TLG 5024 019 :: ANONYMI IN HERMOGENEM :: Commentarium in librum περὶ εὑρέσεως ANONYMI IN HERMOGENEM Rhet. Commentarium in librum περὶ εὑρέσεως Citation: Volume — page — (line) | ||
7.697(1t) | ΕΡΜΟΓΕΝΟΥΣ | |
2t | ΤΕΧΝΗΣ ΡΗΤΟΡΙΚΗΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ. | |
---|---|---|
3t | ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ ΤΟΜΟΣ αʹ. | |
4t | Cap. I. | |
5t | Περὶ τῶν ἐξ ὑπολήψεων προοιμίων. | |
5 | αʹ. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροα‐ τὴν εἰς ὑποδοχὴν τῆς ὑποθέσεως· καλῶς δὲ προοίμιον ἔλεγον οἱ παλαιοὶ τὰ παρὰ τῶν κιθαρῳδῶν ἐν ἀρχῇ λεγόμενα· τέλος δὲ αὐτοῦ τὸ παρασχεῖν εὐήκοον πρὸς τὰ λοιπὰ τὸν ἀκροατήν. | |
10 | βʹ. Εἰς τὸ αὐτό· Ἐπῄνεσεν ἐν ταὐτῷ καὶ τὰ καθό‐ λου προοίμια, καλλίστην εὕρεσιν τὴν περὶ αὐτῶν εἰρηκώς· οὐ γὰρ ἦν αὕτη καλλίστη, εἰ μὴ ἐκεῖνα καλὰ, καὶ εἰκότως· τοῦ γὰρ ὅλου λόγου ζώῳ ἀτεχνῶς ἐοικότος, τὸ προοίμιον τῇ κεφαλῇ τούτου ἀναλογεῖ· ἄλλως τε καὶ ἄτεχνον τὸ | |
15 | ἀπροοιμιάστως ἐμβάλλειν ταῖς ὑποθέσεσιν, μὴ πρότερον προηυτρεπικότας περὶ ὧν λέξομεν. Καλλίστη οὖν καὶ ἀναγκαιοτάτη ἡ περὶ αὐτῶν εὕρεσις· ἐπῄνεσε δὲ κατὰ τὸ | |
ἐξαίρετον καὶ τὸ κάλλιστον αὐτῶν μέρος, τὸ ἐξ ὑπολή‐ | ||
7.698 | ψεων πραγματικώτατον αὐτὸ καὶ πολυϋλότατον δια‐ γνοὺς οὗ φησι μετ’ ὀλίγα τὴν ἀρετὴν καὶ ἐν τοῖς ἄλλοις δείκνυσθαι. γʹ. Εἰς τὸ αὐτό. Πρώτην εἶπε διότι καὶ ἄλλαι εἰσίν· | |
5 | εἰπὼν δὲ πρώτην τὰς διαφόρους ποιότητας ἐδήλωσε τῶν ἐφεξῆς προοιμίων· ἡ γὰρ ἀπαρίθμησις τὸ σχῆμα τοῦτο δηλοῖ. δʹ. Ἑυρέσεως τετύχηκεν. Εὕρεσίς ἐστι λόγος νοη‐ μάτων καὶ ἐπιχειρημάτων εὐπορίαν ἔχων ἢ ἔννοιαν· ἤτοι | |
10 | νοημάτων ἁρμοδίων εὐπορίαν τῷ ὑποκειμένῳ προβλήμα‐ τι ἤγουν πράγματι. Ἠπόρησαν δέ τινες, ποίαν εἴληχε μετουσίαν κεφάλαιον καὶ εὕρεσις, καὶ τίσιν ἔργοις τὸ κε‐ φάλαιον γίνεται, καὶ τί τούτων ἑκάτερον καὶ πῶς νοη‐ τέον τὸ ἐν τῷ στάσεων βιβλίῳ ὑπὸ τοῦ τεχνογράφου | |
15 | ῥηθέν. Ἔστιν οὖν σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεως. Κεφάλαιον τοίνυν ἐστὶ μέρος λόγου ἐκ νοημάτων διαφόρων πρὸς ἕν τι τεινόντων τὸ κατασκευαζόμενον· εὕρεσις δὲ δια‐ | |
νοημάτων διαφόρων εὐπορία· κοινωνοῦσι δὲ ἀλλήλοις, καθὸ | ||
7.699 | πρὸς ἕνα σκοπὸν τὸν προκείμενον φέρονται· δεῖ γὰρ συμ‐ φυῶς τῇ ὑποθέσει ἑκάτερον ἐξετάζεσθαι. εἰ γὰρ ἄλλο μὲν εἴη τὸ ζητούμενον, ἄλλο δὲ τὸ κατασκευάζον, καὶ ἢ ἀσύστατον ἂν εἴη τὸ ζήτημα, ἢ ἀμαθὴς ὁ μελετῶν, οἷόν | |
5 | τί φημι, εἰ προκέοιτο στοχαστικὴ ζήτησις εἰς ἐξέτα‐ σιν, ἡμεῖς δὲ ἀντίληψιν ἤ τινος ἑτέρας κεφάλαιον στάσεως εἰσαγάγωμεν, ἀσύστατον εὐθέως τὸ ζήτημα· ἢ εἰ κοι‐ νὸν τόπον μέλλοντες ἐρεῖν τὰ τῆς ἀνασκευῆς περιλά‐ βωμεν κεφάλαια, παρὰ τὴν τεχνολογίαν ὁ λόγος προβή‐ | |
10 | σεται. Κατὰ ταῦτα μὲν οὖν κοινωνοῦσι, διΐστανται δὲ τούτοις· τὸ μὲν κεφάλαιον ὡρισμένον ἐστὶ καὶ ἀεὶ φυ‐ λαττόμενον, οἷον ἐπὶ τῆς πραγματικῆς δίκαιον καὶ συμφέρον καὶ νόμιμον. ταῦτα πάντα ἐν ἑκάστῃ στάσει πραγματικῇ ἐμπεσεῖται, καὶ πᾶς μεταχειριζόμενος χρήσε‐ | |
15 | ται, ἡ δὲ εὕρεσις ἀόριστος καὶ πρὸς τὴν ἑκάστου φαν‐ τασίαν ἐγγινομένη· διὸ οὐ πάντες χρήσονται τῇ αὐτῇ, ἀλλὰ πολλοὶ μὲν εὐπορωτέρᾳ, οἱ δὲ στενωτέρᾳ, πρὸς τὴν φύσιν μετρούμενοι. ἔτι τὰ μὲν κεφάλαια περιέχει τὴν εὕρεσιν. ἡ δὲ ταῦτα οὒ, ἀλλὰ περιέχεται· καὶ τὸ πάν‐ | |
20 | των μέγιστον, ὅτι τὰ μὲν κεφάλαια ἀπὸ τῶν ἀγώνων ἀρχόμενα εἰς τοὺς ἀγῶνας καταλήγει, ἡ δὲ εὕρεσις καὶ τῇ παρεκβάσει, καὶ τοῖς ἄλλοις μέρεσι τοῦ λόγου πεπλή‐ ρωται. Πρὸς δὲ τὸ ἐν τῷ περὶ στάσεων τῷ τεχνικῷ λεχθέν φαμεν, ὅτι ἐκεῖ ὁ τεχνογράφος ἔοικεν ἀντιπίπτον‐ | |
25 | τος λόγῳ κεχρῆσθαι· ἐπειδὴ γὰρ σκοπὸν προὔθετο | |
7.700 | περὶ διαιρέσεως πολιτικῶν ζητημάτων λέγειν, ἤμελλε δὲ καί τινα τῆς εὑρέσεως προσθεῖναι τῷ λόγῳ, ἵνα μὴ τῷ σκοπῷ δοκῇ μαχόμενα διαπράττεσθαι, ἐπεσημήνατο φή‐ σας, ἐξ ἀνάγκης τοῦτο παρακολουθεῖν· ἔπειτα καὶ τῆς | |
5 | ἰδίας σαφηνείας ἤγουν ἀκριβείας ὁ τεχνογράφος ἀντιποι‐ ούμενος, ἀπορῶν δὲ τῶν κεφαλαίων ἑκάστου ἰδικὸν ὅρον ἀποδιδόναι· ἐπὶ γὰρ τῶν μερικῶν ἐκλείπουσιν οἱ ὅροι· βουλόμενος τοῦτο σαφηνίσαι διὰ τῆς εὑρέσεως τὸ δι’ ὅρων ἀδυνατῆσαν ποιεῖ. οἷον τῆς στοχαστι‐ | |
10 | κῆς ζητήσεως κεφάλαιά ἐστι τάδε, παραγραφικὸν, ἐλέγχων ἀπαίτησις, βούλησις καὶ τὰ λοιπά. Ἐν τῷ λέγειν οὖν περὶ βουλήσεως καὶ τὰς μεθόδους τοῦ κεφαλαίου παρα‐ διδόναι ἀνάγκη περιπίπτειν καὶ τροφὴν καὶ ὅσα τοιαῦ‐ τα, καὶ ἴσως τις ἀπορήσειε, τί δήποτε εἰπὼν σχεδὸν καὶ | |
15 | διδάξας, ὅτι ἔν τισι διαλλάττει, ἐπήγαγε· πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως· φαμὲν οὖν, ὅτι τοῦ‐ το παρίστησι τοῦ τεχνικοῦ τὴν ἀκρίβειαν· εἰπὼν γὰρ τὸ σχεδὸν ὑπόνοιαν τοῦ μὴ διαλλάττειν παρέσχετο, τῷ δὲ προσθεῖναι, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως, | |
20 | ἐν οἷς διαφέρει ἀλλήλων ἐδήλωσεν. εʹ. Τοῖς ἐκ τῶν ὑπολήψεων καλουμένοις· Πρῶτον καὶ κάλλιστον προοίμιον τὸ ἐξ ὑπολήψεων, καὶ γὰρ αὐτὸς προϊὼν ἐρεῖ, τῶν ἐξ ὑπολήψεως ἡ ἀρετὴ παν‐ ταχοῦ φαίνεται. | |
25 | ϛʹ. Διελὼν ἐκθήσομαι. Ἑκάστου προοίμιον θέ‐ | |
λων εἰπεῖν εὕρεσιν ἐν μέρει διαιρῶν αὐτά. | ||
7.701 | ζʹ. Ἢ κρίνομεν ἢ βουλευόμεθα. Ἐν προβλή‐ μασι λέγει, ἀντὶ τοῦ· ἐν ζητήμασι τοῖς ἐξεταζομένοις· οὐ τὸ πανηγυρικὸν δὲ ἐκβαλεῖν βουλόμενος τοῦ περὶ προοι‐ μίου ταῦτά φησιν· παραλαμβάνει δὲ καὶ τοῦτο· κρίσιν | |
5 | γὰρ γενικῷ λόγῳ καὶ τὴν ἀγαθοῦ καὶ κακοῦ ἐπίσκεψιν δηλοῖ, ᾗτινι καὶ τὴν ἐν πανηγυρικῷ λόγῳ μέτιμεν μετα‐ χείρισιν. πρόβλημα δὲ καλεῖ, ὃ ἀνωτέρω εἶπεν ὑπόθεσιν, ὡς τοῦτο· παρίστατό τις ἐπ’ ἐρημίας νεοσφαγεῖ σώματι, βαστάζων ξίφος ᾑμαγμένον, καὶ φεύγει φόνου. | |
10 | ηʹ. Τῶν ἔξωθεν ἐμφαινομένων. Ἔξωθεν ἐμ‐ φαινόμενοί εἰσιν οἱ ἔξω τούτων πάντων, οἷον οἱ πολέ‐ μιοι· ἐμφαίνονται δὲ πολλάκις μὲν ἓν, πολλάκις δὲ πλείο‐ να, ἢ ἓν πρᾶγμα ἢ ἓν πρόσωπον, ἢ πολλὰ πρόσωπα, ἢ | |
πολλὰ πράγματα. | ||
7.702 | θʹ. Πρῶτον μὲν οὖν. Οἱ δικασταὶ ἤτοι εὐμε‐ νεῖς εἰσιν, ἢ οὐ, ἢ οὐδέτερον· ἂν μὲν οὖν εὐμενεῖς ὦσιν ἡμῖν κ. τ. λ. ιβʹ. Ὁρῶν ὑμᾶς ὦ ἄνδρες Ἀθηναῖοι. Ἀπὸ | |
5 | τῶν δικαζόντων τὸ πρῶτον προοίμιον· γράφει δὲ τὰ προ‐ οίμια ἀπὸ τῶν δικαζόντων, οἵτινές εἰσιν οἱ κριταὶ, ἀπὸ τῶν κατηγόρων, οἵτινές εἰσιν οἱ διώκοντες, ἀπὸ τῶν ἀπο‐ λογουμένων, οἵτινές εἰσιν οἱ φεύγοντες, ἀπὸ τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα. | |
10 | ιγʹ. Εἰ δὲ φαῦλον εἴη τὸ πρᾶγμα· Ὡς ἐπὶ φόνου ἁπλῶς, χαλεπὸν γὰρ καὶ ἀκοῦσαι τοῦτο, καὶ πρὸς θυμὸν ἐπίφορον παρασκευάσαι. Οἶκτός γε μὴν οἷς τὰ | |
ἀνήκεστα συμβέβηκε πεπονθέναι παρακολουθεῖ, ἤτοι | ||
7.703 | ἐχθροῦ τινος ἐπηρείᾳ, ἢ ἄλλως φύσεως ἀνάγκῃ. Χαλε‐ παίνουσι τοιγαροῦν οἱ ἀκροαταὶ τοῖς δεδρακόσιν, οἰκτεί‐ ρουσι τοὺς πεπονθότας, πάσχει δέ τις, ὡς ἔφαμεν, ἢ πονη‐ ροῦ τινος ἐπιβεβουλευκότος, ὡς ἐφ’ οὗ τὴν οἰκίαν ἐμ‐ | |
5 | πρησθῆναι ὑπὸ τοῦ γείτονος ὑπῆρξεν, ἢ φύσεως νόμῳ, πατρός τινος ἢ υἱοῦ ἢ ἄλλου τῶν προσηκόντων ἀπογε‐ γονότων. Οἶκτος δὲ καὶ ὀργὴ καὶ ἔλεος τοῖς ὅμοια τῷ προκειμένῳ ὑποδείγματι πεπονθόσι παρέπεται, καὶ ἐπὶ μὲν τῶν ἐξ ἐπιβουλῆς πεπονθότων κατηγορία ἐνίστα‐ | |
10 | ται, ἐπὶ δὲ τῶν φύσεως νόμῳ, ἐπιτάφιοι, μονῳδίαι καὶ εἴ τι ἄλλο τοιοῦτον ἡ τέχνη δέδωκεν ἐξευρίσκειν ἀνθρώποις. ιζʹ. Καὶ προοιμίου δριμύτης πρότασις. Τὸ ἀναγκαῖόν ἐστι τὸ δριμύ· δριμύτητα δὲ προοιμίου τὴν | |
15 | πρότασιν ἐκάλεσεν, αὐτὸ γάρ ἐστι τὸ δρῶν καὶ συνεκτι‐ | |
7.704 | κώτατον προοιμίου παντός· καὶ αὐτοῦ μὴ δοθέντος οὐδὲν τῶν λοιπῶν ἔσται· Εὐσταθίου· Ἐκ τοῦ κατηγορικοῦ τὸ τρίτον προοίμιον ἔχει τὴν ἀρχήν· ἔστι δὲ ἀπὸ τῆς δόξης, ἣν οὐ | |
5 | φθονεῖν δείκνυσι τὸ προοίμιον, ἀπὸ τοῦ κατηγόρου λαμ‐ βάνοντα τὴν βασκανίαν ἀποκρούεσθαι· φαίνεται γὰρ οὐ διὰ τὴν ἀλήθειαν, ἀλλὰ διὰ τὸν φθόνον κινεῖσθαι ὁ λαλῶν, ὃ καλόν ἐστιν, ἀποκρούσασθαι, καὶ ἔπειτα εἰπεῖν εἰς τὸ τοῖς πολλοῖς νομιζόμενον μὴ οὕτως ἔχειν· φθο‐ | |
10 | νοῦνται δὲ ἢ δόξα ἢ πλοῦτος. | |
7.705 | ιθʹ. Ὅτι αἰσχρὸν ἀπεχθάνεσθαι κοινῷ εὐ‐ εργέτῃ· καὶ τοῦτο τοῦ δικανικοῦ τὸ προοίμιον· ἀρνη‐ τέον δὲ τὴν ἔχθραν ἐπὶ προοιμίου, ὅτε ἐστὶ πρόσωπον ἢ πλούσιον ἢ ἔνδοξον, ἢ ἐπαινούμενον, ἤγουν χρηστὸν ἢ | |
5 | ὠμὸν, ἐξουσιάζον δέ. κʹ. Οὐκ ἔχθρας ἕνεκεν, ὦ ἄνδρες Ἀθηναῖοι. Τοῦ συμβουλευτικοῦ τὸ προοίμιόν ἐστι· ἐκφεύγειν δὲ τὸ δοκεῖν δι’ ἔχθραν λέγειν· τὸ γὰρ πρόσωπον τῶν ἄγαν ἐνδόξων καὶ δείκνυσι τὸ εὐδοκιμοῦσιν ἀντιλέγειν οὐ κα‐ | |
10 | λὸν, ὡς φροντίζων δὲ τοῦ προσώπου λέγει. καʹ. Οὐκ ἀπεχθανόμενος ἰδίᾳ τῷ πλουσίῳ. Καὶ τοῦτο τὸ προοίμιον δικανικὸν, γίνεται δὲ πρὸς πρόσωπον ὠμὸν καὶ ἔνδοξον. Δείκνυσι δὲ ἑαυτὸν ὁ προ‐ οιμιαζόμενος οὐ διὰ τὸ ἀπεχθάνεσθαι λέγειν, ἀλλὰ τοῖς | |
15 | νόμοις καὶ τῇ πόλει βοηθῶν, φησὶ, λέγω, καὶ τοῦ κοινοῦ συμφέροντος ἕνεκα, καὶ ὅλως εἰπεῖν, ὡς παραιτού‐ | |
μενος τὰς ἰδίας ἔχθρας ταῦτα προβάλλεται. | ||
7.706 | κβʹ. Ὅπερ Εὐκτήμιον, ὦ ἄνδρες δικασταί. Ὁ Εὐκτήμων λόγον ἐποίησε κατ’ Ἀνδροτίωνος, ἀδικηθεὶς ὑπ’ αὐτοῦ, καὶ Δημοσθένης κατὰ Ἀνδροτίωνος τὰ | |
ὅμοια πεπονθὼς, καὶ τοῦτο δὲ τὸ προοίμιον δικανικὸν, | ||
7.707 | καὶ ὁμολογοῦν τὴν ἔχθραν· προαδικηθεὶς γὰρ ἀμύ‐ νεται. κγʹ. Πλὴν εἰ μὴ πιθανῶς λέγοιμεν. Καὶ τοῦτο δικανικὸν τὸ προοίμιον, ἀρχόμενον ἀπὸ τοῦ ὑπερ‐ | |
5 | απολογουμένου, ἤγουν τοῦ ἐντολέως· ἐπειδὴ ὕποπτός ἐστι δωροδοκεῖσθαι ὑπό τινος, παραιτεῖται τὸ κέρδος καὶ ἀρνεῖται· πιθανὸν δὲ δῶρον τοῦτο προβάλλεται τὴν σωτηρίαν τῶν βοηθουμένων. κδʹ. Οἷον φιλεῖν αὐτοὺς ἀδελφούς. Καὶ τοῦ‐ | |
10 | το δικανικὸν τὸ προοίμιον ἔχον τὴν ἀρχὴν ἀπὸ τοῦ ἀπολογουμένου αὐτοῦ· ὁμολογεῖ δὲ τὴν εὔνοιαν ὅλως φανερῶς. Δίδωσι γὰρ ἡ ὑπόθεσις, ὁμολογεῖ δὲ ἢ διὰ γένος· χρὴ γὰρ ὑπὲρ συγγενῶν λέγειν, ἢ διὰ κοινοὺς εὐεργέτας λέγων τις ἢ ὅλως τὸ ὑπὲρ προσηκόντων λαλεῖν· | |
15 | ἀνεπίφθονος γὰρ τότε φαίνεται ὁ λέγων, ὡς μὴ φθονῶν τῷ κατηγορουμένῳ ἢ μισῶν αὐτὸν, ἀλλὰ διὰ τὸ προσῆκον λαλῶν. κεʹ. Ὡς ἂν οἷός τε ὦ συνερεῖν. Οὐ θέλει γὰρ, ἵνα λυθῇ ἡ ἀτέλεια τοῦ Χαβρίου· ἀποθανόντος γὰρ τοῦ | |
20 | Χαβρίου ἐσύρετο διδόναι ὁ υἱὸς αὐτοῦ· ὁ Δημοσθένης δὲ λέγει, ἵνα ἔχῃ τὴν ἀτέλειαν. κϛʹ. Οἷον οὐκ ἀγνοῶ μέν. Καὶ τοῦτο δικανικὸν, | |
ἀπὸ τοῦ ἔχοντος τὰ ἐγκλήματα ἡ ἀρχὴ τοῦ προοιμίου· | ||
7.708 | γίνονται δὲ ἐν τούτοις προοίμια τέσσαρα, τὸ διαλῦσαι τὰς χρηστὰς ὑπολήψεις, τὸ διαλῦσαι τὰς φαύλας, τὸ βεβαιῶσαι τὰς φαύλας, τὸ βεβαιῶσαι τὰς χρηστάς. κζʹ. Ὅτι μὲν οὐκ ἄλλος τις. Ἀπὸ τοῦ ἀπολογου‐ | |
5 | μένου τὸ προοίμιον· ἡ δὲ ἀπολογία ὑπὲρ τῆς τὸ ἔγκλημα ἐχούσης γυναικὸς, τῆς νίκης δὲ τὴν γυναῖκα αἰτίαν φησὶ, διὰ τὸ φοβηθέντας τοὺς υἱοὺς, μὴ αὐτοὺς ἀνέλῃ, ἀριστέας ἀναφανῆναι· βεβαιοῖ δὲ τὸ προοίμιον τὰς χρηστὰς ὑπολήψεις, τὰς δὲ φαύλας διαλύει. | |
10 | κηʹ. Καὶ γὰρ συμβουλεύοντες λέγομεν, ποιῶμεν τόδε, ὡς ἂν μὴ τὰ τοῖς ἐχθροῖς δι’ εὐχῆς ἐπισπα‐ σώμεθα κακὰ, καὶ πάλιν, ποιῶμεν τόδε, ὡς ἂν τοὺς φιλικῶς ἡμῖν διακειμένους εὐφραίνωμεν· ὡσαύτως καὶ ἐπαινοῦντές φαμεν, ὡς ὁ τοῦ προκειμένου ἔπαινος | |
15 | πολλοὺς ἐπὶ τὸν ὅμοιον ζῆλον παρακαλέσει, καὶ εὐφρα‐ νεῖ μὲν ἀγγέλους καὶ πάντας τοὺς ἀρετὴν ἐπασκοῦν‐ | |
τας, δαίμονας δὲ λυπήσει καὶ καταισχυνεῖ. | ||
7.709 | κθʹ. Τοῦτο τὸ προοίμιον ἀπὸ τῶν ἔξωθεν ἐμφαινο‐ μένων προσώπων ἄρχεται, οὐκ ἄξιον λέγον, ἃ δοκεῖ τοῖς πολεμίοις, ἡμᾶς ποιεῖν· ἔστι δὲ συμβουλευτικόν. | |
4t | Cap. II. | |
5t | Περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων. | |
5 | αʹ. Ὧν μέλλει λέγειν· μαθήματα δὲ ἔφαμεν καὶ ἀνωτέρω, ὅτι τὰς ὑποθέσεις καλεῖ, ἀφ’ ὧν καὶ αἱ προ‐ τάσεις εὑρίσκονται. Σημείωσαι δὲ, ὅτι οὐκ ἀεὶ ἐν τοῖς ἐξ ὑποδιαιρέσεως ἡ πρότασις τοῦ προοιμίου ἀπὸ τῆς ἐμ‐ | |
πιπτούσης τῶν ἐξ ὑποδιαιρέσεως διαφορῶν γίνεται. | ||
7.710 | Τὰ ἐξ ὑποδιαιρέσεως, φησὶ, προοίμια οὐκ ἐν πᾶσι τοῖς προβλήμασιν εὑρίσκεται, οὐδ’ εἰ εὑρεθείη ἐν προβλή‐ μασιν, ὅλα διόλου εὑρίσκεται, ἀλλὰ μέρη αὐτῶν συνανα‐ μεμιγμένα τοῖς ἐξ ὑπολήψεως· ἐκείνων γὰρ ἡ ἀρετὴ καὶ | |
5 | ἰσχὺς ἐν πᾶσιν εὑρίσκεται. βʹ. Τὰ δυνάμενα τέμνειν, ἀπὸ μεταφορᾶς τῶν μα‐ χαιρῶν, αἱ τεθηγμέναι μᾶλλον τέμνουσιν· εὔθηκτα οὖν ἀντὶ τοῦ τμητικοῦ, ἐνεργοῦς, δραστικοῦ· ἄλλοι δὲ εὔ‐ θικτά φασι διὰ τοῦ ι γράφεσθαι στοιχείου, οἱονεὶ | |
10 | εὐαφῆ καὶ πολλὴν ἐπιφαίνοντα τὴν εὐτυχίαν τοῦ καταλ‐ λήλως καὶ ἁρμοδίως τῇ ὑποθέσει προάγεσθαι καὶ μηδὲν ἄστοχον πάσχειν, καὶ ἀποτευκτικὸν, ἀλλ’ εὔθετον τῷ λόγῳ τὴν ἐπαφὴν παρεχόμενα. γʹ. Ὅτι καὶ ἐν τοῖς περὶ τῶν ἐξ ὑποδιαιρέσεως | |
15 | ὑπόληψις φαίνεται, ὡς ἀνωτέρω ἐδηλώσαμεν. | |
δʹ. Ἀθρόον ἐνταῦθα οὐ τὸ σημαῖνον τὸ ἓν, ἀλλὰ | ||
7.711 | δύο, ἢ τὸ λαμβανόμενον οὐκ ἐπὶ χρόνου ἑνὸς, ἀλλ’ ἐπὶ ἐνεστῶτος καὶ μέλλοντος, ἢ ἐπὶ παρῳχημένου καὶ μέλ‐ λοντος· τοῦτο δὲ οὕτως καλεῖται· οὐ γὰρ λεπτολογῶν τὸ ἀδίκημα κατὰ μέρος εἰσάγει, ὡς ἐφ’ ὧν προεῖπον, ἀλλ’ | |
5 | ὅλον αὐτὸ ἀθρόον λαβὼν πρὸς τὸ μέλλον μόνον ὑποδιαι‐ ρεῖ· πῶς δ’ ἂν ἠδύνατο τὸ ἀδίκημα ὑποδιαιρεῖν, εἰ οὕ‐ | |
τως ἔλεγεν· εἰ γὰρ οἱ πατέρες τούτου μόνου τοῦ γένους | ||
7.712 | ἐτυράννουν, εἰ μέχρι τῶν υἱέων, τὰ τῆς πονηρᾶς ταύτης ἀπέληγεν ἐπιθυμίας, οὐχ οὕτως δεινόν· νῦν δὲ ἀϊδιότητι ὑποβέβληται, τῇ τοῦ γένους διαδοχῇ συμπαρατεινομένου τοῦ λυπηροῦ, καὶ ἐπὶ τοῦ ταριχομικτοῦντος, εἰ γὰρ ζώσῃ | |
5 | ἐμίγνυτο, εἰ κἂν μικρὸν γοῦν ἐμπέσῃ, εἶχεν ἂν τὸ πραχθὲν συγγνώμην. | |
7t | Cap. IV. | |
8t | Περὶ τῶν ἀπὸ καιροῦ προοιμίων. | |
8 | Τὸ ἀπὸ καιροῦ καὶ ἀπὸ τῶν λοιπῶν περιστατικῶν λαμβάνεται· ἔχει δὲ ὑπερβολὴν δυνάμεως περὶ τὸ ἐξ ὑπο‐ | |
10 | λήψεως, ἐπειδὴ ἐκεῖνα πολλάκις εὐνοίας ἢ κέρδους ἢ | |
φθόνου ὑπόνοιαν δίδωσιν. | ||
7.713(1t) | Cap. V. | |
2t | Περὶ παντὸς προοιμίου καὶ ἐκ πόσων μερῶν | |
3t | συνέστηκεν. | |
3 | αʹ. Πᾶν προοίμιον σύγκειται ἐκ τεσσάρων, ἐκ προ‐ τάσεως, ἐκ κατασκευῆς, ἐξ ἀποδόσεως, ἤγουν ἀξιώ‐ | |
5 | σεως, ἐκ βάσεως, ἣ συνάγει τὴν πρότασιν· καὶ πρῶτα μὲν ἐν προοιμίοις πρότασις γίνεται· ἐπακολουθεῖ τῇ προ‐ τάσει κατασκευή· ἀπὸ τῆς κατασκευῆς ἀπόδοσις, ἥτις ἐστὶν ἀξίωσις, ἐκ τῆς ἀξιώσεως ἡ βάσις γίνεται, ἥτις συνάγει τὴν πρότασιν καὶ τὴν ἀπόφασιν, ἤγουν τὴν | |
10 | ἀξίωσιν, ἡ δὲ πρότασις ἐκ τῶν ὑποθέσεων ἀεὶ ἤτοι τῆς ὕλης τοῦ προκειμένου ζητήματος γίνεται, ἃ καὶ μαθή‐ ματα Ἑρμογένης καλεῖ, ὡς αὐτῶν ἡμᾶς διδασκόντων, ὅπως χρὴ τὴν τοῦ προοιμίου ποιήσασθαι πρότασιν, περὶ ὧν καὶ αὐτὸς φθάνει διδάξας. Σημείωσαι δὲ, ὅτι τὸ | |
15 | προοίμιον ἔχει τὰ τέσσαρα ταῦτα· τὸ δὲ τέταρτον ἐνίοτε | |
ἐκλείπει, τὰ δὲ τρία ἤτοι δυνάμει ἢ ἐνεργείᾳ πάντως | ||
7.714 | ἐμφαίνεται· καὶ ἡ μὲν πρότασις προδήλως ἐκ τοῦ ἐπι‐ χειρήματος γίνεται, ἡ δὲ κατασκευὴ τῆς αἰτίας ἐπὶ τὸ πλεῖστον γίνεται· ἡ δὲ ἀξίωσις σκόπει πῶς διώνυμός ἐστι, καὶ ποτὲ μὲν ἀπόδοσις λέγεται, ποτὲ δὲ ἀξίωσις. | |
5 | Ἀλλὰ τί δεῖται φέρε ἀπόδοσις ἀξιώσεως; καὶ λέγομεν ὅτι ἡ ἀξίωσις δεῖται τοῦ βοηθήσοντος, ἀξίωσις γάρ ἐστιν ἡ ἱκετεία, ἡ δὲ ἀπόδοσις τὸ προσῆκον κελεύει γίνεσθαι· πολὺ δὲ διέστηκε τὸ δεῖσθαι τοῦ κελεύειν· ὁ γὰρ λέ‐ γων, ὑμᾶς δὲ προσήκει πρόνοιαν τῆς ὑμετέρας εὐδοξίας | |
10 | ποιουμένους, ὡς ἐκ τοῦ δικαίου προερχόμενος κελεύει· ὡς καὶ τὸ, ἔστι δὲ οὐκ ἄξιον ποιεῖν ἃ δοκεῖ τοῖς πολεμίοις· ὁ δὲ λέγων συμβουλεύσων παρελήλυθεν, ἀποδιδόναι τὴν πόλιν, ἣν ἔσωσαν αὐτοὶ, καὶ ὁ ἀξιῶν τόδε γενέσθαι οὐ κελεύει, ἀλλ’ ἀξιοῖ δεόμενος· διὸ ταῦτα κυρίως ἀξιώσεις | |
15 | λέγονται· ἡ δὲ βάσις, δι’ ἣν αἰτίαν λείπει τε πολλάκις καὶ προτίθεται, λεκτέον· γίνεται γὰρ ὡς αἰτία τῆς ἀπο‐ δόσεως, ὡς αὐτὸς ὁ τεχνικός φησιν· ἐὰν δὲ προστι‐ | |
θῶμεν καὶ τὴν αἰτίαν τῆς ἀποδόσεως, πανηγυρικωτέρα | ||
7.715 | γίνεται ἡ βάσις καὶ ἐπιὼν λέγει, εἰ βούλει δὲ πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα γυμνόν· τὸ δὲ, δι’ ἣν αἰτίαν βάσιν, καὶ οὐ φανερῶς τῆς ἀξιώσεως αἰτίαν λέγει τὸν τόπον, ἤδη λεκτέον· | |
5 | βάσιν τοίνυν αὐτὸν καλεῖ ἀπὸ τοῦ κυριωτέρου· ἐπεὶ γὰρ ἐν αὐτῷ ἀποκαταλήγει καὶ εἰς αὐτὸν καταπαύεται τὸ προοίμιον, εἰκότως βάσιν αὐτὸν ἐκάλεσεν, ὑπόκρισιν δὲ προοιμίου, τὸ μετρίαν καὶ ἀτάραχον καὶ τοῖς ὑποκει‐ μένοις ἁρμόζουσαν πράγμασι κατάστασιν παρέχεσθαι τὸν | |
10 | ῥήτορα. βʹ. Τοῦτο πάνυ ἀκριβῶς εἶπε, τὰ γὰρ ἐπιφωνή‐ ματα κ. τ. λ. οὐ γάρ τι κατεπείγει συντομίας φροντίζειν, καὶ τῆς περὶ τὰ λεγό‐ μενα δεινότητος· οὐδὲ τὸ μέν τι αὐτῶν λέγοντα ἐρεῖν, | |
15 | τὸ δὲ τῇ τοῦ δικαίου παραχωρεῖν κρίσει· μόνης δὲ τῆς ἡδονῆς τῶν ἀκουόντων φροντίζειν, ἣ γένοιτ’ ἂν ἀπὸ τῶν τοιούτων. Ἐπὶ δὲ τοῦ δικανικοῦ πρὸς ὕδωρ τοῦ λό‐ γου γινομένου ἱκανὸν καὶ τὰ καιριώτερα εἰπόντα μετρῆ‐ σαι τῷ τοῦ κρουνοῦ ῥεύματι, ἄλλως τε καὶ οὐκ | |
20 | ἀποφαίνεσθαι τὸν δικαζόμενον χρὴ, ἀλλὰ συνάγειν μὲν ὑπὲρ ἑαυτοῦ τὸν λόγον, μὴ μέντοι καὶ ἀποφαίνεσθαι, | |
ἀλλὰ τούτου παραχωρεῖν τοῖς δικασταῖς, ἀποφαινό‐ | ||
7.716 | μενος γὰρ εἰς ὀργὴν αὐτοὺς κινήσει· τὸ γὰρ εἰπεῖν ὅτι δι’ ὧν ἀναγκαζόμεναι δυστυχοῦσιν ἀπαιδίαν αἱ νῆσοι, ὅπερ ἐστὶν ἡ βάσις, ὁρισμός ἐστιν, ὁ δὲ ὁρισμὸς ἀπο‐ φάσει ἔοικεν. | |
5 | γʹ. Ἀπ’ ἀρχῆς ἄχρι τέλους καλεῖται ἡ ἐν συντόμῳ ἀπαγγελία τοῦ σκοποῦ, οἷον κατατρέχει Χεῤῥόννησον. δʹ. Ἡ ἑρμηνεία ἐν δυσὶ τούτοις κ. τ. λ. τὸν δὲ καιρὸν ἑκάστου ἐδήλωσεν ὁ τεχνι‐ κός. Δεῖ δὲ, ὡς φθάνομεν εἰπόντες, πάσας τὰς ἐμφαν‐ | |
10 | τικὰς λέξεις καὶ πᾶσαν τοιαύτην περιέργειαν ἐκφεύγειν ἐν προοιμίοις, καὶ εὔκολα ταῦτα καὶ ἀνειμένα ποιεῖν τῇ | |
συνθέσει, καὶ πολὺ τὸ φιλάνθρωπον ἐπιφαίνοντα· | ||
7.717 | τοῦτο δ’ ἂν συμβαίνῃ, ἐὰν τὰ σχήματα τῆς λέξεως μὴ χαλεπὰ μηδὲ δεινότερα ποιῶμεν, ἀλλὰ μέτρια καὶ εὔ‐ κολα· καὶ τὸ μέλος πρᾷον· τοὺς δὲ ῥυθμοὺς βεβηκό‐ τας· ταῦτα δὲ περὶ τῶν παθητικῶν εἴπομεν προοιμίων | |
5 | μόνον, πολιτικὰ δὲ τὰ κ. τ. λ. εὐκόλοις δὲ εἶπεν ὁ τεχνικὸς ἀντὶ τοῦ σαφέ‐ σιν, οὐ γὰρ κῶλα λέγει, προεῖπε γὰρ, ὅτι συνεστραμ‐ μένα δεῖ εἶναι· ἡ δὲ συστροφὴ διὰ τῶν βραχυτέρων φι‐ λεῖ γίνεσθαι κώλων, περιβολὴ δὲ αὐτάρκης εἶπε, δηλῶν | |
10 | ὅτι εἰσὶ καὶ ἀφ’ ἑτέρων κατασκευαὶ, οἷον ἀπὸ τῶν περι‐ στατικῶν τῶν ἄλλων, ἀλλ’ αὗται τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ἁρμόσουσιν, ὡς ἐπίπαν αὐξητικῶς κατασκευαζο‐ μένοις, οὐ προοιμίοις, οἷς σπερματικῶς καὶ ὅσον παρα‐ δηλῶσαι τὴν ἰσχὺν τοῦ λόγου οὐχὶ κατασκευάσαι τὰ | |
15 | κεφάλαια πρόθεσις, πλὴν εἰ μή που σπανίως τοῦτο συμπέσοι, καὶ γὰρ οὐκ ἔστι, φησὶ, μικρὰ, ὥστε λα‐ θεῖν, οὐδὲ μέτρια, ὥστε μὴ γνωσθῆναι· χρὴ δὲ γινώ‐ σκειν, ὅτι κατασκευὴ μέν ἐστι τὸ ταῖς αἰτίαις ἀληθῆ δει‐ κνύναι τὴν πρότασιν· διασκευὴ δὲ τὸ διὰ τοῦ τρόπου | |
20 | αὔξειν καὶ πολλαπλασιάζειν τὸ ὁμολογούμενον καὶ | |
7.718 | οἱονεὶ διαζωγραφεῖν αὐτὸ καὶ ἐκφράζειν· καὶ ὥσπερ ὑπ’ ὄψιν ἄγειν τοῖς ἀκροαταῖς, ὡς ἔχει τὸ, „ἦν ἰδεῖν οὖν, κράτιστε, τὴν Βυζαντίδα καὶ τὰ ἑξῆς. ζʹ. Εἴρηται ἀνωτέρω τὴν βάσιν συνάγειν τήν τε | |
5 | πρότασιν· πῶς οὖν τοῦτο ποιεῖ, ἐντεῦθέν ἐστιν ἑλεῖν. Ἔστιν ἡ πρότασις αὕτη· οἷα κακὰ πάσχουσιν οἱ νη‐ σιῶται προφάσει τῶν φόρων, οὐδένα ὑμῶν λέληθε· τοῦτο μέχρι τῆς ἀποδόσεως ἀσαφές· διὰ μὲν γὰρ τοὺς φόρους κακά φησι πάσχειν τοὺς νησιώτας, ποῖα δὲ, μέχρι | |
10 | τῆς βάσεως ἄδηλα· ἀλλ’ ἐπειδὴ αὕτη ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους γενομένη, καὶ τὴν αἰτίαν προστίθησι τῶν κακῶν, εἰκότως τὴν πρότασιν συνάπτειν λέγεται τῇ ἀξιώ‐ σει· ἔστι γὰρ ἡ ἀξίωσις τῶν φόρων μὲν ἄνεσιν τοῖς νη‐ σιώταις προμηθουμένη· οὐ μέντοι καὶ δι’ ἥντινα οὐδ’ | |
15 | αὕτη προστιθεῖσα τὴν αἰτίαν· τῆς δὲ βάσεως τοῦτο ποι‐ ούσης καὶ ταύτῃ ἀμφοτέρας ὁριζούσης, εὖ μάλα καὶ καταλλήλως συνάπτειν αὐτὰς εἴρηκεν· ἑνὶ γὰρ λόγῳ ταῦτα κἀκείνην σαφῆ καθίστησι· τὸ γὰρ ἐκ τοῦ δα‐ σμοῦ κακὸν ὁποῖόν ἐστιν, ὃ καὶ ἡ πρότασις καὶ ἡ ἀξίωσις | |
20 | περιφέρει, μόνη ἐσαφήνισεν αὕτη, τῷ τοῦ γένους ὀλέθρῳ τὴν τοιαύτην πρόσοδον μηνύσασα τοῖς Ἀθηναίοις τοὺς | |
νησιώτας προσελθεῖν. | ||
7.719 | Ἐὰν μὲν ἐπὶ κριτὰς ἀναφέρωμεν, κρεῖττον λέγειν αὐ‐ τὴν ἀξίωσιν· ἀξιοῖ γὰρ τοὺς ἀκούοντας πρόνοιαν ποιή‐ σασθαι· ἐὰν δὲ οὐκ ἐπὶ κριτὰς, ἀλλ’ ἐπὶ αὐτὸ τὸ δί‐ καιον, οἷον χρὴ δὲ, ἐπεὶ τοῦτο γίνεται, εἰκότα καὶ νό‐ | |
5 | μιμα διανοεῖν καὶ ἐγχειρεῖν, ἵνα μὴ ἀπαιδίαν αἱ νῆσοι δυστυχῶσιν διὰ τούτων, δι’ οὓς οὕτω κακῶς τὰ φίλτατα ἀπεμπολοῦσιν, τότε βάσις λέγεται. | |
8t | ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ. | |
9t | Cap. I. | |
10t | Περὶ καταστάσεως, ἤγουν διηγήσεως. | |
10 | αʹ. Μετὰ τοὺς τόπους κ. τ. λ. καὶ διὰ τί ὁ τεχνικὸς ἐπιγράψας περὶ καταστάσεως οὐκ | |
ἀπήρξατο ἐξ αὐτῆς, κατάστασίς ἐστιν, ἀλλὰ διήγησις; | ||
7.720 | καὶ λέγομεν, ὡς ταὐτὸν γινώσκων τὴν κατάστασιν τῇ διηγήσει, ἀντὶ τοῦ εἰπεῖν κατάστασίς ἐστιν, εἶπε διήγη‐ σίς ἐστιν, καὶ γὰρ ὑποκατιὼν λέγει· τὴν γὰρ προκατά‐ στασιν τῆς διηγήσεως τὴν καὶ προδιήγησιν λεγομένην | |
5 | ἄξιον ἐξετάσαι πόθεν ληφθήσεται· φιλοσύντομος γὰρ ὢν ὁ τεχνικὸς, μὴ θέλων ταὐτὸ λέγειν, λέγων τί ἐστι κατά‐ στασις καὶ τί διήγησις, καὶ ὅτι ἀδιάφορον καὶ ταὐτὸν, ἐπιγράψας περὶ καταστάσεως ἀπήρξατο ἐκ διηγήσεως, ὡς ὁ ἐπιγράψας περὶ στοιχείου καὶ ἀπαρξάμενος οὐ τί ἐστι | |
10 | στοιχεῖον, ἀλλὰ γράμματά ἐστιν εἴκοσι τέσσαρα· ταῦτα τοίνυν σαφῆ βουλόμενος ἡμῖν παραστῆσαι παραδείγμασι κέχρηται τοῖς ἐκ τοῦ συμβουλευτικοῦ εἴδους τῆς ῥητορι‐ κῆς, πρῶτον μὲν περὶ μετοικιῶν καὶ μονῶν καὶ τῆς ἐν τούτοις εὑρέσεως, δεύτερον περὶ νόμου εἰσφορᾶς καὶ μέν‐ | |
15 | τοι καὶ λύσεως, τρίτον περὶ πολέμου καὶ εἰρήνης· εἶθ’ οὕτως πως πλατύνεται διήγησις· πέμπτον, πόσοι τρό‐ ποι διηγήσεως· ἕκτον, περὶ ἀκμῆς διηγήσεως, ὧν τὴν διαίρεσιν ὡς οἷον τε ὑποκατιόντες ποιήσομεν. σημαίνει δὲ, ὅτι ἡ προκατάστασις τῶν μετοικιῶν καὶ τῶν ἐπιμο‐ | |
20 | νῶν ἀπὸ τῆς κτίσεως τῶν πόλεων καὶ οἰκήσεως τῶν χω‐ ρῶν λαμβάνεται· ὧν οὐδέν ἐστι πρεσβύτερον, ἡ δὲ κα‐ τάστασις ἤτοι διήγησις ἐκ τοῦ ἐνεστῶτος χρόνου· καὶ ὅτι ἡ προκατάστασις τῆς εἰσφορᾶς καὶ λύσεως τοῦ νό‐ μου ἐκ τῆς γραφῆς καὶ ἐκ θέσεως αὐτοῦ λαμβάνονται, | |
25 | ὧν οὐδὲν πρεσβύτερον, ἡ δὲ διήγησις ἐκ τῶν ἄρτι ἐκ τοῦ νόμου ἐπισυμβαινόντων. καὶ ὅτι ἡ προκατάστασις τοῦ κινεῖν πόλεμον, τὰ πρεσβύτερα κακὰ ὑπάρχουσι τῶν ὑπεναντίων, καὶ ὅτι ἐξ ἀρχῆς ἐπεβούλευον ἡμῖν· ἡ δὲ διήγησις ἐκ τῶν ἄρτι ὑπ’ αὐτῶν ἢ λαληθέντων ἢ πρα‐ | |
30 | χθέντων· ὁμοίως καὶ περὶ εἰρήνης. | |
7.721 | βʹ. Ἰστέον, ὅτι προκατάστασίς ἐστι λόγος ἐν βραχεῖ τὰ ἐν τῇ καταστάσει μηνύων περιεχόμενα. ὡς δὲ Ἀψίνης φησὶν ἐν τῇ περὶ τῶν μερῶν τοῦ λόγου τοῦ πολιτικοῦ τέχνῃ, ἔφοδος πρὸς τὰς ἀποδείξεις, οἷον ἐν τῷ κατὰ Μει‐ | |
5 | δίου. βούλομαι δὲ ἕκαστον ἀπ’ ἀρχῆς ὧν πέπονθα ἐπι‐ δείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσέτεινέ μοι, ἓν γὰρ οὐδέν ἐστιν, ἐφ’ ᾧ τῶν πεπρα‐ γμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φαίνεται. Κατάστα‐ σις δέ ἐστι λόγος πρὸς τὸ τοῦ πράγματος συμφέρον κα‐ | |
10 | θιστὰς τὴν διήγησιν, καὶ τὰ ἀντιπίπτοντα προαναιρῶν τῆς τῶν ἀκουόντων ἐννοίας· διαφέρει δὲ διηγήσεως, ὅτι ἡ μὲν ψιλὴν ἔκθεσιν ἔχει τῶν πραγμάτων, ἡ δὲ τῶν τε πρὸ τοῦ πράγματος ἔνια παραλαμβάνει, καὶ τῶν μετὰ τὸ πρᾶγμα, καὶ αὐτὸ τὸ πρᾶγμα, οὐ πάντως ὡς γέ‐ | |
15 | γονεν, ἀλλ’ ὡς ἂν αὐτῷ δοκῇ συμφέρον ἀφηγεῖται, τὰ μὲν ὅτι μάλιστα συστέλλουσα, τὰ δὲ πλατύνουσα, ἔνια δὲ καὶ πρὸς τὸ μεῖζον ἐξαίρουσα· καὶ γὰρ Ἰσοκράτης φη‐ σὶν ἐν τῇ τέχνῃ, ὡς ἐν τῇ διηγήσει λεκτέον τό τε πρᾶ‐ γμα καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς | |
20 | ἑκάτερος τῶν ἀγωνιζομένων χρώμενος τόδε τι πέπραχε. Καταστάσεως δὴ τρόπους Ἀψίνης φησὶ δώδεκα· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν, ἢ τὴν τῶν ἀκουόντων, ἢ ἀντιπίπτον ἀναιροῦμεν, ἢ προσυστάσει χρώμεθα, ἢ | |
προδιαβολῇ, ἢ προδιορισμῷ, ἢ ἀντεξετάσει τῶν προ‐ | ||
7.722 | τέρων καὶ τῶν νῦν. ἢ τὸ πρῶτον κεφάλαιον καταστα‐ τικῶς εἰσάγομεν, τουτέστιν ἀφηγηματικῶς καὶ ἀνηπλω‐ μένως, ἢ μέρος κεφαλαίου ἀπολαβόντες εἰσάγομεν κατα‐ στατικῶς, ἢ τρόπους παρεισφέρομεν, τοῦτο γὰρ μά‐ | |
5 | λιστα ἐν τοῖς ἐσχηματισμένοις ἁρμόσει τῶν ζητημάτων, ἢ ἐπαγγελίᾳ χρώμενοι τὴν κατάστασιν ἐργασόμεθα· πε‐ ρὶ διηγήσεως δὲ προθέμενος εἰπεῖν ὁ τεχνικὸς περὶ προ‐ καταστάσεως διαλαμβάνει· μέρος γὰρ καὶ αὕτη τῆς διηγήσεως καὶ πρεσβύτερον, καὶ ὥσπερ κεφάλαιον τοῦ | |
10 | παντὸς λόγου τούτου τοῦ μέρους· διά τοι τοῦτο οὐδὲ καθ’ αὑτὸ ἠξίωται ἐπισκέψεως, σύνεστι γὰρ τῇ διηγήσει, οὐχ ὥσπερ τὸ προοίμιον, τοῦτο γὰρ οὐ τῆς διηγήσεως, ἀλλὰ τοῦ παντὸς μέρος λόγου· διὸ δὴ καὶ ὁ περὶ αὐτοῦ λόγος ἀποκέκριται τῆς διηγήσεως, ἡ μέντοι προκατά‐ | |
15 | στασις οὔ· οὐδὲ γὰρ κατ’ ἰδίαν ἐπιγραφὴν, ὥσπερ τὸ προοίμιον τὴν οἰκείαν ὑπόθεσιν περιλαμβάνει, ἀλλὰ τῆς διηγήσεώς ἐστι κατασκευαστικὸν μόριον, ὥσπερ προ‐ οιμίου ἡ κατασκευὴ καὶ ἡ ἀξίωσις· οὐκ ἐχρῆν δὲ τὸ κυ‐ ριώτερον καὶ περιέχον παρωσάμενον περὶ τοῦ μέρους προ‐ | |
20 | τεῖναι τὴν ἐπαγγελίαν τῆς διδασκαλίας· συγχέοντος γὰρ τοῦτο τὴν διδασκαλίαν καὶ ἀγνοοῦντος τὴν εἰς τὰ κυριώ‐ τερα μέρη τομήν· εὐτελέστερον δὲ τὸν περὶ διηγήματος λόγον ποιούμενος, ἀλλ’ οὐχ ὡς ἐν προγυμνάσματι περὶ προκαταστάσεως πρῶτον ποιεῖται τὴν διδασκαλίαν. | |
25 | Τὸ φαίνεται ἀντὶ τοῦ φανερὰ καὶ δήλη καθίσταται· τί δέ ἐστι, φησὶ, διήγησις; οὐδὲν ἄλλο ἢ πλατυσμὸς τῆς | |
ὑποκειμένης ὑποθέσεως· πῶς δὲ πλατύνεται, ἐγὼ, φησὶν | ||
7.723 | Ἑρμογένης, διδάξω. ἐκθήσομαι γὰρ τοὺς τρόπους σαφῶς, δι’ ὧν πλατυνεῖς τὸ ὑποκείμενον πρᾶγμα καὶ μέντοι καὶ ἐξέθετο κατὰ τὴν ὑπόσχεσιν ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ παρόντος τόμου, ἐν ᾧ περὶ διηγήσεως κάλλιστα καὶ ὑψη‐ | |
5 | λότατα διαλέγεται. Πολὺν ἀνάλωσε λόγον κ. τ. λ. γʹ. Ἡ σύνταξις, καὶ εἰ ὁμοίως ἐν πᾶσι προβλήμασιν ἡ αὐτὴ εὕρεσις προκαταστάσεως γίνεται, ἢ καθ’ ἕκαστον εἶδος ζητήματος ἰδία τις γίνεται. | |
10t | Cap. II. | |
11t | Περὶ μετοικιῶν καὶ τῆς ἐν τούτοις εὑρέσεως. | |
11 | αʹ. Οἱ περὶ μετοικίας βουλευόμενοι· Ζητή‐ | |
σεως ἄξιον, τί δήποτε ὁ Ἑρμογένης τὸν περὶ τῶν στά‐ | ||
7.724 | σεων ποιούμενος λόγον καὶ τὴν κατ’ ἐκείνας ἐπαγγειλά‐ μενος εὕρεσιν ἐνταῦθα διδάξαι οὐ περὶ τῶν ἀγωνιστικῶν πρῶτον διέλαβε στάσεων, ἀλλὰ περὶ πραγματικῆς, ἥτις οὐ τοῦ δικανικοῦ μέρους, ἀλλὰ τοῦ συμβουλευτικοῦ, τίς | |
5 | οὖν ἡ αἰτία ἐροῦμεν, ὡς ἐν μὲν τῷ περὶ τῶν στάσεων κ. τ. λ. | |
7t | Cap. III. | |
8t | Περὶ νόμων εἰσφορᾶς καὶ θέσεως ἢ διαθέσεως. | |
9 | αʹ. Νόμος ἦν ἄνευ πανσελήνου μὴ ἐξέρχεσθαι εἰς | |
10 | πόλεμον, ἐπολέμησαν Ἀθηναίοις καὶ ἐνίκησαν μὴ | |
7.725 | οὔσης πανσελήνου. καὶ λέγει τις λύεσθαι τὸν νόμον πα‐ ρὰ Λακεδαιμονίοις. | |
3t | Cap. V. | |
4t | Περὶ διηγήσεως. | |
4 | αʹ. Πλατύνεται τοίνυν ἡ διήγησις ἐκ τοῦ ἕκαστον | |
5 | τῶν λεγομένων τρισὶ καὶ τετράσι κώλοις καὶ πλείοσι πολ‐ λάκις ἐκφέρεσθαι, ὅπερ λέγεται ἑρμηνεία· ἑρμηνεία γάρ ἐστι τὸ πολλάκις τὴν αὐτὴν ἔννοιαν ποικίλοις καὶ δια‐ φόροις ὀνόμασι μεταποιεῖν τοῖς κώλοις, ὅπερ καὶ κόσμον ἐμποιεῖ τοῦ λόγου καὶ τὴν δύναμιν τρέφει τοῦ ῥήτορος· | |
10 | αὐξάνεται δὲ καὶ μηκύνεται ἡ διήγησις ἐκ πέντε τούτων. ἐκ τοῦ πεπραγμένου καὶ τῆς αἰτίας αὐτοῦ, ἐκ τοῦ παρα‐ λειφθέντος καὶ τῆς αἰτίας αὐτοῦ, ἤτοι διὰ τί παρελείφθη | |
τὸ παραλειφθὲν καὶ οὐ γέγονεν, ὥσπερ καὶ ἐπὶ τοῦ | ||
7.726 | πραχθέντος, διὰ τί γέγονεν καὶ ἐκ τῶν λογισμῶν. ἡνίκα οὖν τῆς διηγήσεως πλάτος λέγει, οὐχ ἁπλῶς λέγει, ἀλλὰ τῶν μερῶν αὐτῆς λέγει τὴν αὔξησιν τῶν προλεχθέντων πέντε. ἡνίκα δὲ λέγει μῆκος, αὐτὰ τὰ μέρη αἰνίττεται, | |
5 | ἐπεὶ πῶς ἐν ἀρχῇ εἰπὼν, ὅπως πλατύνεται διήγησις, ἐπή‐ γαγεν αὐτὸ κατιὼν οὕτω; πρῶτον μὲν οὖν οὕτω μηκύνε‐ ται ἐξ ἑρμηνείας, ἢ δῆλον ὡς τῶν μερῶν τιθεμένων μὲν μηκύνεται ἡ διήγησις, ἑνὸς δὲ ἑκάστου αὐτῶν ἑρμηνευο‐ μένου διαφόροις καὶ ποικίλοις ὀνόμασι τεσσάρων καὶ | |
10 | πέντε κώλων πλατύνεται, καὶ διὰ τῆς διαιρέσεως σα‐ φέστερον αὐτὸ δείξομεν· ἔστω δὲ παράδειγμα ὁ στρατη‐ γὸς ὁ μὴ ἀνοίξας τὰς πύλας· αʹ. τὸ πραχθὲν, βʹ. ἡ αἰ‐ τία τῶν πραχθέντων, γʹ. τὸ παραλειφθὲν, δʹ. ἡ αἰτία τοῦ παραλειφθέντος, εʹ. ἡ προδιήγησις τοῦ λογισμοῦ, | |
15 | ϛʹ. οἱ λογισμοί. Τὸ πραχθὲν ἡμεῖς ἐνστάντος τοῦ πο‐ λέμου καὶ καταῤῥαγείσης τῆς μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας τοῦτον στρατηγεῖν ἠξιώσαμεν. καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν· ἡ αἰτία τοῦ πραχθέντος, οὐχ ὡς μὰ τὴν ἀλήθειαν προ‐ | |
20 | δώσοντος αὐτοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσον‐ τος, ἀλλ’ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πρα‐ γμάτων. ἡ αἰτία τοῦ παραλειφθέντος, δύσνους γὰρ ἦν περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ, ἀλλὰ καὶ αἴτιος ἡμῖν ἥττης ἐγένετο· τὸ παραλειφθὲν, ὁ δὲ ταῦτα πιστευθεὶς | |
25 | οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων· | |
ἡ προδιήγησις τοῦ λογισμοῦ, ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν | ||
7.727 | καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπανορ‐ θούμενος τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίη‐ σε, ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυνηθῆναι καὶ σωθῆναι πρὸς ἡμᾶς· οἱ λογισμοὶ, ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσα‐ | |
5 | το, εἰ μὲν ἀνοίξει τὰς πύλας σωθῆναί τε παρασκευάσει τοὺς τριακοσίους, καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας ἔσται· καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάν‐ τες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ περιστήσεται τὰ | |
10 | ἡμέτερα· ἀλλ’ οὐ πάντα κυρίως κῶλα, ἴσως δέ τις ἀπο‐ ρήσει, πῶς τοῦ τεχνικοῦ ἐν τῷ παραδείγματι τιθέντος πρῶτον τὸ παραλειφθὲν, οἷον ἔστω δὲ ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας, ἀπὸ τοῦ παραλειφθέντος πρῶτον, ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταῤῥαγείσης | |
15 | μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονει‐ κίας, ἄλλον μὲν οὐδένα τῶν πάντων στρατηγὸν ἐχειρο‐ τονήσαμεν, οὐδὲ ἐπεστήσαμεν τοῖς πράγμασιν, οὐδὲ τὸ στρατόπεδον ἐπιστεύσαμεν, νῦν ἐν τῇ διαιρέσει τὸ πρα‐ χθὲν ἐπετάγη αὐτῷ· φαμὲν οὖν, ὡς ἐπί τινων μακρῶν | |
20 | διηγήσεων οὐχ ἅπαξ εὑρίσκεται τὸ παραλειφθὲν, ἀλλὰ καὶ δὶς εἰ τύχοι καὶ τρὶς ὁμοίως. καὶ τὸ πραχθὲν, διὸ βουλόμενοι δεῖξαι ποσαχῶς τίθεται καὶ τί ἐστι, τεθείκα‐ μεν αὐτὸ, ὡς ἂν παραδειγματικῶς κείμενον ἐμφαίνοιτο τοῖς μανθάνειν ὀφείλουσιν, καὶ αὐτοὶ ὁσάκις ἂν εὑρίσκω‐ | |
25 | σιν αὐτὸ κείμενον, γνωρίζωσιν αὐτό. ἀλλὰ καὶ χρῆσθαι αὐτῷ δύναιντο· τούτῳ οὖν τῷ τρόπῳ ἅπαξ ἐτέθη παρ’ ἡμῶν ἐν τῇ διαιρέσει· ὅτι δὲ καὶ ὁ τεχνικὸς τὸ αὐτὸ ἐνό‐ ησεν, ὅρα πῶς μνημονεύσας πρῶτον τοῦ παραλειφθέντος εἶτα τοῦ πραχθέντος, τρίτης δὲ τῆς αἰτίας τοῦ πραχθέν‐ | |
30 | τος οὐκ ὠνόμασεν αὐτὸ ὁ τεχνικὸς, ὡς ἤδη ἑτέρου παρ’ | |
7.728 | αὐτοῦ καὶ προτεθέντος καὶ τεχνολογηθέντος. Ὅρα γὰρ, τί φησιν· εἶτα ἡ αἰτία τοῦ πραχθέντος οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, παραλειφθέν ἐστιν. ὁμοίως καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος· ἀλλ’ ὡς | |
5 | εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων· ἐν‐ ταῦθα γὰρ ἐν τῇ αἰτίᾳ τοῦ πραχθέντος, ὥς φησιν ὁ τεχνικὸς, οὐκ ἔστι μόνον τοῦ πραχθέντος ἡ αἰτία, ἀλλὰ καὶ τοῦ παραλειφθέντος. τὸ γὰρ εἰπεῖν οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, παραλειφθέν | |
10 | ἐστιν, ὁμοίως καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος· τὸ δὲ, ἀλλ’ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων τὸ πραχθέν ἐστι. τίς γὰρ εἴποι τὸ οὐχ ὡς μὰ τὴν ἀλή‐ θειαν προδώσοντος αὐτοῦ πραχθέν ἐστι καὶ οὐ παρα‐ λειφθὲν, ἐπεὶ ταὐτὸν ἔσται τὸ προδοῦναι τὴν πόλιν καὶ | |
15 | τὸ εὐνοϊκῶς προστησομένου τῶν πραγμάτων, ὅπερ οὐδεὶς ἂν ὁμολογήσειεν. ὅθεν μετὰ τὴν συμπλήρωσιν τούτων φησὶ καὶ παρατηρητέον, ὅτι τὰ πραττόμενα καὶ τὰ πα‐ ραλειπόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ παρα‐ λειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς | |
20 | λογισμοὺς, οὐκ εἶπε τὸ παραλειφθὲν πρῶτον, εἶτα τὸ πραττόμενον, εἶτα τὴν αἰτίαν τοῦ πραττομένου καὶ πά‐ λιν τὸ παραλειφθὲν, διὰ τὸ ἀρκεῖσθαι ἅπαξ ὀνομάσαντα τὸ παραλειφθὲν τὴν αὐτοῦ φύσιν διδάξαι. διὰ τοῦτο καὶ ἡμεῖς ἅπαξ αὐτοῦ μνήμην ἐποιησάμεθα προτάξαντές τε | |
25 | τὸ πραχθὲν καὶ ἅπαξ τεθεικότες τὸ παραλειφθέν· καὶ διὰ τί ἑπτὰ εὑρισκομένων ἐν τῇ διηγήσει παραλειφθέν‐ τος καὶ ἐναντίου, καὶ αἰτίας τοῦ ἐναντίου, πραχθέν‐ τος καὶ αἰτίας τοῦ πραχθέντος καὶ λογισμοῦ, πέντε τι‐ νῶν ἐμνημόνευσεν ὁ τεχνικὸς καὶ οὐχὶ τῶν ἑπτά· λέγο‐ | |
30 | μεν οὖν, ὅτι ὡς καθολικὸν ὄνομα ἤτοι γενικὸν θεὶς τὸ | |
7.729 | λειφθὲν συμπεριέλαβεν ἐν ἑαυτῷ καὶ τὸ ἐναντίον, τὸ γὰρ παραλειφθὲν ἔχει ἐν ἑαυτῷ τοῦ προσδοκηθέντος τὸ ἐναντίον· τὸ μὲν γὰρ πραχθὲν ἄτμητον ὡς ἕν τι ση‐ μεῖον, τὸ δὲ παραλειφθὲν δύο σημαίνει, σημαίνει γὰρ | |
5 | τὴν στέρησιν ἁπλῶς τοῦ μὴ πραχθέντος, σημαίνει καὶ τὸ ἐναντίον τοῦ πραχθέντος· καὶ ἵνα ἐκ παραδείγματος σα‐ φέστερον γένηται τὸ λεγόμενον, τῷ τοῦ τεχνικοῦ χρήσο‐ μαι παραδείγματι· ὅρα γὰρ αὐτὸ, φησὶ, τὸ πραχθέν· τοῦ‐ τον δὲ στρατηγεῖν ἠξιώσαμεν, καὶ τὸ ἀξίωμα τῆς πό‐ | |
10 | λεως ἐπιστεύσαμεν, καὶ πᾶσαν τὴν δύναμιν ἔχειν καὶ πράττειν ὅπως καὶ θελήσειεν, ἐπετάξαμεν· εἶτα ἐπά‐ γει τὴν αἰτίαν τοῦ πραχθέντος, οὐχ ὡς μὰ τὴν ἀλή‐ θειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλ’ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμε‐ | |
15 | τέρων πραγμάτων· ἐν τούτοις τοῖς τρισὶ κώλοις τριῶν τινων ἐμνημόνευσεν, παραλειφθέντος, ὅπερ ἐστὶν, οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, καὶ τοῦ ἐναντίου, ὅπερ ἐστὶν, οὐχ ὡς τοὺς ἐχθροὺς ἀγα‐ πήσοντος, τοῦτο γὰρ ἐναντίον ἐστὶ τοῦ ἐπαγομένου ἤτοι | |
20 | τοῦ πραχθέντος, ἀλλ’ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων· ὅπερ ἐστὶ τὸ πραχθέν· τὸ γὰρ εὐ‐ νοϊκῶς προΐστασθαι τῶν ἰδίων τοὺς ἐχθροὺς ἀγαπήσον‐ τος ἐναντίον ἐστί· φιλοσύντομος οὖν ὑπάρχων ὁ τεχνι‐ κὸς διδασκαλικώτερον λόγον ἐκτιθέμενος, διὰ τοῦ παρα‐ | |
25 | λειφθέντος ὀνόματος ἐσήμανε τό τε παραλειφθὲν καὶ τὸ ἐναντίον. βʹ. Διήγησίς ἐστιν ἔκθεσις πραγμάτων γεγονότων ἢ ὡς γεγονότων, καὶ ἡ μέν ἐστι γενικὴ, ἡ δὲ εἰδική· καὶ γενικὴ μὲν διήγησις ἀπαγγελία πραγμάτων γεγονότων, ἢ | |
30 | ὄντων ἢ μελλόντων, ἡ δὲ εἰδικὴ ἀπαγγελία πραγμάτων γεγενημένων ἢ ὄντων ἐπὶ κριτοῦ, ὑπὲρ ὧν δεῖ φέρειν τὰς | |
ἀποδείξεις. ἰστέον δὲ, ὅτι φανερῶν ὄντων τῶν πραγμάτων, | ||
7.730 | περιττὸν τὸ διηγεῖσθαι, ὅπερ φασὶν ἐν δευτερολογίαις εὑρίσκεσθαι, ἢ ὅταν ἄδοξα τὰ πράγματα ᾖ· ἡ δὲ τάξις τῆς διηγήσεως οὐκ ἀεὶ μετὰ τὰ προοίμια, ἀλλ’ ἔσθ’ ὅτε καὶ μετὰ τὰς πίστεις καὶ ἐν τοῖς ἐπιλόγοις, ὡς Αἰσχίνης | |
5 | ἐν τῷ κατὰ Τιμάρχου καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. γʹ. Ὁ γὰρ ἐν εὐπεριγράπτῳ καὶ συντόμῳ λόγῳ πλατυνόμενος δῆλον ὅτι δι’ ἑτέρων καὶ ἑτέρων λέξεων πλατυνθήσεται· τὸ μὲν γὰρ ἀπερίγραπτον καὶ ἀόρι‐ | |
10 | στον μῆκος τοῦ λόγου καὶ τὰς αὐτὰς ἐπιδέχεται λέξεις καὶ μέρη τοῦ λόγου διάφορα. τὸ δὲ εὐπερίγραπτον καὶ ὡρισμένον, ὥσπερ καὶ ἡ τῆς διηγήσεως ἐν τρισὶ καὶ τέτρασι κώλοις περιγραφὴ οὐκέτι, ὥστε εἰκότως ἡ ἐξ αὐ‐ τοῦ γενομένη εὐπορία τῶν λέξεων τροφὴ καὶ αὔξησις | |
15 | γίνεται τοῦ ῥήτορος. Περιγραφὴν δὲ λέγει τὴν σύντο‐ μον διάνοιαν. αὕτη γὰρ καὶ μόνη ποικίλως ἑρμηνευθεῖ‐ | |
σα ἐκόσμησέ τε τὴν φράσιν καὶ δόξαν ἀκμῆς τῷ ῥή‐ | ||
7.731 | τορι παρέσχεν· αἱ δὲ διεξοδικώτεραι οὔ. διαφόρως γὰρ ἑρμηνευθεῖσαι αὗται ἐπίλογοι ἢ δευτερολογίαι ἔσονται. δʹ. Παραλειφθέντα ταῦτα λέγει, ἐπεὶ μὴ ἐπρά‐ χθη, οὐδὲ γὰρ ἄλλος τῶν πραγμάτων ἐπιστατεῖν προκε‐ | |
5 | χείρισται, ἢ οὗτος ὁ στρατηγὸς, ὥστε τὸ ἄλλον ἐπιστῆ‐ σαι παραλειφθέν. εἰκότως οὖν ταύτην τὴν ἐργασίαν ἐκ τῶν παραλειφθέντων καλεῖσθαι παρεσκεύασεν. εʹ. Ὁμοίως καὶ τοῦτο ἐκ τῶν παραλειφθέντων λέγε‐ ται. ἐξὸν γὰρ καλῶς τῶν πραγμάτων ἐξηγεῖσθαι τὸν | |
10 | στρατηγὸν παραλέλειπται· εἴργασται δ’ αὐτῷ τὰ ἐναν‐ τία τούτων. ϛʹ. Πόσοι τρόποι διηγήσεων; τρεῖς, ἁπλοῦς ὁ ἀπὸ πολλῶν καὶ ποικίλων καὶ ἱκανῶν καὶ βαρούντων τοὺς ἀν‐ τιδίκους, ἡμῖν δὲ βοηθούντων πραγμάτων· ἐγκατάσκευος, | |
15 | ὁ ταῖς αἰτίαις κατασκευαζόμενος, ἐνδιάσκευος, ὁ ἐκ προσώ‐ που διασκευαζόμενος, ἁπλοῦς ὁ ἀπὸ δυνατῶν πραγμάτων καὶ πολλῶν, ὅταν γὰρ ᾖ τὰ πράγματα πολλὰ καὶ ποικί‐ | |
λα καὶ ἱκανὰ, ἢ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ βοη‐ | ||
7.732 | θῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ ἰσχυ‐ ρῶν λόγων τὸ αὐτομάτως ἰσχυρὸν πρᾶγμα, ὡς ἐν τῷ κατὰ Κόνωνος αἰκίας· „ἐξήλθομεν εἰς Πάνακτον ἔτος του‐ τὶ τρίτον, καὶ μεθ’ ἡμῶν ἐσκήνωσαν οἱ Ἀρίστωνος υἱεῖς | |
5 | καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατεῤῥήγνυον·“ οὐ γὰρ εἶχε μᾶλλον δεινῶσαι τῷ λόγῳ, ἢ τὰ πράγματα λέγων αὐτὰ ὁ ῥήτωρ ψιλὰ, ἃ ἔπραττον ἐκεῖνοι. ἐγκατά‐ σκευος, ἡ ἔχουσα αἰτίας· ὅταν γὰρ σύντομος καὶ πολι‐ τικὴ ᾖ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ. | |
10 | ταῖς αἰτίαις κατασκευάζοντες αὐτὴν, ἵνα γένηται ῥητορι‐ κωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν, εἰς τὴν κατασκευὴν βοηθουμένη· οἷον ὡς ἡ κατὰ Ἀριστοκράτους. φάσκων γὰρ Χεῤῥόνησον κινδυνεύειν τῇ πόλει, τὰς αἰτίας λέ‐ γει δι’ ἃς ἐσώζετο, καὶ τὰς αἰτίας ἐξ ὧν ἀπολεῖται ἔστι | |
15 | γὰρ τοῦτο· „τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ’ ἑνὸς Θρᾴκης γενέσθαι βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν·“ ἐνδιάσκευος ἡ τροπική· ὅταν δὲ ᾖ σύν‐ | |
20 | τομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρό‐ πῳ, μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευ‐ ῶν· ἐνδιάσκευος γάρ τοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται, οἷον ὡς ἐν τῷ τῆς | |
παραπρεσβείας Δημοσθένης, θέαμα δεινὸν, ὦ ἄνδρες | ||
7.733 | Ἀθηναῖοι, καὶ ἐλεεινόν· ὅτε γὰρ ἐπορευόμεθα εἰς Δελ‐ φοὺς, ἐξ ἀνάγκης ἦν ὁρᾷν ταῦτα, οἰκίας κατεσκαμμένας τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα, καὶ πρεσβύτας ἀνθρώπους οἰ‐ | |
5 | κτρούς·“ δεῖ δὲ εἰδέναι, ὅτι περὶ πλάτους καὶ μήκους πρῶτον ἡμᾶς διδάξας ὁ τεχνικὸς τῆς διηγήσεως ὕστερον τοὺς τρόπους αὐτῆς ἡμῖν ἐξέθετο. φύσει γὰρ ἡ ποσότης προῆκται τῆς ποιότητος. εἰ γὰρ μὴ δέξεται ὄγκον τὸ σῶ‐ μα, οὐκ ἂν ποιωθείη, καὶ γενήσεται τυχὸν λευκὸν ἢ μέ‐ | |
10 | λαν, ὑγρὸν ἢ ξηρὸν, θερμὸν ἢ ψυχρόν· ποῦ γὰρ ἂν σχοίη τὴν ὕπαρξιν, ὄγκου μὴ ὄντος, ὅθεν καὶ ὁ Ἀρι‐ στοτέλης ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ τὸ ποσὸν τοῦ ποιοῦ προέταξε. δεῖ τοίνυν ἐκ μεταφορᾶς τοῦ σώμα‐ τος καὶ τὴν περὶ διηγήσεως διδασκαλίαν τεκμήρασθαι· | |
15 | δοθέντος τοίνυν τοῦ ὄγκου τῆς διηγήσεως ἤτοι πλάτους καὶ μήκους διὰ τοῦ πραχθέντος καὶ τῆς αὐτοῦ αἰτίας, ὁμοίως τοῦ παραλειφθέντος καὶ τῆς τούτου αἰτίας, εἶτα τῶν λογισμῶν, καὶ τούτων ἑκάστου ἐν τρισὶ καὶ τέτρασι κώλοις, ἢ καὶ πλείοσι λεχθέντων, ἀκόλουθον ἦν καὶ χρω‐ | |
20 | ματίσαι αὐτὴν διὰ τῶν τρόπων καὶ διαφόρους ποιότητας δοῦναι ἀναλογούσας ταῖς σωματικαῖς κράσεσιν, ὡς ἂν τὸ τέλος ἀπενέγκαιτο μηδενὸς λειπομένου τῶν ἐν τοῖς σώ‐ μασι τελειωτικῶν· οὕτως τοίνυν τῆς διηγήσεως φανείσης διά τε τοῦ ὄγκου καὶ τῶν προσεπιγινομένων ποιοτήτων, | |
25 | ἔδει αὐτὸν καὶ ἀκμῆς ἐπιμνησθῆναι, ὡς μὴ μόνον ἁ‐ πλῶς μέγεθος φανῆναι τὴν διήγησιν πεποιωμένην ἔχου‐ σαν, ἀλλὰ καὶ αὔξησιν ἀναλογοῦσαν τῇ τῶν σωμάτων | |
αὐξήσει· ὥσπερ γὰρ αὐτὰ ἐν τῇ γεννήσει μὲν ὑπάρχουσι | ||
7.734 | τῇ ἑαυτῶν φύσει κατὰ τὸ μέγεθος κατάλληλα, δεχόμενα δὲ πλείστην αὔξησιν ἢ καὶ τὴν τελειότητα τῆς προσθή‐ κης εἰληφότα, λέγω μὲν τῆς αὐξήσεως, ἀλλάττει δὲ τὰς ποιότητας ἢ ἧττον ψυχρὰ ἢ μᾶλλον ξηρὰ γινόμενα, | |
5 | τὸν αὐτὸν τρόπον καὶ ἡ διήγησις αὐξηθεῖσα διὰ τῶν προῤῥηθέντων πέντε, εἰ χρὴ λέγειν, ἢ μέτρων ἢ εἰδῶν, ἢ ὡς ἄν τις αὐτὰ κατονομάσοι, καὶ ἑκάστου αὐτῶν ἐν τρι‐ σὶν καὶ τέτρασιν ἢ καὶ πλείοσι κώλοις λεχθέντος, ὀφεί‐ λει ἀκμὴν δέξασθαι, ἥτις τριχῶς γίνεται, ἤτοι τοῦ πρά‐ | |
10 | γματος αὐτοῦ, ἢ τῆς αὐξήσεως ἢ τῆς αἰτίας τῆς ἀξιώ‐ σεως· ἐπεσκεμμένος δέ τις σκοπείτω τὸ παράδειγμα σώ‐ ματός τε καὶ λόγου, ὡς οὐκ ἐν πᾶσι τὴν ἀναλογίαν φυ‐ λαττόντων πρὸς ἄλληλα, ἀλλ’ ὅσον τὸ μὲν λόγος, τὸ δὲ οὐσία, διαφόρους ποιότητας μετὰ τὸν ὄγκον καὶ τὴν | |
15 | ποσότητα δεχομένων, πλείστην δὲ διαφορὰν κατὰ τὴν αὔξησιν ἐχόντων, καὶ μὴ παραλλάσσοντος τὰς ἐν τοῖς μέρεσι ποιότητας τοῦ σώματος κατὰ τὴν ὁμοιότητα τῆς διηγήσεως. ζʹ. Διττὸν τὸ σημαινόμενον τῆς διηγήσεως, τὸ | |
20 | μὲν κοινὸν, τὸ δὲ ἀντιδιαστελλόμενον τῇ διασκευῇ, καὶ τὸ μὲν κοινὸν, δηλονότι οἱ τρεῖς τρόποι τῆς διηγήσεώς εἰσι, κατὰ δὲ τὸ εἰδικὸν ἡ ἐνδιάσκευος οὐκέτι, καὶ ὁ τρόπος δὲ ὡσαύτως διττὸν ἔχει τὸ σημαινόμενον. ηʹ. Ἀντὶ τοῦ ἁπλῆ καὶ ἀποίκιλος καὶ ἀσθενὴς, | |
25 | τοιοῦτον γὰρ τὸ σύντομον καὶ εὐτελὲς, ὃ καὶ εὔζωνον καλοῦσιν καὶ μὴ ἀφ’ ἑαυτῆς ἔχουσα τὸ ἰσχύειν, ἀλλὰ τῆς ἀπὸ τῶν αἰτιῶν καὶ τῶν τρόπων ἀποδείξεως δεο‐ μένη. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πολιτική. | |
θ. Ἀντὶ τοῦ ἐπακτικωτέρα καὶ πρὸς πάθος ἐπα‐ | ||
7.735 | γωγοτέρα, τουτέστι πάθος ἐμποιῆσαι δυναμένη χα‐ ρᾶς, φόβου, λύπης, ὀργῆς, τῶν τοιούτων. ιʹ. Ἀμὶς στάμνος ἐν ᾧ οὐροῦσι, τοῦτο δὲ Σοφο‐ κλῆς ἐν Πανδώρᾳ ἐνουρήθραν καλεῖ, Αἰσχύλος δὲ | |
5 | οὐράνην. ιαʹ. Ἡ τοῦ πράγματος αὐτοῦ, διαφόροις καὶ ποικί‐ λοις κώλοις λεγομένου, οἷον συλλαβὼν ὁ πατὴρ τὸν υἱὸν ἔπαιεν, ἐτίτρωσκεν, ὁμοῦ τῇ γυναικὶ ἐφόνευσεν ὡς ἀλλο‐ τρίους, ὡς ἐχθροὺς, ὡς ἔκ τινος τῶν πολεμίων γεγονό‐ | |
10 | τας· ἢ τῆς ἀξιώσεως διαφόροις καὶ ποικίλοις κώλοις λε‐ γομένης, οἷον τίς οὐκ ἀγανακτεῖ; τίς οὐκ ὀργίζεται; τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν δίκην; ἢ τῆς αἰτίας τῆς ἀξιώσεως διαφό‐ ροις καὶ ποικίλοις κώλοις λεγομένης, δι’ ὃν πεπλήρωται | |
15 | μιασμάτων ἡ οἰκία, δι’ ὃν ἄθεσμοι φόνοι, δι’ ὃν ἀσε‐ | |
7.736 | βεῖς σφαγαὶ, δι’ ὃν ὅλον γένος ἔῤῥιπται πεφονευμένον, παρ’ οὗ ἥκιστά τις ἂν προσεδόκησεν. | |
3t | ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ. | |
4 | Ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε πέντε κεφαλαίων | |
5 | μνημονεύσας, ὧν τὸ πρῶτόν ἐστιν εἰσαγωγὴ τῶν κεφα‐ λαίων οὐκ ἀπ’ αὐτοῦ τὴν ἀρχὴν ἐποιήσατο, ἀλλ’ ἐκ προ‐ κατασκευῆς, ἧς μνήμην οὐκ ἐποιήσατο. καὶ λέγομεν, ὅτι βουλόμενος διδάξαι πῶς εἰσάγονται τὰ κεφάλαια προδιδάξας ἐν τῷ πρώτῳ τόμῳ προοιμίων, ἐν δὲ τῷ δευ‐ | |
10 | τέρῳ ἐφεξῆς περὶ προκαταστάσεως, εἶτα περὶ καταστά‐ σεως, ἥ ἐστι διήγησις, καὶ πῶς πλατύνεται καὶ μηκύ‐ νεται, εἶτα καὶ τρόπων διηγηματικῶν καὶ ἀκμῆς τῆς διηγήσεως, ἐν τῷ τρίτῳ βουλόμενος διδάξαι κ. τ. λ. διὸ ἐν τοῖς πρώτοις διδάσκει | |
15 | περὶ προκατασκευῆς, ἥτις ἐστὶ τῶν κεφαλαίων καὶ τῶν ζητημάτων προέκθεσις, εἶτα περὶ κατασκευῆς καὶ λύσεως τῶν αὐτῶν. καὶ εἶθ’ οὕτως περὶ τῆς εἰσαγωγῆς αὐτῶν. Προκατασκευὴ τοίνυν ἐστὶν, ὡς καὶ αὐτός φησιν, ἡ ἔκ‐ θεσις τῶν κεφαλαίων καὶ τῶν ζητημάτων, οἷον βούλεταί | |
20 | τις κατηγορῆσαί τινος περὶ φόνου, προδοσίας καὶ ἀσε‐ | |
7.737 | βείας· δεῖ τοίνυν ἄρξασθαι ἀπὸ τῆς μνήμης τῶν κατη‐ γοριῶν καὶ ταύτας θέμενον· οἷον βούλομαι τοίνυν, ὦ δικασταὶ, τουτονὶ τὸν πολλάκις ἀσελγῆ καὶ παράνομον φανέντα, ἁλόντα φόνου δεῖξαι γραφῇ προδοσίαν τε εἰρ‐ | |
5 | γασμένον πόλεως τῶν Φωκέων, καὶ εἰς θεὸν τὸ τρίτον ἠσεβηκότα, καὶ τούτων τεθειμένων ὑποκατιόντα τὴν κα‐ τασκευὴν αὐτῶν ἤγουν τὴν περὶ αὐτῶν ἀπόδειξιν παρα‐ στῆσαι, ὡς ἀληθῆ τὰ κατηγορημένα, καὶ οὐκ ἔστιν ἡ τῶν κεφαλαίων προκατασκευὴ ψευδὴς, ἢ παρὰ ἐχθροῦ | |
10 | προεκτεθειμένων τῶν κεφαλαίων ἡμεῖς δείξομεν ταῦτα οὐκ ἀληθῆ· τὰ μὲν γὰρ παρ’ ἡμῶν διὰ προκατασκευῆς τιθέμενα ὀφείλομεν ἀποδεικτικῶς κατασκευάζειν, τὰ δὲ ὑπὸ τῶν ἐναντίων τιθέμενα διαλύειν· γινώσκων τοίνυν ὁ τεχνικὸς, ὡς οὐκ ἀεὶ τὴν αὐτὴν χώραν ἔχει ἡ προκατα‐ | |
15 | σκευὴ δείκνυσιν αὐτῆς τοὺς διαφόρους τρόπους καί φησιν, ὡς πολλάκις ἀπὸ τῶν προοιμίων ἐφεξῆς τίθενται τῆς προ‐ κατασκευῆς τὰ κεφάλαια· εἶτα ἡ διήγησις καὶ οὕτως | |
ἡ κατασκευὴ, ἢ ἡ λύσις αὐτῶν. καὶ τοῦτο μὲν γίνεται | ||
7.738 | περὶ τῶν βουλομένων λαθεῖν τοὺς ἀκροατὰς, ὡς ἂν ἐπι‐ λαθομένων τῶν κατηγορικῶν κεφαλαίων οὕτως ἐπενέγκῃ τὴν κατασκευὴν, ὡς θέλει ὁ προεκθέμενος τὰ κεφάλαια. εἰ δὲ τὸν λόγον βούλοιτο ποιῆσαι σαφῆ, θαῤῥῶν τῇ δυ‐ | |
5 | νάμει τῆς κατασκευῆς, ὡς αἱ ἀποδείξεις αὐτοῦ ἰσχυραί εἰσι, τίθησι τὸ προοίμιον· εἶτα προδιηγεῖται, καὶ πλη‐ ρώσας καὶ τὴν διήγησιν, εἶθ’ οὕτως τίθησι τὰ κεφάλαια καὶ τὰ ζητήματα καὶ ἐφεξῆς κατὰ πόδας τὴν κατασκευὴν ἢ τὴν λύσιν αὐτῶν· ἰστέον δὲ, ὅτι ἔστι καὶ ἕτερον εἶδος | |
10 | προκατασκευῆς, τὸ ἀντὶ τῶν ζητημάτων καὶ τῶν κεφα‐ λαίων τιθέναι νόμον κατὰ τῶν τοιούτων τινὶ ἐγκλήματι ὑπευθύνων, οἷον βουλόμενός τις ἐνστῆσαι μοιχείας γρα‐ φήν τινος, τοῦ μὲν ἐγκλήματος οὐ μνημονεύσει, προάξει δὲ νόμον κατὰ μοιχείας, ὡς ἂν δείξῃ, ἐννόμως κατηγο‐ | |
15 | ρεῖν, εἶθ’ οὕτως ἐπάξει τὴν ἀπόδειξιν τῆς κατηγορίας καὶ τοῦ ὑπευθύνου καὶ ἔστι τότε τὸ νόμιμον ἀντὶ προ‐ κατασκευῆς· ὥσπερ γὰρ τῆς προκατασκευῆς προτεθείσης ὑπήχθησαν αἱ κατασκευαὶ καὶ ἡ ἀπόδειξις τῶν κεφα‐ λαίων, οὕτως προτιθεμένου τοῦ νόμου καὶ τόπον προ‐ | |
20 | κατασκευῆς ἔχοντος, ἐπιφέρεται ἡ ἀπόδειξις, καὶ ἡ κατα‐ σκευὴ τοῦ ἐγκλήματος, καθ’ οὗ τὸ νόμιμον ἐγένετο. βʹ. Τὴν παροῦσαν πραγματείαν κορυφαῖόν φησι ῥη‐ τορικῆς μέρος, ἐπεὶ καὶ οὕτως ἔχει, εἴγε καὶ ἡ διαίρεσις, ἤτοι τὸ διαιρετικὸν ὑπὸ τὴν εὕρεσιν ὁρᾶται· ἐπινοη‐ | |
25 | θὲν γὰρ ὑπὸ τῆς τέχνης καὶ εὑρεθὲν οὕτως ὑπέστη τε | |
καὶ προήχθη. | ||
7.739 | γʹ. Τρόποι. Οἷον ὅτι κεφάλαιον ἢ παρ’ ἡμῶν εἰσάγε‐ | |
ται ἢ παρὰ τῶν ἀντιδίκων· τοῦτο ἡ εἰσαγωγή. τρόποι δὲ, | ||
7.740 | ὅτι εἰ παρ’ ἡμῶν μὲν εἰσάγομεν τὸ κεφάλαιον, ἁπλῆς δεῖται τῆς ἐκθέσεως, καὶ τῆς εἰς τοῦτο κατασκευῆς· ἂν δ’ ὑπὸ τῶν ἐχθρῶν καὶ εἰσάγεται παρ’ ἡμῶν οὐχ οὕ‐ τως, ἀλλὰ διὰ τοσούτων τρόπων. Δεῖ γὰρ τότε κοσμῆ‐ | |
5 | σαι τὸ κεφάλαιον προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει, ἀν‐ θυποφορᾷ, τῇ καὶ λύσει· συνίστανται δὲ αἱ λύσεις ἐξ ἐνστάσεως, καὶ ἀντιπαραστάσεως καὶ ὅρου βιαίου, τὰ δὲ ἐπιχειρήματα ἐκ τῶν περιστατικῶν, οὗτοι γὰρ τόποι ἐπιχειρημάτων, αἱ δὲ ἐργασίαι ἀπὸ τοῦ ἐναντίου, ἀπὸ | |
10 | τοῦ μείζονος, ἀπὸ τοῦ μικροτέρου, ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, τὸ δ’ ἐνθύμημα πάλιν ἀπὸ τῶν περι‐ στατικῶν. δʹ. Ὅσον εἰς τὸ τεχνῶσαι δηλονότι, ἡ γὰρ χρῆσις πολλὴ παρὰ τοῖς ἀρχαίοις, ὡς καὶ αὐτός φησιν. | |
15 | εʹ. Ἐπὰν γάρ τι πρᾶγμα λαβοῦσα ἐργάσασθαι διὰ πασῶν τούτων περάνῃ, ἢ καὶ διά τινων τῶν μεθόδων, | |
ἔτι δὲ ἡ ὕλη ἐργάζεσθαι χορηγῇ πάλιν τοῖς αὐτοῖς ἐπ‐ | ||
7.741 | αναλαβοῦσα ἐπιχειρεῖ κύκλον τῇ μεταχειρίσει μιμου‐ μένη. | |
3t | Cap. I. | |
4t | Περὶ προκατασκευῆς. | |
4 | αʹ. Ὡς εἰ ἔλεγεν, εἰ τέχνην ζητεῖς τοῦ τῆς παρα‐ | |
5 | πρεσβείας λόγου τὴν κατ’ αὐτὸν οἰκονομίαν τοῦ ῥήτορος ἀποπέμψῃ. ἀλλ’ οὐ τέχνη τοῦτον, οἰκονομία δὲ εἴργα‐ σται· ἡ μὲν γὰρ τέχνη μετὰ τὴν διήγησιν ἐπάγειν βού‐ λεται τὴν προκατασκευὴν, εἶτα τὴν κατασκευήν· ἡ δὲ οἰκονομία οὐχ οὕτως· ἀλλὰ πρὸ τῆς διηγήσεως τὴν | |
10 | προκατασκευὴν, ἄλλο γάρ ἐστι τέχνη καὶ ἄλλο οἰκονο‐ μία, τὸ μὲν γὰρ τοῖς καθ’ ἑαυτὸ ἢ τοῖς ἐμπίπτουσι χρῆται, οἰκονομία δὲ τῷ πρός τι· εἰ μὴ γὰρ συμφέρει τὸ ἐμπίπτον, οὐ χρῆται· ἐσθ’ ὅτε δὲ καὶ ἡ χρῆσις οὐ κατὰ τεχνικὴν τάξιν, ἀλλ’ ὡς ἂν ὁ καιρὸς διδῷ παρα‐ | |
15 | κολουθεῖ. βʹ. Τὸ ἑξῆς οὕτως· εἰ δέ μοι λέγοι τις ὡς Δημο‐ σθένης κ. τ. λ. γʹ. Καὶ καθ’ ὑπέρβατον εἴρηται καὶ ἐλλειπτικῶς τὸ χωρίων· ἐφεξῆς μὲν γὰρ τοῦ γραφέντα δεῖ τὸ προσ‐ | |
20 | τάττουσι τάττεσθαι, τάττεσθαι δὲ μετὰ προσθήκης τοῦ | |
7.742 | ἄρθρου τὸν ὑπὸ Τιμοκράτους γραφέντα καὶ τὸ πῶς δι‐ | |
δόασιν ἐξουσίαν κατηγορίας. | ||
7.743(1t) | Cap. II. | |
2t | Περὶ βιαίου. | |
2 | Σκοπῶν ἀκριβῶς γνώσῃ, ὅτι ὁ βίαιος ὅρος μικτόν τί ἐστι, σύγκειται γὰρ ἐκ τοῦ ἑνὸς εἴδους, τῆς μεταλήψεως δηλονότι, τῆς ἐνστάσεως καὶ τοῦ ὅρου· δηλοῖ δὲ καὶ αὐ‐ | |
5 | τὸ τὸ ὄνομα, βίαιος γὰρ ἡ ἔνστασις, ὡς καὶ αὐτὸς ὁ τεχνικός φησιν, καὶ ἡ μὲν ἔνστασις βίαιόν τί ἐστιν· ὁ δὲ ὅρος αὐτὸν τὸν ὅρον δηλοῖ, πρὸς ὃν ἡ τοῦ βιαίου συνά‐ φεια· καὶ σκόπει, πῶς τὸ μὲν βίαιον ἀπαγορεύει μόνον, οὐ τοῦτό ἐστιν, ὁ δὲ ὅρος ὁρίζεται μόνον· τὸ δέ ἐστι | |
10 | τὸ ἐξ ἀμφοῖν συγκείμενον, ὃ βίαιος ὅρος ἐκλήθη, τὰ δύο συνάγει ἐν ταὐτῷ· πρὸς γὰρ τῷ εἰπεῖν, οὐ σώζεται διὰ Φωκέας ἀπολλυμένους Χερόννησος, καὶ δηλῶσαι τὴν ἔνστασιν, ὁρίζεται, ὅτι διὰ Φωκέας ἀπόλλυται, πλησιά‐ ζοντος αὐτῇ τοῦ Φιλίππου. | |
15 | αʹ. Μετὰ τὰ δύο εἴδη τῆς προκατασκευῆς διδάσκει περὶ βιαίου, ὅπερ ἐστὶν ἐναντίον τῆς προτάσεως τοῦ ἐναντίου, οἷον Αἰσχίνης φησὶ τὸν Φίλιππον εὔνουν εἶναι τοῖς Ἀθηναῖος, ὁ δὲ Δημοσθένης τὸ βίαιον ἀποδείξει λέγων, ὡς οὐ μόνον οὐκ εὔνους ὁ Φίλιππος, ἀλλὰ καὶ | |
20 | δύσνους καὶ πολέμιος, οὐδὲ γὰρ μόνον οὐ σώζονται Φω‐ κεῖς δι’ αὐτοῦ, ἀλλὰ καὶ ἀπόλλυνται· τοῦτο οὖν εἶδος λύσεως τρίτον ὠνόμασεν ὁ Ἑρμογένης, ὡς δύο εἰδῶν ὄν‐ των τῆς προκατασκευῆς καὶ τούτου ὑπάρχοντος τρίτου, ὡς καὶ διὰ τῆς διαιρέσεως δειχθήσεται. Μὴ θαυμάσῃς | |
25 | δὲ, εἰ τρίτον εἶδος λύσεως αὐτὸ ὠνόμασεν. ἐκ τούτου γὰρ καὶ τὸ ἐναντίον ἐσήμανε· δέον δὲ εἰπεῖν κατασκευῆς καὶ λύσεως, ἔφη λύσεως, καὶ γὰρ προεκτιθεμένων διὰ | |
τῆς κατασκευῆς τῶν κεφαλαίων ἢ κατασκευάζονται ὑπὸ | ||
7.744 | τοῦ θεμένου μόνον, ἢ λύονται ὑπὸ τοῦ ἐναντίου προσώ‐ που. κατασκευὴ γὰρ λέγεται ἡ τοῦ προεκθεμένου τὰ κε‐ φάλαια ἀπόδειξις, λύσις δὲ λέγεται ἡ ἀνατροπὴ τῶν ὑπὸ τοῦ ἐναντίου τιθεμένων κεφαλαίων τε καὶ ζητημάτων· | |
5 | δεῖ δὲ γινώσκειν, ὅτι οὐ μόνον ἡ ἀπόδειξις τῆς προκα‐ τασκευῆς λέγεται κατασκευὴ, ἀλλὰ καὶ ἡ λύσις λέγεται κατασκευὴ λύσεως, οἷον ἐκ τοῦ περὶ κεφαλαίων· ἐὰν δὲ, φησὶ, κατηγορῶμεν, ἀνάγκη τοῦ ἐχθροῦ τὸ κεφάλαιον τι‐ θέντος καὶ λέγοντος, ἐλέγχους πάρασχε, ἡμᾶς λύειν λέ‐ | |
10 | γοντας, οὐ δεῖ ἐλέγχους παρέχεσθαι παντὸς πράγματος, καὶ τῆς τούτου κατασκευῆς εὐπορήσομεν ἀπὸ τῶν ἐπιχει‐ ρημάτων· καὶ ὅρα πῶς τὴν βεβαίωσιν τῆς λύσεως ὠνό‐ μασεν· εἴδη δὲ κατασκευῆς τρία, ἢ προεκτιθεμένων τῶν κεφαλαίων διὰ τῆς προκατασκευῆς, ἢ οὐ προεκτιθεμένων | |
15 | κεφαλαίων οὐδὲ ἐπαγγελίας αὐτῶν οὔσης νόμος προτίθε‐ ται ἀντὶ τῶν κεφαλαίων· τοῦ δοκεῖν κατὰ τοὺς νόμους εἰσέρχεσθαι τὴν κρίσιν, ἢ ἐάν τινος κειμένου τὸ ἐναν‐ τίον αὐτοῦ κατασκευασθῇ, ὃ καὶ βίαιον λέγεται, ἢ ἐὰν προεκτιθεμένων διὰ τῆς προκατασκευῆς, ὑπὸ τοῦ Δημο‐ | |
20 | σθένους κατὰ Αἰσχίνου ἐπάγηται ἡ κατασκευὴ αὐτῶν ὑπ’ αὐτοῦ· οἷον σκέψασθε παρ’ ὑμῖν αὐτοῖς τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν· πρῶτον μὲν τοίνυν, ὧν ἀπήγγειλε· δεύτερον δὲ, ὧν προσέταξατε αὐτῷ, μετὰ ταῦ‐ τα τῶν χρόνων, ἐφ’ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως | |
25 | ἢ μὴ πάντα ταῦτα πέπρακται, ἐνταῦθα τὰ ἐγκλήματα ἐπὶ κεφαλαίων τιθεὶς ἕκαστον ἐξελέγξει καὶ ἀποδείξει, ὧν ἡ ἀπόδειξις λέγεται κατασκευή· ἐπεὶ γὰρ ὁ Δημοσθένης ἐστὶν ὁ προτιθεὶς τὰ κεφάλαια τῶν ἐγκλημάτων, αὐτὸς ἀναγκάζεται κατασκευάσαι τὴν περὶ αὐτῶν ἀλήθειαν· εἰ | |
30 | δὲ ὁ Αἰσχίνης ἵσταται ἀπολογούμενος, ἀναγκάζεται λύειν | |
αὐτὰ, καὶ τότε λέγεται λύσις τῶν κεφαλαίων, ἤτοι τῶν | ||
7.745 | κατηγοριῶν, καὶ κατασκευὴ τῆς λύσεως τῶν κεφα‐ λαίων· ὁ γὰρ κατηγορῶν κατασκευάζει τὰ ὑπ’ αὐ‐ τοῦ τεθέντα, εἴτε ἐγκλήματα, εἴτε ἐπαίνους, ὁ δὲ δι’ ἐναντίας λύει καὶ ψευδῆ αὐτὰ ἀποδεικνύει· ἢ μὴ | |
5 | προεκτιθεμένων κεφαλαίων, οὐδὲ ἐπαγγελίας αὐτοῦ οὔσης νόμος προτίθεται ἀντὶ τῶν κεφαλαίων, τοῦ δοκεῖν κατὰ νόμον εἰσέρχεσθαι τὴν κρίσιν· τίθεται γὰρ νόμος κατὰ μοιχείας· εἶθ’ οὕτως ἀποδεικνύμενος Τίμαρχος ὑπὸ Αἰσχίνου μοιχείᾳ ὑπεύθυνος ὑπόκειται τῇ | |
10 | τοῦ προστιθέντος ψήφῳ, ἢ ἐάν τινος κειμένου τὸ ἐναν‐ τίον αὐτοῦ κατασκευασθῇ, ὃ καὶ βίαιον λέγεται· οἷον διὰ Φωκέας σώζεται Χερόννησος· τὸ βίαιον τὸ ἐναντίον ἀποφαίνεται, καὶ κατασκευάζων ὅτι οὐ μόνον οὐ σώζε‐ ται διὰ Φωκέας, ἀλλὰ καὶ διὰ Φωκέας μᾶλλον ἀπόλλυ‐ | |
15 | ται, καὶ ὁ Δημοσθένης, ἀλλ’ ἀγανακτήσει Φίλιππος, ἐὰν τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφίσησθε· δι’ ἃ γὰρ ὁ πρέσβυς οἴεται σωθήσεσθαι, διὰ ταῦτα δεί‐ κνυσιν αὐτὸν ἀπολωλέναι δίκαιον· ὁ μὲν γάρ φησιν δεῖν φυλάττεσθαι τοὺς Ἀθηναίους, μὴ εἰς ὀργὴν παρακαλέ‐ | |
20 | σωνται τὸν Φίλιππον· ὁ δὲ δείκνυσιν αὐτὸν τιμωρίας ἄξιον· ἐξ αὐτοῦ τούτου μάλιστα, διότι τοῖς Ἀθηναίοις τοιαῦτα ψηφίσασθαι παρακελεύεται, δι’ ἃ μὴ χαλεπαίνει Φίλιππος· ἐπιφέρει γάρ· ἐγὼ δὲ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἔχω σκοπούμενος εὑρεῖν, ὅ τι μεῖζον τούτου κατηγο‐ | |
25 | ρήσω, εἰ γὰρ ὁ τῆς εἰρήνης ἕνεκα χρήματα ἀναλώσας, ὥστε τυχεῖν αὐτῆς, οὗτος οὕτω γέγονε νῦν φοβερὸς καὶ μέγας, ὥστε τῶν ὅρκων καὶ τῶν δικῶν ἀμελήσαντας ὑμᾶς ἤδη τι Φιλίππῳ χαριεῖσθαι σκοπεῖν, τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες | |
30 | εἶεν; Διατί πρῶτον εἶδος κατασκευῆς καὶ δεύτερον εἰ‐ | |
πὼν ὁ τεχνικὸς τὸ βίαιον τρίτον εἶδος λύσεως ὠνόμα‐ | ||
7.746 | σεν; φήσει γάρ· ἔστι καὶ τρίτον εἶδος λύσεως τὸ παρα‐ δοξότατον καὶ ἰσχυρότατον καὶ νικητικώτατον, ὃ καὶ βίαιον κέκληται, ὅταν εἰς τὸ ἐναντίον περιϊστάναι τοῦ λόγου δυνάμεθα ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον, | |
5 | οἷς θαῤῥῶν εἰσέρχεται. Ἔδει τοίνυν περὶ προκατασκευῆς πρῶτον καὶ δεύτερον εἶδος ἐκθέμενον, καὶ τούτων τὴν ἀπόδειξιν ὀνομάσαντα κατασκευὴν τὸ βίαιον ἢ πρῶτον εἶδος λύσεως ὀνομάσαι, ἢ εἴγε ἠβούλετο αὐτὸ τρίτον κα‐ λέσαι, κατασκευῆς εἶδος ὤφειλεν αὐτὸ καλέσαι, καὶ οὐχὶ | |
10 | λύσεως· μὴ ὀνομασθέντος γὰρ μηδενὸς εἴδους λύσεως πῶς τὸ τρίτον προσαγορεύεται; καί φαμεν ὅτι βουλόμε‐ νος διδάξαι τὸ βίαιον μὴ μόνον λύσιν ἔχειν ἀλλὰ καὶ κατασκευὴν, ὠνόμασεν αὐτὸ τρίτον· εἰ γὰρ τὰ προῤῥη‐ θέντα δύο εἴδη τῆς προκατασκευῆς ἀναμφιβόλως κατα‐ | |
15 | σκευῆς εἰσι κεφάλαια, ὀνομαζόμενον τὸ βίαιον τρίτον φαίνεται, καὶ αὐτὸ κατασκευὴν κεφαλαίου ὑπισχνούμενον· ὥστε μὴ μόνον εἶδος λύσεως εἶναι τὸ βίαιον, ἀλλὰ καὶ κατασκευῆς, καὶ τὸ ἀνάπαλιν, ἐὰν τὸ βίαιον ἔχῃ λύσιν, λέγεται δὲ τρίτον τῶν δύο εἰδῶν, τῆς προκατασκευῆς δη‐ | |
20 | λονότι, καὶ ἡ προκατασκευὴ, ἥ τε πρώτη καὶ ἡ δευτέρα, οὐ μόνον κατασκευάζουσιν, ἀλλὰ καὶ λύουσι, καὶ εὑρί‐ σκονται ἐν τῷ πρώτῳ εἴδει τῆς προκατασκευῆς κεφαλαίων καὶ λύσις κεφαλαίων· ὁμοίως καὶ ἐν τῷ δευτέρῳ, ὡσαύ‐ τως ἐν τῷ τρίτῳ ἤγουν ἐν τῷ βιαίῳ· εἰ τοίνυν ὑπὸ ἐχθροῦ | |
25 | τίθεται κεφάλαιον, διὰ τῆς προκατασκευῆς τοῦ τε πρώ‐ | |
7.747 | του εἴδους καὶ τοῦ δευτέρου, ἀλλὰ μὴν καὶ τοῦ βιαίου ὑφ’ ἡμῶν κατασκευάζεται ἡ λύσις, εἰ δὲ ὑφ’ ἡμῶν τί‐ θεται διὰ τῆς προκατασκευῆς τὸ κεφάλαιον, κατασκευῆς τὸ τηνικάδε δεόμεθα τοῦ κεφαλαίου, ὥστε εὑρίσκεσθαι | |
5 | ἐν τοῖς τρισὶν εἴδεσιν, ὡς εἴρηται, καὶ κατασκευὴν κεφα‐ λαίων καὶ λύσιν τῶν κεφαλαίων· ἄλλως τε καὶ ἐν τῷ πρώτῳ καὶ ἐν δευτέρῳ εἴδει τῆς προκατασκευῆς· κατα‐ σκευὴ δύο τινῶν ἐστι κατασκευὴ κατασκευῆς, καὶ κατα‐ σκευὴ λύσεως, καὶ γὰρ καὶ ὁ λύων κατασκευῆς δεῖται εἰς | |
10 | βεβαίωσιν καὶ ἀπόδειξιν τῶν ὑπ’ αὐτοῦ λεγομένων κεφα‐ λαίων, ὡς εἶναι τὴν λύσιν μετὰ κατασκευῆς, καὶ αὐτὸς γὰρ ὁ τεχνικὸς ὑποκατιὼν ἐσαφήνισε τούτῳ, ὡς ἐν τοῖς ἄνω πρὸ μικροῦ ἐδείξαμεν. | |
14t | Cap. III. | |
15t | Περὶ κεφαλαίων. | |
15 | βʹ. Διδάξας ἡμᾶς ὁ τεχνικὸς ἑκάστης στάσεως τὰ κεφάλαια, οἷον ὡς ἐπὶ τοῦ στοχασμοῦ, τοῦτο γὰρ δὴ πρότερον ἐν παραδείγματι τίθεται, εἶθ’ οὕτως τὴν πρα‐ γματικὴν, διαιρεῖται γὰρ, φησὶν, ὅτε καὶ πρόσωπα ἔχοι καὶ πράγματα κρινόμενα, παραγραφικῶς ἔστιν ὅτε ἐλέγ‐ | |
20 | χων ἀπαιτήσει, βουλήσει, δυνάμει, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντιλήψει, μεταλήψει, μεταθέσει αἰτίας, πιθα‐ νῇ ἀπολογίᾳ, ποιότητι κοινῇ, ἄρτι τὴν κατασκευὴν αὐ‐ | |
τῶν καὶ τὴν λύσιν ὑπισχνεῖται παραδοῦναι ἡμῖν· οὐδὲ | ||
7.748 | γὰρ ἀρκεῖ κ. τ. λ. ὡς γὰρ εἴρη‐ ται οὐδεὶς τῶν ἀκροατῶν πεισθείη ἐκ τῶν λεγομένων ἐν ταῖς στάσεσιν, ἢ δυνατὸν εἶναι τὸν λόγον τὸν παρ’ ἡμῶν ἐκτεθέντα ὡς ἀληθῆ, ἢ ἐλεγχθῆναι τὸν προβαλλόμενον | |
5 | ὑπὸ τῶν ἐναντίων ὡς ψευδῆ· ἡ τῶν ἐλέγχων γὰρ, φησὶν, ἀπαίτησις διπλῆ ἐστιν· ἢ γάρ εἰσιν μάρτυρες ἢ οὔ· οἷον μνωμένῳ τινὶ κόρην ἡ μήτηρ ἔφη τῆς κόρης, θᾶττον τε‐ θνήξεσθαι αὐτὴν, ἢ ἐκείνῳ δοθῆναι· ἀπέθανεν ἐπὶ ση‐ μείοις φαρμάκων ἡ παῖς, εἶτα βασανίζων ὁ πατὴρ τὰς | |
10 | θεραπαίνας περὶ μὲν τῆς φαρμακείας ἀκήκοε πλέον οὐ‐ δὲν, μοιχείαν δὲ τῆς γυναικὸς πρὸς τὸν μνηστῆρα, καὶ φαρμακείας κρίνει τὴν γυναῖκα· εἰ μὲν ποιεῖται τὴν πα‐ ραγραφὴν τῶν μαρτύρων, λέξει ἡ γυνὴ, ἢ ὁ ἀντιποιούμε‐ νος αὐτῆς, εἰ οὐ πάντας τοὺς ἐλευθέρους ἀξιοπίστους | |
15 | ὑπολαμβάνομεν, ἥκιστα ἂν τοῖς δούλοις πιστεύσαιμεν· καὶ ὡς ἐκ τούτου μόνον ἀσθενὴς αὐτῆς φαίνεται ὁ λό‐ γος ὁ τοὺς μάρτυρας παραγραφόμενος, ὅθεν διδάσκει ἐκ τῶν ἐπιχειρημάτων τὴν σύστασιν τῶν κεφαλαίων· καὶ κατὰ πόσους τρόπους εἰσάγεται ἐπιχείρημα καὶ ἐκ ποίων· | |
20 | εἶτα πῶς ἐργάζεται τὰ ἐπιχειρήματα, καὶ τίς ἐστιν ἡ δύ‐ ναμις τῆς ἐργασίας, καὶ μηδὲ μέχρι τούτου στὰς, πῶς εὑρίσκονται πάλιν τὰ ἐνθυμήματα τὰ κατασκευάζοντα τὴν ἐργασίαν, καὶ ταῦτα πάντα καὶ δυνατὸν ποιοῦσι τὸν λόγον, ἐν τῇ ἀποδείξει καὶ λύσει καὶ τῷ πλήθει ἄπειρον, | |
25 | ὡς μηδενὸς λειπόμενον, ὥστε εἰ θελήσει ἕκαστος ὁ τὴν τέχνην μετερχόμενος ἐκ τῆς τοιαύτης μεθόδου καὶ προσ‐ κορὴς γενήσεται τοῖς ἀκούουσιν, ἐκ τῆς ἀμυθήτου εὑρέ‐ σεως τῶν τε κατασκευαζόντων, τοῦ προβαλλομένου τὸν λόγον καὶ τῶν ἀναλυόντων τὴν πρότασιν τοῦ ἐναντίου· | |
30 | παραδίδωσιν οὖν ἡμῖν τὴν μέθοδον οὕτως· τίθησι κεφά‐ λαιον πρῶτον τοῦ στοχασμοῦ τὴν τῶν ἐλέγχων ἀπαίτησιν· | |
καὶ ἐπειδὴ δύο πρόσωπά εἰσι, τοῦ τε διώκοντος καὶ τοῦ | ||
7.749 | φεύγοντος, εἰ μὲν ὁ διώκων εὐπορήσει μαρτύρων, κατα‐ σκευάσει τὸν περὶ τῶν μαρτύρων λόγον ἀναγκαῖον, ὡς δεῖ παντοίῳ τρόπῳ πιστεύεσθαι τοὺς μάρτυρας, καὶ τοῦ‐ το ἰσχυροποιήσει ἐκ τῶν ἐπιχειρημάτων, ὡς ἐν τῷ περὶ | |
5 | ἐργασίας ἐπιχειρημάτων, εἰ θεῷ φίλον, μαθησόμεθα· εἰ δὲ ὁ διώκων μὲν προβάλλεται τὸν περὶ τῶν μαρτύρων λόγον, ὡς εὐπορῶν αὐτῶν, θελήσει δὲ αὐτῷ ἐναντιωθῆ‐ ναι ὁ φεύγων, λύσει τὰ παρὰ τοῦ διώκοντος προβαλλό‐ μενα, ὡς ἐν τοῖς ἐφεξῆς δείξομεν· ἡ δὲ εἰσαγωγὴ κεφα‐ | |
10 | λαίου, εἰ μὲν παρ’ ἡμῶν τίθεται, ἁπλῶς εἰσάγεται ἤτοι προτάσεως δίχα, εἰ δὲ ὑπὸ τοῦ ἐχθροῦ εἰσάγεται, ὀφεί‐ λομεν κοσμῆσαι τὰ κεφάλαια τούτοις τοῖς τέσσαρσι, προ‐ τάσει, ὑποφορᾷ, ἀντιπροτάσει, λύσει, τῇ καὶ ἀνθυπο‐ φορᾷ καλουμένῃ· καὶ ἐπὶ παραδείγματος ἑνὸς ταῦτα τὰ | |
15 | τέσσαρα δείξομεν. Φίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλον‐ νήσου λέγων, ὡς ὑμῖν δίδωσιν ἑαυτοῦ οὖσαν, ὑμᾶς δέ φησιν οὐ δικαίως αὐτὸν ἀπαιτεῖν, οὐ γὰρ ὑμετέραν οὖ‐ σαν οὔτε λαβεῖν, οὔτε νῦν ἔχειν· ἔλεγε δὲ πρὸς ἡμᾶς τοιούτους λόγους, ὅτι πρὸς αὐτὸν ἐπρεσβεύσαμεν· τοῦτο | |
20 | ἡ πρότασις· ὡς λῃστὰς ἀφελόμενος τὴν νῆσον κτήσαιτο, καὶ προσήκει αὐτὴν ἑαυτοῦ εἶναι· τοῦτο ἡ ὑποφορὰ, κα‐ θὼς εἴρηται· ἐχθροῦ γάρ ἐστιν οὗτος ὁ λόγος, κἂν παρ’ ἡμῶν προφέρηται· τοῦτον δὲ τὸν λόγον ὡς οὐ δίκαιον οὐ χαλεπὸν αὐτοῦ ἐστιν ἀφελέσθαι· τοῦτο ἡ | |
25 | ἀντιπρότασις· ἅπαντες γὰρ οἱ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχθροὺς ποιούμενοι ἐντεῦθεν τοὺς ἄλλους κακῶς ποιοῦσιν· ὁ δὲ τοὺς λῃστὰς τιμωρησάμενος καὶ κρατήσας οὐκ ἂν δή ποτε εἰκότως λέγοι, εἰ φαίη, ἃ ἐκεῖνοι ἀδίκως καὶ ἀλλότρια εἶχον | |
30 | ταῦτα ἂν ἑαυτοῦ γενέσθαι· τοῦτο ἡ ἀνθυποφορὰ, καὶ | |
7.750 | ἡ λύσις καλουμένη· καὶ γὰρ πρότασις μέν ἐστιν ἡ ἐπαγ‐ γελία τῆς ὑποφορᾶς, ὑποφορὰ δὲ τοῦ ἐχθροῦ λόγος· ἀν‐ τιπρότασις δὲ ἡ τῆς λύσεως ἐπαγγελία· λύσις δὲ ἣν ποι‐ ούμεθα ἐκ τῆς τῶν ἐπιχειρημάτων κατασκευῆς· χρὴ δὲ | |
5 | γινώσκειν, ὡς πολλάκις ἐν τῇ εἰσαγωγῇ τῶν ἐπιχειρημά‐ των λείπει ἡ πρότασις, μηδὲ λυμαινομένη τῷ λόγῳ, πολλάκις δὲ καὶ ἡ ἀντιπρότασις· οὐδὲν γάρ ἐστιν ἡ πρό‐ τασις, εἰ μὴ κόσμος τοῦ λόγου ὁμοίως καὶ ἡ ἀντιπρό‐ τασις· καὶ διὰ τοῦτο λείπονται, οὐδὲ μίαν βλάβην ἐμ‐ | |
10 | ποιοῦσι τοῦ λόγου· ἄξιον οὖν ἀπορῆσαι, πῶς τὴν τῶν στάσεων πραγματείαν πρώτην ὁ Ἑρμογένης ποιησάμε‐ νος, δευτέραν δὲ τὴν περὶ εὑρέσεως, εἶθ’ οὕτως τρίτην τὴν περὶ ἰδεῶν ἐν ταῖς στάσεσι καὶ τοῦ περὶ εὑρέσεως μέμνηται λέγων, ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέ‐ | |
15 | σεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως, ἀλλὰ καὶ τοῦ περὶ ἰδεῶν φάσκων, διδάσκειν οὖν πρό γε ἐκεί‐ νων τὸν περὶ ἰδεῶν λόγον πάντη ἀνόητον, καὶ λέγομεν ὅτι ταῦτα τὰ ῥησείδια οὐκ εἰσὶ τῶν στάσεων, ἀλλὰ τῶν προλεγομένων τῶν στάσεων· ἀπὸ στοχασμοῦ τοίνυν ποι‐ | |
20 | ησάμενος τὴν ἀρχὴν τῆς τέχνης, καὶ μετὰ τὴν συμπλή‐ ρωσιν τῶν στάσεων ποιήσας τὸ περὶ εὑρέσεως, καὶ τρί‐ τον τὸ περὶ ἰδεῶν ἔσχατον ὡς εἰσαγωγὴν ἐποιήσατο τῶν στάσεων, μεμνημένος τῶν προγεγονυιῶν δύο πραγματει‐ ῶν, τῆς τε περὶ εὑρέσεως καὶ περὶ ἰδεῶν. | |
25 | εʹ. Πυνθάνομαι τοίνυν αὐτὸν περιάγοντα κατὰ | |
7.751 | τὴν ἀγορὰν λέγειν, ἃ καὶ νῦν ἴσως πρὸς ὑμᾶς ἐρεῖ ἀγα‐ νακτῶν. εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει, λείπει ἡ ἀντιπρότασις καὶ ἡ ἀνθυποφο‐ ρά· καὶ ἔστι μόνον ὑποφορὰ καὶ λύσις, οἷον ἀλλὰ | |
5 | ἀδίκως, φησὶν, ἦρξας· εἶτα παρὼν, ὅτε με εἰσῆγον οἱ λογισταὶ οὐ κατηγόρεις. | |
7t | Cap. IV. | |
8t | Περὶ ἐπιχειρημάτων. | |
8 | αʹ. Πᾶν κεφάλαιον ἢ παρ’ ἡμῶν εἰσάγεται καὶ δεῖ‐ | |
ται κατασκευῆς, ἢ παρὰ τῶν ἐναντίων καὶ δεῖται λύ‐ | ||
7.752 | σεως· πᾶσα δὲ κατασκευὴ καὶ λύσις ἐκ τῶν περιστατι‐ κῶν μορίων γίνεται· ἔστω κεφάλαιον ὁ Περικλῆς προδό‐ της· ὅτι μὴ ἐδῄωσε τοὺς καρποὺς αὐτοῦ Ἀρχίδαμος, ὅπερ ἐστὶ πρῶτον κεφάλαιον τοῦ στοχασμοῦ. | |
5 | βʹ. Ἐπιχείρημά ἐστιν, ὡς μὲν Ἁρποκρατίων, θέ‐ σις νοήματος εἴς τι μέρους ζήτημα, πρὸς τὴν καθόλου καὶ γενικὴν ζήτησιν ἔχον τὴν ἀναφοράν· ὡς δὲ Νεοκλῆς ἐπιχείρημά ἐστι συλλογισμὸς, κ. τ. λ. | |
10 | γʹ. Ἀντὶ τοῦ κοινὸν ἡ γένεσις τῶν ἐπιχειρημάτων καὶ ἀνασκευάζουσι καὶ κατασκευάζουσι. δʹ. Ἀντὶ τοῦ ἐν ἑκατέροις τοῖς ἐπιχειρήμασι τοῖς τε κατασκευάζουσι τὸ προτεθὲν καὶ τοῖς ἀνασκευάζουσιν ἀπὸ τῶν αὐτῶν εἰσι νοημάτων. | |
15 | ϛʹ. Τὰ γὰρ περιστατικὰ κεχώρισται τῶν προσώπων καὶ δῆλον ἀφ’ ὧν πολλάκις καθ’ ἓν καὶ κατὰ δύο ἢ καὶ κατὰ πάντα ἐμπίπτει τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῆς ὕλης οὐ δυνατόν· οὐ γὰρ φιλάργυρος τὸ τοῦ λίχνου πά‐ θοι ἄν ποτε, οὐδ’ υἱὸς τὸ τοῦ μηδὲν προσήκοντος καὶ | |
20 | δικαζομένου πατρί. Τοῖς περιστατικοῖς ὡς ἤδη εἴρηται· πρὸς γὰρ τὸ οἰκεῖον συμφέρον καὶ τὰς ποιότητας αἱ τοῖς περιστα‐ τικοῖς ἐπακολουθοῦσι, βιάζεται πιθανῶς μεταπλάττειν. | |
Ἀπὸ τοῦ παρελθόντος καλὸν ἦν τὸν υἱὸν εὐλα‐ | ||
7.753 | βεῖσθαι τὸν πατέρα· τοῦτο τὸ κεφάλαιον ἀπὸ τοῦ δι‐ καίου ὁρίζοντες ἀντιτίθεμεν ἀπὸ τοῦ· καλόν ἐστι τὸ τοὺς γονεῖς τιμᾷν· ὁρίζει γὰρ τί ἐστι τὸ κεφάλαιον· ἀπὸ προσώπου τὸ ἐπιχείρημα, ἐπεὶ καὶ οἱ πατέρες τῶν παί‐ | |
5 | δων φροντίζουσιν· οἱ πατέρες τὸ πρόσωπον· ἀπὸ τοῦ τόπου· καὶ μάλιστα ἐκεῖσε ἔδει αὐτὸν τιμᾷν, ὅπου σπά‐ νις ἦν τῶν θεραπευόντων· ἀπὸ τοῦ χρόνου· καὶ τότε, ἡνίκα τῇ λύπῃ καὶ τῇ ἀήθει χρήσει τοῦ οἴνου κατείχε‐ το· ἀπὸ τοῦ τρόπου· προσηκόντως καὶ εὐλαβῶς καὶ με‐ | |
10 | τὰ πολλῆς τῆς ἐπιμελείας· ἀπὸ τῆς αἰτίας, ὡς ἂν ἀντὶ τῶν καταρῶν τὰς εὐχὰς μᾶλλον ἐκληροῦτο, καὶ μὴ ἐκ‐ πεπτώκει τῆς γνησιότητος· ταῦτα μὲν ἐπιχειρήματα· ἐργάσῃ δὲ ἓν ἕκαστον πρῶτον μὲν ἀπὸ παραβολῆς, ὥσ‐ περ γὰρ οἱ τιμῶντες τοὺς γονεῖς μακροχρόνιοι γίνονται, | |
15 | οὕτω καὶ οἱ τὸ ἐναντίον πράττοντες τῆς ζωῆς ἀποτέ‐ μνονται· ἀπὸ παραδείγματος, καὶ ὅρα τὸν Κάιν, πῶς ὅλον τὸν βίον στένων καὶ τρέμων διήγαγε τῇ πρὸς τοὺς πατέρας καὶ τοῦ ἀδελφοῦ ἀδικίᾳ, καὶ τὰ ὅμοια· ὡσαύτως εἶτα τὰ ἐνθυμήματα, ὅτι εἰ μηδὲν ἔμελλε κερ‐ | |
20 | δήσειν ἀγαθὸν δι’ αὐτὴν τὴν φύσιν καὶ ὅτι ἐξ αὐτοῦ γεγένητο, περικαλύπτειν ἔδει τὸ σφάλμα, καὶ τὸ αὐτὸ τήρει ἐπὶ πᾶν τὸ κεφάλαιον εἴτε δικανικοῦ εἴτε συμβου‐ λευτικοῦ εἴτε πανηγυρικοῦ· πᾶν γὰρ ἐκ πάντων ἐπι‐ χειρημάτων συνίσταται, καὶ ἐκ τῶν μελλουσῶν ῥηθήσε‐ | |
25 | σθαι ἐργασιῶν. Εἴτε ἐπὶ τοῦ μέλλοντος· τὸ συμ‐ βουλευτικὸν λέγει· τὸ δὲ πανηγυρικὸν παρῆκε διὰ τὸ μὴ στασιάζεσθαι, ἀλλὰ καὶ ἀναμεμίχθαι τούτοις τοῖς δυσὶν εἴδεσιν. | |
ηʹ. Τοῦτο εἶπεν, ἐπείτοι πολλάκις ἢ παντελῶς ἐκ‐ | ||
7.754 | λείπει τὸ κεφάλαιον κ. τ. λ. λέγω δὲ τῶν κατηγορούντων καὶ ἀπολογουμένων· καὶ γὰρ ὁ αἰτῶν τὴν δωρεὰν τῶν φευγόντων ὑπάρχων ὡς πεποιηκὼς τὸ πρᾶγμα, τὴν τοῦ διώκοντος χώραν | |
5 | κληροῦται, πρῶτος λέγων, ὃ χαρακτηρίζει τὸν διώκοντα, | |
7.755 | διὸ καὶ παράδοξοι καλοῦνται οἱ τοιοῦτοι στοχασμοὶ, ἅ‐ τε δὴ τὴν τάξιν τῶν προσώπων ἀμείβοντες· ἐπεὶ τοίνυν τὴν τοῦ κατηγόρου τάξιν ὁ φεύγων ἐν τούτοις ἔχει τοῖς στοχασμοῖς, ἀναγκαίως πρὸ τῶν ἄλλων κεφαλαίων καὶ | |
5 | πρὸ τοῦ παραγραφικοῦ, ἃ τοῦ φεύγοντός ἐστι, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους θήσεις, εἶθ’ οὕτως ἐπὶ τὰ τοῦ φεύ‐ γοντος ἥξεις κεφάλαια τὰς λύσεις αὐτῶν καὶ τὰς ἀνθυ‐ ποφορὰς ἐργαζόμενος. θʹ. Ἰστέον, ὅτι μία γένεσις δύο καὶ τρία εὑρίσκει | |
10 | ἐπιχειρήματα, οἷον οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περι‐ κλέα τὸν συνετὸν Ἀθηναίους τοὺς φίλους Λακεδαιμο‐ νίοις τοῖς ἐχθροῖς· ἐνταῦθα πρᾶγμα ἓν, ἡ προδοσία καὶ πρόσωπα τρία, τοῦ Περικλέους, καὶ τῶν προδιδομέ‐ νων Ἀθηναίων, καὶ οἷς προδίδονται Λακεδαιμονίοις, καὶ | |
15 | πάλιν ἓν πολλάκις ἐπιχείρημα κοινὸν καὶ δύο καὶ τριῶν εὑρίσκεται γενέσεων· οἷον δεῖ τῶν κρίσεων ἐλέγχους παρ‐ έχεσθαι παρ’ ὑμῖν τοῖς δημοκρατουμένοις, τοῦτο γὰρ τὸ πρῶτον ἐπιχείρημα ἐγένετο ἐκ προσώπων μὲν τῶν δημοκρατουμένων καὶ τοῦ τόπου, ἔνθα ἔστιν ἡ δημο‐ | |
20 | κρατία· ὥστε τὸ αὐτὸ εἶναι καὶ πρόσωπον καὶ τόπον· ἰστέον δὲ, ὅτι καὶ κ. τ. λ. δεῖ δὲ εἰδέναι, ὅτι ὁ τεχνικὸς οὐ δέδωκε παραδείγματα πάντων τῶν περιστατικῶν μορίων, ἀλλ’ ἐν μὲν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, τεσσάρων μόνων, πράγματος, προσώπου, | |
25 | τόπου τε καὶ αἰτίας, ἀπό τε τοῦ φεύγοντος, ἀπό τε τοῦ διώκοντος· ἐν δὲ τῇ βουλήσει τῶν τεσσάρων, πράγματος, προσώπου, αἰτίας καὶ χρόνου, ἀπὸ τοῦ φεύγοντος, ἀπὸ δὲ τοῦ διώκοντος οὐδ’ ὅλως· ἐν δὲ τῇ δυνάμει πράγμα‐ | |
τος, προσώπου, καὶ χρόνου, ἀπὸ τοῦ διώκοντος· ἀπὸ δὲ | ||
7.756 | τοῦ φεύγοντος ὁμοίως οὐκ ἐχρήσατο κἂν ὅλως παραδεί‐ γματι, οὐδὲ γὰρ ἐν πᾶσι τοῖς πράγμασιν εὑρίσκονται κα‐ τὰ τὰ ἐπιχειρήματα τὰ ἓξ περιστατικά· ἡμεῖς δὲ τῶν ἓξ ἐποιήσαμεν, καὶ συγγνώτω ἕκαστος τῶν ἐντυγχανόντων | |
5 | τῷ πονήματι, εἴτι εὑρεθείη ἐν αὐτοῖς οὐκ ἰσχυρὸν ἢ οὐ λίαν ἁρμόδιον, οὐ γάρ ἐσμεν τῶν πραγμάτων δημιουρ‐ γοὶ ἐφέλκοντες αὐτὰ ἔνθα καὶ βουλοίμεθα, ἀλλὰ τοῖς προγεγονόσι τοὺς λόγους ἁρμόζομεν· ὁ δὲ τούτων τὴν πεῖραν εἰληφὼς δυνατὸς ἔσται ἐν ἑτέροις προσαρμόσαι | |
10 | τὰ προσπίπτοντα τὴν φύσιν τῶν πραγμάτων ἔχων συν‐ ερχομένην, καὶ ῥᾳδίως χειραγωγηθήσεται ὑπ’ αὐτῆς πρὸς τὴν τῶν ἐπιχειρημάτων χορηγίαν κατὰ τὰ ἓξ περι‐ στατικὰ μόρια, ὄψεται γὰρ ὑφ’ ἡμῶν τὸν λόγον βια‐ σθέντα ὁ ἐγκύπτων ἐνταῦθα διὰ τὸ εἶναι τὸ κεφάλαιον | |
15 | ἀνεπίδεκτον κατὰ τὰ ἐπιχειρήματα τῶν ἓξ περιστατικῶν μορίων· τὸ δὲ ἀνεύθυνος ἐν λόγοις ἔχον τρία μόνα μό‐ ρια ἀπὸ τοῦ φεύγοντος μόνου· καὶ τὸ κοινὰ γράφεις τρία ἐν τῇ κατασκευῇ καὶ τῇ λύσει, ἤτοι ἀπὸ τοῦ διώ‐ κοντος καὶ τοῦ φεύγοντος· καὶ περὶ τῆς διορυγῆς τοῦ | |
20 | Ἰσθμοῦ καὶ τῆς μυήσεως ὡς εὐχερῆ παρήκαμεν· οὐδεμία γάρ ἐστιν ἐν αὐτοῖς δυσχέρεια, ὅτι καθά φησιν ὁ τεχνι‐ κὸς, ὥσπερ ἡ μία γένεσις τοῦ ἐπιχειρήματος καὶ δύο καὶ τρία παρὰ τὸ τυχὸν εὑρίσκει ἐπιχειρήματα, οὕτως καὶ ἓν ἐπιχείρημα εὑρίσκεται κοινὸν καὶ δύο καὶ τριῶν γενέσεων· | |
25 | ὡς δύνασθαι τὸ αὐτὸ δοκεῖν εἶναι καὶ καιροῦ καὶ τόπου | |
ἢ αἰτίας ἢ πράγματος, ἢ προσώπου ἢ τόπου. | ||
7.757(1t) | Cap. V. | |
2t | Περὶ ἐνστάσεως καὶ ἀντιπαραστάσεως. | |
2 | αʹ. Διδάξας ἡμᾶς ὁ τεχνικὸς τὴν τῶν ἐπιχειρημάτων εἰσαγωγὴν καὶ λύσιν, ταῦτα δὲ εὑρίσκονται γινόμενα ἀπὸ τῆς περιστάσεως, ἡ δὲ περίστασίς ἐστι τοῦ κατηγόρου | |
5 | πρὸς βοήθειαν τοῦ φεύγοντος, τὸ ἀντιληπτικὸν εἰσέρχε‐ ται κεφάλαιον· οἷον ὅτι ἔξεστί μοι ἀποκτεῖναι τὸν υἱόν· κεφάλαιον, ὁ διώκων πάλιν χρήσεται τοῖς κατ’ αὐτοῦ, οἷς ἐπίσταται ἐναντίοις τῆς ἀντιλήψεως· ταῦτα δέ ἐστιν ἡ ἔνστασις ἡ λέγουσα, ἢ ὅτι οὐκ ἔξεστιν, ἢ ὅτι εἰ καὶ | |
10 | ἔξεστιν, ἀλλ’ οὐκ ἐνώπιον τῆς μητρός. ἔδει οὖν μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐξ ὧν τὰ ἐπιχειρήματα εὑρίσκεται, διδάξαι τὸν τεχνικὸν ἐφεξῆς περὶ ἐνστάσεως· τοῦ γὰρ στοχασμοῦ πρῶτον δεδωκὼς κεφάλαιον τὴν τῶν ἐλέγχων ἀπαίτησιν καὶ δεύτερον τὴν βούλησιν, καὶ τρίτον τὴν | |
15 | δύναμιν, τέταρτον τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, εἶτα πέμ‐ πτον κεφάλαιον τὴν ἀντίληψιν εἰδὼς δι’ ἐνστάσεως καὶ ἀντιπαραστάσεως αὐτὴν λυομένην μετὰ τὰ ἐπιχειρήματα τὰ εὑρισκόμενα ἀπὸ περιστάσεως τὴν διδασκαλίαν ἁρμο‐ δίως τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως ἐξέθετο· βου‐ | |
20 | λόμενος δὲ ὁ τεχνικὸς τὸ ἀναγκαῖον τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως ἡμῖν ὑποδεῖξαι· φησὶν ἐν πάσῃ στάσει κ. τ. λ. | |
Βουλόμενος ὁ τεχνικὸς τὸ ἀναγκαῖον τῆς ἐνστάσεως | ||
7.758 | καὶ ἀντιπαραστάσεως ἐπιδεῖξαί φησιν, καθ’ ἕκαστον κε‐ φάλαιον ἐν πάσῃ στάσει κατὰ ἔνστασιν καὶ ἀντιπαρά‐ στασιν τὰς μάχας δεῖ καὶ τὰς κατασκευὰς γίνεσθαι· ἤτοι κατ’ εἰκόνα ταύτην εἰσάγουσιν, οἷον χρὴ ἐλέγχους | |
5 | παρέχεσθαι, τὸ κεφάλαιον· οὐ χρὴ ἐλέγχους παρέχεσθαι, ἔνστασις· εἰ δὲ χρὴ, οὐκ ἐπὶ τῶν κρύφα πραττομένων· ἀντιπαράστασις· καὶ ἐπὶ τῆς βουλήσεως ὡσαύτως· κ. τ. λ. τὴν δὲ τάξιν τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως ὁ τεχνικὸς καλῶς ἐπεσημήνατο. | |
10 | γʹ. Τὸ ἐξῆς οὕτως· τοῦτο δὲ ἡ τέχνη πάσχει ἀπο‐ ρήσασα ὀλιγάκις, ἀντὶ τοῦ σπανίως τοῦτο πάσχει ἡ τέ‐ χνη, τουτέστι τὸ εἰς ἑκατέραν, τὴν ἔνστασίν φημι ἢ τὴν ἀντιπαράστασιν, μὴ ἐπιχειρεῖν, καὶ ὅσα ἑξῆς τῷ τεχνικῷ | |
εἴρηται, καὶ γὰρ ὀλιγάκις τῶν τοιούτων ἐξαπορεῖ. | ||
7.759(1t) | Cap. VI. | |
2t | Περὶ ἐργασίας ἐπιχειρημάτων. | |
2 | αʹ. Ἐργάζεται πᾶν ἐπιχείρημα ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικροτέρου, ἀπὸ μείζονος, ἀπὸ ἐναντίου, ἀπὸ ἴσου, ἀπὸ παραβολῆς, οἷον ὥσπερ γὰρ | |
5 | τὸ ἐργάζεσθαι κρεῖττον τοῦ ἀπρακτεῖν καὶ σχολὴν ἄγειν, οὕτως τὸ καινοτομεῖν καὶ μὴ μένειν ἀεὶ ἐν ταυ‐ τότητι λυσιτελέστερον· ἀπὸ παραδείγματος, τὸν Ξέρ‐ ξην ὅρα· πῶς καινοτομήσας τὴν ὀρυγὴν τοῦ Ἄθω σύν‐ τομον εὗρε τὸν πλοῦν τοῦ οἰκείου στρατεύματος· ἀπὸ | |
10 | μικροτέρου, οἷον Εὐβοεῖς καινοτομήσαντες τὸ καὶ τὸ κατώρθωσαν τόδε καὶ τόδε· ἀπὸ μείζονος καὶ τοῦ μὴ παρ’ ἄλλου τολμηθέντος· δεῖ τὸν σπουδαῖον ἐφάπτεσθαι, μήτι γε τοῦ ὑφ’ ἑτέρων γεγονότος· ἀπὸ ἴσου, εἰ ὁ ἐπι‐ νοῶν τι τῶν συμφερόντων συνετὸς, καὶ ὁ καινοτομῶν ἐπὶ | |
15 | τὸ συμφέρον σπουδαῖος καὶ ἐπαινετὸς διὰ τοῦτο· ἀπὸ τοῦ ἐναντίου, εἰ γὰρ τὸ σχολὴν ἄγειν περὶ τὰ πρακτέα ἐπίψογον, πῶς οὐκ ἐγκωμίων ἄξιοι οἱ τὰς τοῦ βίου και‐ νοτομίας ἐννοοῦντες; | |
βʹ. Οὐ τὰ περιστατικὰ λέγει, ἀλλὰ τὰ ἀπὸ πα‐ | ||
7.760 | ραβολῆς καὶ παραδείγματος, καὶ ἀπὸ μικροτέρου, καὶ ἀπὸ ἴσου καὶ μείζονος καὶ ἐναντίου. Ἰστέον δὲ, ὅτι τὸ ἀπὸ τοῦ ἥττονος ἐργαζόμενον ἐπιχείρημα ἐπιτιμητι‐ κῶς ἀεὶ εἰσάγεται· δεινὸν τὸ μὲν λόγοις ὑβρικότα εὐ‐ | |
5 | θύνεσθαι, τὸν δὲ παίσαντα ἀφίεσθαι. γʹ. Σημείωσαι, ὅτι ταῦτα οὐ καθ’ ἕκαστον ζητοῦν‐ ται κεφάλαιον, ἀλλὰ καθ’ ἕκαστον ἐπιχείρημα, ἐπιχειρή‐ ματα δὲ καθ’ ἕκαστον κεφάλαιον εὑρίσκονται ἕξ· κατὰ τὰ περιστατικὰ μόρια ἐν κατασκευῇ· καὶ ἐν τῇ λύσει ἕξ· | |
10 | ὥστε ἕκαστον τῶν δώδεκα κατὰ τὰ ἓξ ταῦτα εὑρίσκε‐ σθαι τὰ δοκοῦντα εἶναι ἐπιχειρήματα, ἀλλὰ μὴ ὄντα, ὡς γίνεσθαι καθ’ ἕκαστον κεφάλαιον, εἰ ἐγχωροίη, κατὰ τὴν διαίρεσιν τῆς τέχνης ἐργαζόμενα ἐπιχειρήματα ἑβδο‐ μήκοντα καὶ δύο· εἶπον δὲ κατὰ τὴν διαίρεσιν τῆς τέ‐ | |
15 | χνης· ἐπειδὴ ἡ μὲν τέχνη ἐπίσταται ταῦτα, ἡ φύσις δὲ τῶν πραγμάτων οὐκ ἐπιδέχεται ταῦτα ἐν πᾶσι τοῖς κε‐ φαλαίοις, διὸ, ὡς ἐγχωροίη, ἐν τοῖς ἀγῶσι χρησόμεθα. δʹ. Ἰστέον, ὅτι αἱ ἐργασίαι ἀπὸ τῶν περιστατικῶν λαμβάνονται· οἷον ἡ ἐκ παραβολῆς ἀπὸ προσώπου, ἢ | |
20 | πράγματος, ἢ αἰτίας, ἢ χρόνου, ἢ τρόπου, ἢ τόπου, ὅ‐ μως καὶ τὰ λοιπὰ τῆς ἐργασίας, πλὴν παραδείγματος· τοῦτο γὰρ γίνεται ἐκ τῆς παραβολῆς, ἡνίκα ἐκ προσώ‐ | |
που λαμβάνεται ἡ παραβολὴ, καὶ οὐκέτι χώραν ἔχει ἐπὶ | ||
7.761 | τῶν λοιπῶν περιστατικῶν· οὐ γάρ ἐστι διάφορον ἄλλο παραβολῆς καὶ παραδείγματος, ἢ ὅτι τὸ μὲν ἐκ προσώ‐ που ἀεὶ λαμβάνεται, ἡ παραβολὴ δὲ ἀπὸ τῶν ἄλλων περιστατικῶν. | |
5t | Cap. VII. | |
6t | Περὶ ἐνθυμήματος. | |
6 | αʹ. Τόποι ἐνθυμηματικοὶ εἴκοσι καὶ εἷς. αʹ. ἐκ τοῦ ἐναντίου. βʹ. ἐκ τοῦ ἐνδεχομένου. γʹ. ἐκ τῶν πρός τι. δʹ. ἐκ τῶν αἰτίων. εʹ. ἐκ τοῦ μᾶλλον καὶ ἧττον. ϛʹ. ἐκ τῆς ἀκολουθήσεως. ζʹ. ἐκ τῶν εἰρημένων. ηʹ. ἐκ τοῦ | |
10 | ἀναλόγου. θʹ. ἐκ τοῦ παραδείγματος. ιʹ. ἐξ ἀπαγωγῆς· | |
7.762 | ιαʹ. ἐκ τῆς διαιρέσεως. ιβʹ. ἐκ τῆς κρίσεως. ιγʹ. ἐκ τῶν καιρῶν. ιδʹ. ἀπὸ μεταλήψεως. ιεʹ. ἀπὸ τῶν ἑπομένων. ιϛʹ. ἐξ ὁρισμοῦ. ιζʹ. ἐξ ὑποθέσεως. ιηʹ. ἐκ τῶν ἁμαρ‐ τανομένων. ιθʹ. ἐκ τοῦ ἕνεκα. κʹ. ἐκ τοῦ ὀνόματος. | |
5 | καʹ. ὅταν ἐκ τῶν προδιαβεβλημένων καὶ ἀνθρώπων καὶ πραγμάτων τὴν αἰτίαν τοῦ παραδόξου λέγωμεν. τὰ δὲ παρα‐ δείγματα κατὰ πόδας. Εἴπωμεν οὖν πρῶτον, τί ἐστιν ἐνθύ‐ μημα. ἐνθύμημά ἐστι τὸ ἐν τῷ διανοήματι ἔχον τὴν δύ‐ ναμιν καὶ τὴν σύστασιν· διάνοια γάρ ἐστί τις ἐκ μά‐ | |
10 | χης λεγομένη ἐν ἀκολουθίας σχήματι. καὶ ἁπλῶς τὸ ἐνθύμημα συλλογισμὸς ῥητορικὸς ὑπάρχει· καὶ γὰρ ἀτε‐ λής ἐστι. καὶ ἄλλως, ἐνθύμημά ἐστι συλλογισμὸς ἀτε‐ λής· καὶ ἀναγκαῖον τὴν ἐπὶ μέρους ἢ τὸ συμπέρασμα λείπειν τῷ λόγῳ. διόπερ εἴρηται κυρίως ἐνθύμημα, ὅτι | |
15 | προσενθυμεῖται τὸ λεῖπον ὁ ἀκροώμενος. Πρῶτος τοίνυν τόπος ἐνθυμημάτων ὁ ἐκ τοῦ ἐναν‐ τίου κ. τ. λ. βʹ. Ἐνθύμημά ἐστιν, ὡς Νεοκλῆς, λόγος προειρη‐ | |
μένων τινῶν περὶ τοῦ ζητουμένου ἢ περὶ τοῦ καθηγου‐ | ||
7.763 | μένου αὐτοῦ, καί τινα δὲ συνήχησιν ἐχόντων τῶν ἀκροα‐ τῶν, τὸ ἐνδέον κεφαλαιωδῶς καὶ συνειλημμένως προστι‐ θείς· ὡς δ’ ἔνιοι, ἐνθύμημά ἐστι τοῦ προηγουμένου ἐπι‐ χειρήματος συμπέρασμα, προσαγόμενον τῷ ζητήματι ἐν | |
5 | μιᾷ περιόδῳ· ὡς δὲ Ἁρποκρατίων, ἐνθύμημά ἐστι λόγος πρὸς ἀπόδειξιν λαμβανόμενος τῶν ὑποκειμένων· τινὲς δὲ οὕτως· ἐνθύμημά ἐστιν ὃ συγκατασκευάζει τὸ προκείμε‐ νον κεφάλαιον. Νεοκλῆς δὲ οὕτως ὁρίζεται· ἐνθύμημά ἐστι συνεστραμμένος λογισμὸς ἀτελὴς καθ’ ἓν ἀξίωμα, | |
10 | οὐχ ἁπλοῦν ἢ ὅμοιον, οὐχ ἁπλῶς ἐκφερόμενον· τῶν δὲ ἐνθυμημάτων τὰ μέν ἐστιν ἁπλῶς ἐνθυμήματα, τὰ δὲ καὶ ἐπενθυμήματα, περὶ ὧν ἐν τῷ οἰκείῳ τόπῳ ἐροῦμεν. διαφέρει δὲ συλλογισμὸς διαλεκτικὸς καὶ τὸ ἐνθύμημα, ὡς Ἀλέξανδρός φησι, ταύτῃ, ὅτι ἐν μὲν τῷ διαλεκτικῷ | |
15 | συλλογισμῷ κ. τ. λ. διαφέρει δὲ καὶ ἐπιχειρήματος τὸ ἐνθύμημα, τὸ μὲν γὰρ ἐπιχείρημα θέσις ἐστὶ νοήματος καὶ μερικὸν ζήτημα, πρὸς τὴν καθόλου καὶ γενικὴν ζήτησιν ἔχον τὴν ἀναφορὰν, τὸ δὲ ἐνθύμημα τοῦ τεθέντος ἐπιχειρήματος συντακτικὴ | |
20 | μετὰ κατασκευῆς ἐπάνοδος. Ἀλέξανδρος δέ φησιν, ὅτι τὸ ἐπιχείρημα τελεώτερον· εἶναι δοκεῖ τοῦ ἐνθυμήματος, οὐ γὰρ μόνον, φησὶ, βούλεται τά τε λήμματα καὶ τὴν ἐπιφορὰν ἔχειν, ἀλλὰ καὶ τὴν πρότασιν, ἧς καὶ ἡ πίστις γίνεται, οἷον οὗτος κέκλοφε, φώρια γὰρ ἔχει, οὐκ ἂν | |
25 | γὰρ ἔχει τὰ φώρια μὴ κλέψας. ὥστε κέκλοφε· τῷ τοί‐ νυν μεταχειρισμῷ ἀλλήλων διαφέρει· ἐὰν μὲν γὰρ μερί‐ ζῃς τὴν πίστιν εἴς τε πρότασιν καὶ λῆμμα καὶ συμπέ‐ ρασμα, ἐπιχείρημα γέγονεν· ἐὰν δὲ τιθεὶς τὰ προηγού‐ μενα μόρια συστρέψας ἐπενέγκῃς τι, ἐνθυμηματικῶς | |
30 | ἐξοίσεις. Νεοκλῆς δὲ οὕτω φησί· τοῦ δὲ ἐνθυμήματος τὸ ἐπιχείρημα ταύτῃ διαφέρει, ᾗ τὸ μὲν ἐπιχείρημα καὶ | |
τὴν τῶν λημμάτων παραμυθίαν παρέχει· τὸ δὲ ἐνθύ‐ | ||
7.764 | μημα ἐφ’ ὁμολογουμένοις τισὶν πρόεισιν. ὁ δὲ συλλο‐ γισμὸς, ὥς φησι Νεοκλῆς, δισσῶς ἐκφέρεται· ἢ γὰρ τὸ ζητούμενον τίθεται, ἔπειτα τὰ λήμματα καὶ τὸ ἐπισυν‐ δέον ἐπιφέρεται, οἷον ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ | |
5 | ἀεικίνητον ἀθάνατον, ἢ πρὸ τοῦ ζητουμένου τῶν λημ‐ μάτων τιθεμένων· ἐπιφέρεται τότε τὸ ζητούμενον, οἷον ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον· τοῦτο δὲ ἀθάνατον ἡ ψυχὴ ἄρα ἀθάνατος· τὸ δὲ αὐτὸ, φησὶ, πρᾶγμα ὅταν μὲν προτιθῆται, καλεῖται πρότασις, ὅταν | |
10 | δὲ ἐπιφέρηται, ἐπιφορά· οὐδέποτε δὲ ἄνευ τῆς προτά‐ σεως ἐπιφορὰ ἐπάγεται. Δημοσθένης μέντοι τοῦτο πε‐ ποίηκε, μὴ προθεὶς γὰρ πρότασιν, ὅτι καλλίων Καλλίας Θεμιστοκλέους, κοινὴν τοῖς λήμμασιν ἐπήγαγε τὴν ἐπι‐ φοράν. τοῦτο δὲ ποιητέον, ὅταν τὴν ἐναντίαν γνώμην, | |
15 | οἷς ἂν μέλλῃς λέγειν, οἱ ἀκούοντες ἔχωσιν· συνέστηκε δὲ ὁ συλλογισμὸς, ὥς φησι Νεοκλῆς, ἐκ προτάσεως καὶ ἐκ τοῦ καθηγουμένου τῆς προτάσεως. καὶ ἐκ τοῦ ἐπι‐ συνδέοντος τὸ καθηγούμενον τῆς προτάσεως, οὐδενὶ τῶν λοιπῶν τῆς αὐτῆς οὔσης· τῷ γὰρ συλλογισμῷ τῷ νῦν | |
20 | χρώμεθα ἀντὶ τοῦ συνακτικοῦ λόγου, οὐχ ὡς οἱ Στωϊ‐ κοί, ἐπὶ τοῦ κατὰ δύναμιν τροπικοῦ προάγοντες· τῇ δὲ προτάσει, φασὶ, πρόσκειται οὐδενὶ τῶν λοιπῶν τῆς αὐ‐ τῆς οὔσης. ἐπειδὴ ὁ ῥητορικὸς συλλογισμὸς οὐ συνάγει τι τῶν συλλαμβανομένων· πρότασιν μὲν γὰρ ἔχει, κα‐ | |
25 | θηγούμενον δὲ οὔ. ἀληθοῦς δὲ τῆς προτάσεως οὔσης, ἤτοι ὡς ἐπὶ τὸ πλεῖστον ἀληθές ἐστι τὸ ζητούμενον, ἢ ἀεὶ, οἷον τὸ τὰ φώρια παρὰ τούτῳ εὑρῆσθαι· τοῦ μὲν ἐξ ἅπαντος, φησὶ, τεκμήριον λεγομένου, τοῦ δὲ ἐπὶ | |
πλεῖστον εἰκὸς, ἐπειδὴ συνδέον ἐστὶ τὸ τὴν πρὸς ἄλλην | ||
7.765 | σχέσιν τῆς προτάσεως καὶ τοῦ προκαθηγουμένου παρι‐ στῶν. οἷον· τὰ φώρια ἔχων κέκλοφας. περὶ μὲν οὖν συλ‐ λογισμῶν τοσαῦτα· τῶν δὲ ἐνθυμημάτων ὁπόσα μὲν κα‐ τὰ τῶν συνεχόντων τὴν καθήγησιν μόνην πρόεισι κα‐ | |
5 | θολικῶς, ὥς φησι Νεοκλῆς, ἐξενεχθέντα γνῶμαι εὐθὺς γίνονται· ὁπόσα δὲ καὶ τὸ καθηγούμενον τοῦ ζητουμέ‐ νου περιείληφε, πάντως περιέχει γνωμικῶς ἐξηνέχθαι δυ‐ νάμενον· ἁπλῶς γὰρ, φησὶ, τὸ ἐπισυνδέον τὴν καθήγη‐ σιν ἐν συλλογισμῷ καθολικῶς ἐξενεχθὲν γνώμη γίνεται· | |
10 | καὶ ἀνάπαλιν δὲ ἀπὸ πάσης γνώμης ἐνθύμημα δύναται γενέσθαι, γνώμη δέ ἐστιν, ὥς φησιν Ἀλέξανδρος, καθο‐ λικὴ ἀπόφασις περὶ τῶν πραγμάτων οὕτως ἐχόντων, καὶ οὕτως ἔχειν ὀφειλόντων. τῶν δὲ γνωμῶν ἔνιαι μὲν χωρὶς ἀποδείξεως λέγονται, οἷον, εἷς οἰωνὸς ἄριστος· αἱ δὲ | |
15 | μετὰ ἀποδείξεως· τούτων δὲ αἱ μὲν λεληθυῖαν ἔχουσι τὴν ἀπόδειξιν, αἱ δὲ φανεράν· λεληθυῖαν μὲν, ὡς αἱ τοιαῦται· Ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους Τὸν φύντα θρηνεῖν εἰς ὅς’ ἔρχεται κακά. Τὸν δ’ αὖ θανόντα καὶ πόνων λελασμένον | |
20 | Χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. τοῦ μὲν γὰρ τὸν φύντα θρηνεῖν ἀπόδειξις τὸ, εἰς ὅς’ ἔρχεται κακά· ὡσαύτως καὶ τοῦ ἐπὶ θανόντι χαίρειν τὸ πόνων λελασμένον· φανερὰν δὲ ἔχουσιν αἱ τοιαῦται τὴν ἀπόδειξιν, ἔστι μήτηρ πατρὸς φιλοτεκνοτέρα, ἡ μὲν γὰρ | |
25 | αὐτῆς οἶδεν ὄντα, ὁ δὲ οἴεται. Διαφέρει δὲ γνώμης ἐν‐ θύμημα, ὡς Ἀλέξανδρός φησι· τῆς μὲν ἀναποδείκτου προδήλως διαφέρει, τῷ ἐκείνην μὲν ψιλὴν εἶναι ἀπόφα‐ | |
σιν, τὸ δὲ ὥσπερ συλλογισμόν τινα, τῆς δὲ ἀποδεδειγμέ‐ | ||
7.766 | νης, ᾗ τὰ μέρη τῶν ὅλων, ἐμπεριέχεται γὰρ τῇ γνώ‐ μῃ τὸ ἐνθύμημα, μέρος δὲ ἐκεῖνο, καθὸ ἡ ἀπόφασις ἀποδέδεικται. ἔτι τῶν ἐνθυμημάτων τὰ μέν ἐστιν ἐλεγκτι‐ κὰ κ. τ. λ. Σχήμα‐ | |
5 | τα δὲ ἐνθυμημάτων τέσσαρα, ἀποδεικτικὸν, ἐλεγκτικὸν, συλλογιστικὸν, μικτόν. ἀποδεικτικὸν μὲν οὖν ἐστι τὸ ἐξ ἀκολούθων κώλων τὴν ὑποταγὴν ἔχον, οἷον ἔχει, ὅσῳ τοίνυν κρεῖττον δοκεῖν εὐήθη, ἢ πονηρὸν εἶναι, καὶ τὰ ἑξῆς· ἐλεγκτικὸν δὲ, τὸ ἐξ ἐναντίων κώλων συνιστάμε‐ | |
10 | νον, οἷον τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι καὶ ἑξῆς· συλλογιστικὸν δὲ τὸ ἄλλο ἐξ ἄλλων δει‐ κνύμενον· οἷον ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην καὶ ἑξῆς, μικτὸν δὲ ἤτοι ἐπιχειρηματικὸν, ὃ μετὰ τὴν πρόθεσιν εὐ‐ θὺς ἅμα τῷ ἐπιχειρήματι ἐκφέρεται, οἷον τὸ τοιόνδε, | |
15 | ὥσπερ ἂν εἴτις ἐκείνων ἑάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας, | |
καὶ ἑξῆς. ἀρεταὶ δὲ κ. τ. λ. | ||
7.767 | γʹ. Ὥσπερ γὰρ τὸ ἐπιχείρημα κατασκευάζει ἡ ἐργα‐ σία, οὕτως καὶ τὸ ἐνθύμημα κατασκευάζει τὴν ἐργασίαν, φησίν. | |
4t | Cap. VIII. | |
5t | Περὶ ἐπενθυμήματος. | |
5 | αʹ. Ἰστέον ὅτι ἡ τοῦ λόγου μεταχείρισις τὸ εὑρεθὲν δεύτερον ἐνθύμημα δοκεῖν ποιεῖ καὶ ἐπενθύμημα εἶναι. ἐπ‐ ενθύμημα δέ ἐστιν ἐπὶ φθάνοντι ἐνθυμήματι, ἕτερον ἐπινο‐ ούμενον ἐνθύμημα· οἷον καὶ ὁ μὲν Περσῶν βασιλεὺς ἵνα πλεονεκτήση, διώρυξεν, ἡμεῖς δὲ, ἵνα μὴ πλεονεκτώμεθα, | |
10 | ἐνθύμημα. εἶτα ἐπὶ τούτῳ καὶ ὁ μὲν ἐπειγόντων τῶν μειζόνων αὐτὸν ὅμως τοῦ πλεονεκτεῖν ἕνεκα ἐποίει τὰ χαλεπώτερα, ἡμεῖς δὲ οὐδενὸς ἄλλου καλοῦντος ἡμᾶς, ἵνα μὴ ζημιώμεθα, τὸ πρᾶγμα οὐχ ὑποστησόμεθα, | |
ἐπενθύμημα. πολλάκις δὲ ἡ φύσις τῶν πραγμάτων καὶ | ||
7.768 | τοῦ ἐπενθυμήματος ἰδίαν εὕρεσιν κατασκευάζει. καὶ ἔστιν οὐ διὰ τὸ δευτέρως ταγῆναι καλεῖσθαι ἐπενθύ‐ μημα, ἀλλὰ διὰ τὴν φύσιν τοῦ πράγματος, οἷον δει‐ νὸν τὸ ἁμαρτάνειν πιστὸν ὄντα, εἶτα ἐκ τοῦ ἐναντίου, | |
5 | ὅτι καὶ ὁ ἄπιστος ὀφείλει φεύγειν τὴν ἁμαρτίαν, ἐκ φύ‐ σεως τὸ καλὸν ἐπιστάμενος, τὸν δὲ πιστὸν οὐ μόνον τὰς ἁμαρτίας ἐκκλίνειν χρεὼν, ἀλλὰ καὶ διὰ τὴν ἐκ πίστεως αὐτοῦ προσγενομένην γνῶσιν πᾶσαν μετιέναι ἀρετήν. Τοῦτό ἐστιν ἀληθινὸν ἐπενθύμημα, ὥς φησιν ὁ τεχνικὸς, | |
10 | οἷον δεινὸν τὸ ἀδικεῖν τὴν πατρίδα· εἶτα ἐργάσαιτο, φη‐ σὶν, ἐκ τοῦ ἐναντίου· χρὴ γὰρ ἀδικεῖν πολεμίους, εἶτα τὸ ἐνθύμημα, ὅτι χαλεπώτερόν ἐστιν ὁ πολίτης ἀδικῶν τοῦ πολεμίου. ὅτι ὁ μὲν διὰ τὸ γένος συγγνώμην ἔχει· ὁ δὲ ἐπιτείνει διὰ τὸ πολίτης εἶναι τὸ μῖσος· τούτῳ τῷ | |
15 | ἐνθυμήματι εἰ προσγένοιτο τὸ, καὶ μάλιστ’ ἂν ὁ πολίτης ἀριστεὺς ᾖ ὁ ἀδικῶν, οὓς δοκεῖ πρότερον εὖ πεποιηκέναι, καὶ λοιπὸν τοῦτό ἐστι τὸ ἐκ τῆς φύσεως τοῦ αὐτοῦ πρά‐ γματος ἀληθινὸν ἐπενθύμημα μετὰ προσθήκης τινὸς | |
δριμύτητα χαριζόμενον αὐτῷ τῷ ἐνθυμήματι, καὶ λοιπὸν | ||
7.769 | οὕτω γίνεται, καὶ καλεῖται ἐν ἑνὶ καὶ τῷ αὐτῷ προβλή‐ ματι, διπλῆ συγκριτικὴ ἐπίτασις περιττοτέραν δριμύτητα χαριζομένη αὐτῷ τῷ ἐνθυμήματι. βʹ. Ἰστέον δὲ, ὅτι τεθὲν κεφάλαιον πρῶτον λύεται | |
5 | ἀπὸ τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως. βʹ. εἶτα προσ‐ λαμβάνονται ἐπιχείρημα εἰς κατασκευὴν ἀπὸ τῆς περι‐ στάσεως. γʹ. εἶτα ἐργάζεται ἀπὸ τῶν ἓξ τῶν δοκούντων εἶναι ἐπιχειρημάτων, μὴ ὄντων δὲ ἐπιχειρημάτων, οἷον παραβολῆς, παραδείγματος, μικροτέρου, μείζονος, ἴσου, | |
10 | ἐναντίου. δ. εἶτα ἕκαστον τούτων ἐπιφέρεται ἐπενθύ‐ μημα. εʹ. τὰ δὲ ἐνθυμήματα εὑρίσκονται, σχῆμα μὲν ἔχον‐ τα συγκριτικὸν, εὕρεσιν δὲ ἐν τῇ συγκρίσει ἀπὸ τῶν πε‐ ριστάσεων, τόπου, χρόνου, τρόπου, προσώπου, αἰτίας, πράγματος. | |
15t | Cap. IX. | |
16t | Περὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους. | |
16 | αʹ. Σημείωσαι, ὅτι οὐ τὴν αὐτὴν ἔχει κατασκευὴν τῶν ἐπιχειρημάτων τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, οἵαν καὶ τὰ λοιπά. ἀλλ’ ἴδιον τόπον ἐπέχει τῶν ἐπιχειρημάτων τὴν ὑποδιαίρεσιν καλουμένην, ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ | |
20 | ἀθρόου πράγματος εἰς λεπτὸν τομή. αὕτη δὲ γίνεται ἢ κατὰ ποσότητα ἢ ποιότητα, ὅταν τὰ πολλὰ ὀλίγα ποιῶ‐ μεν, ἢ τὰ μεγάλα τῶν ἐγκλημάτων εὐτελέστερα, οἷον πατήρ τις ἀπέκτεινε τρεῖς υἱούς. ὑποδιαιροῦμεν τὸ ἀπο‐ κτεῖναι, καὶ τὸ ἰδίους υἱοὺς, καὶ τὸ τρεῖς. | |
25 | βʹ. Οὐ μάχεται τὰ νῦν τοῖς ἐν τῇ διαιρέσει τῶν | |
7.770 | στάσεων εἰρημένοις, εἴγε μὲν γίνεσθαί φησι καὶ αὔξε‐ σθαι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀφ’ ὧνπερ καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, ταῦτα δέ ἐστι τὰ περιστατικά· ἐνταῦθα δέ φησιν, ὡς ἑτέρως ταῦτα κατασκευάζεσθαι | |
5 | οὐκ ἀπὸ τῶν περιστατικῶν, ἀλλὰ κακεῖ καλῶς τὴν γένε‐ σιν ἡμῖν τούτων ὑπέφηνε· κἀνταῦθα τὴν ἰσχὺν αὐτῶν καὶ ὅπως γενόμενα δεῖ κρατύνειν αὐτὰ ἀκριβῶς ὑπέ‐ δειξε· πολὺ δὲ τὸ διάφορον ἔχει γένεσις πράγματος. Ἡ καὶ πρὸς τὸ ἔπειτα τούτου συντήρησις καὶ πρὸς | |
10 | τὸν οἰκεῖον σκοπὸν ἄφιξις· τὸ μὲν γὰρ ἁπλῶς, τὸ δὲ πρός τι· καὶ τὸ μὲν σχεδὸν παντὸς, τὸ δὲ οὐ παντός· αὔξε‐ ται μὲν οὖν ταῦτα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τῶν περιστατικῶν. ἰσχύει δὲ τῇ ὑποδιαιρέσει, οἷον ἐπὶ τοῦ ὑποδείγματος, ἐπὶ τοῦ τοὺς τρεῖς υἱοὺς ἀποκτείναντος | |
15 | κατὰ τὸν τῶν ἀκρίτων νόμον, καὶ ἀξιοῦντος δημοσίᾳ τρέφεσθαι· ὁ γὰρ τρεῖς υἱοὺς ἀποκτείνας μηδεμίαν λα‐ βὼν τούτων φειδὼ πρόδηλος μισότεκνος καὶ φονεὺς, καὶ κατὰ τοῦτο ἀνάξιος δημοσίας σιτήσεως· εἶτα τὸ τρίτον ὑποδιαιρήσεις κατ’ αὐτὴν τοῦ τεχνικοῦ τὴν εἰσήγησιν· | |
20 | εἶτα τὸ υἱεῖς καὶ ἔτι τὸ ἀπέκτεινας καὶ οὕτως τὸ ἰσχυ‐ ρὸν αὐτοῖς περιποιήσῃ. γʹ. Ἔστι δὲ ὑποδιαίρεσις ἡ τοῦ ἀθρόου πράγματος | |
εἰς λεπτὰ τομὴ, οἷον τρεῖς τις ἀπέκτεινεν υἱεῖς κατὰ τὸν | ||
7.771 | τῶν ἀκρίτων νόμον, ὑποδιαιρεῖται δὲ ἕκαστον αὐτῶν, ἤτοι τὸ τρεῖς, καὶ τὸ υἱεῖς, καὶ τὸ ἀπέκτεινεν· ὅτι δύ‐ νανται ληφθῆναι ταῦτα καὶ ἀποταθῆναι, ὡς πνεῦμα κατὰ τοῦ ἀντιθέτου σχῆμα· ἀντίθετον δὲ σχῆμά ἐστιν, | |
5 | ὅταν ἀντικείμενα ᾖ ἀλλήλοις τὰ νοήματα, οἷον εἰ γὰρ μὴ προσήκοντας, τὸ ὂν ὡς μὴ ὂν, εἰ γὰρ ἀλλοτρίους, τὸ μὴ ὂν ὡς ὄν. εἰ γὰρ ὀθνείους, εἰ γὰρ ξένους, οὐκ ἂν ἠγανάκτησα, καὶ τότε οὐκ ἂν ἐδυσχέρανα, οὐκ ἂν ἀπῄ‐ τησα τιμωρίαν, νῦν δὲ φιλτάτους, οὓς ἐγέννησας, οὓς | |
10 | ἔθρεψας, ὑπὲρ ὧν ἔδει μάχεσθαι, ὑπὲρ ὧν ἔδει δεδιέναι, μήτις αὐτοὺς ἄλλος ἀποκτείνῃ, φθάσας τοῦτο ἐποίησας, ἆρα τὸ τοιοῦτον ἄγος καταδεξαίμην, οὐκ ἔστιν εἰπεῖν. δʹ. Πῶς ὁρισθεῖσα οἷον καὶ ὁ ἕνα ἀποκτείνας φο‐ νεύς ἐστιν. προάγει δὲ αὐτὸ τῷ κατ’ ἐρώτησιν σχήμα‐ | |
15 | τι, ὡς ἐλεγκτικῷ ὄντι καὶ χρησίμῳ τῷ καιρῷ. εʹ. Ἡ ὑποδιαίρεσις αὕτη τριχῶς ἢ ἀπὸ τοῦ πράγμα‐ τος· οἷον εἰ γὰρ ἑτέρου τινὸς ἤρα, καὶ οὕτως ἐπὶ σὲ ἂν | |
ἦγον τὴν αἰτίαν· ἢ ἀπὸ τῶν ὁμοίων· εἰ γὰρ μὴ ἤρα, | ||
7.772 | ἀλλ’ ἐνόσει νόσον ἄλλην τοῦ σώματος, οὐκ ἂν καὶ τότε σε ἔκρινα· ἢ ἀπὸ τοῦ μείζονος· εἰ δὲ καὶ ἐμάνη, ἄρα οὐκ ἐπὶ σὲ ἤρχετο ἡ αἰτία· τοῦτο δὲ τὸ παράδειγμα οὐκ ἔστι πάνυ ἁρμόδιον, ἀλλὰ ἐκείνῳ συμβαίνει ὃ ἀξι‐ | |
5 | ούμεθα παρέχειν ἐπὶ μισθῷ, ἢ τοῦτο· εἰ γὰρ ἐτεθνή‐ κει, οὐκ ἂν ἐπὶ σὲ ἤγαγον τὴν αἰτίαν, παράδειγμα δὲ τὸ ἐπιδεχόμενον τὴν ἐξ ὑποδιαιρέσεως εἰς λεπτὸν τομὴν τοῦ ἀθρόου, τοὺς τρεῖς τόπους, ἀπό τε τοῦ αὐτοῦ πράγμα‐ τος καὶ ὁμοίου καὶ τοῦ μείζονος, οἷον Φίλιππος πέπομ‐ | |
10 | φεν ἑκατὸν τάλαντα βουλόμενος πρίασθαι τὸν Δημοσθέ‐ νην· ἀπὸ τοῦ πράγματος, οὐδὲ πρὸς τὸ πολιτεύεσθαι σὺν τῷ Φιλίππῳ δέδωκα ἂν ἑκατὸν ταλάντοις τὸν Δημοσθένην· ἐκ τῶν μικροτέρων ὑποδιαίρεσις, μήτι γε πεπραγμένον, ἐκ τοῦ μικροτέρου, ἐκ τοῦ ὁμοίου· ἀλλ’ | |
15 | ἄλλον τινὰ τῶν Ἀθηναίων καὶ τὸν τυχόντα δέδωκα ἂν, μήτι γε τὸν Δημοσθένην· ἐκ τοῦ μείζονος, οὐδ’ εἰ μυ‐ ρία τάλαντα διδοίη, οὐδ’ ἂν πόλεις, οὐδ’ ἂν ἔθνη, ἀν‐ τὶ Δημοσθένους λήψομαι. ϛʹ. Ὑπομερισμὸς καὶ ὑποδιαίρεσις ταὐτόν ἐστιν, | |
20 | ὡς δῆλον ἀφ’ ὧν ἐν τῷ περὶ διασκευῆς λόγῳ φησὶν, ὅτι καὶ πᾶς ὑπομερισμὸς τὰ αὐτὰ λέγει τῇ διασκευῇ καὶ ἐπά‐ γει· δεῖ γὰρ ἐκ τῆς ὑποδιαιρέσεως εἰς τὸ πρᾶγμα αὐτὸ ἐπανελθεῖν, τουτέστι τὴν διατύπωσιν, ἤτοι τὸ διατυ‐ πούμενον· γίνεται δὲ ἡ ὑποδιαίρεσις, ἤτοι ὁ ὑπομερισμὸς | |
25 | ἢ ἀπὸ τοῦ μικροτέρου, ἢ ἀπὸ τοῦ ὁμοίου, ἢ ἀπὸ τοῦ | |
μείζονος. | ||
7.773 | ζ. Ἰστέον, ὅτι τῶν ὁμοίων καὶ τῶν ἰδίων αἱ λεπταὶ ὑποδιαιρέσεις δύνανται ἀναδέξασθαι τὰς προσωποποιΐας ἀναγκαίας οὔσας, καὶ εἰ θέλεις καὶ περιόδους, καὶ παν‐ τὶ τρόπῳ δύνασαι μηκύνειν· ἄλλασσε οὖν τὰ σχήματα, | |
5 | ἵνα μὴ προσκορὲς ᾖ τὸ ἐξ ὑποδιαιρέσεως, οἷον εἰ γὰρ οὐχ υἱὸν ἀπέκτεινας, ἀλλά τινα τῶν μὴ προσηκόντων, οὐκ ἔδει σε δοῦναι τιμωρίαν, ποτὲ δὲ οὕτως· ἄλλος μὲν ἂν καὶ ἐπ’ ἐκείνω τιμωρίαν ἀπῄτησε, καίτοι μικρότερον ἦν τὸ ξένον, ἢ ἴδιον υἱὸν ἀποκτεῖναι, καλλίων δὲ μεταχείρι‐ | |
10 | σις αὕτη· ἄλλος μὲν ἂν καὶ διὰ τοῦτο ἐμίσησεν, εἰ καὶ τούτου μετριώτερον ἐποίησας, ἵνα ποτὲ μὲν ἀπὸ τοῦ πρά‐ γματος ἀρχόμενοι εἰς τὴν ἀξίωσιν ἐρχώμεθα, ποτὲ δὲ ἀπὸ τῆς ἀξιώσεως ἀρχόμενοι εἰς τὸ πρᾶγμα ἐρχώμεθα. οἷον ἀπὸ τοῦ πράγματος ἐπὶ τὴν ἀξίωσιν· λαβὼν ἑκατὸν | |
15 | τάλαντα πρᾶσόν μοι τὸν Δημοσθένην, ἀπὸ τοῦ μικροτέ‐ ρου ὑποδιαίρεσις. πάλιν ἀπὸ τοῦ πράγματος ἐπὶ τὴν ἀξίωσιν· οὐδ’ ἄλλον τινὰ τῶν τυχόντων ἔδωκα ἂν, μήτι γε Δημοσθένην· τὸ δ’ ἄλλον τινὰ τῶν τυχόντων ἐστὶ τὸ πρᾶγμα· οὐδὲ μυρία τάλαντα ἢ πόλεις λήψομαι ἀντὶ | |
20 | Δημοσθένους· ἀνέστρεψε γὰρ τὸ διδοίη εἰς τὸ λήψομαι, καὶ τὸ Δημοσθένους ὑπὲρ Δημοσθένους· καὶ γὰρ τὸ λήψομαι καὶ τὸ ὑπὲρ Δημοσθένους ἀξίωσίς ἐστι καὶ τοῦ‐ το· Φιλίππου λέγοντος δίδωμι, ἀναστρέφων λέγει οὐ λή‐ ψομαι, καὶ γίνεται οὕτως ἐναλλαγὴ τοῦ σχήματος, καὶ | |
25 | πρὸς τὸ λήψομαι καὶ τὰ λοιπὰ ἀκολουθοῦσι παραλλασ‐ σόμενα. ηʹ. Ἐπειδήπερ προσκορῆ τὸν λόγον γίνεσθαι ὁ τεχνι‐ κὸς ἐπίσταται διὰ τὸ ἀπαράλλακτον τοῦ σχήματος, τῆς παραλλαγῆς λόγον ποιούμενός φησιν· ἐπειδὴ τῇ προσω‐ | |
30 | ποποιΐᾳ χρώμενος μακρὸν ἀποτενεῖς λόγον, ἄλλαξον τὸ σχῆμα· τοῦτο δὲ ποιήσεις ἀφαιρῶν τὸ γνώρισμα τῆς | |
προσωποποιΐας, καὶ χρώμενος τῇ προσωποποιΐᾳ, ὡς ἂν | ||
7.774 | δοκῇς κεχρῆσθαι αὐτῇ· ὅτι δι’ αὐτῆς ἐκφέρεις τὸν λόγον καὶ πάλιν δόξῃς μὴ χρῆσθαι αὐτῇ διὰ τὸ ἀναιρεῖν τὸ χαρακτηρίζον αὐτήν· τοῦτο δέ ἐστι, φησὶν, ἐὰν μὴ λέ‐ γῃς· εἶπον ἄν· καὶ ἐδεινοποίησε μὲν ὁ ῥήτωρ ἐνταῦ‐ | |
5 | θα τὸν λόγον, ὥσπερ τι αἴνιγμα λέγων οὐκ αὐτὸ ἡμῖν τὸ πρᾶγμα ὑποφαίνων διὰ τὸ φάναι· εἰ γὰρ μὴ λέγοις, εἶπον ἂν, ὅτι ἐν τοῖς πρὸ τούτου ἔφη οὕτως· δύναται δὲ καὶ ἑκάστη ὑποδιαίρεσις ὁρισθεῖσα καὶ χώραν προ‐ σωποποιΐας ἀναδέξασθαι· ποίκιλλε δὲ τοῖς σχήμασιν, οἷ‐ | |
10 | ον εἰ γὰρ ἕνα ἀπέκτεινας, οὐκ ἂν εἶπον καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται· εἰ τοίνυν μηκύνεις τὸν λόγον, μηκέτι τὸ εἶπον ἂν χρῶ· καὶ τότε ἄλλο τι πρότε‐ ρον φανεῖται ὁ λόγος καὶ οὐχὶ προσωποποιΐα· οἷον οὕ‐ τως· εἰ γὰρ ἕνα υἱὸν ἀπέκτεινας, οὐκ ἂν εἶπον καὶ τότε, | |
15 | ὅτι φόνος ἀσεβής σοι τετόλμηται, ἀλλὰ καὶ εἰ ἀπεκήρυ‐ ξας, οὐκ ἂν ἐφάνης πατὴρ μισότεκνος, ἵνα μὴ δευτερω‐ θῇ τὸ εἶπον, καὶ τῇ ταυτότητι τῆς προφορᾶς προσκο‐ ρὴς ὁ λόγος γένηται, καὶ ἀλλοιοῦται τῆς προσωποποιΐας νενοθευμένης τὸ τοῦ λόγου σχηματιζομένου· οὕτως ἡμῖν | |
20 | τοῦτο τὸ χωρίον ἔγνωσται· εἰ δέ τι κρεῖσσον ὑφ’ ἑτέρου νοηθείη, μεταμαθεῖν ἀπευχόμεθα. Ἄλλως· ἄλλος μὲν οὖν ἐμίσησεν ἂν καὶ διὰ τόδε· ἡ ἀντιστροφή· καὶ διὰ τόδε ἂν ἐμίσησέ τις ἄλλος· καὶ πάλιν, οὐδὲ ἄλλον τινὰ τῶν τυχόντων ἔδωκα ἂν, μή‐ | |
25 | τιγε Δημοσθένη· ἡ ἀντιστροφὴ, καὶ Δημοσθένην ἔδωκα ἂν, οὐδὲ τῶν τυχόντων τινὰ ἄλλον, καὶ πάλιν οὐδ’ εἰ μυρία τάλαντα οὐδὲ πόλεις οὐδ’ ἂν ἔθνη ἀντὶ Δημο‐ | |
σθένους λήψομαι· ἡ ἀντιστροφὴ, οὐ λήψομαι ἀντὶ Δη‐ | ||
7.775 | μοσθένους ἔθνη καὶ πόλεις, οὐδὲ μυρία τάλαντα. Ἰστέ‐ ον δὲ, ὅτι ἀπὸ τοῦ πράγματος ἀρχόμενοι εἰς τὴν ἀξίω‐ σιν καταβαίνομεν οὕτως· εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἔδει σε δοῦναι τιμωρίαν· ἀπὸ τῆς ἀξιώσεως εἰς τὸ πρᾶγμα | |
5 | οὕτως· ἄλλος μὲν οὖν ἐμίσησεν ἄν σε διὰ τόδε ἢ εἰ καί τι τούτου μετριώτερον ἐποίησας. ιʹ. Καλλίονα μεταχείρισιν λέγει ὁ τεχνικὸς τὴν ἀνα‐ στροφὴν τὴν ἀνάλογον τῇ παρὰ τοῖς φιλοσόφοις ἀν‐ τιστροφῇ· ὥσπερ γὰρ ἀντιστροφὴν ἐκεῖνοι λέγουσι τὸ | |
10 | ποιεῖν τὸ ὑποκείμενον κατηγορούμενον καὶ τὸ κατηγορού‐ μενον ὑποκείμενον, οἷον ὁ ἄνθρωπος ζῶον, καὶ ζῶον ὁ ἄνθρωπος· εὐχερέστερον δὲ τὸ ἐπὶ τῶν ἰδίων διὰ τὸ ἀν‐ τιστρέφειν, οἷον τὸ γελαστικὸν ἄνθρωπός ἐστι καὶ ἄν‐ θρωπος γελαστικὸν, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἑρμογένης | |
15 | ἀναστροφὴν λέγει, ὅταν ἀπὸ τοῦ πράγματος ἀρξάμενοι καὶ εἰς τὴν ἀξίωσιν ἐλθόντες, ἀπὸ τῆς ἀξιώσεως ἀρξά‐ μενοι εἰς τὸ πρᾶγμα καταβῶμεν· οἷον εἰ γὰρ τόδε ἐποί‐ ησας, οὐ δεῖ σε δοῦναι τιμωρίαν, ἀντίστρεψον· τιμωρίαν γὰρ δοῦναι σε οὐκ ἔδει, εἰ ἐποίησας τόδε, ἄλλο ἐπιχεί‐ | |
20 | ρησον· ἐγὼ μὲν γὰρ καὶ ἐπ’ ἐκείνῳ σε τιμωρίαν ἀπῄ‐ τησα ἂν, καίτοι μικρότερον ἦν καὶ μετριώτερον ἦν, ἀνα‐ στροφή· εἰ γὰρ καὶ μετριώτερον ἦν καὶ μικρότερον ἦν, ἀπῄτησα ἂν τιμωρίαν καὶ ἐπ’ ἐκείνῳ· ἄλλο ἐπιχείρημα· ἄλλος μὲν οὖν ἐμίσησε καὶ διὰ τόδε· ἀναστροφὴ, καὶ διὰ | |
25 | τόδε ἐμίσησέ τις ἄλλος· ἄλλο ἐπιχείρημα, οὐδὲ ἄλλον | |
τινὰ τῶν ἐπιτυχόντων ἔδωκα ἂν, μήτι γε Δημοσθένην· | ||
7.776 | ἀναστροφὴ, Δημοσθένην ἔδωκα ἂν, οὐδὲ τῶν ἐπιτυχόντων τινὰ ἄλλον· ἄλλο ἐπιλέγει, οὐδ’ εἰ μυρία τάλαντα, οὐδ’ ἂν πόλεις οὐδ’ ἂν ἔθνη ἀντὶ Δημοσθένους λήψομαι· ἀνά‐ παλιν, οὐ λήψομαι ἀντὶ Δημοσθένους ἔθνη καὶ πόλεις, | |
5 | οὐδὲ μυρία τάλαντα· τὴν πολλὴν ἀκρίβειαν ἐν τῇ ἀνα‐ στροφῇ φυλάξαντες οὐκ ἐφροντίσαμεν τοῦ κάλλους τοῦ λόγου, ἀλλὰ τοῦτο μόνον δεῖξαι τί ἐστιν ἀληθινωτάτη ἀναστροφή· ὁ γὰρ τοῦτο εἰδὼς περὶ τὸ κάλλος τοῦ λό‐ γου κύριος ἔσται ποικίλλων ὡς ἂν ἐθέλοι· οὐδὲ γὰρ | |
10 | χρεωστεῖ πάσας ἐναντίας θεῖναι τὰς λέξεις, ἀλλά τινας διὰ τὸ παραλλάσσον τὸν λόγον καὶ τῷ ποικίλῳ ἐκφεύ‐ γειν τὸ προσκορές· ἐπεὶ τυχὸν ἔχοντος τοῦ κώλου ἢ τῆς περιόδου ἢ τοῦ πνεύματος λέξεις δέκα, εἰ καὶ ὀλίγα εἴπω‐ μεν, οὐκ ἀνάγκη αὐτὸν θεῖναι τὴν δεκάτην καὶ τὴν ἐν‐ | |
15 | νάτην δευτέραν, καὶ τὴν ὀγδόην τρίτην, καὶ τὴν ἑβδό‐ μην τετάρτην, καὶ τὴν ἕκτην πέμπτην καὶ τὰ ἑξῆς ὁμοίως· ἀλλ’ ὡς ἂν συντελῇ καὶ ὁ λόγος καλλωπίζεται ἐκφεύγων τὴν ὁμοιότητα, γένοιτο ἡ ἀναστροφὴ, καὶ γὰρ οὐδ’ αὐτὸς ὁ Ἑρμογένης ταύτην ἐφύλαξε τὴν ἀκρίβειαν | |
20 | ἐν τῷ παραδείγματι· ὅθεν καὶ μόλις τις συνήσοι, τίνα λέγει ἀναστροφήν· εἰ γὰρ ἐφύλαξε τὴν ἀκρίβειαν, εὐχερὲς ἦν τὸ παρ’ αὐτοῦ λεγόμενον, ἀλλὰ τὸ μὲν ἀνέστρεψε, τὸ δὲ μετήλλαξεν, οἷον ἐγὼ μὲν γὰρ καὶ ἐπ’ ἐκείνῳ σε τι‐ | |
μωρίαν ἀπῄτησα ἂν, καίτοι μικρὸν ἦν καὶ μετριώτε‐ | ||
7.777 | ρον, εἰ καί τι τούτου μετριώτερον ἐποίησας, καὶ ἐπ’ ἐκεί‐ νῳ σε τιμωρίαν ἀπῄτησα ἄν. ιαʹ. Οἷον ἵν’ οὕτως ἀναστρέφηται, ὡς ἐπὶ τῶν δια‐ λεκτικῶν ὁ ὑποκείμενος γίνεται κ. τ. λ. | |
5 | ιβʹ. Ἤγουν τὸ εἰ παρεκαθέζου· τὸ δὲ ἔδωκας ἀντὶ τοῦ συνεχώρησας· ἐὰν γὰρ συγχωρήσας ἀνέλῃς, ὃ ἔδω‐ κας, οἷον τὴν ὑποδιαίρεσιν καὶ πάλιν ἀνελὼν ἐπιφέρῃς, πολυπλασιάζεις τοῦ λόγου τὴν δριμύτητα· οἷον εἰ μὴ ἀπέκτεινας τὸν υἱὸν ἀλλὰ ἀπεκήρυξας, συμπαθείας ἐκρί‐ | |
10 | θης ἄξιος· ἐπεὶ δὲ ἀπέκτεινας οὐ συγχωρηθήσῃ· καίτοι οὐδὲ τὸ ἀποκηρῦξαι συγκεχώρηται· ὅπερ γὰρ ἀνείλομεν, πάλιν ἐπηνέγκαμεν· καὶ γέγονεν ὁ λόγος δριμύτερος. ιγʹ. Ἴσθι ὅτι ἐὰν συγχωρήσας ἀνέλῃς ὑποδιαίρεσιν, καὶ πάλιν ἀνελὼν ἐπιφέρῃς, πολυπλασιάζεις τοῦ λόγου | |
15 | τὴν δριμύτητα· οἷον εἰ μὴ ἀπέκτεινας τὸν υἱὸν ἀλλ’ ἀπε‐ κήρυξας, συμπαθείας ἂν ἐκρίθης ἄξιος· ἐπεὶ δὲ ἀπέκτει‐ νας, οὐ συγχωρηθήσῃ, καί τοι οὐδὲ ἀποκηρῦξαι συγκε‐ χώρηται. ὅπερ γὰρ ἀνείλομεν, πάλιν ἐπηνέγκαμεν, καὶ γέγονεν ὁ λόγος δριμύτερος, ἵνα δὲ μὴ προσκορὴς εἶναι | |
20 | δοκῇς διὰ τῆς προσωποποιΐας πληρῶν λόγους, θαυμαστὸς | |
7.778 | φανήσῃ ῥήτωρ, τὸ γνώρισμα αὐτῆς ἀφαιρῶν καὶ χρώ‐ μενος αὐτῇ· εἰ γὰρ μὴ λέγοις, εἶπον ἂν, ἄλλο τι φαί‐ νεται πρότερον. ιδʹ. Ἀποτεινομένου γὰρ τοῦ λόγου οὐ δεῖ καθ’ | |
5 | ἕκαστον τιθέναι τὸ εἶπον ἄν· ὥσπερ ἐπὶ τούτου· εἰ γὰρ ἕνα υἱὸν ἀπέκτεινεν, οὐκ εἶπον ἂν καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται· ἀλλ’ εἰ καὶ ἀπεκήρυξας, οὐκ ἂν ἐφάνης πατὴρ μισότεκνος· ἀφείλου γὰρ τὸ γνώρισμα τῆς προσωποποιΐας μὴ δευτερώσας αὐτό· οἷον τόδε, εἶπον ἄν. | |
10 | ιεʹ. Ἡ προσωποποιΐα ταύτῃ διαφέρει τοῦ πλαστοῦ, καθὸ ἡ μὲν προσωποποιΐα διὰ τῆς ὑποδιαιρέσεως πρόεισι | |
καὶ τοῦ ἀντιθετικοῦ καλουμένου σχήματος, τὸ δὲ πλα‐ | ||
7.779 | στὸν ἀπὸ τοῦ ἐναντίου ἢ τοῦ γεγονότος· ὅθεν καὶ πλάττεσθαι μὲν λέγεται ἡ προσωποποιΐα ἤτοι πλαττόμε‐ νον, πλαστὸν δὲ τὸ ἀπὸ τοῦ ἐναντίου ἢ τοῦ γεγονότος λαμβανόμενον, ὃ καὶ κυρίως πλαστόν· πλαστὸν δέ ἐστι | |
5 | τὸ μὴ γεγονὸς ὡς γεγονός. ιϛʹ. Ἀθρόαν εἰσβολὴν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους κατὰ τὸν οἰκεῖον εὑρήσομεν τοῦ κεφαλαίου τόπον, τότε γὰρ καὶ τὴν αὔξησιν αὐτῶν ἔδει ποιῆσαι, ἀφ’ ὧν ἐμάθομεν τόπων, ἤτοι τῶν περιστατικῶν· γίνεται δὲ με‐ | |
10 | τὰ ταῦτα τὰ πλαστὰ διχῶς, ἢ γὰρ ὡς οὐ γενόμενον τὸ γεγονὸς ἀθρόως πλάσεται, ἢ ἐκ τοῦ ἐναντίου· ἀπὸ μὲν τοῦ γενομένου ὡς μὴ γενομένου οὕτως· εἰ γάρ τις τῶν εὐνοϊκῶς πρὸς ἡμᾶς διακειμένων ἀπάτῃ χρῆσθαι πρὸς ἡμᾶς Φίλιππον τοῖς τοιούτοις αὐτοῦ κατεμήνυε λόγοις, | |
15 | ἆρα ἂν προσείχετε τὸ λοιπὸν Φιλίππῳ τὸν νοῦν οὕτως περιφανῶς ἐληλεγμένῳ· ἀπὸ τοῦ ἐναντίου οὕτως· εἰ δὲ ἀναντιῤῥήτως ἡμῖν τὸ συμφέρον προὔτεινε Φίλιππος πόσης ἂν αὐτὸν σπουδῆς ἠξιώσατε καὶ μεθ’ ὅσης ἂν αὐτοῦ περιχαρείας τὸν λόγον ἐδέχεσθε· δεινὸν δὲ καὶ παν‐ | |
20 | τελοῦς εὐηθείας, τοῖς μὲν ἥδουσιν ἐπιτέρπεσθαι, τῶν δὲ | |
ἀνιασόντων μηδένα λόγον πρὸς ἀποτροπὴν φαίνεσθαι | ||
7.780 | ποιουμένους· καὶ πάλιν, εἰ δὲ καὶ ἡμᾶς ἔγνω Φίλιππος, ἀπάτῃ μετερχομένους αὐτὸν, ἆρα ἂν ἠνέσχετο πεισθῆ‐ ναι; οὐκ ἔχετε εἰπεῖν· οὐ μόνον δὲ ἐνταῦθα οὕτως δι‐ χῶς γίνεται τὰ πλαστὰ, ἀλλὰ καὶ πανταχοῦ τοῦτο φύσις | |
5 | τοῦ πλαστοῦ ἀπὸ τοῦ γεγονότος ὡς μὴ γεγονότος φη‐ μὶ καὶ ἀπὸ τοῦ ἐναντίου γίνεσθαι, καὶ σκόπει καὶ τοῦ παρόντος τεχνικοῦ τὰ ὑποδείγματα. ιζʹ. Τοῦτο τοῦ ἀθρόου καλεῖται· οὐδὲ γὰρ κ. τ. λ. | |
10t | Cap. X. | |
11t | Περὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τῆς | |
12t | πραγματικῆς. | |
12 | Τὸ πολυσχιδὲς καὶ ποικίλον τῶν τῆς πραγματικῆς | |
κεφαλαίων τὸν τεχνικὸν εἰπεῖν κατηνάγκασε, δυσχερῆ λύ‐ | ||
7.781 | σιν ἔχειν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· μόνη γὰρ τῶν στά‐ σεων ἁπασῶν ἡ πραγματικὴ τὸν μέλλοντα χρόνον κλη‐ ρωσαμένη, καὶ τοῖς τελικοῖς κεφαλαίοις διαιρουμένη, καὶ πολλαῖς ταῖς στάσεσι κοινωνοῦσα καὶ κατ’ ἐκείνας διαι‐ | |
5 | ρουμένη, οὐκ εὐχερῆ καὶ ῥᾳδίαν τὴν λύσιν τῶν ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους προβάλλεται, ἀλλὰ νομίμῳ, δικαίῳ, συμ‐ φέροντι, δυνατῷ, ἐνδόξῳ καὶ τῷ ἐκβησομένῳ διαιρουμέ‐ νη. Τὸ τοίνυν νόμιμον, ὥς φησιν ὁ τεχνικὸς, ἐν μὲν τῇ ἐγγράφῳ κατὰ μίαν τῶν νομικῶν ὑποπίπτει στάσεων, | |
10 | καὶ κατ’ ἐκείνην διαιρεθήσεται, τὸ δὲ δίκαιον κατὰ μίαν τῶν δικαιολογικῶν, ἀντίληψίν φημι, ἢ καὶ τὴν τῶν ἀν‐ τιθετικῶν ἀντίστασιν, ἣ καὶ διαιρουμένη πολλὴν τοῖς μελετῶσι ποιεῖται δυσχέρειαν, ἥνπερ ὁ τεχνικὸς ἀκριβῶς ἐπιστάμενος δυσχερῆ μὲν λύσιν, ἔφη, τὰ ἀπ’ ἀρχῆς ἄχρι | |
15 | τέλους ἔχει τῆς πραγματικῆς· ἤδη δὲ ταύτην τεχνολογη‐ σάμενος καὶ πρὸς εἰδότας τοὺς λόγους ποιούμενος ἔφη, καὶ τοῦτο τὸ μάθημα σαφέστατον ἐκθήσομαι· ἄνευ δὲ παραδείγματος θεὶς ἀσάφειαν τῷ λόγῳ πεποίηκεν· τὰ δὲ παραδείγματα σαφεστέραν ποιεῖ τὴν τέχνην. Ἔστω | |
20 | οὖν παράδειγμα τοῦ προκειμένου προβλήματος τόδε· πολ‐ λῶν πολεμίων τῇ τῶν Ἀθηναίων πόλει ἐπισκηψάντων καὶ συμφορῶν προκειμένων οὐ μικρῶν, ἔγραφεν Ὑπερίδης, τοὺς ἀτίμους ἐπιτίμους εἶναι, καὶ γράφεται τοῦτον πα‐ | |
ρανομίας Ἀριστογείτων. ἐνταῦθα ἡ μὲν ζήτησίς ἐστι | ||
7.782 | πραγματικὴ, περὶ γὰρ τοῦ μέλλοντος ἔχει τὴν ἀμφισβή‐ τησιν, εἰ χρὴ δίκαιον τὸ παρὰ τοῦ Ὑπερίδου δέξασθαι ψήφισμα· ἀλλ’ ἴδωμεν καὶ τὸν τοῦ τεχνικοῦ, εἰ οὕτως ἔχει, σκοπόν· φησὶ γὰρ, ἐὰν μὲν τὸ πρᾶγμα παρ’ ἡμῖν | |
5 | εἴη γεγονὸς, καὶ ὑπὸ τῶν ἐχθρῶν εἰς τὴν ἡμετέραν βλά‐ βην εἰσαγόμενον, οὕτως αὐτὸ λύσομεν, ζητοῦντες τῶν ἀντιθετικῶν στάσεων τὰ λυσιτελοῦντα ἡμῖν θήσομεν, ὥσπερ ποιοῦμεν ἐν τῇ ἀντιλήψει· παρὰ μὲν γὰρ τοῦ Ὑπε‐ ρίδου τὸ ψήφισμα γεγονὸς, ὑπὸ δὲ τοῦ Ἀριστογείτονος | |
10 | κατηγορούμενον ὡς παράνομον, δίκαιον Ὑπερίδης τὸ ψή‐ φισμα δεῖξαι πειρώμενος ζητήσει τῶν ἀντιστατικῶν στά‐ σεων τὰ λυσιτελοῦντα, ἤγουν τὴν ἀντίστασιν, καὶ κατ’ ἐκείνην μελετήσει λέγων, ὡς ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦν‐ τος τοῦτο πεποίηκα, ἵνα εἰδότες οἱ ἄτιμοι ἐντίμους αὐ‐ | |
15 | τοὺς γεγονότας κατατολμήσωσι προκινδυνεῦσαι τῆς πό‐ λεως· τὸ δὲ ὥσπερ ἐν ἀντιλήψει πεποιήκαμεν· ὁ ζωγρά‐ φος ὁ τὰ ναυάγια γράψας ἐρεῖ, ὡς ὑπὲρ τῶν πλεόντων τοῦτο πεποίηκα· τότε δὲ πολλάκις καὶ τῶν ἄλλων στά‐ σεων τὰ λυσιτελοῦντα θήσομεν· ἐνδέχεται γὰρ καὶ στο‐ | |
20 | χαστικὸν μελετῆσαι, καὶ μάλιστα τὸ τῆς πραγματικῆς συμφέρον· τὸ γὰρ τί ποιοῦσιν ἡμῖν τόδε τι γενήσεται, καὶ τί μὴ ποιοῦσι, καὶ τὸ χρήσιμον προσλαβεῖν Ὄλυν‐ θον, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας ὁ Φίλιππος ἑλὼν ἐκείνους γίνηται καθ’ ἡμῶν ἐκ τοῦ εἰκότος στο‐ | |
25 | χαστικοῦ πλατύνεται· εἰκὸς γὰρ τὸν Φίλιππον ἑλόντα ἐκείνους γενέσθαι καὶ καθ’ ἡμῶν, βούλησις γὰρ Φιλίπ‐ πῳ μὴ ἠρεμεῖν, εἰ δὲ προσλήψεται καὶ δυνάμεως, παντὶ εἰκὸς ἐκβῆναι τὰ κατὰ νοῦν· ἰδοὺ γὰρ ἐνταῦθα μετὰ βουλήσεως καὶ δυνάμεως, ἅπερ ἐστὶ κεφάλαια στοχα‐ | |
30 | σμοῦ, τὸ τῆς πραγματικῆς συμφέρον ἐπλατύναμεν· ποτὲ δὲ καὶ μεταληπτικὰ ἐὰν ἔχῃ, τὸ κεφάλαιον τοῦ πλασσομένου θήσομεν, ὡς ἐπὶ ἄλλου τινὸς παραδείγμα‐ | |
τος, ὁ γὰρ περὶ τοῦ μετοικῆσαι βουλευόμενος καὶ τὸ | ||
7.783 | συμφέρον μελετῶν, μεταληπτικῶς ἐρεῖ κατὰ ἔνστασιν, ὡς οὐ δι’ ἡμᾶς ῥεῖ τὸ πῦρ, ἀλλὰ διὰ τὴν αὐτοῦ φύσιν. Ἐν μὲν γὰρ τῷ στοχασμῷ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους τὰ σημεῖά εἰσι τὰ φανερὰ, οἷον τὸ παρίστασο, ἐν | |
5 | δὲ ταῖς ἄλλαις στάσεσιν αὐτὰ κρινόμενα καὶ ζητούμενά εἰσι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, εἴτε ἱεροσυλία, εἴτε φό‐ νος, εἴτε αἴτησις δωρεᾶς, εἴτε τι τοιοῦτον, ὡς ἐν μὲν τοῖς προλαβοῦσι τὰ δικανικὰ ἔδειξεν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι λύονται ἢ δι’ ἀντιλήψεως, ἢ δι’ ἀντιθέσεως, | |
10 | ἤ τινος τῶν τοιούτων κεφαλαίων, ἐνταῦθα δὲ διὰ πρα‐ | |
γματικῆς. | ||
12t | Cap. XI. | |
13t | Περὶ τάξεως ἐπιχειρημάτων. | |
13 | Ἀποδεικτικὸν ἀντὶ τοῦ δικανικοῦ, πολιτικῆς δὲ ἀντὶ τοῦ ἐναγωνίου, οἷον τὰ συμβουλευτικὰ καὶ δικανικὰ, | |
15 | πανηγυρικὰ δὲ ὅσα λαμπρότητα ἐπάγεται· τίνα δὲ ταῦ‐ | |
7.784 | τα, τὸ περὶ ἰδεῶν βιβλίον διδάξει· ἀποδεικτικώτατα δὲ κ. τ. λ. Πολιτικὰ τὰ ἐναγώνια καὶ συμβουλευτικὰ καὶ δικανικὰ καλεῖ· ἅ εἰσι τὰ ἀπὸ τῆς αἰ‐ τίας καὶ τοῦ ἐναντίου λαμβανόμενα τῶν ἐργασιῶν· ἐπι‐ | |
5 | χειρήματα γὰρ τὰς ἐργασίας φησὶ, τὰ δὲ ἀπὸ παραδει‐ γμάτων καὶ τροπῶν καὶ τῶν λοιπῶν περιστατικῶν καὶ ἐργασιῶν λαμβανόμενα πανηγυρικά ἐστι, τουτέστι λαμ‐ πρά· τὰ μὲν γὰρ ἀπὸ τοῦ προσώπου ἐκ τῶν ἐγκωμια‐ στικῶν λαμβάνονται, τὰ δὲ ἀπὸ τῶν πραγμάτων, ἐκ τῆς | |
10 | ὁμοιότητος αὐτῶν, τουτέστι τῶν παραδειγμάτων, ἃ καὶ τὴν ἀκμὴν ποιοῦσιν, ἥτις ἐστὶ πανηγυρικοῦ· οὐ μὴν ἀλ‐ λὰ καὶ τὰ ἀπὸ καιροῦ καὶ τόπου τὴν ὕλην ἀπὸ τῶν ἐγ‐ κωμιαστικῶν ἔχουσι, δυναμένων ἡμῶν καὶ ψέγειν καὶ ἐπαινεῖν· πολλάκις δὲ καὶ πανηγυρικοῦ ὄντος ἐπιχειρή‐ | |
15 | ματος τοῖς κατὰ συστροφὴν σχήμασι μεταχειριζόμεθα αὐτὸ ἀποδεικτικῶς· οἷον ὡς ἐν τῷ στηλιτευτικῷ, ὁ γὰρ τοῖς δήμοις τὸ ἀπηνέστερον παρεικὼς ἀνοήτοις καὶ ἀσυλ‐ λόγοις ἀνθρώποις, εἶτα ἑαυτῷ τὸ φιλανθρωπότερον πρό‐ δηλός ἐστιν ὡς φανερὸν κινῶν διωγμόν· ἐνταῦθα γὰρ | |
20 | ἀπὸ προσώπου ὂν καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ ἐπιχείρημα εἰς ἀποδεικτικὸν μετέβη διὰ τοῦ κατὰ συστροφὴν σχή‐ ματος. | |
γ. Προκλητικώτερόν φησι τὸ προκαλούμενον τὸ | ||
7.785 | ἑξῆς κεφάλαιον, οἷον ὡς ἐπὶ ὑποδείγματος ἡ βούλησις καὶ ἡ δύναμις κεφάλαιόν ἐστι στοχαστικόν· δεῖ οὖν τὸν τὴν βούλησιν ἀναιροῦντα τηρήσαντα τὰ ἐπιχειρήματα, ὅσα χορηγεῖ ἡ ὑπόθεσις τοῦ κεφαλαίου, τὸ τὴν δύναμιν | |
5 | προκαλούμενον ἐπιχείρημα τελευταῖον θεῖναι· ἔστω δὲ ἐπὶ Περικλέους τὸ λεχθὲν γυμναζόμενον· προκειμένου γὰρ ἀναιρεῖν, ὡς οὐ προδότου γνώμη ὕπεστι Περικλεῖ, τὰ μὲν ἄλλα τῶν ἐπιχειρημάτων οἷον τὰ τοῦ πράγματος καὶ τὰ τοῦ τρόπου, καὶ εἴ τι ἄλλο ἡ ὑπόθεσις δίδωσι, | |
10 | προταγήσεται, ὡς οὐκ ἐγερτικὰ τῆς δυνάμεως· τὰ μέν‐ τοι τοῦ προσώπου τηρηθήσεται τελευταῖα, ὡς τῆς δυνά‐ μεως ὄντα προκλητικά· οἷον οὐκ εἰκὸς θελῆσαι προδοῦ‐ ναι Περικλέα, αἰσχρὸν γὰρ πρᾶγμα προδοσία, τοῦτο ἀπὸ τοῦ πράγματος· πῶς δὲ καὶ δράσεις τοῦτο πανταχόθεν | |
15 | ἀπόρου τούτου καθισταμένου, τοῦτο ἀπὸ τοῦ τρόπου, εἶτα ἀπὸ τοῦ χρόνου, τότε γὰρ, ὅτε πανταχόθεν ἡ πό‐ λις ἐφρουρεῖτο καὶ μηδενὶ συνεχωρεῖτο τὸ ἐξιέναι ἢ παραβάλλειν, καὶ τελευταῖον καὶ τὰ τοῦ προσώπου· ὅτι καὶ Περικλεῖ δύσκολον, ᾧ τῇ ὑπονοίᾳ ταύτῃ ἐν προσ‐ | |
20 | ποιήσει τιμῆς ἀεὶ δορυφόροι περίεισιν, ὡς μηδὲν αὐ‐ | |
7.786 | τὸν λαθεῖν δύνασθαι τῶν πραττομένων· καὶ διὰ ταῦτα οὖν οὐδὲ δυνηθῆναι εἰκὸς προδοῦναι αὐτόν· σκόπει οὖν, ὅτι οὐ μόνον ἐπὶ τῶν κεφαλαίων, ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν ἐπιχειρημάτων τὰ τῆς δυνάμεως ἀποτρεπτικὰ, καὶ | |
5 | ὅσα τῷ προσώπῳ τὸ ἀδύνατον περιποιεῖται τοῦ πρά‐ γματος, πρὸ τῆς ἀπὸ τοῦ προσώπου τέτακται ἐπιχειρή‐ σεως, καὶ μετ’ ἐκεῖνα εὐθὺς τὸ ἀπὸ τοῦ προσώπου, ὃ ἐξ ἀνάγκης τὸ τῆς δυνάμεως κεφάλαιον ἐξανίστησιν. | |
9t | Cap. XII. | |
10t | Περὶ ὅρου. | |
10 | αʹ. Σημείωσαι ὅτι ὁ τὸν ὅρον μελετῶν καὶ ὁ τὸν ἀνθορισμὸν ἀντιτιθεὶς τούτῳ τὰ πρὸ τοῦ πράγματος εἰωθότα συμβαίνειν λέγουσιν· ὁ μὲν ἐκ τῶν παρειμένων, ὁ δὲ ἐκ τῶν πεπραγμένων· ὡσαύτως καὶ ὁ τὸν συλλο‐ γισμὸν καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμοῦ μελετῶν ἐκ τῶν | |
15 | ἐπισυμβαινόντων τῷ πράγματι λέγουσιν, ὁ μὲν ἐκ τῶν παρειμένων, ὁ δὲ ἐκ τῶν πεπραγμένων, ὡς μόνῃ τῇ διαστάσει τοῦ χρόνου διαφέρειν τοῦ μὴ διαμαρτεῖν τὰς | |
δριμύτητας. | ||
7.787 | βʹ. Τὸ ἑξῆς οὕτως· τέχνη παρ’ ἡμῖν εἴρηται θαυμα‐ σία πρὸς τὸ μήτε συγκεχύσθαι τὸν λόγον, μήτε ἄπορον εἶναι, ἀλλ’ εὐκρινῆ, οἷον ἐπὶ τῶν ἐπιχειρημάτων πεποιή‐ καμεν, διαιτήσοντες ἐκ πόσων λαμβάνεται τὸ ἐπιχείρημα | |
5 | καὶ ἀπὸ τίνων· ὡς οὖν ἐπ’ ἐκείνου, οὕτως καὶ ἐπὶ τού‐ των ἔστιν ἰδεῖν διῃρημένης τῆς διανοίας σαφηνισθέντα, ὡς εἰ καὶ ἀπὸ τῶν αὐτῶν λαμβάνεται ὁ ὅρος καὶ ὁ ἀνθορισμὸς, καὶ ὁ συλλογισμὸς καὶ αἱ λύσεις τοῦ συλλο‐ γισμοῦ, ἀλλ’ οὖν τῷ χρόνῳ τὸ διάφορον αὐτῶν φαίνε‐ | |
10 | ται. τὰ γὰρ τοῦ ἀνθορισμοῦ πεπραγμένα ἀπὸ τῶν πρὸ τοῦ πράγματος λαμβάνεται, τὰ δὲ τοῦ συλλογισμοῦ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα. ὡσαύτως καὶ ὁ ὅρος καὶ ἡ τοῦ συλλογισμοῦ λύσις. εἰ γὰρ καὶ ἀπὸ τῶν παρειμένων ἄμ‐ φω, ἀλλ’ οὖν οὐχὶ καὶ ἀπὸ τοῦ αὐτοῦ χρόνου, ἀλλὰ τὸ | |
15 | μὲν ἀφ’ οὗ καὶ ὁ ἀνθορισμὸς, ἡ λύσις δὲ, ἀφ’ οὗ χρό‐ νου καὶ ὁ συλλογισμός. Σημειωτέον δὲ κἀκεῖνο, ὅτι τε‐ τραχῶς τὸ πρόβλημα τοῦ συλλογισμοῦ, ὁρικὸν, γενικὸν, εἰδικὸν, καὶ κατὰ συμβεβηκός· ὁρικὸν, οὐκ εἰμὶ ἱερό‐ συλος, κλέπτης δέ. ἢ κατὰ ἀνθορισμὸν, καὶ γὰρ καὶ αὐ‐ | |
20 | τὸς ὅρος ἐστὶ τοῦ διώκοντος, ὡς ἐκεῖνος τοῦ φεύγοντος. ἱερόσυλος εἶ, οὐ κλέπτης· γενικὸν, ὡς ὁ συλλογισμὸς, συν‐ άγει γὰρ ἄμφω. καὶ τοῦτο κἀκεῖνο ἱεροσυλία, καὶ οὐδὲν | |
διαφέρει· εἰδικὸν, ἡ λύσις τοῦ συλλογισμοῦ, ἕτερον τοῦ‐ | ||
7.788 | το καὶ ἕτερον ἐκεῖνο· τίς γὰρ κοινωνία τῷ ἰδιωτικὰ χρήματα ὑφελέσθαι πρὸς τὸ κλέψαι τὰ ἱερά; κοινὸν δὲ ἀμφοῖν, τῷ τε συλλογισμῷ καὶ τῇ λύσει τούτου τὸ ἐπι‐ συμβεβηκὸς τῷ πράγματι· ὥσπερ γὰρ περὶ τὸ πρᾶγμα | |
5 | ὁ ὅρος καὶ ὁ ἀνθορισμὸς μάχονται, οὕτως περὶ τὸ ἐπι‐ συμβαῖνον τῷ πράγματι ὁ συλλογισμὸς καὶ ἡ τούτου λύ‐ σις, καὶ ταῦτα διὰ παραδείγματος πεποίηκεν ὁ τεχνικός. Ὁ ὅρος γίνεται ἐκ τῶν παρειμένων, οἷον ἔδει σε ποιῆσαι τὸ, οὐκ ἐποίησας· ὁ ἀνθορισμὸς ἐκ τῶν πεπρα‐ | |
10 | γμένων, ὅτι ἔδει με ποιῆσαι τὸ, ἐποίησα· ὁ ὅρος τοῦ φεύγοντός ἐστιν, ὁ δὲ ἀνθορισμὸς τοῦ διώκοντος. Διεῖλε τὴν διάνοιαν αὐτῶν, ὅτι ὁ μὲν ὅρος κ. τ. λ. τὴν διαφορὰν οὖν ταύτην καὶ κοινωνίαν εἶπεν ὁ Ἑρμογένης διαίρεσιν τῆς κοινωνίας καὶ | |
15 | τῆς διανοίας, αἰτίαν οὖσαν τοῦ μὴ πεφύρθαι τὸν λόγον μηδὲ ἄπορον εἶναι. Ὅτι μὲν ἀναμφηρίστως ὁ μὲν ἀνθορισμὸς καὶ ὁ συλλογισμός εἰσι τοῦ διώκοντος, ὁ δὲ ὅρος καὶ ἡ λύσις τοῦ συλλογισμοῦ τοῦ φεύγοντος, ἅπασι δῆλον· ἐπὶ δὲ | |
20 | τοῦ παρόντος ὑποδείγματος, ὅπερ ὁ τεχνικὸς δέδωκεν, ὁ μὲν συλλογισμὸς καὶ ὁ ἀνθορισμὸς ἐπὶ τὸν ταῖς ἀλη‐ θείαις φεύγοντα μετέπεσον· ὁ δὲ ὅρος καὶ ἡ λύσις τοῦ συλλογισμοῦ ἐπὶ τὸν ὀφείλοντα διώκειν· καὶ γέγονε τὸ ἀνάπαλιν ἐπὶ τοῦ παραδείγματος δι’ αἰτίαν τοιαύτην· | |
25 | ἐπὶ γὰρ τῶν παραδόξων λεγομένων στοχασμῶν, οἵ εἰσιν οἱ κατ’ αἴτησιν δωρεᾶς, ἀεὶ ἡ τάξις ἀντιστρέφεται, ὁ γὰρ αἰτῶν τὴν δωρεὰν φιλόσοφος ἐπὶ τῷ πεῖσαι τὸν τύ‐ ραννον, καταθέσθαι τὴν τυραννίδα, καὶ ὁ ἀνῃρηκὼς | |
τύραννον ἐν τῷ μαίνεσθαι, καὶ τοῦτο αὐτὸ αἰτῶν, τὸ | ||
7.789 | τὴν τυραννοκτόνον λαβεῖν δωρεὰν ὀφείλοντες ἐν τάξει φευγόντων εἶναι, τόπον κατηγόρων ἐπέχουσι, καὶ τὰ τῶν κατηγορούντων ἁρπάζουσι κεφάλαια, παραχωροῦντες τοῖς, πρὸς οὓς ἡ αἴτησις τῶν φευγόντων, οἵπερ ὤφελον ἔχειν | |
5 | τὰ τῶν κατηγορούντων· διὰ τὸ ἐναλλὰξ οὖν χρῆσθαι τοῖς κεφαλαίοις ἑκατέροις καὶ τοὺς αἰτοῦντας καὶ τοὺς αἰτουμένους, παράδοξοι οἱ στοχασμοὶ λέγονται· ἐπεὶ ὅτι ἄνευ τούτων ἐν τοῖς λοιποῖς ἅπασιν ὁ μὲν ἀνθορισμὸς καὶ ὁ συλλογισμὸς τοῦ διώκοντός εἰσιν ἀεὶ, ὁ δὲ ὅρος | |
10 | καὶ ἡ τοῦ συλλογισμοῦ λύσις τοῦ φεύγοντος ὡμολόγη‐ ται· ἐπὶ μέντοι τῶν κατὰ ἀμφισβήτησιν δωρεᾶς, τυχὸν τῶν δύο ἰατρῶν, ἢ τοῦ καταδραμόντος ἀπὸ τῆς ἀκροπό‐ λεως τοῦ τυράννου, καὶ τοῦ ὑπαντήσαντος καὶ ἀνελόν‐ τος οὐχ ἡ αὐτή ἐστι διαίρεσις τῶν κεφαλαίων. ἀλλὰ δι‐ | |
15 | πλῆ ἀντεξέτασις, ἑκατέρου διὰ τῶν τεττάρων τούτων κε‐ φαλαίων τὰ μὲν ἑαυτῷ πεπραγμένα συνιστῶντος, τὰ δὲ τοῦ ἀντιδίκου ἀνατρέποντος. γʹ. Ὁ ὅρος καὶ ὁ συλλογισμὸς καὶ ὁ ἀνθορισμὸς καὶ ἡ τοῦ συλλογισμοῦ λύσις τέσσαρα ταῦτα δύο συζυ‐ | |
20 | γίας ποιοῦσι τῷ δοκεῖν κατὰ τῶν ἀντικειμένων ἀλλή‐ λοις ἀντεφαρμόζοντα· καὶ γὰρ ἡ πρώτη ἀπὸ τῶν πε‐ πραγμένων καὶ παρειμένων τὸ ἰσχυρὸν ἑαυτῇ περιποιεῖ‐ ται· καὶ ἡ δευτέρα δὲ ὁμοίως ἀπὸ τῶν αὐτῶν κρατύ‐ νεσθαι βούλεται, ἐπειδὴ δὲ ταῦτα τῇ τῆς ἐννοίας δυνά‐ | |
25 | μει τὰ αὐτὰ ὄντα ἄγνοιαν ἡμῖν ἐμποιεῖ, ἐκ ποίων μὲν πεπραγμένων, τίνων δὲ παρειμένων ἐργάζεται, ἔστ’ ἂν ἡ τοῦ χρόνου ταῦτα διασαφήσῃ διάστασις· τὰ μὲν ἀπὸ | |
τοῦ πρὸ τοῦ πράγματος εἰποῦσα λαμβάνεσθαι, τὰ δὲ | ||
7.790 | ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα· διάστασις γὰρ χρόνου λέγει τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα. καὶ τῇ παρ’ ἑαυτῆς εὐκρινείᾳ τὸ ἐν αὐτοῖς συγκεχυμένον τε καὶ πεφυρμένον διακαθαίρουσα καὶ τὸ οἰκεῖον ἑκάστῳ | |
5 | τούτῳ προσνέμουσα· εἰκότως μόνην ταύτην ὁ τεχνικός φησι τοῦτο παρασχεῖν· λέγω δὲ τὸ μὴ διαμαρτεῖν τὰς δριμύτητας ἤγουν τὰς ἀπὸ τῆς τοῦ χρόνου διαστάσεως εὐκαίρως καὶ καταλλήλως ἑκατέρᾳ ἀντιθέσει παρευρε‐ θείσας ἀντιλογίας· ταῦτα γὰρ δριμύτητα ἐνταῦθα κα‐ | |
10 | λεῖ· δριμύτητας δὲ ταύτας ἐκάλεσεν, ἐπεί τοι δοκοῦσι κ. τ. λ. τοιαύτη δὲ καὶ ἡ τῆς δριμύτητος ἰδέα, διὰ τῶν ἀφελῶν δοκούντων καὶ κοινο‐ τέρων ἀνύουσα τὸ ἑαυτῆς. ἢ δριμύτητας ταύτας καλεῖ διὰ τὸ δραστήριον καὶ ἐργαστικὸν τοῦ προκειμένου· | |
15 | τοιοῦτον γὰρ πᾶν τὸ δριμύσσον. | |
7.791(1t) | Cap. XIII. | |
2t | Περὶ διασκευῆς. | |
2 | Ἡ διασκευὴ οὐκ ἔστι διήγησις, ἀλλὰ τῶν ἐν τῇ διηγήσει ψιλῶς εἰρημένων σεσωματοποιημένη φράσις ἁρμόττουσα καὶ ἐπιλόγοις· οἷον. Αὖ ἔρυσαν κ. τ. λ. | |
5 | καὶ τοῦ θεολόγου, ὁμοίως περι‐ στάντες γὰρ ἡμᾶς ὁ τῶν ἑταίρων καὶ ἡλίκων χορὸς, ἔστι δὲ ὧν καὶ διδασκάλων οὐ μεθήσειν ἔφασκον. διαφέρει δὲ ἡ ἠθοποιΐα διατυπώσεως τῷ τὴν μὲν ἠθοποιΐαν πε‐ ριστατικὰ ἔχειν, οἷς καὶ διαπλατύνεται, τὴν δὲ διατύπω‐ | |
10 | σιν τῷ τρόπῳ μόνῳ πλατύνεσθαι, ὡς τὰ ἀνωτέρω ῥη‐ θέντα παραδείγματα. δʹ. Τῷ ἐνδιασκεύῳ, ὡς ἐφ’ οὗ μέλλομεν ὑποδεί‐ | |
γματος παραθέσθαι· τὸν τρόπον γὰρ πλατύνοντες ὅπως | ||
7.792 | ἤγετο τὴν ἐπὶ θάνατον ὑπὸ τοῦ τυράννου ἐκδοθεὶς, εὐ‐ θὺς καὶ τὰς προσωποποιΐας ἐπάγομεν, γυναικῶν, φίλων καὶ τῶν ὁμοίων. εʹ. Ὡς ἐπὶ τούτου· τύραννον προτραπείς τις ὑπὸ τῶν | |
5 | πολιτῶν προσκυνῆσαι, εἶτα ἀπαγορεύσας πρὸς τοῦτο, ἐκ‐ δίδοται πρὸς τοῦ τυράννου ἄγεσθαι τὴν ἐπὶ θάνατον· ἐνταῦθα κἂν μή τι τοιοῦτον ἐπράχθη, ὅμως ἔξεστί σοι διατυποῦν οὕτως, ὅτι περιστάντες αὐτὸν, γυνὴ, τέκνα καὶ τὸ λοιπὸν γένος, ἅμα φίλοις θερμότερόν τε τοῦτον ἠσπά‐ | |
10 | ζοντο, καὶ πολλοῖς τοῖς δάκρυσι πλύνοντες, τοιούτοις αὐ‐ τοῦ λόγοις τὸ ἀπηνὲς καὶ σκληρὸν καταμαλάττειν ἐπε‐ χείρουν ἦθος, γυνὴ μὲν ἐντεῦθεν βοῶσα, ἄνερ, μνήσθητι γυναικός τε καὶ παίδων καὶ τῶν ἐπὶ τούτοις χαρίτων, καὶ μὴ ὡς ἐχθροὺς ἡμᾶς ἀμυνόμενος τὸν ἀνέλπιστον | |
15 | ὑποστροφῆς χωρισμόν σου προξενήσῃς ἡμῖν, πολλὰς μὲν γὰρ ἀποδημίας ἐστείλω καὶ μακροτέρας ἔστ’ ὅτε τῆς προ‐ θεσμίας. ἀλλ’ ὅμως κἂν ὀψὲ, ἧκες γοῦν, καὶ τῆς χαριεστάτης σου θέας ἡμᾶς ἔπλησας· νῦν δὲ καὶ τὴν ἀποδημίαν ὁρῶ‐ μεν ὡς χαλεπήν· δήμιον γὰρ καὶ ξίφος ὄχημα κέκτη‐ | |
20 | ται. καὶ τὸ πάλιν νοστῆσαί σε, ἀπροσδόκητον ὄν. ἐμοὶ μὲν γὰρ τὰ τῆς χηρείας, τοῖς δὲ τέκνοις ἡμῶν τὰ τῆς ὀρφανίας ἐπαπειλεῖ δυσχερῆ. ἐπικάμφθητι ἡμῶν καὶ κάμ‐ ψον γόνυ τῷ διὰ τοῦτό σε τοῦ ζῇν ἀπελαύνοντι· μάλα‐ ξον τὸ σκληρὸν ἦθος ὑπείκων τῷ βουλήματι τοῦ κελεύον‐ | |
25 | τος. καὶ συμμαλάξας πᾶν τὸ προσδοκώμενον τῷ ἡμετέ‐ ρῳ χωρισμῷ ἀπηνές. καὶ γυνὴ μὲν οὕτως· ἑτέρωθι δὲ φίλοι, ὡς ἀφιλέταιρος οὗτος καὶ πρὶν μὲν, νῦν δὲ μάλι‐ | |
στα, καὶ μικρὸν ἢ οὐδὲν φροντίζων συγγενῶν καὶ τῆς | ||
7.793 | ἄλλης φρατρίας· τί γὰρ μέγα ἢ χαλεπὸν προσταττόμενος προτιμότερον ἄγει τοῦ ζῇν τὸν θάνατον; οὐχὶ καὶ παῖς ὢν πολλάκις ὤκλασεν ἐπὶ γόνυ, οὐχὶ καὶ ἄκων πταίσας τὸν πόδα ὠλίσθησε πρηνὴς ἐπὶ γῆς; τούτων τι καὶ τὸ | |
5 | παρὸν λογισάσθω, ἐξ οὗ τυράννου μὲν τῶν δι’ ἐπιθυ‐ μίας πλησθήσεται φιλοτιμία· ἡμῖν δὲ περιέσται ὁ φίλ‐ τατός τε καὶ θυμηρέστατος. ἀνάβλεψον ἄνθρωπε πρὸς τὸν οὐρανὸν, καὶ ἴδε τὰ κάλλη τούτου· καὶ τὸν ἐν αὐ‐ τῷ λαμπτῆρα, ἀμηχάνῳ τινὶ ὡραιότητος λάμψει τὴν | |
10 | οἰκουμένην πυρσεύοντα. μὴ καταλίπῃς τὸ γλυκὺ αὐτοῦ φῶς, οὗ τοῖς λαβοῦσιν αἴσθησιν οὐκ ἀνάλγητος πάντως ἡ στέρησις· πρόσχες τῇ γῇ, οἵοις καὶ ὅσοις παντοδαποῖς κομᾷ καὶ αὕτη καλοῖς καὶ τὴν ἀθάνατον δοκῶ μοι φύ‐ σιν ἱκανῶς ἐπάγεσθαι, μήτιγε δὴ ἄνθρωπον, ᾧ δίαιτα | |
15 | πρὸς τοῦ κρείττονος τὸ θαυμαστὸν ἀφώρισται τοῦτο χω‐ ρίον. δεινὸν τοῖς παρὰ θεοῦ δεδομένοις μὴ χάριν ἔχοντα ἥδεσθαι, ἀλλ’ ἐν ἐχθροῦ μοίρᾳ τὴν δωρεὰν ἀποτίθεσθαι, ἀλλ’ οὐδεμία σοι τούτων φροντίς· εἰ μὲν βελτιόνων ἐλπίδι, οὐδεὶς ἂν μέμψαιτο· εἰ δ’ οὐδενὸς ἕνεκεν, μανία τὸ πρᾶ‐ | |
20 | γμα καὶ παροινία οὐδ’ ἥν τινα ἀπολιποῦσα ὑπερβολήν· ἀλλὰ γενοῦ τοῦ καθήκοντος· πολλάκις συμβούλους ἡμᾶς παρέλαβες, καί σε τοῖς προσήκουσι παρεστήσαμεν· τού‐ των τι καὶ τὰ παρόντα λελογισμένος τοῖς πρὸς τὸ ἄμει‐ νον παρακαλοῦσι πάρασχε τὴν ῥοπὴν, πείρᾳ προειλη‐ | |
25 | φὼς, ὡς τὸ συμφέρον σοι ἀεὶ προμηθούμεθα· καὶ οὕ‐ τως μὲν ἐπὶ τῶν τοιούτων καὶ τῶν ὁμοίων, δίδωσι γὰρ ταῦτα καὶ χορηγεῖ ἡ ὑπόθεσις· ἐπεὶ καὶ τύραννος τυχὸν, ὧν ἐβούλετο, ἀνήσει τὴν τιμωρίαν, ἐὰν δὲ φόνου τυχὸν | |
ἤ τινος τῶν τοιούτων ὑπέχων τὴν δίκην ἐπὶ τῷ κολασθῆ‐ | ||
7.794 | ναι ἐκδίδοται, οὐκ ἔχει ταῦτα χώραν πραχθῆναι, ὧν οὐδὲν ποιούντων ἢ λεγόντων τῆς τιμωρίας ἐξελέσθαι δύναται. ϛʹ. Οἷον ἡ ἔκφρασις· τὸ παρὸν δὲ τοῦτο παράγ‐ | |
5 | γελμα οὐ περὶ τῶν ἐναγωνίων ἐστὶ διηγημάτων, ἀλλὰ περὶ τῶν ἁπλῶς, ἱστορικῶν φημι καὶ πανηγυρικῶν· ἀν‐ τιδιαστέλλομεν γὰρ τὸ ἱστορικὸν τοῦ πανηγυρικοῦ, Ἀρι‐ στοτέλει ἐξακολουθοῦντες, τέταρτον τοῦτο εἶδος ἐπεισά‐ γοντι ῥητορικῆς· τὰ δὲ ἐφεξῆς εἰρημένα Ἑρμογένει περὶ | |
10 | τῶν ἐναγωνίων προϊόντες σὺν θεῷ ἐπιδείξομεν, ἰστέον μέντοι, ὡς ἐκφράζοντές τινα μάλιστα τόδε διατυπώ‐ σομεν διὰ τὸ ἐνάργειαν τηνικαῦτα ποιεῖν βούλεσθαι. ζʹ. Εἰ γὰρ κατὰ τοὺς τρεῖς χρόνους τῇ διατυπώσει χρῷο, προσκορὴς ἔσῃ, καὶ ψυχρολογίᾳ ἁλώσῃ· τὰ παρ‐ | |
15 | ελθόντα δὲ μόνα διατυποῦν κελευόμεθα, ἐπεί τοι δεό‐ μεθα τὰ μηκέτι ὄντα ὥσπερ εἰς μέσον θεῖναι, καὶ οἱ‐ ονεὶ ὑπ’ ὄψιν ἀγαγεῖν τῇ διασκευῇ, ὡσαύτως δὲ καὶ τὰ μέλλοντα ἔσεσθαι ἔξεστι διατυποῦν, ὡς ἂν τῶν μή‐ πω ὄντων ὡς ἤδη παρόντων αἴσθησιν λάβωμεν, τὰ γὰρ | |
20 | παρόντα ὡς ἐνεστῶτα καὶ δῆλα τοῖς πᾶσιν ὄντα γι‐ | |
7.795 | νώσκεται, ταῦτα δὲ τὰ κατὰ τοὺς τρεῖς φησι χρόνους διηγήματα ὡς ἐπίπαν ὑπὸ μόνην τῶν ἐναγωνίων ἐμπί‐ πτει τὴν πραγματικήν· ἐπὶ γὰρ τοῦ δικανικοῦ σπανίως ἐστὶν εὑρεῖν τοῦτο· ἅπασαι γὰρ αἱ τοῦ δικανικοῦ διηγή‐ | |
5 | σεις τοῦ παρεληλυθότος εἰσίν· οὐδεὶς γὰρ τῶν ἄρτι πρατ‐ τομένων καὶ μήπω πέρας εἰληφότων ὑπέχει εὐθύνας· μό‐ νη οὖν τοὺς τρεῖς χρόνους ἔχει πραγματικὴ, διὰ μὲν τὰ ἐνεστῶτα ἔσθ’ ὅτε δοκιμάζουσα καὶ τῶν μελλόντων κατευ‐ στοχεῖν, περὶ ὧν καὶ πρόκειται ταύτῃ διαλαβεῖν, ἀνα‐ | |
10 | τρεχούσῃ δὲ καὶ ἐπὶ τὰ πρῴην, εἴπερ εὑρίσκοιτο τὸ προ‐ τεθὲν αὐτῇ διαπεράνασθαι καὶ ἐκ τούτων, πᾶν γὰρ τὸ ἐπίσκεψιν προτεινόμενον ἢ κακὸν ἢ συμφέρον καὶ τὰ ἑξῆς κατὰ τοὺς τρεῖς, εἰ ἐγχωρεῖ, δοκιμάζεται χρόνους, κατὰ τὸν παρεληλυθότα, ὅπως πρὶν ἢ γένηται τὸ παρὸν εἶχε | |
15 | τὰ πράγματα, ὅπως τε νῦν ἔχει, τοῦτο δὲ οὐ δεῖται διδα‐ σκαλίας ποικίλης, αἴσθησιν τοῦ παρεῖναι παρέχον, καὶ ὅπως ἕξει μετὰ τοῦτο, καὶ τὸ ἐκβησόμενον τοῖς τελικοῖς συγκαταριθμεῖται. Ὑπόδειγμα δὲ τῶν λεγομένων τοῦτο, ῥεῖ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης τὸ πῦρ· καὶ | |
20 | συμβουλεύει τις μετοικεῖν· ἐνταῦθα γὰρ διατυπώσει ὁ | |
7.796 | ῥήτωρ τὴν πρὸ τοῦ πυρὸς τῆς ῥύσεως ἀδεᾶ καὶ πε‐ ποιθότως τῶν πολιτῶν κατοικίαν φάσκων, ὅπως ἔχοι αὐτοῖς τὸ πρᾶγμα καθ’ ἡδονὴν, σπείρουσι μὲν τοὺς ἀγροὺς, φυτεύουσι δὲ τὴν γῆν ἀνυπόπτως τῆς νῦν περι‐ | |
5 | στάσης ἀνάγκης, ἐξάγουσι δὲ ποίμνια καὶ βουκόλια καὶ συνάγουσιν ἐπὶ νομάς τε καὶ ἀπὸ νομῶν σὺν ἀγα‐ θῇ τῇ ἐλπίδι· καὶ οἷον ἔφριττε μὲν τὰ λήϊα γλαφυρὸν, ἠρέμα ζεφύρου ὑποκινοῦντος, ἔβρυε δὲ τὰ φυτὰ, καὶ λει‐ μῶνες τῇ ποικιλίᾳ χρωννύμενοι τῶν ἀνθέων ἔαρος ὥρᾳ | |
10 | εἱστίων τὰ αἰσθητήρια κάλλεσιν ἀμυθήτοις καὶ ταῖς εὐώ‐ δεσιν ἀποφοροῖς· ἄρνες δὲ καὶ μόσχοι καὶ ἔριφοι ἁπαλὸν σκιρτῶντες καὶ συνεχὲς ἡδὺ θέαμα τοῖς ὁρῶσιν καθίσταν‐ το, ἅπερ ἅπαντα ἐπέλιπεν νῦν τῇ δυσελπιστίᾳ, μήτε τῶν ὑπόντων εὐφραινόντων διὰ τὰ προσδοκώμενα χαλε‐ | |
15 | πὰ, μήτε τῆς προτέρας ἐπιμελείας ἀξιούντων ἡμῶν τὰ πρὸ τοῦ περισπούδαστα· ἐννόει γάρ μοι τὰ μέλλοντα, ἐπεὶ γὰρ πυρὸς αὕτη φύσις τὰ ἐμπίπτοντα δαπανῶσαν τὰ ὑπόλοιπα ἐπινέμεσθαι, τίνες ἐσόμεθα, ἐπειδὰν ἐπιλεί‐ ποντες τοῦ ὑπεκκαύματος αὐτῇ τῇ πόλει τὸ πῦρ ἐπιστῇ | |
20 | βρέμον μὲν ἀπηχὲς, μυκώμενον δὲ ἄγριον, πᾶν δὲ τὸ ἐμποδὼν ἀφανίζον· καὶ μέσους ἡμᾶς σωτηρίας ἀπο‐ λάβῃ ἀπόρους. διὰ ταῦτα μὲν μεταναστεύειν χρεών. Διὰ τί μὲν οὖν τὰ ἐνεστῶτα οὐ διασκευάζεται, εἴ‐ ρηται, καὶ ὅτι ἐπὶ μόνης πραγματικῆς τὸ νῦν τοῦ τεχνι‐ | |
25 | κοῦ ἰσχύει παράγγελμα, τὸ γὰρ τῆς ἱστορίας οὐ τῶν ἐνα‐ | |
γωνίων. | ||
7.797 | ηʹ. Σημειωτέον, ὅτι ἐνταῦθα οὐδαμοῦ χρόνου δια‐ φορᾶς μνημονεύει· λέγει γὰρ περὶ τοῦ δικανικοῦ, ὅπερ ἀεὶ περὶ τὸν παρῳχημένον ὁρᾶται χρόνον, ἐπειδὴ ἐνταῦθά ἐστι τοῖς προγενεστέροις τῶν περὶ οὗ ἡ κρίσις ἀποχρήσασθαι πρὸς | |
5 | αὔξησιν τούτων, καὶ διασκευάσαι ὁμοίως καὶ ταῦτα, ὥσπερ ἐν τῷ τῆς παραπρεσβείας τὸ κατὰ Φωκέας πάθος, διὰ τοῦτό φησιν, ὅτι ἐν ταῖς διηγήσεσιν αὐτοῦ μνήμην ποιησόμεθα, τουτέστι τοῦ διασκευασθῆναι ὀφείλοντος, ὡς τοῦ πράγματος αὐτοῦ, τοῦ περὶ οὗ ἡ κρίσις, οὐ διασκευαζομένου μόνον, καὶ | |
10 | τοῦτο ὅτε δεήσειεν κατὰ τὸν τῆς διηγήσεως τόπον, ἀλλὰ κα‐ | |
7.798 | τασκευαζομένου μόνον, καὶ τοῦτο ὅτε δεήσειεν, εἴπομεν δὲ τοῦτο, ἐπειδὴ καὶ αὐτὸς οὕτως ἐδίδαξεν· εἰσὶ καὶ ἁ‐ πλαῖ διηγήσεις· οὐ διασκευάζεσθαι δὲ ἔφαμεν κατὰ τὸν οἰκεῖον τόπον τῆς διηγήσεως τὸ περὶ οὗ ἡ κρίσις, ἐπειδὴ | |
5 | ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅπου καὶ ἡ τελεία αὔξη‐ σις οὐδὲν κωλύει, καὶ ἐπὶ τῶν ἐπιλόγων. τὸ δὲ περὶ οὗ ἡ κρίσις προσεθήκαμεν, ἐπεὶ τὸ πρὸς τὴν κρίσιν συμ‐ βαλλόμενον καὶ βοηθοῦν διήγημα διασκευασθήσεται πάντως· χρὴ μέντοι εἰδέναι, ὡς τότε ἄπορον εἰς διατύπω‐ | |
10 | σιν τὸ πρᾶγμα, ὅταν ἀφ’ ἑαυτοῦ ἰσχύῃ ἐν τῇ διηγήσει, ὡς αὐτὸς οὗτος ἐδίδαξεν ὁ τεχνικὸς, διὸ καὶ κατασκευά‐ ζεσθαι μόνον διδάσκει ἡμᾶς διὰ τούτων τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους· οὐ τῷ ὑπομερισμῷ, ὥσπερ εἴωθεν ταῦ‐ τα, καθὼς καὶ αὐτὸς διδάξει προϊών· ἀλλὰ κατασκευά‐ | |
15 | ζεσθαι λέγει ταῦτα, ὅτε διατυπώσεως ἀπορεῖ τὰ πράγμα‐ τα τῷ πλαστῷ· ὃ μετὰ τὸ ἐπιχείρημα καὶ τὴν ἐργασίαν τίθεται· καὶ τούτου ὑπόδειγμα παραθήσομεν μετ’ ὀλίγον. Τὸ ἀθρόον οὕτως, ἀλλ’ οὐρῶν σὺν ἡμῖν καὶ τὰ οὐροδόχα συντρίβων ἀγγεῖα, πῶς οὐ ταῖς ἐσχάταις περι‐ | |
20 | έβαλες ἡμᾶς ἀτιμίαις; εἶτα τὸ πλαστὸν μετὰ τὸ ἐπιχεί‐ ρημα καὶ τὴν ἐκ παραβολῆς ἐργασίαν οὕτως· τὸ γὰρ εὑ‐ ρεῖν καὶ ἀλλοεθνέσι χείριστον, μήτι γε δὴ πολίταις τε καὶ συστρατιώταις· τοῦτο τὸ ἐπιχείρημα ἀπὸ προσώπου καὶ πράγματος, εἶτα ἡ ἐργασία ἀπὸ μικροτέρου· οὐδὲ γὰρ ὁ | |
25 | ἐμπτύσας τινὰ ἐγκλήματος ἀπολύεται, ἀλλ’ ὑπέχει καὶ μικροτέρας ὕβρεως δίκην· εἶτα τὸ πλαστὸν οὕτως· εἰ δὲ τότε, ὅτε ἀσελγαίνειν αὐτοῖς ταῦτα ἐπεχειρεῖτο, παρῆν | |
τις σωφρονῶν τῶν δυναστείας περιβεβλημένων, ἄρα ἂν | ||
7.799 | ἠνέσχετο τούτων, οὐκ ἂν ἔγωγε φήσω· ἰστέον δὲ, ὡς τοιαύτη κατασκευὴ λέγεται ἐπὶ τούτων, καθὰ ἐνταῦθα ὑπεδειγματίσαμεν. ιʹ. Πλάσαντες, ὅταν μετὰ προσωποποιΐας προάγω‐ | |
5 | μεν, πλαστὰ δὲ ἐπιφέροντες, ὅταν ἄνευ προσωποποιΐας· τί δὲ τὸ λεγόμενον, ἔγνωμεν ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους. ιαʹ. Καλῶς τοῦτο ἐπεσημήνατο, ἐπεὶ δύναται ὁ ὑπο‐ μερισμὸς καὶ ὡς πνεῦμα ἀποταθῆναι καὶ ὡς περίοδος | |
10 | συστραφῆναι· ὡς πνεῦμα μὲν οὕτως· ἐπὶ γὰρ τοῦ τοὺς υἱοὺς ἀποκτείναντος ἀκρίτως γενόμενος ἐν τοῖς ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους ὑπομερίσας κατὰ πνεῦμα ἐρεῖς, εἰ γὰρ εἰς μηδὲν ἀγχιστεύοντας τὴν μιαιφονίαν εἰργάσατο, εἰ γὰρ εἰς ξένους ἢ εἰς ὀθνείους, οὐκ ἂν ἀπῄτησα δίκας αὐτὸν, οὐκ | |
15 | ἂν προὐκαλούμην, οὐκ ἂν ὑπέβαλον τιμωρίᾳ, νυνὶ δὲ φιλ‐ τάτους, γνησίους, οὓς ἐγέννησεν, οὓς ἔθρεψεν· ὡς δὲ περί‐ οδος οὕτως· ἄλλος μὲν οὖν τις ἐνδίκως ἂν δοίη τι‐ μωρίαν, καὶ εἰς μηδένας τῶν προσηκόντων τὸ τοῦ φόνου | |
δεδρακὼς μῦσος· οὗτος δὲ τρεῖς ἀποκτείνας υἱοὺς ἀθῳ‐ | ||
7.800 | ωθήσεται· οὕτως μὲν οὖν δυναμένου τοῦ ὑπομερισμοῦ ἀποταθῆναι καὶ συστραφῆναι, φησὶν ἐνταῦθα ὁ τεχνι‐ κὸς, ὡς ἡνίκα διαποροίη διασκευῆς ἡ διήγησις, τοὺς ὀφει‐ λομένους ὑπομερισμοὺς τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν | |
5 | τῇ διασκευῇ τηρήσεις, οὐχ ἵνα χρήσῃ οὕτως, ἀλλ’ ἵνα τῇ μὲν ἐννοίᾳ ὑπομερίσῃς, τῇ λέξει δὲ διατυπώσῃς βραχέσι τοῖς κώλοις χρώμενος· δύο δὲ λοιπὸν ὄντων τῶν τῆς διασκευῆς τρόπων, ἑνὸς μὲν ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους, ἑτέρου δὲ ἐν τοῖς ἐπιλόγοις, ἐν οἷς τὸν ἔλεον ἐκ‐ | |
10 | βάλλομεν, παρ’ ὅσον ἐπὶ τῶν τοιούτων ἐκβάλλεται ἡ διασκευὴ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους εὔδηλον, ὡς κατὰ τοὺς ἐπιλόγους τὰ νῦν ἰσχύει παραγγέλματα. ιβʹ. Τῶν ἄλλων ἀναιρεθέντων τῆς διασκευῆς τόπων, πρόδηλον, ὡς ταῦτα νῦν περὶ τῆς ἐν ἐπιλόγοις διασκευ‐ | |
15 | ῆς ἤτοι διατυπώσεως λέγει· πῶς δὲ διάφορα ἔσται τὰ τῆς φράσεως μόνον; ἵνα μὴ λέγωμεν ὡς πνεῦμα ἀποτεί‐ νοντες, ἢ στρογγύλως κατὰ περιόδους ἐκφέροντες, ὡς φθάνομεν τὸ παράδειγμα θέντες, ἀλλ’ οὕτως νῦν τοῦ‐ τον ὁρᾶτε τὸν ἀπὸ τῆς ἀκριβείας τοῦ νόμου λαβόντα συν‐ | |
20 | αίσθησιν τοῦ εἰργασμένου αὐτῷ κακοῦ, ἀλλ’ ἐκεῖνον τὸν ὠμὸν, τὸν ἀπάνθρωπον, τὸν ἀγνοήσαντα τὴν φύσιν, τὸν μὴ ἑνὸς ἀρκεσθέντα τῷ μιάσματι, τὸν ἐχθροῦ χεῖρον περὶ τὰ φίλτατα διατεθέντα, τὸν μηδὲ τὴν τοῖς ξένοις ὀφειλομένην αἰδῶ τοῖς γένεσι διασώσαντα, ταῦτα γὰρ | |
25 | οὐδὲν ἕτερον κατὰ τὴν ἔννοιαν, ἢ ὁ ὑπομερισμὸς, δια‐ φέρει δὲ τῷ ἀσυνδέτῳ καὶ τῇ βραχύτητι τῶν κώλων· ὡς διατυποῦντες δὲ εἴρηται τῷ τεχνικῷ ἀντὶ τοῦ παθητικῶς | |
ἐξαγγέλλοντες· ἡ γάρ τοι διατύπωσις παθαίνειν εἴωθεν | ||
7.801 | τὸν ἀκροατήν· γίνεται δὲ τούτῳ τῷ ἀσυνδέτῳ σχήματι καλουμένῳ, διὸ καὶ ὡς ἐπίπαν τοῦτο τὸ σχῆμα τῷ πα‐ θητικῷ τόπῳ τηρεῖται, ὅς ἐστιν οἱ ἐπίλογοι, ἀθροισμὸν πραγμάτων καὶ ἠθῶν καὶ παθῶν περιέχοντες. | |
5 | ιγʹ. Κατασκευαστικὰ μὲν γὰρ κῶλα τὰ μακρὰ καὶ σχοινοτενῆ, ὡς τό· ἀλλ’ ὁ τὴν Εὔβοιαν σφετεριζόμενος· διασκευαστικὰ δὲ τὰ βραχέα καὶ πάθη κινοῦντα, ὡς τό· ἦν ὁρᾷν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, καὶ ὥσπερ ἃ μετ’ ὀλίγον αὐτὸς | |
10 | ἐρεῖ οὗτος ὁ τεχνικὸς, τὸ τριακοσίους ἐθύσατε καὶ τὰ ἑξῆς, ἃ σχεδὸν τῇ βραχύτητι κόμματα ἂν εἴη. ιδʹ. Τοῦτο λέγει φυλάττεσθαι ἐν τῇ διασκευῇ τοῦ μὴ κατασκευαστικῶς ἐπιχειρῆσαι. ιεʹ. Ἀπὸ τῆς διασκευῆς δηλονότι, ὡς ἀνωτέρω παρε‐ | |
15 | θέμεθα, τὸ δὲ, εἰ γὰρ καὶ διαποροίη τὸ πρᾶγμα δια‐ σκευῆς ἀθρόως, ὁ ὑπομερισμὸς προσωποποιΐας οὐκ ἀπορεῖ, ἀντιπίπτοντος πόρου ἐστὶ λύσις, ὥς τινος γὰρ ἠπορηκό‐ τος ἄρα ἐνδέχεται, ὥσπερ τὸ πρᾶγμα ἀπορεῖ πολλάκις διατυπώσεως· οὕτως καὶ ὁ ὑπομερισμὸς προσωποποιΐας | |
20 | λύει τὸ ἀντιπίπτον, ὡς οὐκ ἀπορεῖ· εἰ γὰρ σχεδὸν ταὐ‐ τόν ἐστι πᾶς ὑπομερισμὸς ἤτοι ὑποδιαίρεσις προσωπο‐ ποιΐα, ὡς προϊὼν διδάξει, πῶς ἄρα προσωποποιΐας ἀπο‐ ρήσει; δεῖ γὰρ τὸ ἀθρόως προσυπακούεσθαι τὸ δια‐ | |
σκευῆς ἀθρόως ἐπιφερόμενον, δεῖγμα γὰρ τοῦτο καὶ πα‐ | ||
7.802 | ραστατικὸν τοῦ, πάντως ὅτι διασκευῆς ἄπορον τὸ πρᾶ‐ γμα τότε ἀθρόως ἐπιφέρεται. Δεῖ προσυπακούειν τὸ ἐπιφερόμενον, ἵνα ᾖ νοούμε‐ νον οὕτως, εἰ γὰρ καὶ ἀθρόως ἐπιφερόμενον τὸ πρᾶ‐ | |
5 | γμα διασκευῆς ἀπορεῖ, ἀλλ’ οὐχὶ καὶ ὁ ὑπομερισμὸς προσωποποιΐας. ιζʹ. Ὡς γὰρ ἀπὸ τῆς διασκευῆς δυνατὸν ἀναδραμεῖν ἐπὶ τὸ πρᾶγμα ἀνεμποδίστως, οὕτως καὶ ἀπὸ τοῦ ὑπο‐ μερισμοῦ παράδειγμα, πῶς ἀπὸ τῆς διασκευῆς ἐπὶ τὸ | |
10 | πρᾶγμά ἐστιν ἐπανελθεῖν τὸ προκείμενον τοῦ τεχνικοῦ· μετὰ γὰρ τὸ εἰπεῖν ἐνδιασκεύως, τριακοσίους ἐθύσατε, ὡς ἱερεῖα, ὡς σφάγια ὠμῶς καὶ ἀνηλεῶς, καὶ διατυπῶ‐ σαι οὕτως λέγοντας, οἷα ἐποίουν περιπτυσσόμενοι ἀλ‐ λήλους, ἐπανατρέχεις εἰ βούλει πάλιν ἐπὶ τὸ πρᾶγμα ἀν‐ | |
15 | εμποδίστως λέγων, τούτους ἐθύσατε, διεφθείρατε τὸν ἀριθμὸν ὑμῶν τὸν ἐπαινούμενον. ἀπὸ δὲ τοῦ ὑπομε‐ ρισμοῦ οὕτως· οἷον ὡς ἐπὶ τοῦ μάγου τοῦ αἰτήσαντός τινος θυγατέρα καὶ μὴ τυχόντος, εἶτα πεποιηκότος αὐ‐ τὴν εἰδώλου ἐρᾷν· ἐνταῦθα γὰρ μετὰ τὸ ὑποδιελεῖν τὸν | |
20 | τοῦ εἰδώλου ἔρωτα καὶ εἰπεῖν οὕτως· εἰ γὰρ ἀνδρὸς ἤρα, εἰ γὰρ σοῦ αὐτοῦ ἤρα, οὐκ ἂν ἐπὶ σὲ ἦγον τὴν αἰτίαν, εὐθὺς ἀνατρέχει ἐπὶ τὸ πρᾶγμα, λέγων οὕτως, νῦν δὲ εἰδώλου ἐρώσης, πῶς οὐκ ἐπί σε ἀνοίσομεν τὴν αἰτίαν· ὡσαύτως δὲ τετήρηται καὶ ἐπὶ τῶν λεγομένων χωρίων | |
25 | γινόμενον· διό φησι καὶ ὁ τεχνικός· „ταυτολογεῖ δὲ δια‐ σκευῇ καὶ ἡ τῶν καλουμένων χωρίων ἀγωγή·“ ἀντὶ γὰρ τοῦ ὅμοιον πάσχει εἶπε τὸ ταυτολογεῖ, καὶ τοῦτο ἀπὸ τοῦ παραδείγματος δῆλον ἀπὸ τοῦ τεχνικοῦ, χωρία δὲ λέγεται τὰ ἐξ ὁμοίων ἱστοριῶν εἰς ἀνατροπὴν ἢ ἔλεγ‐ | |
30 | χον τῶν νῦν διασκευαζομένων λαμβανόμενα, ἃ καὶ πρὸς | |
πλέον πάθος οἶδε κινεῖν τὸν ἀκροατήν. | ||
7.803(1t) | ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ. | |
2t | Cap. I. | |
3t | Περὶ λόγου σχημάτων. | |
3 | αʹ. Διδάξας ἡμᾶς ὁ τεχνικὸς ἐν τῷ τρίτῳ τόμῳ περὶ προκατασκευῆς καὶ βιαίου, εἶτα περὶ κεφαλαίων εἰσαγω‐ | |
5 | γῆς καὶ ἐπιχειρημάτων, ἐνστάσεώς τε καὶ ἀντιπαραστά‐ σεως, ἐργασίας τε ἐπιχειρημάτων καὶ ἐνθυμήματος, περί τε τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τάξεως ἐπιχειρημά‐ των ἀμφί τε ὅρου καὶ διασκευῆς, νῦν ἐκτίθεται διδασκαλίαν καλλίστην περὶ τῶν τοῦ λόγου σχημάτων, καί φησιν· ὅσα | |
10 | μὲν τῶν ἐπιχειρημάτων ἢ τῶν ἐργασιῶν πολιτικά ἐστι τῷ νῷ καὶ ἀποδεικτικὰ, ταῦτα προσήκει στρογγύλως ἐκφέρε‐ σθαι, καὶ κατὰ ἀντίθετον καὶ περιόδους, ὅσα δὲ πανη‐ γυρικὰ τῷ νῷ ἢ παραδειγματικὰ ἢ ἐκ παραβολῆς λαμ‐ βανόμενα, ταῦτα δεῖ πνευματικῶς ἐκφέροντας καὶ ἀκμαί‐ | |
15 | ως ἐκφέρειν, καὶ οὕτως μὲν διαιρῶν τὰ ἐπιχειρήματα εἰς δύο, καὶ τὰς ἐργασίας εἴς τε πολιτικὰ καὶ πανηγυρικὰ, τὸ μὲν σχῆμα τῶν πολιτικῶν φησι δεῖν εἶναι στρογγύλον καὶ κατὰ τὰ ἀντίθετα καὶ περιόδους, τὸ δὲ σχῆμα τῶν πανηγυρικῶν κατὰ πνεῦμα καὶ ἀκμὴν ἐκφέρεσθαι· καὶ | |
20 | ἐπειδὴ οὔπω ἦν μνημονεύσας τῶν τοιούτων σχημάτων, πρῶ‐ | |
τον μὲν διδάσκει ὑποκατιὼν ἐν τῷ δευτέρῳ κεφαλαίῳ περὶ ἀν‐ | ||
7.804 | τιθέτου, ἐν δὲ τῷ τρίτῳ περὶ περιόδου, εἶτα περὶ τοῦ σχήματος τῶν πανηγυρικῶν ἐπιχειρημάτων, δηλαδὴ περὶ πνεύματος καὶ ἀκμῆς καὶ οὕτως ἄριστα κατὰ τάξιν τὴν παρέπουσαν καὶ ἐκθέμενος καὶ σαφηνίσας ἓν ἐπι‐ | |
5 | λήψιμον ἐποίησε περὶ τοῦ στρογγύλου σχήματος μὴ δια‐ λαβών· εἰπὼν γὰρ, ὅτι τὰ πολιτικὰ ἐκφέρεσθαι δεῖ πάν‐ τα ἐνθυμήματα στρογγύλως κατὰ τὴν σύγκρισιν, οὕτως γὰρ δριμύτητος πλείονος δόξαν ἀποφέρονται, ἢ εἴ τις αὐτὰ ἁπλώσοι τῷ λόγῳ, ἢ πλανωμένῳ παραδείγματι ἐχρή‐ | |
10 | σατο, οὐχ ὁποίῳ δεῖ κεχρῆσθαι ἐν τοῖς πολιτικοῖς, οἷον στρογγύλῳ, αἰτίαν μόνον προβαλλόμενος τὴν τοῦ Δημο‐ σθένους χρῆσιν ὡς αὐτοῦ ἐν τῷ πολιτικῷ ἐπιχειρήματι ἡπλωμένῳ σχήματι χρησαμένου καὶ οὐ στρογγύλῳ· ἔδει οὖν αὐτὸν εἰπεῖν πρῶτον τί ἐστι στρογγύλον· εἶθ’ οὕτω | |
15 | φάναι ὡς εἰ καὶ εἴπομεν ἐν τοῖς πολιτικοῖς ἐπιχειρήμα‐ σι σχήματι δέον κεχρῆσθαι στρογγύλῳ, ὅμως εὑρίσκεται πολλάκις ἀντὶ στρογγύλου ἡπλωμένον, ὡς παρὰ Δημοσθέ‐ νει, ὡς ἂν ἀμφότερά τις μεμαθήκοι διαφορὰν τοῦ στρογ‐ γύλου καὶ ἡπλωμένου, ἀλλ’ ἴσως ὡς φιλοσύντομος τὸ | |
20 | ἡπλωμένον διδάξας τὸ ἐναντίον αὐτοῦ ὑπονοεῖν ἡμᾶς εἴασεν, ὅπερ οὐκ ἔστι σαφοῦς διδασκαλίας· ἔστι τοίνυν στρογγύλον λόγος σύντομος ἐξ ἀντιθέσεως ἢ συγκρίσεως συμπλεκόμενος, μετὰ δριμύτητος ἐλέγχων τὸν ἐναντίον, ὡς τό· ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδε οὐκ ἂν | |
25 | ἔγραψας, οὕτως ἂν σὺ νῦν ἁλῷς ἄλλος οὐ γράψει. βʹ. Τέσσαρσι τόμοις στοιχειώσας ὁ τεχνικὸς τὸ περὶ εὑρέσεως τῷ μὲν πρώτῳ τόμῳ διεξῆλθεν περὶ προοιμίων, ἐν δὲ τῷ δευτέρῳ περὶ προκαταστάσεως, ἤτοι διηγή‐ σεως, εἶτα πλάτους διηγήσεως καὶ μήκους, ἐν δὲ τῷ τρί‐ | |
30 | τῳ πρῶτον περὶ κατασκευῆς καὶ λύσεων, εἶτα περὶ κεφα‐ λαίων, ἐπιχειρημάτων τε καὶ εἰδῶν τῶν τῆς μεταλήψεως, | |
ἐργασίας τε ἐπιχειρημάτων καὶ ἐνθυμήματος, ἀλλὰ μὴν | ||
7.805 | καὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τάξεως ἐπιχειρημάτων, ὅρου τε καὶ διασκευῆς· ἥκει δὲ νῦν καὶ ἐπὶ τὰ τοῦ λό‐ γου σχήματα, ἕκαστον τῶν προεκτεθέντων ποίῳ σχήμα‐ τι ἐκφέρεσθαι δεῖ διδάσκων. | |
5 | γʹ. Πολιτικὰ ἀντὶ τοῦ δεινότητος φροντίζοντα καὶ τὸ πιθανὸν καὶ ἀναντίῤῥητον τῷ λέγοντι περιποιοῦντα. δʹ. Σχῆμα στρογγύλον ἐστὶ λόγος σύντομος ἐξ ἀν‐ | |
τιθέσεως ἢ συγκρίσεως συμπλεκόμενος μετὰ δριμύτη‐ | ||
7.806 | τος, ἐλέγχων τὸν ἐναντίον ὡς ἔχει τόδε. ὥσπερ γὰρ εἴτις ἐκείνων ἑάλω σὺ τάδε οὐκ ἂν ἔγραψας. οὕτως ἂν σὺ ἁλῷς, ἄλλος οὐ γράψει. —Ἐπίτασίς ἐστιν τὸ οὔτε· οὔτε ὑπὲρ εὐεργετῶν ἐποίουν· ἐνδέχεται μὲν γάρ τινα ὑπὲρ φί‐ | |
5 | λου κινδυνεύειν, ὑπὲρ δὲ τοῦ μηδὲν ὠφεληκότος εἰ μὴ καὶ παροργίσαντος κινδυνεύειν, πολλῆς ὡς εἰκός ἐστι τῆς | |
φιλανθρωπίας καὶ ἐπιεικείας δεῖγμα τοῦτο. | ||
7.807(1t) | Cap. II. | |
2t | Περὶ ἀντιθέτου. | |
2 | αʹ. Δύο τινῶν διδασκαλίαν ἡμῖν προθέμενος ὁ τεχνι‐ κὸς ἐν τῷ προοιμίῳ τοῦ τετάρτου τόμου, περί τε λόγου πολιτικοῦ καὶ πανηγυρικοῦ, ἔφη τὸν πολιτικὸν λόγον | |
5 | στρογγύλως καὶ κατὰ ἀντίθετα καὶ κατὰ περιόδους ἐκ‐ φέρεσθαι καὶ διὰ τοῦ ἐναντίου παραδείγματος τοῦ ἡπλω‐ μένου διδάξας, τί ἐστι στρογγύλον σχῆμα, νῦν διδάσκει περὶ ἀντιθέτου· καὶ ὑποκατιὼν ἐν τῷ τρίτῳ κεφαλαίῳ ἀμφὶ τῆς περιόδου διδάσκει, καὶ ἐπειδὴ ἄνευ ὅρου ἄδη‐ | |
10 | λόν ἐστιν ἕκαστον τῶν λεγομένων, ὁρίζεται καί φησιν, ἀντίθετόν ἐστι σχῆμα λόγου διπλασιάζον πάντα τὸν ὑπο‐ κείμενον νοῦν. σχῆμα μὲν λαβὼν τὸ γένος, καὶ ἐπειδήπερ ἐστὶ σχήματα καὶ σωμάτων, ἔφη λόγου, τῇ διαφορᾷ ταύ‐ τῃ ἀντιδιαστείλας αὐτὸ ἐκ τῶν σωμάτων, καὶ ἐπειδὴ τὸ | |
15 | τοῦ λόγου σχῆμα οὐκ ἔστιν ἓν, ἀλλὰ πολλὰ, ἔστι γὰρ καὶ σχῆμα περιόδου καὶ πνεύματος, ἔτι δὲ καὶ ἀκμῆς, ἀλλὰ καὶ παρηχήσεως καὶ ἑτέρων τινῶν, πρὸς ἀντιδια‐ στολὴν ἐκείνῳ ἐχρήσατο, τῷ διπλασιάζειν πάντα τὸν ὑπο‐ κείμενον νοῦν· πῶς δὲ διπλασιάζεται, ἐκ τοῦ παραδεί‐ | |
20 | γματος εἰσόμεθα· οἷον ἡμέρας οὔσης, φαίη τις, εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα ἀλλὰ νὺξ, ἔδει ἡμᾶς μὴ πολεμεῖν, ἀλ‐ λὰ τὰ περὶ τοῦ πολέμου διαμεριμνᾷν. ἐπεὶ δὲ ἡμέρα ἐστὶ, κεχρῆσθαι δεῖ τοῖς ὅπλοις κατὰ τῶν πολεμίων· ἐδιπλα‐ σίασε τοίνυν, ὡς μὴ μόνον τὸ ὂν εἰπὼν ἀλλὰ καὶ τὸ μὴ | |
25 | ὂν ἀναπλάσας, καὶ ὂν μέν ἐστι τὸ ἐπειδὴ ἡμέρα ἐστὶ, μὴ ὂν, ὁ ἀναδιπλασιασμὸς, τὸ εἰ μὴ ἦν ἡμέρα· οὔσης γὰρ ἡμέρας καὶ πολέμου καθεστηκότος, εἴτις φαίη εἰ μὴ | |
ἦν ἡμέρα, καὶ εἰ μὴ ἦν πόλεμος, ἢ λέγοι, εἰ ἦν νὺξ, | ||
7.808 | καὶ οὐχ ἡμέρα, εἰ ἦν εἰρήνη καὶ οὐ πόλεμος, ἢ τὸ ὂν λέγει ὡς τὸ μὴ ὂν, ἢ τὸ μὴ ὂν ἀναπλάττει ὡς ὄν. εἶτα καταβαίνων ἐκ τοῦ ἀναπλασμοῦ εἰς τὴν ἀλήθειαν διπλα‐ σιάζει πάντα τὸν ὑποκείμενον νοῦν· ἡ ἀρετὴ τοίνυν τοῦ | |
5 | ἀντιθέτου τοῦτό ἐστιν, ὅτι καὶ ἁπλούμενον τῷ πλήθει τῶν κώλων πνεῦμα γίνεται. καὶ συστρεφόμενον τῇ ἑρμη‐ νείᾳ, περιόδου τάξιν ὑπέχει, καὶ τοῦ μὲν πρώτου παρά‐ δειγμα πρῶτον κῶλον, εἰ μὲν γὰρ ἦν ἐν ἡσυχίᾳ τὰ κα‐ θεστηκότα· δεύτερον κῶλον, καὶ ἀπραγμοσύνη κατεῖχεν | |
10 | ἡμᾶς· τρίτον κῶλον, καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφε‐ στήκει παρὰ τῶν πολεμίων μηδέν· τέταρτον κῶλον, ἀδείας δὲ ἦμεν ἐπειλημμένοι καὶ ἐξουσίας τοῦ πράττειν ὅσα βου‐ λομένοις ἡμῖν ἐτύγχανεν· πέμπτον κῶλον, ἔδει φυλάτ‐ τειν τὰ καθεστηκότα· ἕκτον κῶλον, καὶ μὴ παρακινεῖν | |
15 | μηδὲ ἕν· ἕβδομον κῶλον, μηδὲ καινοτομεῖν· ὄγδοον κῶ‐ λον, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμα‐ σι καὶ νόμοις. εἶτα τὸ ζητούμενον αὐτὸ τὸ ὄν· πρῶτον κῶλον, ἐπεὶ δὲ πόλεμος κεκίνηται· δεύτερον κῶλον, καὶ πλησίον οἱ πολέμιοι· τρίτον κῶλον, καὶ ἐφέστηκε τὰ δει‐ | |
20 | νά· τέταρτον κῶλον, καὶ ταραχὴ τοσαύτη τῶν πραγμά‐ των· πέμπτον κῶλον, τίνος ἕνεκεν οὐ καινοτομήσομεν· ἕκτον κῶλον, αὐτοῦ τοῦ πολέμου ταύτην ἔχοντος τὴν φύ‐ σιν· ἕβδομον κῶλον, ἀμφ’ αὐτοῦ τεχνᾶσθαι τὰ πολλά· ὄγδοον κῶλον, καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ | |
25 | τὸ καινότερον βίον. τοῦ δὲ δευτέρου ἤτοι τῆς περιόδου παράδειγμα τόδε· πρῶτον κῶλον, ἃ γὰρ ἐφυλαξάμεθα ποιεῖν εἰκότως οὔσης εἰρήνης· δεύτερον κῶλον, ταῦτα βέλ‐ τιον ἐργάσασθαι πολέμου καθεστηκότος, καὶ ἀπορήσειεν ἄν τις περὶ τοῦ ἀντιθέτου φάσκων. εἰ τοίνυν ἐν τῷ ἀν‐ | |
30 | τιθέτῳ ἀναπλασμός ἐστιν καὶ τὸ μὴ ὂν ὡς ὂν λέγει καὶ τὸ ὂν ὡς μὴ ὄν. ἔστι δὲ καὶ περισσὸν, τίς ἡ τούτου χρεία καὶ πῶς ἀναγκαῖον νομίζεται; καί φαμεν, ὡς οὔτε κατὰ ἀλήθειαν τὸ ὂν ὡς μὴ ὂν γίνεται, οὔτε τὸ μὴ ὂν | |
ὡς | ||
7.809 | ὡς ὄν. ἦ γὰρ ψεῦδος ἀποφαινόμεθα, ὅπερ οὐδεὶς ἂν κα‐ τεδέξατο, ἀλλὰ καθ’ ὑπόθεσιν λέγομεν τὸ ὂν ὡς εἰ μὴ ἦν, καὶ τὸ μὴ ὂν εἰ ἦν καὶ οὔτε ψεῦδος τῷ ὄντι οὔτε περισσὴ ἡ πρότασις τῆς ἀντιθέσεως κατὰ τὸ ἀκριβὲς, | |
5 | ἀλλ’ ἑνὶ πνεύματι δύο τινὰ μανθάνομεν, τὸ τί ὀφείλομεν ἐν εἰρήνῃ ποιεῖν, καὶ τί ἐν πολέμῳ, τί τε ἐργάζεσθαι νυκτὸς οὔσης, καὶ τί ἡμέρας καθεστηκυίας· ἐπεὶ ἐν τῷ ζητουμένῳ ἓν μόνον μανθάνομεν· ἐν μὲν γὰρ τῷ ζητου‐ μένῳ τί ὀφείλομεν ποιεῖν ἢ βουλεύεσθαι τοῦ ζητουμένου | |
10 | ἑστηκότος ὑποδηλοῦμεν· ἐν δὲ τῷ ἀντιθέτῳ καὶ πρὸ τοῦ γενέσθαι τὸ πρᾶγμα παρασκευαζόμεθα τὰ δέοντα πράτ‐ τειν ἐν αὐτῷ, ὡς ἡνίκα ἀπέλθοι εὑρεθῶμεν ἕτοιμοι τί ὀφείλομεν ἢ πρᾶξαι ἢ βουλεύσασθαι προμεμαθηκότες, ὅσον δὲ τὸ πρὸ τοῦ γενέσθαι τὸ πρᾶγμα, εἰ πρὸς αὐτὸ | |
15 | ἑτοιμαζόμεθα, χρησιμώτερον τοῦ ἡνίκα ἐνστῇ τό τε βου‐ λεύεσθαι, τοσοῦτον τοῦ ζητουμένου καὶ ἐνόντος ἐστὶ χρησιμώτερον τὸ ἀντίθετον. ἔστι δὲ καὶ ἄλλως ἀναγκαῖον, ὡς ὁ τεχνικός φησιν, ὅτι τοῦ ἀντιθέτου λεγομένου νο‐ εῖται ὑπὸ τῶν ἀκουόντων τὸ κατὰ φύσιν· κοσμεῖ δὲ καὶ | |
20 | προοίμιον πολλάκις, εἴτις τοιούτῳ σχήματι τὸ προοί‐ μιον ἐξενέγκοι· ὡς ὁ Δημοσθένης. εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέ‐ γειν· καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστίν· ἐπεὶ δὲ περὶ ὧν πολλάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, συμ‐ | |
25 | βαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως συγγνώμης τυγχάνειν· τὸ δὲ ἀντιθετικὸν, εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, λέγειν. ἀντέπεσον δὲ πρὸς τοῦτό τινες οὕτως εἰ‐ πόντες, ὡς οὐκ ἔστιν ἀντίθετον, ἀλλὰ κατὰ φύσιν, καὶ | |
30 | τίς ἂν αὐτοῖς συγκαταθοῖτο. τοῦ πράγματος γὰρ μὴ ὄν‐ | |
τος καινοῦ λεγομένου καινοῦ, τὸ κατὰ φύσιν ἐστὶ λοι‐ | ||
7.810 | πὸν, τὸ μὴ εἶναι αὐτὸ καινόν· λεγόμενον γὰρ καινὸν οὐκ ἀληθές ἐστι· τὸ γὰρ κατὰ φύσιν ἀληθὲς θέλει εἶ‐ ναι, ὡς καθό ἐστιν ἐκφερόμενον καὶ οὐ καθὸ οὐκ ἔστι· καὶ εἰ ἔστι, φασὶν, ἀντίθετον τὸ λεγόμενον καινὸν, κατὰ | |
5 | καινοῦ ἔσται, λοιπὸν κατὰ φύσιν τὸ μὴ καινὸν λέγεσθαι καινόν· οἷον ἵνα καὶ ἐπὶ παραδείγματος γένηται σαφέ‐ στερον· ἡμέρας οὔσης, εἴτις λέγει, εἰ μὴ ἦν ἡμέρα, ἀλλὰ νὺξ, τὸ κατὰ φύσιν λέγει· ὁ δὲ λέγων, ἐπειδὴ ἡμέρα ἐστὶν ἡμέρας οὔσης, ἀντίθετον λέγοι, ὅπερ ἄτοπον καὶ ἀλλό‐ | |
10 | κοτον. τί οὖν εἴποιμεν, πῶς ἐπιλυσόμεθα τὴν ἀπορίαν; φα‐ μὲν, ὅτι ὁ τεχνικὸς εἰπὼν εἰ μὲν περὶ καινοῦ τινος πράγμα‐ τος προὐτίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστὶν, οὐ λέγει τὸ κατὰ φύσιν, τὸ εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο λέγειν, | |
15 | ἀλλὰ περὶ τοῦ ἐπιφερομένου, τοῦ, ἐπειδὴ δὲ περὶ ὧν πολ‐ λάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, βουλόμενος γὰρ δι‐ δάξαι, τί ἐστιν ἀντίθετον, ἐπειδὴ ἀντίστροφόν ἐστιν πρὸς τὸ ὂν, τὸ γὰρ γινόμενον λέγει, εἰ μὴ ἐγίνετο καὶ οἷον ἀναπλασμός ἐστιν, ἠθέλησε πρότερον διδάξαι, πῶς ὀνο‐ | |
20 | μάζεται τὸ ὂν, ὡς ὂν ἐκφερόμενον, ὅπως αὐτοῦ μαθόν‐ τες τὴν κλῆσιν τὸ ἀντιστρόφως ἐκφερόμενον, δευτέρως μάθωμεν, ὡς ἂν εἴποι τις, εἰ μὲν ἡμέρας οὔσης εἴποις, ὅτι ἐπειδὴ ἡμέρα ἐστὶ τὸ ἀκόλουθον καὶ κατὰ φύσιν λέ‐ | |
γεις. εἰ δὲ τὸ μὴ ὂν ὡς ὂν προφέρεις καὶ τὸ ὂν ὡς μὴ | ||
7.811 | ὂν κατὰ ἀντίθεσιν ἀποφαίνῃ, οἷον εἰ οὐκ ἦν ἡμέρα, ἀλ‐ λὰ νύξ. τούτου χάριν πρῶτον διδάσκει τὸ ἀκόλουθον καὶ κατὰ φύσιν. εἶθ’ οὕτως τὸ ἀντίθετον, ἀκόλουθον δὲ καὶ κατὰ φύσιν ἐστὶ τὸ, „ἐπειδὴ περὶ ὧν πολλάκις ἤδη | |
5 | εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρότερον ἀναστὰς συγγνώμης ἂν εἰκότως τυγχάνειν·“ ἀντίθετον δὲ τοῦτο· εἰ μὲν περὶ καινοῦ πράγματος προὐ‐ τίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχεῖν ἔδει τοῖς πρεσβυτέροις παραχωροῦντα πρῶτον εἰπεῖν. ἡ δὲ ἑτέρα | |
10 | πρότασις ἡ προτεθεῖσα παρὰ τοῦ τεχνικοῦ, τὸ, „εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, λέγειν,“ οὔτε ὡς τοῦ κατὰ φύσιν παράδειγμα, οὔ‐ τε ὡς τοῦ ἀντιθέτου ὑπὸ τοῦ τεχνικοῦ εἰσηνέχθη, ἀλλ’ ὡς δήλωσις τοῦ λόγου, ποῖος λόγος ἐστὶ τοῦ Δημοσθέ‐ | |
15 | νους, ὁ ταύτην ἔχων τὴν κατασκευὴν, ἀντὶ γὰρ τοῦ εἰ‐ πεῖν ὁ λόγος ὁ κατὰ Φιλίππου, πρῶτος τὴν ἀρχὴν προ‐ έφερε τοῦ λόγου, τὸ εἰ μὲν περὶ καινοῦ τινος· ἐπεὶ οὔτε ὡς ἀντίθετον, οὔτε ὡς κατὰ φύσιν αὐτοῦ ἐμνημόνευσεν, ἀλλ’ ὡς δηλωτικοῦ τοῦ Δημοσθενικοῦ λόγου· ὅθεν καὶ | |
20 | ἄνευ ἐκείνου τὰ δύο εὑρίσκονται, τό τε κατὰ φύσιν καὶ τὸ ἀντίθετον· ἐπεὶ εἰ μὴ τοῦτο καὶ τὸ ἀντίθετον εὑρί‐ σκεται κατὰ φύσιν καὶ ἐν τῷ παραδείγματι δευτέρῳ κα‐ | |
τὰ φύσιν ἓν ἐν ἀληθείᾳ καὶ ἓν ψευδῶς καὶ ἀντίθετον. | ||
7.812 | βʹ. Τὸ ἀντίθετον εἰ καὶ περιττεύειν δοκεῖ καὶ παρέλκουσαν τὴν πρότασιν ἔχειν, ἀλλ’ οὖν ἐξ ὑποθέσεως λαμβάνον αὐτὴν, ἐν ἑνὶ καὶ τῷ αὐτῷ σχήματι διδάσκει, τί χρὴ ποιεῖν τοῦ προκειμένου ὑπάρχοντος, καὶ τί τοῦ | |
5 | ἀντικειμένου αὐτῷ τῷ νῦν ὑπάρχοντι πράγματι. | |
6t | Cap. III. | |
7t | Περὶ περιόδου. | |
7 | αʹ. Διελθὼν τὰ περὶ ἀντιθέτου σχήματος καὶ περὶ | |
τῆς περιόδου ἄρτι διδάξαι ἡμᾶς βουλόμενος τὸν ὅρον | ||
7.813 | αὐτῆς ἔφη· περίοδος κυρίως ἐστὶν ἡ τοῦ ὅλου ἐπιχει‐ ρήματος ἀναγκαστικὴ καὶ σύνοδος καὶ κλεὶς τρόπον τινὰ, καὶ πάλιν ἀληθινὴ περίοδός ἐστιν, ἡ ἀπαρτίζουσα τὸ ἐπιχείρημα καὶ συνάγουσα. Τρίτος ὅρος σχήματος | |
5 | περιόδου· σχῆμα αὐτοτελὲς ὅλου τοῦ ἐπιχειρήματος ῥυ‐ θμῷ συντόμως ἀπηρτισμένον. βʹ. Ἐνθύμημά ἐστιν εἰκότως κ. τ. λ. | |
9 | γʹ. Ἀποδεικτικαὶ τοῖς σχήμασι περίοδοι αἱ ἐξ ἀκο‐ | |
10 | λούθων τῶν κώλων περίοδον ἔχουσαι, οἷον ὅσῳ τοίνυν τὸ λυπεῖν ἐν βραχεῖ τοῦ πάντας μιαιφονεῖν ὑπάρχει καταδεέστερον, τοσοῦτον ἀνδροφόνος τυράννου ἐπ’ ἔλ‐ λαττον· ἐν ἀμφοτέροις γὰρ τοῖς κώλοις διήρκεσεν ἡ ἀκο‐ λουθία τῶν ἀνταποδιδομένων· τὸν αὐτὸν ἔχει τρόπον | |
15 | καὶ ἡ προειρημένη περίοδος τοῖς ἀκολουθητικοῖς συνδεο‐ μένη μορίοις, καὶ εἰ μὴ καθαρῶς ἐστιν ἀποδεικτικὴ, ἀλλὰ μικτὴ, ἅμα γὰρ τῷ ἐπιχειρήματι ἐξηνέχθη, ὡς | |
ἔχει καὶ τὸ, ὥσπερ εἴ τις ἐκείνων προήλω, σὺ τάδε οὐκ | ||
7.814 | ἂν ἔγραψας, οὕτως ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει. δʹ. Δύο ἀδικήματα τὸ ἀργῆσαι διὰ πεζῆς ἐρχόμενον καὶ οὐ διὰ πλοῦ, ταχύτερον γὰρ ἂν ἀπῆλθε πλεύσας | |
5 | πρὶν ἐκεῖνον λαβεῖν τὰς πόλεις· καὶ τὸ ἕτερον, ὅτι ἐκεῖ ἀπελθὼν ἐψεύσατο, κατὰ κοινοῦ δὲ τὸ ἀπολώλεκεν. εʹ. Ἐν μὲν τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς | |
ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν· ἐν δὲ τῷ προσγράψαι | ||
7.815 | μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς, τὸ δοῦναι ὑμῖν ἐξ‐ εῖναι· ἐνταῦθα μὲν καὶ αἱ προτάσεις γίνονται ἀποδό‐ σεις, καὶ αἱ ἀποδόσεις προτάσεις· καὶ καθὼς βούλει ἀν‐ τιστρέφεις· χιασμὸς δὲ οὐδαμῶς γίνεται, ἀλλ’ ἢ μόνον | |
5 | ἀντιστροφαὶ τέσσαρες. Ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν αὑτοῦ, τοσούτῳ θαυμαστό‐ τερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθη‐ ναῖοι, ὅσον χεῖρον ἢ προσῆκε χρῆσθε τοῖς πράγμασι, τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε. Ἐνταῦθα δὲ αἱ | |
10 | ἀποδόσεις προτάσεις οὐ γίνονται οὐδέποτε, ἀλλ’ ἢ μό‐ νον ἐκ τῶν προτάσεων ὁ χιασμός· ἐν ταύτῃ δὲ οἱ χιασμοὶ ἕπονται ρʹ. ϛʹ. Παράδειγμα τῆς ἀναστρεφομένης καὶ χιαζομένης περιόδου, ὡς ἂν μάθωμεν πόσα σχήματα τῆς τοιαύτης | |
15 | περιόδου· καὶ γὰρ ἐκ προτάσεως καὶ ἀποδόσεως συνιστα‐ μένης τῆς τετραγώνου περιόδου, προηγουμένων τῶν προ‐ τάσεων, ἑπομένων δὲ τῶν ἀποδόσεων, γίνονται σχήματα ὀκτώ· εἶτα προηγουμένων τῶν ἀποδόσεων καὶ ἑπομένων τῶν προτάσεων γίνεται ἕτερα ὀκτὼ σχήματα, ὡς εἶναι | |
20 | πάντα τὰ σχήματα τὸν ἀριθμὸν ιϛʹ· τῆς γὰρ πρώτης προτάσεως πρώτης τιθεμένης, ἐναλλαττομένης δὲ τῆς ἀποδόσεως, σχήματα γίνονται δʹ, καὶ πάλιν τῆς δευτέρας προτάσεως τιθεμένης, ὑπαλλαττομένης τῆς ἀποδόσεως, γί‐ νονται σχήματα δʹ, ὡς εἶναι τῶν προτάσεων προηγουμέ‐ | |
25 | νων, ἑπομένων δὲ τῶν ἀποδόσεων σχήματα ηʹ· ἀναστρε‐ φομένης οὖν τῆς περιόδου καὶ τεθείσης τῆς ἀποδόσεως· | |
πρώτης, ἑπομένης δὲ τῆς προτάσεως, ἴσα τὸν ἀριθμὸν | ||
7.816 | γίνονται σχήματα ὀκτὼ ἕτερα, ὡς ὁμοῦ περιόδου σχηματι‐ ζομένης σχηματιζόντων σχημάτων δέκα καὶ ἓξ, ὧν τὰ παραδείγματα θέντες σαφῆ ποιήσομεν τὰ λεγόμενα. | |
4t | Cap. IV. | |
5t | Περὶ πνεύματος. | |
5 | αʹ. Ἐκθέμενος ἡμῖν ὁ τεχνικὸς τὰ σχήματα τῶν ἐπιχειρημάτων καὶ τῶν ἐργασιῶν τῶν πολιτικῶν καὶ ἀπο‐ δεικτικῶν, ἅπερ ἐκφέρονται στρογγύλως τε καὶ κατὰ ἀν‐ τίθετα καὶ κατὰ περιόδους, καὶ διδάξας ἡμᾶς, τί ἐστι στρογγύλον σχῆμα καὶ τί ἀντίθετον, ἔτι δέ τί ἐστι πε‐ | |
10 | ρίοδος καὶ πόσα σχήματα περιοδικὰ συνίστανται, καὶ τί ἐστι πρότασις καὶ ἀπόδοσις, καὶ ἐκ πόσων κώλων δύνα‐ ται συνίστασθαι περίοδος, ἔτι δὲ περὶ τετραγώνου περιό‐ δου, ποῖαι μὲν χιάζονται, ποῖαι δὲ μόνον ἀναστρέφονται καὶ οὐ χιάζονται, πόσα δὲ εἴδη τῶν χιαζομένων περιό‐ | |
15 | δων γίνονται, αἰνιξάμενος δὲ καὶ τὸ πλῆθος τῶν σχη‐ μάτων τῆς χιαζομένης περιόδου, ἅπερ ἡμεῖς συμπράττον‐ | |
τος ἡμῖν λεπτομερῶς ἐξεθέμεθα· ὥστε μὴ εὑρίσκεσθαι | ||
7.817 | ἕτερον σχῆμα περιοδικὸν παρὰ ταῦτα, μέτεισιν ἐπὶ τὰ σχήματα τῶν πανηγυρικῶν ἐπιχειρημάτων, παραδειγμα‐ τικῶν τε καὶ τῶν ἐκ παραβολῆς· φησὶ γὰρ ἐν τῇ ἀρχῇ, ὅτι ὅσα τῶν ἐπιχειρημάτων ἢ ἐργασιῶν πανηγυρικὰ τῷ | |
5 | νῷ, ἢ παραδειγματικὰ ἢ ἐκ παραβολῆς λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἀποτείνοντας καὶ ἀκμαίως ἐκφέ‐ ρειν· διὸ ὡς εἴρηται διαλαβὼν περὶ σχημάτων τῶν πολι‐ τικῶν ἐπιχειρημάτων καὶ τῶν ἀποδεικτικῶν, ἥκει ἄρτι τοῦ διδάξαι ἡμᾶς περὶ τῶν σχημάτων τοῦ πανηγυρικοῦ | |
10 | καὶ παραδειγματικοῦ καὶ ἐκ παραβολῆς ἐπιχειρήματος, τὰ δὲ σχήματα αὐτῶν ἐκφέρεται πνευματικῶς καὶ ἀκ‐ μαίως· διδάσκει οὖν περὶ πνεύματος, καὶ ὑποκατιὼν περὶ ἀκμῆς, ὑποτίθεται δὲ ἡμῖν πρῶτον ζητῆσαι, τί ἐστι πνεῦμα, ὅπερ διὰ τοῦ ὅρου ἔδειξε· δεύτερον, πόσα εἴδη | |
15 | πνευμάτων, τρίτον, πῶς γίνεται πνεῦμα· εἶτα τέταρτον, πῶς συντίθεται· πέμπτον, πόσα εὑρίσκονται σχήματα τῶν πνευμάτων· εἴπομεν οὖν πρῶτον, τί ἐστι πνεῦμα, εἶτα ἐφεξῆς ἀκολουθοῦντες τῷ τεχνικῷ τὰ λοιπὰ σαφη‐ νίσομεν. ὅρος πνεύματος· πνεῦμά ἐστι μὲν σύνθεσις λό‐ | |
20 | γου, διάνοιαν ἀπαρτίζον ἐν κώλοις, καὶ κόμμασι μετρού‐ μενον πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν φω‐ νὴν τοῦ λέγοντος. Ἴδωμεν οὖν ἓν ἕκαστον τῶν ἐν τῷ ὅρῳ λαμβανομένων, ποίαν δύναμιν ἔχει· πῶς γὰρ ὅρος ἐκ γένους λαμβάνεται καὶ συστατικῶν διαφορῶν; Γένος | |
25 | τοίνυν ἐστὶν ἐνταῦθα ἡ σύνθεσις· τὰ δὲ λοιπὰ, συστα‐ τικά· καὶ ἐπειδὴ ἡ σύνθεσίς ἐστι μὲν καὶ ἐπὶ σωμάτων, προσέθηκε τὸ λόγος· ἀλλ’ ἐπειδὴ τῶν λόγων οἱ μέν εἰσι τέλειοι, οἱ δὲ ἀτελεῖς, προσέθηκε τὸ ἀπαρτίζον διάνοιαν, καὶ ἐπειδήπερ εἰσὶ καὶ ἕτερα εἴδη λόγων ἀπαρτίζοντα | |
30 | μὲν διάνοιαν, μὴ ὄντα δὲ πνεῦμα, ὥσπερ τὰ κῶλα καὶ τὰ κόμματα, προσέθηκεν ἐν κώλοις καὶ κόμμασι με‐ τρούμενον κατὰ τὴν διάρκειαν τοῦ πνεύματος, καὶ ἐπει‐ | |
δήπερ δύναται καὶ ἐκ κώλου καὶ κόμματος συντιθέμενος | ||
7.818 | λόγος μὴ ἀναμετρεῖσθαι πρὸς τὴν διάρκειαν τοῦ πνεύ‐ ματος, φησὶ πρὸς διάρκειαν τοῦ πνεύματος, ὑποδηλῶν δὲ, τίνος πνεύματος, ἔφη κατὰ τὴν φωνὴν τοῦ λέγοντος, οὕτω τοίνυν ἀποδεδωκὼς τὸν ὅρον ἐπειδὴ πᾶν τὸ διδα‐ | |
5 | σκόμενον ὡς ἀσαφὲς ἐξ ὁμολογουμένων καὶ σαφεστέρων ὀφείλει τὴν περὶ αὐτοῦ ἔχειν διδασκαλίαν, ἠγνοεῖτο δὲ, τί ἐστι κῶλον καὶ κόμμα, τούτων δὲ ἀγνοουμένων, οὐκ ἐνεδέχετο γνωσθῆναι τὴν διδασκαλίαν τοῦ πνεύματος, ὑποκατιὼν διδάσκει περὶ κώλου καὶ κόμματος, καί φησιν, | |
10 | ὅτι κῶλον καὶ κόμμα ἀπαρτίζει διάνοιαν, διαφέρει δὲ τοῖς μέτροις, ὅτι τὸ μὲν ἀπὸ τεττάρων καὶ πέντε συλλα‐ βῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν ἐπῳδῷ μετρούμενον· τὸ δὲ ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα καὶ ἐγγίζον ἤδη τῷ ἰαμβικῷ μέτρῳ καὶ μέχρι τοῦ ἡρωϊκοῦ μέτρου προχωροῦν, | |
15 | κῶλον γίνεται ὀρθὸν καὶ τετραμμένον, ὁ δὲ τῶν συλλα‐ βῶν ἀριθμὸς περινενόηται, καὶ οἶμαι ἀπορίαν ἔχειν ταύ‐ την τὴν διδασκαλίαν· εἰ γὰρ ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν ἐπῳδῷ μετρούμενον, πῶς ὑποκατιών φησιν, εἰ γὰρ ἀπαρτίζοιτο διάνοια, καὶ | |
20 | ἐν δύο συλλαβαῖς κόμμα ἐστίν· εἶτα καὶ ὁριζόμενός φησι· κόμμα ἐστὶ σύνθεσις διανοίας μικροτέρου κώλου· σαφη‐ νίσομεν οὖν ἡμεῖς καὶ διδάξομεν, τί ἐστι κόμμα, καὶ τί ἐστι κῶλον· καὶ πῶς μετρεῖται καὶ τί ἐπῳδὸς, νῦν δὲ ὁ τεχνικὸς ἀσαφῆ διδασκαλίαν ἡμῖν ἐξέθετο· τίθησι γὰρ | |
25 | τὸν ἐπῳδὸν, μέτρον καὶ κανόνα, ὁτὲ μὲν τοῦ κώλου, ὁτὲ δὲ τοῦ κόμματος, ὥστε συμβαίνει ταὐτὸν εἶναι καὶ κῶ‐ λον καὶ κόμμα. φησὶ γάρ· οἱ δέ φασιν καὶ τὸν ἐπῳδὸν κῶλον εἶναι, ἐνταῦθα λέγει ἴσον μέτρον εἶναι τοῦ κώλου καὶ τοῦ ἐπῳδοῦ· πρὸ ὀλίγου δὲ ἔφη, ὅτι τὸ μὲν ἀπὸ | |
30 | τεσσάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν | |
ἐπῳδῷ μετρούμενον· ὥστε ταὐτὸν δέδωκε κόμμα καὶ κῶ‐ | ||
7.819 | λον καὶ ἐπῳδὸν, ὅπερ ἄτοπον, τὰ γὰρ τῶν αὐτῶν ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. λελύσθω οὖν οὕτως· ταὐτὸν λέ‐ γει κῶλον καὶ κόμμα ὁ Ἑρμογένης ὡς ἀμφότερα ἴσα τῷ ἐπῳδῷ, ἡνίκα κῶλον μὲν ᾖ βραχὺ, κόμμα δὲ μακρόν· δεῖ | |
5 | οὖν γινώσκειν, ὅτι κόμμα ἐστὶ σύνθεσις διανοίας μικρο‐ τέρα κώλου, ἀπὸ μιᾶς συλλαβῆς μέχρις ἓξ ἐκτεινομένη· εἶ‐ πον δὲ ἀπὸ μιᾶς συλλαβῆς, ὡς ἐρωτῶντός τινος, νῦν ἥκεις; καὶ τοῦ ἐρωτηθέντος ἀποκριναμένου οὔ· τελεία διάνοια δεδήλωται· ἀλλὰ καὶ τὸ παρὰ τοῦ Δημοσθένους, | |
10 | οὗπερ ὁ τεχνικὸς ἐμνήσθη, πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἢ οὔ, τὸ ἢ οὒ κόμμα ἐστὶν ἐρωτῶντος ὁλόκληρον ἀνθρώπου, τὸ δὲ κῶ‐ λόν ἐστι σύνθεσις λόγου διάνοιαν ἀπαρτίζον ἀπὸ ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα συλλαβῶν, ἐγγίζον ἤδη τῷ τριμέτρῳ, | |
15 | ὅπερ ἐστὶ δακτυλικὸν, τὸ διῆκον μέχρι συλλαβῶν ἑπτα‐ καίδεκα, ἀλλὰ μὴν καὶ μέχρι τοῦ μέτρου διῆκον, ἐπειδὴ τὸν ἐπῳδόν φησι κῶλον εἶναι· ὁ δὲ ἐπῳδὸς μέχρι τριμέ‐ τρου ἰωνικοῦ καταληκτικοῦ διήκει, δηλονότι μέχρι δεκα‐ τεσσάρων συλλαβῶν αὔξεται τὸ κῶλον. ἐπῳδὸς μέτρον | |
20 | ἐστὶ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, διῆκον ὁμοίως μέχρι τοῦ τριμέτρου καταληκτικοῦ· εἰ τοίνυν τις μετρεῖ τὸν ἐπῳδὸν μέχρι τριμέτρου ἰωνικοῦ, τοῦτο δὲ τὸ μέτρον κατὼ διποδίαν μετρεῖται, ὅρα ποῦ καταντᾷ τὸ μῆκος αὐ‐ τοῦ, καὶ τίς ἂν νοῦν ἔχων εἴποι κόμμα εἶναι τὸ εἰς τὸ | |
25 | τοιοῦτον μέγεθος ἐκτεινόμενον· δεῖ οὖν εἰδέναι, ὡς ὁ ἐπῳδὸς ὁμώνυμος φωνή ἐστι· σημαίνει γὰρ τὸν τέλειον κατὰ μέγιστα μέτρα στίχον, ἤγουν τὸν τρίμετρον ἀκατά‐ ληκτον κατὰ συζυγίαν μετρούμενον, σημαίνει καὶ τὸν μι‐ κρὸν στίχον τὸν δίμετρον, ὅς ἐστι κυρίως ἐπῳδός· οἱ γὰρ | |
30 | ἀρχαῖοι ἐποίουν στίχους ἢ ἕνα μέγαν ἢ ἕνα μικρόν· καὶ | |
τὸν πρῶτον τῶν μεγάλων ὠνόμαζον στροφὴν, τὸν δὲ | ||
7.820 | ἕτερον τὸν ἴσον ἀντίστροφον· τὸν δὲ βραχὺν ἐπῳδὸν, καὶ γὰρ περὶ τοὺς βωμοὺς ἐν ταῖς ἑορταῖς χορεύοντες ἀπερχό‐ μενοι μὲν πρὸς τὸν βωμὸν ἔλεγον στίχον, τὸν ὀνομαζό‐ μενον στροφήν· εἶτα στρεφόμενοι ἀπὸ τῶν βωμῶν ἐναλ‐ | |
5 | λάξαντες κατὰ χορείαν τὰς χεῖρας ᾖδον ἕτερον στίχον τὸν ὀνομαζόμενον ἀντίστροφον, εἶτα ἱστάμενοι ἔλεγον τὸν βραχὺν στίχον, τὸν ὀνομαζόμενον ἐπῳδὸν, ἢ πολλά‐ κις ἔλεγον τὸν ἕνα μακρὸν στίχον τὸν ὀνομαζόμενον στροφὴν, εἶθ’ οὕτως τὸν ἐπῳδὸν, καὶ πάλιν τὸν ἕτερον | |
10 | μακρὸν στίχον ἤτοι τὸν ἀντίστροφον, καὶ εἶθ’ οὕτως τὸν ἐπῳδόν· καὶ ἡ μὲν στροφὴ ἦν κατὰ ἀναλογίαν τῆς ἀνωτάτω σφαίρας ἀπὸ τῶν ἀνατολῶν ἐπὶ δύσιν κινου‐ μένης, ὁ δὲ ἀντίστροφος ἀνάλογος ἦν τῇ κινουμένῃ σφαίρᾳ τῆς ἀποδύσεως ἐπὶ ἀνατολὰς κινουμένη, ὁ δὲ | |
15 | ἐπῳδὸς ἢ ἡ ἐπῳδὸς ἢ τὸ ἐπῳδὸν, καὶ γὰρ καὶ ἀρσενι‐ κῶς καὶ θηλυκῶς καὶ οὐδετέρως λέγεται, κατὰ ἀναλογίαν τῆς γῆς· ἔστι δὲ ἀεὶ τὸ ἐπῳδὸν βραχύτερον τοῦ πρὸ αὐ‐ τοῦ στίχου συλλαβὰς τέσσαρας, οἷον στίχος μὲν ὁ πρῶ‐ τος, ἤγουν στροφὴ, ἤτοι κῶλον, οἷον· | |
20 | Πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε; εἶτα τὸ ἐπῳδόν· Τίς [τὰς] σὰς παρήειρε φρένας; εἶτα ἀντίστροφος ἤτοι κῶλον· Ἃς τὸ πρὶν ἠρήρεισθα, νῦν δὲ δὴ πολὺς | |
25 | εἶτα πάλιν ἐπῳδόν· Ἀστοῖσι φαίνεαι γέλως. τούτων οὖν δειχθέντων τὸ μὲν κῶλον ὁ στίχος ὁ μακρὸς, κόμμα δὲ τὸ ἐπῳδόν· ὁ τοίνυν χωρίσαι κόμμα ἀπὸ κώ‐ | |
λου βουλόμενος τῇ ποσότητι τῶν συλλαβῶν χωρίσει ἐκ | ||
7.821 | παραλλήλου κειμένων τε καὶ κομμάτων· πᾶν γὰρ τὸ ἧτ‐ τον τοῦ πρώτου συλλαβὰς τρεῖς ἢ τέτταρας ἢ πλεῖον ἔσται κόμμα· εἰ δὲ δύο, καὶ αὐτὸ κῶλον βραχυτέρου τοῦ πρώτου· πλὴν εἰ μή που τὸ κῶλον εἴη βραχὺ, ἤγουν | |
5 | δίμετρον ἀκατάληκτον· τότε γὰρ καὶ τὸ καταληκτικὸν δίμετρον κόμμα λέγεται· οἶμαι δὲ μὴ ἐῤῥῶσθαι τὸν ὅρον τοῦ κώλου, οὐ γὰρ ἀεὶ ἀπαρτίζει τελείαν διάνοιαν, ἀλλ’ ἔστιν ὅτε δεδομένου κώλου ἑνὸς ἐπιζητεῖσθαι καὶ ἕτερόν τι ὡς τῆς διανοίας κρεμαμένης· ἐλεγχθήσεται δὲ ὁ ὅρος | |
10 | μὴ εἶναι ἐῤῥωμένος ἐκ τῶν κατὰ πόδας παραδειγμάτων τοῦ τεχνικοῦ, ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμε‐ νος· ταῦτα γὰρ τελείαν διάνοιαν οὐκ ἀπαρτίζει κῶλον ὂν, ἀλλ’ ἐπιζητεῖ καὶ ἕτερόν τι εἰς συμπλήρωσιν τῆς δια‐ νοίας· μετοχὴ γάρ ἐστιν καὶ λόγος ῥήματος, οὗ χω‐ | |
15 | ρὶς ἢ ἐκφωνουμένη ἢ ἐπινοουμένη ἔννοια οὐκ ἀπαρτί‐ ζεται· καὶ γὰρ ὁ ἀπαρτισμὸς τῆς διανοίας τοῦ παραδεί‐ γματος τοῦ δεδομένου ὑπὸ τοῦ τεχνικοῦ ἐκ τεσσάρων κώ‐ λων συνίσταται καὶ κομμάτων πέντε· οἷον, ἀλλ’ ὁ τὴν Εὔβοιαν σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα | |
20 | ἐπὶ τὴν Ἀττικὴν δύο κῶλα, εἶτα κόμματα δύο· καὶ κατα‐ λαμβάνων Ὠρεὸν, καὶ κατασκάπτων Πορθμὸν, πάλιν κῶλον, καὶ καθιστὰς μὲν ἐν μὲν Ὠρωπῷ Φιλιστίδην τύ‐ ραννον, ἐν δὲ Ἐρετρίᾳ Κλείταρχον, κόμμα, πότερον ταῦ‐ τα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν, | |
25 | ἢ οὔ· τὸ ὅλον τῆς διανοίας μέχρι τούτου· δεῖ οὖν ὁρί‐ σασθαι τὸ κῶλον οὕτως· κῶλόν ἐστι τὸ ὅλην διάνοιαν ἀπαρτίζον ἢ μέρος ὅλον, διάνοιαν μὲν γὰρ ὅλην ἀπαρτί‐ ζει, ὡς τὸ, Ἡροδότου τοῦ Ἁλικαρνασσέως ἱστορίης ἀπόδει‐ ξις ἥδε. τὴν δὲ μὴ τελείαν ἀπαρτίζον διάνοιαν, ἀλλὰ | |
30 | μέρος ὅλης ὅλον, ὡς τὰ προειρημένα. | |
βʹ. Ἐπειδὴ οὐκ εἶχεν εἰπεῖν ἀφωρισμένως τὴν τῶν | ||
7.822 | συλλαβῶν ποσότητα τοῦ κώλου τε καὶ κόμματος, διὰ τοῦτο ἐπήνεγκε τὸ περινενόηται ἤδη, περινενοημένου γάρ ἐστι τὸ ἐξ ἐπινοίας τοῦ λέγοντος προσλαμβάνον τι. γʹ. Ἐν τῷ περὶ πνεύματός φησιν ὁ τεχνικὸς, ὡς τὸ | |
5 | κῶλον τὸ ὑπὲρ τὸ ἡρωϊκὸν μέτρον σχοινοτενὲς κέκληται χρήσιμον προοιμίοις καὶ ταῖς ἀπὸ τῶν προοιμίων παρα‐ βολαῖς· ὠνόμασται δὲ σχοινοτενὲς ἀπὸ μεταφορᾶς τοῦ μέτρου τοῦ γεωμετρικοῦ, ἑξήκοντα γὰρ στάδια σημαίνει καὶ οὐχ, ὥς φασί τινες, ἀπὸ μεταφορᾶς τοῦ σχοινίου· | |
10 | ἐκεῖνο γὰρ καὶ μικρόν ἐστι καὶ μέγα καὶ μέγιστον καὶ ὡς ἂν δοκῇ ἑκάστῳ τῶν ἐργαζομένων αὐτά. δʹ. Σημείωσαι, ὅτι τὸ κόμμα μέχρι τῶν ἐννέα συλ‐ λαβῶν διήκει, ὅτι ἔχει δύο λέξεις, τὸ δὲ κῶλον ἀπὸ τῶν | |
ζʹ μέχρι τῶν ιϛʹ λέγεται ὀρθὸν καὶ τεταμένον, καὶ διή‐ | ||
7.823 | κει μέχρι τῶν λβʹ. Ἰστέον δὲ, ὅτι τὸ κόμμα τοῦ κώλου οὐ μόνον τῇ ποσότητι τῶν συλλαβῶν διαστέλλεται, ἀλλὰ καὶ τῷ ἀριθμῷ τῶν λέξεων· τὸ γὰρ κόμμα οὐ περαιτέρω τῶν τριῶν πρόεισι λέξεων, ἀλλ’ εἴ τι πλέον τῶν τριῶν | |
5 | προΐοι λέξεων, κῶλόν ἐστιν· ἀλλ’ οὐδὲν πάλιν εἰ αἱ λέ‐ ξεις ὦσι πολυσύλλαβοι κἂν δύο εὑρίσκοιντο, κῶλον ἀ‐ παρτίζειν παραιτοῦνται. οὐ γὰρ, ἀλλ’ εἰ μὲν ἐντὸς εἶεν τοῦ ιʹ ἢ θʹ ἀριθμοῦ ἀμφιβάλλεται, εἰ κόμμα τοῦτο, ἢ κῶλον, ἐπῳδῷ ἴσον· ὁ γὰρ ἐπῳδὸς συλλαβῶν ἐστιν ηʹ ἢ | |
10 | θʹ, ὡς τό· τίς σὰς παρήειρε φρένας; εἰ δὲ καὶ ἐκβαίη τὸν ιʹ ἀριθμὸν ἡ τῶν συλλαβῶν ποσότης, κἂν δύο εἶεν αἱ λέξεις, οὐδεὶς λόγος μὴ οὐχὶ κῶλον εἶναι τὴν συνθήκην. εʹ. Οὐχ ὑποβάλλεται ἀριθμῷ τὰ πνεύματα, ἀλλ’ ὅσας θέλεις ὁμοίως καὶ τὸ κῶλον καὶ τὸ κόμμα δέχεται | |
15 | κατὰ τὸν τόπον συλλαβὰς, ποτὲ μὲν τόσας, ποτὲ δὲ τό‐ σας· πλὴν χρὴ μὴ ὑπερβαίνειν παντελῶς τῶν μέτρων τοὺς ὅρους. ϛʹ. Μαθόντες τί ἐστι πνεῦμα, μάθωμεν καὶ, πόσα εἴδη πνευμάτων, καὶ γὰρ ἢ νόημα ἐν πλείοσι κώλοις ἐν | |
20 | ἑρμηνείᾳ ἐργαζόμενον ἐπεκτείνεται, καὶ γίνεται μὲν κῶλα δύο ἢ καὶ τρία νοήματος ἑνὸς ἐχόμενα· ὅπερ καὶ ἀκμή ἐστιν κατὰ φράσιν, ἢ ἕκαστον νόημα ἀπαρτί‐ ζεται κώλῳ, τοῦτο δέ ἐστιν ἀληθὴς ἀκμὴ κατὰ νόημα, ὡς προϊὼν ὁ τεχνικὸς διδάξει· καὶ τοῦ μὲν πρώτου πα‐ | |
25 | ράδειγμα· ὅτε γὰρ περιϊὼν Φίλιππος Ἰλλυριοὺς καὶ Τρι‐ βαλλοὺς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφ’ ἑαυτόν· καί | |
τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ | ||
7.824 | βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφ’ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο· εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ· τοῦτο νόημά ἐστιν ἐν τῇ ἑρμηνείᾳ | |
5 | μηκυνθὲν, καὶ γεγονὸς ἐξ ἑπτὰ κώλων καὶ δύο κομμά‐ των, ὃ ὀνομάζεται πνεῦμα καὶ κατὰ τὴν ἑρμηνείαν ἀ‐ κμή· τοῦ δὲ δευτέρου παράδειγμα· ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος, ἓν νόημα· καὶ κατασκευάζων ἐπι‐ τείχισμα ἐπὶ τὴν Ἀττικὴν, ἕτερον, καὶ κατασκάπτων Πορ‐ | |
10 | θμὸν, ἕτερον, ἕκαστον γὰρ αὐτῶν ὅλον ὅλου νοήματός ἐστι συναπαρτιζόμενον τῷ κώλῳ, καί ἐστιν ἀκμὴ τελεία καὶ ἀληθής. Καιρὸς δὲ μεταβῆναι ἡμᾶς· ἐπὶ τὸ τρίτον κεφάλαιον, πῶς γίνεται πνεῦμα· ὅπερ ἐν κατασκευῇ μὲν καὶ ἐπαγγελίᾳ ἔφη πῶς γίνεται, ὑποκατιὼν δὲ, πῶς ἐ‐ | |
15 | λέγχεται· φησὶ γάρ· ἐλέγχεται τὸ πνεῦμα τῇ ἐπιμονῇ τοῦ σχήματος, εἰ μὲν ἄρξεται τοῦ σχήματος τοῦ λέγοντος ἐξ ἀποφάσεως· ἀποφατικῶς δεῖ εἶναι τὰ κῶλα πάντα, ἕως οὐκ ἀπαρτισθῇ τὸ πνεῦμα· εἰ δὲ ὑπαλλάξας τὸ σχῆμα ἐκ τῆς ἀποφάσεως ἔλθῃς εἰς ἐρώτησιν ἢ εἰς δεῖξιν ἢ εἰς ὑπο‐ | |
20 | στροφὴν ἢ εἰς ἄρνησιν τεμὼν τὸ πνεῦμα, οὗ ἤρξω, ἕτε‐ | |
ρον ἀπειργάσω. —Εἰπὼν, ὅτι δεῖ ἐπιμεῖναι τῷ σχή‐ | ||
7.825 | ματι τῷ κατ’ ἐρώτησιν τυχὸν ἤ τῳ ἄλλῳ, εἰ βούλοιτό τις ἐπιδεῖξαι τὴν τέχνην καὶ ποιῆσαι πνεῦμα, καὶ προσθεὶς τὸ συνδεῖται καὶ εὔτονον γίνεται τὸ πνεῦμα τοῖς συνεχέσι συνδέσμοις τοῖς συμπλεκτικοῖς, οἷον ἂν λέγῃς, οὐ σὺ | |
5 | μὲν Εὔβοιαν ἐσφετερίζου, οὐ σὺ δὲ κατεσκεύαζες, καὶ ἔτι ἐπαγαγὼν τὸ καὶ πάσχει δέ γε κεκοσμημένον ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντὶ τοῦ πάθος ἐμφαίνει ψυχῆς· οἷον θυ‐ μὸν τοῦ λέγοντος καὶ ζῆλον δείκνυσι· τὸ ὡς δὲ συντιθέ‐ μενον ἄνωθεν ἕως τέλους ἔμελλε καὶ παραδείγματα θεῖ‐ | |
10 | ναι· ἄλλ’ ἐπεὶ σαφὲς ἦν τοῦτο καὶ πάντα τὰ σχήματα τοιαῦτά εἰσι, καὶ παρέλκον ἦν τὸ παραδειγματίσαι, οὐκ ἐποίησε τοῦτο παράδειγμα γὰρ, φησὶν, οὐκ ἔθηκα, ὅτι πάντα τὰ πνεύματα οὕτως ἔχουσι. ηʹ. Πρῶτον μὲν γάρ ἐστιν ἀποφαντικὸν σχῆμα, ἐν | |
15 | ᾧ ἐμμένων καὶ τὰ κῶλα πάντα ἐκφέρων ἀποφαντικὸν ποιεῖ πνεῦμα· οἷον ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφε‐ τεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττι‐ κὴν, καὶ κατασκάπτων Ὠρεὸν καὶ καταλαμβάνων Πορ‐ θμὸν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον, ἐν | |
20 | δὲ Ἐρετρίᾳ Κλείταρχον διὰ τὴν ταυτότητα τοῦ σχήματος ἕν ἐστι πνεῦμα, τοῦτο τὸ ὅλον· πάλιν ἂν εἴπῃς ἐρωτηματι‐ | |
κῶς, τίς ὁ τὴν Εὔβοιαν σφετεριζόμενος; τίς ὁ κατα‐ | ||
7.826 | σκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν; τίς ὁ καταλαμ‐ βάνων Ὠρεόν; τίς ὁ κατασκάπτων Πορθμόν; τοῦτο πά‐ λιν ἕτερον πνεῦμα· ὁμοίως δὲ καὶ ἐὰν δεικτικῶς ἀποφαί‐ νῃ, οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, οὗτος ὁ | |
5 | κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ τὰ ὅμοια· μέχρι γὰρ ἂν ἐπιμείνῃς τῷ αὐτῷ σχήματι, φυλάττεται καὶ τὸ πνεῦμα, εἰ δὲ ὑπαλλάξεις τὸ σχῆμα, ἕτερον πνεῦ‐ μα ποιεῖς. Καιρὸς δὲ καὶ περὶ τετάρτου εἰπεῖν κεφα‐ λαίου, τοῦτο δέ ἐστι τὸ ἐν ἐπαγγελίᾳ μνημονευθὲν τῷ | |
10 | τεχνικῷ, πῶς συντίθεται τὸ πνεῦμα ἐν τῇ ἀποδείξει, πῶς συνδεῖται καὶ συντίθεται καὶ εὔτονον γίνεται· καί φησιν, ὅτι διὰ τῶν συμπλεκτικῶν συνδέσμων συνδεῖται· ὥσπερ γὰρ τὰ ἐκ πολλῶν ξύλων καὶ σανίδων διὰ τῶν γόμφων ἕν τι γίνονται, οὕτω τὰ κῶλα καὶ κόμματα συντιθέμενα | |
15 | διὰ τῶν συνδέσμων, οἷα γόμφων καὶ περονῶν, ἓν γινό‐ μενα εἰς πνεύματα ἀποτελοῦνται. Πέμπτον δὲ κεφάλαιόν ἐστι, πόσα σχήματα πνευμάτων. καί φησιν, ὅσα καὶ λό‐ γων· ἔστι γὰρ πνεῦμα σχήματος ἀποφαντικὸν, ὡς τὸ, ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατα‐ | |
20 | σκευάζων ἐπιτείχισμα καὶ τὰ ἑξῆς· δεύτερον ἐρωτηματι‐ κὸν, τίς ὁ τὴν Εὔβοιαν σφετεριζόμενος καὶ κατασκευά‐ ζων ἐπιτείχισμα καὶ τὰ ἑξῆς, μὴ ἀλλασσομένου τοῦ σχή‐ ματος ποιεῖ τὸ πνεῦμα, ἡνίκα γὰρ ἀλλαγῇ τὸ σχῆμα, ἕτερον πνεῦμα γίνεται· τρίτον ἐλεγκτικὸν, οὐχ οὗτος ὁ | |
25 | τὴν Εὔβοιαν σφετεριζόμενος. τέταρτον τὸ δεκτικόν· οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος· πέμπτον τὸ ἐνστατικόν· οὐ τὴν Εὔβοιαν ἐσφετερίζου; οὐ κατεσκευά‐ ζες ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ ἑξῆς· ἕκτον, ὅταν | |
εἰς ἑαυτόν τις στρέψας εἴπῃ περὶ ἑαυτοῦ· ἐγὼ τὴν | ||
7.827 | Εὔβοιαν ἐσφετεριζόμην, ἢ ἐγὼ ἤμην ὁ τὴν Εὔβοιαν σφε‐ τεριζόμενος. καὶ τὰ ἑξῆς· ἕβδομον, τὸ ἀρνητικόν. οὐκ ἐγὼ τὴν Εὔβοιαν ἐσφετεριζόμην, καὶ ἑξῆς· ὄγδοον, τὸ ἀποτρεπτικὸν, μή μοι τὴν Εὔβοιαν σφετερίζου, μηδὲ κα‐ | |
5 | τασκεύαζε ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ τὰ ἑξῆς. δύναται δὲ ἀλλάξαι τὸ σχῆμα, καὶ τὸ ἑνικῶς λεγόμενον σχηματίσαι πληθυντικῶς, καὶ τὸ ἀνάπαλιν ἀλλ’ οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι ἀποφαντικῶς καὶ τὰ ἑξῆς, καὶ κατ’ ἐρώτησιν, τίνες οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι; | |
10 | καὶ ἁπλῶς καὶ κατὰ ἐλεγμὸν, οὐχ οὗτοί εἰσιν οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι· καὶ κατὰ ἀποστροφὴν καὶ ἄρ‐ νησιν καὶ ἀποτροπήν· δύνασαι δὲ καὶ κατὰ ἔγκλισιν ἀλ‐ λάξαι καὶ ποιῆσαι τὸ ὁριστικὸν προστακτικὸν καὶ εὐκτι‐ κὸν καὶ ὑποτακτικὸν, καὶ τὰς πτώσεις μεταποιῆσαι καὶ | |
15 | ἐκφέρειν οὐ μόνον κατ’ εὐθεῖαν ὡς τὸ προκείμενον, ἀλ‐ λὰ καὶ κατὰ γενικὴν καὶ δοτικὴν καὶ αἰτιατικὴν καὶ κλη‐ τικήν· δύνασαι δὲ καὶ ὀνόματι ἐκφέρειν κυρίῳ καὶ προση‐ γορικῷ, καὶ ἐπιθέτῳ καὶ εἰδικῷ, καὶ ἐθνικῷ καὶ πρός τι. ὡς τὸ, Φίλιππός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, | |
20 | ἄνθρωποί εἰσιν οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι· βιάζο‐ μαι γὰρ τὸ παράδειγμα· ἐπεὶ, φαίης ἂν, ἄνθρωποί εἰ‐ σιν οἱ τῶν κοινῶν φροντίζοντες καὶ ἐκ μικρῶν μεγάλας τὰς πόλεις καθιστάντες· ἐπίθετον δὲ, ἀνδρεῖοί εἰσιν οἱ τοὺς πλείονας ἥττονες ὄντες ὑπερνικῶντες, ἐθνικὸν δὲ, | |
25 | Μακεδόνες εἰσὶν οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι, πρός τι δὲ, ἐχθροὶ Ἀθηναίων εἰσὶν οἱ τὴν Εὔβοιαν σφετεριζόμε‐ νοι· ἐκφέρεται δὲ καὶ δι’ ἀντωνυμίας, ὡς τό· οὗτος καὶ οὗτοι. καὶ ἐκεῖνος καὶ ἐγώ· καὶ ἡμεῖς καὶ ὑμεῖς· καὶ διὰ μετοχῶν· καὶ διὰ τὸ σαφὲς καὶ φανερόν· οὐκ ἔθηκα οὔτε | |
30 | τῶν γενῶν οὔτε τῶν πασῶν ἐγκλίσεων παραδείγματα πρὸς | |
7.828 | τὸ μὴ γενέσθαι τὸν λόγον προσκορῆ τοῖς ἀναγινώσκου‐ σιν ἐντυγχάνουσιν, οἷσπερ ἐπίστανται. θʹ. Πληρώσας ὁ τεχνικὸς τὸν περὶ τοῦ πνεύματος λόγον, ἐξ ἧς διδάσκει περὶ ἀκμῆς· καὶ γὰρ ἐν τῇ διαι‐ | |
5 | ρέσει τῶν εἰδῶν τοῦ λόγου φησίν· ὅσα δὲ πανηγυρικὰ τῷ νῷ, ἢ παραδειγματικὰ, ἢ ἐκ παραβολῆς λαμβανόμε‐ να, ταῦτα δεῖ πνευματικῶς ἀποτείνοντας καὶ ἀκμαίως ἐκφέρειν, εἰπὼν οὖν περὶ πνεύματος ὅσα ἐχρῆν, ἑξῆς περὶ ἀκμῆς διαλαμβάνει, καί φησιν ὅτι ἡ ἀκμὴ διττή. | |
10 | ἐστὶ γὰρ ἀκμὴ διανοίας, ὅταν πληρώσας τις ἐννόημα ἐν πνεύματι εἰς ἄλλο νόημα λαθὼν μεταθῇ καὶ ποι‐ ήσῃ ἕτερον πνεῦμα. εἶτα πληρώσας κἀκεῖνο εἰς ἄλλο πνεῦμα μεταβῇ, οἷον πνεῦμα πρῶτον. ὅτε γὰρ περιϊὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλοὺς, τινὰς δὲ καὶ τῶν | |
15 | Ἑλλήνων κατεστρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγά‐ λας ἐποιεῖτο ὑφ’ ἑαυτόν· καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες, ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν. τότε δὴ πάντες, ἐφ’ οὓς ταῦτα παρε‐ σκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο· εἰ δὲ μὴ ᾐσθάνοντο, | |
20 | ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ· μέχρι τούτου τὸ ἓν | |
7.829 | πνεῦμα διήκει, ὡς μὴ ἀλλάξαν τὸ νόημα, εἶτα ἤρξατο πνεύματος ἑτέρου ἐξεργασίας· ἡ δὲ ἐργασία, ὡς ἐν τῷ τρίτῳ τόμῳ μεμαθήκαμεν, λαμβάνεται ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικροτέρου, ἀπὸ μείζονος, ἀπὸ | |
5 | ἴσου, ἀπὸ ἐναντίου· ἄρτι οὖν βουλόμενος ἐργάσασθαι τὸ ἐπὶ τῷ προῤῥηθέντι πνεύματι, φησὶν, ἕτερον πνεῦμα ἀπὸ παραδείγματος· ἐγὼ μὲν γὰρ προὔλεγον καὶ διεμαρτυ‐ ράμην καὶ παρ’ ὑμῖν ἀεὶ καὶ ὅπου πεμφθείην, αἱ δὲ πόλεις ἐνόσουν· μέχρι τούτου τὸ δεύτερον πνεῦμα, ἀκμὴ | |
10 | δὲ λέγεται, ὅταν πληρωθῇ τὸ ἓν πνεῦμα, καὶ κατὰ σχῆ‐ μα ἑνὸς εἴδους τῶν σχημάτων, εἰς ἕτερον σχῆμα μεταβῇ, τότε γίνεται ἀκμὴ ἐν τῇ μεταβολῇ τοῦ σχήματος τοῦ νοήματος μὴ ἀλλασσομένου· διπλῆς τοίνυν οὔσης τῆς ἀκμῆς διανοίας τε καὶ λόγου, δεῖ ἐν τῇ ἀκμῇ τῶν νοη‐ | |
15 | μάτων τὸ ποριμώτερον τελευταῖον τιθέναι· ποριμώτερον δέ ἐστι τὸ ἐκ παραδειγμάτων καὶ παραβολῶν τὴν σύστα‐ σιν λαμβάνον· οἷον ὡς ἐποίησεν Ὅμηρος· καὶ γὰρ αὐτὸς πληρώσας τὸ πνεῦμα κατὰ κῶλον ἐν πράγμασιν, ἐπὶ τὴν παραβολὴν ἦλθεν· | |
20 | Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε· κόρυς κόρυν· ἀνέρα δ’ ἀνήρ. Ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φαλοῖσι Νευόντων, ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν. εἶτα ἡ παραβολὴ ἐπάγεται· Ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι. | |
25 | φησὶν οὖν ὁ τεχνικὸς, ὅτι ἀκμῆς γινομένης ἀπὸ τῶν νοη‐ μάτων, δεῖται τελευταῖον τηρεῖν τὸ ποριμώτερον. δεῖ γὰρ ἀεὶ τὸν λόγον αὔξειν· ποριμώτερον δέ ἐστι τὸ ἀπὸ πα‐ ραδειγμάτων τὴν σύστασιν λαβεῖν δυνάμενον ἢ παραβο‐ λῶν· οὕτω γὰρ τῆς τέχνης τάξιν σε διδασκούσης καὶ ἐπὶ | |
30 | τὸ κρεῖττον κατ’ ὀλίγου προαγομένης καὶ ἀναγούσης, | |
εὐδοκιμεῖν ἡ ψυχὴ δοκεῖ τῆς τέχνης δι’ ὧν προσῆκεν | ||
7.830 | εὐοδούσης. καὶ μετά τινά φησιν· καὶ Ὅμηρος τὸ κα‐ τὰ κῶλον πνεῦμα ἐν πράγματι πληρώσας ἐπὶ τὴν παρα‐ βολὴν ἦλθεν· Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ· | |
5 | Ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φαλοῖσι Νευόντων, ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν, εἶτα ἡ παραβολὴ, Ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισιν· ἕκαστον παράδειγμα μετὰ τὴν περὶ αὐτοῦ ἑρμηνείαν τι‐ | |
10 | θέμενον μαρτυρεῖν ὀφείλει ἀληθεῖ οὔσῃ καὶ οὐκ ἐναν‐ τιοῦσθαι αὐτῇ· οἷον πᾶς μέσος ὅρος, τῆς μὲν ἐλάσσονος προτάσεως κατηγορούμενος· τῇ δὲ μείζονι ὑποκείμενος, καταφατικῆς οὔσης τῆς ἐλάσσονος προτάσεως, τῆς δὲ μείζονος καθόλου καὶ αὐτῆς καταφατικῆς, καθόλου κα‐ | |
15 | ταφατικὸν συνάγει συμπέρασμα· οἷον τὸ ζῶον τοῦ ἵππου μὲν κατηγορεῖται, τῇ οὐσίᾳ δὲ ὑπόκειται· πᾶς γὰρ ἵπ‐ πος ζῶον, καὶ πᾶν ζῶον οὐσία, πᾶς ἄρα ἵππος οὐσία· εἰ δὲ φάμενος τὰ ἰδιώματα τοῦ πρώτου σχήματος δέδω‐ κε παράδειγμα μὴ συνάγον καθόλου καταφατικὸν συμ‐ | |
20 | πέρασμα, ὡς τὸ πᾶς ἄνθρωπος ζῶον, οὐδὲν ζῶον λίθος, οὐδεὶς ἄνθρωπος λίθος, τί ἂν ἐδόκει λέγειν ὁ ταῦτα φάμενος; οὐκ ἔξω τοῦ καθεστηκότος τυγχάνειν, οὐ πα‐ ραπληξίᾳ καὶ ἀνοησίᾳ ἔνοχος εἶναι, οὐχὶ ληρεῖν καὶ ἀγνο‐ εῖν, ὅ τι καὶ φθέγγεται; οὕτως οὖν καὶ ἐνταῦθα εἰπὼν | |
25 | ὁ τεχνικὸς, δεῖ τελευταῖον τηρεῖν τὸ ποριμώτερον· τοῦτο δέ ἐστι τὸ ἐκ παραδειγμάτων καὶ πρὸς πίστωσιν οἰκείαν προαγαγὼν ῥητὸν Ὁμηρικὸν, ποταπὸν ὤφειλε προαγα‐ γεῖν ἐναντίον ἑαυτοῦ, ἢ ἁρμόδιον τῷ κανόνι αὐτοῦ· καὶ οὐκ ὤφειλε προφέρειν ῥητὸν, ἔχον τὰ πράγματα πρῶτον | |
30 | καὶ ἑπομένην τὴν παραβολὴν, πάντως οἶμαι συμφήσειεν ἂν ἕκαστος τῶν συνιέναι δυναμένων· ὁ δὲ προήνεγκε μὲν | |
τὴν ἐκ τοῦ Ὁμήρου μαρτυρίαν, οὐχ Ὁμηρικῶς δέ· ὁ μὲν | ||
7.831 | γὰρ Ὅμηρος πρῶτον τὴν παραβολὴν τέθεικε καὶ οὕτω τὰ πράγματα· Ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι Δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων· | |
5 | Ὡς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι· Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ. καὶ ἑξῆς. εἰ δὲ πρὸς τὴν χρείαν τῆς αὐτοῦ διδασκαλίας φαίη τις μεταπλάσαι τὸ Ὁμηρικὸν, ἔδει αὐτὸν μεταπε‐ πλασμένον προφέροντα μὴ εἰπεῖν, ὡς Ὅμηρος τὸ κατὰ | |
10 | κῶλον πνεῦμα ἐν πράγμασι πληρώσας ἐπὶ τὴν παραβο‐ λὴν ἦλθεν. ἀλλ’ ἢ μηδόλως τὸ Ὁμηρικὸν τοῦτο προαγα‐ γεῖν ῥητὸν, ἢ προαγαγόντα εἰπεῖν, ὡς Ὅμηρος μὲν πρὸ τοῦ πράγματος τὴν παραβολὴν προὔθετο, καὶ ὡς εἰπεῖν τινα αἰτίαν. σὺ δὲ, ὦ φίλος, πρὸς τὸ διδασκόμενον εἴπερ | |
15 | εὐδοκιμεῖν βούλοιο τὰ πράγματα προθέμενος, ἐπάγαγε τελευταίαν τὴν παραβολήν. ἀλλ’ εἰ καὶ τοῦτο ἐποίησεν, εἶπεν ἄν τις, καὶ εἰ μὴ κατὰ τὴν σὴν διδασκαλίαν τὸ τοῦ Ὁμήρου ὑπάρχει πνεῦμα, τίς χρεία μνησθῆναι αὐ‐ τοῦ, εἰ δὲ λόγων ἐβούλετο καὶ αἰτιῶν ἀπαλλαγῆναι ἢ | |
20 | σιγῆσαι τὸν Ὅμηρον ἢ ἕτερον αὐτοῦ ἐφευρηκότα πνεῦμα, συνηγοροῦν τῇ αὐτοῦ διδασκαλίᾳ, προσενεγκεῖν ἀμέμπτως· εἰσὶ γὰρ παρ’ Ὁμήρῳ καὶ οὐκ ὀλίγα οἷον· Αὐτὰρ ὑπὸ χθὼν Σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων· | |
25 | Ἔσταν δ’ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι Μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ. καὶ πληρώσας τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγμασιν ἐπὶ τὴν παραβολὴν ἦλθεν· Ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά· | |
30 | καὶ πάλιν, Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστος, | |
Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὥς· | ||
7.832 | εἶτα ἡ παραβολή· Ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθεν πρό· καὶ πάλιν ἕτερον, ὃ καὶ πάντων ἐστὶν ἁρμοδιώτερον· Οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο | |
5 | Ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη· Ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροός, ὡς ὅτε μήτηρ Παιδὸς ἐέργει μυῖαν, ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ· καὶ ταῦτα μὲν περὶ τοῦ ποριμωτέρου· ἑξῆς δὲ τρεψόμε‐ θα ἐπὶ τὴν ἐν πνεύματι τάσιν. | |
10 | ιʹ. Μεταποίησις τοῦ πνεύματος εἰς περίοδον· ὃς γὰρ Φίλιππον ὁρῶν πάντα καταλαβεῖν βιαζόμενον καὶ τοῖς ἐνσπόνδοις ἀεὶ πανούργως ἐπιτιθέμενον οὐ συνίει λοιπὸν ταῖς ἐκείνου τοῦ πολέμου περιεχόμενος ἄρκυσιν, | |
οὗτος ἐμοὶ μάτην τανῦν διοχλεῖ. | ||
7.833(1t) | Cap. V. | |
2t | Περὶ τάσεως. | |
2 | Τάσις ἐστὶ λόγου, ὅταν ὑπεραίρῃ τῷ μέτρῳ τὸ πνεῦ‐ μα μακρότερον γινόμενον ὑπὲρ τὸ δύνασθαι ἐν ἰδίῳ ληφθῆναι τοῦ λέγοντος πνεύματι· τοῦτο γάρ ἐστιν ἡ | |
5 | τάσις, τὸ ἀποτετάσθαι ἐπὶ μήκιστον ἢ χρὴ τὸ πνεῦμα. ἔστι δὲ φανερὸν τὸ πνεῦμα, ὅτι τάσις ἐστὶ λόγου εἶπεν ὁ τεχνικὸς, ἀντὶ τοῦ τάσις πνεύματος· πρῶτον μὲν γὰρ, ὅτι οὐ περὶ ἁπλῶς λόγου ποιεῖται τὸν λόγον, δεύτερόν φησι περὶ τάσεως τῆς ἐν πνεύματι, οὐκ εἶπε περὶ τάσεως | |
10 | τῆς ἐν λόγῳ. οὐκ ἂν οὖν ἐπηγγείλατο περὶ πνεύματος καὶ περὶ λόγου ἐδίδασκεν. Αὕτη δὲ ἡ τάσις γίνεται καὶ ἐν κατηγορίαις καὶ ἐν ἀπολογίαις· εἶδος δὲ ἔχει ἡ τά‐ σις τὴν καταφορὰν, ἥτις ἐν ταῖς κατηγορίαις μόνον λαμβάνεται· καταφορὰ γάρ ἐστιν ἡ ἐν τῇ κατηγορίᾳ | |
15 | τάσις, ὡς εἶναι τὴν μὲν τάσιν γένος, κατηγορίαν δὲ διαφορὰν συστατικήν· ὡς ἂν εἴποι τις καταφορά ἐστι | |
τεταμένη κατηγορία· | ||
7.834(1t) | Cap. VI. | |
2t | Περὶ διλημμάτου. | |
2 | Πληρώσας τὰ σχήματα τῶν πολιτικῶν καὶ πανηγυ‐ ρικῶν καὶ ἀποδεικτικῶν τε καὶ παραδειγματικῶν, καὶ ἐκ παραβολῆς ἐπιχειρημάτων ὁ τεχνικὸς ἥκει καὶ ἐπὶ τὸ ἕτε‐ | |
5 | ρον σχῆμα τὸ λεγόμενον διλήμματον, καὶ διδάσκει, τί ἐστι διλήμματον, καὶ πότε δεῖ λαμβάνεσθαι· ἔστι τοίνυν δι‐ λήμματον σχῆμα λόγου δριμύτητος δόξαν ἔχον καὶ ἀλή‐ θειαν· καὶ γὰρ τοιοῦτόν ἐστιν ὥσπερ ἐρωτῶντός σου δύο τινὰ, ὁποῖον ἂν ἀποκριθῇ, ὁ δι’ ἐναντίας ἡττηθήσεται· | |
10 | ὀφείλει οὖν ὁ ἐρωτῶν ταῦτα ἐρωτῆσαι δύο· ὡς εἶναι ἐναντία ἀλλήλοις ἄμεσα· ἵνα κἂν θέλῃ κἂν μὴ θέλῃ ἓν ἐκ τῶν δύο ἀποκρίνηται· εἰ γὰρ εἴη ἔμμεσον, διαφεύξεταί σου τὴν ἐρώτησιν· οἷον πότερον παρῆς ἐν τῇ πανηγύρει, ἢ οὐ παρῆς; ἀνάγκη γὰρ αὐτὸν ἓν ἐκ τῶν δύο ἀπο‐ | |
15 | κριθῆναι, ἢ ὅτι παρήμην, ἢ ὅτι οὐ παρήμην· ὡς τῶν δύο μέσου μηδενὸς ὄντος· εἶτα ἀποκρινομένου παρήμην, ἀπαντήσεις, πῶς οὖν κατηγορεῖς τῶν συμπαρόντων σοι ὡς κακῶς πραξάντων τῷ παρεῖναι; καὶ σὺ ἄρα ὡσαύτως ὑπεύθυνος αὐτοῖς εἶ συμπαρών· εἰ δὲ εἴπῃ, οὐ παρήμην, | |
20 | ἀποκριθήσῃ, γραφὴν ἀποίσῃ κατηγορίας μεγίστης, ὅτι τῇ πανηγύρει τῆς πόλεως οὐ παρῆς· εἰ γὰρ ἐρωτήσεις ἐναντίας μὲν ἐρωτήσεις, ἐχούσας δὲ ἔμμεσον, φεύξεταί σου τὴν ἐρώτησιν μηδεμιᾷ προτάσει συγκατατιθέμενος· καὶ πάλιν, καλὴν γυναῖκα ἔγημας ἢ αἰσχράν; ἀποκριθή‐ | |
25 | σεται πάντως ἓν ἐκ τῶν δύο, ἢ καλὴν ἢ αἰσχρὰν, διὰ | |
τὸ μὴ εἶναι ἔμμεσον· καὶ πρὸς ἑκάτερον ἀπαντήσεις, εἰ | ||
7.835 | μὲν καλὴν ἀποκριθῇ, φήσεις ὅτι καὶ κοινὴν, εἰ δὲ αἰ‐ σχρὰν ἀποκριθῇ, εἴποις οὐκοῦν ποινὴν καὶ τιμωρίαν, καὶ οὐκ ἔδει σε γῆμαι· ἢ ἑκάστη τῶν προτάσεων ἰδίας λύσεως τυγχάνει. ὡς τὸ, τί οὖν κατηγορεῖς τῶν ἐν τῇ πανηγύρει; | |
5 | συμπαρὼν αὐτοῖς καὶ τῷ αὐτῷ ἐγκλήματι ὑποκείμενος· ἢ μὴ συμπαρὼν ἀσεβείας γραφὴν ἀποίσῃ, ὡς ταῖς ἑορ‐ ταῖς μὴ συμπαρὼν καὶ συνεορτάζων τοῖς πολίταις· εἰ γὰρ εἴη ἔμμεσον, οὐδ’ ὁπότερον τῶν προβαλλομένων ἀπο‐ κριθήσεται· καὶ γὰρ εἰ ἐρωτήσει πότερον πενιχρὰν γυ‐ | |
10 | ναῖκα ἔγημας ἢ τῶν εὐδαιμόνων ἢ πλουσίων, ἀποκριθή‐ σεται μηδετέραν, ἀλλὰ τὰ αὐτάρκη κεκτημένην, καὶ με‐ νεῖς ἀχανὴς πρὸς αὐτὸν μηδὲν ἀνταποκριθῆναι δυνά‐ μενος· οὐδὲ γὰρ δεῖ σε ἐρωτᾷν ἄλλ’, ἢ ὅπερ ἐπίστασαι, ὅτι ἀποκριθήσεται, κἂν μὴ βούληται, ἢ τοῦτο ἢ ἐκεῖνο, | |
15 | τῶν δύο προτάσεων ἓν, καὶ ὅτι οἷον ἂν ἀποκριθῇ, εὕροι σε πρὸς αὐτὸ ἕτοιμον τοῦ τὴν λύσιν αὐτοῦ παρέχειν καὶ οὕτως ἡττηθήσεται· καὶ ταῦτα μὲν περὶ διλημμάτων· ἑξῆς δὲ ῥητέον περὶ παρηχήσεως, ὅ ἐστι κεφάλαιον ἕβδο‐ μον τοῦ τετάρτου τόμου. | |
20 | βʹ. Ἐν τῇ τέχνῃ τῇ τῶν στάσεων· ἐκεῖ γὰρ ἐν ἀντι‐ | |
7.836 | λήψει οὕτως τὸ παραγραφικὸν ἐμελέτησεν, ᾧ καὶ νῦν μικρὸν ἔμπροσθεν τὸ διλήμματον παραδειγματίζων, οὕ‐ τως ἐχρῆτο ὅτε ἔλεγε, παρῆς τούτοις καὶ συνευφραίνου ἢ οὐ παρῆς, καὶ πάλιν, ᾔδεις τὰ μέλλοντα, ἢ οὔ. ταῦτα | |
5 | γὰρ διλήμματον μέν ἐστι, δύναμιν δὲ παραγραφικοῦ ἔχει, ἀπὸ τοῦ χρόνου παραλαμβανομένην. μεμελέτηται δὲ εἶπεν. αὐτοῦ γάρ ἐστι ταῦτα λεγόμενα παραδείγματα, οὐχὶ Δημοσθένους, ὁ γὰρ Δημοσθένης ἐν τῷ ὑπὲρ τοῦ στεφάνου διὰ παντὸς τοῦ λόγου τῇ ἐννοίᾳ χρώμενος ταύ‐ | |
10 | τῃ, ἑτέρως συντομώτερον καὶ μόγις κατανοουμένῃ, ὡς κατὰ διλήμματον χρῆται. ἐπεὶ οὖν διεξοδικώτερον οὗτος προάγει, μεμελέτηται εἶπεν, οὐχ’ ὅτι ἰδίως ἀλλαχοῦ ἐμε‐ λέτησεν εἰς τοιαύτην ὑπόθεσιν. | |
14t | Cap. VII. | |
15 | Περὶ παρηχήσεως. | |
15 | αʹ. Παρήχησίς ἐστι κάλλος ὁμοίως ὀνομάτων ἐν δια‐ | |
7.837 | φόρῳ γνώσει ταὐτὸν ἠχούντων. γίνεται δὲ, ὅταν δύο ἢ τρεῖς ἢ τέσσαρες λέξεις ἢ ἁπλῶς ὀνόματα εἴποι τις, ὅμοια μὲν ἠχοῦντα, διάφορον δὲ τὴν δήλωσιν ἔχοντα, καὶ δύο μὲν λέξεις, ὡς τὸ, πείθει τὸν Πειθίαν, καὶ τὸ, ἀλλ’ οὐκ | |
5 | Εὐπείθει πεπίθοντο. τρεῖς δέ. Ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀληΐον οἶος ἀλᾶτο· Ὃν θυμὸν κατέδων πάτον ἀνθρώπων ἀλεείνων. τρεῖς γὰρ λέξεις εἰσὶ, ταὐτὸν μὲν ἠχοῦσαι, διάφορον δὲ σημασίαν ἔχουσαι· τὸ ἀλήϊον τόπον γὰρ σημαίνει, καὶ | |
10 | τὸ ἀλᾶτο, καὶ τὸ ἀλεείνων. τέσσαρες δὲ λέξεις. Ἕλλη‐ νας ἑλόμενος Φίλιππος κωλύσας ἑλληνίζειν ἐλέους ἐποίη‐ σεν ἀξίους· καὶ τὸ παρὰ Δημοσθένει, „δεινὸν γὰρ εἰ τοὺς ἐλεεῖν ἂν ἕλωσιν οὐκ εἰδότας ἑλόμενοι ἐλεήσετε·“ ἔστι δὲ ὁ λόγος τοῦ προβλήματος· πεπόμφασι Λακεδαιμόνιοι | |
15 | Πλάταιαν ἐνοικήσειν ὑπισχνούμενοι, εἰ λάβοιεν τοὺς τρια‐ κοσίους· συμβουλεύει τις διδόναι, Πλαταιεῖς ἀντιλέγουσιν. Οὕτως δὲ ἔχει τὰ τῆς ὑποθέσεως· ἐπολιόρκησαν Λακε‐ δαιμόνιοι Πλάταιαν, συνέῤῥαξαν πόλεμον Ἀθηναίοις· ἐλήφθησαν ἐξ αὐτῶν αἰχμάλωτοι τριακόσιοι, οὓς κατέ‐ | |
20 | σφαξαν Ἀθηναῖοι ἐν τῷ βωμῷ. πρὸ δὲ τοῦ ἀναιρεθῆ‐ ναι αὐτοὺς ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους πρεσ‐ βείαν, αἰτούμενοι λαβεῖν τοὺς τριακοσίους καὶ ὑπισχνού‐ μενοι ἐνοικῆσαι Πλάταιαν, καὶ συνεβούλευσε μέν τις δοῦ‐ ναι, ἀντεῖπον Πλαταιεῖς, εἰπόντες διὰ Δημοσθένους. | |
25 | δεινὸν γὰρ εἰ τοὺς ἐλεεῖν, ἂν ἕλωσιν, οὐκ εἰδότας, ἑλόν‐ | |
7.838 | τες ἐλεήσετε· ἔστι δὲ θαυμασία παρήχησις, ἔχει δέ τινα μικρὰν παραλλαγήν· ἔλθωμεν οὖν καὶ ἐπὶ τὸ ὄγδοον κε‐ φάλαιον. | |
4t | Cap. VIII. | |
5t | Περὶ κύκλου. | |
5 | αʹ. Κύκλος ἐστὶ σχῆμα καὶ αὐτὸ ἑρμηνείας ἴδιον κάλ‐ λος ἐμπεριέχον λόγου· γίνεται δὲ, καθώς φησιν ὁ τεχνι‐ κὸς, ὅταν ἀφ’ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν, μήτε πτῶσιν ἀλλάξας, μήτε ἀριθμὸν μήτε ἄλλο τι. οἷον „σοὶ μὲν ἦν κλέπτης ὁ πατὴρ, εἴπερ | |
10 | ἦν ὅμοιός σοι·“ καὶ ἐν τῷ τῆς παραπρεσβείας· ἦν ἡμῖν πρὸς Φίλιππον πόλεμος, ἦν, καὶ πάλιν, δέδοικα μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα· καί φαμεν οὐ καλῶς ἄρξα‐ σθαι οὐδὲ ὁρίσαι τὸν τεχνικόν· ἔδει γὰρ αὐτὸν εἰπεῖν ἢ περὶ κύκλου λόγου, ἢ περὶ κυκλικοῦ λόγου· ἐπεὶ λέγων | |
15 | ἁπλῶς, κύκλος ἐστὶν σχῆμα ἑρμηνείας ἴδιον κάλλος ἐμπε‐ ριέχον λόγου, οὐκ ἀληθεύει· οὐ γὰρ ἁπλῶς κύκλος ἔχει κάλλος λόγου, ἀλλ’ ὁ τοῦ λόγου κύκλος, ἐπεὶ τί ἂν εἴ‐ ποιμεν πρὸς Εὐκλείδην καὶ τὴν ἀλήθειαν, ὅτι κύκλος ἐστὶ λεγόντων σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιε‐ | |
20 | χόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχή‐ ματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθὺς ἴσαι ἀλ‐ λήλοις εἰσίν· ἀλλ’ ἐπεὶ περὶ σχημάτων ἐν λόγοις οὐκ ἐν σώμασιν ἦν αὐτοῦ ὁ πᾶς λόγος, ὡς ὁμολογούμενον αὐτὸ παρεσιώπησεν. οὕτως οὖν ὁριστέον, κύκλος ἐστὶ σχῆμα | |
25 | λόγου, ἑρμηνείας ἴδιον κάλλος ἐμπεριέχον ἐκ τῆς λέξεως, | |
7.839 | ἧς ἄρχεται, εἰς αὐτὴν καταλῆγον, κατὰ πάντα ἀπαράλ‐ λακτον· ὁ γὰρ ὁρισμὸς τοῦ τεχνικοῦ, εἰ μέν ἐστιν ἐλλι‐ πὴς, οὐκ ἔστιν ὅρος, ἡ δὲ τὴν προσθήκην δέχεται καὶ οὕτως ἐκπίπτει τοῦ ἰδιώματος τοῦ ὁρισμοῦ· φησὶ γὰρ, | |
5 | κύκλος ἐστὶ καὶ αὐτὸ ἑρμηνείας ἴδιον κάλλος ἐμπεριέχον λόγου· πρῶτον μὲν πᾶς ὁρισμὸς δηλωτικὸς ὑπάρχει τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, καὶ οὔτε ἐλλείπειν θέλει οὔτε πλεονάζειν· διὸ καὶ ἀντιστρέφει. ἴδωμεν οὖν, εἰ καὶ ὁ παρὼν ὁρισμὸς ἀντιστρέφει. κύκλος ἐστὶ σχῆμα | |
10 | λόγου ἴδιον κάλλος ἐμπεριέχον· πᾶν οὖν σχῆμα ἴδιον κάλλος ἐμπεριέχον κύκλος ἐστίν· οὐδεὶς οἶμαι τοῦτο φή‐ σει, ἡ παρήχησις ἔχουσα κάλλος κύκλος ἔσται, καὶ πε‐ ρίοδος κεκαλλωπισμένον σχῆμα, ὁμοίως καὶ κῶλον καὶ κόμμα· κεκαλλωπισμένα καὶ αὐτὰ κύκλοι ἔσονται· εἶτα | |
15 | φησὶ, γίνεται δὲ ὅταν ἀφ’ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν, μήτε πτῶσιν ἀλ‐ λάξας, μήτε χρόνον, μήτε ἀριθμὸν, μήτε ἄλλο τι· τοῦτο οὖν προστιθέμενον, ὡς ἐν τῷ δοκεῖν ὅρον τέλειον ἐργα‐ ζόμενον, ἀντιστρέφει, ἀλλὰ κἂν ἀντιστρέφῃ τοῦ εἶναι | |
20 | ὅρος ἐξέπεσεν. ὁ γὰρ ὅρος μετὰ τοῦ ἀντιστρέφειν σύν‐ τομος ὀφείλει εἶναι. οὕτως γὰρ αὐτὸν ὁρίζονται· ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκει‐ μένου πράγματος· οὗτος δὲ λόγος ἐστὶ πεπλατυσμένος, διδασκαλίας τάξιν ἐμπεριέχων, παντελῶς ἀπεοικὼς ὅρῳ. | |
25 | ὁριστέον οὖν αὐτὸν ὡς προέφημεν. σχῆμα λόγου ἴδιον κάλλος ἐμπεριέχον, τὴν αὐτὴν ἀρχὴν καὶ τέλος κατὰ πάντα ἔχον ἀπαράλλακτον· εἴρηται δὲ κύκλος, ἀπὸ με‐ ταφορᾶς τῶν ἐπιπέδων κυκλικῶν σχημάτων· ἐκεῖνα γὰρ ἄδηλον ἔχουσιν τὴν ἀρχὴν, διὰ τὸ ἐν πᾶσιν ὅμοιον καὶ | |
30 | ταῦτα διὰ τὸ ταὐτὸν καὶ ἀπαράλλακτον τῆς ἀρχῆς καὶ | |
τέλους τῆς αὐτῆς τυγχάνουσι κλήσεως. Ἰστέον δὲ, ὡς | ||
7.840 | μὴ ἀρεσθεὶς ἐν τῷ ὁρισμῷ τῷ ὑπ’ αὐτοῦ ἐκτεθέντι ὁ τεχνικὸς ἐπὶ τέλει φησὶν ἕτερον ὁρισμόν· κύκλος ἐστὶ, τὸ δὲ „ἀφ’ ὧν ἂν ἄρξηταί τις ὀνομάτων ἢ ῥημάτων“ εἰπὼν πάντως πᾶσαν λέξιν περιέλαβεν. ἐπεὶ τί ἂν εἴποις περὶ | |
5 | τῆς σοι ἀντωνυμίας ἓν ἐν τῷ παραδείγματι τέθεικεν. ἀλλ’ ὅμως καὶ τῇ τοῦ ὀνόματος κλήσει ἐπὶ παντὶ μέρει λόγου κέχρηνται οἱ τεχνογράφοι. ὡς τὸ, καλοῖς ὀνόμασιν ἐχρήσατο Πλάτων, ὡς ἐκ τούτου οὖν τὸ ἰοὺ, ἰοὺ κύ‐ κλος ἐστὶ, καὶ τὸ αἲ αἴ, καὶ τὸ οὐχὶ οὐχὶ, ὅπερ οὐδεὶς | |
10 | ἂν καταδέξαιτο λέγειν. ἔδει οὖν φάναι, σχῆμα λόγου ἴδιον κάλλος ἔχον τὸ ἀφ’ ὧν ἂν ἄρξηταί τις εἰς αὐτὰ καταλήγειν ἀπαραλλάκτως· ἀρκούντως οὖν περὶ τοῦ κύ‐ | |
κλου διαλαβόντες μεταβῶμεν ἐπὶ τὰ ἐπιφωνήματα. | ||
7.841(1t) | Cap. IX. | |
2t | Περὶ ἐπιφωνημάτων. | |
2 | Ἰστέον, ὡς τρία εἴδη ἐπιφωνημάτων ὁ τεχνικὸς δι‐ δάσκει· πρῶτον μὲν εἶναι λέγει ἐπὶ πράγματι παρ’ ἡμῶν ἔξωθεν λεγόμενον, καί φησιν δεῖν αὐτὸν καὶ προσέχε‐ | |
5 | σθαι τῷ ὑποκειμένῳ ὡς ἐκείνου μέρος ὄντα, ἵνα μὴ ἀ‐ πᾴδῃ καὶ αὐτὸν ἔξωθέν τι προσειληφέναι· ἵνα ᾖ καὶ ἐπὶ τοῦ ἐπιφωνήματος φύσις δήλη, οἷον· Σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσε Ζέφυρός τε δυσαὴς, Καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. | |
10 | καὶ Σὺν δὲ νεφέεσσι κάλυψε Γαῖαν ὁμοῦ καὶ πόντον· μέχρι τούτων ἡ διατύπωσις, τὸ δέ· Ὀρώρει δ’ οὐρανόθεν νύξ· | |
15 | ἐστὶν ἐπιφώνημα καὶ ἑρμηνεύων φησίν· ᾗ μὲν γὰρ ἐκ τῶν νεφῶν τὸ σκότος γίνεται, προσέχεται τῇ ἀληθείᾳ καὶ ἴδιον τοῦ πράγματος ἐγένετο· ᾗ δὲ ἐξ οὐρανοῦ λέ‐ γεις τὴν νύκτα γεγονέναι, δεῖ σε τολμήσαντα καὶ νύκτα | |
εἰπόντα τὸ ἄλλο σκότος καὶ ἐξ οὐρανοῦ γεγονέναι εἰ‐ | ||
7.842 | πεῖν· ὅθεν· οὐδέποτε γίνεται σκότος, οὐδὲ νύξ· τὸ ἐπι‐ φώνημα ὁ τεχνικός φησιν, ὅτι εἰ κατὰ κῶλον ποιοῖτό τις μεμετρημένως τὴν τοῦ πράγματος διήγησιν ἐν τῷ μηδὲν εἶναι ἀπαράλλακτον· διατύπωσις δέ ἐστι τοῦ πρά‐ | |
5 | γματος μόνον καὶ προβλήματος διασκευή· εἰ δὲ παυ‐ σάμενος ἐνέγκῃ τι ἔξωθεν τολμηρῶς, ἵνα ἔχῃ τι παρά‐ δοξον καὶ οὐ τοῖς πᾶσιν ἐγνωσμένον, ἀλλ’ οὐδὲ ἀπηλ‐ λοτριωμένον τῶν ἐν τοῖς κώλοις ῥηθέντων τοῖς πρὸ αὐ‐ τοῦ τεθειμένοις· ἀλλά τινα ἐπίτασιν αὐτῶν καὶ μετὰ τῆς | |
10 | ἐπιτάσεως δεικνύειν, καὶ αὐτῆς τὴν γένεσιν πόθεν ἐγέ‐ νετο· οἷον ὡς ἵνα τις προειπὼν ἡλίου φλογμὸν ἐπενέγκῃ πῦρ ἐξημμένον ἐκ τῶν ἀστέρων ἢ τοῦ αἰθέρος, καὶ γὰρ ἐνταῦθα εἰπὼν κίνησιν τῶν τεσσάρων ἀνέμων ὑπὸ τοῦ Ποσειδῶνος κατὰ τοῦ Ὀδυσσέως γεγενῆσθαι καὶ κατὰ | |
15 | γῆς καὶ θαλάσσης ἐπικάλυψιν τῶν νεφῶν ὑπεσήμανε, ὡς συννεφία γέγονεν· εἶτα ἐπίτασιν βουλόμενος δεῖξαι ἤγουν βαθὺ σκότος, ὅπερ ἐπίτασις τῆς συννεφίας ἐμνήσθη νυ‐ κτός· ἐπιζητοῦντος δὲ ὡς εἰκὸς τοῦ ἀκροατοῦ, πόθεν ἥκει ἡ νύξ, ὡς ἐτόλμησεν εἰπεῖν νύκτα, εἶπε τολμηρῶς καὶ | |
20 | οὐρανὸν, ἐξ οὗ ἐγεννήθη ἡ νύξ· καὶ ὡς ἄν τις μετα‐ φράζων εἴποι, συνῆλθεν ὁ Νότος τε καὶ ὁ δύσπνους Ζέφυ‐ ρος σὺν τῷ Εὔρῳ μετὰ καὶ τοῦ Βορέου τοῦ κυλίοντος με‐ γάλα κύματα, συνεκάλυψε δὲ τοῖς νέφεσι τὴν γῆν ὁμοῦ καὶ τὴν θάλασσαν, ὥρμησε δὲ νὺξ βαθεῖα ἐξ οὐρανοῦ· | |
25 | καὶ ὁ μὲν τεχνικὸς τολμηρῶς λέγει ἐπεισάγεσθαι τὸ ἐπι‐ φώνημα διὰ τὸ ἀσύνηθες καὶ ξένον, ὡς ἔξωθεν τολμώμε‐ νον εἰσάγεσθαι· ἀσάφειαν δὲ ἐνεδείξατο ἐν αὐτῷ ἔν τε τῷ εἰπεῖν πῶς γίνεται τὸ ἐπιφώνημα, καὶ ἐν τῷ δοῦναι παράδειγμα οὔτε κατάλληλον ἄγαν τῇ ὑπ’ αὐτοῦ γεγενη‐ | |
30 | μένῃ· διδασκαλίᾳ τοῦ λόγου, οὔτε οὕτω κείμενον παρ’ Ὁ‐ | |
μήρῳ· ὁ μὲν γὰρ τεχνικὸς πρῶτον λέγει τὴν διατύπωσιν | ||
7.843 | γίνεσθαι τοῦ πράγματος κατὰ κῶλον μεμετρημένως ἐκφε‐ ρομένην, καὶ εἶθ’ οὕτως ἐπάγεσθαι τὸ ἐπιφώνημα. καὶ ἐπαγομένην ἔχει τὴν διατύπωσιν ταύτην· ἔχει γὰρ οὕτως· Σὺν δὲ νεφέεσσι κάλυψε | |
5 | Γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ’ οὐρανόθεν νύξ. Σὺν δ’ Εὖρος τε Νότος τ’ ἔπεσε Ζέφυρός τε δυσαής. Καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. Οἰόμεθα δὲ τῇ ἐναλλαγῇ τῆς τάξεως τῶν στίχων δο‐ κεῖν τῷ τεχνικῷ ἁρμοδιώτερον ἐπεισάγειν παράδειγμα | |
10 | τοῦ ἐπιφωνήματος καὶ διὰ τοῦτο ἐναλλὰξ θεῖναι τοὺς στίχους· ἀλλ’ ἐπείπερ αἰδὼς διδασκαλίας οὐκ ἄμετρος ὀ‐ φείλει εἶναι, αὐτόν τε εὐλαβητέον, ὅσον οὐκ ἐπακο‐ λουθεῖ ζημία τοῦ γνωσθῆναι ὀφείλοντος, ἴδωμεν, εἴ τι καὶ ἡμεῖς συνεισφέρειν τῇ διδασκαλίᾳ πρὸς σαφήνειαν | |
15 | τοῦ ἐπιφωνήματος δυνησόμεθα· ὡς ἂν καὶ Ὅμηρος τὴν τάξιν ἔχοι τῶν στίχων, ὡς ὑπ’ αὐτοῦ γεγόνασι, καὶ τὸ ἐπι‐ φώνημα ἴσως καὶ ἁρμοδιώτερον παρατεθῇ· ἡ τοῦ ἐπι‐ φωνήματος τοίνυν φύσις, ὡς τῇ ἀληθείᾳ καὶ τῷ διδα‐ σκάλῳ δοκεῖ, τολμηρόν τι ὀφείλει ἔχειν ἔξωθεν ἐπεισα‐ | |
20 | γόμενον παρ’ ἡμῶν καὶ μὴ ἀπᾴδειν, ἀλλὰ προσέχεσθαι τῷ ὑποκειμένῳ· καὶ καθὸ μὲν προσέχεσθαι δεῖ καὶ μὴ ἀπᾷδον εἶναι, ἡνίκα περὶ νεφῶν τις λέγει, ἐπιφέρειν χρὴ τὸ ἐπιφώνημα· ἢ νύκτα βαθεῖαν, ἢ ταραχὴν θαλάσσης ὅτι μεγίστην, καθὸ δὲ ἡ ἐπίτασις τῆς αὐτοῦ πυκνότητος | |
25 | εἴωθε ταῦτα ποιεῖν, χρὴ ἐπιτεταμένως καὶ τὰ ἐξ αὐτῶν ἐπιφωνήματα λέγειν καὶ τολμηρῶς· εἰ δὲ περὶ ταραχῆς ἀνέμων καὶ σφοδρᾶς κινήσεως ναυαγησάντων πολέμους καὶ νεκρῶν ἐπὶ τῆς χέρσου ἐκβράσεις· ἁρμόσωμεν οὖν τὸ Ὁμηρικὸν ῥητὸν ὡς ἐτέθη παρ’ Ὁμήρῳ καὶ μηδὲν ὑπαλ‐ | |
30 | λάξαντες καὶ τὴν διατύπωσιν δείξωμεν καὶ τὸ ἐπιφώ‐ | |
νημα. | ||
7.844 | Ὣς εἰπὼν σύναγε νεφέλας, ἐτάραξε δὲ πόντον Χερσὶ τρίαιναν ἑλὼν, πάσας δ’ ὀρόθυνεν ἀέλλας Παντοίων ἀνέμων, ὠρώρει δ’ οὐρανόθεν νύξ. εἰπὼν γὰρ κινηθῆναι τὴν θάλασσαν καὶ τῶν ἀνέμων ἁπάν‐ | |
5 | των διεγερθῆναι τὰς συστροφὰς καὶ καταιγίδας, πυκνωθῆ‐ ναι δὲ τὰ νέφη, καὶ ἐπικαλύψαι τήν τε ξηρὰν καὶ τὴν θά‐ λασσαν, καὶ ἐπελθεῖν ἐκ τοῦ οὐρανοῦ νύκτα· προσέχεται γὰρ ταῖς καταιγίσι καὶ τῇ πυκνότητι τῶν νεφελῶν τὸ σκότος· τολμηρὸν δέ ἐστι τὸ εἰπεῖν αὐτὸ νύκτα, ὅπερ ἐστὶν ἐπί‐ | |
10 | τασις τοῦ σκότους, καὶ ἐπεὶ ἐτόλμησεν ὀνομάσαι τὸ μὴ ὂν νύκτα, εἶπεν αὐτὸ καὶ ἐκ τοῦ οὐρανοῦ ὁρμῆσαι· ἡ γὰρ πρώτη ἐστὶ τόλμα τὸ ὀνομάσαι τὴν συννεφίαν νύκτα, ἀφ’ οὗ δὲ τοῦτο τολμηθῇ, οὐδὲν ἀπεικὸς καὶ ἐκ τοῦ οὐρα‐ νοῦ ἐληλυθέναι αὐτὴν εἰπεῖν· καὶ οὕτω μὲν περὶ τοῦ | |
15 | ἐπιφωνήματος δηλῶσαι μὴν ᾠήθημεν, μετασκευάσαντες τὸ ἀπὸ τοῦ τεχνικοῦ ἀκαταλλήλως τεθὲν καὶ μεταποιή‐ σαντες αὐτὸ καθὰ ὑπὸ Ὁμήρου ἐφήρμοσται· ὡς ἂν καὶ τοῦ ἐπιφωνήματος ἡ διδασκαλία φανῇ καὶ τὸ παράδει‐ γμα σώζοιτο ὡς ὑπὸ τοῦ ποιητοῦ γέγονεν· ἐπεὶ εἰ μετα‐ | |
20 | σκευαζόμενον γέγονε παράδειγμα, ἐφάνη ἂν μὴ ἐν τῷ παντὶ εὑρισκομένου ἐπιφωνήματος πλασματικῶς τεθῆναι καὶ μὴ ὡς γέγονεν ἀπ’ ἀρχῆς· εἴποι γὰρ ἄν τις, ὡς εἰ εὑρίσκοιτο παράδειγμα ἕτερον ἢ παρ’ Ὁμήρῳ ἢ παρ’ ἑτέ‐ ρῳ τινὶ, τίς ἀνάγκη ἐκεῖνο μὲν μὴ τεθῆναι, τὸ μήπω δὲ | |
25 | γεγονὸς νῦν πλάττεσθαι; εἰ δὲ φαίη ὁ τεχνικὸς ὡς ἑτέρου παραδείγματος καταλλήλου μὴ εὑρισκομένου ἠναγκά‐ σθην τοῦτο μεταποιῆσαι, ἐλεγχθήσεται λέγων, ὡς οὔπω τινὸς ἐπιφώνημα ποιήσαντος αὐτός ἐστιν ὁ τού‐ του πατήρ τε καὶ γεννήτωρ, ὅπερ ἄτοπον· καὶ μὴ δυνά‐ | |
30 | μενον αὐτὸν προφανῶς ἐλέγξαι, πολλοῖς γὰρ περὶ ἐπιφω‐ | |
νημάτων ἀρχαίοις εἴρηται, ἄλλως τοῦτο μεταπλασθὲν | ||
7.845 | μόνον ἂν εἴη ἐπιφώνημα· ἕτερον δὲ μηδαμῶς παρ’ ὁτου‐ οῦν τῶν ἀρχαίων εὑρίσκεσθαι· ἀλλὰ τούτων μὲν πέρι ὁ λόγος ἱκανῶς ἔχει· μεταβησόμεθα δὲ καὶ ἐπὶ τὸ δεύτερον εἶδος τῶν ἐπιφωνημάτων, ὃ καὶ ἀκμήν τινες ἐκάλεσαν οὐ | |
5 | καλῶς· ἐν γὰρ ἑνὶ κώλῳ ἀκμὴ οὐ γίνεται, ἀλλ’ ἐν πλεί‐ οσιν· ἔστι δὲ τὸ δεύτερον εἶδος τῶν ἐπιφωνημάτων, ὅταν πνεύματος ταθέντος ἐν πολλοῖς κώλοις τεθῇ ἐπὶ τέλει κῶλον, ὅλου τοῦ πνεύματος τὴν δύναμιν ἔχον ἐν ἑαυτῷ ἐπιτατικῶς· τὸ, γὰρ Αἴαντι ἐπολέμουν μὲν οἱ Τρῶες, | |
10 | βέλη κατ’ αὐτοῦ πυκνὰ πέμποντες, ἀντετάσσετο δὲ αὐ‐ τῷ καὶ ὁ παρ’ αὐτοῖς δοξαζόμενος δαίμων· καὶ ταῦτα εἰπὼν ὁ Ὅμηρος ἐπήνεγκε· πανταχοῦ δὲ τὸ κακὸν προσ‐ θήκῃ κακοῦ ἐκρατύνετο· ὅπερ ἐστὶν ἡ ὁλότης τῆς ἐπηρείας μετ’ ἐπιτάσεώς τε σημανθείσης διὰ τοῦ ἐστή‐ | |
15 | ρικτο ῥήματος· ἔστι δὲ καὶ τρίτον εἶδος ἐπιφωνήματος τὸ ἀπὸ τῶν τρόπων λαμβανόμενον· ὅταν, φησὶ, τὰ ἀπὸ τῶν τρόπων ὀνόματα ἕλκωμεν εἰς τὸ παρ’ ἡμῶν ἐκτιθέ‐ μενον πρᾶγμα, τολμηρῶς ἡμῶν βιαζομένων τὰ ἐκ τοῦ ἀλλοτρίου πράγματος εἰς τὸ ἡμέτερον μεταφέρειν· τὸ δὲ | |
20 | ἀσφαλὲς ἐχόντων διὰ τὸ καὶ εἰς τὴν παραβολὴν αὐτὰς προειρηκέναι, οἷον βουλόμενός τις ἐξηγήσασθαι περὶ πραγμάτων πόλεως ἐν ταραχῇ καὶ ἀκαταστασίᾳ οὔσης, εἴποιμεν παραβολὴν τρικυμίας, μεταβῇ δὲ εἰς τὰ τῆς | |
πόλεως καὶ εἴπῃ χειμῶνα ἐπενηνέχθαι τῇ πόλει· καὶ | ||
7.846 | ταραχὴν ἐπισυμβῆναι τῇ τῶν πραγμάτων καταστάσει, καὶ βαπτιζομένου τοῦ σκάφους ἡμῖν χρεία κυβερνήτου, δυναμένου μὲν ζάλης διασώσασθαι ἡμᾶς, τὰς ἀγκύρας δὲ προσδῆσαι ἀσαλεύτοις πέτραις καὶ γαλήνην ἡμῖν χορηγῆ‐ | |
5 | σαι· οἷον, φησὶν ὁ τεχνικὸς, ἐν χειμῶνι καὶ νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σαλεύεται τὰ καθεστηκότα, καὶ δεῖται τοῦ κυβερνήσοντος αὐτά· καὶ τοσαῦτα μὲν περὶ τῶν τρίτων εἰδῶν τῶν ἐπιφωνημάτων τῶν παρ’ Ἑρμογένους ἡμῖν ἐκτεθειμένων· ἑξῆς ῥητέον | |
10 | καὶ περὶ τῆς τῶν ἀρχαίων δόξης ἀμφὶ τῶν ἐπιφωνημά‐ των, οἷά φασι καὶ μάλιστα ὁ περὶ σχήματος λέξεως ἀ‐ κριβῶς διαλαβών· τὸ δὲ ἐπιφώνημα καλούμενον ὁρίζοιτο μὲν ἄν τις λέξιν ἐπικοσμοῦσαν, οὐ γὰρ ἐπίσης πᾶσα τῶν λέξεων ἡ χρεία, ἀλλ’ αἱ μὲν ὑπηρετοῦσι τοῖς πρά‐ | |
15 | γμασι καὶ δι’ ἑαυτῶν παριστῶσιν ὡς ἐν εἰκόνι τὰ πρά‐ γματα, αἱ δὲ ἐπικοσμοῦσαι γαργαλίζουσι τὴν ἀκοὴν διὰ τῆς ἡδύτητος τῶν λέξεων, ἐπεισάγουσαι καί τι περισσό‐ τερον τῶν προλεχθέντων εἴς τε σαφήνειαν τῶν προδιη‐ γηθέντων, καὶ εἰς καλλωπισμὸν τοῦ λόγου· ἐπὶ τέλει δὲ | |
20 | τίθενται, ὥσπερ καὶ ἡ ὤα ἡ ἐν τοῖς ἱματίοις ἄκροις αὐτῶν προσγινομένη, ἵνα μὴ τῇ μεσότητι ἐντεθεῖσα τῷ μεγέθει τοῦ πέπλου σμικροτέρα οὖσα ὑποκρύπτοιτο· καὶ ἐπιφωνήματα μὲν πλεῖστα παρὰ τοῖς ἐλλογίμοις τῶν ἀρχαίων, μάλιστα δὲ παρὰ τῷ Ὁμήρῳ· ἐκ καπνοῦ κ. τ. λ. | |
25 | νομίζουσι δέ τινες καὶ τὸ ἐν‐ | |
7.847 | θύμημα ἐπιφωνήματος εἶδος εἶναι· ἐπιχείρημα· „ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θα‐ λάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοι‐ | |
5 | ωτίαν ἅπασαν, Μέγαρα, Αἴγιναν, Κλεωνὰς, τὰς ἄλλας νήσουσ“· ἐπιχείρημα· „οὐ ναῦς, οὐ τείχη τῆς πόλεως τότε κεκτημένης ἐξήλθετε εἰς Ἁλίαρτον“, καὶ πάλιν ἐργασία, „οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Κόρινθον τῶν τότε Ἀθηναίων πολλὰ ἂν ἐχόντων μνησικακῆσαι καὶ Κοριν‐ | |
10 | θίοις καὶ Θηβαίοις τῶν παρὰ τὸν Δεκελεικὸν πόλεμον πραχθέντων, ἀλλ’ οὐκ ἐποίουν ταῦτα οὐδὲ ἐγγὺς τού‐ των“· εἶτα τὸ ἐνθύμημα, ὃ νομίζεται παρά τισιν ἐπι‐ φώνημα, „καίτοι τότε ἀμφότερα, Αἰσχίνη, οὔθ’ ὑπὲρ εὐεργετῶν ἐποίουν, οὔτ’ ἀκίνδυνα ἑώρων“, καὶ τὸ τοιοῦ‐ | |
15 | τον μᾶλλον ἀπόδειξίς ἐστιν, ἢ ἐπιφώνημα· ἐλέγχεται δὲ πλέον τοῦ μὴ εἶναι ἐπιφώνημα, ὅτι τὸ ἐπιφώνημα ἀεὶ τελευταῖον τίθεται, ἐπιφώνημα γὰρ διὰ τοῦτο κέκληται, ὅτι ἐπιφωνεῖται τῷ γιγνομένῳ, ἀλλὰ καὶ τὴν γνώμην τινές φασιν ἐπιφωνήματι ἐοικέναι, ἀλλ’ ὅμως καὶ αὕτη | |
20 | προτασσομένη πολλάκις ἐξελέγχεται μὴ εἶναι, μηδὲ ἐοι‐ κέναι ἐπιφωνήματι· λέγουσι δέ τινες καὶ τοῦτο ἐπιφώ‐ νημα εἶναι· Νήπιος· οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξειν· ὅπερ μᾶλλον προσφώνημα ἂν εἴη ἢ χλευασμός· καὶ περὶ | |
25 | μὲν τῶν ἐπιφωνημάτων ἱκανῶς [ἔχει] κρίναντες ἐπὶ τὰ | |
ἑξῆς βαδιούμεθα. | ||
7.848(1t) | Cap. X. | |
2t | Περὶ τροπῆς. | |
2 | Προπέποται τὰ τῆς πόλεως· ὃ ἀνωτέρω ἐπηγ‐ γείλατο περὶ ἐπιφωνημάτων ποιούμενος τὸν λόγον, ὡς καὶ ἐν τῷ περὶ τροπῆς μεμνησόμενος αὐτῶν, τοῦτο ποιεῖ | |
5 | νῦν, ἐπιφώνημα γὰρ καὶ τοῦτό ἐστιν ἀπὸ τῶν τῆς τρο‐ πῆς ὀνομάτων μεταληφθέν· οὐκ ἐπεσημήνατο δὲ τοῦτο ἐνταῦθα τῷ μὴ πρὸς ἀγνῶτας, ἀλλ’ ἐπιστήμονας ἤδη τὸν λόγον ποιεῖσθαι· τοιοῦτον καὶ τὸ ἐφεξῆς τό· μεθύει | |
τῷ μεγέθει τῶν πεπραγμένων Φίλιππος. | ||
7.849(1t) | Cap. XI. | |
2t | Περὶ σεμνοῦ λόγου. | |
2 | Ἀσχολούμενοι ἐν τῷ περὶ διαιρέσεως ἑκάστου κεφα‐ λαίου τῶν σχημάτων περὶ ἐπιφωνήματος τῶν σχημάτων, περὶ ἐπιφωνήματος διαλαβόντες, νῦν ἥκομεν εἰς τὸ περὶ | |
5 | σεμνοῦ λόγου, οὐχ ὑπομνηματίσαι αὐτὸ βουλόμενοι· ἔστι γὰρ τοῦτο πάνυ σαφὲς, ἀλλὰ περὶ τῶν παραδει‐ γμάτων τῶν ὑπὸ τοῦ τεχνικοῦ τεθέντων μικρόν τι εἰ‐ πεῖν καὶ διεξελθεῖν τὰ δέοντα· φησὶν οὖν, ὅτι τὰ μὲν σεμνὰ σεμνότητος λύσιν οὐκ ἐπιδέχονται, διὰ τὸ ἀφ’ | |
10 | ἑαυτῶν ἔχειν κατὰ φύσιν τὴν σεμνότητα, τὰ δὲ αἰσχρὰ ἐπιδέονται θεραπείας, ἃ σεμνὰ ἀποφέρεσθαι χρεὼν παρ’ ἡμῶν· καὶ γὰρ ὥσπερ τὰ μὲν εὐσχήμονα τῶν σωμάτων γυμνὰ τυγχάνοντα διὰ τὴν φυσικὴν εὐπρέπειαν οὐκ ἐπιδεύονται καλύμματος, τὰ δὲ δοκοῦντα αἰσχρὰ ἐπικα‐ | |
15 | λύπτονται καὶ σκέπης ἐπιδέονται, οὕτω καὶ τὰ μὲν σε‐ μνὰ τῶν νοημάτων γυμνὰ ὄντα τῇ φυσικῇ εὐπρεπείᾳ καλλυνόμενα ἀπροσδεῆ τῆς ἐκ τῶν διὰ λόγου σεμνότητος σχηματίζουσι· φησὶν οὖν ὁ τεχνικὸς, ὅτι ἢ ὀνόματι ἡ‐ μῶν ἀντ’ ὀνόματος χρωμένων τὸ αἰσχρὸν σεμνύνεται, ἢ | |
20 | πολλάκις οὐδὲ λεγόντων τὸ πρᾶγμα, ἐὰν αἰσχρὸν ᾖ πάνυ καὶ ὡς ἀποροῦντός τινος περὶ τοῦ δευτέρου· ὅτι πῶς ἂν | |
ἐννοηθείη, εἰ σιωπηθείη· λύσιν τὴν ἀντίθεσίν φησιν, | ||
7.850 | ἵνα τὰ πρὸ τοῦ αἰσχροῦ πράγματος εἴπωμεν καὶ τὰ μετ’ αὐτό· ἐξ ὧν ἐκεῖνο καὶ σιωπώμενον νοεῖται, ἐκεῖνο δὲ σιωπήσωμεν· καὶ τοῦ μὲν πρώτου παρατίθησι τὸ μὲν παρὰ Μενάνδρῳ διήγημα· πυθόμενος γάρ τινος κόρης | |
5 | διεφθαρμένης σεμνῶς ἀφηγήσατο πρᾶγμα αἰσχρὸν ὀνό‐ μασι βελτίστοις ἤτοι λέξεσι· Δυονυσίων ἦν πομπὴ, ὁ δέ με ἠκολούθησε μέχρι τὰ πρὸς τὴν θύραν· ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω με· τοῦ δὲ δευτέρου παράδειγμα καὶ παρ’ Ὁμήρῳ· | |
10 | Λῦσε δὲ παρθενικὴν ζώνην, κατὰ δ’ ὕπνον ἔχευεν. Ἡ δ’ ὑποκυσσαμένη Πελίην τέκε καὶ Νηλῆα. τὸ λῦσαι παρθενικὴν ζώνην ἐν δ’ ὕπνον ἔχευεν, ἐστὶ δὲ πρὸ τοῦ αἰσχροῦ πράγματος, τὸ δὲ, ἡ δ’ ὑποκυσσαμένη | |
τέκεν, ἔστι τὸ μετὰ τὸ πρᾶγμα καὶ οὕτω μὲν τεθειμέ‐ | ||
7.851 | νον, μᾶλλον δὲ πεπλασμένον ἐστὶ σεμνόν· ὡς δὲ κεῖται παρ’ Ὁμήρῳ καὶ πάνυ ἄσεμνον, οὐδὲ γὰρ ἐσιώπησε τὸ αἰσχρὸν πρᾶγμα Ὅμηρος, ἀλλὰ μεθ’ ἑρμηνείας αὐτὸ ἐξ‐ έφηνεν· ἔχει γὰρ τὸ Ὁμηρικὸν ὧδε· | |
5 | Λῦσε δὲ παρθενικὴν ζώνην, κατὰ δ’ ὕπνον ἔχευεν· Αὐτὰρ ἐπεί ῥ’ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, Ἐν τ’ ἄρα οἱ φῦ χειρὶ, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν. Χαῖρε γύναι φιλότητι, περιπλομένου δ’ ἐνιαυτοῦ Τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναί | |
10 | Ἀθανάτων, σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. Νῦν δ’ ἔρχεο πρὸς δῶμα καὶ ἴσχεο μηδ’ ὀνομήνῃς. Αὐτὰρ ἐγὼ τοί εἰμι Ποσειδάων ἐνοσίχθων· Ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα· Ἡ δ’ ὑποκυσσαμένη Πελίην τέκε καὶ Νηλῆα. | |
15 | εἰ τοίνυν σεσίγηται παρ’ Ὁμήρῳ τὸ τοῦ αἰσχροῦ πρά‐ γματος, κρινέτω ἕκαστος τῶν ἀκουόντων· οὐ τοίνυν ἐστὶ σεμνὸς ὁ λόγος ὁ Ὁμηρικὸς, ἀλλὰ τὸ πλασθὲν ὑπὸ τοῦ τεχνικοῦ· καὶ ταῦτα μὲν οὕτως· περὶ δὲ τῶν ἑξῆς, οὐ‐ δεὶς ἡμῖν λόγος σαφηνείας ἀξιῶσαι διὰ τὸ ἑαυτῶν εὔλη‐ | |
20 | πτον, καὶ μάλιστα ὅσα διαιρέσεως παρ’ ἡμῶν ἔτυχον, καὶ εἰ μέν τι τῶν εἰς ὄνησιν τῷ εἰσαγομένῳ εὕρηται παρ’ ἡμῶν, τῷ θεῷ χάρις, παρ’ οὗ δωρεὰ πᾶσα καὶ τῶν ἀγα‐ θῶν ἡ χορηγία· εἰ δ’ οὐδεμία ὄνησις ἢ τῶν ἐσφαλμένων τι γέγραπται, ἡμέτερον τὸ ἐλάττωμα, καὶ συγγνώμης | |
25 | ἀξιούσθω ὑπὸ τῶν ἐντυγχανόντων ὑπέρ γε καὶ μόνης τῆς ἡμῶν προαιρέσεως· προαίρεσις μὲν γὰρ ἦν, τοῦ λίαν ἐπωφελῆ πᾶσι τοῖς ἐντευξομένοις γενέσθαι, ἀλλ’ οὐ ῥᾴ‐ διον τὸ ἐπιτυγχάνειν, ὧν δεόμεθα· μόνα γὰρ ἐκεῖνα δί‐ δοται, ἃ δίκαια κρίνει παρέχειν ὁ τῶν κρειττόνων ἁπάν‐ | |
30 | των καὶ χορηγὸς καὶ ταμίας, ὁ καὶ τοῦ λόγου δοτὴρ καὶ τοῦ εἶναι ἡμᾶς σοφὸς πρύτανις. | |
βʹ. Ἰστέον, ὡς τὸ περὶ σεμνοῦ λόγου τοῦτο παρά‐ | ||
7.852 | δειγμα πέπλασται ὑφ’ Ἑρμογένους εἰς σεμνότητα· τὸ γὰρ παρ’ Ὁμήρῳ καὶ λίαν ἐστὶν αἰσχρόν· ἅτε καὶ τὰ ἐν τῷ πράγματι αὐτῷ αἰσχρὰ ἐξαγγέλλων· σκόπει γὰρ ἐκεῖ, ὅτι καὶ τὸ αἰσχρὸν τῇ ἑρμηνείᾳ ἐξέφηνεν· ἀλλ’ οὐ τελεί‐ | |
5 | ως παρέλιπεν ἀποσιωπήσας. | |
6t | Cap. XII. | |
7t | Περὶ κακοζήλου. | |
7 | Τί μέν ἐστι κακόπλαστον, ἐν τῷ περὶ ἀσυστάτων ἐδί‐ δαξε· μᾶλλον δὲ ἐν τῷ δευτέρῳ τῶν ἐγγὺς ἀσυστάτων, ὅτι τὸ παρὰ τὴν ἱστορίαν ἐστί· ταὐτὸν δὲ εἰπεῖν καὶ παρ’ | |
10 | ἀλήθειαν, οἷον μετὰ τὴν Νικίου ἐπιστολήν, νῦν δὲ δι‐ δάσκει, τί ἐστι κακόζηλον. Γίνεται τὸ κακόζηλον κατὰ τὸ ἀδύνατον κ. τ. λ. | |
εἰ τοίνυν τοιοῦτον ἑρμηνευθῇ, | ||
7.853 | κακόζηλόν ἐστι καὶ ἀνασκευάζεται ῥᾳδίως. Διασκευὰς λέγει τῶν πραγμάτων τὰς ἀφηγήσεις καὶ διατυπώσεις καὶ οἱονεὶ ἐκφράσεις, καὶ γραφὰς ἐμψύχους τῷ δοκεῖν· τοῦ‐ το δὲ διὰ τῶν τρόπων γίνεται, ὡς ἔμαθες ἐν τῷ δωδε‐ | |
5 | κάτῳ κεφαλαίῳ τοῦ τρίτου τόμου. Νοῦν εἰσάγει· ἀντὶ τοῦ πιστὰ ποιεῖ καὶ εὐαπό‐ δεκτα, ὡς ὁ θεολόγος· τάχα με γέροντα καὶ μυθολόγον νομίσετε, πρῶτον κατασκευάζει, καὶ οὕτω λέγει τὸν μῦθον· ἐβάδιζον πρὸς ἐμαυτόν· τῇ προκατασκευῇ οὖν εἰσήγα‐ | |
10 | γε νοῦν τοῖς ἀκροαταῖς, ἀφ’ οὗ καὶ τὸ μυθικὸν προσ‐ εδόκησαν τοῦ νοήματος, καὶ ἀσφαλὲς αὐτοῖς ἔδοξε, πρὶν λεχθῆναι. Ἢ τῷ λόγῳ· τῷ νοήματι κακόζηλα, τὸ ἀδύνατον καὶ τὰ λοιπά· τῷ λόγῳ δὲ τὰ τροπικὴν ἔχοντα λέξιν, | |
15 | μὴ ἐξεργασθεῖσαν κατὰ ἀκολουθίαν καὶ μεταχειρισθεῖ‐ σαν καλῶς. αʹ. Περὶ Κέκροπος ὁ λόγος, εἰς δράκοντα μεταβαλ‐ λομένου, ὡς ὁ μῦθος βούλεται. Προδιορθώσει· ἐὰν εἴπω· μή μοι ἀπιστήσῃς λέ‐ | |
20 | γοντι. Προκατασκευῇ, ὅταν ἀδύνατόν τι μέλλων εἰπεῖν περί τινος προκατασκευάσω, ὅτι καὶ τοιοῦτος ἦν, ὥστε δύνασθαι ποιεῖν τοιαῦτα, οἷόν ἐστι καὶ τὸ περὶ τοῦ Κύ‐ κλωπος. Ἐπιδιορθώσει, ὅταν ἔσχατον τὰ αὐτὰ ποιήσω. Ἡ ἐπιδιόρθωσις ὁμοίως τῇ προθεραπείᾳ καὶ προ‐ | |
25 | κατασκευῇ ἴαμά ἐστι τοῦ κακοζήλου· καὶ ἐπὶ μὲν τοῦ | |
δράκων μου γέγονε τὸ ἥμισυ, ἡ σεμνότης ἐπιδιόρθωσις· | ||
7.854 | σεμνὸν γὰρ τό· περιπλάκηθι τῷ λοιπῷ πατρὶ, μετὰ συν‐ έσεώς τινος εἰρημένον· ἔστι δὲ καὶ ἄλλως ἐπιδιορθοῦ‐ σθαι, οἷον ἐάν τι κ. τ. λ. Ὥσπερ προηγουμένου τοῦ κοινοῦ καὶ εὐτελοῦς ἐπ‐ | |
5 | αγόμενον τὸ σεμνὸν ἴαμά ἐστιν οὕτως προηγουμένου μὲν τοῦ σεμνοῦ, ἐπαγομένου δὲ τοῦ εὐτελοῦς καὶ κοινοῦ γίνε‐ ται τὸ κακόζηλον, κατὰ τὸ τοῦ τεχνικοῦ παράδειγμα. Περὶ δὲ ἐπιφωνημάτων ἔμαθες ἐν τῷ ἐννάτῳ κεφαλαίῳ τούτου τοῦ τόμου. | |
10 | βʹ. Περὶ Πολυξένης ὁ λόγος τοῦ Πριάμου, ἀπο‐ σφαττομένης παρὰ τὸν Ἀχιλλέως τάφον. | |
12t | Cap. XIII. | |
13t | Περὶ ἐσχηματισμένων προβλημάτων. | |
13 | Ἄλλο τι περαίνῃ ὁ λόγος· Ὁ γὰρ πένης οὐ μόνον τὸ ἐναντίον, οὗ προτείνεται, βούλεται συνιστᾷν, | |
15 | ἀλλὰ καὶ ἔξωθέν τινα ἕτερα, πλαγιάζων τὸν λόγον· παρ‐ αγγέλλει μὲν γὰρ ἑαυτὸν, συνίστησι δὲ τὸ ἐναντίον, καὶ προσέτι ἕτερά τινα πλαγιάζων προτείνεται καὶ συνιστᾷν ἐθέλει, τὸ μὴ εἶναι παρὰ τῷ πλουσίῳ σῖτον, ἢ τὸ, κἂν ᾖ, χρῆναι αὐτὸν προῖκα καὶ ἀποινὶ λαβεῖν. | |
20 | Κατὰ ἔμφασιν. Βούλεται μὲν γὰρ ὁ υἱὸς ἐπὶ | |
7.855 | τῇ μοιχείᾳ τῆς γυναικὸς κατηγορεῖν τοῦ πατρὸς, οὐ συγ‐ χωρεῖται δὲ παρὰ τοῦ νόμου, οὐδὲ διδόασι τούτῳ παῤῥη‐ σίαν οἱ δικασταὶ, ἀλλ’ ἐπιλαμβάνονται· τοίνυν προσποι‐ εῖται μανίαν, καὶ βούλεσθαι φεύγειν φάσκει, κατὰ τὸν | |
5 | νόμον μὴ τοῦτο βουλόμενος, ἀλλ’ ἕτερόν τι τὸ ἐν προσ‐ χήματι μανίας τὰ τῆς κατηγορίας ῥήματα φθέγγεσθαι ἀνεπιλήπτως· διὰ τοῦτο καὶ κατὰ ἔμφασιν λέγεται, ὅτι ἐμφαίνει τὰ τῆς μοιχείας προσποιούμενος τὴν μανίαν, καὶ τὴν φυγὴν τῷ λόγῳ αἱρούμενος. | |
10 | Ἐν σχήματι γὰρ μανίας τυχὸν καὶ παραφορᾶς τὰ τῆς μοιχείας λέγει, καὶ τὴν κατὰ τοῦ πατρὸς κατηγορίαν κατασκευάζει ἀνεπίληπτον, μὴ θέλων φυγεῖν. Ἓν μελετᾷ, τὰ ἐναντία· τὸ διὰ τῆς ἰσχυρᾶς κα‐ τασκευῆς τῆς ὑποφορᾶς συστῆσαι τὸ ἐναντίον, οὗ προ‐ | |
15 | ΐσχεται· πλεῖον δὲ οὐδὲν, ὡς καὶ τῷ τεχνικῷ δοκεῖ· τὰ δὲ πλάγια οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα νοήματα ἔχει, ὡς ἐπὶ τοῦ πένητος· οὐ μόνον γὰρ σπεύδει τὸ μὴ δεῖν τεθνάναι αὐτοῖς συνιστᾷν, ἀλλὰ καὶ τὸ μὴ ἔχειν ἐκεῖ‐ νον σῖτον. | |
20 | αʹ. Τῶν ἐσχηματισμένων ἐναντίων καὶ πλαγίων μία ἡ μεταχείρισις ἀπὸ τῶν ὑποφορῶν, αἵ εἰσιν οἱ τῶν ἐ‐ χθρῶν λόγοι· τοῦτο οὖν καὶ ἐπὶ τοῦ Περικλέους σαφὲς δειχθήσεται· ἀπαιτούμενος γὰρ ὑπὸ τῶν Λακεδαιμονίων φήσει οὕτως· ἐχθροί τινες ὑμῖν ἄλλοι τῆς πόλεως ἐμὲ | |
25 | Λακεδαιμονίοις ἀποδιδοῦσιν, ὦ Ἀθηναῖοι, μέμψονται, ἐγὼ δὲ ἀπελθεῖν βούλομαι, καὶ τὴν ὑποφορὰν ταύτην κατασκευάζειν· ὡς ἀπὸ τῶν ἐχθρῶν δῆθεν οὕτως, ὅτι οὐκ εἰκὸς τὴν τῶν Ἀθηναίων πόλιν Λακεδαιμονίοις πει‐ | |
θομένοις τὸν στρατηγὸν ἀποδοῦναι Περικλέα καὶ ῥήτο‐ | ||
7.856 | ρα, εἶτα τυχὸν καὶ ἐπιχείρημα δώσει ἐνταῦθα τὸν Ξέρ‐ ξην, ὅτι καὶ ὁ Ξέρξης γῆν ποτε καὶ ὕδωρ Ἀθηναίους αἰ‐ τήσας οὐκ ἔλαβε παρ’ αὐτῶν· ταῦτα δὲ πάντα κατα‐ σκευάζων καὶ ἐπιχειρῶν καὶ ἀπὸ τῶν ἐχθρῶν δεικνύει, | |
5 | ὅτι καὶ ἐχθροὶ ὑμῖν, ἐὰν ἐμὲ ἀποδῶτε, μέμψονται, ὅπερ ἐστὶν, ἃς λέγει λύσεις, μήτι γε δὴ οἱ φίλοι. βʹ. Τὸ ἑξῆς οὕτως· ὁ γὰρ παρὰ τῶν ἐχθρῶν λό‐ γος ἐστὶν ἰσχυροποιούμενος ἀσθενεστέρας ἀναγκάζων εἶναι τὰς λύσεις· δείκνυσι τὸ βούλεσθαι τὸν σοφιστὴν | |
10 | ἐκεῖ πλέον ἢ κατὰ τὸ δοκοῦν εἰσάγεσθαι. | |
7.857 | Ἡ μέντοι μεταχείρισις. Ἡ μεταχείρισις ἐπ’ ἀμ‐ φοῖν κ. τ. λ. Τὸν παρὰ τῶν ἐχθρῶν λόγον ἰσχυρὸν κατασκευάζων ὁ ῥήτωρ, καὶ ἀναγκαίως ἀσθενεῖς τῆς ὑποφορᾶς κατασκευάζων τὰς λύ‐ | |
5 | σεις, αἳ καὶ ἀνθυποφοραὶ λέγονται, δείκνυσιν, ὅτι βού‐ λεται πλέον τι εἶναι ἐν αὐταῖς, ἢ ἐν τῷ δοκοῦντι εἰσ‐ άγεσθαι, οἷον ὅτι παρίστησι τοῖς ἀκροαταῖς διὰ τοῦ ἰσχυ‐ ρὰν μὲν τὴν ὑποφορὰν ποιῆσαι, ἀσθενῆ δὲ τὴν λύσιν· ὅτι εἰ θέλει μὴ τούτῳ προσέχειν τὸν νοῦν τῷ προβαλλο‐ | |
10 | μένῳ, δεῖ τὸν Περικλέα δοθῆναι, ἀλλὰ τῷ ἐναντίῳ αὐ‐ τοῦ, τῷ μὴ βούλεσθαι τοῦτο γεγονέναι· περὶ ἐχθρῶν δὲ λέγει, ὅτι τὴν ὑποφορὰν ὅλην ὡς ἀπὸ ἐχθρῶν ποιεῖται. Ταῦτα ἐκ τῆς ὑποφορᾶς· Τέσσαρές εἰσι, πρό‐ τασις, ὑποφορὰ, ἀντιπρότασις, λύσις. Πρότασις ἡ ἐπαγ‐ | |
15 | γελία τῆς ὑποφορᾶς, ἀκούω τὸν δεῖνα περιϊόντα λέγειν· ὑποφορὰ, ὡς χαλεπὸν τὸ μετιέναι φιλοσοφίαν· τοῦτο τοῦ ἐναντίου ὁ λόγος· ἀντιπρότασις, ἡ καὶ ἐπαγγελία τῆς λύσεως, ἐγὼ δὲ τὸν τοιοῦτον λόγον ἐλέγξω ψευδῆ· λύσις δηλονότι τῆς ὑποφορᾶς, ἥτις καὶ ἀνθυποφορὰ λέγεται· | |
20 | τὸ γὰρ φιλοσοφεῖν πρᾶγμα ῥᾴδιον· ταύτην δὲ τὴν λύσιν δεῖ συνιστάνειν τὸν ῥήτορα, οἷς διδάσκει ὁ τεχνικός· εἴ‐ ρηται δὲ περὶ τούτων ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ τρίτου τόμου. Φήσει παρελθὼν ὁ λέγων ἐν σχήματι ἐχθρῶν Ἀθηναίοις τὸ ἐκείνων ὑπερχόμενος πρόσωπον, τὰ ὑποκεί‐ | |
25 | μενα πάντα, ὅσα καὶ ἐκεῖνος δηλαδὴ εἶπεν ἂν ὑπὲρ αὐ‐ τοῦ· καὶ ἕτερος ὑπὲρ αὐτοῦ λέγων, ὅπερ ἴδιον ἐσχηματι‐ σμένου προβλήματος, ὑποφορὰ δέ ἐστιν ὁ τοῦ ἐναντίου | |
λόγος. | ||
7.858 | Χρὴ, φησὶ, τοῦτο περὶ πλείστου ποιεῖσθαι, τὸ μετα‐ χειριζομένους σχημάτων ἀσφαλῶν εὐπορεῖν, ἵνα μὴ λύω‐ μεν τὰς ἐμφάσεις τελείως, καὶ οἱονεὶ γυμνὸν εἰσάγωμεν τὸν λόγον, ὅτι τὸ ἐναντίον, οὗ προϊσχόμεθα, βουλόμε‐ | |
5 | θα, τοῦτο γὰρ εἰς ὀργὴν κινήσει τοὺς ἀκροατὰς, καὶ οὐκέτι προσέξουσιν ἡμῖν τὸν νοῦν. γʹ. Ἐπέταττον οἱ Λακεδαιμόνιοι Ἀθηναίοις Ποτίδαι‐ αν, Μέγαραν καὶ Αἴγιναν ἀποδοῦναι αὐτοῖς, ὡς αὐτῶν μὲν οὔσας, κατεχομένας δὲ ὑπὸ τῶν Ἀθηναίων. | |
10 | δʹ. Τὸ ὅλον οὕτως· ἔστι καὶ ἄλλη μεταχείρισις τὸ περι‐ τιθέντα ἑτέρῳ τοῦ λόγου εἰσάγειν τὰ νοήματα· τὸ δὲ ἐγὼ δὲ οὔ φημι ταῦτα οὐ τῆς τεχνολογίας ἐστὶν, ἀλλὰ τοῦ ὑπο‐ δείγματος· ἄλλος μὲν ταῦτα φήσει, ἐγὼ δὲ οὐκ ἐρῶ ταῦτα. | |
14t | Cap. XIV. | |
14t | Περὶ συγκριτικῶν προβλημάτων. | |
15 | Συγκριτικά εἰσι προβλήματα ἐν μὲν στοχασμῷ τὸ τῶν δύο ἰατρῶν πρόβλημα· φιλονεικοῦσι γὰρ ἀμφότεροι ὑπὲρ τῆς δωρεᾶς, ὁ μὲν λέγων, ὅτι ἐγὼ δέδωκα δηλητή‐ ριον ἀντιφάρμακον τῷ τυράννῳ καὶ διὰ τοῦτο φωραθεὶς ἐδιώχθην παρὰ τοῦ τυράννου· ὁ δὲ λέγων, οὐ σὺ, ἀλλ’ | |
20 | ἐγὼ μάλιστα μετακληθεὶς ἀπὸ τῆς πόλεως ἀφορμῇ τοῦ φαρμάκου ἔλαθον δοὺς αὐτῷ δηλητήριον· τὸ δὲ παρά‐ δειγμα τοῦτο σαφέστερον καὶ πλατύτερον ἐν τοῖς ἐξηγη‐ ταῖς κεῖται· ἐν δὲ τῷ ὅρῳ παράδειγμα τῶν φιλονεικούν‐ των δύο περὶ τῆς δωρεᾶς ὡς ἀπεκτονότων τὸν τύραννον, | |
25 | ὧν ὁ μὲν εἷς ἐδίωξεν αὐτὸν, ὁ δὲ ἕτερος φεύγοντα συν‐ αντήσας ἀπὸ τῆς ἀκροπόλεως ἐφόνευσεν. Φησὶν ὁ Δη‐ | |
μοσθένης πρὸς Αἰσχίνην, ἐμὲ μὲν οὐκ εἰκὸς βουληθῆ‐ | ||
7.859 | ναι προδοῦναι πλούσιον ὄντα καὶ δωροδοκίαις χαίροντα, σὲ δὲ εἰκὸς, πένητα ὄντα, καὶ ὁ κατηγορῶν τοῦ νέου πλουσίου τυραννίδος ἐπιθέσεως ἐρεῖ, σὲ μὲν εἰκὸς βουλη‐ θῆναι νέον ὄντα, ἡ γὰρ νεότης εὐεπίφορον δόξῃ, ἀλλὰ | |
5 | καὶ δυνηθῆναι πλούσιον ὄντα· ἐμὲ δὲ οὐκ εἰκός· τυχὸν γὰρ ὅτι ἔξωρός εἰμι, ἀλλὰ καὶ πένης, καθὸ καὶ ἀδυνα‐ τῶ πρὸς τοῦτο· τὰ τοιαῦτα δὲ μέρος εἰσὶ τῶν προβλη‐ μάτων, οὐ μὴν προβλήματα αὐτοτελῆ, καθ’ ἓν γὰρ ἢ δύο μόνα κεφάλαια οὐκ ἐξετάζονται. | |
10 | Τὸ τοῦτο ὃ πεποίηκα ἐγὼ ἀνθορισμός ἐστιν, ὃν κοι‐ νῷ ὀνόματι ὅρον καλοῦμεν· ὅρος δὲ κυρίως ἐκ τῶν παρ‐ ειμένων γνωρίζεται, οἷον οὐ τοῦτό ἐστιν ὃ λέγεις ἢ ὃ πε‐ ποίηκας, ἀλλὰ τοῦτο, ὃ πεποίηκας, ἢ ὃ οὐκ ἔπραξας, ὧν τῷ μὲν προτέρῳ ὁ διώκων χρῆται, τῷ δὲ δευτέρῳ ὁ φεύ‐ | |
15 | γων· οἷον εἰ ἀμφισβητοῦσι τυραννοκτόνου δωρεᾶς, ἡ τὸν τύραννον ἄνδρα ἀνελοῦσα γυνὴ, καὶ ὁ φιλόσοφος, ὁ πεί‐ σας τὸν τύραννον καταθέσθαι τὴν τυραννίδα, ἐρεῖ ἡ γυ‐ νὴ, τοῦτό ἐστιν ὃ πεποίηκα ἐγὼ, ἀνθοριζομένη· ὁ δὲ ἐρεῖ, τοῦτό ἐστιν ὃ εἰργασάμην, ἀνθοριζόμενος· κατέθετο γὰρ | |
20 | τὴν τυραννίδα. ἐνταῦθα, εἰ βούλει, καὶ τὴν σύγκρισιν ποιήσεις τῶν προβλημάτων, ποῖον τοῦ ἑτέρου μεῖζον. Ἔφοδος δέ ἐστι τὸ ἐν τοῖς προοιμίοις ἐκείνων αὐτῶν ἅ‐ ψασθαι τῶν πραγμάτων· περὶ δὲ ὅρου καὶ ἀνθορισμοῦ καὶ συλλογισμοῦ, εἴτουν περὶ τῶν πρὸ τοῦ πράγματος | |
25 | καὶ τῶν μετὰ τὸ πρᾶγμα ἐτεχνολόγησεν Ἑρμογένης ἐν | |
τῷ δωδεκάτῳ κεφαλαίῳ τοῦ τρίτου τόμου, ἐν ᾧ εἶπε | ||
7.860 | περὶ ὅρου, ἀνθορισμοῦ καὶ συλλογισμοῦ καὶ λύσεως συλ‐ λογισμοῦ. βʹ. Ὡς ὁ μαινόμενος τύραννον ἀνελὼν καὶ αἰτῶν τὸ γέρας· ἐρεῖ γὰρ ὅτι καὶ τοῦτο τυραννοκτονία ἐστὶ τὸ ὑπ’ | |
5 | ἐμοῦ πραχθέν· ἀνῄρηται γὰρ ὁ τύραννος. γʹ. Μελετητικὰς ἐφόδους τὰς ἐσχηματισμένας φησὶν, οὕτως δὲ καλοῦνται διὰ τὸ ἐσχηματίσθαι καὶ ἄλλα μὲν λέγειν, ἄλλα δὲ δοκεῖν εἰσάγειν· ἔφοδοι δὲ διὰ τὸ εὐθέως τοῦ οἰκείου ἅπτεσθαι πράγματος· μελετῶνται | |
10 | δὲ αὗται ἐν μὲν τοῖς ἁπλοῖς ὅροις, ὡς ἐπὶ τοῦ μαινομέ‐ νου καὶ τοῦ τύραννον ἀποκτείναντος, εἶτα σωφρονήσαν‐ τος, καὶ γέρας αἰτοῦντος· μὴ λαμβάνων γὰρ οὗτος τὸ γέρας δύναταί που ἐσχηματισμένως λέγειν, ὅτι ἐπεὶ τὴν πόλιν εὐεργέτησα καὶ τὴν δωρεὰν οὐ λαμβάνω, ἀπο‐ | |
15 | θανεῖν εἰμι ἄξιος· ὅπερ οὐ βούλεται μάλιστα ἐν τοῖς δι‐ πλοῖς ὅροις, ὡς ἐπὶ τῶν δύο τῶν ἀνελόντων τὸν τύραν‐ νον, ὧν ὁ μὲν ἐδίωξε, θάτερος δὲ ἀπαντήσας φεύγοντα ἀπὸ τῆς ἀκροπόλεως ἐφόνευσε· καὶ ἀμφότεροι περὶ τῆς δωρεᾶς ἐρίζουσι· δύνανται γάρ που καὶ οὗτοι τυχὸν μὴ | |
20 | τὴν δωρεὰν λαμβάνοντες ἐσχηματισμένως λέγειν, ὅτι εὐ‐ εργετήσαντες καὶ τὴν δωρεὰν μὴ λαβόντες ἀποθανεῖν ἐσμεν ἄξιοι, ὅπερ οὐ βούλονται. δʹ. Ὁ Κέφαλος καὶ Ἀριστοφῶν ῥήτορες· τούτων ἑκάτερος τὸ μὲν οἰκεῖον ἀπὸ τῶν ἐγκωμιαστικῶν ἐπαινεῖ | |
25 | τόπων· τὸ δὲ τοῦ ἑτέρου ἀπὸ τοῦ ψόγου διαβάλλει· κρι‐ νόμενοι δηλονότι περὶ καλοῦ βίου γέρως, καὶ περὶ τού‐ του ἀμφισβητοῦντες ἀλλήλοις καὶ δοκιμαζόμενοι. εʹ. Παρακολουθεῖ ἡ ἀνωτέρω λεγομένη ὕλη τόποις, τὸ ἐπιτήδειον ἢ ἀνεπιτήδειον, ἢ εὐχερὲς ἢ δυσχερές· χρό‐ | |
30 | νοις τὸ εὔκαιρον ἢ ἄκαιρον· πράγμασι τὸ εὔκολον ἢ δύσκολον· τρόποις τὸ ἁπλοῦν ἢ περίεργον καὶ ἐπὶ τοῖς | |
λοιποῖς ὁμοίως. |