TLG 5024 022 :: ANONYMI IN HERMOGENEM :: Synopses artis rhetoricae (excerpta)

ANONYMI IN HERMOGENEM Rhet.
(Varia)

Synopses artis rhetoricae (excerpta)

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 3. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 461–464.

  • Synopsis 1 (excerptum e cod. Vat. gr. 1361): pp. 461–463
  • Synopsis 2 (excerptum e cod. Vat. gr. 12): pp. 463–464

Citation: Volume — page — (line)

3

.

461

(1t)

ΑΝΩΝΥΜΩΝ
2tΣΥΝΟΨΕΙΣ ΡΗΤΟΡΙΚΗΣ.
3tI.
4tΤΙΣ Ο ΣΚΟΠΟΣ ΤΟΥ ΒΙΒΛΙΟΥ ΤΩΝ ΣΤΑΣΕΩΝ.
4Σκοπός ἐστιν ἐν ταῖς στάσεσιν Ἑρμογένει διελεῖν τὰ
5συνεστῶτα ῥητορικὰ ζητήματα, ταὐτὸν δ’ εἰπεῖν πολιτικὰ, εἰς κεφάλαια ὡρισμένα. Ἔστι δὲ πολιτικὸν ζήτημα ἀμ‐ φισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρ’ ἑκάστοις κει‐ μένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντος, ἢ καὶ πάντων ἅμα, ἢ τινῶν· τὸ
10γὰρ ὡς ἀληθῶς καὶ καθόλου καλὸν καὶ συμφέρον καὶ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς. Στάσις τοίνυν ἐστὶν ἀμφισβήτησις λογικὴ, καθ’ ἣν αἱ διαιρέσεις τῶν κεφα‐ λαίων γίγνονται, ἢ ζήτησις πολιτικὴ, ἐφ’ ἣν αἱ κατὰ μέρος πίστεις ἀνάγονται. κ. τ. λ.
15 Sequitur: πῶς ἐπιγνωσόμεθα τὰς στάσεις. Διαίρε‐ σις πραγματικῆς, στοχασμοῦ, μεταλήψεως, κατὰ ῥητὸν καὶ διάνοιαν, ἀντινομίας, συλλογισμοῦ, ἀμφιβολίας, πε‐ ρὶ τῶν συνιστάντων τὰς στάσεις κεφαλαίων. Ὅρος ῥητορικῆς. Ῥητορική ἐστι δύναμις τεχνικὴ πιθα‐
20νοῦ λόγου, διὰ τὴν τεκτονικὴν καὶ τὰς ἄλλας πραγμα‐461

3

.

462

τείας καὶ βαναύσους τέχνας, ἐν πράγματι πολιτικῷ διὰ τὴν γραμματικὴν καὶ διαλεκτικὴν, ὧν ἡ μὲν περὶ τόν γε χρόνον, πνεύματα καὶ πάθη λόγων, ἡ δὲ περὶ πάντα, τέλος ἔχουσα τὸ εὖ λέγειν κατὰ τὸ ἐνδεχόμενον. Τοῦτο
5ἐκ τοῦ τέλους παρείληπται, οὐ γὰρ πανταχοῦ πείθει ὁ ῥήτωρ, ἀλλ’ ἔσθ’ ὅτε καὶ ἀποτυγχάνει. δεῖ μέντοι τοῦτον τὰ πείθειν πεφυκότα διεξιέναι. Sequitur Epitome rhetori‐ cae Hermogenis. Explicit: Τρόποι δὲ λόγων τρεῖς, ἔνδοξος, παράδοξος,
10ἀμφίδοξος· εἴδη δὲ λόγων, ἠθικὸν, ἀξιωματικὸν, δεινὸν, σαφές. Ἠθικὸν μὲν, ὡς ὁ συντακτήριος κατὰ βαρύτητα εἰσ‐ αχθείς· ἀξιωματικὸς δὲ, ὡς ὁ μέγας ἐπιτάφιος, ἢ καὶ αὐτὸς ὁ συντακτήριος· εἰ γὰρ καὶ ἠθικὸς κατὰ βαρύτη‐
15τα ἐκφέρεται, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων καὶ τῶν πράξεων ἀξιωματικός ἐστι· σαφεῖς δὲ καὶ εὐκρινεῖς κατὰ λέξιν καὶ τὰ ἑπόμενα ταύτῃ πάντες σχεδὸν, εἰ καὶ ἀπὸ μέρους δεινότητος μετέχουσι, γοργὸς δὲ καὶ κεκαλ‐ λωπισμένος ὁ τῶν ἐγκαινίων, δεινὸς δὲ, ὡς τὰ περὶ τρι‐
20άδος· οὐδεὶς δὲ οὕτως αὐτάρκης, ὡς εἰδέναι τοὺς αὐτοῦ χαρακτῆρας ἀκριβῶς· ποῦ μὲν γὰρ κατὰ τὰ προοίμια ἐμμένει καὶ ἐπεξεργάζεται, ὡς ἐν τῷ περὶ φιλοπτωχίας πόῤῥωθεν δοκῶν ἀπὸ τῆς ἀπαριθμήσεως τοῦ πράγμα‐ τος ἄρχεσθαι, τὸ δ’ οὐχ οὕτως ἔχει, ὅτι καὶ αἰτιατικαὶ τῆς
25ἀγάπης πᾶσαι αἱ ἀρεταὶ, καὶ οὐ κατὰ περιβολὴν, ἀλλ’ εὐκρίνειαν ἀμίμητον καὶ ὑψηλήν· τὸ δὲ ἐνδιάθετον καὶ οἰκτρόν· οἷον θαυμάσειε δ’ ἄν τις τοῦ Θεολόγου τὴν ἐπιστήμην καὶ τὴν περὶ λόγους ἕξιν ἀπὸ πολλῶν μὲν, δύο δὲ μάλιστα, τῆς τε μίξεως τῶν ἰδεῶν καὶ τῶν δο‐
30γμάτων, μήθ’ ὅτε πανηγυρίζει τῶν θεολογικῶν καὶ τῶν
ἄλλων ἰδεῶν ἀπεχόμενος, μηθ’ ὅτε τι ποιῶν ἄλλο ταῦ‐462

3

.

463

τα παρωθῶν· δικανικὰς γὰρ καὶ συμβουλευτικὰς προ‐ τείνων ἀντιθέσεις πανηγυρικὰς ἐπάγει τὰς λύσεις, ὡς ἐν τῷ τῶν γενεθλίων, ὅταν λέγῃ, καλὸν μὲν τὸ φυτὸν, εὐκαίρως μεταλαμβανόμενον, οὐ καλὸν δὲ, ἀκαίρως, καὶ
5οὔτε φυτευθὲν ἀπ’ ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονερῶς. διλημμάτων γάρ ἐστι ταῦτα λύσεις. Προκα‐ ταρκτικὰ μὲν οὖν τῶν αὐτοῦ λόγων ἐστὶν ἐν προοιμίοις, καὶ ταῖς τούτων οἰκονομίαις, πιστωτικὰ δὲ ἐν τοῖς ἀγῶ‐ σιν· ἀντιθέτων δὲ λυτικὰ ποτὲ μὲν πρὸ τῶν ἀντιθέσεων,
10ποτὲ δὲ μετὰ ταῦτα, ποτὲ δὲ καὶ τούτων χωρίς· ἐν τοῖς ἐπιλόγοις δὲ οὐ χρονοτριβεῖ, ἀλλὰ καὶ ἐν τούτοις σύμ‐ μετρά ἐστι, νῦν μὲν συστρέφων τὰς ἀποδείξεις κατὰ διά‐ νοιαν καὶ καταδρομὴν ποιούμενος, ποτὲ δὲ τοῦ παθητι‐ κοῦ μερίζων τὰς διατυπώσεις οὐ μόνον ἐν ἐπιλόγοις, ἀλ‐
15λὰ καὶ ἐν τοῖς ἀγῶσι θαυμαστός ἐστι καὶ παράδοξος καὶ πάντων τῶν ἐν λόγοις κρατῶν, ἤδη δέ ποτε καὶ δι’ ἑνὸς κεφαλαίου τοῖς ἄλλοις ἐπιφωνηματικῶς χρησάμενος πέλα‐ γος ἠνέῳξε λόγου, ὡς ἐν τῷ ἀπολογητικῷ διὰ μόνου τοῦ χρώματος, καὶ τὸν συντακτήριον διὰ τοῦ ἀντιστατικοῦ
20τῷ συντελεῖ τῶν καλῶν. Θεῷ χάρις.
Συνόψεως Ἑρμογένους τέλος.
τέλος τέλος
τέλος.
24tII.
24Μῦθός ἐστι λόγος ψευδὴς, εἰκονίζων ἀλήθειαν, καὶ
25διαιρεῖται εἰς ἠθικὸν, ὅταν ἄλογα πρὸς ἄλογα φθέγγων‐ ται, εἰς λογικὸν, ὅταν λογικοὶ πρὸς λογικοὺς, καὶ εἰς μικτὸν, ὅταν λογικοὶ πρὸς ἄλογα. Ἡ παραίνεσις τού‐
του προταττομένη προμύθιον λέγεται, ἐπιταττομένη δὲ463

3

.

464

ἐπιμύθιον.
5 Explicit: Ὁ κάλλιστος πανηγυρικὸς ταῖς μὲν τὸ μέγε‐ θος ποιούσαις ἰδέαις πλὴν σφοδρότητος καὶ τραχύτη‐ τος γίνεται πάσαις. Διήκειν δέ πως χρὴ διὰ τούτων τὴν ἀφέλειαν, μὴ ἐλαττουμένην αὐτῶν, ποσότητος ἕνε‐ κα, πλὴν ὅπου καθαρῶς ἐξαίρειν τὸν λόγον εἰς σεμνότη‐
10τα δεῖ. Αἱ γλυκύτητες δὲ, εἴπερ καὶ ἄλλοθί που, και‐ ρὸν ἐνταῦθα ἔχουσι μάλιστα, αἱ τὸν ἁβρὸν καὶ ὡραῖον ποιοῦσαι λόγον. Δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον, ἥ‐ περ ἥκιστά ἐστι φανερὰ, πάντως ὕπεστι καὶ τῷ πανηγυ‐ ρικῷ· ἡ δ’ ἄλλη ἐν τούτῳ οὐδαμῶς· γοργός γε μὴν ὡς
15ἐλάχιστον ἐν πανηγυρικῷ λόγῳ ὁ λόγος εἶναι ὀφείλει· ἀφήγησις γάρ ἐστι σχεδὸν ἅπας, τοῖς δὲ ἄλλοις εἴδεσιν ἢ καὶ μέρεσι τοῦ πολιτικοῦ λόγου παραπλησίως χρῆται ὁ πανηγυρικὸς, καθάπερ ὁ συμβουλευτικὸς καὶ ὁ δικα‐
νικός.464