TLG 5024 021 :: ANONYMI IN HERMOGENEM :: De figuris in libris περὶ εὑρέσεων et περὶ ἰδεῶν ANONYMI IN HERMOGENEM Rhet. De figuris in libris περὶ εὑρέσεων et περὶ ἰδεῶν Citation: Volume — page — (line) | ||
3.704(1t) | ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ | |
2t | ΩΝ | |
---|---|---|
3t | ΕΡΜΟΓΕΝΗΣ | |
4t | ΕΜΝΗΜΟΝΕΥΣΕΝ ΕΝ ΤΟΙΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΝ | |
5t | ΚΑΙ ΙΔΕΩΝ ΒΙΒΛΙΟΙΣ ΣΥΝΟΨΙΣ | |
6 | Στρογγύλον σχῆμά ἐστι τόδε· „ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω σὺ τάδε οὐκ ἂν ἔγραψας, οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει.“ Ἀντίθετον δὲ, ἐπειδὴ ἡμέρα ἐστὶ, δεῖ ποιῆσαι τό‐ | |
10 | δε, εἰ μὲν γὰρ μὴ ἡμέρα ἦν, ἀλλὰ νὺξ, ἴσως ἐχρῆν μὴ ποιεῖν. ἐπεὶ δέ ἐστιν ἡμέρα, ποιῆσαι προσήκει. Περίοδος· „ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ, μηδὲ τοξεύῃ.“ | |
15 | Κωλικὸν ἐν ταὐτῷ δὲ καὶ κομματικόν· „ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος, καὶ καταλαμβά‐ | |
νων Ὠρεὸν, καὶ κατασκάπτων Πορθμὸν, καὶ τὰ ἑξῆς.“ | 704 | |
3.705 | Σχοινοτενὲς ἐκ τῶν Θουκυδίδου· „ὁ γὰρ Ἀχελῷ‐ ος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγριάνων καὶ Ἀμφιλόχων ἄνωθεν παρὰ Στράτον πό‐ λιν εἰς θάλασσαν ἔξεισι παρ’ Οἰνιάδας.“ | |
5 | Πνευματικόν· „ὅτε γὰρ περιϊὼν ὁ Φίλιππος Ἰλ‐ λυριοὺς καὶ Τριβαλλοὺς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποι‐ εῖτο ὑφ’ ἑαυτῷ, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, | |
10 | ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφ’ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο· εἰ δὲ μὴ ᾐσθά‐ νοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ.“ ἕτερον. „ἀλλ’ ὁ τὴν Εὔβοιαν, καὶ τὰ ἑξῆς.“ Ἀκμαῖον τὸ προειρημένον πνευματικόν. | |
15 | Καταφορά· Τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείρας Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων. Διλήμματον· „παρῆς τούτοις λεγομένοις, καὶ | |
20 | συνηυφραίνου, ἢ οὐ παρῆς· εἰ μὲν παρῆς, πῶς κατηγορεῖς τούτων, οἷς συνηυφραίνου· εἰ δὲ οὐ παρῆς, δίκης ἄξιος εἶ, τοῖς ἀγαθοῖς τῆς πόλεως μὴ συμπαρών.“ Παρήχησις· ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, | |
25 | ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων. | 705 |
3.706 | Κύκλος· „σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴ‐ περ ἦν ὅμοιός σοι· καὶ περιοδικῶς· οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ.“ Ἐπιφώνημα· „σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπε‐ | |
5 | σε,“ καὶ τὰ ἑξῆς· εἶτα τὸ ἐπιφώνημα· „ὀρώρει δ’ οὐ‐ ρανόθεν νύξ.“ ἕτερον. „Αἴας δ’ οὐκέτι μίμνε,“ καὶ τὰ ἑξῆς· εἶτα τὸ ἐπιφώνημα· „πάντη δὲ κακὸν κακῷ ἐ‐ στήρικτο.“ κόσμος γάρ ἐστι τοῦ λόγου τὸ ἐπιφώνημα, ἐοικὸς τοῖς τῶν πλουσίων γείσοις. ἄλλο· ἐν χειμῶνι καὶ | |
10 | νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σα‐ λεύεται τὰ καθεστηκότα καὶ δεῖται τοῦ κυβερνήσοντος. Σεμνόν· Διονυσίων ἦν πομπὴ, ὁ δέ μοι ἠκολού‐ θησε μέχρι τοῦ πρὸς τὴν θύραν· ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω με. ἄλλως· | |
15 | λῦσε δὲ παρθενίην ζώνην, ἐπὶ δ’ ὕπνον ἔχευεν, ἡ δ’ ὑποκυσσαμένη Πελίην τέκε καὶ Νηλῆα. Κακόζηλον· ἧκε δ’ ἀποῤῥήξας κεφαλὴν ὄρεος μεγάλοιο. Συγκριτικόν· ἐκ τοῦ Σωπάτρου· δεινὸν ἀποτυγ‐ | |
20 | χάνειν βάλλοντας Ἕλληνας, ἀλλὰ τοὺς τραυματίας γίνε‐ σθαι χαλεπώτερον· λυπηρὸν, ὑπ’ ἀριστέως τιτρώσκε‐ σθαι, ἀλλ’ ἔτι δεινότερον τὸ καὶ τοὺς ἀσθενεῖς καθ’ ἡμῶν ἐντρυφᾷν. Ἰστέον, ὡς μέλλοντες τῶν παρὰ Ἑρμογένει ἰδεῶν | |
25 | τὰ σχήματα τοῦ λόγου διεξιέναι, κατὰ τάξιν αὐτὰ ἐκ‐ | |
θησόμεθα, ὡς ἐκεῖνος ἐξέθετο. | 706 | |
3.707 | Σχῆμα τὸ κατ’ ὀρθότητα· „Θουκυδίδης Ἀθη‐ ναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Ἀθηναίων καὶ Λακε‐ δαιμονίων.“ Κατ’ ἄθροισιν εἰς μερισμόν· τῶν μὲν ἱερῶν | |
5 | χρημάτων τοὺς θεοὺς, τῶν ὁσίων δὲ τοὺς οἰχομένους ἀποστερεῖ. Ἀπαρίθμησις, ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη. | |
10 | Σχῆμα ὅταν τις ἑαυτὸν ἐρωτᾷ· „τίνος οὖν ἕνεκα ταῦτα λέγω· ἑνὸς μὲν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ.“ Ἐπανάληψις· „πρώτου μὲν οὖν καὶ μάλιστα, | |
15 | οὗπερ ἕνεκα ταῦτα διεξῆλθον· δευτέρου δὲ τίνος; καὶ οὐδὲν ἐλάττονος ἢ τούτου.“ Ἐπίκρισις· καὶ οὐδεὶς πώποτε ἀντεῖπε, μὴ οὐ καλῶς ἔχειν αὐτούς· εἰκότως. Σχῆμα τὸ εἰς τὴν ἑαυτοῦ γνώμην ἀναφέ‐ | |
20 | ρειν τι τῶν ῥηθησομένων, οἶμαι γὰρ οὐδὲν οὕτω τοῖς δημοκρατουμένοις πρέπειν, ὡς περὶ τὸ δίκαιον σπου‐ δάζειν. Προστακτικόν· „τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε.“ καὶ, „ἀλλ’ ἴθι νῦν με‐ | |
25 | τὰ λαὸν Ἀχαιῶν.“ Τὸ κατ’ ἐρώτησιν ἐλεγκτικόν· „εἶτα Ὀλύν‐ θιοι μὲν ἴσασι τὸ μέλλον προορᾷν· ὑμεῖς δὲ ὄντες Ἀ‐ θηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε.“ | |
Τὸ κατὰ ἀποστροφήν· „ἀλλὰ τί ἐχρῆν, Αἰ‐ | 707 | |
3.708 | σχίνη, τὴν πόλιν ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν ἑαυτῷ κατασκευαζόμενον Φίλιππον.“ Τὸ κατ’ ἐρώτησιν· πῶς τίς τοι πρόφρων ἔπεσι πείθηται Ἀχαιῶν; | |
5 | καὶ τί δὲ λαὸν ἀνήγαγε ἐνθάδ’ ἀγείρας; Δεικτικόν· οὐ λέγω, ἀλλ’ ἔγωγε οἶμαί μοι προσ‐ ήκειν ἀμφοτέροις ὑμῖν ἐπιδεῖξαι· ἄλλως· ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων. | |
10 | Ἀναίρεσις· „οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ· ἀλλὰ τὸν ἐμὸν τειχισμὸν ἐὰν βούλῃ σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους.“ Ἀπόστασις· „αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. Τοῦτο τὸ | |
15 | ψήφισμα,“ καὶ τὰ ἑξῆς. Τὸ κατὰ προτίμησιν, ὃ καὶ κατὰ ἀπαρί‐ θμησιν λέγεται· „οἷον ἐγὼ δὲ ὑμῖν, ὦ Ἀθηναῖοι, βούλομαι πρῶτον μὲν περὶ ὧν Φίλιππος ἐπέσταλκε, περὶ τούτων διεξελθεῖν· ὕστερον δὲ, περὶ ὧν οἱ πρέσβεις λέ‐ | |
20 | γουσι, καὶ ἡμεῖς λέξομεν.“ Τὸ καθ’ ὑπόθεσιν· „εἰ μὲν τοίνυν πᾶσι ψηφι‐ ούμεθα ταῦτα, λήσομεν ὡς ἔοικε μισθοφόρων ἔργον ἀνθρώπων ποιοῦντες, τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες·“ καὶ παρ’ Ὁμήρῳ· | |
25 | εἴπερ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε. Πλαγιασμός· „πολλῶν ὄντων καὶ μεγάλων, ἃ | |
τὴν ῥητορικὴν ποιεῖ.“ | 708 | |
3.709 | Ἐπιτρέχον· „ἐπειδὴ γὰρ δωροδοκεῖν ἤρξαντό τι‐ νες, καὶ δι’ ἀβελτερίαν οἱ πολλοὶ, μᾶλλον δὲ διὰ δυσ‐ τυχίαν τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὐ‐ τῶν λεγόντων.“ | |
5 | Ἀπόστασις· „οὕτως ἀθλίως διέκειντο, ὥστε οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόν‐ τος ῥῆξαι φωνήν“. Τὸ κατ’ ἄρσιν καὶ θέσιν· „οὐχ ὡς τῶν ἀπο‐ δωσομένων τὰ ὑμέτερα, ἀλλ’ ὡς τῶν φυλαξόντων“. | |
10 | Ἐξ ἀναιρέσεως συμπλεκτικόν· „οὐ γὰρ μό‐ νον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτ’ ἂν ἀκού‐ σαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμ‐ βάνω“. Τὸ κατὰ συστροφήν· „ὁ γὰρ οἷς ἂν ἐγὼ λη‐ | |
15 | φθείην,“ καὶ τὰ ἐξῆς· καὶ πάλιν· „τοῦ τ’ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι“ Παρίσωσις κατὰ συλλαβήν· „προσήκει προ‐ θύμωσ“ κατὰ δὲ τέλειον μέρος λόγου· „προ‐ σιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ.“ Τοῦτο δὲ | |
20 | ὀνομάζεται κατὰ κῶλον ἐπαναφορά· κατὰ δὲ τὸ τέλος παρίσωσις. Κατὰ μὲν συλλαβὴν, ὃ καὶ ὁμοιοτέλευτον λέγεται, εὖ μέν τις δόρυ θηξάσθω· εὖ δ’ ἀσπίδα θέσθω. | |
κατὰ δὲ τέλειον μέρος λόγου, ὅπερ καὶ ἀντιστροφὴ λέ‐ | 709 | |
3.710 | γεται· „πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν, ἄφωνος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει· πάρεστιν Αἰσχίνης.“ Παρίσωσις καθ’ ὅλον κῶλον· „τὸ λαβεῖν | |
5 | οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ.“ Παρίσωσις ἐξ ἐπεμβολῆς· „τὸ μὲν γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον, τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη δικαίως· τὸ δὲ μήτε πάλαι τοῦτο πεπον‐ | |
10 | θέναι, πεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀν‐ τίῤῥοπον, ἂν βουλώμεθα χρῆσθαι, τῆς παρ’ ἐκείνων εὐνοίας εὐεργέτημ’ ἂν ἔγωγε θείην.“ Παρίσωσις κατ’ ἐναλλαγήν. „Τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ πρῶτον Φιλίππου μὲν κλέμμα, δω‐ | |
15 | ροδόκημα δὲ τῶν ἀδικούντων τούτων τοιοῦτον ἐγέ‐ νετο.“ Ἐπαναστροφή· „οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναιτ’ ἂν διώκειν δι’ ἐμὲ, ἐμὲ δὲ, εἴπερ ἐνόμιζεν αὐτὸν ἐξελέγξειν, οὐκ ἂν ἐγράψατο“. | |
20 | Κλιμακωτόν· „οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγρα‐ ψα δὲ, οὐδὲ ἔγραψα μὲν, οὐκ ἐπρέσβευσα δὲ, οὐδὲ ἐπρέσβευσα μὲν, οὐκ ἔπεισα δέ“. Ὑπερβατὸν καθ’ ὑπέρθεσιν· „τὴν τοῦ διαπρά‐ ξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος βασιλεὺς Μα‐ | |
25 | κεδόνων, δόξαν ἀντὶ τοῦ ζῇν ἀσφαλῶς ᾑρημένος.“ | 710 |
3.711 | Ὑπερβατὸν κατὰ παρένθεσιν· „τοῦ τ’ ἐκεῖ‐ νον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι.“ Καινοπρεπές. „Θετταλοὶ δὲ οὐδένα πώποτε ὅν τινα οὔ.“ καὶ ὁ Θουκυδίδης, „καὶ ὀλίγον ἔπρασσον | |
5 | οὐδέν.“ Πολύπτωτον· „οὗτοι γὰρ ἡγοῦνται, τούτοις πεί‐ θεσθε, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε.“ Τὸ καθ’ ὑποστροφήν· „ἔστι τοίνυν οὗτος ὁ πρῶ‐ τος Ἀθηναίων αἰσθόμενος, Φίλιππον, ὡς τότε δημηγο‐ | |
10 | ρῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν.“ Εἰρωνεία· „σφόδρα γε βούλεται, τοὺς Ἕλληνας ἐλευθέρους εἶναι καὶ αὐτονόμους, ὡς δηλοῖ τὰ ἔργα.“ Τὸ κατὰ ἀποσιώπησιν· „ὅσα μὲν οὖν τοὺς χο‐ ρευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας | |
15 | ἠνώχλησεν, ἢ προβαλλόμενος, καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητὴν, ἢ τἄλλα πάντα, ὅσα τοιαῦτα, ἐάσω.“ Ἐπιδιόρθωσις· „ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον | |
δὲ τῶν αἰσχίστων.“ | 711 |