υἱὸς τοῦ Ἰαπετοῦ ἀπὸ τοῦ Διὸς τοῦ βουλευτικωτάτου ἐν κοίλῳ νάρθηκι, ἢ ἐν κοίλῳ νάρθηκι δοὺς τοῖς ἀνθρώποις λαθὼν31
5τὸν Δία.

sch

50b

〈πῦρ:〉 πῦρ τῆς νοερᾶς ἐστι ζωῆς ἀφανὴς περί‐ ληψις.

sch

50c

〈κρύψε:〉 περιεφύλαξε.

sch

50d

〈τὸ μὲν αὖθις:〉 ὅπερ· πάλαι ἢ δή· τὸ μετὰ τὴν ἀπάτην.

sch

50e

〈ἐύς:〉 ἰσχυρός.

sch

50f

* πάις Ἰαπετοῖο: τὸν Ἰαπετὸν θεὸν οἰητέον εἶναι νοερὸν αἴτιον τῆς πτηνῆς τοῦ οὐρανοῦ καὶ ὀξυτάτης πάσης κινήσεως· διὸ καὶ Ἰαπετὸν κληθῆναι παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι ὑπὸ τῶν θεολόγων. τούτου δὲ
5πολλοὺς μὲν εἶναι παῖδας, ἐννέα καὶ εἴκοσι πάντας, προ‐ έχειν δὲ ἐν αὐτοῖς Προμηθέα καὶ Ἐπιμηθέα καὶ Ἄτλαντα, ὧν καὶ ὁ Ἡσίοδος ἐν τῷδε τῷ συγγράμματι (Theog. v. 507 sqq.) μέμνηται.

sch

50g

〈Ἰαπετοῖο:〉 Ἰαπετὸς δὲ λέγεται ἡ τοῦ οὐρανοῦ κίνησις· Προμηθεὺς δὲ ἡ πρόνοια, ἡ πρὸ τῶν ἔργων βουλή· Ἐπιμηθεὺς δὲ ἡ μετὰ τὸ πρᾶξαι ἐνθύμησις, ἤγουν ἡ μετὰ τὸ κακῶς ἐκβῆναι τοῦ πράγματος μεταμέλεια. πα‐
5τὴρ δὲ τούτων μὲν ὁ τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς παῖς Ἰαπε‐ τός, μήτηρ δὲ ἡ τοῦ Ὠκεανοῦ Κλυμένη.

sch

51

* ἔκλεψ’ ἀνθρώποισιν: ἡ κλοπὴ τοῦ πυρὸς δηλοῖ μετάθεσιν ἀπὸ τοῦ νοητοῦ καὶ ἀφανοῦς εἰς τὸ αἰσθητὸν καὶ ἀλλότριον, ὡς δὲ πᾶσα κλοπὴ λεληθυῖα τοῦ ἀλλοτρίου μετάθεσίς ἐστιν ὄντως καὶ ταῖς ἐν τῷ νοητῷ με‐32
5νούσαις οἰκεία ψυχαῖς τοῦ τεχνικοῦ λόγου νοεροῦ ὄντος. δέδωκεν οὖν ὁ Προμηθεὺς αὐτὸν καὶ ταῖς πεσούσαις ψυχαῖς ἐνταῦθα, διὸ κλοπὴν ὁ μῦθος τὴν δόσιν ταύτην ἐκάλεσεν ὡς ταῖς ψυχαῖς ταῖς εἰς τὸν ἀλλότριον αὐταῖς τόπον κατελ‐ θούσαις διὰ τοῦ Προμηθέως προσελθοῦσαν. τὸ δὲ αὖ‐
10θις δηλοῖ τὸ μετὰ τὴν ἀπάτην καὶ ταύτην προσθεῖναι τὴν δοκοῦσαν περὶ τὸν Δία ἐπιβουλήν.

sch

51a

〈ἔκλεψ’:〉 κλέψας ὁ Προμηθεὺς τὸ πῦρ εἰς Πυλ〈ήν〉ην ἦλθεν Αἰτωλίας, ἀφ’ οὗ συνέβη τὴν πόλιν κληθῆναι Πυρηνίαν.

sch

51b

〈ἔκλεψ’:〉 ἤγουν κλέψας κατήγαγε.

sch

51c

〈Διὸς πάρα μητιόεντος:〉 ἀπὸ ἤγουν παρὰ γνώμην τοῦ Διός.

sch

52

* ἐν κοίλῳ νάρθηκι: ἔστι μὲν πυ‐ ρὸς ὄντως φυλακτικὸς ὁ νάρθηξ ἠπίαν ἔχων μαλακότητα εἴ‐ σω καὶ τρέφειν τὸ πῦρ καὶ μὴ ἀποσβεννύναι δυναμένην. ἐν δὲ τῷ μύθῳ τοῦ αἰσθητοῦ λαμβάνεται ὡς εἰκών—καὶ γάρ
5ἐστι διονυσιακός, ὡς καὶ οἱ τελούμενοι τῷ Διονύσῳ δη‐ λοῦσι ναρθηκοφοροῦντες—, ὡς τῶν αἰσθήσεων ἐστὶ ποιητής· καὶ προσάγεται ὑπὸ τῶν Τιτάνων τῷ Διονύσῳ. τιτανικὸς δὲ θεὸς καὶ ὁ Προμηθεὺς Ἰαπετοῦ παῖς ὢν Τιτᾶνος ὄντος.

sch

52a

〈ἐν κοίλῳ νάρθηκι:〉 κούφῳ· φέλλουρα.33

sch

54

〈τούτων πέρι:〉 περισσῶς.

sch

55

〈ἠπεροπεύσας:〉 ἀπατήσας.

sch

55a

χαίροις πῦρ κλέψας: χαῖρε ὅτι ἔκλεψας τὸ πῦρ τοῖς ἀνθρώποις αὐτὸ δεδωκὼς καὶ ἠπά‐ τησάς με διὰ τὴν τῆς κρεανομίας ἀπάτην.

sch

56

* σοί τ’ αὐτῷ μέγα πῆμα: τὴν τοῦ πυρὸς κλοπὴν μέγα πῆμα λέγει τῷ Προμηθεῖ ἔσεσθαι, λαβὼν τὸ αἴνιγμα ἀπὸ τῶν προνοουμένων ὑπ’ αὐτοῦ ψυχῶν. ταύταις γὰρ ὄντως ἡ κάθοδος πῆμα καὶ τοῖς ἀνθρώποις, οἳ
5γεγόνασιν ἐκ τούτων τῶν πεσουσῶν ψυχῶν.

sch

57-58

* τοῖς δ’ ἐγὼ ἀντὶ πυρός: τοῖς ἀνθρώποις καὶ τοῖς ὑποδεξαμένοις τὴν ἄνωθεν κλαπεῖ‐ σαν ψυχὴν καὶ δεῦρο πεσοῦσαν δώσειν κακόν, τὴν Πανδώραν, ἤτοι τὴν ἄλογον ζωήν, ᾗ τερπομένους βιώσεσθαι τὸ ἑαυτῶν
5ἀγαπῶντας κακόν. τῷ λόγῳ γὰρ ἡ ἀλογία κακόν, ἀν‐ αγκαία δὲ ὅμως, ἵνα μὴ αὐτόθεν ἡ ψυχὴ κοινωνῇ τῷ σώματι.

sch

57a

〈τοῖς δ’ ἐγ:〉 τοῖς ὑποδεξαμένοις.

sch

57b

〈κακόν:〉 τὴν Πανδώραν.

sch

58a

ἑὸν κακὸν ἀμφαγαπῶντες: ἐνταῦθα τὸ ἑὸν οὐχ ὑγιῶς κεῖται· προθεὶς γὰρ 〈τὸ〉 ᾧ κεν ἅπαντες ὤφειλεν εἰπεῖν σφέτε‐ ρον, τὸ σφῶν αὐτῶν· τὸ γὰρ ἑὸν αὑτοῦ σημαίνει, τὸ
5δὲ σφέτερον ἐπὶ πάντων ἀνθρώπων τάττεται· τὸ δὲ ἑὸν ἑνικόν ἐστιν. μέμφονται οὖν τὸν Ἡσίοδον οἱ περὶ Ἀ‐
πολλώνιον (Dysc., de pron. p. 143 B [I 1, 112, 23 Schn.]) ὅτι ἑνικῷ ἀντὶ πληθυντικοῦ ἐχρήσατο ἐν τῷ ἑὸν κα‐ κὸν ἀμφαγαπῶντες. ὁμοίως δὲ καὶ Καλλί‐34
10μαχον (frg. 471 Pfeiffer) αἰτιῶνται διὰ τὸ αὐτό.

sch

58b

〈ἀμφαγαπῶντες:〉 περισσῶς.

sch

59

ἐκ δ’ ἐγέλασσε: τὸ ἄθυμον δηλοῖ καὶ τὸ ἀόργητον τοῦ Διός.

sch

60-61

* Ἥφαιστον δ’ ἐκέλευσε: τὴν ἄλογον ζωὴν δεῖ σωματικὴν εἶναι· διὸ καὶ γῆς καὶ ὕδατος χρεία καὶ τῆς φυράσεως ἣν ὁ Ἥφαιστος ποιεῖται· σωμάτων γὰρ οὗτος ὁ θεὸς ποιητής. ἐπειδὴ οὐχ ἁπλῶς ποιεῖ ψυχῆς
5ἀλόγου σῶμα, ἀλλ’ ἀνθρωπίνης, ἐντίθησι τῷ σώματι τούτῳ ζωτικὴν δύναμιν ἀνθρωπίνης φωνῆς. εἴληπται δὲ ἀπὸ τῶν τεσσάρων στοιχείων τὰ δύο, ὡς στερεώτερα καὶ παχύτερα καὶ συγγενῆ πρὸς τὸ σῶμα τοῦτο τὸ μάλιστα σύνθετον.

sch

60a

Ἥφαιστον δ’ ἐκέλευσεν: ἅμα δὲ τῷ λόγῳ καὶ τὸ ἔργον προέβη· καὶ ὅτι οὐ Προμηθεὺς ἀλλ’ Ἥφαιστος ἔπλασε πρῶτον, δῆλον ἐντεῦθεν. ἡ δὲ αἰ‐ τία τῆς παρεκβάσεως ὅτι θέλει βεβαιῶσαι τὸν λόγον τὸν
5ἴδιον δι’ οὗ εἴρηκε τὸν Δία κρύψαι τὸν πλοῦτον.

sch

60b

〈περικλυτόν:〉 ἐξάκουστον πάνυ.

sch

61a

γαῖαν ὕδει φύρειν: εἴληπται ἀντὶ τῶν τεσσάρων στοιχείων τὰ δύο ὡς στερεώτερα καὶ πα‐ χύτερα.

sch

61b

〈γαῖαν ὕδει φύρειν:〉 τὴν γῆν
τῷ ὕδατι φῦραι, τουτέστι πηλὸν ποιῆσαι· φύρειν δὲ ἀντὶ τοῦ μιγνύναι.35

sch

61c

〈ὕδει:〉 τὸ δὲ ὕδει—ὕδατι ὤφειλεν εἰπεῖν—κατὰ μεταπλασμὸν Αἰολικόν· ἀπὸ γὰρ εὐθείας ὕδος γέγονε κατὰ μεταπλασμὸν Αἰολικόν, ὡς βέλος. οἱ γὰρ Αἰολεῖς τὰς εὐθείας τὰς ἀπὸ τῶν εἰς ας οὐδετέρων εἰς
5ος μεταβάλλουσιν ὕδας ὕδος λέγοντες, ὡς κῶας κῶος· καὶ Ὅμηρος (γ 38)· “κώεσιν ἐν μαλακοῖσιν”.

sch

61d

θέμεν αὐδήν: αὐδὴν δὲ νῦν οὐ τὴν φωνὴν λέγει, ἀλλὰ τὸν τόπον δι’ οὗ ἀναδίδοται ἡ φωνή, τουτέστι τὰ φωνητικὰ ὄργανα.

sch

61e

〈θέμεν:〉 ἐνθεῖναι.

sch

62

* ἀθανάτῃς δὲ θεαῖς: δαιμόνιον ὄντως ἐστὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς τὸ ἐν ταῖς ψυχαῖς θῆ‐ λυ· διὸ καὶ τὴν ζωτικὴν ἔχει πρὸς τὸν ἄνθρωπον ὁμοιότη‐ τα καὶ δύναμιν ἀνθρωπικὴν καὶ ταῖς ἀθανάταις δὲ θεαῖς
5ἔοικε κατὰ τὸ εἶδος. μέσον οὖν πώς ἐστι θείων καὶ ἀν‐ θρωπίνων συστάσεων, ὡς ἡ λογικὴ θεῖόν ἐστι ἁπλῶς ἀπ’ αὐ‐ τῶν ἥκουσα τῶν θεῶν. ἐοίκαμεν οὖν τρία εἶναι· κατὰ τὸν λόγον θεῖοι, κατὰ τὸ ἄλογον δαιμόνιοι, κατὰ τὸ σωμα‐ τικὸν εἶδος ἄνθρωποί τινες.

sch

62a

〈εἰς ὦπα ἐίσκειν:〉 κατὰ πρόσοψιν εἰκάζειν.

sch

63

* παρθενικῆς καλὸν εἶδος: καὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς ἀδιάφθορον ὂν ἀπὸ τῆς γενέ‐
σεως μετέχει τινὸς κάλλους· ὅπου γε καὶ μέχρι σώματος ἥκει τὸ καλόν· μόνη γὰρ αἰσχρὰ ἡ ὕλη διότι ἀνείδεος.36

sch

63a

〈ἐπήρατον:〉 ἐπιθυμητόν.

sch

63b

〈αὐτὰρ Ἀθήνην:〉 ἑρμηνεύουσι οἱ Ἀναξαγόρειοι (cf. Metrodor. Lamps. frg. ap. Vorsokr. 61, 6 Diels—Kranz6) τοὺς μυθώδεις θεούς, νοῦν μὲν τὸν Δία, τὴν 〈δ’〉 Ἀθηνᾶν τύχην.

sch

64

* ἔργα διδασκῆσαι: ἔστι γάρ τι τεχνικὸν καὶ ἐν τῷ θήλει τῆς ψυχῆς τῷ ἀλόγῳ κατὰ τὸ τῆς φαντασίας εὐμήχανον καὶ ἀνατυπωτικόν, ὃ δὴ καὶ αὐτὸ φαίης ἂν Ἀθηναϊκὸν εἶναι δίδαγμα· καθὸ καὶ ἐν ἀλόγοις
5ζῴοις ἐστί τι φιλεργὸν καὶ τεχνοειδές. καί τις καὶ νοῦν διὰ ταῦτα τὴν φαντασίαν ὠνόμασεν. οὕτως οὖν ὑφαν‐ τικὸν τὸ ἄλογον καὶ ἐν ἡμῖν ὡς ἐν τῷ ἀράχνῃ.

sch

64a

διδασκῆσαι: τὸ διδασκῆσαι γὰρ ἀπὸ τοῦ διδασκῶ περισπωμένου, ὥσπερ ἀπὸ τοῦ τυπῶ τυ‐ πήσω, ἀπὸ 〈δὲ〉 τοῦ διδάσκω διδάξω· οὕτω καὶ ἀπὸ τοῦ τυ‐ πῶ διδασκῶ.

sch

65-66

* καὶ χάριν ἀμφιχέαι: σαφῶς ταῦτα προσήκει τῷ ἀλόγῳ καὶ ἐν ἡμῖν· προσαγωγὸν γάρ ἐστιν αὐτοῦ τὸ φιλήδονον τῶν πολλῶν καὶ ἐπέραστον τοῖς μὴ κρίνουσιν ὀρθῶς. διὸ καὶ τὸν πόθον αὐτοῦ εἶπεν
5ἀργαλέον οὐκ ὄντα καθαρόν, ἀλλ’ ὑλικὸν καὶ διὰ τοῦτο χαλεπόν· καὶ τὰς γυιοκόρους δὲ με‐ λεδώνας ὡς τὰ γυῖα κοσμούσας· τὸ γὰρ κοσμεῖν καὶ
καλλύνειν οἱ παλαιοὶ κορεῖν ἔλεγον.37

sch

65a

〈χάριν:〉 ὡραιότητα· καλλονήν· εὐμορφίαν.

sch

65b

χρυσῆν Ἀφροδίτην: Ἑστιαία ἡ γραμματική φησι ἐν Αἰγύπτῳ χρυσοῦν καλεῖσθαι πεδίον ἔνθα τιμᾶται ἡ Ἀφροδίτη.

sch

66a

καὶ πόθον ἀργαλέον: ἢ τὸ αὐ‐ τὴν ποθεῖν ἢ τὸ ποθεῖσθαι.

sch

66b

〈γυιοκόρους μελεδώνας:〉 γυιοκόρους τὰς εἰς κόρον ἀγούσας τὰ γυῖα, ἤτοι τὰς μέχρι κόρου ἐσθιούσας τὰ μέλη· ἢ τὰς φροντίδας τὰς κατεσθιούσας τὰ μέλη τοῖς χρωμένοις δηλονότι· μελε‐
5δώνας δὲ τὰς τρεφούσας τὸ σῶμα, ὅθεν τὸ φροντίζειν περὶ τῆς γαστρός· γυναικὶ γὰρ ἀσέμνῳ οὐδὲν μέλει ἄλλ’ ἢ μόνον τὸ σῶμα κατακόρως τρέφειν· ἢ ὅτι παναίτιοι τοῖς ἀνδράσι φροντίδων εἰσίν.

sch

67

* ἐν δὲ θέμεν κύνεόν τε νό‐ ον: εἰκότως καὶ ταῦτα φέρειν ἂν εἴποις εἰς τὴν ἐν ἡ‐ μῖν ἄλογον ζωήν, ἀναιδῆ μὲν οὖσαν ὡς κατεξανισταμένην τοῦ λόγου πολλάκις καὶ μὴ ὑποστελλομένην τῷ τῇ φύσει
5κρείττονι, ἀπατῶσαν δὲ τὸ ἐν ἐκείνῳ δυνάμενον κρίνειν καὶ γοητεύουσαν ταῖς ἡδυπαθείαις.

sch

67a

〈κύνεόν τε νόον:〉 ἀναιδῆ· πορνι‐ κόν· ἀπατηλόν· παραλογιστικόν· κλεπτικόν· τοῖς χρω‐ μένοις.

sch

68

〈διάκτορον:〉 τὸν διεξάγοντα καὶ ἀγγέλ‐
λοντα τὰ τῆς ψυχῆς ἐνθυμήματα.38

sch

73

ἀμφὶ δέ οἱ Χάριτές τε θε‐ α: Χάριτές εἰσι τρεῖς· Πειθώ, Ἀγλαία καὶ Εὐφροσύ‐ νη. Ὧραι τρεῖς· Εὐνομία, Δίκη, Εἰρήνη.

sch

73a

〈καὶ πότνια Πειθ.〉 ὅρμους δὲ χρυσείους Πειθὼ λέγεται 〈θεῖναι〉 ἐπειδὴ ἡ γυνὴ κεκοσμημένη πείθει τὸν ἄνδρα πρὸς συνουσίαν 〈ὡσ〉 τάχος.

sch

73b

〈Πειθ:〉 ἔχει γὰρ ἡ γυνὴ τὸ πιθανόν.

sch

73c

〈Πειθ:〉 Σαπφὼ (frg. inc. lib. 84 Galla‐ votti) δέ φησι τὴν Πειθὼ Ἀφροδίτης θυγατέρα.

sch

74

ὅρμους χρυσείους: ὅρμος γίνεται ἐκ τοῦ εἵρω τὸ συμπλέκω· τὸ εἴρω δὲ τὸ λέγω ψιλοῦται, δασύνεται δὲ τὸ σημαῖνον τὸ πλέκω, ἀφ’ οὗ τὸ εἱρμὸς καὶ τὸ ὅρμος· τὸ δὲ ὅρμοσ ἀπὸ τοῦ εἵρω εἵρμος ἕρμοσ καὶ
5ὅρμος, τροπῇ τοῦ ε εἰς ο· σημαίνει δὲ τὸν περιτραχήλιον κόσμον.

sch

75

〈Ὧραι καλλίκομοι στέφον:〉 γυναῖκες ἐκόσμουν.

sch

75a

εἰαρινοῖσι: ἀπὸ τοῦ πληρεστάτου τὰ ἄνθη τὰ κατὰ καιρὸν λέγει.

sch

76

πάντα δέ οἱ χρο: ἀντὶ τοῦ τὸν λοιπόν.

sch

76a

〈ο:〉 αὐτῆς.

sch

76b

κόσμον: τὸ ἱμάτιον λέγει, ἐπειδὴ τὸ σῶμα κοσμεῖ.

sch

76c

ἐφήρμοσε: ἐπειδὴ μετὰ μηχανῆς.39

sch

77-78

* ἐν δ’ ἄρα οἱ στήθεσσι διάκτορος: καὶ ταῦτα ἀληθῆ περὶ τοῦ ἀλόγου. τὸ γὰρ ἐν αὐτῷ γνωστικὸν οὐκ ἐφάπτεται τῆς ἀληθείας, ἀλ‐ λὰ φαντασίας ἴσχει ψευδεῖς παρακρουομένας τὸν λόγον ᾗ‐
5περ αὐτὸς ἐπιτρέψειεν. πῶς ἄνω (v. 61) μὲν Ζεὺς Ἡφαί‐ στῳ ἐκέλευσεν ἐνθεῖναι φωνήν, νῦν δὲ ὁ Ἑρμῆς ἐντίθησι; ῥητέον οὖν ὡς τὸ μὲν ἐνδιάθετον ἐκεῖνος, τὸ δὲ προφορι‐ κὸν ὁ Ἑρμῆς ἐντίθησιν.

sch

77a

〈ἐν δ’ ἄρα ο:〉 τὸ μὲν σωματικὸν Ἥ‐ φαιστος, τὸ δὲ λογιστικὸν ὁ Ἑρμῆς καὶ τὴν λογοειδῆ δύ‐ ναμιν.

sch

77b

〈ἐν δ’ ἄρα οἱ στήθεσσι διά‐ κτορος:〉 οἱ ποιηταὶ ἐκ τοῦ στήθους λέγουσι τὰς ἐνθυμήσεις γίνεσθαι· ὁ δὲ Ἑρμῆς 〈....〉 τῆς γυναικὸς ψεύδη καὶ κολακείας καὶ πανοῦργον ἦθος ἐνέθηκεν, ὡς αἴ‐
5τιος τούτων. πᾶς γὰρ θεὸς 〈.....〉 παντὶ κόσμῳ τὴν γυναῖκα ἐκόσμησεν. πῶς ἄνω (v. 61) μὲν Ἥφαιστος ἐποίησε, τὸ δὲ λαλεῖν καὶ φωνεῖν ὁ Ἑρμῆς 〈ἐνέθηκεν〉; ὅτι ὁ μὲν Ἥφαιστος τὸν ἐνδιάθετον ἔθηκε λόγον, ὁ δὲ Ἑρμῆς τὸν προφορικόν.

sch

77c

〈διάκτορος:〉 Νέσσος δὲ ὁ Χῖος (Vorsokr. 69 B 2 Diels—Kranz6) ἀπὸ τοῦ διάγειν φησὶ τὰς τῶν τε‐ λευτώντων ψυχὰς ἐν τῷ Ἅιδῃ.

sch

77d

Ἀργεϊφόντης: ὁ Ἑρμῆς, ἤτοι ὁ ἀργὸς
φόνου 〈ἢ〉 ὁ ἐν 〈Ἄργει πρῶτον πεφηνὼς ἢ ὁ ἐν〉αργῶς φαί‐ νων· εἰρηνικὸς γὰρ ὁ θεὸς καὶ ἀψευδής. οἱ δὲ νεώτε‐ ροι ὅτι Ἄργον ἐφόνευσε τὸν πανόπτην.40

sch

79-80

* ἐν δ’ ἄρα φωνὴν θῆκε: τοῦ‐ τό τινες περιττόν φασιν· ἤδη γὰρ ὁ Ἥφαιστος δέδωκεν αὐδὴν τῇ γυναικί. εἰ δὲ καὶ τοῦτο γνήσιον εἴη τοῦ Ἡσιόδου, τὸν 〈μὲν〉 Ἥφαιστον τὸ ὄργανον ἐροῦμεν ὑπο‐
5στῆσαι τοῦ ἀλόγου δι’ οὗ δύναται συμφθέγγεσθαι τῷ λόγῳ, τὸν δὲ Ἑρμῆν αὐτὴν δοῦναι τὴν δύναμιν τὴν λογοειδῆ· λόγων γὰρ δεσπότης οὗτος ὁ θεός.

sch

79a

〈φωνήν:〉 τὸν προφορικὸν λόγον.

sch

80a

〈κῆρυξ:〉 ὁ Ἑρμῆς.

sch

80b

〈ὀνόμηνε:〉 ὁ Ζεύς.

sch

81

Πανδώρην: ἢ ὅτι πάντων δῶρα ἔλαβεν ἢ ὅτι δῶρον πάντων τῶν θεῶν.

sch

82

ἐδώρησαν: ἀντὶ τοῦ ἐδωρήσαντο, Ἰωνικῶς· ἢ οὐ πάντες ἐδώρησαν ἀλλ’ ὁ Ζεύς.

sch

82a

ἀλφηστῇσιν: τοῖς διανοητικοῖς ἀνδρά‐ σι καὶ εὑρετικοῖς.

sch

82b

〈ἀλφηστῇσιν:〉 ἐντίμοις· λογιστικοῖς· εὑρετικοῖς.

sch

83

αὐτὰρ ἐπεὶ δόλον: οὗτος δὲ ὁ μῦθος ἐπιτηδειότατος πρὸς ἀποτροπὴν τοῦ ἀδελφοῦ, ὅπως μὴ σχολάζῃ πόρναις—ἦν γὰρ περὶ αὐτὰς ἐπτοημένος—, ὅθεν φησί (v. 373)·
5μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω.41

sch

83a

ἀμήχανον: ἀντὶ τοῦ ἀμηχάνως· ἐπιρρη‐ ματικῶς.

sch

84

* εἰς Ἐπιμηθέα πέμπε: θεός τίς ἐστι καὶ οὗτος λογισμοῦ μὲν αἴτιος, ἀλλ’ οὐ τοῦ προνοη‐ τικοῦ τῶν ἐκβησομένων, ὡς ὁ Προμηθεύς, ἀλλ’ ἐκείνου τοῦ μόλις ἐκ τῶν ἀποβάντων πρὸς ἑαυτὸν ἐπιστρέφοντος. ὅθεν
5ἐκεῖνος μὲν προαγορεύει μὴ δέχεσθαι τὴν γυναῖκα, δεξά‐ μενος δὲ οὗτος τότε δὴ γινώσκει τὸ κακόν. ἃ δὴ πάσχου‐ σιν αἱ ψυχαί· τούτων γὰρ αἱ μὲν νοερώτεραι καὶ πρὸ τοῦ παθεῖν ἀποσκευάζονται τὴν ἀλογίαν, αἱ δὲ ἀσθενέστεραι μόλις ἐκ τῆς πρὸς αὐτὴν τὴν γένεσιν κοινωνίας εἰς ἔν‐
10νοιαν ἄγονται τῶν ἀπ’ αὐτῆς κακῶν. ἃ δὲ αἱ ψυχαὶ πά‐ σχουσιν ὁ μῦθος ἐπὶ τοὺς προνοοῦντας αὐτῶν ἀναπέμπει θεούς.

sch

84a

εἰς Ἐπιμηθέα: εἰς τοὺς ἀπρονοήτους ἀνθρώπους.

sch

84b

εἰς: ἡ εἰς ἀντὶ τῆς πρός· ἔστι δὲ τὸ σχῆμα Ἀττικόν, ὅμοιον τῷ (Hom. Η 312)· “εἰς Ἀγαμέ‐ μνονα δῖον ἄγον”.

sch

85

* θεῶν ταχὺν ἄγγελον: οἰκείως ὁ Ἑρμῆς εἴληπται συναγωγεὺς τῶν δύο ψυχῶν, τῆς ἀλόγου καὶ λογικῆς, εἰς τὴν πρὸς τὸ σῶμα κοινωνίαν· μέσος γάρ ἐστι πᾶς ἄγγελος ἄλλων δύο τινῶν, ἄλλου πρὸς ἄλλον ἀγ‐
5γέλλων διάνοιαν· καὶ τὸ ἄλογον δὲ μέσον τοῦ τε σώματός
ἐστι καὶ τῆς λογικῆς ψυχῆς. στικτέον δὲ εἰς τὸ ἄγον‐ τα· οὐ γὰρ πάντων τῶν θεῶν ἦν τὸ δῶρον, ἀλλὰ τοῦ Διός.42

sch

85a

οὐδ’ Ἐπιμηθεὺς ἐφράσαθ’: ἀρ‐ χηγὸς γὰρ τοῦ τετάρτου γένους τοῦ ἡρωϊκοῦ Δευκαλίων, ἐφ’ οὗ ὁ κατακλυσμός· γαμεῖ Πύρραν τὴν Πανδώρας καὶ Ἐπιμηθέως.

sch

86

〈ὡς:〉 καθά.

sch

88

〈ἐξοπίσω:〉 εἰς ἀπρονοήτους τόπους.

sch

89

ὅτε δὴ κακὸν εἶχ’ ἐνόησε: ***〉 φησὶν ὅτι Προμηθεὺς τὸν τῶν κακῶν πίθον παρὰ τῶν Σατύρων λαβὼν καὶ παραθέμενος τῷ Ἐπιμηθεῖ παρήγγειλε μὴ δέξασθαί τι παρὰ Διός, ὁ δὲ παρακούσας ἐδέξατο τὴν Παν‐
5δώραν. ὅτε δὲ τὸ κακὸν ἔσχε παρ’ αὑτῷ, τότε ἐνόησε τί αὐτῷ ἐπέμφθη· διὰ τοῦτο καὶ Ἐπιμηθεύς. ἔστι δὲ ὅμοι‐ ον τῷ τοῦ Ὁμήρου (Ρ 32)· “ῥεχθὲν δέ τε νήπιος ἔγνω”.

sch

90-92

* πρὶν μὲν γὰρ ζώεσκον: οὐ χρόνῳ τὸ πρίν, ἀλλὰ κατὰ τὴν τάξιν μόνον τῶν πραγμάτων νοητέον. σημαίνει γὰρ ὅτι ἄνευ μὲν τοῦ ἀλό‐ γου ζῶσιν αἱ ψυχαὶ πάντων ἔξω κακῶν καὶ ταλαιπωρίας·
5διὰ δὲ τὸ ἄλογον ὑποπεπτώκασιν καὶ τοῖς ἀπὸ τῆς εἱμαρ‐ μένης πόνοις ἵνα φύγωσι τὴν μετ’ αὐτοῦ ζωήν· οὓς δὴ κῆρας ὀνομάζει καὶ αὐτός, ὡς Ὅμηρος (Θ 73).

sch

92a

〈α:〉 ὅσοι.

sch

92b

〈κῆρας:〉 θανάτους.

sch

94-98

* ἀλλὰ γυνὴ χείρεσσι: ἔστι
μὲν ὁ πίθος ἡ μία δύναμις τῆς εἱμαρμένης ἡ πάντων τῶν ἀπονεμομένων ταῖς πεσούσαις εἰς τὴν γένεσιν ψυχαῖς χω‐ ρητικὴ καλλιόνων ἢ χειρόνων παθῶν, δι’ ἃ εὔμοιροί τινές43
5εἰσιν ἢ κακόμοιροι. περιέχει γὰρ οὗτος 〈τῶν κηρῶν πλή‐ ρησ〉 τοὺς παρ’ Ὁμήρῳ (Ω 527) δύο πίθους τοὺς τῶν κακῶν 〈καὶ τῶν ἀγαθῶν〉 πλήρεις· διόπερ ἐν τούτῳ καὶ τὰ ἀγαθά. καὶ Ἐλπὶς ἐναπελείφθη ἐν αὐτῷ μόνη τοῖς δυστυχοῦσι πα‐ ραμυθίαν φέρουσα διὰ τὴν τῶν ἀμεινόνων προσδοκίαν καὶ
10τὴν μεταβολὴν τῶν παρόντων κακῶν. ἀναπετάννυσι δὲ ἡ γυνὴ τὸν πίθον ὡς ἐκφαίνουσα τὰς κῆρας ταῖς ψυχαῖς, ὧν ἐστι παρεκτική, καὶ ἀναγκαίας δεικνῦσα δι’ ἑαυτὴν ἠλογη‐ μέναις αὐταῖς, τούτων δὲ σωφρονιζουσῶν ἀπὸ τῆς πτώσεως καὶ ἐξανιστασῶν ἀπ’ αὐτῆς.

sch

94a

〈πίθου:〉 ποίου πίθου; τί γὰρ περὶ πίθου εἶπε; φαίνεται οὖν νεώτερος Ἡσίοδος Ὁμήρου· εἰπὼν γὰρ τὸν πίθον ὡς ἐκεῖθεν ἡμῶν μαθόντων ὡμολογημένον ἔλα‐ βε. δύο δὲ πίθους Ὅμηρος λέγει (Ω 527)·
5δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.

sch

96a

〈ἐν ἀρρήκτοισι δόμοισιν:〉 κακῶς δὲ εἶπεν ἐν ἀρρήκτοισι δόμοι‐ σιν ἀντὶ τοῦ πίθου δόμον εἰπών· ὅθεν ὁ Σέλευκος (M. Mueller, de Seleuco, p. 44) γράφει πίθοισιν.
5καὶ τὸ ἐν ἐλπίδι τὸν ἄνθρωπον εἶναι βουλῇ τοῦ Διὸς ὁ ποιητὴς εἴρηκε· ἄνευ γὰρ αὐτοῦ οὐκ ἂν ἡ γυνὴ 〈*** τὸ πῶ〉μα τοῦ πίθου ἐξῆγε καὶ τὴν Ἐλπίδα ἐκάλυψε. πίθον
δὲ τὰ ἐν οὐρανῷ· ἐπειδὴ οὐ πάντα τελειοῦται τὰ τῆς ἐλ‐ πίδος, εἰς οὐρανὸν ἀπένειμεν· ἢ διὰ τὸ τὸν ἐλπίζοντα44
10εἰς θεοὺς ὁρᾶν. ὅθεν Θουκυδίδης (V 103) κινδύνου παρα‐ μυθίαν εἶπε τὴν ἐλπίδα καὶ Ὅμηρος (ζ 314)·
ἐλπωρή τοι ἔπειτα φίλους τ’ ἰδέειν καὶ (Θ 526)·
ἔλπομαι εὐχόμενος Διί τ’ ἄλλοισίν τε θεοῖσιν.

sch

96b

〈ἀρρήκτοισι:〉 στερεοῖς.

sch

97a

ἔνδον ἔμιμνε πίθου: πῶς, φη‐ σιν, ἔμεινεν ἐν τῷ πίθῳ; ἐλπὶς γάρ ἐστιν ἐν ἀνθρώποις· τοῦτο δὲ καὶ Κώμανος ὁ ἀρχιοινοχόος τοῦ βασιλέως προὔ‐ τεινε. φησὶν οὖν Ἀρίσταρχος (frg. 6 Waeschke) ὅτι ἡ
5μὲν τῶν κακῶν ἔμεινεν ἡ δὲ τῶν ἀγαθῶν ἐξῆλθεν· ὅθεν ἀκυρολογοῦμεν λέγοντες ὅτι ἐλπίζειν κακά ἐστι λέγειν ἐπὶ ἀγαθῶν. ἡ γὰρ ἐλπὶς οὐχ ὑπὸ κακῶν, ἀλλ’ ὑπ’ ἀγαθῶν ἢ ἀλλ’ ὑπὸ θεῶν. ὁ δὲ Ἡσίοδος ἀκύρως ἐπὶ κακῶν εἶπε· μούνη δ’ αὐτόθι Ἐλπίς.

sch

98a

οὐδὲ θύραζε ἐξέπτη: ἐπελά‐ βετο δὲ αὕτη εἴσω πρὸ τοῦ αὐτὴν ἐκπηδῆσαι—ἤγουν τὴν Ἐλπίδα—, ἢ ἐπέθηκε τὸ πῶμα ὡς ἂν πρὸ τοῦ πηδῆσαι αὐτὴν τὰ κακὰ ἐξελθόντα ἐκ τοῦ πίθου. ταῦτα δὲ λέγει αὐτῷ
5παραινῶν αὐτὸν ἀπέχεσθαι τῆς ἀδικίας καὶ ἀντιλαμβάνεσθαι τῆς ἀληθείας καὶ μιμεῖσθαι τοὺς τότε ἀνθρώπους μᾶλλον καὶ μὴ τοὺς μετὰ ταῦτα γεννωμένους.

sch

98b

〈ἐξέπτη:〉 ἐπετάσθη.

sch

98c

〈πρόσθεν:〉 πρώτιστον.45

sch

98d

〈πρόσθεν γάρ:〉 οἰκείως δὲ ὁ πίθος εἰσάγεται διὰ τὴν πειθὼ τὴν ἀπὸ τῶν γυναικῶν, ἀγαθῶν μὲν κενός, ἐλπίδας δὲ μόνας ἔχων κενάς. ἐπὶ τὸ μυθικὸν δεῖ νοεῖν ὅτι πίθος ἦν ἐν ᾧ τὰ κακὰ ἐγκέκλειστο μετὰ τῆς
5Ἐλπίδος

sch

98e

ἐπέμβαλε πῶμα πίθοιο: πῶς ἡ γυνὴ ἐλθοῦσα ἐπὶ κακοποιΐᾳ ἐπέσχεν ὥσπερ φειδομένη; ῥητέον οὖν ὅτι ὥσπερ νομίσασα πάντα ἐξεληλυθέναι τὰ κακὰ τὸ πῶμα τῷ πίθῳ ἐπέβαλεν. ἔνιοι δὲ ἀπ’ αὐτοῦ τοῦ πώμα‐
5τος ἐκδέχονται ὅτι δι’ ἑαυτοῦ συγκλεισθὲν ἐπέσχε τὴν Ἐλ‐ πίδα.

sch

98f

〈ἐπέλλαβε:〉 ἐκράτησε.

sch

100

ἀλάληται: ἀπὸ τοῦ ἀλῶ, ἄλημι, ἄλημαι, ἐνεστὼς παθητικὸς Αἰολικός, ὡς δίζημαι καὶ ἀκάχημαι· καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλήλημαι καὶ κατὰ συστολὴν Αἰολι‐ κὴν ἀλάλημαι.

sch

102-105

* νοῦσοι δ’ ἀνθρώποισιν: τὰς νόσους αὐτομάτως φοιτᾶν σιγώσας εἶπεν ὡς ἀπὸ τοῦ παντὸς ἡμῖν προσπιπτούσας κατὰ τὰς τῆς εἱμαρμένης περιό‐ δους ἐξαίφνης. ἐσωματοποίησε δὲ αὐτὰς προσιούσας
5ἀφώνους ποιήσας, ἐνδεικνύμενος ὅτι καὶ τούτων ἔφοροι δαίμονές εἰσιν· οἵτινες δρῶσιν ἀφανῶς ἐπιπέμποντες τὰς νόσους τὰς ὑπὸ τὴν εἱμαρμένην τεταγμένας καὶ τὰς ἐν τῷ πίθῳ κῆρας διασπείροντες. καὶ τοῦτό ἐστι τὸ ἀφελεῖν
αὐτῶν τὸν Δία τὴν φωνήν, τὸ τοὺς ἐφόρους αὐτῶν δαίμονας46
10κατ’ οὐσίαν τούτων εἶναι ποιητικούς, αὐτῷ τῷ εἶναι δρῶν‐ τας ἐφ’ οἷς ἐτάχθησαν.

sch

102a

〈ἐφ’ ἡμέρι’:〉 καθημέριοι.

sch

103a

αὐτόματοι: αὐθαίρετοι· λεληθότως γὰρ ἐπέρχεται τὰ κακά.

sch

103b

〈αὐτόματοι:〉 λεληθότως αὐτοφερεῖς ἐπέρχονται.

sch

104a

σιγῇ ἐπεὶ φωνὴν ἐξείλετο: ἀθετεῖται δὲ ὁ στίχος λέγων ὅτι ἄφωνοι αἱ νόσοι· ἀγνο‐ οῦσι δὲ ὅτι σωματοποιεῖ ταύτας Ἡσίοδος, ὡς Ὅμηρος (Δ 440) Ἔριν καὶ Δεῖμον. θέλει δ’ ἐμφανίσαι ὅτι λεληθότως
5ἐπέρχονται τὰ κακὰ καὶ ἡσύχως ἐπιφέρονται αἱ νόσοι καὶ τὰ σημεῖα τῶν κακῶν.

sch

104b

σιγ: ἀντὶ τοῦ ἡσύχως.

sch

104c

〈σιγ:〉 ἀκαταγνώστως.

sch

104d

〈ἐξείλετο:〉 ἀπῆρε

sch

105a

Διὸς νόον ἐξαλέασθαι: οὐ δυνατόν ἐστι τοῦ Διὸς νοῦν ἐκκλῖναι, ὅ ἐστι τὴν εἱμαρ‐ μένην· ταύτην γὰρ οἱ Στωϊκοὶ (Stoicor. vet. II frg. 929 v. Arnim) Διὸς νοῦν προσηγορεύκασι.

sch

105b

〈οὔ τί πη ἔστι:〉 οὐ δυνατόν ἐστι.

sch

105c

〈ἐξαλέασθαι:〉 ἀπατῆσαι· ἀποφυγεῖν.

sch

106-108

* ἐκκορυφώσω: τὸ ἐκκορυφῶσαι δη‐ λοῖ τὸ ἀποκαλύψαι καὶ εἰς τὴν ἄκραν γνῶσιν ἡμᾶς ἀναπέμ‐
ψαι τῆς ἀνθρωπίνης φύσεως. δηλοῖ τὸ ἐπαγόμενον· τὸ γὰρ (v. 108)·47
5
ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ’ ἄνθρωποι προτρεπτικῶς μὲν εἴρηται εἰς ἀρετήν. εἰ γὰρ ἐκ τῶν αὐ‐ τῶν ἐσμεν τοῖς θεοῖς, οὐχ ἡ φύσις ἡμῶν αἰτία τοῦ κακοῦ, ἀλλ’ ἡ περὶ τὴν προσήκουσαν ἐπιμέλειαν καὶ τελειότητα ῥᾳθυμία. πῶς δὲ ἐκ τῶν αὐτῶν ἐσμεν οἱ ἄνθρωποι τοῖς
10θεοῖς, ποιήσει δῆλον εἰπὼν ὅτι καὶ ἡμεῖς ποτε κρονίαν ἐζῶμεν ζωὴν καὶ ἦμεν καθαροὶ κακῶν ὡς οἱ θεοί, διὰ δὲ τὴν ὕφεσιν προήλθομεν ἀπὸ τῶν θεοειδῶν ἀνθρώπων εἰς τοὺς νῦν ὄντας καὶ ἐμπαθῶς ζῶντας.

sch

106a

ἐκκορυφώσω: ἀνακεφαλαιώσομαι· δύ‐ ναται μὲν ἀκούεσθαι ἐκτελέσω, οἷον κορυφὴν ἐπιθήσω· δύ‐ ναται δὲ καὶ οὕτως· ἑτέρου σοὶ λόγου ἀπάρξομαι ἐπεὶ ἡ κορυφὴ ἀρχή τις τοῦ σώματός ἐστιν.

sch

108a

ὡς ὁμόθεν γεγάασι: ἀλαζονι‐ κὸς δὲ ὁ στίχος δοκεῖ, ἀλλὰ τούτοις πρὸς ἀρετὴν προτρέ‐ πεται. εἰ γὰρ συγγενεῖς ἐσμεν θεοῖς, τοῦ μὲν συγγενοῦς ἡμῖν ἀγαθοῦ φροντιστέον, ἀφεκτέον δὲ τῆς ἀδικίας ὡς κα‐
5κοῦ καὶ ἀσυγγενοῦς ἐκ τῶν ἡμῖν ἑαυτοῖς ὁμογενῶν.

sch

108b

ὡς ὁμόθεν γεγάασι: τὸ ὡς ἀντὶ τοῦ ὅτι καὶ τὸ 〈ὁμόθεν〉 γεγάασι ἀντὶ τοῦ ἐγένοντο ὁμοῦ, ἐκ τοῦ αὐτοῦ γένους· ἀλλ’ ἡ κακία ἐπ‐ εχώρησεν.

sch

108c

〈ὡς ὁμόθεν γεγάασι:〉 καὶ ὁ
Προμηθεὺς ἦν· καὶ ἀπ’ αὐτοῦ καὶ τῆς Πανδώρας πάλιν ἤρ‐ ξατο ὁ κόσμος εἰς γενεὰς ἔρχεσθαι.48

sch

108d

〈ὡς ὁμόθεν γεγάασι:〉 ἢ ἐκ μιᾶς φύσεως ἐγένοντο καὶ οἱ ἄνθρωποι ἢ τῶν ἀνθρώπων ἡ γενεὰ ἰσάζει τῇ τῶν θεῶν διὰ τὸν Ἐπιμηθέα.

sch

108e

ὁμόθεν: πεπλασμένως τὸ φυσικὸν θεῷ ἀνα‐ πλάττει.

sch

109-110

* χρύσεον μὲν πρώτιστα: πᾶς οὗτος ὁ περὶ τῶν ἀνθρωπίνων πολιτειῶν λόγος ἔνδειξιν ἔχει τῶν ἐν ταῖς ζωαῖς ταῖς ἀνθρωπίναις μεταβολῶν εἰς κακίαν ἐξ ἀρετῆς καὶ εἰς ἀρετὴν ἐκ κακίας, καὶ μὴ εἶναι
5μίαν ἐν πᾶσι ζωὴν ἀλλ’ ἔχειν ποικιλίαν· εἰ δέ ποτε μὲν ἄμεινον γένος εἶναί φησι, ποτὲ δὲ χεῖρον, ἀεὶ καὶ τῶν ἀμεινόνων ὄντων καὶ τῶν χειρόνων—οὐ γὰρ ἀπολέσθαι τὰ κακὰ δυνατόν, οὐδὲ πολλῷ μᾶλλον τὰ ἀγαθὰ κατὰ φύσιν ὄν‐ τα τοῖς ἀνθρώποις—, οὐ δεῖ θαυμάζειν· ὡς γὰρ πρός τινα
10τόπον ὁρῶν τὰς τοιαύτας ὅρα μεταβολάς. κωλύει δὲ οὐ‐ δὲν ποιητικῶς ὡδὶ μὲν εἶναι σιδηροῦν γένος, ὡδὶ δὲ χρυ‐ σοῦν. εἰ δὲ τοῖς ἀμεταβόλοις εἰς ἔνδειξιν χρῆται τῶν ζῴων τῷ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ, μηδὲ τοῦτο θαυμά‐ ζωμεν· ποιητικὸν γὰρ ἡ μεταφορὰ καὶ ἡ δι’ εἰκόνων τῆς
15ἀληθείας παράστασις.

sch

109a sqq

α γένος χρυσοῦν.

sch

109b

χρύσεον μὲν πρώτιστα: καὶ τοῦτο δὲ μετὰ τῆς ἐπ’ ἀρετὴν προτροπῆς, ἵνα καταιδέσῃ τῶν
κακούργων τὸ γένος αἰσχύνεσθαι· ἀπὸ δὲ τῆς ὕλης χα‐ ρακτηρίζει τὸ γένος.49

sch

111

* οἳ μὲν ἐπὶ Κρόνου ἦσαν: ὅτι μὲν οἱ ἀπὸ χρυσοῦ γένους ἄνθρωποι ζωὴν εἶχον καθαρὰν καὶ ἄϋλον καὶ ἀπαθῆ· καὶ ταύτην ὁ χρυσὸς δηλοῖ, καθάπερ ἐξηγήσατο καὶ Πλάτων (Cratyl. 398a) φανερόν. καὶ γὰρ
5ὁ χρυσὸς ἄδεκτος ἰοῦ καὶ σήψεως, καὶ διὰ τοῦτο φέρει τῆς ἀπαθείας εἰκόνα. πῶς δὲ ἐπὶ Κρόνου ἔζων οἱ τοιοῦτοι, μάθοιμεν ἂν νοήσαντες ὅτι τῆς νοερᾶς ἐστι ζωῆς δοτὴρ ὁ Κρόνος, κόρος ὢν τοῦ νοῦ, μᾶλλον δὲ κορὸς νοῦς καὶ κα‐ θαρός· τὸ γὰρ κορὸν σημαίνει τὸ καθαρόν. πάντες οὖν
10οἱ νοερῶς ζῶντες κρονίαν ἔχουσι πολιτείαν· καὶ διὰ τοῦ‐ το λέγεται βασιλεύειν αὐτῶν ὁ Κρόνος, ὥσπερ ὁ Ζεὺς τῶν πολιτικῶς ζώντων κατὰ τὴν ἀρίστην πολιτείαν τὴν πάντα κοινὰ τιθεμένην. οὐχὶ τῶν θεῶν οὖν οἰητέον τὴν βασι‐ λείαν μεταβάλλειν, ἀλλὰ τῶν ψυχῶν τὴν ζωὴν μεταβαλλουσῶν
15ἄλλον βασιλέα ποιῆσαι θεόν· τὸν δὲ μῦθον ἀφ’ ἡμῶν ἐπὶ τοὺς βασιλέας μεθιστάναι τὴν μεταβολήν.

sch

111a

οἳ μὲν ἐπὶ Κρόνου ἦσαν: οἱ τότε ἐν τῷ Ὀλύμπῳ ὄντες μετὰ Κρόνου Ὀφίων καὶ Εὐ‐ ρυνόμη, Τιτᾶνες· οὗτοι δὲ ἦσαν ἐπὶ τῆς βασιλείας τοῦ Κρόνου, ὡς εἶεν ἀρχαῖοι. ἵνα πιστεύσῃ τὸν μῦθον, τὸν
5χρόνον ὁρίζεται.

sch

112

* ὥς τε θεοὶ δ’ ἔζωον: εἰκότως οἱ παντὸς καθαρεύοντες πάθους καὶ τῷ χρυσῷ διὰ τοῦτο τῷ
ἀσήπτῳ καὶ καθαρῷ ὁμοιωθέντες ὁμοιότατοι τοῖς θεοῖς λέ‐ γονται εἶναι· καὶ γὰρ οἱ θεοὶ πρώτως εἰσὶν ἀπαθεῖς, αἱ50
5ψυχαὶ δὲ κατὰ μίμησιν ἐκείνων ταύτης τυγχάνουσιν τῆς εὐ‐ δαιμονίας.

sch

113

νόσφιν ἄτερ τε πόνων: ἤτοι μὴ νοσοῦντες διὰ τὴν τοῦ περιέχοντος ἀκρασίαν· δηλοῖ καὶ τὴν ἰσχὺν τῆς κακοπαθείας.

sch

113-115

* οὐδέ τι δειλὸν γῆρας ἐπῆν: καὶ τοῦτο κρόνιόν ἐστι· καὶ γὰρ τὸν Κρόνον ἀεὶ μελαίνας ἔχειν τὰς ἐπὶ τοῦ γενείου τρίχας φησὶν Ὀρ‐ φεύς (Orphic. frg. 130 Kern)· Πλάτων (Polit. 270d—e)
5δὲ τοὺς ἐπὶ τῆς κρονίας περιόδου ἀποβάλλειν φησὶ τὸ γῆ‐ ρας καὶ ἀεὶ γίνεσθαι νεωτέρους. ἐνδείκνυται δὲ ὡς ἄρα πάντες οἱ κατὰ νοῦν ζῶντες καὶ διὰ τοῦτο κρόνιον ἔχοντες βίον ἀεὶ ἐπὶ τὸ ἀκμαιότερον ὁδεύουσι τὴν τῇ γενέσει σύ‐ ζυγον φθορὰν ἀφιέντες. ἐν γὰρ τῇ γενέσει τὸ γῆρας, ἔξω
10δὲ τῆς γενέσεως ἀεὶ τὸ νέον ἐστὶ καὶ τὸ ἀκμάζον τοῦ πα‐ ρὰ φύσιν οὐκ ἔχοντος χώραν ἐν αὐτοῖς.

sch

113a

δειλόν: ἀντὶ τοῦ ἀσθενὲς καὶ ἄκλυτον, χαλεπόν, ὡσανεὶ ἐν τῷ γήρᾳ οὕτως ἴσχυον τοῖς ποσὶ καὶ ταῖς χερσί, ὡς ἐν τῇ νεότητι αὐτῶν.

sch

115a

τέρποντ’ ἐν θαλίῃσιν: ἀντὶ τοῦ ἀλύπως εὐωχοῦντο, τουτέστι μεθ’ ἡδονῆς. διάθησιν δὲ ἐμφαίνει ψυχῆς ἀρίστης ἀφ’ ἧς ἐστι τὸ χαίρειν καὶ εὐ‐ φραίνεσθαι.

sch

115b

θαλίῃσιν: ἰστέον ὅτι τὸ θάλεια δὲ τὸ ἐπίθετον τῆς εὐωχίας καὶ ἡ Μοῦσα διὰ τῆς ει διφθόγγου γράφονται, οἷον (Hom. Η 475) “δαῖτα θάλειαν” καὶ Μοῦσα (Hes. Theog. 77) “Θάλεια”, ἤτοι θάλλουσα· αὕτη δὲ ἡ51
5εὐωχία καὶ ἡ Χάρις ἡ πορνικὴ (Hes. Theog. 909) καὶ ἡ Νηρηὶς (Hes. Theog. 245) διὰ τοῦ ι· καὶ Ὅμηρος (Ι 143)·
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ.

sch

116-117

* θνῇσκον δ’ ὥς θ’ ὕπνῳ δε‐ δμημένοι: καὶ τοῦτο ἑπόμενον τοῖς ἀνόσως ζῶσι τὸ τὴν ἀπὸ τῶν σωμάτων λύσιν ἀβίαστον γίνεσθαι καὶ ἄπο‐ νον· καὶ οἷον ἀποβολὴν εἶναι χιτῶνος τὴν ἀπόθεσιν τοῦ
5σώματος. καὶ διὰ τοῦτο ὕπνῳ παραπλήσιον εἶναι τὸν θά‐ νατον εἶπε μετὰ ῥᾳστώνης συμβαίνοντα καὶ κατὰ φύσιν, ἀλλ’ οὐ βιαίως.

sch

117a

καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα αὐτομάτη: κατὰ τὴν φύσιν τοῦτο τῆς ἀφθονίας καὶ εὐμοιρίας σημεῖον.

sch

118-119

* οἳ δ’ ἐθελημο: ἐθελουσίως ἔζων καὶ κατὰ βούλησιν ἀπέλαυον τῶν γινομένων.

sch

118a

ἐθελημο: ἐκ παραλλήλου· ἐθελη‐ μοὶ καὶ ἥσυχοι ταὐτόν ἐστι, ἡσύχως καὶ ἑκου‐ σίᾳ γνώμῃ.

sch

121-124

* αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος: τίς μὲν ἡ ζωὴ τῶν ἐκ τοῦ χρυσοῦ γένους εἶ‐ πεν· ἀκολούθως δὲ φράζει τίς ἡ μετὰ θάνατον αὐτῶν λῆξις
καὶ τάξις. τρία γὰρ ὁ βίος, ὁ θάνατος καὶ ἡ λῆξις.52
5εἴρηται δὴ ἀπαθὴς μὲν ὁ βίος, ἀβίαστος δὲ ὁ θάνατος· τὸ δὲ τρίτον νῦν λέγεται δαιμονία ἡ λῆξις. οἱ γὰρ οὕτω βεβιωκότες κατὰ βούλησιν θεῶν ἐν δαιμόνων τάξει καθ‐ ίστανται, τῶν ζώντων ἔτι τὸν θνητὸν βίον ἀνθρώπων ἀγα‐ θοὶ ὄντες φύλακες καὶ τοῖς ἀνθρώποις ἀγαθῶν αἴτιοι, φυ‐
10λάττοντες αὐτῶν ἀπήμονα τὸν βίον εὔπορόν τε ποιοῦντες τὴν μετὰ τῶν σωμάτων αὐτῶν ζωήν.

sch

122a

τοὶ μὲν δαίμονές εἰσι: τοὺς μεθισταμένους τοῦ ζῆν, ὄντας δὲ φύλακας τοῦ βίου τῶν ἀνθρώπων, δαίμονας καλεῖ παρὰ τὸ δαῆναι ἤτοι γνῶναι τὰ πάντα ἢ μερίζειν τὰ ἀγαθὰ καὶ κακὰ τοῖς ἀνθρώποις.
5Ὅμηρος (Α 222; ρ 485) δὲ δαίμονας τοὺς ἀνθρώπους 〈τε‐ θνεῶτασ〉 οὐ καλεῖ, ἀλλὰ τοὺς θεούς· 〈Ἡσίοδος δὲ〉 οὕ‐ τως εἰς τέσσαρα διαιρεῖ τὴν λογικὴν πᾶσαν φύσιν· τὴν μὲν πρώτην θεῶν, τὴν δὲ δευτέραν δαιμόνων, τὴν δὲ τρίτην ἡρώων καὶ τὴν τετάρτην ἀνθρώπων. καὶ τὸ μὲν θεῖον ἡμῖν
10ἀνεπίμικτον, δαίμονας δὲ τοὺς ἐφορῶντας τὰ ἀνθρώπινα, ὡς καὶ Πλάτων (Legg. IV 713c) φησίν 〈***〉.

sch

123a

ἐσθλοὶ ἐπιχθόνιοι: πεπλασμέ‐ νως, ἐπειδὴ οἱ θεοὶ ἐπουράνιοι· τούτους ἐπιχθονίους λέ‐ γει ἵνα φόβος ἐγγένηται περισσὸς διὰ τὸ πλησιάζειν τοὺς ἐφόρους.

sch

124a

οἵ ῥα φυλάσσουσιν: ἱκανὰ ταῦ‐ τα τὸν Πέρσην νουθετεῖ ὡς τὸ χρυσοῦν γένος δίκαιον γέ‐
γονε καὶ ἐφορᾷ τὰ πρακτέα τῶν ἀνθρώπων ἀοράτως· πλατω‐ νικὴ (Legg. IV 713c) δὲ ἡ δόξα τὸ διὰ δαιμόνων ταῦτα53
5τῇδε οἰκονομεῖσθαι.

sch

126

* πλουτοδόται καὶ τοῦτο γέρας: τοῦτο παιδευτικῶς εἶπεν ἀποκρινόμενος πρὸς τοὺς βασιλεῖς οἳ πολλοῦ δέουσιν εὐπόρους ποιεῖν τοὺς ἀνθρώπους δωροφάγοι τινὲς ὄντες. μονονουχὶ λέγει σαφῶς
5εἰ γέρας ἐστὶ βασιλικὸν προτεινόμενον ὑπὸ τῶν θεῶν τὸ ἀγαθοποιεῖν· καὶ πλουτοδότας εἶναι δεῖ τοὺς βασιλι‐ κοὺς ἄνδρας καὶ καθαρεύειν πάσης τῆς κακουργίας καὶ τῆς τῶν χρημάτων ἐπιθυμίας ὧν εἰσιν ἄλλοις χορηγοὶ κατὰ βού‐ λησιν τῶν θεῶν.

sch

126a

πλουτοδόται: ὃ χρὴ ποιεῖν βασιλεῖς· τοῦτο δὲ ὡς πρὸς φιλάργυρον· καὶ ὅτι τὸ αὐτὸ τίμιον ἐχαρίζοντο.

sch

127-129

* δεύτερον αὖτε γένος: ὁ μὲν Ὀρφεὺς (Orphic. frg. 141 Kern) τοῦ ἀργυροῦ γένους βασιλεύειν φησὶ τὸν Κρόνον τοὺς κατὰ τὸν καθαρὸν λόγον ζῶντας ἀργυροῦς λέγων, ὥσπερ τοὺς κατὰ νοῦν μόνον χρυ‐
5σοῦς. ὁ δὲ Ἡσίοδος ἐθέλων τὴν μεταβολὴν ἐνδείξασθαι τῆς ἀνθρωπίνης ζωῆς τὸ ἀργυροῦν γένος ἀνθρώπων ποιεῖ ῥᾴ‐ θυμον· πλὴν χεῖρον μὲν τὸ ἀργυροῦν γένος εἶναί φησι τοῦ χρυσοῦ, οὐκ εἰς ἄκραν δὲ κακίαν ὀλισθῆσαν, ἀλλ’ εἰς ἀρ‐ γίαν καὶ φυσικὴν ζωὴν ἀντὶ νοερᾶς· ὅτι δὲ ἄργυρος ἰοῦ
10δεκτικός, ὡς καὶ διΐησιν ἔξω τεγγόμενος ὑπὸ τῶν ὑγρῶν
τὴν ὑγρότητα καὶ ψυχρότητα παντὸς μᾶλλον κεράμου καὶ χαλκοῦ, δῆλον. ψύχεται γὰρ τὸ ὕδωρ ἐν αὐτῷ ῥᾳδίως καὶ θερμαίνεται περιτιθεμένων ψυχρῶν ἢ θερμῶν, ὥστε διὰ τῶν πόρων τούτων καὶ ἰὸν δέχεσθαι τοῦ χρυσοῦ πυκνοτάτου ὄντος.54

sch

127a sqq

β γένος ἀργυροῦν.

sch

127b

πολὺ χειρότερον: οὐχ ὅτι ἐκεῖνο κακὸν ἦν, ἀλλ’ οὐχ ὅμοιον τῷ χρυσῷ· τὸ δὲ πολὺ χειρότερόν ἐστι συγκριτικὸν συγκριτικοῦ—αὐτὸ γὰρ τὸ χεῖρον συγκριτικόν—, ὡς εἶπε 〈Ὅμηροσ〉 (α 376;
5β 141) “λωΐτερον”· αὐτὸ γὰρ τὸ λῷον συγκριτικόν ἐστι.

sch

127c

〈πολὺ χειρότερον:〉 οὐχ ὅτι τοῦ χρυσοῦ χειρότερον ἦν, ἀλλ’ ὅμοιον τῷ Ὁμήρου (Γ 365)·
Ζεῦ πάτερ οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλων· οὐ γὰρ δήπου ὀλοοὺς τοὺς θεοὺς καλεῖ.

sch

128a

〈ἀργύρεον:〉 τὸ δ’ ἀργύρεον ἔνιοι τῇ γῇ οἰκειοῦσι λέγοντες ὅτι ἐν τοῖς Μεγάλοις Ἔρ‐ γοις (Hes. frg. 175 Rzach3) τὸ ἀργύριον τῆς Γῆς γενεα‐ λογεῖ (Orphic. frg. dubium 350 Kern).

sch

130-131

* ἀλλ’ ἑκατὸν μὲν παῖς ἔ‐ τεα παρὰ μητέρι κεδν: ὀρθῶς καὶ πάνυ φιλοσόφως τοῦ κακοῦ βίου τὴν ἀρχὴν ἐν τῇ μοχθηρᾷ τίθεται ἀνατροφῇ, τοιαύτη δὲ πολὺν χρόνον ἐν τῇ γυναικω‐
5νίτιδι γενομένη. καὶ γὰρ Πλάτων (Legg. III 694c—695e) τῶν Περσικῶν τινος τοῦτο κατέγνω βασιλέων τὸν υἱὸν ἐά‐ σαντος πολὺν χρόνον ἐπὶ ταῖς γυναιξὶ τεθράφθαι. εἰκό‐
τως οὖν ἀποφαίνειν τὸν οὕτω τρεφόμενον μέγα νή‐ πιον ὡς ἀμαθῆ πάντων ὧν δεῖ πράττειν τὸν ἀνδρι‐55
10κὸν καὶ γεννάδα τὸ ἦθος.

sch

130a

ἀλλ’ ἑκατὸν μὲν παῖς ἔτεα: πάνυ φιλοσόφως ἀρχὴν φαύλου βίου καὶ κακοδαίμονος τὴν ἀνατροφὴν ὑποτίθεται. καὶ γὰρ ὁ Πλάτων (Legg. III 694 c) ἔφη Κῦρον καὶ Δαρεῖον στρατιωτικοῖς ἔθεσι παιδευθέν‐
5τας ἄνδρας ἀγαθοὺς γενέσθαι, τοὺς δὲ παῖδας αὐτῶν ἀσχο‐ λουμένους ἐν γυναιξὶ νεοπλούτοις καὶ τρυφώσαις διαφθα‐ ρῆναι.

sch

130b

〈ἀλλ’ ἑκατόν:〉 κατὰ σύγκρισιν, ἐπεὶ οὐ τῶν ἑκατὸν ἐλάττους ἔζων. τὸ δὲ ἑκατὸν οὐκ ἐπὶ ὡρισμένου χρόνου, ἀλλ’ ἐπὶ πλήθους· ἔστι γὰρ ἀόριστον, ἀντὶ τοῦ πολλά.

sch

131a

ἀτάλλων: ὁ μετὰ ἐπιμελείας τρεφόμενος καὶ ὡς ἂν νηπιάζων ἀταλάφρων, ὁ μηδὲ καρτερεῖν δυνάμε‐ νος· ὅθεν καὶ τὸ τέτλαθι, ἀντὶ τοῦ καρτέρησον.

sch

131b

〈νήπιος:〉 παῖς ὁ μὴ δυνάμενος εἰπεῖν.

sch

133

παυρίδιον ζώεσκον: εἰ πολλῷ χρόνῳ ἐτρέφοντο, ὀλίγον δὲ διέζων καὶ ἤκμαζον, πῶς οἱ τρέφοντες αὐτοὺς διέζων; ἴσως οὖν πρὸς ἀναλογίαν τῆς ἐκτροφῆς. τὸ δὲ παυρίδιον ζώεσκον ὡς
5πρὸς σύγκρισιν τῶν ἑκατὸν ἐτῶν.

sch

134-140

* ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο ἀλλήλων ἀπέχειν:
ταῦτα ἑπόμενά ἐστι ταῖς ῥᾳθύμοις ζωαῖς τῶν ἀνθρώπων, διὰ μαλθακίαν ἐξυβρίζειν καὶ μήτε τῶν εἰς ἀλλήλους ὕβρεων56
5ἀπέχεσθαι, μήτε τῶν εἰς τοὺς θεοὺς τιμῶν ἀντέχεσθαι· ζῆν δὲ ὁμοίως φυτοῖς πίνοντας καὶ ἐσθίοντας. οὕτω ζή‐ σαντες Συβαρῖται καὶ Κολοφώνιοι πρότερον ἀπώλοντο, Περ‐ σῶν δὲ καὶ Μήδων ἥψατο τὸ πάθος.

sch

135a

οὐδ’ ἀθανάτους θεραπεύειν: ἵνα μὴ ἐκ φύσεως ᾖ τὸ ἁμάρτημα, ἀλλ’ ἐκ προαιρέσεως.

sch

137a

〈κατ’ ἤθεα:〉 κατὰ τὰ εἰθισμένα ἤθη.

sch

141-142

* τοὶ μὲν ὑποχθόνιοι: οἱ μὲν πρὸ τούτων (v. 123) ἐπιχθόνιοι ἦσαν κατὰ τὴν λῆξιν καὶ ἀγαθῶν χορηγοὶ καὶ φύλακες τῶν θνητῶν· οὗ‐ τοι δὲ θνητοὶ φύλακες καὶ ὑποχθόνιοι λέγον‐
5ται, ὡς ἐν τοῖς ὑπὸ τὴν γῆν ταχθέντες τόποις, διότι φυ‐ σικὴν εἶχον ζωὴν ἀντὶ νοερᾶς, ἐοικότες τοῖς φυτοῖς τοῖς τὰς κεφαλὰς ἔχουσιν ἐν γῇ κατερριζομένας· αἱ γὰρ ῥίζαι τῶν φυτῶν κεφαλαί εἰσιν. εἰκότως οὖν ὑποχθό‐ νιοι, θνητοὶ δὲ φύλακες ὡς ζῶντες κατὰ τὸ θνη‐
10τὸν ἑαυτῶν· τοιαύτη γὰρ ἡ φυσικὴ ζωή. τίνων δὲ φύλα‐ κες; ἦ δηλονότι ψυχῶν ἐν ἐκείνοις τοῖς τόποις διατρι‐ βουσῶν, οὐκέτι φυσικῶς ζησασῶν, ἀλλ’ εἰς πᾶσαν ὀλισθησα‐ σῶν κακίαν· διὸ περὶ τούτων προσέθηκεν ὅτι καὶ αὐτοῖς τιμή τις ὀπηδε, καθόσον οὐ μεγάλα ἐξειργά‐
15σαντο κακὰ οἷα τῶν ἐφεξῆς τούτοις.

sch

141a

ἐπιχθόνιοι μάκαρες: μακάριοι
καὶ οὗτοι· οὐ γὰρ πάνυ ἦσαν ἀσεβεῖς, μακάριοι δὲ θνη‐ τοί, οἵους καὶ ἡμεῖς φαμεν τοὺς καλῶς ἐν ἡμῖν καὶ ἐπ‐ αινετῶς τελευτήσαντας. ἐπιχθόνιοι δὲ πρὸς57
5ἀντιδιαστολὴν τῶν ἐν Ὀλύμπῳ.

sch

143-151

* τρίτον ἄλλο γένος: τοῦτο τὸ γένος εἰκότως τρίτον, οὔτε νοερὸν ὂν οὔτε πανοῦργον, ἀλλὰ δεινὸν ὄντως καὶ εἰς τυραννικὴν δυναστείαν ἐκλακτί‐ σαν καὶ φονικόν, τῶν σωμάτων μόνων ἐπιμελές, διό φη‐
5σιν (148—149)·
ἄπλατοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον. δηλοῖ γὰρ ὅτι τῶν σωμάτων τὴν ῥώμην ἤσκουν οἱ ἐν τούτῳ τῷ γένει, τῶν δ’ ἄλλων ἀμελοῦντες, περὶ τὴν τῶν ὅπλων
10κατασκευὴν διέτριβον καὶ τῷ χαλκῷ πρὸς τοῦτο ἐχρῶντο, ὡς τῷ σιδήρῳ πρὸς γεωργίαν, διά τινος βαφῆς τὸν χαλκὸν στερροποιοῦντες ὄντα φύσει μαλακόν· ἐκλιπούσης δὲ τῆς βαφῆς ἦλθον ἐπὶ τὴν τοῦ σιδήρου καὶ ἐν τοῖς πολέμοις χρῆσιν. τοῦτο δὴ τὸ χαλκοῦν γένος ἐκ μελιᾶν
15εἶπε φῦναι, Δωρικῶς, ἀντὶ τοῦ ἐκ τῶν μελιῶν τῶν δένδρων, οὐχὶ ἐκ τῶν Μελιῶν Νυμφῶν—καὶ γὰρ Μελίας Νύμφας εἶ‐ ναί φασιν—· ἄτοπον δὲ τὸ ἐκ τοῦ θείου γένους ὄντας θη‐ ριώδεις φῦναι, ἀλλ’ ὡς ἐκ δένδρων στερεῶν καὶ δυσσήπτων γεγονότας τά τε σώματα γενέσθαι ἰσχύοντας καὶ τὰ ἤθη ἀ‐
20τεράμονας καὶ βιαίους. τοῦτο γὰρ αἰνίττεται ἡ ἐκ τῶν μελιῶν αὐτοῖς γένεσις.

sch

143a sqq

γ〉 γένος χαλκοῦν.58

sch

143b

〈τρίτον ἄλλο γένος:〉 τοὺς Γί‐ γαντας καλεῖ.

sch

144a

〈χάλκειον:〉 διὰ τὸ πολεμικοὺς εἶναι.

sch

144b

οὐκ ἀργυρῷ οὐδὲν ὅμοιον: ἀργυρῷ περισπωμένως· γέγονε γὰρ ὡς χρυσῷ.

sch

145a

ἐκ μελιᾶν: 〈ἢ Δωρικῶς ἐκ Μελιῶν〉 Νυμ‐ φῶν οὕτω καλουμένων ἢ διὰ τὴν μελίαν τὸ ξύλον ὡς πολεμι‐ κὸν 〈γένοσ〉, ἢ διὰ τὰς φροντίδας.

sch

145b

ἐκ μελιᾶν: Δωρικῶς δὲ εἶπε μελι‐ ᾶν 〈ἀντὶ τοῦ μελιῶν τῶν δένδρων〉· οὐδὲ γὰρ ἐκ τῶν Με‐ λιῶν Νυμφῶν· ἄδικον γὰρ τὸ γένος καὶ ἀσύνετον καὶ οὐ‐ δὲ γενεαλογούμενον ἐκ τῶν σταγόνων τοῦ Οὐρανοῦ (Theog.
5183 sqq.), ὥς τινες. τινὲς δὲ ἀλληγοροῦσι μελίας τὰς φροντίδας.

sch

145c

ἐκ μελιᾶν: Δωρικῶς· γέγονεν ἀπὸ ξύ‐ λου τινός· ἀνόητον γένος λέγει καὶ ἀσύνετον· οὗτοί, φησιν, οὐκ ἐκ γένους θεῶν, ἀλλ’ ἐκ δένδρων μελιῶν· μελία δέ ἐστι δένδρον ἄσηπτον καὶ ἰσχυρόν, ὡς ἰσχυρὸν καὶ δυ‐
5νατὸν καὶ βίαιον 〈γένοσ〉·

sch

146a

οὐδέ τι σῖτον ἤσθιον: ἀλ‐ ληλοφαγίαν ἴσως ἐνόσουν ἢ θηρίων κρέα ἤσθιον ἢ ὅτι τινῶν ἀθέσμων ἐγεύοντο· παρέλιπε γὰρ [τὸ] εἰπεῖν τί ἤσθιον.

sch

147a

〈ἀδάμαντος:〉 ἀδάμας δέ ἐστιν εἶδος σκληροῦ λίθου σίδηρον τέμνοντος.

sch

148a

ἄπλαστοι: ἀπροσπέλαστοι, φοβεροί· ὧν οὐκ ἄν τις ἅψαιτο δι’ ἔργων, οἷς οὐκ ἐδύνατό τις ἐγγίσαι· μεγάλη γὰρ ἰσχὺς καὶ προθυμία αὐτοῖς ἦν καὶ χεῖρες ἀ‐ προσπέλαστοι ἀπὸ τῶν ὤμων αὐτῶν ὑπῆρχον σὺν τοῖς λοιποῖς59
5μέλεσιν.

sch

148b

〈ἄαπτοι:〉 ἀκράτητοι.

sch

150a

〈τῶν δ’ ἦν χάλκεα μὲν τεύ‐ χεα:〉 οἱ γὰρ παλαιοὶ πρὸς γεωργίαν μὲν ἐχρῶντο τῷ σιδήρῳ, πρὸς δὲ πόλεμον τῷ χαλκῷ· ἀπὸ τούτου δὲ οἱ ποιηταὶ (Hom. Δ 481) “χάλκεον ἔγχος” λέγουσιν.

sch

150b

τῶν δ’ ἦν χάλκεα μὲν τεύ‐ χεα: οὐ γὰρ οἱ παλαιοὶ πρὸς γεωργίαν μὲν ἐχρῶντο τῷ σιδήρῳ, πρὸς δὲ πόλεμον τῷ χαλκῷ, 〈ἀλλὰ πρότερον μόνῳ τῷ χαλκῷ ἐπ’ ἀμφότερα ἐχρῶντο〉· ἀπὸ τούτου δὲ οἱ ποιηταὶ
5(Hom. Δ 481) “χάλκεον ἔγχος” λέγουσιν, ἀντὶ τοῦ σιδή‐ ρεον· ἢ τῷ Ὁμήρῳ ἐξακολουθεῖ 〈καὶ〉 ὅπως μὴ αὐτὸν ψεύ‐ στην ποιήσῃ εἶπεν ὅτι οὔπω ἦν σίδηρος εὑρημένος. Σέ‐ λευκος (frg. novum) γράφει μέλας δ’ οὐκ ἔ‐ στι σίδηρος, ἵνα ᾖ μὴ καθόλου τὸ μὴ ἔχειν.

sch

151a

μέλας δ’ οὐκ ἔσκε σίδηρος: τὸ μέλας γνωστέον τῇ φαντασίᾳ τῇ ἰώδει· τῇ γὰρ φύ‐ σει λαμπρόν ἐστι· Ὅμηρος (φ 3) δὲ “πολιόν τε σίδηρον”.

sch

151b

〈μέλας δ’ οὐκ ἔσκε σίδηρος:〉 ὥσπερ γὰρ Ὅμηρος ἔφη (Υ 229) “ἁλὸς πολιοῖο” καὶ (Ω 79) “μείλανι πόντῳ” καὶ (Ι 15) “δνοφερὸν χέει ὕδωρ” καὶ (Β
307) “ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ”, οὕτω καὶ “μέλας ... σίδηρος”.60

sch

152-156

* καὶ τοὶ μὲν χείρεσσιν ὑπὸ σφετέρῃσι δαμέντες: αὐτοὶ παρ’ ἑαυτῶν κατέρρευσαν ὡς δύσμικτοι καὶ θηριώδεις ὄντες, οἷον ἀλληλοφονοῦντες, καὶ εἰκότως εἰς τὸν ὑποχθόνιον
5τόπον καταδῦντες, ἐν ᾧ τὸ ἄτακτον συνέωσται τοῦ κόσμου καὶ τὸ θηροφανὲς τῶν δαιμόνων γένος, οὓς κύνας εἴωθε τὰ λόγια (cf. G. Kroll, de orac. chald., Bresl. Philol. Abhandl. 7, 1895, p. 45) καλεῖν. εἰσὶ μὲν οὖν οὗτοι τρίτοι τινὲς εἰκότως ἀπὸ τῶν χρυσῶν· ἐκεῖνοι μὲν γὰρ ἀπαθεῖς, οἱ δὲ
10μετ’ αὐτοὺς οὔτε ἀπαθεῖς οὔτε ἐμπαθεῖς, εἰ καὶ τελευ‐ τῶντες ἐξύβριζον διὰ τὴν εὐπορίαν τῶν ἀναγκαίων· οὗτοι δὲ οὐ μόνον ὑβρισταί, ἀλλὰ καὶ φονικοὶ καὶ ἐμπαθεῖς καὶ εἰς ἐσχάτην ἐλθόντες μοχθηρίαν, ὥστε ἐν τῇ τριάδι πε‐ ριειλῆφθαι τὴν ἀνθρωπίνην ζωήν, τῷ χρυσῷ, τῷ ἀργύρῳ,
15τῷ χαλκῷ. καὶ γὰρ τούτων ἡ τάξις τῶν ὑλῶν τοιαύτη ἐστίν· ὁ μὲν χρυσὸς ἡλιοειδής, διότι φῶς μόνον ὁ ἥλιος ἄϋλον· ὁ δὲ ἄργυρος σεληνιαῖος, διότι καὶ ἡ σελήνη σκιᾶς δεκτικὴ καθάπερ καὶ ἄργυρος ἰοῦ· ὁ δὲ χαλκὸς χθόνιος, καθόσον οὐκ ἔχων ὁμοίως τὸ φωτεινὸν
20πολλῆς ἐστιν ἀνάπλεως σήψεως.

sch

153a

〈εὐρώεντα:〉 ὀμιχλώδη, σκοτεινὸν ἢ πλατύν.

sch

154a

〈νώνυμοι:〉 οὔτε θνητοὶ δαίμονες οὔτε ἀθάνατοι.

sch

154b

〈ἐκπάγλους:〉 καταπληκτικούς, φοβερούς.61

sch

157-158

* αὖτις ἔτ’ ἄλλον τέταρ‐ τον: τὸ μὲν τρίτον γένος ἐξέλιπε διὰ τοῦ κατακλυ‐ σμοῦ, 〈***〉 φησι. μετὰ δὲ τὸν κατακλυσμὸν γένος παρῆλθεν εἰς τὸν βίον ἱερόν, τὸ τῶν ἡμιθέων, ἀρκέσαν ἕως
5τῶν Τρωϊκῶν ἐπὶ ἑπτὰ ἢ ὀκτὼ γενεάς· καὶ γὰρ Εὔμηλος, ὁ στρατεύσας ἐπὶ Τροίαν, υἱὸς ἦν Ἀδμήτου, αὐτὸς δὲ Φέρη‐ τος, οὗτος δὲ Κρηθέως, ὁ δὲ Αἰόλου, ὁ δὲ τοῦ Ἕλληνος, οὗτος δὲ Δευκαλίωνος· καὶ Γλαῦκος τοῦ Ἱππολόχου, τοῦ Βελλεροφόντου, τοῦ Γλαύκου, τοῦ Σισύφου, τοῦ Αἰόλου, τοῦ
10Ἕλληνος, τοῦ Δευκαλίωνος· ὁ οὖν Γλαῦκος ὄγδοος. τὸ τοίνυν ἡρωϊκὸν γένος ἄχρι τοσούτου διήρκεσεν ἀρετῇ δια‐ πρέψαν.

sch

157a

τ’ ἄλλο τέταρτον: τὸ ἀπὸ τῆς Πανδώρας τῶν ἡρώων, τουτέστι τὸ ἐκ Πανδώρας γένος, ἥτις ἦν, κατὰ τὸν Αἰσχύλον (TGF 369 N.2)
τοῦ πηλοπλάστου σπέρματος θνητὴ γυνή.

sch

157b

〈ἔτ’ ἄλλο τέταρτον:〉 ὥσπερ δὲ τὰ ἄλλα γένη ἀπὸ τῆς περὶ αὐτὰ ὕλης ἐκάλεσε χρυσοῦν καὶ ἀρ‐ γυροῦν, οὕτω καὶ τοῦτο, ἀπὸ τῆς γῆς ὄν, ἡρωϊκόν. ἔρα γὰρ ἡ γῆ καὶ ἠρία τὰ χώματα· προείρηκε γὰρ ὅτι ὁ Ζεὺς
5ἐκέλευσεν Ἥφαιστον (v. 60)
περικλυτὸν ὅττι τάχιστα
γαῖαν ὕδει φύρειν.

sch

158a

〈Ζεὺς Κρονίδης ποίησε:〉 ἔ‐
στω δὲ ἡ ἀρχὴ τῆς ἡρωϊκῆς γενεαλογίας αὕτη· ἐπλάσθη τοίνυν πρώτη, κατὰ ἕτερον πραγματικὸν μῦθον, ἡ Πανδώρα, ἣν ἔγημεν Ἐπιμηθεύς, ἐξ ὧν Δευκαλίων καὶ Πύρρα. ἀλό‐62
5γως δὲ λέγουσιν ὅτι Προμηθεὺς ἀνθρώπους ἔπλασεν, ὃς το‐ σοῦτον ἀποδεῖ τοῦ μὴ πεπλακέναι ὥστε καὶ προσέτασσεν Ἐπιμηθεῖ μὴ προσίεσθαι τὴν Πανδώραν. Πανδώρας οὖν καὶ Ἐπιμηθέως γίνεται Δευκαλίων καὶ Πύρρα· Δευκαλίωνος δὲ Ἕλλην, τούτου Αἴολος, οὗ Κρηθεύς, οὗ Φέρης, οὗ Ἄδμη‐
10τος, οὗ Εὔμηλος, ὁ ἐπὶ Τροίαν στρατεύσας. ἀπὸ Δευκα‐ λίωνος οὖν οἱ ἥρωες ἤρξαντο· διὰ δὲ τοῦ ἀληθοῦς πι‐ στοῦται τὸ ἡγημένον, ἵνα μὴ ἔγκλημα φύσεως ἐπὶ τὸ χεῖρον ῥεπούσης λέγῃ.

sch

158b

〈δικαιότερον καὶ ἄρειον:〉 τὸ δικαιότερον ἀντὶ τοῦ δίκαιον· οὐ γὰρ ἔδωκε σύγκρισιν πρὸς ἕτερον· τὸ δὲ ἄρειον ἢ βέλτι〈στ〉ον ἢ πολεμικόν.

sch

158c

ἄρειον: οὔκουν ἐστὶ φυσικὸν τὸ ἐπὶ τὰ χείρονα προβαίνειν· ἐγχωρεῖ γὰρ καὶ κατ’ ἐξοχὴν διορθοῦ‐ σθαι.

sch

159

〈θεῖον γένος:〉 θαυμαστὸν ἢ ὑπὸ θεοῦ πεποιημένον.

sch

159-160

* οἳ καλέονται ἡμίθεοι: ἥρωας μὲν αὐτοὺς ἐκάλουν [ἢ] ὡς ἐξ ἔρωτος γεγονότας ἢ θεῶν ἐρασθέντων γυναικῶν ἢ θεαινῶν ἐρασθεισῶν ἀνδρῶν· ἡμιθέους δὲ ὡς τὸ μὲν ἔχοντας θεῖον, τὸ δὲ ἀνθρωπικὸν κα‐
5τὰ τὴν γένεσιν. ὥσπερ οὖν ἐστι θεῶν μόνον τὸ ἐξ ἀμφοτέ‐ ρων θεῶν, καὶ ἀνθρώπων τὸ ἐξ ἀμφοτέρων ἀνθρώπων, οὕτω δὴ καὶ τὸ σύμμικτον ἔκ τε θεῶν καὶ ἀνθρώπων ἡμίθεοι λέγονται. αὐτὴν δὲ ταύτην τὴν ἐν τῇ γενέσει διαφορὰν ἀναφέρειν δεῖ πρὸς τὸ εἶδος τῆς ζωῆς· ὅσοι μὲν γὰρ63
10κατὰ τὴν ἀναγωγὸν ζωὴν μᾶλλον διέπρεψαν, τούτους ἐκ πα‐ τρὸς μὲν θεοῦ, μητρὸς δὲ ἀνθρωπίνης παρέδοσαν· ὅσοι δὲ κατὰ τὴν πρακτικὴν ἀρετήν, τούτους ἀνάπαλιν ἐκ θεαίνης μὲν μητρός, πατρὸς δὲ ἀνθρώπου. καὶ γὰρ ἄμφω μὲν θεῖα καὶ τὸ ἀναγωγὸν καὶ τὸ πρακτικόν· ἀλλὰ τὸ μὲν ἀρρενωπὸν
15ὡς ἐρρωμενεστέρας ὂν ζωῆς, τὸ δὲ θηλυπρεπὲς ὡς ὑφειμένον κατὰ τὴν δύναμιν, καὶ ὡς τὸ μὲν ἀπαθέστερον, τὸ δὲ συμ‐ παθέστερον τοῖς θνητοῖς.

sch

159a

οἳ καλέονται ἡμίθεοι: κατὰ σύγκρισιν πρὸς ἡμᾶς ὑστέρους ὄντας ἐκείνων. Ὅμηρος (Μ 23)· “καὶ ἡμιθέων γένος ἀνδρῶν”.

sch

160a

προτέρῃ γενε: ἤτοι προτέρων ἀνθρώπων.

sch

160a(=169)-161

*τηλοῦ ἀπ’ ἀθανά‐ των τοῖσι Κρόνος ἐμβασίλευε: τοῦτον καὶ τὸν ἑξῆς ὡς φληναφώδεις ἐξοικίζουσι τῶν Ἡσιόδου 〈οἱ〉 τά τε ἄλλα φαυλίζοντες καὶ τὸ ἐνθουσια‐
5στικὸν τῆς εἰσβολῆς τῶν μετ’ αὐτοὺς στίχων ἀφαιρεῖν εἰ‐ πόντες· ὡς γὰρ ἀποβλέψας εἰς τὸ κατ’ αὐτὸν τῶν ἀνθρώπων γένος μετὰ τὴν ἐξύμνησιν τῆς τῶν ἡμιθέων λήξεως, ἐπάγει
(v. 174—175)·
μηκέτ’ ἔπειτ’ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
64
10
ἀνδράσιν, ἀλλ’ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι· δι’ ὧν οὐ μόνον δηλοῖ τὴν ἀπὸ τῶν κρειττόνων εἰς τὸ χεῖ‐ ρον εἶδος τῆς ζωῆς μεταβολήν, ἀλλὰ καὶ ἀνάπαλιν ἔσεσθαι ἀπὸ τῶν χειρόνων εἰς τὸ κρεῖττον. τὸ γὰρ ἣ ἔπει‐ τα γενέσθαι εὔχεσθαι δηλοῖ καὶ ἀμείνους
15ἔσεσθαί τινας τῶν κατ’ αὐτὸν ἀνθρώπων ὕστερον, ὥστε καὶ ἐκ τούτου δηλοῦν ὅτι τὰς μεταβολὰς ἠθέλησε παραδοῦναι τῶν περιόδων τῆς ἀνθρωπίνης ζωῆς εἰς τὰ ἐναντία γι‐ νομένας.

sch

162

τοὺς μέν: τοὺς περὶ Τυδέα καὶ Καπανέα καὶ τοὺς λοιποὺς εʹ λοχαγούς.

sch

163

* μήλων ἕνεκ’ Οἰδιπόδαο: διὰ τῶν μήλων πᾶσαν δηλοῖ τὴν κτῆσιν, δι’ ἣν οἱ τοῦ Οἰδίποδος παῖδες καὶ πόλεμον ᾔραντο πρὸς ἀλλήλους καὶ συναπέθανον ἀλλήλοις καὶ μιᾷ πυρᾷ παρεδόθησαν.

sch

163a

〈μήλων ἕνεκ’:〉 οἱ παλαιοὶ γὰρ ἐν τοῖς τετράποσι τὴν κτῆσιν εἶχον· ἀμέλει καὶ οἱ βασιλέων παῖδες ἐποίμαινον πρὸ τοῦ γάμου καὶ ταῖς νύμφαις πρόβατα καὶ βόας ἐχαρίζοντο· ὅθεν καὶ (Hom. Σ 593) ”παρθένοι
5ἀλφεσίβοιαι”.

sch

164

τοὺς δὲ καὶ ἐν νήεσσιν: κατ’ ἐξοχὴν λέγει τοὺς δύο πολέμους, τὸν Θηβαϊκὸν καὶ τὸν Ἰλιακόν.

sch

164a

〈λαῖτμα:〉 ὅρμημα, κῦμα.65

sch

166

〈ἔνθ’ ἦ τοι:〉 ὅπου ἢ τότε δή.

sch

167-168

* τοῖς δὲ δίχ’ ἀνθρώπων βίοτον: περὶ τῆς τῶν ἡρώων λήξεως ὁ λόγος, ὅτι καὶ βίον καὶ τόπους οἰκείους, οὓς ἐκάλεσεν ἤθη, χω‐ ρὶς τῶν ἀνθρώπων ἀπένειμε αὐτοῖς ἐν τοῖς πέρασι τῆς γῆς.

sch

167a

τοῖς δὲ δίχ’ ἀνθρώπων βίοτον καὶ ἤθε’ ὀπάσσας: τοῖς ἐπὶ Ἀγαμέμνονα χωρὶς τῶν λοιπῶν ἀνθρώπων βίον καὶ διαγωγὴν δοὺς ὁ Ζεὺς ᾤκισεν εἰς τὸ τέλος τῆς γῆς· ἐξαιρέτως τῶν
5ἐπ’ Ἴλιον στρατευσάντων καὶ τῶν Καδμείων λαῶν μέμνηται· τοὺς δὲ ἄλλους ἥρωας 〈***〉 ἀπειλητικῶς μαντευόμενος λέγει, ἀλλ’ ὅμως καὶ οἱ κακοὶ οὗτοι μεθέξουσί τινος βίου.

sch

167b

τοῖς δὲ δίχ’ ἀνθρώπων: ἀπεχώρισεν αὐτοὺς τῶν ἀνθρώπων καὶ ἔδωκεν αὐτοῖς τόπον ἴδιον καὶ ζωήν· καὶ ζῶσιν ἀβλαβεῖς πέραν τοῦ Ὠκεανοῦ.

sch

167c

〈ἤθε’ ὀπάσσας:〉 τούτοις δέ φησι ὁ Ζεὺς τὸν βίον καὶ πλεῖστα εἴδη χωρήσας παρέσχεν ἀθανα‐ σίαν καὶ κατῴκισε πέραν τοῦ Ὠκεανοῦ.

sch

167d

〈ἤθε’ ὀπάσσας:〉 τὰς διατριβὰς πορί‐ σας, ὅ ἐστι παρασχών.

sch

168a

〈κατένασσε:〉 κατῴκισε.

sch

169

cf. 160a—161.

sch

171

ἐν μακάρων νήσοισι: μακάρων νήσους νῦν τὸν Παράδεισον αἰνίττεται, ὅ ἐστι τὸ παρ’ αὐ‐
τοῖς Ἠλύσιον πεδίον λεγόμενον, παρὰ τὸ ἄλυτα τηρεῖν τὰ σώματα καὶ ἀθάνατα ἢ παρὰ τὴν λύσιν τῶν κακῶν. Ὅ‐66
5μηρος (δ 563)·
ἀλλά ς’ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
ἀθάνατοι
πέμψουσιν.

sch

171-173

* παρ’ Ὠκεανὸν βαθυδί‐ νην: ἔνθα κατοικοῦσιν· αὐτοῖς δὲ μελιηδέα καρπὸν τρὶς τοῦ ἔτους φέρειν λέγει τὴν γῆν. δη‐ λοῖ οὖν τὸ αἴνιγμα λῆξιν μὲν αὐτοὺς ἔχειν θειοτέραν τῆς
5ἐν τῇ γενέσει ζωῆς καὶ διὰ τοῦτο λέγεσθαι τῶν μακάρων νήσους οἰκεῖν, ἃς αἱ εὐδαίμονες εἰλήχασι ψυχαὶ 〈ἐν〉 νήσοις ᾠκισμέναι, ὡς ὑπερέχουσαι τῆς γενέσεως καθάπερ αἱ νῆσοι τῆς θαλάσσης· παρ’ Ὠκεανὸν δὲ οἰκεῖν λέγεσθαι τὸν διορίζοντα τὸν νοητὸν τόπον ἀπὸ τῆς τοῦ
10Ἅιδου βασιλείας, ὃν καὶ πρῶτον περαιοῦσθαι τοὺς εἰς Ἅιδου πορευομένους. φέρειν δὲ αὐτοῖς τρὶς τὴν γῆν τοῦ ἔτους καρπόν, ὡς τελείων ἀγαθῶν ἀπολαύουσι τῶν τροφιμω‐ τάτων ἐκ τῶν ζωογόνων δυνάμεων τῶν ἐπὶ τῆς γῆς. διὰ γὰρ τοῦτο [καὶ] οὐχὶ ἁπλῶς εἶπε τὴν γῆν φέρειν τοὺς
15καρποὺς τρίς, ἀλλὰ τὴν ζείδωρον ἄρουραν.

sch

172a

〈μελιηδέα καρπόν:〉 ἀπὸ τῶν ἐσπουδασμένων ἡμῖν μετρεῖ τὸ ἐκείνων ἡδύ.

sch

173a

〈τρὶς ἔτεος:〉 πολλάκις.

sch

173b

〈θάλλοντα:〉 ἀναβλαστάνοντα

sch

174-175

cf. 160a—161.

sch

174

〈πέμπτοισι:〉 τῷ καθ’ ἡμᾶς γένει.67

sch

175

〈πρόσθε:〉 ἐν τῇ ἡρωϊκῇ γενεᾷ.

sch

175a

〈ἔπειτα γενέσθαι:〉 μετὰ τὸ φθαρῆναι τὸ σιδηροῦν γένος· προσδοκῶ γὰρ ἄλλο γένος μετὰ τοῦ πέμπτου γενήσεσθαι βέλτιον.

sch

176-179

* νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον: διὰ τὸ σκληρὸν καὶ τὸ μέλαν ὁ σίδηρος εἰκόνα φέρει τῷ ποιητῇ πρέπουσαν τῆς ἐμπαθοῦς ζωῆς τῶν ψυχῶν, δι’ ἧς σκότιον μὲν ἔχουσι τὸ γνωστικόν, ἀντίτυπον
5δὲ τὸ ζωτικὸν πρὸς τὸν ὀρθὸν λόγον. τὸ δὲ εἰπεῖν (v. 179)
ἀλλ’ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν ἐνδείκνυται μὴ πάντῃ κεκρατηκέναι τὴν μοχθηρίαν τῶν ἀνθρώπων· εἶναι γὰρ ἔτι μετρίαν αἰδῶ κατ’ αὐτὸν τῶν
10ἀδικημάτων καὶ τῶν ἀδικούντων. τοῦτο δὲ λέγει ἵνα προτρέψῃ τὸν Πέρσην μὴ παντελῶς ἀπερυθριάσαντα γενέσθαι περὶ αὐτὸν ἐσχάτως πονηρόν.

sch

176a

〈ποτ’ ἦμαρ:〉 ἀντὶ τοῦ ἡμέρας καὶ νυ‐ κτός.

sch

179a

〈μεμείξεται:〉 ἵνα ᾖ ἐλπὶς τοῖς δι‐ καιοπραγοῦσι.

sch

180

* Ζεὺς δ’ ὀλέσει καὶ τοῦτο γένος: οὔπω πάντῃ διεφθαρμένον ὂν καὶ τοῦτο τῶν ἀνθρώπων τὸ γένος ἀπολέσθαι φησί· τούτου δὲ ἀπολλυμένου παντοίαν ἔσεσθαι κακίαν· ὡς τῶν ἀνθρώπων τῶν μετ’ αὐτοὺς
5τότε ζῶντας ἐσομένων παμπονήρων, ὧν ἐφεξῆς διέξεισι τὴν ζωήν, ὁποία τίς ἐστιν αἰσχρὰ χρησμῳδῶν.68

sch

180a

Ζεὺς δ’ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων: ἢ τὸ περὶ αὐτῶν γένος λέγει ἢ ἄλλο προθεσπίζει, ὅτι, ὅταν φθάσωσιν ἐπὶ τῶν κροτάφων πολιοὶ γενέσθαι, τέλος τοῦ βίου ἔχουσι
5καὶ θνῄσκουσι μὴ πολυχρονίσαντες.

sch

181

〈εὖτ’ ἂν γεινόμενοι:〉 τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸν μῦθον καλύπτει.

sch

181a

〈τελέθωσιν:〉 ἀποθάνωσι.

sch

189*,182-194

* οὐδὲ πατὴρ παίδεσ‐ σιν ὁμοίιος: διὰ τούτων τὴν κρίσιν διαβάλ‐ λει τῶν μετ’ αὐτὸν ἐσομένων, ὡς ἐπίπροσθεν ἀξόντων ἀδι‐ κίαν δικαιοσύνης, ἐπιορκίαν εὐορκίας, ἀναίδειαν αἰδοῦς,
5σκολιότητα ἁπλότητος· ἃ δὴ πάντα καὶ ὁ καθ’ ἡμᾶς ἔχει βίος· ἐν δὴ τούτοις ὅτι καὶ κατὰ ἀλλήλων ἀδίκως χωροῦσι καὶ ἀναιδῶς λέγουσι. καὶ τοῦτο ἦν ὃ καὶ πρῶτον δηλῶν (v. 189) χειροδίκας αὐτοὺς ἐκάλεσεν, ὡς τῇ δυνάμει τὸ δίκαιον τῇ διὰ τῶν χειρῶν ὁρίζοντας καὶ τῇ
10βίᾳ χρωμένους. καὶ οὐ μάχεται τὸ χειροδίκας εἶναι καὶ τὸ (v. 192) δίκην ἐν χερσὶ μὴ ἔχειν. διὰ γὰρ τοῦτο ἔσονται χειροδίκαι, διὰ τὸ τὸ δίκαιον ἐν ταῖς χερσὶ βιάζεσθαι· τοὺς δὲ χειροδίκας ἐκείνους εἶναι, τοὺς τὸ δίκαιον τῇ
15βίᾳ μόνῃ τῶν χειρῶν ὁρίζοντας, ὡς μὴ τὰς χεῖρας ὑπὸ τὴν
δικαιοσύνην πράττειν, ἀλλ’ αὐτὰς εἶναι τοῦ δικαίου μόνας ἀφοριστικάς.69

sch

182a

οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιοσ: ἤγουν ἀλλήλοις ἢ τοῖς γονεῦσι· διὰ τὰς μοιχείας δὲ ἡ ἀνομοιότης.

sch

182b

ὁμοίιος: ὁμονοητικός, σύμφωνος ἢ ὅμοιος τῇ γνώμῃ ἢ τῇ ἰδέᾳ, διὰ τὸ τῶν κακιῶν πλῆθος καὶ τῶν μοιχειῶν, ὡς μοιχείας δηλονότι πλεονασάσης. ἀνάληψις δέ ἐστι τὰ ἑξῆς· οὐδὲν γὰρ πλέον δηλοῖ.

sch

182c

ὁμοίιος: τὸ μὲν ὁμοίιος δη‐ λοῖ τὸ κοινωνικὸν καὶ προσήγορον καὶ φίλιον· φιλία γὰρ δι’ ὁμοιότητος ἐπιτελεῖται. πάντα δὲ ἐκτραγῳδεῖ τὰ ἐπεισελθόντα κακὰ τῷ βίῳ μετ’ αὐτόν, τὴν ἀπιστίαν τῶν
5παίδων καὶ πατέρων, τὴν τῶν ξένων καὶ ξενοδόχων, τὴν τῶν ἑταίρων πρὸς ἀλλήλους. τριττὴ γὰρ ἡ φιλία· συγγενική, ἑταιρική, ξενική.

sch

182d

〈ὁμοίιος:〉 ὁμογνώμων, μίαν θέλησιν ἔχων ἢ διὰ τὰς ἀλληλομιξίας λέγων τῶν γυναικῶν καὶ τοὺς νό‐ θους υἱούς.

sch

182e

〈οὐδέ τι παῖδες:〉 τῷ πατρὶ ὅμοιοι.

sch

183a

〈ξεῖνος:〉 ὁ ἐκ μακρᾶς φίλος χώρας.

sch

183b

〈ἑταῖρος:〉 ὁ ἀπ’ αὐτῆς ὢν τῆς χώρας.

sch

184a

〈οὐδὲ κασίγνητος φίλος:〉 οὐδὲ ἀδελφὸς τῷ ἀδελφῷ εἰς τὸ ἀεὶ ὁμογνώμων ἔσται †ὡς
ἔχουσιν ἄρξασθαι τῆς ἀγάπης†.70

sch

184b

〈κασίγνητος:〉 ἀδελφός.

sch

187a

〈ὄπιν:〉 ἐπιστροφήν, πρόνοιαν, ἐντολήν.

sch

188a

οὐδέ κεν οἵ γε γηράντεσ‐ σι τοκεῦσιν: οὐδὲ τοὺς γονεῖς γηροβοσκοῦσι.

sch

188b

γηράντεσσι: ἀντὶ τοῦ τοῖς γηρῶσιν· ἀπὸ τοῦ γήρημι γέγονεν. Ὅμηρος (Ρ 197)· γηράς· ἀλλ’ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.

sch

189a

(cf. 182—194) χειροδίκαι: οἱ ἑαυτοῖς πειθόμενοι καὶ ἐκ χειρὸς τὴν ἄμυναν ποιούμενοι καὶ οὐ κατὰ νόμον, καὶ διὰ τῶν χειρῶν αὐτῶν ποιοῦντες τὴν ἐκδί‐ κησιν τύπτοντες τοὺς βλάπτοντας αὐτούς.

sch

189b

(cf. 182—194) χειροδίκαι: οἱ δι’ ἑαυ‐ τῶν ποιοῦντες τὴν ἐκδίκησιν καὶ ἐν τῇ χειρὶ αὐτῶν, τουτ‐ έστι ἐν τῇ ἰσχύϊ, τὸ δίκαιον ἔχοντες, οὐχὶ ἐν νόμῳ.

sch

189c

(cf. 182—194) χειροδίκαι: οἱ διὰ τῶν χειρῶν ἰσχὺν διάγοντες καὶ οὐχ ὑπὸ τοῦ δικαίου.

sch

190a

οὐδέ τις εὐόρκου χάρισἔσσεται: οὐδὲ ὁ εὐορκῶν φησι, τουτέστι ὁ εὐσε‐ βής, χάριν ἔχει παρ’ αὐτοῖς, οὐδὲ ὁ δίκαιος, οὐδὲ ὁ ἀγα‐ θός, ὡς καὶ Ὅμηρος (Ρ 147)· “οὐκ ἄρα τις χάρις ἦεν”.

sch

191a

μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν: εἴ τις κέκτηται τιμὴν δίχα φρονή‐ σεως· τὸ δὲ ὕβριν ἀρσενικὸν ἀντὶ τοῦ κακοῦργον καὶ ὑβριστὴν ἄνθρωπον, τοιοῦτον καὶ τὸ παρ’ Εὐριπίδῃ
5(Or. 13) “ἔριν Θυέστῃ πόλεμον” ἀντὶ τοῦ ἐριστικὸν πό‐ λεμον.71

sch

192a

δίκη δ’ ἐν χερσ: ἀντὶ τοῦ δι‐ καιοσύνη· δικαιοσύνη δὲ ἐν ταῖς πράξεσιν αὐτῶν καὶ αἰσχύνη.

sch

194a

〈ἐπὶ δ’ ὅρκον ὀμεῖται:〉 ἐπι‐ ορκήσει, ἐπὶ τῷ ὅρκῳ ὀμόσει πρὸς τὸ βλάψαι.

sch

194b

〈ἐπὶ δ’ ὅρκον ὀμεῖται:〉 εἰ μὴ διὰ λόγων εἰσακουσθῇ, πρὸς τὸ ἀφανίσαι αὐτὸν ἀλλὰ καὶ ὅρκῳ χρήσεται 〈ἐπὶ τὸ〉 βεβαιῶσαι τοὺς λόγουσ.

sch

195-196

* ζῆλος δ’ ἀνθρώποισιν: τὸν φθόνον ἐν τούτοις ζῆλον ἐκάλεσε· δυσ‐ κέλαδον μὲν αὐτὸν ὀνομάσας ὡς τὰς εὐπραγίας τῶν φίλων λοιδοροῦντα καὶ λέγοντα κακῶς ὡς ἀναξίους ἐ‐
5κείνων, κακόχαρτον δὲ ὡς ἐπιγηθοῦντα τοῖς κακοῖς καὶ ἐπιχαίροντα, στυγερώπη δὲ ὡς ὦπας ἔχοντα μίσους ἀξίας καὶ ἀεὶ βλέποντα πρὸς τὸ κακὸν καὶ 〈τὸ〉 ἄθεον καὶ τὸ βλαπτικόν.

sch

195a

ζῆλος δ’ ἀνθρώποισιν: ὁ ζῆλος τῶν μισῶν ἐστι, νῦν δὲ ὁ φθόνος· ὁ δὲ φθόνος, φησίν, ὁ ταραχώδης καὶ κακόχαρτος ἐπακολουθήσει τοῖς ἀνθρώποις.

sch

196a

δυσκέλαδος κακόχαρτος: ἀντὶ τοῦ οἱονεὶ ὁ ταραχώδης καὶ στασιώδης ἢ δυσώνυμος καὶ κακοκέλαδος ἢ κακόφωνος· οἱ γὰρ φθονοῦντες οὐ δι’ ἀ‐
γαθῶν φθέγγονται, ἐπεὶ κακολογοῦσι καὶ οὐδὲν λέγουσιν72
5ἀγαθὸν περὶ τῶν πέλας.

sch

196b

〈στυγερώπης:〉 ὁ μισητὸς φθόνος ἢ ὁ στυγεροὺς ποιῶν οὓς ὁρᾷ ἢ ὁ στυγερῶς ὁρῶν εἴς τινα, ἐπὶ μιμήσεως.

sch

196c

〈στυγερώπης:〉 ὁ φθόνος μισητὸς ἐν τῷ στυγερῶς ὁρᾶν ἢ ὁρᾶσθαι.

sch

197

〈καὶ τότε δ:〉 ὅτε ταῦτα κρατήσει τὰ κακά.

sch

198

〈λευκοῖσιν φαρέεσσι καλυ‐ ψαμένα:〉 αἱ ἐνδεδυμέναι τὸ σῶμα τοῖς λευκοῖς καὶ καθαρεύουσι τοῦ μύσους ἱματίοις.

sch

198a

〈χρόα:〉 σῶμα.

sch

199

ἀθανάτων μετὰ φῦλον ἴτον: ἀντὶ τοῦ μέλλουσι πορεύεσθαι· ἀντὶ γὰρ τοῦ μέλλοντος ἐνεστῶτα εἶπεν.

sch

199a

〈προλιπόντ’:〉 γράφεται προλιποῦσαι.

sch

200

Αἰδὼς καὶ Νέμεσις: μικρὰ ἐρυθρίασις 〈καὶ〉 δικαία μέμψις.

sch

200a

Αἰδὼς καὶ Νέμεσις: οὐκέτι γὰρ αἰδοῦνται κακῶς πράττοντες· ὅταν δὲ ταῦτα ᾖ, ἡ Αἰδὼς καὶ ἡ Νέμεσις ἀμφιασάμεναι φάρεα λευκὰ πρὸς οὐρανὸν ὁρ‐ μῶσι λιποῦσαι τοῖς ἀνθρώποις ἄλγεα λυγρ.

sch

197*-200-201

* τὰ δὲ λείψεται ἄλ‐ γεα λυγρ: τουτέστι τὸ τῶν κακῶν ἔσχατον· ἀν‐
αιδείας γὰρ κρατησάσης καὶ φθόνου τῶν ἀνθρώπων πάντῃ τὸ γένος ἡμῶν ἀπολιπεῖν Αἰδῶ καὶ Νέμεσιν. τούτων γὰρ73
5ἀπόπτωσίς ἐστιν ἡ ἀναίδεια καὶ ὁ φθόνος· ἀλλ’ οὗτος μέν, εἴδωλον ὢν νεμέσεως, δοκεῖ [γὰρ] καὶ αὐτὸς ἐπὶ τοῖς παρ’ ἀξίαν εὐτυχοῦσιν ἀγανακτεῖν· ἡ δὲ ἀναίδεια, οὐχὶ εἴδωλον τῆς αἰδοῦς, ἀλλὰ τὸ ἐναντιώτατον πρὸς αὐτὴν ὑποκρινόμε‐ νον τὴν παρρησίαν. εἰ δὲ λευκὰ τὰ φάρη τῆς Αἰδοῦς καὶ
10Νεμέσεως, ἐν φωτὶ μὲν αὐταῖν ἡ ὑπόστασις. νοεραὶ δὲ αἱ δυνάμεις· πόρρω δὲ καὶ τῆς ἀθέου καὶ σκοτώδους τῶν πα‐ θῶν οὐσίας εἰσίν. διὸ τὴν μὲν Αἰδῶ θεῖον φόβον ὑμνοῦ‐ σι, τὴν δὲ Νέμεσιν δίκης ἄγγελον. καλῶς οὖν καὶ Πλάτων (comic. fort., cf. CAF 262 Kock) ἐρωτηθεὶς τί ποτε προσγέ‐
15γονε τοῖς κατ’ αὐτὸν ἀνθρώποις, ἀπεκρίνατο μὴ αἰσχύνεσθαι κακοὺς ὄντας. ὅτι δὲ θεῖον πρᾶγμα καὶ ἡ Νέμεσις δηλοῖ τὸ καὶ θεοῖς αὐτὴν ὑπάρχειν· “νεμέσησε δὲ πότνια Ἥρη” φησὶν ἡ ποίησις (Hom. Θ 198)· φθόνος δὲ ἔξωθεν θείου χοροῦ παντός.

sch

200b

〈τὰ δὲ λείψεται:〉 ταῦτα ἐναπο‐ λειφθήσεται.

sch

202-206

* νῦν δ’ αἶνον βασιλεῦσιν: ὁ μὲν κατὰ τὴν Πανδώραν μῦθος, τὴν αἰτίαν τῶν ἐν ἀνθρώ‐ ποις κακῶν, εἰς τὸ θῆλυ τῆς ψυχῆς ἀνέφερεν καὶ τὴν ἄλο‐ γον ζωὴν ἐκ τῶν οὐρανίων ἡμῖν προσπλασθεῖσαν. ὁ δὲ πε‐
5ρὶ τῶν γενῶν λόγος δεύτερος 〈εἰσ〉 τὰς παντοίας μεταβολὰς τῶν ἀνθρωπίνων ζῴων τὰς διὰ τὴν ἀναλογίαν ἐπεισελθούσας
ζώντων ἡμῶν, τοτὲ μὲν κατὰ λόγον, τοτὲ δὲ κατὰ τὸ ἄλο‐ γον. ὁ δὲ αἶνος οὗτος τρίτος, παραίνεσίς τις ὢν καὶ νουθέτησις ἐπικεκαλυμμένη πρὸς τοὺς κατὰ πάθος ζῶντας,74
10ἔνδειξίς ἐστι τῆς βιαίου καὶ πλεονεκτικῆς ζωῆς καὶ θη‐ ριώδους κατὰ τῶν βιασθῆναι μὲν δυναμένων, ὅμως δὲ ἱερο‐ πρεπεστέρων ὄντων. καὶ ὁ μέν γε ἱέραξ ἁρπακτικόν, ἡ δὲ ἀηδὼν μουσικόν. παιδευτικὸς οὖν ὁ λόγος δεικνὺς οὗ μὲν οἱ δωροφάγοι τεταγμένοι τυγχάνουσιν, οὗ δὲ οἱ Μουσῶν
15θεραπευταί, καὶ τίνες οἱ ἄδικοι, τίνες δὲ οἱ θεοῖς φίλοι διὰ τούτων τῶν εἰκόνων. καὶ γὰρ ἱέραξ φέρει τὴν ἀηδόνα μεμαρπὼς καὶ τοῖς ὄνυξιν εἰς αὐτὴν ἐμπεπηγόσι κατέχων, ἡ δὲ ἔχεται καὶ πάσχει ὑπὸ τοῦ δυνατωτέρου κακῶς. ἐλε‐ ὸν γάρ φησι (v. 205—206)·
20
γναμπτοῖσι πεπαρμένη ἀμφ’ ὀνύχεσσι
μύρετο, τουτέστιν ἐλεεινὸν ὠδύρετο. [τὸ γὰρ ἐλεὸν ὀξυ‐ τόνως σημαίνει τὸ ἐλεεινόν]. ὑπὸ τῶν ὀνύχων κατεχομένη φωνὴν ἀφίησιν ἐλεεινήν, ὡς οἱ ἀδικούμενοι ὑπὸ τῶν βασι‐
25λέων καὶ βιαζόμενοι πλέον οὐδὲν ἔχοντες τῶν ὀδυρμῶν.

sch

202a

〈αἶνον:〉 αἶνος ὁ παροιμιώδης λόγος, ὁ ἐπὶ παραινέσει λεγόμενος· ὥσπερ γὰρ ἡ ἀηδὼν ἐν τοῖς ποσὶ τοῦ ἱέρακος, οὕτω κἀγὼ ἐν ταῖς χερσὶν ὑμῶν. καλῶς οὖν ἑαυτὸν ἀηδόνι ἀπῄκασε—μουσικὸν γὰρ τὸ ὄρνεον—καὶ
5τοὺς κριτὰς ἱέρακι—ἁρπακτικὸν γὰρ τὸ ζῷον.

sch

205a

ἐλεόν: ὀξυτόνως ἀντὶ τοῦ ἐλεεινόν· μύ‐
ρετο δὲ ἀντὶ τοῦ ἐθρήνει ἢ ὠδύρετο.75

sch

205b

〈γναμπτοῖσι:〉 ἐπικαμπέσι.

sch

207-212

*δαιμονίη, τί λέληκας; ταῦτα καὶ τὰ ἑξῆς ὁ τῶν ἁρπακτικῶν λέγει νόμος, οἷον καὶ Θρασύμαχος ἐτίθει καὶ πᾶς ὁ τοιοῦτος, εἴτε Φάλαρις εἴτε Ἀπολλόδωρος, ἰκτίνοις ἐοικότες καὶ λύκοις καὶ ἄλλοις
5τοιούτοις, καὶ ὑπὸ τοῦ χείρονος, δυνατωτέρου δέ, τὸ〈ν〉 ἀσθενέστερον, κἂν κρείττων ᾖ, πάσχειν κακῶς καὶ ἐπιτω‐ θάζειν τὸν ποιοῦντα τῷ πάσχοντι. τὸ γὰρ (v. 208)
τῇ δ’ εἰς ᾗ ς’ ἂν ἐγώ περ ἄγω δηλοῖ τὸν μὲν βιαιότερον ἄγειν, ἄγεσθαι δὲ ὅπου ἂν ἐκεί‐
10νῳ δοκῇ τὸν ἀσθενέστερον. πρόσκειται δὲ καὶ τὸ ἀοι‐ δόν [περ] ἐοῦσαν, διὰ τὸ ἄγεσθαι τὸν Ἡσίοδον ἐνδεικνύμενον τὸν ἱερὸν τῶν Μουσῶν ἀναγκάζεσθαι τοῖς βασιλεῦσιν ἀδικοῦσιν εἴκειν· ἐπ’ ἐκείνοις γὰρ εἶναι καὶ δεῖπνον αὐτὸν ποιήσασθαι ἢ μεθεῖναι, καθάπερ ἐπὶ τῷ
15ἱέρακι τὴν ἀηδόνα. καὶ τέλος ἐπήγαγεν ὅτι ἄφρονος ἔργον ἐστὶν ἀντιβαίνειν τοῖς ἰσχυροτέροις, ὡς ἂν οὐδὲ αὐτὸς ἐναντιωσόμενος τοῖς ἄρχουσι βιαζομένοις. διπλοῦν γὰρ εἶναι τὸ ἐκ τῆς πρὸς τοὺς δυνατωτέρους ἀντιβάσεως κακόν· τό τε ἐκ τῆς ἥττης ὄνειδος, ὅπερ ἐκάλεσεν
20αἶσχος, καὶ τὴν ἐπὶ τῷ κρατηθῆναι λύπην, ἣν εἶπε πάθος ἀλγεινόν. τούτων δὲ τῶν στίχων ὁ Ἀρίσταρχος (frg. 7 Waeschke) ὀβελίζει τοὺς τελευταίους ὡς ἀλόγῳ γνωμολογεῖν οὐκ ἂν προσῆκον.

sch

207a

〈δαιμονίη:〉 δαιμονίην τὴν ἀηδόνα φησὶ διὰ τὸ μουσικὸν καὶ ἱερόν.76

sch

207b

λέληκας: δηλοῖ τὸ βεβόηκας.

sch

207c

〈ἔχει νύ σε πολλὸν ἀρείων:〉 ὡς ἂν 〈τοιοῦτοι〉 οἱ λόγοι εἶεν βασιλέων πρὸς τοὺς ἡττω‐ μένους· διδάσκει οὖν αὐτοῖς μηκέτι ταῦτα λέγειν.

sch

207d

ἀρείων: ὁ δυνατώτερος εἴρηται.

sch

210a

〈ἀντιφερίζειν:〉 ἀντιβαίνειν, ἐξ‐ ισοῦσθαι.

sch

212a

〈τανυσίπτερος:〉 ὁ ἁπλῶν τὰς πτέ‐ ρυγας.

sch

213-214

* ὦ Πέρση, σὺ δ’ ἄκουε δί‐ κης: ἀντέθηκε τῇ δίκῃ τὴν ὕβριν, ὡς τῶν ὑβριστῶν μάλιστα ἀδίκων ὄντων, διότι χωρὶς αἰτίας χρώμενοι πολλῇ κακίᾳ προπηλακίζουσι τοὺς ἀσθενεστέρους. ἦν δὲ καὶ ἐν
5τοῖς εἰρημένοις (cf. sch. 134—140) γένεσιν ἡ ὕβρις ἡ ἀπο‐ στήσασα τοὺς ἐκ τοῦ δευτέρου ἀπὸ τοῦ πρώτου.

sch

213a

σὺ δ’ ἄκουε δίκης: πρὸς ἀντιδια‐ στολήν φησι τῶν ἀλόγων ζῴων· σὺ λογικὸς ὢν καὶ λόγοις καὶ νόμοις πολιτευόμενος ἄκουε δίκης, μὴ δ’ αὔξανε τὴν ὕβριν καθάπερ τὰ ἄλογα ζῷα· τούτοις γὰρ ἴδιον τὸ ἀδι‐
5κεῖν μὴ νόμῳ κυβερνωμένοις, ἀνθρώποις δὲ τὸ δικαιοπρα‐ γεῖν καὶ νόμοις ὑπείκειν καὶ πείθεσθαι

sch

213b

〈σὺ δ’ ἄκουε δίκης:〉 ὦ Πέρση, μὴ ᾖς ὑβριστής, ἀλλὰ σώφρων· καὶ γὰρ ἡ ὕβρις τῷ ὀργίλῳ
ἀνδρὶ ἀνύποιστος γίνεται ὑβριζομένῳ, οὐδὲ ὁ μακρόθυμος ἰσχύει ὑποφέρειν τὴν ὕβριν, ἀλλὰ ἀλγεῖται ὑπ’ αὐτῆς προσ‐77
5κρούσας δυσφημίαις· κρείσσων ἐστὶν ἡ ὁδὸς ἡ ἑτέρα τοῦ διελθεῖν σε εἰς τὸ δίκαιον καὶ καλόν, φέρουσα καὶ 〈τὸ〉 ταπεινόν· τὸ γὰρ δίκαιον καὶ μακρόθυμον. ἡ ὑπομονὴ ὑπὲρ τὴν ὕβριν μετὰ πολὺ εὔθυμον καὶ ἀμέριμνον δείκνυσι τὸν ἄνθρωπον, ὡς μὴ βλαβέντα· ὁ γὰρ κακὸς μὴ σκοπήσας
10τὸ μέλλον καὶ τί μέλλει εἰς αὐτὸν ἀποβῆναι, ἐκ τοῦ πράτ‐ τειν κακῶς συμφοραῖς πίπτει καὶ παθών τι κακὸν ἄφρων ἠλέγχθη, ὡς μὴ φροντίσας τοῦ μέλλοντοσ.

sch

214a

〈ὕβρις:〉 ὁ ἄσεμνος λόγος· ἄτιμός ἐστιν ἐν ἀγεννεῖ.

sch

214b

〈ὕβρις γάρ τε κακὴ δειλῷ βροτ:〉 οὐδεὶς γὰρ ἔχει ὑβριζόμενος ἡδέως, οὐ πέ‐ νης, οὐ πλούσιος, οὐ φρόνιμος, οὐδὲ μωρός, ἀλλὰ βαρέως φέρει ἐντυχὼν αὐτῇ, τουτέστι βλάπτεται ὑπ’ αὐτῆς.

sch

214-216

* οὐδὲ μὲν ἐσθλός: οὐδὲ ὁ πάνυ ἀγαθὸς οἰστὴν νομίζει τὴν ὕβριν· οὐ γάρ ἐστιν ὕβρεως ἀφορητότερον οὐδέν, βαρύνεται δὲ ὑπ’ αὐτῆς καὶ ἀγανακτεῖ. λέγει δὲ ἐσθλοὺς οὐ τοὺς τῇ τύχῃ
5καὶ τῇ δυνάμει προέχοντας, ὥς φησι Πλούταρχος (frg. 11 Bernard.), ἀλλὰ τοὺς κατ’ ἀρετὴν προέχοντας, ἐκ τούτου μᾶλλον δεικνὺς τὴν ὕβριν ἀφόρητον. οἱ μὲν γὰρ ἐν δυ‐ νάμει καὶ σφόδρα δυσχεραίνουσι ἐπὶ ταῖς ἐκ τῶν ἀσθενε‐ στέρων εἰς αὐτοὺς ὕβρεσιν· οἱ δὲ κατ’ ἀρετὴν ζῶντες καὶ
10ταύτας τὰς ὕβρεις διαπτύουσιν. οὐδὲ γὰρ χείρων ἐγώ, φησιν ὁ Σωκράτης (Plat. Gorg. 508d—e; 486c; 527a), ἂν ὁ δεῖνα ἐπὶ κόρρης πατάξῃ με ἀδίκως. καὶ οὗτοι μὲν ὅλως βαρύνονται ἐπὶ ταῖς παρ’ ἄλλων ὕβρεσιν ἐγκύρσαντες ταῖς ἄταις, ὡσεὶ ἔλεγε περιπεσόντες ταῖς ὕβρεσιν ἃς ἐκάλεσεν78
15ἄτας.

sch

215a

βαρύθει δέ θ’ ὑπ’ αὐτῆς: ἐν‐ δέχεταί, φησι, δικαιοπραγεῖν καὶ οὐκ ἀνάγκη ἀδικεῖν· ἀλ‐ λ’ ἔστι καὶ ἄλλη ὁδὸς τοῦ δικαίου καὶ αὕτη κρείσσων τοῦ ἀδίκου, ἡ εἰς τὰ δέοντα φέρουσα ἥν σε δεῖ διελθεῖν· καὶ
5γὰρ ἡ δικαιοσύνη ὑπὲρ τῶν ἀδικημάτων βοηθεῖ καὶ τιμωρίαν ἐπάγει τοῖς ἀδικοῦσιν εἰ καὶ βραδέως ἰσχύει, καὶ ὁ προα‐ δικήσας δοὺς δίκην ἄφρων ἐλογίσθη καὶ μεμπτὸς ἑαυτῷ καὶ ἄλλοις.

sch

216-217

* ὁδὸς δ’ ἑτέρηφι παρελ‐ θεῖν: ἐκ τῆς πρὸς τὴν ὕβριν παραθέσεως προτρέπει τῇ δικαιοσύνῃ μᾶλλον ἕπεσθαι· κρείσσων γάρ ἐστί, φησιν, ἡ εἰς τὰ δίκαια ὁδός, ἑτέρα οὖσα τῆς ὕβρεως· κρεῖσσον δὲ
5τὸ δι’ αὐτῆς παρελθεῖν μᾶλλον ἢ διὰ τῆς ἐναντίας τῆς κατὰ τὴν ὕβριν.

sch

217a

〈κρείσσων:〉 καλλίων ὑπάρχει ἡ ἀπάγου‐ σα εἰς 〈τὰ δίκαια〉.

sch

217-219

* δίκη δ’ ὑπὲρ ὕβριος ἴ‐ σχει: ἡ δίκη, φησί, κἂν τὸ πρῶτον ἔλαττον σχῇ τῆς ὕβρεως, ἐν τῷ τέλει πάντως ἐκλάμπει καὶ δείκνυται δὲ διὰ
τῶν πραγμάτων κρείσσων οὖσα τῆς ὕβρεως· τῷ χρόνῳ γὰρ79
5αὕτη μὲν φωρᾶται καὶ περὶ αὐτὴν καταρρεῖ καὶ ταπεινοῦ‐ ται· ἡ δὲ δίκη τὸ κράτος τὸ ἑαυτῆς ἀναδείκνυσιν οἷς ἐπακολουθεῖ· τὸν γὰρ τῇ ὕβρει χρώμενον, μετὰ τὸ παθεῖν τὰ ἀπὸ τῆς ὕβρεως κακὰ δίκην δόντα, γινώσκειν ποιεῖ ἡλίκον ἡ ὕβρις κακόν. τῆς δὲ δίκης δύο δηλούσης ἢ τὴν
10θεὸν αὐτὴν ἢ τὸ ἀπ’ αὐτῆς ἔργον, τοτὲ μὲν τὴν θεὸν καλεῖ Δίκην, ἣν καὶ Παρθένον ὀνομάζει (v. 256), τοτὲ δὲ τὴν κρίσιν καὶ τὴν ποινήν, ὡς ὅταν λέγῃ (v. 239)·
τοῖς δὲ δίκην Κρονίδησ τεκμαίρεται εὐρύοπα Ζεύς. σκολιὰς δὲ δίκας λέγει νῦν τὰς κακῶς
15δεδικασμένας, διὰ τὸ μηδὲν ὑγιὲς φρονεῖν τοὺς δικάζοντας ἀλλ’ ἐμπαθῶς δικάζειν· πᾶν γὰρ πάθος σκολιόν, ὡς ἁπλοῦν τὸ ἀπαθές. ταῖς οὖν σκολιαῖς δίκαις ἕπεται καὶ ἐπιορ‐ κία, διότι δικάζειν ἐθέλοντες ὤμνυον ὀρθῶς δικάσειν, ἀλλ’ οὐ σκολιῶς. τρέχει γὰρ ὁ Ὅρκος ἅμα ταῖς
20σκολιαῖς δίκαις, ὁμοῦ τε θέων πρὸς τοὺς μὴ δικάσαντας ὀρθῶς· δηλοῖ δὲ τὸ θέειν τὸ παρὰ πόδας ἐπακολουθεῖν τὴν ἐκ τῆς ἐπιορκίας τιμωρίαν τοῖς σκολιῶς δικάσασι.

sch

218a

〈ἐς τέλος ἐξελθοῦσα:〉 πλη‐ ρωθεῖσα καιρῷ τινι κακῷ ἢ δεινῷ πάθει.

sch

219a

αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσι: αἰνέσας τὴν δικαιοσύνην διασύρει τὴν ἀδικίαν λέγων ὅτι κακή ἐστιν· ἅμα γὰρ τῇ ἀδικίᾳ ἕπεται τὸ ἐπιορκεῖν πρὸς τὸ κυρῶσαι
5τὸν λόγον καὶ κατακρίνεται διὰ τὸν ὅρκον τὸ δίκαιον καὶ ὠθεῖται· καὶ ὠθουμένου 〈δικαίου〉 θόρυβος γίνεται 〈ἐν〉 τοῖς εἰθισμένοις τόποις ἔνθα διάγουσιν οἱ λαοὶ ὅταν οἱ δωρολῆπται κριταὶ παρατρέψωσιν αὐτό.80

sch

219b

〈σκολιῇσι δίκῃσιν:〉 οὐ λυσι‐ τελεῖ, φησι, τῷ ἀδικοῦντι εἰς τέλος ἀδικία· ἡ γὰρ δι‐ καιοσύνη ὑπὲρ τῶν ἀδικημάτων βοηθεῖ καὶ ὑπερμαχεῖ καὶ τιμωρίαν ἄγει τοῖς ἀδικοῦσιν εἰ καὶ βραδέως· οὐ μό‐
5νον δέ φησι οἱ ἀδικοῦντες ἁπλοῦν ἐργάζονται τὸ κακόν, ἀλλ’ ἀναγκάζονται.

sch

220-221

* τῆς δὲ δίκης ῥόθος ἑλ‐ κομένης: τὸν ῥόθον οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιον (Hom. ε 412) καλεῖσθαι τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα. Πλούταρχος (frg. 13 Bernard.) δὲ βοιω‐
5τιάζων—οὕτω γὰρ καλεῖν φασι Βοιωτοὺς τοὺς 〈ῥόθουσ〉— τὰς ὀρεινὰς ὁδοὺς τὰς στενὰς καὶ δυσάντεις ῥόθους ὀνο‐ μάζεσθαί φησιν. εἰ οὖν τοῦτο κρατοίη, λέγοι ἂν ὅτι τῆς δίκης ἑλκομένης ὑπὸ τῶν ἐπὶ δώροις τὰς δίκας κρινόντων σκολιῶς ῥόθος ἐστί, τουτέστι δυσάντης ἡ ὁδὸς καὶ τρα‐
10χεῖα, δι’ ἧς ἕλκεται ὑπὸ τῶν δικαστῶν· ἀντίκειται γὰρ τῷ εὐθεῖ τὸ σκολιὸν καὶ τῷ λείῳ τὸ τραχὺ καὶ τῷ εὐδιο‐ δεύτῳ τὸ στενὸν καὶ δυσχωρίαν ἔχον· τοιαύτη δέ ἐστι πᾶσα μοχθηρὰ κρίσις.

sch

222-224

* δ’ ἕπεται κλαίουσα: ἕ‐ πεται μὲν ἑλκομένη διὰ τραχείας ὁδοῦ καὶ δυσβάτου, καὶ
οὐκ αὐτὴ ἄγουσα ἡ δίκη, ἀλλ’ ἀγομένη βιαίως, ὃ δηλοῖ τὸ ἕλκεσθαι αὐτὴν ὡς βιαζομένην ὑπὸ τῶν δωροφάγων κριτῶν.81
5ἕπεται δὲ ἀποκλαίουσα τὴν πόλιν, ἐν ᾗ τοιοῦτοι δικάζου‐ σι, καὶ τὰ ἤθη τῶν χαιρόντων τοιούτοις δικασταῖς· κα‐ κὸν δὲ φέρει ἀνθρώποισι, μετ’ οὐ πολὺ τιμωρίαν αὐτοῖς ἐπάγουσα τῆς πονηρᾶς κρίσεως. ὁ μὲν οὖν κλαυθμὸς δηλοῖ τὸν ἔλεον τῆς μοχθηρᾶς προαιρέσεως,
10ἡ δὲ φορὰ τοῦ κακοῦ τὴν ἴασιν. οὕτως γὰρ ἡμᾶς ἐλεοῦν τὸ θεῖον ποινὰς ἀπαιτεῖ καὶ τοὺς ἐξελαύνοντας αὐτὴν τῶν ὡς ἀληθῶς δικαίων ἐλεοῦσα μέτεισιν ἡ δίκη. καὶ τοὺς οὐκ ἰθεῖαν αὐτὴν νείμαντας τοῖς δικαζομένοις ἐπὶ τὸ ἰθὺ μεθίστησιν ἀπὸ τοῦ σκολιοῦ ἤθους. καὶ γὰρ ἑλκομένη διὰ
15τῆς στενῆς ὁδοῦ καὶ τραχείας ἐπανακαλεῖται τοὺς ἕλξαντας αὐτὴν εἰς τὴν πλατεῖαν ὁδὸν αὐτῇ καὶ λείαν, ὥστε δοκεῖν μὲν ἕλκεσθαι ὑπὸ τῶν κακῶς αὐτὴν μετιόντων, ἐκεῖνοι δὲ εἵλκοντο ὑπὸ τῶν ἐν αὑτοῖς παθῶν δοκοῦντες ἕλκειν ἐκεί‐ νην τὴν πόλιν καθ’ ἣν ἕλκεται· ἤθεα δὲ νοεῖ τοὺς εἰ‐
20θισμένους τόπους ἔνθα διάγουσιν οἱ λαοί.

sch

225-226

* οἳ δὲ δίκας ξείνοισι: ταῦτα παιδευτικῶς σωφρονίζει τοὺς δικαστὰς εἰς τὸ δί‐ καιον ὁρᾶν παραινοῦντα καὶ ἐπὶ τῶν πολιτῶν καὶ ἐπὶ τῶν ξένων καὶ μάλιστα ἐπὶ τούτων, διότι τοὺς βοηθοῦντας οὐκ
5ἔχουσι καὶ βιάσασθαι ῥᾴδιον ἐρήμους ὄντας αὐτούς. ἀν‐ θεῖ οὖν ἡ πόλις ἐν ᾗ δικασταὶ δίκαιοι κάθηνται καὶ εἰρή‐ νη πάντως ἐστὶν ἀνὰ τὴν πόλιν ταύτην· τῇ γὰρ δίκαια
φρονούσῃ πόλεμος οὐκ ἐπάγεται παρὰ θεοῦ δίκην αὐτὴν ἀπαιτοῦντος.82

sch

227-229

* τοῖσι τέθηλε πόλις: εἰ γὰρ ὁ πόλεμος φθαρτικὸς καὶ ὀλιγανθρωπίας αἴτιος, εὔδη‐ λον ὅτι ἡ εἰρήνη πολυανθρωπίαν ἐργάζεται καὶ διὰ τοῦτο κουροτρόφος· ἄλλοι μὲν οὖν τὴν γῆν κου‐
5ροτρόφον (Aristoph. Thesm. 299) ὕμνησαν, ὡς καρ‐ ποὺς ἐκφέρουσαν· οὗτος δὲ τὴν εἰρήνην, οὐ μόνον ὡς τῶν πολεμίων ἐκτεμνόντων τοὺς καρποὺς οἷς ἂν ἐπίωσιν, ἀλλὰ καὶ ὡς σῴζουσαν τοὺς κούρους οὓς ἀπολλύουσιν οἱ πολέμιοι.

sch

230-231

* οὐδέ ποτ’ ἰθυδίκῃσι μετ’ ἀνδράσι λιμός: ταῦτά ἐστι τὰ μάλιστα πιέ‐ ζοντα τὸν βίον, πόλεμοι καὶ λιμοί· ταῦτα οὖν ἀπεληλά‐ σθαι τῶν πόλεών φησιν ἐν αἷς ἰθυδίκαι εἰσὶν οἱ ἄρχοντες
5πάσης ἄτης ἐξεληλαμένης τῆς ἐκ τῶν παρανόμων, ἐν θαλίαις δὲ ἀεὶ ζώντων τῶν ἀνθρώπων καὶ τὰ ἔργα τὰ περὶ τὴν γῆν νεμομένων ἐν ταύταις. οὔκουν οὐδ’ οἱ Λακεδαιμόνιοι λιμὸν εὐλαβοῦντο δι’ εὐτέλειαν διαίτης, ἣν ἔχοντες τῶν ἀδικιῶν ἐκαθάρευον· ταῖς γὰρ πολυτελείαις ἡ πλεονεξία
10συνεισελθοῦσα λιμοῦ γίνεται πρόξενος.

sch

232-237

* τοῖσι φέρει μὲν γαῖα: τοῖς θεοφιλέσιν· οὗτοι δέ εἰσιν οἱ κατὰ δίκην ζῶντες, οἷς καὶ τὰ ἀπὸ τοῦ παντός φησιν ἐπακολουθεῖν προτρέπων εἰς εὐζωΐαν, τῷ τὴν γῆν φέρειν τούτοις καρποὺς ἱκανούς—
5βίον γὰρ τούτους καλεῖ πρὸς διατροφὴν ὄντας ἐπιτη‐
δείους—, τῷ τὰς δρῦς ἔν τε τοῖς ἄκροις γεννᾶν βαλάνους καὶ ἐν τοῖς μέσοις αὐτῶν κατὰ τὰ ἔγκοιλα μελίσσας ἐκτρέ‐ φειν—εἰώθεσαν γὰρ ἐν ἐκείνοις τὴν τῶν μελισσῶν ἐργά‐ ζεσθαι τιθασσείαν οἱ μελισσουργοί—, τῷ τὰς οἶς σκέπην83
10παρέχειν τοῖς εἰρίοις οἷς [ἐκφέρουσιν ἢ] ἐκφύουσι, τῷ τὰς γυναῖκας ὅμοια τίκτειν τοῖς ἀνδράσι σωφρονούσας—καὶ γὰρ τὰ πολλὰ τῶν ἀμβλωθριδίων καὶ τῶν τεράτων ἐξ ἀκρα‐ σίας γίνονται καὶ πλησμονῆς—· ἕπεται δὲ τούτοις μηδὲ δεῖσθαι πλούτου καὶ ἐμπορίας καὶ πλοίων, ἀρκούντων τῶν
15ἐκ τῆς χώρας γινομένων εἰς διατροφὴν τοῖς σωφρονοῦσιν.

sch

232a

〈δρῦς:〉 ἀπὸ μέρους ὅλα εἶπε τὰ δένδρα ὅτι ἐν τοῖς ὄρεσι φέρουσι καρπὸν καὶ διπλοῦν καρπόν, ἄνωθεν μὲν ἐπὶ τὸ ἄκρον καρπόν, ἐν δὲ τῷ μέσῳ μέλι. ἔχουσι γὰρ κοιλώματα αἱ δρῦες εἰς ἃ τὸν ἄνεμον φεύγουσαι αἱ
5μέλισσαι δύνουσι καὶ μελιτοποιοῦσι. διὸ καὶ μέλισσαι ὑπ’ ἐνίων καλοῦνται διὰ τὸ ἐν μελίαις εἶναι.

sch

236a

〈θάλλουσιν δ’ ἀγαθοῖσι διαμπερές:〉 οἰκεῖα δὲ ταῦτα πρὸς φιλάργυρον διεγεῖραι [αὐτὸν] εἰς τὸ δικαιοπραγεῖν.

sch

236b

〈οὐδ’ ἐπὶ νηῶν νίσονται:〉 διὰ τοῦ εἰπεῖν οὐδ’ ἐπὶ νηῶν νίσονται ὑπόνοιαν δίδωσιν, ὅτι μυσάττεται καὶ αὐτὸς τὸν πλοῦν διὰ τοὺς πολλοὺς παρ’ ἐλπίδα κινδύνους.

sch

238-239

* οἷς δ’ ὕβρις τε μέμηλε: [ἀντὶ τοῦ ὅσοις·] ἐπανακυκλοῖ δὲ τὸν λόγον ἵνα μὴ λάθῃ
τῆς ἀπειλῆς. τὰ οὖν ἀνταποδιδόμενα τῇ μοχθηρίᾳ διὰ τούτων παρίστησι δεικνὺς τίνα ἔκγονα ἐκ τῆς ὕβρεως κατὰ84
5δίκην ἐπιφερόμενα παρὰ τοῦ θεοῦ. τὸ γὰρ τεκμαί‐ ρεσθαι δίκην ἐστὶ τὸ τελευτᾶν εἰς τιμωρίαν τοῖς πονηροῖς τὴν τοιαύτην ζωήν.

sch

239a

〈τοῖς δὲ δίκην:〉 τοῖς ἀνεχομένοις τὸν κακὸν ἄνδρα συμπολιτεύεσθαι αὐτοῖς καὶ 〈μὴ〉 ἐκδιώ‐ κουσι τῆς πόλεως ἵνα ἡ τούτων τιμωρία ἅψηται τοῦ ἡγε‐ μόνος, ὡς ἐπὶ Ἀγαμέμνονος.

sch

240-241

* πολλάκι καὶ ξύμπασα πόλις: τοῦτο δοκεῖ μὲν οὐκ εἶναι κατὰ δίκην, τὸ ἑνὸς ἕνεκα πονηροῦ πόλιν ὅλην διδόναι ποινήν. δύναται δὲ λέγειν ὅτι μοχθηροῦ ἑνὸς ὄντος ὥσπερ νοσήματος ἡ πό‐
5λις παραπολαύουσα πολλάκις εἰς ὅλην ἑαυτὴν ἀναμάττεται τὴν πονηρίαν ἐξομοιουμένη τῷ ἑνί. δύναται δὲ κἀκεῖνο σημαίνειν ὅτι ἑνὸς ὄντος πονηροῦ δίδωσιν ἡ πᾶσα πόλις δίκην, ὡς ἐξὸν κωλύειν μὴ κωλύουσα τὴν τοῦ ἑνὸς πο‐ νηρίαν. οὕτω καὶ τοῦ Ἀγαμέμνονος αὐθαδῶς τῷ ἱερεῖ
10προσενεχθέντος εἰς πάντας Ἕλληνας διέτεινεν ὁ λοιμός, ὡς παρέντας βοηθῆσαι τῷ ἱερεῖ· καὶ τοῦ Αἴαντος ἀσεβή‐ σαντος περὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν πάντες ἔνοχοι τῇ δίκῃ γεγόνασιν, ὡς μὴ ἀγανακτήσαντες ἐπὶ τῷ ἀσεβήματι. δεῖ γὰρ μὴ ἐπιτρέπειν τοῖς ὑβρισταῖς, μηδὲ συνεπινεύειν τοῖς
15ἀδίκοις δυναμένους μὲν παῦσαι, περιορῶντας δὲ τοῦ παῦσαι τὴν ἐξουσίαν τῶν πονηρῶν.

sch

240a

πολλάκι καὶ ξύμπασα πό‐ λις: πολλάκις, φησί, ἡ πόλις πᾶσα ἕνεκεν ἀνδρὸς ἀδίκου καὶ ἁμαρτωλοῦ ἐκινδύνευσεν.85

sch

242-247

* τοῖσι δ’ οὐρανόθεν: τὰ ἔρ‐ γα τῆς δίκης διέξεισιν, ὅσα ἐπήρτηται ταῖς τοὺς ἀδίκους ἐώσαις τὰς ἑαυτῶν ἐκπληροῦν ἀδικίας πόλεσι· λιμὸς καὶ λοιμὸς καὶ ἀπώλεια στρατεύματος διὰ πολέμων καὶ πόρθησις
5τῆς πόλεως τοῦ τείχους αἱρεθέντος καὶ ναυτικοῦ ὄλεθρος. ταῦτα γὰρ ἐπάγει ταῖς τῶν ἀδίκων πόλεσιν ὁ θεός. ὁ μὲν οὖν λιμὸς γίνεται—ὡς τὰ πολλά—γεωργίας ἀμελούντων καὶ περὶ δικαστήρια στρεφομένων· ὁ δὲ λοιμὸς ἐκ τοῦ λιμοῦ συμπίπτει μοχθηρίᾳ διαίτης, ᾗ χρῆσθαι ἀναγκάζονται
10λιμώττοντες οἱ ἄνθρωποι. ὁ δὲ πόλεμος τῶν στρατευμάτων ὄλεθρον ἔχει διὰ πλεονεξίαν—ὡς τὰ πολλά—τῶν ἐν ταῖς πόλεσι δυνατῶν ἐγειρόμενος· ὁμοίως δὲ καὶ ὁ τὴν τῆς πόλεως πόρθησιν προξενῶν καὶ τὴν τῶν νεῶν ἀπώλειαν. ταῦτα μέν ἐστι τὰ ἐπίκαιρα τῆς ἀδικίας. δεῖ δὲ συν‐
15άπτειν τῷ (v. 243)
λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί, τοὺς ἐν πολλοῖς φερομένους ὑπερβάντα δύο στίχους, [τὸ] (v. 246)
ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν,
20καὶ τὰ ἑξῆς· οὕτω Πλούταρχος (frg. 15 Bernard.).

sch

245a

〈ἄλλοτε δ’ αὖτε:〉 καί ποτε μὲν τὸν στρατὸν αὐτὸν ἀπώλεσε, ποτὲ δὲ αὐτὴν τὴν πόλιν.

sch

248-251

* ὦ βασιλῆς: οὐκ ἔστι θεῶν ἔννοιαν ἔχοντας ἀδίκως ζῆν. εἰκότως οὖν παρακελεύεται τοῖς βασιλεῦσι μὴ ἀπολαύειν τῆς ἐξουσίας, ἀλλ’ ἐννοεῖν ὡς θεῶν καὶ δαιμόνων παρόντων πᾶσι καὶ ἐφορώντων ἡμᾶς· καὶ86
5δῆλός ἐστιν ἐν τούτοις διαφορὰν θεῶν εἰδὼς καὶ δαιμόνων. τὸ μέντοι ἀθάνατον κοινὸν αὐτῶν εἶναι· οἱ γὰρ ἀθάνατοί, φησιν, ἐγγὺς ὄντες ἡμῶν τῶν ἀνθρώπων ὁρῶσιν ἐκείνους ὅσοι σκολιαῖς χρώμενοι δίκαις καὶ κρίσεσι διεφθαρμέναις ἀλλήλους τρίβουσι, τουτέστι καταπονοῦσι
10θεῶν ὄπιν οὐκ ἀλέγοντες· καὶ τού‐ τοις ἑπόμενος ἐπάγει τρισμυρίους εἶναι φύλακας τῶν ἀν‐ θρωπίνων ἐκ τοῦ Διὸς ταχθέντας ἀθανάτους. ἐκ δὴ τούτων δῆλον ὅτι μόνος ἄρχει Ζεὺς τῶν θεῶν, ἄρχοντες δὲ πάντες οἱ θεοί. φύλακες δέ τινές εἰσι τῶν ἀνθρωπίνων ἄλλοι
15μετὰ θεούς, μεταξὺ θείων καὶ ἀνθρωπίνων ὄντες, οἵτινες ἂν εἶεν δαίμονες, ἄλλοι τινὲς οὗτοι παρ’ ἐκείνους οὓς ἐκ τῶν ἀνθρώπων εἶπε γεγονέναι δαίμονας. ἐκεῖνοι μὲν γὰρ θνητὸν γένος ἦσαν, τούτους δὲ ἀθανάτους εἶναί φησιν· ὥστε οὗτοι μὲν κατ’ οὐσίαν δαίμονες, ἐκεῖνοι δὲ διὰ τὴν
20πρὸς τούτους ὁμοιότητα καὶ δαίμονες ἐκλήθησαν καὶ φύ‐ λακες ἀνθρώπων.

sch

248a

〈καταφράζεσθε καὶ αὐτο:〉 καὶ αἰσθάνεσθε ἢ κατανοεῖτε τὴν μεταξὺ ἡμῶν νείκην καὶ δικαίως κρίνετε.

sch

252-254

* τρὶς γὰρ μύριοί εἰσιν:
ἡ μὲν μυριὰς δηλοῖ τὸν πάντων τῶν δαιμόνων ἀριθμόν, ἐν ᾧ πάντως περιλαμβάνεται τὸ δαιμόνιον γένος· ἡ δὲ τριὰς τὸ τέλειον καὶ ἐν ὅροις ἑστὼς πρώτοις μέσοις τελευταί‐87
5οις. εἰσὶ γὰρ τὰ γένη τῶν δαιμόνων τὰ μὲν λογικὰ μό‐ νως, τὰ δὲ ἄλογα μόνως, τὰ δὲ μεταξὺ τούτων· δηλοῖ δὲ ἐξ ἀμφοτέρων τὸ παντοδαπὸν φῦλον τῆς δαιμονίας τάξεως, ἣν φύλακα μὲν εἶναι τοῦ ἀνθρωπείου γένους, ὑπουργὸν δὲ τοῦ Διός. διὰ τοῦτο γὰρ εἶπε Ζηνός, διότι ὑπη‐
10ρέται πάντες οὗτοι, φύλακες δὲ θνητῶν ἀνθρώπων ὡς ἐφ‐ εστῶτες αὐτοῖς.

sch

255

* ἠέρα ἑσσάμενοι: τὸ μὲν ἠέ‐ ρα ἐνδεδύσθαι δηλοῖ τὸ ἡμῖν ἀφανεῖς εἶναι καὶ ἀορά‐ τους ὡς ὁ ἀήρ· ἢ καὶ τὸ τὰ σώματα αὐτῶν ἀέρια εἶναι κατὰ τὴν σύστασιν, ὥσπερ τὰ τῶν θεῶν ἐμπύρια καὶ τὰ
5ἡμέτερα χθόνια. τὸ δὲ πάντῃ φοιτᾶν τὸ τὰς κινήσεις αὐτῶν ὀξείας εἶναι καὶ τὰς ἐφοράσεις δι’ ὅ‐ λων διήκειν ὧν πράττομεν ὧν φανταζόμεθα ὧν διανοούμεθα· καὶ γὰρ εἰ ἀερίοις χρῶνται σχήμασιν, οὐδὲν θαυμαστὸν ὀξέως αὐτοὺς ἐπιπορεύεσθαι πανταχοῦ ὅπου περ ἂν ἐθέλωσιν.

sch

256-257

* ἡ δέ τε παρθένος: παρθέ‐ νος μὲν ἡ Δίκη τοῖς θεολόγοις (Plat. Legg. XII 943e) εἴρη‐ ται, διότι πᾶν τὸ δικαστικὸν γένος ἀδιάφθορον εἶναι δεῖ καὶ καθαρόν· καὶ τούτου σύμβολον ἡ παρθενία. παῖς δὲ
5τοῦ Διὸς διότι νομοθέτης οὗτός ἐστι κοσμικός, ὡς ἄρχων καὶ βασιλεὺς τῶν ὅλων. τὴν δὲ δικαστικὴν ἐξῆφθαι δεῖ
τῆς νομοθετικῆς, ὡς τὴν ἀνθρωπίνην τῆς ἀνθρωπικῆς καὶ τὴν θείαν τῆς θείας. αἰδοίη δὲ καὶ κυδρὴ παρὰ τοῖς Ὀλυμπίοις θεοῖς ὡς πάντων κατὰ δίκην ἐνερ‐88
10γούντων καὶ σεβόντων αὐτήν, καὶ πᾶσι τὸ κατ’ ἀξίαν ἀπο‐ νέμουσα, ὃ δὲ μάλιστα φίλον ἐστὶ τοῖς θεοῖς.

sch

257a

〈κυδρ:〉 ἀπὸ δὲ τοῦ κῦδος γίνεται κυδρὸς καὶ κυδρὴ ὡς ἀπὸ τοῦ ἔχθος ἐχθρός.

sch

258-260

* καί ’ ὁπότ’ ἄν τίς μιν βλάπτ: ἐάν τις τὸ δίκαιον βλάπτῃ παραχαράττων· οὕτω γὰρ βλάπτει ὁ σκολιῶς τοῦτο πράττων καὶ διὰ παν‐ ουργίας ὀνοτάζων τὴν Δίκην, ἤγουν οὐχ ἁπλῶς
5λοιδορῶν, ἀλλὰ καὶ ἐξευτελίζων ὡς εὐκαταφρόνητον διὰ τὸ τοῦ δικαίου καταφρονεῖν. ὁ γὰρ τὰ ἀγάλματα τῶν θεῶν ὑβρίζων αὐτοὺς ὑβρίζει τοὺς θεούς· ἄγαλμα δὲ τῆς Δίκης τὸ δίκαιον. ἐὰν οὖν τις τοιοῦτόν τι πράττῃ, καθημένη παρὰ τῷ Διὶ ἡ Δίκη γηρύεται τὸν ἄδικον νοῦν
10τῶν ἀνθρώπων καὶ ἀπαγγέλλει τῷ πατρί, ὡς ἂν ἀπ’ αὐτοῦ δικάζειν ταχθεῖσα καὶ κρίνειν πάντα ὅσα ἐφορᾷ ὁ Ζεύς. δηλοῖ δὲ τὸ καθῆσθαι τὸ παρὰ τῷ θεῷ τάξιν αὐτὴν καὶ ἕδραν ἔχειν ἀμετακίνητον, ὡς καὶ ἐκεῖνόν φησιν Ὅμηρος ἐν τῇ τοῦ Ὀλύμπου κορυφῇ (Α 498)· “ἄτερ ἥμενον
15ἄλλων”.

sch

260a

〈γηρύετ’:〉 τὸ δὲ γηρύεται γί‐ νεται ἀπὸ τοῦ γῆρυς, ὃ σημαίνει τὴν φωνήν, ἢ ἀπὸ τοῦ γέρας

sch

260-262

* ὄφρ’ ἀποτίσῃ δῆμος ἀτα‐ σθαλίας βασιλήων: τοῦτο ἤδη ἔργον τοῦ Διός, ὡς βασιλέως, κοινὴν ἐπάγειν τιμωρίαν ταῖς πόλεσιν ὑπὲρ τῶν ἀδίκων κρίσεων τῶν ἀρχόντων, οἳ παρατρέπουσι τὸ89
5δίκαιον. τοῦτο γὰρ δηλοῖ τὸ παρακλίνειν καὶ τὸ σκολιῶς ἐνέποντες, ἤτοι παν‐ ούργους λέγοντες τὰς κρίσεις ἀντὶ ἐμφρόνων, καὶ παρανό‐ μους ἀντὶ ἐννόμων. διὰ τί δὲ κοινὴν ὑπέχουσι δίκην αἱ πόλεις εἴρηται πρότερον (cf. sch. 240—241), ὡς ἐπιτρέπειν
10οὐκ ἔδει τοιούτοις τὰς ἀρχάς.

sch

265-266

* οἷ τ’ αὐτῷ κακὰ τεύχει: δαιμονίως ἀνεφθέγξατο ταῦτα τὰ ἔπη καὶ σωφρονιστικῶς· εἰ γὰρ εἰδείημεν ἀκριβῶς ἑαυτοὺς μείζονα βλάψαντες ἐξ ὧν ἄλλους βλάπτειν ἐπιχειροῦμεν, ἀφεξοίμεθα 〈ἂν〉 τοῦ βλά‐
5πτειν· οὐδεὶς γὰρ ἑκὼν ἂν ἑαυτὸν βλάψειεν· ἀλλὰ δι’ ἄ‐ γνοιαν ἁλισκόμεθα τῷ κακῷ τούτῳ καὶ οἰόμενοι ὠφελεῖν ἑαυτοὺς βλαπτόμεθα ὑφ’ ἑαυτῶν, καὶ μείζω τοῦ βλάπτειν ἄλλους, ἑαυτοὺς βλάπτομεν· εἰς χρήματα μὲν γάρ, εἰ τύ‐ χοι, ζημιοῦμεν ἐκείνους, ἡμᾶς δὲ αὐτοὺς εἰς τὸ κυριώτα‐
10τον, τὴν ψυχήν. τὸ γὰρ ἀδικοῦν αὐτῆς ἐστιν· ὁ δὲ βλα‐ πτόμενος ἐν τοῖς ἐκτὸς ἀδικεῖται. εἰκότως ἄρα φησὶν ἑαυτῷ κακὰ τεύχειν τὸν ἄλλῳ κατασκευάζοντα κακὸν καὶ τὸν κακῶς περὶ ἄλλου βουλευόμενον ἑαυτῷ γίνεσθαι πρόξενον κακοῦ μείζονος· καὶ γὰρ μὴ συντελεσθεῖσα μὲν ἡ βουλὴ
15τὸν βουλευσάμενον ἀνιᾷ πικρῶς, συντελεσθεῖσα δὲ λωβᾶται
μειζόνως. τὸ γὰρ κακοποιεῖν μεῖζον τοῦ πάσχειν τὰ κακὰ πάντως κακόν· ὡς καὶ τὸ ἀγαθοποιεῖν μεῖζον ἀγαθὸν τοῦ πάσχοντος εὖ.90

sch

266a

ἡ δὲ κακὴ βουλ: φανερώτερον λέγει τὸ πρότερον ἔπος (v. 265)· καὶ Πλάτων (Gorg. 474c) τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι ἀπέδειξεν αἴσχιον. Καλλίμα‐ χος (frg. 2, 5 Pfeiffer)·
5τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει.

sch

267-269

* πάντα ἰδὼν Διὸς ὀφθαλ‐ μός: ἄλλος μὲν τὸν ὀφθαλμὸν τοῦ Διὸς εἶπεν εἶναι πάντῃ (Hom. Ε 769)
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος·
5οὗτος δὲ ἁπλῶς καὶ ὁρᾶν αὐτὸν λέγει πάντα καὶ νοεῖν πάντα, τοῦτο προσθείς, ἵνα μὴ τὴν ὅρασιν σωματικὴν ὑπο‐ λάβωμεν, ἀλλὰ νοερὰν καὶ θείαν καὶ προνοητικήν. πάντα, φησίν, ὁ Ζεὺς ὁρῶν καὶ νοῶν ὁρᾷ καὶ ἐφορᾷ κατὰ τὴν ἑαυ‐ τοῦ θέλησιν καὶ τὰ ἡμέτερα. τίνα δέ ἐστιν ταῦτα; τὴν
10δίκην, ἥν μοι ἀπειλεῖς, ὦ Πέρση, τὴν τῶν βασιλέων ἐν τῇ πόλει ταύτῃ πονηρὰν οὖσαν, ὁρῶν δὲ καὶ ἐφορῶν καὶ ταύτην οὐκ ἂν ἀτιμώρητον ἐάσῃ τὸν ἀδικοῦντα.

sch

267a

〈πάντα ἰδών:〉 πάντα ἰδὼν ὀφθαλμὸς τοῦ Διὸς καὶ τὴν περὶ ἐμὲ δίκην, ἐὰν θέλῃ, δύναται ἰδεῖν.

sch

270-273

* νῦν δὴ ἐγὼ μήτ’ αὐτός: τὸ μὲν λεγόμενον φανερόν· εἰ μή ἐστι καὶ τιμωρία κατὰ τῶν ἀδίκων, μὴ δ’ ἕξουσί τι πλέον οἱ δίκαιοι τῶν ἀδίκων
ἐν τῷδε τῷ παρόντι, ὃ ἐφορᾷ ὁ Ζεύς, μήτ’ αὐτὸς εἴην δί‐91
5καιος μήτε παῖς ἐμός· δίκης γὰρ οὐκ οὔσης ὄνομα μόνον ἔσται τὸ δίκαιον. εἰ δὲ δὴ τὸ δίκαιον αἱρετόν, κἂν μὴ ᾖ πρόνοια, καὶ φευκτὸν τὸ ἄδικον, δῆλον ὅτι πᾶς οὗτος ὁ λόγος περιττός· διόπερ καὶ ὁ Πλούταρχος (frg. 17 Ber‐ nard.) τοὺς ἑπτὰ τούτους στίχους ἐκβάλλει, ἀπὸ τοῦ (v. 267)·
10
πάντα ἰδὼν Διὸς ὀφθαλμός, ἕως τοῦ (v. 273)·
ἀλλὰ τά γ’ οὔπω ἔολπα τελεῖν Δία μητιόεντα ὡς ἀναξίους τῆς Ἡσιόδου περὶ δικαίων καὶ ἀδίκων κρίσεως.

sch

270a

〈νῦν δὲ ἐγὼ μήτ’ αὐτός:〉 νῦν οὖν εἰ ὁ ἀδικώτερος ἄνθρωπος τοῦ δικαίου μεῖζον ἔχει, μήτ’ ἐγὼ δίκαιος εἴην, μήτ’ ἐμὸς υἱός. ἐπήγαγε δὲ τού‐ τῳ· ἀλλὰ ταῦτα οὐ νομίζω τὸν Δία τελεῖν, [τὸ] τὸν ἄδι‐
5κον μείζονος δίκης τῶν δικαίων τεύξεσθαι ἢ ποιήσειν τὸν ἄτιμον ἐν τιμῇ.

sch

271a

〈μήτ’ ἐμὸς υἱός:〉 ἰστέον δὲ ὅτι υἱὸς Ἡσιόδου Μνασέας ἐστί. Φιλόχορος (FHG I 417, 205; FGrHist III B 328 F 213) δὲ Στησίχορόν φησι τὸν ἀπὸ Κλυμένης· ἄλλοι δὲ Ἀρχιέπην.

sch

271b

〈μήτ’ ἐμὸς υἱός:〉 υἱὸς δὲ αὐτοῦ Μνασέας ἢ Ἀρχιέπης· Φιλόχορος (cf. sch. 271a) δὲ Στη‐ σίχορον.

sch

272a

ἔμμεναι: ὑπάρχειν· ἰστέον ὅτι ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀορίστου εἰώθασιν οἱ Δωριεῖσ
ἐπεντιθέναι τὴν με συλλαβήν, καὶ εἰ μὲν ὦσιν δύο φωνήεν‐ τα, τὸ ἓν ἀποβάλλουσιν, οἷον δοῦναι δόμεναι, θεῖναι92
5θέμεναι· εἰ εὑρεθῇ ἓν φωνῆεν, φυλάσσουσιν αὐτό, οἷον στῆναι στήμεναι, βῆναι βήμεναι· οὕτως οὖν καὶ εἶναι ἔμμεναι.

sch

272b

〈εἰ μείζω γε δίκην ἀδικώ‐ τερος ἕξει:〉 ταῦτα σχετλιάζων καὶ ἐν ἤθει, οὐ γὰρ ἀπὸ σπουδῆς λέγει· ὡσανεὶ ὁ ἀδικώτερος τοῦ δικαίου μεῖζον ἔχει, ὡς ἂν τὰ ἐπάνω ἔχῃ, μήτ’ ἐγὼ δίκαιος μήτ’
5υἱός μου. ἐπιφέρει οὖν· ἀλλὰ ταῦτα οὐ νομίζω τὸν Δία τελεῖν.

sch

274-280

* ὦ Πέρση σὺ δὲ ταῦτα: ὅσοι μὲν εἰς τὴν χρείαν τὴν ἀνθρωπίνην ἀπήγαγον τὸ κοι‐ νωνικόν, οὐκ ἔλαβον ἀρχὴν ἀσφαλῆ τοῦ τῆς πρὸς ἀλλήλους ἡμῶν κοινωνίας δόγματος. ἡ γὰρ χρεία, εἰ καὶ ἀναγκά‐
5σασα, ἀλλ’ οὔπω ἀγαθόν. ὅσοι δὲ εἰς τὸ κατὰ φύσιν ἡμῖν εἶναι τὸ πρὸς ἀλλήλους δίκαιον ἀπέβλεψαν, ἀρραγῆ τὴν ὑπόθεσιν ἔλαβον τοῦ τῆς κοινωνίας ἡμῶν σκοποῦ. πάντων γὰρ τῶν κατὰ φύσιν ἕκαστον ἀγαθόν. τοῦτο δὴ οὖν καὶ Ἡσίοδος, εἰδὼς τὸν τοῦ Διὸς νόμον, ἀξιοῖ τὸν Πέρσην
10ὁρᾶν· τοῖς μὲν ἄλλοις ζῴοις δέδωκεν ἐσθίειν ἄλληλα καὶ τῶν ἀσθενεστέρων τὰ δυνατώτερα κρατεῖν θοινᾶσθαί τε αὐ‐ τά· τοῖς δὲ ἀνθρώποις δικαιοσύνην σύμφυτον ἐνέσπειρε καὶ τὸ κοινωνικὸν ἐνέθηκεν αὐτῶν τῇ φύσει. διόπερ οἱ ἄδικοι τοῖς ἀλόγοις ἐοίκασι τὴν ἀνθρωπίνην ἀποδρῶντες
15ζωήν. μηδεὶς οὖν προάγων ἡμῖν τὴν ἀλληλοφαγίαν τῶν θηρίων ἀξιούτω καὶ ἡμᾶς οὕτω ζῆν. κοινωνικὸν γὰρ ζῷον γέγονεν ὁ ἄνθρωπος καὶ ὁ τῆς κοινωνίας αὐτῷ νόμος ἐκ τοῦ πατρὸς ἔγκειται κατὰ φύσιν. ἀδικίᾳ δὲ πάσῃ πρὸς κοι‐ νωνίαν καὶ κοινωνίᾳ πρὸς ἀδικίαν ἐστὶ πόλεμος· στάσεων93
20γὰρ αἰτία πάντων μάλιστα ἡ ἀδικία. τὸ δὲ κοινωνικὸν ἀστασίαστον· καὶ ὀρθῶς ὁ Πλάτων (Rep. I 351 a—e) εἶπεν οὐδὲ συστῆναι δυνατὸν εἶναι τὴν ἀδικίαν χωρὶς δικαιο‐ σύνης· δεῖν γὰρ τοὺς συναδικήσαντας τά γε πρὸς ἀλλήλους δίκαια φυλάττειν ἢ καὶ ἀλλήλους ἀδικοῦντας μηδὲν δύνα‐
25σθαι κοινῇ ποτε πρᾶξαι. εἰ οὖν ἄνθρωπος εἶ, φύσει κοι‐ νωνικὸν ζῷον εἶ· εἰ δὲ φύσει κοινωνικὸν ζῷον εἶ, παρὰ φύσιν σοι τὸ ἀδικεῖν. οὐ γὰρ κοινωνίας ἀλλὰ διασπασμοῦ τὸ ἀδικεῖν αἴτιον, τῶν ἀδικουμένων τοῖς ἀδικοῦσιν ὁμο‐ νοεῖν μὴ δυναμένων.

sch

276a

τόνδε γὰρ ἀνθρώποισιν: ἐπαγγειλάμενος οὐκ εἶπε ποῖον νόμον· λέγει δὲ τί τοῖς ἀνθρώποις ἐστίν, ἵνα φύγωμεν τὰ τῶν ἀλόγων.

sch

276b

νόμον διέταξε Κρονίων: τὸ σημεῖον ὅτι οὐδέποτε Ὅμηρος νόμον εἶπε.

sch

279a

ἀνθρώποισι δ’ ἔδωκε δίκην: τετραχῶς δὲ τίθησι τὴν δίκην· ποτὲ μὲν ἐπὶ τῆς σωματο‐ ειδοῦς θεᾶς (v. 220, 256), ποτὲ δὲ ἐπὶ τοῦ δικαίου (v. 9, 192, 213 etc.), ποτὲ δὲ ἐπὶ τῆς κρίσεως (v. 36, 124 etc.),
5ποτὲ δὲ ἐπὶ τῆς τιμωρίας (v. 239, 712).

sch

280-281

* εἰ γάρ τίς κ’ ἐθέλοι: ὃς γὰρ εἰδὼς τὰ δίκαια μὴ ἀποκρύπτει διὰ σκολιότητα ἤθους ἀλλ’ ἀγορεύει, τούτῳ καὶ ὁ παρὰ τοῦ Διὸς ὄλβος ἕπεται. πρόσκειται δὲ τὸν γινώσκοντα τὰ δίκαια χρῆναι λέγειν94
5αὐτά, διότι κατ’ ἄγνοιάν τινες τῶν δικαίων εἴποιεν ἂν τὰ ἄδικα ὡς δίκαια, ὧν οὐκ ἄν τις μέμψαιτο τὴν προαίρεσιν, ἀλλὰ τὴν ἀμαθίαν.

sch

281a

〈γιγνώσκων:〉 γινώσκων ὅτι ἔστι δίκη· εἰσὶ γὰρ βάρβαροι μὴ εἰδότες τί ἐστι τὸ δίκαιον.

sch

281b

〈τῷ μέν τ’ ὄλβον διδο:〉 ὄλ‐ βος δὲ ὁ παρὰ τῶν καρπῶν πλοῦτος.

sch

282

* ὃς δέ κε μαρτυρίῃσιν ἑ‐ κών: οὗτός ἐστιν ὁ ἀντίθετος τῷ εἰδότι τὰ δίκαια καὶ μὴ κρύπτοντι, ὁ ἑκὼν ψευδόμενος καὶ μαρτυρῶν τοῖς ἀδί‐ κοις καὶ ὀμνὺς καὶ ἐπιορκῶν διὰ πονηρὰν πρόθεσιν. τού‐
5του οὖν τοῦ τὰ ψευδῆ μαρτυροῦντος ἑκουσίως εἰδότος τἀλη‐ θὲς ὁ τρόπος μιαρός.

sch

283-285

* ἐν δὲ δίκην βλάψας: ὃς ἂν ψευδῆ μαρτυρήσας ἑκὼν ἀποκρύψῃ τὸ δίκαιον καὶ ὅρκον προσθεὶς νήκεστον βλάβην καὶ ἀνίατον ὑπομείνῃ διὰ τῆς ψευδομαρτυρίας καὶ ἐπιορκίας, ἀμαυροτέρα ἡ τού‐
5του γενεὰ γίνεται, ὡς τοῦ εὐόρκου ἀμείνων ἡ γενεά. τὰ γὰρ τῶν πατέρων ἀδικήματα χραίνει καὶ τοὺς ἐκγόνους αὐτῶν καὶ ἐνόχους ἀποφαίνει ταῖς τιμωρίαις· καὶ γὰρ ὀνείδη καὶ ἀδοξίαι αὐτοῖς ἐκ τῶν ἀδικιῶν συμβαίνουσι καὶ
τίσεις ἐκ τῶν ἁμαρτημάτων ἀπολαμβάνοντες, ὧν ἔσχον ἀδι‐95
10κήσαντες οἱ πατέρες αὐτῶν, συναπολαύουσι τῶν ὀφειλομένων ἐκείνοις κολάσεων. ἄλλως δὲ γινώσκει τὸ θεῖον, ὡς τοῖς ἤθεσιν αὐτῶν ἐμπέφυκέ τι τῆς ἀδίκου τῶν γεννησάντων προαιρέσεως κἂν ἡμᾶς λανθάνωσι καὶ εἰκότως ταύτην ἐν αὐτοῖς ὁρῶντες τὴν ῥίζαν ἐκκόπτουσι διὰ τῶν τιμωριῶν καὶ
15τοῦ μὴ ἐνεργῆσαι κωλύουσιν, ὡς ἰατροὶ προκαθαίροντές τινας ὧν ὑφορῶνται νόσους.

sch

285a

ἀνδρὸς δ εὐόρκου: ὡς τῆς δικαιοσύνης βραδέως ἀμειβομένης τοὺς περιισταμένους αὐτὴν τοῖς ἀγαθοῖς.

sch

286

* σοὶ δ’ ἐγὼ ἐσθλὰ νοέων: κάλλιστα τὸ φιλόσοφον ἦθος οἷόν ἐστιν εἶπεν διὰ τούτων ὁ Πλούταρχος (frg. 19 Bernard.) δηλοῦσθαι. τὸν μὲν γὰρ Ἀρχίλοχον καὶ τὸν Ἱππώνακτα βλασφημίας συγγράψαι κατὰ
5τῶν λυπησάντων· Τιμοκράτην δὲ καὶ Μητρόδωρον (cf. Diog. Laert. 10, 10—11) τοὺς Ἐπικουρείους ἀδελφοὺς ὄντας καὶ προσκρούσαντας ἀλλήλοις ἐκδοῦναι κατ’ ἀλλήλων συγγράμμα‐ τα. καὶ τί δεῖ τούτους λέγειν; ὅπου γε καὶ Ξενοφάνην (Vorsokr. 21 A 22 Diels—Kranz6) διὰ δή τινα πρὸς τοὺς
10κατ’ αὐτὸν φιλοσόφους καὶ ποιητὰς μικροψυχίαν Σίλλους ἀτόπους συνθεῖναι κατὰ πάντων φιλοσόφων καὶ ποιητῶν· ἀλλὰ τὸν ὄντως μουσικὸν Ἡσίοδον μηδὲν τοιοῦτο παθεῖν· οὐ γὰρ μουσικοῦ τὸ μελαγχολᾶν· λυπηθέντα δὲ πρὸς τὸν ἀδελφὸν ἀντὶ τοῦ βλασφημεῖν νουθετεῖν, εἰδότα τοῦτο δὴ
15τὸ τοῦ Σωκράτους (Plat. Legg. V 731c) ὅτι πᾶς ὁ κακὸς ἄκων ἐστὶ κακός· δεῖται οὖν νουθεσίας καὶ ἴσως ἐπιγνώ‐ σεται ἑαυτὸν ὄντα κακόν.96

sch

287-290

* τὴν μέν τοι κακότητα: τὸ μὲν ἕπεσθαι τὰς κακίας ἀλλήλαις, ὥσπερ καὶ τὰς ἀρε‐ τάς, ἐστι ψεῦδος. ἀρεταὶ μὲν γὰρ ἐναντίαι οὐκ εἰσί, κακίαι δὲ ἐναντίαι εἰσί· τὰ δ’ ἐναντία οὐχ ἕπεται ἀλλή‐
5λοις. τούτου δὲ ὄντος ψευδοῦς οὐκ ἀποδεκτέον τὸ ἰλαδόν, ὡς Πλούταρχος (frg. 20 Bernard.) ἐξηγήσατο, τὸ πᾶσαν ἐγκολπίσασθαι κακίαν ὁμοῦ δηλοῦν, ἀλλὰ τὸ ἑκά‐ στην ἀθρόαν λαβεῖν μὴ κατὰ μικρὸν ὑποφερομένην, ἀλλ’ ὁμοῦ πᾶσαν ἐφελκομένην· οἷον ἀκολασίαν ὅλην ἅμα καὶ ἀδικίαν
10ὡσαύτως. διὸ καὶ ἰλαδὸν εἶπε δηλῶν ὡς οὐ μό‐ νον κατὰ βραχὺ δυνατὸν κακωθῆναί τινας, ἀλλὰ καὶ ἀθρόως. καὶ τὴν αἰτίαν προσέθηκεν ὅτι ἐγγὺς ἡμῶν ἡ κακία καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς ὀλίγη, καθάπερ ἡ πρὸς τοὺς ἐγγὺς οἰκοῦντας. αἴτιον δὲ τοῦ ἐγγὺς ἡμῶν αὐτὴν οἰκεῖν τὸ
15τὴν γένεσιν τόπον εἶναι τῶν κακῶν. ὥσπερ οὖν τῶν ἐν λοιμώδει τόπῳ κατοικούντων ἐγγὺς κατοικοῦσιν αἱ νόσοι, οὕτω δὴ καὶ τῶν ἐν γενέσει ψυχῶν ἐγγὺς οἰκεῖν τὴν κακίαν ἀληθές, ἧς ἐστιν οἶκος ἡ γένεσις. τὴν δ’ αὖ ἀρετὴν οὐκ οὖσαν τῇ γενέσει σύμφυλον, ἀλλὰ τοῖς ἔξω τῆς ὑλικῆς
20στάσεως, εἰκότως φησὶ πόρρω μὲν οἰκεῖν ἡμῶν, ἱδρῶ‐ τα δὲ πρὸ αὐτῆς εἶναι ὑπὸ τῶν θεῶν τεθέντα, δι’ οὗ χρὴ πρὸς αὐτὴν ἐλθεῖν καὶ πόρρω οὖσαν ἑλεῖν, ἐπίπονον οὖσαν
τὴν θήραν αὐτῆς καὶ δυσέφικτον, καθὰ τὰ ἑξῆς δηλοῖ.97

sch

289a

〈ἱδρῶτα:〉 ἱδρῶτα [καὶ] οὐ παρὰ αὐτήν, ἀλλὰ πρὸ τοῦ γενέσθαι εἰς αὐτήν.

sch

290-292

* μακρὸς δὲ καὶ ὄρθιος οἶμος: μακρὸς μὲν οἶμος εἰκότως· ὅσον γὰρ θεὸς ὕλης, τοσοῦτον ἀρετὴ κακίας διέστηκεν· εἴπερ ἀρετὴ μέν ἐστιν ἐν τῷ συνεῖναι θεῷ, κακία δὲ ἐν τῷ
5ζῆν ἐν ὕλῃ. μακρὸς δὲ ὢν καὶ ὄρθιός ἐ‐ στιν, ὡς εἰς τὸ ἄναντες ἀνάγων ἡμᾶς· ἄνω γὰρ ἀρετή, κά‐ τω δὲ ἡ κακία· τραχὺς δ’ αὖ ὁ οἶμος ὡς δύσβατος. χρὴ γὰρ πολλὰ μὲν ὧν ἀγνοοῦμεν μαθεῖν οἷς τὴν πρώτην δυσκόλως ἐπιβάλλομεν, πολλὰ δὲ ἀποθέσθαι ἔθη πονηρὰ ὧν
10δυσαποσπάστως ἔχομεν συντρόφων ἡμῖν ὄντων· ὅλως δὲ διὰ πολλῶν ὁδεῦσαι καὶ ἐπιπόνων ἀσκήσεων· πρὸς ἃς ἀπιδὼν τραχὺν εἶπεν εἶναι τὸ πρῶτον τὸν οἶμον. τέ‐ λος δέ φησιν, ἐπειδὰν εἰς τὸ ἄκρον ἔλθῃ τῆς πορείας, ῥᾳ‐ δία λοιπὸν ἡ ἀρετὴ καὶ ταῦτα οὖσα χαλεπὴ καὶ δυσέφικτος.
15ζῶσι γὰρ οἱ τὴν ἀρετὴν ἔχοντες ἤδη μετ’ εὐφροσύνης καὶ ἔοικεν Ἡσίοδος πρὸ Πλάτωνος (Legg. V 734 c—d) εἰπεῖν, ὅτι οὐ μόνον ἄριστος, ἀλλὰ καὶ ἥδιστος ὁ κατ’ ἀρετὴν βίος. ἡ γὰρ μετὰ ῥᾳστώνης ζωὴ τὴν εὐφροσύνην δηλοῖ τῆς τοιαύτης ἕξεως. μὴ οὖν ἀποφευγέτω τις διὰ τοὺς πόνους
20τὴν τῆς ἀρετῆς ἄσκησιν, πρῶτον μὲν ἐννοῶν ὅτι ἄτοπον, ἵνα μὲν τέχνην τινὰ κτησώμεθα τοὺς διὰ τὴν κτῆσιν αὐτῆς πόνους ὑπομένειν ἢ ἵνα ἄλλου τινὸς τῶν ἀναγκαίων τύχω‐
μεν· ὅπως δὲ τὴν ἀρετὴν κτησώμεθα, τὴν τελειότητα μόνην οὖσαν ἡμῶν, μὴ αἱρεῖσθαι τοὺς δι’ αὐτὴν πόνους δι’ ὧν μέλ‐98
25λομεν ὠνεῖσθαι τὴν τῆς ἀρετῆς κτῆσιν. ἔπειτα τοῦτο σκοπεῖν, ὅτι τοῖς μὲν τὴν φύσιν ἀσθενῆ λαχοῦσιν οἱ προ‐ τεινόμενοι πόνοι δειλίαν ἐμποιοῦσι καὶ φυγάδας αὐτοὺς ἀποφαίνουσι τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων· τοῖς δὲ φύσει γενναίοις μείζων ἔρως ἐγγίνεται τούτων ὧν τὴν θήραν οὐκ
30εὐπετῆ, μετὰ πολλῶν δὲ ἱδρώτων μόνως παραγίνεσθαι τοῖς ἀνθρώποις, ἀκούουσι. διὸ καὶ Πλάτων (l. l.) παρακε‐ λεύεται χρῆναι τοῖς προσιοῦσι φιλοσοφίας ἕνεκα παραδει‐ κνύναι τὸ ἐπίπονον τῆς τοιαύτης ζωῆς διὰ πεῖραν τῆς ἀ‐ γεννοῦς καὶ γενναίας φύσεως. πρὸς δὲ τούτοις ὅτι τῶν
35μετὰ πόνων κτηθέντων ἡδίων ἡ ἀπόλαυσις, τῶν δὲ μετὰ εὐ‐ πετείας, ὡς ἡ λῆψις πρόχειρος, οὕτω καὶ ἡ καταφρόνησις· διόπερ, ὡς ἔοικεν, ἡ ἀρετὴ μάλιστα τίμιον πολλῶν δεομένη πόνων, καὶ οἱ λαβόντες φιλοχωροῦσιν ἐν αὐτῇ τοὺς ἱδρῶτας οὓς ὑπέμειναν εἰδότες καὶ προέσθαι μὴ βουλόμενοι πρᾶγμα
40διὰ μυρίων πόνων κτηθέν, ἀλλ’ ἀπρὶξ ἔχοντες ὥσπερ δυσ‐ θήρατον, οὕτω καὶ δυσαφαίρετον αὐτὴν ἀποφαίνοντες.

sch

293-297

* οὗτος μὲν πανάριστος: Ζήνων (Stoicor. vet. I frg. 235 v. Arnim) μὲν ὁ Στωϊκὸς ἐνήλλαττε τοὺς στίχους λέγων·
οὗτος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται,
5
ἐσθλὸς δ’ αὖ κἀκεῖνος ὃς αὑτῷ πάντα νοήσῃ τῇ εὐπειθείᾳ τὰ πρωτεῖα διδούς, τῇ φρονήσει δὲ τὰ δευτε‐
ρεῖα. Ἀρίστιππος (FPhG II p. 406, 13 Müllach) δὲ ἀπ’ ἐν‐ αντίας ὁ Σωκρατικὸς ἔλεγε τὸ συμβούλου δεῖσθαι χεῖρον εἶναι τοῦ προσαιτεῖν. ὁ δὲ Ἡσίοδος τοῦ μέτρου μάλιστα99
10τυγχάνει τρεῖς ἕξεις διελών, τὴν ἔμφρονα τὴν ἀνόητον τὴν μέσην· ὧν ἡ μὲν ἀρίστη καὶ τῷ θείῳ παραπλησία—καὶ γὰρ τὸ θεῖον αὔταρκες ὥς τε καὶ ὁ ἑαυτῷ πάντα νοῶν καὶ προ‐ ορῶν ὅσα ἂν ᾖ καὶ εἰς τὸν ἔπειτα χρόνον ἀμείνω—· ἡ δὲ φευκτοτάτη, τὸ μήθ’ ἑαυτῷ δύνασθαι τὰ ὀρθὰ λογίζεσθαι
15μήτ’ ἄλλοις ἕπεσθαι συμβούλοις ἐθέλειν· μέση δὲ τούτων ἡ τοῦ συνορατικοῦ μὲν τῶν ἀμεινόνων οὐκ ἔχουσα δύναμιν, ἐπακολουθητικὴ δὲ τοῦ συνορῶντος. καὶ ταῦτα μὲν οὕτως ἔχει· μάλιστα δὲ ἄξιον ἐπαίνου τὸ εἰπεῖν τί τοῦ ἔμφρο‐ νος ἴδιον· οὐ γὰρ τὸ τὰ παρόντα ὁρᾶν καὶ τὰ ἐγγύς, ἀλλὰ
20καὶ τὸ τὰ ἐσόμενα προορᾶν· τοῦτο γὰρ δηλοῖ τὸ φρά‐ σασθαι ἅπερ ἂν εἴη ἐπὶ τὰ ἀμείνω.

sch

299-301

* ἐργάζευ, Πέρση, δῖον γέ‐ νος: τὸ δῖον γένος δηλοῖ ἢ ὅτι Δίου τινὸς παῖδες ἦσαν ἢ ὅτι θεοῖς ἀνέφερον τὴν γένησιν· εἰς γὰρ Ὀρφέα καὶ Καλλιόπην τὸ γένος ἀνῆγον. εἰ δὲ φιλίαν
5τῆς Δήμητρος εἶπεν εἶναι τὴν πρὸς τὸν λιμὸν ἀλλοτριότη‐ τα, θαυμαστὸν οὐδέν· τῶν γὰρ δημητριακῶν καρπῶν ἀφθο‐ νίαν ἔχοντες οἱ ἄνθρωποι, τῶν ἀπὸ τοῦ λιμοῦ κακῶν εἰσιν ἀπείραστοι· τούτους δὲ ἄλλως ὑπάρχειν ἀδύνατον ἢ εὐμε‐ νοῦς οὔσης τῆς θεοῦ τῆς δωρησαμένης αὐτούς. εὐστέ‐
10φανος οὖν Δημήτηρ, ἡ περιουσία τῶν καρπῶν καὶ
συγκομιδή.100

sch

301a

〈καλιήν:〉 καλιὰ [δὲ] κυρίως μὲν ἡ νεοτ‐ τιά, νῦν δὲ τὴν οἰκίαν εἶπεν.

sch

302-303

* λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρ: τὸ μὲν σύμφορος, 〈εἰκότωσ〉· οὐ λέγει τὸν συμφέροντα, ἀλλὰ τὸν συμφερόμενον καὶ συνόντα, ὡς ὅπου ἀργία ἐστί,
5ἐκεῖ καὶ λιμὸν εἶναι ἀναγκαῖον. τὸ δὲ τῷ ἀεργῷ νεμεσᾶν τοὺς θεούς, ἀληθές· χρῆναι γὰρ τὸ σῶμα τρέφειν διὰ τῶν σωματικῶν πόνων καὶ τὰ ἀναγκαῖα πορίζειν ἑαυτῷ διὰ τῶν οἰκείων ἔργων.

sch

302a

λιμὸς γάρ τοι πάμπαν: λι‐ μὸς θηλυκῶς λέγεται παρὰ τοῖς Δωριεῦσι.

sch

304-306

*?〉 〈κηφήνεσσι κοθούροις:〉 τὸ μὲν ἀργὸν ζῆν ἑπόμενον ἔχει λιμόν, τὸ δ’ ἐθέλοντα μὴ λιμώττειν· ἀντὶ τοῦ ἐργάζεσθαι πράγματα παρέχειν ἄλλοις, ἵνα ἀπὸ τούτων τρέφηται, κηφῆνος ἔργον ἐστὶ κεκεντρω‐
5μένου τὸ μέλι κατεσθίοντος ὅσον αἱ μέλισσαι συνάγου‐ σι. κόθουρος οὖν ὁ κηφήν, ὡς κεύθερός τις ὢν καὶ τὸ κέντρον κεκρυμμένον ἔχων· καὶ παρέλαβεν αὐτὸν ὡς ἀρ‐ γόν. μόνον γὰρ τὸ ζῷον τοῦτο οὐ δύναται τροφὴν ἑαυ‐ τῷ πορίσασθαι. ἢ τὸ κοθούροις ἀντὶ τοῦ
10ἀργοῖς παρὰ τὴν καθέδραν ἢ 〈ἀντὶ τοῦ〉 κολούροις τὴν οὐρὰν καὶ τὸ κέντρον—καὶ γὰρ καὶ ἀργὸς καὶ ἄκεν‐ τρος—· ἢ 〈τὸ〉 κοθούροις ἀντὶ τοῦ κόρου πλή‐
θουσι. καταγέλαστος γὰρ ἂν εἴη τις τῶν μὲν ἀνθρώπων ἐλαττούμενος τοῖς δὲ κηφῆσιν ὁμοιούμενος.101

sch

304a

〈κηφήνεσσι κοθούροις:〉 τὸν κηφῆνα παρέλαβεν ὡς ἀργόν· μόνον γὰρ τὸ ζῷον τοῦτο οὐ δύναται τροφὴν ἑαυτῷ πορίσασθαι· καταγέλαστος γὰρ εἴη ἄν τις τῶν μὲν ἀνθρώπων ἐλαττούμενος τοῖς δὲ κηφῆσιν
5ὁμοιούμενος. κόθουρος δὲ ὁ κηφὴν ὡς κεύθουρός τις ὢν καὶ κέντρον κεκρυμμένον ἔχων ἢ κόθουρος ὁ ἀργὸς ἀπὸ τοῦ κάθημι.

sch

304b

κηφήνεσσι κοθούροις: κηφήν ἐστι ζῷον μελισσῶν ἀργότατον καὶ ἄκεντρον 〈ὥς φησιν Ἀριστοτέλης (hist. anim. p. 553 b 11)〉. κόθουροι δὲ ἢ ὅτι κάθηνται παρατηροῦντες τὴν ὥραν ἐν ᾗ ἐκβαί‐
5νουσιν αἱ μέλισσαι, ἵνα ἐκλαθόντες ἐσθίωσι τὸ μέλι· ἢ ὅτι κολοβὴν οὐρὰν ἔχουσιν—ἀποκρύπτουσι γὰρ τὴν οὐ‐ ράν—. Δίδυμος (Chalc. frg. p. 300 Schmidt) δὲ κο‐ τούροις, ὅτι κότον ἔχουσιν ἐν οὐρᾷ—κατὰ δὲ Ἀριστο〈φάνην〉 (Aves, v. 1114) ἀκέντροις—, Ἀμερίας δὲ
10κακούργοις. μόνος δὲ Ἡσίοδος τῇ λέξει ἐχρή‐ σατο ἅπαξ.

sch

306

〈σοὶ δ’ ἔργα φίλ’ ἔστω:〉 τινὲς δέ, ὦ φίλε, λέγουσιν· σοὶ ἔστω κοσμεῖν τὰ μέτριᾳ ἔργα.

sch

308-309

* ἐξ ἔργων δ’ ἄνδρες: παντὶ τῷ τὸ κατὰ φύσιν ἔργον ἐκπληροῦντι τοῖς θεοῖς ἀρέσκειν ἕπεται. τοῖς ἀνθρώποις οὖν ἐργαζομένοις καὶ τὰ ἀναγ‐
καῖα διὰ τῶν ἔργων πορίζουσιν ὑπάρχει θεοφιλῶς πράττειν·102
5ὡς καὶ τοῖς ἀργοῖς μὲν τὰ δὲ τῶν ἐργαζομένων καρποῦσθαι βουλομένοις ὑπάρχει νεμεσᾶσθαι παρὰ τῶν θεῶν.

sch

308a

〈πολύμηλοί τ’ ἀφνειοί τε:〉 προτρεπόμενος αὐτὸν ἐπὶ τὸ ἐργάζεσθαι λέγει αὐτῷ 〈ὅτι〉 τὸν ἀπὸ τῶν καρπῶν πλοῦτον, ὃν ἐκ καμάτων φησίν, ἕξει καὶ τὰ συναγόμενα μηδὲ ὅλως ἐξ ἀδικίας 〈ἂν〉 καρπίζοιτο.

sch

311-312

* ἔργον δ’ οὐδὲν ὄνειδος: οἱ μὲν πολλοὶ καὶ καπηλεύειν [διὰ ταῦτα] καὶ τὰ ἄλλα ἔργα μετιέναι τὸν σπουδαῖον δεῖν οὐκ ἀπέγνωσαν διὰ ταῦτα τὰ ῥήματα τοῦ Ἡσιόδου, μηδὲν ἐπαχθὲς εἶναι λέγοντες.
5εὖ δ’ ὁ Πλάτων (Charm. 153 b—c) ἐξηγήσατο τὸ ἔπος. ἔργα γὰρ καλεῖν τὸν Ἡσίοδον ἑκάστου τῶν ὄντων τὰ κατὰ φύσιν ἔργα. ταῦτα οὖν καὶ τῷ σπουδαίῳ πρέποντα ἔργα ὅσα οἰ‐ κεῖα σπουδαίῳ· διὸ καὶ Ὅμηρος (v. infra) τὰ μὲν βέλτι‐ στα τῶν ἔργων μόνον ἔργα καλεῖ· τὰ δὲ φαῦλα μετὰ προσ‐
10θήκης κακὰ ἔργα, ὡς ἂν τοῦ ἔργου καθ’ αὑτὸ τὸ καλὸν δη‐ λοῦντος (ς 366)·
εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο· καί (β 22)·
δύο δ’ αἰὲν ἔχον πατρώϊα ἔργα.
15τὰ δὲ μεμπτὰ δῆλα (θ 329)·
οὐκ ἀρετᾷ κακὰ ἔργα.

sch

311a

〈ἔργον δ’ οὐδὲν ὄνειδος:〉 οὐκ ἄρα τὸ κλέπτειν καὶ τὸ πορνοβοσκεῖν ὄνειδος· ῥητέον
ὅτι τὸ ἔργον τῆς γεωργίας ὄνειδος οὐκ ἔχει, οἷον τὸ βοηλατεῖν, τὸ σκάπτειν· ἢ ἁπλῶς ῥητέον ἔργα, ὡς παρὰ103
5τοῖς παλαιοῖς, τὰ σπουδαῖα. ὅτε γὰρ τὰ φαῦλα σημαίνει, προστιθέασι τὸ κακόν (Hom. θ 329).
οὐκ ἀρετᾷ κακὰ ἔργα καὶ (Hom. χ 413; Hes. Op. et D., v. 124)·
σχέτλια ἔργα.

sch

313

* πλούτῳ δ’ ἀρετ: μηδεὶς λοιδο‐ ρείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦτον ὁρῶν 〈τὸν〉 πόρρω τῆς ἀρετῆς ἐσκηνημένον, ἀλλὰ πλοῦτον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ τῶν ἔργων πορισθεῖσαν ἀφθονίαν τοῖς
5ἐργαζομένοις δικαίαν οὖσαν καὶ ἀπὸ τῶν οἰκείων πόνων ἠθροισμένην. εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν ἐκ τῶν ἔρ‐ γων τοὺς ἀνθρώπους γίνεσθαι πολυμήλους καὶ ἀφθόνους καὶ ἀφνειούς (v. 308)· τῷ δὲ τοιούτῳ πλούτῳ ἕπεσθαι πάντως τὴν ἀρετὴν καὶ τὴν δόξαν· ἕπεσθαι δὲ οὐχ ὡς παρακολου‐
10θήματα ὄντα ταῦτα τῆς εὐπορίας, ἀλλ’ ὡς συνυπάρχοντα τῷ τοιούτῳ πλούτῳ. καὶ ὡς παντός, ὃς ἂν οὕτω πλουτῇ, καὶ δόξαν ἀγαθὴν κεκτημένου καὶ δηλοῦντος ὅτι ἀρετὴν ἔχει, δι’ ἣν προσκαρτερεῖ τοῖς οἰκείοις ἔργοις.

sch

313a

〈πλούτῳ δ’ ἀρετ:〉 ὥσπερ ἕπεται τῇ ἰατρικῇ ἡ ὑγεῖα, οὕτω τῇ ἀρετῇ οὐ πάντα ἀλλ’ ὁ πλοῦτος ὑπουργεῖ. εἰ μὴ γὰρ ὁ πλοῦτος ὑπουργήσει, οὐ παιδεύε‐ ταί τις ἀλύπως οὔτε πρὸς ἀρετὴν ἐκδίδωσιν ἑαυτόν, κἂν
5ἐκδῷ δέ, δυσκατόρθωτον αὐτῷ τὸ ἔργον φανήσεται περὶ τὴν
τῶν ἀναγκαίων χρείαν ὑστερουμένῳ.104

sch

314

* δαίμονι δ’ οἷος ἔησθα: δαί‐ μων οὐ μόνον ὁ ἀπονέμων ἡμῖν τὸν βίον καὶ διοικῶν τὰ ἡμέτερα κρείττων ἡμῶν καλεῖται, ἀλλὰ καὶ αὐτὸς ὁ ἀπ’ ἐ‐ κείνου βίος ἑκάστοις ἀπονεμόμενος, εἰς ὃν βλέποντες τοὺς
5μὲν εὐδαιμονεῖν φαμεν, τοὺς δὲ κακοδαιμονεῖν· ὡς καὶ τύχη λέγεται ἥ τε ἐπιτροπεύουσα τοὺς βίους ἡμῶν καὶ τὸ ἀποδιδόμενον ἑκάστοις παρ’ αὐτῆς· ὅθεν καὶ εὐτυχεῖν τι‐ νας καὶ δυστυχεῖν λέγομεν. τοῦτο οὖν φησιν ὁ Ἡσίοδος προτρέπων εἰς τὸ μὴ ζῆν ἀργὸν ὅτι ὁποῖος ἂν ἑκάστῳ τυγ‐
10χάνῃ βίος ἀποδεδομένος, τούτῳ ἄμεινον ἐργάζεσθαι, εἴτε ἀμείνων εἴτε χείρων· καὶ μὴ ποιεῖσθαι πρόφασιν ἀργίας ἡλικίαν ἢ τύχην ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ πάντως ἔργον τι ζητεῖν ἢ γεωργικὸν ἢ τεκτονικὸν ἢ ἐμπορικὸν ἢ ἄλλ’ ὁτι‐ οῦν.

sch

314a

〈δαίμονι δ’ οἷος ἔησθα:〉 τῇ τύχῃ ὁποῖος τυγχάνεις, κἄν τε μέτριος κἄν τε πλούσιος, τὸ ἐργάζεσθαι καλόν· καὶ ἐὰν ἀπ’ ἀλλοτρίων πραγμάτων τὴν ψυχὴν κωλύσῃς τοῦ ἐπιθυμεῖν καὶ ἐπὶ τῷ ἐργάζεσθαι τρέ‐
5ψῃς αὐτήν, ἄμεινον.

sch

314b

〈δαίμονι δ’ οἷος ἔησθα:〉 ἤ‐ γουν οἷος εἶ τὸν βίον, κἄν τε πλούσιος κἄν τε πένης, τὸ ἐργάζεσθαι καλόν ἐστι· μᾶλλον 〈δὲ〉 ἐὰν ἀπὸ τῶν ξένων κτημάτων τὴν ψυχήν σου κωλύσῃς τὴν ματαιόφρονα καὶ τὸ
5ἔργον μελετᾷς.

sch

315-316

* εἴ κεν ἀπ’ ἀλλοτρίων: μὴ ἐπαισχύνεσθαι παραινεῖ μεταχειρίσασθαί τι τῶν ἔργων, εἰ καὶ ἀπὸ εὐπόρων ἀπορώτερος γέγονεν, ἵν’ αὖθις εὐπορήσῃ. τοῦτο γὰρ ἄμεινον εἶναι, ὁποίαν ἂν ἔχῃ τὴν δαιμονίαν105
5δόσιν, ἔργον τι μετιέναι κἂν πλούσιος τις κἂν πένης [ἐστίν]. ἄμεινον δ’ οὖν εἶναι τοῦτο ἀπὸ τῶν ἀλλοτρίων κτημάτων τὴν ψυχὴν τρέψαι ἐπὶ τὸ ἔργον μελετήσαντα διὰ τούτου τῶν πρὸς τὸν βίον ἀναγκαίων εὐπορῆσαι, κακοπρα‐ γιῶν μὲν ἀποσχόμενον, ἑαυτῷ δὲ πορίζοντα διατροφήν. καὶ
10μὴ ἁπλῶς μετιέναι τὸ ἔργον, ἀλλὰ μελετᾶν βίου φη‐ σί· τοῦτο δέ ἐστι μετὰ φροντίδος καὶ ἐπιμελείας προσ‐ ιόντα τῷ ἔργῳ δι’ οὗ συλλέξεις βίον. ταῦτα μὲν παραινεῖ, καὶ τὸ κελεύειν τοῦτο δηλοῖ. τὸν δὲ ἀεσίφρονα θυμόν—ἤτοι τὸν ἀερσίφρονα
15ῥητέον, ὅ ἐστιν ὁ μετέωρος καὶ πρὸς μηδὲν τῶν ἀναγκαίων συντεταγμένος, ἢ τὸν βλαψίφρονα· τὸ γὰρ ἆσαι τὸ βλάψαι σημαίνει—, τὸν οὖν μετέωρον θυμὸν τὸν βεβλαμμένον ἀξιοῖ τρέπειν ἀπὸ τοῦ ἀποβλέπειν εἰς τὰ ἀλλότρια κτήματα ἐπὶ τὸ ἐργάζεσθαι καὶ διὰ τούτου ἐπιμελεῖσθαι τοῦ βίου.
20βίος δέ ἐστιν ἡ τῶν ἀναγκαίων περιποίησις ἀφ’ ἧς ὑπάρχει τὸ βιοῦν καὶ ζῆν.

sch

315a

〈ἀεσίφρονα:〉 τὸν κούφως εὐκίνητον ὡς τὸν 〈ἐξί〉τηλον.

sch

315b

εἴ κεν ἀπ’ ἀλλοτρίων κτεά‐ νων ἀεσίφρονα θυμόν: ἐὰν ἀπὸ τῶν
ἐμῶν κτημάτων ἐκβάλῃς τὸν νοῦν σου καὶ φροντίζῃς τοῦ ἐργάζεσθαι, κάλλιστόν ἐστί 〈σοι, καὶ πορί〉ζεις τὸν βίον·106
5〈ἢ〉 τρέπε τὸν ἐπηρμένον σου λογισμὸν ἀπὸ τῶν ἀλλοτρίων κτημάτων τρέψας εἰς ἐργασίαν ἑαυτὸν ὥς σοι κελεύω.

sch

317-318

*αἰδὼς δ’ οὐκ ἀγαθ: καὶ τοῦτον καὶ τὸν ἑξῆς στίχον παρεμβεβλῆσθαι ληφθέντας ἀπὸ τοῦ Ὁμήρου (ρ 347; Ω 45) καὶ Πλούταρχος (frg. 24 Ber‐ nard.) εἶπε. δηλοῖ δ’ ὅμως δι’ αὐτῶν ὅτι οὐ χρὴ αἰδεῖ‐
5σθαι μετιέναι τι ἔργον ἀφ’ οὗ βίον συλλέξεις· ἡ γὰρ χρεία κρείττων τῆς αἰδοῦς. καὶ οὐκ ἂν εἴη ἡ αἰδὼς ἀγαθόν, ἀλλ’ ἔστιν ὅτε καὶ βλαβερόν· τῶν γὰρ μέσων ἐστὶ καὶ καιροῦ προσδεόμενον.

sch

317a

αἰδὼς δ’ οὐκ ἀγαθ: ὅτι ὁ ἐν‐ δεῂς οὐκ ὀφείλει αἰδεῖσθαι· τὸν γὰρ τοιοῦτον οὐκ ἀγαθὴ αἰδὼς ἄγει. οὐ καλή ἐστι ἐκείνη ἡ αἰδὼς ἣ τὸν ἄνδρα ἐνδεῆ ποιοῦσα μὴ πολεμεῖν ἔργοις ἀλλ’ ἀργὸν εἶναι 〈ἐπ‐
5οτρύνει〉.

sch

318a

αἰδὼς ἥ τ’ ἄνδρας: τοὺς μὲν πτωχοὺς σίνεται καὶ βλάπτει, τοὺς δὲ πλουσίους ὀνίνησι καὶ ὠφελεῖ.

sch

319

*αἰδώς τοι πρὸς ἀνολβί: διὰ τὴν αἰδῶ ταύτην ἄνολβος ἔσῃ καὶ ἄπορος αἰσχυνόμενος ἐργάζεσθαι· διὰ δὲ τὸ θάρσος, τὸ ἀντικείμενον ταύτῃ τῇ αἰδοῖ, ὄλβος σοι περιέσται καὶ εὐπορία. τὸ δὲ θάρσος
5ἐστὶ τὸ μὴ ἐπαισχύνεσθαι τὰ ἔργα δι’ ὧν προξενήσεις σαυ‐
τῷ τινα εὐπορίαν.107

sch

319a

〈αἰδώς τοι πρὸς ἀνολβί:〉 ἡ αἰδὼς κακὴ τῷ μὴ ἔχοντι, τῷ δὲ πλουσίῳ κακὸν τὸ θάρ‐ σος. ἡ αἰδὼς σύνεστι τῇ πτωχείᾳ, τὸ αἰσχύνεσθαι ἐργά‐ ζεσθαι· τὸ δὲ πρὸς τὰς ἐργασίας θάρσος σύνεστι τῷ πλού‐
5τῳ. ἡ αἰδὼς σύνεστι τῇ πενίᾳ· πτωχὸς γὰρ οὐχ ὑφίστα‐ ται ἀπειλήν. θάρσος ἕπεται τῷ πλούτῳ· ὁ γὰρ πλοῦτος θάρσος τίκτει.

sch

320

χρήματα οὐχ ἁρπακτ: οὐ τὰ ἐξ ἁρπαγῆς, ἀλλὰ τὰ ἐκ θεοῦ διδόμενα πολὺ κρείττονα.

sch

321-324

*εἰ γάρ τις καὶ χερσ: δύο γενικὰς διαφορὰς παραδέδωκε τῶν ἁμαρτημάτων ἐν τού‐ τοις· τὴν μὲν δι’ ἔργων, τὴν δὲ διὰ λόγων. ἢ γὰρ βια‐ ζόμενοί τινες ἀδικοῦσι τυραννικῶς ἢ ἀπατῶντες διὰ τῆς
5γλώσσης, οἷα δὴ πολλὰ εἴωθε ἐγγίνεσθαι διά τι κέρδος ἀπατῆσαν ὡς ἀγαθὸν ἢ ἔργοις ἢ λόγοις τινῶν μετιόντων ἐκεῖνο τὸ κέρδος. πάντες μὲν οὖν φανερῶς ἢ ἀφανῶς τὰ ἀλλότρια σφετεριζόμενοι τὴν διὰ τῶν χειρῶν βίαν ἐπιδεί‐ κνυνται. τὸ γὰρ ἀκούσιον πᾶν βίαιόν ἐστιν, ὥστε καὶ ὁ
10κλέψας βιαίως ἐποίησε, διότι οὐδεὶς ἂν ἑκὼν τοῦτο πάθοι· πάντες δὲ οἱ ψευδόμενοι ἢ ἐπιορκοῦντες ἢ παραλογιζόμενοι διὰ τῆς κατὰ τὴν γλῶσσαν ἀπάτης τοῦτο δρῶσιν.

sch

321a

〈εἰ γάρ τις καὶ χερσ:〉 γενικαὶ κακίαι δύο, ἡ βία καὶ τὸ ψεῦδος· καὶ ἡ μὲν βία τῶν χειρῶν καὶ τῶν ἔργων, τὸ δὲ ψεῦδος τῶν λόγων. δι‐
αιρεῖται δὲ ἡ μὲν βία εἰς τυραννίδα, ἁρπαγήν, κλοπήν·108
5τὸ δὲ ψεῦδος εἰς συκοφαντίαν καὶ ἐπιορκίαν.

sch

321b

〈εἰ γάρ τις καὶ χερσ:〉 ἐὰν γάρ τις τῇ δυνάμει τῶν χειρῶν ἁρπάσας πρὸς τούτοις καὶ ἐπιορκήσῃ ἢ ὁ τοιοῦτος ἀπὸ ψευδομαρτυρίας κτήσηταί τι, οἷα πολλὰ συμβαίνει ὅταν τὸ κέρδος ἐξαπατήσῃ τὸν
5νοῦν αὐτοῦ καὶ ἡ αἰδὼς τὴν ἀναίδειαν κατοπάζ, τουτέστι κατόπισθεν ἐλαύνῃ, καταλαμβάνῃ, καὶ τὸ δίκαιον ὀπίσω γένηται τοῦ ἀδίκου, τοῦ τοιούτου ὁ οἶκος εὐχερῶς φθείρεται καὶ αὐτὸς ἀφανὴς γίνεται καὶ ἐπ’ ὀλίγον χρόνον ἔσται ὁ πλοῦτος.

sch

321c

εἰ γάρ τις καὶ χερσ: ἐὰν γάρ τις τῇ δυνάμει τῶν χειρῶν ἁρπάσας ἢ ψευσάμενος ἢ ἐπιορκήσας κτήσηταί τι τῇ φιλαργυρίᾳ τὸν νοῦν τυφλωθείς, αὐτός τε καὶ ὁ οἶκος αὐτοῦ φθείρεται καὶ ἐπ’ ὀλίγον χρό‐
5νον ἔσται ὁ πλοῦτος αὐτοῦ.

sch

324-326

*αἰδῶ δέ τ’ ἀναιδείη κα‐ τοπάζ: τὸ συνεχὲς τῆς διανοίας ἐστίν· εἴ τις ἢ βιαίως τὸν ἀλλότριον πλοῦτον ἀφέληται ἢ ἀπατήσας, οἷα πολλὰ συμβαίνει τοῖς διὰ τὸ κέρδος ἐπὶ ταῦτα ὁρμῶσι τὰ
5ἔργα ἢ ἐπὶ λόγους τοιούτους, εἴ τις οὖν εὔπορος οὕτω γένηται καὶ τὴν αἰδῶ ἡ ἀναίδεια νικήσῃ—τοῦτο γὰρ τὸ κατοπάζειν, τὸν τοιοῦτον πάντες οἱ θεοὶ ἀμαυροῦσιν, ὅπερ δηλοῖ ὅτι ἀφανίζοντες αὐτοῦ τὴν ζωὴν καὶ τὸν οἶκον ἐλαττοῦντες τιμωρίαν ἐπάγουσι τῆς
10ἀπὸ τῶν ἀλλοτρίων εὐπορίας, καὶ ἐπ’ ὀλίγον ὁ τοιοῦτος γενόμενος πλούσιος ἀπόλλυσι τὴν περιουσίαν διὰ τὴν ἀπὸ τῶν ἀδίκων ἔργων ἢ λόγων περιποίησιν.109

sch

324a

〈αἰδὼς δέ τ’ ἀναιδείην κα‐ τοπάζ:〉 ἡ αἰδὼς ὄπισθεν οὖσα καὶ παρευδοκιμη‐ θεῖσα τὴν ἀναίδειαν ἔχει ἔμπροσθεν ὡς νικήσασαν καὶ ἀκο‐ λουθεῖ κατόπιν αὐτῆς.

sch

327-335

*ἶσον δ’ ὅς θ’ ἱκέτην: διὰ τούτων καὶ τῶν ἑξῆς εἰρημένων στίχων ὀκτὼ τοῖς εἰρημέ‐ νοις ἁμαρτήμασιν, οἷς ἔφατο δίκην ἀκολουθεῖν παρὰ τῶν θεῶν, ἄλλα συναριθμεῖ δι’ ἔργων ἁμαρτήματα ἀπὸ ἀνοσίου
5γινόμενα ζωῆς. ταῦτα δέ ἐστιν ἱκέτην παριδεῖν, εἰς ξέ‐ νους κακουργεῖν, ἀδελφοῦ διαφθείρειν εὐνήν, ἁμαρτάνειν περὶ ὀρφανούς, ὑβρίζειν γονέας γέροντας. παντὶ γάρ φησι τῷ τοιούτῳ ὁ Ζεὺς ἀγαίεται, τουτέστι μέμ‐ φεται καὶ τιμωρίαν ἐπάγει. διαφερόντως δὲ τοῦ Διὸς
10ἐμνημόνευσεν, ἐπειδὴ πάσας εἰς τὸν θεὸν τοῦτον ἀνῆγον τὰς τοιαύτας προσηγορίας, Ἱκέσιον τοῦτον καλοῦντες ὡς ἔφορον τῶν ἱκετῶν καὶ Ξένιον ὡς τῶν ξένων προστάτην 〈καὶ〉 Ὁμόγνιον ὡς τῶν συγγενῶν μάλιστα φύλακα καὶ τῶν πρὸς τοὺς ὁμογνίους καθηκόντων. οὕτω γὰρ καὶ τῶν ἐν ὀρφανίᾳ
15ζώντων αὐτὸν ἔλεγον Κηδεμόνα, πατέρα νομίζοντες πάντων καὶ ὧν οὐκ εἰσὶν ἄνθρωποι πατέρες καὶ βοηθὸν τῶν ἀδι‐ κουμένων πατέρων ὑπὸ τῶν παίδων. ἀγάλματα γάρ εἰσιν οἱ πατέρες τοῦ πάντων πατρὸς τοῦ Διός· οἱ δὲ εἰς τὰ ἀγάλ‐
ματα τῶν θεῶν δυσσεβεῖς εἰς αὐτοὺς ἀναφέρουσι τοὺς110
20θεούς, ὧν τὰ ἀγάλματα, τὴν δυσσέβειαν· ὥστε εἰκότως ἔφη τὸν Δία καὶ νεμεσᾶν τούτοις καὶ πᾶσιν ὁμοῦ τῶν ἀδίκων ἔργων, ἅπερ διηριθμήσατο, χαλεπὴν ἀποδιδόναι τὴν ἔκτι‐ σιν. αὕτη γὰρ ἡ ἀμοιβὴ τῶν ἀδικημάτων τιμωρία τις οὖσα τῆς ἀδικίας ἀκόλουθος.

sch

327a

ἶσον δ’ ὅς θ’ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξ: ἶσον κακόν ἐστιν ὅστις τὸν αἰτοῦντα συγγνώμην καὶ ξένον ἀδίκως λυπήσῃ καὶ ὅστις τοῦ ἰδίου ἀδελφοῦ τῇ κοίτῃ ἐπιβῇ λαθραίως κατὰ
5τῆς ἰδίας αὐτοῦ νύμφης πορνικὰ πράττων, καὶ ὅστις ἐξ ἀνοίας ἁμαρτήσῃ εἰς ξένα τέκνα τινὸς ἀνθρώπου καὶ ὅστις τὸν πατέρα ἐν τῷ ἐσχάτῳ γήρᾳ ὄντα ἀτιμᾷ κακοῖς προσάπτων λόγοις· τούτων αὐτὸς ὁ Ζεὺς ἅγος καὶ μῖσος τιθεῖ ἐκ καθαρᾶς διανοίας.

sch

329a

〈παρακαιρία ῥέζων:〉 ἄτοπα καὶ ἄκαιρα διαπραττόμενος· ἢ παρα παρέλκεται.

sch

330a

〈ἀλιταίνηται:〉 βλάπτει εἰς κάκωσιν ἄλλην ἄτῃ.

sch

331a

〈κακῷ ἐπὶ γήραος οὐδ:〉 εἰς τὸ ἔσχατον τοῦ γήρως.

sch

332a

〈καθαπτόμενος:〉 ἐπιπλήσσων.

sch

333a

〈ἀγαίεται:〉 μέμφεται ἢ χολοῦται, ὀργί‐ ζεται· τίθεται ἡ λέξις ἐπὶ τοῦ φθονεῖν πολλάκις καὶ ἐπὶ τοῦ θαυμάζειν.

sch

334a

〈ἀμοιβήν:〉 τίσιν· ἐναλλαγήν.111

sch

335a

〈ἔεργ’ ἀεσίφρονα:〉 κώλυε τὸν με‐ τέωρον.

sch

336-341

*κὰδ δύναμιν δ’ ἔρδειν: τὸ μὲν θύειν, ὅπερ εἰώθασιν οἱ νεώτεροι λέγειν, ἔρ‐ δειν ὠνόμαζον οἱ παλαιοὶ καὶ ῥέζειν. τὸ δ’ ἀπάρχεσθαι τῶν παρόντων διὰ τοῦ θύειν ἐδήλουν καὶ
5θυηλὰς τὰς ἀπαρχὰς ἐκάλουν·
ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάς, φησὶν Ὅμηρος (Ι 220). ἀμφοτέρων οὖν ὁ Ἡσίοδος κε‐ λεύει λιπαρῶς ἀντέχεσθαι κατὰ δύναμίν τε ἱερὰ ῥέζοντας, ἀφ’ ὧν εὐποροῦμεν, ἁγνῶς καὶ καθαρῶς καὶ θυέε〈σ〉σι
10καὶ σπονδαῖς ἱλασκομένους τοὺς θεοὺς ἀρχομένης ἡμέρας— τοῦτο γὰρ τὸ (v. 339)
ὅτ’ ἂν φάος ἱερὸν ἔλθῃ— καὶ εἰς ὕπνον τρεπομένους νυκτὸς ἐπιούσης. τὸ μὲν οὖν κατὰ δύναμιν ἔρδειν ἀφαιρεῖται πᾶσαν
15τὴν πολυτέλειαν ἐπὶ τῇ προφάσει τῆς εὐσεβείας ἡδυπάθειαν εἰσάγουσαν. καλῶς οὖν τοῦ Λάκωνος εἰπόντος, ὃς ἐρωτη‐ θεὶς διὰ τί εὐτελῆ θύουσιν ἔφη ὅτι ἵνα πολλάκις θύωσιν. οὕτω γὰρ καὶ Νουμᾶς Ῥωμαίοις, ὡς Λυκοῦργος Λακεδαιμο‐ νίοις, προσέταξεν ἀπὸ τῶν εὐτελεστάτων θύειν. τὸ γοῦν
20μὴ ὑπερβάλλειν τὴν περιουσίαν ἐν τῇ θεραπείᾳ τῶν θεῶν πρεπωδέστατόν ἐστι παράγγελμα τοῖς εἰς αὐτὸ μόνον βλέ‐ πουσι τὸ ὅσιον· τὴν δ’ ἁγνείαν καὶ καθαρότητα μάλιστα
προηγουμένως δεῖ σπουδάζεσθαι τοῖς ἱερουργεῖν μέλλουσι, τὴν μὲν ἐν αὐτῇ τῇ ζωῇ—τοιαύτη δέ ἐστιν ὅση ἂν ἐξάντης112
25ᾖ πάσης ἀσελγείας, πάσης ἀδικίας, πάσης ἐμπαθείας· ταύ‐ την γὰρ ἂν εἴποιμεν κυρίως ἁγνεύειν καὶ μετὰ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων καὶ τῶν ποτῶν κατὰ τὰ πάτρια ἔθη· καὶ γὰρ ἄλλα ἄλλοις ἐστίν, ὧν ὁ μετασχὼν εἴργεται τῶν νομίμων θυσιῶν—, τὴν δὲ ἐν τοῖς ὀργάνοις πᾶσι τοῖς ἱε‐
30ροῖς 〈καὶ〉 τόποις ἐν οἷς δεῖ θύειν 〈καὶ〉 τοῖς περὶ τὸ σῶμα ἡμῶν κόσμοις. γελοῖον γὰρ τοῖς καθαρωτάτοις προ‐ σιόντας οἷς θύουσιν ἀκαθάρτοις χρῆσθαί τισιν ἢ ἐν τοῖς μεμολυσμένοις οἴκοις τοῦτο πράττοντας ἢ μοῖραν τῷ ἱερῷ προσάγοντας ἔκ τινος μεμιασμένης ἐνεργείας ἢ ἐσθῆτα
35φέροντας ἀκάθαρτον, ὅπου γε καὶ τῷ πάντα καθαίροντι πυρὶ παρήγγελται χρῆσθαι μὴ ἐξ ἀκαθάρτου οἰκίας ληφθέντι. τὸ 〈δ’〉 αὖ ἱλάσκεσθαι τοὺς θεοὺς ταῖς ἀπαρα‐ λείπτοις σπονδαῖς καὶ τοῖς μετὰ τούτων θυέεσσι ἀρχομένης ἡμέρας ἢ νυκτός, οἷον ψαιστοῖς ἢ ἄλλοις τισὶ
40τοιούτοις, ἐνδείκνυται. καὶ ὅτι χρὴ ταῖς τοιαύταις ἀπαρχαῖς ταῖς εὐπορίστοις ἀπάρχεσθαι τῶν περιόδων αὐτοῖς διὰ τῆς συνεχείας τηροῦντας αὐτῶν τὸ πρὸς ἡμᾶς εὐμενές· ἡ γὰρ ἱλέωσις οὐκ ἐκείνοις προστίθησιν ὃ μὴ εἶχον, ἀλ‐ λ’ ἡμᾶς ἐπιτηδειοτέρους ποιήσει πρὸς τό, μενόντων αὐτῶν
45ἀεὶ τοιούτων οἷοί πέρ εἰσι, μετέχειν ἀκωλύτως· καὶ τοῦ‐ το δηλοῖ τὸ εὐμενές, τὸ μένειν ἡμῖν τὸ εὖ ἀεὶ παρὰ τῶν θεῶν καὶ ὡς ἐκεῖνοι διαμένουσιν ἀεὶ ὅμοιοι ὄντες.

sch

336a

〈κὰδ δύναμιν δ’ ἔρδειν:〉 θύε κατὰ δύναμιν ἔχων καθαρὰν διάνοιαν καὶ κατὰ τὰ οἰκεῖα μέτρα θεοῖς, εἰ καὶ μὴ ἔχοις θυσίας καὶ εἰ μὴ δεύτερον δύναιο· εὔχου μὴ ἅπαξ, ἀλλ’ ἐν παντὶ καιρῷ.113

sch

337a

〈ἐπὶ δ’ ἀγλαὰ μηρία καί‐ ειν:〉 τί ἐστι τὸ ἐπικαίειν μηριαῖα ὀστᾶ; ᾗ πρῶτον θύουσιν ἐπιχέοντες οἷον ἔπειτα καίουσι τὰ ὀστᾶ.

sch

338a

〈ἄλλοτε δὲ σπονδῇσι θύεσ‐ σί τε:〉 σημαίνει· ποτὲ μὲν θυσίας, ὅταν ἔχῃς, θύε, ποτὲ δὲ εὐχάς, ὅταν οὐκ ἔχῃς θυσίας, 〈ποιοῦ〉.

sch

341a

〈ὠν:〉 ἀγοράζῃς.

sch

342-343

* τὸν φιλέοντ’ ἐπὶ δαῖτα καλεῖν: ταῦτα καὶ τὰ ἑπόμενα τούτοις περὶ τῶν πρὸς τοὺς φίλους καὶ γονέας καθηκόντων ἔχει τὴν παραίνε‐ σιν, οὐκ ὄντα ἠθικά, ὥς τισιν ἔδοξεν, ἀλλ’ εἰς εὐγενὲς
5ἦθος καὶ δεξιὸν προσάγοντα τὸν πειθόμενον. οὐ γὰρ δεῖ τὰ αὐτὰ φίλοις καὶ ἐχθροῖς ἀποδιδόναι, οὐδ’ ὁμοίως ἑκατέ‐ ρους ὁμοτραπέζους ποιεῖσθαι καὶ ὁμοσπόνδους, ἡγουμένους καὶ τράπεζαν βωμὸν εἶναι τῆς ἑστίας καὶ πάντων τῶν τὴν τροφὴν δωρησαμένων· θύειν μὲν οὖν καὶ ὑμνεῖν νόμος πρὸ
10τοῦ τῆς τροφῆς ἅψασθαι. δεῖ οὖν μὴ τοὺς ἐχθροὺς ἄγειν ἐπὶ δαῖτα φιλίαν δὴ ὑποκρινομένους, ἀλλὰ τοὺς ὄντως φί‐ λους οἷς καὶ κοινωνεῖν ὅσιον ὡς τῆς ἄλλης φιλίας οὕτω καὶ ἁλῶν καὶ σπονδῶν καὶ ἑστίας θεῶν καὶ φιλοφροσύνης. καὶ γὰρ εἰ ὡς ἔτυχε καὶ τοὺς ἐχθροὺς ἑστιῶμεν, τί ποιή‐
15σομεν ἐκείνων ἡμᾶς ἐν μέρει καλούντων ἐπὶ τὰ ὅμοια; μὴ ὑπακούοντες γὰρ ἀδικήσομεν τοὺς ὑπακούσαντας, ὑπακού‐ οντες δὲ προησόμεθα ἑαυτοὺς ἀνθρώποις ἀπεχθῶς διακειμέ‐ νοις. ταῦτα μὲν περὶ τῶν φίλων καὶ ἐχθρῶν τῆς συν‐ εστιάσεως. τὸν δὲ γείτονα τοῦ μὴ γείτονος αἱρετώτερον114
20εἰς τοιαύτην ἡγεῖσθαι κοινωνίαν δῆλον μὲν οὖν ὅτι λέ‐ γεται· τῆς φιλίας κοινῆς οὔσης οὐ γάρ που τὸν μὴ φίλον, γείτονα δέ, δι’ αὐτὸ τοῦτο παραινεῖ μᾶλλον τοῦ φίλου ποι‐ εῖσθαι συνέστιον, προειπὼν τὸν φιλέοντ’ ἐπὶ δαῖτα καλεῖν. τούτου δὲ ὄντος φανεροῦ πῶς
25οὐκ εὔλογον πλέον τοῖς γείτοσι νέμειν ἢ τούτους μὲν 〈μὴ〉 παρεῖναι, τοὺς δὲ μὴ γείτονας εὐφραίνειν ταῖς φιλοτη‐ σίαις; οὐδὲ γὰρ τὰς γειτονιάσεις οἴεσθαι δεῖ μάτην ἡμῖν ἀπονέμεσθαι τοίων ἢ τοίων ἀνθρώπων θεόθεν, ἀλλὰ καὶ τοῦ‐ το εἰς τάξιν εἱμαρμένης ἔχειν, καὶ προσήκει καὶ πρὸς
30ταύτην ἀφοσιοῦσθαι τὸν ἔχοντα νοῦν· τρόπον γάρ τινα καὶ ὁ γείτων ἡμῖν σύνοικός ἐστι καὶ ὁμωρόφιος.

sch

344-345

* εἰ γάρ τοι καὶ χρῆμ’ ἐγκώμιον: ταῦτα τὴν τῶν γειτόνων εἰς τὸ βοηθεῖν ἡμῖν ἐν ταῖς χρείαις προθυμίαν παρίστησιν ἀζώστων ἐκτρε‐ χόντων καὶ μονονουχὶ γυμνῶν, μὴ δεομένων περιμεῖναι ζω‐
5σαμένους ἐξελθεῖν, ἀλλ’ ἅμα τῷ συναισθέσθαι τῆς χρείας τὴν παρ’ ἑαυτῶν συμμαχίαν ἕτοιμον παρεχόντων· τῶν 〈δὲ〉 συγγενῶν ὁπωσοῦν—οὓς ἐκάλεσε πηούς, τοὺς ἐξ ἐπι‐ γαμίας συναφθέντας λέγων—οὕτως δεομένων καὶ ζώσασθαι
καὶ στείλασθαι τοιῶσδε καὶ οὑτωσὶ προσελθεῖν οἴκοθεν115
10ἵν’ ἐπαμύνωσιν ἡμῖν δεομένοις. τὸ μὲν ἐγκώμιον χρῆμα δηλοῖ τὴν χρείαν τὴν συμπίπτουσαν πᾶσι τοῖς ἐν τῷ αὐτῷ δήμῳ κατοικοῦσι—κώμας γὰρ ἐκάλουν τοὺς δήμους—· ἢ ἀπὸ τῶν χωμάτων ἃ περιέβαλλον ταῖς οἰκήσεσιν εὐερκεῖς αὐτὰς ποιοῦντες· ἢ ἀπὸ τοῦ διατρίβειν ἔξω τῶν οἰκήσεων
15ἕνεκα τῶν ἔργων, διὰ τὸ κοιμᾶσθαι καὶ ἀναπαύεσθαι καὶ τὰς οἰκήσεις ποιεῖσθαι, διὸ καὶ τὰ συστήματα τῶν οἰκή‐ σεων κώμας ὠνόμαζον. τὸ δὲ ἄζωστοι δύναται μὲν δηλοῦν τὸ ἄοπλον καὶ 〈τὸ ζώσαντο〉 τὸ ὡπλισμέ‐ νον—καὶ γὰρ Ὅμηρος τὸ ὁπλίζεσθαι ζώννυσθαι προσεῖ‐
20πεν (Λ 15—16)·
ζώννυσθαι ἄνωγεν
Ἀργείους—· ἢ τὸ 〈ἄζωστοι τὸ〉 μηδὲ ζώνης δεηθῆναι, ὡς 〈τὸν〉 ἐπὶ ἔργον ἐξιόντα δεόμενον τοῦ μὴ ἐμποδίζειν τὸν χιτῶνα
25χωρὶς ζώνης περικεχυμένον πρὸς τὸ ἔργον, ἀλλὰ τὴν προ‐ θυμίαν φθάσαι τὸν ἐν τούτῳ λογισμόν, ὥσπερ τὸ ζώ‐ σασθαι τὸ διὰ τὴν εἰρημένην τῆς ζώνης περίθεσιν ἀναβολὴν παρασχεῖν τῇ πρὸς τὴν παροῦσαν χρείαν ἀπροφασί‐ στως παρρησίᾳ.

sch

344a

〈χρῆμ’ ἐγκώμιον:〉 πρᾶγμα ἐν αὐτῇ τῇ γειτονίᾳ· κώμας γὰρ ἔλεγον τοὺς τόπους.

sch

345a

〈ἄζωστοι ἔκιον:〉 ἕτοιμοι ἦλθον.

sch

345b

〈πηο:〉 οἱ οἰκεῖοι.

sch

346-348

* πῆμα κακὸς γείτων: ταῦτα καὶ διὰ τῆς ἱστορίας ὁ Πλούταρχος (frg. 28 Bernard.) ἐπι‐ στώσατο· καὶ γὰρ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας Ἕλληνας ὄντας καὶ γείτονας ἐκτρῖψαι διὰ πλεονεξίαν ἀλλήλους, καὶ Χαλ‐116
5κηδονίους καὶ Βυζαντίους διὰ τὴν ἔμφυτον δυσμένειαν περὶ σκαλμοῦ διενεχθέντας ἐν τῷ Βοσπόρῳ ναυμαχῆσαι· καὶ ἐπὶ τῶν ἰδιωτικῶν γειτνιάσεων πολλὰ μὲν ἀγαθὰ συμβαίνειν διὰ ταύτας, ὡς ἐπὶ φλάκκου καὶ Κάτωνος, πολλὰ δὲ τὰ ἐναντία· τὰς γὰρ γειτνιάσεις ἀφορμὰς προξενεῖν ἐνίοτε πολλῶν ἐπη‐
10ρειῶν. αὐτὸς μὲν οὖν τὸν βοῦν εἰς παράδειγμα παρέλαβε (v. 348)· δεῖ δὲ ἐκτείνειν ἐπὶ τὰ ὅμοια τὸν λόγον ὡς οὐκ ἂν οὐδὲν ἀπόλοιτο διὰ τὸν γείτονα. πρὸς ἃ καὶ οἱ πα‐ λαιοὶ νόμοι βλέποντες ἐδικαίωσαν τῶν ἀπολλυμένων τοὺς γείτονας τὴν τιμὴν συνεισάγειν.

sch

347a

〈ἔμμορε:〉 εὔδηλον ὑπὸ θεοῦ.

sch

347b

〈ἔμμορέ τοι τιμῆς:〉 λέγεται ὅτι Θεμιστοκλῆς χωρίον τι πιπράσκων ἐκέλευσε κηρύττεσθαι ὅτι ἀγαθὸν ἔχει γείτονα.

sch

348a

〈οὐδ’ ἂν βοῦς ἀπόλοιτο:〉 ἔ‐ νιοι δὲ βοῦν ἐδέξαντο τὴν γυναῖκα ἀπὸ τοῦ ἀλφεσίβοια, ὅτι οὐδ’ ἂν γυνὴ μοιχευθείη εἰ μὴ γείτων κακὸς εἴη· ἢ οὐ μόνον τὸν κατὰ τὴν κώμην γείτονα, 〈***〉 ἀλλὰ τὰ κτήνη
5τὰ ἐν τῇ ἀγροικίᾳ ἢ πᾶν ὁτιοῦν κτῆμα.

sch

349-351

* εὖ μὲν μετρεῖσθαι: περὶ τῶν πρὸς τοὺς γείτονας συναλλαγμάτων ὁποῖον εἶναι παρα‐
κελεύεται· μετρεῖσθαί τε γὰρ καλῶς, τοῦτο δέ ἐστιν ὁμολογοῦντα χάριν ἐν τῷ μετρεῖσθαι τῷ μετροῦντι117
5καὶ ἀποδιδόναι τὰ δοθέντα παρὰ τοῦ γείτονος αὐτῷ τῷ μέτρ. τοῦτο μὲν οὖν ὡς ἀναγκαῖον· τὸ δὲ αἴ κε δύνηαι καὶ λώιον, ἵνα τι κερ‐ δάνῃ καὶ ὁ γείτων ἄρξας τῆς χάριτος, ὡς μὴ μόνον ὅσον ἐλάβομεν ἀποδιδόναι, μετὰ δέ τινος προσθήκης τῆς ἡμῖν
10δυνατῆς. τοῦτο γὰρ καὶ ποιήσει καὶ ἡμᾶς αὖθις χρῄζον‐ τας τυχεῖν ἐπαρκοῦντος τοῦ γείτονος. ἡ γὰρ περὶ τὰ μικρὰ τῶν συναλλαγμάτων ἔλλειψις τῆς χάριτος ἐμποδὼν γίνεται ἡμῖν περὶ τὰ μείζονα, προδιαβάλλουσα τὴν τῶν λαμβανόντων γνώμην ὡς ἀχάριστον· τοῦ δὲ πρέποντος τυ‐
15χοῦσα προξενεῖ καὶ τὴν ἐν τοῖς μείζοσι τῆς χρείας ἐκ‐ πλήρωσιν.

sch

349a

〈μετρεῖσθαι:〉 κιχρᾶσθαι, μερίζεσθαι.

sch

350a

〈λώιον:〉 βέλτιον.

sch

350b

〈δύνηαι:〉 ἐγχωρῇ.

sch

351a

〈ἄρκιον εὕρῃς:〉 ἀρκετόν, ἕτοιμον· διαρκέσῃς.

sch

352

* μὴ κακὰ κερδαίνειν: τὰς ἄτας ταῖς ζημίαις εἶναι τὰς αὐτάς φησι, τὰ δὲ κέρδη πε‐ ριποιητικά τινων ὠφελημάτων. ὅσοι οὖν κακὰ κερδαίνου‐ σιν, οὗτοί εἰσιν οἱ αἰσχροκερδεῖς· τὰ δὲ κέρδη ταῖς
5ζημίαις ἶσα 〈ἄνθρωποι〉 κερδαίνουσι διὰ δὴ τὴν αἰσχρο‐ κέρδειαν ταύτην, μείζοσιν ἔσθ’ ὅτε ζημίαις ἐνίσχονται.

sch

352 sqq

ἀρχὴ συμβουλίας.118

sch

353-354

* τὸν φιλέοντα φιλεῖν: τούτους ὁ Πλούταρχος (frg. 31 Bernard.) ἐκβάλλει τοὺς στίχους. ὁ γὰρ μέλλων λέγειν ὅτι τοῖς ἀγαθοῖς τὸ διδό‐ ναι προσήκει καὶ ὡς χαίρουσι διδόντες, ἄτοπος ἂν εἴη
5λέγων καὶ διδόναι τῷ διδόντι καὶ μὴ διδόναι τῷ μὴ διδόν‐ τι. οὕτω γὰρ ἂν τὰς δόσεις ἀναγκαίας ἐποίει, τὰς δὲ προκαθηγουμένας τῶν εὐεργεσιῶν ἐξέκοψεν.

sch

353a

〈προσεῖναι:〉 προσιέναι.

sch

354a

δόμεν ὅς κεν δ: εἰς ἀπανθρω‐ πίαν παρεισίησι τὸν βίον ὁ Ἡσίοδος· εἰ γὰρ ἐκδεξόμεθα μὴ μεταδιδόναι τισὶν ἕως οὗ λάβωμεν, οὐδὲν οὔτε ληψόμεθα οὔτε δώσομεν· ἀλλ’ ὃ βούλεται λέγειν τοιοῦτόν ἐστι· τῷ
5μέντοι μεταδοτικῷ, εἰ καὶ μηδὲν ἔχῃ, φαίνοιτο δ’ ἂν ὅτι ἀεὶ ἐδίδου· εἴπερ εἶχεν, μετεδίδου τῷ τοιούτῳ. αὐτὸς γάρ φησιν ἐπεξηγούμενος δώτῃ μέν τις ἔ‐ δωκε, τουτέστι τῷ μὲν μεταδοτικῷ ἔδωκέ τις, τῷ δὲ μὴ οὐκ ἔδωκέ τις.

sch

355

* δώτῃ μέν τις ἔδωκε: τὸν δότην καὶ ἀδότην· οὐ λέγει τὸν δεδωκότα πρότερον ἢ μὴ δεδωκότα—καὶ γὰρ ἂν καὶ τοῦτο ὑπεναντίως ἔλεγε τοῖς περὶ τῶν ἀγαθῶν δόγμασιν—, ἀλλὰ τὸν δωρητικὸν καὶ μὴ
5δωρητικὸν χαρίτων ἐμμελῶν καὶ χαριέντων. ὁ Πλούταρχος (frg. 32 Bernard.) εἰκάζει τοὺς τοιούτους, ὅσοι προαίρε‐ σιν δωρητικὴν ἔχουσι, τοῖς σφαιρίζουσιν οἳ λαβόντες τὴν
ὑπ’ ἀλλοτρίων ῥιφεῖσαν οὔτε κατέχουσιν οὔτε ἀντιπέμπουσι τοῖς μὴ εἰδόσι σφαιρίζειν, ἀλλὰ τοῖς ἀντιπέμψαι δυ‐119
10ναμένοις.

sch

355a sqq

τῷ εὐμεταδότῳ καὶ εὐπροαιρέτῳ· τῷ ἀμετα‐ δότῳ καὶ ἀπροαιρέτῳ.

sch

355b

〈δώτη:〉 ἄκλιτόν ἐστι· τῷ μεταδοτικῷ, τῷ εὐσεβεῖ.

sch

356-360

* δὼς ἀγαθ: τὴν μὲν δωρεὰν ἀγαθόν τι τῷ διδόντι γίνεσθαι, τὴν δὲ ἁρπαγὴν ὀλεθρίαν εἶναι τῷ ἁρπάσαντι. καὶ τὴν αἰτίαν προσέθηκε, τὸν μὲν ἑκουσίως δόντα, καὶ εἰ μέγα τι δοίη, λέγων ἐφ’ ᾧ
5δέδωκε χαίρειν ὡς εὐεργέτην, τὸν δὲ ἀκουσίως ἀφῃρημένον, καὶ εἰ μικρὸν εἴη τοῦτο, παχνοῦσθαι καὶ ἀλγύνεσθαι διὰ τὴν ἀκούσιον ἀφαίρεσιν. εὖ δὲ καὶ τὸ τὸν ἑκουσίως δόν‐ τα εἰπεῖν τέρπεσθαι ὃν κατὰ θυμόν. οὐ γὰρ δεῖ τὴν δόσιν αὐτὸν κηρύττειν, ἀλλ’ ἐν ἑαυτῷ στέγειν καὶ
10ἔνδον ἔχοντα τὴν εὐέργειαν ἐπ’ αὐτῇ χαίρειν. οὕτως γὰρ ἔσται δῆλος οὐχὶ διὰ τὸν ἔπαινον δοὺς τὸν παρὰ τῶν ἄλλων, ἀλλὰ δι’ αὐτὸ τὸ καλὸν τῆς δόσεως, 〈***〉 εἶναι τὸ ἔργον. εἶπε γὰρ (v. 370—372)·
μισθὸς δ’ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω·
15
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι·
πίστιες †δ’ ἄρ’† ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας. τούτους δέ τινες τοὺς στίχους ἐξέβαλον, ὁ δὲ Πλούταρχος (frg. 33 Bernard.) ἐγκρίνει· δεῖν γὰρ καὶ τὸν φίλον συν‐
εργὸν παραλαμβάνειν ἐπὶ ὡρισμένῳ μισθῷ· ἔχθραν γὰρ120
20προξενεῖ τὸ τῆς ἀμοιβῆς μετὰ τὸ ἔργον ἐλλιπὲς ἀδοκήτως ὑπάρξαν. τούτῳ δ’ ὅμοιον καὶ τὸ τὰ πρὸς τοὺς ἀδελφοὺς συναλλάγματα μὴ ἀμάρτυρα ποιεῖσθαι—τὸ δ’ ἐπαχθὲς ἀφαι‐ ρῶν εἶπεν, ὅτι γελάσας, τουτέστιν ὡς παίζων καὶ μὴ σπουδάζων—· πολλοὺς γὰρ ἀπολέσθαι διὰ τὸ
25πιστεῦσαί τισιν οἷς ἀπιστεῖν δέον, ἀπιστῆσαι δὲ πάλιν οἷς πιστεῦσαι δέον. διὸ χρεία τῆς ἐπὶ τῶν μαρτύρων ὁμολογίας καὶ ἐπὶ τῶν ἀδελφῶν, καὶ τῆς ἐπὶ τοῦ μισθοῦ προομολογίας καὶ ἐπὶ τῶν φίλων.

sch

356a

〈δώς:〉 δόσις.

sch

356b

〈ἅρπαξ:〉 ἁρπαγή.

sch

356c

〈δότειρα:〉 παρεκτική.

sch

357a-358a

πάνυ ὡραῖον.

sch

360a

〈ἐπάχνωσεν:〉 ἐλύπησεν· ἀπὸ τῆς πά‐ χνης τῆς φθειρούσης.

sch

361-362

* εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρ: δοκεῖ μὲν ἀπηρτῆσθαι τοῦτο τοῦ προρρηθέντος· ἔχει δὲ καὶ συνέχειαν. ἐπειδὴ γὰρ εἶπεν ὅτι κἂν ᾖ σμικρὸν τὸ ἀφαιρεθὲν παχνοῖ τὸν ἀφαιρεθέντα
5διὰ τὴν ἀκούσιον ἀφαίρεσιν, ἐπήγαγεν ὅτι τὸ σμικρὸν ἐπισωρευόμενον μὲν μέγα τι γίνεται, ἀφαιρούμενον δὲ εἰς τὸ μηδὲν καταλήγει· ὥστε εἰκότως λυπεῖ καὶ τὸ σμικρὸν ἀφαιρούμενον. καὶ εἰ τοῦτο ἀληθές, ὀρθῶς Ἀριστο‐ τέλης (?) ἔλεγεν ὅτι χείριστον τῶν ἐν τῷ βίῳ τὸ ‘μὴ
10παρὰ τοῦτο‘ λεγόμενον. εἰ γὰρ καταφρονοῖτο ὡς μικρὸν ἕκαστον καὶ ἐπιλέγοιμεν ‘μὴ παρὰ τοῦτο‘, κακῶς πράξομεν· ἐν μὲν οὖν οἰκονομίαις λιμώξομεν τοῦτο ἀεὶ ἐπᾴδοντες, ἐν δὲ τῇ διαίτῃ νοσήσομεν, πολλάκις μὲν παρ‐ ορῶντες τὸ ὀρθόν, λέγοντες δὲ ταύτην τὴν φωνήν· ἡ γὰρ121
15καθ’ ἓν ἕκαστον ἔλλειψις μεγάλην ἀθροίζει τοῖς παρορῶσι τὴν βλάβην.

sch

361a

〈εἰ γάρ κεν καὶ σμικρόν:〉 ἔχει οὗτος ὁ στίχος συνέχειαν.

sch

362a

〈θαμ:〉 πυκνῶς, συνεχῶς.

sch

362b

〈τάχα:〉 ταχέως.

sch

363-364

* ὃς δ’ ἐπ’ ἐόντι φέρει: εἰ αἱ κατὰ μικρὸν ἀφαιρέσεις εἰς τὴν τοῦ παντὸς ἀπώλειαν ἄγουσιν, αἱ κατὰ μικρὸν προσθέσεις ἀεὶ ἐπὶ τὸ πλεῖον ὁδεύουσαι καὶ τῶν ἤδη προστεθέντων πλεῖον ἐπάγουσαι δῆ‐
5λον ὡς εὐπορίαν περιποιοῦσι. τοῦτο οὖν καὶ κατα‐ κείμενον, ὅσον ἀεὶ ἐπισυνάγεται καὶ θησαυρίζε‐ ται, μὴ λυπεῖν τὸν συνάγοντα· τὴν δ’ ἀφαίρεσιν λυπεῖν, ὡς εἴρηται, διὰ τὴν ἐλπιζομένην διαφόρησιν τοιαύτης ἀφαιρέσεως γινομένης πολλάκις ἀκουσίου τοῖς ἀπολλύουσιν.

sch

363a

〈ἀλέξεται:〉 ἀμύνεται.

sch

363b

〈αἴθοπα:〉 καυστικόν.

sch

364a

οὐδὲ τό γ’ εἰν οἴκῳ:· οὐδὲ τὸ ἔχειν, φησί, πάντα ἐν τῷ οἴκῳ σαπρά. κρεῖσσον γὰρ τὸ εἰπεῖν ‘εἴσελθε φέρε‘ ἢ τὸ ‘ἔξελθε φέρε‘. καὶ γὰρ τὰ ἐν
τῷ οἴκῳ κείμενα ἀσφαλέστερά εἰσιν. εἰ καὶ γὰρ ἐν ἀγρῷ122
5ἔχει τις οἶνον εἰσιτητόν, οὐκ εὐχερές ἐστιν εἰσιέναι καὶ φέρειν.

sch

364b

〈κήδει:〉 βλάπτει.

sch

365

〈οἴκοι βέλτερον εἶναι:〉 συμ‐ βουλεύει αὐτῷ ἀποκεῖσθαι πάντα.

sch

365a

〈τὸ θύρηφι:〉 τὸ ἐκτός.

sch

366-367

* ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι: ὅτι πρὸ τῶν χρειῶν εὐτρεπίζειν δεῖ τὰ ἐσόμενα χρήσιμα πρὸς τὰς χρείας ἐκ τούτου διδασκόμεθα. τότε γὰρ ἀπὸ τῶν παρόντων χρησόμεθα πᾶσιν ὅταν αὐτὰ προ‐
5ευτρεπισμένα ἔχωμεν· κἂν ἐν τῷ παρόντι οὖν ἄχρηστον ᾖ τι, φυλακτέον αὐτὸ πρὸς τὴν χρείαν εἰ μέλλοι ποτὲ χρήσι‐ μον ἔσεσθαι· πῆμα γὰρ εἶναι τῷ θυμῷ χρῄζειν μέν τινος, ἀπεῖναι δὲ τοῦτο χρῃζόντων ἡμῶν.

sch

367a

〈ἅ σε φράζεσθαι ἄνωγα:〉 ἅ‐ τινά σε παρακελεύομαι νοεῖν.

sch

368-369

* ἀρχομένου δὲ πίθου καὶ λήγοντος: καὶ ἐν τοῖς πατρίοις ἐστὶν ἑορτὴ Πι‐ θοίγια, καθ’ ἣν οὔτε οἰκέτην οὔτε μισθωτὸν εἴργειν τῆς ἀπολαύσεως τοῦ οἴνου θεμιτὸν ἦν, ἀλλὰ θύσαντες πᾶσι με‐
5ταδιδόναι τοῦ δώρου τοῦ Διονύσου· καλῶς οὖν εἴρηται δεῖν ἀρχομένου πίθου κορέσασθαι καὶ τῇ ἑορτῇ συμφωνεῖν· δεῖν δὲ καὶ †φειδοῦς ταμιευομένους† τὴν ἀπό‐ λαυσιν, ὥστε καὶ εἰσαῦθις ἡμῖν γενέσθαι καὶ αὖθις· εἰ
δὲ ἀπαναλωθέντος τοῦ πλείστου τὸ λειπόμενον ὀλίγον εἴη,123
10χαλεπὴν εἶναι τὴν φειδώ· τοῦτο γάρ, φησι, τάχα ἂν καὶ τραπείη καὶ ἄχρηστον γένοιτο τοῖς φεισαμένοις. τὸ μὲν οὖν ἀρχομένου—κορέσασθαι παιδεύει πρὸς κοινωνίαν, τὸ δὲ μεσσόθι φείδεσθαι πρὸς οἰκονομίαν· τὸ δὲ χαλεπὴν εἶναι τὴν ἐν τῷ πυθ‐
15μένι φειδὼ πρὸς ἀπόλαυσιν τῶν κατὰ καιρῶν.

sch

368a sqq

προτροπή.

sch

368b

ἀρχομένου δὲ πίθου: ἵνα ἀκριβὴς ᾖ ἡ παραίνεσις καὶ περὶ τῶν εὐτελῶν λέγει· τι‐ νὲς δὲ ἀλληγορικῶς λέγουσι τὸν λόγον εἶναι τῆς ἡλικίας ὥστε ἀρχόμενον αὐτὸν καὶ γηρῶντα ἀπολαύειν, κατὰ δὲ τὴν
5μέσην ἡλικίαν ἐργάζεσθαι.

sch

369a

μεσσόθι φείδεσθαι: ἵνα εἴπῃ κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὸ τέλος τοῦ πίθου ἐσπουδασμένως πίνειν ὡς ἀσθενεστέρου· ὁ γὰρ μεταξὺ οἶνος ἰσχυρότερος ἅμα καὶ ἐπίμονος.

sch

370-372

cf. 356—360—〈370—372〉.

sch

373-374

* μηδὲ γυνή σε νόον πυ‐ γοστόλος: τὸν ἄτοπον τῶν γυναικῶν καλλωπισμὸν διὰ τῶν περιβλημάτων δηλοῖ τὸ ἐπίθετον, καὶ τὴν ἑταιρι‐ κὴν κολακείαν τὸ αἱμύλα κωτίλλειν. δεῖ
5οὖν ὑπὸ τούτων μὴ ἀπατᾶσθαι· ταῦτα γὰρ γυναικὸς εἶ‐ ναι καλλωπιστικῆς καὶ ἀπατηλῆς ὁρώσης εἰς ἀπάντησιν τῆς καλιᾶς. κωτίλλουσα δὲ σημαίνει ἡδέα
λέγουσα· καὶ γὰρ τὴν χελιδόνα κωτίλλειν λέγουσιν, ὥς ἐστι παρὰ Ἀνακρέοντι (frg. 154 Bergk)· “κωτίλη χελι‐124
10δών”.

sch

373a

πυγοστόλος: οἱ μὲν τὴν μαστροπὸν λέ‐ γουσιν, ἤγουν τὴν προαγωγόν, οἱ δὲ αὐτὴν τὴν γυναῖκα τὴν ἑταιρίδα τὴν περὶ τὴν πυγὴν στολιζομένην, τουτέστι κο‐ σμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις· στέλ‐
5λειν γάρ ἐστι τὸ κοσμεῖν. ἄλλοι δὲ τὴν κοσμοῦσαν τὰς χεῖρας· πυγούσιον γὰρ ὁ πῆχυς κεκαμμένων τῶν δακτύλων· λέγεται στόλος καὶ ἡ πορεία.

sch

373b

〈πυγοστόλος:〉 ἡ κινοῦσα τὴν πυγὴν ἐν τῇ πορείᾳ ἢ ἀποστίλβουσα τὸ σῶμα.

sch

373c

〈πυγοστόλος:〉 πυγὴ καλεῖται ἡ ἀπὸ τῶν νεφρῶν μέχρι τοῦ κάτω τοῦ ἀφεδρῶνος μερίς. ὁ δὲ νοῦς· μηδὲ γυνή σε ἐξαπατήσῃ τὸν νοῦν καὶ τὴν διά‐ νοιαν, ἡ τὴν πυγὴν μετὰ τὸ ζωννύεσθαι εὐτρεπίζουσα πρὸς
5τὸ θεαθῆναι εὐειδής, παρεχομένη πανοῦργα καὶ κολακευτικὰ λέγουσα, τὴν σὴν οἰκίαν ἐρευνῶσα.

sch

374a

〈κωτίλλουσα:〉 πανούργως κολακεύουσα.

sch

374b

διφῶσα: ζητοῦσα, πολυπραγμονοῦσα καὶ λέγουσα· δεῖξόν μοι τὸν οἶκόν σου.

sch

375

* ὃς δὲ γυναικὶ πέποιθε: τοῦτον ὁ Πλούταρχος (frg. 36 Bernard.) χαράττει τὸν στί‐ χον. σημαίνει δὲ τοὺς φηλήτας τοὺς ἀφαιρεῖσθαί τι καὶ ἐκφορεῖν ἐθέλοντας, παρὰ τὸ ἀφαιρεῖν καὶ ὑφελεῖν τοῦ
5ὀνόματος αὐτοῖς τεθέντος.125

sch

375a

〈πέποιθε:〉 ἐλπίζει.

sch

375b

〈φιλήτῃσι:〉 κλέπταις, λῃσταῖς· κατὰ εὐφημισμόν.

sch

376[377]-378

* μουνογενὴς δὲ πάις: δόξειεν ἂν ἄτοπος ὁ στίχος εἶναι καὶ ἀγανακτοῦντος ὅτι γέγονεν οὐ μόνος τῷ πατρί. μήποτέ φησιν ὁ Πλούταρχος (frg. 37 Bernard.), καὶ Πλάτων (Legg. V 740d—e; XI 923c—d)
5ἕπεται τῷ Ἡσιόδῳ καὶ Ξενοκράτης (frg. 97 Heinze) καὶ Λυ‐ κοῦργος πρὸ τούτων· οἳ πάντες ᾤοντο δεῖν ἕνα κληρονό‐ μον καταλιπεῖν· καὶ τοῦτο ἦν τὸ ὑπὸ Ἡσιόδου λεγόμενον. δοκεῖ δὲ ἡ λέξις εὐχομένου εἶναι καὶ οὐχὶ συμβουλεύον‐ τος· τὸ γὰρ σῴζοι πατρώιον οἶκον
10εὐκτικόν ἐστι, ὥστε εἶναι τὸν λόγον· εἰ καὶ μὴ πλείους εἶεν παῖδες, ἀλλὰ μονογενής, οὗτός γε σῴζοι τὸν οἶκον. τὸ δ’ ἑπόμενον στιχίδιον (v. 378) ἔτι μᾶλλον λύει τὴν διαβολήν.

sch

376a

παροιμιῶδες.

sch

376b

〈μουνογενὴς δὲ πάις:〉 εἷς παῖς, φησιν, ἀρκείτω, ἵνα μὴ ἡ περιουσία εἰς πλείονας διαιρεθεῖσα ποιήσῃ τοὺς λαμβάνοντας πένητας ἢ ἵνα μὴ πε‐ ρὶ τῶν ὑπαρχόντων ἀεὶ μάχωνται οἱ πλείους, οἷα καὶ αὐτὸς
5πέπονθε πρὸς τὸν Πέρσην διαιρούμενος. τὸ δὲ γηρα‐ ιὸς δὲ θάνοις παρέγγραπτον ὡς ἀδιανόητον.

sch

376c

μουνογενὴς δὲ πάις: εἷς
παῖς, φησιν, ἀρκείτω σοι κατ’ ἀρχάς, ἕως οὗ ἴδῃς ὅτι ἡ περιουσία αὐξάνει· καὶ γὰρ τότε εἰ ἔχεις καὶ ἕτερον, ἡ ἔξοδος διαιρουμένη εἰς δύο τῶν παίδων ζημίαν σοι ποιεῖ·126
5οὕτως εἴ ἐστί σοι, τάχ’ ἂν εἰς προκοπὴν ὁ βίος σου ἔλθοι, πρὸς δὲ τὸ γῆράς σου καὶ μέλλεις [σε] τεθνάναι τότε ἱκανοῦ ὄντος τοῦ βίου σου· εἰ φιλοτεκνεῖς, καὶ ἄλλον ἕνα υἱὸν κτῆσαι, προστίθησι δὲ τῷ ἀδελφῷ ὁ ποιητής, ἵνα μὴ εἴπῃ αὐτῷ ὁ ἀδελφὸς ὅτι εἰ ὅλοι ἕνα παῖδα ἔχουσι,
10καὶ ὁ πατὴρ ἡμῶν πῶς εἶχε δύο;

sch

376d

〈μουνογενὴς δὲ πάις:〉 ἰστέ‐ ον δὲ ὅτι οὐ καθολικῶς ταῦτα ἀπεφήνατο, ἀλλὰ πρὸς ἑαυτὸν καὶ οἰκείων πραγμάτων ἕνεκα χαλεπαίνων· ἢ τὸν πρότερόν σου υἱὸν δοὺς εἰς γάμον καὶ μετὰ ταῦτα ποιήσας ἄλλον
5υἱὸν ἑτέρου οἴκου ἐπιμελήθητι, ὅπως ἂν ὦσιν ἀποκεκληρω‐ μένοι τοῦ πατρὸς καὶ μὴ καθ’ ἑαυτοὺς μερίσαντες ζυγομα‐ χῶσιν ὥσπερ ἡμεῖς ὁμῶς περὶ τὴν ἀρχήν. εἰ καὶ πλείονας παῖδας κτήσῃ καὶ φιλόθεος ᾖς, ῥᾳδίως καὶ τοῖς πλείοσι δώσει ὁ Ζεὺς μερίδα πλούτου, ἀλλὰ τῶν πλειόνων παίδων
10πλεῖόν ἐστιν ἡ φροντὶς τῷ πατρὶ καὶ μείζων ἡ ἔξοδος καὶ ἡ προσθήκη. καὶ διὰ τί, ὡς εἶπεν αὐτῷ, καὶ πλείονας παῖδας ἔχων, εἰ φιλόθεος ᾖς, δύναται αὐτοὺς ὁ Ζεὺς πλου‐ τίσαι; πῶς πάλιν λέγει 〈ὅτι〉 μείζων ἡ φροντίς σοι γίνε‐ ται; καί φασιν ὅτι ἐργαζομένῳ τῷ Πέρσῃ ὑπισχνεῖται ὁ
15ἀδελφὸς βοήθειαν ἔχειν παρὰ τοῦ θεοῦ. καὶ γὰρ λόγος ἐστὶν ὁ λέγων· “τῷ δ’ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει”,
καὶ μὴ θέλοντι κόπον πολὺν ὑπομένειν διὰ τὸ πολλὰ τέκνα 〈διατρέφειν〉, ἕνα παραινεῖ πρῶτον ἔχειν.127

sch

379

* ῥεῖα δέ κεν πλεόνεσσι: ἀφ’ οὗ δῆλον ἐποίησεν ὅτι εὔχεται μὲν καὶ πλείους εἶναι παῖδας καὶ περιουσίαν ἐκ Διὸς πλείοσιν ἀρκοῦσαν· εἰ δὲ μὴ μονογενεῖ παιδὶ δυναμένῳ εὐπορίαν περιποιῆσαι.

sch

379a

〈ῥεῖα δέ κεν πλεόνεσσι:〉 τῷ δὲ θεῷ εὐχερές ἐστι καὶ τοὺς πλείονας θρέψαι.

sch

379b

〈ἄσπετον:〉 πολύν.

sch

380

* πλείων μὲν πλεόνων μελέ‐ τη: μελέτην μὲν λέγει τὴν φροντίδα παρὰ τὸ μέλλειν, ἐπιθήκην δὲ τὴν ἐπάχθειαν καὶ τὴν βαρύτητα τὴν ἀπὸ τῆς φροντίδος. ὁ δὲ ὅλος νοῦς· ἐὰν πλείους οἱ παῖδες ὦσι,
5πλείων μὲν ἀναγκαίως ἔσται ἡ φροντὶς τῆς περιουσίας· ἡ δὲ ἀπὸ τῆς φροντίδος ἐπάχθεια μείζων καὶ πολλῆς δεομένη τῆς ἐκ τοῦ Διὸς προνοίας. μήποτε δέ φησιν ὁ Πλούταρχος (frg. 39 Bernard.)· ἐκεῖνο λέγει τὸ τοῦ Λάμπιδος (cf. Plut. Mor. 787a [V, 31, 12—14 B.]), ὅτι πλείων μὲν ἡ φροντὶς
10ἐπὶ τοῦ πλείονος πλούτου, μείζων δὲ ἡ ἐπίδοσις—ἣν ἐπιθήκην εἶπεν—αὐτοῦ συναύξοντος ἑαυτὸν τοῦ πλούτου διὰ τὴν τῶν ὀργάνων εὐπορίαν καὶ τῶν ὑπηρετῶν. ὃ καὶ ὁ Λάμπις εἴρηκεν ἐρωτηθεὶς πῶς ἐκτήσατο 〈τὸν πλοῦ‐ τον〉· “τὸν μὲν γὰρ ὀλίγον, ἔφη, χαλεπῶς, τὸν δὲ πολὺν
15ῥᾳδίως πολλῶν ὄντων ἤδη τῶν ὑπουργούντων”.

sch

380a

〈μελέτη:〉 φροντίς.

sch

380b

〈ἐπιθήκη:〉 προσθήκη.128

sch

381-382

* σοὶ δ’ εἰ πλούτου θυμὸς ἐέλδεται: τὰ μὲν ἔμπροσθεν ῥηθέντα πάντα κοινὰ παιδεύματα ἦν εἰς πολιτικὴν τείνοντα ζωήν, ἀναμιμνήσκον‐ τα τῶν τῆς κακίας αἰτιῶν καὶ τῆς ποικιλίας τῶν βίων καὶ
5τυποῦντα γνώμαις τισὶ τὸ ἦθος. τὰ δὲ ῥηθησόμενα τῶν μὲν κακοπραγιῶν ἀπάγει τὸν ἀκροατήν, ἄγει δὲ ἐπὶ τὸν γεωργικὸν βίον καὶ τὸν ἐκ τούτου δίκαιον πόρον, καιροὺς ὑπογράφοντα καὶ τύπους ἀροτριάσεων, ἀμήτου, φυτείας, τρυγητοῦ, τῶν τοιούτων πάντων. τούτοις δὲ ἑξῆς περὶ
10ναυτιλίας διαλέξεται τοῖς καὶ ἀπὸ ταύτης τρέφεσθαι βου‐ λομένοις ὁμοίως ὑπογράφων τὰς τοῦ πλεῖν ὥρας καὶ τὰς τῶν πλοίων ἐπιμελείας.

sch

382a

〈ὧδ’ ἔρδειν:〉 οὕτως πράττε.

sch

382b

〈ἔργον ἐπ’ ἔργ:〉 ἀδιαλείπτως.

sch

383-387

* Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων: ὁ μὲν Ἄτλας λέγεται παῖς Ἰαπετοῦ τὸν οὐρανὸν ἀνέχων καὶ τὰς κίονας, (Hom. α 54)
αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν,
5αὐτὸς κατὰ μίαν συνοχὴν ἱδρύσας δυνάμεις εἰληχὼς διορι‐ στικὰς οὐρανοῦ καὶ γῆς, δι’ ἃς ὁ μὲν ἐξῃρημένος τῆς γῆς περὶ αὐτὴν δινεῖται τὸν ἀεὶ χρόνον, ἡ δὲ ἐν μέσῳ σταθε‐ ρῶς κειμένη πάντα λοχεύει μητρικῶς ὅσα γεννᾷ πατρικῶς ὁ οὐρανός. ταύτας γὰρ τὰς δυνάμεις τὰς ἀμφοτέρων ἀκλινῶς
10τὸν διορισμὸν τηρούσας κίονας ἐκάλεσεν,
αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν· ὃ δηλοῖ τὸ χωρὶς ἀλλήλων εἶναι καὶ ἄμικτα ἀλλήλοις ἀϊ‐ δίως. τούτου δὲ παῖδας τὰς Πλειάδας ἐμυθολόγησαν ἑπτὰ οὔσας· τὴν Κελαινώ, τὴν Στερόπην, τὴν Μερόπην, τὴν
129
15Ἠλέκτραν, τὴν Ἀλκυόνην, τὴν Μαῖαν, τὴν Ταϋγέτην. πά‐ σας ταύτας δυνάμεις ἀρχαγγελικὰς τῶν ἑπτὰ σφαιρῶν τοῖς ἀρχαγγέλοις ἐφεστώσας, τὴν μὲν Κελαινὼ τῆς Κρονίας σφαί‐ ρας, τὴν δὲ Στερόπην τῆς τοῦ Διός, τὴν δὲ Μερόπην τῆς τοῦ Ἄρεος, τὴν δὲ Ἠλέκτραν τῆς τοῦ Ἡλίου, τὴν δὲ Ἀλ‐
20κυόνην τῆς 〈τῆσ〉 Ἀφροδίτης, τὴν δὲ Μαῖαν τῆς τοῦ Ἑρ‐ μοῦ, τὴν δὲ Ταϋγέτην τῆς τῆς Σελήνης. καὶ δῆλαι τούτων αἱ αἰτίαι. μίαν δὲ ἄρα τῶν ἑπτὰ σύνταξιν ἐν τῷ ἀπλανεῖ τετάχθαι καθάπερ ἄγαλμα ἐνουράνιον, ὃ δὴ Πλειάδα προσα‐ γορεύουσιν, ἄστρον ἐμφανὲς καὶ τοῖς ἰδιώταις ἐν τῷ Ταύρῳ
25κατεστηριγμένον ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι παμπόλλην τοῦ ἀέρος τροπὴν ἐργαζόμενον. τούτων οὖν τῶν Πλειάδων ἐπιτελλουσῶν ἄρχεσθαι κελεύει τοῦ ἀμήτου· ἐπιτέλλουσι δὲ ὅταν πρῶτον φαίνωνται πρὸ τοῦ ἡλίου τῆς ἀνατολῆς— ἐπιτολὴ γάρ ἐστιν ἑῴα μὲν ἡ πρὸ τῶν ἡλιακῶν αὐγῶν ἔμ‐
30φασις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις εὐθὺς ἀνατολή· δύσις δὲ ἑῴα μὲν ἡ πρὸ τῶν ἀνατολῶν ὀλίγον εἰς τὸν δυτι‐ κὸν ὁρίζοντα ἄφιξις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις τοῦ ἡλίου εὐθὺς κατάδυσις—. ἐπιτέλλουσι μὲν οὖν καὶ αἱ Πλειάδες ἡλίου τὸν Ταῦρον διελθόντος ἀνέχουσαι πρὸ
35αὐτοῦ· καὶ τότε κελεύει ἄρχεσθαι τοῦ ἀμήτου. δυνου‐
σῶν δὲ τὴν ἑῴαν δύσιν ἄρχεσθαι τοῦ ἀρότου, τουτέστιν ὅταν ὁ ἥλιος τὸν Σκορπίον ἤδη περατοῖ· τότε γὰρ ἑῷος ὁ Ταῦρος δύεται. ταῦτα δὲ εἰπὼν λέγει τούτοις ἐφεξῆς πό‐ σον χρόνον αἱ Πλειάδες ὑπὸ ταῖς αὐγαῖς κρύπτονται ταῖς130
40ἡλιακαῖς· καὶ ὅτι τεσσαράκοντα ἡμέρας. καὶ γὰρ πρὸς τῷ τέλει τοῦ Κριοῦ 〈ἡλίου〉 ὄντος, ἤδη κρύπτονται καὶ εἰς Σκορπίον μεταβάντος ἔτι ὡσαύτως· καὶ οὐ μόνον τὸν Ταῦρον διϊόντος φαίνονται, 〈ἀλλὰ〉 καὶ 〈εἰς Ζυγὸν〉 ἤδη ἐπιτέλλουσι.

sch

383a

〈Πληιάδων:〉 Ἄτλαντος τοῦ Ἰαπετοῦ καὶ Αἴθρας τῆς Ὠκεανοῦ, ἣν καὶ Πληιόνην ὡς ἀπὸ τοῦ πλήθους τῶν παίδων φησὶν ὁ ποιητής (?) θυγατέρες ἐγένοντο δώ‐ δεκα, εἷς δὲ υἱὸς Ὕας ὀνόματι, ὃν ἐν Λιβύῃ κυνηγε‐
5τοῦντα ὄφις κτείνει. καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται, αἱ δὲ λοιπαὶ ἑπτά, ἤτοι αἱ πλεί‐ ους, ἐλεηθεῖσαι κατηστερίσθησαν τῷ οὐρανῷ, Πληιάδες ὡς ἀπὸ τοῦ πλήθους κληθεῖσαι. ὧν τὸν ἕ〈βδομον〉 ἀμαυρὸν εἶναί φασι καὶ [λέγεσθαι] εἶναι τὴν μητέρα Δαρδάνου Ἠλέκ‐
10τραν, μίαν οὖσαν τῶν Πληιάδων, ἥτις πορθουμένης τῆς Τροίας τὴν ἀδελφικὴν πέφευγε συνοδίαν καὶ πρὸς τὸν ῥυμὸν τῆς Ἁμάξης ἐξέδραμεν. ὅθεν πολλοὶ ἀλώπεκα ταύτην φασὶ τὸ ζυγόλωρον ἐσθίουσαν.

sch

383b

〈Πληιάδων:〉 Πλειάδες δὲ Διονύσου τρο‐ φοί, θυγατέρες [καὶ] Πληιόνης καὶ Ἄτλαντος.

sch

383c

〈Πληιάδων:〉 Πλειάδες λέγονται ἢ ἀπὸ Πληιόνης ἢ ἀπὸ τοῦ πολλοῖς εἶναι χρειώδεις ἢ ἀπὸ τοῦ εἰς
πελείας μεταμορφωθῆναι ἐκ τοῦ φεύγειν τὸν Ὠρίωνα ὡς το‐ ξότην ἢ ἀπὸ τοῦ πολεῖν ἐκ περιόδου καὶ συμπληροῦν τὸν131
5ἐνιαυτόν, ἐξ ὧν καὶ πλειὼν ὁ ἐνιαυτός· ἢ ὅτι πλείους εἰσὶ κατὰ συναγωγὴν ἢ ὅτι πλείους εἰσὶ κἂν ἑπτὰ δοκῶσιν ἢ παρὰ τὸ πλησίον κεῖσθαι πλησιάδες τινὲς οὖσαι.

sch

383d

Πληιάδων: δώδεκα ὥρας τῆς νυκτὸς προ‐ ανατέλλουσι τοῦ ἡλίου κατὰ τὴν ἀνατολὴν μετὰ παρέλευσιν τοῦ Ταύρου, ἤτοι μηνὸς Μαΐου. ἐπιτολὴ γάρ ἐστιν ἡ μι‐ κρὸν πρὸ τοῦ ἡλίου τῶν Πλειάδων ἀνατολή. δώδεκα δὲ
5ὥρας τῆς νυκτὸς πρωϊναὶ δύσεις ἐν τῷ μεταξὺ τοῦ Ζυγοῦ καὶ τοῦ Σκορπίου, ἤτοι Ὀκτωβρίου [καὶ Νοεμβρίου] μη‐ νὸς ὅτε ὁ σπόρος.

sch

383e

Πληιάδων: ἐν τοῖς ἔμπροσθεν προτρεψά‐ μενος αὐτὸν ἐργάζεσθαι ἐντεῦθεν λοιπὸν ὑποτίθεται πῶς καὶ πότε δεῖ. τοὺς δὲ καιροὺς τοῦ δεῖν τι πράσσειν οἱ παλαιοὶ καὶ ἀπὸ τῶν ἄστρων ἐτεκμαίροντο καὶ ἀπὸ τῶν βο‐
5τάνων καὶ φυτῶν καὶ ζῴων. βούλεται οὖν αὐτῷ ὑποθέσθαι πότε δεῖ σπείρειν καὶ πότε θερίζειν· καί φησιν ὅτι Πλε‐ ιάδων δυνουσῶν—τοῦτο δὲ δεῖ προσεκδέξασθαι τὸ ἕω〈θεν〉— 〈δεῖ〉 ἄρχεσθαι τοῦ ἀρότου, καὶ θερίζειν ἀνατελλουσῶν— τοῦτο δὲ δεῖ πάλιν προσεκδέξασθαι τὸ ἕω〈θεν〉—· ἐὰν γὰρ
10〈μὴ〉 οὕτω συνεκδεξώμεθα, ἀσαφὲς τὸ λεγόμενον· ἕκαστον γὰρ τῶν ἄστρων ἑκάστῃ ἡμέρᾳ καὶ δύνει καὶ ἀνατέλλει. ἅπαξ δὲ τοῦ ἔτους σὺν ἡλίῳ ἀνατέλλει καὶ ἅπαξ ἑῴαν δύσιν ποιεῖται, αἵτινες σημαίνουσι τί τῶν ἔργων ἐστί. Πλειά‐
δων ἑῴα ἀνατολή, ὅταν ὁ ἥλιος ᾖ ἐν Ταύρῳ· δύσις δὲ ἑῴα,132
15ὅταν ὁ ἥλιος ᾖ ἐν Σκορπίῳ. ἀνατολὴ γάρ ἐστιν ἡ σὺν τῷ ἡλίῳ τῶν ἄστρων ἀναφορά· ἐπιτολὴ δὲ ἡ φανέρωσις τῶν ἄστρων ἡ μετὰ τὴν κρύψιν τὴν ἡλιακήν· ὅτε δὲ δύνει ζῴδιον μετὰ τοῦ ἡλίου ἑσπερία δύσις. [διάμετρόν ἐστιν ἡ διὰ τοῦ κέντρου εἰς τὸ ζῴδιον
20γραμμή. ὁ μὴν δυοδεκατημόριον λέγεται. εἰσὶ δὲ μῆνες μοιρῶν κηʹ, ἄλλως λαʹ καὶ λʹ. ὁ ἥλιος κατ’ ἐναντιότητα τοῦ πόλου τὸν ἴδιον δρόμον ποιεῖται].

sch

383f

〈Ἀτλαγενέων:〉 τὸ δὲ Ἀτλαγε‐ νέων φασὶ γελοῖον· ἔδει γὰρ εἰπεῖν Ἀτλαντο‐ γενέων.

sch

383g

〈ἐπιτελλομενάων:〉 τοῦτο κοινόν ἐστι πανταχοῦ τῶν ἀπλανῶν ἄστρων οὐκ ἴδιον τῶν Πλειάδων. ὁ γὰρ ἥλιος λάμπει τὸν σύνεγγυς αὐτοῦ ἀστέρα εἴκοσι μοί‐ ρας, ὥστε συμβαίνει ἑκάστῳ αὐτῶν προσιόντος τοῦ ἡλίου
5καὶ πρὸς εἴκοσι μοίρας ὄντος καταλάμπεσθαι, καὶ πάλιν ὁμοίως ἕως ἂν ἐξαλλάξῃ μετὰ εἴκοσι 〈μοίρασ〉 ἕκαστον ζῴ‐ διον, μετὰ μʹ μοίρας 〈***〉 †διερχόμενος τοῦ ἡλίου· γένοιτ’ ἂν ἕκαστον τῶν ἀπλανῶν ἡμεράς μην†· ἐν πρώτοις δὲ φαίνονται ἀρχομένου θερισμοῦ, τουτέστιν ἕωθεν ἀνα‐
10τέλλουσι.

sch

384a

〈ἀρότοιο δὲ δυσομενάων:〉 πρὸς φιλάργυρον καὶ λέγεται, 〈ὃσ〉 καὶ ἀπὸ θέρους ἤρξατο. ἔδει δὲ πρῶτον περὶ σπόρου εἰπεῖν.

sch

384b

ἀρότοιο δὲ δυσομενάων: εἰ μὲν ἄροτον τὸν νεατόν φησι, τὴν ἀπὸ τοῦ Ταύρου εἰσβολὴν πρὸς τοὺς Διδύμους τοῦ ἡλίου φησίν, Ἰουνίου εʹ· εἰ δὲ ἄροτον τὸν σπόρον φησί, τὸν καιρὸν δηλοῖ καθ’ ὃν ὁ ἥλιος133
5εἰς τὸν Σκορπίον ἐμβάλλει, Ὀκτωβρίου καὶ Νοεμβρίου.

sch

385a

〈αἳ δή τοι νύκτας:〉 αἵτινες Πλειάδες Μαΐου μηνὸς κατὰ τὴν ιγʹ ἐν τῷ Ταύρῳ κείμεναι προανατέλλουσι τοῦ ἡλίου, αὐτοῦ τοῦ ἡλίου μετὰ τὴν κʹ τοῦ Ἰουνίου ἐν τοῖς Διδύμοις ὄντος. δύνουσι δὲ αὗται κατὰ
5τὴν ιγʹ τοῦ Νοεμβρίου μηνὸς τοῦ ἡλίου μετὰ τὴν κʹ τοῦ Δεκεμβρίου μηνὸς ἐν τῷ Τοξότῃ ὄντος.

sch

385b

αἳ δή τοι: ἐν ἀρχῇ τοῦ Κριοῦ μηνὸς ιʹ μοῖραν καὶ 〈καʹ〉 πρὸ μοίρας τοῦ Ταύρου, καὶ προλάμποντος τοῦ ἡλίου καὶ προδύνοντος.

sch

387a

χαρασσομένοιο σιδήρου: τοῦ πρὸς ἄμητον χρησίμου· καὶ προσέθηκε περιπλομέ‐ νου ἐνιαυτοῦ δηλῶν ὅτι οὕτως ἀεὶ γίνεται διὰ τὴν ἐγκύκλιον τοῦ ἡλίου κίνησιν ἐν τεταγμένοις χρόνοις
5τὸν ζῳδιακὸν κύκλον περιπολοῦντος καὶ τὰ μὲν ἀπολείπον‐ τος τῶν ζῳδίων, τὰ δὲ ἐπιόντος. καὶ ἃ μὲν ἀπολείπει τούτων αὐτοῦ προανατελλόντων, οἷς δὲ σύνεστι τούτων αὐτῷ συνανατελλόντων. ὧν δὲ γίνεται ἀπ’ ἐναντίας τούτων ἀνα‐ τελλόντων μὲν ὅτε καταδύεται· καταδυομένων δὲ ὅταν αὐ‐
10τὸς ἀνατέλλῃ καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστιν.

sch

388-391

* οὗτός τοι πεδίων πέλε‐
ται νόμος: πάσας περικόπτων τὰς προφάσεις τῶν ἀναβαλλομένων τὸν ἄμητον ἢ τὸν σπόρον, αἷς προφασίζονται λέγοντες ἢ πεδινὴν ἢ ὀρεινὴν οἰκεῖν γῆν καὶ διὰ τοῦτο μὴ134
5ὅτε οἱ ἄλλοι σπείρειν ἢ θερίζειν, ἐγκελεύεται μόνον τὸν καιρὸν ἐπιτηρεῖν—τοῦτον γὰρ νόμον ἀμήτου καὶ ἀρότου καιρὸν τῶν πεδινῶν, τῶν ὀρεινῶν, τῶν παραλίων—καὶ δεῖν ἀπροφασίστως ἐν τούτῳ καὶ ἀμᾶσθαι καὶ ἀροτριᾶν ἁπαξάπαντας τοὺς γεωργούς.

sch

388a

οὗτός τοι πεδίων: καὶ τοῖς οἰ‐ κοῦσι πλησίον τῆς θαλάσσης καὶ τοῖς οἰκοῦσι 〈ἐν〉 τοῖς ὀρεινοῖς καὶ βαθέσι τόποις, ἐν χώρῳ πόρρωθεν οὖσι τοῦ πόντου καὶ πλησιάζουσι τῇ θαλάσσῃ, ὅτι ἀνὰ πᾶσαν τὴν γῆν
5ὁ αὐτὸς νόμος ἐστὶ τοῦ καιροῦ καὶ τοῦ ἀροτριᾶν καὶ τοῦ θερίζειν· μία γὰρ ἡ φύσις καὶ ἡ κρίσις τῶν τόπων πλατυ‐ κῶς.

sch

391-393

* γυμνὸν σπείρειν: τὰ τῆς γεωργίας ἔργα—σπείρειν, βοηλατεῖν, θερίζειν—, πάντα κελεύει γυμνὸν μετιέναι δηλῶν ὅτι τοῦ ἀέρος ὄντος εὐδιεινοῦ ταῦτα δὴ ποιητέα καὶ μήτε κρυμώδους ὄντος μήτε
5ὕοντος τοῦ θεοῦ· οὕτω γὰρ καὶ αἱ βλαστήσεις ἔσονται εὐ‐ φυεῖς καὶ αἱ συγκομιδαὶ τῶν καρπῶν ἐπωφελεῖς. φασὶ δέ τινες χρῆναι τὰς νειοὺς μετὰ χειμῶνα πολεῖν, στρέφειν 〈δὲ〉 αὖ τὴν 〈ἄρουραν〉 ἐν τῷ νεάζειν, καὶ σπείρειν οὐκ οὖ‐ σαν κατάξηρον. κάλλιον δέ φησι ὁ Πλούταρχος (frg. 40 Ber‐
10nard.) μετὰ τὸν σπόρον ὑετὸν συμβῆναι ἢ πρὸ τοῦ σπόρου.
δῆλον δέ· τὰ γὰρ μετὰ Πλειάδα σπαρέντα καὶ πρὸ τροπῶν φύεσθαι ἑβδομαῖα—ἐν Αἰγύπτῳ δὲ καὶ τριταῖα—, τὰ δὲ μετὰ τροπὰς μόλις ἐν τριπλασίῳ τούτου τοῦ χρόνου· οὕτως τὸ ἐπιγενέσθαι ὑετὸν ἀγαθὸν μᾶλλον ἢ τὸ προγενέσθαι. οἱ135
15δὲ ἀρχαῖοι καὶ πρωϊαίτερον ἔσπειρον ὡς δῆλον ἐκ τῶν Ἐ‐ λευσινίων τελετῶν, ἐν αἷς ἐλέγετο (carm. pop. frg. 9 Bergk; frg. 50 Diehl)·
πάριθι, Κόρη, γέφυραν
ὅσον οὔπω τρίπολον δή.

sch

391a(-392)

γυμνὸν—δ’ ἀμάειν: πρὸ ψύχους, φησίν, ἐν ᾧ δυνήσῃ γυμνὸς εἶναι καὶ βουσὶν ἐπ‐ ακολουθεῖν. ἀντὶ τοῦ· πρώϊμος ἢ πρόθυμος ἔσῃ πρὸς τὸ ἔργον μὴ φορῶν τὸ ἱμάτιόν σου, ἵνα μὴ ἐμποδίζῃ ὑπ’ αὐτοῦ.

sch

391b

βοωτεῖν: ἢ τὸ ἀροτριᾶν ἢ τὸ βοῦς βό‐ σκειν.

sch

392a

ἀμάειν: συναθροίζειν ἢ θερίζειν.

sch

392b

〈εἴ χ’ ὥρια πάντ’ ἐθέλῃσθα:〉 εἴ γε ὥριμα πάντα θέλεις ἀπὸ τῆς γῆς κομίζεσθαι.

sch

394-404

* μή πως τὰ μεταξὺ χατί‐ ζων: ταῦτα πρὸς τὸν ἀδελφὸν ἰδίως ἀπέστρεψεν ἀπάγων αὐτὸν τῆς ἀργίας καὶ τοῦ πτωχεύειν, ὅ ἐστι πτώσ‐ σειν ἀλλοτρίους οἴκους. καὶ γὰρ ὁ
5πτωχὸς εἴρηται παρὰ τὸ πτώσσειν καὶ ὑποκατακλίνεσθαι τοῖς δοῦναι δυναμένοις. συμβαίνει δὲ καὶ ἀναισχυντεῖν τοῖς δεομένοις πολλάκις προσιοῦσι τοῖς εὐπόροις, καὶ μὴ
διδόντων μάταια λέγειν αὐτούς. χρῆναι οὖν φησι διὰ τῶν ἔργων εὐπορίαν ἀγείρειν καὶ τὸν λιμὸν διώκειν οὐ διὰ τοῦ136
10πτωχεύειν· καὶ ἀναιδοῦς ὄντος, εἰ γίγνοιτο πολλάκις, καὶ ματαίου, τῶν ἐπαρκεῖν δυναμένων οὐκ ἀεὶ ὑπακουσομέ‐ νων, 〈***〉.

sch

394a

〈μεταξ:〉 μετὰ τὴν συγκομιδὴν τῶν καρ‐ πῶν. μεταξὺ ἐν τῷ μετὰ ταῦτα, τουτέστι μετὰ τὸ ἐξελθεῖν τὸν καιρὸν τοῦ δεῖν τι πράσσειν, χρονίζων πλανᾷ ἄλλοτε πρὸς ἄλλον προσαιτῶν καὶ μηδὲν ὠφελούμενος.

sch

396a

〈ὡς:〉 ὅμοιον τό· ἕως πότε, ὀκνηρέ;

sch

396b

οὐκ ἐπιδώσω: οὐ χαριοῦμαι· ἐντεῦ‐ θεν καὶ δωτίνη ἡ δωρεά.

sch

397a

οὐκ ἐπιμετρήσω: ἀντὶ τοῦ οὐ χρήσω.

sch

398a

θεοὶ τεκμήραντο: καλῶς εἶπε τὸ τεκμήραντο· ἀπὸ γὰρ τῶν στοιχείων τεκμαιρόμεθα καὶ ἐργαζόμεθα πρᾶγμα.

sch

399a

μή ποτε σὺν παίδεσσι γυ‐ ναικί τε: δεινῶν δεινότερον τὸ μετὰ γυναικὸς καὶ τέκνων χρῄζειν.

sch

405-406

* οἶκον μὲν πρώτιστα γυ‐ ναῖκά τε: τρία ταῦτα ἀναγκαῖα πρῶτα πρὸς εὐπο‐ ρίαν· ὁ οἶκος ὡς δεξόμενος, ἡ γυνὴ ὡς φυλάξουσα, ὁ βοῦς ὡς ἐργασόμενος. εἰπὼν δὲ γυναῖκα, ἵνα μὴ τὴν
5συντεκνοποιήσουσαν οἰηθῇς, ἐπήγαγε
κτητήν, οὐ γαμετήν, ἥ τις καὶ βουσὶν ἕποιτο μετὰ τοῦ φυλάσσειν τὸν οἶκον· διὰ τοῦτο γὰρ εἶπε καὶ βουσὶν αὐτὴν ἕπεσθαι, διότι καὶ ἄλλην πλη‐ ρώσει χρείαν. οὐ λέγει οὖν παλλακήν, ἀλλὰ φύλακα τοῦ137
10οἴκου καὶ τῶν βοῶν. μάτην οὖν λέγουσι οἱ περὶ Τίμαιον (FHG I 211, 76; FGrHist III B 566 F 157) Ἡσιόδῳ τὸν Ἀρι‐ στοτέλην πειθόμενον μετὰ τὴν τῆς γυναικὸς τελευτὴν Ἑρ‐ πυλλίδι συνεῖναι τῇ θεραπαίνῃ ἐξ ἧς αὐτὸν σχεῖν υἱόν.

sch

407

* χρήματα δ’ εἰν οἴκῳ πάν‐ τ’ ἄρμενα ποιήσασθαι: πάντα ὅσα πρὸς γεωργίαν ὄργανα χρήσιμα προεῖπε χρήματα. μετὰ γὰρ τὰ ἔμψυχα ὄργανα καὶ λογικά, οἷον ἦν ἡ ὠνὴ τῆς γυναι‐
5κός, καὶ τὰ ἔμψυχα καὶ ἄλογα, οἷον ὁ βοῦς, τὰ ἄψυχά φησι χρῆναι παρασκευάζειν καὶ ἔχειν οἴκοι κείμενα· καὶ τὴν αἰτίαν προστίθησιν.

sch

407a

χρήματα δ’ εἰν οἴκ: πάντα ὅσα πρὸς γεωργίαν ὄργανα χρήσιμα προεῖπε χρήματα. μετὰ γὰρ τὰ προρρεθέντα τρία, ἤγουν μετὰ τὸν οἶκον, μετὰ τὴν ὠνητὴν γυναῖκα καὶ μετὰ τοὺς βόας, παρακελεύεται πα‐
5ρασκευάζειν καὶ ἔχειν οἴκοι πάντα τὰ χρειώδη τῶν γεωργι‐ κῶν ἐργαλείων καὶ τὰ λοιπὰ ἄρμενα καὶ ἁρμόδια καὶ μὴ τοῦ πρέποντος ἀποδέοντα· καὶ τὴν αἰτίαν προστίθησιν.

sch

407b

〈πάντ’ ἄρμενα ποιήσασθαι:〉 πάντα δὲ τὰ πράγματά σου ἐπιτήδεια ἔστωσαν ἐν τῷ οἴκῳ σου, ἵνα μὴ ἀναγκασθῇς 〈.....〉.

sch

408-409

* μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δ’ ἀρνεῖται, σὺ δὲ τητ: εἰ μὴ ἔχοις ἐν τῷ οἴκῳ πάνθ’ ὅσα δεῖ τὸν τὴν γῆν ἐργαζόμενον ἔχειν, τῆς ὥρας ἡκούσης τοῦ σπείρειν, εἰ τύχοι, ἢ ἀρο‐138
5τριᾶν ἢ θερίζειν, μὴ ἔχων, ἄλλον αἰτήσεις τὰ πρὸς τὴν χρείαν τῶν ἔργων τούτων οἷον ἄροτρον ἢ δρέπανον· ὁ δὲ οὐ δώσει, σὺ δὲ τητᾷ, τουτέστι στερίσκῃ τοῦ ὀργάνου καὶ τοῦ ἔργου—τὸ γὰρ τητᾶσθαι τὸ στερίσκεσθαι δηλοῖ [τητῶμαι γὰρ τὸ πρῶτον, ὡς βοῶμαι, καὶ τητᾷ τὸ
10δεύτερον, ὡς βοᾷ]—. τούτου δὲ συμβαίνοντος πάρεισιν ἡ προσήκουσα ὥρα τοῦ ἔργου, καὶ τὸ ἔργον ἐλαττοῦταί σοι κατὰ τὴν ὠφέλειαν, ἣν εἰκὸς ἦν 〈σ〉αυτῷ παρασχεῖν ἐν ὥρᾳ τῇ οἰκείᾳ γινομένῃ.

sch

408a sqq

καὶ τοῦτο Σολομῶντος.

sch

410-412

* μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον: τὸ μὲν ὑπερτίθεσθαι τῶν μέσων εἰώθασι λέγειν ὡς γινόμενον εὖ καὶ οὐκ εὖ, τὸ δὲ ἀναβάλ‐ λεσθαι πάντως οὐκ εὖ γίνεσθαί φασι· διὸ τοῦτον
5ἀποτρέπει τῆς ἀναβολῆς, οὐ τῆς ὑπερθέσεως. οἱ δὲ ἀναβαλ‐ λόμενοι οὕτως εἰώθασι λέγειν· ‘αὔριον ποιήσομεν‘, καὶ αὖθις ἐκείνης ἐλθούσης τὸ αὐτὸ λέγουσι· καὶ πάλιν τὸ αὐ‐ τὸ καὶ τέλος εἰς τὴν ἐσχάτην ἀφικνοῦνται τοῦ μηνός, τὴν ἔνην καλουμένην καὶ νέαν, εἶτα πάλιν εἰς τὴν νουμηνίαν
10ἀναβάλλονται ὡς ἐπιτηδείαν, εἰ τύχοιεν, ἣν μόνην ἔνην καλοῦσιν, ὡς καὶ αὐτὸς ἐρεῖ προϊών. συμπαρηκολούθησεν
οὖν ταῖς τῶν ἀναβαλλομένων ἀεὶ φωναῖς τὸ δοκοῦν ἐκ τού‐ των συμβαίνειν μὴ πιμπλάναι τὴν καλιάν, ἀλλ’ ἀπορεῖν ἐτωσιοεργὸν μὲν ὄντα διὰ τὴν τῆς ὥρας τῶν ἔρ‐139
15γων παρόρασιν, ἀναβλητικὸν δὲ διὰ τὴν εὐπορίαν πολλῶν τῶν αὔριον, ἕως ἂν μὴν ὅλος διαδράμῃ· πᾶν δέ φησιν ἔρ‐ γον ἡ μελέτη συναύξει. μελέτην δὲ λέγει τὴν πε‐ ρὶ ἑκάστου φροντίδα καὶ ἐπιμέλειαν οὐκ ἀναβολαῖς χαί‐ ρουσαν.

sch

411a

〈καλιήν:〉 καλιὰν κυρίως τὴν ἐκ κάλων οἰκίαν φησί· μήπω γὰρ εὑρεθέντων λίθων εἰς ἐργασίαν τούτοις τὰς οἰκίας εἰργάζοντο, ὡς καὶ νῦν καλιὰν τὴν ἐκ φύλλων φασίν, ἢ ἀπὸ ὀρόφων ἢ καλάμων ξύλων οἰκίαν· κᾶλον
5γὰρ τὸ ξύλον.

sch

413

* αἰεὶ δ’ ἀμβολιεργὸς ἀνήρ: διὰ τούτου σαφηνίζει τί καλεῖ ἔργον, ὅτι τὸ ὠφελοῦν, ὡς ἔμπροσθεν εἴπομεν (cf. sch. 308—309), εἴπερ ὁ ἀμβο‐ λιεργὸς ἀνὴρ ἀεὶ ἐν ταῖς ζημίαις ἄλλαις ἐξ ἄλλων
5γίνεται. διότι γὰρ πᾶν ἔργον ὠφέλιμον· ὅστις ἀναβο‐ λαῖς ἐπὶ τούτῳ χρῆται, καὶ τῆς ἀπ’ αὐτοῦ στέρεται ὠφε‐ λείας· τῶν δὲ μοχθηρῶν ἔργων αἱ ἀναβολαὶ ὠφέλιμοι.

sch

414-422

ἦμος δὴ λήγει μένος ὀ‐ ξέος, ἕως τοῦ μεμνημένος ὥριον ἔρ‐ γον: τὸν καιρὸν ἐν τούτοις ἀφορίζει τῆς ὑλοτομίας· εἶναι δὲ τοῦτον ἐν ᾧ τὸ μένος τοῦ ἡλίου—ὅπερ ἐστὶ τὸ
5εἰς ἡμᾶς ἐρχόμενον θάλπος δυνατώτατον ὄν—λήγει τοῦ
ἰδαλίμου καύματος. καῦμα δὲ ἰδάλιμον ἤτοι λαμ‐ πρὸν διὰ τὸ φωτίζειν περιλάμπον ἡμᾶς· εἴδει γὰρ ἀνάλογ‐ ον τὸ λαμπρόν, ἤτοι ἰδεῖν ποιοῦν, καὶ ἱδρῶτα κινοῦν διὰ τῆς ἐγκαύσεως. ὅταν οὖν μηκέτι ὁ ἥλιος ἐπιφλέγῃ καθά‐140
10περ ἐν τῇ θερινῇ ὥρᾳ, τοῦ Διός, ὅς ἐστι τῶν ὄμβρων κύ‐ ριος, μετοπωρινὸν ὄμβρον ἤδη καταπέμψαντος, καὶ τὰ σώ‐ ματα τὰ ἀνθρώπινα τρέπεται ἐπὶ τὸ ἀνειμένον ἐκ τῆς καυσώ‐ δους ὥρας, μήποτε ἀφαυαινόμενα καὶ ἐπικεκαυμένα ταῖς χρό‐ αις, μήποτε δύσφορα διὰ τὴν ἐκ τοῦ θερμοῦ διαφόρησιν—ὅ‐
15περ γίνεται θέρους ὄντος—καὶ πολλὴν ἐλαφρότητα. αὐ‐ τὸς γὰρ ὁ ἥλιος, ὃν ἐκάλεσε Σείριον ἀστέρα διὰ τὸ λάμ‐ πειν—τὸ γὰρ σειριάειν τοῦτο δηλοῖ—, (v. 419)
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
ἔρχεται ἠμάτιοσ,
20ὅτι οὐκέτι πολὺν χρόνον ἐπὶ γῆς φέρεται, ἀλλ’ ἐλάσσω 〈τὴν〉 μὲν ὑπὲρ γῆς τὴν ἡμέραν, τὴν δὲ ὑπὸ γῆς πλέονα ποιῶν καὶ μείζω τὴν νύκτα. τὸ γὰρ πλεῖον νυκτὸς ἐπαυρεῖν σημαίνει τὸ πλέον ἐπιλαμβάνειν καὶ ἀπολαύειν τῆς νυκτὸς ἐν τῷ μείζονα ταύτην ποιεῖν. ὅταν οὖν ἤδη ταῦτα γίγνη‐
25ται πάντα—ἡ τοῦ καύματος ἐλάττωσις, ἡ τοῦ μετοπωρινοῦ ὄμβρου φορά, ἡ τῶν σωμάτων τῶν ἀνθρωπίνων ἀνάψυξις, ἡ τῆς ἡμέρας ἐλάττωσις, ἡ τῆς νυκτὸς ἐπίδοσις—, τηνικαῦτα δεῖ ὑλοτομεῖν. μετὰ θέρος ἀρχομένου τοῦ μετοπώρου τῶν δένδρων φυλλοροούντων—ὅσα τοῦτο πάσχειν πέφυκε· τοῦτο
30γὰρ σημαίνει τὸ τῆς μὲν βλαστήσεως αὐτὰ τῆς τῶν κλάδων
λήγειν, καταχεῖν δὲ τὰ φύλλα εἰς τὴν γῆν—, τότε γὰρ ὡραίαν εἶναι τὴν ὑλοτομίαν κατὰ τὸν καιρὸν τοῦτον γινο‐ μένην. τὸ μὲν οὖν εἶναι τὴν τεμνομένην ὕλην τηνικαῦτα ἀδηκτοτάτην δηλοῖ τὴν ἀθηροτάτην· δάκη γὰρ εἶ‐141
35ναι τὰ θηρία διὰ τὸ δάκνοντα μόνως λυπεῖν. λέγοι δ’ ἂν καὶ 〈αὐ〉τὴν ἄβρωτον ὑπὸ τῶν ἐγγινομένων θηριδίων τοῖς φυ‐ τοῖς, ὡς ἀδηκτοτάτην οὖσαν, οἷον θριπῶν καὶ τερηδόνων, ἃ διεμφύεται τοῖς δένδρεσι, σηπομένης τῆς ἐν αὐτοῖς ὑγρότη‐ τος. τὸ δ’ ἐν τούτῳ ὑλοτομεῖν ὀρθόν· ὅτε ξηρὰ μέν ἐστι
40τὰ δένδρα ἀποδεδωκότα τὸν οἰκεῖον καρπὸν καὶ οὐκέτι κά‐ μνει περὶ τὴν ἐκτροφὴν αὐτοῦ, μετρίας δὲ ἔτυχεν ὑγρότη‐ τος, ἀλλ’ οὐ πολλῆς ἤδη πρὸς τὸ οἰκεῖον, τότε τέμνουσιν, ὥστε γε μὴ σήπεσθαι μετὰ τὴν τομήν· εἰς ὅ τινας βλέποντας καὶ φθινούσης τέμνειν τῆς σελήνης, ἀλλὰ μὴ πανσελήνου
45μηδ’ αὐξανομένης. ἡ γὰρ τοῦ φωτὸς ἐπίδοσις ὑγρότερα ποιεῖ τὰ δένδρα καὶ εὐεπίφορα τεμνόμενα πρὸς τὴν σῆψιν. τοῖς δὲ περὶ ὑλοτομίας ἑξῆς ἑπόμενα λέγει τὰ περὶ κατα‐ σκευῆς τῶν ξυλίνων σκευῶν.

sch

414a sqq

περὶ τῆς τοῦ Σειρίου ὀλιγότητος.

sch

414b

ἦμος δὴ λήγει μένος ὀξέ‐ ος ἠελίοιο: ἡνίκα [δὲ] παρέρχεται ὁ καιρὸς ἐν ᾧ δεῖ ἐργάζεσθαι, λήγει δὴ ὁ ἥλιος 〈καύματοσ〉 ἰδαλίμου ἤτοι ἱδρω〈το〉ποιοῦ· ὁ μὲν γὰρ χειμὼν
5στυγνός· καὶ γὰρ ἐν τῷ χειμῶνι ἡ δύναμις τοῦ ἡλίου ἀσθενεστέρα ἐστὶ καὶ αἱ ἡμέραι μικραί, [καὶ] αἱ νύκτες δὲ
μεγάλαι, καὶ τὰ σώματα πυκνοῦται καὶ ἐλαφροῦται· τότε οὖν λέγει δενδροτομεῖν.142

sch

417a

〈Σείριος:〉 Σείριος ὁ ἥλιος 〈ἢ〉 ὁ ἀστήρ· παρὰ τὸ εἴρω τὸ λέγω γίνεται εἴριος καὶ πλεονασμῷ τοῦ ς Σείριος, οἱονεὶ ὁ λέγων καὶ μηνύων τὸν καιρὸν τοῦ θέ‐ ρους· ἢ παρὰ τὸ σεσηρέναι—καὶ γὰρ τοὺς κύνας δια
5χάσκειν ποιεῖ—γέγονε Σέριος καὶ Σείριος· καύματος γὰρ αἴτιος· ἢ ἐπειδὴ σειροῦν λέγει τὸ τοιοῦτον ἐρυθρὸν χρῶμα—ἡ δὲ χρεία τοῦ ἀνατέλλοντος τοιαύτη ἐστί—· ἢ παρὰ τὸ σειριάειν, τουτέστι λάμπειν.

sch

419a

〈ἔρχεται ἠμάτιος:〉 διὰ τὸ εἶναι μικρὰν τὴν ἡμέραν· τὸ δὲ πλεῖον αὐτοῦ εἰς τὴν νύκτα πέ‐ λει ὑπὸ γῆν διὰ τὸ πρὸς μεσημβρίαν ἀνατέλλειν αὐτὸν καὶ ταχέως δύνειν.

sch

420a

τῆμος ἀδηκτοτάτη: ἀβρωτάτη, ὅτι τότε σκώληξ οὐκ ἐσθίει τὴν ὕλην, ἀλλὰ παραμονωτέρα ἐστί, ἐπειδὴ διὰ τὴν ψῦξιν τοῦ ἀέρος ἀποκέκλεισται ἐν βάθει ἡ ὑγρότης. καὶ τότε αἱ ῥίζαι τρέφονται καὶ αὔ‐
5ξουσιν καὶ τὰ φύλλα πίπτει μὴ ἐπιπολαζούσης αὐτῆς· ἐν θέρει δὲ ἐπιπολάζει διὰ τὴν θερμότητα τοῦ καιροῦ. τὸ γὰρ ψυχρὸν οὐκ ἐᾷ τὴν ὑγρότητα εἰς τὴν τῶν ξύλων ἐπιφά‐ νειαν ἐλθεῖν· οὐδὲ ποιεῖ σῆψιν ἡ ὑγρότης πλεονάζουσα, καὶ τότε στερρά ἐστιν ἡ ὕλη μὴ εἴκουσα τῷ δάκνεσθαι.

sch

421a

〈πτόρθοιο:〉 〈πτόρθος ἢ〉 πόρθος παρὰ τὸ πορεύεσθαι 〈ὥσπερ καὶ〉 ὅρπηξ παρὰ τὸ ὁ〈ρ〉μᾶν ὀξέως.
τὸν καιρὸν τοῦτον οἱ μὲν τὸν ὀπωρινὸν λέγουσι τῆς δενδροτομίας, οἱ δὲ τὸν χειμωνικόν.143

sch

423-427

* ὄλμον μὲν τριπόδην: πο‐ λὺς ἐν τούτοις ὁ Πλούταρχος (frg. 42 Bernard.) ἀμυνόμενος τοὺς γελῶντας τὸν Ἡσίοδον τῆς σμικρολογίας, καὶ Πλάτωνα (Legg. fort. IX 858b) λέγων περὶ τῆς τῶν σκευῶν ἐν τοῖς οἴκοις
5διειλέχθαι συμμετρίας καὶ Λυκοῦργον (cf. Plut. v. Lycurg. c. 13) περὶ τῆς τῶν θυρῶν κατασκευῆς, ἵν’ ἀπὸ πρίονος ὦσι καὶ πελέκεως μόνον ἀποίκιλοι· δεῖν οὖν ἀποδέχεσθαι καὶ τὸν Ἡσίοδον μέτρα παραδόντα καὶ ὄλμου καὶ ὑπέρου καὶ ἄξονος καὶ σφύρας· καὶ τοὺς ἀρχαίους δὲ πολὺν καὶ
10τούτων ποιεῖσθαι λόγον καὶ τῶν εὑρετῶν Πάμφων μὲν τιμᾶν διότι τὸν λύχνον πρῶτος εὗρε καὶ τὸ ἐκ τούτου φῶς εἰσή‐ γαγε εἴς τε τὰ ἱερὰ καὶ τὴν ἰδίαν χρῆσιν· τὸν δὲ τῶν Πιτθέων δῆμον διὰ τοῦτο οὕτως ὀνομάσαι, διότι τῶν πίθων ἐπενοήσαντο τὴν πλάσιν· ὥστε μὴ τὴν πολυτέλειαν προσή‐
15κειν θαυμάζειν, ἀλλὰ τὴν τῶν χρειωδῶν κἂν εὐτελῆ τυγχάνῃ περιποίησιν. δεῖν οὖν τὸν μὲν ὄλμον τέμνειν, ἀντὶ τοῦ ξύλον εἰς ὄλμου κατασκευήν, τριῶν ὂν ποδῶν· τὸ δὲ ὕ‐ περον ὡσαύτως τριῶν πήχεων, τὸν δὲ ἐσόμενον ἄξονα τῆς ἁμάξης ὁμοίως ἑπτὰ ποδῶν· εἰ δὲ εἴη τὸ ξύλον ὀκτὼ πο‐
20δῶν, ἀφ’ οὗ δεῖ γενέσθαι τὸν ἄξονα, τὸν ἕνα πόδα χρήσιμον εἰς σφύρας ἔσεσθαι τοῦ ξύλου τούτου κατασκευὴν ἀποτμηθέν‐ τα τῶν ἑπτὰ ποδῶν ἐξ ὧν ὁ ἄξων. εἰπὼν δὲ περὶ ἄξονος ἡ‐ λίκον εἶναι δεῖ, προστίθησι καὶ τὴν ἁψῖδα ἡλίκην τρισ‐
πίθαμον λέγων τάμνειν ἅψιν· καὶ144
25αὐτὴν τὴν ἅμαξαν ἡλίκην δεκάδωρον 〈λέγων〉 εἶ‐ ναι δεῖν τὴν ἅμαξαν. δεῖ δὲ τό γε τοσοῦτον περὶ τῶν μέτρων εἰδέναι τούτων, ὅτι σπιθαμὴ μέν ἐστιν ἁπλωθείσης τῆς χειρὸς 〈ἀπὸ τοῦ ἀντίχειροσ〉 ἐπὶ τὸ ἄκρον τοῦ σμικρο‐ τάτου δακτύλου διάστημα· τρὶς τοσοῦτον οὖν εἶναι κελεύ‐
30ει τῆς ἁψῖδος τῶν ἁμαξικῶν κύκλων τὸ μέγεθος—ἔστι δὲ ἡ ἁψὶς ἡ περιέχουσα τὰς λεγομένας κνημῖδας τὰς ἐκ τοῦ ἄξο‐ νος εἰς τὴν ἁψῖδα τεινούσας—· δῶρον δὲ τὸ αὐτό πως καὶ παλαιστή, ἀλλ’ αὕτη μὲν ἐκ τῶν τεσσάρων δακτύλων ὀρθῶς συντεθέντων, δῶρον δὲ τούτων συστραφέντων καὶ τοῦ ἀντί‐
35χειρος ἐγερθέντος. δεῖν οὖν τὴν μὲν διάμετρον τῆς ἁμά‐ ξης εἶναι δέκα τοιούτων μέτρων, τὴν δὲ ἁψῖδα τρισπίθα‐ μον, οὐχ ἵνα ὅλην ἐκ τοσούτων ποιήσωμεν, ἀλλ’ ἑκάστην τῶν περιφερειῶν ἐξ ὧν ἡ ἁψὶς συμπέπηγε. διὸ καὶ ἐπήγαγε πολλ’ ἐπικαμπύλα κᾶλα, τὰς περιφερείας
40δηλῶν χρῆναι τρισπιθάμους εἶναι τῆς ἁψῖδος· ἐξ ὧν πλειόνων οὐσῶν ἡ ἁψὶς γέγονεν.

sch

423a

〈ὄλμον:〉 πρώτου τοῦ ὄλμου ἐμνημόνευσε· δεῖ γὰρ πρῶτον τῆς τροφῆς ἐπιμελεῖσθαι.

sch

423b

〈ὄλμον:〉 ὄλμος δὲ ἐκλήθη διὰ τὸ ὀλλύειν καὶ διαφθείρειν τὰ ἐμβαλλόμενα.

sch

423c

〈τριπόδην:〉 πόδα καλεῖ τὸ ἀπὸ τοῦ τρί‐ του δακτύλου διὰ τοῦ δευτέρου μέχρι τοῦ πρώτου διάστημα.

sch

423d

〈ὕπερον:〉 〈ἢ ὅτι〉 τοῦτο ὑπουργεῖ τὸ ἐρ‐
γαλεῖον ἢ ὅτι τὰ σπέρματα ἐκεῖ ἀπεκδύονται τὸ λέπυρον.145

sch

423e

ὕπερον: τὸ κόπανον.

sch

426a

τρισπίθαμον δ’ ἄψιν: κόψαι ἑκάστην ἁψῖδα τῆς ἁμάξης οἷον [τῶν τροχῶν] τριῶν σπιθά‐ μων τῆς ἐκ δέκα παλαιστῶν συγκειμένης. σύγκειται δὲ ἡ ἅμαξα—τουτέστιν ὁ τροχός—ἐκ τεσσάρων ἁψίδων, ὡς εἶ‐
5ναι τὸ πᾶν περιφερὲς τοῦ τροχοῦ σπιθαμὰς ιβʹ, παλαιστὰς δὲ λϛʹ· ἔχει γὰρ ἡ σπιθαμὴ παλαιστὰς γʹ. οὐκοῦν ἔδει τὴν πᾶσαν περιφέρειαν ἔχειν λʹ καὶ ϛʹ παλαιστάς. καὶ πῶς εἶπε δεκαδώρῳ ἁμάξ; ἔδει γὰρ εἰπεῖν δωδεκαδώρ, τὸ διάμετρον τοῦ τροχοῦ—πᾶν γὰρ
10διάμετρον τὸ τρίτον μέρος ἐστὶ τῆς πάσης περιφερείας—. δῆλον οὖν ὅτι τὰς ϛʹ παλαιστὰς ἀνάλωσεν εἰς τὰ λεγόμενα γλωσσίδια ἑκάστης ἁψῖδος τῆς ἁρμόσεως τῆς εἰς ἀλλήλας· ἡ δὲ παλαιστὴ καὶ δῶρον καλεῖται, ἡ δὲ σπιθαμὴ καὶ δοχμή.

sch

426b

〈ἄψιν:〉 Αἰολικῶς ψιλοῦται ὡς καὶ τὸ ὔμμες καὶ ἄλλα τινά.

sch

426c

δεκαδώρ: κατὰ διάμετρον εἶπε δε‐ καδώρ· ἡ δὲ τὸ τρίτον ἐστὶ τῆς ὅλης περιφερείας. καὶ οὐ τὸν ἔξω κύκλον ἐδήλωσεν, ἀλλὰ τὸν μέσον τὸν εἰς δύο τὸν κύκλον τέμνοντα.

sch

427a

πολλ’ ἐπικαμπύλα κᾶλα: ἐπὶ πολλὰ καμπύλα καὶ λελοξωμένα καὶ ἁψιδοειδῆ ξύλα· τοῦτο εἶπεν ἵνα δείξῃ ὅτι οὐ 〈δεῖ〉 μιᾶς ἁψῖδος εἶναι τὸν τρο‐
χόν, ἀλλὰ δʹ· ὁ κάλως τὸ σχοῖνον, τὸ κᾶλον δὲ τὸ ξύλον.146

sch

427b

ἐπικαμπύλα κᾶλα: ξύλα ἐπι‐ καμπῆ ὄντα, τὰ ἀμφίδεα.

sch

427-430

* φέρειν δὲ γύην ὅτ’ ἂν εὕρῃς, ἕως τοῦ εὖτ’ ἂν Ἀθηναίης δμῷος: περὶ ἀρότρου κατασκευῆς ἐν τούτοις διδάσκει, καὶ δεῖ εἰδέναι τίς ἡ ὕνις, τί τὸ ἔλυμα, τίς ὁ γύης, τίς
5ὁ ἱστοβοεύς, τίς ἡ ἐχέτλη, ἐξ ὧν ἐστι τὸ ἄροτρον. ἡ μὲν οὖν ὕνις ἐστὶ τὸ σίδηρον αὐτὸ τὸ ἐν τῷ ἀροτριᾶν σχί‐ ζον τὴν γῆν· τοῦτο δὲ τῷ ἐλύματι περιήρμοσται ἄνωθεν ἐμβεβλημένον εἰς αὐτὸ κοῖλον ὄν. τὸ δὲ ἔλυμά ἐστι τὸ ἐμβληθὲν εἰς τὴν ὕνιν κατέχον ξύλον κατὰ τὸ ἄκρον, ὃ κα‐
10λοῦσι νύμφην, ὃ κατὰ θάτερον μέρος τὸ ἄνω συγγεγόμφωται πρὸς τὸν γύην. ὁ δὲ γύης ξύλον ἐστὶ μακρὸν ἔχον οὐ πόρρω τοῦ ἐλύματος ὀρθὸν ἐμπεπηγὸς ξύλον ἐν αὐτῷ ὃ κατέ‐ χοντες οἱ ἀροτριῶντες ὅλον κινοῦσι τὸ ἄροτρον καὶ διὰ τοῦ ἀρότρου τοὺς βόας· καὶ τοῦτο τὸ ξύλον καλεῖται ἐχέ‐
15τλη. τούτῳ δὲ τῷ γύῃ ἐμπέπηγεν ἄλλο ξύλον μεῖζον κατὰ τὸ ἕτερον μέρος τὸ ἄκρον ἕως τοῦ ζυγοῦ διῆκον τοῦ ἐπι‐ κειμένου τοῖς ὤμοις τῶν βοῶν καὶ ζευγνύντος αὐτούς, ἐμ‐ πέπηγε δὲ σφηνωθὲν διά τινων σφηνισκῶν. εἰ μὲν οὖν ἓν ᾖ ξύλον τὸ ὅλον, ὁ γύης μέχρι τοῦ ζυγοῦ ἀπὸ τοῦ ἐλύματος
20καλεῖται τὸ ἄροτρον αὐτόγυον· ἐὰν δὲ μικρότερος ᾖ τῆς χρείας ὁ γύης, ἐνσφηνοῦται τὸ ἕτερον αὐτῷ ξύλον τὸ συν‐ άπτον αὐτὸν καὶ τὸν ζυγὸν καὶ καλεῖται τὸ μὲν ὅλον πη‐
κτόν, τὸ δ’ ἐνσφηνωθὲν ἱστοβοεύς. διὸ καὶ αὐτὸς λέγει δύο παρασκευάσασθαι ἄροτρα· τὸ μὲν πηκτόν, τὸ δὲ αὐτό‐147
25γυον, ἵν’ εἰ τὸ ἕτερον καταγῇ, τὸ λοιπὸν ἐκπληρώσῃ τὴν χρείαν. τὸν μὲν οὖν γύην εἶναι κελεύει πρίνινον προ‐ σθείς· ἢ κατ’ ἄρουραν, εἰ εὕροις, ἢ κατ’ ὄρος πρίνινον· οὐ γὰρ εὔπορος Βοιωτοῖς ἡ πρῖνός, φη‐ σιν ὁ Πλούταρχος (frg. 43 Bernard.), ἀλλὰ τοῖς πτελεΐνοις
30ἀντὶ τῶν πρινίνων χρῶνται τοὺς γύας κατασκευάζοντες. εἰ δ’ οὖν εὕροις, ὁ πρίνινος ἄριστος γύης ὡς μάλιστα στερεός. πῶς δὲ ὁ γύης κατασκευάζεται σημαίνων εἶπε.

sch

427c

γύην: τὸ λεγόμενον γονάτιον τοῦ ἀρότρου· ὁσάκις οὖν εὕρῃς, φέρε καὶ ἀπόθου αὐτὸ καὶ μὴ ἀμελήσῃς. λέγεται δὲ γύης ὅτι ἀεὶ παρὰ τὴν γῆν ἐστιν 〈ἢ τὴν γῆν〉 χώννυται. ἔστω δὲ ἐκ πρίνου δένδρου· οὗτος γὰρ εἰς
5τὸ ἀροτριᾶν τοῖς βουσὶ στερεός ἐστιν, ὅταν ὁ τέκτων αὐ‐ τὸν ἐν τῷ ἐλύματι θεὶς καὶ τοῖς ἥλοις περονήσας αὐτὰ πά‐ λιν ἐν τῷ ἱστοβοεῖ κολλήσῃ. ἔλυμα δέ ἐστι τὸ σταυροει‐ δὲς ξύλον τοῦ ἀρότρου.

sch

430-436

*εὖτ’ ἂν Ἀθηναίης δμῷος: οὗτός ἐστιν ὁ τέκτων τῆς Ἀθηνᾶς δμώς,
εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, καὶ Ὅμηρός (Ο 412) φησι περὶ τέκτονος ὡσαύτως. ἐπει‐
5δὰν οὖν οὗτος ἐν ἐλύματι πήξῃ τὸν γύην καὶ γόμφοις ἑνώ‐ σας αὐτὸν πρὸς τὸν γύην τὸ ἔλυμα ἁρμόσῃ, τότε ὀχυρώτατός ἐστιν οὗτος οὕτω κατασκευασθεὶς ἐκ τῆς τοιαύτης ὕλης. ὁ
μὲν δὴ γύης πρίνινος ἔστω· ὁ δὲ ἱστοβοεὺς ἢ δάφνινος ἢ πτελέϊνος· οὕτω γὰρ ἄσηπτος ἔσται—τὸ δὲ ἄσηπτον ἐδή‐148
10λωσεν εἰπὼν ἀκιώτατον. ὁ δὲ Πλούταρχος (frg. 44 Bernard.) ἐξηγήσατο τὴν αἰτίαν λέγων εἶναί τι θηρίδιον, ὃ καλεῖται κίς, διεσθίον τὰ ξύλα· τοῦτο καὶ Πίνδαρον (frg. 261 Turyn) οὕτω καλεῖν περὶ τοῦ χρυσοῦ λέγοντα·
κεῖνον οὐ σὴς οὐδὲ κὶς δάμναται,
15ὡς ἄσηπτον· ἐγγίνεται δ’ οὖν τὰ τοιαῦτα θηρίδια τοῖς γλυκέσι καὶ μαλακοῖς ξύλοις, δάφνη δὲ καὶ πτελέα δριμύ‐ τατα—. τό γε μὴν ἔλυμα ἐκ δρυὸς εἶναι, καθάπερ τὸν γύην εἶπεν εἶναι δεῖν πρίνινον· καὶ γὰρ δὴ τοῦ ἀρότρου τὸ μὲν ἔγγιον τῆς ὕνεως εἶναι δεῖ δύσσηπτον, διὸ δρύϊνον
20τὸ ἔλυμα· τὸ δὲ μέσον εὔτονον, διὸ πρίνινον τὸν γύην.

sch

430a

〈ἐλύματι:〉 ἔλυμα μέρος τι τοῦ ἀρότρου ἐν τῷ μέσῳ ἔνθα συμβάλλεται ὁ γύης τῷ ἱστοβοεῖ. ἔλυμα δὲ παρὰ τὸ ἐλύειν ὅ ἐστι καλύπτειν, ἐξ οὗ καὶ ἔλυτρον τὸ περικάλυμμα.

sch

431a

〈ἱστοβοῆι:〉 ἱστοβοεὺς λέγεται παρ’ ἐνί‐ οις καὶ τὸ μετὰ τὴν ἐχέτλην ξύλον.

sch

433a

αὐτόγυον: τὸ μονόβολον λέγει τὸ ἔχον ἐξ αὐτογύου τὸν ἱστοβοέα.

sch

436-440

*βόε δ’ ἐνναετήρω: εἰκότως δεῖ τοὺς βόας τοσούτων χρόνων καὶ τοιούτους εἶναι ἵνα καὶ διὰ τὴν φύσιν ὦσιν εὐσθενεῖς καὶ διὰ τὴν ἡλικίαν ἀφυβρικότες, μὴ ὡς οἵ γε νεώτεροι θυμοειδεῖς ὄντες καὶ
5ζυγομαχοῦντες τὰ ἄροτρα κατακλῶσιν καὶ τὸ ἔργον μάταιον καὶ ἄπρακτον ποιῶσιν.149

sch

439a

οὐκ ἂν τώ γ’ ἐρίσαντε: οὐκ 〈ἂν〉 σκιρτήσαντες δηλονότι ἢ ζυγομαχήσαντες κατακλάσειαν τὸ ἄροτρον· ἐὰν δὲ τὸ ἄροτρον κλασθῇ, οὐ προβαίνει τὸ ἔργον, ἀλλὰ μάταιον ἐγκαταλιμπάνεται. οὐ ζυγομαχοῦσι
5δὲ διὰ τὸ εἶναι ὁμήλικες.

sch

441-445

*τοῖς δ’ ἅμα τεσσαρακον‐ ταετής: τὸ μὲν σκάψαι καὶ ὑλοτομῆσαι καὶ φυτεῦσαι νέων δεῖται, τὸ δ’ ἀροτριάσαι καὶ βουσὶν ἐπιστῆναι καθε‐ στῶτος ἤδη καὶ ὡς ἡνιόχου σωφρονοῦντος, μηκέτι παπταί‐
5νοντος εἰς τὰς τῶν νέων παιδιάς, ἀλλ’ ἀρκουμένου μὲν ἄρτῳ τετρατρύφῳ—τοιοῦτος δὲ ὁ εἰς τέσσαρα κλάσμα‐ τα τεμνόμενος—, ὀκταβλόμῳ δὲ ὥσθ’ ἕκαστον τρύ‐ φος εἰς ὀκτὼ διαιρεῖσθαι ψωμούς, καὶ οὕτω δὴ πιμπλάναι τὸν ἀροτριατὴν αἰζηόν.

sch

441a

τεσσαρακονταετής: οὐ πάντως τοσούτων χρόνων, ἀλλὰ καθεστηκότα δεῖ εἶναι τῇ ἡλικίᾳ.

sch

441b

αἰζηός: σημαίνει δύο· ποτὲ μὲν τὸν ἄν‐ θρωπον, ποτὲ δὲ τὸν νέον.

sch

442a

τετράτρυφον: τετράκλαστόν φησι· τρύφος γὰρ τὸ κλάσμα. οὐδὲν δὲ ἄλλο διὰ τούτου δηλοῖ ἢ τὸ ἀπέριττον καὶ σύντομον τῆς τροφῆς, ἤτοι τῆς διαίτης, ἵνα μὴ σχολῇ τρυφᾷ. διὸ καὶ εἰς τέσσαρα τὸν ἄρτον δια‐
5κλάσαι καὶ εἰς ὀκτὼ δήγματα ἀναλῶσαί φησιν ὥστε ἐπὶ τὸ
ἔργον συντόνως ὁρμῆσαι.150

sch

445-447

*τοῦ δ’ οὔ τι νεώτερος ἄλλος ἀμείνων | σπέρματα δάσσα‐ σθαι: τὸ μὲν σπέρματα δάσσασθαι δηλοῖ τὸ καταβάλλεσθαι ταῦτα μεριζόμενα εὐτάκτως εἰς τὴν
5ἀροτριωμένην γῆν. τὸ δ’ ἀλέασθαι τὴν ἐπι‐ σπορίην τὸ μὴ ἀνωμάλως ῥίπτειν, ἀλλὰ συμμέτρως τὰ σπέρματα, μὴ ἐπάλληλα πάντα εἰς ἕνα τόπον· αὐτὴ γὰρ ἡ ἐπισπορία ὡς τῶν δευτέρων σπερμάτων θλιβόντων τὰ πρό‐ τερα, τόπων δὲ ἄλλων ἀσπόρων μενόντων. τοῦτο γὰρ καὶ
10πείρας δεῖται καὶ μὴ μετεώρου διανοίας, ἀλλ’ ἐπιστατικῆς· διὸ τὴν τοιαύτην εἶναί φησιν ἡλικίαν χρήσιμον.

sch

445a

τοῦ δ’ οὔ τι νεώτερος: τοῦ τοιούτου τεσσαρακονταετοῦς οὐκ ἔστι τις ἀμείνων ἡλικίᾳ εἰς τὸ καλῶς σπείρειν.

sch

446a

καὶ ἐπισπορίην ἀλέασθαι: ἐπισπορία δέ ἐστιν ὅταν σπείρῃ τις ἐλλιπῶς καὶ πάλιν ἄνωθεν σπόρον ἐμβάλλῃ.

sch

447a

〈κουρότερος γὰρ ἀνήρ:〉 περὶ τῶν ἑπτὰ ἡλικιῶν. ἰστέον ὅτι ὁ Ἱπποκράτης (VIII p. 636 L.) ἑπτὰ ἡλικίας ἐπ’ ἀνθρώπου τίθησιν ἃς ὥρας αὐτός φησιν· ἔστι γὰρ παιδίον μέχρις ἑπτὰ ἐτῶν ἤγουν ὀδόντων ἐκβολῆς,
5παῖς δὲ μέχρις ἑπτὰ δὶς ἤτοι γονῆς ἀφέσεως, μειράκιον δὲ μέχρι τρὶς ἑπτὰ ἤτοι γενείου ἐκφύσεως, νεανίσκος δὲ μέ‐ χρις ἑπτὰ τετράκις ἤγουν τῆς τοῦ σώματος αὐξήσεως, ἀνὴρ
δὲ τέλειος εἰς λεʹ ἔτη μέχρι [μθʹ] ἑνὸς δέοντος ἐ〈τῶν〉 νʹ, ἤγουν εἰς τὰ ἑπτάκις ἑπτά, πρεσβύτης δὲ ξγʹ ἤγουν151
10εἰς τὰς θʹ ἑβδομάδας, τὸ δ’ ἐντεῦθεν γέρων εἰς τὰς ιδʹ ἑβδομάδας.

sch

447b

ἐπτοίηται: ὡσανεὶ ῥέμβεται ὁ νοῦς τοῦ τοιούτου ἐπὶ τοὺς ὁμήλικας.

sch

448-452

*φράζεσθαι δ’ εὖτ’ ἂν γε‐ ράνου φωνήν: ὅτι μὲν ἡ γέρανος δοκεῖ καὶ ἔμ‐ φρον τι ἔχειν, ὥς φησι Πλάτων (Polit. 263d), καὶ χειμῶνα προσιόντα δηλοῦν φύσει δειλὴν οὖσαν πρὸς αὐτόν, ὥς φησιν
5Ὅμηρος (Γ 3—4), δῆλον. κελεύει δὲ ταύτην παρατηρεῖν κεκραγυῖαν καὶ δηλοῦσαν τὸν τοῦ σπόρου καιρόν. μετὰ γὰρ τὴν ἀπὸ τῶν ἄστρων σημείωσιν, ἣν ἀπὸ τούτων παρ‐ εῖλκον, οἰκεῖον ἦν καὶ ἀπὸ τῶν ὀρνίθων ταύτην ποιήσασθαι. τότε δὴ οὖν ὁ μὲν ἀβούτης δάκνεται διὰ τὴν ἀπορίαν τῶν
10βοῶν σπείρειν καὶ ἀροῦν ἀδυνατῶν· ὁ δὲ βοῶν εὔπορος χορταζέτω τὰς βοῦς ὡς χρησόμενος αὐταῖς ἤδη πρὸς ἔργον τῆς σπορᾶς.

sch

448a

φράζεσθαι δ’ εὖτ’ ἂν γεράνου φωνὴν ἐπακούσῃς: διδάξας τὸν ἀδελφὸν περὶ τῆς ὑλοτομίας καὶ τὰ ἐργαλεῖα τῆς γεωργικῆς ἐπι‐ στήμης παρίστησι καὶ τοὺς βόας καὶ τὸν βοώτην, καὶ λοι‐
5πὸν μετὰ τὸ τελέσαι ταῦτα δείκνυσι καὶ τὸν καιρὸν τοῦ ἀρότου κατὰ ἀκολουθίαν· καί, φησι, σκέπτου ὁπότε τὴν τῆς γεράνου φωνὴν ἐπακούσῃς τῆς ἐκ τοῦ ἀέρος ἀφ’ ὕψους
κατὰ τὸν ἴδιον διερχομένης καὶ βοώσης πρὸς τὰ χειμάδια ἀφιγμένα· τότε δεῖ ἔχειν οἰκείους ἐντὸς βοῦς καὶ προαπο‐152
10τεθειμένην τροφὴν καὶ χορτάζειν αὐτοὺς καὶ μὴ ἐλπίζειν εἰς τὴν χλόην· καὶ γὰρ 〈ἐ〉ὰν οὐκ ἔχῃς τότε σοὺς καὶ ἑτοίμους βόας εἰς τὸ ἀροτριᾶν, ῥᾴδιον ἔχεις τὸ ζητεῖν ξένους βόας εἰς τὸ ἔργον σου, ἀλλὰ καὶ εὐκολώτερον οἱ ζητούμενοι ἔχουσι τὸ εἰπεῖν· ‘εἰς ἐργασίαν εἰσὶν οἱ
15βόεσ‘. ἀρξάμενος ὁ ποιητὴς ἀπὸ τῶν γεράνων εἰπεῖν πε‐ ρὶ τοῦ καιροῦ τῆς ἀροτριάσεως, ὅτι τότε ἐστὶν ὁ ἄριστος, καὶ περικό〈ψασ〉 διὰ τὸ εἰπεῖν καὶ τὴν ἄνοιαν τῶν μὴ προετοιμασάντων τὰ συντείνοντα τῇ γεωργίᾳ, πάλιν ἀναλαμ‐ βάνεται τὸν λόγον. ὁπόταν ὁ ὡρισμένος καιρὸς τοῦ ἀρό‐
20του φανῇ—λέγει τὸν Σεπτέμβριον—, ὅτε αἱ γέρανοι καὶ τὰ πετεινὰ πρὸς τὰ χειμάδια ἐφορμῶσι, τότε ἐγέρθητι πανοικὶ καὶ ἀροτρίασον προθύμως ὅπως ἡ γῆ σου πλήρης γένηται ἀγαθῶν, τὸ δὲ γῄδιον αὐτό, ὃ μέλλεις [εἰς τὸ ἄροτρον] ἀροτριάσειν, πρῶτον ἐρίβωλον 〈καὶ〉 τρόφιμον μετὰ τοῦ
25λισγαρίου σκάψον, καὶ εἰς τὸν καιρὸν τοῦ θέρους οὐ μήν σε λυπήσει ἡ γῆ εἴτε καὶ νενεασμένη μετὰ τοῦ ἀρότρου. κἄν τε ξηρὰ 〈ᾖ〉 κἄν τε ὑγρά, ἐργάζου εἰς τὸν καιρὸν αὐ‐ τήν, προλαβὼν καὶ μὴ ἀναβαλλόμενος, ἢ τὴν μήτε ξηρὰν οὖσαν μήτε ὑγράν, ἢ αὔην τὴν χέρσον, ὑγρὰν 〈δὲ〉 τὴν νεω‐
30μένην. ἐνταῦθα δείκνυσιν ὅτι ἀρχὴν τῷ ἀδελφῷ ἐμβάλλει ἄρξασθαι τὸ γῄδιον γεωργεῖν.

sch

453-454

*ῥηίδιον γὰρ ἔπος εἰ‐
πεῖν: τούτων τὸ μὲν ὁ ἀβούτης εἴποι ἂν αἰτῶν βόας ἵν’ ἀρόσῃ τοῦ καιροῦ καλοῦντος, τὸ δὲ ὁ εὐπορῶν βοῶν ἀπο‐ κρίναιτο ἂν ὅτι καὶ οἱ παρ’ αὑτῷ βόες ἔργα ἔχουσι καὶ153
5διὰ τοῦτο οὐκ ἂν αἰτούμενος δοίη. ὃ καὶ ὁ Λάκων τὴν κυνῆν αἰτούμενος εἰπεῖν λέγεται πρὸς τὸν αἰτοῦντα· ‘εἰ μὲν εὐδία, ἔσται καί σοι ἄχρηστος· εἰ δὲ χειμών, καὶ ἐμοὶ χρήσιμοσ‘. καὶ γὰρ καὶ περὶ τῶν βοῶν ἐρεῖ ταὐτὸν ὁ αἰτηθείς· ‘εἰ μὲν μὴ καιρὸς τοῦ ἀροῦν, καί σοι ἄχρη‐
10στοι· εἰ δὲ καιρός, κἀμοὶ χρήσιμοι‘.

sch

453a

ῥηίδιον γὰρ ἔπος εἰπεῖν: τὸ γὰρ αἰτῆσαι εὐχερές ἐστιν, ἀλλὰ τὸ ἀπαρνήσασθαι καὶ μὴ δοῦναι εὐχερέστερον. ἔχει γὰρ εἰπεῖν ὅτι οὐ δίδωμι, καὶ γὰρ κἀμοὶ πάρεισιν ἔργα βοῶν δεόμενα.

sch

455-457

* φησὶ δ’ ἀνὴρ φρένας ἀφ‐ νειός, ἕως τοῦ οἰκήια θέσθαι: ὁ μὲν φρένας ἀφνειός ἐστιν ὃς οὐκ ὢν εὔπορος ταῖς ἑαυτοῦ φαντασίαις ταῖς κεναῖς οἴεται εἶναι εὔπορος·
5διὸ καὶ νήπιος, οἰόμενος τὰ μὴ ὄντα. ἀπὸ δὲ τῆς κατὰ τὴν ἅμαξαν οἰήσεως πᾶσαν τὴν τοιαύτην διασύρει ζωὴν ὡς ἀνόητον. ὁ γὰρ τὰς φρένας ἀφνειὸς εἴποι ἂν καὶ περὶ ἁμάξης ὡς εὔκολον αὐτήν, ὅταν θέλῃ, πήξασθαι, ἀγνοῶν ὅτι τὰ ξύλα αὐτῆς πολλά ἐστιν ἃ δεῖ οἰκεῖα ἔχειν τὸν μέλλον‐
10τα κατασκευάσειν ἅμαξαν· τυγχάνει δὲ ἐκεῖνα διὰ τὸ πλῆ‐ θος οὐκ εὐπόριστα. οὕτως οὖν καὶ περὶ βοῶν τοῦ ἀρότου ἕνεκα καὶ περὶ πάντων οἰήσεται νοῦν τις οὐκ ἔχων, ὀφεί‐
λων 〈δὲ〉 ἐννοεῖν ὅτι πρὸ καιροῦ δεῖ παρασκευάζειν καὶ οἰκείους ἔχειν, ἀλλ’ οὐκ ἀλλοτρίους αἰτεῖν.154

sch

455a

φησὶ δ’ ἀνὴρ φρένας ἀφνει‐ ός: τοῦτο εἶπε πρὸς τοὺς θαρροῦντας ἔχειν καὶ μὴ πρὸ καιροῦ εὐτρεπίζοντας· ἔχει γὰρ εἰπεῖν θαρρῶν ὅτι ἔχει ὕλην· ‘ἐξέλθετε, ποιήσατέ μοι ἅμαξαν‘ μὴ εἰδὼς ὅτι πολ‐
5λὴν δυσχέρειαν ἔχει. καὶ γὰρ ἑκατόν εἰσι τὰ ξύλα τῆς ἁμάξης. φρένας δὲ ἀφνειὸς ὅτι οὐκ ἀληθῶς πλούσιος, ἀλλὰ τῇ ψυχῇ δοκῶν πλουτεῖν καὶ ἑαυτὸν ἐξαπα‐ τῶν ἢ κατὰ ἀντίφρασιν ἄφρων. πολλάκις γάρ τις τῶν τὴν ψυχὴν ἐπηρμένην ἐχόντων καὶ ὑπερήφανόν φησι· ‘τί γάρ
10ἐστιν εὐχερέστερον τοῦ ποιῆσαι ἅμαξαν εἴτε ἄροτρον;‘ ὁ δὲ ἄφρων οὐκ οἶδεν ὡς ἑκατὸν ξύλων ἔσται συναγωγὸν εἰς τὴν ταύτης κατασκευήν· ἑκατὸν δὲ ἀντὶ τοῦ πολλῶν.

sch

458-461

* εὖτ’ ἂν δὴ πρώτιστα: οὐ λέγει τὴν μέσην καὶ ξηράν πως καὶ ὑγρὰν ἀροῦν χρῆναι γῆν, ἀλλ’ εἴτε αὔην εἴτε νοτερὰν τῆς ὥρας ἀπαιτούσης δεῖν ἀροτριᾶν καὶ μὴ προφασίζεσθαι τὴν ποιότητα τῆς γῆς, ὡς
5ξηρᾶς ἢ ὑγρᾶς ἤδη οὔσης.

sch

458a

〈εὖτ’ ἂν δὴ πρώτιστα:〉 πρὸς τοὺς ἀναβαλλομένους τὸ ἐργάζεσθαι λέγει· εἰσὶ γάρ τινες λέγοντες ὅτι πολύ ἐστι ξηρὰ ἡ γῆ· ἀναμείνωμεν ἵνα ὑγρανθῇ. ἄλλοτε πάλιν· ‘ὑγρά ἐστι πολύ· ἀναμείνωμεν
5ἵνα ξηρανθῇ‘. φησὶν οὖν ὁ Ἡσίοδος· κἄν τε ξηρὰ ᾖ κἄν τε ὑγρὰ ἐργάζου τὴν γῆν τῷ καιρῷ προλαβὼν καὶ μὴ ἀναβαλ‐
λόμενος ὡς μετεχούσης αὐτῆς τοῦ ὑγροῦ ἢ τοῦ ξηροῦ, ἀλλὰ χωρὶς προφάσεως ἐργάζου.155

sch

458b

ἄροτος: Μαρτίου καὶ Ἀπριλλίου καὶ Μαΐου μηνός· εἰ δὲ τὸν σπόρον θελήσεις εἰπεῖν, τὸν Ὀκτώβριον φήσεις καὶ Νοέμβριον.

sch

459a

δμῶές τε καὶ αὐτός: τοῦτο δὲ ὅμοιόν ἐστι τῷ (v. 314)·
δαίμονι δ’ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον.

sch

460a

αὔην καὶ διερήν: καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν τῷ καιρῷ τοῦ ἀροτριασμοῦ ἀροτριᾶν λέγει· αὔην δὲ τὴν χερσεύουσαν λέγει καὶ διερὴν τὴν ἐξειργασμένην, τὴν μήτε ξηρὰν οὖσαν μήτε ὑγράν.

sch

460b

〈αὔην καὶ διερήν:〉 ἀπότιστον· ὑδατώδη.

sch

462-464

* εἴαρι πολεῖν: τὸ μὲν ἔαρος ὄν‐ τος τὴν γῆν πολεῖν τὴν σπείρεσθαι μέλλουσαν δηλοῖ τὸ σχίζειν αὐτήν· τὴν γὰρ δὶς ἠρο〈τρια〉σμένην δίπολον καὶ τὴν τρὶς τρίπολον καλοῦσι. τὸ οὖν στρέφειν πο‐
5λεῖν ἔλεγον καὶ τὸ ἀναστρέφειν ἀναπολεῖν· ὥσπερ καὶ τὸν οὐρανὸν εἰώθαμεν διὰ τὴν στροφὴν τὴν περὶ τοὺς πόλους λέγειν περιπολεῖν. τὸ δὲ θέρους νεωμένην μὴ ἀπατᾶν, ἀλλ’ εἶναι πρὸς τὸν σπόρον ἐπιτηδείαν καὶ τὴν τῶν καρπῶν γένεσιν, ἐκεῖνο σημαίνει τὸ δεῖν ἁπαλύνειν αὐτὴν καὶ
10θρύπτειν τὴν συνεστῶσαν καὶ ὁμαλύνειν ἀνακαινιζόντων αὖθις αὐτὴν καὶ νέαν ποιούντων. διὸ καὶ ἐπάγει (v. 463)
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· ἡ γὰρ ἄγαν ὑπὸ τῶν ὄμβρων πιληθεῖσα συμπίπτει, ἡ δὲ ἀρα‐ ιὰ καὶ κούφη τῷ ἀρότρῳ εἴκουσα ῥᾳδίως διὰ χαυνότητα δέ‐
156
15χεται τὸν σπόρον. εἰ μὲν οὖν ἀρκέσει τὸ ἐν τῷ ἔαρι πο‐ λεῖν, οὐ δέονται τοῦ νεάσαι ἐν τῷ θέρει. ἔνιοι δὲ ἄμφω ποιοῦσι προευτρεπίζοντες τὸν σπόρον διὰ τοῦ νεάσαι καὶ τοῦ σχίσαι τὸ ἔπαρμα καὶ τὸ ὕψος μηχανώμενοι τὸ ἐν τῷ σπείρειν χρήσιμον. τούτοις οὖν ἐπιφωνεῖ εἰκότως 〈τὸ〉
20νειὸς ἀλεξιάρη, διότι τὴν πτωχείαν ἀποκω‐ λύει καὶ ἔστι πενίας ἀλεξίκακος· παίδων εὐκη‐ λήτειρα, διότι τοῖς παισὶν ὕπνον προξενεῖ καὶ ἡσυχίαν εὐθηνουμένοις. τὰ γὰρ λιμώττοντα—καὶ ἡ πεῖνα χαλεπῶς διατίθεται—καὶ θηριώδη ὄντα πρὸς τὴν ἠρεμίαν
25ἀπαγορεύει.

sch

465-469

* εὔχεσθαι δὲ Διὶ χθο‐ νί: ταῦτα καὶ θεοσεβείας ἐστὶ δόγματα τρέποντα τοὺς ἔργων ἁπτομένους ἐπὶ τὰς παρακλήσεις τῶν τὰ ἔργα ταῦτα ἐφορώντων καὶ τελειοῦν δυναμένων θεῶν· καὶ οὐδὲν ἀπολεί‐
5πει πρὸς τέρψιν, εἰ ἐννοήσομεν τὸν ἀροῦν μέλλοντα λαβόμε‐ νον τῆς ἐχέτλης—ἣν προείπομεν (cf. sch. 427—430) ὅτι ποτὲ δηλοῖ τοῦ ἀρότρου μέρος—πρὶν ἐλάσῃ τοὺς βόας, μάρτυρα καλοῦντα τοῦ ἔργου τὸν Δία καὶ τὴν Δήμητρα, τὸν μὲν ὡς τελεσιουργὸν διὰ τῶν ὄμβρων τῆς σπορᾶς, τὴν δὲ ὡς προ‐
10στάτιν τῶν γονίμων δυνάμεων τῆς γῆς. ὁ γοῦν πάντα τὰ παρ’ ἑαυτοῦ ποιήσας οὐχ ἁπλῶς αἰτεῖ τοὺς θεοὺς, ἀλλ’ ὥσπερ
ἀπαιτεῖ τὸ τέλος. ὡς οὖν ἔλεγε Σωκράτης (sententiam frustra quaesivi) εὔχεσθαι δεῖν μουσικὴν τὸν μανθάνοντα καὶ γονὴν παίδων τὸν γαμοῦντα, οὕτω καὶ Ἡσίοδος καρπῶν157
15γονὴν τὸν τῆς ἐχέτλης ἤδη λαμβανόμενον καὶ ὅρπηκα φέρον‐ τα καὶ ἐπάγοντα τοῖς νώτοις τῶν βοῶν ὥστε κινηθῆναι καὶ ἑλκύσαι τὸ ἄροτρον. τοῦτο μὲν οὖν δῆλον. τὸν δὲ ἱμάντα τὸν ζυγῷ περιβαλλόμενον μεσάβουν ὀνομά‐ ζων, ὃν περιάπτουσι κερκίδι εἰς τὸ μέσον ἐνθέντες τοῦ
20ζυγοῦ, ἣν ἔνδρυον καλοῦσιν, εἰκότως εἶπεν, ὅτι διὰ τοῦ ὅρπηκος, ὃν ἐπὶ τὰ νῶτα φέρει τῶν βοῶν, κινεῖ αὐτοὺς τὸ ἔνδρυον ἕλκοντας τῷ μεσάβ· συντεινόμενος γὰρ οὗ‐ τος ὁ ἱμὰς περὶ τὸ ἔνδρυον ἐφέλκεται τὸ ἄροτρον. εἰ δὲ γράφοιτο μετὰ τοῦ ν μεσάβων, λέγοι ἂν αὐτὸ
25τὸ ἔνδρυον μεσάβων, διότι μέσον ἐστὶ τῶν βοῶν τῷ ζυγῷ ἐμπεπηγός.

sch

465a

εὔχεσθαι δὲ Δι: εὔχου ἐπιλαμ‐ βανόμενος εὐθέως τὸν ὅρπηκα τῇ χειρὶ καὶ ἐπὶ τῶν ὤμων ἐκτείνων τῶν βοῶν ὡς ἂν πρόθυμος γένηται τῶν βοῶν ἡ ὁρμὴ ἑλκόντων τὸ ἔνδρυον.

sch

466a

〈ἱερόν:〉 ἱερὴν ὤφειλεν εἰπεῖν· ἀλλὰ πρὸς τὸν καρπὸν ἀπέκλινε.

sch

468a

ὅρπηκα: λέγει τὸ βούκεντρον.

sch

469a

〈ἔνδρυον ἑλκόντων μεσά‐ βων:〉 διὰ τὸ εἶναι τὸ ἄροτρον χαμηλὸν καὶ τοὺς βόας ὑψαυχένας εἰς τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμβάλλουσιν ἔνδρυ‐
ον κεκλημένον δίκην κρίκου· δεσμοῦντες διαπερονῶσι158
5δὲ τὸν ζυγὸν εἰς τὸ ἄνω τοῦ κρίκου ὡς ὕψι εἶναι τὸν ζυγὸν καὶ μὴ τοὺς βόας ἀναγκάζεσθαι κύπτειν. τοῦ‐ το γάρ φασι τὸ ἔνδρυον· ἄλλοι δὲ τὸ ἄροτρον, τῶν βοῶν ἑλκόντων τοῦτο· ἢ μέσαβα τὰ σχοινία τὰ μεταξὺ τῶν βοῶν, ἢ μᾶλλον ἔνδρυον τὸν ἱστο‐
10βοέα βοῶν ἑλκόντων καὶ μέσαβον ὁ ζυγὸς ὁ ἀνα‐ μεταξὺ τῶν βοῶν.

sch

469b

〈ἔνδρυον:〉 ἀπὸ μέρους τὸ ὅλον ἄροτρον· τὸ γὰρ ἔλυμα ἐκ δρυὸς εἶπεν.

sch

469c

〈ἔνδρυον:〉 τὸν δρύϊνόν, φησι, πασσαλί‐ σκον ἑλκέτω ὁ μέσος τῶν βοῶν λῶρος.

sch

469d

μεσάβων: ὁ πρὸς τὸν ζυγὸν πλατὺς ἱμὰς ὃς εἰς τὸ μέσον τοῦ ζυγοῦ ὢν εἰς τὴν ξυλίνην κέρκιν ἐν‐ τίθεται, ἥτις ἔνδρυον καλεῖται, παρ’ ὅσον ξύλινον ἢ χλωρόν, ἢ ὅτι πᾶν ξύλον δρῦς καλεῖται· μέσαβα
5δὲ καὶ τὰ ἡνία τὰ μεταξὺ τῶν βοῶν προσδεδεμένα τῷ ἀρότρῳ ἢ τὸν ζυγὸν ἢ τὸν ἱστοβοέα νόει, ἐπεὶ καὶ αὐτὰ μέσον εἰσὶ τῶν βοῶν.

sch

469e

μεσάβων: τὰ μέσαβα τῶν μεσάβων· λέγον‐ ται δὲ αἱ γλυφαί· καὶ ὁ Καλλίμαχος (frg. 651 Pfeiffer)·
μέσ〈σ〉αβα βοῦς ὑποδύς.

sch

469f

〈μεσάβων:〉 ἑλκόντων τῶν βοῶν τὸ ἔν‐ δρυον τῶν μεσάβων· τὸν ζυγὸν ἐν ᾧ αἱ γλυφαί, ἔνθα οἱ αὐχένες τῶν βοῶν δέδενται.

sch

469-472

* ὁ δὲ τυτθὸς ὄπισθε: τῷ μὲν δεσπότῃ τὸ ἀροῦν καὶ τὸ βοωτεῖν ἀποδέδωκε, τῷ δὲ οἰ‐ κέτῃ τὸ ἐπισκάλλειν καὶ κατακρύπτειν τὸν σπειρόμενον καρπόν, ἵνα μὴ εὐπετῶς αὐτὸν αἱ ὄρνιθες ἀναλέγωσιν ἐπὶ159
5τῆς γῆς ἐρριμμένον, ἀλλ’ ὑπὸ τῆς ἐπιφερομένης γῆς ὑπὸ τοῦ δμωὸς ἀποκρύπτηται περιστρεφόμενος. οἷς εἰκότως ἐπήγαγε· καθόλου γὰρ παντὸς ἔργου τὴν μὲν εὐθημοσύνην ἀρίστην εἶ‐ ναι, τὴν δὲ κακοθημοσύνην κακίστην· δεῖ γὰρ ἕκαστον εὖ διατιθέναι καὶ μὴ κακῶς, ἀλλὰ καλῶς· ἐν παντὶ γὰρ ἔργῳ
10τὸ εὖ ἔστι καὶ τὸ κακῶς. διὸ καὶ ἐν τῷ σπείρειν δεῖ τὸ εὖ ἐπιζητεῖν, τοῦτο δὲ τὸν κατακρύπτοντα φροντίζειν, ἵνα μὴ τὰ σπέρματα ταῖς ὄρνισιν ἐκκείμενα ποιήσωμεν.

sch

469g

〈ὁ δὲ τυτθὸς ὄπισθε:〉 ἃ μὴ ἔτυχεν ἡ γῆ καλύψειν ὁ παῖς ὄπισθεν ἐρχόμενος καλυπτέτω.

sch

471a

εὐθημοσύνη: ἐπιμέλεια καὶ ἐργασία.

sch

471b

〈εὐθημοσύνη:〉 εὐεργεσία· τὸ καλῶς διατάττειν τὸν βίον.

sch

473-474

* ὧδέ κεν ἁδροσύν: εἰ καὶ τὰ παρ’ ἡμῶν γίγνοιτο πάντα καὶ εὐξαμένοις ἐπακολουθήσειε καὶ τὰ παρὰ τοῦ Διός, οἱ στάχυες ἁδροὶ γενήσονται· τοι‐ οῦτοι δὲ γενόμενοι νεύσουσιν ἔραζε ὡς εἰώθασιν πλήρεις
5ὄντες καὶ ἐμβριθεῖς. τὸ γὰρ πλῆρες βαρῦνον τὸν στάχυν νεύειν ποιεῖ, ὁ δὲ ἀσθηνὴς ὀρθὸς μένει διὰ κουφότητα. δεῖ δὲ ἐφιστάνειν ὃν ἐκάλεσε (v. 465) Δία Χθόνιον—Ὀλύμ‐ πιον πάλιν εἶπεν—ἐνδεικνύμενος ὅτι πανταχοῦ ὁ Ζεύς,
ἀλλ’ ἄνω μὲν Ὀλύμπιος, κάτω δὲ Χθόνιος· καὶ ἐπειδὴ τε‐160
10λειοῖ τοὺς ἐν τῇ γῇ καρποὺς καὶ τὰς τοῦ οὐρανοῦ κινήσεις ὄμβρους πέμπων, ἅμα καὶ Ὀλύμπιον αὐτὸν ὑμνητέον καὶ Χθόνιον, διὰ μὲν τὸ ἀφ’ οὗ ἡ τελείωσις Ὀλύμπιον, διὰ δὲ τὸ ἐν ᾧ Χθόνιον.

sch

473a

〈ὧδέ κεν ἀδροσύν:〉 οὕτως, φη‐ σί, ποιοῦντός σου τῇ ἁδροσύνῃ τῶν γεννημάτων, ἤγουν τῷ βάρει ἢ τῇ μεστότητι, ἐπὶ τὴν γῆν οἱ στάχυες νεύσουσιν, εἰ συνευδοκήσει τῇ σπουδῇ σου καὶ ὁ λεχθεὶς Χθόνιος
5Ζεύς, ἤτοι ὁ Πλούτων.

sch

473b

ἀδροσύν: τουτέστι τῷ βάρει καὶ τῇ πυκνότητι· ἁδρὸς γὰρ ὁ πολύς.

sch

475

〈ἐκ δ’ ἀγγέων ἐλάσειας ἀρά‐ χνια:〉 ἐν κούφοις καὶ ἀσκύλτοις τὰ ἀράχνια γίνεται τόποις· τοσαῦτα οὖν, φησι, ποίησον γεννήματα ὥστε μὴ εὑρεθῆναι ἐν τοῖς ἀγγείοις ἀράχνην· ὅλα γὰρ πληρώσεις.

sch

475-478

* καί σε ἔολπα: ἐκ πόνων, φησί, ἕξεις καρποὺς καὶ ἐκ τῶν ἀγγείων, ἐν οἷς δεῖ τούτους ἀποθησαυρίζειν, ἐλάσεις τὰ ἀράχνια· ἐν τοῖς γὰρ κενοῖς ὑφαίνουσιν αἱ ἀράχναι. διάξεις οὖν λιπαρῶς καὶ τὸ ἔαρ
5ὄψει ἱλαρόν, οὐδὲ πρὸς ἄλλον ἀποβλέψεις· τὸ γὰρ αὐ‐ γάσεαι τοῦτο σημαίνει. τοὐναντίον δὲ εἰς σὲ βλέ‐ ψει τις ὡς ἐπικουρίας δεόμενος· εὖ δὲ καὶ τὸ μέχρι τοῦ ἔαρος εὔθυμον διάγειν τὸν ἐπιμελούμενον τῆς γῆς, ὅτε τοὺς πολλοὺς εἰώθασιν ἀπολείπειν οἱ θερισθέντες καρποί.
10πολιὸν δὲ τὸ ἔαρ οὗτος εἶπεν, ὡς ἄλλοι (Callim. hymn. 6, 122 Pfeiffer) “λευκὸν” διὰ τὴν ἐπ’ αὐτῷ ἡδονήν, ὅ‐ τι μὴ στυγνὸν καὶ κατηφές, ἀλλ’ ἱλαρὸν διὰ τὴν μέχρις αὐ‐ τοῦ τῶν καρπῶν εὐπορίαν ἀφθόνων ἐκ τῆς ἐπιμελείας γεγονό‐ των. τὸ δὲ εὐοχθέων σημαίνει οὐχὶ ἀχθόμενος, ἀλ‐161
15λ’ εὖ ἔχων, ἀντὶ τοῦ ὀχθεῖν, καὶ οἷον εὐωχούμενος, κα‐ τὰ παράθεσιν ἑνὸς γράμματος εὐοχθέων γενόμενος.

sch

477a

εὐοχθέων: γράφεται εὐοχθέων, μετὰ τοῦ θ, ἤτοι χαίρων, πληθύων τῆς ὀχῆς· ὀχὴ δὲ ἡ τροφή. εἴρηται δὲ κατὰ πλεονασμὸν τοῦ θ. ἢ ἐπειδὴ ὄχθος λέγεται ὁ κόπος, εὐοχθέων ὁ καλῶς ἔχων
5τοῦ κόπου, τουτέστιν εὖ κεκοπιακώς, ὡς τὸ “κάμα‐ τόν τ’ εὐκάματον” παρ’ Εὐριπίδη (Bacch. 66).

sch

477b

〈εὐοχθέων:〉 εὐεκτῶν καὶ εὐθηνούμενος· καλοὺς σωροὺς τῶν καρπῶν ἔχων· ὄχθος γάρ ἐστιν ἡ σωρεία τοῦ χώματος.

sch

477c

〈πολιὸν ἔαρ:〉 εἰς τὸ ἔαρ, φησίν, ἥξεις ἔχων τοὺς καρποὺς καὶ τῶν πόνων ἀμοιβάς· πολι‐ ὸν τὸ καθαρόν, ἀπὸ δυσαέρου τοῦ χειμῶνος καὶ ὀμιχλώ‐ δους.

sch

479-482

* εἰ δέ κεν ἠελίοιο τρο‐ πῇς: διὰ τούτων διδάσκει συντόμως ὅτι οἱ περὶ τὰς τροπὰς τὰς χειμερινὰς ἢ μετὰ τροπὰς σπείροντες ὀλίγον ἕξουσι θέρος, καὶ τὴν ὀλιγότητα ποιητικῶς ἀπὸ τῶν παρε‐
5πομένων δηλοῖ· καὶ οὐδὲν θαυμαστόν, ὅπου καὶ ὁ χρησμὸς
ἀπορίαν ἁπλῶς τῶν καρπῶν εἶπεν (frg. fort. spectat ad Astrologica Orphica: deest ap. Kern)·
καὶ θέρος ἀδρέπανον θήσει καὶ ἄβοτρυν ὀπώρην. οὕτως οὖν καὶ τὰ τοῦ Ἡσιόδου πολλὴν ἔμφασιν ἔχει τῆς
162
10ἀκαρπίας. ὁ μὲν γὰρ καθήμενος ἐν τῷ θερίζειν καὶ ὀλί‐ γον τῇ χειρὶ πλῆθος ἀσταχύων περιλαμβάνων τὸ ἀναυξὲς αὐ‐ τῶν ἅμα δηλοῖ, διὸ καθήμενος θερίζει, καὶ τὸ ἀραιόν, διὸ ὀλίγους περιλαμβάνει. ὁ δὲ ἀντία δεσμεύ‐ ων τὴν κολοβότητα καὶ σμικρότητα· ἀντιβάλλοντες γὰρ
15αὐτοὺς καὶ ἀλλήλοις ἐναντίως τιθέντες δεσμεύουσιν. ὁ δὲ κεκονιμένος τὴν ψιλότητα τοῦ πεδίου καὶ τὸ μὴ συνεσκιᾶσθαι αὐτὸ ὑπὸ τῶν ἀσταχύων. ὁ δὲ φέρων οὐκ ἐφ’ ἁμάξης αὐτοὺς ἀλλ’ ἐν φορμῷ καὶ λανθάνων τοὺς πολ‐ λοὺς ὅ τι φέρει, πάλιν τὴν ὀλιγότητα, δι’ ὧν πάντων δηλοῖ
20προσήκοντας εἶναι τῇ ἀκαιρίᾳ τῆς σπορᾶς τοὺς θερισμούς.

sch

479a

εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῃς χθόνα δῖαν: τοῦτο δεῖ τὰς χειμερι‐ νὰς τροπὰς ἐκδέξασθαι· ἐὰν γὰρ μετοπωρινὰς ἐκδεξώμεθα, ἔσται ἀσύμφωνον τὸ νόημα· εἰσὶ γὰρ 〈αὗται〉 πρώϊμοι,
5ἐκεῖναι 〈δὲ〉 παρόψιμοι. τῶν δὲ ἄλλων δύο τροπῶν τῆς θερινῆς καὶ εἰαρινῆς οὐδ’ ὅλως ἐνθυμητέον· θεριναὶ δὲ τροπαὶ ὅταν ὁ ἥλιος ἐν Καρκίνῳ, μετοπωριναὶ δὲ ὅταν ἐν Χηλαῖς, χειμεριναὶ ὅταν ἐν Αἰγόκερῳ, ἐαριναὶ ὅταν ἐν Κριῷ. τέσσαρας δὲ καιροὺς ἔχειν τὸν ἐνιαυτὸν οἴδασιν
10οἱ παλαιοί· ἀπὸ μὲν τοῦ Μαρτίου ἄρχεσθαι τὸ ἔαρ, ἀπὸ
δὲ τοῦ Ἰουνίου τὸ θέρος, ἀπὸ δὲ Σεπτεμβρίου τὸ φθινό‐ πωρον, ἀπὸ δὲ Δεκεμβρίου τὸν χειμῶνα.163

sch

479b

εἰ δέ κεν ἠελίοιο τροπῇς: ἐὰν δὲ περιμείνας τοῦ ἔργου σου μὴ φροντίσῃς, ἀλλ’ ὅταν τροπὴ τοῦ ἀέρος γένηται τότε ἀροτριάσῃς καὶ σπείρῃς, καθ‐ ήμενος θερίσεις τὸ λήϊόν σου κεκονιορτωμένος καὶ τὰ γεν‐
5νήμ〈ατ〉ά σου ἀντ’ ἀλλήλων δεσμεύσεις διὰ τὴν βραχύτητα— τὸ γὰρ ἐπίμηκες ἐν τῷ μέσῳ δεσμεῖται—· καὶ οὐδ〈ὲν〉 ἐξειλεῖ〈σ〉· οὐ μάλα χαίρων εἰς ὀλίγον τόπον ἀνασπάσεις τοὺς ἀστάχυας, ἀλλ’ ἐκείνων τὰ ἀραιὰ καὶ ἀναυξῆ ἔσται 〈τὰ δράγματα〉 ὡς μὴ καθ’ ἓν 〈ἂν〉 δύναιτο δεσμευθῆναι.

sch

479c

〈εἰ δέ κεν ἠελίοιο τρο‐ πῇς: ἤτοι μετὰ τὸ φθινόπωρον λέγει, τοῦ Ἰαννουαρίου μηνός, εἰσβάλλοντος ἡλίου ἐν Αἰγόκερῳ.

sch

479d

〈εἰ δέ κεν ἠελίοιο τρο‐ πῇς:〉 τοῦτο λέγει ἀνακόπτων τοὺς μέλλοντας λέγειν ὅτι πολλοὶ τὸ ἔαρ σπείραντες ηὐτύχησαν 〈μᾶλλον〉 ἢ τὸν χειμῶνα.

sch

480a

ἥμενος ἀμήσεις: κατέχων τὰ δράγματα μὴ χειρὶ πεπληρωμένῃ, ἀλλὰ κενῇ χειρὶ τὸ λε‐ γόμενον, καὶ περὶ ὀλίγον τόπον αὐτῆς συσφίγγων τὰ δράγμα‐ τα διὰ σμικρότητα.

sch

481a

〈οὐ μάλα χαίρων:〉 ἀντὶ τοῦ λυ‐ πούμενος.

sch

483-484

* ἄλλοτε δ’ ἀλλοῖος Ζηνὸς
νόος, ἕως τοῦ θνητοῖσι νοῆσαι: τοῦτο οὐ μάτην προσέθηκεν, ἀλλ’ ἐπειδὴ καὶ τοῖς μὴ παριδοῦσι τὸν καιρὸν ἀφορεῖν ἔσθ’ ὅτε συμβαίνει καὶ τοῖς παριδοῦσιν164
5ἐκ τοῦ παραλόγου θερίζειν καρποὺς ἀφθόνους πᾶν τὸ τοι‐ οῦτον ἔργον εἶναί φησι τοῦ Διός, δι’ ἄλλας αἰτίας ἀδήλους ἡμῖν ταῦτα ποιοῦντος. οὐκ εἰδότες οὖν [οἱ ἄνθρωποι] τίς ὁ νοῦς τοῦ Διός, ὀφείλομεν τὰ ἐφ’ ἡμῖν μὴ παραλεί‐ πειν, ἵνα δείξῃ ὅτι τῷ θεῷ πάντα δυνατὰ καὶ οὐδεὶς δύνα‐
10ται τῶν ἀνθρώπων γνῶναι τὴν βουλὴν αὐτοῦ.

sch

483a

〈ἄλλοτε δ’ ἀλλοῖος Ζηνὸς νόος:〉 ἄλλοτε ἄλλη ἐστὶν ἡ βουλὴ τοῦ θεοῦ καὶ ὅστις 〈εἰσ〉 τὸν παρελθόντα χρόνον ἐποίησε πολλά, εἰς τὸν ἐπιόντα οὐ〈κ ἂν〉 ποιοίη.

sch

485-490

* εἰ δέ κεν ὄψ’ ἀρόσῃς, ἕως τοῦ οὕτω κ’ ὀψαρότης προηρότ: τί ἂν γίνοιτο βοήθημα τῷ ὀψὲ ἀρόσαντι διὰ τούτων λέγει, καὶ ὅτι δεῖ ὕδωρ ἐκ Διὸς γενέσθαι μεσοῦντος ἤδη ἔαρος.
5ἡνίκα ὁ κόκκυξ ᾄδειν ἄρχεται καὶ τέρπειν, οὐχ ὡς ἡδύφω‐ νος—οὐ γάρ ἐστιν—ἀλλ’ ὡς μηνύων τὸ ἔαρ ἤδη πλατὺ εἶ‐ ναι, τότε ἂν εἰ γένοιτο ὑετὸς ὥστε εἰς τρίτην ἡμέραν μήτε ὑπερβάλλειν τῷ πλήθει βοὸς ὁπλὴν μήτε ἀπολείπειν, ἀλλὰ βρέχειν ὅλην, ἔσται βοήθημα τῷ ὀψαρότῃ, καὶ σχοίη ἂν
10καρποὺς ἐφαμίλλους τῷ προαρότῃ. τὴν μὲν οὖν ὁπλὴν ἐπὶ βοὸς ῥηθεῖσαν οὐκ οὖσαν τῶν μονωνύχων συγγνώμης ἀξιω‐ τέον. διότι δὲ σημεῖον ἐξεῦρεν ἱκανὸν ἀρκοῦντος ὄμβρου
τοῖς περὶ ἄροτρα καὶ βοῦς ἀσχολουμένοις, ἐπαινετέον. ὅτι δὲ ὁ τοιοῦτος ὄμβρος χρήσιμος πιστοῦται ἀπὸ τοῦ τὴν165
15Σικελίαν εὐκαρπεῖν πολλοὺς δεχομένην ἐαρινοῦς ὄμβρους καὶ ἀπὸ τοῦ προσηνὲς εἶναι τῇ γῇ τότε τὸ ὕδωρ ὑποθερμαι‐ νόμενον καὶ νηπίοις οὖσι τοῖς καρποῖς συμφέρον καὶ ἀπὸ τοῦ τινας καὶ ἐν ἰσημερίᾳ σπείραντας ἐαρινῇ πολλοὺς θε‐ ρίσαι καρπούς. καὶ γὰρ ὁ τριμηνιαῖος λεγόμενος πυρὸς
20ὑπὸ τοιούτων ὄμβρων ἐκτρέφεσθαι ἔοικε τῶν ἐαρινῶν.

sch

485a

εἰ δέ κεν ὄψ’ ἀρόσῃς: εἰ δὲ συμβῇ σοι βραδύνειν, φησί, τοῦτό σοι ἔσται σημεῖον· ἐὰν ἐπὶ τῷ σπόρῳ σου τῷ ἐαρινῷ ἐπιβρέξῃ ἡμέρας τρεῖς τοσοῦ‐ τον ὥστε συστῆναι τὸ ὕδωρ τῇ γῇ μέχρι τοῦ σκεπάσαι τὸ
5ἴχνος τοῦ βοός, μήτε ὑπεράνω μήθ’ ὑποκατωτέρω?, τότε ἐρί‐ σειαν τὰ ὀψίμως ἐσπαρμένα τοῖς πρωΐμοις.

sch

485b

εἰ δέ κεν ὄψ’ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη: ἐὰν καὶ ὀψὲ ἀροτριῶν σπείρῃς, καλόν ἐστι, ἀλλά πως ἡνίκα ὁ κόκκυξ φωνήσει ἐν τῷ δένδρῳ καὶ εἰς χαρὰν ἄξει τοὺς ἀνθρώπους
5εὐαγγελίαν φέρων τοῦ ἔαρος, εἴ γε βρέξῃ 〈ὁ〉 θεὸς τρισὶν ἡμέραις, μήτε τὸ ὕδωρ ἐκεῖνο εἰ τυχὸν εἰς κοῖλον τόπον ἐναπομεῖνον 〈ὑπὲρ〉 τοῦ ὄνυχος τοῦ βοὸς γένηται μήτε ἐν‐ δέον· καὶ τότε εἰ γένηται ταῦτα, καὶ ὁ σπείρων βραδέως τῷ σπείραντι πρώην ἐξισάσει.

sch

486a

κόκκυξ: ὄρνεον ἐαρινὸν παραπλήσιον τῷ ἱέρακι· τέρπει δὲ βροτοὺς οὐχ ὡς μουσικόν, ἀλλ’ ἐπειδὴ
ἔαρ φέρει.166

sch

491-492

* ἐν θυμῷ δ’ εὖ πάντα φυ‐ λάσσεο: δεῖ τοὺς καιροὺς παραφυλάττειν τὸν γεωρ‐ γὸν καθ’ οὓς ἀποδοτέον ἕκαστα τῶν ἔργων, καὶ τὰ ἐκ τοῦ Διὸς γινόμενα οἷον ὄμβρους, αὐχμούς, ἀνέμους ψυχροὺς ἢ
5θερμούς. ταῦτα γὰρ συνεργεῖ τοῖς ἐκ τῆς γῆς ἢ καὶ ἐμ‐ ποδίζει πρὸς τὴν γένεσιν, ὧν οὐ δεῖ τῆς παραφυλακῆς ἀμελεῖν.

sch

496-497*

* μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ | σὺν πενί, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζοις: τῶν λιμωττόντων τοὺς πόδας παχύνεσθαί
5φησι, τὸ δ’ ἄλλο σῶμα λεπτύνεσθαι. καὶ εἷς νόμος ἦν Ἐφεσίων μὴ ἐξεῖναι πατρὶ παῖδας ἀποθέσθαι ἕως ἂν διὰ λιμὸν παχυνθῇ τοὺς πόδας. ἴσως δὲ καὶ τὴν ἀπὸ καθίσεως καὶ ἀργίας πάχυνσιν δηλοῖ τῶν ποδῶν· γίνεται γὰρ τοῦτο τοῖς ἐπὶ πολὺ καθημένοις. ἐὰν οὖν ἐν τοῖς ἀλεεινοῖς
10οἴκοις ἀργὸς καθιζάνῃς, λεπτῇ χειρὶ διὰ λιμὸν τοὺς πα‐ χεῖς ὄντας πόδας πιέσεις. ἔοικε δὲ καὶ ἡ ἐν τοῖς λι‐ μοῖς πάχυνσις εἶναι κατὰ φύσιν, ὡς ὁ Πλούταρχος (frg. 50 Bernard.). δεῖται γὰρ τὸ ἐν ἡμῖν θερμόν, ἵνα μένῃ, τῆς ἔξωθεν τροφῆς· ἢν οὐ δεχόμενον δαπανᾷ τὸ σῶμα, καὶ αὑτοῦ
15τι ἀποσπᾷ· δι’ ἀσθένειαν δὲ ἀδυνατοῦν ἀλλοιῶσαι τὸ ἀπο‐ σπώμενον ἄπεπτον ὂν ἀφίησι· καὶ αὐτὸ μὲν τὰ μέσα καὶ τὰ ἄνω λεπτύνει τοῦ σώματος ἐν οἷς ἐστι πλεῖον, ἐκεῖνο
δ’ ἄρα τὸ ἄπεπτον εἰς τὸ κάτω φέρεται καὶ οὕτω δὴ παχύνει τοὺς πόδας.167

sch

493-495

* πὰρ δ’ ἴθι χάλκειον θῶ‐ κον, ἕως τοῦ ἄοκνος ἀνὴρ μέγα οἶ‐ κον ὀφέλλει: διὰ τούτων καὶ τῶν ἐφεξῆς παρα‐ κελεύεται μήδ’ εἰ χειμέριος ἀὴρ εἴη ἢ καὶ κρυμώδης ἀμε‐
5λεῖν τῶν ἔργων, ἀλλὰ παρατάττεσθαι πρὸς αὐτὸν ἀόκνως· τὸν γὰρ δεόμενον τῶν ἔργων διὰ τὸ ἐξ αὐτῶν τρέφεσθαι τὰς λέσχας καταλαμβάνειν ἄτοπον. τότε οὖν δεῖ ἐπὶ ταύτας χωρεῖν ὅταν πάντῃ κωλύῃ τῶν ἔργων τὸ κρύος. ὅτι δὲ τοὺς ἀλεεινοὺς οἴκους οἱ πένητες κατελάμβανον, ἐν οἷς
10συγκαθήμενοι ἐν λαλιαῖς ἦσαν, δῆλον, καὶ ὅτι λέσχας ἐκά‐ λουν τούτους· καὶ γὰρ ἐν Ἀθήναις ἦσαν τοιοῦτοι τόποι καὶ ὠνομάζοντο λέσχαι ἑξήκοντα καὶ τριακόσιαι, καὶ ὅτι ἐδρᾶτό τινα θέσμια περὶ αὐτοὺς ἵνα οἱ λόγοι γίνωνται σὺν τοῖς συνιοῦσιν ἐπωφελεῖς. εἰώθεισαν δὲ καὶ ἐγκαθεύδειν
15τινὲς τοῖς χαλκείοις κρυμῶν ὄντων καὶ ἐν τοῖς ἄλλοις ἐργαστηρίοις ἐν οἷς ἐξάπτεται πῦρ· τότε οὖν ἐν τούτοις ἀλεαίνεσθαι μόνον ὅταν τὸ κρύος μὴ συμφέρῃ τοῖς ἔργοις· ὅταν δὲ καὶ ἐν κρύει ἀπαιτῇ τὰ ἔργα, παρατακτέον καὶ τῶν ἔργων ἀνθεκτέον.

sch

493a

πὰρ δ’ ἴθι χάλκειον: τὰ χαλ‐ κεῖα παρὰ τοῖς παλαιοῖς ἄθυρα ἦν καὶ ὁ βουλόμενος εἰσῄει καὶ ἐθερμαίνετο καὶ οἱ πένητες ἐκεῖ ἐκοιμῶντο. λέσχη δέ ἐστι τόπος τις δημόσιος ἀνειμένος τοῖς βουλομέ‐
5νοις ἐνδιαιτᾶσθαι· λέγει γὰρ ἡ Μελανθὼ πρὸς Ὀδυσ‐ σέα (ς 328—329)·
εἰ σὺ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν
ἠέ που ἐς λέσχην· τουτέστι θερμαίνου εἰς τόπον λέσχης ὑπελθών. καθεζόμε‐
168
10νοι δὲ ἐν αὐτοῖς ἐθερμαίνοντο καὶ τῶν ἔργων ἀπείχοντο. παρέρχου οὖν, φησι, τοὺς τοιούτους τόπους ὥρᾳ χειμῶνος· τότε γὰρ μὴ ὀκνῶν ἀνὴρ μεγάλως αὔξει τὸν ἑαυτοῦ οἶκον, ὁ δ’ ἀεργὸς ἐλπίζων πάντα αὐτόματα αὐτῷ παραγενήσεσθαι διε‐ λογίσατο κακά· ‘λῃστεύσω, ἁρπάσω‘, καὶ τὴν ἑαυτοῦ ψυχὴν
15ἐκακολόγησεν.

sch

493b

〈καὶ ἐπ’ ἀλέα λέσχην:〉 Νεοπτό‐ λεμος (test. 10 Mette, RE, XV, 2 col. 2466) ἐν τῷ Περὶ γλωσ‐ σῶν φησι λέσχην εἶναι ὄνομα αὐλῆς ἐν ᾗ πῦρ ἐστι. φησὶν οὖν ὅτι ἀπερχόμενος ἐπὶ τὸ ἔργον σου μή, ἐὰν εὕρῃς τόπον
5θέρμην ἔχοντα, στῇς καὶ φλυαρῇς, ἀλλὰ πάρελθε· ἐκ τούτου οὖν καὶ λέσχη ἁπλῶς ἡ φλυαρία. ἀλέα δὲ ἡ θέρμη παρὰ τὸν ἥλιον· κυρίως ὕπαιθρος τόπος ὑπὸ ἡλίου θερμαινόμε‐ νος. Μένανδρος (Ἥρως, v. 84 Kö.3)· “ἀλέας Ἀθάνας”.

sch

495a

〈ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλει:〉 οὐχὶ διὰ τὴν γεωργίαν εἶπε 〈ὅτι〉 καλῶς τὸν οἶκον ἄοκνος ὠφελεῖ, ἀλλὰ διὰ τὸ ξυλουργεῖν καὶ ἄλλα τινὰ ἐργάζεσθαι.

sch

496-497*

(cf. post sch. ad vv. 491—492) ἰστέον τοῖς με‐ ταγράφουσι ὅτι οἱ δύο οὗτοι στίχοι ἀνεξήγητοι ἔκειντο
ἐν τῷ πρωτοτύπῳ βιβλίῳ ὅθεν μετέγραφον, διὸ παρῆκα καὶ τὴν τούτων ἐξήγησιν.169

sch

498-499

* πολλὰ δ’ ἀεργὸς ἀνήρ: τοὺς ἐν ἀργίᾳ ζῶντας καὶ τὰς ἐλπίδας κενὰς ἔχοντας, ἅτε μηδὲν ἑαυτοῖς συνειδότας ἔργον εἰς εὐπορίαν συντεῖνον, ἀνάγκη πολλὰ τῷ ὄντι κακὰ προσεννοεῖν διὰ τὴν ἀπορίαν
5ὅπως ἂν τραφῶσιν· ἐντεῦθεν λωποδύται γίνονταί τινες, ἐντεῦθεν ἱερόσυλοι, ἐντεῦθεν φιλοπράγμονες καὶ πάντες ὅσοι τὸν βίον ἐκ τῶν ἀλλοτρίων ἔχειν ἐπινοοῦσι.

sch

499a

κακὰ προσελέξατο θυμ: 〈διὰ〉 τὸ γὰρ μὴ ἔχειν τινὰ ἐξ οἰκίας καὶ τρέφεσθαι μηδὲ ἀπὸ χειρῶν ἔργου εἰς κακὰς ἐλπίδας χωρεῖ οἷον ἢ πλεονε‐ κτήσειν ἢ κλέψειν.

sch

502-503

* δείκνυε δὲ δμώεσσι θέ‐ ρους ἔτι ἐόντος: διὰ τούτου τοῦ παραγ‐ γέλματος καὶ τὰ ὅμοια νοητέον· οὐκ ἀεὶ εὐτυχήσομεν, πα‐ ρασκευαστέον οὖν καὶ πρὸς τὰς περιστάσεις· οὐδὲ ἀεὶ
5ὑγιανοῦμεν, φροντιστέον οὖν καὶ τῶν ταῖς νόσοις ἐπιτη‐ δείων· οὕτως οὖν καὶ οἰκήσεων ἐν θέρει διὰ τὴν ἐλπίδα τῆς τοῦ χειμῶνος προσβολῆς.

sch

502a

〈δείκνυε δὲ δμώεσσι:〉 καθη‐ γοῦ τοῦ ἔργου καὶ πρόλεγε τοῖς δούλοις ὅτι οὐκ ἀεὶ θέρος ἔσται, ὡς ἂν ἀπὸ τοῦ θέρους εὐτρεπισθῶσιν καὶ τὴν στέγην σου ὡς ἀπὸ τοῦ χειμῶνος στεγάσωσι διὰ τοὺς ὄμβρους.
5***〉 καὶ Ὅμηρος (Τ 83)·
Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι.170

sch

504-506

* μῆνα δὲ Ληναιῶνα, ἕως τοῦ δυσηλεγέες τελέθουσιν: Πλούταρχος (frg. 52 Bernard.) οὐδένα φησὶ μῆνα Ληναιῶνα Βοιωτοὺς κα‐ λεῖν· ὑποπτεύει δὲ ἢ τὸν Βουκάτιον αὐτὸν λέγειν—ὅς
5ἐστιν ἡλίου τὸν Αἰγόκερων διϊόντος, καὶ τοῦ βούδο‐ ρα τῷ Βουκατίῳ συνᾴδοντος διὰ τὸ πλείστους ἐν αὐτῷ διαφθείρεσθαι βόας—ἢ τὸν Ἑρμαῖον, ὅς ἐστιν μετὰ τὸν Βουκάτιον καὶ εἰς ταὐτὸν ἐρχόμενος τῷ Γαμηλιῶνι, καθ’ ὃν καὶ τὰ Λήναια παρ’ Ἀθηναίοις· Ἴωνας δὲ τοῦτον οὐδ’ ἄλ‐
10λως, ἀλλὰ Ληναιῶνα καλεῖν. τοῦτον οὖν ὡς ψυχρὸν κελεύ‐ ει φυλάττεσθαι καὶ ἐν τοῖς ἄλλοις μησὶ τὰς ἐξαπίνης γι‐ νομένας πηγάδας, αἳ δὴ γίνονται πήξεις τῶν ὑδά‐ των τοῦ Βορέου πνεύσαντος, ἃς οὐ ῥᾴδιον ὑπομεῖναι διὰ τὴν σφοδρότητα τῆς πήξεως.

sch

504a sqq

περὶ τοῦ κακοῦ καὶ χειμερινοῦ μηνός.

sch

504b

μῆνα δὲ Ληναιῶνα:***〉 ὄνο‐ μα μηνὸς κατὰ Βοιωτούς, κατὰ δὲ Ἴωνας Ληναιών· ἀν‐ αιρετικὸς δὲ οὗτός ἐστι τῶν βοῶν εἰς ὃν ἐξέδερον τοὺς βόας. Ληναιὼν δὲ εἴρηται διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ
5εἰσκομίζεσθαι· οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνός ἐστιν. οἱ μὲν Ληναιῶνα φάσκουσιν αὐτὸν καλεῖσθαι διὰ τὰ λήνεα, ὅ ἐστιν ἔρια, 〈διὸ〉 καὶ Προβατοδόραν καὶ Αἰγοδόραν καλοῦ‐ μεν· οἱ δὲ Ληναιῶνά φασιν ἐπειδὴ Διονύσου ἐποίουν ἑορτὴν ἐν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν· καὶ
10Λήναιον ἱερὸν Διονύσου. προτρεψάμενος οὖν αὐτὸν τῷ χειμῶνι ἐργάζεσθαι παραιτεῖται τὸν ἕνα μῆνα τὸν μεσαίτα‐ τον ἐν ᾧ ψῦχός ἐστι πολύ. Βουδόρα δέ φησιν ἀλεύου, ἤτοι τὰ αἴτια τοῦ ἀποδέρεσθαι τοὺς βόας, ὅπερ συνεκδοχικῶς τελευτᾶν σημαίνει· ἀπὸ δὲ τοῦ ἰσχυροτάτου171
15ζῴου καὶ τὰ ἄλλα δεδήλωκεν.

sch

504c

〈Ληναιῶνα:〉 〈.....〉 φησὶ 〈.....〉 ἐν ᾧ τοῦ Διονύσου ἑορτὴν ἣν Ἀμβροσίαν ἐκάλ(ουν) ...

sch

505a

〈πηγάδας:〉 ἢ τὰς παγερὰς καὶ κρυώδεις ἡμέρας ἢ τὰς πάχνας αὐτὰς τῆς χιόνος.

sch

506a

〈δυσηλεγέες:〉 αἱ δὲ πηγάδες χαλεπαί εἰσι πνέοντος τοῦ Βορέου.

sch

507-518

* ὅς τε διὰ Θρῄκης ἱππο‐ τρόφου: ταῦτα καὶ τὰ ἑξῆς τὸν κρυμὸν ἐκτραγῳδεῖ τὸν βόρειον· διὰ Θρῄκης μὲν οὖν αὐτὸν πνέειν ἄμεινον εἰρῆσθαι ἢ παρ’ Ὁμήρῳ (Ι 5) “ἐκ Θρῄκης”· ἄνωθεν
5γὰρ φέρεται ἀπὸ τῶν τῆς Θρᾴκης βορειοτέρων διὰ τῆς εἰς ἡμᾶς πορείας. διατίθησι δὲ χαλεπῶς τὰ μὲν πελάγη τοῦ πόντου ὀρίνεσθαι, τὴν δὲ γῆν μεμυκέναι λέγων διὰ τὰς ἐμπτώσεις τοῦ πνεύματος, τὴν δὲ ὕλην συνεπτηχέ‐ ναι μετὰ τῆς γῆς, εἰ τύχοι, δένδρων οὖσαν πολλῶν καὶ τὰ
10δένδρα τὰ στερεώτατα δρῦς καὶ ἐλάτας προρρίζους πίπτειν εἰς γῆν, τοὺς δὲ θῆρας φρίσσειν καὶ τὸ γινόμενον ὑπ’ αὐ‐ τῶν προστιθεὶς φυσικῶς τοῦ συστέλλειν ἐπὶ τὰ μήδη τὰς οὐράς, καὶ ταῦτα τῶν θηρῶν λαχνῆεν καὶ δασὺ τὸ δέρμα
ἐχόντων σκεπόμενον ὑπὸ τῶν τριχῶν. διόπερ οὐκ ἔδει172
15καθικνεῖσθαι τὸν κρυμὸν αὐτῶν ὡς ἡμῶν τῶν ἀτρίχων, καθικνεῖσθαι δὲ ὅμως ὥστε καὶ τῶν βοῶν τὰ δέρματα παχέα ὄντα μὴ ἀντέχειν καὶ τὰς αἶγας κάμνειν, μόνους τοὺς οἶς διὰ τὴν τῶν μαλλῶν σκέπην αὐτάρκη οὖσαν τούτου ἀντεχο‐ μένους. καὶ τέλος προστίθησιν ὅτι τροχαλόν,
20ἀντὶ τοῦ δίκην τροχοῦ κεκαμμένον καὶ κεκυφότα, γέροντα τίθησιν ὁ τοιοῦτος πάγος, ἐπειγόμενον σκέπην καταλαβεῖν καὶ ἀλέας που τυχεῖν.

sch

508a

μέμυκε δὲ γαῖα καὶ ὕλη: ἤτοι συμμέμυκε καὶ οἱονεὶ συμπέπτωκε διὰ τὴν πυκνότητα τοῦ κρύους· ἐν ἔαρι γὰρ πάλιν ἀνοίγεται, διὸ καὶ τὰ ἄν‐ θη καὶ τοὺς καρποὺς ἀναδίδωσιν, ἐν δὲ χειμῶνι διὰ τὸ
5ψῦχος ἄγονός ἐστι ἡ γῆ καὶ μεμυκυῖα. ἢ μέμυκεν ἀντὶ τοῦ μυκᾶται καὶ βοᾷ.

sch

511a

καὶ πᾶσα βοᾷ τότε νήρι‐ τος ὕλη: πᾶσα δὲ ἠχεῖ τὸ τηνικαῦτα ἡ ἄπειρος ὕλη καὶ οἱ σύμφυτοι τόποι τῶν ὀρῶν οἷς οὐδὲν ἀντίσχοι ἢ διὰ τὸ πλῆθος ἐρίσειεν.

sch

511b

νήριτος ὕλη: ἡ μεγάλη καὶ πολλή, πρὸς ἣν οὐδεὶς φιλονεικήσειε διὰ τὸ πλῆθος.

sch

512a

οὐρὰς δ’ ὑπὸ μέζε’ ἔθεντο: ἀπὸ τοῦ παρακολουθοῦντος· εἴωθε γὰρ τὰ ζῷα διὰ τὸ ψῦχος τὰς οὐρὰς μεταξὺ τῶν μηρῶν ἀποθλίβοντα ἐγγὺς τῶν αἰδοίων ποιεῖν, ὡς καὶ παρὰ Καλλιμάχῳ (frg. 623 Pfeiffer)·
5
†ἕζεσθαι θερμότατον ῥιζοῦχε Ποσειδῶν†. μέζεα δὲ ὡς μήδεα. αἱ δ’ οὐραὶ ὡς νευρώδεις καὶ ὀστώ‐ δεις δύσριγοί εἰσιν. Ἀριστοτέλης (hist. anim. p. 596 b 4) φησὶ μὴ μόνον τὰς αἶγας δυσρίγους εἶναι, ἀλλὰ καὶ τὰ πρόβατα.
173

sch

518a

τροχαλὸν δὲ γέροντα: ἐκ με‐ ταφορᾶς τοῦ τροχοῦ· ἐπικαμπῆ ἢ ὀξὺν ἐν τῷ δρόμῳ. ἀναγ‐ κάζεται γὰρ καὶ ὁ γέρων ὑπὸ τοῦ ψύχους τρέχειν ἐπὶ τὸν θερμὸν οἶκον· ἢ κυρτὸν καὶ ἐπικαμπῆ.

sch

519-523

* καὶ διὰ παρθενικῆς ἁ‐ παλόχροος: μόνην ἐξαιρεῖ τοῦ λόγου τῶν ὑπὸ τοῦ κρύους δαμαζομένων τὴν παρθένον, ἣν καὶ ἁπαλό‐ χρουν διὰ τὸ οἰκουρεῖν οὖσαν ἄπληκτον τῆς ἐξ αὐτοῦ
5φρίκης μετὰ τὰ λουτρὰ καὶ τὰς ἀλοιφὰς εἴσω τοῦ τῶν οἴκων μυχοῦ παρθενευομένην καὶ διὰ τοῦτο μένουσαν ἀπείραστον τοῦ κρύους· καὶ γὰρ ἐκείνων ἑκάτερον βοηθεῖ καὶ ἡ οἰ‐ κουρία.

sch

524-526

* τ’ ἀνόστεος ὃν πόδα: τὸν μὲν ἀνόστεον δεῖ νοεῖν τὸν πολύποδα, διότι καὶ αὐτὸς ἕν τι τῶν μαλακίων ἐστί. τὰ δὲ μαλάκια γένος τῶν ἀναίμων ζῴων ἓν τεττάρων ὄντων· ἐντόμων, μαλακοστράκων,
5ὀστρακοδέρμων, μαλακίων. τὸ δὲ τένδει σημαίνει τὸ ἐσθίει κατὰ τροπὴν τοῦ ἀντιστοίχου οὕτω ῥηθέν, ἐπεὶ τένθης λέγεται ὁ ὀξυπείνης καὶ προτένθης. λέγεται γὰρ καὶ ὁ πολύπους ἐν τοῖς χειμῶσιν ἐκμυζᾶν τὸν πόδα συνεσταλ‐
μένος ἐν τοῖς μυχοῖς τοῖς ἑαυτοῦ. τὸ δὲ ἄπυρον174
10εἶναι τοῦ πολύποδος τὸν οἶκον νοεῖν ὡς ψυχρόν· καὶ ἐν ἤθεσι αὐτὸν τότε ζῆν λευγαλέοις ὡς κα‐ κοῖς, παρὰ τὸ λυγρὸν τοῦ λευγαλέου ῥηθέντος ὥσπερ καὶ τὸ λυγρὸν αὐτὸ πεποίηται λίαν ὑγρὸν ὄν. εἰ οὖν τὰ ἤθη λευγαλέα καὶ ὁ οἶκος ἄπυρος, ἐξ ἀμφοτέρων δείκνυται κα‐
15ταγωγὴν ἔχων ὑγρὰν καὶ ψυχράν· ἤθη γὰρ τὰς εἰωθυίας λέ‐ γουσι διαίτας ἑκάστων. καὶ δὴ καὶ τὴν αἰτίαν ἐπήγαγε δι’ ἣν τὸν ἑαυτοῦ πόδα ἐσθίει καθήμενος ἐν τῷ φωλεῷ. οὐ γὰρ αὐτῷ ὁ ἥλιος ἐκλάμπων δείκνυσι τὸν τόπον τῆς νομῆς διὰ τὴν δυσαερίαν τοῦ χειμῶνος· κατεσθίει οὖν τὰς ἰδίας
20πλεκτάνας. διὸ καὶ εὑρίσκονται οἱ παλαιοὶ πολύποδες ἔχοντες κολοβοὺς τοὺς πόδας. Κλείταρχος δὲ ἐν Γλώσσαις τὸν πολύποδα ὑπὸ Λακεδαιμονίων ἀνόστεόν φησι καλεῖσθαι. Ἀριστοτέλης (hist. anim. p. 590b 18. 591a 3) δέ φησι ψεῦδος εἶναι τὸ κατὰ τοὺς πολύποδας· αὐτοὺς γὰρ ἑαυτοὺς μὴ
25κατεσθίειν, ἀλλ’ ὑπὸ τῶν παγούρων κατεσθίεσθαι. [ἔδει οὖν εἰπεῖν τένθει διὰ τοῦ θ· οἱ γὰρ Ἀττικοὶ τένθην καλοῦσι τὸν γαστρίμαργον. κατ’ ἐναλλαγὴν οὖν εἴρηται τοῦ θ εἰς δ].

sch

527-528

* ἀλλ’ ἐπὶ κυανέων ἀνδρῶν: ἔοικεν ἔννοιαν ἔχειν τῶν διαφόρων οἰκήσεων ἐπὶ γῆς, τῶν μὲν ὡς βορείων, τῶν δὲ ὡς νοτίων· καὶ συνορᾶν ὅτι χει‐ μῶνος ἡμῖν ὄντος τοῖς τὸ βόρειον μέρος οἰκοῦσιν οὐ κω‐
5λύει θέρος ἄλλοις εἶναι ὧν ἐστιν ἐγγὺς ὁ ἥλιος τὰ νότια
τοῦ ζῳδιακοῦ περιπολῶν. τοῦτο οὖν δηλοῖ λέγων ὅτι χει‐ μερίας παρ’ ἡμῖν οὔσης καταστάσεως ὁ ἥλιος πολὺς μὲν παρ’ ἄλλοις, οὓς ἐκάλεσε κυανέους ὡς μέλανας ἀπὸ τῶν Αἰθιόπων μεσημβρινωτέρων ἡμῶν ὄντων πάντας οὕτω175
10καλέσας, ὥσπερ καὶ τοὺς βορείους πάντας διὰ τῶν Ἑλλήνων ἐσήμηνε· βράδιον δὲ φαίνει παρ’ ἡμῖν, ὡς πολὺν χρόνον τὰ ὑπὸ γῆν τμήματα διϊών, ἐλάχιστον δὲ τὰ ὑπὲρ γῆν. ὁ γὰρ ἶσος χρόνος ἐκείνοις μὲν ἡμέραν ποιεῖ, νύκτα δὲ ἡμῖν μεγίστην ἑκατέρως.

sch

529-531

* καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται: οἱ μὲν ὑληκοῖ‐ ται οἱ κερατηφόροι καὶ ἀκέρατοι δῆλον ὡς οἱ θῆρές εἰ‐ σιν. οὗτοι δὲ λέγονται φεύγειν ἐν ταῖς ἄκραις ταῖς
5δυσβάτοις τῶν ὀρέων ἕως ἂν καταλάβωσι θάμνους ἢ σπήλαια. μυλλιόωντες δὲ διεστραμμένοι καὶ συγκαμφθέν‐ τες ὑπὸ τοῦ κρύους ἢ τὰ χείλη κινοῦντες ἀπὸ τῆς ψυχρό‐ τητος· ἴσως Κράτης (frg. p. 56 Wachsmuth) γράφει μαλ‐ κιόωντες. [νήκεροι δὲ κατὰ στέρησιν οἱ
10κέρατα μὴ ἔχοντες· τὸ γὰρ νη στερητικόν ἐστι. ὑλη‐ κοῖται δὲ οἱ ἐν ὕλαις καὶ ὑπ’ ἰωγαῖς κοιταζόμενοι].

sch

532-535

* οἳ σκέπα μαιόμενοι, ἕως τοῦ ἀλευόμενοι νίφα λευκήν: τρι‐ σὶν ἀποκοπαῖς ὀνομάτων ἐχρήσατο· τὸ μὲν σκέπασμα σκέ‐ πα καλῶν, τὴν δὲ νιφάδα νίφα, τὸ δὲ γλαφυρὸν
5γλάφυ· δι’ ὧν δηλοῖ τοὺς θῆρας καταλαμβάνειν σκέπα‐
σμα ζητοῦντας ἢ τοὺς κευθμῶνας τοὺς θαμνώδεις ἢ τὸ ἄν‐ τρον τὸ γλαφυρὸν καὶ πέτρινον τὴν νιφάδα φεύγοντας, ἐοι‐ κότας γέροντι τρίποδι—τρίπους γὰρ ὁ βακτηρίᾳ χρώμε‐ νος—· οὗτος κέκαμπται μὲν τὰ νῶτα, κυπτάζει δὲ εἰς γῆν.176

sch

536-538

* καὶ τότε ἕσσασθαι, ἕως τοῦ πολλὴν κρόκα μηρύσασθαι: πῶς δεῖ τὸν γεωργικὸν στέλλεσθαι κρύους ὄντος διὰ τούτων ὑφηγεῖ‐ ται· χλαμύδα περιβάλλεσθαι θάλπειν δυναμένην—τοιαύτη
5δὲ ἡ μαλακή—καὶ χιτῶνα τοιοῦτον καθειμένον, εἶθ’ ὅπως ἔσται μαλακὰ διδάσκων φησί· χρῆναι τὸν μὲν στή‐ μονα τούτων εἶναι μὴ πολύν, τὴν δὲ κρόκην πολλήν. μα‐ λακὴν μὲν οὖν χλαῖναν οὐ τὴν Μιλησίαν λέ‐ γειν αὐτὸν ἢ τὴν Ἀττικὴν ἢ ὅλως τὴν θρυπτομένοις οἰκεί‐
10αν οἵαν νῦν οἱ βαρυδαίμονες φοροῦσιν, ἀλλὰ τὴν ἐκ τῶν ἐ‐ ρίων 〈στερεότητα〉 ἔχουσαν. διδάσκει δὲ καὶ πῶς ἂν γένοι‐ το τοιαύτη διὰ τῆς πολλῆς κρόκης· οἱ μὲν γὰρ στήμονες ἅτε στερεώτεροι ὄντες, ἐὰν ὦσι συνεχεῖς, δερματῶδες τὸ ὕφα‐ σμα ποιοῦσιν· ἡ δὲ κρόκη πλεῖον ἐγκαταμιγνυμένη διὰ τὸ
15εἶναι χαυνοτέρα τοῦ στήμονος ἀναδίδωσι κροκύδα δι’ ἧς πολ‐ λῆς οὔσης καὶ τὸ σῶμα περιπτυσσομένης ἀλεαίνεται ὁ φορῶν.

sch

538a

μηρύσασθαι: ἐπισπεύσασθαι ὑφῆναι· μήρυμα δὲ κυρίως τὸ ξαινόμενον ἔριον· νῦν δὲ ποιήσασθαι εἶπεν.

sch

539-540

* τὸν περιέσσασθαι ἵνα τοι τρίχες: τοῦτο συμβαίνει τοῖς ῥιγῶσι·
πιεζομένων γὰρ τῶν τριχῶν κατὰ τὰς ῥίζας ὑπὸ τῆς ψυχρό‐ τητος καὶ πυκνώσεως τῆς περὶ αὐτὰς γινομένης αἴρονται177
5ὀρθαί· καὶ τοῦτό ἐστι τὸ τῆς φρίκης πάθος ἡ διὰ πυκνώ‐ σεως σύντασις τῶν τριχῶν.

sch

541-542

* ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο: ἐκ βοείων δερμά‐ των εἶναι κελεύει τὰ ὑποδήματα καὶ τούτων τῶν ἰσχυρῶν· τοιαῦτα δὲ εἶναι τὰ τῶν σφαγέντων βοῶν, ἀλλ’ οὐ τὰ τῶν
5αὐτομάτως ἀποθανόντων. εἰκότως· ἀποθνῄσκουσι μὲν γὰρ ἢ νοσήσαντες ἢ γηράσαντες ὥστε ἠσθενηκότες, τῶν δὲ σφα‐ γέντων ἡ ἐν τοῖς δέρμασιν ἐνοῦσα δύναμις μένει. δεῖν οὖν ἐκ τούτων εἶναι τὰ ὑποδήματα, δεῖν δὲ καὶ πίλοις ἔν‐ δοθεν χρῆσθαι, συμφύεσθαι δὲ τοῖς ποσὶ δυναμένοις καὶ
10μειζόνως ἀλεαίνειν. τὰ γὰρ ἄκρα μείζονος δεῖται βοη‐ θείας ὡς πορρώτερον ὄντα τοῦ μέσου ἐν ᾧ τὸ ἔμφυτον θερ‐ μόν.

sch

543-545

* πρωτογόνων δ’ ἐρίφων, ἕως τοῦ ὑετοῦ ἀμφιβάλῃ ἀλέην: βούλεται καὶ δέρματι σκέπειν ἑαυτὸν τὸν γεωργικόν· συρραφὲν δὲ εἶναι τοῦτο ἐκ πολλῶν δερμάτων ἐριφίων—ἐκ πρω‐
5τογόνων δ’ ἐρίφων—οἰόμενος ἰσχυρότερα εἶ‐ ναι καὶ τὰ τούτων δέρματα ὡς τεχθέντων ἔτι τῶν τεκόντων αὐτοὺς ἀκμαζόντων, ὥσπερ καὶ τὰ νεῦρα τὰ βόεια οἷς χρῆ‐ ναι τὰ δέρματα συρράπτειν διὰ τὴν ἰσχὺν ἔκρινεν. τὸ δ’ οὖν τοιοῦτον δέρμα περίβλημα εἶναι τῶν νώτων, ἵνα τὴν
10διφθέραν ταύτην φορῶν ὁ ἐργάτης ἀμύνηται τὰς ἐκ τοῦ ὑε‐ τοῦ προσβολὰς ἀλέαν ἔχων καὶ τὴν ἀπ’ ἐκείνου ψῦξιν δια‐ φεύγων.178

sch

545-547

* κεφαλῆφι δ’ ὕπερθεν πῖ‐ λον ἔχειν, ἕως τοῦ Βορέαο πεσόν‐ τος: δεῖ καὶ πῖλον ἔχειν ἐπὶ τῆς κεφαλῆς ἀσκητόν· ἔστι δ’ οὗτος ὁ ἐξ ἐρίων γεγονώς, ἵνα μὴ ὑετὸς καταβρέχῃ
5τὴν κεφαλήν, ἣν διὰ τῶν ὤτων ἐδήλωσεν ἐπ’ ἐσχάτης αὐτῆς κειμένων. καὶ τέλος τούτων πάντων ἐπήγαγεν ὅτι ψυχραὶ πάντων εἰσὶν αἱ καταστάσεις τῶν ἡμερῶν Βορέαο πεσόντος, τοῦτο δ’ ἐστὶν ἄνωθεν πνεύσαντος· πνεῖ γὰρ ἀπὸ ὑψηλοτέρων ὁ Βορέας, ὃ δηλοῖ τὸ πεσεῖν. διὸ
10χρὴ ταῦτα πάντα τὰ περιβλήματα κατασκευάσθαι· τὴν χλαῖ‐ ναν, τὸν χιτῶνα, τὰ ὑποδήματα, τοὺς ἐντὸς τούτων πίλους, τὴν διφθέραν, τὸν ἐπὶ τῆς κεφαλῆς ἄλλον πῖλον· οἷς ὁπλισθεὶς ὁ ἐργατικὸς ἀμύνεται τὸν κρυμόν.

sch

548-554

* ἠῶιος δ’ ἐπὶ γαῖαν ἀπ’ οὐ‐ ρανο, ἕως τοῦ ἔργον τελέσας οἶ‐ κόνδε νέεσθαι: ταῦτα λέγεται φυσικῶς περὶ τῶν εἰς τὸν ἀέρα φερομένων ἐκ τῶν ὑγρῶν τῶν ἐπὶ γῆς οἷον
5ποταμῶν ἢ λιμνῶν ἀναθυμιάσεων—ἀφ’ ὧν τοτὲ μὲν νέφη συν‐ ίσταται μόνον, τοτὲ δὲ καὶ ὑετοὶ φέρονται—πυκνωθεισῶν ληγούσης τῆς ἡμέρας τῶν ἁθροισθεισῶν ὀρθρίων. ὁ μὲν οὖν ἀὴρ πυροφόρος λέγεται τῷ τρέφειν τοὺς καρποὺς διὰ τῶν ἀνέμων καὶ τῶν ὑδάτων ὧν καταπέμπει
10μακάρων ἐπὶ ἔργοις τοῖς τῶν εὐδαιμόνως ζώντων. τὴν δὲ αὐτοῦ θέσιν μεταξὺ γῆς καὶ οὐρανοῦ τά‐ σιν ἐκάλεσεν ὡς καὶ εἰς ὕψος χωροῦντος καὶ εἰς τὰ κοῖλα καταδυομένου τῆς γῆς. τοῦτον δέ φησιν ἀπὸ τῶν ποταμῶν ἀρυσάμενον τὰς ἀτμίδας αἴρεσθαι ὑπὲρ τὴν γῆν ἀνάγοντα179
15ταύτας. διὰ γὰρ τὴν ψῦξιν τὸ θερμὸν εἴσω τῆς γῆς εἰρ‐ γόμενον ἀναπέμπει τὰς ἀτμίδας καὶ ἐκ τῶν ποταμῶν τῶν ἐν αὐτῇ καὶ ἐκ τῶν φρεάτων· καὶ ἔστιν ἰδεῖν τοῦτο ἐναργῶς ἀποτελούμενον ἀπὸ τῶν ἁλυκῶν καὶ φρεατίων ἀνάδοσιν ἕω‐ θεν τοιαύτην ἀτμώδη. ὁ οὖν ἀὴρ δεχόμενος ταύτας ὑψοῖ
20διὰ τῆς τῶν ἀνέμων συστροφῆς· καὶ ὅταν τοῦτο γένηται, τοτὲ μὲν ὡς πρὸς ἑσπέραν ὕει, ψυχθείσης τῆς ἀτμίδος, το‐ τὲ δὲ εἰς πνευμάτων μεταβάλλει συστάσεις. δεῖ οὖν ταῦτ’ εἰδότα τὸν γεωργικὸν τὰ ἔργα πειρᾶσθαι πληροῦν πρὸ τῆς ἑσπέρας καὶ οἴκαδε ἀναχωρεῖν μήποτε ἀσυμπληρώτων ὄν‐
25των τῶν ἔργων νὺξ ἐπέλθῃ τοιαύτη καὶ ποιήσῃ τὸ σῶμα μυδαλέον, δίυγρον ἐκ τοῦ ὑετοῦ γεγονός.

sch

548a

〈ἠῶιος δ’ ἐπὶ γαῖαν:〉 πρωϊνὸς δὲ ἀὴρ εἰς γῆν ἁπλοῦται ἐξ οὐρανοῦ σιτοφόρος, ὅστις ἀνιμήσας ἀπὸ ποταμῶν καὶ ὑψωθεὶς εἰς πνοὰς διαλύεται.

sch

549a

ἀὴρ πυροφόρος: ὁ ἀὴρ ἤγουν σιτο‐ φόρος ἢ δρόσος ἡ τὸν σῖτον φέρουσα ἢ ἀὴρ δροσώδης τρέφων τὰ λήϊα ἢ ὁ φέρων τὸν σῖτον ἢ πυροφόρος ἀὴρ ὁ πυρετὸν καὶ κάματον φέρων ἢ ὁ φέρων τὸν ἥλιον. Σέλευκος (M. Müller,
5de Seleuco, p. 44) δὲ γράφει ἀὴρ ὀμβροφόρος.

sch

549b

〈ἀὴρ πυροφόρος τέταται:〉 ὑγρὸς γὰρ ὁ ἀὴρ ἐκ τῆς ἀναδόσεως τῶν ὑδάτων ὑπ’ ἀνέμων κουφισθεὶς ἢ διὰ κρύους ἀναλύεται γινόμενος περὶ τὴν ἑ‐ σπέραν· πρωῒ γὰρ ἔτι ἐν τῷ συνάγεσθαι καὶ εὐχερῶς180
5διαλύεται, καὶ εἰ μὲν κοῦφος ὁ ἀὴρ εἰς κρύος, εἰ δὲ βα‐ ρὺς καὶ ὑετώδης εἰς ὑετόν.

sch

549c

〈μακάρων ἐπὶ ἔργοις:〉 ἴσως δὲ πείθων γεωργεῖν μάκαρας δὲ πάντας ἐκάλεσε τοὺς πλου‐ σίους.

sch

550a

〈ὅς τε ἀρυσσάμενος:〉 εἰκότως οὖν φησιν ἀρυσ〈σ〉άμενος ὁ ἀήρ· ὑετὸς εἰς ὕψος ποτὲ μὲν σκορπίζεται τοῖς ἀνέμοις πνεύσαντος τοῦ Βορρᾶ, ποτὲ δὲ καὶ βροχὴ γινόμενον τὸ ὑψούμενον πρὸς
5ἑσπέραν βρέχει.

sch

554a

〈φθάμενος:〉 ἀλλὰ σπούδασον πρὸ τῆς βροχῆς ποιῆσαι τὰ ἔργα.

sch

557-558

* ἀλλ’ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος: 〈τὸν〉 κατὰ Ἴωνας 〈μὲν Γαμηλιῶνα, κατὰ Ῥωμαίους δὲ〉 Ἰαννουάριον, ἐν ᾧ, φησι, τὸ κρύος γίνεται, μάλιστα 〈δὲ〉 τὸν Ληναιῶνα,
5〈φυλάττεσθαι〉 λέγει· καὶ προσέθηκεν ὅτι οὐ μόνον ἀνθρώ‐ ποις χαλεπός, ἀλλὰ καὶ προβάτοις· καὶ ταῦτα σκέπην ἔχουσιν ἱκανήν, ὡς εἶπεν (v. 516—518), εἰ μὴ ἄρα καὶ ἁπλῶς τὰ βοσκήματα νῦν πρόβατα καλοίη.

sch

559-560

* τῆμος τὤμισυ βουσίν:
διὰ τὸν χειμέριον μῆνα τροφὴν πλείονα κελεύει διδόναι, τοῖς μὲν βουσὶ τὸ ἥμισυ τῆς εἰωθυίας προστιθέντα, τοῖς δὲ ἀνθρώποις πλέον ἢ τὸ ἥμισυ· εἰ μὴ ἄρα τὸ ἥμισυ καὶ181
5τὸ πλέον δεῖ συντάττειν ἵν’ ἀμφοτέροις πλέον ἢ τὸ ἥμισυ διδῷ τις τοῦ ἔθους. πέττεται γὰρ χειμῶνος ὄντος ἡ τρο‐ φὴ μᾶλλον ἐν μήκει τῶν νυκτῶν· ἥ τε γὰρ θερμότης εἴσω καθειργμένη διὰ τὴν ἔξωθεν πύκνωσιν πλείονα δαπανᾷ, καὶ μῆκος αἱ νύκτες ἔχουσαι πλείονα πέττουσι τὴν τροφὴν ἣν
10ἁρμαλιὴν εἶπεν, ὡς προσφιλῆ τοῖς τρεφομένοις καὶ εὐάρμοστον.

sch

559a

τὤμισυ βουσίν: τότε μὴ ἐργαζομέ‐ νοις τοῖς βουσὶ τὸ ἥμισυ τῆς ταγῆς δός, ἀνδρὶ δὲ καὶ πλέον.

sch

560a

ἁρμαλιῆς: τῆς τροφῆς· ἀπὸ τοῦ ἁρμό‐ ζειν τῇ ψυχῇ ἢ ἀπὸ τοῦ αἴρειν τὰ σώματα.

sch

560b

μακραὶ γὰρ ἐπίρροθοι εὐ‐ φρόναι εἰσ: μακραὶ γὰρ οὖσαι αἱ νύκτες βοη‐ θοῦσι 〈πρὸσ〉 τὰς βοῦς, ἐπειδὴ πολλὰ ἀναπαύονται καὶ ὀλίγα κάμνουσιν· οὐ μὴν τοὺς ἀνθρώπους, 〈οἳ〉 διόλου
5〈οὐκ〉 ἀναπαύουσι διὰ τὸ καὶ ἐν ταῖς νυξὶν ἐνίοτε ἐργά‐ ζεσθαι.

sch

560c

〈εὐφρόναι:〉 εὐφρόνας δὲ κατὰ παραγωγὴν τοῦ ὕπνου λαμβάνει.

sch

560d

〈εὐφρόναι:〉 εὐφρόναι δὲ αἱ νύκτες εἰ‐ κότως, ἐπεὶ ἐν αὐταῖς ἠρεμοῦντες τὰ καλὰ βουλευόμεθα,
πλεῖον τῆς ἡμέρας φρονοῦντές τε καὶ σκοπούμενοι.182

sch

561-563

* ταῦτα φυλασσόμενος: τοῦ‐ τον καὶ τοὺς ἑξῆς δύο διαγράφει Πλούταρχος (frg. 56 Ber‐ nard.). δηλοῦσι δὲ χρῆναι δι’ ὅλου τοῦ ἔτους βλέπειν εἰς τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ πρὸς ταύτας ἰσοῦν τὰ
5ἔργα ἕως ἂν μετὰ τὸν σπόρον ἡ ὥρα ἀφίκηται τῆς τῶν καρ‐ πῶν συλλογῆς. τούτων δὲ διαγραφέντων ἀκόλουθα τὰ ἑξῆς [ᾖ].

sch

561a

〈ταῦτα φυλασσόμενος:〉 δι’ ὅ‐ λου τοῦ ἐνιαυτοῦ τὴν ἰσότητα μαθὼν τῆς νυκτὸς καὶ τῆς ἡμέρας, ποτὲ χρὴ ἐργάζεσθαι καί ποτε ἀναπαύεσθαι ἕως ἄν σοι ἡ γῆ παντοδαπὸν καρπὸν εἰς ὅλον τὸν ἐνιαυτὸν κομίσῃ.

sch

564-567

* εὖτ’ ἂν δ’ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο, ἕως τοῦ ἐπιτέλλε‐ ται ἀκροκνέφαιος: αὕτη ἐστὶν ἡ ἑσπερία ἐπιτολὴ τοῦ Ἀρκτούρου ἐν τῷ ἄκρῳ τοῦ καιροῦ τῆς νυκτὸς
5ἀνατέλλοντος· κνέφας γὰρ ἡ νύξ. καὶ παρέσχεν οὗτος τοῖς ἀστρονόμοις ἀκρονύχους ταύτας 〈τὰς φάσεισ〉 καλεῖν. ἐν οὖν τῇ Ἑλλάδι τῇ Παρθένῳ συνανατέλλων ὁ Ἀρκτοῦρος εἰκότως μετὰ ἑξήκοντα τῶν χειμερινῶν τροπῶν ἑσπέριος ἐπιτέλλει· τότε γὰρ 〈ἐν〉 Ἰχθύσιν ἥλιός ἐστι καὶ ἡ Παρ‐
10θένος οὖσα κατὰ διάμετρον ἑσπέρας ἀνίσχει· σὺν αὐτῇ δὲ καὶ ὁ Ἀρκτοῦρος.

sch

564a

〈εὖτ’ ἂν δ’ ἑξήκοντα:〉 μετὰ ἑξή‐ κοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ὅτε γίνεται ὁ ἥλιος
ἐν Ἰχθύσι, τότε ὁ Ἀρκτοῦρος ὁμοταγὴς ὢν τῆς Παρθένου δύναντος αὐτοῦ 〈τοῦ ἡλίου〉 κατὰ διάμετρον ἀνατέλλει.183

sch

566a

〈Ἀρκτοῦρος:〉 ὁ δ’ Ἀρκτοφύλαξ, Λυκά‐ ονος θυγατρὸς Καλλιστοῦς υἱός, μεθ’ ἧς συγκοιμηθεὶς ὁ Ζεὺς διὰ ζηλοτυπίαν Ἥρας πεποίηκεν ἄρκτον· ὡς οὖν 〈ἐκεῖνοσ〉 εἰς κυνηγέσιον ἐξελθὼν ἐδίωκε τὴν μητέρα
5ἀντεπερχομένην, ὁ Ζεὺς ἐλεήσας ἀμφοτέρους κατηστέρισε. ἔχει δὲ τὸ σχῆμα τοῦ διώκοντος 〈ἄρκτον〉 ἀναστραφεῖσαν, διὸ καὶ Ἀρκτοῦρος λέγεται.

sch

566b

Ἀρκτοῦρος: ὁ τοῦ Ἀρκτοφύλακος ἀστὴρ ὁ μεταξὺ τῶν σκελῶν αὐτοῦ ἀνατέλλων.

sch

566c

〈Ἀρκτοῦρος:〉 ὁ δὲ αὐτὸς Ἀρκτοφύλαξ καλεῖται καὶ Βοώτης οἱονεὶ βουκόλος τις ὤν· κατέχει γὰρ καὶ ῥόπαλον.

sch

566d

Ἀρκτοῦρος προλιπών: Ἄρκτου υἱὸς ὁ Ἀρκάς, Λυκάονος ἦν ἔκγονος· 〈***〉 ὅθεν καὶ ὅρος καὶ ἑορτή. Ἀρκτοῦρον οὖν τὸν ὁρίζοντα λέγουσι· ἀστὴρ γάρ ἐστι ἐπὶ τῆς ζώνης τοῦ Ἀρκτοφύλακος ὁ Ἀρ‐
5κτοῦρος.

sch

567a

ἀκροκνέφαιος: κατὰ τὸ ἄκρον κνέ‐ φας τῆς ἑσπέρας φαίνεται, [τουτέστιν ἐν ἀρχῇ τῆς ἑσπέ‐ ρας]. τὴν δὲ τοιαύτην ἀνατολὴν οἱ μαθηματικοὶ ἀκρόνυχον καλοῦσιν· ἀκροκνέφαιος οὖν ἐν ἀρχῇ τῆς νυ‐
5κτός. πρῶτον οὖν ὁ Ἀρκτοῦρος φαίνεται, ἔπειτα ἡ χελι‐ δὼν ἡ θρηνητικὴ ἐλεεινὸν 〈ἢ〉 ἑωθινὸν γοῶσα καὶ θρηνοῦσα.

sch

568-570

* τὸν δὲ μέτ’ ὀρθογόη Παν‐ διονὶς ὦρτο χελιδών, ἕως τοῦ οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον: ἐν τούτοις ἀμπέλου τομῆς φράζει καιρόν—οἰνάδας γὰρ κα‐184
5λοῦσι τὰς ἀμπέλους—, ἤδη φαινομένου ἔαρος μετὰ ἑσπερίαν ἐπιτολὴν Ἀρκτούρου καὶ χελιδόνος ἔκφανσιν. ὀρθο‐ γόη δὲ ἡ χελιδὼν διὰ τὸν μῦθον, ὥς φασιν οἱ παλαιοὶ αὐτὴν διὰ τὴν λύπην ᾄδειν τὴν Φιλομήλαν οὖσαν Ἀττικήν. Πλάτων (Phaed. 85 a) δὲ οὐδὲν ζῷον λυπούμενον ᾄδειν φησίν,
10οὐδὲ αὐτὴν τὴν χελιδόνα καὶ τὴν ἀηδόνα καὶ τὸν ἔποπα. τί οὖν ἔδει καλεῖν αὐτὴν ὀρθογόην; εἰ μὴ ἄρα ὀρθοβόην γραπτέον ὥς τινες.

sch

568a

ὀρθ〈ρ〉ογό: ἡ ὑπὸ τὸν ὄρθρον θρηνοῦσα.

sch

568b

Πανδιονίς: Πανδίων ὁ Ἀθηναῖος δύο ἔχων θυγατέρας Πρόκνην καὶ Φιλομήλαν, τὴν Πρόκνην ἐξέ‐ δωκέ τινι Θρᾳκικῷ τοὔνομα Τηρεῖ καὶ λαβὼν εἶχεν ἐν τῇ Θρᾴκῃ· ἔσχε δὲ Πρόκνη δύο παῖδας. μετ’ ὀλίγον δὲ χρό‐
5νον ἦλθεν ὁ Τηρεὺς ἐπισκέψασθαι τὸν αὑτοῦ πένθερον, τῆς δὲ Φιλομήλας ἐπιθυμησάσης θεάσασθαι τὴν ἀδελφὴν καὶ τῆς Πρόκνης πάλιν μεταπεμψαμένης αὐτήν, καταπιστοῦται αὐτὴν ἀπειρόγαμον οὖσαν ὁ Τηρεύς, δραξάμενος δὲ ἐρημίας μεταξὺ τῆς ὁδοῦ τοῦ τρόπου οἰκείου τετόλμηκεν ἄξιον·
10τὴν γὰρ τῆς γυναικὸς ἀδελφὴν Φιλομήλαν ποθήσας, οὐ μόνον ἀποπαρθενεύει, ἀλλὰ πρὸς τούτοις ἀφαιρεῖ αὐτῆς καὶ τὴν γλῶτταν, ἵνα μὴ τῇ ἀδελφῇ ἐξείπῃ τὸ γεγονός. ἡ δὲ μὴ
δυναμένη λαλῆσαι τῇ ἀδελφῇ διὰ τὸ τῆς γλώττης πάθος κατεποίκιλε τὸ γεγονὸς θρήνοις τῷ ἱστῷ. ταύτην δὲ ὁ185
15Ζεὺς μετέβαλεν εἰς ὄρνεον χελιδόνα.

sch

571-577

* ἀλλ’ ὁπότ’ ἂν φερέοικος ἀπὸ χθονός, ἕως τοῦ ἵνα τοι βίος ἄρκιος εἴη: ὁ μὲν Θρᾷξ Διονύσιος (cf. Cohn, RE, V col. 979) ἔλεγε φερέοικον τὸν κοχλίαν· ἐπιτιμῆσαι δέ
5φησιν 〈***〉 αὐτῷ τινα τοῦτο λέγοντι Ἀρκάδα· εἶναι γὰρ ἐν Ἀρκαδίᾳ τὸν φερέοικον †ὁρᾶν μελίττῃ† ἐοικότα σμικρότατον, κάρφη καὶ συρφετὸν ἑαυτῷ συνάγοντα στεγο‐ ποιεῖσθαι διὰ τοὺς χειμῶνας, βαίνειν δὲ ἀνὰ τὰ φυτὰ θέ‐ ρους, τὸν δὲ κοχλίαν μὴ φαίνεσθαι θέρους, ἀλλ’ ὁπόταν ὄμ‐
10βρος γένηται ἀναδυόμενον φαίνεσθαι, διὰ τῶν φυτῶν βαί‐ νειν ἕλκοντα τὸ κοῦφον ἐξόπισθεν ὄστρακον. τοῦτο μὲν οὖν ὅπως ἂν ἔχῃ χαιρέτω. παρακελεύεται δὲ διὰ τούτου μετὰ Πλειάδων ἐπιτολήν, ἣ γίνεται ἡλίου μεταβάντος εἰς Διδύμους, μὴ εἶναι καιρὸν ἔτι τομῆς ἀμπέλου καὶ σκάφου·
15ἤδη γὰρ ἡ γῆ ξηραίνεται, διὸ σκάπτειν οὐκ ἐπιτήδειον. καὶ δεῖ τὴν ἄμπελον ἐκτρέφειν τὸν καρπόν, διὸ τέμνειν οὐκ εὔκαιρον αὐτήν· καὶ γὰρ γυμνουμένας τότε τὰς ῥίζας τὸ μὲν καῦμα καὶ ἡ θερμότης ἀλλοιοῖ, καὶ ὅταν τοῦτο γένη‐ ται, λέγουσιν οἱ γεωργικοὶ τὰς ἀμπέλους ἀστροβολεῖσθαι.
20τίνα οὖν ἔργα μεταχειριστέον τηνικαῦτα; συλλήβδην εἰπεῖν ὅσα πρὸς ἄμητον ἐπιτήδεια· τὰς δρεπάνας ὀξύνειν καὶ πα‐ ρασκευάζειν τοὺς οἰκέτας πρὸς θερισμόν, καὶ ὑπὸ ἡλίῳ διά‐
γειν, ὃ ποιοῦσιν οἱ θερισταί, καὶ μὴ σκιατραφεῖν καὶ μὴ καθεύδειν ὄρθρου, ἀλλὰ προεξανίστασθαι τῶν οἰκετῶν καὶ186
25ἐγείρειν ἐπὶ τὰ ἔργα καὶ αὐτούς· τέλος δὲ τούτων ἑαυτῷ παρασκευάζειν οἴκοι τὸν βίον καλῶς διὰ τῆς τῶν καρπῶν συγκομιδῆς.

sch

571a

ἀλλ’ ὁπότ’ ἂν φερέοικος: οἱ κοχλίαι τῆς ἐπισημασίας γενομένης τῶν Πλειάδων φεύγουσι τὴν δρόσον καὶ ἐν τοῖς δένδροις κρύπτονται—δύουσι γὰρ εἰς τὴν ἀνατολὴν αὐτῶν—· τότε, φησίν, οὐκ ἐπιτήδειον
5σκάπτειν ἀμπέλους, ἀλλὰ δρεπάνας χαράσσειν καὶ πρὸς θέ‐ ρος ἑτοιμάζεσθαι. [ἢ χαριεντιζόμενός φησι διὰ τὴν κί‐ νησιν τοῦ βαδίσματος αὐτοῦ] τότε μὲν θερμοτέρου γινομέ‐ νου τοῦ ἔαρος προσέρχεσθαι 〈πρὸς ἔργον〉, τότε τοίνυν δεῖ φεύγειν τὴν σκιὰν καὶ τὸν ἑωθινὸν ὕπνον καὶ θερίζειν
10μᾶλλον ἐν ὅσῳ δρόσος ἐστὶ περὶ τοὺς ἀστάχυας· ἐν γὰρ τῷ καύματι διαθρυπτόμενοι καταρρέουσι καὶ ἀφανίζονται.

sch

578-581

* ἠὼς γάρ τ’ ἔργοιο τρί‐ την ἀπομείρεται αἶσαν: διὰ τούτου καὶ τῶν ἑξῆς τριῶν ἔπαινον κατατείνει τοῦ ὄρθρου πο‐ λύν. λέγεται γὰρ ἠὼς τὸ πρῶτον μέρος τῆς ἡμέρας,
5ὡς Ὅμηρος (Φ 111)·
ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ. ὁ δὲ Ἡσίοδος οὐ τοῦ χρόνου τὸ τρίτον ἔχειν τὴν ἠῶ φη‐ σιν, ἀλλὰ τοῦ ἔργου, ὃ δεῖ ἀνῦσαι διὰ πάσης ἡμέρας, τὸν ὄρθρον τὴν τρίτην ἀνύειν μοῖραν διὰ τὸ ἀκμάζειν τότε μά‐
10λιστα τοὺς ἐργάτας· οἷς καὶ τὰ ἑξῆς ἀκόλουθα. καὶ τοῖς ὁδεύουσι τὴν ἠῶ προφέρειν καὶ πᾶσι τοῖς ἐργαζομένοις ἡν‐ τιναοῦν τέχνην, ἃ δὴ πάλιν ἑρμηνεύων ἐπήγαγεν. πολλοὺς μὲν ἐπέβησε κελεύθου, πολλοὺς δ’ ἤγειρεν εἰς τὸ βοηλατεῖν· τὸ γὰρ τὰ ζυγὰ τοῖς βουσὶν ἐπιθεῖναι187
15τοῦτο δηλοῖ. ταῦτα περὶ τῆς ἐν τῷ ὄρθρῳ σπουδῆς, ὡς οἵ γε τοῦτον τὸν καιρὸν ἄπρακτοι καὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσι τῆς ἡμέρας ἀμβλύνουσι συντονίαν. τὸν μὲν οὖν Ὅμηρόν φησιν ὁ Πλούταρχος (frg. 57 Bernard.) ἐπιθέτοις εἰς τέρψιν εὐδοκιμοῦσι κοσμῆσαι τὴν ἠῶ “κροκόπεπλον” αὐ‐
20τὴν λέγοντα καὶ “ῥοδοδάκτυλον”· τὸν δὲ Ἡσίοδον μειζό‐ νως ἀπὸ τῶν ἔργων ἐφ’ ἃ δὴ προϊοῦσα κινεῖ τοὺς ἀνθρώπους καὶ ἀπὸ τῆς ἐκλύσεως εἰς τὴν ἐνεργὸν μεθίστησι ζωήν.

sch

578a

〈ἔργοιο τρίτην ἀπομείρε‐ ται αἶσαν:〉 τοῦ ἔργου τρίτην μοῖραν μοιράζε‐ ται, τουτέστι τοῦ ἔργου τῆς ὅλης ἡμέρας τὴν τρίτην μοῖ‐ ραν προστίθησιν· ἢ τὸ τριπλάσιον λέγει.

sch

582-587

* ἦμος δὲ σκόλυμος τ’ ἀν‐ θεῖ καὶ ἠχέτα τέττιξ, ἕως τοῦ ἀφαυρότατοι δέ τοι ἄνδρες: τοῦ θέρους ἀρχομένου καὶ ὁ σκόλυμος ἀνθεῖν ἄρχεται καὶ ὁ τέτ‐
5τιξ ᾄδειν· ᾄδει δὲ ὑπὸ ταῖς πτέρυξι τρίβων ἑαυτὸν καὶ τὸν ἦχον ἐκπέμπων· οὕτω γὰρ αὐτὸν ᾄδειν φασί. τηνι‐ καῦτα πιόταται μὲν αἱ αἶγες μετὰ τὸν ἀπογα‐ λακτισμὸν τῶν ἐρίφων εἰς τὸ ἑαυτῶν σῶμα δαπανῶσαι τὴν
ὕλην· ὁ δὲ οἶνος ἄριστος, ὡς τότε ἤδη188
10κεκριμένος ὅτι πέφευγε τοῦ ἡλίου τὰς ἐκ τῆς μεταβολῆς τῶν ὡρῶν τροπάς, οὐ χειμῶνος ἐπιόντος τραπείς, οὐκ ἔαρος, οὐ θέρους· μαχλόταται δὲ γυναῖκες ὡς ψυχρότεραι τὴν κρᾶσιν καὶ διὰ τοῦτο βράδιον ὀργῶσαι ἀναθερμαινόμεναι· οἱ δὲ ἄνδρες ἀφαυρότατοι
15διὰ τῆς ἔξωθεν θέρμης ἀφαυαινόμενοι φύσει θερμότεροι ὄν‐ τες καὶ ξηρότεροι τῶν γυναικῶν. τοιαῦτα δὲ καὶ τὸν Ἀλκαῖον ᾄδειν (frg. 94 Diehl; inc. lib. 23 Gallavotti)·
τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·
ἀ δ’ ὤρα χαλέπα· πάντα δὲ δίψαις’ ὐπὰ καύματοσ
20ἄχει δ’ ἐκ πετάλων ἄδεα τέττιξ 〈⏑ ⏑ – ⏑ ⏓〉 ἄνθει δὲ σκόλυμος· νῦν δὲ γύναικες μιαρώταται, λέπτοι δ’ ἄνδρες, ἐπεί 〈τοι〉 κεφάλαν καὶ γόνα Σείριος ἄσδει ...

sch

582a

σκόλυμος: λάχανον ἄγριον ἀκανθῶδες· θέρους ἀνθεῖ.

sch

588-590

* αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος, ἕως τοῦ γάλα τ’ αἰγῶν σβεν‐ νυμενάων: λέγοι μὲν ἂν Σείριον καὶ αὐτὸν τὸν ἥλιον, ὡς καὶ ἔμπροσθεν (cf. vv. 414—422)· λέγοι δ’ ἂν καὶ
5τὸν ἐπὶ τοῦ Κυνὸς λαμπρότατον ἀστέρα· καὶ γὰρ οὗτος τό‐ τε τοῦ ἡλίου προανατέλλων ὀξέα σειριάει καὶ καυμάτων αἴ‐
τιός ἐστι τῶν ὑπὸ Κύνα καλουμένων· εἰκότως οὖν αὐα‐ λέος ὁ χρὼς γίνεται ταῖς τούτων ἐμπύροις δυνάμεσιν αὐαινόμενος. τίνα οὖν ἄκη τοῦ καύματος πετραίη189
10σκιά; τοιαύτη δὲ ἡ ὑπὸ ταῖς πέτραις ἐν τοῖς σπηλαίοις· αὕτη γὰρ οὐχ ἁπλῶς παραμύθιόν ἐστι τῆς αὐάνσεως, ἀλλὰ καὶ δίυγρος ἀπὸ τῆς τῶν πετρῶν ψύξεως. καὶ οἶνον Βί‐ βλινον, ὃν ἀξιοῖ, παρ’ αὐτοῖς γεωργεῖσθαί φασι 〈παρὰ〉 πο‐ ταμὸν οὕτω καλούμενον· ὅτι δὲ οὗτος ὁ οἶνος ὡς ὁ Θάσιος
15ηὐδοκίμει, λέγει καὶ Εὐριπίδης (Ion 1195). μάζα δὲ ἀμολγαίη, ἤτοι ἡ πυκνή, ὡς καὶ νυκτὸς “ἀμολγὸν” εἶπεν Ὅμηρος (Λ 173) τὸ ἐκεῖ πυκνὸν διὰ τὸ σκότος· ἢ τὴν μεμιγμένην ἐν τῷ ἀμολγεῖ—καλοῦσι δὲ οὕτω τὸ ἀγ‐ γεῖον εἰς ὃ τὸ γάλα ἀμέλγουσι—· τὸ δὲ γάλα τῶν αἰ‐
20γῶν σβεννυμενάων ἔχει τι διαφέρον, ὡς μή‐ τε ὀρῶδες μήτε πνευματῶδες, ἀλλὰ μάλιστα πεπηγμένον ὡς ἀπὸ νομῆς στερεωτέρας συστὰν καὶ μετρίαν ἔχον εὐκρασίαν.

sch

589a

Βίβλινος οἶνος: ἤτοι ἀπὸ ἀμπέλου οὕτω καλουμένης ὡς καὶ Πράμνειος· Βίβλος δέ ἐστιν, ὥς φασι, ποταμὸς ἢ πόλις Θρᾳκική.

sch

590a

μάζα τ’ ἀμολγαίη: ἄρτος μετὰ γά‐ λακτος ἐντεθρυμμένος ἢ τυρός.

sch

590b

ἀμολγαίη: ἀντὶ τοῦ κρατίστη, ἀκμαία· τὸ γὰρ ἀμολγὸν ἐπὶ τοῦ ἀκμαίου τίθεται. Ἐρατοσθένης (frg. p. 209 Bernhardy) δὲ ποιμενικήν· Καλλίστρατος (frg. p. 323 R. Schmidt) δὲ τὸν τυρόν φησιν ἢ ὄλυραν
5βεβρεγμένην γάλακτι. μάζα οὖν ἀμολγαίη ἢ τυρὸς ἢ ἄρτος ἐκ γάλακτος ἐζυμωμένος.190

sch

590c

σβεννυμενάων: παυομένων τοῦ θηλά‐ ζειν καὶ διὰ τοῦτο ψυχρὸν γάλα ἐχουσῶν· τῷ γὰρ καιρῷ τοῦ θέρους οὐκέτι θρομβῶδές ἐστι τὸ γάλα, ἀλλ’ ὑδαρέστε‐ ρον ἢ 〈τῶν〉 μετὰ τοκετὸν ἀμελγομένων.

sch

591-596

* καὶ βοὸς ὑλοφάγοιο κρέας, ἕως τοῦ τρὶς ὕδατος προχέ‐ ειν, τὸ δὲ τέταρτον ἱέμεν οἴ‐ νου: ἐργάτῃ μὲν ἡ τροφὴ πρέπουσα πληροῦν βοείων κρε‐
5ῶν τὴν γαστέρα, καὶ ἐν σκιᾷ καθήμενον καὶ ὑπὸ τοῦ Ζεφύ‐ ρου καταπνεόμενον πίνειν ἐπὶ τῇ κρεωφαγίᾳ μίξαντα κρη‐ ναῖον ὕδωρ τῷ οἴνῳ τρία μέτρα πρὸς ἕν· οὐ γὰρ διαρρέου‐ σιν ἀνθρώποις γράφει δίαιταν, ἀλλ’ ἐκπονοῦσι τὴν γῆν καὶ αὐτουργοῖς καὶ βιωτικοῖς· τοῖς γὰρ τοιούτοις οὐδὲν προσ‐
10φορώτερον τῆς ἰσχυρᾶς καὶ δυσφθάρτου ταύτης τροφῆς, οὐ χιόνων δεομένοις οὐδὲ ῥιπιδίων, ἀλλὰ φυσικῆς εὐπνοίας, οἷος ὁ ἀκραὴς Ζέφυρος, καθαρὸς ὢν [Ζέφυρος]· τὰ γὰρ βόρεια λήγοντα συνάπτεται τοῖς δυτικοῖς πνεύμασι. τὸ δὲ ταύτην ἐπαινέσαι τὴν κρᾶσιν τοῦ οἴνου καὶ ὕδατος
15ἄτοπον εἶναι δοκεῖ· λέγεται γὰρ (frg. ad. CAF 604 K.)·
ἢ πέντε πίνειν ἢ τρί’ ἢ μὴ τέσσαρα· τὸ δὲ τρία μιγνύναι πρὸς ἓν τοιοῦτον εἶναι δοκεῖ. ἀλ‐ λ’ ἐκεῖναι μὲν αἱ κράσεις δύο πρὸς ἓν καὶ τριῶν πρὸς δύο, κατὰ λόγους διπλάσιον καὶ ἡμιόλιον τοὺς ἡγεμόνας τῶν
20πολλαπλασίων καὶ ἐπιμορίων, εἰς μέθην εἰσὶ πινόντων· αὕτη δὲ σωφρόνως πινόντων. καὶ μὴν καὶ περὶ ὕδατος ἄλλοι μὲν κρ〈ίσιν ποι〉οῦσιν εἰς σταθμὸν ἀποβλέποντες ἐκλεγόμενοι τὸ κουφότερον· καί τινες καὶ ὑδροστάτας κατασκευάζουσι δι’ ὧν τὸ βαρὺ καὶ κοῦφον ὕδωρ κρίνου‐191
25σι. καίτοι πολλαχοῦ κοῦφον μέν ἐστι, πονηρὸν δὲ ὡς ἐν Χαλκίδι Πλούταρχος (frg. 59 Bernard.) ἱστορεῖ τὸ τῆς Ἀρεθούσης. οἱ δὲ καὶ τὸ ῥᾳδίως οἴνῳ κεραννύμενον δο‐ κιμάζουσιν ὕδωρ ἄριστον, πολλῆς δεόμενον πείρας καὶ δια‐ φόρων οἴνων εἰς τὸ [μὴ] φωραθῆναι τοιοῦτον ὄν· ἄλλοι δὲ
30εἰς κεράμειον ποτήριον ὕδωρ ἐμβαλόντες ἐῶσι δι’ ὅλης μεῖ‐ ναι νυκτός, εἶτα γενομένης ἡμέρας ὁρῶσιν εἴ τινα ἐντὸς τῆς κύλικος ἔχει γεώδη περιφέρειαν συστᾶσαν καὶ μελανί‐ ζουσαν· καὶ τοῦτο σημεῖον τίθενται τῆς τοῦ ὕδατος φαυ‐ λότητος οὐδ’ οὗτοι πεῖραν παραδιδόντες εὐπόριστον. πάν‐
35των δὴ οὖν τῶν τοιούτων ἁπλούστερον ὁ Ἡσίοδος κελεύει τῷ γεωργικῷ μιγνύναι τῷ οἴνῳ ὕδωρ ἐκ κρήνης ἀπορρύτου ἵν’ ᾖ κινούμενον καὶ λεπτὸν καὶ ἀθόλωτον, ἀλλὰ μὴ γεῶδες.

sch

591a

ὑλοφάγοιο: ἀδαμάστου, ἀγρίας· οὐκ εἶπε δὲ ἄρρενος, ἐπεὶ ἀπὸ ἐνιαυτοῦ ὁ ἄρρην ἀσθενέστερός ἐστι διὰ τὴν ἐπιθυμίαν τοῦ ἔρωτος.

sch

594a

ἀκραέος: τοῦ ἄκρως φυσῶντος ἢ εὐκραοῦς, καλοῦ καὶ ἀμιγοῦς ἢ ἠρέμα πνέοντος.

sch

595a

ἀπορρύτου: τῆς ῥεούσης καὶ μὴ ἐχού‐
σης ἀκαθαρσίαν· θολὸς γὰρ καὶ ἀκαθαρσία.192

sch

596a

τρὶς ὕδατος: ἐν Διδύμοις διὰ τὸ θέ‐ ρος καὶ διὰ τὸ καταψύχειν τρία πίνειν ὕδατος καὶ ἓν οἴ‐ νου· ἢ ἐν τῷ ἐκπώματι τρεῖς ἐμβάλλειν ὕδατος κράσεις, μίαν δὲ οἴνου· ἢ τὸ πολλάκις ὕδατος, μίαν δὲ οἴνου.

sch

596b

〈τὸ δὲ τέταρτον ἱέμεν οἴ‐ νου:〉 πῶς συνήθως ἐχόντων ἡμῶν τῷ περιττῷ κεχρῆσθαι ἐν τῷ πίνειν ἀριθμῷ, τιμῇ τῆς γεννήτορος τῶν ἀριθμῶν μο‐ νάδος, ὁ Ἡσίοδος οὐ τῷ τρίτῳ οὐδὲ τῷ πέμπτῳ τῷ δὲ τε‐
5τάρτῳ ἐχρήσατο; διότι ὁ μὲν τρίτος εἰς τὸν δύο ἀριθμὸν καὶ τὴν μονάδα διαιρούμενος διπλασίονα λόγον ἀποτελεῖ, ὃς τῶν πολλαπλασίων ἐστὶν ἡγεμών· ὁ δὲ πέμπτος εἰς τὸν τρίτον διαιρούμενος καὶ τὸν δύο, ἡμιόλιον ἀποτελεῖ, ὃς τῶν ἐπιμορίων ἡγεμονεύει ἤτοι τῶν ἀριθμὸν ἐχόντων καὶ
10μέρος αὐτοῦ, οἷον ὁ τριάκοντα πρὸς τὸν εἴκοσιν. ὡς οὖν ἡγεμόσιν οὖσι τῶν ἀριθμῶν, τοῦ μὲν τῶν πολλαπλασίων, τοῦ δὲ τῶν ἐπιμορίων, τούτοις μὲν οὐκ ἐχρήσατο, τῷ δὲ τετάρτῳ μᾶλλον, ὃς εἰς τρία καὶ ἓν διαιρούμενος τριπλά‐ σιός ἐστι, μήτε τῶν πολλαπλασίων ἡγεμονεύων μήτε τῶν
15ἐπιμορίων. τοῖς ἄλλοις οὖν οὐκ ἐχρήσατο ὡς ἡγεμόσιν, οἷς οἱ πρὸς μέθην πίνοντες κεχρῆσθαι εἰώθασιν.

sch

597-600

* δμωσὶ δ’ ἐποτρύνειν Δη‐ μήτερος ἱερὸν ἀκτήν, ἕως τοῦ μέ‐ τρῳ δ’ εὖ καταθέσθαι ἐν ἄγγε‐ σιν: ταῦτα περὶ τῆς μετὰ τὸν ἄμητον εἰς τὴν ἅλω τῶν
5θερῶν καταθέσεως· τὸ γὰρ δινέμεν ἐστὶ τὸ περι‐ κυκλοῦντας καὶ περιελαύνοντας τοὺς βόας ἐν αὐτῇ τὰ θέρη τρίβοντας ἀλοᾶν. ταῦτα δὴ κελεύει τοῖς δμωσὶ πράττειν ἐν τόπῳ τοῦ ἀγροῦ τὴν ἅλω καταστησαμένοις δύο ἔχοντι· τό τε εὐαές, ὅ ἐστιν εὔπνουν, καὶ τὸ εὐτρόχα‐193
10λον, ὅ ἐστιν ὁμαλόν· ἄν τε γὰρ ἀνώμαλος ᾖ, πρὸς τὸ ἁθροίζεσθαι τὸν ἀλοώμενον καρπὸν ἐμπόδιον· ἄν τε μὴ εὔ‐ πνους, οὐκ ἂν ἔχοι τὴν ἀπὸ τοῦ παρέχοντος 〈ἀνέμου〉 σύλ‐ ληψιν πρὸς τὸν σκεδασμὸν τῶν ἀχύρων· μετὰ δὲ τὸ ἀλοηθῆ‐ ναι μετρεῖν χρῆναι καὶ εἰς ἀγγεῖα τὸν καρπὸν ἐμβάλλειν
15ἀποθησαυρίζοντα πρὸς τὸ ἔτος· τὸν δὲ καιρὸν εἶναι τοῦ‐ τον μετὰ τὰς Ὠρίωνος ἐπιτολὰς καὶ τοῦ ἀλοᾶν καὶ τοῦ με‐ τρεῖν καὶ τοῦ ἀποθησαυρίζειν οἴκοι τὸν κατὰ καιρὸν ἐπι‐ γινόμενον καρπόν.

sch

600-605

* αὐτὰρ ἐπὴν δὴ | πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδο‐ θεν οἴκου: ταῦτα καὶ τὰ ἑπόμενα περὶ τῶν ἀναγ‐ καίων εἰς κτῆσιν ἐμψύχων ὀργάνων διδάσκει, τοῦ θητός,
5τῆς ἐρίθου, τοῦ κυνός, ἑκάστου τὸ χρήσιμον λέγοντα· τοῦ μὲν τὸ μὴ ἔχειν οἶκον ἴδιον ἵνα σοι προσέχῃ τὸν νοῦν, τῆς δὲ τὸ μὴ ὑπόπορτιν εἶναι—παῖδα μὴ ἔχου‐ σαν—ἵνα μὴ ἀσχολῆται περὶ τὴν πόρτιν, τοῦ δὲ τὸ ἀμυν‐ τικὸν ἵνα μὴ δι’ ἀσθένειαν μάτην τρέφηται. οὐ θηρατικὸν
10οὖν οὐδὲ Μελιταῖον θρέψει κύνα γεωργός, ἀλλὰ τὸν πρὸς τὸ δάκνειν ἕτοιμον καὶ τὸν ἡμερόκοιτον ἄνθρωπον
φοβεῖν, ὃς διὰ νυκτὸς ἀποβλέπει οὐκ εἰς τὸ ἀπαμύνειν τὸ δῶμα, ἀλλ’ εἰς τὸ τὰ τῶν ἄλλων συλᾶν.194

sch

602a

θῆτά τ ἄοικον: μὴ ἔχοντα γυναῖκα μήτε παῖδα, ἵνα μὴ προφασίζηται ἐν τῷ ἀγρῷ.

sch

605a

ἡμερόκοιτος ἀνήρ: ὁ κλέπτης, ὁ τὴν ἡμέραν μὲν ὑπνῶν, τὴν δὲ νύκτα ἀγρυπνῶν.

sch

606-608

* χόρτον τ’ ἐσκομίσαι καὶ συρφετόν, ἕως τοῦ καὶ βόε λῦσαι: ταῦτα μετὰ τὴν συγκομιδὴν ἀναγκαῖα τοῦ χειμῶνος χάριν τῶν βοῶν καὶ ἡμιόνων ἁθροῖσαι τροφὴν ὡς τὴν τῶν ἀνθρώ‐
5πων. χειμῶνος γὰρ ὄντος ἄλλως τε καὶ σφοδροῦ τρέφειν ἀπὸ τῆς χώρας οὐκ ἔστι τὰ θρέμματα. χρήσιμον οὖν καὶ χόρτον ἀποτεθεῖσθαι καὶ συρφετόν τινα φυλλάδος καὶ ἀχύρων καὶ τῶν τοιούτων· χρήσιμον δὲ καὶ ἐν τῷ καιρῷ τούτῳ, καθ’ ὃν οὐδὲν ἔστι πονεῖν, ἀναπαύειν
10τοὺς οἰκέτας καὶ τοὺς βόας, ἵνα πάλιν ἀκμαιότεροι τοῖς πόνοις ὑπουργήσωσιν, οὐχ ὡς ἔνιοι τρύχουσιν αὐτοὺς ἄλ‐ λοις πόνοις οὐ γεωργικοῖς παραδιδόντες εἰς οἰκοδομὰς καὶ μαρμάρων ἕλξεις καὶ τὰ τοιαῦτα τῶν ἔργων.

sch

609-611

* εὖτ’ ἂν δ’ Ὠρίων καὶ Σεί‐ ριος, ἕως τοῦ ἀποδρέπειν οἴκαδε βότρυς: σαφῶς ἐν τούτοις τὸν ἐπὶ τῆς γένυος τοῦ Κυνὸς Σείριον λέγει συντάξας αὐτὸν τῷ Ὠρίωνι· καὶ τού‐
5των μεσουρανούντων εἶπεν ἑῷον ἐπιτέλλειν τὸν Ἀρκτοῦρον. ἐν τούτῳ δ’ οὖν τῷ καιρῷ, ὅς ἐστιν ἡλίου εἰς Ζυγὸν μετ‐
ελθόντος καὶ τῆς Παρθένου ἑῴας ἀνισχούσης, ᾗ παρανατέλ‐ λει ὁ Ἀρκτοῦρος, κελεύει τοὺς βότρυς τέμνειν· καὶ γὰρ ὁ Προτρυγητὴρ καλούμενος ἑῷος τότε γίνεται ἐκφανής.195

sch

609a

〈εὖτ’ ἂν δ’ Ὠρίων καὶ Σεί‐ ριος:〉 οὗτος τὸν Κύναστρον λέγει Σείριον· ἐγγὺς γάρ ἐστι τοῦ Ὠρίωνος. ἀεὶ δ’ ἓξ ζῴδια ὑπὸ γῆν εἰσι καὶ ἓξ ὑπὲρ γῆν. μεσουρανεῖ δὲ τὸ τέταρτον ζῴδιον ἀπὸ ἡλί‐
5ου εἰς τὸ ἀνάπαλιν τῶν ζῳδίων μετρουμένων διὰ τὸ τὸν ἐναντίον δρόμον ποιεῖσθαι τὸν ἥλιον τῷ πόλῳ. ὅταν οὖν 〈***〉 γένηται ὁ ἥλιος ἐν τῷ Λέοντι καὶ ἐν Παρθένῳ, διὰ τὸ τὸν Ὠρίωνα Διδύμοις καὶ Ταύρῳ πλησιάζειν, τότε ἐπι‐ τήδειον τρυγᾶν—ὁ δὲ Ἀρκτοῦρος ὁμοταγὴς τῇ Παρθένῳ·
10ἔστι δὲ ὁ Σκορπίος ὁμοταγὴς τῷ Ὀφιούχῳ ὁ καὶ δύο ζῳδίων κατέχων τόπον—· ὅτα〈ν δ’ Ἀρκτοῦροσ〉 φθίνῃ, τουτέστιν ὁ ἥλιος γένηται ἐν Ζυγῷ καὶ ἐν Σκορπίῳ—ἡ δὲ κεφαλὴ αὐ‐ τοῦ πρὸς τῷ Ταύρῳ κεῖται, ὁ δὲ ποὺς πρὸς τοῖς Διδύμοις—, τότε ἐπιτήδειον ἀροτριᾶν.

sch

609b

〈εὖτ’ ἂν δ’ Ὠρίων:〉 μῆνα Σεπτέμβριον.

sch

612-614

* δεῖξαι δ’ ἠελί, ἕως τοῦ δῶ‐ ρα Διωνύσου πολυγηθέος: τοὺς βό‐ τρυς ἐκτεμόντες ἐτίθεσαν ὑπὸ τὸν ἥλιον ἐξικμάζοντες αὐ‐ τῶν διὰ τῆς ἡλιώσεως τὸ λεπτὸν καὶ ὑδαρὲς καὶ εὔτρε‐
5πτον· καὶ ἐκάλουν τοῦτο θειλοπεδεύειν. μετὰ δὲ τοῦτο ἐν τῇ σκιᾷ πάλιν διετίθεντο μηχανώμενοι πυκνωθῆναι τὸν καρπὸν μετὰ τὴν ἡλίωσιν, τὴν ζέσιν ἐξιώμενοι τὴν ἀπ’ αὐ‐
τῆς διὰ τῆς σκιᾶς καὶ τῆς ἐν αὐτῇ ψύξεως· καὶ τρίτον οὕτως ἐπάτουν τὸν οἶνον συνεστῶτα λοιπὸν καὶ εὔτονον196
10ἔχειν νομίζοντες· ὃ δὴ καὶ ὁ Ἡσίοδος ὑφηγεῖται διὰ τούτων.

sch

612a

δεῖξαι δ’ ἠελί: δέκα ἡμέρας ἁπλῶ‐ σαι τὴν σταφυλὴν ἐν τῷ ἡλίῳ καὶ πέντε ἐν τῇ σκιᾷ καὶ τό‐ τε πατῆσαι.

sch

614a

δῶρα Διωνύσου: οὐκ οἶδεν ὁ Ὅμη‐ ρος δῶρον Διονύσου τὸν οἶνον.

sch

614-617

* αὐτὰρ ἐπὴν δὴ Πληιά‐ δες θ’ Ὑάδες τε, ἕως τοῦ πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἴη: τῇ ἀρχῇ τὸ τέλος συνῆψε τῶν γεωργικῶν ἔργων, τῷ ἀρότῳ τὸν ἄρο‐
5τον· καὶ γὰρ ἤρξατο ἐντεῦθεν ἀπὸ τῆς δύσεως τῶν Πλε‐ ιάδων καὶ ἀρότου, καὶ κατέληξεν εἰς αὐτά. διὸ καὶ ἐπήγαγε διὰ πάντων διεξελθὼν ὅτι ὁ πλειών, ὅς ἐστιν ὁ ἐνιαυτός, τῶν ἐπὶ γῆς ἔργων οὕτως ἂν ἔχοι τέλος ἐναρμόνιον· πλειὼν δὲ ὁ ἐνιαυτὸς ὡς τὰς ὥρας
10συμπληρώσας καθ’ ἃς τὴν γεωργίαν διεῖλε. τὸ δὲ ἐντεῦθεν ἐπὶ ναυτιλίαν μέτεισιν ὡς καὶ ταύτης δυναμένης βίον πο‐ ρίζειν, εἰ καὶ ἡ γεωργία πρεπωδεστέρα χθονίοις ἡμῖν οὖσι ζῴοις καὶ ἐκ γῆς τρέφεσθαι τῆς γεννησαμένης ἡμᾶς ὀφεί‐ λουσι. διὸ καὶ τὴν εἰσβολήν, οὐχ οὕτως ἐραστὴς τῆς
15ναυτιλίας ὢν ὡς τῆς γεωργίας, ἐποιήσατο τοιαύτην.

sch

616a

〈δύνωσιν:〉 ἄρχονται δύνειν ἀπὸ τῆς τρί‐
της καὶ δεκάτης τοῦ Νοεμβρίου· ἀπὸ τότε γὰρ οὐ φθάνουσι τὴν ἡμέραν μέχρι τῆς τρίτης τοῦ Ἀπριλίου, ἔκτοτε τε‐ λείως οὐ φαίνονται.197

sch

616b

〈ἔπειτ’ ἀρότου:〉 μηνὸς Ὀκτωβρίου ἐν τέλει.

sch

617a

ἄρμενος εἴη: ἐὰν ταῦτα ποιήσῃς, ὥς σοι διατίθημαι, ὁ ἐνιαυτός, φησιν, ὅλος ἁρμόδιός σοι πρὸς ἐργασίαν ἔσται. πλειὼν δὲ ὁ ἐνιαυτὸς ἀπὸ τοῦ τὰ πάντα πεπληρῶσθαι ἢ ἀπὸ τῶν Πλειάδων· ἐξ αὐτῶν γὰρ οἱ
5στοχασμοὶ τοῦ πότε δεῖ καὶ σπεῖραι καὶ θερίσαι.

sch

617b

〈ἄρμενος εἴη:〉 ὁ δὲ ἐνιαυτὸς τῶν ἐπὶ νεὼς ἔργων οὕτως ἂν ἔχοι τέλος ἐναρμόνιον.

sch

618-626

* εἰ δέ σε ναυτιλίης δυσ‐ πεμφέλου ἵμερος αἱρε, ἕως τοῦ ἵνα μὴ πύθῃ Διὸς ὄμβρος: καὶ διὰ τῆς εἰσβολῆς τὴν ναυτιλίαν διέβαλεν εἰπὼν αὐτὴν δυσ‐
5πέμφελον, ὡς ἐργώδη καὶ δυσκολίαν παραπέμπουσαν τῷ βίῳ, καὶ τῷ μὴ πρότερον εἰπεῖν πότε δεῖ πλεῖν, ἀλλὰ πότε παύεσθαι τοῦ πλεῖν. πότε οὖν τοῦτο ποιητέον; ὅταν, φησίν, αἱ Πλειάδες δύνωσιν ἑῷαι φυγοῦσαι τὸν Ὠ‐ ρίωνα—τοῦτο δέ, ἐπεὶ προδύνουσι καὶ ἐπ’ αὐταῖς ὁ Ὠρί‐
10ων διώκειν αὐτὰς δοκῶν, καὶ οἵ γε ναυτικοὶ πανδυσίαν κα‐ λοῦσι τοῦτον τὸν καιρόν—, τότε οὖν παντοῖα πνεύματα πνεῖ〈ν〉 δύσκριτα, καὶ χρῆναι μᾶλλον ἐργάζεσθαι τὴν γῆν ἢ πλεῖν. ἀνέλκειν οὖν τὴν ναῦν καὶ ἑδράζειν ἐπὶ τῆς γῆς
λίθοις πυκάσαντα κελεύει πάντοθεν, ἵνα μὴ σαλεύσωσιν οἱ198
15ἄνεμοι τὴν ναῦν νεωλκηθεῖσαν καὶ κατάξωσιν, ἀντεχόντων πανταχόθεν τῶν ὑποστηριζόντων αὐτὴν λίθων· ὅπως δὲ μὴ σήπηται ὑομένη, δεῖν τὸν χείμαρον ἐξερύσαι. ἔ‐ στι δὲ τρημάτιόν τι τῆς νεὼς εἰς ὃ πλεούσης ἔμφραγμα ποιοῦσι, νεωλκηθείσης δὲ ἀφαιροῦσι τὸ ἔμφραγμα, ἵνα ὁ
20ὑετὸς ὁ ἐπ’ αὐτὴν φερόμενος διεξίῃ διὰ τοῦ τρήματος καὶ μὴ σήπῃ συνιστάμενος εἴσω τῆς νεώς. ὃ δηλοῖ λέγων καὶ αὐτὸς ἵνα μὴ πύθῃ Διὸς ὄμβρος τὴν ναῦν.

sch

618a sqq

περὶ πλοός.

sch

620a

φεύγουσαι: ὅταν δύνωσιν ἑῴαν δύσιν· τότε γὰρ ὁ ἥλιος ἐν Σκορπίῳ, ὅ ἐστιν ἕβδομον ζῴδιον. τὸ δὲ φεύγουσ〈α〉ι χαριέντως εἶπεν, ἐπειδὴ πλη‐ σίον ἐστὶν ὁ Ὠρίων.

sch

620b

〈φεύγουσαι:〉 τουτέστι δοκὰς φεύγου‐ σι μηνὸς Νοεμβρίου.

sch

621a

θύουσιν ἀῆται: ὁρμῶσι καὶ ταράσ‐ σονται· ὅθεν καὶ θυμός, ἡ κεκινημένη ψυχή, καὶ θύϊα ἡ ἴγδις.

sch

626a

χείμαρον ἐξερύσας: χείμαρος λέγεται ὁ πάσσαλος ὁ ὑπὸ τὴν τρόπιν, οὗ ἐξαιρουμένου, ὅ‐ ταν ὕσῃ, τὸ ὕδωρ προχωρεῖ· καλεῖται δὲ καὶ εὐδιαῖος.

sch

627-629

* ὅπλα δ’ ἐπάρμενα πάντα τεῷ ἐνικάτθεο οἴκ, ἕως τοῦ ὑπὲρ
καπνοῦ κρεμάσασθαι: τὰ μὲν ὅπλα δηλοῖ τῆς νεὼς πάντα ὧν δεῖται ἡ ναῦς· τὸν ἱστόν, τὰ199
5ἱστία, τὰς διφθέρας, τοὺς κάλως, τὰ πηδάλια. τούτων δὲ τὰ ἱστία πτερὰ τῆς νεὼς ἐκάλεσεν ὅτι διὰ τούτων κινεῖται ἀνηπλωμένων ὡς 〈διὰ〉 τῶν πτερῶν οἱ ὄρνιθες. ταῦτα οὖν εὐκόσμως στολίσαντα κελεύει οἴκοι καταθέσθαι ἵνα μὴ ἠμελημένως ὅπου ποτὲ ῥιφέντα ἄχρηστα
10γένηται· καὶ ἐπὶ τούτοις τὸ πηδάλιον ὑπὲρ τοῦ καπνοῦ κρεμάσαι, ἵνα ξηραίνηται καὶ μὴ ὑπὸ τῆς ἐναπομεινάσης ὑγράνσεως κατασαπῇ κείμενον ὡς ἔτυχεν.

sch

627a

〈ὅπλα δ’ ἐπάρμενα:〉 ὅπλα τὰ ἱστία, τὸν ἱστόν, τὰς διφθέρας, τοὺς κάλως. ταῦτα εἶπε καὶ πτερ, ὡς δι’ αὐτῶν τὴν ναῦν φέρεσθαι. κελεύ‐ ει καλῶς φυλάττειν ἵνα μὴ ἐν τῷ ἰδίῳ καιρῷ ἄχρηστα γέ‐
5νηται.

sch

628a

εὐκόσμως: εὐτάκτως, φησί, μὴ μετὰ θο‐ ρύβου.

sch

628b

στολίσας: συστείλας ἢ συναγαγὼν εὐτρεπῶς.

sch

629a

〈πηδάλιον δ’ εὐεργές:〉 τὸ δὲ πηδάλιον ὑπὲρ καπνοῦ 〈κρεμάσασθαι, ἵνα μὴ ὑπὸ τῆς ὑποκειμένης ὑγρασίας ἄχρηστον ὀφθῇ.

sch

629b

〈κρεμάσασθαι:〉 νῦν 〈δὲ〉 διὰ τὴν νο‐ τίαν ἀποθέσθαι· σεσημείωται δὲ ὥσπερ τὸ ἄνω (cf. sch. 45 a)· ἐκεῖ γὰρ κατακαῦσαι σημαίνει. καὶ Ὅμηρος (Β 399).
κάπνισσάν τε κατὰ κλισίας.200

sch

630-632

* αὐτὸς δ’ ὡραῖον μίμνειν πλόον, ἕως τοῦ ν’ οἴκαδε κέρδος ἄρηαι: ἐπειδὰν ὁ πλώιμος ἔλθῃ καιρός, καθέλκειν 〈κελεύει〉 τὴν ναῦν ἔχοντα προηυτρεπισμένον τὸν ἐπιτή‐
5δειον φόρτον πρὸς τὸ διακομισθῆναι εἰς ἄλλον τόπον, ἐν ᾧ χρήσιμος ἔσται τοῖς ὠνουμένοις· καὶ οὐδὲ διαφθαρή‐ σεται πλωϊζόμενος οὗτος, ἀλλ’ ἄρμενος ἔσται καὶ πρὸς τὸ σωθῆναι καὶ πρὸς τὸ πραθῆναι.

sch

630a

αὐτὸς δ’ ὡραῖον: τὸν ὥριμον, τὸν δυνάμενον πλούσιόν σε ποιῆσαι καὶ θρέψαι.

sch

632a

ἄρμενον ἐντύνασθαι: ἀντὶ τοῦ ἁρμόδιον εὐτρεπίζεσθαι.

sch

633-640

* ὥς περ ἐμός τε πατὴρ καὶ σός, ἕως τοῦ [βίου κεχρημένος ἐσθλο] 〈οὐδέ ποτ’ ἐσθλῇ: ταῦτα καὶ τὰ ἑξῆς εἰς ζῆλον ἀνεγείρει τοῦ πατρὸς τὸν Πέρσην, εἰ μὴ
5γεωργεῖν ἐθέλοι, ναυτίλλεσθαι· καὶ γὰρ ἐκεῖνον ἐκ τῆς Κύμης—μία δὲ αὕτη τῶν Αἰολίδων πόλεων—ἥκειν εἰς Βοιωτίαν διὰ τὸ βίον ἐθέλειν ἑαυτῷ περιποιήσασθαι, οὐ πλοῦτον φεύγοντα, ἀλλὰ πενίαν· καὶ οἰκῆσαι τοῦτο δὴ τὸ λυπρότατον πολίχνιον, τὴν [δὲ] Ἄσκρην, χαλεπὴν καὶ θέ‐
10ρους ὥρᾳ καὶ χειμῶνος. κεῖται μὲν οὖν ὑπὲρ τὴν ὁδὸν ἣν βαδίζουσιν οἱ ἐπὶ τὸ Μουσεῖον ἀπιόντες αὕτη ἡ Ἄσκρη. τοῦ δὲ Ἑλικῶνος ἐκκειμένου τοῖς ἀνέμοις καὶ θαυμαστὰς
μὲν ἀναπαύλας ἔχοντος ἐν θέρει, δυσηνέμου δὲ ὄντος ἐν χειμῶνι, τὴν Ἄσκρην ἐν τῷ μεσημβρινῷ κειμένην τοῦ ὄρους201
15τῆς μὲν ἐκ τῶν ἀνέμων ἀπολαύειν βίας, ἐν δὲ τῷ θέρει τὸ εὔπνουν μὴ ἔχειν. ἀοίκητον δὲ αὐτὴν ὁ Πλούταρχος (frg. 60 Bernard.) ἱστορεῖ καὶ τότε εἶναι, Θεσπιέων ἀνελόντων τοὺς οἰκοῦντας, Ὀρχομενίων δὲ τοὺς σωθέντας δεξαμένων· ὅθεν καὶ τὸν θεὸν Ὀρχομενίοις προστάξαι τὰ Ἡσιόδου
20λείψανα λαβεῖν καὶ θάψαι παρ’ αὑτοῖς, ὡς καὶ Ἀριστοτέλης (frg. 524 Rose; FHG II 144) φησὶ γράφων τὴν Ὀρχομενίων Πολιτείαν. τὰ μὲν οὖν κατὰ τὴν Ἄσκρην ταῦτα. τὸν δὲ πατέρα φησὶ μετανάστην γενέσθαι ἐκ τῆς Κύμης ἐλθόντα— ἀφ’ ἧς καὶ Ἔφορος ἦν—βίου δεόμενον. καὶ ἐθέλων εἰ‐
25πεῖν ὅτι ἦλθεν εἰς Βοιωτίαν, οὕτως εἶπεν (v. 635)·
ὅς ποτε καὶ τεῖδ’ ἦλθε βαθὺν διὰ πόντον ἀνύσσας. δηλοῖ γὰρ αὐτὸ τοῦτο τὸ τεῖδε οὐκ ἄλλο τι ἢ τὸ τῇδε καὶ ἐνταῦθα. καὶ οἱ λεξ〈ικ〉ογράφοι Κρητῶν εἶναι τὴν φωνὴν ἀνέγραψαν· μέλει γὰρ οὐδὲν τοῖς ποιηταῖς τὴν πολ‐
30λῶν συνήθειαν ἐκτρεπομένοις καὶ τοιαύταις διδόναι χώραν λέξεσιν.

sch

633a

〈ὥς περ ἐμός τε πατήρ:〉 καὶ γὰρ ἐκεῖνος ἐκ τῆς Κύμης ἥκει εἰς Βοιωτίαν διὰ τὸ βίον ἐθέλειν ἑαυτῷ περιποιήσασθαι καὶ ᾤκησε τὸ λυπρότατον πο‐ λίδιον. ἡ δὲ Ἄσκρη ἔχει ὑπερκείμενον ὄρος τὸν Ἑλικῶ‐
5να, καὶ τῷ χειμῶνι τῆς τῶν ἀνέμων ἀπολαύει βίας καὶ τῷ θέρει φλέγεται ὑπὸ τοῦ ἡλίου.

sch

633b

ὥς περ ἐμός τε πατήρ: τοῦ‐ τό φησι διὰ τὸ μιμεῖσθαι τὸν πατέρα. Ἑλλάνικος (FHG I 46, 5; FGrHist I 4 F 5 a) δὲ 〈ἐν〉 Φορωνίδι ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸν Ἡσίοδον.202

sch

635a

ὅς ποτε καὶ τῇδε: λέγουσι τὸν πατέρα Ἡσιόδου πένητα ὄντα δανειστὰς πολλοὺς ἐσχηκέναι διὸ καὶ πέφευγε τὴν πατρίδα. Ἔφορος (FHG I 277, 164; FGrHist II A 70 F 100) δέ φησι τοῦτον εἰς Ἄσκρην ἐλθεῖν,
5οὐ δι’ ἐμπορίαν, ἀλλὰ φόνον ἐμφύλιον ἐργασάμενον.

sch

637a

οὐκ ἄφενος φεύγων: ἐπειδή τι‐ νες φεύγουσι τὴν πατρίδα μηδενὸς δεόμενοι· οὗτος δὲ πέ‐ νης ὢν διέφυγε. Μένανδρος (Γεωργός, 79—81 Kö.3) δέ φησι·
δεῖ γὰρ ἢ πλουτεῖν ἴσως
5
ἢ ζῆν
ὅπως μὴ μάρτυρας τοῦ δυστυχεῖν
πολλούς τισ ἕξει τοὺς ὁρῶντας. ἐν εἰρωνείᾳ δέ φησι· πένης γὰρ ἦν. τρισὶ δ’ ἰσοδυνα‐ μούσαις ἐχρήσατο λέξεσιν οὗτος.

sch

637b

〈οὐκ ἄφενος φεύγων:〉 κατ’ εἰ‐ ρωνείαν δέ φησι τὸ οὐκ ἄφενος φεύγων· ἄλλοι δέ φασιν ἐμφύλιον φόνον πεπραχέναι καὶ οὕτω ἀνα‐ χωρῆσαι τὸν πατέρα αὐτοῦ ἀπὸ τῆς Κύμης καὶ ἐλθεῖν εἰς
5Ἄσκρην μετὰ τῶν υἱῶν.

sch

640a

Ἄσκρῃ χεῖμα κακῇ θέρει ἀργαλέ, οὐδέ ποτ’ ἐσθλῇ: ἄριστον τὸ σχῆμα ἐκ παραλλήλου.

sch

640b

Ἄσκρῃ χεῖμα κακ: Εὔδοξος (frg. 73 Brandes; cf. Gisinger, Die Erdbeschreib. d. Eudoxos, p. 88) οὖν φησι ταύτην ἀνήλιον εἶναι ἐν χειμῶνι διὰ τὸ ὄ‐ ρος τὸν Ἑλικῶνα—ἔστι δὲ τοῦτο τῆς Βοιωτίας—, καὶ ἐν203
5τῷ θέρει φλέγεσθαι. ἔστιν οὖν ἡ Ἄσκρη δυσχείμερος· ἀνάγκη γὰρ χιονίζεσθαι αὐτὴν οὖσαν ἐγγὺς τοῦ ὄρους.

sch

641-649

* τύνη δ’ ὦ Πέρση ἔργων: τὸν καιρὸν μεμνῆσθαι διδάσκει, καθάπερ ἐπὶ τῆς γεωργίας καὶ ἐπὶ τῆς ναυτιλίας. καὶ πρὸς τοῦτον εἰ θέλοι φόρτον ἐντιθέναι, μὴ ὀλίγην ναῦν, ἀλλὰ μεγάλην παρασκευάζεσθαι·
5τὴν δὲ ὀλίγην αἰνεῖν οὕτω λέγει, ὡς εἰώ‐ θαμεν λέγειν χαίρειν ἐᾶν τὴν σμικρὰν ναῦν, ὥστε ὁ αἶ‐ νος εἴρηται κατ’ εἰρωνείαν. εἰ οὖν βούλει, φησί, συλλέ‐ ξαι βίον ἑαυτῷ ἀντὶ γεωργίας ναυτιλίαν αἱρούμενος—καὶ πάλιν ἀεσίφρονα εἴρηκε τὸν τοῦτο αἱρούμενον—
10ναῦν δὲ μείζονα παραλαμβάνειν· καὶ γὰρ μεῖζον τὸ κέρδος καὶ ἧττον τὸ κινδυνεύειν. καὶ πείθεσθαι τὸν καιρὸν αὐτῷ διδάσκοντι εἰ καὶ μὴ ἔχοι πεῖραν τῶν κατὰ θάλατταν.

sch

641a

〈τύνη δ’ ὦ Πέρση:〉 σὺ δὲ ὦ Πέρση τῶν γεωργικῶν ἔργων ἀεὶ τῶν καιρῶν μνεῖαν ποιοῦ, πότε ἐστὶ καιρὸς ἐπιτήδειος εἰς τὸ δεῖν ἐργάζεσθαι, πλεῖον δὲ τῆς ναυτικῆς τὸν ἐπιτήδειον καιρὸν ζήτει. καὶ γὰρ εἰ
5ἀστοχήσεις τῆς γεωργίας, ἔστι καιρὸς καὶ ἐλπὶς εἰς τὸν ἔπειτα ἀνακτήσασθαι τὰ τῆς ζημίας. μὴ ψηλαφήσῃς δὲ τὸν ἐπιτήδειον καιρὸν τοῦ πλοὸς εἰ καὶ τολμήσῃς πέλαγος·
οὐ ζημίαν τὸ τοιοῦτον, ἀλλὰ θάνατόν σοι προξενήσει.204

sch

642a

περὶ ναυτιλίης δὲ μάλι‐ στα: περὶ ναυτιλίας μάλιστα μελέτω σοι· ἡ γὰρ ἐν τῇ γῇ ἀστοχία ζημίαν μόνον οὐσίας ποιεῖ, ἡ δὲ θάλασσα καὶ αὐτῆς τῆς ζωῆς.

sch

643a

ν’ ὀλίγην αἰνεῖν: τὴν μὲν μι‐ κρὰν ναῦν εἰς τὸ πλεῖν—〈ν’〉 δι’ ἀπόκρισιν, διὰ τὸ σύντομον—, τὴν δὲ μεγάλην εἰς τὸ ἐμπορεύεσθαι. αἰ‐ νεῖν δέ τινες ἀντὶ τοῦ παραιτεῖσθαι παρέλαβον, τοῦ
5‘χαίρειν‘ λέγειν ἢ παρέρχεσθαι ἢ οὐχ αἰνεῖν ὡς δεινήν, ὥσπερ (Hom. Ι 457) “ἐπαινὴ Περσεφόνεια”.

sch

646a

εὖτ’ ἂν ἐπ’ ἐμπορίην: ὁπόταν ἐπὶ τὸ ἐμπορεύεσθαι τρέψας ἑαυτὸν βουληθῇς τὰ χρέα σου φυγεῖν καὶ τὸν τῆς ἀργίας λιμόν, ἐγώ σοι δείξω πότε δεῖ πλεῖν, οὐκ ἔμπειρος ὢν τοῦ πλοῦ· οὐ γάρ ποτ’ ἔπλευσα εἰ
5μὴ εἰς Χαλκίδα τῆς Εὐβοίας ἀπὸ τῆς Αὐλίδος, ὅτε ἠγωνι‐ σάμεθα ἐπὶ τῷ τάφῳ Ἀμφιδάμαντος τοῦ βασιλέως τῆς Εὐ‐ βοίας.

sch

649a

οὔτε τι ναυτιλίης: σημειοῦται ὁ στίχος οὗτος· εἰπὼν γὰρ εἶναι ἄπειρος ναυτιλίας πῶς ὑποτίθεται αὐτήν; εἶτα 〈δὲ〉 ὁμολογεῖται εἰ μὴ εἰς Εὔβοιαν, καίτοι οὐχ ἱμείρων τοῦ πλοῦ.

sch

650-662

* οὐ γὰρ πώποτε νηί γ’ ἐπ‐ έπλων: ταῦτα πάντα περὶ τῆς Χαλκίδος 〈καὶ〉 τοῦ Ἀμφιδάμαντος καὶ τοῦ ἄθλου καὶ τοῦ τρίποδος ἐμβεβλῆσθαί
φησιν ὁ Πλούταρχος (frg. 62 Bernard.) 〈ὡσ〉 οὐδὲν ἔχοντα205
5χρηστόν. [ἀθετοῦνται δέκα στίχοι διὰ τὸ τῆς ἱστορίας νεώτερον]. τὸν μὲν οὖν Ἀμφιδάμαντα ναυμαχοῦντα πρὸς Ἐρετριέας ὑπὲρ τοῦ Ληλάντου ἀποθανεῖν, ἆθλα δὲ ἐπ’ αὐτῷ καὶ ἀγῶνας θεῖναι τελευτήσαντι τοὺς παῖδας, νικῆσαι δὲ ἀγωνιζόμενον τὸν Ἡσίοδον καὶ ἆθλον μουσικὸν τρίποδα λα‐
10βεῖν καὶ ἀναθεῖναι τοῦτον ἐν τῷ Ἑλικῶνι—ὅπου καὶ κά‐ τοχος ἐγεγόνει ταῖς Μούσαις—καὶ ἐπίγραμμα ἐπὶ τούτῳ θρυλοῦσι. πάντα οὖν ταῦτα ληρώδη λέγων ἐκεῖνος, ἀπ’ αὐ‐ τῶν ἄρχεται τῶν εἰς τὸν καιρὸν τοῦ πλοῦ συντεινόντων· ἤματα πεντήκοντα.

sch

651a

〈Εὔβοιαν:〉 ἐκλήθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς θρεψαμένης τὴν Ἥραν.

sch

651b

ᾗ ποτ’ Ἀχαιο: ὅπου ποτὲ οἱ Ἕλλη‐ νες συνήχθησαν.

sch

655a

τὰ δὲ προπεφραδμένα: τὰ ἆθλα τῶν ἀγωνιζομένων δηλονότι προκεκηρυγμένα ἦσαν.

sch

657a

ὕμνῳ νικήσαντι: ἄλλοι γράφουσιν·
ὕμνῳ νικήσαντ’ ἐν Χαλκίδι θεῖον Ὅμηρον.

sch

658a

〈τόν:〉 τὸν τρίποδα ἐγώ, φησιν, ἀνέθηκα εἰς τὸν τόπον ὅπου ἐποίησάν με ἐκ ποιμένος ἀοιδὸν αἱ Μοῦσαι.

sch

659a

ἔνθα με τὸ πρῶτον: ἢ ἐν Χαλ‐ κίδι ἢ ἐν ἄλλῳ τόπῳ, ὅπου πρῶτον ὑπήντησαν αὐτῷ αἱ Μοῦσαι.

sch

661a

νόον αἰγιόχοιο: διὰ τί ὄπισθεν λέγεται τοῦ Διὸς ὁ νοῦς (v. 484)
ἀργαλέος δ’ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι, καὶ ὧδε (v. 661)·
206
5
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον; καί φασιν ὅτι ἐνταῦθα ἑρμηνεύει τὸ θέλημα τοῦ Διός.

sch

663-672

* ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο: οὐ λέγει μετὰ πεντήκοντα τῆς τροπῆς τῆς θερινῆς ἡμέρας ὡραῖον εἶναι τὸν πλοῦν, ἀλλὰ μετὰ τὴν τροπὴν ὡραῖον εἶναι πεντήκοντα πάσας ἡμέ‐
5ρας, εἰ μή τις θεομηνία συμπεσοῦσα τῶν θαλαττίων δαιμό‐ νων κατάξοι τὴν ναῦν ἢ καὶ αὐτοῦ τοῦ Διός· ἐν γὰρ τού‐ τοις εἶναι τὸ τέλος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν κατὰ θάλατταν· Ποσειδῶνι μὲν ὡς λαχόντι τὸν κλῆρον τοῦ‐ τον, Διὶ δὲ ὡς διὰ τοῦ ἀέρος παντοίως κινοῦντι τὴν θά‐
10λατταν. τότε δ’ οὖν εὐκρινεῖς εἶναι τοὺς ἀνέμους καὶ ἀπήμονα τὸν πλοῦν· καὶ γὰρ μεθ’ ἡμέραν οἱ ἐτησίαι πνέου‐ σι καὶ νύκτωρ ἐκ τῶν δρόσων αὖραι γίνονται μέτριαι τοῖς παρὰ τὴν γῆν πλέουσιν.

sch

663a

〈ἤματα πεντήκοντα μετὰ τροπάς:〉 μετὰ πεντήκοντα ἡμέρας τῆς τροπῆς τοῦ θέρους, τότε γὰρ λεπτότεροι καὶ καθαρώτεροί εἰσιν οἱ ἄνεμοι· μετὰ γὰρ τὰς πεντήκοντα θερινὰς ἡμέρας πνέουσιν
5οἱ ἄνεμοι οἱ ἐτησίαι, ὅτε ὁ ἥλιος ᾖ ἐν Λέοντι· Ἕλληνες δὲ ἐν Καρκίνῳ τὸν ἥλιον εἶναί φασιν ὅταν θέρος γένηται,
Αἰγύπτιοι δὲ ἐν Κριῷ, Χαλδαῖοι δὲ ἄλλως.207

sch

663b

〈μετὰ τροπὰς ἠελίοιο:〉 ἤτοι μηνὶ Αὐγούστῳ εἰς τὴν κʹ.

sch

665a

〈ὡραῖος πέλεται θνητοῖς πλόος:〉 τότε ἔστι πλεῖν ἀφόβως.

sch

667a

εἰ δὴ μὴ πρόφρων: ἐὰν μὴ ἰδι‐ κῶς αὐτὸς ὁ θεὸς ὀργισθῇ.

sch

667b

〈Ποσειδάων ἐνοσίχθων ἢ Ζεύς:〉 τὸν Δία εἶπεν ὡς τῶν ἀνέμων καὶ τοῦ ἀέρος, τὸν δὲ Ποσειδῶνα ὡς κύριον τῆς θαλάσσης.

sch

670a

εὐκρινέες: οἷον εὐδιεινοὶ καὶ εὐδιά‐ γνωστοι καὶ εὐάγωγοι.

sch

673-677

* σπεύδειν δ’ ὅττι τάχι‐ στα: τῶν ἐτησίων παυομένων οἱ νότοι ἐμπίπτουσι τῆς μεσημβρίας ἀνταπόδοσιν ποιούσης καὶ ὄμβρους κινοῦσι· ἐνταῦθα πάλιν ὠθοῦντες τὰ νέφη τὰ ὑπὸ τῶν ἐτησίων εἰς
5ἐκεῖνον ἀπωσθέντα τὸν τόπον, εἰκότως τόν τε ἀέρα καὶ τὴν θάλατταν ἐκταράττουσιν.

sch

674a

μηδὲ μένειν οἶνόν τε νέ‐ ον καὶ ὀπωρινὸν ὄμβρον: τὸ γὰρ μετοπωρινὸν μεγάλοι ὄμβροι καταρρέονται καὶ ἅμα τῷ ὄμβρῳ ὁ νότος· τοῖς γὰρ ἐτησίαις παυομένοις ἐπακολουθεῖν νό‐
5τος εἴωθεν, ὃς ποιεῖ τὸν ὄμβρον.

sch

674b

〈ὀπωρινὸν ὄμβρον:〉 ὅτι ἐκεῖ μέν ποτε ὁ ὄμβρος ἀνεπιτήδειος καὶ δυστυχεῖ τὰ λήϊα, ποτὲ δὲ
ἐπιτήδειος καὶ εὐτυχεῖ.208

sch

678-685

* ἄλλος δ’ εἰαρινὸς πέλε‐ ται πλόος ἀνθρώποισιν: τὸν ἐαρινὸν πλοῦν λέγει παραβολώτατον, διὸ καὶ ἁρπακτὸν αὐ‐ τὸν καλεῖ. τὸ γὰρ συνεχὲς οὐκ ἔχει τὰ πνεύματα καὶ μό‐
5λις ἄν τις ἁρπάσειεν ἐπιτηδείου πνεύματος προσβολὴν εἰς τὸ διανύσαι τὸν πλοῦν, ὃν στέλλεται, μετ’ ὀξύτητος. φρά‐ ζων δὲ τὸν καιρὸν τοῦτον εἶναί φησιν ἐν ᾧ τῆς συκῆς τὰ ἄκρα φύλλα ποδὶ κορώνης ἐστὶν ὅμοια· τοιαῦτα γὰρ τῷ σχή‐ ματι καὶ τηλικαῦτα τὰ φύλλα τότε ποδὶ κορώνης τὴν θέσιν
10καὶ τὰς σχέσεις ὁμοίας ἔχοντα. καὶ πάλιν οἰκείοις ση‐ μείοις χρῆται καὶ γνωρίμοις ὡς ταῖς τροπαῖς (v. 479; 564) καὶ ταῖς φωναῖς τῶν ὀρνίθων γεράνου τινὸς (v. 448) ἢ κόκ‐ κυγος (v. 486), οὕτως καὶ τοῖς ἀπὸ τῶν φυτῶν ὡς τῷ σκο‐ λύμῳ ἀνθοῦντι (v. 582) πρότερον, καὶ νῦν τοῖς φύλλοις τῆς
15συκῆς. πλευστέα μὲν οὖν ἡ θάλασσα ἤδη τῆς συκῆς τὰ φύλλα τοιαῦτα σχούσης, ἁρπακτὸς δὲ ὁ πλοῦς, καὶ οὐκ ἂν ῥᾳδίως ἐκφύγῃ τις τὸν κίνδυνον ἐμπιπτόντων ἐξαί‐ φνης πνευμάτων ἐναντίων τοῖς δοκοῦσιν οὐρίοις, οἷς πι‐ στεύοντες κινδυνεύουσιν.

sch

678a

〈ἄλλος δ’ εἰαρινὸς πέλεται πλόος:〉 θέρους μὲν ὁ πλοῦς ἄριστος καὶ ἀβλαβής· ἄλλον δέ σοι λέγω δεύτερον πλοῦν, οὐ χρηστόν, ἀλλὰ διὰ τὴν ἀπληστίαν τῶν ἀνθρώπων· ὅταν γένηται τὸ φύλλον τῆς
5συκῆς ὅσον ἐπιβᾶσα ἡ κορώνη ἐν τῇ γῇ ποιεῖ τύπον τοῦ πο‐
δὸς τὸ μέγεθος τοῦ φύλλου, ὅταν ᾖ τοσοῦτον, πλεῦσον. ἔχει δὲ ἐμφερὲς ἡ κορώνη τὸ τοῦ ποδὸς εἶδος τοῖς φύλλοις τῆς συκῆς. κράδας δὲ λέγουσι τοὺς νέους συκίνους βλαστοὺς ἀπὸ τοῦ εὐκραδάντους ὑπάρχειν, ὅ ἐστιν εὐκινή‐209
10τους.

sch

678b

〈ἄλλος δ’ εἰαρινὸς πέλε‐ ται πλόος:〉 ἐν τέλει Ἀπριλλίου καὶ ἀρχῇ μηνὸς Μαΐου.

sch

679a

〈ἦμος δὴ τὸ πρῶτον:〉 ἐκ μὲν τῶν ὀρνίθων τὴν γέρανον (v. 448) καὶ χελιδόνα (v. 568), ἐκ τῶν φυτῶν δὲ σκόλυμον (v. 582) καὶ συκῆν (v. 681) 〈προφέ‐ ρει〉· ταῦτα γὰρ ὡς δεικνύοντα καὶ ἐνθυμίζοντα τοῖς ἀν‐
5θρώποις ἐκ τῶν οἰκείων σημείων τοὺς καιρούς.

sch

679b

〈ἦμος:〉 τὰ κατὰ ἀποβολὴν συμφώνου δα‐ σύνεται, πλὴν τοῦ τῆμος ἦμος.

sch

681a

ἄμβατός ἐστι θάλασσα: Ἀτ‐ τικῶς πέφραδεν, ὡς καί (Hom. Β 742)· “κλυτὸς Ἱπποδάμεια”, καί (hymn. in Merc. 110)· “θερμὸς ἀϋτμή”.

sch

684a

ἁρπακτός: ἁρπακτικός, φησιν, ὁ τοιοῦτος πλοῦς· ἐὰν οὖν ἐπιτύχῃς, ἅρπασον αὐτόν.

sch

686

χρήματα γάρ: τὰ γὰρ χρήματα τὴν ψυ‐ χὴν νομίζουσιν οἱ ἄθλιοι τῶν ἀνθρώπων, ὡσανεὶ οἱ φι‐ λάργυροι.

sch

689*-694

* μέτρα φυλάσσεσθαι: εἰ‐ πὼν μὴ δεῖν πάντα τῇ νηῒ πιστεύειν, ἀλλ’ οἴκοι τὰ πολλὰ
καταλείπειν διὰ τὴν ἀδηλίαν τῶν ἀνέμων, καὶ παραδείγματι τῷ τῆς ἁμάξης χρησάμενος—καὶ γὰρ ἐκείνῃ φόρτον ἐπιτι‐210
5θέναι πολὺν οὐκ εὖ ἔχει, μήποτε κατάξῃ τις αὐτήν—παν‐ ταχοῦ παρακελεύεται τοῦ μέτρου στοχάζεσθαι καὶ πρὸ πάν‐ των εἰς τὸν καιρὸν ὁρᾶν. ἔστι γὰρ οὗτος ἱκανὸς συλλή‐ πτωρ ὧν ἐνεργοῦμεν, ὥσπερ καὶ δύσμαχος παροφθείς. ἐναρ‐ μόζει γὰρ ἡμῶν τῷ παντὶ τὰς πράξεις καὶ ποιεῖ πρὸς τὴν
10τοῦ παντὸς σύλληψιν αὐτὰς ἐπιτηδείας· ὀρθῶς καὶ τοῦ Πλάτωνος (Legg. IV 709 b) αἰτιωμένου τῶν ἀποβαινόντων τὸν καιρὸν οὐ μόνον ἐν τοῖς γάμοις τῆς τῶν παίδων τῶν εὐφυῶν γενέσεως ἢ ἀφυῶν, ἀλλὰ καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς πρακτι‐ κοῖς τούτοις τύχην αὐτοῖς ἐπιστήσαν〈τοσ〉, καιρὸν μετὰ
15θεοῦ τὰ ἀνθρώπινα κυβερνῶντος.

sch

689a

〈μηδ’ ἐν νηυσὶν ἅπαντα βί‐ ον:〉 πῶς ἐν ἑτέρῳ λέγει (v. 643)·
νῆ’ ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ ἐνὶ φορτία θέσθαι, καὶ δεικνύει πολλῶν ἀγωνίμων πλῆσαι, ἐνταῦθα δὲ ὀλί‐
5γον θεῖναι; ὅτι ἐκεῖ μὲν λέγει οὕτω γενέσθαι εἰ βοη‐ θεῖ τῷ Πέρσῃ ὁ θεός, ὧδε 〈δὲ〉 τὸ εὐρίπιστον τῆς τέχνης προβάλλεται.

sch

692a

δεινὸν δ’ εἴ κ’ ἐπ’ ἄμαξαν: δεινὸν δ’ ἐστὶ τὸ εἰς ἅμαξαν θεῖναι πολὺν φόρτον, ἀλλ’ ἐν ἅπασι καλὸν ἡ εὐμετρία καὶ ἡ εὐκαιρία.

sch

693a

καὶ φορτ’ ἀμαυρωθείη: τὰ δὲ φορτία ἀφανισθῇ καὶ ἐλαττωθῇ· δύναται μὲν καὶ κατὰ συν‐
αλοιφὴν ἀκούειν ἀμαυρωθείη, δύναται δὲ καὶ μαυρωθ〈εί〉η· καὶ γὰρ ἐν ἄλλοις (v. 325)·211
5ῥεῖά τέ μιν μαυροῦσι θεοί.

sch

694a

〈μέτρα φυλάσσεσθαι:〉 τὴν συμ‐ μετρίαν ἢ καὶ τοὺς καιροὺς οὓς εἶπεν.

sch

695-698

* ὡραῖος δὲ γυναῖκα: τὰ μὲν περὶ ναυτιλίας αὐτῷ διδάγματα τέλος ἔχει· τὰ δὲ ἑπόμενα κοινά εἰσιν εἰς πᾶσαν τείνοντα τὴν ζωὴν τῶν ἀν‐ θρώπων οὐ γεωργησόντων οὐδὲ θαλαττουργησόντων· ὧν πρῶ‐
5τόν ἐστι τὸ περὶ γάμου τὸν καιρὸν ὁρίζειν καὶ τῷ γαμήσον‐ τι καὶ τῇ γαμηθησομένῃ· καὶ γὰρ τοῦτο ἀκόλουθον ἦν τῷ τὸν καιρὸν ἄριστον εἶναι πᾶσι. τοῦ γάμου τοίνυν καιρὸν ὑπάρχειν τὸν περὶ τριάκοντα ἔτη τῷ ἀνδρί· τῇ δὲ γυναικὶ τὸν τῶν ἐννεακαίδεκα χρόνον ἐτῶν· τὸν μὲν γὰρ ἀξιοῖ γα‐
10μεῖν ἐγγὺς ὄντα τῶν τριάκοντα—δεῖν γὰρ τὸν πρῶτον τῆς ἀκμῆς χρόνον ἀφέντας ἀφυβρίσαι, τὸν ἤδη σταθερὸν αἱρεῖ‐ σθαι πρὸς κοινωνίαν παιδουργίας, διὸ καὶ Πλάτων (Legg. VI 785b; IV 721b; VI 772b; Rep. V 460e) κολάζει τὸν εἰς πέμ‐ πτον καὶ τριακοστὸν ἔτος ἄγαμον ἐλθόντα—· τὴν δὲ γα‐
15μεῖσθαι μετὰ τὴν ἥβην ἔτος πέμπτον ἄγουσαν—εἶναι δὲ τὴν ἥβην περὶ τεσσαρεσκαιδέκατον ἔτος—· τήν τε γὰρ ὁμιλίαν ὑποδέχεται μᾶλλον ὀργῶσα καὶ τὰς ἐκτροφὰς τῶν κυημάτων ἀποδίδωσιν ἐρρομενεστέρας. τοῦτο οὖν δηλοῖ τὸ
τέτορ’ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο·
20μετὰ τὴν δευτέραν τετράδα τὴν πεντάδα προσθὲν τὸ
ἔπος.212

sch

695a

ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι: ἐπὶ ὡρισμένῳ και‐ ρῷ καὶ ἐπιτηδείῳ χρόνῳ ὑπάρχει, ἢ ἁρμοδίου χρόνου. ἡ δὲ γυνὴ γαμείσθω μετὰ τὴν ἥβην ἔτος πέμπτον ἔχουσα· εἶ‐
5ναι δὲ τὴν ἥβην τεσσαρεσκαιδεκάτων καὶ πρόσθες καὶ τού‐ τοις πέντε ὡς εἶναι ιθʹ· τοῦτο γάρ ἐστι τὸ τέτορε, ὁ τεσσαρεσκαιδέκατος χρόνος—τέτορε γὰρ σημαίνει δʹ, λείπει 〈δὲ〉 τὸ δέκα ἵνα ᾖ τετάρτῳ καὶ δεκάτῳ ἐνιαυ‐ τῷ—, ἤγουν μὴ ἄξῃς εἰς γάμον γυναῖκα ἄχρηστον ποτὶ
10οἶκον, ἵνα μὴ γένῃ αἴτιος γέλωτος τοῖς γείτοσιν.

sch

696a

μήτε τριηκόντων: ὡρίμως, μὴ πα‐ ρὰ καιρὸν γήμῃς, ἀλλ’ ὅτε εἶ δυνατὸς διοικῆσαι οἶκον, τριάκοντα ἐτῶν, μήτε κάτωθεν μήτε πλέον.

sch

698a

ἡ δὲ γυνὴ τέτορ’ ἡβώοι: με‐ τὰ τὸ παρελθεῖν αὐτὴν τὰ δώδεκα ἔτη ἄλλα τέσσαρα, τότε, φησίν, ἐπιτρέπει αὐτὴν γαμεῖσθαι, τουτέστιν ἑκκαίδεκα ἐτῶν· τέτορε γὰρ σημαίνει δʹ. ἔστι δὲ καὶ πεντε‐
5καιδεκάτῳ γαμεῖσθαι ἢ μετὰ τεσσαρεσκαίδεκα καὶ ἄλλα τέσ‐ σαρα, ἵν’ ᾖ τετάρτῳ καὶ δεκάτῳ ἐνιαυτῷ κόρη νεωτέρα καὶ ἀκμαία, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ γαμηθῇ.

sch

699-705

* παρθενικὴν δὲ γαμεῖν ὥς κ’ ἤθεα κεδνὰ διδάξῃς: εἰκότως ἀξιοῖ παρθένον ἄγεσθαι· μᾶλλον γὰρ αὕτη εὐάγωγος τῆς ὑπ’ ἀλλοτρίοις ἤθεσιν ἤδη τραφείσης. τὸ δὲ μὴ γεί‐
5τοσι χάρματα γήμῃς—καὶ διὰ τοῦτο χρῆ‐ ναι βουλεύεσθαι—ἐμφρόνως εἴρηται, πρὸς τὸ τὸν σκοπὸν εἰς εὐζωΐαν ὁρᾶν, ἀλλὰ μὴ τὴν τυχοῦσαν εἰσφέρειν εἰς τὸν οἶκον ἐπονείδιστον αὐτὸν ποιοῦσαν. δηλοῖ δὲ ταῦτα καὶ τὰ ἑξῆς, ὁ τῆς ἀγαθῆς γυναικὸς ἔπαινος καὶ ἡ κατηγορία213
10τῆς μοχθηρᾶς. τὴν γὰρ δειπνολόχην καὶ τὴν καίουσαν ἄνευ δαλοῦ καὶ τὴν ὠμὸν τὸ γῆρας τῷ ἀνδρὶ τιθεῖ‐ σαν, ταύτην εἶναι λέγει. τὴν μὲν οὖν δειπνολό‐ χην ῥητέον ἢ τὴν δειπνεῖν μόνον εἰδυῖαν ἀργὴν ἢ τὴν συνδειπνοῦσαν καὶ λοχῶσαν τὸν ὁμόκοιτον πρὸς τὸ δρᾶσαί
15τι κακὸν ἢ τοῖς ἄλλοις συνδειπνοῦσαν παρὰ τὴν τοῦ ἀνδρὸς βούλησιν. ἡ δὲ ἄνευ δαλοῦ καίουσα τὴν εἰς ὀργὴν κινοῦ‐ σαν καὶ ἀεὶ παροξυντικὴν σημαίνει· εἰ δὲ βούλει, καὶ τὴν δάπανον καὶ ἀφανιστικὴν τῶν ὄντων, ὡς τὸ πῦρ. ἡ δὲ εἰς ὠμὸν γῆρας ἄγουσα δηλοῖ τὴν ὀδυνῶν πρόξενον καὶ πά‐
20σης ἀν〈ίασ〉 τῷ ἀνδρὶ γινομένην αἰτίαν καὶ τὸ γῆρας ἐπι‐ πονώτερον αὐτῷ ποιοῦσαν. τούτοις δὲ πᾶσιν ἡ ἀγαθὴ γυνὴ τὴν ἐναντίαν ἔχει διάθεσιν, ἐπικουφίζουσα τῷ ἀνδρὶ τὸ γῆρας, περισῴζουσα τὰ ὄντα μετὰ τῆς περὶ τὸν ἄνδρα θερα‐ πείας καὶ ἀταραξίας, συνδειπνήσεις ποιουμένη τοιαύτας
25οἵας ὁ ἀνὴρ βούλεται. τοῦτο οὖν ἀνασκοποῦντα χρῆναι, κἂν παρθένον τις ἄγηται, γάμον αἱρεῖσθαι.

sch

704a

δειπνολόχης: τῆς καθημένης καὶ ἀσω‐ τευομένης καὶ παρεδρευομένης τῷ δείπνῳ.

sch

706

* εὖ δ’ ὄπιν ἀθανάτων μακά‐
ρων πεφυλαγμένος: τοῦτο μετὰ τοὺς περὶ γάμου λόγους προοίμιόν ἐστι τῶν ῥηθησομένων παιδευμάτων· δεῖ γὰρ πρὸ πάντων στοχάζεσθαι τοῦ κεχαρισμένου τοῖς θε‐214
5οῖς. καὶ γὰρ καὶ Πλάτων (Legg. IV 716c. Phaedr. 250 sqq.) φησίν· ὁ βλέπων εἰς τὸ θεῖον ἐξ ἀσελγημάτων αὐτοῦ φυ‐ λάττειν ἑαυτὸν σπουδάζει καὶ πάντων ἀσεβημάτων· καὶ γὰρ ὁ τοὺς ἀγαθοὺς ἄνδρας αἰσχυνόμενος, παρόντων αὐτῶν, ἀπέ‐ χεται τούτων, μήτι γε τοὺς θεούς. καὶ τί λέγω τοὺς
10ἀγαθοὺς αὐτούς; ἀλλὰ καὶ εἰκόνας ἀγαθῶν τινες σέβονται καὶ ὑπ’ αὐταῖς ὀκνοῦσί τινα πονηρὰν πρᾶξιν πρᾶξαι, ὡς ἡ μὴ προσιεμένη τὸν ἐραστὴν ἑταίρα δρᾶσαί τι ἄσχημον ὑπὸ τῇ τοῦ Ξενοκράτους εἰκόνι τοῦ σώφρονος.

sch

707-708

* μηδὲ κασιγνήτ: τὴν κατὰ φύσιν ἡμῶν σχέσιν πρὸς ἀλλήλους τῆς κατὰ προαίρεσιν εἶ‐ ναι τιμιωτέραν φησὶν οὗτος ὁ λόγος· καὶ γὰρ τὴν μὲν ἀποθέσθαι ἐφ’ ἡμῖν, τῆς δὲ τὸν δεσμὸν ἐπήγαγε τὸ πᾶν
5αὐτὸν φυλάττειν βέβαιον· δεῖν οὖν μείζονα τιμὴν νέμειν ἀδελφοῖς ἢ ἑταίροις· καὶ γὰρ τοῖς πατράσιν οὕτω φίλα πράξομεν οὓς δεῖ μετὰ θεοὺς τιμᾶν, ὡς ἀγάλματα 〈***〉 φησίν, ὄντας ἐφέστια θεῶν· οὕτω δὲ καὶ τὴν οἰκείαν πό‐ λιν τινὲς εἶπον ἐγγυτέραν τῆς μὴ οἰκείας, κἂν μᾶλλον
10τις ἐν ταύτῃ τυγχάνῃ τιμώμενος διὰ τὴν κατὰ φύσιν σχέ‐ σιν. καὶ ὀρθῶς ὁ Παναίτιος (frg. deest in Stoicor. vet. frg. III p. 80—81 v. Arnim), πολίτην αὐτὸν Ἀθηναίων ποιεῖ‐ σθαι σπευδόντων, εἶπε τῷ σώφρονι μίαν πόλιν ἀρκεῖν. καὶ
ὁ τῶν Σπαρτιατῶν βασιλεὺς πρὸς τὸν Ἀρκάδα τὸν ξένον εἰ‐215
15πόντα πρὸς αὐτὸν ὅτι φιλολάκων οἴκοι καλοῖτο· ‘κάλλιόν τοι, εἶπεν, εἰ φιλόπολις ἐκάλου μᾶλλον ἢ φιλολάκων‘. οὕτως αἱ κατὰ φύσιν ἡμῶν σχέσεις παρὰ πᾶσι τῶν κατὰ προαίρεσιν εἶναι δοκοῦσι κρείττους. δεῖν μὲν οὖν τὸν ἀδελφὸν τοῦ ἑταίρου πάντως ἐπὶ μείζονος ἄγειν σπουδῆς·
20τούτῳ δὲ ἀκόλουθον τὸ ἑξῆς, ὅτι εἴ τινα ποιησόμεθα φί‐ λον, ἀπροσκρούστους εἶναι δεῖ πρὸς αὐτόν. καὶ γὰρ ἡ τῶν Πυθαγορείων παραίνεσις (carm. aur. Pyth. 7—8, FPhG I p. 193), οὐχ ὅτι προτέρους ἁμαρτάνειν εἰς φίλον διακωλύσειεν ἄν, ἀλλὰ καὶ τὰ ἁμαρτήματα τοῦ φίλου πράως φέρειν ἕως ἂν δυ‐
25νώμεθα παρακελεύεται. καὶ ἔχει τὸ παράγγελμα πρὸς τῇ ἄλλῃ δικαιοσύνῃ καὶ τὸ ἔμφρον· εἰκὸς γὰρ ἡμᾶς καὶ θαρ‐ ρήσαντας τυγχάνειν τινὰ τῷ φίλῳ καὶ δεῖ μηδὲν εἰς αὐτὸν ποιεῖν λῦον τὴν σχέσιν.

sch

707a

μηδὲ κασιγνήτ: τοῦ ἀδελφοῦ σου μὴ προτίμα τὸν φίλον σου· ἐὰν δὲ καὶ ποιήσῃς φίλον, μὴ πρότερος αὐτὸν ἀτιμάσῃς, μηδὲ καταψεύσῃς αὐτοῦ· ἐὰν δὲ αὐτὸς ἀρχὴν ποιήσῃ τοῦ ἀτιμάσαι σε, διπλάσιον αὐτῷ τὸ
5κακὸν ἀπόδος, μεμνημένος ὧν εἰς σὲ διεπράξατο· ἐὰν δὲ πάλιν βουληθῇ διαλλαγῆναι καὶ φιλιωθῆναι καὶ προσπέσῃ σοι, δέξαι αὐτόν.

sch

709

* μηδὲ ψεύδεσθαι γλώσσης χάριν: μὴ μόνον παραιτεῖσθαι τὸν φίλον λυπεῖν διά τινος ἔργου προσκρούοντα, ἀλλὰ μηδὲ ψευδόμενον πρὸς αὐ‐
τὸν φαίνεσθαι διὰ περιττὴν καὶ ἀνόνητον τῆς γλώττης ὁρ‐216
5μήν· καὶ γὰρ τοῦτο λυπηρὸν καὶ προάγον εἰς ἀπέχθειαν· ὁ γὰρ ψευδόμενος καὶ ἀπατῶν οὐ φίλος, ὅθεν τοῦτο παραι‐ τητέον. ὃ καὶ Πλάτων (Rep. I 331d; Legg. V 730c) εἶπε· τὸν ἑκουσίως ψευδόμενον ἄπιστον εἰκότως εἶναι, τὸν δὲ ἄπιστον ἄφιλον. μέγα οὖν σημεῖον ἤθους οὐ φιλητικοῦ τὸ
10ψευδολόγον εἶναι πρὸς ὃν οἴεται φίλον καὶ ἐπιθολοῦν τὴν φιλίαν.

sch

709-710

* εἰ δέ σέ γ’ ἄρχῃ ἤ τι ἔπος εἰπὼν ἀποθύμιον: τοῦτο κινη‐ τικόν ἐστι τοῦ ἀμυντικοῦ τῆς ψυχῆς· δεῖν γάρ φησιν, ἐὰν ἐκεῖνος προκατάρχῃ λόγων ἡμῖν ἀποθυμίων ἢ ἔργων ἐπεξιέ‐
5ναι, διπλασίοις τιννύμενον καὶ ἀμυνόμενον. ἐχθρὸν γὰρ αὐτὸν ἀντὶ φίλου τιθέναι χρῆναι καὶ ποιεῖν ὡς ἐχθρὸν κα‐ κῶς, ὡς μὴ φυλάξαντα τὰ φιλικὰ καθήκοντα. Σιμωνίδης (frg. 191 Bergk) γοῦν ταύτην εἶναι δικαιοσύνην ὡρίσατο, τοὺς φίλους εὖ ποιεῖν, τοὺς 〈δ’〉 ἐχθροὺς κακῶς· ἄμεινον
10δὲ ὁ Πυθαγόρειος λόγος (cf. sch. 707—708) εἰπὼν χρῆναι φέ‐ ρειν τὰ ἁμαρτήματα τῶν φίλων εἰς δύναμιν.

sch

711-713

* εἰ δέ κεν αὖτις ἡγῆτ’ ἐς φιλότητα: καὶ ἀμύνεσθαι τὸν ἁμαρτάνοντα παρ‐ αινεῖ καὶ προσιόντα μὴ ἀτιμάζειν καὶ μάλιστα εἰ ἑαυ‐ τῷ δίκην τινὰ ἐπάγειν ἕτοιμος εἴη τοῦ ἁμαρτήματος· δῆ‐
5λος γάρ ἐστιν ἑαυτοῦ καταψηφισάμενος καὶ ἐν μεταμελείᾳ γεγονώς, ὥστ’ εἰκὸς αὐτὸν μηκέτι ταὐτὸν παθεῖν. κοινὸν
δὲ ἁπλῶς ἐπέθηκε παράγγελμα τοῖς περὶ φιλίας λόγοις, τὰς εὐχερεῖς μεταβολὰς τῶν φίλων ἀνθρώποις ἀθλίοις οἴεσθαι πρέπειν. εἰσὶ δὲ ἄθλιοι πάντες οἱ τῶν θεσμῶν ὑπερόπται217
10τῶν εἰς κοινωνίαν τεινόντων, ὧν εἷς ἐστι καὶ ὁ περὶ τὰς τῶν φίλων καταστάσεις. ὅτι μὲν οὖν τὸ μεταβάλλειν τὰς φιλίας ἄτοπον καὶ οὐχ ἁπλῶς ἀλλ’ ἄθλιον, εἶπε καὶ αὐτός· Πλάτων (Legg. V 729d) δὲ καὶ τῆς φρουρᾶς τῆς περὶ φιλίαν κανόνα παραδέδωκε, τὰς μὲν ἡμετέρας εἰς τοὺς φίλους εὐ‐
15ποιΐας μικροτέρας ἡγεῖσθαι τῶν φίλων, τὰς δὲ ἐκείνων εἰς ἡμᾶς μείζους ἐκείνων· τούτῳ δὲ ὅμοιον καὶ τὸ τὰ μὲν ἡμέτερα εἰς τοὺς φίλους 〈ἁμαρτήματα〉 μείζω κρίνειν ἢ ἐκεῖνοι νομίζουσι, τὰ δὲ ἐκείνων εἰς ἡμᾶς ἐλάττω νομί‐ ζειν ἢ ἐκεῖνοι κρίνουσιν. ταῦτα φυλάττοντες ἀσάλευτον
20τὴν φιλίαν φυλάξομεν. φησὶν οὖν ὁ Ἡσίοδος παραινῶν ἀφαιρεῖν τὴν εὐχέρειαν.

sch

714

* σὲ δὲ μή τι νόος κατελεγχέ‐ τω εἶδος: τουτέστι μὴ τὸ μὲν φαινόμενον εὔσχη‐ μον πειρῶ φυλάττειν, τὴν δὲ τῆς ψυχῆς εὐσχημοσύνην μὴ φυ‐ λάττειν· τίς γὰρ ἂν ἡμῶν ἕλοιτο κατὰ πρόσωπον ἀλλοιώσεις
5ὑπομένειν παντοίας; ἄτοπον δὴ τὸ μὲν εἶδος εἶναι τοιού‐ τους ἐθέλειν, ἐλέγχεσθαι δὲ κατὰ τὴν ψυχὴν εὐτρέπτους ὄντας. τῶν γὰρ τοιούτων τὸ εἶδος κατηγορεῖ τοῦ ἤθους· τὸ ὅμοιον ἀεὶ τοῦ ἀνομοίου, τὸ βέβαιον τοῦ εὐχεροῦς.

sch

714a

〈σὲ δὲ μή τι νόος:〉 εἰς σὲ δὲ μὴ ὁ νοῦς ἄφιλος ὢν καὶ ὁ λογισμὸς ἐλεγχέτω τὴν ἰδέαν
τοῦ προσώπου.218

sch

714b

〈σὲ δὲ μή τι νόος:〉 εἰς σὲ μὴ τὸ συνειδὸς ἐλεγχέτω τὴν ἰδέαν, ἀλλ’ οἷον τὸ συνειδὸς ἔστω καὶ τὸ εἶδος.

sch

715-716

* μηδὲ πολύξεινον μηδ’ ἄ‐ ξεινον καλέεσθαι: τὸ μὲν μήτε πολύξει‐ νον εἶναι μήτ’ ἄξεινον ὅρον ἐπιτίθησι μετὰ τὰς φιλικὰς παραινέσεις ταῖς περὶ τοὺς ξένους ἡμῶν σπουδαῖς, μήτε
5δι’ εὐχέρειαν πλῆθος εἰσδέχεσθαι ξένων κελεύων, μήτε δι’ ἀ‐ γριότητα πρὸς πάντα ξένον ἀποκλείειν τὸν οἶκον. τὸ δὲ μήτε κακοῖς συγκολλᾶν ἑαυτόν, μήτε εἰς τοὺς ἀγαθοὺς ὑβρί‐ ζειν καὶ Πλάτωνος (Min. 319a) κρατύναντος τὴν κρίσιν· αὐτὸς γοῦν ἐστιν ὁ λέγων ἐπ’ οὐδενὶ τὸν θεὸν οὕτω νεμεσᾶν
10ὡς ἐπὶ τῷ μὲν τὸν ὅμοιον αὐτῷ ψέγειν, ἐπαινεῖν δὲ τὸν ἀνόμοιον· θεῷ δὲ ὁ ἀγαθὸς ὅμοιος, ὃν οὐ δεῖ νεικεῖν, ὁ δὲ κακὸς ἀνόμοιος, ὃν οὐ δεῖ ἀσπάζεσθαι.

sch

715a

μηδὲ πολύξεινον μηδ’ ἄξει‐ νον: εὐκαταφρόνητον τὸ πολλοὺς ξενίζειν· τὸ δὲ ἄξει‐ νον θηριῶδεσ· μὴ πολλούς, φησι, φίλους κτήσῃ, μηδὲ μὴ ἄφιλος ἔσο· ὡς ἂν συμμύστας σχῇς ὀλίγους καὶ μὴ γένῃ
5ἑταῖρος τῶν κακῶν, μηδὲ ὑβριστὴς τῶν ἀγαθῶν, μηδὲ κακῶς εἴπῃς τοῖς ἀγαθοῖς.

sch

717-718

* μηδέ ποτ’ οὐλομένην πε‐ νίην: τὴν πενίαν ἢ ἡμεῖς ἑαυτοῖς προξενοῦμεν διχῶς, ἢ δι’ ἀργίαν ἢ δι’ ἀσωτίαν πενόμενοι, ἢ ἀπὸ τοῦ παντὸς
ἔχομεν ἀποκληρωθεῖσαν ἡμῖν· ταύτην οὖν ἀξιοῖ μὴ ὀνειδί‐219
5ζειν, ὡς τήν γε παρ’ ἡμᾶς ἀξίαν εἶναι μυρίων ὀνειδῶν οὐ βοηθουμένην ὑφ’ ἡμῶν. οὕτω δὴ καὶ νόσον τὴν μὲν εἱμαρ‐ μένην οὐ δεῖ ὀνειδίζειν, τὴν δὲ ἀπὸ τῆς ἡμετέρας ἀκρα‐ σίας διὰ τὴν ἀκρασίαν ὀνειδιστέον· οἷς ἐξὸν ὑγιαίνειν, οὐχ ὑπάρχει τοῦτο δι’ αὐτήν.

sch

719-721

* γλώσσης τοι θησαυρός: ὁ μὲν θησαυρὸς τῆς γλώττης ἐστὶν ἡ κρύψις τῶν νοημάτων ἡ ἐν τῇ ψυχῇ καὶ τῶν φαντασιῶν τῶν μὴ γινομένων ἐκφόρων ὑπὸ τῆς γλώττης προπετῶς κινουμένης· δεῖ γὰρ τὴν κρίσιν
5ἐπιμετρεῖν τῇ γλώττῃ τὸν καιρὸν τῆς κινήσεως, ἀλλ’ οὐ ταύτην κυρίαν εἶναι ἑαυτῆς. τὸ δὲ πλείστην μὲν αὐτῆς εἶναι χάριν μετρίας οὔσης, ἀρχὴν δὲ γίνεσθαι μειζόνων καὶ ἀλγεινοτέρων ἀκουσμάτων τὴν προπέτειαν αὐτῆς, ἄμφω παρέστησε, καὶ ὅτι αἱρετὸν τοῦτο τὸ μόριον καὶ ὅτι φευ‐
10κτόν. ὡς Πίττακόν φασι πέμψαντος αὐτῷ τοῦ Ἀμάσιδος ἱερεῖον καὶ ἀξιώσαντος ἀντιπέμψαι τῶν μορίων αὐτοῦ τὸ κάλλιστον ἅμα καὶ χείριστον ἐξελόντα τὴν γλῶτταν ἀπο‐ στεῖλαι. καὶ ἔοικεν ἡ φύσις τὸ μὲν τῶν ὀδόντων ἕρκος αὐτῆς 〈θ〉εῖναι πρόσθεν, κατακλείουσα μαλακὴν αὐτὴν οὖσαν
15καὶ εὐκίνητον· τὸν δὲ ἐγκέφαλον ἄνωθεν εἶναι, παρ’ οὗ τοῦ λόγου τὸ μέτρον αὐτῇ δεῖν ὑπάρχειν ἐνδεικνυμένη.

sch

719a

γλώσσης τοι θησαυρός: τῆς φθεγγομένης δηλονότι τὰ μέτρια· λείπεται δὲ τὸ ἐστί, ὑπερβατόν· γλώσσης φειδωλῆς, τῆς κεχαλινωμένης,
τῆς σμικρολόγου.220

sch

721a

εἰ δὲ κακὸν εἴποις: Ἀλκαῖος (frg. 134 Diehl; inc. lib. 17 Gallavotti)·
αἴ κ’ εἴπηις τὰ θέληις, ἀκούσαις 〈καί κεν〉 τά κ〈εν〉
οὐ θέλοις·
5καὶ Ὅμηρος (Υ 250).
ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις.

sch

722-723

* μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος: ταῦτα χώραν δίδωσι ταῖς καλουμέ‐ ναις συμβολαῖς· αὗται γὰρ πολύξεινοι ἂν εἶεν ἐκ κοινοῦ πολλοῖς συσσιτεῖν προξενοῦσαι. μὴ οὖν εἶναι δυσπρόσι‐
5τον ἐν ταύταις καὶ δύσκολον ἐχούσαις δαπάνην μὲν ἐλαχί‐ στην, χάριν δὲ πλείστην διὰ τὴν κοινωνίαν· οὕτως γὰρ πά‐ λαι συνεσίτουν καὶ παρὰ Λάκωσι καὶ παρ’ ἄλλοις, συνεισφέ‐ ροντες εἰς τὸ κοινὸν ἕκαστοι καὶ μετ’ ἀλλήλων ἑστιώμενοι.

sch

722a

μηδὲ πολυξείνου δαιτός: μὴ ἀποστρέφου, φησί, τὰς τῶν φίλων εὐωχίας· ἡ γὰρ ἐξ ἐράνων εὐωχία καὶ δαπάνην ἐξκουσεύει καὶ πολλὴν ἀνάπαυ‐ σιν ἔχει.

sch

724-726

* μηδέ ποτ’ ἐξ ἠοῦς Δι: τοῦτο καθαρότητός ἐστι παράγγελμα· πολλὰ γὰρ αἱ χεῖρες τῶν ἀναγκαίων μὲν ἀκαθάρτων δὲ ποιοῦσιν. εἰς τὴν οὖν πρὸς τὸ θεῖον ἐνέργειαν δέονται καθάρσεως, διότι τὸ θεῖ‐
5ον καθαρόν. δεῖ δὲ τὸ ὅμοιον αὐτοῖς ὑπηρετεῖν· μὴ σπένδειν οὖν 〈τὸν〉 μὴ προκαθήραντα τὰς χεῖρας, πολλῷ
ἄρα μᾶλλον τῷ ὅλῳ σώματι δεῖ καθαρῶς πράττειν τὰ πρὸς θεούς· ἐκ γὰρ ἀκαθάρτων τῶν ὀργάνων εἰ τιμῴημεν αὐτούς, ἀποπτύουσιν ἡμῶν τὰς ἐπὶ τοῖς ἔργοις τοιούτοις ἀράς·221
10αὗται γάρ εἰσιν αἱ ἐπαραὶ ταῖς θυσίαις ἢ ταῖς σπονδαῖς ἐπᾳδόμεναι. ἐν μὲν οὖν Σπάρτῃ τοῖς 〈πολίταις οἱ〉 εἰς ἀρχὴν καθιστάμενοι [οἱ] ἔφοροι προεκήρυττον μὴ τρέφειν μύστακας, ἵνα τοὺς τὸ φαῦλον τοῦτο καὶ εὐτελὲς παραβάν‐ τας μειζόνως κολάζ〈οντες, παραβαίνειν μείζονα κωλύσ〉ωσιν·
15ὁ δὲ Ἡσίοδος νίπτεσθαι τὰς χεῖρας παραινῶν πρὸ τοῦ σπένδειν ἐνδείκνυται τὸν περὶ τοῦτο μὴ πεισόμενον μεί‐ ζονος ἄξιον εἶναι καταγνώσεως ὡς ἀνεπιτήδειον πρὸς παι‐ δείαν.

sch

727-732

* μηδ’ ἀντ’ ἠελίοιο τετραμ‐ μένος: διὰ τούτων εἰς εὐσχημοσύνην παιδεύει καὶ τὰ ἀναγκαῖα κελεύων εὐσχημόνως ἐκπληροῦν. μήτ’ οὖν ἀπεναν‐ τίον ἡλίου μήτ’ ἀνιόντος—ὅ ἐστι πρὸ μεσημβρίας—μήτ’ εἰς
5δύσιν ἰόντος—ὅ ἐστι μετὰ μεσημβρίαν—οὐρεῖν, μήτε προβάδην—ὅ ἐστι κινούμενον—τοῦτο πράττειν ἢ ἐν ὁδῷ ἢ ἐκτὸς ὁδοῦ, σεβόμενον ὅπου μὲν τὴν εἰνοδίαν θεὸν ὅπου δὲ τὴν ἀκτῖνα τοῦ ἡλίου τὴν πάσης ζῳοποιὸν τῆς ὕλης, ὅπου δὲ ἁπλῶς τὴν ἀσχήμονα τοῦ σώματος διάθεσιν
10λογιζόμενον· δεῖ οὖν τὸν ἔννοιαν ἔχοντα θεοῦ ἢ καθή‐ μενον ἐκπληροῦν τὴν ἀνάγκην ἢ πρὸς τοῖχόν τινα εἴσω τῆς αὐλῆς, οἷον ἀποκρύπτοντα τὸ αἶσχος τῆς φύσεως καὶ ἐν πα‐ ραβύστῳ πληροῦντα τὰ ἐλαττώματα τῆς γενέσεως. ἐπειδὴ
ἐν νυξὶν εἴωθε τὰ τοιαῦτα καταφρονεῖσθαι πολλοῖς καὶ τὸ222
15ἀπογυμνοῦσθαι δοκεῖ τισιν ἐν ταύταις μὴ ἄξιον εἶναι 〈ψό‐ γου διὰ τὸ μὴ παρεῖναι〉 μάρτυρα τῆς ἀσχημοσύνης, ἐμνημό‐ νευσε μετὰ τῆς πρὸ ἡλίου ἀπογυμνώσεως καὶ τοῦ μὴ ἐν νυ‐ κτὶ τοῦτο χρῆναι δρᾶν, διὰ τὸ μακάρων εἶναι τὰς νύκτας ὡς τότε μάλιστα ἐπιφανειῶν θείων γινομένων διὰ τὴν ἡσυ‐
20χίαν τὴν ἀπὸ τοῦ πλήθους· τιμητέον οὖν αὐτὰς καὶ οὐδὲν ἄσχημον πρακτέον.

sch

733-734

* μηδ’ αἰδοῖα γονῇ πεπα‐ λαγμένος: ταῦτα τῆς ἀπαιδευσίας ὄντα ἔκγονα, κἂν σμικρὰ ᾖ, δεῖ παραφυλάττειν, καλῶς τοῦ Πλουτάρχου (frg. 73 Bernard.) λέγοντος ὅτι καθάπερ ἐν λόγοις τὸ μὴ
5σολοικίζειν οὐ θαυμαστόν, ἀλλὰ τὸ σολοικίζειν καταγέλα‐ στον, καὶ ἐν τοῖς ἔργοις οὐ τὸ μὴ πράττειν τὰ τοιαῦτα ἐπαινετόν, ἀλλὰ τὸ πράττειν ἐπονείδιστον. δεῖν οὖν 〈τὸν〉 μεμολυσμένον ἀπὸ γονῆς ἀποκρύπτειν τὰ αἴτια τοῦ μολυσμοῦ καὶ μὴ γυμνοῦν ἐγγὺς τῆς ἑστίας· βωμὸς γὰρ καὶ
10αὕτη τῶν θεῶν καὶ καθημερινῶν θυσιῶν καὶ σπονδῶν ὑποδο‐ χή· μὴ οὖν ἀπογυμνούμενον μολύνειν τὴν ἑστίαν.

sch

734a

〈ἱστίῃ ἐμπελαδόν:〉 ἱστίῃ κυρίως μὲν τῇ ἑστίᾳ, οὐχ ὡς θεᾷ· νῦν δὲ ἐπὶ τοῦ πρώτου 〈νοῦ〉 ἐστι, τῷ ἐν τῷ οἴκῳ βωμῷ. ἐμπελαδὸν δὲ [ἢ] πλησίον 〈ἢ τῇ ἑστίᾳ〉 ἢ τῇ γονῇ.

sch

735-736

* μηδ’ ἀπὸ δυσφήμοιο τά‐ φου: τὴν ἀρχὴν ἑκάστου τῶν σπουδαίων ἔργων θεῖόν τι
δεῖ νομίζειν· μιμεῖται γὰρ τὴν κυρίως ἀρχὴν θεὸν οὖσαν. σπουδαῖον δὲ καὶ ἡ τέκνωσις, ἅτε συντελοῦσα πρὸς τὴν223
5ἀειγενεσίαν. οὐ δεῖ οὖν ποιεῖσθαι ταύτην ἀπὸ μιασμά‐ των, ἀλλ’ ἀπὸ καθαρότητος, πρὸς τὸ καὶ ὑπεναντίαν εἶναι τὴν τέκνωσιν τῇ τῶν τάφων ἐννοίᾳ· καὶ γὰρ γένεσίς ἐστι καὶ φθορά. δεῖν οὖν ἀπὸ δαιτὸς θεῶν, τουτέστι θεοῖς προσελθόντα καὶ εὐωχηθέντα καὶ παρακαλέσαντα τοὺς θεούς,
10οὕτω παιδουργεῖν ἀπὸ τῶν κοινῶν πατέρων τῆς τιμῆς ἀρχό‐ μενον ταῖς παιδουργίαις.

sch

735a

〈δυσφήμοιο:〉 δύσφημος ὁ τάφος· ἐκεῖ γὰρ κλαυθμοὶ γίνονται ὁμοῦ καὶ ὀδυρμοὶ πολλοί. ἢ ἀπὸ τοῦ περιδείπνου λέγει· τάφος γὰρ λέγεται τὸ περίδει‐ πνον, ὡς Ὅμηρος (γ 309)· “δαίνυ τάφον Ἀργείοισι”.
5Πλάτων (Legg. VI 775c) δὲ μὴ μεθύοντά φησι μίγνυσθαι.

sch

736a(=758)*

μηδ’ ἐπὶ κρηνάων οὐ‐ ρεῖν, μάλα δ’ ἐξαλέασθαι: παρακελευ‐ σάμενος μὴ πλησιάζειν χάριν παιδοποιίας ἐκ μέθης ἐπαν‐ ιόντας, ἀλλ’ ἐκ βουλευτηρίου ἐπανακύψαντας, νῦν παραινεῖ
5μηδὲ δυναστῶν μοιχᾶσθαι γυναῖκας, ἀλλὰ τοιαύτης ἀφίστα‐ σθαι πράξεως· ὃν γὰρ τρόπον αἱ κρῆναι ποταμοὺς ἀποτίκτου‐ σι, τὸν αὐτὸν τρόπον αἱ περιφανεῖς τοιαίδε γυναῖκες τοὺς ἐν τῷ βίῳ πολλῷ ῥεύματι χρυσοῦ περιρρέοντας ἄνδρας δυνά‐ στας καὶ ὑπερόχους, ὧν τοῦ πλούτου πολλοὶ ἀπαρύονται,
10ἀποτίκτουσιν· ἀλλὰ νῦν αἱ τοιαῦται κρῆναι παντοίων οὔρων ἐπλήσθησαν.

sch

737-741

* μηδέ ποτ’ ἀεννάων ποτα‐ μῶν: οἱ παλαιοὶ καὶ πᾶσαν μὲν τὴν τῶν ὑδάτων φύσιν ὡς τρόφιμον καὶ αὐξητικὴν τῶν φύσεων ἱερὰν ἐνόμιζον εἶ‐ ναι τῶν ζωογόνων θεῶν· μάλιστα δὲ τοὺς ἀεννάους ποτα‐224
5μοὺς θείους ἐνόμιζον, τὴν ἀνέκλειπτον τῶν θεῶν οὐσίαν ἱκανῶς μιμουμένους, καὶ δυνάμεις ᾤοντο θείας ἔχειν ἐφε‐ στώσας αὐτοῖς. εἰκότως οὖν διὰ πάντων ἡμᾶς παιδεύων εἰς εὐσέβειαν ἀξιοῖ μὴ διαβαίνειν εἰς ἀένναον ποταμὸν πρὶν 〈ἂν〉 εὐξώμεθα βλέποντες εἰς αὐτόν· εὔχεσθαι δὲ
10ἀπονιψαμένους πρότερον. τὸν γὰρ ἄνιπτον διϊόντα διὰ κακίαν τοῦτο ποιεῖν τὴν καταφρονοῦσαν ὧν δεῖ μὴ καταφρο‐ νεῖν, 〈***〉. καὶ ἔστι καὶ τοῦτο σημεῖον θεοσεβοῦς ζωῆς, τὸ μηδὲ ἐν τούτοις ἀμελεῖν τοῦ καθήκοντος.

sch

740a

ὃς ποταμὸν διαβῇ κακότη‐ τι δέ: ἄλλοι γράφουσι κακότητ’ 〈ἴδε οἱο‐ νεὶ〉 κακότητα εἶδεν, ἀντὶ τοῦ ἐκακώθη. Ἀρίσταρχος (frg. 9 Waeschke) δὲ ἀθετεῖ τὸν στίχον τοῦτον 〈καὶ τὸν
5ἑξῆσ〉. ἄλλοι δὲ κακότητ’ ἔπι οἱονεὶ ἐπὶ κακῷ ἑαυτοῦ.

sch

742-743

* μηδ’ ἀπὸ πεντόζοιο: πέντο‐ ζον μὲν καλεῖ τὴν χεῖρα, τοὺς δὲ δακτύλους ὄζοις εἰκά‐ ζων· χλωρὸν δὲ τοῦτο τὸ σαρκῶδες τῶν ὀνύχων ὡς ζῶν καὶ ὡς ἁπαλόν, αὖον δὲ τὸ ἄκρον τοῦ ὄνυχος, ὃ δὴ
5καὶ ἄζον ἐστὶ καὶ ἀναίσθητον. παρακελεύεται τοίνυν μὴ ἐν εὐωχίαις θεῶν τέμνειν τοὺς ὄνυχας· τεμόντας γὰρ καὶ
καθηραμένους ἐκείναις δεῖ παραβάλλειν, ἀλλ’ οὐκ ἐν αὐταῖς τοῦτο ποιεῖν. καὶ γὰρ τρόπον τινὰ νεκροῦν ἐστι τῶν ἐν ἡμῖν τινα μορίων 〈εἰ〉 ἀφαιροῦνται αὐτὰ τοῦ σώματος, ὡς225
10συμπεφυκότα τούτῳ καὶ συνυπάρχοντα ᾧ τρέφεται. χρὴ οὖν, εἰ μὴ ταῦτα προαποθνῄσκοντα τοῦ λοιποῦ σώματος—τουτέ‐ στιν ἐκτμηθέντα—ποιήσῃς, μὴ ἀποστερεῖν ζωῆς ἐν ταῖς ἄσβεστον ἐχόντων τὴν ζωὴν θεῶν εὐωχίαις· ἀλλότριον γὰρ ἐκείνων τὸ τοιοῦτον.

sch

742a

μηδ’ ἀπὸ πεντόζοιο: πεντάκλαδος ἡ χείρ· φησὶν οὖν ξηρὸν τὸν ὄνυχα, χλωρὸν δὲ τὸ ζωτικὸν αἷμα. ἀσεβὲς δὲ ὀνυχίζεσθαι ἐν ἑορταῖς θεῶν.

sch

744-745

* μηδέ ποτ’ οἰνοχόην: πολλὰ τοιαῦτα καὶ τοῖς Πυθαγορείοις (cf. Vorsokr. 58 C 6 Diels‐ Kranz6) ἐλέγετο· ‘ζυγὸν μὴ ὑπερβαίνειν‘, καὶ ‘χελιδόνα 〈ἐν οἰκίᾳ〉 μὴ δέχεσθαι‘, καὶ ‘μαχαίρᾳ πῦρ μὴ σκαλεύ‐
5ειν‘· συμβολικῶς παραινοῦντα τῶν ὀργιζομένων μὴ ἐπε‐ γείρειν διὰ λόγων παροξυντικῶν τὸ πάθος, καὶ φλυάρους μὴ εἰσάγειν εἰς τὸν οἶκον καὶ λάλους, καὶ μὴ δεῖν τὸ δίκαι‐ ον ὑπερβαίνειν. τοιοῦτον οὖν καὶ τὸ μὴ ἐπιτιθέναι τῷ κρατῆρι τὴν οἰνοχόην συμβολικὸν παίδευμα· μὴ ἐπίπροσθεν
10ἄγειν τοῦ κοινοῦ τὸ ἴδιον. ὁ μὲν γὰρ κρατὴρ προὔκειτο κοινὸς ἐν ταῖς τραπέζαις· ἐκ δὲ τῆς οἰνοχόης ἀρυόμενοι ἔπινον οἱ συνδειπνοῦντες. μήτ’ οὖν τὸ μέρος νομίζειν τοῦ ὅλου ὑπέρτερον, μήτε τὸ ἴδιον τοῦ κοινοῦ προτιμότε‐ ρον· χαλεπὴν γὰρ εἶναι τὴν ἐπ’ αὐτῷ μοῖραν, ὡς ἑπο‐
15μένην, ἔχοντι ποινὴν ἀπὸ τοῦ παντὸς ἐν ᾧ τὰ ὅλα τῶν μερῶν ἐθέλει κρατεῖν.226

sch

744a

οἰνοχόην: κύαθον λέγουσι. τοῦτο δὲ εἶπεν ἐπεὶ ὁ κρατὴρ ἱερός ἐστι καὶ κοινός· ἡ δὲ οἰνοχόη διακονητικὴ ἡ τὸν οἶνον ἑκάστῳ διανέμουσα. ἀπαγορεύει οὖν μὴ τὸ χεῖρον ἐπίπροσθεν ποιεῖσθαι τοῦ βελτίονος καὶ
5τοῦ δεχομένου καὶ φυλάττοντος τὸ ἐξαντλοῦν καὶ ἀναλίσκον, καὶ μὴ τοῦ δικαίου ὑπερέχειν τὸ ἄδικον. ἄλλοι δὲ λέ‐ γουσι· μηδέποτ’ ἐν δείπνῳ πρόσκεισο τῷ πίνειν. μόνοι γὰρ οἱ ἀεὶ πίνοντες ἀεὶ ἔχουσιν ἐπὶ τοῦ κρατῆρος τὴν οἰ‐ νοχόην. ἄλλοι δέ φασι· μὴ τὸ τρεφόμενον τοῦ τρέφοντος
10προτιμήσῃς, μηδὲ τὸ ἧττον τοῦ κρείττονος.

sch

746-747

* μηδὲ δόμον ποιῶν ἀνε‐ πίξεστον καταλείπειν: οἱ μὲν ὅτι δεῖ τὰς οἰκίας πρὸ χειμῶνος συντελεῖν—ὁ γὰρ κρωγμὸς τῆς κορώνης χειμῶνος σύμβολον—· οἱ δὲ ὅτι μὴ ἀτελῆ δεῖ
5τὸν οἶκον ἐᾶν, μὴ ψόγον ἐπαγάγῃ παρ’ ἄλλων οὓς τῇ κορώνῃ ἀπείκασεν, ὡς πολλὰ ἂν φθεγξαμένους νεμεσῶντας ἐπὶ τῷ ἐλλιπεῖ. δεῖ δὲ καὶ ἐπὶ τὰ ἄλλα τὸ παράγγελμα διατεί‐ νειν καὶ μηδὲν τῶν ἡμετέρων ἔργων ἀτελὲς περιορᾶν φερό‐ μενον, ἀλλ’ ἑκάστῳ τὸ προσῆκον ἐπάγειν τέλος.

sch

746a

ἀνεπίξεστον: ἀφιλοκάλητον, ἀκόσμη‐ τον· ἔνιοι δὲ ἀνεπίρρεκτον γράφουσι, τουτέστιν ἀθυμίαστον.

sch

747a

〈μή τοι ἐφεζομένη κρώξ:〉
ὁ γὰρ κρωγμὸς τῆς κορώνης χειμῶνος σημαντικός ἐστι· καὶ 〈ἵνα〉 μὴ ψόγον ἐπαγάγῃ παρ’ ἄλλων οὓς τῇ κορώνῃ εἴ‐ κασεν, ὡς 〈ἂν〉 πολλὰ φθεγξαμένους ἢ οὐχ ἱκανὸν οἶκον227
5διοικεῖν ἐκεῖνον καὶ πονεῖν μὴ ὑπὲρ ἑαυτόν, ἢ μὴ δυ‐ νάμενον κτίσαι ἀτελῆ καταλιπεῖν.

sch

748-749

* μηδ’ ἀπὸ χυτροπόδων ἀν‐ επιρρέκτων: θυσίαν ταύτην ὁ Πλούταρχος (frg. 79 Bernard.) πρόχειρον καὶ καθημερινὴν εἶπεν ὀρθῶς, ἀφ’ ὧν μέλλομεν ἐσθίειν, ἱερὰ πάντα ποιοῦντας διὰ τοῦ
5ἀπάρξασθαι. καὶ γὰρ αἱ τῶν ἱερῶν τραπεζώσεις τοῦτο εἶ‐ χον· ἀπαρξάμενοι γὰρ ἀπ’ αὐτῶν ἐδαίνυτο. χρῆναι δὲ καὶ ἐπὶ τῶν λουτρῶν τὸ αὐτὸ δρᾶν· ἐλούοντο δὲ περιχεόμενοι ‘κατὰ κρατός τε καὶ ὤμων‘. χρῆν οὖν καὶ τούτου πρότε‐ ρον ἀφορίσαι τί πρὸ τῆς ἡμετέρας χρήσεως ἱερὸν θεῶν,
10καὶ οὕτω τὸ λοιπὸν εἰς τὴν ἀναγκαίαν χρείαν παραλαμβά‐ νειν.

sch

748a

χυτροπόδων: τῶν ἐσχαρῶν τῶν μαγεί‐ ρων· περιφραστικῶς δὲ χύτραν εἶπε, τουτέστιν ἀπὸ χύτρας μὴ πρῶτον φάγῃς πρὶν σπείσῃς ἐξ αὐτῆς τοῖς θεοῖς.

sch

748b

〈χυτροπόδων:〉 χυτροπόδας καλεῖ ὧδε μὲν τὰς ἐσχάρας ἀφ’ ὧν οὐδὲν ἐτύθη θεοῖς καινῶν ὄντων· ἐν ἄλλοις δὲ τὰ ὑπὸ πόδα ἀγγεῖα.

sch

748c

ἀνεπιρρέκτων: 〈ἀφ’ ὧν οὐδ〉ὲν τοῖς θεοῖς 〈ἂν ἀ〉πάρξῃ τε καὶ θύσῃς, τουτέστι ἀθύτων, ἐφ’ ὧν θυσίαν οὐκ ἐποίησας—ῥέζειν γὰρ τὸ θύειν—· τουτέστι
σπένδε πρῶτον καὶ τότε 〈ἔσ〉θιε· μηδὲ μὴν λούσῃ ἐὰν μὴ228
5εὔξῃ καὶ σπείσῃς.

sch

748d

ἀνεπιρρέκτων: ἀντὶ τοῦ ἀθύτων λε‐ βήτων.

sch

750-752

* μηδ’ ἐπ’ ἀκινήτοισι: τὸ μὲν κοινὸν καὶ〉 τετριμμένον ἐπὶ τάφων τὰ παιδία μὴ ἱδρύ‐ ειν· ἀκινήτους γὰρ τούτους εἶναι δεῖν. ἀλλ’ οὐ μό‐ νον δωδεκαταῖον παῖδα καὶ δωδεκάμηνον, ἀλλὰ καὶ πάντα ἄν‐
5θρωπον χρὴ φεύγειν τὰς τοιαύτας ἕδρας. μήποτε δὲ κάλ‐ λιον Πλούταρχός (frg. 80 Bernard.) φησι ὅτι μὴ δεῖ τὰ νεο‐ γνὰ ἀκίνητα ἐᾶν καὶ ἀποτίθεσθαι ἐν ἀκινήτοις· ἀσθενέστε‐ ρα γὰρ γίνεται· κινεῖν δὲ αὐτὰ ὅτι μάλιστα, κἂν ἐπί τινων αὐτά τις καθίζ, 〈ἐπὶ〉 κινουμένων καθίζειν δεῖ
10καὶ σαλεύειν διὰ τούτων, οἷά τισιν εὐκίνητα κλινίδια με‐ μηχάνηται πρὸς τὴν τῶν παιδίων εὐνήν.

sch

750a

μηδ’ ἐπ’ ἀκινήτοισι: οἱ μὲν ἐπὶ ἀκινήτῳ τάφῳ ἢ βωμῷ· νόμος γὰρ παρὰ Ῥωμαίοις ὅς φησι τάφον μὴ κινεῖν, τουτέστιν ὀρύττειν. 〈ἄλλοι μέν〉 ποτε οὖν φασι· μὴ ἐάσῃς τὸν παῖδα σου δώδεκα ἐτῶν ἐπὶ τάφῳ
5καθέζεσθαι, ἐπεί, καὶ ἀνὴρ ἂν τοῦτο ποιήσῃ, βλάπτεται· πολλῷ μᾶλλον ὁ παῖς. ἄλλοι δέ φασι· μὴ ἀγύμναστον ἀφήσῃς τὸν παῖδά σου ἀπὸ δώδεκα ἐτῶν, οὐ μὴν οὐδὲ δωδεκά‐ μηνον· ὅθεν καὶ ἐπενοήθη τὸ ἀεὶ κινεῖν τὰ παιδία.

sch

753-754

* μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι: μὴ δεῖν συναπογυ‐
μνοῦσθαι ταῖς γυναιξὶ τοὺς ἄνδρας· πρὸς γὰρ τῷ ἀσχήμονι καὶ ἀπόρροιαί τινες ἐκ τῶν γυναικείων σωμάτων καὶ περιτ‐229
5τώματα χωροῦσιν, ὧν ἀναπίμπλασθαι τοὺς ἄνδρας μολυσματῶ‐ δές ἐστι· καὶ τοῖς εἰς τὸν αὐτὸν ἀέρα εἰσιοῦσι καὶ τοῖς εἰς τὸ αὐτὸ ὕδωρ ἀνάγκη τούτων ἀπολαύειν. διὸ καὶ ἐπὶ χρόνον τινά φησι ποινὴν παραμένειν τοῖς τοῦθ’ ὑπομείνασιν, ἐν ᾧ τὸν μολυσμὸν ἀνάγκη μένειν ἐπ’ αὐτοῖς.

sch

753a

μηδὲ γυναικεί:***〉 περιερ‐ γασίας δίκην γυναικῶν, οἱ δὲ ὅτι κελεύει μὴ συλλούεσθαι γυναιξί· ἢ μὴ ὡς γυνὴ ὡραΐζου λουόμενος, οἷον μὴ μύροις ἤ τισι χρίσμασι χρῶ· ἢ ὅτι αἱ γυναῖκες κόσμου χάριν
5κέχρηνται τῷ λουτρῷ, οἱ δὲ ἄνδρες διὰ κόπων ἀνάπαυσιν λούονται.

sch

755-756

* μηδ’ ἱεροῖσιν ἐπ’ αἰθομέ‐ νοισι: οὐ μόνον ὅτι δεῖ μὴ μωμεύειν τὰ ἱερά—τοῦτο γὰρ παντὸς ἦν εἰπεῖν—, ἀλλὰ τὸν παραβάλ‐ λοντα ἱεροῖς δρωμένοις μηδένα βλάσφημον λόγον λέγειν,
5μηδὲ ὑβρίζειν μηδένα. καὶ γὰρ ταῦτα ἄδηλά ἐστι, καὶ ἀφανῆ ὄντα ποίαν ἕξει ποινὴν παραιτητέον· νεμεσᾶν γὰρ αὐτοῖς τὸν θεὸν ὡς ἀλλοτρίοις τῆς ἰσότητος.

sch

755a

μηδ’ ἱεροῖσιν: μηδὲ ἐὰν συμβῇ σοι ἐν ἱεροῖς εὑρεθῆναι μέμψῃ τὰ μυστήρια· ταῦτα γὰρ ὁ θεὸς πάνυ μέμφεται.

sch

756a

μωμεύειν ἀίδηλα: μὴ ἀδήλως κατὰ σεαυτὸν καὶ ἐν τῇ ψυχῇ σου μωμεῖν τὰ ἱερά. ἔστι δὲ καὶ
τοῖς ἑξῆς συνάψαι· ἀίδηλα θεὸς νύ τοι καὶ τὰ νεμεσσ, ἀντὶ τοῦ ἀδήλως καὶ ἐπὶ230
5τῶν τοιούτων μέμφεται. ἢ οὕτως· μὴ ἐπὶ τοῖς αἰθομέ‐ νοις ἱεροῖς ἀίδηλα κηρανθῆναι καὶ ἄξια τοῦ ἄδηλα εἶναι ὅτι μάταια διανοηθῇς· θεὸς γὰρ καὶ περὶ τούτων μέμφεται.

sch

757-759

* μηδέ ποτ’ ἐν προχοαῖς ποταμῶν: ταῦτα διαγράφει Πλούταρχος (frg. 82 Ber‐ nard.) ὡς εὐτελῆ καὶ ἀνάξια παιδευτικῆς Μούσης· μὴ οὐ‐ ρεῖν ἐν προχοαῖς ποταμῶν ἐπὶ κρηνῶν μηδ’ ἀποπατεῖν—τοῦ‐
5το γὰρ τὸ ἀποψύχειν—ἴσως δὲ καὶ ταῦτα παρα‐ κελεύεται τῆς ἰδιωτείας τῶν πολλῶν στοχαζόμενος· οὐ γὰρ πάντες ἔχουσι νοῦν, ἀλλὰ καὶ ταῦτά τινες ἂν παρίδοιεν.

sch

759a

ἐναποψύχειν: ἀφοδεύειν ἢ ἀπο‐ πνευματίζειν ἢ ἀναψύξεως χάριν τοῦ σώματος τοῖς ποτα‐ μίοις ῥεύμασιν ἵστασθαι· ἢ ἀποπλύνειν ἢ ἀπονίπτειν.

sch

760-764

* δ’ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην, ἕως τοῦ θε‐ ός νύ τίς ἐστι καὶ αὐτ: τοῦτο τὸ τέλος ἐστὶ τῶν παραγγελμάτων ἱκανὸν εἰς τὸ παιδεῦσαι
5ἡμᾶς τὸ ἑαυτῶν ἦθος εὐλαβουμένους τὴν φήμην. οὐ γὰρ ὅσον ἀρετῆς οἱ ἄνθρωποι σφάλλονται, τοσοῦτον καὶ κρίσεως ἀρετῆς, φησιν ὁ Πλάτων· τὴν οὖν χαλεπὴν φή‐ μην φυλακτέον εἰς δύναμιν. ἡ γὰρ κακὴ φήμη κούφη μέν ἐστιν, ἐν γλώσσαις ἀνθρώπων φερομένη καὶ ἐν ἀέρι πλητ‐
10τομένη ὑπὸ τούτων· ἐργῶδες 〈δέ〉 ἐστιν ὑπενεγκεῖν, κεντοῦσα τοὺς ὑπ’ αὐτῆς ὀνειδίστους γενομένους, ἔτι δὲ καὶ ἀρξαμένην ταύτην παῦσαι χαλεπόν. εἰώθασι γὰρ οἱ ἄνθρωποι πολλαπλασιάζειν ἃς ἂν παραλάβωσι φήμας καὶ ἐκ σμικρῶν μεγάλας ποιεῖν. καὶ τέλος προσέθηκεν231
15ὅτι κινδυνεύει καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀληθὴς εἶναι πᾶσι φήμη ἣν πολλοὶ λαοὶ φημίξωσι· καὶ διὰ τοῦτο ἔχειν τι καὶ αὐτὴν θεῖον. πολλάκις γοῦν ὁ μὲν ἄρξας αὐτῆς οὐκ ἔστιν, εὔστοχος δὲ αὕτη δι’ αὐτῶν ἀναφαίνεται τῶν ἀποβαινόντων, ὥστε εἰκότως δεῖ φυλάττε‐
20σθαι τὴν κακὴν φήμην. κατὰ τοῦτο οὖν χρήσιμον τὸ δεῖν καὶ δόξαν ὑφορᾶσθαι τὸν παιδευόμενον. οὐ γὰρ ἁπλῶς ἀλη‐ θὲς ὃ ἔλεγε Γοργίας (Vorsokr. 82 B 26 Diels—Kranz6)· ἔλε‐ γε δὲ ‘τὸ μὲν εἶναι ἀφανὲς μὴ τυχὸν τοῦ δοκεῖν, τὸ δὲ δοκεῖν ἀσθενὲς μὴ τυχὸν τοῦ εἶναι‘. παρὰ γὰρ τοῖς πολ‐
25λοῖς καὶ τὸ δοκεῖν ἰσχὺν ἔχει καὶ τὰ ἐκ τοῦ δοκεῖν ἀπο‐ βαίνοντα δυσχερῆ δείκνυται οὐκ ὄντα ὀλίγα. μᾶλλον οὖν ὡς Ξενοκράτης (frg. 105 Heinze) ἔλεγε, τοῦ μὲν οὖν φίλον Ἀλέξανδρον ἔχειν ἕνεκα μηδ’ ἂν τὸν δάκτυλον κινῆσαι, τοῦ δὲ μὴ ἐχθρὸν πάντα ἂν πρᾶξαι. οὕτω καὶ Ἡσίοδος τῆς μὲν
30παρὰ τοῖς πολλοῖς δόξης ἀξιοῖ ποιεῖσθαι λόγον μηδένα, τῆς δὲ ἀδοξίας, ἵνα μὴ συμβῇ, πάντα ποιεῖσθαι λόγον.

sch

765-768

* ἤματα δ’ ἐκ Διόθεν: αἱ πε‐ ρὶ τῆς τῶν ἡμερῶν ἐκλογῆς καὶ ἀπεκλογῆς παραινέσεις ἔ‐ χουσι μὲν τὰς ἀρχὰς ἐκ τῶν παρατηρήσεων. ἄλλαι δὲ
παρ’ ἄλλοις ἐκράτησαν, ἐπεὶ καὶ παρ’ Ὀρφεῖ (cf. Orphic. frg.232
5p. 274, II Kern) λέγονταί τινες αὐτῶν διακρίσεις καὶ ἐν τοῖς Ἀθηναίων πατρίοις (cf. sch. 770a, 780a, 810) διωρίσθη‐ σαν, αἱ μὲν ἀγαθαί τινες, αἱ δὲ φαῦλαι, μέσαι δέ τινες εἶναι. καὶ οὐχ ὅλας ἡμέρας μόνον ὑπέλαβόν τινες εὐκαι‐ ρίαν ἔχειν πρὸς καταρχάς τινων πράξεων, ἀλλὰ καὶ μόρια
10τῆς ἡμέρας, ὁτὲ μὲν τὰ ἑωθινὰ ἐπαινοῦντες, ὁτὲ δὲ τὰ πε‐ ρὶ δείλην ὀψίαν, ὅπου δὲ καὶ τοῖς μὲν θεοῖς οἰκεῖα τὰ πρὸς μεσημβρίαν εἰρήκασιν, ἥρωσι δὲ τὰ μετὰ μεσημβρίαν. ὁ γοῦν Ἡσίοδος τὰς πολλὰς ἐν τούτοις εἰδὼς τῶν κατ’ αὐ‐ τὸν παρατηρήσεις, εἰς τὰς ἡλίου κινήσεις καὶ σελήνης καὶ
15τὰς πρὸς ἀλλήλους σχέσεις αὐτὸς ἀποβλέψας, ἀνάγει τὰς τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων διαφοράς, ἀφ’ ὧν μάλιστα γίνεται πάντα μὲν τὰ θνητὰ τῶν κινουμένων, ἄλ‐ λα δὲ μᾶλλον ἄλλων· πρὸς τὰς δὲ περιόδους αὐτῶν οἰ‐ κείως ἢ ἀλλοτρίως ἔχει τῶν γινομένων. δηλοῖ δὲ καὶ τῶν
20φυτῶν τὰ μὲν σελήνῃ συγκινούμενα, τὰ δὲ ἡλίῳ. τὰ μὲν γὰρ ῥόδα καὶ ἴα καὶ μετὰ τούτων τὰ ἡλιοτρόπια πρὸς ἥλιον ἀνίσχοντα τρέπει τὰ φύλλα καὶ πρὸς καταδυόμενον ὡσαύτως εἰς ἑσπέραν ῥέποντα· τὰ δὲ τῶν ἐλαιῶν φύλλα διδάσκει καὶ τοὺς γεωργικοὺς γεγονέναι τροπὰς ἢ χειμερινὰς ἢ θε‐
25ρινὰς διὰ τῆς αὐτῶν περιστροφῆς, ὁτὲ μὲν ἄνω τὸ μελάντε‐ ρον ἰσχόντων, ὁτὲ δὲ τὸ λευκόν. τὰ δὲ τῶν αἰλούρων ὄμματά φασι καὶ τὰ σπλάγχνα τῶν μυῶν πάντων φθίνειν μὲν σελήνης ληγούσης, αὔξεσθαι δὲ ἀκμαζούσης· 〈***〉 εἰ μὲν
περὶ πανσέληνον ἐξαιρεθείη, τὴν γόνιμον ἀρχὴν ἔτι φυλάτ‐233
30τει καὶ αὖθις βλαστάνει κατὰ τὴν προσήκουσαν ὥραν, εἰ δὲ φθινούσης, ἄγονον γίνεται· 〈***〉. καὶ ἁπλῶς τὰ μὲν πληρουμένης εὐθηνεῖται, τὰ δὲ ληγούσης αὐτῆς, τοῖς μὲν ὠφελίμου τῆς ὑγρότητος οὔσης ἣν διαχεῖ τὸ σεληναῖον φῶς, αὐξάνεται, τοῖς δὲ βλαβερᾶς, 〈ἐλαττοῦται〉. ἄρχεται οὖν
35ὁ Ἡσίοδος ἐκ τῆς τριακάδος, καθ’ ἣν ἡ ἀληθής ἐστι σύνοδος, ὁτὲ μὲν οὖσαν τριακάδα ἄνευ ἐξαιρέσεως, ὁτὲ δὲ εἰκοστὴν ἐνάτην, ὁτὲ καὶ ὑπεξαιρεῖται ἡ πρὸ αὐτῆς ὑπὸ Ἀθηναίων. διὸ καὶ αὐτὸς ἀξιῶν τὴν οὖσαν ὄντως τριακάδα λαμβάνειν, εἶπεν (v. 768)·
40
εὖτ’ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν. εἰκότως δὲ ἀπὸ ταύτης ἤρξατο, καθ’ ἣν ἡ σύνοδος. δεῖ γὰρ τὴν κοινωνίαν αὐτήν, ὡς μίαν ἀρχὴν οὖσαν ἀμφοτέρων, ἀρχὴν ποιεῖσθαι καὶ τῶν ἡμερῶν, ἃς ἐκ τῆς πρὸς ἀλλήλους ποιοῦσι σχέσεως. βούλεται δὲ ἐν ταύτῃ τά τε ἔργα τοῦ
45μηνὸς ἐφορᾶν πάντα καὶ τὴν τροφὴν ἀπομερίζειν τοῖς ἐργά‐ ταις, τὸ μὲν εἰς τὴν τοῦ παρελθόντος συντεῖνον ἐπίσκεψιν τῶν πονηθέντων, τὸ δὲ εἰς τὴν τοῦ μέλλοντος συντελοῦν προτροπὴν τῶν πραχθησομένων.

sch

765a

ἤματα δ’ ἐκ Διόθεν: οὐ ταύτας μόνον ὡς ἀπὸ τοῦ Διὸς λέγει εἶναι, τὰς δὲ λοιπὰς οὐχί· διαιρεῖ δὲ μόνον ταύτας, τὰς μὲν ὡς πρὸς γνῶσιν καὶ τὸ φιλοσοφεῖν συμβαλλομένας, τὰς δὲ ὡς ἐργαστικάς· καὶ τὰς
5μὲν ὡς ἐν τῇ ἡμῶν σπουδῇ, τὰς δὲ ὡς ἐν τῇ τοῦ ἀέρος φύ‐
σει κειμένας.234

sch

766a

τριηκάδα μηνὸς ἀρίστην: διότι ἡ τριακοστὴ ἀπομιμεῖται τὴν ἀλήθειαν· κατὰ γὰρ ταύτην ἡ σελήνη τῷ ἡλίῳ συνέρχεται καὶ συνήνωται. καὶ ἐπεὶ ἴδιον τῆς ἀληθείας τὸ μονοειδὲς ἐναντίως τοῦ ψεύδους
5ἐχούσης—τὸ γὰρ ψεῦδος πολυσχιδές—, διὰ ταῦτα ὡς ἑνο‐ ποιὸς ἡ τριακοστὴ τῇ μονοειδεῖ ἀληθείᾳ ἀπείκασται.

sch

768a

εὖτ’ ἂν ἀληθείην: ὅταν μετὰ ἀλη‐ θείας κρίνοντες ἄγωσιν οἱ ἄνθρωποι τὰς ἡμέρας, ἤτοι ὅταν τὴν ἀληθῆ ἐπίστανται σύνοδον καὶ μετὰ ἀκριβείας γινομένην. ἄλλοι γὰρ ἀλλοίως δοξάζουσιν, ἐ‐
5πειδὴ καὶ ἐμβολιμαίους μῆνας εἰώθασι τιθέναι. ἡ σύντα‐ ξις τοιαύτη, τουτέστι· ὅταν οἱ λαοὶ ἐρευνῶσιν ἀληθῶς τὰ τῶν δούλων ἔργα ἃ τῷ ὅλῳ μηνὶ πεποιήκασιν.

sch

768b

εὖτ’ ἂν ἀληθείην: ὁπόταν τὴν ἀλη‐ θῆ σύνοδον οἱ λαοὶ διακρίνοντες ἄγωσιν. τοῦτο δέ φησιν ὅτι ἄλλοι ἐν εἴκοσι ὀκτὼ ἡμέραις, ἕτεροι δ’ ἐν πλείοσι τὴν σύνοδον γίνεσθαί φασιν· ἀλλὰ μὴν καὶ ἐμβολιμαίους
5ἀναπλάττονται μῆνας.

sch

769-771

* αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος: τὴν μὲν τρια‐ κάδα πεποίηται ἀρχήν, δι’ ἣν εἴπομεν (cf. sch. 765—768) αἰ‐ τίαν, οὐκ ἐργάζεσθαι ἀξιώσας ἐν αὐτῇ, ἀλλ’ ἐποπτεύειν τὰ
5ἔργα. φασὶ γοῦν τινες τότε καὶ τοὺς μύρμηκας ἡσυχίαν ἄγειν· ἐπιδήλως καὶ τοῦτο πολλοῖς γίνεσθαι τεκμήριον
τοῦ εἶναι τριακάδα καὶ τὴν σελήνην σύνοδον ποιεῖσθαι πρὸς ἥλιον. τὴν δὲ σῦν ἀνίερον Αἰγύπτιοί φασιν, ὅτι μίξεσι χαίρει κρυπτομένης ὑπὸ τοῦ ἡλίου τῆς σελήνης. καὶ235
10μήποτε καὶ τοῦτο τὸ ζῷον, ὡς χθόνιον καὶ γεννήσεσι χαῖρον, οἰκεῖόν ἐστι πρὸς ταύτην εἰκότως μάλιστα τῆς θεοῦ τὴν συνοδικὴν φάσιν, ἣν πρὸς ἥλιον λόγον ἔχειν ὡς θήλεος πρὸς ἄρρενά φασι. μετὰ δὲ ταύτην ἀπὸ τῆς νουμηνίας ἀρ‐ ξάμενος ἐπαινεῖ τὰς τρεῖς· τὴν ἕνην—οὕτως καλῶν τὴν
15νουμηνίαν παρὰ τὸ ἕν—, τὴν τετράδα, τὴν ἑβδόμην, καὶ πάσας ἱερὰς λέγων· τὴν δὲ ἑβδόμην καὶ ὡς Ἀπόλλωνος γε‐ νέθλιον ὑμνῶν, διὸ καὶ Ἀθηναῖοι ταύτην ὡς Ἀπολλωνιακὴν τιμῶσι δαφνηφοροῦντες καὶ τὸ κανοῦν ἐπιστέφοντες καὶ ὑ‐ μνοῦντες τὸν θεόν. ἔχουσι δὲ αἱ τρεῖς μεσότητα ἀριθμητι‐
20κήν, καὶ ἡ τετρὰς μετὰ τῆς ἑβδομάδος ποιεῖ τοσοῦτον ὅσον αἱ ἀπὸ τῆς μονάδος ἕως ἑβδομάδος, τὸν εἴκοσι καὶ ὀκτὼ ἀριθμόν, καθόσον ἡ Σελήνη δίεισι τὸν ζῳδιακόν. αἱ γὰρ λοιπαὶ ἐπικινήματα αὐτῆς ἔχουσιν, ἵνα καταλάβῃ τὸν ἥλιον. ἡ μὲν οὖν πρώτη ἡ καὶ ἕνη ῥηθεῖσα, ὡς ἀρχή, θεῖόν ἐστι·
25καὶ γὰρ πᾶσαν ἀρχήν φησι Πλάτων (Phaedr. 245d; cf. Tim. 36e; Legg. VI 775e) εἶναι θείαν, καὶ γενέθλιος αὕτη καλεῖται τοῦ μηνός. καὶ ὁ μὴν ἐν αὐτῇ παρ’ Ὀρφεῖ (Orphic. frg. 273 Kern) προσαγορεύεται “μονόκερως μόσχος”. ἁπλῶς μὲν γὰρ ὁ μὴν ὡς γενέσεως ἐργάτης λέγεται βοῦς, ὡς δὲ πρώτην
30ἔχων τότε τῆς οἰκείας οὐσίας τὴν ἔκφυσιν μόσχος, καὶ διὰ τὸ μοναδικὸν μονόκερως. ἡ δὲ τετράς ἐστιν ἐν τῇ μονάδι
συγγενής, διότι καὶ αὐτὴ πάντας περιέχει τοὺς ἁρμονικοὺς λόγους, οὓς εἶχεν ἡ μονὰς σπερματικῶς, τὸν μὲν ἐπίτριτον ποιοῦσα πρὸς τὴν τριάδα, τὸν δὲ διπλασίονα πρὸς τὴν δυά‐236
35δα, τὸν δὲ τετραπλασίονα πρὸς τὴν αὐτὴν μονάδα. οὗτοι δέ εἰσιν οἱ ἁρμονικοὶ λόγοι· ὁ διὰ τεσσάρων, ὁ διὰ πα‐ σῶν, ὁ δὶς διὰ πασῶν. ἡ δὲ ἑβδομὰς ἄλλος ἐναρμόνιος ἐκ μονάδος οὖσα καὶ δυάδος καὶ τετράδος καὶ ἔχουσα δὶς τὸν διὰ πασῶν καὶ ταύτῃ μὲν τῇ τετράδι συγγενὴς τῇ τε μονά‐
40δι, καθόσον ὑπ’ αὐτῆς γεννᾶται μόνης τῆς 〈μονάδος καὶ οὐδένα γεννᾷ τῶν〉 εἴσω δεκάδος—τῶν δ’ ἄλλων ὁ μὲν ὑφ’ ἑ‐ νὸς ὡς ἡ ἐννεὰς καὶ ἡ τετράς, ὁ δὲ ὑπὸ δυοῖν ὡς ἡ ἑξὰς ὑπὸ τοῦ δύο καὶ τρία καὶ ἡ ὀγδοὰς ὑπὸ τοῦ δύο καὶ τέσσα‐ ρα—· καὶ οὐδένα γεννᾷ καθάπερ ἡ δυὰς καὶ ἡ τριὰς γεν‐
45νῶσιν, ἡ μὲν ἄλλον, ἡ δὲ ἄλλον. διὰ μὲν οὖν τὸ ἐναρμό‐ νιον Ἀπόλλωνος ἥρμοσε γενέσει· διὰ δὲ τὸ ἀμήτορα καὶ ἀθήλυντον εἶναι τῆς Ἀθηνᾶς αὐτὴν εἶπεν ἱεράν.

sch

769a

αἵδε γὰρ ἡμέραι: αὗται γὰρ αἱ ἡμέραι εἰσὶ παρὰ τοῦ θεοῦ αἱ τῆς σελήνης, οὐχὶ τοῦ μη‐ νός· ἐπειδὴ αἱ τοῦ μηνὸς ἡμέραι οὐχ αἱ αὐταὶ πανταχοῦ πεφύκασι, αἱ δὲ τῆς σελήνης αἱ αὐταί.

sch

770a

πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη: ἀντὶ τοῦ ἡ πρώτη ἡμέρα τῆς γεννήσεως. Φιλόχορος (FHG I 414, 181; FGrHist III B 328 F 88a) ἐν τῷ Περὶ ἡμερῶν Ἡλίου καὶ Ἀπόλλωνος λέγει αὐτὴν 〈εἶναι〉.
5ἡ μὲν τετρὰς Ἡρακλέους καὶ Ἑρμοῦ ἐστιν· ἡ δὲ ἑβδόμη
ἱερὰ Ἀπόλλωνος—ἐν αὐτῇ γὰρ ἐτέχθη, διὸ καὶ ἑπτάτονος αὐτοῦ ἡ κιθάρα—· ἡ τετρὰς 〈δὲ〉 Ἡρακλέους—ἐν αὐτῇ γὰρ ἐτέχθη—, καὶ λέγομεν ὅτι (frg. spectat fortasse ad Astrologica Orphica)237
10τετράδι κοῦρος ἔγεντο καὶ οὔποτε πάγκακος †ἔσση†.

sch

770b

πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη: τὴν ἕνην πρώτην φησὶν ὡς τῇ ἀριθμητικῇ ἁρμόζουσαν ἢ πρώτην τῶν μαθηματικῶν, ἐν ᾗ προηγεῖται ἡ μονάς. τὴν δὲ τετάρτην ὡς τοὺς ἁρμονικοὺς περιέχουσαν
5λόγους καὶ τὸν διὰ τεσσάρων τὸν καὶ ἐπίτριτον—τρία γὰρ καὶ ἓν τέσσαρα—, τὸν διὰ πασῶν τὸν καὶ διπλάσιον —δύο γὰρ καὶ δύο τέσσαρα—, τὸν δὶς διὰ πασῶν τὸν καὶ δὶς διπλασιαζόμενον—δὶς γὰρ τέσσαρα ὀκτώ—. τὴν δὲ ἑβδόμην ὡς ὑπὸ μόνης γεννωμένην τῆς μονάδος καὶ ὡς μὴ
10γεννῶσάν τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν. τὴν δὲ ὀγδόην ὡς κύβον καὶ πρώτην τὴν τριχῇ διάστασιν δεχομένην. τοῦ γὰρ τετραγώνου ἐπιπέδου ὄντος—δὶς γὰρ δύο τέσσαρα—ὁ κύβος στερεός ἐστιν ὡς τὴν εἰς μῆκος καὶ βάθος καὶ πλά‐ τος ἔχων κίνησιν—δὶς γὰρ τέσσαρα ὀκτώ—, ὅθεν καὶ
15συντελεστικός ἐστι πάσης ἐργασίας. τὴν δὲ ἐνάτην ὡς ἀπὸ τοῦ τρία τετραγωνιζομένου, ὡς ἔστιν ἰδεῖν ἐν τῷ πλίνθῳ. τετράγωνος δὲ ἀριθμός ἐστιν ὁ ἰσάκις ἶσος με‐ τρούμενος, ἤτοι ὑπὸ δύο ἴσων ἀριθμῶν, ὡς τὸ δὶς δύο τέσσαρα. κύβος δὲ ὁ ἰσάκις ἶσος ἰσάκις, ἤτοι ὁ ὑπὸ
20τριῶν ἴσων ἀριθμῶν μετρούμενος, ὡς τὸ δὶς δύο τέσσαρα
καὶ τετράκις δύο ὀκτώ. ὁ τοίνυν ὄγδοος ἀπὸ τοῦ δύο κύ‐ βος γίνεται. λέγεται ἡ ἐνάτη καὶ κατὰ τοῦτο συμφέρον εἶναι, ὡς ἀπὸ τελείου ἀριθμοῦ γενομένη τοῦ τρίτου, ἀρχὴν ἔχοντος τὴν μονάδα, μέσην τὴν δυάδα καὶ τέλος τὴν τριά‐238
25δα, ἤτοι τὴν τριχῇ διάστασιν καὶ τὸν τετραγωνισμόν. πᾶς δὲ ἀριθμὸς ὁ ὑφ’ ἑαυτὸν πολυπλασιαζόμενος τετράγωνος λέ‐ γεται, ὡς τὸ τρὶς τρεῖς ἐννέα.

sch

772-773

* ὀγδοάτη τ’ ἐνάτη τε: τὴν ὀγδόην καὶ τὴν ἐνάτην εἰκότως καὶ ὡς συντελεστικὰς ἐπαι‐ νεῖν καὶ διὰ τοῦτο ἡγεῖσθαι αὐτὰς τῶν ἀνθρωπίνων ἔργων. ἡ μὲν γὰρ πρώτη πάσας ἔσχε τὰς διαστάσεις κύβος οὖσα ἐκ
5τῆς δυάδος καὶ τὴν ἐπὶ τὰ τρία πρώτη ποιησαμένη πρόσ‐ οδον· ἡ δὲ δευτέρα πρώτη τετραγωνικὸν ἔσχεν εἶδος ἀπὸ περιττοῦ τῆς τριάδος αὐτὴν γεννησάσης. διὸ καὶ ἡ μὲν ὡς τελείως διαστᾶσα, ἡ δὲ ὡς ἀπὸ τελείου γενομένη τέλος ἐπάγουσι τοῖς κατειργασμένοις ἐν αὐταῖς.

sch

772a

〈ὀγδοάτη τ’ ἐνάτη τε:〉 αὗται αἱ δύο μέχρις αὐξήσεως τῆς ἡμέρας καλαί εἰσιν.

sch

773a

ἔξοχ’ ἀεξομένοιο: μετὰ τὴν ἑβδόμην γίνεται ἀμφίκυρτος, ἤτοι ὑπὲρ τὸ ἥμισυ φωτιζομένη· διὰ τοῦτό φησι ἔξοχ’ ἀεξομένοιο.

sch

774-776

*ἑνδεκάτη δὲ δυωδεκάτη τε: τῶν μετὰ τὴν δεκάδα ἀριθμῶν ἡ ἑνδεκάτη τὴν μονάδα ἀποστοιχειοῦται. διὸ καὶ ταύτην ὡς ἀναλογοῦσαν πρὸς ἐκείνην ἐπῄνεσεν εἴς τε τὸ πόκους προβάτων ἐξαιρεῖν καὶ
5καρποὺς ἐκ τῆς γῆς ἀμᾶσθαι· συγγενῆ γὰρ ταῦτα ἀλλήλοις ἐπεὶ καὶ τὸ θερίζειν ‘κείρειν‘ καλοῦσι τὴν γῆν καὶ τὸ κεί‐ ρειν οἷον θερίζειν ἐστὶ τοὺς οἶς. ἄμφω δὲ εἰς τὴν τοῦ σώματος τείνει θεραπείαν, τὸ μὲν εἰς τὴν τροφήν, τὸ δὲ εἰς τὴν σκέπην. καὶ οἰκεῖα τῇ ἑνδεκάτῃ μὲν ὡς ἀρχῇ τῆς239
10τρίτης πεντάδος τῆς μάλιστα αὐξητικῆς τοῦ σεληναίου φω‐ τός· τῶν γὰρ τριῶν πεντάδων ἡ πρώτη ἀτελεστάτη, ἡ δὲ τρίτη τελειοτάτη. καὶ εἴτε τροφὴν αὐτῆς εἴτε περίβλημα τὸ ἀφ’ ἡλίου φῶς λέγειν ἐθέλεις, οἰκείαν ἐρεῖς τὴν ἑνδε‐ κάτην ἀρχὴν οὖσαν τῆς τελειωτικῆς τοῦ φωτὸς πεντάδος
15εἴς τε θερισμὸν καὶ εἰς κουρὰν τῶν προβάτων. τῇ δωδε‐ κάτῃ δέ, ὡς ἔτι μειζόνως αὐξητικὴ τοῦ φωτός, οὕτως τὴν ἀρχὴν εἶχε τῆς τελείας ἐπιδόσεως πρὸ αὐτῆς· ἔχει δὲ καὶ τὴν ἐννέα μετὰ τῆς πλευρᾶς καὶ μέχρι τῆς ἀπὸ τοῦ τρία τελειότητος καὶ τῆς ἀπὸ τοῦ ἐννέα ἰσότητος. εἰ δὲ καὶ
20δὶς ἔχει τὴν ἑξάδα τὴν πρώτην, τοῖς ἑαυτοῦ μέρεσιν ἴσην καὶ διὰ τοῦτο τελείαν, εἰκότως ἔπρεπε ταῖς ἀπὸ τῶν τε‐ λείων καρπώσεσι. διὸ καὶ μᾶλλον ἐσθλὴ λέγεται καὶ εἰ‐ κότως, διότι καὶ αὐτῶν ἐστι τῶν θεῶν ἀριθμός, τήν τε ἀρ‐ ρενοποιὸν αὐτῶν ἑξάδα καὶ τὴν θηλυπρεπῆ περιλαβὼν οὗτος
25ὁ ἀριθμός· ὅτι δὲ καὶ φυσικὴν ἔλαχεν ὁ ἀριθμὸς οὗτος οἰκειότητα πρὸς τὰ ὑφάσματα, ὧν ἕνεκεν καὶ τοὺς οἶς κεί‐ ρουσι, διὰ τῶν ἑπομένων ὑπομιμνήσκει.

sch

775a

πείκειν: κυρίως τὸ ξαίνειν, ὅθεν καὶ τὸ (cf. Hom. Ξ 176) “πεξαμένη χερσί”. νῦν δὲ τὸ
κείρειν.240

sch

775b

εὔφρονα καρπόν: ἡδύτατον, τέρ‐ ποντα τὴν ψυχὴν ἢ εὐφραίνοντα.

sch

777-779

* τῇ γάρ τοι νεῖ νήματ’: ὁ μὲν ἀράχνης φυσικῶς κινεῖται πρὸς τὰς ὑφάνσεις ἔχων τι κατὰ τὴν φαντασίαν εὐδιάρθρωτον, ὡς δηλοῖ κύκλους ἐπὶ κύκλους ἐξυφαίνων καὶ αὐτὸς ἐν τῷ κέντρῳ τῶν κύκλων ἐνε‐
5δρεύων τὰ θηρώμενα ἵνα ἐξ ἴσου πάντων ἀπέχῃ τῶν ἐμπι‐ πτόντων· καὶ θαυμαστὸν οὐδέν· ὥσπερ ἄλλα τῶν ζῴων κι‐ νεῖται κατὰ φύσιν ὑπ’ ἄλλης τινὸς φάσεως, ὃ καὶ προεῖπε πρότερον (cf. sch. 765—768; 769—771), τὰ μὲν συνοδικῶς, τὰ δὲ πληροσελήνων, οὕτω καὶ τὸν ἀράχνην πρὸς ταύτην ἔχειν
10συμπαθῶς τῶν πληρεστέρων ἡμερῶν τελευταίαν. ἡ γὰρ με‐ τὰ 〈ταύτην〉 γένοιτ’ ἂν ἀποκρουστικὴ καὶ ἀφαίρεσιν ἀναγά‐ γοι τοῦ φωτός· αὕτη δὲ ἀεὶ αὐξητικὴ μόνως καὶ τοῦτο ἔχει 〈ἡ〉 τελευταία. δεῖ δὲ κἀκεῖνο συνορᾶν ὅτι μάλιστα δεῖ τοῖς ὑφαίνουσι φωτός, ὅπερ ἡ σελήνη παρέξει καὶ νυκτὸς
15εἰς τὸ αὔξειν τὸ ἔργον προσθήκαις, ὅπερ αὐτὴ προξενήσει τέλειον ἔχουσα τὸ φῶς ἄδεκτον ἐλαττώσεως. 〈ὁ〉 μὲν οὖν ψυχρὸς ἀὴρ καὶ νεφελώδης ἐμποδών ἐστι τοῖς ἔργοις· ὁ δ’ ὑπὸ τοῦ φωτὸς ἑκατέρου θερμαινόμενος συμπράττει πρὸς πάντα τὰ τοιαῦτα. τὸ μὲν οὖν ἄρχεσθαι τῶν ἔργων ἐν αὐ‐
20τῇ καλόν· καὶ τοῦτο φυσικῶς μὲν οἱ ἀράχναι, κατὰ δὲ πεῖ‐ ραν οἱ ἄνθρωποι γινώσκουσι. τὸ δ’ ἐναντίον, τὸ καθαίρειν τοὺς ἱστοὺς περὶ πανσέληνον αἴτιον εἶναι τοῦ κόπτεσθαι
τὰ ὑφάσματα, τοῦτο τῶν ἄκρως ἐστὶ δεδημευμένων.241

sch

777a

τῇ γάρ τοι νεῖ νήματ’: ὡς ἐργαστικωτέρας οὔσης τῆς δωδεκάτης τῷ νήματι τῆς ἀράχνης χρῆται.

sch

777b

〈τῇ γάρ τοι νεῖ νήματ’:〉 ἐν ᾗ νήθει τὰ νήματα αὑτοῦ ὁ ἐν τῷ ἀέρι πετόμενος ἀράχνης. ὅταν ὡς ἔμπειρος ἀνὴρ ὁ μύρμηξ θησαυρὸν ἑαυτοῦ σωρεύῃ ἐκ πληρεστέρας ἡμέρας ὑπὲρ τὴν νύκτα Ἰουλίου ἢ Αὐγούστου.

sch

777c

ἀερσιπότητος: τῆς ἐν ἀέρι πετο‐ μένης.

sch

778a

ἤματος ἐκ πλείου: ἢ ἐν μεγάλῃ ἡμέρᾳ ἢ ἀπὸ τοῦ πλείστου τῶν ἡμερῶν.

sch

778b

ἤματος ἐκ πλείου: καθὸ τὸν φω‐ τισμὸν ἡ σελήνη πλήρη ἔχει ἐν αὐτῷ.

sch

778c

ἴδρις σωρὸν ἀμᾶται: νῦν ὁ ἔμπειρος μύρμηξ· σωρὸς δὲ ὁ θησαυρός.

sch

780-781

* μηνὸς δ’ ἱσταμένου τρισ‐ καιδεκάτην ἀλέασθαι: καλῶς ἐπέστη‐ σεν ὁ Πλούταρχος (frg. 84 Bernard.) ὅτι τὸ σπεῖραι καὶ τὸ φυτεῦσαι οὐχ ὑπὸ τῶν αὐτῶν ἔοικεν ὠφελεῖσθαι. τὸ μὲν
5γὰρ σπέρμα δεῖ καταβληθὲν κρυφθῆναι πρῶτον εἴσω τῆς γῆς καὶ σαπῆναι καὶ οὕτως ἑαυτοῦ διαδοῦναι τὴν δύναμιν εἰς τὴν περικρύψασαν αὐτὸ γῆν, ἵν’ ἐξ ἑνὸς πυροῦ τυχὸν ἢ κρι‐ θῆς γένηται πλῆθος. διὸ καὶ ὑετοῦ δεῖσθαι καὶ πάχνης αὐτό φασι, τὴν ἀρχὴν πιεζόντων ἔσω καὶ χεόντων τὰς ἐν
10αὐτῷ φυσικὰς δυνάμεις. τὸ δὲ φυτὸν ῥιζωθὲν βλαστῆσαι χρὴ καὶ ἀναδοῦναι τὸν ἐν τῇ ῥίζῃ κρυπτόμενον λόγον οἷον διοιχηθείσῃ διὰ φωτός· ὥστ’ εἰκότως τὴν τρισκαιδεκάτην πρὸς μὲν τὸ σπείρειν ἀνεπιτήδειον εἶναι, πρὸς δὲ τὸ φυ‐ τεύειν ἐπιτηδείαν, διὸ καὶ τὸ ἐνθρέψασθαι242
15οἰκείως ἔχει πρὸς τὴν φυτείαν. τὸ γὰρ προκαλέσασθαι τὸν ῥιζικὸν λόγον καὶ εἰς ἐπίδοσιν ἄγειν καὶ βλάστην ἐσήμηνε διὰ τοῦ ὀνόματος, πρὸς ἃ συντελεῖ πλεῖον ὂν τὸ ἐκ τῆς σελήνης ἐν ταύτῃ φῶς.

sch

780a

μηνὸς δ’ ἱσταμένου: ἱστάμενον μῆνα ἕως εἰκάδος ἔλεγον· μετὰ δὲ τοῦτο πρώτην φθίνον‐ τος, δευτέραν φθίνοντος. Φιλόχορος (FHG I 414, 182; FGr Hist III B 328 F 189) δὲ πάσας τὰς τρεῖς ἱερὰς λέγει τῆς
5Ἀθηνᾶς.

sch

782-784

* ἕκτη δ’ ἡ μέσση μάλα σύμ‐ φορός ἐστι φυτοῖσιν | ἀνδρογό‐ νος δ ἀγαθ: τὴν ἑκκαιδεκάτην, μέσην ἕκτην εἰπών, ὠφέλιμον εἶναι τοῖς φυτοῖς φησιν, δι’ ἣν
5εἴπομεν (cf. sch. 780—781) αἰτίαν. τὸ γὰρ φῶς θερμὸν ὂν τὸ σεληναῖον καὶ ὑγρὸν προκαλεῖται τὴν βλάστην αὐτῶν· τῶν δὲ ἀνθρώπων ἄρρεσι μὲν σπέρμασι σύμφορον, θήλεσι δὲ ἀσύμφορον· αἴτιον δὲ τούτων ὅτι τὸ μέν ἐστι ξηρότερον, τὸ δὲ ὑγρότερον τῶν σπερμάτων, οἷς καὶ αὐτὸ τὸ ἄρρεν
10διαφέρει τοῦ θήλεος. καὶ διὰ ταῦτά φασι καὶ τὰς συλλή‐ ψεις τὰς μὲν βορείων πνευμάτων ὄντων γινομένας εἶναι
ἀρρενογόνους, τὰς δὲ νοτίων θηλυγόνους· καὶ μέντοι καὶ τὰς διαρθρώσεις τῶν θηλέων ἐμβρύων βραδυτέρας γίνεσθαι ἢ τῶν ἀρρένων, διὰ τὸ πλῆθος ἐκεῖ τῆς ὑγρότητος μὴ ῥᾳ‐243
15δίως κρατουμένης ὑπὸ τῆς δημιουργούσης ἐν τῇ θερμότητι φύσεως. φυσικῶς οὖν εἴρηται τὴν ἑκκαιδεκάτην ἀρρενογό‐ νον μὲν ἄριστον εἶναι, θήλεσι δὲ ἀσύμφορον· ἔχει δέ τι‐ να καὶ πρὸς γάμους ἐναντίωσιν, τῆς σελήνης πάμπολυ τοῦ ἡλίου διεστώσης. διὸ καὶ Ἀθηναῖοι τὰς πρὸς σύνοδον
20ἡμέρας ἐξελέγοντο πρὸς γάμους καὶ τὰ Θεογάμια ἐτέλουν τότε φυσικῶς εἶναι πρῶτον οἰόμενοι γάμον, τῆς σελήνης οὔσης πρὸς ἡλίου σύνοδον.

sch

782a

ἕκτη δ’ ἡ μέσση: ἡ ἑκκαιδεκάτη οὐκ ἐπιτηδεία τοῖς φυτοῖς· τὸ γὰρ τῆς σελήνης φῶς χλια‐ ρὸν ὂν σηπτικόν ἐστι. τότε οὖν τὰ τμηθέντα ξύλα σήπε‐ ται καὶ ὁ μεταχεόμενος οἶνος ὀξίζει.

sch

785-786

* οὐδὲ μὲν ἡ πρώτη: τὴν ἕκ‐ την ἀνεπιτηδείαν εἰς κόρης γένεσιν εἶναι βούλεται, καί‐ τοι τῆς Ἀρτέμιδος οὖσαν ἱερὰν ὡς γενέθλιον τῆς θεοῦ· διὸ καὶ προτέραν γενέσθαι τοῦ Ἀπόλλωνος, ἵνα καὶ μαιεύ‐
5σηται τὸν ἀδελφόν. καὶ πῶς γὰρ οὐ μέλλει θεοῦ λοχείας εἶναι πρεπόντως ἱερὰ ἡ ἕκτη πρώτη τελεία οὖσα, καὶ τῆς λοχείας οὐ τῶν ἔτι ἀτελῶν οὔσης—ἄμβλωσις γὰρ ἡ ἐκείνων ἐστὶ διάκρισις—ἀλλὰ τῶν τελείων; ἡ μὲν οὖν Ἄρτεμις, τελεσιουργὸς οὖσα τῶν κυημάτων καὶ ἐκφαντικὴ τῶν φυσικῶν
10λόγων τῶν κρατησάντων τῆς ὕλης, εἰκότως ἐν τῇ ἕκτῃ γενέ‐
σθαι μυθολογεῖται· ταῖς δὲ τῶν θνητῶν θηλειῶν γενέσεσιν εἰκότως ἐστὶν ἀνάρμοστος αὕτη, διὸ κρατεῖ μὲν ἡ θεὸς αὕ‐ τη τῶν σεληνιακῶν φωτισμῶν, ἔστι δὲ παρθένος καὶ γεννᾶν οὐκ ἐθέλουσα. πρὸς οὖν τὴν τῶν θηλειῶν γένεσιν τὴν ἕκ‐244
15την φησὶ ταύτην ἀνεπιτήδειον· δείκνυσι συμφέρουσαν δέ, ὡς ἐρεῖ (v. 788), πρὸς τὴν τῶν ἀνδρῶν, ἐκτομαῖς δὲ ἐρίφων καὶ ἀρνίων—οὓς εἶπε πώεα μήλων—ἐμπρέπου‐ σαν, ὡς τὸ γόνιμον καὶ τούτων τῆς ἐκτομῆς ἀφαιρούσης. μήποτε δὲ καὶ αὕτη φυσικῶς ἡ ἑξὰς ἀνδράσι μὲν εἰς τε‐
20λείωσιν οἰκεία, γυναιξὶ δὲ οὔ, δυοῖν ἔγγονος οὖσα, δυά‐ δος καὶ τριάδος, καὶ τῆς τριάδος ἐν αὐτῇ κρατούσης. ἔ‐ στι γὰρ τριμερὴς ἐκ μονάδος, δυάδος καὶ τριάδος, οἷς ἐ‐ στιν ἴση καὶ διὰ τοῦτο τελεία. πρὸς μὲν οὖν θείαν γέ‐ νεσιν εὖ ἔχει, πρὸς δὲ θνητὴν ἀσυμμέτρως τὴν τοῦ ὁμόρου
25γένους.

sch

788-789

* ἐσθλὴ δ’ ἀνδρογόνος: εἰ ὁ περισσὸς ἄρρην δυσδιαίρετος ὤν, ὡς ὁ ἄρτιος θῆλυς εὐ‐ διαίρετος ὤν, καὶ ὁ μὲν μονάδι φίλος, ὁ δὲ δυάδι, πρῶτον ὄντα τὸν τρία περισσὸν εἰκότως ἂν εἴποις ἀρρενωπότατον.
5οὗτος δὲ καὶ συντεθεὶς ἑαυτῷ καὶ διπλασιασθεὶς ἐποίησε τὸν ἕξ, καὶ ἐπεὶ μονὰς δυὰς τριάς εἰσιν οὗτοι μόνη πρόο‐ δος, ἐπιστροφὴ τὸν ἓξ ἀπετέλεσεν· ὥστ’ εἰκότως ἀρρενογό‐ νος ἑξὰς οὐκ οὖσα τοῖς γεννᾶν ὀφείλουσιν εὐάρμοστος, ἀλ‐ λὰ τοῖς ἀναινομένοις τὴν γέννησιν. εἰ δὲ φιλοψευδεῖς
10οἱ ἐν ταύτῃ γεννώμενοι λέγονται καὶ παραλογισμοῖς χαί‐
ροντες καὶ κρυφίαις συνουσίαις, οὐ θαυμαστόν. καὶ γὰρ ἡ φάσις αὐτὴ τὸ εἶδος προφαίνει τῆς διχοτομίας ψευδόμε‐ νον· οὐ γάρ ἐστι κατὰ ἀλήθειαν ἶσον τῷ φωτιζομένῳ, τῷ σκιερῷ δέ. καὶ ὅτι ἡ ἀόρατος δυὰς εἰς τὴν γένεσιν αὐ‐245
15τῆς παρείληπται καὶ τὸ ψεῦδος ὑποικουρεῖ μετὰ τῶν κρυ‐ φίων ὀαρισμῶν οὐκ ἂν θαυμάσαις.

sch

788a

ἀνδρογόνος: τίκτειν παῖδας ἄρρενας ἐν αὐτῇ ἀγαθόν, τὸ δὲ θηλείας οὐ καλόν, οὔτε εἰς τὸ γα‐ μηθῆναι, οὔτε εἰς τὸ γεννηθῆναι.

sch

789a

ψεύδεά θ’ αἱμυλίους τε λό‐ γους: ὁ δὲ τότε γεννηθεὶς ψευστὴς καὶ χλευαστής ἐστι καὶ κόλαξ.

sch

790

* μηνὸς δ’ ὀγδοάτ: τὴν ὀγδόην τοῦ μηνὸς τοῦ Ποσειδῶνος ἱερὰν ὡς ἐπὶ τρία διαστᾶσαν πρώτην τῷ τριαινούχῳ θεῷ προσήκειν εἰκότως λέγουσι καὶ †τριχί‐ τωνι†, τριῶν ἄρχοντι τῶν ἐν κινήσει στοιχείων. διὸ καὶ
5τοὺς ταύρους αὐτῷ φέροντες ἀνῆκαν ὡς ὁρμητικοὺς καὶ τοὺς κάπρους· ἄμφω γὰρ διὰ θυμὸν ἀκάθεκτοι γίνονται, πραΰ‐ νονται δὲ ἐκτμηθέντες. εἰκότως οὖν 〈πρὸσ〉 τὴν τῷ κινη‐ τικῷ θεῷ προσήκουσαν ἡμέραν—ὃς καὶ τὴν ἀκίνητον γῆν κινεῖ Ἐνοσίχθων καλούμενος—οἰκείωσαν ταῦτα τὰ ζῷα ὁρ‐
10μητικὰ ὄντα, καὶ μήποτε τὸν μὲν ταῦρον ὡς τῆς ὑγρᾶς οὐ‐ σίας κινητικόν, τὸν δὲ κάπρον ὡς τῆς ξηρᾶς· τοῦ δὲ αὐτοῦ ἐστι τὸ κινεῖν καὶ ἠρεμεῖν τὰς ἀστάτους τῶν κινουμένων ὁρμάς. διὸ καὶ ὁ θεὸς οὗτος οὐ μόνον Ἐνοσίχθων, ἀλλὰ
καὶ Ἀσφάλειος ὑμνεῖται· καὶ οἱ τοὺς σεισμοὺς παύειν246
15ἐθέλοντες Ποσειδῶνι θύουσιν. ἔχει δ’ ἄρα καὶ ἡ πραΰνου‐ σα διὰ τῆς τομῆς τὰ ζῷα τὰ οἰκεῖα τῷ θεῷ πρᾶξις οἰκειότη‐ τα πρὸς τὴν ἱερὰν τοῦ Ποσειδῶνος ταύτην ἡμέραν.

sch

791-7 [792-6]

* οὐρῆας δὲ δυωδε‐ κάτῃ ταλαεργούς: τὰς ἡμιόνους οἰκει‐ οῦσι τῇ σελήνῃ· διὸ καί τινες αὐτήν φασιν ἐφ’ ἡμιόνων ὀχεῖσθαι. καὶ γὰρ ὁ μὲν ἵππος ἡλιακόν ἐστι ζῷον ὡς εὔ‐
5δρομον, 〈ὁ· δ’ ὄνοσ〉 χθόνιον ὡς Τυφῶνι φίλον καὶ συνουσια‐ στικόν· ἡ δὲ σελήνη μέση ἀμφοῖν, γῆς μὲν ἔχουσα τὸ σκοτίζεσθαι, ἡλίου δὲ τὸ οἰκεῖον εἰληχέναι φῶς. διὰ τοῦτο μὲν οὖν ᾠκείωται πρὸς αὐτὴν ἡ ἡμίονος. τῇ δὲ δυοκαιδεκάτῃ προσέταξε ταύτας δαμάζειν, ἵνα πραότεραι
10γίνωνται, διότι τὸ στάσιμον ἡ δυωδεκὰς ἔχει πέρας οὖσα τῶν αὐξήσεων πρῶτον, ὡς προείπομεν (cf. sch. 774—776). ἔχει δὲ καὶ πρὸς τὸ περατοῦν ἄλλως ἡ δυωδεκὰς οἰκειό‐ τητα, τοῖς εἴδεσι τοῦ ἀριθμοῦ τὸ πέρας ἐπάγουσα. πρώτη γὰρ αὕτη περισσάρτιος, ὃς οὐκ ἦν πρὸ αὐτῆς οὐδ’ εἴσω δεκά‐
15δος· συγκλείουσα οὖν τὰ εἴδη τῶν ἀριθμῶν εἰκότως περα‐ τωτική ἐστι καὶ ἱστᾶσα τὴν πρόοδον τῶν λόγων, ὅθεν δαμα‐ στικαῖς πράξεσιν ἐμπρέπειν ἔδοξε καὶ ἡμιόνων τῶν μικτὴν ἐχόντων γένεσιν καὶ αὕτη μικτὴ οὖσα ὡς περισσάρτιος, κα‐ θάπερ εἴπομεν. δεῖν οὖν ἐν ταύτῃ δαμάζειν ἡμιόνους
20ἐπιβάλλοντα τὼ χεῖρε καὶ πωλοδαμνοῦντα τοῦτο τὸ ζῷον.

sch

792a

εἰκάδι δ’ ἐν μεγάλ: μεγάλην
λέγει, παρ’ ὅσον τὸ πλεῖστον τῶν ἡμερῶν τοῦ μηνὸς ἔχει· διὰ τοῦτο διὰ πάσης ἡμέρας ἐπιτηδεία εἰς τὸ γεν‐ νᾶσθαι· ἢ μεγάλην δὲ τὴν εἰκοστὴν εἶπεν οἱονεὶ μεγάλων247
5ἀποτελεστικήν· ἄριστος δὲ καὶ πολυΐστωρ ὁ ἐν ταύτῃ τι‐ κτόμενος.

sch

797a

πρηΰνειν: ἀντὶ τοῦ· ῥᾳδίως τις ἐπιτι‐ θεὶς χεῖρα πᾶν ὁτιοῦν ἡμερώσει.

sch

797-799

* πεφύλαξο δὲ θυμ: τοὺς πρὸ τούτων [τέσσαρας] 〈πέντε〉 (cf. sch. 791—[792—796]—797) στίχους οὐδὲ μνήμης ὁ Πλούταρχος (frg. 86 Bernard.) ἠξίω‐ σεν ὡς ἂν μὴ φερομένους. τούτους δὲ ἐξηγούμενος ἀξιοῖ
5μὴ ἐγκαλεῖν τῷ Ἡσιόδῳ ὡς ἂν γελοίως εἰπόντι μὴ χρῆναι λύπας ἑαυτῷ κινεῖν ἐν ταύταις, ὡς δέον ἐν ἄλλαις τισὶ τοῦτο ποιεῖν· οὐ γὰρ τοῦτο λέγειν, ἀλλ’ ὡς ἐν ἱεραῖς ταύταις μάλιστα τὰς λυπηρὰς ἀποσκευάζεσθαι ἐνεργείας, ἃς εἰ καὶ ἄλλοτε δεῖ ὡς ἀναγκαίας αἱρεῖσθαι, ἐν ταύταις οὐ
10δέον. τὰς δὲ τετράδας ἄμφω εἶναι ἱεράς, τὴν μὲν ὡς μά‐ λιστα τὸ σεληναῖον ἐκφαίνουσαν φῶς, τὴν δὲ ὡς τοῦτον ἔχουσαν πρὸς τὴν 〈πρώτην〉 τετράδα λόγον, ὃν ἡ ἑβδόμη πρὸς τὴν νουμηνίαν. καὶ γὰρ ἡ τετάρτη καὶ εἰκοστὴ ἑβδόμην ἔχει τάξιν πρὸς τὴν ἐσχάτην.

sch

797b

〈πεφύλαξο δὲ θυμ:〉 φυλάττου δὲ μὴ λυπῇ σε ἡ τετάρτη καὶ εἰκὰς τετάρτη, ἐπειδὴ ἱεραί εἰσιν αἱ ἡμέραι καὶ τέλειαι εἰς τὸ βλάψαι.

sch

800-801

* ἐν δὲ τετάρτῃ μηνὸς ἄ‐
γεσθ’ εἰς οἶκον ἄκοιτιν: ὅτι μὲν ἀρχαία ἡ διὰ τῶν οἰωνῶν μαντεία καὶ ταῦτα δηλοῖ, καὶ ὅτι οἱ αὐτοὶ οἰωνοὶ πρὸς ἄλλα μὲν δεξιοί, πρὸς ἄλλα δ’ ἐναν‐248
5τίοι σαφῶς ἐδήλωσεν εἰπὼν οἳ ἐπ’ ἔργματι τούτῳ ἄριστοι. τὴν δὲ τετάρτην εἶναι γαμι‐ κὴν εἰκότως, ὡς πρώτην καὶ κατὰ σύνθεσιν καὶ κατὰ πολ‐ λαπλασιασμὸν ἐκ τῆς γονίμου γενομένην δυάδος, ἧς τὸν γά‐ μον ἱερὸν εἶναί φαμεν, καὶ ὡς τῶν ἁρμονικῶν λόγων πε‐
10ριεκτικήν, ὧν ἔμπροσθεν εἴπομεν (cf. sch. 769—771), τοῦ διὰ τεσσάρων, τοῦ διὰ πασῶν, τοῦ δὶς διὰ πασῶν, καὶ ὡς μητέρα τῆς δεκάδος—ἥτις κοσμικός ἐστιν ἀριθμός—, καὶ ὡς μεσότητα μονάδος καὶ ἑβδομάδος κατὰ τὴν ἀριθμητικὴν μεσότητα. διὰ γὰρ ταῦτα πάντα γάμοις οἰκεία.

sch

800a

ἐν δὲ τετάρτῃ μηνός: καλὴ μέν ἐστιν ἡ τετάρτη εἰς τὸ γαμεῖν, ἀλλ’ ὅμως οἰωνοσκόπη‐ σον πρώτως.

sch

800b

〈ἐν δὲ τετάρτῃ μηνός:〉 ἡ τετάρτη ἱερὰ Ἀφροδίτης καὶ Ἑρμοῦ καὶ διὰ τοῦτο πρὸς συνουσίαν ἐπιτηδεία.

sch

801a

〈οἰωνοὺς κρίνας:〉 ἐπιλεξάμενος ὄρνιθας τὰς ἐπὶ τῶνδε τῶν πραγμάτων ἀρίστας.

sch

802-804

* πέμπτας δ’ ἐξαλέασθαι: δηλονότι τῆς σελήνης· ὅτι μὲν ἡ πεμπτὰς δίκης ἐστὶν ἀ‐ ριθμὸς καὶ τῶν Πυθαγορείων (cf. testim.) ἠκούσαμεν λε‐ γόντων, καὶ λέγονται σαφῶς αἱ αἰτίαι παρ’ ἐκείνοις.
5διττὸν δέ ἐστι τὸ ἔργον τῆς δίκης ἢ τὸ παραβαῖνον κολά‐ ζειν καὶ τὴν πλεονεξίαν ἀφαιρεῖν ἢ τὸ ἔλασσον ἐπανισοῦν καὶ εὐεργετεῖν. ἄμφω οὖν αἱ πέμπται δικαστικαὶ ἂν εἶ‐ εν· ἡ μὲν αὐξητικὴ ὡς προσθετικὴ τοῦ λείποντος, ἡ δὲ φθινὰς ὡς ἀφαιρετικὴ τοῦ πλεονάζοντος. εἰ δὲ ταῦτ’ ἀλη‐249
10θῆ, δῆλον ὅτι καὶ τὸν ὅρκιον θεὸν κολαστικὸν ὄντα τῶν συγχεόντων τοὺς ὅρκους εἰκότως ἐν τῇ πέμπτῃ γενέσθαι τῇ φθινάδι φασί, καὶ τὰς τιμωροὺς δαίμονας τὴν γένεσιν αὐ‐ τοῦ πενταδικὴν οὖσαν περιέπειν· καὶ γὰρ αὐτὴν τὴν πρω‐ τίστην δίκην περιέχειν καὶ τούτων τὴν αἰτίαν ὑμνοῦσιν, ὡς
15οὖσαν τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρόν, ὥς φησι Πλάτων (Legg. IV 716a). εἰκότως δ’ ἄρα τὸν Ὅρκον εἶναι τῆς Ἔριδος παῖδά φησι, διότι ἡ Ἔρις πασῶν ἐστι μονὰς 〈***〉 τῶν ἐπιτροπευόντων, 〈οἳ〉 τὰς κακεργέτιδας δυνά‐ μεις αἰτιῶνται. καὶ προείρηται ἡμῖν πλείω περὶ τούτων
20ἐν ἄλλοις (cf. sch. 217—219; 222—224; 242—247; etc.).

sch

802a

πέμπτας δ’ ἐξαλέασθαι: ὅλας τὰς πέμπτας.

sch

805-808

* μέσσῃ δ’ ἑβδομάτῃ Δημή‐ τερος, ἕως τοῦ θαλαμήια δοῦρα | νή‐ ιά τε: τὴν ἑπτακαιδεκάτην ἐπιτηδείαν τίθεται πρός τε τὴν τῶν καρπῶν εἰς τὴν ἅλω θέσιν καὶ πρὸς ὑλοτομίαν
5τῶν τε πρὸς θαλάμους οἰκείων ξύλων εἰς ὀροφὴν καὶ τῶν πρὸς νεῶν κατασκευήν. τὸ μὲν οὖν ὑλοτομεῖν τηνικαῦτα συμβαίνει τοῖς ἔμπροσθεν ἐν οἷς εἶπε τότε χρῆναι τοῦτο
ποιεῖν, ὅταν ἄρχηται τὸ μετόπωρον (v. 420)·
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ,
250
10μετρίως ξηρῶν ὄντων τῶν ξύλων ὑγρότητός τέ τινος οὐκ ἐπι‐ δεῶν. ἡ γὰρ αὐτὴ τῆς ὥρας εὔκαιρος καὶ μηνὸς ἡ ἑπτα‐ καιδεκάτη χρήσιμος, ὅτε τὸ μὲν φῶς τῆς σελήνης πρόσθε‐ σιν οὐκέτ’ ἔχει πανσελήνου γεγονυίας, ἔνικμα δέ πώς ἐστι τὰ ξύλα καὶ διὰ τῆς ἐλαττώσεως τοῦ φωτὸς ἐλαττοῦται τὸ
15ὑγρόν, ἀφ’ οὗ συμβαίνειν εἴωθεν ἡ σῆψις. τὸ δὲ περὶ τῆς τῶν καρπῶν εἰς τὴν ἅλω συγκομιδῆς εὖ ἔχει, διότι μετὰ πανσέληνον τρέπεται ὁ ἀὴρ καὶ ἀνέμων γίνονται κινήσεις, οἳ τοῖς λικμῶσίν εἰσι χρήσιμοι, διασκεδάννυντες ἀπὸ τῶν καρπῶν τὸ ἄκαρπον. εἰ δέ, ὥς φησιν Ὀρφεύς (Orphic.
20frg. 277 Kern), τῇ Ἄτῃ ἀνεῖται ἡ ἑπτακαιδεκάτη, καὶ διὰ τοῦτο τῇ τε τομῇ τῆς ὕλης ἐστὶν οἰκεία καὶ τῇ τοῦ καρποῦ γυμνώσει τῶν περικαρπίων, καὶ ὁ Ἡσίοδος οὐκ ἀμούσως τούτοις τοῖς ἔργοις ἀνῆκε τὴν ἡμέραν.

sch

806a

εὖ μάλ’ ὀπιπεύοντα: καλῶς περι‐ βλεψάμενος τοὺς ἄνδρας τῇ ἅλωνι ἐν τῇ ἑβδόμῃ ἀποθέσθαι τὰ γεννήματα.

sch

809

* τετράδι δ’ ἄρχεσθαι: καὶ τοῦ‐ το συμβαίνει τοῖς περὶ τῆς τετράδος ἀξιώμασιν. εἰ γὰρ στιγμῇ μὲν ἡ μονὰς ἀνάλογος, γραμμῇ δὲ ἡ δυάς, ἐπιπέδῳ δὲ ἡ τριάς, δῆλον ὡς τῷ στερεῷ προσήκοι ἂν ἡ τετράς· εἰ‐
5κότως οὖν ἐπιτηδεία πρὸς σύμπηξιν τῶν νεῶν. εἰ δὲ καὶ πρώτη τὸ ἰσάκις ἶσον ἔχει καὶ πρώτη πάντας τοὺς ἁρμονι‐
κοὺς περιέχει λόγους, ὡς εἴπομεν (cf. sch. 769—771; 800— 801), καὶ ταύτῃ πρὸς τὸ εἰρημένον ἔργον εὐκαιρίαν δίδω‐ σιν. οὐδὲν γὰρ οὕτως ἁρμονίας δεῖται τῶν ἔργων, ὡς251
10ναῦς μέλλουσα καὶ ἀέρος κινήσει μαχεῖσθαι καὶ θαλάσσῃ πολλῇ καὶ μόνην ἔχουσα τὴν ἀπὸ τῆς ἁρμονίας βοήθειαν τοῦ σῴζεσθαι, τάχα καὶ Ὁμήρου (Ε 60) διὰ τοῦτο μόνον καλέ‐ σαντος Ἁρμονίδην τὸν ναυπηγόν· εἰ δὲ τὰς ναῦς ὡς κού‐ φας ἀραιὰς ἐκάλεσε—δεῖ γὰρ αὐτὰς εἶναι κούφας
15ἐπιπλεῖν μελλούσας—δῆλός ἐστι καὶ αὐτὸς τὴν μὲν πύκνω‐ σιν βαρύτητος αἰτίαν, τὴν δὲ μάνωσιν κουφότητος ὑπολαβών.

sch

809a

τετράδι δ’ ἄρχεσθαι: πρῶτος γὰρ ὁ τῆς τετράδος ἀριθμὸς τετράγωνος ἀπὸ ἀρτίου γεγονὼς συνήρμοσται· διὸ ἀγαθὸν ἐν αὐτῇ ταῦτα ποιεῖν.

sch

809b

ἀραιάς: τὰς βλαπτικὰς ἢ μᾶλλον τὰς λε‐ πτὰς καὶ ἐλαφρὰς ἢ μᾶλλον τὰς στενὰς καὶ περιμήκεις· ἐξ οὗ καὶ Ὅμηρος (Π 161)·
λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ.

sch

810

* εἰνὰς δ’ ἡ μέσση: τὴν ἐννεακαι‐ δεκάτην ὡς καὶ τὴν ὀκτωκαιδεκάτην τὰ πάτρια τῶν Ἀθηναί‐ ων καθαρμοῖς ἀποδίδωσι καὶ ἀποτροπαῖς, ὡς Φιλόχορος (FHG I 414, 183; FGrHist III B 328 F 190, 323 F 28) λέγει
5καὶ 〈***〉, ἀμφότεροι ἐξηγηταὶ τῶν πατρίων ἄνδρες. τάχ’ οὖν καὶ διὰ τοῦτο ὁ Ἡσίοδος λέγει τὴν ἡμέραν ἱερὰν ταύτην, καὶ μάλιστα μετὰ μεσημβρίαν, διότι πρὸς τὰς κα‐ θάρσεις ἐπιτήδειον τοῦτο τὸ μέρος ὡς ἐλαττωτικὸν πρὸς
τὴν ἀφαίρεσιν τῶν περὶ ἡμᾶς μολυσμάτων.252

sch

810a

εἰνὰς δ’ ἡ μέσση: ὡς ἂν 〈ᾖ〉 ἡ ἐννεακαιδεκάτη περὶ δείλην βελτίστη ἡμέρα.

sch

811-813

* πρωτίστη δ’ εἰνὰς παν‐ απήμων ἀνθρώποισιν: τὴν ἐνάτην ἱστα‐ μένην ἐπιτηδείαν εἶναί φησιν πρὸς πάντα, καὶ πρὸς φυτεί‐ αν καὶ πρὸς γένεσιν ἀρρένων ἢ θηλειῶν· ἀπὸ γὰρ τοῦ πρώ‐
5του τελείου τοῦ τρία γεγονυῖα, ἀρχὴν καὶ μέσην καὶ τε‐ λευτὴν ἔχοντος, ἰσάκις ἴση, πάσαις εὐκαιρίαν πράξεσι δίδωσι καὶ μάλιστα ταῖς τῶν γενέσεων· καὶ γὰρ ὡς ἓν νέ〈ον〉 οὖσα τὴν ἐπωνυμίαν ἔσχεν ἡ ἐννεάς. καὶ γέγονε μὲν ἀπὸ τῆς ὀγδόης μονάδα προσλαβούσης [γεννᾷ ἀφαιρέσει
10τῆς αὐτῆς μονάδος τὸν δέκα παντέλειον]—τοῦτο δέ ἐστιν ἀπὸ τοῦ κύβου κατ’ ἐνέργειαν 〈τὸν〉 τῇ δυνάμει κύβον προσ‐ λαβόντος—, γεννᾷ δὲ προσθέσει τῆς αὐτῆς μονάδος τὸν δέ‐ κα παντέλειον ἀριθμόν. διὸ καὶ φυτείαις καὶ γενέσεσίν ἐστιν εὐάρμοστος.

sch

812a

〈γενέσθαι:〉 καὶ πρὸς τὸ γεννῆσαι παῖδα τῷ ἀνδρογόνῳ 〈ἐσθλή〉.

sch

814-816

* παῦροι δ’ αὖτ’ ἴσασι τρισ‐ εινάδα μηνὸς ἀρίστην: τρίτην εἰνά‐ δα τὴν εἰκοστὴν εἶπεν ἐνάτην, ἣν ὀλίγους εἰδέναι ἀρίστην οὖσαν ἀνοίγειν πίθους καὶ καταζευγνύναι βόας καὶ ἡμιό‐
5νους καὶ ἵππους. φησὶ γὰρ 〈***〉 τῆς σελήνης ἀρχομέ‐ νης ἀποκρύπτεσθαι δοκεῖν καὶ τὰ θυμοειδέστερα τῶν ἀλό‐
γων ἀμβλύνειν τὸν θυμὸν καὶ μὴ ὁμοίως ἀνθίστασθαι τοῖς δαμάζουσιν ἀσθενέστερα γινόμενα. καὶ τὸ περὶ τὴν ἄνοι‐ ξιν δὲ τοῦ πίθου φυσικῶς εἴρηκε· μάλιστα γάρ φασι περὶ253
10τὰς πανσελήνους ἡμέρας ἐξίστασθαι τὸν οἶνον διὰ τὴν ἀπὸ τῆς σελήνης ὑγρὰν θέρμην, ὥστ’ εἰκότως, ὅταν ἥκιστα τοῦτο προβάλῃ, κελεύει τὸν πίθον ἀνοίγειν καὶ τοῦ οἴνου πεῖραν λαμβάνειν.

sch

814a

παῦροι δ’ αὖτ’ ἴσασι τρισει‐ νάδα μηνός: ἄλλοι τὴν εἰκάδα ἑβδόμην λέγου‐ σιν, ἄλλοι τὴν εἰκοστὴν ἐνάτην· ὀλίγοι δὲ ἐπίστανται αὐτὴν ἀγαθὴν οὖσαν. τὴν δὲ εἰκοστὴν ἑβδόμην ὅλην αὐτὴν
5εἶναι καλὴν ὡς ἂν οὐδεὶς τὴν εἰκοστὴν ἐνάτην ἐπαινῇ ὡς ἀφώτιστον αὐτὴν οὖσαν, ἀλλὰ φυλάττου μηδὲν τούτων ποιεῖν ἐν αὐτῇ.

sch

815a

〈ἄρξασθαί τε πίθου:〉 ὅτι ἐν ταῖς πανσελήνοις θέρμης ὅτι πλείστης καὶ ὑγρότητος οὔσης τὸ τηνικαῦτα κελεύει τὸν πίθον μὴ ἀνοίγειν ὡς εἰς ὀξίνην μεταβαλλομένου τοῦ οἴνου. ἐν δὲ τῇ τρίτῃ ἐνάτῃ κελεύει
5τοῦτο ποιεῖν, ὡς ἤδη καὶ τῆς θέρμης ληγούσης καὶ τῆς ὑγρότητος. ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦτο προτρέπει διὰ τὸ τὴν ἐκ τῆς αὐξήσεως βλάβην βοηθεῖσθαι τῇ ταύτης μειώσει· ἑκατέρων γὰρ μετέχει ἡ μέση τετράς.

sch

817-818

* νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον: τοῦτ’ ἐναργὲς ἐποίησεν, ὅτι τρίτην εἰνάδα κέκληκεν οὐ κατὰ Ἀθηναίους
τὴν δευτέραν εἰκοστὴν ἀνάπαλιν ἀριθμοῦντας τὰς φθινούσας254
5—δεκάτην, ἐνάτην, ὀγδόην καὶ ἑξῆς—, ἀλλὰ τὴν πρὸ τρια‐ κάδος· περὶ γὰρ ταύτης ἀμφιβάλλουσιν, εἴτε ἐσχάτη ἐστίν, εἴτε πρὸ τῆς ἐσχάτης· εἰκότως οὖν ὀλίγοι τὴν ὡς ἀληθῶς ἐνάτην καὶ εἰκοστὴν καλοῦσιν. ἐν δ’ οὖν ταύτῃ καθέλκειν προστάττει ναῦς εἰς θάλατταν· ὅτε γὰρ οὐ δεῖ πλεῖν,
10δεῖ παρασκευάζεσθαι πρὸς τὸ πλεῖν, οἷον δὴ τὸ καθέλκειν ἐστί. πλοῦ δὲ καιρὸς ἥκιστα οὗτος· ταραχώδης γὰρ ὁ ἀὴρ ὡς ἐπὶ τὸ πᾶν ἐν ταῖς σύνεγγυς ἡμέραις τῶν συνόδων, διόπερ ὅσοι πλέοντες τότε τύχωσι τοὺς ὅρμους καταλαμβά‐ νουσιν, ἕως ἂν ἐκφανῇ ὁ μήν.

sch

817a

〈νῆα πολυκλήιδα θοήν:〉 ὀλί‐ γοι τε τὴν εἰκοστὴν καὶ ἐνάτην ἀληθῶς καλὴν εἶναί φασιν εἰς τὸ τὴν ναῦν καθέλκειν εἰς θάλασσαν. πλὴν εἰ μὴ εἰς τὸ 〈καθέλκειν〉 ἑτοίμην εἶναι, μετὰ παρέλευσιν τοῦ τοιού‐
5του καιροῦ ἀποπλεῦσαι.

sch

819

* τετράδι δ’ οἶγε πίθον: τὴν μέσην τετράδα ταύτην λέγων τεσσαρεσκαιδεκάτην ἐπαινεῖ καὶ ὡς πίθοιγον καὶ ὡς πᾶσιν ἀρίστην· καὶ γὰρ τὸ φῶς τῆς σελήνης πλούσιον ἅμα τῷ ἡλίῳ καταδυομένῳ ἀνατελλού‐
5σης. καὶ τὸν ἥμισυν ἀριθμὸν ἔχει τοῦ πλήθους, ἐν ᾧ τὸν κύκλον ἡ σελήνη συμπληροῖ τὸν ἑαυτῆς, ὥστε καὶ αὐτὴ τε‐ λεσιουργός ἐστιν, εἴπερ ἐν τῷ ἡμίσει ὑπὲρ τοῦ παντὸς κύ‐ κλου τὸ τέλειον. αἱ δὲ αὐξομειώσεις ἐφ’ ἑκάτερα τοῦ μέ‐ σου πά〈ρι〉σοι, ἴδιος δὲ αὐτῆς κύκλος πληρούμενος διὰ τῶν
10ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν· διὸ καὶ τοσαῦται λέγονται τῆς σελήνης αἱ φεγγοφόροι εἶναι ἀκτῖνες. καί τις Αἰγύπτιος μυθολογεῖ μῦθος τὸν Ὄσιριν τοσαῦτα ἔτη βασιλεῦσαι, ὁπό‐ σος ἐστὶν ὁ τῶν ἡμερῶν τούτων ἀριθμός, ἐνδεικνύμενος, ὡς ἐμοὶ δοκεῖ, πάντων αὐτὸν εἶναι τῶν γεννητῶν δημιουργὸν255
15καὶ τελεσιουργόν, μετὰ τῶν σεληνιακῶν ἀκτίνων τέχνῃ τεύ‐ χοντα τὴν γένεσιν τῶν τε αὐξητικῶν καὶ τῶν μειωτικῶν, ἵνα καὶ γίνηται τὰ τῇδε καὶ φθείρηται.

sch

820-821

* παῦροι δ’ αὖτε μετ’ εἰκά‐ δα μηνὸς ἀρίστην: εἴρηται μὲν ἐλλειπτι‐ κῶς τὸ πρότερον στιχίδιον. ἔστι γὰρ πλῆρες· τὴν μετ’ εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην οὖσαν παῦροι ἴσασι.
5καὶ τὸ δεύτερον μετὰ ἀναστροφῆς· οὕτω γὰρ ἂν γένοιτο σαφές, εἰ λέγοιτο· “ἐπὶ δείελα δ’ ἐστὶ χερείων ἠοῦς γενο‐ μένης”. εἰ δὲ ταῦτα κρατοίη, πάσας ἐπαινεῖ τὰς τετρά‐ δας, τὴν πρώτην, τὴν μέσην, τὴν τρίτην· πλὴν ὅτι τὴν τρίτην ὀλίγους γινώσκειν φησὶν ἀμείνονα εἶναι ἐν τοῖς
10ἑωθινοῖς μέρεσι. καὶ εἰκότως· συνάπτει γὰρ κατὰ τὴν δείλην τῇ πέμπτῃ· ταύτην δὲ εἶπεν ὡς χαλεπήν (cf. sch. 802—804).

sch

820a

〈παῦροι δ’ αὖτε μετ’ εἰκά‐ δα:〉 ὀλίγοι δὲ τὴν μετὰ τὴν εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην πρωΐας οὔσης φασίν, χείρονα δὲ τῇ δείλῃ.

sch

820b

〈παῦροι δ’ αὖτε μετ’ εἰκά‐ δα:〉 τὴν τετάρτην τὴν μετὰ τὴν εἰκοστὴν ἤτοι τὴν τε‐
τάρτην καὶ εἰκοστὴν ὀλίγοι καλήν φασι.256

sch

821a

ἠοῦς γιγνομένης: ἕως τῆς ἕκτης ὥρας οὕτω καλεῖ.

sch

822-825

αἵδε μὲν ἡμέραι εἰσίν, ἕως τοῦ ἄλλοτε μητρυιὴ πέλει ἡ‐ μέρη, ἄλλοτε μήτηρ: τὰς μὲν ἐπιτηδείας ἡμέρας εἰς Δία ἀναπέμπει, τὰς δὲ παρεμπιπτούσας μεταξὺ
5τούτων καλεῖ μεταδούπους ἀκηρίους καὶ οὔ τι φερούσας, σημαίνων ὅτι ἄπρακτοί εἰσι καὶ μηδὲν ὄνειαρ περιποιῆσαι δυνάμεναι. ἐκάλεσε δὲ τὰς μεταξὺ πιπτούσας μεταδούπους, διότι δηλοῖ τὸ δουπῆσαι τὸ πεσεῖν· καὶ τὸ ἀκήριον δὲ
10αὐτὸ τὸ ἀκέραιον σημαίνειν ἔοικε. τούτοις δὲ προσέθη‐ κεν ὅτι οἱ μὲν ἄλλας ἐπαινοῦσιν, οἱ δὲ ἄλλας· καὶ γὰρ Ὀρφεὺς (Orphic. frg. p. 275 Kern) εἶπε περὶ τῶν ἡμερῶν τούτων, ἄλλας ἐπαινῶν καὶ ἄλλας ἐκβάλλων. καὶ Ἀθηναῖ‐ οι κατὰ τὴν παρατήρησιν ἴδια περὶ αὐτῶν ἐδόξασαν. κατὰ
15πάντα δὲ αἱ μέν εἰσιν ἄρισται τῶν ἡμερῶν ἃς μητράσιν αὐ‐ τὸς ἀπείκασεν, αἱ δὲ φυλακτέαι αἷς τὰς μητρυιὰς ἐπεφή‐ μισεν.

sch

823a

μετάδουποι ἀκήριοι: ἀβέ‐ βαιοι, αἱ μεταξὺ τούτων πεπτωκυῖαι, οὔτε ἀγαθαί, οὔτε κακαί· ἀκήριοι δὲ ὡς ἐπὶ ἀνθρώπων εἶπεν, ἄψυχοι ἢ ἀσθενεῖς ἢ μὴ ἔχουσαι εἱμαρμένην ἀγαθοῦ καὶ κακοῦ.

sch

823b

μετάδουποι ἀκήριοι: μεταπί‐
πτουσαι ἤτοι ἄστατοι καὶ ἀβέβαιοι καὶ ἄψυχοι· τὸ ἀκή‐ ριοι ἤγουν ἀσθενεῖς καὶ ἄκαρποι, διὸ ἐπάγει οὔ τι φέρουσαι.257

sch

823c

〈μετάδουποι ἀκήριοι:〉 ἢ αἱ μεταξὺ τῶν ῥηθεισῶν πίπτουσαι ἢ ἄζωοί εἰσιν ἢ ἄμοιροι ἐνεργείας τῆς εἰς τὸν βίον παρεκτικῆς.

sch

825a

ἄλλοτε μητρυι: ἐπειδὴ ἡ μήτηρ ἤπιος, ἡ δὲ μητρυιὰ κακή, εἶπεν ὅτι αἱ μὲν τῶν ἡμερῶν εἰσι μητέρες, ὡς ἂν ἀγαθαί, αἱ δὲ μητρυιαί, ὡς ἂν κακαί.

sch

826-828

* τάων εὐδαίμων τε καὶ ὄλβιος: διὰ τούτων ὁρίζεται τίς ὁ ἀληθῶς εὐδαί‐ μων. ὁ γὰρ γνῶσιν ἔχων τῶν τε ἔργων ἃ δεῖ πράττειν καὶ τῶν ἡμερῶν ἐν αἷς τὸ πραττόμενον τοῦ οἰκείου τεύξεται
5τέλους, οὗτός ἐστιν εὐδαίμων· ἀναίτιος μὲν παρὰ τοῖς θεοῖς, ὡς ἀνέγκλητος διαμένων διὰ τὸ σκοπὸν ἔχειν πάντα δίκαιον, δύο δὲ ταῦτα σπουδάζων ἀεί, τὰ μὲν ἄδηλα τῷ ἀνθρωπίνῳ λογισμῷ διὰ μαντικῆς ὁρᾶν—τοῦτο γὰρ τὸ τοὺς ὄρνιθας κρίνειν, τὰ δὲ κατὰ λογισμὸν
10πάντα πράττειν, ἐκκλίνων τὰς παραβάσεις τοῦ ὀρθοῦ καὶ καλοῦ σκοποῦ—τοῦτο γὰρ δηλοῖ τὸ τὰς ὑπερβασί‐ ας ἀλεείνειν. τοῦτο τέλος ἐπέθηκεν ὁ Ἡσί‐ οδος τῷ ποιήματι τὸν εὐδαίμονα ὁρισάμενος ὅστις ποτέ ἐστι. δεῖ γὰρ εἰς τοῦτο βλέπειν πᾶσαν ἡμῶν τὴν ζωὴν
15καὶ τὴν τῶν ἔργων αἵρεσιν καὶ τὴν τῶν ἡμερῶν ἐκλογήν.

sch

826a

ὃς τάδε πάντα: τούτων ὅστις εἰδὼς
πάντων τὰς ἀποτελέσεις ἐργάζεται, εὐσεβῶν μέντοι εἰς θε‐ όν, οὗτος εὐδαίμων ἀνήρ.258

sch

828a

ὑπερβασίας: τὰς ὑπερβάσεις τοῦ καλῶς ἔχοντος. τούτοις δὲ ἐπάγουσί τινες τὴν Ὀρνιθομαντείαν 〈***〉, ἅτινα Ἀπολλώνιος ὁ Ῥόδιος (frg. p. 42 Michae‐
lis) ἀθετεῖ.259