TLG 5024 020 :: ANONYMI IN HERMOGENEM :: Commentarium in librum περὶ ἰδεῶν

ANONYMI IN HERMOGENEM Rhet.
(Varia)

Commentarium in librum περὶ ἰδεῶν

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 7.2. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 861–1087.

Citation: Volume — page — (line)

7

.

861

(1t)

ΕΡΜΟΓΕΝΟΥΣ
2tΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ ΠΕΡΙ ΙΔΕΩΝ
3tΤΟΜΟΣ αʹ.
4tCap. I.
4αʹ. Τὸ ἑξῆς οὕτως· τῷ ῥήτορι εἴπερ ἄλλο τι τῶν
5ἀναγκαιοτάτων ἐστὶ γινώσκειν, τὰς ἰδέας οἶμαι τοῦ λό‐ γου εἶναι ἀναγκαιοτάτας γινώσκειν· κατὰ κοινοῦ γὰρ ἄμφω τό τε ἀναγκαιότατον καὶ τὸ γινώσκειν. βʹ. Τὸ χρήσιμον τοῦ βιβλίου εὐθὺς ἐκ προοιμίων ἐμφαίνει, διαῤῥήδην ἀναγκαιότατον καὶ τὸ γινώσκειν
10αὐτὸ τοῖς τὴν ῥητορικὴν μετιοῦσι γνησίως βοῶν, ἰδέα δέ
ἐστι ποιότης λόγου, τοῖς ὑποκειμένοις ἁρμόδιος προσώ‐861

7

.

862

ποις τε καὶ πράγμασιν κατά γε ἔννοιαν καὶ λέξιν καὶ τὴν ὅλην τῆς ἁρμονίας διαπλοκήν· ἰδέα δὲ εἴδους διαφέ‐ ρει, ὥσπερ γένος εἴδους καὶ ὅλον μέρους· τὸ μὲν γὰρ εἶδος περιληπτικόν ἐστι τῶν ἰδεῶν, αἱ δὲ ἰδέαι ὑπὸ τὸ
5εἶδος ἀνάγονται, ἀδύνατον γὰρ δικανικὸν ἢ συμβουλευ‐ τικὸν ἢ πανηγυρικὸν εἶδος λόγου συστῆναι χωρὶς πλειό‐ νων ἰδεῶν μίξεως. Ἰστέον δὲ, ὅτι τὸ χρήσιμον καὶ τὸν σκοπὸν ἐν ἀρχῇ τῆς πραγματείας ὑπέφηνε· τῆς γὰρ ἐπιγραφῆς ὁμολογουμένης οὔσης καὶ τῆς τάξεως καὶ τῆς
10εἰς τὰ μέρη τομῆς, λῆρος ἦν τὸ περὶ τοῦ γνησίου πολυ‐ πραγμονεῖν. διὸ καὶ ταῦτα παρεὶς διδάσκει, τί τὸ χρή‐ σιμον, καὶ τίς ὁ σκοπός. Ἐνταῦθα καὶ πολλαὶ ζητήσεις ἀναφύονται, τῶν μὲν τὴν αἰτίαν βουλομένων μαθεῖν, δι’ ἣν τὸ χρήσιμον προέταξε τοῦ σκοποῦ, τῶν δὲ φασκόν‐
15των ἀνόητον εἶναι τὴν ὑποκειμένην πραγματείαν, εἴπερ ἀλόγως τὰ ὅλα διαγινώσκεται. χωρὶς γὰρ ταύτης τοῦτο ποιεῖν τῇ αἰσθήσει δυνατόν. καὶ πόνων οὐ δεόμεθα πρὸς τὴν κατάλυσιν, ἀλλ’ ἐκ ταύτης ἡμῖν τῆς ἀντιλογίας ἡ περὶ τῆς τάξεως περιγίνεται λύσις· διὰ γὰρ τοὺς ἐπιφυο‐
20μένους δοξαστικῶς μόνον προτάξας τὸν σκοπὸν ἦλθεν ἐπὶ τὸ χρήσιμον, ἀρίστῃ διδασκαλίᾳ χρησάμενος, ἐπειδὴ γὰρ τὰς σημασίας τῶν ὀνομάτων ἢ δοξαστικῶς ἢ κατὰ ἐπιστημονικὴν δεχόμεθα γνῶσιν, προέθηκε μὲν τέως δο‐ ξαστικῶς τὸν σκοπόν· ἐπήγαγε δὲ τὸ χρήσιμον, ἵνα καὶ
25τὴν τάξιν ἐῤῥωμένην φυλάξῃ καὶ τῶν ἐναντιουμένων ἀφέλῃ τὰς βλασφημίας· ἐπεί τοί γε μετὰ τὴν ἀναίρεσιν τῶν διαβολῶν αὖθις τὸν σκοπὸν ἀκριβῶς κατὰ τὴν ἐπι‐ στημονικὴν παραδίδωσι γνῶσιν. Τοῦτο δὲ κατὰ τὸν Ἑρμίνου λόγον καὶ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἑρμηνείας
30φαίνεται πεποιηκὼς, προθέμενος γὰρ θέσθαι, τί ὄνομα
καὶ ῥῆμα, τί δὲ ἀπόφασις καὶ κατάφασις καὶ ἀπό‐862

7

.

863

φανσις καὶ λόγος, εἰς ἕτερα μετετράπη, τὸ χρήσιμον ἐκ τῆς μεταβολῆς ἐμφαίνειν βουλόμενος. ἀλλ’ εἰ μὲν ὁ φιλόσοφος ἐξέστη τοῦ προκειμένου κατὰ τὸν Ἑρμίνου λόγον οὐκ ἔχω λέγειν· ἐπιφέρουσι γάρ τινες τὴν Ἀλεξάν‐
5δρου καὶ Πορφυρίου λύσιν, ἥτις ἐστὶ καὶ ἀκριβὴς, πλὴν φαίνεται καὶ αὐτὸς περὶ ἄλλων τινῶν πρότερον διαλα‐ βὼν, εἶθ’ οὕτως ὁρισάμενος τὸ ὄνομα καὶ τὸ ῥῆμα, πε‐ ρὶ ὧν ἐν ἀρχῇ τῆς πραγματείας λέγειν προέθετο, τὸν αὐτὸν τοίνυν καὶ ὁ τεχνικὸς τρόπον διὰ μὲν τοὺς ἀντιλέ‐
10γοντας δοξαστικῶς προέταξε τὸν σκοπόν· μετὰ δὲ τὴν τοῦ χρησίμου γνῶσιν ἀκριβῶς αὐτὸν παραδίδωσι· καὶ τοῦτο σαφῶς ἐξ αὐτῆς τῆς λέξεώς ἐστιν ἰδεῖν, ὅπως μὲν ἐν ἀρχῇ δοξαστικῶς μόνον προστίθησι τὸν σκοπὸν, ὅπως δὲ πάλιν ἐπάγει τὸ χρήσιμον καὶ τὸν περὶ αὐτοῦ πλατύ‐
15νει λόγον. πῆ μὲν κατὰ τὸ θεωρεῖν, πῆ δὲ κατὰ τὸ δη‐ μιουργεῖν· εἴτε γὰρ θέλοις, φησὶν, εἰδέναι κρίνειν τοὺς τῶν ἀρχαίων χαρακτῆρας καὶ νεωτέρων μὴ μόνον καλῶς ἂν ἔχοιεν, ἀλλ’ ἤδη που καὶ τὴν ἐπὶ θατέρου γνῶσιν, εἴτε βούλοιο δημιουργεῖν καὶ λόγου ἐργάτης γενέσθαι,
20μὴ τῶν τυχόντων, ἀλλὰ παραπλησίων τοῖς τῶν ἀρχαίων, τό γε τῆς ἐπιστήμης ταύτης ἀναγκαιότατον, εἰ μέλλοι μὴ σφόδρα τοῦ ἀκριβοῦς τις ἀπενεχθήσεσθαι· γʹ. Ὡς ἓν ἀνθ’ ἑνὸς εἰπεῖν τοιοῦτόν ἐστιν, ὁποῖαί τινές εἰσιν καὶ ὅπως γίνονται, οἷον ἡ σεμνότης τοιάδε
25ἐστὶ καὶ οὕτως ἔχουσα καὶ ἐκ τῶνδε καὶ ἐκ τῶνδε τοῦ λόγου μερῶν συνίσταται. ἄλλως· ὅτι οὕτως δεῖ ἔχειν
ἑκάστην, εἰ μέλλοι τεχνικῶς συγκεῖσθαι· τὴν γάρ τοι863

7

.

864

σαφήνειαν φέρε ἁπλουστάτην εἶναι δεῖ. ὅπως δὲ γίνεται διὰ τῆς καθαρότητος καὶ εὐκρινείας. ἄλλως· ὅποι ποτὲ ἔχουσι, πότερον ἀκριβῶς καὶ ἐντέχνως ἢ οὔ. δʹ. Ἐκ ποίων, φησὶ, τόπων, καὶ τίνα τὰ χαρακτηρί‐
5ζοντα ἑκάστου τούτων; οἷον, ὅτι ἡ σαφήνεια φέρε ἁπλου‐ στάτη ἐστὶ κατά τε λέξιν καὶ νόημα οὐδὲν ἔχουσα περι‐ σκελές τε καὶ ἐμπερίβολον. γίνεται δὲ διὰ τῆς καθαρό‐ τητος καὶ εὐκρινείας, τὸ ὅπη τε ἔχουσι καὶ ὅπως γίνον‐ ται, καὶ οὐδὲν ἕτερον σημαίνει, ἢ τὰ κατὰ μέρος καὶ
10τὰς μίξεις αὐτῶν, ὥστε τὸ μὲν ὅλον ἀπαγγεῖλαι καὶ τοῖς περὶ τὴν τέχνην δεινοῖς οὐχ οἷόν τε διὰ τὴν παρεπομένην ἀνάγκην, ἀλλ’ ἐκεῖνο φραζέτω τις ἡμῖν, εἰ τὸ κατὰ μέρος καὶ τὰ ποιοῦντα τὸ ὅλον δύναταί τις καταλαβεῖν ἄνευ τέχνης καὶ τῆς ὑποκειμένης πραγματείας.
15 εʹ. Τὸ ἑξῆς, καὶ γὰρ οὐκ ἄνευ τῆς περὶ ταῦτα ἐπιστή‐ μης ἤγουν τῶν ἰδεῶν γένοιτ’ ἂν τὸ εἰδέναι τὰ τῶν ἄλ‐ λων κρίνειν, εἴτε καλῶς ἂν ἔχοι εἴτε μὴ, εἴτε τινὸς ἀρ‐ χαίου εἴτε νεωτέρου· εὐλόγως δὲ σφόδρα τὸ ἀκριβῶς προστέθεικεν, ἐνδέχεται γὰρ καλῶς μὲν ἔχειν τόνδε τινὰ
20τὸν λόγον τῷ τῆς συνθήκης ἤτοι τῆς συνθέσεως κάλλει διαπρέποντα, μὴ μέντοι πρὸς ἀκρίβειαν εἰργάσθαι· τῆς τέχνης. ϛʹ. Γενναίους φησὶ λόγους τοὺς μὴ χαμαιπετεῖς
μηδὲ εἰκῆ συγκειμένους καὶ εὐκαταφρονήτους.864

7

.

865

ζʹ. Καλῶς τὸ μὴ πόῤῥω· οὐ γὰρ οἷόν τε τὸν κρίνον‐ τα πρὸς ἀκρίβειαν πᾶσαν τῶν τε τοῦ δέοντος ἐννοιῶν καὶ τῆς τοιᾶσδε τῶν ὀνομάτων στοχάζεσθαι συνθέσεως. πολλὰ γὰρ τοιῶσδε παρὰ τῶν ἀρχαίων εἰρημένα πο‐
5λυτρόπως οἱ μετ’ αὐτοὺς ἐξεδέξαντο, διόπερ ἀκριβῶς πρόσκειται τὸ μὴ σφόδρα· ἀγαπητὸν γὰρ ἐγγὺς βα‐ λόντα φανῆναι τῆς ὀρθῆς κρίσεως. ηʹ. Διονύσιος μὲν ἐν τῷ πρώτῳ περὶ μιμήσεως ὁρίζεται τὴν μίμησιν οὕτως· „μίμησίς ἐστιν ἐνέργεια διὰ
10τῶν θεωρημάτων ἐκματτομένη τὸ παράδειγμα.“ ὡς δὲ οἱ μεταγενέστεροι λέγουσιν, λόγος ἢ πρᾶξις ὁμοίωσιν εὖ ἔχουσαν τοῦ παραδείγματος περιέχουσα· ζῆλος δέ ἐστιν ἐνέργεια ψυχῆς πρὸς θαῦμα τοῦ δοκοῦντος εἶναι καλοῦ κινουμένη· ὁ δὲ νοῦς· ὁ πρὸς τοὺς ἀρχαίους ζῆλος, φη‐
15σὶν, τουτέστιν ἡ μίμησις, μετὰ ψιλῆς δὲ ἐμπειρίας τῆς ἄνευ τέχνης γινομένης τουτέστιν ἀναγνώσεως μόνης· κα‐
λῶς δὲ τὴν ἐμπειρίαν ἄλογον τριβὴν εἶπε, τὸ μὲν γὰρ865

7

.

866

ὅτι γινώσκει, τὸ δὲ ὅτι παντελῶς ἀμαθής ἐστιν, οὗ‐ περ ὁ κατὰ τὴν τέχνην εὑρίσκει λόγος· καὶ γὰρ ὁ θεῖος Πλάτων φησίν· ἐγὼ γὰρ τέχνην οὐ καλῶ, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα.
5 θʹ. Εἰ δυσχερῶς αἱ γενναῖαι φύσεις, ὅταν ἀτεχνεῖς ὦσι, τυγχάνουσι τοῦ σκοποῦ τοῦ ὀρθοῦ, κἂν πολλά‐ κις ἀντιλάβωνται τῆς αἰσθήσεως, τί δράσουσιν οἱ νωθεῖς καὶ πείρᾳ μόνον καταλαβόντες τὴν αἴσθησιν· πλὴν ἵνα καί τι μᾶλλον ἐπιῤῥώσωμεν τὰς ἀντιθέσεις αὐτῶν, συγ‐
10χωρήσωμεν μὴ πείρᾳ καταλαβεῖν τὴν αἴσθησιν, ἀλλ’ ἐμ‐ πειρίᾳ, καὶ πάλιν αὖ μηδὲ ἐμποδίζεσθαι παρὰ τῆς φύσεως. ἦν γὰρ ἐνστῆναι τῷ βουλομένῳ πρὸς αὐτὸ τοῦ‐ το, καὶ λέγειν ὡς ἐπισφαλές ἐστι τὸ τὴν αἴσθησιν ἐκ πρώτης ὄψεως τῇ πείρᾳ λαβεῖν, κἂν ᾖ βεβλαμμένη πα‐
15ρὰ τῆς φύσεως· ἀλλὰ ταῦτα συγχωροῦμεν· ἔστω κατα‐ λαβεῖν ἐμπειρίᾳ τὴν αἴσθησιν, καὶ μηδὲν εἶναι τὸ βλά‐ πτον αὐτὴν, ἀλλ’ οὐδὲν ὁ τοιοῦτος διενέγκοι χωρὶς τέχνης ἀλόγως φερόμενος τῶν τῇ πείρᾳ καταλαβόντων τὴν αἴ‐ σθησιν καὶ βλαπτομένων παρὰ τῆς φύσεως· τοὐναντίον
20γὰρ αὐτὸν σφάλλοι, φησὶ, τὰ τῆς φύσεως πλεονεκτήμα‐ τα, καὶ ἑξῆς· καὶ ἁπλῶς εἰπεῖν ὅσον συμβάλλεται φύσις, ὅταν ἔχῃ τὸν λόγον ῥυθμίζοντα καὶ κυβερνῶσαν τὴν τέ‐ χνην, τοσοῦτον βλάπτει χωρὶς τούτων προσγινομένη,
περιγίνεται γὰρ οὐδὲν τῶν χρησίμων τῷ νομίζοντι866

7

.

867

χωρὶς ἐπιστήμης προὔχειν, ἀλλὰ πάσχει ταὐτὸν τοῖς ἀλό‐ γοις. καθάπερ γὰρ ἵππος ταχὺς ἄνευ τοῦ διοικοῦν‐ τος ἀτάκτως φερόμενος θεῖ μὲν ταχέως, ἀλλὰ σφαλερῶς καὶ τὴν μέσην ἀφεὶς ὁδὸν καὶ τετριμμένην εἰς ἀβά‐
5τους καὶ κρημνώδεις ἀφίησι τόπους, οὕτω καὶ ἡ γενναία φύσις χωρὶς λόγου καὶ τέχνης ὅποι καὶ τύχοι φέρεται πε‐ πλανημένη τῆδε κἀκεῖσε, καὶ μηδὲν δυναμένη τῶν προση‐ κόντων ποιεῖν· ἀλλ’ οὐδὲν πρὸς ἔπος φασί· μένει γὰρ τὸ διαπορηθὲν, καὶ περιττὸν τὸ πονεῖν περὶ τὴν ὑποκει‐
10μένην πραγματείαν, φασὶν, ὅπου γε τὸ τέλειον αἰσθήσει καὶ μόνῃ καταλαμβάνεται, καὶ τοῦτο μὲν ἀληθῶς· οὐδὲν γὰρ ἔχει πλέον ὁ τὴν τέχνην ἠσκημένος τοῦ μὴ οὕτως ἔχοντος περὶ τὴν τελείαν κατάληψιν· ἄμφω γὰρ τὸ ὅλον αἰσθήσει γινώσκουσιν· ἀλλ’ ὁ μὲν ἀναλόγως ἔχει περὶ τὰ
15τοιαῦτα, καὶ τὴν περὶ ταῦτα διοίκησιν ἀγνοεῖ, διὸ καὶ τὴν ἀρχὴν οὐκ ἐφικνεῖται τοῦ δέοντος, ὁ δὲ περὶ τὰ κα‐ τὰ μέρος ἐμπείρως ἔχων ὃ δ’ ἂν βουληθείη μετὰ λόγου καὶ τέχνης ποιεῖ καὶ τὴν ἀρχὴν οὐ διαμαρτάνει τοῦ προσήκοντος· καὶ τοῦτο δῆλον ἡμῖν ὁ τεχνικὸς ἐν ἀρχῇ
20τῆς πραγματείας πεποίηκε· τὰ γὰρ ποιοῦντα, φησὶ, τὰς ἰδέας καὶ κατὰ μέρος σπουδή μοι διδάσκειν καὶ τὰς μίξεις αὐτῶν ὁρᾷν. ιαʹ. Ἀπορήσειεν ἄν τις, διὰ τί τὰ παρὰ τῆς φύ‐ σεως ἀγαθὰ ἐν ἄλλοις ὠνόμασεν· ἐν ἡμῖν γὰρ δηλονότι
25καὶ ἡ φύσις καὶ τὰ παρὰ τῆς φύσεως δῶρα, ὅπως ἂν ἕκαστα διακείμενα τυγχάνοι. φαμὲν οὖν, ὅτι ἐν ἄλλοις εἶπε τὰ τῆς φύσεως, διότι οὐκ ἐν ἡμῖν προηγουμένως τὸ κῦρος αὐτῶν· οὐ γὰρ ἂν ἑκών τις ἕλοιτο τὴν νωθῆ τε
καὶ ἀπρονόητον ἑκάστων φύσιν, ἢ τὴν ὀξεῖαν καὶ πρὸς867

7

.

868

πάντα χωρεῖν ἕτοιμον, ἀλλὰ δῆλον, ὅτι ἥ τε παρὰ τῶν προτέρων βίων ἀξία καὶ ἡ τοιάδε τῶν προτέρων ἕξις, ἄλλα τε πρὸς τούτοις αἴτια θεῖά τε καὶ ἀνθρώπινα χο‐ ρηγὰ τῆς διαφόρου φύσεως ἑκάστῳ τυγχάνει. διὸ τὰ μὲν
5παρὰ τῆς φύσεως ἐν ἄλλοις εἶπεν, ἐφ’ ἡμῖν δὲ τὰ τῆς μαθήσεως· προαίρεσις γὰρ καὶ ὁρμὴ βελτίστη, τῆς φύσεως ὑπουργούσης, τῶν καλλίστων ἁπάντων ἡμῖν πρυ‐ τανεύονται τὰς μαθήσεις· ἔτι γε μὴν καὶ Διονύσιος πρὸς τῷ τέλει τοῦ τετάρτου βιβλίου τῶν περὶ μιμήσεως προ‐
10αιρέσεώς τε καὶ δυνάμεώς φησι τὴν κυριωτάτην εἶναι
μοῖραν ἐν τῇ φύσει, ἣν οὐκ ἐφ’ ἡμῖν εἶναι, οἵαν ἀξι‐868

7

.

869

οῦμεν ἔχειν· τῆς δὲ προαιρέσεως οὐδὲν μέρος ἐστὶν, οὗ μὴ τὴν ἐξουσίαν ἡμεῖς ἔχομεν· καὶ ἔοικεν ὁ τεχνογράφος ἐπιμελῶς ἐκείνοις ἐντετυχηκὼς καὶ αὐτὸς οὐκ ἐφ’ ἡμῖν ὠνομακέναι τὴν φύσιν.
5 ιβʹ. Ἐκ τοῦ κατὰ σοφιστῶν Ἰσοκράτους ἔγνωμεν, ὅτι τῆς ῥητορικῆς τὸ μέν ἐστι διδακτὸν, τὸ δὲ ἀδίδα‐ κτον, οἷον ἡ περί τι ἐπιτηδειότης προσοῦσά τινι ἐκ φύ‐ σεως, οὐκ ἂν γάρ τις ἐκ μιμήσεως τοῦτο προσλάβοι, εἰ μὴ τῷ διδασκάλῳ παραπλησίως ἔχοι φύσεως, τὸ χαριέν‐
10τως λέγειν τυχὸν ἢ τὸ συντόμως, περὶ ὧν φησιν ὁ Ἰσο‐ κράτης δεῖν τὸν διδάσκαλον παράδειγμα ἑαυτὸν καθι‐ στάναι· φασὶ γὰρ οἱ φιλόσοφοι πρὸς τὸ ἦθος τῆς ψυ‐ χῆς μεταμορφοῦσθαι καὶ χαρακτηρίζεσθαι τοὺς λόγους· οἷον εἰ τραχὺς τὸ ἦθος, καὶ ὁ λόγος τοιοῦτος· εἰ χαρίεις,
15καὶ ὁ λόγος τοιοῦτος. τοῦτο οὖν οὐ διδακτὸν, ἀλλὰ φυσικόν. ιγʹ. Ἀναγκαία, φησὶ, τῶν ἰδεῶν ἡ γνῶσις καὶ τῷ λέ‐ γοντι καὶ τῷ κρίνοντι· πολὺ δὲ μᾶλλον ἀναγκαιοτέρα τῷ ἀμφότερα ἐπιτηδεύοντι, καὶ τὸ λέγειν καὶ τὸ κρίνειν. ιεʹ. Ἱκανῶς παραστήσας τὸ χρήσιμον καὶ δείξας ἀν‐
20αγκαιότατον τὸν περὶ τῶν ἰδεῶν λόγον καὶ τοῖς ἐργάζε‐ σθαι ταῦτα καὶ τοῖς εἰδέναι κρίνειν βουλομένοις ἐπὶ τὴν κοινὴν ἀνατρέχει δόξαν, καί φησιν, μὴ δεῖν θαυμάζειν, εἰ μὴ ῥᾴδιον αὐτὸν μηδ’ οἷον ἁπλῆς τινος πραγματείας ὄντα εὑρίσκομεν· ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ τοῦ
25ῥᾴστου πέφυκε περιγίνεσθαι, εἰ δὲ χαλεπὰ τὰ καλὰ, πό‐ σον μᾶλλον ὁ λόγος, καθ’ ὃν καὶ μόνον τῶν ἀλόγων δι‐ ενηνόχαμεν.
ιϛʹ. Εἰ γὰρ ἐν θνητοῖς τοῦτο μόνον λογικὸν, εἰ‐869

7

.

870

κότως αὐτῷ καὶ ἡ τοῦ λόγου ἄσκησις πάντων ἐστὶν ἁρ‐ μοδιωτέρα, ἑκάστου γὰρ κατὰ φύσιν πρὸς τὴν οἰκείαν ἐπείγεται σωτηρίαν, σώζει δὲ ἕκαστον ἡ τελειότης· ἑκάστου δὲ ἀνθρώπου τελειότης οὐδὲν ἕτερον ἢ λόγος· πάντων ἄρα
5κρείττων ἀνθρώποις ἡ περὶ λόγους ἄσκησις. ιζʹ. Τῶν ἰδεῶν λέγει, καλεῖται γὰρ τὰ αὐτὰ εἴδη καὶ ἰδέαι, ὡς ἐν τῷ περὶ στάσεων· εἴδους γὰρ ἕνεκα προ‐ βλημάτων ἀντὶ τοῦ ἰδέας. ιηʹ. Εἰ γὰρ ἐν θνητοῖς, φησὶ, μόνος ὁ ἄνθρωπος
10λογικὸς, καὶ ἡ τοῦ λόγου ἄσκησις πάντων αὐτῷ ἄρα ἐστὶν ἁρμοδιώτερον. ιθʹ. Εἰ γὰρ καὶ ἐκ πλειόνων, φησὶν, ἰδεῶν κ. τ. λ. προσηγορίας. ἐκ τούτων δὲ ἁ‐ πάντων κατασκευάσας τὸ χρήσιμον καὶ τὰς τῶν ἀντιλε‐
15γόντων διαβολὰς ἀρκούντως ἐκκαθάρας ὑπ’ αὐτὸν ἔρχε‐ ται τὸν σκοπὸν, ἔνθα καὶ ζήτησιν ἀπ’ αὐτῆς τῆς λέξεως ἀναφαίνεται· τί δή ποτε τὰ πρῶτα τοῦ σκοποῦ κατὰ ἀναίρεσιν λαβὼν ἐπήγαγεν κατὰ θέσιν τὰ ἑπόμενα. καὶ μὴν τοὐναντίον ἔδει ποιεῖν, καὶ τὴν μὲν οἰκείαν προ‐
20αίρεσιν κατὰ θέσιν ἐμφαίνειν, ἐκεῖνα δὲ τιθέναι κατὰ ἀναίρεσιν, περὶ ὧν διδάσκειν οὐκ ἤθελεν. ἀλλ’ ἴσως καὶ κατ’ αὐτὸ τοῦτο θαυμάσαις ἂν αὐτὸν, εἰ καὶ μὴ τὴν ὀρθῶς ἔχουσαν λάβοις ἐξήγησιν. καὶ γὰρ διὰ τοὺς πρὸ αὐτοῦ κακῶς μεταχειρισαμένους τὸν περὶ τῶν ἰδεῶν λό‐
25γον κατὰ ἀναίρεσιν εὐθὺς ἔλαβε τὸν σκοπὸν, ἐντεῦθεν ἡμῖν παραστῆσαι βουλόμενος, ὅτι τὴν μὲν ἐκείνων φεύ‐
γειν κακίαν οἱ τῶν καθόλου βραχέα φροντίσαντες τὴν870

7

.

871

πᾶσαν ἔθεντο σπουδὴν ἑνὸς ἑκάστου διδάσκειν τοὺς τύ‐ πους, ὃ τὴν ἀρχὴν ὁ τεχνικὸς ἀποσειόμενός φησι, μὴ περὶ τῆς Πλάτωνος ἰδέας ἢ Δημοσθένους ἢ τοῦ δεῖνος εἶναι τὸν λόγον, ἀλλ’ ἕκαστον αὐτὸ πρότερον δεῖξαι, τί
5σεμνότης καὶ πῶς γίνεται, καὶ ποία ἡ τραχύτης καὶ τὰ λοιπὰ τῶν λόγων εἴδη· καὶ οὗτος μὲν ὁ λόγος οὐ πόῤῥω τῆς ἀληθείας· λέγει γὰρ παρακατιὼν, ὡς οὐδεὶς τῶν πα‐ λαιοτέρων ἀκριβές τι περὶ τούτων φαίνεται πραγματευ‐ σάμενος, ὅσοι δὲ καὶ προσήψαντο, τεταραγμένως· ἀλλὰ
10καὶ οὗτος μὲν, καθὰ δεδηλώκαμεν, ὁ λόγος ἐφάπτεται τῆς ἀληθείας, πλὴν ῥηθήσεται καὶ ἕτερος κατά γε τὴν ἐμὴν κρίσιν τοῦ προλεχθέντος ἐῤῥωμενέστερος, ἀνεῖλε γὰρ εὐθὺς ἐκ τοῦ σκοποῦ τὰ παρὰ τοῖς πολλοῖς γνώριμα καὶ ὧν ἀντιλαμβάνεται πρῶτον ἡ αἴσθησις, οὐ γὰρ περὶ τῆς
15Πλάτωνος ἢ Δημοσθενικῆς ἢ τοῦ δεῖνός φησιν ἰδέας ἡ‐ μῖν, ἀλλὰ διδάξει, τί σεμνότης, καὶ τί ἀφέλεια, καὶ νῦν μὲν ἐκ τοῦ παρατυχόντος τίθησιν τὰ παραδείγματα, τὴν γὰρ τάξιν καὶ τὴν ἀκολουθίαν ἐπ’ αὐτῆς φυλάττει τῆς διδασκαλίας.
20 κʹ. Πρὸς τῷ τέλει τοῦ περὶ ἰδεῶν ἐν τῷ δευτέρῳ βιβλίῳ, ἐν ᾧ περὶ τῶν χαρακτήρων ἑκάστου τῶν ἀρχαίων διαλαμβάνεται, καὶ ἰδίᾳ περὶ ἑκάστου τῶν ἀρίστων ῥητόρων τε καὶ συγγραφέων διεξέρχεται. καʹ. Πῶς, φησὶν, ἃ νῦν ἀπηγόρευσε, περὶ τούτων
25μικρὸν ὕστερον ἐπαγγέλλεται λέγειν· καὶ τοῦτο δοκεῖ πως εἶναι τῶν ἀλύτων· εἰ μή τις πρὸς τὸν τρόπον ἀποβλέψει τῆς διδασκαλίας· ὁ μὲν γὰρ σκοπὸς αὐτῷ περὶ τῆς ἁπλῶς σεμνότητος εἰπεῖν, ὁ δὲ τῆς διδασκαλίας καταναγκάζει τρόπος εἰς τύπον ἀρχαῖον κατενεχθῆναι· οὐ γὰρ ἂν οὕ‐
30τως ὁ περὶ τῆς σεμνότητος σταίη λόγος διὰ κενῆς, διὸ καὶ871

7

.

872

περὶ τούτων διδάσκειν ἐπαγγέλλεται· καὶ τοῦτο μὲν ἐν‐ τεῦθεν ἀπελυσάμεθα. κβʹ. Ὁποῖον μὲν, ὅτι μεγέθους τῷ λόγῳ περι‐ ποιητικὴ, ὅπως δὲ γίνεται, διὰ ποίων ἐννοιῶν, μεθό‐
5δων, λέξεων, σχημάτων καὶ τῶν λοιπῶν. Ἰστέον δὲ, ὅτι ἄλλο μὲν εἶδος, καὶ ἄλλο ἰδέα, ὡς ἄνω ἔφαμεν· τοῖς δὲ ὀνόμασι διαφόρως κέχρηται, ποτὲ μὲν εἴδη τὰς ἰδέας κα‐ λῶν, ποτὲ δὲ ἰδέας τὰ εἴδη· ἰδέαι δὲ λόγων αἱ γενικώτα‐ ταί εἰσιν ἑπτά· σαφήνεια, μέγεθος, κάλλος, γοργότης,
10ἦθος, ἀλήθεια, δεινότης· αἱ δὲ τρεῖς διαιροῦνται εἰς ἑτέρας δώδεκα, ὡς εἶναι τὰς πάσας ἑκκαίδεκα· ἑκάστη δὲ τούτων εἰς ὀκτὼ διαιρεῖται, ἔννοιαν, μέθοδον, λέξιν, σχῆμα, κῶλον, συνθήκην, ἀνάπαυσιν, ῥυθμόν. κγʹ. Ἰστέον, ὅτι ἡ σεμνότης καὶ ἡ τραχύτης καὶ ἡ
15ἀφέλεια, ὧν ἐνταῦθα μέμνηται, γενικαὶ οὔκ εἰσιν ἰδέαι· ἀλλ’ εἰς ἕτερον ἀνάγονται, ὡς αὐτὸς ὑποκατιὼν διδάξει· ἡ μὲν γὰρ σεμνότης καὶ ἡ τραχύτης ἀνάγονται ὑπὸ τὴν ἰδέαν, ἣ καλεῖται μέγεθος, ἡ δὲ ἀφέλεια ὑπὸ τὸ ἦθος.
20κδʹ. Τοῦτο δοκεῖ πως εἶναι τῶν ἀπόρων· αὐτὸς γὰρ872

7

.

873

τοῖς ἑαυτοῦ, φασὶ, περιπετὴς γίνεται λόγοις, καὶ οἷς ἐγ‐ καλεῖ τοῖς πρὸ αὐτοῦ, τούτοις ἐπὶ τοῦ παρόντος φαίνεται χρώμενος· λέγει γὰρ ἕνεκα τῶν κατ’ ἄνδρα εὐδοκιμούν‐ των ταύτης δεῖσθαι τῆς πραγματείας· ἔπειτα συντρέχει
5πάλιν αὐτοῖς πανταχῆ τἀναντία τῆς οἰκείας προαιρέσεως ἀποφηνάμενος. καὶ πρῶτον μὲν ἔφη περὶ Πλάτωνος ἢ Δημοσθένους, μὴ εἶναι ἰδέας τὸν λόγον· ἔπειτα καὶ περὶ αὐτῶν τούτων, φησὶν, ἐν ὑστέρῳ λελέξεται, καὶ τὸ μὲν ἐκ τοῦ τρόπου τῆς διδασκαλίας ἀπελυσάμεθα, τῶν κατ’
10ἄνδρα εὐδοκιμούντων εἶναι τὴν ὑποκειμένην πραγματείαν, καὶ αὐτὸς ἀνεῖλε τῶν προλαβόντων καταμεμψάμενος, οἳ περὶ ταῦτα τὴν πᾶσαν ἐσχήκασι σπουδὴν, τῶν καθόλου βραχέα φροντίσαντες. ἀλλ’ ὅρα μήπω δύο σκοποὺς εἶναι βούλεται, καὶ μηδεὶς πρὸς τὸ λεχθὲν ἑκὼν ταράξει·
15τί γὰρ τὸ κωλύον δύο πραγμάτων ὑποκειμένων εἶναι το‐ σαῦτα καὶ τὰ τέλη· οὐ γὰρ ἑνὸς πράγματος εἶναι δύο τέλη λέγων, μήποτ’ εἰς τοσοῦτον μανείην· ἀλλὰ τὸν μὲν ἕνα σκοπὸν εἶναί φημι περὶ τῶν ὅλων, τὸν δ’ ἕτερον περὶ τῶν κατ’ ἄνδρα ποιούντων· ὃς ὑποβέβηκε τῷ προτέρῳ καὶ
20πρὸς αὐτὸν ἀφορᾷ, περὶ οὗ καὶ ἡ πᾶσα τῆς πραγματείας ἀνήκει διοίκησις· ὅταν οὖν λέγῃ περὶ σεμνότητος καὶ τρα‐ χύτητος, περὶ τῶν τοιούτων σχημάτων τὰς καθόλου ἰδέας διδάσκει, ὅταν δὲ τοὺς κατ’ ἄνδρα περὶ τῶν τελῶν· τῶν δὲ πρὸ αὐτοῦ φαίνεται καταμεμψάμενος, ὡς κα‐
25κῶς τὴν τῶν ποιούντων πραγματευσαμένους μεταχείρι‐ σιν· εἰ δέ τις ἡμᾶς μὴ λέγειν τἀληθὲς, ἀλλὰ φενακί‐ ζειν ἐκ τούτων ὑπολαμβάνει τῶν λόγων, εἰς μνήμην ἔλ‐
θοι τῶν προλαβόντων· οὐ γὰρ μόνον πρὸς τὸ θεω‐873

7

.

874

ρεῖν, ἀλλ’ ἤδη που καὶ πρὸς τὸ δημιουργεῖν χρησιμώτα‐ τον ἔφαμεν τὸν περὶ τῶν ἰδεῶν λόγον· ἐργαζόμεθα δὲ καὶ κρίνομεν τοὺς τελείους δηλονότι χαρακτῆρας, ὥστε δύο σκοπῶν εὑρισκομένων καὶ τοῦ μὲν φερομένου πρὸς τὰ
5τέλη, τοῦ δὲ πρὸς τὰ ποιοῦντα προσηκόντως ὁ τεχνικὸς πρὸς ἑκάτερον ἀποδέδωκεν· ἔστι μὲν γὰρ ὁ πᾶς αὐτῷ σκοπὸς περὶ τῶν ποιούντων διαλαβεῖν, ἀλλ’ ἐπεὶ τὸ τέλος οὐκ ἐν τούτοις ὑπέφηνε καὶ τὸ μὴ πάνυ σπουδα‐ ζόμενον περιέλαβεν· ὃ κατορθοῦνται ἐκ τῆς περὶ τῶν ποι‐
10ούντων ἐπιστήμης. κζʹ. Τὸ μὲν τοῦ τοιούτου τοῦ Δημοσθενικοῦ λό‐ γου φησὶ, μέρη δὲ βουλευτικὸν, πανηγυρικὸν ἢ μι‐ κτὸν, τὰ ἐν προοιμίοις ἢ ἀντιθέσεσιν ἢ διηγήσεσιν εἰρημένα, εἶδος δὲ δικανικὸν, συμβουλευτικὸν, πανηγυρι‐
15κὸν, ἢ μικτόν. κηʹ. Τοῦ τοιούτου τοῦ Δημοσθένους λόγου ἀνάγκη, φησὶ, τό τε ὅλον εἶδος σκοπεῖν, οἷον ὅτι δικανικὸς ὁ περὶ τοῦ στεφάνου λόγος ὢν, πανηγυρικῆς ἐστιν ἰδέας καὶ τὰ μέρη· μέρη δέ ἐστι σεμνότης, λαμπρότης· ἐξ ὧν ὁ λόγος
20συνέστηκεν.
κθʹ. Τὸ μὲν ὅθεν ἐκ ποίων εἰδῶν κεκίνηται τῆς874

7

.

875

ῥητορικῆς, τὸ δὲ ἐξ ὧν ποίαις τισὶν ἰδέαις κέκραται· τὸ δὲ ὁποῖον ἠθικὸν ἢ πραγματικὸν, ἢ παθητικὸν, καὶ δι’ οὗ τοιοῦτον· ἀντὶ τῶν τίνων μιγέντων ἢ κραθέντων ὁ παθητικὸς ἢ ἠθικὸς γέγονε λόγος.
5 λαʹ. Ἀντὶ τοῦ ἁρμόττων μᾶλλον ποιηταῖς, εἰσὶ γὰρ ἰδέαι, αἷς ἐάν τις ἐπὶ πολὺ χρήσεται, ποιητικότερον ἐρ‐ γάζεται τὸν λόγον· εἰ γὰρ καὶ μὴ μεταχρῆται, ἀλλ’ ἥ γε καὶ διάνοια καὶ ὁ χαρακτὴρ ποιητικὸς, καὶ ἐπειδή εἰσιν ἰδέαι λέξεις ἀπαιτοῦσαι ποιητικὰς, ὡς ἡ γλυκύτης.
10 λγʹ. Μηδεὶς, φησὶν, ἐπιτιμήσῃ μήτε τῇ μεθόδῳ ταύ‐ τῃ, μήτε τῇ κρίσει, πρὶν ἅπασιν ὁμιλήσῃ τοῖς ῥη‐ θησομένοις· ἐκεῖσε γὰρ σαφῶς καὶ τὸν τρόπον οἴσεται τῆς διδασκαλίας, ὃν ἐπὶ τοῦ παρόντος λέγειν ἀδύνατον· πῶς γὰρ οἷόν τε τὴν πᾶσαν τοῦ βίου δύναμιν ἐν τῇ
15προθεωρίᾳ μαθεῖν· διὸ περὶ μὲν τοῦ τρόπου τῆς διδα‐ σκαλίας ἐν τοῖς ἐφεξῆς ὑπερέθετο, καθὰ καὶ Δημοσθέ‐ νης ἐν τῷ περὶ στεφάνου πεποίηκεν· εὐθὺς γὰρ ἐν τοῖς προοιμίοις εὔνουν ἑαυτὸν εἶναι φήσας, οὐχ ὅσα ποιεῖ τὴν εὔνοιαν διεξῆλθε· τάχα γὰρ τὸν πάντα λόγον εἰς τοῦτο
20κατανάλωσε, τῆς πολιτείας μεμνημένος, καὶ ὅσα περὶ τὴν πόλιν ἐξειργάσατο, καὶ πολλὴν εὐθὺς ἐκ τῆς εἰσβο‐ λῆς τοῦ βιβλίου τοῖς ἐντυγχάνουσιν ἐνέβαλε σπουδήν· δῆλον γὰρ, ὡς προθύμως ἀνθέξονται τῆς πραγματείας,
ἅτε μηδὲν ἐχούσης κατὰ τὴν τοῦ γράψαντος ἐπαγγελίαν875

7

.

876

εἰ σαφὲς ἢ τὴν ἀρχὴν ἀνευκρίνητον· τὸν αὐτὸν οὖν τρό‐ πον καὶ ὁ τεχνικὸς ὑπερέθετο μὲν ἐν τοῖς ἐφεξῆς περὶ τοῦ τρόπου τῆς διδασκαλίας· ἓν δὲ μόνον ἔλαβε, λέγω δὴ τὴν εὐκρίνειαν, ὅπως ἐκ ταύτης ἐφελκύσεται τοὺς
5ἀκροατάς. λδʹ. Ἀσύντακτον εἶναι δοκεῖ τοῦτο· δεῖ οὖν τὸ ὅτι νοεῖν αἰτιολογικὸν οὕτως· ὁ τοίνυν Δημοσθένης, ἐπειδὴ τὸ κεφάλαιον ἦν τῶν πολιτικῶν λόγων ἠκριβωκὼς, τουτ‐ έστι τὸ καταποικίλλειν τὸν λόγον, καὶ μιγνύναι τὰ
10εἴδη, τὸ μὲν ὅπως ἐμίγνυ καὶ συνέπλεκεν οὐ χαλεπόν ἐστιν εὑρεῖν· ἐξ οἵων μέντοι ἀρχῶν προϊὼν τοιούτους ἀπ‐ ειργάζετο τοὺς λόγους, τοῦτο δυσχερὲς εὑρεῖν, ἄμεινον δὲ καθ’ ὑπέρβατον συντάξαι· τὸ μὲν τοίνυν εὑρεῖν, ὡς ὁ Δημοσθένης ἠκριβωκὼς, ὅ τί περ ἦν κεφάλαιον τῶν
15πολιτικῶν λόγων, διὰ πάντων ἥκει ταῖς μίξεσι, τάχα ἂν
οὐ τῶν σφόδρα γένοιτο χαλεπῶν· μίγνυσι δὲ παντα‐876

7

.

877

χοῦ εἴδη, ὡς ἐν τοῖς Φιλιππικοῖς κατηγορεῖ τῶν προδο‐ τῶν, καὶ ψέγει τὸν Φίλιππον, ἐγκωμιάζει δὲ τοὺς προ‐ γόνους, ὡς ἐν τῷ τρίτῳ τῶν Ὀλυνθιακῶν. λϛʹ. Μετὰ τὸν τρόπον τῆς διδασκαλίας συνίστησι τὸ
5παράδειγμα καί φησι κεφάλαιον εἶναι τῶν πολιτικῶν λό‐ γων τὸν Δημοσθένην. καὶ λίαν ἠκριβωκέναι τὴν περὶ τούτων διοίκησιν, ἀλλ’ ὅτι μὲν διὰ πάντων ἥκει παντα‐ χοῦ ταῖς μίξεσι, καὶ συμβουλεύων μὲν οὐ πάντη χωρίζει τοῦ δικανικοῦ τε καὶ πανηγυρικοῦ τὸν λόγον αὐτοῦ, καὶ
10πάλιν αὖ ἐπὶ τῶν ἄλλων οὐκ ἀφίσταται τῶν λοιπῶν· τά‐ χα ἂν οὐ τῶν σφόδρα, φησὶ, γένει χαλεπῶν τοῖς οὐχ ἁ‐ πλῶς αὐτὸν μετιοῦσιν· δι’ ἣν δὲ αἰτίαν τὰ ποιοῦντα μιγνύμενα διαφόρως ἀλλοιοτέρους ποιεῖ τοὺς λόγους, χα‐ λεπὸν οὐ μόνον εὑρεῖν, ἀλλὰ καὶ εὑρόντα εἰπεῖν καὶ δεῖ‐
15ξαί τι σαφὲς περὶ αὐτῶν· ἐπεί τοι καὶ τὴν ἔκλειψιν τῆς σελήνης καὶ ὁ τυχὼν, εἰ βούλοιτο, μόνον θεάσεται· τί δὲ τὸ αἴτιον καὶ πόθεν ἐγένετο ἐπιστήμονος εὑρεῖν καὶ δι‐ δάξαι σαφῶς· ὅτι δὲ παγχάλεπον καὶ τὸ ἐπινοῆσαι καὶ τὸ εὑρεθὲν εἰπεῖν καὶ παραστῆσαι μετὰ εὐκρινείας, δεδη‐
20λώκασιν οἱ πρὸ αὐτοῦ μηδὲν ἀκριβὲς περὶ τούτων πραγ‐ ματευσάμενοι. λζʹ. Στοιχείοις, οἷον ἀρχαίοις τύποις ἀπὸ μεταφο‐ ρᾶς τῶν τεσσάρων στοιχείων, πυρὸς, ἀερὸς, γῆς, ὕδατος,
ἐξ ὧν πᾶν σῶμα συνίσταται.877

7

.

878

λθʹ. Καλῶς τὸ ἀκριβές. Οἶδε γὰρ καὶ Βασιλι‐ κὸν γεγραφότα πρὸ αὐτοῦ περὶ ἰδεῶν, οὐ μέντοι σὺν εὐ‐ κρινείᾳ καὶ τάξει τῇ ἀρίστῃ, ᾗπερ διαφερόντως αὐτὸς φαίνεται κεχρημένος.
5 μʹ. Πρῶτον μὲν, φησὶν, ὀλίγοι τετολμήκασιν ἐπὶ τὴν τοιαύτην ἐλθεῖν ἐγχείρησιν, ὅσοι δὲ καὶ προσήψαντο, συγκεχυμένως τοῦτο πεποιήκασι καὶ τοσοῦτον ἀπέχουσι τοῦ διδάσκειν ἑτέρους, ὥστε τὴν ἀρχὴν ἑαυτοῖς ἀπιστοῦ‐ σιν, εἰ δεόντως ὅλως εἰρήκασιν.
10 μαʹ. Τῷ εἰπεῖν ἥψαντο ἐσήμανεν, ὅτι οὐ τελείως εἰρή‐ κασιν· οὐ γὰρ ἀφώρισαν καὶ ἐπεσημήναντο, ὅτι τότε τὸ σχῆμα σεμνότητος τυχόν ἐστιν ἢ ἄλλης ἰδέας, ἄλλ’ ἀναμὶξ πάντα τεθείκασιν ἀτάκτως. μβʹ. Εἰς τοὺς ὑπομνηματίσαντας τῶν Δημοσθε‐
15νικῶν λόγων ἐνίους ἀποτείνεται καὶ τὰς περὶ αὐτῶν θεωρίας φιλοτιμότερον ἐπεξεργασαμένους Βασιλικόν τε καὶ Ζήνωνα καὶ τοὺς ὁμοίους. μγʹ. Τινὲς, φησὶν, περὶ τῶν Δημοσθένους λόγων γράψαντες οὐ περὶ σεμνότητος καὶ τῶν ἄλλων ἰδεῶν κα‐
20θολικῶς διελέχθησαν, ἀλλὰ περὶ τῶν παρ’ αὐτῷ σχη‐ μάτων ἐθεώρησαν, ἃ μέρη εἰσὶν ἀναγόμενα εἰς τὰς ἰδέας· ἑκάστης γὰρ ἰδέας ἴδιά ἐστιν σχήματα. μδʹ. Οἱ ἐπιτυχόντες, φησὶν, εἰς αὐτοὺς, καὶ δόξαντές
τι λέγειν, εἰς τὸ κατὰ μέρος κατεγένοντο τῶν καθ‐878

7

.

879

όλου βραχέα φροντίσαντες, οἷον περὶ σεμνότητος ἀφε‐ λείας. μεʹ. Μεταφορικὴ ἡ λέξις οὖσα, κυριώτατα γὰρ καὶ πρώτως ἐπὶ τῶν τοῦ κόσμου στοιχείων εἴρηται, δευ‐
5τέρως δὲ ἐπὶ τῶν γραμμάτων, ἐκεῖνά τε γὰρ ἀρχὴ παν‐ τὸς τοῦ σωματικοῦ καὶ ταῦτα συλλαβῶν καὶ λέξεων· εἰ‐ κότως οὖν καὶ τὰς ἰδέας στοιχεῖα καὶ ἀρχὰς τοῦ ἀ‐ ρίστου τῶν πολιτικῶν λόγων φησίν. μζʹ. Τὸ ὁποῖα, οἵαν ἔχει φύσιν ἑκάστη τῶν ἰδεῶν,
10γλυκεῖαν, αὐστηρὰν, ἀφελῆ, δεινὴν, τὸ δὲ ὅπως γίνεται, διὰ ποίων κατασκευάζεται τόπων, τὸ δὲ τί δύναται, τί τὸ ἀπὸ τῆς μίξεως τῶνδε ἢ τῶνδε τῶν ἰδεῶν ἀποτέ‐ λεσμα.
μηʹ. Σκοπός ἐστιν τῷ τεχνικῷ ἁπάσας καθ’ ἑαυτὰς879

7

.

880

πρότερον παραστῆσαι τὰς ἰδέας, ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ ὅπως γίνονται, τὸν δὲ Δημοσθενικὸν χάριν παραδείγματος ἔλαβε τύπον· οὐδὲ γάρ τις οὕτω φαίνε‐ ται διαποικίλας τὸν λόγον.
5 νʹ. Οὐκ ἰδία, φησὶν, ἑκάστη τῶν ἰδεῶν ἐπιτετή‐ δευται καὶ μεμελέτηται παρὰ τῷ ῥήτορι, ἀλλ’ ἡ πασῶν ἅμα ἀκριβεστάτη καὶ ἐν τῷ δέοντι παρ’ αὐτῷ μίξις τὸν κάλλιστον τῶν πολιτικῶν ἀπεργάζεται λόγων· ὅθεν καὶ Διονύσιος ἐν τῷ πρώτῳ χαρακτήρων κράτιστον εἶναί φη‐
10σιν ἐν πολιτικοῖς λόγοις τὸν Δημοσθενικόν. ναʹ. Ἄρχεται μετὰ τὴν ἐκκάθαρσιν τῶν λυπούντων ἀποφαντικῶς τῆς διδασκαλίας· τοῦτο γὰρ ἀνδρὸς μάλα τεχνίτου, τὸ μηδαμῶς κατὰ τοὺς προειρημένους ἀπιστεῖν ἑαυτῷ περὶ ὧν ἂν βούληται λέγειν· ὅρα γὰρ, ὅπως ἀξι‐
15ωματικῶς μηδὲν ἐνδοιάσας προέθετο μὲν κατὰ τὸν πρῶ‐
τον σκοπὸν, τὸν πολιτικὸν καὶ τέλειον λόγον, ὃν κατ’880

7

.

881

ἐξαίρετον ἐκάλεσε Δημοσθενικόν· ἔπειτα διὰ τὴν ἀνάγ‐ κην ἐπὶ τὰ ποιοῦντα κατέφυγεν, ἃ δεῖ λαμβάνειν, ὡς ἓν καὶ μὴ κατὰ παράθεσιν, ἀλλὰ συμπεπλεγμένα καὶ δι’ ἀλλήλων ἥκοντα· τοιοῦτος γὰρ ὁ Δημοσθενικὸς λόγος.
5 νβʹ. Αἱ μὲν γὰρ ἑνὶ τῶν ὀκτὼ μερῶν ἀλλήλαις κοι‐ νωνοῦσιν, αἱ δὲ πλείοσιν, ὡς ἡ καθαρότης τῇ εὐκρινείᾳ, λέξει, κώλοις, συνθήκῃ κοινωνεῖ· καὶ ἡ τραχύτης τῇ σφο‐ δρότητι κατὰ πλείονα. νγʹ. Τοῦτό φησιν, ὅτι εὑρίσκονται ἰδέαι κοινωνοῦ‐
10σαι ἀλλήλαις, κατὰ ἔννοιαν τυχὸν μόνην, ἢ καὶ σχῆμα μόνον· αἱ δὲ καὶ κατὰ ἔννοιαν καὶ κατὰ σχῆμα· κατὰ ἔννοιαν μὲν κοινωνεῖ τραχύτης τῇ ἀκμῇ· αἱ γὰρ ἐπιτιμή‐ σεις, ὡς αὐτός φησιν, οὖσαι τραχύτητος ἴδιαι, ποιοῦσι καὶ τὴν ἀκμὴν, ὅτε καὶ κώλῳ καὶ σχήματι μακρῷ καὶ
15λαμπρῷ ἐξαγγελθεῖεν αἱ ἔννοιαι· κατὰ σχῆμα δὲ κοινω‐ νεῖ, φησὶν, ἀφέλεια τῇ καθαρότητι, οἷον „Σαννίων ἐστὶ δή πού τισ“ καὶ τὰ ἑξῆς· καὶ γὰρ καθαρὸν τοῦτο καὶ ἀφελές· κατὰ ἔννοιαν δὲ καὶ κατὰ σχῆμα κοινωνεῖ ἡ ἀκμὴ τῇ σφοδρότητι.
20 νδʹ. Ὃ λέγει τοιοῦτόν ἐστιν· ἡ καθαρότης τῇ σεμ‐ νότητι κοινωνεῖ σχήμασι, κώλοις, ἀναπαύσει, τοῖς δὲ κεχώρισται· ὥστε τὰ μέρη τὰ ὀκτὼ διαφορὰς καλεῖ· λέγει οὖν, ὅτι κατὰ ἓν μέρος ἢ δύο μέρη κοινωνεῖ ἰδέα,
τοῖς δὲ ἄλλοις κεχώρισται, ὥστε τὰ μέρη τὰ ὀκτὼ δια‐881

7

.

882

φορὰς καλεῖ, ὡς μικρὸν ὕστερον εἰσόμεθα· ἢ οὕτως κα‐ τὰ διαφοράν τινα· ἐπειδὴ τὴν τραχύτητα λέγει τυχὸν κοινωνεῖν σφοδρότητι κατὰ ἔννοιαν, οὐ μέντοι καθάπαξ· ἡ μὲν γὰρ κατὰ μειζόνων γίνεται προσώπων, ἡ δὲ σφο‐
5δρότης κατὰ ἐλαττόνων· κοινωνοῦσα οὖν κατὰ διαφοράν τινα, ἐννοίᾳ, μεθόδῳ, κεχώρισται σχήμασι, κώλοις. νεʹ. Ἔνια γὰρ τῶν παρακολουθημάτων, εἰ τύχοι ταύ‐ της τῆς ἰδέας, καὶ ἕτερα παρέπεται· καὶ κατὰ τοῦτο συμφερομένη διέστηκεν ἑτέροις τρόποις, ὡς προϊόντες ἀ‐
10ποδείξομεν, καὶ συμβαίνει κατὰ διαφορὰν αὐτὰς κοινω‐ νεῖν· οἷς γὰρ, εἰ τύχοι, συμφέρεται μιᾷ τῶν ἰδεῶν, τού‐ τοις ἀπὸ τῆς ἑτέρας χωρίζεται. νϛʹ. Περὶ μὲν τῶν ἰδιωμάτων ἑκάστης ἰδέας ἐπὶ τοῦ παρόντος ὑπερέθετο λέγειν, ἀναγκαῖον ἡγησάμενος περὶ
15τῶν κοινῶν πρῶτον εἰπεῖν, ἐξ ὧν πᾶς πέφυκε γίνεσθαι λόγος· τάχα γὰρ ἂν ἡ τούτων διδασκαλία συντελέσει πρὸς ῥᾳδίαν τῶν κατὰ μέρος κατάληψιν· ὅτε καὶ τὰς ὑποβεβηκυίας τισὶ τῶν προειρημένων ἰδεῶν προθέντες, ἐξ ὧν πεφύκασι γίνεσθαι, λέγοιμεν, ὥστε προλαμβάνειν
20δεῖ τὴν τῶν κοινῶν διδασκαλίαν· εὐμαρέστερον γάρ πως ὁ ταῦτα καταλαβὼν παρακολουθήσει τοῖς ὑπολοίποις. αʹ. Αἱ μὲν γὰρ τῶν ἰδεῶν μονοειδεῖς ἔχουσι τὰς ἐννοίας, ὡς ἡ καθαρότης, αἱ δὲ καὶ μέχρι τριῶν καὶ τεττάρων προέρχονται τόπων, ὡς ἡ σεμνότης καὶ εἴ τι‐
25νες ἕτεραι ταύτῃ ὅμοιαι, ὡς αἱ ἱστορικαί· καὶ γὰρ αὗ‐ ται διὰ τὸν χρόνον πλησιάζουσι ταῖς μυθικαῖς, ὡς καὶ Θουκυδίδης φησί· καὶ ὅσαι τὰ ταῖς αἰσθήσεσιν ἡδέα ἐκφράζουσιν, ὄψει, ἀκοῇ, ὀσφρήσει, γεύσει, ἁφῇ, ὡς
Ὅμηρος·882

7

.

883

Τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, Λωτόν τ’ ἐρσήεντα ἰδὲ κρόκον ἠδ’ ὑάκινθον, καὶ Σαπφὼ
Ἀμφὶ δ’ ὕδωρ
5 Ψυχρὸν κελαδεῖ δι’ ὄσδων Μαλίνων, καὶ Οἷον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ’ ὄσδῳ, Ἄκρον ἐπ’ ἀκροτάτῳ, λελάθοντο δὲ μαλοδροπῆες.
10 Οὐ μὰν ἐκλελάθοντ’, ἀλλ’ οὐκ ἐδύναντ’ ἐφικέσθαι. καὶ Θεόκριτος Ἁδὺ δὲ τοῦ θέρεος παρ’ ὕδωρ ῥέον αἰθριοκοιτῇν. καὶ Ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
15 βʹ. Ἡ ἔννοια ἐνεργοῦσα ποιήσει τὴν μέθοδον· ἡ γὰρ ἔννοια ἀναλογοῦσα τῇ ψυχῇ, ὅταν μὲν ἠρεμῇ καὶ μένῃ καθ’ ἑαυτὴν, οὐδὲν ἀποτελεῖ· κινουμένη δὲ ποιεῖ τι, καὶ τοῦτο καλεῖται μέθοδος· ἡ περὶ τὴν ἔννοιαν, καὶ οὐ μόνον ἡ ἔννοια ψυχῆς τάξιν ἐπέχει, καὶ ἡ μέθοδος
20τῆς κινήσεως, ἀλλ’ ἰδία καὶ ἡ λέξις τοῦ σώματος· ὥσπερ γὰρ οὐ δυνατὸν ἐνεργεῖν τὴν ψυχὴν ἄνευ σώματος, οὕ‐
τως καὶ τὴν ἔννοιαν οὐχ οἷόν τε χωρὶς λέξεως· ἀναλο‐883

7

.

884

γεῖ γὰρ ἡ λέξις τῷ σώματι, καὶ ὥσπερ ἐν τῷ σώματί εἰσιν αἱ μορφαὶ, οὕτως ἐν τῇ λέξει τὰ σχήματα· καὶ δὴ πάσας τὰς τοῦ σώματος ἰδιότητας εὕροις ἂν ἐπὶ τῆς λέ‐ ξεως, ὥσπερ καὶ τὰς τῆς ψυχῆς ἐπὶ τῆς ἐννοίας· ἔστι
5μὲν γὰρ αὐτῇ σχήματα, καθάπερ ἐπὶ τῶν σωμάτων αἱ μορφαὶ, μαὶ μακρὰ καὶ βραχέα κῶλα, τάξιν τοῦ μεγέ‐ θους ἐπέχοντα, καὶ σύνθεσις ὁμωνύμως κ. τ. λ. Οὕτως κατὰ πάντα παραπλήσιος ὢν ὁ περὶ τῶν ἰδεῶν λόγος τῷ προτεθέντι πολλα‐
10χῶς ὑφ’ ἡμῶν παραδείγματι τούτῳ μόνον διέστηκε, τῷ μὴ κατ’ ἀνάγκην ἐκ τῆς λέξεως συγκαθέλκεσθαι τὴν διάνοιαν, ὥσπερ ἐκ τοῦ σώματος τὴν ψυχήν· αὕτη γὰρ πάντα ποιεῖ τῇ ἰδίᾳ βουλήσει καταδουλοῦσα τὸ σῶμα· ἐπειδὰν δὲ μὴ δυνηθῇ, συγκαταφέρεται καὶ αὕτη πρὸς
15τὴν ἐκείνου κρᾶσιν· πρόδηλον γὰρ, ὡς τὸ ἡττώμενον κυβερνᾶται τῇ βουλήσει τοῦ κρατήσαντος, καὶ πολλαὶ μὲν αἱρέσεις φέρονται φιλοσόφων πρὸς τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος λόγον· οἱ μὲν γὰρ Στωϊκοὶ λέγουσι μὴ εἶναι ψυχὴν, ἀλλ’ ἐκ τῆς κράσεως τῶν στοιχείων
20ἀποτελεῖσθαι τὴν γένεσιν· ὅταν μὲν γὰρ πλεονάσῃ τὸ θερμὸν, ποιεῖ τὸν λέοντα, ὅθεν, φασὶ, καὶ θυμικός ἐστιν· ὅταν δὲ κατὰ λόγον καὶ σχεδὸν ἐξ ἴσου συνέλθῃ, ποιεῖ τὸν ἄνθρωπον· ταύτης τῆς δόξης προστάτης ἐγέ‐ νετο καὶ Γαληνός· ἕτερον δὲ πάλιν ἄλλας τερατολογίας
25καὶ λήρους εἰρήκασιν· τὸ γὰρ τοιόνδε σῶμα, φασὶ, πρὸς τὴν οἰκείαν κατασκευὴν τοιαύτην ἐπιλεξάμενον λαμβάνει καὶ τὴν ψυχήν· οἱ δὲ περὶ Πλάτωνα τῆς προτέρας δόξης εἰσὶν, ἣν καὶ προτεθείκαμεν, καὶ δοκεῖ μᾶλλον
ἔχειν καλῶς· ἡ γὰρ ψυχὴ τὴν ἀρχὴν ἐνοικήσασα τῷ σώ‐884

7

.

885

ματι βιάζεται μὲν αὐτὸ δουλαγωγεῖν· ἐκνικηθεῖσα δὲ καταφέρεται καὶ μοχθηρὰν ἀναλαμβάνει προαίρεσιν· ἐπὶ δὲ τῆς ἐννοίας οὐχ οὕτως, ἀλλὰ πρὸς τὴν ἰδίαν αὐτῇ βούλησιν οὕτω ποιεῖται τὴν πᾶσαν τοῦ λόγου μεταχεί‐
5ρισιν. γʹ. Σύνθεσίς ἐστιν ἡ τῶν λέξεων ἁρμονία· ἀνάπαυ‐ σις δὲ ἡ πλήρωσις καὶ τὸ ἀπαρτίσαι τὴν διάνοιαν, ὅπερ ἐν τῇ ἀναγνώσει ἐστὶν ἡ στιγμή· ῥυθμὸς δέ ἐστιν ἡ ποιὰ ἀπήχησις· ἵνα δὲ σαφέστερον διαλάβωμεν, ἔννοια μέν
10ἐστιν ἐκεῖνο αὐτὸ τὸ νόημα, τὸ ὁρμηθὲν ἀπὸ τῆς ψυ‐ χῆς, τυχὸν τὸ διανοηθῆναι Ἑρμογένη ἐκθέσθαι, τί ἐστι φύσις ἑκάστης τῶν τρισκαίδεκα στάσεων· μέθοδος ἡ ἐπεξεργασία καὶ μεταχείρισις τοῦ τοιοῦδε νοήματος, καὶ
πρὸς τὸ τοιόνδε ἢ τοιόνδε ἐπινόημα μετάβασις καὶ ὑπαλ‐885

7

.

886

λαγή· λόγος δέ ἐστιν εἴτουν ἡ λέξις, αἱ συλλαβαὶ, αἱ πε‐ ριπλεκόμεναι τῇ τε πρώτῃ ἐννοίᾳ, τῇ τε ταύτης μεθόδῳ καὶ τοιᾷδε μεταχειρίσει· σχῆμα δὲ τοῦτό ἐστιν ἐν λέξει, ὅπερ ἐν τῇ ἐννοίᾳ μέθοδος· ἐκείνη γὰρ τὴν ἔννοιαν τοι‐
5άνδε παρίστησιν ἐν τῇ μεταχειρίσει, καὶ τοῦτο τὴν λέξιν τοιάνδε ἢ τοιάνδε ποιεῖ ἀμειβομένην κατὰ πνεῦμα τυ‐ χὸν ἐκφέρεσθαι ἢ κατὰ ἀντίθετον ἢ κατὰ περίοδον. κῶ‐ λον δὲ καὶ κόμμα τί ἐστι, πολλάκις μὲν ἔμαθες, ἀλλὰ μὴν καὶ ἐν τῷ περὶ πνεύματος, ὅπερ ἐστὶ τέταρτον κε‐
10φάλαιον τοῦ τετάρτου τόμου τῶν περὶ εὑρέσεως· συνθή‐ κη δέ ἐστιν ἡ ποιὰ σύνθεσις καὶ ἁρμολογία τοῦ λόγου· ἀνάπαυσις δέ ἐστιν ἡ κατάληξις τοῦ λόγου ἤτουν τῶν κώλων ἢ κομμάτων, οἷς ἐκφέρεται. Ῥυθμὸς δέ ἐστιν ὁ ποιὸς κ. τ. λ.
15 εʹ. Ἐπεὶ τὸ λεγόμενον ἔδοξεν ἀσαφὲς εἶναι, βούλεται διὰ παραδείγματος αὐτὸ σαφηνίσαι· οὐ γὰρ ἕτερος ὑπε‐ λείπετο τρόπος αὐτῷ πρὸς ἀπόδειξιν τοῦ τε πράγματος ἀγνοουμένου καὶ τοῦ ὀνόματος· ἔτι δὲ καὶ κωλύοντος ἑτέρου λόγου τὰ παρακολουθήματα λαβεῖν πρὸς τὸ παρα‐
20στῆσαι τοῦ ζητουμένου τὴν φύσιν· τάχα γὰρ ἐνταῦθα τὴν πᾶσαν πραγματείαν κατηνάλωσεν, εἴπερ ὅλως ἐκ τού‐ των ἐπεχείρησε διασαφηνίσαι τὸ λεχθέν· τὴν γὰρ πᾶσαν περὶ ταῦτα ποιεῖται σπουδήν· εἰ δ’ ἐκ τῶν παρακολουθη‐ μάτων οὐκ ἠδύνατο τοῦτο ποιεῖν, ἀλλὰ μὴν οὐδὲ ἐκ τοῦ
25ὀνόματος· ὅταν γὰρ ἀγνοῆται τὸ πρᾶγμα, περὶ οὗ ὁ λό‐ γος, ἀμφισβητηθήσεται δηλαδὴ καὶ τὸ ὄνομα. τί λοι‐ πὸν, ἢ καταφυγεῖν ἐπὶ τὰς παραδειγματικὰς πίστεις; καὶ δὴ λαβὼν τὴν γλυκύτητα μέρος οὖσαν τοῦ παντὸς λόγου, παρίστησιν ἡμῖν ἐκ ταύτης τὸ προειρημένον, ἀλλ’
30οὐκ οἶδα, πῶ ἂν καλέσοιμεν παράδειγμα τὸ μήτε ὅμοιον
ὁμοίῳ μήτε γνώριμον γνωρίμῳ ἢ ἀγνοουμένῳ· καὶ886

7

.

887

γὰρ καὶ μερικὸν ὂν ἐκ τοῦ ζητουμένου ληφθὲν ἐτέθη πρὸς ἀπόδειξιν, καὶ αὐτὸ τὴν ἀρχὴν ἀμφισβητούμενον ὂν, οὐκοῦν δεῖγμα μᾶλλον καὶ οὐ παράδειγμα τὸ τοιοῦ‐ τον, ἅ τε ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ληφθέν· ἀλλὰ νῦν
5ἢ καταχρηστικῶς οὕτως ἐκάλεσεν, ἢ κατὰ ἕτερον ἴσως λόγον· εἰδὼς γὰρ μάλιστα περὶ τοῦτο καταφερομένους ἡμᾶς, ἐχρήσατο τῷ ὀνόματι τοῦ παραδείγματος· ἐπεί τοι καὶ τὴν γλυκύτητα διὰ μόνον τοῦτο τέθεικε· μυθι‐ κὴ γὰρ οὖσα μᾶλλον καὶ συγγενὴς κατά τι τῇ ποιητικῇ
10προκαλεῖται τοὺς ἐντυγχάνοντας, προθυμότερον αὐτῆς ἀντιλαμβάνεσθαι διὰ τὸ ἡδὺ καὶ τὸ ἀνειμένον τῆς συν‐ θήκης· φιλεῖ γὰρ ἔχειν μάλιστα τάς τε ἐννοίας μυ‐ θικὰς καὶ ἀφελεῖς, ὡς ἐν τῷ περὶ αὐτῆς δειχθήσεται λόγῳ.
15 ϛʹ. Ὡς Δημοσθένης ἐν πολλοῖς τῶν ἰδιωτικῶν ἀπ’ αὐτῶν ψιλῶν ἀρχόμενος τῶν πραγμάτων, καὶ ἐν τῷ κα‐ τὰ Σπουδίου. κ. τ. λ. Καὶ ὡς ἐν τῷ πρώτῳ Φιλιππικῶν τὸν περὶ τῶν θεωρι‐ κῶν λόγον οὐ προηγουμένως, ἀλλὰ μετὰ ταῦτα ἐκίνη‐
20σεν, ὑποβάλλων μετὰ τὸ εἰπεῖν περὶ χρημάτων καὶ ἄλ‐ λων τινῶν. ἰστέον δέ; ὅτι τὸ σὺν ἀφηγήσει συνεξιέναι καὶ προηγουμένως, ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἤ πως ἑτέρως, οὐ περὶ τῆς καθόλου μεθόδου ἔφη ὁ Ἑρμογένης· ἦ γὰρ οὐ ψευδὴς μόνον, ἀλλὰ καὶ ἠλίθιος ἔδοξεν ἂν ὁ λόγος
25αὐτῶν, ἀλλὰ μέθοδον εἶπε τὰ τοιαῦτα μόνης τῆς ἐννοίας887

7

.

888

τῆς γλυκύτητος, ὅ ἐστιν ἀληθές τε καὶ ἀκριβὲς, ὁμοίως δὲ καὶ λέξις καὶ τὰ λοιπὰ μόρια μόνης ἴσθι τὸν τεχνι‐ κὸν λέγειν τῆς γλυκύτητος, οὐ τὰ καθόλου. ζʹ. Μέθοδον καλεῖ τὸ τῆς ἐννοίας σχῆμα· προηγου‐
5μένως δὲ εἴποι ἄν τις, ὅταν αὐτὸ τὸ πρᾶγμα ψιλὸν ἀφηγῆται καὶ ἀπ’ αὐτοῦ ἄρχηται, μηδὲν ἔξωθεν ἐφελ‐ κόμενος, ὡς ἐν τῷ κατὰ Κόνωνος, „ὑβρισθεὶς, ὦ ἄν‐ δρες, καὶ παθὼν ὑπὸ Κόνωνος τοιαῦτα·“ καὶ ἐν τῷ πρὸς Σπουδίαν. „ἀδελφὰς ἔχομεν, ὦ ἄνδρες, γυναῖκας ἐγὼ
10καὶ Σπουδίας οὑτωσί·“ τοῦτο γάρ ἐστι προηγουμένως, ἐπειδὴ ὁ περὶ τοῦ ὑποκειμένου πράγματος λόγος προη‐ γεῖται καὶ ἐν ἀρχῇ τέτακται· ἄλλ’ οὐχ ἕπεταί τινι τῶν ἔξωθεν· ὑποβολὴ δέ ἐστιν, ὅταν ἕτερόν τι προτάξαντες ὑποβάλλωμεν καὶ ἐπενέγκωμεν, ὃ βουλόμεθα, ὡς ἐν πρώ‐
15τῳ Φιλιππικῶν Δημοσθένης τὸν περὶ θεωρικῶν λόγον οὐ προηγουμένως, ἀλλὰ μετὰ ταῦτα ἐκίνησεν, ὑποβαλὼν μετὰ τὸ εἰπεῖν περὶ χρημάτων καὶ ἄλλων τινῶν. ηʹ. Λέξις δριμεῖά ἐστιν ἡ μὴ κυρίως μὲν ἐπί τινος κειμένη, κατὰ δέ τινα μεταφορὰν ἐναργῶς δοκοῦ‐
20σα τοῦ προκειμένου ἅπτεσθαι, ὡς παρὰ Ξενοφῶντι μὲν ἐν κυνηγετικῷ ἡ φιλανθρωπία ἐπὶ κοινῶν κειμένη διὰ τὸ σφόδρα φιλοσύνηθες τοῦ ζώου, παρὰ δὲ Εὐρι‐ πίδῃ ἡ φιλανδρία ἐπὶ ψόγου πρὸς Ἑρμιόνην ὑπ’ Ἀνδρο‐ μάχης εἰρημένη·
25Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
Ζήτει παρελθεῖν.888

7

.

889

καὶ παρὰ τῶν νεωτέρων τινὶ, τὸ ἱπποδάμοιο χαλινοῦ, ἐναργέστατα ἐπὶ τοῦ χαλινοῦ εἰρημένον, καὶ παρὰ Δημο‐ σθένει· „ἐγὼ δὲ οὐ δέδοικα, εἰ ζῇ ἢ τέθνηκε Φίλιππος, ἀλλ’ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν
5καὶ τιμωρεῖσθαι.“ θʹ. Λέξις δριμεῖά ἐστιν ἡ ὥσπερ ἐμφαντικὴ καὶ νοῦν δηλοῦσα ἕτερον, παρ’ ὃν σημαίνει, ὡς ἐν τῇ Εὐριπίδου Ἀνδρομάχῃ,
Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
10
Ζήτει παρελθεῖν.
οὐ γὰρ σημαίνει ἡ λέξις τὸ τὸν ἄνδρα φιλεῖν, ἀλλὰ τὴν ἀκολασίαν καὶ τὸ μοιχεύεσθαι. ιʹ. Δριμεῖα λέξις ἐστὶν, οἷον τὸ φίλανδρος· τοῦτο γὰρ ἐν μὲν τῇ συνηθείᾳ τὴν σώφρονα δηλοῖ, παρὰ δὲ
15Εὐριπίδῃ τὴν διαβεβλημένην· ἡ γὰρ δριμεῖα λέξις τὰ ἐν τῇ συνηθείᾳ λεγόμενα θέλει μετατρέπειν ἐπὶ ἑτέρων ση‐ μαινομένων, κυρίως μέντοι λεγομένων, ὡς ἔχει παρὰ Ξε‐ νοφῶντι φιλάνθρωποι κύνες. ιαʹ. Διῃρημένη μὲν, ὡς τὸ, κατὰ μῆρ’ ἐκάη,
20καὶ, κατὰ ταῦρον ἐδηδὼς, καὶ, διά τε σκόλοπας καὶ τάφρον ἔβησαν· πλατεῖα δὲ, ὡς τὸ, βοόωσι, Πηληϊάδεω. ιβʹ. Διαίρεσίς ἐστιν, ὅταν λέξις περισπωμένη εἰς δύο διαιρῆται, πυλῶν πυλέων· ἐν δὲ τῷ περὶ σεμνότητος πλα‐ τεῖαν εἶναι λέγει λέξιν ὁ τεχνικὸς τὴν διὰ τοῦ α καὶ η
25καὶ ω. διανοίγει γὰρ τὸ στόμα ἡ ταῦτα ἔχουσα λέξις889

7

.

890

καὶ ὄγκον ποιεῖ καὶ πλείονα χρόνον ἐπέχει· οὐ βούλεται οὖν τὴν ἐκ τούτων συνισταμένην ἁρμόττειν γλυκύτητα, ἀλλὰ τὴν διὰ μακρῶν μὲν συλλαβῶν, οὐ μέντοι φύσει, ἀλλὰ θέσει, ὡς ἔχει τὸ Πάτροκλε, τὸ γὰρ α μακρὸν γί‐
5νεται διὰ τοῦ τ καὶ ρ. τὸ δὲ ο διὰ τοῦ κ καὶ λ. ιγʹ. Ἁρμόττει, φησὶ, ταύτῃ καὶ ἡ ποιητικὴ λέξις πλὴν τῆς διῃρημένης, τῆς βοόωσι καὶ τῆς φύσει πλατείας, ὡς ἔχει τὸ Πηληϊάδεω. ιδʹ. Χωρὶς ἐπεμβολῆς, ἤγουν μεταξυλογίας·
10ἐπεμβολὴ γάρ ἐστι τὸ μεταξὺ τῆς ἀκολουθίας τοῦ διηγή‐ ματος ἔξωθέν τι ἐπεμβάλλειν, οἷον κ. τ. λ.
13 ιεʹ. Ἔστι μὲν ἱκανὸς σφόδρα ὁ λόγος ὁ περὶ κόμ‐ ματος καὶ κώλου καὶ περιόδου, ἀναγκαῖον δὲ διὰ τὸ
15τοῖς λεγομένοις δύνασθαι παρακολουθεῖν βραχέα περὶ αὐτῶν εἰπεῖν· ὡς γὰρ πρὸς εἰδότας ὁ τεχνογράφος δια‐ λέγεται· ἔστι τοίνυν κόμμα μὲν λόγος διάνοιαν δηλῶν ἐν δύο ἢ τρισὶ λέξεσιν, ὡς τὸ, μηδὲν ἄγαν, γνῶθι σαὐ‐ τὸν, τὸ δὲ τέλειον κόμμα ἐπῳδῷ μετρεῖται, ὃς ἔχει συλ‐
20λαβὰς ὀκτώ· κῶλον δέ ἐστι μόριον λόγου συγκείμενον890

7

.

891

ἐξ ὀνομάτων πλειόνων, τελειοῦν τὴν ἐπὶ μέρους διά‐ νοιαν, ὡς τὸ „ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι·“ μέτρον δὲ αὐτοῦ ἑκκαίδεκα συλλαβαί· τὸ δὲ σχοινοτενὲς καὶ μέχρι εἴκοσι προέρχεται συλλαβῶν· περίοδος δέ ἐστι μόριον συγ‐
5κείμενον ἐκ κώλων δύο ἢ καὶ πλειόνων, ἀρχὴν ἔχον καὶ κατάληξιν τελειοῦσαν τὴν διάνοιαν, ὡς τὸ, „ἄνδρες δικασταὶ, μάλιστα μὲν ἕνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ,
10συνερεῖν.“ ιϛʹ. Ἡ κεχηνυῖα καὶ συγκρουσμῶν πλήρης· εἰ γὰρ πάντη διεστηκυῖαν λάβωμεν, διεσπασμένη εὑρεθήσεται καὶ ἄῤῥυθμος. ιζʹ. Διεστηκυῖά ἐστιν ἡ λελυμένη καὶ κεχηνυῖα· κε‐
15χηνέναι δέ φαμεν λέξιν, ὅταν μὴ συμφώνοις συμφώνοις συμπλέκη‐ ται τὰ φωνήεντα· οὐ τοσοῦτον οὖν αὕτη θέλγει, ὡς ἡ κεκραμένη φωνήεσι καὶ συμφώνοις· τινὲς δὲ καὶ τὴν συγ‐ κρουσμὸν συμφώνων ἔχουσαν ἀλλοτρίαν γλυκύτητος ὡς ἀπόκροτον εἶναί φασιν.
20ιηʹ. Βάσεις λέγει τοὺς μετρικοὺς πόδας, οἷς ἐπι‐
βέβηκεν ὁ λόγος, ὥσπερ τὰ ζῶα τοῖς ποσί· βάσις δέ891

7

.

892

ἐστιν ἡ σύνταξις τῶν ποδῶν· τὸ μὲν γὰρ ἡρωϊκὸν κατὰ πόδας μετρεῖται, ἐπειδὴ ἐξ ἰσοχρόνων ποδῶν συνέστηκε, δακτύλου τυχὸν καὶ σπονδείου. ιθʹ. Ἀνάπαυσις μέν ἐστιν ἡ κατάληξις τῶν κώ‐
5λων, βεβηκυῖα δὲ ἡ εἰς πλείους καταλήγουσα μετὰ τὸ πλη‐ ροῦν τὴν διάνοιαν καὶ τὸ πλὴν αὐτὸς αὐτῷ. κʹ. Ἀπὸ γὰρ τῆς τοιᾶσδε συνθήκης τῆς λέξεως καὶ τῆς καταλήξεως τῶν κώλων ὁ τοιόσδε συνίσταται ῥυθμός· ῥυθμὸς δέ ἐστι χρόνος διῃρημένος ὑπὸ λέξεως ἢ κινή‐
10σεως κατά τινα τάξιν ὡρισμένην λόγῳ, ὡς δὲ Ἀριστόξε‐ νος καὶ Ἡφαιστίων φασὶ, χρόνων τάξις· χρόνος δέ ἐστι
μόριον ποδὸς ἢ φωνῆς μέτρον ἐλάχιστον, ἢ μέτρον τι892

7

.

893

κινήσεως, καὶ ὥσπερ ἐκ χειρῶν τυχὸν καὶ ποδῶν μερῶν ὄντων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος συνίσταται, ὅς ἐστιν εἶδος, οὕτως ἐκ συνθήκης καὶ ἀναπαύσεως γίνεται ὁ ῥυθμός, ἐκ μερῶν ὄντων ἐκείνων, αὐτὸς ὥσπερ εἶδος
5ὤν· διαιρεῖται δὲ εἰς ἄρσιν καὶ θέσιν· καὶ ὁ μὲν Διονύ‐ σιος τὸ βάθος αὐτοῦ διερευνήσας ἐκ τῶν λέξεων λέγει γίνεσθαι τὸν ῥυθμόν· ὁ δὲ τεχνικὸς παρακολουθῶν τῇ τε συνθήκῃ καὶ τῇ ἀναπαύσει ἄλλο τι λέγει ὄντα παρὰ ταῦτα. δεῖ δὲ, καθὰ δεδηλώκαμεν, τὴν βάσιν εἶναι στα‐
10θερὰν, εἰ καὶ οἱ περὶ Διονύσιον οὐ μόνον τὴν βάσιν εἶναι θέλουσιν, ἀλλὰ καὶ πᾶσαν συλλαβήν· δι’ ἣν δὲ αἰ‐ τίαν ὁ τεχνικὸς τὴν βάσιν εἰς μακρὰν βούλεται κατα‐ λήγειν, ἐν τῷ περὶ ἀναπαύσεως λελέξεται λόγῳ. καʹ. Ἰστέον, ὅτι οἱ ἄλλοι τεχνογράφοι τρία φασὶν,
15οὐχὶ ὀκτὼ, γνώμην, οἷον τὸν νοῦν, σχῆμα, τουτέστι τὸν τύπον τοῦ λόγου, ἀπαγγελίαν, δι’ ἧς ἀπαγγέλλεται τὰ πράγματα.
κβʹ. Ἀντὶ τοῦ ταῦτά εἰσι πᾶσαι αἱ ἰδέαι· διὰ τού‐893

7

.

894

των, φησὶ, τῶν λεχθέντων ἅπαντα εἴδη τῶν λόγων θεω‐ ρεῖται καὶ γίνεται, φημὶ δὴ ἐννοίας, μεθόδου, λέξεως καὶ ἑξῆς· δοκοῦσι δέ πως εἶναι ταῦτα μήπω σαφῆ· καὶ τοῦτο ὁ τεχνικὸς συγχωρεῖ· πλὴν ὑπερτίθεται διὰ παρα‐
5δειγμάτων αὐτὰ σαφηνίσαι, καὶ μάλα εἰκότως· ἐπ’ ἄκρον γὰρ μηκυνομένης τῆς διδασκαλίας τοὐναντίον ἀσαφέστε‐ ρος ὁ λόγος ἐγένετο. ἄλλως τε καὶ νῦν ἐφ’ ἑκάστου λέ‐ γειν παραδείγματος περιττὸν, ὅπου γε καὶ περὶ γλυκύ‐ τητος ἐπὶ τοῦ παρόντος οὐ πρόκειται ζητεῖν· ὕστερον
10γὰρ ἀκριβέστερον λελέξεται καὶ περὶ αὐτῆς. χάριν δὲ πα‐ ραδείγματος αὐτὴν τέθεικεν, ὅπως ἐξ αὐτῆς εὐμαθέστε‐ ρον ὁρμώμενοι καὶ τοῖς ἑξῆς ῥᾷστα παρακολουθήσωμεν. κγʹ. Πανταχοῦ ὁ Ἑρμογένης φεύγει τὰς παρεκβάσεις, καὶ τῇ περὶ τῶν στάσεων πραγματείᾳ τοῦτο δηλοῖ· σα‐
15φήνειαν γὰρ οὐ πέφυκε ποιεῖν ἀταξία. κδʹ. Εἶδος μὲν πάλιν καταχρηστικώτερον τὰς ἰδέας φησίν· ἀδύνατον δέ φησιν διὰ πάντων τῶν τῆς ἰδέας τόπων ἕνα συστῆναι λόγον· ἀτερπὴς γὰρ ἡ τοιαύτη σύνθεσις, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ.
20 κεʹ. Ὁ νοῦς οὕτως· οὐ δυνατὸν εὑρεῖν παρά τινι τῶν παλαιῶν μιᾶς ἰδέας οἰκεῖον δημιουργηθέντα λόγον ἀκρι‐ βῶς διὰ τῶν προειρημένων ὀκτώ· οὐ γὰρ ἅμα πᾶσιν, ἀλλὰ τοῖς πλείοσι καὶ οἰκείοις ἑκάστης ἰδέας ἐχρήσαντο· ὁ μέντοι Δημοσθένης οὐχ ὁμοίως τοῖς ἄλλοις τοῖς τῆς
25μιᾶς ἰδέας οἰκείοις μέρεσιν ἐπλεόνασε τῇ περιβολῇ, ἀλλὰ πάσαις μεμιγμένως ἐχρήσατο. κϛʹ. Ὡς εἶναι γένος τὸ μέγεθος, καὶ οὐκ εἶδος· διαι‐ ρεῖται γὰρ εἰς περιβολὴν τραχύτητος καὶ ἄλλας ἰδέας,
ἀλλ’ οὐ διὰ τοῦτό ἐστι γένος, ἀλλ’ ἐπειδὴ ἡ περιβολὴ894

7

.

895

ὑφ’ ἑαυτὴν ἀναγομένη ὁλόκληρόν τί ἐστιν εἶδος, καὶ μέ‐ ρος δὲ καλεῖ τὴν περιβολὴν, ἐπειδὴ οὐ τέμνεται εἰς ἄλ‐ λην ἰδέαν, ἀλλ’ ἔστιν ἄτομόν τι, ὡς Σωκράτης τυχὸν ἢ καὶ Ἀλκιβιάδης· εἶτα ἐπειδὴ ἐν τοῖς ἀνωτέρω μέρεσιν
5ἐκάλεσε τὰ ὀκτὼ, ἐξ ὧν ἑκάστη ἰδέα γίνεται, οἷον ἔννοιαν, μέθοδον καὶ τὰ ἑξῆς, διὰ τοῦτο ἐπιδιορθούμενος εἶπε· μᾶλλον δὲ εἴδη· εἶδος γάρ ἐστιν ᾧ ὑποτέτακται τὰ ἄτο‐ μα, οἷον ἄνθρωπος· ὥστε γένος τὸ μέγεθος, εἴδη δὲ πε‐ ριβολὴ, τραχύτης. μέρη δὲ τὰ ὀκτὼ, ἐξ ὧν αἱ ἰδέαι
10γίνονται. κζʹ. Μέρος τὴν περιβολὴν λέγει, ἥ τις ἀνάγεται ὑπὸ τὴν δευτέραν ἰδέαν, ἣν καλεῖ μέγεθος· μέρος μὲν οὖν λέ‐ γει αὐτὴν, ἵνα νοήσωμεν εἶδος μὲν εἶναι τὸ μέγεθος, γένος δὲ τὸν πολιτικὸν λόγον· μέρη δὲ σεμνότητα, περι‐
15βολὴν, τραχύτητα καὶ τὰς ἄλλας, αἳ ἀνάγονται ὑπὸ τὸ μέγεθος· κατὰ γὰρ αὐτὸν διαιρεῖται τὰ μὲν γένη εἰς εἴ‐ δη, τὰ δὲ εἴδη, ἃ καὶ καλεῖ ὅλα ἐν τῷ περὶ τῶν στάσεων, εἰς μέρη· ἀλλ’ ἐπειδὴ οἱ φιλόσοφοι μέρος λέγουσιν ἐκεῖνο, ὃ μὴ καθ’ ἑαυτὸ συνίσταται χωρὶς ἑτέρου, μηδὲ ἀρκεῖ
20ἑαυτῷ πρὸς σύστασιν, οἷον κεφαλὴ, χεὶρ, ποῦς· οὐδὲ τὴν περιβολὴν ἐφ’ ἑαυτῆς οὖσαν καὶ ἀρκοῦσαν ἑαυτῇ, ὡς ὑποκατιὼν ἐρεῖ, διὰ τοῦτο ἐπιδιορθούμενος λέγει, μᾶλ‐ λον δὲ εἴδει, ὁλόκληρον γὰρ τὸ εἶδος. κηʹ. Ἀμφιβόλως μὲν ἐξενήνοχεν τὸ χωρίον, ἐὰν δὲ
25γνῶμεν, τί διαφέρει μέρος εἴδους, ἀκριβῶς εἰσόμεθα, πῶς τὸ αὐτὸ καὶ μέρος καὶ εἶδος ἐκδέξασθαι δύναται· τὸ μὲν οὖν μέρος τοῦ ὅλου χωρισθὲν αὐτό τε ἀτελές ἐστιν καὶ
τὸ λειπόμενον κολούει τῆς οἰκείας τελειότητος· οἷον ὅλον895

7

.

896

μέν ἐστιν ὁ ἄνθρωπος, μέρη δὲ αὐτοῦ κεφαλὴ, χεῖρες, πόδες, τὸ δὲ εἶδος διαστὰν τοῦ γένους, ἐκείνῳ δὲ οὐκ ἐμπο‐ δίζει πρὸς τελειότητα, καὶ αὐτὸ ἐφ’ ἑαυτοῦ γινόμενον πλῆρές τι καὶ τέλειον ἀναφαίνεται, οἷον γένος μὲν τὸ
5ζῶον, εἴδη δὲ αὐτοῦ, βοῦς, ἵππος, ἄνθρωπος· ἡ τοίνυν περιβολὴ κυρίως μὲν ἂν εἶδος εἴη τοῦ μεγέθους· ὑπὸ γὰρ τὸ μέγεθος ὡς γένος ἀνάγεται σὺν ταῖς ἄλλαις πέντε ταῖς προειρημέναις. εἰ δὲ ὡς ὅλον τι λάβοιμεν τὸ μέγεθος, πᾶσαι γὰρ αἱ ὑπ’ αὐτὸ μεγέθους εἰσὶ ποιητικαὶ, μέρος
10ἐροῦμεν καταχρηστικῶς τὴν περιβολήν. κθʹ. Ταύτῃ, φησὶ, τῇ περιβολῇ, ἥ τις πολλοστὸν μέρος ἢ εἶδος, οὐ γὰρ διαφέρεται περὶ τούτων ὁ τεχνι‐ κὸς, πλείονι χρησάμενος τῶν λοιπῶν ἐξ ἴσου χρῆται τοῖς ἄλλοις, ἑκάστῳ τὸ κατὰ ἀξίαν νείμας, οἱονεὶ ἑκάστῃ ἰδέᾳ
15χρησάμενος, ὡς προσῆκον ἦν. καὶ τὸ κατ’ ἀξίαν αὐτῇ ἀπονείμας, οἷα διαιτητὴς ἄριστος. λʹ. Οἷον ἐννοίᾳ, ἀναπαύσει, τοῖς τοιούτοις· τὰ μεγέ‐ θη φησὶ τοῦ λόγου τοῖς ῥηθεῖσι μορίοις καθαιρῶν καὶ ὑπο‐ βιβάζων, τὰ δὲ λεπτὰ καὶ μικρὰ διὰ τῶν αὐτῶν τούτων
20ἐπαίρων καὶ μεγαλύνων καὶ ὑψῶν καὶ καταμιγνὺς ἕκαστα τῶν ἄλλων· οἷά τις ἄριστος τέκτων ἀκριβεῖ τῷ κανόνι χρώ‐ μενος ἓν μονοειδὲς ἀπηκρίβωσε κάλλος λόγου· τῷ ὄντι
γὰρ κακία λόγου νῦν μὲν ὑψηλῶς καὶ ἀξιωματικῶς διεξιέ‐896

7

.

897

ναι, νῦν δὲ ὑπτίως καὶ ταπεινῶς, ὅπερ διέδρα Δημοσθέ‐ νης, οἰκείως κιρνῶν τὰ μὴ οἰκεῖα καὶ ἁρμόττων αὐτὰ ἑαυτοῖς, καὶ σπεύσας τὸ ὅλον εἶναι τοιοῦτον· τίνι δὲ τρό‐ πῳ; τῇ μίξει καὶ κράσει τῶν ἰδεῶν· ὥστε ἐξ ἁπάντων
5τῶν καλῶν ἓν τοῦτο κάλλιστον εἶδος ἀπεργάσασθαι λό‐ γων, τὸ Δημοσθενικόν. λγʹ. Κυριωτάτους φησὶν εἶναι τόπους ἑκάστης ἰδέας, καθ’ οὓς μηδεμιᾷ τῶν λοιπῶν κοινωνοῦσα εὑρίσκεται· ἐκεῖνοι γὰρ αὐτὴν καὶ χαρακτηρίζειν ὅτι μάλιστα δύναν‐
10ται· χρὴ τοίνυν τὸν βουλόμενον ἀκριβῶς ἰδέαν τινὰ λό‐ γων διαπλέξαι, τοὺς μὲν ἐπικοίνους αὐτῆς παραιτεῖσθαι τρόπους, ὡς ἄλλοσε ἄγοντας, ἀνιχνεύειν δὲ τοὺς κυριω‐ τάτους καὶ τῇ χρήσει τούτων πλεονάζειν· οἷον ἡ σφοδρό‐ της τῇ τραχύτητι κατὰ μὲν ἐννοίας τινὰς καὶ λέξεις καὶ
15μεθόδους, συνθήκην τε καὶ ἀνάπαυσιν κοινωνεῖ, σχήμασι δὲ καὶ κώλοις πάντη διέστηκεν. Ὁ τοίνυν ἐναργῆ σφοδρό‐ τητα βουλόμενος ἐργάσασθαι σχήμασι καὶ κώλοις σφοδροῖς πλεοναζέτω καὶ κυριώτατα τεύξεται τοῦ σκοποῦ. λδʹ. Ἐπειδὴ τὸ πλεονάζειν καὶ ἐν πλήθει ἐστὶ καὶ ἐν
20δυνάμει, κυριώτερόν φησιν εἶναι τὸ πλεονάζειν κατὰ δύναμιν· ἔστι γὰρ καὶ τοῖς πλείοσι χρήσασθαι, λέγω δὴ τῶν ποιούντων ἑκάστην ἰδέαν, οἷον μεθόδοις, σχήμασι, συνθήκῃ, ἀναπαύσει καὶ τοῖς τοιούτοις, ἀλλ’ οὐ τὸν τοι‐
οῦτον ἀποδέχεται πλεονασμὸν, ἀλλ’ ὅταν τοῖς κυριωτά‐897

7

.

898

τοις ἑκάστης ἰδέας χρησώμεθα· τοῦτο γὰρ μάλιστα καὶ τὴν ἰδέαν ἐμφαίνει, καὶ πλεονάζει καὶ τὰ κράτιστα τῶν λόγων ποιεῖ· εἰ δὲ ταῦτα, τουτέστι τὰ κυριώτατα, παρα‐ λίποι τις τοῖς ἄλλοις χρησάμενος ἅπασιν, εἰ καὶ πλεο‐
5νάζει κατ’ ἐκεῖνα, ἀλλ’ οὖν ἥττων τυγχάνει τοῦ εἴ‐ δους ὁ λόγος ἐκείνου, οὗπερ οὐκ ἦν οἰκεῖα οἷς ἐχρῆτο. λεʹ. Ὥσπερ τῶν προσώπων τὴν τάξιν ἡμᾶς ἐδίδαξεν ἐν τῷ περὶ τῶν στάσεων, καὶ τὰ μὲν ἰσχυρότερα προ‐ τάττει, τὰ δὲ ἀσθενέστερα ἐπάγει κατὰ δευτέραν καὶ
10τρίτην τάξιν, οὕτω κἀνταῦθα τοῖς ἰσχυροτέροις τὴν πρώ‐ την τάξιν ἀποδιδοὺς τῶν ἄλλων ἕκαστον κατὰ τὴν ἰσχὺν ἐφεξῆς τάττει. λϛʹ Τοῖς συμβαλλομένοις κατὰ τὸν τῆς δυνάμεως καὶ κυριωτέροις οὖσι κατὰ τὸν τοῦ πλεονασμοῦ λόγον,
15ἐκείνοις δηλαδὴ καὶ τὴν πρώτην ἀποδίδωσι τάξιν, ἅπερ ἔχουσιν ἰσχυροτέραν τὴν δύναμιν· ἐν γὰρ τοῖς φθάσασι κατὰ φυσικὴν ἀκολουθίαν τὴν ἀπαρίθμησιν ποιησάμενος ἐνταῦθα μετατίθησι τὴν τάξιν, ἅτε περὶ τῆς δυνάμεως τῶν ποιούντων διαλεγόμενος, μηδεὶς δὲ καταγνῷ, πρὶν
20ἂν ἀκριβῶς διασκοπήσῃ, τί τὸ καταναγκάσαν ἐν τῷ περὶ τῆς δυνάμεως λόγῳ μεταθεῖναι τὴν τάξιν· ζητήσας γὰρ ἐπιπόνως καὶ τὴν αἰτίαν εὑρὼν θαυμάσει τὸν τεχνικὸν, ὡς εὐκαίρως τὰ παρὰ τῇ φύσει πρωτεύοντα μετέθηκε κα‐ τεπειγούσης τῆς δυνάμεως· ἐπεί τοι καὶ τὴν ἀρχὴν οὐκ
25ἐνεχώρει κατά γε τὴν ἐμὴν κρίσιν ἄλλως ποιήσασθαι τὴν898

7

.

899

ἀπαρίθμησιν, ἢ τοῦτον τὸν τρόπον τὸν βουληθέντα δια‐ λαβεῖν περὶ τῆς τῶν ποιούντων δυνάμεως· τῶν γὰρ τε‐ χνῶν αἱ μὲν τῇ αἰσθήσει μόνον δουλεύουσιν, αἱ δὲ τῷ λόγῳ· εἰσὶ δὲ πάλιν, αἳ διὰ τὸν λόγον φροντίζουσιν καὶ
5τῆς αἰσθήσεως· οἷον οἱ περὶ κιθάραν ἐσπουδακότες ἢ γρα‐ φικὴν, ἢ τῆς ὀψοποιΐας ἀντιποιούμενοι, καθὰ Μίθαι‐ κος καὶ Θεαρίων· οὗτοι τῇ αἰσθήσει δουλεύουσι, χαίρειν τοὺς λόγους ἐάσαντες· ἔνιοι δὲ καὶ τὴν αἴσθησιν αὐτὴν διαφθείρουσιν, ἀλλοτρίως αὐτῇ προσφερόμενοι· τὴν
10γὰρ ἀνειμένην πάνυ δίαιταν καὶ τρυφὴν μὴ δυναμένη φέρειν ἡ αἴσθησις ταλαιπωρεῖ πολλάκις ἐκ τῆς ὑπερβαλ‐ λούσης ἀκρασίας κατενεχθεῖσα πρὸς νόσον· οἱ δὲ Περι‐ πατητικοὶ τῶν λόγων φροντίσαντες καὶ μηδένα τῆς αἰ‐ σθήσεως ποιησάμενοι λόγον κινδυνεύουσιν ἐπὶ τοῦ παρ‐
15όντος ὀνομάζεσθαι σπάνει τῶν μετιόντων τὴν τοιαύ‐ την φιλοσοφίαν διὰ τὴν περὶ τοὺς λόγους ταλαιπωρίαν· ἔργον γὰρ αὐτοῖς ἐστι σχεδὸν ἡ ἀσάφεια καὶ τὸ πολλὴν ἐμποιῆσαι σύγχυσιν, οὐ κατὰ ἀπορίαν λέγω τινὰ, μή ποτε τοσοῦτον μανείην, ἀλλ’ ἑκοντὶ ὑποκαλύπτουσι τὰ νοή‐
20ματα καὶ διαπλέκουσι τῶν ὀνομάτων τὴν ἑρμηνείαν, ὅθεν καὶ λυποῦσι τὴν ἀκοήν· μὴ προσδεχομένη γὰρ ῥᾳδίως, διὰ τὴν ἐπικειμένην κατὰ τὸν σοφώτατον Ἀριστοτέλη τῷ λέγειν νεφέλην, δυσχερῶς παραπέμπει τῇ ψυχῇ τὰ νοή‐ ματα· καὶ ὁ μὲν τῶν Περιπατητικῶν λόγος τὰ ὦτα μι‐
25κροῦ διατιτρώσκων οὕτως εἰς τὰς ψυχὰς εἰσδύεται τῶν ἀκουόντων· οἱ δὲ Στωϊκοὶ καὶ τοῦ σώματος περιορᾷν
παρακελεύονται καὶ τὴν κόμην αὐχμηρὰν περιφέρειν καὶ899

7

.

900

περὶ τὴν ἐδωδὴν ταλαιπωρεῖν, ἀλλ’ οὗτοι μὲν εἰκό‐ τως περιορῶσι τῶν τοιούτων, ἐπεὶ κἂν ἀποτύχωσι τῶν τοιούτων, οὐδὲν αὐτοῖς ἐντεῦθεν περιγίνεται χαλεπόν· τὸν δὲ ῥήτορα πρὸς τὴν βούλησιν τοῦ ἀκροατοῦ χρὴ με‐
5θοδεύειν τοὺς λόγους, ὅπως μηδὲν ἀνιαθῇ ὁ ἀκροατὴς, ὃς περὶ τὴν αἴσθησιν ῥᾷστα προσδέχεται τὸ λεγόμε‐ νον· εἰ γὰρ διαπλέξαις τὰ νοήματα, συνταράξει τὴν ἀκοὴν, βλάψει τὸ πᾶν, ἀποκνοῦντος τοῦ ἀκροατοῦ πα‐ ρακολουθεῖν τῇ τοιαύτῃ τοῦ λόγου πλοκῇ, ὅθεν τὸν ῥή‐
10τορα μεθαρμόζεσθαι δεῖ πρὸς τὰς ἀκοὰς καὶ πάντα παρ‐ αιτεῖσθαι τὰ λυποῦντα τὸν ἀκροατήν· ὅπου γε καὶ Πλά‐ των ὁ σοφώτατος, ᾧ πάρεργον ἦν τὸ φροντίσαι τῶν ἀ‐ κουόντων, πλείστην ἔθετο περὶ τοῦτο σπουδήν· διὰ τοῦ‐ το τοίνυν ὁ τεχνικὸς περὶ τῶν ποιούντων δύναμιν δια‐
15λεγόμενος πρώτην μὲν ἔταξε τὴν ἔννοιαν, ἔπειτα τὴν λέ‐ ξιν, ἥτις κατὰ φύσιν τὴν τρίτην ἐπέχει τάξιν· πρωτεύει γὰρ αὐτῆς τὰ σχήματα τῆς ἐννοίας, λέγω δὴ τὴν μέθο‐ δον· διὰ γὰρ τοὺς φιλοσόφους καὶ μάλιστα διὰ τὴν τοῦ Πλάτωνος δόξαν καὶ τὴν κίνησιν τῆς ἐννοίας ἐκάλεσε
20σχήματα, καθὰ καὶ ὁ σοφώτατος Πλάτων ἐν τῷ Τιμαίῳ τὸ πυραμοειδὲς καὶ ἕτερά τινα τοιαῦτα, περὶ ὧν λέγειν ἑτέροις προσήκει, κἀπὶ τοῦ παρόντος ἅμα περίεργον. λζʹ. Δευτέραν τῇ λέξει τάξιν ἀποδέδωκεν, ἐπειδὴ ταύ‐ την πρώτην ὁ ἀκροατὴς προσδέχεται καὶ οὐδὲν ἕτερον
25αὐτοῦ διαπορθμεύει τὴν ἔννοιαν· διὰ δὴ καὶ προὐτί‐ μησεν αὐτὴν τῶν ἄλλων· ὃ γάρ ἐστι παρ’ αὐτῷ, τοῦτο
καὶ τέθεικεν· ἔπειτα τὸ σχῆμα, λέγω δὴ τὸ τῆς λέξεως.900

7

.

901

ληʹ. Μέθοδος μὲν οὖν ἐστι λόγος τὴν οἰκείαν τῆς ἰδέας λέξιν κατὰ τὸ προσῆκον ἑρμηνεύων, ὡς ἡ εἰρωνεία καὶ ἡ διαπόρησις· σχῆμα δέ ἐστι λόγος τὴν οἰκείαν τῆς ἰδέας λέξιν κατὰ τὸ προσῆκον διαπλέκων, ἢ ὡς ἕτεροι, λό‐
5γος μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρων, μηδὲ ἐπ’ εὐθείας, ἀλλ’ ἐκτρέπων καὶ ἐξαλλάττων τὴν διάνοιαν τῇ φράσει κόσμου τινὸς ἢ χρείας ἕνεκα, ὡς ἐπανάληψις καὶ κλίμαξ· τὸ οὖν σχῆμα καὶ ἡ μέθοδος κοινωνοῦντα ἀλλήλοις κατὰ τὸ ἐναλλάττειν τὸ σύνηθες διαφέρουσι ταύτῃ, ὅτι ἡ μὲν
10μέθοδος ἐννοίας ἐστὶν ἐναλλαγὴ, τὸ δὲ σχῆμα τῆς λέ‐ ξεως· καὶ ὅτι τὰ μὲν τῆς διανοίας σχήματα, κἂν ὑπαλ‐ λάξῃ τις αὐτὰ τοῖς ῥήμασιν, ὁμοίως μένει. δυνατὸν γὰρ τὸ κατὰ εἰρωνείαν, εἰ τύχοι, καὶ διαπόρησιν, αἵπερ εἰσὶ περὶ ἔννοιαν μέθοδοι, πολυτρόπως φράσαι· τὰ δὲ
15τῆς λέξεως σχήματα, οἷον ἡ ἐπανάληψις καὶ ἡ κλίμαξ μεταπιπτούσης τῆς λέξεως οὐχ οἵα τέ ἐστι φυλάττεσθαι. λθʹ. Ἐπειδὴ τὴν μέθοδον ἐν τοῖς προειρημένοις ἐν δευτέρᾳ τάξει ἔθηκε, φησὶ νῦν, ὅτι δυνάμει τετάρτην ἐπεχέτω τάξιν· ἀριθμῷ γάρ ἐστι δευτέρα· διὰ τί δὲ τε‐
20τάρτην ἐπέχει τάξιν ἡ μέθοδος ἐν ταῖς ἄλλαις ἰδέαις; ἐπειδὴ δεινότητος ἴδιόν ἐστι τὸ τοιῶσδε ἢ τοιῶσδε μεθοδεύειν, οἷον γοργῶς, ἀλλὰ μὴ λαμπρῶς καὶ κα‐ τὰ ἐρώτησιν τυχὸν, ἀλλὰ μὴ κατὰ ἀπόφασιν. οὐ δεῖ
δὲ τοῦτο ποιεῖν, ἐὰν μὴ πρότερον τὴν λέξιν ἐπενέγκωμεν901

7

.

902

τῇ ἐννοίᾳ καὶ τὸ σχῆμα τῆς λέξεως· εἰ γὰρ δεινώσομεν πρότερον, τῇ μεθόδῳ χρησάμενοι, οὐκέτι τυχὸν τὴν κα‐ θαρότητα ἀκριβῶς φυλάξομεν, ἐπειδὴ ἀλλότρια καθαρό‐ της, δεινότης· αὐτίκα γοῦν φησιν αὐτὸς, ὅτι ἐν τῇ δει‐
5νότητι τὰ πρῶτα ἕξει ἡ μέθοδος. μʹ. Ῥᾴδιον συνιδεῖν ἐκ τῶν προλαβόντων, δι’ ἣν αἰ‐ τίαν τὸ σχῆμα τῆς λέξεως τῆς μεθόδου προέταξε· τὴν γὰρ λέξιν εὐθὺς προσδεξάμενος ὁ ἀκροατὴς ἐπιποθεῖ καὶ
τὰ περὶ αὐτὴν σχήματα λαβεῖν.902

7

.

903

μαʹ. Ἴσως δὲ ζητήσειεν ἄν τις, τί δὴ τὰ κῶλα παρ‐ ῆκεν ἐν τῇ κατὰ φύσιν ἀπαριθμήσει, εἶτα ἀποδεδω‐ κὼς τάξιν αὐτοῖς· ἀλλ’ ἔστιν ἐκεῖνο φάναι, ὅτι τὰ κατ’ ἀνάγκην παρακολουθοῦντα παρίησι, τὸ δὲ σχῆμα πεπε‐
5ρασμένον ἐστὶ, καθὰ καὶ ὁ στοιχειωτὴς βούλεται· σχῆμα γάρ ἐστι τὸ ὑπό τινος ἢ ὑπό τινων ὅρων περιεχόμενον· ἐνταῦθα δὲ περατοῦται ὑπὸ τῶν κώλων· διὰ δὴ καὶ παρ‐ ῆκεν αὐτά· παρέπεται γὰρ κατὰ ἀνάγκην τοῖς σχήμασιν. ἀλλ’ εἰ τοῦτο, φησὶν, ἀληθὲς, πῶς τέθεικε τὸν ῥυθμὸν,
10ὃς παρακολουθεῖ τῇ συνθήκῃ καὶ ἀναπαύσει, καθὰ καὶ ἐν τοῖς προλαβοῦσι μεμαθήκαμεν; ὥσπερ γὰρ εἶδος ἐπα‐ κολουθεῖ τῇ τε συνθήκῃ ποιᾷ, καὶ τῇ ἀναπαύσει ἄλλο τι ὢν παρὰ ταῦτα, ἀλλ’ οὐκ ἄνευ λόγου τοῦτο πεποίη‐ κεν, ἀντενέκειντο γὰρ αὐτῷ τινες, οἳ καὶ πρωτεύειν ἐβού‐
15λοντο τὸν ῥυθμόν· διὸ καὶ ἠναγκάσθη μὲν μνημονεῦσαι ῥυθμοῦ· περὶ γὰρ κώλου οὐδεμία γέγονεν ἀμφισβήτησις. τάχα δὲ, φησὶν ὁ τεχνικὸς, ἀμφισβητήσειαν μουσικῶν παῖδες, μηδὲ τὴν ἔννοιαν συγχωροῦντες προτάττειν ἡμᾶς τοῦ ῥυθμοῦ· δύνασθαι γὰρ φήσουσι τὸν ῥυθμὸν καὶ
20καθ’ ἑαυτὸν χωρὶς ὅλως ἐνάρθρου φωνῆς· καὶ γὰρ τῷ ὄντι παρ’ ἐκείνοις κ. τ. λ. μγʹ. Ὡς ὁ Τιμόθεος, ὁ αὐλητὴς, ἐκίνει πρὸς θυ‐ μὸν καὶ πρὸς ὅπλα τὸν Ἀλέξανδρον, καταφορικὸν δὲ ἀντὶ τοῦ ὑβριστικὸν, καταφορὰ γάρ ἐστιν ἡ ἐν κατηγο‐
25ρίᾳ τάσις.
μδʹ. Τὸ ἑξῆς καθόσον ἐγχωρεῖ λέξει πεζῇ προσ‐903

7

.

904

αρμόσαι τινὰ ῥυθμὸν χωρὶς τοῦ περιᾴδειν, τουτέστιν χωρὶς ᾠδῆς· αὕτη γὰρ τῇ ἐμμέτρῳ λέξει πρόσφορος. μεʹ. Τοσοῦτον ἰσχύει, φησὶ, καθ’ ὅσον ἐγχωρεῖ λέξει πεζῇ χωρὶς τοῦ περιᾴδειν· ἀλλ’ ὅσον ἀνειμένως
5καὶ μαλθακῶς ὑποκρίνῃ, τοσούτῳ ἰσχυρότερον ποιήσεις τὸν ῥυθμόν· ἐπεὶ δειξάτωσαν ἡμῖν, εἰ παρ’ ἡμῖν συν‐ τόνως ἀναγινωσκομένου τοῦ λόγου τοσοῦτον ἰσχύουσιν, ὅσον κἀν τῇ ἄλλῃ μουσικῇ. μϛʹ. Τουτέστι μέσοι ἢ τελευταῖοι, ἐκεῖ μὲν γὰρ τὸ
10ὅλον ἐν τούτοις, ἐπεὶ καὶ ἡ πᾶσα περὶ αὐτοὺς σπου‐ δὴ, καὶ τῇ ἀκοῇ μόνῃ προσφέρονται, τοῦ λογισμοῦ μὴ προσδεχομένου τὰς ἀσήμους φωνὰς καὶ χάριν ἡδονῆς ἐπινενόηνται· ἐπὶ δὲ τῶν πεζῶν λόγων τῇ συνθήκῃ καὶ τῇ ἀναπαύσει παρακολουθοῦσιν, ἄλλο τι ὄντες παρὰ
15ταῦτα, καὶ οὐ χάριν ἡδονῆς, ἀλλ’ ἕνεκεν τοῦ συμφέρον‐
τος παραλαμβάνονται.904

7

.

905

μζʹ. Μὴ λεγέτωσαν, φησὶν, ὡς δεῖ κἀν πεζοῖς λόγοις πρωτεύειν αὐτοὺς, ἄλλην γὰρ ἐν τῇ μουσικῇ δύναμιν ἔχουσι, καὶ ὥσπερ ἐκεῖσε διὰ ταύτην προετάγησαν. κατὰ τὸν αὐτὸν ἀνάγκη κἀνταῦθα λόγον ὑστερίζειν αὐτούς·
5ἕκαστον γὰρ αὐτῶν, ὅπως ἔχει δυνάμεως, οὕτω τετάξε‐ ται, καὶ πρωτεύειν μὲν δεῖ πάντων τὴν ἔννοιαν, ἅτε καὶ ἰσχυροτέραν καὶ τῇ φύσει προϋπάρχουσαν (πῶς γὰρ ὅλως συσταίη λόγων εἶδος, μὴ προϋπαρχούσης ἐννοίας;), μετὰ δὲ αὐτὴν ἡ λέξις, ἣν καὶ δέχεται πρῶτον ἀκροα‐
10τής· διὸ καὶ τὸ περὶ αὐτὴν σχῆμα τρίτον· τὸ γὰρ τῆς ἐννοίας ἐν τῷ περὶ τῆς δυνάμεως λόγῳ τετάξεται τέ‐ ταρτον, κἂν ἐν τῇ δεινότητι τὴν πρώτην σχεδὸν ἀποφέ‐ ρηται τάξιν, ἡ συνθήκη δὲ καὶ ἡ ἀνάπαυσις τελευταία· περὶ γὰρ κώλου καὶ κόμματος ἢ ῥυθμοῦ λέγειν ἐν τῷ
15περὶ δυνάμεως λόγῳ περίεργον· ἐξ ἀνάγκης γὰρ πα‐ ρακολουθοῦσιν, τὰ μὲν κῶλα ταῖς συνθήκαις, καὶ ὁ ῥυθμὸς τῇ ἀναπαύσει· πέρας μὲν γὰρ τῆς συνθήκης τὸ κῶλον, ὁ δὲ ῥυθμὸς ὥσπερ εἶδος ἐπακολουθεῖ τῇ τε συνθήκῃ καὶ τῇ ἀναπαύσει, δι’ ἃ δὴ καὶ τελευ‐
20ταῖος τετάξεται, κἂν ἀμφισβητῶσιν οἱ περὶ τὴν μουσι‐ κὴν ἐσχολακότες· συνεισφέρουσι μὲν γὰρ, φησὶν, καὶ
οὗτοι πρὸς τὸ τοιόνδε γενέσθαι τὸν λόγον, ἀλλὰ μὴ τοι‐905

7

.

906

όνδε· πλὴν οὐ τοσοῦτον ἰσχύουσιν, ὅσον ἐκεῖνοί φασιν· τοῦτο Ἰσοκράτης φησὶν ἐν τῷ Εὐαγόρᾳ· „πρὸς δὲ τού‐ τοις οἱ μὲν μετὰ μέτρων καὶ ῥυθμῶν ἅπαντα ποιοῦσιν, οἱ δὲ οὐδενὸς τούτων κοινωνοῦσιν, ἃ τοσαύτην ἔχει χά‐
5ριν, ὥστε ἂν καὶ τῇ λέξει καὶ τοῖς ἐνθυμήμασιν ἔχῃ κα‐ κῶς, ὅμως ταῖς εὐρυθμίαις καὶ ταῖς συμμετρίαις ψυχα‐ γωγοῦσι τοὺς ἀκούοντας·“ διὰ τί δέ φησιν ὁ Ἰσοκράτης οὐδενὸς τούτων κοινωνεῖν τοὺς ῥήτορας, Ἑρμογένους τἀναντία νῦν λέγοντος; φαμὲν, ὅτι κατὰ μὲν τὸ ἀλη‐
10θὲς ἐπιμέλονται καὶ οἱ ῥήτορες ῥυθμοῦ καὶ τῶν ἐμ‐ ποιούντων τὴν ἡδονήν. ὁ μέντοι Ἰσοκράτης διὰ τὸ συμ‐ φέρον αὐτῷ μόνοις τοῖς ποιηταῖς φησι ταῦτα προσ‐ εῖναι, ἵνα ἑαυτὸν, φησὶ, σεμνύνῃ, εἰ διὰ μόνων πολιτι‐ κῶν λέξεων ἐγκωμιάζειν Εὐαγόραν δύναται· ἐν δὲ
15τῷ περὶ καθαρότητος σαφέστερον Ἑρμογένης τοῦτο ἐρεῖ. μθʹ. Μετὰ τὰς λύσεις τῶν ἀντιπιπτόντων καὶ τὴν ἐκκάθαρσιν τῶν λυπούντων ἀνακεφαλαίωσιν ποιεῖται τῶν
εἰρημένων.906

7

.

907

νʹ. Ποικιλώτερος γὰρ οὗτος ἁπάντων περὶ τὰς μίξεις, πάντα τοῖς ἐμφρονεστάτοις ἀκολουθῶν τῶν πρὸ αὐτοῦ, καὶ μάλιστα τῷ πρεσβυτέρῳ τῶν Ἁλικαρνα‐ σέων, φησὶν ὁ Ἑρμογένης· καὶ γὰρ ἐκεῖνος ἐν τῷ περὶ
5συνθέσεως ὀνομάτων διαῤῥήδην φησὶ τάδε.
7 ναʹ. Οὐ δύναται, φησὶν, τὴν μίξιν εὑρεῖν τῶν λό‐ γων, ἐκ ποίων καὶ πόσων ἰδεῶν κέκρανται, εἰ μὴ πρό‐ τερόν τις γνῷ τὴν ἰδέαν, ὅτι τοῦτό ἐστιν σαφήνεια,
10καὶ ἐκ ποίων μερῶν καὶ εἰδῶν γίνεται. νβʹ. Ὡς οὐ δυνατὸν, φησὶν, ἐπιγνῶναι, πόθεν τὸ φαιὸν γίνεται, εἰ μὴ πρότερόν τις γνῷ, τί λευκὸν καὶ τί μέλαν, οὕτως οὐ δύναταί τις γνῶναι τὴν μίξιν τῶν ἰδεῶν, εἰ μὴ πρότερον γνῷ, τί ἐστιν αὐτὸ, ἤγουν
15ἡ ἰδέα.
νγʹ. Εἰ μὴ πρότερον, φησὶ, καταμάθοις τὴν τοῦ λευ‐907

7

.

908

κοῦ καὶ τοῦ μέλανος φύσιν, οὐκ ἂν τὸ φαιὸν, ὅπως γέ‐ γονε, καταμάθοις· οὕτως οὖν κἀπὶ τῶν λόγων, ἢν μὴ πρότερον τὰ ποιοῦντα μάθοις, ἃ στοιχείων τάξιν ἐπέ‐ χουσιν, οὐκ ἂν κρίναις ἢ ζηλώσαις τοὺς τῶν ἀρχαίων
5τύπους· ταῦτα δὲ μαθὼν ῥᾳδίως ἂν παρακολουθήσαις ἐκείνοις εὐμαθέστερον, ἐντεῦθεν ὁρμώμενος. νδʹ. Ὁ τὰς ἰδέας, φησὶ, κατὰ μέρος μαθὼν δύνα‐ ται καὶ περὶ ἑνὸς ἑκάστου τῶν εἰδῶν κρίνειν, τουτέστιν ἰδεῶν· καὶ πάλιν τὰς μίξεις εἰδέναι.
10 νεʹ. Μηδεὶς θαυμαζέτω, ἐάν τινες ἰδέαι κατά τι συμφερόμεναι ἑτέραις εὑρίσκωνται ἢ κατὰ ἔννοιαν, ἢ κατὰ λέξιν, ὥσπερ ἡ καθαρότης τῇ ἀφελείᾳ κατά τε ἄλ‐ λα τινὰ καὶ κατὰ τῆς ὀρθότητος σχῆμα κεκοινώνηκεν· ἡ γὰρ καθαρότης χαίρει τῇ κατ’ ὀρθὸν πτώσει· καὶ τοῦ‐
15το μὲν ἀληθές· ἀλλὰ τί δήποτε μὴ ἐν τοῖς προλαβοῦσιν ἐμνήσθη καὶ τούτων; ἐχρῆν γὰρ ἐκεῖσε λέγειν, καὶ μὴ ἐν τῇ ἀνακεφαλαιώσει, ἐπείτοι συμβαίνει τεταραγμένον εἶναι τὸν λόγον, καὶ ἑτέρας ἀνακεφαλαιώσεως δέομεν· διὰ γὰρ δὴ τοῦτο καὶ τὴν ἀνακεφαλαίωσιν ἐποιήσατο,
20ἵνα ὑπ’ ὄψιν ἀγάγῃ τὰ προειρημένα, καὶ τῶν ἀντιπιπτόν‐ των ἐκεῖσε βιασαμένων ἐν τῷ μεταξὺ κατὰ ἐπεμβολὴν ἐπισωρεῦσαι ἄλλα τινὰ, ὃ τὴν ἀσάφειαν ἐμποιῆσαν ἐδεήθη τῆς ἀνακεφαλαιώσεως· καὶ δοκεῖ πως εἶναι τοῦτο τῶν ἰσχυρῶν καὶ τάχα τῶν ἀλύτων, εἰ μὴ σκοπήσοι τις
25τὴν ἀκρίβειαν τοῦ τεχνικοῦ· εἰ γὰρ κατὰ μέρη κοινωνοῦ‐908

7

.

909

σιν ἀλλήλαις, πῶς οἷόν τε ἦν πρὸ τῆς διδασκαλίας τῶν μερῶν εἰπεῖν, κατὰ τί συμφέρονται; διὸ παρῃτήσατο μὲν ἐν τοῖς προλαβοῦσιν εἰπεῖν, κατά τί κοινωνοῦσιν· οὔ‐ πω γὰρ διεξῆλθεν περὶ τῶν μερῶν· διδάξας δὲ περὶ τού‐
5των ἔσχε χώραν μετὰ τὴν ἐπίγνωσιν τῶν ἁπλῶν εἰπεῖν καὶ κατὰ τί κοινωνοῦσιν ἀλλήλαις. νϛʹ. Οἷον „εἴπερ τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις, καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.“ καὶ τό· „ἀλλὰ καὶ μανδραγόραν πεπωκόσιν τι φάρμακον
10ἄλλο τοιοῦτον ἐοίκατε ἀνθρώποις.“ νζʹ. Ὅταν, φησὶ, κώλῳ καὶ σχήματι μακρῷ αἱ ἐπι‐ τιμήσεις ἐξαγγελθεῖεν, ποιοῦσι τὴν ἀκμήν. μηκυνόμεναι γὰρ αἱ ἐπιτιμήσεις ποιοῦσι τὴν ἀκμήν. νηʹ. Ὁ νοῦς τοιοῦτος· οὐ κεκώλυται ἡντιναοῦν
15ἰδέαν κατὰ τὸ εἶδος ἄλλης ἰδέας διαφέρουσαν μέρη τινὰ
τὰ αὐτὰ ἔχειν ἑτέρᾳ· ἃ μέρη, ὥσπερ διαφοραί τινές εἰσιν,909

7

.

910

ὡς ἐπὶ τοῦ ἀνθρώπου, εἴδους ὄντος, εἰσὶ διαφοραὶ τὸ θνητὸν καὶ τὸ λογικὸν, ὧν τὸ μὲν θνητὸν χωρίζει τῶν ἀθανάτων τὸν ἄνθρωπον, τὸ δὲ λογικὸν τῶν ἄλλων ζώων· ὥστε αἱ αὐταὶ διαφοραὶ καὶ κοινωνίαι εἰσί. τῷ μὲν γὰρ
5θνητῷ κοινωνεῖ τοῖς ζώοις, ᾧ διαφέρει τοῦ ἀθανάτου, τῷ δὲ λογικῷ τοῖς ἀθανάτοις, ᾧ διαφέρει τῶν ἀλόγων. οὕτω τοίνυν καὶ ἑκάστη ἰδέα μέρει τινὶ, τουτέστι τῶν ὀκτὼ ἑνὶ, ἄλλῃ κοινωνοῦσα τῷ αὐτῷ διαφέρει ἑτέρας ἰδέας.
10 Τῷ μὲν γὰρ ὅλῳ, τῷ καθ’ ἑαυτὴν εἶναι μίαν ἑκάστην ἰδέαν, καὶ ἑτέραν τῶν ἄλλων εἶναί φησι ἐπὶ τοῦ κεχωρισμένου· τὰ αὐτὰ δὲ μέρη τῆς τοιαύτης ἰδέας ἔχειν καὶ ἄλλην ἰδέαν, καθάπερ διαφορὰς οὐσίας τινὸς, τουτ‐ έστι γένους, οὐ κεκώλυται· οἷον ὅλον τί ἐστι καθ’ ἑαυ‐
15τὸν ἄνθρωπος, καὶ ὅλον τί ἵππος καὶ τὰ καθ’ ἕκαστα τῶν ζώων· κοινωνοῦσι δὲ ἀλλήλοις τῷ γένει τῆς οὐσίας, καθὸ ζῶα ἀμφότερα· διαφέρουσι δὲ κατὰ τὰς διαφορὰς τὸ λογικὸν καὶ τὸ ἄλογον· οὕτω κἀνταῦθα κοινωνοῦσιν ἀλλήλαις ἰδέαι μέρεσί τισι, διαφέρουσι δὲ κατὰ τὸ ὅλην
20ἑκάστην εἶναι καθ’ ἑαυτὴν, ὅλη γάρ ἐστι καθ’ ἑαυτὴν λαμπρότης τυχὸν καὶ ὅλη βαρύτης. νθʹ. Ὥσπερ ἐν τῷ περὶ τῶν στάσεων περὶ τοῦ στοχασμοῦ πρῶτον λέγων τὴν αἰτίαν προτίθησιν, ὅτι περὶ οὐσίας πανταχοῦ πρότερον σκεπτέον, τουτέστιν εἰ
25ἔστιν, ὅπερ ἴδιον στοχασμῷ, οὕτω κἀντεῦθεν, δι’ ἣν αἰτίαν προτάττει τῶν ἄλλων ἰδεῶν τὴν σαφήνειαν, λέγει, ξʹ. Περὶ τῆς τάξεως, φησὶ, τῶν ποιούντων τοὺς χα‐
ρακτῆρας διαλεχθέντες ἐπὶ τὸν τῆς σαφηνείας ἐπανέλ‐910

7

.

911

θωμεν λόγον, αὕτη γὰρ προτέτακται, διότι καὶ παντὶ λόγῳ τούτου δεῖ μάλιστα, λέγω δὴ τῆς σαφηνείας· εἰ γὰρ κ. τ. λ.
4tCap. II.
5tΠερὶ σαφηνείας.
5 αʹ. Τοῦτό ἐστιν ἔργον τοῦ ῥήτορος, τὸ σαφῆ καὶ εὔ‐ ληπτον καὶ πᾶσιν εὐσύνοπτον τὸν ἑαυτοῦ λόγον ποιεῖν· ἰστέον δὲ, ὅτι ἄλλοι τεχνογράφοι, ὧν εἷς ὁ Τιβέριος, οὐχ οὕτως διεῖλον, ἀλλ’ ὁ μὲν τὴν αὐτὴν οἴεται εἶναι τὴν σα‐ φήνειαν τῇ καθαρότητι, καὶ περὶ ἀμφοτέρων ἅμα δι‐
10δάσκει, τῷ γένει συνάπτων τὸ εἶδος, σαφηνείας δὲ οὐδὲ μέμνηται· καὶ ὅτι Τιβέριος πάλιν τὴν αὐτὴν οἴεται κα‐ θαρότητα καὶ εὐκρίνειαν, φάσκων τὰ ἐναντία θεωρή‐ ματα τῇ περιβολῇ, καθαρὸν καὶ εὐκρινῆ τὸν λόγον ἐρ‐ γάζεται, ἐν μὲν γὰρ τῇ περιβολῇ, φησὶν, πάλιν εἰσά‐
15γεις τὰ νοήματα, ὅταν δὲ καθαρὸν βούλει ποιῆσαι τὸν λόγον, κατ’ ὀρθὴν πτῶσιν εἰσάγεις, οἷον „Σαννίων ἐστὶ δή που τις·“ ἀκριβέστερον μέντοι Ἑρμογένης τὴν σαφήνειαν διαιρεῖ εἰς εὐκρίνειαν καὶ καθαρότητα. βʹ. Καλῶς τὸ σχεδόν· οὐ γὰρ πάντες οἱ τόποι, δι’
20ὧν γίνονται, μόνης καθαρότητός εἰσι· κοινωνεῖ γὰρ τῇ
εὐκρινείᾳ, λέξει, κώλοις, συνθήκῃ, ἀναπαύσει.911

7

.

912

γʹ. Ἰστέον, ὅτι οὐκ ἐκ τῶν ὀκτὼ μερῶν πᾶσα ἰδέα σύγκειται, οἷον ἐννοίας, μεθόδου καὶ τῶν λοιπῶν, ἀλλ’ ἐκ τῶν οἰκειοτάτων αὐτῇ· οὐ χρὴ δὲ θαυμάζειν, εἰ τὰ αὐτὰ ταῦτα καὶ ἑτέραν ἰδέαν ποιεῖ· ἐξηλλαγμέναι γὰρ
5οὖσαι κατὰ τὸ ὅλον μέρει τινὶ κοινωνοῦσιν, ὅπερ οὐκ ἄτοπον. δʹ. Ὅπως μὲν εὐκρίνειαν ποιεῖ τι καὶ τῶν ἄλλων, δείξομεν ἐν τῷ περὶ αὐτῆς λόγῳ· προϊοῦσι γὰρ ἔσται φανερώτερον, εἰ μόνον ἡ μέθοδος ἢ καὶ ἄλλα τινὰ συν‐
10τελοῦσιν πρὸς εὐκρίνειαν· τούτου δὲ δειχθέντος ἐκεῖσε λυθήσεται καὶ ὁ ἐπὶ τοῦ παρόντος ἐνδοιασμός. εʹ. Αὕτη γὰρ μάλιστα ποιεῖ τὴν σαφήνειαν, ἧς βλα‐ βείσης ἐπεισέρχεται ἡ εὐκρίνεια, τὸ συμβὰν ὡς εἰπεῖν πάθος τῇ καθαρότητι θεραπεύουσα· διὰ δὴ καὶ τὴν κα‐
15θαρότητα προέταξεν, ἅτε μάλιστα συντελοῦσαι, πρὸς τὸ σαφῆ ποιῆσαι τὸν λόγον· ἡ γὰρ εὐκρίνεια τάχα περιττὴ, ὅταν ἡ καθαρότης ἐῤῥωμένην σχοίη τὴν φύσιν, καὶ οὐ δεῖ θαυμάζειν, εἰ ἀντιστελλομένη τῇ καθαρότητι μὴ τὴν αὐτὴν ἔχῃ δύναμιν· ἴσμεν γὰρ, ὡς ἐχρῆν αὐτὴν μὴ μό‐
20νον ἰσοδυναμεῖν, ἀλλὰ καὶ πᾶσαν ἐν αὐτῇ τὴν σαφήνειαν ἔχειν, εἴπερ ἄρα μὴ καθ’ ὁμοιότητα καὶ φαντασίαν, ἀλ‐ λὰ κατὰ τὸν ἀκριβῆ τῶν γενῶν λόγον τὴν περὶ τῶν ἰδεῶν ἐποιεῖτο διδασκαλίαν· ἐκεῖθεν γὰρ λαβὼν τὴν μίμησιν,
καθὰ πολλαχοῦ δεδηλώκαμεν, σπεύδει καὶ τὴν τούτων912

7

.

913

παραστῆσαι φύσιν καὶ δύναμιν· παγχάλεπος γὰρ ὁ περὶ τῶν ἰδεῶν λόγος, ὅθεν οὐδεὶς ἐτόλμησε τῶν τοσούτων καὶ τηλικούτων ἀνδρῶν, λέγω δὴ καὶ τῶν ἐκλαμψάντων ἐπὶ φιλοσοφίᾳ καὶ τοῖς τῆς ῥητορικῆς συγγράμμασιν, εἰ‐
5πεῖν τι περὶ αὐτῶν, ἕως ὁ τεχνικὸς καθῆκεν ἐπὶ τὴν τοι‐ αύτην ἐγχείρησιν· ἀγαπητὸν οὖν, εἰ καὶ ἐκ παρακολου‐ θημάτων παραστήσει τὴν φύσιν αὐτῶν, καὶ μὴ μόνον ἐκ τῶν ἰδιωμάτων, ἀλλὰ καὶ ἐκ τῶν ἐναντίων· ταῦτα γὰρ ποιεῖν λέγει τὰ παρακολουθήματα, καὶ οὐκ ἀρκεῖται τού‐
10τῳ μόνον, ἀλλὰ καὶ ἐπιφέρει τὰ ἀντικείμενα τῇ ἰδέᾳ. συντελεῖ γὰρ μάλιστα πρὸς ἀκριβῆ γνῶσιν ἡ τῶν ἐναντίων κατάληψις· εἰ δὲ μὴ εὐπορήσοι παρακολουθημάτων, ἐξ ἀναιρέσεως σημαίνει τὸ ζητούμενον. οἷον τὸ μὴ ὂν, εἰ τύχοι λίθος ἢ ξύλον ἢ σίδηρος, ἢ τὸ καὶ τὸ, ἄν‐
15θρωπός ἐστι· πάντα γὰρ ἀπαγορεύσαντες ἐξ ἀνάγκης εἰς τοῦτο τὸν λόγον κατεκλείσαμεν. ϛʹ. Ἐναντιοῦται γὰρ ἡ περιβολὴ τῇ καθαρότητι κατὰ ἔννοιαν, μέθοδον, σχῆμα, λέξιν· κῶλα γὰρ καὶ συν‐ θήκας καὶ ἀναπαύσεις καὶ ῥυθμοὺς πασῶν ἰδεῶν ἡ πα‐
20ραβολὴ δέχεται, ὥστε κατά γε ταῦτα οὐκ ἐναντιοῦνται ἀλλήλοις. ζʹ. Ἴδωμεν, ὅπως ἐκ τῶν παρακολουθημάτων περί‐ στησι τὴν καθαρότητα, καὶ πάλιν αὖ ἐκ τοῦ ἐναντίου· γίνεται τοίνυν καθαρὸς λόγος ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ
25τοῖς λοιποῖς· ἐναντία δέ ἐστι ταύτῃ περιβολὴ οὐ κατὰ
πάντα, ἀλλὰ κατά τι. μὴ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, τὸν913

7

.

914

αὐτὸν ἀπαιτήσεις κἀνταῦθα τρόπον τὰ ἐναντία πλεῖ‐ στον ἀλλήλων διεστάναι καθὰ τοῦ ψυχροῦ τὸ θερμὸν ἢ τοῦ ὑγροῦ τὸ ξηρὸν ἢ τοῦ λευκοῦ τὸ μέλαν, τοῦτο γὰρ οὐ τῶν ἀμέσων ἐστὶν, ἄρα οὖν ἐπιδέχεται ἡ οὐσία τὸ
5λευκὸν ἅμα καὶ τὸ μέλαν· καὶ πῶς οἷόν τε; οὐ γὰρ δεκτι‐ κὴ τῶν ἐναντίων, πλὴν εἰ μὴ λέγοι τις κατὰ μέρος· ἐπείτοι κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ οὐκ ἂν ἐπι‐ δέξηται τὸ λευκὸν ἢ τὸ μέλαν ἢ τὴν νόσον ἢ τὴν ὑγίει‐ αν· ὁ δὲ καθαρὸς λόγος ἐναντίος ὢν τῇ περιβολῇ δέ‐
10χεταί τι τῆς περιβολῆς ἴδιον· οὐ γὰρ κατὰ τὸν προειρη‐ μένον λόγον οὕτω κἀνταῦθα λαμβάνεται τὸ ἐναντίον, ἀλλὰ κατὰ μίμησίν τινα καὶ φαντασίαν. κατὰ δὲ ἐναν‐ τίον ἐστὶν ἡ περιβολὴ τῆς καθαρότητος· καὶ ἐν τίνι συμ‐ φέρεται, ἐπαγγέλλεται ἡμῖν ἐν τῷ περὶ μεγέθους καὶ
15ἀξιώματος λόγῳ εἰπεῖν.
16tCap. III.
17tΠερὶ καθαρότητος.
17 αʹ. Τὴν σαφήνειαν, καθὰ δεδηλώκαμεν, ἡ καθαρό‐ της ποιεῖ, ἧς ὑπεναντίον παθούσης κατά τινα περίστα‐ σιν ἐπεισερχομένη ἡ εὐκρίνεια θεραπεύει τὸ πταισθέν·
20διὰ δὴ καὶ πρώτην αὐτὴν τέταχε· καθὰ γὰρ εἴρηται πολ‐ λάκις, ἡ εὐκρίνεια τὸ πλεῖστον ἐπίκουρός ἐστιν καθαρό‐ τητος, γίνεται δὲ καθαρὸς λόγος ἅπασι τοῖς προειρη‐ μένοις, ἃ κατὰ μέρος κατὰ τὴν φυσικὴν ἀκολουθίαν ἐξετάσομεν, μηδὲν τοῦ τεχνικοῦ παρατρέψαντες· οὐδὲ γὰρ
25δύναται σαφηνίσαι τὸν περὶ τούτων λόγον, πλὴν εἰ μή τις ἐξακολουθήσει τῷ τεχνικῷ τοῖς αὐτοῖς σχεδὸν ἁπαν‐
ταχοῦ νοήμασι καὶ λέξεσι χρώμενος.914

7

.

915

βʹ. Βαθὺ οἱονεὶ κεκρυμμένον καὶ λανθάνον τοὺς πολλοὺς καὶ ὑπερβαῖνον τὸν πολὺν ἄνθρωπον· περινενο‐ ημένον δὲ τὸ ἐξ ἐπινοίας τοῦ λέγοντός τι προσλαμ‐ βάνον.
5 γʹ. Αὗται γὰρ καθ’ ἑαυτὰς οὐδὲν ἔχουσι βαθὺ καὶ περινενοημένον· αὐτόθεν γὰρ προκύπτουσαι πᾶσίν εἰσι καταφανεῖς, ὅταν χωρὶς αὐτῶν ἐπιφέρωνται καὶ οὗ χά‐ ριν παρελήφθησαν. ἐπείτοι συμπλεκόμεναι τοῖς μετὰ ταῦτα δειναὶ μᾶλλον ἂν φανῶσι καὶ οὐ καθαραί· συγ‐
10κρίσεως γὰρ χάριν αὐτὰς ὁ ῥήτωρ παρέλαβεν. εʹ. Ὃ λέγει, τοιοῦτόν ἐστιν· ὁ Δημοσθένης τυχὸν ἐμνήσθη τοῦ Σαννίωνος, ἵνα δείξῃ, ὅτι καὶ τοῖς ἀτί‐ μοις οἱ Ἀθηναῖοι συγγνώμην νέμουσι καὶ οὐδεὶς αὐτοὺς ἀπείργει τοῦ ποιεῖν τι τῶν ἐπιτίμων· ὥστε πλείονος ὀρ‐
15γῆς ἄξιος Μειδίας, ἐπίτιμον αὐτὸν ὄντα καὶ χορηγὸν συγκόψας· διὰ μὲν οὖν ταύτην τὴν ἔννοιαν παρέλαβε τὸ κατὰ Σαννίωνα. δεῖ δὲ, φησὶν, ἀκούειν τοῦ διηγήματος ἐπὶ τῆς καθαρᾶς ἰδέας, οὐχ ὡς διὰ ταύτην τὴν αἰτίαν ἀπαγγελθέντος, ἀλλ’ ὥς φησιν αὐτὸς καθ’ ἑαυτὸ ὁρᾷν·
20οὐ δεῖ γὰρ βαθείας εἶναι τὰς ἐννοίας τῆς καθαρότητος, ἀλλ’ αὐτὰς ἐφ’ ἑαυτῶν γνωρίμους εἶναι τοῖς ἀκροαταῖς. ϛʹ. Ἐπιβολῆς τοῦ ἐπιχειρήματός φησιν. αὐταὶ γὰρ καθ’ ἑαυτὰς ἁπλούσταται σαφηνείας ἕνεκα τῶν προκει‐ μένων παρελήφθησαν πραγμάτων, διδάξαι τὰ γεγονότα
25σπεύδουσαι τὸν ἀκροατήν.915

7

.

916

ζʹ. Τὸ ἕνεκεν τῆς ἐπιβολῆς, ἀντὶ τοῦ ὅσον ἧκεν εἰς ἐπιχείρημα· τὸ μὲν γὰρ κατὰ Σαννίωνα εἰς κατασκευὴν ἑτέρου παρελήφθη, ὅτι πλείονος ὀργῆς ἄξιος ὁ Μειδίας ἐπίτιμον ὄντα με τυπτήσας, τὸ δὲ „κοινωνός εἰμι τοῦ
5δανείσματοσ“ ψιλῶς δι’ αὐτὸ τὸ πρᾶγμα. ηʹ. Ἐπειδὴ συγκαθέλκουσι τὰς ἐννοίας ταύτας τὰ ἐπιφερόμενα, καὶ καθαρὰς οὔσας, ὅταν καθ’ ἑαυτὰς θεωροῖντο, δεικνύουσιν ἄλλο τι οὔσας, ἐπήνεγκεν ἐκ τῶν ἰδιωτικῶν τὰς ἐννοίας· ταῦτα δὲ τὰ παραδείγματα, λέγω
10δὴ τὸ „ἀδελφὰς ἔχομεν γυναῖκας,“ καὶ „κοινωνός εἰμι τοῦ δανείσματος,“ πάντη καθαραί εἰσιν ἕνεκα τῆς ἐπι‐ βολῆς· κἂν γὰρ ἐπενέγκῃς τὰ μετὰ ταῦτα, οὐδὲν λυμα‐ νεῖς τὴν ἐπιβολὴν αὐτήν· μένει γὰρ οὐδὲν ἧττον καθα‐ ρὰ, τὸ γὰρ προειρημένον, οἷον „Σαννίων ἐστὶν ὁ τοὺς
15τραγικοὺς χοροὺς διδάσκων,“ ἕως τότε καθαρὸν, ἕως καθ’ ἑαυτὸν θεωρεῖται· καὶ πάλιν „λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ τῶν Λακεδαιμονίων.“ εἰ γὰρ λάβοις αὐτὰς, ὧν ἕνεκα παρελήφθησαν, ἀφανί‐ ζεις τὴν καθαρότητα, καίτοι καθαρωτάτην οὖσαν αὐ‐
20τὴν, ἡνίκα καθ’ ἑαυτὴν ἐθεωρεῖτο· τὰς δὲ λοιπὰς ταύτας ἐκ τῶν ἰδιωτικῶν ληφθείσας εὕροις ἂν καθαρὰς καὶ με‐ τὰ τὰ ἐπιλεγόμενα, λέγω δὴ τῆς ἐπιβολῆς ἕνεκα· ἐκεῖ μὲν γὰρ εὐθὺς τὰ ἐπιφερόμενα συγκαθέλκει καὶ μετα‐
βάλλει τὴν ἔννοιαν, ἐνταῦθα δὲ μετὰ τὴν ἐπιβολὴν916

7

.

917

ἐδέξατο τὴν κατασκευήν. διαδὴ καὶ ἔμειναν καθαραί· προέταξε δὲ τὰς προλαβούσας, εἰ καὶ μὴ καθαραὶ τοσοῦ‐ τόν εἰσιν ἢ διὰ τὸ γνωριμωτέρας εἶναι· δεῖ γὰρ εἶναι τοιαῦτα τὰ παραδείγματα, ἢ ὅπερ ἄμεινον, διὰ τὸ μᾶλ‐
5λον ἐν τούτοις διαφαίνεσθαι τὴν καθαρότητα. σεμνοῦ γὰρ ὄντος τοῦ πράγματος, καὶ τῆς αἰτίας τῆς περὶ αὐτὸ φανερωτέρα γίνεται μᾶλλον ἡ καθαρότης ἢ ἐν τοῖς εὐ‐ τελέσιν καὶ ἰδιωτικοῖς πράγμασιν. θʹ. Προεῖπεν ἤδη, ὅτι τὸ σχῆμα τῆς ἐννοίας,
10ἕτερον ὂν παρὰ τὸ σχῆμα τῆς λέξεως· ἰστέον εἶναι μέ‐ θοδον. ιʹ. Τὸ μὲν ἀπὸ ψιλῶν ἄρχεσθαι τῶν πραγμάτων ἐστὶ τὸ μηδὲν τῶν ἔξωθεν τοῦ πράγματος προειπόντα μηδὲ τοὺς ἐκ τῶν περιστατικῶν κινήσαντα τόπους, πλὴν
15ὅσοι ἀναγκαιότατοι λεχθῆναι πρὸς τὴν τοῦ πράγματος διδασκαλίαν, αὐτὸ μόνον διεξελθεῖν. εἰ γὰρ Ἰσοκρά‐ της ἐν τῇ ῥητορικῇ τέχνῃ διδάσκων, ὅπως δεῖ διηγεῖσθαι, φησὶν, διηγητέον δὲ τό τε πρᾶγμα, καὶ τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς
20ἑκάτερος τῶν ἀγωνιζομένων ἔπραξε τόδε τι· σαφὴς δὲ
καὶ ἡ διήγησις ἔσται τῇ λέξει, ἢ τῇ τάξει ἢ ἀμφοῖν· τὸ917

7

.

918

δὲ ψιλὸν τὸ πρᾶγμα ἀφηγεῖσθαι, ἵνα μηδὲ μετὰ τὴν ἀφήγησιν τοῦ πράγματος ἐπεισενέγκωμεν ἕτερα, ὅπερ ἔνιοι ποιοῦσι πολλάκις ἐπὶ μὲν τῆς ἀρχῆς ἀφέλειαν καὶ ἰδιωτισμὸν ἐνδεικνύμενοι, μετὰ δὲ ταῦτα ποικίλως ὑπο‐
5ρύττοντες τοὺς λόγους, διορθώσεις τε καὶ αὐξήσεις ἐπά‐ γοντες καὶ πολλῷ τῷ παθητικῷ χρώμενοι· φησὶν οὖν καὶ Διονύσιος ἐν πρώτῳ χαρακτήρων σφόδρα τὸν Λυσίαν ἐπὶ ταῖς τοιαύταις διηγήσεσιν ἐπαινῶν τάδε· οἶμαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς εἴρηταί τι περὶ διηγήσεως
10ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον ἢ τῶν ὑπὸ Λυ‐ σίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀ‐ φορμάς· καὶ γὰρ τὸ σύντομον ἔχουσιν αἱ διηγήσεις καὶ τὸ σαφὲς, ἡδεῖαί τέ εἰσιν, ὡς οὐχ ἕτεραι, καὶ πιθα‐ ναὶ, καὶ τὴν πίστιν λεληθότως συνεπιφέρουσιν, ὥστε
15μὴ ῥᾴδιον εἶναι μήτε ὅλην διήγησιν μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπίθανον εὑρεθῆναι· τοσαύτην ἔχει πειθὼ καὶ Ἀφροδίτην τὰ λεγόμενα, καὶ οὕτως λανθάνει τοὺς ἀκούοντας, εἴτε καὶ ἀληθῆ ἐστι, εἴτε καὶ πεπλασμένα, ὡς ἀφαρμόζειν αὐτῷ τὸ Ὁμηρικὸν οὐχ ἧττον, ἢ τῷ Ὀ‐
20δυσσεῖ· Ἴσκε ψεύδεα πολλὰ λέγειν, ἐτύμοισιν ὁμοῖα.
ιβʹ. Οἷον, „πονηρὸν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκο‐918

7

.

919

φάντης·“ γένος μὲν ἐνταῦθα ὁ συκοφάντης, εἶδος δὲ, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν· εἶδος δὲ ὁ Αἰσχίνης. ιγʹ. Ὅταν μηδὲ ἔξωθεν συνεφέλκηται, τότε μάλιστα
5ποιεῖ καθαρὸν τὸν λόγον, οἷον γένος εἴδει προλαμβά‐ νων, ὡς ὅταν λέγῃ, πᾶσα μὲν ἡ ἀρετὴ καλὸν, μάλιστα δέ γε ὁ περὶ τῆς σωφροσύνης λόγος ἢ ὅλον μέρει· θαυ‐ μάζω μὲν ἔγωγε τὴν τῶν Ἀθηναίων πόλιν, ἕως ἂν μὴ πρὸς τὴν ἀκρόπολιν ἀποβλέψω· νικᾷ γὰρ τῇ θέσει καὶ
10τῷ κάλλει, καὶ οὐκ ἐᾷ φαινομένην τὴν πᾶσαν θαυμά‐ ζειν πόλιν, εἰ καὶ σμικρὸν ὑπάρχει μέρος αὐτῆς, ἢ τὴν πρὸς ἕτερον διαφοράν· οἷον „ὑπεσχόμην χορηγήσειν μηδενὸς ἄλλου ὑπισχνουμένου·“ ἢ ἀόριστον ὡρισμένῳ· „πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν
15ἀγῶνα Αἰσχίνου·“ καὶ ἑξῆς· ἢ κρίσιν δικαστῶν. „οἶ‐ μαι καὶ ὑμᾶς συνομολογήσειν, κοινὸν εἶναι τὸν ἀγῶ‐ να ἐμοὶ καὶ Κτησιφῶντι·“ ἢ ποιότητα πράγματος, ὡς ἔχει τὸ, „ὑβρισθεὶς καὶ παθὼν ὑπὸ Κόνωνος του‐ τουῒ τοιοῦτο“ καὶ τὰ ἑξῆς· ἢ τὴν πρὸς ἕτερον διαφοράν·
20οἷον „εἰ μὲν ξένος ἦν, ὦ ἄνδρες, ὁ πλημμελήσας, με‐ τρίως ἂν ἤνεγκα τὸ συμβάν· νῦν δὲ ποιεῖ τὴν ὕβριν ἀ‐ φόρητον, τὸ παρ’ ἐκείνου τοιαῦτα παθεῖν, ὑφ’ οὗ τὴν ἀρχὴν οὐκ ἤλπιζον πείσεσθαι· φίλος γὰρ ἦν τῷ δοκεῖν καὶ πολλὴν συνήθειαν ὑπεκρίνετο·“ περιβάλλει γὰρ ἅ‐
25παντα ταῦτα καί εἰσιν ἔννοιαι περιβολῆς, ἀναιροῦσαι τὴν καθαρὰν μέθοδον· καὶ οὐ χρὴ θαυμάζειν ἐπὶ τούτῳ· ῥᾷστα γὰρ ἂν συνίδοι τις τὴν αἰτίαν ὁ καὶ διασκοπήσας τὴν φύσιν τῆς περιβολῆς· οὐ γὰρ ἐκ τῶν πραγμάτων, ὥσπερ αἱ ἄλλαι, γίνεσθαι πέφυκεν, ἢ λαμβάνειν ἐξ αὐ‐
30τοῦ τὴν ἔννοιαν, ἀλλ’ ἐκ τῶν παρακολουθούντων τοῖς919

7

.

920

πράγμασιν. ὅταν δὲ ἡ μέθοδος ἐκπέσῃ τῆς οἰκείας φύ‐ σεως, εἰς τὸν τῆς περιβολῆς ἐμπίπτει λόγον· ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχεται, καὶ ποιεῖ δηλονότι τὸν λόγον καθαρὸν, ἢ ἐκ τῶν παρακολουθούντων· οὐ
5γὰρ ἂν ἐξ ἄλλου πράγματος εἴποι τις αὐτὰ ποιεῖσθαι τὴν ἀρχήν. καὶ ἐμπίπτει, καθὰ μεμαθήκαμεν, εἰς περι‐ βλητικὴν ἔννοιαν, ὥστε τῆς οἰκείας ἡ μέθοδος αὕτη ἐκ‐ πίπτουσα φύσεως γίνεται πάντως περιβολή· καὶ εὑρίσκεται ἡ τῆς περιβολῆς ἔννοια τὴν μέθοδον τῆς καθαρότητος
10ἀναιροῦσα κατὰ τὸν προειρημένον λόγον, καὶ οὐ τὴν ἔννοιαν. Ἀναιρουμένη γὰρ ἡ περιβολὴ σχεδὸν ἐκ τῶν παρακολουθούντων τῶν πραγμάτων λαμβάνει τὴν ἔν‐ νοιαν. ιδʹ. Τὰ περιστατικὰ μόρια λέγει, οἷς ἐν καθαρότητι
15οὐ δεῖ πᾶσι κεχρῆσθαι ἢ τοῖς πλείοσιν, ἀλλ’ αὐτὸ μό‐ νον ἀφηγεῖσθαι τὸ πρᾶγμα, ὅτι τυχὸν ἐχορήγησα, μὴ προστιθέναι δὲ τὸν χρόνον, ὅτι τρίτον ἔτος τουτὶ, μηδὲ τὸν τόπον, ποῦ· ὑπεσχόμην ἐν τῇ ἐκκλησίᾳ τοῦτο ποιεῖν, μηδὲ τὴν αἰτίαν, ἐπειδὴ, φησὶν, οὐ καθεστηκότος
20χορηγοῦ στάσις ἦν· μηδὲ τὸν τρόπον, ὅτι ἐθελοντής· τοῦτο γὰρ ἔδει τάξαι μετὰ τὴν διήγησιν τοῦ πράγματος, εἴγε ὁ Δημοσθένης ἐβούλετο καθαρότητα ἐργάσασθαι,
ἢ τελέως παραλιπεῖν· τὸ δὲ εἴ τι τοσοῦτον ἴσως εἶπεν,920

7

.

921

ἐπειδὴ οἶδέ τινας καὶ ἄλλα περιστατικὰ προστιθέντας· αὐτίκα γοῦν ὁ φιλόσοφος Πορφύριος ἐν τῇ περὶ τῶν στάσεων τέχνῃ περιστατικά φησιν ἑπτά· πρόσωπον, πρᾶ‐ γμα, χρόνον, τόπον, τρόπον, αἰτίαν, ὕλην· διὰ τοῦτο
5νῦν Ἑρμογένης ἀπαριθμησάμενος τὰ περιστατικὰ τὰ πέντε, ὡς καὶ ἄλλου τινὸς ὄντος εἶπεν, ὅτε τοιοῦτον. ἰστέον δὲ, ὅτι οἱ πολλοὶ τῶν τεχνογράφων βούλονται πέντε εἶναι, τὸ πρᾶγμα οὐ λέγοντες περιστατικόν, ἐπειδὴ ἀνάγκη, τὰ ἄλλα περὶ τὸ πρᾶγμα εἶναι παρακολουθεῖν
10αὐτῷ· Ἀθανάσιος δέ φησιν ἕξ. ιεʹ. Ἐξ ἀνάγκης γὰρ, φησὶ, ταῦτα παρακολουθεῖ τοῖς πράγμασιν, ὡς ὁ τεχνικὸς λέγει· τινὲς δὲ ἀντιπί‐ πτουσιν· οὔτε γὰρ μέρος ἐξεταζόμενον καθ’ ἑαυτὸ συν‐ εισφέρει τὸ ὅλον, οἷον χεὶρ, ποῦς, κεφαλή· τάχα δὲ καὶ
15τὸ εἶδος, ὥσπερ ἔνιοι τῶν σοφῶν λέγουσιν, ὅταν αὐτὸ καθ’ ἑαυτὸ θεωρῇ τις, οὐ συνεισφέρει τὸ γένος· τὰ δὲ περιστατικὰ κατὰ ἀνάγκην παρακολουθεῖ τοῖς πράγμα‐ σιν ἀναμφηρίστως· οἷον ποῦ, πότε, τίς, διότι, καὶ τὰ ἑξῆς.
20 ιϛʹ. Εἰ καὶ μετὰ τὸ πρᾶγμα, φησὶν, τάξει τὰ περι‐ στατικὰ, δόξαν μὲν καθαρότητος καὶ ὑπόνοιαν δίδωσιν, ὅμως οὐ καθαρῶς, καθάπερ προσῆκον, ἐρεῖ· ἴδιον γὰρ μάλιστα καθαρότητος τὸ μὴ κεχρῆσθαι περιστα‐ τικοῖς.
25 ιζʹ. Ἔστι μὲν γὰρ καὶ αὕτη ἡ μέθοδος τῆς καθαρ‐ ότητος, μετὰ τὸ πρᾶγμα ταττομένων τῶν περιστατικῶν· πλὴν οὐ καθαρῶς, ἐρεῖ τις, κἂν δοκῇ λέγειν καθα‐ ρῶς. ὅτι δὲ τὸ μὴ ἄρξασθαι ἀπὸ ψιλοῦ πράγματος πε‐
ριβολὴν ποιεῖ, δηλοῖ τὸ „ὑβρισθεὶς, ὦ Ἀθηναῖοι, καὶ921

7

.

922

παθὼν ὑπὸ Κόνωνος τουτουῒ τοσαῦτα,“ καὶ τὰ ἑξῆς. ιθʹ. Δοκεῖ ὁ Ἑρμογένης ἐνταῦθα ἐναντιοῦσθαι ἑαυ‐ τῷ, ἀξιῶν μὲν τὴν μέθοδον σχῆμα νομίζειν εἶναι διανοίας,
5νῦν δὲ λέγων τὴν ἀφήγησιν μέθοδον εἶναι, ἀλλ’ οὐχὶ σχῆμα, ὡς ἑτέρας τινὸς οὔσης τῆς μεθόδου παρὰ τὸ σχῆμα τῆς διανοίας. φαμὲν οὖν, τὸ μὲν σχῆμα τῆς δια‐ νοίας πάντως ἐστὶ μέθοδος· οἷον ὁ πλαγιασμὸς, σχῆμα ὢν περιβολῆς, μέθοδος δὲ ὡς παρὰ Δημοσθένει· „τοῦ
10γὰρ Φωκικοῦ συστάντος πολέμου,“ καὶ ἐν πανηγυρικῷ Ἰσοκράτης· „Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώ‐ ραν ἡμῶν·“ ἡ δὲ μέθοδος οὐ πάντως ἐστὶ σχῆμα δια‐ νοίας, οἷον τὸ ἄρχεσθαι ἀπ’ αὐτοῦ ψιλοῦ τοῦ πράγμα‐ τος· οἷον, „ἀδελφὰς ἔχομεν, ὦ Ἀθηναῖοι, γυναῖκας·“
15διὰ τοῦτο τοίνυν, φησὶν, ὅτι μέθοδός ἐστι καὶ οὐ σχῆ‐ μα, ἐπειδή ἐστί τινα μὴ ἀναστρέφοντα· ἢ οὕτως· ἡ ἀφή‐ γησις οὐ σχῆμά ἐστι λέξεως, ὥς τινες οἴονται, ἀλλὰ
διανοίας ἐστὶ μέθοδος.922

7

.

923

κβʹ. Τουτέστι· τὰ σχήματα σχηματισμοῖς ἄλλοις γί‐ νεσθαι οὐ πέφυκεν, οἷον τὸ κατὰ μερισμὸν σχῆμα οὐ γίνεταί ποτε δι’ ἀποφατικοῦ σχήματος, ἀλλ’ οὐδὲ τὸ ἀπο‐ φατικὸν κατὰ μερισμὸν, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ ἕκαστον
5συνίσταται σχῆμα, ἰδίαν ἔχον ὕπαρξιν· ἡ δὲ ἀφήγησις οὐ καθ’ ἑαυτὴν συνίσταται, ἀλλὰ διὰ τῶν ἄλλων δεί‐ κνυται. οἷον διὰ τοῦ πλαγιασμοῦ, διὰ τοῦ μερισμοῦ· οὐκ ἄρα οὖν σχῆμα· ὅμως μετὰ ταῦτα συντίθεται σχῆ‐ μα εἶναι κατὰ μέθοδον.
10 κγʹ. Μερίσας, κατὰ μερισμὸν τῇ ἀφηγήσει χρησάμε‐ νος, οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυ‐ άττεω, τύραννος δὲ ἐθνέων, καὶ παρὰ Δημοσθένει τῷ μὲν γὰρ συνδέσμῳ καὶ τῷ δὲ χρώμενος μερίζοι τὰς δια‐ νοίας διαφόρως.
15 κδʹ. Τί ἐστι σχῆμα, εἴρηται, ὅτι ὑπαλλαγὴ λόγου τυ‐ χὸν ἀπὸ περιόδου, κύκλος, ἤ τι τοιοῦτον, περὶ ὧν ἐν τῷ τετάρτῳ τόμῳ τῶν εὑρέσεων ὁ τεχνικὸς διαλαμβάνει· κα‐ λῶς οὖν λέγει, ὅτι καὶ ἡ ἀφήγησις μέθοδός ἐστιν· ἐν πολλοῖς γὰρ σχήμασιν ἐξαγγέλλεται· σχῆμα δὲ σχήματος
20οὐκ ἔστι. κϛʹ. Διὸ τὸ ἀταρπὸς οὐ τέτραπται μὲν, ταχὺ δέ ἐστιν· καὶ οὐχ ἁρμόττει καθαρῷ λόγῳ· ἀτραπὸς δὲ ἦν τὸ ὑγιὲς παρὰ τὸ μὴ τρέπεσθαι· δηλοῖ δὲ τὴν εὐθεῖαν ὁδὸν καὶ ἀκαμπῆ, εἶτα καὶ κατὰ μετάθεσιν τοῦ ρ’ ἀ‐
25τραπός. κζʹ. Ὁποίας μὲν δεῖ λαμβάνειν ἐννοίας καὶ μεθό‐ δους, πρὸς τὸ ποιῆσαι καθαρόν τινα λόγον, ἀρκούντως
ἐδίδαξεν. ἑξῆς δὲ ἐπὶ τὴν λέξιν μέτεισι καὶ λέγει κα‐923

7

.

924

θαρὰν εἶναι τὴν κοινὴν καὶ εἰς ἅπαντας ἥκουσαν, καὶ μὴ τετραμμένην, μηδὲ ἀφ’ ἑαυτῆς οὖσαν σκληρὰν, ὡς τὸ ἀταρπός· ἡ γὰρ ἐκφώνησις τῶν στοιχείων τραχεῖα, καὶ τὸ ἐκνενεύρικεν ἁρπάζων τὴν Ἑλλάδα· καὶ ἁπλῶς εἰ‐
5πεῖν· δεῖ φυγεῖν τοὺς καλουμένους τρόπους καὶ τὰς τρο‐ πικὰς λέξεις· ποιεῖ δὲ τὸν τρόπον ἡ ἀκυριολεξία, καὶ ἔστιν ἐναντία τῷ σχήματι· εὕροις δὲ τὰς τοιαύτας λέξεις μά‐ λιστα παρ’ Ὁμήρῳ· φιλῶν γὰρ τὰς ἐμφαντικὰς λέξεις κέχρηται συνεχῶς τοῖς τρόποις, ὡς ἔχει τό·
10
Πόδας πολυπίδακος Ἴδης· καὶ τὸ
Ἄκρην κἀκ κορυφήν. λέγεται γὰρ ἡ κορυφὴ κυρίως ἐπὶ τῶν ὀρέων· ὁ δὲ ποιη‐ τὴς ἐμφᾶναι τὸ πάθος βουλόμενος ἐχρήσατο ταύτῃ τῇ
15λέξει, δεικνὺς, ὡς κατὰ τὸ ἀκρότατον τῆς κορυφῆς ἐνέπε‐ σεν ἡ πληγή· καὶ ἁπλῶς εἰπεῖν αἱ τοιαῦται λέξεις ἐμφαν‐ τικαὶ τῶν ὑποκειμένων εἰσὶν ἢ κυρίως λεγόμεναι· πλὴν λυμαίνονται τὴν καθαρότητα, καὶ σπανίως ἂν εὕροις τὴν τοιαύτην παρὰ Ἰσοκράτει λέξιν· κέχρηται γὰρ μά‐
20λιστα ταῖς καθαραῖς. κθ. Ἔστι μὲν τοῦτο ἐκ τοῦ κατὰ Τιμοκράτους· διὰ τί δὲ καθαρότητος λέγει εἶναι σχῆμα; οὐ γὰρ ὀρθὴ πτῶσις, ἀλλ’ ἀντωνυμία τὸ ἐγώ· φαμὲν, ὅτι, ὥσπερ ἐπὶ τῶν ὀνομάτων ἡ ὀρθὴ πτῶσις ὀρθότητα ποιεῖ· οἷον
25„Σαννίων ἐστί· δήπου τις,“ καὶ Κροῖσος ἦν, οὕτως ἐπὶ τῶν ἀντωνυμιῶν αἱ τοῦ πρώτου προσώπου ὀρθό‐
τητα ποιοῦσιν, ὡς τό· ἐξῆλθον ἔτος τουτὶ τρίτον—924

7

.

925

εἰς Πάνακτον·“ ἰστέον δὲ ἐντεῦθεν, ὅτι καὶ ἐκ τῆς ἀρ‐ χῆς μόνου τοῦ κώλου τὸ σχῆμα γνωρίζεται, ὡς τὸ „ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ·“ μέχρι τούτων ἡ ὀρθότης.
5 λʹ. Δεῖ δὲ τὸ σχῆμα, φησὶ, καθ’ αὑτὸ μόνον ὁρᾷν, ὥσπερ καὶ τὰ προσλαβόντα· εἰ γὰρ καὶ τὰ ἐφεξῆς ἐπ‐ ενέγκοις, οὐκ ἂν εὕροις τὸν λόγον καθαρόν. ἀλλὰ δεῖ, καθὰ δεδηλώκαμεν, αὐτὸ ἀφ’ ἑαυτὸ ὁρᾷν, περὶ ὧν ὁ λόγος, ἐπεὶ καὶ τὰ προειρημένα, τὸ, „Σαννίων ἐστὶ,“
10καὶ τὸ, „ἀδελφὰς ἔχομεν γυναῖκασ“ καὶ τὰ τοιαῦτα, καθ’ ἑαυτὰ μὲν ἐξεταζόμενα καθαρά· μετὰ δὲ τῶν ἑπομένων θεωρούμενα μόνον οὐκ ἐῶσι τὸν λέγοντα καθαρόν· σχῆ‐ μα οὖν καθαρότητος ἡ ὀρθότης. λαʹ. Οὐ γὰρ εἴασε, φησὶ, τὰ ἐφεξῆς εἰρημένα,
15λέγω δὲ τὸ „ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι,“ μεῖναι τὸν λόγον ἐφ’ ἑαυτοῦ, ἀλλ’ ἐπενεχθέντα διέλυσε τὴν ὀρθότητα. λβʹ. Ἐκεῖνα τὰ ἐφεξῆς, τὸ „ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι,“ οἷον „Ἀνδροτίωνα λέγω·“ τοῦτο γὰρ
20διέλυσε τὴν ὀρθότητα· αὐτὰ δὲ ἕκαστα ἐφ’ ἑαυτῶν, ἀντὶ τοῦ, αὐτὰ καθ’ ἑαυτὰ ἐξεταζόμενα, ἵνα μὴ καὶ τὴν ἔν‐ νοιαν προσεξετάσωμεν· ἐνδέχεται γὰρ τὴν μὲν ἔννοιαν εἶναι περιβολῆς, τὸ δὲ σχῆμα τῆς λέξεως καθαρὸν, ὡς ὑποκατιὼν ἐρεῖ.
25λγʹ. Ὁ πλαγιασμὸς τοιοῦτός ἐστι· „τοῦ γὰρ Φω‐925

7

.

926

κικοῦ συστάντος πολέμου·“ καὶ ἐν τῷ πανηγυρικῷ Ἰσοκράτης· „Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν πόλιν ἡμῶν.“ λδʹ. Τεκμήριον, φησὶ, τούτου τὸ τὸν πλαγιασμὸν
5ἀφανίζειν τὴν καθαρότητα, καὶ μεταβάλλειν εἰς τὸ ἐναν‐ τίον· εἰ γὰρ πλαγιάσαις, φησὶ, κἂν ἀφηγῇ, πάντως περιβαλεῖς· ἐννοίας γὰρ ἄλλας ἐφέλκονται οἱ πλαγι‐ ασμοί. λεʹ. Ἡ μὲν καθαρότης εἶδός ἐστι τῆς σαφηνείας,
10ἥτις διαιρεῖται εἰς καθαρότητα καὶ εὐκρίνειαν, ἡ δὲ πε‐ ριβολὴ εἶδός ἐστι τοῦ μεγέθους· τοῦτο γὰρ διαιρεῖται εἰς σεμνότητα, περιβολὴν, τραχύτητα, λαμπρότητα, ἀκμὴν, σφοδρότητα. λϛʹ. Ὅτι τῆς σαφηνείας ἴδιον ἡ ὀρθότης, ἐκ τῶν
15παραδειγμάτων τοῦτο ποιεῖ φανερόν. τὸ γὰρ „ἦν Καν‐ δαύλης,“ φησὶ, καὶ τὸ „Κροῖσος ἦν,“ καὶ ὅσα παρα‐ πλήσια τούτοις εἰσφερόμενα κατ’ ὀρθότητα, καθαρὸν ποιεῖ τὸν λόγον· ἴσως δὲ κἂν ἄρξηταί τις ἐκ πλαγια‐ σμοῦ, ἐπενέγκῃ δὲ τὴν ῥηματικὴν εὐθὺς ἀπόδοσιν καὶ
20στήσαι τὴν ἔννοιαν, κἂν ἁμάρτοι τῆς καθαρότητος, οἷον „ἀνθρώπῳ γὰρ ἐγὼ προσέκρουσα πονηρῷ καὶ φιλα‐ πεχθήμονι·“ μὴ οὖν ζήτει μόνον κατ’ εὐθεῖαν προφέρειν τὸν λόγον· καλὸν μὲν γὰρ τοῦτο, πλὴν ἐπιφέρειν σπού‐ δαζε τὸ ῥῆμα, ὅπως ἐκ τοῦ βραχέως στήσῃς τὴν ἔν‐
25νοιαν· ἐγὼ γὰρ τοὐναντίον φημὶ, κἂν ἀπὸ πλαγια‐926

7

.

927

σμοῦ ἄρξῃ, μὴ διὰ μακροτέρων δὲ τὴν ῥηματικὴν ποιή‐ σῃς ἀπόδοσιν, οὐδὲν ἧττον ὁ λόγος ἔσται καθαρός· εἰ δὲ καὶ ἐξ εὐθείας λάβοις τὴν ἀρχὴν καὶ τὴν λέξιν, εὐθὺς ἐπενέγκῃς τὴν ῥηματικὴν, καθαρότατον ποιήσεις τὸν λό‐
5γον, εἰ δὲ καὶ πλαγιάσεις καὶ διὰ μακροτέρων ἐπενέγκοις τὴν ῥηματικὴν ἀπόδοσιν, περιβαλεῖς· οἷον Κροίσου ὄν‐ τος καὶ Κανδαύλου ὄντος εἰ λέγοις, ταραχή τις ἔσται διὰ τὸ δεῖν πάντως ἀκολουθῆσαι τὸ ἕτερον νόημα. λζʹ. Ἔννοια γὰρ περιβολῆς, ὡς μέλλει λέγειν, ὅταν
10τις μὴ φίλα μηδὲ καθ’ ἑαυτὰ λέγῃ τὰ πράγματα, ὡς τὸ, „ἐξῆλθον ἔτος τουτὶ τρίτον εἰς Πάνακτον,“ ἐν τῷ κατὰ Κόνωνος, ἀλλὰ μετὰ τῶν παρακολουθούντων, τουτέστι τῶν περιστατικῶν, τόπου, χρόνου, αἰτίας, τρόπου, καὶ πρὸς τούτοις τῆς γνώμης· τοῦ προσώπου, ἅ ἐστιν ἐν τῷ
15κατὰ Μειδίου· ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ, τόπος μὲν ἡ ἐκκλησία· χρόνος δὲ τρίτον ἔτος τουτί· αἰτία, ἵνα μὴ στάσις ᾖ· τρόπος, ὅτι ἐθελοντής· γνώμη τοῦ προσώπου, ὅτι διὰ φιλοτιμίαν· οὕτω μὲν κατὰ ἔννοιαν περιβέβληται· κατὰ δὲ σχῆμα, ὅτι
20οὐ κατὰ ὀρθότητα προσενήνεκται, ἀλλὰ κατὰ πλαγια‐
σμὸν καί ἐστιν ἐγκεκλιμένον.927

7

.

928

ληʹ. Τὸ κατὰ σχῆμα καὶ τὴν λέξιν καὶ τὰ κῶλα· τὰ περιστατικὰ γὰρ, οἷς ἐν τούτῳ κέχρηται ὁ ῥήτωρ, ἀν‐ άγκη τὸν μεταβάλλοντα μὴ παρελθεῖν, ὥστε κατὰ σχῆμα μόνον μεταβαλεῖς, οὐ κατὰ ἔννοιαν τὸ διήγημα· ἔστιν
5οὖν περιβολὴ μὲν κατὰ ἔννοιαν ἕνεκα τῶν περιστατικῶν,
καθαρότης δὲ κατὰ τὸ τῆς ὀρθότητος.928

7

.

929

λθʹ. Πᾶσαι, φησὶ, σχεδὸν αἱ ἰδέαι τῶν λόγων δι’ ἀλλήλων εὑρίσκονται καὶ γίνονται καταφανεῖς ἢ κατὰ ἀφαίρεσιν καὶ χωρισμὸν, ὡς ὅταν λέγῃ φεύγειν ἐν τῷ καθαρῷ λόγῳ τὴν περιβολήν· ὁ γὰρ ταύτης ἀπηλλαγμέ‐
5νος μάλιστα καθαρώτατος· ἢ κατὰ πρόσθεσιν, ὥσπερ ἐπὶ τῆς σαφηνείας· γίνεσθαι γὰρ αὐτὴν ἔφαμεν ἐκ κα‐ θαρότητος καὶ εὐκρινείας. οὕτως πᾶσαι σχεδὸν αἱ ἰδέαι δι’ ἀλλήλων εὑρίσκονταί τε καὶ γίνονται. μαʹ. Ὅσα τῶν σχημάτων εἰσὶ περιβλητικὰ, διαφέρει
10τὴν καθαρότητα, καὶ δῆλον ἐντεῦθεν, ὡς καὶ τὸ ὑπέρβα‐ τον λυμαίνεται τὴν σαφήνειαν. μγʹ. Μέτρον μὲν κώλου φασὶν εἶναι συλλαβῶν, ὅσαι πληροῦσι τὸν τρίμετρον ἴαμβον, καὶ τὸν ἡρωϊκὸν στίχον· κόμματος δὲ ἀπὸ τεττάρων καὶ πέντε καὶ μέχρις ὀκτώ. οὐ
15μόνον δὲ τὸ κόμμα ἐλάττοσι τῶν ὀκτὼ πληροῦται, ἀλλὰ καὶ τὸ κῶλον πολλάκις, ὅτε τὴν ἐπὶ μέρος ἀρκεῖ δηλῶσαι διάνοιαν ἐν τοσαύταις συλλαβαῖς· καὶ τοῦτο κομματικὸν καλεῖται τὸ κῶλον· οὕτω Λαχάρης. μδʹ. Μετὰ τὸν περὶ σχημάτων λόγον τάχα ἂν προσ‐
20ῆκον ἦν περὶ τῆς συνθήκης μᾶλλον διαλαβεῖν· παρέπεται γὰρ ἐξ ἀνάγκης τὰ κῶλα τοῖς προλαβοῦσιν· εἰ γὰρ τὴν ἔννοιαν ἐν τῇ καθαρότητι σύντομον εἶναι δεῖ, καὶ τὰ
ἀπαρτίζοντα τὰς ἐννοίας ἄρα κῶλα μικρὰ εἶναι χρὴ καὶ929

7

.

930

κομματικὰ, καὶ περιγράφονται συντόμως τὰ νοήματα· πολὺς γὰρ περὶ αὐτῶν τοῖς ἀρχαίοις κατανάλωται λόγος, ὅθεν καὶ περιττὸν ἡγοῦμαι τὸ περὶ κώλου καὶ κόμματός τι διαλαβεῖν· εὐπετῶς γὰρ ἂν παρακολουθήσῃ τούτοις ὁ
5μὴ τὴν ἀρχὴν ὀκνήσας τοῖς τῶν ἀρχαίων προσομιλῆσαι συγγράμμασιν· αὐτίκα τῷ Λαχάρῃ διαπεπόνησαι σύντα‐ γμα μηδὲν ἕτερον περιέχον, ἀλλ’ ἢ περὶ κώλου καὶ περὶ κόμματος· οὐ γὰρ εὐκαταφρόνητος ὁ περὶ αὐτῶν λόγος· ὥστε πάρεργον θέσθαι τὴν περὶ αὐτοῦ σπουδὴν,
10ἀλλ’ ἀγαπητὸν, εἰ μὴ καὶ συμμίξας τις μετὰ ἄλλων χωρὶς περὶ αὐτῶν διαλαβὼν μὴ ἁμάρτοι τοῦ προσήκοντος· ἀλ‐ λὰ πρῶτον μὲν ἐοίκασιν τῶν ὀνομάτων τούτων ἐλθεῖν εἰς ἔννοιαν, ἐν ἐξετάσει λόγων οὐ κατὰ μέτρα προενηνεγμέ‐ νων, φιλοσόφων μὲν Ἀριστοτέλης ἐν ταῖς ῥητορικαῖς λε‐
15γομέναις τέχναις, σοφιστῶν δὲ Ἰσοκράτης· τί δὲ τούτων ἕκαστος λέγει καὶ ὅπως μὲν Ἀριστοτέλης τὴν περίοδον ὡρίσατο, ὡς συμπληροῖ τὰ κῶλα καὶ τὰ κόμματα, ὅπως δὲ πάλιν Ἰσοκράτης, τῷ Λαχάρῃ δεόντως ἐν τῷ περὶ αὐ‐ τῶν εἴρηται λόγῳ· πολλοὺς γὰρ ὁρισμοὺς τῶν ἀρχαίων
20παρατίθησι· λέγει γὰρ καὶ Ἰσοκράτους ὁρισμὸν, ὃν οὐ παραδέχεται· τῷ γὰρ Ἀριστοτέλει οὐδεμία γέγονε περὶ αὐτοῦ σπουδή. τοῦ δὲ ἐπιστήμονος ἔργον ἐστὶν εἰδέναι, τίνες μὲν αὐτῶν καλῶς ἔχουσι, τίνες δὲ πάλιν οὐ καλῶς· ἐπείτοιγε πολλὰς ὁ Λαχάρης ἐκτίθεται δόξας ἀνδρῶν πα‐
25λαιῶν καὶ μάλα σεμνῶν, αὐτίκα Λολλιανοῦ μετὰ τὸν Ἰσοκράτην μέμνηται· κῶλον γάρ ἐστι κατ’ αὐτὸν μόριον λόγου, συγκείμενον ἐκ δύο ἢ καὶ πλειόνων ὀνομάτων, τε‐ λειοῦν τὴν ἐπὶ μέρους αὐτὴν ὅλην διάνοιαν, οὔτε δὲ τοῦ κώλου μεῖζον τελειοῖ διάνοιαν, οὔτε ἔλαττον πάλιν· κῶ‐
30λον μὲν δὴ τοῦτό ἐστιν, ἄνδρες δικασταὶ, τέλειον, μεῖζον
δὲ, ἄνδρες δικασταὶ, μάλιστα μέν· ἔλαττον δὲ, μάλιστα930

7

.

931

μέν. δοκεῖ δὲ ὁ Κορνοῦτος σαφέστερον περὶ αὐτῶν εἰπεῖν· τὴν γὰρ Βασιλικοῦ παρίημι δόξαν· φησὶν οὖν ὁ Κορνοῦτος, κῶλόν ἐστι μόριον λόγου συγκείμενον ἐξ ὀνο‐ μάτων δύο ἢ καὶ πλειόνων, τελειοῦν ἐπὶ μέρος διάνοιαν,
5εἶτα παρακατιὼν σαφέστερον τὸν λόγον ἐποίησεν, ἐπι‐ μνησθεὶς αὐτοῦ· κῶλον γάρ ἐστι διανοίας μέρος ἀπαρτίζον πρὸς ἕτερον κῶλον παρακείμενον· τὸ γὰρ, εἰ τὸν χορευτὴν οὐ‐ δὲ ὁ προσκαλέσας ἀζήμιος ἔσται, κῶλον μέν ἐστι σαφῶς, οὐκ ἂν δὲ εἰλικρινῶς, οὐδὲ τὴν ἐπὶ μέρος παρέστησεν ἡμῖν
10διάνοιαν μὴ προσλαβοῦσι· τὸν δὲ χορηγὸν αὐτὸν οὐδὲ ὁ συγκόψας οὐ δώσει δίκην. διαλαμβάνει δὲ καὶ περὶ τοῦ κόμματος ὁ Κορνοῦτος, σαφῶς οὑτωσί πως λέγων· κόμμα ἐστὶ λόγος διάνοιαν δηλῶν δύο ἢ τρισὶ λέξεσιν· οἷόν ἐστι τό· μηδὲν ἄγαν, καὶ τό· γνῶθι σαυτόν· ἔτι δὲ σα‐
15φέστερον τὰ περὶ τοῦ κόμματος Ἀψίνου δόξειεν ἂν ἔχειν· οὗτος γὰρ κατὰ μὲν τὴν διάνοιαν οὐδὲν διαφέρειν νομίζει τὸ κῶλον τοῦ κόμματος, μόνῳ δὲ διαχωρίζεσθαι τῷ μέτρῳ τῶν συλλαβῶν· ἀπὸ γὰρ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα, φησὶν, ἐστίν· τὸ δὲ ὑπὲρ τὰς ἑπτὰ
20καὶ ὀκτὼ καὶ δέκα ἐγγίζειν ἤδη τριμέτρῳ, καὶ μέχρι τοῦ ἡρωϊκοῦ προχωροῦν κῶλον γίνεται ὀρθὸν καὶ τεταγμένον· τὸ δὲ ὑπὲρ τὸ ἡρωϊκὸν σχοινοτενές· ἔνιοι δέ φασι καὶ τὸν ἐπῳδὸν κῶλον εἶναι, τὸ δὲ ὑποκάτω κόμμα. προστίθησι δὲ διορθούμενος τὴν ἑαυτοῦ δόξαν διὰ τοῦ κόμματος, ὅτι
25καὶ ἐκ τεττάρων καὶ ἡττόνων συνίσταται τὸ κῶλον συλλα‐ βῶν· εἰ γὰρ ἀπαρτίζοιτο, φησὶ, διάνοια καὶ ἐν δύο συλ‐ λαβαῖς κόμμα ἔσται, καλῶς λέγων· τοῦ γὰρ πότερον ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὐ, τὰς ἐπὶ
τέλει δύο συλλαβὰς κόμμα ἐκάλεσεν, ἐρωτῶντος τοῦ ῥή‐931

7

.

932

τορος ὁλοκλήρως μετὰ τῶν δύο συλλαβῶν τούτων τὴν προ‐ κειμένην πᾶσαν διάνοιαν· ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ προ‐ κείμενον· ἀρκούντως γὰρ ἡμῖν κατὰ τὸ πάρεργον ὁ περὶ τούτων εἴρηται λόγος· ἔφαμεν γὰρ ἐν τοῖς προλαβοῦσιν,
5ὡς ἀρεσκόμεθα ἐπὶ τῷ Λαχάρῃ, εἰ καὶ κακίζοιτο παρά τισιν ὁ ἀνὴρ, ὡς μὴ καλῶς περὶ τούτων πραγματευσάμε‐ νος· δεῖ οὖν ἐπὶ τῆς καθαρότητος εἶναι τὰ κῶλα κομμα‐ τικὰ, τὰ γὰρ μακρὰ τῶν κώλων καὶ αἱ περίοδοι οὐ κα‐ θαροῦ λόγου.
10 μεʹ. Τὸ ἀκριβολογεῖσθαι περὶ συγκρουσμοῦ ἑτέρας ἰδέας ἐστὶν ἴδιον, ἥν τινα καλεῖ κάλλος καὶ ἐπιμέλειαν. μϛʹ. Τὸ περὶ συγκρουσμοῦ φωνηέντων μικρολογεῖ‐ σθαι τοῦ κεκαλλωπισμένου μᾶλλον ἴδιον, ἢ τοῦ ἁπλοῦ τε καὶ καθαροῦ· καὶ εὕροις ἂν τὴν τοιαύτην παρὰ Ἰσοκρά‐
15τει παραφυλακήν. μζʹ. Λογοειδεστέραν καλεῖ τὴν κωμικωτέραν, προσ‐ εοικυῖαν λόγῳ κατὰ τὴν συνθήκην· πολλοὺς γοῦν κ. τ. λ.
19μηʹ. Ἡ λογοειδεστέρα, φησὶ, καὶ τελευτῶσα εἰς βρα‐
20χέα καὶ φεύγουσα τὸν ὄγκον καὶ τὴν ἐπῃρμένην κατάλη‐ ξιν, οἷον ἰαμβική τις ἢ τροχαϊκή. μθʹ. Ἡ ἐξ ἰάμβων καὶ τροχαίων συνθήκη, φησὶν, οὐ τοσοῦτον ὕψος ἐργάζεται τῷ λόγῳ, ὅσον ἡ ἐκ σπονδείων καὶ δακτύλων συνεστῶσα· τοῖς γὰρ χρόνοις συμβαίνει καὶ
25ὁ κόμπος τοῦ λόγου· λογοειδεστέρα δὲ ἀντὶ τοῦ λόγῳ πε‐ ζῷ ἁρμόττουσα καὶ προσήκουσα· ὁ γὰρ πεζὸς λόγος ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἰάμβων καὶ τροχαίων ἐστίν· διὸ καὶ
οἱ ἴαμβοι πεζοφανεῖς εἰσι πολλαχοῦ καὶ τὴν κωμικὴν932

7

.

933

ποίησίν τινες ἔμμετρον καλοῦσι. δεῖ οὖν τὴν σύνθεσιν τὴν καθαρὰν τοιαύτην εἶναι ἰαμβοφανῆ. νʹ. Διῃρημένην φράσιν καὶ αὐτὸς προϊών φησιν τήν τε κομματικὴν ὡς ἐν τραχύτητι, „παρὰ σοὶ κατέλυον,
5Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν,“ καὶ τὴν ἐν σφοδρό‐ τητι κατ’ ὄνομα τὸν λόγον ἀναπαύουσαν, „οὗτος οὖν αὐτὸν ἐξαιτήσεται, ὁ φαρμακὸς, ὁ λοιμός.“ ταύτῃ οὖν τῇ φράσει εἰκότως ἐναντία ἐστὶν ἡ λογοειδεστέρα, ὡς διὰ μακροτέρων συγκειμένη κώλων· εἰ δὲ διῇρται ἔχει, ση‐
10μαίνει τὸ τὴν ἰαμβικὴν καὶ τροχαϊκὴν συνθήκην ἥττο‐ νος ὕψους καὶ μεγέθους μετέχειν, ἤπερ τὴν δακτυλικήν τε καὶ σπονδειακήν. ναʹ Διῇρται ἀντὶ τοῦ ἐπῇρται, πρὸς ὄγκον· ἡ γὰρ δακτυλικὴ ὕψος ἔχει καὶ μέγεθος· διὸ καὶ τῶν ἡρωϊκῶν
15ἀπενεμήθη, καί ἐστι ποιητικῇ πρέπουσα. νβʹ. Τὸ ἀκριβὲς, φησὶν, οὐ δεῖ ζητεῖν· οὐ γὰρ δυ‐ νατὸν, πλὴν παραφυλλάττεσθαι ἀεὶ τοὺς πόδας τοὺς κατὰ τὴν ὅλην τοῦ λόγου συνθήκην, ὡς πλείους ὦσιν ἴαμβοι καὶ οἱ τροχαῖοι τῶν δακτύλων τε καὶ ἀναπαίστων.
20ὁ δὲ Διονύσιος κ. τ. λ. ἔτι δὲ καὶ Ἰσοκράτης ἐν τῇ τέχνῃ φησίν· ὅλος δὲ ὁ λό‐
γος μὴ λόγος ἔστω, ξηρὸν γὰρ, μηδὲ ἔμμετρος, κα‐933

7

.

934

ταφανὲς γὰρ, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ, μάλιστα ἰαμβικῷ ἢ τροχαϊκῷ. τὸ μὲν οὖν ἰαμβικὸν μέτρον καλεῖται καὶ τρίμετρον, διὰ τὸ κατὰ συζυγίαν ποδῶν με‐ τρεῖσθαι, δέχεται δὲ ἐν μὲν ταῖς περιτταῖς χώραις δά‐
5κτυλον, σπονδεῖον, ἴαμβον, ἀνάπαιστον, χορεῖον, ἐν δὲ τοῖς ἀρτίοις μόνους τοὺς ἀπὸ βραχείας ἀρχομένους, οἷον πυῤῥίχιον, ἴαμβον, ἀνάπαιστον, ἀμφίβραχυν, βακχεῖον, χορεῖον· τὸ δὲ τροχαϊκὸν μέτρον καλεῖται μὲν ἰθυφαλλι‐ κὸν καὶ τετράμετρον, δέχεται δὲ ἐν μὲν ταῖς περιτταῖς
10χώραις τέτρασι τροχαῖον, χορεῖον, δάκτυλον· ἐν δὲ τοῖς ἀρτίοις τούτους τε καὶ ἀνάπαιστον καὶ σπονδεῖον· οἷον παρὰ Ἀρχιλόχῳ ἐν τετραμέτρῳ Τοῖος ἀνθρώποισι θυμὸς, Γλαῦκε, Λεπτίνεω πάϊ, Γίνεται θνητοῖς, ὁκοῖον Ζεὺς ἐφ’ ἡμέρην ἄγει.
15τοῦτο οὖν τετράμετρόν ἐστι καταληκτικὸν εἰς συλλαβήν· τὸ οὖν τοῦ ῥήτορος σπονδεῖον ἔχοι ἐν τῇ τρίτῃ χω‐ λόν ἐστιν. νδʹ. Μέτρον ἐστὶ ποδῶν ἢ βάσεων σύνταξις, αἰσθή‐ σει τῆς ἀκοῆς παραλαμβανόμενον· τὸ μὲν γὰρ κρῖνόν
20ἐστιν ἀκοὴ, τὸ δὲ κοσμοῦν ἐστι φωνή· ὡς τὸν ἦχον τῆς εὐρυθμίας ἐπεκτείνουσά τε καὶ συστέλλουσα ἡ φωνὴ σχη‐ ματίζει τὰς συλλαβὰς, οὕτως εἰσδεξαμένη κρίνει ἡ ἀκοή· καὶ πολλὰ διὰ τοῦτο τῶν μέτρων συμβέβηκεν ἀπο‐ κρύπτεσθαι ἐν τῇ κατὰ πεζὸν ῥήσει, ὡς παρὰ Δημο‐
25σθένει·934

7

.

935

Τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, δι’ ὃν εἰς Ἐλάτειαν, στίχος ἐστὶν, ὃς ἠδυνήθη λαθεῖν διὰ τὸ πεζῆς οὔσης τῆς προφορᾶς συνηρπάσθαι τῷ λόγῳ τὴν ἀκοήν. νϛʹ. Οἷον δακτυλικόν τε καὶ ἀναπαιστικὸν ἐν τῇ συν‐
5θήκῃ τῆς γλυκύτητος, ἰαμβικὸν δὲ καὶ τροχαϊκὸν ἐν τῇ συνθήκῃ τῆς καθαρότητος· καὶ μὲν πᾶς λόγος ἔμμετρος· ἀνάγκη γὰρ ἔχειν αὐτὸν τοιουσδήποτε πόδας· ἀλλ’ ἔμ‐ μετρόν φησιν οὐ τὸν χύδην καὶ ἁπλῶς μετρούμενον, ἀλλὰ τὸν κανονισθέντα καὶ ὡρισμένον, οἷον ἰαμβικὸν, τρο‐
10χαϊκόν. νζʹ. Οὐ δεῖ, φησὶν, μέχρι τέλους ἐμμένειν αὐτοῖς, ἀλλὰ ἀναμεμίχθαι καὶ ἑτέρους πόδας, ὅπως φανείη μὴ κατὰ τέχνην ὁ λόγος ἔμμετρος ὢν, ἀλλὰ κατὰ φύσιν ὢν ἔμμετρος, ὅτε καὶ ἔμμετρον εἶναι δεῖ κ. τ. λ.
15Κατὰ φύσιν οὖν ἔμμετρον εἶναι δεῖ τὸν λόγον καὶ μὴ κατὰ τέχνην· εἰ μὴ γὰρ οὕτως ἔσται, ποιη‐ τικὸς ἂν ἀποτελεσθείη ὁ λόγος καὶ κατὰ τέχνην ἔμμετρος· οὐκοῦν πλεοναζέτω μὲν ἴαμβος καὶ ὁ τροχαῖος ἐν τῷ κα‐ θαρῷ λόγῳ· καταλήγοντες γὰρ εἰς βραχέα λογοειδεστέ‐
20ραν ποιοῦσι τὴν συνθήκην, ὡς ἔχει τό· „οὗτος ἀστρα‐ τείας ἑάλω καὶ κέχρηται συμφορᾷ·“ εἰ γὰρ καὶ θεραπεύ‐ σει, ὥς φησιν ὁ τεχνικὸς, τὴν πρώτην συλλαβὴν μακρὰν οὖσαν ἐν τῷ ἀστρατείας ἑάλω, καθαρὸν εὑρίσκεται μέ‐ τρον τροχαϊκὸν τετράμετρον καταληκτικὸν, ὃ μάλιστα
25ποιεῖ τὸν λόγον καθαρόν. νηʹ. Τροχαϊκὸν εἰς τὰς περιττὰς χώρας δέχεται τρο‐ χαῖον καὶ τρίβραχυν καὶ δάκτυλον, κατὰ δὲ τὰς ἀρτίους
αὐτούς τε τούτους καὶ σπονδεῖον καὶ ἀνάπαιστον, κατα‐935

7

.

936

ληκτικὸν δὲ, ὅ ἐστιν τὸν παραλήγοντα μάλιστα μὲν τρο‐ χαῖον· δέχεται δὲ ἔστιν ὅτε καὶ τρίβραχυν· καταληκτικὰ δὲ καλεῖται, ὅσα μεμειωμένον ἔχει τὸν πόδα τὸν τελευ‐ ταῖον, ὡς ἐπὶ τοῦ „καὶ κέχρηται συμφορᾷ·“ ἐνταῦθα
5γὰρ ἡ ρα συλλαβὴ ἀντὶ τοῦ ὅλου ποδὸς κεῖται· ἀκατά‐ ληκτα δὲ, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει· τε‐ τράμετρα δὲ δηλονότι, τὰ ὀκτὼ πόδας δεχόμενα κατὰ διποδίαν μετρούμενα. νθʹ. Κατάληξίς ἐστιν κ. τ. λ.
10Τὸ μὲν οὖν ἰαμβικὸν μέτρον εἰς ἴαμβον ἢ πυῤῥίχιον καταλήγει πάντως, εἰ μὴ χωλεύοι· τότε γὰρ εἰς σπονδεῖον ἢ τροχαῖον λήγει, ὡς ἔγνωμεν ἐν χωλιάμβοις· τὸ δὲ τρο‐ χαϊκὸν ἔχον τὸν ἕβδομον, ὡς εἴρηται, τροχαῖον, ἢ δάκ‐ τυλον, καὶ συλλαβὴν ἐπὶ τούτῳ, διαφόρους ἀποτελεῖ τοὺς
15καταληκτικοὺς πόδας, ἴαμβον ἢ πυῤῥίχιον. ξʹ. Τῆς συνθήκης, φησὶ, τοιαύτης οὔσης καὶ ἡ ἀνά‐ παυσις στήσει τὸν λόγον, ἐν ἰαμβικῷ τινι ἢ τροχαϊκῷ μέρει τοῦ λόγου, τῆς καταλήξεως δηλαδὴ φανερᾶς οὔσης· ἔσται γὰρ τροχαϊκὴ ἢ ἰαμβική· καὶ ἁπλῶς ὅσαι καταλή‐
20ξεις τροχαϊκῶν τε μέτρων καὶ ἰαμβικῶν. ζαʹ. Συμφώνως πάλιν κἀνταῦθα τοῖς ἀρίστοις ἀποφαίνεται τῶν πρὸ αὐτοῦ· Ἰσοκράτης τε γὰρ, ὡς ἔφα‐ μεν, ἔλεγεν· ὅλως δὲ ὁ λόγος μὴ λόγος ἔστω, ξηρὸν γὰρ, μηδὲ ἔμμετρος, καταφανὲς γάρ· καὶ Διονύσιος κ. τ. λ.
25 ξβʹ. Ἰστέον, ὅτι Ἡφαιστίων φυσικὰ μέτρα γενικὰ βούλεται εἶναι ἐννέα, δακτυλικὸν, ἀνάπαιστον, ἰαμβικὸν,
τροχαϊκὸν, ἀντισπαστικὸν, χοριαμβικὸν, ἰωνικὸν ἀπὸ936

7

.

937

μείζονος, ἰωνικὸν ἀπ’ ἐλάττονος, κρητικόν· τὰ δὲ παρὰ ταῦτα καλεῖ ἀσυνάρτητα καὶ συγκεχυμένα. φησὶν οὖν ὁ Ἑρμογένης τούτοις χρῆσθαι δεῖν τοῖς φυσικοῖς μέτροις, μὴ μέντοι ἀκριβῶς, ἀλλ’ ἢ ἐν ἀρχῇ τῶν κώλων, ἢ ἐν τέ‐
5λει, ὡς καὶ αὐτὸς ἀλλαχοῦ φησιν. ξγʹ. Ὁ ῥυθμὸς, φησὶ, μεταξὺ τούτων ἔσται τοιοῦ‐ τος κατὰ φύσιν ἔντεχνος, οὐ κατὰ τέχνην. ξδʹ. Πάντα ταῦτα ποῖα ταῦτα; ἡ συνθήκη καὶ ἡ ἀνάπαυσις· εἰπὼν δὲ, „οὐ γὰρ ἥ γε ἑτέρα,“ τὴν
10πεζὴν λέγει, καὶ ὡς ἔτυχε προϊοῦσαν. ξεʹ. Ταῦτα δὲ πάντα φησὶ τὰ μετὰ τὰ κῶλα, τὴν συνθήκην λέγω, τὴν κατὰ πόδας, οὐ τὴν κατὰ συλλα‐ βάς· τὴν γὰρ τοιαύτην οὐ πολυπραγμονεῖ διὰ τὴν προ‐ λεχθεῖσαν αἰτίαν. οὐ γὰρ ἐν ταῖς συλλαβαῖς, ἀλλ’ ἐν
15τοῖς μέρεσι τοῦ λόγου ἀπαρτίζεται τὰ νοήματα. ταῦτα οὖν πάντα ἡ τοιάδε συνθήκη καὶ ἡ ἀνάπαυσις· τό τε ἐξ ἀμφοῖν τούτοιν ἀποτελούμενον ὁ ῥυθμὸς οὐ μέγα συμ‐ βάλλεται πρὸς τὸ ποιῆσαι καθαρὸν τὸν λόγον, πλὴν συλ‐ λαμβάνει τι βραχύ. καὶ τοῦτο κἀν τοῖς φθάσασι γέγονε
20καταφανὲς, ὡς οὐ τοσοῦτον ἰσχύουσιν ἥ τε ἀνάπαυσις καὶ ἡ σύνθεσις καὶ ὁ ῥυθμός· κἂν λάβοις τὴν κατὰ τοὺς πόδας συνθήκην, ὅσον ἡ ἔννοια καὶ ἡ λέξις καὶ ἡ μέθοδος καὶ τὰ σχήματα καὶ τὰ παρακολουθοῦντα τοῖς σχήμασι κῶλα· τελειοῖ γὰρ τὸ σχῆμα τὸ κῶλον· διὸ καὶ τὴν ἀρχὴν
25αὐτὰ παρῆκεν ἐν τῷ περὶ τῆς δυνάμεως λόγῳ, καθὰ δε‐ δηλώκαμεν· ἀλλ’ ἐκεῖσε μὲν τὴν δύναμιν λέγων αὐτῶν, κατὰ τί συμβάλλεται τὸ ἀποτελούμενον παρῆκεν. οὐδὲν
γὰρ ἂν ἐποίει πλέον μνησθεὶς αὐτῶν, πλὴν εἰ μὴ τὴν937

7

.

938

διδασκαλίαν ἤθελε καταναλίσκειν ἐν μὴ προσήκουσι τό‐ ποις. ἐκεῖ οὖν τὴν δύναμιν αὐτῶν ἐξετάζων εἶπε, καὶ τὰ σχήματα τὰ περὶ τὴν λέξιν συνεισφέρειν τι· συμβαλλο‐ μένων δὲ τούτων συνενέγκοι τι καὶ τὰ κῶλα· εἰς ἃ περα‐
5τοῦται τὰ σχήματα· παραστήσας δὲ τὴν δύναμιν αὐτῶν μετῆλθεν ἐπὶ τὴν χρῆσιν ἑκάστου καὶ τὴν ἐργασίαν, ἔν‐ θα μὴ μνησθῆναι τῶν κώλων οὐκ ἦν, κἂν ἐξ ἀνάγκης παρακολουθῇ τοῖς σχήμασιν· ἔσται γὰρ τοῦτο φα‐ νερόν· ἀλλ’ εἰ μὴ διαμερίσας ἐκ τῶν σχημάτων αὐτὰ τὴν
10ἐργασίαν ἐν τῇ διδασκαλίᾳ κατ’ ἰδίαν παρέδωκεν, ἠγνοή‐ σαμεν ἂν, ὅπως ἐν τῷ καθαρῷ λόγῳ δεῖ μεθοδεύειν τὰ κῶλα, κἂν εἰ ἐξ ἀνάγκης παρέπεται τοῖς σχήμασιν· ἐν δὲ τῇ διδασκαλίᾳ κατὰ χρείαν λαβὼν καὶ ἐν τῇ ἀνακεφαλαιώ‐ σει τέθεικε· τάχα γὰρ ἦν μέμψεως ἄξιος, εἰ, ὧν ἅπαξ
15ἐμνήσθη, τούτων ἐπανάληψιν ποιούμενος ἦλθεν εἰς λή‐ θην. ξϛʹ. Τὴν μεγίστην, φησὶ, δύναμιν ἔχουσιν αἵ τε ἔν‐ νοιαι καὶ αἱ λέξεις, μέθοδός τε καὶ κῶλα καὶ σχήματα· πλὴν δύναταί τι συμβάλλεσθαι ἥ τε συνθήκη καὶ ἡ ἀνά‐
20παυσις καὶ ὁ ῥυθμὸς, οὐ τοσοῦτον μέντοι ἐν τῇ καθα‐ ρότητι, καὶ ἐν ταῖς ἄλλαις τῶν ἰδεῶν, εἰ καὶ ἐν τῷ κεκαλ‐ λωπισμένῳ πολὺ δύναται ταῦτα· τὴν δὲ αἰτίαν δείξομεν σαφῶς ἐκεῖσε γενόμενοι, δι’ ἣν ἐν τῷ κεκαλλωπισμένῳ λόγῳ μᾶλλον ἰσχύουσιν.
25ξζʹ. Διὰ ποίαν αἰτίαν ἐν τῇ ποιητικῇ πολὺ ἰσχύει
ταῦτα, ἐπειδὴ ὡς αὐτὸς ὑποκατιὼν φησὶν ἐν τῷ περὶ938

7

.

939

σεμνότητος πάνυ ἡδονῆς ἡ ποίησις στοχάζεται· ὁ γὰρ ποιητὴς πρὸς ἡδονὴν τῶν ἀκροατῶν γράφων τούτων ἐπιμελεῖται, δι’ ὧν θέλξει.
4tCap. IV.
5tΠερὶ εὐκρινείας.
5 αʹ. Ἐκ τίνων μὲν οὖν ἡ καθαρότης γίνεσθαι πέφυκε, καὶ ὅπως δεῖ μεθοδεύειν ἕκαστον τῶν ποιούντων αὐτὴν, ἀρκούντως ἐδίδαξεν· ἐντεῦθεν δὲ μέτεισιν ἐπὶ τὸ ἕτερον τῆς σαφηνείας μέρος, λέγει δὴ τὴν εὐκρίνειαν, ἥτις οὖ‐ σα διορθωτικὴ τῆς καθαρότητος εἰκότως τέτακται μετ’
10αὐτήν· κατὰ ποῖον γὰρ ἂν λόγον προετάγη τοῦ ζητου‐ μένου τὸ πρὸς ἐπικουρίαν λαμβανόμενον; ὅταν γὰρ ἡ καθαρότης τὴν οἰκείαν ἀποτελέσῃ φύσιν διὰ τὴν τῶν ὑποκειμένων πραγμάτων περίστασιν, τότε μάλιστα χρεία τῆς εὐκρινείας, ὅπως ἐπανορθώσῃ τὸ βλάβος, ὃ πέπονθε
15κατὰ περίστασιν ἡ καθαρότης. σπεύδων γὰρ κ. τ. λ. Ἀλλ’ ἔχει μὲν, ὅπερ ἔφη, τὸ πλεῖστον περὶ τὴν μέθοδον, ὅθεν καὶ τὴν ἁμαρτίαν τῆς προεξητασμένης ἰδέας ἀναιρεῖ· περιττὴ γὰρ αὕτη, καθὰ μεμαθήκαμεν, ἐῤῥωμένης οὔσης τῆς καθαρότητος, πλὴν
20μετὰ τὴν μέθοδον, καὶ ἰδίοις τισὶ χρῆται· καὶ τοῦτο προϊοῦσιν ἔσται φανερὸν, ὅταν ἀποδείξωμεν, ὅπως ἐπι‐
κουρεῖ τῇ καθαρότητι, καὶ ποιεῖ ταὐτὸν, ὅπερ ἐκείνη939

7

.

940

πρὸ τῆς ἀνάγκης ἤθελε δρᾷν. ἔστι γὰρ ὅπου τῆς πιθα‐ νότητος ἀντιποιούμενος ὁ λέγων περιβολὴν ἐμποιεῖ καὶ συγχεῖ τὸν ἀκροατὴν, μηδὲν ἐπιφέρων τοῖς συνεστραμμέ‐ νοις σαφές· ταύτην οὖν τὴν ταραχὴν οὐκ ἔστιν ἄλλως
5ἀνελεῖν, πλὴν εἰ μή τις τῇ μεθόδῳ χρήσαιτο τῆς εὐκρι‐ νείας, οἷον τόδε βούλομαι πρῶτον εἰπεῖν, καὶ δεῖ πρὸς τοῦτο τελέως ὁρᾷν, ὥσπερ καὶ ἐν τῷ παραπρεσβείας Δη‐ μοσθένους ἔστιν εὑρεῖν· ἀλλὰ μή μοι πρὸς τὴν δεινότητα τοῦ ῥήτορος ἀπίδοι τις, τὴν γὰρ φυσικὴν συνέχεε τάξιν
10ἕνεκεν τοῦ συμφέροντος· ταύτην αὐτὴν δὲ πάλιν, λέγω τὴν σύστασιν, διὰ τῆς ἐρωτήσεως, ἠφάνισεν ἡ μέθοδος τῆς εὐκρινείας, ὡς ὅταν λέγῃ, τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν, καὶ πρῶτον ὧν ἀπήγγει‐ λεν, εἶτα ὧν ἔπεισε καὶ τῶν ἑξῆς· ἐκ γὰρ τῆς τοιαύτης
15ἀκολουθίας ἀναστρέφειν μέλλων καὶ συγχεῖν τὴν τάξιν, διεσκέδασεν ἐκ τῆς εὐκρινείας τὴν ἀσάφειαν· τὸν γὰρ ἀκροατὴν οὐκ ἀφῆκε πλανᾶσθαι, ἐφ’ ὧν δεῖ παρὰ πρεσ‐ βευτοῦ λόγον λαμβάνειν. καὶ γέγονεν ἅμα δεινὸς ὁ λόγος καὶ σαφής· ἃ γὰρ ἦν κατὰ τὴν φυσικὴν ἀκολουθίαν ἔσχα‐
20τα, ταῦτα προτάξας ἐδεινοποίησε τὸν λόγον· ὃν αὖθις ἐποίησε σαφῆ διὰ τοῦ προσδιορίσασθαι καὶ διδάξαι, περὶ
ὧν δεῖ τοὺς πρεσβευτὰς εὐθύνειν· ὥσπερ καὶ ἐν τῷ κα‐940

7

.

941

τὰ Ἀριστοκράτους πεποίηκεν· οὐ γὰρ τὸ κατὰ φύσιν πρῶτον τοῦτο καὶ τέθεικεν, ἄλλ’ ὅπερ ὑπῆρχε δεύτερον. εἰπὼν γὰρ τὴν ἀσάφειαν τῆς Χεῤῥονήσου ἐν τῇ τῶν Θρᾳ‐ κῶν εἶναι διαφορᾷ τηνικαῦτα ἐπήγαγεν, ὡς ἀπόλλυσι τὴν
5Χεῤῥόνησον ὁ Χαρίδημος, καὶ ἁπλῶς εἰπεῖν, ὅταν τοῦ κατασκευαζομένου τὸ ἀποδεικνύμενον ἀπᾴδῃ καὶ μὴ συμ‐ φωνῇ, τότε πρωτεύει κατὰ τὴν διδασκαλίαν τὰ τῇ φύ‐ σει δεύτερα, καθὰ καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ ῥή‐ τωρ, ὡς δεδήλωται, πεποίηκεν· ὅσον γὰρ κατὰ φυσικὴν
10ἀκολουθίαν ἐχρῆν προτάττειν· ὡς Χαρίδημος ἀπόλλυσι Χεῤῥόννησον, πόθεν; ἐπεὶ τὴν τῶν βασιλέων διαλύει δια‐ φορὰν, ἥτις φυλάττει τὴν πόλιν· ἀλλ’ ἐπεὶ τὴν ἀρχὴν ἀπῇδε καὶ πόῤῥω διακεχώριστο τοῦ ζητουμένου τὸ ἀπο‐ δεικνύον, ἀνάγκην ἔσχεν ἀνατρέψαι τὴν φυσικὴν ἀκολου‐
15θίαν, ὅπως συμφωνῇ τῷ ἀποδεικνύοντι τὸ κατασκευα‐ ζόμενον· ὅταν δὲ μὴ συμφωνῇ καὶ μὴ ἀπάδῃ τὰ παρὰ τῇ φύσει πρωτεύοντα καὶ κατὰ τὴν διδασκαλίαν τὴν αὐ‐ τὴν ἕξει δηλαδὴ τάξιν, ὡς ἐν τοῖς Φιλιππικοῖς, οἷον εἰ τῶν Ὀλυνθίων ἐγκρατὴς γενήσεται Φίλιππος ἐπὶ τὴν Ἀτ‐
20τικὴν ἥξει. τί γὰρ τὸ κωλῦσον; Θηβαῖοι μὴ λίαν πικρὸν εἰπεῖν καὶ συνεισβαλοῦσι, καὶ ἑξῆς· οὕτως ὅταν μὲν συμφωνῇ καὶ γειτνιάζῃ τὸ κατασκευάζον τῷ ἀποδεικνυμέ‐ νῳ, τὰ παρὰ τῇ φύσει προηγούμενα πρωτεύει καὶ κατὰ τὴν διδασκαλίαν· τοὐναντίον δὲ τὰ παρὰ τῇ φύσει δεύ‐
25τερα προηγήσεται κατὰ τὴν διδασκαλίαν, ὅταν ἀπηλλο‐ τρίωται τοῦ ἀποδεικνυμένου τὸ κατασκευάζον. γʹ. Ἡ εὐκρίνεια, φησὶν, ἐὰν ἡ καθαρότης τι πάθῃ ἐναντίον, τουτέστιν εἰς τὴν καλουμένην περιβολὴν ἐμπέ‐ σῃ, προεῖπε γὰρ, ὅτι ἐναντία ἐστὶν ἡ περιβολὴ τῇ καθα‐
30ρότητι· ἐὰν οὖν τοῦτο γένηται, διορθοῦται καὶ σαφῆ
ποιεῖ τὸν λόγον· διὰ τοῦτο γὰρ καὶ εὐκρίνεια καλεῖται941

7

.

942

διὰ τὸ καλῶς χωρίζειν ἕκαστον. καὶ τὴν πρέπουσαν τάξιν ἀπονέμειν ἑκάστῳ. δʹ. Μέθοδον καλεῖ τὸ διορθοῦσθαι τὸν λόγον καὶ σαφῆ ποιεῖν αὐτὸν, κινδυνεύοντα εἰς περιβολὴν ἐμπε‐
5σεῖν· τοῦτο γάρ ἐστιν, ὃ πρὸ μικροῦ ἔφη. ἀκολούθως δ’ ἐπήγαγε τὸ ὧν ἔπεισε· συγγενὲς γὰρ τῷ ἀπαγγεῖλαι τὸ πεῖσαι τοὺς Ἀθηναίους, καὶ οὐχ ὥς τινες ἐξηγοῦνται, τὸν Φίλιππον. ϛʹ. Τὸ μὲν ῥητὸν ἐν τῷ κατὰ Ἀριστοκράτους οὕ‐
10τως ἔχει· „ἀνάγκη δέ ἐστι πρῶτον εἰπεῖν, καὶ δεῖξαι·“ κἀνταῦθα γὰρ ὑποσχόμενος ἐκ προοιμίων ὁ ῥήτωρ κα‐ κονούστατον ἀνθρώπων καὶ τῆς διὰ τοῦ ψηφίσματος δω‐ ρεᾶς ἀνάξιον ἀποδεῖξαι τὸν Χαρίδημον, δεδοικὼς, μὴ τὰς περὶ τούτων ἀποδείξεις ὁ ἀκροατὴς εὐθέως ἐπιζητήσῃ, ἐπὶ
15τοὺς περὶ Χεῤῥόνησον μεταβαίνει λόγους, καὶ πάντων ἀναγκαιοτέρους εἶναι διϊσχυρίζεται τούτους, ὅθεν καὶ πρώτους αὐτοὺς διεξιέναι ἀναγκαῖόν φησιν. ζʹ. Ἀμαδόκου καὶ Κερσοβλέπτου τῶν Βηρισάδου παί‐ δων. οὗτοι γὰρ τότε Θρᾳκῶν ἐβασίλευον, τῷ δὲ Κερσο‐
20βλέπτῃ καὶ γαμβρὸς ἦν Χαρίδημος ἐπὶ ἀδελφῇ, ἐξ οὗ καὶ διαβάλλει Χαρίδημον ὁ ῥήτωρ, ὡς Κερσοβλέπτῃ κατα‐
σκευάζοντος τὴν ἀρχήν.942

7

.

943

θʹ. Προεῖπε γὰρ, ὅτι τοῦτο μόνον δεῖ σκοπεῖν, εἰ διὰ τῆς εὐκρινείας σαφήνειαν προσάγει τῷ λέγειν, ὡς αὐ‐ τὸς βούλεται ὁ ῥήτωρ. ιαʹ. Ἔχει μὲν τὸ πλεῖστον, φησὶν, ὅπερ ἔφην περὶ
5τὴν μέθοδον, ὅταν πρὸς ἐπικουρίαν λαμβάνηται τῆς κα‐ θαρότητος· γίνεται δὲ καὶ διὰ τῶν ἄλλων λόγος εὐκρινής· σπεύδει γὰρ οὐ μόνον διορθοῦσθαι τὸ συμβὰν τῇ καθα‐ ρότητι πάθος, ἀλλ’ ἤδη που καὶ τὴν μέλλουσαν βλάβην ἐκκόπτειν, ὥσπερ οἱ προμηθέστατοι τῶν ἰατρῶν τοῖς προ‐
10φυλακτικοῖς τῶν φαρμάκων τὰς νόσους προφθάνουσι. τὸν αὐτὸν καὶ ἡ εὐκρίνεια τρόπον, ὅπως μηδὲν ὑπεναντίον ἢ καθαρότης πάθῃ, φυλάττεται· διὰ δὴ καὶ τὴν πλεί‐ στην ἰσχὺν ἔχει περὶ τὴν μέθοδον· οὐδὲ γὰρ ὁ ἰατρὸς τοσοῦτον ἐπὶ τὰ ὑγιαίνοντα τῶν σωμάτων, ὅσον ἐπὶ τὰ
15νοσοῦντα καὶ περιπεπτωκότα χαλεποῖς ἀῤῥωστήμασιν. ὅταν οὖν ὑπεναντίον ἡ καθαρότης πάθῃ, χρῆται μεθόδῳ πρὸς ἐπανόρθωσιν· ὅταν δὲ τὴν μέλλουσαν προανακόπτῃ βλάβην, οὐ τῇ μεθόδῳ μόνῃ, ἀλλὰ καὶ τοῖς λοιποῖς· τάχα δὲ κατὰ τοῦτο τὸ μέρος τῆς εὐκρινείας οὐδ’ ἂν εὑ‐
20ρεθείη καθαρὰ μέθοδος, ὡς μικρὸν ὕστερον ἀποδείξομεν. ιβʹ. Ἀντὶ τοῦ διηγηματικαί· διήγησις γὰρ ἡ κατά‐ στασις· ἄμεινον δὲ νοεῖν ἀντὶ τοῦ αἱ ἐπαγγελίαι, ὡς τὸ, βούλομαι δὲ εἰπεῖν. ιγʹ. Ὁ Τιβέριός φησιν, ὅτι ἀγοραῖος καὶ ὁ ἰδιω‐
25τικὸς τύπος εἴρηται τοῦ εὐκρινοῦς καὶ τοῦ καθαροῦ, ὅταν
ἐπιτρέχων κατὰ ἀφήγησιν κομματικοῖς κώλοις προάγοις943

7

.

944

τὰ νοήματα, οἷον ἐν τῷ κατὰ Τιμοκράτους, „προσῆλ‐ θε τῇ βουλῇ, προβούλευμα ἐγράφη, ἐγράψαντο τὸ ψή‐ φισμα, εἰσῆλθον εἰς ὑμᾶς, ἵνα συντέμω κατὰ τοὺς νό‐ μους, ἔδοξεν εἰρῆσθαι καὶ ἀπέφυγεν.“ ἰδιωτικῷ γὰρ τύ‐
5πῳ ταῦτα προῆκται. τοιοῦτοί εἰσι καὶ οἱ Δημοσθένους ἰδιωτικοὶ, ἐν οἷς ἀπὸ ψιλοῦ τοῦ ὑποκειμένου τὰς ἀρχὰς ποιεῖται, οἷον, „ἀδελφὰς ἔχομεν, ὦ ἄνδρες, γυναῖκας,“ καὶ ὑβρισθεὶς, ὦ ἄνδρες, καὶ παθὼν ὑπὸ Κόνωνος. ιεʹ. Πάλιν παραγγέλλει καθ’ ἑαυτὰς θεωρεῖν ταύτας
10τὰς ἐννοίας, καὶ μὴ ὧν ἕνεκα παρελήφθησαν, ἐπεί τοι τὴν ἀρχὴν οὐκ εὐκρινεῖς μόνον, ἀλλὰ καὶ δειναὶ δόξουσιν εἶναι. πλὴν κατ’ ἄλλον καὶ ἄλλον τρόπον· ἡ μὲν γὰρ εὐκρίνεια, τὸ σαφὲς, ἡ δὲ αἰτία, δι’ ἣν ἕνεκα παρε‐ λήφθησαν, δεινὸν ἐποίησε τὸν λόγον.
15ιζʹ. Ποιοῦσι, φησὶ, καὶ αἱ συμπληρώσεις εὐκρί‐944

7

.

945

νειαν, αἳ καὶ μιμοῦνται σχεδὸν τὴν μέθοδον καὶ ἐννοίας τάξιν, οὑτωσί πως ἔχουσι· καταστατικαὶ γὰρ οὖσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον, εὐκρινείας ἔννοιαν ἀπερ‐ γάζονται, ἀρχόμενοι δὲ πάλιν ἐκ τοῦ παρακειμένου πρά‐
5γματος καθαρὰν μὲν οὐ ποιοῦσι μέθοδον· οὐ μὴν εἰς τὸ ἐναντίον ἐκπίπτουσι, διὰ τὸ μὴ ποιεῖσθαι τὴν ἀρχὴν ἐκ τῶν παρακολουθούντων, ἀλλ’ ἐκ τοῦ παρακειμένου πράγματος. φιλοῦσι γὰρ αἱ συμπληρώσεις ἐκ τῆς προ‐ λαβούσης ἀναπαύσεως λαμβάνειν τὴν ἀρχὴν τῆς ἐπιφε‐
10ρομένης ἐννοίας καὶ ἐμφαίνειν ἐν τοῖς ἑπομένοις τοῦ προηγουμένου τὴν δύναμιν, ὡς τὸ ἓν μὲν πολίτευμα ἔχει τοῦ νεανίου τούτου, ἕτερον δὲ ἀναμιμνήσκεσθε, καὶ ἑξῆς, ὡς ὁ τεχνικός. ιηʹ. Οἷον ἀλλὰ περὶ τούτων μὲν ἀπόχρη· καὶ ἓν μὲν
15τοίνυν πολίτευμα τοῦτο τοῦ νεανίου τούτου, ἕτερον δὲ ἀναμιμνήσκεσθε. ιθʹ. Δοκεῖ συγκεχύσθαι ἡ διδασκαλία τοῦ Ἑρμογέ‐ νους· ἀνωτέρω γὰρ περὶ ἐννοιῶν εἰπὼν ἐνταῦθα μεθό‐ δους αὐτὰς καλεῖ· ἐροῦμεν οὖν τοῦτο. ἐπειδὴ μέθοδοί
20εἰσι κατ’ αὐτὸν τὰ τῆς διανοίας σχήματα οὐ δυνάται σα‐ φῶς διδάξαι περὶ ἐννοίας, ἐὰν μὴ διὰ τῶν περὶ αὐτὴν γινομένων σχημάτων παραδείγματα εἴπῃ, δι’ ὧν ἡ διά‐ νοια γνωρίζεται.
κʹ. Οἷον τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τί‐945

7

.

946

μα, τοὺς δὲ φίλους αἰσχύνου· ταῦτα γὰρ κατὰ φύσιν τέτακται· πρότερον γὰρ οἱ θεοὶ, ἔπειτα οἱ γονεῖς, ὑφ’ ὧν τεχθέντες, μετὰ ταῦτα φίλοι γινόμεθα.“ κβʹ. Ἓν καὶ τοῦτο τῶν ἀρίστων θεωρημάτων ἐν
5τῷ περὶ μεθόδου δεινότητός ἐστι, πότε τὴν τάξιν τῶν πραγμάτων ὁ ῥήτωρ φυλάξει, καὶ πότε οὔ· ἐν ᾧ καὶ περὶ τῆς ταυτολογίας διαλαμβάνει, καί φησιν, ὅτι ἐν μὲν τῇ πανηγυρικῇ κ. τ. λ. κγʹ. Τάχα ποτὲ, φησὶν, καὶ τὸ τὴν οὖσαν τάξιν τοῖς
10πράγμασι φυλάττειν δεινότητος εἶναι συμβαίνει. καὶ τοῦ‐ το δείκνυσι σαφῶς ἐν τῷ περὶ μεθόδου δεινότητος. κεʹ. Παρὰ τῷ ῥήτορι, φησὶ, καὶ πρωτευούσας τὰς λύσεις τῶν ἀντιθέσεων εὑρήσεις· καθὰ γὰρ τῶν ἄλλων ἕκαστον πρὸς τὸ οἰκεῖον τίθησι συμφέρον, τὸν αὐτὸν
15τρόπον καὶ τὰς ἀντιθέσεις ποτὲ μὲν πρώτας, ποτὲ δὲ μέσας, ἴσως δὲ καὶ τελευταίας. λέλεκται δὲ τῷ τεχνικῷ καὶ ὁ περὶ τούτων λόγος ἀκριβῶς ἐν τῷ περὶ μεθόδου δεινότητος. κϛʹ. Ὁ περὶ τοῦ πῶς δεῖ εἰσάγειν τὰς ἀντιθέσεις
20λέγων, ἐπεὶ καὶ τὰς εἰσαγωγὰς τῶν ἀντιθέσεων ἐν ἐκεί‐ νῳ τῷ βιβλίῳ κατὰ τρεῖς τρόπους φησὶ δεῖν ὁ τεχνογρά‐ φος ποιεῖσθαι, ἐπιστήμην, δόξαν, ἀκοὴν, καὶ τὰς μὲν ἰσχυρὰς κατὰ ἀκοὴν δεῖν εἰσάγειν, ὡς μὴ συνειδότας τοῖς
ἀντιδίκοις ἐκεῖνα, ἐφ’ οἷς θαῤῥοῦσιν· οἷον πυνθάνομαι946

7

.

947

τοίνυν αὐτὸν κἀκεῖνο τολμήσειν ἀποφαίνεσθαι πρὸς ὑμᾶς· τὰς δὲ μέσως ἐχούσας δυνάμεως κατὰ δόξαν, οἷον τάχα τοίνυν κἀκεῖνον ἐρεῖ τὸν λόγον· τὰς δὲ ἀσθενεῖς κατ’ ἐπιστήμην· οἶδα τοίνυν, ὡς κἀκείνῳ πολλῷ χρήσεται τῷ
5λόγῳ· τὰ μὲν γὰρ σαθρὰ τοῦ ἀντιδίκου ὡς εἰδὼς ὀφεί‐ λει προβάλλειν· τὰ δὲ μέσα, ὡς στοχαζόμενος, τὰ δὲ ἰσχυρὰ, ὡς ἀκούων. ἰστέον μέντοι, ὡς ὁ ῥήτωρ ταῦτα μίγνυσι πολλάκις. κζʹ. Τουτέστιν ἡ κοινὴ καὶ μὴ τροπικὴ, ὡς προεῖ‐
10πεν, ἀλλὰ σημαντικὴ, ἐναργῶς σφόδρα δηλοῦσα τὰ πράγματα. ἰστέον δὲ, ὅτι περὶ λέξεως ζητεῖν ἐνταῦθα περίεργον· τὴν γὰρ αὐτὴν καὶ ἐπὶ τῆς εὐκρινείας δεῖ λαμ‐ βάνειν, ἣν καὶ ἐπὶ τῆς καθαρότητος. Μερισμός ἐστιν, ὅταν προτάξαντες τὸν μὲν σύνδεσμον ἐπαγάγωμεν, τὸν δὲ
15ὡς τὸ „ἔδει μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντασ“ καὶ τὰ ἑξῆς· οἱ γὰρ δικασταὶ ἀναμένουσι τὸν δὲ ἀνταποδοτικόν· ἰστέον μέντοι, ὅτι κυρίως μερισμός ἐστιν ἡ σύντομος τοῦ „δὲ“ ἀνταπόδοσις· οἷον· „ἑσπέ‐ ρα μὲν γὰρ ἦν, ἧκε δ’ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις.“
20καὶ τὸ τοιοῦτον αὐτὸ καθ’ ἑαυτὸ μερισμὸς καὶ οὐδὲν ἕτε‐947

7

.

948

ρον. ἡ μέντοι διὰ μακροῦ τοῦ „δὲ“ συνδέσμου ἀνταπό‐ δοσις, οἷά ἐστιν αὕτη, τὸ „ἔδει μὲν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας ἐν ὑμῖν,“ καὶ „τὸ μὲν, ὦ Ἀθηναῖοι, τὴν Φιλίππου ῥώμην διεξιέναι, καὶ διὰ τούτων τῶν λό‐
5γων“ καὶ τὰ ἑξῆς· ἔστιν μέντοι καὶ ταῦτα μερισμός. ἐργάζεται δὲ τὸ τοιοῦτο καὶ περιβολήν. ἡ γὰρ διὰ μα‐ κρῶν ἀνταπόδοσις περιβολῆς ἴδιον, εἰ καὶ δοκεῖ με‐ ρισμός. κθʹ. Περιβάλλει μὲν γὰρ τὸν λόγον ὡς ἐφελκτι‐
10κὰ νοημάτων ἑτέρων, τῷ δ’ ἐμφαίνειν τοῖς ἀκούου‐ σιν, ὡς ἐπάξει καὶ ἕτερον νόημα, προδιευκρινεῖ τὸ πᾶν. εἰ γὰρ εἴπῃ „πρῶτον μὲν“ προσημαίνει πάντως, ὡς καὶ δεύτερον λέξει, καὶ ἀναμένουσιν, ὡς ἂν ἀποδῷ τῷ μὲν τὸν δὲ σύνδεσμον.
15 λʹ. Γίνεται, φησὶν, ὁ λόγος οὐδὲν ἧττον εὐκρινὴς, ὅταν τις αὑτὸν ἐρωτῶν ἐπενέγκῃ τὴν ἀπόκρισιν κατὰ διά‐ στασιν· οἷον, τίνος οὖν ἕνεκεν ταῦτα λέγω, καὶ πάλιν, διὰ τί· πλεονάζει δὲ, φησὶ, τοῦτο μάλιστα ἐν τῷ κατὰ Ἀριστοκράτους· τὸ γὰρ παράνομον ἐξετάζων ἀναγκαίως
20τῆς σαφηνείας ἐδεήθη κατὰ τοῦτο τὸ μέρος, ἣν ἐποίησεν ἡ ἐρώτησις· συχνῶς γὰρ ἑαυτὸν ἐρωτῶν, εἶτα κατὰ διά‐ στασιν ἐπάγων τὴν ἀπόκρισιν εὐσύνοπτον τὸν λόγον ἐποίησεν. εὐπετῶς γὰρ ἐκ τῆς ἐρωτήσεως καὶ κατὰ τοῦτο τὸ μέρος παρηκολούθησεν ὁ ἀκροατής· ὃ χωρὶς ταύτης,
25οὐ μόνον ἀσαφὲς, ἀλλὰ καὶ συγκεχυμένον ἔδοξεν εἶναι διὰ τὴν συνεχῆ τῶν νόμων παράθεσιν. λαʹ. Χρήσιμον, φησὶν, πρὸς εὐκρίνειαν καὶ ἡ ἐπανά‐
ληψις· εἰ γὰρ προσθῇ τις τῷ λόγῳ σχῆμα νοημάτων948

7

.

949

ἐφελκτικὸν, εἶτα κατὰ περίστασιν ἐπενέγκοι ἄλλα τινὰ νοήματα, πρὶν ἀποδοῦναι τῷ προηγησαμένῳ τὸ ἀκόλου‐ θον, συγκεχυμένον δηλαδὴ ποιήσει τὸν λόγον, μὴ τῇ ἐπαναλήψει χρησάμενος.
5 λγʹ. Τὸ ἑξῆς νόημα, τουτέστι τὸ ἡγοῦμαι· ἔδει γὰρ ἀκολούθως ἐκείνῳ προσενεγκεῖν· ἃ δὲ καὶ χωρὶς τού‐ των ἔνι καὶ βέλτιόν ἐστιν ἀκηκοέναι πάντας ὑμᾶς καὶ τὰ ἑξῆς, ἀλλὰ πολλὰ ἐπεμβαλὼν μεταξὺ τῇ ἐπαναλήψει ἐχρήσατο, ἵνα ἀποδῷ τὸ ἀκόλουθον νόημα· καλῶς οὖν
10φησιν σχῆμα εὐκρινείας εἶναι τὴν ἐπανάληψιν. λδʹ. Εὐκρινείας κῶλα μικρὰ καὶ κομματικά· συνθήκη μηδὲν φροντίζουσα συγκρούσεως φωνηέντων, ἤγουν χασμῳ‐ δίας ἀνάπαυσις ἰαμβική τις ἢ τροχαϊκή. λεʹ. Πολὺ μὲν παρὰ τῷ ῥήτορι τὸ κατὰ ἔμφασιν
15σχῆμα· οἷον πατὴρ μὲν οὐκ ἐρῶ, τίς ἢ πόθεν· ἔοικε δὲ ταῖς ἐμφάσεσι καὶ τὰ αἰνίγματα καλούμενα, ἤτοι γρί‐ φοι, οἷον· Εἶδον ἐγὼ πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα· καὶ τὸ ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην, καὶ τὸ Σι‐
20μωνίδου πρὸς τοὺς ἑταίρους λεγόμενον· Φημὶ τίν’ οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον Τῷ Πανοπηϊάδῃ δώσειν, μέγα δεῖπνον Ἐπειῷ. καὶ ἔτι ἐκεῖνο·
Πέντ’ ἄνδρες δέκα νηυσὶ κατέδραμον εἰς ἕνα χῶρον.949

7

.

950

Ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι· Δίψει δ’ ἐξώλλυντο· ὕδωρ δ’ ὑπερεῖχε γενείου. ἐσχηματισμένα δέ εἰσιν, ὡς τὰ παρὰ Ἀψίνῃ τῷ Γαδαρεῖ ἐν ἐκείνῳ τε τῷ ζητήματι· φήμη ἦν, ὅτι σύνεστιν ὁ
5πατὴρ τῇ τοῦ υἱοῦ γυναικί. καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων· πάτερ· σὺ δὲ ἦς οὐδαμοῦ. καὶ πάλιν ἐν τῇ περὶ τῆς ἐκθέσεως τοῦ παιδίου φιλονεικίᾳ· ὅπερ ὁ θεὸς ἀνεῖ‐ λε τὸν πατέρα φονεύσειν, σὸν εἶναι νόμισον, ὦ πάτερ, τὸ παιδίον, οὐκ ἐμόν. ἐκτιθεὶς ὃ ἔσπειρας, ῥιπτεῖς παι‐
10δίον, οὗ γέγονας πατήρ. καὶ Σοφοκλῆς δὲ ἐν Οἰδίποδι σχηματίζων τὸν περὶ Ἰοκάστης λόγον φησίν· Γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων. Τοῦτο τέχνης καὶ ἀρετῆς τὸ ἐν τοῖς ἐσχηματισμένοις ἀ‐ σαφὲς, οὐ κακία λόγου, εἰ καὶ μὴ καθαρὸν ἐμφαίνει τὸν
15λόγον· ὅπερ ἴδιον εὐκρινείας. ὅσα δὲ μὴ διὰ τὸ ἐμφαντι‐ κὸν ἀσαφῶς λέγεται, ἀλλὰ διὰ σύγκρισιν, τοῦτο ἄντι‐ κρυς κακία. λϛʹ. Τῆς ἀσαφείας εἴδη δύο, τὸ μὲν κατὰ σύγχυσιν, τὸ δὲ, ᾧ χρώμεθα ἐν τοῖς ἐσχηματισμένοις ὀνόμασι καὶ
20ζητήμασιν· οἷον ὅτε φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί· μοιχὸν καταλαβὼν ὁ παῖς ἐγκεκαλυμ‐ μένον ἀφῆκε, καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύττεται· ἐν τού‐ τῳ γὰρ τῷ ζητήματι καὶ ἐσχηματισμένῳ ὄντι ὁ σκοπὸς ἀσαφὴς, δι’ ὃν ἀποκηρύττει τὸν παῖδα. δοκεῖ μὲν γὰρ
25ἀγανακτεῖν, διότι τὸν μοιχὸν ὁ παῖς ἀφῆκε· καὶ διὰ τοῦτο δήπουθεν αὐτὸν ἀποκηρύττει· τῇ δὲ ἀληθείᾳ ἐξε‐
λέσθαι ἑαυτὸν βούλεται τῆς διὰ τὴν μοιχείαν ὑποψίας950

7

.

951

διὰ τῆς ἀποκηρύξεως, καὶ ὁ σκοπὸς οὖν τοῦ ζητήματος ἐσχημάτισται. καὶ τὰς λέξεις δεῖ ἀσαφεῖς μὲν εἶναι, ἐμ‐ φαντικὰς δὲ, οἷον καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων, πά‐ τερ· τὸ γὰρ πάτερ τῷ μοιχῷ παρακείμενον τῇ συνθέ‐
5σει ἐποίησε τὴν ἔμφασιν· ἐπενεχθὲν δὲ τὸ, σὺ δὲ ἦς οὐ‐ δαμοῦ, τὴν ἀσάφειαν τῷ παιδὶ, καὶ τὸν λόγον περιε‐ ποίησε τοῦτο· τέχνης καὶ ἀρετῆς τῷ ἐσχηματισμένῳ τὸ ἀσαφὲς, οὐ κακία λόγου· ὅσα δὲ μὴ διὰ τὸ ἐμφαντι‐ κὸν ἀσαφῶς λέγεται, ἀλλὰ κατὰ σύγχυσιν, κακία πάντως
10ἐστὶ λόγου. λζʹ. Ὅταν, φησὶ, χωρὶς τῶν ποιούντων εὐκρίνειαν περιβάλλῃ τις, ποιήσει τὴν σύγχυσιν, ἥτις κακία ἐστίν. οὐ γὰρ ἥ γε ἁπλῶς ἀσάφεια κακία ἂν εἴη λόγου· ὅταν γὰρ ὁ λέγων ἄλλο τι βουλόμενος ἕτερον ἐκφάνῃ, τὸ δὲ
15ῥηθὲν ὁ ἀκούων προσδέξηται, καὶ νοήσῃ τοῦ λεχθέντος τὴν δύναμιν, τότε ἡ ἀσάφεια χρηστὴ γίνεται· ὅταν δὲ καὶ αὐτὸς ὁ λέγων διαταράξῃ τὸν λόγον, ποιεῖ τὴν σύγ‐ χυσιν, καὶ ὅλως γίνεται σύγχυσις τότε, ὅταν διὰ τὴν τοῦ λέγοντος ἀπειρίαν ὁ ἀκροατὴς μὴ προσδέξηται τὸ ῥηθέν.
20ὅταν δὲ τέχνῃ τινὶ μὴ καθαρῶς προενέγκῃ τὸν λόγον, ἐμφάνῃ δὲ μετρίως τὸ φρόνημα, ποιεῖ τὴν ἀσάφειαν κα‐ λῶς· οἷον „οἱ δὲ συνειπόντες ὁτουδήποτε ἕνεκα, ἐῶ γὰρ τοῦτο,“ καὶ τὰ ἐσχηματισμένα τῶν ζητημάτων, οὐ σαφῶς λέγει τὰ πράγματα, ὧν τὴν ὑπόθεσιν ὁ Ἀσπά‐
25σιος ἐμφαντικῶς λίαν διηγήσατο. λέγει γὰρ οὕτως· „κα‐ τείληπται γὰρ συγκεκαλυμμένος ὁ μοιχὸς, ἐγὼ δὲ ἐβόων, πάτερ, σὺ δὲ ἦσθα οὐδαμοῦ·“ φεύγειν οὖν δεῖ τὴν σύγ‐ χυσιν, ἡ γὰρ ἀσάφεια οὐ κακία λόγου. καὶ θαυμαζέτω μηδεὶς, εἰ τὸ μὲν ἀντικείμενον οὐ κακίζεται τῇ καθαρό‐
30τητι, τὸ δὲ τῇ εὐκρινείᾳ μεταπίπτει εἰς κακίαν, ἡ μὲν
κ. τ. λ.951

7

.

952

ληʹ. Μετὰ τὴν σαφήνειαν ἀναγκαῖον ἡγήσατο τὸν περὶ μεγέθους λόγον ἐπενεγκεῖν. δεῖ γὰρ, φησὶ, τῷ σα‐ φεῖ μεγέθους τινὸς καὶ ὄγκου.
4tCap. V.
5tΠερὶ μεγέθους λόγου καὶ ἀξιώματος.
5 αʹ. Ἐχρήσατο μὲν πάσαις ταῖς ἀναγομέναις ἰδέαις ἐπὶ τὸ μέγεθος, καὶ συνέμιξε τῇ σαφηνείᾳ ταύτας προϊ‐ ούσας, μάλιστα δὲ τῇ περιβολῇ. βʹ. Σφόδρα θαυμασίως τὰς συμπλεκομένας ἀλλήλαις τελευταίας ἔταξε τῶν καθ’ ἑαυτὰς εὑρισκομένων· ἡ γὰρ
10σεμνότης ἐφ’ ἑαυτῆς ἐστὶ καὶ ἡ περιβολή· αἱ δὲ λοιπαὶ πᾶσαι καὶ συμπλέκονται ἀλλήλαις. καὶ οὐ συμπλέκονται· ἀλλὰ ταύτας μὲν τὰς κατὰ τιμὴν συμπλεκομένας κατά τι δὲ διεστηκυίας τελευταίας τέθεικε, προέταξε δὲ τὴν σεμ‐ νότητα καὶ τὴν περιβολήν· ὥσπερ γὰρ ἡ σεμνότης τὸν
15αὐτὸν καὶ ἡ περιβολὴ τρόπον ἐφ’ ἑαυτῆς ἐστι, καὶ ἐν μὲν τῇ ἀπαριθμήσει τῶν ἰδεῶν τῶν ποιουσῶν τὸ μέγεθος τὴν δευτέραν ἐπέχει τάξιν ἡ περιβολὴ, ἐν δὲ τῇ περὶ αὐ‐ τοῦ διδασκαλίᾳ τελευταίαν. γνώσῃ δὲ τὴν αἰτίαν οὐ πρό‐ τερον, εἰ μὴ μάθοις, τί τραχύτης, καὶ τί λαμπρότης,
20ἀκμή τε καὶ σφοδρότης· κατὰ γὰρ ταῦτα πλεονάζειν τὸν πολιτικὸν ἤτοι Δημοσθενικὸν οὐχ οἷόν τε λόγον, κατὰ δὲ τὴν περιβολὴν καὶ πάνυ· δεῖ οὖν πρότερον τὸ κωλύον
εἰπεῖν· καὶ δι’ ἣν αἰτίαν κατὰ τὰς ἄλλας οὐ δυνάμεθα952

7

.

953

πλεονάζειν ἰδέας, εἶθ’ οὕτως ἐπενέγκαι τὸν περὶ τῆς ἐπεμβολῆς λόγον· τάχα γὰρ οὐδὲ δύναται γνῶναι τὴν αἰ‐ τίαν, δι’ ἣν ὁ ῥήτωρ ἐπὶ τῆς περιβολῆς ἐπλεόνασεν, εἰ μὴ πρότερον ἐκείνην μάθωμεν, ἥ τις ἀπείργει τὰς ἄλ‐
5λας ἐν τῷ πολιτικῷ λόγῳ πλεονάζειν ἰδέας· ἀλλὰ πρῶ‐ τον ἐκτίθεται περὶ σεμνότητος, ἔστι γὰρ αὕτη, καθὰ μεμαθήκαμεν, ἐφ’ ἑαυτῆς. γʹ. Ἰστέον, ὅτι πλὴν τῆς σεμνότητος καὶ τῆς περι‐ βολῆς αἱ ἄλλαι τέσσαρες, αἱ ἀναγόμεναι ὑπὸ τὸ μέγε‐
10θος, μέρει μέν τινι κοινωνοῦσιν ἀλλήλαις· μέρει δέ τινι χωρίζονται· οἷον ἡ τραχύτης ἐννοίᾳ μὲν καὶ λέξει κοινω‐ νεῖ τῇ ἀκμῇ, τοῖς δὲ κώλοις κεχώρισται· πάλιν ἡ λαμ‐ πρότης σχήμασι καὶ κώλοις κοινωνεῖ τῇ ἀκμῇ, ἐννοίᾳ δὲ κεχώρισται· διὸ εἶπε μέρεσί τισι κοινωνοῦσαι, καὶ πά‐
15λιν ἑτέροις κεχωρισμέναι· μέρη γὰρ καὶ ἐναργῆ τοῦ βιβλίου τὰ ὀκτὼ, ἐξ ὧν ἑκάστη γίνεται ἰδέα· αὐτὸς δὲ ὑποκατιὼν σαφέστερον διδάξει, ὥς φησιν, τούτῳ καὶ ἀνωτέρω προεδίδαξεν. δʹ. Ὄγκον καλεῖ τὸ μέγεθος καὶ τὸ ἀξίωμα, οὗ
20εἴδη ἓξ, σεμνότης, περιβολὴ, τραχύτης καὶ τὰ λοιπά· τῇ οὖν περιβολῇ πλεονάζει, φησὶ, Δημοσθένης ἐν τῷ ὀγκοποιεῖν καὶ ἐπαίρειν τὸν λόγον.
εʹ. Πρῶτον, φησὶ, περὶ σεμνότητος λεκτέον, ἥ τις953

7

.

954

τῶν ἄλλων κεχώρισται· διὸ δὴ καὶ τὴν πρώτην ἐπέχει τάξιν· ἀναγκαῖον γὰρ περὶ τῶν ἰδίᾳ κεχωρισμένων καὶ μὴ ἐχουσῶν ἐν ἄλλοις τισὶ τὴν ὑπόστασιν διαλαβεῖν, εἶθ’ οὕτως περὶ τῶν συμπλεκομένων διδάξαι· καὶ γὰρ ἡ περι‐
5βολὴ πρώτην ἂν, ἤτοι δευτέραν ἀπείληφε τάξιν, εἰ μή τις κατηνάγκαζε λόγος ἐπὶ τελευτῇ τάττειν αὐτὴν, ὡς ἐν τῷ περὶ αὐτῆς εἰσόμεθα λόγῳ· ἀντίκειται δὲ, φησὶν, τῷ σεμνῷ τὸ ἀφελές.
9tCap. VI.
10tΠερὶ σεμνότητος.
10 βʹ. Πρῶται, φησὶν, εἰσὶν ἔννοιαι σεμναὶ αἱ περὶ θεῶν ὡς θεῶν λεγόμεναι καὶ μὴ ποιητικῶς ἐξενηνεγμέναι μηδὲ ἀνθρωποπαθῶς· δεύτεραι δὲ αἱ περὶ τῶν θείων ὡσαύτως πραγμάτων λεγόμεναι· τρίται αἱ περὶ πραγμά‐
των λεγόμεναι ἢ λόγον ποιούμεναι, ἃ δὴ φύσει μέν εἰσι954

7

.

955

θεῖα, τὸ πλεῖστον δὲ ἐν ἀνθρώποις θεωροῦνται· τετάρ‐ την δὲ σεμνότητος ἔχουσιν ἔννοιαι δύναμιν αἱ περὶ ἀν‐ θρωπίνων κατὰ μόνας διαλαμβανόμεναι πραγμάτων, καὶ τούτων μεγάλων καὶ ἐνδόξων. ἀλλὰ τὰς μὲν πρώτας τῆς
5σεμνότητος ἐννοίας τὰς περὶ θεῶν, ὡς περὶ θεῶν, οὐκ ἂν εὕροις ἐν πολιτικῷ λόγῳ. διὰ τί οὖν, φησὶ, τὰς μὴ συντελούσας τῶν ἄλλων προέταξεν, ἐπειδὴ νῦν περὶ πολι‐ τικοῦ λόγου σκοπὸς αὐτῷ διαλαβεῖν, ὃν παραστῆσαι χω‐ ρὶς τῶν ποιούντων ἀδύνατον· ἀλλ’ ὥσπερ ἐπὶ τοῦ πολι‐
10τικοῦ τὰς ἰδέας εἰδέναι χρὴ, τὸν αὐτὸν κἀπὶ τῶν ποι‐ ούντων τρόπον πάντως τὰ ἀποτελοῦντα τὰς ἰδέας παρα‐ λαμβάνειν χρὴ, κἂν ἔννοιαι τούτων μὴ συντελῶσι πρὸς τὸν σκοπὸν, καὶ πρὸς αὐτὸ ζητούμενον. οὕτως οὖν κἀν‐ ταῦθα παραδίδωσι περὶ ἐννοιῶν, αἳ συντελοῦσι πρὸς
15σεμνότητα, κἂν παρὰ Πλάτωνί εἰσι, παρὰ δὲ τοῖς ῥή‐ τορσιν ἥκιστα. ἴσως καὶ κατὰ ἑκάτερον λόγον αὐτοὺς παραδίδωσιν, ὅπως εἰδότες αὐτὰς παραιτησόμεθα, καὶ μὴ χρησάμενοι τὸ ὅλον ἀφανίσωμεν, παρατραπέντες τῆς ὑποκειμένης ὑποθέσεως· τὸ δὲ αἴτιον τοῦ μὴ καὶ τοὺς
20ῥήτορας χρῆσθαι ταῖς τοιαύταις ἐννοίαις· οἱ περὶ θεῶν φιλόσοφοι γράψαντες καὶ οἱ διαδεξάμενοι τοὺς τῷ δο‐ κεῖν ἱεροὺς λόγους, ἐν ἀποῤῥήτῳ αὐτοὺς φυλάξαντες οὐ μεταδεδώκασι τοῖς πολλοῖς, ὅπως, φασὶν, μὴ ὁ περὶ τού‐
των εὐκαταφρόνητος γίνηται λόγος. ὁ δὲ ῥήτωρ ἐκεῖνα955

7

.

956

σπουδάζει λέγειν, ἃ τὴν ἀρχὴν ὁ πολὺς οἶδεν ἄνθρω‐ πος· διὰ δὴ καὶ τὰς θεῶν ὡς περὶ θεῶν σεμνὰς ἐννοίας παρίησιν· ὁ γὰρ ἀκροατὴς ἀγνοῶν οὐδὲ συνιέναι δυνή‐ σεται τὸν περὶ αὐτῶν λόγον. εὕροις δ’ ἂν παρὰ Πλά‐
5τωνι τοιαύτας ἐννοίας πολλάς· „οὐ γὰρ δεῖ,“ φησὶ, „λαμβάνειν τὰς ποιητικὰς, ἀλλὰ φεύγειν αὐτὰς ἀνθρω‐ ποπαθεῖς οὔσας καὶ μυθικάς.“ οἷον τό· Ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· πόῤῥω μέν ἐστι σεμνότητος, μετέχει δὲ καὶ ἡδονῆς καὶ
10γλυκύτητος, ἅτε ποιητικὸν ὄν. τὰς δὲ περὶ θεῶν ὡς θεῶν εἰ βούλει σεμνὰς ἐννοίας λαβεῖν, ἐξέτασον τὸν Τί‐ μαιον Πλάτωνος, οἷον· „ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐ‐ δεὶς περὶ οὐδενὸς οὐδέποτε γίνεται φθόνος,“ καὶ ἑξῆς· παρὰ δὲ ῥήτορσιν ἥκιστα διὰ τὴν προλεχθεῖσαν αἰ‐
15τίαν, ἣν ὁ τεχνικὸς ἀπεσιώπησε, πάρεργον ἡγησάμενος ἐπὶ τοῦ παρόντος περὶ τῶν τοιούτων πολυπραγμονεῖν· τὰς δὲ μετ’ αὐτὰς, ἃ δευτέραν καὶ τρίτην καὶ τὴν ἐσχά‐ την τάξιν ἐπέχουσιν, εὕροις ἂν παρὰ Δημοσθένει καὶ
παρὰ τοῖς ἄλλοις.956

7

.

957

δʹ. Καὶ ἁπλῶς ἔχει, ὅσα κατὰ φύσιν εἰσὶν, οἷον τὴν τοῦ παντὸς περιφέρειαν, τὴν κίνησιν τῆς γῆς καὶ θαλάττης, καὶ ὅσα τούτοις ἀδελφὰ, καὶ κατὰ φύσιν ἔχει τὴν γένεσιν· ὅτι δὲ ἐκφεύγει τὰ τοιαῦτα τὸν πολιτι‐
5κὸν χαρακτῆρα, λαβὲ μοὶ πρὸς πίστιν τὸν Ἡρόδοτον, μᾶλλον δὲ τὸν σοφώτατον Πλάτωνα· πῶς γὰρ ἂν εἴη πολιτικὸν τό· ὁ ἥλιος ἀπελαυνόμενος τὴν χειμερινὴν ὥραν, καὶ τὰ ἑξῆς, ὅσα ὁ τεχνικὸς παρατίθεται· ὁ δὲ ῥήτωρ τὰς αἰτίας τούτων πολυπραγμονῶν ἐκπέσοι τοῦ
10εἶναι πολιτικὸς, οἷον, κίνησιν γῆς, ὑδάτων ἐπίκλυσιν
καὶ ὑπονόστησιν, σκηπτῶν φορὰς, τὴν τοῦ παντὸς κύ‐957

7

.

958

κλου περίοδον· τὰς γὰρ αἰτίας αὐτῶν ζητῶν σεμνὸν μὲν, οὐ μὴν Δημοσθενικὸν ποιήσει τὸν λόγον. εʹ. Τὴν δευτέραν ἔννοιαν εἰπὼν τῆς σεμνότητος με‐ τακεχειρίσθαι τὸν Δημοσθένην ὥσπερ ἐπιδιορθούμενος
5ἐπιδιαιρεῖ καί φησιν, ὡς μετὰ μὲν τὰς ἐννοίας ἢ αἰ‐ τίας ἡ δευτέρα ἔννοια τῆς σεμνότητος ἁρμόττει τοῖς φυ‐ σικοῖς καὶ φιλοσόφοις· ἄνευ δὲ αἰτίας τοῖς ῥήτορσιν, ὅταν κατὰ ἔκφρασιν ὅλως προφέρηται, ὥσπερ Ἀριστεί‐
δης σκηπτὸς ἦν καὶ τὰ ἑξῆς. Σημείωσαι, πότε κα‐958

7

.

959

τὰ φιλοσόφους τὰ τοιαῦτα ζητήματα, καὶ πότε κατὰ ῥήτορας, ὅτι, εἰ μὲν αἱ αἰτίαι ζητοῦνται, φιλόσοφά εἰσι θεωρήματα· εἰ δὲ ἐκφράζονται μόνον, ῥητορικά. ϛʹ. Εἰπὼν ὑποπιπτόντων φύσει, εἰ λέγει διατυπώσεις
5φεύγων τὰς αἰτίας, σεμνὸν ἅμα καὶ πολιτικὸν ποιήσει τὸν λόγον· καθὰ καὶ ὁ Ἀριστείδης ἀντιλέγων τῷ Καλλι‐ ξένῳ πεποίηκεν· ἐκφράζει γὰρ τὸν χειμῶνα πρὸς ἀπολο‐ γίαν τῶν δέκα στρατηγῶν· τὴν γὰρ αἰτίαν ἀφεὶς αὐτὸν ἐξέφρασε τὸν χειμῶνα, τὸν κατ’ ἐκεῖνο συμβάντα καιροῦ,
10εἰπὼν οὕτως· σκηπτὸς ἦν, ὦ Καλλίξενε, σκηπτὸς οὔτε λόγῳ ῥητὸς οὔτε ἔργῳ φορητός. δεῖ γὰρ μὴ πολυπραγμο‐ νεῖν ἐπὶ τῶν τοιούτων τὴν αἰτίαν, ὅπως σεμνὸν ἅμα καὶ πολιτικὸν τὸν λόγον ποιήσωμεν· ἡ δὲ αἰτία τῆς κατὰ τῶν στρατηγῶν ψήφου ἔστιν αὕτη, ὅτι τοὺς ἀναιρεθέντας
15ἐν τῷ πολέμῳ ἀτάφους κατέλιπον. ζʹ. Τὰ καθολικῶς, φησὶ, καὶ γενικῶς λεγόμενα σε‐ μνὰς ποιεῖ τὰς ἐννοίας, καὶ μάλιστα ὅταν μὴ τελευτήσῃς ἐπὶ τὰ μερικά· προσλαβὼν γὰρ τὸ κατ’ εἶδος ἄλλο τι ποι‐ ήσεις τὸν λόγον. περιβεβλημένος γὰρ ὁ τοιοῦτος, οὐ μὴν
20σεμνὸς γίνεται λόγος. ηʹ. Τετάρτην, φησὶν, ἱστορίαν ἔχουσιν αἱ περὶ ἀν‐ θρωπίνων πραγμάτων κατὰ μόνας λεγόμεναι, οἷον τῆς ἐν Μαραθῶνι μάχης, τῆς ἐν Σαλαμῖνι. τὰ δὲ μυθικὰ ἑτέ‐ ρου ἂν εἴη λόγου.
25θʹ. Ὅλως ἔνθα ἂν ἡ ἀφήγησις προσλάβῃ τὴν959

7

.

960

ἀπόφασιν, σεμνὸν τὸν λόγον ποιεῖ· αὕτη γὰρ καθ’ ἑαυ‐ τὴν λεγομένη μέθοδος εὑρίσκεται τῆς καθαρότητος, διὰ δὴ καὶ ἐν ταῖς ἄλλαις ἰδέαις ἐμπίπτουσα μετρίως πως ἐμφαίνει τὸ ἴδιον. ὅταν οὖν φροντίσωμεν τῆς διαρκοῦς
5σεμνότητος, ἀλλὰ μὴ ἄλλου τινὸς, οἷον πολιτικοῦ λόγου ἢ ποιητικοῦ κατὰ ἀπόφανσιν δεῖ προφέρειν, ὅπως μὴ ἐκ‐ πεσόντες τῆς καθολικῆς εἰς τοιάνδε ἢ τοιάνδε κατενεχθῶ‐ μεν· ἐπεὶ καὶ τὸ, εἴθ’ ἥρωες ἦσαν εἴτε θεοὶ, σεμνὸν ὂν, πλεῖον ἔχει τοῦ πολιτικοῦ καὶ πιθανοῦ διὰ τὴν ἐνδοί‐
10ασιν, εἰ θέλεις ἐμμεῖναι τῇ διαρκεῖ σεμνότητι.
ιαʹ. Κυρίως μὲν τὸ εὔζωνον κεῖται ἐπ’ ἀνδρῶν τῶν960

7

.

961

μὴ πολλὰ σκεύη ἐπιφερομένων, μηδὲ πολλοὺς ἑπομένους ἐχόντων, ὡς καὶ ὁ συγγραφεύς φησιν ἀνδρὶ εὐζώνῳ· καὶ αὐτὸς δὲ τὸ εὐτελὲς ἐπενεγκὼν ἐπεξηγεῖται τὴν λέξιν· εὐ‐ τελεῖς δὲ ἀλληγορίαι εἰσὶν, οἷον Ἀριστοφάνης κ. τ. λ.
6 ιβʹ. Ὅταν διαρκοῖεν, φησὶ, μέχρι τέλους αἱ ἀλληγο‐ ρίαι, καὶ μὴ εἰς τὸ εὐτελὲς καὶ τὸ εὔζωνον κατενε‐ χθῶσι, ποιοῦσι τὸν λόγον σεμνὸν, ὡς ἐν τῷ· „ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται·“
10καὶ ὅλως αἱ ἀλληγορίαι σεμνὸν ποιοῦσι τὸν λόγον, εἰ μή‐ τις αὐτὰς εἰς τὸ εὐτελὲς κατενέγκοι καὶ εὔζωνον· τότε γὰρ μεταπίπτει εἰς τὸ ἐναντίον καὶ γίνεται σχεδὸν εὐ‐ τελής. ιγʹ. Διὰ τοῦ ἐπαγαγεῖν τὸ εὐτελῶν ἐδήλωσεν, ὅτι καὶ
15τὸ εὐζώνων, ταὐτόν ἐστιν· ἢ εὐζώνων μὲν, συντόμων καὶ γοργῶν, εὐτελῶν δὲ, τῶν πᾶσι κοινῶν· ἅπερ κατὰ τὴν
συνήθειαν τῶν πολλῶν προάγεται, μηδεμίαν ἐναλλαγὴν961

7

.

962

ἔχοντα· διορθοῦνται δὲ τὴν εὐτέλειαν κ. τ. λ.
3 ιδʹ. Ὥστε καὶ ἀποσιώπησις ἔστιν ὅτε καὶ μέθοδος εὑ‐ ρίσκεται τῆς σεμνότητος, οἷον, οἶδα μὲν, ἀλλ’ οὐκ ἐθέλω
5λέγειν, διὰ τὸ τῶν πραγμάτων μέγεθος· ἐνδεικνύμεθα γὰρ μέγεθος καὶ σεμνότητα ἐννοίας. ιεʹ. Ἀνέπτυξε τὴν μέθοδον, ἀντὶ τοῦ ἐσαφήνισε καὶ ἐξηγήσατο· καὶ μῦθον ἀναπτύξαι φαμὲν τὸ διασαφῆ‐ σαι τὴν κεκρυμμένην αὐτοῦ διάνοιαν.
10 Ἢ αὐξήσεως τοῦ ὑπονοουμένου, ὡς παρὰ τῷ ῥή‐ τορι, „οἱ δὲ συνειπόντες ὁτουδήποτε ἕνεκεν, (ἐῶ γὰρ τοῦτό γε,)“ ἢ ἀτύπου ἐπικρύψεως, οἷον, „οὐ βούλομαι δὲ δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου.“ ηʹ. Ὅλως εἰ τῇ φυσικῇ ἐννοίᾳ μὴ προσενέγκαις διαρ‐
15κῆ μέθοδον σεμνότητος, ἀφανίζεις τὴν διάνοιαν, ἤ‐
γουν τὴν ἔννοιαν, ἄλλο γὰρ εἶναί τι δόξει, τῆς μεθ‐962

7

.

963

όδου βιασαμένης τῆς φύσεως, ἐπεὶ καὶ τὸ „εἴτε ἥρωες ἦσαν, εἴτε θεοὶ“ σεμνὸν ὂν, οὐ μετέπεσεν εἰς τὸ ἠθικὸν διὰ τὸν ἐνδοιασμόν· πολλῆς οὖν παραφυλακῆς δεό‐ μεθα καὶ εἰς τὰς κατὰ φύσιν σεμνὰς ἐννοίας καὶ τὰς
5μεθόδους· ἥδε μὲν πολλάκις ἡ μέθοδος ἁρμόζει τῇ κατὰ φύσιν ἐννοίᾳ, ἥδε δὲ τῇ δευτέρᾳ· καὶ δῆλον ἐντεῦθεν, ὡς καὶ ἡ τάξις τῶν ἐννοιῶν, καθὰ δεδήλωται, γέγονε κατὰ φύσιν. καὶ πρώτην μὲν ἡ ἐῤῥιμμένη περὶ τὴν φύ‐ σιν τάξιν ἐπέχει, ὥσπερ καὶ ἡ παντελῶς ἐξασθενοῦσα
10τὴν ἐσχάτην· μέσαι δὲ τούτων, ὧν ἡ φύσις οὐδὲ πρὸς τὸ ἔσχατον νένευκεν, οὐδὲ πάλιν ἐφικνεῖται τῶν ἄκρων. κʹ. Στομφάζειν ἐστὶ τὸ κομπάζειν καὶ ἀλαζονεύε‐ σθαι, καὶ τὸ στομφῶδες τὸ σκληρόν· τὸ οὖν στομφά‐ ζειν τραχὺ ὂν κατὰ τὴν σύνθεσιν τῶν στοιχείων καὶ
15αὐτῇ τῇ προφορᾷ διογκοῖ τὸ στόμα. καʹ. Τὸ στόμα διανοίγειν καὶ ἦχον ἀποτελεῖν ἀπό τε τοῦ στόματος καὶ τοῦ ὄμφακος· φησὶ δὲ Λογγῖνος ἐν καʹ
τῶν φιλολόγων ὁμιλιῶν περὶ λέξεως στομφώδους· τὸ δὲ963

7

.

964

στόμφαξ Ἀριστοφάνης ἐν Νεφέλαις ὡς συνθέτῳ χρῆται τῇ λέξει ἀπό τε τοῦ στόματος καὶ τοῦ ὄμφακος, ἵνα λέγῃ, ὄμφακα ἔχων τὸ στόμα, τουτέστιν ἄχρηστον καὶ ἀνωφελές· εἴρηται δὲ ἐπὶ Αἰσχύλου·
5 Ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν. ὡς τῶν ῥημάτων τοῦ Αἰσχύλου φαντασίαν μὲν ἐχόντων, μηδεμίαν δὲ σύστασιν μηδὲ κρότησιν· λέγει δὲ ταῦτα ὁ πρεσβύτης Στρεψιάδης, ὡς τοῦ παιδὸς αὐτοῦ Φειδιππί‐ δου σκώπτοντος Αἰσχύλον.
10 κβʹ. Τὸν ἦχον αὐτὸν κυρίως σημᾶναι βουλόμενος ἐμ‐ φαντικῇ ἐχρήσατο λέξει, τῷ στομφάζειν, ὥσπερ καὶ ὁ ποιητὴς τὸν ἦχον τῶν τόξων ἐξ αὐτῆς σχεδὸν ὑπεσήμανε τῆς λέξεως· οἷον λίγξε βιός· οὕτως οὖν τῇ πλατείᾳ δεῖ χρῆσθαι λέξει· καὶ ὅπερ ἐπιτηδεύουσί τινες διογκοῦντες τὸ
15στόμα, τὸ δὲ λεγόμενον, καὶ λαρυγγίζοντες, τοῦτο σὺ ποίει τῇ φύσει τῶν λέξεων αὐτῶν. κγʹ. Οἰωνιστικὴν τὴν ὀρνιθοσκοπικήν· ἰστέον δὲ, ὅτι φησὶν ὁ Πλάτων οἰονοηστικὴν αὐτὴν πρότερον κεκλῆ‐ σθαι ἐν τῷ Φαίδρῳ· καὶ γνωστέον, ὥς εἰσι πολλὰ
20τῶν στοιχείων, ἃ διογκοῖ τὸ στόμα καὶ πλατύνει τὴν ἐκ‐ φορὰν, ὡς τὰ φωνήεντα, πλὴν τοῦ ι καὶ ε· τούτων δ’ αὖ πάλιν ἐξαιρέτως τὸ α καὶ τὸ ω σεμνὸν ποιοῦσι τὸν λόγον. ἀλλὰ περὶ μὲν στοιχείου ἄριστα παραδίδωσιν ὁ Διονύσιος ἐν τῷ περὶ συνθήκης ὀνομάτων συγγράμματι·
25λέγει γὰρ, τί συμβέβηκεν ἑκάστῳ τῶν στοιχείων, καὶ ποίαν μὲν δύναμιν ἔχει τὰ φωνήεντα, ποίαν δὲ τὰ σύμφωνα, καὶ
πάλιν αὖ τὰ ἡμίφωνα· πλὴν ἵνα τι καὶ θαυμάσωμεν964

7

.

965

τὸν ἄνδρα τῆς δεξιότητος, αὐτὴν παραθώμεθα τὴν λέ‐ ξιν· „ἀρχαὶ μὲν οὖν,“ φησὶν, „εἰσὶν τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου αἱ μηκέτι δεχόμεναι διαίρεσιν, ἃ καλοῦμεν στοιχεῖα καὶ γράμματα· γράμματα μὲν, ὅτι
5γραμμαῖς τισι σημαίνεται· στοιχεῖα δὲ, ὅτι πᾶσα φωνὴ τὴν γένεσιν ἐκ τούτων λαμβάνει πρῶτον, καὶ τὴν διάλυσιν εἰς ταῦτα ποιεῖται τελευταῖον.“ τῶν δὴ στοιχείων τε καὶ γραμμάτων οὐ μία πάντων φύσις, διαφοραὶ δὲ αὐτῶν, πρώτη μὲν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθ’
10ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ, τὰ δὲ ψόφους· φωνὰς μὲν τὰ λεγόμενα φωνήεντα, ψόφους δὲ τὰ λοιπὰ πάντα. δευ‐ τέρα δὲ, καθ’ ἣν τῶν μὴ φωνηέντων, ἃ μὲν καθ’ ἑαυτὰ ψόφους ὁποιουσδήποτέ τινας ἀποτελεῖν πέφυκεν, ῥοῖζον ἢ μυγμὸν ἢ συριγμὸν, ἢ τοιούτων τινῶν ἄλλων ἤχων δη‐
15λωτικούς· ἃ δέ ἐστιν ἄμοιρα πάσης φωνῆς καὶ ψόφου καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθ’ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνά τινες ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα· οἱ δὲ τριχῆ νείμαν‐ τές τε τὰς πρώτας καὶ στοιχειώδεις τῆς φωνῆς δυνάμεις φωνήεντα μὲν ἐκάλεσαν, ὅσα καὶ καθ’ ἑαυτὰ ἐκφωνεῖται
20καὶ μεθ’ ἑτέρων, καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δὲ, ὅσα μετὰ μὲν τῶν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρε‐ ται, καθ’ ἑαυτὰ δὲ χεῖρόν τε καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δὲ, ὅσα οὔτε τὰς τελείας, οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθ’ αὑτὰ, μεθ’ ἑτέρων δὲ ἐκφωνεῖται. Ἀριθμὸς αὐ‐
25τῶν ὅστις ἐστὶν, οὐ ῥᾴδιον εἰπεῖν ἀκριβῶς, ἐπεὶ πολλοῖς παρέσχε καὶ τοῖς πρὸ ἡμῶν ἀπορίαν τὸ πρᾶγμα· οἱ μὲν γὰρ ᾠήθησαν εἶναι ιγʹ. πάντα τῆς φωνῆς στοιχεῖα, κατε‐ σκευάσθαι δὲ τὰ λοιπὰ ἐκ τούτων· οἱ δὲ καὶ τῶν κδʹ., οἷς χρώμεθα νῦν, πλείω. ἡ μὲν οὖν ὑπὲρ τούτων θεωρία
30γραμματικῆς τε καὶ μετρικῆς, εἰ δὲ βούλεταί τις, καὶ φι‐965

7

.

966

λοσοφίας οἰκειοτέρα· ἡμῖν δὲ ἀπόχρη μὴ ἐλάττους τῶν κδʹ, μήτε πλείους ὑποθεμένους εἶναι τὰς τῆς φωνῆς ἀρχὰς τὰ συμβεβηκότα αὐτοῖς λέγειν τὴν ἀρχὴν ἀπὸ τοῦ φωνή‐ εντος ποιησαμένοις. ἔστιν δὲ ταῦτα τὸν ἀριθμὸν ἑπτὰ,
5δύο μὲν βραχέα, τὸ ε καὶ τὸ ο, δύο δὲ μακρὰ, τὸ η καὶ τὸ ω, τρία δὲ δίχρονα, τὸ α, τὸ ι καὶ τὸ υ· καὶ γὰρ ἐκ‐ τείνεται ταῦτα καὶ συστέλλεται, καὶ αὐτὰ οἱ μὲν ἤδη δίχρονα, ὥσπερ ἔφην, οἱ δὲ μεταπτωτικὰ καλοῦσι· φωνεῖται γὰρ ταῦτα πάντα τῆς ἀρτηρίας συνηχούσης τῷ
10πνεύματι· καὶ τοῦ σώματος ἁπλῶς σχηματισθέντος, τῆς δὲ γλώσσης οὐδὲν πραγματευομένης, ἀλλ’ ἠρεμούσης· πλὴν καὶ τὰ μὲν μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγε‐ ται, τεταγμένον λαμβάνει διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύ‐ ματος· τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς
15καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρει· τούτων δὲ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων καὶ τῶν ὅσα μηκύνεται κατὰ τὴν ἐκφορὰν, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τοῦ πνεύματος οὐκ ἀποκόπτει τόνον·
20χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφω‐ νά τε ἐστι, καὶ σπαδονίζει τὸν ἦχον· αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον τὸ α, ὅταν ἐκτείνηται, λέγε‐ ται γὰρ ἀνοιγομένου τε τοῦ στόματος ἐπὶ πλεῖστον, καὶ τοῦ πνεύματος ἄνω φερομένου πρὸς τὸν οὐρανόν· δεύτε‐
25ρον δὲ τὸ η, διότι τε κάτω περὶ τὴν βάσιν τῆς γλώσ‐ σης ἐρείδει τὸν ἦχον, ἀλλ’ οὐκ ἄνω καὶ μετρίως ἀνοι‐ γομένου τοῦ στόματος· τρίτον δὲ τὸ ω, στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη· τὴν δὲ πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται· ἔτι
30δὲ ἧττον τούτου τὸ ε, περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς
γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦ‐966

7

.

967

χος· ἔσχατον δὲ πάντων τὸ ι περὶ τοὺς ὀδόντας τε καὶ ἡ κροῦσις τοῦ πνεύματος γίνεται, μικρὸν ἀνοιγομένου τοῦ στόματος, καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλῶν τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσ‐
5ειδὲς τὸ ε, διΐστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου, καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον. Φω‐ νηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ τὸν ἀριθμὸν ὄντων αὐτῶν, πέντε μέν εἰσιν ἁπλᾶ, τό τε λ καὶ τὸ μ καὶ τὸ ν καὶ τὸ ρ καὶ τὸ ς· δι‐
10πλᾶ δὲ τρία· τὸ ζ καὶ τὸ ξ καὶ ψ· διπλᾶ δὲ λέγουσιν αὐ‐ τὰ ἤτοι διὰ τὸ σύνθετα αὐτὰ εἶναι, τὸ μὲν ζ, διὰ τοῦ δ καὶ τοῦ ς, τὸ ξ διὰ τοῦ κ καὶ τοῦ ς, τὸ δὲ ψ διὰ τοῦ π καὶ ς, συνεφθαρμένων ἀλλήλοις ἰδίαν φωνὴν λαμ‐ βάνοντα, ἢ διὰ τὸ χώραν ἐπέχειν δυοῖν γραμμάτων, ἐν
15ταῖς συλλαβαῖς παραλαμβανόμενον ἕκαστον τούτων· κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων, καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἧττον δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βαρυτέρους τόπους συν‐ άγεσθαι τὸν ἦχον· φωνεῖται δ’ αὐτῶν ἕκαστον τοιόνδε
20τινὰ τρόπον, τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης, καὶ τῆς ἀρτηρίας συνηχούσης, τὸ δὲ μ, τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου, τὸ δὲ ω τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης, καὶ μεταφε‐
25ρούσης ἐπὶ τοὺς ῥώθωνας τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώτ‐ της ἄκρως ἀποῤῥιπτιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐ‐ ρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ ς τῆς μὲν γλώττης προσαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσων αὐτῶν φερομένου καὶ περὶ
30τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα·
τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον967

7

.

968

τῶν ἡμιφώνων ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ ς, τριῶν δὲ ἀφώνων, τοῦ τε δ καὶ τοῦ κ καὶ π. Οὗτοι σχηματι‐ σμοὶ γραμμάτων ἡμιφώνων· δύναται δὲ οὐχ ὁμοίως κι‐ νεῖν τὴν ἀκοὴν ἅπαντα· ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ
5καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον· τραχύνει δὲ τὸ ρ, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως δια‐ τίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα, τὸ μ καὶ τὸ ν κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους· ἄχαρι δὲ καὶ ἀειδὲς τὸ ς καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους
10γὰρ καὶ ἀλόγου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι φω‐ νῆς δοκεῖ ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινες σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως· εἰσὶ δὲ οἳ καὶ ἀσί‐ γμους ὅλας αὐδὰς ἐποιοῦντο. τριῶν δὲ τῶν ἄλλων γραμ‐ μάτων, ἃ διπλᾶ καλεῖται, τὸ ζ μᾶλλον ἡδύνει τὴν ἀκοὴν
15τῶν ἑτέρων, τὸ μὲν ξ διὰ τοῦ κ, καὶ τὸ ψ διὰ τοῦ π συριγμὸν ἀποδίδωσιν, ψιλῶν ὄντων ἀμφοτέρων· τοῦτο δὲ ἡσυχῆ τῷ πνεύματι δασύνεται, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον. καὶ περὶ μὲν τῶν ἡμιφώνων τοσαῦτα· τῶν δὲ καλουμένων ἀφώνων ἐννέα ὄντων, τρία μέν εἰσι
20ψιλὰ, τρία δὲ δασέα, τρία δὲ μεταξὺ τούτων· ψιλὰ μὲν τὸ κ καὶ τὸ π καὶ τὸ τ· δασέα δὲ τὸ θ καὶ τὸ φ καὶ τὸ χ· κοινὰ δὲ ἀμφοῖν τὸ β καὶ τὸ γ καὶ τὸ δ· φωνεῖ‐ ται δὲ αὐτῶν ἕκαστον τρόπον τόνδε· τρία μὲν ἀπὸ τῶν χειλῶν ἄκρων, ὅταν τοῦ στόματος πιεσθέντος τὸ προ‐
25βαλλόμενον ἐκ τῆς ἀρτηρίας πνεῦμα λύσῃ τὸν θεσμὸν αὐτοῦ, καὶ ψιλῶν μὲν αὐτῶν ἐστι τὸ π, δασὺ δὲ τὸ φ, μέσον δὲ ἀμφοῖν τὸ β· τοῦ μὲν γὰρ ψιλώτερόν ἐστι, τοῦ δὲ δασύτερον. μία μὲν αὕτη συζυγία τριῶν ἀφώνων
γραμμάτων ὁμοίῳ σχήματι λεγομένων· ψιλότητι δὲ καὶ968

7

.

969

δασύτητι διαφερόντων· τρία δὲ ἄκρα ἄλλα λέγεται, τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας· ἔπειτα ὑπὸ τοῦ πνεύματος ἀποῤῥι‐ πιζομένου καὶ τὴν διέξοδον κάτω περὶ τοὺς ὀδόντας
5ἀποδιδούσης· διαλλάττει δὲ ταῦτα δασύτητι καὶ ψιλό‐ τητι· ψιλῶν μὲν γὰρ αὐτῶν ἐστι τὸ τ· δασὺ δὲ τό θ, μέσον δὲ καὶ ἐπίκοινον τὸ δ· αὕτη δευτέρα συζυγία τριῶν γραμμάτων ἀφώνων, τρία δὲ τὰ λοιπὰ τῶν ἀφώνων λέ‐ γεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν
10ἐγγὺς τοῦ φάρυγγος καὶ τῆς ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, οὐδὲν δὲ οὐδὲ ταῦτα διαφέροντα τῷ σχήματι ἀλλήλων, πλὴν ὅτι τὸ μὲν κ ψιλῶς λέγεται, τὸ δὲ χ δα‐ σέως, τὸ δὲ γ μετρίως, καὶ μεταξὺ ἀμφοῖν τούτοιν· κράτιστα μὲν οὖν ἐστιν, ὅσα τῷ πνεύματι πολλῷ λέγε‐
15ται, δεύτερα δὲ ὅσα μέσα, κάκιστα δὲ ὅσα ψιλῶς· ταῦ‐ τα μὲν γὰρ τὴν αὐτῶν δύναμιν ἔχει· τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὥστ’ ἐγγύς που τελειό‐ τερα εἶναι ἐκεῖνα· καὶ ταῦτα μὲν ὁ Διονύσιος, οἷς προσ‐ έχων οὐκ ἂν διαμάρτοις τοῦ προσήκοντος· εἰ γὰρ σεμνὸν
20ποιεῖν ἐθέλοις τὸν λόγον, ἐκλεξάμενος τὰ μακρὰ καὶ ὅσα τεταγμένον λαμβάνει καὶ διηνεκῆ τὸν αὐτὸν τοῦ πνεύματος λάμβανε, φεῦγε δὲ τὰ βραχέως ἐξ ἀποκοπῆς τε λεγόμενα καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφερόμενα, τὰ γὰρ μακρὰ τῶν
25φωνηέντων τῷ σεμνῷ μᾶλλον ἁρμόττει, ἅτε μηκυνόμενα κατὰ τὴν ἐκφορὰν καὶ πολὺν ἠχοῦντα χρόνον· ἀνοίκεια δὲ τὰ βραχέως λεγόμενα καὶ σπανίζοντα τὸν ἦχον· ἀλλ’ οὐχ ἁπλῶς οὔτε τὰ μακρὰ δεῖ λαμβάνειν, ἀλλὰ τὰ κατὰ τὴν ἐκφορὰν διογκοῦντα τὸ στόμα· καὶ ὅσα λέγεται τοῦ
30στόματος ἐπὶ πλεῖστον ἀνοιγομένου καὶ τοῦ πνεύματος
ἄνω φερομένου πρὸς τὸν οὐρανόν· ἢ ὅσα περιστέλ‐969

7

.

970

λει τὰ χείλη καὶ τὸ πνεῦμα ποιεῖ περὶ τὸ ἀκροστό‐ μιον. ὥστε δεῖ μάλιστα χρῆσθαι ταῖς λέξεσιν, ὅσαι πλεο‐ νάζουσι τῷ τε α, καὶ τῷ ω, ὅθεν καὶ ὁ σοφώτατος Πλάτων φησὶ τὴν οἰωνιστικὴν ὀνομάσαι τινὰς ᾠωνιστι‐
5κὴν, ἀποσεμνύνοντος τὸ ω· ἐκ γὰρ τοῦ στοχάζεσθαι τὸ μέλλον ἐλέχθη οἰονοϊστικὴ καὶ παρῆκται ἐκ τοῦ οἷον, τοῦτο γὰρ στοχαστικόν· οἱ δὲ σεμνὴν βουλόμενοι ποιῆσαι τὴν λέξιν ἔτρεψαν τὸ ο εἰς τὸ ω. καὶ ταῦτα μετρίως πως ἰσομοιροῦντος τοῦ στοιχείου κατὰ τὸν ἦχον
10τῆς φωνῆς, πλατύνει δὲ μάλιστα τὸ α, καὶ ὀγκοῖ τὸ στόμα κατὰ τὴν ἐκφοράν· κδʹ. Ἐν γὰρ Συρακουσίαις ἢ ἀδωνιαζούσαις δύο γυναικῶν πολλὰ πρὸς ἀλλήλας λεγομένων δωριστὶ καὶ πολ‐ λῷ τῷ α χρωμένων οἷον·
15 Θᾶσαι θᾶσαι, Πραξινόα, θᾶσαι φίλα. καὶ Γραιᾶν ἀποτίλματα πηρᾶν, καὶ, Ἦλθε φέρων ἅλας ἄμμιν ἀνὴρ τρισκαιδεκάπηχυς·
20ἔφη τις ἀκούσας αὐτῶν, ὡς πλατειάσδουσαι ἅπαντα,970

7

.

971

ὅ ἐστιν πλατέως λαλοῦσαι· καὶ τῶν κωμικῶν τις κ. τ. λ.
3 κεʹ. Εἰδύλλιόν ἐστι Θεοκρίτου, ὃ ἐπιγέγραπται Συ‐ ρακόσιαι ἢ ἀδωνιάζουσαι, ἐν ᾧ τινα εἰσάγει δυσχεραίνον‐
5τα πρὸς τὰς δωριζούσας γυναῖκας· τὰ δὲ ἔπη· Παύσασθ’, ὦ δύστανοι, ἀνάνυτα κωτίλλουσαι. εἶτα ἐπιφέρει ὡς πρὸς ἕτερον λέγων· Τρυγόνες ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα. τὸ δ’ ἐκκναισεῦντι ἀντὶ τοῦ διαφθείρουσιν ὡς τρυγό‐
10νες φλυαροῦσαι, αἱ δὲ πρὸς τὸν νεανίαν φασίν· Ὡς εἰδῇς καὶ τοῦτο, Κορίνθιαι εἰμὲς ἄνωθεν, Ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες. κϛʹ. Διὰ τὸ πλατύνειν τὴν φωνὴν χρωμένας τῷ α ἐπὶ πολύ· ἴσμεν γὰρ, ὅτι ἀεὶ οἱ Δωριεῖς τὸ η εἰς α ἀμεί‐
15βουσιν. κζʹ. Τὸ γὰρ α καὶ τὸ ω στοιχεῖον καὶ ἡ εὐθεῖα διαφορὰ κατὰ τὰς τελευταίας ἐμπεσούσας συλλαβὰς σεμ‐ νὸν καὶ ἐπηρμένον τὸν λόγον ἐποίησε. κηʹ. Ἀντὶ τοῦ μὴ συμπλεκόμεναι τῷ ι καὶ τῷ υ·
20ἐτελεύτησε γὰρ εἰς τὸ η μακρὸν, καὶ τὸν ἦχον ἐρεῖδον κάτω περὶ τὴν βάσιν τῆς γλώττης, συνελάβετο δὲ πρὸς τὸν ὄγκον τῆς λέξεως καὶ τὸ ο στοιχεῖον ἐν τῇ ἀρχῇ κεί‐ μενον, ὃ κἄν ἐστι βραχὺ, πλὴν ἅτε μικτὸν τοῦ ω,
σεμνὴν οὐδὲν ἧττον τὴν λέξιν ποιεῖ καὶ ὅλως πάντα τὰ971

7

.

972

φωνήεντα, πλὴν τοῦ ι καὶ τοῦ ε, τοῖς σεμνοῖς συμβάλ‐ λεται λόγοις. ταυτὶ γὰρ τὰ δύο δυσειδῆ τέ εἰσι καὶ σε‐ σηρέναι ποιεῖ· διὸ δὴ καὶ πᾶσα μὲν δίφθογγος πλεο‐ νάζουσα συμβάλλεται τῇ σεμνότητι, ἡ δὲ τούτων πρὸς
5ἄλληλα κρᾶσις ἥκιστά γε τὸν λόγον ὑψοῖ. κθʹ. Ὡς ἐν τῷ· Ἕκτωρ ἶφι βίῃφι ἴει ἔριδι χωρὶς τοῦ ε ἀντὶ τοῦ, οὐ μόνον ἡ ει δίφθογγος ἀλλοτρία σεμ‐ νότητος, ἀλλὰ καὶ αὐτὸ, φησὶ, καθ’ ἑαυτὸ τὸ ι. λʹ. Ποιοῦσι, φησὶ, σεμνότητα καὶ αἱ τροπικαὶ
10λέξεις, εἰ μὴ λίαν ἐκκλίνουσιν εἰς τὸ εὐτελὲς διὰ τὴν ἀβελτερίαν τῶν χρωμένων· δεῖ γὰρ αὐτὰς λαμβάνειν ἢ ἐκ τοῦ σύνεγγυς ἢ ἐκ τοῦ πόῤῥω ἢ ἐκ τοῦ ποῤῥωτέρω· τὸ γὰρ ἐπὶ πλέον κακίζεται· κίνδυνος γὰρ οὐ μικρὸς περὶ τὴν χρῆσιν· πόσον γὰρ ἀφέστηκεν ἥδε ἡ τροπικὴ
15λέξις τῆσδε τῆς λέξεως οὐ ῥᾴδιον εἰπεῖν, τοῦ δ’ ἐπιστή‐ μονος ἔργον, μὴ τὰς λίαν ἀφεστηκυίας λαμβάνειν, ἀλ‐ λὰ τὰς ἐκ τοῦ σύνεγγυς κειμένας καὶ σχεδὸν μηδὲ ἐμφαι‐
νούσας τὸν τρόπον, ὥσπερ ἔχει τὸ, „τὴν ἀγαθὴν προ‐972

7

.

973

βαλλομένους ἐλπίδα.“ ἡ γὰρ λέξις μετρίως ἐμφαίνουσα τὴν τροπικὴν σεμνὸν ἐποίησε τὸν λόγον. λγʹ. Παχύτερον, ἀνοητότερον· παχεῖς γὰρ ἐκάλουν τοὺς ἀναισθήτους καὶ ὑώδεις, ὥσπερ λεπτοὺς τοὺς ἀκρι‐
5βεῖς τε καὶ ὀξεῖς· καὶ λόγος οὖν παχύτερος ὁ ἀκύρως τε καὶ μὴ ἐναργῶς συγκείμενος· τὸ δὲ εὐτελέστερον ἀντὶ τοῦ ἰδιωτικὸν, ἄμεινον δὲ ἀσαφέστερον. λδʹ. Ὑπόξυλα κυρίως ἀγάλματα καλεῖται, ὅσα ἀκρόλιθα ὄντα ἔμφασιν μὲν παρέχει τοῖς πόῤῥωθεν ὁρῶ‐
10σιν, ὡς λίθινα ὄντα, ἔστιν δὲ πλὴν τῶν ἄκρων ξύλινα· εἰκότως οὖν καὶ τοὺς ταῖς ψυχροτέραις τροπαῖς χρωμέ‐ νους ὑποξύλους ἐκάλεσεν, ὡς δοκοῦντας μὲν σεμνόν τι λέγειν, πόῤῥω δὲ σεμνότητος τῆς κατὰ λέξιν ἑστῶτας. λεʹ. Φρύνιχος ἐν τῇ σοφιστικῇ παρασκευῇ παρα‐
15τίθεται τὸ ὑπὸ ξύλου ῥήτωρ καὶ ποιητής· εἴρηται δὲ, φησὶν, μεταφορικῶς ἀπὸ τῶν ἐκ ξύλων σκευῶν, οἷς ἐπιπολῆς ἐπελήλαται ἄργυρος· κεῖται δὲ κ. τ. λ. λϛʹ. Τὸ παράδειγμα τῆς τοιαύτης λέξεως παραθέσθαι βουλόμενος ἐπὶ τοὺς ὑποξύλους κατ’ αὐτὸν φάναι τὸν
20τεχνικὸν ἐτράπη σοφιστάς. Δημοσθενικὸν γὰρ ἐπὶ τῶν
τοιούτων οὐκ ἂν λάβοις παράδειγμα.973

7

.

974

λθʹ. Ὡς ἀπὸ τοῦ τολμᾷν τόλμα, οἷον ὡς παρὰ Θουκυδίδῃ, ἀπὸ ῥημάτων γίνεται ὀνόματα, ἀπὸ τοῦ μέλλειν κ. τ. λ. τὸ δὲ καὶ τῶν τοιούτων, διότι καὶ ἀπὸ ἐπιῤῥημάτων ὀνόματα, ὡς ἀπὸ
5τοῦ δικαίως δικαίωσις καὶ ἀπὸ τοῦ ἀξίως ἀξίωσις· ἅτε γὰρ πολλῆς τῆς σεμνότητος ὁ συγγραφεὺς προνοῶν, ἐλά‐ χιστα μὲν τοῖς ῥήμασι, τὰ δὲ πλεῖστα τοῖς ὀνόμασι κα‐ ταχρήσεται. οἷον ἔν τε τῇ δημηγορίᾳ τοῦ Κερκυ‐ ραίου, „δίκαιον, ὦ Ἀθηναῖοι, τοὺς μήτε εὐεργεσίας
10μεγάλης, μήτε ξυμμαχίας προὐφειλομένης ἥκοντας πρὸς τοὺς πέλας,“ καὶ ἐν τῷ ἐπιταφίῳ „οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων καὶ ἐπαινοῦσι τὸν προθέντα τὸν λόγον τόνδε,“ καὶ ἐν τῷ Ἀρχιδάμῳ. „καὶ αὐτὸς πολλῶν ἤδη πολέμων ἔμπειρός εἰμι, ὦ Λακεδαιμόνιοι,“ καὶ μυ‐
15ρία ἄν τις εὕροι τῆς ὀνομαστικῆς φράσεως παρὰ Θου‐
κυδίδῃ τὰ παραδείγματα.974

7

.

975

μʹ. Ἐπειδὴ ἐπετήδευσεν ὁ συγγραφεὺς τὸν αὐστη‐ ρὸν χαρακτῆρα, διὰ τοῦτο ἐνιαχοῦ καὶ ποιητικαῖς καὶ τραχείαις καὶ σκληραῖς κέχρηται λέξεσιν, ἵνα ἁδρὸν ποιῇ τὸν λόγον· καὶ τραχεῖαι μὲν λέξεις αἱ τροπικαὶ, σκληραὶ
5δὲ αἱ καὶ πλέον τετραμμέναι καὶ ἔχουσαι τὸ τραχὺ ἀφ’ ἑαυτῶν, ὡς τὸ ἐκνενευρισμένοι· ἐνταῦθα τοίνυν, καθὸ μὲν ὀνόματα καὶ ὀνομαστικὰ κεῖται, σεμνότης γίνεται, καθὸ δὲ οὐκ ἐπὶ προσώπου κεῖται τὸ ἀλόγιστος καὶ φι‐ λέταιρος, ἀλλ’ ἐπὶ τῆς τόλμης καὶ τῆς ἀνδρείας, τέτρα‐
10πται, καὶ ἔστι τραχέα, καὶ τὸ προμηθὲς σκληρὸν ἅμα ἀφ’ ἑαυτοῦ καὶ τροπικόν. μαʹ. Ὀνοματικῇ τῇ λέξει κεχρημένος· φησὶ γὰρ ὁ ῥήτωρ ἐν τῷ περὶ στεφάνου περὶ Αἰσχίνου λέγων. „καὶ ἀκούσεσθε“ κ. τ. λ. ἀντὶ μὲν οὖν
15τοῦ τάδε Φίλιππον εἰπεῖν τὰ ῥήματα ἔφη, ἀντὶ δὲ τοῦ οἰκείως ἔχειν πρὸς ὑμᾶς, τὰς οἰκειότητας εἶπε, καὶ
διὰ τῆς ἐπικρίσεως αὐτὸς ὁ ῥήτωρ ἐπεσημήνατο, ὅτι ἡ975

7

.

976

ὀνομαστικὴ τάξις ἀεὶ σεμνότητός ἐστι ποιητική· ἐπί‐ κρισις δέ ἐστιν τὸ „μάλα σεμνῶς ὀνομάζων.“ μβʹ. Ὅρα πῶς ὁ ῥήτωρ δαιμονίως τὸ παρ’ Αἰ‐ σχίνου ῥηθὲν θεωρήσας διέβαλεν, ὡς διὰ τῶν ὀνο‐
5μάτων τὴν σεμνότητα ποιησάμενος, εἰπὼν γὰρ, οὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαιοῦν, εὐ‐ θὺς τὴν δωρεὰν θαυμασίαν ἐπήνεγκεν „τὸ μάλα σεμνῶς ὀνομάζων.“ μδʹ. Καθὸ μὲν γὰρ οὐκ ἐν ἄλλοις σχήμασιν ἔχει τὸ
10εἶναι, σχῆμα ἂν εἴη. καθὸ δὲ πάλιν οἰκεῖον ἔχει νόημα, ἐφ’ ᾧ καὶ γίνεται, ἐπὶ τὴν ἔννοιαν ἀναφέρεται· τὰ μὲν γὰρ ἄλλα τῶν σχημάτων οὐδὲν βλάπτει, κἂν ἀφαιρεθῇ τοῦ λόγου τὴν ἔννοιαν, πλὴν εἰ μὴ λέγοι τις, ὅτι τὸ κάλ‐ λος λυμαίνονται, ἡ δὲ ἐπίκρισις ἀφανισθεῖσα συναφαι‐
15ρεῖται μέρος τῆς ἐννοίας, μᾶλλον δὲ καὶ τέλειον, ἅτε μὴ
κατὰ τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις γινομένη σχήμασιν,976

7

.

977

ἀλλ’ οἰκείαν τὴν ἀρχὴν καὶ ὁλόκληρον ἔννοιαν συνεισφέ‐ ρουσα, διὸ δὲ καὶ ἀφανιζομένη τὴν μὲν πρὸ αὐτῆς ἔν‐ νοιαν οὐ βλάπτει· ἐφ’ ᾗ δὲ γέγονεν, ἐκείνην ἀναιρεῖ, καὶ οὐκ ἀνάγκη ταύτης ἀφανισθείσης ἑτέραν ἀντεισφέρειν ἔν‐
5νοιαν, ὥσπερ ἐπὶ τῆς μεθόδου· ἐκεῖσε γὰρ ἀντεισενεγκεῖν ἀνάγκη τῇ ἐκβαλλομένῃ μεθόδῳ ἑτέραν ἰσοδυναμοῦσαν μέθοδον, ὅπως μὴ φανείη χωλεύων ὁ λόγος· ἐπὶ δὲ τῆς ἐπικρίσεως οὐδὲν βλάψεις τὴν πρὸ αὐτῆς ἔννοιαν· διὸ καὶ ἀφανιζομένης αὐτῆς ἀντεισενεγκεῖν ἑτέραν περίερ‐
10γον. ὥστε κἂν σχῆμα καλέσῃς τὴν ἐπίκρισιν, κἂν ἔν‐ νοιαν, οὐκ ἂν διαμάρτοις· οὔτε γὰρ ἐν ἑτέροις σχήμα‐ σιν ἔχει τὸ εἶναι, καθὰ δεδηλώκαμεν, οὐδ’ αὖ πάλιν τοιουτοτρόπως ἐκείνοις γίνεται, τὰ μὲν γὰρ εὐσχημάτι‐ στον μόνον ποιεῖ τὸν λόγον, καὶ τοσοῦτον αὐτῷ παρ‐
15έχουσιν, ὅσον τὸ κάλλος τοῖς σώμασιν. ὥσπερ γὰρ ταῦ‐ τα μένουσι, κἂν ἀφανισθῇ τὸ κάλλος ἐξ οἱασδήποτε πε‐ ριστάσεως, τὸν αὐτὸν τρόπον καὶ ἡ ἔννοια τῶν ἄλλων σχημάτων ἀφανισθέντων, ἡ δὲ ἐπίκρισις, ἅτε οἰκεῖα τὴν ἀρχὴν ἔχουσα νοήματα καὶ τὴν ἔννοιαν, ἀναιρεῖ, ἐφ’
20ᾗ καὶ γίνεται. μεʹ. Τοῦτο ἔννοιαν εἶπεν εὐκρινείας· τὸ γὰρ βούλο‐ μαι τόδε εἰπεῖν καὶ εἰς ἀρχὴν ἀνάγειν τὸν λόγον, κατα‐ στατικόν ἐστιν, ἔλεγε δὲ εὐκρινείας ἐννοίας εἶναι τὰς καταστατικάς.
25 μϛʹ. Τὰ γὰρ γνωμικὰ καθόλου ἄνευ ἀποστροφῆς ἢ ὑποστροφῆς ὄντα σεμνότερον καὶ καθαρώτερον ἀπερ‐ γάζεται τὸν λόγον· τῆς μὲν οὖν ὑποστροφῆς αὐτὸς ἐδί‐ δαξε τὸ παράδειγμα, τῆς δὲ ἀποστροφῆς λάβοι τις ἂν
ἐκ τοῦ κατὰ Ἀνδροτίωνος ἐκεῖνο· „ὁποίους γὰρ ἄν977

7

.

978

τινας φαίνησθε ἀγαπῶντες καὶ σώζοντες, τούτοις ὅμοιοι δόξετε εἶναι.“ ἀποστρέψας γὰρ πρὸς τὸν ἀκροατὴν τὸν λόγον, ἧττον αὐτὸν σεμνὸν ἔδειξεν, ἢ εἴπερ αὐτὸ καθ’ αὑτὸ ὑπῆρχεν ἄνευ ἀποστροφῆς εἰρημένον· ὁποίους γὰρ
5ἄν τις ἀγαπῶν φαίνηται καὶ σώζων, τούτοις ὅμοιος εἶναι δόξει. ὑποστροφὴ δὲ καλεῖται τὸ πρᾷον σχῆμα, διότι ἀρξάμενος τῆς πρώτης ἐννοίας οὐκ ἐπήνεγκεν εὐθὺς τὴν ἑπομένην, ἀλλ’ ἐπὶ τὴν πρώτην εὐθὺς ὑπέστρεψε. τὸ γὰρ „κἂν μεγάλην πόλιν οἰκῶσιν κἂν μικρὰν,“ περὶ τῶν
10ἀνθρώπων εἴρηται, δηλονότι τῶν ἐν τῇ προτέρᾳ προ‐ τάσει κειμένων. Ὑποστροφὴ καὶ ἀποστροφὴ διαφέρει, ἡ μὲν ἀπο‐ στροφὴ ἀπὸ προσώπου εἰς πρόσωπον, οἷον σὺ δὲ τί λέ‐ γεις; τί νομοθετεῖς; ἡ δὲ ὑποστροφὴ ἐπὶ πραγμάτων γί‐
15νεται τότε, ὅταν ἐγχειρήσω μὲν τὴν ἔννοιαν, εἶτα περι‐ κόψας δι’ ἐπεμβολῆς τινος, ὑποστρέψας ἀναλάβω αὐτὴν, ὡς καὶ ὁ θεολόγος, καὶ οὐδ’ ὑπ’ αἰσχύνης τὰς πανηγύ‐ ρεις φεύγουσιν, εἶτά τινα εἰπὼν μεταξὺ ἐπιστρέφων ἐπά‐ γει· ταύτας δὲ λέγω, ἃς ἡμεῖς ἐπὶ θεραπείᾳ ψυχῆς εὕ‐
20ρομεν· οὐδέτερον τοίνυν τούτων σεμνότητος σχῆμα, ἀλλὰ γοργότητος, οἷον καὶ τὸ, „ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται,“ χωρὶς τοῦ· „κἂν μεγάλην πόλιν οἰκῶσιν·“ ἐὰν γὰρ ἔχῃ τὴν ἐπεμβολὴν, γοργότη‐ τός ἐστιν.
25 μζʹ. Ἀποστροφή ἐστιν, κ. τ. λ. ἡ ὑποστροφὴ δὲ καλεῖται ὑπ’ ἐνίων καὶ ἐπεμβολὴ, ὡς ἐν
τῷ περὶ τοῦ στεφάνου, „τοῦ γὰρ Φωκικοῦ συστάντος978

7

.

979

πολέμου,“ εἶτα ἡ ὑποστροφὴ, „οὐ δι’ ἐμὲ, οὐ γὰρ ἔγωγ’ ἐπολιτευόμην πω τότε“· τὸ γὰρ ἑξῆς ἦν, τοῦ γὰρ Φωκι‐ κοῦ συστάντος πολέμου, πρῶτον μὲν ὑμεῖς οὕτω διέκει‐ σθε καὶ τὰ ἑξῆς· καὶ πάλιν· ἅπας ὁ τῶν ἀνθρώπων
5βίος· εἶτα ἡ ὑποστροφὴ τὸ, κἂν μεγάλην πόλιν οἰκῶσιν κἂν μικράν· τὸ γὰρ ἑξῆς, ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται· γίνεται δὲ ἡ ἀποστροφὴ μὲν πρὸς πρόσωπον, ἡ ὑποστροφὴ δὲ πρὸς πρᾶγμα. μθʹ. Μακρότερον τῶν κομματικῶν, ὅτε γνωμικόν
10ἐστιν, οἷον „πέρας μὲν γὰρ ἅπασίν ἐστιν ἀνθρώποις τοῦ βίου ὁ θάνατος, κἂν ἐν οἰκίσκῳ τις ἑαυτὸν καθείρ‐ ξας τηρῇ· ὑπερβαίνει γὰρ τὸ μέτρον τοῦ κώλου, ἐπειδὴ γοργὸν καὶ τραχὺν ποιεῖ τὸν λόγον· ἐναντία δὲ σεμνό‐ τητος γοργότης. διὰ τοῦτο, φησὶν, ἔστιν ὅτε, ἀντὶ τοῦ,
15ὅτε δεῖ ποικίλλειν τὸν λόγον. Ἐπειδὴ συνθήκην εἶπεν
εἶναι καθαρότητος καὶ εὐκρινείας, τὴν περὶ συγκρίσεως979

7

.

980

μὲν μηδαμῶς φροντίζουσαν, ἰαμβικὴν δὲ καὶ τροχαϊ‐ κὴν ἐπὶ πολὺ, διὰ τοῦτο νῦν φησιν, ὅτι κοινωνείτω μὲν ἡ συνθήκη τῆς σεμνότητος τῇ τῆς καθαρότητος κατὰ τὴν σύγκρισιν, διαφερέτω δὲ κατὰ τοὺς πόδας· ἐνταῦθα
5γὰρ δεῖ μὴ ἰαμβικοὺς καὶ τροχαϊκοὺς πλεονάζειν, ἀλλὰ τοὺς ἄλλους. ναʹ. Διονύσιος μὲν ἐν τῷ περὶ συνθέσεως ὀνομά‐ των φησὶν, ὅτι ὁ δάκτυλος πάνυ ἐστὶ σεμνὸς, διὸ καὶ τὸ ἡρωϊκὸν μέτρον ὑπὸ τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολὺ,
10καὶ ὁ ἀνάπαιστος σεμνότητα ἔχει πολλὴν, ὁ δὲ ἴαμβος, φησὶν, οὐκ ἀγεννὴς, ὁ δὲ τροχαῖος μαλακώτερος καὶ ἀγεννέστερος τούτων ὡς πρὸς σεμνότητα καὶ ἀξίωμα λόγου, καίτοι τρεῖς βραχείας ἕκαστος ἔχει παίων, ἀλλ’ ἐπειδὴ τοὺς παιᾶνας ᾄδοντες ἐχρῶντο αὐτῷ οἱ παλαιοὶ,
15σεμνοὶ δὲ οὗτοι εἰς θεοὺς ᾀδόμενοι, διὰ τοῦτο καὶ χρή‐ σιμοι· σπονδειακαί τε εἶπεν, ὅτι σεμνὴ ἡ λέξις ἡ διὰ τῶν μακρῶν. νβʹ. Τέσσαρές εἰσιν οἱ παίωνες ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν συνεστῶτες, τῆς μακρᾶς ποτε πρώτης,
20ποτὲ δευτέρας, ποτὲ δὲ τρίτης καὶ τετάρτης γινομένης, καὶ οὕτω τοὺς πόδας ἀποτελούσης, ὥσπερ ἀπὸ ἐναντίων οἱ ἐπίτριτοι, τέσσαρες ὄντες, ἐκ μιᾶς βραχείας καὶ τριῶν μακρῶν συνεστήκασι, πάλιν τῆς βραχείας διὰ τῶν τριῶν μακρῶν πλεκομένης. εἰ δὲ ἡ σπονδειακὴ συνθήκη μᾶλλον
25ἐπιτρέπει τῇ σεμνότητι διὰ τὸ πλῆθος τῶν μακρῶν, δη‐ λονότι αἱ τροχαϊκαί τε καὶ ἄμφω αἱ παιωνικαὶ διὰ τὴν
συνέχειαν τῶν βραχειῶν ἀνεπιτήδειοι. εἰ γὰρ αἱ δακτυλι‐980

7

.

981

καί τε καὶ ἀναπαιστικαὶ πλείονας ἔχουσι βραχείας, ἀλλ’ οὖν διὰ τοῦ φάναι, σπονδειακαὶ δὲ μᾶλλον, ἐδήλω‐ σεν, ὡς ἐπ’ ὀλίγον ἐκείναις χρηστέον, καὶ τοῦτο βεβαιό‐ τερον ἐποίησε προσθεὶς, ὡς αἱ ἐξ ἐπιτρίτων ἁρμόδιοι
5τῷ σεμνῷ λόγῳ, ἐν οἷς μία βραχεῖα διὰ τριῶν ἐστι πλε‐ κομένη μακρῶν. νγʹ. Ἄξιον ζητῆσαι, τί δήποτε τὰς ἰωνικὰς καὶ τροχαϊκὰς συνθήκας, καίτοι πλείονας ἐχούσας μακρὰς, ἀνεπιτηδειοτέρας ἔφησεν εἶναι τῶν παιωνικῶν τῶν πολ‐
10λὰς βραχείας ἐχουσῶν· φαμὲν οὖν, ὅτι ἡ παράθεσις τῶν ἴσων μακρῶν καὶ βραχειῶν ἐν ταῖς ἰωνικαῖς καὶ τροχαϊ‐ καῖς πλέον κλᾷ τὸν ῥυθμὸν, ἤπερ ἡ τῶν πλειόνων βρα‐ χειῶν ὁμόχρονος συνθήκη· ὁ μὲν γὰρ ἀπὸ μείζονος ἰωνι‐ κὸς ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν συνίσταται, ὁ δὲ
15ἀπ’ ἐλάσσονος ἰωνικὸς ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν. καὶ γὰρ οὐχ οὕτως τὸ ἐναντίον καθ’ ἑαυτό πως ὂν ἐπί‐ δηλόν ἐστιν, ὥσπερ ὅταν ἔχῃ παρακείμενον τὸ ἐναντίον·
τὸ γάρ τοι πικρὸν ἢ τὸ μέλαν τοῦ γλυκέος καὶ λευκοῦ981

7

.

982

παρακειμένου μᾶλλον γνωρίζομεν, εἴπερ, εἰ καθ’ ἑαυτὸ ἑκάτερον θεωροῖτο, καὶ τὰς ἰαμβικὰς δὲ μᾶλλον τῶν τροχαϊκῶν ἐν σεμνῷ λόγῳ ἀποδέχεται, ὡς σεμνοτέραν ἐχούσας τὴν βάσιν ἐκείνων· ἡ γάρ τοι εἰς μακρὰν κα‐
5τάληξις σεμνοτέρα τῆς εἰς βραχεῖαν. νδʹ. Ἁβρότεροι ἐξ ἀρχαίου οἱ Ἴωνες ὡς Βακχυλίδης τε ὁ λυρικός φησιν, ὁ Σιμωνίδου τοῦ μελοποιοῦ ἀδελφι‐ δοῦς, τῶν ἁβρ. κ. τ. λ. κεκλασμέ‐ νον καὶ σεμνότητος ἐναντίον φησίν. συγγενὲς δὲ αὐ‐
10τῷ καλεῖ τὸ τροχαϊκὸν, διότι τῶν ἰωνικῶν ἀμφοτέ‐ ρων, ὡς ἔφαμεν, ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν συν‐ εστώτων ἐναλλὰξ ἀλλήλοις τὸ τροχαϊκὸν ἐκ διαιρέσεως αὐ‐ τῶν συνίσταται, καὶ ὁμοίως καὶ τοῦτο εὐτελῆ τὴν βά‐ σιν ἔχει.
15 νεʹ. Ὁ τροχαῖος τροχαλὸν ποιεῖ τὸν λόγον, διὸ τροχαῖος καλεῖται ὁ τρεχόντων ῥυθμὸς, ὥς φησιν Λογ‐ γῖνος ὁ φιλολόγος, ὅθεν καὶ ἴαμβος καλεῖται ἀπὸ τοῦ
ἰαμβίζειν, ὅ ἐστι λοιδορεῖν· τοῦτο δὲ ποιοῦσιν οἱ κωμι‐982

7

.

983

κοὶ, οἱ τῷ ἰάμβῳ χρησάμενοι· ἐπεὶ οὖν καὶ οἱ τρέχοντες καὶ ὑβρίζοντες σπουδῇ τοῦτο ποιοῦσιν, οὐ δεῖ ἐν σεμνό‐ τητι χρῆσθαι τούτοις, τροχαίῳ καὶ τῷ συγγενεῖ αὐτῷ ἰωνικῷ οὐδὲ ἰαμβικῷ ἐπιπολύ.
5 νϛʹ. Περὶ τῶν ποδῶν σμικρολογεῖσθαι γραμματικῆς ἐρεσχελίας ἔργον. διὸ καὶ παραιτούμεθα τοῦτο ποιεῖν, ἀρκούμενοι τοῖς τοῦ τεχνικοῦ παρακελεύσμασι· καὶ αὐ‐ τὸς γὰρ παραιτησάμενος περὶ τῶν τοιούτων ῥαψῳδεῖν, ἅπερ συντελεῖ τῇ πραγματείᾳ, ταῦτα παρέλαβεν· οὐ
10γὰρ λέγει, πόσας μὲν ἔχει μακρὰς, πόσας δὲ βραχείας ὁ παίων ἢ ὁ ἐπίτριτος, ὡς γὰρ πρὸς εἰδότας διαλέγεται, καὶ τῆς τῶν γραμματικῶν ἀπαλλαγέντας ἐνοχλήσεως· λέ‐ γει δὲ τόνδε καὶ τόνδε συντελεῖν πρὸς τὴν σεμνὴν συν‐ θήκην, καὶ τοῦτο δῆλον πεποίηκεν ἐκ τῆς τῶν στίχων
15παραθέσεως οἷον· Σείων Πηλιάδα μελίαν κατὰ δεξιὸν ὦμον. διέφθειρε γὰρ τὸ ἔπος ἀπὸ τῆς ἐναλλαγῆς τῶν λέξεων ὁ ἀπὸ τοῦ δακτυλικοῦ πρὸς ἰωνικόν τε καὶ τὸ συγγενὲς τῷ ἰωνικῷ τροχαϊκῷ αὐτὸ μεθαρμόσας, οἷον·
20 Σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον. δύο γάρ εἰσιν ἐνταῦθα ἰωνικαὶ συζυγίαι, καὶ μετὰ ταῦ‐ τα καὶ τὸ ἰθύφαλλον καλούμενον μέτρον, ἐκ τριῶν συγ‐ κείμενον τροχαίων, δι’ ὧν κέκλασται πᾶς ὁ ῥυθμὸς βια‐ σθεὶς πρὸς τὸ ἐναντίον ἐλθεῖν δακτυλικοῦ καὶ σεμνό‐
25τητος. νζʹ. Ἐν τῷ περὶ μέτρων φησὶν ὀ Ἡφαιστίων, ὅτι συγγένεια γίνεται μέτρου πρὸς μέτρον τριχῶς, κατὰ ἀ‐ φαίρεσιν, κατὰ πρόσθεσιν, οἷον ἐὰν ἀφέλῃς τοῦ, μῆ‐ νιν ἄειδε θεὰ, τὴν πρώτην συλλαβὴν, ποιεῖς ἀντὶ δακτυ‐
30λικοῦ μέτρου ἀναπαιστικόν· οὕτως οὖν καὶ τὸ ἰωνικὸν983

7

.

984

ἀπὸ μείζονος συγγενές ἐστι τῷ τροχαϊκῷ κατὰ μετάθε‐ σιν· τοῦ γὰρ ἰωνικοῦ ἀπὸ μείζονος ἐκ μακρῶν δύο καὶ βραχειῶν ὄντος, ἔξεστι μεταθεῖναι καὶ ποιῆσαι διτρο‐ χαῖον ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας
5ἰωνικοὶ δὲ καλοῦνται, ἐπειδὴ Ἰώνων εἰσὶν εὕρημα μαλα‐ κὸν τὸ μέτρον καὶ τρυφερώτατον, ᾧ καὶ Σωτάδης ἐχρή‐ σατο, ὥς φησιν Λογγῖνος. νηʹ. Τὸ τροχαϊκὸν μέτρον οὕτως ὠνόμασται διὰ τὸ πρὸς Διονυσιακάς τινας ἁρμόδιον εἶναι χορείας, ᾧπερ ὁ
10ἰθύφαλλος ἀνεῖται, συμβολικῶς τὴν γόνιμον περὶ πάντα μέρη τοῦ κόσμου δημιουργίαν τοῦ θεοῦ σημαίνων· καὶ μέλη δέ τινα ἐκάλουν ἰθυφαλλικὰ εὐφημίας περιέχοντα τοῦ θεοῦ, οἷα καὶ Ἀρχίλοχος γεγράφηκεν. νθʹ. Ἐπίμικτον καλεῖ τὸ ἐκ τροχαίου καὶ ἰάμβου
15πεπλεγμένον· τοιοῦτόν ἐστι τὸ Αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς· κἀκεῖνο δὲ, ὅπερ Διονύσιος ἐν τῷ περὶ συνθέσεως ὀνο‐ μάτων διαλύσας φησίν· Ἀλλ’ ἔχον, ὥστε γυνὴ χερνῆτις τάλαντ’ ἀληθὴς,
20 Ἥ τις εἰρίον ἀμφὶ καὶ σταθμὸν ἔχους’ ἀνέλκει, Ἰσάζους’ ἵνα παισὶν ἀεικέα ἄροιτο μισθόν. ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι, δακτύλου, σπονδείου, ἐπιτρίτου. ξαʹ. Ἰστέον, ὅτι καθὸ μὲν ἐπίμικτον τροχαϊκὸν εἶπεν,
25ἥμαρτεν Ἑρμογένης· οὐ γὰρ ἐνδέχεται τοῦτο γενέσθαι·
καθὸ δὲ τροχαϊκὸν, σαφῶς δηλοῖ, ὡς γραφικὸν γέγονε984

7

.

985

πταῖσμα, συγκέχυται γὰρ τὸ μέτρον· δεῖ οὖν ἄνευ προσθήκης καὶ ἀφαιρέσεως μεθαρμόσαι τὰ ἔπη οὕτως· Ὡς ὁ πρόσθ’ ἵππων τανυσθεὶς κεῖτο καὶ δίφρου. ὁ δὲ δεύτερος κατὰ μὲν Λογγῖνόν ἐστι χοριαμβικὸς, ὡς καὶ
5ἐνταῦθα κεῖται· καὶ τοῦτο δὲ γραφικόν ἐστι πταῖσμα· δεῖ οὖν οὕτως μεθαρμόσαι· Αἱματοέσσης κόνιος δεδραγμένος βεβρυχώς. ἔστι γὰρ τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, καὶ ἡρωϊκὸς δέ ἐστιν ὁ στίχος· ταῦτα Σωτάδου φησὶ Διονύσιος
10εἶναι, καὶ ἰωνικὰ δὲ λέγεται αὐτά· ἀλλὰ τιθεὶς ὁ Ἑρ‐ μογένης πρὸς τὸ χρήσιμον ἴσως ἑαυτῷ διέφθειρε καὶ τὸ μέτρον καὶ τὴν φράσιν· ἀλλὰ καὶ ἐν πᾶσι τοῖς βιβλίοις ἡ χρῆσις συγκέχυται· οὕτως οὖν ἀκουστέον· Οἱ μὲν ἐπ’ ἄκραις πυραῖσι νέκυες ἔκειντο γῆς ἐπὶ ξένης.
15τροχαϊκόν· τετράμετρος δ’ ἐστὶ βραχυκατάληκτος οὗτος· Ὀρφανὰ τείχεα προλιπόντες, καὶ ἐρατεινὴν ἥβην, λείπει γὰρ ὅλος ποῦς· ὁ δὲ στίχος ὁ τρίτος τροχαϊκὸς ἀκα‐ τάληκτος οὗτος· Καὶ καλὸν ἡλίου πρόσωπον.
20ξβʹ. Τίς μὲν ἡ ἐν τοῖς μέτροις κατάληξίς ἐστι, καὶ
ἀνωτέρω εἴρηται· καταληκτικὰ δὲ καλοῦσιν οἱ τεχνικοὶ985

7

.

986

μέτρα τὰ μὴ εἰς τελείους καταλήγοντα, ὧν ἐπώνυμον τὸ μέτρον ἐστὶν, ἢ τελείας συζυγίας ποδῶν, ἐξ ὧν ἐκεῖνο τὸ μέτρον συνέστηκεν· ὅθεν καὶ τὸ ἡρωϊκὸν μέτρον κα‐ ταληκτικὸν καλοῦσιν, ὅταν εἰς τροχαῖον καταλήγῃ, ὃς
5βραχείᾳ μιᾷ ἐλάττων ἐστὶ τοῦ δακτύλου· ὅταν μέντοι εἰς δάκτυλον καταλήγῃ, ὡς τό· „οὓς τέκετο Ῥέα,“ καὶ „ἀνδρόμεα κρέα,“ τότε ἀκατάληκτον αὐτὸ προσαγο‐ ρεύουσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν κατὰ συζυγίαν ἢ διπο‐ δίαν ποδιζομένων μέτρων, ὅταν ἡ τελευταία συζυγία τῶν
10ποδῶν εἰς ἕνα πόδα καὶ συλλαβὴν ἀντὶ δύο ποδῶν κατα‐ λήγῃ, καταληκτικόν φασιν· ὅταν δὲ εἰς τοὺς δύο τελείους ἀπαρτίζῃ πόδας, ἢ τετράμετρον ἢ τρίμετρον ἢ δίμετρον ἀκατάληκτον καλοῦσιν. ξγʹ. Βεβηκότα λέγει ῥυθμὸν, ὅταν ἡ τελευταία λέ‐
15ξις τρισύλλαβος ᾖ καὶ μακρὰς ἔχῃ δύο ἢ τρεῖς· ἀπηρ‐ τίσθη γὰρ εἰς τὸν ἀγῶνα ἡ βάσις καὶ οὐκ ἐπερίττευσε συλλαβή. ξδʹ. Σεμνὴ γὰρ ἡ κατάληξις ἢ καὶ τροχαϊκὴ, ἐπειδὴ ἔσχεν ἐν τῷ τέλει στοιχεῖα μάλιστα κατὰ τὴν ἐκφορὰν
20διογκοῦντα τὸ στόμα, τὸ α καὶ τὸ ω· γένοιτο δ’ ἂν διαφερόντως κατὰ τὴν βάσιν σεμνὸς ὁ ῥυθμὸς, εἰ ἡ ἀνάπαυσις καταλήγοι τοῖς αὐτοῖς πλατέσι στοιχείοις, κα‐ θὰ καὶ ἐν τοῖς φθάσασιν ἔδειξε· δῆλον οὖν ἐντεῦθεν, ὁποῖον εἶναι δεῖ τὸν ῥυθμόν· πλὴν ἰστέον, ὅτι εἰ καὶ δι’
25ὅλων ἐπιτρίτων ἢ δακτυλικῶν ἤ τινων τοιούτων ὁ λόγος συντεθείη, αἱ δὲ ἀναπαύσεις μὴ καταλήγοιεν οὕτως, ὡς καὶ τὰ ἐφεξῆς ἔχειν τοὺς οἰκείους πόδας τῇ σεμνότητι, οἱ ῥυθμοὶ οὐκέτι γίνονται σεμνοί· τοῦτο δὲ ἐπὶ πάσης δεῖ παραφυλάττειν ἰδέας, ὅπως μὴ κατὰ τὴν ἀνάπαυσιν
30διαμαρτόντες καὶ τοὺς ῥυθμοὺς συγχέωμεν, καὶ τὴν πᾶ‐
σαν διασκευὴν τοῦ λόγου συσκιάσωμεν, κἂν ᾖ καλῶς986

7

.

987

συντελεσθεῖσα· καθὰ γὰρ προείρηται, τῇ ἀναπαύσει πα‐ ρατείνεται μόλις ἡ αἴσθησις τοῦ ἀκούοντος· τὰ γὰρ μέσα λανθάνει τὸν τοιοῦτον ῥύδην λεγόμενα. ξεʹ. Τέσσαρες γάρ εἰσιν ἐπίτριτοι, ἕκαστος δὲ τρεῖς
5ἔχει μακρὰς καὶ μίαν βραχεῖαν, ἀλλ’ ὅ γε τελευταῖος ἐκ μιᾶς βραχείας καὶ τριῶν μακρῶν· οὐ δεῖ οὖν, φησὶν, εἰς βραχεῖαν καταλήγειν, διὸ παροπτέον τὸν τέταρτον ἐπίτριτον· ἐν ᾧ δὲ κεῖται πρῶτος ἐπίτριτος, καὶ σεμνὴ ἡ κατάληξις διὰ τὰς τρεῖς μακράς.
10 Τοῦτο τὸ, ὡς ὁ πρόσθ’ ἵππων, χοριαμβικόν ἐστι καὶ τροχαϊκόν· οὐ γὰρ γίνεται τὸ τροχαϊκὸν ἐπίμικτον· ὁ δὲ χορίαμβος σύγκειται ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, ὡς ὁ δεύτερος στίχος· ἀλλὰ πρῶτον εἴπω‐ μεν τὸν πρῶτον·
15 Ὡς ὁ πρόσθ’ ἵππων τανυσθεὶς κεῖτο καὶ δίφρου. τετράμετρον γάρ ἐστι τὸ μέτρον τοῦτο, καὶ τέσσαρας συζυγίας ἔχει, καὶ ἡ μὲν πρώτη συζυγία χοριάμβειός ἐστι, καθὼς ἐστίξαμεν, ἡ δὲ δευτέρα τροχαϊκὸν ἐπίμι‐ κτον, ἡ τρίτη τροχαϊκὸν καὶ καθαρὸν, ἡ τετάρτη συλ‐
20λαβή ἐστιν ἀντὶ ποδὸς, καὶ λέγεται κατάληξις· οὐκοῦν χοριαμβικόν ἐστι τετράμετρον καταληκτικόν· εἰ δὲ τρο‐ χαϊκὸν ἐπίμικτον, οὐδὲν ἄτοπον· τέως δὲ ἐν τῇ τέχνῃ τοῦτο οὐ μεμαθήκαμεν. Ὁ δεύτερος στίχος χοριαμβι‐ κός ἐστιν· αἱματόες, χορεῖος· σης κόνιος, ἄλλος
25χορεῖος· δεδραγμένος, ἐπίτριτος τρίτος, ὅτι δέχεται τὸ χοριαμβικὸν τὸν πόδα τοῦτον· βεβρυχὼς, καὶ αὕ‐ τη ἡ συζυγία ἐπίτριτός ἐστι καταληκτικὸς, συλλαβῆς λει‐ πούσης· ἔστι δὲ τοῦτο ὁμοίως τετράμετρον καταλη‐
κτικόν.987

7

.

988

Οἱ μὲν ἐπ’ ἄκραισι πυραῖς. Καὶ τοῦτο χορι‐ αμβικόν ἐστιν ἐπίμικτον, μετὰ τροχαίων, λέγεται δὲ ἐπίμικτον, οὐ μὴν ἀλλὰ καὶ μικτόν· ἐπίμικτον μὲν, ὅταν στίχος ἀπὸ χοριάμβου ἐστὶ καὶ ἰαμβικῆς συζυγίας, τουτ‐
5έστιν ἀντίσπαστος, ὡς Ἰώσηπος. μικτὸν δὲ, ὡς Ὠ‐ ριγένης, διότι ὁ χορεῖος ὁ ποῦς μικτός ἐστιν ἐκ τροχαίου καὶ ἰάμβου· ἐπίμικτον δὲ εἶπε, διότι γίνεται καὶ καθα‐ ρόν· καθαρὸν μέν, ὡς τοῦτο, Ἐκ Κυθερείας ἐπιπνεῖτ’ ὄργια λευκωλένου.
10ἐπίμικτον δὲ τοῦτο· Δακρυόεσσά τε φίλησεν αἰχμήν. Τούτους τοὺς πόδας δέχεται ἡ σεμνότης· σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κρητικὸν, τὸν ἔχοντα τρεῖς μα‐ κρὰς, ἀμφίμακρον, ἐπίτριτον χωρὶς τοῦ τετάρτου, καὶ παίω‐
15νας ὧν οἱ κανόνες οὗτοι· πρῶτος ἐπίτριτος ἴων, δεχόμενος μίαν βραχεῖαν, καὶ τὰς ἑτέρας μακρὰς κατὰ τὴν λέξιν τῶν πολλῶν ἀλλαττομένης καὶ τῆς βραχείας, ὁ δεύτερος Ἡ‐ ρακλείδης, ὁ τρίτος Δημοσθένης, ὁ τέταρτος Κωνσταν‐ τῖνος· τῶν δὲ παιώνων ὁ πρῶτος Γρηγόριος, ὁ δεύτερος
20Γεώργιος, ὁ τρίτος Θεόδωρος, ὁ τέταρτος Θεοφάνης· ὁ κρητικὸς Ἀτρείδης.
22tΠερὶ διαφορᾶς μέτρων.
23 Τρισύλλαβα ὀκτώ· ὁ δάκτυλος ἐκ μακρᾶς καὶ δύο βραχειῶν τετράχρονος, οἷον ἥλιος· ἀνάπαιστος ἐκ δύο
25βραχειῶν καὶ μακρᾶς τετράχρονος, οἷον πολέμῳ· ἀμφί‐ μακρος ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς πεντάχρονος, οἷον ἡγεμών· ἀμφίβραχυς ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας τετράχρονος, οἷον βοηθός· βακχεῖος ἐκ βρα‐ χείας καὶ δύο μακρῶν πεντάχρονος· οἷον νοήμων· παλιμ‐
30βάκχειος ἐκ δύο μακρῶν καὶ βραχείας πεντάχρονος, οἷον
Ἥφαιστος· χορεῖος ἐκ τριῶν βραχειῶν τρίχρονος, οἷον988

7

.

989

Ἕλενος· μολοττὸς ἐκ τριῶν μακρῶν, ἑξάχρονος, οἷον Ἡ‐ ρώδης. Τετρασύλλαβα ἑκκαίδεκα· προκελευσματικὸς ἐκ τεσσάρων βραχειῶν τετράχρονος, οἷον φιλόσοφος· παίων πρῶτος ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν πεντάχρονος, οἷον
5Στησίχορος· παίων δεύτερος ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν πεντάχρονος, οἷον ἐπείγετε· ἰωνικὸς ἀπὸ μείζονος ἐκ δύο μακρῶν καὶ βραχειῶν δύο ἑξάχρονος, οἷον Δημήτριος· ἰωνικὸς ἀπ’ ἐλάσσονος ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν ἑξάχρονος, οἷον Ἀλέξανδρος· διΐαμβος ἐκ
10βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἑξάχρο‐ νος, οἷον Ἀνακρέων· διτροχαῖος ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας ἑξάχρονος, οἷον Ἀρχέδημος· ἐπίτριτος πρῶτος ἐκ βραχείας καὶ τριῶν βραχειῶν, ἑπτά‐ χρονος, οἷον Ἀριστείδης· ἐπίτριτος δεύτερος ἐκ μακρᾶς
15καὶ βραχείας καὶ δύο μακρῶν ἑπτάχρονος, οἷον Εὐρυμή‐ δης· ἐπίτριτος τρίτος ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς ἑπτάχρονος, οἷον Δημοσθένης· ἐπίτριτος τέταρτος ἐκ τριῶν μακρῶν καὶ βραχείας ἑπτάχρονος, οἷον Καλλί‐ ξεινος· δισπόνδειος, ἐκ τεσσάρων μακρῶν ὀκτάχρονος,
20οἷον Ἡρακλείδης. Δισύλλαβα, σπονδεῖος ἐκ δύο μακρῶν, οἷον ἀρχή· ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, οἷον ἀήρ· τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας, οἷον οὖλος· πυῤῥί‐ χιος ἐκ δύο βραχειῶν, οἷον λόγος. Πόδες εἰσὶν εἰς τὸ κῶλον ἢ τὸ κόμμα ἑπτακαίδεκα·
25δισύλλαβοι τρεῖς· σπονδεῖος ἐκ δύο μακρῶν, τετράχρο‐ νος, οἷον Ἥρη· ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, τρί‐ χρονος, οἷον Σόλων· τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας τρίχρονος, οἷον δῆμος. Τρισύλλαβοι ἕξ· δάκτυλος ἐκ μα‐ κρᾶς καὶ δύο βραχειῶν τετράχρονος, οἷον ἥλιος· ἀνά‐
30παιστος ἐκ δύο βραχειῶν καὶ μακρᾶς τετράχρονος, οἷον πολέμῳ· βακχεῖος ἐκ βραχείας καὶ δύο μακρῶν πεντά‐
χρονος, οἷον νοήμων· παλιμβάκχειος ἐκ δύο μακρῶν καὶ989

7

.

990

βραχείας πεντάχρονος, οἷον Ἥφαιστος· ἀμφίμακρος ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς πεντάχρονος, οἷον ἡγε‐ μών· ἀμφίβραχυς ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας τετράχρονος, οἷον ὄνησις. Τετρασύλλαβοι ὀκτώ· παίων
5πρῶτος ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν πεντάχρονος, οἷον Στησίχορος· παίων δεύτερος ἐκ τριῶν βραχειῶν καὶ μα‐ κρᾶς πεντάχρονος, οἷον Ἐπιγένης· ἰωνικὸς ἀπ’ ἐλάσσονος ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν ἑξάχρονος, οἷον Διομή‐ δης· ἐπίτριτος πρῶτος ἐκ βραχείας καὶ τριῶν μακρῶν
10ἑπτάχρονος, οἷον Ἀριστείδης· ἐπίτριτος δεύτερος ἐκ μα‐ κρᾶς καὶ βραχείας καὶ δύο μακρῶν ἑπτάχρονος, οἷον Εὐ‐ ρυμέδων· ἐπίτριτος τρίτος ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς ἑπτάχρονος, οἷον Δημοσθένης· διΐαμβος ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἑπτάχρο‐
15νος, οἷον Ἀνακρέων· δισπόνδειος ἐκ τεσσάρων μακρῶν, οἷον Ἡρακλείδης. ξϛʹ. Ὃ λέγει τοιοῦτόν ἐστι· πόδας προεῖπεν ἁρμότ‐ τοντας τῇ σεμνότητι ὑπάρχειν τοὺς ἐπιτρίτους, τὸν σπον‐ δεῖον, τὸν δάκτυλον, καὶ τοὺς προειρημένους· δεῖ οὖν,
20φησὶν, εἰς τοὺς μακροκαταλήκτους ἀναπαύειν καὶ ἱστά‐ ναι τὸν λόγον καὶ μετὰ τὴν ἀνάπαυσιν τοῦ προτέρου κώ‐ λου ἄρχεσθαι καὶ ἄλλου κώλου ἐκ τῶν ἁρμοττόντων τῇ σεμνότητι ποδῶν, οἷον δακτύλων ἢ σπονδείων, ὡς Δη‐ μοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος εἰπών, „φύσει
25καὶ νόμοις διοικεῖται·“ καὶ ἀναπαύσας τὸ κῶλον ἐπιτρί‐ τῳ ποδὶ ἤρξατο ἄλλου κώλου ἀπὸ σπονδείου, οἷον· „τού‐ των δ’ ἡ μὲν φύσις, ἂν ᾖ πονηρὰ, πολλάκις φαῦλον βού‐ λεται, διόπερ τοὺς τοιούτους πλεῖστα ἐξαμαρτάνοντας εὑρήσετε, οἱ δὲ τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέ‐
30ρον βούλονται.“990

7

.

991

(1t)

Cap. VII.
2tΠερὶ τραχύτητος–
2 αʹ. Μετὰ τὸν περὶ σεμνότητος λόγον ἀναγκαῖον εἰπεῖν καὶ περὶ τραχύτητος· ποιεῖ γὰρ καὶ αὕτη μέγεθος λόγου καὶ ὄγκον, ἥτις καὶ καθ’ ἑαυτὴν θεωρεῖται, καθὰ καὶ
5ἡ σεμνότης, πλὴν ὥσπερ καὶ ἡ λαμπρότης ἑτέρᾳ τινὶ τῶν ἰδεῶν ὑποβεβηκέναι δοκεῖ. βʹ. Ἄξιον ζητῆσαι, διὰ ποίαν αἰτίαν δευτέραν κατὰ τάξιν τῶν ἰδεῶν τῶν ποιουσῶν τὸ μέγεθος τὴν περιβο‐ λὴν εἰπὼν οὐχὶ δευτέραν αὐτῆς καὶ τὴν διδασκαλίαν εἶ‐
10πε· λέγομεν οὖν, ὅτι αὐτὸς ἀνωτέρω φησὶν, ὅτι οὐχ οἷόν τε αὐτὴν σαφῶς γνῶναι τὸν μὴ πρότερον γνόντα, τί τραχύτης καὶ τί λαμπρότης καὶ τὰ ἑξῆς. γʹ. Ἄμφω γὰρ, ἥ τε τραχύτης καὶ ἡ λαμπρότης καὶ τὰ ἑξῆς, τὴν ἀκμὴν ἀπεργάζονται, οὐ μὴν ἅπασί γε,
15δι’ ὧν γίνονται, ὑποβεβήκασι, ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς· διὰ δὴ καὶ χωρὶς ἑκάστην αὐτῶν τέθεικεν. δʹ. Εἰ γὰρ κατὰ πάντα τῆς ἀκμῆς ἦσαν ἀπεργα‐ στικὰ, εἰ καὶ μηδὲν εἶχον ἴδιον, τί τὸ κωλύον ὑπὸ τὴν ἀκμὴν αὐτὰς ἀγαγεῖν, καθὰ τὴν καθαρότητα καὶ τὴν
20εὐκρίνειαν ὑπὸ τὴν σαφήνειαν; ἀλλ’ ἐπειδὴ καὶ καθ’991

7

.

992

ἑαυτὰς θεωροῦνται, καί τινα τὴν ἀρχὴν ἔχουσιν, ἃ τὴν ἀκμὴν οὐ ποιεῖ, διὰ τοῦτο χωρίσας αὐτὰς ἰδίᾳ περὶ ἑκάστης διδάσκει· ἐν γὰρ τῷ περὶ σαφηνείας λόγῳ οὐ‐ δὲν τῶν ποιούντων εὐκρίνειαν ἢ καθαρότητα τῆς σαφη‐
5νείας ἀλλότριον. διὰ δὴ καὶ προθεὶς αὐτὴν ἐκ τούτων ἔφη γίνεσθαι τὸν σαφῆ λόγον· ἐνταῦθα δέ τινα μὲν τῆς τραχύτητος καὶ πάλιν αὖ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμὴν, τινὰ δὲ οὔ· διὰ δὴ καὶ περὶ ἑκάστης ἰδίᾳ λέγειν ἀνάγκη, ἅτε μὴ κατὰ πάντα συμφερομένων τῇ ἀκμῇ·
10πολλὴν ποιεῖ τὴν ἀκμὴν οὐ μόνον λαμπρότης καὶ τρα‐ χύτης, ἀλλ’ ἤδη καὶ διά τινων γίνεται τῶν τῆς σφοδρό‐ τητος ἰδίων, ὡς ἐν τῷ περὶ αὐτῆς ἀποδείξομεν λόγῳ. εʹ. Ποιεῖ, φησὶν, ἀκμὴν καὶ σφοδρότης, ἣν παραλέ‐ λοιπεν ἐν τοῖς φθάσασιν, ἅτε κατά γε ἐνίους ταὐτὸν
15δοκούσης εἶναι τῇ τραχύτητι, πολλὴ γὰρ αὐτῆς ἡ συγ‐ γένεια, καὶ προϊόντος τοῦ λόγου ἔσται φανερώτερον· λέξει γὰρ τὴν διάκρισιν αὐτῶν μικρῷ ὕστερον ὁ τε‐ χνικός. ϛʹ. Γλυκύτης καὶ ἡδονὴ, τουτέστιν ἡ ὥρα τοῦ λό‐
20γου, ἐπιτάσεις εἰσὶ τῆς ἀφελείας, ἡ δὲ ἀφέλεια ὑπὸ γε‐992

7

.

993

νικὴν ἰδέαν ἀνάγεται, τὴν καλουμένην ἦθος, ἣν πέμ‐ πτην τάττει τῶν πασῶν ἰδεῶν οὐσῶν ἑπτά. ηʹ. Ἡ μὲν ἐπιστολὴ περὶ ἀφέσεως ἐπιγέγραπται, ἐν ᾗ γέγραπται, ὅτε Ἀριστογείτων μὲν ἀφείθη, αὐτὸς δὲ
5οὔ· ἔφυγε γὰρ ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν· ἐπιγρά‐ φεται δὲ καὶ περὶ τῶν Λυκούργου παίδων· ὁ δὲ νοῦς, εἰ δὲ ἐνθυμεῖσθε τὴν ἐξ Ἀρείου πάγου βουλὴν, ἀναμνη‐ σθέντες, ὅτι Ἀριστογείτονα ἐκρίνατε ἀφεθῆναι, ἐγκα‐ λύψασθε.
10 θʹ. Ἐπειδὴ οὐκ εἶπεν, ὑμεῖς τὸ πρᾶγμα ποιεῖτε, ἀλλὰ καθολικῶς ἐχρήσατο τῷ ἀνθρώπων, διὰ τοῦτο ἐγέ‐ νετο λεῖος ὁ λόγος, ὡς τῶν ἐχόντων τὸ εἰδικὸν μόνον ὄντων τραχέων. ιʹ. Ἄριστος γὰρ τεχνίτης ὁ ῥήτωρ περὶ λόγων πο‐
15λιτικῶν ἐπιστήμην γεγονὼς πανταχοῦ φυλάττειν ἐπείγετο τὸ μέτρον καὶ ἀκράτῳ μὲν τῇ κατ’ ἔννοιαν τραχύτητι σπανίως κέχρηται, ὑφειμένας δὲ καὶ λειοτέρας ἀεὶ τὰς τοιαύτας ἐννοίας τῇ συμπλοκῇ τῶν μεθόδων ἀπεργάζε‐
ται. —Συκοφαντουμένοις τε τοῖς Λυκούργου παι‐993

7

.

994

σὶν ὑπὸ Μενεσαίχμου προθύμως ἐπικουρῶν καὶ τὴν ἑαυ‐ τοῦ κάθοδον πρυτανευόμενος· Ἀθηναίοις δὲ πρεσβευο‐ μένοις πρὸς Ἀργείους περὶ συμμαχίας ἄριστα συνεῖπεν, οὐδεμίαν τῶν λυπησάντων φροντίδα ποιησάμενος· ἐφ’
5ᾧ δὴ καὶ θαυμάσαντες αὐτὸν Ἀθηναῖοι κατελθεῖν ἐψηφίσαντο, καὶ τὸν ἐν Πειραιεῖ τοῦ σωτῆρος Διὸς βω‐ μὸν ἐξεμίσθωσαν αὐτῷ πεντήκοντα ταλάντων, ἅπερ ἦσαν αὐτῷ τιμήσαντες ἐπὶ τῇ φυγῇ, οὐχ ὅτι τοσούτων ἄξιον ἦν τὸ ἔργον, ἀλλὰ μεταγνόντες ἐπὶ τῷ μεγέθει
10τῆς ζημίας· κωμῳδεῖ δὲ αὐτὸν Τιμοκλῆς ἐπὶ τοῖς Ἁρ‐ παλείοις λέγων· Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει,
Μακάριος, εἴπερ μεταδίδωσι μηδενί.994

7

.

995

ιδʹ. Διαφέρει ἡ σφοδρότης τῆς τραχύτητος, ὅτι ἡ μὲν τραχύτης ἐπὶ μειζόνων προσώπων, ἡ δὲ σφοδρό‐ της ἐπὶ τῶν ἰσοτίμων. ιεʹ. Αἱ γὰρ τοιαῦται ἔννοιαι, εἰ μὴ μεθοδευθῶσιν
5ἀπαρακαλύπτως τάχα ἂν πάντα μᾶλλον οὖσαι φανεῖεν ἢ τραχεῖαι. —Ἐστραμμένη μέν ἐστιν ἡ κατά τινα τροπὴν καὶ μεταφορὰν λεχθεῖσα· σκληρὰ δὲ, ἥτις καὶ τῇ συνθέσει τῶν στοιχείων κατὰ τὴν προφορὰν τρα‐ χύνει τὴν ἀκοὴν, ὡς τὸ δαρδάπτων. Διαφέρει δὲ τῆς
10τραχείας λέξεως ἡ σκληρὰ, τῷ τὴν μὲν, ὡς ἔφαμεν, καὶ κατ’ αὐτὴν τὴν προφορὰν φαίνεσθαι τοιαύτην, τὴν δὲ τραχεῖαν ἐκ μόνης τῆς μεταφορᾶς ἐμφαίνειν τὸ τραχὺ, ὡς τό· περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα. ιϛ. Ἡ γὰρ τοιαύτη πρὸς ἄλληλα μίξις ἐποίησε τὰς
15λέξεις σκληρὰς, οἷον τὸ ἀταρπός· τὸ γὰρ π καὶ τὸ ρ ἐπενεχθὲν βεβιασμένην ἐποίησε κ. τ. λ. Ἔχει δέ τι τοιοῦτον καὶ τὸ ἐκνενευρισμένοι
καὶ τὸ περικόπτων, εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προει‐995

7

.

996

ρημέναι· τὸ γὰρ περικόπτων οὐ τοσοῦτον σκληρὸν, ὅσον τὸ ἔμαρπτεν· οὐ γὰρ ἔχει τὸ ρ πρὸ τοῦ π· τὸ δὲ ἐκνενευ‐ ρισμένοι μάλιστα τῷ πολλῷ μέρει φεύγει τὴν τραχύτητα διὰ τὴν τῶν φωνηέντων μεταβολήν.
5 ιζʹ. Τοῦ Τιμοθέου· οὐ γὰρ ἑαυτῷ περιτίθησιν ἐν‐ ταῦθα τὴν ἐρώτησιν, ἀλλὰ Τιμοθέῳ τῷ στρατηγῷ. Ὁ Δημοσθένης παρῄνει Ἀθηναίοις, φυλάττεσθαι τὸν Φίλιππον, καὶ μὴ τοῖς λόγοις αὐτοῦ προσέχειν μάλιστα· οὗτος γὰρ ὁ Φίλιππος λόγοις εἰρήνης ἀναφανδὸν χρώμε‐
10νος τὰ τοῦ πολέμου λάθρα κατειργάζετο, ὅθεν παραινῶν τοῖς Ἀθηναίοις διαναστῆναι παραδείγματι τοῖς Ὀλυνθί‐ οις ἐχρήσατο· ἐκεῖνοι γὰρ τοῖς τοῦ Φιλίππου λόγοις πιστεύσαντες ὡς αὐτοῦ φίλοι δοκοῦντες εἶναι μικρὸν ὕστε‐ ρον ὑπ’ αὐτοῦ ἀπώλοντο· τούτῳ οὖν τῷ τοῦ Δημο‐
15σθένους ὁ Ἑρμογένης ὡς τραχύτητος ἐχρήσατο παραδεί‐ γματι, καί φησιν οὕτως, ὅτι τὸ τοῦ Δημοσθένους ῥη‐ τὸν, τὸ φάσκον, οὐχ ὁρᾶτε, ὡς ἐναργὲς καὶ σαφὲς τού‐ των παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι, ᾧ‐ περ ὁ Δημοσθένης εἰς τὸ διεγεῖραι τοὺς Ἀθηναίους παρα‐
20δείγματι ἐχρήσατο τούτου τοῦ ῥητοῦ, εἰ καὶ τῆς ἐννοίας ἀφέλῃς τὴν μέθοδον, μέθοδος ἂν εἴη ἐννοίας ἡ πρὸς τοὺς Ἀθηναίους ἀποστροφὴ καὶ ὁ ἔλεγχος, καὶ εἰ ἀφέ‐ λῃς τὸ εἶναι παράδειγμα αὐτὸ τοῦ Δημοσθένους πρὸς τοὺς Ἀθηναίους, λογίσῃ δὲ αὐτὸν τυχὸν τὸν Δημοσθένην
25ἢ ἄλλον τινὰ, ὡς ἀπ’ ἄλλου προσώπου ῥηθὲν τοὺς Ἀθη‐ ναίους ἀναμιμνήσκοντα, σφόδρα ἔσται τραχύ. ιηʹ. Ἴδια μὲν σχήματα τραχύτητος τὰ προστακτι‐ κὰ καὶ ἐλεγκτικά· οὐ μέντοι καὶ τῶν ἄλλων ἀμοιρεῖ σχημάτων, οἷον ἀποσιωπήσεως καὶ ὑποσιωπήσεως, ἀλλὰ
30κατὰ πρῶτον μὲν λόγον ἐξ ἐκείνου γνωρίζεται, κατὰ δεύ‐996

7

.

997

τερον δὲ λόγον καὶ τὰ ἄλλα δέχεται· ἐνδέχεται γὰρ τρα‐ χείᾳ χρώμενον ἐννοίᾳ σχήματι χρήσασθαι ἄλλης ἰδέας. ιθʹ. Ἀνοίκειοι καὶ ἀνακόλουθοί εἰσι πόδες οἱ μὴ συγ‐
5γενεῖς ἀλλήλοις, οἷον πυῤῥίχιος καὶ σπονδεῖος, ἴαμβος καὶ ἰωνικὸς ἀπὸ ἐλάσσονος· οὐδεμίαν γὰρ συγγένειαν ἔχουσι πρὸς ἀλλήλους, οἵαν ἔχει δάκτυλος τυχὸν πρὸς ἀνάπαιστον, καὶ πρὸς δάκτυλον σπονδεῖος.
9tCap. VIII.
10tΠερὶ σφοδρότητος.
10 αʹ. Ἕποιτο ἂν κατὰ ἀναγκαῖον λόγον ἡ σφοδρότης τῇ τραχύτητι, ἅτε καὶ κοινωνοῦσα τῇ προεξητασμένῃ, καὶ τοσοῦτον, ὥστε κατά γε ἐνίους ταὐτὸν εἶναι δοκεῖν καὶ κατὰ μηδὲν διαλλάττειν τραχύτητος, τὴν δὲ κοινωνίαν αὐτῶν καὶ τὴν ἐξαλλαγὴν, ἔνθα μάλιστα πλατύνει τὸν
15περὶ αὐτῆς λόγον ὁ τεχνικὸς, ἐπ’ αὐτῆς ἤδη τῆς διδασκα‐ λίας εἰσόμεθα. βʹ. Διὰ τὸ κατὰ ἐλαττόνων εἶναι προσώπων καὶ καθ’ ὧν ἄν οἱ ἀκούοντες ἡδέως δέξαιντο· ἐν γὰρ τῇ τραχύ‐ τητι λειαίνειν καὶ περιστέλλειν δεῖ τὴν ἐπιτίμησιν, ἐπειδὴ
20κατὰ μειζόνων γίνεται προσώπων. γʹ. Εἰ γὰρ μὴ προσδέχονται μετὰ ῥᾳστώνης, οὐκ ἔχει χώραν ἐπὶ τῆς σφοδρότητος ἡ κατὰ μειζόνων ἐπι‐
τίμησις.997

7

.

998

δʹ. Ἐπὶ πλεῖστον γὰρ ἣ σφοδρότης οὖσα τῆς τραχύ‐ τητος δίδωσιν ἐξουσίαν τοιαύτην τῷ λέγοντι, καθὰ καὶ ὁ ῥήτωρ πεποίηκεν· καὶ ἔστιν ἰδεῖν κατὰ τοῦτο μάλιστα τὸ μέρος τῇ τοιαύτῃ λέξει κεχρημένον αὐτὸν, ὡς τὸ ἰαμβο‐
5φάγος καὶ τὸ γραμματοκύφων– Ὁ κατὰ Ἀριστογείτονος· ὁ δὲ τοιοῦτος, ὁποῖός τις, ὦ Ἀθηναῖοι, καλοῖτ’ ἂν δικαίως; ὁ τρισκατάρατος, ὁ κοινὸς ἐχθρὸς, ὁ πᾶσι δυσμενὴς, ὅτῳ μήτε γῆ φέροι καρποὺς, μήτε ἀποθανόντα δέξαιτο;
10 ϛʹ. Ἀντὶ ἐπὶ τῶν ὁμολογουμένων, ὥσπερ ἐνταῦθα ὡμολόγηται, ὅτι ἐχρῆν Ἀθηναίους ἀντιστῆναι Φιλίππῳ ἀρχὴν καὶ τυραννίδα αὐτῶν κατασκευάζοντι. ζʹ. Οὐκ ἐπὶ τῶν ἐπιδεχομένων ἀντίῤῥησιν παραλαμ‐ βάνεται, ἀλλ’ ἐπὶ τῶν ὁμολογουμένων, εἰ γάρ τι λέξει
15τοιοῦτον, ὃ λύει ταχέως ὁ ἀνταγωνιζόμενος, αὐτόθεν ἑά‐ λωκε· χρὴ οὖν ἐπὶ τῶν τοιούτων αὐτὰ λαμβάνειν τῶν μη‐ δεμίαν ἐπιδεχομένων ἀντίῤῥησιν. θʹ. Κατὰ τί μὲν διέστηκεν ἡ σφοδρότης τῆς τραχύτη‐ τος καὶ ὅπως, ἐν τοῖς προλαβοῦσιν ἐδίδαξεν, μηδεὶς δὲ τοῦ
20λοιποῦ ζητείτω διαφορὰν ἐν τῷ περὶ συνθήκης ἢ ἀνα‐
παύσεως ἢ ῥυθμῶν λόγῳ· τὸν γὰρ αὐτὸν τρόπον, ὃν ἐπὶ998

7

.

999

τῆς τραχύτητος, κἀνταῦθα δεῖ μεθοδεύειν αὐτὰ, πλὴν εἰ καὶ μὴ οὕτως εἶχε καὶ συνεφέρετο κατὰ ταῦτα τῇ τρα‐ χύτητι, ἀλλ’ οὖν ἐκ τῶν προειρημένων φανερὰ καὶ ἡ τού‐ των διαχείρισις.
5tCap. IX.
6tΠερὶ λαμπρότητος.
6 αʹ. Τὸ χρήσιμον τῆς ἰδέας εὐθὺς ἡμῖν ὁ τεχνικὸς πα‐ ραδίδωσιν, ὅταν ἀρχὴν ὁμολογούμενον ὂν ὑπὸ τῆς ὁμω‐ νυμίας τῆς λαμπρότητος γέγονε λίαν ἀμυδρότατον· οὐ γὰρ ἂν φανερᾶς οὔσης τῆς λαμπρότητος ἐζήτει τι περὶ
10αὐτῆς, ἀλλὰ παρῆκεν ἂν τὴν τοιαύτην ζήτησιν, ὥσπερ κἀν ταῖς ἄλλαις ἰδέαις· ἔνθα γὰρ ἀμφισβητεῖται, τὴν ἀρχὴν τοῦτο ποιεῖν ἔθος αὐτῷ, τὸ πρὸ τῆς διδασκαλίας ὑποφαίνειν τὸ χρήσιμον· ἐπειδὴ οὖν τὴν ἰδέαν ταύτην ὁμωνυμία συνεκάλυπτε, διαστείλας αὐτὴν ἐκ τῶν ἄλλων
15ὑπ’ ὄψιν ἤγαγε τὴν ποιοῦσαν τὸν ἐπηρμένον λόγον καὶ τὸν ἀξιωματικόν· ἔστι γὰρ λαμπρότης, ἣ τῆς ἡδο‐ νῆς ἀντιποιεῖται μόνον, οὐ τῆς δοκούσης, ἀλλὰ τῆς οὔ‐ σης ἤδη γλυκύτητος καὶ ἀφελείας, ἐστὶν ἑτέρα δὲ πάλιν
αὖ ἡ κατὰ ἐπιμέλειαν τὸ κάλλος ἔχουσα καὶ τὴν συν‐999

7

.

1000

θήκην, ἣ κατὰ τὸ φαινόμενον ἡδύνει τοὺς ἀκούοντας, ὧν οὐδετέραν λέγει χρησιμεύειν, ἀλλὰ τὴν ἀληθινὴν, λέ‐ γω δὴ τὴν προφερομένην μετὰ σεμνότητος· καὶ ὅτι τοῦτο ἀληθὲς, ὅρα μοι τὴν λέξιν αὐτὴν, φαιδρότητος δὲ, οὐ
5τῆς ἐν ὡραϊσμῷ καὶ ἑξῆς. γʹ. Τῆς ἀφελείας, ἥτις ὑπὸ τὸ ἦθος ἀνάγεται, ἐπί‐ τασιν εἶναί φησιν τὴν γλυκύτητα, ἣν καλεῖ ὥραν καὶ ἡδονήν· ἐπειδὴ οὖν μέτεστι καὶ τῇ γλυκύτητι λαμπρότη‐ τος, ἀντιδιαστέλλων φησὶν, „οὐ τῆς ἐν ὡραϊσμῷ·“ ἑτέρα
10γὰρ παρὰ τὴν λαμπρότητα ἐκείνην αὕτη· ἐκείνη μὲν γὰρ
λεπτὴ καὶ ὕψος οὐκ ἔχουσα, αὕτη δὲ ἀξιωματική.1000

7

.

1001

δʹ. Ἐδίδαξεν, ὅτι αἱ ἰδέαι καὶ καθ’ ἑαυτὰς δείκνυν‐ ται καὶ κεχωρισμέναι τῶν ἄλλων, καὶ πάλιν συμπλέκον‐ ται· τοῦτο οὖν ἐνταῦθά φησιν, ὅτι τῆς λαμπρότητος τῆς ἐν τῷ κάλλει οὐ δεῖται τὸ μέγεθος, ὅταν αὐτὸ καθ’
5ἑαυτὸ γνωρίζηται, καὶ τῶν ἄλλων ἰδεῶν κεχωρισμένον φαίνηται, λεπτὴ μὲν γὰρ ἡ φαιδρότης ἐκείνη, ἡ δὲ τοῦ μεγέθους ἔχει δίαρμα· ἐν δὲ τῇ μίξει μετέχει δηλονότι κἀκείνης. εʹ. Τουτέστι τῆς γοργότητος, ἥ τις οὖσα ἐναντία τῇ
10λαμπρότητι τοῖς κομματικοῖς χαίρει. ϛʹ. Ἐπειδὴ ἐν τῷ περὶ σεμνότητος τετάρτην ἐπέχειν τάξιν ἔφη τὰς ἐννοίας, αἳ περὶ ἀνθρωπίνων πραγμάτων, μεγάλων δὲ καὶ ἐνδόξων, διὰ τοῦτο νῦν φησιν, ὅτι ἐπὶ τούτοις ἐστὶ καὶ ἡ λαμπρότης, οἷον τοῖς διαπρεπέσι καὶ
15ἐνδόξοις· διαφέρει δὲ ἡ τετάρτη κ. τ. λ.
17 ηʹ. Αἱ γὰρ ὑποστροφαὶ καὶ αἱ διακοπαὶ τὰς ἐννοίας οὐκ ἐῶσι φαίνεσθαι φαιδρὰς, κἂν ὦσιν ἄγαν πρὸς τῆς μεθόδου λαμπραί· ἡ γὰρ τοιαύτη μέθοδος ἀφανίζει τὴν
20ἔλλαμψιν κατ’ αὐτὸν φάναι τὸν Ἡρόδοτον. ιʹ. Ἔνδοξον μὲν τὸ παράδειγμα, πλὴν ἐνδοξοτέρως λέλεκται· εἰ γὰρ μὴ ἐμεθώδευσεν αὐτὸ λαμπροτέρως, φησὶν, ἢ κατὰ τὴν ἔννοιαν, οὕτως ἂν ἔλεγεν· „καλῶς οὖν συνεβούλευσας κινδυνεύειν ὑπὲρ τῆς ἐλευθερίας τῶν
25Ἑλλήνων, οὕτω γὰρ ἐποίουν καὶ οἱ ἐν Μαραθῶνι προ‐ κινδυνεύσαντες·“ ὁ δὲ σφόδρα θαυμασίως εἰς ὅρκον αὐτὸ ἀναγαγὼν ἐνδοξότερον αὐτὸ ἐποίησε καὶ λαμπρόν. ιαʹ. Αἱ πλατεῖαι καὶ διογκοῦσαι τὸ στόμα καὶ ἐξαιρέ‐
τως τῷ α καὶ τῷ ω πλείστῳ χρώμεναι, καὶ αὖ ταῖς δι‐1001

7

.

1002

φθόγγοις πλεονάζουσαι πλὴν τῆς ει, καὶ αἱ μετρίως τε‐ τραμμέναι καὶ ὀνομαστικαὶ καὶ αὐτὰ τὰ ὀνόματα. ιβʹ. Τοῦτο γὰρ ἴδιον εἶναί φησιν εὐκρινείας, ἔννοιαν λέγω· ἰστέον δὲ, ὅτι θεώρημα λαμπρότητος κάλλιστον
5ἡμῖν παραδίδωσι πρὸς τὰς καταστάσεις· ὅταν γὰρ κατα‐ στατικῶς εἰσάγωμεν τὸν λόγον τῷ κατ’ ὀρθότητα καὶ ἀπόστασιν σχήματι κεχρημένοι, ἀναγκαῖον εὐθὺς ἢ πλα‐ γιασμὸν ἢ ἄλλο τι τῶν τῆς περιβολῆς σχημάτων συμπλέ‐ κειν τῷ λόγῳ, εἴπερ τὴν λαμπρότητα βουλοίμεθα
10διασώζειν. ιγʹ. Ἔτι καὶ τοῦτο δεῖγμα τοῦ δεῖν τὰ ἀξιωματικὰ τῶν ἔργων διὰ μακροτέρων μεθοδεύειν κώλων, τὸ λέγειν, ὅτι χαίρει ἡ λαμπρότης ἢ τὰ ἀξιωματικὰ τῶν ἔργων με‐ λετώμενα τοῖς πλαγιασμοῖς· ἴδιον γὰρ τῶν πλαγιασμῶν
15τὸ διὰ μακροτέρων προφέρεσθαι κώλων, ἀλλὰ μὴ κομ‐ ματικῶν. ιδʹ. Τὸ γὰρ κατ’ ὀρθότητα σχῆμα προεῖπεν ἁρμότ‐ τειν καθαρότητι ἐν τῷ περὶ καθαρότητος· προεῖπε γὰρ, ὅτι τὰ ἀσύνδετα, εἰ μακρὰ εἴη, ποιεῖ λαμπρότητα.
20 ιεʹ. Ἀσυνδέτως γὰρ ὅλον εἰσενεχθὲν, ὃ τῆς λαμ‐ πρότητος ἴδιον ἐπὶ τὸ καθαρὸν ἐξέκλινεν διὰ τὴν ὀρθό‐ τητα· καθαρὸν γὰρ διὰ ταύτην ἔμεινε καὶ ἁπλοῦν, λαμ‐ πρὸν δὲ οὐδαμῶς· λαμπρότητα γὰρ μάλιστα χαρα‐ κτηρίζει ὁ πλαγιασμός.
25 ιϛʹ. Καθὸ οὐ περιβέβληται οὐδὲ χαίρει πλαγιασμοῖς, ὥσπερ ὁ λαμπρὸς, ἀλλὰ τοῖς κατ’ ὀρθότητα κώλοις, δηλοῖ δὲ, ὅτι τῷ κατ’ ἀπόστασιν σχήματι κοινωνεῖ καθαρότης
τε καὶ λαμπρότης.1002

7

.

1003

ιζʹ. Τὴν διαφορὰν αὐτῶν ἀρκούντως ἐδίδαξεν ὁ τε‐ χνικὸς, ὅτι αἱ μὲν λαμπρότητες οὐ μᾶλλον πραγμάτων εἰσὶν ἀφηγήσεις, ἢ ποιότητες πραγμάτων καὶ αὐξήσεις, ἡ δὲ καθαρότης αὐτὸ τὸ πρᾶγμα διηγεῖται ψιλῶς, πλὴν
5κἂν ἀποστήσῃς ἐν τῇ καθαρότητι τὸν λόγον, εἰσάγῃς δὲ μετὰ ὀρθότητος διαρκοῦς, οὐδὲν ἧττον μένει καθαρὸς ὁ λόγος· ὥσπερ οὖν καὶ ὁ πλαγιασμὸς φαιδρὸν ποιεῖ τὸν λόγον, ἐναντίον γὰρ λαμπρότης καθαρότητος. ιηʹ. Κῶλα τὰ μέλλοντα ποιῆσαι λαμπρὸν τὸν λό‐
10γον μακρότερα εἶναι δεῖ· καὶ τούτου παραδείγματα πάντα, ὅσα κἀν τῷ περὶ ἐννοιῶν λαμπρότητος εἰρήκαμεν· οἷον „οὐχὶ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγὼ, οὐδ’ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ,“ καὶ τὰ ἑξῆς· εἰ γὰρ καὶ τὰς ἐννοίας λάβῃς λαμπρὰς καὶ μεθοδεύ‐
15σεις αὐτὰς προηγουμένως, καὶ μὴ ἐνδοιάζων, καὶ τὴν λέ‐ ξιν πάλιν αὖ σεμνὴν καὶ τὰ σχήματα κατὰ ἀπόστασιν, καὶ ἁπλῶς τὰ εὐειδῆ, τὰ δὲ κῶλα μὴ ὦσι μακρὰ, ἐμποδίζεται κατὰ τοῦτο ἡ λαμπρότης καὶ εἰς ἑτέραν ἰδέαν, ὅσον γε κατὰ τοῦτο τὸ μέρος, καταφέρεται.
20 ιθʹ. Μακρότερον εἶναι δεῖ· ὅτι ὁ θέλων λαμπρὸν ἐργάσασθαι λόγον διὰ μακρῶν πάντως ἀπαγγέλλει κώ‐
λων καὶ τοῦτο μάλιστα λαμπρότητος ἴδιον.1003

7

.

1004

καʹ. Περὶ συνθήκης φαιδρᾶς τοσοῦτον μόνον εἰ‐ ρήσθω, τὸ τὴν ἀνάπαυσιν παραφυλλάττειν, ὅπως εἰς μακρὰν τελευτήσῃ, ἐπεί τοί γε ληπτέον ἐκείνας, ὅσας κἀπὶ τῆς σεμνότητος· τῆς δὲ ἀναπαύσεως σεμνῆς οὔσης,
5εἰ χρήσῃ ταῖς τροχαϊκαῖς κατὰ τὸ ἄλλο τῆς συνθήκης μέ‐ ρος, οὐδὲν βλάψεις τοῦ λόγου τὸ λαμπρόν· τὸν γὰρ ῥυ‐ θμὸν ποιοῦσι λαμπρὸν αἱ τοιαῦται ἀναπαύσεις, μακρῶν τῶν κώλων γενομένων, κἂν ἐκ τροχαίων συγκείμενος ᾖ· τοῦτο δὲ ποιεῖν ἐπὶ τῆς σεμνότητος οὐχ οἷόν τε· τῶν γὰρ
10κώλων κομματικῶν ὄντων εἰ τὴν συνθήκην ποιήσεις τροχαϊκὴν, οὐ μετρίως βλάψεις τὴν σεμνότητα. κβʹ. Σεμνὴν λέγει ἀνάπαυσιν, ὅταν ὁ λόγος στῇ ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι χωρὶς κατα‐ λήξεως· ἐκεῖ γάρ φησι δεῖν ἐκφεύγειν τοὺς τροχαίους.
15 κγʹ. Τὰς αὐτὰς, φησὶν, ἐννοίας ὁ ἀκμαῖος λαμβάνει λόγος, ἃς καὶ ὁ τραχὺς καὶ σφοδρὸς, κατὰ δὲ τὰ λοιπὰ, ὅσαι τῇ σεμνότητι. Γίνεται τοίνυν λόγος λαμπρός. Τῷ μὴ σκοπουμένῳ σαφῶς δόξειεν ἂν ὁ τεχνικὸς τὴν αὐτὴν
20ἔννοιαν λαμβάνειν, ἣν ἐπὶ τῆς σεμνότητος ἐν τῇ τε‐ τάρτῃ τάξει τῶν ἐννοιῶν τέταχε, τὴν περὶ ἀνθρωπίνων
καταμόνας πραγμάτων, μεγάλων δὲ καὶ ἐνδόξων, καὶ δο‐1004

7

.

1005

κεῖ τοῦτό πως ἀποπλανᾷν τοὺς μὴ διερευνῶντας ἀκρι‐ βῶς τῶν ἐγγεγραμμένων τὴν δύναμιν, ἐπεί τοι τῷ γε ἐπι‐ στήμονι ῥᾷστα προφανεῖται τῆς ἀπορίας ἡ λύσις ἐκ τῆς τοῦ τεχνικοῦ πραγματείας· οὐδὲν γὰρ ἀφίησι τοιοῦ‐
5τον, ὃ τῆς τῶν μεταγενεστέρων παρανοίας δεήσεται, ἀλ‐ λὰ πᾶσαν αὐτῷ διασαφηνίζει τὴν διδασκαλίαν· ὅθεν ἔνιά γε τοῦ κειμένου ζητήσαντες τὴν λέξιν τοῦ τεχνικοῦ τεθεί‐ καμεν, μηδὲν παραλλάξαντες· ὅρα γὰρ, ὅπως αὐτὸς ἐκ τῆς σχέσεως τοῦ λέγοντος καὶ τῆς ἡδονῆς τοῦ ἀκούοντος
10τὴν πᾶσαν ἀπορίαν διέλυσεν. Γίνεται γὰρ, φησὶ, λαμ‐ πρὸς ὁ λόγος κατά γε τὰς ἐννοίας, ὅταν πεποίθησιν ἔχῃ τινὰ ὁ λέγων, ἐφ’ οἷς ἂν λέγῃ, ἢ διὰ τὸ ἔνδοξον εἶναι, ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι αὐτῷ, ἢ διὰ τὸ χαίρειν τοῖς λε‐ γομένοις τοὺς ἀκούοντας, ὧν οὐδὲν ἐπὶ τῆς σεμνῆς ἐν‐
15νοίας τῆς τετάρτην ἐν τῷ περὶ αὐτῆς λόγῳ τάξιν ἐπεχού‐ σης ἐστὶν εὑρεῖν, πλὴν ἐπὶ τοῦ διῃρημένου καὶ ἐνδόξου πράγματος· ἔνδοξον γὰρ ὁ λέγων ἐπὶ τῆς σεμνότητος ἔν‐ νοιαν ζητεῖ, κἂν μὴ πέποιθεν ἐπ’ αὐτῇ, κἂν μὴ τὸ λεχθὲν ἥδῃ τοὺς ἀκούοντας, κἂν σμικρὸν ᾖ, τῆς δὲ τῶν φιληδό‐
20νων μόνον ἀκοῆς καὶ ἀκολάστων ἀλλότριον, οὐ γὰρ ἐπὶ τοῖς τοιούτοις χρὴ τοὺς ἀκούοντας ἥδειν, οὐ γὰρ αὗταί γε ἔννοιαι λαμπρότητος, ἀλλ’ εἰ λάβοις μὴ λίαν ἐνδόξους ἐννοίας, ἥδεται δὲ τὴν ἀπαρχὴν ἐπ’ αὐταῖς ὁ ἀκούων, λαμπρὸν ποιήσεις τὸν λόγον· τούτων οὖν αὕτη ἡ ἔννοια
25διαφέρει τῆς σεμνότητος, καθὸ ἐκείνη μὲν κατὰ φύσιν γίνεται τοῦ πράγματος αὐτοῦ γε μόνου ἐξεταζομένου ψι‐ λῶς· ἡ δὲ τῆς λαμπρότητος οὐ τοσαύτην ἐκ τοῦ πράγμα‐ τος, ὅσην ἐκ τῶν παρακολουθούντων λαμβάνει τὴν δύ‐ ναμιν· πλὴν σκόπησον, ὅπως μὴ καὶ ἡ δοκοῦσα συμφέ‐
30ρεσθαι ταύτῃ γε τῇ ἐννοίᾳ, κἂν τὴν ἐσχάτην ἐπὶ τῆς σεμνότητος τάξιν ἐπέχῃ, τὸν πολιτικὸν ὑπερβαίνῃ λόγον,
καὶ ἁρμόττῃ κυρίως φιλοσόφοις· τοιαύτας γὰρ ἐπὶ τῆς1005

7

.

1006

διαρκοῦς σεμνότητος δεῖ λαμβάνειν τὰς ἐννοίας· ἐπὶ δὲ τῆς λαμπρότητος οὐ τοσοῦτον περισπούδαστον, ἐπηρμέ‐ νην ἔννοιαν λαβεῖν, ὅσον τοιαύτην εὑρεῖν, ἥτις ἂν δυ‐ νηθείη κινῆσαι πρὸς ἡδονὴν τοὺς ἀκούοντας, ἢ πεποίθη‐
5σιν τῷ λέγοντι παρασχεῖν, οἷον οὐχὶ λίθοις ἐτείχισα τὴν πόλιν καὶ ἑξῆς. Τὸ ψήφισμα τοῦτο. Οἱ Θηβαῖοι τῶν Ἀθηναίων φίλοι· ἐδεξιοῦτο δώροις τοὺς Θηβαίους ὁ Φίλιππος, τῶν Ἀθηναίων ἀποστῆναι βουλόμενος· οἱ δὲ οὐκ ἐκτὸς εὐλό‐
10γου τοῦτο ποιεῖν ἐσπούδαζον προφάσεως, ὅθεν καὶ Ἀθη‐ ναίοις πολλὰ ποιεῖν αὐτοῖς προσέταττον, ὡς εἴ τινος πάν‐ τως ἀποτύχοιεν οἱ Θηβαῖοι, τότε καὶ τῶν Ἀθηναίων ἀπο‐ στῆναι ἀφορμὴν ἔχοντες· ὡσαύτως καὶ αἱ λοιπαὶ τῆς Ἀττικῆς πόλεις· τοῦτο γνοὺς ὁ ῥήτωρ ψήφισμα γέγραφε,
15μηδεμίαν αἴτησιν πρὸς Θηβαίων ἢ τῶν ἄλλων πόλεων τοὺς Ἀθηναίους παρακρούεσθαι, καὶ τοῦτον ἔχει σκοπὸν τό· „αὕτη τῶν περὶ Θήβασ“ καὶ τὰ ἑξῆς. Προκινδυνεύσαντας τῶν προγόνων· ἐν τῷ περὶ στεφάνου· εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ βου‐
20λευσαμένου τουδὶ καταψηφιεῖσθε, ἡμαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν· ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστιν, ὅπως ἡμαρτήκατε, ἄνδρες Ἀθη‐ ναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυ‐
25νεύσαντας τῶν προγόνων, καὶ τοὺς ἐν Πλαταιαῖς παρα‐ ταξαμένους, καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπ’ Ἀρτεμισίῳ, καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαν‐ τας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν,
30Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας αὐτῶν, οὐδὲ τοὺς
κρατήσαντας μόνους· δικαίως.1006

7

.

1007

(1t)

Cap. X.
2tΠερὶ ἀκμῆς.
2 βʹ. Πολλήν τινα πεποίηται τὴν κοινωνίαν ἡ ἀκμὴ πρὸς τραχύτητα καὶ σφοδρότητα καὶ λαμπρότητα, ὡς δο‐ κεῖν ἐξ ἐκείνων συνίστασθαι· κατὰ μὲν γὰρ ἔννοιαν καὶ
5μέθοδον κοινωνεῖ σφοδρότητι καὶ τραχύτητι, κατὰ δὲ λέ‐ ξιν τραχύτητι, σφοδρότητι, λαμπρότητι· κατὰ δὲ κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμοὺς λαμπρότητι, ὥστε πῆ μὲν αὐταῖς κοινωνοῦσα, πῆ δὲ καὶ διεστῶσα εἰκότως ἴδιόν τινα κεκλήρωται τόπον.
10 γʹ. Τραχύτητος μὲν ἔννοιαι αἱ τῶν μειζόνων προσώ‐ πων ἐπιτίμησιν ἔχουσαι ἀπό τινος τῶν ἐλαττόνων προσ‐
ώπων, μέθοδος δὲ τὸ ἀπαρακαλύπτως κατ’ ἐπιτίμησιν1007

7

.

1008

μὴ συμπλέκοντα τοῖς λειαίνουσιν εἰσάγειν τὰς ἐννοίας· σφοδρότητος δ’ ἔννοιαι αἱ κατ’ ἐλαττόνων προσώπων ἐπι‐ τιμητικαὶ καὶ ἐλεγκτικαί· μέθοδος δὲ ἡ αὐτὴ τῇ τρα‐ χύτητι.
5 δʹ. Τὰς ἐννοίας καὶ τὰς μεθόδους τὰς αὐτὰς, φησὶν, ἐπὶ τῆς ἀκμῆς δεῖ λαμβάνειν, ἃς ἐπὶ τῆς τραχύτητος καὶ σφοδρότητος, καὶ οὐδὲν δεῖ περὶ τούτων πολυπραγμονεῖν τοὺς ἅπαξ ἐν τῷ περὶ τραχύτητος καὶ σφοδρότητος λόγῳ μεμαθηκότας.
10 εʹ. Ἐκ τῆς τραχύτητος καὶ σφοδρότητος, τουτέστιν αἱ τροπικαὶ καὶ σκληραὶ ἀφ’ ἑαυτῶν, λαμπραὶ δὲ λέξεις αἵ τε σκληραὶ καὶ διογκοῦσαι τὸ στόμα. ϛʹ. Τὴν λέξιν, φησὶν, αὐτῶν τούτων τῶν ἰδεῶν δεῖ λαμβάνειν, παρεμβάλλειν δὲ καὶ τῆς λαμπρότητος, ἵνα
15ὦσί πως μεμιγμέναι. ξʹ. Δίαρμα ἔχει καὶ ὄγκον, καὶ οὐ τοσοῦτον τέτρα‐ πται, ὅσον διογκοῖ τὸ στόμα· εἶπε γὰρ ἐν τῷ περὶ σε‐ μνότητος, ὅτι αἱ λέξεις αἱ ἔχουσαι τὸ η καὶ τὸ α καὶ τὸ ω πλατεῖαί εἰσιν, ἃς καὶ λαμπρότητί φησιν ἁρμόττειν·
20ἔδει δὲ γράφειν διῆρται. ηʹ. Εἰ μὲν διῄρηται ἔχει, ἀντὶ τοῦ οὐχ ὡς ἐν τρα‐ χύτητι, κομματική ἐστιν ἡ φράσις, ἀλλὰ κατὰ μείζονα κῶλα διῄρηται, ἅπερ ἔγνωμεν λαμπρότητος οἰκεῖα· εἰ δὲ διῆρται ἔχοι, ὅτι δίαρμα καὶ ὄγκον ὁ λόγος εἶχε διὰ
25μακροτέρων τῶν κώλων ἐξενεχθείς. θʹ. Τὰ στοιχεῖα μάλιστα πλεονάζει τὰ κατὰ τὴν προφορὰν διογκοῦντα τὸ στόμα· ὅρα γὰρ πῶς ἐπὶ πα‐
σῶν τῶν λέξεων, πλὴν τὸ ἐμπέπτωκε, τὸ α καὶ τὸ ο1008

7

.

1009

στοιχεῖον ἐπὶ τελευτῆς τέθειται, ἃ μάλιστα ποιεῖ τὸν λόγον λαμπρόν· εἴρηται γὰρ, ὡς τὸ ο στοιχεῖον, εἰ καὶ βραχὺ, πλὴν τὴν αὐτὴν ἔχει δύναμιν κατὰ τὸν ἦχον τῆς φωνῆς, ἣν καὶ τὸ ω.
5 ιʹ. Σχήματά φησι τῆς ἀκμῆς, ἅπερ καὶ λαμπρὰ καὶ σφοδρά· καὶ τοῦτο δηλοῖ ἐκ τῶν παραδειγμάτων. ιαʹ. Λαμπρότητος σχῆμα αἱ ἀναιρέσεις, τὰ ἀσύνδετα, αἱ ἀποστάσεις· σφοδρότητος τὰ κατὰ ἀποστροφὴν καὶ δεικτικόν.
10 ιβʹ. Τὸ ἦθος δηλονότι τοῦ λέγοντος ἐμφαίνουσα· δηλοῖ δὲ πῶς ἂν καὶ γένοιτο καὶ κατὰ τὸ ἦθος σφο‐ δρότης. ιγʹ. Ἔννοιαι μὲν τραχεῖαι καὶ σφοδραὶ ποιοῦσιν ἐν‐ νοίας ἀκμῆς, καθὰ μεμαθήκαμεν, μέθοδος δὲ αὖ πάλιν
15ἡ τούτων αὐτῶν τῶν ἰδεῶν τὴν ἀκμαίαν μέθοδον, τὴν λέξιν οὐ μόνον αἱ τούτων, ἀλλ’ ἤδη που καὶ τῆς λαμ‐ πρότητος· τὰ δὲ σχήματα τῆς ἀκμῆς ποιεῖ σχήματα λαμπρότητος καὶ σφοδρότητος· περὶ δὲ τῶν λοιπῶν οὐ δεῖ ζητεῖν, τὰ γὰρ ἄλλα πάντα τὰ αὐτὰ ἔχει τῇ λαμ‐
20πρότητι, λέγω δὴ κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυ‐
θμοὺς, ὥστε ἐν ἑτέροις ἔχει τὸ εἶναι, καὶ ἰδίαν ὑπό‐1009

7

.

1010

στασιν οὐκ ἔχει· διὰ δὴ τέτακται μετ’ ἐκείνας, ὑφ’ ὧν καὶ γίνεται καὶ συνέστηκεν. ιδʹ. Ἐπειδὴ ἐννοίας εὑρεῖν ὁ τεχνικὸς, αἳ τὴν σύ‐ στασιν ἐκ λαμπρότητος ἔχουσιν καὶ ἀκμῆς, ἀπορεῖ, ποῦ
5δεῖ τάττειν αὐτὰς, τῆς μὲν γὰρ ἀκμῆς οὐχ οἷόν τε λέ‐ γειν αὐτὰς, ποιοῦσι γὰρ ταύτας ἔννοιαι τραχύτητος καὶ σφοδρότητος, οὐδαμῶς δὲ λαμπρότητος· πάλιν δ’ αὖ οὔκ εἰσι λαμπραί· ἔχουσι γάρ τι καὶ τῆς ἀκμῆς· ἔστι δὲ τὸ κινῆσαν τὴν ἀπορίαν χωρίον τοῦτο· „μέχρι τούτου
10Λασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον·“ καὶ πάλιν· „ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος·“ ταῦτα γὰρ τί δεῖ καλεῖν ἀκμαστικὰ ἢ λαμπρὰ, ἢ τὸ συναμφότερον, ὃ καὶ μᾶλλον, εἶτα ἀν‐ τιτίθησι, φαίη γὰρ ἄν τις ἴσως, ὅτι κατὰ τὸν προειρη‐
15μένον λόγον τὰ ἴδια τῆς λαμπρότητος συνῆλθεν ἐπὶ τῶν ἐννοιῶν τούτων ἀκμαστικῶν οὐσῶν· οἷον τὰ κῶλα μακρὰ ὄντα, ἡ συνθήκη δίαρμα ἔχουσα, ἡ ἀνάπαυσις σεμνὴ καὶ τὰ ἑξῆς· πολλαχοῦ δὲ καὶ τὴν λέξιν ἔφαμεν, καὶ τὸ μέγιστον, φησὶ, τὰ ἀποστατικὰ τῶν σχημάτων·
20ὥστε εἰ λέγοιμεν ταῦτα μεμίχθαι ἐξ ἀμφοῖν, ἔκ τε λαμ‐ πρότητος καὶ ἀκμῆς, τὸ μέχρι τούτου Λασθένης καὶ τὰ τοιαῦτα εἰς ταῦτα ἐμπίπτει· ἀκμαστικὰ γάρ εἰσιν, εἴγε
ἡ ἀκμὴ πάντως ἔχει πολλὰ τῶν ἰδίων λαμπρότητος· ἔν‐1010

7

.

1011

νοιαι γὰρ, φησὶ, σφοδραὶ συνελθοῦσαι μετὰ σχημάτων καὶ κώλων λαμπρῶν ἀπετέλεσαν τὴν ἀκμὴν, ὥστε παρά‐ λογον οὐδὲν, εἰ συνῆλθεν ἀκμὴ καὶ λαμπρότης, κατὰ φύσιν γὰρ τὸ ἀεὶ μεμίχθαι θέλουσι, καὶ τὸ πλεῖστον
5ἐκ τῆς λαμπρότητος ἡ ἀκμὴ λαμβάνει τὴν σύστασιν. ιεʹ. Ἐνταῦθα ζητεῖ ὁ Ἑρμογένης τὸ, „μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου,“ ποίας ἰδέας ἐστὶν, ἀκμῆς ἢ λαμπρότητος, καὶ ἀκμῆς ἐδείχθη, ὅτι ἔνιαι λέξεις τῶν ἰδίων τῆς λαμπρότητος καὶ τὰ πλείω σχήμα‐
10τα, καὶ τὰ κῶλα καὶ συνθήκη καὶ ἀνάπαυσις καὶ ῥυ‐ θμὸς ποιοῦσι τὴν ἀκμὴν, ἐννοίας δὲ καὶ μεθόδους μόνη ἔχει ἡ ἀκμὴ τὰς τῆς σφοδρότητος· ἔδει οὖν μὴ λέγειν τὰ κῶλα ταῦτα μεμίχθαι ἐκ λαμπρότητος καὶ ἀκμῆς, εἴγε ἐξ ἀνάγκης καὶ κατὰ φύσιν ὁ λαμπρὸς λόγος καὶ
15ἀκμαῖός ἐστιν, ἐπειδὴ ἐκ τῶν τῇ λαμπρότητι προσηκόν‐ των, ὡς εἴρηται, ἀκμὴ γίνεται· ἀλλ’ ὅτι λαμπρά ἐστιν ἡ ἀκμαία μόνον, οὐδὲν δὲ διαφέρει, ἀλλὰ ταὐτόν ἐστι λαμπρὰ κῶλα καὶ ἀκμαῖα· λύει τοίνυν ταύτην τὴν ἔν‐ στασιν κατωτέρω εὐθὺς, ὅπου λέγει· ἀλλ’ εἰδέναι χρὴ,
20ὅτι πρῶτον μὲν ἐνταῦθά φαμεν ἀκμὴν καὶ λαμπρότητα καὶ ἑξῆς. ιϛʹ. Εἶπε γὰρ, ὅτι λέξεις ἀκμῆς αἱ τῆς τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότητος· τὸ γὰρ ἀποστατικὸν λαμπρότητός ἐστι καὶ ἀκμῆς.
25 ιζʹ. Εἰς τὸ εἶναι δηλονότι ἅμα λαμπρὰ καὶ ἀκμαῖα κατὰ κοινοῦ δὲ τό· φαίη τις ἂν εἰς ταὐτὸν ἐμπίπτειν ἡμᾶς, εἰ λέγοιμεν ταῦτα μεμίχθαι· ἡ οὖν σύνταξις οὕ‐ τως, ὥστε φαίη τις ἂν εἰς ταὐτὸν ἐμπίπτειν ἡμᾶς, εἰ λέγοιμεν ταῦτα τὰ κῶλα μεμίχθαι.
30ιηʹ. Λέγει γὰρ καθ’ ὧν οἱ ἀκούοντες ἡδέως δέχονται
τὰς λοιδορίας, κατὰ Φιλίππου, ὅτι λέλυκεν αὐτὸς τὴν1011

7

.

1012

εἰρήνην· ἀκμῆς γὰρ ἴδιαι ἔννοιαι αἱ σφοδραὶ, ὡς εἶπεν ἄνω· καὶ σχήματα δὲ τὰ ἀφηγηματικὰ καὶ ἀσύνδετα καὶ λαμπρὰ λαμπρότητα καὶ ἀκμὴν ποιεῖ· ἀντὶ τοῦ κατὰ φύσιν ἡνωμένης τῆς ἀκμῆς τῇ λαμπρότητι· ἡ λύσις
5οὖν τῆς ἐνστάσεως εἴρηται, ἥτις ἐστὶ τὸ κατὰ προσώπων ἀφηγηματικῶς καὶ ἀσυνδέτως. ιθʹ. Τὰ χωρία ταῦτα ἀκμῆς μὲν μετέχει, ὅτι σφοδράς τε καὶ τραχείας ἐννοίας ἔχει μεμιγμένας· τρα‐ χείας μὲν τὰς κατὰ Φιλίππου, σφοδρὰς δὲ τὰς κατὰ
10προδοτῶν· μετέχει δὲ καὶ λαμπρότητος ἡ ἔννοια τῷ πε‐ ποιθέναι τὸν λέγοντα ἐφ’ οἷς λέγει· μεθώδευται δὲ λαμπρῶς, προηγουμένως γὰρ εἰσῆκται ἡ ἔννοια, καὶ οὐχὶ ἐξ ὑποβολῆς· σχηματισθὲν δὲ κατὰ ἀπόστα‐ σιν καὶ λέξιν ἔχον μὴ τροπικὴν ἀλλὰ σεμνὴν, κώλοις τε
15μακροτέροις ἐξαγγελθὲν, λαμπρότητος ἱκανῶς μετέχει· τραχύτητος δὲ μόνης σὺν λαμπρότητι οὐκ ἄν τις φαίη κυρίως μετέχειν· διαφέρουσι γὰρ ἀλλήλων τε αὗται κατὰ τὰς ἐννοίας καὶ λαμπρότητος, καὶ κατὰ τὰ λοιπά· ἀκμαῖος μὲν οὖν ὁ λόγος οὐκ ἂν εἴη μόνως, διότι λαμ‐
20πρός ἐστι κατ’ ἔννοιαν, ὅπερ ἀλλότριον ἀκμῆς, τραχὺς δὲ καὶ σφοδρὸς οὐκ ἂν λέγοιτο, διότι τὸ ἐπιτιμητικὸν οὐκ ἔστιν ἄγαν πικρόν. κʹ. Ἐντεῦθεν λύει τὴν ἀνωτέρω ἔνστασιν οὕτως, ἡ
ἀκμὴ αὐτὴ καθ’ ἑαυτὴν οὐ συνίσταται, ἀλλ’ ἐκ τῶν1012

7

.

1013

μερῶν τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότητος γί‐ νεται. καʹ. Ἡ ἀκμὴ οὐχ ὑφέστηκε καθ’ ἑαυτήν· πῶς οὖν ἡ μὴ οὖσα συμπλέκοιτ’ ἂν ἑτέρᾳ συνθήκῃ ἢ ἀναπαύσει;
5 κβʹ. Ἔννοιαι, φησὶν, τραχεῖαι καὶ σφοδραὶ ποιοῦσιν ἐννοίας καὶ μεθόδους ἀκμαστικάς· τὰ δὲ λοιπὰ τῆς λαμ‐ πρότητος ποιεῖ τὴν ἀκμὴν, πλὴν τῆς λέξεως καὶ τῶν σχημάτων· ἐπὶ γὰρ τούτων ἀναμεμιγμένως γίνεται, πῆ μὲν ἐκ τραχύτητος καὶ λαμπρότητος, ὡς ἐπὶ τῶν λέξεων,
10πῆ δὲ ἐκ σφοδρότητος καὶ λαμπρότητος, ὡς ἐπὶ τῶν σχη‐ μάτων. κγʹ. Οὐκ ἀναστρέφειν, φησὶ, δύναται ὁ λόγος. οὐ γὰρ ἔχει τι ἴδιον ἡ ἀκμὴ, ἀλλ’ αὕτη μὲν ἔχει τι λαμπρό‐ τητος, οὐ μὴν ἥ γε λαμπρότης ἔχει τι ἀκμῆς, εἰ μή τις
15λέγει τηνάλλως φληναφῶν, ὡς ταὐτόν ἐστιν ἀκμὴ καὶ λαμπρότης, διὰ τὸ ἐξισάζειν. οὐδὲν γὰρ μᾶλλον τὰ μα‐ κρὰ κῶλα καὶ τὰ ἀποστατικὰ σχήματα τῆς ἀκμῆς ἂν εἴη ἢ τῆς λαμπρότητος διὰ τὸ ἐπ’ ἀμφοῖν διήκειν τὸν περὶ αὐτῶν λόγον.
20κδʹ. Ἔννοιαι μὲν τραχύτητος καὶ σφοδρότητος ποι‐
οῦσιν ἀκμὴν, λέξις δὲ ἥ τε αὐτῶν τούτων καὶ ἡ τῆς λαμ‐1013

7

.

1014

πρότητος καὶ σφοδρότητος, κῶλα δὲ καὶ τὰ λοιπὰ τῆς λαμπρότητος. κεʹ. Ὁ ῥήτωρ· λέγει δὲ τὰς ἐπὶ τοῖς ἀγαθοῖς πρά‐ γμασιν· ἐν ταύταις γὰρ πεποιθότως ὁ ῥήτωρ ἀγορεύει,
5ὡς φθάσας Ἑρμογένης ἐτεχνολόγησεν. κϛʹ. Σημείωσαι, ὅτι τῶν μάλιστα λαμπρῶν τοῦτο τὸ χωρίον κατὰ τὴν ἔννοιαν τὸ „μέχρι τούτου Λασθέ‐ νης φίλος ὠνομάζετο Φιλίππῳ.“ κζʹ. Πάντα γὰρ ἐφεξῆς τὰ ἐν τῷ χωρίῳ τούτῳ
10περὶ τῶν κατὰ πόλεις προδοτῶν εἰρημένα κατὰ συζυγίαν1014

7

.

1015

δύο ἐννοιῶν προῆκται, λαμπρότητός τε πλείστης καὶ κάλ‐ λους μετέχει διὰ τὴν πεποίθησιν τοῦ λέγοντος. ἀποφαν‐ τικῶς γοῦν αὐτὰ προάγει· καὶ γὰρ ἁπλῆ οὖσα ἡ ἐπανα‐ φορὰ κάλλος προσάγει τῷ λόγῳ, πόσῳ πλέον διπλῆ γενο‐
5μένη· ἐπαναφορὰ δέ ἐστι τὸ παρὰ τῶν καὶ πρώην εἰρη‐ μένων ἐπαναλαβεῖν, ὁποῖόν τί ἐστι καὶ τὸ „μέχρι μὲν οὖν τούτου,“ προειπὼν γὰρ ἐπανέλαβεν. κηʹ. Συζυγία ἐστὶ κατὰ τοὺς τεχνογράφους τοὺς πε‐ ρὶ σχημάτων διαλαβόντας, ὅταν δύο προσθέντες ἀντι‐
10κείμενα ἀλλήλοις ἑκατέρῳ τὸ προσῆκον ἐπιφέρωμεν, ὡς ἐν τῷ ἐννάτῳ τῶν Φιλιππικῶν, οἷον „ὁ δῆμος τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δὲ ἀποτυμπανί‐ σαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δὲ ἐπιτήδειον ταῦτα πα‐ θεῖν ἔφη·“ οὐ γὰρ ἑκάτερον κατέλυσε καθ’ ἑαυτὸ, ἀλλὰ
15δι’ ἀμφοτέρων ἐχώρησεν ὁ λόγος· εἰς δὲ τὰ τῆς λέξεως σχήματα τάττει τὴν συζυγίαν καὶ ὁ Τιβέριος, ὁ δὲ Ζη‐ νόβιος προαπόδοσιν τοῦτο καλεῖ· οὐ συμφωνεῖ δὲ τού‐ τοις ὁ Ἑρμογένης· οὐ γὰρ ὑποπίπτει τῷ ὅρῳ τῶν τεχνο‐
γράφων τὸ παράδειγμα τῆς συζυγίας.1015

7

.

1016

κθʹ. Σφοδρότητος γὰρ ἴδιον τὸ κατὰ ἀποστρο‐ φὴν καὶ τὸ ἀποδεικτικὸν, τὸ δὲ ἀφηγηματικὸν καθαρό‐ τητος, ὡς ἀνωτέρω ὁ αὐτὸς ἔφη. λʹ. Ἀκμὴν πάλιν φησὶν, ἐπειδὴ αἱ σφοδραὶ ἔννοιαι
5ἁρμόττουσι καὶ τῇ ἀκμῇ, ὥστε ἡ μίξις ἐκ δύο τινῶν συνιόντων γίνεται διαφερόντως, κυρίως εἴποι ἄν τις τὰς ἐννοίας μόνας τοῦ „μέχρι τούτου Λασθένησ“ μεμίχθαι· τό τε γὰρ προειρημένον συνίστησιν, ὅπερ ἐστὶν λαμπρό‐ τατον, καὶ κατὰ προσώπων λέγεται, τῶν προδοτῶν,
10ὅπερ σφοδρότητος, τὰ δὲ λοιπὰ καθαρᾶς ἐστι λαμ‐ πρότητος. λαʹ. Μέθοδος γὰρ λαμπρότητος, ὅταν ὡς θαῤῥῶν καὶ μὴ ἐνδοιάζων λέγῃ τις, ὅταν ἀφηγούμενος μὴ δια‐ κόπτῃ τὰς ἀφηγήσεις, ὅ ἐστιν ἐνταῦθα, καὶ σχῆμα δὲ
15τὸ ἀσύνδετον. λβʹ. Ὁ νοῦς οὗτος, κατὰ πρῶτον λόγον λέγοιτο ἂν λαμπρὰ, ἐπειδὴ καὶ ἡ ἔννοια καὶ ἡ μέθοδος καὶ τὰ λοι‐ πὰ λαμπρότητός εἰσι, κατὰ δὲ δεύτερον λόγον ἀκμαστι‐ κὰ, ἐπειδὴ καὶ ἡ ἀκμὴ καὶ ἀπὸ τούτων συνίσταται
20τῶν προσηκόντων τῇ λαμπρότητι, λέξεως, σχημάτων, κώλων, καὶ τῶν ἑξῆς. λγʹ. Διὰ τὸ τὴν ἀκμὴν, φησὶν, ἀπὸ τούτων συνί‐ στασθαι, μεθ’ ὧν καὶ ἄλλων συνίσταται, ἀνάγκη, φά‐
σκειν ἐνταῦθα, κοινὰ αὐτῶν γενήσεσθαι καὶ ταῦτα. δο‐1016

7

.

1017

κεῖ γὰρ εἶναί πως ἡ ἔννοια σφοδρὰ διὰ τὰ ὑποκείμενα πρόσωπα· τοιοῦτον καὶ τό· „ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος.“ λδʹ. Τοῦ Φιλίππου, ὃ σφοδρότητος μέν ἐστιν ἔννοια. ἁρμόττει δὲ καὶ τῇ ἀκμῇ.
5 λεʹ. Τὰ γὰρ μακρὰ κῶλα λαμπρότητα ποιεῖ καὶ ἀκμήν. Ἡ σφοδρότης μακροκωλίαν δέχεται, ὅπερ ἀλ‐ λότριον λαμπρότητος. Προεῖπε δὲ σφοδρότητος εἶναι τὰ μᾶλλον κόμματα, καὶ ἃ μηδὲ κόμματα, ἀλλὰ κατὰ ἓν ὄνομα λέγεται. Διὰ τοῦτό φησιν, σφοδρότητος δὲ
10μᾶλλον, οὐ γὰρ καθαρῶς ἐστι σφοδρὰ τῷ εἶναι κομμα‐ τικὰ, ἀλλὰ μὴ βραχύτερα, ἢ οὕτως· τὰ κῶλα ταῦτα οὔτε λαμπρά ἐστιν, οὔτε ἀκμαῖα· ἐπειδὴ οὐκ ἔστι μακρὰ, σφοδρὰ μέντοι ἐστὶν, καὶ ἐπειδὴ κατά τι κοινωνεῖ ἡ σφοδρότης τῇ ἀκμῇ, ἀκμαῖος ἂν ὁ λόγος δοκοίη, καὶ
15μικρά ἐστι τὰ κῶλα, ὅπερ ἀπαιτεῖ ἡ ἀκμή. λϛʹ. Διὰ τὸ τὴν ἐπιτίμησιν φέρεσθαι ἐπὶ τὸ ὑπο‐ κείμενον πρόσωπον, ἀκμαιότερόν φησιν ἢ λαμπρότερον ποιεῖν τὸν λόγον.
19tCap. XI.
20tΠερὶ περιβολῆς ἐν ταὐτῷ καὶ μεστώσεως.
20 αʹ. Ποιεῖ καὶ ἡ περιβολὴ, καθὰ καὶ αἱ προλαβοῦ‐ σαι, τὸ μέγεθος, καὶ κοινὸν δὴ τοῦτο πάσαις ταῖς ὑπο‐ βεβηκυίαις ταύτῃ τῇ ἰδέᾳ, τὸ σπεύδειν ἀξίωμα καὶ ὄγκον
περιτιθέναι τῷ λόγῳ. παράκειται γὰρ καὶ τῷ σφόδρα1017

7

.

1018

σαφεῖ τὸ εὐτελὲς, ὃ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει, διὸ καὶ ἀναγκαῖος ὁ περὶ ἀξιώματος λόγος, ἀλλ’ οὐ κατὰ τοῦτο μόνον ἀκόλουθον ἂν εἴη λέγειν περὶ περιβολῆς, ἀλλ’ ὅτι καὶ πλείονι τῶν ἄλλων ἁπασῶν ἰδεῶν, καθ’
5ἃς λόγου μέγεθος γένοιτο ἂν, ὁ ῥήτωρ κέχρηται. γʹ. Ὑπὲρ τὰς ἄλλας ἰδέας ὁ ῥήτωρ ἁπάσας πλεο‐ νάζει τῇ περιβολῇ, διότι χρὴ τὸν ἄριστον τῶν πολιτικῶν λόγων κεκρᾶσθαι μὲν ἄριστα ταῖς ἰδέαις ἁπάσαις, ταῖς μὲν ἐπὶ πλέον, ταῖς δὲ ἐπ’ ἔλαττον τοῦ τεχνίτου κατὰ
10τὸν προσήκοντα λόγον καιρῷ τε καὶ μέτρῳ κεχρημένου· διαφερόντως δὲ πλεονάζειν προσήκει τῇ περιβολῇ διὰ τὸ πολὺ συνεστραμμένον καὶ πυκνὸν ἐν ἅπασι τῆς ἰδέας ταύτης, διότι καὶ τὴν παρὰ τῶν ἄλλων ὑπτιότητα τῷ λόγῳ προσγινομένην ἐκθεραπεύειν ἱκανή.
15 δʹ. Τὴν αἰτίαν, δι’ ἣν πλεονάζει κατὰ τὴν περιβο‐ λὴν, ὕστερον ὑπερτίθεται λέγειν, μετὰ τὴν ἐπίγνωσιν αὐτῆς τῆς περιβολῆς· οὐ γὰρ ἐγχωρεῖ, φησὶ, νῦν λέγειν, πρὶν προδιορίσαι καὶ προδιδάξαι τὴν φύσιν αὐτῆς· ὅτι δὲ ἐναντίον αὐτῇ ἡ καθαρότης, οὐ μόνον ἐν τῷ περὶ σα‐
20φηνείας, ἀλλὰ καὶ ἐν τῷ περὶ ἀκμῆς λέλεκται λόγῳ. ζʹ. Τὸ κατ’ ἄθροισιν δοκεῖ ἀκολουθεῖν τῷ ἀορίστῳ,
ὡς ἐν τῷ „πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι·“ ἕπεται1018

7

.

1019

γὰρ τὸ „δύο δὲ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα·“ φησὶ δὲ αὐτὸς, ὅτι ἔστιν ὅτε καὶ χωρὶς τοῦ προσληφθῆναι τὸ ἀόριστον τὸ κατ’ ἄθροισιν ποιεῖ περιβολήν· οἷον τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται.
5 ηʹ. Ὧν εἴρηκεν ἔμπροσθεν ἐν τῇ ἀρχῇ τῆς περιβολῆς. θʹ. Σημείωσαι, ὅτι αἱ προσλήψεις καὶ εὐκρινείας εἰσὶν, οὐ περιβολῆς μόνον ποιητικαὶ, καὶ ἐναντία οὖσα τῇ περιβολῇ ἡ εὐκρίνεια διὰ τοῦ κατ’ ἄθροισιν κοινωνεῖν δοκεῖ, ἀμφότερα γὰρ, φησὶ, διὰ τοῦ αὐτοῦ γίνονται.
10 ιαʹ. Καλῶς εἶπε „δοκοῦσα.“ τῆς γὰρ σαφηνείας εἰς καθαρότητα καὶ εὐκρίνειαν διαιρουμένης ἐναντιοῦσθαι ἔφη τῇ μὲν σαφηνείᾳ τὴν ἀσάφειαν, τῇ δὲ καθαρότητι τὴν περιβολὴν, τῇ δ’ εὐκρινείᾳ τὴν σύγχυσιν· διὸ νῦν εἶπεν „δοκοῦσα ἐναντιοῦσθαι·“ οὐ γὰρ ἄντικρυς ἐναν‐
15τιοῦται, ἀλλὰ κατὰ συγγένειαν τῆς καθαρότητος ἡ πρὸς τὴν περιβολὴν ἐναντίωσις τῆς εὐκρινείας γίνεται.
ιβʹ. Πράγματος ἀντὶ τοῦ σχήματος· ἴδιον γὰρ εὐ‐1019

7

.

1020

κρινείας ἔφη σχῆμα εἶναι τὸ κατ’ ἄθροισιν. Ταῦτα γὰρ ἅτε κατὰ φύσιν ἔχοντα τὴν ἐναντιότητα οὐ δύναται συνυ‐ πάρχειν ἀλλήλοις· πῶς γὰρ ἂν συνέλθῃ ζωῇ θάνατος, ἢ τῷ ἡλίῳ τὸ σκότος; καὶ τοῦτο λέλεκται πολλάκις ἐν
5τοῖς φθάσασιν, ὡς οὐ κατὰ τὸν αὐτὸν ἀντίκειται τρό‐ πον ὁ περὶ τῶν ἰδεῶν λόγος, καθ’ ὃν ἀλλήλοις ἀντίκειν‐ ται τὰ κατὰ φύσιν ἔχοντα τὴν ἐναντιότητα. τοὐναντίον γὰρ αἱ ἰδέαι πεφύκασι συνυπάρχειν ἀλλήλαις καὶ τότε μᾶλλον, ὡς ὁ τεχνικός φησι, γίνεται θαυμάσιος ὁ λόγος,
10ὅταν διὰ τῶν ἐναντίων ἰδεῶν εὖ κεκραμένος περαίνηται. ιεʹ. Προεῖπεν, ὅτι ἐναντία σεμνότητι ἀφέλεια, ἣν νῦν καλεῖ λεπτὸν, καὶ ὅτι τῷ μεγέθει, ἥτις ἐστὶ γε‐ νικὴ ἰδέα, ἐναντία ἐστὶν εὐτέλεια. ἡ δὲ ὥρα, ἣν νῦν κα‐ λεῖ χάριν, ἐναντιοῦταί τισι τῶν ἰδεῶν, τῶν ὑπὸ τὸ μέ‐
15γεθος ἀναγομένων. νῦν οὖν ἀντὶ τοῦ εἰπεῖν εὐτέλειαν χά‐ ριν εἶπεν, εἰδὼς ὅτι τὸ ἐναντιούμενον τοῖς εἴδεσι κατὰ συγγένειαν καὶ αὐτῷ ἐναντιοῦται τῷ γένει, τουτέστι τῷ μεγέθει. ιϛʹ. Διὰ τί προειπὼν, ὅτι ἀντίκειται καὶ ἡ γλυκύτης
20τῇ σφοδρότητι καὶ ἰδίως ἡ ἐπιείκεια, ἐνταῦθα τὴν ἀφέ‐ λειαν λέγει; καί φαμεν, ὅτι ἐπειδὴ ἴσως συγγενεῖς εἰ‐ σιν ἀφέλεια καὶ ἐπιείκεια, αἵ τινες καὶ ὑπὸ τὸ ἦθος ἀνά‐ γονται, καὶ οὐ πολὺ τούτων τὸ διάφορον, ἀλλὰ μὴν
καὶ ἀφελείας εἶδος ἡ γλυκύτης.1020

7

.

1021

ιζʹ. Τόλμαν καλεῖ τὸ σὺν τραχύτητι καὶ σφοδρό‐ τητι διαπλέξαι τὸν λόγον, τολμηρῶς γὰρ τηνικαῦτα πά‐ σῃ κέχρηται καταφορᾷ κατὰ μειζόνων τε καὶ ἐλαττόνων προσώπων, ἅπαντας τοὺς ἐπιτηδείους πρὸς τοῦτο κι‐
5νῶν τόπους· καὶ ἀκόσμητον μὲν λόγον καλεῖ τὸν τρα‐ χύτητος μόνης ἀνάπλεων, οἷα δὴ πολλὰ παρὰ τῷ Ἀρι‐ στογείτονί ἐστιν ἐν τῷ κατὰ Δημοσθένους, ἅμα δὲ πι‐ θανότητι προϊόντα τὸν ἠθικόν τε καὶ ἀληθινόν· ἕτοιμον γὰρ πρὸς πειθὼ τὸ ἦθός τε καὶ ἡ ἀλήθεια οἷον τὸ,
10„καὶ τοῦτον οὐδ’ εἰ γέγονεν εἰδὼς οὐδὲ γιγνώσκων, ὡς
μηδὲ νῦν ὤφελον,“ καὶ τὸ „ἐφ’ οἷς ἔγωγε ἀποπνίγομαι.“1021

7

.

1022

ιηʹ. Δοκεῖ πταῖσμα εἶναι γραφικόν· ἔδει γὰρ εἰπεῖν ἔνθα δὲ δεῖ τοῦ ἀμελοῦς· ἐναντίον γὰρ κάλλει, ὡς αὐ‐ τῷ δοκεῖ, τὸ ἀμελές· ἴσως δὲ τόλμαν ἂν λέγοι πάλιν τρα‐ χύτητα καὶ σφοδρότητα, τολμηρὸν γὰρ τὸ κατὰ μειζό‐
5νων λέγειν προσώπων, ὃ ἴδιον τραχύτητος, καὶ τὸ ἐπιτι‐ μᾷν καὶ ἐλέγχειν, ὃ ἔχει σφοδρότης, ἄῤῥυθμοι δὲ αὐτῶν καὶ αἱ συνθῆκαι, διὸ δέονται κάλλους. ιθʹ. Τῆς γὰρ λαμπρότητος τοῖς μακροτέροις τῶν κώλων ἀεὶ χαιρούσης, ἀναγκαῖον ἔσθ’ ὅπου κατά τινα καὶ
10διαστήματα τὴν γοργότητα συμπλέκειν τοῖς κατ’ ὄνομα κομματικοῖς, ἀγωνιστικώτερον ποιοῦσαν τὸν λόγον, οἷον „Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Μεθώνην.“ κʹ. Πάλιν τὸ πιθανὸν καὶ ἡ πιθανότης οὐκ εἰσὶν ἰδέαι, ἀλλ’ εἰσὶν ἀρεταὶ λόγου, ἃς ἐργάζονται ἀφέλεια
15καὶ ἀλήθεια, γλυκύτης καὶ ἐπιείκεια· οἱ γὰρ ἠθικοὶ καὶ ἐνδιάθετοι λόγοι πείθουσιν ἑτοιμότερον τοὺς ἀκούον‐ τας· ἐπειδὴ οὖν τῇ ἀκμῇ ἐναντίον γλυκύτης καὶ ἐπιείκεια, ἀντὶ τούτων τὸ ἐξ αὐτῶν ἀποτελούμενον εἶπεν. Πάσαις ταῖς ἰδέαις, φησὶν, εἴτε κεχωρισμέναις,
20τοῦτο γὰρ τὸ αὐτοῖς ἑκάστοις, εἴτε μεμιγμέναις, τοῦτο γὰρ τὸ ταῖς μίξεσιν αὐτῶν εἰ μέλλοι τις εὐκαίρως καὶ
προσηκόντως χρῆσθαι.1022

7

.

1023

καʹ. Μικρότατον καὶ οὐ μέγα, εἰ εὐκρίνεια κατα‐ μίγνυται περιβολῇ, ὅπου γε καθαρότης ἡ ἄντικρυς ἐναν‐ τία περιβολῇ μίγνυται αὐτῇ, ὅ ἐστι θαυμαστὸν καὶ μεῖζον ἐκείνου.
5 κβʹ. Καλῶς προσέθηκε τὸ σχεδὸν, ἡ μὲν γὰρ τῇ κα‐ θαρότητι ἐναντία, αὕτη δὲ διορθωτικὴ τῆς καθαρότητος δοκεῖ καὶ τῆς εὐκρινείας εἶναι, καὶ οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ ἀναγκαία, δεῖ γὰρ τοῖς περιβλητικοῖς πᾶσιν, ὅτε αὐξηθεῖεν καὶ μεστὸν ποιοῖεν τὸν λόγον, παρεῖναί τι τῶν
10εὐκρινούντων, ὡς ἂν μὴ συγχέοιντο, ἀλλ’ εὐκρινὴς ὁ λό‐ γος γίγνοιτο. κγʹ. Σημείωσαι, ὅτι ἀνάγκη τοῖς περιβλητικοῖς παρ‐ εῖναι τὴν εὐκρίνειαν, ἵνα μὴ ἡ σύγχυσις καὶ ἡ ἀσάφεια βλάπτῃ τὸν λόγον.
15 κδʹ. Ἐκεῖ γὰρ εἶπεν, ὅτι ὅταν κατὰ ἀνάγκην τινὰ κινδυνεύῃ εἰς τὸ ἐναντίον τῇ σαφηνείᾳ πίπτειν ὁ λό‐ γος, διορθοῦται ἡ εὐκρίνεια. κεʹ. Ἕκαστον γὰρ τῶν περιστατικῶν μορίων, εἴ τις διὰ πλειόνων τόπων ἐξεργάζεσθαι βούλοιτο, πολλὴν πλατύτη‐
20τα ποιεῖ τῷ λόγῳ. κϛʹ. Ἴσως τοῦτό ἐστιν, ὃ καλεῖ Ἀψίνης ἀπὸ τῆς ὁμοιώσεως, οἷαί εἰσιν αἱ παραβολαὶ, ὡς Δημοσθένης ἐν δευτέρῳ Φιλιππικῶν· „ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρό‐
25τερα εἶναι δεῖ, οὕτως καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας εἶναι προσήκει·“ τὸ δὲ ὅμοιον διαφέρει τοῦ ἴσου· τὸ μὲν γὰρ ὅμοιον ποιότη‐ τος, τὸ δὲ ἴσον πηλικότητος· καὶ Μινουκιανὸς ἐν τῷ περὶ τῶν στάσεων δευτέρῳ ὡς εἴδη διάφορα τίθησι τό τε ἀπὸ
30τοῦ ὁμοίου καὶ τὸ ἀπὸ τοῦ ἴσου ἐν τῷ συλλογισμῷ.
κζʹ. Ὡς ἐν τῷ πρὸς Λεπτίνην, „καὶ γὰρ ἂν ἄλογον1023

7

.

1024

εἴη, εἰ μίαν μὲν πόλιν ἀπώλεσεν ἢ ναῦς δέκα, περὶ προδοσίας ἂν εἰσήγγελλον αὐτὸν οὗτοι· ἐπεὶ δὲ τοὐναν‐ τίον ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἀπώλεσεν ἢ ἔλαβε·“ τῷ γὰρ προσκτήσασθαι ἐναν‐
5τίον τὸ ἀπολέσαι, διαφέρει δὲ τὸ ἐναντίον τοῦ ἀντικειμέ‐ νου, ὅτι ἐν μὲν τῷ ἀντικειμένῳ ἔνεστι πρᾶγμα γεγονὸς ἢ μὴ γεγονός· οἷον ἠρίστευσεν, οὐκ ἠρίστευσεν· ἐν δὲ τῷ ἐναντίῳ δύο, λελοιπέναι τὴν τάξιν καὶ ἠριστευκέναι. κηʹ. Πάντων μὲν ἄμεινον καὶ τελεώτατον ὁ φιλό‐
10σοφος Ἀριστοτέλης παραδίδωσι τὰ περὶ τόπων ἐν τοῖς οὕτως ἐπιγραφομένοις τοπικοῖς βιβλίοις, καὶ Βασιλικὸς δὲ ὁ σοφιστὴς ἐν τῷ περὶ τόπων μονοβιβλίῳ τούτους τε ἀπαρι‐ θμεῖται τοὺς τόπους, καὶ ἄλλους ἀμφὶ τοὺς εἴκοσι, δι’ ὧν πλα‐ τύτερον τῶν πραγμάτων οἷόν τε ποιεῖσθαι τὰς ἐργασίας.
15 κθʹ. Ὡς ἐν τῷ πρὸς Λεπτίνην, „οὐ γὰρ εἰ μὴ χρήματα ἀπόλλυτε μόνον σκεπτέον, ἀλλ’ εἰ καὶ δόξαν χρη‐ στὴν, περὶ ἧς μᾶλλον σπουδάζετε ἢ περὶ χρημάτων.“
λʹ. Εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδ’ ἃ πάθοιτ’ ἂν, εἰ1024

7

.

1025

δύναιτ’ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμή‐ σετε; ἐν Ὀλυνθιακῷ πρώτῳ· ἰστέον δὲ, ὅτι τὸ ὅμοιον ποιότητός ἐστι, τὸ δὲ ἴσον πηλικότητος· διαφέ‐ ρουσιν οὖν ἀλλήλων ταύτῃ.
5λαʹ. Ὡς ἐν τῷ κατὰ Μειδίου, κ. τ. λ.
7 λγʹ. Ἡ γὰρ περιβολὴ ἐκ τῶν παρακολουθούντων γί‐ νεται τῷ πράγματι, ταῦτα δὲ αὔξησίς ἐστι τῶν περὶ τὸ πρᾶγμα, διὰ δὴ καὶ οὐ προσῆκε τῶν τοιούτων ἐν τῷ
10περὶ ἰδεῶν διαλαβεῖν, ἀλλ’ ἐν τῷ περὶ πίστεως· οὐ γὰρ ἔννοιαι ταῦτα περιβολῆς, ἀλλ’ ἐπιχειρήματα καὶ αὔξησις τῶν ποιούντων περιβολήν. λεʹ. Διὰ τὸν Αἰσχίνην λέγει, ὅτι ἀφεὶς εἰπεῖν τὰ τῆς πρεσβείας ἄλλα εἶπε, δι’ ὧν ἐμισθώθη.
15 λϛʹ. Ὡς ὁ ποιητὴς ἀπὸ τῆς ὀργῆς Ἀχιλλέως ἤρξατο, ὃ δεύτερον ἦν, εἶτα ἐπήγαγε τὴν αἰτίαν τῆς ὀργῆς, ὃ ἦν πρῶτον. λζʹ. Μέθοδος περιβολῆς τὸ κεχρῆσθαι τῷ κατ’ ἐπεμ‐ βολὴν σχήματι ἀνατρέψαντα τῶν πραγμάτων τὴν τάξιν.
20ληʹ. Τῷ γὰρ ἐνταῦθα ἐγίνοντο οἱ ὅρκοι ἀκόλου‐1025

7

.

1026

θόν ἐστι τὸ, ὅτε δεῦρο ἤδη τὸ στράτευμα ἄγων ἐβάδιζε Φίλιππος. λθʹ. Ἕτερον ἀντὶ τοῦ σεμνὸν, σεμνότητος γὰρ σχῆ‐ μα εἶναι τὴν ἐπίκρισίν φησι τὸ αἰσχρῶς, ὦ Ἀθηναῖοι,
5καὶ ἀναξίως ὑμῶν. μʹ. Πρότασις, ὅτι συμφέρων ὁ νόμος ἐστὶ, κατα‐ σκευὴ, οὐ γὰρ οἱ πένητες ἀδικηθήσονται, οὐκέτι γὰρ ἀπὸ μικρῶν ἀναλωμάτων ἀτελεῖς ἔσονται οἱ πλούσιοι, οὐκ‐ έτι ὑστερήσει τῶν καιρῶν ἡ πόλις.
10 μαʹ. Σημείωσαι, ὅτι ἐν τῷ τετάρτῳ τῶν Φιλιππι‐ κῶν τὰς κατασκευὰς τοῦ προοιμίου προτάττει τῆς προ‐ τάσεως, ὁ δὲ σοφιστὴς Ἀσκληπιὸς κατασκευὴν εἶναι λέγει ἄνευ προτάσεως, καὶ ἐοικέναι φησὶ τῷ πρώτῳ προοιμίῳ τοῦ Ἀρχιδάμου Ἰσοκράτους, Ἑρμογένους λέγοντος ἐναν‐
15τίον εἶναι. μβʹ. Ὅπως μὲν κατὰ ἐννοίας καὶ μεθόδους περιβάλ‐ λεται ὁ λόγος, ἱκανῶς ἐν τοῖς προλαβοῦσιν ἐδίδαξε, λέξιν· δὲ ἰδίαν περιβολῆς οὐκ εἶναί φησιν. μγʹ. Ἀντὶ τοῦ λίαν ἀμαθῶς, οὐδὲν γὰρ ἐξετάσαντες
20ἀβασανίστως οὑτωσί πως τὸ δόξαν αὐτοῖς ἐνομοθέτησαν. μδʹ. Ἐν τῷ περὶ δεινότητός φησιν, ὅτι ἐστὶ λόγος μὴ ὢν μὲν δεινὸς, δοκῶν δὲ εἶναι· καὶ πάλιν ὢν μὲν δεινὸς, οὐ δοκῶν δὲ, καὶ ἄλλος ὁ δοκῶν καὶ ὢν δεινὸς, ὥστε εἶναι εἴδη τρία. λέγει οὖν νῦν δεινότητα τὴν κατὰ μέθοδον
25τὴν οὖσαν καὶ δοκοῦσαν, τὸ ταῖς ἰδέαις ἁπάσαις τοῦ1026

7

.

1027

λόγου καὶ πάσαις ἐννοίαις εἰδέναι, πότε δεῖ, καὶ ποῦ, καὶ πῶς χρήσασθαι, καὶ μὴ μόνον εἰδέναι, ἀλλὰ καὶ δύνα‐ σθαι. Σημείωσαι, ὅτι λέξις ἰδία περιβολῆς οὔποτ’ ἂν εὑρεθείη.
5 μεʹ. Ὅπερ ἐστὶ μέθοδος δεινότητος· μέθοδος δὲ περι‐ βολῆς καὶ ἡ ἐπιμονὴ, ἣν ὁ Τιβέριος ἐν τοῖς σχήμασι κ. τ. λ. μϛʹ. Διὰ τὸ ἐπιμεῖναι τῇ ἐρωτήσει, ὅταν ἰσχύωμεν τῷ πράγματι.
10 μζʹ. Σημείωσαι, ὅτι ἐοικότα σχήματα λέγει τῇ ἀπα‐ ριθμήσει τό τε ἀπαριθμητικὸν καὶ τὸ κατὰ προτίμησιν· τί δὲ διαφέρει ἀπαρίθμησις ἀπαριθμητικοῦ δηλοῖ τὰ
ἐνταῦθα λεγόμενα.1027

7

.

1028

μηʹ. Οὐ γὰρ μόνον κατὰ πλαγιασμὸν ἐξενήνεκται τὸ χωρίον, ἀλλὰ καὶ σὺν τοῖς περιστατικοῖς διαπέπλεκται, πράγμασι, προσώποις, αἰτίαις, ὅπερ ἐστὶν ἔννοια περι‐ βολῆς· ἔτι γε μὴν ἐν πολλοῖς μέρεσι τοῦ χωρίου καὶ τὰς
5κατασκευὰς λέγει πρὸ τῶν προτάσεων, ὅπερ ἔστι μέθο‐ δος περιβολῆς, οἷον· „ταῦτα δὲ ὁρῶν Φίλιππος, οὐ γὰρ ἦν ἀφανῆ, καὶ τοῖς παρ’ ἑκάστοις προδόταις χρή‐ ματα ἀναλίσκων πάντα συνέκρουε καὶ πρὸς ἀλλήλους ἐτά‐ ραττε·“ τοῦ γὰρ πάντα συγκρούειν προτάσεως οὔσης κα‐
10τασκευή ἐστι τὸ χρήματα ἀναλίσκειν τοῖς ἑκασταχοῦ προ‐ δόταις. ναʹ. Τὸ κέχρηται συμφορᾷ, καθὸ μὲν μικρόν ἐστι καὶ κομματικὸν καὶ καθ’ ἑαυτὸ τὴν διάνοιαν ἀπήρτισε, καθα‐ ρόν ἐστι, καθὸ δὲ κατ’ αὔξησιν εἴρηται, περιβλητικόν ἐστι
15κατ’ ἔννοιαν· τὴν γὰρ ἀτιμίαν αὔξων συμφορὰν ἐκάλεσεν, ὥστε τὸ μὲν κῶλον καθαρὸν, ἡ δὲ ἔννοια περιβλητική. νβʹ. Ἡ μὲν λαμπρότης οὐχ ἁρμόττει, διότι παρὰ
τοῖς ἰδιώταις οὐχ οἷόν τε ἔδοξε πράγματα γίνεσθαι. ἡ δὲ1028

7

.

1029

τραχύτης οὐ παραληπτέα, διότι κατὰ μειζόνων προσώπων οὐκ ἂν χρήσαιτο καταφορᾷ ἰδιώτης, ὅπερ τραχύτητος ἴδιον. διὰ τὰ αὐτὰ δὲ οὐδὲ τῇ ἀκμῇ χρηστέον ἐν ἰδιωτι‐ κοῖς, ἀπὸ γὰρ τῆς μίξεως τῶν προειρημένων γίνεται.
5σφοδρότης δὲ ἁρμόδιος ἰδιώταις· εὑρίσκεται γὰρ ἐν αὐ‐ τοῖς τὰ μὲν μείζονα, τὰ δὲ καταδεέστερα πρόσωπα· ἔγνω‐ μεν δὲ, ὡς αἱ τῶν καταδεεστέρων προσώπων ἐπιτιμήσεις ἴδιαι σφοδρότητος, καὶ ταύτην δὲ οὐ καθαράν φησιν εὑ‐ ρίσκεσθαι ἀντὶ τοῦ οὐχὶ ἄκρατον, πρῶτον μὲν γὰρ οὐ
10πάντως καὶ πεποιημέναις χρήσεται λέξεσιν ὁ ἰδιώτης ἐπι‐ τιμῶν, οἷόν ἐστι τὸ ἰαμβοφάγος καὶ γραμματοκύφων, αὗται γὰρ τραχύτητος ἴδιαι, ἔπειτα δὲ τῷ ἤθει συμ‐ πλέξει τὴν τραχύτητα, ὅπως ἂν ἰδιώτῃ πρέπων μᾶλλον ὁ λόγος φαίνηται.
15 νγʹ. Ἀντὶ τοῦ κατὰ τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότητος προάγειν τὸν λόγον· ἡ γὰρ ἀκμὴ ἐκ τῶν
τριῶν τούτων γίνεται·1029

7

.

1030

Ἐπιτρέχον ἐστὶ σχῆμα τὸ δι’ ἑνὸς κώλου ἀπαρτί‐ ζον ἔννοιαν καὶ εὐθὺς μεταβαῖνον εἰς ἑτέραν καὶ αὐτὴν δι’ ἑνὸς κώλου πληρουμένην, καὶ μεταπηδῶν εὐθὺς εἰς ἄλλην ὁμοίως, οἷον θεραπεύειν τὸν πρόεδρον, λύειν τὴν
5ὑποψίαν, ἕλκειν τὴν ἐκκλησίαν ἐφ’ ἑαυτόν· περισυναπτι‐ κὸν δὲ ἐκεῖνο τὸ εὐθὺς ἐπάγον τῇ προτάσει τὴν ἀπόδο‐ σιν, ὡς τοῦτο· πρότασις μὲν, τὸ ἐπειδὴ ἐκκλησία μὲν οὐκέτ’ ἦν ὑπόλοιπος οὐδεμία, ἀπόδοσις δὲ διὰ τὸ προκα‐ τακεχρῆσθαι. Τὸ ἐπιτρέχον ἐπιτροχασμός ἐστι, τὸ πα‐
10ρακείμενον σχῆμα τῷ συναθροισμῷ καὶ τῇ ἐπιμονῇ· δια‐ φέρει δὲ ἐκείνων, ὅτι τὰ πολὺ διεστηκότα συνάπτει, ὡς ἐν τῷ ἐννάτῳ τῶν Φιλιππικῶν· „ἀλλ’ ἐφ’ Ἑλλήσπον‐ τον οἴχεται πρότερον, ἧκεν ἐπ’ Ἀμβρακίαν, καὶ ἐπέχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγαρεῖς ἐπεβούλευ‐
15σαν πρῴην·“ ἰστέον δὲ, ὅτι τὸ ἐπιτρέχον σχῆμα τὸ αὐτό ἐστι τῷ κατ’ ἐπιδρομὴν, οὗ μέμνηται Οὐλπιανὸς, οἷον, „ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ.“ Πλαγιασμὸν δὲ ἀνωτέρω τοῦτο Ἑρμογένης φησίν· ἐν δὲ τῷ περὶ γοργό‐ τητος ἐπιτρέχον, καὶ πάλιν· „ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον
20Φίλιππος, Ὀλύμπια ἐποίει·“ τάχους γὰρ τὸ σχῆμα ποιη‐ τικόν· ἐπιτροχασμὸς δὲ καὶ τὸ, „ὡς Πρόξενον οὐχ ὑπε‐ δέξαντο, ὡς ἀσεβεῖς εἰσιν, ὡς ὅ τι ἂν δήποτε αὐτῶν κα‐ τηγορῇ·“ ἔστι δὲ ἐπιτρέχον σχῆμα διὰ τὸ τὰς ἐννοίας ἔχειν ὥσπερ ἐν δρόμῳ ἠρτημένας ἀλλήλων.
25 νζʹ. Ἐκ τοῦ τὰ διεστηκότα συνάγειν καὶ συνάπτειν ἕτερα ἑτέροις προειρημένοις, τοῦτο δὲ τὸ ἐπιτρέχον σχῆ‐ μα ἐργάζεται. νηʹ. Ὑποστάσεις καλοῦνται τὰ σχήματα ταῦτα, οἱονεὶ ὑποστῆσαι καὶ δεῖξαι τὸ πρᾶγμα δυνάμενα· τίς γὰρ
30ἐναργέστερον τοῦτο δείξειε τοῦ καὶ τοὺς ἀντιδίκους ὁμο‐1030

7

.

1031

λογοῦντας παρεχομένου; ἢ πάλιν πῶς οὐκ ἐναργὲς ταῦτα παρὰ θεῶν αἰτεῖν, ὅσα τῇ πόλει καὶ τοῖς ἐνοικοῦσιν εὐ‐
χόμεθα προσεῖναι;1031

7

.

1032

ξʹ. Τὸ παλαιὸν περὶ τοὺς βωμοὺς χοροὺς ἱστάντες ᾖδον μέλη τινὰ ἐπινίκια, ὧν ὕμνοι θεῶν ἦν τὸ προοί‐ μιον· κρατοῦντες δὲ τὰς ἀλλήλων χεῖρας ἐστρέφοντο ἅμα τῷ ᾄδειν περὶ τὸν βωμὸν, καὶ τοῦτο ἐκαλεῖτο στροφὴ,
5εἶτα εἰς τὸ ἐναντίον ἐστρέφοντο, καὶ τοῦτο ἐκαλεῖτο ἀν‐ τιστροφή· μετὰ τοῦτο ἱστάμενοι ᾖδον, καὶ τοῦτο ἐκα‐ λεῖτο ἐπῳδός· ταῦτα δὲ ἐποίουν εἰς μίμησιν καὶ σύμ‐ βολον τοῦ παντός· αἱ μὲν γὰρ τῶν πλανωμένων σφαῖ‐ ραι κινοῦνται ἐκ δυσμῶν ἐπὶ ἀνατολὰς, αἱ δὲ ἀπλανεῖς
10τοὐναντίον, ἥ τε γῆ ἐν μέσῳ ἵσταται. ἰστέον δὲ, ὅτι τῇ τάξει μόνῃ διαφέρει ἡ ἀντιστροφὴ τῆς στροφῆς, οἷον τῷ εἶναι δευτέρα· ἐπεὶ καὶ τῷ ἀριθμῷ τῶν κώλων καὶ τῷ μέτρῳ κοινωνεῖ· ἡ δὲ ἐπῳδὸς καὶ τάξει καὶ μέτρῳ καὶ ἀριθμῷ διαφέρει αὐτῶν.
15 ξαʹ. Ἡ παρίσωσις κ. τ. λ. τῆς δὲ κατὰ τὸ τέλος παρισώσεως τὸ μέν ἐστιν ὁμοιό‐ πτωτον· τὸ δὲ ὁμοιοτέλευτον· ὁμοιοτέλευτον μὲν, οἷον τὸ Ἰσοκράτους ἐν Ἑλένῃ· „τοῦ μὲν ἐπίπονον καὶ φι‐ λοκίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περίβλεπτον καὶ πε‐
20ριμάχητον τὴν φύσιν κατέστησε·“ τὸ γὰρ ἐποίησε καὶ1032

7

.

1033

κατέστησεν ἰσοσύλλαβον καὶ ὅμοιον τῷ τόνῳ· ὁμοιόπτω‐ τον δὲ, ὅταν εἰς τὰς αὐτὰς πτώσεις λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, οἷον τὸ Ἰσοκράτους· „τῆς ὑπὸ μὲν Ἀθη‐ ναίων ἢ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ δὲ τῆς
5τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης.“
6tCap. XII.
7tΠερὶ ἐπιμελείας καὶ κάλλους.
7 δʹ. Κάτω ἡ ἀπόδοσις εἰς τὸ, „ἐπεὶ δὲ ἔστι τινὰ,“ ἃ δὴ σαφῶς ἐκτρέπων τῶν ἄλλων, πολλὰ γὰρ εἰπὼν ἐπ‐ αναλαμβάνει εἰπών· „κάλλος γὰρ λόγου κυρίως μὲν,“ ὃ
10προείρηται· αὐτοῦ δὲ τοῦ λόγου κυρίως κάλλος ἐστὶ τὸ σύμμετρον καὶ εὐειδὲς ἐκ πάσης καὶ ἑκάστης ἰδέας κεκρα‐ μένον. εʹ. Κυρίως καὶ κατὰ πρῶτον λόγον καὶ προηγου‐ μένως κάλλος εἶναι λέγει τὴν ἐξ αὐτῆς ἰδέας καὶ μέρους
15ἑκάστου συμμετρίαν· κατὰ δεύτερον δὲ λόγον κάλλος, φησὶν, ἐστὶ λόγου τὸ εὐαρμόστως χρήσασθαι ταῖς ἐννοί‐ αις καὶ τεταγμένως, ἀλλὰ μὴ χύδην. ϛʹ. Καὶ ἔστι περιληπτικώτερον μὲν τὸ μέλος, οἷον κε‐ φαλὴ, χεὶρ, πούς· περιεχόμενον δὲ τὸ μέρος, οἷον ὀφ‐
20θαλμοὶ, ὦτα, δάκτυλοι, ἀναλογοῦσι δὲ ἐν τοῖς λόγοις
τοῖς μὲν μέλεσιν αἱ ἰδέαι, τοῖς δὲ μέρεσι τὰ ὀκτὼ ἑκά‐1033

7

.

1034

στης ἰδέας ποιητικά· καὶ τί ἐστι κάλλος καθολικόν; συμμετρία, ὅ ἐστιν εὐαρμοστία καὶ ἡ ἐπανθοῦσα χροιά. ζʹ. Δεῖ, φησὶ, τὴν ποιότητα τοῦ λέγοντος καὶ τὸ ἦθος ἐκλάμπειν δι’ ὅλου τοῦ λόγου, καθάπερ ἐν τοῖς σώ‐
5μασιν τὸ καλούμενον χρῶμα· τὸ γὰρ φαινόμενον τοῦτο κάλλος ἐφελκτικὸν μέν ἐστιν, ἅτε κομμωτικὸν, τὴν δὲ ποιότητα οὐκ ἐμφαίνει τοῦ λέγοντος, εἴτε περὶ τὴν λέξιν ἔχον τὴν σύστασιν· ὡρίσαντο δέ τινες τὸ ἐν σώματι κάλ‐ λος ἀληθὲς οὕτως κ. τ. λ.
11 θʹ. Οἷον τὴν οἰκονομίαν αὐτοῦ ἐμέμψατο καὶ τὴν ἀταξίαν, ἀλλ’ οὐ κατὰ τὰ ἐνθυμήματα· κἂν γὰρ ἡ ἔννοια καὶ ἡ λέξις εὖ ἔχοι, ἀναρμοστία δὲ τούτων φαίνεται, οὐ καλὸς ὁ λόγος.
15 Οὐκ αἰτιᾶται τὰς ἐννοίας ὁ Πλάτων, ἀλλὰ τὴν τάξιν καὶ τὴν συνθήκην αὐτῶν, ἤγουν διὰ τὸ μὴ θεῖναι
τὰ πρῶτα ὡς πρῶτα κατὰ τὴν τέχνην, ἀλλὰ ἄλλην ἄλλως1034

7

.

1035

καὶ ὡς ἔτυχεν. Ἔξωθεν κομμωτικός. Ἰστέον, ὅτι διαβάλλοντες οἱ αἱρετικοὶ ὡς πλεονάζον ἐν τῷ λόγῳ τοῦ θεολόγου πορνικὸν εἰρήκασιν, ὡς ἐκεῖνος ἐπεσημήνατο ἐν τῷ συντακτηρίῳ γράψας· οὐδὲ τῶν πορνικῶν, ὡς ἄν τις
5ἔφη διασύρων ἡμᾶς, τῶν πόρνων καὶ λόγον καὶ τρόπον· ὑπόκειται δὲ τοῦτο ἐκείνῳ τῷ ῥητῷ· οὗτοι τῶν ἐμῶν λό‐ γων ἔργον, οὐχ οὓς ἐῤῥίψαμεν, ἀλλ’ οὓς ἠγαπήσαμεν. ιαʹ. Τῷ ἔξωθεν κόσμῳ κομμωτικῷ, ὁ δὲ κόσμος ὁ ἐπι‐ κείμενος ἔξωθεν κομμωτικὸς περὶ τὴν λέξιν μόνον ἐστὶ
10καὶ τὰ ἑπόμενα τῇ λέξει· ἔστι δὲ καὶ ἕτερον κάλλος, ὃ καὶ ὡραῖον καλεῖται, τὸ ἐν γλυκύτητι, ὡς ὑποκατιὼν αὐτός φησιν ἢ μᾶλλον ἐρεῖ. ιβʹ. Ἔννοιαι, φησὶν, ἢ μέθοδοι τούτου τοῦ κάλλους οὐκ εἰσὶ, πλὴν εἴ τις λέγοι τὴν δριμύτητα, ἥντινα προσ‐
15ήκειν ἀφελείᾳ ἐρεῖ· ἧς ἀφελείας ἐπίτασις ἡ γλυκύτης, ἀν‐ άγεται δὲ ὑπὸ τὸ ἦθος ἡ ἀφέλεια. ιγʹ. Δριμεῖαι ἔννοιαί εἰσιν αἱ τροπικῶς καὶ ἐμ‐
φαντικῶς εἰρημέναι, ὡς ἐπὶ κυνῶν ἡ φιλανθρωπία, καὶ1035

7

.

1036

ἐπὶ Ἑρμιόνης ἡ φιλανδρία, καὶ ἐπὶ χαλινοῦ τὸ ἱππόδα‐ μος· αἱ δὲ τοιαῦται τῶν ἐννοιῶν καὶ κάλλος οὐ μικρὸν προσάγουσι τῷ λόγῳ, ὡς εὐθὺς κινεῖν τὸν ἀκροατὴν, πολλῷ δὴ μᾶλλον ἢ τοὺς ἐρωτικοὺς τὰ λίαν εὐειδῆ τῶν
5προσώπων. ιδʹ. Τῆς ἐννοίας, φησὶν, ἐπὶ τοῦ τοιούτου κάλλους, λέγω δὴ τοῦ προφαινομένου καὶ κομμωτικοῦ καὶ τῆς με‐ θόδου μὴ εὑρισκομένης ἀκόλουθον ἂν εἴη περὶ λέξεως πρῶτον εἰπεῖν.
10 ιεʹ. Ἐναργεῖς, ἀντὶ τοῦ σημαντικώτεραι, τὸ δὲ ἄλλο τι ἔφη ἀντὶ τοῦ ὄγκον ἔχουσαι καὶ δίαρμα καὶ ὕψος· ὡς ἐν τῷ περὶ λέξεως καθαρότητος ἔφη. ιϛʹ. Ἀντὶ τοῦ καὶ σφοδραί· πολλὴ γὰρ ἡ συγ‐ γένεια τῇ τραχύτητι πρὸς τὴν σφοδρότητα.
15 ιζʹ. Κομμωτικῷ τῷ περὶ λέξιν, ὃ καὶ ἐπίθετον κό‐ σμον καλεῖ, ὥσπερ καὶ Διονύσιος ὁ Ἁλικαρνασεὺς, ἐν τῷ περὶ χαρακτήρων τῶν ῥητόρων· ἔστι γὰρ καὶ ἕτερον κάλλος, ὃ καὶ ὡραῖον καλεῖ, τὸ ἐν γλυκύτητι, ὡς ὑπο‐ κατιὼν αὐτὸς ἐρεῖ.
20 ιηʹ. Ἀντὶ τοῦ, ὡς ἐν τῷ ἰδιάζοντι καὶ οἰκείῳ τῆς τοῦ κάλλους ἰδέας· διπλοῦν γὰρ τὸ κάλλος, ὡς ἀνωτέ‐
ρω ἔφη· τὸ μὲν δι’ ὅλου τοῦ λόγου διῆκον ἐκ τῆς ἐναρ‐1036

7

.

1037

μονίου κράσεως τῶν ἰδεῶν, τὸ δὲ διὰ μόνων τῶν ποιούν‐ των τὴν τοῦ κάλλους ἰδέαν προερχόμενον. ιθʹ. Αἱ γὰρ παρισώσεις κατὰ τούτους γίνονται τοὺς δύο τρόπους, ἢ κατὰ τὸ ποσὸν τῶν συλλαβῶν, ἃ κατὰ
5τὸν τεχνικὸν παρὰ τῷ ῥήτορι σπάνιον εὑρεῖν· καὶ δὴ καὶ ἄντικρυς ἂν ἀπεφηνάμεθα, μηδὲ εὑρεθῆναί ποτε παρὰ τῷ ῥήτορι τὴν τοιαύτην παρίσωσιν, εἰ μὴ ἓν ἡμᾶς ἐβιάζετο παράδειγμα τὸ, καὶ τῇ πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσο‐
10μαι ποιεῖν.“ Τὸ γὰρ βοηθεῖν καὶ λαβεῖν ἐστι παρ‐ ίσωσις, τὸ θεῖν καὶ βεῖν, καὶ οὐχ ἁπλῶς παρίσωσις, ἀλλὰ καὶ τὸ καθ’ ἑαυτὴν ἀκριβές. κʹ. Εἴθε περισώζεσθαι καὶ τὴν θεωρίαν ταύτην ἐνῆν, ὅπως ἐντεῦθεν ἡμῖν περιεγένετο καὶ τὴν Δημο‐
15σθενικὴν καταλαβεῖν ἀκριβῶς· ἀφανισθείσης γὰρ αὐτῆς οὐκ οἶδα, εἴ τις ἠδυνήθη τοῦ προλεχθέντος ἀνδρὸς γνῶ‐ ναι δεόντως τὴν περὶ τοὺς λόγους διοίκησιν· ταύτην οἱ δεινοὶ σοφισταὶ καὶ μέγα φρονοῦντες ἐπὶ τῇ τοιαύτῃ προσηγορίᾳ, ἅτε μηδὲν ἔχοντος σοφιστοῦ πλὴν τοῦ ὀνό‐
20ματος· παράλογον γὰρ ὡς ἀληθῶς πεποίηκεν ὁ ῥήτωρ ἐν τοῖς προκαταρκτικοῖς τῇ τοιαύτῃ παρισώσει χρησά‐ μενος, ὃ μηδαμοῦ φαίνεται πεποιηκέναι· ἀλλὰ καὶ αὐ‐ τὸς Ἰσοκράτης, ὁ χαίρων ἐν τοῖς τοιούτοις σχήμασι, φεύγει τὴν τοιαύτην ἐν τοῖς προοιμίοις παρίσωσιν· ἀλλὰ
25καὶ τοῦτο σφόδρα Δημοσθενικὸν φαίνεται τῷ καταλα‐ βόντι τὴν αἰτίαν· χαίρειν γὰρ ὡς ἐπὶ τὸ πλεῖστον εἰώ‐ θαμεν, ὅταν τις τῶν δοκούντων εἶναι σοφῶν ἀπέλθοι νικηθεὶς ὑπὸ τοῦ τυχόντος ἀνδρὸς, καὶ ᾧ τὴν ἀρχὴν πάρεργον ἡ τοιαύτη σπουδή· διὰ τοῦτο καὶ Σωκράτη
30τὸν φιλόσοφον λέγουσιν ἀγαπᾶσθαι παρὰ τῶν ἰδιω‐
τῶν τοσοῦτον, ὅσον μισεῖσθαι παρὰ τῶν ἀντιτέχνων·1037

7

.

1038

φρόνημα γὰρ ἔχων μέτριον καὶ οἷον ὁ πολὺς ἄνθρωπος ἐξήλεγχε συνδιαιτώμενος τοὺς ἀεροβατοῦντας κατὰ τὴν κωμῳδίαν καὶ πεφυσιωμένους, καὶ οὐ μόνων αὐτῶν τὸ φρόνημα συνέστελλεν, ἀλλὰ καὶ αὐτὸς ἰδιώτην ἑαυτὸν
5ἔλεγεν· οὕτως οὖν καὶ Δημοσθένης ἰδὼν τὸν Ἀνδροτίωνα τοῖς τοιούτοις μάλιστα σχήμασι χαίροντα, ἅτε καὶ ἀκρο‐ ατὴν ὄντα τοῦ Ἰσοκράτους, εὐθὺς ἐν τοῖς προκαταρκτι‐ κοῖς ἐχρήσατο τῇ παρισώσει, ὅπως καὶ τοὺς δικαστὰς ἐπισπάσηται, καὶ ὁ πάντα τὸν βίον ἐπὶ τῇ τοιαύτῃ
10διαχειρίσει τῶν λόγων καταναλώσας ὑπὸ ἰδιώτου καὶ τοῦ τυχόντος ἀνδρὸς ἀπέλθῃ νικώμενος· ἀνάγκη γὰρ ἦν ἢ παραιτήσασθαι τὸν Ἀνδροτίωνα τὴν τοιαύτην παρίσω‐ σιν, ἢ χρησάμενον μηδὲν μέγα ποιεῖν, ὅπου γε καὶ Δι‐ όδωρος τῶν τοιούτων σχημάτων ἐπιστήμων ἦν, ὁ περὶ
15τοὺς λόγους ἔχων ἀπόρως, καὶ πάντα μᾶλλον ἢ λέγειν εἰδὼς, ὅθεν οὐκέτι κέχρηται τῇ τοιαύτῃ παρισώσει· παρὰ γὰρ τὴν ἀρχὴν ἐνδειξάμενος εὐκατάληπτον οὖσαν τὴν τοιαύτην ἐπιστήμην ἀπηλλάγη τοῦ τοιούτου σχήματος, ἄτοπον ἡγησάμενος αὖθις ἐπιβουλεῦσαι καὶ προσκορῆ
20ποιῆσαι τὸν λόγον. καʹ. Πρὸς Ἀνδροτίωνα ἦν αὐτῷ τὸν Ἄνδρωνος ὁ ἀγὼν, ἄνδρα τῶν Ἰσοκράτους ἄριστον μαθητῶν καὶ πρὸς ῥητορείαν κάλλιστα γεγυμνασμένον, διὸ παρ‐ ευθὺς ἐκ προοιμίων τοιαύτῃ κέχρηται παρισώσει, οἵαν
25ἀλλαχοῦ φαίνεται διακόπτων, ὅπως ἂν τὸ κομμωτι‐1038

7

.

1039

κὸν διαφύγοι κάλλος· ἰσοσύλλαβα γάρ πώς εἰσι τὰ τρία κῶλα καὶ ὁμοιοκατάληκτα, λέξει τε καθαρᾷ κεχρημένα καὶ συνθήκῃ περικαλλεῖ τῇ ἄνευ παντὸς συγκρουσμοῦ, αἵ τε ἀναπαύσεις τῶν κώλων εἰς μικρότερα μόρια λήγουσαι
5λίαν εὐειδεῖς εἶναι δοκοῦσιν. κηʹ. Ἐν παραβύστῳ γὰρ καθήμενος κάλλους μᾶλ‐ λον ἀντεποιεῖτο, ψυχαγωγεῖν ἐντεῦθεν σπεύδων τοὺς ἀ‐ κροατὰς, οὐδὲν γὰρ ἐβλάπτετο μὴ προσούσης πιθανό‐ τητος διὰ τὸ μὴ εἶναι τὸν λόγον ἐναγώνιον, ὁ δὲ Δημο‐
10σθένης οὐ τέρπειν, ἀλλὰ πείθειν σπουδάζων φεύγει τοι‐ ουτοτρόπως καλλωπίζειν τὸν λόγον, ὅπως μὴ παντελῶς ἐκπέσῃ τοῦ ζητουμένου. κθʹ. Ὅτι οἱ ἐπιτηδεύοντες καλλωπίζειν τὸν λόγον ὑποπτεύονται ὡς δεινοὶ, καὶ δυνάμει λόγων πείθειν τοὺς
15δικαστὰς παρεσκευασμένοι, ἀλλ’ οὐ τῷ λέγειν τὴν ἀλή‐ θειαν· ὁ τοίνυν Ἰσοκράτης, φησὶ, μᾶλλον καλλωπισμῶν φροντίζων ἐχρήσατο παρισώσεσι πολλαῖς, ἐπειδὴ σοφι‐ στὴς ὢν καὶ διδάσκαλος ῥητορικῆς ἐθηρᾶτο τὸν ἐκ τῆς ἀκοῆς ἔπαινον· ὁ γὰρ ῥήτωρ μᾶλλον τοῦ πείθειν τοὺς
20δικαστὰς καὶ δοκεῖν ἀληθεύειν ἐφρόντισε, διόπερ οὐδὲ ἐκαλλώπισεν, ἵνα μὴ τῇ ὑποψίᾳ ἀπίθανος γένηται. λʹ. Σημείωσαι, ὅτι αἱ καθ’ ὅλον κῶλον παρ‐ ισώσεις Δημοσθενικαὶ μάλιστα· καλοῦνται γὰρ καὶ γορ‐ γαὶ καὶ μάλιστα, εἰ ἀποστροφὴν ἔχοιεν.
25 λαʹ. Ἴσα λέγει τὰ κῶλα, ἐπειδὴ τῶν τριῶν ἕκα‐ στον συλλαβῶν ἐστιν ἐννέα, τὸ μὲν πρῶτον ἄχρι τοῦ δι‐ δόμενα, τὸ δὲ δεύτερον ἄχρι τοῦ εἶναι, τὸ δὲ τρίτον ἄ‐
χρι τοῦ ἀποδοῦναι.1039

7

.

1040

λβʹ. Σχῆμα ποῖον τῆς ἐπαναφορᾶς, ἡ μὲν γὰρ κατὰ κῶλόν ἐστιν, ἡ δὲ κατὰ κόμμα· αὗται μὲν οὖν ὅλων λέξεών εἰσιν ἐπαναλήψεις, ἡ δὲ παρίσωσις καὶ ἐν μιᾷ πολλάκις ἢ δευτέρᾳ συλλαβῇ θεωρεῖται, ὡς τὸ
5Παυσανίου δὲ παυσαμένου· ἡ δὲ ἀντιστροφὴ ἐναν‐ τία ἐστὶ τῇ ἐπαναφορᾷ, ὅτι τὴν παρίσωσιν οὐκ ἐπὶ τῆς ἀρχῆς, ὡς ἡ ἐπαναφορὰ, δέχεται, ἀλλὰ πρὸς τὸ τέλος· οἷον „ταξιάρχους παρ’ ὑμῶν, ἄρχοντας παρ’ ὑμῶν.“ Σημείωσαι δὲ, ὅτι ἡ παρίσωσις ἐπί τε ἀν‐
10τιστροφῆς καὶ ἐπαναφορᾶς λέγεται, ἀλλ’ ἡ μὲν κατὰ τὴν ἀρχὴν ταύτην δέχεται, ἡ δὲ κατὰ τὸ τέλος, εἴ‐ τουν ἡ ἀντιστροφὴ, ὡς ἡ τῶν παραδειγμάτων ἔκθεσις διδάσκει. λγʹ. Ἡ μὲν γὰρ ἐπαναφορὰ περιέχει τὴν παρίσωσιν,
15ἡ δὲ παρίσωσις, ἅτε μὴ οὖσα λόγου μέρος ὁλόκληρον, οὐκέτι τὴν ἀναφορὰν, ὥστε ἡ ἀναφορὰ καὶ παρίσωσίς
ἐστιν, οὐχὶ δὲ ἡ παρίσωσις καὶ ἐπαναφορά.1040

7

.

1041

λδʹ. Ὅτι λαμπρότης κάλλους συγγενής· διὰ τοῦτο δὲ καὶ τῇ ἀκμῇ· εἶπε γὰρ τὴν ἀκμὴν γίνεσθαι ἐκ πλειό‐ νων ἁρμοττόντων τῇ λαμπρότητι, ὅθεν καὶ τὰ λαμπρὰ τῶν σωμάτων πάντως καλά.
5 λεʹ. Σημείωσαι, ὅτι ἡ ἀντιστροφὴ ἐναντία τῇ ἐπα‐ ναφορᾷ, ἡ μὲν γὰρ ἐπαναφορὰ ἐν ἀρχῇ ἔχει τὴν παρίσω‐ σιν, ἡ δὲ ἀντιστροφὴ ἐν τέλει. λζʹ. Τὸ ἄγαν καταγίνεσθαι περὶ τὸν καλλωπι‐ σμὸν τοῦ λόγου ἐπιβεβουλευμένον τε καὶ διαπρεπῶς τε‐
10τιμημένον καὶ ἐπιτετηδευμένον αὐτὸν ἀποδείκνυσιν·1041

7

.

1042

εἰκότως δὲ λόγου ἐπιβουλὴν τὸ κομμωτικόν φησι κάλλος, ἀπὸ μεταφορᾶς τῶν ἀτόπων μειρακίων, ὅσα τῷ φαινο‐ μένῳ κάλλει τὰς ἄφρονας δελεάζοντα τῶν γυναικῶν ἐπι‐ βουλεύει τῇ σωφροσύνῃ· καὶ γὰρ ἐκ τοῦ ἐναντίου σώ‐
5φρων μὲν λόγος ὁ σεμνὸς, ὁ δὲ τὸ ἐκπρεπὲς κάλλος ἐπι‐ τηδεύων ἐπίβουλος, ὅτε ἐπιτηδεύων τις χρήσαιτο, ἀλλ’ οὐκ εἰκῆ φράζων. ληʹ. Τοιαύτην γὰρ εἶναι δεῖ τὴν ἀναστροφὴν, ὥστε μίαν εἶναι μεσεμβολὴν, οὐκοῦν οὐκ ἔστιν ἀναστροφὴ, κἂν
10οἱ γραμματικοὶ διαῤῥήγνυνται τηνάλλως ληροῦντες, οὐ γὰρ ἴσασι τὸ ἴδιον τοῦ τοιούτου σχήματος. λθʹ. Καὶ γοργὸν εἶπεν, ἐπειδὴ καὶ διὰ τοὺς μερι‐ σμοὺς ἐμπερίβολος γίνεται ὁ λόγος· ὁ γὰρ μερισμὸς περι‐ βάλλει· εἰ καὶ τὸ εὐειδὲς καὶ αἱ ἀναιρέσεις μὴ ἦσαν ἴδια
15κάλλους, μʹ. Τὴν ἀρίστην παρὰ τῷ ῥήτορι τῶν ἰδεῶν ἕνωσίν τε καὶ σύγκρασιν ἐκάλεσε σύμφθαρσιν ἀπὸ μεταφορᾶς τῶν διαφόρων σιτίων, ἅπερ ἐν τῇ γαστρὶ πρότερον ἀλλοι‐ οῦνται καὶ τὴν οἰκείαν μεταβάλλει ποιότητα, εἶθ’ οὕτως
20ἕνα χυμὸν κατ’ ἐπικράτειαν γεννῶσιν, θρεπτικόν τε καὶ σωτήριον τοῦ σώματος. μαʹ. Οἷον τὸ παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δα‐ πάνας, καὶ τὸ, ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλεῖον, ἐν ἑκα‐
τέρῳ γὰρ τῶν χωρίων ἀνὰ δύο ἴσαι συζυγίαι κώλων.1042

7

.

1043

Παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δαπάνας μικρὸν ἡμέρας μέρος καὶ τὰ ἑξῆς, ἃ τέθεικεν ἀνωτέρω. μγʹ. Πολύπτωτόν ἐστι τὸ μεταβάσεις ἔχον ἀπὸ πτώ‐ σεως εἰς πτῶσιν, ἡ γὰρ μεταβολὴ καὶ ἐξαλλαγὴ τῆς φρά‐
5σεως κάλλος καὶ ἡδονὴν ἐργάζεται· ὥσπερ καὶ τὴν γρα‐ φὴν, φασὶν, τὴν ἐκ ποικίλων καὶ διαφόρων χρωμάτων καλὴν καὶ ἡδεῖαν εἶναι συμβαίνει, τὸ δὲ πολύπτωτον ἔνιοί φασιν ὅμοιον εἶναι τῇ μεταφορᾷ, μεταβάλλεσθαι δὲ
ταῖς πτώσεσιν, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου. „οὗτοι1043

7

.

1044

γὰρ ἡγοῦνται, τούτοις πείθεσθε ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε.“ μδʹ. Τὰς εἰσφορὰς ἐκ πολλῶν συνηγμένας. τὸ δὲ τού‐ τῳ πλείστῳ χρήσεται τῷ λόγῳ τοῦ αὐτοῦ παραδείγμα‐
5τός ἐστιν. μεʹ. Εἶπε γὰρ ἀνωτέρω, ὅτι ὑπέρβατόν ἐστι τοῦτο, κατὰ παρέκθεσιν ἐξ ἐπεμβολῆς, ὃ οὐχ ἁρμόττει κάλλει, ἀλλὰ γοργότητι καὶ περιβολῇ· τὸ δὲ καθ’ ὑπέρθεσιν ὑπερ‐ βατὸν ἁρμόττει κάλλει, καθὸ δὲ ὅλως ὑπερβατόν ἐστιν,
10ἔχει τι ἐπιμελείας. μζʹ. Διὰ τί ὁ περὶ τῆς ἀτελείας σχεδὸν ἅπας κεκαλ‐ λώπισται; ἐπειδὴ καὶ ὁ Λεπτίνης εἷς ἦν τῶν Ἰσοκρατι‐ κῶν, ἢ ὃ καὶ μᾶλλον, ὅτι ὁ Φορμίωνος χαρακτὴρ τοι‐ οῦτος ἦν, καὶ ἐπετήδευσε Δημοσθένης ζηλῶσαι αὐτὸν, τὴν
15δευτερολογίαν ἔχων, ὥσπερ καὶ τὸν Λυκούργου χαρακτῆρα ἐμιμήσατο, τροπαῖς καὶ γνώμαις χρώμενος ἐν τῷ κατὰ Ἀριστογείτονος. μηʹ. Ἐπειδὴ τῇ τοιαύτῃ θεωρίᾳ περιτυχεῖν οὐκ ἔνε‐ στιν, οὐκ οἶδα, κατὰ ποίαν φύσιν μοχθηρὰν τῶν ἀν‐
20θρώπων ἢ τύχην ἀναγκαῖον ἡμᾶς εἰπεῖν, καὶ δὴ λέξομεν
τοσοῦτον μόνον ὑπειπόντες, ὡς δεῖ τὸν περὶ ἀτελείας μὴ1044

7

.

1045

οὕτω κεκαλλωπίσθαι νομίζειν, ὡς τοὺς Ἰσοκρατικοὺς λό‐ γους· οἱ μὲν γὰρ διὰ τὴν τοῦ σοφιστοῦ περὶ τὰ τοιαῦτα σπουδὴν ἐκπρεπὲς ἔχουσι τὸ κάλλος, μηδεμιᾶς ἐπιβουλῆς περὶ αὐτὸν γεγενημένης, ὁ δὲ περὶ ἀτελείας κεκαλλώπι‐
5σται μὲν ἀλλ’ οὐ κατὰ πρῶτον λόγον, ὑφειμένως δὲ καὶ οὐ μάλα τι κομματικῶς· ἡ δὲ αἰτία, δι’ ἣν τοῦτον τὸν λόγον ὁ Δημοσθένης διαφερόντως ἐκαλλώπισε καὶ διὰ τί τοιοῦτον αὐτῷ κάλλος ἐπέθηκεν, ἐντεῦθέν ἐστι κατάδη‐ λος· δευτερολογία ὁ λόγος, καὶ τοὺς δικαστὰς εἶχεν ἤδη
10κεκμηκότας περὶ τὴν προτέραν ἀκρόασιν καὶ μὴ δυναμέ‐ νους συνιέναι συνεστραμμένων λόγων, διὸ δὴ καὶ μάλα δαιμονίως ὁ ῥήτωρ ἐκαλλώπισε μὲν τὸν λόγον, ἀλλὰ με‐ τρίως, καὶ οὐ κατὰ τὸν πρῶτον τρόπον τὸν Ἰσοκρατικὸν, ἀλλὰ κατὰ τὸν δεύτερον, ὅς ἐστιν ὑφειμένος καὶ οὐ το‐
15σοῦτον κομμωτικός· τοῦτο μὲν, ὅπως ἀνακτήσεται τοὺς ἀκροατάς· τοῦτο δὲ πάλιν, ὅπως μὴ λίαν ἐπιβουλεύσῃ τῷ λόγῳ καὶ τὴν ἀρχὴν τελείως ἐκπέσῃ τῆς καθαρότη‐ τος, διαφερόντως καλλωπίσας αὐτόν· ὥστε τὸ μὲν καλ‐ λωπίσαι τὸν λόγον ὁ ὑποκείμενος ἀκροατὴς παρεσκεύασε
20κεκμηκὼς ἐπὶ τῇ προτέρᾳ ἀκροάσει, τὸ δὲ μὴ οὕτως, ὥ‐ σπερ ὁ Ἰσοκράτης, ἡ πιθανότης, ἐξέπιπτε γὰρ ἂν αὐτῆς ἐπιμελῶς καὶ μὴ κατὰ δεύτερον αὐτὸν καλλωπίσας λόγον· εἰ δέ τις λέγοι, τί δήποτε μὴ καὶ ἐν τῷ κατ’ Ἀνδροτίω‐ νος ἐφρόντισε κάλλους, σκοπήσοι τὸ ὑποκείμενον πρόσ‐
25ωπον· Διόδωρος γὰρ ἦν ἄνθρωπος ἰδιώτης, καὶ σπεύδων φεύγειν τὸ νομίζεσθαι λέγειν ἔμπειρος καὶ τὸ δο‐ κεῖν εἶναι δεινός· διὰ τί δὲ, φησὶ, μὴ καὶ τοὺς κατὰ Ἀ‐ ριστογείτονος ἐκαλλώπισεν, ἀλλ’ οὐκ οἶδα, ὅπως ἀπολο‐ γήσομαι, πρῶτον μὲν γὰρ παρ’ ἐνίων νοθεύονται, πλὴν
30ἵνα καὶ συγχωρήσωμεν εἶναι τοῦ ῥήτορος, οὐκ ἠδύνατο1045

7

.

1046

παθαινόμενος καλλωπίζειν αὐτοὺς, ἐξέπιπτε γὰρ τοῦ πά‐ θους, εἰ τοιαύτης συνθήκης ἐφρόντισεν. μθʹ. Ζητεῖται, διὰ τί ἐν τῷ περὶ συνθήκης τῆς καθαρότητος εἰπὼν, τίνες εἰσὶ πόδες ἁρμόττοντες τῇ
5ἰδέᾳ, καὶ πάλιν ἐν τῷ περὶ συνθήκης σεμνότητος, καὶ ὁμοίως καθ’ ἑκάστην ἰδέαν ἐν τῷ περὶ τῶν οἰκείων πο‐ δῶν διδάσκων ἐνταῦθα τοῦτο παρέλιπε, καὶ ταῦτα βου‐ λόμενος ἐγγίζειν μέτρῳ τὸν κεκαλλωπισμένον λόγον· φαμὲν, ὅτι εἶπε καὶ ἐνταῦθα· τί γὰρ, φησὶ, καὶ μέ‐
10τρου γε τοῦ οἰκείου κατὰ τοὺς πόδας τῷ λόγῳ καὶ τῷ εἴδει τοῦ λόγου, ὃ ἂν ἐργαζώμεθα· οἷον εἰ σεμνότητα ἐργαζόμεθα, μέλει δὲ ἡμῖν κάλλους, τὴν συν‐ θήκην τῆς σεμνότητος ἐγγὺς δεῖ εἶναι, καὶ τὴν λέξιν, οἵαν εἶπε τοῦ κάλλους, καὶ τὰ σχήματα, ἐννοίας γὰρ ἢ
15μέθοδον οὐκ ἔχει τὸ κάλλος ἰδίως. νʹ. Ὥστε ἰαμβόκροτά τε εἶναί τινα πολλὰ καὶ ἑφθημιμερῆ καὶ ἐπῶν ἀκροτελεύτια, ἅπερ παρά τε Ἰσο‐ κράτει καὶ Δημοσθένει φαίνονται πάμπολλα τοῖς ἀκρι‐ βῶς ἐπισκοπουμένοις, ἡμεῖς δὲ διεξιόντες τοὺς λόγους
20πλῆθος ἰάμβων ἐσημειωσάμεθα. —Ἰσοκράτης τε, ὡς καὶ ἀνωτέρω ἔφημεν, ἐν τῇ τέχνῃ φησὶν, „ὅλως δὲ ὁ λό‐ γος μὴ λόγος ἔστω, ξηρὸν γὰρ, ἀλλὰ μεμίχθω παντὶ
ῥυθμῷ μάλιστα.“1046

7

.

1047

νθʹ. Ὡς ἀκριβέστατος κανὼν τῶν πολιτικῶν λό‐ γων ὁ Δημοσθένης τὸ κομμωτικὸν οὐ προσίεται κάλ‐ λος. ξʹ. Διόλου γὰρ ἂν ἐκαλλώπισε τὸν λόγον, εἶτα
5ἐξ ἐπιπλοκῆς βραχέα κῶλα εἰσάγων, ὡς ἀνωτέρω ἔφη, κρεμαμένην εἰργάσατο τὴν ἀνάπαυσιν. ξαʹ. Ἔσπευσε γὰρ μήτε παντελῶς ἐπιβουλεῦσαι τῷ λόγῳ καὶ τὸν ἀκροατὴν ψυχαγωγῆσαι διὰ τοῦ τοιούτου κάλλους.
10 ξβʹ. Τὸ σαφὲς καὶ ἀκόλουθον οὕτως· ἔχει τι τοῦ περικαλλοῦς· εἰς γὰρ βραχύτερόν τι μέρος λόγου κατέ‐ ληξεν· ἴδιον δὲ ῥυθμοῦ κάλλους τὸ καταλήγειν τὰ κῶλα εἰς δισύλλαβον λέξιν ἢ μονοσύλλαβον· τοῦτο γὰρ λέγει μὴ βεβηκότα ῥυθμὸν, ὃς προσήκει τῷ κάλ‐
15λει· ὥστε καθὸ μὲν ἡ ἔννοια βέβηκεν, ὥς φασιν, βέβη‐ κεν ὁ ῥυθμός· καθὸ δὲ δισύλλαβος ἡ τελευταία λέξις, οὐ βέβηκεν. ξγʹ. Εἶπε γὰρ ἐν τῷ περὶ ἀναπαύσεως σεμνότητος, ὅτι σεμνὴν διαφερόντως ἔχει τὴν βάσιν ὁ ῥυθμὸς, εἰ
20ἡ ἀνάπαυσις καταλήγοι ἢ παραλήγοι στοιχείῳ τινὶ πλα‐ τεῖ, τουτέστι τῷ α ἢ τῷ η ἢ τῷ ω. ξδʹ. Καλῶς προσέθηκε τὸ τελέως, ἔστι γὰρ τῇ μὲν ἐννοίᾳ βεβηκέναι τὸν ῥυθμὸν, οὐκ ἔτι δὲ τῇ λέξει, ὡς
προείρηται.1047

7

.

1048

ξεʹ. Κεκαλλωπίσθαι γὰρ ἔφη τὸν πρὸς Λεπτίνην, διὸ ῥυθμοῖς ἐχρήσατο οὐ βεβηκόσι, καλλωπισμοῦ γὰρ, ὡς ἔφη, τὸ μὴ βεβηκέναι τὴν ἀνάπαυσιν. ξϛʹ. Τοῦτο ἐπέμιξε καὶ ταῖς μὲν βραχείαις, ταῖς δὲ
5μακραῖς ἐχρήσατο καταλήξεσι, προσκορὲς γὰρ τὸ ὅμοιον· ταῦτα πάντα γὰρ ῥυθμοί τινές εἰσιν. ἐν τούτοις κώ‐ λοις καὶ αἱ καταλήξεις εἰς βραχέα μέρη λόγου καὶ δισύλ‐ λαβα γεγόνασιν, οὔ πω πεπληρωμένης τῆς διανοίας καὶ βραχεῖα ἡ τελευταία συλλαβὴ, τουτέστι καὶ αἱ παραλή‐
10γουσαι βραχεῖαι τοῦ λέγει καὶ τοῦ ἐρε. ξηʹ. Τῷ Διονυσί. Ἐκεῖνος γὰρ ἐν τῷ περὶ συν‐ θέσεως ὀνομάτων τὰς μὲν διὰ τῶν μακρῶν φωνηέντων ἐξαγομένας λέξεις σεμνοτέρας εἶναί φησι καὶ τοῦ βεβη‐ κότος οἰκείας ῥυθμοῦ, τὰς δὲ διὰ τῶν βραχέων εὐτελε‐
15στέρας τε καὶ τοῦ κρεμαμένου· ἐπειδὴ δὲ τὸ συνειπεῖν διὰ τῆς ει διφθόγγου ἀμφοτέρας ἔχει τὰς ἐπὶ τέλους συλλαβὰς ἐξαγομένας, ἥτις εἰ καὶ μακρά ἐστιν, ἐντελέ‐ στερον ποιεῖ τὸν ῥυθμὸν διὰ τὸ παρεοικέναι τῇ τοῦ ι ἐκ‐ φωνήσει, ὅπερ συστέλλει καὶ σεσηρέναι ποιεῖ τὸ στόμα,
20ὡς καὐτὸς ἀνωτέρω φησὶν ἐν τῷ περὶ λέξεως σεμνῆς, εἰκό‐ τως ὡς διαμφιβάλλων ἔφη, εἴτε βεβηκὼς, εἴτε μὴ ὁ τοιοῦ‐ τος εἴη ῥυθμός· καθὸ μὲν γὰρ εἰς δυὸ μακρὰς ἔληξε, βέ‐ βηκε, καθὸ δὲ διὰ τῆς ει διφθόγγου ἐξαγομένας, εὐ‐ τελής ἐστι.
25ξθʹ. Τὸν Ἁλικαρνασσέα λέγει Διονύσιον, ὃς περὶ
χαρακτῆρος διέλαβε Λυσίου, Δημοσθένους, Ἰσοκράτους,1048

7

.

1049

Ὑπερίδου, Θουκυδίδου· καὶ περὶ λέξεως ἐδίδαξεν ἐν τῷ Δημοσθένους μάλιστα λόγῳ, ὅτι τρεῖς εἰσι λέξεως χα‐ ρακτῆρες, ἡ μὲν γάρ ἐστιν ἐξηλλαγμένη καὶ περιττὴ καὶ ἐγκατάσκευος, καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπε‐
5πληρωμένη, ἡ δὲ ἀφελὴς, ἣν ἐτελείωσεν ὁ Λυσίας· ἡ δὲ τρίτη μικτὴ καὶ σύνθετος ἐκ τούτοιν τοῖν δυοῖν, ἣν ἐπε‐ τήδευσεν Ἰσοκράτης καὶ Πλάτων· ὁ τοίνυν Δημοσθένης ἐξ ἁπάντων τὸ χρήσιμον ἐκλεξάμενος μίαν ἐκ πολλῶν διάλεκτον ἀπετέλεσε, ποικίλην καὶ μικτὴν ἐξ ἑκάστης
10ἰδέας, ἀλλὰ καὶ ἐν τῷ περὶ συνθέσεως ὀνομάτων περὶ λέξεως διαλαμβάνων λέγει, „ὅτι περὶ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται δύναμις ποικίλη, περὶ δὲ τὰς τῶν συλλαβῶν θέσεις ἡ τῶν ὀνο‐ μάτων φύσις παντοδαπὴ, περὶ δὲ τὰς τῶν ὀνομάτων ἁρ‐
15μονίας πολύμορφος λόγος, ὥστε πολλὴ ἀνάγκη, καλὴν μὲν εἶναι λέξιν, ἐν ᾗ καλά ἐστιν ὀνόματα· κάλλους δὲ ὀνομάτων συλλαβαί τε καὶ γράμματα καλὰ αἴτια·“ διὰ τοῦτο κάλλους ἴδιον ὁ ῥυθμὸς, εἴτε βέβηκεν εἴτε μή· ἐπειδὴ κατὰ Διονύσιον ἡδύνει τὴν ἀκοὴν καὶ ποικίλλει,
20καὶ μὴ ἄρχεσθαι ἀπὸ τῶν αὐτῶν, μηδὲ λήγειν εἰς αὐτὰ, ἀλλὰ τὸ ἐξ ἁπάντων καλῶν ῥυθμῶν, τουτέστι ποδῶν, συγκεῖσθαι τὸν λόγον· ἀνάγκη γὰρ αὐτὸν οὕτω καλὸν εἶναι· τάττει δὲ τὸν σπονδεῖον μετ’ αὐτῶν. οʹ. Εἰ γὰρ ἡ δισύλλαβος λέξις καλλωπίζει, βραχὺ
25μέρος οὖσα λόγου, πολλῷ πλέον καλλωπίσει ἡ μονοσύλ‐ λαβος βραχύτερον οὖσα μέρος λόγου. οαʹ. Ἐπίθετον κάλλος λέγει· διὰ τοῦτο ἐν τῷ περὶ ἐπιμελείας καὶ κάλλους φησὶν, ὅτι τὸ τοιοῦτον κάλ‐
λος περὶ τὴν λέξιν καὶ τὰ σχήματά ἐστι καὶ ἑξῆς· ἔν‐1049

7

.

1050

νοιαι δὲ καὶ μέθοδοι τοῦ τοιούτου κάλλους οὐκ εἰσὶν, ἐν δὲ τῷ περὶ γλυκύτητος, δι’ ἧς φησι τὸν ὡραῖον γίνεσθαι λόγον, τὸ ἐκεῖ κάλλος δείκνυσι γινόμενον καὶ κατὰ ἐν‐ νοίας τὰς μυθικὰς, καὶ μεθόδους τὰς τῆς καθαρό‐
5τητος· ἐπίθετον κάλλος φησὶ τὸ ἔξωθεν ἐπιτιθέμενον διὰ τῆς λέξεως καὶ τῶν σχημάτων καὶ τῶν ἄλλων ἰδε‐ ῶν ἐννοίαις καὶ μεθόδοις.
8tΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ
9tΠΕΡΙ ΓΟΡΓΟΤΗΤΟΣ.
10tCap. I.
10 αʹ. Τοῖς μὲν ἀκριβῶς τὰ ἐν τῷ προτέρῳ βιβλίῳ ἐπεσκεμμένοις ῥᾴδιον ἤδη καὶ τοῖς ἐν τῷ δευτέρῳ παρα‐ κολουθῆσαι καὶ χωρίς τινος ὑπομνήσεως· ἐπεὶ δὲ πρὸς τὴν ἀκριβεστέραν ἀνάγνωσιν τοῦ βιβλίου οἶμαι κἀνταῦ‐ θα χρῄζειν τινὰ σαφηνείας, ἐπειράθην καὶ τοῦτο ὡς
15οἷόν τε διὰ συντόμων ἐπεξελθεῖν, Ἑρμῆς δὲ καὶ Μοῦ‐ σαι καὶ νῦν ἡγεμόνες ἡμῖν τῆς ἐπὶ τὸ βέλτιστον καὶ φι‐ λομαθέστατον ὁδοῦ κατασταῖεν.
βʹ. Ἡ γοργότης τὸ πλεῖστον ἐπέχει περὶ τὰ σχήμα‐1050

7

.

1051

τα καὶ τὴν συνθήκην καὶ τὰ λοιπὰ, μέσως δέ πως περὶ τὴν λέξιν καὶ μέθοδον, καὶ ἁπλῶς εἰπεῖν ἐν πᾶσι θεω‐ ρεῖται τοῖς ποιοῦσι τὰς ἰδέας πλὴν τοῖς ἐννοίας, ἔννοια γὰρ οὐκ ἔστιν γοργότητος.
5 γʹ. Ὡς φιλανθρωπίαν ἐπὶ κυνῶν καὶ φιλανδρείαν ἐπὶ ἀκόσμων γυναικῶν· ἰστέον δὲ, ὅτι ἡ ὀξύτης ἡ αὐτή ἐστι τῇ δριμύτητι. δʹ. Ἡ δριμύτης μερική ἐστιν ἰδέα, ἣν καὶ ὀξύτητα καλεῖ, προσήκει δὲ τῇ ἀφελείᾳ, ἥτις ὑπὸ τὸ ἦθος ἀν‐
10άγεται. εʹ. Κατὰ κοινοῦ τὰ βραχέα ἀντὶ τοῦ ὀλίγον συμβάλ‐ λεται ἢ ἐναντιοῦται, εἴτε διὰ μακρῶν φωνηέντων ἡ λέ‐ ξις ἐκφέροιτο, εἴτε διὰ βραχέων· ἡ μὲν γὰρ διὰ βρα‐ χέων συμβάλλεται τῇ γοργότητι, οἷον λόγος, ἡ δὲ διὰ
15μακρῶν ἐναντιοῦται, οἷον πολλάς. ζʹ. Μέθοδον μίαν ἡμῖν ἐπὶ τῆς γοργότητος παραδί‐ δωσιν, οὐδὲ γὰρ ἂν εὕροις ἑτέραν πλὴν τῆς λεχθησομένης. θʹ. Τὸ ἑξῆς σχῆμα μὲν, φησὶ, διανοίας εἶναι δοκεῖ·
ἐγὼ δὲ νομίζω λέξεως εἶναι σχῆμα τὴν ἀποστροφήν.1051

7

.

1052

ιαʹ. Ὥσπερ εἶπεν, ὅτι σαφήνειαν μὲν ἐργάζεται κα‐ θαρότης, εἰ δέ τι ἐναντίον συμπέσοι, τοῦτο διορθοῦται ἡ εὐκρίνεια, οὕτω κἀνταῦθα, φησὶ, τινὰ τῶν σχημάτων τὴν ὑπτιότητα διορθοῦται.
5 ιβʹ. Ὥσπερ ἐπὶ τῆς σαφηνείας προηγουμένως μέν ἐστιν ἡ καθαρότης, κατὰ δεύτερον δὲ λόγον ἡ εὐκρίνεια, τὸν αὐτὸν τρόπον κἀπὶ τῆς προκειμένης ἰδέας τὰ μὲν αὐτῆς ἕνεκα λαμβάνεται τῆς γοργότητος, τὰ δὲ τὸ συμ‐ βὰν ἁμάρτημα κατά τινα περίστασιν ἐπανορθοῖ τῇ γορ‐
10γότητι, πλὴν οὐ τὴν αὐτὴν ἐπὶ τῆς σαφηνείας κἀνταῦθα
τάξιν ἐφύλαξεν· ἐκεῖ μὲν γὰρ τὴν ποιοῦσαν κυρίως προέ‐1052

7

.

1053

ταξε τὴν σαφήνειαν, ἐν δευτέρῳ δὲ τέταχε τὴν ἐν παρέρ‐ γῳ λαμβανομένην· ἐνταῦθα δὲ τὰ σχήματα τὰ κατὰ δεύ‐ τερον λαμβανόμενα λόγον τέταχεν· ἐπειδὴ ταῦτα μάλιστα ἐξαιρεῖ τὴν ὑπτιότητα, ἥτις καὶ ἐναντία τῇ γοργότητι,
5καθὰ καὶ πρὸ μικροῦ μεμαθήκαμεν. ιγʹ. Ταχεῖαι συμπλοκαὶ αἱ διὰ ἐλαχίστων γινόμεναι κώλων. ἴσμεν δὲ ὅτι συμπλεκτικὸς κατ’ ἐξαίρετον σύν‐ δεσμος ὁ κα. διὸ καὶ τὸ σχῆμα ἐκ τοῦ συνεχῶς ἐν ἀρ‐ χῇ τῶν κώλων τὸν καὶ ἔχειν συμπλοκὴ καλεῖται.
10 Ἰστέον μέντοι, ὡς τοῦτο τὸ χωρίον ἔμφασιν ἔχει τμη‐ τικοῦ λόγου καὶ γοργότητος καὶ περιβολῆς. γένη γὰρ εἴ‐ δεσι, καὶ ὅλα μέρεσι καὶ ἀόριστα ὡρισμένοις καὶ ἕτερα ἄττα περιβλητικὰ προσλαμβάνει· ἀναγκαῖον δὲ ὅλον πα‐ ραθέντας τὸ παράδειγμα οὕτω ποιήσασθαι τὴν ἐξήγη‐
15σιν· ἔχει δὲ οὕτως· „ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφε‐1053

7

.

1054

τεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττι‐ κὴν, καὶ Μεγάροις ἐπιχειρῶν, καὶ καταλαμβάνων Ὠρεὸν, καὶ κατασκάπτων Πορθμὸν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ Κλείταρχον, καὶ τὸν
5Ἑλλήσποντον ὑφ’ αὑτῷ ποιούμενος, καὶ Βυζάντιον πολι‐ ορκῶν καὶ πόλεις Ἑλληνίδας ἃς μὲν αἱρῶν, εἰς ἃς δὲ τοὺς φυγάδας κατάγων, πότερον ταῦτα πάντα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ·“ ἐνταῦθα γένος μὲν περιβάλλει, τὸν Φίλιππον ἀδικεῖν ἀποφαίνων·
10γένος μὲν γὰρ ἡ ἀδικία, κ. τ. λ.
12 ιεʹ. Πάνυ κἀνταῦθα καὶ τοῖς ἑπομένοις ὁ τεχνο‐ γράφος ἐξυμνεῖ τὴν δεινότητα, ὡς τῷ πολιτικῷ λόγῳ τὰ μέγιστα συμβαλλομένην, καὶ τὴν εὔκαιρον χρῆσιν τῶν
15ἰδεῶν τῷ τεχνίτῃ χορηγοῦσαν· αὕτη γὰρ ἡμᾶς διδάσκει τόν τε καιρὸν, πηνίκα ταῖσδε ἢ ταῖσδε τῶν ἰδεῶν χρηστέον, ὅπερ τὸ πότε δηλοῖ· τὸ δὲ ποῦ, ἐν ποίῳ τῆς ῥητορικῆς εἴδει· ἢ ἐν ποίοις μέρεσι τοῦ λόγου, τὸ δὲ πρὸς ὅντινα, πρὸς ὑπερέχοντα πρόσωπα, ἢ ἴσα ἢ καταδεέστερα, ἔν‐
20δοξά τε ἢ ἄδοξα ἢ ἀμφίδοξα, τὸ δὲ πῶς, διὰ ποίων ἐπι‐ χειρημάτων τὰς κατασκευὰς ἐργαστέον. Βραχεῖαν καὶ βραχεῖαν εἰπὼν διὰ μὲν τῆς πρώτης τὴν μονοσύλλα‐ βον ἐδήλωσεν, ἢ τρισύλλαβον, διὰ τῆς δευτέρας δὲ τὴν
διὰ βραχέων φωνηέντων συνισταμένην, ἣν καὶ μᾶλλόν1054

7

.

1055

φησιν ἐπιτηδειοτέραν εἶναι πρὸς γοργότητα τῆς ἁπλῶς δι’ ὀλίγων συλλαβῶν συνισταμένης· τί γὰρ εἰ ἐκείνη σπον‐ δειακή ἐστιν, ὡς ἥρως, αὕτη δὲ πυῤῥιχιακὴ, ὡς λόγος, νόμος καὶ τὰ τοιάδε.
5 ιζʹ. Δῆλον ἐκ τῶν σχημάτων, ὡς τὴν λέξιν εἶναι δεῖ βραχεῖαν, ὁποία γάρ ποτε ἂν ᾖ, βραχεῖα δὲ μόνον, συντελεῖ πρὸς γοργότητα, ἢ τὸ ἀνάπαλιν ἐναντιοῦται· εἰ δὲ λέξις τοιαύτη ἁρμόττει τῷ τοιούτῳ εἴδει, πολλῷ μᾶλ‐ λον καὶ κῶλα βραχέα.
10 ιθʹ. Τὸ βεβηκέναι καὶ ἱστάναι οὐκ ἔστι τάχους, ἀλ‐ λὰ τὸ σπεύδοντα προσιέναι, ὡς ἐπ’ ἀνθρώπου βαδίζον‐ τος· διὸ τὸ μὲν βεβηκέναι σεμνότητος, τὸ δὲ τρέχειν καὶ μὴ ἑστάναι γοργότητος.
14tCap. II.
15tΠερὶ ἤθους.
15 αʹ. Ἔστιν ἦθος οὐ μόνον τοῦτο δὴ τὸ παρὰ τοῖς ῥή‐ τορσι καλούμενον ἠθικὸν, ἀλλ’ ἤδη που καὶ τὸ ὑπερβαῖ‐
νον πολιτικὴν ζήτησιν, καὶ τῆς τῶν φιλοσόφων ἀγχι‐1055

7

.

1056

νοίας δεόμενον, ὃ κατὰ ἐπιστήμην γινόμενον πρὸς τὸν λέγοντα μόνον ὁρᾷ, καὶ περὶ τὸ πρόσωπον ἔχει τὴν πᾶ‐ σαν ὑπόστασιν· ἀλλὰ περὶ τούτου μὲν, ὅπερ ἔφην, ἐπι‐ στημονικοῖς ἀνδράσιν προσήκει ζητεῖν, οὐ πολιτικοῖς· τὸ
5γὰρ ἁρμόττον τῇ ὑποκειμένῃ πραγματείᾳ ἐκ τῶν λεγο‐ μένων γίνεται καὶ τὸ τοιόνδε ἦθος αὐτῷ ὁ λόγος παρα‐ τίθησι, κἂν δοκῇ πως ὁ φιλάργυρος καὶ ὁ λίχνος ἐκ πά‐ λαι μεμελετηκότες ἔχειν τὴν τοιαύτην ὑπόληψιν, ἄλλως τε καὶ τὰ ὑποκείμενα πρόσωπα τοῖς ῥήτορσι διαβεβλημένα
10πώς εἰσι καὶ γελώμενα. τὰ δὲ τοῖς φιλοσόφοις σεμνὰ καὶ πλεῖστον ἀφεστῶτα τοῦ γέλωτος· ἀλλ’ ἐπανιτέον ἐπὶ τὸ προκείμενον. Τοῦτο τὸ ἦθος τὸ ὑποκείμενον ταῖς πολιτικαῖς ζητήσεσι διπλοῦν ἐστιν· ἢ γὰρ ἐπὶ παντὸς διήκει τοῦ λόγου, καθάπερ ἐν σώματι χρῶμα, ἢ πλεονά‐
15ζει καθὰ ἡ σεμνότης καὶ αἱ λοιπαὶ τῶν ἰδεῶν· εἰ δὲ μὴ πλεονάζοι, μερικῶς που γίνεται χρήσιμον· ἀλλὰ περὶ μὲν τοῦ ἤθους τοῦ διήκοντος μέχρι παντὸς τοῦ λόγου νῦν μὲν ὑπερτίθεται λέγειν· περὶ δὲ τοῦ ἐγκαταμιγνυμένου πανταχοῦ παραδίδωσιν, ὃ τριχῶς γίνεσθαί φησιν· ἢ γὰρ
20μειοῦμεν κ. τ. λ. καὶ τοῦτο προϊόντος τοῦ λόγου ἔσται φανερώτερον· ποιεῖ δὲ καὶ ἡ ἀλήθεια τὸ ἦθος, καθὰ δεδηλώκαμεν· ἣν ἐν μὲν τῇ ἀπαριθμήσει τῶν ἰδεῶν καθ’ ἑαυτὴν τέταχεν ὡς ἀν‐ τιδιαστελλομένην ταῖς ἄλλαις ἰδέαις· ἐπὶ δὲ τοῦ παρόν‐
25τος ὡς συμπληρωτικὴν αὐτὴν λαμβάνει τοῦ ἤθους, κα‐ θὰ τὴν ἀφέλειαν καὶ τὴν ἐπιείκειαν καὶ ταῦτα μηδεὶς θαυμαζέτω· ἐν γὰρ τῇ ἀπαριθμήσει τῶν ἰδεῶν τῇ συνη‐ θείᾳ τῶν πολλῶν ἠκολούθησεν, ἅτε μὴ ποιούμενος ἀκρι‐
βῆ περὶ αὐτῶν διδασκαλίαν· ἐναντίον γάρ πως εἶναι πα‐1056

7

.

1057

ρὰ τοῖς πολλοῖς τῷ ἤθει τὸ πάθος, ὅπερ οὐκ ἔστιν· ἦ‐ θος γὰρ καὶ τὸ πάθος αὐτό· καὶ τοῦτο σαφέστερον ἐν τῷ ἀληθινῷ δειχθήσεται λόγῳ· διὰ τοῦτο τοίνυν ὁ τεχνι‐ κὸς ἐν τῇ ἀπαριθμήσει τῶν ἰδεῶν ἐπακολουθήσας τῇ
5συνηθείᾳ καθ’ ἑαυτὴν τέταχε τὴν ἀλήθειαν· ἐνταῦθα δὲ τὴν προσήκουσαν ἀποδέδωκε τάξιν καὶ ὑπὸ τὸ ἦθος αὐ‐ τὴν ἀνήγαγεν, ἅτε καὶ ἀκριβεστέραν ἐπὶ τῆς διδασκαλίας τὴν ἀκολουθίαν ποιούμενος. γʹ. Τὸ ἦθος γενικόν ἐστιν ὄνομα κατηγορούμενον
10κατὰ διαφόρων, ἁρμόττον τῷ πρὸ αὐτοῦ. Χρησιμώτα‐ τόν ἐστι τὸ εἰδέναι, ὅπως γίνεται τὸ ἦθος, καὶ χρησι‐ μώτατον πάλιν τὸ τὸν δυνάμενον ῥήτορα ποιεῖν καὶ ἐρ‐ γάζεσθαι τὸ ἦθος, καὶ ποτὲ μὲν τέλειον λόγον ἠθικὸν συγγράφειν, ποτὲ δὲ συμπλέκειν ταῖς προειρημέναις
15ἰδέαις αὐτό. δʹ. Ἀφελὲς ἢ ἐπιεικὲς ἢ ἀληθὲς ἢ βαρύ. εἰς ταῦτα γὰρ διαιρεῖται τὸ ἦθος, ἢ ὅλῳ τῷ λόγῳ. ἀντὶ τοῦ δημη‐ γορίᾳ Ἀλκιβιάδου ἢ Περικλέους· οὐ γὰρ ὁμοίως λεκτέον, ἐπειδὴ διάφορα τῶν ἀνθρώπων τὰ ἤθη.
20 ϛʹ. Πάλιν καταχρηστικώτερον ἐνταῦθα τὰς ἰδέας εἴδη καλεῖ. στρατηγοῖς μὲν γὰρ ἢ πρεσβευταῖς σεμνότης ἁρμόττουσα φανήσεται, ἰδιώταις δὲ ἀφέλεια. ζʹ. Τὸν λόγον λέγει, ἠθικὸν γὰρ κ. τ. λ. διὰ τί δὲ ἐν ἀρχῇ τοῦ πρώ‐
25του βιβλίου τὴν ἀλήθειαν μὲν μίαν ἰδέαν εἶναι τελείαν1057

7

.

1058

δηλῶν, καὶ συναριθμήσας αὐτὴν ταῖς ἄλλαις ἓξ ἰδέαις, ἐνταῦθα ὑπὸ τὸ ἦθος αὐτὴν τάττει, ὁμοίως τῇ ἀφελείᾳ καὶ τῇ ἐπιεικείᾳ, καὶ ταῦτα ἰσόῤῥοπον δοκοῦσαν εἶναι τῷ ἤθει, ὅσον ἐκ τοῦ ἐν ἀρχῇ καταλόγου τῶν ἰδεῶν· ἔδει
5γὰρ ἢ τὰς ἰδέας ἓξ εἰπεῖν τὰς πάσας ἐν ἀρχῇ, ἢ, εἰ ἠβού‐ λετο καὶ τὰ εἴδη συναριθμεῖν τοῖς γένεσιν, μνησθῆναι ὤφειλεν ἐπιεικείας καὶ ἀφελείας καὶ βαρύτητος καὶ τῶν τῆς σαφηνείας καὶ μεγέθους εἰδῶν. ἀπορῆσαι οὖν ἄξιον. ηʹ. Εἴρηται ἐν τῷ πρώτῳ, ὅτι ἦθος διαιρεῖται εἰς
10ἀφέλειαν, εἰς ἐπιείκειαν, εἰς βαρύτητα· ἡ τοίνυν μίξις τῶν ἰδεῶν τούτων προσλαβοῦσα καὶ τὴν ἀλήθειαν τὸν ἠθικὸν ἀπεργάζεται λόγον. αἱ γὰρ ἐπιεικεῖς κ. τ. λ.
14tCap. III.
15tΠερὶ ἀφελείας.
15 αʹ. Ὥς φησιν αὐτὸς, τοῦ ἤθους τέσσαρά ἐστιν εἴδη, ἐπιείκεια, ἀφέλεια, τὸ ἀληθὲς καὶ ἐνδιάθετον, βαρύτης. διδάσκει δὲ πρῶτον περὶ ἀφελείας, εἶτα περὶ γλυκύτητος, ἐπίτασις γὰρ ἀφελείας ἡ γλυκύτης, ὡς αὐτός φησιν, ἐπά‐ γει δὲ μετὰ ταῦτα καὶ τὸν περὶ δριμύτητος λόγον· προσ‐
20ήκει γὰρ καὶ αὕτη τῇ ἀφελείᾳ· προεῖπε δὲ, ὅτι σεμνότητι ἐναντίον ἐστὶν ἀφέλεια. διὰ τί δέ φαμεν, ὅτι ἐναντίον
ἀκρίβεια; καὶ ζήτησις τῶν ὀνομάτων τῇ ἁπλότητι διὰ1058

7

.

1059

σύνθεσιν, καὶ τὰ θεῖα ζητοῦμεν. ἐν δὲ ἀφελείᾳ οὐδὲ τὰ ἀνθρώπινα παντελῶς, περὶ ἀφελείας δὲ καὶ τῶν αὐ‐ τῇ προσηκουσῶν διαλέγεται πρῶτον, γλυκύτητος λέγω καὶ δριμύτητος· ἐπειδὴ μακρότερος ὁ περὶ αὐτῆς λόγος διαι‐
5ρουμένης εἰς εἴδη δύο, εἶτα περὶ ἐπιεικείας, καὶ πάλιν περὶ τοῦ ἐνδιαθέτου. βʹ. Ποιεῖ τὸ ἦθος καὶ ἡ ἀφέλεια, καθὰ καὶ πρὸ μικροῦ δεδηλώκαμεν, ἥτις γίνεται, ὅταν τοῖς εὐτελέσι πράγμασιν ἴσους ἀποδώσομεν καὶ τοὺ, λόγους, μηδὲν ὑπο‐
10βάλλοντες κατὰ τὸ νόημα, τούτῳ γὰρ τῷ τρόπῳ φυλάτ‐ τεται τὸ τοιοῦτον εἶδος, τὸ γὰρ περινενοημένον ἐναντίον αὐτῇ, καὶ τὸ βίαιον, καὶ ἁπλῶς ὅσα ἀντίκεινται ταύτῃ, τὰ αὐτὰ καὶ τῇ ἀφελείᾳ ἀντιπίπτει. γʹ. Τῶν οὐ πάντη ἀνοήτων, ἀλλὰ κουφοτέρων καὶ
15ἃ χρὴ λέγειν ἢ μὴ, κρίνειν οὐκ εἰδότων· τοιοῦτον γὰρ ὡς ἐπίπαν μὲν οἱ παῖδες, ἤδη δὲ καὶ τῶν ἀνδρῶν ἔνιοι διὰ ἀβελτηρίαν. δʹ. Ἀνάγκη, φησὶ, πλέον εἰπεῖν περὶ τῶν ἀφελῶν ἐννοιῶν, τὰ γὰρ παραδείγματα ἐν τῇ καθαρότητι λεχθέν‐
20τα πολιτικώτερα μᾶλλόν εἰσι καὶ αἱ καθαραὶ ἔννοιαι παρὰ τὰς ἀφελεῖς, καὶ τοῦτο μὲν ἔφη, ποῖαι δὲ οὔ· φησὶ τοί‐ νυν τὰς μὲν μᾶλλον ἁρμόττειν τῷ πολιτικῷ λόγῳ, τὰς δὲ οὐδόλως, ἃς καὶ ἰδίας λέγει τῆς ἀφελείας.
εʹ. Ὅτι τῶν ἀφελῶν ἐννοιῶν αἱ μὲν μᾶλλον ἁρμόττου‐1059

7

.

1060

σι τῷ πολιτικῷ, αἱ δὲ ἧττον, αἱ δὲ οὐδέτερον, ἃς καὶ μᾶλ‐ λον εἴποι τις ἂν προσήκειν ἀφελείᾳ. ϛʹ. Τὰς τῶν ἀπλάστων ἠθῶν καὶ νηπίων, ἃς ἐξαι‐ ρέτως ἔχει ἡ ἀφέλεια, ἃς οὐδὲ ὅλως προσήκειν λόγω πο‐
5λιτικῷ φησι. θʹ. Ἀνάγκη γὰρ τὸν περὶ εὐτελῶν διαλεγόμενον πραγμάτων εὐτελέσι κεχρῆσθαι ἐννοίαις, ὡς καὶ ἐν τῷ κατὰ Κόνωνος ὁ Δημοσθένης φησί. φήσαντες γὰρ καπνί‐ ζειν αὐτοὺς ὀψοποιουμένους ἔτυπτον καὶ τὰς ἀμίδας κα‐
10τεσκεδάννυον καὶ προσούρουν· καὶ μετ’ ὀλίγον φησὶ περὶ1060

7

.

1061

Κόνωνος καὶ τοῦ υἱέος αὐτοῦ, ὡς μετὰ τὸ τυπτῆσαι αὐ‐ τὸν εἶδε τοὺς ἀλεκτρυόνας μιμουμένους τοὺς νενικηκότας. οἱ δὲ κροτεῖν τοῖς ἀγνῶσιν αὐτῶν ἠξίουν ἀντὶ πτερύγων τὰς πλευράς.
5 ιδʹ. Εἰρήκαμεν, ὡς ἡ ἀφέλεια ποιεῖ τὴν γλυκύτητα μετὰ ἐπιτάσεως προφερομένη, διὸ καὶ πλεονάζει παρὰ τοῖς ποιηταῖς. ιεʹ. Τὸ τοιοῦτον ἔσται, φησὶν, οὐκ ἀφελὲς, ἀλλὰ ἄλ‐ λο τι ἀντὶ τοῦ ἔνδοξον παράδειγμα.
10 ιϛʹ. Λαμπρότητος γὰρ ἔννοια, ὅταν θαῤῥῶν τις λέ‐ γῃ· διὰ τὸ ἔνδοξα εἶναι τὰ πράγματα καὶ χαίρειν τοῖς
λεγομένοις τοὺς ἀκούοντας.1061

7

.

1062

ιζʹ. Εἶπε γὰρ ἐν τῷ περὶ καθαρότητος, ὅτι φαινό‐ μενός τις λόγος καθαρὸς, οὐ μήν γε ὡς ἀληθῶς. καʹ. Ψιλὸν λέγει μηδενὸς ἔξωθεν συνεφελκομένου, ὥσπερ ἐν περιβολῇ· γράφεται δὲ οὕτως, ἀλλ’ ἢ τὸ ψιλὸν
5ἀντὶ τοῦ οὐδὲν διαφέρει ἢ τούτῳ τῷ ψιλὸν εἶναι, ἀσα‐ φέστερον δέ· ἐξ ἐπιβολῆς δὲ εἶπε κατ’ ἐνίους, καίτοι ἐπιβολῆς οὐ προεμνήσθη, ἀλλά φαμεν, ὅτι ὅπερ εἶπεν ἀνωτέρω, ὅτι ἐπιπόλαιός ἐστι βαθύτης, τοῦτο ἐνταῦ‐ θα ἐπιβολὴν ἐκάλεσεν, εἴπερ ἄρα ἐπιβολὴν ἔγραψε καὶ
10οὐκ ἐπιπολήν· τὸ αὐτὸ γάρ ἐστι σημαινόμενον, ἐπιπόλαι‐
ον γὰρ λέγομεν τὸ ἄνωθεν ἐπικείμενον καὶ ὑπερέχον, καὶ1062

7

.

1063

ἐπιβολὴν τὸ ἑτέροις ἐπιβαλλόμενον καὶ ἐπιφαινόμενον ἄνω‐ θεν, ἀντὶ τοῦ πρώτην αἴσθησιν, γράφεται οὖν ἐξ ἐπιπολῆς. —Ἡ γὰρ ὀξύτης ποτὲ μὲν ἀπαντᾷ λόγῳ τινὶ, οἷον σὺ δὲ, ὁ δὲ ἀδελφὸς ὁ σός· καὶ ὁ θεολόγος· „ἐγὼ
5δὲ ὑμῖν, ὅτι αἰσχύνεσθε·“ ποτὲ δὲ ἁπλῶς ὀξέως ἐκφέρε‐ ται, οἷον μή μοι ταῦτα λέγε· καὶ τίς μοι νόμος ἡ Ναυά‐ του μισανθρωπία· ὡσὰν δὲ ἔχοι, ἐναντία ἐστὶ τῇ ἀφελείᾳ, φησὶν, ἀλλὰ τῷ ψιλὸν καὶ ἐξ ἐπιπολῆς εἰσάγεσθαι τὸ νόημα, καὶ ἀκατασκευάστως ἐκφέρεσθαι, καίπερ ὂν βα‐
10θὺ, ἀφελὲς εἶναι ἔδοξεν. —Ἡ ὀξύτης καὶ δριμύτης οὐ‐ δὲν ἀλλ’ ἢ ἐπιπόλαιός ἐστι βαθύτης, ἣν μέθοδον ἀλλ’ οὐκ ἔννοιαν λέγει δριμύτητος ἐν τῷ περὶ αὐτῆς λόγῳ. κβʹ. Αἱ ἴδιαι τῆς ἀφελείας καὶ ἠθικαὶ, γλυκύτητα δὲ λέγει ἀντὶ τοῦ ὥραν καὶ ἡδονὴν καὶ ἁβρότητα.
15 κγʹ. Περὶ τῆς δριμύτητος, ἐν δὲ τῷ περὶ γλυκύτητος διατὶ εἶπε, καίτοι ἐν αὐτῷ περὶ γλυκύτητος μὴ λέγων, ἀλλὰ μετὰ τὴν ὅλην περὶ αὐτῆς διδασκαλίαν· λέγομεν οὖν, ὅτι διὰ τούτου δείκνυσιν, ὅτι κ. τ. λ.
20 κδʹ. Σεμνῆς γὰρ ἀναπαύσεως ἴδιον τὸ βεβηκέναι τὰ κῶλα, καὶ μὴ περιττεύειν συλλαβῇ· ἐκεῖ γὰρ εἶπεν, ὅτι ὁ μὴ βεβηκὼς ῥυθμὸς κάλλους ἴδιος. Σημείωσαι, ὅτι ἡ
γλυκύτης κάλλος ἐστὶ τῆς ἀφελείας.1063

7

.

1064

(1t)

Cap. IV.
2tΠερὶ γλυκύτητος.
2 αʹ. Οὐ μόνον ἡ ἀφέλεια, καθὰ δεδηλώκαμεν, ποιεῖ τὸ ἦθος τὸ πλεονάζον δι’ ὅλου τοῦ λόγου, ἢ ἄλλως πως μερικῶς γιγνόμενον χρήσιμον, ἀλλὰ καὶ ἄλλαι συντελοῦ‐
5σι πρὸς ἀναπλήρωσιν τῆς τοιαύτης ἰδέας, ὧν ἐστι μία καὶ ἡ γλυκύτης κατ’ ἐπίτασιν γιγνομένη τῆς ἀφελείας· περὶ ἧς ἤδη λεκτέον μετὰ τὸν περὶ τῆς ἀφελείας λόγον· ἐξ ἧς καὶ γίνεσθαι πέφυκε, διὸ καὶ προσηκόντως μετὰ τὸ παραστῆσαι τὸν ἀφελῆ λόγον ἐπὶ τὴν γλυκύτητα μέ‐
10τεισιν. γʹ. Ὥσπερ ἐπὶ τῆς σεμνότητος καὶ τῶν ἄλλων ἰδεῶν τὰς μάλιστα συντελούσας αὐτῇ τῇ ἰδέᾳ προτάττει ἐν‐ νοίας, τὸν ἀυτὸν τρόπον κἀπὶ τῆς γλυκύτητος ποιεῖ· τὰς γὰρ μυθικὰς πάσας ἐννοίας λέγει τὸ πλέον ἔχειν τῆς ἡ‐
15δονῆς καὶ τῆς γλυκύτητος. δʹ. Τό τε γὰρ ἀφηγηματικὸν καὶ τὸ μυθῶδες πολ‐ λὴν ὑπτιότητα παρέχει τῷ λόγῳ, ὅπερ διὰ τῆς γοργότητος ἰάσατο δεόντως, ταχέως τε ἀφ’ ἑκάστου ἀπαλλαττόμενος, καὶ κομματικώτερα τὰ κῶλα ποιῶν· καὶ τῶν μερισμῶν
20τὰς ἀποδόσεις ἐπιταχύνων, ὡς ἐν τούτῳ· „λαβεῖν μὲν ὑπὲρ Ἁλιῤῥοθίου τοῦ υἱοῦ παρὰ Ἄρεος, δικάσαι δὲ Εὐμενίσι καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί.“ εʹ. Παρέσχε χώραν τῷ ῥήτορι χρήσασθαι τοῖς μυ‐
θικοῖς ἐν τῷ κατὰ Ἀριστοκράτους ἡ πίστις καὶ ἡ δόξα1064

7

.

1065

τῶν ἀνθρώπων· οὐ γὰρ ἄλλως ἐδόξαζον ἢ οὕτως, τὸ κρι‐ θῆναι μὲν τοὺς θεοὺς ἐν τῷ Ἀρείῳ πάγῳ, καὶ πάλιν τὸν Ὀρέστην καὶ τὰς Εὐμενίδας, ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων οὐκ ἔμεινεν ὁ ῥήτωρ ἐν τοῖς μυθικοῖς, ὑπτιότητα
5γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ταῦτα ποιεῖ· διὸ καὶ ἐκ τῶν ἰδίων, φησὶ, τῆς γοργότητος τὸ λίαν ὕπτιον παρεμυθή‐ σατο. Τεμὼν, ἀντὶ τῷ τμητικῷ χρησάμενος εἴδει· ἐδί‐ δαξε γὰρ ἐν τῷ περὶ γοργότητος, ὅτι τῶν χρημάτων τὰ μέν ἐστι ποιοῦντα γοργότητα, τὰ τμητικὰ, τὰ δὲ ὀρθὴν
10τὴν γενομένην ἐν τῷ λόγῳ ὑπτιότητα, καὶ ὅτι ὁ τμητι‐ κὸς λόγος ἐν τοῖς σχήμασι καὶ τοῖς ῥυθμοῖς θεωρεῖται· ἔτεμεν οὖν ὁ ῥήτωρ τὰ πράγματα οὕτως. ζʹ. Ὅτι γλυκύτητος ἐννοιῶν εἴδη τρία, πρῶτον αἱ μυ‐ θικαὶ, δεύτερον αἱ διηγηματικαὶ καὶ μύθων οὖσαι ἐγγὺς, τρί‐
15τον αἱ ὀλίγον τοῦ μυθικοῦ κοινωνοῦσαι· ἕτερα δὲ εἴδη παρὰ τὰ τρία λέγει δύο, οἷς οὐκ ἀπονέμει τάξιν ἰδίαν διὰ τὸ συμ‐ πλέκεσθαι τοῖς τρισίν. —Λέγουσι τὸν Πᾶνα σκιαζόμενον ὑπὸ τῆς ἀσπίδος ἐν τῷ καιρῷ τῆς ναυμαχίας, καὶ τὸν Διό‐
νυσον χορεύοντα ἐν τῷ πολέμῳ ὑπερμαχεῖν Ἀθηναίοις.1065

7

.

1066

θʹ. Ὑπερβάλλει τὴν πρώτην ἔννοιαν, ὅτε ἐγκω‐ μιάζεται· ἥδεται γὰρ πλέον, ἢ εἰ μύθους ἀκούοι, ὡς ὑπο‐ κατιὼν ἐρεῖ. ιʹ. Τοῦτο σαφέστερον ἐκ τῶν ἑξῆς γίνεται· ἐρεῖ γὰρ,
5ὅτι τῶν κατὰ ἀπόλαυσιν ἡδονῶν αἱ μέν εἰσιν αἰσχραὶ, αἱ δὲ οὔ, ὅσαι οὖν αἰσχραὶ, ἐοικυῖαν ἔχουσιν αὐταῖς καὶ τὴν διὰ τῆς ἀκοῆς τέρψιν· τότε τοίνυν ἐλάττων ἡδονὴ γίνεται τοῖς ἀκροαταῖς τῆς ἐκ τῶν διηγημάτων τῆς τρί‐ της ἐννοίας, τῶν ἐπ’ ὀλίγον ἐχόντων τοῦ μυθικοῦ· οὐ
10γὰρ ὅμοιον εἰς ἡδονὴν τὸ περὶ τοῦ Πανὸς διήγημα Ἡροδότου ἐν τῇ ἕκτῃ, καὶ τὰ ἐν τῇ Ἀριστοφάνους κω‐ μῳδίᾳ, οἷον ἐν Πλούτῳ,
Βδέουσα δριμύτερον γαλῆς· ιβʹ. Καθὰ καὶ ἐπὶ τῶν σεμνῶν ἐννοιῶν· ἀλλ’ ἐκεῖ
15μὲν σεμνὰ ὑπόκειται καὶ καθολικὰ πράγματα, ἐνταῦθα δὲ αἰσχρὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, πλὴν εἰ καὶ μὴ οὕτως ἔχει, ἀλλ’ οὖν εὐτελῆ· ἐκφράσεις οὖν κάλλος χωρίου καὶ φυτείας διαφόρους καὶ ῥευμάτων ποικιλίας καὶ ὅσα τοι‐ αῦτα.
20ιδʹ. Τροπικὴ γάρ ἐστιν ἡ λέξις ἀπὸ τῆς ἀνθρω‐
πικῆς πρὸς τὰ ἐρωτικὰ πτοίας ἐπὶ τὴν τοῦ θείου ἀπά‐1066

7

.

1067

θειαν μετενηνεγμένη, τραχέα δὲ τὰ τροπικὰ, σκληρὰ δὲ διὰ τὸ δύσφωνον τῆς συνθέσεως τοῦ ἔμαρπτε· καὶ με‐ γέθους δὲ μετέχειν αὐτάς φησιν, διότι ὑπὸ τὸ μέγεθος τραχύτης τε καὶ σφοδρότης ἀνάγεται·
5 ιεʹ. Τὴν γὰρ ὄψιν εὐφραίνει τὰ τοιαῦτα· εἴρηται δὲ καὶ ἀνωτέρω, ὅτι ὅσα προσφιλῆ ταῖς αἰσθήσεσιν ἡ‐ μῶν ἐστιν, ταῦτα ἐκφραζόμενα πολλὴν παρέχει τὴν γλυ‐ κύτητα τῷ λόγῳ. ιϛʹ. Τὰς ἐρωτικὰς ἐννοίας οὐ λογίζομαι, φησὶν, εἰς
10τετάρτην τάξιν, οὐδὲ ἀπονέμω αὐταῖς ἴδιόν τινα τόπον, ἐπειδὴ ὡς ἐπὶ τὸ πλεῖστον οὐ κατὰ μόνας οὐδὲ καθ’ ἑαυτὰς θεωροῦνται, ἀλλὰ συμπλέκονται τοῖς προειρημέ‐ νοις τρισὶν εἴδεσιν τῶν ἐννοιῶν τῆς γλυκύτητος. τῆς τε‐ τάρτης οὖν ἐννοίας τάξιν ἰδίαν αὐτὸς οὐκ ἀπονέμει, ἐπει‐
15δὴ συμπλέκεται ταῖς ἄλλαις. ιζʹ. Καὶ γὰρ ἡ ἔννοια πολλῆς γέμει τῆς γλυκύτη‐ τος μεταφορικῶς προενεχθεῖσα, ὡς περὶ ἀνθρώπων γὰρ ἔφη τῶν δένδρων τὸ θέλει, καὶ ἡ λέξις πολλὴν
ἐνδείκνυται τὴν ἀφέλειαν.1067

7

.

1068

ιηʹ. Οὐ γὰρ οὕτως ἄν τις εἴποι τροπικὸν εἶναι τῷ ζωὴν ἔχοντι φυσικὴν τῷ δένδρῳ προαίρεσιν περιθεῖναι, ἥτις διὰ τοῦ ἐθέλει δηλοῦται, ἢ τῇ προϊούσῃ φωνῇ τὴν τοῦ ῥεύματος ἐπιθεῖναι μεταφορὰν, καὶ τῷ ἀψύχῳ τὴν
5ζῶσαν εἰκάσαι φωνὴν, καὶ τῷ ἀναρμόστῳ δὲ τὸ ἐναρ‐ μόνιον, καὶ τῷ ἀτάκτως μετὰ ῥοίζου προχεομένῳ τὴν μετὰ τάξεως καὶ λειότητος ἤχου προϊοῦσαν. ιθʹ. Τὸ τοῖς ἀπροαιρέτοις προαιρετικόν τι περιτιθέ‐ ναι καὶ εἰσάγειν αὐτὰ δυνάμενα εἰδέναι τὸ πρακτέον.
10 κʹ. Περιττὸν ἡγήσατο περὶ τῶν αὐτῶν αὖθις δι‐ δάσκειν ἅπαξ εἰσηγησάμενος ἐν τῷ περὶ καθαρότητος καὶ ἀφελείας λόγῳ· δεῖ γὰρ τὰς αὐτὰς ἐπὶ τῆς γλυκύ‐ τητος μεθόδους λαμβάνειν, ἃς ἐπὶ τῆς καθαρότητος καὶ τῆς ἀφελείας περιελάβομεν.
15 καʹ. Εἶπε γὰρ ἐν τῷ περὶ λέξεως ἀφελείας, ὅτι εἰσί τινες καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, οἷον τὸ ἀδελφίζειν παρὰ Ἰσοκράτει, καὶ ὁ κλαυσίγελως παρὰ τῷ Ξενο‐
φῶντι.1068

7

.

1069

κβʹ. Ἐννοίαις μὲν ταῖς τὴν πρώτην τάξιν ἐπεχούσαις, οἷον τοῖς διηγήμασιν τοῖς ἐπ’ ὀλίγον τοῦ μυθικοῦ κοι‐ νωνοῦσι, μεθόδοις δὲ ταῖς καθαραῖς· ἄρχεται γὰρ ἀπ’ αὐτοῦ ψιλοῦ τοῦ πράγματος, ὅπερ ἴδιον καθαρότητος.
5 κδʹ. Αἱ ἐξεναλλαγαὶ, φησὶ, τῶν διαλέκτων πολλὴν ἡδύτητα χορηγοῦσι ταῖς ἀκοαῖς, διόπερ καὶ αἱ κολλήσεις τῶν ἐπῶν ἐν τῷ πεζῷ λόγῳ τοὺς ἀκροωμένους εὐφραί‐ νουσιν, εἰ κατὰ σύνθεσιν ἐξαγγέλλοιντο δεόντως, ἀλλὰ μὴ κατὰ παράθεσιν.
10 κεʹ. Ἰδίων μὲν, ὡς ἐν Φαίδρῳ καὶ συμποσίῳ, ἀλλο‐ τρίων δὲ, ὡς ἐν πέμπτῳ τῆς πολιτείας. —Ὥσπερ οἱ νό‐ μοι· τοῦτο λέγει, ὅτι ταῦτα οὐ ποιοῦσι παραπλοκὴν, ἀλ‐
λὰ οὕτως εἰσὶ χρήσεις ἁπλῶς, ὥσπερ λέγεις τὴν σὴν ἔν‐1069

7

.

1070

νοιαν, εἶτα λέγεις, ὅτι καὶ ὁ νόμος ταῦτά φησι καὶ τὸ ψήφισμα ὡσαύτως.
3tCap. V.
4tΠερὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν, ὡραίου
5tτε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
5 αʹ. Ἡ δριμύτης ταὐτόν ἐστι τῇ ὀξύτητι, ὡς αὐτὸς προεῖπε, παρακολουθεῖ δὲ τῇ γλυκύτητι καὶ τῇ ἀφελείᾳ προσήκουσα αὐταῖς, γίνεται δὲ, ὅταν τὰ βαθέα νοήματα ἁπλῶς καὶ ὡς ἔτυχε γίνεσθαι λέγωμεν. βʹ. Ἐν τῷ περὶ μεθόδου ἀφελείας ἔφη, ὅτι ἡ δρι‐
10μύτης καὶ ἡ ὀξύτης ἡ αὐτὴ οὖσα ἰδέα ἐπιπόλαιός ἐστι βα‐ θύτης καὶ τῷ μὲν ἀφελεῖ λόγῳ ἐναντίαι πως εἶναι δοκοῦσι, καίτοι ὑπὸ τὴν ἀφέλειαν τελοῦσαι, δεινότητος δὲ μᾶλλόν εἰσιν οἰκεῖαι. τὰς γοῦν ταχείας ἀπαντήσεις οὐ πολὺ τὸ περινενοημένον ἐχούσας εἶδος εἶναι δριμύτητός φησιν,
15οἷον „κακοδαιμονοῦσι μὲν Βυζάντιοι σφόδρα γε, ἀλλ’ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι, συμφέρει γὰρ τῇ πόλει·“ πάλιν δὲ κἀν τῷ περὶ μεθόδου γοργότητος τὸ παράδει‐ γμα τοῦτο σὺν ἑτέροις θεὶς ἐπήνεγκε. ταῦτα γάρ πώς εἰσιν ὀξέα, τουτέστιν ὑπὸ τὴν ὀξύτητα καὶ δριμύτητα
20τελοῦντα.1070

7

.

1071

γʹ. Ὅτι μέθοδος ἀφελείας τὸ μὴ περινενοημένως λέγειν, ἀλλ’ ἀνειμένως τὰ περινενοημένα. Διὰ τί δὲ ὥσπερ περὶ ἑκάστης τῶν ἄλλων ἰδεῶν ἐννοίας λέγει καὶ τὰ ἑξῆς, οὐχ οὕτως καὶ ἐπὶ τῆς δριμύτητος ἐκτίθεται;
5φαμὲν, ὅτι ἀμφισβητεῖται, πότερον ἡ δριμύτης περὶ λέ‐ ξιν γίνεται, ἢ περὶ τὰς ἐννοίας· περὶ οὖν τῶν ἀμφισβη‐ τουμένων οὐκ ἠδύνατο ἀφωρισμένως καὶ κατὰ μέρος ὁ‐ μοίως ἐν τοῖς ἄλλοις διδάσκειν. δʹ. Ὑπέρβατόν ἐστιν, ἡ γὰρ λέξις, φησὶν, ἡ ποιοῦ‐
10σα τὴν δριμύτητα αὐτὴν καθ’ ἑαυτὴν οὐδὲν ἔχει δριμύ, εἰ μόνον αὐτὴν χωρίσειέ τις τῶν πρὸ αὐτῆς ῥηθέντων τῆς ἐννοίας. εʹ. Ἐπὶ τοῦ τὸν ἄνδρα τὸν ἴδιον φιλεῖν ἑκάστην γυ‐ ναῖκα, ὁ δὲ Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς πολλῶν
15τοιούτων μέμνηται, φάσκων Διονύσιον τὸν Σικελίας τύ‐
ραννον τούτοις χαίρειν.1071

7

.

1072

ζʹ. Αὐστηρὰν ἐκάλεσε τροπὴν, οἷαι ἦσαν αἱ προειρη‐ μέναι καὶ τὸ καταῤῥεῖ· τὸ δὲ ἤνθησε τροπικὸν μὲν, ἡ γὰρ αἴσθησις οὐ πόῤῥω τῆς τῶν πραγμάτων ἀκμῆς βαί‐ νουσα τυγχάνει· καὶ γὰρ τὰ φυτὰ καὶ πάντα ἐφ’ ὧν
5τὸ ἀνθεῖν τάττεται κυρίως, ὅταν ἀκμάζῃ τῷ γονίμῳ, χωρεῖ πρὸς τὴν ἄνθησιν. ηʹ. Ἐπειδὴ τὸ οἰκῶν καὶ ἡρμήνευσε κυρίως ἐπὶ ἀν‐ θρώπου λέγεται, διὰ τοῦτο, εἰ τὸ οἰκῶν χωρὶς τοῦ ἡρ‐ μήνευσεν ἔκειτο, σκληρὸν ἂν ἦν· νῦν δὲ τὸ ἡρμήνευσεν
10ἀκόλουθον ὂν τῷ οἰκῶν, (ἐπὶ γὰρ ἀνθρώπων ἄμφω εἴρη‐ ται) παρεμυθήσατο τὸ πρότερον· εἰ καὶ ἐπὶ ὀρνέου κεῖται. Εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν· ἀντὶ τοῦ εἰ ὁ ἀμφίβιος ὄρνις εἰωθὼς εἰς γῆν πέτεσθαι ἐκ θαλάσ‐ σης καὶ ἐκ γῆς εἰς θάλασσαν, κατοικῶν δὲ ἐν ὕδασιν. —
15Τὸ ἡρμήνευσέν ἐστιν ἡ δριμύτης, ἡ γὰρ ἑρμηνεία κυ‐ ρίως ἐπὶ ἀνθρώπων ἐστίν· ἐνταῦθα δὲ τὸ ἐδήλωσε ση‐ μαίνει, ἡ πρώτη οὖν τροπὴ τὸ ὁ κύματα οἰκῶν, τὸ γὰρ οἰκεῖν οὐ κυρίως λέγοιτ’ ἂν ἐπὶ κυμάτων, ἡ δευτέρα δὲ
καὶ σκληροτέρα τὸ ἡρμήνευσεν, ὅπερ οὐ δοκεῖ τῷ παρα‐1072

7

.

1073

κεῖσθαι τῷ οἰκῶν. —Τῶν ἄλλων τι· οἷον μυθικὸν κ. τ. λ.
3tCap. VI.
4tΠερὶ ἐπιεικείας.
4αʹ. Διδάξας περὶ ἀφελείας καὶ τῶν προσηκουσῶν αὐ‐
5τῇ, λέγω τῆς γλυκύτητος καὶ τῆς δριμύτητος, διαλαμ‐ βάνει καὶ περὶ τῆς ἐπιεικείας, τῆς ὁμοίως τῇ ἀφελείᾳ ἀναγομένης ὑπὸ τὸ ἦθος. βʹ. Μεμαθήκαμεν ἐν τοῖς φθάσασιν, ὡς ἀποτελεστι‐ κὴ τοῦ ἤθους ἐστὶ καὶ ἡ ἐπιείκεια, ἣν καὶ πρώτην ἐν τῇ
10ἀπαριθμήσει τέταχεν ὁ τεχνικὸς, καὶ ἴσως παρά τισιν ἂν φανείη τοῦτο ζητήσεως ἄξιον, πλὴν παραδραμοῦμεν αὐτὸ διὰ τὸ ὑπόψυχρον τῆς ἀπορίας, ἀλλ’ ἤδη σκοπή‐ σωμεν, ποίας λέγει μᾶλλον ἁρμόττειν ἐννοίας τῷ ἠθικῷ λόγῳ, πλὴν διέστηκεν, ἡ μὲν γὰρ ἐκ τοῦ προσώπου, ἡ
15δὲ ἐκ τοῦ πράγματος γίνεται. γʹ. Καὶ τοῦτο τῆς Δημοσθενικῆς δεινότητος ἄξιον, τὸ τοῦτο δοκεῖν χαρίζεσθαι τῷ ἐχθρῷ, δι’ οὗ μάλιστα παρανομωτάτην ἀποδείκνυσι τὴν γεγραμμένην αὐτῷ δω‐ ρεάν. νόμῳ γὰρ αὐτὸν κ. τ. λ.
21δʹ. Σημείωσαι, τίνες ἠθικοὶ ῥήτορες, καὶ ὅτι εἰσὶ1073

7

.

1074

μὲν καὶ κατ’ ἔννοιαν ἠθικώτεροι, πολλῷ δὲ πλέον ταῖς μεθόδοις. εʹ. Τῷ γὰρ ἑκόντα φαίνεσθαι τὸ πολὺ τῆς ἀξίας ἔλαττον ἀγαπῶντα, σύμφωνός ἐστιν ἥ τε τῶν οἰκείων πλε‐
5ονεκτημάτων μείωσις καὶ τοῖς κατὰ τῶν ἐχθρῶν λόγοις ὑφειμένη τῶν ἐλαττωμάτων μνήμη, καὶ ἔτι κατὰ παρά‐ λειψιν ἐφ’ ἑκατέρου μέθοδος. ϛʹ. Τὸ ψιλὰ τὰ πράγματά φησιν ἀφηγεῖσθαι, μηδὲν αὐτοῖς τῶν ἔξωθεν συνεπιπλέκοντα, καὶ γὰρ ἀνωτέρω
10τὰς αὐτὰς ἔφη μεθόδους ἀφελείας τε καὶ καθαρότητος εἶναι.
12tCap. VII.
13tΠερὶ ἀληθινοῦ λόγου.
13αʹ. Καὶ ἐν τῇ ἀρχῇ τῆς περὶ ἤθους διδασκαλίας ἠπό‐
ρησεν, διὰ τί κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου τὸ πρῶτον1074

7

.

1075

ἰδέας ἑπτὰ εἰπὼν εἶναι, ὧν τὰς μὲν τρεῖς γενικὰς, τὰς δὲ τέσσαρας ἐφ’ ἑαυτῶν ἵστασθαι ἀδιαιρέτους εἰδικὰς οὔσας, καὶ συναριθμήσας τὴν ἀλήθειαν ταῖς ἄλλαις ἓξ ἰδέαις, ἐνταῦθα φαίνεται τὴν ἀλήθειαν ἀναγαγὼν ὑπὸ
5τὸ ἦθος, ἀλλ’ οὐχ ὡς περὶ τελείας ἰδέας αὐτῆς διαλεγό‐ μενος· ἀλλὰ λέγομεν, ὅτι εἰκὸς, τὸν Ἑρμογένην ἰδέας ἓξ εἶναι δοξάζοντα, ὑπὸ τὸ ἦθος τὴν ἀλήθειαν ἀναγαγεῖν, ὥσπερ καὶ τὴν ἐπιείκειαν καὶ τὴν ἀφέλειαν καὶ τὴν βαρύ‐ τητα, καὶ οὕτως ἐν ἀρχῇ καταριθμήσασθαι, χωρὶς τῆς
10ἀληθείας ἓξ, οἷον σαφήνειαν, μέγεθος, κάλλος, γοργό‐ τητα, ἦθος, δεινότητα, τοὺς δὲ γραφέας προσθεῖναι κατὰ πλάνην τὴν ἀλήθειαν τῷ καταλόγῳ τῶν γενικῶν ἰδεῶν, οὐκ οὖσαν εἰδικὴν, ἀλλ’ οὐδὲ γενικήν. βʹ. Τοῦ λόγου τὸ μὲν ἐνδιάθετον, τὸ δὲ προφορι‐
15κόν· προφορικὸς μὲν οὖν ἐστιν ὁ κατὰ φωνὴν, ἐνδιάθε‐ τος δὲ ὁ ἐν τῇ διανοίᾳ καὶ ψυχῇ λόγος, ὃν ἀληθινὸν καλεῖ. γʹ. Καὶ πάλιν ἐν τῷ κατὰ Ἀριστοκράτους· τὸ μι‐ σθοφόρου καὶ θεράποντος ἐκείνων ἔργον ἡ πόλις ἡμῶν
20διεπράττετο· ἐφρούρει Χαρίδημον οἴμοι· τῆς γὰρ ἐννοίας ἐπ’ ἀμφοτέρων καθαρᾶς οὔσης ἡ τοῦ σχετλιασμοῦ μέ‐ θοδος σὺν ἐπαναλήψει προελθοῦσα πεποίηκε τὸ ὅλον δοκεῖν πως φαίνεσθαι σχετλιαστικόν· ἐπὶ δὲ τοῦ δευτέρου τὸ πολὺ τοῦ πράγματος ἄδοξον τρόπον τινὰ ὀδύρεται,
25εἴγε τὸν στρατιώτην τὸν πρώην ἄλλως ἀγαπητῶς δορυφο‐ ροῦντα ἡ τῶν Ἀθηναίων πόλις φρουρεῖν ψηφίζεται. —
Εἰδέναι χρὴ, ὅτι τῇ ἐννοίᾳ μόνῃ ἡ μέθοδος ἀκολουθεῖ·1075

7

.

1076

τῇ δὲ λέξει τὰ ἕτερα πέντε μέρη, ἐν αὐτῇ γὰρ θεωροῦν‐ ται, καὶ περὶ αὐτὴν καταγίνονται. —Ἰστέον, ὅτι πολ‐ λοὶ καὶ τῶν ἐλλογίμων τοῦτο· ὦ Ζεῦ, καὶ τό· Ἀνδροτίων, ὦ γῆ καὶ θεοὶ, ὀξύνουσιν ὡς σχετλιαστικὰ τῷ τῶν γραμ‐
5ματικῶν ἑπόμενοι κανόνι, ἀλλ’ οἱ πλείους καὶ ἀξιολογώ‐ τεροι περισπῶσιν ἄμφω ὡς κλητικῶς. εʹ. Ὅταν ὡς ἀληθῶς σχετλιάζῃ τις, ἔννοια γίνεται τοῦ ἐμψύχου λόγου, ὡς τὸ Χαρίδημον οἴμοι, ὅταν δὲ τῷ δοκεῖν, ἀλλὰ μὴ φύσει, μέθοδος· σχηματίζεται γὰρ καὶ
10πλάττεται τὰ μὴ ὄντα, σχήματα δὲ ἐννοίας ἡ μέθοδος αὐτῶν δοκεῖ. ϛʹ. Εὐτελὲς γὰρ καὶ λίαν εὐκαταφρόνητον πρᾶγμα κεκίνηκε τὸν ῥήτορα πρὸς σχετλιασμόν. ζʹ. Μέθοδος τὸ μὴ προσλέγειν, ὡς ὄμνυσί τις ἢ εὔξε‐
15ται καὶ τὸ θαυμάζειν μὴ προλέγοντα. ηʹ. Ἡ δὲ αἰτία σαφὴς καὶ τῷ μετρίως ἔχοντί πως περὶ τοὺς λόγους αἰσθήσεως· πῶς γὰρ ἠδύνατο παθαίνε‐ σθαι, μηδενὸς ὑπόντος τοῦ κινοῦντος αὐτόν; —Τὴν
ἐπιμονὴν ἐκάλεσε πάνυ πολὺ, οἷον τὸ ἐπιμεῖναι τὸ πά‐1076

7

.

1077

νυ πολύ ἐστιν, ὅπερ ἐν τῷ ἡγουμένῳ ῥητῷ κεῖται, εἰ προ‐ λαβὼν ἀργύριον πάνυ πολύ. θʹ. Καθὰ καὶ ἡ ἀφέλεια καὶ ὁ ἐνδιάθετος ὑπὸ τὸ ἦθος ἀνάγεται· λέγει οὖν, ὅτι κοινωνεῖ ἀλλήλοις κατὰ
5τὸ γένος. ιʹ. Καταστήσει μὲν γὰρ τὸν ἀντιθετικὸν λόγον ὁ πειρώμενος οὕτως λέγειν, ἀπήγγελτο τοίνυν ἐμοί τις, καὶ τοιοῦτόν τι παρεσκευάσθαι λέγειν αὐτόν· τόδε ἢ τόδε, ἢ πάλιν· οἶδα τοίνυν, ὡς ἐκείνῳ πολλῷ χρήσεται τῷ λό‐
10γῳ· ἄνευ δὲ καταστάσεως ἀντιθήσει ὁ ψιλὸν τὸν ἀντιθε‐ τικὸν λόγον εἰσάγων, ὡς ἐν οἷς αὐτὸς τίθησι παραδεί‐ γμασι· καὶ ὅλως ἰστέον, ὅτι ἡ πρότασίς ἐστιν ἡ κατά‐ στασις· ἡ δὲ ὑποστροφὴ ψιλή ἐστι, τὸ ἄνευ καταστά‐
σεως λέγειν· φησὶ δὲ, ὅτι κἂν εἰ λύοι τις τὰς ἀντι‐1077

7

.

1078

θέσεις ἐξ ἐπεμβολῆς ἄνευ καταστάσεως, πεποιθότως λέγει. ιαʹ. Ἰστέον, ὅτι περὶ πολλῶν καλῶν ἐν τῷ περὶ μεθόδου δεινότητος διαλαμβάνων ὁ τεχνογράφος οὐδέν
5τι περὶ συνδρομῆς ἤτοι περὶ συγχωρήσεως, ἐπιλαθόμε‐ νος ὡς ἔοικεν, ἔφη· χρησόμεθα δὲ τῇ συνδρομῇ, ἢ ὅταν κ. τ. λ. ιδʹ. Ἧττον λυπεῖ, φησὶν, ὁ τῇ λοιδορίᾳ χρώμενος, ὅταν ἐξαίφνης λοιδορήσεται, ἐμφαίνει γὰρ ὅτι ἐξ ὀργῆς
10ἡ λοιδορία οὐ προαιρέσεως, ἐνδιακειμένως δὲ κατὰ διάθε‐ σιν καὶ πάθος ψυχῆς. ιηʹ. Ὁ Ἀβραδάτης εἰς πόλεμον τέθνηκε, καὶ ἔκοψαν τὴν χεῖρα αὐτοῦ, καὶ ἡ γυνὴ ἐκράτει τῆς χειρὸς αὐτοῦ καταφιλοῦσα, καὶ ἠκολούθει ἡ χεὶρ αὐτοῦ.
15 ιθʹ. Ἐπιφοράν φησιν τὴν καταφορὰν, οἱ δὲ κα‐ ταφορικοὶ τῶν λόγων σφοδρότητος οἰκεῖοι. κʹ. Ἡ μετὰ ἐρωτήσεως ἀποστροφὴ διαφέρει τῆς ἀποστροφῆς, ὅτι ἡ μὲν ὡς ἐξ ἀποφάσεως κ. τ. λ. —Τί γὰρ δήποτ’ Εὔβουλε·
20ἐν τῷ παραπρεσβείας· „νῦν δ’ ἤδη περιερχόμεθα ἡμεῖς,1078

7

.

1079

τί δέδοκται τοῖς ἄλλοις σκοποῦντες καὶ ὠτακουστοῦντες, τί τὰ τῶν Ἀρκάδων, τί τὰ τῶν Ἀμφικτυόνων ποιεῖ, πάρεισι Φίλιππος, ζῇ ἢ τέθνηκεν, οὐ τοιαῦτα ζητοῦμεν; ἐγὼ δὲ οὐ δέδοικα, εἰ Φίλιππος ζῇ, ἀλλ’ εἰ τῆς πόλεως τέθνηκε
5τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι,“ καὶ τὰ ἑξῆς. —Κατὰ τὴν μέθοδον· ἐκ τούτου γνωστέον, ὡς οὐκ ἔστι διαφορὰ παρὰ τῷ τεχνικῷ σχήματος καὶ μεθό‐ δου, ἀλλ’ ἢ μόνον, ὅτι τὴν μέθοδον ἐπὶ τῆς ἐννοίας τάττει, τὸ δὲ σχῆμα ἐπὶ τοῦ λόγου· ὅπερ οὖν σχῆμα ἐν
10λόγῳ, τοῦτο μέθοδος ἐπ’ ἐννοίας· εἰσὶ δὲ ἄμφω ὑπαλ‐ λαγαὶ καὶ μεθαρμόσεις καὶ οἷον κινήσεις καὶ ἐργασίαι πρὸς τὸ δέον. καʹ. Κἀντεῦθεν δῆλον, ὅτι ἡ περὶ σχημάτων διδα‐ σκαλία συγκέχυται παρ’ αὐτῷ· ἡ γὰρ διαπόρησις σχῆμά
15ἐστι διανοίας οὐ λέξεως, ὡς αὐτὸς οἴεται. κβʹ. Περὶ τοῦ „μὲν“ συνδέσμου τοῦ ἐν τῷ κατὰ Τι‐ μοκράτους προοιμίῳ, ὅτι κατὰ τὸ ἀπόλυτον εἴργασται καὶ οὐ δεῖται τοῦ ἀνταποδοτικοῦ „δὲ,“ διὰ τούτων τῶν Ἑρμογένους λόγων μανθάνομεν.
20 κγʹ. Πολλαχοῦ τῶν λόγων ὁ Δημοσθένης τά τε ζητούμενα ὡς ὁμολογούμενα λαμβάνει· δεινότητι πρὸς τὸ δοκοῦν ἑκάστοτε τὸν ἀκροατὴν μετάγων καὶ τῷ ἀπο‐ λύτῳ μερισμῷ χρώμενος οὐκ ἀξιοῖ ἀνταποδιδόναι
τὸν δέ. Τοῦ Τιμοκράτους τοίνυν θρυλοῦντος, ὡς δι’1079

7

.

1080

ἔχθραν ὁ Διόδωρος τῶν παρανόμων ἀπενήνοχεν κατ’ αὐτοῦ τὴν γραφὴν, εὐθὺς ὁ ῥήτωρ τὴν πρώτην τοῦ προοιμίου πρότασιν κατὰ ἀπόλυτον εἰσήνεγκε μερικὸν, ἀξιοπίστως τὴν αἰτίαν ἔχθρας ἀπολυόμενος, καὶ Τιμοκράτην παραί‐
5τιον ἑαυτῷ τῆς κατηγορίας ἀποφαίνων· καὶ διὰ τοῦτο τῷ „μὲν“ οὐκ ἀποδέδωκε τὸν „δὲ,“ ὥσπερ καὶ τὸ ἐγὼ μὲν ἡγοῦμαι. —Σχήματα ἐν ταῖς ἐπιφοραῖς τὰ σφοδρὰ καὶ αἱ ἀποστροφαὶ καὶ τὸ δεικτικὸν, καὶ ἡ διαπόρησις καὶ αἱ ἐπικρίσεις ἄνευ ἐνδοιασμοῦ, καὶ ἡ ἐπιδιόρθωσις,
10καὶ ὁ ἀπόλυτος μερισμός.
11tCap. VIII.
12tΠερὶ βαρύτητος.
12 αʹ. Εἰπὼν, ὅτι τὸ ἦθος διαιρεῖται εἰς ἐπιείκειαν καὶ ἀφέλειαν, καὶ εἰς τὸ ἀληθὲς καὶ ἐνδιάθετον καὶ εἰς βα‐ ρύτητα, διδάξας περὶ τῶν ἄλλων ἐπὶ τὴν λειπομένην
15τῶν ἠθικῶν ἐννοιῶν ἔρχεται, τὴν βαρύτητα. βʹ. Ὅτι ἡ μὲν βαρύτης ὑπόκειται τῷ ἠθικῷ λόγῳ,
καὶ αὐτὴ καθ’ ἑαυτὴν οὐ συνέστηκεν, οὐδὲ συμπληροῖ γε1080

7

.

1081

αὐτὸν, ὥσπερ ἡ ἀφέλεια καὶ ἡ ἐπιείκεια καὶ τὸ ἐνδιάθε‐ τον καὶ ἀληθὲς, ἱκανῶς ἐν τοῖς φθάσασι μεμαθήκαμεν, διὰ δὴ καὶ τελευταίαν αὐτὴν τέταχεν· εἰ γὰρ ἐξ ἄλλων γίνεσθαι πέφυκε, πῶς οἷόν τε πρὸ ἐκείνων τάττειν αὐ‐
5τὴν, ἥτις καθ’ ἑαυτὴν οὐδὲ συνέστηκε τὴν ἀρχὴν, ἀλλ’ ἤδη περὶ αὐτῆς λεκτέον. Ὑπερωρίσθη γὰρ παρὰ τῶν Ἀθηναίων ὁ ῥήτωρ καὶ ἠξίου ἐπανελθεῖν. Πλεονεκτεῖν τῷ ἐχθρ· οἷον ἵνα εἴπῃς οὕτω κατ’ εἰρωνείαν· μείζων γάρ ἐστιν οὗτος εὐεργεσίαις, ἤ‐
10περ ἐγὼ καὶ ὁ θεολόγος· καὶ Παῦλος τοῦτο ἐτόλμησεν, οὗ σὺ δηλαδὴ διδάσκαλος· τοῦτο εἰρωνείας ἐστὶ μετὰ βαρύτητος. Εἰ γὰρ μὴ εἰρων. κ. τ. λ. Κοθωκίδης ἐστὶν ὁ δῆμος, ἐν ᾧ κατέμεινεν Αἰσχίνης, Οἰνόμαος δὲ λέγεται ὁ Αἰσχίνης κ. τ. λ.
15 Ποῖά εἰσι τὰ ἐσχηματισμένα προβλήματα, ἔμαθες ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ τετάρτου τόμου τῶν εὑρέσεων, ἐκεῖσε γὰρ περὶ τούτων διδάσκει δι’ ἄλλων τε οὐκ ὀλίγων παραδειγμάτων καὶ διὰ τοῦ κατὰ τὸν Πε‐ ρικλέα.
20δʹ. Ἀπέδειξεν, ὡς ἡ εἰρωνεία μέθοδός ἐστί τις ποιοῦ‐1081

7

.

1082

σα τὴν βαρύτητα, τοῦτο δὲ σαφῶς κἀν τοῖς φθάσασι μεμαθήκαμεν. εʹ. Τοσαῦτα τοίνυν ὁ Θεμιστοκλῆς λέξει ἐν τῇ προσ‐ αγγελίᾳ, ἃ τῷ θέλοντι προσέχειν ἀκριβῶς ἀρκεῖ πρὸς
5ὅλην τοῦ λόγου τὴν κατασκευήν· σφόδρα γὰρ δαιμονίως ἡμῖν ὁ τεχνικὸς τὰ σπέρματα σχεδὸν ὑπέδειξε τῆς ὑπο‐ θέσεως. ϛʹ. Ταῦτα μετὰ τὴν μέθοδον, τὴν λέξιν λέγω καὶ τὰ ἑπόμενα τῇ λέξει, ληπτέον, ὅσα ταῖς ἠθικαῖς ἰδέαις ἥρ‐
10μοσεν. οὐ γὰρ ἂν εὕροις ἴδιόν τι τούτων τῆς βαρύτητος· ἐδίδαξε γὰρ κ. τ. λ.
12tCap. IX.
13tΠερὶ δεινότητος.
13 βʹ. Τῆς δεινότητος καὶ τὸ ὄνομα πολλὴν παρέσχετο ζήτησιν, ἐπὶ γὰρ τῶν ἄλλων οὐκ ἐδεήθη τῆς τοιαύτης
15ἀπορίας, διὰ τὸ εἶναι σαφῆ τὴν διδασκαλίαν αὐτῶν· ἐν‐ ταῦθα δὲ πολλὴ τὴν ἀρχὴν ἡ ἀμφισβήτησις γέγονεν, ἐπὶ ποίου σημαινομένου δεῖ λαμβάνειν τὴν δεινότητα, καὶ τοῦτο σαφῶς ἐξ αὐτῆς εἰσόμεθα τῆς λέξεως· οὐδὲ γὰρ σαφέστερον ἔνεστιν διεξελθεῖν τὰ τοῦ τεχνικοῦ, καθὰ
20πολλάκις διεμαρτυράμην, ἀλλ’ ἐκεῖνοι διαφερόντως εὐδο‐ κιμήκασιν. ὅσοι γε τὴν ἀρχὴν εἵποντο τῷ τεχνικῷ, μηδὲν τῶν αὐτοῦ παραλλάξαντες· ἀλλ’ ἐπανιτέον, ὄθεν ἐξέβη‐ μεν, καὶ σκοπήσωμεν, ὅπως λέγει. —Τοῦτο λέγει, τὸ εἰδέναι χρῆσθαι κατὰ τὸ προσῆκον τοῖς προσώποις καὶ
25τοῖς πράγμασιν, ἐννοίας, λέξεις, σχήματα, κῶλα, κεφά‐1082

7

.

1083

λαια, ἐπιχειρήματα, ἐργασίας, ἐνθυμήματα καὶ πάντα, ἐξ ὧν συνέστηκε λόγος, καὶ ὅτι ἄλλως ἀπαντᾷ τις τῷ ῥή‐ τορι εἰς τὰς ἀντιθέσεις αὐτοῦ καὶ ἄλλως τῷ ἰδιώτῃ καὶ ἄλλως τῷ βασιλεῖ, καὶ τοῖς ἑξῆς ὁμοίως. —Προκαταρ‐
5κτικὰς κ. τ. λ. —Τὰ εἴδη τοῦ λόγου καὶ τὰ μέρη αὐτο. εἴδη μὲν τὰς ἰδέας, μέρη δὲ τὰ ὀκτὼ, οἷον τὰ σχήματα, ἡ μέθοδος, ἡ λέξις καὶ τὰ λοιπά. γʹ. Εἰδῶν μὲν πάλιν καταχρηστικῶς τῶν ἰδεῶν
10λέγει, ἐναντίων δὲ τῶν ἀντικειμένων ἑκάστῃ ἰδέᾳ, ὡς τῇ σαφηνείᾳ ἡ ἀσάφεια, τῷ μεγέθει ἡ ταπεινότης, τῇ γορ‐ γότητι τὸ μῆκος τῶν λόγων, τὰ δὲ ἕτερα, δι’ ὧν σῶμα λόγου γίνεται· ἔτι τὰ τρία τῆς ῥητορικῆς εἴδη· αἱ στάσεις, τὰ πέντε μέρη τοῦ πολιτικοῦ λόγου ταῦτα γὰρ
15εἰς ταὐτὸν ἅπαντα συνελθόντα σῶμά τε κάλλιστον δη‐ μιουργοῦσι τῷ λόγῳ, καὶ κατὰ Πλάτωνα ζώῳ τελείῳ παραπλήσιον αὐτὸν ἀπεργάζονται. δʹ. Τὸ μὲν πότε ἐν ποίῳ καιρῷ· οὐ γὰρ κ. τ. λ. τὸ δὲ ποῦ ἐν ποίῳ μέρει τοῦ
20λόγου, πότερον ἐν ἀρχαῖς ἢ μέσοις, ἢ τελευταίοις πολ‐ λὰ γὰρ καὶ καλῶς νοηθέντα καὶ μετρίας τυχόντα φρά‐ σεως διὰ τὴν ἀπειρίαν τῆς τάξεως ἔβλαψε μᾶλλον, ἤ‐ περ ὠφέλησε τοὺς ῥητορεύοντας· τὸ δὲ μέχρι πόσου, πό‐ τερον ἐπὶ πολὺ ἢ πρὸς ὀλίγον· τὸ δὲ πρὸς ὅντινα, ὅπως
25ἂν καὶ τῆς τοῦ προσώπου ποιότητος ἐστοχασμένως ποι‐
ώμεθα τοὺς λόγους· τὸ δὲ πῶς, διὰ ποίων ἐπιχειρημά‐1083

7

.

1084

των· τὸ δὲ διότι, τίνες αἱ αἰτίαι τῆς τοιᾶσδε τοῦ λόγου μεταχειρίσεως. εʹ. Ἰστέον, ὅτι ἐν τοῖς νῦν φαινομένοις Θεοκριτεί‐ οις, εἰ μὴ θεῖος ἀοιδὸς γέγραπται, πολὺ δὲ καὶ
5τὸ δεινὸς οἰκειότατον· πάσης γὰρ ἐπιστήμων ὁ ἀνὴρ ποιητικῆς τε καὶ μουσικῆς ὑπῆρχεν κ. τ. λ.
8 ϛʹ. Ἀλλ’ ὥσπερ ἐγὼ εἶπον, ὅτι δεινὸς ὁ ῥήτωρ ὁ εἰ‐ δὼς καὶ δυνάμενος πᾶσι λόγων εἴδεσι χρῆσθαι δεόντως
10καὶ κατὰ καιρόν· ὁ γὰρ βαθείαις κ. τ. λ.
12 ζʹ. Τοῦ ἐν τῇ πρεσβείᾳ ῥηθέντος αὐτῷ, ἡνίκα σὺν Μενελάῳ πρὸς τοὺς Τρῶας ἐπρέσβευεν Ἑλένην ἀπαιτῶν. θʹ. Δημοσίους ἐκάλεσε τοὺς Φιλιππικοὺς, ἐπειδὴ συμ‐
15βουλευτικοί εἰσι πρὸς τὴν πόλιν· πλὴν ἕπεται ταῖς ἐπιγρα‐ φαῖς τῶν λόγων, καὶ τοὺς μὲν συμβουλευτικοὺς, τοὺς δὲ Φιλιππικοὺς ἐκάλεσε τοῦ αὐτοῦ εἴδους ὄντας.
ιϛʹ. Τὸ μὲν πότε δηλοῖ πανηγυρίζοντα, βουλευό‐1084

7

.

1085

μενον, δικαζόμενον, τὸ δὲ ποῦ ἐν ἀρχαῖς ἢ μέσοις ἢ πρὸς τῷ τέλει τοῦ λόγου, τὸ δὲ πρὸς ὅντινα, πρὸς ἔνδοξον ἢ ἄδοξον, πρὸς ἄρχοντα ἢ ἰδιώτην, τὸ δὲ πῶς, διὰ ποίων ἐπιχειρημάτων· τὸ δὲ ἐφ’ οἷς ἐπὶ ποίοις πράγμασι, δη‐
5μοσίοις, ἰδιωτικοῖς, λαμπροῖς, εὐτελέσιν. ιζʹ. Τὴν περὶ μεθόδου δεινότητος διδασκαλίαν ἕπεσθαί φησι τῷ περὶ ἰδεῶν λόγῳ, τὸν δὲ περὶ τῶν ἰδεῶν λόγον τῷ περὶ εὑρέσεως· κἀν τῇ ἀρχῇ δὲ τῆς περὶ τῶν στάσεων τέχνης ὁ Ἑρμογένης τὸν περὶ τῶν πολιτι‐
10κῶν ζητημάτων διαιρέσεως λόγον εἰς τὰ κεφάλαια τὸν αὐτὸν ἔφη σχεδὸν εἶναι τῷ περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὸν περὶ εὑρέσεως· ἐροῦμεν οὖν κἀνταῦθα, ὅπερ καὶ τὴν τέχνην ἔφημεν ἐξηγούμενοι, ὅτι ἡ εὕρεσις ἐπὶ πλέον ἐστὶ τῆς διαιρέσεως· ὁ μὲν γὰρ τὰ προσήκοντα
15πάντα περὶ τὸ προκείμενον εὑρίσκων καὶ διέλοι ἂν ἀκρι‐ βῶς καὶ τοὺς οἰκείους ἑκάστῳ τόπους ἀπονεῖμαι δύναιτο· ὁ δὲ τὴν εἰς τὰ κεφάλαια τῶν ζητημάτων διαίρεσιν εἰδὼς οὐ πάντως καὶ τοὺς ἁρμοδίους ἑκάστῳ τόπους καὶ τὰ
ἐπιχειρήματα, δι’ ὧν ἕκαστος κατασκευάζεται εὑρεῖν1085

7

.

1086

ἱκανός· ἡ μὲν γὰρ εἰς τὰ κεφάλαια διαίρεσίς ἐστιν ὡρι‐ σμένη, ἡ δὲ τῶν ἁρμοδίων νοημάτων εὕρεσις ἀόριστος καὶ τῆς φύσεως ἑκάστου τῶν ῥητορευόντων ἰδία· τῆς γὰρ αὐτῆς προκειμένης ὑποθέσεως, ἄλλως μὲν ὁ ὀξύς τε
5καὶ ἀγχίνους εὐπορήσει τῶν νοημάτων, ἄλλως δὲ ὁ βρα‐ δύς τε καὶ ἁπλούστερος· εἰκότως οὖν καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον ὑπὸ τὸν περὶ τῆς εὑρέσεως ἀνάγει· εἰ γὰρ καὶ ὡρισμένοι εἰσὶν ἑκάστης τῶν ἰδεῶν οἱ τόποι, ἀλλ’ ἡ πολυπλήθεια τῶν εἰς αὐτὰ συντελούντων ἐπιχειρημάτων
10ἀόριστος, καὶ κατ’ ἄνδρα ἰδία· τὰς γοῦν αὐτὰς σχεδὸν ἰδέας τοῦ λόγου μεταδιώξαντες οἱ ῥήτορες καινοτέραν ἴσχουσιν πρὸς ἀλλήλους τὴν διαφορὰν, ὅθεν καὶ ὁ φι‐ λόσοφος Πορφύριος πρὸς τὰ τοιαῦτα καλῶς ἀποβλέ‐ ψας ἔφη λίαν νουνεχόντως, ὅτι δὴ τοῦ λόγου ψυχὴν δο‐
15κοῦντος καὶ σῶμα ἔχειν, ἡ μὲν τῶν νοημάτων εὕρεσις δι‐ καίως ἂν ψυχὴ τοῦ λόγου νομίζοιτο, ἡ δὲ ἑρμηνεία σῶ‐ μα· Πορφύριος οὖν φησι ψυχὴν καὶ σῶμα ἔχειν τὸν
λόγον, καὶ καλῶς ἀποφαίνεται.1086

7

.

1087

καʹ. Πολλαχοῦ πάνυ τῆς πραγματείας ταύτης τὸ περὶ μεθόδου δεινότητος ἀνυμνεῖ καὶ περὶ πολλῶν ἐν ταύτῃ ἐρεῖν ἐπαγγέλλεται, διόπερ καὶ μετὰ τοῦτο γέ‐ γραφεν εὐθέως ἐκεῖνο, τὰ δὲ λοιπὰ περὶ τῶν καθόλου
5πολιτικῶν λόγων, δικανικοῦ τε καὶ συμβουλευτικοῦ καὶ πανηγυρικοῦ τοῦ ἀρίστου λεχθέντα, ἔτι περὶ τῶν καθ’ ἕκαστον εὐδοκιμησάντων ῥητόρων, λογογράφων, ἱστορι‐ κῶν, πρόδηλα τοῖς ἀκριβῶς τὰ πρὸ τούτων ἐπεσκεμ‐
μένοις.1087