TLG 5024 018 :: ANONYMI IN HERMOGENEM :: Commentarium in librum περὶ στάσεων ANONYMI IN HERMOGENEM Rhet. Commentarium in librum περὶ στάσεων Citation: Volume — page — (line) | ||
7T | ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗΣ ΡΗΤΟΡΙΚΗΣ ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΩΝ. | |
7.104(t) | Caput I. | |
3 | αʹ. Ἐδόκει τισὶ χρῆναι τὸν τεχνικὸν εὐθὺς ἐν ἀρχῇ προτάξαι τὸν τῆς ῥητορικῆς ὅρον, εἴγε ἡ νῦν αὐτῷ | |
---|---|---|
5 | προκειμένη πραγματεία ῥητορική ἐστιν· ἀλλὰ περὶ μέ‐ ρους, φασὶν, ἔλεγε τῆς ῥητορικῆς· οἱ δὲ ὅροι περὶ τινῶν τελείων βούλονται εἶναι· εἰκότως οὖν οὐχ ὡρίσατο τὴν ῥητορικήν· οὐ γὰρ περὶ πάσης αὐτῷ προὔκειτο λέγειν· ἀλλὰ φαμὲν, ὅτι πολλῷ μᾶλλον περὶ μέρους αὐτῆς δια‐ | |
10 | λεγόμενος ὤφειλε τὸν ὅρον τῆς ῥητορικῆς προτάξαι· μὴ γὰρ μαθόντες τὸ ὅλον οὐκ ἂν δυνηθείημεν τὰ μέρη αὐτοῦ γινώσκειν· πλαγίως οὖν καὶ λεληθότως ὡρίσατο τὴν ῥητορικήν. ἡ δὲ αἰτία λεχθήσεται· ὡρίσατο δὲ τοῦτον τὸν τρόπον· πᾶς ὅρος συνέστηκεν ἐκ γένους καὶ διαφο‐ | |
15 | ρᾶς, καὶ ὧν οἱ ὅροι οἱ αὐτοὶ, τούτων τὰ πράγματα τὰ αὐτά. Ἀντὶ τοῦ γένους οὖν παραλαβὼν τὸν κοινὸν ὅρον καὶ συμπλέξας αὐτὸν ταῖς εἰδικαῖς διαφοραῖς οὕτω προηνέγκατο τὸν ὁρισμόν. Ἀντὶ γὰρ τοῦ εἰπεῖν τέχνη, εἶπε τὸν ὅρον τῆς τέχνης, καὶ ἔφη ὧδε· πολλῶν ὄντων | |
20 | καὶ μεγάλων καὶ τὰ ἑξῆς. Ταῦτα δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ περιφανῶς εἰπεῖν σύστημα ἐγκαταλήψεων γεγυμνασμέ‐ | |
νων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ· ὅπερ ἐστὶν | 104 | |
7.105 | ὁ ὅρος τῆς τέχνης· τούτῳ οὖν συμπλέξας τὰς εἰδικὰς διαφορὰς τουτέστι τὸ κἀν ταῖς βουλαῖς κἀν τοῖς δι‐ καστηρίοις καὶ πανταχοῦ αὐτοτελῆ τὸν ὅρον ἀπέδωκε τῆς ῥητορικῆς. Οὐχ ἁπλῶς δὲ οὐδ’ ἄνευ λόγου τινὸς πλα‐ | |
5 | γίως καὶ λεληθότως ὡρίσατο, ἀλλ’ ἵνα καὶ τὴν ἀντίθεσιν τῶν φασκόντων μὴ εἶναι τέχνην τὴν ῥητορικὴν δόξῃ μὴ παραδέχεσθαι, ἀλλ’ ὡσπερεὶ καταφρονεῖν καὶ παρα‐ πέμπεσθαι τὸν λόγον αὐτῶν, καὶ διὰ τὸ συμπλέξαι τὸν ὅρον τῆς τέχνης τῇ ῥητορικῇ ἀποδείξῃ τέχνην αὐτὴν | |
10 | οὖσαν. δεδήλωται γὰρ, ὅτι ὧν οἱ ὅροι οἱ αὐτοὶ, τού‐ των τὰ πράγματα τὰ αὐτά· ἐν δὲ τῷ πλαγιάσαι πρὸς ἑκατέρους ἀπήντησε, τούς τε ὅλην ῥητορικὴν τὰς στά‐ σεις λέγοντας καὶ τοὺς μὴ τέχνην αὐτὴν ὀνομάζοντας, τοὺς μὲν τῷ φάναι, μέγιστον εἶναί μοι δοκεῖ· τὸ γὰρ | |
15 | μέγιστόν τινων μεγάλων ἐπαναβέβηκεν, ὥστε οὐ τὸ πᾶν τῆς ῥητορικῆς ἐν ταῖς στάσεσι. τοὺς δὲ τῷ εἰπεῖν „σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ“. τοῦτο γὰρ ὁμο‐ λογουμένης τέχνης ἐστίν. βʹ. Πολλῶν εἰπὼν οὐκ ἔστη μέχρι τούτου, ἀλλ’ | |
20 | ἐπήνεγκε κατὰ αὔξησιν τὸ μεγάλων. καὶ καθ’ ἕτερον | 105 |
7.106 | εἶδος τοῦ ποσοῦ ἐπῄνεσε τὴν ῥητορικήν· τοῦ γὰρ ποσοῦ τὸ μέν ἐστι διακεκριμένον, τὸ δὲ συνεχὲς, καὶ ἐπὶ μὲν τοῦ διακεκριμένου λέγεται τὸ πολὺ, οἷον πολλοὶ ἄν‐ θρωποι· ἐπὶ δὲ τοῦ συνεχοῦς τὸ μέγα, οἷον ὁ δεκάπη‐ | |
5 | χυς κίων μέγας ἐστί. σημειωτέον δὲ, ὅτι ἐπὶ μὲν τοῦ συν‐ εχοῦς τὸ μετρεῖν λέγεται, ἐπὶ δὲ τοῦ διακεκριμένου τὸ ἀριθμεῖν· οἷον μέτρησον μὲν τὸν κίονα, ἀρίθμησον δὲ τοὺς ἀνθρώπους. γʹ. Τῶν τὴν ῥητορικὴν ὁρισάντων οἱ μὲν ἐπὶ τὸ χεῖ‐ | |
10 | ρον, οἱ δὲ πρὸς τὸ μεῖζον ἀπέκλιναν, μεθ’ ὧν καὶ Πλά‐ των τὴν ῥητορικὴν ἐκωμῴδησε φήσας αὐτὴν ἐμπειρίαν εἶναι καὶ πολιτικῆς μορίου εἴδωλον, καὶ κακοτεχνίαν, ἢ ματαιοτεχνίαν. Ἑρμογένης οὖν μήτε προδήλως ἀντιτα‐ χθῆναι Πλάτωνι βουληθεὶς, αἰδοῖ τοῦ ἀνδρὸς, μήτε | |
15 | τὴν τέχνην σαλεύουσαν παριδεῖν ἐθελήσας σοφίᾳ τὴν τέ‐ χνην μετέρχεται, τὸν ὅρον τῆς καθόλου τέχνης αὐτῇ ἐπι‐ θείς. ἔστι δὲ ὅδε· σύστημα ἐγκαταλήψεων· σύστημα δέ ἐστιν ἡ τῶν πολλῶν ὀργάνων συνδρομὴ, δι’ ὧν ἡ τέχνη. δʹ. Διανίστησι τὸν ἀκροατὴν τῷ πολλῶν καὶ μεγά‐ | |
20 | λων εἰπεῖν, οἷον τοῦ δικανικοῦ, τοῦ συμβουλευτικοῦ, τοῦ πανηγυρικοῦ, τῶν στάσεων, τῶν εὑρέσεων, τῶν ἰδεῶν, τῶν θεωρουμένων ταύταις προσώπων τε καὶ πραγμάτων, διαιρέσεως κεφαλαίων, τῶν πέντε μερῶν, ἐξ ὧν ὁ πολιτι‐ κὸς λόγος, τῶν ἑπτὰ ἰδεῶν, καὶ τῶν ὀκτὼ μερῶν, ἐξ ὧν | |
25 | γίνονται. | 106 |
7.107 | εʹ. Ζητητέον πῶς εἶπε „τέχνην ποιεῖ“, καὶ „καταλη‐ φθέντα ἐξ ἀρχῆσ“· δοκεῖ γὰρ ταῦτα ὥσπερ ἐναντία εἶναι ἀλλήλοις· ποιοῦμεν γὰρ τὰ μὴ ὄντα, καταλαμβάνομεν δὲ τὰ ἤδη προϋφεστῶτα· φήσαιμεν δ’ ἂν, ὅτι τὰ πρά‐ | |
5 | γματα φύσει ἐστὶ καὶ πρὸ τοῦ καταληφθῆναι ἐν ἡμῖν· ἐπειδὰν δὲ καταληφθῇ ὑφ’ ἡμῶν, τότε γίνεται ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν ἢ τεχνικὴν ἢ ἐμπειρικήν. καλῶς οὖν πρὸς μὲν τὸ εἶναι τὴν ῥητορικὴν φύσει εἶπε τὸ κα‐ ταληφθέντα ἐξ ἀρχῆς· πρὸς δὲ τὸ τέχνην αὐτὴν εἶναι | |
10 | τὸ ποιεῖ, τοῦτο δὲ ἴσον τῷ ἐγκαταλήψεων. ϛʹ. Κατάληψις δέ ἐστιν ἐπὶ μὲν τῶν ἐπιστημῶν ἡ ἐκ τῶν καθόλου γνῶσις, ἐπὶ δὲ τῶν τεχνῶν ἡ ἐξ αἰσθή‐ σεως γνῶσις, οἷον ἐν χειμῶνι γυμνός τις ὢν καὶ ῥιγώ‐ σας, εἶτα περιβαλλόμενος καὶ θαλφθεὶς ἔγνω ἐκ τῆς | |
15 | αἰσθήσεως, ὅτι χρήσιμος ἡ περιβολή. οὕτω πᾶσαι αἱ περὶ τὸν βίον εὕρηνται τέχναι ἐξ αἰσθήσεως, ὅτι χρειώδεις, παρασχοῦσαι τὴν κατάληψιν. οὕτω καὶ τὰ τῆς ῥητορι‐ κῆς, οἱ γὰρ παλαιοὶ ἐγνωκότες, ὅτι φιλότιμον ζῶον ὁ ἄν‐ θρωπος, καὶ κολακείαις ὑπάγεται, τὰ προοίμια ἐφεῦρον, | |
20 | παρακαλοῦντες τοὺς δικαστὰς ἐπὶ τὸ ὑπακούειν αὐτοῖς· εὗρον δὲ καὶ διήγησιν καὶ τὰ λοιπὰ μέρη τοῦ πολιτικοῦ λόγου δι’ αἰτίας, ἃς ἐν ταῖς εὑρέσεσι μάθῃς. ζʹ. Ἢ ἀφ’ οὗπερ ἡ τῶν ἀνθρώπων φύσις ὑπέστη, ἵνα ἅμα τοῖς ἀνθρώποις αὐτὴν ἀποδείξῃ, ὡς καὶ Πλά‐ | |
25 | των ὅτι τὸ λογικὸν συνεφύη τοῖς ἀνθρώποις, ἢ ὃ καὶ ἄμεινον, ἀφ’ οὗ ἄνθρωποι τέχνας κοσμεῖν ἤρξαντο καὶ | |
διὰ λόγου ταύτας μετῆλθον. | 107 | |
7.108 | ηʹ. Οὐ περιττὸν τὸ δηλαδὴ οὐδὲ ῥυθμοῦ μόνον χάριν καὶ κόσμου παραληφθὲν, ἀλλ’ ἐπίῤῥημα βεβαιώσεως ὂν μετὰ πληροφορίας τὸ πάγιον ἐμφαίνει τῆς καταλή‐ ψεως. | |
5 | θʹ. Μετὰ γὰρ τὴν γνῶσιν καὶ κατάληψιν χρεία καὶ τῆς ἐν τῷ γυμνάζεσθαι διατριβῆς. ὅτι χρὴ δὲ πρὸς τῇ εὑρέσει καὶ γυμνασίαν ἀσκεῖν, ἐδήλωσε Δημοσθένης· εἰς μὲν γὰρ τὸ δικανικὸν καὶ τὸ συμβουλευτικὸν ἄμαχος ἦν ὁ ἀνὴρ, ἐπειδὴ τούτοις συνεγυμνάσατο, περὶ δὲ τὸ | |
10 | πανηγυρικὸν ἄτονος ἐδόκει καὶ ἀνίσχυρος διὰ τὸ μὴ πεῖραν καὶ τριβὴν ἐν τούτοις λαβεῖν. ιʹ. Τὸ σαφῆ προσέθηκε φανερῶς πρὸς Πλάτωνα καὶ τοὺς λοιποὺς φιλοσόφους ἀποτεινόμενος, ὡσπερεὶ ἔλεγεν, ὅτι ἡ γεωμετρία καὶ ἡ ἀστρονομία ἄδηλον εἰ ὠφελεῖ· | |
15 | ἡ δὲ ῥητορικὴ δῆλον· ἡ τέχνη οὖν δῆλον, ὡς οὐ ματαιο‐ τεχνία, οἷα ἡ ὀρχηστικὴ, οὐδὲ κακοτεχνία, οἷα ἡ φαρμα‐ κεία. ὅρα δὲ ὡς ὁ μὲν ὅρος τῆς καθόλου τέχνης ψιλῶς ἔχει πρός τι τέλος εὔχρηστον· οὗτος δὲ ἐπιτείνας σαφῆ, εἶπε, τὴν ὠφέλειαν παρεχόμενα. | |
20 | ιαʹ. Λιὰ τούτων τῶν ῥημάτων τὰ εἴδη ἐνέφαινε τῆς ῥητορικῆς τρία ὄντα κατὰ μίμησιν τῶν τῆς ψυχῆς δυνά‐ μεων, λογιστικοῦ τέ φημι καὶ θυμικοῦ καὶ ἐπιθυμη‐ τικοῦ. ἐκ μὲν γὰρ τοῦ λογιστικοῦ τὸ συμβουλευτικὸν εἶ‐ δος πρόεισιν, ἐκ δὲ τοῦ θυμικοῦ τὸ δικανικὸν, ἐκ δὲ τοῦ | |
25 | ἐπιθυμητικοῦ τὸ πανηγυρικόν· εἰ γὰρ καὶ πάντα ἐν πᾶ‐ | |
σιν, ἀλλ’ ἑκάστῳ τῆς ψυχῆς μέρει μᾶλλον οἰκεῖον τὸ | 108 | |
7.109 | ἀποδεδομένον εἶδος πρὸς ἕκαστον. εἰπὼν οὖν κἀν ταῖς βουλαῖς τὸ συμβουλευτικὸν εἶδος ἐνέφηνε. κἀν τοῖς δικα‐ στηρίοις δὲ εἰπὼν τὸ δικανικὸν ἐνεδείξατο. διὰ δὲ τοῦ πανταχοῦ τὸ πανηγυρικὸν, πανταχοῦ γὰρ τὸ τοιοῦτον | |
5 | συνανακέχυται εἶδος· καὶ δῆλον ἀπὸ τοῦ τέλους· τέλος γὰρ τοῦ πανηγυρικοῦ τὸ καλὸν, ὃ κἀν τοῖς τῶν ἄλλων εἰδῶν συναναφαίνεται τέλεσι, τῷ τε συμφέροντι, ὃ τέ‐ λος ἐστὶ τοῦ συμβουλευτικοῦ, τῷ τε δικαίῳ, ὃ τέλος ἐστὶ τοῦ δικανικοῦ. λέγεται γὰρ καλὸν τό τε συμφέρον καὶ | |
10 | δίκαιον. τὸ δὲ καλὸν οὐκ ἂν ῥηθείη πάντως οὔτε συμφέ‐ ρον οὔτε μὴν δίκαιον. οὐ γὰρ ἀντιστρέφει· τὸ γὰρ κάλ‐ λος καλὸν μὲν, τοῖς δὲ πολλοῖς οὐ συμφέρον. ἀλλ’ οὐδ’ ἂν δίκαιον λέγοιτο. Τινὲς δέ φασι, μὴ δηλοῦσθαι διὰ τοῦ πανταχοῦ τὸ πανηγυρικόν. περὶ γὰρ τῶν στάσεων | |
15 | ὁ λόγος τῷ ῥήτορι. τὸ δὲ πανηγυρικὸν ἀστασίαστον. ἀλ‐ λὰ πρῶτον μὲν περιττῶς ἂν δόξῃ κεῖσθαι τὸ πανταχοῦ. ἔπειτα οὐδὲ ἀστασίαστον ἀεὶ τὸ πανηγυρικὸν, ἀλλ’ ἔστιν ὅτε καὶ αὐτὸ στασιάζεται. ὥσπερ ἐπὶ τοῦ πολιτικοῦ, περὶ οὗ φησὶν ἐν τῷ περὶ ἰδεῶν λόγῳ ὁ Ἑρμογένης, ἔνθα καὶ | |
20 | πρόβλημα τὸ περὶ Ἀλκιβιάδου προτίθησι λέγων, Ἀλκιβιά‐ δης λαχὼν δᾳδουχεῖν δοκιμάζεται· καὶ ἐξαίρων οὖν τὸ πανηγυρικὸν τὸ πανταχοῦ εἶπε, καὶ ὅτι βουλευόμεθα μὲν ἐν βουλευτηρίοις μόνοις, δικαζόμεθα δὲ ἐν δικαστη‐ ρίοις, πανηγυρίζομεν δὲ πανταχοῦ· προτέθεικε δὲ τὸ συμ‐ | |
25 | βουλευτικὸν τοῦ δικανικοῦ διὰ τὸ τιμιώτερον καὶ πᾶσιν ἁρ‐ μόζειν καὶ δικαζομένοις καὶ μὴ, καὶ πανηγυρίζουσι καὶ οὐχί. | |
ιβʹ. Ἔθος τῷ ῥήτορι μᾶλλον δὲ καὶ πᾶσι τοῖς ῥή‐ | 109 | |
7.110 | τορσιν, ἴδιον δὲ τῆς τέχνης αὐτῆς τὸ ἀεὶ ἐξαίρειν τὸ νῦν εἰς ἔπαινον προτιθέμενον. Κἀνταῦθα τοίνυν τοῦτο ποι‐ εῖ· ἐν δὲ τῷ περὶ εὑρέσεως βιβλίῳ γενόμενος ἐκεῖνο πάλιν ἐξαίρει, κἀν τῷ περὶ ἰδεῶν δὲ ὡσαύτως. τεσσάρων δὲ τρό‐ | |
5 | πων διδασκαλικῶν ὄντων, διαιρετικοῦ, ἀναλυτικοῦ, ὁρι‐ στικοῦ, καὶ ἀποδεικτικοῦ, περὶ μόνου τοῦ διαιρετικοῦ καὶ τοῦ ἀποδεικτικοῦ ἐμνημόνευσεν, ὡς ἐν τῷ διαιρετικῷ καὶ τοῦ ἀναλυτικοῦ ἀναφαινομένου κατὰ τὸ ἔμπαλιν, κἀν τῷ ἀποδεικτικῷ τοῦ ὁριστικοῦ. ἃ γὰρ ἡ ἀπόδειξις τινὶ προ‐ | |
10 | σόντα ἐξ ἀνάγκης δεικνύει, ταῦτα ὡς ἕν τι πάντα ὁ ὅρος κατηγορεῖ τοῦ αὐτοῦ. εἰπὼν δὲ μέγιστον εἶναι τὸ περὶ διαιρέσεως καὶ ἀποδείξεως, ἐπειδὴ κἀν ταῖς εὑρέσεσι κἀν ταῖς ἰδέαις διαιρεῖ τε καὶ ἀποδείκνυσιν, ἐπανέλαβε τὸν λόγον, ἵνα σαφηνίσῃ τὸ λεγόμενον καὶ δείξῃ περὶ | |
15 | ποίας αὐτῷ πρόκειται διαιρέσεως λέγειν καὶ ἀποδείξεως, καί φησι, λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη. ιγʹ. Ἡ διαίρεσις ἑξαχῶς λέγεται· ἢ ἀπὸ γένους εἰς εἴδη, ὥσπερ τοῦ ζώου εἰς λογικὸν καὶ ἄλογον, καὶ ἀπὸ εἴδους εἰς ὅλον, οἷον τοῦ καθόλου ἀνθρώπου εἰς τὰ ἄτομα, τυ‐ | |
20 | χὸν Δημοσθένη καὶ Πλάτωνα, ἢ ἀπὸ ὅλου εἰς μέρη, Σω‐ κράτους εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, ἢ ἀπὸ ὁμω‐ νύμου φωνῆς εἰς διάφορα σημαινόμενα, ὡς φέρε εἰπεῖν Αἴας ὁ Ὀϊλέως καὶ Αἴας ὁ Τελαμώνιος, καὶ κύων χερ‐ σαῖος καὶ κύων θαλάσσιος. ἢ ἀπὸ οὐσίας εἰς συμβεβη‐ | |
25 | κότα. τοῦ ἀνθρώπου τὸ μὲν λευκὸν, τὸ δὲ μέλαν, ὁ Σκύ‐ θης τυχὸν καὶ ὁ Αἰθίοψ· ἢ ἀπὸ συμβεβηκότος εἰς οὐ‐ | |
σίαν, ὡς ἐὰν εἴπῃς, τοῦ λευκοῦ τὸ μὲν ψιμύθιον, τὸ δὲ | 110 | |
7.111 | κύκνος. ἔστι δὲ ἡ διαίρεσις αὕτη· ὡς ἀπὸ ὅλου εἰς μέρη. ταύτῃ δὲ τῇ διαιρέσει, λέγω δὴ τῇ ἀπὸ τοῦ ὅλου εἰς μέ‐ ρη σημειωτέον, ὅτι ἐπὶ μόνης διδασκαλίας χρώμεθα. ιδʹ. Τινὲς γένος λέγουσι τὴν λογικὴν ἐπιστήμην, εἴδη | |
5 | δὲ ταύτης ἰατρικὴν, ἀριθμητικὴν, ῥητορικήν. ὅλα δὲ συμβουλευτικὸν, δικανικὸν, πανηγυρικὸν, μέρη δὲ προτρο‐ πὴν, ἀποτροπὴν καὶ τὰ ἑξῆς· ἔνιοι δὲ γένος μὲν τὴν ῥητορικὴν, εἴδη δὲ συμβουλευτικὸν, ὅλον δὲ τὸν λόγον, μέρη δὲ προοίμια, διηγήσεις, ἀγῶνας καὶ ἐπιλόγους. ἔχει | |
10 | δὲ οὐχ οὕτως· οὐ γὰρ ἂν εἶπε γενῶν εἰς εἴδη, ἀλλὰ γέ‐ νους, οὐδ’ αὖ ὅλων εἰς μέρη, ἀλλ’ ἀπὸ τοῦ ὅλου· μνη‐ μονεύσας δὲ πλειόνων γενῶν καὶ ὅλων ἔδειξεν, ὡς περὶ τῶν ἐν ταῖς ἰδέαις γενῶν ἐπὶ τὰ τούτων εἴδη αὐτῶν ἡ διαίρεσις, καὶ ἡ ἀπὸ τῶν ὑποκειμένων τοῖς εἴδεσιν ὅλων | |
15 | ἐπὶ τὰ μέρη· ὥσπερ γὰρ τὸ ζῶον γένος ὂν διαιρεῖται εἰς εἴδη, ἄνθρωπον καὶ βοῦν· τῷ δὲ ἀνθρώπῳ, εἴδει ὄντι, ὑπόκεινται οἱ καθ’ ἕκαστον ἄνθρωποι, Σωκράτης, Πλά‐ των. οἳ λέγονται ὅλα, ταῦτα δὲ τὰ ὅλα διαιρεῖται εἰς μέρη, χεῖρας καὶ πόδας, οὕτω καὶ τὰ γένη τῶν ἰδεῶν | |
20 | διαιροῦνται εἰς εἴδη, οἷς ὑπόκεινται ὅλα, ἃ διαιροῦν‐ ται εἰς μέρη. ἡ γὰρ σαφήνεια γένος οὖσα διαιρεῖται εἰς εἴδη, εὐκρίνειαν καὶ καθαρότητα, αἷς ὑπόκεινται ὅλα, ἔννοια, μέθοδος, καὶ τὰ λοιπὰ, ἅπερ διαιρεῖται εἰς μέρη καὶ διαφόρους μεθόδους. τῶν τοίνυν ἰδεῶν ἀποδιαστέλ‐ | |
25 | λων τὰς στάσεις φησί· λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν | |
εἰς εἴδη, καὶ ἀπὸ τῶν ὅλων εἰς μέρη· ἀπὸ δὲ τῶν εὑρέ‐ | 111 | |
7.112 | σεων αὐτὰς οὐ διέστειλεν, ὅτι ὁ περὶ τῶν στάσεων λόγος ὁ αὐτός ἐστι σχεδὸν τῷ περὶ εὑρέσεως. ιεʹ. Ἵνα μὴ δοκῇ διὰ τὸ ἄχρηστον τοῦ πράγματος τὴν περὶ τούτου καταλελοιπέναι ζήτησιν, διὰ τοῦτο κἀκεῖνα | |
5 | ἐγκωμιάζει. οἶδε γὰρ ὡς ἐπιστήμην καὶ τὰς περὶ αὐτῶν τεχνολογίας πολλῆς ἐξετάσεως δεομένας, κἀντεῦθεν δὲ δῆ‐ λον, ὡς μόνας τὰς ἰδέας διεῖλεν ἀπὸ τῶν στάσεων· οὐ γὰρ εἶπε, μικρὰ μὲν γὰρ οὐδὲ ταῦτα ῥητορικῆς μέρη, ἀλλὰ μέρος, δηλῶν ὡς περὶ ἑνὸς μέρους αὐτῷ τῶν ἰδεῶν | |
10 | ἡ διαστολή. ιϛʹ. Ἐκ πάντων τὸ περὶ ἰδεῶν διαστείλασθαι τὸν Ἑρμογένη συνάγεται, τὸ γὰρ εἰπεῖν, ἀλλ’ οὐ περὶ τού‐ των νυνὶ, δείκνυσιν αὐτὸν μέλλειν καὶ περὶ τῶν δια‐ στελλομένων ἐρεῖν. Φαίνεται δὲ περὶ τῶν ἰδεῶν εἰς τὸ | |
15 | μετέπειτα λέγων, ἀλλ’ οὐ διαίρεσιν ἡμῖν τοιαύτην, οἵαν τινὲς ἔφασαν, παραδιδούς. ιζʹ. Πολιτικὰ ζητήματα καλεῖ πάντα τὰ ὑπὸ τὰς ιγʹ ἀναγόμενα στάσεις. πολιτικὸν δὲ ζήτημα τὸ ῥητορικὸν πρὸς ἀντιδιαστολὴν τῶν φιλοσόφων καὶ τῶν λοιπῶν. ἐπεί | |
20 | ἐστι πολλὰ ζητήματα, ἅπερ μή ἐστι πολιτικὰ, οἷον τὰ περὶ γεωμετρίας καὶ ἀστρονομίας καὶ ὅσα τοιαῦτα, περὶ ἐκείνης, φησὶν, ὁ λόγος γινέσθω τῆς διαιρέσεως τῶν πο‐ λιτικῶν ζητημάτων εἰς τὰ λεγόμενα κεφάλαια, πολιτικὸν | |
ζήτημα λέγων τὴν στάσιν, πολιτικὸν μὲν, ὅτι πρὸς σύστα‐ | 112 | |
7.113 | σιν τῆς πολιτείας ὁρᾷ τὸ στασιαζόμενον, ζήτημα δὲ, διὰ τὸ ἀμφιῤῥεπὲς καὶ τὸ παρ’ ἑκατέρων τῶν μερῶν ζητεῖ‐ σθαι καὶ ἐξετάζεσθαι. λεγόμενα δέ φησι τὰ ὀνομαζόμενα, τὰ οὕτω παρὰ τοῖς ἀρχαίοις καλούμενα. ἐκλήθησαν δὲ | |
5 | κεφάλαια ἐκ μεταφορᾶς τῆς κεφαλῆς· ὡς γὰρ ἐκείνη πε‐ ριεκτική ἐστι τῶν αἰσθήσεων, ἐν μέρει γὰρ καὶ τὴν ἀρχὴν περιέχει, οὕτω καὶ τὸ ῥητορικὸν κεφάλαιον, τυχὸν βούλη‐ σις ἢ δύναμις, περιεκτικόν ἐστι τούτων τῶν πέντε ἐπι‐ χειρημάτων, ἐργασιῶν, ἐνθυμημάτων, ἐπενθυμημάτων | |
10 | καὶ πλαστῶν. ὑπάλληλα γὰρ ταῦτα τοῖς κεφαλαίοις ἀρχῇ τινι ὄντι καὶ ῥίζῃ. ιηʹ. Διὰ μὲν τοῦ ὁ αὐτὸς τὴν κοινωνίαν ἔδειξεν, διὰ δὲ τοῦ σχεδὸν τὴν διαφοράν. κοινωνεῖ μὲν γὰρ, ἐπειδὴ τὸ περὶ εὑρέσεως, περὶ τῶν ἐνθυμημάτων καὶ τῶν παρα‐ | |
15 | δειγμάτων ἐστὶν, ἐξ ὧν συνίστανται οἱ ῥητορικοὶ λόγοι. ἡ γὰρ εὕρεσις ἔκθεσις τόπων ἐστὶν, ἐξ ὧν δεῖ λαμβά‐ νειν τὰ πολιτικὰ ἐνθυμήματα καὶ παραδείγματα, καὶ τὰ κεφάλαια δὲ ἐξ ἐνθυμημάτων συνίστανται καὶ παραδει‐ γμάτων. Κοινωνεῖ μὲν οὖν τοῦτο τὸ βιβλίον τῷ περὶ | |
20 | εὑρέσεως τούτῳ τῷ λόγῳ, διαφέρει δὲ αὐτοῦ, καθὸ τὸ μὲν περὶ εὑρέσεως ἀναπληροῖ. τὸ δὲ περὶ τῶν στάσεων δύο ἢ τρεῖς ἔχει τόπους, ἐξ ὧν ἐστι λαβεῖν τὰ παραδεί‐ γματα καὶ τὰ ἐνθυμήματα. ιθʹ. Τί δέ ποτε εἰπὼν σχεδὸν καὶ δείξας, ὅτι ἔν τισι | |
25 | διαλλάττει, ἐπήγαγε, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑ‐ ρέσεως, ἐν οἷς διαφέρουσιν ἀλλήλων, ἐδήλωσεν· οὐ γὰρ ὅσα ἄν τις εἴποι μελετῶν, ταῦτα εἰς τὸν χαρακτηρισμὸν τῶν κεφαλαίων εἶπεν ὁ τεχνικός. κʹ. Ῥητέον εἰκότως· ἐπεὶ γὰρ περὶ αὐτοῦ πᾶς ὁ λό‐ | |
30 | γος, δεῖ τὴν φύσιν αὐτοῦ τί ποτέ ἐστιν, ἐξεπίστασθαι, | 113 |
7.114 | ἵνα μὴ περὶ οὗ ζητοῦμεν ἀγνοοῦντες ὅπη τύχῃ περιφερώ‐ μεθα. καʹ. Πᾶς ὅρος ἐκ γένους συνίσταται καὶ διαφορῶν. Ἰδοὺ γοῦν ἐνταῦθα γένος μὲν ἡ ἀμφισβήτησις, ἥτις ἐστὶ | |
5 | ζήτησις· εἶτα ἐπειδὴ εἰσὶν ἀμφισβητήσεις πρακτικαὶ, ὥσ‐ περ ἐπὶ τῶν πυκτῶν, ἐπάγει διαφορὰν λογικὴν, ἵνα ἐκ τῶν ἔργων γινομένων ἀποστήσῃ τὸν ὅρον. ἐπειδὴ δὲ ζη‐ τήσεις εἰσὶ καὶ ἄλλαι λογικαὶ, οἷον φιλόσοφοι, ἐπάγει τὸ ἐπὶ μέρους· ὁ μὲν γὰρ φιλόσοφος τὸ καθόλου ζητεῖ, εἰ | |
10 | σφαιροειδὴς ὁ οὐρανὸς, ὁ δὲ ῥήτωρ μερικὸν δίκαιον· εἰ δέ τις φήσει, καὶ μὴν οἱ ῥήτορες πολλάκις τῷ καθόλου χρῶνται, ὡς Δημοσθένης ῥήτωρ ὢν πολλαχοῦ τῷ λόγῳ φαίνεται καθολικοῖς χρώμενος ἐπιχειρήμασιν· οἷον „πέ‐ ρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνα‐ | |
15 | τος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ“· καὶ πά‐ λιν ἐν Φιλιππικοῖς· „οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτή‐ | |
σασθαι“, πρὸς τοῦτο ἐροῦμεν, ὅτι ταῦτα πρὸς κατα‐ | 114 | |
7.115 | σκευὴν ἑτέρων ἔλαβεν· οὐ γὰρ σκοπὸς ἦν τῲ ῥήτορι, οὔτε περὶ ψυχῆς εἰπεῖν, εἰ ἀθάνατος, ἀλλ’ ὅτι πολε‐ μοῦσιν ἐν Χαιρωνείᾳ ἐλυσιτέλει· οὔτε μὴν δεῖξαι, ὅτι κακὸν ἡ ἐπιορκία καὶ τὸ ψεῦδος, ἀλλ’ ὅτι συμφέρει πό‐ | |
5 | λεμον ἄρασθαι πρὸς τὸν Φίλιππον· ἴσμεν δὲ ὅτι τὸ ἕνε‐ κα ἄλλου παραλαμβανόμενον οὐ πέφυκε χαρακτηρίζειν τὴν ὑπόθεσιν, οὐκοῦν διὰ τὸ μερικὸν εἰς πίστιν παρέλα‐ βε καὶ χρείαν τὸν καθόλου λόγον· ὥστε ὀρθῶς εἶπεν ἐπὶ μέρους. | |
10 | κβʹ. Ἑρμηνεύει οὖν ὁ Ἑρμογένης, τί ποτέ ἐστι τὸ πολι‐ τικὸν ζήτημα, λέγων ὅτι μάχη ἐστὶ καὶ στάσις· τοῦτο γὰρ δηλοῖ ἡ ἀμφισβήτησις ἐν λόγῳ κειμένη περὶ τῶν μερικῶν πραγμάτων, ἐκ τῶν νόμων ἢ τῶν ἐθῶν τῶν παρ’ ἑκάστῳ ἔθνει κειμένων· ἡ δὲ μάχη αὕτη ἡ περὶ τῶν | |
15 | μερικῶν πραγμάτων ὑπὲρ τοῦ νομισθέντος δικαίου γίνε‐ ται, τουτέστι τοῦ δόξαντος παρ’ αὐτοῖς καὶ νομοθετηθέν‐ τος δικαίου, ἢ ὑπὲρ τοῦ καλοῦ ἢ ὑπὲρ τοῦ συμφέ‐ ροντος, ἢ ὑπὲρ τούτων τῶν εἰρημένων, ὅταν συμπεπλε‐ γμένον ἢ τὸ πρόβλημα, ἢ ὑπέρ τινων· εἴρηκε δὲ τοῦ νο‐ | |
20 | μισθέντος δικαίου, διότι οὐ ζητεῖ ἡ ῥητορικὴ τὸ ἀλη‐ θινὸν δίκαιον, οὐδὲ τὸ καθόλου καλὸν, οὐδὲ τὸ τελείως συμφέρον, ἀλλ’ ὅπερ ἀγαπᾷ ἕκαστον ἔθνος καὶ ἑκάστη πολιτεία, οἷον ἔχουσιν οἱ Λακεδαιμόνιοι νόμον, ἵνα διώ‐ κωσι τοὺς ξένους· τοῦτο οὖν τὸ νόμιμον πῶς λεχθήσε‐ | |
25 | ται ἀληθινὸν δίκαιον, ὠμότατον ὄν· ἀλλὰ διὰ τὸν κεί‐ μενον νόμον ἐν τοῖς Λακεδαιμονίοις ἐπαινεῖται ἡ ξενη‐ λασία καὶ δικαία νομίζεται· ὁμοίως καὶ οἱ Ἀθηναῖοι νόμον ἔχουσι τὸ ἀπαιτεῖν τοὺς ξένους ἐνοίκιον, καὶ ἐπαι‐ νοῦσιν αὐτό· τοῦτο δὲ οὐκ ἔστι δίκαιον ἀληθινὸν, οὐ‐ | |
30 | δὲ καθόλου καλὸν, ἀλλὰ ἐν τοῖς Ἀθηναίοις καλὸν καὶ | 115 |
7.116 | δίκαιον ἔδοξεν· ὁ οὖν ῥήτωρ, ὅταν ἐπὶ τῶν Ἀθηναίων δικάζηται ἢ ἐπὶ τῶν Λακεδαιμονίων, οὐχ ὁρᾷ τὸ ὄντως καλὸν καὶ δίκαιον, ἀλλὰ τὸ ἀρέσκον τοῖς τοιούτοις ἔθνεσιν. | |
5 | κγʹ. Ὅταν συμπεπλεγμένος ὁ λόγος ᾖ, πάντα εὑρί‐ σκονται, οἷος ὁ περὶ τοῦ στεφάνου· ἐν αὐτῷ γὰρ τὰ τρία εἴδη εὑρίσκονται. Τέλος μὲν γὰρ αὐτοῦ τὸ δίκαι‐ ον, ὅπερ ἐστὶ τοῦ δικανικοῦ· κατασκευάζεται δὲ τῷ πα‐ νηγυρικῷ· στάσεως ἐστὶ πραγματικῆς, ἥπερ ἐστὶ τοῦ | |
10 | συμφέροντος· τὸ δὲ συμφέρον τέλος τοῦ συμβουλευτικοῦ· πολλάκις δὲ εὑρίσκομεν καὶ δύο μόνα εἴδη ἐν τῷ λόγῳ, ὡς ἔχει ὁ πρὸς Λεπτίνην· στάσεως γὰρ ὢν πραγματικῆς ἔχει τὸ συμφέρον, ὅπερ ἐστὶ τοῦ συμβουλευτικοῦ. Τέλος δὲ ἔχει τὸ δίκαιον, ὅπερ ἐστὶ τοῦ δικανικοῦ· ὅτε δὲ μο‐ | |
15 | νοειδὴς ὁ λόγος ἐστὶν, ἓν τούτων ἔχει, ἢ τὸ καλὸν ἢ τὸ συμφέρον, ἢ τὸ δίκαιον· τὸ δίκαιον μὲν, ἐὰν δικανι‐ κὸς ᾖ, τὸ καλὸν δὲ, ἐὰν πανηγυρικὸς, τὸ δὲ συμφέρον, ἐὰν συμβουλευτικός· ὅτι δὲ καὶ τὸ πανηγυρικὸν ἐνίοτε στασιάζεται, ἐκεῖθεν δῆλον· νόμος τὸν μέλλοντα δᾳδου‐ | |
20 | χεῖν δοκιμάζεσθαι, Ἀλκιβιάδης λαχὼν δᾳδουχεῖν δοκιμά‐ ζεται· ἐνταῦθα γὰρ πᾶν τὸ ζήτημα διὰ τῶν ἐγκωμια‐ στικῶν διεξελθεῖν ἀνάγκη. κδʹ. Ὡς τελείως ἔχοντα τῷ ὅρῳ σεμνῶς καὶ ἀξιω‐ ματικῶς τὴν ἐκ τοῦ ἐναντίου ἐπάγει ἀπόφασιν, ἥκιστα | |
25 | ῥητορικῇ προσέχειν ἀποφαινόμενος τὴν περὶ τῶν ἀλη‐ θῶς ὄντων καὶ καθόλου ζήτησιν· φιλοσοφίας γὰρ ἴδια τὰ τοιαῦτα. κεʹ. Προσθεὶς τὸ ταύτην ἐχώρισεν αὐτὴν ἐκ τῶν ἄλλων τῶν μὴ ῥητορικῶν ἀμφισβητήσεων· εἰκότως δὲ | |
30 | προσέθηκε τὸ ἀνάγκη· πάντως γὰρ δεῖ τὸ μὲν πράττειν, | 116 |
7.117 | τὸ δὲ ὑπό τινος πράττεσθαι· οἷον ὁ δεῖνα τόδε ποιήσας κρίνεται. κϛ. Μετὰ τὸν ὅρον τοῦ ζητήματος ἀκολούθως καὶ τὸν περὶ τῆς ὕλης ὅρον διαλαμβάνει· ὥσπερ γὰρ ὕλη τοῦ | |
5 | λόγου παρὰ τοῖς γραμματικοῖς ὅλα τὰ μέρη, οὕτω καὶ τῶν ζητημάτων ὕλη πέφυκε τά τε πρόσωπα καὶ τὰ πρά‐ γματα· τὸ δὲ ἀνάγκη προσθεὶς πρὸς Μινουκιανὸν ἀπο‐ τείνεται· αὐτὸς γὰρ βούλεται ζήτημα γίνεσθαι ἐλλιπὲς, πῆ μὲν προσώπου, πῆ δὲ πράγματος. | |
10 | κζʹ. Ἠλίθιον εἶναι δοκεῖ τὸ λεγόμενον· τούτων γὰρ δεῖ λέγειν διαφορὰν, ὧν κοινωνίαν ἴσμεν τινά· νῦν δ’ ὥσπερ ἂν εἰ ἔλεγε λίθου καὶ ἀνθρώπου διαφοράν· πολὺ γὰρ ἀλλήλων κεχώρισται πρᾶγμα καὶ πρόσωπον· ἀλλ’ οὐ τοῦτο λέγει· ἀλλὰ προσώπων πρὸς πρόσωπα, | |
15 | καὶ πραγμάτων πρὸς πράγματα· οὐχ ἁπλῶς δὲ εἶπε δια‐ φορὰ, ἀλλὰ προσέθηκε τὸ πλείστη· πῶς γὰρ οὐ πολλὴ διαφορὰ τῶν κυρίων παρὰ τὰ κοινὰ, καὶ πάλιν τῶν κοι‐ νῶν παρὰ ἄλληλα. κηʹ. Τὴν μάχην φησὶ ταύτην τῶν στάσεων ἣν εἴπο‐ | |
20 | μεν περὶ δύο ταῦτα ἀνάγκῃ γίνεσθαι, πρόσωπά τε καὶ πράγματα· πρόσωπα μὲν ὡς Αἰσχίνης, Περικλῆς· πράγματα δὲ πάντα τὰ γινόμενα, μοιχεῖαι, φόνοι, ὕβρεις καὶ τὰ λοιπά. κθʹ. Ἀναγκαίως· εἰ γὰρ περὶ πράγματα καὶ πρόσω‐ | |
25 | πόν ἐστι τὸ ζητούμενον, ὁ τὰς τούτων διαφορὰς μαθὼν δηλονότι κἀκείνοις ῥᾳδίως ἐπιβάλλειν δυνήσεται· καὶ τῶν | |
κεφαλαίων εἴσεται τὴν διαίρεσιν. | 117 | |
7.118 | λʹ. Οὐ γὰρ πάντα δύναται διαιρεῖσθαι· τὰ γοῦν ἰσά‐ ζοντα οὐχ οἷόν τε διαιρεθῆναι· οἷον νέοι πλούσιοι ἐκ τῶν ἀλλήλων οἰκιῶν ἐξιόντες ὡραίας ἔχοντες γυναῖκας κρίνουσιν ἀλλήλους μοιχείας· ἐνταῦθα γὰρ ἐπειδὴ καὶ τὸ | |
5 | πρόσωπον καὶ τὸ πρᾶγμα· ἰσάζει, οὐ δυνατὸν ποιήσα‐ σθαι διαίρεσιν, ἐπεὶ μηδὲ συνέστηκεν. λαʹ. Τῶν γὰρ πραγμάτων τὰ μὲν ὁμολογούμενα καὶ μὴ ἔχοντα ἀντίῤῥησιν, οὐ κρίνεται· οἷον ἐφωράθη τις φονεύων τινὸ, οὐκ ἔχει ποιότητα οὔτε τὸ πρόσωπον· | |
10 | ὁμολογεῖται γὰρ ὁ φόνος καὶ οὐκ ἔχει κρίσιν, οὐδὲ ἐξ‐ έτασιν, ἀλλὰ κοινὸς γίνεται τόπος. ἐπὶ δὲ τῶν προσώ‐ πων τὸ ἐναντίον ἐξέτασιν ἔχει καὶ ἰσχὺν καὶ κρίσιν, ὅσα ὡμολόγηται· τὰ δὲ μὴ ὡμολογημένα οὐ κρίνεται, ὥσπερ τὸ τίς· | |
15 | λβʹ. Τῶν προσώπων, φησὶ, τῶν ἐξεταζομένων καὶ πο‐ λυπραγμονουμένων τὰ μέν εἰσιν ἰσχυρότερα εἰς τὸ πι‐ θανῶς εἰπεῖν, τὰ δὲ ἐλάττονα εἰς αὐτὸ τοῦτο· τὰ γὰρ ὡρισμένα καὶ γνώριμα καὶ κύρια πιθανώτερα τῶν ἄλ‐ λων· δῆλος γὰρ ὁ Δημοσθένης, ὅτι φιλόπολις καὶ πι‐ | |
20 | θανός ἐστιν, ἐὰν λέγῃ ὅτι γινόμεθα κατὰ τοῦ Φιλίπ‐ που· πόθεν δὲ ἔχουσι τὴν εὐπορίαν τὰ κύρια ἀπὸ τῶν ἐγκωμιαστικῶν τόπων, οἷον γένους, ἀνατροφῆς, παιδείας καὶ τῶν τοιούτων· τὸ δὲ ὡρισμένα ἐνταῦθα τὸ γνώρι‐ μα καὶ ἐπίσημα δηλοῖ· οὐδὲν γὰρ ὠφελεῖ τὸ κύριον, | |
25 | Πέτρος, ἐὰν μὴ εἰδῶ ἀπὸ ἱστορίας ἢ πράξεως αὐτοῦ τίς ἐστιν. λγʹ. Εἰκότως τῶν προσώπων προτέραν ἐποιήσατο | |
τὴν τῶν πραγμάτων διδασκαλίαν, δεῖ γὰρ προϋπάρ‐ | 118 | |
7.119 | χειν τὸ πράττειν, εἶθ’ οὕτως εἶναι τὸ πραττόμενον, τὴν δὲ τῶν προσώπων διαίρεσιν ποιεῖται πρῶτον εἰς τὰ ἐξε‐ ταζόμενα καὶ εἰς τὰ ἀνεξέταστα· ἔπειτα τῶν ἀνεξετά‐ στων μενόντων ἀδιαιρέτων, τὰ ἐξεταζόμενα διαιρεῖ εἰς | |
5 | κύρια καὶ κοινά· τὰ δὲ κοινὰ πάλιν διαιρεῖ κατὰ τοὺς ἐγκειμένους τρόπους ἐν τῷ ῥητῷ· ἰστέον δὲ, ὅτι ἐν πά‐ σαις μὲν ταῖς στάσεσιν ἔστιν ἡ τῶν προσώπων ποιότης ἀναγκαία· ἐν δὲ τῷ στοχασμῷ πλέον· ἐνταῦθα γὰρ καὶ τῆς ποιότητος αὐτῆς εἰς ἀπόδειξιν δεόμεθα· ἰσχυρὰ δὲ | |
10 | καλεῖ τὰ ὡρισμένα οὐχ ἁπλῶς, ἀλλὰ τὰ πλείονα τὴν εὐ‐ πορίαν παρεχόμενα. ἔστι δὲ ταῦτα τὰ κύρια· οἷον ὁ Περικλῆς, ὁ Δημοσθένης· ἐνταῦθα γὰρ τῆς τῶν προσ‐ ώπων διαιρέσεως ἄρχεται καὶ φυλάττει ἐπὶ πάντων τὴν τάξιν, προέταξε τοίνυν εἰκότως τὰ κύρια· πρῶτον μὲν | |
15 | ὅτι καὶ τὰ ἄλλα πρὸς γυμνασίαν τούτου λαμβάνομεν· προγυμναζόμεθα γὰρ ἐν ταῖς μελέταις, ἵνα ἐπὶ ταῖς ἀληθείαις δυνώμεθα λέγειν· ἔπειτα καὶ ὁ αὐτὸς Ἑρ‐ μογένης φησὶν, ἐπειδὴ τῷ κυρίῳ ἀκολουθεῖ τὰ ἄλλα· εἰ γὰρ λάβοι τις Δημοσθένην καὶ πολιτευόμενον ἔλαβε | |
20 | καὶ πατέρα καὶ στρατιώτην τυχεῖν καὶ πολλὰ ἕτερα, ἃ καὶ καθ’ αὑτὰ ἐμπίπτοντα τοῖς ζητήμασι κρίσιν ἐπιδέ‐ | |
χεται, τρίτον δὲ, ὃ καὶ ἄμεινον, ὅτι πλείονα παρέχει | 119 | |
7.120 | τὴν εὐπορίαν ἡμῖν τὰ κύρια· παρέχει δὲ ἢ ἐκ τῆς ἡμε‐ τέρας αὐτῶν γνώσεως ἢ ἐκ τῆς ἱστορίας, οἷον τὴν μὲν Περικλέους ἴσμεν ποιότητα ἐκ τῆς ἱστορίας, τὴν δὲ τοῦ δεῖνος ἀνθρώπου ἐκ τῆς ἡμετέρας γνώσεως. | |
5 | λδʹ. Πρός τι λέγονται τὰ πρόσωπα, ὅσα λεγόμενα συν‐ εμφαίνεται, ὅτι καὶ δεσπότης ἐστὶ τοῦ δούλου καὶ πα‐ τὴρ τοῦ υἱοῦ· πῶς γὰρ λεχθήσεται υἱὸς ὁ πατέρα μὴ σχὼν, ἢ δοῦλος ὁ μὴ ἔχων δεσπότην; τὰ τοιαῦτα οὖν οἱ ἀρχαῖοι ἐκάλεσαν πρός τι· λέγει οὖν, ὅτι ταῦτα τὰ | |
10 | πρός τι οὐκ ἔχει δύναμιν οἵαν ἔχουσι τὰ ὡρισμένα καὶ κύρια, δευτέραν δὲ τῇ τάξει καὶ ὑποπίπτουσαν· ἐκεῖνα μὲν γὰρ γνώριμα ὄντα καὶ ἀπὸ τοῦ βίου ἔχουσι τὰ ἐγ‐ κωμιαστικὰ πάντα εἰς ἐξέτασιν· ταῦτα δὲ οἷον τὸ υἱὸς καὶ δοῦλος ἀπὸ τοῦ βίου μὴ ὄντα γνώριμα, ἀπὸ μό‐ | |
15 | νης τῆς τοιᾶσδε σχέσεως ἐξετάζεται· οἷον ὅταν εἴπωμεν, ὅτι υἱὸς παρίσταται νεοσφαγεῖ σώματι πατρὸς ἐπ’ ἐρη‐ μίας, ἢ δοῦλος δεσπότου σώματι, ἀπὸ τῆς περὶ τὴν σχέ‐ σιν τοιᾶσδε ποιότητος ἕκαστον τῶν προσώπων τὴν ἐξ‐ έτασιν δέχεται. | |
20 | λεʹ. Εἰκότως ταῦτα δευτέραν εἴληφε τάξιν· τῶν μὲν γὰρ κυρίων ἥττονά εἰσι, τῶν δὲ μετὰ ταῦτα ἰσχυρότερα· εἰ γὰρ καὶ μὴ ἐν ταῖς ἱστορίαις αὐτῶν ἔχομεν τὴν ποι‐ ότητα, ἀλλ’ οὐ δέδωκεν ἡμῖν ἡ φύσις κοινὴν περὶ αὐ‐ τῶν ἀναπλάσασθαι ποιότητα, καὶ πάντες τοιαύτην τινὰ | |
25 | περὶ αὐτῶν ὑπόληψιν ἔχομεν· περὶ πατέρων, ὅτι χρη‐ στοὶ καὶ φιλόστοργοι, καὶ τὰ καθήκοντα βουλεύσασθαι διὰ τὴν ἡλικίαν δεινοί. Καὶ περὶ τῶν λοιπῶν ὁμοίως, περὶ υἱῶν λέγω καὶ δούλων· περὶ ἑκάστου γὰρ κοινὴν ὑπόνοιαν εἰλήφαμεν· ταῦτα οὖν πλείστην μὲν ὕλην ὑπὲρ | |
30 | τὰ λοιπὰ πάντα παρέχεται· λείπεται δὲ ὅμως τῶν ὡρι‐ | |
σμένων· ἐκεῖνα μὲν γὰρ πεπηγυῖαν καὶ βεβαίαν ἔχει τὴν | 120 | |
7.121 | ποιότητα· τὰ δὲ πρός τι οὐ πάντως· εἰ γὰρ καὶ χρη‐ στὸν τῶν πατέρων τὸ πρόσωπον, ἀλλ’ εὑρήσομέν τινας ἔλαττον φροντίσαντας τῆς φύσεως, λέγω δὴ τὰ πρός τι· οἷον πατὴρ, ἀδελφὸς, τὰ δὲ τῶν τρόπων, οἷον ἄσωτος, | |
5 | μοιχὸς, καὶ τὰ μὲν διπλᾶ ἐστιν ἑτέρου πάντως συνεπι‐ νοουμένου, οἷον τῷ πατρὶ συνεπινοουμένου τοῦ υἱοῦ· τὰ δὲ οὐχ οὕτως ἔχει· ζητοῦσι δὲ τοῦτο, πῶς τὸ τοῦ μοιχοῦ πρόσωπον ἐν τοῖς διαβεβλημένοις τέταχε· διαβεβλημένα γὰρ, φησὶ, καλεῖται τὰ μισούμενα, οὐχὶ τὰ κολαζόμενα· | |
10 | ὁ δὲ μοιχὸς τῶν κολαζομένων ἐστί· φαμὲν οὖν πρὸς τοῦ‐ το, ὡς ὁ ῥήτωρ οὐ περὶ τοῦ ὁμολογουμένου μοιχοῦ ζη‐ τεῖ, ἀλλὰ περὶ τοῦ ἀμφιβαλλομένου· ὁ δὲ μὴ ὁμολογού‐ μενος μοιχὸς οὐ κολάζεται. λϛʹ. Τρίτην τάξιν ἔχει τὰ διαβεβλημένα· ἐπειδὴ | |
15 | τρόπων ἐστὶ κακία· δεύτερον δὲ τῆς φύσεως ὁ τρόπος· ταῦτα δὲ ἀσθενέστερα κατὰ τὴν ὕλην τῶν προτετα‐ γμένων ἐστίν· ἐκεῖνα μὲν γὰρ παραλαμβάνομεν πρὸς ἀπόδειξιν καὶ ἀγῶνα, ταῦτα δὲ πρὸς καταδρομὴν μόνον· ὃ γὰρ δύναται ἐν τοῖς προτέροις ἡ ἀπόδειξις, τοῦτο συν‐ | |
20 | τελεῖ πρὸς ταῦτα ἡ τῶν δικαστῶν πρόληψις· προμεμί‐ σηται γὰρ τὸ πρόσωπον, καὶ αὐτὰ δὲ τοσαύτην ἔχει τὴν εὐπορίαν, ὡς καὶ ζήτημα συγκροτεῖν ἕκαστον αὐτῶν καθ’ ἑαυτὸ λαμβανόμενον· ὡς ἔχει ἐκεῖνο τὸ πρόβλημα· ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ κρίνεται φόνου· ἐν‐ | |
25 | ταῦθα τὸ πρόσωπον πολλὴν παρέχει τὴν εὐπορίαν· δια‐ βεβλημένα δὲ καλεῖ τὰ διὰ τὴν φαυλότητα τοῦ τρόπου μισούμενα· οὐ γὰρ ἐν ψιλῇ μόνον διαβολῇ ὑπάρχει τὰ τοιαῦτα, ἀλλὰ καὶ μεμίσηται· ἰστέον δὲ, ὅτι ταῦτα οὐ πρὸς ἀπόδειξιν συντελεῖ, ἀλλὰ πρὸς καταδρομήν· καὶ | |
30 | ἔστιν ἐπιλογικά· διὰ τί δὲ μετὰ τῶν διαβεβλημένων | |
τοὺς μοιχοὺς ἔταξε, δῆλον γὰρ ὅτι μοιχὸς εἰς δικαστή‐ | 121 | |
7.122 | ριον οὐκ εἰσέρχεται· αὐτίκα γὰρ, εἴ τις φαίη ἐν ζητήματι, ὅτι μοιχός τις εὑρεθεὶς ἐπὶ γυναικὶ κρίνεται, ἀσύστατον· καί τινές φασιν, ὅτι μοιχὸν ἐνταῦθα τὸν μοιχικὸν ἄν‐ δρα τὸν τρόπον, μήπω δὲ εἰς ἔλεγχον ἐλθόντα φησίν· | |
5 | οὐ τοῦτο δὲ μόνον, ἀλλὰ δεῖ καὶ τοῦτο νοεῖν, ὅτι μοι‐ χὸν λέγει οὐ διὰ μοιχείαν κρινόμενον, ἀλλ’ ἐφ’ ἑτέρῳ πράγματι, ὡς ἐπὶ τοῦ ἀριστέως μοιχοῦ τοῦ ἀναθέντος τὰ ὅπλα εἰς τὸ ἱερὸν καὶ ἀσεβείας κρινομένου· ἐνταῦθα γὰρ ἡ μοιχεία εἰσῆλθεν εἰς δικαστήριον οὐ κρίσιν ὑπέχου‐ | |
10 | σα, ἀλλὰ διὰ τὴν ἀσέβειαν ἐξεταζομένη· τὸ γὰρ ζητού‐ μενον, εἰ ἠσέβηκεν ἢ μὴ, νόμῳ τῶν ἀριστέων τὴ πανο‐ πλίαν ἀναθείς· καὶ θαυμαστὸν οὐδέν· ἐν πολλοῖς γὰρ καὶ ἡ μοιχεία εὑρίσκεται τεκμήριον γιγνομένη, ὡς ἐπὶ τοῦδε τοῦ ζητήματος· προσῆλθέ τις μνώμενος κόρην· εἶ‐ | |
15 | πεν ἡ μήτηρ, αὐτὴν θᾶττον ἀποθανεῖν, ἢ πρὸς γά‐ μον ἐκείνῳ δοθῆναι, καὶ εὕρηται ἡ κόρη ἐπὶ σημείοις φαρμάκων ἀνῃρημένη· ἀνέκρινεν ὁ πατὴρ τὰς θεραπαί‐ νας, ἐν οἷς περὶ μὲν τῶν φαρμάκων οὐδὲν ἀκήκοεν· μοι‐ χείαν δὲ ἤκουσεν ἀπὸ τοῦ μνηστῆρος πρὸς τὴν γυναῖκα, | |
20 | καὶ κρίνει αὐτὴν φόνου· ἐνταῦθα γὰρ μοιχεία εἰς ση‐ μεῖον τοῦ φόνου παραλαμβάνεται, ἥτις καὶ αὐτὴ τοῖς τε τῶν θεραπαινίδων λόγοις καὶ τοῖς τῆς γυναικὸς ῥήμασι κατασκευάζεται. λζʹ. Τὰ ἐξ ἡμετέρας ἐπιτηδεύσεως ὄντα πάντα ἢ μι‐ | |
25 | σεῖται καὶ καλεῖται διαβεβλημένα, ἢ καὶ γελᾶται καὶ | 122 |
7.123 | καλεῖται ἠθικὰ, ἢ ψιλὴν μόνην ἔμφασιν παρέχει, τουτ‐ έστιν οὐδὲ μισεῖται οὐδὲ καταγελᾶται, ὡς ἔχει τὸ φιλό‐ σοφος καὶ στρατηγὸς, ἅπερ τὴν ὑστάτην τάξιν ἀπείλη‐ φεν· εἰκότως δὲ τέτακται τὰ διαβεβλημένα πρὸ τῶν ἠθι‐ | |
5 | κῶν· τὰ μὲν γὰρ μισεῖται, ὡς ἔφαμεν, καὶ διὰ τοῦτο κινδυνεύει, τὰ δὲ καταγελᾶται· ὅσῳ τοίνυν μεῖζον τὸ κιν‐ δυνεύειν τοῦ καταγελᾶσθαι, τοσούτῳ ἰσχυρότερά ἐστι τὰ διαβεβλημένα τῶν ἠθικῶν. ληʹ. Κατὰ μικρὸν ὑπερβαίνει τῆς ὕλης ἀσθενούσης, δη‐ | |
10 | λονότι ἐκεῖνα μὲν γὰρ πρὸς καταδρομὴν λέγεται, τού‐ τοις δὲ πρὸς ὑπόκρισιν μόνον κεχρήμεθα. Τίνος δὲ ἕνε‐ κεν ταῦτα μόνα ἠθικὰ καλεῖ, καίτοι τοῦ ἤθους καὶ ἐν τοῖς ὡρισμένοις ὄντος, καὶ ἐν τοῖς πρός τι, καὶ ἐν τοῖς διαβεβλημένοις; φαμὲν οὖν ὅτι κυρίως ἠθικὰ ταῦτα | |
15 | προσηγόρευσεν· ἅμα γὰρ τῷ ὀνόματι καὶ τὸ ἦθος συν‐ εισάγει· ἀλλὰ πρὸς τοῦτο δύναιτ’ ἄν τις εἰπεῖν, ὅτι καὶ τοῖς ὡρισμένοις τοῖς πρός τι καὶ τοῖς διαβεβλημένοις καὶ τὸ ἦθος ἅμα τῷ λέγεσθαι συνεισάγεται· λέγομεν οὖν, ὅτι τὰ τοιαῦτα τῶν ζητημάτων κωμῳδίας τρόπον ἐπ‐ | |
20 | έχει καὶ οὐδὲν ἀγωνιστικὸν συνεισάγεται· οἷον γεωρ‐ γὸς μυριζομένην τὴν γυναῖκα ἀπέπεμψεν· ἐνταῦθα γὰρ εὐπορίαν τινὰ ἀπὸ μόνου τοῦ ἤθους λαμβάνομεν. λθʹ. Προσηγορίας καλεῖ τὰ προσηγορικὰ ὀνόμα‐ τα· ἰστέον δὲ, ὡς ταῦτα τὰ κατὰ συμπλοκὴν ἐκ τύχης | |
25 | ἐστὶ καὶ ἐξ ἡλικίας· οἷον νέος πλούσιος, πένης, πρεσβύ‐ της· τέτακται δὲ εἰκότως μετὰ τὰ ἄλλα, ὅτι καθ’ ἑαυτὰ μὲν λεγόμενα ἀσθενέστατά ἐστι καὶ σύστασιν οὐ ποιεῖ, ὁμοῦ δὲ γινόμενα συνίσταται· ὅσῳ οὖν τὰ μὲν ἄλλα καθ’ | |
ἑαυτὰ λέγεται, καὶ σύστασιν ποιεῖ, ταῦτα δὲ δύο ὄντα | 123 | |
7.124 | ἑνὸς χρείαν ἀποτελεῖ, τοσούτῳ ἀσθενέστερα ἐκείνων καθέστηκεν. μʹ. Καινήν τινα διδασκαλίαν ἐνταῦθα ὁ τεχνικὸς ἡμῖν παραδίδωσι· περὶ γὰρ προσώπων προθέμενος λέγειν, | |
5 | περὶ πράγματος ἡμῖν διαλέγεται. ὅθεν καὶ σφάλλεσθαι τοῖς πολλοῖς, μᾶλλον δὲ πᾶσι σχεδὸν ἔδοξεν. ὁ δὲ βα‐ θυτέραν τινὰ καὶ γλαφυρὰν ἡμῖν διδασκαλίαν ἐνταῦθα ἀνακαλύπτων ἔλαθε τοὺς πολλούς· ἐπεὶ γάρ εἰσί τινα μεταξὺ προσώπων τε καὶ πραγμάτων, ἤγουν ῥημάτων | |
10 | καὶ ὀνομάτων, οἷον αἱ μετοχαὶ μετέχουσαι καὶ προσώ‐ που καὶ πράγματος, τουτέστι καὶ ῥήματος καὶ ὀνόμα‐ τος, καθά φησι καὶ ὁ γραμματικὸς, μετοχή ἐστι λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῶν ὀνομάτων ἰδιότη‐ τος, διδάξαι ἡμᾶς ὁ τεχνικὸς καὶ περὶ τούτων βουλόμε‐ | |
15 | νος, καὶ τίσιν ἄρα ταύτας συντάττειν χρεὼν, τοῖς προ‐ σώποις ἢ τοῖς πράγμασιν, οὕτω τὸν λόγον μεθώδευσε· τὰ μὲν γὰρ πράγματα διὰ ῥημάτων σημαίνεται, τὰ δὲ πρόσωπα δι’ ὀνομάτων· αἱ δὲ μετοχαὶ οὔτε ῥήματά εἰ‐ σιν, οὔτε ὀνόματα· τίσιν οὖν ταῦτα συντάξομεν; ἀλλ’ | |
20 | ἴσως ἔροιτό τις, τί οὖν αἱ μετοχαὶ τῶν προσηγορικῶν διαφέρουσι; οἷον ὁ κλέπτων τοῦ κλέπτου τί διαλλάττει; ἢ ὁ μοιχεύων τοῦ μοιχοῦ ἢ ὁ κολακεύων τοῦ κόλακος ἢ καὶ αὐτὸς ὁ καλλωπιζόμενος τοῦ καλλωπιστοῦ; διαφέ‐ ρει, ὅτι αἱ μὲν μετοχαὶ ἐνέργειαν ἢ πάθος κατὰ ῥῆμα | |
25 | παριστῶσι, τὰ προσηγορικὰ δὲ οἷον ὁ κλέπτης, ὁ μοιχὸς καὶ τὰ τοιαῦτα ποιότητα μόνην, ἀπὸ τῆς προλαβούσης ἐγγενομένην ἕξεως· διὰ τοῦτο ὁ μὲν καλλωπιστὴς τῶν προσώπων ἐστὶν, ὥσπερ δὴ καὶ ὁ κλέπτης καὶ ὁ μοιχὸς καὶ ὁ κόλαξ· ὁ δὲ καλλωπιζόμενος πρᾶγμά ἐστιν οὐ ῥη‐ | |
30 | ματικῶς, ἀλλὰ μετοχικῶς ἐξενηνεγμένον, καὶ ὡς μετέχον καὶ | |
τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος, ἐν τῇ | 124 | |
7.125 | τῶν προσώπων τάξει μᾶλλον ἐμνημονεύθη, ὅτι τὰ πρό‐ σωπα τῶν πραγμάτων πρότερα, καὶ προσώπων χωρὶς οὐκ ἂν γένοιτο πράγματα· πράγματα γὰρ ἐνταῦθα τὰς πράξεις καὶ τὰς ἐνεργείας τὰς διὰ τῶν προσώπων ἐνερ‐ | |
5 | γουμένας, οὐ τὰς ὕλας φαμέν. Διὰ ταῦτα τοῖς προσώ‐ ποις τὰ μετοχικῶς ἑρμηνευόμενα τῶν πραγμάτων ὁ ῥή‐ τωρ συνέταξεν· οἷα τῶν μετοχῶν ἐν μεταιχμίῳ ῥημάτων καὶ ὀνομάτων, ἤγουν προσώπων τε καὶ πραγμάτων, κειμένων καὶ τῶν προσώπων ὡς προτέρων προϋφηρπα‐ | |
10 | κότων αὐτάς· ἔνθεν καὶ στάσις τὸ ἐξ αὐτῶν ἐστι καὶ τῶν προσώπων ἀποτελούμενον, οἷα μετεχουσῶν καὶ τοῦ ῥήματος ἤγουν τοῦ πράγματος καὶ τοῖς προσώποις διὰ τὰς εἰρημένας αἰτίας συγκατετάγησαν· ὃ καί τισιν ἀγνοηθὲν αἰτίαν προσῆψε τῷ τεχνικῷ ἀγνοήματος, | |
15 | οὐκ ὂν ἀγνόημα, ἀλλὰ βαθύτερον νόημα, καὶ βαθυτέρας καταλλήλως τῆς ἑρμηνείας ἀξιωθέν· καὶ τί, φησὶ, δια‐ φέρει ἡ ἐνταῦθα τοῦ πράγματος μετὰ τοῦ προσώπου συμπλοκὴ τῆς μετὰ τῶν ἄλλων προσώπων ἑνώσεως, ὅταν συμπλακέντα στάσιν ἀποτελῶσι, κἀκεῖ γὰρ προσώ‐ | |
20 | που καὶ πράγματος ὁρᾶται συνάφεια; ὅτι ἡ μὲν ἐνταῦ‐ θα συμπλοκὴ οἷον κρᾶσίς τίς ἐστι καὶ προσφυὴς ἀνα‐ πλοκὴ καὶ ἀνάχυσις τῆς συνεμφαινομένης τῷ πράγματι, κατὰ μετουσίαν, ὡς εἴρηται, ὀνομαστικοῦ, ἤτοι προσω‐ πικῆς ποιότητος, συνδεούσης καὶ συγκιρνώσης τῷ προσώ‐ | |
25 | πῳ τὸ πρᾶγμα, ἡ δὲ μετὰ τῶν ἄλλων προσώπων τοῦ πράγματος συνάφεια κατὰ μίξιν συντίθεται, θετικὴν οἱονεί τινα ἔχουσα τὴν ἕνωσιν καὶ οὐ φυσικὴν τὴν ἀνά‐ κρασιν. μαʹ. Ταῦτα εἰκότως τὴν ὑστάτην τάξιν ἀπείληφε· τῶν | |
30 | γὰρ ἄλλων τὰ μὲν καθ’ ἑαυτὰ ἴσχυε, τὰ δὲ τῇ πρὸς | |
ἕτερον συμπλοκῇ· ταῦτα δὲ καθ’ ἑαυτὰ ἀσθενέστατα | 125 | |
7.126 | τῶν ἄλλων ὑπάρχει, καὶ συμπλοκῆς ἑτέρου τινὸς καθέ‐ στηκεν ἄμοιρα. μβʹ. Διελὼν τὴν τοῦ προσώπου ποιότητα ἐδίδαξεν, ὡς οὐκ ἀναγκαῖον ἰδίᾳ ἑκάστην ἐξετάζεσθαι, ἀλλ’ ἔστιν ὅτε | |
5 | καὶ πλείονες ποιότητες εὑρίσκονται κατὰ ταὐτὸν καὶ ἀφορ‐ μαί· καὶ τοῦτο διὰ τοῦ παραδείγματος ἐσήμανεν. μγʹ. Παράδειγμα τοῦτο τῆς κατὰ πλείονα συνεμπτώ‐ σεως· ἓν γὰρ πρόσωπον ὁ Δημοσθένης κύριον καὶ ὡρι‐ σμένον· καὶ τῆς πρώτης ὂν τάξεως, καὶ ἴδε ὅσα κατὰ | |
10 | ταὐτὸ συνεμπέπτωκε· πατὴρ, ὃ τῆς δευτέρας ἐστὶ τά‐ ξεως, ῥήτωρ, πρεσβευτὴς, στρατιώτης, ἃ τῆς ἑβδόμης τάξεώς εἰσι· καὶ εἰς ταὐτὸν ἅπαντα συνελήλυθε καὶ συν‐ έδραμε. μδʹ. Ζητεῖται δὲ διὰ τί, εἴπερ τἄλλα τῷ κυρίῳ παρ‐ | |
15 | είπετο, οὐ περὶ τῶν κυρίων μόνων διέλαβεν· ἀλλὰ καὶ τῶν λοιπῶν ἐξέτασιν ἐποιήσατο· φαμὲν οὖν πρὸς τοῦτο, ὅπερ καὶ αὐτὸς ὁ τεχνικὸς, ὅτι οὐ δύναταί τις γνῶναι τῶν διπλῶν τὴν δύναμιν, μὴ πρότερον μαθὼν τὴν τῶν ἁπλῶν· οὕτω τοίνυν οὐχ οἷόν τε ἦν ἐπὶ τοῦ κυρίου | |
20 | εἰδέναι τὴν τῶν ἐμπιπτόντων δύναμιν, εἰ μὴ πρότερον ἕκαστον ἰδίᾳ ἐξήτασεν. μεʹ. Εἰ περιέχει τὰ κύρια καὶ ἕτερα πρόσωπα, ἀναγ‐ καῖον, περὶ ἑκάστου προσώπου πρῶτον διαγνῶναι τὴν δύναμιν καὶ τὴν ποιότητα· ὡς ἂν δὲ ὁ καιρὸς διδῷ, | |
25 | φησὶ, τουτέστιν ἡ ὕλη καὶ ἡ περίστασις καὶ ἡ μέ‐ θοδος πρὸς τὴν τῶν βίων ἐξέτασιν τῶν παρὰ ποιηταῖς τε καὶ ῥήτορσιν. μϛʹ. Ἐγκωμιαστικοὺς λέγει τόπους, γένος, ἀνατρο‐ φὴν, ἐπιτήδευμα, πράξεις· ἰστέον δὲ, ὡς μόνον ἐπὶ τῶν | |
30 | κυρίων χρώμεθα τοῖς ἐγκωμιαστικοῖς, οὐκέτι δὲ καὶ ἐπὶ | 126 |
7.127 | τῶν ἄλλων· οὐ γὰρ δύναταί τις πρὸς γένος εἰπεῖν ἢ ἀνατροφὴν, ὥστε ἐπὶ τῶν κυρίων μόνων ἰσχύει τὸ δεῖν χρῆσθαι πολλάκις τοῖς ἐγκωμιαστικοῖς. τὸ δὲ τοῖς ἐμ‐ πίπτουσιν, οὐ τοῖς εὑρισκομένοις φησίν· οὐδὲ γὰρ πάν‐ | |
5 | τως ἐξετάζειν ἕκαστα συμφέρει τῶν εὑρισκομένων, ἀλλὰ ἀντὶ τούτων τοῖς κατεπείγουσι καὶ συμφέρουσι δεῖ χρῆσθαι, τῶν δὲ ἄλλων οὐ μεμνῆσθαι. μζʹ. Ἐγκωμιαστικοὺς λέγομεν τόπους, οἷς χρώμεθα ἐπὶ ἐπαίνου καὶ ἐπὶ ψόγου· οὐ γὰρ μόνον ἐπὶ ἐπαίνου· | |
10 | τὸ γὰρ ἐγκώμιον διαιρεῖται εἰς ἐγκώμιον καὶ ψόγον· τοῖς δ’ αὐτοῖς κεφαλαίοις καὶ ἐπαινοῦμεν καὶ ψέγομεν. μθʹ. Τουτέστι τὸ τίς· θεραπεύομεν δὲ αὐτὸ τρόποις τίσιν; καὶ λογισμὸν ἀποδιδόντες ὧν λέγομεν· ἢ ἐξ ἐγκωμίου τοῦ εἰπόντος, ὡς ἔχει τό· „ὡς δὲ ἐγώ τινος | |
15 | ἤκουσα ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι·“ ἢ ἐξ ἐπι‐ κρίσεως ἡμετέρας. „καὶ μὰ Δι’ οὐδὲν ἄπιστον·“ ἐπειδὴ γὰρ αὐτὸ καθ’ ἑαυτό τις οὐδεμίαν ἔχει ποιότητα, καὶ πίστιν τινὰ ἐντεῦθεν πρὸς τὸν ἀκροατὴν οὐ δυνάμε‐ θα ποιήσασθαι, θεραπεύομεν αὐτὸ τοῖς εἰρημένοις τρό‐ | |
20 | ποις. νʹ. Πληρώσας τὸν περὶ τῶν ἐξεταζομένων προσώπων λόγον, λέγει νῦν καὶ ποῖα τὰ ἀνεξέταστα, ἅ φησιν εἶναι τὸ τίς, καὶ τὰ δι’ ὅλου ἰσάζοντα· τὸ μὲν γὰρ τίς ἄγνωστον οὐδεμίαν παρέξει τῷ λέγοντι ἀφορμὴν εἰς τὸ | |
25 | κακῶς ἐρεῖν ἢ καλῶς τι περὶ αὐτοῦ· τὰ δὲ δι’ ὅλου ἰσά‐ | 127 |
7.128 | ζοντα παρέξει μέν, ἀλλ’ ὅσα ἂν εἴποις κατὰ σαυτοῦ, ἔσῃ ταῦτα κατηγορῶν· διὰ τοῦτο ἀναγκαῖον τὸ σιωπᾷν. ναʹ. Τούτῳ εἰκότως τὴν πρώτην ἀπένειμε τάξιν· διαβεβαιούμεθα γὰρ ἐνταῦθα ὑπὲρ τῆς ἡμῶν αὐτῶν | |
5 | γνώμης, ὡς αὐτοὶ πεπραχότες· ἐν δὲ τοῖς λοιποῖς στο‐ χαζόμεθα τῆς τῶν πεπραχότων γνώμης· οὐ γὰρ δυνάμε‐ θα διϊσχυρίζεσθαι, ἐπείτοι ὑπόνοιαν καθ’ ἡμῶν αὐτῶν παρέχομεν τοῦ εἰδέναι τὰ τῶν ἐχθρῶν ἀκριβῶς. διὰ τοῦ‐ το ἐν μὲν τῷ πρώτῳ ζητήματι ἢ μίαν ἐροῦμεν ἀπολο‐ | |
10 | γίαν ἢ πολλὰς οὐκ ἐναντιουμένας ἀλλήλαις, ἐν δὲ τῷ δευ‐ τέρῳ καὶ πολλὰς ἐροῦμεν, καὶ ἀναιρετικὰς ἀλλήλων ἅτε δὴ στοχαζόμενοι. | |
13t | Cap. II. | |
14t | Περὶ προσώπων μὴ ἐξεταζομένων. | |
14 | νβ. Καὶ τούτῳ εὐλόγως τὴν δευτέραν ἀπένειμεν | |
15 | τάξιν· ἰσχυρότερον γάρ ἐστι τοῦ μετ’ αὐτό· τὸ γὰρ ἄντικρυς εἰς αὐτοὺς ἀναφερόμενον τοῦ μὴ ἄντικρυς ἀναφερομένου πῶς οὐ καθέστηκεν ἰσχυρότερον; νγʹ. Δευτέραν ἔλαχε τάξιν ταῦτα, διότι πεπλανημέ‐ νους ἐπιδέχεται τοὺς λογισμούς. ὧν γὰρ ἄλλοι πεπράχα‐ | |
20 | σι, πῶς ἂν ὡρισμένας ἀποδοίημεν αἰτίας; Διανύσας τὴν τῶν προσώπων ἐξέτασιν μέτεισιν ἐπὶ τὴν τῶν πραγμάτων· ἡ δὲ αἰτία εἴρηται, δι’ ἣν τὴν τῶν προσώπων ἐξέτασιν προτέραν ἐποιήσατο· διαιρεῖ τοίνυν τὰ πράγματα κατὰ τρεῖς διαφορὰς, ἢ ἐφ’ οἷς αὐτὸς ὁ | |
25 | πράξας κρίνεται, ἢ ἐφ’ οἷς ἑτέρου πράξαντος ἄντικρυς | |
εἰς αὐτὸν ἀναφέρεται τὸ πραχθέν, ἢ ἐφ’ οἷς ἑτέρου πρά‐ | 128 | |
7.129 | ξαντος οὐκ ἄντικρυς ἀναφέρεται τὸ πραχθὲν εἰς αὐτόν· τὰς μὲν οὖν δύο τὰς πρώτας διαφορὰς ἅπαντες παρα‐ δέχονται, τὴν δὲ τρίτην μόνος εἰσήνεγκεν Ἑρμογένης, ἣν καλεῖ μεταξὺ, περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν· ἰστέον δὲ, | |
5 | ὥς τινες κατὰ ἕνδεκα τρόπους διαιροῦσι τὰ πράγματα· φασὶ γὰρ, ὅτι ἢ ἐφ’ οἷς εἶπέ τις κρίνεται, ἢ ἐφ’ οἷς δέον εἰπεῖν, οὐκ εἶπεν· ἢ ἐφ’ οἷς ἑτέρου εἰπόντος ἄντι‐ κρυς εἰς αὐτὸν ἀναφέρεται, ἢ ἐφ’ οἷς ἑτέρου εἰπόντος οὐκ ἄντικρυς ἀναφέρεται εἰς αὐτόν· καὶ πάλιν ἢ ἐφ’ οἷς | |
10 | ἔπραξέ τις ἢ ἐφ’ οἷς δέον πρᾶξαι, ἢ ἐφ’ οἷς ἑτέρου πράξαντος ἄντικρυς ἀναφέρεται εἰς αὐτὸν, ἢ ἐφ’ οἷς ἑτέρου πράξαντος οὐκ ἄντικρυς ἀναφέρεται εἰς αὐτόν. ἢ ἐκ πάθους, οἷον νέος πλούσιος συνεχῶς εἰς τὴν ἀκρό‐ πολιν ἀφορῶν ἐδάκρυε, καὶ κρίνεται τυραννίδος ἐπιθέ‐ | |
15 | σεως· ἢ ἐφ’ οἷς κέκτηται· παρὰ Δημοσθένει εὑρέθη ἡ εἰκὼν Φιλίππου καὶ κρίνεται προδοσίας· ἑνδεκάτη διαφο‐ ρὰ, φασὶν, ἡ τοῦ συμβουλευτικοῦ εἴδους, μηδὲ μίαν ἔχου‐ σα κοινωνίαν πρὸς τὰς εἰρημένας. Γελοιοτάτη δὲ ἡ τοιαύτη διαίρεσις· ἀνάγεται γὰρ ἅπαντα ὑπὸ τὰς ἐκτε‐ | |
20 | θείσας τῷ τεχνογράφῳ τρεῖς διαφοράς· εἴτε γὰρ ἐν λό‐ γοις εἴη τὰ ζητούμενα, εἴτε ἐν πράξεσι, πράγματα κα‐ λεῖται· ὅσα γὰρ μὴ πρόσωπα, ταῦτα πράγματα ὀνομά‐ ζομεν· ταῦτά φασι παραλελοιπέναι τὸν τεχνικὸν οἱ τῆς τῶν πραγμάτων ἀπολελειμμένοι διαιρέσεως· ἐκεῖνα γὰρ, | |
25 | καθὰ μεμαθήκαμεν, δεῖ πράγματα καλεῖν, τὰ τὴν ἀφορ‐ | |
μὴν τῆς κατηγορίας παρέχοντα, καὶ τὰ ἐν τῇ ὑποθέσει | 129 | |
7.130 | εὑρισκόμενα, καὶ πρὸς πίστιν φερόμενα τοῦ ἐγκλήματος· ταῦτα δὲ πάντα ἐν λόγοις καὶ ἐν ἔργοις ζητεῖται, καὶ πρὸς ἀπόδειξιν φέρεται τοῦ ἐγκλήματος· ἡ δὲ περὶ τοῦ συμβουλευτικοῦ ζήτησις οὐκ ἀπόβλητος· τὴν γὰρ συμ‐ | |
5 | βουλὴν, φασὶν, ὑπ’ οὐδεμίαν ἐστὶν ἀνάγειν τῶν εἰρημένων τῷ τεχνογράφῳ διαφορῶν· οἷον τὸ δεῖν βοη‐ θεῖν Ὀλυνθίοις ὑπὸ ποίαν ἄν τις τῶν εἰρημένων ἀνάγοι διαφοράν; ἀλλ’ ἐκεῖνό γε ἐχρῆν εἰδέναι, ὡς ἕτερόν ἐστι τὸ πιστούμενον καὶ ἕτερα τὰ πιστωτικά· πιστούμενον | |
10 | γάρ ἐστιν αὐτὸ τὸ ζητούμενον, πιστωτικὰ δὲ τὰ πρὸς πίστιν λαμβανόμενα τοῦ ζητουμένου, ἅπερ καλεῖται πράγματα· οὕτως οὖν τὸ μὲν δεῖ βοηθεῖν Ὀλυνθίοις ἐστὶ τὸ ζητούμενον, ὅσα δὲ πρὸς πίστιν τούτου παρα‐ λαμβάνεται, καλεῖται πράγματα, καὶ πάντως ὑπὸ τὰς | |
15 | προειρημένας τῶν πραγμάτων διαφορὰς ἀνάγεται. Ἑβδοματικὴν τὴν τῶν προσώπων διδάξας διαφορὰν, τρίτην τὴν τῶν πραγμάτων ἡμῖν παραδίδωσιν· ἢ ὅταν αὐτὸς ὁ κρινόμενος ποιήσῃ, ἢ ὅταν ἕτερος παρὰ τὸν κρινόμενον, ἢ ὅταν αὐτός τε καὶ ἕτερος, ἃ μεταξὺ | |
20 | τῶν προειρημένων ἐκάλεσε καὶ πρώτης δυνάμεως μὲν εἶ‐ ναί φησιν, ὅταν ἀφ’ ὧν τις αὐτὸς πεποίηκε κρίνηται, καὶ εἰκότως· ἰσχυρότερον γὰρ εἰς κατηγορίαν τὸ ἐκ τῶν οἰ‐ κείων ἔργων καὶ πράξεων διελέγχεσθαι· καὶ παράδει‐ γμα τίθησι τὸν τὸ νεοσφαγὲς σῶμα θάπτοντα· οὐκ αὐ‐ | |
25 | τὸς πλάσας, ἀλλ’ ἐκ τῶν παλαιῶν εἰληφώς· τὸ γὰρ εἰ‐ πεῖν ὡς ὁ θάπτων, τοῦτο αἰνιττομένου ἐστί· δευ‐ τέρας δὲ δυνάμεως, ὅταν ἑτέρου πράξαντος ἄντικρυς εἰς τὸν κρινόμενον τὸ γεγονὸς ἀναφέρηται· οἷον τρισαρι‐ στέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ προδοσίας κρίνε‐ | |
30 | ται· ἀλλαχοῦ γὰρ οὐχί. εἰς αὐτὸν δὲ τὸν τρισαριστέα | 130 |
7.131 | τὸ γενόμενον φέρεται, ἐφ’ ᾧ καὶ κρίνεται· τελευταίας δὲ καὶ τρίτης δυνάμεως τὰ μεταξὺ τῶν εἰρημένων ὠνό‐ μασεν, ὅταν ἀφ’ ὧν τε αὐτὸς ὁ κρινόμενος καὶ ἕτερός τις ἔπραξε τὰ τῆς ἐξετάσεως γίνηται. Ὁ δὲ Ἑρμογένης | |
5 | τὰ μὲν ὑφ’ ἑτέρου πεπραγμένα ἐν τῷ παραδείγματι τέ‐ θεικε, τὰ δὲ ὑπ’ αὐτοῦ τοῦ κρινομένου παρέλιπεν· ἐν δὲ τῷ εἰπεῖν, ἃ μεταξὺ τούτων ἐστὶ, κἀκεῖνα ἐνέφηνε. μεταξὺ γὰρ τὸ ἑκατέρων ἐξηρτῆσθαι καὶ μετέχειν ἑκατέ‐ ρων ἐστὶν, ἀλλὰ καὶ τῷ φάναι, διὰ δὲ τἄλλα ἐνδέχεται | |
10 | καὶ τοῦτο ἐξετασθῆναι, ὡς ἀναφερόμενον· τῷ δὲ εἰπεῖν τἄλλα τοῦτο ᾐνίξατο· δόξειε δ’ ἄν τις ἴσως μηδὲν δια‐ φέρειν τῆς πρώτης τάξεως τὰ πεπραγμένα τῷ Ἀρχιδάμῳ, οἷον ὅτι μὴ τοὺς καρποὺς τοῦ Περικλέους ἐδῄωσε· τοῦτο γὰρ τὸ ὑπ’ αὐτοῦ πεπραγμένον· ὁ γὰρ αὐτός ἐστι | |
15 | καὶ πεπραχὼς καὶ κρινόμενος. ὥστε οὐδὲν τῆς πρώτης τάξεως διενήνοχε, καί φαμεν, ὡς εἰ μὲν, ἐξ ὧν ὁ Ἀρ‐ χίδαμος ἔπραξεν, ἐκρίνετο, εἶχε λόγον· νῦν δὲ οὐκ ἐξ αὐ‐ τῶν· οὐ γὰρ προδοσίας κρίνεται, ὡς τοὺς καρποὺς μὴ δῃώσας, ἀλλὰ δώρων φεύγει· ὅπερ ἀνοίκειον μὲν αὐ‐ | |
20 | τῷ, οἰκειότατον δὲ πρὸς τὰ τῷ Περικλεῖ γεγραμμένα· τὰ δ’ οὖν ὑπὸ τοῦ Ἀρχιδάμου γινόμενα εἰς οὐδὲν ἄλλο τῷ ζητουμένῳ συμβάλλεται, ἢ ὅσον εἰς αὐτὸν ἀναφέρειν τὸν Ἀρχίδαμον τὸ ὑπὸ τοῦ Περικλέους γραφέν· τοῦτο δὲ δηλοῖ τὸ „διὰ δὲ τἄλλα καὶ τοῦτο ἐνδέχεται ἐξετασθῆ‐ | |
25 | ναι.“ | |
νδʹ. Τὸ μεταξὺ λέγεται διχῶς, εἴτε ἐπὶ τόπου, ἢ τὸ | 131 | |
7.132 | μέσον δύο τινῶν· μέσον δέ ἐστι τὸ κοινωνοῦν ἀμφοτέροις· ζητοῦσιν οὖν τινες, πῶς εἶπεν ἐνταῦθα τὸ μεταξύ· ὅτι μὲν γὰρ οὐκ ἐπὶ τόπου ἐχρήσατο δῆλον· περὶ πραγμά‐ των γὰρ ὁ λόγος αὐτῷ. ἀλλ’ οὐδὲ μέσον τῶν προκει‐ | |
5 | μένων καθεστὼς φαίνεται, καθὸ οὐδὲ κοινωνίαν ἔχει πρὸς αὐτά. πῶς γὰρ κοινωνεῖ, φασὶ, τὸ ὑφ’ ἑτέρου πεπρα‐ γμένον καὶ μὴ ἄντικρυς εἰς ἡμᾶς ἀναφερόμενον τῷ ὑφ’ ἡμῶν πεπραγμένῳ; ἢ πῶς κοινωνεῖ τὸ μὴ ἄντικρυς εἰς ἡμᾶς ἀναφερόμενον τῷ ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένῳ, | |
10 | ὥστε λείπεται, φασὶ, μὴ εἶναι αὐτὸ μεταξύ. Φημὶ δὲ ἔγωγε κοινωνίαν αὐτὸ πρὸς ἑκάτερον ἔχειν. πρὸς μὲν οὖν τὸ δεύτερον, καθὸ ἑκάτερον ὑφ’ ἑτέρου πέπρακται· ἡ δὲ διαφορὰ, καθὸ τὸ μὲν ἄντικρυς εἰς ἡμᾶς ἀναφέρε‐ ται, τὸ δὲ οὐκ ἄντικρυς. πρὸς δὲ τὸ πρότερον, ὅτι ἑκά‐ | |
15 | τερον διὰ τῶν ἀποδεικτικῶν σημείων κατασκευάζεται. διαφέρει δὲ τῷ τὸ μὲν προσεχῆ ἔχειν τὰ σημεῖα, τὸ δὲ οὐχ οὕτως, ἀλλ’ ἔξωθεν λαμβανόμενα. ἀλλ’ ἀντιλέγουσι πρὸς τοῦτό τινες. εὑρίσκεται γὰρ, φασὶν, ἐν τούτῳ τὸ σημεῖον αὐτὸ τὸ ἀποδεικτικὸν ἀφανές· ἐξ ἀφανοῦς δὲ | |
20 | ἀφανὲς οὐκ ἂν πιστωθείη. ἀλλ’ ἐροῦμεν, ὡς τοῦτο οὐκ ἐνταῦθα μόνον ὁρᾶται, ἀλλὰ καὶ ἐπὶ τοῦ συγκατασκευ‐ αζομένου σχηματισμοῦ ἤτοι στοχασμοῦ τὸ πρῶτον ση‐ μεῖον ἀφανές. τὰ δὲ ἐξ αὐτοῦ, τουτέστι τὰ τούτου κα‐ τασκευαστικὰ φανερὰ, οὕτως καὶ ἐπὶ τούτου τὸ μὲν | |
25 | πρῶτόν ἐστιν ἀφανὲς, τὰ δ’ ἑξῆς φανερά· οἷον ἐδωρο‐ δόκησας, Ἀρχίδαμε· τῷ δῆλον; Περικλῆς ἔγραψεν εἰς δέον ἀνηλωκέναι νʹ τάλαντα. τοῦτο ἀφανὲς τὸ σημεῖον. | |
τὰ δὲ τούτου κατασκευαστικὰ φανερά· οἷον φίλος γὰρ | 132 | |
7.133 | ἦσθα τῷ Περικλεῖ, καὶ τοὺς αὐτοῦ οὐκ ἐδῄωσας ἀγρούς. ταῦτα γὰρ πάντα φανερά τε καὶ ἀναμφίλεκτα. νεʹ. Τῷ κατὰ τοῦ Ἀρχιδάμου ζητήματι μηδὲν ἀπεοι‐ κέναι τὸ τοῦ ἀσώτου φησὶν, ὃς φόνου φεύγει ἐπὶ ἀφα‐ | |
5 | νείᾳ τῇ πατρικῇ. ἔστι γὰρ κατὰ πάντα καὶ προσφυές. ἐκεῖ τε γὰρ ὁ Περικλῆς εἰς δέον τὰ νʹ τάλαντα ἀναλῶσαι ἔγραψε· κἀνταῦθα ὁ πατὴρ ἀφανὴς ἐγένετο· ἐκεῖ Ἀρχί‐ δαμος τοὺς καρποὺς οὐκ ἐδῄωσεν· ἐνταῦθα ὁ υἱὸς ἀσώτως ἐβίωσεν· διὰ τὰ πεπραγμένα τῷ Ἀρχιδάμῳ ἐκεῖ τὸ τῶν νʹ | |
10 | ταλάντων εἰς αὐτὸν ἀναφέρεται· διὰ τὰ βεβιωμένα τῷ ἀσώτῳ· ἐνταῦθα ἡ τοῦ πατρὸς ἀφάνεια εἰς αὐτὸν ἀπευ‐ θύνεται. νϛʹ. Ἐπιλαμβάνονταί τινες οἷα δὴ κακῶς εἰπόντος ὅμοιον εἶναι τόδε τὸ ζήτημα τῷ προειρημένῳ· ἐν ἐκείνῳ | |
15 | μὲν γὰρ, φασὶ, τὸ πρόσωπον ὁ Περικλῆς κύριον, ἐν δὲ τούτῳ κοινὸν ὁ ἄσωτος. φαμὲν δὲ, ὡς ἐνταῦθα οὐ περὶ προσώπων αὐτῷ προϋπέκειτο λέγειν, ἀλλὰ περὶ πραγμά‐ των· εὑρίσκομεν δὲ τὸ πρᾶγμα ἐπ’ ἀμφοῖν παραπλήσιον, ὥστε λίαν ἀμούσως ἐπιλαμβάνονται τοῦ τεχνικοῦ· ἐμνή‐ | |
20 | σθη δὲ τούτου τοῦ προβλήματος, ἐπειδὴ τοῦτο μάλιστα ἐζητεῖτο παρὰ τοῖς τεχνικοῖς. νζʹ. Βιαστικώτερον εἰσενηνέχθαι βούλονται ὑπὸ τοῦ τεχνικοῦ τὴν τρίτην τάξιν τῶν πραγμάτων· ἀντιλεκτέον | |
γὰρ αὐτῷ φασιν, ὅτιπερ, εἰ καὶ τὰ μάλιστα, ὥσπερ φῂς ἐν | 133 | |
7.134 | τῷ συγκατασκευαζομένῳ τὸ πρῶτον σημεῖόν ἐστιν ἀφα‐ νές. ἀλλ’ οὖν τὰ τούτου κατασκευαστικὰ ἐκ τοῦ πρά‐ γματος λαμβάνεται, ἐνταῦθα δὲ ἐκ τοῦ προσώπου· τοι‐ γαροῦν ἐάν τις ἀμείψῃ τὸ πρόσωπον, οὐκέτι μένει ἡ ζήτη‐ | |
5 | σις· ὥστε τὸ πρόσωπόν ἐστι τὸ παρέχον τὴν ζήτησιν, καὶ οὐ τὸ πρᾶγμα· τοιοῦτοι μὲν τῶν ἐπιλαμβανομένων οἱ λό‐ γοι· ὁ δὲ τεχνικὸς τοιοῦτό φησι. τῶν κεφαλαίων τὰ μέν ἐστι προσωπικὰ, τὰ δὲ πραγματικά. τουτέστι τὰ μὲν ἐκ τοῦ προσώπου λαμβάνεται, τὰ δὲ ἐκ τοῦ πράγματος. ὁ | |
10 | οὖν ἄσωτος κρινόμενος ἐρεῖ τι· ἐρεῖ δὲ, φασὶ, χρῶμα, τουτέστι μετάθεσιν αἰτίας, ὃ πραγματικόν ἐστι· τῷ πρά‐ γματι ἄρα ἡ ζήτησις· οἱ δὲ ἅπαξ ἐπιλαβόμενοι ἑξῆς καὶ πρὸς τοῦτο διαμάχονται· ψεῦδος γὰρ, φασὶ, τὸ εἰρημένον καὶ παραλογισμός· ἡ μὲν γὰρ πρώτη πρότασις ἀληθὴς, | |
15 | ὅτι τῶν κεφαλαίων τὰ μέν ἐστι προσωπικὰ, τὰ δὲ πρα‐ γματικὰ, ἡ δευτέρα δὲ παραλογιστική. οὐ γὰρ ἐρεῖ ὁ ἄσω‐ τος κρινόμενος μετάθεσιν αἰτίας, ἀλλ’ ἐρεῖ μέντοι πάντα. οὐκ ἐρεῖ δὲ μετάθεσιν αἰτίας, ἀλλὰ βούλησιν ἢ δύναμιν, καὶ οἷα προσωπικὰ κεφάλαια. πρὸς δὲ τούτοις καὶ ἐκ τῶν | |
20 | παρὰ τῷ τεχνικῷ διελέγχειν πειρῶνται τὸν λόγον. εἰ γὰρ αὐτὸς δέδωκε, φησὶν, ἐν τοῖς διπλοῖς στοχασμοῖς εἶναί τι‐ νας ἐλλιπεῖς κατὰ τὸ πρᾶγμα, πολλάκις δὲ καὶ τὸ πρόσω‐ πον· οἷον κατὰ μὲν πρόσωπον, ἀπώλετο ἐξ ἱεροῦ χρήματα. εὑρέθησαν δύο ῥήτορες· ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ | |
25 | λόγον ὑπὲρ ἱεροσυλίας γράφων· καὶ ἀντεγκαλοῦσιν ἀλλή‐ λοις. Ἐνταῦθα γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα κρίσιν | |
οὐκ ἐπιδέχεται· ῥήτορες γὰρ ἄμφω. τὸ δὲ πρᾶγμά ἐστι | 134 | |
7.135 | τὸ κρινόμενον. τοῦ δὲ κατὰ τὸ πρᾶγμα ἐλλιποῦς παράδει‐ γμα τόδε· ἀριστεὺς ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων, καταλιπὼν τὴν μητρυιὰν καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· πάλιν γὰρ ἐνταῦθα ἰσάζον ἐπ’ | |
5 | ἀμφοτέρων τὸ πρᾶγμα οὐκ ἐξετάζεται· ἀλλ’ ἡ τῶν προ‐ σώπων ποιότης παρέχει τὴν ζήτησιν, ὅτι ἡ μὲν μητρυιὰ, ἡ δὲ παλλακίς· εἰ τοίνυν, φασὶ, τοῦτο δίδωσιν αὐτὸς, καὶ ὁμολογεῖ εἶναι διπλοῦν τὸν στοχασμὸν ἀτελῆ κατὰ τὸ πρᾶγμα, ὅσπερ καὶ ἀληθὴς ὁ λόγος, τί δήποτε οὐ | |
10 | συγχωρεῖ κἀπὶ τῶν ἁπλῶν τοῦτο; ὁ γὰρ διπλοῦς στοχα‐ σμὸς οὐδὲν ἕτερόν ἐστιν, ἢ δύο ἁπλοῖ· ἀποδεικνύναι μὲν οὖν οὕτως ἐπειράθησαν τὴν τρίτην τῶν πραγμάτων τά‐ ξιν. ἡμῖν δὲ καὶ τοῦτο φαίνεται ὀρθῶς εἰρημένον τῷ τε‐ χνικῷ· τὰς δὲ ἀποδείξεις ἐκθήσομεν ἐν τῷ περὶ τῶν εἰδῶν | |
15 | τοῦ στοχασμοῦ, ἔνθα καὶ αὐτὸς ὁ τεχνικὸς διείλεκται πλα‐ τύτερον. νηʹ. Πρὸς Μινουκιανὸν ἀποτείνεται λέγοντα, δύνα‐ σθαι εἶναι στοχασμὸν ἀτελῆ ἁπλοῦν, ἀπὸ προσώπου μό‐ νον ἐξεταζόμενον μὴ κρινομένου τοῦ πράγματος, ὅπερ | |
20 | Ἑρμογένης οὐ παραδέχεται· ἀλλὰ διπλοῦν μὲν εἶναι λέγει ἀτελῆ ἀπὸ τῶν προσώπων μόνων δυνάμενον ἐξετάζεσθαι· τῶν πραγμάτων μὴ κρινομένων, ὅταν ἰσάζοντα ᾖ· ὡς τὸ ἐπιὸν δηλώσει παρ’ αὐτοῦ προβεβλημένον παράδειγμα, ἁπλοῦν δὲ οὐδαμῶς, καὶ εἰκότως· ἀδύνατον γὰρ εἶναι τοῦ‐ | |
25 | το καὶ ἀνεγχώρητον· ὡς ἐν τοῖς ἐφεξῆς ἐπαγωνιζόμενος δείκνυσιν. νθʹ. Ἐνταῦθα πρὸς Μινουκιανὸν ἀντιλέγει καὶ πει‐ ρᾶται κατὰ συλλογισμὸν δεῖξαι, ὅτι καὶ τὸ πρᾶγμα ἐν τῷ ἀσώτῳ ἐξετάζεται· λέγω δὲ τὸ ἀφανές· ἔστι δὲ ὁ | |
30 | συλλογισμὸς οὕτως· εἰ συνέστηκε τὸ ζήτημα, ἀπολογίαν | 135 |
7.136 | ἕξει ὁ ἄσωτος· εἰ δὲ ἀπολογίαν, καὶ μετάθεσιν αἰτίας ἐρεῖ· εἰ δέ ἐστι μετάθεσις αἰτίας, συνέχει καὶ τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους· εἰ δὲ ἔχει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, συνέστηκε τὸ πρᾶγμα· ἰστέον δὲ, ὅτι, ὅτε τὸ πρόσωπον | |
5 | ἐξετάζομεν, τὰ τοῦ προσώπου μόνον ἐμπίπτει κεφάλαια, οἷον βούλησις, δύναμις· ὅτε δὲ τὸ πρᾶγμα, μόνον τὰ τοῦ πράγματος, οἷον τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσις, ὃ καὶ χρῶμα καλεῖται, ἀντίληψις, πιθανὴ ἀπολογία· τὸ δὲ παραγραφικὸν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις ἔξωθέν | |
10 | ἐστι· ἐλλείποντος δὲ τοῦ προσώπου λείπει καὶ τὰ κεφά‐ λαια αὐτοῦ. ξʹ. Ἄνω ἐν τῇ τῶν προσώπων διδασκαλίᾳ περὶ προσ‐ ώπων ἀνεξετάστων λέγων παρέλαβεν ἐξισάζοντα τὸ· δύο νέοι πλούσιοι, εἰ ἐπί τῳ κρίνοιεν ἀλλήλους, ἀόριστον | |
15 | τὸ τῶν πραγμάτων καταλιπών· ἐνταῦθα δὲ περὶ πρα‐ γμάτων ἀνεξετάστων λέγων ἀναπλάττει τὸ πρόβλημα, καὶ λαμβάνει διαφορὰν μὲν προσώπων, ἅτινα δύναται ἐξετάζεσθαι, πρᾶγμα δὲ ἐξισάζον· καὶ γὰρ ἐν τοῖς προσ‐ ώποις διάφορός ἐστιν ἀπολογία· ἐν δὲ τοῖς πράγμασιν | |
20 | οὐδαμῶς· εἰ γὰρ ἕτερος αὐτῶν εἴποι τὴν ἐκ τῆς οἰκίας ἔξ‐ οδον τεκμήριον εἶναι τῆς μοιχείας, τούτῳ καὶ ὁ ἕτερος χρήσεται. ξαʹ. Ἐνταῦθα τὸ παράδειγμα τοῦ διπλοῦ ἀτελοῦς στοχασμοῦ ἀπὸ προσώπων μόνων τὴν ἐξέτασιν ἔχον· οἷα | |
25 | διαλλαττόντων τῶν πραγμάτων, οὐ κρινομένων, ἅτε ἐξι‐ σαζόντων, ὅτε καὶ μόνον ὁ τεχνικός φησι μὴ δέχεσθαι τὸ πρᾶγμα ἐξέτασιν, ὅπερ ἐπὶ τῶν πλαστῶν στοχασμῶν οὐκ ἐγχωρεῖ γενέσθαι, ἑνὸς ὄντος τοῦ πράγματος, τῆς ἰσότητος περὶ δύο τὸ ἔλαττον φαινομένης. Ἐπεὶ, φη‐ | |
30 | σὶν, ἐν τοῖς ζητήμασίν εἰσι μὲν κεφάλαια προσωπικὰ, | |
εἰσὶ δὲ καὶ πραγματικὰ, ὧν ἐστι καὶ ἡ τῆς αἰτίας μετά‐ | 136 | |
7.137 | θεσις, τὸ οὕτω χρῶμα λεγόμενον, θαυμάζω εἰ τὸ τοιοῦ‐ το κεφάλαιον ἀποδοίη τις μὴ κρινομένου τοῦ πράγματος· ἀπολογήσεται δὲ, οἶμαι, ὁ ἄσωτος, καὶ ἐρεῖ τι, τουτ‐ έστι κρινόμενος δώσει τῆς αἰτίας μετάθεσιν· ἐρεῖ γὰρ, | |
5 | διὰ τοῦτο ἀφανὴς ὁ πατὴρ, ἢ ὅτι ἀποδημῶν ἐτελεύτησε, τί γὰρ τοῦ ἀποθανεῖν ἄνθρωπον ῥᾷον καὶ εὐχερέστερον; ἢ ὅτι λῃσταῖς περιέπεσεν, ἢ ξενιτεύειν διὰ φιλοσοφίαν προείλετο, καὶ πολλὰ τοιαῦτα πεπλανημένως εἰπεῖν ἀνάγ‐ κη. τοιαύτη γὰρ, ὅταν ἐπὶ τοῖς ὑφ’ ἑτέρου πεπραγμένοις | |
10 | κρίνηταί τις, ἡ τῆς αἰτίας μετάθεσις· ὃ καὶ ὁ τεχνικὸς διὰ τοῦ ἐρεῖ τις ᾐνίξατο, ἀορίστως εἰπών· πῶς δὲ καὶ ἐγχωροίη πράγματος μὴ ξυμβάντος κριθῆναι πρόσωπον· ἐπεί τοί γε καὶ ἐπὶ τῶν διπλῶν στοχασμῶν, ἐφ’ ὧν ἀπὸ μόνων προσώπων ἡ κρίσις, αἴτια τὰ πράγματά ἐστιν, | |
15 | εἰ καὶ μὴ ἐξέτασιν ἐπιδέχεται τὸ ἰσάζειν. ξβʹ. Διεξελθὼν τὴν τῶν προσώπων καὶ πραγμάτων διδασκαλίαν μέτεισιν ἐπὶ τὴν τῶν ἐξεταζομένων καὶ ἀνε‐ ξετάστων, καὶ συνῆψε τὸν περὶ τούτου λόγον τῷ προτέ‐ ρῳ, ἵνα δόξῃ μὴ ἐξ ἀκαίρου πεποιῆσθαι τὸν περὶ τῶν | |
20 | προσώπων καὶ πραγμάτων λόγον, ἀλλὰ διὰ ταῦτα· διέξ‐ εισι τοίνυν, ὡς ἐν ὁρισμῷ περὶ τῶν ἐξεταζομένων καὶ ἀνεξετάστων κατὰ θέσιν καὶ ἀναίρεσιν· ἐν μὲν τῇ θέσει παραλαβὼν τὰ ἐξεταζόμενα, ἐν δὲ τῇ ἀναιρέσει τὰ ἀν‐ εξέταστα· καί τινες ἐζητήκασιν, ἀνθ’ ὅτου κατὰ θέσιν | |
25 | καὶ ἀναίρεσιν τὸν λόγον προηνέγκατο, καὶ οὐχ ἁπλῶς κατὰ θέσιν· περὶ γὰρ μόνων βούλεται διδάξαι ἡμᾶς τῶν ἐξεταζομένων· φαμὲν δὲ, ὅτι καὶ τὰ ἀνεξέταστα παρ‐ έλαβε πρὸς σαφῆ διδασκαλίαν τῶν ἐξεταζομένων, ἵνα μὴ λάθωμεν πολλάκις ἀνεξετάστοις χρώμενοι ὡς ἐξεταζο‐ | |
30 | μένοις, ἀλλ’ εἰδότες φυλαξώμεθα· εἰ δέ τις ἀπο‐ | |
ροίη, διὰ τί τὴν μὲν θέσιν τοῖς ἐξεταζομένοις, τοῖς δ’ | 137 | |
7.138 | ἀνεξετάστοις δέδωκε τὴν ἀναίρεσιν, ἐροῦμεν, ὅτι δεικνὺς ἔργον μὲν αὐτῷ καθεστὼς περὶ τῶν ἐξεταζομένων διαλα‐ βεῖν, πάρεργον δὲ καὶ διὰ τὸ προκείμενον παραλαμβα‐ νόμενον, τὸ περὶ τῶν ἀνεξετάστων· τριῶν δὲ τούτων | |
5 | εὑρισκομένων ἐν τοῖς δικαστηρίοις ἀεί, φημὶ τῶν λεγόν‐ των προσώπων καὶ τῶν ἀκροωμένων καὶ τοῦ πράγματος, ἐκ μὲν τῶν λεγόντων τέσσαρα δεῖ ταῦτα ζητεῖν, τὸ δια‐ φόρους εἶναι τοὺς λόγους, τὸ ἐξ ἑκατέρου μέρους, τὸ πιθανοὺς, τὸ ἰσχύοντας· τὸ μὲν οὖν διαφόρους, ὥστε | |
10 | φυγεῖν τὸ ἰσάζον, τὸ δὲ ἐξ ἑκατέρου μέρους διὰ τὰ μο‐ νομερῆ καὶ τὰ ἀπερίστατα, τὸ δὲ πιθανοὺς διὰ τὰ ἀπί‐ θανα· τὸ δὲ ἰσχύοντας διὰ τὰ ἀντιστρέφοντα· ὥσπερ δὲ ἐκ τῶν λεγόντων προσώπων δεῖ ταῦτα ζητεῖν, καὶ ἐκ τῶν ἀκουόντων δύο ταῦτα ζητητέον, τό τε μὴ προει‐ | |
15 | λῆφθαι αὐτοὺς, καὶ τὸ δύνασθαι πέρας δοῦναι τῷ ζη‐ τουμένῳ· τοῦτο δέ φημι διὰ τὰ ἄπορα, οἷον Ἀλέξαν‐ δρος ὄναρ εἶδεν, ὀνείροις μὴ πιστεύειν· ταῦτα τοίνυν ἀεὶ προσεῖναι δεῖ τῷ ζητήματι· εἰ δέ τι τούτων ἐλλείποι, ἀσύστατον εὐθέως γενήσεται. | |
20 | ξγʹ Ἐκθέμενος, φησὶ, τῶν τε προσώπων καὶ τῶν πραγμάτων διαφορὰν, φησὶν, ἐξ αὐτῶν γινώσκομεν τὰ συνεστῶτα τῶν προβλημάτων καὶ διαιρεῖσθαι δυνάμενα· ἀπὸ γὰρ τῆς τούτων ποιότητος συνίσταται τὸ ζήτημα· ξδʹ. Καλῶς ἡ προσθήκη τοῦ διαιρεῖσθαι δυνάμενα· | |
25 | τὰ γὰρ συνεστῶτα καὶ διαιρεῖται· εἰ δὲ μὴ συνεστήκοι, οὐδὲ διαίρεσιν ἐπιδέχεται· ἐζήτησαν δέ τινες πιθανῶς, διὰ τί κοινὸν τὸ ζήτημα λαμβάνει ἐπί τε τῶν συνεστώ‐ των καὶ τῶν ἀσυστάτων· εἰ γὰρ ἀσύστατα, οὐ ζητήμα‐ τα, προβλήματα μέντοι· οὐδὲν γὰρ κωλύει προβλήματα | |
30 | μὴ συνεστάναι· πρὸς ὅ φαμεν, ὅτι καταχρηστικῶς ἐκά‐ | |
λεσε ζητήματα. | 138 | |
7.139 | ξεʹ. Μετὰ τὴν τῶν προσώπων, φησὶ, καὶ τῶν πρα‐ γμάτων διάγνωσιν ἔστιν ἐπιγνῶναι καὶ τὰ ἐξ αὐτῶν συν‐ τιθέμενα· ἀπὸ γὰρ τῆς τῶν ἁπλῶν ἀκριβοῦς διαγνώ‐ σεως ἀκριβέστερα καὶ τὰ συντιθέμενα διακρίνεται καὶ γι‐ | |
5 | νώσκεται. ξϛʹ. Ἐπιλαμβάνονται αὐτοῦ ἐνταῦθά τινες, ὅτι ἐναν‐ τία φησὶν ἑαυτῷ, ὥσπερ ἐπιλανθανόμενος ὧν εἶπεν· ἐν μὲν γὰρ τοῖς προτέροις ἔφη μηδέποτε ἐλλείπειν τὸ πρᾶ‐ γμα· ἐνταῦθα δὲ τῷ εἰπεῖν ἢ τὸ ἕτερόν γε πάντως δη‐ | |
10 | λοῖ ἢ τὸ πρᾶγμα ἢ τὸ πρόσωπον, καὶ οἶδε, φασὶν, ἐλ‐ λείπειν τὸ πρᾶγμα· ἐροῦμεν οὖν πρὸς τοῦτο, ὡς μάλιστα μὲν τὸ ἕτερον ἀντὶ ὡρισμένου δύναται νοεῖσθαι, ὥστε λέγειν αὐτὸν μόνον τὸ πρόσωπον· ἔπειτα οὐδ’ αὐτός φη‐ σι καθάπαξ μὴ ἐλλείπειν πρᾶγμά ποτε, ἀλλ’ ἐπὶ μόνων | |
15 | τῶν ἁπλῶν· ἐπὶ μέντοι τῶν διπλῶν στοχασμῶν πολλάκις φησὶν ἐλλείπειν, ὥστε τοῦ εἶναι κἀνταῦθα τὸ λεγόμενον· καὶ ἐλλείπειν πολλάκις μὲν τὸ πρόσωπον, ὅποι τύχοι, πολλάκις δὲ τὸ πρᾶγμα ἐν τοῖς διπλοῖς στοχασμοῖς. ξζ. Ὁ μὲν Μινουκιανὸς πρῶτον περὶ τῶν ἀσυστάτων | |
20 | διαλαβὼν καὶ μετὰ ταῦτα βουληθεὶς τῶν συνεστηκό‐ των λόγον ποιήσασθαι, τρεῖς περὶ τούτου παρέδωκε τρόπους· αἴτιον, συνέχον, κρινόμενον· αἴτιον μὲν καλέ‐ σας τὸν κατήγορον· αὐτὸς γάρ ἐστιν ὁ παρέχων ἀφορ‐ μὴν τῇ γραφῇ· συνέχον δὲ τὸν φεύγοντα, ἐξ αὐτοῦ γὰρ | |
25 | συνέχεται τὸ ζήτημα· οἷον ἐφόνευσας, οὐκ ἐφόνευσα· καὶ | 139 |
7.140 | τούτων ἀμφισβήτησις γίνεται· κρινόμενον δὲ τὴν ψῆφον τῶν δικαστῶν· αὕτη γάρ ἐστιν ἡ κρίνουσα καὶ πέρας ἐπιτιθεῖσα τοῖς ἀμφισβητουμένοις· καὶ ὁ μὲν Μινουκια‐ νὸς οὕτως· ὁ δὲ Ἑρμογένης πολλῷ σαφέστερον περὶ τού‐ | |
5 | του παραδιδοὺς τέσσαρας τρόπους τῶν συνεστώτων τι‐ θέμενος ἅμα δι’ αὐτῶν καὶ τὰ μὴ συνεστῶτα διδάσκει, μεταξύ τινας λέξεις παρεμβαλὼν, ἢ γὰρ πρόσωπόν ἐστι καὶ πρᾶγμα κρινόμενον· καὶ ἔστιν οὗτος ὁ πρῶτος τρό‐ πος· δεύτερος, ἡνίκα ἑκάτερος αὐτῶν λόγους πιθανοὺς | |
10 | ἔχει καὶ ἰσχυρούς· τρίτος, ἡνίκα μὴ παρὰ τοῖς δικάζουσι προείληπται· τέταρτος, ἡνίκα μὴ τὸ πέρας ἀδύνατον· τὰ μὲν οὖν τρία τοῦ Μινουκιανοῦ γενικά ἐστιν, ὥσπερ ἀσυστάτων· ἃ δὲ αὐτὸς ὁ τεχνικὸς καταλέγει, εἴδη τυγ‐ χάνει κἀκεῖνα εἰς ταῦτα ἀναφέρεται· οἷον τὸ μονομε‐ | |
15 | ρὲς, ὃ αὐτὸς τέθεικεν, ἐπὶ τὸ συνέχον ἀνάγεται· ἔστι γὰρ ἀσθενὲς, ἀπὸ τοῦ φεύγοντος καὶ ἀσύστατον διὰ τὸ μὴ εὐπορεῖν ἀπολογίαν τὸν πορνοβοσκόν· ἔστι δὲ καὶ ἀπὸ τοῦ κατηγόρου μονομερὲς ἐπὶ τὸ αἴτιον ἀναγόμενον· οἷον ὡραίου μειρακίου πολλοὶ ἤρων· μὴ τυγχάνοντες | |
20 | ἀνήρτων ἑαυτούς· ἔφυγε τὸ μειράκιον· χρόνῳ ὕστερον κατῆλθε καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ ἡ τοῦ κατ‐ ηγόρου ἐκλείπει φωνή· οὐ γὰρ ἂν εἴποι, ὅτι ὀφείλεις πορ‐ νεύειν· καὶ τὸ ἀπίθανον δὲ καὶ τὸ προειλημμένον ἐπὶ τὸ αἴτιον ἀνάγεται· οὔτε γὰρ ὁ κατηγορῶν μοιχείας Σω‐ | |
25 | κράτους πιστεύεται, οὔτε ὁ τὴν γυναῖκα κρίνων τὴν ἐπι‐ δείξασαν ἐπὶ τὸν τύραννον ἄνοδον ἰσχύει τι ἐκ τῆς κατ‐ ηγορίας· τὸ δὲ ἄπορον ἐπὶ τὸ κρινόμενον· ἀπορεῖ γὰρ ὁ δικαστὴς, ποτέρῳ πρόσθοιτο, πότερον τοῖς λῃσταῖς ἢ τῷ μάντει, οὗ λαβόντες τὴν θυγατέρα ἐπηγγείλαντο δώ‐ | |
30 | σειν, εἰ τἀληθῆ μαντεύσαιτο· εἶτα ἐκείνου εἰπόντος, ὅτι οὐ δώσετε, ἀξιοῦσι μὴ διδόναι· εἴτε γὰρ δοῖεν, οὐ ποι‐ | |
οῦσιν ἃ εἶπεν· εἴτε μὴ δοῖεν, οὐ ποιοῦσιν ἃ αὐτοὶ εἰρή‐ | 140 | |
7.141 | κασιν· οὕτως ἐπὶ τὰ τρία τἄλλα πάντα ἀνάγεται· ἔστι δὲ καὶ ἄλλα εἴδη ἀσυστάτων, ἀναγόμενα ἐπὶ τὰ ὀκτώ· ἃ ὡς μέρη λαμβάνεται· ὥστε εἴ τις ἀπὸ τῶν γενικῶν ἐθέλει δοκιμάζεσθαι τὰ ζητήματα, ἀπὸ τῶν τριῶν εἴ‐ | |
5 | σεται· εἰδικῶς δὲ ἀπὸ τῶν ὀκτώ. ξηʹ. Ὁρίζεται τὰ συνεστῶτα ἐκ τῆς διαστολῆς φανε‐ ροποιῶν τά τε ἀσύστατα καὶ τὰ ἐγγὺς ἀσυστάτων· διὰ μὲν γὰρ τοῦ εἰπεῖν „τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσω‐ πον ἔχοντα καὶ πρᾶγμα κρινόμενον“ ἀντιδιέστειλε τὰ | |
10 | ἐξ ἑνὸς μέρους ἀσύστατα· διὰ δὲ τὸ εἰπεῖν „ἢ τὸ ἕτερόν γε“ πάντως τὰ ἐξ ἀμφοῖν ἀσύστατα τοῖν μεροῖν διεστεί‐ λατο, ἤγουν τὰ διόλου ἰσάζοντα· ἐκ δὲ τοῦ φάναι καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους τὰ μονομερῆ καὶ τὰ ἀπερίστατα καὶ τὰ ἑτεροῤῥεπῆ· ἐκ δὲ τοῦ εἰπεῖν σὺν τῷ | |
15 | πιθανῷ τὰ ἀπίθανα· τὰ ἀντιστρέφοντα δὲ ἐκ τοῦ δια‐ φόρους εἰπεῖν· ἐκ δὲ τοῦ ταῖς πίστεσιν ἰσχυροὺς τὰ ἀδύ‐ νατα καὶ τὰ κακόπλαστα· καὶ γὰρ κἀκεῖνα ἀδύνατα, κατὰ θανόντων τὴν κατηγορίαν ἐπάγοντα· ἐκ δὲ τοῦ „ἔτι τε, ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς τὸ τῆς κρίσεως | |
20 | ἀφανὲς, καὶ μὴ προειλημμένον τῇ κρίσει“ τὸ τῇ κρίσει προειλημμένον καὶ ἄδοξον· καὶ γὰρ τὸ ἄδοξον, εἰ καὶ | |
μὴ τοῖς δικασταῖς προδιέγνωσται, ἀλλὰ τῇ γνώμῃ καὶ | 141 | |
7.142 | πρὸ διαγνώσεως παρ’ αὐτῶν τὸ πρᾶγμα μεμίσηται, καὶ ἅμα τῇ εἰσαγωγῇ τοῦ δικαστηρίου ἐκβάλλεται· διὰ δὲ τοῦ δυνάμενόν τε πέρας λαβεῖν τὸ ἄπορον ἀπέκρινε, καὶ τῶν συνεστώτων διέστειλε, καὶ οὕτω τά τε ἀσύστα‐ | |
5 | τα καὶ τὰ ἐγγὺς ἀσυστάτων διὰ τοῦ ὁρισμοῦ τῶν συνε‐ στώτων τῇ ἀντιδιαστολῇ συμπεριλαβὼν ἐδήλωσε τοῦτο διὰ τῆς ἐπαγωγῆς ἐπειπών. ξθʹ. Ὅρα πῶς διὰ τοῦ ὅρου τοῦ συνισταμένου ζητή‐ ματος δείκνυσιν ἡμῖν τὰ ἀσύστατα καὶ διπλῆν ἀνθ’ | |
10 | ἁπλῆς τὴν διδασκαλίαν ποιεῖται· διὰ μὲν γὰρ τοῦ εἰπεῖν τοῦ ἐξ ἑκατέρου μέρους τὸ μονομερὲς διδάσκει· διὰ δὲ τοῦ δεῖν σὺν τῷ πιθανῷ λέγειν τὸ ἀπίθανον καὶ ἀδύνα‐ τον· διὰ δὲ τοῦ διαφόρους λόγους τοὺς δικαζομένους με‐ λετᾷν, τὸ ἐξισάζον καὶ ἀντιστρέφον· διὰ δὲ τοῦ εἰπεῖν | |
15 | ταῖς πίστεσιν ἰσχυροὺς τὸ ἄδοξον καὶ ἀπερίστατον· διὰ δὲ τοῦ εἰπεῖν καὶ μὴ προειλημμένον, τὸ προειλημμένον δηλοῖ· διὰ δὲ τοῦ εἰπεῖν, δυνάμενόν τε πέρας λαβεῖν, τὸ ἄπορον· ὥστε ὀκτὼ τρόπους εἶναι ἀσυστάτων ζητημάτων. οʹ. Πρῶτόν φησιν οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τάξιν τι‐ | |
20 | νὰ, κἀνταῦθα γὰρ φυλάττει τὴν τάξιν· καὶ ὥσπερ ἐπὶ τῶν προσώπων τῶν ἰσχυροτέρων ἀρξάμενος προῆλθεν ἐπὶ τὰ ἀσθενέστατα, οὕτως ἐνταῦθα ἐκ τῶν μᾶλλον ἀσυ‐ στάτων ἤρξατο· καθὸ γάρ ἐστιν ἀσύστατα, κατὰ τοῦτο τὴν ἰσχὺν ἔχει ἐν τῷ πλεῖον εἶναι ἀσύστατα· ἄρχεται οὖν | |
25 | ἐκ τοῦ μονομεροῦς· ἐν γὰρ τούτῳ παντελῶς οὐδὲν ἕξει | 142 |
7.143 | λέγειν θάτερον τῶν μερῶν, ἀλλ’ ἀποτέτμηται ὁλοσχερῶς· ἐν γὰρ τῷ ἰσάζοντι, εἰ καὶ οὐκ ἰσχυρὰ τὰ λεγόμενα διὰ τὸ ἐπ’ ἀμφοῖν εἶναι ταῦτα, ἀλλ’ οὖν τὰ δύο πρόσωπα ὑφίσταται· ἐν δὲ τούτῳ παντελῶς τὸ ἕτερον ἀποτέμνεται· | |
5 | οἷον πορνοβοσκὸς δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰ‐ κίαν αὑτοῦ ὄρυγμα ποιήσας ἀπέκτεινε· τὸ μὲν οὖν πορ‐ νοβοσκὸς διὰ τὸ μὴ ἀντέγκλημα γενέσθαι, ἐὰν γὰρ εἴ‐ ποι τις, Περικλέα δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ ἀπεκτονέναι, ἀντέγκλημά ἐστι, καὶ ζήτησιν ἐπιδέ‐ | |
10 | χεται· τὸ δέκα νέους πρὸς αὔξησιν εἴληπται· κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ, οἰκεῖον τὸ πρᾶγμα πορνοβοσκῷ· ἐξῆν γὰρ δήπου κωμάζειν ἐπὶ πορνοβοσκοῦ οἰκίαν· ὄρυ‐ γμα ποιήσας, ἵνα μὴ πλάττηται ἄγνοιαν· ὑποδεξά‐ μενος ἀπέκτεινεν, ἵνα μὴ εἴη ἀνάγκη προφασίσασθαι. | |
15 | οαʹ. Ἐπὶ μὲν τῆς τῶν προσώπων καὶ τῶν πραγμάτων διαφορᾶς ἀπὸ τῶν δυνατωτέρων ἀρξάμενος κατέληξεν εἰς τὰ ἀσθενέστερα· καὶ εἰκότως· περὶ γὰρ ἐξεταζομένων προσ‐ ώπων καὶ πραγμάτων ἦν ὁ λόγος αὐτῷ, καὶ ὡς εἰκὸς προέταξε τὰ μᾶλλον ἐξεταζόμενα· ἐνταῦθα δὲ ἀπὸ τῶν | |
20 | ἀσθενεστέρων χωρεῖ ἐπὶ τὰ ἧττον τὸ ἀσθενὲς ἔχοντα, ὡς περὶ ἀσυστάτων τὸν λόγον ποιούμενος· καὶ ἄρχεται μὲν ἀπὸ τῶν ἀσυστάτων, συμπεραίνει δὲ τὸν λόγον εἰς | |
τὰ ἐγγὺς ἀσυστάτων· ἐπ’ αὐτῶν δὲ τῶν ἀσυστάτων ἄρ‐ | 143 | |
7.144 | χεται μὲν ἀπὸ τοῦ μονομεροῦς· ἐν ᾧ ὁ μὲν ἀπολογούμε‐ νος παντάπασιν ἀσθενὴς, ὁ δὲ κατήγορος ἰσχυρός· κα‐ ταλήγει δὲ εἰς τὸ ἀπερίστατον, ἐν ᾧ ἰσχυρὸς μὲν ὁ ἀπο‐ λογούμενος, τῷ κατηγόρῳ δὲ οὐδεμία ἰσχύς· τὰ δ’ | |
5 | ἄλλα μέσον εἰσάγει· ἐν οἷς ὑφ’ ἑαυτῶν ὅ τε κατηγο‐ ρούμενος καὶ ὁ κατηγορῶν ἁλισκόμενοι φαίνονται· ἐπὶ δὲ τῶν ἐγγὺς ἀσυστάτων ἀπὸ τοῦ ἑτεροῤῥεποῦς μὲν ἄρ‐ χεται· ἐν ᾧ ἧττον ὁ ἐναγόμενος δύναται· εἰς δὲ τὸ κρί‐ σει προειλημμένον καταπαύει τὸν λόγον· ἔνθεν ὁ κατη‐ | |
10 | γορῶν διὰ τὸ προειλῆφθαι τοὺς δικαστὰς ἀποσοβεῖται καὶ ἀποπέμπεται· ἐν δὲ τῷ μεταξὺ τὸ κακόπλαστον, κα‐ θὸ τῷ τοῦ ἐναγομένου θανάτῳ ἀδυνατεῖ ὁ ἐνάγων· ταύτῃ τῇ τάξει καὶ τῇ μεθόδῳ χρώμενος προτίθησι μὲν, ὡς λέλεκται, τὸ μονομερές· παράδειγμα δὲ πεποίηται | |
15 | τὸν πορνοβοσκὸν, ὃς τοὺς κωμάζοντας νέους ὑποδεξάμε‐ νος ἔκτεινε, καὶ οὐδὲ μία χώρα ἀπολογίας αὐτῷ, ἅτε πορ‐ νοβοσκῷ ὄντι καὶ τὰ εἰς θεραπείαν τῶν νέων ἐπιτηδεύ‐ οντι καὶ μὴ ἔχοντι πρόφασιν ἐπ’ αὐτῷ κωμάζοντας ἀπο‐ κτεῖναι τοὺς νέους. | |
20 | οβʹ. Εἴδη γενικώτατα τῶν ἀσυστάτων δύο· ἢ γὰρ τὰ ἐναργῆ καὶ αὐτόθεν πρόδηλα οὐ ζητεῖται, ὡς ἐν ἡμέρᾳ οὐ ζητοῦμεν, εἰ ἡμέρα ἐστίν· ἢ τὰ ἀδύνατα εὑ‐ ρεθῆναι, οἷον εἰ ἄρτιοι οἱ ἀστέρες· λοιπὸν ἐκεῖνα εἶ‐ ναι λείπεται ζητήματα, ἃ καθ’ ἑαυτὰ μὲν ἄγνωστά ἐστιν, | |
25 | ἀπὸ δὲ ζητήσεως εὑρεθῆναι δύναται· διὰ τί δὲ ἐν μὲν τῷ ὅρῳ τοῦ συνεστῶτος ζητήματος καὶ πρώτου ἐδήλωσε περὶ τοῦ ἀπεριστάτου· ἐνταῦθα δὲ περὶ τοῦ μονομεροῦς· καὶ | |
τελευταῖον τάττει τὸ εἶδος τῶν ἀπεριστάτων; λέγομεν ὅτι | 144 | |
7.145 | ἐκεῖ μὲν ἁπλῶς τὴν διδασκαλίαν ἐποιήσατο, διαλαβὼν πάντα διὰ τῶν ἐναντίων τὰ ἀσύστατα· οὐ μέντοι κατὰ τάξιν· ἐνταῦθα δὲ τῇ προσηκούσῃ τάξει χρῆται καὶ πάνυ ἀσύστατα τάττει ἐν ἀρχῇ· εἶτα τὰ ἥττονα, καὶ οὕ‐ | |
5 | τω προβαίνει κατὰ μικρὸν ἐπὶ τὰ ἰσχυρότατα. ογʹ. Παρὰ τὸν πρῶτον κανόνα πράγματα ἔχει κρινόμε‐ να, ἀλλὰ τῷ ἰσάζειν ἀσύστατον ποιοῦσι τὴν κρίσιν· ἰσχυρό‐ τερον δὲ τὸ ἰσάζον τοῦ μονομεροῦς· διὸ καὶ δευτέραν εἶ‐ χεν τάξιν, ἀμφότερα γὰρ ἐνταῦθα λόγους ἔχουσι· κατὰ | |
10 | δὲ τὸ κρινόμενον ἀσύστατόν ἐστιν· ἀπορεῖ γὰρ ὁ δικα‐ στὴς παραπλησίων ὄντων τῶν λόγων, τίνι ψηφίσηται· ἰαθείη δὲ, ἐὰν λάβῃ ἕν τι τῶν περιστατικῶν τρόπων οὕ‐ τως· πεφωράκασιν ἀλλήλους, ὁ μὲν πέμποντα τὸν ἄλλον γράμματα, ὁ δὲ διαλεγόμενον· τόπον δὲ, ὁ μὲν ἐπ’ ἀγο‐ | |
15 | ρᾶς, ὁ δὲ ἐπ’ οἰκίας· πρόσωπον δὲ, ὁ μὲν ταῖς θεραπαι‐ νίσιν, ὁ δὲ τῇ γυναικὶ αὐτῇ· χρόνον δὲ, ὁ μὲν νύκτωρ, ὁ δὲ μεθ’ ἡμέραν· αἰτίαν, ἐμπρησμοῦ γενομένου· ὁ μὲν ἐξιόντα τὸν ἄλλον εἰς τὴν αὐτοῦ οἰκίαν, ὁ δὲ χρυσία τῆς γυναικὸς εὗρε παρὰ τῷ ἑτέρῳ. | |
20 | οδʹ. Περὶ μὲν οὖν τῆς τάξεως ἁπάντων τῶν ἀσυστά‐ των ὕστερον ἐροῦμεν· νυνὶ δὲ τὴν ἄλλην τεχνολογίαν πε‐ ρὶ τούτων διεξίωμεν· τὸ δι’ ὅλου τοίνυν εἰκότως προσ‐ έθηκεν· ἂν γὰρ κατά τι διαλλάξῃ, εὐθέως συνεστηκὸς γίνεται. | |
25 | οεʹ. Ζητεῖται, τίνι διαφέρει τὸ ἀντιστρέφον τοῦ ἰσά‐ ζοντος· ὁρῶμεν γὰρ, ὅτι ἐπ’ ἀμφοτέρων καὶ τοῖς ἀλλή‐ λων χρῶνται λόγοις καὶ ὑπὸ τούτων ἁλίσκονται· ἡ δια‐ φορὰ οὖν κατὰ τὸν χρόνον· ἐν μὲν γὰρ τῷ ἐξισάζοντι ὑφ’ ἑαυτοῦ κατὰ τὸν αὐτὸν ἐλέγχεται χρόνον, ἐν δὲ τῷ | |
30 | ἀντιστρέφοντι ὑφ’ ἑαυτοῦ μὲν, ἀλλ’ ἐν διαφόροις αἱ πρῶ‐ | |
ται προτάσεις συνεστηκυῖαί εἰσιν· ἡ γὰρ προσθήκη ποιεῖ | 145 | |
7.146 | τὸ ἀσύστατον, λέγω δὴ ἡ ἀποκοπὴ τῶν χρεῶν· ἐν δὲ τῷ ἐξισάζοντι οὐ τοῦτό ἐστιν, ἀλλ’ εὐθέως ἐκ πρώτης ἀσύ‐ στατον φαίνεται. οϛʹ. Περὶ τὸν δεύτερον κανόνα· οὐ γὰρ ἰσχυρὰ τὰ | |
5 | τῶν πίστεων αὐτοῖς, ἀλλὰ σαθρότατα· γίνεται δὲ κατὰ τὸν κρινόμενον· ἰᾶται δὲ μᾶλλον ἐκ περιστάσεως· οἷον ἀπῄτει τις δάνειον καὶ τόκους· ὁ δὲ παρακαταθήκην φά‐ σκων εἶναι οὐκ ἀπεδίδου, διήρπασέ τε τῶν αὐτοῦ χρη‐ μάτων· ὁ δῆμος χρεῶν ἀποκοπὰς ἐποιήσατο· καὶ ὡς δά‐ | |
10 | νειον ὀφείλων ἀπαιτεῖ τὰ διαρπαγέντα χρήματα· ἔστιν οὖν ἀπὸ χρόνου περίστασις· χρὴ δὲ εἰδέναι, ὅτι τὰ μὲν διηγηματικὰ ἐκ τῶν ἓξ περιστατικῶν γίνονται· οἷον προσ‐ ώπου, Ἰάσονος καὶ Μηδείας, Σκυθίδος· πράγματος, τοῦ ἔρωτος καὶ τοῦ φόνου τοῦ ἀδελφοῦ· χρόνου, πρὸ τῶν | |
15 | Τρωϊκῶν· αἰτίας, τοῦ χρυσοῦ δέρους· τρόπου, τῆς φαρμακείας· ἐν δὲ τοῖς ζητήμασι πέντε ἐστί· τὸ γὰρ πρᾶ‐ γμα ἐν τοῖς ἄλλοις εὑρίσκεται, καὶ οὐδεὶς μέμφεται τὸ πρᾶγμα ἐν μεταλήψει. οξʹ. Ἰστέον, ὅτι ἐπράχθη τι τοιοῦτον Ἀθήνησιν | |
20 | ἀληθῶς· πολλῶν γὰρ πενήτων δανεισαμένων παρὰ τῶν πλουσίων καὶ ὑποτιθεμένων γῆν, ἣν εἶχεν ἕκαστος, ἐνίων δὲ καὶ πιπρασκομένων ὁ δῆμος ἐβουλεύετο τὴν πᾶσαν γῆν ἀναδάσασθαι τῶν Ἀθηναίων, ὡς μὴ μόνον ἀποστερη‐ θῆναι τοὺς ἰδίους, ἃ ἦσαν δεδανεικότες, ἀλλὰ καὶ τῆς | |
25 | πολλῆς, ἧς ἐκέκτηντο γῆς, τὸ πλέον προσλαβεῖν· οὐ μὴν ἀπέβη. Σόλων γὰρ ὑπ’ ἀμφοτέρων αἱρεθεὶς τῶν μερί‐ δων χρεῶν ἀποκοπὰς ποιησάμενος κατέλυσε τὴν στάσιν· καὶ ἐκλήθη τὸ τοιοῦτον σεισάχθεια παρὰ τὸ ἀποσείσα‐ σθαι τὸ ἄχθος τοὺς πένητας. | |
30 | οηʹ. Καίτοι διαφορά ἐστιν· ἀλλά φαμεν, ὅτι δεῖ λα‐ | |
βεῖν τὴν ἐπέκτασιν τοῦ χρόνου· εὑρήσομεν γὰρ οὕτως | 146 | |
7.147 | ἴσως παρεχομένους ἀλλήλοις τοὺς λόγους· ἐκεῖ μὲν κατὰ ταὐτὸν ἀμφότεροι παρέχονται λόγους· ἐνταῦθα δὲ ἑτέ‐ ρῳ καὶ ἑτέρῳ χρόνῳ· καὶ ἐκεῖ μὲν οὐκ ἐναντιοῦται ἑαυ‐ τῷ ἑκάτερος, ἀλλὰ τοὺς αὐτοὺς παρέχεται λόγους, | |
5 | ἴσους μέντοι τοῖς τοῦ ἐναντίου· ἐνταῦθα δὲ ἐναντία λέγει ἑκάτερος οἷς εἶπε πρότερον. οθʹ. Ζητητέον, διὰ τί ἄπορον αὐτὸ καλοῦμεν, ὡς τῶν ἄλλων ἀπόρων μὴ ὄντων; ῥητέον δ’ οὖν, ὅτι δύο ἐστὶν ἐν τοῖς λόγοις, τὰ μὲν κατασκευαστικὰ τῶν ἡμετέ‐ | |
10 | ρων, τὰ δὲ ἀνατρεπτικὰ τῶν ἐναντίων· ἐν μὲν τοῖς ἄλ‐ λοις τῶν κατασκευαστικῶν ἡ ἀσθένεια ποιεῖ τὸ ἀσύστα‐ τον· οὐ δυνάμεθα γὰρ ἐν ἐκείνοις τὰ οἰκεῖα· ἐν δὲ τού‐ τῳ οὐ μόνον τὰ οἰκεῖά τις οὐ δύναται κατασκευάζειν, ἀλλὰ καὶ τὰ ἐναντία ὧν βούλεται πάντως κατασκευάσει· | |
15 | ἐν γὰρ τῷ ἐξισάζοντι οὐχ ὧδε ἔχει, ἀλλ’ ἄμφω κατασκευ‐ άζει τε καὶ βεβαιοῖ· εἰ καὶ τὰ μάλιστα καθ’ ἑαυτοῦ τὸ ἕτερον· καὶ ὅλως ἐπὶ μὲν τῶν προλαβόντων ἡ διαχείρι‐ σις τῶν προσώπων ποιεῖ τὸ ἀσύστατον· ἐπὶ δὲ τούτου τοῦ προβλήματος καὶ ἡ φύσις τοῦ πράγματος· ὁπότερον | |
20 | γὰρ αὐτῶν Ἀλέξανδρος ἕληται, παραβαίνει τὸ ἕτερον· καὶ ὅπερ ἐπὶ τῶν ἄλλων πρὸ τῆς κρίσεως ὡμολόγηται, τοῦτο καὶ σιωπώντων ἐνταῦθα τῶν ῥητόρων ἀσύστατον γίνεται καὶ ἀναπόδεικτον· ἔσται δὲ τοῦτο καὶ προϊοῦσι φανερώ‐ τερον ἐν τῷ περὶ τῆς τάξεως λόγῳ τῶν ἀσυστάτων, εἰ | |
25 | μὴ νῦν ἀρκούντως διασεσαφήνισται· πῶς οὖν ἑτέρως ἐνῆν | 147 |
7.148 | καλεῖν τὸ καὶ τῇ φύσει τοῦ πράγματος καὶ τῇ διαχειρί‐ σει τῶν προσώπων ἀσύστατον· οὔτε γὰρ ἡ ἰσότης ἐρω‐ μένων τῶν πραγμάτων ἐποίησε τὸ ἀσύστατον, οὔτε πά‐ λιν τὸ τῶν χρόνων διάφορον, ἀλλὰ τὰ ὑποκείμενα πρά‐ | |
5 | γματα διὰ τὴν προσοῦσαν ἀσθένειαν αὐτοῖς· περιγίνε‐ ται γὰρ τῷ βουλομένῳ συμβουλεύειν οὐδὲν ἕτερον, ἢ τἀναντία πείθειν, ὧν βούλεται· ταῦτα περὶ τῆς ὀνο‐ μασίας· καὶ τοῦτο μὲν οὕτως ἐπελυσάμεθα. οἷον Ἀλέ‐ ξανδρος ὄναρ εἶδεν ὀνείροις μὴ πιστεύειν· τινὲς βούλον‐ | |
10 | ται αὐτὸ συνεστάναι, καί φασιν, ὅτι κατὰ Ἀριστο‐ τέλην τὰ ἀπροσδιόριστα, ἐὰν μὲν εἴη κατὰ θέσιν, μερι‐ κόν τι σημαίνει, ἐὰν δὲ κατὰ ἀπόφασιν τὸ καθόλου· οἷον τοῦ μὲν προτέρου παράδειγμά ἐστιν ἄνθρωπος κα‐ λός· τοῦ δὲ δευτέρου, οὐκ ἔστιν ἄνθρωπος καλός· | |
15 | ἀντὶ τοῦ οὐδείς ἐστιν ἄνθρωπος καλός· οὕτω φασὶ καὶ ἐνταῦθα· κατὰ θέσιν ὄντος τοῦ ἀπροσδιορίστου, ἐξ ἀνάγκης τὸ μερικὸν νοοῦμεν, ὡς οὐκέτι ἄπορόν ἐστιν, ἀλλὰ συνεστηκός· ἐροῦμεν οὖν πρὸς τοῦτο· ὡς μάλι‐ στα μὲν οὐ δεῖ φιλοσόφων λεπτολογίας εἰσάγειν ῥητο‐ | |
20 | ρικῇ· ἔπειτα τοῦτο πλάττων οὐ καταδέχεται, ἀλλά φησι τὰ κατὰ ἀναίρεσιν ἀπροσδιόριστα πολλάκις ὡς μερικόν τι σημαίνειν· οἷον τὸ, οὐκ ἔστιν ἄνθρωπος καλὸς, δύ‐ ναται καὶ μερικόν τι σημαίνειν, ὅταν περὶ τοῦ δεῖνος διαλεγώμεθα· τρίτον τὸ παρακείμενον οὐδὲ κατὰ θέσιν | |
25 | ἐστὶν, ἀλλὰ κατὰ ἀναίρεσιν· φησὶ γὰρ μὴ πιστεύειν· ἐπλάνησε δὲ αὐτοὺς πρὸς τὸ μὴ νομίσαι ἀναίρεσιν τὸ τὸν Ἀριστοτέλην ἀεὶ τὴν κατὰ ἀναίρεσιν διὰ τῆς οὐ προφέρεσθαι ἀρνήσεως, οὐ διὰ τῆς μὴ ἀπαγορεύσεως, | |
πʹ. Παρὰ τὸν δʹ κανόνα· οὐ γὰρ δύναται πέρας λα‐ | 148 | |
7.149 | βεῖν· καὶ τοῦτο δὲ κατὰ τὸν κρινόμενον γίνεται ἀσύστα‐ τον· θεραπεύεται δὲ προσδιορισμῷ, τῷ περιστατικῷ, τῷ ἀπὸ χρόνου καὶ τόπου, οἷον εἰ ἐν Θρᾴκῃ εἴποιμεν, ὄναρ εἶδεν Ἀλέξανδρος, ὀνείροις μὴ πιστεύειν· τοῖς πρό‐ | |
5 | τερον ἢ τοῖς ὕστερον συνέστηκε· καὶ ἐπὶ τοῦ μάντεως εἰ εἴποιμεν, ὅτι νῦν οὐ δώσετε, συνίσταται· ἐνδέ‐ χεται γὰρ ὕστερον δοῦναι τὴν κόρην αὐτῷ· κοινωνεῖ δὲ τὸ ἄπορον τῷ ἀντιστρέφοντι κατὰ τὸ ἀμφότερα ἄπο‐ ρον ἔχειν τὴν ἔκβασιν· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ ἀπό‐ | |
10 | ρῳ ἀδύνατον εὑρεῖν πέρας, καὶ ὁ δικαστὴς εἰς ἀμφιβο‐ λίαν γνώμης ἀφικνεῖται, ἐν δὲ τῷ ἀντιστρέφοντι ὁ δι‐ καστὴς δυνηθείη ἂν ἴσως τὸ δάνειον ἔχοντι ψηφίσασθαι ἢ τῷ ἑτέρῳ. παʹ. Ἐν τοῖς προτέροις μὲν ἀσυστάτοις εἶπεν ὅρους, | |
15 | οἷον ἐν τῷ μονομερεῖ ἔφη, ὅτι μονομερής ἐστιν, ἐν ᾧ τὰ τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρά· ἐνταῦθα δὲ οὐ καταλέγει οὐδένα ὅρον· δεῖ οὖν ἀναπληρῶσαι τὴν τοῦ τεχνικοῦ χρείαν· ἔστιν οὖν τὸ ἀπίθανον ἔγκλημα, ἐναντίαν ἔχον ποιότητα τῇ τοῦ κρινομένου προσώπου· | |
20 | εἰ γὰρ ἐφ’ ᾧ τις εὐδοκιμεῖ κρίνοιτο, οὐ προσδέξονται τοῦτο οἱ δικασταί· οἷον λειποταξίου κρίνοντες Σωκρά‐ την ἢ Ὀδυσσέα οὐκ ἀπίθανον δόξομεν λέγειν· εἰ δὲ τὸν μὲν ἀνοίας, τὸν δὲ μοιχείας κρίνομεν, ἀσύστατον ἔσται τὸ πρόβλημα. | |
25 | πβʹ. Ζητοῦσι πῶς τοῦτο λέγεται ἀπίθανον· καίτοι, | |
φασὶ, θάνατος ἐτιμήθη παρὰ Ἀθηναίων Σωκράτει καὶ | 149 | |
7.150 | Ἀριστείδῃ ἐξοστρακισμός· φαμὲν οὖν ὅτι τὸ ἀπίθανον γράφει κατονομαζόμενον παρὰ πᾶσι προσεῖναι τῷ προσώ‐ πῳ· οὐ καθ’ ἕτερόν τί, οἷον Σωκράτης σώφρονος εἶχε δόξαν· κατὰ γοῦν τὸ ἐναντίον τούτου, τουτέστι τὴν πορ‐ | |
5 | νείαν, τὸ ἀπίθανον γίνεται, οὐ κατ’ ἄλλο τι· ὁ δὲ Σω‐ κράτης οὐκ ἐπὶ πορνείᾳ, ἀλλ’ ἐπ’ ἀσεβείᾳ τετελευτηκὼς φαίνεται. πγʹ. Ζητεῖται, πῶς τάττει ἰδίᾳ τὸ ἀδύνατον; σαφὲς γὰρ, ὅτι καὶ τὸ ἀδύνατον ἀπίθανόν ἐστι· ἔδει οὖν, | |
10 | φασὶν, εἰπεῖν ἀπίθανον καὶ ὑποδιελεῖν, ὅτι τοῦ ἀπιθά‐ νου τὸ μὲν δυνατὸν, τὸ δὲ ἀδύνατον· λεκτέον δὲ, ὡς τὸ μὲν ἀπίθανον ἐκ τῆς ποιότητος τοῦ προσώπου γίνεται, τὸ δὲ ἀδύνατον ἐκ τῆς φύσεως τοῦ πράγματος· πῶς οὖν τὰ τοσοῦτον ἀλλήλων κεχωρισμένα ἔμελλεν ὑπὸ μίαν ἀρ‐ | |
15 | χὴν καὶ τὸ αὐτὸ γένος ἀνάγειν· ζητεῖται ἐπὶ τούτοις, πῶς λέγει τοὺς Σιφνίους βουλεύεσθαι περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀδύνατον εἶναι· τὸ γὰρ βουλεύεσθαι ἀπίθανον μέν ἐστιν, οὐκ ἀδύνατον δέ· ἡ δὲ λύσις, ὅτι τὸ Δημοσθενικὸν παρῴδησεν· οὗτος γὰρ ἐν τοῖς ἰδιωτι‐ | |
20 | κοῖς φησιν· ὥσπερ γὰρ ἀδύνατον Σιφνίους καὶ Μαρω‐ νείτας περὶ τῆς Ἑλλήνων ἀρχῆς βουλεύεσθαι, εἶτα ἐπει‐ δὴ τοῦτο εἶδεν ἀμφιβαλλόμενον, ἐπήνεγκε τὸ βεβαιότερον | |
καὶ ταῖς ἀληθείαις ἀδύνατον, ἢ τὸν Πύθιον ψεύδεσθαι. | 150 | |
7.151 | πδʹ. Τινὲς μέμφονται τὸν τεχνικὸν λέγοντες· καὶ τί ἄλογον Σιφνίους εὐτελεῖς ὄντας χρόνῳ δυνηθῆναι ἄρξαι τῶν Ἑλλήνων; λέγομεν, ὅτι τὰ ζητήματα πρὸς τὴν ἱστο‐ ρίαν μέχρι τῶν Ἑλληνικῶν πλάττομεν· ἐπεὶ οὖν ἐν ταύτῃ | |
5 | ἀσθενὲς δείκνυται, διὰ τοῦτο καὶ ἀδύνατον αὐτὸ παρα‐ λαμβάνομεν τὸ ἄρχειν· κοινωνεῖ δὲ τῷ ἀπόρῳ, καθὸ ἐν ἀμφοτέροις ἄπορον τὸ τέλος· ἀλλ’ ἐκεῖ μὲν τῆς βουλῆς, ἐνταῦθα δὲ τῆς πράξεως· διὸ καὶ τὸν ὅρον τοῦ ἀδυνά‐ του τοιοῦτον ἐκτιθέμεθα· λόγος ἔκβασιν οὐκ ἔχων· ἰᾶται | |
10 | δὲ ἢ πράγμασιν ἢ προσώπου μεταβολῇ· εἰ γὰρ εἴποιμεν ἀντὶ Σιφνίων Ἀθηναίους, συνίσταται· καὶ ἀντὶ τοῦ ἐπιθεῖναι τὴν Ὄσσαν τῷ Ὀλύμπῳ εἴποιμεν, ὅτι βου‐ λεύονται φράξαι τὸν Πηνειὸν, ὡς ἦν πρότερον κατὰ Ἡρόδοτον, συνίσταται· ἐπὶ δὲ τῆς Πυθίας, εἰ τὴν πρό‐ | |
15 | μαντιν εἴπω ψεύδεσθαι· παραπλησίως δὲ τῷ πέμπτῳ παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὔτε γὰρ πιθανοὶ οὔτε ταῖς πίστεσιν ἰσχυροὶ οἱ ἐν αὐτῇ λόγοι· γίνεται δὲ ἀσύ‐ στατον κατὰ τὸ κρινόμενον. πεʹ. Τὸ ἄδοξον ἔῤῥωται τοῖς λόγοις· ἀλλ’ ὅσον κατὰ | |
20 | τὴν κρίσιν τοῦ δικαστοῦ ἀσύστατον φαίνεται· οὐ τὸ εὐ‐ τελὲς δὲ ἄδοξον λέγεται, ἐπεὶ καὶ τῶν εὐτελεστάτων πρα‐ γμάτων πολλὰ ἐξέτασιν ἐπιδέχεται, ἀλλὰ τὸ κακόδοξον καὶ αἰσχρόν· παρὰ δὲ τὸν δεύτερόν ἐστι τοῦτο κανόνα καὶ τὸν τρίτον, οὔτε γὰρ προβαλεῖται πίστιν ἀνὴρ | |
25 | προαγωγὸς τῆς αὐτοῦ γυναικός· οὔτε δικαστὴς σωφρο‐ νῶν, ὃς οὐ καὶ πρὸ κρίσεως τὸν τοιοῦτον καταλεύσει· δοκεῖ δὲ τὸ εἶδος ἐπινοεῖσθαι ἐκ τοῦ τοῦ Αἰσχίνου λό‐ | |
γου· ἐν ᾧ φησι κατὰ ὑπόθεσιν, ὅτι εἴ τις ἐπὶ πρα‐ | 151 | |
7.152 | γμάτων ὢν μισθώσαιτό τινα ἑταῖρον, εἶτα μετὰ τὴν πρᾶ‐ ξιν μὴ δοὺς τὸν μισθὸν ἀπαιτοῖτο, καὶ παρελθὼν ἐπὶ ὑμῶν λέγοι τὰ πεπραγμένα, οὐ πολλὴ κραυγὴ καὶ θό‐ ρυβος ἀπαντήσεται παρ’ ὑμῶν; ἐπειδὴ οὖν, ὥσπερ ὁ κα‐ | |
5 | τήγορος ὑπέθετο τοιούτου πράγματος μὴ δεχομένους τοὺς δικαστὰς τοὺς λόγους, ἀσύστατα ἐνομίσθη εἰκότως τὰ πεπραγμένα τούτῳ. πϛʹ. Ἠπόρηται, τίνι διαφέρει τὸ ἄδοξον τοῦ ἀπιθά‐ νου· διαφέρει δὲ, καθὸ ἐν μὲν τῷ ἀπιθάνῳ τὰ περὶ τὸ | |
10 | πρόσωπον μερικά ἐστι καὶ εἰς αὐτὸ μόνον τείνοντα τὸ ὑποκείμενον, ἐν δὲ τῷ ἀδόξῳ καθολικὰ τὰ περὶ τὸ πρόσωπον, ἅπερ ἐστὶ πράγματα· τὸ γὰρ ἀνήρ τις ἐξε‐ μίσθωσε τὴν ἑαυτοῦ γυναῖκα οὐχ ὑποκειμένου ἑνὸς ἔχει ποιότητα, ἀλλὰ καθολικά τινα· ἀνὴρ γὰρ καὶ ὁ δικα‐ | |
15 | στὴς καὶ ὁ κατήγορος καὶ ὁ ἀπολογούμενος· τὸ οὖν ἀπί‐ θανον καὶ κατὰ πρόσωπον ἀπίθανον· τὸ δὲ ἄδοξον κα‐ τὰ μόνον πρᾶγμα. πζʹ. Ζητήσειαν ἄν τινες, πῶς αὐτὸ ἀπερίστατον ἔφη, εἴπερ αὐτόθι πρόσωπον ὑποτίθεται καὶ τόπον δὲ πάντως | |
20 | που καὶ χρόνον· ἐροῦμεν δὲ, ὅτι τῶν περιστατικῶν τὸ κυριώτερον ἡ αἰτία ἐστίν· ἐπεὶ οὖν αὕτη ἐλλείπει, οὐ‐ δὲ ταῦτα εὑρισκόμενα τὴν οἰκείαν δύναμιν ἀποπληροῖ· ἔνθεν ἐκάλεσεν αὐτὸν ἀπερίστατον· ζητοῦσι δὲ, τίνι δια‐ φέρει τοῦ μονομεροῦς, εἴγε παντελῶς κἀνταῦθα τὸ ἕτε‐ | |
25 | ρον μέρος ἀποτέμνεται. πρῶτον μὲν οὖν τὸ μονομερὲς οὐκ ἔχει ἐλλείπουσαν τὴν αἰτίαν· τὸ δὲ ἀπερίστατον κατὰ τὸ μὴ ἔχειν αἰτίαν γίνεται ἀπερίστατον· ἔπειτα ὁ κατήγορος ἐν τῷ μονομερεῖ ὅλην τὴν ἰσχὺν ἔχει· ἐνταῦθα δὲ ὁ ἀπολογούμενος· τρίτον δὲ, ὅτι τὸ μονομερὲς εἰσά‐ | |
30 | γεται εἰς δικαστήριον, ἐπειδὴ ὁ κατήγορος ἰσχύει, ὁ δὲ | |
κατήγορος συνίστησι τὰ δικαστήρια. τὸ δὲ ἀπερίστατον | 152 | |
7.153 | οὐδὲ εἰσάγεται· οὐδὲν γὰρ ἔχει λέγειν παντελῶς ὁ διώ‐ κων. πῶς οὖν φασιν αὐτὸ ἀδύνατον, οὐ λέγομεν· εἴγε ἀδύνατον συστῆναι ἐπὶ τούτῳ δικαστήριον· λεκτέον δὲ, ὡς τὸ μὲν ἀδύνατον οὐκ ἔχει φύσιν γενέσθαι· τὸ δὲ | |
5 | ἀπερίστατον ἐνδέχεται μὲν γενέσθαι, οὐ γίνεται δέ· εἰ δέ τις ζητοίη καὶ τὴν πρὸς τὸ ἀπίθανον αὐτοῦ διαφο‐ ρὰν, ὡς ὁμοίως ἀπιθάνων ὄντων τοῦ τε Σωκράτη πορ‐ νοβοσκεῖν καὶ τοῦ ἀποκηρύττειν υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ, εἰδέτω, ὅτι τὸ μὲν ἀπερίστατον κατά γε τὸ μὴ εἰσενεχθῆ‐ | |
10 | ναι ὅλως εἰς δικαστήριον ἔχει τὴν ἀπιθανότητα, τὸ δὲ ἀπίθανον μένει καὶ μετὰ τὸ εἰσενεχθῆναι ἀπίθανον· ὑπόλοιπον ἔτι διαλαβεῖν καὶ περὶ τῆς τάξεως τῶν ἀσυ‐ στάτων· ἣν τῶν μὲν παλαιοτέρων ἀνδρῶν οὐδὲ εἷς, ὁ δὲ ἡμέτερος ἀνεῦρε διδάσκαλος. ἐφ’ ᾧ καὶ μάλιστα ἄξιον | |
15 | ἄγασθαι τὸν ἄνδρα τῆς δεξιότητος· ὁμολογηθέντος ὅτι τῶν μᾶλλον ἀσύστατον τὸ μονομερὲς, ὅτι ἐν αὐτῷ ὅλως θάτερον τῶν μερῶν ἐκλείπει, περὶ τῶν ἄλλων οὕτως ἐπι‐ βλητέον, ὅτι μᾶλλον ἀσύστατον ἂν εἴη τὸ ὑφ’ ἑαυτοῦ τινα ἁλίσκεσθαι ἢ ὑφ’ ἑτέρου· ἐν μὲν οὖν τῷ ἐξισάζον‐ | |
20 | τι καὶ τῷ ἀντιστρέφοντι τοῦτο συμβαίνει ὑπὸ τῶν ἰδίων λόγων ἐν ἀμφοτέροις ἁλίσκεσθαι· τούτων δὲ αὐτῶν εἰ‐ κότως τὸ ἐξισάζον προτέτακται, ἐπειδὴ ἐν τούτῳ μὲν ὑφ’ ἑαυτοῦ ἐλέγχεται κατὰ τὸν αὐτὸν καιρόν· ἐν δὲ τῷ ἀντιστρέφοντι ὑφ’ ἑαυτοῦ μὲν, ἀλλ’ ἐν διαφόροις και‐ | |
25 | ροῖς· ἃ γὰρ εἶπέ ποτε πρότερον, νῦν εἰς ἔλεγχον αὐτοῦ προφερόμεθα· τὰ δὲ ὑπόλοιπα ἐλέγχει μὲν τὸν λέγοντα, ἐπειδὴ καὶ ἀσύστατα, ἐλέγχει δὲ οὐκ ἐξ ὧν λέγει, ἀλλ’ ἐξ ὧν ἔχει τὰ πράγματα· καὶ γοῦν αὐτόθεν τὸ ἄπορον διὰ τὸ μὴ ἐπιδέχεσθαι πέρας τὸ πρᾶγμα περιτρέπει τὸ | |
30 | λεγόμενον εἰς τὸ ἐναντίον, ὅθεν καὶ πρῶτόν ἐστιν εἰκό‐ | 153 |
7.154 | τως, τῶν ἐκ τοῦ πράγματος ἐχόντων τὸν ἔλεγχον, ὅτι οὐ μόνον τὸν σκοπὸν τοῦ λέγοντος ἀνατρέπει, ἀλλὰ καὶ φέρεται πρὸς κατασκευὴν τοῦ ἀντικειμένου· λέγοι δ’ ἄν τις, ὡς αὐτὸς ὁ λέγων ἐνταῦθα ἑαυτὸν τοῖς λόγοις ἐλέγχει· ὥσπερ | |
5 | ἐν τῷ ἐξισάζοντι· τοῦτο γάρ φησιν ὁ τεχνικός· ὅτι γὰρ ἂν συμβουλεύῃ τις, τὸ ἐναντίον αὐτοῦ ποιεῖ, πρὸς ὃ ῥη‐ τέον, ὅτι ἐκεῖ μὲν ἡ ἐναντιότης τῶν λόγων ἐκ τῆς τῶν ἀποδεικτικῶν ἀσθενείας συμβέβηκεν· ἐνταῦθα δὲ ἐκ τῆς τῶν ὑποκειμένων, ἤτοι ἐναντιότητα ἀποδεικνυμένων· καὶ | |
10 | γοῦν εἴ τις τοὺς λόγους περιέλοι τοῦ ῥήτορος, ἐάσει δὲ ἐφ’ ἑαυτῆς μένειν τὴν ὕλην, εὑρίσκεται ἑαυτὴν ἀναιροῦ‐ σα καὶ ὅλως κἂν βουλῇ χρήσηται κἂν μὴ χρήσηται Ἀλέ‐ ξανδρος, πάντως τὸ ἕτερον ἀποβήσεται· οὐ γὰρ ἔνεστιν ἄλλως ποιεῖν· ἔστω οὖν αὕτη καθαρωτάτη διαφορὰ τοῦ | |
15 | ἀπόρου πρὸς τὰ ἄλλα, ὅτι ἐν ἐκείνοις μὲν ἀμφισβητεῖ‐ ται τὸ ζητούμενον, ἐνταῦθα δὲ ἑαυτὸν ἀναιρεῖ· οὗτος δὲ ὁ λόγος γέγονεν ἅπας, ὡς ἔλεγχος τοῦ λέγοντος γέγονεν, οὐκ ἐξ ὧν λέγει, ἀλλ’ ἐξ ὧν ἔχει τὰ πράγματα· ἐφεξῆς δὲ εἰκότως τέτακται τὸ ἀπίθανον πρότερον τοῦ ἀδυνά‐ | |
20 | του· ἐπειδήπερ καὶ αὐτὸ ἐκ τῆς φύσεως τοῦ πράγματος παρέχει τὸν ἔλεγχον· οὐ μέντοι χρεὼν ἄλλως ὑπὸ τοῦ ῥήτορος ἢ οὕτως τετάχθαι· τριῶν γὰρ ὄντων περὶ ἕκα‐ στον τῶν πραγμάτων, χρήσεως τε καὶ δόξης καὶ φύσεως, τὰ μὲν δύο τῷ ῥήτορι ἀπονενέμηται· χρῆσίς τε καὶ δό‐ | |
25 | ξα, τὸ δὲ τρίτον τοῖς φιλοσόφοις, ὅπερ ἔστιν ἡ φύσις· αὐτῶν δὲ τῶν δύο παρὰ τοῖς ῥήτορσι κυριώτερον οἶ‐ μαι ἡ χρῆσις παρ’ αὐτοῖς, ἐπειδήπερ ἐξ αὐτῆς καὶ ἡ δόξα προέκυψεν· εἰ γὰρ τὰς φύσεις ἐπιζητοῦσι τῶν πρα‐ γμάτων ἐκ τῆς φύσεως, οἶμαι, τόδε τι νομίζουσι περὶ | |
30 | τοῦ πράγματος ἢ οὐ νομίζουσι· διόπερ πρῶτον μὲν τὸ ἄπορον ἔταξεν· ἀπὸ γὰρ τῆς χρήσεως εἶχε τὴν βλάβην. | |
δεύτερον δὲ τὸ ἀπίθανον, ὅπερ αὐτοῦ τοῦ ῥήτορος ἴδιον· | 154 | |
7.155 | τρίτον δὲ τὸ ἀδύνατον, ὡς πάρεργον εἰπεῖν καὶ μάλιστα μὲν οὐδέποτε παρὰ τοῖς ῥήτορσιν ἀξιούμενον λόγων, εἰ δέ ποτε παραληφθῇ, εἰς ἄλλου κατασκευὴν λαμβάνεται. ὥσπερ καὶ ἐπὶ τοῦ δευτέρου παραδείγματος, ὅπερ καὶ | |
5 | ταῖς ἀληθείαις ἐστὶν ἀδύνατον· ἕβδομον τὸ ἄδοξον· καὶ αὐτὸ μὲν ἐκ τῆς δόξης τῶν ἀκουόντων βλαπτόμενον, διαφορὰν δὲ ἔχον ἐλάττονα πρὸς τὸ ἀπίθανον· τοῦτο γάρ ἐστι τὸ ἐκ τῆς δόξης καὶ αὐτὸ βεβλαμμένον, ὅτι ἐν μὲν τῷ ἀπιθάνῳ ὁμοῦ τὸ πρόσωπον καὶ τὸ πρᾶγμα | |
10 | ἐναντιοῦται τῷ λέγοντι· ἐπεὶ γὰρ συνῆλθε τὸ πορνεύειν καὶ ὁ Σωκράτης, ἡ ἀπιθανότης τῷ λόγῳ προσγέγονεν, ἐνταῦθα δὲ τὸ πρᾶγμά ἐστι τὸ τῷ λέγοντι ἐναντιούμε‐ νον, ὅσῳ δὲ διαφέρει ὑπὸ δυοῖν πολεμεῖσθαι, ἢ ὑφ’ ἑνὸς, τοσοῦτον εἰς τὸ εἶναι ἀσύστατον ἔλαττόν ἐστι τὸ ἄδοξον | |
15 | τοῦ ἀπιθάνου· τί οὖν, ἐρεῖ τις, οὐ καὶ αὐτὸ πρὸ τοῦ ἀδυνάτου τέτακται, εἴγε τῶν περὶ τὴν δόξαν βεβλαμμέ‐ νων ἐστὶν, ὡς αὐτὸ δήπου βοᾷ τὸ ὄνομα· φήσαιμεν δ’ ἂν, ὅτι περὶ τὴν καθόλου δόξαν βεβλαμμένον ἐστίν. τὸ γάρ τις μόριον αὐτῷ πρόσεστιν, ὅπερ ἀόριστον καὶ | |
20 | ἐπὶ πάντας ἧκον· τὸ δὲ καθόλου οὐ ῥητορικὸν, ἀλλὰ φιλοσόφοις πρέπον· ὥστε καὶ τοῦτο κατὰ τὸ πάρεργον βέβλαπται· προταχθέντος οὖν τοῦ ἀπιθάνου, καθὸ ἐκ τῆς παρὰ τὸ μερικὸν βέβλαπται δόξης, ἐκ τῶν παρ‐ έργων καὶ οὐ ῥητορικῶν τὴν κατὰ φύσιν παρετήρησε | |
25 | τάξιν. ἓξ δέ εἰσι τὰ περιστατικά. καὶ τούτων μετά γε τὸ πρόσωπον καὶ τὸ πρᾶγμα συνεκτικώτατον ἡ αἰτία· ἀπερίστατον οὖν καλεῖ τὸ μηδεμίαν προφανῆ τῆς κατη‐ γορίας ἔχον αἰτίαν. καὶ ἰστέον, ὅτι διὰ τοῦτο καὶ χρῶ‐ μα ἡ μετάθεσις τῆς αἰτίας λέγεται, ὅτι ἡ αἰτία ἐστὶν ἡ | |
30 | χρωννῦσα τὸ ζήτημα καὶ τοιόνδε ἢ τοιόνδε ποιοῦσα. | 155 |
7.156 | ἐνταῦθα οὖν ἐκλείπει τό τε πρᾶγμα καὶ τὸ τεκμήριον· ἐξαιρέτως δὲ τὴν αἰτίαν καλεῖ περίστασιν διὰ τὸ μὴ δύ‐ νασθαι ἄνευ ταύτης, εἰ πρόσωπα εἴη καὶ πράγματα, τὸ ζήτημα σύστασιν ἐπιδέξασθαι, ὥσπερ ἐπὶ τοῦ προκει‐ | |
5 | μένου· ἔστι μὲν γὰρ πρόσωπον ὁ πατήρ· ἔστι δὲ καὶ πρᾶγμα τὸ ἀποκηρῦξαι· ἀλλ’ ἐπεὶ τὸ κυριώτερον ἡ αἰ‐ τία λείπει, ἀσύστατον· εἰ δὲ λέγοι τις, ἀλλ’ ἔχει τὴν τοῦ πατρὸς ἐξουσίαν, ἐροῦμεν, ἀλλ’ οὐκ ἀρκοῦσαν πρὸς δι‐ καστάς· ζητοῦσι γὰρ αἰτίαν· πῶς γὰρ οὐκ ἄτοπον τὴν | |
10 | φύσιν ἑαυτῇ πολεμεῖν καὶ ἀλλοτριοῦν τοὺς παῖδας μὴ ὑποκειμένης αἰτίας· τὸ γὰρ συνέχον ταῦτα μάλιστα ἡ αἰτία ἐστίν· ἐπὶ γὰρ τῶν προσώπων καὶ τῶν πραγμά‐ των τῶν δύο ἐκλελοιπότων γίνεται τὸ ἀσύστατον· ἐνταῦ‐ θα δὲ τῆς αἰτίας μόνης, καὶ οὕτως δὲ ὁ τρόπος παρὰ | |
15 | τὸν τρίτον ἐστὶ κανόνα, μηδεμίαν ἰσχυρὰν πίστιν ἐφ’ οἷς ἐγκαλεῖ παρεχομένου τοῦ πατρός. πηʹ. Ὃν τρόπον ἀσύστατα ἐξέθετο τῶν συνισταμέ‐ νων ἐξαίρων αὐτὰ, οὕτω καὶ τὰ ἐγγὺς ἀσυστάτων προ‐ αναιρεῖ, ἵνα καθαρὰν ἡμῖν τὴν τῶν συνεστώτων παρά‐ | |
20 | δοσιν ποιήσηται· καλῶς δὲ τὸ ἐγγὺς προσέθηκεν. οὐ γὰρ τέλεια ἀσύστατά ἐστιν, ἀλλὰ μελετώμενα· τὸ γὰρ ἐγγὺς οὐκ αὐτό τί ἐστιν, ἀλλὰ προοίμιον· οὐκ ἀθρόως δὲ ἐπὶ τὰ συνεστῶτα χωρεῖ· ἀλλ’ ἐπὶ τὰ μετὰ τῶν τε συνεστώτων καὶ τῶν ἀσυστάτων· ταῦτα δὲ αὐτὸς ἐπε‐ | |
25 | νόησε τὰ τρία εἴδη, ὧν ἕκαστον πάλιν ἐπὶ τρία ἀνάγε‐ ται· τὸ ἑτεροῤῥεπὲς ἐπὶ τὸ αἴτιον· τὸ κακόπλαστον ἐπὶ | |
τὸ ἀδύνατον· τὸ γὰρ τετελευτηκότα πεμφθῆναι στρα‐ | 156 | |
7.157 | τηγὸν ἀδύνατον· τὸ δὲ προειλημμένον ἐπὶ τὸ κρινόμε‐ νον· ἀμοιβῇ γὰρ τῶν δικαστῶν συνίσταται. | |
3t | Cap. III. | |
4t | Περὶ τῶν ἐγγὺς ἀσυστάτων. | |
4 | πθʹ. Ἐν τῷ ἑτεροῤῥεπεῖ οἱ λόγοι γίγνονται περί τι‐ | |
5 | νος ἔξω τοῦ πράγματος· βουλεύονται γὰρ, φησὶν, Ἀθη‐ ναῖοι, εἰ δεῖ Κριτίαν ἀποσπᾷν· τοῦτο δὲ οὐ περὶ Κρι‐ τίου ἐστὶν, ἀλλ’ εἰ δεῖ πειθαρχεῖν τῷ νόμῳ ἢ μή· ἑτε‐ ροῤῥεπεὶς δὲ λέγει, ἐπειδὴ τὸ ἓν μέρος πλεονεκτεῖ ἐκ τῆς μεταφορᾶς τῆς πλάστιγγος· ὁ μὲν γὰρ κατήγορος φήσει, | |
10 | ὅτι οὐ τιμὴ τὸ γιγνόμενον, ἀλλ’ ἀτιμία. Ἁρμόδιος μὲν γὰρ καὶ Ἀριστογείτων αὐθένται τυράννων, Κριτίας δὲ τύραννος, ὥστε τὸ σώζειν αὐτὸν δι’ ἐκείνων ὕβρις ἐστὶ κατ’ ἐκείνων φανερά· ὁ δὲ ἀπολογούμενος τούτοις ἀντι‐ λέγειν οὐκ ἔχων ἐπὶ τὸν τῶν εἰκόνων μόνων καταφεύξε‐ | |
15 | ται νόμον, καὶ τοῦτον προβαλεῖται κατὰ τὰ δίκαια τῆς δημοκρατίας, καὶ ὅτι ταῦτα ἀνατρέπειν οὐκ εὔλογον· κοι‐ νωνεῖ δὲ τὸ ἑτεροῤῥεπὲς τῷ μονομερεῖ κατὰ τὸ μὴ ἔχειν λόγους τὸν φεύγοντα· διαφέρει δὲ τῇ περιστάσει· ἐνταῦ‐ θα γὰρ αἱ τοῦ Ἁρμοδίου εἰκόνες ἐργάζονται τὴν σύ‐ | |
20 | στασιν. ρʹ. Ὅτι οὐ συνεστηκὸς τὸ ἑτεροῤῥεπὲς, ἐξ αὐτοῦ τοῦ ὀνόματος δῆλον· τὸ γὰρ ἕτερον τῶν μερῶν μᾶλλον ἰσχύ‐ ον ἔχει· τοῦτο δὲ οὐ συνεστηκός· θέλει γὰρ τὰ συν‐ εστηκότα ἑκατέρωθεν ἰσχυροτάτων πίστεων τὴν δύναμιν | |
25 | ἔχειν, ἀλλ’ οὐδὲ μὴν ἀσύστατόν ἐστιν παντελῶς· ἔχει | |
γάρ τινα τὴν ἀπὸ τοῦ νόμου καὶ ὁ φεύγων ἀπολογίαν· | 157 | |
7.158 | ἰσχύει μὲν γὰρ μάλιστα ὁ κατήγορος· σχεδὸν γὰρ αἱ στῆλαι αὐταὶ θάνατον τοῦ Κριτίου καταψηφίζονται· ἔχει μέντοι καὶ ὁ φεύγων ἀπολογίαν τὸν νόμον. ραʹ. Τὸ κακόπλαστον ἀεὶ ἐν μελέταις καὶ πλάσμα‐ | |
5 | σιν εὑρίσκεται· οὐδέποτε δὲ ἐπὶ τῆς ἀληθείας, ἀεὶ μέν‐ τοι ἐκ τοῦ χρόνου ἔχει τὸ ἁμάρτημα. ρβʹ. Τοῦτο ἀδυνάτου τάξιν ἐπέχει καὶ ἔστι παρ’ ἱστορίαν· πανταχόθεν μὲν γὰρ συνέστηκεν· μόνην δὲ τὴν πρὸς τὰ πρόσωπα ἐξέτασιν χωλεύουσαν ἔχει, διότι τοὺς | |
10 | τεθνεῶτας ὡς ζῶντας ὑποτίθησι· διαφέρει δὲ τοῦ ἀδυ‐ νάτου τῷ χρόνῳ μόνον· οὐ γὰρ ὡς ἀδύνατα τῇ φύσει πλάττεται· φησὶ γὰρ, ὅτι μετὰ τὴν Νικίου ἐπιστολὴν γράφει τις Κλέωνα στρατηγὸν πέμπειν· ἰδοὺ γὰρ ἐνταῦ‐ θα περὶ χρόνον ἐστὶ τὸ ἁμάρτημα. ἡ μὲν γὰρ ἐπιστολὴ | |
15 | ἐν τοῖς Σικελοῖς γέγονε πράγμασιν, ἐν τῇ ἑβδόμῃ ἱστο‐ ρίᾳ· Κλέων δὲ ἦν τετελευτηκὼς ἐν τοῖς κατ’ Ἀμφίπο‐ λιν· ὅτε δὴ καὶ Βρασίδας ἐν τῇ πέμπτῃ, καὶ οὐ τοῦτο τῇ φύσει ἀδύνατον ὥσπερ ἐκεῖνο τὸ ζήτημα, ὅτι βούλε‐ ται Ἀλέξανδρος εἰς ἤπειρον μεταθεῖναι τὰς νήσους· αὐ‐ | |
20 | τίκα γὰρ, εἰ τὸν καιρὸν μεταθέντες ἐν τῇ τρίτῃ ἱστορίᾳ | |
τὸ πλάσμα ποιήσομεν, συνέστηκεν· ᾧ δῆλόν ἐστιν, ὅτι | 158 | |
7.159 | οὐ τῇ φύσει ἀδύνατον. εἰ γὰρ ἦν οὕτως, οὐδ’ ἂν μετά‐ θεσις τοῦ χρόνου συνίσταται. ἔστι δὲ παντελῶς ἀσύστα‐ τον τὸ πρόβλημα, μωρὸν γὰρ τὸ πλάσμα. Τί οὖν, εἴποι τις ἂν, καὶ πάντα τὰ ἀσύστατα οὐκ ἔστι κακόπλαστα; | |
5 | ναί· ἀλλ’ ἔνθα μὲν ὁ τεχνικὸς εὕρισκεν ἴδιον ἐπιθεῖναι ὄνομα, ἐπετίθει· τὸ μὲν τυχὸν ἀπίθανον, τὸ δὲ ἀδύνα‐ τον· ἐνταῦθα δὲ ἐπειδὴ ἰδιάζον οὐχ εὗρεν ὄνομα, τῷ κοινῷ αὐτὸ ἐκάλεσεν. οὐ πάντως δὲ τὸ παρ’ ἱστορίαν ἀσύστατόν ἐστιν, ἀλλὰ τὸ μὴ ἐνδεχόμενον γενέσθαι, | |
10 | ὥσπερ τοῦτο τὸ Κλέωνος ζήτημα. ργʹ. Τρίτον εἶδος τῶν ἐγγὺς ἀσυστάτων τοῦτο, ὅπερ οἱ δικασταὶ οὐκ ἀνέχονται τοῦ κρινομένου καταψηφίσα‐ σθαι. ζητητέον δὲ, διὰ τί τὸν ὅρον ἐκτιθέμενος τοῦ ὑγιοῦς ζητήματος καὶ εἰπὼν, ὅτι τὸ μὴ προειλημμένον | |
15 | οὐ συνέστηκε, νῦν αὐτὸ εἰς τὰ μεταξὺ τέταχε, καὶ λέ‐ γομεν, ὅτι πολλαὶ μὲν καὶ ἄλλαι φέρονται ἐξηγήσεις· ἡ δ’ οὖν ἀκριβεστέρα αὕτη ἐστὶν, ὅτι δύναται καὶ ἀσύ‐ στατον καὶ συνεστηκὸς, ἀσύστατον μὲν, ἐὰν κρίνηται ἐν αὐτῇ τῇ πόλει· τῶν γὰρ ἀπ’ αὐτῆς εὐεργετηθέντων | |
20 | οὐδεὶς καταψηφίζεται, συνιστάμενον δὲ, ἐὰν εἰς ἄλλην πόλιν ἡ κρίσις ᾖ· διὰ τί δὲ μὴ συνέστηκε παντελῶς, ἀλλὰ τῶν ἐμμέσων ἐστίν; ὅτι οὐ πάνυ καταψηφιοῦνται τῆς γυναικὸς, κἂν ἀλλαχοῦ κρίνοιτο· ἐπειδὴ πᾶσα δημο‐ κρατία μισεῖ τύραννον καὶ τῆς ἀλλαχοῦ πρόνοιαν ποι‐ | |
25 | εῖται· τὸ ζήτημα οὖν τοῦτο· εἰ μὲν παρ’ ἄλλοις μελετη‐ θείη ἂν ἴσως κατὰ αἴτημα καὶ ἐσχημάτισται, εἰδὼς γὰρ ὁ ἀνὴρ ἐκ τῆς μηνύσεως ὑποψίαν οὖσαν, ἀπολύεται τὸ ἔγκλημα διὰ τοῦ δοκεῖν κατηγορεῖν. ρδʹ. Ἐν τῷ προειλημμένῳ δεῖ τὰ αὐτὰ πρόσωπα εἶναι, | |
30 | τό τε τὴν εὐεργεσίαν δεξάμενον καὶ τὸ κρινόμενον· ἐπεί‐ | |
τοι ἐὰν ἀμείψῃ τις πρόσωπον, εὐθέως συνεστηκὸς γίνε‐ | 159 | |
7.160 | ται. οἷον ἂν γυνή τις αἰτία τοῦ ἀναιρεθῆναι τὸν Ἀθή‐ νησι τύραννον, κρίνοιτο παρὰ Λακεδαιμονίοις μοι‐ χείας, συνεστηκὸς ἔσται· οὐκέτι γὰρ προείληπται· ζητοῦ‐ σι δὲ, τίνι διαφέρει τοῦτο τῆς ἀντιστάσεως· κἀκεῖ γὰρ | |
5 | μείζων εὐεργεσία τοῦ φερομένου ἐγκλήματος ἀντεισ‐ φέρεται, ὥσπερ ἐνταῦθα· ἀλλ’ ἐν μὲν τῇ ἀντιστάσει ὁμολογεῖται τὸ ἔγκλημα. ἀντεισφέρεται δὲ μεῖζον εὐ‐ εργέτημα δι’ αὐτοῦ, ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ ὁμο‐ λογεῖται· ἔπειτα ἐν μὲν τῇ ἀντιστάσει καὶ τὸ ἔγκλημα | |
10 | καὶ τὸ εὐεργέτημα δεῖ δημόσιον ὑπάρχειν, ἢ εἴπερ ἰδιω‐ τικὸν τὸ ἔγκλημα, ἰδιωτικὸν εἶναι καὶ τὸ εὐεργέτημα· ἐνταῦθα δὲ τὸ μὲν ἔγκλημα ἰδιωτικὸν τὸ δὲ εὐεργέτημα δημόσιον· πρὸς δὲ τούτῳ ζητεῖται, πῶς ἀνωτέρω εἰπὼν χρῆναι τὰ ζητήματα ἔχειν τὸ τῆς κρίσεως ἀφανὲς, καὶ | |
15 | μὴ προειλημμένον, οὐκ ἔταξεν αὐτὸ ἐν τοῖς ἀσυστάτοις· ἀπολελόγηνται οὖν πρὸς τοῦτό τινες, ὅτι τὸ τῆς κρίσεως προειλημμένον γίνεται ἢ περὶ τὸ πρόσωπον, ἢ περὶ τὸ πρᾶγμα· τὸ μὲν οὖν περὶ τὸ πρόσωπον τὸ ἀπίθανον. τὸ δὲ περὶ τὸ πρᾶγμα τὸ προειλημμένον· ὅτε οὖν φησὶν | |
20 | ἀνωτέρω προσετίθει τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον περὶ τοῦ ἀπιθάνου ἔλεγον ὅπερ ἔταξεν ἐν τοῖς ἀσυστάτοις, ἀλλ’ εὕρομεν ψεῦδος ἄντικρυς εἶναι τὸ εἰρημένον· ἰδίᾳ γὰρ περὶ τοῦ ἀπιθάνου εἶπεν, δι’ ὧν προσέθηκε καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους σὺν τῷ | |
25 | πιθανῷ· φαμὲν οὖν τὴν ἀληθεστάτην λύσιν, ὅτι ἀνωτέ‐ ρω οὐ περὶ ἀσυστάτων ἔλεγεν· ἀλλὰ περὶ τῶν μὴ συν‐ εστηκότων· οὐκέτι δὲ μὴ συνέστηκε τοῦτο εὐθέως ἀσύ‐ | |
στατον· ἀλλ’ ἐγγὺς, ὥστε λέλυται τὸ ἄπορον· περὶ δὲ | 160 | |
7.161 | τῆς τάξεως αὐτῶν ῥητέον, ὡς κἀνταῦθα ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα προελήλυθεν. ἀσθε‐ νέστερον τοίνυν τῶν ἄλλων τὸ ἑτεροῤῥεπές· σχεδὸν γὰρ ἐκινδύνευεν εἶναι μονομερές· ἐκ δὲ τῶν ὑπολειπομένων | |
5 | ἀσθενέστερον τὸ κακόπλαστον· τοῦτο γὰρ εἰς ἑαυτὸ βέ‐ βλαπται· τὸ δὲ προκατειλημμένον οὐκ εἰς ἑαυτὸ ἀλλ’ εἰς τὸ ἔξωθεν, τουτέστιν εἰς τὸν ἀκροατήν. Ὅρα πῶς διὰ τοῦτο βαθέως δείκνυσιν, ὅτι καὶ καταψηφίσαιντο ἂν οἱ δικασταὶ πολλάκις, οὔτε εἶπεν ἀποφαντικῶς, ἀλλὰ | |
10 | ἀμφιβάλλων, ἡ δὲ ἀμφιβολία τῆς γνώμης σαφηνίζει τὸ ἡμῖν ἀγνοούμενον. ρϛʹ. Ὅτι περ καὶ εἴ τινα τοιαῦτα ἕτερα ἀναπλάττοιν‐ το ἐν τοῖς εἰρημένοις συναχθήσονται, δῆλον ἀφ’ ὧν τινες ἀνεπλάσαντο· τὰ δέ εἰσι τὸ πάντη φανερὸν, ὡς | |
15 | εἴ τις ἀπροφασίστως ἐγκαλοῖτο φόνου ἢ κλοπῆς ἐπί τινι ἀδήλως ἀνηρημένῳ, ἢ ἐπὶ χρήμασιν ἀσυμφανῶς συλληφθεῖσι· τοῦτο δὲ ὑπὸ τὸ ἀπερίστατον. ὅσον γὰρ εἰς κλοπὴν οὐδεμίαν αἰτίαν εἰσενεγκὼν εὑρίσκεται ὁ κα‐ τηγορούμενος· δι’ εἶδος αὐτοῖς τὸ ἀπρεπὲς ἀνεπλάσθη, | |
20 | οἷον ἠράσθη τις παῖς τῆς ἰδίας μητρός· συνεχωρήθη πα‐ ρὰ τοῦ πατρὸς ἑνωθῆναι αὐτῇ· καὶ κρίνεται παρὰ τοῦ πατρὸς ἀθεμιτομιξίας ὁ παῖς· ὑπὸ τὸ ἄδοξον δὲ τὸ τοι‐ οῦτον ἀνενεχθήσεται· ἐντεῦθεν δῆλον, ὡς εἰ καί τι ἕτε‐ ρον προσεξευρεῖν δυνηθείη τις, ἐν τοῖς προανατεταγμέ‐ | |
25 | νοις τῷ τεχνικῷ ἀναχθήσεται. ρζʹ. Φαίνεται ὁ Ἑρμογένης μὴ πάντα τοῖς πρὸ αὐτοῦ πειθόμενος, ἀλλὰ προσεπινοῶν ἐξ ἑαυτοῦ τὰ | |
παρειμένα τοῖς παλαιοτέροις, οὐδὲ μὴν πάντα τῇ φύσει | 161 | |
7.162 | τῇ οἰκείᾳ πιστεύων, ἀλλ’ ὑπονοῶν καὶ τοῖς ἑαυτοῦ τινα παρ’ ἑτέρων ἐπινοηθήσεσθαι· ἔνθεν προσέθηκε τὸ τάχα δ’ ἂν εὑρεθείη παρὰ ταῦτα εἴδη τινά. εἰ δὴ ζητοῖέν τινες, πῶς, εἴπερ εἴδη τινὰ ἐλλείποντα ᾔδει, οὐ ζητήσας | |
5 | αὐτὸς προσέθηκεν; ὅτι πρῶτον μὲν, ὡς ἔφαμεν, οὐ πάν‐ τα πιστεύει φύσει τῇ ἑαυτοῦ, ἔπειτα τὰς μὲν ἀρετὰς περιορίζομεν, αἱ δὲ κακίαι ἀπεριόριστοι· οὕτως οὖν τὰ μὲν συνεστηκότα περιορίζει, τὰ δὲ ἀσύστατα ἐνόμιζε μὴ παντελῶς περιορίζεσθαι. προσέθηκε δὲ καὶ τὸ ἄλλα τοι‐ | |
10 | αῦτα, δηλῶν ὡς, εἰ καὶ εὑρίσκοιντο τοιαῦτα, ἀναιρεθείη. προστιθέασι δέ τινες τοῦτο τὸ πάντη δῆλον καὶ πάντη ἄδηλον, ἀχρώματον καὶ ἀναπολόγητον, πρίονα ἢ κροκο‐ δειλίτην, ἦθος καὶ μάχην· τὸ κατὰ κακοήθειαν πάντα μὲν οὖν δῆλόν ἐστιν. οἷον πατὴρ φονεύσας τὸν υἱὸν κρί‐ | |
15 | νεται, ὅπερ ὁμολογουμένως ὑπὸ τὸ μονομερὲς ἀναχθή‐ σεται· πάντη δὲ ἄδηλον, οἷον πατήρ τις ἐτελεύτησεν ἐπὶ δύο παισὶ, τελευτῶν θατέρῳ τῶν υἱῶν εἰς ὦτα διελέχθη καὶ ἀπαιτεῖ ὁ ἕτερος θησαυρὸν, ὅπερ πάλιν ὑπὸ ἀπερί‐ στατον ἀνάγομεν. δεῖ γὰρ τὰ σημεῖα προσεχῆ εἶναι. | |
20 | οὐδένα δὲ ἐνταῦθα ἔχει λόγον ἀποδεικτικὸν τοῦ, ὅτι περὶ θησαυροῦ διελέχθη· τί γὰρ μὴ μᾶλλον περὶ τοῦ φυ‐ λάττεσθαι τὸν ἀδελφὸν ἐπιβουλεύοντα, ὥστε ἡ παρα‐ λαμβανομένη αἰτία οὐ συμβαίνουσα πρὸς τὴν κατηγο‐ ρίαν οὐδὲ αἰτία ἐστί· καὶ οὕτως καθέστηκεν ἀπερίστα‐ | |
25 | τον. ἀχρώματον δὲ καὶ ἀναπολόγητον, οἷον νόμου ὄντος, παρθένους καὶ καθαρὰς εἶναι τὰς ἱερείας, ἱέρειά τις εὑρέθη ἀτόκιον φέρουσα, καὶ κρίνεται· ὅπερ ἀνάγομεν | |
ὑπὸ τὸ μονομερές. οὐδὲν γὰρ ἕξει λέγειν ἱέρεια. ἀλλ’ | 162 | |
7.163 | ἐρεῖ, φασὶ, διὰ τὰς τῶν δαιμόνων ἐπιφοιτήσεις καὶ ἐπι‐ βουλὰς περιτεθεῖσθαι, καὶ πῶς οὐκ ἀνόητον κομιδῇ τὸ τοιοῦτον· ἔδει γὰρ πρὸς τὸ μὴ ἀφαιρεθῆναι τὴν παρθε‐ νίαν φορεῖν τι ἀποτρόπαιον, οὐ μὴν πρὸς τὸ τεκεῖν. πρίων | |
5 | δὲ ὁ καὶ κροκοδειλίτης· οἷον κατὰ τὸν Αἰγύπτιον μῦ‐ θον γυνή τις ἔχουσα παιδίον ἐβάδιζε πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ· ταύτης κροκόδειλος ἀφείλετο τὸν παῖδα· καὶ προστίθησιν, ὡς, εἴπερ τἀληθὲς ἐρεῖ, ἀπολήψεται τὸν παῖδα· ἡ δὲ ἔφη, οὐκ ἀποδώσεις· καὶ ἀξιοῖ τὸ παι‐ | |
10 | δίον ἀπολαβεῖν· ἐκφυγόντες οὖν ἀπὸ τοῦ μύθου ἕτερον τοιοῦτο πλάττουσιν· ὑπὸ λῃσταῖς ἐγένετο μάντις ἔχων θυγατέρα· ταύτην ἀφείλοντο ἐκεῖνοι· καὶ ὑπισχνοῦνται τἀληθὲς λέγοντι δώσειν τὴν θυγατέρα· ὁ δὲ ὡς οὐκ ἀπο‐ δώσουσιν ἀπεκρίνατο, καὶ ἀξιοῖ τὴν παῖδα λαβεῖν· κρο‐ | |
15 | κοδειλίτην μὲν τοῦτο τὸ πρόβλημα προσαγορεύουσι διὰ τὸν κροκόδειλον· πρίονα δὲ ὅτι ὥσπερ ἐκεῖνος τῶν τεμ‐ νομένων σωμάτων ἀντέχεται, οὕτω καὶ ἐν τούτῳ ἀλλή‐ λων αἱ προτάσεις ἀντέχονται. Ἰστέον, ὅτι ὁμολογουμέ‐ νως ὑπὸ τὸ ἄπορον ἀναχθήσεται· ἔθος δὲ καὶ μάχη. | |
20 | οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικὰ πρεσβεύειν ἐκρίθησαν· νόμου κελεύοντος μὴ συμπλεῖν τοὺς πρεσβευ‐ τὰς, ναυαγίῳ περιπεσὼν ὁ πένης ἀξιοῖ δεχθῆναι ἐπὶ τῆς νεὼς, ἔνθα καὶ ὁ πλούσιος ἔπλει· ὁ δὲ αὐτὸν οὐχ ὑπε‐ δέξατο· καὶ τελευτήσαντος κρίνεται δημοσίων ἀδικημά‐ | |
25 | των· τοῦτο δὲ σχεδὸν καὶ συνεστηκός ἐστιν· καί τινες αὐτὸ μετάστασιν νενομίκασιν ἐπὶ τὸν νόμον ἄγοντος τοῦ πλουσίου τὴν αἰτίαν, καὶ καλῶς ἂν ἔλεγον, εἰ μὴ τὸ πρόσωπον προείληπτο· τοῦτο γὰρ ἡ μετάστασις ἔχειν οὐ βούλεται· ἀνάγομεν οὖν αὐτὸ ὑπὸ τὸ προκατειλημ‐ | |
30 | μένον· προκατείληπτο γὰρ, ὅτι ἐχθροὶ τὰ πολιτικὰ, ἀλλ’ | |
ἐναντιοῦται πρὸς τοῦτο ἡμῖν τὸ μὴ ἐξ ὠφελείας τοῦ δι‐ | 163 | |
7.164 | καστοῦ εἶναι τὴν πρόληψιν, ἀλλ’ ἔξωθεν· ἐν γὰρ τῷ προειλημμένῳ, εἴπερ ἀνέλοι τις τὸ τὴν εὐεργεσίαν δεξά‐ μενον πρόσωπον καὶ παρ’ ἑτέρῳ ποιεῖ τὸ δικανικὸν, εὐθέως συνεστηκὸς γίνεται τῆς προλήψεως ἀναιρουμένης· | |
5 | τοῦτο δὲ οὐχ οὕτως ἐστίν· ἔστιν οὖν ἑτεροῤῥεπὲς τοῦ κα‐ τηγόρου ἰσχύοντος· τὸ κατὰ κακοήθειαν δὲ, οἷον νόμος τὸν νόθον ἐξ ἴσου τῷ γνησίῳ κληρονομεῖν· διανέμειν δὲ τὴν οὐσίαν τὸν γνήσιον· ἐτελεύτησέ τις ἐπὶ παιδὶ γνησίῳ καὶ νόθῳ ἐκ δούλης· διανέμων ὁ γνήσιος τὴν οὐσίαν ἐν | |
10 | μιᾷ θεὶς μοίρᾳ τὴν τοῦ νόθου παιδὸς μητέρα, τὰ ἄλλα πάντα ἐν τῇ ἑτέρᾳ ἔθηκεν· καὶ κρίνεται κακοηθείας, ἀλ‐ λὰ καὶ τοῦτο ἀνάγομεν ὑπὸ τὸ ἑτεροῤῥεπές. ρηʹ. Αἱ ὠφέλειαι γίνονται διχῆ κατὰ τὸ ἐκκόπτειν τὰ βλάπτοντα καὶ προστιθέναι τὰ χρήσιμα· οὕτω τοί‐ | |
15 | νυν ὁ τεχνογράφος προκαθάρας τὴν διδασκαλίαν, καὶ τὰ ἀσύστατα προανελὼν ἔρχεται ἐπὶ τὴν τῶν χρησίμων, τουτέστι συνεστηκότων, διέξοδον· καὶ οὐ μόνον φησὶ περὶ ὅτου ποιήσεται τὸν λόγον, ἀλλὰ καὶ περὶ οὗ σιω‐ πήσεται, σαφεστέραν τὴν διδασκαλίαν ποιούμενος· τί δέ | |
20 | ἐστιν, ὅ φησιν εἴδους καὶ τρόπου. τὸ μὲν εἶδος ἐπὶ τῆς ἀπαγγελίας λαμβάνεται, τουτέστιν ἡ ἰδέα· ἔστι δὲ πενταχὴς, πανηγυρικὴ καὶ λαμπρὰ καὶ πομπικὴ, δικα‐ νική τε καὶ εὔζωνος· ὁρῶμεν γὰρ τοὺς ἰδιωτικοὺς Δη‐ μοσθένους κομιδῇ κατὰ τὴν ἑρμηνείαν εὐζωνεστέρους· | |
25 | οἱ δὲ δημόσιοι σεμνότεροι μὲν τούτων, οὐ καθὸ δικανι‐ κοὶ, ἀλλὰ καθὸ δημόσιοι, ἥττους δὲ ὅμως τῶν συμβου‐ λευτικῶν· ὁ δὲ τρόπος ἐπὶ τῶν ὑποθέσεων λαμβάνεται τε‐ τραχῶς· ἢ γάρ ἐστιν ἔνδοξος καὶ κατὰ τὸ πρᾶγμα καὶ κατὰ πρόσωπον, ἢ ἄδοξος κατ’ ἀμφότερον, ἢ ἀμφίδοξος, | |
30 | ἀδόξου μὲν τοῦ πράγματος ὄντος, ἐνδόξου δὲ τοῦ προσώ‐ | |
που, ἢ τοὐναντίον, ἢ παράδοξος· ἄδοξος μὲν κατ’ ἀμ‐ | 164 | |
7.165 | φότερα· οἷον πορνοβοσκὸς τὰ τῶν Μουσῶν ὀνόματα ταῖς πόρναις ἐπιθεὶς κρίνεται ἀσεβείας· ἔνδοξος δὲ κατ’ ἀμ‐ φότερον. οἷον Θεμιστοκλῆς μετὰ τὴν ἐν Σαλαμῖνι ναυ‐ μαχίαν συμβουλεύει θύειν τοῖς ἀνέμοις· καὶ γὰρ τὸ | |
5 | πρόσωπον ἔνδοξον Θεμιστοκλῆς· καὶ τὸ πρᾶγμα ἡ εὐσέ‐ βεια· ἀμφίδοξος δὲ τοῦ μὲν προσώπου ὄντος ἐνδόξου, τοῦ δὲ πράγματος ἀδόξου· οἷον Περικλῆς ταῖς θερα‐ παίναις τὰ τῶν Μουσῶν ὀνόματα ἐπιθεὶς κρίνεται ἀσε‐ βείας· ἀμφίδοξος δὲ, τοῦ προσώπου ὄντος ἀδόξου, τοῦ | |
10 | δὲ πράγματος ἐνδόξου· οἷον εἰ Σίφνιόν τινα ὑποθώμε‐ θα, μετὰ τὰ ἐν Σαλαμῖνι συμβουλεύοντα τοῖς Ἀθη‐ ναίοις θύειν τοῖς ἀνέμοις· παραδόξου δὲ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· παρανόμου γὰρ καθεστηκυίας τῆς γραφῆς εὑρίσκεται περὶ τῆς Χερσοννήσου φυλακῆς δια‐ | |
15 | λεγόμενος· ὅπερ παρὰ τὴν ὑπόνοιαν καὶ δόξαν τῶν τηνι‐ καῦτα συνόντων αὐτῷ ἦν. ρθʹ. Ὁ Μινουκιανὸς τῷ περὶ τῶν στάσεων λόγῳ καὶ τὸν περὶ ἰδεῶν συνανέφυρεν, οὐ γενναῖόν τι καὶ λόγου ἄξιον διδάσκων ἡμᾶς· οὐδὲ περὶ τοῦ καθόλου | |
20 | τῶν προβλημάτων εἴδους ἢ τῶν τρόπων, ὥσπερ ὁ τεχνι‐ κὸς ἐν τῷ περὶ ἰδεῶν λόγῳ ἐδίδαξεν, ἀλλὰ ψεκάδας τινὰς εἰδῶν καὶ τρόπων ἰσχνῶς καὶ μικρολόγως ὑποτιθεὶς, καὶ πέντε δή τινα εἴδη προβλημάτων εἰσάγων, πανηγυρι‐ κὸν, δικανικὸν, ἠθικὸν, παθητικὸν καὶ μικτόν· τέσσα‐ | |
25 | ρας δὲ τρόπους· ἔνδοξον, ἄδοξον, ἀμφίδοξον καὶ πα‐ | |
ράδοξον· εὑρεσιλογίας τινὰς ἀνευρίσκων καὶ ἀσάφειαν | 165 | |
7.166 | ἐντεῦθεν καὶ σύγχυσιν ἐργαζόμενος, ὅπερ ὁ τεχνικὸς εὐ‐ κρινείας καὶ τοῦ σαφοῦς ἐπιμελόμενος οὐ ποιεῖ. σʹ. Εἶδος μὲν ὁ τοιόσδε χαρακτὴρ, ὁ λαμπρὸς, ὁ ἀνθηρὸς, τρόπος δὲ ἡ ὑποκειμένη ὕλη τῷ προβλήματι, | |
5 | πρὸς ἣν γίγνεται ὁ χαρακτήρ. ὥσπερ δὲ πέντε εἴδη τοῦ προβλήματος ὑποτίθεται, οὕτω καὶ τέσσαρας τρόπους· καὶ τὸν μὲν λέγει ἔνδοξον, τὸν δὲ ἄδοξον, τὸν δὲ ἀμφί‐ δοξον, τὸν δὲ παράδοξον· διαφέρει δὲ ἡ ἰδέα τοῦ εἴδους, τῷ τὸ μὲν εἶδος ἀπὸ γένους διαιρεῖσθαι, οἷόν φημι | |
10 | ἀπὸ τῆς ῥητορικῆς τὸ δικανικὸν καὶ συμβουλευτικόν· τὴν δὲ ἰδέαν ποιότητα εἶναι τῆς φράσεως, οἷον τὴν σφοδρό‐ τητα ἢ τραχύτητα ἢ λαμπρότητα, καὶ τἄλλα ὁμοίως, περὶ ταῦτα γὰρ τὰ τῆς ἰδέας καθέστηκεν. ἐνίοτε δὲ εἰς ταὐτὸ ἄμφω συνέρχεται τό τε εἶδος καὶ ἡ ἰδέα, καὶ τὸ | |
15 | δικανικὸν εἶδος, εἰ τύχοι, δικανικῆς ἀπολαύει τῆς ἰδέας· ἐνίοτε δὲ ἐναλλὰξ καὶ εἴδει δικανικῷ πανηγυρικὴ ἰδέα συμπλέκεται, καὶ πανηγυρικὴ συμβουλευτικῷ, καὶ συμβουλευτικὴ δικανικῷ. αʹ. Τὰ εἴδη φησὶ καὶ οἱ τρόποι, ἤγουν αἱ ἰδέαι καὶ | |
20 | τὰ, δι’ ὧν αὗται γίγνονται, οἷον ἔννοια μέθοδος καὶ | 166 |
7.167 | τὰ λοιπὰ διὰ τὰ προβλήματα καὶ τὰς στάσεις εἰσίν· ἵνα ταῖς οἰκείαις ἰδέαις ταῦτα μελετῶμεν. ὅταν μὲν ᾖ δικανι‐ κὸν τὸ πρόβλημα ταῖς προσφυέσι τῷ δικανικῷ, οἷον τῇ ἀφελείᾳ μᾶλλον καὶ ἐπιεικείᾳ καὶ τῷ ἠθικῷ πλεονάζον‐ | |
5 | τας· ὅταν δὲ συμβουλευτικὸν ταῖς προσφόροις τῷ συμ‐ βουλευτικῷ, οἷον τῷ μεγέθει πλέον καὶ τῷ ἀξιώματι τοῦ λόγου χρωμένους, ὅταν δὲ πανηγυρικὸν ταῖς ἐπιπρεπούσαις τῷ πανηγυρικῷ, οἷον τῷ κάλλει καὶ τοῖς τοῦ κάλλους καὶ τῷ ὡραίῳ καὶ ἁβρῷ λόγῳ ἐπὶ μᾶλλον προσέχοντας. | |
10 | βʹ. Τοῦ πολιτικοῦ λόγου τὰ μὲν μέρη καλοῦνται ὡς προοίμιον, διήγησις καὶ ἑξῆς. τὰ δὲ κεφάλαια, ὡς τὰ στοχαστικὰ, ὁρικὰ, ἀντιληπτικὰ, ἅπερ τοῖς μέρεσι τοῦ λόγου συνεπιπλέκονται· λεγόμενα δὲ ταῦτα καλεῖ διὰ τὴν πολυωνυμίαν· οἱ μὲν γὰρ συμπεράσματα αὐτὰ καλοῦσιν, οἱ | |
15 | δὲ ἐπιφορὰς, οἱ δὲ ζητήματα, οἱ δὲ περιεχόμενα. τὰ μερικώ‐ τερα τοίνυν ἀγνοοῦντας πρὸς τὴν τῶν ὁλικωτέρων τρέπε‐ σθαι ζήτησιν, ἅπερ ἐστὶ τά τε εἴδη καὶ οἱ τρόποι, παντε‐ λῶς ἀνόητον. γʹ. Εἰ διὰ τὰ προβλήματα, φησὶ, καὶ τὰς στάσεις αἱ | |
20 | ἰδέαι εἰσὶν, ἵνα ταύταις ἐκεῖνα μελετῶμεν, καὶ δι’ ἐκεῖνα αὗται ἐπενοήθησαν, κἀκεῖνα τούτων τὰ αἴτια, ἀμήχανον πρὸ τῆς τῶν προβλημάτων καὶ στάσεων διαγνώσεως καλῶς τὰς ἰδέας γινώσκειν. ὥσπερ ἀδύνατον πρὸ τῆς ὑποκειμέ‐ νης ὕλης τὴν μορφὴν θεωρεῖν καὶ περιεργάζεσθαι, ἢ πρὸ | |
25 | θεμελίων τὴν ὀροφὴν ἢ πρὸ τῆς ὑλωδεστέρας καὶ παχυ‐ τέρας οὐσίας τὴν λεπτοτέραν τε καὶ δυσθεωρητοτέραν ὑπάρ‐ | |
χουσαν. | 167 | |
7.168 | δʹ. Εὐηθείας φησὶ καὶ ἀνοίας μεστὸν, τὸ πρὸ τῶν αἰτίων τὰ αἰτιατὰ πειρᾶσθαι διδάσκειν καὶ προτιθέ‐ ναι εἰς μάθησιν. εʹ. Τρίτην ἀποδίδωσιν αἰτίαν τοῦ μὴ περὶ τῶν ἰδεῶν | |
5 | διαλαβεῖν νῦν, μίαν μὲν, ὅτι ἀναγκαῖον τὴν εἰς τὰ κεφά‐ λαια διαίρεσιν γνῶναι, καὶ τὴν στάσιν ἥτις καθέστηκε, καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα, πρὸς ἃ ἀνάγκη τοὺς λόγους ἐπενεγκεῖν· δευτέραν δὲ, ὅτι οὐ τοῦ παρόντος και‐ ροῦ περὶ τούτων εἰπεῖν· ἢ γὰρ μικρὰ περὶ αὐτῶν εἰπόντες | |
10 | ἀτελῆ τὸν λόγον ἐάσομεν, ἢ σαφῶς περὶ αὐτῶν εἰπεῖν βου‐ λόμενοι περιττόν τι καὶ ἀπειρόκαλον ὑποίσομεν, πέρα τοῦ δέοντος τὸν λόγον ἐκτείνοντες· τρίτον δὲ, ὅτι τὸ περὶ ἰδεῶν ἐντελέστερόν ἐστι τοῦ περὶ διαιρέσεως· ἄτοπον δὲ τὸ ἐντελέστερον ἐν τῷ ἀτελεστέρῳ λέγειν· διὸ τάξιν τῷ | |
15 | λόγῳ τῷ περὶ τῶν ἰδεῶν ὁ τεχνικὸς ἐφύλαξεν. ἔστι γὰρ ἡ πρώτη τῶν αὐτοῦ συγγραμμάτων τάξις ἡ τῶν προγυ‐ μνασμάτων. δευτέρα ἡ παροῦσα τῶν στάσεων· τρίτη ἡ περὶ τῶν ἰδεῶν. ϛʹ. Οὐ μόνον ἀνόητόν φησι τὸ περὶ τῶν ἰδεῶν διδά‐ | |
20 | σκειν πρὸ τῆς διδασκαλίας τῶν στάσεων, ἀλλὰ καὶ ὁ τοῦ παρέργου λόγος ὑπερβαλεῖ πάντως. καὶ μεῖζον ἔσται τοῦ ἔργου τὸ πάρεργον, πάρεργον δὲ αὐτὸ διὰ τὴν ἀκαιρίαν, οὐ διὰ τὴν τοῦ πράγματος ὀνομάζων εὐτέλειαν. ζʹ. Τὸ εἰπεῖν τίς ἑκάστῃ αὐτῶν χρεία, καὶ πότε | |
25 | χρηστέον καὶ πῶς, οὐ τῆς τυχούσης πραγματείας· ποίᾳ χρηστέον ἰδέᾳ· ποίοις μετασχηματισμοῖς, οἷον τῇ σφοδρό‐ τητι καὶ τραχύτητι καὶ ἑξῆς· ποῖον εἶδος λόγου ποιεῖ καθαρὰν ἔννοιαν, ἀνάπαυσιν καὶ ἑξῆς, ἃ τῇ περὶ ἰδεῶν βίβλῳ διεξέρχεται. | |
30 | ηʹ. Ὃ καὶ ἐν προθύροις εἴρηκε τῆς διδασκαλίας, ὅτι | |
περὶ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λε‐ | 168 | |
7.169 | γόμενα κεφάλαια ὁ λόγος αὐτῷ, τοῦτο καὶ νῦν φησιν, ὅτι περὶ ἐκείνης τῆς διαιρέσεως λεκτέον τῆς ἀφ’ ἑκάστης στάσεως εἰς τὰ οἰκεῖα τούτων κεφάλαια. θʹ. Πάλιν τῶν προτέρων μέμνηται ἐπικυρῶν τὰ οἰ‐ | |
5 | κεῖα· ὅτι ἐκεῖνος ὀρθῶς καὶ ὡς ἄριστα διελεῖν δυνήσεται ὁ τὴν ἡμῖν εἰρημένην διαφορὰν τῶν προσώπων καὶ τῶν πραγμάτων ἐπεγνωκὼς, καὶ προσέτι τὴν λεγομένην στά‐ σιν, περὶ ἧς μέλλει λέγειν ἐπιγνοὺς, τοῦ ζητήματος· ἐπεὶ γὰρ ἑκάστη στάσις ἰδίοις κεφαλαίοις διῄρηται, δεῖ καὶ | |
10 | στάσιν ἑκάστην, ὁποία τίς ἐστιν, ἐπιγνῶναι, δι’ ἧς μέλ‐ λομεν ὑποθέσθαι μεθόδου· ὥσπερ καὶ περὶ τῆς τῶν προσώπων καὶ πραγμάτων διαφορᾶς ὑπεθέμεθα, καὶ μετὰ τὸ καὶ τὴν τῶν στάσεων προσλαβέσθαι διάγνωσιν, οὕτως ἐπὶ τὴν τῶν κεφαλαίων χωρῆσαι διαίρεσιν. | |
15 | ιʹ. Τοῦτό φησιν ἐνταῦθα, ὅτι ὁ εἰδὼς τὴν τῶν προσώ‐ πων ποιότητα καὶ τῶν πραγμάτων ὀρθῶς διαιρήσει· ἐπὶ μὲν τῶν προσώπων πόσην ὕλην ἔχει τὰ κύρια, καὶ τὰ λοιπά. καὶ τί ἀλλήλων διενηνόχασιν. ἐπὶ δὲ τῶν πρα‐ γμάτων σκοπεῖν δεῖ τὸ κρινόμενον, εἰ αὐτοῦ τοῦ φεύγον‐ | |
20 | τος ὡς ποιήσαντος ἐγκαλουμένου, ἢ ἑτέρου πράξαντος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Προστίθησι δὲ καὶ τὰ τῆς στάσεως. δεῖ γὰρ εἰδέναι πρότερον καὶ τὴν στάσιν τοῦ ζητήματος. τοῦτο γὰρ συμβάλλεται πρὸς τὸ ἐπιγνῶναι τὴν διαίρεσιν. οὐ γὰρ τῆς αὐτῆς στάσεώς εἰσι πάντα τὰ | |
25 | ζητήματα. τοῦτο δὲ λέγει, ἐπειδὴ ἀκολουθεῖν τῇ ποιότητι τῶν προσώπων καὶ τῶν πραγμάτων δεῖ καὶ τὸν στοχα‐ σμόν· πρὸς τὰ κεφάλαια δὲ εἰπὼν αἰνίττεται, ὅτι καὶ μία τοῦ στοχασμοῦ τυγχάνει διαίρεσις. πρόσωπα γὰρ καὶ πράγματα λαμβάνει τὴν διαίρεσιν. | |
30 | ιαʹ. Μετὰ τὸν τῶν ἄλλων ἁπάντων λόγον ἀνακεφαλαιοῦ‐ | |
ται πάλιν τὴν πραγματείαν καὶ τὸν σκοπὸν τοῦ βιβλίου. | 169 | |
7.170 | τὰ μὲν κατὰ ἀνακεφαλαίωσιν λαβὼν, τὰ δὲ κατὰ ἀπαγ‐ γελίαν. δῆλον δὲ, ὅτι ἀνακεφαλαιούμεθα τὰ εἰρημένα, ἀπαγγέλλομεν δὲ περὶ τῶν μελλόντων εἰρήσεσθαι· τὸ μὲν γὰρ προσώπων καὶ πραγμάτων κατὰ ἀνακεφαλαίωσιν εἴ‐ | |
5 | ρηται, τὸ δὲ ἔτι τὴν λεγομένην στάσιν κατὰ ἀπαγγε‐ λίαν. ιβʹ. Πανταχοῦ δείκνυσιν ἑαυτὸν μὴ τῶν ὀνομάτων ἀντιποιούμενον, ὥσπερ καὶ ἀνωτέρω εἶπεν, εἰς τὰ λεγόμενα κεφάλαια, καὶ ἁρμόσουσιν οἱ ἐπ’ ἐκείνου λόγοι καὶ ἐν‐ | |
10 | ταῦθα. ιγʹ. Παραλείπει τὴν ἐτυμολογίαν τῆς στάσεως γραμ‐ ματικῆς ἐρεσχελίας τὸ τοιοῦτον οἰόμενος· ἀποτείνεται δὲ πρὸς Μινουκιανὸν ἐτυμολογήσαντα· τὴν δὲ στάσιν οἱ μὲν παρὰ τὸ στασιάζειν λελέχθαι φασὶν, οἱ δὲ παρὰ τὸ | |
15 | ἵστασθαι· ἑκάτερον ἐπὶ τῆς οἰκείας προτάσεως. τὸ μὲν οὖν παραλελοιπέναι τὴν ἐτυμολογίαν τὸν τεχνικὸν οὐκ ἄν τις δι’ ἐγκλήματος αὐτῷ ποιοῖτο δίκαιον. τὸ δὲ καὶ τὸν ὅρον παραλελοιπέναι τῆς στάσεως, οὐ μέμψεως ἐλεύθε‐ ρον καθεστάναι δοκεῖ· οὐ γὰρ ἔνεστι λέγειν, ὡς ἀλλό‐ | |
20 | τριον ῥήτορος ἦν· φαμὲν δὲ, ὡς οὐ βούλεταί τι τῆς | 170 |
7.171 | προκειμένης ἔξωθεν πραγματείας τεχνολογεῖν· πρόκειται δὲ αὐτῷ περὶ τῆς διαιρέσεως τῶν ζητημάτων εἰπεῖν· συν‐ εβάλλετο δὲ αὐτῷ οὐδὲν ὁ τῆς στάσεως ὅρος πρὸς τὴν διαίρεσιν· ἀλλ’ οὐχ ἡ μέθοδος, ἣν οὐχὶ παρέδραμεν, ὡς | |
5 | εἴγε οὐδὲ αὕτη ἐδόκει συμβάλλεσθαι, οὐχ ἥκιστα ἂν καὶ ταύτην παρεπέμψατο· διὰ τί οὖν, φαίη ἄν τις, τὸ ζήτημα ὡρίσατο; οὐ γὰρ δήπου συνεβάλλετο πρὸς τὴν διαίρεσιν ὁ τοῦ ζητήματος ὅρος, πρὸς ὃ ῥητέον, ὡς δι’ ἕτερον ἐκεῖ‐ σε λόγον τὸν ὁρισμὸν ἀπέδωκεν· ἐπεὶ γὰρ ἀντίκειται | |
10 | τῷ ἀσυστάτῳ τὸ ζήτημα· τῶν γὰρ προβλημάτων τὰ μὲν ζητήματα, τὰ δὲ ἀσύστατα. λέγειν δὲ περὶ ἀσυστάτων ἐβούλετο, ἐξ ἀνάγκης ὡρίσατο τὸ ζήτημα, ἀποχωρίζων αὐτὸ τῆς περὶ ἐκείνων διδασκαλίας. ιδʹ. Ἐπειδὴ ἐμνήσθη στάσεως, οὐκ ἀξιοῖ περὶ τὴν | |
15 | ἐτυμολογίαν διατρῖψαι τὸν λόγον καὶ ζητεῖν, πόθεν εἴ‐ ρηται τὸ τῆς στάσεως ὄνομα. τινὲς γὰρ ἤδη καὶ περὶ τούτου ἠμφισβήτησαν· φησὶν οὖν, ὅτι λεπτολογία ἂν εἴη γραμματικῶν τὸ περὶ τούτων ποιεῖν, ῥήτορος δὲ οὐδα‐ μῶς. | |
20 | ιεʹ. Ἰστέον, ὅτι πανταχοῦ τὴν στάσιν ἐπὶ τοῦ ζητή‐ | |
ματος τάττων φαίνεται· οὐκέτι δὲ καὶ τὸ ζήτημα ἐπὶ τῆς | 171 | |
7.172 | στάσεως· ἡ γὰρ στάσις τὸ ζήτημα ποιεῖ· οὐ μὴν τὸ ζή‐ τημα τὴν στάσιν· στάσεις γάρ εἰσιν αἱ ἀνωτάτω προ‐ τάσεις· ἐφόνευσας καὶ οὐκ ἐφόνευσα, αὗται δὲ συνιοῦσαι ποιοῦσι ζήτημα· τὸ εἰ ἐφόνευσεν· ἐὰν οὖν ἀναλῦσαι τοῦ‐ | |
5 | το πάλιν βουλώμεθα, ἀναλύομεν αὐτὸ εἰς τὴν στά‐ σιν, τουτέστιν εἰς τὸ ἐφόνευσας, οὐκ ἐφόνευσα· τοῦτο δὲ ἔφην ἐπιδεικνὺς λεγομένην τὴν στάσιν καὶ ἐπὶ τοῦ ζητή‐ ματος· λανθάνει γὰρ τοὺς πολλοὺς τὸ τοιοῦτο· ὥστε οὐ δυνατὸν πυνθανομένου τινὸς τὸ ζήτημα τόδε, ποίας | |
10 | εἴη στάσεως, ἀναστρέφειν τὴν ἐρώτησιν· ἡ γὰρ στάσις, φαίημεν ἂν, οὐκ ἔστι ζήτησις· εἰ δὲ λέγει τις τὴν μὲν στάσιν καθολικόν τι εἶναι, τὸ δὲ ὑποκείμενον ζήτημα μερικὸν, ἡ πρὸς τοῦτο ἀπάντησις ῥᾳδία· ὥσπερ γάρ ἐστί τις καθολικὴ στάσις καὶ μερικὴ, οὕτω καὶ μερικὸν ζή‐ | |
15 | τημα καὶ καθολικόν· ὥστε λέγοντες, ποίας στάσεως εἴη τόδε τὸ ζήτημα, οὐδὲν ἕτερόν φαμεν ἢ ποίου ζητήματός ἐστι τοῦτο τὸ ζήτημα· ταῦτα ἄν τις παραλογίσαιτο τοὺς ἀμαθεστέρους, ἐπεί τοι δῆλον, ὅτι λέγεται μὲν ἡ στάσις ἐπὶ τοῦ ζητήματος κατὰ τὸ περιεκτικώτερον, ἐξ | |
20 | αὐτῆς γὰρ γίνεται· οὐ πάντως δὲ ἡ στάσις ἡ αὐτή ἐστι τῷ ζητήματι· ἡ μὲν γὰρ ποιεῖ, τὸ δὲ γίνεται· τοῦ μὲν οὖν γινομένου, τουτέστι τοῦ ζητήματος, κατ’ ἀρχὴν τὸν ὅρον ἀποδέδωκε· περὶ δὲ τοῦ ποιοῦντος, τουτέστι τῆς στάσεως ἐνταῦθα ἐμνήσθη· ὅρον δὲ αὐτῆς οὐκ ἀποδέ‐ | |
25 | δωκεν, καθ’ ὃν προείπομεν λόγον, δεῖ μέντοι τοὺς εἰρη‐ μένους παρ’ ἄλλοις ὅρους τῆς στάσεως ἡμᾶς ἐκθέσθαι· τινὲς μὲν οὖν τοιῶσδε αὐτὴν ὡρίσαντο· στάσις ἐστὶ τὸ ἐκ τῶν πρώτων προτάσεων συνιστάμενον ζήτημα· ἀλλ’ οὗτοι μέγιστον διήμαρτον· εἰ γὰρ πᾶς ὅρος συνίσταται | |
30 | ἐκ γένους καὶ διαφορᾶς, εὑρεθήσεται κατὰ τὸν τούτων | 172 |
7.173 | λόγον γένος τῆς στάσεως τὸ ζήτημα, ὅπερ ἄτοπον· τὸ γὰρ ζήτημα ἐκ τῆς στάσεως, ὥσπερ ἔφαμεν, γίνεται· ἕτεροι δὲ ὁρίζονται οὕτως· φάσις ἡ ἀνωτάτη, πρὸς ἣν αἱ κατὰ μέρος ἀποδείξεις ἀναφέρονται· ἀλλὰ καὶ οὗτοι | |
5 | πταίουσι· διδόασι γὰρ ἐκ μιᾶς προτάσεως εἶναι τὴν στά‐ σιν· τοῦτο δὲ τῶν ἀτοπωτάτων· διὰ τοῦτο γὰρ ἀεὶ ἐκ τοῦ φεύγοντος τὴν στάσιν παραλαμβάνομεν, ὡς οὐκ ἐνὸν ἐκ μιᾶς προτάσεως, φημὶ τῆς τοῦ κατηγόρου, τοῦτο ποι‐ εῖν· τοῦ γὰρ φεύγοντος προΰπεστιν ὁ κατήγορος· ἄμει‐ | |
10 | νον οὖν κατὰ τὸν Ἑρμαγόραν οὕτως ὁρίσασθαι· στάσις ἐστὶν, καθ’ ἣν ἀντιλαμβανόμεθα τοῦ ὑποκειμένου πρά‐ γματος· διὰ γὰρ τοῦ ἀντιλαμβανόμεθα τὰ δύο παρ‐ έστησε πρόσωπα· τουτέστι πρὸς ἑαυτοὺς ἀνθέλκομεν· εἰ δέ τις ἀποροίη, διὰ τί εἶπεν ἑνικῶς, ἡ αἰτία δήλη· οἱ | |
15 | γὰρ ὅροι πρὸς ἑνικόν τι ἐκφέρεσθαι βούλονται· κἂν πλῆ‐ θος ᾖ τὸ ὁριζόμενον, οἷον τί εἰσιν ἄνθρωποι; ζῶον λο‐ γικόν· καὶ ἡ αἰτία τούτου καταφανής· εἰ γὰρ πᾶς ὅρος συνίσταται ἐκ γένους καὶ διαφορᾶς, δῆλον ὅτι καὶ πρὸς ἑνικὸν ἐξενεχθήσεται· ἓν γὰρ δήπου ἐπὶ παντὸς ὁριζο‐ | |
20 | μένου τὸ γένος· τί δέ ἐστιν, ὅπερ ὁ τεχνογράφος ἔφη‐ σεν, ὄνομα δὲ ἀφεὶς τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς τῶν ζητημάτων ἁπάντων· τινὲς μὲν ἐξηγοῦνται, ὡς ἄρα κοι‐ νὸν μὲν λέγει, ὃ αὐτοῦ τοῦ πράγματος καὶ τῆς οὐσίας καθάπτεται· ὥσπερ ἔχει τὸ ζῶον· συμβεβηκὸς δὲ ὥσπερ | |
25 | τὸ λευκόν· ἄμεινον δὲ ἑτέρως ἐξηγεῖσθαι, ὅτι κοινὸν μὲν τὸ ἔτι μηδέπως ἐπικείμενον, ἀλλ’ ἐν μόνῃ ὂν προφο‐ ρᾷ· ὃ γίνεται ἰδιωτικὸν, ὅταν ἐπί τινα ἐνεχθῇ, ὡς τὸ Δημοσθένης ὄνομα, ὅταν μηδενὸς ἀντιλαμβανώμεθα, συμβεβηκὸς δὲ τὸ ἔκ τινος συμβάντος ἐπιτεθὲν, μήπω | |
30 | πρότερον εὑρεθὲν ἐν τῇ κοινῇ προφορᾷ· ὡς ἔχει τὸ Νεῖ‐ | |
λος ὄνομα, ἐκ τοῦ νέαν ἰλὺν ἕλκειν τὸν ποταμόν· οὐ γὰρ | 173 | |
7.174 | ἐπ’ ἄλλου ποταμοῦ δύναται λέγεσθαι, ὥσπερ τὸ Δημο‐ σθένης ἐπὶ παντὸς ἀνθρώπου. ιϛʹ. Παραλιπεῖν εἰπὼν τὸ περὶ τῆς ἐτυμολογίας τι τῆς στάσεως ἐξειπεῖν ὅμως, ἵνα μὴ δόξῃ διαπορεῖν, ἐν | |
5 | παραλείψεως σχήματι, καὶ περὶ τούτου διδάσκει· ἢ κοινὸν εἶναι τοῦτο λέγων ὄνομα καὶ φυσικὸν τῶν στά‐ σεων ἁπασῶν, ὡς ἡμῶν τὸ ἄνθρωπος, ἢ συμβεβηκὸς, ὡς ἔκ τινος αἰτίας ἐπισυμβὰν, καθάπερ τὸ Αἰθίοψ ὄνο‐ μα ἐκ τῆς ἡλιακῆς καύσεως ἐπιτεθὲν τοῖς Αἰθίοψιν· | |
10 | εἶτα τὴν μέθοδον ἡμῖν εἰπεῖν ἐπαγγέλλεται, δι’ ἧς ἑκά‐ στην τῶν στάσεων ἐπιγνωσόμεθα· καὶ οὕτως ἐπὶ τὴν τῶν κεφαλαίων ἥξειν διαίρεσιν, ἀρξάμενον ἀπὸ τοῦ στο‐ χασμοῦ, ἀναγκαίως καὶ φυσικῶς ὡς καὶ αὐτὸ δηλώσειν τὸ πρᾶγμα φησὶ, καθάπερ δήπου διαφανῶς δεδήλω‐ | |
15 | ται· ὡς γὰρ φύσει τὸ μὴ ὂν ἐν τοῖς γεννητοῖς προ‐ ηγεῖται τοῦ ὄντος, οὕτω καὶ ὁ στοχασμὸς τῶν ἄλλων πρόκειται στάσεων, περὶ τῆς τοῦ πράγματος οὐσίας ἔχων τὴν ζήτησιν τῶν λοιπῶν, τοῦ μὲν ὅρου περὶ τελειότητος, τῶν δὲ ἄλλων περὶ ποιότητος καταγινομένων· ἐφεξῆς δὲ | |
20 | μετὰ τὸν στοχασμὸν καὶ περὶ τῶν ἄλλων λελέξεται, ὡς ἡ φύσις ἑκάστης στάσεως καὶ ἡ ποιότης τὴν τάξιν αὐ‐ τῶν παραδίδωσιν. ιζʹ. Εἰπὼν, ὅτι τὴν περὶ τοῦ ὀνόματος ζήτησιν ἑτέ‐ ροις παρίημι, φησὶν, ὅτι ἐγὼ ἁπλῶς συγχωρῶ οὕτω λέ‐ | |
25 | γεσθαι τὸ ὄνομα τοῦτο, ἐπὶ πάντων τῶν ζητημάτων, εἴ‐ τε ὄνομα κοινὸν εἴη αὐτῶν, εἴτε συμβεβηκὸς, οὐ πολυ‐ πραγμονῶν ὅθεν εἴρηται· καὶ κοινὸν μέν φησιν τὸ ἁπλῶς τεθειμένον ἐπὶ πάντων· κοινὸν γὰρ καλεῖται ὃ καὶ ἄλλῳ | |
ἐπιτεθήσεται ὄνομα, καὶ ᾧ κληθείη ἂν καὶ ἕτερος· οὐ | 174 | |
7.175 | δι’ αἰτίαν τινὰ, ἀλλ’ ἁπλῶς τῆς προσηγορίας τεθείσης, οἷον Περικλῆς, Δημοσθένης· συμβεβηκὸς δὲ τὸ διά τινα αἰτίαν τεθέν· ὥσπερ καὶ τὸ Νεῖλος διὰ τὸ νέαν ἰλὺν φέ‐ ρειν, καὶ ἵππος παρὰ τὸ ἴεσθαι τοῖς ποσίν. | |
5 | ιηʹ. Ἅπαντα προειπὼν ὁ τεχνικὸς ὅσα ἔδει πρὸς δι‐ δασκαλίαν ῥηθῆναι περὶ τῆς ὕλης τῶν ζητημάτων, καὶ διδάξας, ὅσα συνέστηκε, καὶ ὅσα μηδὲ ἀκολούθως ἐπὶ τὴν τῶν κεφαλαίων διαίρεσιν ἦλθε· καί φησι πρῶτον ἄρ‐ χεσθαι ἀπὸ τοῦ στοχασμοῦ, ὕστερον δὲ τὴν αἰτίαν προ‐ | |
10 | τίθησι, διὰ τί ἀναγκαίως; ὅτι, φησὶ, καὶ ἐν ταῖς ἄλλαις τῶν στάσεων ταῖς πλείοσιν ἐμπίπτει ὁ στοχασμός· καὶ διὰ τοῦτο αὐτὸν προέταξεν, ἵνα μαθόντες μὴ ξενισθῶ‐ μεν ἐν ταῖς ἄλλαις στάσεσιν αὐτὸν εὑρόντες· ταύτην μὲν αὐτὸς εἶπεν αἰτίαν· ἀληθεστέρα δέ ἐστιν ἑτέρα· ἐπειδὴ | |
15 | ἐν τῷ στοχασμῷ περὶ τῆς οὐσίας τοῦ πράγματός ἐστιν ἡ ζήτησις· τῇ δὲ φύσει πρῶτον ζητοῦμεν τὴν αἰτίαν· ἐν‐ τεῦθεν προτέτακται τῶν ἄλλων στάσεων ὁ στοχασμός. ιθʹ. Ἐζήτηται, ἀνθ’ ὅτου ἔλαβεν ἐκ στοχασμοῦ τὴν ἀρχήν· καί τινες αἰτίαν ταύτην ἀπέδοσαν· ὅτι κατὰ ἄρ‐ | |
20 | νησιν τοῦ πράγματος γίνεται· φύσει δὲ οἱ ἄνθρωποι ἐπὶ τὸ ἀρνεῖσθαι τὰ ἐπιφερόμενα ἐγκλήματα καταφεύγομεν. καὶ μεῖζόν ἐστι τὸ μηδὲ προσίεσθαι τὸ πρᾶγμα, ἢ αὐτὸ μὲν προσίεσθαι, λέγειν δὲ ὡς δικαίως εἴη πεπραγμένον ἢ συμφερόντως· ἄμεινον δὲ λέγειν ὅτι τῶν ζητημάτων ἢ | |
25 | κατ’ οὐσίαν ὄντων, ἢ κατὰ ἰδιότητα, ἢ κατὰ ποιότητα, τὸ κατ’ οὐσίαν δεῖ προϋπάρχειν τῶν ἄλλων· ὅπερ ἐστὶ στοχασμὸς, ὥσπερ καὶ πάντων ἡ οὐσία φαίνεται προτέρα. ηʹ. Μέθοδός ἐστιν οἱονεὶ τάξις καὶ ὁδηγία ὁδῷ τινι καὶ ἀκολούθως προάγουσα ἡμᾶς ἐπὶ τὴν τοῦ ζητήματος | |
30 | διάγνωσιν, ἣν ἡμῖν νῦν ὁ τεχνικὸς ὑποτίθησιν εἰς διά‐ | |
γνωσιν τῆς τῶν στάσεων οὐσίας καὶ φύσεως. | 175 | |
7.176(1t) | Cap. IV. | |
2t | Διαίρεσις τῆς μεθόδου τῶν στάσεων. | |
2 | αʹ. Τοῦ διδασκαλικοῦ τρόπου τετραχῶς θεωρουμένου, διαιρετικοῦ τε ὄντος καὶ ὁριστικοῦ, ἀναλυτικοῦ τε αὖ καὶ ἀποδεικτικοῦ, τῷ διαιρετικῷ τε καὶ ὁριστικῷ ὁ Ἑρ‐ | |
5 | μογένης πανταχοῦ τῆς μεθόδου ταύτης χρώμενος ἀνα‐ φαίνεται· καὶ σκοπητέον καθεξῆς τὸ λεγόμενον παντὸς οὑτινοσοῦν προτεθέντος ζητήματος, εἰ συνεστήκοι, ὡς πρὸς εἰδότας φησὶ τὸ εἰ συνεστήκοι· ὡς ἤδη περὶ ἀσυ‐ στάτων σαὶ συνεστώτων διδάξας· εἰ οὖν συνεστήκοι, φη‐ | |
10 | σὶν, ἐπισκοπεῖν τὸ κρινόμενον, εἰ ἀφανές ἐστιν ἢ φανε‐ ρόν· ὁ διαιρετικὸς οὗτος τρόπος ἐστὶν, ὃν καὶ πυρὶ παμ‐ φανόωντι ἐοικέναι ἀπεφήνατο διὰ τὸ πάντα ὑπ’ αὐτὸν ποιεῖσθαι καὶ διαφωτίζειν· καὶ μηδὲν τὴν διαιρετικὴν διαφεύγειν μέθοδον. | |
15 | βʹ. Ἀκολουθῶν τῇ φύσει τῶν πραγμάτων ὁ τεχνογρά‐ φος ἀπὸ τοῦ στοχασμοῦ ἄρχεται ποιεῖσθαι τὴν διδασ‐ καλίαν, ἀπ’ αὐτῆς ὡς εἰπεῖν τῆς ῥίζης τῶν πραγμάτων· ἡ γὰρ ὕπαρξις καὶ οὐσία τοῦ πράγματος προϋπάρχει· μὴ γὰρ οὔσης οὐσίας οὔτε ἰδιότης οὔτε ποιότης εἶναι | |
20 | δυνήσεται· ἐπειδὴ τοίνυν περὶ στοχασμοῦ πρόκειται νῦν | 176 |
7.177 | εἰπεῖν, πῶς γίνεται στοχασμὸς, καὶ τί ἴδιον, καὶ κατὰ πόσους τρόπους· ἰστέον τοίνυν, ὅτι ἐν παντὶ στοχασμῷ ἀμφίβολόν ἐστι τὸ περιεχόμενον ἔγκλημα τῷ τὸν φεύ‐ γοντα τοῦτο ἀρνεῖσθαι, ἀλλὰ δόξειεν ἂν κοινὸν εἶναι | |
5 | τοῦτο καὶ πρὸς τὰς ἄλλας στάσεις· ἐν πάσαις γὰρ ὁ φεύγων ἀρνεῖται τὸ ἐπιφερόμενον· λέγομεν δὲ, ὅτι οὐχ ὁμοίως ἡ ἄρνησις γίνεται· τριῶν γὰρ οὐσῶν τῶν ποιου‐ σῶν τὰς στάσεις, ὑπάρξεως, ἰδιότητος, ποιότητος, ἐν μὲν τῷ στοχασμῷ περὶ αὐτὴν τὴν ὕπαρξιν ἡ ἄρνησις γί‐ | |
10 | νεται καὶ ὁ φεύγων παντελῶς ἀρνεῖται πεποιηκέναι· ἐν δὲ τῷ ὅρῳ τὸ μὲν τοῦ πράγματος ὁμολογεῖ πεποιηκέναι, τὸ δὲ οὐχ ὁμολογεῖ· καὶ γίνεται περὶ τῆς ἰδιότητος ἡ ζή‐ τησις· ἐν δὲ ταῖς ἄλλαις ὁμολογεῖ μὲν πεποιηκέναι, τὰ δὲ τῆς ποιότητος ἔξαρνος γίνεται· ὥστε ἡ τοῦ στοχα‐ | |
15 | σμοῦ ζήτησις περὶ τὴν ὕπαρξιν γίνεται· καὶ ἐπειδὴ ἐν τούτῳ παντελῶς ἀρνεῖται ὁ φεύγων πεποιηκέναι, ἐφεῦρεν ἡ τέχνη ἐν ταῖς τοιαύταις ζητήσεσι σημεῖά τινα φανερά· ἐξ ὧν δύναται γενέσθαι φανερὸν τὸ ἔγκλημα· εἰ γὰρ μὴ ἔχομεν φανερὰ σημεῖα, δι’ ὧν δείκνυται τὸ ἔγκλημα, μά‐ | |
20 | την ἡμῖν ἡ ζήτησις γίνεται· δεῖ γὰρ, ὥς φησιν Ἰσοκρά‐ της, τὰ ἀφανῆ ἐκ τῶν φανερῶν ταχίστην ἔχειν τὴν διά‐ γνωσιν· φανερὰ δὲ λέγομεν τὰ σημεῖα, οὐχ ὡς τοῦ πρά‐ γματος ὄντα δηλωτικὰ πάντως, ἀλλ’ ὁμολογούμενα ὑπὸ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος, καὶ δεῖ τὰ σημεῖα ταῦ‐ | |
25 | τα ἀνεύθυνα εἶναι· οὕτω γὰρ καὶ ὁ φεύγων παῤῥησια‐ ζόμενος ὁμολογήσει αὐτά· ὅθεν ἡμῖν ἡ τῆς κατηγορίας ἀπορία καθίσταται· ἐκεῖθεν γὰρ τὸ ζητούμενον κατα‐ σκευάζομεν· καὶ δεῖ τὸν φεύγοντα πρὸς ταῦτα τῆς αἰτίας τῇ μεταθέσει χρήσασθαι· εἰ γὰρ μὴ χρήσεται, οὐδὲ ζή‐ | |
30 | τησις ἔτι καταλείπεται· ἵνα δὲ σαφέστερον γένηται, ὃ λέγομεν, εἴπωμεν ἐπὶ παραδείγματος, ᾧ καὶ ὁ τεχνικὸς | |
καὶ οἱ ἄλλοι πάντες κέχρηνται· πεφώραταί τις ἐπ’ ἐρη‐ | 177 | |
7.178 | μίας θάπτων νεοσφαγὲς σῶμα, καὶ φόνου φεύγει· ἰδοὺ γὰρ τὸ ἔγκλημα, ὡς ἔφαμεν, ἀφανές· ἄδηλον γὰρ, τίς ἐστιν ὁ ἀνῃρηκώς· τὸ δὲ σημεῖον φανερὸν καὶ ὁμολο‐ γούμενον ὑπ’ ἀμφοῖν, τὸ θάπτειν τὸ νεοσφαγὲς σῶμα, | |
5 | καὶ ἀνεύθυνον πάντη· ἀπὸ δὲ τούτου πειρᾶται ὁ μὲν κατήγορος δεῖξαι, ὅτι πεφόνευκεν, ὁ δὲ φεύγων, ὅτι οὐ πεφόνευκεν· ἀλλ’ ἀναφέρει ἐπί τινα ἀνεύθυνον αἰτίαν, ἐπὶ ἔλεον τυχὸν ἤ τι τοιοῦτον. Φησὶ τὸ συνεστηκὸς ἐκ τοῦ ζητήματος χρῆναι σκο‐ | |
10 | πεῖν, οὐκ ἐκ τῶν προτάσεων, ἀλλ’ ἐρεῖ τις, ὅτι καὶ αἱ προτάσεις ἔχουσιν ἐν αὐταῖς τὸ ζήτημα, καὶ τὸ ζή‐ τημα ἔχει ἐν αὐτῷ τὰς προτάσεις· ὥστε ταὐτὸν ἂν εἴη τὰς προτάσεις σκοπεῖν καὶ τὸ ζήτημα· καὶ ἔστι μὲν ὁ λόγος ἀληθής· ἐκ τοῦ ζητήματος δὲ λέγει δεῖν ὁ τεχνο‐ | |
15 | γράφος σκοπεῖν διὰ τὸ ἁπλούστερον· τὸ μὲν γὰρ ζήτη‐ μα ἓν καθεστὼς ἔχει τὰς προτάσεις ἐν αὐτῷ, αἱ δὲ προ‐ τάσεις δύο οὖσαι ἓν ἔχουσι τὸ ζήτημα ἐν ἑαυταῖς· ὅσῳ δὴ μεῖζον τὸ ἔχεσθαι ὑφ’ ἑνὸς τὰ δύο, ἢ ὑπὸ τῶν δύο τὸ ἓν, τοσούτῳ δικαιότερον ἐκ τοῦ ζητήματος ἢ ἐκ τῶν | |
20 | προτάσεων διασκέπτεσθαι τὸ συνεστηκός· ζητοῦσι δὲ, πῶς εἶπε τὸ προτεθέντος ζητήματος εἰ συνεστήκοι· εἰ γὰρ ζήτησις, πάντως καὶ συνεστηκός· φαμὲν δὲ, ὡς πρὸ τοῦ διασκέψασθαι, πότερον συνέστηκεν ἢ μὴ, συνέστη‐ κεν, ὡς ζήτημα δὲ προφέρεται· τοιγαροῦν ὁ προτιθεὶς | |
25 | οὐκ ἂν τὸ ποιὸν ἐζήτει τῆς στάσεως, εἰ μὴ συνεστηκὸς αὐτὸ εἶναι ᾤετο. δʹ. Φασί τινες, ὡς οὐδὲ τὸ φανερόν ἐστι ζήτημα. τὸ μὲν γὰρ ἀφανὲς ἀνυπόστατόν τε καὶ ἄδηλον· περὶ ὧν δὲ μὴ οἶδε, πῶς ἄν τις ζητήσειε, τὸ δὲ φανερὸν καὶ | |
30 | ὁμολογούμενον ἀνεξέταστον, ἀλλὰ πρὸς τοῦτό φαμεν, | |
ὅτι οὐδὲ τὸ ἀφανὲς καθάπερ ἐστὶν ἀφανές. Τριῶν γὰρ | 178 | |
7.179 | ὄντων ἢ τὸ πρόσωπον ἢ τὸ πρᾶγμα ἢ τὴν γνώμην πάν‐ τως βούλεται ἔχειν ἐν τῷ φανερῷ, ὥστε ἐκ τοῦ φανεροῦ γίνεσθαι τὴν περὶ τοῦ ἀφανοῦς ζήτησιν· ἔπειτα οὐδὲ τῇ φύσει τοῦ πράγματός ἐστιν ἀφανὲς, ἀλλὰ τῇ γνώμῃ τοῦ | |
5 | δικάζοντος· οὐδὲ τὸ φανερὸν πάντη ἐστὶ φανερὸν, ἢ γὰρ κατὰ τὴν οὐσίαν ἐστὶ φανερόν, κατὰ δὲ τὴν ἰδιό‐ τητα οὐκέτι, ἢ κατὰ μὲν τὴν ἰδιότητα φανερὸν, οὐκέτι δὲ κατὰ τὴν ποιότητα· οἷον ἐν οἰκίσκῳ πόῤῥωθεν ὁρῶμέν τι καὶ ἐπιστάμεθα μὲν, ὅτι ἔστι τι ἐν αὐτῷ· τὴν δὲ | |
10 | ἰδιότητα αὐτοῦ ἀγνοοῦμεν, οὐ γὰρ οἴδαμεν, πότερον λί‐ θος ἢ ξύλον ἢ ἄνθρωπος· ἢ πάλιν οἴδαμεν, ὅτι ἄν‐ θρωπος, τουτέστι τὴν ἰδιότητα, οὐκέτι δὲ τὴν ποιότητα, πότερον Λάκων ἢ Ἀθηναῖος ἢ Ἴων· ἰστέον δὲ, ὅτι ἀφα‐ νὲς λέγεται τὸ κατ’ οὐσίαν· ἀφανὲς γὰρ κυρίως· τουτό | |
15 | ἐστι τὸ κατὰ αὐτὴν τὴν ὕπαρξιν ἄδηλον. εʹ. Λέγει τήν τε εὕρεσιν ὁμοῦ, τουτέστι πῶς δεῖ εὑ‐ ρίσκειν τὰς στάσεις καὶ ἑκάστης τῶν στάσεων ἀκριβῆ τὴν διδασκαλίαν ποιεῖται· οὐ γὰρ λέγει μόνον τὸ εὑρί‐ σκον, ἀλλὰ καὶ τὸ εὑρισκόμενον. | |
20 | ϛʹ. Ἐπιλαμβάνονται τοῦ ὅρου ὡς πλεονάζοντος καὶ ἐλλείποντος· πλεονάζει μὲν γὰρ, φαοὶ, δι’ ὧν εἶπεν, ἀδήλου πράγματος ἔλεγχος· συμπεριλαμβάνει γὰρ, φα‐ σὶ, καὶ ἄλλας τῶν στάσεων, εἴγε περὶ τῶν ἀδήλων καὶ ἐν ἄλλαις ζητοῦμεν, ἀλλὰ πρόκειται τὸ οὐσιωδῶς, ὅπερ | |
25 | οὐδεμιᾷ τῶν ἄλλων στάσεων κοινωνεῖ· τὸ μὲν οὖν δοκεῖν πλεονάζειν ταύτῃ ἐπελυσάμεθα· φασὶ δὲ αὐτὸν καὶ ἐλ‐ λείπειν· πρῶτον μὲν καθὰ τὸ σημεῖον οὐκ ἐν παντὶ στο‐ χασμῷ καθέστηκε φανερόν· ἀλλ’ εἰσί τινες, οἳ καὶ τὸ σημεῖον ἀφανὲς ἔχουσιν, ὡς οἱ συγκατασκευαζόμενοι, | |
30 | οἷον ἐν τῷ παραπρεσβείας, ἀπώλεσας, φησὶν, Αἰσχίνη | |
Φωκέας, τῷ δῆλον; ἐδωροδόκησας γὰρ, τοῦτο αὐτὸ ἀφα‐ | 179 | |
7.180 | νὲς καὶ δεῖται κατασκευῆς ἑτέρας· πρὸς οὖν τοῦτο λε‐ κτέον, ὡς ἐν τῷ τοιούτῳ στοχασμῷ, φημὶ δὴ τῷ συγ‐ κατασκευαζομένῳ, τὸ μὲν πρῶτον ἀφανές ἐστι τὸ ση‐ μεῖον· τὰ δ’ ἑξῆς, τουτέστι τὰ τούτου κατασκευαστικὰ, | |
5 | φανερά· εἰ γὰρ εἴη καὶ ταῦτα ἀφανῆ, οὐκ ἂν ἀπόδειξις ἐντεῦθεν γένοιτο· πῶς γὰρ ἄν τις τὸ ἀφανὲς ἐξ ἀφα‐ νῶν πιστώσαιτο· ὥστε καὶ οὗτοι ἀπό τινος ὁρμῶνται φανεροῦ σημείου· οὐ γὰρ εἶπε πρώτην ἢ δευτέραν τυ‐ χὸν, ἀλλ’ ἁπλῶς ἀπό τινος φανεροῦ σημείου· ἔπειτα, φα‐ | |
10 | σὶ, καὶ καθ’ ἕτερον ἐλλείπει ὁ ὅρος· ἔδει γὰρ εἰπεῖν εἰκότων ἢ σημείου· τὰ μὲν γὰρ τοῦ προσώπου ἀποδει‐ κτικὰ εἰκότα καλεῖν εἰώθαμεν, τὰ δὲ τοῦ πράγματος ση‐ μεῖα, καὶ αὕτη διαφορὰ σημείου καὶ εἰκότων· ἠγνοήκασι δὲ, ὅτι τὸ σημεῖον γενικόν ἐστι, καὶ διαιρεῖται εἴς τε εἰκὸς | |
15 | καὶ ὁμώνυμον αὐτῷ σημεῖον· εἴρηται οὖν ἐνταῦθα σημεῖον γενικώτερον, ὅπερ ἔχει ἐν αὐτῷ καὶ τὸ εἰκὸς καὶ τὸ σημεῖον. ζʹ. Ὑπογράψας διὰ τῆς μεθόδου τὴν στάσιν, ἀπο‐ | |
δίδωσιν αὐτῆς καὶ τὸν ὁρισμόν· „στοχασμός ἐστιν ἄρ‐ | 180 | |
7.181 | νησις παντελὴς τοῦ ἐπιφερομένου ἐγκλήματος·“ σαφέ‐ στερον δ’ ἂν εἴη εἰρηκὼς ὁ Ἑρμογένης προσθεὶς τὸ οὐ‐ σιωδῶς· ἐν ἁπάσαις γὰρ ταῖς στάσεσιν ὁ φεύγων ἀρνεῖ‐ ται τὸ ἐπιφερόμενον ἔγκλημα· πρόσκειται δὲ ἔλεγχος, | |
5 | ἀλλ’ οὐ ζήτησις πρὸς ἀντιδιαστολὴν τῶν ἐν ταῖς ἄλλαις τέχναις ζητημάτων· ζήτημα γὰρ λέγομεν καὶ ἐπὶ τῶν κατὰ φιλοσοφίαν ἀδήλων, καὶ ἐπὶ τῶν ἰατρικῶν, καὶ ἐν ταῖς ἄλλαις τέχναις ὡσαύτως· ἔλεγχον ἐπὶ μόνων τῶν κατὰ ῥητορικὴν, διὰ τὴν ἐπιφερομένην παρὰ τοῦ δικα‐ | |
10 | στοῦ ψῆφον· ἐπὶ γὰρ τῶν τοιούτων ἐφ’ οἷς ὥρισται τι‐ μωρία ἔλεγχος λέγεται, τὸ δὲ οὐσιώδης καλῶς ἔφη, ἵνα μάθωμεν τὴν πρὸς τὰς ἄλλας στάσεις διαφορὰν τοῦ στο‐ χασμοῦ τὸ περὶ τῆς οὐσίας καὶ ὑπάρξεως ἔχειν τὴν ζή‐ τησιν· ζητεῖται μὲν γὰρ καὶ ἐν ἐκείναις ἀφανές· οὐ μέν‐ | |
15 | τοι καὶ οὐσιωδῶς· στοχασμοῦ γὰρ τοῦτο μόνου· τοῦ δὲ ὁρισμοῦ γένος ἐστὶ τὸ ἀδήλου πράγματος· ἐν πάσῃ γὰρ στάσει ἄδηλόν ἐστι πρᾶγμα ἐξεταζόμενον, ὡς ἐν ἀντι‐ λήψει ἄδηλον, ἔξεστιν ἢ μὴ, εἰ γὰρ δοίημεν ἐξεῖναι ὁμο‐ λογουμένου πράγματος ἀσύστατον ἔσται καὶ ἐν πρά‐ | |
20 | γματι καὶ τὸ μέλλον ἄδηλον· τὸ δὲ ἴδιον τοῦ στοχα‐ σμοῦ οὐσιωδῶς· καλῶς δὲ καὶ τὸ ἀπό τινος φανεροῦ ση‐ μείου· ἀφανὲς γὰρ ἀφανεῖ οὐ δύναται κατασκευασθῆ‐ ναι· τινὲς δέ φασιν ἐναντιοῦσθαι ἑαυτῷ τὸν τεχνικὸν, ἐν μὲν τῷ τοῦ ἀσώτου ζητήματι πρᾶγμα εἶναι λέγοντι | |
25 | ἐξεταζόμενον τὴν ἀφάνειαν, ὡς σημεῖον τοῦ τεθνάναι αὐτὸν, ἐνταῦθα δὲ ἀπό τινός φησι φανεροῦ σημείου· ἀλλὰ δεῖ εἰδέναι, ὅτι εἰ καὶ βούλεται ὁ τεχνικὸς ἐν τῷ ἀσώτῳ ἐξετάζεσθαι τὸ ζήτημα, καὶ ὡς σημεῖον παρα‐ λαμβάνεσθαι τὴν ἀφάνειαν, οὐ διαμάχεται ἑαυτῷ, ἔστι | |
30 | γὰρ φανερὸν τὸ πρᾶγμα καὶ ὁμολογούμενον. τὰ γὰρ ση‐ | |
μεῖα φανερά φαμεν εἶναι οὐχ ὡς ὄντα τῶν ἐγκλημάτων | 181 | |
7.182 | δηλωτικά· ἢ γὰρ ἂν οὐδὲ ζήτημα κατελείπετο, εἰ φανε‐ ρῶς καὶ αὐτόθεν τὸ σημεῖον ἐδήλου τὸ ἔγκλημα· ἀλλά φαμεν τὰ σημεῖα φανερὰ εἶναι, ὡς πράγματα γεγε‐ νημένα ὑπὸ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος· εἰ τοί‐ | |
5 | νυν ὁμολογεῖ εἶναι καὶ ὁ ἄσωτος ἀφανῆ τὸν πατέρα, πάντως ὁμολογεῖται, ὅτι φανερόν ἐστι τὸ σημεῖον· καὶ οὐκ ἐναντιοῦται ὁ τεχνικὸς ἑαυτῷ. ηʹ. Ἀτελοῦς στοχασμοῦ παράδειγμα δίδωσιν, ἵνα μὴ τελείου δοὺς δόξῃ τὸν ἀτελῆ ἀποδιϊστᾷν ἐκ τῶν στοχα‐ | |
10 | σμῶν· ἀτελὲς γὰρ δέδωκε καὶ τὸν τέλειον συνεισήνεγκεν· εἰ γὰρ ἐκεῖνος ἐν στοχασμοῖς, πολλῷ μᾶλλον ὁ τέλειος· ἀλλ’ ἐνταῦθα μὲν ἀπὸ τοῦ θάπτειν φανεροῦ ὄντος ἀφα‐ νές τι πρᾶγμα οὐσιωδῶς, τίς ὁ φονεύσας, ζητοῦμεν· τί δ’ ἂν εἴποιμεν ἐπὶ τοῦ ἀπὸ γνώμης στοχασμοῦ· ἄνωθεν ἔλα‐ | |
15 | βεν· ἡ μητρυιὰ ἐν δόξῃ μανίας τὸν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε· δῆλον γὰρ ἐνταῦθα καὶ τὸ φο‐ νεῦσαν πρόσωπον· πῶς οὖν οὐσιωδῶς, τίς ὁ φονεὺς, ζη‐ τοῦμεν; καί φαμεν ὡς ἄδηλον ἐὰν ἡ μητρυιὰ πεφόνευ‐ κεν· εἰ γὰρ ἡ μανία αἴτιος, ἡ μητρυιὰ πάντως ἀναίτιος. | |
20t | Cap. V. | |
21t | Περὶ ὅρου. | |
21 | Τὸ κρινόμενον διελὼν εἰς τὸ ἀφανὲς καὶ τὸ φανε‐ | |
ρὸν, εἶτα τὸ ἀφανὲς ἀπολαβὼν καὶ τὸν στοχασμὸν ὁρι‐ | 182 | |
7.183 | σάμενος, νῦν τὸ φανερὸν ὑποδιαιρεῖ εἰς τὸ ἀτελὲς καὶ τὸ τέλειον, ἵνα ἀπὸ τοῦ ἀτελοῦς τὸν ὅρον δείξῃ γινόμε‐ νον· ἑρμηνεύει δὲ τί ποτέ ἐστι τὸ ἀτελές. βʹ. Διελὼν τὸ κρινόμενον πρᾶγμα, τουτέστι τὸ ἔγ‐ | |
5 | κλημα εἰς ἀφανές τε καὶ φανερὸν, καὶ εἰπὼν, ὅτι τὸ ἀφα‐ νὲς ποιεῖ τὴν στοχαστικὴν στάσιν, καὶ διδάξας αὐτῆς ἐν συντόμῳ τὴν δύναμιν, νῦν καὶ τὸ φανερὸν διαιρεῖ καί φησιν, ὅτι τὸ φανερὸν ἢ ἀτελές ἐστιν ἢ τέλειον· φανε‐ ρὸν δὲ λέγει οὐ τὸ τοῖς δικασταῖς ὁμολογούμενον, ἢ | |
10 | γὰρ ἂν οὐδὲ κρίσις ἦν, ἀλλὰ προειλημμένον ἐγίνετο· ἀλλὰ φανερὸν τῇ οὐσίᾳ· κρινόμενον δὲ νῦν λέγει τὸ ἐν‐ εργηθὲν ἤτοι τὸ ἐκ τῆς ἐνεργείας γεγονὸς, περὶ οὗ ἡ κρίσις· πάλιν τὸ ἀτελὲς διττόν ἐστιν ἐνταῦθα· ἢ γὰρ τῇ ἐνεργείᾳ καὶ τῇ πράξει τοῦ φεύγοντός ἐστιν ἀτελὲς ἢ | |
15 | πρὸς τὴν φωνὴν τοῦ κατηγόρου· τῇ μὲν ἐνεργείᾳ, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον ὀρύξαντος, καὶ κρινομένου τυμ‐ βωρυχίας· τὸ μὲν γὰρ ὀρύξαι τὸν τάφον καὶ αὐτὸς ὁμο‐ λογεῖ ὁ φεύγων· τὸ δὲ τυμβωρυχῆσαι οὐδ’ ὅλως πέπρα‐ | |
κται· κατὰ δὲ τὴν φωνὴν τοῦ κατηγόρου, ὡς ἐφ’ οὗ | 183 | |
7.184 | παρέθετο ζητήματος· ἐνταῦθα γὰρ ἡ μὲν φωνὴ τοῦ κατ‐ ηγόρου μείζων ἐστὶν, ὁ δὲ φεύγων ἀνθαιρεῖται τὸ ἔλατ‐ τον· καὶ ἡ μὲν πρᾶξις τελεία· εἰσῆλθε γὰρ εἰς τὸ ἱερὸν, καὶ τὰ χρήματα ἀφείλετο· πρὸς δὲ τὴν τοῦ κατηγόρου | |
5 | φωνὴν ἀτελὴς ἡ πρᾶξις. γʹ. Μετὰ τὸ ἀφανὲς ἐπὶ τὸ φανερὸν μέτεισιν· ὑπο‐ διαιρεῖ δὲ αὐτὸ εἴς τε ἀτελὲς καὶ εἰς τέλειον· καὶ δια‐ λαμβάνει πρῶτον περὶ τοῦ ἀτελοῦς, εἰκότως· τὸ γὰρ ἀτε‐ λὲς πρότερον φύσει τοῦ τελείου· εἴγε τὸ τέλειον ὅλον | |
10 | ἐστὶ, τὸ δὲ ὅλον μερῶν ἐστιν ὅλων. τὸ δὲ μέρος ἀτελὲς ὡς τέλος ἐκ τοῦ ἀτελοῦς γίνεσθαι πέφυκεν· ἔπειτα καὶ καθ’ ἕτερον λόγον εἰκότως τὸν περὶ ἀτελοῦς λόγον ἐποι‐ ήσατο πρῶτον οἷα δὴ μονοειδοῦς ὄντος· μένει γὰρ οὐχ ὑποδιαιρούμενον. τὸ δὲ τέλειον οὐχ οὕτως· πρῶτον ἄρα | |
15 | εὐλόγως τὸν περὶ τοῦ ἁπλουστέρου πεποίηται λόγον. δʹ. Ἀκριβῶς τὸ ὡς λείποντος πρόσκειται· τὸ γὰρ πρᾶγμα τέλειόν ἐστι φύσει· οὐδὲν γὰρ ἀτελὲς εἰς δικα‐ στήριον εἰσάγεται· ἀλλὰ περὶ τοῦ ὀνόματός ἐστιν ἡ ζή‐ τησις. τοίνυν ἡ τοῦ ὅρου ἀτέλεια περὶ τὸ σχεῖν ὄνομα, | |
20 | διὸ καὶ ἐπάγει, ὄνομά τε εὐθὺς γίνεται καὶ οὐκέτι λαμ‐ βάνει, φησὶν, ὄνομα τὸ πραχθὲν καὶ οὐκέτι περὶ τοῦ ὀνόματος ἀμφιβάλλεται, ἀλλὰ τέλειον γίνεται. εʹ. Εἴπερ τῷ ἀτελεῖ κατὰ τὸν αὐτοῦ λόγον προστι‐ θέμενόν τι ὡς λεῖπον ἀσύστατον αὐτὸ ποιεῖ διὰ τὸ ὁμο‐ | |
25 | λογούμενον γίνεσθαι, πῶς τὸ τέλειον συνεστάναι δύνα‐ ται; ἐλέγομεν γὰρ τοῦ φανεροῦ τὸ μὲν ἀτελὲς, τὸ δὲ εἶ‐ ναι τέλειον· ῥητέον οὖν, ὅτι ζήτημα αὐτό φησι μὴ ἐπι‐ δέχεσθαι περὶ τῆς ἰδιότητος, ὅπερ ἔστι τῆς ὁριστικῆς στάσεως· ζητεῖσθαι δὲ κατὰ τὴν ποιότητα. | |
30 | ϛʹ. Ἐκεῖνο ἀτελὲς, ὃ καθ’ ἑαυτὸ μὲν ὀνομασθῆναι, τί ποτέ ἐστιν, οὐ δύναται· διὰ γὰρ τοῦτο καὶ τὴν ἰδιό‐ | |
τητα λέγομεν ἐν τῷ ὅρῳ ζητεῖσθαι. ὥσπερ τὴν ὕπαρξιν | 184 | |
7.185 | ἐν τῷ στοχασμῷ· προστεθέντος δὲ αὐτῷ τινος τηνικαῦ‐ τα καὶ ὀνομάζεται· τὸ δὲ τοιοῦτον δηλονότι τὸ ἀτελές. ζʹ. Πάλιν ἐνταῦθα ἐκ γένους καὶ συστατικῶν διαφο‐ ρῶν διαστελλουσῶν τὸ ὁριζόμενον ὁ ὅρος τέθειται· οὗ | |
5 | ἑκάστης λέξεως τὰ ἀντιδιῃρημένα καὶ αὐτὸς ἀναθεωρῶν γνοίης. ηʹ. Ἠπόρηται, πῶς εἶπεν ὀνόματος ζήτησις, τὸ γὰρ περὶ ὀνομάτων ἀμφισβητεῖν γραμματικῶν, οὐ ῥητόρων. ὑποληπτέον δὲ πρὸς τοῦτο, ὡς μάλιστα μὲν προσέθηκε | |
10 | τὸ περὶ πράγματος· ὥστε οὐχ ἁπλῶς ὄνομα· ἔπειτα τὸ ὄνομα ἐπὶ τούτῳ ὁμολογουμένην ἔχει τὴν τιμωρίαν· ὥσπερ εἴπερ ἐφαρμόσει τὸ ὄνομα τῷ ὑποκειμένῳ, καὶ τὸ τῆς μωρίας εὐθὺς ἕπεται· ἐπιλαμβάνονται δὲ τοῦ ὅρου κατὰ τὸ ἐλλεῖπον. φασὶ γὰρ, ὅτι τεττάρων ὄντων εἰδῶν τοῦ | |
15 | ὅρου ἓν παρέθετο μόνον τὸ ἔχον τὸ μὲν πεπραγμένον, τὸ δὲ ἐλλεῖπον· τὸ δὲ τέλειον ἢ τὸ ἀτελὲς πάντη ἢ τὸ πλεονάζον, οὐδαμῶς· τέλειον μὲν οὖν, οἷον νόμος, τὸν καινὸν ὅπλον ἀνευρίσκοντα δωρεὰν αἰτεῖν· ἵππον τις πρῶ‐ τος διδάξας πολεμιστὴν ἀξιοῖ τυχεῖν τῆς δωρεᾶς· ἐν‐ | |
20 | ταῦθα γάρ φασιν οὐδὲν ἐλλείπειν· λέληθε δὲ αὐτοὺς, ὅτι τὸ μὲν αὐτοῦ πέπρακται, τὸ δὲ ἐλλείπει· πέπρακται μὲν τὸ ἀνευρεῖν ἵππον πολεμιστὴν, ἐλλείπει δὲ τὸ, εἰ τῷ νόμῳ τοῦτο ὅπλον δοκεῖ καινόν. εἰ δὲ μὴ βούλονται οὕ‐ τως ἐλλείπειν αὐτὸ, ἀσύστατον ἔσται, ὡς οὐκ ἐπιδεχόμε‐ | |
25 | νον ζήτημα τῷ ὁμολογούμενον εἶναι· ἀτελὲς δέ φασι πάντη, οἷον ἀνασχόμενός τις τὰς χεῖρας πολλάκις ἐπὶ τῷ πλῆξαι μὴ πλήξας ὕβρεως κρίνεται· ἐνταῦθα γὰρ, φασὶν, οὐδὲν πέπρακται· ἀλλ’ ἐροῦμεν, ὅτι πέπρακται μὲν τὸ ἀνασχεῖν τὰς χεῖρας, ἐλλείπει δὲ τὸ πλῆξαι. ὁ | |
30 | ἀτελὴς, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει, εἴρηται τῷ τεχνικῷ· τοῦ δὲ πλεονάζοντος, οἷον νόμος, τοὺς τελείους | |
ἱερᾶσθαι, τοὺς δὲ μὴ τελείους ἀπείργεσθαι, περιττόν τις | 185 | |
7.186 | ἔχων δάκτυλον πρόσεισι τοῖς ἱεροῖς καὶ κωλύεται· ἀλλὰ κἀνταῦθα πέπρακται μὲν τὸ πέντε κεχρῆσθαι δακτύλοις, λείπει δὲ τὸ περιττὸν ἔχειν· τὸ γὰρ περιττὸν οὐ κατὰ φύσιν, τὸ δὲ μὴ κατὰ φύσιν ἀτελές· ταῦτα περὶ τοῦ μὴ | |
5 | δεῖν οἴεσθαι ὅρον ἄλλως ἔχειν, ἢ κατὰ τὸ ἐλλεῖπον καὶ τὸ πεπραγμένον, οἷον τὸ ἐξ ἱεροῦ, μετὰ δὲ τὸν ὅρον ἐπά‐ γει παράδειγμα. ἐφ’ ἑκάστης γὰρ στάσεως πρῶτον μὲν τὴν μέθοδον, εἶτα τὸ ὄνομα τῆς στάσεως, εἶτα τὸν ὅ‐ ρον, εἶτα τὸ παράδειγμα ἀποδίδωσιν, ἕνεκα τοῦ σαφῆ | |
10 | τὴν διδασκαλίαν ποιήσασθαι. θʹ. Τὸ μὲν ὄνομα ὁ ἱερόσυλος, περὶ οὗ ἡ ζήτησις, τὸ ἀμφισβητήσιμον ἐκ τοῦ πράγματος ἔχει, οὗ τὸ μὲν πέπρακται, ἡ ἐξ ἱεροῦ ἀφαίρεσις, τὸ δὲ ἐλλείπει, τὸ ἱε‐ ρὰ εἶναι τὰ χρήματα· καὶ διὰ τοῦτο ἀμφίβολος ἡ κλῆ‐ | |
15 | σις, μήτε κλέπτου καλουμένου τῷ ἐξ ἱεροῦ γεγενῆσθαι τὴν ἀφαίρεσιν, μήτε ἱεροσύλου τῷ μὴ ἱερὰ εἶναι τὰ χρή‐ ματα, ὅπερ εἰ προστεθῇ, σαφὴς ὁ κεκλοφὼς ἱερόσυλος καὶ τὸ κρινόμενον ἀνεξέταστον. | |
19t | Cap. VI. | |
20t | Περὶ πραγματικῆς. | |
20 | αʹ. Φυσικωτάτη ἡ τάξις ἀπὸ τοῦ ἀφανοῦς ἐπὶ τὸ φα‐ νερὸν μὲν, ἀτελὲς δὲ, ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον καὶ | |
τὴν ποιότητα καταντήσασα, περὶ ἣν αἱ ἄλλαι τῶν στά‐ | 186 | |
7.187 | σεων καταγίνονται· οὐ γὰρ εἰ γέγονε ζητοῦμεν ἐν αὐταῖς ἢ οὐ γέγονεν ἢ παρὰ τίνος γέγονεν· οὐδ’ εἰ ἀπήρτισται τὸ γεγονὸς ἢ οὐκ ἀπήρτισται, ἀλλὰ τοῦ πράγματος φα‐ νεροῦ καὶ τελείου τυγχάνοντος, εἰ δίκαιον ζητοῦμεν ἢ | |
5 | ἄδικον, εἰ λυσιτελὲς ἢ ἀσύμφερον ἢ ἔννομον τὸ συμβὰν ἢ παρὰ νόμον, ὃ καὶ ποιότητα γενικὴν ὀνομάζομεν. ποιότητα μὲν, ὅτι ὁποῖόν τι καὶ ποταπὸν τὸ πρᾶγμα ἐξετάζομεν· γενικὴν δὲ ὅτι περιεκτικὴ πλειόνων καὶ δια‐ φόρων γίνεται στάσεων. Γένος γὰρ λέγεται τὸ κατὰ | |
10 | πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατη‐ γορούμενον· ἀλλ’ ἐνταῦθά τις ἡμῖν μεγίστη ζήτησις ἀνεφύη, πῶς καὶ τὴν πραγματικὴν περὶ πράγματος μή‐ πω γεγονότος ἀλλὰ γενέσθαι μέλλοντος τὴν ζήτησιν ἔχου‐ σαν, οὐ μετὰ τοῦ στοχασμοῦ καθ’ ὃν ἡ οὐσία τοῦ πρά‐ | |
15 | γματος, ἀλλὰ μετ’ ἐκείνων ὁ τεχνικὸς τῶν στάσεων ἔταξε, καθ’ ἃς ἡ ποιότης τοῦ πράγματος ἐξετάζεται· καί φαμεν ὅτι καὶ κατὰ τὴν πραγματικὴν εἰ καὶ μέλ‐ λοντος πράγματος ἔχει τὴν ζήτησιν, οὐ τὴν οὐσίαν ζητοῦμεν, εἰ ἔχει φύσιν γενέσθαι ἢ μὴ, ἀλλὰ τὴν ποιό‐ | |
20 | τητα, εἰ συμφέρον τὸ πρᾶγμά ἐστιν ἢ ἀσύμφορον· ἐπὶ δὲ τοῦ στοχασμοῦ ἡ μὲν ποιότης δήλη καὶ φανερά· οἷον ὅτι κακὸν ὁ φόβος. ἀλλὰ ζητεῖται, εἰ γέγονε περὶ τοῦ τὸ νεοσφαγὲς σῶμα θάπτοντος· καὶ ὅτι καλὸν ἡ τοῦ τυράν‐ νου ἀναίρεσις· ἀλλὰ ζητεῖται, εἰ παρὰ τοῦ μάγου ἀνῄ‐ | |
25 | ρηται τοῦ ἐπαγγελλομένου τριάκοντα ἐντὸς ἡμερῶν τὸν τύραννον ἀνελεῖν· ἀστραπῆς δὲ κατενεχθείσης καὶ ἀνε‐ λούσης αὐτόν· καλῶς ἄρα καὶ ἡ πραγματικὴ ταῖς ὑπὸ τὴν ποιότητα τεταγμέναις συνηρίθμηται στάσεσιν, εἰ καὶ περὶ μέλλοντος πράγματος ἔχει τὴν ζήτησιν. | |
30 | βʹ. Ἐπιλαμβάνονται αὐτοῦ τινες, ὡς οὐ καλῶς εἰπόντος | |
γενικόν· ἔδει γὰρ, φασὶν, εἰπεῖν γενικώτατον, εἴγε ἔχει | 187 | |
7.188 | γένος ὑφ’ ἑαυτὸ ἐπάλληλον, ἀλλ’ ἐροῦμεν, ὡς οὐ πᾶν ἔχον γένος ὑπάλληλον τοῦτο πάντως γενικώτατον γένος· ἀκριβῶς γὰρ σκοποῦντι ἓν μόνον ἐστὶ γένος τὸ γενικώτα‐ τον ἡ οὐσία. | |
5 | γʹ. Ζητοῦσι διὰ τί ἐν τῇ διαιρέσει περί τε τὴν ποιό‐ τητα τὸ ἴδιον αὐτῆς βουλόμενος εἰπεῖν καὶ περὶ τί κα‐ ταγίνεται, φησίν· οἷον εἰ δίκαιον, εἰ συμφέρον, εἰ νόμι‐ μον, δοκεῖ γὰρ τὴν πραγματικὴν ἐνταῦθα περιλαμβά‐ νειν· πρὸς ὅ φαμεν, ὅτι ἀληθῶς μὲν καὶ ἡ πραγματικὴ | |
10 | περὶ ταῦτα καταγίνεται· οὐ μέντοι περὶ αὐτῆς νῦν, ἀλλὰ καθόλου περὶ τῆς ποιότητος ἀποφαινόμενός φησιν, ὅτι δίκαιόν ἐστιν ἢ συμφέρον ἢ νόμιμον· τινὲς δέ φασιν, ὅτι διὰ μὲν τοῦ δικαίου δηλοῖ τὰς δικαιολογίας, διὰ δὲ τοῦ συμφέροντος τὴν ἀνάστασιν, διὰ δὲ τοῦ ἐννόμου τὰς νο‐ | |
15 | μικάς· ἀλλά φαμεν, ὅτι ἡ ἀντίστασις μία τῶν δικαιολο‐ γικῶν ἐστιν, εἰ τοίνυν ἐδήλου τὰς δικαιολογικὰς διὰ τοῦ δικαίου, συμπεριελάμβανε καὶ τὴν ἀντίστασιν, μέρος γὰρ τῆς δικαιολογίας· δεῖ οὖν νοεῖν, ὅτι κοινῶς, φησὶν, περὶ ταῦτα τὰ τρία εἰλοῦνται αἱ στάσεις, οἷον ἡ δικαιο‐ | |
20 | λογικὴ περὶ τὸ δίκαιον καὶ συμφέρον, ἡ πραγματικὴ, ὁμοίως ἡ ἔγγραφος· αἱ νομικαὶ περὶ τὸ δίκαιον καὶ νό‐ μιμον ἢ ὅτι ἐν πάσαις ταῖς ὑπὸ τὴν ποιότητα στάσεσι ταῦτα κοινῶς ζητοῦμεν, εἰ δίκαιον, εἰ συμφέρον, εἰ νό‐ μιμον. | |
25 | δʹ. Τοῦτο περιττῶς κεῖται· κατασκευάζοντες γὰρ τὸ νόμιμον, εἰ δίκαιον, εἰ συμφέρον, καὶ τὰ ἐναντία τούτων ἀνατρέπομεν, ἢ ὡς πρὸς τὰ δύο πρόσωπα τοῦ κατηγό‐ ρου καὶ τοῦ φεύγοντος, ὁ μὲν γὰρ κατασκευάζει ὅτι νόμιμον, ὁ δὲ, ὅτι παράνομον, ἐκ τῶν ἐναντίων ὡρμη‐ | |
30 | μένος. εʹ. Κοινὸν ὄνομα τὴν ποιότητα εἶπε τῶν κατὰ ποιό‐ τητα ἐξεταζομένων στάσεων· ἡ γὰρ ποιότης ὡς οὖσα πο‐ | |
λυειδὴς οὐ στάσις ἀλλὰ μήτηρ ἐστὶ στάσεων· πλὴν γὰρ | 188 | |
7.189 | στοχασμοῦ καὶ ὅρου αἱ λοιπαὶ πᾶσαι ἐντεῦθεν ὥρμην‐ ται· ὥσπερ δέ φαμεν κοινὸν εἶναι τὸ ζῶον, εἴδη δὲ, οἷον ἄνθρωπος, κύριον δὲ, οἷον Σωκράτης, οὕτως κοινὸν μὲν ἡ ποιότης οἷον γενικώτατον· γένος δὲ γενῶν ἐστιν· εἴδη | |
5 | δὲ ταύτης, οἷον αἱ λογικαὶ καὶ νομικαὶ, κύριαι δὲ, οἷον ἀντίληψις, ἀντίστασις καὶ αἱ λοιπαί· ἡ οὖν δικαιολο‐ γία εἰδικὸν οὖσα καὶ γένος τῶν ὑπ’ αὐτὴν καὶ ἐξ αὐτῆς στάσεών ἐστι· καὶ αἱ ἀντιθέσεις ὁμοίως ὑπὸ τὴν ποιό‐ τητά εἰσιν, οὖσαι καὶ αὗται γένη μερικώτερα. | |
10 | ϛʹ. Ἐὰν πρόκειται, φησὶ, στάσεως ἐξέτασις, ἂν μήτε ἀφανὲς παντάπασιν ᾖ, μήτε ἐν μέρεσι μὲν ὁμολογούμε‐ νον, ἐν μέρει δὲ τὴν ἀμφισβήτησιν ἔχον· οἱονεὶ περὶ τὴν ἰδιότητα ἐπισκοπεῖν χρὴ καὶ ζητεῖν εὐθέως τὴν ποιό‐ τητα γνῶναι, πότερον κατὰ ῥητόν ἐστιν ἡ ἀμφισβήτη‐ | |
15 | σις ἢ κατὰ πρᾶγμα· κἂν μὲν περὶ πρᾶγμα ᾖ, ἀνάγκη ἢ περὶ μέλλοντος εἶναι ἢ περὶ παρῳχημένου· ἐὰν δὲ περὶ ῥητὸν, τὰς νομικὰς ἀμφισβητήσεις ποιεῖ. ζʹ. Ζητητέον, πῶς πρότερον τῶν περὶ ῥητὸν ἐμνήσθη· εἶθ’ οὕτως τῶν περὶ τὸ πρᾶγμα· φησὶ μὲν τοίνυν ὁμο‐ | |
20 | λογουμένως μὲν προτιμότερα καθεστάναι τὰ πράγματα τῶν νόμων· διὰ γὰρ τὰ πράγματα οἱ νόμοι παρελήφθη‐ σαν, οὐ διὰ τοὺς νόμους τὰ πράγματα. ἔπειτα καὶ πρεσ‐ βύτερα τῶν νόμων τὰ πράγματα· οὐ μὴν ἀλόγως ἀντε‐ στράφθαι τὴν τάξιν ὑπὸ τοῦ τεχνικοῦ· ἀνωτέρω μὲν | |
25 | γὰρ εὐθὺς εἰκότως κατὰ τὸν τούτων λόγον προέταξε τὸ πρᾶγμα τοῦ ῥητοῦ· ἐνταῦθα δὲ προέταξε τὸ ῥητὸν, ἐπει‐ δὴ περὶ τούτου μὲν ἀναβάλλεται τέως εἰπεῖν. ηʹ. Διελὼν τὸ κρινόμενον εἰς τὸ ἀφανὲς καὶ τὸ φα‐ νερὸν, τὸ δὲ φανερὸν ὑποδιελὼν εἰς τὸ ἀτελὲς καὶ τὸ | |
30 | τέλειον, εἶτα τὸ τέλειον γενικῶς ὀνομάσας ποιότητα, ὑπο‐ διαιρεῖ πάλιν ταύτην εἰς πρᾶγμα καὶ εἰς ῥητόν· καὶ τὸ | |
μὲν ῥητὸν νομικὴν στάσιν ἀποκαλεῖ γενικῶς, ὡς πλειό‐ | 189 | |
7.190 | νων ὂν στάσεων περιεκτικόν· ὅθεν καὶ εἰς ὕστερον εἰπεῖν ἐπαγγειλάμενος τὰ περὶ ἑαυτοῦ οὐκ εἶπε, περὶ οὗ ὕστε‐ ρον ἐροῦμεν, ἀλλὰ περὶ ὧν ὕστερον ἐροῦμεν· πρὸς τὰ εἴδη τὸν λόγον, οὐ πρὸς τὸ γένος ἀποδιδοὺς, ἀποστὰς | |
5 | δὲ τοῦ ῥητοῦ καὶ τὸ πρᾶγμα ἀπολαβὼν λογικὴν τὸ τοι‐ οῦτο κατονομάζει. θʹ. Ἀπορήσει τις, πῶς διαιρεῖ φάσκων ἕτερον εἶναι τὴν νομικὴν καὶ ἕτερον τὴν λογικὴν, ὡς μὴ οὔσης τῆς νομικῆς λογικῆς, εἴγε ἡ πᾶσα ῥητορικὴ λογική ἐστιν· | |
10 | ἐλέγομεν γὰρ δύο τέχνας εἶναι λογικάς· τὴν διαλεκτικήν τε καὶ ῥητορικήν· ῥητέον οὖν, ὅτι τῶν πίστεων αἱ μέν εἰσιν ἄτεχνοι, αἱ δὲ ἔντεχνοι· ἔντεχνοι μὲν αἱ δι’ ἐνθυ‐ μήματος καὶ παραδείγματος· ἄτεχνοι δὲ αἱ διὰ νόμων τε καὶ μαρτύρων· τὴν οὖν διὰ πίστεων ἐντέχνων γινο‐ | |
15 | μένην κατ’ ἐξαίρετον καλεῖ λογικὴν, ἀλλὰ τοῦτο οὐκ ἄν τις παραδέξαιτο· καὶ γὰρ αἱ νομικαὶ διὰ ἐνθυμημάτων καὶ παραδειγμάτων ἔχουσι πολλάκις τὰς στάσεις· καὶ ἔμπαλιν αἱ νομικαὶ διὰ νόμων τε καὶ μαρτύρων· δεῖ οὖν ἐκεῖνο λέγειν, ὅτι δυοῖν ὄντοιν, τοῦ ἀποδεικνυμένου καὶ | |
20 | τοῦ ἀποδεικνύντος, κυριώτερον τὸ ἀποδεικνύμενον· πρὸς οὖν τοῦτο καὶ τὰς στάσεις λαμβάνομεν· ἐὰν μὲν οὖν νόμος ᾖ ὁ ἀποδεικνύμενος, νομικὴν καλοῦμεν τὴν στά‐ σιν· ἐὰν δὲ πρᾶγμα, ἁπλῶς λογικὴν εἶναι τὴν στάσιν ἐκδεξόμεθα, κἂν μυρίοι νόμοι πρὸς κατασκευὴν αὐτοῦ | |
25 | λαμβάνωνται· ζητοῦσι δὲ, πῶς κατὰ τὴν διαίρεσιν τῆς | |
λογικῆς εὑρίσκομεν οὐδὲ τὸν στοχασμὸν οὐδὲ τὸν ὅρον | 190 | |
7.191 | περιεχόμενον; ἐροῦμεν δὲ ὡς οὐ περὶ πάσης ποιεῖται τῆς λογικῆς τὴν διαίρεσιν, ἀλλὰ περὶ τῆς ποιότητος μόνης. Ὁ δὲ στοχασμὸς ἢ ὁ ὅρος οὐ περὶ τὴν ποιότη‐ τα τὴν ζήτησιν ἔχουσιν, ἀλλ’ ὁ μὲν κατ’ οὐσίαν, ὁ δὲ | |
5 | κατὰ τὴν ἰδιότητα. ιʹ. Ζητεῖται πῶς τὰ κατὰ μέλλοντα χρόνον τῶν κα‐ τὰ παρελθόντα προτέταχε. καὶ ἔστι μὲν ἀποδεῖξαι τὸν πρῶτον τοῦ παρῳχημένου θεωρητῷ λόγῳ τινὶ, ἀλλ’ ἵνα μὴ δόξῃ γραμματικῆς ἐρεσχελίας τὸ τοιοῦτο ἔχεσθαι, | |
10 | ἐκεῖνό φαμεν, ὅτιπερ συντομωτέρα ἡ τούτων διδασκαλία· βούλεται οὖν ἀπαλλαγεὶς ἐντεῦθεν οὕτως ἐπὶ τὰ πλείο‐ νος λόγου δεόμενα τραπέσθαι, ὅπερ πολλαχῶς ποιῶν φαίνεται. ιαʹ. Ἐπιλαμβάνονταί τινες ὡς κακῶς εἰπόντος τὸ ἀμ‐ | |
15 | φισβήτησις· ἐν γὰρ τοῖς ὅροις, φασὶν, οὐ τὰ γενικώτερα, ἀλλὰ τὰ προσεχῆ γένη λαμβάνειν εἰώθαμεν. ἀλλ’ εἰ μὲν ὅρον ἀπεδίδου, τάχα ἂν οὐ κακῶς ἐπελαμβάνοντο· νῦν δὲ ὑπογραφὰς πασῶν ἀποδίδωσιν· ἡ δὲ ὑπογραφὴ, ὅπως ἂν ἔχοι, σημαίνειν μόνον τὸ ὑποκείμενον βούλεται. | |
20 | ιβʹ. Τετάρτην διαίρεσιν· ὑποδιαίρεσις δὲ τρίτη· με‐ τά γε τὴν πρώτην διαίρεσιν ὑποδιαιροῦσι τὰς λογικὰς εἴς τε τὸ παρῳχηκὸς καὶ τὸ μέλλον· τὸ δ’ οὖν μέλλον ἅπαν μίαν συλλήβδην περιλαβὼν στάσιν πεποίηται· οἷα μήπω ἐκβεβηκὸς εἰς ἐνέργειαν· ὡς γὰρ ἐπὶ τῶν μήπω εἰς | |
25 | φῶς ἐξεληλυθότων ἀνθρώπων ἑνὶ ὀνόματι τοῦ ἐμ‐ βρύου ἀρκούμεθα, τὰς ποικίλας μετὰ τὴν γένεσιν προση‐ γορίας ποιούμενοι, οὕτω καὶ ὁ τεχνικὸς τὴν φύσιν ἀπο‐ μιμούμενος τὸ τοῦ μέλλοντος χρόνου εἰς μίαν ἀπεκορύ‐ φωσε στάσιν. τὸ δὲ παρῳχηκὸς εἰς πλείους διεῖλε· τὴν | |
30 | δὲ περὶ τοῦ μέλλοντος στάσιν ὠνόμασε πραγματικὴν, ὡς | 191 |
7.192 | ἐπὶ πρᾶξιν προτρέπουσαν, ὅπερ ἐπὶ τῶν ἄλλων οὐκ ἐποί‐ ησε στάσιν. οὐ γὰρ ἐπὶ πράξεις ἐκεῖναι προτρέπονται. ἀλλὰ τὸ ἤδη γεγονὸς ἢ γενέσθαι δοκοῦν ζητοῦσι καὶ δοκιμάζουσιν. | |
5 | ιγʹ. Ἐδόκει τισὶν ὁ ὅρος οὐ περὶ πραγματικῆς καθε‐ στάναι μόνης, ἀλλὰ περιλαμβάνειν καὶ ἑτέρας τῶν στά‐ σεων. εἰσὶ γὰρ στοχασμοὶ, φασὶ, κατὰ τὸ μέλλον ἔχον‐ τες τὴν ζήτησιν· οἷον νέος πλούσιος ἀποβλέψας εἰς τὴν ἀκρόπολιν ἐδάκρυσε, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως. | |
10 | τὸ γὰρ εἰ τυραννήσει μέλλοντος καὶ οἱ κατὰ αἴτησιν δὲ ὅροι, φασὶ, περὶ τὸ μέλλον τὴν ζήτησιν ἔχουσιν· οἷον φιλόσοφος συνεχῶς παρὰ τὸν τύραννον εἰσιὼν, πείσας αὐτὸν καταθέσθαι τὴν τυραννίδα ὡς τυραννοκτόνος ἀξιοῖ δωρεὰν λαβεῖν. πᾶσα γὰρ αἴτησις, φησὶ, περὶ μέλλοντος | |
15 | πράγματος· ἐχρῆν δ’ αὐτοὺς ἀκριβέστερον διεξελθεῖν τὸν ὅρον· οὐ γὰρ εἶπεν ἁπλῶς ἀμφισβήτησις περὶ μέλλοντος πράγματος, ἀλλὰ προσέθηκεν· εἰ δεῖ γενέσθαι, τόδε τι ἢ μὴ γενέσθαι, ἢ δύναται ἢ μὴ δύναται· ὅπερ ἐν τῷ στοχασμῷ οὐκ ἔστιν. ἐκεῖ μὲν γὰρ περὶ τῆς οὐσίας ζη‐ | |
20 | τοῦμεν ἁπλῶς, εἰ γενήσεται· ἐνταῦθα δὲ περὶ τῆς ποιό‐ τητος, εἰ δεῖ γενέσθαι τόδε ἢ μὴ γενέσθαι· καὶ οὕτω μὲν τὸ τοῦ στοχασμοῦ ἀπολυόμεθα· τὸ δὲ τοῦ ὅρου ἐκεί‐ νως. Τινὲς μὲν προσγράφουσι τῷ κειμένῳ· ἢ δοῦ‐ ναι τόδε τι ἢ μὴ δοῦναι· ἄμεινον δὲ μὴ παρεντιθέναι. | |
25 | ἀλλὰ κατὰ κοινοῦ τὸ ἄνω ἐκδέχεσθαι· εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι· ἢ δοῦναι ἢ μὴ δοῦναι, ἵνα ἀπὸ κοινοῦ τὸ τόδε τι λάβωμεν· τούτου δὲ οὕτως ἔχοντος οὐ‐ δὲ μία ἀμφιβολία καταλείπεται. ἐν μὲν γὰρ τῷ ὅρῳ ἡ ἰδιότης ἐστὶν ἡ ζητουμένη, εἰ τυραννοκτόνος· καὶ εἰ δεῖ | |
30 | λαβεῖν αὐτὸν ὅλως δωρεάν· ἐν δὲ τῇ πραγματικῇ οὐ πε‐ | |
ρὶ τοῦ δοῦναι ὅλως ζητοῦμεν, ἀλλὰ περὶ τῆς ποιότητος, | 192 | |
7.193 | εἰ τήνδε χρὴ δοῦναι ἢ μή. ὡς εἰ πλάττοιμεν οὕτως· ἀν‐ ελών τις τύραννον ἀξιοῖ τὴν οὐσίαν αὐτοῦ λαβεῖν· ὅτι μὲν γὰρ δεῖ δοῦναί τινα δωρεὰν, ὁμολογούμενον· ἀλλ’ εἰ δεῖ ταῦτα δοῦναι, ἐστὶν ἡ ζήτησις· τυραννήσεις γὰρ, φη‐ | |
5 | σὶν, ὥσπερ ἐκεῖνος, εἰ λάβοις τὴν οὐσίαν αὐτοῦ. ιδʹ. Ὁρᾷς, ὡς οὐκ ἔξω τοῦ δεδομένου ὅρου βέβη‐ κεν ἡ ἐξήγησις· ἡ γὰρ βουλὴ καὶ ἡ σκέψις περὶ τοῦ γενέσθαι ἢ μὴ γενέσθαι ἢ δύνασθαι ἢ μὴ δύνασθαι, οἷον χρὴ, φησὶ, θάπτειν τοὺς ἐν Μαραθῶνι πεσόν‐ | |
10 | τας τῶν βαρβάρων. καὶ ὅλως περὶ τοῦ ποιῆσαι ἢ μὴ ποιῆσαι· καὶ περὶ πραγμάτων ὁ λόγος καὶ τῷ διώκοντι καὶ τῷ φεύγοντι· τοῦ μὲν προτρέποντος, τοῦ δὲ ἀποτρέ‐ ποντος· ὥστε καὶ εἰκότως πραγματικὴ ἡ στάσις τῷ τε‐ χνικῷ κατωνόμασται· φασὶν οὖν τινες, ὡς ἀπὸ τοῦ περι‐ | |
15 | έχειν τὰς ὅλας ἐν ἑαυτῇ στάσεις πραγματικὴ ὠνομά‐ | 193 |
7.194 | σθη. τότε γὰρ νόμιμον αὐτῆς κεφάλαιον κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται· καὶ τὸ δίκαιον κατὰ μίαν τῶν δι‐ καιολογικῶν, ὥστε οὖν ταύτας ἐν ἑαυτῇ περιέχει· κἀντεῦ‐ θεν μᾶλλον πραγματικὴ ὠνομάσθη· ἀλλ’ εἰ διὰ τοῦτο | |
5 | φαίημεν αὐτὴν οὕτως ὀνομασθῆναι, ἔδει καὶ τὴν μετά‐ ληψιν ἐν τῷ παραγραφικῷ μὲν αὐτῆς μέρει τὰς νομικὰς περιέχουσαν, ἐν δὲ τῇ εὐθυδικίᾳ τὰς λοιπὰς τῶν στά‐ σεων ὁμοιοτρόπως κληθῆναι· ἀλλ’ οὐκ ὠνόμασται οὕ‐ τως· φασὶ δὲ πάλιν, ὅτι διὰ τὸ τὸ ὅλον εἶδος τοῦ συμ‐ | |
10 | βουλευτικοῦ ἐν αὐτῇ ἀπειλῆφθαι πραγματικὴ ἐκλήθη· ἀλλ’ ἐχρῆν καὶ τὸ ἐγκωμιαστικὸν διὰ τὸ τὸ πανηγυρικὸν ἅπαν εἶδος ἐμπεριέχειν πραγματικὸν ὀνομάζεσθαι. ἀλλ’ οὐχ οὕτως ὠνόμασται· οὔκουν διὰ ταῦτα, ἀλλὰ διὰ τὴν προειρημένην αἰτίαν ἁρμόδιον ἂν εἴη τοῦ τῆς πραγμα‐ | |
15 | τικῆς ὀνόματος ταύτην μεταλαχεῖν. | |
16t | Cap. VII. | |
17t | Περὶ ἀντιλήψεως. | |
17 | αʹ. Καὶ μὴν καὶ αἱ νομικαὶ καὶ ὁ ὅρος πεπραγμέ‐ νον ἔχουσι τὸ κρινόμενον· καὶ καλοῖντο ἂν κἀκεῖναι δι‐ καιολογίαι δικαίως· ἄλλως τε καὶ δικαιολογίας ἀντιποι‐ | |
20 | ούμεθα· ἐν πάσαις γὰρ στάσεσι καὶ τῷ στοχασμῷ δι‐ | 194 |
7.195 | καιολογίας ἀντιποιοῦνται οἱ ἀγωνιζόμενοι· ἀλλ’ ὥσπερ λογικὰς πάσας οὔσας, ἅτε καὶ λόγου μετεσχηκυίας, τὰς μετὰ τὴν τῶν νομικῶν ὑπεξαίρεσιν λογικὰς προση‐ γόρευσεν, ἐξ ἰδιοτήτων οἰκείων τῶν ἄλλων ὠνομασμέ‐ | |
5 | νων, οὕτω δὴ καὶ νῦν πεπραγμένον, καὶ τῶν νομικῶν ἐχουσῶν τὸ κρινόμενον, πρὸς δὲ καὶ τοῦ ὅρου καὶ τοῦ δικαιολογικοῦ μετεχουσῶν τῶν στάσεων ἁπασῶν, ὅμως τὰς περὶ τὴν πραγματικὴν δικαιολογικὰς ἀπεκάλεσεν, ὡς τῶν λοιπῶν ἰδιοσήμοις προσηγορευμένων ὀνόμασι· ταύ‐ | |
10 | τῃ οὖν αἱ μετὰ τὴν πραγματικὴν δικαιολογικαὶ ὠνο‐ μάσθησαν, ὥσπερ αἱ μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον ποιότητες· καὶ διὰ τί οὐκ εἶπεν, ὄνομα κοινὸν τούτῳ δι‐ καιολογία, ὥσπερ ἐκείνῳ λογικὴ, τὰς μετὰ τὰς νομικὰς ὀνομάσας; ὅτι πρὸς τὸ γενικώτερον τὸν λόγον καὶ τὸ | |
15 | καθολικώτερον ἀνήγαγεν, ὡς καὶ γνωριμώτερον· τῶν γὰρ μερικωτέρων τὰ καθολικὰ μᾶλλόν εἰσιν ἐμφανέστερα. βʹ. Διὰ τοῦ πεπραγμένον τὸν παρεληλυθότα λαμβά‐ νει, διεῖλε γὰρ τὸ πρᾶγμα εἰς παρῳχημένον καὶ μέλ‐ λοντα, καὶ πρῶτον περὶ τοῦ μέλλοντος εἰπὼν νῦν πάλιν | |
20 | διαιρεῖ τὸν παρῳχημένον. Κρίσις δὲ εἶπεν ἐντεῦθεν καὶ οὐ ζήτησις, ἐπειδὴ καθόλου ἐν ταῖς δικαιολογικαῖς ἐγ‐ κλήματα ἔχομεν καὶ κατηγορίας. γʹ. Μέτεισιν ἐπὶ τὸ ἕτερον τμῆμα, ὅπερ ἐστὶ κατὰ τὸν παρῳχημένον· ζητοῦσι δέ τινες, πῶς τοῦτο μόνως | |
25 | καλεῖ δικαιολογίαν· καὶ γὰρ ἐν στοχασμῷ καὶ ἐν ὅρῳ | |
περὶ τοῦ δικαίου πολλάκις ζητοῦμεν, καὶ ἐν ταῖς νομι‐ | 195 | |
7.196 | καῖς δὲ τῶν στάσεων· ὑποληπτέον οὖν πρὸς τοῦτο, ὡς οὐδὲ ἐν στοχασμῷ οὐδὲ ἐν ὅρῳ δύναταί τις περὶ τοῦ δι‐ καίου ποιεῖσθαι τὴν ζήτησιν· ὁ μὲν γὰρ στοχασμὸς κατ’ αὐτήν ἐστιν ἀφανὴς τὴν οὐσίαν· περὶ δὲ τοῦ ἀφανοῦς | |
5 | πῶς ἄν τις ζητήσειε, πότερον δίκαιον ἢ οὔ; ὁ δὲ ὅρος ἀτε‐ λὴς, τὸ δὲ ἀτελὲς οὐκ ἄν τις ὑπὸ τὴν τοῦ δικαίου ζήτησιν ἄγοι. οὔτε γὰρ δίκαιον τέως οὔτε ἄδικον· περὶ δὲ τῶν νομικῶν ἐκεῖνό φαμεν, ὅτι διαιρεῖται τὸ δίκαιον εἰς ἔγγραφόν τε καὶ ἄγραφον· τὸ μὲν οὖν ἔγγραφον καλεῖται νόμιμον, | |
10 | τὸ δὲ ἄγραφον καλεῖται ὁμωνύμως τῷ γένει δίκαιον· τί δὲ ἂν λέγοις περὶ τῆς πραγματικῆς, φαίη τις ἂν, ἔνθα τὸ δίκαιον αὐτὸ μὲν γίνεται· ναὶ φήσομεν, ἀλλ’ οὐ τῶν ἀποδεικνυμένων, τῶν ἀποδεικτικῶν δέ· ἐν μὲν γὰρ τῇ ἐγ‐ γράφῳ τὸ νόμιμον ἀποδείκνυται, ἐν δὲ τῇ ἀγράφῳ τὸ | |
15 | συμφέρον· ἐνταῦθα δὲ τὸ δίκαιον πέρας ἐστὶ καὶ ἀπο‐ δεικνύμενον· εἰκότως οὖν ταύτας μόνας καλεῖ δικαιολο‐ γίας. δʹ. Ἐχρῆν οὕτως εἰπεῖν· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὁ φεύγων, ἢ οὔ· πῶς γὰρ οἷόν τε τὸν ἠδικηκότα ὁμο‐ | |
20 | λογεῖν ἀδικεῖν· πλὴν ὡς ἀδίκημα εἶπεν, ὡς ἀπὸ τοῦ κατ‐ ηγόρου· ἐκεῖνος μὲν γὰρ ὡς ἀδίκημα προβάλλεται· ὁ δὲ φεύγων οὐχ ὁμολογεῖ ὡς ἀδίκημα, ἀλλὰ προβάλλεταί τι δίκαιον. εʹ. Φέρεται Ἀντιοχὶς ἀπορία γελοιοτάτη· καὶ γάρ | |
25 | φασι τὸ Δημοσθενικὸν προβαλλόμενοι ἐκ τοῦ τῆς πα‐ ραπρεσβείας, μὴ ἂν δικαστήριον συστῆναί ποτε, ὁμο‐ λογοῦντος ἠδικηκέναι τοῦ φεύγοντος, ἀφ’ οὗ δὲ γέγονε δικαστήριον παρ’ ἡμῖν, οὐδεὶς ὁμολογῶν ἀδικεῖν ἑάλω· τοῦτο δὲ πολλῆς ἀνοίας μεστόν· πρόσκειται γὰρ, ὡς ἐρεῖ | |
30 | τι πεποιηκέναι ὡς ἀδίκημα. | 196 |
7.197 | ϛʹ. Κατὰ τί εἶπε καὶ οὐ καθόλου· ἐμφαίνων ὡς ἐν ταῖς ἀντιθέσεσιν ἀδίκημα μέν ἐστι φύσει τὸ πεπραγμέ‐ νον· κατὰ δὲ τὴν περίστασιν οὐ κεκώλυται, ἀλλ’ ἔχει ταύτην ἐπικουροῦσαν τῷ ἀδικήματι. | |
5 | ζʹ. Λαμβάνεται ἡ ἀντίληψις τριχῶς, ἢ ἐξ ἔθους, ἢ ἐκ νόμου, ἢ ἐκ φύσεως· ἢ γὰρ ἔθος λέγεται παρέχειν ἡμῖν τὴν ἐξουσίαν τοῦ πράγματος, ἢ νόμον ἢ φύσιν, οἷον φύ‐ σει οἱ ἄνθρωποι τόδε τι πάσχειν εἰώθαμεν· τινὲς δὲ προσ‐ τιθέασι τούτοις τὸ ἐκ τέχνης· οἷον ζωγράφος ναυάγια | |
10 | γράψας πρὸ τοῦ λιμένος ἀνέθηκεν· οὐ κατάγονται ἔμποροι, καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἀναφέρει γὰρ, φασὶν, ἐπὶ τὴν τέχνην, ὅτι δίδωσι γράφειν, ὅπερ ἄν τις βουληθείη· ἀλλ’ ἐροῦμεν, ὡς καὶ τοῦτο ὑπὸ ἔθος πάντως ἢ ὑπὸ νόμον ἀναχθήσεται· ἐπιδιαιροῦμεν δὲ | |
15 | οὕτως· τῆς ἀντιλήψεως τὸ μέν ἐστι κατὰ τὸ μὴ κεκω‐ λυμένον, τὸ δὲ κατὰ τὸ ἐπιτετραμμένον· τοῦ μὲν οὖν μὴ κεκωλυμένου παράδειγμα, Ἀλκιβιάδης δᾳσὶ μυστι‐ καῖς κωμάζων κρίνεται ἀσεβείας· ἐρεῖ γὰρ, ὡς οὐ κεκώ‐ λυται τὸ δᾳσὶ μυστικαῖς κωμάζειν· ἐπεί τοι ἄν τις αὐτὸ | |
20 | κεκωλυμένον ἐκδέξηται, εὐθέως ἀσύστατα γίνεται· τοῦ δὲ ἐπιτετραμμένου τοιόνδε παράδειγμα· νόμος τὸν μοιχὸν ἀναιρεῖν· τρισαριστεύς τις εὑρὼν μοιχὸν ἀνεῖλε, καὶ κρί‐ νεται δημοσίων ἀδικημάτων· ἐπιτέτραπται γὰρ τὸ τὸν μοιχὸν ἀναιρεῖν, καὶ πάλιν καθ’ ἑτέραν διαίρεσιν | |
25 | τῆς ἀντιλήψεως· τὸ μὲν ἔχει τὴν κρίσιν, ἀφ’ ὧν ἐποίη‐ σε, τὸ δὲ ἀφ’ ὧν οὐκ ἐποίησεν· ἀφ’ ὧν ἐποίησεν, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ προτιθέντος ἐν τῷ λιμένι τὰ ναυάγια· τὸ δὲ ἀφ’ ὧν οὐκ ἐποίησεν, οἷον ζωγράφος μὴ γράψας ποτὲ θεοὺς κρίνεται ἀσεβείας· ἔτι δὲ τῆς ἀντι‐ | |
30 | λήψεως· τὸ μὲν ἔχει τι ἐπισυμβαῖνον ἄτοπον, τὸ δὲ οὔ· | 197 |
7.198 | οἷον τοῦ μὲν προτέρου παράδειγμα ὁ ζωγράφος, ὁ πρὸ τοῦ λιμένος θεὶς τὰ ναυάγια· ἄτοπον γάρ τι συνέβη τὸ μὴ καταίρειν τοὺς ἐμπόρους· τοῦ δὲ δευτέρου παρά‐ δειγμα ὁ Ἀλκιβιάδης δᾳσὶ μυστικαῖς κωμάζων, εἶτα κρι‐ | |
5 | νόμενος· προτέτακται δὲ εἰκότως ἡ ἀντίληψις τῶν ἀν‐ τιθετικῶν· τοῦτο μὲν, ὅτι οὐδὲ προσίεται τὴν ἀρχὴν τὸ ἀδίκημα, τοῦτο δὲ, ὅτι ἁπλούστερος ὁ περὶ αὐτῆς λό‐ γος· ἀδιαίρετος γὰρ μένει τῆς ἀντιθέσεως διαιρουμένης εἰς ἕτερα τέσσαρα. | |
10 | ηʹ. Πῶς εἰ ἀνεύθυνον τὸ πεπραγμένον, συνίσταται τῇ στάσει ὑπεύθυνον γινόμενον; δοκοῦντος δὲ εἶπεν ἀνευθύ‐ νου, ἀλλ’ οὐχὶ πάντως ἀνεύθυνον· οὐδὲ γὰρ εἶπεν ὄντος καὶ πάλιν οὐκ εἶπεν ἄντικρυς ὑπεύθυνον, ἀλλ’ ὡς ὑπευ‐ θύνου· γίνεται δὲ ἀντίληψις, ὅτε ὁ φεύγων ὁμολογῶν | |
15 | πεπραχέναι προβάληται τὴν ἐξουσίαν, φάσκων ἐξεῖναι αὐ‐ τῷ τοῦτο ποιεῖν. θʹ. Καὶ τὸ τῆς δικαιολογίας ὄνομα γενικόν ἐστιν· ἐφ’ ὅσον γὰρ κάτεισι διαιρῶν ὁ τεχνικὸς καὶ μὴ ὁριζό‐ μενος τὰ διαιρούμενα, γενικά εἰσιν, ὑπάλληλα ὄντα γένη | |
20 | τε καὶ εἴδη· γένη μὲν τῶν ὑποκειμένων, εἴδη δὲ τῶν ὑπερκειμένων, ἕως ἂν ἢ ἀνιόντες εἰς γένος καταντήσω‐ μεν γενικώτατον, μὴ ἔχον ἕτερον ὑπερκείμενον γένος, ἢ κατιόντες εἰς εἶδος τὸ εἰδικώτατον, μὴ ἔχον ἕτερον ὑποκείμενον εἶδος· ὃ καὶ στάσις ἐστὶ καὶ τὸν ὁρισμὸν | |
25 | παρὰ τοῦ τεχνικοῦ ἐπιδέχεται· εἰσὶ μέντοι καὶ εἴδη τινὰ στάσεων διαιρούμενα εἰς διάφορα εἴδη, ὥσπερ ὁ στο‐ χασμὸς, ὁ ὅρος, ἡ ἀντίληψις, ἡ πραγματικὴ, ὁ συλλο‐ γισμός τε καὶ ἡ μετάληψις· ὡς ἐν τῇ τῶν κεφαλαίων διαιρέσει γνωσόμεθα· οὐ πολὺ μέντοι ἀλλήλων τὰ ἐν αὐ‐ | |
30 | τοῖς διαφέρει, ἀλλ’ ἰδιώμασί τισιν, ὥσπερ Σκύθης τῷ | |
χρώματι καὶ Αἰθίοπες, ἄνθρωποι ὄντες καὶ φύσει τοῦ | 198 | |
7.199 | αὐτοῦ εἴδους ἑκάτερον, ὑποδιαιρεῖται οὖν ὡς γένος καὶ ἡ δικαιολογία εἰς δύο, ὡς εἶναι τοῦτο τέσσαρας ὑποδιαι‐ ρέσεις· ὑποδιαιρεῖται δὲ εἴς τε τὸ κεκωλυμένον κατά τι· οὐ γὰρ εἰς τὸ πάντη κεκωλυμένον· ἢ γὰρ ἂν καὶ ἀσύ‐ | |
5 | στατον ἦν καὶ εἰς τὸ πάντη ἀκώλυτον· ὡς ὁ κατηγορού‐ μενος ἀπομάχεται. ἐπεὶ ὅ γε κατήγορος κεκωλύσθαι αὐ‐ τὸ καὶ μὴ ἁπλῶς ἀφειμένον εἶναι διϊσχυρίζεται· εἰ μὲν οὖν οὐδαμῶς, φησὶ, φάσκει κεκωλύσθαι τὸ γεγονὸς ὁ κατηγορούμενος, ἀντίληψις ἡ στάσις ἐστὶν, ἣν καὶ ὁρί‐ | |
10 | ζεται λέγων· ἀντίληψίς ἐστιν ἀνευθύνου πράγματος εἶ‐ ναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορία, καὶ παρὰ πό‐ δας τίθησι τὸ παράδειγμα· οἷον γεωργὸς φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύττει. Πῶς αἱ ἄτεχνοι πίστεις διαλευ‐ καίνουσι τρανῶς καὶ διαφωτίζουσι τὰ λεγόμενα, μηδὲ ἑρ‐ | |
15 | μηνείας δεόμενα· διὰ γὰρ τοῦτο καὶ ἄτεχνοι λέγονται, ἀνεπιτήδευτον τῷ ἀκροατῇ ἐμποιοῦσαι τὴν τῶν λεγομένων διάγνωσιν· ὁ γὰρ ὅρος ἀσυμφανῶς διηγόρευσεν καὶ εἰς προῦπτον τὸ παράδειγμα προτεθὲν ἐξενήνοχεν· ἀνευθύ‐ νου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορία· | |
20 | τὸ φιλοσοφεῖν γὰρ ἀνεύθυνον· εἰ δὲ καὶ φύσεως ἢ ἔθους ἢ τέχνης ἡ ἀντίληψις ἐπιλάβοιτο, λαμπροτέρα φανήσε‐ ται· φύσεως δὲ, ὡς Ἀλκιβιάδης γελάσας τὰ κατὰ Πύλον τοῦ Κλέωνος ἀπαγγέλλοντος, καὶ κρινόμενος ὕβρεως· ἔ‐ θους, ὡς ὁ αὐτὸς ἐν ἐκπώμασι γράψας τὰ περὶ Σι‐ | |
25 | κελίαν καὶ δημοσίων κατηγορούμενος· τέχνης δὲ, ὡς ὁ τὰ ναυάγια γράψας ἐπὶ τοῦ λιμένος ζωγράφος καὶ μὴ | |
καταιρόντων τῶν πλοίων κρινόμενος δημοσίων. | 199 | |
7.200(1t) | Cap. VIII. | |
2t | Περὶ τῶν ἀντιθετικῶν. | |
2 | αʹ. Καλῶς προσέθηκε τὸ γενικὸν, ἵνα μὴ πλάνη τις ἐμπέσῃ· πλὴν γὰρ Μινουκιανοῦ πάντες ἀντιθέτων μίαν ἴσασι στάσιν· δηλοῖ οὖν διὰ τούτου, ὅτι οὐ στάσις ἐστὶν, | |
5 | ἀλλὰ γένος στάσεως. βʹ. Ἔστι καὶ τοῦτο τῶν οὐχ ἥκιστα ἠπορημένων, πῶς ταύτην ἀντίθεσιν οἰκείως καλεῖ· πανταχοῦ γὰρ, φασὶν, ἐξ ἀντιθέσεως ἡ στάσις γίνεται, οἷον ἐφόνευσας· ἀντί‐ θεσις, οὐκ ἐφόνευσα· οὐκ ἀκριβῶς δὲ κατενόησαν τὴν | |
10 | φύσιν τῆς ἀντιθέσεως· ἐν ταύτῃ γὰρ αὐτὸς ἑαυτῷ τρό‐ πον τινὰ ὁ κατηγορούμενος ἀντιτίθησιν, ὥστε εἶναι δύο ἀντιθέσεις σχεδὸν, τὴν μὲν τοῦ κατηγόρου, τὴν δὲ αὐ‐ τοῦ τοῦ κατηγορουμένου, ἣν αὐτὸς ἑαυτῷ ἀντιτίθησι τῷ δέχεσθαι τὸ ἔγκλημα, ὥστε αὕτη κατ’ ἐξαίρετον καλεῖ‐ | |
15 | ται ἀντιθετική. γʹ. Πάλιν ἐνταῦθα γενικὸν ἐξεῦρεν ὄνομα τὴν ἀντί‐ θεσιν, ὅταν ὁ φεύγων ὁμολογῇ πεποιηκέναι τι ὡς ἀδί‐ κημα, ἐξ ἧς τέσσαρας ἀπογεννᾶσθαι στάσεις, τὰς ἀν‐ τιθετικὰς λεγομένας, ἀντίστασιν, ἀντέγκλημα, μετάστα‐ | |
20 | σιν καὶ συγγνώμην, ἃς ἰδιώμασιν οἰκείοις ἀποδιαιρεῖ ἀλλήλων καὶ διΐστησιν οὕτως· εἰ μὲν γὰρ εἰς ἑαυτὸν ὁ φεύγων τὸ γεγονὸς ἀναδέχοιτο, θαῤῥούντως ποιεῖ, ὥς τι μεῖζον ἐπιδεδειγμένος κατόρθωμα· καὶ καλεῖ ἀντίστασιν, ἣν καὶ ὁριζόμενός φησιν· γίνεται γὰρ ἀνθίστασις, ὅταν | |
25 | ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα ἀνθίστη‐ | |
σιν ἕτερον εὐεργέτημα δι’ αὐτοῦ μεῖζον τοῦ ἀδικήματος | 200 | |
7.201 | πεπραγμένον. Σκόπει τοῦ ὁρισμοῦ τὴν ἀκρίβειαν, πῶς ἐκόλασε τὸ ὁμολογῶν ἀπό τε τοῦ εἰπεῖν τι, καὶ ἀπὸ τοῦ προσθεῖναι τὸ ὡς· οὐ γὰρ καθάπαξ οὐδὲ ἁπλῶς ἀδι‐ κῆσαι ὁμολογεῖ, ἀλλὰ καὶ μικρὸν καὶ δοκοῦν ἀδίκημα· | |
5 | διὰ μὲν γὰρ τοῦ τί τὸ μέτριον καὶ μικρὸν ἐσήμανε· διὰ δὲ τοῦ ὡς τὸ δοκοῦν τε καὶ νομιζόμενον· καὶ τὸ δι’ αὐτοῦ πάλιν, οἷον διὰ τοῦ τοιούτου μετρίου καὶ νομιζο‐ μένου ἀδικήματος· οὐ γὰρ ἐξ ἄλλης αἰτίας, ἦ γὰρ ἀνα‐ πολόγητος ὁ φεύγων ἦν, ἀλλὰ διὰ τοῦ ἀδικήματος αὐ‐ | |
10 | τοῦ μεῖζον ἀνθίστησιν εὐεργέτημα, καὶ ταῦτα μὲν ὁ φεύγων ἀγωνιεῖται· ὁ δὲ διώκων τἀναντία δηλονότι ἀν‐ θυποφέρων ἐρεῖ· πλὴν ἀλλ’ ὁ τεχνικὸς οὐ τέθεικε πα‐ ράδειγμα· ἡμεῖς δὲ ἐνεργείας ἕνεκα πλείονος θήσομεν, ἐξ αὐτοῦ λαβόντες, ὅπερ ἐν τῇ διαιρέσει τῶν κεφαλαί‐ | |
15 | ων τῶν ἀντιθετικῶν ἐξέθετο στάσεων· ἐν λιμῷ, φησὶ, καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξιέναι καὶ μά‐ χεσθαι οὐκ ἔπεισε. διέκοψε λαθὼν μέρος τοῦ τείχους, καὶ νενικήκασι μὲν ἐξελθόντες, δημοσίων δὲ ὕστερον φεύ‐ γει· δείκνυσι γὰρ ἐνταῦθα ὁ στρατηγὸς μεῖζον τῆς καθ‐ | |
20 | αιρέσεως τοῦ τείχους τὸ ἀπὸ τῆς νίκης εὐτύχημα δι’ αὐτοῦ γενόμενον τοῦ ἀδικήματος, ὃ εἰ μὴ ὁ στρατηγὸς ἐτεχνάσατο, σὺν αὐτοῖς ἂν τείχεσι καὶ ἡ πόλις ἄρδην ἅπασα συναπόλωλεν. | |
24t | Cap. IX. | |
25t | Περὶ ἀντιστάσεως. | |
25 | αʹ. Τεσσάρων οὐσῶν τῶν ἀντιθετικῶν κοινωνοῦσιν | |
ἀντίστασις καὶ ἀντέγκλημα τῷ ἀμφοτέρας ἔχειν τὸ ἑκού‐ | 201 | |
7.202 | σιον· εἰ καὶ μὴ ἐπίσης· ἄλλο γάρ ἐστι τὸ ἑκούσιον ἐν τῇ ἀντιστάσει, ἄλλο τὸ ἐν τῷ ἐγκλήματι· ἀλλ’ οὖν κοινὸν ἀμφοτέρων τὸ ἑκούσιον· κοινωνεῖ δὲ καὶ ἡ μετά‐ στασις τῇ συγγνώμῃ, καθὸ ἐν ἀμφοτέροις ἐστὶ τὸ ἀκού‐ | |
5 | σιον, γίνεται τοίνυν ἡ ἀντίστασις, ὅταν μηδὲ μίαν ἔχῃ χώραν, μήτε ἀρνεῖσθαι τὸ γεγενημένον, ὡς ἐν στοχα‐ σμῷ, μήτε μέρος ὡς ἐν ὅρῳ, μήτε περὶ μέλλοντος ἔχῃ τὴν ζήτησιν, ὡς ἡ πραγματικὴ, μήτε δύνηται ὁμολογῶν τὸ ἔγκλημα εἰς ἐξουσίαν καταφυγεῖν· ἀλλ’ ἐκ πάντων | |
10 | τούτων ἐγκλειόμενος ὁμολογῇ μὲν πεποιηκέναι, προτεί‐ νῃ δὲ γεγενημένην εὐεργεσίαν, δι’ ἣν ἀξιοῖ μὴ εἶναι ἔγ‐ κλημα τὸ πραχθέν· γίνεται δὲ τοῦτο, ἡνίκα τὸ μὲν γε‐ γενημένον φύσει ἐστὶν ἀδίκημα, ἐκ περιστάσεως δὲ ἀνεύ‐ θυνον· ἀντεστραμμένον τῇ ἀντιλήψει· ἐκεῖ γὰρ οὐ φύσει | |
15 | μέν ἐστιν ἀδίκημα τὸ ἔγκλημα, ἐκ περιστάσεως δὲ δοκεῖ εἶναι ὑπεύθυνον· ἐνταῦθα δὲ τοὐναντίον φύσει μὲν πο‐ νηρὸν, τῇ δὲ περιστάσει οὐ δοκεῖ ἔγκλημα εἶναι. βʹ. Σημειωτέον, ὅτι χρὴ δι’ αὐτοῦ τοῦ ἀδικήματος ἀντεισάγειν τὸ εὐεργέτημα· οὐ γὰρ δυνατὸν τὸν καθελόν‐ | |
20 | τα τὰ τείχη λέγειν, ὥς ποτε εἰσενεγκὼν εἴη χρήματα τῇ πόλει· δεῖ γὰρ ἐξ αὐτοῦ τοῦ γενομένου ἀδικήματος εἰσ‐ φέρειν τὸ εὐεργέτημα· ἔστι δὲ ἀεὶ ἐναντία τῇ ἀντιλήψει ἡ ἀντίστασις, ἐν μὲν γὰρ τῇ ἀντιλήψει αὐτὸ τὸ πεπρα‐ γμένον ἀνεύθυνόν ἐστι· διὰ δὲ τὴν παράστασιν ὑπεύθυ‐ | |
25 | νον γίνεται, διὰ δὲ τῆς περιστάσεως ἀνεύθυνον γίνεται· | |
ζητοῦσι δὲ διαφορὰν τῆς συγγνώμης καὶ τῆς μεταστά‐ | 202 | |
7.203 | σεως· αὐτὸς μὲν ὁ τεχνογράφος διορίζεται, ὡς ἐὰν μὲν εἰς ὑπεύθυνόν τινα μεταφέρῃ τὴν αἰτίαν, μετάστασιν ποιοῦμεν, ἐὰν δὲ εἰς ἀνεύθυνον, συγγνώμην. Ἀλλ’ ἐναντιοῦνται αὐτῷ πολλοὶ, αὐτίκα ὁ Μινουκιανὸς δίδωσι | |
5 | πρόβλημα τοιοῦτο· πρεσβύτης ἐξελθὼν οἰκείῳ παιδὶ τε‐ λευτήσαντι χοὰς ἐπενεγκεῖν γέγονεν ὑπὸ τοῖς πολεμίοις, εἶτα μαστιζόμενος ἐξεῖπε τὰ ἀπόῤῥητα· καὶ ἐπανελθὼν κρίνεται δημοσίων ἀδικημάτων· καὶ τοῦτο μεταστατικῶς μελετᾷ· ὅπερ ἂν εἴη συγγνώμη κατὰ τὸν τεχνικόν· ἕτε‐ | |
10 | ροι δὲ ἄλλην διαφορὰν οἱ ἀμφὶ τὸν Ἄβαντα ἀποδιδό‐ ασιν· ἐὰν μὲν γὰρ εἰς πάθος οἰκεῖον, φασὶν, μεταφέρῃ τὴν αἰτίαν ὁ κρινόμενος, οἷον μέθην, ὀργὴν, ἔρωτα, συγγνώμην ποιεῖ· ἐὰν δὲ εἰς ἄλλο τι, μετάστασιν· ἄλλοι δὲ διαφέρειν αὐτὰς ἀλλήλων ἔφασαν, καθὸ ἡ μὲν συγ‐ | |
15 | γνώμη εὐτελοῦς προσώπου ὑποκειμένου γίνεται, ἡ δὲ με‐ τάστασις περιφανοῦς· οἷον εἰ μὲν κρίνοιντο οἱ δέκα στρα‐ τηγοὶ εὐθὺς, ὅτι οὐκ ἀνείλοντο τὰ τῶν πεσόντων σώ‐ ματα ἐν Ἀργινούσαις, συγγνώμη γενήσεται, ἐπειδὴ οὐ λαμπρὰ τὰ πρόσωπα· ἐὰν δὲ Περικλῆς ὁ κρινόμενος ᾖ, | |
20 | μετάστασις· περιφανὲς γὰρ τὸ Περικλέους πρόσωπον καὶ οὐκ ἄν ποτε ἕλοιτο συγγνώμην αἰτεῖν, ἀλλὰ μετα‐ στατικῶς ἐπὶ τὸν χειμῶνα χωρήσει· ἄμεινον δὲ ταύτην παρέντας τὴν Πορφυρίου διαφορὰν παραδέχεσθαι· ἔστι δὲ αὕτη· εἰ μὲν εἴη τὸ ἀδίκημα οἷον ἐνδεχόμενον μὴ γε‐ | |
25 | νέσθαι ἀλλὰ θεραπείας τετυχηκέναι τινὸς, μετάστασις γίνεται· οἷον νόμος τὸν πρεσβευτὴν εἴσω λʹ ἡμερῶν ἐξ‐ ιέναι, λαβόντα παρὰ τοῦ ταμίου χιλίας δραχμὰς εἰς ἐφόδιον· μὴ λαβών τις καὶ καταμείνας κρίνεται· τοῦτο γὰρ ἐνεδέχετο μὴ γενέσθαι τὸ ἀδίκημα, δυναμένου τοῦ | |
30 | πρεσβευτοῦ ἢ δανείσασθαι, ἢ οἰκεῖα ἔχοντα ἐφόδια ἐξ‐ | |
ελθεῖν· ἐὰν δὲ ᾖ μὴ ἐνδεχόμενον ἑτέρως γεγενῆσθαι, συγ‐ | 203 | |
7.204 | γνώμην ποιεῖ· οἷον χειμῶνος ἐπιλαβόντος οὐκ ἀνείλοντο οἱ στρατηγοὶ τὰ σώματα τῶν πεσόντων ἐν Ἀργινούσαις κατὰ τὴν μάχην καὶ κρίνονται, οὐ γὰρ ἠδύναντό τινα θεραπείαν προσάγειν τῷ ἐκ χειμῶνος κωλύματι· ζητοῦσι | |
5 | δὲ, εἴ τινι διοίσει τὸ ἀντέγκλημα τοῦ ἀντεγκληματικοῦ στοχασμοῦ· λάβωμεν δὲ ἐπὶ παραδείγματος ἀντεγκλημα‐ τικὸν στοχασμόν· ἐξ ἱεροῦ ἀπώλετο χρήματα, εὑρέθησαν δύο ῥήτορες, ὁ μὲν κατορύττων χρυσίον, ὁ δὲ γράφων ὑπὲρ ἱεροσυλίας λόγον, καὶ ἀντεγκαλοῦσιν· καὶ γὰρ ἐν‐ | |
10 | ταῦθα, φασὶν, ἀντικατηγορήσουσιν ἑαυτῶν, ὥσπερ ἐν τῷ ἀντεγκλήματι· σαφὴς δὲ καὶ ἡ τούτου διαφορά· ἐν μὲν γὰρ τῷ ἀντεγκλήματι διακεκριμένοι εἰσὶν ὅ τε κατ‐ ήγορος καὶ ὁ ἀπολογούμενος καὶ δῆλον τὸ πεπραγμένον, ὑφ’ ὅτου πέπρακται· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ ἑκουσίως | |
15 | πεπρᾶχθαι πρόσεστιν· ἐν δὲ τῷ ἀντεγκληματικῷ στοχα‐ σμῷ ἄδηλον, τίς κατηγορεῖ ἢ τίς ἀπολογούμενος· ἀντ‐ εγκαλοῦσι γὰρ ἀλλήλοις· καὶ τίς ὁ πεπραχὼς ἄδηλον· ἔπειτα ἐν μὲν τῷ ἀντεγκλήματι μεταλλαγή τις εἴωθε γίνεσθαι· συμβαίνει μὲν γὰρ τὸν κατηγορούμενον κατ‐ | |
20 | ηγορεῖν, τὸν δὲ διώκοντα ἀπολογεῖσθαι· ὁ μὲν γὰρ φεύ‐ γων κατηγορήσει, φάσκων, ἄξιον εἶναι παθεῖν τὸν πε‐ πονθότα ὃ πέπονθε, καὶ χρήσεται τοῖς τοῦ κατηγόρου κεφαλαίοις· ὁ δὲ διώκων ἐκ τοῦ ἐναντίου ἀπολογήσεται· ἐν δὲ τῷ ἀντεγκληματικῷ στοχασμῷ οὐκ ἔστι τὸ τοιοῦ‐ | |
25 | τον εὑρεῖν, ὅπου γε οὐδὲ διακέκριται, τίς μὲν ὁ κατήγο‐ | |
ρος, τίς δὲ ὁ κατηγορούμενος. | 204 | |
7.205(1t) | Cap. X. | |
2t | Περὶ ἀντεγκλήματος. | |
2 | αʹ. Τὸ ἕτερον τῆς διαιρέσεως σκέλος ἀπολαβὼν τὸ εἴς τι τῶν ἔξωθεν μεθιστῶν τὸ ἀδίκημα, πάλιν ὑποδιαιρεῖ τοῦτο διχῶς· ἢ γὰρ εἰς τὸν παθόντα, φασὶν, ἢ εἰς ἄλλο | |
5 | τι μεθίστησιν· ἂν μὲν οὖν εἰς τὸν παθόντα, ἀντέγκλη‐ μα γίνεται καὶ τὸν ὅρον ἐπήνεγκε λέγων ἀντέγκλημα, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα διὰ τοῦ ὡς πάλιν καθαιροῦντα δεικνὺς τὸν κατηγορούμενον τὸ ἀδίκημα, ἀντεγκαλεῖ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν. | |
10 | Τὸ ὡς ἐνταῦθα βεβαιωτικὸν, οὐχ ὑφέσιμον ἀπὸ τοῦ φεύγοντος κατὰ τοῦ παθόντος λεγόμενον, εἴτε αὐτὸς ὁ κατήγορος εἴη εἴτε καὶ ἕτερος· παράδειγμα δὲ οὐδ’ ἐν‐ ταῦθα δίδωσιν, ὥσπερ οὐδὲ ἐν τῇ ἀντιστάσει· κείσθω δὲ παράδειγμα ὁ ἀριστεὺς, ὃς πορνεύοντα τὸν υἱὸν ἀπέ‐ | |
15 | κτεινε καὶ φόνου φεύγει· ἀντεγκαλέσας γὰρ τῷ πεπον‐ θότι ὡς ἀξίῳ παθεῖν, αἰσχροῦ βίου ὄντως ὡς καὶ πα‐ τρικὰ παρακινῆσαι σπλάγχνα δι’ ὑπερβολὴν τῆς αἰσχρό‐ τητος. | |
19t | Cap. XI. | |
20t | Περὶ μεταστάσεως. | |
20 | Ὅταν μήτε εἰς ἑαυτὸν μήτε εἰς τὸν παθόντα μεθι‐ στᾷ ὁ φεύγων τὸ ἔγκλημα, ἀλλ’ εἴς τι ἕτερον τούτου πά‐ λιν ὑποδιαιρούμενον, εἴς τε τὸ ὑπεύθυνον καὶ ἀνεύθυνον, | |
δύο στάσεις ἡμῖν ἀπογεννῶν ἀναφαίνεται, μίαν μὲν ἐκ | 205 | |
7.206 | τοῦ ὑπευθύνου τὴν μετάστασιν, ἑτέραν δὲ ἐκ τοῦ ἀνευ‐ θύνου τὴν λεγομένην συγγνώμην· ὅρους μὲν οὖν τῶν εἰρημένων οὐ δίδωσι στάσεων, διὰ δὲ παραδειγμάτων τρανότερον τοῦ ὁρισμοῦ ταύτας ἡμῖν παραδίδωσι. | |
5 | βʹ. Ζητοῦσι πῶς εἶπεν ὑπεύθυνον πρᾶγμα· πῶς γὰρ δυνατὸν ὑπὸ κρίσιν καὶ εὐθύνας πρᾶγμα γενέσθαι· τοῦ‐ το γὰρ προσώπων ἐστί. ῥητέον δὲ, ὡς ὑπεύθυνα λέγει πράγματα τοὺς νόμους καὶ τὰ ψηφίσματα· ὅσα γὰρ μὴ πρόσωπα, ταῦτα δηλονότι πράγματα. εἴπερ οὖν οὐδα‐ | |
10 | μοῦ κατηρίθμησεν ἐν τοῖς προσώποις τὸν νόμον ἢ τὸ ψήφισμα, λείπεται πράγματα καθεστάναι αὐτά· ὑπεύ‐ θυνα δὲ γίνεται τῷ λυθῆναι ἢ τὸν τεθεικότα κολα‐ σθῆναι. | |
14t | Cap. XII. | |
15t | Περὶ συγγνώμης. | |
15 | αʹ. Πρὸς Μινουκιανὸν καὶ νῦν ἀποτείνεται λέγων, „εἰ δέ τις περὶ τούτων ἀμφισβητεῖ·“ ἐκεῖνος γὰρ ἄλλως διαιρεῖ τὴν συγγνώμην τῆς μεταστάσεως, καὶ οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ, ὥσπερ ὁ Ἑρμογένης, καὶ τοῖς τῆς ψυχῆς πάθεσι καὶ τοῖς περὶ τὰ πάθη τὰ ψυχικά. | |
20 | τὸ μὲν γὰρ εἴς τι τῶν ψυχικῶν καθιστᾷν παθῶν συγ‐ γνώμης εἶναι ὁρίζεται, τὸ δὲ ἄλλο τι μετάστασιν, κἂν ὑπὸ εὐθύνην δύνηται γίνεσθαι κἂν μή· ὡς εἶναι αὐτοῖς τὴν διαφορὰν περὶ τῶν μήτε εἰς πάθη ἀναφερομένων ψυχῆς, μήτε εὐθύνης δεκτικῶν. οἷον φέρε εἰπεῖν, χει‐ | |
25 | μὼν, χάλαζα, ὑετὸς, σκηπτὸς καὶ εἴτι ἕτερον τοιου‐ | 206 |
7.207 | τότροπον. τὸ γὰρ εἰς τοιαῦτα μεθιστᾷν Ἑρμογένης μὲν ὑπὸ τὴν συγγνώμην τάττεσθαι βούλεται, ὥστε καὶ τὸ εἴς τι πάθος ἀναφέρειν ψυχῆς. ὁ δὲ Μινουκιανὸς ὑπὸ τὴν μετά‐ στασιν· ὥσπερ καὶ αἰτιώμεθα τὸν ὑπ’ εὐθύνην γενέσθαι | |
5 | δυνάμενον· ἐν μὲν γὰρ τοῖς ὑπ’ εὐθύνην καὶ τοῖς ψυχικοῖς συμφωνοῦσιν ἑκάτερα. ἐν δὲ τοῖς τούτων μεταξὺ διαφέρον‐ ται· ὁ μὲν τῇ συγγνώμῃ, ὁ Ἑρμογένης, ὁ δὲ τῇ μεταστάσει, ὁ Μινουκιανὸς, ταῦτα συνάπτοντες· ἀλλ’ ἵνα τῷ τεχνι‐ κῷ συνασπίσωμεν, ἄριστα περὶ αὐτῶν διεσκέψατο εἰρη‐ | |
10 | κὼς, ὅτι τὰ τοιαῦτα καὶ μετάστασιν ἄν τις ἐν καιρῷ καὶ συγγνώμην ἀποκαλέσειεν· ὅτε μὲν ἀντιστῆναι τῷ προσισταμένῳ μηχανή τις προσῇ, ὑπὸ συγγνώμην ἄγων αὐτὰ, ὁπηνίκα δὲ τοῦτο ἀδύνατον, ὑπὸ τὴν μετάστασιν τιθεὶς, ὅπερ μεθόδου δεινότητος, οὐ τοῦ διαιρετικοῦ | |
15 | τρόπου ἴδιον, ὡς ἐν τῇ περὶ τῶν ἀντιθετικῶν διαιρέσει ὁ Ἑρμογένης ἡμῖν παραδίδωσιν. ἀλλ’ ἡ μὲν περὶ τῶν ἀντιθετικῶν στάσις διάγνωσις ἐν τοσούτῳ· πλὴν οὐδ’ ἐκεῖνο παραδραμεῖν ἄξιον, τί δήποτε τῶν ἀντιθετικῶν ἁπασῶν ἐν τοῖς αὐτοῖς τεμνομένων κεφαλαίοις οὐ μιᾶς | |
20 | καὶ τῆς αὐτῆς στάσεως, οἷον τῆς ἀντιθέσεως, εἴδη αὐτὰς ὁ τεχνικὸς ἀπεκάλεσεν, ὥσπερ ἐπὶ τοῦ στοχασμοῦ καὶ τοῦ ὅρου, καὶ μέντοι καὶ τῆς ἀντιλήψεως πεποιηκὼς κα‐ ταφαίνεται, ἀλλ’ ἑκάστην αὐτῶν ἰδίαν στάσιν ὠνό‐ μασε, πρὸς ὅπερ ἐπιλύοντες λέγομεν, ὅτι ταυτότητα στά‐ | |
25 | σεως οὐχ ἡ ταυτότης τῶν κεφαλαίων, ἀλλ’ ἡ τοῦ ὁρισμοῦ ταυτότης ἐργάζεται. καὶ οὐ χρὴ τῇ ταυτότητι τῶν κε‐ φαλαίων προσέχοντας μίαν δὲ καὶ τὴν αὐτὴν στάσιν | |
τὰς ὅλας ἀποκαλεῖν, ὁπόσαι τοῖς αὐτοῖς κεφαλαίοις διῄ‐ | 207 | |
7.208 | ρηνται, ἀλλὰ τῷ ὁρισμῷ δεῖ προσέχειν, κἂν τῷ αὐτῷ ταύτας ὑποκειμένας ἐφεύροιμεν, τῆς αὐτῆς εἶναι στάσεως εἴδη ταύτας ἀποκαλέσομεν· εἰ δὲ διάφορον ὁρισμὸν ἑκά‐ στῃ τούτων ἀποδεδομένον εὑρήσομεν, διαφόρους εἶναι | |
5 | καὶ τὰς στάσεις ἐπιγνωσόμεθα. Ἐπεὶ τοίνυν ἐν μὲν τῷ στοχασμῷ καὶ τῷ ὅρῳ καὶ τῇ ἀντιλήψει ἕνα καὶ τὸν αὐτὸν ὁρισμὸν, τὸν ὑπὸ τοῦ τεχνικοῦ καθ’ ἑκάστην τῶν εἰρημένων στάσεων ἀποδεδομένον, ἐφαρμόζοντα καὶ πᾶσι τοῖς λεγομένοις αὐτῶν εἴδεσι καταγνοοῦμεν, εἰκό‐ | |
10 | τως καὶ εἴδη τούτων εἶναι αὐτὰς, ὧν τοῖς ὁρισμοῖς ὑπό‐ κεινται, δεδιδάγμεθα. ἐπὶ δὲ καὶ τῶν ἀντιθετικῶν ἑκά‐ στης αὐτῶν ἴδιον ὅρον ἀφωρισμένον λαχούσης, εὐτέχνως καὶ στάσιν ἑκάστην εἶναι τούτων ὑπὸ τοῦ τεχνικοῦ παρελάβομεν. | |
15 | βʹ. Τὴν περὶ τῶν λογικῶν τελέσας στάσεων μέθο‐ δον καὶ ταῖς νομικαῖς εἰσβαλεῖν ἤδη μέλλων, συμπληρω‐ τικῇ ἐννοίᾳ καὶ καταστατικῇ ἅμα χρῆται, τὰς μὲν διὰ τῆς συμπληρωτικῆς ἀναπαύων ἐννοίας, τῶν δὲ κα‐ ταστατικῶς ἀναρχόμενος· καὶ, φησὶ, τὰς μὲν οὖν λογι‐ | |
20 | κὰς τῶν στάσεων ἐκ τούτων ἐπιγνωσόμεθα· ποίων τού‐ των; ἐκ τῆς διαιρέσεως καὶ τῶν ὁρισμῶν, ἐκ τῶν παρα‐ δειγμάτων αὐτῶν· ἀλλὰ ταῦτα μὲν κοινὰ τῶν στάσεων ἁπασῶν· οἷς δὲ ἀλλήλων διενηνόχασι, ποῖα; ὅτι αἱ μὲν λογικαὶ οὐ περὶ ῥητὰ, περὶ δὲ πράγματα καταγίνονται, | |
25 | καὶ τὴν τούτων ποιότητα, αἱ νομικαὶ δὲ περὶ ῥητὰ τὴν ζήτησιν ἔχουσι. ταύτῃ τοι καὶ μετὰ τὰς λογικὰς εἰκότως ἐτάχθησαν. ὑστερόχρονοι γὰρ οἱ νόμοι τοῦ λόγου· καὶ πᾶς μὲν νόμος καὶ λόγος, οὐ πᾶς δὲ λόγος καὶ νόμος, | |
ἔνθεν καὶ συντελέσας τὰ περὶ τῶν λογικῶν, καὶ τῇ συμ‐ | 208 | |
7.209 | πληρωτικῇ ἐννοίᾳ ἐπισφραγίσας αὐτὰς καὶ περὶ τῶν νο‐ μικῶν ἐπήγαγε λέγων. τὰς δὲ αὖ νομικὰς οὕτως κατα‐ στατικῶς εἰς ἀρχὴν ἀνάγων τὸν λόγον· καὶ ὥσπερ ἐπ’ ἐκείνων ἱστῶν τὸν ἀκροατὴν, οὕτως ἐπὶ ταύτας διανιστῶν. | |
5 | γʹ. Διεῖλε τὴν ποιότητα εἰς λογικὰς καὶ νομικάς· διεξελθὼν οὖν τὰς λογικὰς ἔρχεται ἀκολούθως ἐπὶ τὰς νομικὰς καὶ λέγει πρῶτον, ὅ τί ποτέ ἐστι καθόλου νομι‐ κὴ στάσις, καὶ οὕτως ἐπὶ τὰ κατὰ μέρος ἔρχεται· λέγει δὲ νομικὴν στάσιν τὴν ἀπὸ ῥητοῦ ἀρχομένην, καὶ περὶ | |
10 | αὐτὸ τὴν ζήτησιν ἔχουσαν· ἂν γὰρ μὴ γένηται περὶ αὐτὸ ἡ ζήτησις, οὐκ ἔστι νομική. | |
12t | Cap. XIII. | |
13t | Περὶ τῶν νομικῶν στάσεων. | |
13 | αʹ. Πρὸ τῶν ἄλλων τοῦτό σε χρῆ γινώσκειν, τὴν διαφορὰν τῶν νομικῶν, ἣν ἔχουσι πρὸς τὰς λογικὰς, | |
15 | ἀλλὰ καὶ τὰς ἄλλας στάσεις, ὅτι περὶ ῥητὰ ἀνάγκη καὶ νόμιμα τὴν ζήτησιν ἐνταῦθα γίνεσθαι, ἃ τῶν λόγων ὡς ἔγγραφα ὑστερίζουσι, μήτις ἄρα μάτην οἴηται ἡμᾶς ἐκείνων ταῦτα ἀποδιελόντας καὶ ἀποκρίναντας ὑστε‐ ραίαν τὴν περὶ αὐτῶν ταμιεῦσαι ζήτησιν, ὅτι καὶ νόμοι | |
20 | πρὸς λόγους τὸ μεταχρόνιον ἔχουσι· καὶ οὐκ εἴ τι λόγος, καὶ νόμος, εἴ τι δὲ νόμος, καὶ λόγος, καὶ καλῶς ἄρα ταύταις τὴν ἐσχάτην ἀπενείμαμεν χώραν ὡς εἰδικωτέραις καὶ ὑποβεβηκυίαις τοῦ λόγου προτερεύοντος καὶ γενικω‐ τέραν τὴν φύσιν καὶ καθολικωτέραν λαχόντος, εἰ καὶ | |
25 | τὴν μετάληψιν αὐταῖς ὑπελάβομεν, καὶ εἰκότως ὡς κα‐ | |
τὰ μίαν τῶν νομικῶν καὶ τῶν ἄλλων στάσεων ἐξεταζο‐ | 209 | |
7.210 | μένην, καὶ διὰ τοῦτο μετὰ πάσας ταχθεῖσαν, ἵνα τῶν ἐξ ὧν ἐστιν ἤδη προεγνωσμένων τὸ εὔληπτον αὐτὴ καὶ τὸ εὐδιάγνωστον ἕξει. εἰ γὰρ καὶ τὸ ἔγγραφον αὐτῆς μέ‐ ρος ἰδίοις ἐξετάζεται κεφαλαίοις, ἀλλὰ τῷ μείζονι μέρει | |
5 | καὶ κρείττονι συναπήχθη, καὶ τῆς αὐτῆς αὐτὸ τάξεως εἴληχε· κρείττων γὰρ ἡ ἀπὸ νόμου παραγραφὴ τῆς ἀγράφου· διαπορήσειε δ’ ἄν τις περὶ τῆς πραγματι‐ κῆς, διὰ τί μὴ καὶ αὐτὴ πασῶν τῶν στάσεων μετετάγη, τῶν αὐτῆς κεφαλαίων, τοῦ τε νομίμου καὶ τοῦ δικαίου, | |
10 | κατὰ μίαν τῶν νομικῶν καὶ τῶν δικαιολογικῶν ἐξεταζο‐ μένων· αὐτόθεν ἡ λύσις· ὅτι τῶν δύο μόνων αὐτῆς κε‐ φαλαίων κατ’ ἐκείνας ἐξεταζομένων τὰ λοιπὰ πλείονα ὄντα ἰδίαν ἔχει ἐξέτασιν, καὶ τῷ πλείονι καὶ αὕτη μέρει αὐτῆς συναπήχθη, καὶ ἣν ἐκείνῳ τάξιν ἡ διαίρεσις ἔταξε, | |
15 | ταύτης εἰκότως καὶ ἡ πραγματικὴ πᾶσα τετύχηκεν, ἄλ‐ λως δὲ καὶ ἡ μετάληψις τῆς διαιρετικῆς μεθόδου ἔξω‐ θεν πίπτουσα μετὰ τὴν διαιρετικὴν εἰκότως τέτακται μέθοδον· ἡ πραγματικὴ δὲ τοιαύτης ἔλαχε τάξεως, οἵαν ἡ διαίρεσις παραδέδωκεν· εἰ δὲ ἐν τῇ μεθόδῳ οὕτω τὴν | |
20 | τάξιν αὐτῶν διαθεὶς ἐν τῇ τῶν κεφαλαίων διαιρέσει τὴν αὐτὴν μὴ ἐτήρησε τάξιν, ἑτέρου λόγου, ὃν ἐν τοῖς ἐκεῖσε γενόμενοι λέξομεν. βʹ. Εἴπομεν, ὅτι κατὰ ῥητὸν ζήτησις γίνεται, ὅταν ὁμολογουμένων τῶν πραγμάτων ἐκ τῶν νόμων ἡ ζήτησις | |
25 | ἀνακύπτῃ· κἂν γὰρ ἐν ταῖς λογικαῖς εὑρίσκωνται νόμοι, ἀλλ’ οὖν ἀπὸ ῥητῶν μὲν ἡ ζήτησις· οὐ μὴν δὲ καὶ περὶ ῥητά· σκόπει γὰρ ὅπως ἀκριβῶς ὡρίσατο εἰπὼν περὶ τὸ ῥητόν· οὐ γὰρ ἁπλῶς, ὅπου δ’ ἂν ἐμπίπτῃ ῥητὸν, νομικὴν ποιήσει τὴν στάσιν, ἀλλ’ ὅταν περὶ τὸ | |
30 | ῥητὸν ἡ ζήτησις ᾖ. | 210 |
7.211 | γʹ. Εἴπερ αἱ κατὰ ῥητὸν στάσεις νομικαὶ αἱ μὲν διαθήκας, αἱ δὲ ψηφίσματα ἔχουσιν ὑποκείμενα, πῶς οὐ καὶ διαθετικὰς, εἰ τύχοι, λέγομέν τινας στάσεις καὶ ψηφισματικὰς, ἀλλ’ ἐκ τοῦ ἑνὸς κοινῶς νομικάς; | |
5 | λεκτέον δὲ, ὡς ἐκ τοῦ κυριωτέρου ἡ ἐπὶ πάντα ὀνομασία κεχώρηκεν, τοῦ δὲ κατὰ ῥητὸν ἀνάγκην φησὶν ἢ περὶ ἓν ῥητὸν, ἢ περὶ πλείονα γίνεσθαι· ἐὰν μὲν οὖν, φησὶ, περὶ ἓν ῥητὸν γένοιτο, ἀντιτίθεμεν αὐτῷ ἢ τὴν διά‐ νοιαν ἢ πρᾶγμά τι εἰς ταὐτὸν ἄγον τὸ ἄγραφον τῷ ἐγ‐ | |
10 | γράφῳ. τοῦ μὲν οὖν προτέρου παράδειγμα τὸ τὸν ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα θανάτου ζημιοῦσθαι· ἀνελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ· ἀντιτίθησι γὰρ τὴν διάνοιαν τοῦ νομοθέτου, ὅτι τοὺς ἐπὶ βλάβῃ ἀνιόντας ἐκώλυσε· τοῦ δὲ δευτέρου νόμου, τὸν ἐκ πόρνης μὴ | |
15 | δημηγορεῖν, ἐκ πόρνου τις γενόμενος κωλύεται λέγειν· συνάγει γὰρ τόν τε νόμον καὶ τὸ πρᾶγμα, φάσκων ταὐ‐ τὸν εἶναι, ἄν τε ἐκ πόρνου τις ἄν τε ἐκ πόρνης γεγένη‐ ται· ἀλλὰ κἀνταῦθα φαίη ἄν τις τὴν διάνοιαν ἐξετά‐ ζεσθαι τοῦ ὑποκειμένου ῥητοῦ. Τίς οὖν ἡ διαφορὰ τοῦ | |
20 | συλλογισμοῦ πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν; πρῶτον μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ αἰτίαν ἀποδίδομεν· οἷον διὰ τὸ μὴ βλάβην τινὰ γενέσθαι, ἀνιόντος ἐπὶ τὸ τεῖ‐ χος τοῦ ξένου, ἔθηκε τοῦτον ὁ νομοθέτης τὸν νόμον, ἐγὼ δὲ ὠφέλησα· ἐν δὲ τῷ συλλογισμῷ οὐκ αἰτίαν ἀπο‐ | |
25 | δώσομεν, ἀλλ’ αὐτὸ τοῦτο εἶναι φήσομεν, τὸ ἐκ τοῦ νό‐ μου διηγορευμένον· ἔπειτα μὲν τῷ συλλογισμῷ ὁ διώκων συνάγει τό τε ῥητὸν καὶ τὸ ἔξωθεν φερόμενον. ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ διΐστησι· τὸ γὰρ ῥητὸν μόνον προ‐ βάλλεται, τὴν δὲ τῆς διανοίας ἐξέτασιν οὐ παραδέχεται. | |
30 | τοῦτο γὰρ ὁ φεύγων ποιήσει· τρίτη διαφορὰ, ὅτι ἐν μὲν | |
τῷ ῥητῷ καὶ τῇ διανοίᾳ τὸ ἔξωθεν παραλαμβανόμενον | 211 | |
7.212 | ὁ κατηγορούμενος ἔχει, τουτέστι τὸν τῆς διανοίας ἐξε‐ τασμὸν, τὸ δὲ ῥητὸν ἀεὶ ὁ κατηγορῶν. ἐν δὲ τῷ συλ‐ λογισμῷ ὡς ἐπὶ πᾶν ὁ φεύγων τὸ ῥητόν· προσέθηκε δὲ τὸ ὡς ἐπὶ τὸ πλεῖστον. τινές φασιν, ὧν ἐστι καὶ | |
5 | Μινουκιανὸς, ὅτι γε οὐκ ἐν παντὶ ῥητῷ καὶ διανοίᾳ τὸ ῥητὸν ὁ κατήγορος ἔχει· ἐν γὰρ τοῖς κατὰ αἴτησιν ὁ φεύγων αὐτῷ χρήσεται, οἷον νόμος τὸν πηρὸν ἐκ τοῦ δημοσίου τρέφεσθαι, πηρώσας τις ἑαυτὸν ἀξιοῖ ἐκ τοῦ δημοσίου κομίζεσθαι τὰς τροφάς. ἐνταῦθα γὰρ, φησὶν, | |
10 | ὁ μὲν κατηγορῶν χρήσεται τῇ διανοίᾳ, ὅτιπερ ὁ νόμος κελεύει τοὺς κατὰ περίστασιν πηρωθέντας ἐκ τοῦ δημο‐ σίου τρέφεσθαι, οὐ τοὺς ἐξεπίτηδες τοῦτο ἑαυτοὺς δε‐ δρακότας· ὁ δὲ ἀπολογούμενος χρήσεται τῷ ῥητῷ. τοῦ‐ το δὲ οὐκ ἀληθὲς, ἀεὶ γὰρ τὸ ῥητὸν ἔσται τοῦ κατηγόρου, | |
15 | ἀλλ’ ἵνα μὴ δόξῃ πάντα ἐναντιοῦσθαι Μινουκιανῷ, διὰ τοῦτο προσέθηκε τὸ ὡς ἐπὶ τὸ πλεῖστον ὁ τεχνικός. δʹ. Ῥητὰ, φησὶν, ἀκούσας μὴ μόνον νόμους νοήσῃς ἀλλὰ καὶ διαθήκας, ἐπεὶ καὶ αὗται ὡς νόμος παρὰ τοῖς κληρονόμοις κρατοῦσι καὶ ψηφίσματα· ἀπὸ γὰρ νόμων | |
20 | καὶ ταῦτα ὥρμηνται· καὶ ἐπιστολὰς οὐ τὰς ἐν τύπῳ φιλίας, ἀλλὰ διαταγῆς δυνάμει ἐκ βασιλέων τοῖς ἄρ‐ χουσι τῶν ἐπαρχιῶν στελλομένας, αἳ ὅρος αὐτοῖς καὶ νόμος ἐστὶν ἀπαράγραπτος. Κηρύγματα ὡρισμένα, οὐχ ἁπλῶς κηρύγματα, ἀλλ’ ὡρισμένας διατάξεις ἐπι‐ | |
25 | τελεστικάς τινας ἔχοντα. πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς· τί φησι λέγειν διαθήκας, ψηφίσματα, ἐπιστολὰς, κη‐ | |
ρύγματα καὶ ταῦτα δὴ τὰ κατὰ μέρος νοούμενα, συνε‐ | 212 | |
7.213 | λόντα εἰπεῖν ἅπαν ῥητὸν ἢ πρὸς τὸ ὑπήκοον ἐν δια‐ τάγματος ἐκφωνούμενον τρόπῳ ἢ ἐν συμφώνοις τισὶν ἢ συναλλάγμασιν οἱοισδήποτε κείμενα, εἰ μὴ ἐναντιοῦται νόμῳ, ἰσχὺν ἔχει νόμου· καὶ ὡς νόμος καὶ πράττεται καὶ | |
5 | συνδεῖ καὶ συνέχει τοὺς συναλλάξαντας. ἢ τοίνυν οὕτως ἑρμηνευτέον· ἢ τὸ μὲν κηρύγματα στικτέον, τὸ δὲ ὡρισμένα τῷ πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς προσ‐ θετέον, ἵν’ ᾖ πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς ὡρισμένα, τουτέστι προστεταγμένα, εἴτε νόμος εἶεν εἴτε διαθῆκαι | |
10 | εἴτε ψηφίσματα εἴτε ἐπιστολαὶ εἴτε κηρύγματα εἴτε τινὰ ἕτερα ἐν ῥητοῖς θεωρούμενα, ὡς εἶναι τὰ ὡρισμένα οἷον κλεῖδά τινα καὶ σύνδεσμον, συνδέοντα πάντα τὰ προῤ‐ ῥηθέντα. εʹ. Τὴν περὶ τὰ ῥητὰ συμβαίνουσαν ζήτησιν ἤτοι | |
15 | περὶ ἓν ῥητὸν ἢ καὶ περὶ πλείονα συμβαίνειν γίνεσθαί φησι, πλείονα λέγων, κἂν ἓν εἰς δύο σχίζηται καὶ τὸ μὲν τοῦ ῥητοῦ ὁ ἕτερος· τὸ δ’ ὁ ἕτερος πρὸς ἑαυτὸν ἐπι‐ σπᾶται· λέγει δὲ τοῦτο τὴν διαφορὰν τῶν δύο στάσεων | |
ῥητοῦ καὶ τῆς ἀντινομίας ἐντεῦθεν ἡμῖν ὑπανοίγων· καὶ | 213 | |
7.214 | δεικνὺς, ὅτι κἂν ἓν ᾖ ῥητὸν τοῖς δυσὶ, τῷ τε διώκοντι καὶ τῷ φεύγοντι, κατ’ αὐτὰ τὰ ῥητὰ μεριζόμενα ἀντι‐ νομία γίνεται· κατ’ αὐτὰ δὲ εἶπεν, ὅτι τοὐναντίον πά‐ λιν, κἂν πολλὰ ᾖ ῥητὰ, πάντα δὲ αὐτὰ τὰ ῥητὰ τὸ ἓν | |
5 | ἀπολαβὸν μέρος ἔχῃ, εἰ καὶ ταῖς διανοίαις τὸ ἕτερον κέχρηται, ῥητόν ἐστι καὶ διάνοια· σκόπει δὲ τὸν τεχνι‐ κὸν, πῶς τῆς μεθόδου τῆς διαιρετικῆς οὐκ ἀφίσταται· ἀλλ’ ἄνωθεν τὸ περὶ τῶν νομικῶν σκέλος ἀπολαβὼν πά‐ λιν διαιρεῖ λέγων, ἤτοι περὶ ἓν ἔσεσθαι ῥητὸν ἢ περὶ | |
10 | πλείονα τὴν ζήτησιν· εἶθ’ οὕτως περὶ τὸ ἓν στὰς ῥητὸν τὴν περὶ τούτου ἐξήγησιν ποιεῖται καὶ τὸ ῥητὸν ἀνευ‐ ρίσκει καὶ τὴν διάνοιαν· παραθεὶς δέ τις ἔξωθεν τῷ ῥη‐ τῷ ἀγράφῳ καὶ ἑτέραν στάσιν ἐφώρασε τὸν συλλογισμὸν, πρὶν ἢ ἐπὶ τὰ πλείονα μετασταίη ῥητά· ἐπειδὴ καὶ μετὰ | |
15 | τὴν πρόσθεσιν ἓν ἔτι φαίνεται τὸ ῥητόν· καὶ οὕτω με‐ τὰ τὸν συλλογισμὸν ἐπὶ τὰ πλείονα μέτεισιν· ἀεὶ γὰρ φίλον αὐτῷ· ἀλλὰ καὶ τῇ διαιρετικῇ μεθόδῳ ἀπὸ τῶν ἁπλουστέρων χωρεῖν ἐπὶ τὰ συνθετώτερα· καὶ τὴν ἀντινομίαν ἐντεῦθεν πάλιν ἐθήρευσεν, οὐδὲν ἄλλο οὖ‐ | |
20 | σαν, ἀλλ’ ἢ διπλῆν τινα ζήτησιν ῥητοῦ καὶ διανοίας· μεριζομένων τῶν ῥητῶν ἑκατέροις τοῖς μέρεσι· καὶ τοῦ‐ το ἡ διαφορὰ ἑκατέρων τῶν στάσεων, τὸ τὰ ῥητὰ ἐπὶ τῆς ἀντινομίας τοῖς δυσὶν ἐπιδιασχίζεσθαι μέρεσιν, παρ’ ἑνὶ μέρει ἐπὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας εὑρισκομένων· | |
25 | τἄλλα δ’ ἂν ἐπικοινωνοῦσιν ἐν ἅπασι· διὰ γὰρ τοῦτο καὶ περὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ὁ τεχνικὸς προδιέ‐ λαβεν ὡς ἐκεῖθεν τῇ ἀντινομίᾳ μετοχετευομένων τῶν ἀ‐ φορμῶν. ϛʹ. Σαφῶς ὁμοῦ καὶ ἀσφαλῶς, ἀλλὰ μὴν καὶ συν‐ | |
30 | τόμως τῷ τεχνικῷ ταῦτα ἐκπέφρασται· ἂν μὲν γὰρ ᾖ, | 214 |
7.215 | φησὶ, περὶ ἓν ῥητὸν ἡ ζήτησις, καὶ θάτερον τῶν μερῶν ὁ διώκων ἢ ὁ φεύγων, ἀορίστως γὰρ εἴρηκεν, ἢ περὶ τὰς τούτου διανοίας μόνας, ἢ κατ’ αὐτό γε πάντως ἱστάμενον τὸ ῥητὸν, εἶδος δὲ ἡ διάνοια, τηνικαῦτα ἡ στάσις ῥη‐ | |
5 | τόν ἐστι καὶ διάνοια, καὶ τὸν ὁρισμὸν εὐθὺς ἀποδέ‐ δωκεν εἰπών. ζʹ. Ἀκόλουθος τῇ διδασκαλίᾳ ὁ ὁρισμὸς ἀποδέδοται, γίνεσθαι γάρ φησι ῥητὸν καὶ διάνοιαν, ὅταν τοῦ ἑτέρου οἷον ἑνὸς τῶν μερῶν, εἴτε τοῦ διώκοντος εἴτε τοῦ φεύ‐ | |
10 | γοντος τῷ ῥητῷ χρωμένου, καὶ ὡς ἐπὶ τὸ πλεῖστόν γε τοῦ διώκοντος, σπανίως γὰρ τῷ φεύγοντι τὸ ῥητὸν ἐφαρ‐ μόζεται, θάτερον μέρος, ὁποῖον ὂν ἂν καὶ τύχοι, τὰς διανοίας μεταχειρίζεται καὶ τὸ παράδειγμα ἐγγύθεν· ξένος ἐπὶ τὸ τεῖχος ἀνιὼν νόμου κωλύοντος καὶ διὰ τοῦ‐ | |
15 | το κρινόμενος· κἀνταῦθα μὲν ὁ διώκων τῷ ῥητῷ χρή‐ σεται· ἐπ’ ἐκείνου δὲ τοῦ προβλήματος ὁ φεύγων, οἷον πατὴρ τῷ διδασκάλῳ ἐπέταττε φονεῦσαι τὸν υἱὸν, εἰ μὴ ἐκμανθάνοι καλῶς, μὴ μανθάνοντα τοῦτον ἀπέκτεινε καὶ φόνου φεύγει· τῷ γὰρ ῥητῷ ἐνταῦθα φεύγων ὢν ὁ | |
20 | διδάσκαλος χρήσεται. ηʹ. Προτέτακται τὸ ῥητὸν καὶ ἡ διάνοια εἰκότως· ἐν μὲν γὰρ τῷ συλλογισμῷ ἔξωθέν τι παραλαμβάνει καὶ συνάγει εἰς ταὐτὸν τῷ ῥητῷ. ἐνταῦθα δὲ τὴν διάνοιαν αὐτοῦ τοῦ ῥητοῦ ἀντεισάγει· ὅσῳ δὴ μεῖζον τὸ ἐξ αὐτοῦ | |
25 | τι παρεισφέρειν τοῦ ἔξωθεν παραλαμβάνειν, εἶτα συνά‐ γειν, τοσούτῳ μᾶλλον ἔδει πρὸ τοῦ συλλογισμοῦ τὸ ῥητὸν τετάχθαι καὶ τὴν διάνοιαν. θʹ. Περὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἀπαρτίσας δι‐ δασκαλίαν, ἐπείπερ εὕρισκεν τῷ ῥητῷ καὶ ἔξωθέν τι ἀ‐ | |
30 | γράφως παραφυόμενον, ἵνα μὴ τὴν περὶ ἑνὸς ῥητοῦ δια‐ | 215 |
7.216 | κόψῃ διδασκαλίαν, παρενείρει καὶ αὐτὸ κατὰ καιρὸν τὸν ἁρμόζοντα καί φησιν· ἢ τοῦτο μὲν οὐχὶ· τὸ τὸ μὲν τοῖν μεροῖν περὶ τὸ ῥητὸν, τὸ δὲ περὶ τὴν διάνοιαν ἵστασθαι, ἀλλὰ τοῦ ἑνὸς τῷ ῥητῷ μετὰ τῆς διανοίας χρωμένου, θά‐ | |
5 | τερον μέρος πρᾶγμά τι τῷ ῥητῷ παρατίθησιν, εἰς ταὐ‐ τὸν ἄγον τὸ ἄγραφον τῷ ἐγγράφῳ καὶ συλλογισμὸν ἀπ‐ εργάζεται οὕτως εἰπών· καὶ τὸν ὁρισμὸν συνήθως ἐπή‐ νεγκεν ἐπειπών. ιʹ. Ἡ τοῦ συλλογισμοῦ φύσις παράθεσίς ἐστι καὶ σύγ‐ | |
10 | κρισις καὶ συνεξέτασις ἀγράφου πρὸς ἔγγραφον, τοῦ μὲν λέγοντος ταὐτὸν εἶναι ἄγραφον τῷ ἐγγράφῳ, καὶ μηδὲν διαφέρειν μηδὲ διαλλάττειν αὐτοῦ, ἀλλ’ ἢ τῷ ἀγράφῳ μόνον καὶ τῷ ἐγγράφῳ, τοῦ δὲ πάμπολυ διαφέρειν καὶ διαλλάττειν· καὶ κατὰ μηδὲν κοινωνεῖν, καὶ τοῦτό ἐστιν | |
15 | ἑκατέρῳ τῷ τε διώκοντι καὶ τῷ φεύγοντι ἅμιλλα· τὸ τὸν μὲν συνάγειν καὶ συνάπτειν ἀμφότερα, τὸν δὲ ἀπ‐ άγειν ἀλλήλων καὶ ἀποκρίνειν καὶ διϊστᾷν· οἷον ὅτι οὐ‐ δὲν τὸ διάφορον, εἴτε ἐκ πόρνης εἴτε ἐκ πόρνου τις γεν‐ νηθείη· τὸ γὰρ ἁμάρτημα τῶν γεννητόρων ταὐτόν· καὶ | |
20 | αἰσχρότης ἡ αὐτή· ἢ ὅτι πάνυ διαφέρει· ὁ μὲν γὰρ ἐκ πόρνης ἀμφίβολον, τίνος ἂν καὶ εἴη παῖς, ὁ δὲ ἐκ πόρ‐ νου δῆλος, σώφρονος οὔσης τῆς τετοκυίας, καὶ ἁπλῶς τοιαῦτα ἑκάτεροι κοινωνεῖν δὲ τῷ ὅρῳ ἡ στάσις αὕτη καὶ ἐμφερὴς εἶναι πάνυ δοκεῖ, ἐπεὶ καὶ ὁ τεχνικός φησιν, | |
25 | ἐν τῇ τῶν κεφαλαίων τοῦ συλλογισμοῦ διαιρέσει, ὅτι ὅλος ὁ συλλογισμὸς πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφα‐ λαίων καὶ τὸν ὅρον διαιρεῖται· καὶ γάρ εἰσιν, ὡς εἴρη‐ ται, πάνυ ἀλλήλαις προσεοικυῖαι αἱ στάσεις, οἷον ὅτι ταὐτόν ἐστι, κἂν ἱερὰ, κἂν ἰδιωτικὰ εἴη τὰ ἐξ ἱεροῦ | |
30 | ἀποσυλούμενα χρήματα· καὶ πάλιν ταὐτόν ἐστιν κἂν ἐκ | |
πόρνης κἂν ἐκ πόρνου τις εἴη γεγεννημένος· κἀκεῖ νό‐ | 216 | |
7.217 | μος τὸν ἱερόσυλον τεθνάναι, κἀνταῦθα νόμος τὸν ἐκ πόρνης μὴ λέγειν· τίς οὖν ἡ διαφορά; καί φαμεν, ὅτι ἐπὶ μὲν τοῦ ὅρου οὐκ αὐτὸ ἐκεῖνο τὸ πεπραγμένον ὁ κατήγορος ἐγκαλεῖ, οἷον ὅτι ἰδιωτικὰ ἀφείλου χρήματα | |
5 | ἐκ τοῦ ἱεροῦ, καὶ ἐπὶ τούτῳ ἱερόσυλος εἶ· ἀλλὰ τὸ ἰδιω‐ τικὰ εἶναι τὰ χρήματα ὑπεκκλίνων, ὡς καθαιροῦν καὶ ὑποβιβάζον τὸ ἔγκλημα, τοῦτο μόνον φησὶν, ὅτι ἱερόσυ‐ λος εἶ, ὡς συλήσας ἐξ ἱεροῦ, καὶ τὴν ἐξ ἱεροῦ ἀφαίρεσιν μόνον προβάλλεται τὸ ἰδιωτικὰ εἶναι τὰ χρήματα ὑπ‐ | |
10 | εκφεύγων· ἐπὶ δὲ τοῦ συλλογισμοῦ αὐτὸ τὸ πρᾶγμα, αὐ‐ τὸ τὸ ὂν ὁ κατήγορος λέγει· οὐ γὰρ δύναται ἄλλως ἐρεῖν, ἀλλ’ ὅτι ἐκ πόρνης εἶ καὶ οὐ δεῖ σε λέγειν· τὸ δ’ αὐτὸ εὑρήσεις καὶ ἐπὶ τοῦ εὐνούχου ἁλόντος ἐπὶ μοι‐ χείᾳ ἀναιρεθέντος· εἰ γὰρ καὶ τὸν γεγονότα φόνον προ‐ | |
15 | βάλλεται ὁ κατήγορος, ἀλλ’ οὐκ αὐτό ἐστι τὸ ζη‐ τούμενον, εἰ φόνος ἢ μὴ, ἀλλ’ εἰ μοιχὸς ὁ εὐνοῦχος ἢ μή· καὶ ὁ φεύγων κατηγορῶν τοῦ εὐνούχου διὰ τὸ ἀντ‐ εστράφθαι τὴν τάξιν, οὐ λέγει, ὅτι εὐνοῦχον ἀπέκτεινα ὡς μοιχὸν, ἀλλ’ ὡς καθαιρετικὸν τοῦτο τοῦ ἐγκλήμα‐ | |
20 | τος φεύγων· ἐκεῖνο μόνον φησὶν, ὅτι μοιχὸν ἀπέκτεινα· ἦν δ’ ἂν ἐξ εὐθείας τὸ ἔγκλημα, εἰ μήπω ὁ εὐνοῦχος ἀνῄ‐ ρητο, ἀλλὰ περιὼν ἔτι κατηγορεῖται μοιχείας· καὶ γὰρ ἂν ἦν ὁ φεύγων τηνικαῦτα διώκων, καὶ ἐξ εὐθείας ἐκι‐ νεῖτο τὸ ἔγκλημα· ἀλλ’ ἡ μὲν διαφορὰ αὕτη τοῦ συλ‐ | |
25 | λογισμοῦ πρὸς τὸν ὅρον, τὸ ἐκεῖσε μὲν μὴ τὸ πεπρα‐ γμένον προβάλλεσθαι, ἀλλ’ οἷον σπεύδειν συγκαλύπτειν αὐτὸ, καὶ πρὸς τὸ μεῖζον ἀεὶ φέρεσθαι τὸν κατήγορον, εἴτε καὶ τὸν φεύγοντα, ὅταν ἡ τάξις ἐναμειφθῇ· ἐν‐ ταῦθα δὲ αὐτὸ τὸ γενόμενον λέγειν καὶ ἐξ αὐτοῦ τὴν | |
30 | ἰσχὺν λαμβάνειν καὶ μὴ ἑτέρωθεν· περὶ δὲ τῆς πόρνης | |
τὰς ἄλλας στάσεις διαφορᾶς, εἴτε τοῦ συλλογισμοῦ, εἴτε | 217 | |
7.218 | καὶ τῶν ἄλλων πρὸς ἄλληλα, περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι· ἄλλως τε καὶ οὐδ’ οὕτως ἐκείνων ἰσχνὴ ἡ διαφορὰ, τοῦ δὲ συλλογισμοῦ πρὸς τὸν ὅρον, ἄξιον ἦν ἐξετάσεως· τῷ καὶ τὸν τεχνικὸν παρεικάσαι ἀμφοτέρας | |
5 | τὰς στάσεις καὶ τὴν αὐτὴν τομὴν καὶ διαίρεσιν, πλὴν ὀλίγων τινῶν κεφαλαίων αὐτὰς ἐπιδέχεσθαι, ἐκεῖνο δὲ μᾶλλον οἷον ἥδυσμά τι τῷ ῥητορικῷ συλλογισμῷ ἀπὸ τοῦ τῆς φιλοσοφίας ἀπολαβὼν συλλογισμοῦ παραμί‐ ξαιμι, καὶ τιμήσω τοῦτον ἀπὸ τοῦ φύσαντος· ἐκεῖ‐ | |
10 | θεν γὰρ αὐτῷ τὸ οὕτως ὀνομασθῆναι προσγέγονεν· ὡς γὰρ ἐκεῖνος συλλέγει τὸ ἀληθὲς καὶ τὸ κυρίως καλὸν ἢ φαῦλον καὶ δηλοποιὸς τῶν ἀδήλων ποιῶν συμπερα‐ σμάτων καθίσταται, οὕτως καὶ οὗτος· συλλέγει τὸ δο‐ κοῦν ἀληθὲς καὶ τὸ ἐν ὑπολήψει καλὸν ἢ κακὸν, καὶ | |
15 | πιθανουργὸς τῶν ἀπιθάνων προβλημάτων καθίσταται, οἷον ὅτι ἐκεῖνος συνάγει, ὅτι ἀθάνατος ἡ ψυχή· συν‐ άγει δὲ οὕτως· ἡ ψυχὴ αὐτοκίνητος πρὸς τὴν ἐπ’ ἄμφω τοῦ καλοῦ τε καὶ τοῦ ἐναντίου ῥοπήν· τὸ αὐτοκίνητον πρὸς τὴν ἐπ’ ἄμφω τοῦ καλοῦ τε καὶ τοῦ ἐναντίου ῥο‐ | |
20 | πὴν ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· οὗτος συμπε‐ ραίνει, ὅτι τὸν ἐκ πόρνου λέγειν οὐ χρὴ, συμπεραίνει δὲ οὕτως· ὁ πόρνος τὸν αὐτὸν τῇ πόρνῃ βίον ἐπιδεικνύμε‐ νος φαίνεται· τὸν ἐκ πόρνης λέγειν ὁ νόμος οὐ συγχω‐ ρεῖ, τὸν ἐκ πόρνου ἄρα λέγειν ὁ νόμος οὐ συγχωρεῖ· καὶ | |
25 | τοῦτο τὸ δι’ ὅλης κατασκευαζόμενον τῆς στάσεως· καὶ ἔστι τὸ μὲν τοῦ κυρίως καὶ ἀψευδῶς ἀληθοῦς· τὸ δὲ τοῦ δοκοῦντος εἶναι δικαίου τε καὶ καλοῦ· ὡς οὖν τὸν κυ‐ | |
ρίως συλλογισμὸν τῆς φιλοσοφίας ὑποδυόμενος συλλογι‐ | 218 | |
7.219 | σμὸς καὶ οὗτος κατ’ ἐκεῖνον ἐπωνομάσθη· ἀλλ’ ἐπα‐ νίτω ὁ λόγος πρὸς τὸ ἀκόλουθον, καὶ τῶν τοῦ τεχνικοῦ ῥημάτων πάλιν ἁπτέσθω. | |
4t | Cap. XIV. | |
5t | Περὶ ἀντινομίας. | |
5 | αʹ. Μετὰ τὴν τοῦ ῥητοῦ καὶ τῆς διανοίας καὶ τοῦ παρεζευγμένου ταύτῃ συλλογισμοῦ παράδοσιν ἐπὶ τὴν ἀν‐ τινομίαν χωρεῖ, οὐκ εἰδὼς διάφορον, εἰ δύο ἢ καὶ πλεί‐ ονα ῥητὰ εἴη, ἢ καὶ ἓν εἰς δύο διαιρούμενον, ἀλλ’ ἓν τοῦτο ἀντινομίαν τὴν ἐξ οὑτινοσοῦν τούτων διαμάχην | |
10 | ἀποκαλεῖ· μόνον εἰ τοῖς δυσὶ μέρεσιν τὸ ῥητὸν ἢ τὰ ῥητὰ τῷ τε διώκοντι ἐπιμερίζοιτο καὶ τῷ φεύγοντι. βʹ. Ἡ ἀντινομία, φησὶν, δύο βούλεται ἔχειν ἢ καὶ | |
πλείονα ῥητὰ, ἢ καὶ ἓν διαιρούμενον, τουτέστι διπλοῦν, | 219 | |
7.220 | οἷον εἰ λέγοι τις· νόμος τὸν ξένον μὴ ἀνιέναι εἰς τὸ τεῖ‐ χος· ἁπλοῦν ἐστι τὸ ῥητόν· καὶ οὐκ ἂν εἴς τινα διαι‐ ροῖτο, ἁπλοῦν γε ὄν· οὐδὲ ποιήσαι ἀντινομίαν· εἰ δὲ λέ‐ γομεν, νόμος τοῖς πατράσι βοηθεῖν, μαχομένου πρὸς | |
5 | τὴν μητέρα τοῦ πατρὸς ἐπήμυνέ τε τῇ μητρὶ καὶ ὑπά‐ γεται τῷ νόμῳ· τί δέ ἐστι μὴ φύσει ἐναντίων κατὰ πε‐ ρίστασιν μάχη; οὐ γὰρ δεῖ τὰ ῥητὰ ἐκ τῆς ἑαυτῶν φύ‐ σεως ἐναντία καθεστάναι πρὸς ἄλληλα, τοῦτο γὰρ ἀμα‐ θὲς, ἀλλ’ ἐκ τῆς περιστάσεως γίνεσθαι· οἷον οὐκ ἄν τις | |
10 | λέγοι, ὅτι νόμος τὸν κλέπτην κολάζεσθαι καὶ νόμος ἕτερος τὸν κλέπτην στεφανοῦσθαι· καὶ οὕτω πλέκοι ἀν‐ τινομίαν· ταῦτα γὰρ φύσει ἐναντία ἀλλήλοις ὄντα οὐχ ὑγιαινούσης ἐστὶ πολιτείας, ἀλλὰ δεῖ αὐτοῖς μὴ εἶναι ἐναντία, γενέσθαι δὲ ἔκ τινος περιστάσεως· οἷον νόμος | |
15 | τὸν ἀποκήρυκτον τῶν πατρῴων ἀποστερεῖσθαι, καὶ νό‐ μος τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ λαμβάνειν αὐτήν· ἀποκήρυκτος ἐπὶ πατρῴας διαπλέων νηὸς ἐπέμεινε χει‐ μαζομένῃ καὶ ἀντιποιεῖται αὐτῆς· οὐ γὰρ ἐναντία φύσει τὸ τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ λαμβάνειν αὐτὴν, | |
20 | τῷ τὸν ἀποκήρυκτον ἀποστερεῖσθαι τῶν πατρῴων· γί‐ νεται δὲ διὰ τὸ συμβὰν καὶ τὴν περίστασιν· ἐζητήκασι δὲ περὶ τῆς τάξεως αὐτῆς καί φασι χρῆναι αὐτὴν τετά‐ χθαι δευτέραν μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν· εἴτε, καθάπερ αὐτὸς ἔφη, διπλῆ τις οὕτως ἐστὶ ζήτησις ῥη‐ | |
25 | τοῦ καὶ διανοίας· καὶ πρῶτον μὲν οἱ τοῦτο λέγοντες οὐ νενοήκασι τὸ εἰρημένον τῷ Ἑρμογένει, ὡς δειχθήσεται μικρὸν ὕστερον· ἔπειτα ἐκεῖνό φαμεν, ὅτι τὸ ῥητὸν καὶ ἡ διάνοια ἐξ ἐνός ἐστιν ἁπλοῦ ῥητοῦ, καὶ ὁ συλλογισμὸς ὅμοιος, ἡ δὲ ἀντινομία ἐκ πλειόνων· ἐπεὶ οὖν κεκοινω‐ | |
30 | νήκασι κατὰ τὸ ποσὸν τοῦ ῥητοῦ ὅ τε συλλογισμὸς καὶ τὸ ῥητὸν, καὶ ἡ διάνοια εἰκότως μετὰ ἀλλήλων | |
ἐτάγησαν. | 220 | |
7.221 | γʹ. Τρίτην ἔταξε τὴν ἀντινομίαν τῆς προσηκούσης εὐταξίας γενόμενος· ἠβουλήθη γὰρ τὰς μὲν περὶ ῥη‐ τὸν ἓν καταγινομένας πρῶτον εἰπεῖν, εἶτα ἀκολούθως τὰς περὶ δύο ῥητά· μετὰ τὸ ῥητὸν οὖν καὶ τὴν διάνοιαν | |
5 | ἔταξε καὶ τὸν συλλογισμόν· ἑκάτερα γὰρ περὶ τὸ ἓν ῥη‐ τὸν καταγίνεται· εἶτα εἶπε τὴν ἀντινομίαν, ἥτις περὶ δύο ῥητὰ ἔχει τὴν ζήτησιν· εἰ γὰρ πάλιν ἀνέδραμεν εἰς τὸν συλλογισμὸν τὸν περὶ ῥητὸν ἐνιστάμενον, πολλὴν ἐποί‐ ει τῷ λόγῳ σύγχυσιν, καὶ τάξιν οὐκ εἶχε τὰ τῆς τεχνο‐ | |
10 | λογίας· οἱ δὲ λέγοντες εἶδος εἶναι ῥητοῦ καὶ διανοίας τὴν ἀντινομίαν, ὡς ἐν στοχασμῷ εὑρίσκεται ἁπλοῦν τε καὶ διπλοῦν εἶδος καὶ ἐν ὅρῳ, οὐκ ἴσασιν, ὅτι τὰ εἴδη τῶν στάσεων οὐ ποιεῖ τῶν κεφαλαίων ἐναλλαγὴν, προσθήκην μέντοι, διττῶς τῶν κεφαλαίων προερχομένων· τὸ γὰρ | |
15 | ἓν διαιρούμενον ἀναπληροῖ δύο νόμων τάξιν· τέλειον γάρ ἐστιν ἕκαστον τῶν μερῶν, καὶ οὐδὲ ἐναντίον ἕκαστον αὐτῶν τῷ ἄλλῳ κατὰ φύσιν, ἀλλ’ ἡ περίστασις καὶ ἡ πλοκὴ τὴν μάχην ἐποίησεν· ἐμέμψαντό τέ τινες, ἀφ’ ὧν εἶπεν, „ἢ καὶ ἑνὸς διαιρουμένου·“ οὐ γὰρ δύναται ὁ εἷς | |
20 | διαιρεῖσθαι εἰς δύο νόμους, οὐδὲ αὐτὸς ἑαυτῷ ἐναντίος εἶναι· ἀλλ’ ὥσπερ τοὺς μὴ φύσει ἐναντίους νόμους ἡ περίστασις ποιεῖ ἐναντίους, οὕτω καὶ τὸν ἕνα νόμον ἡ περίστασις ἀντιφάσκειν ἑαυτῷ ποιεῖ. εʹ. Μάχην μὲν εἶναί τινα ἐκ διαφόρων ἢ καὶ ἑνὸς | |
25 | διαιρουμένου ῥητοῦ τὴν φύσιν τῆς ἀντινομίας ὁρίζεται, οὐκ ἐκ φύσεως δὲ τὴν ἐναντιότητα, οὐδ’ ἀπ’ αὐτῶν εἶ‐ ναι τῶν τοῦ νόμου ῥητῶν· ἀλλ’ αὐτὰ μὲν πρὸς ἄλληλα τὸ ἀστασίαστον ἔχειν παραβαλλόμενα καὶ τὸ ἄμαχον, ἐκ περιστάσεως δὲ καὶ συμβολῆς πραγμάτων τὴν στάσιν | |
30 | αὐτοῖς ἀναφύεσθαι. | |
ϛʹ. Εἰ γὰρ περὶ ῥητὸν ἢ ἑτέρῳ ῥητῷ ἢ διανοίᾳ λύ‐ | 221 | |
7.222 | εται, ἕκαστον δὲ τῶν ῥητῶν παρὰ τοῦ ἐναντίου τῇ δια‐ νοίᾳ λύεται, διπλοῦν ἂν εἴη ῥητὸν καὶ διάνοια, καὶ εἰ διπλῆ ἐστιν ἐξέτασις ῥητοῦ καὶ διανοίας, διὰ τί μὴ διπλοῦν ῥητὸν καὶ διάνοια καλεῖται, ὥσπερ διπλοῖ εἰσι | |
5 | στοχασμοὶ καὶ ὅροι; ὅτι ἐν ῥητῷ καὶ διανοίᾳ παράβα‐ σις εὑρίσκεται νόμου, ἐνταῦθα δὲ τῶν νόμων ὁ ἕτερος εὑρίσκεται φυλαττόμενος· τὸ οὖν διάφορον ἐποίησε στά‐ σιν ἑτέραν· ὀλίγη γὰρ ἐναλλαγὴ στάσιν ἑτέραν ἐργάζεται· ἐν δὲ τῷ στοχασμῷ καὶ ὅρῳ ἐπὶ πάντων τῶν εἰδῶν τὸ | |
10 | ὅμοιον σώζεται· διπλῆ δὲ, ἐπεὶ ἀμφότερα διπλᾶ δείκνυν‐ ται, οὐχ ὡς ἐν ῥητῷ καὶ διανοίᾳ ὁ μὲν τὸ ῥητὸν ἀπε‐ νείμαντο, ὁ δὲ τὴν διάνοιαν, ἀλλ’ ἀμφότεροι ἀμφοτέ‐ ροις κέχρηνται. ἑκάτερος γὰρ λύσας τῇ διανοίᾳ τὸ τοῦ ἐναντίου ῥητὸν, οὕτως ἐπεισάγει τὸ ἴδιον, καθολικὸν γὰρ | |
15 | τοῦτο τοῖς βλάπτουσι ῥητοῖς ἀντιτάττειν τὰς διανοίας. ζʹ. Τὸ ὅλον τοῦτό ἐστιν· ἡ ἀντινομία, φησὶ, διπλῆ ῥητοῦ καὶ διανοίας ἐξέτασις, τοῦ μὲν παρὰ τῷ διώκον‐ τι ῥητοῦ τὴν διάνοιαν τοῦ φεύγοντος ἔχοντος, τοῦ δὲ παρὰ τῷ φεύγοντι τοῦ διώκοντος, καὶ οὕτως ἀλλήλοις | |
20 | ἀντιδιατιθεμένων τοῖς τε ῥήμασιν αὐτοῖς καὶ ἀμοιβαδὸν τοῖς νοήμασιν ἡ ἀντινομία συνίσταται· τὸ δὲ παράδει‐ γμα σαφέστερον παριστᾷ τὰ λεγόμενα. ηʹ. Ἴδε πῶς οἱ νόμοι οὐ μάχονται ἀλλήλοις, οὐδὲ ἐναντίωσιν ἔχουσιν, καὶ σκόπει πῶς ἐκ περιστάσεως δια‐ | |
25 | μάχη τις αὐτοῖς καὶ ἐναντίωσις συμπέπτωκε· λεγέσθω γὰρ καὶ τὸ ἑξῆς τοῦ παραδείγματος· ἀποκήρυκτος ἐπέ‐ μεινε χειμαζομένῃ νηΐ· ὁρᾷς ὅπως ἐκ τῆς περιστάσεως αὐτοῖς καὶ διαμάχη συμβέβηκεν· ἐνταῦθα γὰρ τοῦ μὲν πατρὸς λέγοντος, „ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πα‐ | |
30 | τρῴων,“ τῇ διανοίᾳ ἀπαντᾷ ὁ υἱὸς λέγων· ἀλλὰ σκόπει, πάτερ, πότε ὁ νόμος τὸν ἀποκήρυκτον εἴργει; οὐχ ὅτε | |
ἐπιμείνῃ χειμαζομένῃ νηΐ, οὐδ’ ὅτε ἀπολλυμένῃ καὶ κιν‐ | 222 | |
7.223 | δυνευούσῃ μὴ εἶναι τοῦ πατρὸς, ἀλλ’ ὅτε παρὰ τῷ πα‐ τρί ἐστι καὶ παρ’ αὐτῷ διασώζεται καὶ τῆς τούτου δεσ‐ ποτείας οὖσα γνωρίζεται, οὐχ ὅτε ξένη καὶ ἀλλοτρία καὶ τοῦ κλύδωνος μᾶλλον καὶ τῆς θαλάσσης ἢ τοῦ πατρός· | |
5 | πάλιν δὲ τοῦ υἱοῦ τὸν ἕτερον νόμον ἀντιπροβαλλομέ‐ νου καὶ λέγοντος, ὁ ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπό‐ της ἔστω τῆς νεὼς, ἀντιτίθεται αὐτῷ ὁ πατὴρ λέγων· ἀλλὰ νόησον, τέκνον, πότε φησὶν ὁ νόμος τὸν ἐπιμεί‐ ναντα χειμαζομένῃ νηῒ δεσπότην εἶναι τῆς διασωθείσης | |
10 | νεώς; ὅτε οὐκ ἀποκήρυκτος, ὅτε οὐ πατρῴα ἡ ναῦς· καὶ τῶν εἰργομένων γίνεσθαι παρὰ τῷ παιδὶ, ἀλλ’ ἑτέρου τινὸς ξένου καὶ ἀλλοτρίου καὶ οὐ κατὰ πατρότητα τῷ ἐπιμείναντι ἀποκηρύκτῳ προσήκοντος· ἢ ὁ ἐπιμείνας ἕτε‐ ρός ἐστι καὶ οὐ μεμισημένος υἱὸς καὶ ἀπόκληρος, καὶ τῶν | |
15 | πατρῴων ὑπὸ τοῦ νόμου παντάπασιν ἐξειργόμενος, καὶ ἐφεξῆς δι’ ὅλης τῆς στάσεως οὕτως ἀλλήλοις κατὰ τὴν τοῦ παρ’ ἑκάστου ῥητοῦ καὶ τῆς διανοίας δύναμιν ἀντι‐ φέρονται· θʹ. Καὶ οὗτος τὸ ἀστασίαστον ὁ νόμος ἔχων καθ’ | |
20 | ἑαυτὸ ἐκ τῆς κατὰ τὴν βίαν περιστάσεως στασιώδης ἐγέ‐ νετο· κἀνταῦθα τοίνυν τὸ τοῦ νόμου ῥητὸν ἐκ μέρους ἑκάστη τῶν βιασθεισῶν διελόμεναι ταῖς διανοίαις ἀμοι‐ βαδὸν ἀλλήλαις ἀντιτεθήσονται· καὶ διὰ τῶν λοιπῶν οὕ‐ τω κεφαλαίων ἀγωνιοῦνται, δίαυλον ἀγῶνα τοῦ ῥητοῦ | |
25 | καὶ τῆς διανοίας ἀγωνιζόμεναι· ὁ δὲ πραγματικῆς εἶναι στάσεως τὰ εἰρημένα τιθεὶς παραδείγματα ἠγνόησεν ἀν‐ τινομίαν καὶ πραγματικὴν, κἀντεῦθεν ἐξηπατῆσθαι τὸν τεχνικὸν αὐτὸς ἠπατημένος ὑπέλαβεν· ἦν γὰρ τότε πρα‐ γματικῆς τὸ παράδειγμα· εἰ πρὸ τοῦ ἐπιμεῖναι τῇ νηῒ | |
30 | ὁ υἱὸς προσῆλθε τῇ βουλῇ, γνῶσιν ἐπιζητῶν, εἰ δοθή‐ | |
σεται αὐτῷ ἡ ναῦς ἐπιμείναντι· νῦν δὲ περὶ πράγματος | 223 | |
7.224 | ἤδη γεγονότος τοῦ πατρὸς ἀπομαχομένου καὶ τοῦ υἱοῦ, εἰ δίδοται τῷ υἱῷ, ἐξ ὧν ἤδη πέπραχε, τὸ δεσπόσαι τῆς νεὼς ἢ μὴ, ἀναμφίλεκτος ἡ ἀντινομία· ἐπεὶ ἄρα καὶ τὰ κατ’ αἴτησιν πάντα προβλήματα, οἷον τὸ τοῦ φιλο‐ | |
5 | σόφου τοῦ ἀποθέσθαι τὴν τυραννίδα τὸν τύραννον πεί‐ σαντος, καὶ τὸ γέρας αἰτοῦντος καὶ εἴτι τοιουτότροπον πραγματικὰς εἶναι λέγει, μᾶλλον δὲ καὶ τὰς στάσεις ἁπά‐ σας, ὅτι αἱ μὲν πρὸς ποινὰς, αἱ δὲ πρὸς γέρα προτρέ‐ πονται, πραγματικὰς ὀνομάζεσθαι. Ἔδοξε δέ τισι περὶ | |
10 | τῆς ἀντινομίας διπλοῦν εἶδος εἶναι ῥητοῦ καὶ διανοίας αὐτὴν, ὥσπερ ἐπὶ τοῦ στοχασμοῦ καὶ τοῦ ὅρου ὁ δι‐ πλοῦς στοχασμὸς καὶ ὁ διπλοῦς ὅρος ἐστὶν, οὐ μέντοι στάσιν ἑτέραν παρὰ τοῦ ῥητοῦ καὶ τῆς διανοίας, ὡς κατ’ οὐδὲν αὐτῆς διαλλάττουσαν· ἀλλ’ ἢ μόνον τὸ διπλοῖς τέ‐ | |
15 | μνεσθαι τοῖς κεφαλαίοις, οἷον ἐπὶ τοῦ στοχασμοῦ καὶ τοῦ ὅρου τεθεωρήκασι· τὸ δ’ αὐτὸ κανταῦθά φαμεν, ὁποῖον καὶ περὶ τῶν ἀντιθετικῶν προειρήκαμεν, ὅτι ταυ‐ τότητα στάσεως οὐχ ἡ ταυτότης τῶν κεφαλαίων, ἀλλ’ ἡ τοῦ ὁρισμοῦ ταυτότης οἶδεν ἐργάζεσθαι· ὅθεν ὁ μὲν δι‐ | |
20 | πλοῦς στοχασμὸς καὶ ὁ διπλοῦς ὅρος ὡς ὑπὸ τὴν αὐτὴν ἐκείνοις φύσιν ὄντες καὶ τὸν αὐτὸν ὁρισμὸν ἔχοντες, εἰ καὶ εἴδη ἕτερα ὠνομάσθησαν, καθάπερ Αἰθίοψ καὶ Σκύ‐ θης τῷ τῆς μορφῆς εἴδει, οὐ τῷ φυσικῷ διαλλάττοντες, ὃ δὴ καὶ παραγραφὴν οὐχ ὁρισμὸν ὁ λόγος οἶδεν ἀπο‐ | |
25 | καλεῖν, ὡς οὐκ ἐκ φυσικῶν διαφορῶν, οἷον λογικοῦ ἢ ἀλόγου, θνητοῦ ἢ ἀθανάτου, ἐξ ὧν ὁ ὁρισμὸς οἶδε γί‐ νεσθαι, ἀλλ’ ἀπὸ λευκοῦ καὶ μέλανος χρώματος συμβε‐ βηκότων, ἐξ ὧν ἡ περιγραφὴ, ἀλλήλων διαφέροντες· ἡ μέντοι ἀντινομία ἕτερον ὁρισμὸν παρὰ τὸν τοῦ ῥητοῦ | |
30 | καὶ τῆς διανοίας ἔχουσα εἰκότως ἑτέρα στάσις ἡμῖν | |
ὑπὸ τοῦ τεχνικοῦ παραδέδοται. | 224 | |
7.225 | ιʹ. Τινὲς τὸ παράδειγμα τῶν οὐ συνεστώτων φασί· πῶς γὰρ οἷόν τε κατὰ ταὐτὸ τὰς δύο βιάσασθαι· ἄλ‐ λως τε δὲ καὶ ἐξισάζει· ἐπ’ ἀμφοῖν γὰρ ὁ νόμος τὴν ἐξ‐ ουσίαν δίδωσι τὴν αὐτὴν, εἰ καὶ διαφόροις αἰτήσεσι· καὶ | |
5 | οὐδὲ τὸ μὲν τοῦ νόμου πέπρακται, τὸ δὲ παραβέβασται, ὅπερ ἀντινομίας ἴδιον, ἀλλὰ καὶ ἡ βία ἴση καὶ τὰ πρό‐ σωπα· καὶ ὁ καιρὸς ἄδηλος· ἀλλ’ ὁ μὲν Μινουκιανὸς οὐκ ἰσάζειν φησὶ διὰ τὸ ἀνόμοιον τῆς αἰτήσεως· ἀλλ’ εἰ καὶ διάφορα τὰ τῆς αἰτήσεως, ἀλλ’ οὖν ἰσάζει τῷ | |
10 | ἀμφοτέρας αἰτεῖν τι· ὑπάρχει δέ τις ἑτέρα διαφορά· δύ‐ ναται γὰρ ἡ αἰτοῦσα θάνατον λέγειν· ὡς εἰ τεθνήξε‐ ται, ἀμφότεραι λήψονται δίκην τῆς βίας, καὶ οὐδὲν μᾶλ‐ λον ὑπὲρ αὑτῆς ἢ ὑπὲρ ἐκείνης αἰτεῖ· τῇ δ’ αὖ γάμον αἰτούσῃ δύναται χρήματα δώσειν ἐπαγγείλασθαι ὑπὲρ | |
15 | τῆς βίας· ἔστι μὲν οὖν καὶ ἀπὸ τῆς διαφορᾶς συκοφάν‐ τας δεῖξαι τοὺς μεμψιμοίρους· πλὴν καὶ εἴ τις ἀκριβῶς σκοπήσοι, οὐδὲ ἓν τὸ τοῦ νόμου ῥητὸν, ἀλλὰ τῇ προ‐ φορᾷ μὲν ἓν, διττὸν δὲ τῇ διανοίᾳ· ἄλλο γάρ ἐστιν, ὡς εἴπομεν, ἡ τοῦ θανάτου αἵρεσις, καὶ ἄλλο ἡ τοῦ γά‐ | |
20 | μου· εἰκὸς δὲ καὶ πρότερον θατέραν ἐγνωκέναι καὶ τῇ ἐλπίδι τοῦ γάμου ἡσυχάζουσαν ταύτην οὐδὲν κατ’ αὐ‐ τοῦ κινῆσαι. ἀκούσασαν δὲ μετὰ μικρὸν, ὡς καὶ ἑτέραν διέφθειρε, τότε τὴν τοῦ θανάτου κινῆσαι κατ’ αὐτοῦ αἵρεσιν, ὡς εἶναι τὴν περίστασιν διττὴν, ἀπό τε τοῦ | |
25 | χρόνου καὶ τοῦ προσώπου· ἀλλὰ καὶ τοῦ ῥητοῦ παρα‐ | |
βέβασταί τι· τουτέστιν ἡ τῆς προγενεστέρας ἐλπὶς τοῦ | 225 | |
7.226 | γάμου· οὐδὲ γὰρ ἐνῆν τὰς δύο εἰς ὑμέναιον ἄγεσθαι. Ἔστι παράδειγμα ἀντινομίας κατὰ διαίρεσιν τόδε· νόμος τιμωρεῖν τοῖς πατράσιν· Ὀρέστης τὴν μητέρα ἀνεῖλε τιμωρῶν τῷ πατρὶ· δῆλον γὰρ ὡς ἐφ’ οἷς τὴν μητέρα | |
5 | ἀνεῖλεν, εὐθύνοιτ’ ἂν, εἴγε διὰ τοῦ πατράσιν, ὡς ἔφα‐ μεν, οὐχ ὁ πατὴρ παραλαμβάνεται μόνος, ἀλλὰ καὶ ἡ μήτηρ· τῆς δὲ κατὰ δύο ῥητὰ ἀντινομίας παράδειγμα τόδε· νόμος τὸν στρατιώτην μὴ πωλεῖν τὰ ὅπλα, καὶ νό‐ μος θάπτειν τὸν πατέρα· ἐπὶ στρατοπέδου τις ἀποθα‐ | |
10 | νόντος τοῦ πατρὸς πωλήσας τὰ ὅπλα θάπτει αὐτὸν καὶ κρίνεται. | |
12t | Cap. XV. | |
13t | Περὶ ἀμφιβολίας. | |
13 | αʹ. Μετῆλθεν ἐπὶ τὴν ἀμφιβολίαν ὑστάτην τάξας αὐτὴν, ὅπου γε πρός τινων καὶ ἀπεβάλλετο τῶν στά‐ | |
15 | σεων, καθάπερ ὑπὸ Νέστορος τοῦ Στοϊκοῦ, οὐδὲ μία γὰρ στάσις, φασὶ, περὶ ποιότητα φωνῆς ἔχει τὴν ζήτη‐ σιν, περὶ τόνου λέγω καὶ διαστάσεως συλλαβῶν, ἅπερ γραμματικοῖς δικαίως ἂν καταλείποιτο· ἔπειτα, φασὶν, ἀσύστατα ἂν εἴη, οὐ γὰρ δυνατὸν πέρας ἢ λύσιν αὐτῆς | |
20 | εὑρεθῆναί τινα, ἰσάζει γὰρ τὰ λεγόμενα· ἀλλ’ ὅπερ ἐλέ‐ γομεν περὶ τῆς ἀντινομίας, τοῦτο κἀνταῦθά φαμεν, ὡς εἰ μὲν ἐφ’ ἅπασι τὸ ἐξισάζειν εἶχεν, ἀσύστατα ἂν ἦν, νῦν δὲ διαφόρους ἐστὶ τὰς τῶν προσώπων ποιότητας εὑ‐ ρεῖν, ἐξ ὧν ἂν γίνοιτο τὸ συνεστηκός. δείκνυσι δὲ καὶ | |
25 | Δημοσθένης, ὅτι τῶν στάσεων ἡ ἀμφιβολία, καὶ ὅπως | 226 |
7.227 | μεταχειριστέον αὐτήν. ἐν γὰρ τῷ τῆς παραπρεσβείας ἐνέπεσεν τοιόνδε αὐτῷ κεφάλαιον· ἔχρησεν, φησὶν, ὁ θεὸς, τοὺς ἡγεμόνας φυλάττεσθαι, καὶ ἀμφισβητοῦσιν οἱ μὲν τοὺς ῥήτορας, οἱ δὲ τοὺς στρατηγοὺς λέγοντες· ἀμ‐ | |
5 | φιβάλλεται γὰρ, τίνας εἶπεν ὁ Δημοσθένης ἡγεμόνας, πότερον τοὺς στρατηγοὺς ἢ τοὺς ῥήτορας· ἐπιχειρεῖ οὖν ὁ Δημοσθένης ἐκ τοῦ καιροῦ· εἰ μὲν γὰρ ἦν, φησὶ, πο‐ λέμου καιρὸς τοὺς στρατηγοὺς ἂν ἔλεγε, νῦν δὲ οὐκ ὄν‐ τος πολέμου, τίνας ἑτέρους ἢ τοὺς ῥήτορας προσαγορεύει | |
10 | δεῖν φυλάττεσθαι; βʹ. Τῶν λίαν ἠπορημένων ἐστὶ, πῶς τοῦτο ὡς ἐξαί‐ ρετον ἐπὶ τῆς ἀμφιβολίας ἔφη. δῆλον γὰρ, ὡς ἐφ’ ἁπάντων ταὐτόν ἐστιν. καὶ γὰρ ἡ ἀντινομία ἀπὸ τοῦ ὀνόματος καθέστηκε φανερὰ, ὅτι νόμων ἐναντίωσιν ἔχει. | |
15 | καὶ τὸ ῥητὸν δήπου καὶ ἡ διάνοια ἐκ τοῦ ὀνόματος τὴν ἑαυτῆς ὑποδείκνυσι φύσιν· καὶ ὅλως τὰ τεχνικὰ τῶν ὀνομάτων δηλοῦν τὴν σημασίαν τῶν ὑποκειμένων βούλε‐ ται· τῶν γὰρ ὀνομάτων τὰ μὲν φυσικὰ, ἅπερ ἐξ ἀρχῆς ἐπί τινος τεθεμάτισται, ἃ καὶ οὐ πάντως ἔχει τινὰ ἐξ αὐ‐ | |
20 | τοῦ πρὸς τὸ ὑποκείμενον σημασίαν, τὰ δὲ τεχνικὰ, ἃ πάν‐ τως αὐτόθεν ἅπτεσθαι βούλεται τούτων, ὧν ἐστι καὶ ὀνόματα. ἐροῦμεν οὖν κομψότατον λόγον, εὕρημα ὄντα τοῦ ἡμετέρου διδασκάλου. ὅτι γε ὄνομα πᾶσα λέξις καλεῖται, καὶ δηλοῖ Δημοσθένης, εἰπὼν ἐν τῷ ἑβδόμῳ | |
25 | τῶν Φιλιππικῶν, „ὅτι δι’ ἀμφοτέρων ὀνομάτων, ὁποτέρῳ | |
ἂν χρῆσθε ὑμεῖς, ἕξετε τὴν νῆσον, ἄν τε λάβητε, ἄν | 227 | |
7.228 | τε ἀπολάβητε“, τὸ γὰρ λάβητε καὶ ἀπολάβητε ῥήματα ὄντα εἶπεν ὀνόματα. καὶ ἐν τῷ δεκάτῳ· „ἀλλ’ ἔστιν, ὦ πρὸς τοῦ Διὸς, ὅστις εὖ φρονῶν οὐκ ἐκ τῶν ὀνομάτων μᾶλλον ἢ τῶν πραγμάτων τὸν ἄγοντα εἰρήνην ἢ πολε‐ | |
5 | μοῦντα αὐτῷ σκέψαιτο“; εἰ οὖν, ὡς ἐδείχθη, πᾶσα λέξις ὄνομα κληθήσεται, λέγει Ἑρμογένης τὴν ἀμφιβολίαν καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος εἶναι φανεράν. οὐκ ὄνομα τὸ τῆς στάσεως παραλαμβάνει, ἀλλ’ ὄνομά φησι τὴν λέξιν, περὶ ἣν ἡ ἀμφιβολία γίνεται, οἷον τὸ Πανταλέων, καὶ πάν‐ | |
10 | τα λέων· ἐξ αὐτοῦ γὰρ δὴ τοῦτο φανερὸν τὸ τῆς ἀμφι‐ βολίας γίνεται. γʹ. Ἐκ τῶν σαφεστέρων ὑπέγραψεν αὐτὴν, ἐπείτοι οὐκ ἐκ μόνης προσῳδίας καὶ διαστάσεως συλλαβῶν ἡ ἀμ‐ φιβολία γίνεται, ἀλλ’ ἐπειδὴ νῦν οὐ διαίρεσιν ἀμφιβο‐ | |
15 | λίας ἡμῖν εἰπεῖν βούλεται, ἀλλ’ ὑπογραφὴν, εἰκότως τὰ φανερώτερα παρέλαβεν. ἰστέον μέντοι, ὡς γίνεται ἡ ἀμ‐ φιβολία κατὰ τούσδε τοὺς τρόπους, κατὰ πνεῦμα, κατὰ τόνον, κατὰ διάστασιν συλλαβῶν, καὶ καθ’ ὑπέρθεσιν λέξεως; καὶ κατὰ ὁμωνυμίαν. κατὰ μὲν οὖν πνεῦμα, οἷον | |
20 | συνωμολόγησαν δύο πόλεις, ἐν δέκα ἔτεσι μὴ ἄρασθαι πόλεμον πρὸς ἀλλήλας. τοῦ δεκάτου διανυσθέντος ἔτους πόλεμον αὐτῶν ἑτέρα κινεῖ, καὶ κρίνεται ὡς παραβεβη‐ κυῖα τὰς σπονδάς· ἡ μὲν γὰρ ἀναγινώσκει δασέως, ἵνα σημαίνηται ἓν πρὸς τοῖς δέκα, ἡ δὲ ψιλῶς ἐν δέκα, ὥστε | |
25 | τὴν ἐν παραλαμβάνεσθαι πρόθεσιν. ἀλλὰ καὶ κατὰ προ‐ σῳδίαν τοῦτο δύναται καὶ κατὰ διάστασιν συλλαβῶν εἶ‐ ναι, ἵνα ἡ μὲν ἀναγινώσκῃ προπαροξυτόνως ἕνδεκα, ὡς μιᾶς λέξεως καθεστηκυίας, ἡ δὲ προπαροξυτόνως ὡς προ‐ θέσεως μετ’ ὀνόματος οὔσης. καὶ ἔτι κατὰ διάστασιν | |
30 | συλλαβῶν, ἵνα ἡ μὲν ὑφ’ ἓν, ἡ δὲ κατὰ διάστασιν | 228 |
7.229 | ἀναγινώσκῃ· διὸ παραιτητέον τὴν κατὰ πνεῦμα λεγομένην ἀμφιβολίαν, ὥστε ἡμῖν τέσσαρα λείπεσθαι ἀμφιβολίας εἴ‐ δη. τοῦ μὲν οὖν κατὰ τόνον καὶ κατὰ διάστασιν συλλα‐ βῶν αὐτὸς παραδείγματα δέδωκε, τοῦ δὲ καθ’ ὑπέρθεσιν | |
5 | λέξεων τοῦτο ἔσται παράδειγμα. τελευτῶν τις τοῖς παισὶν ἐπέτρεψε κατασκευάσαι Ἡρακλέα χρυσοῦν ῥόπαλον ἔχοντα, καὶ ἀναθεῖναι τὸ ἄγαλμα τῷ θεῷ. ὁ μὲν γὰρ τὸ χρυσοῦν τῷ ῥοπάλῳ προσνέμει, ὥστε εἶναι μόνον τὸ ῥό‐ παλον χρυσοῦν, ὁ δὲ ἐφ’ Ἡρακλέος αὐτὸ ἐκδέχεται, ὥστε | |
10 | εἶναι χρυσοῦν ποιεῖν Ἡρακλέα· τοῦ δὲ καθ’ ὁμωνυμίαν παράδειγμα τὸ ἀνωτέρω εἰρημένον, ὅπερ ἐν τῷ παραπρε‐ σβείας ἐμπεπτωκέναι ἐφάσκομεν. οἷον Δημοσθένης· ἔχρησεν Ἀπόλλων δεῖν τοὺς ἡγεμόνας φυλάττεσθαι, καὶ ἀμφισβητοῦσιν, οἱ μὲν περὶ τῶν στρατηγῶν, οἱ δὲ περὶ | |
15 | τῶν ῥητόρων αὐτὸν εἰρηκέναι λέγοντες· ἕτερον δὲ ἔχομεν ἐκ τῆς ἱστορίας παράδειγμα. ἔχρησεν ἐν τοῖς Μηδικοῖς Ἀπόλλων τοῖς Ἀθηναίοις ξυλίνῳ τείχει πρὸς τὸν πόλεμον χρήσασθαι, καὶ οἱ μὲν συνεβούλευον τὴν ἀκρόπολιν κα‐ ταλαβεῖν, Θεμιστοκλῆς δὲ ἐμβῆναι προὔτρεπεν εἰς τὰς | |
20 | ναῦς, ταύτας ὑπὸ τοῦ χρησμοῦ φάσκων ξύλινον τεῖχος εἰρῆσθαι· ἐνταῦθα γὰρ ὁμωνυμία. δύναται γὰρ ἐπ’ ἀμφοτέρων νοεῖσθαι τὸ ξύλινον, ὃ ἐποίει τὴν ἀμφισβή‐ τησιν. δʹ. Ζητῆσαι ἄξιον πῶς τῶν ἄλλων νομικῶν τὴν ἀμ‐ | |
25 | φιβολίαν μετέταξεν ἐξ ἑνὸς οὖσαν ῥητοῦ, καὶ ἔστιν εἰπεῖν, ὡς εἰ καὶ ἐξ ἑνὸς εἶναι δοκεῖ ῥητοῦ, ἀλλ’ οὐδὲν ἧττον ἐκ δυοῖν οὖσα εὑρίσκεται· ἄλλο γὰρ τό· ἑταίρα χρυσία εἰ φοροίη δημοσία ἔστω, καὶ ἄλλο τό· δημόσια ἔστω· καὶ ἕτερον τὸ ἐχέτω τὰ ἐμὰ πάντα λέων, καὶ τὸ Πανταλέων | |
30 | ἐχέτω ἕτερον· διὰ τοῦτο ὡς ἐκ δύο οὖσαν σχεδὸν ῥητῶν, | |
οὔτε τοῦ ῥητοῦ καὶ τῆς διανοίας, οὔτε τοῦ συλλογισμοῦ | 229 | |
7.230 | δεῖν ἔκρινε προτάξαι αὐτὴν, τῆς δὲ ἀντινομίας πάλιν αὐ‐ τὴν οὐ προτέθεικεν, ὡς ἐχομένης ἐκείνης τοῦ ῥητοῦ καὶ τῆς διανοίας καὶ μὴ χρῆναι διασπασθῆναι αὐτῆς· εἰκό‐ τως οὖν μετετάγη· εἶναι δὲ αὐτὴν καὶ ἀπ’ αὐτοῦ τοῦ | |
5 | ὀνόματος εἴρηκε φανεράν· ὅτι ἐξ ἐπιπολῆς ἔχει καὶ ἀπερικάλυπτον τὸ ἀμφίβολον, ἐξ αὐτῆς προφορᾶς ἐληλε‐ γμένον καὶ φανερώτατον· τί γὰρ ἐκδηλότερον τοῦ δη‐ μόσια καὶ τοῦ δημοσία, καὶ τοῦ πάντα Λέων καὶ Παν‐ ταλέων· ὁ μὲν οὖν τεχνικὸς ἐκ προσῳδίας ἢ διαστάσεως | |
10 | συλλαβῶν τὴν ἀμφιβολίαν ἔφη συνίστασθαι, καὶ ἀπ’ αὐτῶν παραδειγμάτων δῆλον ἑκάτερον παρεσκεύασεν. ἔστι μέντοι ἐξ ὁμωνυμίας ἀμφιβολία. οἷον δύο ἦσάν τῳ δοῦ‐ λοι, ὁμωνυμοῦντες ἀλλήλοις, Λέων καὶ Λέων. τελευτῶν ὁ δεσπότης διέθετο, βούλεσθαι τὸν Λέοντα εἶναι ἐλεύθερον. | |
15 | καὶ ἀμφισβητοῦσιν οἱ δοῦλοι τῆς ἐλευθερίας· ὁ γοῦν τε‐ χνικὸς ἐκ τοῦ ὀνόματος γνωρίζεσθαι τὴν ἀμφιβολίαν εἰ‐ πὼν, καὶ ταύτην ἐδήλωσε μᾶλλον ἐκείνων ἀπ’ αὐτοῦ τοῦ ὀνόματος, ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφοτέρων τῶν δούλων κατηγορουμένου τὸ ἀμφίβολον ἔχουσαν. | |
20 | εʹ. Γίνεται καὶ καθ’ ὁμωνυμίαν ἀμφιβολία, ὅταν ἡ αὐτὴ λέξις ἐπὶ διαφόρων λαμβάνηται πραγμάτων, οἷον δὶς μὴ εἶναι δίκας περὶ τῶν αὐτῶν· φόνου τις κρινόμε‐ νος ἀπέφυγε. χρωμένῳ τούτῳ ἔχρησεν ὁ θεὸς, ἀνδροφό‐ νοις οὐ χρῶ, καὶ κρίνεται φόνου πάλιν· καὶ τὸν νόμον | |
25 | προβάλλεται· ἐνταῦθα γὰρ ὁ μὲν φεύγων λαμβάνει τὴν δίκην ἐπὶ τοῦ δικάσασθαι, λέγων, ὅτι περὶ τῶν αὐτῶν δὶς ὁ νόμος ἀπαγορεύει δικάζεσθαι· ὁ δὲ κατήγορός φη‐ σιν, ὅτι δίκην ὁ νόμος λέγει τὴν τιμωρίαν, σὺ δ’ οὔπω | |
δέδωκας τιμωρίαν οὐδεμίαν. | 230 | |
7.231(1t) | Cap. XVI. | |
2t | Περὶ μεταλήψεως. | |
2 | αʹ. Τελευταία ἡ μετάληψις διὰ τὸ μὴ περὶ τὸ πρᾶ‐ γμα τὴν ζήτησιν ἔχειν, ἀλλ’ ὁμολογουμένου τοῦ πρά‐ γματος παρὰ μόνην τὴν περίστασιν στρέφεσθαι· αἱ μὲν | |
5 | γὰρ ἄλλαι στάσεις ἢ ἄρνησιν ἔχουσι τοῦ κρινομένου πρά‐ γματος, ἢ τὸ μὲν ὁμολογοῦσι, τὸ δ’ οὔ. ἤ τι τῶν τοιού‐ των· αὕτη δὲ οὐδὲ ὁμολογίας ἀξιοῖ τὸν κατήγορον. βʹ. Περὶ τῶν προῤῥηθεισῶν στάσεων ὅπως δια‐ γινώσκονται εἴρηκεν· ὅτι ζητούντων ἡμῶν εἰ ἔστιν ἢ τί | |
10 | ἐστιν, ἢ ὁποῖόν τί ἐστιν, οἷον τὴν ὕπαρξιν, τὴν ἰδιότητα, τὴν ποιότητα, τὴν δὲ μετάληψιν οὐχ ὁμοίως ἔφη διαγι‐ νώσκεσθαι· ἀλλ’ ὅταν ζητῆται, εἰ τὸν ἀγῶνα δεῖ εἰσελ‐ θεῖν ὅλως· μήτε γὰρ τὸ εἰ ἔστι ζητεῖσθαι, ὥσπερ ἐν στοχασμῷ, μήτε τὸ τί ἐστιν, ὡς ἐν ὅρῳ, μήτε τὸ ὁποῖόν | |
15 | τί ἐστιν, ὥσπερ ἐν ταῖς λοιπαῖς τῶν στάσεων· ἀλλ’ αὐτὸ τοῦτό φησιν, εἰ δεῖ εἰσαχθῆναι τὸν περὶ τούτων ἀγῶνα. παραγραφὴ γάρ ἐστιν ἤγουν παραίτησις καὶ παρωθισμὸς τοῦ ἀγῶνος· μετάληψις δὲ εἴρηται, ὅτι κατ’ ἔνστασιν εἰσάγεται καὶ ἀντιπαράστασιν, καθάπερ ἡ μετάληψις τὸ | |
20 | κεφάλαιον. ὥσπερ ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώματι τοῦ κρινομένου λέγοντος ἀντιληπτικῶς, ὅτι ἐξῆν μοι παρίστασθαι, μεταληπτικῶς ὁ κατήγορος ἀντικαθί‐ σταται, λέγων ὅτι οὐκ ἐξῆν σοι, ὅπερ ἐστὶν ἡ ἔνστασις· εἶτα, ὅτι εἰ καὶ ἐξῆν, ἀλλ’ οὐχ οὕτω, ξίφος κατέχοντα καὶ | |
25 | ᾑμαγμένον τὰς χεῖρας, ὅπερ ἐστὶν ἡ ἀντιπαράστασις, οὕτω καὶ ἡ μετάληψις, ἡ στάσις. πρῶτον μὲν παραγρα‐ | |
φὴ, διωθουμένη τὸν ἀγῶνα ἐνστατικῶς. ἔνθεν καὶ πα‐ | 231 | |
7.232 | ραγραφὴ λέγεται· εἶτα δεχομένη πάλιν ἀντιπαραστατι‐ κῶς ἀγωνίζεται, ὡς ἐπὶ τῶν παραδειγμάτων ἐν τοῖς ἐφε‐ ξῆς σαφέστερον δηλωθήσεται. γʹ. Μέμφονται αὐτόν τινες ὡς πᾶσαν τὴν μετάλη‐ | |
5 | ψιν περὶ τοῦ, εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν, ἀποφηνάμενον. δύο γὰρ τῆς ἀντιλήψεως ὄντων εἰδῶν, τῆς μὲν ἐγγράφου, τῆς δὲ ἀγράφου, μόνης τῆς ἐγγράφου τὸ εἰρημένον ἐστίν· ἡ γὰρ ἄγραφος οὐ περὶ εἰσαγωγῆς ἔχει τὴν ζήτησιν, ἀλ‐ λὰ περὶ τῆς τοῦ πράγματος περιστάσεως· ἔδει οὖν οὕτως | |
10 | ὁρίσασθαι. τὴν δὲ μετάληψιν οὐκέτι ὁμοίως ἐπιγνωσό‐ μεθα, ἀλλ’ ὅταν ἡ ζήτησις ᾖ, ἢ περὶ τοῦ τὸν ἀγῶνα εἰσελθεῖν, ἢ περί τινα τῶν περιστατικῶν. οὕτως γὰρ ἂν καὶ τὴν ἄγραφον περιελάμβανεν. δʹ. Χαρακτηρίζει αὐτὴν δι’ ὧν καὶ νομίζει· τριῶν | |
15 | γὰρ οὐσῶν τῶν ζητήσεων, εἴ ἐστι, τί ἐστι, καὶ ὁποῖόν τί ἐστιν, οὐδὲν, φησὶ, τούτων ἐν τῇ μεταλήψει ζητοῦμεν· ἀλλ’ εἰ δεῖ τούτων εἰσενεχθῆναί τι· καὶ τίνες λέγουσι πρώτην αὐτὴν ταχθῆναι, ἐπειδὴ παραγράφει τὸν ἀγῶνα, σπουδάζουσι δὲ πάντες ἄνθρωποι, αὐτὸ τοῦτο οὐδὲ εἰσ‐ | |
20 | ελθεῖν, ἀλλὰ παραγράφει τὸν ἀγῶνα. ἀλλὰ πρὸς τοῦτο ἀσφαλῶς ὡρίσατο, εἰ δεῖ τούτων εἰσενεχθῆναι φήσας. ἀδύνατον δὲ τούτων ἦν τι παραγράφεσθαι μὴ μαθόντας ὅλως, τί ταῦτά ἐστιν. καὶ φασί τινες, ὅτι, ἐπεὶ τρία εἰσὶ τὰ ζητούμενα, τούτων δὲ οὐδέν ἐστιν ἡ μετάληψις, οὐκ | |
25 | ἂν εἴη στάσις, ἀλλ’ οὐκ ἀνεῖλεν αὐτὴν καθόλου, ἀλλὰ προηγουμένως φησὶ, περὶ τούτων οὐκ ἔχει τὴν ζήτησιν. καλῶς δὲ προσέθηκε τὸ προηγουμένως. ἐν γὰρ τῇ ἐγγρά‐ φῳ μεταλήψει, ἣν καὶ καλοῦμεν παραγραφὴν, ἐμπίπτει πάντως καὶ δεύτερον ζήτημα παρὰ τὸ τῆς γραφῆς, κατὰ | |
30 | μίαν τῶν ἄλλων στάσεων, οὐ μὴν προηγουμένως· ἀλλ’ | |
ἐν δευτέρῳ λόγῳ δύο ἐν παραγραφῇ τὰ ζητούμενα· ὧν | 232 | |
7.233 | τὸ μὲν πρότερον ἔχει τὴν παραγραφὴν, ἀπαγωγὴν οὖσαν τῆς εὐθυδικίας. τὸ δὲ δεύτερον κατὰ μίαν τῶν προειρη‐ μένων στάσεων. εʹ. Διδάξας τὸν ὅρον τῆς μεταλήψεως, ὅτι παρα‐ | |
5 | γραφή ἐστιν, εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν τὸν περὶ τοῦ εἰ ἔστιν ἢ τί ἐστιν ἢ ὁποῖόν τί ἐστιν, τοῦτο γὰρ ὅρος τῆς μεταλήψεως, διδάσκει καὶ περὶ τῶν ταύτης εἰδῶν καινόν τι πρᾶγμα ποιῶν, ὅπερ οὐδεμία τῶν ἄλλων πε‐ ποίηκε στάσεων· πρὶν ἢ προθεῖναι τὴν περὶ τῶν κεφα‐ | |
10 | λαίων διαίρεσιν διδάσκει περὶ εἰδῶν· ἀλλ’ ἐπειδὴ τὰ εἴ‐ δη τῆς μεταλήψεως ἰδίοις ἕκαστον τέμνεται κεφάλαιον, ὡς ἐν τῇ διαιρέσει τούτων εἰσόμεθα, τούτου ἕνεκα καὶ τάξεως αὐτὰ τῆς μετὰ τῶν στάσεων ἠξίωσεν· ἀλλ’ ἐν‐ ταῦθα ἕτερόν τι πάλιν ἀνεφύη ἄπορον, ὡς εἴγε ἰδίοις | |
15 | τέμνεται κεφαλαίοις ἑκάτερον εἶδος τῆς μεταλήψεως, πῶς οὐ στάσις εἶναι τούτων ἕκαστον καὶ νομίζεσθαι λέγεται· ἀλλ’ ὡς εἴδη ἡμῖν παρὰ τοῦ τεχνικοῦ παραδέ‐ δονται· ἐντεῦθεν οὖν ἔστιν ἐπιγνῶναι, ὅτι ὥσπερ οὐ στά‐ σιν τὴν αὐτὴν ἡ ταυτότης τῶν κεφαλαίων ποιεῖ, οὕτως | |
20 | οὐδὲ ἡ ἑτερότης ἑτερότητα στάσεων, ἀλλ’ ἡ τοῦ ὅρου ταυτότης ἢ ἑτερότης, αὕτη ταυτότητα στάσεων ἢ ἑτερό‐ τητα στάσεων κατεργάζεται· καὶ διὰ ταῦτά φησιν, ὅτι δύο δὲ αὐτῆς εἴδη. εἰπὼν δὲ τὴν ποσότητα τῶν εἰδῶν, ὅτι δύο, μέτεισιν καὶ ἐπὶ τὴν τούτων ποιότητα· λέγων | |
25 | ὅτι ἡ μὲν ἔγγραφός ἐστιν, ἡ δὲ ἄγραφος· τὸ ἔγγραφον ἐνταῦθα εἶδος τῆς μεταλήψεως τοῦ ἀγράφου προτίθησι· τοὐναντίον τῆς κατὰ τὴν διαίρεσιν τῶν λογικῶν τε καὶ νομικῶν στάσεων ἐνδεικνύμενος τάξεως· ἐκεῖ μὲν γὰρ διὰ τῆς διαιρετικῆς μεθόδου τὰς στάσεις παραδιδοὺς | |
30 | τῇ διαιρετικῇ ἑπόμενος φύσει τὰς λογικὰς ὡς ἁπλουστέ‐ | 233 |
7.234 | ρας τῶν νομικῶν προηγόρευσεν· ἐνταῦθα δὲ, ὡς ἤδη τὴν φύσιν τῶν στάσεων παραδοὺς καὶ περὶ τῶν ὑπ’ αὐ‐ τὰς εἰδῶν τὸν λόγον ποιούμενος τὴν ἔγγραφον ὑλωδεστέ‐ ραν καὶ παχυτέραν τῆς ἀγράφου προτέθεικεν· ἐπεὶ δὲ καὶ | |
5 | αἱ νομικαὶ ἐξ ἐγγράφων εἰσὶν, ἵνα τὴν πρὸς ἐκείνας δεί‐ ξῃ διαφορὰν, ἐπήνεγκε· καὶ ἡ μὲν ἔγγραφός ἐστιν ἀπαγωγὴ τῆς εὐθυδικίας κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ τινος, περὶ οὗ ἡ ζήτησις· ἐκεῖναι, φησὶ, κατ’ εὐθὺ χω‐ ροῦσι τῆς εὐθυδικίας. καὶ περὶ αὐτῆς αὐτίκα καὶ κατ’ | |
10 | ἀρχὰς ἀγωνίζονται· ἡ δὲ ἔγγραφος μετάληψις καὶ παρα‐ γραφὴ διωθεῖται τὸν ἀγῶνα, καὶ ἀποκρούεται, καὶ μὴ δεῖν αὐτὸν εἰσαχθῆναι πρότερον ἀγωνίζεται· εἶτα ἐπει‐ δὰν δι’ ὅλης στάσεως τῆς ἀπὸ ῥητοῦ κατὰ μίαν τῶν νο‐ μικῶν ἐξεταζομένης δείξῃ τὸ κατ’ αὐτὸν ὁ κατηγορού‐ | |
15 | μενος μὴ δεῖν τὸν ἀγῶνα εἰσενεχθῆναι, κατὰ περιουσίαν χωρεῖ καὶ ἐπὶ τὴν εὐθυδικίαν αὐτὴν, καθ’ ὁποτέραν ἂν ἐμπίπτῃ τῶν στάσεων, ἀγωνιζόμενος κἀνταῦθα ἀνεύθυ‐ νον ἑαυτὸν ἀποδεῖξαι καὶ καταδίκης ἀνώτερον· ἀπὸ δὲ τοῦ παραδείγματος σαφέστερον δειχθήσεται τὸ λεγόμε‐ | |
20 | νον. Εἴη ἂν ἀκριβῶς διαφορὰ ἀντιλήψεως καὶ μετα‐ λήψεως αὕτη· τὸ ἐν μὲν τῇ ἀντιλήψει τὸ πεπονθὸς πρόσωπον λαμπρὸν εἶναι, τὸ δὲ ἀδικῆσαι εὐτελές· ὥσπερ ἐπὶ τοῦ ζωγράφου τοῦ προτιθέντος ἐπὶ λιμένος τὰ ναυάγια. ἠδίκηται μὲν γὰρ ἡ πόλις· ὁ δὲ ἀδικήσας ζω‐ | |
25 | γράφος· καὶ ὁ ἀνελὼν τὸν τρισαριστέα μοιχὸν εὑρὼν | |
ἀριστέα ἀνεῖλεν εὐεργέτην τῆς πόλεως, λαμπρὸν τὸ πρόσω‐ | 234 | |
7.235 | πον καθ’ ὑπερβολήν· ἐν δὲ τῇ μεταλήψει οὐχ οὕτως· ἀλλὰ τὸ μὲν πεπονθὸς εὐτελές· καὶ τοῦ ταῦτα παθεῖν, ἅπερ ἔπαθεν, ἄξιον ὡς εἰπεῖν. τὸ δὲ πρᾶξαν λαμπρόν. καὶ αὕτη μὲν ἡ διαφορά· ἔνθα πάθος τι καὶ ἄδικος | |
5 | πρᾶξις ὑπόκειται· ἔνθα δὲ μὴ τοῦτο, ὡς ἐν ἐκείνῃ τῇ ἀντιλήψει· Κλέωνος ἐπαγγελλομένου τὰ περὶ Πύλον, Ἀλ‐ κιβιάδης ἐγέλα, καὶ κρίνεται ὕβρεως. ἑτέρα ἐστὶ διαφο‐ ρὰ ἡ κατὰ Πορφύριον· ἐν μὲν γὰρ τῇ ἀντιλήψει ὅλον τὸ πρᾶγμα συγκεχώρηται, ἐν δὲ τῇ μεταλήψει οὐχ ὅλον, | |
10 | οἷον τὸ γελᾷν Ἀλκιβιάδην κατὰ πάντα συγκεχώρηται καὶ χρόνον καὶ τόπον· τὸ δὲ ἀποκτιννύναι τὸν πένητα κατάκριτον ὄντα οὐ συγκεχώρηται πάντη· καὶ ἡ Ἀντι‐ πάτρου δὲ οὐ παραδεχθήσεται, λεγόντων ἡμῶν ὡς κατὰ τὸ πρόβλημα ἔπταισε, μᾶλλον δὲ ἐφ’ ἅπασι τοῖς εἰρημέ‐ | |
15 | νοις. Κατὰ Παῦλον δὲ τὸν ἡμέτερον ἀκριβεστέραν δια‐ φορὰν προσθετέον, ὅτι ἡ μὲν μετάληψις ἀπὸ νόμου τι‐ νὸς ἀεὶ λαμβάνεται, ἡ δὲ ἀντίληψις ἢ ἀπὸ ἔθους ἢ ἀπὸ φύσεως ἢ ἀπὸ νόμου. πρὸς μὲν οὖν τὸ ἀπὸ φύσεως καὶ ἔθους οὐδὲ μία ἂν γένοιτο κοινωνία ὅλως, πρὸς δὲ τὸ | |
20 | ἀπὸ νόμου, ἔνθα κοινωνοῦσι μόνον· ἀπόχρη οὖν ἡ Πορ‐ φυρίου διαφορὰ, ἐπιστάσεως δὲ ἄξιον, μήποτε ἐπὶ τῶν κατὰ νόμον ἀντιλήψεων πάντως λυπηρὰ ἕπηται ἔκβα‐ σις, ἐπὶ δὲ τῶν ἐχόντων πρᾶξιν ἐκβᾶσαν ἡ κατὰ τὰ πε‐ πονθότα πρόσωπα διαφορὰ πάνυ ἔῤῥωται. | |
25 | Ἄλλαι μὲν παρ’ ἄλλων τάξεις τῇ μεταλήψει ἀπε‐ δόθησαν, ὁ δὲ Ἑρμογένης καλῶς ποιῶν πασῶν αὐτὴν ἐν τῇ μεθόδῳ μετατάττει· οὐ τοσοῦτον πρὸς τὴν φύσιν ἀπιδὼν, ὅσον πρὸς τὸ τῆς διδασκαλίας ἀναγκαῖον· ἐπεὶ | |
γὰρ οὐχ οἷόν τε τὴν παραγραφὴν καθ’ αὑτὴν εἶναί πο‐ | 235 | |
7.236 | τε, ἀλλὰ δεῖ πάντως ἑτέρας ἔχειν στάσεως συμπλοκὴν, οἷον παραγραφὴ κατὰ τὸν στοχασμὸν, παραγραφὴ κα‐ τὰ τὸν ὅρον καὶ κατὰ ῥητὸν καὶ διάνοιαν· ἐπεὶ οὖν δεῖ πάντως ἑτέραν αὐτῇ συνυπάρχειν στάσιν, εὐλόγως ἐκεῖ‐ | |
5 | νο προδιεξῆλθεν, ἵν’ ὅταν τὴν συμπλεκομένην τῇ παρα‐ γραφῇ στάσιν ἀκούωμεν, μηδὲν ταραττώμεθα πρὸς τὴν ἄγνοιαν, οὕτως οὖν ἐν μὲν τῇ μεθόδῳ τάττει αὐτὴν μετὰ πάσας, ἐν δὲ τῇ διαιρέσει μέσην· οὐκέτι γὰρ ὁ προειρημένος λόγος ἐκώλυεν ἤδη τὰς στάσεις ἐπισταμέ‐ | |
10 | νων ἡμῶν. Μετάληψις λέγεται, ὅτι μεταλαμβάνει ἀπὸ τοῦ πρά‐ γματος ἕτερόν τι τῶν περὶ τὸ πρᾶγμα, τουτέστι τῶν περιστατικῶν, καὶ περὶ αὐτοῦ ποιεῖται τὴν ζήτησιν, καὶ παραγραφὴ ὁμοίως, ὅτι παραγράφει καὶ παραχαράττει | |
15 | τὸ πρᾶγμα ἤ τι τῶν περὶ τὸ πρᾶγμα, φημὶ τῶν περι‐ στατικῶν· μία γοῦν αὕτη τούτου συγγένεια, καθὸ δια‐ γράφει αὐτῶν ἑκάτερον τὸ πρᾶγμα. ὥστε εἰ ἔργον ἀμ‐ φοτέρων ἓν, καὶ τὸ πρᾶγμα αὐτῶν διαφόρως ἐφ’ ἑκα‐ τέρας ταχθήσεται· ἔστι δὲ καὶ ἑτέρα κοινωνία· ἄμφω | |
20 | γὰρ ἀπὸ ῥητοῦ τινος ἄρχεσθαι βούλονται. ἀλλ’ ἐπειδὴ κοινωνίας αὐτῶν διεξήλθομεν, καθ’ ἃς καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα κοινὸν ἕξουσιν, ἀναγκαῖον καί τινας δια‐ φορὰς προσθεῖναι, ὅπως μὴ παντελῶς ἓν καὶ τὸ αὐτὸ νομισθεῖεν. διαφέρει τοίνυν ἀλλήλων πρῶτον μὲν, τῷ | |
25 | τὴν μετάληψιν ἄρχεσθαι ἀπὸ ῥητοῦ, καὶ εὐθέως αὐτοῦ ἀφίστασθαι, τὴν δὲ παραγραφὴν περὶ αὐτῶν καταγί‐ νεσθαι· ἔπειτα ἡ μὲν παραγραφὴ ἔχει πρόδηλον τὴν ἑαυτῆς φύσιν· μόνη γὰρ αὕτη τῶν στάσεων οὐδὲ μίαν περὶ τὴν εὕρεσιν ἔχει τὴν ζήτησιν· ὁ γὰρ λέγων τὸ πρό‐ | |
30 | βλημα προστίθησι καὶ τὸ παραγραφικὸν, καὶ δηλοῖ | |
τὴν στάσιν ἅμα τῷ προβλήματι προενέγκασθαι· ἡ δὲ | 236 | |
7.237 | μετάληψις οὐχ οὕτως· ὥσπερ οὐδὲ αἱ ἄλλαι τῶν στά‐ σεων· ὁ δὲ χρόνος διαιρεῖται εἰς τὸ μὴ νῦν, εἰς τὸ μηκέτι, εἰς τὸ μήπω· τοῦ μὴ νῦν παράδειγμα· νόμος ἐν ἱερομηνίᾳ μηδένα δικάζεσθαι· κατηγορεῖ τις ἐν ἱερομη‐ | |
5 | νίᾳ τινὸς ὡς ἠσεβηκότος, ὁ δὲ παραγράφει αὐτόν. κατά γε τὸν ἐνεστῶτα χρόνον παραγράφει, οὐκ ἀποσειόμενος παντελῶς τὴν κατηγορίαν, ἀλλὰ πρὸς τὸ παρὸν ἐκβάλ‐ λων· τοῦ δὲ μηκέτι παράδειγμα. δύο πλούσιοι πένητι καθεστήκασιν ἐχθροὶ τὰ πολιτικὰ, ἐπὶ πρεσβείαν ἐξελ‐ | |
10 | θόντος τοῦ πένητος εὑρέθη ὁ υἱὸς νεκρὸς ἀσκύλευτος· καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις οἱ πλούσιοι, ἀπέφυγον ἀμ‐ φότεροι, καὶ ἐπανελθὼν ὁ πένης βούλεται κρίνειν αὐ‐ τούς· οἱ δὲ παραγράφονται αὐτὸν κατὰ τὸν νόμον τὸν κελεύοντα δὶς περὶ τῶν αὐτῶν μὴ κρίνεσθαι· ἐνταῦθα | |
15 | γὰρ τὴν κατηγορίαν παντελῶς παραγράφονται, μὴ οἷόν τε εἶναι περὶ τούτων κρίνεσθαι τοῦ λοιποῦ, ἐφ’ οἷς ἤδη ἐκρίθησαν· τοῦ δὲ μήπω ἐκεῖνο ἔστω ἡμῖν παράδειγμα· νόμος τριάκοντα ὕστερον ἡμερῶν εἰσιέναι τὴν δίκην· δύο πένητες ἐγράψαντο πλούσιον· εὑρέθη ὁ ἕτερος αὐτῶν νε‐ | |
20 | κρὸς ἀσκύλευτος· καὶ ὁ ἕτερος πρὸ τῶν λʹ ἡμερῶν τὴν δίκην ἀξιοῖ κρίνεσθαι· τοῦτο γὰρ οὐ παντελῶς, ἀλλὰ κατὰ τὸ μήπω παρεῖναι τὸν καιρὸν τῆς προόδου παρα‐ γραφῆς, ἀναμένειν γὰρ αὐτὸν ἀξιώσει τὸν προσήκοντα χρόνον. | |
25 | ϛʹ. Πᾶσα, φησὶ, παραγραφὴ, ἥτις ἐστὶ καὶ ἔγγρα‐ φος μετάληψις, μεταλαμβάνεται γὰρ, εἴδη ἔχει δύο· ἡ μὲν γάρ ἐστιν ἔγγραφος, ἡ δὲ ἄγραφος ὥσπερ καὶ πρα‐ γματική· καὶ ἡ μὲν ἔγγραφος κυρίως παραγραφὴ καλεῖ‐ ται, καταχρηστικῶς δὲ καὶ ἔγγραφος μετάληψις, ἡ δὲ | |
30 | ἄγραφος λέγεται μὲν κυρίως ὁμωνυμίως τῷ γένει μετά‐ | |
ληψις· λέγεται δὲ ὅμως καταχρηστικῶς καὶ παραγραφή. | 237 | |
7.238 | ἀμφότερα οὖν τὰ εἴδη μετάληψίς ἐστι· μεταλαμβάνει γὰρ ἑκάστη τὴν περίστασιν· καὶ γὰρ ὁ νόμος ἀπὸ περι‐ στατικοῦ τινος· ἀλλὰ μὴν καὶ ἀμφότεραι πάλαι παρα‐ γραφαί. παραγράφεται γὰρ ἡ μὲν φανερῶς, ἡ δὲ τὴν | |
5 | ἐξουσίαν τῆς πράξεως, καθάπερ τὴν κατηγορίαν ἐκβάλ‐ λουσα, καὶ κατὰ τοῦτο διαφέρει, ὅτι ἡ μὲν παντελῶς ἐκβάλλει τὸν ἀγῶνα, ἡ δὲ δεχομένη τὴν ἐξουσίαν τοῖς περιστατικοῖς κέχρηται καὶ γνωρίζεται· ἡ μὲν ἀπὸ τοῦ φεύγοντος, ἡ ἔγγραφος, ἡ δὲ ἀπὸ τοῦ διώκοντος, ἡ | |
10 | ἄγραφος· γίνεται δὲ αὕτη σπανίως ἀπὸ τοῦ φεύγοντος. ζʹ. Ἀπαγωγὴ, τουτέστιν ἐκβολὴ τῆς τοῦ πράγμα‐ τος κρίσεως· εἰς ἀπολογίαν γὰρ ἑλκόμενος νόμον προ‐ βάλλεται, καθ’ ὅν φησι δεῖν μὴ ὑποκεῖσθαι κατηγορίᾳ, ἀλλ’ ἐπειδὴ ὕποπτοι ἐκ τούτου γινόμεθα πρὸς τοὺς δι‐ | |
15 | καστὰς, ὡς οὐ τοῖς δικαίοις θαῤῥοῦντες, ἐφεῦρεν ἡ‐ μῖν ἡ τέχνη τὴν εὐθυδικίαν· ἀλλ’ οὐ πανταχοῦ ταύτῃ χρηστέον, ἀλλ’ ὅπου ὁ καιρὸς ἐπιτρέπει· εὐθυδικία δέ ἐστι τὸ κατ’ εὐθὺ τῆς δίκης ἰέναι, καὶ μὴ μόνον ἀπὸ τοῦ νόμου προβάλλεσθαι ἄδειαν, ἀλλὰ καὶ τὴν ἀπὸ τῶν | |
20 | πραγμάτων ἀπολογίαν ποιεῖσθαι· οἷον ἐφ’ οὗ λέγει ὁ τεχνικὸς ὑποδείγματος· ἑλκόμενος γὰρ εἰς ἀπολογίαν τοῦ μὴ πεποιηκέναι τὸν φόνον προβάλλεται μὲν τὸν νόμον τὸν μὴ ἐξεῖναι δὶς περὶ τῶν αὐτῶν διαγορεύοντα ἀγωνί‐ ζεσθαι· προσθήσει δὲ καὶ τὴν εὐθυδικίαν λέγων οὕτως, | |
25 | ὅτι εἰ καὶ μὴ νόμος ἐξαιρεῖταί με τοῦ κινδύνου, οὐδ’ οὕ‐ τως ὑπεύθυνός εἰμι τιμωρίας· οὐ γὰρ ἔδρασα φόνον καὶ ταύτῃ καὶ τὴν πρὶν ἀπέφυγον δίκην. ηʹ. Τοῦ μὲν φεύγοντος ἐνταῦθα προτεινομένου τὸ ῥητὸν, τοῦ δὲ κατηγόρου τὴν διάνοιαν. λέξει γὰρ ἔχειν | |
30 | μὲν οὕτω τὸν νόμον, οὐ μὴν ἐπὶ τούτοις, οὐδὲ ἐπὶ τῶν | 238 |
7.239 | οὕτω μεγάλων καὶ δεινῶν, ἀλλ’ ἐπὶ τῶν εὐτελῶν ἅπαξ κρίνεσθαι προστάττει· ἄλλοι δὲ κατὰ ἀμφιβολίαν τὴν πρώτην εἰρήκασι γίνεσθαι· ὁμωνύμως γὰρ τὰς δίκας νο‐ εῖσθαι καὶ τὰς τιμωρίας, οἷον τιμωρεῖσθαι μὲν δεύτερον | |
5 | κωλύει, κρίνεσθαι δὲ δεύτερον οὐ κωλύει· παρατηρη‐ τέον δὲ, ὡς διπλῆ τις ἡ τοιαύτη στάσις, τουτέστιν ἡ ζή‐ τησις· δύο γὰρ ἐν ταύτῃ τὰ ζητήματα· καὶ τὸ μὲν πρῶ‐ τον, εἰ μὴ δεῖ κρίνεσθαι τὴν ἀρχὴν ἐπὶ τούτοις· τὸ δὲ δεύτερον τουτέστι τὸ τῆς εὐθυδικίας ἐκ τῆς φύσεως τοῦ | |
10 | πράγματος ἀναφυόμενον, καθ’ ἣν ἂν ἐμπέσῃ στάσιν, μελετᾶται. θʹ. Τὸ μὲν οὖν παραδειγματικὸν πρόβλημα τοιοῦ‐ τόν ἐστιν, ἐφ’ ᾧ καὶ φόνου κρινόμενος ὁ κατηγορούμε‐ νος ἐπὶ τὸν νόμον καταφεύγει· καὶ δι’ αὐτοῦ τὸν περὶ | |
15 | τοῦ φόνου διωθεῖται ἀγῶνα, μὴ δεῖν περὶ τῶν αὐτῶν αὖθις κρίνεσθαι λέγων· ὁ δὲ κατήγορος τῆς τοῦ ῥητοῦ διανοίας ἀντέχεται, τότε λέγειν τὸν νόμον μὴ παλινδι‐ κεῖν ἐνιστάμενος, ὅτε μὴ τὸ θεῖον κατηγορεῖ, ὅτε οὐ χρησμῷ τὰ τῆς μιαιφονίας ἐλέγχεται, ὅτε μὴ αὐτὸς ὁ | |
20 | Πύθιος κατὰ στόμα προσαπαντᾷ τῷ φονεύσαντι· νῦν δὲ διὰ τῶν λοιπῶν τῆς στάσεως κεφαλαίων τῆς ζητήσεως προϊούσης μετὰ τὸν ἀπαρτισμὸν τῆς παραγραφῆς τὰ τῆς εὐθυδικίας εἰσάγεται κατὰ τὸν στοχασμὸν μελετώμενα, ἀντὶ σημείων λαμβανομένων τῶν τοῦ Πυθίου ῥημάτων, | |
25 | εἰρηκότος ὅτι ἀνδροφόνοις οὐ χρῶ. καὶ τούτων στοχα‐ στικῶς ἐξεταζομένων, καὶ τοῦ μὲν ὑπ’ εὐθύνην τὸν κα‐ τηγορούμενον ἄγοντος, τοῦ δὲ εὐθύνης ἑαυτὸν ὑπεξά‐ γοντος. ιʹ. Τὸ ἕτερον, φησὶ, ζήτημα τὸ τῆς εὐθυδικίας, ὅ ἐστι | |
30 | τοῦ πράγματος ἡ ἐξέτασις, ὅπερ ἐξ ἀρχῆς προεγράψατο. | 239 |
7.240 | ἐπλανήθησάν τινες ἀφ’ ὧν εἶπεν ὁ τεχνικὸς, „εἶτα ἕπε‐ ται τὸ στοχαστικόν·“ ὅτι κατὰ μόνον στοχασμὸν ἡ εὐ‐ θυδικία μελετᾶται, οὐκ ἔστι δὲ, ἀλλὰ καὶ κατὰ τὰς ἄλ‐ λας στάσεις, πλὴν τῆς μεταλήψεως, τῆς ἐγγράφου τε καὶ | |
5 | ἀγράφου· οὐ γὰρ οἷόν τε στάσιν εὑρεθῆναι ἐν τῇ αὐτῇ στάσει. χρὴ οὖν διαιροῦντα ζητεῖν μετὰ τὴν παραγρα‐ φὴν, ὑπὸ τίνα τῶν στάσεων ἀνάγεται ἡ εὐθυδικία· καὶ κατὰ ταύτης κεφάλαιον διαιρεῖν τὸ ζήτημα, περὶ οὗ ἡ παραγραφή· οὐ πάντως οὖν ἐπὶ πάσης παραγραφῆς στο‐ | |
10 | χαστικὸν, ἑκάστοτε δὲ πρὸς τὸ προκείμενον· ἐνταῦθα γοῦν ἡ μὲν παραγραφὴ ἐκ τοῦ ῥητοῦ καὶ διανοίας, ἢ ἐξ ἀμφιβολίας, ἡ δὲ εὐθυδικία κατὰ τὸν στοχασμόν· στο‐ χαστικὸν δὲ λέγει οὐ κεφάλαιον, ἀλλὰ ζήτημα. χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὡς τῆς παραγραφῆς ἡ μὲν τελεία ἐστὶν, | |
15 | ἡ δὲ ἀτελής. τελεία μὲν, ὅτι τοῦ πράγματός ἐστι πα‐ ραγραφή· ὡς ἐπὶ τοῦ φεύγοντος φόνου καὶ λέγοντος, ὅτι ἐκρίθην· οὔτε γὰρ τὸν κατηγοροῦντα νῦν, οὔτε ἄλλον τινὰ δέχεται· λέγει γὰρ ὅτι οὔτε σοι, οὔτε ἄλλῳ τινὶ δικάζομαι περὶ τούτου· ἀτελὴς δὲ, ὅτε προσώπου μόνου | |
20 | γίνεται παραγραφή· λέγει γὰρ, ὅτι σοι μὲν οὐ δικάζο‐ μαι, ἑτέρῳ δὲ τῷ βουλομένῳ. ιαʹ. Περὶ τῆς ποιότητος τῆς ἐγγράφου μεταλήψεως εἰρηκὼς νῦν καὶ περὶ τῆς ἀγράφου, ὁποία τίς ἐστιν, δια‐ λέγεται· ὅτι ἔστιν ἀπαγωγὴ μὲν τῆς εὐθυδικίας καὶ αὐτὴ | |
25 | κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ· οὐχ ἵσταται δὲ περὶ τὸ αὐτὸ ῥητόν· ἦ γὰρ ἂν οὐδὲν τῆς ἐγγράφου διέφερε μεταλήψεως, παραγραφὴ καὶ αὐτὴ οὖσα, ἀλλ’ ἀφιστα‐ μένη τοῦ ῥητοῦ περί τι τῶν περιστατικῶν καταγίνεται καὶ εἰς αὐτὸ περιΐσταται, ἐν ταὐτῷ καὶ τὴν ἔγγραφον | |
30 | ὁμοῦ μετάληψιν καὶ τὰς νομικὰς διαφεύγουσα, τὴν μὲν | |
ὡς μετὰ τοῦ ῥητοῦ καὶ τῆς παραγραφῆς ἀποχωροῦσαν· | 240 | |
7.241 | καὶ πρὸς τὴν εὐθυδικίαν μεταχωροῦσαν· εἰ καὶ πρὸς βρα‐ χὺ παραγράφει, τὰς δὲ ὡς τοῦ ῥητοῦ μεθισταμένη καὶ πρός τι τῶν περιστατικῶν ἀποκλίνουσα, τόπον ἢ χρό‐ νον, ἢ πρόσωπον καὶ τὰ ἑξῆς καὶ τούτων ἑνὸς μεταλαμ‐ | |
5 | βάνουσα καὶ περὶ αὐτὸ τὴν δύναμιν τοῦ ἀγῶνος συνά‐ γουσα. ιβʹ. Παραδείγματι τὸ πᾶν ἐσαφήνισε· καὶ γὰρ ἐπὶ τοῦ δοθέντος προβλήματος τὸ μὲν πραχθὲν συγχωροῦ‐ μεν τὸν νόμον αἰδούμενοι, τὸν μοιχὸν καὶ τὴν μοιχευο‐ | |
10 | μένην ἀναιρεῖσθαι κελεύοντα, τὸν τόπον δὲ καὶ τὸν χρόνον μεταλαμβάνοντες αἰτιώμεθα, ὅτι οὐκ ἐξῆν ἐπὶ τοῦ τάφου φονεύειν· οὐδὲ χρόνῳ ὕστερον τῆς γυναικὸς κατατρέχειν· τοσαῦτα καὶ περὶ τῆς μεταλήψεως. ιγʹ. Ἐν τῇ μεταλήψει, φησὶν, ἥτις ὁμώνυμός ἐστιν | |
15 | τῷ οἰκείῳ γένει, περὶ τοῦ ποῖόν τί ἐστι ζητοῦμεν· λέγο‐ μεν πὰρ μεταλαμβάνοντες, ὡς οὐ δικαίως γέγονεν ὁ φό‐ νος ἐνταῦθα, ἢ ἀπὸ τοῦδε τοῦ προσώπου, ἢ ἐν τῷ νῦν χρόνῳ, ἢ ἀπό τινος τῶν περιστατικῶν· ἀπὸ προσώπου μὲν, ὡς ἐπὶ τοῦ τὴν μητέρα μοιχευομένην ἀνελόντος· | |
20 | ἀπὸ προσώπου δὲ καὶ πράγματος, ὡς ἐπὶ τῆς ἱερείας τῆς μυούσης τὸν τύραννον καὶ ἀποκτεινάσης· τὸ πρᾶγμα γὰρ μεταλαμβάνοντες λέγομεν, ὅτι οὐκ ἐχρῆν ἀποκτεῖναι, ἀλ‐ λὰ καὶ τὸ πρόσωπον, ὅτι καὶ ἱέρεια, καὶ τὸν χρόνον δέ· παρὰ γὰρ τὸν καιρὸν τῆς μυήσεως καὶ τὸν τόπον, ἐν | |
25 | ἱερῷ γὰρ ἀθέμιτον φονεύειν· ἀπὸ τρόπου δὲ, ὡς ἀπὸ τοῦ καταφλέξαντος σὺν τῷ μοιχῷ τὴν οἰκίαν· ὁ τρόπος γὰρ ἐνταῦθα μέμφεται τῆς τιμωρίας· τόπον δὲ καὶ χρό‐ νον ὡς ἐφ’ οὗ ὑποδείγματος εἶπεν ὁ τεχνικός. ιδʹ. Μέλλων ἤδη περὶ τὴν τῶν κεφαλαίων διαίρεσιν | |
30 | εἰσβαλεῖν, καὶ ἀπὸ τοῦ στοχασμοῦ ἀναγκαίως ἄρξασθαι | |
καὶ ἐνδιατρῖψαι μᾶλλον τοῖς κατ’ αὐτὸν τῶν ἄλλων, | 241 | |
7.242 | καὶ τὴν αἰτίαν προλέγει καὶ προκαθιστᾷ καὶ παρασκευ‐ άζει τὰ ῥηθήσεσθαι μέλλοντα, ὅτι τε ἀπὸ τοῦ στοχα‐ σμοῦ ἡ ἀρχὴ αὐτῷ γενήσεται κατὰ πρόφασιν ἀναγκαίαν εὔλογον, καθ’ ἣν καὶ τῆς διαιρετικῆς αὐτόθεν μεθόδου | |
5 | ἤρξατο τῶν στάσεων, καὶ ὅτι μακρότερα τὰ περὶ αὐτοῦ ῥηθησόμενα ἔσται, τῷ εἰς ἅπαντα σχεδὸν τὰ μετὰ ταῦ‐ τα συντελεῖν καὶ συμβάλλεσθαι. ιεʹ. Γίνεται κατὰ δʹ μόνας τῶν στάσεων ἡ παρα‐ γραφὴ, κατὰ στοχασμὸν, κατὰ ὅρον, κατὰ ῥητὸν καὶ | |
10 | διάνοιαν, κατὰ ἀμφιβολίαν· κατὰ μὲν στοχασμὸν παρα‐ γραφῆς ὁ κατὰ Τιμάρχου παράδειγμα· κατὰ δὲ ὅρον, ἱέ‐ ρειάν τις ἐγράψατο ἀσεβείας ὡς προαγωγεύσασαν· ἡτ‐ τᾶται τὴν δίκην ὁ κατήγορος, καὶ ὕστερον βούλεται αὐ‐ τὴν γράφεσθαι οὐκέτι ἀσεβείας, ἀλλὰ προαγωγείας· | |
15 | ἡ δὲ παραγραφὴ κατὰ τὸν νόμον τὸν κελεύοντα δὶς περὶ τῶν αὐτῶν μὴ κρίνεσθαι· ζητοῦμεν γὰρ ὁρικῶς, ἄρα τὸ πάλαι μὲν ἀσεβείας γεγράφθαι, νῦν δὲ προα‐ γωγείας διαφορὰν ἔχει, καὶ οὐχ ἁρμόττει ὁ νόμος, ἢ ταὐ‐ τόν ἐστι καὶ ἁρμόττει· κατὰ ῥητὸν καὶ διάνοιαν παρα‐ | |
20 | γραφῆς δέδωκεν ὁ Ἑρμογένης παράδειγμα, δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· φόνου κρινόμενός τις ἀπέφυ‐ γεν· ὕστερον χρωμένῳ αὐτῷ ἀνεῖλεν ὁ θεὸς, ἀνδροφό‐ νοις οὐ χρῶ, καὶ πάλιν φεύγει· ἐξετάζει γὰρ ὁ νόμος, πότερον ἐπὶ τῶν ἐλαττόνων ἁμαρτημάτων λέγει μὴ εἶναι | |
25 | δὶς περὶ τῶν αὐτῶν δίκας, ἐπὶ τηλικούτων δὲ οὐκέτι ἢ τὸ | |
ῥητὸν δεῖ ψιλῶς ἐπὶ πάντων ἐκδέχεσθαι· αὐτὸ δὲ τὸ | 242 | |
7.243 | πρόβλημα τοῦτο δύναται κατὰ ἀμφιβολίαν εἶναι, ὥσπερ παρέλαβον αὐτὸ κατὰ ἀμφιβολίαν ἤδη τινές· ἢ ἀμφι‐ βολίας τῆς καθ’ ὁμωνυμίαν· πότερον δίκας λέγει ὁ νό‐ μος τιμωρίας ἢ δίκας ἁπλῶς τὰς εὐθύνας· φαίη γὰρ | |
5 | ἂν ὁ διώκων τὸν νόμον μὴ δεδωκέναι δὶς περὶ τῶν αὐ‐ τῶν δίκας· δίκας δὲ εἶναι τὰς τιμωρίας, τὸν δὲ φεύγον‐ τα οὔτε τιμωρεῖσθαι ἤδη· ἔχομεν οὖν τὸ αὐτὸ παρά‐ δειγμα καὶ τῆς κατὰ ῥητὸν καὶ διάνοιαν παραγραφῆς καὶ τῆς κατὰ ἀμφιβολίαν· ἡ μὲν οὖν παραγραφὴ κατὰ | |
10 | ταύτας τῶν στάσεων γίνεται· ἡ δὲ εὐθυδικία, τουτέστιν ὁ ἐκβαλλόμενος λόγος, κατὰ πάσας· καλεῖται γὰρ ὁ μὲν ἐκβάλλων λόγος παραγραφὴ, καὶ γίνεται κατὰ τὰς εἰρη‐ μένας τῶν στάσεων· ὁ δὲ ἐκβαλλόμενος εὐθυδικία, καὶ κατὰ πάσας εὑρίσκεται. | |
15 | Γίνεται πάντως ἡ μετάληψις καθ’ ἕν τι τῶν περι‐ στατικῶν· ἀπὸ προσώπου, ἀπὸ τόπου, ἀπὸ χρόνου, ἀπὸ τρόπου, ἀπὸ αἰτίας· ἀπὸ μὲν οὖν προσώπου μεταλή‐ ψεως παράδειγμα τόδε· πλούσιος τῷ δήμῳ δοὺς χιλίας δραχμὰς πένητα ἑαυτοῦ ἐχθρὸν κατάκριτον ὄντα ἀνεῖλε, | |
20 | καὶ κρίνεται φόνου, τὸ γὰρ πρόσωπον μεταλαμβάνει, ὅτι γε οὐ σοὶ ἐξῆν φονεύειν αὐτόν· ἀπὸ δὲ τόπου, οἷον τύ‐ ραννόν τις καταφυγόντα εἰς τὸ ἱερὸν ἀνεῖλε καὶ κρίνε‐ ται φόνου· λέγει γὰρ, ὡς οὐκ ἐν ἱερῷ ἐχρῆν φονεύειν αὐ‐ τόν· ἀπὸ δὲ χρόνου· κυβερνήτης ἰδὼν ἀπό τινος τῶν | |
25 | ἐπιβατῶν ἐν τῷ πλῷ μοιχευομένην τὴν ἑαυτοῦ γυναῖκα τέως μὲν ἐπέσχεν· ἐν δὲ τῷ λιμένι γενόμενος ἀνεῖλε τὸν μοιχόν· μεταλαμβάνει γὰρ ὁ διώκων τὸν χρόνον, ὅτι ἔδει σε παρ’ αὐτὰ φονεύειν αὐτὸν, ἡνίκα κατέλαβες· ἀπὸ δὲ τρόπου, καταλαβών τις ἐπὶ τῇ γυναικὶ μοιχὸν ἐνέπρησε | |
30 | τὸ δομάτιον καὶ κρίνεται· ὁ γὰρ τρόπος παρέσχε τῷ κατ‐ ηγόρῳ τοὺς λόγους· ὅτι παρὰ τὸ καθεστηκὸς ἀεὶ καὶ | |
τοῖς νόμοις δοκοῦν ἡ ἀναίρεσις γέγονε· τοῦ δὲ ἀπὸ αἰ‐ | 243 | |
7.244 | τίας ἐκεῖνο παράδειγμα· κατέλαβέ τις ἐπὶ τῇ γυναικὶ μοι‐ χόν· ὁ δὲ ληφθεὶς ἐπηγγείλατο δώσειν χιλίας δραχμὰς, εἰ ἐάσοι αὐτόν· πεισθέντος τοῦ ἀνδρὸς ἐπὶ τούτοις, ἐχ‐ θρός τις ὢν τῷ μοιχῷ ἀνθυπέσχετο χιλίας δραχμὰς, εἰ | |
5 | ἀνέλοι αὐτόν· ὁ δὲ ἐπείσθη καὶ ἀνεῖλε, καὶ ἀνελὼν κρί‐ νεται· κρίνεται γὰρ ἐπὶ τῇ αἰτίᾳ, ὅτι τὰς χιλίας λαβὼν ἐφόνευσε καὶ οὐκ ἐπὶ τῇ μοιχείᾳ ἀχθόμενος. Ἐπειδὴ ἐλέγομεν, τὴν μετάληψιν ἐκ τοῦ κατηγόρου λαμβάνεσθαι, καὶ τοῦτο θαυμαστὸν παρὰ τὰς ἄλλας | |
10 | στάσεις πεπονθέναι αὐτὴν, ὅτι αἱ μὲν ἄλλαι πᾶσαι ἐκ τοῦ φεύγοντος χαρακτηρίζονται, αὕτη δὲ μόνη ἐκ τοῦ κατηγόρου, ὁ Μινουκιανὸς δέ φησι καὶ ἐκ τοῦ φεύγον‐ τος μετάληψιν γίνεσθαι, καὶ δίδωσιν ἡμῖν τοιοῦτο πα‐ ράδειγμα· νόμος παρὰ Ἀθηναίοις τὸν φθείραντα κό‐ | |
15 | ρην ἐκτιννύναι χιλίας δραχμάς· παρὰ δὲ Λακεδαιμονίοις θάνατος ἐτιμᾶτο τῷ φθείραντι· Λακεδαιμόνιός τις Ἀθήναζε πρεσβευτὴς ἀφικόμενος φθείρει κόρην ἀστὴν, καὶ κατὰ τὸν νόμον ἐξέτισε τὰς χιλίας· μετὰ ταῦτα ἐλ‐ θὼν εἰς Λακεδαίμονα τῷ ἐκεῖσε νόμῳ ὑπάγεται· Τὸ δ’ | |
20 | αὐτὸ τῷ Μινουκιανῷ πέπονθε καὶ Ἀντίπατρος· ἐοίκασι δ’ ἀμφότεροι παρηγμένοις καὶ παρεωρακόσι τὸ ἀληθές· διὰ τοῦτο ἐν τούτῳ τῷ προβλήματι δύο ἐστὶ μεταληπτι‐ κὰ, τὸ μὲν τοῦ διώκοντος, οὐκ ἀλλαχόσε χρὴ διδόναι τὴν δίκην, ἀλλ’ ἐνθάδε Λακεδαιμόνιόν γε ὄντα, τὸ δὲ τοῦ | |
25 | φεύγοντος, ἀλλ’ οὐκ ἐβιασάμην ἐνθάδε, Ἀθήνησι δέ· ὄντων οὖν δύω μεταληπτικῶν τὸ πρωταγωνιστοῦν ἐστι τὸ τοῦ διώκοντος, ποτερόν ποτε Ἀθήνησι δεδωκότα τὴν δίκην χρὴ δοῦναι τὰ ἐν Σπάρτῃ, ἢ οὔ· τοῦτο δὲ ἐκ τῆς | |
τοῦ κατηγόρου φωνῆς γίνεται· πρὸς δὲ τὸν τούτου λό‐ | 244 | |
7.245 | γον, ὅτι ἐνταῦθά σε χρὴ δοῦναι δίκην, ὁ παρὰ τοῦ φεύ‐ γοντος ἀντιτίθεται, ἐν ᾧ φησιν· ἀλλ’ οὐκ ἐνταῦθα βε‐ βίασμαι, ὥστε εὑρίσκεται καὶ τοῦτο τὸ ζήτημα ὑπὸ τὴν τοῦ κατηγόρου πίπτον φωνήν. | |
5t | ΠΕΡΙ ΤΗΣ ΔΙΑΙΡΕΣΕΩΣ ΤΩΝ ΣΤΑΣΕΩΝ. | |
6t | Cap. XVII. | |
7t | Περὶ στοχασμοῦ. | |
7 | αʹ. Ἀρχόμενοι σὺν θεῷ τῆς διαιρέσεως, φέρε γε πρό γε πάντων ζητήσωμεν, τί ὅλως ἐστὶ διαίρεσις, ἵνα μὴ | |
περὶ ἀγνοουμένων τοὺς λόγους ποιήσωμεν. Ἰστέον τοί‐ | 245 | |
7.246 | νυν, ὅτι τὴν διαίρεσιν πολλοὶ πολλαχῶς ὡρίσαντο· ὁ δέ γε δόξας ἐν πᾶσι καλῶς ἔχειν ὅρος ἐστὶν οὗτος· διαίρεσις, φασὶν, ἐστὶ τομὴ τοῦ περιέχοντος εἰς τὰ περιεχόμενα· καὶ εὖγε τοῦ προκειμένου ὅρου, περιλαμβάνει γὰρ πᾶσαν | |
5 | κυρίως οὖσαν διαίρεσιν, καὶ τὴν παρὰ φύσιν οὖσαν ἐλέγ‐ χει· ἐκβληθήσεται γὰρ τῷ προκειμένῳ ὅρῳ ἡ λεγομένη ἀπὸ συμβεβηκότος εἰς οὐσίαν διαίρεσις, ἐπεὶ μήτε συμ‐ βεβηκὸς περιέχεται ἐν οὐσίᾳ, οὔτε μὴν ἡ οὐσία περιέχε‐ ται ἐν συμβεβηκότι, οὐκοῦν οὐκ ἂν γένοιτο ἐπ’ αὐτῶν | |
10 | τομὴ τοῦ περιέχοντος εἰς τὰ περιεχόμενα. Ὡς οὖν εἴρη‐ ται, ὀρθῶς ἔχει οὗτος ὁ τῆς διαιρέσεως ὅρος, ἀλλὰ μα‐ θόντες, τίς ὁ τῆς καθόλου διαιρέσεως ὅρος, φέρε λοιπὸν ἐξετάσωμεν, εἰ καὶ τῇ τῷν κεφαλαίων διαιρέσει οὗτος ἁρμόσει ὁ ὅρος· ἀλλὰ πρὸς ζήτησιν τὸ τοιοῦτο προθέ‐ | |
15 | μενοι προλάβωμεν ταῦτα. Ἰστέον τοίνυν, ὅτι διττὸς ὁ | |
στοχασμὸς, διττὸν δὲ καὶ τὸ κεφάλαιον· ὁμώνυμα γὰρ | 246 | |
7.247 | ταῦτα· λέγεται γὰρ στοχασμὸς αὐτὴ ἡ στάσις, ἡ χα‐ ρακτηρίζουσα τὴν ζήτησιν· λέγεται δὲ στοχασμὸς καὶ τὸ στοχαστικὸν ζήτημα, οἱονεὶ τὸ σύνθετον, τὸ χαρακτη‐ ρισθὲν ἐκ τῆς στάσεως· ἔτι κεφάλαιον λέγεται αὐτὴ ἡ | |
5 | ψιλὴ μέθοδος, φημὶ δὲ τὸ ὄργανον· λέγεται πάλιν ὁμω‐ νύμως κεφάλαιον καὶ αὐτὸ τὸ μεθοδευθὲν, οἱονεὶ τὸ ἀποτέλεσμα· ὅτι μὲν οὖν στοχασμὸς λέγεται αὐτὴ ἡ στά‐ σις, παντὶ προῦπτον, ὅτι δὲ καὶ τὸ στοχαστικὸν ζήτη‐ μα λέγεται στοχασμὸς, ἐδήλωσαν μὲν καὶ ἄλλοι, ἀρκέ‐ | |
10 | σει δὲ ὅμως πρὸς πίστιν ἡμῖν Σώπατρος· οὕτως γὰρ ἐν τῷ περὶ διαιρέσεως τοῦ στοχασμοῦ φησι·“ προκατεσκευ‐ ασμένος στοχασμός· πένης καὶ πλούσιος ἐχθρὸς τὰ πο‐ λιτικά· πολέμου καταλαβόντος τὴν πόλιν ὁ πλούσιος κε‐ χειροτόνηται στρατηγὸς, καὶ τοῦ πένητος παῖδες τρεῖς | |
15 | κατελέγησαν στρατεύεσθαι· φήμης γενομένης ἐν τῷ στρα‐ τοπέδῳ, ὅτι προδιδόασιν οἱ τοῦ πένητος παῖδες, ὁ στρα‐ τηγὸς λαβὼν ἐβασάνισεν· οὐδὲν ἐξειπόντα τὸν πρῶτον ἀπέκτεινεν, ὡσαύτως καὶ τὸν δεύτερον· τὸν τρίτον καὶ πρὸ τῶν βασάνων ἐξειπόντα ἀπέκτινεν, οὐκ ἐπέξεισιν ὁ | |
20 | πατὴρ, καὶ κρίνεται συνειδότος. „Ἰδοὺ φανερῶς ἐνταῦ‐ θα ὁ Σώπατρος στοχασμὸν ἐκάλεσε τὸ στοχαστικὸν ζή‐ τημα· εἰρηκὼς γὰρ προκατασκευαζόμενος στοχασμὸς ἐπ‐ ήνεγκε πρόβλημα, αὐτὸ καλέσας τὸ πρόβλημα στοχα‐ σμόν· φησὶ γὰρ, προκατασκευαζόμενος στοχασμὸς, οὐ | |
25 | προκατασκευαζομένου στοχασμοῦ· καὶ πάλιν ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ἀνήρ φησιν·“ στοχασμός· γυνὴ καὶ ἀνὴρ κατὰ τὸ αὐτὸ ἐκακώθησαν τῷ αὐτῷ νοσήματι· μετεπέμψαντο ἰατρὸν, φίλον τοῦ ἀνδρὸς, καὶ ὁ μὲν ἀνὴρ ἀπέθανεν, ἡ δὲ γυνὴ ὑγίανε, μετὰ ταῦτα ἔγημεν ὁ ἰατρὸς τὴν γυ‐ | |
30 | ναῖκα, καὶ κρίνεται φαρμακείας· ἰδοὺ κἀνταῦθα ὁμοίως | |
στοχασμὸν ἐκάλεσε τὸ στοχαστικὸν ζήτημα· οὐκ ἐπὶ τοῦ | 247 | |
7.248 | στοχασμοῦ δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων στάσεων τὸ αὐτὸ ποιεῖ, ὅρον καλῶν τὸ ὁρικὸν ζήτημα, καὶ ἀν‐ τίληψιν τὸ ἀντιληπτικὸν ζήτημα, καὶ ταῦτα μὲν, ὅτι διττὸς ὁ στοχασμὸς, διττὸν δὲ, ὡς προείρηται, καὶ τὸ | |
5 | κεφάλαιον· καὶ ὅτι μὲν ἡ ψιλὴ μέθοδος κεφάλαιον λέ‐ γεται οὐδεὶς ἂν ἀμφιβητήσειεν, ὅτι δὲ καὶ αὐτὸ τὸ ἀπο‐ τέλεσμα κεφάλαιον λέγεται, μαρτυροῦσιν οἱ περὶ διαιρέ‐ σεως διαλαβόντες. Μένανδρος γὰρ διαίρεσιν τῶν λό‐ γων ποιούμενος „ἐπληρώθη,“ φησὶν, „μέχρι τοῦ ἐνθά‐ | |
10 | δε τὸ δίκαιον κεφάλαιον, ἄρχεται δὲ λοιπὸν τοῦ συμφέ‐ ροντος.“ οἶδεν οὖν ὁ Μένανδρος αὐτὸ τὸ ἀποτέλεσμα, φημὶ δὴ τὸ μετὰ τοῦ ζητήματος κεφάλαιον καλούμε‐ νον· ἀλλὰ τὸ τοιοῦτο μαθόντες φέρε δὴ κἀκεῖνο ζητή‐ σωμεν, τί ἂν εἴη ἄρα τῶν ζητημάτων ἡ στάσις, Φασὶ | |
15 | τοίνυν τινὲς, ὅτι συμβεβηκός ἐστιν ἡ στάσις, συμβέβηκε γὰρ, φασὶ, τοῖς ζητήμασι στασιάζεσθαι· ἔστι δὲ λίαν οὗτος εὐήθης ὁ λόγος· εἰ γὰρ συμβεβηκὸς ἡ στάσις, ἐχρῆν αὐτὴν ἐν τοῖς ζητήμασι γίνεσθαι, χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, τοῦτο γὰρ τῶν συμβεβηκότων πέ‐ | |
20 | φυκε γνώρισμα, ἀλλ’ οὐκ ἂν τὸ τοιοῦτο γένοιτο· ἀφαι‐ ρουμένης γὰρ τῆς στάσεως ἀφαιρεῖται αὐτίκα τὸ ζήτη‐ μα, καὶ οὐκ ἂν εἴη ὅλως ζήτησις, τῆς γὰρ στάσεως ἀφαιρουμένης, τί ἂν εἴη λοιπὸν τὸ ζητούμενον· οὐκ ἂν οὖν εἴη συμβεβηκὸς ἡ στάσις, ἀλλ’ εἶδος μᾶλλον τοῦ ζητή‐ | |
25 | ματος· κατ’ αὐτὴν εἰδοποιεῖται καὶ χαρακτηρίζεται τὰ ζητήματα· τὰ γὰρ πολιτικὰ πράγματα ἤτοι ζητήματα ὥσπερ ὕλης ἐπέχουσι τρόπον· ἡ δὲ στάσις αὐτοῖς, ὥσ‐ περ εἶδος πρόσεισι, καὶ αὕτη ἐστὶν ἡ μεταμορφοῦσα αὐτὰ καὶ τοιῶσδε μετασχηματίζουσα καθ’ αὑτὰ τὰ πρά‐ | |
30 | γματα ὥσπερ ἀζήτητα ἦσαν, ἡ δὲ στάσις συνελθοῦσα καὶ εἰδοποιήσασα ἐποίησεν αὐτὰ στασιάζεσθαι· καὶ ταῦ‐ | |
τα μὲν περὶ τῆς στάσεως· φέρε δὲ λοιπὸν ἀκολούθως | 248 | |
7.249 | ἐπὶ τὸ προκείμενον ἀναδραμόντες τὴν τῶν κεφαλαίων ἐξετάσωμεν διαίρεσιν· Ὡς οὖν εἴρηται, διττὸς ὁ στο‐ χασμός· ἥ τε στάσις καὶ τὸ στοχαστικὸν ζήτημα, διτ‐ τὸν δὲ καὶ τὸ κεφάλαιον, τό τε ἀποτελοῦν καὶ τὸ ἀπο‐ | |
5 | τελούμενον· τεσσάρων δὲ ὄντων τῶν ὅρων ἓξ γίνονται συ‐ ζυγίαι, οἷον στοχασμὸς εἰς στοχασμὸν καὶ κεφάλαιον εἰς κεφάλαιον· ἔτι στοχασμὸς ἡ στάσις εἰς τὸ κεφάλαιον, φημὶ δὲ τὴν ψιλὴν μέθοδον, καὶ στοχασμὸς τὸ στοχα‐ στικὸν ζήτημα εἰς τὸ μεθοδευθὲν κεφάλαιον, ἔτι στο‐ | |
10 | χασμὸς ἡ στάσις εἰς τὰ κεφάλαια τὰ μεθοδευθέντα, καὶ τὸ στοχαστικὸν ζήτημα εἰς τὰ κεφάλαια τὰς ψιλὰς με‐ θόδους· τούτων δὲ τῶν εἰρημένων ἓξ δύο μέν εἰσιν ἀζή‐ τητοι, τρεῖς δὲ ἀδιαίρετοι, μία δὲ μόνη διαιρεῖται. Ἀζή‐ τητοι μὲν οὖν εἰσιν αὗται· ἡ ἀπὸ στοχασμοῦ εἰς στοχα‐ | |
15 | σμὸν, καὶ ἀπὸ κεφαλαίου εἰς κεφάλαιον· οὐ γὰρ ζητοῦ‐ μεν διαίρεσιν στοχασμοῦ εἰς στοχασμὸν, οὐδὲ κεφαλαίου εἰς κεφάλαιον, ἀλλὰ στοχασμοῦ εἰς κεφάλαιον· αὗται μὲν οὖν ἀζήτητοι· αἱ δὲ ἄλλαι τρεῖς ἀδιαίρετοι· ὁ γὰρ στο‐ χασμὸς ἡ στάσις οὐκ ἂν διαιρεθείη εἰς τὰ κεφάλαια, | |
20 | ἤτοι εἰς τὰς ψιλὰς μεθόδους, πῶς γὰρ τὸ εἶδος εἰς ὄρ‐ γανον διαιρεθήσεται, τὸ θρόνιον εἰς σκέπαρνόν φημι καὶ πρίονα καὶ τὰ λοιπά; ἔστι δὲ τοῦ ζητήματος ἡ μὲν στάσις εἶδος, ἡ δὲ μέθοδος ὄργανον· ἀλλ’ οὐδὲ μὲν εἰς τὰ μεθοδευθέντα κεφάλαια ἡ στάσις διαιρεθήσεται, οὐ | |
25 | γὰρ ἂν τὸ εἶδος εἰς τὰ μέρη τοῦ συνθέτου διαιρεθήσε‐ ται, εἴγε τὸ εἶδος τοῦ θρόνου οὐ φαμὲν εἰς τὰ μέρη δι‐ αιρεῖσθαι τοῦ θρόνου· ἔτι τὸ στοχαστικὸν ζήτημα οὐκ ἂν διαιρεθήσεται εἰς κεφάλαια τὰς μεθόδους, ἐπεὶ μὴ διαιρεῖται ὁ θρόνους εἰς τὰ ὄργανα, δι’ ὧν κατασκευάζε‐ | |
30 | ται. Αἱ γοῦν μέθοδοι κατασκευάζουσι τὰ ζητήματα, ἀλλὰ τὰ ἀδιαίρετα διελέγχοντες σκέλη φέρε λοιπὸν ἐπὶ τὴν κυρίως μετέλθωμεν διαίρεσιν. Διαιρεῖται τοίνυν τὸ | |
στοχαστικὸν ζήτημα εἰς τὰ μεθοδευθέντα κεφάλαια, | 249 | |
7.250 | καὶ γὰρ τὸ μὲν ζήτημα ὅλον, μέρη δὲ αὐτοῦ τὰ μεθο‐ δευθέντα κεφάλαια, καὶ ἔστιν ἡ διαίρεσις· τῶν κεφα‐ λαίων ἀπὸ ὅλου εἰς μέρη, ταύτην γὰρ ὁ τεχνικὸς παρα‐ δίδωσι τὴν διαίρεσιν, τὴν τοῦ ζητήματος εἰς τὰ μεθο‐ | |
5 | δευθέντα κεφάλαια, οὐχ ὥς τινες ἐπλανῶντο, οἰόμενοι τὴν στάσιν αὐτῶν εἰς τὰ κεφάλαια διαιρεῖσθαι, φημὶ δὲ τὰς μεθόδους, τοῦτο γὰρ ἤδη καὶ ἀδιαίρετον ὂν διη‐ λέγξαμεν· ὅτι δὲ καὶ ὁ τεχνικὸς τὴν ἀπὸ τοῦ ζητήμα‐ τος εἰς τὰ μεθοδευθέντα κεφάλαια λέγει διαίρεσιν, δῆ‐ | |
10 | λον ἐκ τῶν εἰρημένων αὐτῶν ἐν τῇ μεθόδῳ, οὕτως γὰρ ἐκεῖσε φησίν· „ἀλλ’ οὐ περὶ τούτων νῦν, περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γινέσθω.“ βʹ. Ἀρχομένης ἤδη τῆς διαιρέσεως ἀναγκαῖον τοῦ | |
15 | παρὰ τῷ τεχνικῷ ἐπινοηθῆναι παρατηρήματος· εἴωθεν δὴ περὶ ὧν ἂν μέλλῃ λέγειν ταυτὶ πρότερον τὰ τρία ποι‐ εῖν, ὀνόματα φράζειν, ὁρισμοὺς ἀποδιδόναι, ἐκτίθεσθαι μέθοδον, ὅπως εὑρεθείη τὸ περὶ οὗ ὁ λόγος αὐτῷ. ζητητέον τοίνυν κἀνταῦθα ταυτὶ τὰ εἰρημένα. ὅτι μὲν οὖν τὰ ὀνό‐ | |
20 | ματα προκαταλέγει τῶν κεφαλαίων, πάρεστιν ἐκ τοῦ βι‐ βλίου μανθάνειν· ὁρισμοὺς δὲ ἤτοι ὑπογραφὰς οὐκ ἀποδί‐ δωσιν αὐτῶν· οὐ γὰρ οἷόν τε τὰ οὕτω μερικώτατα ὑπο‐ γράφειν, τὴν δὲ μέθοδον ἑκάστου ἐκτίθησιν. γʹ. Ἔστιν αἰτία τοιαύτη, ἡ πρώτην παρέχουσα τῷ | |
25 | στοχασμῷ τάξιν· κατ’ οὐσίαν γὰρ ἔχει τὴν ζήτησιν, ἡ δὲ οὐσία πάντων πρωτεύει δικαίως· ἐζήτησαν δέ τινες, πῶς οὐκ ἐνταῦθα, ᾗ καὶ πρῶτον εἶπον, ἀνωτέρω τὸν ὅρον διεξῆλθεν τοῦ στοχασμοῦ καὶ τὴν μέθοδον· ἐχρῆν γὰρ ἐνταῦθα τοῦ σπουδαζομένου καὶ τῆς πραγματείας | |
30 | ἄρχεσθαι μέλλοντα ἐπιμνησθῆναι τῶν εἰρημένων περὶ τοῦ στοχασμοῦ· ἀλλ’ ἠγνοήκασιν, ὡς τὸ βιβλίον διαιρεῖ‐ | |
ται εἰς τὴν μέθοδον καὶ τὴν διαίρεσιν· εἰπὼν οὖν ἐν τῇ | 250 | |
7.251 | μεθόδῳ τὸν ὁρισμὸν τοῦ στοχασμοῦ ἀρκεῖν ᾠήθην· ἐπεὶ εἰ ἀεὶ τὰ τῆς μεθόδου λέγων περὶ ταῦτα διέτριβεν, οὐκ ἄν ποτε ἤρξατο τῆς διαιρέσεως· τὸν μὲν οὖν ὁρισμὸν ἤδη μεμαθήκαμεν ἑκάστης τῶν στάσεων· ἀναγκαῖον δὲ | |
5 | ἐνταῦθα, τουτέστιν ἐν τῇ διαιρέσει, καὶ τὸ ἴδιον ζητῆσαι ἐφ’ ἐκάστης, ἡνίκα γενώμεθα, στάσεως· λεγέσθω οὖν ἤδη τὸ ἴδιον τοῦ στοχασμοῦ. Καὶ πρῶτόν γε ἐκεῖνο ἰστέον, ὡς τὸ ἴδιον ἢ μόνου ἐστὶν ἴδιον καὶ ἀεὶ, ἢ μόνου μὲν, οὐκ ἀεὶ δέ· οἷον | |
10 | μόνου μὲν καὶ ἀεὶ τὸ γελαστικὸν ἀνθρώπου, εἰ γὰρ μὴ ἀεί τις γελᾷ, ἀλλ’ οὖν τῇ γε φύσει αὐτοῦ σύνεστι δυνά‐ μει ἀεὶ τὸ γελᾷν. μόνου δὲ καὶ οὐκ ἀεὶ τὸ κυβερνητικὸν ἀνθρώπου, ἀλλ’ οὐκ ἀεί. εἰ γὰρ μὴ τύχοιμεν διδαχῆς, οὐδὲ δυνάμεθα χρῆσθαι αὐτῇ· οὕτως οὖν καὶ ἐπὶ τοῦ | |
15 | στοχασμοῦ τὸ δι’ ἑτέρου ἕτερον εὐθύνεσθαι, τουτέστι τὸ ἕτερον μὲν ἔχειν τὸ πεπραγμένον, ἕτερον δὲ τὸ κρινόμε‐ νον· οἷον παρίσταταί τις νεοσφαγεῖ σώματι ἐπ’ ἐρημίας ξίφος κατέχων καὶ κρίνεται φόνου· τὸ μὲν γὰρ πε‐ πραγμένον ἐστὶ τὸ παρεστάναι καὶ τὸ ξίφος ἔχειν καὶ | |
20 | ἐπ’ ἐρημίας, τὸ δὲ κρινόμενον φόνος. ὥστε ἄλλο μὲν πέπρακται, ἄλλο δὲ κρίνεται· τοῦτο γὰρ ἀεὶ καὶ μόνον στοχασμοῦ· οὐ γὰρ ἐν ἄλλῃ στάσει τὸ τοιοῦτον εὑρίσκο‐ μεν· ἐν γὰρ ταῖς ἄλλαις αὐτὸ τὸ πεπραγμένον κρίνε‐ ται, καὶ ἀεὶ αὐτὸ παραπέπηγε· μόνου δὲ καὶ οὐκ ἀεὶ τὸ | |
25 | ἔχειν τὸ μὲν ἀποδεικτικὸν σημεῖον ἀνεύθυνον, τὸ δὲ ἀπο‐ δεικνύμενον ὑπεύθυνον· τοῦτο γὰρ μόνου μὲν στοχασμοῦ. οὐ γὰρ ἐν ἄλλῃ στάσει τὸ ἀποδεικτικὸν τοῦ ζητουμένου | |
ἀνεύθυνον· ἀλλ’ ἐρεῖ ὁ διώκων αὐτὸ τὸ εἶναι τὸ ἔγκλη‐ | 251 | |
7.252 | μα, οἷον τὸ εἰληφέναι τὸν Δημοσθένην φοροῦντα τὴν στολὴν κόνδυλον ὑπὸ Μειδίου· οὐ γάρ ἐστι τοῦτο ἀνεύ‐ θυνον, ἀλλ’ αὐτὸ τοῦτο ἡ ἀσέβεια. μόνου τοίνυν τοῦ στοχασμοῦ τὸ τοιοῦτον, ἀλλ’ οὐκ ἀεί. ἐν γὰρ τῷ συγ‐ | |
5 | κατασκευαζομένῳ στοχασμῷ καὶ τὸ δεύτερον σημεῖον τὸ ἀποδεικτικὸν ὑπεύθυνόν ἐστιν· οἷον ἀπώλεσας Φωκέας. πίστις τούτου· ἐδωροδόκησας γάρ. οὐ γὰρ ἡ δωροδοκία ἀνεύθυνος, ὥστε λίαν ἀμαθεῖς οἱ ἡγούμενοι τὸν παρα‐ πρεσβείας εἶναι ἐμπίπτοντος στοχασμοῦ· εἰ γὰρ ἦν, ἐχρῆν | |
10 | καθεστάναι ἀνεύθυνον τὸ σημεῖον. δʹ. Σαφὴς ἐνταῦθα ἀπόδειξις, ὅτι ὡς εἶδός ἐστιν ὁ στοχασμὸς εἰδικώτατον οὐχ ὑπάλληλον· εἰ καὶ ὑποβέβη‐ κεν αὐτῷ ἕτερον εἶδος, ἅτινα οὐ κυρίως εἴδη ἐστίν, ὡς προείρηται, ἀλλ’ ἰδιώμασί τισιν ἀλλήλων διενηνόχα‐ | |
15 | σιν· ὡς Αἰθίοψ καὶ Σκύθης, ἢ γένος γιγάντων τε καὶ πιθήκων, ἢ καὶ ἄῤῥεν καὶ θῆλυ ὑπὸ τὸ αὐτὸ τοῦ ἀν‐ θρώπου εἶδος ὄντα καὶ οὐχ ὑφ’ ἕτερον. ἐπεὶ εἰ εἴδη κυ‐ ρίως τὰ τῷ στοχασμῷ ὑποβεβηκότα ἐτύγχανεν, ἢ τοῖς ἄλλοις ὅσοις τοιαῦτα εἴδη ἐμπεριέχεται, οὐκ ἂν ὁ στο‐ | |
20 | χασμὸς εἰς τοσαύτην τῶν κεφαλαίων οἵων τινῶν ἀτόμων ἐξεχεῖτο διαίρεσιν, εἰ μήπω εἰς εἶδος κατηνέχθη τὸ εἰδι‐ κώτατον· τὰ γὰρ ὑπάλληλα εἴδη· ταὐτὸν δὲ εἰπεῖν γέ‐ νη· ὡς δὲ καὶ γένη τὰ γενικώτατα κατὰ συζυγίαν διαι‐ ρεῖται, μέχρις ἂν εἰς εἶδος κατίῃ τὸ εἰδικώτατον, ὅπερ | |
25 | οὐκέτι κατὰ συζυγίαν ἀλλ’ εἰς πολυσχεδῆ διαίρεσιν κατα‐ τέμνεται, καθὰ δὴ καὶ ἐπὶ τῆς προκειμένης διαιρε‐ τικῆς μεθόδου τῶν στάσεων προτεθεώρηται, κατὰ συ‐ ζυγίαν προϊούσης τῆς διαιρέσεως μέχρις ἂν εἰς εἶδος κα‐ τίῃ τὸ εἰδικώτατον· ἐπειδὰν δὲ εἰς τὸ εἰδικώτατον περι‐ | |
30 | σταίη εἶδος ἡ πολυσχεδὴς τῶν κεφαλαίων διαίρεσις δια‐ | |
δέχεται· ἄθρει δὲ τὸ λεγόμενον· πᾶν τὸ κρινόμενον ἢ | 252 | |
7.253 | ἀφανὲς ἢ φανερόν· τὸ ἀφανὲς στοχασμὸς, τὸ φανερὸν ἢ τέλειον ἢ ἀτελές, τὸ ἀτελὲς ὅρος, τὸ τέλειον ἢ ἐν ῥήμασιν ἢ ἐν πράγμασιν· τὸ ἐν ῥήμασι νομικὸν, τὸ ἐν πράγμασιν ἢ ἐν μέλλοντι χρόνῳ ἢ ἐν παρῳχηκότι· τὸ | |
5 | ἐν μέλλοντι πραγματικὴ, τὸ παρῳχηκὸς ἢ ἀκώλυτον τὸ πράγμα ἔχει, ἢ κατά τι κεκωλυμένον· τὸ ἀκώλυτον ἀν‐ τίληψις· τὸ κατά τε κεκωλυμένον ἢ εἰς ἑαυτὸν ὁ πεπρα‐ χὼς ἀναδέχεται, ἢ εἴς τι τῶν ἔξωθεν μεθιστᾷ· τὸ εἰς ἑαυτὸν ἀντίστασις, τὸ εἴς τι τῶν ἔξωθεν ἢ εἰς τὸν πα‐ | |
10 | θόντα ἢ εἰς ἄλλο τι· τὸ εἰς τὸν παθόντα ἀντέγκλημα· τὸ εἰς ἄλλο τι ἢ εἰς ὑπεύθυνον ἢ εἰς ἀνεύθυνον· τὸ εἰς ὑπεύθυνον μετάστασις, τὸ εἰς ἀνεύθυνον συγγνώμη· πάλιν αἱ νομικαὶ ἢ ἐν ἑνὶ ῥητῷ τὴν ἀμφισβήτησιν ἔχου‐ σιν ἢ ἐν πλείοσιν· τὸ ἐν πλείοσιν ἀντινομία, τὸ ἐν ἑνὶ | |
15 | ἢ μετὰ προσθήκης τινὸς ἢ ἄνευ προσθήκης· τὸ μετὰ προσθήκης συλλογισμός· τὸ ἄνευ προσθήκης ἢ περὶ διά‐ νοιαν ἀμφισβητεῖται ἢ περὶ προσῳδίαν ἢ περὶ διάστα‐ σιν συλλαβῶν· τὸ περὶ διάνοιαν ῥητὸν καὶ διάνοια· τὸ περὶ προσῳδίαν ἢ διάστασιν συλλαβῶν ἀμφιβολία, ἐφ’ | |
20 | οἷς ἔξωθεν ὡς παραγραφὴ ἡ μετάληψις. Ὁρᾷς ὅπως κατὰ συζυγίαν ἡ πᾶσα κατηνέχθη διαίρεσις, ἀλλ’ εἰ τὸν στοχασμὸν ἢ τὸν ὅρον ἤ τι τῶν ἄλλων εἰδῶν ἐφ’ ἃ κα‐ τέπαυεν ἡ διαίρεσις διελεῖν ἐθελήσαιμεν, οὐκέτι κατὰ συζυγίαν, ἀλλ’ εἰς πλῆθος τεμνομένην εὑρήσομεν τὴν | |
25 | διαίρεσιν. ὥστε οὐκ ἂν εἴη ταῦτα ὑπάλληλα εἴδη καὶ γέ‐ νη, ἀλλὰ μόνον εἶδος κυρίως καὶ εἰδικώτατον· τὰ δ’ ὑπ’ αὐτὰ οὐ κυρίως, ὥσπερ οὐδ’ ὁ Σκύθης καὶ ὁ Αἰ‐ θίοψ· τοῦ γὰρ αὐτοῦ εἰσέτι ἔχομαι ὑποδείγματος· οὐκ ἀτελοῦς δὲ ἀλλὰ τελείου στοχασμοῦ ὁ τεχνικὸς ποιεῖται | |
30 | διαίρεσιν, ὡς συνεμφαινομένου τῷ τελείῳ κἀκείνου. διό | |
φησιν, „ὅτε καὶ πρόσωπον ἔχει καὶ πρᾶγμα κρινόμενον,“ | 253 | |
7.254 | ἵνα μήτε τὰ προσωπικὰ ἐλλείπῃ κεφάλαια, ἅτινά εἰσι βούλησις, δύναμις καὶ κοινὴ ποιότης, μήτε τὰ πραγμα‐ τικὰ, ἅπερ εἰσὶν ἐλέγχων ἀπαίτησις, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσις αἰτίας, πιθανὴ ἀπολογία, μήτε μὴν | |
5 | τὰ κοινὰ, ἅ εἰσι παραγραφικὸν, μετάληψις, καὶ ἀντί‐ ληψις, ἀλλὰ διὰ πάντων τούτων προχωρῇ τὰ τῆς δι‐ αιρέσεως. Χρὴ δὲ εἰδέναι, ὡς αὐτῶν τούτων πάλιν τὰ μέν ἐστι τοῦ διώκοντος, ὡς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ ἡ μετάληψις, τὰ δὲ τοῦ φεύγοντος, ὡς τὸ παρα‐ | |
10 | γραφικὸν, ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἡ ἀντίληψις, ἡ μετάθεσις τῆς αἰτίας, καὶ ἡ πιθανὴ ἀπολογία, τὰ δὲ κοινὰ ἀμφοῖν, ὡς ἡ βούλησις καὶ ἡ δύναμις καὶ ἡ κοι‐ νὴ ποιότης. ἀλλὰ ταῦτα μὲν καὶ διὰ τῶν ἐφεξῆς δια‐ λευκανθείη σαφέστερον, ἴωμεν λοιπὸν καὶ ἐπὶ τὴν ἑκά‐ | |
15 | στου τούτων ἐξήγησιν τοῖς τοῦ τεχνικοῦ κατακολουθοῦν‐ τες καὶ ἑπόμενοι ῥήμασιν. εʹ. Ἔστι τὴν ἀληθεστάτην αἰτίαν φάναι τὴν κατὰ Ἁρποκρατίωνα περὶ τῆς προταγῆς τοῦ παραγραφικοῦ, εἰ καὶ τὰ μάλιστα ἡ προσθήκη αὐτῷ διημάρτηται. φησὶ | |
20 | γὰρ τὸ παραγραφικὸν τῶν ἄλλων πρωτεύειν κεφάλαιον, καθὸ οὐδεὶς, εἰ ἐξὸν αὐτῷ μηδ’ εἰς ἀγῶνα καθίστα‐ σθαι τὴν ἀρχὴν, ζητεῖ λόγους τοὺς ἐξαιροῦντας αὐτὸν τοῦ ἐγκλήματος· ἔλαβε δὲ τοῦτο ἐκ τῆς ἱστορίας· λέγει γὰρ διασκεπτομένῳ τῷ Περικλεῖ, ὅπως ἂν δοίη τὸν | |
25 | τῶν χρημάτων λόγον, ἐπιστάντα Ἀλκιβιάδην ἔτι νέον ὄντα φάναι, ὅτι ἐχρῆν, ὦ Περίκλεις, σκέψασθαι μᾶλλον περὶ τοῦ μὴ δοῦναι ἢ περὶ τοῦ εἰς εὐθύνας σεαυτὸν κατα‐ στῆναι. ϛʹ. Ζητητέον, πῶς ἐπὶ τοῦ παραγραφικοῦ μόνον τὸ | |
30 | ἔστιν ὅτε προσέθηκεν, ὡς τῶν ἄλλων ἁπάντων ἐν πᾶ‐ | 254 |
7.255 | σιν εὑρισκομένων καὶ μὴ ἐλλειπόντων ποτέ. φαμὲν δὲ τελείου ἐξετάζειν αὐτὸν στοχασμοῦ κεφάλαιον· τοῦ μὲν οὖν παραγραφικοῦ πολλάκις ἐλλείποντος μένει τέ‐ λειος ὁ στοχασμός· τῶν δὲ ἄλλων οὐδὲν ἐλλείπειν δύνα‐ | |
5 | ται· ἀλλὰ πάντα μὲν εὑρίσκεται, τεχνίτου δὲ διασκοπεῖν ποτέροις χρηστέον· ἐπεὶ δὲ ἀρχόμενος ἔλεγε τὸν στοχα‐ σμὸν διαιρεῖσθαι, ὅτε πρόσωπα ἔχοι καὶ πράγματα κρι‐ νόμενα, ἐζήτησάν τινες, μᾶλλον δὲ ἄντικρυς ἀπεφήναν‐ το, ἐναντιοῦσθαι τὸν τεχνικὸν ἑαυτῷ· εἰπὼν γὰρ, φα‐ | |
10 | σὶν, ἀνωτέρω ὡς πρᾶγμα οὐ κρίνοιτο κατ’ αὐτὸν τὸ ἐξισάζον μόνον, ἐνταῦθα προσέθηκεν, ὡς ἡνίκα πρόσω‐ πα ἔχοι καὶ πράγματα, εἰδὼς δήπουθέν τινας καὶ ἐλλει‐ πῶς ἔχοντας τοῦ πράγματος· ἀλλὰ μάλιστα μὲν δύναταί τις ἐκδέχεσθαι αὐτὸ ἐπὶ μόνου τοῦ προσώπου. ἔπειτα | |
15 | οὐδὲ αὐτὸς ἀπεφήνατο μηδέποτε ἐλλείπειν τὸ πρᾶγμα. τὸ γοῦν ἰσάζον ἐλλείπειν οἴεται, ὥστε πρὸς τοῦτο ἀφο‐ ρῶν εἶπεν, ὅτε πρόσωπα ἔχοι καὶ πράγματα. ζʹ. Χρήσιμον οἶμαι πρὸ τῆς τάξεως αὐτῶν διακρῖ‐ ναι, ποῖα μέν ἐστι τὰ τοῦ προσώπου κεφάλαια, ποῖα | |
20 | δὲ τοῦ πράγματος, καὶ ποῖα κοινὰ προσώπου καὶ πρά‐ γματος, καὶ αὖθις, τίνα μὲν τοῦ κατηγόρου, τίνα δὲ τοῦ φεύγοντος, τίνα δὲ κοινὰ τοῦ φεύγοντος καὶ τοῦ διώκοντος; τοῦτο γὰρ ἡμῖν καὶ εἰς τὴν τάξιν αὐτῶν οὐ μικρὰ συμβαλεῖται. ἐπὶ τοίνυν τοῦ προσώπου κεφάλαια | |
25 | τάδε· βούλησις, δύναμις, ποιότης κοινή. τοῦ δὲ πρά‐ γματος ἐλέγχων ἀπαίτησις, ἀπ’ ἀρχῆς ἄχρι τέλους, με‐ τάθεσις αἰτίας, πιθανὴ ἀπολογία· κοινὰ δὲ ἀμφοῖν τὸ παραγραφικὸν, ἡ ἀντίληψις, ἡ μετάληψις· καὶ ἔστι κα‐ τὰ τὴν ἑτέραν διαίρεσιν τοῦ μὲν διώκοντος κεφάλαιον τὸ | |
30 | ἀπ’ ἀρχῆς ἄχρι τέλους, τούτου γάρ ἐστι μάλιστα· χρῆται | |
μέντοι καὶ ὁ φεύγων αὐτοῖς, ὥστε εἶναι κοινὸν τὸ κε‐ | 255 | |
7.256 | φάλαιον. ἡ γοῦν μετάληψις ἰδία μόνως τοῦ κατηγόρου· τοῦ δὲ φεύγοντος τὸ παραγραφικὸν, ἡ τῶν ἐλέγχων ἀπαί‐ τησις, ἡ ἀντίληψις, ἡ μετάθεσις τῆς αἰτίας, ἡ πιθανὴ ἀπολογία· κοινὰ δὲ τούτων βούλησις, δύναμις, τὰ ἀπ’ | |
5 | ἀρχῆς ἄχρι τέλους, εἰ καὶ τὰ μάλιστα τῷ πλείονι λόγῳ τοῦ κατηγόρου ὄντα φαίνεται· πρὸς δὲ τούτοις ἡ κοινὴ ποιότης. Λεκτέον δὲ ἤδη καὶ περὶ τῆς τάξεως· τέτακται τοίνυν τὸ παραγραφικὸν πρῶτον, δι’ ὧν πολλάκις ἔφα‐ μεν λόγων· ἔχει γὰρ ἐκβολὴν τοῦ ἀγῶνος. καὶ ὅσον γε | |
10 | τὸ ἐπὶ τούτῳ οὐδὲ εἰς ἀγῶνα καθίσταται ὁ φεύγων· ἀπὸ γὰρ τῶν ἰσχυροτάτων ὁ τεχνικὸς ἐπὶ τὰ ἧττον ἰσχυρὰ πρόεισι· δεύτερον κεφάλαιον ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰκότως· τοῦ μὲν γὰρ παραγραφικοῦ ἀσθενέστερον, τῶν δὲ ἄλλων ἰσχυρότερον· εἰ γὰρ καὶ προσήκατο τὸν ἀγῶ‐ | |
15 | να, καὶ ἧττον κατὰ τοῦτο γέγονε τοῦ παραγραφικοῦ, ὅμως οὔπω παντελῶς καθῆκεν ἑαυτὸν ὁ φεύγων εἰς τὴν περὶ τοῦ πράγματος ζήτησιν, ἀλλ’ ὥσπερ δικαστοῦ τινος τρόπον ἐπέχων ἐλέγχους ἀπαιτεῖ· τρίτον καὶ τέταρ‐ τον ἡ βούλησις καὶ ἡ δύναμις. ταῦτα γὰρ συστατικὰ | |
20 | τοῦ προσώπου καθέστηκεν· δεῖ δὲ τὰ τοῦ προσώπου πρὸ τῶν συστατικῶν εἶναι τοῦ πράγματος, ἐπεὶ καὶ πρότερον τὸ πρᾶττον τοῦ πραττομένου· ὅτι δὲ ἡ βούλησις εὐλόγως πρὸ τῆς δυνάμεως τέτακται, παντὶ καταφανές· ἀρχὴ γὰρ ἡμῖν πάντων τῶν πραγμάτων ἡ βούλησις· τέτακται δὲ | |
25 | μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ζητήσειεν ἄν τις, πῶς οὐ τὴν πρώτην ἔλαβε τάξιν κατ’ αὐτὸ δηλαδὴ τὸ ὄνομα; καλεῖται γὰρ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους, ὅτι ἄνωθεν καὶ ἐξ ἐκείνου, ἐξ οὗ ἂν ἄρχηται τὰ ζητήματα, λαμβάνεται ἄχρι τῶν τελευταίων, | |
30 | τουτέστιν αὐτῆς τῆς κρίσεως· καὶ δι’ αὐτῶν αἱ ἀπο‐ | |
δείξεις προΐασιν· ἔδει οὖν τὴν πρώτην ἀπειληφέναι τάξιν | 256 | |
7.257 | τὸ κεφάλαιον· ῥητέον δὲ, ὡς ὁμολογουμένως τοῦ παρα‐ γραφικοῦ καὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως ἔλαττον ὁρᾶ‐ ται, καθὸ τοῦτο μὲν ἀποδεικτικόν ἐστι τοῦ πράγματος, ἐκείνων δὲ τὸ μὲν οὐδὲ προσίεται τὸν ἀγῶνα, τὸ δὲ, | |
5 | τουτέστιν ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰ καὶ παρεδέξατο τὸν ἀγῶνα, οὐχ οὕτω παντελῶς προσήκατο, ὥστε καὶ εἰς ἀπόδειξιν στῆναι, ἀλλὰ δικαστοῦ τρόπον προστάττει τῷ κατηγόρῳ παράγειν ἐλέγχους· τοῦ μὲν οὖν παραγρα‐ φικοῦ καὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως οὕτως ἧττον τὰ | |
10 | ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ μὴν ὅτι καὶ τῆς βουλή‐ σεως καὶ τῆς δυνάμεως εὐλόγως μετατέτακται σαφές· τὰ μὲν γὰρ τοῦ προσώπου ἐστὶ συστατικὰ, τὰ δὲ τοῦ πρά‐ γματος· δεῖ δὲ, ὡς ἔφαμεν, πρῶτον εἶναι τὸ ποιοῦν τοῦ πραττομένου· ἕκτον κεφάλαιον ἡ ἀντίληψις, κατὰ τὸν | |
15 | διώκοντα τὴν τῶν κεφαλαίων τάξιν ποιησαμένου τοῦ τεχνικοῦ· ὁ μὲν γὰρ διώκων μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους χρῆται τῷ ἀντιληπτικῷ, ἵνα μετὰ τὰς οἰκείας ἀπο‐ δείξεις ἐπενεγκὼν τὸ τοῦ φεύγοντος ἀντιληπτικὸν τυ‐ ραννικὸν αὐτοῦ δείξῃ τὸ φρόνημα· ὁ δὲ φεύγων τοῦ‐ | |
20 | το αὐτὸ δὴ, τὸ τυραννικὸν εἶναι δοκεῖν, φυλαττόμενος μετὰ τὴν μετάθεσιν τῆς αἰτίας καὶ τὴν πιθανὴν ἀπολογίαν τάττει τὸ ἀντιληπτικόν· μετὰ δὲ τὸ ἀντιληπτικὸν ἡ με‐ τάληψις· ἀεὶ γὰρ πρὸς τὸ ἀντιληπτικὸν φέρεται τὸ με‐ ταληπτικόν· δι’ ἀλλήλων γὰρ λύεται τὰ κεφάλαια· ἐχρή‐ | |
25 | σατο δὲ τοῖς ὀνόμασι τῶν στάσεων ἀντὶ τῶν κεφαλαί‐ ων, εἰπὼν ἀντίληψις καὶ μετάληψις· ἡ μὲν γὰρ στάσις καλεῖται ἀντίληψις, ἀντιληπτικὸν δὲ τὸ κεφάλαιον· ὀγ‐ | |
δόην ἔχει τάξιν ἡ μετάθεσις τῆς αἰτίας κατὰ τὸν | 257 | |
7.258 | κατήγορον· καὶ ἡ αἰτία εἴρηται, ἡ μὲν γὰρ ἀντίληψις μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τάττεται, ἵνα τυραννι‐ κὸν δείξῃ τὸν φεύγοντα, ἡ δὲ μετάληψις οὐ δύναται χωρισθῆναι ἀπὸ τῆς ἀντιλήψεως· ὀγδόη οὖν εἰκότως ἡ | |
5 | μετάθεσις τῆς αἰτίας· ἔννατον κεφάλαιον πιθανὴ ἀπο‐ λογία μετὰ τὴν μετάθεσιν τῆς αἰτίας τεταγμένη· ἡ μὲν γὰρ αἰτίαν ἔχει τοῦ πεπραγμένου, ἡ δὲ ἀναίρεσις τῆς ἀντεισφερομένης αἰτίας ἐκ περιτροπῆς τοὐναντίον εἰσ‐ άγει· ἀρνεῖται γὰρ τὸ ὅλως πεπρᾶχθαι· μεῖζον δὲ τὸ | |
10 | πραχθὲν τοῦ μὴ πραχθέντος. ηʹ. Κοινή ἐστιν αὕτη πασῶν τῶν στάσεων· τῶν ἐπι‐ λόγων γάρ ἐστιν· αὕτη μὲν ἡ τάξις τῶν τοῦ στοχασμοῦ κεφαλαίων· εἰσὶ δ’ ὁμοῦ θʹ. ἡ γὰρ ποιότης κοινή· τού‐ των δὲ τὰ μὲν ἀπὸ τοῦ προσώπου κρίνεται, ὡς βούλησις | |
15 | καὶ δύναμις, τὰ δὲ ἀπὸ τῆς τῶν πραγμάτων ποιότητος, ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις εἰ ἐμπίπτοι, μετάλη‐ ψις, χρῶμα, πιθανὴ ἀπολογία, τὰ δὲ ἔξωθεν ἐμφαίνε‐ ται· παραγραφικὸν, καὶ ἐλέγχων ἀπαίτησις, ἅπερ κοινά ἐστι τοῦ τε προσώπου καὶ τοῦ πράγματος· τούτων δὲ | |
20 | πάλιν τοῦ κατηγόρου μέν ἐστι δύο, ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους, μετάληψις· τοῦ δὲ φεύγοντος πένητος, παραγρα‐ φικὸν, ἐλέγχων ἀπαίτησις, ἀντίληψις, χρῶμα, πιθανὴ ἀπολογία· κοινὸν δὲ βούλησις καὶ δύναμις· τὸν κατὰ φύσιν δὲ ὁ Ἑρμογένης διαιρεῖ στοχασμόν· τοῦ γὰρ | |
25 | κατὰ τέχνην ἑτέρα διαίρεσις, ὡς πρὸς τὴν ὕλην τὴν ἐμ‐ πίπτουσαν· ἡ γὰρ τέχνη διδάσκαλος ὡς πρὸς τὴν ὕλην, τί μὲν λεκτέον, τί δὲ σιωπητέον· καὶ τί μὲν ἐμπίπτει, τί δὲ οὐκ ἐμπίπτει. | |
θʹ. Τὸ μὲν οὖν κεφάλαιον κοινὸν προσώπου καὶ | 258 | |
7.259 | πράγματος· ὅτε μὲν γάρ τις ἀπὸ τῆς προσωπικῆς ποι‐ ότητος παραγράφει, ὡς οἱ δέκα νέοι, ἕκαστος αὐτῶν ἰδίᾳ κρίνεσθαι ἀξιῶν, διὰ τὴν ἐμφαινομένην παρ’ ἑκά‐ στῳ ποιότητα, καὶ ὁ τρισαριστεὺς ἀπὸ τοῦ τῶν πολεμί‐ | |
5 | ων προσώπου παραγραφόμενος, ὅτε δὲ ἀπὸ τοῦ πράγμα‐ τος, ὡς ὁ ἄσωτος ἀξιῶν δεικνύναι πρότερον, εἰ ἀνῄρη‐ ται ὁ πατὴρ, καὶ ἡ τοῦ δειλοῦ γυνὴ παραγραφομένη διὰ τὸ τοῦ πράγματος μεταχρόνιον· προβάλλεται δὲ ἀπὸ τοῦ φεύγοντος τὸ τοιοῦτον κεφάλαιον, ἐπεὶ καὶ ἴδιον αὐ‐ | |
10 | τοῦ ἐστι· διὸ καὶ ἀπορῆσαι ἄξιον, πῶς ἐπὶ τοῦ στοχα‐ σμοῦ προέταξεν ὁ τεχνικὸς τὸ τοῦ φεύγοντος κεφάλαιον, οὐκ ἔχοντος ἀνάγκην ἀπολογεῖσθαι, εἰ μὴ ὁ διώκων πρό‐ τερος ἐνοχλήσοι, ὥσπερ ἐπὶ τῶν ἄλλων δείκνυται στά‐ σεων πρότερος ὁ διώκων τῇ προβολῇ χρώμενος· καὶ οὕ‐ | |
15 | τως ἀκολούθως τὸ ἀπὸ τοῦ διωκομένου κεφάλαιον εἰσ‐ αγόμενον, καὶ ἐφεξῆς τὰ λοιπά· ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπὶ μὲν τῶν ἄλλων στάσεων φανεροῦ ὄντος τοῦ κρινομέ‐ νου, καὶ μόνης τῆς ποιότητος ἐξεταζομένης, θαῤῥούντως ὁ διώκων τῇ προβολῇ κέχρηται, ἥτις ἐστὶν αὐτὸ τὸ κρι‐ | |
20 | νόμενον, ὡς ἐπὶ τοῦ μεμοιχευκότος εὐνούχου τὸ ἁμάρ‐ τημα δῆλον· καὶ οὐ βαρὺς δοκεῖ λέγων ὁ διώκων, ὅτι μεμοίχευκας· καὶ ἐπὶ τοῦ τὰ ναυάγια γράψαντος καὶ ὅτι μὴ καταίρουσι τὰ πλοῖα κρινομένου φανερὸν τὸ ἔγ‐ κλημα· καὶ οὐ θροήσει λέγων ὁ κατήγορος, ὅτι δημο‐ | |
25 | σίᾳ ἠδίκηκας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ἐπὶ δὲ τοῦ στοχασμοῦ, ἐπὶ τὸ κρινόμενον ἄδηλον, καὶ ἀπὸ μόνων τῶν σημείων ἡ κρίσις γίνεται, οὐ δύναται τὸ ἀφανὲς ὡς φανερὸν προβάλλεσθαι ὁ διώκων, καὶ τὸν νεκρῷ σώματι παριστάμενον λέγειν, ὅτι πεφόνευκας, ἀδήλου τοῦ φό‐ | |
30 | νου τυγχάνοντος, ἀλλὰ τῇ διηγήσει μόνῃ τῶν σημείων | |
ἀρκούμενος, ἀφεὶς τὴν προβολὴν τὴν ὅτι πεφόνευκας· | 259 | |
7.260 | τοῦτο γὰρ ἐπὶ πάντων ἡ προβολὴ, τὸ λέγειν αὐτὸ τὸ ἁμάρτημα καὶ ἐπισείειν τῷ κατηγορουμένῳ τὸ ἔγκλημα· ἀφεὶς οὖν τοῦτο ἐπὶ τοῦ στοχασμοῦ ὁ διώκων μετὰ τὴν τῶν σημείων διήγησιν ἐπὶ τὴν λύσιν τῆς παραγραφῆς, | |
5 | εἰ ἐμπίπτοι, χωρεῖ, καὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως· εἶθ’ οὕτως ἐπὶ τὰ κοινὰ κεφάλαια, τὴν βούλησιν καὶ τὴν δύναμιν, καὶ ἀκολούθως ἐπὶ τὸ μόνως ἴδιον κεφάλαιον τοῦ κατηγόρου, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν μὲν τῇ διηγήσει πλατύτερον καὶ ὑφειμένως λεγόμενα, ἐν δὲ τῇ | |
10 | προβολῇ ἀθρόον καὶ μετὰ κατασκευῆς εἰσαγόμενα, ἥτις, λέγω δὴ ἡ προβολὴ, ἐπὶ τοῦ στοχασμοῦ διὰ τὰς εἰρημέ‐ νας αἰτίας ἐκλέλειπται, μετὰ δὲ τὴν τῶν κεφαλαίων τοῦ ἀναγομένου ἀνάλυσιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀντὶ ταύτης ὑπὸ τοῦ κατηγόρου εἰσάγεται, κατατρέχοντος ἐν | |
15 | αὐτοῖς τοῦ ἀναγομένου σφοδρότερον, ἅτε τὰ ἀντικείμενα λύσαντος καὶ θαῤῥαλεώτερον τούτου καταδιώκοντος. Διὰ δὴ τὰς τοιαύτας αἰτίας ἡ προβολὴ ἐπὶ τοῦ στοχασμοῦ ἐπιλέλοιπε καὶ τὸ τοῦ ἐναγομένου κεφάλαιον τὸ παρα‐ γραφικὸν προσάγεται ὑπὸ μὲν τοῦ κατηγόρου λυόμενον, | |
20 | ὑπὸ δὲ τοῦ κατηγορουμένου σθενούμενον καὶ κατασκευ‐ αζόμενον· εἰσάγεται δὲ κατὰ τέσσαρας τρόπους, οὓς ὁ τεχνικὸς τοῖς παραδείγμασιν ἐσαφήνισεν, ὧν ἐκλειπόν‐ των καὶ τὸ παραγραφικὸν ἐπιλέλοιπε· διὰ ταῦτα, φησὶν, „παραγραφικῷ ἔστιν ὅτε·“ ὥσπερ ἐκλέλοιπε τούτων τῶν | |
25 | τρόπων ἐπιλελοιπότων, οὕτως ὑπερηύξηται πάλιν, καὶ εἰς τελείαν στάσιν ἐκ κεφαλαίου μετάγεται, εἰ ἀπὸ ῥητοῦ τινος γίνοιτο, ἐπάγει οὖν. ιʹ. Ἄρχεται ἀπὸ τοῦ παραγραφικοῦ, καὶ εἰπὼν ὡς | |
οὐ τῶν ἀεὶ ἐμπιπτόντων εἴη τὸ κεφάλαιον, οὐ μέχρι | 260 | |
7.261 | τούτου ἔστη, ἀλλὰ καὶ τελείαν ποιούμενος τὴν διδασκα‐ λίαν προσέθηκε καθολικὰς μεθόδους, δι’ ἃς ἐπιγνωσό‐ μεθα, πότε ἐμπίπτει καὶ πότε ἐλλείπει, καὶ παραδίδω‐ σιν ἡμῖν δʹ τρόπους, καθ’ οὓς παραλαμβάνεται μόνους· | |
5 | ἢ γὰρ ἀπὸ τοῦ λείποντος, φησὶν, ἐμπίπτει, ὡς ἐπὶ τοῦ‐ δε τοῦ παραδείγματος, ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ φόνου φεύγει, κατὰ γὰρ τὸ λεῖπον ἐνταῦθα τὸ πα‐ ραγραφικὸν ἐγένετο· λείπει δὲ τὸ καθεστάναι ἀφανῆ τὸν ἀνῃρημένον, πρότερον γὰρ ἀξιώσει ὁ φεύγων δει‐ | |
10 | χθῆναι τὸν φόνον, εἶθ’ οὕτως κρίνεσθαι, ἢ ἀπὸ τοῦ ὑπερβάλλοντος, ὅταν πλέον τι συνάπτηται τῇ τοῦ κρι‐ νομένου ὑποθέσει ἐκ τῆς πράγματος περιστάσεως· οἷον δέκα νέοι συνώμοσαν μὴ γῆμαι, καὶ κρίνονται κακοῦ βίου· τούτων γὰρ ἕκαστος τὸ μὲν ἅμα κριθῆναι παραι‐ | |
15 | τήσεται, ἰδίᾳ δὲ ἀξιώσει εὐθύνεσθαι· ἢ ὅταν ἐφ’ οἷς ἕτεροι πεποιήκασι κρινώμεθα· οἷον στρατηγοῦ εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ κρίνεται προδοσίας· ἐνταῦθα γὰρ παραγραφικῷ χρήσεται, φάσκων, μὴ ὀφείλειν ἐφ’ οἷς οἱ πολέμιοι ἔπραξαν, κρίνεσθαι· ἢ κατὰ χρόνον, | |
20 | ὅταν πολλοῖς ὕστερον χρόνοις ἐπὶ τὴν κατηγορίαν ἀπην‐ τηκώς τις φαίνηται, οἷον, δειλοῦ παῖς ἠρίστευσε καὶ τὴν γυναῖκα κρίνει μοιχείας· παρ’ αὐτὰ γὰρ φαίη ἂν χρῆ‐ | |
ναι κατηγορῆσαι, μὴ νῦν, τοσοῦτον ὕστερον χρόνον. | 261 | |
7.262 | ιαʹ. Ὡς μὲν ἀπλῶς εἰπεῖν τὸ παραγραφικὸν γίνεται ἐκ τῶν περιστατικῶν, οἷον προσώπου καὶ πράγμα‐ τος, χρόνου, τόπου, αἰτίας, τρόπου, ὡς δ’ αὐτός φησιν κατὰ τρόπους δʹ. ἀλλ’ εἰ καὶ τέσσαρας ἀπαριθμεῖται, | |
5 | τρεῖς εἰσι τῇ ἀληθείᾳ· τὸ τοῦ ἀσώτου γὰρ ἀπὸ τοῦ πρά‐ γματός ἐστι· ζητεῖται γὰρ, εἰ ἀνῄρηται ὁ πατήρ· τὸ δέ γε τοῦ τρισαριστέως καὶ τῶν δέκα νέων ἀπὸ τοῦ προσώπου καὶ τοῦ δειλοῦ ἀπὸ τοῦ χρόνου· διὰ τῶν πε‐ ριστατικῶν δὲ γίνεται τὸ παραγραφικὸν, καὶ ὅτε μὴ ἐκ | |
10 | τούτων ἔχομεν διαβαλεῖν τὴν κατηγορίαν, ἐκλείπει. ιβʹ. Ἐρεῖ γὰρ ἕκαστος αὐτῶν, ὅτι οὐχ ὁμοῦ πάντας ἔδει κρίνειν, ἀλλ’ ἀνὰ μέρος· ἀντέστησαν δέ τινες ἐπὶ τούτῳ, ὡς οὐκ ἔχει τὸ παραγραφικὸν χώραν· εἰ γὰρ καὶ τὰ μάλιστα οἱ δέκα νέοι πλῆθός εἰσιν, ἀλλ’ οὖν γε | |
15 | μίαν ἔχουσι ποιότητα τοῦ ἀόριστον εἶναι, καί φασιν, ὅτι τότε τὸ παραγραφικὸν τὸ ἀπὸ τοῦ ὑπερβάλλοντος θέλει ἐμπίπτειν, ὅταν διάφοροι τῶν πολλῶν αἱ γνῶμαι, ὅταν δὲ μία ἡ ποιότης ἢ ῥητόρων ἢ νέων, οὐκ ἔχει χώ‐ ραν τὸ κεφάλαιον· ἐπὶ γοῦν τούτου διὰ τὸ ἀόριστον εἶ‐ | |
20 | ναι τὴν ποιότητα οὐ συνίσταται τὸ παραγραφικόν· ἐπὶ δὲ τῶν δέκα στρατηγῶν τῶν μὴ ἀνελομένων τὰ ναυάγια συνίσταται· ἕκαστος γὰρ διαφόρους ἐρεῖ τοῦ μὴ ἀνελέ‐ σθαι τὰ ναυάγια τὰς αἰτίας· ὁ μὲν γάρ τις αὐτῶν ἐπὶ τῆς συμβολῆς ἐτέτακτο, ὁ δὲ ἐπὶ τῆς φρουρᾶς, ὁ δὲ | |
25 | ἐπὶ τῆς ἀναιρέσεως τῶν νεκρῶν. ιγʹ. Οὐκέτι, φησὶ, κεφάλαιον οὐδὲ μέρος τοῦ στο‐ χασμοῦ· ἀλλ’ ἀπηρτισμένη στάσις ἐστὶ καὶ παραγραφὴ τελεία· ἣν δὴ καὶ μετάληψιν προσηγόρευσεν, ὁπηνίκα ῥητοῦ τινος ἐπιλάβοιτο· καὶ πολὺ τηνικαῦτα τὸ ἰσχυ‐ | |
30 | ρὸν ἀποφέρεται. | 262 |
7.263 | ιδʹ. Τὴν διαφορὰν τῆς παραγραφῆς καὶ τοῦ παρα‐ γραφικοῦ διὰ τούτου δηλοῖ, ὅτι ἡ μὲν ὅλον ἐκβάλλει τὸν ἀγῶνα, τὸ δὲ μέρος τι τῶν περὶ τὸ πρᾶγμα αἰτιᾶται· καθὸ μὲν γὰρ διαβάλλει τὴν κατηγορίαν, ὠφέλιμόν ἐστι, | |
5 | καθὸ δὲ ὅλως δοκεῖ παραγράφεσθαι, καθαιρετικόν ἐστι τῶν ἀξιωμάτων· κατὰ ταῦτα δὲ διαφέρει τὸ παραγραφι‐ κὸν τῆς παραγραφῆς, ὅτι ἡ μὲν στάσις, τὸ δὲ κεφά‐ λαιον· καὶ ἡ μὲν νόμον ἔχει, τὸ δὲ οὔ· καὶ ὁ μὲν ἐκ‐ βάλλει τὸν ἀγῶνα, τὸ δὲ διαβάλλει· καὶ τὸ μὲν κατὰ | |
10 | τοὺς εἰρημένους γίνεται τρόπους, ἡ δὲ δι’ ἑτέρων γίνεται θεωρημάτων· ἔστι δὲ τὰ παρεπόμενα τῷ παραγραφικῷ τοσαῦτα· πρῶτον, ὅτι τῶν οὐκ ἀεὶ ἐμπιπτόντων ἐστί· δεύτερον, κατὰ πόσους τρόπους ἐπιγινώσκεται· τρίτον, τίνα διαφορὰν πρὸς τὴν παραγραφὴν ἔχει, τέταρτον, | |
15 | τί δύναται ἐν τῷ λόγῳ, ὅτι διαβολὴν μόνην τοῦ ἀγῶνος ἐργάζεται· πέμπτον, ὅτι τῶν ἀξιωμάτων ἐστὶ καθαιρε‐ τικὸν, ὡς ἁπτόμενον τῆς τῶν προσώπων ὑπολήψεως, ὡς ἐὰν κρίνηται τυραννίδος ἐπιθέσεως Περικλῆς καὶ παρα‐ γράψηται, ἢ Δημοσθένης παραπρεσβείας. | |
20 | ιεʹ. Ἤδη μὲν εἴρηται καὶ ἐπὶ τῆς διαιρετικῆς μεθό‐ δου τῶν στάσεων περὶ τοῦ τοιούτου προβλήματος, ὅτι τε παραγραφὴ τελεία ἐστὶ καὶ στάσις ἡ λεγομένη μετάληψις ἔγγραφος· καὶ ἐν ἐν τοῖς ἐφεξῆς δὲ ῥηθήσεται, ἡνίκα ἐν τῷ περὶ διαιρέσεως τῶν κεφαλαίων τῆς μετα‐ | |
25 | λήψεως τόπῳ γενώμεθα· νῦν δὲ τοσοῦτον τῷ τεχνικῷ περὶ τούτου διείληπται, ὅσον παραστῆσαι διαφορὰν πα‐ | |
ραγραφῆς κεφαλαίων καὶ στάσεων, καὶ ὅτι ἡ μὲν στά‐ | 263 | |
7.264 | σις ἀπὸ ῥητοῦ ἐστι καὶ τελεία ὑπάρχει παραγραφὴ, τὸ δὲ κεφάλαιον οὐκ ἀπὸ ῥητοῦ ἀλλὰ ψιλῶς εἰσάγεται, ὅσον διηγεῖσθαι τὸν ἀγῶνα, καὶ καθελεῖν ποσῶς τὸ φρόνημα τοῦ ἐνάγοντος· ἡ μὲν οὖν φύσις τῶν κεφαλαίων τοιαύ‐ | |
5 | τη· ἐπεξεργάζεται δὲ αὐτό τε τοῦτο καὶ τὰ λοιπὰ τῶν κεφαλαίων, καὶ οὐ τοῦ στοχασμοῦ μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν στάσεων ἐπιχειρήμασιν, ἐργασίαις, ἐνθυμήμασιν, ἐπενθυμήμασι, πλαστοῖς, περὶ ὧν ἐν τῷ περὶ εὑρέσεων βιβλίῳ ὁ Ἑρμογένης ἡμῖν διαλέγεται· ἐνταυθοῖ δὲ περὶ | |
10 | μόνης ἡμῖν τῆς τούτων διέξεισι φύσεως· εἰ δὲ δεῖ τι καὶ περὶ τῆς ἐξεργασίας αὐτῶν κἀνταῦθα μικρὸν ἀπομνημο‐ νεῦσαι, ὅσον πρὸς ἔνδειξιν ἐπὶ τοῦ παραγραφικοῦ, φέ‐ ρε περὶ αὐτῶν διαλάβωμεν· τὰ μὲν οὖν ἐπιχειρήματα ἀπὸ τῶν ἓξ περιστατικῶν λαμβάνονται, προσώπου, πρά‐ | |
15 | γματος, τόπου, τρόπου, χρόνου τε καὶ αἰτίας· ἀπὸ μὲν τοῦ προσώπου, οἷον ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκό‐ να ἔστησαν οἱ πολέμιοι, καὶ προδοσίας φεύγοντος, ὅτι οὐ δώσω λόγον, ἐφ’ οἷς ἕτεροι πεποιήκασιν· οὐ γὰρ δεῖ ἐξ ὧν ἄλλοι πράττουσιν εὐθύνας ὑπέχειν, οὐδ’ εἰ προσ‐ | |
20 | ήκοντες εἶεν γένει, μήτι γε δὴ πολέμιοι καὶ μηδὲν προσ‐ ήκοντες· ἕκαστος γὰρ ἐκ τῶν οἰκείων, οὐκ ἐξ ὧν ἕτεροί τινες ἐνεδείξαντο, κρίνεται· καὶ ἁπλῶς ὅσα ἐρεῖν δυνα‐ τὸν τῇ φύσει χρώμενον ἀπὸ τοῦ πράγματος, ὅτι οὐδὲ ἐπὶ τοῖς τυχοῦσι πράγμασι κατηγορεῖσθαι εἰκός· τοῦτο | |
25 | γὰρ συκοφαντίας ἴδιον, τὸ ἐξ εἰκότων καὶ σημείων καὶ τῶν τυχόντων τεκμηρίων πλάττειν ἀδεῶς τὰς κατηγορίας ἐθέλειν· οὐ γὰρ εἰκόνα ἔστησαν ἐμὴν οἱ πολέμιοι τὴν ἀνδρείαν θαυμάζοντες, τοὺς οἰκείους πρὸς ζῆλον θήγον‐ τες, ἢ καὶ ὑμᾶς εἰς τὸ κατ’ ἐμοῦ τι φαῦλον ὑπονοῆ‐ | |
30 | σαι διανοούμενοι, οὐ τοῦτο σκοπεῖν δεῖ, ἀλλ’ εἰ δώροις | |
ἐμὲ παρέφθειραν· εἰ τὰ ἀνέκφορα αὐτοῖς ἐγὼ τῆς πό‐ | 264 | |
7.265 | λεως ἐξεκάλυψα, εἴ τι τοιοῦτον κατηγορεῖν τις ἔχοι, τοῦ‐ το εἰς μέσον κινείτω· εἰ δὲ στήλην ἀνήγειραν τὰς ἀρι‐ στείας θαυμάζοντες, καὶ τὴν πόλιν θαυμάζειν, οὐκ ἐγ‐ καλεῖν δεῖ, κροτεῖν, οὐ κατηγορεῖν, ὅτι καὶ παρὰ πολε‐ | |
5 | μίων θαυμαστὸς ὁ ὑμέτερος ἀριστεύς· αἰδεῖσθαι γὰρ ἀν‐ δρὸς ἀρετὴν εἴωθεν καὶ πολέμιος· ἀπὸ δὲ τοῦ τόπου, ὅτι καὶ παρὰ τῇ πόλει μᾶλλον τῶν Ἀθηνῶν οὐ χρὴ προχεί‐ ρως οὕτω καὶ ἑτοίμως κατηγορεῖν, ἔνθα πολὺ τἀκριβὲς, ἔν‐ θα πολὺ τὸ φιλάληθες καὶ τὸ συκοφαντεῖν ἐκποδών· καὶ | |
10 | τούτοις τὴν πόλιν καὶ τοῖς τοιούτοις ἐγκωμιάσει· ἀπὸ τοῦ τρόπου, εἰ ἐμπίπτοι, οἷον ὅτι οὐ δεῖ οὕτως οὐδὲ τὸν τρό‐ πον τοῦτον κατηγορεῖν· οὐδὲ γὰρ πάντα ἐν πᾶσιν ἐμ‐ πίπτειν δύναται, καὶ ὅταν ἐμπίπτῃ, οὐ πᾶσι πάντως χρη‐ στέον, ἀλλὰ τοῖς λυσιτελεῖν δυναμένοις· ἀπὸ τοῦ καιροῦ, | |
15 | ὅτι οὐ νῦν ἐν ἀπράκτοις καὶ ἑορτασίμοις ἡμέραις καὶ τοῖς νόμοις κεκωλυμέναις, ὅτι εἰρήνης καὶ θυμηδίας καὶ εὐφροσύνης καιρὸς, ὅτι φιλοφροσύνης καὶ δεξιώσεως, ἢ ὅτι οὐ νῦν ἐν θέρους καιρῷ καὶ συλλογῆς τῶν καρπῶν, ὅτε περὶ τὰ καίρια καὶ ἀναγκαῖα ἡ σπουδὴ καὶ τὰ τὸν | |
20 | βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην συνέχοντα, οὐ δεῖ τηνικαῦτα πρὸς διαβολὰς καὶ συκοφαντίας καὶ κατηγο‐ ρίας ὁρμᾷν, καὶ ἁπλῶς ὅσα εἰπεῖν ἐγχωρεῖ· ἡ δὲ αἰτία ἐν τούτοις ἅπασιν ἀναφαίνεται, οἷον ὅτι οὐ δεῖ ἀφ’ ὧν ἕτεροι, ἵνα μὴ τοῖς πᾶσι πάντες εὐθύνας ὑπέχωσιν· οὐ | |
25 | δεῖ ἀπὸ τοιούτων σημείων, ἵνα μὴ πάντες μάθοιεν ἐκ τῶν τοιούτων κατηγορεῖν· οὐ δεῖ ἐν Ἀθήναις, ἵνα μὴ πονηρὸν ὄνομα φιλοσυκοφαντίας τοιᾷδε πόλει προστριβῇ· οὐ τοιόνδε δεῖ τὸν τρόπον κατηγορεῖν, ἵνα μὴ ἀσχημο‐ νῶμεν καὶ ἀναιδεύεσθαι διδαχθῶμεν· καὶ ἐν τῷδε οὐ χρὴ | |
30 | τῷ καιρῷ, ἵνα μὴ ἀσεβεῖν δόξωμεν, ἵνα μὴ ἐν ἐνδείᾳ κα‐ | 265 |
7.266 | ταστῇ τὰ ἡμέτερα· καὶ πολλά ἐστι λέγειν, ἃ νῦν παρ‐ εῖται, ὅτι μὴ μελέτη ἀλλὰ τεχνολογία ἡμῖν τὸ προκεί‐ μενον· ἐπιχειρεῖν μὲν οὖν ἐντεῦθέν ἐστιν· αἱ δὲ ἐργα‐ σίαι λαμβάνονται ἀπὸ παραβολῆς, ἀπὸ παραδείγμα‐ | |
5 | τος, καὶ ταῦτα ἀπὸ μείζονος, ἀπὸ ἐλάττονος, ἀπὸ ἴσου, ἀπὸ τοῦ ἐναντίου· ἀπὸ μὲν μείζονος, ὡς ἐπὶ τοῦ παρ‐ όντος προβλήματος οὕτως, ὥσπερ γὰρ βασιλεὺς οὐκ ἂν προδοσίας διαβληθείη, ἀνδριάντος αὐτῷ παρὰ τῶν πολεμίων ἀνισταμένου, οὐ γὰρ ἂν τῶν ἑαυτοῦ προδότης | |
10 | καὶ ἐπίβουλος γένοιτο, οὕτως οὐδὲ τρισαριστεὺς ἀγαθὸς, ὡς ἐγὼ, φιλόπολις δίκαιος ἂν εἴη προδοσίας ὑποπτευθῆ‐ ναι, οὐδ’ εἰ μυρίας αὐτῷ στήλας οἱ πολέμιοι ἀνεγείροιεν. ἀπὸ δὲ ἴσου, οἷον εἰ στρατηγὸν ὁμοίως φιλόπολιν λάβοι‐ μεν τὰ παραπλήσια περὶ αὐτοῦ εἰσηγούμενοι. ἀπὸ δὲ | |
15 | ἐλάττονος, εἰ στρατηγὸν ἤ τινα ἄλλον τῶν τρισαριστέως ὑποδεεστέρων τῷ λόγῳ καθυποθώμεθα. ἀπὸ δὲ τοῦ ἐναν‐ τίου, ὥσπερ γὰρ περὶ τοῦ πολλάκις κακὰ τῇ πόλει δια‐ θεμένου οὐκ ἄν τις ἀγαθὸν οὐδέποτε ὑποπτεύσειεν, οὕ‐ τως οὐδὲ περὶ τοῦ πλειστάκις ταύτην εὐεργετήσαντος | |
20 | ἐναντίον χρεὼν καὶ δύσνουν διανοεῖσθαι, ὡσαύτως καὶ εἰ ἀπὸ παραδείγματος τὴν ἐργασίαν λάβοιμεν· καὶ περὶ μὲν ἐργασιῶν, ὅσον εἰς ὑποδείγματος λόγον, ἐπὶ τοσοῦτο· τὰ δὲ ἐνθυμήματα ὥρμηται μὲν ἀπὸ τῶν ἐργασιῶν· πλατύ‐ νεται δὲ τοῖς ἓξ περιστατικοῖς· ὡς γὰρ τὰ ἐπιχειρήματα | |
25 | ἀπὸ τῶν κεφαλαίων ἔχει τὰς ἀφορμὰς, τοῖς δὲ περιστα‐ τικοῖς τὸν πλατυσμὸν ἐπιδέχεται, οὕτω δὴ καὶ τὰ ἐνθυ‐ μήματα ἐκ τῶν ἐργασιῶν προσφερόμενα τοῖς περιστατι‐ κοῖς ἐμπλατύνεται συγκριτικῶς κατὰ αὔξησιν, ὡς ἐπὶ τοῦ προτεθέντος προβλήματος. ἐξ ἐργασίας τῆς ἀπ’ ἐλάτ‐ | |
30 | τονος· ἀπὸ μὲν προσώπων λεγόντων ἡμῶν ἐνθυμηματι‐ | 266 |
7.267 | κῶς οὕτως· καίτοι ἕτερόν τί ἐστι στρατιώτης, καὶ ἕτερον τρισαριστεὺς, καὶ πολὺ τὸ μεταξὺ ἑκατέρων διάφορον, ὅμως οὐκ ἄν τις οὐδὲ στρατιώτου τῇ πόλει εὐγνωμονοῦν‐ τος οὕτως ῥᾳδίως ἐξ εἰκότων καὶ τεκμηρίων παρ’ ἐχθροῖς | |
5 | γενομένων, οὐδ’ εὐχερῶς καταγνοίη· πολλοῦ γε καὶ δεῖ, τρισαριστέως τοσαῦτα καὶ τηλικαῦτα τῇ ἑαυτοῦ πατρίδι ἐνδειξαμένου τὰ βέλτιστα, καὶ κατὰ τοσοῦτο πρὸς τὴν πό‐ λιν εὐποιεῖν ὑπερφέροντος, καθόσον ὑπερφέρει, καὶ ὑπερ‐ ανέστηκε τῇ λαμπρότητι· οὕτως καὶ ἐκ τῶν λοιπῶν εἰ | |
10 | ἔχοι περιστατικῶν αὐξητικῶς ὁ κατηγορούμενος τοῖς ἐν‐ θυμήμασι χρήσεται, συνάγων ἑαυτῷ τὸ μεῖζον ἐκ παρα‐ θέσεως, τὸ δ’ αὐτὸ καὶ ὁ κατήγορος μεθοδεύσει κατὰ τὸ ἔμπαλιν· εἰ δὲ ἀπὸ τοῦ αὐτοῦ περιστατικοῦ καὶ δευτέρου τις αὔξησις δυνηθείη ληφθῆναι ἐπιφερομένη τῇ προτέρᾳ | |
15 | κατὰ περιουσίαν αὐξήσεως, τοῦτ’ ἂν εἴη τὸ ἐπενθύμημα, δριμυτέρας τῷ πράγματι προστιθεμένης αὐξήσεως, οἷον· καίτοι ὁ μὲν στρατιώτης καταγνωσθεὶς καὶ εὐθύνῃ κα‐ θυπαχθεὶς οὐκ ἂν τοσαύτην τῇ πόλει προξενήσοι ζημίαν. ἀλλ’ οὖν καὶ οὕτως ὀκνηροί πως πρὸς τὴν κατάγνωσιν | |
20 | οἱ πολῖται τοῦ κατά τι αὐτοὺς εὐηργετηκότος καθίσταν‐ ται· οὐ πολλῷ μᾶλλον δεῖ ὀκνηροτέρους αὐτοὺς φανήσε‐ σθαι εἰς τὸ τρισαριστέως οὕτω γενομένου ἐξ εἰκότων τι‐ νῶν καὶ σημείων καταιτιάσασθαι· τοσαῦτα καὶ περὶ ἐν‐ θυμημάτων τε καὶ ἐπενθυμημάτων· τὰ δὲ λοιπὰ ῥᾳδίαν | |
25 | ἔχει καὶ εὐχερῆ τὴν διάγνωσιν· εἰ καθ’ ὑπόθεσιν προσ‐ άγει τις τῷ ἀντικαθισταμένῳ ἐρώτησιν τῇ προκειμένῃ ὑποθέσει συμβαίνουσαν καὶ τὸν ἐρωτώμενον τὰ ὑπὲρ τοῦ ἐρωτῶντος ἀναγκάζουσαν ἀποκρίνεσθαι· οἷον εἰπέ μοι, ὦ βέλτιστε, εἴτινες τῶν ὑπὸ σοῦ πολλάκις εὐεργετη‐ | |
30 | θέντων, καὶ πλειστάκις εὖ πεπονθότων, ἐξ ὧν ἐχθροὶ ἔπραττον, καταψηφιεῖσθαί σου ἐβούλοντο· ἆρα ἂν ἤνεγ‐ | |
κας τοιαῦτα παρὰ τῶν εὖ πεπονθότων παροινούμενός | 267 | |
7.268 | τε καὶ μάτην συκοφαντούμενος· οὐκ ἔγωγε οἶμαι· εἰ δὲ αὐτὸς τοιαῦτα πάσχων οὐκ ἄν ποτε ἤνεγκας, πῶς ἡμῶν τὰ ἴσα καταψηφιζόμενος οὐκ ἐρυθριᾷς; Τοιαύτη καὶ ἡ περὶ τῶν πλαστῶν λεγομένων διάπλασις· ἐν τούτοις ἡ | |
5 | τῶν κεφαλαίων ἁπάντων, ὡς δι’ ἑνὸς δυνατὸν ἐνδεί‐ ξασθαι κεφαλαίου, κατασκευὴ καὶ ὑφάπλωσις καὶ πέρα τούτων οὐκ ἂν εὕροις ἐπεκτεινομένην τὴν τέχνην, ἀλλ’ ἐν τούτοις ἐπανακυκλουμένην καὶ ἐμπλατυνομένην, ἐφ’ ὅσον τις βούλοιτο, καὶ τὸ δυνατὸν πρόσεστιν. | |
10 | ιϛʹ. Ταῦτα τὰ δύο κεφάλαια, φημὶ δὴ τὸ παρα‐ γραφικὸν καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, ἐξ ἀρχῆς ἡ τέχνη παρέσχε τῷ φεύγοντι· ἐπειδὴ γὰρ ἐκ τῆς τοῦ κατηγόρου καταφορᾶς ἐξασθενεῖν ὁ φεύγων δοκεῖ, ἡ τέ‐ χνη ἐπιῤῥωννῦσα αὐτὸν ταῦτα τὰ κεφάλαια πρῶτον | |
15 | αὐτῷ παραδίδωσιν. ἐλέγχων δὲ ἀπαίτησις ὠνόμασται ἀπὸ τοῦ τὸν φεύγοντα ἐλέγχους ἀπαιτεῖν τοῦ πράγματος, περὶ οὗ ἡ κρίσις, καὶ τῷ διώκοντι μὴ συγχωρεῖν ἀμαρτύ‐ ρους ποιεῖσθαι τὰς κατηγορίας. ἡ δὲ τῶν ἐλέγχων ἀπαί‐ τησις ἐκ τῶν ἀτέχνων πίστεων γίνεται, μαρτύρων, διαθη‐ | |
20 | κῶν, νόμων, ψηφισμάτων, ἐπιστολῶν, βασάνων. ἄτεχνοι δὲ λέγονται πίστεις, ἐπειδὴ ἡ ὕλη τοῦ προβλήματος ἔχει αὐτὰς καὶ τοῦ πράγματος· καὶ οὐκ ἔξωθεν γίνονται ἀπὸ τῆς τοῦ ῥήτορος τέχνης. ιζʹ. Ζητεῖται, πῶς ἄρνησιν οὐσιώδη ἔχοντος τοῦ στο‐ | |
25 | χασμοῦ ἐλέγχων ἀπαίτησις γίνεται; τοῦ γὰρ ἀφανοῦς | 268 |
7.269 | εὔηθές ἐστι μάρτυρας ἀπαιτεῖν· καί τινες μὲν τοῦ ση‐ μείου τοὺς μάρτυρας ἀπαιτεῖν κακῶς λέγουσιν, οὐδὲ γὰρ περὶ αὐτοῦ ἡ κρίσις ἢ ἡ κατηγορία, ἄλλοι δὲ ἄμεινον ἀ‐ πολογούμενοί φασιν, ὡς φύσις ἐστὶ τοῖς φεύγουσιν | |
5 | ἀπαιτεῖν μάρτυρας, ἐν οἷς ἴσασι μὴ ὑφεστῶτας. εἰ γὰρ ᾔδεσαν ὄντας, οὐκ ἂν ἀπῄτουν· τοσοῦτον δὲ εἰδέναι χρὴ, ὅτι ἐν μὲν τοῖς ἀληθέσι τῶν ἀγώνων μάρτυρες προφέ‐ ρονται, ἐν τοῖς πλασματικοῖς δὲ οὔ. διὸ ἀδιορίστως εἰ‐ πὼν, „εἰσὶ μάρτυρες ἢ οὒ“, ἔπταισεν· ἀδύνατον γὰρ ἐν | |
10 | τοῖς πλασματικοῖς μάρτυρας παρενεχθῆναι· ἄλλως τε καὶ ἀσύστατον γίγνεται διὰ τούτων. καὶ δῆλον ὅτι περὶ μό‐ νων τῶν ἀληθῶν ζητημάτων διαλαμβάνει, ὅμως ὁ τεχνο‐ γράφος τελείαν αὐτοῦ τὴν ἐργασίαν ποιούμενος διττὸν εἶναί φησι τὸ κεφάλαιον. ἢ γάρ εἰσι μάρτυρες, ἢ οὐκ εἰ‐ | |
15 | σὶν, ἔθει γὰρ κεκρατηκότι ἐν τοῖς ζητήμασι καὶ τοῖς πλάσμασιν ἀπαιτεῖν μὲν ὁ φεύγων μάρτυρας, παρενεγ‐ κεῖν δὲ ὁ κατήγορος οὐ δύναται. ιηʹ. Ζητοῦσιν, ὡς εἴρηται, τινὲς, τίνος ἂν εἴη τὸ κεφάλαιον τοῦτο· καὶ εἰ μὲν τοῦ σημείου, εὔηθες. φανε‐ | |
20 | ρὸν γὰρ εἶναι δεῖ τὸ σημεῖον· εἰ δὲ τοῦ ἐγκλήματος, καὶ τοῦτο ἄτοπον. οὐκέτι γὰρ ἀδήλου πράγματος ἔσται ἔλεγ‐ | |
χος, ὥστε φασὶ περιττὸν τὸ κεφάλαιον. καὶ φαμὲν, εἰ | 269 | |
7.270 | μὲν εὐθέως πᾶς μαρτυρῶν καὶ τὴν τοῦ πιστεύεσθαι δύ‐ ναμιν εἶχεν, εἶχεν ἂν λόγον ἡ ἀπορία· ἐπειδὴ δὲ καὶ μαρ‐ τύρων ὄντων ἐπιζητεῖται, εἰ ἀληθὲς ἢ ψευδὲς τὸ ἐκ τῆς μαρτυρίας λεγόμενον, οὐδὲν ἄτοπον καὶ μαρτύρων ἐπιφε‐ | |
5 | ρομένων ἔτι συνίστασθαι τὸ ζήτημα, ὡς ἔχομεν ἔν τε πλείοσι τῶν Λυσιακῶν λόγων καὶ παρὰ τοῖς ἄλλοις ἀρ‐ χαίοις· καὶ ταῦτα μὲν ἐν τοῖς ἀληθέσιν ἰσχύει· ἐν μέν‐ τοι τοῖς πλάσμασιν οὐ δύναται μάρτυς εἶναι, ἀλλ’ ὁ φεύγων εἰς ἀπορίαν καταστῆσαι τὸν διώκοντα βουλόμε‐ | |
10 | νος ἀπαιτήσει τοὺς μάρτυρας κατὰ τὴν προειρημένην μέθοδον. Διὸ καὶ τὸ πλᾶσμα Ἑρμογένης πάνυ τεχνικῶς παρέθετο· ἵνα γὰρ δείξῃ, ὅτι καὶ μάρτυρας ἐνίοτε ὁ στο‐ χασμὸς ἐπιδέχεται, οὕτως αὐτὸ παρήνεγκεν. ἐν τούτῳ γὰρ καὶ μάρτυρές εἰσιν καὶ οὐκ εἰσίν. εἰσὶ μὲν γὰρ τῆς μοι‐ | |
15 | χείας αἱ θεραπαινίδες, οὐκ εἰσὶ δὲ τῆς φαρμακείας. ιθʹ. Ὅτε εἰσὶ μάρτυρες, ἢ δοῦλοί εἰσιν ἢ ἐλεύθε‐ ροι. καὶ δοῦλοι ἢ τῶν ἔξωθεν ἢ αὐτοῦ τοῦ καταμαρτυ‐ ρομένου, ὡς ἐνταῦθα· ἐνίοτε γὰρ καὶ οἰκέτας κατὰ τῶν | |
οἰκείων δεσποτῶν εἰς μαρτυρίαν παράγουσιν, καὶ τῶν μὲν | 270 | |
7.271 | ἔξωθεν διαβαλοῦμεν ἐκ τῆς τύχης τὴν μαρτυρίαν, καὶ εἰ μὲν μετὰ βασάνων μαρτυροῦσι, φήσομεν ὡς οὐδὲν φρον‐ τίζουσι τῶν βασάνων. κατεπήγγελται γὰρ αὐτοῖς ἀντὶ τού‐ του ἐλευθερία. εἰ δὲ βασάνων ἐκτὸς, ἐροῦμεν, ὅτι οὐδὲ | |
5 | μετὰ βασάνων ἀληθὴς ἡ μαρτυρία. πολλοὶ γὰρ ἑάλωσαν τὰ ψευδῆ μαρτυροῦντες, μήτι γε βασάνων ἐκτός. τῶν δὲ οἰκείων καὶ ὥσπερ εἶπεν ὁ τεχνικὸς δεῖ καθόλου διαβάλ‐ λειν, καὶ ὅτι πονηροὶ τὸν τρόπον καὶ ἐπὶ τὸ πλεῖστον· καὶ ὅτι ἀκόλαστοι· ἂν δὲ ἐλεύθεροι ὦσιν ἢ ξένοι ἢ πο‐ | |
10 | λῖται, τοὺς μὲν οὖν ξένους αὐτὸ τοῦτο διαβαλοῦμεν, ὅτι μὴ γνήσιον ἔχοντες τὸ γένος οὐδὲν θαυμαστὸν, εἰ φόνῳ πολιτῶν ἐφήδονται, εἰ δὲ πολῖται, ἢ πένητες ἢ πλού‐ σιοι. τοὺς μὲν οὖν πένητας ἐκβαλοῦμεν ὡς ῥᾳδίως χρή‐ μασι διεφθάρησαν, εἰ δὲ πλούσιοι, ἢ πονηροὶ ἢ ἐπιει‐ | |
15 | κεῖς· πονηρῶν μὲν τούτων ὄντων ἐκβαλοῦμεν τὴν μαρτυ‐ ρίαν, καὶ μάλιστα εἰ, ὥς εἰσι φιλόδικοι, διαβάλλοιντο, ἢ εἰ καὶ πρότερον μαρτυροῦντες ψευδομαρτυριῶν ἑάλωσαν, εἰ δὲ ἐπιεικεῖς δοκοῖεν ἐκ τῶν ἐνόντων πρὸς τὴν ὑπόθεσιν, ἐκβαλοῦμεν τὴν μαρτυρίαν ἢ φιλίαν τοῦ κατηγόρου αἰ‐ | |
20 | τιώμενοι ἢ οἶκτον, ἢ καὶ τὸν πλοῦτον αἰτιασόμεθα, ὅτι θαῤῥοῦντες δι’ αὐτὸν ὡς οὐδὲν πείσονται ἐπὶ τὴν μαρ‐ τυρίαν ἀπήντησαν. κʹ. Ἐναργῶς ἡμῖν καταλείπει ἐν τῷ κατὰ Κόνωνος αἰκίας παράδειγμα Δημοσθένης, ἀντεξετάσας ἐκεῖ τοὺς | |
25 | μάρτυρας καὶ διαφορὰς ἐξευρὼν γενναιοτάτας, ὁ μὲν γὰρ, φησὶ, τοὺς ἑταίρους καὶ ἡλικιώτας μάρτυρας παρέχε‐ ται, πρὸς χάριν μαρτυροῦντας· ἐγὼ δὲ ξένους, οὐδὲν ἐμοὶ προσήκοντας, οὐδὲ δι’ ἄλλο τι μαρτυροῦντας, πλὴν τὴν ἀλήθειαν. θαυμάσειε δ’ ἄν τις, πῶς στοχασμοῦ ὄντος | |
30 | εἰσὶν οἱ μάρτυρες εἰς αὐτὸ τὸ ἔγκλημα, οὐ γὰρ δύναται, | 271 |
7.272 | ὡς ἔφαμεν, τὸ ἔγκλημα ἄδηλον ὂν, μάρτυρας ἔχειν· καί φαμεν, ὡς ἐν τῷ κατὰ Κόνωνος ἡ ἀλήθεια ἐβιάζετο τὴν τέχνην, ὡς καὶ ἐν τοῖς ἄλλοις ἡ ἀλήθεια τῶν ἀγώνων τὴν τέχνην βιάζεται πολλάκις· καὶ εἰσηγεῖταί τινα ἀναγκαῖα | |
5 | μὴ ὄντα ἐν τῇ τέχνῃ, ἀμέλει ἐν αὐτῷ τούτῳ τῷ κατὰ Κόνωνος αἰκίας τὸ ὁμολογῆσαι τὸν φεύγοντα τυπτῆσαι τὸν κατήγορον ἀδύνατόν ἐστιν ἐν στοχασμῷ· ἄλλως τε ἀμφοτέρων τῶν μερῶν ἐχόντων μάρτυρας, καὶ τὰ ἀλλήλων ἀναιρούντων, εἶτα ἐξισαζόντων, οὐκέτι προσάγονται μάρ‐ | |
10 | τυρες, ἀλλ’ ἀναιρεθείσης τῆς ἀπὸ τούτων ἀπωλείας ἐπι‐ στώθη ἡ τοῦ στοχασμοῦ φύσις τῷ εἶναι ἄδηλος καὶ ἐξ ἄλλων ἀποδείκνυσθαι. καʹ. Τοῖ περιστατικοῖς λέγει, οἷον προσώπῳ, τίς ὁ δούς; τίς ὁ συνειδώς; τὸ δὲ πρόσωπον ἐξετάζεται, ἀπὸ | |
15 | τῶν ἐγκωμιαστικῶν, γένους, ἀγωγῆς καὶ τῶν ἄλλων· ὑπο‐ διαιρέσει οὖν ἐνταῦθα χρήσεται, συγκλείων τὸν κατήγο‐ ρον, οἷον πολίτης ἢ ξένος, οἰκεῖος ἢ ἀλλότριος, δοῦλος ἢ ἐλεύθερος· ἐν τόπῳ δὲ, οἷον ἐν ἄστει ἢ ἔξω τείχους, ἐν ἐρημίᾳ, ἐν ἀγορᾷ, ἐπ’ οἰκίας. τρόπῳ δὲ, τίνα τρόπον, | |
20 | λαθὼν ἢ ἐκ τοῦ προφανοῦς βιασάμενος ἢ ἀπατήσας; χρόνῳ, νύκτωρ ἢ μεθ’ ἡμέραν, ἐν πολέμῳ ἢ ἐν εἰρήνῃ; πράγματι, οἷον τί δούς; τί ποιήσας; αἰτίᾳ, διὰ τί, ἆρα, ἵνα κληρονομήσω, ἵνα τῶν αὐτοῦ γένωμαι κύριος, ἵνα ἐχθροῦ ἀπαλλαγῶ; ἢ διὰ φιλίαν ἢ ἔχθραν; καὶ τούτοις | |
25 | ἅπασιν ἐπεξέρχεται, κατὰ διαίρεσιν προϊών. ἐν μέντοι | 272 |
7.273 | τῇ αἰτίᾳ καὶ ἀκριβέστερον ἐπεξετάσει· τοῦτο γάρ ἐστιν ἐν ταῖς δίκαις· οἷον τί λέγω; εἰ μὲν γὰρ εἴη ὁ τὴν αἰ‐ τίαν φεύγων τοῦ φόνου πλούσιος, ὁ δὲ ἀνῃρημένος πένης, ἐρεῖ ὁ τὴν αἰτίαν ἔχων, τίνος ἕνεκα τὸν φόνον εἴργασμαι· | |
5 | χρημάτων ἐρῶν; καὶ μὴν εὐπορώτερος ἐγὼ, ὁ δὲ πένης ἐτύγχανεν. εἰ δὲ τοὐναντίον ὁ μὲν ἀνῃρημένος πλούσιος, ὁ δὲ φονεύων πένης, ἐρεῖ, ὅτι τὸν φόνον τί βουλόμενος εἰργασάμην; ἆρα χρημάτων ἐρῶν; καὶ μὴν παῖδες εἶχεν ὁ τεθνηκὼς, ἂν οὕτω τύχοι, ἢ συγγενεῖς· οὐ δεῖ δὲ τὴν | |
10 | μαρτυρίαν ἀπαιτεῖν ὡς ἔτυχεν, ἀλλὰ πρῶτον ἐφορᾷν, εἰ ἐνδέχεται διὰ μαρτύρων συστῆναι τὴν ὑπόθεσιν ἢ μή. καὶ ὅταν εὕρωμεν πανταχοῦ μαρτύρων ἀπορίαν, τότ’ ἐπι‐ θησόμεθα ἀπαιτοῦντες τοὺς ἐλέγχους· εἰ γάρ εἰσιν, εἶτα ἡμεῖς ἀπαιτήσομεν αὐτοὺς, ἐκείνων παρεχομένων οὐ χαλε‐ | |
15 | πῶς ἁλισκόμεθα. Δεῖ τοίνυν μὴ ὄντων ἀπαιτεῖν, καὶ ἀπαιτεῖν οὐ τοῖς περιστατικοῖς, ὡς εἶπεν ὁ τεχνικὸς, μόνον ἀλλὰ καὶ πηλικότητι καὶ συγκρίσει καὶ τοῖς πρός τι καὶ ἔθει καὶ νόμοις καὶ δικαστηρίοις· πηλικότητι μὲν, μέγα, ὥς φησιν, ὁμολογουμένως τὸ ἔγκλημα. οὐ χρὴ οὖν περὶ | |
20 | τηλικούτου πράγματος ἀπόντων μαρτύρων ποιεῖσθαι τὴν σύγκρισιν· συγκρίσει δὲ, ὅτι καὶ ἐπὶ πάντων ὁμοίως ἔχει τῶν παραπλησίων, οἷον φόνου, παραπρεσβείας, ἅπερ ἅπα‐ σαν ἀνατρέπει τὴν πόλιν. ἀλλ’ οὐδ’ ἐκείνων τις πώποτε μαρτύρων ἀπόντων ὑπέσχε τὴν κρίσιν. τοῖς πρός τι δὲ, | |
25 | ὅτι ἄτοπον, ἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς μηδένα ἐξ ὑπο‐ ψίας κρίνεσθαι, ἐπὶ δὲ τῶν τηλικούτων ἀμαρτύρους ποιεῖν τὰς κατηγορίας. ἡ σύγκρισις δὲ τῶν πρός τι διαφέρει, ὅτι ἡ μὲν ἀπὸ τῶν ἴσων λαμβάνεται, τὰ δὲ ἀπὸ | |
τῶν ἐλαττόνων. ἔθει δὲ, ἔθος γὰρ ἡμῖν ποιεῖν τὰ τοιαῦτα· | 273 | |
7.274 | νόμῳ δὲ, καὶ οἱ νόμοι οὕτως κελεύουσι τὰς ἀποδείξεις ἐκ τῶν φανερῶν ἐλέγχων καὶ ἀναμφισβητήτων ποιεῖν. δικα‐ στηρίοις δὲ, οἷον, καὶ γὰρ τούτου χάριν καὶ τὰ δικαστή‐ ρια συγκροτεῖται. | |
5 | κβʹ. Λεκτέον ἤδη περί τε τῆς βουλήσεως καὶ τῆς δυνάμεως· ἡ μὲν οὖν τάξις εἴρηται ἡμῖν ἐν τοῖς ἔμπρο‐ σθεν. νυνὶ δὲ ζητητέον, τίνος ἕνεκα συνῆπται τὰ δύο κεφάλαια, καὶ μία ἡ τούτων τεχνολογία γίνεται, τῶν ἄλ‐ λων ἁπάντων διακεκριμένων ἑκάστου· λυθήσεται οὖν | |
10 | τὸ ἀπορούμενον τούτῳ τῷ λόγῳ· οὐ δύναται θάτερον τούτων ἄνευ τοῦ ἑτέρου ἐξέτασιν ἐπιδέξασθαι, ἀλλὰ θέλει πάντως συμπαρεῖναι ἀλλήλοις ἀμφότερα, εἰ μέλλοι οὕτω συστήσασθαι τὸ λεγόμενον· φέρε γάρ τινα βούλεσθαι μέν τι πράττειν, μὴ δύνασθαι δέ. δῆλον ὅτι καὶ τὸ τῆς | |
15 | βουλήσεως ἀνόνητον, ἀπολειπομένου τοῦ δύνασθαι καὶ πάλιν τοὐναντίον. ἠδύνατο μέν τι πράττειν, ἀπείη δὲ τὸ βούλεσθαι. οὐδεὶς οὐδὲ τῆς δυνάμεως ἐνταῦθα καιρὸς, οὐδὲ ὄνησις· ἂν μέντοι παρῇ συναμφότερον, τηνικαῦτα ἂν πραχθείη τι, καὶ τότε τὸ ὑποκείμενον ἐξέτασιν ἐπιδέ‐ | |
20 | ξεται. εἰκότως τοίνυν ἀλλήλοις συνῆπται, εἴγε χωριζόμενα χωλεύει καὶ οὐδένα καιρὸν παρέχεται τῷ λαμβάνοντι. καὶ καθ’ ἕτερον δὲ λόγον μίαν ἀπείληφε ταῦτα τεχνολογίαν. ὃ γὰρ ἄν τι ἐπὶ τῆς βουλήσεως ἐπιχείρημα λέγοι καὶ ὅπερ ἂν εἰς τεχνολογίαν περὶ ταύτης λαμβάνοι, τοῦτο | |
25 | ἁρμόζον κἀπὶ τῆς δυνάμεως εὑρίσκοιτο, καὶ ὅπερ ἐπὶ τῆς δυνάμεως, τοῦτο καὶ ἐπὶ τῆς βουλήσεως. ἵνα μὴ τοίνυν διελὼν τὰ κεφάλαια ταυτολογεῖν ἀναγκάζηται, εἰκότως ἑνὶ λόγῳ τὴν ἀμφοτέρων ἐποιήσατο τεχνολογίαν. κγʹ. Ἐνταῦθα ἡ τοῦ τεχνογράφου ἀκρίβεια φαίνεται, | |
30 | τί δή ποτε βουλόμενος τὸ πολιτικὸν ζήτημα παραδοῦναι | |
τὴν ὕλην τῶν προσώπων καὶ τῶν πραγμάτων παρέλαβε; | 274 | |
7.275 | δείκνυται γὰρ ἐνταῦθα, ὅτι καὶ τὰ κεφάλαια τῆς πρὸς ἑκάτερον αὐτῶν ἀναμεμέρισται· ἰδοὺ γὰρ εἰπὼν τὰ κε‐ φάλαια τὰ μήτε ἐκ προσώπου μήτε ἐκ πράγματος παρα‐ λαμβανόμενα, ἀλλ’ ἔξωθεν ἐπεισαγόμενα, φημὶ δὴ τὸ | |
5 | παραγραφικὸν καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, νῦν τρέ‐ πεται ἐπὶ τὰ κεφάλαια τὰ τοῦ προσώπου καὶ τοῦ πρά‐ γματος, καὶ διδάσκει, πόσα μὲν τοῦ προσώπου, πόσα δὲ τοῦ πράγματος· καί φασιν εὐθέως μετὰ τὴν ἐλέγχων ἀπαίτησιν τήν τε βούλησιν καὶ δύναμιν ἐμπίπτειν, ἅ‐ | |
10 | περ μόνου τοῦ προσώπου ἐστί, τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος. Πῶς δὲ χρήσεται αὐτῷ ὁ κατήγορος λεκτέον· βουλόμενος γὰρ κατασκευάσαι καὶ δεῖξαι, ὅτι τὴν κατηγορίαν ὁ κρινόμενος ἔδρασεν, ἐκ τῶν εἰκότων τοῦτο κατασκευάζει λαμβάνων τήν τε βούλησιν καὶ τὴν | |
15 | δύναμιν· ἰστέον γὰρ, ὅτι ταῦτα ἀλλήλοις συνέζευκται καὶ τῇ φύσει τῶν πραγμάτων ἀκολουθεῖ· δεῖ γὰρ τὸν ποιεῖν τι βουλόμενον πρότερον ἐθελῆσαι, εἶτα καὶ δυνη‐ θῆναι. ὠνόμασται δὲ ἀπὸ τοῦ τήν τε διάνοιαν καὶ τὴν δύναμιν τοῦ δεδρακότος πανταχόθεν ἐπισκοποῦντας τὸ | |
20 | βούλεσθαί τε καὶ δύνασθαι διὰ τῶν προσηκόντων ἐπι‐ χειρημάτων κατασκευάζειν. κδʹ. Τὸ γένος τέμνεται εἰς προγόνους καὶ πατρί‐ | |
δα, οἷον φέρε εἰπεῖν, ὅτι οὐκ ἂν Ἀθηναῖος ὢν καὶ ἐν | 275 | |
7.276 | δημοκρατουμένῃ πόλει ἀνατραφεὶς ἠβουλόμην τυραννεῖν· ἀπὸ δὲ τῶν προγόνων, ὅτι Ἡρακλείδης τυχὸν ὢν ἢ Ἀλκμαιωνίδης, οἳ ὑπὲρ τῆς δημοκρατίας ἔφευγον στα‐ σιάσαντες πρὸς τοὺς τυράννους. | |
5 | κεʹ. Ἀγωγὴ, οἷον οὐχὶ τοιούτοις ὡμίλησα, Σω‐ κράτει καὶ Περικλεῖ, τοῖς δημοτικωτάτοις τῶν πολιτῶν. κϛʹ. Δοκεῖ τὸ αὐτὸ τῇ ἀγωγῇ εἶναι παίδευσις, ἀλλὰ λέγομεν, ὅτι οὐκ εἶπε παιδεία ἀλλὰ παίδευσις, οἷον λό‐ γοι, ὅταν ῥήτορα ἔχωμεν κρινόμενον, τὴν παίδευσιν ἐξε‐ | |
10 | ταζόμεθα. κζʹ. Οἷον γῆρας, νεότης· μάτην δὲ τὴν ἡλικίαν ἐν τοῖς ἐγκωμιαστικοῖς ἔταξε, κοινὴ γὰρ ποιότης ἐστίν. κηʹ. Ψυχῆς μὲν, ὅταν εἴπωμεν ὀξὺν εἶναι τὸν κατη‐ γορούμενον ἢ δεινὸν, ἢ ἄλλο τι τῶν εὐχερῶς τὴν τόλμαν | |
15 | αὐτῷ ποιῆσαι δυναμένων· σώματος δὲ φύσιν ἐξετάσω‐ μεν, λέγοντες ἐῤῥωμένον, εἰ τύχοι, καὶ διὰ τοῦτο πρὸς τὴν πρᾶξιν οὐκ ἀδύνατον, ἔνθα καὶ παράθεσίν τινα ποιησόμεθα, ἐξετάζοντες, τίνα εἰκός ἐστιν ἐπελθεῖν καὶ πατάξαι ἢ ἄλλο τι τοιοῦτον. καὶ μάλιστα εἰ κρίνομέν τι‐ | |
20 | να αἰκίας ἢ τραύματος ἢ ἄλλου τινὸς τοιούτου. κθʹ. Διαβαλοῦμεν καὶ ἐκ τοῦ ἐπιτηδεύματος, οἷον | |
εἰ τύχοι ἰατρὸς ὁ κατηγορούμενος, ἐροῦμεν, ὅτι οὐκ ἀπί‐ | 276 | |
7.277 | θανον τὸν τοιαύτην ἔχοντα τέχνην φάρμακον παρασχεῖν, εἰ φαρμακείας αὐτὸν κρίνομεν. ἔχων γὰρ ἀπὸ τῆς τέ‐ χνης τὴν ἄδειαν προσχήματι τῆς ἰατρείας ἐδίδου τὸ φάρ‐ μακον. καὶ ἐπὶ ῥητόρων· ῥήτωρ ὢν ἠδύνω πεῖσαι προ‐ | |
5 | δοῦναι. καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν παραπλησίως. λʹ. Ἐπιτήδευμα πράξεως φέρε· ἐπιτήδευμα μέν ἐστι βίου αἵρεσις, οἷον ῥητορεύειν, χαλκεύειν, φιλοσοφεῖν, ἰατρεύειν, πολιτεύεσθαι· πρᾶξις δὲ αὐτὰ τὰ ἔργα, τὸ κα‐ τορθοῦν, τὸ ἀριστεῦσαι, τὸ ὑγιᾶσαι· συντρέχουσι δὲ | |
10 | ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον, καὶ τὸ αὐτὸ ἐπιτήδευμα καὶ πρᾶξις· ἐν ὅσῳ μὲν γὰρ φιλοσοφοῦσιν ἤ τι τῶν ἄλλων διδάσκονται, ἐπιτήδευμα ἔχουσι τοῦτο· ἐπειδὰν δὲ καὶ τοῖς ἔργοις χρήσονται, τότε καὶ πρᾶξις γίνεται τὸ πρὶν ἐπιτήδευμα. | |
15 | λαʹ. Ἰσχυρότατον διὰ τοῦτο λέγεται· τὸ μὲν γὰρ γέ‐ νος τύχης ἔργον ἐστίν· οὐ γάρ τις ὁπόθεν βούλεται, τίκτεται, καὶ ὁ πλοῦτος τύχης ἐστὶ δώρημα, καὶ ἡ ἀγω‐ γὴ, εἰ τύχοι, χρηστὴ, οὐ τοῦ ἀχθέντος, ἀλλὰ τοῦ ἀγα‐ γόντος ἐστὶν ἐγκώμιον· καὶ τὸ ἐπιτήδευμα μέχρι τοῦ | |
20 | ἐπαίνου ἕστηκε μόνου· οἷον ὅτι χρηστὸν εἵλετο βίον· ἐν δὲ ταῖς πράξεσι τὸ τέλειον ἐπιγίνεται, καὶ οἱονεὶ βεβαίω‐ σις τοῦ ἐπιτηδεύματος. λβʹ. Καὶ τὴν τύχην μάτην ἐν τοῖς ἐγκωμιαστικοῖς ἔταξεν, ὡς καὶ τὴν ἡλικίαν· κοιναὶ γάρ εἰσι ποιότητες, | |
25 | διὸ οὐκ ἰσχυραὶ, καθ’ ἑνὸς ἐκφερόμεναι πρὸς ἀπόδειξιν. ὅταν γὰρ εἴπω, νέος πλούσιος, κοινὴ ποιότης ἐστὶ καὶ οὐκ ἀρκεῖ πρὸς ἀπόδειξιν ὁ πλοῦτος ἢ ἡ νεότης· διὸ δεῖ ἀναμιγνύναι τούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, κοινῶς καὶ καθολικῶς λέγοντας, ὡς οἱ πλούσιοι ἀλαζό‐ | |
30 | νες καὶ βίαιοι οἱ νέοι πρὸς πᾶν τολμηροί. λγʹ. Ἐπειδὴ ταῦτα, ἃ κατέλεξεν ἀναμὶξ, ἐστὶ πρέ‐ ποντα τῇ δυνάμει, πρέποντα τῇ βουλήσει, διὰ τοῦτο, | |
φησὶ, ταῦτα ἐπ’ ἀμφοῖν, καὶ ἐπὶ τῆς βουλήσεως καὶ ἐπὶ | 277 | |
7.278 | τῆς δυνάμεως, ἁρμόττει· τὸ δὲ ἐφ’ ἑκατέρου μέρους, τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος δηλονότι, ἀμφοτέρων γὰρ τὸ κεφάλαιον. λδʹ. Κοινὰ μὲν ἀμφοτέρων, προσεχέστερα δὲ τῇ | |
5 | βουλήσει ταῦτα, γένος, ἀγωγὴ, ἡλικία. εἶτα τὸ γένος ὑποδιαιρεῖται τριχῆ, εἰς τὸ ἔθνος, εἰς τὴν πατρίδα, εἰς τοὺς οἰκείους. οἱ δὲ οἰκεῖοι εἰς προγόνους καὶ πατέρας· καὶ ἀπὸ μὲν τοῦ ἔθνους ἐπιχειρήσομεν οὕτως· οἷον εἰ περὶ φόνου τις ἐγκαλοῖτο, Θρᾷξ ὢν, ἢ περὶ λῃστείας | |
10 | Αἰτωλός, ἐροῦμεν ὡς οὐδὲν θαυμαστὸν οὐδὲ παράδοξον, εἰ ἐφόνευσε Θρᾷξ ὢν, καὶ πάλιν οὐδὲν παράδοξον εἰ ἐλῄ‐ στευσεν Αἰτωλὸς ὤν. ἀπὸ δὲ τῆς πατρίδος, εἰ ἔχοιμεν λέγειν, ὡς οὐ μόνον Αἰτωλὸς, ἀλλὰ Καλυδώνιος, παρ’ οἷς μάλιστα τὸ λῃστεύειν διὰ σπουδῆς· καὶ οὐ μόνον ὁ | |
15 | Θρᾷξ, ἀλλὰ καὶ Ἀβδηρίτης, εἰ τύχοι· ἀπὸ δὲ τῶν οἰ‐ κείων, εἰ μὲν ἔχοιμεν λέγειν, ὅτι καὶ ἐκ πατέρων τοιῶν‐ δε προῆλθεν· οἷον πολλοὺς μὲν πεφονεύκασιν, οὐκ ὀλί‐ γους δὲ σεσυλήκασι· δεῖ γὰρ ἐπὶ τὰ προσεχέστερα ἀεὶ ἡμᾶς | |
χωρεῖν· εἰ δὲ πατέρων τοιούτων γεγενημένων τὴν φύ‐ | 278 | |
7.279 | σιν ἀπορήσομεν, τοὺς προγόνους παραληψόμεθα, ὡς καὶ οἱ πρόγονοι παραπλήσια δεδράκασιν αὐτῷ, μᾶλλον δὲ οὗ‐ τος παραπλησίως ἐβίωσεν αὐτοῖς· τὰ μὲν τοῦ γένους οὕτως ἐξετάσομεν· εἰδέναι δὲ χρὴ, ὅτι καὶ ὁ ἀπολο‐ | |
5 | γούμενος ἐκ τοῦ ἐναντίου διὰ τῶν αὐτῶν ἐπιχειρήσει. οἷον εἰ ἔχοι λέγειν ὡς οὐκ ἂν ἔδρων τοιαῦτά γε Ἕλλην ὢν, καὶ οὐχ Ἕλλην ἁπλῶς, ἀλλὰ καὶ Ἀθηναῖος. καὶ οὐ μόνον Ἀθηναῖος, ἀλλὰ καὶ παῖς Περικλέους, καὶ ἀπό‐ γονος, εἰ τύχοι, Μιλτιάδου· τὴν δὲ ἀγωγὴν ἐκ τοῦ παρ‐ | |
10 | ελθόντος βίου ληψόμεθα, ὡς ἔδει τὸν οὕτως ἀνατραφέν‐ τα ἐπὶ τοῦτο προελθεῖν, οἷον ἐπὶ μοιχείαν τὸν ἀκο‐ σμίᾳ καὶ ἀκολασίᾳ ἐκ παιδὸς συμβεβιωκότα καὶ ἐκτρα‐ φέντα πονηροῖς ἤθεσιν· οὕτως ἐν τῷ ὑπὲρ Κτησιφῶν‐ τος ὁ Δημοσθένης ἐκ τῆς ἀγωγῆς διαβάλλει τὸν Αἰσχί‐ | |
15 | νην. „Σοὶ μὲν γὰρ ὑπῆρχεν, Αἰσχίνη, παιδὶ μὲν ὄν‐ τι ἅμα τῷ πατρὶ τῷ διδασκαλείῳ προσεδρεύειν, τὸ μέ‐ λαν τρίβοντι, καὶ τὰ βάθρα σπογγίζοντι καὶ τὸ παιδα‐ γωγεῖον κοροῦντι.“ εἶτα ἐκ τοῦ ἐναντίου τὰ ἑαυτοῦ παρατίθησιν. „ἐμοὶ δὲ φοιτᾷν εἰς τὰ προσήκοντα δι‐ | |
20 | δασκαλεῖα,“ καὶ τὰ ἑξῆς· εἰ δέ τις λέγοι τοῦτο μᾶλλον ἐκ τύχης εἶναι, οὐ τῆς ἀγωγῆς, πλούτου γάρ ἐστι τὰ τοιαῦτα, ἐκεῖνο εἰδέτω, ὡς τὸ ἐκ τοῦ πλούτου ἐπιχεί‐ ρημα διαιρεῖται, κἂν μὲν κατὰ τὸ παρελθὸν λαμβάνη‐ ται, τὴν ἀγωγὴν ποιεῖ· ἐὰν κατὰ τὸ ἐνεστὼς, οἷον ὅτι | |
25 | πλουτεῖ, ἢ οἰκετῶν εὐπορεῖ, τότε τὴν τύχην, ἥτις μᾶλ‐ λον τῇ δυνάμει προσήκει, ἐροῦμεν· τρίτον ἐπὶ τῷ γένει καὶ τῇ ἀγωγῇ ἡ ἡλικία, ὅπερ οὐ μόνον ἐπὶ νεότητος πα‐ ραλαμβάνεται ἐν διαβολῆς μέρει, ἀλλὰ περινενοημένως | |
πως καὶ ἐπὶ γήρως· ἐπὶ μὲν γὰρ τοῦ νέου πρόχειρον | 279 | |
7.280 | εὐθὺς εἰπεῖν, ὅτι τὸν ἐν ἀκμῇ τῆς ἡλικίας οὐκ ἀπεικὸς μοιχείας ἢ κλοπῆς ἐπιθυμῆσαι ἢ καὶ, νὴ Δία, τυραννί‐ δος, εἴπερ ἀληθὲς τό· Ἀιεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. | |
5 | οὐ μὴν ἀλλὰ καὶ ἐπὶ πρεσβυτέρου ἕξομεν τὴν διαβολὴν ἐκ τοῦ γήρως ποιεῖσθαι, οἷον ὅτι πρεσβῦται ὄντες καὶ προσδοκῶντες ὀλίγῳ ὕστερον τεθνήξεσθαι καινοτέροις ἐπιχειρεῖν ἐθέλουσι πράγμασι, κέρδος ποιούμενοι τὸ με‐ τὰ ῥᾳστώνης τὸν ὑπόλοιπον τοῦ βίου ὀλίγον ὄντα χρό‐ | |
10 | νον διαζῆσαι, ὡς προληψομένης τῆς τελευτῆς τὴν τιμω‐ ρίαν· οἱ δὲ νέοι οὐκ ἂν ὁμοίως τοῦτο πάθοιεν, ἐλπίδα πολλὴν ἔχοντες ἔτι τοῦ βίου καὶ προσδοκῶντές ποτε δί‐ κην ὑποσχεῖν, ἐὰν ἁμαρτάνοντες ἁλῶσι· ταῦτα μὲν ἐπιῤ‐ ῥεπέστερα πρὸς τὴν βούλησιν. πάλιν δ’ αὖ πρὸς τὴν | |
15 | δύναμιν ἐπιτηδεύματα, τύχη, πράξεις· ἐπιτηδεύματα μὲν, ὅτι ἠδύνασο συκοφαντεῖν ῥήτωρ γε ὢν, ἢ προδιδόναι στρατηγὸς ὤν· τύχη δὲ, ὅτι χρημάτων εὐπορῶν, οἰκέ‐ τας ὑπὲρ τὴν χρείαν ἔχων, φίλων πλῆθος κεκτημένος ἠδύνασο τυραννεῖν· δεῖ δὲ μὴ μεῖζον ποιῆσαι τῆς τύ‐ | |
20 | χης τὸ ἔγκλημα, ἐπεί τοι ἀπίθανος ὁ λόγος γίνεται· τρί‐ τον αἱ πράξεις, ὃ καὶ ἰσχυρότατον κεφάλαιον ὁ τεχνικὸς ἐκάλεσε. μέγιστα γὰρ ἐν τῇ δυνάμει ἰσχύει· διχῆ δὲ | |
κατασκευάζεται ἔκ τε τῶν ὁμοίων καὶ τῶν ἀνομοίων, | 280 | |
7.281 | τουτέστι τῶν μειζόνων ἢ τῶν ἐλαττόνων. λαμβάνεται δὲ κατὰ τὰ προσεχῆ μάλιστα. οἷον εἰ κλοπῆς κρινομένου τινὸς ἔχοιμεν λέγειν, εἰ καὶ ἄλλοτε πολλάκις ἐπὶ τοῖς αὐτοῖς ἑάλω, ὅπερ ἐστὶν ἐκ τοῦ ὁμοίου κατὰ τὸ μεῖζον | |
5 | καὶ ἔλαττον· κατὰ τὸ μεῖζον, ὅτι τὸν ἱερόσυλον οὐδὲν θαυμαστὸν ἰδιωτικῶν χρημάτων μὴ φείσασθαι, τὸν ἀν‐ δροφόνον οὐκ ἀπεικὸς πληγὰς ᾡτινιοῦν προστρίψασθαι· κατὰ δὲ τὸ ἔλαττον, ὅτι τὸν ἐπὶ μικροῖς ἀρξάμενον ἀ‐ δικεῖν εἰκὸς καὶ ἐπὶ τὰ μείζω χωρεῖν· ταῦτα κοινὰ μὲν | |
10 | ἀμφοτέρων, θατέρων δὲ μᾶλλον προσεχέστερα· λεκτέον δὲ ἤδη καὶ ἴδιά τινα ἑκατέρου κεφάλαια· ἔστι τοίνυν ἴδια μὲν τῆς βουλήσεως ταῦτα· προκαταρκτικὰ, τελικὰ, τὸ κατὰ σχέσιν· προκαταρκτικὰ μὲν, οἷον εἰκὸς βουλη‐ θῆναι αὐτὸν ἀνελεῖν, ἐχθρὸς γὰρ ἦν καὶ πάλαι πολέ‐ | |
15 | μιος. τελικὰ δὲ, ἡνίκα τε κέρδος αὐτῷ ἐντεῦθεν ἀπο‐ βήσεσθαι φάσκομεν, κληρονομήσειν, εἰ τύχοι, τῆς οὐ‐ σίας αὐτοῦ ἢ χρήματα παρ’ ἑτέρων λαβεῖν· τὸ δὲ κατὰ σχέσιν, ὅτι φίλῳ χαρίζεσθαι βουλόμενος ἢ λυπεῖν ἐχθρὸν ἐπὶ τὴν τοῦδε ἦλθεν ἀναίρεσιν· τῆς δὲ δυνάμεως ἴδια, | |
20 | τόπος, καιρὸς, ποιότης τοῦ πράξαντος καὶ παθόντος προσώπου· τόπος μὲν, ὅτι ἐπ’ ἐρημίας· καιρὸς δὲ, ὅτι νυκτός· ποιότης δὲ, τοῦ πράξαντος καὶ τοῦ παθόντος προσώπου, ὅταν ἀσθενέστερον μὲν τὸν παθόντα, τὸν δὲ πράξαντα δυνατώτερον ἀποφαίνωμαι· ἔτι ζητητέον περὶ | |
25 | τῆς πράξεως, πότερον χρὴ τὴν βούλησιν ἡγεῖσθαι ἢ τὴν δύναμιν. συνῆπται γὰρ ἀλλήλοις, ὡς ἔφαμεν, τὰ κεφά‐ λαια, καὶ θάτερον θατέρου χρῄζει· ῥητέον δὲ, ὅτι συμ‐ πλέκεται μὲν ἀλλήλοις, ἐπὶ δὲ τῷ ἰσχυροτέρῳ τελευτᾷν χρὴ τὴν ἀπ’ αὐτῶν αὔξησιν· οἷον ἐὰν τῇ δυνάμει μᾶλ‐ | |
30 | λον ἰσχύωμεν, τὸ συμπέρασμα πρὸς τὴν δύναμιν ποιη‐ σόμεθα, καὶ αὖ πάλιν· εἰ ἐν τῇ βουλήσει τὰ ἰσχυρότα‐ | |
τα εἴη ἐπιχειρήματα, ἡ βούλησις πέρας τῇ ἐξετάσει γε‐ | 281 | |
7.282 | νήσεται, ὥσπερ ἐπὶ τοῦ προκειμένου παραδείγματος ὁ Δημοσθένης· „ἀλλ’ ὦ τᾶν οὐχὶ βουλήσεται·“ τῇ γὰρ βουλήσει μάλιστα ἰσχύων ταύτῃ ἐχρήσατο συμπέρασμα. λεʹ. Οὕτως ὠνόμασται, ἐπειδὴ ἀπὸ τῆς ἀρχῆς τοῦ ζη‐ | |
5 | τήματος μέχρι τέλους ταῦτά ἐστι τὰ ἐξεταζόμενα, κα‐ λεῖται δὲ καὶ εἰκότα, διότι περὶ τὴν τοῦ ἐνδεχομένου φύσιν ἐξετάζεται· ἐνδέχεται γὰρ τὸν παρεστῶτα τῷ νεο‐ σφαγεῖ σώματι καὶ πεφονευκέναι τὸν κείμενον ἢ καὶ δι’ οἶκτον παρεστάναι γῇ κρύπτειν ἐπειγόμενον· μετὰ τὴν | |
10 | βούλησιν δὲ καὶ τὴν δύναμιν ἔταξεν αὐτά. δεῖ γὰρ τὸ βούλεσθαι πρῶτον κατασκευάσαι καὶ τὸ δύνασθαι· καὶ οὕτως ἐπενεγκεῖν τὸ πρᾶγμα· εἰ μὴ γὰρ τὸ πράττειν ὑπάρχοι, τὸ πρόσωπον τὸ πεπραγμένον οὐχ ὑπάρχει. λϛʹ. Ἡ τάξις ἡμῖν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους | |
15 | ἀνωτέρω σεσαφήνισται, ὅτι εἰκότως μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τέτακται· τὰ μὲν γὰρ τοῦ προσώπου ἐστὶ, τὰ δὲ τοῦ πράγματος συστατικά. Δεῖ δὲ προϋ‐ πεῖναι τὸ πρᾶττον τοῦ πραττομένου· ζητοῦμεν δὲ περὶ τοῦ ὀνόματος αὐτῶν· καί τινες ἔφασαν ἀπ’ ἀρχῆς ἄχρι | |
20 | τέλους εἰρῆσθαι, ἐπεὶ διὰ παντὸς τοῦ λόγου χρώμεθα αὐτοῖς· καὶ γὰρ ἐν προοιμίοις προκατασπείρομεν, καὶ ἐν τοῖς ἀγῶσι σχεδὸν πανταχοῦ παραλαμβάνομεν. καὶ ἐν τοῖς ἐπιλόγοις πάλιν ἀναλαμβάνομεν· ἀλλὰ τοῦτο ἄ‐ τοπον· ἔφαμεν γὰρ, ὡς ἐν τοῖς ἰσχυροῖς τῶν κεφαλαίων | |
25 | ἐνδιατρίψομεν καὶ κατακόρως χρησόμεθα· οὐκοῦν καὶ ὅταν ἰσχύωμεν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, ληψόμεθα αὐτὴν πανταχοῦ τοῦ λόγου· καὶ οὐ δή που διὰ τοῦτο ἡ τῶν ἐλέγχων ἀπαίτησις ἄχρι τέλους ὄνομα ἕξει, ἔπειτα εἰ τοῦτο φαίημεν οὕτως ἔχειν, διαφθαρήσεται ἡ τάξις | |
30 | τοῦ κεφαλαίου. πῶς γὰρ ἂν ἔχοι τάξιν ὡρισμένην τὸ πανταχοῦ τοῦ λόγου εὑρισκόμενον; καλεῖται οὖν ἀπ’ ἀρ‐ | |
χῆς ἄχρι τέλους, ὅτι ἀπ’ ἀρχῆς τῆς ἐν τῇ ὑποθέσει | 282 | |
7.283 | περιστάσεως ἔρχεται μέχρι τῶν τελευταίων αὐτῆς, φημὶ τῆς κρίσεως· οἷον ἐπὶ παραδείγματος· ὑπώπτευσέ τις τὸν οἰκέτην ἐπὶ τῇ γυναικὶ, δήσας αὐτὸν ἀπεδήμησε· τῆς τῶν θεσμοφορίων ἐνστάσης ἑορτῆς, νόμου κελεύοντος μηδένα | |
5 | εἶναι τηνικαῦτα δεσμώτην, ἀπέλυσε τὸν οἰκέτην ἡ γυνὴ, ὁ δὲ ἀπολυθεὶς ἀπέδρα· εὑρέθη ὁ ἀνὴρ ἐπ’ ἐρημίας νε‐ κρὸς ἀσκύλευτος, καὶ κρίνεται ἡ γυνὴ συνειδότος· ἐξετά‐ ζοντες γὰρ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους οὐ τὴν ἀναίρεσιν μόνην παραλαμβάνομεν, ἀλλ’ ἄνωθεν ἀρξάμενοι μέχρι | |
10 | τῶν τελευταίων κάτιμεν, λέγοντες τὸ ὑπωπτευκέναι τὸν ἄνδρα, τὰ δεσμὰ τοῦ οἰκέτου, τὴν τῶν δεσμῶν λύσιν, τὸν δρασμὸν, τὴν ἐπ’ ἐρημίας τοῦ ἀνδρὸς ἀναίρεσιν· ὠνόμασται οὖν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐντεῦθεν· ἐπεὶ δὲ ἐφάσκομεν τῶν κεφαλαίων τὰ μὲν εἶναι τοῦ διώκον‐ | |
15 | τος, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ ἀμφοῖν κοινὰ, λεκτέον, τίνος εἴη τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ δῆλον, ὡς τοῦ διώκοντος, ἔσθ’ ὅτε δὲ κοινὰ τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος, μόνου δὲ τοῦ φεύγοντος οὐδέποτε. λζʹ. Τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὰ μέν ἐστιν ἐν λό‐ | |
20 | γοις, τὰ δὲ ἐν πράξεσι, τὰ δὲ ἐν πάθεσιν· ἐν μὲν λό‐ γοις, ὡς ἐπ’ ἐκείνου τοῦ παραδείγματος· νέος πλούσιος, νύκτωρ διὰ τοῦ δεσμωτηρίου βαδίζων, θαῤῥεῖτε, ὦ δεσ‐ μῶται, ἔφη, αὖθις λυθήσεσθε· καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐκ τοῦ λόγου | |
25 | λαμβάνεται, τοῦ θαῤῥεῖτε, ὦ δεσμῶται, λυθήσεσθε γάρ· ἐν δὲ πράξεσιν, οἷον παρίσταταί τις ἐπ’ ἐρημίας νεο‐ σφαγεῖ σώματι, ξίφος ἔχων καὶ κρίνεται φόνου· ἀφ’ ὧν γὰρ ἔπραξεν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους λαμβάνεται· ἐν πάθεσι δὲ, ὡς ἔχει τόδε τὸ παράδειγμα· νέος πλού‐ | |
30 | σιος ἀπιδὼν εἰς τὴν ἀκρόπολιν καὶ δακρύσας κρίνεται | |
τυραννίδος ἐπιθέσεως· τὸ γὰρ δακρῦσαι πάθος. | 283 | |
7.284 | ληʹ. Ἐζητήκασί τινες, εἰ τῆς διηγήσεως διαφέρει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ γὰρ ἐν τῇ διηγήσει πᾶσαν ἄνωθεν διεξερχόμεθα τὴν ἐν τῇ ὑποθέσει περίστασιν· δήλη οὖν ἡ διαφορά· ἐκεῖ μὲν γὰρ ψιλῶς ἐκτίθεμεν, | |
5 | ἐνταῦθα δὲ μετὰ κατασκευῆς καὶ πρὸς τούτῳ ἕτερον ἀπο‐ ροῦσιν· εἰ γὰρ ἔφη ὁ τεχνικὸς διὰ τῶν αὐτῶν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους λαμβάνεσθαι, δι’ ὧν καὶ ἡ τῶν ἐλέγ‐ χων ἀπαίτησις, τουτέστι διὰ τῶν περιστατικῶν, τίνι διοί‐ σει, φησὶ, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῆς τῶν ἐλέγχων | |
10 | ἀπαιτήσεως; τινὲς μὲν οὖν ἔφασαν, διαφέρει ἀλλήλων τάδε κεφάλαια, καθὸ τριῶν ὄντων, ἐκθέσεως, ἀποδεί‐ ξεως, αὐξήσεως, ἡ μὲν ἔκθεσις ἐν τῇ διηγήσει ἐστὶν, ἡ δὲ ἀπόδειξις ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, ἡ δὲ αὔξη‐ σις ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀπ’ αὐτοῦ γὰρ, φα‐ | |
15 | σὶ, τοῦ παρὰ τῷ τεχνικῷ ῥητοῦ ἡ διαφορὰ δείκνυται· εἶπε γὰρ, „τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὔξεται, δι’ ὧν‐ περ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις οὐκ αὔξεται, ἀλλ’ ἀποδείκνυται·“ ῥᾴδιον δὲ ἐξ αὐτοῦ ἐλέγχειν αὐτοὺς τοῦ ῥητοῦ ὅπερ προΐσχονται· | |
20 | ὁ γὰρ τεχνικὸς οὐκ ἔφη μόνον τὸ αὔξεται, ἀλλὰ γί‐ νεται καὶ αὔξεται, διὰ τὸ γίνεται τὸ κατασκευ‐ άζεται καὶ ἀποδείκνυται δηλῶν· εἰσὶ δὲ ἀκριβεῖς ἕτεραι διαφοραί· πρῶτον γὰρ τὰ μὲν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ τοῦ διώκοντός ἐστι μόνως ἢ τοῦ φεύγοντος· | |
25 | μόνου δὲ τοῦ φεύγοντος οὐδέποτε, ὡς ἐδείξαμεν· ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις μαρτυρίας ζητεῖ, ὅ ἐστι μέρος τι τῆς πάσης ὑποθέσεως τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῦ παντὸς ποιεῖται πράγματος ἐξέτασιν, ἀμέλει τῆς τῶν ἐλέγχων ἀπαιτήσεως μὴ εὑρισκομένης ἔτι συνίσταται ἡ | |
30 | ζήτησις, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐὰν ἐλλείπῃ, οὐδέ‐ | |
ποτε ὁ ἄγων καταλείπεσθαι δύναται· τρίτη ἡ μὲν τῶν | 284 | |
7.285 | ἐλέγχων ἀπαίτησις εἰς αὐτὸ τὸ ἔγκλημα φέρεται· ἐπὶ γὰρ τοῦ ζητουμένου αὐτοῦ ἀπαιτεῖ τοὺς μάρτυρας, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῶν σημείων ἐστὶ τῶν ἀποδεικτικῶν τοῦ ἐγκλήματος. | |
5 | λθʹ. Ἔστι μὲν, ὡς ὁ τεχνικός φησι, τὸ κεφάλαιον τοῦτο τοῦ κατηγόρου, ὡς ἐπὶ τὸ πλεῖστον κατὰ τοῦ ἀν‐ τιδίκου· ἐπεὶ γὰρ ὁ φεύγων ἔχει μὲν τὸ παραγραφικὸν ἐξ ἀρχῆς, ἔχει δὲ καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, καὶ πρὸς τούτοις κοινὰ πρὸς τὸν κατήγορον τήν τε βούλη‐ | |
10 | σιν καὶ τὴν δύναμιν, ἡ τέχνη καὶ τῷ κατηγόρῳ βοηθοῦ‐ σα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτῷ προσδέδωκεν ἰσχυρό‐ τατον κεφάλαιον, δυνάμενον διαλῦσαι τὰ τοῦ φεύγον‐ τος ἰσχυρά· φήσει γὰρ, τί μοι χρόνους προβάλλῃ καὶ διὰ τοῦτο ἀξιοῖς ἀποφεύγειν; ἐξ ὧν ἔπραξας ἑάλως· τί | |
15 | μοι δεῖ μαρτύρων καὶ τεκμηρίων; αὐτὸς σεαυτοῦ διὰ τῶν ἔργων προῆλθες κατήγορος· εὑρίσκεται δέ ποτε καὶ κοι‐ νῶς, ὡς ἑξῆς ἐρεῖ. μʹ. Ἀπὸ τῶν περιστατικῶν λέγει· πᾶν γὰρ τὸ πρα‐ χθὲν καὶ ὑπό τινος πέπρακται καὶ κατὰ τρόπον τινὰ καὶ | |
20 | ἐν χρόνῳ τινὶ καὶ ἐν τόπῳ καὶ δι’ αἰτίαν τινὰ, καὶ ἐκ τῶν αὐτῶν περιστατικῶν γίνεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους, ἐξ ὧν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· καὶ τί δια‐ φέρει; ὅτι ἐκεῖ μὲν κατασκευάζομεν ἐκ τῶν περιστατικῶν, ἐνταῦθα δὲ αὔξομεν, ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα | |
25 | ἔστησαν οἱ πολέμιοι· ἐρεῖ γὰρ ὁ κατήγορος αὔξων τὸ ἔγ‐ κλημα, πολέμιοι τὸν ἀριστέα τετιμήκασι, καὶ ταῦτα εἰ‐ κόνι, τῇ μεγίστῃ τιμῇ· εἶτα ἐρεῖ καὶ τὸν τόπον αὔξων· παρ’ ἑαυτοῖς τὴν εἰκόνα στήσαντες· τρόπον, φιλοτίμως | |
τοῖς χρώμασιν· ὅρα δὲ καὶ, πῶς καὶ τὴν κοινωνίαν | 285 | |
7.286 | ἔδειξε τῆς τῶν ἐλέγχων ἀπαιτήσεως πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τὴν διαφορὰν ὑπέφηνε· τῷ μὲν γὰρ εἰ‐ πεῖν γίνεται τὴν κοινωνίαν ἐδήλωσεν· ἀμφότερα γὰρ ἐκ τῶν περιστατικῶν γίνονται· τῷ δὲ προσθεῖναι τὸ | |
5 | αὔξεται τὴν διαφορὰν ἐσήμανεν· ἐκεῖ μὲν γὰρ ψιλῶς τὰ περιστατικὰ ἐξετάζεται, ἐν δὲ τοῖς σημείοις μετὰ αὐ‐ ξήσεως. μβʹ. Ὡς ὁ Δημοσθένης· τίς ὢν Αἰσχίνης ἠδίκησε τὴν πόλιν, ὅτι πρεσβευτὴς ὢν, τί; οἷον τί ἔπραξεν; οἷ‐ | |
10 | ον ὅτι τὰ πράγματα προέδωκε· πῶς; ἐν Μακεδονίᾳ γε‐ νόμενος· πῶς; ἀπαγγείλας τὰ ψευδῆ πότε; ὅτε Φίλιπ‐ πος ἐπὶ Φωκέας ἐστράτευσε· διὰ τί; ἵνα δωροδοκήσῃ· οὐ μόνον δὲ ἀπὸ τούτων γίνεται τῶν ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους, ἀφ’ ὧν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἀλλὰ καὶ ἀπὸ | |
15 | τῶν παρειμένων, οὐ μόνον ἀφ’ ὧν ἔπραξεν, οὕτω καὶ ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας· κρίνων γὰρ τὸν Αἰ‐ σχίνην ἐπήνεγκε τὸ τοῦ Φιλοκράτους ψήφισμα, ἐν ᾧ ἦν, παραδοῦναι τοὺς Φωκεῖς τὰς πόλεις τοῖς Ἀμφικτύοσι· καὶ τοῦτο εἰπὼν οὐκ ἠρκέσθη· ἀλλ’ ἐπήνεγκε καὶ τὰ | |
20 | ἀφ’ ὧν οὐκ ἐποίησε, καί φησιν, ὅτι οὐκ ἔδει γράψαι, ἀναμεῖναι τοὺς Ἀμφικτύονας, βοηθῆσαι δὲ τὸν Πρόξε‐ νον καὶ τὰ λοιπά· οὕτω καὶ Λυσίας ἐν τῷ πρὸς Σμι‐ | |
κρίνην καὶ ἐξ ὧν ἐποίησε καὶ ἐξ ὧν οὐκ ἐποίησεν ἀπο‐ | 286 | |
7.287 | δεικνύειν πειρᾶται· φησὶ γὰρ, ὅτι „τὴν νύκτα ἐκάθητο ἐν τῷ ἱερῷ τὴν ὄψιν κατακαλυψάμενοσ“· ἔτι δὲ ἀφ’ ὧν οὐκ ἐποίησε λέγων, ὅτι „οἱ μὲν ἄλλοι συγγενεῖς παρεγέ‐ νοντο, μόνος δ’ ἀπελείφθη·“ καὶ ἐν τούτῳ πειρᾶται | |
5 | δεῖξαι πεποιηκότα τὸν φόνον. μγʹ. Πᾶσι λέγει τοῖς ἐφεξῆς κεφαλαίοις, καλῶς δὲ τὸ εἰ ἐγχωρεῖ· ἐνίοτε γὰρ ἐκλείπει τινὰ τῶν κεφαλαίων, ὥσπερ ἡ ἀντίληψις, ἐν τοῖς ἀφ’ ὧν ἕτεροι ἐποίησαν· οἷ‐ ον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ κρίνε‐ | |
10 | ται προδοσίας· ἐνταῦθα γὰρ οὐ δύναται λέγειν, ὅτι ἐξ‐ ῆν αὐτοῖς· εἰ γὰρ τοῦτο φήσει, ὑπόνοιαν παρέχει τῆς προδοσίας ὡς τὰ παρ’ ἐκείνοις ἐπιστάμενος νόμιμα· σιωπήσεται δὲ τοῦτο, ἵνα καὶ δόξῃ τὴν ἐκείνων πολιτεί‐ αν καὶ τὰ ἤθη παντάπασιν ἠγνοηκέναι· τὸ γὰρ εἰ ἐγ‐ | |
15 | χωρεῖ, οὐ μόνον δι’ ἀντίληψιν, ἀλλὰ καὶ διὰ τὴν πιθα‐ νὴν ἀπολογίαν· καὶ γὰρ καὶ αὕτη ἐκλείπει, ὅταν τὰ ση‐ μεῖα σύμφωνα ᾖ καὶ ἀναγκαῖα τῷ ἐγκλήματι, εἰ καὶ ἐπ‐ εισέρχεται ἀντ’ αὐτῆς τὸ μὴ ἀντιστρέφον καλούμενον νό‐ ημα, ὡς ἐπὶ τοῦ Περικλέους τοῦ κρινομένου ἐπὶ τυραν‐ | |
20 | νίδι διὰ τὰς πανοπλίας· οὐ γὰρ ἀντιστρέφει, ὅτι ὁ ἔχων ὅπλα πάντως καὶ τύραννος. μδʹ. Ὁ μὲν γὰρ κατήγορος τὴν ἀρχὴν προβαλεῖται | |
φάσκων, ὅτι οὕτως ᾔδεις τὸν ἀδελφὸν τυραννήσοντα, | 287 | |
7.288 | ὅτι λύσιν αὐτοῦ εἰς τὴν σὴν ᾔτησας δωρεάν· ὁ δὲ φεύ‐ γων ἀπὸ τοῦ τέλους τὴν ἀπολογίαν πορίζεται λέγων, ὅτι εἰ συνῄδειν αὐτῷ μέλλοντι τυραννήσειν, οὐκ ἂν αὐτὸν ἀπέκτεινα, ὅτε πρὸς ἔργον ἦλθεν ἡ βούλησις· καὶ ταῦ‐ | |
5 | τα μέν ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· μεμέρισται δὲ πρὸς τοῦτο καὶ ἡ τῆς αἰτίας μετάθεσις· ὁ μὲν γὰρ φή‐ σει, ὅτι τὴν λύσιν ᾐτησάμην τοῦ ἀδελφοῦ, τῆς συγγε‐ νείας καὶ τῆς φύσεως εἰς τοῦτο παρακαλουμένης, ὁ δὲ κατήγορος λύσει τὰ τοῦ φεύγοντος ἀπ’ ἀρχῆς ἄχρι τέ‐ | |
10 | λους, ὅτι διὰ τοῦτο ἀπέκτεινας τὸν ἀδελφὸν, γνοὺς ὅτι ἀσθενές τι πέφυκεν ἡ τυραννίς· καὶ δέει τοῦ μὴ πα‐ θεῖν τὰ παραπλήσια λαβὼν ἀνῄρηκας ἐκεῖνον τὴν ὑπο‐ ψίαν τοῦ πράγματος ἀποτριβόμενος. μεʹ. Ἔδειξεν, ὡς μᾶλλον τῷ κατηγόρῳ πρόσκειται τὸ | |
15 | κεφάλαιον, ποτὲ δὲ καὶ τοῦ φεύγοντος εὑρίσκεται, ὅταν ᾖ κοινὰ, μόνου δὲ τοῦ φεύγοντος οὐδέποτε, μέχρι δὲ τούτου Ἑρμογένης συνῳδὰ καὶ τοῖς πρὸ αὐτοῦ καὶ τοῖς μετ’ αὐτὸν ἐφθέγξατο. τούτῳ δὲ ἐναντιοῦνταί τινες λέ‐ γοντες, ὅτι εἰσὶ καὶ τοῦ φεύγοντος τὰ ἀπ’ ἀρχῆς ἄχρι | |
20 | τέλους μόνον· οἷον πατήρ τις τρεῖς ἔχων παῖδας καὶ τοὺς δύο ἀποβαλὼν ἀπάγξασθαι ἤμελλεν, ὁ ὑπολειφθεὶς υἱὸς καταλαβὼν ἔλυσεν ἀπὸ τοῦ βρόχου· ἱεροσυλία γέ‐ γονε κατὰ τὴν πόλιν· ὁ πατὴρ ὡμολόγησε τὴν ἱεροσυ‐ λίαν αὐτὸς τολμῆσαι, καὶ τοῦ πατρὸς ἀξιοῦντος τεθνά‐ | |
25 | ναι ὁ παῖς ἀντιλέγει· ἐνταῦθα φεύγει τρόπον τινὰ ὁ παῖς, καὶ προβάλλει τόν τε τῶν ἀδελφῶν θάνατον καὶ τὴν λύσιν τοῦ βρόχου· ὁ μέντοι πατὴρ οὐδενὶ τοιούτῳ χρήσεται· εἰ γάρ τι φήσει, δείκνυσιν ἑαυτὸν οὐκ ἔνοχον | |
τῇ ἱεροσυλίᾳ· καὶ ἐν μὲν τοῖς κατ’ ἀξίωσιν ὡς ἐπὶ τού‐ | 288 | |
7.289 | του ἴσως τοῦτο συμβήσεται, ἐν δὲ τοῖς κατὰ φυγὴν καὶ δίωξιν ἀδύνατον, ὃ καὶ αὐτὸς ἔοικε λέγειν. μϛʹ. Λεκτέον ἤδη καὶ περὶ τῆς ἀντιλήψεως, πρῶ‐ τον μὲν περὶ τῆς τάξεως, εἶτα δὲ εἰ καὶ τῶν μὴ ἀεὶ ἐμ‐ | |
5 | πιπτόντων ἐστὶ, καὶ ποτὲ μὲν ἐμπίπτει, ποτὲ δὲ ἐλλείπει, τήν τε δύναμιν ἐπὶ τούτοις ἢ τὴν ἐργασίαν τοῦ κεφα‐ λαίου· περὶ μὲν οὖν τῆς τάξεως ἡμῖν εἴρηται, ἔνθα κοι‐ νῇ περὶ τῆς τάξεως τῶν κεφαλαίων στοχασμοῦ διελαμ‐ βάνομεν· ἀκόλουθον δὲ εἰπεῖν, εἰ ἐμπίπτει καὶ πότε· | |
10 | ὅτι μὲν οὖν τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον, σαφῶς δεδήλωται ὑπὸ τοῦ τεχνικοῦ, πότε δὲ ἐμπίπτει καὶ δὴ λεκτέον· ὅτε μὲν γὰρ ἀφ’ ὧν ἄλλοι πεπράχασι κρινόμε‐ θα, οὐδέποτε ἐμπίπτει τὸ ἀντιληπτικὸν, ὅτε δὲ ἀφ’ ὧν αὐτοὶ ἐπράξαμεν, ἀεὶ ἐμπεσεῖται, πλὴν εἰ μὴ μισούμενον | |
15 | εἴη τὸ πρᾶγμα, ἢ προσφερὲς τῷ ἐπιφερομένῳ ἐγκλήματι· μισούμενον μὲν ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· νέος πλούσιος ἐν δημοκρατίᾳ πολιτευόμενος ἐξ ἀστυγείτονος πόλεως ἠγάγετο τυράννου θυγατέρα, καὶ κρίνεται τυραν‐ νίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ οὐκ ἔχει χώραν τὸ ἀντι‐ | |
20 | ληπτικὸν, ὅτι ἐξῆν μοι ἣν ἐβουλόμην γαμεῖν, ἐπειδὴ μι‐ | |
σεῖται τὸ τοῦ τυράννου πρόσωπον παρὰ τοῖς δικασταῖς· | 289 | |
7.290 | προσφερὲς δὲ τῷ ἐπιφερομένῳ ἐγκλήματι, οἷον τῆς Πε‐ ρικλέους ἐμπρησθείσης οἰκίας εὑρέθησαν χίλιαι πανοπλί‐ αι, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως ἐνταῦθα γὰρ τῷ μὲν ἀντιληπτικῷ οὐ χρήσεται, διὰ τὸ προσεχὲς εἶναι | |
5 | τῷ ἐγκλήματι τὸ πεπραγμένον· χρήσεται δὲ ἀντὶ τούτου τῷ κατὰ ἀντιστροφὴν σχήματι, ὡς οὐκ εἴ τις ὅπλων εὐ‐ πορεῖ οὗτος πάντως τυραννήσει, οὐδὲ ὁ λόγον ποιούμε‐ νος ὅπλων πάντως ἐπὶ κακῷ ποιεῖται τῆς πόλεως· οὐ γὰρ δύναται τῷ ἀντιληπτικῷ χρῆσθαι, ὅτι ἐξῆν μοι, εἰ ἐβου‐ | |
10 | λόμην, καὶ πλείονα ὅπλα ἔχειν· ἡ γὰρ τῶν ὅπλων ὑπὲρ τὴν χρείαν κτῆσις προσφερής πως εἶναι δοκεῖ τῇ τυραν‐ νίδι· τοσαῦτα μὲν περὶ τοῦ πότε ἐμπίπτει τὸ ἀντιληπτι‐ κόν· λεκτέον δὲ καὶ περὶ τῆς δυνάμεως αὐτοῦ, τουτέστι τίνα ἡμῖν χρείαν παρέχεται· ἀλλὰ καταφανὲς, οἶμαι, ὡς | |
15 | τὸ ἀντιληπτικὸν βούλεται τὸ σημεῖον τοῦ ἐγκλήματος ἀνεύθυνον δεικνύναι· ἀεὶ γὰρ πρὸς τὰ σημεῖα τοῦ ἐγ‐ κλήματος, οὐ πρὸς αὐτὸ τὸ ἔγκλημα φέρεται. ὥστε ὅσον ἡμῖν ἐπάγεται κίνδυνον ὑπεύθυνον ὑπάρχον τὸ ἔγκλημα, τοσαύτην τὸ ἀντιληπτικὸν ὠφέλειαν παρέχεται, ἀνεύθυ‐ | |
20 | νον ἀποφαῖνον τὸ σημεῖον τοῦ ἐγκλήματος· ζητητέον δὲ καὶ περὶ τῆς διαφορᾶς τοῦ ἀντιληπτικοῦ, ἣν ἔχει πρὸς τὴν ἀντίληψιν· τὸ μὲν οὖν ἀντιληπτικὸν κεφάλαιον, ὡς ἔφαμεν, οὐ πρὸς τὸ ἔγκλημα, ἀλλὰ πρὸς τὸ σημεῖον τοῦ ἐγκλήματος φέρεται, ἡ δὲ ἀντίληψις αὐτὸ τὸ ἐπιφερόμε‐ | |
25 | νον ἔγκλημα ἀνεύθυνον ἀποδείκνυσι· κατασκευάζεται δὲ καὶ τὴν ἐργασίαν λαμβάνει τὸ ἀντιληπτικὸν ἐκ τούτων, ἐξ ὧν καὶ ἡ ἀντίληψις, ἢ ἀπὸ νόμου ἢ ἀπὸ ἔθους ἢ ἀπὸ φύσεως· οἷον ὅτι ἢ νόμος ἐπιτρέπει, ἢ ἔθος, ἢ φύσις ἀναγκάζει, ὡς ὁ ἀπιδὼν εἰς τὴν ἀκρόπολιν καὶ δακρύσας, | |
30 | καὶ ὁ Ἀλκιβιάδης ὁ ἐπὶ ταῖς ὑποσχέσεσι Κλέωνος γελά‐ | |
σας. ἐὰν δὲ μηδὲν τούτων ἐμπέσῃ, καὶ γὰρ δὴ καὶ τὸ | 290 | |
7.291 | τοιοῦτον συμβαίνει ποτὲ, τηνικαῦτα βιαστικώτερόν πως ἑτέρᾳ μεθόδῳ χρηστέον, τῇ ἐξ ἀντιφάσεως τοῦ ἐναντίου, ἔξεστι καὶ οὐκ ἔξεστι, κεκώλυται καὶ οὐ κεκώλυται· ἡνί‐ κα γὰρ τὸ ἔξεστι μὴ ἔχομεν ἀπὸ νόμου, ἢ ἔθους, ἢ ἀπὸ | |
5 | φύσεως κατασκευάζειν, τηνικαῦτα ἐπὶ τὸ οὐκ ἔξεστι, ὅ‐ περ ἐστὶ τοῦ ἐναντίου ἀντίφασις, ἐρχόμεθα, καὶ τούτου τὸν ἀντίδικον ἀπαιτοῦμεν ἀπόδειξιν· οἷον εἰ μὴ ἔχοιμεν τὸ οἰκεῖον μεθιστᾷν νόμῳ, ἢ ἔθει, ἤ τινι τούτων· ὅτι ἐξῆν μοι τόδε τι πρᾶξαι, ἢ γὰρ νόμος, ἢ φύσις, ἢ ἔθος | |
10 | ἐπιτρέπει, ἀπαιτοῦμεν τῶν ἐναντίων τῆς αὐτοῦ ἀντι‐ φάσεως ἀπόδειξιν· οἷον δεῖξον ὅπως οὐκ ἔξεστι τόδε τι ποιεῖν· τίς ἐκώλυσε νόμος; ποῖος νομοθέτης τὴν τοιαύ‐ την ἀπηγόρευσε πρᾶξιν; καθάπερ ἐν τῷ ὑπὲρ Κτησιφῶν‐ τος Δημοσθένης· „τίς γὰρ νόμος τοσαύτης ἀδικίας καὶ | |
15 | μισανθρωπίας μεστὸς, ὥστε τὸν δόντα τι τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος μὲν ἀποστερεῖν, εἰς δὲ τοὺς συκοφάντας ἄγειν, καὶ τούτους ἐπὶ τὰς εὐθύνας ὧν ἔδωκεν ἐφιστάναι; οὐδὲ εἷς δήπου· εἰ δέ φησιν οὗτος, δειξάτω, κἀγὼ στέρξω | |
20 | καὶ σιωπήσομαι·“ τὸ γὰρ οἰκεῖον οὐκ ἔχων αὐτὸς νόμῳ βέβαιον ἀποφῆναι, ἐπὶ τὴν τοῦ κατηγόρου ἦλθεν ἀντί‐ φασιν καὶ τὴν ἀπόδειξιν ἐκεῖνον τοῦ ἐναντίου λόγον ἀ‐ παιτεῖ οὕτω πως· περινενοημένην ταύτην ληψόμεθα, ἀποροῦντες τῆς τῶν οἰκείων κατασκευῆς. | |
25 | μζʹ. Τῶν πραγμάτων ὄντων ἢ ἃ αὐτοὶ ἐποιήσαμεν ἢ ἄλλοι ἐποίησαν, καὶ τούτων διχῶς ἐξεταζομένων, καὶ ἢ ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένων ἢ ἐξ ὑποψίας, ὅταν ᾖ τὰ πράγματα, ἅπερ αὐτοὶ ἐποιήσαμεν, ἢ κατὰ φύσιν | |
ἢ κατὰ νόμον, ἢ κατὰ τέχνην, ἢ κατὰ ἔθος, τότε μό‐ | 291 | |
7.292 | νον ἐμπίπτει. κατὰ νόμον μὲν, ὡς ὁ θάπτων τὸ νεοσφα‐ γὲς σῶμα· ἐρεῖ γὰρ, ὅτι νόμῳ κελεύοντι μὴ περιορᾷν ἀτάφους τοὺς οἰχομένους ἐπειθόμην. κατὰ φύσιν δὲ, ὡς ὁ δακρύων εἰς τὴν ἀκρόπολιν ἀφορῶν· ἐρεῖ γὰρ φύσιν | |
5 | ἀνθρώποις δάκρυα χορηγεῖν· κατὰ τέχνην δὲ, ὡς ὁ γρά‐ φων Δημοσθένης ὑπὲρ ἱεροσυλίας λόγον· ἐρεῖ γὰρ, ὡς ἐξουσίαν αὐτῷ δέδωκεν ἡ τέχνη μελετᾷν, ἃ δὴ καὶ βού‐ λοιτο· κατ’ ἔθος δὲ, ὡς ὁ τρέφων τοὺς ἀποκηρύκτους πλούσιος· ἐρεῖ γὰρ ἔθος εἶναι τοῖς ἀποροῦσι πολλοὺς ἀεὶ | |
10 | τῶν πενομένων διατρέφειν· καλῶς δὲ σφόδρα προσέθη‐ κεν, ὅτι ἡ ἀντίληψις οὐ γίνεται, εἰ μὴ ἀφ’ ὧν αὐτός τις ποιήσας κρίνηται· οὐδεὶς γὰρ ἑτέρῳ ἐξουσίαν κατασκευά‐ ζει, ἀλλ’ ἑαυτῷ, οὐδὲ ἔξεστιν εἰπεῖν ὅτι ἔξεστιν ἐκείνῳ. μηʹ. Ὅταν, ἐφ’ οἷς ἄλλος πεποίηκε, κρίνηταί τις, | |
15 | οὐκ ἐμπίπτει, φησὶ, τὸ ἀντιληπτικὸν, ἀλλ’ ὅταν μόνον ἐν οἷς αὐτός τις ἔπραξεν καὶ οὐδ’ ἐν τούτοις ἀεὶ, ἀλλ’ ὅταν τὰ πεπραγμένα μὴ μόνον ὡς σημεῖα τυγχάνῃ, ἀλλὰ καὶ ἐπ’ αὐτοῖς δυνατὸν εἴη συστῆσαι τὴν κρίσιν, ἥν τις βούλοιτο κατηγορεῖν. πολλὰ γὰρ καὶ τῶν ὑφ’ | |
20 | ἡμῶν πραττομένων ὑπεύθυνά ἐστιν. ὅταν οὖν ᾖ μεμιση‐ μένον τὸ πραχθὲν ἢ ἀκόλουθον τῷ ἐγκλήματι, οὐδαμῶς ἐμπεσεῖται· μεμισημένον μὲν, οἷον ὥσπερ ὁ Κύλων ὁ γαμήσας τὴν Θεαγένους θυγατέρα τοῦ Μεγαρέων τυράν‐ νου, καὶ κρινόμενος παρ’ Ἀθηναίοις τυραννίδος ἐπιθέ‐ | |
25 | σεως. οὐ δύναται γὰρ εἰπεῖν, ἐξῆν μοι· οὐ γὰρ ἀνεύθυ‐ νον τὸ γῆμαι τυράννου θυγατέρα τὸν ἐν δημοκρατίᾳ πολιτευόμενον· ἀκόλουθον δὲ τῷ ἐγκλήματι, ὡς ἐπὶ Πε‐ ρικλέους, οὗ τῆς οἰκίας κεραυνωθείσης εὕρηνται χίλιαι πανοπλίαι. οὐ δύναται γὰρ εἰπεῖν, ἐξῆν μοι ἔχειν ὅπλα· | |
30 | δῆλον οὖν, ὅτι καὶ τὰ τεκμήρια ἐν πολλοῖς τῶν στοχα‐ | 292 |
7.293 | στικῶν προβλημάτων ὑπεύθυνά ἐστιν, οὐ μέντοι ἐκεῖνα τὰ κρινόμενά ἐστιν, ἀλλ’ ἕτερον δι’ αὐτῶν. μθʹ. Ἐνταῦθα, ἐπεί φησι νόμον οὐκ ἔχειν τὸν ἐπιτρέποντα τρέφειν τοὺς ἀποκηρύκτους, τὸ μὴ κεκωλύ‐ | |
5 | σθαι νόμον ποιεῖται ὁ φεύγων ἐκ τῆς ἐναντίου ἀντιφά‐ σεως, καὶ ἀπαιτήσει τὸν κατήγορον δεῖξαι νόμον τοῦτο κωλύοντα· ἐπεὶ δὲ μήτε ὁμολογούμενόν ἐστι, μήτε πάντη ἀνεύθυνον, δυνήσεται καὶ αὐτὸ τοῦτο κατηγορεῖν, ὅτι ἀδικεῖς εἰς τὴν οἰκίαν ἀναλαμβάνων ἀνθρώπους πονη‐ | |
10 | ροὺς, περιέργους, ἀνοσίους περὶ τοὺς φύσαντας, ἀχαρί‐ στους. σχεδὸν δὲ ἀπὸ τῶν αὐτῶν λαμβανομένου τοῦ ἀν‐ τιληπτικοῦ, ἀφ’ ὧν καὶ ἡ ἀντίληψις ἡ στάσις, ζητητέον, τί διαφέρει ἀλλήλων. καὶ λέγομεν, ὅτι ἡ ἀντίληψις πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα γίνεται· τὸ μέντοι ἀντιληπτι‐ | |
15 | κὸν τὸ ἐν τῷ στοχασμῷ πρὸς τὸ σημεῖον λαμβάνεται, ὅθεν ἐλέγομεν τὸν στοχασμὸν ἔλεγχον ἀδήλου πράγμα‐ τος οὐσιωδῶς ἀπό τινος φανεροῦ σημείου κατασκευαζό‐ μενον, καὶ προσετίθεμεν ἀνευθύνου, καὶ ἔστι τὸ κεφά‐ λαιον οὐ τῶν ἀεὶ ἐμπιπτόντων. ὅτε γάρ ἐστιν ἀτελὴς | |
20 | ἀπὸ τοῦ πράγματος, οὐκ ἐμπεσεῖται· τίνος γὰρ ἔσται ἀντίληψις; καὶ ὅτε ἀφ’ ὧν ἕτερος ἐποίησεν, ὡς ἤδη εἴρηται. | |
μιʹ. Μετὰ τὴν ἀντίληψιν εἰκότως τέτακται ἡ με‐ | 293 | |
7.294 | τάληψις· ἕπεται γὰρ ἀλλήλοις καὶ δι’ ἀλλήλων λύεται ταῦτα τὰ κεφάλαια. ὃν γὰρ τρόπον ἐφάσκομεν συνυπάρ‐ χειν ἀεὶ τὴν βούλησιν καὶ τὴν δύναμιν διὰ τὴν συγγένει‐ αν καὶ διὰ τὸ πάντως θάτερον τοῦ ἑτέρου ἀπολειπομέ‐ | |
5 | νου χωλεύειν, οὕτω διὰ τὴν ἐναντιότητα καὶ τὴν πρὸς ἀλλήλας μάχην ἡ ἀντίληψίς ἐστι καὶ μετάληψις, εἴπερ οἷόν τε εἰπεῖν τὸ συγγενὲς ἐκ τῆς ἐναντιότητος ἔχουσιν· ἀεὶ γὰρ τοῦ φεύγοντος καθεστηκυίας τῆς ἀντιλήψεως ἡ μετάληψις προφερομένη πρὸς τὴν ἀντίληψιν τοῦ κατη‐ | |
10 | γόρου καθέστηκεν. νʹ. Ζητοῦσι, πῶς εἶπεν ἀεὶ τὴν μετάληψιν ἐναντίαν εἶναι τῆς ἀντιλήψεως, τὸ ἀεὶ προσθείς· εἰ γὰρ ἀεὶ ἐναντία ἡ μετάληψις τῇ ἀντιλήψει, δῆλον ὡς καὶ τῇ ἀν‐ τιληπτικῇ στάσει ἀντικείσεται ἡ μετάληψις, καὶ μελετω‐ | |
15 | μένης τῆς ἀντιλήψεως κατὰ τὸ ἐναντίον, οὐκ ἀντίληψις, ἀλλὰ μετάληψις μελετηθήσεται, ὥστε μηδέποτε ἐπ’ ἀμ‐ φοῖν τοῖν μεροῖν, τοῦ κατηγόρου φημὶ καὶ τοῦ φεύγον‐ τος, εἶναι τὴν ἀντίληψιν, ἀλλὰ τὸν μὲν χρῆσθαι τῇ ἀν‐ τιλήψει, τὸν δὲ τῇ μεταλήψει, ὅπερ ἄτοπον, οὐ γάρ | |
20 | ἐστι μονομερὴς οὐδὲ μία στάσις· οὐ γὰρ καθ’ ἑτέρου μὲν ὁ διώκων κατηγορήσει, καθ’ ἑτέρου δὲ ὁ φεύγων ἀπο‐ λογήσεται· ἐχρῆν δὲ ἀναμνησθῆναι δήπου τοὺς ἀπο‐ ροῦντας τὸν Ἐνδυμίωνος ἀποῤῥίψαντας ὕπνον, ὡς πρό‐ κειται νυνὶ λέγειν τῷ τεχνικῷ περὶ μεταλήψεως καὶ ἀντι‐ | |
25 | λήψεως τῶν κεφαλαίων τῶν ἐν τῷ στοχασμῷ, οὐ τῶν στάσεων αὐτῶν· ἀεὶ οὖν τὸ εἰρημένον ἐπὶ τῶν κεφαλαίων ἐκδέχεσθαι, περὶ ὧν καὶ τὸν πάντα λόγον ποιεῖται· φη‐ σὶ γὰρ τὴν μετάληψιν ἀεὶ ἐναντίαν εἶναι τῇ ἀντιλήψει, | |
κεφάλαιον ἐναντιότητος λέγων καὶ φύσεως, οὐχὶ δὲ τῶν | 294 | |
7.295 | στάσεων· ἀεὶ δὲ, φησὶν, ἐναντία ἡ μετάληψις, τῇ ἀντι‐ λήψει, τουτέστιν οὐκ ἐν στοχασμῷ μόνον, ἀλλ’ ἐν ᾗπερ ἂν εὑρεθείη τῶν στάσεων ἀντιληπτικὸν, πάντως ἔχει τὸ μεταληπτικὸν ἀντικείμενον, καὶ ὅτι δὴ κατὰ φύσιν μά‐ | |
5 | χεται ἀεὶ ἀντιλήψει μετάληψις, ἀναιρεῖ γὰρ αὐτὴν, ὥστε κἂν ἐπὶ τῶν στάσεων λάβοις, τῆς τε ἀντιλήψεώς φημι καὶ τῆς μεταλήψεως, εὑρεθήσεται καὶ ἐν ἐκείναις μαχό‐ μενον τὸ ἀντιληπτικόν τε καὶ μεταληπτικὸν, οὐχ αἱ ὑπο‐ θέσεις αὐταὶ, ἀλλὰ τὰ κεφάλαια· χρωμένου γὰρ τοῦ φεύ‐ | |
10 | γοντος τῷ ἀντιληπτικῷ πάντως τὸ μεταληπτικὸν ἐν τῇ ὑποθέσει ὡς μέρος ὁ κατήγορος παραλήψεται· τοῦτο μὲν οὕτως ἀπελυσάμεθα· ἔτι δὲ ζητοῦσι καὶ τόδε, πῶς φησιν, ὁποτερῳοῦν τούτων χρήσεται, τῇ ἀντιλήψει λέγω, ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ τὸ ἕτερον πάντως χρήσεται. | |
15 | περὶ γὰρ τῶν ὡρισμένων, φησὶν, ἀορίστως εἶπεν· ὥρισται γὰρ, τίνος μὲν ἡ ἀντίληψις, τίνος δὲ ἡ μετάληψις· καὶ δῆλον, ὡς πᾶσα μὲν ἀντίληψις τοῦ φεύγοντος, πᾶσα δὲ μετάληψις τοῦ διώκοντος· τί οὖν; ὁποτέρῳ οὖν χρήσεται· τοῦτο γὰρ ἀορίστως ἐστὶν ἀποφήνασθαι, τινὲς μὲν οὖν | |
20 | φασὶν ἐν τῇ μεθόδῳ αὐτὸν ἀκριβέστερον εἰπόντα περὶ τούτων καὶ ὁρισάμενον αὐτὸ δὴ τοῦτο ἐκεῖσε, τὸ μὲν εἶ‐ ναι τοῦ φεύγοντος, τὴν ἀντίληψιν φημὶ, τὸ δὲ τοῦ διώ‐ κοντος, ἐνταῦθα ὡς πρὸς ἐπισταμένους ἤδη διαλέγεται· ἡ οὖν τῶν ἀκουόντων γνῶσις οὐκ ἐᾷ τὸ χωρίον εἶναι ἀό‐ | |
25 | ριστον· καὶ ἔστι μὲν οὐδ’ ἐν τούτῳ ἀμουσίαν προσάψαι τῷ λόγῳ, ἄμεινον δὲ ἐκείνως εἰπεῖν, ὡς τὴν ἐναντιότητα βουλόμενος ἡμῖν τοῦ τε ἀντιληπτικοῦ καὶ τοῦ μεταληπτι‐ κοῦ παραστῆσαι, ἔφη ἀντικεῖσθαι αὐτὰ διηνεκῶς ἀλλή‐ λοις· τουτέστιν οὐκ ἐν μόνῳ στοχασμῷ, ἀλλ’ ὅπη ἂν τύ‐ | |
30 | χῃ παραληφθέντα. καὶ γὰρ ὡς ἐπιχειρήματα λαμβάνεται ἀδιαφόρως, καὶ πολλάκις ἀντιληπτικὸν μὲν εὑρίσκεται | |
παρὰ τῷ διώκοντι, μεταληπτικὸν δὲ παρὰ τῷ φεύγοντι. | 295 | |
7.296 | ὡς ἐπιχειρήματα μέντοι οὐχ ὡς κεφάλαιον ἔτι παραδίδω‐ σιν ἐχομένως καὶ τὴν ἐργασίαν τοῦ κεφαλαίου, κατα‐ σκευάζεται γὰρ, φησὶ, δι’ ἐνστάσεως καὶ ἀντιπαραστά‐ σεως· τῶν γὰρ ἀποδείξεων, ὡς πολλάκις ἔφαμεν, αἱ | |
5 | μέν εἰσι πιστωτικαὶ, αἱ δὲ ἀντιῤῥητικαί· πᾶσα τοίνυν ἀντιῤῥητικὴ ἀπόδειξις ἢ κατὰ μάχην γίνεται ἢ κατὰ μέ‐ θοδον, ὅταν μὴ ἐκ μάχης εὐθὺς καὶ ἀναιρέσεως τοῦ παντὸς ποιώμεθα τὴν ἀνασκευὴν, ἀλλ’ ἑτέρως πως μετα‐ χειριζόμενοι· μιμεῖται οὖν τὸ μὲν κατὰ μάχην ἡ ἔνστα‐ | |
10 | σις, τὸ δὲ κατὰ μέθοδον ἡ ἀντιπαράστασις· ἀνατρέψο‐ μεν γὰρ τῇ ἐνστάσει, ὅτι οὐκ ἐφεῖται ὅλως ἀνδρὶ καλλω‐ πίζεσθαι, γυναικῶν γὰρ οὐκ ἀνδρῶν τὸ τοιοῦτον, εἶτα καὶ τῇ ἀντιπαραστάσει, ὡς εἰ καὶ ἐφεῖτο καλλωπίζεσθαι, οὐχ οὕτως ἐχρῆν ἀναιδῶς, οὐδ’ ἐπ’ ἀκολασίᾳ τε καὶ φθο‐ | |
15 | ρᾷ· φύσει μὲν οὖν ἐκ τῆς ἀντιπαραστάσεως ἀρχομένους | 296 |
7.297 | ἐπὶ τὴν ἔνστασιν ἰέναι προσήκει, ἀπὸ γὰρ τῶν ἐλαττό‐ νων ἐπὶ τὰ μείζω χωρεῖν εἰώθαμεν, οὐκ ἀπὸ τῶν μειζό‐ νων ἐπὶ τὰ ἐλάττω· μεῖζον δὲ τὸ παντελῶς ἀναιρεῖν τὸ πρᾶγμα τοῦ συγχωρεῖν μὲν αὐτὰ, μέμφεσθαι δὲ τὸν | |
5 | τρόπον, ὡς ἐπὶ φαύλῳ γενόμενον· αὕτη μὲν φυσικὴ ἀκολουθία· ἐπεὶ δὲ πολλάκις ἡ τοῦ πράγματος ἀνάγκη βιάζεται προτάττειν τὴν ἔνστασιν τῆς ἀντιπαραστά‐ σεως, καθὸ δειχθήσεται μικρῷ ὕστερον, ζητητέον οἶμαι, πῶς ἐκφύγοιμεν τὴν ἐκ τῆς μεταθέσεως αὐτῶν βλάβην· | |
10 | ἡ γὰρ φυσικὴ ἀκολουθία μὴ φυλαττομένη βλάπτει πάν‐ τως ἡμᾶς, ἢν μὴ κατὰ μέθοδον αὐτῇ τινα χρησώμεθα. ὅταν τοίνυν προτάττωμεν τὴν ἀντιπαράστασιν τῆς ἐνστάσεως, χρὴ τὴν μὲν ἔνστασιν λαμβάνειν ὡς προηγου‐ μένην καὶ ἐκ τῆς τοῦ πράγματος ἀπαιτουμένην περι‐ | |
15 | στάσεως, τὴν δὲ ἀντιπαράστασιν ἐκ τῆς περιουσίας ἔξω‐ θεν. οἷον οὐκ ἔξεστιν ὅλως ἀνδρὶ καλλωπίζεσθαι, τοῦτο γὰρ τοῖς γυναίοις δέδοται, εἶτα ἐκ περιουσίας τὸ κατὰ ἀντιπαράστασιν, ὅτι δέδεικται μὲν ὁ καλλωπισμὸς παν‐ τελῶς οὐ προσήκων ἀνδράσιν, ἀλλ’ ὡς ἔνι μάλιστα ἀλλό‐ | |
20 | τριος καὶ ἀνάρμοστος. ἵνα δὲ καὶ τοῦτο συγχωρῶμεν καὶ τὸ καλλωπίζεσθαι μὴ ποιώμεθα δι’ ἐγκλήματος, οὐδὲ οὕτως ἀπολέλυται τῆς κρίσεως. οὐ γὰρ ἐπ’ ἀκολασίᾳ καλλωπίζεσθαι οὐδένα προσήκει· λεκτέον δὲ ἤδη, πότε προτάξομεν τὴν ἔνστασιν τῆς ἀντιπαραστάσεως· ὁ μὲν | |
25 | οὖν τεχνικὸς περὶ τούτου διαλαβεῖν παρῃτήσατο, δυσκο‐ λίαν προσεῖναι φήσας τῷ λόγῳ· ἡμᾶς δὲ ὑπερδραμεῖν οὐ καλόν· ὅτε τοίνυν βιαία ἡ ἔνστασις καὶ τραχεῖα εὐ‐ θὺς φαίνεται τῷ δικαστῇ, τότε προτακτέα ἡ ἀντιπαρά‐ | |
στασις πιθανωτέρα οὖσα καὶ μᾶλλον εὐπαράδεκτος τῇ | 297 | |
7.298 | τοῦ δικάζοντας ἀκοῇ· τὸ γὰρ πιθανὸν τοῦ βιαίου προ‐ τιμῶσιν οἱ ῥήτορες· ὥσπερ ἔμπαλιν τὸ βίαιον οἱ δια‐ λεκτικοί. ῥητορικώτερον δὲ καὶ τὸ ἐκ τῶν ἰσχυροτέρων ἄρχεσθαι, ἢ καὶ τὰ μάλιστα ἡ φύσις τὴν ἀπὸ τῶν | |
5 | ἐλαττόνων ἀρχὴν ἀπαιτεῖ· εἰ οὖν ἡ ἀντιπαράστασις μὲν πιθανωτέρα, ἡ δὲ ἔνστασις βιαία, τὸ δὲ πιθανὸν ἰσχυ‐ ρότερόν τε καὶ προτιμότερον παρὰ τὸ βίαιον τοῖς ῥή‐ τορσι, νόμος δὲ ῥητορικὸς ἐκ τῶν ἰσχυροτέρων ποιεῖσθαι τὴν ἀρχὴν, ἀναγκαίως προταχθήσεται ἡ ἀντιπαράστα‐ | |
10 | σις τῆς ἐνστάσεως· ὅταν δὲ ἧττον βιαία ἡ ἔνστασις ᾖ, καὶ οἵα μὴ αὐστηροτέρα φαίνεσθαι τῷ δικαστῇ, τηνι‐ καῦτα ἡγήσεται μὲν ἡ ἔνστασις, μεταταχθήσεται δὲ ἡ ἀντιπαράστασις. ναʹ. Οὐδέποτε ὁ κατήγορος ἀντιλήψει, οὔτε ὁ φεύγων | |
15 | χρήσεται μεταλήψει· καὶ πῶς ὁ τεχνικὸς ἀποφαίνεται ὡς ὁποτέρῳ αὐτῶν ὁ ἕτερος χρήσεται; ὅτι οὐχ ὡς γινομένης ποτὲ τῆς μεταλήψεως τοῦ φεύγοντος τοῦτο εἶπεν, ἀλλὰ βουλόμενος δεῖξαι τῶν κεφαλαίων τὸν πόλεμον· τοῦτο οὖν λέγει, ὅτι, ἔνθα ἂν ὁ ἕτερος τῶν ἀντιδίκων τῷ οἰ‐ | |
20 | κείῳ πρότερον χρήσεται κεφαλαίῳ, ἐνταῦθα ἀνάγκη καὶ τὸν ἕτερον τῷ ἐναντίῳ χρήσασθαι, οἷον ἐὰν πρότερος ὁ κατήγορος τῇ μεταλήψει χρήσηται, ἀντιφεύγει τῇ ἀντιλήψει ὁ φεύγων, καὶ τοὐναντίον, ἐὰν πρῶτον χρήσηται τῇ ἀντιλήψει ὁ φεύγων, ἀντιτάξει τὴν ἀντίληψιν ὁ κατή‐ | |
25 | γορος. νβʹ. Ἐπειδὴ γὰρ τὸ λέγειν, ὡς ἐπὶ τοῦ δακρύοντος νέου πλουσίου καὶ πρὸς τὴν ἀκρόπολιν ἀφορῶντος, οὐκ ἔξεστί σοι δακρύειν, ἀναιδές πως εἶναι δοκεῖ, παρὰ φύ‐ σιν γὰρ τῇ ἀντιπαραστάσει, πρῶτον αὐτὸ μεθοδεύσομεν | |
30 | λέγοντες, ὅτι οὐκ ἐπὶ τυραννίδι σοι δέδωκε τὴν ἐξουσίαν | |
τῶν δακρύων ἡ φύσις, οὐκ ἐπ’ ὀλέθρῳ τῶν πολιτῶν, οὐκ | 298 | |
7.299 | ἐπὶ δουλείᾳ τῆς πατρίδος καὶ τὰ τοιαῦτα, ἄλλως τε δὲ οὐδὲ δακρύειν ἐξῆν, ὦ χρηστὲ, μάτην. οἱ γὰρ ὁρῶντες ἀπάνθρωπον περὶ τοὺς εὐποροῦντας εἶναι τοῦ δήμου ὑπελάμβανον, καὶ σκαιότητος σαυτῷ προσετρίβου δόξαν· | |
5 | καὶ δακρύων πλῆθος εἰκῆ καταῤῥέον ἠδίκει πολίτας, οὐδ’ ὁτιοῦν εἰς πλῆθος παρανομοῦντας. νγʹ. Μετάθεσις καλεῖται, ἐπειδὴ τὰ ἐπιφερόμενα ὑπὸ τοῦ κατηγόρου ἐφ’ ἕτερον ἄγειν ἀνεύθυνον ἢ ἐπαί‐ νου ἄξιον πειρώμεθα. τὸ δ’ αὐτὸ καὶ χρῶμα καλεῖται | |
10 | διὰ τὸ χρωννύναι τὸν λόγον καὶ οἷον εὐπρόσωπον ποιεῖν, εὐλόγους ἀφορμὰς παρεχόμενον· τὸ δὲ πρὸς τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους γίνεται εἰπεῖν, ἀντὶ τοῦ ὡς ἔχει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἴρηται· ὡς γὰρ ἂν ἐκεῖνα ἔχῃ, οὕτω καὶ ταῦτα πρόεισι· ἡ πρὸς πρόθεσις ἀντὶ τοῦ ἐξ | |
15 | κεῖται, ἵν’ ᾖ ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ὡς λυτικὴ τούτων οὖσα ἢ ἀντὶ τῆς ἀπὸ, οἷον ἀντὶ τοῦ, ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσι τὴν γένεσιν, αὐτὰ γὰρ δί‐ δωσι τὸν τόπον τῇ μεταθέσει τῆς αἰτίας. νδʹ. Ἡ μετάθεσις τῆς αἰτίας μετὰ τὴν μετάληψιν | |
20 | τέτακται, ἡ δὲ τάξις κατὰ τὸν διώκοντα· ὁ μὲν γὰρ διώκων λαμβάνων ὡς ἐν τῇ ἀντιθέσει τὴν μετάθεσιν τῆς αἰτίας οὐκ εὐθὺς αὐτὴν μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους προτάττει, πρὸς ἃ καὶ φέρεται, ἀλλὰ καὶ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃπερ ἀποδεικτικὰ καὶ παρα‐ | |
25 | σκευαστικὰ τῶν οἰκείων παραλαμβάνει, τάττει τὸ ἀντι‐ ληπτικὸν, ὡς ἐν ἀντιθέσει παρὰ τοῦ φεύγοντος· τάττει δὲ οὐχ ἁπλῶς μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλ’ ἵνα τυραννικὸν τοῦ φεύγοντος ἀποδείξῃ τὸ φρόνημα διὰ τῆς ἀντιλήψεως· ἀντιλαμβάνεται γὰρ ἐξουσίας τινὸς, καὶ | |
30 | θεὶς παράλληλον ταῖς ἀποδείξεσι ταῖς οἰκείαις, αἵπερ ἐκ | 299 |
7.300 | τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτῷ γίνονται, τὸ τοῦ φεύ‐ γοντος ἀντιληπτικὸν, ὅπερ ἐξουσίαν τινὰ, ὡς ἔφην, μό‐ νον προΐσχεται, περιφανῶς ἐξελέγχει τὸν φεύγοντα, τυ‐ ραννικῶς μᾶλλον ἢ δικαίως τὰς ἀπολογίας ποιούμενον· | |
5 | εἶτα ἀναγκαίως τῷ ἀντιληπτικῷ τὴν μετάληψιν ἀντιτά‐ ξας, τηνικαῦτα ἐπὶ τὴν ἐξέτασιν τῆς μεταθέσεως τῆς αἰ‐ τίας ἔρχεται ἤδη τῷ δικαστῇ τὴν κατὰ τοῦ φεύγοντος προκατάγνωσιν ἐγκαταστησάμενος· ὁ δὲ φεύγων αὖ πά‐ λιν ἵνα μὴ τοῦτο πάθοι, ὅπερ ὁ κατήγορος δρᾷ κατ’ | |
10 | αὐτοῦ, μηδὲ τυραννικὸς δόξῃ τις εἶναι, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν μετάθεσιν τῆς αἰτίας ἐπάγει, μετριωτέ‐ ραν τε καὶ δικαίαν ἀπολογίαν ποιούμενος· οὕτως μὲν ἑκάτερος πρὸς τὸ συμφέρον διάφορον τάξιν δίδωσι τῇ μεταθέσει τῆς αἰτίας. ἰστέον μέντοι, ὡς τῇ φυσικῇ ἀκο‐ | |
15 | λουθίᾳ μᾶλλον ἡ τοῦ κατηγόρου τάξις συμβαίνει· δεῖ γὰρ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἶναι τὴν ἀντί‐ ληψιν, καὶ ὅλως συνεζεῦχθαι αὐτὴν ἐκείνῳ, ἐπειδήπερ ἑκάτερον τῶν κεφαλαίων περὶ τὰ πεπραγμένα ἐστί· τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους πέπρακται· καὶ ἡ ἀντίληψις | |
20 | τὰ πεπραγμένα ἐξεῖναι λέγει· ὅτι ἐξῆν μοι παραστῆναι καὶ ἐξῆν διατρίβειν ἐπ’ ἐρημίας. ἡ δὲ μετάθεσις οὐχ οὕ‐ τως· οὐ γάρ ἐστι τῶν πεπραγμένων, καθάπερ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ἡ ἀντίληψις, ἀλλὰ τῶν ὑπονοου‐ μένων, ὥσπερ αὐτὸ τὸ ἔγκλημα· ὃν γὰρ τρόπον τὸ εἰ | |
25 | ἐφόνευσεν ὑπονοεῖται, τοῦτον τὸν τρόπον καὶ τὸ εἰ ἐπὶ τῷ θάψαι παρίστατο· ἔστιν οὖν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, εἶτα εἰκότως ἡ ἀντίληψις, καὶ, οὐκ ἦν γὰρ μετάληψιν ζευγνύναι τῆς ἀντιλήψεως, ἕπεται τῷ ἀντι‐ ληπτικῷ εὐλόγως τὸ μεταληπτικὸν, εἶτα ἡ μετάθεσις τῆς | |
30 | αἰτίας. ἐπειδὴ τοίνυν φυσικὴ μᾶλλον ὑπῆρχεν ἡ τοῦ διώ‐ | 300 |
7.301 | κοντος τάξις, διὰ τοῦτο παρέλαβε ταύτην· ἐπεί τοι μᾶλ‐ λον τῇ τοῦ φεύγοντος ἔδει χρήσασθαι, εἴ γε καὶ ἡ με‐ τάθεσις τῆς αἰτίας τοῦ φεύγοντος, ἀλλὰ τῇ φύσει ἀναγ‐ καίως ἠκολούθησεν. Ἡ μὲν γὰρ οὖν τάξις αὕτη τοῦ κε‐ | |
5 | φαλαίου· ἀναγκαῖον δὲ ὥσπερ ἐπὶ τῶν ἄλλων καὶ περὶ τοῦ ὀνόματος διαλαβεῖν· εἴρηται οὖν μετάθεσις αἰτίας, ὅτι τὸ συναγόμενον ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους εἰς ἔγκλημα εἰς χρηστοτέραν τινὰ αἰτίαν τε καὶ πρᾶξιν με‐ θίστησιν, οἷον οὐχ ὅτι ἐφόνευσα παριστάμην, ἀλλ’ ὅτι | |
10 | ἠλέησα καὶ ταφῇ δοῦναι τὸν κείμενον ἠβουλήθην· ἐπεὶ δὲ καὶ τὴν μετάθεσιν τῆς αἰτίας ὁρῶμεν οὐδὲν ἕτερον ἢ τῆς γνώμης ἐξέτασιν ὑπάρχουσαν, φαμὲν γὰρ, ὡς τόδε τι βουλόμενος παριστάμην καὶ οὐ διὰ τὸ πεφονευκέναι, γνώμης δὲ ἐξέτασιν ἔχει καὶ ἡ βούλησις, φημὶ τὸ κε‐ | |
15 | φάλαιον, καὶ ὅλως ἐν ταῖς στοχαστικαῖς ζητήσεσι διττὴ γίνεται ἡ κατὰ γνώμην ἐξέτασις, πῆ μὲν κατὰ τὴν βου‐ λὴν, πῆ δὲ κατὰ τὴν μετάθεσιν τῆς αἰτίας, ἀναγκαῖον ἀμφοῖν τῶν κεφαλαίων τὴν διαφορὰν ἐπιζητῆσαι. δοκεῖ γάρ πως ταὐτὸν εἶναι μετάθεσις αἰτίας καὶ βούλησις | |
20 | διαφόροις ὀνόμασι χρώμενα. ἔχομεν δὲ πλείονας, οὐ μίαν αὐτῶν διαφορὰν κατειπεῖν. πρῶτον μὲν γὰρ ἡ βούλησις καὶ τοῦ διώκοντός ἐστι καὶ τοῦ φεύγοντος, ἡ δὲ μετά‐ θεσις μόνου τοῦ φεύγοντος· τὸ γὰρ ἐν ἀντιθέσει αὐτὴν λαμβάνεσθαι παρὰ τοῦ διώκοντος, οὐκ ἂν ἡμῖν ἀντι‐ | |
25 | κέοιτο. οὐ γὰρ τοῦτο τοῦ διώκοντος αὐτὴν εἶναι ποιεῖ. δῆλον γὰρ, ὡς καὶ τὰ τοῦ διώκοντος κεφάλαια παρα‐ λήψεται κατὰ ἀντίθεσιν ὁ φεύγων. καὶ οὐκ εὐθὺς ἐκεί‐ νου γενήσεται. εἰ δέ ποτε γένοιτο κοινῶν ὄντων τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους χρήσασθαι μεταθέσει τῆς αἰ‐ | |
30 | τίας καὶ τὸν διώκοντα, τηνικαῦτα οὐχ ὡς κατήγορος | 301 |
7.302 | κέχρηται, ἀλλ’ ὡς φεύγων· καθὸ γὰρ κατηγορεῖται, κατ’ ἐκεῖνο λαμβάνει τὴν μετάθεσιν τῆς αἰτίας· ἔπειθ’ ἡ μὲν βούλησις καὶ τοῦ προτέρου βίου ποιεῖται ἐξέ‐ τασιν, καὶ καθολικωτέραν τινὰ τῆς γνώμης ἔχει βά‐ | |
5 | σανον, ἡ δὲ μετάθεσις τῆς αἰτίας τῶν πρὸς τὸ παρὸν ἀντέχεται· οὐ γὰρ τὰ πάλαι βεβιωμένα ζητεῖ· τρίτον ἐπὶ τούτοις ἀλλήλων διενήνοχε τῷ τὴν μὲν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους φέρεσθαι τὴν μετάθεσιν τῆς αἰτίας, τὴν βούλησιν δὲ πρὸς τὸ ἔγκλημα· ἡ μὲν | |
10 | γὰρ βούλησις ὅτι οὐκ ἂν ἐβουλήθην φονεύειν, ἡ δὲ με‐ τάθεσις τῆς αἰτίας, ὅτι καὶ οὐ τοῦδε χάριν παριστά‐ μην, ὅπερ ἐστὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἔστι δὲ αὐ‐ τῶν καὶ τετάρτη διαφορά· ἡ μὲν γὰρ βούλησις κατὰ διαπόρησιν γίνεται, ἡ δὲ μετάθεσις τῆς αἰτίας διαῤῥήδην | |
15 | ἀποφαίνεται· ἐκεῖ μὲν γὰρ ἀποροῦντες φαμὲν, τίνος ἕνε‐ κα ἦλθον ἂν ἐπὶ τὸν τοῦδε φόνον, δι’ ἔχθραν· ἀλλ’ οὐ‐ δὲ μία ἔχθρας ἐγεγόνει πώποτε πρόφασις, ἀλλ’ ἵνα τῶν ἐκείνου κύριος καταστῶ, καὶ μὴν οὐδὲ ἔμελλεν ἐντεῦθέν μοι περιέχεσθαι καὶ οὑτωσὶ διαποροῦντες τὴν βούλησιν | |
20 | ἐξετάζομεν· ἐπὶ δὲ τῆς μεταθέσεως τῆς αἰτίας ἀποφαινό‐ μεθα, ὅτι τοῦ θάψαι χάριν παριστάμην, ὅτι δι’ ἔλε‐ όν τινα καὶ οἶκτον. τοσαῦτα καὶ περὶ τῆς διαφορᾶς τῆς πρὸς τὴν βούλησιν. Φησὶ δὲ, ἡ μετάθεσις τῆς αἰ‐ τίας πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεται· ἐζητήκασί | |
25 | τινες, πῶς ἐπὶ μόνου τοῦδε προσέθηκε τοῦ κεφαλαίου τὸ γίνεσθαι αὐτὰ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς οὐδὲ καὶ τῆς πιθανῆς ἀπολογίας τοῦτο ἐχούσης καὶ τῆς ἀντιλήψεως· δῆλον γὰρ, ὡς ταῦτα πάντα πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους φέρεται· τί δή ποτε οὖν διαφερόντως | |
30 | ἐπὶ τῆς μεταθέσεως τῆς αἰτίας τοῦτο ἔταξε; ῥητέον δὲ, | 302 |
7.303 | ὅτι οὐ πρὸς τὴν φυσικὴν αὐτῶν ἀκολουθίαν ἀπιδὼν ἔφη κομίζεσθαι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, κοινὸν γὰρ τοῦτο καὶ τοῖς εἰρημένοις κεφαλαίοις, ἀλλὰ πρὸς τὴν ἐρ‐ γασίαν. τὴν γὰρ κατασκευὴν καὶ τὴν ἐξεργασίαν ἐκ τῶν | |
5 | ἐξ ἀρχῆς ἄχρι τέλους λαμβάνει, ὥς τε ἐμάθομεν ἐν βρα‐ χεῖ· εἶτα κατὰ τὴν διαίρεσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐργασόμεθα τὸ κεφάλαιον· ἐκτίθησι δὲ αὐτὸς περιφανέ‐ στατα τὴν διαίρεσιν· φησὶ γὰρ, κἂν μὲν ἐν λόγοις ᾖ κα‐ τὰ ῥητὸν καὶ διάνοιαν ἡ μετάθεσις εἰσάγεται, ἀναμεμε‐ | |
10 | ρισμένως δηλονότι, τοῦ μὲν ῥητοῦ ὄντος ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, τῆς διανοίας δὲ ἐν τῇ μεταθέσει τῆς αἰτίας, οὐ γὰρ λέγει τὴν μετάθεσιν αὐτὴν ἐφ’ ἑαυ‐ τῆς καὶ τὸ ῥητὸν ἔχειν καὶ τὴν διάνοιαν, ἀλλ’ ἐξετάζε‐ σθαι καὶ τὸ ῥητὸν καὶ διάνοιαν, τοῦ ῥητοῦ ἐν τοῖς ἀπ’ | |
15 | ἀρχῆς ἄχρι τέλους ὄντος· ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους, ἡ μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετά‐ ζεται, φησίν· ἠπόρησέ τις, μᾶλλον δὲ ἁπλῶς ἐπελάβετο· οὐ γὰρ ἔδει, φησὶ, θετικῶς ἐξετάζεται φάναι, ἀλλὰ θετικῶς αὔξεται· οὐκ ἐξετάζομεν γὰρ αὐτὸ καὶ ἀπο‐ | |
20 | δείκνυμεν διὰ τῆς θέσεως, ἀλλ’ αὔξησιν ποιούμεθα τῷ θετικῷ χρώμενοι· ἔλαθε δὲ αὐτὸν, ὡς τὰ θετικὰ παρα‐ λαμβάνομεν ποικιλώτερον, καὶ ἐπὶ πλεῖστον τὴν μετάθε‐ σιν τῆς αἰτίας ἐκτείνοντες· ἐπεὶ γὰρ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν πλείοσιν ἦν, καὶ τὴν κατασκευὴν διὰ συχνῶν | |
25 | εἶχε τῶν λόγων, ἐδέησε καὶ τῇ μεταθέσει τῆς αἰτίας | 303 |
7.304 | πλείονος ἐργασίας· εἰ γὰρ αὐτὴ καθ’ ἑαυτὴν ψιλὴ οὖσα ἀπόφασιν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πολλὰ ὄντα ἐπεφέρετο, ἡττᾶτο ἂν ὑπὸ τοῦ πλήθους τῶν τοῦ κατ‐ ηγόρου λόγων ὁ φεύγων, τοῦ μὲν διώκοντος ἀπ’ ἀρ‐ | |
5 | χῆς ἄχρι τέλους πολλαχῶς διὰ τῶν περιστατικῶν κα‐ τασκευάζοντος, καὶ χρόνον παραλαμβάνοντος καὶ τόπον εἰς σύστασιν τοῦ ἐγκλήματος, καὶ πρὸς ἐπὶ τούτοις αἰ‐ τίαν τε καὶ ὕλην καὶ ὅσα ἄλλα τῶν περιστατικῶν. αὐτὸς δὲ ἐν τῇ μεταθέσει τῆς αἰτίας ἁπλῇ χρώμενος ἀποφάσει· | |
10 | οἷον ὅτι οὐ τοῦδε χάριν παριστάμην· καθὸ μὲν οὖν πρὸς τὸ πλῆθος τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀντιτάξαι βουλόμενοι πλείονας λόγους ἐν τῇ μεταθέσει τῆς αἰτίας θέσιν παραλαμβάνομεν, ὡς ἂν δι’ αὐτῆς πλείονα λέγειν δοκῶμεν, καὶ ταύτῃ ὑποκλέπτωμεν τὸν ἀκροατὴν, κα‐ | |
15 | τὰ τοῦτο αὐξητικῶς ἡ θέσις παραλαμβάνεται· καθὸ δὲ καὶ σύστασιν ἡμῶν ποιεῖται τῆς γνώμης, ἐνδεικνύμεθα γὰρ ἐκ τῶν πλειόνων λόγων, ὡς οὐ νῦν πρὸς ἀποφυγὴν τοῦ ἐγκλήματος τὴν μετάθεσιν τῆς αἰτίας ἐπὶ τὴν ταφὴν ἐποιησάμεθα, ἀλλὰ πάλαι τὴν γνώμην οὕτω παρεσκευ‐ | |
20 | ασμένοι πρὸς τὸ δεῖν τοὺς κειμένους θάπτειν, κατὰ τοῦ‐ το ἐξεταστικῶς ἂν εἴη παραλαμβανομένη· ἐκ γὰρ τῆς θέσεως πολλοὺς περὶ τῆς τῶν κειμένων ταφῆς εἰσφέρον‐ τες λογισμοὺς ἐννοεῖν τῷ δικαστῇ παρέχομεν, ὅτι γε ὁ τοσαῦτα περὶ τούτων εἰδὼς πάλαι τὴν γνώμην οὕτω παρ‐ | |
25 | εσκεύαστο, καὶ οὐ πρὸς τὸ παρὸν τοῦτον προσποιεῖται διακεῖσθαι τὸν τρόπον, εὐλόγως ἄρα ὁ τεχνικὸς εἶπε τὴν μετάθεσιν τῆς αἰτίας θετικῶς ἐξετάζεσθαι, εἰδέναι δὲ δεῖ, ὅτι πάντα μὲν ταῦτα ἐν πᾶσιν εὑρίσκεται, πλεονά‐ ζει δὲ ἕκαστον ἐν τῷ οἰκείῳ· πάντα, φησὶν, ἐν πᾶσιν | |
30 | εὑρίσκεται, αὐτίκα τὸ παρίστατό τις ἐπ’ ἐρημίας νεο‐ | 304 |
7.305 | σφαγεῖ σώματι καὶ φόνου φεύγει· ἐπειδὴ ἐν πράξεσιν ἔχει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀνάγκη τὴν μετάθεσιν τῆς αἰτίας θετικῶς ἐξετασθῆναι· ἀλλ’ ἐμπεσεῖται καὶ συγγνωμονικὸν, οἷον συγγνώμην ἔχετέ μοι, ὦ δικασταὶ, | |
5 | ἐλεήσαντι τὴν τῶν ἀνθρώπων φύσιν, οἵας ὑφίστατο συμ‐ φορὰς, καὶ τούτου γε ἕνεκα παρισταμένῳ μετ’ ἐκ‐ πλήξεως· καὶ πάλιν ἐπ’ ἐκείνου, νέος πλούσιος κωμάσας εἰς τὸ δεσμωτήριον νύκτωρ ἐβόησε, θαῤῥεῖτε, ὦ δεσμῶ‐ ται, λυθήσεσθε γὰρ, καὶ κρίνεται τυραννίδος ἐπιθέ‐ | |
10 | σεως· τοῦτο γὰρ κατὰ ῥητὸν καὶ διάνοιαν ὀφεῖλον ἐξ‐ ετάζεσθαι· ἐπεὶ δὲ ἐν λόγῳ ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἔχει ὅμως ἐμπίπτον καὶ συγγνωμονικὸν, ὅτι αὐ‐ τοὺς ἐν συμφοραῖς θεασάμενος ἔπαθόν τι ἀνθρώπινον, καὶ παραμυθήσασθαι ἠβουλήθην· ἔτι δὲ καὶ θετικῶς | |
15 | ἐρεῖ χρῆναι τοὺς ἐν κακοῖς ἐλεεῖν· εἰ δ’ οὖν πάντα ἐν πᾶσιν εὑρίσκεται, πῶς αὐτὰ διακρινοῦμεν; φησὶν, ὅτι τῷ προσεχεστέρῳ καὶ μᾶλλον οἰκείῳ πλεονάσομεν, τὰ δὲ ἄλ‐ λα οὐ προηγουμένως, κατὰ δεύτερον δὲ παραληψόμεθα λόγον· ἐπεὶ δὲ ἡ μετάθεσις τῆς αἰτίας οὐ μόνον τοῦτο | |
20 | καλεῖται τὸ ὄνομα, ἀλλ’ ἔτι καὶ χρῶμα καὶ τοῦδε τοῦ ὀνόματος ἐπιμνησθῆναι ἄξιον. Πόθεν μὲν γὰρ μετά‐ θεσις αἰτίας εἴρηται, ἤδη προδιεξήλθομεν· χρῶμα δὲ ὀνομάζεται κατὰ μεταφοράν· ὥσπερ γὰρ τὸ μέλαν χρῶ‐ μα ἢ τὸ λευκὸν διὰ παντὸς ἥκει τοῦ ἀνθρώπου, καὶ οὐ | |
25 | τὸ στῆθος μὲν μέλαν, τὰ δὲ νῶτα λευκὰ, ἀλλ’ ἐφ’ ἅ‐ παν τὸ σῶμα διήκουσα ἡ χρόα χαρακτηρίζει καὶ χρώ‐ ζει τὸν ἄνθρωπον, τοῦτον τὸν τρόπον καὶ ἡ μετά‐ θεσις τῆς αἰτίας χρώζει τὸν πάντα λόγον, καὶ οἱονεὶ χρόαν καί τι σχῆμα αὐτῷ περιτίθησι· συνεκτικώτατον | |
30 | γὰρ τῷ λόγῳ τόδε τὸ κεφάλαιον· τὸ γὰρ συναγόμε‐ | |
νον ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔγκλημα μεθίστη‐ | 305 | |
7.306 | σιν εἰς ἑτέραν πρᾶξιν ἀνεύθυνον· εἰ τοίνυν χρῶμα ἡ μετάθεσις τῆς αἰτίας τοῦ παντὸς λόγου, οὐκ ἐφ’ ἑνὸς μέρους χρησόμεθα αὐτῇ, ἀλλὰ διὰ παντὸς τοῦ λόγου, εἴγε καὶ τὸ χρῶμα ἐν σώματι, ὡς ἔφημεν, οὐχ ἕν τι | |
5 | μέρος χρώζει, διὰ παντὸς δὲ τοῦ σώματος ἔρχεται· καὶ ἄλλως εἰς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος ἔχων ἐν παντὶ κατασπείρει αὐτὰ τῷ λόγῳ, ὡς ἐν τῇ πε‐ ρὶ αὐτῶν διεξήλθομεν τεχνολογίᾳ· φέρεται δὲ καὶ ἡ με‐ τάθεσις τῆς αἰτίας, ὡς ἔνι μάλιστα, πρὸς τὰ ἀπ’ ἀρ‐ | |
10 | χῆς ἄχρι τέλους, ἀνατρεπτικὴ αὐτῶν γινομένη· εἰκότως πανταχοῦ τοῦ λόγου τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους εὑρι‐ σκομένων, καὶ ἡ μετάθεσις ὡσαύτως τῆς αἰτίας συνευ‐ ρεθήσεται, ὥστε καὶ ἐν προοιμίοις πολλάκις παραλα‐ βεῖν· εἰ μὲν γὰρ ὁ κατήγορος χρῷτο τοῖς ἀπ’ ἀρχῆς | |
15 | ἄχρι τέλους διὰ παντὸς λόγου συνάγων τὸ ἔγκλημα, ὁ δὲ φεύγων ἀναμένειν μέλλοι τὴν τάξιν τῆς μεταθέ‐ σεως τῆς αἰτίας, ἀποκλεισθήσεται ὁ δικαστὴς, οὐδὲν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀκούων, ἀλλ’ ἕτερα ἔξ‐ ωθεν, ὥστε οὐκ ἂν φθάνοι ἀφικέσθαι πρὸς τὸ κεφά‐ | |
20 | λαιον, καὶ ἐξοίσει τὴν ψῆφον κατὰ τοῦ φεύγοντος· ὅπερ δὲ ἐπὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐλέγομεν, ζη‐ | |
τοῦντες εἰ πανταχῆ τοῦ λόγου αὐτοῖς χρώμεθα, πῶς | 306 | |
7.307 | τάξιν τινὰ ὡρισμένην αὐτοῖς παρέχομεν, πέμπτον κε‐ φάλαιον αὐτὰ φάσκοντες εἶναι, τοῦτο ἄν τις κἀνταῦθα ζητήσειεν· ἔστι τοίνυν ἡ αὐτὴ μία λύσις ἐπ’ ἀμφοτέρων· εἰ γὰρ καὶ ὡς συνεκτικὰ τοῦ λόγου πανταχοῦ λαμβά‐ | |
5 | νομεν, ἀλλ’ οὖν τὴν προσήκουσαν αὐτοῖς παρεχόμεθα τάξιν, ἔνθα καὶ τὴν ἀκριβῆ αὐτῶν ἐξέτασιν ποιούμε‐ θα, μηδὲν τῶν ἐκ τοῦ κεφαλαίου παραλιπόντες· ἐν γὰρ τοῖς ἄλλοις τόποις σποράδην αὐτοῖς καὶ μερικῶς χρη‐ στέον. | |
10 | νεʹ. Ἀναγκαίως· ὁ μὲν γὰρ λόγος ἐν τάξει ἐστὶ τοῦ ῥητοῦ, πᾶν δὲ ῥητὸν διανοίᾳ λύεται· οὐκοῦν τοῦ εἰ‐ πόντος τὴν φωνὴν ὡς ῥητὸν λαβόντες τούτῳ τὴν διά‐ νοιαν ἀντιτάξομεν· παρατηρητέον δὲ τὴν λέξιν, οὐκ εἶ‐ πε γίνεται, ἀλλ’ εἰσάγεται, τουτέστιν ἐξετάζεται, | |
15 | πῶς γάρ ἐστι δυνατὸν ἐνταῦθα κατὰ ῥητὸν καὶ διάνοι‐ αν εὑρίσκεσθαι, ἀλλ’ ὁ κατήγορος κέχρηται τῇ φωνῇ τοῦ φεύγοντος ὡς ῥητῷ, ὁ δὲ φεύγων αὐτῆς τῆς αὐτοῦ φωνῆς τὴν διάνοιαν ἀξιοῖ σκοπεῖν καὶ τούτῳ διαφέρει τῆς στάσεως, ὅτι ἐκεῖ τὸ ῥητὸν καὶ ἡ διάνοια περὶ ἔγ‐ | |
20 | γραφόν τί ἐστιν, ἐνταῦθα δὲ περὶ τὴν φωνὴν τοῦ φεύ‐ γοντος. νϛʹ. Τὸ γὰρ εἰρημένον οὐχ οἷός τε ὢν ἀρνεῖσθαι ἐπί τινα εὔλογον χωρεῖ διάνοιαν, ἀφ’ ἧς προηνέγκατο τὸν λόγον, ὡς τὸν δῆμον αἰτεῖν ὑπὲρ τῆς λύσεως τῶν | |
25 | δεσμωτῶν ἐβουλόμην· ἐν γὰρ τοῖς λόγοις τὴν αἰτίαν ἐξεταστέον μεθ’ ἧς προῆλθον οἱ λόγοι· ὁ γὰρ φεύγων τὴν μετάθεσιν τῆς αἰτίας ποιούμενος ἀξιοῖ μὴ ἀπ’ αὐ‐ τῶν κριθῆναι, ἀλλ’ ἀπὸ τῆς διανοίας, μεθ’ ἧς τοὺς λό‐ γους προσηνέγκατο· ἐρεῖ γὰρ ὁ φήσας οὐκ εἰς μακρὰν | |
30 | λυθήσεσθαι, ὅτι οὐ βουλόμενος τυραννεῖν ἀφῆκα τὴν | 307 |
7.308 | φωνὴν ταύτην, ἀλλὰ τὴν φιλανθρωπίαν τῆς πόλεως εἰ‐ δὼς προεμαντευόμην ἐκείνοις τὴν ἄφεσιν, ἢ παραμυ‐ θεῖσθαι τοὺς ἀτυχήσαντας θέλων τοῦτο ἔφην, ἵνα τῇ ἐλπίδι τῆς ἀφέσεως τὴν τύχην ἰάσωμαι· ἐρεῖ δὲ, ὅτι καὶ | |
5 | τοῦτο πρὸς εὐεργεσίαν ἐστὶ τῆς πόλεως· εἰ γὰρ μὴ τού‐ τους τοὺς λόγους ἔτυχον εἰπὼν, αὐτοὶ τοῖς δεινοῖς συν‐ ελαυνόμενοι καὶ σωτηρίαν οὐδαμόθεν ἐλπίζοντες πάντως ἂν μετ’ ἀλλήλων ἔστησαν καὶ συνομοσάμενοι μεταβα‐ λεῖν τὸ καθεστὼς ἐπεχείρουν. | |
10 | νζʹ. Ἐν τούτῳ, φησὶ, τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα θέσιν ὅλην ἐργάσῃ, ὅ ἐστι καθόλου· διὰ τούτου δὲ δηλονότι καὶ ἡ θέσις κατασκευάζεται, λέγω δὴ ἀπὸ τοῦ δικαίου καὶ ἀναγκαίου καὶ συμφέροντος· τὸ γὰρ ἁπλούστερον καὶ ἀκατασκεύως εἰπεῖν, ὅτι ἀτάφους ἰδὼν | |
15 | ἠλέησα, οὐκ ἰσχυρὸν εἶναι δόξει πρὸς τὸ ἔγκλημα· εἰ δὲ θέσιν ὅλην ὁ λέγων ἐργάσεται, ὅτι τὸ τοὺς ἀτά‐ φους θάπτειν καθόλου καλὸν, καὶ τῆς ὁσίας ἀξιοῦν, καὶ τοὐναντίον δεινὸν ἀτάφους κειμένους καὶ γυμνοὺς ἐῤῥιμμένους περιορᾷν, καὶ θηρίων γενομένους βορὰν ἰσχυ‐ | |
20 | ρὸν ἔσται. | 308 |
7.309 | νηʹ. Ἠλέησα, φησὶ, τοὺς τυραννουμένους, καὶ διὰ τοῦτό μοι τὰ δάκρυα συνέβη ὑπὲρ τῆς πόλεως, καὶ ἐπὶ τῆς δακρυούσης γυναικὸς ἐρεῖ, ὅτι δεδάκρυκα ἀναμνη‐ σθεῖσα τῶν ἀνθρώπων τὰς τύχας· ὡς νῦν μὲν σύνοι‐ | |
5 | κον ἔχουσα εὖ πράττειν ἡγοῦμαι καὶ σὺν ἡδονῇ τὸν βίον ποιῶ· ὕστερον δὲ ἐλογιζόμην, ὅπως χωρίζονται ἀλ‐ λήλων οἱ ἄνθρωποι. νθʹ. Διδάξας ἡμᾶς ἰδίᾳ τῶν χρημάτων τὴν φύ‐ σιν καὶ τὴν μεταχείρισιν, κοινῇ λοιπὸν περὶ αὐτῶν δια‐ | |
10 | λέγεται, κοινὰ πάντων ἀποφαινόμενος εἶναι τὰ χρώμα‐ τα, καὶ πάντα ἐν πᾶσι λέγων εὑρίσκεσθαι τοῖς ζητή‐ μασι καὶ θετικῶς ἐξετάζεσθαι καὶ κατὰ ῥητὸν καὶ διά‐ νοιαν καὶ συγγνωμονικῶς· οὐ γὰρ ἓν χρῶμα πάντως ἐφ’ ἑνὶ τέτακται πράγματι, ἀλλὰ καὶ πλείονα· πολ‐ | |
15 | λὰ γὰρ ἀλλήλοις συμφέρεται· καὶ εὕροις ἂν ἐν τῇ τῶν λόγων διανοίᾳ καὶ θετικὸν νόημα παραλαμβανό‐ μενον, ὡς ἐπὶ τοῦ κρινομένου τυραννίδος ἐπιθέσεως· ἐρεῖ γὰρ, ὅτι τὴν φιλανθρωπίαν ἐνηγγυώμην τῆς πόλεως, καὶ ὅτι δεῖ πρὸς τοὺς ἀτυχοῦντας φιλάνθρωπον εἶναι, | |
20 | καὶ μεμνῆσθαι τῆς φύσεως, καὶ ὁ τὸ νεοσφαγὲς σῶμα θά‐ πτων καὶ φόνου κρινόμενος οὐ μόνον τῷ θετικῷ χρήσε‐ ται, ὅ ἐστι χρῶμα οἰκεῖον τῶν ἐν πράγμασι σημείων, ἀλλ’ ἐμπίπτει καὶ τὸ συγγνωμονικὸν, ὅτι ἠλέησα σῶμα ἄταφον ἰδὼν ἐῤῥιμμένον· καὶ πάλιν ὁ τοῖς δεσμώταις βο‐ | |
25 | ήσας οὐ μόνον τῷ οἰκείῳ κέχρηται χρώματι, λέγω δὴ τῷ κατὰ ῥητὸν καὶ διάνοιαν, ἀλλὰ τῷ συγγνωμονικῷ, ὅτι καλὸν, καθόσον τις δύναται, ἐπικουφίζειν τοῖς δυσ‐ τυχοῦσι τὰς συμφορὰς καὶ παραμυθεῖσθαι· τοῦτο μέντοι φυλακτέον ἐστὶν, ἐὰν ἐν τοῖς τοιούτοις πλείους τὰς αἰ‐ | |
30 | τίας ἐπεισφέρωμεν, ὅπως μὴ ἀλλοκότους μηδ’ ἀλλήλαις | |
μαχομένας εἰσάγωμεν τὰς αἰτίας· τὸ πλεῖστον γὰρ ἐνδια‐ | 309 | |
7.310 | τρίβειν τῷ οἰκείῳ τόπῳ προσήκει, εἰ τῆς διανοίας εἴη, τὴν διάνοιαν ἐπαύξοντας, εἶτα τῆς θέσεως τὴν θέσιν, καὶ οὕτως ἐπὶ πάντων ὁμοίως· οἷον ὅταν ἐν λόγοις ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τὴν κατὰ ῥητὸν καὶ διάνοιαν | |
5 | χρὴ πλεονάζειν, κἂν ἕτερα εὑρεθῇ πλείονα χρώματα, ἐὰν δὲ ἐν πράγμασι, τὸ θετικῶς ἐξεταζόμενον δεῖ πλεονάζειν χρῶμα· ἐὰν ἐν πάθεσι τὸ συγγνωμονικόν, μᾶλλον γὰρ ἰσχύει καὶ πλέον τῶν ἄλλων χρωμάτων τὸ οἰκεῖον κατὰ καιρὸν εἰσαγόμενον· τοῦτο δέ πως καὶ ἐπὶ τῆς βουλήσεως | |
10 | εἶπε καὶ τῆς δυνάμεως, ὅτι κοινὰ μέν ἐστιν ἀμφοτέρων τῶν κεφαλαίων τὰ ἐγκωμιαστικὰ, ἁρμόζει γάρ τινα καὶ οἰκειότερα τῷ ἑτέρῳ καθέστηκεν. ξʹ. Θαυμαστὸν τὸ λεγόμενον δόξει, τὸ ποτὲ μὲν πολ‐ λὰ καὶ ἐναντία, ποτὲ δὲ πάλιν πολλὰ καὶ συμφωνοῦντα | |
15 | ἀλλήλοις· ἀλλ’ εἰ τὸ παράγγελμα κρίνοις, ἀκριβῶς εἰρη‐ μένον εὑρήσεις· ὅρα γὰρ τὴν διαφορὰν, ποτὲ μὲν πολ‐ λοῖς καὶ ἐναντίοις, ποτὲ δὲ πολλοῖς καὶ ὁμοίοις· καὶ παν‐ τὶ, φησὶ, στοχασμῷ τὰ σημεῖα ἢ ἐξ ὧν αὐτός τις πε‐ ποίηκεν, ἐστὶν, ἢ ὑφ’ ἑτέρου τινὸς πεπραγμένα· ἂν | |
20 | μὲν οὖν, ἀφ’ ὧν ἕτεροι, κρίνηταί τις, φησὶν, ἀνάγκη καὶ πολλοῖς καὶ πεπλανημένοις χρήσασθαι τὸν φεύγον‐ τα. Πόθεν δὲ πεπλανημένα, οὐκ ἄδηλος ἡ αἰτία, ἵνα δόξῃ τοῦ πεποιηκότος τῆς γνώμης στοχάζεσθαι· εἰ γὰρ ἑνὶ φανείη χρώματι ἰσχυριζόμενος, ὑποληφθήσεται εἰδὼς | |
25 | τοῦ πεπραχότος τὴν γνώμην, οὐκ εἰκάζων λέγειν, καὶ λα‐ βὴν δώσει καθ’ ἑαυτοῦ· οὐκ ἐπὶ τῶν ἀφ’ ὧν δὲ ἕτε‐ ρος πεποίηκε κρινομένων μόνον ἀνακόλουθα χρώματα ἐμπεσεῖται, ἀλλὰ καὶ ἐπὶ τῶν ἐξ ὑπονοίας πραγμάτων διὰ τὴν προειρημένην αἰτίαν, οἷον ὡς ἐπὶ Ἀρχιδάμου | |
30 | τοῦ κρινομένου διὰ Περικλέους προδοσίας· ἐρεῖ γὰρ, ἀλ‐ λὰ πολεμίοις ἑτέροις ἐπιέναι μέλλουσι δέδωκε τὰ νʹ τά‐ | |
λαντα, ἀλλὰ τοῖς πενομένοις τῶν πολιτῶν ἴσως αὐτὰ διέ‐ | 310 | |
7.311 | νειμεν, ἀλλὰ τὰ προσόντα βουλόμενος αὔξειν τῆς τῶν χρημάτων δαπάνης ἀπεκρύψατο τὴν αἰτίαν. ξαʹ. Ἔτι ζητεῖ, εἰ πλείοσί τις χρήσεται χρώμασιν ἢ ἑνί· δεύτερον δὲ, εἰ καὶ πεπλανημένοις, τουτέστι διαφό‐ | |
5 | ροις· ἔστι γὰρ εἶναι καὶ πολλὰ καὶ εἰς ταὐτὸν φερόμενα καὶ διάφορα· τρίτον, εἰ καὶ μαχομένοις· δύναται γάρ τις καὶ διάφορα λέγειν καὶ μὴ μαχόμενα· ἐπαναδραμὼν οὖν πρὸς τὴν τῶν πραγμάτων διαίρεσιν τοιόνδε ἡμῖν κανόνα ἐξέθετο· ἡ δὲ τῶν πραγμάτων διαίρεσις τριχῆ λαμβάνε‐ | |
10 | ται, ἢ γὰρ ἀφ’ ὧν αὐτοὶ πεποιήκαμεν καὶ κρινόμεθα, ἢ ἀφ’ ὧν ἕτεροι, καὶ ἄντικρυς εἰς ἡμᾶς ἀναφέρεται τὸ κρινόμενον, ἢ ἀφ’ ὧν ἕτεροι, καὶ οὐκ ἄντικρυς εἰς ἡμᾶς ἀναφέρεται· ἂν μὲν οὖν, φησίν, ἀφ’ ὧν αὐτοὶ ἐπράξα‐ μεν, κρινώμεθα, ἁπλοῦν ἔσται καὶ μονῆρες τὸ χρῶμα· | |
15 | ἑνὶ γὰρ πάντως χρησόμεθα ἢ καὶ πλείοσιν οὐκ ἐναντίοις, ἀλλ’ ἑπομένοις τε καὶ ἀκολούθοις πρὸς ἄλληλα· ἐὰν δὲ ἀφ’ ὧν ἕτεροι πεπράχασιν, οὕτως ἂν ἔχοι, εἴτε ἄντι‐ κρυς εἰς ἡμᾶς ἀναφέροιτο, εἴτε καὶ μὴ πάντως καὶ πλεί‐ οσι καὶ ἐναντίοις ἀνάγκη χρήσασθαι, ἵνα μὴ δοκῶμεν | |
20 | περὶ τῆς τῶν ἐναντίων γνώμης διαῤῥήδην ἀποφαίνεσθαι, ἀλλ’ ἐνδοιάζειν καὶ στοχάζεσθαι· καὶ σαφὲς ἡμῖν ἑκά‐ τερον ἐπὶ τῶν παραδειγμάτων ἐποίησεν. ἀφ’ ὧν μὲν οὖν ἕτεροι πεπράχασιν οὕτως· τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ προδοσίας φεύγει· ἐνταῦθα γὰρ πλείοσι | |
25 | καὶ ἐναντίοις χρήσεται· φήσει γὰρ ἢ ἕνεκα τοῦ προτρέ‐ ψασθαι τοὺς παρ’ αὐτοῖς νέους τοῦτο πεποιηκέναι, ἢ θαυμάζοντας αὐτοῦ τὴν ἀνδρείαν, ἢ φθόνον αὐτῷ κι‐ νῆσαι βουλομένους· δοκεῖ γάρ πως ἐναντίον εἶναι τὸν φθόνον κινεῖν τῷ θαυμάζειν τήν τε ἀρετὴν τοῦ ἀνδρὸς | |
30 | ἀποδέχεσθαι, καὶ ἔστι πεπλανημένα καὶ οὐκ ἀκολου‐ | 311 |
7.312 | θοῦντα ἀλλήλοις· ἐὰν δὲ ἀφ’ ὧν αὐτοὶ ἐπράξαμεν ἡ κρί‐ σις ὑπάρχοι, ἓν ἔσται, ἢ εἰ καὶ πλείονα περιλάβοιμεν χρώ‐ ματα, ἑπόμενά τε καὶ ἀκολουθοῦντα ἀλλήλοις ληψόμε‐ θα· οἷον νύκτωρ τις μεταιτῶν λῃστείας φεύγει. φαίη | |
5 | γὰρ ἂν τούτου ἕνεκα νύκτωρ, ὅτι αἰσχύνεται μεθ’ ἡμέ‐ ραν φαίνεσθαι μεταιτῶν, καὶ ὅτι οὐδὲ τοῖς ἐντυγχάνου‐ σιν ἐν ἡμέραις βούλεται δυσέντευκτος φαίνεσθαι, καὶ ὅλως εἰ λέγοι πλείονα οὐκ ἐναντία ἀλλήλοις, ἀλλ’ ἀκό‐ λουθα, ἐρεῖ τοσαῦτα μὲν περὶ τοῦ ἓν ἢ πλείονα εὑρί‐ | |
10 | σκεσθαι χρώματα· ἄξιον δὲ ἐπιστάσεως ἐκεῖνο, πῶς μο‐ νομερὲς κατέλιπεν ὁ τεχνικὸς τὸ κεφάλαιον· τὰ γὰρ ἐκ τοῦ φεύγοντος ἡμῖν ἐτεχνολόγησε μόνα, οὐκέτι δὲ καὶ ἐκ τοῦ κατηγόρου δέδωκεν, ὅπως ἂν λύσαιμεν τὴν μετάθε‐ σιν τῆς αἰτίας, ὅταν διώκωμεν· δεῖ δὲ καὶ τοῦτο ἐξ ἀ‐ | |
15 | νάγκης προσεῖναι τῷ κεφαλαίῳ· τὸ γὰρ μονομερὲς οὐ ῥητορικόν· τί οὖν ἂν εἴποιμεν, ὡς τῶν κεφαλαίων τὰ μὲν ἐξ ἑτέρων κεφαλαίων λύεται, τὰ δὲ ἐκ λογισμῶν τι‐ νων· ὅσα μὲν οὖν ἐξ ἑτέρων κεφαλαίων λύεται, τούτων παρατίθεται καὶ τὰ ἐναντία, τουτέστι τὴν ἐκ τοῦ ἑκατέ‐ | |
20 | ρου μέρους ἀνασκευὴν, οὐ γὰρ ἂν παραλείποι κεφάλαιον | |
ὁ τεχνικὸς, ὅσα δὲ ἐκ λογισμῶν τινων λύεται, ταῦτα | 312 | |
7.313 | ὑμῖν καταλείπειν εἴωθεν ἔξωθεν· ἡ γὰρ νῦν πραγματεία περὶ τῆς τῶν κεφαλαίων διαιρέσεως μόνης αὐτῷ καθέ‐ στηκεν, οἷον ἐπὶ παραδείγματος εἴη σαφέστερον τὸ λεγό‐ μενον, ἡ βούλησις ἑτέρῳ κωλύεται τῇ δυνάμει· ἔνθα | |
5 | παρέθετο καὶ τὴν δύναμιν, λυτικὴν οὖσαν τῆς βουλή‐ σεως· αὐτὴ δὲ πάλιν ἡ δύναμις οὐχ ἑτέρῳ κεφαλαίῳ, ἀλλά τισι λύεται λογισμοῖς· τούτων οὐκέτι μνήμην ἐποι‐ ήσατο εἰς τὸ κεφάλαιον· οὐ γὰρ ἔμελλεν ἐρεῖν ἄλλα τι‐ νὰ ἐπιχειρήματα ἔξωθεν· ὁ μὲν οὖν ὑγιὴς λόγος οὗτος | |
10 | ἔφασαν δέ τινες, ὡς λυτικὰ εἴη τῆς μεταθέσεως τῆς αἰ‐ τίας τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· τούτων δὲ ἤδη προεξη‐ τασμένων, πῶς ἂν ἑτέρων ἐδεῖτο πρὸς λύσιν· εἰ γὰρ τῶν ἀεὶ ἐπιφερομένων, φασὶ, λύσεις διδόναι μέλλομεν, εἰς ἀπέραντον ἐκβήσεται ὁ λόγος· ἀλλὰ τοῦτό γε ἠλίθιον· | |
15 | λύεται τοίνυν ἡ μετάθεσις τῆς αἰτίας ἀπαιτήσει τοῦ ἀκο‐ λούθου καὶ ἀναιρέσει, καὶ ἔστιν αὕτη τις μεγίστη ὡς ἀληθῶς καὶ θαύματος ἀξία λύσις· πρῶτον μὲν οὖν τὴν ἀπαίτησιν τοῦ ἀκολούθου ποιούμεθα κατὰ θέσιν, εἶτα οὐ μέχρι τοῦδε ἱστάμεθα, ἀλλὰ κατὰ ἀναίρεσιν τοῦ ἀκο‐ | |
20 | λούθου τὸν λόγον ἐκφέρομεν, ὡς ἐὰν τὸ λεγόμενον ἐναρ‐ γέστερον τῷ ἀκούοντι γίνοιτο· καὶ ἔστω τὸ τοιοῦτον ἐν παραδείγμασι· νέος πλούσιος τρέφων τοὺς ἀποκηρύκτους κρίνεται τυραννίδος ἐπιθέσεως· τὸ μὲν γὰρ χρῶμα, ὡς τοῦτο ἔδρων ὑπὲρ τῆς πόλεως, ἵνα μή τινες ἐν ταύτῃ | |
25 | τῶν ἀναγκαίων τροφῶν ἀποστερούμενοι εἰς τὸ ἐπιβου‐ λεύειν ἔλθοιεν· ἡ δὲ τούτου λύσις πρῶτον μὲν κατὰ τὴν ἀπαίτησιν τοῦ ἀκολούθου· καὶ μὴν εἰ τῆς πρὸς τὴν πό‐ λιν φιλοτιμίας ἕνεκα τοῦτο ἔπραττον, ἐχρῆν καὶ ἐν ἄλ‐ λοις ποτὲ τὸ τοιοῦτο ἐνδεδεῖχθαι, καὶ χρημάτων μὲν | |
30 | σπανιζούσῃ τῇ πόλει ἀργύριον ἐπιδοῦναι· σίτου δὲ ἀπο‐ | 313 |
7.314 | ρουμένῃ τὸ ἐντεῦθεν ἐπικουφίσαι δυσχερὲς, καὶ ὅσα ἂν ἕτερα διδῷ ἡμῖν τὸ ὑποκείμενον πρόσωπον· ἔπειτα κατὰ τὴν ἀναίρεσιν· περιφανέστερον γὰρ οὕτως τὸν ἔλεγ‐ χον ποιησόμεθα· ἀλλὰ μὴν οὐδέποτε σίτου δεομένῃ πολ‐ | |
5 | λάκις ἐπέδωκας, οὐδέποτε χρημάτων εὐπορίαν εἰσήνεγκας· οὐκ ἄρα οὐδὲ τοῦτο τῆς περὶ τὴν πόλιν ὠφελείας ἕνεκα ἔπραττες· οὕτω καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας· τοῦ γὰρ Αἰσχίνου φάσκοντος μηδὲν ἑαυτὸν ἡμαρτηκέ‐ ναι, ἀλλ’ ἅπερ Φιλίππου φάσκοντος ἀκήκοε ταῦτα ἀπ‐ | |
10 | ηγγελκέναι, ὥστε εἴ τι περὶ τὴν πόλιν μηχάνημα γέγο‐ νε, τοῦτο Φιλίππου εἶναι οὐκ αὐτοῦ, ἐξέβαλεν ὁ ῥήτωρ τοῦτο ἐκ τῆς τοῦ ἀκολούθου ἀπαιτήσεως καὶ ἔτι τῆς ἀναιρέσεως· „εἰ γὰρ,“ φησὶ, „μὴ δῶρα λαβὼν καὶ συνειδὼς ταῦτα ἔλεγες, ἀλλ’ ἐξηπάτησο, κατηγόρεις | |
15 | ἂν τῆς Φιλίππου βδελυρίας, καὶ ὡς ἐχθρὸν ᾐτιῷ παρ‐ ελθών· ἀλλὰ μὴν οὐ κατηγόρησας, οὐ φαῦλόν τι διε‐ λέχθης περὶ αὐτοῦ πώποτε, οὐκ ἄρα ἐξαπατηθεὶς ταῦ‐ τα ἀπήγγειλας.“ ξβʹ. Τὸ χρῶμα ὠνόμασται μὲν οὕτως ἀπὸ μεταφο‐ | |
20 | ρᾶς τῶν ἐν τοῖς σώμασιν. ὥσπερ ἐκεῖνα δι’ ὅλων διήκει τῶν ὑποκειμένων, διὰ μὲν τῆς χιόνος ἡ λευκότης, διὰ δὲ τοῦ κόρακος ἡ μελανία, οὕτως καὶ τοῦτο τὴν πᾶ‐ σαν τοῦ φεύγοντος χρώννυσιν ἀπολογίαν· καὶ ἀτέχνως ὥσπερ αἱ κομμώτριαι τὰ δύσμορφα πρόσωπα κόσμοις | |
25 | ἐπιθέτοις καλύπτουσιν, οὕτως ὁ φεύγων τὸ δυσειδὲς τῶν | |
ὑπὸ τῆς κακίας τετολμημένων ἐπιπλάστῳ καλύπτει χρώ‐ | 314 | |
7.315 | ματι, καθαρόν τε καὶ ἀκηλίδωτον τὸ ἀκάθαρτον καὶ μεμολυσμένον ἐπιδεικνύναι σπουδάζων. καλεῖται δὲ καὶ μετάθεσις αἰτίας, διότι τὸ ἐπιφερόμενον ἔγκλημα ἐπί τι ἀνεύθυνον ἢ ἐπαίνου ἄξιον μετάγειν πειρᾶται ὁ φεύ‐ | |
5 | γων διὰ τοῦ κεφαλαίου τούτου. ξγʹ. Φανεροῖ διὰ τοῦ παραδείγματος τὸ λεγόμενον· ἐνταῦθα γὰρ εἰ καὶ πολλὰ τὰ χρώματα, οὐ μὴν ἐναντία. ἰστέον δὲ, ὅτι ὁ μὲν Ἑρμογένης μετὰ τὴν ἀντίληψιν τάττει τὸ κεφάλαιον τοῦτο, τὴν μετάθεσιν λέγω τῆς | |
10 | αἰτίας· ὁ μέντοι Μινουκιανὸς ἀναιδὲς εἶναι δοκεῖ λέγειν, ὅτι ἐξῆν μοι ποιεῖν, ἐφ’ οἷς ὡς ἀδικήσας εὐθύνεται· τυραννικὸν γὰρ ἄντικρυς φαίνεται τὸ λέγειν, ὅτι ἐξῆν μοι καὶ τὰ τοιαῦτα· ἀμφότεροι μέντοι καλῶς ὑπὲρ τού‐ του ἀπεφήναντο, καὶ δεῖ τοῖς ἑκατέρων βουλήμασι χρῆ‐ | |
15 | σθαι· εἰ μὲν τὸν κατήγορον μελετῶμεν, τὴν ἀντίληψιν αὐτίκα προσοίσομεν, δεικνύντες αὐτὸν ἐφ’ οἷς ἥμαρτε μεγαλόφρονα καὶ τυραννικῶς ἀπολογεῖσθαι πειρώμενον· εἰ δὲ τὸν φεύγοντα, προτέραν προβαλούμεθα τὴν μετά‐ θεσιν. | |
20 | ξδʹ. Ἑκατέρῳ μὲν τῶν ἀγωνιζομένων ἡ τέχνη συμ‐ μαχεῖ, πῆ μὲν τῷ κατηγόρῳ, πῆ δὲ τῷ φεύγοντι τὰ κε‐ φάλαια διελομένη· μάλιστα δὲ τοῦ φεύγοντος πολλὴν τί‐ θεται πρόνοιαν. ἐπειδὴ γὰρ ἰσχυρὸς πέφυκεν ὁ κατήγο‐ ρος ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐλέγχων, τὸν φεύγον‐ | |
25 | τα διὰ τοῦτο παρέσχεν ἡ τέχνη, βοηθοῦσα αὐτῷ ἑξῆς τρία κεφάλαια, τὴν ἀντίληψιν, τὴν μετάθεσιν, τὴν πι‐ θανὴν ἀπολογίαν· ταῦτα γὰρ πάντα πρὸς τὰ ἀπ’ ἀρχῆς ἀχρὶ τέλους ὁρμᾶται, τρόπον τινὰ πρὸς αὐτὰ ἀγω‐ νιζόμενα· πιθανὴ δὲ ἀπολογία τοῦτο λέγεται μόνον, | |
30 | καί τοι καὶ τῶν ἄλλων κεφαλαίων πιθανῶν ὄντων, διότι | 315 |
7.316 | τοσαύτης μετέχει πειθοῦς, ὥστε τοῖς αὐτοῖς κεχρῆσθαι τεκμηρίοις τὸν φεύγοντα τοῦ μὴ πεποιηκέναι ὅπερ ἐγκα‐ λεῖται ἢ μέλλει ποιήσειν, οἷσπερ ὁ κατήγορος κέχρηται τοὐναντίον ἀποδεικνύων. | |
5 | ξεʹ. Τὸ ἀναστρέφουσα τινὲς ἀντὶ τοῦ λύουσα λαμ‐ βάνουσι. τοῦτο δὲ εὔηθες· καὶ γὰρ ἡ μετάθεσις τῆς αἰ‐ τίας καὶ ἡ ἀντίληψις λυτικά εἰσι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους. κρεῖττον δὲ αὐτὸ χωρὶς τῆς προθέσεως προφέ‐ ρειν· ἀναστρέφουσά ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. πε‐ | |
10 | ριττὴ γὰρ ἡ πρὸς πρόθεσις· ἀναστρέφει δὲ οὕτως· τῶν γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τοῦ σημείου λαμβανομέ‐ νων, οἷον ἐφόνευσας, παρίστασο γὰρ, αὕτη ἀναστρέφει ταῦτα καί φησιν· ὅτι εἰ ἐφόνευσα, οὐκ ἂν παριστάμην, ἢ ἡ ἀνὰ πρόθεσις περιττεύει· οὕτω γὰρ κέκληται παρὰ | |
15 | τὸ στρέφειν τὸ σημεῖον εἰς τὸ ἐναντίον· ἃ γὰρ ὁ κατή‐ γορος ποιεῖται σημεῖα τοῦ ἐγκλήματος, δι’ ὧν ὑπεύθυ‐ νον τὸν φεύγοντα τῷ ἐγκλήματι καθίστησι, ταῦτα ἐν τῇ πιθανῇ ἀπολογίᾳ ὁ φεύγων ἀντιστρέφει, τοῦ μὴ πεποιη‐ κέναι τὸ ἐγκαλούμενον σημεῖον τιθέμενος. | |
20 | ξϛʹ. Τοῦ γὰρ κατηγόρου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάζοντος, ὅτι ὅπου ἐδάκρυες τυραννεῖν ἤθελες, καὶ σημεῖα ποιουμένου τυραννίδος τὰ δάκρυα, ὁ φεύγων σημεῖα ποιεῖται τοῦ μὴ ἐθέλειν τυραννεῖν· ἐρεῖ γὰρ, καὶ μὴν εἰ ἤθελον τυραννεῖν, οὐκ ἂν ἐδάκρυον, ἵνα ὕποπτος | |
25 | γένωμαι· ζητητέον δὲ, τί διαφέρει τῆς μεταθέσεως; | 316 |
7.317 | καὶ τοῦτο γὰρ κἀκεῖνο πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους φέρεται· λέγομεν οὖν, ὅτι ἡ μὲν μετάθεσις τὸ παρὰ κατηγόρου ἐπιφερόμενον μετατίθησιν ἐπὶ τὸ ἀνεύθυνον, ἡ δὲ πιθανὴ ἀπολογία τὸ ἐναντίον τοῖς ἀπ’ ἀρχῆς ἄχρι | |
5 | τέλους κατασκευάζει· ὁρμᾶται μὲν γὰρ καὶ αὕτη πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, οὐ τὸν αὐτὸν δὲ τρόπον λαμ‐ βάνεται, ἀλλ’ ἀναστρέφει ἀπὸ τοῦ ἐγκλήματος εἰς αὐτά. οἷον ὡς ἐπὶ τοῦ κρινομένου φόνου, ἐρεῖ γὰρ, ὅτι καὶ μὴν αὐτὸν εἴπερ ἀνεῖλον, οὐκ ἂν παριστάμην. καὶ ἔστι τοῦ‐ | |
10 | το ἰσχυρότατον ἄγαν τῷ φεύγοντι· τὰ μὲν γὰρ ἄλλα ἔξωθεν ἦν τοῦ προβλήματος, οἷον τὸ παραγραφικὸν, ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἡ μετάθεσις τῆς αἰτίας, ἡ ἀν‐ τίληψις· τοῦτο δὲ ἐκ τῆς τοῦ κατηγόρου φωνῆς τὸ βέ‐ βαιον ἐπιδέχεται, ἀλλ’ οὐκ ἔξωθεν· λέγει γὰρ ὅτι εἰ | |
15 | τοῦτο πρὸς κατασκευὴν λαμβάνεις τοῦ φόνου, τὸ παρε‐ στάναι, αὐτὸ τοῦτο τῆς ὑποψίας ἐλευθεροῖ· εἰ γὰρ ἀνεῖ‐ λον, οὐκ ἂν παριστάμην, καὶ ἔοικεν ὁδῷ τινι βαδίζειν ταῖς ἀπολογίαις. Τὸ μὲν γὰρ πρῶτον ἀντιλήψει χρήσε‐ ται, ὅπερ δοκεῖ προπετέστερον εἶναι καὶ μηδὲν ἔχειν | |
20 | πρὸς ἀπολογίαν λαμπρόν. δεύτερον προβαλεῖται τὴν δι‐ καιολογίαν ἰσχυρὰν ἤδη δοκοῦσαν εἶναι· τρίτον, ὃ πάν‐ των ἐστὶν ἰσχυρότατον, καὶ πιθανὴν ἀπολογίαν ἐποί‐ σει· διὸ καὶ τῷ κατηγόρῳ πολλὴν παρέχει τὴν ἀπο‐ ρίαν, καὶ σχεδὸν ἄλυτος εἶναι δοκεῖ, καὶ ὁ λύειν ταύτην | |
25 | βουλόμενος ἐπὶ τὸ θεῖον ἀνατρέχει λέγων, ὅτι ἐχρῆν σε δοῦναι τὴν τιμωρίαν, καὶ διὰ τοῦτο παρίστασο. ξζʹ. Καὶ ἐπὶ τοῦ ἐν συμποσίῳ τυραννήσειν ὀμόσαν‐ τος καὶ κρινομένου· συνιστὰς γὰρ, ὅτι οὐχ ὡς διανοού‐ μενος τυραννεῖν, ἀλλ’ ὡς παιδιᾷ χρώμενος, ἰσχυριεῖται, | |
30 | ὅτι εἴπερ ἠβουλόμην ἀληθῶς τυραννεῖν, οὐκ ἂν πρὸς | |
τοὺς συμπότας τοῦτο ἐξέφηνα. | 317 | |
7.318 | ξηʹ. Ἐζήτησεν ὁ τεχνικὸς, εἰ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον, καὶ εἶδεν ὡς οὐκ ἀεὶ δυνατὸν ἐμπεσεῖν τὴν πιθανὴν ἀπολογίαν, ὅ ἐστιν τὴν ἀντιστροφὴν τὴν εἰς τὸ ἐναντίον, καί φησιν, ὅτι τότε ἐκλείπει, | |
5 | ὅταν τὸ σημεῖον ἀκόλουθον ᾖ τῷ ἐγκλήματι, καὶ ἀναγ‐ καῖον καὶ σύμφωνον. ἐκεῖ γὰρ ἐμπίπτει, ὅτε ἀκόλουθόν ἐστι πρὸς τὸ ἔγκλημα τὸ σημεῖον. καὶ ἐπὶ τοῦ δακρύ‐ σαντος πρὸς τὴν ἀκρόπολιν, ἐρεῖ γὰρ, ὅτι καὶ μὴν εἰ ἐβουλόμην τυραννεῖν, οὐκ ἂν ἐδάκρυσα· οὐκ ἐμπίπτει δὲ, | |
10 | ὅτε ὡσανεὶ μέρος ἐστὶ τοῦ ἐγκλήματος καὶ δοκεῖ πως ὑπεύθυνον εἶναι καὶ ἀκολουθίαν σώζει πρὸς τὸ ἔγκλημα, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος· οὐ δύναται γὰρ εἰ‐ πεῖν. καὶ μὴν εἴπερ ἐβουλόμην τυραννεῖν, οὐκ ἂν εἶχον χιλίας πανοπλίας· μάλιστα γὰρ πρέπει τοῖς τυραννεῖν | |
15 | βουλομένοις ὅπλων κτῆσις. ξθʹ. Τὴν πιθανὴν ἀπολογίαν ἄγουσιν εὐθὺς ἐκ τῆς ὀνομασίας εἰς ζήτησιν. ἢ γὰρ τὰ ἄλλα τῶν κεφαλαίων, ὅσα πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κομίζεται, ἀνάγκη, φησὶ, καθεστάναι ἀπίθανα, ἢ τόδε τὸ κεφάλαιον οὐκ | |
20 | ἔδει μόνον ἐκ πάντων ταύτης τῆς ὀνομασίας τυχεῖν· φα‐ μὲν δὲ, ὡς ἡ ἀντίληψις τὴν ἐξουσίαν προτείνεται· ἡ μετάθεσις τὸ συναγόμενον ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔγκλημα εἰς χρηστότερόν τι μεθίστησι ψιλῶς ἀποφαινο‐ μένη. ἡ δὲ πιθανὴ ἀπολογία οὐ μετατίθησιν εἰς ἕτε‐ | |
25 | ρον, ἀλλ’ ἀναστρέφεται ὅλως πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ ἀφ’ ὧν κατασκευάζει τὸ ἔγκλημα ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ διώκων, ἀπ’ αὐτῶν τούτων τὸ μὴ οὕτως ἔχειν δείκνυσιν διὰ τῆς πιθανῆς ἀπολογίας ὁ φεύγων· μέγιστος δὲ οὗτος ἔλεγχος δήπουθεν, ὅταν ἐξ | |
30 | αὐτῶν τῶν παρ’ αὐτοῦ τοῦ ἐναντίου λόγων τὰ οἰκεῖά | 318 |
7.319 | τις ἔχοι κατασκευάζειν, ὅταν διὰ τῆς πιθανῆς ἀπολο‐ γίας τῷ φεύγοντι περιγίνηται, πῶς οὖν οὐκ εἰκότως τὸ κεφάλαιον τοῦτο διαφερόντως τῶν ἄλλων τῆσδε τῆς ὀνο‐ μασίας τετεύξεται; ἴδωμεν δὲ ἐπὶ παραδείγματος, ὅπερ | |
5 | φαμέν· νέος πλούσιος ἐν συμποσίῳ ὤμοσε τυραννήσειν καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ὁ μὲν γὰρ κατηγο‐ ρῶν χρήσεται πρὸς πίστιν τοῦ ἐγκλήματος τῷ ὀμω‐ μοκέναι τὸν νέον, ὁ δὲ φεύγων αὐτῷ τούτῳ τὸ ἔγκλημα διαφεύξεται, τῷ φάσκειν μὴ ἂν προειπεῖν αὐτὸν μη‐ | |
10 | δὲ ἅπασι καταστῆσαι τοῦτο περιφανὲς, εἴπερ τυραν‐ νήσειν ἐβούλετο. ζητήσοι δ’ ἄν τις τούτων τῇδε ἐχόν‐ των, πᾶς εἰ τῶν ἄλλων κεφαλαίων τοῦτο καθέστηκε πι‐ θανώτατον, οὐκ ὀνομάζεται καὶ χρῶμα, καὶ πανταχοῦ τοῦ λόγου παραληφθήσεται, ἀλλὰ ταῦτα μὲν τῇ | |
15 | μεταθέσει τῆς αἰτίας παρέχομεν; πρὸς ὃ ῥητέον ὡς χρῶ‐ μα μὲν οὐ καλεῖται, ἐπεὶ οὐ διὰ παντὸς τοῦ λόγου πα‐ ραλαμβάνεται, διόπερ ἐλέγομεν χρῶμα τὴν μετάθεσιν τῆς αἰτίας εἰρῆσθαι· οὐ παραλαμβάνεται δὲ ἐν παντὶ λό‐ γῳ, ἐπειδὴ ἀναίρεσίς ἐστι καὶ οὐ θέσις· καὶ σαφὲς ὃ | |
20 | λέγω γινέσθω· χρῆται τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους θετι‐ κῶς ὁ κατήγορος, τίθεται γὰρ τὸ ἔγκλημα καὶ οὐκ ἀναιρεῖ τι, ἀλλὰ κατασκευάζει τὴν κατηγορίαν τούτῳ τῷ κεφαλαίῳ· τῶν τοίνυν ἀπ’ ἀρχῆς ἄχρι τέλους πανταχοῦ τῶν λόγων παραλαμβανομένων κατὰ θέσιν καὶ οὐκ ἀν‐ | |
25 | αίρεσιν, ἀνάγκη τὸν φεύγοντα ἀντιτάξαι παραπλήσιον τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους κεφαλαίοις, ὅπερ ἐστὶν ἡ μετάθεσις τῆς αἰτίας· ὁ γὰρ κατήγορος ἔγκλημα ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἄγει· τοῦθ’ ὁ διώκων εἰς ἑτέραν | |
αἰτίαν μεθίστησιν ἐν τῇ μεταθέσει τῆς αἰτίας, καὶ ὅλως | 319 | |
7.320 | μετάθεσις καλούμενον τὸ κεφάλαιον ἐνδείκνυται τὴν φύ‐ σιν ἐκ τοῦ ὀνόματος· δηλοῖ γὰρ, ὅτι θέσεως ἑτέρας ἐφ’ ἕτερόν τί ἐστι μετάθεσις· τῶν οὖν ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους κατὰ θέσιν πανταχοῦ παραλαμβανομένων οὐκ ἄλ‐ | |
5 | λα τινὰ τῷ διώκοντι ἀντιθεῖναι κεφάλαια ἔδει, ἢ τὴν μετάθεσιν τῆς αἰτίας θετικῶς καὶ αὐτὴν τὸ ἐξ ἐκείνων ἀποδεικνύμενον ἔγκλημα ἐφ’ ἕτερόν τι χρηστότερον μετα‐ φέρουσαν· ἡ γὰρ πιθανὴ ἀπολογία οὐ κατὰ θέσιν, κα‐ τὰ δὲ ἀναίρεσιν γίνεται· ἀποστρέφεται γὰρ πρὸς τὰ | |
10 | ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ εἰς τοὐναντίον περιτρέπει αὐτά· δεῖ δὲ τὰ καθηγούμενα συνεχῶς μᾶλλον ἢ τὰ ἀν‐ τιθετικά τε καὶ λυτικὰ τῶν ἐναντίων παραλαμβάνειν· τὰ μὲν γὰρ ὠφελεῖ, τὰ δὲ τὸ μὴ βλαβῆναι μόνον παρέχε‐ ται· περὶ μὲν οὖν τοῦ μὴ καλεῖσθαι χρῶμα τὴν πιθα‐ | |
15 | νὴν ἀπολογίαν ἀρκούντως εἴρηται· κατώρθωται δὲ τῷ αὐτῷ λόγῳ καὶ ἡ τάξις αὐτῶν, ὡς ἔδει τὴν μετάθεσιν τῆς αἰτίας, χρῶμά γε οὖσαν, ἡγεῖσθαι, καὶ ὅλως ὀφείλουσαν τῆς ἀναιρέσεως θέσιν οὖσαν προτάττεσθαι. Δεδειγμένων οὖν τοῦ τε ὀνόματος καὶ τῆς τάξεως τοῦ | |
20 | κεφαλαίου, ὅπερ κἀπὶ τῶν ἄλλων ἐποιησάμεθα, ἰτέον ἐπὶ τὴν ἐργασίαν αὐτοῦ. κατασκευάσει τοίνυν ὁ φεύγων διὰ τῶνδε τῶν ἐπιχειρημάτων τὸ κεφάλαιον. πρῶτον ἐκ τοῦ μηδὲν ὠφελεῖσθαι μηδὲ πλέον τι ἔχειν ἐντεῦθεν· οἷον ὁ εἰς τὴν ἀκρόπολιν ἀπιδὼν καὶ δακρύσας λέγοι ἂν, | |
25 | ὡς οὐδὲν ἔμελλον ἐκ τοῦ δακρύειν πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος ὠφεληθήσεσθαι· ἔπειτα ἐκ τοῦ βλάπτεσθαι, ὡς ἐπὶ τοῦ αὐτοῦ παραδείγματος, ὅτι οὐ μόνον οὐ περι‐ εγένετό μοί τις ἀπὸ τοῦ δακρύειν ὄνησις, ἀλλ’ ἔτι καὶ | |
μέγιστον ἐντεῦθεν βλάβος ἐλάμβανον, καθιστὰς φανε‐ | 320 | |
7.321 | ρὰν τὴν ἐμαυτοῦ γνώμην, ὅπερ νῦν πέπονθα, τυραννῆ‐ σαι ὑποπτευθείς· τρίτον ἐξ ἀντεισαγωγῆς ἑτέρας ἀνευ‐ θύνου, ὃ καὶ μάλιστα γίνεται ἐναργέστερον. οἷον ὅτι τό‐ δε ἂν μᾶλλον ἔπραττον, εἴπερ ἐπὶ τοῦτο ἐλθεῖν ἐγλιχό‐ | |
5 | μην, δι’ οὗ συνέβαινεν ἄμφω, τό τε κατορθοῦν καὶ τὸ κινῆσαι μηδ’ ἡντινοῦν ὑπόνοιαν· γενέσθω δὲ τοῦτο σα‐ φέστερον ἐπὶ παραδείγματι· κάθοδον ὁ Δημοσθένης ἐψηφίσατο· φεύγοντι πένητι ἀντεῖπεν ὁ πλούσιος, καὶ ἡττήθη, κατιὼν ὁ πένης ἀνῃρέθη καὶ κρίνεται ὁ πλού‐ | |
10 | σιος φόνου· εἶτα ἐκ τῆς τοῦ ἀνευθύνου ἀντεισαγωγῆς, ᾗ καὶ μάλιστα διαφανέστερον χρήσεται, ὡς εἴπερ ἐβου‐ λόμην ἀποκτιννύναι τὸν πένητα, αὐτὸς μὲν ἂν τὴν ἡσυ‐ χίαν ἦγον, ἕτερον δὲ τῶν μετριωτέρων ἐπὶ τὴν ἀναίρεσιν παρεκάλουν καὶ συνέβαινεν οὕτω μοι τοῦ τε ἐχθροῦ κε‐ | |
15 | κρατηκέναι καὶ πάντα ἐκπεφευγέναι κίνδυνον. Περὶ μὲν οὖν τῆς ἐργασίας καὶ τῶν ἐπιχειρημάτων τοσαῦτα ἔχο‐ μεν λέγειν· ζητεῖ δὲ ὁ τεχνικὸς τὴν κοινὴν ἐπὶ παντὸς κεφαλαίου ζήτησιν εἰπὼν, εἰ ἀεὶ ἐμπιπτόντων ἐστὶ, καὶ πότε ἐμπίπτει· περιφανέστατα δὲ αὐτὸς ἑκάτερον ἐδί‐ | |
20 | δαξε· πρῶτον μὲν ὡς οὐκ ἀεὶ ἐμπίπτει εἰπὼν, ἔπειτα καὶ τὴν περὶ τοῦ πότε διδασκαλίαν προσθείς· ἐμπίπτει μὲν γὰρ, φησὶν, ὅταν μὴ ἑπόμενα μηδὲ συμφωνοῦντα ᾖ τὰ σημεῖα τῷ ἐγκλήματι, οἷον ἀπιδών τις εἰς τὴν ἀκρόπολιν ἐδάκρυσε, καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· οὐ γὰρ | |
25 | ἕπεται οὐδὲ ἁρμόζει τῇ τυραννίδι τὰ δάκρυα· τοὐναν‐ τίον γε μὴν ἐλεεινοῦ τὸ δακρύειν καὶ ταπεινοῦ τὸ φρό‐ νημα, οὐχὶ τυράννου ἢ μέλλοντος τυραννεῖν· οὐκ ἐμπί‐ πτει δὲ, ὅταν ἐκ τοῦ ἐναντίου συμφωνοῦν τε καὶ ἑπόμε‐ νον ᾖ τῷ ἐγκλήματι τὸ σημεῖον, ὡς ἐπὶ τοῦ ἀπεκτονότος | |
30 | καὶ τὸ ξίφος κρατοῦντος· ἑπόμενον γὰρ τὸ ξίφος τῷ φό‐ νῳ, καὶ εἴ τῳ τυραννίδος κρινομένῳ σημεῖον γίνεται τοῦ ἐγκλήματος ὅπλων παρασκευὴ, ὡς ἐπ’ ἐκείνου τοῦ πα‐ | |
ραδείγματος· σκηπτοῦ κατενεχθέντος ἐπὶ τὴν Περικλέους | 321 | |
7.322 | οἰκίαν εὕρηνται χίλιαι πανοπλίαι, καὶ κρίνεται τυραννί‐ δος ἐπιθέσεως, προσφυὲς γὰρ τῇ τυραννίδι ἡ παρασκευὴ τῶν ὅπλων· ἐνταῦθα οὖν ἐλλείπει ἡ πιθανὴ ἀπολογία. οὐ γὰρ οἷόν τε λέγειν, ὡς εἴπερ ἐβουλόμην τυραννεῖν, | |
5 | οὐκ ἂν ὅπλα παρεσκευαζόμην, τοῦτο γὰρ ἠλίθιον· δεῖν, γὰρ ὅπλων τῇ τυραννίδι· ἐπεὶ δὲ τὸ μάλιστα πιθανὸν ἐν τούτῳ τῷ κεφαλαίῳ ἔχομεν, εἰ καὶ πιθανὴν αὐτὸ καλοῦμεν ἀπολογίαν, δοκοῦμεν ἀπίθανον ἔχειν τὸν λό‐ γον τούτου ἐλλείποντος· δεῖ δὲ πανταχοῦ τῷ ῥήτορι τοῦ | |
10 | πιθανοῦ· διὰ τοῦτο μέθοδόν τινα διαλεκτικὴν ὁ τεχνι‐ κὸς ἡμῖν δίδωσι, δι’ ἧς δυνάμεθα ἐν τοῖς τοιούτοις ἀνα‐ πληροῦν τὸ τῆς ἀπολογίας, ὥστε μὴ ἐλλείπειν τρόπον τι‐ νὰ τὸ κεφάλαιον. Ὀνομάζει δὲ τουτονὶ τὸν δια‐ λεκτικὸν τρόπον Ἀριστοτέλης παρὰ τὸ ἑπόμενον, ὅταν | |
15 | τῇ προτάσει καὶ τῇ κατασκευῇ οὐχ ἑπομένην δῶμεν τὴν ἀναστροφὴν, ἀλλὰ σεσοφισμένην, οἷον ὁ ἀλεκτρυὼν δί‐ πους, ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος δίπους, ὁ ἄνθρωπος ἄρα ἀλεκτρυών. τὸ μὲν γὰρ εἶναι δίπουν τὸν ἄνθρωπον καὶ τὸν ἀλεκτρυόνα ἀληθὲς, τὸ δὲ τὸν ἄνθρωπον εἶναι | |
20 | ἀλεκτρυόνα σεσόφισται· οὐ γὰρ, εἴ τι δίπουν, τοῦτο ἀλε‐ κτρυών· καὶ πάλιν ὁ ἵππος ζῶον, καὶ ὁ ἄνθρωπος ζῶον, ὁ ἄνθρωπος ἄρα ἵππος ἐστίν· ἦν δὲ ὁ συλλογισμὸς ἐκεῖ‐ νος ἀληθὴς, ὁ ἵππος ἄρα καὶ ὁ ἄνθρωπος ζῶά εἰσιν· ἔῤῥωτο γάρ· ἡ δὲ ἀναστροφὴ σεσόφισται· οὕτω καὶ Δη‐ | |
25 | μοσθένης ἐν τῷ περὶ στεφάνου παραλογίζεται τὸν Αἰ‐ σχίνην, φησὶ γὰρ οὕτως· „οὐκοῦν ὅτε τούτου μέλλον‐ τος λέγειν ἀπήλασεν αὐτὸν ἡ βουλὴ, καὶ προσέταξεν ἑτέ‐ ρῳ λέγειν, τότε καὶ προδότην εἶναι καὶ κακόνουν ἡμῖν ἀπεφήνατο.“ τοὺς μὲν γὰρ προδότας ἐκβάλλεσθαι ὁμο‐ | |
30 | λογεῖται, τὸ δὲ τοὺς ἐκβαλλομένους πάντως εἶναι προδό‐ | 322 |
7.323 | τας οὐκ ἀληθές· ὁ μὲν οὖν κατήγορος τούτῳ χρήσεται τῷ σοφίσματι, παραλογιζόμενος ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὁ δὲ φεύγων ἐπὶ τῆς πιθανῆς ἀπολογίας ἀνα‐ στρέψας τὸ σόφισμα ἐλέγχει τὸ ψεῦδος, ὥσπερ ἐπὶ τῶν | |
5 | προκειμένων παραδειγμάτων· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν εὑρέθησαν χίλιαι πανοπλίαι καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ὁ μὲν γὰρ διώκων ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους παραλογιεῖται, καθ’ ὃν ἔφαμεν διαλεκτικὸν τρόπον, τὸν παρὰ τὸ ἑπόμενον, ὅτι | |
10 | ὅπλων δεῖ τοῖς τυράννοις. ὅπλα εὑρέθησαν ἐν τῇ Περι‐ κλέους οἰκίᾳ, τυραννήσει ἄρα ὁ Περικλῆς· ὁ δὲ φεύγων ἀναστρέψει, σαφῆ ποιῶν τὸν παραλογισμὸν, ὅτι ὅπλα μὲν παρασκευάζονται οἱ τύραννοι, οὐκ εἴ τις δὲ ὅπλα παρασκευάζεται, οὗτος καὶ τυραννήσει· εἰκὸς γὰρ καὶ | |
15 | ἐπ’ ἄλλῳ τὸ ὅπλα παρασκευάζεσθαι, οἷον ἐπὶ τῷ τοῖς πολίταις ἐν χρείᾳ γενομένοις ἐπιδοῦναι, ἢ ὅτι φύσει φι‐ λότιμος περὶ τὴν τῶν ὅπλων κτῆσιν· ὁμοίως καὶ ἐπὶ τοῦ μειρακίου τοῦ καλλωπιζομένου καὶ κρινομένου πορνείας. ὁ γὰρ διώκων ὁρικῶς δεινώσει τὸν καλλωπισμὸν, φά‐ | |
20 | σκων τοὺς πορνεύοντας καλλωπίζεσθαι καὶ σχεδὸν αὐτὸν τὸν καλλωπισμὸν εἶναι πορνείαν. πάλιν δὲ ἀναστρέψει | |
τὸν παραλογισμὸν ὁ φεύγων, ὅτι ὁ μὲν πορνεύων καλ‐ | 323 | |
7.324 | λωπίζεται, οὐ πάντως δὲ ὁ καλλωπιζόμενος πορνεύει· εἰ‐ κὸς γὰρ καὶ δι’ αὐτὸ τὸ καλὸν καλλωπίζεσθαι· παρα‐ λήψεται δὲ τὴν ἀποστροφὴν οὐχ ἁπλῶς, ἀλλὰ τὰ λελε‐ γμένα ἐν τῇ μεταθέσει τῆς αἰτίας ἀναλαμβάνων, ὅτι | |
5 | καλὸν τὸ καλλωπίζεσθαι ἢ καλὸν τὸ ὅπλα κτᾶσθαι· τούς τε γὰρ πολεμίους ἀμύνεταί τις καὶ τοὺς φίλους ὠφελεῖ καὶ περισώζει τὴν πόλιν· εἰ γὰρ ἐπιστάντος πολέμου τηνικαῦτα ζητοίημεν ὅπλα, τάχα ἂν ἐξ ἐπιδρομῆς ἅπαν‐ τα λάβοιεν οἱ πολέμιοι πρὸς τὴν τῶν ὅπλων παρασκευὴν | |
10 | τετραμμένων ἡμῶν, καὶ ἕτερα πολλὰ ἐρεῖ καὶ σχεδὸν ὅσα ἐν τῇ μεταθέσει τῆς αἰτίας· χρήσεται δὲ καί τισι παραδείγμασι καὶ οἰκείοις καὶ ξένοις, ὅτι Μιλτιάδης τυ‐ χὸν ἢ Παυσανίας ὅπλα παρεσκευάσαντο, καὶ οὐκ ἐπ’ ὀλέθρῳ τῆς πόλεως τοῦτο ἐγένετο, ἀλλ’ ἐπιόντος τοῦ | |
15 | βαρβάρου ῥᾳδίως ἀντεπεξῆλθον· τοσαῦτα μὲν περὶ τοῦ ἐμπίπτειν καὶ ἐλλεῖπον ἀναπληροῦν τὸ κεφάλαιον· λεκτέον δὲ ἤδη καὶ τὴν ἐκβολὴν τῆς πιθανῆς ἀπολογίας. οὐ γὰρ δὴ μονομερὲς τῷ φεύγοντι γενήσεται τὸ κεφά‐ λαιον· ἐκβάλλει οὖν τὴν πιθανὴν ἀπολογίαν ὁ διώκων, | |
20 | ἢ κατὰ ἄγνοιαν φάσκων γεγενῆσθαι τὸ συμβὰν, ἢ κα‐ τὰ μέθην, ἢ κατά τινα δαιμονίαν τύχην· μᾶλλον δὲ ἐπὶ τῷ τρόπῳ τῷ κατ’ ἄγνοιαν, ὃς διαιρεῖται εἰς τὸ μήτε ὀρθῶς, ἀλλ’ ἐκ τοῦ παρατυχόντος λογίσασθαι, καὶ εἰς μέθην, καὶ εἴς τινα δαιμονίαν τύχην· ἔστω δὲ αὐ‐ | |
25 | τῶν παραδείγματα· νέος πλούσιος κωμάζων ἐπὶ τὸ δεσ‐ μωτήριον ἀνεβόησε, „θαρσεῖτε, ὦ δεσμῶται, αὖθις λυ‐ θήσεσθε,“ καὶ κρίνεται τυραννίδος ἐπιθέσεως. χρωμέ‐ νου γὰρ τῇ πιθανῇ ἀπολογίᾳ τοῦ φεύγοντος, ὅτι οὐκ ἂν, εἴπερ ἐβουλόμην τυραννεῖν, διεκελευόμην τοιαῦτα | |
30 | ταῖς δεσμώταις, ὥσπερ τις φανερὸν ἑαυτὸν ἐπὶ τῇ τυ‐ | |
ραννίδι καταστῆσαι βουλόμενος, ἐκβάλλει τοῦτο τοῖς προ‐ | 324 | |
7.325 | κειμένοις ὁ διώκων, ὡς μάλιστα μὲν οὐκ ᾤετό τινας ἐπα‐ κούσεσθαι αὐτοῦ νυκτὸς οὔσης· ὅπερ ἐστὶ κατ’ ἄγνοι‐ αν· ἔπειτα εἰκὸς καὶ ὑπὸ μέθης αὐτὸν ἐξαχθέντα ἐκφῆ‐ ναι τὸ βούλευμα, οἷον κωμάζοντα. τρίτον ὅτι κατά τι‐ | |
5 | να δαιμονίαν ἴσως τύχην ἀνέκραγεν, ἵνα φυλαξώμεθα ἐπιβουλὴν καὶ λαβόντες αὐτὸν ἀνέλωμεν· περιφανέστατα δὲ ὁ Δημοσθένης ἐχρήσατο τῷ κατ’ ἄγνοιαν τρόπῳ ἐν τῷ περὶ παραπρεσβείας· κρίνων γὰρ τὸν Αἰσχίνην, ὡς δῶρα λαβόντα ἐπὶ φθορᾷ τῆς πόλεως, δι’ ὧν ἐπὶ τῇ | |
10 | Φωκέων ἀπωλείᾳ καὶ τῇ πάντων καταστροφῇ καὶ τῷ προσδοκωμένῳ κινδύνῳ τῆς πόλεως αὐτὸς ἐθάῤῥει πρὸς Φίλιππον διὰ μέσου πορεύεσθαι τοῦ τῶν Θηβαίων στρατεύματος, ἣν παρέλαβεν ἐκεῖνος πιθανὴν ἀπολογίαν ἀναστρεφόμενος πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς εἴ‐ | |
15 | περ δῶρα εἰλήφειν καὶ ἐπεπράκειν Φιλίππῳ τὰ πράγμα‐ τα, οὐκ ἂν φανερῶς πρὸς αὐτὸν ᾠχόμην, ἵνα μὴ κα‐ ταστήσω περιφανῆ τὴν δωροδοκίαν ταύτην, ὁ ῥήτωρ προανεῖλεν εἰπών· „ἐπειδὴ ταῦτα ἦν καὶ τοιαύτη ταρα‐ χὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνι‐ | |
20 | καῦτα ὁ σοφὸς καὶ δεινὸς οὗτος καὶ ἄφωνος οὔτε βου‐ λῆς οὔτε δήμου χειροτονήσαντος αὐτὸν, ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀῤῥωστίαν, ἐφ’ ᾗ τότε ἐξωμόσατο λογισάμενος, οὔτε ὅτι ἄλλος πρεσβευτὴς εὕρηται ἀντὶ τούτου, οὔτε ὅτι τῶν τοιούτων ὁ νόμος θά‐ | |
25 | νατον τὴν ζημίαν εἶναι κελεύει, οὔτε ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκότων ὡς ἐπικεκήρυκται χρήματα αὐτῷ ἐν Θή‐ βαις, ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῶν Φωκέων ἐγκρατεῖς γεγόνασι, τὸ τηνικαῦτα εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον | |
30 | βαδίζειν. ἀλλ’ οὕτως ἔκφρων ἦν καὶ ὅλος πρὸς τῷ λήμ‐ | 325 |
7.326 | ματι καὶ τῷ δωροδοκήματι, ὥστε ἅπαντα ταῦτα ἀφε‐ λὼν καὶ παριδὼν ᾤχετο·“ ἀπὸ γὰρ τῆς ἀγνοίας ἀφεῖλεν αὐτοῦ τὴν πιθανὴν ἀπολογίαν, ὅτι ἀγνοῶν καὶ νενευκὼς ὅλως πρὸς τὴν δωροδοκίαν, καὶ ὥσπερ ἐκστὰς τῶν φρε‐ | |
5 | νῶν οὐκ ἐλογίσατο τὰ δέοντα, οὐδὲ ὅ τι δεῖ πράττειν· χρήσαιτο δ’ ἄν τις καὶ τῷ κατὰ τύχην ὡς ἀπεδείξαμεν, ὅτι θεῶν προνοίᾳ ταῦτ’ ἐπράττετο, καὶ τῷ κατὰ μέ‐ θην ἐνταῦθα μὲν οὔ, ἐν ἑτέροις δὲ, ἐν οἷς ἂν ἡ ὑπο‐ κειμένη διδοίη τοιοῦτόν τι λέγειν ὑπόθεσις. | |
10 | οʹ. Ἐν τούτῳ γὰρ ὁ κατήγορος πολλὴν ἔχων τὴν ἰσχὺν τῶν σημείων οὐ μόνον εἶναι σημεῖα τοῦ πορνεύεσθαι λέγει, ἀλλὰ καὶ αὐτὸ καθ’ αὑτὸ ὁριεῖται πορνεύειν εἶ‐ ναι τὸ καλλωπίζεσθαι, νέον ὄντα καὶ τὰ γυναικῶν ἐπι‐ τηδεύοντα· ἀκριβῶς οὖν τὸ βιαίως προσέθηκεν, οὐ γὰρ | |
15 | ἀληθὴς, ἀλλὰ βίαιος ἡ κατασκευὴ καὶ ὑπερβολῆς τινος ἕνεκα· οὐ γὰρ ὄντως ταὐτὸν τὸ καλλωπίζεσθαι τῷ πορ‐ νεύειν ἐπιδεῖξαι πρόκειται, ἀλλ’ ἐκ περιουσίας καὶ ὑπερ‐ βολῆς, ὡς ἔφαμεν, παραλαμβάνεται· φύσει γὰρ μέρος ἀδικήματος καὶ ὑπαίτιον τὸ γενόμενον, οὐκ αὐτὸ δὲ | |
20 | καθ’ ἑαυτὸ ἔγκλημα· ἦ γὰρ ἂν ὅρος ἦν, οὐκέτι στοχα‐ σμός. οαʹ. Ἑωρακὼς ὁ τεχνικὸς, ὡς ἀδύνατον ἐν τοῖς τοι‐ ούτοις ζητήμασιν εὑρεθῆναι τὴν πιθανὴν ἀπολογίαν, ἐσκόπησεν, ἀλλ’ ὅτι κεφάλαιον ἐν τοῖς τοιούτοις ζητή‐ | |
25 | μασι τὸ καλούμενον μὴ ἀντιστρέφον· δῆλον δὲ τὸ λεγό‐ μενον, οὐ γὰρ ἐξ ἀμφοτέρων τῶν μερῶν ἁρμόζει συνι‐ στάμενον ἀλλ’ ἐξ ἑνός· διὰ τοῦτο γὰρ καὶ μὴ ἀντι‐ στρέφον καλεῖται τὸ κεφάλαιον, ὅτι ἐξ ἑνὸς συνίσταται μέρους· καὶ ἀναγκαῖόν ἐστιν, οὐ μὴν ἀναστρέφει πρὸς | |
30 | τὸ ἕτερον· ἐρεῖ γὰρ, ὅτι τοῖς μὲν τυραννεῖν βουλομένοις | 326 |
7.327 | χρεία πάντως καὶ ὅπλων, οὐ μὴν ὁ κεκτημένος ὅπλα τυ‐ ραννεῖν ἐθελήσει· ἔνθα χρήσεται τῇ μεταθέσει τῆς αἰ‐ τίας, τοῖς αὐτοῖς κεφαλαίοις ἐπεξιὼν, ὅτι πρὸς εὐεργε‐ σίαν τῆς πόλεως, ἵνα τῷ δήμῳ δεομένῳ χορηγήσω καὶ | |
5 | τὰ παραπλήσια. οβʹ. Μέχρι μὲν τούτων τὴν διαίρεσιν τῶν κεφαλαί‐ ων Ἑρμογένης ἡμῖν ἀκριβῶς παραδέδωκε, νυνὶ δὲ καὶ κοινὴν βούλεται τεχνολογῆσαι ποιότητα, τουτέστι τοὺς ἐπιλόγους, οἳ καὶ μέρος τοῦ λόγου τυγχάνουσιν· ὡς γὰρ | |
10 | πολλάκις ἀκηκόαμεν, ὁ λόγος ἅπας διῄρηται προοιμίῳ, προκαταστάσει, καταστάσει, ἀγῶσι, παρεκβάσει, ἐπιλό‐ γοις· οἱ αὐτοὶ δὲ οὗτοι καὶ ὡς ἓν κεφάλαιον λαμβά‐ νονται τῆς ὅλης στάσεως· καὶ δεῖ οὕτω νοῆσαι τὸ „ἡ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσιν,“ ὡσανεὶ ἔλεγεν, ἡ κοινὴ | |
15 | ποιότης, ἡ ἐν τοῖς ἐπιλόγοις συμβαίνουσα γίνεσθαι τὸν κοινὸν ἔχει τόπον, καὶ ἔστι κοινὸς τόπος· μετὰ γὰρ τὸ ἀγωνίσασθαι καὶ δεῖξαι ὑπεύθυνον τῷ ἐγκλήματι τὸν κατηγορούμενον τότε καὶ τὸν κοινὸν τόπον παραληψό‐ μεθα, καταφορὰν ἐμποιοῦντα τῷ λόγῳ· καινοπρεπῶς δὲ | |
20 | αὐτὸ εἶπεν· οὐ γὰρ ἡ ποιότης οἱ ἐπίλογοί εἰσιν, ἀλλ’ ἡ ποιότης τῶν ἐπιλόγων ἐστί· τὸ περιεχόμενον οὖν εἶπεν ἀντὶ τοῦ περιέχοντος, αὐτὴν δὲ τὴν ποιότητα ἐπίλογον ἐκάλεσεν ἴσως διὰ τὴν αὔξησιν, κοινὴν δὲ τὴν μὴ τῶν ὡρισμένων καὶ κυρίων προσώπων, οἷον Ἀλκιβιάδου, Πε‐ | |
25 | ρικλέους, ἀλλ’ ὡς ἐπὶ τοῦ κοινοῦ τόπου ἀορίστως αὐξόν‐ των ἡμῶν τὸ προκείμενον κατὰ τυράννου παντὸς ἢ ἀν‐ δροφόνου· ἢ ὃ τὸ πρόβλημα βούλεται· κοινὴ γὰρ ποιότης λέγεται, ἐπειδὴ ταύτην ἀεὶ καθολικῷ προάγοντες λόγῳ οὐ τὸν κατηγορούμενον μόνον ὑποβάλλομεν τοῖς λεγομέ‐ | |
30 | νοις, ἀλλὰ καὶ ὅσοις τὰ παραπλήσια δέδρασται· ἢ διότι | |
κοινόν ἐστιν ἀμφοτέρων τῶν μερῶν τὸ κεφάλαιον, ἑκα‐ | 327 | |
7.328 | τέρου τῶν ἀγωνιζομένων τὴν οἰκείαν ποιότητα πρὸς τῷ πέρατι τοῦ λόγου συνιστῶντος, καὶ τῶν πλατέως δι’ ὅλου τοῦ λόγου κατασκευασθέντων σύντομον ὑπόμνησιν ποιουμένων· κατεχρήσατο δὲ εἰπὼν δευτερολογίαν, δευ‐ | |
5 | τερολογίαν δὲ καλοῦσιν οἱ παλαιοὶ τοὺς δευτέρους λό‐ γους, ἑτέρων προειπόντων τὰς πρωτολογίας· δόξει οὖν παράδοξον εἶναι τὸ λεγόμενον· εἶδος γὰρ ὑποθέσεώς ἐστιν ὁ λόγος οὗτος, ὥσπερ ὁ κατ’ Ἀνδροτίωνος καὶ ὁ πρὸς Λεπτίνην, ἀλλὰ λέγομεν, ὅτι τὴν ἀνακεφαλαίωσιν οὕτως | |
10 | ὠνόμασε περὶ τὰ αὐτὰ λόγον δεύτερον, ἐπειδὴ καὶ αἱ δευτερολογίαι λόγοι εἰσὶν ἐπιλογικώτεροι. ογʹ. Ἐπειδὴ πάντων ἐστὶ τῶν λόγων ἡ κοινὴ ποιό‐ της, οὐ μόνον τῶν στοχαστικῶν, εἰκότως ἐν τῷ στοχα‐ σμῷ πάσης αὐτῆς ποιεῖται τὴν διδασκαλίαν, ἵνα κἀν ταῖς | |
15 | λοιπαῖς ἀγνωμονῶμεν· τοπικῶς δὲ λέγει κατὰ κοινὸν τό‐ πον καταφορὰν ποιουμένων τῶν λεγόντων καὶ καταδρο‐ μῇ κεχρημένων πρὸς τὸ ὑποκείμενον, εἴτε κατὰ τυράννου, | |
εἴτε κατὰ ἀνδροφόνου, ἢ ὅπερ ἂν ᾖ τὸ προκείμενον. | 328 | |
7.329 | οδʹ. Κοινὴ ποιότης ὠνόμασται κατά τινας, ὅτι τὸν καλούμενον κοινὸν τόπον ἔχει, καὶ ὅλως οὐδέν φασι δια‐ φέρειν τὴν κοινὴν ποιότητα τοῦ κοινοῦ τόπου· αὔξησιν γὰρ ἔχει ἡ κοινὴ ποιότης· τὰ δὲ αὐξητικὰ ἐκ τῶν καθό‐ | |
5 | λου λαμβάνονται· καὶ ὁ κοινὸς δὲ τόπος ταύτην εἴληχε τὴν προσηγορίαν, ὅτι κοινὴν κατὰ παντὸς ἀνδροφόνου ποιεῖται καταδρομὴν, καὶ κοινὴν κατὰ ἱεροσύλου παντός· ἀλλὰ πρός γε τοῦτο ῥητέον, ὡς διαφέρει ὁ κοινὸς τόπος τῆς κοινῆς ποιότητος τῷ τὸν μὲν ἀεὶ ἐπὶ τῶν καθόλου | |
10 | ἑστάναι, τὴν δὲ φέρεσθαι ἀπὸ τῶν καθόλου ἀεὶ ἐπὶ τὸ μερικόν· παραλαμβάνοντες γὰρ ἐν τῇ κοινῇ ποιότητι τὰ καθολικώτερα, οὐχ ἁπλῶς μέχρι τούτων ἱστάμεθα, ἀλ‐ λὰ τοῖς ἑκάστοτε ἡμῖν ὑποκειμένοις προσώποις ἐφαρμό‐ ζομεν, ὥστε τελευτᾷν τὸ καθολικὸν ἀεὶ πρὸς τὸ μερικώ‐ | |
15 | τερον· τοῦτο μὲν οὖν πρὸς τοὺς φάσκοντας ταὐτὸν εἶναι κοινὴν ποιότητα καὶ τόπον κοινόν· ἕτεροι δὲ κοινὴν ποιότητα ἔφασαν ὠνομάσθαι τοὺς ἐπιλόγους, ὅτι κοινοί εἰσι τῷ φεύγοντι καὶ τῷ διώκοντι· καὶ τοῦτο μὲν οὐ πόῤ‐ ῥω σκοποῦ, ἀλλ’ ἔχοιτο ἄν τινος ὑγιοῦς· χρὴ μέντοι τὴν | |
20 | ὑπὸ τοῦ τεχνικοῦ παραδεδομένην αἰτίαν ἡμᾶς παραδέχε‐ σθαι καθεστηκυῖαν ἀμείνονα· αἱ γὰρ δευτερολογίαι, φη‐ σὶ, γίνονται ἐν παντὶ ζητήματι, ἀλλ’ οὐκ ἐν στοχασμῷ μόνον· δευτερολογίαν μὲν οὖν τὴν κοινὴν ποιότητα ὀνο‐ μάζει, καὶ μικρὸν ὕστερον περὶ τούτου διαλεχθήσομαι· | |
25 | φησὶ δὲ ὡς οἱ ἐπίλογοι τουτέστιν ἡ κοινὴ ποιότης κοι‐ νή ἐστι πάσης στάσεως, κατὰ τοῦτο ἂν εἰκότως ῥηθείη κοινὴ ποιότης· ἐντεῦθεν δὲ πρὸς ἑτέραν ἀπορίαν ὡρμή‐ θησαν· εἰ γὰρ ἁπασῶν καθεστάναι τῶν στάσεων ἔφη τὴν κοινὴν ποιότητα, τί μᾶλλον ἐπὶ τοῦ στοχασμοῦ μνή‐ | |
30 | μην αὐτῆς ἐποιήσατο, καὶ οὐκ ἀπ’ ἄλλης τινὸς, οἷον ἐπὶ τῆς συγγνώμης ἢ τῆς μεταλήψεως, καὶ πρόχειρος ἡ πρὸς | |
τοῦτο ἀπάντησις· πρῶτον μὲν γὰρ, καθὸ προτιμότερος | 329 | |
7.330 | τῶν ἄλλων στάσεων ὁ στοχασμὸς, εἴγε καὶ ἡγεῖται πα‐ σῶν, κατὰ τοῦτο ἐχρῆν κατὰ τὸν στοχασμὸν ἤπερ ἐπί τινος ἄλλης ῥηθῆναι τῶν στάσεων· ἔπειτα καὶ ἀναγ‐ καῖον, εἰ μὲν γὰρ ἐν ἄλλῃ τινὶ διέλαβε στάσει περὶ τῆς | |
5 | κοινῆς ποιότητος, οὐκ ἂν αὐτὴν ἐπὶ τοῦ στοχασμοῦ ἐπιστάμεθα, ἀλλ’ ἐζητοῦμεν καὶ ἀνεμένομεν, ἕως ἐπ’ αὐτὴν ἀφιξόμεθα· ἐπὶ δὲ τοῦ στοχασμοῦ ῥηθείσης αὐ‐ τῆς οὐκέτι ζητοῦμεν ἐπὶ τῶν ἄλλων, ἤδη μαθόντες αὐ‐ τὴν ἐν τῇ πρώτῃ τῶν στάσεων· τοσαῦτα περί τε τοῦ | |
10 | ὀνόματος καὶ τῆς τάξεως ἔνεστι λέγειν· ἐπιλαμβάνονταί τινες τοῦ τεχνικοῦ φάσκοντες ἡμαρτηκέναι αὐτὸν, ὠνο‐ μακότα δευτερολογίαν τοὺς ἐπιλόγους· πῶς γὰρ, φησὶ, δευτερολογίαι οἱ ἐπίλογοι, ὅπου καὶ ἐν πρωτολογίᾳ εὑ‐ ρίσκονται; ἀλλ’ οἵ γε τοιοῦτοι τὴν δευτερολογίαν, ποσα‐ | |
15 | χῶς λέγεται, τὸ πάμπαν ἠγνοήκασιν· λαμβάνεται γὰρ ἡ δευτερολογία τριχῶς, ἤτοι μένοντος καὶ τοῦ αὐτοῦ πράγματος καὶ τοῦ αὐτοῦ προσώπου· ἔστωσαν δὲ ἐν παραδείγματι οἱ φονικοὶ Ἀντιφῶντος· προῆλθε γὰρ ἐν αὐτοῖς κατηγορῶν, εἶτα ἀπολογούμενος, εἶτα αὖθις κατ‐ | |
20 | ηγορῶν καὶ πάλιν ἀπολογούμενος· ἢ τοῦ αὐτοῦ μὲν πρά‐ γματος μένοντος ἀμειβομένου τοῦ προσώπου, ὡς ἔστιν ὁ κατὰ Ἀνδροτίωνος· περὶ γὰρ τοῦ αὐτοῦ πράγματος ἔφη πρότερον μὲν Εὐκτήμων, δεύτερον δὲ ὁ Διόδωρος· ἐν τοῖς κατὰ Ἀριστογείτονος ὁμοίως Λυκοῦργος πρότε‐ | |
25 | ρος, ἐπ’ ἐκείνῳ Δημοσθένης· ἢ τοῦ αὐτοῦ μὲν προσώ‐ που μένοντος, οὐ τοῦ αὐτοῦ δὲ πράγματος, ὅταν ὁ μὲν πρότερος λόγος περὶ τοῦ πράγματος γίνοιτο, ὁ δὲ δεύ‐ τερος περὶ τοῦ προστιμήματος, ὡς ἔχομεν ἐν τῷ κατὰ Τιμοκράτους· ἔξεστι δὲ εἰπόντα τὸν πρότερον λόγον με‐ | |
30 | ταστῆναι· πολλαχῶς οὖν λεγομένη ἡ δευτερολογία ἔλα‐ | |
θεν αὐτούς· οὐ γὰρ ἂν ὡς μονοσχιδοῦς καθεστηκυί‐ | 330 | |
7.331 | ας αὐτῆς ἐπιλαμβάνονται τοῦ τεχνικοῦ, οἷα μὴ κα‐ λῶς εἰπόντος δευτερολογίαν τοὺς ἐπιλόγους, εἴγε καὶ ἐν πρωτολογίᾳ εὑρίσκονται· τούτους μὲν οὖν αὖ ληρεῖν ἐα‐ τέον· ὥσπερ δὲ ἐλέγομεν πολλαχῶς λέγεσθαι τὴν δευτε‐ | |
5 | ρολογίαν, οὕτω σημαίνειν ἐν τῇ συνηθείᾳ τὴν διττολο‐ γίαν· καὶ γὰρ δευτερολογεῖν φαμεν τὸ διττολογεῖν· κατὰ τοῦτο οὖν εἶπεν δευτερολογίαν τοὺς ἐπιλόγους, ἐν γὰρ αὐτοῖς ἀνακεφαλαιούμεθα· ἡ δὲ ἀνακεφαλαίωσις οὐ‐ δὲν ἕτερόν ἐστιν ἢ διττολογία· τὰ γὰρ ἤδη ἡμῖν ἐν τοῖς | |
10 | ἀγῶσιν εἰρημένα αὖθις ἀναλαμβάνομεν· διαιροῦνται δὲ οἱ ἐπίλογοι διχῆ, εἴς τε τὸ πραγματικὸν καὶ εἰς τὸ παθητικὸν, τὸ μὲν οὖν πραγματικὸν ἀνακεφαλαίωσιν ἔχει καὶ ἀνάμνησιν τῶν ἐν τοῖς ἀγῶσιν εἰρημένων· τὸ δὲ παθητικὸν ἐλέου θήραν, ἐλέου ἐκβολήν· τὸ μὲν | |
15 | τοῦ φεύγοντος τὸ δὲ τοῦ κατηγόρου· ἔχει δὲ φθόνου ἐκ‐ βολήν· ἰστέον δὲ ὡς τὸ μὲν παθητικὸν μέρος τῶν ἐπι‐ λόγων τῷ δικανικῷ εἴδει μόνῳ προσήκει· τὸ δὲ πραγμα‐ τικὸν τουτέστιν ἡ ἀνακεφαλαίωσις πᾶσι τοῖς εἴδεσι τῆς ῥητορικῆς· οὐ γὰρ ἐν δικανικῷ μόνῳ παραληφθήσεται, | |
20 | ἀλλ’ ἔτι κἀν τῷ συμβουλευτικῷ καὶ τῷ πανηγυρικῷ· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐν ἐπιστολαῖς, εἰ μακρότεραι εἶεν· καὶ πανταχοῦ σχεδὸν τὰς ἀνακεφαλαιώσεις παραλαμβά‐ νομεν· εἰς δύω τοίνυν ταῦτα διαιρουμένων τῶν ἐπιλόγων, τὸ μὲν πραγματικὸν κοινόν ἐστι τῷ κατηγορουμένῳ καὶ | |
25 | τῷ διώκοντι, ὁμοίως γὰρ ἑκάτερον ἀναμιμνήσκει τῶν ἑαυτοῦ ἰσχυρῶν τοὺς ἀκούοντας· τὸ δὲ παθητικὸν οὐ κοινὸν, κατά γε τὴν ἐργασίαν, οὐδὲ τὸν αὐτὸν τρόπον ὑφ’ ἑκάτερον παραλαμβάνεται· ἀλλ’ ὁ μὲν κατήγορος αὐξητικῶς προσφέρει τὰ παθητικὰ, ἐξαίρων πρὸς ὀργὴν | |
30 | τοὺς δικαστὰς, καὶ προκαλούμενος ἐπὶ μεγίστην τιμω‐ | |
ρίαν κατὰ τοῦ φεύγοντος· τοῦτο γάρ ἐστιν, ὅ φησιν ὁ | 331 | |
7.332 | τεχνικὸς τοπικῶς, οἱονεὶ αὐξητικῶς, ἔνθεν καὶ κοινὸς τό‐ πος, ὥσπερ εἰ λέγει τις κοινὴ αὔξησις· ὁ δὲ φεύγων κα‐ τὰ μείωσίν τινα καὶ ὕφεσιν τὰ πάθη λαμβάνει, κατα‐ φέρων πρὸς οἶκτον τοὺς δικαστάς· ἐλεεινῷ τε γὰρ χρῆ‐ | |
5 | ται καὶ ὑφειμένῃ τῇ φωνῇ, γυναίου χηρείαν λέγων, παι‐ δίων, ὀρφανίαν, καὶ συγχέων τοὺς δικαστὰς οὐ μιᾷ μό‐ νῃ τῇ διὰ τῶν ὤτων αἰσθήσει, ἀλλ’ ἔτι καὶ τῇ θέᾳ τὰς τούτων διανοίας ταράττων· οὐ γὰρ μόνον ἐλεεινοῖς κέ‐ χρηται λόγοις, ἀλλ’ ἔτι καὶ θεάματα οἰκτρότατα παρα‐ | |
10 | δείκνυσιν· ἐπὶ ταπεινοῦ σχήματος εἰσφέρων πατέρας, καὶ ῥάκια περιβάλλων τῇ γυναικὶ καὶ τοῖς παισί· τοιαῦτα παραλαμβάνει ὁ φεύγων τὰ παθητικά· ἐκεῖνο δὲ ἄξιον ἐπιστάσεως· ἐν γὰρ τοῖς σεμνοτάτοις τῶν λόγων ταῦ‐ τα λαμβάνειν χώραν οὐ δύναται· βλάπτοι γὰρ ἂν μᾶλ‐ | |
15 | λον, καταφέροντα τὸ ἀξίωμα τοῦ προσώπου· οἷον εἰ Περι‐ κλῆς κρίνοιτο προδοσίας, οὐκ ἂν δακρύοις ἐθέλοι διαφεύ‐ γειν τὸ ἔγκλημα, οὐδ’ ἂν γύναια καὶ παιδία ἕλοιτο πα‐ ραλαβεῖν κλαίοντα, εὐτελὲς γὰρ καὶ ταπεινὸν εἶναι δείξας τὸ φρόνημα τοῖς δικασταῖς καταφρονηθήσεται· τί οὖν | |
20 | ἐν τοῖς τοιούτοις ἡμᾶς προσήκει ποιεῖν, ἐδίδαξεν ὁ σο‐ φώτατος Πλάτων, ὡς δεῖ μὲν ἀποφεύγειν τὰ τοιάδε, μῆ ψιλῶς δὲ οὕτως παρατρέχειν ὑπερβαίνοντας, ἀλλὰ κατὰ παραίτησιν αὐτὰ καὶ κατὰ παράλειψιν λέγειν τὴν αἰτίαν τῆς ἀποφυγῆς, φράζοντας πρὸς τοὺς δικαστάς· | |
25 | αἰτίαι δὲ ἡμῖν γίνονται οἱ τῶν κατηγόρων λόγοι, ἃ γὰρ καθ’ ἡμῶν ἐπὶ ταῖς ἐλεεινολογίαις λέγοι ἂν ὁ κατήγορος, οἷον ὡς οὐ πρέπει τῷ δημαγωγῷ Περικλεῖ εἰς δάκρυα καταφεύγειν καὶ τούτοις ἡμᾶς παρακρούεσθαι, οὐδὲ Σω‐ κράτει φιλοσόφῳ γε ὄντι προσήκει δακρύειν, εἰ τεθνή‐ | |
30 | ξεται, ἢ γύναια παράγειν ὀλοφυρόμενα, ἀλλ’ ἀποδεικνύ‐ | |
ειν, εἰ περὶ ψευδῶν κατηγορεῖται, αὐτὰ ταῦτα, ὡς ἔφην, | 332 | |
7.333 | τὰ ὑπὸ κατηγόρου λεγόμενα ἡμεῖς ἐροῦμεν, ἀποφυγόν‐ τες τὰ παθητικά· οἷον ὅτι εἰώθασι μὲν ταῦτα ποιεῖν ἅπαντα, παίδων ἀναμιμνήσκειν ἡμᾶς ὀρφανίας, καὶ γυναικῶν χηρείας, καὶ τῶν πατέρων λέγειν ἐρημίαν· ἐγὼ | |
5 | δὲ οὐκ ἂν εἰς ταῦτα καταφευξαίμην· αἰδεσθήσομαι γὰρ ἐμαυτὸν, φαίη ἂν ὁ Σωκράτης, μή τι σκώμματος ἐν‐ τεῦθεν τῇ φιλοσοφίᾳ προσβάλοιμι, δόξας διὰ τῶν τοι‐ ούτων ἐκκλίνειν τὸν ἔλεγχον· ὃ γοῦν ὁ σοφὸς Πλάτων ἐν τῇ Σωκράτους ἡμᾶς ἀπολογίᾳ διδάσκει, λεκτέον· κρι‐ | |
10 | νόμενον γὰρ ἀσεβείας τὸν Σωκράτην εἰ παρήγαγεν ἐπὶ τῷ θανάτῳ δακρύοντα, οὐδὲ ἑαυτὸν ἐδείκνυ Θεαρίωνος ἢ Σαράμβου καλλίονα, ἀλλὰ κατέλυσεν ἐντεῦθεν τοῦ φιλοσόφου τὸ φρόνημα· καὶ οὐδ’ ἂν εἷς προσέσχεν Ἀθη‐ ναίων αὐτῷ· οὕτως ἡμῖν ὁ Πλάτων θαυμάσιον οἷον πα‐ | |
15 | ράδειγμα τῆς ἐπὶ τῶν ἀξιωμάτων ἐλεεινολογίας παρέσχε‐ το· καὶ ταῦτα μὲν περί τε διαιρέσεως τῶν ἐπιλόγων εἰ‐ ρήσθω καὶ εὑρέσεως· ἔφαμεν γὰρ μὴ ἀεὶ εὑρίσκεσθαι τὸ ἀπὸ τοῦ φεύγοντος παθητικὸν μέρος τῶν ἐπιλόγων, καὶ πῶς ἂν αὐτὸ μὴ εὑρισκόμενον θεραπεύσοιμι; λέξομεν δὲ | |
20 | ἤδη περὶ τῆς ἐργασίας αὐτῶν ἐπαναδραμόντες εἰς τὴν διαίρεσιν· τῶν γὰρ ἐπιλόγων διχῆ τεμνομένων εἴς τε τὰ ἀνακεφαλαιωτικὰ καὶ τὰ παθητικὰ, τὴν μὲν ἀνακεφα‐ λαίωσιν διὰ τῶν ἐπικαίρων, φησὶν, ἑκάτερος ποιεῖται, τουτέστι τῶν ἰσχυρῶν, οὐ γὰρ πάντα ἀνακεφαλαιούμεθα, | |
25 | ἀλλ’ ἐκεῖνα μόνα, οἷς ἰσχύομεν μάλιστα· τὰ δὲ παθητι‐ κὰ τούτοις ἐπισυμπλέκεσθαι δεῖ· εἰ μὲν τὴν τοῦ κατηγό‐ ρου τάξιν ἔχοιμεν, αὐξητικῶς καὶ πρὸς ὀργὴν κινούντων ἡμῶν τοὺς δικαστάς· εἰ δὲ φεύγομεν ἐλεεινολογουμένων καὶ πάθη κινούντων. καὶ πρῶτόν γε ῥητέον, πῶς ἂν χρη‐ | |
30 | σαίμεθα τῇ ἀνακεφαλαιώσει, δεῖ γὰρ πολλάκις ταῦτα λέ‐ | 333 |
7.334 | γειν· ἀναλαμβάνοντες, εἴγε ἀνακεφαλαιούμεθα μὲν τὰ ἰσχυρὰ, ταῦτα δὲ πανταχοῦ λεγόμενα κόρον ἔχει, σκοπεῖν οὖν ἐνταῦθα χρὴ, πῶς ἂν ἐλεεινολογοῦντες τὸ προσκορὲς διαφύγοιμεν; τοῦτο δὲ ἡμῖν ἡ τῶν σχημάτων | |
5 | ποικιλία παρέξεται· ἐὰν ἄλλοτε ἄλλως αὐτὰ σχηματίζον‐ τες εἰσφέρωμεν, πῆ μὲν τῷ κατ’ ἐπαγγελίαν χρώμενοι σχήματι, ὡς ἔχει τὸ παρὰ τῷ Δημοσθένει „συλλογί‐ σασθαι δὴ βούλομαι τὰ κατηγορούμενα, ἀπέδειξα μη‐ δὲν ἀληθὲς ἐπηγγελκότα“ καὶ τὰ ἑξῆς· πῆ δὲ τῷ κατ’ | |
10 | ἐρώτησιν, ὡς ἐν τῷ περὶ στεφάνου· „εἶτά με ἐρωτᾷς, ἀντὶ ποίας ἀρετῆς ἀξιῶ στεφανοῦσθαι;“ ἢ τῷ κατὰ σύγ‐ κρισιν, ὡς ἐν τῷ παραπρεσβείας ὁ Δημοσθένης· πρὸς γὰρ τὴν Ἐπικράτους καὶ Λέοντος πρεσβείαν ἀντεξετάζων τὴν Αἰσχίνου πρεσβείαν, εὐκαίρως εἰσφέρει καὶ ἀνακε‐ | |
15 | φαλαιοῦται πάντα, ὅσα τὴν πόλιν ἠδίκησε· τοσαῦτα μὲν οὖν περὶ τῆς ἀνακεφαλαιώσεως. Τὰ δὲ παθητικὰ, ὡς ἔφαμεν, ἢ τὰ αὐξητικὰ τούτου ἐπισυμπλέκεσθαι δεῖ· καὶ ὁ μὲν διώκων τοῖς αὐξητικοῖς χρώμενος, καθά φησιν ὁ τεχνικὸς, πρὸς ὀργὴν κινήσει τὸν δικαστὴν, καὶ δεινότα‐ | |
20 | τα παραστήσει τὸ κατηγορούμενον· ὁ δὲ φεύγων ἐκ τοῦ ἐναντίου ἐλεεινολογήσεται, καταφέρων διὰ τῶν παθητι‐ κῶν τὰ φρονήματα τῶν δικαστῶν· ἐνταῦθα δὲ, φησὶ, καὶ αἱ τῶν γυναίων ἐπαγωγαὶ χρήσιμοι, καὶ αἱ τῶν παί‐ δων καὶ πατέρων, εἰ τύχοι, καὶ συγγενῶν, ὅπερ ἐλέγομεν | |
25 | ἀνωτέρω· οὐ μόνη ἀκοὴ τὸν ἔλεον ἐργάσεται, ἀλλὰ καὶ | 334 |
7.335 | τῇ ὁρατικῇ αἰσθήσει τὸν νοῦν ἐπιταράξει τῶν δικαζόν‐ των· οὐ γὰρ οὕτως ἡμᾶς ἐκπλήττει τὰ λεγόμενα, ὅσον ἐπ’ αὐτῶν τῶν σχημάτων φαινόμενα· τὸν γοῦν Ὑπερί‐ δην φασὶν οὕτω τὸν ὑπὲρ Φρύνης νικῆσαι λόγον, ὡς γὰρ | |
5 | ἡττᾶτο, φησὶν, εἰσήγαγε τὴν ἑταίραν ἐπί τινος ἐλε‐ εινοῦ σχήματος, παιομένην τὰ στήθη γυμνὰ, καὶ τὸν χιτῶνα περιῤῥήξασαν, καὶ οἱ δικασταὶ πρὸς οἶκτον ἰδόν‐ τες ἀπεψηφίσαντο· τούτου οὖν ἰσχυροῦ τοῦ κεφαλαίου καθεστῶτος δεῖ τὸν κατήγορον ἐκλῦσαι τὸ πάθος διὰ | |
10 | τῶν τελικῶν ἀντεισφέροντα τὸ δίκαιον αὐτῷ, τὸ πρέπον, τὸ δυνατὸν, τὸ νόμιμον· τὸ μὲν οὖν νόμιμον, ὡς οὐ δίκαιον ἥττονας ἀποφαίνειν τοὺς νόμους τῶν τούτου δακρύων, δι’ οὓς ἐν ἅπασι καλοῖς καθέστηκε τὰ ἀνθρώ‐ πινα, καὶ ᾧ μόνῳ τῶν θηρίων διενηνόχαμεν, καὶ τό γε | |
15 | μεῖζον ἡμῖν, ὅτι διὰ τοὺς νόμους εἰσὶ δικασταὶ καὶ τῶν ψήφων ὑμεῖς οὐ δι’ ἄλλο τι καθεστήκατε κύριοι· ἐνθυ‐ μήθητε οὖν, ὅτι δικασταὶ ὀνομάζεσθε, καὶ ὅτιπερ ὁ δι‐ καστὴς τῆς τῶν νόμων φυλακῆς ἐστιν ὄνομα· ἔχομεν δὲ τούτου ἐν τῷ κατὰ Μειδίου παράδειγμα· ἀλλ’ ὅταν οὗ‐ | |
20 | τος ἔχων τὰ παιδία τούτοις ὑμᾶς ἀξιοῖ δοῦναι τὴν ψῆ‐ φον, τότε ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖ‐ σθε παρεστάναι καὶ τὸν ὅρκον, ὃν ὀμωμόκατε καὶ τὰ ἑξῆς· τό τε δίκαιον λαμβάνεται πολλαχῶς ἢ γὰρ ἐκ τοῦ ὁμοιοτρόπου λαμβάνομεν, ὅτι δίκαιον τούς τε ἀγα‐ | |
25 | θοὺς τῶν ἀνδρῶν ταῖς ἴσαις ἀμείβεσθαι τιμαῖς καὶ δω‐ ρεαῖς, καὶ τοὺς φαύλους ὁμοίως τιμωρίαις τε καὶ κολά‐ σεσι καὶ πᾶσι δεινοῖς ἢ ἐξ αὐτῶν τῶν δικαστηρίων· καὶ αὐτοὶ οἱ τὰ δικαστήρια δειμάμενοι οὐ διὰ τοῦτο κατα‐ σκευάζονται, ἵνα ἐν τούτοις εἰσελθόντες δακρύσωμεν, ἢ | |
30 | γύναιον ὀλοφυρόμενον τῷ βήματι παραστήσωμεν, ἀλλ’ | |
ἵνα πάντα τρόπον τοῦ δικαίου τὸν ἐξετασμὸν ἐνταυθοῖ | 335 | |
7.336 | ποιώμεθα· κἂν μέν τις ἀδικῶν ληφθῇ δίκην ὑπέχοι· εἰ δέ τις τὸ δίκαιον ἔχοι μεθ’ ἑαυτοῦ, μηδὲν πάθοι τῶν δυσχερῶν· ἔνεστι δὲ ἐν τῷ κατὰ Μειδίου καὶ τούτου πα‐ ράδειγμα· „παιδία γὰρ παραστήσεται καὶ κλαύσει, | |
5 | καὶ τούτοις αὑτὸν ἐξαιτήσεται· τοῦτο γὰρ ὑπόλοιπον, ἀλλ’ ἴστε δήπου τοῦτο, ὅτι τοὺς ἀδίκως τι πάσχον‐ τας, ὃ μὴ δύναιντο φέρειν, προσήκει ἐλεεῖν, οὐ τοὺς ὧν πεποιήκασι δεινῶν δίκην διδόντας· καὶ τίς ἂν ταῦ‐ τα ἐλεήσειε δικαίως ὁρῶν τὰ τοῦδε οὐκ ἐλεηθέντα ἂν | |
10 | τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων,“ ἑξῆς· οὕτω τῷ δικαίῳ τὴν τοῦ ἐλέου ἐκβολὴν ποιεῖται· χρησόμεθα δὲ καὶ τῷ συμφέροντι, οἷον εἰ ἐπὶ τούτοις ἁλοὺς δια‐ φύγῃ τὴν τιμωρίαν, ἐπὶ τὰ μείζω τρέψεται καὶ συμφο‐ ρῶν ἐμπλήσει τὴν πόλιν· καὶ ὅτι συμφέρει τοὺς ἀδικοῦν‐ | |
15 | τας κολάζειν, καὶ διὰ τούτων τοῖς ἄλλοις ἐπιδεικνύναι, ὡς οὐκ ἔνεστιν ἀδικοῦντα τὴν τιμωρίαν δακρύοις διαφυ‐ γεῖν· ἔχομεν ἐν τῷ κατὰ Μειδίου καὶ τοῦτο τὸ παρά‐ δειγμα· τὸ δὲ πρέπον, ὅτι πρὸς ἀδοξίας ἐστὶ τῇ πόλει τοὺς πονηροὺς ἀθῴους ἐᾷν· δόξαιμεν γὰρ ἀποδέχεσθαι | |
20 | τὰ τούτων ἀδικήματα ἢ ἄλλως παρὰ τὸ δίκαιον μαλα‐ κίζεσθαι, καὶ τὸ δυνατὸν δὲ παραληψόμεθα, ὅτι εἰ μὲν οὐχ ὑπήρχετε κύριοι τῶν ψήφων ἢ ἄλλως τῳ τρόπῳ κο‐ λάζειν τοὺς ἁμαρτάνοντας οὐκ ἠδύνασθε, πολλὴ ἂν ὑμῖν ἐδίδοτο συγγνώμη· νυνὶ δὲ τί ἂν εἴποτε πρὸς τοὺς πολ‐ | |
25 | λούς· τίνα λόγον εὐπρόσωπον μὴ τοὺς φαύλους τιμω‐ ρούμενοι προβαλεῖσθε; τούτοις ὁ διώκων ποιήσεται τὴν ἐκβολὴν τοῦ ἐλέους. οεʹ. Διδάσκει ὅπως μεταχειριστέον τοὺς ἐπιλόγους· | |
τὴν γὰρ κοινὴν ποιότητα διαιρεῖ εἴς τε πράγματα καὶ | 336 | |
7.337 | πάθη· καὶ τὰ μὲν πράγματα ἔχειν λέγει τὴν ἀνακεφα‐ λαίωσιν, τὰ πάθη δὲ τὰς ἐλεεινολογίας· χρῶνται μὲν οὖν τῷ πρακτικῷ τῶν ἐπιλόγων ἀμφότεροι, ὅ τε διώκων καὶ ὁ φεύγων· ὁ μὲν γὰρ εἰς ὀργὴν ἐκκαλεῖται, ὁ δὲ πει‐ | |
5 | ρᾶται τῆς ὀργῆς παραλῦσαι τοὺς δικαστὰς διὰ τῶν πρά‐ ξεων ὁμοίως ἢ τῶν βεβιωμένων· τὸ δὲ πρὸς ἔλεον παθη‐ τικόν ἐστι τοῦ φεύγοντος· ἄλλοι δὲ τὸ πρακτικὸν διαιροῦ‐ σιν εἰς ἀνακεφαλαιώσεις καὶ δευτερολογίας καὶ καταδρο‐ μὰς, τὸ δὲ παθητικὸν εἰς οἴκτους καὶ γυναίων καὶ παί‐ | |
10 | δων παραγωγὰς, καὶ ἐλέου ἐκβολήν. Ταῖς μὲν οὖν ἀνα‐ κεφαλαιώσεσιν ἀμφότεροι χρῶνται ὑπομιμνήσκοντες τῶν ἐπικαίρων οὐ πάντων ἀδιακρίτως, ἀλλὰ τῶν ἰσχυροτέρων, ταῖς δὲ ἐλεεινολογίαις ὁ φεύγων· οὐχ ὡς ἔτυχε δὲ λέγει τῇ ἀνακεφαλαιώσει χρῆσθαι, οὐδὲ πάντων ὁμοῦ τῶν ἐν | |
15 | τοῖς ἀγῶσιν, ἀλλὰ τῶν ἐπικαίρων καὶ ἐξ ὧν ἰσχύομεν, ὥσπερ ὁ Δημοσθένης πανταχοῦ ἐν μὲν τῷ κατ’ Ἀριστο‐ κράτους, ἐπειδὴ τῷ νομίμῳ ἴσχυεν, ἐξ αὐτοῦ μάλιστα τὴν ἀνακεφαλαίωσιν ἐποιήσατο· ἐν δὲ τῷ περὶ τοῦ στε‐ φάνου τοῦ μὲν νομίμου ἐπίτηδες ἐπιλαθόμενος, σαθρό‐ | |
20 | τερον γὰρ ἦν αὐτῷ, τῷ δὲ δικαίῳ διὰ παντὸς τοῦ λό‐ γου χρησάμενος καὶ συνεχῶς ὑπομιμνήσκων τοὺς δικά‐ ζοντας, τούτῳ γὰρ ἔῤῥωτο· μάλιστα γὰρ ἐπιστήμονος ἔργον τοῦτο, τοῖς ἰσχυροτέροις ἐμμεῖναι· ἐν μὲν γὰρ τοῖς ἀγῶσιν ἀνάγκη πολλάκις, καὶ οἷς οὐ λίαν ἰσχυριζόμεθα, | |
25 | εἰς τὸν λόγον παραλαμβάνειν, ἵνα μή τι τούτων παρορα‐ θὲν, εἶτα τὴν διάνοιαν τῶν δικαζόντων καταλαβὸν ὕπο‐ πτον τὸν λόγον ἐργάσηται καὶ διὰ τοῦτο ἧττον ἰσχυρόν. ἐν δὲ τοῖς ἐπιλόγοις, ἐπειδὴ τῶν πραγμάτων ἐστὶν ἀνα‐ κεφαλαίωσις, οὐ δεῖ τῶν ἀσθενεστέρων μεμνῆσθαι. | |
30 | οζʹ. Χρήσονται, φησὶ, ταῖς ἀνακεφαλαιώσεσιν ἀμ‐ φότεροι ὑπομιμνήσκοντες τῶν ἐπικαίρων, οὐ μὴν τὸν αὐτὸν τρόπον ἀμφότεροι ἀνακεφαλαιώσονται, ἀλλ’ ὁ μὲν | |
κατήγορος αὐξητικῶς καὶ τοπικῶς δραμεῖται μετὰ τὰς | 337 | |
7.338 | ἀποδείξεις· ἀκόλουθον γὰρ καὶ τεχνικὸν μετὰ τὰς ἀπο‐ δείξεις κατατρέχειν, ὅτι καιρὸν ἔχουσιν αἱ διαβολαί· τὸ μὲν γὰρ πρὸ τῶν ἐλέγχων καὶ τῶν ἀποδείξεων κατατρέ‐ χειν ψιλὴν εἴποι τις εἶναι διαβολὴν, τὸ δὲ μετὰ τοὺς | |
5 | ἐλέγχους διαβαλεῖν πιστὸν εἶναι δοκεῖ καὶ εὔλογον καὶ τὸν δικαστὴν πρὸς ὀργὴν ἐκκαλούμενον· καταδραμεῖται δὲ οὐ μόνον, εἰ τύχοι, Ἀλκιβιάδου φεύγοντος ἢ Θεμιστο‐ κλέους, ἢ ὅπερ ἂν ᾖ τὸ πρόσωπον, ἀλλὰ κοινῶς πρὸς τὸ ἔγκλημα ἢ κατὰ τυράννου παντὸς ἢ κατὰ προδότου, ἢ | |
10 | εἴ τι ἂν ᾖ τὸ ὑποκείμενον· ὁ μὲν οὖν κατήγορος, φησὶν, οὕτως ἀνακεφαλαιώσεται· ὁ δὲ φεύγων ὑπομνήσει μὲν καὶ αὐτὸς τῶν ἐπικαίρων, ὡς προείρηται· ὑφειμένῳ δὲ τῷ ἤθει τὸν λόγον ποιήσεται τὸν τόνον ἐκβαλὼν καὶ ἐλε‐ εινολογησάμενος καὶ πρὸς οἶκτον τὸν δικαστὴν ἐκκαλού‐ | |
15 | μενος καὶ πρὸς τὸ λυσιτελοῦν αὐτῷ τὸ κεφάλαιον ἐργα‐ ζόμενος, ἔνθα λοιπὸν καὶ τὸν ἔλεον ἐπεισάγει, τουτέστι τὰ πάθη. τοῦ γὰρ κατηγόρου πολλῇ χρησαμένου κατα‐ φορᾷ κατὰ τὸν κοινὸν τόπον, ὁ φεύγων ἀντεισάγει τὸ πάθος, εἰς οἶκτον τοὺς δικαστὰς ἐκκαλούμενος· χρή‐ | |
20 | σιμοι, φησὶν, ἐνταῦθα αἱ τῶν παίδων παραγωγαὶ καὶ τὰ τῶν γυναικῶν δάκρυα καὶ ὅλως ὅσα πρὸς ἐλεεινολο‐ γίαν ἐπιτήδεια, χηρεῖαι γυναικῶν καὶ παίδων ὀρφανίαι καὶ ἀνατυπώσεις. ταῦτα γὰρ ἱκανὰ τὴν γνώμην ἐκκαλέ‐ σασθαι καὶ φιλανθρωπότερον κατασκευάσαι τὸν ἀκροα‐ | |
25 | τήν· πολλοὶ γοῦν ἡττώμενοι ταῖς δικαιολογίαις τοσοῦ‐ τον ἐν τῇ τοῦ ἐλέου διεξόδῳ κεκινήκασι πάθος τοῖς ἀκρο‐ ωμένοις, ὡς τὴν νικῶσαν ἀπενέγκασθαι· καὶ τούτου μαρ‐ τύριον Ὑπερίδης ἐν τῷ ὑπὲρ Φρύνης τῆς ἑταίρας λόγῳ ἐλεεινολογίας τε πλήθει καὶ τῇ περιῤῥήξει τῆς ἐσθῆτος | |
30 | διασώσας ἐκ τῆς Εὐθύνου κατηγορίας τὴν ἄνθρωπον. | 338 |
7.339 | οηʹ. Ἐνταῦθα περὶ ὅλων τῶν ἐπιλόγων ὁ τεχνικὸς διαλαμβάνει καί φησιν, ὡς τὰ τελικὰ κεφάλαια τῶν ἐπιλόγων εἰσὶν, ἅπερ οὕτως ὠνόμασται, ἐπειδὴ ἕκαστον αὐτῶν τέλος ἐπιθεῖναι δύναται τῷ λόγῳ, ὅθεν οὐδὲ ἀν‐ | |
5 | αγκαίως ἐν πᾶσι πάντα ἐμπίπτει. κοινὰ δὲ ἐπὶ τῷ πα‐ θητικῷ τοῦ τε κατηγόρου καὶ φεύγοντος τὰ τελικὰ κε‐ φάλαια· ἀλλ’ ὁ μὲν κατήγορος εἰς τὴν ἐκβολὴν τοῦ ἐλέου χρήσεται τούτοις, καὶ τῷ μὲν νομίμῳ χρήσεται ἐκβαλὼν τὸν ἔλεον ὁ κατήγορος, ὅταν τοὺς νόμους ἀντιτάττῃ | |
10 | πρὸς τὰ τοῦ φεύγοντος δάκρυα, ὡς ἐν τῷ κατὰ Μειδίου Δημοσθένης· μέλλοντος γὰρ ἐκείνου τοὺς παῖδας ἀναβιβά‐ ζειν καὶ παριστᾷν τοῖς δικαστοῖς ἀντέταξε τοὺς νόμους τοῖς παισὶν εἰπών· „ὅταν δ’ οὗτος κλαύσεται καὶ τοὺς παῖδας παράξῃ, ἐμὲ νομίζετε τὸν νόμον ἔχοντα παρεστάναι | |
15 | τῷ βήματι.“ τῷ δὲ δικαίῳ, ὅταν μὴ ἄξιον εἶναι λέγῃ τὸν οὕτω πονηρὸν τῆς φιλανθρωπίας, ὡς πάλιν ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· „καὶ τίς ἂν ταῦτα ἐλεήσειε δικαίως ὁρῶν τὰ τοῦδε οὐκ ἐλεηθέντα.“ τῷ δὲ συμφέροντι ὅταν συμφέρουσαν τοῦ φεύγοντος τὴν τιμωρίαν ἐπιδείξωμεν, | |
20 | ὅταν ἔχωμεν λέγειν, ὅτι συμφέρει τῇ πόλει ἢ τῷ δικά‐ | |
ζοντι καταψηφίσασθαι τοῦ κρινομένου ἐξ ἀμφοτέρων κα‐ | 339 | |
7.340 | τασκευάζοντες, τίνα μὲν ἔσται δεινὰ ἀφεθέντος τούτου καὶ οἷα τολμήσει διασωθεὶς, τοὐναντίον δὲ πόσα ἀγαθὰ κολασθέντος αὐτοῦ· ὅτι παράδειγμα καὶ τοῖς ἄλλοις πρὸς σωφροσύνην ἔσται ἡ τούτου τιμωρία. τοὺς γὰρ ἄλλους, | |
5 | φησὶ, κωλύσει καὶ ἐπισχήσει τοῦ πονηρεύεσθαι· μὴ ἁλόντος δὲ τούτου τοὐναντίον συμβήσεται· πλείους μὲν οἱ πονηροὶ, τὰ δὲ δικαστήρια μάταια, τὰ τῶν νόμων ἄκυρα· καὶ Δημοσθένης οὕτω τὸ συμφέρον ἐξέβαλεν, εἰ‐ πὼν, ὅτι εἰ τούτου καταψηφίσεσθε, οὐδεὶς ἕτερος προ‐ | |
10 | δώσει τὴν πόλιν, ἀλλ’ οὐδὲ Φίλιππος ἀνέξεται τοῦ λοι‐ ποῦ χρήματα δοῦναι, ἐφ’ οἷς σύνοιδεν οὐδὲν ὠφελούμε‐ νος· τῷ δὲ ἐνδόξῳ πάλιν ἐπ’ ἀμφότερα· ὅτι ἀγαθὴν δόξαν περιποιήσει τῇ πόλει τιμωρηθεὶς, τὴν δὲ ἐναντίαν, ἐὰν ἀποψηφίσησθε, ἔχομεν ὁμοίως παρὰ τῷ ῥήτορι τὴν | |
15 | χρῆσιν· ἐν τῷ παραπρεσβείας γὰρ εἰσῆξεν ἠθοποιΐαν, ἐν ᾗ πεποίηκε λογιζομένους τοὺς Ἕλληνας Φιλοκράτην, Αἰ‐ σχίνην καὶ ἑαυτὸν, τί μὲν Αἰσχίνης καὶ Φιλοκράτης ἐπρέσβευσαν, τί δὲ Δημοσθένης, καὶ τὴν πόλιν τῶν Ἀ‐ θηναίων ἐπὶ τούτοις κρίνουσαν, καὶ διὰ πάντων ἁπλῶς | |
20 | δείκνυσιν, ὅτι δόξαν φέρει τῇ πόλει τὸ καταψηφίσασθαι τῶν πρέσβεων. τοῦ δὲ πρέποντος, ὅτι πρέπει τοῦ τηλι‐ καῦτα τετολμηκότος καταψηφίσασθαι, τῶν δόξαν γὰρ φερόντων τὸ πονηρίαν μισεῖν· καὶ ἀπὸ τοῦ ὁμοίου συ‐ στήσομεν, ὅτι καὶ ἄλλοι ἐπὶ τῷ αὐτῷ ἐγκλήματι τὴν τι‐ | |
25 | μωρίαν ἔδωσαν. κοινὸς γὰρ πάντων κεφαλαίων ὁ παρα‐ δειγματικὸς τόπος· καὶ οὕτως μὲν τοῖς τελικοῖς χρῆται κεφαλαίοις ὁ κατήγορος ἐπὶ τῇ τοῦ ἐλέου ἐκβολῇ· χρήσε‐ ται δὲ τούτοις ὁ φεύγων, ὥσπερ γὰρ διὰ τούτων ἡ τοῦ ἐλέου ἐκβολὴ γίνεται, οὕτως δι’ αὐτῶν τούτων πολλάκις | |
30 | καὶ ἡ τοῦ ἐλέου εἰσαγωγή· οἷον δίκαιον τοὺς ἀτυχοῦντας | |
οἰκτείρειν· καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους | 340 | |
7.341 | οὐκ ἐπέθετο τοῖς ἀτυχήμασιν, ἀλλ’ ἐπεκούφισεν, εἰς ὅσον εἶχε καλῶς, τὰς συμφοράς· „ὁ νόμος,“ φησὶ, „φιλάν‐ θρωπος ὢν οὐκ ἐπετίθετο τοῖς ἀτυχήμασι τῶν πολιτῶν, ἀλλὰ καθ’ ὅσον οἷόν τε τὰς συμφορὰς αὐτοῖς ἐπικουφί‐ | |
5 | ζει·“ καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως ἂν εὕροις. οθʹ. Οὐ γὰρ ἔσται, φησὶ, μόνου τοῦ κατηγόρου, ἀλλ’ ὥσπερ ἐκεῖνον ἐπεδείξαμεν αὐτοῖς χρώμενον, τὸν αὐτὸν τρόπον καὶ ὁ φεύγων ὑπὲρ ἑαυτοῦ χρήσεται· τῷ μὲν νομίμῳ, ὅτι πανταχοῦ τὴν φιλανθρωπίαν προσοῦ‐ | |
10 | σαν τοῖς νόμοις εὑρίσκομεν, οὐκοῦν χρὴ καὶ τοὺς δικα‐ στὰς πρὸς τὸ πρᾳότερον βλέπειν· ὥσπερ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους φησί· „τί δή ποτε, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτα οὕτως ἔχει; ὅτι οἱ ταῦτα ἐξ ἀρχῆς τὰ νομικὰ διελόντες, οἵ τινές ποτε ἦσαν, εἴθ’ ἥρωες εἴτε | |
15 | θεοὶ, οὐκ ἰῶντο τοῖς ἀτυχήμασιν, ἀλλ’ ἀνθρωπίνως ἐπεκούφισαν, εἰς ὅσον καλῶς ἔχει, τὰς συμφοράς·“ τῷ δικαίῳ, ὅτι δίκαιον ἀνθρωπίνως τοῖς ἡμαρτηκόσι προσ‐ φέρεσθαι καὶ συγγνώμης μᾶλλον ἀξιοῦν· τί γὰρ εἰ τοῖς ἁμαρτήμασιν ἐγνώκατε ἀκριβῶς ἐπιτίθεσθαι, οὐ πάντα | |
20 | ἤδη ἂν ἐκολάζετε· οὐ γὰρ οἷόν τε, οἶμαι, τόν γε ἄν‐ θρωπον ὄντα μὴ ἁμαρτεῖν· παραλήψεται δὲ καὶ τὸ πρέ‐ πον, ὅτι δεινὸν καὶ τῆς ἐσχάτης ἀδοξίας ἀνάπλεων, εἰ δόξαν ἀπανθρωπίας ἀπενεγκοίμεθα, βουλομένων ἁπάν‐ των ἐπὶ φιλανθρωπίᾳ θαυμάζεσθαι. Τὸ δὲ συμφέρον, | |
25 | ὅτι καὶ συνοίσει τῇ πόλει· ἣν γὰρ ἂν ἐπὶ τῶν ἄλλων σχοίητε γνώμην, τὴν αὐτὴν καὶ ἕτεροι ἐφ’ ὑμᾶς ἕξουσιν, ὁμοίως δὲ καὶ τὸ δυνατὸν, ὅτι κύριοι τῆς ὑμῶν αὐ‐ τῶν γνώμης καθεστήκατε· καὶ εἰ μέν τις ἠνάγκαζεν ὑμᾶς ἀπάνθρωπον θέσθαι ψῆφον, ἐχρῆν μὲν οὐδὲ τη‐ | |
30 | νικαῦτα ἑλέσθαι· εἴχετε δὲ ἄν τινα ἐκ τῆς ἀνάγκης ἀπο‐ | 341 |
7.342 | φυγήν. νῦν δὲ οὐδεμιᾶς ἐπηρτημένης ἀνάγκης τίς ὑμῖν σκῆψις τοῦ μὴ φιλανθρωπίαν ὁρᾷν καταλείπεται; πʹ. Εὑρὼν ὁ τεχνικὸς καιρὸν ἐπιτηδειότατον ἐντελῆ καταστῆσαι βούλεται τὴν ἑαυτοῦ πραγματείαν, περὶ παν‐ | |
5 | τὸς ἡμῖν τοῦ ῥητορικοῦ λόγου διαλεχθείς· ἐφάσκομεν γὰρ ἐν ἀρχῇ τοῦ βιβλίου προκεῖσθαι αὐτῷ περὶ διαιρέ‐ σεως τῶν κεφαλαίων εἰπεῖν· ἡ δὲ εἰς τὰ κεφάλαια διαί‐ ρεσις μόνοις ἐπιβάλλει τοῖς ἀγῶσι· τριχῆ τοίνυν μεριζο‐ μένου τοῦ ῥητορικοῦ λόγου εἰς προοίμιά τε καὶ ἀγῶνας | |
10 | καὶ ἐπιλόγους, ἡ πραγματεία τοῦ τεχνικοῦ τὸ τρίτον ἡμῖν τοῦ λόγου κατορθοῖ μέρος, εἴγε τὴν εἰς τὰ κεφάλαια ποιεῖσθαι διαίρεσιν αὐτῷ προὔκειτο. ταῦτα δὲ τοὺς ἀγῶ‐ νας ἀναπληροῖ· τί οὖν εὑρὼν ἓν κεφάλαιον, δι’ οὗ ὅλον μέρος κατορθοῦται τοῦ λόγου, φημὶ τὴν κοινὴν ποιότη‐ | |
15 | τα, ἥτις τῶν ἐπιλόγων γίνεται κατασκευαστικὴ, μάλα εὐκαίρως καὶ ἕτερον μέρος τῆς πραγματείας προσέθη‐ κε πρὸς τοῖς ἀγῶσι καὶ τοὺς ἐπιλόγους διεξελθὼν ἐν‐ τελέστατα; ἐπεὶ δὲ τὸ τρίτον αὐτῷ ὑπελείπετο μέρος, λέγω δὴ τὰ προοίμια, πάλιν δὴ κἀνταῦθα εὑρὼν τοῖς | |
20 | ἐπιλόγοις κοινότητά τινα οὖσαν πρὸς τὰ προοίμια, καὶ τοῦτο εὐκαιρίαν ἑαυτοῦ ποιησάμενος, καὶ τὸν περὶ τῶν προοιμίων λόγον εἰσήνεγκεν· οἵ τε γὰρ ἐπίλογοι, φησὶ, καὶ τὰ προοίμια ἕνεκα πάθους παραλαμβάνονται ψυχι‐ κοῦ. καὶ προΐασιν οἱ ἐπίλογοι ἀπὸ τῶν αὐτῶν, ἀφ’ ὧν | |
25 | καὶ τὰ προοίμια· τριχῆ γὰρ ταῦτα λαμβάνεται, ἢ ἐκ διαβολῆς τοῦ ἐναντίου, ἢ ἐκ συστάσεως τοῦ οἰκείου προσώ‐ που, ἢ ἐκ προσοχῆς τοῦ δικαστοῦ· τὴν δὲ προσοχὴν ποιοῦμεν, ὅταν μέγιστον, ὅταν εὐσεβὲς ἀποδεικνύω‐ μεν τὸ πρᾶγμα, ὅταν δίκαιον καὶ τὰ τοιαῦτα· τὰ δὲ | |
30 | αὐτὰ κἀν τοῖς ἐπιλόγοις· ἢ γὰρ διαβάλλομεν τοὺς ἐναν‐ | 342 |
7.343 | τίους, ἢ συνιστῶμεν τὸ οἰκεῖον, ἢ τὸ πρᾶγμα αὔξοντες προσεχέστερον ποιοῦμεν τὸν δικαστήν· τοῦτο δὲ τὸ χωρίον λίαν τινὲς ἡμαρτημένως μὴ ἐπιβαλλούσης τῆς δεούσης ἀγωγῆς ἐπηβόλως οὐκ ἐν τῷ καθόλου, κα‐ | |
5 | θάπερ ὁ τεχνικὸς ἔφη, ἀλλὰ μερικώτερον ἐφ’ ἑκάστου λόγου δεξάμενοι εἰς ἠλιθιώτατον παντάπασιν ἐμπεπτώ‐ κασι λόγον· ᾠήθησαν γὰρ εἰρηκέναι αὐτὸν, ὡς εἴπερ τὰ προοίμια ἀπὸ συστάσεως εἴη τοῦ οἰκείου προσώπου, πᾶσα ἀνάγκη καὶ τοὺς ἐπιλόγους εἶναι συστατικοὺς, κἂν | |
10 | ἀπὸ διαβολῆς ληφθείη τὸ προοίμιον, καὶ τὸν ἐπίλογον ἐνταῦθα λαμβάνεσθαι· καὶ δείκνυται, φασὶν, ἐντεῦθεν, ὁ κατ’ Ἀνδροτίωνος λόγος οὐκ ἔχων προοίμια· οἱ μὲν γὰρ ἐπίλογοι ἐν αὐτῷ διαβληματικοὶ γεγόνασιν, ὁ δὲ λό‐ γος ἀπὸ συστατικῶν τινων ἐπιχειρημάτων ἄρχεται· καὶ | |
15 | γὰρ τὸ διαβλητικὸν καὶ αὐτὸ ἕνεκα συστάσεως εἴληπται, οὐκ ἂν δὲ, φησὶ, τοῦτο ἐγίνετο κατὰ λόγον ἐκφερομένου τοῦ προοιμίου· ἐξηνέχθησαν τοίνυν εἰς ἄτοπον οὕτω λό‐ γον αὐτοὶ τὸ χωρίον οὐ καταγνόντες τοῦ τεχνικοῦ, ὡς εἴη καθολικώτερόν πως προενηνεγμένον, ὥσπερ γὰρ τὰ | |
20 | προοίμια, φησὶν, ἢ σύστασιν ἔχει ἢ διαβολὴν ἢ προσοχὴν, ἔστι δὲ ὅτε καὶ ὁμοῦ ἅπαντα, οὕτως καὶ οἱ ἐπίλογοι· οὐ μὴν ἀνάγκη, εἰ μὴ διαβληματικὸν εἴη τὸ προοίμιον, πάντως εἶναι καὶ τὸν ἐπίλογον παραπλήσιον, ἀλλ’ οἷόν τε τὸ μὲν προοίμιον ἐκ διαβολῆς, εἰ τύχοι, εἰλῆφθαι, τὸν | |
25 | δὲ ἐπίλογον ἀπὸ συστάσεως ἢ τοὐναντίον. παʹ. Ἐπειδὴ ἀπὸ τῶν αὐτῶν τοὺς ἐπιλόγους λαμ‐ βάνεσθαί φησιν, ἀφ’ ὧνπερ καὶ τὰ προοίμια, δεῖ προ‐ αναδραμόντας εἰπεῖν, δι’ ἣν αἰτίαν τὰ προοίμια καὶ τοὺς ἐπιλόγους λαμβάνομεν· τὸ μὲν οὖν προοίμιον λαμβά‐ | |
30 | νεται ἀπὸ τοῦ κατηγόρου, παρασκευάζον τοὺς δικαστὰς, | 343 |
7.344 | τὸν κατὰ τοῦ φεύγοντος θυμὸν παραδέξασθαι· εἶτα με‐ τὰ τοῦτο τὴν πίστιν ἐπιθεὶς τοῦ θυμοῦ διὰ τῶν ἀγώ‐ νων προέρχεται, δεικνύων τὸ εὔλογον τῆς ὀργῆς, εἶτα ἐπὶ πᾶσιν ἐστὶν ὁ ἐπίλογος, ἀνανέωσιν καὶ μνήμην καὶ ἔτι | |
5 | αὔξησιν παρέχων τῶν ἐν τῷ προοιμίῳ, ὥστε τούτῳ διε‐ νηνόχασιν οἱ ἐπίλογοι καὶ τὰ προοίμια, ὅτι ἐν μὲν τοῖς προοιμίοις εἰς ὀργὴν προκαλούμεθα, ἤ τι τοιοῦτον, ἐν δὲ τοῖς ἐπιλόγοις μετὰ αὐξήσεως ἀναμιμνήσκομεν· καὶ οὕτω μὲν ὁ κατήγορος· ὁ δὲ φεύγων ἐκ τῶν ἐναντίων | |
10 | δηλονότι χρήσεται· ἐκεῖνος γὰρ ἐμποιεῖν σπουδάζει τὸ πάθος, ὁ δὲ φεύγων καταστέλλειν· δόξειε δὲ ἀκαίρως ὁ τεχνικὸς ἐνταῦθα προοιμίου μεμνῆσθαι, ἀλλὰ φαμὲν, ὅτι περὶ ἐπιλόγων διαλεγόμενος, ἐπειδὴ πολλὴν οἶδε συγγένειαν ἐπιλόγων καὶ προοιμίων, ἀπὸ γὰρ τῶν αὐ‐ | |
15 | τῶν ἀμφότερα κατασκευάζεται, καὶ πρὸς τὸ αὐτὸ ἑκά‐ τερον ἐπείγεται, ἀναγκαίως μέμνηται διὰ τοῦτο διαφο‐ ρᾶς, χωρίσαι τῆς κοινωνίας βουλόμενος· ἀμφότερα γὰρ ἢ ἔλεον, ἢ φθόνον, ἢ πάθος κινεῖ· ἀμέλει Δημοσθέ‐ νης ὀργὴν ἐν ἀρχῇ τοῦ προοιμίου κινεῖ ἐν τῷ κατὰ Μει‐ | |
20 | δίου κατηγορῶν ἀσέλγειαν Μειδίου, τοῦτο δὲ κἀν τοῖς ἐπιλόγοις ποιεῖ καταδρομὰς τοπικὰς ἐργαζόμενος· δια‐ φέρουσι δὲ ἀλλήλων τῇ τε τάξει καὶ τῇ ἐννοίᾳ καὶ τῇ φράσει· τὰ μὲν γὰρ τὴν πρώτην τοῦ λόγου κατέχει τά‐ ξιν καὶ σπερματικωτέραις χρῶνται ταῖς ἐννοίαις, τοῖς | |
25 | δὲ σχοινοτενέσι καλουμένοις χαίρουσι τῶν κώλων καὶ τοῖς βεβηκόσι τῶν ῥυθμῶν· ἔχει δὲ καὶ τῆς λέξεως συστροφήν· οἱ δὲ ἐπίλογοι τῷ τε λόγω παντὶ ἐπάγονται, ὡς καὶ τὸ ὄνομα δηλοῖ, καὶ τὰς ἐννοίας, ἐφ’ ὅσον ἂν ἐθέλωσι πλατύνοντες τοῖς ἀσυνδέτοις καὶ κομματικωτέ‐ | |
30 | ροις χαίρουσι τῶν κώλων, καὶ τοῖς λελυμένοις τῶν ῥυ‐ | 344 |
7.345 | θμῶν, καὶ τὸ μὲν προοίμιον πάθος κινεῖ, αὔξει δὲ ὁ ἐπίλογος. πβʹ. Τὴν κοινωνίαν εἰπὼν καὶ τὰς διαφορὰς ἀναγ‐ καίως ἐπάγει· διενηνόχασι δὲ πρῶτον μὲν τῇ τάξει· | |
5 | τὸ μὲν γὰρ ἀρχὴ, ὁ δὲ ἐπίλογος τέλος ἐστὶ τοῦ λόγου· ἐπεί γε ἐν μὲν τοῖς προοιμίοις παρασκευάζομεν τὸν ἀ‐ κροατὴν εἰς τὸ δέξασθαι τὰ πάθη ἢ ἀπώσασθαι, ἐν δὲ τοῖς ἐπιλόγοις αὐτὰ τὰ πάθη προσφέρομεν, ἢ παντε‐ λῶς ἐκβάλλομεν· ἂν μὲν οὖν διὰ τῶν προοιμίων τὸν | |
10 | ἀκροατὴν εὖ καταστήσωμεν πρὸς τὸ δέξασθαι τὰ πάθη, ἐν τοῖς ἐπιλόγοις αὐτὰ ἐκεῖνα εἰσάγομεν μετ’ αὐξήσεως· ἂν δ’ αὖ πάλιν ἐν τοῖς προοιμίοις ὁ ἀκροατὴς ἡμῖν πρὸς τὸ ἀπώσασθαι παρασκευασθῇ, διὰ τῶν ἐπιλόγων παντε‐ λῶς ἐξαιροῦμεν αὐτὰ καὶ ἐκβάλλομεν· καὶ ὅλως ἐπιτα‐ | |
15 | τικώτεροι πανταχοῦ οἱ ἐπίλογοι· ἔχει οὖν τοιαύτην τινὰ διαφορὰν τὸ προοίμιον πρὸς τὸν ἐπίλογον, ὡς εἰ καί τι βιβλίον πρότερον εὐπρεπὲς πρὸς ὑποδοχὴν γραμμάτων ποιοῦμεν, ἀποξέοντες αὐτὸ ἢ κολλῶντες ἢ ἄλλῳ τῳ τρό‐ πῳ διατυποῦντες, εἶτα ὕστερον αὐτὸ τῶν γραμμάτων | |
20 | ἀναπληροῦμεν. καὶ ἔοικεν ἡ μὲν πρὸς τὸ ὑποδέξασθαι πα‐ ρασκευὴ τοῖς προοιμίοις, αὕτη δὲ ἡ γραφὴ τοῖς ἐπιλό‐ γοις· τρίτη διαφορὰ κατὰ τὴν χρῆσιν· ἡ δὲ χρῆσις λαμ‐ βάνεται διχῶς, πῆ μὲν κατὰ τὴν ἀπαγγελίαν, πῆ δὲ κα‐ τὰ τὴν ἔννοιαν· κατὰ μὲν τὴν ἀπαγγελίαν διενηνόχασιν, | |
25 | ὅτι ἐν τοῖς προοιμίοις στρογγύλῃ καὶ συνεστραμμένῃ χρώ‐ μεθα τῇ φράσει, ἐν δὲ τοῖς ἐπιλόγοις ὑφειμένῃ καὶ πρὸς τὸ λελυμένον ὁρώσῃ μᾶλλον· τηνικαῦτα δ’ οὖν καὶ τοῖς κομματικοῖς καταχρώμεθα, οὐκ ἀποτείνοντες τοὺς λόγους, ἀλλὰ διὰ τῶν κομμάτων τὸν ἀκροατὴν ἀναπαύοντες. Ἡ | |
30 | δὲ αἰτία δήλη τοῦ τὰ μὲν προοίμια συνεστραμμένῃ, τοὺς | 345 |
7.346 | δ’ ἐπιλόγους λελυμένῃ χρῆσθαι τῇ φράσει· εὐθὺς γὰρ ὁ ἀκροατὴς παρελθὼν εἰς τὸ δικαστήριον παρεσκεύασται πρὸς τὸ προθύμως καὶ ἀκριβῶς ἀκροᾶσθαι τῶν λόγων· καὶ διὰ τοῦτο συνεστραμμένην μᾶλλον αὐτῷ καὶ τὴν φρά‐ | |
5 | σιν προσφέροιμεν· εἰ γὰρ ἐσπουδακότα αὐτὸν πρὸς τὴν τῶν λεγομένων ἀκρόασιν καὶ τὴν ἀκοὴν ἕτοιμον ἔχοντα πρὸς τό τι γενναῖον ἀκοῦσαι διὰ τῆς φράσεως εὐθὺς ἀν‐ ήσομεν, διαλύσαιμεν ἂν τὴν προθυμίαν αὐτοῦ, καὶ οὐ προσέξει τοῖς λεγομένοις τὸν νοῦν· ἐν δὲ τοῖς ἐπιλόγοις | |
10 | ὡς ἤδη κεκμηκυῖαν αὐτοῦ τὴν αἴσθησιν ἐκ τῶν ἀγώνων δεῖ τῇ φράσει λελυμένῃ καὶ ὑφειμένῃ, μᾶλλον γὰρ οὕτω χρω‐ μένους ἀνεῖναι καὶ ἀναπαῦσαι, ἵν’ οὕτω δύνηται μέχρι τέλους παραδέχεσθαι τοὺς λόγους· κατὰ μὲν ἀπαγγελίαν οὕτως, κατὰ δὲ τὴν ἔννοιαν, ὅτι τὰ προοίμια ἐνθυμη‐ | |
15 | ματικώτερον προφέρομεν, συναλλαττομένης ἑκάστης ἐννοίας, τοὺς δὲ ἐπιλόγους ἐπιχειρηματικῶς καὶ ἐπεξερ‐ γαστικώτερον· τὸ γὰρ ἐπιχείρημα ἐπὶ πλέον ἐστὶ τοῦ ἐπ‐ ενθυμήματος, εἴγε τὸ μὲν ἐνθύμημα ἐπὶ τῆς ἑαυτοῦ ἐν‐ νοίας ἵσταται μόνης, τὸ δὲ ἐπιχείρημα πάντα, ὅσα συν‐ | |
20 | τελεῖ πρὸς κατασκευὴν τοῦ προκειμένου ἐνθυμήματος, παραλαμβάνει καὶ ἐνθυμήματα καὶ παραδείγματα· καὶ ἔστιν ἁπλῶς περιεκτικὸν ἐνθυμημάτων τε καὶ παραδειγμά‐ των τὸ ἐπιχείρημα· πάλιν δὲ σαφὴς ἡ αἰτία κἀνταῦθα, τί δήποτε τοὺς ἐπιλόγους μετὰ πλείονος ἐξεργασίας ποι‐ | |
25 | ούμεθα, δῆλον γὰρ, ὡς τὸν ἀκροατὴν ταύτῃ μᾶλλον ἀνα‐ παύομεν, οὐδὲν ἀφ’ ἑαυτοῦ ποιοῦντες αὐτὸν ἐκλογίζεσθαι, ἀλλὰ πάντα ἡμεῖς διεξιόντες· τοσαῦτα περὶ προοιμίων τε καὶ λόγων ἔχομεν λέγειν. πδʹ. Οἱ ἐπίλογοι, φησὶν, ἀπολελυμένον ἔχουσι τὸν | |
30 | ῥυθμὸν, διὰ τὸ προκεκοπωμένους τοὺς δικαστὰς δεῖσθαι | |
ἀνέσεώς τινος καὶ μαλακίας λόγων· τὸ δὲ προοίμιον τοὐ‐ | 346 | |
7.347 | ναντίον· ὅ τε γὰρ ῥυθμὸς συνεστραμμένος, καὶ ἡ σύν‐ θεσις τῆς λέξεως σύντομος· ἐπειδὴ γὰρ ἐν ἀρχῇ νήφου‐ σι μᾶλλον οἱ ἀκροαταὶ, καὶ οὔπω ἀνακεκίνηται αὐτῶν τὸ πάθος, ὁμοιοπαθεῖν δεῖ τοῖς ἀκούουσι καὶ ἠρέμα | |
5 | προσβιβάζειν τό τε ἑαυτῶν καὶ τὸ ἀκροατῶν πάθος· ἔσται δὲ τοῦτο, ἐὰν τοῖς τε σχήμασι μετρίοις καὶ ταῖς λέξεσι καὶ ταῖς συνθέσεσιν, ἔτι δὲ καὶ ταῖς ὑποκρίσεσι με‐ τρίως χρώμεθα· ὁ δὲ ἐπίλογος τοὐναντίον κεκινῆσθαι τοῖς σχήμασιν ὀφείλει καὶ πολλὰς μὲν ἐκβοήσεις ἔχειν, | |
10 | πολλοὺς δὲ σχετλιασμούς· καὶ τὰ μὲν προοίμια συστρο‐ φὴν ἔχει τῆς λέξεως, ὁ δὲ ἐπίλογος λελυμένην τὴν φρά‐ σιν. | |
13t | Cap. XVIII. | |
14t | Περὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ. | |
14 | αʹ. Μετὰ τὸν περὶ διαιρέσεως τοῦ στοχασμοῦ λόγον | |
15 | ἐπὶ τὰς ἐν αὐτῷ διαφορὰς ἀναγκαίως ἐλήλυθεν· οὐ γὰρ ἁπλοῦς τίς ἐστι καὶ μονοειδὴς, ἀλλὰ πολυσχιδὴς ἐν ταῖς | |
κατὰ εἶδος διαφοραῖς, ἃς παραδραμεῖν τὸν τεχνικὸν οὐκ | 347 | |
7.348 | ἔνι· πανταχόθεν τό γε ἐντελὲς τῇ πραγματείᾳ παρασκευ‐ αζόμενον· ποιεῖται δὲ τῶν εἰδῶν τὴν διαίρεσιν πρῶτον μὲν εἰς τὸ ἁπλοῦν τε καὶ διπλοῦν· τῶν γὰρ στοχασμῶν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ διπλοῖ· ἔπειτα ὑποδιελών φησι | |
5 | τῶν ἁπλῶν τοὺς μὲν εἶναι τελείους, τοὺς δὲ ἀτελεῖς· ὁ‐ μοίως δὲ καὶ τῶν διπλῶν καὶ τοὺς μὲν εἶναι τελείους, τοὺς δὲ ἀτελεῖς· τὸ δὲ ἀτελὲς γίνεται, καθά φησιν, ἐπὶ μὲν ἁπλῶν, ὅτε ἐλλείπῃ τὸ πρόσωπον, ἐπὶ δὲ τῶν διπλῶν, ὅταν πρόσωπον ᾖ, τὸ δὲ πρᾶγμα ἐλλείπῃ· πρᾶγμα γὰρ | |
10 | ἐνδεῖν ἐν ἁπλῷ στοχασμῷ παράπαν ὁ τεχνογράφος οὐ καταδέχεται· περὶ μὲν οὖν τούτου μικρὸν ὕστερον ἐν‐ τελῶς διαλεχθήσομαι· ἔστι δὲ μεταξὺ πεπτωκὸς τοῦ τε ἁπλοῦ καὶ τοῦ διπλοῦ καὶ ἕτερον εἶδος στοχασμοῦ· κα‐ λεῖται δὲ συνεζευγμένον, ὅπερ οὔτε ἁπλοῦν δυνάμεθα λέ‐ | |
15 | γειν, ἐκ δυοῖν γὰρ συνέστηκεν, οὔτε μὴν διπλοῦν· οὐ γὰρ ὥσπερ ὁ διπλοῦς προηγουμένως ἔχει τὰ δύο, ἀλλὰ τὸ ἕτερον γίνεται τοῦ ἑτέρου κατασκευὴ, τρία δέ ἐστιν εἴδη συνεζευγμένα, στοχασμὸς, προκατασκευαζόμενος, συγκατασκευαζόμενος ἐμπίπτων. | |
20 | βʹ. Εἰς τὸ ἀτελὲς προσυπακουστέον τὸ ἐκ προσώπων· ἀπορήσει δέ τις, πῶς οἷόν τ’ ἐστι κρίσιν ἐν δικαστηρίῳ γίνεσθαι προσώπου ἢ πράγματος ἐκλείποντος· φαμὲν οὖν, ὅτι τὸ μὲν πρόσωπον πάντη ἐκλείπειν ἀδύνατον· τοῦ γὰρ δράσαντος μὴ εἰπόντος, κατὰ τίνος ἐξοίσει τὴν | |
25 | ψῆφον ὁ δικαστὴς, ἀλλ’ ἐπειδὴ τὰ ἐκ τῶν προσώπων κρινόμενα κεφάλαια ἐκλείπει, ὅταν ἀόριστον πρόσωπον πάντη ἐν στοχασμῷ παραλάβωμεν, διὰ τοῦτο ἀτελεῖς ἐκ προσώπων τοὺς τοιούτους καλοῦμεν στοχασμούς· πάλιν τὸ πρᾶγμα διχῶς, τὸ τεκμήριον καὶ τὸ κρινόμενον· τὸ | |
30 | τεκμήριον οὖν ἐκλείπει πολλάκις, τὸ δὲ ἐπιφερόμενον ἔγ‐ | 348 |
7.349 | κλημα οὐδέποτε· διὰ τοίνυν τὴν τοῦ τεκμηρίου ἔκλειψιν ἀτελεῖς ἐκ πραγμάτων καλοῦνται στοχασμοί. γʹ. Τοῦτο καὶ ἐν τῇ μεθόδῳ σαφῶς ἡμῖν προαπε‐ φήνατο λέγων ὡδί· πρᾶγμα δὲ οὐ κρίνεται κατά γε ἐμὲ | |
5 | τὸ ἐξισάζον μόνον· ἐνταῦθα δὲ ἐπαγωνίζεται φανερῶς ἤδη τῷ λόγῳ· καὶ συλλογίζεται τοὺς ἐναντιουμένους· πάν‐ τες δὲ σχεδὸν οἵ τε πρὸ αὐτοῦ τεχνογράφοι καὶ οἱ μετ’ αὐτὸν γενόμενοι τὴν ἐναντίαν ἀπεφήναντο περὶ τούτου γνώμην τῷ τεχνικῷ, οἰόμενοι καὶ τὸ πρᾶγμα ἐλλείπειν | |
10 | ποτὲ ἐν ἁπλῷ στοχασμῷ, συλλογίζεται δ’ οὖν οὕτως· ἐν παντὶ, φησὶ, στοχασμῷ δεῖ πάντως ὑπεῖναι σημεῖά τινα· πῶς γὰρ ἂν ἑτέρως ὁ στοχασμὸς δέξαιτο κρίσιν; εἰ δὲ σημεῖα, δῆλον ὅτι καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους· τὰ γὰρ σημεῖα ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστίν· εἰ δὲ ἀπ’ | |
15 | ἀρχῆς ἄχρι τέλους, μετάθεσιν αἰτίας καὶ πιθανὴν ἀπο‐ λογίαν ἀνάγκη δήπου συνευρεθῆναι· ἀντιστρέφεται γὰρ ἀεὶ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ταυτὶ τὰ κεφάλαια πραγματικὰ ὄντα· πῶς δὲ οἷόν τε, φησὶ, πράγματος ἐλλείποντος πραγματικὰ ὑπεῖναι κεφάλαια· εἴπερ οὖν | |
20 | ἀποδέδεικται ταυτὶ τὰ κεφάλαια πραγματικὰ ὄντα καὶ ἐξ ἀνάγκης παντὶ ἐμπίπτοντα στοχασμῷ, οὐχ οἷόν τε πραγματικὰ ὑπεῖναι κεφάλαια μὴ κρινομένου τοῦ πρά‐ γματος, οὐκ ἂν εἴη δῆλον, ὅτι οὐδὲ στοχασμός τις ἐλ‐ λείπων κατὰ τὸ πρᾶγμα. Ἀντιλέγουσι δὲ αὐτῷ πρὸς τοῦ‐ | |
25 | το, καὶ μάλιστά γε Ἁρποκρατίων, εὐθὺς ἐναντία φά‐ | |
σκοντες εἰρηκέναι τὸν τεχνικὸν ἑαυτῷ· ἔφη γὰρ μήποτε | 349 | |
7.350 | δύνασθαι ἐλλείπειν τὸ πρᾶγμα ἐν στοχασμῷ· αὐτὸς δὲ ἐν τοῖς λοιποῖς στοχασμοῖς δέδωκέ ποτε καὶ ἐλλείπειν αὐ‐ τό· εἰ δὲ ἐν τοῖς διπλοῖς, φασὶν, ἐλλείπει, τί κωλύει ταὐ‐ τὸ κἀπὶ τῶν διπλῶν συμβαίνειν; ὁ γὰρ διπλοῦς στοχα‐ | |
5 | σμὸς οὐδὲν ἕτερόν ἐστιν, ἢ δύο ἁπλοῖ, ἀλλὰ πρὸς τοῦτο κάλλιστά γε ὁ Μητροφάνης ἀπηντηκὼς φαίνεται· ἔστι γὰρ, φησὶ, καθόλου ἐν παντὶ στοχασμῷ τὸ πρᾶγμα τῇ φύσει ὑποκείμενον· ἀλλὰ τοῦτο πῆ μὲν ὠφελεῖ τι πρὸς ἀπόδειξιν, πῆ δὲ ἀνόνητον ἔκ τινος περιστάσεως γίνε‐ | |
10 | ται· ἡ δὲ περίστασις, καθ’ ἣν τοῦτο γίνεται, μία τίς ἐστιν ἡ κατὰ τὸ ἰσάζον, ὥστε ἔνθα ἂν μὴ συμβαίνῃ τὸ ἰσάζον, οὐ μόνον τῇ φύσει, ἀλλὰ καὶ τῇ χρήσει πάν‐ τως εὑρίσκεται· σκοπῶμεν οὖν, εἴπερ ἐπὶ τῶν ἁπλῶν ἡ τοιάδε περίστασις γενέσθαι, πῶς οὖν ἂν γένοιτο, φη‐ | |
15 | σὶ, παντελῶς γὰρ ἀδύνατον τοῦτό γε· τὸ γὰρ ἰσάζον ἐπὶ δύο τινῶν ἢ καὶ πλειόνων λέγεται, εἴγε τῇ πρὸς ἕτε‐ ρον σχέσει τὸ ἰσάζον λαμβάνεται· ὥσπερ ἴσους φαμὲν δύο τινὰς εἶναι ἀλλήλοις, ἕνα δέ τινα καθ’ αὑτὸν οὐκ ἂν φαίη τις ἴσον· τὸ οὖν ἁπλοῦν ἐν τῷ στοχασμῷ οὐκ ἂν ἐπιδέχοιτο | |
20 | ἁπλοῦν γε ὂν τὴν τοιαύτην περίστασιν· ἐξ ἀνάγκης οὖν ἐν παντὶ μὲν ἁπλῷ οὐ μόνον τῇ φύσει, ἀλλὰ καὶ τῇ χρήσει τὸ πρᾶγμα πάντως εὑρίσκεται, ἐν δὲ τοῖς δι‐ πλοῖς καὶ ἐλλείπει· τὸ γὰρ ἐξισάζον ἐπὶ τοῦ διπλοῦ χώ‐ ραν ἔχει, ὅπερ μόνον ἐστὶ τῆς ἐλλείψεως τοῦ πράγματος | |
25 | αἴτιον· ἐλλείψεως δέ φημι τῆς κατὰ τὴν χρῆσιν, τῇ γὰρ φύσει δεῖ πάντως ὑφεστάναι τὰ πράγματα· οὐ καλῶς ἄρα τὰ τῶν διπλῶν, φησὶ, μεταφέρειν ἐπὶ τοὺς ἁπλοῦς ἀξιοῦσι· ταύτην μὲν οὖν σαφῶς ἀνέστρεψεν ὁ Μη‐ | |
τροφάνης τῶν τε ἄλλων καὶ τὴν τοῦ Ἁρποκρατίωνος ἀν‐ | 350 | |
7.351 | τίθεσιν· παρεισφέρειν δὲ καὶ ἀπόδειξιν πειρῶνταί τινα τοῦ ἐλλείπειν τὸ πρᾶγμα, οὕτω γὰρ, φασὶν, ἐπὶ τούτων μόνων ἐστὶ τὸ πρόσωπον τὸ κρινόμενον, ὥστε ἄν τις ἀμείψῃ τὸ πρόσωπον, οὐκέτι οὐδὲ συνεστάναι δύναται | |
5 | ἡ κρίσις, ἀλλ’ εὐθὺς τὸ ὅλον διαλύεται· οἷον ἔγραψεν ὁ Περικλῆς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα, καὶ κρίνεται Ἀρχίδαμος δώρων ἐὰν γὰρ, φασὶν, ἀμείψωμεν τὸ πρόσωπον τοῦ Περικλέους καὶ τοῦ Ἀρχιδάμου, οὐκ‐ έτι ἐμμένει ἡ ζήτησις· ὁμοίως καὶ ἐπὶ τοῦ ἀσώτου κρι‐ | |
10 | νομένου, ἐφ’ οἷς ὁ πατὴρ ἀφανὴς ἐγένετο· κἀνταῦθα γάρ, φασὶ, τὸ σύμπαν τῆς κρίσεως περὶ τὸ πρόσωπον ἕστηκεν, ὅτι ὁ ἄσωτος· εἰ γοῦν μεταθείημεν αὐτὸ, συν‐ διαφθαρήσεται καὶ ἡ κρίσις· ὁ δὲ λόγος οὐκ ἰσχυρὸς, ἀντιπαραστήσεται γὰρ αὐτοῖς τὸ εἰρημένον· δύνα‐ | |
15 | ται γάρ τις καὶ τὸ πρᾶγμα ἀμείβων διαλύειν τὴν ζή‐ τησιν· οἷον εἰ φαίημεν ἀσώτου πατέρα ἐπ’ ἐμπορίᾳ ἐκ‐ δεδημηκέναι πολλῶν εἰδότων, καὶ κρίνεσθαι τὸν ἄσωτον φόνου, γελοιότατον ἂν φανείη τὸ λεγόμενον, μήτιγε δὴ καὶ ἐμπίπτον εἰς ζήτησιν· ἔτι δὲ καὶ πρὸς κατασκευὴν | |
20 | τοῦ ἐλλείπειν τὸ πρᾶγμα καὶ τῷδε ὡς ἀῤῥήτῳ συλλο‐ γισμῷ ἐπανέχουσι· πρᾶγμά ἐστι, φασὶ, τὸ πραχθέν· | |
τὸ μηδὲ πεπραγμένον οὐκ ἂν οὐδὲ πρᾶγμα λέγοιτο· ὁ | 351 | |
7.352 | δὲ ἄσωτος, φησὶν, οὐδὲν πεπραχὼς κρίνεται φόνου, οὐ‐ δὲν αὐτὸς διαπεπραχώς· πῶς οὖν, φασὶ, μηδενὸς πρα‐ χθέντος πρᾶγμα ἂν ὑποκείμενον εἴη; ἀλλὰ ῥᾴδιον αὐ‐ τοὺς ἐκ τῶν σαφεστέρων λόγων ἐλέγχειν· τὴν γὰρ δευ‐ | |
5 | τέραν τάξιν τῶν πραγμάτων ἀναμφιλέκτως ἅπαντες κα‐ ταδέχονται· καίτοι οὐδὲ ἐπὶ ταύτης, ἀφ’ ὧν αὐτός τις ἔπραξεν, ἡ κρίσις γίνεται, ἀλλ’ ἀφ’ ὧν ἕτεροι, οἷον τρισ‐ αριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ κρίνεται προ‐ δοσίας· ἐνταῦθα γὰρ οὐδὲν τῷ τρισαριστεῖ πέπρακται· | |
10 | καὶ τὸ πρᾶγμα ὅλως ἐλλείπειν οὔ φασι· τὸ γοῦν αὐτὸ κἀπὶ τῆς τρίτης καταδεξάσθωσαν τάξεως· ἀλλ’ ἐροῦσιν, ὡς ἐκεῖ μὲν ἄντικρυς εἰς τὸ κρινόμενον ἀναφέρεται τὸ πρᾶγμα, ἐνταῦθα δὲ οὐκ ἄντικρυς· προσλεκτέον, ὡς οὐ‐ δὲ ἡμεῖς ἀμφισβητοῦμεν, ὡς οὐκ ἐλάττονα ἔχει δύναμιν | |
15 | ἐνταῦθα τὸ πρᾶγμα, καταφαίνεται γὰρ παντὶ, ὡς ἔστιν ἔλαττον τὸ οὐκ ἄντικρυς ἀναφερόμενον τοῦ γε ἀναφε‐ ρομένου ἄντικρυς· διὰ γάρ τοι τοῦτο τὴν μὲν δευτέραν ἐκεῖνα, ταῦτα δὲ τὴν τρίτην ἀπέλαβε τάξιν· οὐ μὴν ἐπει‐ δήπερ ἀσθενεστέρα, διὰ τοῦτο καὶ παντελῶς ἐλλείπειν νο‐ | |
20 | μισθήσεται· τοῦτο δὲ καλῶς ἔοικε θεωρήσας ὁ τεχνικὸς προανελεῖν τὴν ἀντίθεσιν· ἔφη γὰρ ὧδε· ἀλλ’ ἧττον ἰ‐ σχύει τὸ πρᾶγμα ἐνταῦθα, ἢ ἐν τῷ θάπτοντι τὸ νεο‐ σφαγὲς σῶμα· καὶ γὰρ ἐν πᾶσι στοχασμοῖς ἧττον ἰσχύει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὅταν ἀφ’ ὧν ἄλλοι πεποιή‐ | |
25 | κασι, κρίνηταί τις, ἄλλως τε καὶ ὅταν μὴ εἰς αὐτὸν ἄν‐ τικρυς ἀναφέρηται· φαίνεται ἄρα διὰ τοῦτο ἀκριβέστε‐ ρον κατανοήσας τὴν φύσιν τοῦ πράγματος, ὅτι βραχέα μὲν ἐνταῦθα συντελεῖ, οὐ μὴν διὰ τοῦτο παντελῶς ἀνό‐ νητον γίνεται· πῶς οὖν οὐκ ἄν τις τῶν οὕτω προχείρως | |
30 | ἐπιλαμβανομένων τοῦ τεχνικοῦ καταγνοίη; δʹ. Καταδρομὴν εὐθὺς ἐντεῦθεν ποιοῦνται τοῦ τεχνι‐ | |
κοῦ, ὡς διηπορηκότος περιφανῶς· οὐ γὰρ ἔσχε, φασὶ, με‐ | 352 | |
7.353 | τάθεσιν αἰτίας εἰπεῖν οὐδὲ πιθανὴν ἀπολογίαν, ὅπερ ἐστὶ κεφάλαια τοῦ πράγματος· ἀλλὰ τὸ χωρίον παρέ‐ δραμεν· τοῦτο δὲ κομιδῆ καθέστηκεν εὔηθες· ὁ γὰρ τεχνικὸς διεξελθὼν τὰ κεφάλαια καὶ τὴν προσήκουσαν | |
5 | ἀποδοὺς ἑκάστῳ τεχνολογίαν ᾤετο πρὸς ἐπισταμένους ἤδη ποιεῖσθαι τὸν λόγον, ἐπεί τοι πρόχειρον ἦν τὴν με‐ τάθεσιν τῆς αἰτίας εἰπεῖν, ὅτι λῃσταῖς που περιτυχὼν ἀνῃρέθῃ, ἢ ὅτι λυπῆσαι βουλόμενος υἱὸν ἄσωτον ὄντα ἀπέκρυψεν ἑαυτὸν, ἢ καὶ ἐπ’ ἐμπορίαν ἐξέπλευσε ποῤῥω‐ | |
10 | τέρω, καὶ πιθανὴν δὲ ἀπολογίαν ἐρεῖ, ὅτι καὶ μὴν οὐκ ἂν ἀφανῆ καθιστῶν αὐτὸν, ἵνα μὴ ἄσωτός γε ὢν ὑπό‐ νοιαν δῶ κατ’ ἐμαυτοῦ· εἰ γὰρ φανερὸς ἦν ὁ φόνος, ἐνομίσθη ἂν ὑπὸ λῃστῶν ἀνῃρῆσθαι ἢ ὑφ’ ὁτουοῦν ὡς εἰκὸς ἑτέρου, ὥστε οὐκ ἂν ἀπορῶν ὁ τεχνικὸς αὐτὰ παρ‐ | |
15 | ῆλθεν, ἀλλὰ κατάδηλα οἰόμενος εἶναι τοῖς γε ἐπεσκεμμέ‐ νοις ἀνωτέρω καὶ τὴν φύσιν ἐπισταμένοις τῶν κεφαλαίων. εʹ. Ἔστιν ἐκ προσώπου ἀτελὴς στοχασμὸς, οἷον δύο ῥήτορες ἥκοντες ἀπὸ τῆς Φιλίππου πρεσβείας, εὕρηται ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας | |
20 | γεγραφὼς, καὶ κρίνονται προδοσίας· εὕρηται δὲ ὁ κα‐ | |
λούμενος μονομερὴς, ὅταν δύο μὲν ἔχῃ τοὺς φεύγοντας, | 353 | |
7.354 | ἕνα δὲ τὸν κατήγορον, οἷον Αἰσχίνης καὶ Δημοσθένης ἥκοντες ἀπὸ τῆς παρὰ τὸν Φίλιππον πρεσβείας, εὕρηται ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γεγραφὼς, καὶ κρίνει αὐτοὺς Ὑπερίδης προδοσίας· εὕρη‐ | |
5 | ται καὶ ἄλλος, ὅταν πρόσωπον ἐπὶ δύο πράγμασι κρίνηται ὁμοίοις καὶ διαφόροις. τοῖς διαφόροις μὲν, ὡς τοῦτο· ἀνὴρ καὶ γυνὴ τὴν αὐτὴν νόσον ἐνόσουν, δέδωκέ τις ἰατρὸς τοῖς δύο τὸ αὐτὸ φάρμακον, τοῦ ἀνδρὸς τελευτήσαντος τὴν γυναῖκα ἔγημε, καὶ κρίνεται μοιχείας καὶ φόνου. ἐφ’ | |
10 | ὁμοίοις δὲ, οἷον πένητος δολοφονηθέντος ἐκήρυξεν ὁ δῆ‐ μος τῷ μηνύσαντι χιλίας δώσειν, ἀντεκήρυξεν ὁ πλού‐ σιος δώσειν δισχιλίας. εἰσῆλθέ τις αὐτὸν μηνύσων, ὁ δὲ αὐτὸν εἰς τὴν ὑστεραίαν ἀνεβάλετο, εὕρηται καὶ αὐτὸς δολοφονηθεὶς, καὶ κρίνεται ὁ πλούσιος ἐπ’ ἀμ‐ | |
15 | φοτέροις φόνου. Εὕρηται καὶ ἄλλο σπάνιον εἶδος τοῦ κατ’ ἀμφισβήτησιν· οἷον ὅπερ οὐκ ἔχει γεγονός τι ὑπὲρ τῶν προσώπων, ἀλλ’ ἔξωθέν τι συμβεβηκὸς, ἀφ’ ὧν τὸ πρόσωπον προφέρουσιν, οἷον ἀτελὴς παῖς ἀπεδήμησεν· φήμη ἐγένετο, ὡς τετελεύτηκε, καὶ ἀμφισβητοῦσι περὶ τοῦ | |
20 | κλήρου οἵ τε ἐπίτροποι καὶ οἱ κληρονόμοι· ἐνταῦθα σημεῖον οὐδὲν προφέρονται παρ’ αὐτῶν, ἀλλὰ τὴν φή‐ μην διϊσχυρίζονται· τούτων δὲ τῶν στοχασμῶν τοὺς μὲν ἀντεγκληματικοὺς εἶπε, τοὺς δὲ λοιποὺς παρῆκεν· εἰσὶ δὲ καὶ ἄλλοι, συμπεπληγμένοι δὲ καλοῦνται, διότι ἑτέ‐ | |
25 | ραις στάσεσιν ἐπιμίγνυνται, ὧν ἐστι καὶ οὗτος πρῶτος· οἷον μειράκιον ἔφη ἐντὸς τριάκοντα ἡμερῶν εὐπορή‐ | |
σειν, ἢ πορνεύσειν μεταξὺ τῶν ἡμερῶν τούτων· κατέλι‐ | 354 | |
7.355 | πεν αὐτὸν κληρονόμον τις καὶ οὐκ ἐπόρνευσε, καὶ κρί‐ νεται πορνείας· ἐνταῦθα γὰρ ὁ στοχασμὸς, ὅτι ἄρνησις· φησὶ γὰρ μὴ πεπορνευκέναι, τοῦ κατηγόρου χρωμένου τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ἐκήρυξας καὶ ἐκ τού‐ | |
5 | του ἐπόρνευσας· ὁ δὲ φεύγων τῷ ὅρῳ ἀπολογήσεται, λέ‐ γων, οὐ τὸ κηρῦξαι πορνεῦσαί ἐστιν· ὅρος μὲν οὖν κα‐ τὰ τοῦτό ἐστιν, ὅτι πέπρακται τὸ ἐκήρυξε, λείπει δὲ τὸ ἐπόρνευσεν· οὕτω δὲ δεῖ τὸν ὁρικὸν στοχασμὸν μελετᾶ‐ σθαι, ὅταν παρέλθῃ τοῦ στοχασμοῦ τὰ κεφάλαια ἕως | |
10 | τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ἐντεῦθεν τὰ τοῦ ὅρου κεφάλαια μελετήσεις· ἐπανελθεῖν δὲ δεῖ πάλιν ἐπὶ τὴν πιθανὴν ἀπολογίαν τὸν τρόπον, ὅτι, εἰ ἐβουλόμην πορ‐ νεῦσαι, οὐκ ἐκήρυττον· δεύτερος δὲ ὁ συγγνωμονικὸς, οἷον ὡραίαν μειρακίου μητέρα λῃσταὶ ἔλαβον, καὶ ἀπ‐ | |
15 | ελθόντος τοῦ μειρακίου ἐπὶ τῷ λυτρώσασθαι, ἀφῆκαν τὴν μητέρα οἱ λῃσταὶ ἄνευ λύτρων, καὶ κρίνεται ἑται‐ ρίας τὸ μειράκιον. ἐνταῦθα ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους προβαλλομένου τοῦ κατηγόρου, καὶ λέγοντος, ὅτι διὰ τί ἄνευ λύτρων σε ἀφῆκαν, ὁ φεύγων ἐρεῖ, | |
20 | ἐλεήσαντες τὴν ἡλικίαν καὶ τὸ φιλόστοργον καὶ τὴν μη‐ τέρα, καὶ εὐθέως εἰς τὴν συγγνώμην ἐμπεσεῖται λέγων, „οὐ δεῖ τὰ παρὰ λῃστῶν γινόμενα ἐξετάζεσθαι, πάντα γὰρ τὰ τοιαῦτα κατ’ ἀνάγκην γίνεται·“ ὁ τρίτος πάλιν ὁ δημοκόπιος, οἷον πρεσβευτὴς εἰσῆλθεν εἰς τὸν δῆμον | |
25 | μελανειμονῶν, καὶ ἐρωτηθεὶς ὑπὸ τοῦ δήμου, δι’ ἣν αἰ‐ τίαν οὕτως ἔχει, ἔδειξέ τινα ὡς τὴν γυναῖκα αὐτοῦ μοι‐ χεύοντα, καὶ κατέλευσεν ὁ δῆμος τὸν δειχθέντα· καὶ μετὰ ταῦτα εὕρηται τῇ γυναικὶ συνοικῶν, καὶ κρίνεται δημο‐ κοπίας· διαφέρει δὲ τοῦτο τῶν ἄλλων, ὅτι μεμιγμένα | |
30 | τὰ κεφάλαια, οἷον βουλήσεις δύο ὑφ’ ἓν ἐξεταζόμεναι· | 355 |
7.356 | ἔστι δὲ καὶ ἄλλος στοχασμὸς ὁ ἐξ ἀπάτης δικαστῶν· οἷον ἐγράψατό τις τὴν γυναῖκα μοιχείας, καὶ εἷλε· τε‐ λευταῖον ἔφη πρὸς τὴν γυναῖκα, ὡς οὐχ εἷλον, καὶ κρί‐ νεται ἐξ ἀπάτης δικαστῶν· διαφέρει δὲ οὗτος τοῦ δη‐ | |
5 | μοκοπίου, ὅτι ὧδε μετὰ λόγου καὶ κρίσεως· ἡ ἀπάτη γὰρ τῶν δικαστῶν, ἐκεῖ δὲ ἀπὸ κρίσεως μόνης ἢ ἀπο‐ φάσεως ἑνὸς λόγου. ϛʹ. Ἰστέον, ὡς τῶν διπλῶν οἱ μέν εἰσιν ὁμωνύμως καλούμενοι, οἱ δὲ συνεζευγμένοι, οἱ δὲ συμπεπλεγμένοι· | |
10 | τῶν δ’ αὖ διπλῶν οἱ μέν εἰσιν ἀντεγκληματικοὶ, ὡς Αἰ‐ σχίνης καὶ Δημοσθένης, ὁ μὲν εὕρηται χρυσίον κατο‐ ρύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφὼς, καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις· οἱ δὲ κατὰ ἀμφισβήτησιν ἀπὸ δύο προσώπων διαφόρων καὶ δύο πραγμάτων, οἷον τύ‐ | |
15 | ραννος ἐνόσει, ὑποπτεύσας τὸν ἴδιον ἰατρὸν μετεκαλέσα‐ το ξένον, ἀνελθὼν δέδωκε φάρμακον ὡς ἀλεξιφάρμακον, καὶ κατελθὼν ἔφη „τεθνήξεται·“ τέθνηκε, καὶ ἀμφισβη‐ τοῦσι περὶ τῆς δωρεᾶς. ζʹ. Εἰ γὰρ ἁπλοῦς τέλειός ἐστιν ὁ πρᾶγμα ἓν ἔχων | |
20 | καὶ πρόσωπον κρινόμενον, φανερὸν, ὅτι ὁ διπλοῦς τέ‐ λειος δύο πράγματα ἔχει κρινόμενα καὶ δύο πρόσωπα ἐκ διαφόρου ποιότητος, διπλοῦν δὲ τέλειον ἐκάλεσε τοῦ‐ τον, ὡς δύο ζητήματα ἁπλᾶ στοχαστικὰ ἔχοντα τέλεια ὑφ’ ἑνὶ ἐγκλήματι· ὁ μὲν γὰρ ἥλω χρυσίον κατορύττων, | |
25 | ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· τὸ δὲ ἔγ‐ κλημα, ὃ ἀντεγκαλοῦσιν ἀλλήλοις ἓν, τὸ τῆς δωροδο‐ κίας. ηʹ. Ἀναγκαίως ἐκλείπει αὕτη διὰ τὸ ἐξισάζον· φύ‐ | |
σει μὲν γὰρ ἔχει τὸ κεφάλαιον, ἐκλείπει δὲ διὰ τὸ ἐξ‐ | 356 | |
7.357 | ισάζειν· ὥσπερ γὰρ οὗτος ἀπαιτεῖ, κἀκεῖνος ἀπαιτήσει· παρατήρησαι δὲ τὸ ἐνταῦθα, ὅτι οὐκ ἐν παντὶ στοχα‐ σμῷ ἐγκληματικῷ λέγει, ἀλλ’ ἐν τῷ ζητήματι τούτων· ἴσως γὰρ ἐν ἄλλῳ ἀντεγκληματικῷ εὑρεθήσεται ἐλέγχων | |
5 | ἀπαίτησις, ἐν οἷς οὐκ ἰσάζει· οἷον ὅτε τὰ πρόσωπα διά‐ φορα τυγχάνει ὄντα, τότε ἐμπίπτει ἡ τῶν ἐλέγχων ἀπαί‐ τησις· οἷον εἰ ἰατρὸς καὶ ἰδιώτης ἐπὶ φαρμακείᾳ ἀλλή‐ λοις ἀντεγκαλοῦσιν· ἐνταῦθα γὰρ ὁ μὲν ἰδιώτης ἀπαι‐ τήσει τὴν τῶν ἐλέγχων παράστασιν· λέξει γὰρ, τίς | |
10 | μοι τὸ φάρμακον δέδωκε; παρὰ τίνος ὠνησάμην; εἰπὲ τὸν κομίσαντα· ὁ δὲ ἰατρὸς οὐκέτι, οἴκοθεν γὰρ ἔχων τὴν τέχνην δι’ ἄλλου τινὸς οὐκ ἐδεῖτο τοῦτο ποιεῖν ὥσ‐ περ ὁ ἰδιώτης. θʹ. Ἴση γὰρ αὐτοῖς γίνεται ἡ τῶν ἐλέγχων ἀπαίτη‐ | |
15 | σις· εἰ γὰρ ὁ ἕτερος αὐτῶν ἐλέγχους ἀπαιτηθείη, καὶ ἀνταπαιτήσει πάντως· διὰ τοῦτο ἐκλέλοιπε φύσει τουτὶ τὸ κεφάλαιον· τοῖς δὲ ἄλλοις ἑξῆς ἅπασι χρήσεται διτ‐ τῶς, τουτέστι καὶ τοῦ ἐναντίου κατηγορῶν καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογούμενος διὰ πάντων τῶν κεφαλαίων· οἷ‐ | |
20 | ον ὅτι σὲ μὲν εἰκὸς ἦν διὰ τὸ παραπρεσβεῦσαι, καὶ τοῖς ἄλλοις δὲ κεφαλαίοις τοῦτον τὸν τρόπον ἑκάτερος χρήσεται. ιʹ. Διπλᾶ τὰ λοιπὰ ἐμπεσεῖται, εἰ μή τι αὐτῶν κα‐ τὰ τὰς ἰδίας ἐκλείποι μεθόδους· διπλῆ γοῦν ἐμπί‐ | |
25 | πτει βούλησις καὶ διπλῆ δύναμις, καὶ τὰ ἑξῆς κεφάλαια ὁμοίως· ἰστέον δὲ, ὅτι καλλίστην ἡμῖν παραδίδωσιν ἐνταῦ‐ θα σημείωσιν ὁ Τύραννος, φάσκων, ὅτι τὸ εἰρημένον ἐνταῦθα, „ἡ μὲν τῶν ἐλέγχων ἀπαίτησις, ἐπειδὴ ἐξισά‐ ζει, οὐκ ἐμπίπτει,“ ἐπὶ τοῦ προκειμένου δεῖ καὶ μόνου | |
30 | ἐκλαμβάνειν προβλήματος· οὐ γὰρ ἐν παντὶ τῷ εἴδει τῶν | |
τελείων διπλῶν στοχασμῶν τὸ τοιοῦτον γίνεται· εἰ γάρ | 357 | |
7.358 | τις εὑρεθείη διάφορος ποιότης τῶν προσώπων, ἥτις ἐμποιεῖ τὸ διάφορον, καὶ οὐκέτι λοιπὸν ἐξισάζει, τὸ λοι‐ πὸν ἐξετασθήσεται ἡ τῶν ἐλέγχων ἀπαίτησις, ὡς ἐπὶ τούτου. συνδιῃτᾶτό τις ἰδιώτῃ καὶ ἰατρῷ, τέθνηκεν | |
5 | ἐπὶ σημείοις φαρμάκων καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις τὸν φόνον, ὅ τε ἰδιώτης καὶ ἰατρός· ἐνταῦθα ὁ μὲν ἰδιώτης εὐλόγως ἀπαιτήσει ἐλέγχους, φάσκων, τίς μου καταμαρ‐ τυρεῖ; τίς ὁ σκευάσας μοι τὸ φάρμακον; τίς ὁ πωλήσας; τίς ὁ διακονήσας; ὁ μέντοι ἰατρὸς οὐχ ἕξει χώραν | |
10 | ἀπαιτεῖν ἐλέγχους, ἰατρὸς γὰρ ὢν οὐκ ἂν εἴποι· τίς ὁ σκευάσας μοι τὸ φάρμακον; ἢ τίς ὁ διακονήσας; ταῦ‐ τα γὰρ αὐτὸς ποιήσει πάντα ὁ ἰατρὸς, μηδὲν ἑτέρου πρὸς ὑπουργίαν δεόμενος· ἀπαιτήσει τοίνυν ὁ ἰδιώτης ἐλέγχους, καὶ εἰκός τινα εἰπεῖν· ἑτεροῤῥεπὲς εὑρεθήσεται | |
15 | τὸ πρόβλημα κατὰ τοῦτο, εἴγε ὁ μὲν ἐλέγχους ἀπαιτεῖ, ὁ δὲ οὔ· καί φαμεν, ὅτι εἰ μὲν μὴ εὐπόρει τοῦτο λῦσαι, τότε ἂν ἑτεροῤῥεπὲς εὑρίσκετο, νῦν δὲ λύσει, τοῦτο λέ‐ γων· αὐτὰ τὰ πράγματά σου καταμαρτυροῦσιν, ὥστε οὐκ‐ έτι ἐστὶν ἑτεροῤῥεπές· ἴσως δέ τις ἐρεῖ, ὅτι ὡς κἀπὶ τῶν | |
20 | ἄλλων κεφαλαίων ἐξισάζουσιν αἱ δικαιολογίαι, οἷον ὅτι ἐβούλετο, καὶ ὁ ἕτερος ἐρεῖ, ὅτι σὺ ἐβούλου· ἔτι ἠδύνω, ἀλλὰ καὶ ὁ ἕτερός φησιν, ὅτι ἠδύνω· καί φαμεν, ὅτι οὐκ ἐξισάζει ταῦτα· παρὰ γὰρ τὴν διάφορον ποιότητα τῶν κρινομένων προσώπων ἐμπίπτει ἡ τῶν κεφαλαίων | |
25 | ἐξέτασις, οἷον ἐβούλου, Αἰσχίνη, ὢν καὶ τραφεὶς ἐν ἐν‐ | |
δείᾳ, προδοῦναι, ἵνα λάβῃς χρήματα, καὶ ὁ ἕτερος | 358 | |
7.359 | πάλιν ἐρεῖ· ἐβούλου, Δημοσθένης, ὢν καὶ ἀεὶ γεγονὼς ἄ‐ πληστος, προδοῦναι, ἵνα λήψῃ χρήματα. Ἰστέον δὲ, ὅτι οὐκ εἰκῆ, ἀλλὰ μετά τινος λογισμοῦ ὁ τεχνικὸς τὸν Δη‐ μοσθένη εἶπε κατορύττειν χρυσίον, τὸν δὲ Αἰσχίνην λό‐ | |
5 | γον παραπρεσβείας γεγραφέναι· ἄλλως γὰρ μετατιθέμε‐ να οὐκέτι εἶχον τὸ πιθανὸν, οἷον εἰ τὸν Αἰσχίνην εἶπε κατορύττειν χρυσίον, τὸν δὲ Δημοσθένη λόγον παραπρεσ‐ βείας γεγραφέναι· πῶς γὰρ ἂν ἔτι χρώμεθα τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐπὶ Δημοσθένους; τὸ γὰρ κρίνειν αὐ‐ | |
10 | τὸν ἐκ τοῦ γεγραφέναι παραπρεσβείας λόγου λίαν ἠλίθιον ἐδόκει καὶ ἀβέβαιον, ἄνδρα ἀεὶ πρὸς τὸ συγγράφεσθαι λόγους παντοίους ἀπησχολημένον, καὶ ἔτι ἐπὶ Αἰσχίνου ἄπορον εὑρίσκετο ἡ τῆς αἰτίας μετάθεσις· τί γὰρ, εἰ ἔλεγεν Αἰσχίνης φωραθεὶς χρυσίον κατορύττων, ἄνθρωπος ἐν | |
15 | ἐνδείᾳ τραφεὶς καὶ ἀεὶ πενόμενος; εἰς ἀπορίαν οὖν αὐτὸ περιΐστατο τὸ σημεῖον καὶ αἰτίαν οὐκ ἂν εὐπόρει πιθα‐ νὴν εἰπεῖν· εὐλόγως οὖν ὁ τεχνικὸς τὸν μὲν Δημοσθένην εἶπε κατορύττειν χρυσίον, τὸν δὲ Αἰσχίνην λόγον παρα‐ πρεσβείας γεγραφέναι, οὕτως γὰρ λόγον αὐτοῖς ἔχει τὰ | |
20 | ἐγκλήματα. ἀκόλουθον λοιπὸν καὶ τὴν ἐργασίαν εἰπεῖν τοῦ διπλοῦ, καὶ ἐπειδὴ ἐν τοῖς ἀντεγκληματικοῖς ἑκάτε‐ ρος αὐτῶν καὶ κατηγορεῖ καὶ ἀπολογεῖται, χρὴ ζητεῖν, πότερον πᾶσαν πρότερον ἐρεῖ τὴν κατηγορίαν, καὶ εἶθ’ οὕτως ἐν δευτέρῳ πᾶσαν ἐπάγει τὴν ἀπολογίαν ἢ τοὔμ‐ | |
25 | παλιν πρῶτον ἐρεῖ τὴν ἀπολογίαν, καὶ ἐν δευτέρῳ ἐπά‐ | |
γει τὴν κατηγορίαν· φαμὲν τοίνυν, ὅτι οὐδέτερον τούτων | 359 | |
7.360 | ἀληθὲς, πάνυ γὰρ ὕπτιον τοῦτο καὶ οὐχ οὕτω φανερῶς συστῆναι δυνάμενον, οὔτε τὰ ἑαυτῷ οὔτε τὰ τοῖς ἀντι‐ δίκοις προσόντα· ἄλλως τε καὶ ὥσπερ δύο ἐδόκουν εἶναι λόγοι, τῆς τε κατηγορίας ἰδίᾳ καὶ τῆς ἀπολογίας τιθε‐ | |
5 | μένης· χρὴ οὖν συνάπτειν καὶ ἀντεξετάζειν παράλληλα κεφαλαίων ἀντιθέντας, καὶ σύγκρισιν ποιουμένους τῶν ἑαυτοῖς καὶ τῶν τοῖς ἀντιδίκοις προσόντων δικαιωμάτων· καὶ γὰρ ἀγωνιστικὸν τὸ τοιοῦτο καὶ γοργὸν καὶ ἐναργῶς τὰς ἀποδείξεις παρεχόμενον, ὡς παρὰ Δημοσθένει ἐν τῷ | |
10 | περὶ στεφάνου· ἀντεξετάζων γὰρ τὰς αὐτοῦ καὶ τὰς Αἰ‐ σχίνου πράξεις ἐκ παραλλήλων ἔθηκε. καὶ σκόπει ἐπ’ αὐτῆς τῆς λέξεως· „ἐπειδὴ τοίνυν ἐποιήσατο τὴν εἰρήνην ἡ πόλις, ἐνταῦθα πάλιν σκέψασθε, τί ὑμῶν ἑκάτερος προείλετο πράττειν, καὶ τίς οὖν ὁ Φιλίππῳ πάντα συν‐ | |
15 | αγωνιζόμενος, καὶ τίς ὁ πράττων ὑπὲρ ὑμῶν καὶ τὸ τῇ πόλει συμφέρον ζητῶν· ἐγὼ μὲν τοίνυν ἔγραψα βουλεύων ἀποπλεῖν τὴν ταχίστην τοὺς πρέσβεις ἐπὶ τοὺς τόπους, ἐν οἷς ἂν ὄντα Φίλιππον πυνθάνωνται, οὗτοι δὲ οὐδὲ γράψαντος ἐμοῦ τοῦτο ποιεῖν ἠθέλησαν·“ οὕτως οὖν χρὴ | |
20 | κατασκευάζειν κεφάλαιον πρὸς κεφάλαιον ἀντεξεταστικῶς προφέροντας τὴν ἀπόδειξιν. ἔτι κἀκεῖνο χρὴ ζητῆσαι, ποῖον προτακτέον κεφάλαιον, ἆρα τὸ κατηγορικὸν ἢ τὸ ἀπολογητικόν· καὶ λέγομεν, ὅτι κατηγορεῖν πρότερον δεῖ· εἰ γὰρ πρὸς ἀπολογίαν πρότερον τραπῶμεν, δόξομεν ὥσ‐ | |
25 | περ συνειδέναι ἑαυτοῖς τὸ ἔγκλημα, καὶ ὥσπερ δεδιότες πρὸς ἀπολογίαν τραπῆναι πρότερον· μᾶλλον οὖν κατη‐ γορητέον πρότερον, ἵνα δόξωμεν περιφρονεῖν τὰ τῆς ἀπο‐ λογίας ὡς θαῤῥοῦντες ἑαυτοῖς, ἐφ’ οἷς οὐδὲν πεπράχα‐ μεν δεινόν. ἔτι δὲ καὶ τοῦτο χρὴ γινώσκειν, ὅτι πιθα‐ | |
30 | νώτερα δόξουσιν εἶναι τὰ λεγόμενα, εἴπερ ἀπὸ τῶν κα‐ | 360 |
7.361 | θόλου ἐπιχειρήσομεν· χρὴ γὰρ ἐν ταῖς ἐργασίαις τὰς ἐξ‐ ετάσεις ἀπὸ τῶν καθόλου ποιεῖσθαι, πράττοντας μὲν τοῦτο, προσάγοντας δὲ τὰ ὑποκείμενα τῷ καθολικῶς ἐξ‐ ετασθέντι· χρὴ γὰρ μὴ τελείως ἐνδιατρίβειν τοῖς καθό‐ | |
5 | λου, ἀλλὰ μετέρχεσθαι λοιπὸν καὶ ἐπὶ τὰ προκείμενα με‐ ρικὰ, περὶ ὧν καὶ τὴν ἐξέτασιν ποιούμεθα. Οὕτως οὖν καὶ Ἰσοκράτης ἐν τῷ ἀμαρτύρῳ πεποίηκε· ζητουμένου γὰρ, ὁπότερος δεινότερος εἴη λέγειν, Νικίας ἢ Εὔθυνος, πρότερον καθόλου ἐξετάσας τοῦτο, οὕτως προσήγαγε τὸ | |
10 | ζητούμενον εἰπών· „οἶμαι δὴ πάντας εἰδέναι, ὅτι συκο‐ φαντεῖν ἐπιχειροῦσι μάλιστα οἱ λέγειν μὲν δεινοὶ, ὀλίγα δὲ κεκτημένοι, τοὺς ἀδυνάτους μὲν εἰπεῖν, ἱκανοὺς δὲ χρή‐ ματα τελεῖν. Νικίας τοίνυν Εὐθύνου πλείονα μὲν ἔχει, ἥττω δὲ δύναται λέγειν· ὥστε οὐκ ἔστι, διότι ἂν ἐπήρθη | |
15 | ἐπ’ Εὐθύνουν ἐλθεῖν·“ πάνυ δὲ χρήσιμον τὸ τοιοῦτο, καὶ πολλὴν ἰσχὺν ἔχον πρὸς τὸ πεῖσαι τοὺς δικάζοντας, καὶ μέντοι καὶ συναρπάσαι· τῷ γὰρ καθόλου ὡς ἐπὶ τὸ ἀληθὲς ἐξεταζομένῳ συντρέχουσι· συνθέμενοι δὲ τῷ καθόλου ἐξ ἀνάγκης καὶ τῷ μερικῷ πείθονται· ἐν γὰρ | |
20 | τῷ ὅλῳ καὶ τὸ μέρος περιέχεται. Χρηστέον δὲ τῷ κα‐ θόλου, ὡς εἴρηται, οὐκ ἐπὶ πολὺ, ἐπεὶ ὕπτιον ἐργάζεται τὸν λόγον· ἄλλως τε δὲ καὶ εἴπερ ἐνδιατρίψομεν τῷ καθ‐ όλου, δόξομεν ὡς ἀποροῦντες ἐπὶ τοῦ προκειμένου δεῖξαι τοῦτο ποιεῖν· οὐ μὴν ἀλλὰ καὶ φιλοσοφίας μᾶλλον τὸ | |
25 | τοιοῦτο τὸ ἐξετάζειν τὰ καθόλου, οἱ δὲ ῥήτορες κἂν μνη‐ σθῶσι τῶν καθόλου, οὐ σκοπὸν ἔχοντες περὶ αὐτῶν τὴν ζήτησιν ποιεῖσθαι, ἀλλ’ ἵνα ἐξ αὐτῶν μᾶλλον τὰ μερικὰ πιστώσωνται· ἐν τούτοις ἡ ἐργασία τῶν διπλῶν στοχα‐ σμῶν· τούτων δὲ τῶν διπλῶν ἃ μέν ἐστιν ἀτελῆ ἀπὸ | |
30 | προσώπων, ἃ δὲ ἀτελῆ ἀπὸ πραγμάτων· ἀτελὴς μὲν οὖν | 361 |
7.362 | διπλοῦς ἀπὸ προσώπου γίνεται, ὅταν μόνα τὰ πράγμα‐ τα κρίνηται, οἷον δύο ῥήτορες πρεσβεύσαντες παρὰ τύ‐ ραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντεγκαλοῦσι δώρων, ἐπειδὴ ὁ μὲν χρυσίων εὕρηται κατορύττων, ὁ δὲ ἀπολο‐ | |
5 | γίαν παραπρεσβείας γεγραφώς· ἐνταῦθα γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα οὐκ ἐπιδέχεται ἐξέτασιν, τὰ δὲ πρά‐ γματα διαφέροντα ἐξετασθήσεται· ὥστε πάλιν ἡ βούλη‐ σις καὶ δύναμις ἐκλέλοιπε· τοῖς δὲ ἄλλοις ὁμοίως ἐξε‐ τασθήσεται κεφαλαίοις, ὥσπερ ὁ τέλειος διπλοῦς· καὶ | |
10 | ἐνταῦθα δὲ χρὴ ἀντεξεταστικῶς τὰς ἐξετάσεις ποιεῖσθαι. γίνεται δὲ ἐκ πραγμάτων ἀτελὴς στοχασμὸς, πρόσωπα μόνα ἔχων ἐξεταζόμενα· οἷον ἐπὶ σημείοις φαρμάκων ἀ‐ ριστεὺς ἐτελεύτα, μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλα‐ κίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις τὸν φόνον. ἐνταῦθα | |
15 | γὰρ μόνη ἡ βούλησις ἐξετάζεται, ἅπερ φύσει τοῦ προσώ‐ που ἐστὶν ἴδια, τὰ δὲ λοιπὰ πάντα ἰσάζει, καὶ διὰ τοῦ‐ το ἐκλέλοιπεν αὐτῶν ἡ ἐξέτασις· ὃ γὰρ ἡ μία αὐτῶν ἐρεῖ κρίνουσα τὴν ἑτέραν, τὸ αὐτὸ ἀκούσεται. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς ἐπὶ μὲν τῶν ἁπλῶν στοχασμῶν ἔφα‐ | |
20 | μεν μὴ εἶναι ἀτελῆ ἀπὸ τῶν πραγμάτων, ἐπὶ δὲ τῶν δι‐ πλῶν εὑρίσκεται ἀτελὴς ἐκ πραγμάτων στοχασμός· καὶ λέγομεν, ὅτι, ὡς καὶ πρότερον ἔφημεν, οὐκ ἐνδέχεται πράγματος χωρὶς εἶναι στοχασμόν. καὶ ἐν τοῖς οὖν ἀτε‐ λέσι διπλοῖς ἔστι πάντως τὸ πρᾶγμα, ἀλλὰ διά τινα πε‐ | |
25 | ρίστασιν οὐκ ἐξετάζεται, τουτέστι διὰ τὸ ἐξισάζειν τὰ πράγματα· ἄλλως τε ἐν τοῖς διπλοῖς δύο ὄντων προ‐ σώπων γίνεταί τις ἐξέτασις, ἀντεγκαλούντων ἀλλήλοις τὸ ἔγκλημα· ἐν δὲ τοῖς ἁπλοῖς ἓν εὑρίσκεται πρόσωπον, ὅπερ ἀδυνατήσει μόνον ὑπάρχον συστήσασθαι ζήτησιν· | |
30 | οὐκοῦν ἀναγκαῖον πάντως ἐν τοῖς ἁπλοῖς τὸ πρᾶγμα ἐξε‐ τάζεσθαι, καὶ ἐν τούτοις ἡ τῶν ἀντεγκληματικῶν στο‐ | |
χασμῶν διδασκαλία. | 362 | |
7.363 | ιαʹ. Εἰπὼν, ὡς διὰ πάντων τῶν κεφαλαίων οὐ μόνον ὑπὲρ ἑαυτῶν ἀπολογησόμεθα, ἀλλὰ καὶ τῶν ἀναγκαίων κατηγορήσομεν, ἀναγκαίως ἐζήτησε, πότερον δεῖ τὴν κα‐ τηγορίαν χωρὶς πᾶσαν ἀποτεταμένως εἰπεῖν, καὶ αὖθις | |
5 | ἰδίᾳ τὴν ἀπολογίαν, ἢ κατὰ συμπλοκὴν ἑκάστου κεφα‐ λαίου τά τε κατηγορικὰ καὶ τὰ πρὸς ἀπολογίαν ἐκφέρειν κατὰ ἀντιπαράθεσιν, ᾧ δὴ καὶ συγκατατίθεται, φημὶ τῷ κατὰ ἀντιπαράθεσιν. γένοιτο γὰρ ἂν, φησὶν, οὕτω μᾶλλον ἐσφιγμένος τε καὶ συγκεκροτημένος ὁ λόγος· τὸ | |
10 | μὲν γὰρ τὴν κατηγορίαν ἀποτείνειν ἰδίᾳ καὶ τὴν ἀπολο‐ γίαν ἰδίᾳ ἔκλυτον καὶ ὥσπερ εἰς ὕπνον καθέλκον τοὺς δικαστάς· τὸ δὲ ἀντιτιθέναι κεφάλαιον τῇ κατηγορίᾳ τοὺς ὑπὲρ ἡμῶν λόγους συνημμένον καὶ σφριγῶντα δεί‐ κνυσι τὸν λόγον, ἄλλως τε καὶ τῷ παράλληλον κεῖσθαι | |
15 | σαφῆ ποιεῖ τὴν κρίσιν τῷ δικαστῇ. ἔτι δὲ κἀκεῖνο λε‐ κτέον, ὡς τὰ κατηγορικὰ πρότερον δεῖ φράζειν, εἶθ’ οὕ‐ τως ἐπάγειν τοὺς ὑπὲρ ἡμῶν λόγους καθ’ ἕκαστον κεφά‐ λαιον· καὶ σαφὲς τὸ αἴτιον· τῇ τε γὰρ φύσει πᾶσα κα‐ τηγορία τῆς ἀπολογίας ἡγεῖσθαι βούλεται, καὶ τοὺς δι‐ | |
20 | καστὰς μᾶλλον προσεχεστέρους ἕξομεν· εἰ μὲν γὰρ εὐθὺς ἐπὶ τὴν ἀπολογίαν χωροῖμεν, δεδοικέναι νομισθησόμεθα, καὶ τὰ ἠπατημένα βούλεσθαι λόγων ἀπάταις περικαλύ‐ πτειν· εἰ δὲ πρὸς τὴν ἐκείνου κατηγορίαν τραπέντες τὴν ὑπὲρ ἡμῶν ἀπολογίαν ἐν δευτέρῳ τάττομεν, ὥσπερ κα‐ | |
25 | ταφρονοῦντες τῶν ἐπιφερομένων ἡμῖν κατηγορημάτων, θαῤῥεῖν τε τοῖς δικασταῖς δόξαιμεν ἂν, καὶ μεθ’ ἡμῶν καθεστάναι νομιοῦσι τὸ δίκαιον. λεκτέον δὲ ἤδη καὶ τὴν ἐργασίαν, καθ’ ἣν μάλιστά τε τῶν ἐναντίων κατηγορίαν καὶ τὴν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν ποιησόμεθα· δεῖ | |
30 | τοίνυν ἀπὸ τῶν καθολικῶν λαμβάνοντα τὰ ἐπιχειρήμα‐ τα προσάγειν ἀεὶ τῷ ὑποκειμένῳ προσώπῳ ἢ πράγματι· | |
τὰ μὲν γὰρ καθολικὰ πιθανώτερα, καὶ πλέον τὸν δικα‐ | 363 | |
7.364 | στὴν ἐπαγόμενα. ὑπὸ γὰρ τῶν κοινῶν καὶ καθόλου μᾶλ‐ λον ἄγεται πρὸς πειθὼ, τὸ δὲ προσάγειν ἡμᾶς καὶ ἁρ‐ μόζειν τοῖς μερικοῖς, ῥητορικὸν ποιεῖ τὸν λόγον, καὶ οὐκ ἐᾷ κεχηνέναι τε καὶ διαλελύσθαι ἐπὶ τῶν καθόλου ἱστά‐ | |
5 | μενον· ὥσπερ Ἰσοκράτης ἐν τῷ ἀμαρτύρῳ ποιεῖ. ὁρμη‐ θεὶς γὰρ ἐκ τῶν καθόλου, τοιοῦτό φησιν ἐπιχείρημα· „τίνα δὴ μᾶλλον εἰκὸς θέλειν συκοφαντεῖν; πότερον τὸν ἀπορούμενον χρημάτων καὶ δυνατὸν εἰπεῖν, ἢ τὸν εὐ‐ πορίαν μὲν ἔχοντα χρημάτων, εἰπεῖν δὲ ἀδύνατον; δῆ‐ | |
10 | λον,“ φησὶ, „καὶ τὸν δεινὸν μὲν λέγειν, χρημάτων δὲ ἀπορούμενον.“ εἶτα τὸ καθολικὸν τοῦτο προσάγει τῷ μερικῷ· „ἐκ τῆς κοινῆς ἐννοίας ἔχω πεπεισμένους τοὺς δικαστάς.“ οὕτω γάρ φησι καὶ τὸν Εὐθύνουν μᾶλλον Νικίου συκοφαντεῖν, ὅσγε χρήμασι μὲν ἡττᾶται Νι‐ | |
15 | κίου, τῷ δὲ εἰπεῖν περιγίνεται. ταῦτα γοῦν ἐπ’ αὐτῆς τῆς λέξεως διεξέρχεται· „οἶμαι δὴ πάντας εἰδέναι, ὅτι μάλιστα συκοφαντεῖν ἐπιχειροῦσιν οἱ λέγειν μὲν δεινοὶ, ἔχοντες δὲ μηδὲν τοὺς ἀδυνάτους εἰπεῖν, ἱκανοὺς δὲ χρή‐ ματα τελεῖν. Νικίας τοίνυν Εὐθύνου πλεῖον ἔχει, ἧττον | |
20 | δὲ δύναται λέγειν· ὥστε οὐκ ἔστι, διότι ἂν ἐπήρθη ἀδί‐ κως ἐπ’ Εὐθύνουν ἐλθεῖν.“ ὁμοίως καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου ἔδειξεν ἡμῖν τὴν ἰσχὺν τῆς τῶν μερικῶν συμπλοκῆς. ἐπειδὴ γὰρ ἐκ τοῦ ἐπὶ πλέον τῷ καθολικῷ ἐνδιατρῖψαι ἄτονον ᾔσθετο τὸν λόγον αὐτῷ | |
25 | γεγενημένον καὶ τοῦ ἀγωνιστικοῦ ἐκπεπτωκότα, εὐθὺς τοῦ ὑποκειμένου ἀντελάβετο τὸν λόγον ἀναῤῥωννὺς καὶ ἄγων ἐπὶ τὸ ἐναγώνιον. οὕτως οὖν ἐπ’ αὐτῆς φησι τῆς λέξεως· „πέρας μὲν γάρ ἐστιν ἀνθρώποις ἅπασι τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις ἑαυτὸν καθείρξας τη‐ | |
30 | ρήσῃ,“ καὶ μέχρις „ὅ τι ἂν ὁ θεὸς διδῷ·“ εἶτα εὐθὺς | 364 |
7.365 | ἐπὶ τὸ μερικὸν ἔδραμεν αἰσθόμενοι τῆς περὶ τὰ καθο‐ λικὰ διατριβῆς· „ταῦτα ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦτα ὑμῶν οἱ πρεσβύτεροι.“ εἰ δὲ πολλὰ ἡμῖν ἀπὸ τῶν καθόλου ἐμπίπτοι ἐπιχειρήματα, χρὴ συμπλέκοντα ἑκάστῳ | |
5 | τὸ μερικὸν μετιέναι ἐφ’ ἕτερον. οὕτω γὰρ πιστωσαίμε‐ θά τε τὸν λόγον ἱκανῶς ἐκ τῶν καθολικῶν καὶ κοινῶν ἐννοιῶν, καὶ ὁ ἀκροατὴς ἀνθέξεται τοῦ προκειμένου τῷ συγκεκροτῆσθαι τὸν λόγον καὶ ἀναπεπλέχθαι τοῖς κα‐ θόλου τὰ μερικὰ, καὶ οὐ μαλακισθήσεται περὶ τὰ κα‐ | |
10 | θολικὰ ἐπὶ πλέον στρεφόμενα. τοῦτον οὖν τὸν τρόπον καὶ ὁ Δημοσθένης καὶ ἐν ἄλλοις μὲν πανταχοῦ, ἐπὶ δὲ τοῖς Φιλιππικοῖς περιφανέστατα φαίνεται χρησάμενος· „ἀλλ’ οἶμαι παρόμοιόν ἐστιν, ὅπερ καὶ περὶ τῆς τῶν κτημάτων κτήσεως· ἂν μὲν γὰρ, ὅσα ἄν τις λάβῃ καὶ | |
15 | σώσῃ, μεγάλην ἔχει τὴν χάριν, ἂν δ’ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν.“ εὐ‐ θὺς γὰρ προάγει τὸν λόγον ἐπὶ τὸ μερικὸν, „καὶ περὶ τῶν πραγμάτων οὕτως.“ καὶ πάλιν ἐπὶ τὸ καθόλου ἀνα‐ τρέχει, οἷον· „οἱ μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐ‐ | |
20 | δὲ, εἰ συνέβη τι παρὰ τῶν θεῶν χρηστὸν, μνημονεύουσι· πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν προϋπαρξάν‐ των κρίνεται.“ εἶτα, εἰ συνάπτει τὸ μερικὸν· „διὸ καὶ σφόδρα δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτα ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀδοξίαν | |
25 | ἀποτριψώμεθα.“ ὁ μὲν οὖν Δημοσθένης οὕτως ἐπὶ τὰ ὑποκείμενα εὐθὺς εἴωθε τρέπεσθαι καὶ συντείνειν τοὺς λόγους· ὁ δὲ Ἰσοκράτης ἐνδιατρίβων τοῖς καθόλου, ὡς φιλοτιμότερος περὶ ταῦτα φαινόμενος, ὕπτιος μᾶλλον εἶναι δοκεῖ καὶ ἧττον ἀγωνιστικός. | |
30 | ιβʹ. Ἐν τοῖς τοιούτοις, φησὶν, τῶν ζητημάτων, ἐπει‐ | |
δὴ ἑκάτερος φεύγων ἐστὶν καὶ κατήγορος, δεῖ τὸν μελε‐ | 365 | |
7.366 | τῶντα μὴ κατηγορεῖν πρῶτον, εἶτα ἀπολογεῖσθαι, ἀλλὰ τὴν ἀπολογίαν προτάττοντα καὶ δεικνύντα ἑαυτὸν ἐλεύ‐ θερον, οὕτω μεθιστᾷν τὸ ἔγκλημα ἐπὶ τὸ ἐναντίον καὶ κατηγορεῖν. δεῖ δὲ σκοπεῖν καὶ τοῦτο, ὅπως μὴ πᾶσαν | |
5 | μὲν ἐκτιθέμεθα τὴν ἀπολογίαν, ἀνατρέχομεν δὲ πάλιν ἐπὶ τὴν κατηγορίαν ὅλην ὅλῃ ἀντιτιθέντες (ἄτεχνον γὰρ), ἀλλὰ κεφάλαιον κεφαλαίῳ ἀντιτιθέναι, ὥσπερ ἐν συγ‐ κρίσει· οὐ γὰρ οὗτος ὁ λόγος δραστικὸς καὶ ἐναγώνιος φαίνοιτο. | |
10 | ιγʹ. Τὸ γὰρ πρόσωπον ἴσον καθεστώς; ἐπὶ τοῦ πα‐ ραδείγματος οὗ δέδωκεν οὐκ ἐπιδέχεται κρίσιν, ἄμφω γὰρ ῥήτορες, τὸ δὲ πρᾶγμα διάφορον ὂν κρίνεται· ὁ μὲν γὰρ χρυσίον κατώρυττεν, ὁ δὲ ἀπολογίαν παρα‐ πρεσβείας ἔγραφεν· ἐὰν δέ τις δῷ καὶ διάφορα πρόσω‐ | |
15 | πα, τέλειος ἑκατέρωθεν εὑρίσκεται· ἀντὶ τοῦ εἰπεῖν δύο ῥήτορας εἴ τις εἴποι, Δημοσθένη καὶ Λυκοῦργον | |
πρεσβεῦσαι, καὶ τὸν μὲν εὑρεθῆναι χρυσίον κατορύττον‐ | 366 | |
7.367 | τα, τὸν δὲ ἀπολογίαν παραπρεσβείας γράφοντα· ἐνταῦ‐ θα γὰρ καὶ τὸ πρᾶγμα καὶ τὸ πρόσωπον διάφορον ὂν καὶ τὴν κρίσιν καθ’ ἑκάτερον συνεστάναι ποιεῖ. ιδʹ. Βούλεται λέγειν οἱονεὶ κατὰ ἀντιπαράθεσιν, ὃ | |
5 | ἐλέγομεν ἀνωτέρω διττῶς, ὅτι ἐγὼ μὲν οὐκ ἂν ἠβουλή‐ θην παραπρεσβεῦσαι διὰ τόδε· οὐ μέντοι ἠβουλήθης ἂν διὰ τόδε. ιεʹ. Πάλιν ἐνταῦθα τῷ ἐξισάζειν τὸ πρᾶγμα τὴν ἐξ αὐτοῦ κρίσιν ἠφάνισεν· ἵσταται δὲ ἡ ἐξέτασις πᾶσα | |
10 | περὶ τὸ πρόσωπον, ὅτι ἡ μὲν μητρυιὰ, ἡ δὲ αἰχμάλω‐ τος παλλακή. ιϛʹ. Βούλησις καὶ δύναμις ἐξετάζεται οὕτως· φήσει γὰρ ἡ αἰχμάλωτος, ἐγὼ μὲν οὐκ ἂν ἐβουλήθην τὸν κοι‐ νωνόν μοι τοῦ βίου, τὸν κηδεμόνα τὸν φίλτατον ἀνε‐ | |
15 | λεῖν· σὺ δὲ ὡς ἐχθρὸν τὸν πρόγονον ὁρῶσα καὶ ἅμα τὴν πρός με ζηλοτυπίαν ἠβουλήθης, ἀλλὰ καὶ ἠδυνή‐ θης, οὐδὲν γὰρ ἐμποδὼν τῇ ἐπιβολῇ, τῷ οἰκείως δοκεῖν πρὸς τὸν πρόγονον ἔχειν, καὶ διὰ τοῦτο ἀφυλάκτως πρὸς σὲ διακειμένου· ὡσαύτως καὶ ἡ μητρυιὰ πλέον ἰσχύουσα | |
20 | τῇ δυνάμει ἐρεῖ, ὡς ἐγὼ μὲν, εἰ ἐβουλήθην, ἀλλ’ οὐχὶ καὶ ἠδυνήθην, ὑπόπτως ἀεὶ τῶν προγόνων ταῖς μητρυι‐ αῖς διακειμένων, ἄλλως τε δὲ ἐβουλήθην εἰκόνα μοι τοῦ‐ τον μόνον τοῦ ἀνδρὸς ζῶσαν περιλειφθέντα ἀφανίσαι, σὺ μέντοι, καὶ ὅτι μὲν τὸ δυνατὸν ὑπῆν σοι, οὐδεὶς ἂν | |
25 | ἀντερεῖ λόγος, ἐν προσποιήσει γαμετῆς πᾶν ὁτιοῦν καὶ πράττειν σοι καὶ πείθειν ἐκεῖνον, εἴκειν σου τῷ βου‐ λήματι· εἵπετο δέ σου καὶ τῇ δυνάμει τὸ βούλεσθαι διὰ τὴν πρὸς τὸ οἰκεῖον καὶ συγγενὲς ἐπανάζευξιν. ιζʹ. Κυρίως διπλοῦς στοχασμοὺς τοὺς προκατειλημμέ‐ | |
30 | νους ἠρίθμησε. φησὶ δ’, ἕτερα εἴδη εἶναι τρία, τὸ ἐμπίπτον, | 367 |
7.368 | τὸ προκατασκευαζόμενον καὶ συγκατασκευαζόμενον, καὶ δείκνυσιν ἐνταῦθα, ὅτι τὸ διπλοῦν γένος ἐστὶ καὶ οὐκ αὐτὸ εἶδος· εἶπε δὲ τῶν διπλῶν τοὺς ἀντεγκληματικοὺς καὶ τοὺς κατὰ ἀμφισβήτησιν. λοιποὶ δέ εἰσιν οἱ καλού‐ | |
5 | μενοι συνεζευγμένοι, οὓς διαιρεῖ εἰς τρεῖς τόπους, εἴς τε ἐμπίπτοντας, καὶ προκατασκευαζομένους καὶ ἑξῆς. ταῦτα μέντοι τὰ τρία διπλᾶ καλεῖ ὁ Ἑρμογένης· κοινὸν δὲ αὐ‐ τῶν ὄνομα τὸ τῶν συνεζευγμένων· ἔχει δὲ καὶ ἴδιον ἕκα‐ στον ὄνομα· καλῶς δὲ ταῦτα τὰ εἴδη ἐχώρισεν εἰπὼν | |
10 | ὁ τεχνικός. ἔστι δὲ παρὰ ταῦτα ἕτερα εἴδη, ὡς πρὸς διαφορὰν τοῦ κυρίως διπλοῦ· ἐκεῖ γὰρ, εἰ καὶ ἓν τὸ ζη‐ τούμενον, ἀλλὰ δύο πρόσωπα ἔχομεν τὰ κρινόμενα, διὸ καὶ κυρίως ἐκεῖνος εἴρηται διπλοῦς· διὰ τοῦτο διπλᾶ καὶ τὰ κεφάλαια δέχεται. Ἑκατέρου τοίνυν τῶν κρι‐ | |
15 | νομένων πρὸς τὸ οἰκεῖον συμφέρον χρωμένου τῇ ἐργασίᾳ καὶ τῇ μεταχειρίσει τοῦ λόγου· ἐν δὲ τῷ συνεζευγμένῳ διπλῆ μὲν κἀνταῦθα ἡ διαίρεσις, ἀλλ’ ἰδία τῶν ζητημά‐ των καὶ ἕκαστον ἐν μέρει κατασκευαζόμενον· συνεζευγ‐ μένοι δὲ εἴρηνται κοινῷ ὀνόματι παρὰ τὸ ἔχειν δύο ζη‐ | |
20 | τήματα συμπεπλεγμένα, καὶ ἓν μὲν εἶναι τὸ ζητούμενον, | |
τὸ δὲ ἕτερον εἰς σύστασιν αὐτοῦ παραλαμβάνεσθαι. | 368 | |
7.369 | ιηʹ. Ἄξιον ζητῆσαι, τίνι διαφέρουσιν οἱ συνεζευγ‐ μένοι τῶν διπλῶν· καὶ γὰρ ἐν τοῖς συνεζευγμένοις διτ‐ τὴν ὁρῶμεν γινομένην τὴν ζήτησιν, ὥσπερ ἐν τοῖς δι‐ πλοῖς· ἔστιν οὖν σαφεστάτη τις αὐτῶν αὕτη διαφορὰ, | |
5 | ὅτι τὸν μὲν διπλοῦν ἔνεστιν εἰς δύο ἁπλοῦς διαλῦσαι καὶ ποιῆσαι δύο ζητήσεις· οἷον Δημοσθένης καὶ Αἰσχίνης πρεσβεύσαντες ἀντεγκαλοῦσιν ἀλλήλοις δώρων, ἐπειδὴ ὁ μὲν εὕρηται ἀπολογίαν παραπρεσβείας γράφων, ὁ δὲ χρυσίον κατορύττων· τοῦτο γὰρ δυνάμεθα διελόντες | |
10 | δύο ποιῆσαι ἁπλοῦς, οἷον Δημοσθένης πρεσβεύσας, εἶτα φωραθεὶς, ἀπολογίαν παραπρεσβείας γράφων κρίνεται δώρων· καὶ πάλιν ἕτερον πρόβλημα· ἐκ πρεσβείας ἐπαν‐ ελθὼν Αἰσχίνης εὕρηται κατορύττων χρυσίον καὶ δώρων κρίνεται. τὸν μέντοι συγκατασκευαζόμενον διαλύοντες οὐ | |
15 | ποιοῦμεν ἁπλᾶ ἐξ αὐτοῦ προβλήματα, ἀλλὰ τὴν ὑπόθε‐ σιν ἅπασαν διαφθείρομεν. ιθʹ. Τριῶν ὄντων εἰδῶν τοῦ συνεζευγμένου στοχα‐ σμοῦ, λεκτέον πρῶτον περὶ τοῦ ἐμπίπτοντος, ἐπειδὴ καὶ πρῶτος ὑπὸ τοῦ τεχνικοῦ τέτακται· ὥσπερ γὰρ ἐπὶ τῶν | |
20 | ἁπλῶν λόγων πρότερον ἐποιήσατο τοῦ περὶ τῶν διπλῶν, ἐπειδὴ φυσικώτερα τὰ ἁπλᾶ, καὶ ταῦτα ὡς εἰπεῖν ἀρχαὶ τῶν διπλῶν, οὕτω κἀνταῦθα τὸν ἐμπίπτοντα πρὸ τῶν ἄλλων ἔταξεν, ἐπειδὴ ὡς πρὸς ἐκείνους ἁπλούστερα ἦν. γίνεται δὲ ὁ ἐμπίπτων στοχασμὸς, ὅταν ἐν τῇ μεταθέσει | |
25 | τῆς αἰτίας ἐμπέσῃ ἡμῖν ἕτερον ζήτημα, ὃ κατασκευάσαν‐ τα ἐπὶ τὴν προκειμένην ἐπανακάμψαι δεῖ ζήτησιν· οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικά· εὑρέθη ὁ πένης ἡμιθνὴς, καὶ περὶ τοῦ πεφονευκότος σαφὲς μὲν οὐδὲν ἔσχεν εἰπεῖν· μόνον δὲ τοῦτο, ὅτι σημεῖα πυρὸς ἐπὶ τῆς | |
30 | ὄψεως φέρει· συνέβη τῆς αὐτῆς νυκτὸς ἐμπρησθῆναι τὴν τοῦ πλουσίου οἰκίαν, εἶτα φανέντων ἐπὶ τῆς ὄψεως αὐτοῦ σημείων πυρὸς κρίνεται· προσερχόμεθα γὰρ ἄχρι | |
τῆς μεταθέσεως τῆς αἰτίας, χρώμενοι τῇ τῶν ἐλέγχων | 369 | |
7.370 | ἀπαιτήσει, τῇ βουλήσει, τῇ δυνάμει, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ἐφόνευσας, εὑρέθη γὰρ ἡμιθνὴς ἀσκύλευ‐ τος, σὺ δὲ ἐχθρὸς ἦσθα, καὶ σημεῖα φέρει πυρός· ὁ δὲ πένης τοιοῦτον ὑπέγραψε τὸν ἑαυτοῦ φονέα· εἶτα τοῦ | |
5 | φεύγοντος πρὸς ταῦτα χρωμένου τῇ μεταθέσει τῆς αἰ‐ τίας, νῦν μοι τῆς οἰκίας ἐμπρησθείσης ταυτὶ προσε‐ γένετο· εὐθὺς ἕτερον ἐμπίπτει ζήτημα, πότερον τὰ ση‐ μεῖα τοῦ πυρὸς ἐκ τῆς δᾳδὸς ἢ ἐκ τοῦ ἐμπρησμοῦ προσ‐ γέγονεν αὐτῷ· φαίη γὰρ ἂν ὁ κατήγορος, ἑκόντα αὐτὸν | |
10 | τὴν οἰκίαν ἐμπεπρηκέναι ταύτην ἑαυτῷ τῶν ἐλέγχων ἀπο‐ φυγὴν μνηστευόμενον, καὶ δεῖ τοῦτο κατασκευάσαντας ἡμᾶς οὕτως ἐπὶ τὸ προκείμενον ἐλθεῖν ζήτημα. κατα‐ σκευάσομεν δὲ αὐτὸ κατὰ τὴν τοῦ τεχνικοῦ διδασκα‐ λίαν πᾶσιν ἐντελῶς τοῖς μέχρι τῶν ἀπ’ ἀρχῆς ἄχρι | |
15 | τέλους κεφαλαίων· καὶ τοῦτον τὸν τρόπον διὰ πάντων ἀποδειχθείσης τῆς μεταθέσεως τῆς αἰτίας ἤτοι τοῦ ἐν αὐτῇ ἐμπεσόντος ζητήματος ἐπὶ τὴν πιθανὴν ἀπολογίαν ἐπαναστρέψομεν τοῦ προτέρου ζητήματος, καὶ τοῖς ἐφεξῆς ἀκολούθως χρησάμενοι κεφαλαίοις ἅπαντα | |
20 | συμπερανοῦμεν τὸν λόγον· τινὲς δὲ ἔφασαν τοῖς ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους μὴ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ἐμπίπτοντος ζη‐ τήματος χρήσασθαι· ἡ γὰρ πᾶσα ζήτησις, φασὶ, περὶ γνώμην ἐστὶ, πότερον ἑκὼν τὴν οἰκίαν ἢ ἄκων ἐνέπρησε· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν πράγματι βούλεται εἶ‐ | |
25 | ναι· πῶς οὖν, φασὶν, ἐνταῦθα ἀπ’ ἀρχῆς ἄχρι τέλους εὑρεθείη ἂν, εἴγε τὰ σημεῖα πάντως πεπρᾶχθαι δεῖ; ἐν‐ ταῦθα δὲ ἡ ζήτησις παρὰ γνώμην ἵστατο μόνην· ἔπει‐ τα, φασὶ, τὰ σημεῖα πάντως ὁμολογούμενα δεῖ καθε‐ στάναι· εἰ γὰρ μὴ τοῦτο, τὰ τῆς ζητήσεως οὐδέποτε οὐ‐ | |
30 | δαμοῦ προβήσεται· εἰ γὰρ τὸ ζητούμενον ἀφανὲς καὶ ἀμ‐ | 370 |
7.371 | φιβαλλόμενον, δώσωμεν δὲ καὶ τὰ σημεῖα τούτου πιστω‐ τικὰ, καὶ αὐτὰ ἄδηλά τε καὶ ἀμφιβαλλόμενα τὰ τῆς ζη‐ τήσεως μενεῖ πάντως ἀναπόδεικτα· εἰ οὖν τὰ σημεῖα ὁ‐ μολογούμενα καθεστάναι δεῖ, ἐνταῦθα οὐκ ἂν εὑρεθείη | |
5 | σημεῖα· τί γὰρ ἂν εὕροιμεν, φασὶν, ὁμολογούμενον εἰς ἀπόδειξιν τοῦ πότερον ἑκὼν ἢ ἄκων τὴν οἰκίαν ἐμπε‐ πρηκὼς εἴη; εἰ οὖν ὁ τεχνικὸς, φασὶν, εἰπὼν, ὅτι ἐμ‐ πίπτων γίνεται, ὅταν ἐν τῇ μεταθέσει τῆς αἰτίας ὁλό‐ κληρον ζήτημα ἐμπέσῃ καὶ ἀναγκαῖον γένηται καὶ αὐτὸ | |
10 | διελεῖν τελείως, τὸ τελείως ἐπὶ τῶν τοῦ προσώπου κεφα‐ λαίων, φασὶν, ἔφη, ὅτι τοῖς ἀπὸ τοῦ προσώπου κεφα‐ λαίοις ἅπασι χρηστέον, οἷον τῇ βουλήσει, τῇ δυνάμει· ἀλλὰ ταῦτά γε ἅπαντα λῆρος πλατύς. Λεκτέον δὲ πρὸς μὲν τὸν πρότερον λόγον τὸν βουλόμενον πᾶσαν τὴν ζή‐ | |
15 | τησιν εἶναι περὶ τὴν γνῶσιν, καὶ διὰ τοῦτο ἐξ ἀνάγκης ἐλλείπειν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς, εἰ μὲν ἡ γνῶσις πραγμάτων χωρὶς ἐξητάζετο, καιρὸν ἂν εἶχεν ὁ λόγος· νῦν δὲ τοῦτο γενέσθαι πῶς οἷον τε; ἀνάγκη γὰρ τὴν γνώμην συμπεπλεγμένην πράγματι ἐξετάζεσθαι· οὐ γὰρ | |
20 | ζητοῦμεν οὐδὲ ἐνταῦθα ψιλῶς τὸ ἑκὼν ἢ μὴ ἑκὼν, ἀλλ’ εἰ ἑκὼν ἐνέπρησεν, ἵνα διαφύγῃ τὸν ἔλεγχον· τὸ δὲ ἐμ‐ πρῆσαι τί ἄλλο ἢ πρᾶγμά ἐστιν; οὐκοῦν καὶ σημεῖα ἔσται, δηλονότι τὰ πεπραγμένα περὶ τὸν ἐμπρησμόν· πρὸς δὲ τὸν δεύτερον λόγον ὅτι τὰ σημεῖα ἐνταυθοῖ ἀμφιβαλλό‐ | |
25 | μενα πάντα φανήσεται, τὴν ἀπάντησιν ποιησόμεθα· ὁ‐ μολογούμενα σημεῖα τοῦ πράγματος ἐπιδείξαντες τὰ πε‐ ριστατικὰ, οἷον τὸν χρόνον, εἰ περὶ μέσας νύκτας ἐνε‐ πρήσθη ἡ οἰκία, εἰ μετ’ ἀλεκτρυόνων ᾠδὴν, ὅτε πάντες βαδίζουσι, καὶ λαθεῖν οὐκ ἔνι, εἴπερ ἑκὼν ἔδρα ταῦ‐ | |
30 | τα· δῆλος γὰρ ἂν εἴη μᾶλλον, εἰ ἀνεῤῥίπιζε τὸ πῦρ καὶ ἐνεδίδου τοσοῦτον γενέσθαι, ὥστε πιστευθῆναι | |
καὶ αὐτὸν εἰς ἀνάγκην καταστάντα παρακινδυνεῦσαι | 371 | |
7.372 | κἀντεῦθεν καταφλεγῆναι τὸ πρόσωπον· ταῦτα γὰρ δῆ‐ λον, ὅτι ὁμολογούμενα ὁ καιρὸς ὁ τοῦ ἐμπρησμοῦ, ἡ περὶ τὸ πρᾶγμα σπουδὴ, καὶ ἄλλα δὲ πάμπολλα, ὅσα καθόλου περὶ ἐμπρησμὸν εἴωθε γίνεσθαι. σαφὲς οὖν, | |
5 | ὡς καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους παραληψόμεθα, εἶτα τὴν μετάθεσιν τῆς αἰτίας τοῦ προηγουμένου ζητήματος ἐκ τούτων ἀποδεδειγμένην ἔχοντες, ἀκολούθως ἐπὶ τὴν πι‐ θανὴν ἀπολογίαν χωρῶμεν. καὶ γὰρ τοῦ τόπου φησὶν ὁ τεχνικὸς λέγων ὡδί· καὶ μετὰ τὴν τούτου διαίρεσιν πά‐ | |
10 | λιν ἐπὶ τὴν τοῦ προτέρου στοχασμοῦ πιθανὴν ἀπολογίαν ὁ φεύγων ἥξει· εἰ δέ τις ζητοίη, πῶς λέγει πᾶσαν (οὐ γὰρ πάσῃ χρώμεθα τῇ διαιρέσει τοῦ ἐμπίπτοντος, ἀλλὰ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εὐθὺς ἐπὶ τὸ πρότερον ζήτημα μέτιμεν), ἐροῦμεν, ὡς ἅπασαν λέγει οὐχ ἁπλῶς, | |
15 | ἀλλὰ τὴν ἁρμόζουσαν, καὶ ἣν ἀπαιτεῖ ὁ τεχνικὸς λόγος· οὕτω γὰρ καὶ ἀνωτέρω ἔφη· ἀναγκαῖον γένηται καὶ αὐτὸ διελεῖν τελείως· τὸ γὰρ τελέως κἀκεῖσε οὐκ ἔστιν ἐπὶ τοῦ διὰ πάντων τῶν ἀπὸ τοῦ στοχασμοῦ κεφαλαίων, ἀλλὰ τῶν κατὰ νόμον τῆς τέχνης εὑρισκομένων, ὅτι τού‐ | |
20 | τοις τελείως χρὴ χρῆσθαι, καὶ οὐκ ἐλλιπῶς· αὕτη μὲν οὖν καθολικὴ τοῦ ἐμπίπτοντος στοχασμοῦ μέθοδος· εἰδέναι δὲ χρὴ τοὺς ἐπιστήμονας, ὡς οὐχ ἁπλῶς ταύτῃ μόνῃ διὰ παντὸς τῇ μεθόδῳ χρηστέον. ἐπὶ γὰρ τῆς κατὰ ῥη‐ τὸν μεταθέσεως τῆς αἰτίας πρότερον κατὰ ῥητὸν καὶ | |
25 | διάνοιαν ποιησάμενοι τὴν ἐξέτασιν κατὰ περιουσίαν τοῖς τοῦ ἐμπίπτοντος στοχασμοῦ κεφαλαίοις χρησόμεθα· ἐκεῖ‐ νο γὰρ καθολικὸν ἡμῖν παρατηρείσθω θεώρημα, ὡς πᾶν ῥητὸν διανοίᾳ λύεται, οἷον ἐπὶ τοῦ παραδείγματος τοῦ | |
παρὰ τῷ τεχνικῷ σαφὲς ἅπαν, ὃ λέγω, γινέσθω· ἔδει | 372 | |
7.373 | τὸν ἁλόντα προδοσίας δεδέσθαι, μέχρις ἂν εἴπῃ τοὺς συνομότας· ἁλοὺς στρατηγὸς προδοσίας ἐδέθη παρὰ τῷ συστρατηγῷ, ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπὶ τῇ γυναικὶ εὑρὼν, καὶ συνειδότος φεύγει, ἐνταῦθα ἡ μετάθεσις τῆς | |
5 | αἰτίας κατὰ ῥητὸν ἔσται, ὅτι μοιχὸς ἦν· δίδωσι δὲ ὁ νόμος ἀναιρεῖν τὸν μοιχόν· τί οὖν; πότερον κατὰ ῥη‐ τὸν καὶ διάνοιαν τὴν ἀντίῤῥησιν ἐξ ἀνάγκης ποιησόμε‐ θα; ὅτι ἀλλ’ οὐ τοὺς προκατειλημμένους ἑτέρᾳ μείζονι τιμωρίᾳ δίδωσιν ὁ νόμος ἀναιρεῖν ἐπὶ τῇ μοιχείᾳ. δεινὸν | |
10 | γὰρ ἂν ἦν, εἰ τὸν τὰ μείζω προεξαμαρτόντα ἐπὶ τοῖς ἐλάττοσιν ἐκολάζομεν. νῦν μὲν γὰρ οἱ προδόται λανθά‐ νοντες τάχα ἄν τι βλάψαιεν τὴν πόλιν, τηνικαῦτα δὲ οἵ τε προδόται καταφανεῖς ἂν ἐγίνοντο, καὶ οὐ τὴν μείζω τιμωρίαν παρ’ αὐτοῦ ἐλάμβανες. εἶτα ἐκ περιουσίας ἐπὶ | |
15 | τὸν ἐμπίπτοντα μεταβάντες στοχασμὸν καὶ τοῖς τούτου κεφαλαίοις κατὰ τὸν τρόπον, ὡς εἴρηται, χρώμεθα. ὅτι μὲν οὖν, εἰ καὶ μοιχὸς ὢν ἐξελήλεγκτο, οὐκ ἔδει τοῦτον ἀναιρεθῆναι, περιφανές· ὡς δὲ οὐδὲ μοιχὸς ἦν, ἀλλὰ ψευδῆ ταύτην ἡμῖν εἰσήνεγκε παρατήρησιν, ἐπιγνῶναι | |
20 | ῥᾴδιον ἅπασι, καὶ ἀρχόμεθα πρῶτον ἐκ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως· εἶτα τὴν βούλησιν παραλαμβάνομεν, εἰ εἰκὸς ἦν τὸν πεδήτην εἰς ἔρωτα ἔκτοπον οὕτως ἐλθεῖν· εἶτα τὴν δύναμιν, εἰ καὶ ἠδύνατο τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· πάλιν ἐκ τῶν περιστατικῶν, ὡς οὐκ εἰκὸς ἦν ἐν | |
25 | τοιούτῳ καιρῷ τοῦτο δρᾶσαι, ὅ τε κίνδυνος ὁ τῆς ἐσχά‐ | |
της αὐτῷ ζημίας ἐπῆρτο, καὶ ἐκ τῆς ἐκείνου περὶ τὸ | 373 | |
7.374 | πρᾶγμα διαθέσεως, εἰ ἐδεδίει σφόδρα ἐφ’ οἷς ἑάλω, εἰ καταφρονητικῶς εἶχε πρὸς τὸν κίνδυνον· ταῦτα γὰρ ἐξ ἀνάγκης περὶ τὸ πρᾶγμα εὑρίσκεται ὁμολογούμενα· εἶτα τῆς μεταθέσεως τῆς αἰτίας οὕτω καθαιρεθείσης καὶ τοῦ | |
5 | ἐν αὐτῇ ζητήματος ἀποδεδειγμένου καὶ οὐκέτι ἐνοχλοῦν‐ τος τῷ δικαστῇ ἀκολούθως ἐπὶ τὴν πιθανὴν ἀπολογίαν μέτιμεν· ἡ μὲν οὖν φύσις τε καὶ ἡ μέθοδος τοῦ ἐμπί‐ πτοντος στοχασμοῦ ἐντελῶς ἡμῖν διὰ τούτων δεδήλωται· ἀναγκαῖον δὲ καὶ τὸ ἴδιον εἰπεῖν τοῦ ἐμπίπτοντος· ἡ | |
10 | γὰρ ἄγνοια τούτου πολλοὺς ἐπιεικῶς ἔσφηλεν, οὐ μόνον τῶν ἀγελαίων τουτωνὶ κατὰ τὸν Ἰσοκράτην σοφιστῶν, ἀλλὰ καὶ τῶν ἐγχειρισάντων συγγράμματα, ὅπου γε καὶ Μένανδρος ἐν ὑπομνήματι τοῦ ῥήτορος τὸν παραπρεσ‐ βείας λόγον ἐμπίπτοντα στοχασμὸν ἐτόλμησεν ἀποφήνα‐ | |
15 | σθαι. ἴδιόν ἐστι τοίνυν τοῦ ἐμπίπτοντος τὸ ἀνεύθυνον πάντως καθεστάναι τὸ ἐμπίπτον ζήτημα, ὥσπερ ἐπὶ τῶν προκειμένων ἡ τοῦ μοιχοῦ ἀναίρεσις αὐτὴ καθ’ αὑ‐ τὴν ἀνεύθυνος· καὶ πάλιν ὁ τῆς οἰκίας ἐμπρησμός· τί γὰρ, εἰ τὴν ἑαυτοῦ οἰκίαν ἐμπρῆσαι βεβούληται; ἴδιον | |
20 | οὖν τοῦτο αὐτῷ μόνῳ πρόσεστι τῶν συνεζευγμένων. ἐν γὰρ τοῖς ἄλλοις ἑκάτερον τῶν ζητημάτων ὑπεύθυνον, ὡς προϊόντες εὑρήσομεν. πῶς ὁ παραπρεσβείας λόγος ἐμπίπτοντος ἔσται, ζητουμένης ἐν αὐτῷ τῆς δωροδοκίας καὶ τῆς τῶν Φωκέων ἀπωλείας; ἑκάτερον γὰρ ὑπεύθυ‐ | |
25 | νον. ἔστι τοίνυν συγκατασκευαζομένου στοχασμοῦ· δι’ ἀλλήλων γὰρ τὰ δύο κατασκευάζεται, οἷον ἐδωροδόκη‐ σας, ἀπώλεσας γὰρ Φωκέας· καὶ ἐκ τοῦ ἐναντίου· ἀπώ‐ λεσας Φωκέας, ἐδωροδόκησας γάρ· τοσαῦτα περὶ τοῦ ἐμπίπτοντος. | |
30 | κʹ. Τοῦ κατηγόρου λέγοντος, ὡς συνῄδεις τῇ προ‐ | |
δοσίᾳ, τὸν γὰρ ἔλεγχον δεδιὼς ἀπέκτεινας, καὶ σημεῖον | 374 | |
7.375 | τοῦ συνειδέναι κατασκευάζοντος τὸ ἀπέκτεινας ἀντιτί‐ θησι, φησὶ, τὸ χρῶμα ὁ φεύγων, ὅτι μοιχὸν ἀπέκτεινα τοῦ νόμου κελεύοντος, καὶ τὸ ἀντιληπτικὸν ὁμοῦ καὶ τὸ ἀντεγκληματικὸν προβαλλόμενος. | |
5 | καʹ. Κατὰ μέσην, φησὶ, τὴν διαίρεσιν ὁλόκληρον ἐμ‐ πίπτει ζήτημα, εἰ ὄντως μοιχὸς ἐκεῖνος ὁ δεόμενος· ἐξε‐ τάσεις γοῦν ἐνταῦθα καὶ τοῦ δεδομένου καὶ τῆς γυναι‐ κὸς τὴν προαίρεσιν, τὸν μὲν, εἴγε εἰκὸς ἦν, ἐν τοιαύταις συμφοραῖς ὄντα τοιούτων ἐπιθυμεῖν, τὴν δὲ, εἰ πιθανὸν | |
10 | στρατηγοῦ γυναῖκα οὖσαν δεσμώτῃ ἑαυτὴν ἐκδοῦναι· ἔστιν οὖν ἡ τοῦ πρώτου διαίρεσις αὕτη· βούλησις καὶ δύ‐ ναμις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, εἶτα ἐν τῇ μεταθέσει τῆς αἰτίας ἐμπίπτει τὸ ζήτημα καὶ πάλιν ἐλέγχων ἀπαί‐ τησις, καὶ βούλησις καὶ δύναμις καὶ ἑξῆς καὶ μετὰ τὴν | |
15 | τούτου διαίρεσιν πάλιν ἐπὶ τὴν τοῦ προτέρου πιθανὴν ἀπολογίαν· οὐκ ὀρθῶς δὲ εἶπε, φασὶν, ἐμπεσεῖσθαι πι‐ θανὴν ἀπολογίαν ἐνταῦθα· ἀκολουθεῖ γὰρ τὸ σημεῖον καὶ οὐ δύναται λέγειν· καὶ μὴν εἰ συνῄδειν οὐκ ἐφόνευον, ἀλλὰ νοητέον ἐνταῦθα τὴν πιθανὴν ἀπολογίαν ἀντὶ τοῦ | |
20 | μὴ ἀποστρέφοντος, ὅτι συνειδὼς ἀπέκτεινεν ἄν· οὐ μὴν πᾶς ἀπεκτονὼς ἤδη καὶ σύνοιδεν. κβʹ. Ἀκολούθως ἐπὶ τὸν προκατασκευαζόμενον μέτει‐ σιν, ὃς δεύτερός ἐστιν εἰκότως τοῦ ἐμπίπτοντος, καθὸ αὐ‐ τόθεν ἔχει ζητήματα τέλεια διὰ πάντων τῶν κεφαλαίων | |
25 | κατασκευαζόμενα, ὥστε διπλοῦν αὐτὸ σχεδὸν καθεστά‐ ναι, τοῦ ἐμπίπτοντος οὐχ ὧδε ἔχοντος, ἀλλὰ μᾶλλον εἰς ἁπλᾶ ῥέποντος· μέχρι γοῦν τῆς μεταθέσεως τῆς αἰτίας, ὅπερ ἐστὶν ἕκτον μὲν κεφάλαιον κατὰ τὸν φεύγοντα, κατὰ δὲ τὸν διώκοντα ὄγδοον, ὡς ἁπλοῦν καθαρὸν πρό‐ | |
30 | εισιν. ὅνπερ οὖν τρόπον τὰ ἁπλᾶ τῶν διπλῶν προηγεῖ‐ | |
ται, τοῦτον καὶ ὁ ἐμπίπτων τοῦ προκατασκευαζομένου | 375 | |
7.376 | ἡγήσεται· τέτακται δὲ κατὰ λόγον πρὸ τοῦ κατασκευα‐ ζομένου, πολλὴ γὰρ ἦν περὶ τοῦ συγκατασκευαζομένου ἡ ζήτησις, εἰ τὴν ἀρχὴν ὅλως συστήσεται· τῶν γὰρ ἀσυ‐ στάτων αὐτὸν ἀποφαίνειν ἐπειρῶντό τινες, ὡς ἐπ’ αὐτοῦ | |
5 | γενόμενοι· πλατύτερον ἄρα ἀποδείξομεν· πῶς οὖν ἂν τοῦ προκατασκευαζομένου ἡγήσατο, ὅπου γε οὐδὲ συνεστάναι παρὰ πολλῶν ἐνομίζετο· ἔπειτα καὶ κοινωνίαν εἶχεν ἰδι‐ κωτέραν τινὰ πρὸς τὸν ἐμπίπτοντα ὁ προκατασκευαζόμε‐ νος, ἐπ’ ἀμφοτέρων γὰρ δύναται καὶ ἐλλείπειν ἡ ἀπὸ | |
10 | τοῦ προσώπου ζήτησις· ἐπὶ δὲ τοῦ συγκατασκευαζομένου ἀνάγκη πᾶσα καὶ τὸ πρόσωπον καὶ τὸ πρᾶγμα ἐπιδέχε‐ σθαι κρίσιν· εἰ γὰρ θάτερον ἐλλείποι, οὐκ ἂν γένοιτο συγκατασκευαζόμενος· εἰκότως οὖν ἀλλήλων οὐκ ἐχωρί‐ σθησαν ὅ τε προκατασκευαζόμενος καὶ ὁ ἐμπίπτων, ταύ‐ | |
15 | την ἀμφότεροι συγγένειαν ἔχοντες· ῥητέον οὖν καὶ περὶ διαφορᾶς αὐτῶν. Διαφέρει τοίνυν ὁ προκατασκευαζόμε‐ νος τοῦ ἐμπίπτοντος, καθὰ ἐν μὲν τῷ ἐμπίπτοντι τὸ δεύτερον ζήτημα ὕστερον ἐν τῇ μεταθέσει τῆς αἰτίας ἐμπίπτει, ὥστε ἄρχεσθαι μὲν ἡμᾶς ἐκ τοῦ προηγουμένου | |
20 | ζητήματος, προβαίνοντας δὲ ἐμπίπτειν εἰς τὸ ἔξωθεν προσιὸν ζήτημα· ἐπὶ δὲ τοῦ προκατασκευαζομένου τοὐ‐ | |
ναντίον γίγνεται· τοῦ γὰρ προηγουμένου ζητήματος τὸ | 376 | |
7.377 | δευτεραγωνιστοῦν πρωτεύει τῇ τάξει, καὶ πρότερον ἐξε‐ τάζεται ὡς ἐπὶ τοῦ παραδείγματος τοῦ παρὰ τῷ τεχνικῷ· πλούσιος στρατηγῶν πένητος ἐχθροῦ παῖδας ὡς προδι‐ δόντας συνέλαβε, καὶ τοὺς μὲν δύο μηδὲν ὁμολογοῦντας | |
5 | ἐν ταῖς βασάνοις ἀπέκτεινε, τὸν δὲ τρίτον ὁμολογήσαν‐ τα πρὸ τῶν βασάνων προδοῦναι καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνει συνειδότος· ἔστι γὰρ τὸ μὲν προηγουμένως ζητούμενον, εἰ σύνοιδεν ὁ πατὴρ, τὸ δὲ ἔξωθεν κατὰ ἀνάγκην παραλαμβανόμενον ἕνεκα τοῦδε, εἰ προδεδώ‐ | |
10 | κασιν οἱ παῖδες· καὶ δεῖ πρῶτον τοῦτο κατασκευάσαι, εἶθ’ οὕτως ἐπὶ τὸ προηγουμένως ζητούμενον ἐλθεῖν, ὅτι σύνοιδε· μὴ γὰρ πρότερον ἀποδείξας, ὅτι προδεδώκασιν οἱ παῖδες, οὐ δύναται λέγειν συνειδέναι τῇ προδοσίᾳ τὸν πατέρα. σαφὴς οὖν ἐντεῦθεν ἡ τούτων διαφορά. | |
15 | κγʹ. Προκατασκευαζόμενός ἐστιν, ὅταν πρὸ τοῦ κρι‐ νομένου πράγματος ἀναγκαίως ἕτερόν τι ζήτημα προκα‐ τασκευασθῇ ὑπ’ ἀμφοτέρων, τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος, ὃς καὶ οὕτως ὠνόμασται ἀπὸ τοῦ ἕτερόν τι πρὸ τοῦ κρινομένου πράγματος ἐξετάζεσθαι, εἶθ’ οὕ‐ | |
20 | τως ἐκεῖνο, περὶ οὗ ἡ κρίσις. κδʹ. Στοχαστικῶς εἶπε· χρὴ γὰρ καθάπαξ ἐπὶ τῶν συνεζευγμένων ἑκάτερον τῶν ζητουμένων εἶναι στοχαστι‐ κόν· καὶ γὰρ ἐν τῷ ἐμπίπτοντι στοχαστικὴ ἔσται ἐμπί‐ πτουσα ζήτησις, καὶ ἐν τῷ προκατεσκευασμένῳ τὸ προ‐ | |
25 | κατασκευαζόμενον οὐκ ἄλλο τι καθεστάναι δεῖ, ἢ στο‐ χαστικὸν, κἀν τῷ συγκατασκευαζομένῳ ὁμολογουμένως· εἰ γὰρ θάτερον γίγνεται θατέρου σημεῖον, σαφὲς, ὡς | |
ἑκάτερον στοχαστικὸν καταστήσεται. | 377 | |
7.378 | κεʹ. Δεῖ, φησὶν, ἑκάτερον, τουτέστι τόν τε διώκοντα καὶ τὸν φεύγοντα, περὶ τοῦ δευτέρου διαγωνισαμένους κατὰ πρώτην τάξιν, οὕτως ἐπὶ τὸ προηγουμένως ζητού‐ μενον ἐλθεῖν· καὶ ἀπορήσειεν ἄν τις ἐνταῦθα, τί δή πο‐ | |
5 | τε ὁ φεύγων εἰς τὴν ὑπὲρ ἑτέρων ἀπολογίαν ἑαυτὸν ἐμ‐ βάλλει, καὶ οὐ τοῦ καθ’ ἑαυτὸν μέρους ἀνθέξεται μό‐ νου, περὶ οὗ καὶ ὁ κίνδυνος αὐτῷ ὡς ἐπὶ προκειμένου· τί γὰρ μὴ εὐθὺς ὁ πατὴρ ἐπὶ τὸ συνειδέναι τραπεὶς πε‐ ρὶ ἑαυτοῦ μόνου τοὺς λόγους ποιήσεται; ἐπὶ γὰρ τούτῳ | |
10 | καὶ κρίνεται· οὐ γὰρ ἡ κατηγορία γέγονε κατὰ τοῦ πατρὸς, ἀφ’ ὧν οἱ παῖδες προδεδώκασιν, ἀλλ’ ὅτι σύν‐ οιδε τῇ προδοσίᾳ τῶν παίδων· τῷ μὲν γὰρ κατηγόρῳ πᾶσα ἀνάγκη περὶ ἑκατέρου τὸν λόγον ποιήσασθαι, ὅτι τε προδεδώκασιν οἱ παῖδες, καὶ ὅτι τῆς προδοσίας κεκοι‐ | |
15 | νώνηκεν ὁ πατήρ· ἢν γὰρ μὴ ἀποδειχθῇ πρότερον προ‐ δεδωκέναι τοὺς παῖδας, οὐκ ἔχει χώραν τὸ κρίνεσθαι τὸν πατέρα συνειδότος ἐπὶ τῇ προδοσίᾳ· τῷ φεύγοντι δὲ φαίη ἄν τις οὐδεμίαν προσεῖναι ἀνάγκην ὑπὲρ τῆς ἑτέρων κατ‐ ηγορίας ἀπολογήσασθαι, ἀλλὰ δεῖν τὸ καθ’ ἑαυτὸν ἐξ‐ | |
20 | ελεῖν μόνον ἐπιδείξαντα, ὡς οὐκ εἴη τῶν ἀδικημάτων μετειληφώς· ὑποληπτέον οὖν πρὸς τὴν τοιαύτην ἀπορίαν, ὡς τηνικαῦτα μόνον ὁ φεύγων τὴν προτέραν παραπέμ‐ ψεται ζήτησιν, ὅταν ᾖ τοῖς περὶ αὐτῆς ἀποδεικτικοῖς ἀσθενῆ, ἢ τὸ πρόσωπον τὸ δεδρακὸς τὸ ἀδίκημα μὴ πάνυ | |
25 | ᾠκείωται αὐτῷ· ἀλλ’ οὐδὲ τότε ἁπλῶς αὐτὸ παραπέμ‐ ψεται, μετὰ δέ τινος μεθόδου ἢ κατὰ συγχώρησιν αὐτὸ παραδραμεῖται, οἷον ὅτι ῥᾴδιον καὶ περὶ τῶν παίδων ἀπολογήσασθαι, ὡς οὐ προδεδώκασιν, ἀλλὰ ψευδεῖς οὗ‐ τος ἐρείδων εἰσῆλθε κατ’ ἐκείνων συκοφαντίας· ἐπειδὴ | |
30 | δὲ σπουδὴν ἅπασαν ὁ διώκων πεποίηται, προδότας ἐκεί‐ νους ὑμῖν ἐπιδεῖξαι, ἢ καὶ ὅτι εἰς τὸν ὑπὲρ ἐμαυτοῦ | |
μᾶλλον ἕλκομεν λόγον· τοῦτο μὲν, εἰ βούλεσθε, | 378 | |
7.379 | ἑκὼν αὐτῷ συγχωρήσω, ἐμαυτὸν δὲ, ὡς οὐ κεκοινώνηκα τῶν ἐγκλημάτων, ἀποφανῶ· ἢ τῷ κατ’ ἐπαγγελίαν χρη‐ στέον σχήματι, οἷον ὅτι πρὸς μὲν τὸ παρὸν τὴν ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν ποιήσομαι· ὕστερον δὲ ἐὰν βουλομέ‐ | |
5 | νοις ὑμῖν ᾖ, καὶ περὶ τῶν ἄλλων ἐρῶ· ὅταν μὲν οὖν, ὡς ἔφην, ἢ τὸ ἠδικηκὸς πρόσωπον μὴ σφόδρα ὑμῖν οἰκεῖον ὑπάρχῃ ἢ ταῖς περὶ τοῦ πράγματος ἀποδείξεσιν εὐ‐ πόρως οὐκ ἔχωμεν χρήσασθαι, διὰ τούτων αὐτὸ παρή‐ σομεν τῶν τρόπων· ἐὰν δὲ μηδέτερον εἴη τούτων, ἐξ ἀνάγ‐ | |
10 | κης αὐτὸ παραληψόμεθα· συμβαλεῖται γὰρ ἡμῖν πάμ‐ πολυ εἰς τὸν ὑπὲρ ἡμῶν αὐτῶν λόγον· τῷ γὰρ ἀποδεικ‐ νύναι, τοὺς παῖδας μὴ γενέσθαι προδότας, πολὺ μᾶλλον τῆς ἐπὶ τῷ συνειδότι κρίσεως ἑαυτὸν ὁ πατὴρ ἐξαιρήσε‐ ται, καὶ ὅλως τὸ τῇ κατηγορίᾳ διὰ πάντων ἀπολογου‐ | |
15 | μένους ἀκολουθῆσαι, πλεῖστον ἡμῖν πρὸς τὴν τῶν δικα‐ στῶν συμβαλεῖται δόξαν· πανταχόθεν γὰρ πεποιθέναι τῷ δικαίῳ νομισθησόμεθα· κἂν ὁ διώκων δέ ποτε πα‐ ραλείποι αὐτὸ παρακρουόμενος τῷ μὴ εὐπορεῖν ἀποδεί‐ ξεων, ὁ φεύγων ἀνθέξεται, καὶ περὶ αὐτοῦ πρῶτον ἀξι‐ | |
20 | ώσει γενέσθαι τὴν ζήτησιν· οἷον ὅτι πρότερον δεικνύτω προδότας τοὺς παῖδας, καὶ τότε κρινέτω συνειδότος ἐμέ· πλεῖστον γὰρ, ὡς ἔφην, εἰς τὸ μὴ συνειδέναι συμβαλεῖ‐ ται τὸ λέγειν ἡμᾶς, τὴν ἀρχὴν μηδὲ γεγενῆσθαι τὸ ἔγ‐ κλημα. ἐξετάσαντες οὖν πρότερον τὸ πρὸ τοῦ ζητή‐ | |
25 | ματος πρᾶγμα, οὕτως ἐπ’ αὐτὸ τρεψόμεθα τὸ προκεί‐ μενον. καί τις ἐνταῦθα ἐζήτησε, πῶς ἔτι χώραν ἔχει τὸ δεύτερον ζήτημα· τοῦ γὰρ προτέρου ἀναιροῦντος τὸ ἔγκλημα, τοῦτο καιρὸν οὐκ ἔχει τὸ λεγόμενον· συναναι‐ ρεῖται γὰρ τῷ ἐγκλήματι καὶ ἡ περὶ τοῦ μὴ συν‐ | |
30 | ειδέναι κρίσις· οἷον ἐδείχθησαν οἱ παῖδες μὴ προδεδω‐ | 379 |
7.380 | κότες, ἄτοπον ἔτι περὶ τοῦ μὴ συνειδέναι ποιεῖσθαι λό‐ γον τινά· πρὸς δὲ τοῦτο ῥητέον, ὡς τὸ προηγουμένως ζητούμενον δεύτερόν ἐστιν, οὗπερ ἕνεκα καὶ τὸ πρότερον παρείληπται ζήτημα, καὶ ἐφ’ ᾧ συνέστη τὸ δικαστή‐ | |
5 | ριον· οὐ γὰρ εἰσῆλθεν ὁ στρατηγὸς τῶν τεθνεώτων κατηγορήσων ὡς προδοτῶν, ἀλλὰ κρίνων συνειδότος τὸν πατέρα. πῶς οὖν οὐκ ἂν εἴη γελοῖον, εἰ περὶ ὧν μὲν ὁ δικαστὴς εἰσελήλυθεν ἀκουσόμενος μηδὲν ῥηθείη, ἑτέρων δέ τινων ἀκροάσεται λόγων καὶ ἄλλως ἐπ’ ἄλλῳ μὲν συ‐ | |
10 | σταίη τὸ δικαστήριον, περὶ δὲ ἑτέρου τινὸς ἡ ζήτησις γένοιτο; τί οὖν ἐξ ἀνάγκης χρηστέον καὶ τῷ δευτέρῳ; χρησόμεθα δὲ οὐ κατὰ τὸ παρατυχὸν, ἀλλὰ τῇ τοῦ τεχνικοῦ μεθόδῳ, κατὰ συγχώρησιν λαμβάνοντες τὸ πρό‐ τερον, εἶτα τὸ δεύτερον οὕτως ἐπάγοντες, οἷον ὅτι δέ‐ | |
15 | δεικται μὲν ἐξ ἁπάντων, ὡς φανερὰν κατὰ τῶν παίδων συκοφαντίαν ἔπλασε καὶ ψευδῆ τούτοις ἐπήνεγκεν αἰ‐ τίαν προδοσίας, ὡς δὲ, κἂν τοῦτο δῶμεν αὐτῷ, δειχθή‐ σεται μάτην ἐλθὼν ἐπ’ ἐμὲ, ῥᾴδιον καὶ περὶ τούτου δι‐ ελέγχειν αὐτόν· οὐ γὰρ ἂν εἰ καὶ προδόται οἱ παῖδες | |
20 | ἐτύγχανον ὄντες, ἐκοινώνησαν τῇ προδοσίᾳ αὐτῷ, καὶ οὕτω πάλιν τὸ δεύτερον κατασκευάσομεν ζήτημα. Ἰστέ‐ ον δὲ, ὡς τῶν ζητημάτων ἑκάτερα τελείαν ἕξει διαί‐ ρεσιν, καὶ διὰ πάντων ἀμφότερα τῶν στοχαστικῶν κε‐ φαλαίων ἀποδειχθήσεται. | |
25 | κϛʹ. Ἡ γραφὴ μὲν ἐνταῦθα συνειδότος, εἰ σύνοιδε τοῖς παισὶ προδοσίαν, τὸ δὲ προκατασκευαζόμενόν ἐστι τὸ κατ’ αὐτοὺς τοὺς παῖδας, εἰ τῷ ὄντι προδεδώκασιν· οὐ γὰρ τοῦτο φανερόν. τοῦτο τοίνυν τὸ τῶν παίδων ἀνα‐ γκαῖον ἀμφοτέρους προκατασκευάσαι, πλέον δὲ τὸν κατ‐ | |
30 | ήγορον· εἰ γὰρ μὴ ἐλέγξει προδεδωκότας τοὺς παῖδας, | |
οἰχήσεται αὐτῷ καὶ τὸ κατὰ τοῦ πατρὸς ἔγκλημα. Μὴ | 380 | |
7.381 | γὰρ ὅλως προδεδωκότων ἐκείνων, πῶς ἂν κρίσις συνει‐ δότος συστῆναι δύναιτο; εἰ γὰρ καὶ ὁ τρίτος ὡμολογη‐ κέναι δοκεῖ, ἀλλὰ τοῦ φόβου ὁμολογία δοκεῖ, ὅτι τοὺς ἀδελφοὺς ἀπολωλότας ἐν ταῖς βασάνοις ἐθεάσατο καὶ τὰ | |
5 | ὅμοια παθεῖν προσεδόκησεν. ἀναγκαῖον δὲ καὶ τὸν φεύ‐ γοντα προκατασκευάσαι περὶ τῶν παίδων· ἥττων μὲν γὰρ τοῦ κατηγόρου, χρησιμωτάτη δ’ ὅμως ὑπὲρ τῶν παίδων ἀπολογία καὶ τούτῳ· εἰ γὰρ τοὺς παῖδας ἐξελέ‐ σθαι τῆς αἰτίας δυνήσεται, καὶ τὸ καθ’ ἑαυτὸν ῥᾳδίως | |
10 | ἀπολύσεται· ἐρεῖ οὖν ὁ μὲν πλούσιος σημεῖον τοῦ προ‐ δεδωκέναι τοὺς παῖδας τὸν τρίτον ἄνευ βασάνων ὁμολο‐ γεῖν· εἶτα ὁ φεύγων πρὸς τοῦτο ἀπαντήσεται συγγνωμο‐ νικῇ μεταθέσει τῆς αἰτίας, ὅτι δεδιὼς τὰς βασάνους, καὶ εἰδὼς, ὅτι ταὐτὰ τοῖς προτέροις πείσεται, κατεψεύ‐ | |
15 | σατο ἑαυτοῦ, καὶ ἑαυτοῦ ἠνάγκασται κατηγορεῖν ὑπὸ δέ‐ ους· εἶτα καὶ τοῦ συνειδέναι ἐρεῖ σημεῖον ὁ στρατηγὸς τὸ μὴ ἐπεξελθεῖν, καὶ μεταθήσεται πάλιν ὁ φεύγων, ὅτι πλούσιος ἦσθα, καὶ ἐδεδίειν τὴν σὴν ἰσχὺν καὶ τὴν περὶ σὲ ἑταιρείαν καὶ τὸ τῶν κολάκων σύστημα. | |
20 | κζʹ· Κατὰ συγχώρησιν, φησὶ, δοὺς προδεδωκέναι τοὺς παῖδας, ἐπὶ τὸν ὑπὲρ ἑαυτοῦ λόγον τραπήσεται· οὐ γὰρ, εἰ καὶ προδεδώκασιν οἱ παῖδες, ἤδη καὶ αὐτὸς πάν‐ τως προδότης· εἰκότως δὲ ἐν δευτέρῳ φυλάττει τὸ κατὰ συγχώρησιν· οὔτε γὰρ δύναται τοῦτο πράττειν, ἵνα μὴ | |
25 | δοκῇ εὐθὺς ἐν ἀρχῇ τῶν παίδων κατηγορεῖν, οὔτε μὴν καθάπαξ μὴ συγχωρεῖν, ἵνα μὴ δοκῇ φεύγειν τὸν περὶ αὐτοῦ λόγον. κηʹ. Ὠνόμασται οὕτως ἀπὸ τοῦ τὰ σημεῖα δι’ ἀλ‐ λήλων, ἀλλ’ οὐ κεχωρισμένως κατασκευάζεσθαι. | |
30 | κθʹ. Συγκατασκευαζόμενος δὲ, φησὶ, γίγνεται, ὅταν | |
τὰ σημεῖα τοῦ πράγματος ἀμφότερα ἀμφισβητούμενα ᾖ, | 381 | |
7.382 | καὶ ἀμφότερα δι’ ἀλλήλων ἔχῃ τὴν κρίσιν, οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς θεσμοφορίοις· μοιχὸν ὑπονοή‐ σας τις τὸν οἰκέτην ἐπὶ τῇ γυναικὶ, δήσας αὐτὸν ἀπεδή‐ μησε, λυθεὶς τοῖς θεσμοφορίοις ἀπέδρα· μετὰ ταῦτα εὕ‐ | |
5 | ρηται ὁ ἀνὴρ πεφονευμένος, καὶ ἡ γυνὴ συνειδότος φεύγει· ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενόν ἐστιν, εἰ σύν‐ οιδε, τὰ δὲ σημεῖα ἥ τε μοιχεία καὶ ἡ τοῦ ἀνδρὸς ἀναί‐ ρεσις, ἅπερ δι’ ἀλλήλων κατασκευάζεται· οἷον ἐμοίχευ‐ σας, τούτου πίστις· ἀνῄρηται ὁ ἀνὴρ ὑπὸ τοῦ οἰκέτου· | |
10 | τὸν ἄνδρα ἐφόνευσε τῷ μοιχὸν ἑαλωκέναι ἐπὶ σοί· ἡ μὲν οὖν τάξις τῶν συνεζευγμένων ἐκ τῶν ἀνωτέρω δεδήλωται· ζητοῦσι δὲ περὶ τοῦ συγκατασκευαζομένου, πρῶτον μὲν, πῶς ἑνὸς ὄντος σημείου πρώτου τεχνικὸς πληθυντικῶς ἔφη τὰ σημεῖα τοῦ πράγματος· ἓν γὰρ, φασὶ, τὸ πρῶ‐ | |
15 | τον σημεῖόν ἐστιν ἀμφιβαλλόμενον· οἷον πένης καὶ πλού‐ σιος ἐχθροὶ τὰ πολιτικὰ, ὤμοσεν ἐν συμποσίῳ ὁ πλού‐ σιος τυραννήσειν· ἀντώμοσεν ὁ πένης τυραννοκτονήσειν· μετὰ ταῦτα ὁ πένης νεκρὸς ἀσκύλευτος εὕρηται, καὶ κρί‐ νεται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· τὸ μὲν γὰρ | |
20 | ἔγκλημά ἐστιν ἡ τυραννὶς, τὸ δὲ τούτου σημεῖον ἡ τοῦ πένητος ἀναίρεσις, ὅπερ ἀμφιβαλλόμενον μόνον· τὰ γὰρ ἑξῆς ἅπαντα ὁμολογούμενα, τουτέστι τὸ ὀμόσαι τὸν πλού‐ σιον, τὸ ἀντομόσαι τὸν πένητα, καὶ εἴ τι ἄλλο· ἔπειτα εἰ τὴν ἀρχὴν ὅλως συστήσεται τὸ συγκατασκευαζόμενον | |
25 | εἶδος· ὁ γὰρ ὅρος αὐτὸ, φασὶν, ὁ τοῦ στοχασμοῦ ἐξε‐ λέγχει σαφῶς ἀσύστατον ὄν· στοχασμὸς γάρ ἐστιν ἀδή‐ λου πράγματος ἔλεγχος οὐσιωδῶς ἀπό τινος φανεροῦ ση‐ μείου· ὁ μὲν γὰρ ὅρος ἔχει τὸ ἀπό τινος φανεροῦ ση‐ μείου· ἐνταῦθα δὲ τὸ σημεῖον ἀμφιβαλλόμενον, πρὸς | |
30 | οἷς καὶ φυσικῷ λόγῳ, φασὶν, οὐ συστήσεται· εἰ γὰρ ἀεὶ | |
τὸ κρινόμενον ἀφανὲς, εὑρίσκοιτο δὲ καὶ τὸ πιστωτικὸν | 382 | |
7.383 | ὁμοίως ἀφανὲς καὶ ἀμφιβαλλόμενον, οὐδὲ μία ἀπόδειξις γένοιτο, ἀλλ’ ἀπέραντα διαμενεῖ τὰ τῆς ζητήσεως· τρί‐ τον ἐπὶ τούτοις διηπορήκασι, πῶς ἡ τοιαύτη ζήτησις ἐπι‐ δέξεται πέρας, ἐν ᾗ δι’ ἀλλήλων τὰ τῆς ἀποδείξεως γί‐ | |
5 | γνεται· τὸ γὰρ τοιοῦτο διαμενεῖ ἀμφισβητούμενον· ὅπου γε καὶ παρὰ τοῖς Στωϊκοῖς καλεῖταί τις διάλληλος λό‐ γος, ὅς ἐστιν ἀναπόδεικτος· οἷον ποῦ Θέων οἰκεῖ, ἔνθα Δίων, καὶ ποῦ Δίων, ἔνθα Θέων· ὁ δὲ τοιοῦτος λόγος, ὁ διάλληλός φημι, τὴν ἀπόδειξιν ἔχων, ἀναπόδεικτός τέ | |
10 | ἐστι καὶ πέρας αὐτοῦ οὐδὲν γίγνεται, ὅπερ, φασὶ, κἀπὶ τοῦ συγκατασκευαζομένου συμβαίνει· κατὰ γὰρ τὸν τε‐ χνικὸν ὁ συγκατασκευαζόμενος γίγνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος, δι’ ἀλλήλων συγκατασκευάζηται. πρὸς μὲν οὖν τὸ πρῶτον, διατί πληθυντικῶς εἶπε τὰ σημεῖα | |
15 | τοῦ πράγματος; ἀπηντήκασί τινες, ὡς οὐ περὶ ἑνὸς ἐν‐ ταῦθα προβλήματος ποιεῖται τὸν λόγον, ἀλλὰ καθόλου περὶ τοῦ συγκατασκευαζομένου εἴδους· ὀρθῶς οὖν ὡς πρὸς τὸ ὅλον εἶδος ἔφη πληθυντικῶς τὰ σημεῖα. Πολὺ δὲ ἄμεινον λέγειν, ὡς διὰ τοῦτο πληθυντικῶς εἶπε τὰ | |
20 | σημεῖα, ἐπειδὴ πολλάκις ἀντιστρέφεται τὸ ἔγκλημα τῷ σημείῳ, καὶ πῆ μὲν τὸ ἔγκλημα τοῦ σημείου φέρεται πρὸς κατασκευὴν, πῆ δὲ τὸ σημεῖον τοῦ ἐγκλήματος, οἷ‐ ον ἐπὶ τοῦδε τοῦ παραδείγματος, πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικὰ, ὤμοσεν ἐν συμποσίῳ τυραννήσειν | |
25 | ὁ πλούσιος, ἀντώμοσεν ὁ πένης τυραννοκτονῆσαι, εὑρέ‐ θη μετὰ ταῦτα ὁ πένης νεκρὸς ἀσκύλευτος, καὶ κρίνε‐ ται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ τὸ μὲν ἔγκλημά ἐστιν, ὅτι τυραννήσει, τὸ δὲ τούτου ση‐ μεῖον, ὅτι τὸν πένητα διεχρήσατο, καὶ ἀντιστρέφεται | |
30 | τὰ δύο κατ’ ἀλλήλων· τυραννήσεις γὰρ, φησὶ, τῷ δῆ‐ | 383 |
7.384 | λον; ἐφόνευσας γὰρ, φησὶ, τὸν πένητα τυραννοκτονή‐ σειν μέλλοντα· καὶ ἐκ τοῦ ἔμπαλιν· ἐφόνευσας τὸν πέ‐ νητα· τούτου πίστεις· τυραννήσεις γάρ· ἔστι μὲν οὖν καὶ οὗτος λίαν ἀπαράδεκτος ὁ λόγος· τὴν δὲ ἀληθεστέραν | |
5 | αἰτίαν φήσομαι, ὡς πρὸς τὸ ὑποκείμενον αὐτῷ πα‐ ράδειγμα πληθυντικῶς εἶπεν ὁ τεχνικὸς σημεῖα· ἐν γὰρ τούτῳ δύο ἐστὶ σημεῖα τὰ πρῶτα διάλληλον τὴν ἀπόδει‐ ξιν ἔχοντα, ὡς ἀνωτέρω δεδήλωται· τὸ μὲν γὰρ ἔγκλημά ἐστιν, εἰ σύνοιδεν ἡ γυνὴ, τὰ δὲ σημεῖα ἥ τε μοιχεία καὶ | |
10 | ἡ ἀναίρεσις τοῦ ἀνδρός· πρὸς δὲ τὸ δεύτερον, εἰ συνε‐ στάναι δύναται τὸ συγκατασκευαζόμενον εἶδος, ἐκεῖνο ῥητέον, ὡς, εἰ μὲν πάντα ἀμφισβητούμενα ἐτύγχανεν ὄν‐ τα ἐν αὐτῷ τὰ σημεῖα, τηνικαῦτα ἐν τοῖς ἀσυστάτοις δικαίως ἂν ἐτάττετο· νῦν δὲ ταῦτα μέν ἐστι τὰ πρῶτα | |
15 | σημεῖα ἀμφισβητούμενα, τὰ δὲ ἑξῆς, ἃ πρὸς πίστιν τού‐ των φέρεται, φανερά ἐστι καὶ ὁμολογούμενα, ἀφ’ ὧν ἡ κρίσις ἂν γένοιτο· ὑποπέπτωκεν ἄρα τὸ συγκατα‐ σκευαζόμενον εἶδος τῷ ὅρῳ τοῦ στοχασμοῦ· στοχασμὸς γάρ ἐστιν ἀδήλου πράγματος ἔλεγχος οὐσιωδῶς ἀπό τι‐ | |
20 | νος φανεροῦ σημείου, ὅπερ ἐστὶ κἀν τῷ συγκατασκευα‐ ζομένῳ· ἔφαμεν γὰρ τὰ ἑξῆς πάντα σημεῖα φανερὰ εἶ‐ ναι· οὐ γὰρ πρόσκειται τῷ ὅρῳ ἀπό τινος φανεροῦ σημείου πρώτου τυχὸν ἢ δευτέρου, ἀλλ’ ἀορί‐ στως ἀπό τινος φανεροῦ σημείου. Ῥητέον δὲ ἤ‐ | |
25 | δη καὶ περὶ τῆς τρίτης αὐτῶν ἀπορίας, ὅτι ἡ διάλλη‐ λος ἀπόδειξις, ἂν μὲν ἐπὶ τῶν ἀμφισβητουμένων ἵστα‐ ται μόνων, ἀναπόδεικτός τέ ἐστι καὶ πέρας οὐχ ἕξει· ἂν δέ τι προσκείμενον ᾖ σαφὲς, διαλύεται ἡ ἄγνοια καὶ γί‐ γνεται ἀποδεικτικὸς ὁ λόγος· οἷον εἴ τις ἀγνοοῦντι μὲν, | |
30 | ἔνθα Δίων οἰκεῖ, ἐπισταμένῳ δὲ, ὅπου γε Θέων, λέγοι, | 384 |
7.385 | Καικίλιον οἰκεῖν ἔνθα Δίων· εἰ μὲν μέχρι τούτων στή‐ σεται μόνου, διάλληλός ἐστιν ὁ λόγος· εἰ δὲ προσθείη τὸν Δίωνα οἰκεῖν ὅπου Θέων, τότε ἀπόδειξις τῷ λόγῳ σα‐ φεστάτη προσγίγνεται, ὅπερ ἐστὶ κἀπὶ τῶν συγκατεσκευ‐ | |
5 | ασμένων θεάσασθαι· οὐ γὰρ ἐπὶ τῶν ἀμφισβητουμένων ἱστάμεθα μόνων, ἀλλ’ ἔχομεν τὰ μετ’ ἐκεῖνα πεπραγμέ‐ να τε ἅπαντα καὶ ὁμολογούμενα, οἷον ἐπὶ τοῦ παραδεί‐ γματος· ἔδει τοὺς δεσμώτας λύεσθαι τοῖς θεσμοφορίοις, μοιχὸν ὑπονοήσας τις τὸν οἰκέτην ἐπὶ τῇ γυναικὶ δήσας | |
10 | αὐτὸν ἀπεδήμησε, λυθεὶς τοῖς θεσμοφορίοις ἀπέδρα, με‐ τὰ ταῦτα εὕρηται ὁ ἀνὴρ πεφονευμένος, καὶ κρίνεται ἡ γυνὴ συνειδότος· τὰ μὲν γὰρ πρῶτα δύο σημεῖα ἀμφι‐ βάλλεται καὶ διάλληλον ποιεῖται τὴν κατασκευὴν, οἷον ὁ φόνος τῆς μοιχείας γίνεται σημεῖον, καὶ αὖθις ἡ μοι‐ | |
15 | χεία τοῦ φόνου· τὰ δὲ ἑξῆς, ὅσα πρὸς πίστιν τούτων κο‐ μίζεται, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, φανερά τέ ἐστι καὶ ὁμολογούμενα· οἷον ἡ ὑπόνοια τοῦ ἀνδρὸς ἐπὶ τῇ μοι‐ χείᾳ, ὁ δεσμὸς τοῦ οἰκέτου, ὁ μετὰ τὸ λυθῆναι δρασμὸς, τὸ εὑρεθῆναι τὸν ἄνδρα ἐν τῷ λυθῆναι αὐτὸν πεφονευ‐ | |
20 | μένον· τοσαῦτα μὲν οὖν περὶ τῶν ἀπορουμένων ἐν τῷ συγκατασκευαζομένῳ· χρὴ δὲ ἐν τούτοις μὴ ἀπὸ τῶν ἀμ‐ φισβητουμένων σημείων ἄρχεσθαι τῆς κατασκευῆς, κἂν ἡ κατὰ μέρη ἀνάλυσις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους οὕ‐ | |
τως ἀπαιτῇ, τὸ γὰρ εὐθέως ἀμφιβαλλομένην ἀπόδειξιν | 385 | |
7.386 | προσενεγκεῖν τῷ δικαστῇ τὸν λόγον ἔκλυτον ἀπεργάζεται καὶ δυσπαρακολούθητον. Δεῖ οὖν καθ’ αὑτοὺς μὲν ἅπαντα ἀναλύειν τὰ σημεῖα, ἑπομένους τῇ φυσικῇ τάξει, τουτέστιν ἀπὸ τῶν ἀμφισβητουμένων ἐπὶ τὰ ὁμολογού‐ | |
5 | μενα τὴν ἀρχὴν τῆς κατασκευῆς διδόναι τοῖς ὁμολογου‐ μένοις· οὕτω γὰρ καὶ τὰ ἀμφισβητούμενα ἐκ τῶν ῥηθέν‐ των ἤδη σχεδὸν ὁμολογούμενα ἔσται· δέδωκε δὲ καλλί‐ στην τούτου μέθοδον πρῶτος ὁ Πλάτων· ἐν γὰρ τῷ περὶ ψυχῆς τῆς ζητήσεως οὔσης κ. τ. λ. | |
10 | καὶ οὕτως ἂν ἀπὸ τοῦ ἀμφισβητουμένου, ὅπερ ἐστὶ τὸ καλλίονα εἶναι τὴν ἐν Ἅιδου διατριβὴν, τῷ τοὺς κύκνους, ὅταν μέλλωσι τελευτᾷν, ἥδεσθαί τε καὶ ἄμεινον ᾄδειν, προῆλθε κατὰ μέσον ἐπὶ τὸ ὁμολογούμενον, ὅτι μαντικὸς ὁ Ἀπόλλων· νῦν δὲ οὐχ ὧδε τὸν λόγον προή‐ | |
15 | νεγκεν, ἀλλὰ τὴν ἀνάλυσιν καθ’ αὑτὸν ποιησάμενος ἀπὸ τῶν ὁμολογουμένων ἄρχεται, καὶ ἀναποδίζων εἰς τὸ ἀμ‐ φισβητούμενον τελευτᾷ, ἔχων ἤδη καὶ αὐτοῦ τὴν ἀπόδει‐ ξιν ἐκ τῶν εἰρημένων· οὕτω γοῦν φησιν ἐπ’ αὐτῆς τῆς λέξεως, „ἀλλ’ οὔτ’ ἐμοὶ ταῦτα φαίνεται λυπούμενα ᾄ‐ | |
20 | δειν, οὔτε οἱ κύκνοι, ἀλλ’ ἅτε, οἶμαι, τοῦ Ἀπόλλω‐ νος ὄντες μαντικοί τέ εἰσι καὶ προειδότες τὰ ἐν Ἅιδου ἀγαθὰ ᾄδουσί τε καὶ τέρπονται ἐκείνην τὴν ἡμέραν δια‐ φερόντως ἢ ἐν τῷ πρόσθεν·“ τὸν δὲ αὐτὸν τρόπον, ὡς Δημοσθένης ἐν τῷ περὶ στεφάνου χρησάμενος φαίνεται· | |
25 | αἰτίας γὰρ ἐπιφερομένης αὐτῷ, ὡς εἴη γεγονὼς τῆς εἰρήνης αἴτιος, οὐκ ἀπήντησεν ἄντικρυς, ὡς οὐκ αὐτὸς ἀλλ’ ἡ πόλις αἰτία τῆς εἰρήνης· ἔλεγε γὰρ ἂν οὕτως, ὅτι τῆς εἰρήνης ἡ πόλις αἰτία, τὴν δὲ εἰρήνην ἐποιήσα‐ το ἡ πόλις, ἐπειδὴ ἐμνησικάκει τοῖς Ἕλλησι· πόθεν δὲ | |
30 | ἐμνησικάκει; ὅτι οὐδὲ σώμασιν οὐδὲ χρήμασιν αὐτοὶ συν‐ | 386 |
7.387 | ελαμβάνοντο, ἐπειδὴ πρὸς ἀλλήλους ἐστασίαζον· τί δὲ τὸ τῆς στάσεως αἴτιον; ταράττων ὁ Φίλιππος· πόθεν δὲ ἡ ταραχή; ἐκ τοῦ πολέμου τοῦ Φωκικοῦ· οὐχ οὕτως οὖν ἐχρήσατο τῷ ἐπιχειρήματι· εἰ γὰρ εὐθὺς ἤρξατο ἀπὸ | |
5 | τοῦ μεταστατικοῦ, ὡς οὐκ ἐγὼ τῆς εἰρήνης αἴτιος, ἀλλ’ ὑμεῖς, οὐδεὶς ἂν τῶν δικαστῶν παρεδέξατο τὸν λόγον διὰ τὸ αὐτόθεν ἀναπόδεικτον εἶναι· ἔτι δὲ τραχὺς φα‐ νεὶς, ἐκ τῆς διαῤῥήδην εἰς αὐτοὺς τοῦ ἐγκλήματος με‐ ταστάσεως τὸ ἀμφιβαλλόμενον ἔχων ἤδη καὶ αὐτὸ σα‐ | |
10 | φῶς ἀποδεδειγμένον καὶ τῷ προτεθεραπεῦσθαι μη‐ κέτι τραχύτητά τινα παρεμφαῖνον τοῖς δικασταῖς· φη‐ σὶ γοῦν οὕτως· „τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ δι’ ἐμὲ, οὐ γὰρ ἔγωγ’ ἐπολιτευόμην πω τότε, πρῶ‐ τον μὲν ὑμεῖς οὕτω διέκεισθε, ὥστε Φωκέας μὲν βού‐ | |
15 | λεσθαι σωθῆναι, καίπερ οὐ δίκαια ποιοῦντας ὁρῶντες, Θηβαίοις δ’ ὁτιοῦν ἂν ἐφησθῆναι παθοῦσι,“ καὶ τὰ ἑξῆς· οὕτω δὲ κἀν τῷ συγκατασκευαζομένῳ ποιητέον, καὶ πανταχοῦ, ἔνθα ἂν ἡμῖν ἐπιχείρημα τοιοῦτον ἐμ‐ πίπτοι, καθολικὸν ἡμῖν τοῦτο παραπεφυλάχθω θεώρη‐ | |
20 | μα, τὸ τὴν ἀρχὴν ἐκ τῶν ὁμολογουμένων λαμβάνειν· οὕτω γὰρ καὶ τὸ δοκοῦν ἀμφισβητεῖσθαι τοῖς ὁμολογου‐ μένοις συνεκδραμεῖται· καὶ δόξει τὴν προσήκουσαν ἔχειν ἀπόδειξιν, τόν τε δικαστὴν ἐπισπασόμεθα μᾶλλον τῷ προ‐ βάλλειν εὐθὺς αὐτῷ σαφῆ καὶ ἀναμφισβήτητον ἔλεγχον. | |
25 | Ὑπόλοιπον ἔτι καὶ διαφορὰν εἰπεῖν τοῦ συγκατασκευα‐ ζομένου πρὸς τὸν προκατασκευαζόμενον, μᾶλλον δὲ ἀνα‐ λαβόντας τὸν λόγον πάντων ὁμοῦ τῶν συνεζευγμένων ἐκθεῖναι διαφοράς· διαφέρει δ’ οὖν ὁ ἐμπίπτων τῶν ἄλλων, καθὸ ἐν αὐτῷ μὲν τὸ δεύτερον ζήτημα πάντως | |
30 | ἀνεύθυνον, ἐν δὲ τοῖς ἄλλοις τοῖς δύο ὑπεύθυνον· ταύ‐ | 387 |
7.388 | την· δὴ κοινωνίαν ἔχουσι πρὸς ἀλλήλους ὅ τε προκατα‐ σκευαζόμενος καὶ ὁ συγκατασκευαζόμενος· ἔστι δὲ αὐ‐ τοῖς καὶ ἰδία τις διαφορὰ, ἧς ὁ ἐμπίπτων οὐ κοινωνεῖ· ἐν μὲν γὰρ τῷ προκατασκευαζομένῳ οὐ κεχώρισται ἀλ‐ | |
5 | λήλων τὰ ζητήματα καὶ ἑκάτερον ἰδίᾳ κατασκευάζεται, ἐν δὲ τῷ συγκατασκευαζομένῳ κἂν τὰ μάλιστα θάτερον καὶ ἐν τούτῳ προκατασκευασθῆναι δεῖ· ἀλλ’ οὖν γε ἀνα‐ πέπλεκται καὶ δι’ ἀλλήλων κατασκευάζεται, ὡς αὐτὸς ἡμῖν ὁ τεχνικὸς ἔφη· ὡς ἐν τῷ συγκατασκευαζομένῳ κα‐ | |
10 | τὰ συμπλοκὴν ἐκφέρειν δεῖ τὰ ἑκατέρου σημείου κεφά‐ λαια καὶ βούλησιν βουλήσει συμπλέκειν καὶ δύναμιν πά‐ λιν ὁμοίως δυνάμει καὶ τοῖς ἐφεξῆς τὸν αὐτὸν τρόπον. λʹ. Γνωστέον, ὅτι ἐν τούτῳ τῷ στοχασμῷ τὰ αὐτά ἐστι καὶ σημεῖα ἀλλήλων καὶ ἐγκλήματα· ἐνταῦθα γοῦν | |
15 | ἀπὸ μὲν τῆς μοιχείας κατασκευάζεται, ὅτι αὐτὸς ἐφόνευ‐ σεν· ἀπὸ δὲ τοῦ φόνου ἡ μοιχεία βεβαιοῦται· ἰστέον δὲ, ὡς οὐδέποτε δῆλον δήλῳ κατασκευάζεται, ὥσπερ οὐδὲ ἄδηλον ἀδήλῳ, ἀλλὰ δῆλον τῷ δήλῳ· εἰ οὖν καὶ ἐνταῦ‐ θα ἀμφότερα δῆλα, τό τε τῆς μοιχείας φημὶ καὶ τοῦ | |
20 | φόνου, πῶς τὰ σαφῆ δι’ ἀλλήλων κατασκευάζεται; εἰ δὲ πάλιν ἄδηλα ἄμφω, γελοῖον τὸ τῆς ἀποδείξεως· εἰ γὰρ φύσει ἄδηλον ἐν τῷ στοχασμῷ ἔγκλημα, ἔσται δὲ καὶ τὸ σημεῖον ἄδηλον, πῶς ὑφέστη ὁ τοιοῦτος στοχα‐ σμός; πῶς δὲ καὶ τὸ σημεῖον ὑπεύθυνον, ὃ πανταχοῦ | |
25 | ἀνεύθυνόν ἐστιν; ἀλλὰ λέγομεν ὅτι κἀνταῦθα εὑρίσκε‐ | 388 |
7.389 | ται φανερὸν σημεῖον καὶ ἀνεύθυνον· οἷον εἰπεῖν τὸ λυ‐ θῆναι παρὰ τῆς γυναικὸς τὸν οἰκέτην, καὶ τὸ ἐν ἐκείνῳ τῷ καιρῷ τεθνάναι τὸν δεσπότην, ὅτε ἐλύθη· τὸ δὲ προσεχέστερον μόνος εὑρίσκεται ὑπεύθυνος· εἰ γὰρ καὶ | |
5 | δοκεῖ ἔγκλημα εἶναι ἐνταῦθα τὸ σημεῖον αὐτὸ τὸ προσε‐ χέστερον, ἀλλ’ ὅμως ὡς σημεῖον παραλαμβάνεται· οὐ γὰρ τοῦτο κατηγορεῖ ὁ κατήγορος, ἀλλ’ ὡς σημεῖον αὐ‐ τὸ ποιεῖται τοῦ ἐγκλήματος. λαʹ. Τὸ τοῦ στοχασμοῦ τούτου εἶδος ἀπὸ γνώμης | |
10 | ἐκάλεσεν· ὅτι τῆς πράξεως οὔσης φανερᾶς ἡ γνώμη ζη‐ τεῖται τοῦ πράξαντος· διὰ τοῦτο γὰρ καὶ ψιλὴ εἶπεν ἀντὶ τοῦ μόνη· ἔστι δὲ τοιοῦτος ὁ ἀπὸ γνώμης στοχα‐ σμὸς, ὅταν ὁ φεύγων πεποιηκέναι μὲν ὁμολογῇ τὸ ἀδί‐ κημα, καὶ τὸ ἐπιφερόμενον ἔγκλημα, φάσκῃ δὲ μὴ ἑκὼν, | |
15 | ἀλλὰ δι’ ἄγνοιαν ἢ μανίαν εἰργάσθαι. λβʹ. Ἠπορήκασί τινες, ἀνθ’ ὅτου ἰδίως τοῦτο στο‐ χασμὸν ἀπὸ γνώμης ἐκάλεσε, καίτοι παντὸς στοχασμοῦ τὴν ἀπὸ γνώμης ἐξέτασιν ἔχοντος, ἡ γὰρ βούλησις κε‐ φάλαιον οὖσα τοῦ στοχασμοῦ οὐδὲν, φασὶν, ἕτερόν ἐστιν, | |
20 | ἢ ἀπὸ γνώμης ἐξέτασις, ἀλλὰ πρὸς τοῦτο ῥητέον, ὡς διαφερόντως τοῦτο εἰκότως ἀπὸ γνώμης ἐκάλεσε, καθὸ τὸ πᾶν τῆς ζητήσεως ἐν τούτῳ περὶ τὴν γνῶσιν ἵστα‐ ται μόνον, τὸ γὰρ πεπραγμένον ὁμολογεῖται, καὶ τὸ πε‐ πραχὸς πρόσωπον εὔδηλον· ἐν μὲν τοῖς ἄλλοις ἡ γνῶσις | |
25 | πρὸς πίστιν ἑτέραν παραλαμβάνεται, ἐν τούτῳ δὲ ἅπαν‐ τα ἀπόδειξιν τῆς γνώμης· ἔτι δὲ καὶ τοῦτο ἐπαποροῦσί τινες, πῶς οὐδενὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ τὸν ἀπὸ γνώμης ἔταξεν· οὔτε γὰρ τὴν μετὰ τῶν ἁπλῶν τάξιν οὔ‐ τε τὴν μετὰ τῶν διπλῶν ἢ τῶν συνεζευγμένων αὐτῷ δέ‐ | |
30 | δωκεν· καίτοι παντὸς στοχασμοῦ ἢ ἁπλοῦ ὄντος ἢ διπλοῦ ἢ εἰς μηδ’ ἕτερον τούτων συνεζευγμένου· πῶς οὖν τούτῳ, | |
φασὶ, τάξιν τινὰ ἰδίαν οὐκ ἐξεῖλεν; ὑπ’ οὐδὲν γὰρ αὐ‐ | 389 | |
7.390 | τὸν ἀνήνεγκε τῶν εἰδῶν, τὴν δὲ ἀπορίαν εὔκολον ἐπι‐ λύσασθαι· ἐπεὶ γὰρ συμβέβηκεν ἴδιον τούτῳ παρὰ πάν‐ τα στοχασμὸν, ἰδίαν καὶ τάξιν ἀπείληφεν· οὔτε γὰρ μετὰ τῶν διπλῶν ἢ συνεζευγμένων ἠδύνατο τάττεσθαι ἐπὶ | |
5 | ἓν καὶ ἁπλοῦν ἐν αὐτῷ τὸ ζητούμενον, οὔτε μὴν μετὰ τῶν ἁπλῶν ψιλῶς· ἔχει γάρ τινα διαφορὰν πρὸς αὐτοὺς, ἣν ἔφαμεν ἀνωτέρω. παντὸς γὰρ στοχασμοῦ τὴν γνώμην ἔχοντος πιστωτικὴν τοῦ ζητουμένου, ἐν τούτῳ τὸ ζητού‐ μενον αὐτὸ ἡ γνώμη ἐστὶ καὶ πάντα τῆς γνώμης ἕνεκα | |
10 | παραλαμβάνεται τὰ κεφάλαια, ὡς ἐπὶ τοῦδε τοῦ παρα‐ δείγματος· ἐν δόξῃ μανίας μητρυιὰ τὸν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε, καὶ ἀνενεγκοῦσα φόνου φεύγει· οὐ γὰρ ζητοῦμεν τὸν φόνον ἁπλῶς, πότερον ἀνῄρηται ἢ οὐκ ἀνῄρηται ὑπὸ τῆς μητρυιᾶς ὁ πρόγονος, τοῦτο γὰρ | |
15 | καταφανὲς, ἀλλ’ εἰ ἑκοῦσα τοῦτο δέδρακεν ἡ μητρυιὰ, ὅπερ ἐστὶν ἀπὸ τῆς γνώμης, καὶ φέρεται ἅπαντα πρὸς τοῦτο τὰ κεφάλαια. πρῶτον μὲν γὰρ χρήσεται τῷ παρα‐ γραφικῷ, ὅτι τὰ ἐκ μανίας καὶ παραφόρως γινόμενα λογισμοῦ τιμωρίαν οὐκ ἔχει παρὰ τῶν νόμων, οὐδὲ ἐπὶ | |
20 | τούτοις εἰσάγεταί τις εἰς δικαστήριον· ἔπειτα τῇ βουλή‐ σει, ἐλέγχων γὰρ ἀπαίτησις καθάπαξ ἐπὶ τοῦ τοιούτου εἴδους ἐλλείπει, ἡ δύναμις ἀντιθετικῶς παραληφθήσε‐ ται ἐκ τῆς βουλήσεως λυομένη, ὅτι κἂν τὰ μάλιστα ἠ‐ δυνάμην πολλοῖς τρόποις τὸν πρόγονον ἀνελεῖν, οὐκ ἂν | |
25 | εἰς τοῦτο ἧκον ἀτοπίας, ὥστε καὶ τὸν υἱὸν τρῶσαι καὶ τὸν πρόγονον ἀνελεῖν τιμῶντά με καὶ ἐν τάξει τιθέν‐ τα μητρὸς διαχρήσασθαι· μετὰ τοῦτο τὰ ἀπ’ ἀρχῆς ἄχρι | |
τέλους οὐκ ἀποδεικτικὰ, οὐδὲ καθάπερ ἐν τοῖς ἄλλοις | 390 | |
7.391 | σημεῖα γινόμενα ἁπλῶς τοῦ ζητουμένου, ἀλλ’ αὐξητικὰ, δεικνύντων ἡμῶν τὸ πάθος καὶ πρὸς ὀργὴν κινούντων τοὺς δικαστάς. Τὸ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ τὸ τετρῶσθαι μὲν τὸν υἱὸν, τὸν δὲ πρόγονον ἀνῃρῆσθαι, | |
5 | καὶ ὅσα ἔξωθεν περιστατικὰ, οἷον ὁ τρόπος τῆς διαι‐ ρέσεως, ὅτι διὰ τοῦ στήθους ἤλασε τὸ ξίφος, ἢ τὴν κεφαλὴν ἀπέτεμεν. εἶτα ἡ ὕλη, οἷον δόρατι μετῆλθεν αὐτὸν ἢ ξίφει καὶ ὅσα ἕτερα τῶν περιστατικῶν, ἅπερ πρὸς ἀπόδειξιν ἥκιστα φέρεται τῆς γνώμης· τί γὰρ μᾶλ‐ | |
10 | λον ἐκ τούτου τὸ ἑκούσιον ἢ ἀκούσιον δείκνυται, αὔ‐ ξησιν δὲ τοῦ πάθους ἐργάζεται· εἶτα ἡ μετάθεσις τῆς αἰτίας καινότερόν πως εἰσενεχθήσεται. τὸ γὰρ χρῶμα ἐπί τι ἀνεύθυνον ἔξωθεν τοῦ ζητουμένου μεθιστῶν ἀεὶ τὴν αἰτίαν ἐνταῦθα εἰς αὐτὸ μεθίστησι τὸ ζητούμενον· | |
15 | τὴν γὰρ αἰτίαν ἐπὶ τὴν μανίαν δηλαδὴ μεταθήσει, ἥ τις ἐστὶν αὐτὸ τὸ ζητούμενον· ἅπας γὰρ ὁ λόγος περὶ τοῦ εἰ κατὰ ἀλήθειαν ἐμάνη γίνεται, ἀντίληψις δὲ καὶ με‐ τάληψις ἐπὶ τοῦ τοιούτου εἴδους οὐκ ἂν εὑρεθείη, ὁμοίως οὐδὲ πιθανὴ ἀπολογία, ἐπειδὴ οὐδὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι | |
20 | τέλους, πρὸς ἃ ἡ πιθανὴ ἀπολογία εἴωθεν ἀναστρέφε‐ σθαι, τὴν ἑαυτῶν φύσιν σώζει, οὐ γὰρ γίνεται σημεῖον τοῦ ἐγκλήματος ἀποδεικτικὸν, ἕνεκα δὲ αὐξήσεως μόνης παραλαμβάνεται. Μετὰ γοῦν τὴν μετάθεσιν τῆς αἰτίας ἡ κοινὴ ποιότης ἐπακολουθεῖ· τούτων δὲ ἐκκαθαρθει‐ | |
25 | σῶν τῶν ζητήσεων ἄλλη τις ἐπὶ τούτοις ἀνέκυψεν ἀπορία, ζητούντων τινῶν, πῶς τὸ τοιοῦτον εἶδος στοχα‐ σμὸς ἔσται μᾶλλον, καὶ οὐ συγγνώμη· προβαλεῖται γὰρ, φησὶ, τὴν ἀπὸ τῆς μανίας συγγνώμην, ὅτι οὐχ ἑκοῦσα τοῦτο ἔδρων, ἀλλ’ ἀπὸ τῆς μανίας ἐλαυνομένη· ταύτης | |
30 | δὲ τῆς ἀπορίας θαυμασίως ὁ τεχνικὸς ἐξεῖλεν αὐτό. | 391 |
7.392 | ἐν μὲν γὰρ τῇ συγγνώμῃ, φησὶ, τὸ προβαλλόμενον εἰς παραίτησιν ὁμολογούμενον εἶναι δεῖ, οἷον ἐπὶ τῶν δέκα στρατηγῶν τῶν μὴ ἀνελομένων ἐν τῇ ἐν Ἀργινούσαις ναυμαχίᾳ τὰ τῶν πεσόντων σώματα· ὁ γὰρ χειμὼν, ὃν | |
5 | λαμβάνουσιν εἰς παραίτησιν, ὡμολόγηται, ἐνταῦθα δὲ οὐ τοῦτο· πᾶσα γὰρ ἡ ζήτησις περὶ τὴν μανίαν ἵσταται· τοῦτο γὰρ αὐτὸ πότερον ἐμάνη ζητοῦμεν ἢ μανίαν προσ‐ εποιήσατο. οὕτως οὖν καὶ ὁριζόμενος ἔφη· ἐν δόξῃ μα‐ νίας εἰπὼν καὶ οὐχ ἁπλῶς εἰς μανίαν καταστᾶσα· εἰ γὰρ | |
10 | οὕτως ὡρίσατο καὶ ὡς ὁμολογουμένην τὴν μανίαν παρέ‐ λαβε, τότε ἂν ἡ συγγνώμη ἐγένετο. Ἐπειδὴ κοινω‐ νίαν οὖσαν πρὸς τὴν συγγνώμην ᾔσθετο τούτου τοῦ στοχασμοῦ, κοινὸν γὰρ ἐν ἑκατέραις ταῖς στάσεσι τὸ τῆς ἀγνοίας καὶ ἀκούσιον, λύει τῇ διαφορᾶ τὴν συγγέ‐ | |
15 | νειαν· δοκεῖ γὰρ κατὰ δύο κοινωνεῖν τῇ συγγνώμῃ, καθ’ ἓν μὲν, ὅτι ἐν ἀμφοτέραις ταῖς στάσεσιν ἀδίκημα φύ‐ σεως τὸ πεπραγμένον, δεύτερον δὲ κατὰ τὴν αἰτίαν, τὸ ἐπί τι πάθος ψυχῆς μεθιστάναι τὸ γενόμενον. διαφέρει οὖν, ὅτι ἐν μὲν τῇ συγγνώμῃ τὸ πάθος, ἐφ’ ὃ μεθί‐ | |
20 | στησι τὴν αἰτίαν ὁ φεύγων, λέγω δὴ φόβον ἢ ἄγνοιαν ἢ ἔλεον, συγχωρεῖ καὶ αὐτὸς ὁ κατήγορος ὡμολογημένον· ἀποφαίνει δὲ καὶ οὕτω τιμωρίας ἄξιον· ἐχρῆν γὰρ, φη‐ σὶ, μηδ’ ὅλως ἡττῆσθαι τοῦ πάθους· ἐν δὲ τῷ στο‐ χασμῷ ἄδηλον καὶ περὶ αὐτὸ τοῦτο ἡ πᾶσα ζήτησις ἵστα‐ | |
25 | ται· τῆς γὰρ μητρυιᾶς προβαλλομένης τὴν μανίαν καὶ εἰς ταύτην ἀναφερούσης τοῦ φόνου τὴν αἰτίαν, ὁ κατή‐ γορος ἐνίσταται καὶ ψεῦδος τοῦτο διϊσχυρίζεται. Αἰσθά‐ νεται καὶ ἕτερα στοχασμῶν εἴδη ὑπό τινων ὑπονενοη‐ | |
μένα· ψυχρὰν δὲ τὴν τούτων ἐπεργασίαν οἰόμενος καὶ | 392 | |
7.393 | μόνως ἐπισημηνάμενος, ὅτι ἴσως καὶ ἕτερά ἐστιν εἴδη, παραιτεῖται τὴν τούτων μνήμην· εἰ γὰρ καὶ εὑρίσκεται, φησὶν, ἄλλο, ἀλλ’ ἐκ τούτων συμπλεκόμενον εὑρίσκεται. λγʹ. Τὸ παράδειγμα δείκνυσι τοῦ τοιούτου στο‐ | |
5 | χασμοῦ τὴν φύσιν· ἐνταῦθα γὰρ τὸ ἀμφίβολόν ἐστι τῆς μητρυιᾶς ἡ γνώμη καὶ τὸ ἄδηλον, μεθ’ ἧς ὁ φόνος πέ‐ πρακται· πιθανῶς δὲ πέπλασται τὸ ζήτημα· οὐ γὰρ ἁ‐ πλῶς εἶπε μεμηνυῖαν τὴν μητρυιάν· ἀσύστατον γὰρ ἦν τὸ ζήτημα τῆς μανίας ὁμολογουμένης, ἀλλ’ ἐν δόξῃ μα‐ | |
10 | νίας, ὅπερ ἀμφίβολον, ὃ καὶ κατηγόρου δίδωσιν ὑπό‐ νοιαν· ὁ μὲν γὰρ κατήγορος ὑπόκρισιν τὴν μανίαν ἀπο‐ φαίνειν πειράσεται διὰ τὴν φυσικὴν πρὸς τὸν πρόγονον δυσμένειαν, ὁ δὲ ὑπὲρ αὐτῆς ἀγωνιζόμενος τοὐναντίον συστήσει καὶ ἀληθῶς μεμηνέναι τὴν μητρυιὰν ἀγωνιεῖ‐ | |
15 | ται, καὶ στοχαστικῶς ἡ ζήτησις ἅπασα προαχθήσεται. ἐρεῖ δέ τις, ὅτι οὐκ ἄρα στοχασμὸς οὗτος· οὐ γάρ ἐστιν ἀδήλου πράγματος ἔλεγχος οὐσιωδῶς, ἀλλ’ ἐροῦμεν, ὅτι δῆλον μὲν τὸ πρᾶγμα· τὸ δὲ ἄδηλον περὶ τὴν γνώμην ἵσταται· καὶ περὶ ταύτην ὁ στοχασμός· διὸ καὶ τὴν | |
20 | προσηγορίαν τοιαύτην ἔλαχεν, ἀπὸ γνώμης στοχασμὸς καλούμενος· καθὸ μὲν γὰρ οὐδὲ τοῦ παιδὸς ἀπέσχετο, χώραν ἔχει τὰ τῆς μανίας, καθὸ δὲ μετριώτερον τῇ κα‐ τὰ τοῦ παιδὸς πληγῇ ἐχρήσατο, ὑγιαίνειν δοκεῖ, καλῶς δὲ τὸ ἐν δόξῃ μανίας, ἵνα χορηγίαν τῷ ἀδήλῳ πορί‐ | |
25 | σηται. λδʹ. Οἶδεν ὁ τεχνικὸς καί τινα εἴδη στοχασμοῦ ἕτε‐ ρα. παρίησι δὲ αὐτὰ παρὰ τὴν προκειμένην αὐτῷ μηδὲν λυσιτελοῦντα πραγματείαν· πρόκειται γὰρ αὐτῷ περὶ τῆς τῶν κεφαλαίων λέγειν διαιρέσεως· ἐπεὶ οὖν οὐχ ὁμοίως | |
30 | τὰ διπλᾶ τοῖς ἁπλοῖς διῃρεῖτο, οὐδὲ τὰ συνεζευγμένα τοῖς | |
ἁπλοῖς, διὰ τὸ ὑποκείμενον τῇ ἑαυτοῦ πραγματείᾳ καὶ | 393 | |
7.394 | περὶ τούτων ἠναγκάσθη διεξελθεῖν, ὥστε προηγουμένως οὐδὲ περὶ τούτων εἶπεν, ἀλλὰ δι’ ἀνάγκης ἑτέρων, τουτ‐ έστι τῆς ἐν αὐτοῖς διαφορᾶς περὶ τὴν διαίρεσιν, διὰ τοῦ‐ το γὰρ καὶ τὸν ἀπὸ γνώμης παρέλαβε στοχασμόν· | |
5 | καὶ γὰρ αὖ καὶ οὗτος πολλὰ περὶ τὴν διαίρεσιν ἐπεπόν‐ θει καινότερα, ὡς ἀνωτέρω διεξιόντες ἐδείξαμεν· ἔστι δὲ ἕτερον τοῦ στοχασμοῦ εἶδος τὸ κατ’ ἀξίωσιν· πᾶς γὰρ στοχασμὸς, μᾶλλον δὲ ἅπας ἀγὼν δικανικὸς, ἢ κατὰ φυγὴν καὶ δίωξιν γίνεται ἢ κατὰ αἴτησιν· τοῦ μὲν κατὰ φυγὴν | |
10 | καὶ δίωξιν ἅπαντα τὰ προκείμενα εἴδη, τοῦ δὲ κατὰ αἴ‐ τησιν ἤτοι ἀξίωσιν δύο, τό τε παράδοξον καὶ τὸ κατὰ ἀμφισβήτησιν· λεκτέον δὲ ἐπὶ παραδείγματος ἄμφω. παράδοξος μὲν στοχασμὸς, οἷον μάγος ἐπηγγείλατο τύ‐ ραννον ἀνελεῖν τεττάρων ἐντὸς ἡμερῶν, μεταξὺ κεραυνῷ | |
15 | βληθεὶς ὁ τύραννος ἐτελεύτησεν, ἀξιοῖ λαβεῖν τὴν δω‐ ρεάν· καθὸ μὲν γὰρ οὐσιωδῶς ζητοῦμεν πρᾶγμα ἄδηλον ἀπό τινος φανεροῦ σημείου, κατὰ τοῦτο λεχθείη ἂν στο‐ χασμός· καθὸ δὲ ἡ τάξις ἀντέστραπται, κατὰ τοῦτο παράδοξος· ἐν παντὶ γὰρ στοχασμῷ τοῦ φεύγοντος τὴν | |
20 | ἄρνησιν ἔχοντος, τοῦ δὲ διώκοντος τὴν κατάφασιν καὶ φερομένης ἀεὶ πρὸς τὴν κατάφασιν τῆς ἀρνήσεως, εἰς τοὐναντίον ἐνταῦθα περιστήσεται τὰ τῆς τάξεως· ὁ μὲν γὰρ διώκων ἐρεῖ, ὡς οὐκ ἐφόνευσας, ὁ δὲ φεύγων τοῦ πεφονευκέναι ἀνθέξεται· καὶ πρὸς τοῦτο πάντα λόγον | |
25 | ἀποτελεῖ· ἐν γὰρ τοῖς κατ’ ἀξίωσιν τὸ τῆς αἰτήσεως ἔξωθεν παραλαμβάνεται· γίνεται οὖν περὶ τοῦ εἰ τὸν τύραννον οὗτος ἀνεῖλεν ἢ μὴ, πᾶσα ἡ ζήτησις, καὶ εὑ‐ ρεθήσεται ἡγουμένη ἡ ἄρνησις· εἴγε παρὰ τῷ κατηγόρῳ ἐστὶν, φερομένη δὲ πρὸς αὐτὴν ὑπὸ τοῦ φεύγοντος ἡ | |
30 | κατάφασις, καὶ χρήσεται ὁ μὲν διώκων τοῖς τοῦ φεύ‐ | |
γοντος κεφαλαίοις, ὁ δὲ φεύγων τοῖς τοῦ διώκοντος, | 394 | |
7.395 | κατὰ τοῦτο οὖν εἰκότως παράδοξον τὸ τοιοῦτον εἶδος ὠ‐ νόμασται· τοῦ δὲ κατὰ ἀμφισβήτησιν παράδειγμα· τύ‐ ραννος τὸν ἑαυτοῦ ἰατρὸν ὑποπτεύσας ἐπὶ δηλητηρίῳ τὸν τῆς πόλεως μετεπέμψατο· ἀνελθόντος ἐκείνου ὁ τύραν‐ | |
5 | νος ἐτελεύτησε, καὶ περὶ τῆς δωρεᾶς ἀμφισβητοῦσιν· ὁ μὲν γὰρ τῆς ὑποψίας ἀνθέξεται, ὁ ἕτερος δὲ τῆς ἀνό‐ δου, ὡς οὐ πρότερον, ἀλλὰ μετὰ τὴν ἐμὴν ἄνοδον ὁ τύ‐ ραννος ἐτελεύτησεν. | |
9t | Cap. XIX. | |
10t | Περὶ ὅρου. | |
10 | Τὴν φύσιν γνόντας ἑκάστου πρότερον ἐπὶ τὰ κατὰ μέρος προσήκει χωρεῖν· οὕτω γὰρ ὥσπερ ἐπί τινος ἂν κρηπίδος φεροίμεθα τὴν στάσιν ἔχοντες ἀσφαλῆ, καὶ οὐκ ἂν σκολιάζοντες περιτρέπεσθαι μέλλοιμεν· ὅτι γὰρ ἀναγκαῖον ἡ τῆς ἑκάστου φύσεως πρόγνωσις, Πλάτων | |
15 | ἡμῖν ἐδήλωσεν ὁ σοφώτατος, δι’ ὧν αὐτὸς κέχρηται καὶ τῶν οὐχ οὕτως χρωμένων κατηγορεῖ. Λυσίου γοῦν διεξ‐ ελθόντος τινὰς πράξεις τοῦ ἔρωτος, ὅ τι δέ ἐστιν ἔρως αὐτὸς οὐ δηλώσαντος, ἐπελάβετο, τὴν γὰρ φύσιν αὐτοῦ τοῦ ἔρωτος, ἥ τίς ποτέ ἐστι, δεῖ, φησὶ, πρότερον ἐκμα‐ | |
20 | θεῖν· τοὺς οὖν Πλάτωνί τε πειθομένους καὶ τὰ Λυσίου διαφυγεῖν ἁμαρτήματα μέλλοντας μηδαμῶς τε περὶ τὴν κατὰ τὸ μέρος πλανησομένους διέξοδον τὰς φύσεις ἀνάγ‐ κη πρότερον ἐπεσκέφθαι, περὶ ὧν ἂν μέλλωσι λόγον διεξιέναι τινά· οὕτω δὴ κἀνταῦθα τοῦ τεχνικοῦ μέλλον‐ | |
25 | τος ἡμῖν τὴν τοῦ ὅρου παραδιδόναι διαίρεσιν, ἄξιον πρῶ‐ | |
τον καταμαθεῖν τὴν φύσιν αὐτοῦ πρὸ τῆς διαιρέσεως, | 395 | |
7.396 | καὶ πρώτην γε τὴν ἐπωνυμίαν, ἐπεὶ πολυτρόπως ὅρος λέγεται, διασαφῆσαι· καλεῖται τοίνυν ὅρος τὸ ἑκάστου πράγματος πέρας, ἡνίκα λέγομεν ὅρον ἐπιτεθεῖσθαι τῇ δίκῃ, οἱονεὶ πέρας, ὥστε μὴ πρόσω χωρεῖν, ἀλλ’ ἤδη | |
5 | καταπεπαῦσθαι· λέγεται δὲ οὕτω καὶ τὸ διεῖργον ἀπ’ ἀλλήλων τὰ χωρία, ὡς ὅταν φαίη τις Ἀθηναίους καὶ Βοιωτοὺς περὶ γῆς ὅρων πόλεμον ἄρασθαι· ἔτι ἐπὶ τοῖς διαλεκτικοῖς καλεῖταί τις ὅρος ὁ τὴν ἑκάστου περιλαμβά‐ νων τε καὶ περιορίζων ἐν αὐτῷ φύσιν, οἷον κατὰ Πλά‐ | |
10 | τωνα μέν ἐστι λόγος τῆς ἑκάστου οὐσίας τε καὶ φύσεως δηλωτικὸς, ἵνα ᾖ οὐσία μὲν αὐτὴ ἡ ὕπαρξις καὶ τὸ εἶ‐ ναι, φύσις δὲ ἡ καθ’ ἑαυτὴν ἰδιότης, καθ’ ἣν τῶν ἄλ‐ λων χωρίζεται, κατὰ δὲ Ἀριστοτέλη ὁ τὸ τί εἶναι δη‐ λῶν, καλεῖται δὲ κοινῷ ὀνόματι καὶ τὸ ἐκ τούτου πα‐ | |
15 | ραλαμβανόμενον ὁ ὅρος· τό τε γὰρ ζῶον λογικὸν θνητὸν ὅρον καλοῦμεν, καὶ τὸ ἐξ αὐτοῦ ὁριζόμενον· τοῦτο δέ ἐστιν ἄνθρωπος· οὕτω γὰρ καὶ χοίνικα λέγομεν αὐτό τε τὸ μετροῦν καὶ τὸ μετρούμενον, καὶ πῆχυν ὁμοίως τόν τε ἐκμετροῦντα καὶ ὑπ’ αὐτοῦ ἐκμετρούμενον· πρὸς δὲ | |
20 | τούτοις ὅρος καλεῖται καὶ ἡ παρὰ τοῖς ῥήτορσι στάσις, περὶ οὗ νῦν ἡμῖν πρόκειται λέγειν· πενταχῶς οὖν λεγομέ‐ νου τοῦ ὅρου καθάπερ ἐδείξαμεν, ἐπειδὴ καὶ τοῦ παρὰ τοῖς διαλεκτικοῖς ἐμνήσθημεν, καὶ ὅπως Πλάτων τε αὐ‐ τὸν καὶ Ἀριστοτέλης ὡρίσαντο, ἐπὶ τούτοις καὶ τοὺς τρό‐ | |
25 | πους δεῖ εἰπεῖν, καθ’ οὓς γίνεται· τοῦτο γὰρ ἡμῖν συμ‐ βαλεῖται πρὸς τὸ ἐξ αὐτοῦ διαστεῖλαι τὸν ῥητορικὸν ὅ‐ ρον, ὡς ὕστερον εἰσόμεθα· ἐκ δὲ τῆς διαστολῆς ἡ φύσις καταληφθήσεται. Πᾶς τοίνυν διαλεκτικὸς ὅρος ἐκ γέ‐ νους καὶ διαφορῶν γίνεται, διαφορῶν δέ φησι τῶν εἰ‐ | |
30 | δοποιῶν, οἷον τί ἐστιν ἄνθρωπος; ζῶον λογικὸν θνητόν· | |
γένος μὲν γάρ ἐστι τὸ ζῶον, διαφοραὶ δὲ τοῦ εἴδους συ‐ | 396 | |
7.397 | στατικαὶ, τό τε λογικὸν καὶ θνητόν· ἀρετὴ δὲ παντὸς τοῦ παρὰ τοῖς διαλεκτικοῖς ὅρου τὸ μήτε ἐλλείπειν μήτε μὴν πλεονάζειν· κακία γὰρ τοὐναντίον ἥ τε ἔλλειψις καὶ ὁ πλεονασμός· οἷον ὅτι ἄνθρωπός ἐστι ζῶον λογικὸν | |
5 | θνητόν· οὗτος γὰρ τόν τε πλεονασμὸν ἀπέφυγεν· οὐ γὰρ πρὸς τῷ ἀνθρώπῳ καὶ ἕτερόν τι περιέλαβε, καὶ τῷ τῆς ἐλλείψεως οὐχ ὑποπέπτωκεν ἁμαρτήματι, οὐ γὰρ ἐνδεῖ πρὸς οὐδὲν, ἀλλὰ πᾶσαν τὴν τῶν ἀνθρώπων ἔχει φύσιν, πλεονάζων δ’ ἂν ἦν ὅρος, εἰ μία τῶν διαφορῶν παρα‐ | |
10 | λέλειπτο· οἷον ζῶον λογικὸν θνητὸν, κυβερνᾷν ἐπιστά‐ μενον· ἐλλείπει γὰρ τῷ ὅρῳ, ἐπεὶ οὐ πᾶς κυβερνᾷν ἄν‐ θρωπος καὶ ἐπίσταται· καὶ ταῦτα μὲν περὶ ἀρετῆς ἂν εἴη τοῦ ὅρου· βάσανος δὲ αὐτοῦ καὶ ἐξετασμὸς ἀκριβὴς ἡ ἀναστροφὴ, ὅταν τὸ πρᾶγμα τὸ ὁριζόμενον ἐκ τού‐ | |
15 | του, τουτέστιν ὁ ἄνθρωπος, ἀναστρέφειν δύνηται πρὸς τὸν ὅρον, ὥστε ἑκάτερον τοῦ ἑτέρου γίνεσθαι ὅρον· καὶ τοσοῦτο μὲν περὶ τοῦ διαλεκτικοῦ ὅρου· τρεψώμεθα δὲ πρὸς τὰς διαφορὰς ἤδη, καθ’ ἃς ὁ ῥητορικὸς ἀπὸ τού‐ του χωρίζεταί τε καὶ διακρίνεται· τὴν γὰρ φύσιν τοῦ | |
20 | νῦν προκειμένου, φημὶ τοῦ παρὰ τοῖς ῥήτορσιν ὅρου, μετὰ ἀκριβείας ἐντεῦθεν ἐπιστησόμεθα· διαφέρουσι δ’ οὖν ἀλλήλων μεγίστῃ μὲν καὶ γενικωτάτῃ διαφορᾷ τῇ κατ’ αὐτὸν ὑπαρχούσῃ τὸν ὁρισμόν· ἔστι γὰρ ὁ μὲν δια‐ λεκτικὸς ὅρος κατὰ μὲν τὸν Ἀριστοτέλη ὁ τὸ τί ἦν εἶ‐ | |
25 | ναι δηλῶν· κατὰ δὲ Πλάτωνα λόγος τῆς ἑκάστου οὐσίας τε καὶ φύσεως δηλωτικός· ὁ δὲ παρὰ τοῖς ῥήτορσι τού‐ τοις οὐκ ἂν ὑποπίπτοι τοῖς ὅροις· οὐ γὰρ δηλοῖ ψιλῶς καὶ διαῤῥήδην, τί ποτέ ἐστιν ἕκαστον, ἀλλὰ περὶ τούτου ποιεῖται τὴν ζήτησιν· στάσις γὰρ οὐκ ἄν τινος εἴη δη‐ | |
30 | λωτικὴ, ἕως ἐστὶ στάσις, ἀλλὰ πάντως τοῦ ὑποκειμένου ζητητική· τὸ γοῦν τέλος τοῦ παρὰ τοῖς ῥήτορσιν ὅρου γέ‐ | |
νεσίς τε καὶ ἀρχὴ τοῦ παρὰ τοῖς διαλεκτικοῖς πέφυκε γί‐ | 397 | |
7.398 | νεσθαι· ἐπειδὰν γὰρ προέλθῃ ζητῶν ὁ ῥητορικὸς καὶ ἀποδεικνὺς διὰ πάντων, τότε παραλαβὼν τὸ ἀποδεδει‐ γμένον ὁ διαλεκτικὸς ὁριεῖται, δηλῶν ἡμῖν ἐκ ψιλῆς ἀπο‐ φάσεως τὴν φύσιν αὐτοῦ. ὥστε ὁ μὲν ὅρος ὁ τῶν διαλε‐ | |
5 | κτικῶν ἐστιν ὁ τὸ τί ἦν εἶναι δηλῶν, ὁ δὲ παρὰ τοῖς ῥήτορσιν, ὅ τι δεῖ τὸ πραχθὲν ὀνομάσαι ζητῶν· αὕτη μὲν οὖν ἡ ἀνωτάτω διαφορὰ τούτων, ἀφ’ ἧς καὶ τὴν φύσιν ἑκατέρου σαφῶς οἴομαι δηλοῦσθαι τοῖς γε μὴ πόῤῥω καθεστηκόσι τεχνικῆς ἀκροάσεως, εἰσὶ δὲ αὐτῶν | |
10 | καὶ ἕτερα τέσσαρα, πρῶτον ὁ μὲν περὶ ὄνομα καταγίνε‐ ται, ὁ δὲ διαλεκτικὸς οὐχ οὕτως, περὶ γὰρ ὀνόματος οὐδένα ποιεῖται λόγον· τὸ δὲ ἐξ αὐτοῦ σημαινόμενον πρᾶγμα δηλοῖ, οἷον ἐπειδὰν τὸν ἄνθρωπον ὁ φιλόσοφος ὁρίζηται οὐ τῆς φωνῆς αὐτῆς τὸν ὁρισμὸν ἀποδίδωσιν, | |
15 | ἀλλὰ τοῦ εἴδους τοῦ ἐξ αὐτῆς δηλουμένου· ὁ δὲ ῥητορι‐ κὸς τὸ μὲν πρᾶγμα ὁμολογούμενον ἔχει, περὶ δὲ τοῦ ὀνό‐ ματος ἅπαντα ποιεῖται τὸν λόγον· ὅτι μὲν γὰρ Δημο‐ σθένει προσετρίψατο κόνδυλον ὁ Μειδίας, ὡμολόγηται, καὶ περὶ τούτου λόγος οὐδεὶς, ἡ δὲ ζήτησις πᾶσα περὶ | |
20 | τοῦ ὀνόματος γίνεται, πότερον τὸ πραχθὲν ὕβριν ἢ ἀσέ‐ βειαν προσήκει καλεῖν· ἔτι διαφέρει ἀλλήλων, καθὸ τὴν ἀρετὴν τοῦ διαλεκτικοῦ ἐν μοίρᾳ κακίας ὁ ῥητορικὸς ἔχει, τοῦ γὰρ ὅρου τοῦ παρὰ τοῖς διαλεκτικοῖς ἀρετὴν ἔφαμεν εἶναι τὸ μήτε πλεονάζειν μήτε ἐλλείπειν, ὅπερ εἰ συμβαί‐ | |
25 | νει τῷ ῥητορικῷ, ποιεῖ τῶν ἀσυστάτων αὐτά· εἰ γὰρ μη‐ δὲν ἐλλείπει πρὸς τὸ εἶναι τόδε τι ἀσέβειαν ἢ ὕβριν, ὁμο‐ λογούμενον γίνεται καὶ ἐν τοῖς μὴ συνεστηκόσι τελεί‐ ως, οὐδὲν γὰρ ἂν διενέγκοι μονομεροῦς· τρίτον δὲ τού‐ τῳ διοίσουσι, τῷ τὸν μὲν ῥητορικὸν καὶ τὰ παρειμένα | |
30 | τε καὶ πεπραγμένα καὶ μὴ πεπραγμένα περιλαμβάνειν, | |
τὸν δὲ διαλεκτικὸν μόνα τὰ γενόμενά τε καὶ ὄντα, οὐ | 398 | |
7.399 | γὰρ τὸ μὴ γενόμενον ὁ διαλεκτικὸς ὁριεῖται· ὁ μέντοι ῥητορικὸς περιλαμβάνει καὶ τὰ μὴ πεπραγμένα, οἷον ὁ Μειδίας οὐκ ἠσεβηκέναι φησὶν, ἐπεὶ μὴ εἰς αὐτὸ τὸ ἕδος ἐξήμαρτε τοῦ θεοῦ, μηδὲ τὴν ἱερὰν στολὴν περι‐ | |
5 | έῤῥηξε· ταῦτα γὰρ μὴ γινόμενα παραλήψεται ὅμως· τε‐ τάρτη δὲ αὐτοὺς ἀπ’ ἀλλήλων διακρίνει διαφορὰ, κα‐ θὸ τὸν μὲν παρὰ τοῖς διαλεκτικοῖς ἀναστρέφειν δεῖ πρὸς τὸ ὁριζόμενον, εἴπερ ὑγιὴς εἶναι μέλλοι, καθάπερ ἀνεδείξαμεν ἀνωτέρω, τὸν δὲ παρὰ τοῖς ῥήτορσιν ἀεὶ | |
10 | τὴν ἀναστροφὴν διαφεύγειν, οὐ γὰρ οἷόν τέ ποτε ῥητο‐ ρικὸν ἀναστρέφειν ὅρον· οἷον ἐξ ἱεροῦ τις ἔκλεψεν ἰδιω‐ τικὰ χρήματα καὶ κρίνεται ἱεροσυλίας· ὁ δὲ ἀξιοῖ κλο‐ πῆς γίνεσθαι κρίσιν· οὐ γὰρ ἔνεστιν ἀναστρέψαντα φά‐ ναι οὐδέτερον, οὔτε ὅ τι περ ἔτι κλοπὴ, τοῦτο ἐξ ἱεροῦ | |
15 | χρημάτων ἐστὶν ἰδιωτικῶν ἀφαίρεσις, πολὺ γὰρ μᾶλλον κλοπή ἐστι τὸ ἐξ οἰκίας ἰδιωτικῆς ὑφελέσθαι χρήματα, οὐδὲ μὴν ὅτι πᾶσα ἱεροσυλία ἐξ ἱεροῦ χρημάτων ἰδιωτι‐ κῶν ὑφαίρεσίς ἐστι· περιφανεστέρα γὰρ δήπουθεν ἱερο‐ συλία τὸ ἐξ ἱεροῦ ἀποσυλῆσαι χρήματα ἱερά· καὶ τοῦτο | |
20 | μὲν σαφὴς ἱεροσυλία, κἀκεῖνο δὲ ἀμφιβαλλόμενον, πό‐ τερον ἱεροσυλίαν αὐτὸ δεῖ καλεῖν ἢ κλοπήν· τῷ μέντοι διαλεκτικῷ πρόσεστιν ἡ ἀναστροφή· εἴ τι γὰρ ἄνθρω‐ πος, τοῦτο ζῶον λογικὸν θνητὸν καὶ εἴτι ζῶον λογικὸν θνητὸν, τοῦτο καθέστηκεν ἄνθρωπος· ἡ μὲν οὖν φύσις | |
25 | τοῦ προκειμένου σαφῶς ἡμῖν ἐκ τούτων δεδήλωται· συμ‐ βαίνει δὲ κατά τινας περιστάσεις δοκεῖν τὸν ὅρον μηδὲν τῆς πραγματικῆς διαφέρειν, καὶ τὴν τούτων διαστολὴν παρ‐ ελθεῖν οὐ καλόν· γίνεται δὲ ἡ τούτων συνέμπτωσις ἐν τοῖς ἀγῶσι τοῖς κατὰ ἀξίωσιν· πάντα γὰρ ἀγῶνα καθόλου δικα‐ | |
30 | νικὸν ἢ κατὰ φυγὴν καὶ δίωξιν ἔφαμεν ἢ κατὰ ἀξίω‐ | |
σιν γίνεσθαι· ἐν μὲν οὖν τῷ κατὰ φυγὴν καὶ δίωξιν | 399 | |
7.400 | οὐδὲ μίαν ἔχει πρὸς τὸν ὅρον ὁμοιότητα ἡ πραγματική· ἐν δὲ τῷ κατὰ ἀξίωσιν αὐτίκα, φησὶ, ταυτὶ τὰ δύο προ‐ βλήματα παντάπασιν ἀλλήλων ἀπᾴδει, ἢ τοῖς ὀνόμασι μόνον, καθὸ τὸ μὲν ὅρον, τὸ δὲ, φασὶ, πραγματικὴν | |
5 | ὀνομάζουσιν· ἔστι δὲ τὸ μὲν τοῦ ὅρου πρόβλημα τόδε· τύραννον ἔπεισε φιλόσοφος ἀποθέσθαι τὴν τυραννίδα καὶ τὴν τυραννοκτόνειον αἰτεῖ δωρεάν· πραγματικῆς δὲ τοῦτο· νόμος τὸν ἀναιροῦντα τύραννον δωρεὰν αἰτεῖν, ἣν ἂν βούληται, καὶ νόμος ἕτερος τὰ τέκνα τοῦ τυράν‐ | |
10 | νου συναναιρεῖσθαι τῷ πατρὶ, γυνὴ τυραννοῦντα τὸν ἄνδρα ἀνεῖλε καὶ ἀξιοῖ σώζειν τοὺς παῖδας εἰς τὴν δω‐ ρεάν· ταῦτα γὰρ ἄμφω κατ’ οὐδὲν ἀλλήλων διοίσει· ὁμοί‐ ως γὰρ ἥ τε γυνὴ καὶ ὁ τὴν τυραννίδα καθελὼν τῷ πεῖ‐ σαι φιλόσοφος αἰτοῦσι τὴν δωρεάν· ἀλλ’ εἴπερ τὸν ὁρι‐ | |
15 | σμὸν ἀναμνησθεῖεν τοῦ ὅρου, τὴν διαφορὰν εὐθὺς ἀμφοῖν καταλήψονται· ὅρος γάρ ἐστιν ὁ νόμος ζητῶν περὶ πράγματος, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει· ὡς ἐπ’ αὐτοῦ τοῦδε καταμαθεῖν ἐστι τοῦ παραδείγματος· πέπρακται μὲν γὰρ πρὸς τὸ λαβεῖν τὴν τῶν τυραννο‐ | |
20 | κτόνων δωρεὰν τὸ καταλελύσθαι τυραννίδα, λείπει δὲ τὸ μὴ ἀπεκτονῆσθαι τὸν τύραννον· τὸ οὖν ἕτερον πρόβλη‐ μα, πῶς ἂν ὅρου καθεστήκοι, ᾧ μηδὲν ἐλλείπει, πάν‐ τα δὲ πέπρακται· περιφανῶς γὰρ τυραννοκτόνος ἐστὶν ἡ γυνὴ ἡ διαχρησαμένη τὸν τύραννον, καὶ καθ’ ἕτερον δὲ | |
25 | τρόπον τὴν ἐν αὐτοῖς ἐστι διαφορὰν κατιδεῖν· ἐν μὲν γὰρ τῇ πραγματικῇ τὸ μὲν ὅλως δεῖν παρασχεθῆναι δωρεὰν ὡμολόγησε, περὶ δὲ τῆς ποιότητος τῶν δωρεῶν ἡ πᾶσα γίνεται ζήτησις· ὅτι μὲν γὰρ ἄξιόν τινος τὸ γύ‐ ναιον δωρεᾶς οὐδεὶς ἀντερεῖ· περὶ δὲ τοῦ ποιοῦ τὸ πᾶν | |
30 | γίνεται τῆς ζητήσεως, ὅτι γε ταύτην οὐ δίκαιον δοθῆ‐ | 400 |
7.401 | ναι τὴν δωρεὰν, ἑτέραν δὲ ἥνπερ ἂν αὐτὴ βούλοιτο· ἐν δὲ τῷ ὅρῳ περὶ τοῦ δοῦναι ὅλως τινὰ δωρεὰν ἡ ἀμφισ‐ βήτησις· τοῦτο γὰρ αὐτὸ στασιάζουσιν, εἰ δεῖ λαβεῖν αὐτὸν ὅλως διὰ τὸ καταλελύσθαι τὴν τυραννίδα ἢ μετ‐ | |
5 | εῖναί τινος αὐτῷ δωρεᾶς τῷ μὴ ἀνῃρῆσθαι τὸν τύραννον. β. Μετὰ τὸν στοχασμὸν περὶ τοῦ ὅρου χρὴ διελθεῖν· ἐν παντὶ γὰρ πράγματι περὶ τοῦ εἰ ἔστι πρῶτον ζητη‐ τέον, ὅπερ ὁ στοχασμὸς περιέχει· εἶθ’ οὕτως περὶ τοῦ τί ἐστιν· ὁ δὲ ὅρος τὴν περὶ τοῦ τί ἐστιν περιέχει ζή‐ | |
10 | τησιν· διὰ τοῦτο τέτακται μετὰ τὸν στοχασμὸν ὁ ὅρος· τούτῳ γὰρ διαφέρει ὁ ὅρος τοῦ στοχασμοῦ, τῷ ἐκεῖ μὲν περὶ οὐσίας εἶναι τὴν ζήτησιν, ἐν δὲ τῷ ὅρῳ περὶ τοῦ τί ἐστιν· ἐπειδὴ δὲ πολλαχῶς ὁ ὅρος, ἀναγκαῖον διαστεῖ‐ λαι τὴν ὁμωνυμίαν· ὅρος τοίνυν λέγεται ὁ ἐν τοῖς χω‐ | |
15 | ρίοις διορίζων τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον· καλεῖται δὲ ὅρος καὶ ὁ διαλεκτικὸς, οἷον εἰς ὃν ἡ πρότασις ἀνα‐ λύεται ὅρος καλεῖται, καὶ ὁ τί ἐστι κατὰ Ἀριστοτέλη ση‐ μαίνων, τουτέστιν ὁ τὴν οὐσίαν καὶ τὴν ἰδιότητα ἑκά‐ στου ὑποκειμένου παριστὰς καὶ δηλωτικὸς τῆς ἑκάστου | |
20 | πράγματος οὐσίας καὶ φύσεως· καὶ τί ἐστιν ἑκάστῳ τὸ εἶναι σαφῶς ἀνιχνεύων· τοιοῦτοι γὰρ οἱ τέλειοι τῶν πρα‐ γμάτων ὅροι· ὅρος λέγεται καὶ τὸ πέρας παντὸς πρά‐ γματος, ὡς ἡ ἐπιφάνεια τοῦ σώματος καὶ τῆς ἐπιφα‐ νείας ἡ γραμμὴ καὶ τῆς γραμμῆς τὸ σημεῖον· ὅροι λέ‐ | |
25 | γονται καὶ τὰ μέρη τῶν προτάσεων· οἷον πρότασίς ἐστι πᾶν ζῶον ἔμψυχον· ταύτης οὖν τὰ μέρη τὸ πᾶν, τὸ ζῶον τὸ ἔμψυχον, ὅροι καλοῦνται· ὅροι λέγονται καὶ πάντα τὰ ῥητορικὰ ζητήματα· καλεῖται δὲ ὅρος ἡ στάσις αὐτὴ, περὶ ἧς ὁ λόγος, ἕπεται δὲ τῷ στοχασμῷ ὅρος· δεῖ γὰρ | |
30 | πρῶτον εὑρεῖν τὸ ζητούμενον, εἶθ’ οὕτως τί ἐστι ζητῆ‐ σαι· μετὰ γὰρ τὸν τῆς οὐσίας λόγον ὁ περὶ τῆς ἰδιότη‐ τος τυγχάνει δεύτερος· πῶς γὰρ οἷόν τε τὴν ἰδιότητα | |
ζητεῖν, μήπω τοῦ πραχθέντος ὅλως ἀποδειχθέντος. | 401 | |
7.402 | γʹ. Πρῶτον κεφάλαιον τὴν προβολὴν ἡμῖν ὁ τεχνι‐ κὸς δέδωκεν· οἱ δ’ ἀμφὶ τὸν Μινουκιανὸν σφόδρα περὶ τούτου σφαλλόμενοι τὴν ἀρχὴν ἐκ τοῦ ὅρου λαμβάνου‐ σιν, οὐδαμοῦ τῶν κεφαλαίων τὴν προβολὴν ἀνεχόμενοι | |
5 | προτάττειν· προσήκειν οὖν οἴομαι τήν τε γινομένην αἰτίαν τῷ Μινουκιανῷ τῆς ἀπάτης εἰπεῖν, καὶ τὸν λόγον, καθ’ ὃν ὁ τεχνικὸς τῶν τοῦ ὅρου κεφαλαίων ἀπὸ τῆς προ‐ βολῆς ἄρχεται· ὁ μὲν οὖν Μινουκιανὸς πρῶτον κεφά‐ λαιον παραλαμβάνει τὸν ὅρον, ἐπειδὴ, φησὶ, συγγένειαν | |
10 | ἔχει πρὸς τὴν διήγησιν. ἵνα οὖν συμπλέκηται καὶ μετ’ ἀλλήλων ὑπάρχῃ, πρῶτον κεφάλαιον τάττει τὸν ὅρον, ὅ‐ πως ἂν μετὰ τὴν διήγησιν εὐθὺς τοῦτο λαμβάνοιτο, ἀρχὴ καθεστὼς τῶν ἀγώνων· ἔχουσι δὲ, φησὶν, ἥ τε διή‐ γησις καὶ ὁ ὅρος πλείστην συγγένειαν, καθὸ ἑκάτερον | |
15 | αὐτῶν ἥ τε διήγησις ἐκ τῶν πεπραγμένων ἐστὶ, διέξ‐ οδός τε καὶ ἀφήγησις αὐτῶν οὖσα, καὶ τὸ ὁρικὸν δὲ, φησὶ, κεφάλαιον ἐκ τῶν πεπραγμένων γίνεται· οἷον τύ‐ ραννον ἔπεισε φιλόσοφος καταθέσθαι τὴν τυραννίδα, καὶ αἰτεῖ λαβεῖν τὴν δωρεάν· ὁ μὲν γὰρ κατήγορος, φη‐ | |
20 | σὶν, ὁριεῖται τὰ πεπραγμένα λαβὼν τοῦτο εἶναι τὸ τυ‐ ραννοκτονῆσαι, τὸ καθελεῖν καὶ παῦσαι τὴν τυραννίδα, ὅπερ αὐτὸ πέπρακται· ὁ δὲ φεύγων ἐκ τῶν παρειμένων χρήσεται τῷ ἀνθορισμῷ, ὡς οὐκ ἔστι τοῦτο τυραννο‐ κτονῆσαι, ἀλλὰ τὸ ἀποκτεῖναι τὸν τύραννον, ὅπερ οὐ | |
25 | πέπρακται· τοῦτον μὲν οὖν τὸν τρόπον ὁ Μινουκιανὸς πάντα συνέχεε, διὰ τῶν ἀναγκαιοτάτων χωρήσας· ὁ δὲ τεχνικὸς ἀκριβέστερον τὰς φύσεις διερευνῶν ἑκάστοτε τῶν διαιρέσεων, ἄτοπον ᾠήθη τὴν ἀρχὴν τῶν ἀγώνων εὐθὺς ἀμφισβητουμένην λαβεῖν· καθολικὸν γὰρ παρα‐ | |
30 | τήρημά ἐστι τοῦτο τεχνικὸν, τὸ δεῖν ἀπὸ τῶν ἰσχυροτέ‐ | |
ρων ἐνάρχεσθαι, τὸ γὰρ εὐθὺς ἀμφιβαλλομένας προβα‐ | 402 | |
7.403 | λεῖν ἀποδείξεις βλάπτει κομιδῇ, δόξαν καθ’ ἡμῶν τῷ δικαστῇ παρεχόμενον, ὡς μηδὲν ἰσχυρὸν λεγόντων μηδὲ βέβαιον εἰς ἀπόδειξιν· τὸ οὖν δοῦναι τῷ ὁρικῷ κεφα‐ λαίῳ τὴν ἀρχὴν τῶν ἀγώνων ἀφ’ ὧν διέγνωκε Μινουκια‐ | |
5 | νὸς οὐδὲν, ἀλλ’ ἢ ἐξ ἀμφιβαλλομένων ἀποδείξεων ἄρχε‐ σθαι· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ἀμφισβητούμενον, ὅπερ ἑκάτερος αὐτῶν ὁρίζεται, ὁ μὲν τόδε τι καθεστάναι φά‐ σκων τὸ τυραννοκτονῆσαι, ὁ δέ γε αὖ πάλιν ἕτερον καὶ οὐκ ἐκεῖνο· πῶς οὖν τοῦτο θαυμασίως ἀπιδὼν ἐκ τῆς προ‐ | |
10 | βολῆς τὴν ἀρχὴν ἐποιήσατο τῶν ἀγώνων, ὅπερ ἐστὶ καὶ αὐξητικὸν τῆς διηγήσεως; οὕτω γὰρ ἂν τῇ προβολῇ χρώ‐ μενοι καὶ τὰ ψιλῶς ἡμῖν ἀφηγημένα διὰ τοῦτο τοῦ κε‐ φαλαίου πάλιν ἀναλαμβάνοντες μετ’ αὐξήσεως τὸν ἀκρο‐ ατὴν ἐφ’ ἡμᾶς αὐτοὺς ἐπισπασόμεθα· χρήσεται οὖν | |
15 | πρῶτον μὲν τῇ προβολῇ ὁ διώκων, ἔπειτα ὁ φεύγων τῷ ὅρῳ καὶ τῷ ἀνθορισμῷ, πάλιν ὁ κατήγορος καὶ ἑξῆς οὕ‐ τως κατὰ τὴν τοῦ τεχνογράφου παράδοσιν· λέληθε γὰρ ὁ Μινουκιανὸς αὐτὸν πάντα ἀναστρέψας· τὸν μὲν γὰρ ὅρον ἐκ τῶν πεπραγμένων ᾠήθη λαμβάνεσθαι, τὸν | |
20 | δὲ ἀνθορισμὸν ἐκ τῶν παραλελειμμένων· αὐτὰ τὰ ἐναν‐ τιώτατα λέγων, ὡς προϊόντες ἐπ’ αὐτῶν τῶν κεφαλαίων ἀκριβέστερον δείξομεν. Ὅρῳ. Ὁμώνυμον τῇ στάσει κεφάλαιον· εὐθὺς δὲ μετὰ τὴν προβολὴν ὁ ὅρος. ἐπειδὴ λύσις ἐστὶ τῆς προ‐ | |
25 | βολῆς ὁ ὅρος· προβαλλομένου γὰρ τοῦ κατηγόρου καὶ λέγοντος, ὅτι ἐπανέτεινας τὴν χεῖρα καὶ τὸ πρᾶγμα διη‐ γουμένου ὁ φεύγων φησὶν, ὅτι τοῦτο οὐκ ἔστιν ὕβρις ἐκ | |
τῶν παρειμένων. Οὐδὲν ἕτερόν ἐστιν ὁ ἀνθορισμὸς ἢ | 403 | |
7.404 | καὶ αὐτὸς ὁ ὅρος· ἀμφότεροι γὰρ ὁρίζονται τὸ πεπρα‐ γμένον, καὶ ὁ κατηγορῶν καὶ ὁ κρινόμενος, ἀλλ’ ὁ μὲν ὅρος ἀπὸ τοῦ λείποντος γίνεται, ὁ δὲ ἀνθορισμὸς ἐκ τῶν πεπραγμένων ἐναντία τῷ προτέρῳ ὁρίζεται. | |
5 | Κοινόν ἐστι τοῦτο κεφάλαιον τοῦ διώκοντος καὶ τοῦ φεύγοντος· τῆς γὰρ προβολῆς τοῦ κατηγόρου μόνου οὔσης, τοῦ δὲ ὅρου τοῦ φεύγοντος, καὶ τοῦ ἀνθορισμοῦ τοῦ διώκοντος, ὁ συλλογισμὸς κοινός ἐστιν ἀμφοῖν. εἴ‐ ρηται δὲ οὕτως ἀπὸ τοῦ συλλέγειν καὶ συνάγειν εἰς ἓν | |
10 | ἄμφω, τά τε παρειμένα καὶ τὰ πεπραγμένα· ἀλλ’ ὁ μὲν φεύγων χωρίζει ταῦτα καὶ δείκνυσιν ἀτελὲς τὸ γεγενημέ‐ νον, ὁ δὲ διώκων συνάγει καὶ δείκνυσι τέλειον. κοινὸν δέ ἐστι τὸ κεφάλαιον ἐπὶ μόνων τῶν ἀντιστρεφόντων ὅρων. | |
15 | Καὶ αὕτη κοινὸν ἀμφοτέρων ἐστὶν, ἑκατέρου γὰρ τὴν γνώμην τοῦ νομοθέτου πρὸς τὸ οἰκεῖον συμφέρον μεταχειρίζεται, οἷον ὅτι καὶ ὁ νόμος καὶ ἡ γνώμη τοῦ νομοθέτου τοῦτο βούλεται· οὐκ ἔστι δὲ τῶν ἀεὶ ἐμπι‐ πτόντων τὸ κεφάλαιον, ἐν οἷς γὰρ οὐκ ἔστι νόμος πα‐ | |
20 | ραλιμπάνεται. εʹ. Τῶν κεφαλαίων τῶν ἐν τῷ ὅρῳ τὰ μέν ἐστι τοῦ προκειμένου πράγματος ἀποδεικτικὰ, τὰ δὲ αὐξητικά· μέχρι μὲν οὖν τῆς γνώμης τοῦ νομοθέτου τυγχάνει ἀπο‐ δεικτικά· τὸ πρός τι δὲ καὶ ἡ πηλικότης αὐξητικά· καὶ | |
25 | τὸ μὲν πρός τι συγκριτικὴν ἔχει δύναμιν καὶ τὴν αὔ‐ ξησιν ὁμοίως, οἷον τόδε τοῦδε, ἡ πηλικότης δὲ ὑπερθε‐ τικήν· προτάττουσι τὴν πηλικότητα τοῦ πρός τι, λέ‐ γοντες ὅτι ἡ πηλικότης ἁπλοῦν τί ἐστιν, οἷον τόδε γε‐ γένηται, τὸ δὲ πρός τι συγκριτικῶς αὔξει, οἷον ὅτι καὶ | |
30 | μεῖζον· εἴπερ οὖν τὰ ἁπλᾶ προηγεῖται ἀεὶ τῶν συγκρι‐ | 404 |
7.405 | τικῶν, προηγεῖται καὶ ἡ πηλικότης τοῦ πρός τι, ἥ ἐστιν ἁπλῆ αὔξησις τοῦ συγκριτικοῦ· ὅτι δὲ ἁπλῆ αὔξησις ἡ πηλικότης, δῆλον ἐντεῦθεν· τὸ πρός τι πρὸς τὴν τοῦ φεύγοντος φωνὴν γίνεται, ὡς παρὰ Δημοσθένει· λέγον‐ | |
5 | τος γὰρ Μειδίου ἀπὸ τῆς πηλικότητος καὶ ἐπιχειροῦντος, μὴ μέγα μηδὲ δημόσιον εἶναι τὸ ἀδίκημα, τὸ τύψαι Δημοσθένη, καὶ μεῖζον αὐτό φησι Δημοσθένης καὶ ἀδί‐ κημα εἶναι αὐτό. ϛʹ. Ἀτελοῦς ὄντος ἐν τῷ ὅρῳ τοῦ πεπραγμένου, | |
10 | πῶς δύναται ἐμπεσεῖν μία τῶν ἀντιθετικῶν; ῥητέον οὖν, ὅτι μετὰ τὴν ἀπόδειξιν τοῦ τέλους φανέντος λοι‐ πὸν τελείου διὰ τῶν ὁρικῶν κεφαλαίων, τότε χώραν ἔχει μίαν τὰ τῶν ἀντιθετικῶν· πότε δὲ ἐμπίπτει, δῆλον ἐν‐ ταῦθα· αἱ ὁρικαὶ στάσεις πρᾶγμα ἔχουσι τὴν ἀναφορὰν | |
15 | ἢ εἰς πρόσωπον ἢ εἰς ἐνέργειαν, εἰς πρᾶγμα μὲν ὡς ὁ κενοτάφιον διορύξας καὶ κρινόμενος τυμβωρυχίας· ζητεῖ‐ ται γὰρ, εἰ οὗτος τάφος· ἀποδεικνυμένου γὰρ, ὅτι τά‐ φος, δηλονότι κἀκεῖνος τυμβωρύχος, εἰς πρόσωπον δὲ, ὡς ὁ τὸν εὐνοῦχον ἀνελὼν ὡς μοιχὸν καὶ κρινόμενος φό‐ | |
20 | νου· ἂν μὲν οὖν ἡ ζήτησις εἰς πρᾶγμα εἴη, οὐκ ἐμπίπτει ἡ ἀντίθεσις, ἂν δὲ εἰς πρόσωπον, ἐμπίπτουσιν αἱ ἀντι‐ θετικαὶ, ὡς ἐπὶ τοῦ ἀποκτείναντος τὸν εὐνοῦχον ὡς μοι‐ χόν· ἐρεῖ γὰρ, ὅτι ἄξιος ἦν ἀποθανεῖν βιαζόμενος τὴν φύσιν. | |
25 | ζʹ. Τεσσάρων οὐσῶν τῶν ἀντιθετικῶν ὁποτέρα τού‐ των ἐμπέσῃ· μετὰ τὰ ἀπηριθμημένα τοῦ λόγου κεφά‐ λαια εὐθὺς μετάληψις ἀκολουθεῖ· εἰ δὲ λέγοι τις, ὅτι ἀντιλήψεως μὴ ἐμπεσούσης, πῶς οἷόντε μετάληψιν ἐμ‐ πεσεῖν, ἀεὶ γὰρ ταῦτα ἀλλήλοις ἀκολουθεῖ, ἐροῦμεν ὡς | |
30 | ἡ ἀντιθετικὴ τόπον ἔχει ἀντιλήψεως, πλὴν καὶ μετὰ τὴν μετάληψιν, ἵνα ἡ τάξις σώζηται, τινὲς ἐπάγουσι καὶ τὴν | |
ἀντίληψιν. | 405 | |
7.406 | ηʹ. Μεμαθήκαμεν καὶ ἐν στοχασμῷ, ὅτι ἡ πηλικότης κεφάλαιον οὐκ ἔστιν, ἀλλ’ οἱ ἐπίλογοι. θʹ. Ὥσπερ ἐν τῷ στοχασμῷ πεποίηκε πρότερον τὰ κεφάλαια ἀπαριθμησάμενος, εἶτα κατὰ μέρος ἕκαστον | |
5 | ἐπεξελθὼν, λέγων, ὅπως τε γίνονται καὶ τίνι περὶ αὐτῶν μεθόδῳ χρηστέον, οὕτω καὶ νῦν ποιεῖ· καὶ ἔστι τὸ δεύ‐ τερον κεφάλαιον ἡ λεγομένη προβολή· αὕτη δ’ ἀεὶ τοῦ κατηγόρου τυγχάνει καὶ τὸ πᾶν σχεδὸν τῆς ἰσχύος ἐπέχει. λαμβάνεται δὲ ἀπὸ τῶν περιστατικῶν αὐτὸ τὸ γεγονὸς, | |
10 | διηγουμένων ἡμῶν, τί ἐστιν αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντὶ τοῦ ἡ προβολὴ αὐτὰ ἔχει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τουτέστιν ἡ διήγησις τῶν γεγενημένων, οὐ κα‐ τασκευαστικῶς ἀλλ’ αὐξητικῶς· ὅπερ γὰρ ἐν στοχασμῷ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τοῦτο ἐν ὅρῳ ἐστὶν ἡ προ‐ | |
15 | βολή. διαφέρει δὲ τούτῳ, ὅτι ἐν μὲν τῷ στοχασμῷ ση‐ μεῖα ταῦτα τοῦ ἐγκλήματος ἀνεύθυνα ποιούμεθα, ἐν‐ ταῦθα δὲ ὡς ὑπεύθυνος ὑπὸ τοῦ κατηγόρου προβάλλε‐ ται, καὶ αὐτὸ τὸ ἔγκλημα ποιούμεθα μόνον σημεῖον· ἔστι δὲ ἡ προβολὴ καθάπερ διήγησις, καὶ διαφέρει τῆς | |
20 | διηγήσεως τούτῳ· ἡ μὲν γὰρ διήγησις ψιλή ἐστιν ἀφή‐ γησις, ἡ δὲ προβολὴ μετὰ αὐξήσεως· εἰδέναι δὲ δεῖ, ὅτι τὴν προβολὴν ἐκ τῶν περιστατικῶν κατασκευάζομεν· οἷον τί λέγω, εἰ πρόκειται ὕβρεως δίκη, παραληψόμεθα μὲν τότε τοῦ πεποιηκότος πρόσωπον καὶ τοῦ πεπονθότος λέ‐ | |
25 | γοντες, ὡς ἐχθρὸς μὲν ὁ ἐνυβρίσας, ἐχθρὸς δὲ ὁ πεπον‐ θώς. ἑκατέρωθεν γὰρ ἡ ὕβρις κατασκευάζεται· αὐξήσο‐ μεν δὲ οὕτω καὶ ἀπὸ τῶν αὐτῶν· προσώπου, ὅτι χορη‐ γὸς ὢν ἐτυπτήθης, τόπου, ὅτι ἐν θεάτρῳ· χρόνου, ὅτι | |
ἐν ἱερομηνίᾳ· καὶ τίς ὢν ὁ ἀδικήσας; ὅτι ἰδιώτης· ἐξ | 406 | |
7.407 | ἀμφοτέρων γὰρ τὴν αὔξησιν ποιοῦμεν· ἀλλ’ ὅταν ἀπὸ τῶν περιστατικῶν τοῦτο ποιῶμεν, οὐ δεῖ παντάπασιν αὔξειν αὐτὰ, ἀλλὰ μετρίως, τὴν δὲ τελείαν αὔξη‐ σιν φυλάξομεν τῇ τε πηλικότητι καὶ τῷ πρός τι, καὶ | |
5 | ἔστιν ἀεὶ τὸ κεφάλαιον τῶν ἐμπιπτόντων· εἰ γὰρ ἀπολί‐ ποι, πρὸς τί γενήσεται ὁ ὁρισμὸς, πρὸς τί δὲ καὶ τὰ ἄλλα κεφάλαια; τοῦτο γὰρ ὥσπερ θεμέλιος πρόκειται πᾶσι παρέχων τὴν ἐργασίαν· εἰκότως δὲ καὶ ὁ τεχνικὸς πρῶτον τῶν κεφαλαίων ἔταξε τοῦτο· ἐπειδὴ ὥσπερ ἀρχὴ | |
10 | καὶ πρόβολος τῶν ἄλλων προβέβληται· διὸ καὶ τὴν προσ‐ ηγορίαν ταύτην ἔλαχε διὰ τὸ προβεβλῆσθαι τῶν ἄλλων. ιʹ. Ἡ προβολὴ, φησὶν, αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους, τουτέστιν αὐτὰ τὰ πεπραγμένα· ταῦτα γάρ ἐστιν αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἃ ἐκ τῶν πεπραγμένων | |
15 | ἐφάσκομεν λαμβάνεσθαι, τούτων κἀνταῦθα τὴν προβο‐ λὴν αὐξητικῶς ἐκ τῶν πραχθέντων παραληψόμεθα· καὶ ζητῆσαι ἄξιον, τίνι διοίσει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἡ προβολὴ, καὶ ἔτι τούτων ἀμφοτέρων τί τὸ διάφορον πρὸς | |
τὴν διήγησιν· τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐκ τῶν | 407 | |
7.408 | πεπραγμένων ἐφάσκομεν λαμβάνεσθαι καὶ τὴν προβο‐ λήν· ὁμοίως δὲ κἀν τῇ διηγήσει τὰ πεπραγμένα, καὶ οὐκ ἄλλο τι διεξερχόμεθα. διαφέρει δ’ οὖν ἀλλήλων τῷ τὴν μὲν διήγησιν ψιλὴν ἀφήγησιν εἶναι, τὰ δὲ ἀπ’ ἀρ‐ | |
5 | χῆς ἄχρι τέλους ἀποδεικτικά ἐστι καὶ ἐναγώνια· τὴν δ’ αὖ προβολὴν μετ’ αὐξήσεώς τε καὶ ὄγκου προφέρε‐ σθαι, ὥσπερ παραλαμβάνουσα ἡ διήγησις πῆ μὲν τὸ ἀποδεικτικὸν, πῆ δὲ τὸ αὐξητικὸν, ἀποτελεῖ τά τε ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τὴν προβολήν· ταύτῃ μὲν οὖν | |
10 | ἀλλήλων διενηνόχασι· δεῖ δὲ τὴν προβολὴν εὐθὺς ἐπι‐ συμπλέκειν τῇ διηγήσει· τὰ γὰρ ψιλῶς ἡμῖν ἀφηγημένα διὰ τῆς προβολῆς ἀνακεφαλαιουμένους αὔξειν προσήκει· τοῦτο δέ τινες οὐ νοήσαντες ᾠήθησαν τὸν κατὰ Μειδίου λόγον οὐκ ἔχειν διήγησιν, ἀλλὰ μετὰ τὰ προοίμια τε‐ | |
15 | τάχθαι τὴν προβολήν· ὥστε ἄρχεσθαι αὐτὴν ἐκ τοῦ· ἐπειδὴ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ τρίτον ἔτος τουτί· πρῶτον μὲν γὰρ, φασὶν, εἰ δοίημεν ἐν τούτῳ τῷ λόγῳ διήγησιν, περιττὰ δείκνυμεν τὸν ῥή‐ τορα λέγοντα· τί γὰρ ἔδει πρὸς εἰδότας λέγειν τὸ πρα‐ | |
20 | χθὲν, καὶ ἀποτείνειν διήγησιν; ἐν γὰρ τῷ θεάτρῳ πάν‐ των ὁρώντων ἐνύβριστο, ὥστε οὐκ ἄν τις ἠγνόει τῶν δι‐ καστῶν, καθὰ καὶ αὐτός φησιν ἐν τῷ λόγῳ καὶ οὐδ’ ἂν ἐπεχείρησα κατηγορεῖν ἔγωγε αὐτοῦ νῦν, εἰ μὴ καὶ τότε ἐν τῷ δήμῳ παραχρῆμα ἐξήλεγξα· ἔπειτα, φασὶν, | |
25 | αὐτὸς ὁ ῥήτωρ τοῦτο τὸ μέρος προβολὴν ὠνόμασε, δι’ ὧν φησι· τὰ μὲν οὖν εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἠσελγη‐ μένα καὶ τὰ περὶ τὴν ἑορτὴν ἀδικήματα τούτῳ πεπρα‐ γμένα, ἐφ’ οἷς αὐτὸν προὐβαλόμην, ταῦτά ἐστι· ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον, ὡς οὐ περιττὸν ἐνταῦθα τὸ | |
30 | τῆς διηγήσεως· πρῶτον μὲν γὰρ μετὰ τὴν ὕβριν τρι‐ | 408 |
7.409 | σὶν ἔτεσιν ὕστερος ὁ λόγος εἰσενήνεκται, ὡς αὐτός φη‐ σιν· ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονί‐ δι φυλῇ τρίτον ἔτος τουτὶ, ὥστε κατὰ τὸ εἰκὸς ἐπιλε‐ λησμένους τοὺς δικαστὰς χρῄζειν τῆς ἄνω διηγήσεως· | |
5 | ἔπειτα πρὸς τὸ συμφέρον ἑαυτοῖς τὰ πεπραγμένα μετα‐ σχηματίζοντες ἐκφέρουσι τὰς διηγήσεις οἱ ῥήτορες. οὐ τοίνυν οὐδὲ κατὰ τοῦτον τὸν λόγον περιττὴ ἂν ἡ διή‐ γησις ἐτύγχανεν οὖσα. τρίτον ἐπὶ τούτοις· πολλὰ ἔξω‐ θεν διηγησάμενος φαίνεται, ἅπερ οὐκ ἐν τῷ θεάτρῳ | |
10 | ἐπράχθη, οὐδὲ ἦν τοῖς δικασταῖς γνώριμα· οἷον τὸ τοῦ χρυσοχοῦ καὶ τὰ περὶ τὸν αὐλητὴν καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τὸ δεύτερον εἴρηται· ὅτι εἰ καθάπαξ ἐπισυμπλέ‐ κεσθαι δεῖ τῇ διηγήσει τὴν προβολὴν, τί θαυμαστὸν, εἰ κἀνταῦθα τῆς προβολῆς ἐπισυνημμένης τῇ διηγήσει ὁ | |
15 | ῥήτωρ εἶπεν, ἐφ’ οἷς αὐτὸν προὐβαλόμην· καὶ ταῦ‐ τα μὲν, ὅτι διηγήσεως ὁ κατὰ Μειδίου λόγος οὐκ ἀ‐ μοιρεῖ, τὴν δὲ προβολὴν τῶν περιστατικῶν αὐξητικῶς προσενεκτέον· καθάπερ καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν τῷ στοχασμῷ, ἀλλὰ ταῦτα μὲν ἀποδεικτικῶς· αὐξητικῶς | |
20 | δὲ τὴν προβολήν. ιαʹ. Τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ὄντων, τῶν μὲν ἐκ τῶν πεπραγμένων, τῶν δὲ ἐκ τῶν παρειμένων, ἡ προ‐ βολὴ ἐκ τῶν πεπραγμένων γίνεται, οὖσα τοῦ κατηγόρου· ὃ δὲ ὅρος ἐκ τῶν παρειμένων, ὅς ἐστι τοῦ φεύγοντος. | |
25 | Τὸ τοίνυν κεφάλαιον, τὴν προβολήν φημι, τοῦ κατηγό‐ ρου προβαλλομένου καὶ κατασκευάζοντος ἐντελῶς πε‐ πρᾶχθαι τὸ ἔγκλημα, ὁ φεύγων ἐκβάλλων ἀντεισάγει τὰ παρειμένα· ταῦτα λέγων εἶναι τὸ προβαλλόμενον ἔγκλη‐ μα, ἃ παρεῖται αὐτῷ. καὶ ὁριζόμενος ἐκ τῶν παρειμέ‐ | |
30 | νων ἐκβάλλει τὸ εἶναι τοιοῦτος, οἷον αὐτὸν ὁ κατήγορός φησι· καὶ ἵνα τοῦτο ἀκριβέστερον μάθωμεν, εἴπωμεν οὕ‐ τως· τῶν πραγμάτων τὰ μέν ἐστιν ἱεροσύλου ἴδια, τὰ | |
δὲ κλέπτου, τὰ δὲ ἀμφοτέρων· ἱεροσύλου μὲν ἴδια ἀνα‐ | 409 | |
7.410 | θημάτων ἅψασθαι, εἰς τοὺς θεοὺς ἐνυβρίσαι, ὀλιγωρῆ‐ σαι δὲ καὶ τῶν ὁσίων· κλέπτου δὲ τὸ ὑφελέσθαι καὶ λα‐ θεῖν, καὶ ὀργάνοις κλεπτικοῖς χρήσασθαι· κοινὸν δὲ ἀμ‐ φοτέρων τὸ βουλεύσασθαι, τὸ προσελθεῖν εἰς τὸ ἱερὸν, | |
5 | τὸ ὑφελέσθαι, τὸ πειρᾶσθαι λαθεῖν· ταῦτα τοίνυν τὰ κοινὰ ὁ κατήγορος προβαλλόμενος κατασκευάζει τὴν ἱε‐ ροσυλίαν λέγων, ὅτι ἐβουλεύσω, ὅτι εἰς ἱερὸν εἰσῆλθες, ὅτι ὑφείλου, ὅτι ταῦτα πάντα πεποίηκας, ἔνοχος ἱερο‐ συλίας τυγχάνεις· ταῦτα γὰρ ὡς ἀληθῶς κοινὰ καὶ τοῦ | |
10 | ἱεροσύλου ἐστὶν, ὁ δὲ φεύγων χωρίζει τὸ πρᾶγμα καὶ ἐκ τῶν ἰδίων κατασκευάζει λέγων, ὅτι ἀναθημάτων οὐχ ἡψά‐ μην, ἱεροῖς οὐκ ἐνύβρισα, ὅπερ ἴδιον ἱεροσύλων· πῶς οὖν ὡς ἱερόσυλον κρίνομεν; χρήσομεν δὲ καὶ ἀντιφατικῶς, εἰ ὁ χρήματα ἱερὰ ὑφελόμενος ἱερόσυλος, ἰδιωτικὰ λαβὼν οὐχ | |
15 | ἱερόσυλος, καὶ πάλιν ἐκ τοῦ ἐναντίου· ὁ ἱερατικὰ χρή‐ ματα ἐξ ἰδιωτικῆς οἰκίας λαβὼν ἱερόσυλος, οὐκοῦν ὁ ἐξ ἱεροῦ ἰδιωτικὰ κομισάμενος οὐχ ἱερόσυλος. ιβʹ. Ὁ ὅρος χωρίζει τὸ πρᾶγμα, χωρίζει δὲ σαφὲς, ὅτι ἀπὸ τοῦ ὀνόματος δεικνὺς ἕτερον μὲν τὸ πραχθὲν, | |
20 | ἕτερον δὲ τὸ ὑπὸ τοῦ κατηγόρου ἐπιφερόμενον ἐγκλήμα‐ τος ὄνομα, λαμβάνεται δὲ ὁ ὅρος ἐκ τοῦ φεύγοντος ἀεί· πλὴν ἐπὶ τῶν παραδόξων· ἐν γὰρ τοῖς τοιούτοις ἀναστρέφεται πάντα, καθάπερ ἐδείκνυε κἀν τοῖς παρα‐ δόξοις τῶν στοχασμῶν. πᾶς δὲ ὅρος ἀναγκαίως ἐκ τῶν | |
25 | παρειμένων λαμβάνεται· τοῦ γὰρ διώκοντος ἐν τῇ προ‐ βολῇ μετ’ αὐξήσεως τὰ πεπραγμένα παραλαμβάνοντος, χρήσεται ὁ φεύγων ἐξ ἀνάγκης τοῖς παρειμένοις δι’ αὐ‐ τῶν ἀνασκευάζων τὸ ὑπὸ τοῦ κατηγόρου παραβαλλόμε‐ | |
νον ἔγκλημα· χρήσεται δὲ οὐ ψιλῶς ἀντεισάγων τὸν | 410 | |
7.411 | ὅρον τῇ προβολῇ, γελοιότατον γὰρ ἂν εἴη τοῦτό γε, εἰ τοῦ κατηγόρου δεινοῦντος καὶ αὔξοντος τὰ πεπραγμένα διὰ τῆς προβολῆς, αὐτὸς παραλαβών τινας ὁρισμοὺς ἀποφαίνοιτο πρότερον· τοιγαροῦν ἀπὸ ἐνστάσεως καθο‐ | |
5 | λικῆς ἄρχεσθαι δεῖ, τάξιν τινὰ παραγραφικοῦ ἐπεχούσης τῷ λόγῳ, ὡς οὐ δίκαιον ἱεροσυλίας κρίνεσθαι τὸν μὴ τῶν ἱερῶν ἀναθημάτων ἁψάμενον, μηδὲ τῷ ἀγάλματι προσενεγκόντα τὰς χεῖρας· κατασκευάσει δὲ τὴν ἔνστα‐ σιν ἢ ἀπὸ νόμων, εἴ τινα ἔχοι περὶ τοῦ τοιούτου νόμον | |
10 | ἀποφαινόμενον, ἢ ἀπὸ παραδειγμάτων, εἴπερ νόμων ἀπο‐ ροίη· τὰ δὲ παραδείγματα, καθάπερ ἀνωτέρω δεδήλωται, ἢ οἰκεῖα δεῖ λαμβάνειν ἢ ξενικά· οὕτω γὰρ ἂν μετὰ τὴν ἔνστασιν ἐξ ἀνάγκης τοῦ κατηγόρου ἀπαιτοῦντος δοκοίη‐ μεν αὐτοὶ παρεισφέρειν τὸν ὅρον· ἡμῶν γὰρ ἐνισταμέ‐ | |
15 | νων τῷ ἐπιφερομένῳ καὶ ἀρνουμένων, ὡς οὐκ εἴη ἱερο‐ συλία τὸ πεπραγμένον παρὰ τοῦ διώκοντος, δυνάμει τοιαύτη τις ἂν ἀπαίτησις φέροιτο, τί οὖν φῂς εἶναι τὸ πεπραγμένον, εἴπερ ἱεροσυλίαν οὐκ εἶναι λέγεις; καὶ τη‐ νικαῦτα εὐκαίρως ὁ ὅρος εἰσενεχθήσεται, ὥσπερ κατ’ | |
20 | ἀνάγκην τινὰ καὶ ἀπαίτησις τοῦ κατηγόρου· οἷον ὅτι κλοπὴ τὸ πεπραγμένον, εἶτα ὁ ὅρος ἐκ τῶν παρειμένων· τὸ γὰρ ὑφελέσθαι τι τῶν ἱερῶν χρημάτων ἱεροσυλία ἐστὶ, καὶ τὸ περισυλῆσαί τι τῶν ἀναθημάτων καὶ τῶν πρὸς κόσμον τοῦ τεμένους· ἔπειτα κἀκ τῶν πεπραγμέ‐ | |
25 | νων, κλοπὴ δὲ γέ ἐστιν ἰδιωτικῶν χρημάτων ὑφαίρεσις, ὅπου ποτ’ ἂν γίνοιτο· τοῦτον γὰρ τὸν τρόπον ὁρίζεσθαι δεῖ τά τε ὑφ’ ἡμῶν καὶ τοῦ κατηγόρου λεγόμενα· οὐ γὰρ μόνον τὸ ἡμέτερον, ἀλλὰ καὶ τὸ τοῦ διώκοντος ὁρι‐ ζόμεθα, τὸ μὲν ἵνα κατασκευάσωμεν, τὸ δὲ τοῦ διώ‐ | |
30 | κοντος ἀνατρέψωμεν· γίνεται δὲ ἥ τε τῶν ἡμετέρων κα‐ τασκευὴ καὶ ἡ τῶν ἐναντίων ἀνατροπὴ ἐκ τῆς ἀκολού‐ θου καὶ ἀνακολούθου ἐπαγωγῆς· ἀκόλουθον μὲν γὰρ | |
ποιούμενοι τὴν ἐπαγωγὴν τὸ οἰκεῖον κατασκευάζομεν, | 411 | |
7.412 | διὰ δὲ τῆς ἀνακολούθου τὸν ἀντίδικον ἐξελέγχομεν, ὡς ἐπ’ αὐτοῦ τοῦδε τοῦ παραδείγματος. οἷον οὐ δίκαιον ἱεροσυλίας με κρίνεσθαι· ἱεροσυλία γάρ ἐστι τὸ τῶν ἀνα‐ θημάτων ὑφελέσθαι τι, τὸ προσβαλεῖν τῷ ἀγάλματι | |
5 | τὰς χεῖρας, καὶ περισπᾶσαι τὰ περικείμενα· εἶτα ἡ ἀνα‐ κόλουθος ἐπαγωγὴ, ὧν οὐδὲν ἔμοιγε πέπρακται· τὴν γὰρ ἱεροσυλίαν προβαλλομένου τοῦ διώκοντος ἀσύμφωνον ἐπι‐ φέροντες τὴν ἐπαγωγὴν δείκνυμεν, ὡς οὐκ ἂν ἱεροσυλία καθεστήκοι τῷ μὴ συμφωνεῖν τὰ ὑφ’ ἡμῶν πεπραγμέ‐ | |
10 | να· τῷ δὲ ὀνόματι τοῦ ἐγκλήματος, καὶ ἐκ τοῦ ἔμπαλιν τὸ ἡμέτερον κατασκευάσομεν ἀκόλουθον τὴν ἐπαγωγὴν ἐπιφέροντες· οἷον κλοπὴ δέ ἐστιν ἡ τῶν ἰδιωτικῶν χρη‐ μάτων ὑφαίρεσις, ὅθεν ἂν τύχοι, ὅπερ νῦν ἐγὼ διεπρα‐ ξάμην· πάλιν διὰ τῆς ἀκολούθου ἐπαγωγῆς τὸ παρ’ ἡ‐ | |
15 | μῶν παραβαλλόμενον κατεσκεύασται, προσφερὲς τοῖς πε‐ πραγμένοις ἐπιδειχθέν· εἰ δέ τις ζητοίη, πῶς ἔφη τὸν ὅρον ἐκ τῶν παρειμένων γενέσθαι, ὅπου γε οὐ μόνον παρειμένα λαμβάνει, ἀλλὰ καὶ τὰ πεπραγμένα, μαν‐ θανέτω, ὅτι τὰ κεφάλαια δεῖ κρίνειν οὐκ ἀφ’ ὧν ἔξω‐ | |
20 | θέν τι παραλαμβάνουσιν, ἀλλ’ ἐκ τῆς φύσεως αὐτῶν καὶ τοῦ τέλους πρὸς ὃ ῥέπουσιν· εἰ οὖν τοῖς πεπραγμέ‐ νοις ὁ διώκων χρῆται διὰ τῆς προβολῆς αὔξων, ὁ φεύ‐ γων δῆλον ὅτι διὰ τῶν παρειμένων ἐξελέγχειν πειράσεται τὸν κατήγορον, δεικνὺς ἐλλείπειν ταῦτα τοῦ ὑπὸ τοῦ κα‐ | |
25 | τηγόρου προβαλλομένου ἐγκλήματος· καὶ ὅλως τὰ μὲν πεπραγμένα καθάπαξ τοῦ κατηγόρου ἐστίν· ἀπ’ αὐτῶν γὰρ ποιεῖται τὴν κατηγορίαν, τὰ δὲ παρειμένα τοῦ φεύ‐ γοντος· εἰ οὖν καὶ ὁ ὅρος τοῦ φεύγοντος, ἐκ τῶν παρει‐ μένων σαφὲς ὅτι γενήσεται. τὰ δὲ πεπραγμένα κατὰ | |
30 | περιουσίαν ἔξωθεν παραλήψεται, ἵνα μὴ δοκῇ μόνοις | |
αὐτοῖς ὁ κατήγορος ἰσχυρίζεσθαι· ληπτέον οὖν τοὺς | 412 | |
7.413 | ὅρους διαφόρως· ὁ μὲν γὰρ κατήγορος τὸν ἀνθορισμὸν, ὃς οὐδὲν ἕτερόν ἐστιν ἢ ὁ ὅρος τοῦ διώκοντος, ὃν ἀπὸ τῶν κοινῶν ἑκατέρῳ ἐγκλήματι παραλήψεται· ὁ δὲ φεύ‐ γων ἀπὸ τῆς ἑκατέρου ἰδιότητος· οἷον ὁ μὲν κατήγορος | |
5 | τὸ πραχθὲν ἱεροσυλίαν ἀποφαίνειν ἐθέλων σκοπήσει, τί κοινὸν ἱεροσυλίᾳ ἐστὶ καὶ κλοπῇ, κἀκ τῶν κοινῶν ἑκα‐ τέροις ὁριεῖται τὴν ἱεροσυλίαν, ὁ δὲ φεύγων διαστήσει τῶν ἐγκλημάτων διασαφῶν ἀμφοτέρων τὴν ἰδιότητα, ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματος· κοινὸν μὲν κλοπῇ | |
10 | τε καὶ ἱεροσυλίᾳ τὸ παρελθεῖν ὅλως διὰ τοῦ τέγους, τὸ περὶ χρημάτων ὑφαιρέσεως βουλεύσασθαι, τὸ πάντα μη‐ χανήσασθαι πρὸς τὸ λαθεῖν, ἐξ ὧν ὁ διώκων πειράσεται δεικνύναι τὸ πραχθὲν ἱεροσυλίαν· πάλιν δ’ αὖ κλοπῆς μὲν ἴδιον τὸ χρήμασιν ἰδιωτικοῖς ἐπιχειρεῖν, τὸ μηδὲν | |
15 | ἱερὸν ἀφαιρεῖσθαι· ἱεροσυλίας δὲ τὸ προσενεγκεῖν τῷ ἀγάλματι τὰς χεῖρας, τὸ ἅψασθαι τῶν ἀναθημάτων τῶν ἱερῶν· δι’ ὧν ὁ κατηγορούμενος ἀποδείξει τὸ ὑφ’ ἑαυ‐ τοῦ πεπραγμένον οὐχὶ ἱεροσυλίαν ἀλλὰ κλοπήν· οὕτω γὰρ τό τε οἰκεῖον συστήσει καὶ τὸ τοῦ ἐναντίου διαβαλεῖ· τὰ | |
20 | γὰρ ἑκάτερα τῶν ἐγκλημάτων ἴδια λέγων δείκνυσι κλο‐ πὴν τὸ πεπραγμένον καὶ οὐχ ἱεροσυλίαν· χρὴ δὲ εἰδέναι, ὡς οὐκ ἐν τῷ ὅρῳ μόνῳ ἀλλ’ ἐπὶ πάσης καθολικωτέρας στάσεως τούτῳ χρηστέον τῷ τρόπῳ, ἔνθα συστῆσαι μὲν τὰ ἑαυτῶν, διαβαλεῖν δὲ τοὺς ἐναντίους ἐθέλομεν, ὡς ὁ | |
25 | Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου διδάσκει σαφέ‐ στατα, τί μέν ἐστι σύμβουλος, τί δὲ συκοφάντης διορι‐ ζόμενος, ἵνα δείξῃ τὸν μὲν Αἰσχίνην τὰ τῶν συκοφαν‐ τῶν, ἑαυτὸν δὲ τὰ τῶν συμβούλων διαπράξαντα· φησὶ δὲ οὕτως· „ἦν μὲν οὖν τοῦ δικαίου πολίτου τὸ δεῖξαι | |
30 | πᾶσιν, εἴ τι τούτων εἰπεῖν εἶχεν ἄμεινον, μὴ νῦν ἐπιτι‐ | 413 |
7.414 | μᾷν· ὁ γὰρ σύμβουλος καὶ συκοφάντης ἐν οὐδενὶ τῶν ἄλλων ἐοικότες ἐν τούτῳ πλεῖστον ἀλλήλων διαφέρου‐ σιν· ὁ μὲν γὰρ πρὸ τῶν πραγμάτων γνώμην ἀποφαίνε‐ ται, καὶ δίδωσιν ἑαυτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι τῇ τύχῃ | |
5 | καὶ τοῖς καιροῖς τῷ βουλομένῳ, ὁ δὲ σιγήσας ἡνίκα ἔδει λέγειν, ἄν τι δύσκολον συμβῇ τούτῳ βασκαίνει,“ καὶ τὰ ἑξῆς. ιγʹ. Ὁ ἀνθορισμός ἐστι μὲν τοῦ κατηγόρου ἐκ τῶν ἐν‐ αντίων ἐπιχειρημάτων τῷ ὅρῳ ὁρμώμενος, ὡς καὶ τὸ ὄνο‐ | |
10 | μα δηλοῖ· τοῦ φεύγοντος γὰρ μὴ συγχωρήσαντος τῇ πε‐ ρὶ τοῦ κατηγόρου προβολῇ ὁδῷ προελθεῖν ἀλλ’ ἀμφίβο‐ λον αὐτὴν διὰ τοῦ ὅρου καταστήσαντος, ὁ δὲ κατήγορος διὰ τοῦ ἀνθορισμοῦ κατασκευάζειν ἐπιχειρεῖ τὰ σαλευ‐ θέντα τῆς προβολῆς· ἔφαμεν γὰρ, ὅτι ἐν τοῖς ἀτελέσι | |
15 | τῶν πραγμάτων ὁ κατήγορος καὶ ὁ φεύγων τοὺς λόγους μερίζονται· καὶ ὁ μὲν ἔχει τὰ παρειμένα, ὁ φεύγων, ὁ δὲ ἐκ τῶν πεπραγμένων τὴν κατηγορίαν ποιεῖται· ἐντεῦ‐ θεν τοῦ κατηγόρου χρησαμένου τῇ προβολῇ, ὁ φεύγων τὸν ὅρον προβάλλεται ἀνατρέπων τὴν προβολὴν, τοῦ δὲ | |
20 | φεύγοντος τὸ συμφέρον ὁρισαμένου ὁ κατήγορος καὶ αὐ‐ τὸς ἀνθορίζεται, ἐξ ὧν ἐκεῖνος πεποίηκεν, ὅτι ἐβουλεύ‐ σω, εἰσῆλθες εἰς ἱερὸν, ἱερόσυλος εἶ· καὶ οὕτως ἑκάτε‐ ρος ἐκ τῶν περιστατικῶν τὸν ὅρον παρέχεται· πρὸς τὴν ἰδίαν βούλησιν μεταφέρων τοὺς λόγους· τούτῳ γὰρ δια‐ | |
25 | φέρει ὅρος φιλόσοφος ῥητορικοῦ ὅρου, ὅτι ὁ μὲν τῶν φιλοσόφων ἐξ ἀληθείας ὥρμηται καὶ πραγμάτων, ὁ δὲ ἐκ τῆς τῶν ῥητόρων βουλήσεως καὶ τοῦ συμφέροντος τὴν σύστασιν ἔχει· ἀπορήσειε δ’ ἄν τις, εἰ μὴ καὶ ἐν τῇ προ‐ βολῇ ὁ κατήγορος ὁρίζεται τὸ ἔγκλημα, καί φαμεν, ὅτι καὶ | |
30 | διὰ τῆς προβολῆς μὲν προφέρει τὸν ὅρον, καθολικὸν | 414 |
7.415 | δὲ τοῦτο θεώρημά ἐστιν, ὅτι ἐν μὲν τῇ προβολῇ μερι‐ κῶς προάγει τὸν ὅρον, λέγων εἴπερ εἰσῆλθες εἰς ἱερὸν, καὶ οἷα δήποτε χρήματα ἐκεῖθεν ὑφείλου, ἱερόσυλος γέ‐ γονας· ἐν δὲ τῷ ἀνθορισμῷ καθόλου τὸν ὅρον προφέ‐ | |
5 | ρει λέγων, ὅτι πᾶς εἰς ἱερὸν εἰσελθὼν κἀκεῖθέν τι ὑφε‐ λόμενος ἱερόσυλος· ἰστέον δὲ, ὡς οὐδὲν διαφέρει ὁ ὅρος καὶ ὁ ἀνθορισμός· ἑκάτερος γὰρ πρὸς τὸ βούλημα καὶ τὸ χρήσιμον ἑαυτῷ ὁριστικῶς κατασκευάζει τόδε τι εἶ‐ ναι τὸ ὑποκείμενον· διὰ δὲ τὸ τὸν μὲν προτετάχθαι, τὸν δὲ | |
10 | ἐπάγεσθαι, τὸ μὲν ὅρος, τὸ δὲ ἀνθορισμὸς κέκληται· ἀμφότεροι δὲ ὅμως εἰσὶν ὅροι πρὸς τὸ συμφέρον ὁριζό‐ μενοι· γίνεται δὲ ἐκ τῶν πεπραγμένων ὁ ἀνθορισμός· τοῦ γὰρ φεύγοντος καὶ ἀντιλέγοντος τῇ αἰτήσει ἰσχυρι‐ ζομένου τοῖς παραλειφθεῖσι καὶ παρακειμένου τοῖς ἀπ’ | |
15 | ἀρχῆς ἄχρι τέλους καὶ διὰ τούτων ἢ ἀπολογουμένου ἢ τὴν αἴτησιν ἐκβάλλοντος, πάλιν αὖθις ὁ κατήγορος ἢ ὁ αἰ‐ τῶν, σχῆμα γὰρ καὶ οὗτος ἔχει κατηγορίαν, τοῖς πεπρα‐ γμένοις περιπλακήσεται· τῶν δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸ μὲν πέπρακται ἐν ὅρῳ, τὸ δὲ λείπει· καὶ τῷ μὲν κέ‐ | |
20 | χρηται ὁ κατήγορος, τῷ δὲ ὁ φεύγων· ἐκ τῶν πεπραγμέ‐ νων οὖν ἔχει πᾶσαν τὴν ἀπορίαν ὁ κατήγορος, καθάπερ ἐκ τῶν παρειμένων ὁ φεύγων καὶ ὁ ἀντιλέγων τῇ δωρεᾷ. θήσεται τοίνυν καὶ αὐτὸς τὸν ἴδιον ὅρον, ὅ ἐστι τὸν ἀν‐ θορισμόν· εἰ μὲν εἴη κατήγορος, ἀπὸ τῶν πεπραγμένων | |
25 | τὸ ἔγκλημα τῷ φεύγοντι ἀποδεικνὺς, ὅπερ ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τὸ γὰρ πεπραγμένον λέγει εἶναι αὐ‐ τὸ τὸ ἐπαγόμενον ἔγκλημα, καὶ οὐδὲν διαφέρειν· εἰ δὲ αἴ‐ τησις εἴη δωρεᾶς, τὸν ἴδιον ὅρον ὁ κατήγορος, ὅ ἐστι τὸν ἀνθορισμὸν, ἐκ τῶν ἑαυτῷ πεπραγμένων κατασκευ‐ | |
30 | άσει σεμνυνόμενος, καὶ φήσει τοῦτο εἶναι κατάλυσιν τυ‐ ραννίδος, τὸ παῦσαι τὴν πόλιν δουλεύουσαν. | |
ιδʹ. Πόθεν μὲν οὖν ληπτέον τὸν ἀνθορισμόν. εἴρη‐ | 415 | |
7.416 | ται ἐν τῷ ὅρῳ, ἔνθα ἐλέγομεν τὸν φεύγοντα ἀπὸ τῆς περὶ ἑκατέρου τῶν ἐγκλημάτων ἰδιότητος λαμβάνειν τοὺς ὅρους· τὸν δὲ διώκοντα τοὐναντίον ἐκ τῆς ἀμφοτέρων κοινωνίας· ὁ γὰρ ἀνθορισμὸς οὐδὲν ἄλλο ἢ ὅρος ἐστὶ | |
5 | τοῦ διώκοντος· γίνεται δὲ, φησὶν, ἐκ τῶν πεπραγμένων· τοῦ γὰρ φεύγοντος χρωμένου τοῖς παρειμένοις, ὁ διώκων ἐκ τοῦ ἐναντίου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους παραλήψεται, τουτέστιν αὐτὰ τὰ πράγματα διὰ τῶν περιστατικῶν ἐκ‐ φέρων, οἷον ἐκ τοῦ τόπου, ἐκ τοῦ καιροῦ, ἐκ τῆς ὕλης, | |
10 | κατασκευάζων τε καὶ ὁριζόμενος τὸ ἔγκλημα· ζητήσειε δ’ ἄν τις, τίνι διοίσει τῆς προβολῆς ὁ ἀνθορισμὸς, εἴγε τῶν κεφαλαίων ἑκάτερα ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, τουτέστιν ἐκ τῶν πεπραγμένων γίνεται, καὶ διὰ τῶν πε‐ ριστατικῶν ἄμφω πρόεισιν· ῥητέον δὲ, ὡς ἥνπερ ἔχει | |
15 | διαφορὰν ἐν τῷ ὅρῳ, φημὶ τῷ κεφαλαίῳ. τὸ ἐνστατι‐ κὸν ἐπιχείρημα, ὅπερ ἐλέγομεν τάξιν ἐπέχειν παραγραφι‐ κοῦ πρὸς τὸν αὐτὸν ὅρον, ταύτην ἔχει καὶ ἡ προβολὴ πρὸς τὸν ἀνθορισμὸν, ὥσπερ ἐκεῖσε τὴν μὲν ἔνστασιν, κατὰ ψιλὴν ἀπόφασιν λαμβάνομεν, ὡς ὁμολογουμένοις | |
20 | χρώμενοι τοῖς παρειμένοις, ὅτι οὐ δεῖ κρίνεσθαι ἱεροσυ‐ λίας τὸν μὴ τῶν ἀναθημάτων ἁψάμενον, τὸν μὴ τῷ ἀγάλματι προσενεγκόντα τὰς χεῖρας, ἅπερ κατὰ ψιλὴν ἀπόφασιν προσφέρομεν ὡς ὁμολογούμενα, τὸν δὲ ὅρον οὐχ οὕτως, ἀλλ’ ἐναγώνιον· ὁριζόμεθα γὰρ καὶ δείκνυ‐ | |
25 | μεν, τί μέν ἐστιν ἱεροσυλία, τί δὲ κλοπή· οὕτως καὶ τῇ προβολῇ τε καὶ ἀνθορισμῷ· ἐν μὲν γὰρ τῇ προβολῇ κατὰ αὔξησιν ὡς ὁμολογούμενα προφέρει τὰ πεπραγμένα, κα‐ θάπερ ἐν διηγήσει ἐκτιθέμενος, ἐν δὲ τῷ ἀνθορισμῷ ἀγωνιστικῶς καὶ ἀνθοριζόμενος τῷ φεύγοντι· ἐπεὶ δὲ | |
30 | τὰ παρὰ τῶν ἐναντίων ἀντιθετικῶς προσήκει λαμβάνειν | |
τὴν λύσιν ἐπάγοντας, ἵνα μὴ δοκοίημεν ἐκ μονομεροῦς | 416 | |
7.417 | κεχρῆσθαι ταῖς ἀποδείξεσιν, ἀναγκαῖον εἰπεῖν, τὸν τοῦ φεύγοντος ὅρον ἀντιθετικῶς ὁ κατήγορος ἐν τῷ ἀνθο‐ ρισμῷ παραλήψεται· ληπτέον τοίνυν οὐκ ἐκ τῶν παρ‐ ειμένων τὴν ἀντίθεσιν, ταῦτα γὰρ εὐθὺς δοκεῖ τῷ κατ‐ | |
5 | ηγορουμένῳ συνηγορεῖν, ἀλλ’ ἐκ τῶν πεπραγμένων, ἅπερ ἐστὶν ὑπὲρ τοῦ διώκοντος, ἵνα ὡς ἀπὸ τοῦ φεύγοντος κατὰ ἀντίθεσιν τὰ πεπραγμένα εἰσφέρωμεν, σοφιζόμε‐ νοι καὶ παρακρουόμενοι τοὺς δικαστάς· ἐν σχήματι γὰρ ἀντιθέσεως τὰ ὑπὲρ ἡμῶν παρεισφέροντες παρακρουσαί‐ | |
10 | μεθα ἂν αὐτοὺς πιθανώτατα, ὥσπερ ἐν τῷ κατὰ Μει‐ δίου Δημοσθένης πεποίηκεν· ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν· ἐξ ὧν ἰδίᾳ πρός τινας διεξιὼν ἀπηγ‐ γείλατό μοι, ὡς εἴπερ ἀληθῶς ταῦτα ἐπεπόνθειν ἃ λέ‐ γω, δίκας ἰδίας μοι προσῆκεν αὐτῷ λαχεῖν τῶν μὲν ἱμα‐ | |
15 | τίων καὶ τῶν χρυσῶν στεφάνων τῆς διαφθορᾶς καὶ τῆς περὶ τὸν χορὸν πάσης ἐπηρείας καὶ βλάβης· ὧν δ’ εἰς τὸ σῶμα ὑβρίσθαι φημὶ ὕβρεων οὐ μὰ Δία, οὐχὶ δημο‐ σίᾳ κρίνειν αὐτὸν, καὶ τίμημα ἐπάγειν ὅ τι χρὴ παθεῖν αὐτὸν ἢ ἀποτῖσαι· οὕτω γὰρ ὡς ἐν ἀντιθέσει τὰ πεπρα‐ | |
20 | γμένα εἰσενεγκὼν πάλιν τε ἀνέμνησε τῶν ἐγκλημάτων τοὺς δικαστὰς, καὶ τὸ προσκορὲς διέφυγε, περιθεὶς τῷ δι’ ἐναντίας τὸν λόγον· τοῦτον μὲν οὖν τὸν τρόπον ὁ διώκων ἀντιθετικῶς ἐκ τῶν πεπραγμένων λήψεται τὸν ὅρον, ὅταν ἧττον ἰσχύῃ τοῖς παρειμένοις ὁ φεύγων· | |
25 | εἰ δὲ ἰσχυρὰ ὄντα τυγχάνει ὄντα τῷ κατηγορουμένῳ, κἀντεῦθεν μέγιστον ὁ διώκων βλαβήσεται· προσήκει γὰρ τὰ ἰσχυρὰ τῶν ἐναντίων παραλαμβάνοντας λύειν ἐπιχει‐ ρεῖν· ληψόμεθα οὖν ἐν ἀντιθέσει τὰ παρειμένα οὐχ ἁ‐ πλῶς ἀλλὰ προδιαβάλλοντες αὐτὰ, καὶ διασύροντες τὴν | |
30 | ἀντίθεσιν, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· | 417 |
7.418 | „μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι καὶ δίκας ἰδίας δί‐ δωσιν ὁ νόμος μοι καὶ γραφὴν ὕβρεως· δίδωσι γὰρ, ἀλλ’ ὡς οὐ πεποίηκεν ἃ κατηγόρηκεν ἢ πεποιηκὼς οὐ περὶ τὴν ἑορτὴν ἀδικεῖ, τοῦτο δεικνύτω·“ διέβαλλε γὰρ ἐξ ἀρχῆς | |
5 | τὴν ἀντίθεσιν εἰπών· μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε· φαίνεται δὲ ἐνταῦθα δύο ποιήσας ὁ Δημοσθένης καὶ τῇ διαβολῇ χρησάμενος, καὶ τὰ πεπραγμένα σεσοφισμένως, καθάπερ ἀνωτέρω ἐλέγομεν, ὡς ἐν ἀντιθέσει εἰσαγαγών· οὐ γὰρ εἴωθεν ὁ ῥήτωρ μιᾷ χρήσασθαι μεθόδῳ πρὸς τὸ | |
10 | χρήσιμον, ἀλλ’ εἰς ταὐτὸν ἅπαντα συνάγει τε καὶ συμ‐ πλέκει τὸ ὠφελοῦν πανταχόθεν θηρώμενος· χρήσαιτο δ’ ἄν τις τοῖς παρειμένοις κατὰ διαβολὴν οὕτως ἐπὶ τοῦ κρινομένου ἱεροσύλου· „μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι χρημάτων οὐχ ἥψατο ἱερῶν, οὐδὲ τῶν ἀναθημάτων | |
15 | τι παρείλετο· οὐ γὰρ ἐπειδὴ κατὰ τύχην ἰδιωτικοῖς περι‐ έτυχε χρήμασι, διὰ τοῦτο ἄξιος ἂν εἴη τὸ ἔγκλημα τῆς ἱεροσυλίας ἀποφυγεῖν.“ ιεʹ. Ἐπὶ τούτοις ὁ συλλογισμὸς ἕπεται ἀπὸ τοῦ κατ‐ ηγόρου συνάγων ἀμφοτέρας τὰς ὕλας, τήν τε τοῦ παρ‐ | |
20 | ειμένου καὶ ἐκ τῶν πεπραγμένων· τοῦ γὰρ ὅρου ἐκ τῶν λειπόντων ὄντος καὶ τούτοις, ὡς ἐδείξαμεν, ἰσχυριζομένου, τοῦ δὲ ἀνθορισμοῦ ἐκ τῶν πεπραγμένων, ὁ συλλογισμὸς ἀμφότερα συνδεῖ· καί φησιν, ὡς ἴσον ἐστὶν ἢ οὐδὲν | |
διαφέρει τοιῶσδε ὑβρίζειν εἴς τινα ἢ ἀδικεῖν, ὡς καὶ ἐπὶ | 418 | |
7.419 | τοῦ ἱεροσύλου καὶ τοῦ ἰδιωτικὰ χρήματα ὑφελομένου· ἐρεῖ γάρ, ὅτι ἀμφότεροι πονηροὶ, ἀμφότεροι θεῶν κα‐ ταφρονηταὶ, ἀλλ’ ἴσον μὲν ἀποφανεῖ τοῦτο τῷδε ὁ κατ‐ ήγορος, ὅτε τὰ παρειμένα μὴ λίαν διεστηκότα τυγχάνει· | |
5 | ἐὰν γὰρ μὴ πολὺ λείπῃ τὸ παρὰ τοῦ φεύγοντος εἰργα‐ σμένον τοῦ παρὰ τοῦ κατηγόρου λεγομένου, ἐροῦμεν, ὡς ἴσον ἐστὶ τόδε· τὸ γὰρ ἐπανατείνεσθαι συνεχῶς κατ’ αὐ‐ τοῦ τὰς χεῖρας ἴσον ἐροῦμεν τῇ διὰ τῶν πληγῶν ὕβρει· εἰ δὲ σφόδρα διΐσταται, οὐκέτι χώραν ἔχει ἡ συναγωγὴ, | |
10 | ὡς ἐπὶ τούτου· νόμος τὸν ἐξιόντα ἐπὶ πόλεμον στρατη‐ γὸν παρατίθεσθαι, εἰ ἔχοι θυγατέρα, τῷ συστρατή‐ γῳ, καὶ νόμος τὸν βιασάμενον χιλίας διδόναι, ἐξιών τις ἐπὶ πόλεμον στρατηγὸς παρέθετο τῷ συστρατήγῳ τὴν θυγατέρα· λαβὼν ἐκεῖνος ἐβιάσατο· ἐπανελθὼν ὁ | |
15 | στρατηγὸς κρίνει αὐτὸν δημοσίων ἀδικημάτων· ὁ δὲ ὡς βιασάμενος τὰς χιλίας ἀξιοῖ διδόναι· ἐνταῦθα γὰρ ὁρί‐ ζεται μὲν ὁ κατήγορός τι ἴδιον τοῦ δημοσίᾳ τὴν πόλιν ἀδικοῦντος, ὁρίζεται δὲ καὶ ὁ φεύγων, λέγων ὅτι ὁ ναῦς προδιδοὺς, ὁ πολίτας, οὗτος δημοσίᾳ τὴν πόλιν ἀδικεῖ· | |
20 | ἀλλ’ ἐν τῷ συλλογισμῷ ὁ κατήγορος οὐ δύναται συν‐ άγων εἰπεῖν, ὅτι ἴσον ἐστὶ τὸ βιάσασθαι τοῦ πρεσβευ‐ τοῦ τὴν θυγατέρα τῷ λιμένας καὶ τείχη προδοῦναι· δο‐ κεῖ γάρ πως ἀναίσχυντον εἶναι· τί οὖν ἐν τοῖς τοιούτοις ποιήσει; μεθοδεύσει τὸν λόγον καὶ ἐρεῖ, ὡς οὐ διαφέρει | |
25 | τοιῶσδε ἢ τοιῶσδε τὴν πόλιν ἀδικεῖν· καὶ ταῦτα γὰρ δημόσιά ἐστιν ἀδικήματα, καὶ τὸ θυγατέρα δὲ πρεσ‐ βευτοῦ βιάσασθαι δημόσιόν ἐστιν ἀδίκημα, ὃ καὶ κατα‐ σκευάσει λογισμοὺς προσπλέκων, ὅτι ὁ τὸ σχῆμα τῆς | |
πόλεως πεπιστευμένος καὶ μόνος ὑπὲρ πάντων κινδυνεύ‐ | 419 | |
7.420 | ων, οὗτος εἰ ἀδικηθήσεται πῶς οὐκ ἐπὶ τὴν πέμψασαν πόλιν τὸ ἀδίκημα ἐπανενεχθήσεται, ἀλλὰ καὶ στρατηγοῦ παρανομοῦντος ἡ χώρα σύμπασα τῶν ἀδικημάτων ἀνά‐ πλεως. | |
5 | ιϛʹ. Ὁ συλλογισμὸς συνάγει ἄμφω, μηδὲν γὰρ δια‐ φέρειν ἀλλήλων ταῦτα ἀγωνίζεται, τουτέστι τά τε πε‐ πραγμένα καὶ τὰ παρειμένα, δεικνὺς παραπλήσια καθ‐ εστάναι τοῖς παρειμένοις τὰ πεπραγμένα, οἷον ταὐτόν ἐστιν, ἐξ ἱεροῦ ἰδιωτικὰ χρήματα ὑφελέσθαι καὶ ἱερὰ, | |
10 | ἔστιν οὖν ἀεὶ τοῦ διώκοντος τὸ κεφάλαιον πλὴν τῶν πα‐ ραδόξων, καὶ φέρεται πρὸς τὸν ὅρον, καθάπερ ὁ ἀνθο‐ ρισμός· ζητητέον δὲ, τίνι διαφέρει τοῦ συλλογισμοῦ ὁ ἀνθορισμὸς, εἴγε ἀμφότερα τὰ κεφάλαια πρὸς τὸν ὅρον φέρεται καὶ πρὸς ἐκεῖνον ἔχει τὴν ἐναντιότητα· διαφέρει | |
15 | δ’ οὖν ἀλλήλων, ὅτι ὁ μὲν ἀνθορισμὸς κατὰ τὴν ἔνστασιν, ὁ δὲ συλλογισμὸς κατὰ ἀντιπαράστασιν γίνε‐ ται· καὶ γὰρ πᾶσα ἀντιλογία ἢ κατὰ μάχην ἢ κατὰ μέ‐ θοδον πρόεισι· κἂν μὲν κατὰ μάχην, καλεῖται ἔνστασις, ὅταν εἰς αὐτὸ τὸ ἐναντίον περιτρέπωμεν τὸν λόγον, τὸν | |
20 | ὑπὲρ τοῦ ἀντιδίκου λεγόμενον παντελῶς οὐ παραδεχόμε‐ νοι· ἂν δὲ κατὰ μέθοδον, καλεῖται ἀντιπαράστασις, ὅτ‐ αν τὸ λεγόμενον ὑπὸ τοῦ ἐναντίου δεχώμεθα, κατὰ ἄλλο δέ τι ἀνατρέπωμεν αὐτό· γίνεται οὖν κατὰ μὲν ἔνστασιν ὁ ἀνθορισμὸς, κατὰ δὲ ἀντιπαράστασιν ὁ συλλογισμός· | |
25 | ὁ μὲν γὰρ ἀνθορισμὸς καὶ ἐκ τοῦ ὀνόματος τὴν πρὸς τὸν ὅρον μάχην ἐνδείκνυται, ὡς κατὰ μάχην αὐτῷ καὶ ἔνστασιν πρόεισιν· ὁ δὲ συλλογισμὸς ἐναντιοῦται | |
μὲν καὶ αὐτὸς τῷ ὅρῳ· τὸ δὲ ἐναντίον οὐ πρὸς αὐτὰ | 420 | |
7.421 | ποιεῖται τοῦ φεύγοντος τὰ ῥήματα, ἀλλὰ δέχεται μὲν τὰ λεγόμενα, κατ’ ἄλλο δέ τι ἐναντιοῦται αὐτῷ· τοῦ γὰρ φεύγοντος ὁριζομένου τοῦτο εἶναι ἱεροσυλίαν τὸ τῶν χρημάτων τι τῶν ἱερῶν ὑφελέσθαι ἢ περισπᾶσαί τι τῶν | |
5 | ἀναθημάτων, ὁ διώκων ἐν τῷ συλλογισμῷ δέχεται μὲν τὰ λεγόμενα, εἰς ταὐτὸν δ’ ἄγειν αὐτὰ πειρᾶται τοῖς πεπραγμένοις, φάσκων ταὐτὸν εἶναι, κἄν τε ἰδιωτικὰ κἄν τε ἱερὰ χρήματα ἐξ ἱεροῦ τις ὅλως ὑφέληται· καὶ δι’ ὧν ἄμφω συνάγει, πρὸς ταὐτὸ τὴν ἐναντιότητα πρὸς τὸν | |
10 | ὅρον ἔχει· διαστέλλειν γὰρ ὁ ὅρος βούλεται τὰ παρειμέ‐ να ἐκ τῶν πεπραγμένων, ἵνα δείξῃ τὰ μὲν πεπραγμένα ἕτερα, τὸ δὲ ὑπὸ τοῦ κατηγόρου φερόμενον ἔγκλημα ἐν τοῖς παρειμένοις· καὶ τοσαῦτα μὲν περὶ διαφορᾶς τοῦ συλλογισμοῦ πρὸς τὸν ἀνθορισμόν. Ἠπόρησε δέ τις, | |
15 | πῶς μάχεται ὁ συλλογισμὸς τῷ ὅρῳ, εἴγε, ὥς φησιν, εἰς ταὐτὸ συνάγει ἄμφω· ἐναντίον γὰρ τὸ συνάγειν τῷ μά‐ χεσθαι· ὅτι δὲ μάχεται ὁ συλλογισμὸς τῷ ὅρῳ, καὶ τοῦ‐ το αὐτὸς ἐδήλωσεν εἰπών· καθὸ ὃν τρόπον ἔφαμεν τὴν ἀντίληψιν καὶ τὴν μετάληψιν μάχεσθαι, τὸν αὐτὸν καὶ | |
20 | ὁ συλλογισμὸς τῷ ὅρῳ πανταχοῦ· ῥητέον δὲ, ὡς κατ’ ἄλλο μὲν συνάγει, κατ’ ἄλλο δὲ μάχεται· κατὰ μὲν γὰρ τὴν ἐργασίαν συνάγει τε καὶ συμπλέκει τοῖς παρειμένοις τὰ πεπραγμένα, δεχόμενος τὰ ὑπὸ τοῦ ἐναντίου λεγόμε‐ να καὶ συγχωρῶν καλῶς ἔχειν· κατὰ δὲ τὸν σκοπὸν τῶν | |
25 | κεφαλαίων καὶ τὸ πέρας τὸ ἐξ αὐτῶν ἀποτελούμενον ἡ μάχη γίνεται· δέχεται γὰρ ὁ διώκων ἐν τῷ συλλογισμῷ τὰ τοῦ φεύγοντος, οὐχ ἵνα ψιλῶς αὐτῷ συνδράμῃ, ἀλλ’ ἵνα βεβαιώσῃ τὸ ἔγκλημα, ταὐτὰ φάσκων εἶναι τοῖς πε‐ πραγμένοις τὰ παρειμένα, οὗ τὸ ἐναντίον ὁ κατηγορού‐ | |
30 | μενος ἐν τῷ ὅρῳ ποιεῖ· τὰ παρειμένα ὁρίζεται πρὸς τὸ δεῖξαι πάμπολυ τὸ διάφορον αὐτῶν πρὸς τὰ πεπραγμένα. Ὑπόλοιπον δὲ ἡμῖν τοῦ συλλογισμοῦ, φημὶ τοῦ κεφαλαίου, | |
τὴν διαφορὰν εἰπεῖν, ἣν ἔχει πρὸς τὴν ὁμώνυμον στά‐ | 421 | |
7.422 | σιν, λέγω δὲ τὸν συλλογισμὸν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν κεφαλαίων ἐκ τῶν ὁμωνύμων στάσεων διαστέλλομεν· οἷον τὸν μεταληπτικὸν ἐκ τῆς μεταλήψεως, τό τε ἀντι‐ ληπτικὸν ἐκ τῆς ἀντιλήψεως κἀκ τῆς παραγραφῆς ὁμοί‐ | |
5 | ως τὸ παραγραφικόν· διαφέρουσι δ’ οὖν ἀλλήλων, καθὸ τὸ μὲν κεφάλαιον ὁ συλλογισμὸς ἀτελὲς τελείῳ εἰς ταὐ‐ τὸν ἄγει· ἡ δὲ στάσις τέλειον τελείῳ, οἷον νόμος τὸν ἐκ πόρνης μὴ δημηγορεῖν, ἐκ πόρνου τις γενόμενος εἶτα δημηγορῶν κρίνεται· τούτων γὰρ ἑκάτερον καθ’ αὑτὸ | |
10 | τέλειον· οὐ γὰρ τὸ ἐκ πόρνου γενέσθαι μέρος τοῦ νό‐ μου, ἀλλ’ αὐτὸ τέλειόν τι καὶ ἴσον τῷ ὑπὸ τοῦ νόμου διηγορευμένῳ· ἐν δὲ τῷ κεφαλαίῳ τῷ συλλογισμῷ μέρος ἱεροσυλίας ὑπάρχον τὸ ἐξ ἱεροῦ χρήματα ὑφελέσθαι ἰδιω‐ τικὰ εἰς ταὐτὸν ἄγομεν τῷ τελείῳ, τουτέστι τῷ περιε‐ | |
15 | λέσθαι τι τῶν ἀναθημάτων· οἷον, ἵνα σαφέστερον τὸ λεγόμενον γένηται, διηγόρευται ὑπὸ τοῦ νόμου ἐκ πόρ‐ νης γενόμενον μὴ δημηγορεῖν, τούτου μέρος οὐκ ἂν εἴη τὸ ἐκ πόρνου γενέσθαι, οὐ γὰρ ὁ νόμος ἁπλῶς εἶπε πορνείαν, ἀλλὰ τὸν ἐκ πόρνης γενόμενον μὴ δημηγορεῖν | |
20 | ἐκώλυσε· τὸ οὖν ἐκ πόρνου φῦναι ἕτερόν τί ἐστι πρᾶγμα καθ’ αὑτὸ τέλειον· καὶ τοῦτό φαμεν ἴσον εἶναι καὶ πα‐ ραπλήσιον τῷ ὑπὸ τοῦ νόμου διηγορευμένῳ, τουτέστι τῷ ἐκ πόρνης γενέσθαι· ἐπὶ δὲ τοῦ τὰ ἰδιωτικὰ χρήμα‐ τα ἐκ τοῦ ἱεροῦ ὑφελομένου μέρος πέπρακται τῆς ἱερο‐ | |
25 | συλίας τὸ ὅλως ἐκ τοῦ ἱεροῦ γενέσθαι τὴν ὑφαίρεσιν· τοῦτο οὖν τὸ μέρος, ὅπερ ἐστὶν ἀτελὲς, εἰς ταὐτὸν ἄγο‐ μεν τῷ τελείῳ, τουτέστιν ἡ ἱεροσυλία οὕτως· ἡ μὲν στάσις τέλειον τελείῳ εἰς ταὐτὸν ἄγει· τὸ δὲ κεφάλαιον | |
τῷ τελείῳ τὸ ἀτελές. | 422 | |
7.423 | ιζʹ. Καὶ τοῦτο, φησὶ, τηρητέον, ὅτι πᾶς ὅρος συλλο‐ γισμῷ λύεται καὶ συλλογισμὸς ὅρῳ. ιηʹ. Τοῦτό τινες διαβάλλουσιν, ὡς οὐ καλῶς εἰρημέ‐ νον ἐνταῦθα· οὐ γὰρ δυνατὸν ἐν ὅρῳ τὸν κατήγορον | |
5 | ὅρῳ χρήσασθαι, ἀλλ’ οὗτοι πλανῶνται· οὐ γὰρ μερι‐ κὸν, ἀλλὰ καθολικὸν κεφάλαιον ἐκτίθεται, οἷον ὅτι καὶ ἐπὶ τῶν ἄλλων στάσεων· διὰ γὰρ τοῦτο οὐκ εἶπεν, ὅτι τοῦ φεύγοντος χρωμένου τῷ ὅρω ἀλλ’ ὁποτέρῳ αὐ‐ τῶν ὁπότερος χρήσεται, ὡς βουλόμενος σημᾶναι, ὅτι καὶ | |
10 | ἐν ταῖς ἄλλαις στάσεσιν, ἐν αἷς ὅρος εὑρίσκεται, κεφά‐ λαιον τῷ συλλογισμῷ λύεται, εἴτε ἀπὸ τοῦ διώκοντος, εἴτε ἀπὸ τοῦ φεύγοντος, εἰ τύχοι. ιθʹ. Ἕπεται τῷ συλλογισμῷ ἡ τοῦ νομοθέτου γνώ‐ μη, κοινὸν ἀμφοτέρων τῶν μερῶν κεφάλαιον· εἰκότως δὲ | |
15 | μετὰ τὸν συλλογισμὸν ἡ τοῦ νομοθέτου γνώμη παρα‐ λαμβάνεται, ἐπειδὴ κ. τ. λ.· εἰ μὲν οὖν ἔχοιμεν νόμον συνηγοροῦντα τῷ πράγματι τῷ προκειμένῳ, θέντες αὐτοῦ τὸ ῥητὸν οὕτως τὴν διάνοιαν ἐξετάσομεν, διὰ πάντων συναγωνιζόμενον ἡμῖν τὸν νο‐ | |
20 | μοθέτην δεικνύοντες· εἰ δὲ μὴ ἔχοιμεν νόμον, ἐπὶ τὰς καλουμένας εὐλόγους αἰτίας καταδραμούμεθα, ὡς καὶ τῶν νόμων ἀποδεχομένων τὸ πρᾶγμα καὶ τῆς τοῦ νόμου διανοίας οὐ πόῤῥω τῶν ἡμῖν πεπραγμένων βλεπούσης· ὥσπερ καὶ ὁ Δημοσθένης ἀπορῶν νόμου πρὸς τὰς εὐλό‐ | |
25 | γους αἰτίας μεταβαίνει· φησὶ γὰρ „τίς νόμος τοσαύ‐ της ἀδικίας καὶ μισανθρωπίας μεστὸς,“ καὶ τὰ ἑξῆς· καὶ πάλιν ἀλλαχοῦ „τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γρά‐ φει.“ ἀλλ’ ἵνα μάθωμεν τῆς τοῦ νομοθέτου γνώμης | |
30 | τὴν δύναμιν, μικρὸν ἄνωθεν διαληπτέον· ὅπου δήποτε | 423 |
7.424 | νομικὴ ζήτησις ἐμπίπτει, καὶ ἔστι περὶ τὸ ῥητὸν ἅπασα ἡ ἀμφιβολία, πάντως διανοίᾳ λύεται, ὡς γνωσόμεθα· εἰ μέντοι τὸ μὲν ῥητὸν οὐκ ἀμφισβητεῖται, τὸ δὲ γενόμε‐ νον πρᾶγμα ζητεῖται, εἰ τοιοῦτόν ἐστιν, οἷον ὁ νόμος | |
5 | φησὶ, τότε γνώμη νομοθέτου παραλαμβάνεται· τότε γὰρ ἐπιζητοῦμεν, τί βουλόμενος ὁ νομοθέτης ἔταξε τὸν νό‐ μον· οἷον ὡς ἐπὶ τῶν· προκειμένων ὁ κρίνων τυμβωρυ‐ χίας τὸν κενοτάφιον ὀρύξαντα ἐρεῖ, ὅτι ὁ νομοθέτης βου‐ λόμενος μηδὲν τολμᾶσθαι περὶ τοὺς τοιούτους τόπους | |
10 | μηδὲ ὅλως προσιέναι τούτοις τινὰ οὕτως ἐνομοθέτησεν· ὁ δὲ φεύγων φήσει, ὅτι τὴν οὐσίαν μόνον ἐτίμησεν ὁ νομοθέτης, καὶ ἵνα μὴ τὰ σώματα τῶν κειμένων αἰκί‐ ζηται, οὕτω τὸν νόμον ὡρίσατο καὶ ταῦτα μὲν οὕτως· ἀλλ’ ἐπειδὴ δοκοῦμεν τὸν νόμον ἑρμηνεύοντες ἀντινομο‐ | |
15 | θετεῖν τῷ νομοθέτῃ, εἰ γὰρ τοῦ νόμου σαφῶς τι δια‐ γορεύοντος ἡμεῖς ἕτερον ἀντεισάγομεν, οὐ συνεστάναι τι τῶν ζητουμένων, ἀλλ’ ἀντινομοθετεῖν δόξομεν, καὶ τοῦ‐ το μεταχρησόμεθα παραδείγματα φέροντες καὶ παρα‐ βολαῖς χρώμενοι· οὕτω γὰρ καίπερ ἐξετάζοντες τὴν γνώ‐ | |
20 | μην τοῦ νομοθέτου τὸ τοιοῦτον διαφευξόμεθα, ὅταν αὐ‐ τὴν τὴν ἐξέτασιν ἔθει παραδεδομένην δείξωμεν, καὶ οὐκ οἴκοθεν οὐδὲ ἀπ’ ἰδίας κρίσεως, ἀλλ’ ἀπὸ παραδείγμα‐ τος αὐτὴν εἰσάγωμεν, ὥσπερ ὁ Δημοσθένης ἐν τῷ κατὰ στεφάνου πεποίηκε· νόμου γὰρ ὄντος τὸν ὑπεύθυνον μὴ | |
25 | στεφανοῦν, ὑπεύθυνον λέγει τὸν ἐφ’ οἷς τις διώκει, οὐ τὸν ἐφ’ οἷς τις χαρίζεται στεφανούμενον· καὶ ἐπειδὴ ἄντικρυς ἦν παραλογισμὸς μετὰ τὸ ἐξετάσαι τὴν γνώμην πρὸς τὸ ἑαυτοῦ χρήσιμον φεύγων τὴν αἰτίαν ταύτην εἰ‐ κότως ἐπήνεγκε τὰ παραδείγματα λέγων οὕτως· „ὅτι | |
30 | οὐδὲ οὕτως ταῦτα οὐ μόνον ἐν τοῖς νόμοις, ἀλλὰ καὶ ἐν τοῖς ἡμετέροις ἔθεσι διώρισται· καὶ ἐγὼ ῥᾳδίως πολλα‐ | |
χόθεν δείξω· πρῶτον γὰρ Ναυσικλῆς στρατηγῶν, ἐφ’ οἷς | 424 | |
7.425 | ἀπὸ τῶν ἰδίων προεῖτο, πολλάκις ἐστεφανοῦτο· εἶθ’ ὅ‐ τε τὰς ἀσπίδας Διότιμος ἔδωκε· καὶ πάλιν Χαρίδημος ἐστεφανοῦτο· εἶθ’ οὑτοσὶ Νεοπτόλεμος, πολλῶν ἔργων ἐπιστάτης γενόμενος, ἐφ’ οἷς ἔδωκε τετίμηται·“ καὶ οὐ | |
5 | μόνον ἐκ τοῦ ἔθους καὶ τοῦ παραδείγματος συνέστη‐ σεν, ἀλλὰ καὶ ἐξ ἐνθυμήματος εἰπών· „σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε, εἴ τῴ τινα ἀρχὴν ἄρχοντι ἢ διδόναι τῇ πόλει τὰ ἑαυτοῦ διὰ τὴν ἀρχὴν μὴ ἐξέσται, ἢ τῶν δο‐ θέντων ἀντὶ τοῦ κομίσασθαι χάριν εὐθύνας ὑφέξει·“ ση‐ | |
10 | μειωτέον δὲ, ὅτι καὶ μὴ ὄντος ῥητοῦ πολλάκις ἐμπί‐ πτει γνώμη νομοθέτου, καὶ ὅτι ῥητοῦ ὄντος διπλῆ καὶ ἡ διάνοια, ἡ μὲν πρὸς τὸ ῥητὸν, ἡ δὲ πρὸς τὸ ὑπο‐ κείμενον πρᾶγμα· ἰστέον δὲ, ὡς ἡ τοῦ νομοθέτου διά‐ νοια εἰς τὴν κατασκευὴν λαμβάνεται ἢ τοῦ ἴσου ἢ τοῦ | |
15 | ἀνίσου, ἐξ ἐνδόξου κρίσεως λαμβανομένη· ὁ μὲν γὰρ κατήγορος λέγει, ὅτι ὁ νομοθέτης ὡς περὶ τῶν ἴσων καὶ τῶν αὐτῶν διενοήθη, ὁ δὲ τοὐναντίον, ὅτι οὐχ ὡς περὶ ὁμοίων, οὐδὲ ἴσων ἐδόξασεν, ἀλλ’ ὡς πάμπολυ διε‐ στηκότων. | |
20 | κʹ. Περὶ τῆς τάξεως τοῦδε τοῦ κεφαλαίου ἠπόρησέ τις, ὡς οὐ καλῶς εἴη μετὰ τὸν συλλογισμὸν τεταγμέ‐ νον, δεῖν γὰρ αὐτὸ μετὰ τὴν πηλικότητα καὶ τὸ πρός τι τετάχθαι· ἡ γὰρ τοῦ νομοθέτου, φασὶ, γνώμη ὥσ‐ περ ἐπισφραγισμὸς καὶ βεβαίωσις τῶν εἰρημένων ἐστὶν | |
25 | ἁπάντων, μετὰ γοῦν τὴν πηλικότητα καὶ τὸ πρός τι δικαίως ἂν τάττοιτο, ἵνα καὶ ταῦτα ἐπιῤῥώσηται, καὶ ὥσπερ ὁμολογούμενα καταστήσῃ· πρόχειρος δὲ ἡ πρὸς τὸν τοιοῦτον λόγον ἀπάντησις· τῶν γὰρ κεφα‐ λαίων ἃ μέν ἐστιν αὐξητικὰ, ἃ δὲ πιστωτικά τε καὶ | |
30 | ἀποδεικτικά· τὰ τοίνυν αὐξητικὰ καιρὸν ἔχει μετὰ | |
τὴν ἀπόδειξιν· ἐπεί τοι πρὶν ὅλως ἀποδεῖξαι τὸ ἐθέλειν | 425 | |
7.426 | αὔξειν ὑπόκουφον, πλὴν εἰ μὴ κατά τινα καιρὸν τοῦτο γένοιτο, ὡς αὐτὸς ἡμᾶς διδάσκει ὁ τεχνικὸς ἐν τῷ περὶ μεθόδου δεινότητος· διά τοι τοῦτο κἀνταῦθα μετὰ τὴν τοῦ νομοθέτου γνώμην, ὅπερ ἐστὶν κεφάλαιον πιστωτι‐ | |
5 | κὸν, εἰκότως τάττεται ἡ πηλικότης· τὸ γὰρ πηλίκον τε καὶ ποσὸν καὶ τὰ τοιαῦτα μεγέθους ἢ πλήθους ἐστὶ πα‐ ραστατικά· τὸ δὲ πρὸς μέγεθος ἐπαῖρον τὸ πρᾶγμα σα‐ φὲς ὅτι αὐξητικόν· ἕτεροι δὲ κατ’ ἄλλον ἀξιοῦσι λόγον πρὸ τῆς γνώμης τοῦ νομοθέτου τάττειν τὴν πηλικότητα· | |
10 | ὁ γὰρ συλλογισμὸς, φασὶ, τὸ ἴσον προβάλλεται, τὰ πε‐ πραγμένα τοῖς παρειμένοις εἰς ταὐτὸν ἄγων καὶ ἴσα δει‐ κνὺς ἄμφω· μετὰ τὸ ἴσον δὲ, φασὶν, εἰκότως ἂν ἐπὶ τὸ πηλίκον, ὥσπερ κατά τινα βαθμὸν ἀναβαίνοιμεν· δεῖ οὖν ὁμοῦ, φασὶ, τετάχθαι τόν τε συλλογισμὸν καὶ τὴν | |
15 | πηλικότητα, καὶ μὴ διατέμνεσθαι καὶ χωρίζεσθαι ὑπὸ τῆς τοῦ νομοθέτου γνώμης· ῥητέον δὲ καὶ πρὸς αὐτοὺς τὸν αὐτὸν λόγον, ὅτι γε μετὰ τὴν αὔξησιν εὑρεθήσεται ταττόμενα τὰ πιστωτικά· εἴγε τὴν γνώμην τοῦ νομοθέ‐ του δοίημεν μετὰ τὴν πηλικότητα τάττεσθαι· τοῦτο δὲ | |
20 | ἄτοπον· ἐπὶ γὰρ τοῖς ἀποδεδειγμένοις ἡ αὔξησις εἴωθε γίγνεσθαι· ἀνάγκη δ’ οὖν τὴν ἀμφισβήτησιν τὴν ἐν τῷ συλλογισμῷ διαλύσαντας πρότερον τῇ γνώμῃ τοῦ νομο‐ θέτου ἐπὶ τὴν ἐκ τῆς πηλικότητος αὔξησιν τηνικαῦτα ἰέ‐ ναι· τοῦ γὰρ συλλογισμοῦ τὴν ὅλην ἔχοντος ἀμφισβήτη‐ | |
25 | σιν, εἴγε τὰ πεπραγμένα εἰς ταὐτὸν ἄγειν βούλεται τοῖς παρειμένοις, περὶ ὧν ἑκάτεροι τὴν πᾶσαν συνιστῶσι ζή‐ τησιν διὰ τοῦ ὅρου, διαστέλλειν μὲν ὁ φεύγων, ὁ δὲ συνάγειν βουλόμενος· εἰ δ’ οὖν τοῦ συλλογισμοῦ τοσαύ‐ την ἔχοντος μάχην τὸ πηλίκον εὐθὺς ἀπεφέρετο, οὐδὲν | |
30 | ἄλλο ἢ αὖ τὴν αὔξησιν ἐν τοῖς ἀμφιβαλλομένοις ἂν εὐ‐ | |
θὺς ἐποιούμεθα, ὅπερ ἐστὶ γελοιότατον· τῆς δὲ γνώ‐ | 426 | |
7.427 | μης τοῦ νομοθέτου τὸν λογισμὸν ἐπιῤῥωννύσης χώραν ἔχει τηνικαῦτα τὸ τῆς πηλικότητος· τοσαῦτα μὲν εἰρή‐ σθω περὶ τῆς τάξεως· ἡ δὲ γνώμη, φασὶ, τοῦ νομοθέ‐ του πρὸς τὸ οἰκεῖον ἐπ’ ἀμφοῖν συμφέρον ἐξετασθήσε‐ | |
5 | ται· γνώμην δὲ νομοθέτου καλεῖ πᾶν τὸ ἐν ῥητῷ εὑρι‐ σκόμενον, τουτέστιν οὐ μόνον ἐν νόμῳ, ἀλλὰ καὶ ἐν ψη‐ φίσματι καὶ διαθήκῃ καὶ ἐπιστολῇ· τοῦτο γὰρ καὶ ἐν τῇ μεθόδῳ σαφῶς ἐδιδάχθημεν καὶ νόμον καλοῦμεν τὸ ῥη‐ τὸν, κἂν ἐν ψηφίσματι κἂν ἐν διαθήκῃ, κἂν ὁποιδήποτε | |
10 | εἴη· τὸ δ’ αἴτιον, ὅτι κυριώτερον ὁ νόμος· ἐκ δὲ τῶν κυριωτέρων καὶ τὰς τῶν ἄλλων ὀνομασίας λαμβάνειν πολλάκις εἰώθαμεν· τοῦτο δὴ οὖν τὸ ῥητὸν, ὅ τι ἂν ὑπάρχῃ, ἀνάγκη πᾶσα ἢ πρὸς ἡμῶν καθεστάναι ἢ πρὸς τῶν ἐναντίων· ἂν μὲν οὖν πρὸς ἡμῶν ᾖ, μετὰ τὴν τοῦ | |
15 | ῥητοῦ ἀνάγνωσιν οὐκ εὐθὺς ἀφιστάμεθα, ἀλλὰ κατὰ λέξιν διερευνώμενοι καὶ ἐξετάζοντες αὖθις διερχόμεθα τὰ εἰρημένα, ὥσπερ ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ Δη‐ μοσθένης· „ἠκούσατε μὲν τοῦ νόμου, σκέψασθε δὲ καὶ θεωρήσατε, ὡς καλῶς καὶ σφόδρα εὐσεβῶς ἔθηκεν ὁ | |
20 | τιθεὶς τὸν νόμον· τοὺς ἀνδροφόνους φησί· πρῶτον μὲν δὴ τοῦτον ἀνδροφόνον λέγει τὸν ἑαλωκότα τῇ ψήφῳ· οὐ γάρ ἐστιν οὐδεὶς ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ, πρὶν ἂν ἐξελεγχθεὶς ἁλῷ· “καὶ οὕτω κατὰ μέρος τὸν νόμον ἐπέρχε‐ ται κατεξετάζων καὶ δεικνὺς ἑαυτῷ συμβαίνοντα· οὐ μόνον | |
25 | δ’ ἐνταῦθα τοῦτον τὸν τρόπον, ἀλλὰ καὶ ἐν τῷ κατὰ Μει‐ δίου τὸν περὶ τῆς ὕβρεως νόμον διεξιὼν, καὶ πανταχοῦ πα‐ ραπλησίως φαίνεται χρώμενος, ἐὰν δὲ πρὸς τῶν ἐναντίων ᾖ τὸ ῥητὸν, τηνικαῦτα τὴν μὲν κατὰ μέρος ἐξέτασιν παραι‐ τούμεθα, καθολικῶς δὲ τὴν ὅλην γνώμην τοῦ νομοθέτου | |
30 | πρὸς τὸ ἡμῖν συμφέρον στοχαστικῶς ἐξηγούμεθα, φά‐ | 427 |
7.428 | σκοντες τόδε τι εἶναι τὴν ἔννοιαν τοῦ ῥητοῦ· καὶ τού‐ του δὲ μέθοδον σαφεστάτην ὁ ῥήτωρ παρέσχετο ἐν τῷ περὶ τοῦ στεφάνου, τὴν Φιλίππου παραλαβὼν ἐπιστο‐ λὴν, ἔνθα πρὸς τὸ αὐτῷ συμφέρον τῆς ἐκείνου στοχάζεται | |
5 | γνώμης οὐκ εἰς τὰ κατὰ μέρος καθιεὶς αὐτὸν, ἀλλὰ κα‐ θολικῶς τὴν ὅλην τῆς ἐπιστολῆς ἔννοιαν ἐξετάζων, καὶ τοσαῦτα μὲν περὶ τοῦ ῥητοῦ λελέχθω· ἐπεὶ δὲ οὐκ ἔν‐ εστιν ἐπὶ παντὸς πράγματος εὐπορεῖν, ἐγγράφου τινὸς ὅταν ἀπορῶμεν, ἐπὶ τὴν καθόλου τῶν νομοθετῶν γνώ‐ | |
10 | μην χωρητέον, οἷον ὅτι καθάπαξ οἱ νομοθέται τοὺς φαύ‐ λους τιμωρίας ἐκτίνειν βούλονται, τὸν τοίνυν ἱερόσυ‐ λον, ἐπειδὴ πονηρὸς τὴν γνώμην, διὰ τοῦτο κολάζουσιν· ἀλλ’ οὐκ ἐπειδὴ χρημάτων ἁπλῶς τὸ ἱερὸν ἀποστερεῖ· οὗτος οὖν τολμήσας τὴν ἀρχὴν παρελθεῖν εἴσω τοῦ ἱε‐ | |
15 | ροῦ τὸ τῆς ἱεροσυλίας ἀδίκημα διαπέπρακται, καὶ πά‐ λιν ὁ φεύγων κατὰ τὸ ἐναντίον, ὅτι διαφορὰν ἴσασιν ἐγκλημάτων οἱ νομοθέται, καὶ τὰς πράξεις μᾶλλον ἀλλ’ οὐ τὰ βουλεύματα κρίνουσιν· αὐτίκα εἴ τις βουληθείη μόνον, μὴ πράξει δὲ, ὑπόκρισις οὐ γίνεται, καὶ οὕτως | |
20 | ἐμπεσεῖται ἀεὶ ἡ γνώμη τοῦ νομοθέτου. Ὑπόλοιπον ἔτι τῇ πάσῃ τεχνολογίᾳ τοῦ κεφαλαίου τούτου προσθεῖναι, ὡς πρὸς τὸ συμφέρον ἑκάτερος ἐξετάζων τὴν γνώμην συγκριτικῶς προοίσεται τὸν λόγον, τὸν μὲν ἑαυτοῦ συν‐ ιστὰς, διαβάλλων δὲ τὸν τοῦ ἐναντίου, καὶ τούτου δὲ | |
25 | τὸν σοφώτατον Δημοσθένη διδάσκαλον ποιούμεθα, „τίς γὰρ,“ φησὶ, „τίς ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς, ὥστε τὸν δόντα τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόστοργον τῆς χάριτος ἀποστερεῖν, εἰς δὲ τοὺς συκοφάντας ἄγειν, | |
30 | καὶ τοῦτο ἐπὶ τὰς εὐθύνας, ὧν ἔδωκεν ἐφιστάναι; οὐ‐ | |
δεὶς δήπου· εἰ δέ φησιν οὗτος, δειξάτω, κἀγὼ στέρξω | 428 | |
7.429 | καὶ σιωπήσομαι· ἀλλ’ οὐκ ἔστιν, ὦ Ἀθηναῖοι, ἀλλ’ οὗ‐ τος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότε ὢν ἀπέ‐ δωκα τὰ χρήματα, ἐπῄνεσεν αὐτὸν, φησὶν, ὑπεύθυνον ὄν‐ τα·“ οὗτος γὰρ τό τε ἑαυτοῦ συνεστήσατο καὶ τὸ τοῦ | |
5 | Αἰσχίνου διέβαλλε· τοσαῦτα περὶ τῆς τοῦ νομοθέτου γνώμης. καʹ. Λείπεται ζητῆσαι, τί διαφέρει διάνοια ῥητοῦ γνώ‐ μης νομοθέτου· δύο τοίνυν φαμὲν αὐτῶν διαφοράς. πρῶ‐ τον, ὅτι διάνοια μέν ἐστι ῥητοῦ, ἡνίκα τι ἐγκείμενον τῷ | |
10 | ῥητῷ ἀσαφὲς ἐρευνῶμεν, σαφηνίσαι πειρώμενοι τὸ ἄδη‐ λον· γνώμη δὲ νομοθέτου, ἡνίκα περὶ τοῦ τεθεικότος πρῶτον ἐξετάζομεν, ποίᾳ γνώμῃ τὸ τοιοῦτον εἶπεν, ὥστε πρῶτον παρεθέμεθα τὸ ῥητὸν, καὶ εἴτι ἐν αὐτῷ ἀσα‐ φὲς εἴη, σαφηνίζομεν. καὶ τελευταῖον γνώμην νομοθέ‐ | |
15 | του ζητοῦμεν· δευτέρα δὲ αὐτῶν διαφορὰ, ὅτι ἡ μὲν διαφορὰ οὐκ ἀεὶ ἐμπίπτει, εἰ γὰρ μὴ ᾖ τι ῥητὸν ἐξετα‐ ζόμενον, οὐκ ἐμπίπτει διάνοια, ἡ δὲ γνώμη τοῦ νομοθέ‐ του πάντως ἐμπίπτει, κἂν μὴ ῥητὸν ἐξετάζηται, καὶ τοῦ‐ το φθάσαντες ἤδη ἐδείξαμεν ἐν τῷ τρίτῳ κεφαλαίῳ τῆς | |
20 | παρούσης πράξεως, ἐν ᾧ διαλαμβάνομεν περὶ τοῦ εἰ ἀεὶ ἐμπίπτει ἐν τοῖς λόγοις ἡ γνώμη τοῦ νομοθέτου. κβʹ. Μετὰ τὴν τοῦ νομοθέτου γνώμην κατ’ ἀκολου‐ θίαν ἕπεται ἡ πηλικότης· κατασκευάσαντες γὰρ τὸν συλ‐ λογισμὸν καὶ τὴν πίστιν προθέντες ἀπὸ τῆς τοῦ νομο‐ | |
25 | θέτου γνώμης εἰκότως ἐπὶ τὴν αὔξησιν ἥκομεν καὶ δεί‐ νωσιν τοῦ ἐγκλήματος· ἡ μὲν γὰρ γνώμη ἔτι τῆς ζη‐ τήσεως καὶ τῆς κατασκευῆς ἔχεται τοῦ πράγματος, ἡ δὲ πηλικότης αὔξησιν ἐπαγγέλλεται· τὸ μὲν γὰρ ἔτι ἀδήλου ὄντος αὔξειν καὶ τὴν τοῦ δράσαντος προαίρεσιν διαβάλ‐ | |
30 | λειν ἢ τοὐναντίον ἐγκωμιάζειν μάταιον καὶ σφόδρα ἄλο‐ | |
γον, τὸ δὲ μετὰ τὸν ἔλεγχον ἐξαίρειν τὸ πεπραγμένον | 429 | |
7.430 | εὔλογον καὶ πιστωτικὸν τῷ δικάζοντι· διὰ τί δὲ ἀμφο‐ τέρων αὐξητικῶν ὄντων, τῆς τε πηλικότητος καὶ τῶν πρός τι, μὴ ἓν κεφάλαιον γέγονεν, ἀλλὰ δύο; καί φα‐ μεν, ὅτι ὥσπερ δύο τῆς συγκρίσεως εἴδη, τὸ μὲν συγκρι‐ | |
5 | τικὸν, τὸ δὲ ὑπερθετικόν, οὕτω καὶ τῆς αὐξήσεως κατὰ σύγκρισιν προϊούσης καὶ αὐτῆς δύο τρόποι· καὶ ἡ μὲν πηλικότης ἀναλογεῖ τῷ ὑπερθετικῷ, τὸ δὲ πρός τι τῷ συγκριτικῷ. Ἐπειδὴ δὲ εἶπεν ὁ τεχνικὸς, ἡ πηλικότης μέγα τὸ γεγονὸς ἀποδείκνυσιν, ἐνόμισαν αὐτόν τινες λέ‐ | |
10 | γειν μέγιστον ἐν ὑπερθετικῷ λόγῳ. οὐκ ἔχει δὲ οὕτως· τὸ γὰρ μέγα οὐκ ἔστιν ὑπέρθεσις, οὐδὲ συγκριτικὸν, ἀλλ’ ἁπλοῦν· διῄρηται δὲ ἡ αὔξησις εἰς δύο. ἐπειδὴ γὰρ δύο τινὰ ἐν τῷ ὅρῳ, τὸ μὲν πεπραγμένον, τὸ δὲ ζητού‐ μενον, πεπραγμένον μὲν τὸ καθῃρῆσθαι τὴν τυραννίδα, | |
15 | ζητούμενον δὲ, εἰ τοῦτο τυραννοκτονία, πᾶσα ἀνάγκη καὶ τὴν αὔξησιν αὐτὴν διχῆ τέμνεσθαι, πῆ μὲν αὐτὸ ἐφ’ ἑαυτῷ τὸ πεπραγμένον αὐξανόντων ἡμῶν, πῆ δὲ τῇ πρὸς τὸ παραλελειμμένον συγκρίσει· οὐκοῦν ἡ μὲν πηλι‐ κότης τὴν ἁπλῆν τοῦ ὑποκειμένου καὶ πεπραγμένου αὔ‐ | |
20 | ξησιν ἔχει, τὸ δὲ πρός τι κατὰ σύγκρισιν. μετὰ τὰ ἀγωνι‐ στικὰ δὲ κεφάλαια τὰ συνιστῶντα τὸ ἔγκλημα δύο κε‐ φάλαια παραλαμβάνεται, ἥ τε πηλικότης καὶ τὸ πρός τι, αὐξητικὰ ὄντα ἀμφότερα. καὶ θαυμάσειεν ἄν τις τὸν τεχνογράφον τῇ τάξει τῶν πραγμάτων ἀκολουθήσαντα. | |
25 | καὶ γὰρ ἄτεχνον ἦν αὔξησιν περιλαμβάνειν μὴ πρότε‐ | |
ρον ἀποδείξαντα τοῦτο, περὶ οὗ ὁ λόγος ἐστὶν, ἡ πηλι‐ | 430 | |
7.431 | κότης οὖν αὔξει τὸ γεγονὸς, δεινοῦντος τοῦ κατηγόρου καὶ μεγαλοποιοῦντος τὸ ἔγκλημα, ἐκ δὲ τῶν ἐναντίων τοῦ φεύγοντος μειοῦντος· ἐξ ὧν δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐξήσομεν, ἐκ τῶν αὐτῶν καὶ τὴν πηλικότητα | |
5 | ἐργασόμεθα· ἔστι δὲ ταῦτα τὰ περιστατικὰ, καὶ δεῖ μὲν χρῆσθαι ἐν τῇ πηλικότητι τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείοσιν· ἐν δὲ ταῖς ἄλλαις στάσεσιν, ὅπου ἂν αὔξησις παραλαμβάνηται, πάντως τούτοις χρησόμεθα· καὶ τού‐ των ἔχομεν παραδείγματα ἐν τῇ ὁριστικῇ στάσει παρὰ | |
10 | Δημοσθένει· κατασκευάζων γὰρ τὴν πηλικότητα ηὔξη‐ σεν ἀπὸ τοῦ προσώπου εἰπὼν, ὅτι χορηγὸν ὑμέτερον ὕβρι‐ σεν· ἀπὸ τοῦ καιροῦ, ἐν ἱερομηνίᾳ· ἀπὸ τοῦ τόπου, ἐν θεάτρῳ· ἀπὸ τῆς ὕλης, εἰπὼν, ὅτι τὴν ἱερὰν ἐσθῆτα διέῤῥηξεν· ἀπὸ τῆς αἰτίας, ὅτι ἐχθρός· ἀπὸ τοῦ τρό‐ | |
15 | που, ὅτι ὑβριστικῶς· λάβοι δ’ ἄν τις καὶ ἀπὸ ποσότη‐ τος τὴν αὔξησιν λέγων, ὅτι εἰς πάντας τοὺς πολίτας ἡ εὐεργεσία γεγένηται. ἔτι καὶ ποσότητα χρόνου, ὅτι εἰς πολλοὺς χρόνους μένει τὸ εὐεργέτημα· ἀπὸ προαιρέσεως, ὅτι οὐ κέρδους ἕνεκα, ἀλλ’ ὠφελείας τῆς πόλεως ὑπομέ‐ | |
20 | νει τὸν κίνδυνον. καὶ ἐκ τούτων ἁπλῶς ἁπάντων τὴν πη‐ λικότητα λήψονται ὅ τε κατήγορος καὶ ὁ φεύγων, ὁ μὲν αὔξων, ὁ δὲ μειῶν· κοινὸν γὰρ κεφάλαιον ἡ πηλικότης· περιέχει δὲ, ὡς εἴπομεν, αὔξησιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὥσπερ καὶ ἡ προβολή· διαφέρει δὲ τῇ τάξει, τῷ | |
25 | ἐκεῖ μὲν ὡς ὁμολογουμένων αὐτῶν αὔξησιν γίνεσθαι, ἐνταῦθα δὲ μετὰ κατασκευῆς τιθέναι αὐτὰ, καὶ τρόπον τινὰ ἀνακεφαλαίωσιν εἶναι τῶν ἐν τῇ προβολῇ ῥηθέν‐ των τὴν πηλικότητα, καὶ ὅτι ἐκεῖ μὲν ἁπλῶς καὶ ὅσον ἐφάψασθαι τῶν περιστατικῶν χρώμεθα, ἐνταῦθα δὲ | |
30 | κατὰ πλάτος ἑκάστῳ τῶν περιστατικῶν χρώμεθα. | |
κγʹ. Τῶν κεφαλαίων ἁπάντων ἢ αὐξητικῶν ἢ ἀπο‐ | 431 | |
7.432 | δεικτικῶν ὄντων τὰ τῆς ὁρικῆς στάσεως ἀποδεικτικὰ κε‐ φάλαια ἐνταῦθα πεπέρανται· ἡ γὰρ πηλικότης ἤδη καὶ τὸ πρός τι οὐ πιστωτικὰ ἀλλ’ αὐξητικά. Καί τινες ἀπο‐ ροῦσι, τίνος ἕνεκα τὴν αὔξησιν διχῆ τεμόντες ἐν δυσὶ | |
5 | κεφαλαίοις διεῖλον, τὸ μέντοι πηλικότητα, τὸ δὲ πρός τι ὀνομάζοντες, καὶ οὐχ ὑφ’ ἓν μᾶλλον κεφάλαιον αὐτὴν προσηνέγκαντο, μίαν καὶ αὐτὴν οὖσαν· ἀπολογούμενος οὖν πρὸς τοῦτο Ἀθανάσιος ἔφη τοῦτό γε· καθάπερ δύο τῆς συγκρίσεως εἴδη, τὸ μὲν συγκριτικὸν, τὸ δὲ ὑπερθε‐ | |
10 | τικὸν καλούμενον, οὕτω καὶ τῆς αὐξήσεως κατὰ σύγκρι‐ σιν καὶ αὐτῆς προϊούσης δύο τρόπους, καὶ ἡ μὲν πηλι‐ κότης ἔχει τὸ ὑπερθετικὸν, τὸ δὲ πρός τι τὸ συγκριτι‐ κόν· ἀλλ’ εὑρεθήσεται ἀνεστραμμένη ἡ τάξις τῆς πηλι‐ κότητος ἡγουμένης τοῦ πρός τι· τάττεσθαι γὰρ ἔδει με‐ | |
15 | τὰ τὸ πρός τι τὴν πηλικότητα, εἴγε ὅτι τὸ μὲν πρός τι τὸ συγκριτικὸν ἔχει, τὸ δὲ ὑπερθετικὸν ἡ πηλικότης. τὸ γὰρ συγκριτικὸν πρῶτον φύσει τοῦ ὑπερθετικοῦ· ἀλλ’ οὗτός γε καὶ τὴν τάξιν ἀμείβει κατακολουθῶν ἑαυτῷ, ὡς ὕστερον εἰσόμεθα, καὶ τάττει μετὰ τὸ πρός τι τὴν | |
20 | πηλικότητα· ταῦτα μὲν οὖν ὁ Ἀθανάσιος καὶ Ἁρπο‐ κρατίων περὶ τῆς τῶν κεφαλαίων τάξεως ἀπεφήναντο· ὁ δὲ τεχνογράφος καὶ ὅσοι τοῦ λέγειν κοινωνοῦσιν αὐτῷ τὴν πηλικότητα τοῦ πρός τι καθάπαξ προτάττεσθαι βού‐ λονται, τὴν φύσιν τῶν κεφαλαίων ἀναθεωρήσαντες ἄμει‐ | |
25 | νον· δεῖ γὰρ πρότερον, φασὶ, τὴν ἑκάστου φύσιν κατα‐ μανθάνοντας οὕτω πρὸς ἕτερον ποιεῖσθαι παράθεσίν | |
τε καὶ ἀντεξέτασιν· οὗ γὰρ τὴν φύσιν οὐκ ἐπιστάμεθα, | 432 | |
7.433 | πῶς ἂν τοῦτο πρὸς ἕτερον παραβάλλοιμεν; διὰ μὲν οὖν τῆς πηλικότητος, φασὶν, αὐτὰ τὰ ἐφ’ ἑαυτῶν αὔξομεν τὰ πράγματα. διὰ δὲ τοῦ πρός τι ἑτέροις ἀντεξετάζον‐ τες, ὥστε τοῦ πρός τι ἡ πηλικότης προτακτέα, ἄν τε | |
5 | ἀπίθανος ἡ κατὰ τὸ πρός τι ἐξέτασις εἴη, ἄν τε πιθανὴ καὶ οὐ βίαιος· εἰ μὲν γὰρ ἀπίθανος εἴη, καὶ κατὰ τὸν λόγον Ἁρποκρατίωνος προτετάξεται· εἰ δὲ πιθανὴ, κα‐ τὰ τὸν προκείμενον φυσικὸν λόγον τὴν προτέραν ἐχέτω τάξιν ἡ πηλικότης. Καὶ τοσαῦτα μὲν περί τε τῆς φύσεως | |
10 | τῶν προκειμένων δυοῖν κεφαλαίοιν, μεταβησόμεθα δὲ ἐπὶ τὴν ἐργασίαν τῆς πηλικότητος, περὶ ἧς ἡμῖν καὶ τεχνολογεῖν πρόκειται. τὴν αὔξησιν τοίνυν ἐν τῇ πηλικό‐ τητι κατά τε τὸ ποιὸν καὶ τὸ ποσὸν ληπτέον. οἷον ὅτι πολλὰ ἐντεῦθεν ἡ πόλις ὠφεληθήσεται, ἢ τοὐναντίον | |
15 | βλαβήσεται, ἅπερ ἐστὶ κατὰ τὸ πόσον, ἢ ὅτι δημόσιον τὸ πραχθὲν καὶ κοινῇ τὴν πόλιν ὠφελοῦν ἢ βλάπτον ἢ ἰδιωτικόν τε καὶ ἐφ’ ἑνὸς ἀνδρὸς ἱστάμενον, ὅπερ ἐστὶ ποιότης· ταῦτα δὲ διὰ τῶν περιστατικῶν ἐκφέρειν προσ‐ ήκει, δεινοῦντας καὶ αὐξάνοντας τὸ πεπραγμένον, οἷον | |
20 | ἐκ τοῦ προσώπου, ἐκ τοῦ τόπου, ἐκ τοῦ χρόνου, ἐκ τῆς αἰτίας, ἐκ τοῦ τρόπου, ἐκ τῆς ὕλης, καθάπερ ἐν τῷ κα‐ τὰ Μειδίου Δημοσθένης ἐχρήσατο, ἐκ τοῦ προσώπου τὸ πεπραγμένον αὔξων, ὅτι χορηγὸν ὄντα ὕβρισεν, ἐκ τοῦ τόπου, ὅτι ἐν θεάτρῳ, ἐκ τῆς ὕλης, ὅτι τὴν ἱερὰν στο‐ | |
25 | λὴν ἀμπεχόμενον, καὶ διὰ τῶν ἐφεξῆς· ἔστι δὲ ἐπ’ αὐ‐ τῆς καταμαθεῖν τῆς λέξεως, φησὶ γὰρ οὕτως· „εἰ μὲν τοίνυν, ὦ Ἀθηναῖοι, μὴ χορηγὸς ὢν ταῦτα ἐπεπόνθειν ὑπὸ Μειδίου, ὕβριν ἄν τις μόνον κατέγνω τῶν πεπρα‐ γμένων αὐτῷ· νῦν δέ μοι δοκεῖ, κἂν ἀσέβειαν εἰ κατα‐ | |
30 | γινώσκοι, τὰ προσήκοντα ποιεῖν,“ καὶ τὰ ἑξῆς· καὶ διὰ | 433 |
7.434 | τούτων ὁ μὲν διώκων αὐξήσει τὸ πεπραγμένον, μειώσει δ’ αὖ πάλιν ὁ φεύγων· εἰ δέ τις λέγοι τὴν πηλικότητα μηδὲν διαφέρειν τῆς προβολῆς, εἴ γε κἀκείνη διὰ τῶν περιστατικῶν αὐξητικῶς ἐκφέρεται, μανθανέτω, ὡς τὴν | |
5 | προβολὴν διηγηματικῶς προάγομεν, μετρίως αὔξοντες καὶ ὅσον ἐπιψαῦσαι μόνον τῶν περιστατικῶν· τὴν γὰρ ἐντελῆ διὰ τούτων αὔξησιν ἐν τῇ πηλικότητι φυλάττομεν. ἔτι κἀκεῖνο προσήκει μαθεῖν, ὡς οὐ μόνον ἐν τῇ πηλι‐ κότητι τὴν αὔξησιν ποιούμεθα διὰ τῶν περιστατικῶν, | |
10 | πανταχοῦ δὲ κἂν ἐν πανηγυρικῷ κἂν ἐν συμβουλευτικῷ ἢ δικανικῷ αὐξῆσαι δέῃ, χρήσιμος ἡ τῶν περιστατικῶν ἐξέτασις. κδʹ. Τὴν μὲν οὖν φύσιν τοῦδε τοῦ κεφαλαίου καὶ τὴν τάξιν ἐντελῶς ἐν τῇ πηλικότητι παρεστήσαμεν· λεκτέον | |
15 | δὲ ἤδη περὶ τῆς ἐργασίας αὐτοῦ· ὡς μὲν οὖν συγκριτι‐ κὸν τὸ κεφάλαιον, αὐτὸς ἡμῖν ἐδήλωσεν ὁ τεχνικὸς εἰ‐ πὼν, διὰ τοῦτο πρός τι τὸ μεῖζον ἀποδείκνυσθαι. τὸ γὰρ μεῖζον σαφὲς ὅτι συγκριτικόν· τέσσαρες δὲ τῆς συγ‐ κρίσεως τρόποι. ἢ γὰρ πρὸς μεῖζον, ἢ πρὸς ἔλαττον, ἢ | |
20 | πρὸς ἴσον, ἢ πρὸς τὸ ἐναντίον ἡ σύγκρισις γίνεται, ἡ δὲ πρὸς τὸ ἐναντίον, ἡ σύγκρισις δηλονότι, κατὰ μόνην ποιότητα γίνεται, ἐπεί τοι κατὰ τὸ ποσὸν οὐχ οἷόν τε σύγκρισιν γενέσθαι κατὰ τὸ ἐναντίον· οὐδεὶς γὰρ ἂν εἴ‐ πῃ τὰ τέσσαρα τοῖς δέκα ἴσα καθεστάναι. οἱ δὲ λοιποὶ | |
25 | τῆς συγκρίσεως τόποι ποσότητες· τὸ γὰρ μεῖζον καὶ τὸ ἔλαττον ποσότητός ἐστι συνεχοῦς, τὸ δὲ ἴσον καὶ διακε‐ κριμένης· παντὸς τοίνυν ἀγῶνος δικανικοῦ ἢ κατὰ κρίσιν, τουτέστι κατὰ φυγὴν καὶ δίωξιν, ἢ κατὰ αἴτησιν γινο‐ μένου, ἐν τοῖς κατὰ κρίσιν ὁ μὲν διώκων κατὰ μεῖζον | |
30 | ποιεῖται τὴν σύγκρισιν, κατὰ δὲ τὸ ἔλαττον ὁ φεύγων, | 434 |
7.435 | οἷον ἐπὶ τοῦ κρινομένου ἱεροσυλίας. ὁ μὲν γὰρ φεύγων ἔλαττον ἱεροσυλίας ὑπάρχειν φησὶ τὸ πεπραγμένον τοῦ παρειμένου, τουτέστι τῆς ἱεροσυλίας, καὶ εἰ δυνήσεται ὅλως μεῖζον αὐτὸ ἀποφαίνεσθαι, μικρὸν ὕστερον ἐξετά‐ | |
5 | σομεν καὶ ἐν τοῖς κατὰ αἴτησιν τῶν ἀγώνων· ὁμοίως ὁ μὲν αἰτῶν τοῦ μείζονος, ὁ δὲ φεύγων ἀντέχεται τοῦ ἐλάτ‐ τονος· καθόλου γὰρ ἐπὶ τῶν κατὰ ἀξίωσιν ἐλέγετο, ὡς κατηγόρου μὲν τάξιν τὸν αἰτοῦντα ἐπέχειν, τὸν δὲ ἀντιλέγοντα φεύγοντος, ὡς ἐπὶ τοῦ φιλοσόφου τοῦ τὴν | |
10 | δωρεὰν αἰτοῦντος ἐφ’ οἷς τὸν τύραννον ἔπεισε κατα‐ θέσθαι τὴν τυραννίδα· μεῖζον γὰρ ὁ φιλόσοφος ἀποφα‐ νεῖ τὸ πεπραγμένον τὸ φόνου χωρὶς καταλελύσθαι τὴν τυραννίδα, ὁ δὲ ἀντιλέγων ἔλαττον τυραννοκτόνου· ἐν‐ ταῦθα μὲν οὖν χώραν ἔχει διὰ τοῦ πρός τι τὸ μεῖζον | |
15 | εἰσφερόμενον· ἐπειδὴ δὲ ἐπί τινων ἀπίθανός ἐστιν ἡ τοῦ πρός τι κατὰ τὸ μεῖζον ἐξέτασις, καθάπερ ἐπὶ τοῦ ἱερο‐ σύλου, πῶς γὰρ οἷόν τε λέγειν τὸ τὰ ἰδιωτικὰ ὑφελέσθαι χρήματα μεῖζον εἶναι τοῦ ἅψασθαι τῶν ἀναθημάτων αὐτῶν; καὶ ἔτι ἐπὶ τοῦδε τοῦ παραδείγματος· ἐξ ἡρῴου | |
20 | τις φιάλην ὑφείλετο, καὶ κρίνεται ἱεροσυλίας, οὐ γὰρ ἔνεστι λέγειν μεῖζον τὸ ἐξ ἡρῴου τι περιελέσθαι μᾶλλον ἢ ἐκ τοῦ τεμένους· λεκτέον ἤδη καὶ περὶ τῆς τοιούτων ἐργασίας· προσήκει τοίνυν ἐπὶ τῶν τοιῶνδε, φημὶ τῶν ἐχόντων ἀπίθανον τοῦ πρός τι τὴν κατὰ τὸ μεῖζον ἐξέ‐ | |
25 | τασιν, μὴ εὐθὺς ἐπὶ τὸ μεῖζον χωρεῖν, ἀλλὰ διὰ τῆς πη‐ λικότητος πρότερον καθ’ ἑαυτὸ τὸ πεπραγμένον αὐξή‐ σαντας, ἐν τῷ πρός τι μὴ ἀπὸ τοῦ μείζονος ἀλλ’ ἀπὸ τοῦ ἴσου ποιεῖσθαι τὴν σύγκρισιν. οὕτω γὰρ ἂν πιθα‐ | |
νὸς καὶ ἀβίαστος ὁ λόγος εἶναι δοκοίη. ἴσον γὰρ αὐτὸ | 435 | |
7.436 | καθιστάντες τῷ μείζονι καὶ αὔξησιν ποιούμεθα καὶ τὸ ἀπίθανον διαφεύγομεν, οἷον ἐπὶ τοῦ κρινομένου ἱεροσυ‐ λίας ἐπὶ τῇ τῶν ἰδιωτικῶν ὑφαιρέσει χρημάτων μὲν αὐτὸ τὸ πεπραγμένον αὐξήσει διὰ τῆς πηλικότητος. ἔπειτα | |
5 | οὕτως, μετὰ τὸ δεινῶσαι καὶ ἐπᾶραι τὴν πρᾶξιν, ἴσην τῇ τῶν ἀναθημάτων ὑφαιρέσει προάγειν αὐτὴν πειρασό‐ μεθα. πολλάκις δὲ μετὰ τὴν πρὸς τὸ ἴσον σύγκρισιν καὶ πρὸς τὸ μεῖζον βιασόμεθα προάγειν τὸ πεπραγμέ‐ νον, εὐπαράδεκτον ἐκ τοῦ ἴσου καὶ τὸ μεῖζον ἔχοντες, | |
10 | πλὴν εἰ μὴ πάνυ βίαιον ᾖ τὸ τοιοῦτο· τότε γὰρ ἡ πρὸς τὸ ἴσον ἱκανὴ ἔστω ἐξέτασις· παράδειγμα δὲ τοῦ καὶ πρὸς τὸ μεῖζον ἀναβαίνειν πολλάκις ἐκ τῆς ἰσότητος παρέχονται ὧδε· φιάλην τις ὑφελόμενος ἐξ ἡρῴου κρίνε‐ ται ἱεροσυλίας· ἐνταῦθα γὰρ, φασὶ, μετὰ τὸ ἴσον κατα‐ | |
15 | στῆσαι τὴν ἐκ τοῦ ἡρῴου τῆς φιάλης ὑφαίρεσιν τῇ ἱερο‐ συλίᾳ δυνήσεται καὶ κατὰ τὸ μεῖζον ἐπιχειρεῖν· καὶ τοι‐ οῦτό τι βιαιότερόν πως εὑρήκασιν ἐπιχείρημα, ὡς μεῖ‐ ζον τὸ ἐξ ἡρῴου τι περιελέσθαι μᾶλλον ἢ ἐκ τεμένους· οἱ μὲν γὰρ θεοί φασιν αὐτοὺς ἐξ ἁμαρτανόντων λαμ‐ | |
20 | βάνειν, τοῖς δὲ ἥρωσι δεῖ τῆς ἐκ τῶν δικαστῶν ἐπι‐ κουρίας. κεʹ. Ἤδη προλαβὼν ἐν τῇ καταριθμήσει τῶν κεφα‐ λαίων ἐδίδαξεν, ὅτι τοῦτο τὸ κεφάλαιον, ὅπερ ἐστὶν ἡ | |
ἀντίθεσις, οὐκ ἔστι τῶν ἀεὶ ἐμπιπτόντων, εἰπὼν ἀν‐ | 436 | |
7.437 | τιθέσεις ἔστιν ὅτε· γίνεται δὲ ἐκ τῶν ἀντιθετικῶν στά‐ σεων ὡς ἐπὶ ὁμολογουμένοις ἀτοπήμασιν· ὡς ὅταν εἴπῃ, ὅτι ἄξιος ἦν τοιαῦτα παθεῖν ἤ τι τῶν τοιούτων· οἷον ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος τοῦ εὐνούχου· ἐν‐ | |
5 | ταῦθα γὰρ μετὰ τὴν προβολὴν καὶ τὸν ὅρον καὶ τὸν συλλογισμὸν καὶ ἔτι μετὰ τὴν πηλικότητα καὶ τὰ πρός τι ἐπιφέρει τὴν ἀντίθεσιν, λέγων ὅτι ἄξιος ἦν ἀναιρεθῆ‐ ναι· τί γάρ μου τὴν γυναῖκα μοιχεύειν ἐπεχείρει; καὶ ἐνταῦθα μὲν ἐμπίπτει ἐν τῷ ἱεροσύλῳ οὐκέτι· καὶ ἵνα | |
10 | γνῶμεν πότε μὲν ἐμπίπτει, πότε δ’ οὒ, λεκτέον τῶν ὅρων τῶν μὲν κατὰ κρίσιν ὄντων τῶν δὲ κατὰ αἴτησιν, ἐν μὲν τοῖς κατὰ κρίσιν ἐμπίπτει· ἐπειδὴ γὰρ ἴδιον ἀντι‐ θέσεως τὸ τῷ ἀδικήματι φανερῶς ἀντιτιθέναι αἰτίαν εὔλογον, διὰ τοῦτο ἐν μὲν τῷ κατὰ κρίσιν ἔχει χώραν, | |
15 | ἐν δὲ τῷ κατὰ αἴτησιν οὒ, ἐπειδὴ ἐυεργέτημα, οὐκ ἀδί‐ κημα τὸ γενόμενον. καὶ ἄλλως τῶν ὅρων οἱ μὲν ἐξ εὐ‐ θείας ἔχουσι τὴν ζήτησιν, οἷον ὡς ἐπὶ τοῦ ὀρύξαντος τὸ κενοτάφιον, καὶ κρινομένου τυμβωρυχίας. ἐνταῦθα γὰρ ἐξ εὐθείας ἡ ζήτησις· κρίνεται γὰρ τυμβωρυχίας, καὶ | |
20 | τὸ ζήτημά ἐστιν, εἰ τυμβωρύχος. εἰ δ’ οὐκ ἐξ εὐθείας ἀλλ’ ἐφ’ ἕτερα ἡ ζήτησις χωρεῖ, δι’ ὧν τὸ κρινόμενον καταλαμβάνεται, οἷον ὡς ἐπὶ τοῦ τὸν εὐνοῦχον ἀνελόν‐ τος καὶ κρινομένου φόνου· ἐνταῦθα γὰρ τὸ μὲν κρινό‐ μενον ὁ φόνος ἐστὶ, ζητεῖται δὲ, εἰ μοιχὸς ὁ εὐνοῦχος, | |
25 | ὅθεν καὶ τὸ εἶναι ἀνδροφόνον κατασκευάζεται τὸν ἀνε‐ λόντα τὸν εὐνοῦχον· ἐπὶ τούτων οὖν, ἐφ’ ὧν οὐκ ἔστιν ἐξ εὐθείας ἡ κρίσις, ἐμπίπτει ἡ ἀντίθεσις, ἐφ’ ὧν καὶ τὰ τῆς τάξεως ἀντέστραπται· ὁ γὰρ φεύγων ἐν τοῖς τοι‐ ούτοις κατήγορος γίνεται, καὶ ὁ φεύγων γίνεται διώκων. | |
30 | ὅθεν ὁ μὲν φεύγων τὰ πεπραγμένα προβάλλεται λέγων. | |
εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ συγκατεκλίνετο τῷ γυναίῳ | 437 | |
7.438 | καὶ τὰς θεραπαινίδας διέφθειρε. ταῦτα δὲ ἀληθὴς τῆς μοιχείας ἐστὶν ἔλεγχος, ὁ δὲ διώκων ὑπὲρ τοῦ εὐνούχου ἀπολογούμενος εἰκότως τὰ παρειμένα προβάλλεται, ὅτι οὐκ ἔστι μοιχεία· πῶς γὰρ ἂν εὐνοῦχος μοιχεύσειεν, ὁ | |
5 | μὴ χρῆσθαι δυνάμενος, μηδὲ τὸ γένος ἀμφίβολον τῇ συν‐ ουσίᾳ ποιῶν; πρὸς ἃ τῷ συλλογισμῷ ὁ διώκων χρήσε‐ ται, μηδὲν διαφέρειν λέγων πρὸς τὸ εἶναι μοιχὸν, εἴτε δυνατὸς χρήσασθαι, εἴτε μή· τὴν γὰρ προαίρεσιν ἐξετά‐ ζειν δεῖ· εἶτα ἡ γνώμη τοῦ νομοθέτου κοινή ἐστιν, ὁ | |
10 | μὲν γὰρ διώκων ἐρεῖ, ὅτι ὁ νομοθέτης μοιχὸν οἶδε τὸν τῇ προαιρέσει τὰ τῶν μοιχῶν ἐπιτηδεύοντα, ὁ δὲ φεύγων ὑπὲρ τοῦ φόνου λύων τὴν αὔξησιν, εἰσάγει τὴν ἀντίθε‐ σιν ἀντεγκληματικὴν, ἄξιον εἶναι λέγων αὐτὸν τῆς τοι‐ αύτης τιμωρίας, ἣν λύει ὁ ἀντιλέγων τῇ μεταλήψει. | |
15 | κϛʹ. Τὰ μὲν πρὸ τούτου κεφάλαια τῶν ἀεὶ ἐμπιπτόν‐ των ἐστί· τοῦτο δὲ, φησὶ, ποτὲ μὲν ἐμπίπτει, ποτὲ δὲ ἐλλεῖπον φαίνεται. ἀλλ’ οὐκ ἀρκέσει, τοσοῦτον μόνον ἐπισημαίνεσθαι, προσθεῖναι δὲ ἀναγκαῖον τῷ λόγῳ τὴν περὶ τῆς εὑρέσεώς τε καὶ ἐλλείψεως αὐτοῦ μέθοδον, ὅπερ | |
20 | ἀνωτέρω ποιεῖ. Περὶ τῶν οὐκ ἀεὶ ἐμπιπτόντων ἡ ὁρικὴ στάσις πῆ μὲν καθαρῶς ἐφ’ ἑαυτῆς μένει, πῆ δὲ συμ‐ πλεκομένην ἔχει στάσιν ἑτέραν, ὥστε τὴν ὑπόθεσιν πρῶ‐ τον κατανοητέον, καὶ τὴν ὑποκειμένην παράστασιν, κἂν μὲν καθαρεύουσαν εὕρωμεν τῆς καθ’ ἑτέραν στάσιν ζη‐ | |
25 | τήσεως, πρόδηλον ὡς οὐκ ἂν ἐμπίπτοι ταῦτα τὰ κεφά‐ λαια, εἰ δὲ στάσεως ἑτέρας ἐνείη τις συμπλοκὴ, τῆς ἐπι‐ συμπλεκομένης στάσεως κεφάλαιον ἐμπεσεῖται, τουτέστιν ἀντιθετικὸν ἢ ἀντιληπτικόν· αὗται γὰρ καὶ μόναι τῷ ὅρῳ ἐπισυμπλέκονται· ἐπιδείξεται δὲ δὴ τὸ ἐντεῦθεν ὁ | |
30 | λόγος, καθ’ Ἡρόδοτον εἰπεῖν, καὶ πότε στάσεως ἑτέ‐ | 438 |
7.439 | ρας γίνεται συμπλοκή. ὁ τοίνυν ὅρος περὶ ὀνόματος ἀεὶ ποιούμενος τὴν ζήτησιν, καθάπερ ἐν τῇ μεθόδῳ δεδή‐ λωται, περὶ αὐτοῦ μόνου πᾶσαν συνίστησι ζήτησιν, ἢ ἄρχεται μὲν ἐξ ὀνόματος, ἐπαναχωρεῖ δὲ πρὸς ἕτερον ζήτη‐ | |
5 | μα, ἢ καὶ αὐτὸς ὁρικὸν, ἢ μιᾶς τῶν εἰρημένων στάσεων, τουτέστι τῶν ἀντιθετικῶν ἢ τῆς ἀντιλήψεως, καὶ τοῦτον προέρχεται τὸν τρόπον ἡ τῆς στάσεως συμπλοκή. τοῦ μὲν προτέρου, φημὶ τοῦ περὶ τὸ ὄνομα πᾶσαν ἑστάναι τὴν ζήτησιν, παράδειγμα ὅ τε φιλόσοφος ὁ τὸν τύραν‐ | |
10 | νον πείσας καταθέσθαι τὴν τυραννίδα, καὶ ὁ τὰ ἰδιωτι‐ κὰ χρήματα ἐξ ἱεροῦ παρελόμενος, εἶτα κρινόμενος ἱεροσυλίας· ἐν τούτοις γὰρ διὰ τέλους περὶ τοῦ ὀνόματος ἡ ζήτησις, πότερον ἱεροσυλία τὸ πεπραγμένον ἢ κλοπὴ, καὶ πότερον τυραννοκτονῆσαι τοῦτό γε, τὸ παῦσαι τὴν | |
15 | τυραννίδα ἢ ἕτερόν τι, δι’ οὗ καὶ τὸ πρότερον παρά‐ δειγμα τόδε. ἀπὸ κενοταφίου τις φιάλην παρείλετο καὶ κρίνεται ὡς τυμβωρύχος. ἐνταῦθα γὰρ ἡμῖν ἡ πρότερον ζήτησις γίνεται περὶ τοῦ πότερον τυμβωρύχος, ἢ ἕτερόν τι· προβαίνει δὲ ἡ ζήτησις ἐφ’ ἕτερον, δι’ οὗ καὶ τὸ | |
20 | πρότερον ἀποδείκνυται, ζητούντων ἡμῶν, εἰ κενοτάφιον ἁπλῶς τάφος ἐστὶν ἢ ἕτερόν τι παρὰ τὸν τάφον. τού‐ του γὰρ δεικνυμένου καὶ τὸ πρῶτον συναποδείκνυται, εἰ τυμβωρύχος ὁ κρινόμενος· ἔστιν οὖν ἐνταῦθα καὶ τὸ δεύτερον ζήτημα ὁρικὸν, καὶ διὰ τῶν τοῦ ὅρου κεφα‐ | |
25 | λαίων κατασκευάζεται· ἡ γὰρ ζήτησις λαμβάνει μὲν τὴν ἀρχὴν ἀπὸ τοῦ πότερον τυμβωρύχος ἐστὶν ὁ τὴν φιά‐ λην παρελόμενος ἐκ τοῦ κενοταφίου ἢ μή· προβαίνει δὲ ἡ ζήτησις ἀναγκαίως ἐπὶ τὸ δεύτερον, εἰ τὸ κενο‐ | |
τάφιον ἁπλῶς τάφος ἐστὶν καὶ περὶ αὐτὸ γίνεται ἡ κα‐ | 439 | |
7.440 | τασκευὴ πᾶσα· τούτῳ γὰρ, ὡς ἔφαμεν, ἐξ ἀνάγκης καὶ τὸ πρῶτον συναποδείκνυται· καὶ ὅτι ἐπαναχωρεῖ πρὸς ἕτερον ζήτημα πολλάκις ὁ ὅρος, δεδήλωται διὰ τοῦ πα‐ ραδείγματος, εἰ δὲ πρὸς ἕτερον ζήτημα ἐπαναχώρησις | |
5 | αὐτοῦ γίνεται, ἢ εἰς ὄνομα πράγματος, ἢ εἴς τι πρᾶ‐ γμα, ἢ εἰς πρόσωπον· ἂν μὲν οὖν εἰς ὄνομα πράγματος, ὁρικὴ πάλιν ζήτησις, καὶ χώραν οὐκ ἔχει τὰ ἀντιθετικὰ, ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματος· ἀπὸ κενοταφίου τις φιάλην παρείλετο καὶ κρίνεται ὡς τυμβωρύχος· ἐπ‐ | |
10 | αναχωρεῖ γὰρ ἐνταῦθα εἰς τὸ ζητεῖν ὄνομα πράγματος, τί ἐστιν ὁ τάφος, καὶ εἰ τὸ κενοτάφιον τάφος ἐστὶν, ὅπερ ἐστὶν οὐ πρόσωπον ἀλλὰ προσηγορία πράγματος. ἂν δὲ εἰς πρᾶγμα ἡ ζήτησις ὑποστρέφῃ, τηνικαῦτα αἱ ἀντιθετικαὶ τῶν στάσεων ἐμπίπτουσιν, ἂν δὲ εἰς πρόσω‐ | |
15 | πον ἐπαναχωροίη τὰ τῆς ζητήσεως, τότε ὡς ἐπὶ τὸ πλεῖ‐ στον μὲν ἀντίληψις εἴωθεν ἐμπίπτειν, ἔστι δὲ ὅτε καὶ ἀντίθεσις· τὸ δὲ τῆς ἐπισυμπλεκομένης στάσεως ἀν‐ άγκη συνευρεθῆναι κεφάλαιον· λεκτέον δὲ ἐπὶ παραδεί‐ γματος τὰς τῶν εἰρημένων στάσεων συμπλοκάς· καὶ | |
20 | πρῶτόν γε τὸ παρὰ τῷ τεχνικῷ παράδειγμα ἐκθήσο‐ μεν, ἔχον δυοῖν στάσεων συμπλοκὴν, ἀντιλήψεώς τε | |
καὶ μιᾶς τῶν ἀντιθετικῶν· εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ | 440 | |
7.441 | γυναικὶ ὡς μοιχὸν ἀπέκτεινε καὶ φόνου φεύγει· μετὰ γὰρ τὴν πρώτην ζήτησιν τὴν περὶ τοῦ, τίς ὁ μοιχός; πῆ μὲν ἀντιλήψεταί τινος ἐξουσίας ὁ φεύγων, μοιχὸν φάσκων ἀνῃρηκέναι, τοῦ νόμου τοῦτο παρέχοντος, πῆ δὲ ἀντεγ‐ | |
5 | καλέσει τῷ παθόντι ὡς ἀξίῳ παθεῖν ἃ πέπονθε· τί γὰρ εἰσελθὼν εἰς τὴν οἰκίαν τὸ γύναιον διέφθειρε, καὶ δῆλον, ὡς τὰ τούτων ἐμπεσεῖται πάντως κεφάλαια, τουτέστι τό τε ἀντιληπτικὸν καὶ τὸ ἀντεγκληματικὸν, πρόδηλον δὲ, ὡς ἀντιλήψεως εὑρισκομένης καὶ μετάληψις ἐμπεσεῖται. | |
10 | Λεκτέον δὲ καὶ τὰ τῶν λοιπῶν τριῶν ἀντιθετικῶν στά‐ σεων παραδείγματα· ἐπετράπη στρατηγοῖς δυσὶ τὰ τοῦ πολέμου, τῷ μὲν φυλάττειν τὰ τείχη, τῷ δὲ μάχεσθαι τοῖς πολεμίοις· ὁ τεταγμένος ἐπὶ τῆς μάχης γενομένης ἥττης ἐπὶ τὸ τεῖχος κατέφυγεν, ὁ δὲ οὐ μόνον αὐτῷ τὰς | |
15 | πύλας οὐκ ἀνέῳξεν, ἀλλὰ καὶ εἶπεν, ἀπελθὼν μάχου· ἐμβαλόντος αὖθις ἐκείνου τοῖς πολεμίοις νίκη γέγονε καὶ ἀμφισβητοῦσιν ἑκάτερος τοῦ γέρως· ἡ μὲν οὖν πρώτη ζήτησις ἡ ὁρικὴ, τί τὸ νικᾷν τοὺς πολεμίους ἐστὶ, πότε‐ ρα τὸ προτρέπειν ἐπὶ τὸν πόλεμον καὶ εἰς ἀνάγκην περι‐ | |
20 | στῆσαι πρὸς μάχην ἑλέσθαι ἢ τὸ αὐτοχειρίᾳ τοῖς πολε‐ μίοις διαμάχεσθαι· ἡ δὲ δευτέρα, κατὰ ἀντίστασιν λέ‐ γοντος τοῦ στρατηγοῦ, ὡς τὴν φυγὴν ἐξεπίτηδες ἑλό‐ μενος εἴη, ἵνα τῶν πολεμίων ὡς ἐπὶ νίκῃ ἀφράκτων γε‐ νομένων ἐπικρατέστερον τὸ στράτευμα γένηται, καὶ ἔστι | |
25 | τὸ τοιοῦτον ἀντιστατικὸν διὰ τοῦ δοκοῦντος ἀτόπου, μεῖζον εἰσφέροντος εὐεργέτημα τοῦ στρατηγοῦ· ἔστι οὖν αὕτη δευτέρα ζήτησις ἀντιστατικὴ, πότερα ἄκων ἢ ἑκὼν ἔφυγε· τρίτον δὲ ἐπὶ τούτοις ἐμπίπτει τὸ συγγνωμονι‐ κὸν, παραιτουμένου συγγνώμην ἐπὶ τῇ προτέρᾳ ἥττῃ τοῦ | |
30 | στρατηγοῦ καὶ τῇ τύχῃ ἀνάπτοντος· ἡ μὲν οὖν τῆς ἀν‐ τιστάσεώς τε καὶ τῆς συγγνώμης πρὸς τὸν ὅρον συμ‐ πλοκὴ διὰ τοῦ προκειμένου δεδήλωται παραδείγματος. | |
λείπεται δὲ καὶ τῆς μεταστάσεως ἔτι δοῦναι παράδειγμα. | 441 | |
7.442 | Δημοσθένης παρὰ Φιλίππῳ λέγων πρεσβείαν ἐξέπεσε καὶ κρίνεται ὑπὸ Αἰσχίνου δειλίας· τὸ μὲν γὰρ πρῶτον ζή‐ τημα ὁρικὸν, προτεινομένου τοῦ ῥήτορος, ὡς οὐκ εἴη τοῦτο δειλία· οὐ γὰρ ὅπλου ἀποβολὴ γέγονεν, οὐ μάχης | |
5 | φυγὴ, οὐ τοιοῦτον οὐδέν· ἔπειτα καὶ τῷ μεταστατικῷ χρήσεται λέγων, ὡς εἰ καὶ δειλία τὸ τοιοῦτον εἴη, τὴν αἰτίαν ὁ Φίλιππος ἐχέτω τῶν λόγων, οὐχ ἡδέως οὐδ’ εὐ‐ νοϊκῶς ἀκροώμενος καὶ διὰ τοῦτο τοῦ ἐκπεσεῖν γενόμενος αἴτιος, ὁ Φιλοκράτης τυχὸν παρεστὼς καὶ τῶν λεγομέ‐ | |
10 | νων καταγελῶν. κζʹ. Διπλῆ τίς ἐστιν ἡ ποιότης, ἡ μὲν τοῦ προσώ‐ που ἰδία, περὶ ἧς λέξομεν, ἡ δὲ κοινὴ παντελῶς καὶ ἐπι‐ λογικὴ, ἐν ᾗ οἱ ἐπίλογοι τάττονται· τοῦ γὰρ ὅρου ἐκ πε‐ πραγμένου καὶ λείποντος ὄντος, διὰ μὲν τῶν πρώτων κε‐ | |
15 | φαλαίων τῶν ἀγωνιστικῶν συνεισάγομεν εἰς ταὐτὸν τὰ πεπραγμένα τοῖς παρειμένοις, διὰ δὲ τῶν ἑξῆς αὔξομεν τὰ παρειμένα, ἔτι δὲ λειπούσης ἡμῖν εἰς ἔλεγχον τῆς τοῦ κρινομένου ποιότητος, εἰκότως πρὸς ἀναπλήρωσιν τῆς ὅλης ἀποδείξεως παραλαμβάνεται ἡ ποιότης αὕτη, φυ‐ | |
20 | λαττομένης κοινῆς ποιότητος τοῖς ἐπιλόγοις· μεταξὺ δὲ ἀγώνων καὶ ἐπιλόγων ἐστὶν ἡ ποιότης αὕτη, πιστουμένη μὲν τὰς τῶν νῦν πραγμάτων δείξεις διὰ τοῦ φανέντος βίου, ὁδὸς δὲ τῇ κοινῇ ποιότητι ἤτοι τοῖς ἐπιλόγοις γι‐ νομένη, οὐχ ὥσπερ δὲ ἐν τῷ στοχασμῷ διὰ τῆς βουλή‐ | |
25 | σεως κατασκευάζομεν τὸ ἔγκλημα, καὶ ἔστι σχεδὸν τὸ συνεκτικώτατον τῶν κεφαλαίων, ἡ δὲ βούλησις οὐκ ἄλ‐ λως ἢ διὰ τῶν ἐγκωμιαστικῶν κεφαλαίων προέρχεται· ἐν δὲ τῷ ὅρῳ φορᾶς ἕνεκα παραλαμβάνεται, βεβαι‐ ούσης τὴν προλαβοῦσαν διὰ τῶν κεφαλαίων ἀπόδειξιν· | |
30 | ὥστε ἐν μὲν τῷ στοχασμῷ ἡ ποιότης ἐστὶ κατασκευαστι‐ | |
κή· ἐν δὲ τῷ ὅρῳ βεβαιωτική· παρακολουθοῦντα δὲ τῷ | 442 | |
7.443 | προσώπῳ εἰσὶ τὰ ἐγκωμιαστικὰ κεφάλαια· τὸ γένος, ἡ ἀγωγὴ, τὰ ἐπιτηδεύματα, αἱ πράξεις. κηʹ. Πολλὴ περὶ τῆς ποιότητος ἡ ζήτησις, πότε‐ ρον κεφάλαια τῶν ἀγώνων ἐστὶν ἢ ἐπίλογοι, ὥσπερ ἡ | |
5 | κοινὴ ποιότης ἐν τῷ στοχασμῷ· ὁ μὲν γὰρ Μινουκιανὸς ἐν ἐπιλόγοις τάττει φανερῶς τὴν ποιότητα, Μητροφά‐ νης δὲ τοὐναντίον ἐν κεφαλαίοις τῶν ἀγώνων· φησὶ γὰρ αὐτὴν περὶ τὸ μέγιστον τῆς ὑποθέσεως χρήσιμον γίνε‐ σθαι, τουτέστι περὶ τὸ ἀναπληρῶσαι τὸ ἐν τῷ ὅρῳ ἐλ‐ | |
10 | λεῖπον· παντὸς γὰρ, ὡς ἔφαμεν, ὅρου τὸ μὲν λείπει, τὸ δὲ πέπρακται· τὸ τοίνυν λεῖπον διὰ τούτου, φησὶ, μά‐ λιστα προσαναπληροῦται· πῶς οὖν ἂν, φησὶν, ἔξω τῶν κεφαλαίων τάττοιτο, εἰ καὶ τὸ μέγιστον τῶν ἀγώνων ἐν τούτῳ κατορθοῦται; ποιεῖ οὖν τοιαύτην τινὰ διαίρεσιν | |
15 | τῆς ποιότητος· χωρίζων τὸ προκείμενον κατὰ ταὐτὸν κε‐ φάλαιον ἐκ τῆς ἐν τῷ στοχασμῷ κοινῆς ποιότητος, κα‐ θόλου, φησὶν, ἡ ποιότης ἢ κοινὴ κατὰ πάντων ἐστὶν, ἢ ἰδία τινὸς ὑποκειμένου προσώπου, ἡ μὲν κοινὴ κατὰ πάντων αὐξητική τέ ἐστιν καὶ ἐν ἐπιλόγοις τετάξεται, | |
20 | παραλαμβάνεται γὰρ ἐν αὐτῇ καὶ ὁ κοινὸς τόπος, ὃς ἀναμφιλέκτως ἐστὶν ἐπιλογικὸς, οὐδὲν ἕτερον ἢ κοινὴν αὔξησιν ἔχων κατὰ παντὸς φονέως τυχόν· ἡ δὲ ἰδία ποι‐ ότης τοῦ ἐν τῇ ὑποθέσει κρινομένου προσώπου κεφάλαι‐ όν ἐστιν ἴδιον, φησὶ, τοῦ ὅρου, χρήσιμον τῷ παντὶ | |
25 | σχεδὸν τῆς ὑποθέσεως· ἐν παντὶ γὰρ, ὡς ἔφαμεν, ὅρῳ πεπραγμένου τινὸς ὄντος καὶ λείποντος, τὸ λεῖπον εἰς ταὐτὸν ἄγειν τῷ πεπραγμένῳ πειρώμεθα, καὶ τοῦτο ἡ‐ μῖν ἐστιν, ὡς εἰπεῖν, τοῦ παντὸς ἀγῶνος κεφάλαιον. διό‐ | |
περ οὐκ ἀρκέσει πρὸς τὴν τούτου κατασκευὴν ἡ διὰ τῶν | 443 | |
7.444 | ἐνθυμημάτων ἀπόδειξις· βιαιοτέρα πως καθεστηκυῖα, πι‐ θανὴ δὲ μᾶλλον· πρὸς τούτοις ἑτέρων τινῶν δεησόμεθα. ταῦτα δέ ἐστι τὰ ἤδη πεπραγμένα τε καὶ προβεβιωμένα τῷ κρινομένῳ προσώπῳ, ἵνα τὸν παρελθόντα βίον συμ‐ | |
5 | βαίνοντα τῷ νῦν ἐγκλήματι δείξωμεν, ὅπερ ἐστὶν ἡ ποι‐ ότης· οἷον εἰ τὸν ἱερόσυλον κρινόμενον ἐπιδείξομεν καὶ πρότερον ἰδιωτικὰ πολλάκις ὑφελόμενον ἢ περὶ λῃστείαν ἐσχολακότα· πιθανώτερον γάρ πως ἐκ τούτων ἱεροσυλία τὸ νῦν ἔγκλημα φανεῖται· καὶ ἔτι ἐπὶ τοῦ φιλοσόφου τοῦ | |
10 | πείσαντος τὸν τύραννον καταθέσθαι τὴν τυραννίδα τὸν πρότερον ἐξετάζοντες βίον καὶ τὸν ὕστερον προκείμενον εὐπαράδεκτον ἕξομεν, οἷον ὅτι πάντα τὸν βίον τὰ λυσι‐ τελοῦντα τῇ πόλει διαπράξας φαίνεται· ὥς γε καὶ τοῦ‐ το ἐξ ἀρχῆς τῶν ἐπιτηδευμάτων προείλετο, δι’ οὗ τοὺς | |
15 | νέους ὑμῖν ἀμείνονας καταστήσει, τῆς ἐλευθερίας ἐφιε‐ μένους, ἀλλὰ μὴ τυράννων ἀκρασίαις δουλεύοντας, μηδὲ ἐκδιδομένους ταῖς ἡδοναῖς· διαιρεῖται δὲ τριχοῦ κατὰ τοὺς χρόνους ἡ ποιότης, κατὰ τὸν παρελθόντα καὶ τὸν ἐνεστῶτα καὶ ἔτι τὸν μέλλοντα· κατὰ μὲν τὸν παρελθόν‐ | |
20 | τα, ὥσπερ ἐδείξαμεν, κατὰ δὲ τὸν ἐνεστῶτα τὴν ἐπὶ τῆς ὑποκειμένης πράξεως ἐξεταζόντων ἡμῶν ποιότητα, κατὰ δὲ τὸν μέλλοντα, οἷον εἰ λέγομεν, τίς ἔσται φυγὼν, καὶ τὸ παρὸν διακρουσάμενος· τὴν δὲ κατὰ τὸν μέλλοντα ἐξ‐ έτασιν διχῆ κατὰ τὸ ἀποτελούμενον ἐκ τῆς τοιᾶσδε κρί‐ | |
25 | σεως βλάβος ἢ ὠφέλιμον διαιροῦμεν, πῆ μὲν κοινὸν καὶ εἰς ἅπαντας ἧκον δεικνύντες τὸ ἀδίκημα, πῆ δὲ ἐπ’ αὐ‐ τοῦ διαμένον τοῦ κρινομένου· κοινὸν μὲν διὰ τῆς μι‐ μήσεως, ὅτι πολλοὶ μιμήσονται τὴν πρᾶξιν τῷ μὴ τι‐ μωρίαν ὑποσχεῖν αὐτὸν ὧν ἥμαρτεν, ἴδιον δὲ ἐξ αὐ‐ | |
30 | τοῦ τοῦ κρινομένου· οἷον εἰ λέγοιμεν, ὡς νῦν ἐκφυγὼν τὴν τιμωρίαν ἐπὶ τῶν αὐτῶν ἔσται πάλιν· ληπτέον δὲ | |
τὴν ποιότητα κατὰ τὰς τῶν προσώπων διαφορὰς καὶ | 444 | |
7.445 | τὰ παρακολοθοῦντα τούτοις, ἡ δὲ τῶν προσώπων διαί‐ ρεσις εἴρηται μὲν καὶ ἀνωτέρω· κἀνταῦθα δὲ πάλιν δι‐ εῖλεν ὁ τεχνικὸς τὸν λόγον ἐπαναλαβών· τῶν γὰρ προσ‐ ώπων, φησὶ, τὰ μὲν ὡρισμένα ἐστὶ, τὰ δὲ ἀόριστα· καὶ | |
5 | αὖ πάλιν τῶν ἀορίστων τὰ μὲν παντελῶς ἀόριστα, τὰ δὲ κρίσιν ἐπιδεχόμενα, ἅπερ ἀνωτέρω κατὰ τὴν τῶν προσώπων τεχνολογίαν πρός τι ὠνόμασαν· τὰ μὲν οὖν ὡρισμένα διὰ τῶν ἐγκωμιαστικῶν χρὴ τόπων διεξιέ‐ ναι, λέγων δὲ τῶν ἐπιβαλλόντων τῷ ὑποκειμένῳ, οὐ γὰρ | |
10 | ἅπασιν ἐντελῶς τοῖς ἐγκωμιαστικοῖς τόποις χρηστέον, | 445 |
7.446 | τὰ δὲ ἀόριστα καὶ κρίσιν ἐπιδεχόμενα, τουτέστι τὰ πρός τι διὰ τῆς ἀπ’ αὐτῶν καθολικῆς ποιότητος· οἷον περὶ τῶν πατέρων, ὅτι φιλόστοργοι καὶ χρηστοί· περὶ τῶν νέων, ὅτι θρασεῖς καὶ πρὸς πάντα ὁρμᾷν ἕτοιμοι, πε‐ | |
5 | ρὶ δὲ τῶν πλουσίων, ὅτις ἀλαζόνες καὶ ἐπηρμένοι διὰ τὴν τύχην· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· καθάπερ ἐπὶ τῶν προσώπων ἰδίᾳ τετεχνολόγηται· εἰ δὲ ἀόριστον παν‐ τελῶς εἴη τὸ πρόσωπον ὥσπερ τὸ τίς, οὐδὲ τότε ἄποι‐ ον ἡμῖν καταληφθήσεται, ἀλλ’ ἐκ τοῦ ὑποκειμένου πρά‐ | |
10 | γματος ἀναπλάσομεν ποιότητά τινα τοῦ δεδρακότος προσ‐ ώπου, οἷον εἰ φαῦλον εἴη τὸ πρᾶγμα, παραπλησίαν καὶ τῷ προσώπῳ ποιότητα περιθήσομεν, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· παρίσταταί τις νεοσφαγεῖ σώματι ξί‐ φος ἔχων, καὶ κρίνεται φόνου· ἔχομεν γὰρ ἐκ τοῦ παρ‐ | |
15 | εστάναι τὸ ἀπάνθρωπον καὶ ὀργίλον τοῦ ἤθους ἀνα‐ πλάττειν, ὡς οὐδὲ μετὰ τὴν σφαγὴν ἐκεκόρεστο τῆς ὀρ‐ γῆς, καὶ ὅσα τοιαῦτα· εἰ δ’ αὖ χρηστὸν εἴη τὸ πεπρα‐ γμένον, χρηστὴν καὶ τὴν ποιότητα τοῦ προσώπου ληψόμε‐ θα καὶ τοῦτον τὸν τρόπον εὐποροῖμεν ἂν καθάπαξ τῆς | |
20 | τῶν προσώπων ποιότητος· τοσαῦτα περὶ τῆς ποιότητος εἰρήσθω, ἣν ὁ μὲν Μινουκιανὸς ἐν ἐπιλόγοις τάττει, ὁ δὲ Μητροφάνης κεφάλαιον εἶναι τῶν ἀγώνων ἐκδέχε‐ ται, διαμαρτόντε ἄμφω τοῦ δέοντος· ὡς μὲν γὰρ οὐκ ἂν εἴη κεφάλαιον ἀγωνιστικὸν, σκέψαιτο ἄν τις ἐντεῦ‐ | |
25 | θεν οὐ χαλεπῶς· καθόλου τὰ κεφάλαια τῆς ὑποκειμένης ὑποθέσεως ἐκβαίνειν οὐ βούλεται, ἄν τε αὐξητικὰ εἴη, ἄν τε πρὸς ἀπόδειξιν κομιζόμενα· οὐ γὰρ ἐν τῷ πρός τι ἢ τῇ πηλικότητι, ἅπερ ἐστὶν αὐξητικὰ κεφάλαια, κα‐ θολικὴν ποιούμεθα αὔξησιν, ἀλλὰ μερικὴν καὶ πρὸς τὴν | |
30 | ὑποκειμένην ὑπόθεσιν, ἡ δὲ ποιότης, περὶ ἧς νυνὶ πρό‐ κειται λέγειν, οὐ περὶ τὴν ὑπόθεσιν ἕστηκε, πῶς γὰρ | |
ἂν τὰ ἔξωθεν τοῦ προκειμένου βιαζομένη καὶ περιερ‐ | 446 | |
7.447 | γαζομένη; τῶν γὰρ ἤδη βεβιωμένων ἐξετασμὸν ποιεῖται, ὁ δὲ δικαστὴς οὐ περὶ τοῦ παντὸς βίου ἐξετάσων εἰσ‐ ῆλθεν, ἀλλὰ περὶ τῆς ἐφ’ ᾗ κρίνεται πράξεως, πῶς οὖν ἡ ποιότης ἀγωνιστικὸν κεφάλαιον τῆς ὑποθέσεως ἐκβαί‐ | |
5 | νουσα; ἀλλὰ φήσει τις τοῦ ἀγῶνος ἐντεῦθεν κατορ‐ θοῦσθαι τὸ μέγιστον, ὅπερ ἔφην ἀνωτέρω, καὶ ὅτι συν‐ τελεῖ πρὸς τοὺς ἀγῶνας καὶ τὴν τοῦ παντὸς λόγου κα‐ τασκευὴν, διὰ γοῦν τοῦτο μετὰ τῶν κεφαλαίων ταχθή‐ σεται· πρὸς ὃ ῥητέον, ὡς οὐδὲ ἡ κοινὴ ποιότης μάτην | |
10 | παραλαμβάνεται, συντελεῖ δέ τι πρὸς τὸν ἀγῶνα, καίτοι οὐ κεφάλαιον ἡ κοινὴ ποιότης, ἀλλ’ ἐπίλογος, ὅλως δὲ καὶ τὰ προοίμια καὶ τοὺς ἐπιλόγους οὐ μάτην, ἀλλ’ ἕνε‐ κα τῶν ἀγώνων παραλαμβάνομεν· ὡς μὲν οὖν οὐ κεφά‐ λαιόν ἐστιν, δῆλον ἐντεῦθεν, ὡς δ’ αὖ πάλιν οὐ κατὰ | |
15 | Μινουκιανὸν ἐν ἐπιλόγοις, καθάπερ ἡ κοινὴ ποιότης, σαφὲς ἤδη γιγνέσθω· τῆς γὰρ κοινῆς τουτέστι τῶν ἐπι‐ λόγων αὔξησιν μόνον ἢ ἀνακεφαλαίωσιν ἐχόντων, ἡ νῦν προκειμένη ποιότης οὐκ αὐξητικὴ μόνον ἀλλὰ πιστωτικὴ γίνεται· ἐκ γὰρ τῶν ἤδη πεπραγμένων ἀποδείκνυσθαί | |
20 | πως τὰ παρόντα δοκεῖ· τὸ δὲ οὐκ ἀποδεικτικὸν ὁ ἐπί‐ λογος· ποῦ τοίνυν ἔτι ταχθήσεται, τῶν κεφαλαίων καὶ τῶν ἐπιλόγων ἐκβεβλημένη; ἦ δῆλον ὡς τὴν μεταξὺ τούτων ἀπολήψεται τοῖς ἐπιλόγοις ἁρμόττουσα, καὶ οὐδὲ μεθ’ ἑτέρου τάττεσθαι δυναμένη τῷ κοινωνεῖν ἑκατέ‐ | |
25 | ρων· ἔστι τοίνυν ἡ ποιότης ἐπιχειρημάτων συναγωγὴ με‐ ταξὺ πεπτωκότων ἐπιλόγου καὶ ἀγῶνος· ταὐτὸν δὲ καὶ περὶ τῆς γνώμης φαίημεν ἄν· συνδιαλαμβάνεται γὰρ καὶ αὕτη, καθάπερ ἐδείξαμεν, τῇ ποιότητι· τὰς γὰρ ἐπαι‐ νουμένας τῶν πράξεων διαβάλλειν καθ’ ἑαυτὰς οὐ δυνά‐ | |
30 | μενοι διὰ τῆς γνώμης τοῦ πεπραχότος κατηγορήσομεν· | 447 |
7.448 | τοὺς δὲ ἐπιλόγους ἐπὶ τῆς κοινῆς ἐμάθομεν ποιότητος, περὶ ἧς ἡμῖν ἐν τῷ στοχασμῷ τετεχνολόγηται· κοινὴν γὰρ ποιότητα διὰ τούτων ἔφην ὠνομάσθαι τοὺς ἐπιλό‐ γους, ἐπεὶ κοινοὶ πασῶν τῶν στάσεων φαίνονται. | |
5 | κθʹ. Ἐὰν, φησὶν, ᾖ κύριον τὸ πρόσωπον, οὗ ἡ ποι‐ ότης ὥρισται ἐν ταῖς ἱστορίαις, τὰς κατασκευὰς καὶ ἀ‐ φορμὰς ληψόμεθα ἀπὸ πάντων τῶν ἐγκωμιαστικῶν· καὶ ταύτην ἐργαζόμεθα τὴν ποιότητα κατὰ τοὺς τρεῖς χρό‐ νους, κατὰ τὸν παρῳχημένον, κατὰ τὸν ἐνεστῶτα, κατὰ | |
10 | τὸν μέλλοντα· κατὰ τὸν παρῳχημένον λέγοντες, ὅσα τοῖς ἀπὸ γένους, εἴπερ εἴη κύρια, οἷον τὸ εἰπεῖν, οὐ χρὴ διά γε αὐτὸν σώζεσθαι, οὐδὲ γὰρ χρηστὸν τὸ γένος· εἰ δὲ καὶ τῶν εὐπατριδῶν τις ἦν, μειζόνως αὐτὸν ἔδει κολά‐ ζειν, ὅτι ἐκ τοιούτων γεγονὼς καὶ τοιαῦτα ἔχων τὰ πα‐ | |
15 | ραδείγματα, καὶ ἑαυτὸν καὶ τὸ γένος κατῄσχυνε, καὶ ὅσα ἀπὸ τῆς τοῦ προσώπου ποιότητος ἐμπίπτει ἐξ ἱστορίας, ἢ ἐξ ἄλλου τινὸς τρόπου· κατὰ δὲ ἐνεστῶτα ἐξετάζοντες, ἐφ’ οἷς νῦν κρίνονται· κατὰ δὲ τὸν μέλλοντα στοχαστι‐ κῶς προαγόμενοι, στοχαστικὴ γὰρ ἡ τοιαύτη κατα‐ | |
20 | σκευὴ, τὸ ἐκ τῶν πεπραγμένων τὰ μὴ πεπραγμένα ἐλέγ‐ χειν· λέξομεν γὰρ, ὅτι ποῖον ἐλπίζειν δεῖ γεγενῆσθαι τὸν κατηγορούμενον ἀπὸ τῶν νῦν ἀπ’ αὐτοῦ πεπραγμένων, οὕτω καὶ Δημοσθένης τὸ κεφάλαιον κατὰ τὴν εἰρημένην μέθοδον προχειρισάμενος, πρῶτον μὲν διαβάλλων ἀπὸ | |
25 | τοῦ γένους τὸν Μειδίαν βάρβαρον αὐτόν φησι καὶ οὐ‐ δὲ γνήσιον εἶναι, ἀλλ’ ἐξ ἑταίρας ὑποβληθῆναι τῷ πα‐ τρὶ, ἔπειτα καὶ ἀπὸ τῶν πεπραγμένων διέβαλε καὶ εἰς τὸν μέλλοντα χρόνον ἐλθὼν ἔφη, δεῖν πλέον ὀργισθῆναι ἐφ’ οἷς μέλλει ποιεῖν, ἢ ἐφ’ οἷς διεπράξατο, εἰ τὴν | |
30 | παροῦσαν ἐκφύγοι δίκην· ἰστέον δὲ, ὅτι ἐν τούτῳ τῷ | |
κεφαλαίῳ καὶ παραδείγμασι χρησόμεθα τοῖς ἐμπίπτου‐ | 448 | |
7.449 | σιν, ἐντεῦθεν ἐξαίροντες τὸ ἔγκλημα, ὡς καὶ αὐτὸς Δη‐ μοσθένης· εἰπὼν γὰρ περὶ τοῦ Μειδίου, ὅτι βάρβαρος καὶ ὅσα ἕτερα περὶ αὐτοῦ εἴρηκε, παρήνεγκε τὸν Ἀλκι‐ βιάδην, πανταχόθεν αὐξήσας τὴν ἐκείνου ποιότητα, εἰ‐ | |
5 | πὼν, ὅτι ἐκ προγόνων ἐφύλαττε πρὸς τὸν δῆμον τὴν εὔ‐ νοιαν καὶ ὅσα περὶ αὐτοῦ εἶπεν. λʹ. Μετὰ τοῦτο τὸ κεφάλαιον ἕπεται ἡ γνώμη, καθ’ ἣν ἐξετάσομεν, τί βουλόμενος ἐπὶ τούτῳ κεχώρηκεν, ὥσ‐ περ ἐπὶ τοῦ τὸ κενοτάφιον ὀρύξαντος· ἐρεῖ γὰρ ὁ κατή‐ | |
10 | γορος, ὅτι ἐπὶ τούτῳ πάντως παρεγένετο, ἐλπίζων μετὰ τοῦ κειμένου εὑρεῖν τι τῶν εἰωθότων τοῖς οἰχομένοις συν‐ θάπτεσθαι, ἐμπίπτει δὲ καὶ ἐν τοῖς κατ’ αἴτησιν, οἷον ὡς ἐπὶ τοῦ φιλοσόφου· ἐρεῖ γὰρ, ὅτι βουλόμενος τὴν πό‐ λιν ὡς ἀληθῶς κινδύνων ἐξελεῖν, ἅπερ εἴωθε συμβαίνειν | |
15 | τοῖς καινοτέροις τῶν ἔργων, τούτῳ τῷ τρόπῳ μετῆλθε· ταῦ‐ τα δὲ τὰ κεφάλαια ὥσπερ ὁ κατήγορος μεταχειριεῖται, οὕτω καὶ ὁ φεύγων εἰς τοὐναντίον αὐτῷ περιάγων καὶ πρὸς τὸ λυσιτελοῦν μεταφέρων τοὺς λόγους· ἐρεῖ γὰρ ἀπὸ μὲν τῆς ποιότητος, ὅσα ἐμπίπτει ἀπὸ τοῦ γένους καὶ τῶν ἄλλων | |
20 | παρεπομένων, καὶ ὅτι συκοφάντης ὢν τὸν ἀγῶνα τοῦ‐ τον πεποίηται· καὶ ἐν τῷ κατ’ αἴτησιν ἐρεῖ, ὅτι εἰδὼς τὴν τυραννίδα καὶ ἐπισφαλῆ καὶ κίνδυνον τοῖς ἔχουσι φέρουσαν, ἅμα δὲ καὶ δεδιὼς, μὴ συνειδότος κριθείη, τὸν τύραννον ἔπεισε καταθέσθαι τὴν δυναστείαν· γνώ‐ | |
25 | μην οὖν ἐνταῦθα καλεῖ τὴν τοῦ πεπραγμένου αἰτίαν, τίνος ἕνεκα καὶ διὰ τί τόδε ἔπραξε, καὶ ζητήσει αἰτίαν εὐπρόσωπον, ἥτις παρὰ τοῦ κατηγόρου μὲν κινεῖται, λύ‐ εται δὲ ὑπὸ τοῦ φεύγοντος χρώματι, οἷον ἐπὶ τοῦ ἱερο‐ σύλου· ἀλλ’ εἴπερ μὴ ἱεροσυλεῖν ἐβούλου, τίνος ἕνεκεν | |
30 | οὐ πρὸς ἰδιώτου παρελθὼν οἰκίαν ἐλῄστευσας· ὁ δὲ φεύγων πρὸς τὴν αἴτησιν τῆς γνώμης κινήσει χρῶμα | |
συγγνωμονικὸν, ὡς λαθεῖν ἤλπιζον μᾶλλον ἐξ ἱεροῦ χρή‐ | 449 | |
7.450 | ματα λαμβάνων· κινήσει δὲ ὁ φιλόσοφος γνώμην· πρῶ‐ τος γὰρ λέγων κατηγόρου τάξιν ἐπέχει, ὁ δὲ ἀντιλέ‐ γων τὴν τοῦ φεύγοντος, ἀλλ’ εἴπερ μὴ καθελεῖν ἔσπευ‐ δον τὴν τυραννίδα, τίνος ἕνεκεν ἐμαυτοῦ περιφρονήσας | |
5 | ἐπὶ τὴν ἀκρόπολιν ἐχώρουν, καὶ λόγοις ἐλαύνειν τὸν τύ‐ ραννον ἐπειρώμην; ὁ δὲ ἀντιλέγων πρὸς ταῦτα κινήσει χρῶμα οὐ κατὰ διάνοιαν τοιάνδε, ἀλλ’ ἤδη σαθρὰν ἐ‐ γνωκὼς εἶναι τὴν τυραννίδα πείθειν τετόλμηκας ἄνθρω‐ πον, αἱρετωτέραν ἤδη τῆς ἄκρας ἡγούμενον τὴν φυγήν. | |
10 | λαʹ. Οἷον ποίᾳ γνώμῃ ὁ κρινόμενος τυμβωρυχίας ἐπὶ τὸ κενοτάφιον ἦλθε καὶ ὁ κρινόμενος ἱεροσυλίας ἐπὶ τὸ ἱερόν. λβʹ. Ἡ κοινὴ ποιότης ποτὲ μὲν προηγήσεται τῆς ἰδικῆς ποιότητος, ποτὲ δὲ ἔσται ἀδιάφορον ἔχουσα τὸν | |
15 | τόπον, καὶ ἢ καθ’ αὑτὴν ἐξετάσομεν, ἢ καὶ συμπεπλε‐ γμένως ἀμφοτέρας μιγνύντες, τήν τε κοινὴν ποιότητα καὶ τὴν ἰδικὴν μετὰ τῆς γνώμης· κοινὴν δὲ ποιότητα δηλοῖ τοὺς ἐπιλόγους, τὸ δὲ ἐνταῦθα ἀντὶ τοῦ, ὡς ἐν τῷ ὅρῳ· κοινὴ δὲ ποιότης ἐστὶν, ὡς καὶ ἐν στοχασμῷ | |
20 | εἴρηται, ἡ καθόλου παντὸς προσώπου διαβολὴ, ὡς ἐν τῷ κοινῷ τόπῳ κατὰ παντὸς ῥήτορος ἢ στρατηγοῦ ἢ τυράννου. λγʹ. Συμπλέκεται, φησὶν, ἡ κοινὴ ποιότης τῇ ποι‐ ότητι τοῦ ὑποκειμένου προσώπου· διπλῆ γάρ ἐστιν, ὡς | |
25 | εἴπομεν, ποιότης, ἡ μὲν ἰδία τοῦ κρινομένου προσώπου, ἡ δὲ καθολική· ἀλλ’ ἡ μὲν κεφαλαίου χώραν ἐπέχει, ἡ δέ ἐστιν ἐπιλογική· ληψόμεθα δὲ τὴν διαβολὴν καὶ τὸν ἔπαινον ἀπὸ τῆς ποιότητος τοῦ ὑποκειμένου προσώπου, ἢ καὶ τῆς πράξεως· οἷον τὸν ἱερόσυλον κρινόμενον δια‐ | |
30 | βαλοῦμεν μὲν καὶ ἀπὸ τοῦ ἄλλου βίου, λέξομεν γὰρ, ὅτι καὶ ἐξ ἀρχῆς τοιοῦτος ἦν τολμηρὸς, καὶ ἐπὶ τοῦ φι‐ | |
λοσόφου τὸ ἐναντίον, ὅτι κοσμίως ἐξ ἀρχῆς καὶ ἀν‐ | 450 | |
7.451 | δρείως ἐβίωσεν· ἀναγκαῖον δὲ καὶ τὸ τῆς κοινῆς ποιότη‐ τος, πρὸς γὰρ οὕτως ἰσχυρὸν τὸ κεφάλαιον τὸ προη‐ γησάμενον ὁ φεύγων οὐδὲν ἕξει ἀντιθεῖναι, εἰ μὴ ἄρα τι ἡ ὑπόθεσις διδοίη, πλὴν ἔλεον καὶ τὰ συγγνωμονικὰ | |
5 | καὶ οἶκτον, οἷς χρήσεται συστῆναι βουλόμενος τὴν ἑαυ‐ τοῦ γνώμην· ταῦτα δέ ἐστιν ἡ κοινὴ ποιότης, τουτέστιν οἱ ἐπίλογοι, οἷς καὶ τὰ τελικὰ ἐν ταῖς ἐκβάσεσι μάλι‐ στα συνῆπται κεφάλαια ἐφ’ ἑκατέρου μέρους, κοινοὺς γὰρ ἔφαμεν εἶναι τοὺς ἐπιλόγους. | |
10t | Cap. XX. | |
11t | Περὶ τῶν εἰδῶν τοῦ ὅρου. | |
11 | αʹ. Καθάπερ ἐν στοχασμῷ μετὰ τὴν διαίρεσιν τῶν κεφαλαίων διέλαβε περὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ, τὸν αὐτὸν τρόπον κἀνταῦθα διελὼν τὸν ὅρον τὰ εἴδη λοιπὸν παραδίδωσι τοῦ ὅρου· ἰστέον δὲ, ὅτι τινές φασιν, ὡς εἴ‐ | |
15 | δη ὁ ἁπλοῦς ὅρος οὐκ ἔχει· οὔτε γὰρ ἐναλλαγὴ κεφαλαί‐ ων ἐν αὐτῷ, οὔτε πλεονασμὸς, οὔτε ἔλλειψίς ἐστιν, ἅ‐ περ ἔφαμεν ἐν ταῖς στάσεσιν τὰ εἴδη ποιεῖν. ϛʹ. Ὃν τρόπον ἐπὶ τοῦ στοχασμοῦ μετὰ τὴν τῶν κε‐ φαλαίων διαίρεσιν περὶ τῶν εἰδῶν διελάμβανε, τοῦτον | |
20 | κἀνταῦθα τῇ τῶν κεφαλαίων διαιρέσει τὴν περὶ τῶν εἰ‐ δῶν ἐπάγει διδασκαλίαν. Ἔστι δὲ ἡ κατὰ εἴδη διαίρε‐ σις αὕτη, τῶν ὅρων κ. τ. λ. εἰ δέ τις φαίη δυοῖν καθεστάναι πραγμάτων ἐνταυθοῖ ζήτησιν, φόνου τε καὶ μοιχείας, ῥητέον, ὡς ἄρχεται μὲν | |
25 | ἐκ τοῦ φόνου ἡ ζήτησις, τὸ δὲ τῆς μοιχείας εὐθέως ἀν‐ θυπαγόμενον ἐφ’ ἑαυτὸ τὴν πᾶσαν ἕλκει ζήτησιν· ἐντεῦ‐ | |
θεν γὰρ καὶ ὁ φόνος λαμβάνει τὴν κατασκευὴν, ὥστε | 451 | |
7.452 | ἁπλῆ τίς ἐστι περὶ μόνης μοιχείας ἡ ζήτησις· τῶν δὲ κα‐ τὰ κρίσιν διπλῶν ἐφεξῆς τὰ παραδείγματα κατ’ εἶδος ἐκ‐ θήσομεν· ὁ διπλοῦς τοίνυν, ὡς ἔφην, τετραχῶς διαιρεῖ‐ ται· καὶ ἔστιν ἀντονομάζοντος μὲν παράδειγμα ὁ ἐπὶ τῇ | |
5 | τῶν ἰδιωτικῶν ὑφαιρέσει χρημάτων ἱεροσυλίας κρινόμε‐ νος, δύο γὰρ ὑπόκειται καὶ ἀποδείκνυται πράγματα, τοῦ μὲν ἱεροσυλίαν, τοῦ δὲ προβαλλομένου κλοπὴν, καὶ ἑκατέρου ὄνομα ἀντ’ ὀνόματος προτεινομένου· ὁ μὲν γὰρ διώκων οὐ κλοπὴν εἶναι φήσει τὸ πεπραγμένον, ἱε‐ | |
10 | ροσυλίαν δέ· καὶ αὖ πάλιν ὁ φεύγων οὐχὶ ἱεροσυλίαν ἀλλὰ κλοπήν· τοῦ δὲ κατὰ σύλληψιν εἴδους παράδειγμα τόδε, οὗ καὶ ἀνωτέρω μνείαν ἐποιησάμην· στρατηγὸς ἐπὶ πόλεμον ἐξιὼν τῷ συστρατήγῳ τὴν ἑαυτοῦ παρεκατέθετο θυγατέρα, ὁ δὲ φθείρει τὴν κόρην καὶ παρελθὼν ὁ συ‐ | |
15 | στράτηγος κρίνει δημοσίων ἀδικημάτων αὐτόν· ὁ δὲ βι‐ | |
αίων ἀξιοῖ κρίνεσθαι· νόμου κελεύοντος, τὸν μὲν δη‐ | 452 | |
7.453 | μοσίων ἁλόντα θανατοῦσθαι, τὸν δὲ βιαίων χιλίας ἐκ‐ τίνειν δραχμάς· ἐνταῦθα γὰρ τὴν μὲν βίαν οὐκ ἀπω‐ θήσεται, καθάπερ τὴν κλοπὴν ὁ κρίνων ἱεροσυλίας τὸν τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ ὑφελόμενον, προσδεχόμε‐ | |
5 | νος δὲ τὴν βίαν καὶ δημόσιον ἀδίκημα φήσει τὸ πεπρα‐ γμένον· διὸ κατὰ σύλληψιν ὀνομάζεται· τὸν δὲ ἐμπίπτον‐ τα ἐπὶ παραδείγματος οὕτως ἂν λάβοιμεν· νόμος τὰ μυ‐ στήρια μὴ ἐκφέρειν εἰς ἀμυήτους· ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια πρός τινα τῶν μεμυημένων διεξῆλθεν ἐρωτῶν, | |
10 | εἰ οὕτως ἔχοι, ὁ δὲ ἐπένευσε καὶ κρίνεται ὡς ἐξενεγκὼν ἀμυήτοις τὰ μυστήρια· ζητούντων γὰρ ἡμῶν, τί τὸ ἐξε‐ νεγκεῖν, πότερον τὸ λόγοις διεξελθεῖν, ἢ καὶ ὅλως νεύμα‐ τι χρήσασθαι, ἕτερον ἐμπίπτει ζήτημα ἐν τῷ πρός τι κεφαλαίῳ, τίς ὁ ἀμύητος; πότερον ὁ μηδὲν ὅλως τῶν | |
15 | μυστηρίων εἰδὼς, ἢ ὁ θεασάμενος μὲν, ἀλλ’ οὐχ ὕπαρ καὶ φανερῶς; καθάπερ καὶ ἐν τῷ στοχασμῷ ἐμπί‐ πτοντά τινα στοχασμὸν ἐκαλοῦμεν, ἑτέρου ζητήματος ἐν τῇ μεταθέσει τῆς αἰτίας ἐμπίπτοντος. Ὑπόλοιπον τῶν δύο καλουμένων ὅρων παρασχέσθαι παράδειγμα· νόμος | |
20 | τὸν ἐκ καθαρῶν καὶ καθαρὸν ἱερᾶσθαι· τὸν πατέρα τις ὡς μοιχὸν ἀποκτείνας παραγγέλλει εἰς ἱερωσύνην καὶ κω‐ λύεται· δύο γὰρ τελείους ὅρους ἐνταυθοῖ κατασκευασθῆ‐ ναι δεῖ, ἕνα μὲν πότερον καθαρός ἐστιν ὁ καθάπαξ φό‐ νων ἀπηλλαγμένος, ἢ καὶ ὁ δικαίως ἀνελών τινα· δεύτε‐ | |
25 | ρος δὲ, εἰ ἐκ καθαρῶν γέγονεν ὁ ἐκ μοιχοῦ πατρὸς προελθών· φήσει γὰρ δεύτερον εἶναι τὸ ἔγκλημα τῆς ἑαυ‐ τοῦ γενέσεως, ὥστε προηγούμενα δύο ἐστὶν ἐνταῦθα ζη‐ τήματα, οὐδὲν ἑαυτοῖς κοινωνοῦντα, οὐδὲ πρὸς ἀπόδειξιν ἀλλήλων τείνοντα, ὥσπερ ἐν τῷ ἐμπίπτοντι τὸ δεύτερον | |
30 | φέρεται πρὸς κατασκευὴν τοῦ προτέρου· καὶ τοσαῦτα μὲν περὶ τῆς τῶν εἰδῶν τοῦ ὅρου διαιρέσεως. Λεκτέον δὲ καὶ | |
περὶ τῆς κατ’ αὐτὰ διαφορᾶς· διενήνοχε δὴ οὖν ὁ κατὰ | 453 | |
7.454 | αἴτησιν ἁπλοῦς τοῦ κατὰ ἀμφισβήτησιν τῷ τὸν μὲν ἁ‐ πλοῦν ἓν πρᾶγμα καὶ ἓν ἔχειν πρόσωπον, τὸν δὲ κατὰ ἀμφισβήτησιν ἓν μὲν ἔχειν πρᾶγμα, δύο δὲ πρόσωπα, τῶν δὲ κατὰ κρίσιν ἁπλῶν τε καὶ διπλῶν μία τις παρα‐ | |
5 | πλησίως διαφορὰ, τὸ μὲν γὰρ ἁπλοῦν εἶδος ἓν μόνον ἔχει πρόσωπον καὶ ἓν πρᾶγμα τὸ κρινόμενον, τὸ δὲ δι‐ πλοῦν ἐκ τοῦ ἐναντίου τῷ κατ’ ἀμφισβήτησιν ἓν πρόσ‐ ωπον, δύο δὲ πράγματα· τὴν δὲ τῶν διπλῶν ὅρων πρὸς ἀλλήλους διαφορὰν μικρὸν ὕστερον ἐφ’ ἑκάστου γινόμε‐ | |
10 | νοι λέξομεν, νυνὶ δὲ τὸ κατὰ αἴτησιν εἶδος τῶν ὅρων ἐκ τῆς πραγματικῆς διασταλτέον· καὶ γὰρ αὖ καὶ ἡ κατὰ αἴτησιν πραγματικὴ δωρεᾶς αἴτησιν ἔχει, πῆ μὲν κατὰ ψιλήν τινα αἴτησιν, πῆ δὲ κατὰ ἀμφισβήτησιν· διαφέ‐ ρει δὲ τὸ κατὰ ψιλὴν αἴτησιν εἶδος τῆς πραγματικῆς τοῦ | |
15 | κατὰ ψιλὴν αἴτησιν ὅρου, τῷ τὸν μὲν ὅρον ζητεῖν περὶ τῆς ἰδιότητος, τὴν δὲ πραγματικὴν περὶ τῆς ποιότητος· ἐν μὲν γὰρ τῷ ὅρῳ περὶ τοῦ δοῦναι ὅλως ἡ ζήτησις γίνε‐ ται, ἐν δὲ τῇ πραγματικῇ τὸ μὲν ὅλως ὀφείλειν δοῦναί τινα δωρεὰν ὁμολογούμενον, περὶ δὲ τῆς ποιότητος τὸ | |
20 | πᾶν τῆς ζητήσεως γίνεται, ὡς εἰ πλάττοιμεν οὕτως· ἀνελών τις τύραννον ἀξιοῖ τὴν οὐσίαν αὐτοῦ λαβεῖν, ὡς μὲν γὰρ τυραννοκτόνος τυχεῖν τινος ἄξιος δωρεᾶς, τοῦ‐ το περιφανές· ἡ δὲ περὶ τὴν δωρεὰν ποιότης ἡμῖν παρ‐ έχεται τὴν ζήτησιν, ὅτι χρὴ μὴ ταύτην ἀλλ’ ἑτέραν | |
25 | λαμβάνειν· ἔτι δὲ ἀλλήλων διοίσουσι, καθὸ τὸν μὲν ὅρον τὸ ἀτελὲς ἔχειν ἀνάγκη τοῦ μὲν πεπραγμένου, τοῦ δὲ λείποντος, ἐν δὲ τῇ πραγματικῇ τέλειον τὸ πεπρα‐ γμένον· ὁ δὲ κατ’ ἀμφισβήτησιν ὅρος τῆς κατ’ ἀμφι‐ σβήτησιν πραγματικῆς· καὶ ταύταις μὲν διοίσει ταῖς | |
30 | εἰρημέναις διαφοραῖς· πανταχοῦ γὰρ ὁ μὲν ὅρος περὶ τῆς ἰδιότητος, ἡ δὲ πραγματικὴ περὶ τῆς ποιότητος ἔχει | |
τὴν ζήτησιν, καὶ ὁ μὲν ὅρος ἀτελὲς ἀεὶ τὸ πεπραγμένον | 454 | |
7.455 | ἔχει, τέλειον δὲ ἡ πραγματική· ζητητέον δὲ, εἴπου τὴν πρώτην παρῆκε διαίρεσιν, λέγω δὲ τὴν εἰς τὸ κατὰ κρίσιν καὶ τὸ κατὰ αἴτησιν· ἀπὸ γὰρ τῶν ἁπλῶν καὶ δι‐ πλῶν τῆς διαιρέσεως ἤρξατο· τοῦτο δὲ καὶ τὸν στοχασμὸν | |
5 | τεχνολογοῦντες διηπορήκαμεν καὶ τὴν λύσιν δεδώκαμεν ἐκεῖσε· κοινὴ δὲ κἀπὶ τούτου γενέσθω· πολλάκις γὰρ διεμαρτυράμην, ὡς ὁ τεχνικὸς οὐδὲ ἔξω τῆς προκειμέ‐ νης αὐτῷ πραγματείας ἐθέλει περιεργάζεσθαι· πρόκει‐ ται δ’ αὐτῷ, περὶ τῆς τῶν κεφαλαίων διαιρέσεως λέγειν· | |
10 | ἥκιστα δὲ περὶ τὴν τῶν κεφαλαίων διαίρεσιν τὸ κατὰ κρίσιν ἢ κατὰ αἴτησιν συντελεῖ· περὶ μέντοι ἁπλῶν ὅλως ἢ διπλῶν ἐχρῆν δήπου μνησθῆναι· οὐ γὰρ δὴ διαιροῦ‐ μεν παραπλησίως, ἀλλὰ διπλῆν παραλαμβάνομεν ἐπὶ τῶν διπλῶν τὴν διαίρεσιν, καὶ ἔδει τῶν διπλῶν ἐξ ἀνάγκης | |
15 | ἐκθέσθαι τὰ εἴδη· οὐ γὰρ ὁμοίως τὸν ἀντονομάζοντα τῷ κατὰ σύλληψιν, οὐδὲ τοῖς δύο ὅροις τὸν ἐμπίπτον‐ τα διαιροῦμεν· ὥστε οὐδὲ τούτων ἁπλῶς καὶ ἕνεκα τῆς τῶν εἰδῶν διδασκαλίας ἐμνήσθη· διὰ δὲ τὴν ἐν αὐτοῖς διαφορὰν περὶ τὴν τῶν κεφαλαίων διαίρεσιν ἄξιον οἶμαι | |
20 | κἀκεῖνο ζητήσεως, εἰ καθάπερ ἐν στοχασμῷ φαμεν εἶ‐ ναι ἁπλοῦν τέλειον, καὶ ἁπλοῦν ἀτελῆ, πῆ μὲν τοῦ προσ‐ ώπου, πῆ δὲ τοῦ πράγματος ἐλλείποντος, ὁμοίως δὲ καὶ διπλοῦν ἀτελῆ καὶ τέλειον, οὕτω κἀπὶ τῶν ὅρων ἐκδεξό‐ μεθα, καὶ ὅτι ὁ μὲν ὅρος οὐκ ἄν ποτε εἴη τέλειος, εἰ | |
25 | καὶ τὰ μάλιστα ἐδόκει τισὶν, ἐν τῇ μεθόδῳ σαφῶς ἀπο‐ δέδεικται· ὡς δὲ οὐ κατὰ τὸν λόγον, καθ’ ὃν ἐν τῷ στοχασμῷ τὸ μὲν τέλειον, τὸ δὲ ἀτελὲς ὠνομάζετο, δύ‐ ναιτο ἄν τις καὶ ὅρον φάναι τέλειον καὶ ἀτελῆ, τοῦτο δεικνύσθω· στοχασμὸν γὰρ ἐκαλοῦμεν τὸν μὲν τέλειον, | |
30 | τὸν δὲ ἀτελῆ, πρὸς τὴν τῶν κεφαλαίων διαίρεσιν ἀφο‐ | |
ρῶντες· ἐφ’ οὗ μὲν γὰρ καὶ τὰ τοῦ προσώπου καὶ τὰ | 455 | |
7.456 | τοῦ πράγματος ὑφέστηκε, τέλειον καλοῦμεν αὐτόν· ἐφ’ οὗ δ’ ἂν τὰ κεφάλαια τοῦ προσώπου ἢ τοῦ πράγματος ἐλλείπει, τὸν τοιοῦτον ἀτελῆ προσαγορεύειν εἰώθαμεν, ὅπερ ἥκιστα ἐπὶ τοῦ ὅρου συμβαίνει· τὰ γὰρ κεφάλαια | |
5 | πάντα ἐκ τοῦ πράγματος ἐν τῷ ὅρῳ λαμβάνεται, τὸ δὲ πρᾶγμα οὐκ ἄν ποτε ἐλλείποι, ὥστε δυοῖν ἀνάγκη θά‐ τερον ἢ πρὸς τὴν φύσιν ἀφορῶντας τοῦ ὅρου πάντας ἀτελεῖς ἡγεῖσθαι, καθὸ τὸ μὲν λείπει, τὸ δὲ πέπρακται, ἢ κατά γε τὴν τῶν κεφαλαίων εὕρεσιν πάντα ὅρον τέ‐ | |
10 | λειον ὀνομάζειν· ὥστε οὐκ ἂν ἔχει τὸ ἀτελές τε καὶ τέ‐ λειον χώραν ἐπὶ τούτῳ, καθάπερ ἐν τῷ στοχασμῷ. γʹ. Τῶν γὰρ ὅρων οἱ μὲν διπλοῖ εἰσιν, οἱ δὲ ἁ‐ πλοῖ· τῶν δὲ διπλῶν ὁ μὲν ἀντονομάζων καλεῖται, ὁ δὲ ἐμπίπτων, ὁ δὲ κατὰ σύλληψιν, ὁ δὲ κατὰ ἀμφισβήτη‐ | |
15 | σιν, ὃς καὶ κατὰ δύο πρόσωπα καλεῖται, ὁ δὲ δύο ὅροι. δ. Καταλέγει τῶν διπλῶν τὰ εἴδη, καὶ πρῶτόν γέ φησιν, ὁ ἀντονομάζων ἐστὶ πρῶτός γε οὐ κατὰ φυσι‐ κήν τινα τάξιν, ἀλλ’ ὡς ἔτυχεν αὐτὸς παραλαβών· κα‐ | |
20 | λεῖται δὲ ἀντονομάζων, ὡς ἔφημεν ἀνωτέρω, διότι ὄνο‐ μα ἀντ’ ὀνόματος παραλαβὼν ἔχεται, τὸ μὲν γὰρ ἀπο‐ σείεται, τὸ δὲ παραλαμβάνει ὡς ἐπὶ τοῦ ἱεροσύλου· ὁ μὲν γὰρ διώκων οὐ κλοπὴν ἀλλ’ ἱεροσυλίαν εἶναί φησι τὸ πεπραγμένον, ὁ δὲ φεύγων ἱεροσυλίαν μὲν ἥκιστα, | |
25 | κλοπὴν δὲ ὁμολογήσει. εʹ. Τοῦτό φησι τὸ εἶδος ὁμοίως τοῖς διπλοῖς με‐ ταχειριστέον· διπλᾶ γὰρ τὰ κεφάλαια προοισόμεθα μέχρι τῆς γνώμης τοῦ νομοθέτου· ὁ μὲν οὖν κατήγορος ἁπλῆν προφέρει τὴν προβολὴν, δεικνῦσαν αὐτὸν ἱερό‐ | |
30 | συλον, καὶ ζητήσειεν ἄν τις διὰ τί ὁ κατήγορος ἁπλῆν προάγει· καί φαμεν, ὅτι καθάπερ ἀγνῶτι μέλλων λέγειν οὕτω τὴν προβολὴν παρέχεται, καὶ λοιπὸν ἐξ ἀντιθέ‐ | |
σεως τοῦ φεύγοντος ἐκ τῶν ὅρων διπλᾶ προφέρει τὰ κε‐ | 456 | |
7.457 | φάλαια, τοῦ γὰρ φεύγοντος ὁρισαμένου καὶ ἀνελόντος τὰ κεφάλαια ἐκ τῶν παρειμένων, ὡς ἐν τοῖς ἁπλοῖς με‐ μαθήκαμεν, ὅτι οὐκ ἔστιν ἱερόσυλος, εἶτ’ ἐπενεγκόντος τὸν δεύτερον ὅρον ἐκ τῶν πεπραγμένων, καὶ κατασκευ‐ | |
5 | άσαντος ὡς κλέπτης ἂν εἴη ὁ κατήγορος, συστήσει μὲν τὸ πρῶτον ἐκ τῶν κοινῇ συμβαινόντων ἱεροσύλῳ τε καὶ κλέπτῃ, ὁριζόμενος τί ἂν εἴη ἔργον ἱεροσύλου, ἀνατρέ‐ ψει δὲ τὸ δεύτερον ὁριζόμενος πρὸς τὸ λυσιτελοῦν, τί πέφυκε τὸν κλέπτην γνωρίζειν· μετὰ ταῦτα ἑκατέρῳ συλ‐ | |
10 | λογισμῷ διπλῷ κέχρηται, πῆ μὲν συνάγων τὸ ἴδιον, καὶ λέγων ὅτι οὐδὲν διενήνοχεν εἰσελθόντα εἰς ἱερὸν χρήμα‐ τα λαβεῖν ἱερὰ ἢ ἰδιωτικὰ, πῆ δὲ διϊστῶν τὰ τοῦ ἀντι‐ δίκου, λέγων, ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ οἰκίας χρήματα ὑφελέσθαι καὶ ἐξ ἱεροῦ, καὶ ἑκάτερα αὐτῶν ὁμοίως συλ‐ | |
15 | λογίζεται, καὶ ἐζήτηται, εἰ δύναται συλλογισμὸς ἐμπί‐ πτειν ἐν τοῖς ἀντονομάζουσιν· εἰ γὰρ, φησὶν, ὁ συλλο‐ γισμὸς συνάπτει, ἐμπίπτει δὲ ἐν τοῖς τοιούτοις, δῆλον ὅτι ἄτοπον συμβήσεται καθ’ ἕτερον μέρος· εἰ γὰρ εἴπο‐ μεν οὐδὲν διαφέρειν τοῦ εἶναι ἱερόσυλον τὸ κλέπτην | |
20 | εἶναι, αὐτὸς ὁ φεύγων εὑρεθήσεται τὰ τοῦ κατηγόρου κατασκευάζων, καὶ πάλιν ὁ κατήγορος τὰ τοῦ φεύγον‐ τος, εἰ φαίη, ὅτι οὐδὲν διαφέρει τοῦ εἶναι κλέπτην τὸ ἱερόσυλον εἶναι· ἡμεῖς δέ φαμεν, ὅτι ἐμπίπτει οὐχ ὡς ἔτυχεν· ὥσπερ γὰρ ἔφαμεν ἐν τῷ ἁπλῷ ὅρῳ, ὅτι ὁ | |
25 | συλλογισμὸς συνάπτει τὰ λείποντα τῷ πεπραγμένῳ ἐν τῷ λέγειν, ὅτι οὐδὲν διαφέρει τὸ ἀνατείνεσθαι τὴν χεῖ‐ ρα συνεχῶς τοῦ τύπτειν, οὐ μέντοι φαμὲν, οὐδὲν διαφέ‐ ρει ὕβρις καὶ ἀνάτασις χειρὸς, οὕτω καὶ ἐν τοῖς διπλοῖς λέγομεν, οὐ τὰ τῶν ἐγκλημάτων ὀνόματα συνάπτοντες | |
30 | καὶ λέγοντες, οὐδὲν διαφέρει ἱεροσυλία καὶ κλοπὴ, ἀλλὰ τῷ τρόπῳ συνάπτοντες ἐν ἑκατέρῳ τῶν συλλογισμῶν | |
τὸν μὲν συνάξομεν, τὸν δὲ διαστήσομεν, λέγοντες, | 457 | |
7.458 | ὅτι οὐδὲν διαφέρει ἐξ ἱεροῦ χρήματα ἰδιωτικὰ ὑφελέσθαι τοῦ λαβεῖν ἱερά· καὶ πάλιν, ὅτι πολὺ διαφέρει, κλέπτην εἶναι καὶ ἐξ ἰδιωτικῆς οἰκίας ἀφελέσθαι τι ἢ ἐξ ἱεροῦ· μετὰ δὲ τὸν συλλογισμὸν τὸν διπλοῦν ἡ γνώμη τοῦ νο‐ | |
5 | μοθέτου καὶ αὕτη διπλῆ, καὶ ἑκάτερος χρώμενος αὐτῇ τὸ μὲν δίκαιον ἀνασκευάσει καὶ ἐκβαλεῖ· μέχρι τούτου διπλᾶ προάξομεν τὰ κεφάλαια, κεφάλαιον κεφαλαίῳ ἀντιτιθέντες, ὡς ἐν στοχασμῷ, ἡ δὲ πηλικότης καὶ τὸ πρός τι οὐ γενήσεται διπλᾶ, ἀλλ’ ὁ μὲν ἁπλῶς αὐξήσει, | |
10 | ὁ δὲ μειώσει τὸ πραχθὲν καὶ τὸ αἴτιον. ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι ἓν μέν ἐστι πρᾶγμα, δύο δὲ τὰ ζη‐ τούμενα ὀνόματα· ἐν ὅσῳ μὲν οὖν τὰ ὀνόματα ἐζήτη‐ ται, ἐζήτηται δὲ ἀπὸ τοῦ ὅρου μέχρι τῆς γνώμης τοῦ νομοθέτου, εἰκότως καὶ τὰ κεφάλαια διπλᾶ παρελαμβά‐ | |
15 | νετο, ὅτε δὲ εἰς αὐτὸ τὸ πρᾶγμα κατέληξεν ἡ αὔξησις, ὅπερ ἐστὶν ἡ πηλικότης καὶ τὸ πρός τι, εἰκότως ἁπλᾶ κατὰ λόγον ἐξετασθήσεται. ϛʹ. Ὅπερ ἔλεγεν ἐπὶ τοῦ στοχασμοῦ, τοῦτο κἀνταῦ‐ θά φησι δεῖν παραλαμβάνειν διπλᾶ τὰ κεφάλαια, τὰ | |
20 | μὲν κατασκευαστικὰ τῶν ἡμετέρων, τὰ δὲ τῶν ἐναντίων λυτικά τε καὶ ἀνατρεπτικά· διπλοῖς δὲ χρησόμεθα μό‐ νοις τοῖς ἀγωνιστικοῖς τῶν κεφαλαίων, ἐπεί τοι τῷ πρός τι ἢ τῇ πηλικότητι πῶς ἂν διπλοῖς χρησαίμεθα; δῆλον χὰρ, ὡς ὁ μὲν διώκων αὔξειν ἐθελήσει μόνον, ὁ δὲ φεύ‐ | |
25 | γων μειοῦν τὰ ὑπὸ τοῦ κατηγόρου λεγόμενα· οὐ γὰρ δή‐ που καὶ αὔξειν ἐθελήσει τὰ τοῦ ἐναντίου· χρηστέον δὲ τοῖς κεφαλαίοις παραλλήλοις, ἀντιτιθέντα τὰ τῶν ἐναν‐ τίων τοῖς ἡμετέροις καθ’ ἕκαστον κεφάλαιον, οὕτω γὰρ ἂν ἀγωνιστικὸς καὶ σύντομος ὁ λόγος γένοιτο, καθάπερ | |
30 | ἐν τῷ στοχασμῷ· ζητεῖται δὲ παρά τισι, πῶς ἂν ὁ συλ‐ | 458 |
7.459 | λογισμὸς διπλοῦς παραληφθείη· τὴν γὰρ τῶν διπλῶν χρείαν αὐτὸς ἐφ’ ἑαυτοῦ μόνος ἀναπληροῖ, εἴγε τῶν ἐξ ἑκατέρου, φημὶ τῶν τε ἀπὸ τοῦ διώκοντος καὶ τοῦ φεύ‐ γοντος προτεινομένων περιληπτικός ἐστιν· ὁ μὲν γὰρ | |
5 | διώκων ἄμφω εἰς ταὐτὸν συνάγει, ὁ δὲ φεύγων ἐκ τοῦ ἔμπαλιν διαστέλλει· περιττὸν οὖν φασι διπλοῦν παρα‐ λαμβάνειν αὐτὸν, ὅπου γε ἅπαξ παραληφθεὶς τὸ τῶν διπλῶν ἐκπληροῦν δύναται χρήσιμον· πρὸς ὃ ῥητέον, ὡς ὁ μὲν διώκων αὐτῷ χρῆται τὰ κοινὰ περισκοπῶν | |
10 | ἑκατέρῳ ἐγκλήματι, κἀντεῦθεν ἄμφω συνάγων· ὁ δὲ φεύγων ἐκ τοῦ ἐναντίου χωρίζων διὰ τῆς ἑκατέρου ἰδιό‐ τητος, ὡς καὶ ἐν τῇ περὶ τοῦ συλλογισμοῦ τεχνολογίᾳ πλατύτερον διεξήλθομεν. διπλῷ τοίνυν τῶν μερῶν ἑκά‐ τερον αὐτῷ χρήσεται, πῆ μὲν ἐκ τῶν κοινῶν συνάγον, | |
15 | πῆ δὲ διαστέλλον ἐκ τῶν ἰδίων ἑκατέρῳ ἐγκλήματι, ἵνα τὸ μὲν ἀνατρέψῃ, τὸ δὲ κατασκευάσῃ· τὸ μὲν γὰρ συν‐ άγειν ἐκ τῶν κοινῶν ὥσπερ ἑαυτοῦ κατασκευάσει ὁ διώ‐ κων, τὴν δὲ διαστολὴν τὴν ἐκ τῆς ἑκατέρας ἰδιότητος ἐκβαλεῖ· τοὐναντίον δὲ ὁ φεύγων τὴν ἐκ τῆς ἰδιότητος | |
20 | διαστολὴν τῶν ἐγκλημάτων κατασκευάζων τὸ ἐκ τῶν κοινῶν ἄμφω ἀνασκευάσει. ζʹ. Ὁ κατὰ σύλληψιν ὀνομάζεται, ὅτι οὐχ ὥσπερ ἐν τῷ ἀντονομάζοντι τὸ ὑπὸ τοῦ φεύγοντος προτεινόμενον ἐγκλήματος ὄνομα ὁ κατήγορος ἀποσείεται, ἕτερον ἀντι‐ | |
25 | τιθεὶς, οὕτω κἀνταῦθα, ἀλλὰ δέχεται μὲν καὶ τὸ παρὰ τοῦ φεύγοντος, ἕτερον δὲ αὐτὸς ἐπεισφέρει, οἷον πρεσ‐ | |
βεύων τις παρεκατέθετο τῷ στρατηγῷ τὴν θυγατέρα· | 459 | |
7.460 | ἐβιάσατο αὐτὴν ἐκεῖνος καὶ δημοσίων μὲν ἀδικημάτων | |
αὐτὸν ἐπανελθὼν ὁ πατὴρ κρίνει· ὁ δὲ τὰς μυρίας κα‐ | 460 | |
7.461 | τατίθεσθαι ἀξιοῖ· ζητοῦσι δὲ περὶ τοῦ κατὰ σύλληψιν εἴδους, τίνι διοίσει τοῦ ἀντονομάζοντος, καὶ γὰρ ἐνταῦ‐ θα, φησὶν, ὁ φεύγων τὸ ὑπὸ τοῦ διώκοντος ἐπιφερό‐ μενον ἀποφεύγει ἔγκλημα, ἕτερον δὲ ὁμολογεῖ καθ’ αὑ‐ | |
5 | τοῦ. τὴν δὲ διαφορὰν αὐτὸς ἐπήνεγκεν ὁ τεχνικὸς, ὡς ἐν μὲν τῷ ἀντονομάζοντι ἀναιρεῖ τὸ ἕτερον ὁ κατήγορος, ὅτι οὐ κλοπή ἐστιν, ἀλλ’ ἱεροσυλία. ἐν δὲ τῷ κατὰ σύλ‐ ληψιν ἀμφοτέρῳ αὐτόν φησιν εἶναι ὑπεύθυνον καὶ τῇ βίᾳ καὶ τῷ εἰς τὸ δημόσιον ἀδικήματι. ἐκ δὲ τῆς δια‐ | |
10 | φορᾶς τρεῖς ἀνέκυψαν ἀπορίαι· πρῶτον μὲν, διατί μὴ καὶ ἐν τῷ ἀντονομάζοντι ταὐτὸν ποιοῦμεν ἀμφοτέροις αὐτὸν φάσκοντες ἔνοχον, ἀλλὰ θάτερον ζημιούμεθα τῶν ἐγκλημάτων; δεύτερον, πῶς εἰ ὠφελεῖ ἐν τῷ κατὰ σύλ‐ ληψιν τὸ ὑπάγειν αὐτὸν ἑκατέρῳ ἐγκλήματι, οὐ κἀνταῦ‐ | |
15 | θα τῷ ὠφελοῦντι χρώμεθα, ἢ εἰ βλάπτει παραλαμβανόμε‐ νον ἐν τῷ ἀντονομάζοντι; πῶς ἐν τῷ κατὰ σύλληψιν ὠφε‐ λεῖ; τρίτον ἐπὶ τούτῳ, τί δήποτε ἐν τῷ κατὰ σύλληψιν τὸ μεῖζον ἐπάγοντες τοῦ ἐλάττονος ἀντεχόμεθα; ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, διατί μὴ καὶ ἐν τῷ ἀντονομάζοντι | |
20 | ἑκατέρων τῶν ἐγκλημάτων φαμὲν αὐτὸν καθεστάναι ὑπεύ‐ θυνον, ὡς φύσει ἀκολουθεῖ τῷ μείζονι τὸ ἔλαττον ἐπὶ τοῦ ἀντονομάζοντος, οἷον ἡ κλοπὴ τῇ ἱεροσυλίᾳ· τί γάρ ἐστιν ἱεροσυλία; σαφὲς ὅτι χρημάτων ἱερῶν κλοπή· πε‐ ριττὸν οὖν τὸ φύσει ἐξ ἀνάγκης ἑπόμενον δοκεῖν εἰσφέ‐ | |
25 | ρειν διὰ τοῦ λόγου· ἐν μέντοι τῷ κατὰ σύλληψιν οὐ φυ‐ σικῶς ἑπόμενον δεῖ τοῦτο πρὸς ἡμῶν εἰσενεχθῆναι, τίς γὰρ κοινωνία φυσικῇ βίᾳ καὶ δημοσίῳ ἀδικήματι; ἔστι | |
γὰρ κατ’ ἄλλον τρόπον ἀδικεῖν τὸ δημόσιον, ἱεροσυλία | 461 | |
7.462 | δὲ ἄνευ κλοπῆς οὐκ ἂν γένοιτο. πρὸς δὲ τὸ τρίτον, ἐκ γὰρ τούτου λυθήσεται καὶ τὸ δεύτερον, φήσομεν, ὡς τῶν ἀποδείξεων αἱ μὲν φυσικῶς, αἱ δὲ κατὰ μέθοδόν τινα καὶ τέχνην προΐασιν, ἅπερ καὶ βιαιότερά πως δοκοῦσιν | |
5 | εἶναι· αἱ μὲν οὖν κατὰ φύσιν ἕπονται ἐξ ἀνάγκης, καὶ οὐδὲν ὑφ’ ἡμῶν εἰσενεχθῆναι δέονται, τὰς δὲ κατὰ τέ‐ χνην εἰσφέρεσθαι δεῖ διὰ τοῦ λόγου. ἐν μὲν οὖν τῷ ἀντονομάζοντι φυσικῶς τῇ ἱεροσυλίᾳ συναποδείκνυται καὶ τὸ τῆς κλοπῆς, ὡς σμικρὸν ἀνωτέρω δεδήλωται, ἐν δὲ | |
10 | τῷ κατὰ σύλληψιν τὸ μεῖζον οὐ φυσικῶς, ἀλλὰ τέχνῃ τινὶ ἀνάγκη ἀποδειχθῆναι. οἷον ὅτι ἡ φθορὰ τῆς μεί‐ ρακος ἀδίκημά ἐστιν δημόσιον· ἐλέγομεν δὲ, ὡς αἱ τεχνι‐ καὶ τῶν ἀποδείξεων βιαιότεραί πως εἶναι δοκοῦσι. Χρὴ οὖν τὸ βίαιον καὶ ἀπίθανον μεθόδῳ τινὶ θεραπεύεσθαι. | |
15 | διὰ τοῦτο οὐκ ἐκ τοῦ μείζονος τὴν ἀρχὴν εὐθὺς λαμ‐ βάνομεν, ὅπως ἂν μὴ δοκοίημεν ἐξ ἀπιθάνων ἄρχεσθαι, ἀλλὰ πρότερον τὸ ἔλαττον, ὅπερ καὶ ὑπὸ τοῦ ἐναντίου ὡμολόγηται, προβαλλόμεθα, ἵνα τῷ κατακολουθεῖν τοῖς τοῦ ἀντιδίκου λόγοις πιθανοὶ δοκοίημεν εἶναι τῷ δι‐ | |
20 | καστῇ, κἀντεῦθεν χώρα καὶ τῷ μείζονι γένοιτο· δειχθέν‐ τος οὖν, ὡς ἀναγκαίως τὸ ἔλαττον παραλαμβάνεται ἐν τῷ κατὰ σύλληψιν, λέλυται καὶ τὸ δεύτερον ζήτημα ταῖς αὐταῖς αἰτίαις· ἐκεῖ μὲν γὰρ, τουτέστιν ἐν τῷ ἀντονο‐ μάζοντι, ὠφελεῖ τοὔλαττον οὐκ εἰσφερόμενον, περιττὸν | |
25 | γὰρ τὸ τῇ φύσει συναποδεικνύμενον διὰ τῶν λόγων εἰσ‐ φέρειν· ἐν δὲ τῷ κατὰ σύλληψιν μάλα εἰκότως παρα‐ λαμβάνεται, χώραν τῷ μείζονι, καθὰ δέδεικται, παρεχό‐ μενον· οὐ γὰρ ἐνταῦθα φυσικῶς ἕπεται τὸ τῆς αἰτίας | |
τῷ δημοσίῳ ἀδικήματι, ὥστε περιττὸν εἶναι τὸ ὑφ’ ἡμῶν | 462 | |
7.463 | αὐτῶν παρεισφέρεσθαι, τῇ δὲ ἐργασίᾳ κἀπὶ τοῦδε τοῦ εἴδους διπλῇ χρηστέον, τοῦ μὲν φεύγοντος καθαρῶς δι‐ πλᾶ παραλαμβάνοντος τὰ κεφάλαια, τοῦ δὲ διώκοντος ἄτερ ὡς ὁμολογούμενον δεχομένου καὶ παριέντος· ὁ μὲν | |
5 | γὰρ φεύγων ἑκάτερον ποιήσει καὶ τὸ τῆς βίας κατα‐ σκευάσει, καὶ τὸ δημόσιον ἀδίκημα παρωθήσεται, χρώ‐ μενος ἐπ’ ἀμφοτέρων ταῖς ἐκ τοῦ πράγματος ἀποδείξε‐ σιν· ὁ δὲ κατήγορος τὸ μὲν τῆς βίας ὁμολογούμενον ἐκ τοῦ φεύγοντος παραλήψεται, ὡς δὲ τὸ δημόσιον ἠδίκη‐ | |
10 | κεν ἀποδείξει, περὶ αὐτοῦ τὴν πᾶσαν ζήτησιν ἐνιστάμε‐ νος. κατὰ γοῦν τοῦτο διάφορον τὴν διαίρεσιν ἔχει πρὸς τὸν ἀντονομάζοντα. ηʹ. Ἐνδέχεται γὰρ, φησὶν, ἑτέρῳ τρόπῳ τὸν δημόσια βλάψαντα μὴ εἶναι βίαιον, ἢ ναῦς ἐμπρήσαντα, ἢ πό‐ | |
15 | λιν ἀποδόμενον, ἤ τι τῶν τοιούτων· καὶ πάλιν τὸ πρόσω‐ πον δεῖ τὸ πεπονθὸς ἔνδοξον εἶναι, ἵνα χώραν ἔχῃ τὸ δημόσιον ἔγκλημα. ὡς ἔχομεν περὶ Δημοσθένους ἐν τῷ κατὰ Μειδίου· χορηγοῦ γὰρ καὶ ῥήτορος ἡ ποιότης τοῦ Δημοσθένους· ἀπορήσειε δ’ ἄν τις, τί δή ποτε, εἴ‐ | |
20 | περ ἐν τῷ συνεζευγμένῳ δύναται τὰ δύο λαμβάνειν ὁ | |
κατήγορος, καὶ λέγειν ὅτι καὶ τὸ δημόσιον ἠδίκησας καὶ | 463 | |
7.464 | ἐμὲ, μὴ οὐχὶ καὶ ἐν τῷ ἀντονομάζοντι ποιεῖ τὸ παρα‐ πλήσιον λέγων, ὅτι καὶ ἱερόσυλος εἶ καὶ κλέπτης· πρὸς ὅ φαμεν, ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος περιέχεται διὰ τὸ φύσει παρακολουθεῖν ἀλ‐ | |
5 | λήλοις τὰ πράγματα, ἐν δὲ τῷ κατὰ σύλληψιν οὐχ οὕ‐ τως ἔχει· ἐνδέχεται γὰρ καὶ τὸ δημόσιον βλάπτειν καὶ μηδένα ὑβρίζεσθαι· καὶ διὰ τὸ ἑτερογενῆ εἶναι τὰ ἐγ‐ κλήματα, οὐ γὰρ παρέπεται τῷ δημοσίᾳ πλημμελοῦντι καὶ τὸ βιάσασθαι πάντως κόρην ἤ τι τοιοῦτον ποιεῖν. | |
10 | θʹ. Τρίτος, φησὶν, ὁ κατὰ πρόσωπον διπλοῦς, τουτέστιν ὁ κατὰ ἀμφισβήτησιν· τρίτος δὲ οὐ κατὰ λόγον τινὰ καὶ φυσικὴν τάξιν, ἀλλ’ ὡς αὐτὸς διέλαβεν· ὅτι γὰρ οὐ κατά τινα τάξιν τὰ εἴδη προηνέγκατο, σαφὲς δι’ ὧν ἐν μέσῳ τῶν κατὰ κρίσιν τὸν κατὰ ἀμ‐ | |
15 | φισβήτησιν ἔταξεν ὄντα τοῦ κατὰ αἴτησιν εἴδους· διπλοῦν δὲ κατὰ πρόσωπον λέγει τὸν κατὰ ἀμφισβήτησιν· ἐπει‐ δὴ τοὐναντίον ἐν μὲν τοῖς κατὰ κρίσιν διπλοῖς δύο μέν ἐστι πράγματα κρινόμενα, ἓν δὲ τὸ πρόσωπον, ἐν δὲ τῷ κατὰ αἴτησιν διπλῷ, τουτέστι τῷ κατὰ ἀμφισβήτησιν, | |
20 | ἓν μὲν τὸ πρᾶγμα, δύο δὲ τὰ ἀμφισβητοῦντα πρόσω‐ πα, ἑκατέρου ἐφ’ ἑαυτὸν ἕλκοντος τὸ πεπραγμένον, ὁ τοίνυν κατὰ πρόσωπον διπλοῦς ὑποδιαιρεῖται κατὰ τὸν τεχνικόν· ἢ γὰρ ἀφ’ ὧν αὐτὰ πέπραχε τὰ ἀμφισβητοῦντα πρόσωπα γίνεται ἡ ἐν αὐτῷ ἀμφισβήτησις, ἢ ἀφ’ ὧν | |
25 | ἕτεροι πεπράχασιν, εἰς δὲ τοὺς ἀμφισβητοῦντας καθή‐ κει τὸ πεπραγμένον. τοῦ προτέρου παράδειγμα ὅ τε ῥή‐ | |
τωρ καὶ ὁ δορυφόρος, ὁ μὲν κατὰ τυράννου λέγων, ὁ | 464 | |
7.465 | δὲ τὸν λόγον ἀκούσας εἶτα διαχρησάμενος τῷ ξίφει τὸν τύραννον· τοῦ δὲ δευτέρου παράδειγμα· νόμος τὰς ἱερω‐ σύνας τοὺς παῖδας διαδέχεσθαι· ἀριστεύσας τις ᾔτη‐ σεν ἱερωσύνην ἀφελέσθαι τινὸς, ἔλαβεν, ἀμφότεροι | |
5 | τεθνᾶσι, καὶ οἱ τούτων παῖδες ἀμφισβητοῦσι τῆς ἱερω‐ σύνης· ἐνταῦθά τινες ἔφασαν τὸ τοῦ ὅρου ἴδιον παρα‐ πόλλυσθαι, παντὸς γὰρ ὅρου τὸ μὲν λεῖπον, τὸ δὲ πε‐ πραγμένον ἔχοντος ἐπὶ τούτου ὅλον ἐλλείπει. οὐδὲν γὰρ πέπρακται τοῖς ἀμφισβητοῦσι προσώποις· φαμὲν δὲ, ὡς | |
10 | κἀπὶ τούτου τὸ μὲν λείπει, τὸ δὲ πέπρακται. τῷ μὲν γὰρ ἡ ἀρχὴ πέπρακται, τὸ γενέσθαι ἐν τῇ ἱερωσύνῃ τὸν πατέρα, λείπει δὲ τὸ ἰδιώτην αὐτὸν καὶ τῆς ἱερωσύνης ἀφῃρημένον τελευτᾷν· τῷ δὲ ἐκ τοῦ ἐναντίου πέπρακται μὲν τὸ τέλειον, λείπει δὲ ἡ ἀρχή· τῇ δὲ διαιρέσει τῶν | |
15 | κεφαλαίων διπλῇ, φασὶ, κἀνταῦθα χρησόμεθα· ἐπι‐ σκεπτέον δὲ τὴν διαφορὰν, ἣν ἔχει περὶ τὴν διαίρεσιν ὁ κατ’ ἀμφισβήτησιν πρὸς τοὺς προειρημένους διπλοῦς· ἐφάσκομεν δὲ ἐπὶ τοῦ ἀντονομάζοντος. τὸ δὲ αὐτὸ κἀπὶ τοῦ κατὰ σύλληψιν, ὅτι γε τοῖς ἀγωνιστικοῖς μόνοις τῶν | |
20 | κεφαλαίων διπλοῖς χρηστέον, ἐν δὲ τῷ κατὰ ἀμφισβή‐ τησιν ἅπαντα πλὴν τοῦ πρός τι διπλᾶ παραληψόμεθα κεφάλαια· καὶ γὰρ προβολῇ ἑκάτερος ἐπὶ τοῖς ἑαυτῷ πε‐ πραγμένοις χρήσεται, ὁμοίως καὶ πηλικότητι, τὰ μὲν αὐτοῦ ἐπαίρων, μειῶν δὲ τὰ τοῦ ἐναντίου, καὶ τῇ ποιό‐ | |
25 | τητι τοῦ προσώπου, καὶ τῇ γνώμῃ διπλῇ χρηστέον ἐν τῷ κατὰ ἀμφισβήτησιν· ἑκατέρου τὸ μὲν ἑαυτοῦ ἐκ τῶν ἤδη βεβιωμένων συνιστάντος, τὸ δὲ τοῦ ἀντιδίκου ἐκ τῶν αὐτῶν διαβάλλοντος. ἀλλὰ μὲν οὐδὲ αὐτὰ τὰ ἀγωνιστι‐ κὰ κεφάλαια τὴν αὐτὴν ἔχει παντελῶς τοῖς εἰρημένοις | |
30 | διαίρεσιν. οὐ γὰρ δύο, καθάπερ ἐν τῷ ἀντονομάζοντι, | 465 |
7.466 | καὶ τῷ κατὰ σύλληψιν, ὅρους παραληπτέον. ἐκεῖ μὲν γὰρ δύο πραγμάτων ὑποκειμένων ἀναγκαῖον καὶ δύο γε‐ νέσθαι ὅρους. ἐνταῦθα δὲ ἑνὸς ὄντος τοῦ πράγματος, δύο δὲ τῶν πραγμάτων, ἕνα μὲν ὅρον ὁριεῖται, προσάξει | |
5 | δὲ τά τε ἑαυτοῦ καὶ τοῦ ἀντιδίκου, τοῖς μὲν ἁρμόζοντα δεικνὺς, ἀπὸ δὲ τῶν ἀπᾴδοντα· οἷον ἱερέως παῖς ἐστιν ὁ ἐν τῇδε γενόμενος τῇ ἱερωσύνῃ, ὁ τὴν γένεσιν λαβὼν τηνικαῦτα, ἡνίκα τὸ τῆς ἱερωσύνης ὁ πατὴρ εἶχεν ἀξίω‐ μα, ὧν οὐδὲν τῷ ἀντιδίκῳ πρόσεστιν· ὁ δὲ πάλιν ἀνθο‐ | |
10 | ριζόμενος ἐκ τοῦ ἐναντίου ἱερέα φησὶ καθεστάναι τὸν ἱερωσύνῃ λελυκότα τὸν βίον, οὗ μηδεὶς τὴν ἱερωσύνην ἀφείλετο. ὧν πᾶν τοὐναντίον πρόσεστι τῷ ἀντιδίκῳ, τὸν δὲ συλλογισμὸν κατὰ τὰ προκείμενα παραληψόμεθα κε‐ φάλαια, τὰ μὲν ἑαυτῶν συνιστάντες, ἐκβάλλοντες δὲ τὰ | |
15 | τῶν ἐναντίων, καὶ τοῖς ἐφεξῆς κεφαλαίοις ὁμοίως χρη‐ στέον πλὴν τοῦ πρός τι. τούτου γὰρ τὴν ἐξέτασιν ποιη‐ σόμεθα, σύγκρισιν τῶν ἡμετέρων αὐξητικὴν λαμβάνον‐ τες, καθὰ περὶ τοῦ πρός τι τετεχνολόγηται. ιʹ. Ἔστι, φησὶν, ὁ κατὰ πρόσωπον διπλοῦς, ὅταν | |
20 | πρᾶγμα ὁλόκληρον ἀπὸ δυοῖν ᾖ πεπραγμένον, περὶ οὗ ἑκάτερος ἀμφισβητεῖ, εἰς ἑαυτὸν τὴν πᾶσαν οἰκειούμενος πρᾶξιν. οἷον ὁ μὲν ἦλθεν ὡς ἀποκτενῶν τὸν τύραννον, ὁ δὲ φεύγοντι περιπεσὼν ἀπέκτεινε, καὶ ἀμφισβητοῦσι περὶ τοῦ γέρως, ἑκάτερος τυραννοκτόνος εἶναι λέγων. | |
25 | ἐνταῦθα γάρ ἐστι μὲν ὑποκείμενον πρᾶγμα τὸ καθῃ‐ ρῆσθαι τὴν τυραννίδα, δύο δὲ τὰ ἀμφισβητοῦντα πρόσω‐ πα περὶ αὐτοῦ· ὥσπερ δὲ εἰρήκαμεν ἐν τῷ στοχασμῷ, ὅτι γίνεται στοχασμὸς κατὰ φυγὴν καὶ δίωξιν καὶ κατὰ ἀμφισβήτησιν καὶ κατὰ αἴτησιν, οὕτως καὶ ἐν τῷ ὅρῳ | |
30 | γίνεται ὅρος κατὰ ἀμφισβήτησιν, οὗ καὶ παράδειγμα παρεθέμεθα· τοῦτο γὰρ πρόβλημα ὁρικόν ἐστιν κατὰ ἀμφισβήτησιν· καὶ τί διαφέρει τοῦ στοχαστικοῦ· ὅτι ἐκεῖ | |
μὲν ἑκάτερος ἀνελεῖν σπουδάζει τὰ τοῦ ἑτέρου λέγων, | 466 | |
7.467 | μηδὲν ὅλως συμβεβλῆσθαι τῷ πράγματι· ἐν δὲ τῇ ὁρι‐ στικῇ ὁμολογεῖ μὲν ἑκάτερος συμβεβλῆσθαί τι καὶ τὸν ἕτερον. Τὸ μέντοι ὑπ’ αὐτοῦ πεπραγμένον ὅλον ἐπιχει‐ ρεῖ δεικνύειν λέγων, ὅτι τὸ πραχθὲν ὑπ’ ἐμοῦ τοῦτο ὁ | |
5 | νόμος φησὶ, καὶ ἐκεῖ μὲν περὶ τοῦ προσώπου ποιούμεθα τὴν ζήτησιν, πότερος τῶν ἰατρῶν τυραννοκτόνος· ἐν δὲ τῇ ὁριστικῇ ἀμφισβητήσει τὸ πρᾶγμα ζητοῦμεν, πότερα τὸ διῶξαι τῆς ἀκροπόλεως ἢ τὸ ἀνελεῖν τυραννοκτονία. ἔστι δὲ τὰ τοιαῦτα τῶν προβλημάτων διπλᾶ κατὰ | |
10 | πρόσωπον· δύο γάρ ἐστι τὰ ἀμφισβητοῦντα ἑνὸς ὄντος τοῦ πράγματος. ιαʹ. Οὐ μόνον, φησὶν, ἐπὶ κατορθώματος διπλοῦς ὁ ὅρος γίνεται κατὰ ἀμφισβήτησιν, ἀλλὰ καὶ ἄλλος, ὅπου πρᾶγμά τι ὑπὸ δύο προσώπων ἀμφισβητεῖται, ὡς ἐπὶ | |
15 | τῶν ἀμφισβητούντων περὶ τῆς ἱερωσύνης· τοῦτο γὰρ καὶ τὰ τοιαῦτα τῶν πραγμάτων, εἴτε κλῆρος εἴη, εἴτε ἄλ‐ λο τι, τῷ εἴδει τῆς στάσεως διαιρήσομεν· ἐνταῦθα γὰρ οὐκ ὄντος κατορθώματος αὐτοῖς ἀμφισβήτησις γίνεται πράγματος, τοῦ μὲν τὴν ἀρχὴν, τοῦ δὲ τὸ τέλος ἔχον‐ | |
20 | τος· ἰστέον δὲ, ὅτι ἐν τῇ ὁρικῇ στάσει μιᾶς ἀεὶ οὔσης τῆς προβολῆς τοῦ κατηγόρου, ἐν τούτῳ τῷ εἴδει διπλῆ καθέστηκε, καὶ γὰρ καὶ ὁ κατήγορος προβολῇ κέχρηται, καὶ ὁ φεύγων ὁμοίως, ἑκάτερος τὸ συνοῖσον αὐτῷ προ‐ βαλλόμενος· ἰστέον δὲ, ὅτι, εἰ καὶ ἐνταῦθα τῶν διπλῶν | |
25 | ὁ ὅρος, οὐ διπλοῖς ἕκαστος τοῖς οἰκείοις χρήσεται κεφα‐ λαίοις· ἀλλ’ ἁπλῶς μιᾷ προβολῇ καὶ ὅρῳ, καὶ ἔστι κἀν τούτῳ διαφορὰν εὑρεῖν πρὸς τὸν ἀντονομάζοντα καὶ τὸν κατὰ σύλληψιν, ὅτι ἐκεῖ μὲν δύο ζητουμένων ὀνομά‐ των διπλοῖς ἕκαστος χρῆται τοῖς κεφαλαίοις, ἐνταῦθα | |
30 | δὲ, εἰ καὶ τῶν διπλῶν ὁ ὅρος, οὐ διπλοῖς ἕκαστος | |
χρήσεται, ἐπειδὴ ἓν τὸ ζητούμενον ὄνομα, τίς ὁ τυραν‐ | 467 | |
7.468 | νοκτόνος, καὶ ἓν ὁρίζεται, ἀπὸ δὲ τῆς πηλικότητος δι‐ πλοῖς ἕκαστος τοῖς οἰκείοις χρήσεται, ἐπειδὴ δύο εἰσὶ τὰ ἐξεταζόμενα πράγματα ἀνὰ μέρος· ἑκάτερος δὲ ἀνὰ μέρος χρήσεται τῷ ὑπ’ αὐτοῦ πεπραγμένῳ. καὶ οὐ μόνον | |
5 | αὐξήσει τὸ ἴδιον, ἀλλὰ καὶ τὸ τοῦ ἐναντίου μειώσει. καὶ ἐπὶ τοῦ πρός τι αὐτῶν ἀντεξέτασις ἔσται τῶν πεπραγμέ‐ νων, καὶ ἀγωνιεῖται δεῖξαι τὸ ἑαυτοῦ μεῖζον καὶ θαυ‐ μασιώτερον. ιβʹ. Ὥσπερ ἐν τῷ στοχασμῷ τὸ ἐμπίπτον εἶδος εὑ‐ | |
10 | ρίσκετο, οὕτω καὶ ἐν ὅρῳ ἐμπίπτων τις ὅρος καλεῖται. | 468 |
7.469 | ὠνόμασται δὲ οὕτως τὸ εἶδος διὰ μίαν ἐπ’ ἀμφοτέρων αἰτίαν· καὶ γὰρ στοχασμὸν ἐμπίπτοντα ἐκαλοῦμεν, διότι ἐν τῇ μεταθέσει τῆς αἰτίας ἑτέρου ἐνέπιπτε ζήτημα, ὁ‐ μοίως δὲ καὶ ὅρον ἐμπίπτοντα ὠνομάζομεν, ἐπεὶ κατὰ | |
5 | τὴν πρός τι ἐξέτασιν ζήτημα ἕτερον ἐπεισφέρεται πρὸς τοῦ προτέρου κατασκευὴν συντελοῦν, ὅπερ ἐξ ἀρχῆς μέ‐ χρι τοῦ πρός τι πᾶσι τοῖς κεφαλαίοις κατασκευάσαντες ἐπὶ τὸ πρότερον ἀναδραμούμεθα ζήτημα· οἷον ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετο, ἐὰν οὕτως ἔχῃ, συγκατέ‐ | |
10 | θετο ὁ ἐρωτηθεὶς, καὶ ὡς ἐξειπὼν ὑπάγεται· ζητούντων γὰρ ἡμῶν, τί τὸ ἐξειπεῖν, πότερον τὸ λόγοις διεξελθεῖν, ἢ καὶ ὅλως τὸ ἐπινεῦσαι καὶ μόνον συμφωνῆσαι καὶ τοῦ‐ το διεξιόντων κατὰ τὸ πρός τι, ἕτερον ἐπανίσταται ζή‐ τημα, τίς ὁ ἀμύητος, πότερα ὁ μηδὲ ὅλως τι τῶν μυ‐ | |
15 | στηρίων καθεωρακὼς, ἢ καὶ ὁ θεασάμενος μὲν, ἀλλ’ ὄναρ καὶ οὐ φανερῶς· τοῦτο δὲ διὰ πάντων τῶν κεφαλαίων μέχρι τοῦ πρός τι κατασκευάσαντες τῷ προτέρῳ συμπλέ‐ κομεν ζητήματι. ιγʹ. Πῶς ἐνταῦθα μεταξὺ τῶν κεφαλαίων ἕτερον ἐμ‐ | |
20 | πίπτει ζήτημα, αὐτὸς διδάσκει καὶ ὑποτίθεται· τοῦ πρώ‐ του γὰρ, φησὶ, ζητήματος ἐξεταζομένου ἄχρι τοῦ πρός τι ἐμπίπτει τὸ ἕτερον ζήτημα τέλειον καὶ αὐτὸ τυγχάνον, εἰ ἀμύητος ὁ ὄναρ ἰδὼν τὰ μυστήρια, ἢ ὁ ὑπ’ αὐτῶν τῶν θεῶν τετελεσμένος, οὐκοῦν ἡ προβολὴ τοῦ πρώτου, δεινὰ | |
25 | ἔπραξας εἰπὼν τὰ μυστήρια· ὁ ὅρος, οὐκ ἐξεῖπον, οὐ γὰρ ἐφθεγξάμην· ἀνθορισμὸς, καὶ μὴν κατένευσας, καὶ συν‐ άψει εὐθὺς τὸν συλλογισμὸν λέγων, ἴσον εἶναι τὸ κα‐ τανεῦσαι τῷ εἰπεῖν γνώμῃ νομοθέτου, ὅτι ἄτοπον λίαν ἡγήσατο τὸ τοιοῦτον ὁ νομοθέτης· εἶτα ἡ πηλικότης βε‐ | |
30 | βαιοῖ, ὅτι μέγα δεινὸν καὶ χαλεπὸν τὸ ἐκλέγειν τὰ τῶν θεῶν μυστήρια· εἶτα τὸ πρός τι, καὶ μεῖζον τὸ κατανεῦ‐ σαι· βεβαιοῦντος γάρ ἐστιν, ἀφ’ οὗ τὸ δεύτερον ἐμπίπτει | |
ζήτημα ἐξ ἀντιθέσεως, ἀλλ’ οὐκ ἀμύητος οὗτος, καὶ | 469 | |
7.470 | λοιπὸν ἐπανατρέχει εἰς τὸν ὅρον τούτου τοῦ δευτέρου ζη‐ τήματος φάσκων· ἐκεῖνος ἐμυήθη ὁ εἰς θεῶν ἱερὰ φοιτή‐ σας, ὁ παρὰ δᾳδούχου μαθών. ἰστέον δὲ, ὅτι ἐνταῦθα συμβαίνει τὸν κατήγορον τὰ τοῦ φεύγοντος ἔχειν κεφά‐ | |
5 | λαια, τὸν γὰρ ὅρον ἀεὶ τοῦ φεύγοντος ὄντα ὁ κατή‐ γορος ἐν τῷ δευτέρῳ ζητήματι λέγει. ὁ δὲ φεύγων τοῖς ἰδίοις τοῦ κατηγόρου χρήσεται κεφαλαίοις, ἀνθορισμῷ φημι καὶ συλλογισμῷ, κατασκευάζων, ὅτι μεμύηται· ὁ δὲ πρότερος κατήγορος τῷ τοῦ φεύγοντος ὅρῳ ἀνατρέ‐ | |
10 | πων τὸ μεμυῆσθαι διὰ τοῦ ὀνείρου τὸν ἄνθρωπον, ὁ δὲ συλλογισμὸς ἐκ τοῦ φεύγοντος ἐξ ἀντιθέσεως ληφθήσε‐ ται, ὅμοιον λέγοντος τῷ ὑπὸ τῶν ἱερέων μανθάνειν τὸ ἐν τοῖς ὕπνοις μυεῖσθαι· μανθάνειν γάρ ἐστιν ἐξ ἀμ‐ φοτέρων, ἡ πηλικότης δὲ καὶ τὸ πρός τι μειώσει. | |
15 | ιδʹ. Τὸ εἶδος, φησὶ, τοῦτο γίνεται, ὅταν περὶ δύο ὀνομάτων ἐφ’ ἑνὸς τρόπου ἡ ζήτησις ᾖ· τὰς δὲ δια‐ φορὰς τουτέστι περὶ δύο ὀνομάτων καὶ τὸ ἐφ’ ἑνὸς προσ‐ ώπου παρέλαβεν οὐκ ἁπλῶς, ἀλλ’ ἵνα διαστείλῃ τοῦτο τὸ εἶδος τῶν προκειμένων, τουτέστι τοῦ κατὰ ἀμφισβή‐ | |
20 | τησιν καὶ τοῦ κατὰ σύλληψιν, τοῦ μὲν γὰρ κατὰ ἀμ‐ φισβήτησιν ἐχώρισεν αὐτὸ, δι’ ὧν εἶπεν ἐφ’ ἑνὸς προσώ‐ που, τὸ γὰρ κατὰ ἀμφισβήτησιν διπλοῦν ἐστι κατὰ τὰ πρόσωπα, ὅπου γε καὶ οὗτος ἀνωτέρω τὸ εἶδος ὠνόμα‐ κεν εἰπὼν, τρίτος ὁ κατὰ προσώπου διπλοῦς· πάλιν δὲ | |
25 | αὐτὸς κατὰ σύλληψιν διὰ τῆς ἑτέρας προσθήκης· περὶ δύο γὰρ, φησὶν, ὀνομάτων τὴν ζήτησιν ἐν τοῖς δυσὶν ὅροις καθεστάναι τὸν τρόπον προσήκει, ὅπερ ἐπὶ τοῦ | |
κατὰ σύλληψιν οὐκ ἂν εἴη· τὸ γὰρ ἕτερον τῶν ὀνομάτων | 470 | |
7.471 | ἐκεῖσε ζήτησιν οὐκ ἐπιδέχεται, ὑφ’ ἑκατέρου γὰρ ὡμολό‐ γηται, ἀλλ’ ἐπειδὴ τὸ περὶ δυοῖν ὀνομάτων ἐφ’ ἑνὸς προσώπου καθεστάναι τὴν ζήτησιν καὶ ἐν τῷ ἀντονο‐ μάζοντι εὑρίσκεται, διὰ τοῦτο προσέθηκε τὸ οὐκ ἀντο‐ | |
5 | νομαζόντων· ἐν μὲν γὰρ τῷ ἀντονομάζοντι περὶ δύο μὲν ὀνομάτων ἡ ζήτησις, ἀλλ’ ἀντονομαζόντων, ὄνομα ἀντ’ ὀνόματος παραδεχομένων ἡμῶν, ἐν δὲ τοῖς δύο ὅ‐ ροις τὰ δύο προηγουμένως ζητοῦμεν ὀνόματα, καὶ τοῦ κατηγόρου τὰ δύο ἐγκλήματα ἐπιφέροντος καὶ τοῦ φεύ‐ | |
10 | γοντος περὶ ἀμφοῖν ἀντιλέγοντος· ἡ δὲ πρὸς τὸν ἐμ‐ πίπτοντα τῶν δύο ὅρων διαφορὰ σαφεστάτη· ἐκεῖ μὲν γὰρ θάτερον τοῦ ἑτέρου λαμβάνεται πρὸς κατασκευὴν, καὶ γίνεται τὸ ἐμπίπτον ζήτημα ἀποδεικτικὸν τοῦ προη‐ γουμένου· ἐνταῦθα δὲ ἀπ’ ἀλλήλων κεχώρισται τὰ ζη‐ | |
15 | τήματα τέλεια ὄντα καθ’ αὑτὰ καὶ οὐδὲν πρὸς ἀπόδειξιν ἀλλήλων συντείνοντα. ἔστι δὲ διαλῦσαι τὰ ζητήματα τὰ ἑκάτερα ἰδίᾳ μηδὲν ἐν τῇ ὑποθέσει λυμαινόμενα· οἷον νόμος τὸν ἐκ καθαροῦ καὶ καθαρὸν ἱερᾶσθαι· πατέρα | |
τις μοιχὸν ἀποκτείνας εἴργεται ἱερᾶσθαι· τοῦτο γὰρ διε‐ | 471 | |
7.472 | λόντες δύο παραλαμβάνειν ἁπλᾶ δυνάμεθα προβλήματα, ὡς εἰ λέγοιμεν οὕτως· νόμος τὸν ἐκ καθαροῦ ἱερᾶσθαι, πατρὸς ἁλόντος ἐπὶ μοιχείᾳ εἴργεται τῆς ἱερωσύνης, καὶ πάλιν ἕτερον πρόβλημα· νόμος τὸν καθαρὸν ἱερᾶσθαι, | |
5 | μοιχόν τις ἀνελὼν ἱερᾶσθαι κωλύεται· τοσαῦτα περὶ τῆς τοῦ προκειμένου εἴδους φύσεώς τε καὶ πρὸς τὰ ἄλλα δια‐ φορᾶς, ἐπάγει δὲ καὶ τὴν περὶ τῆς ἐργασίας διδασκα‐ λίαν ὁ τεχνικὸς, καί φησι, δεῖ τὸ πρότερον τῶν ζητημά‐ των τελείως κατασκευάσαντας οὕτως ἐπὶ θάτερον μετα‐ | |
10 | βῆναι, καὶ αὖθις ἐκεῖνο κατασκευάζειν ἄνωθεν ἀρξαμέ‐ νους· ὥστε διεστάλθαι ἀπ’ ἀλλήλων τὴν ἑκατέρων κατα‐ σκευήν· καὶ ζητητέον πῶς ἐπὶ τῶν ἄλλων εἰδῶν, φημὶ τῶν διπλῶν, πανταχοῦ συμπλέκεσθαι κελεύων τὰ ζητήματα καὶ κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ, ὅπως συντετα‐ | |
15 | γμένος καὶ σφριγῶν ὁ λόγος, ἀλλὰ μὴ διαλελυμένος καὶ ὕπτιος γένοιτο, ἐνταῦθα τοὐναντίον διακελεύεται, δια‐ στέλλεσθαι φάσκων δεῖν τὰ ζητήματα, ὅπερ ἂν εἴη πολ‐ λῆς ὑπτιότητος· πρὸς δὲ ταῦτα ῥητέον, ὡς ἐπὶ μὲν τῶν ἄλλων φυσικῶς ἄμφω συνήρμοστο καὶ συνεπέπλεκτο τὰ | |
20 | ζητήματα, ἔνθεν καὶ τὰς ἀποδείξεις ἐπ’ ἐκείνου κατὰ συμπλοκὴν προάγειν ἀναγκαῖον ἐδόκει, ἐνταῦθα δὲ κεχω‐ ρισμένων φύσει τῶν ζητημάτων, ὡς ἐδείξαμεν, καὶ οὐδὲν εἰς τὴν ἀλλήλων συντελούντων κατασκευὴν, ἀφ’ οὗ καὶ τὴν προσηγορίαν τὸ εἶδος ἔλαβε, δύο ὅροι καλούμενον, | |
25 | εἰ συμπλέκειν τὰς τούτων κατασκευὰς βουληθείημεν, εὐ‐ θὺς μὲν καὶ παρ’ αὐτὴν τὴν ἀρχὴν ἀγωνιστικοὶ φανοί‐ μεθα ἄν· προϊόντες δὲ εἰς ἀσάφειαν πολλὴν ἐμπίπτοι‐ μεν καὶ σύγχυσιν, τὰ κεχωρισμένα μὴ ἐκλύειν βουλόμε‐ νοι· χρὴ οὖν ἰδίᾳ κατασκευάζειν ἑκάτερον· εἰ δέ τί ἐστι | |
30 | τοῦ δευτέρου ζητήματος ἐν τῷ προτέρῳ δεόμενόν τινος | |
κατασκευῆς, τῷ κατ’ ἐπαγγελίαν χρησόμεθα σχήματι, | 472 | |
7.473 | τέως μὲν αὐτὸ διακρουόμενοι, μικρὸν δὲ ὕστερον περὶ αὐτοῦ λέξειν ἐπαγγελλόμενοι· τοσαῦτα περὶ τοῦ ὅρου τεχνολογεῖν ἔχομεν. Δύο ὄντων τῶν ζητημάτων ἐπὶ ἑνὸς προσώπου, | |
5 | διπλῆ καὶ ἡ διαίρεσις ἔσται δι’ ὅλου τοῦ κεφαλαίου. καὶ γίνεται τὸ πρῶτον ζήτημα, ὅτι ἐκ καθαροῦ, καὶ λοι‐ πὸν ἐμπίπτει τὸ ἕτερον ζήτημα· εἰ γὰρ ἐκ καθαροῦ γέ‐ γονεν, ὡς φῂς, σὺ οὐ καθαρὸς ἀνελὼν τὸν καθαρόν· καὶ οὕτως εἰσάγεται τὸ δεύτερον ζήτημα, ὅτι μοιχὸν ὄν‐ | |
10 | τα ἀνεῖλον· εἰσάγεται δὲ σχεδὸν μετὰ τὴν ποιότητα· διὰ τοῦτο δὲ οὐκ ἀντιτιθέντες κεφάλαιον κεφαλαίῳ τὴν διαί‐ ρεσιν ἐν τούτῳ τῷ εἴδει ποιούμεθα, ἀλλὰ χωρίσαντες, οὐχ ὅτι ἀγωνιστικώτερον τὸ ἀντιτιθέναι, ἀλλ’ ἐπειδὴ δι‐ έστηκεν ἀλλήλων καὶ κεχώρισται τὰ ζητήματα, καὶ συν‐ | |
15 | άπτειν μὲν ἐπιχειροῦντες σύγχυσιν ἐργαζόμεθα, διαιροῦν‐ τες δὲ εὐκρινῆ καὶ σαφῆ τὸν λόγον παρεξόμεθα. | |
17t | Cap. XXI. | |
18t | Περὶ ἀντιλήψεως. | |
18 | Τὴν τέχνην ἡ ταυτότης ἔχει καὶ ἐλέγχει· τὸ γὰρ μὴ διαμένον ἐπὶ τῶν αὐτῶν, ἀλλὰ νῦν μὲν ὡδὶ, αὖθις | |
20 | δὲ ἑτέρως γινόμενον ἄτακτόν τε καὶ ἄτεχνον ἐπιδείκνυ‐ ται· τρία οὖν τὰ αὐτὰ καθ’ ἑκάστην διαίρεσιν τῷ τε‐ χνογράφῳ παρατετήρηται, ἡ τῶν κεφαλαίων ἀπαρίθμη‐ σις, ἡ περὶ ἑκάστου τεχνολογία, καὶ τρίτη ἐπὶ τούτοις ἡ τῶν εἰδῶν ἐπίσκεψις, ὥσπερ κἀν τῇ μεθόδῳ παρατηρή‐ | |
25 | μασιν ἰσαρίθμοις κέχρηται· πρῶτον τὴν εὕρεσιν ἑκάστης | 473 |
7.474 | τῶν στάσεων ἐκτιθέμενος, ἔπειτα τὸ ὄνομα φράζων, εἶ‐ τα τὸν ὅρον ἀποδιδούς· ὅπερ οὖν ἐν τῇ διαιρέσει κατὰ πᾶσαν ποιεῖν εἴωθε στάσιν, τοῦτο κἀπὶ τῆς ἀντιλήψεως παρεφύλαξε, καὶ πρῶτον μὲν εὐθὺς ἀπηριθμήσατο τὰ | |
5 | κεφάλαια, ἔπειτα τὴν προσήκουσαν ἀποδίδωσι τεχνολο‐ γίαν ἑκάστῳ, καὶ μετὰ τοῦτο περὶ τῶν εἰδῶν διαλήψε‐ ται. Ὅτι μὲν ἐκ τριῶν τούτων, νόμου, φύσεως, ἔθους λαμβάνεται πᾶσα ἀντίληψις, ἐν τῇ μεθόδῳ δεδήλωται, καὶ εἴ τι καινότερον συνέβαινε περὶ τὴν φύσιν τῆς στά‐ | |
10 | σεως, ἐν τῷ εἰρημένῳ τόπῳ καὶ τοῦτο ἐζητήσαμεν· δια‐ ληπτέον δὲ περὶ τῆς τῶν κεφαλαίων τάξεως· ταύτην δέ τινες ᾠήθησαν κατὰ τὸν διώκοντα γεγενῆσθαι, οὐκ ἀκριβῶς ἐπεσκεμμένοι τὸν περὶ αὐτοῦ λόγον, ἀλλὰ τὸ παραστὰν ἐκ πρώτης ἀποφηνάμενοι· ἐπεὶ γὰρ εὗρον | |
15 | πρῶτον μὲν τὴν προβολὴν, ὅπερ ἐστὶν ἴδιον τοῦ κατη‐ γόρου κεφάλαιον, εἶτα τὸ μόριον τοῦ δικαίου μετὰ τὴν προβολὴν τοῦ διώκοντος κατὰ ἀντίθεσιν λαμβανόμενον, ἐξαπατηθέντες τὴν τάξιν τῶν κεφαλαίων κατὰ τὸν διώ‐ κοντα γεγενῆσθαι ὑπέλαβον· οὐ γὰρ προσέσχον, ὅτιπερ | |
20 | ἡ τάξις ἥδε οὐ τοῦ διώκοντος μᾶλλόν ἐστιν ἢ τοῦ φεύγοντος· ὁμοίως γὰρ ἑκάτερον τάττουσιν· ὁ μὲν γὰρ διώκων τυραννικὸν ἀποφαίνειν βουλόμενος τὸν κατηγο‐ ρούμενον εὐθὺς τὸ μόριον τοῦ δικαίου παραλαμβάνει κα‐ τὰ ἀντίθεσιν, ὅπερ ἐστὶν οὐδὲν ἕτερον ἢ ψιλὴ ἀπόφασις | |
25 | ἀντιληπτικὴ, τὸ δὲ ἀντιληπτικὸν ἀεὶ τραχύτερόν πως καὶ τυραννικώτερον τῷ τὴν ἐξουσίαν προβάλλεσθαι, ὁ δὲ φεύγων καὶ τὸ πᾶν σχεδὸν τῆς ἀπολογίας ἔχων ἐν τῇ ἐξ‐ ουσίᾳ, καὶ τὸ κατ’ ἀρχὰς τῶν ἀγώνων τυραννικὸς εἶναι δοκεῖν ἀποφεύγων, χρῆται καὶ οὗτος εὐθὺς τῷ τοῦ δι‐ | |
30 | καίου μορίῳ, ἁπλουστέρῳ γε τῆς ἀντιλήψεως ὄντι, ὅπως καὶ τὸ ἰσχυρὸν ἐν ἀρχῇ τῆς ἀπολογίας ἐνδείξηται, καὶ | |
τῷ μὴ εἶναι τὸ κεφάλαιον ἐγκατάσκευον, μηδὲ ἐπὶ πλεῖ‐ | 474 | |
7.475 | στον ἐπεκτείνειν τὴν ἀπὸ τῆς ἐξουσίας ἀπολογίαν, ὑπεκ‐ κλίνοι τὸ λυπηρὸν εἶναι τοῖς δικασταῖς· τὴν γὰρ ὅλην τοῦ κεφαλαίου ἐξέτασιν ἐν μέσοις φυλάττει τοῖς ἀγῶσιν· ἐπειδὰν δὲ εἰς τὴν ἀντίληψιν ὁ λόγος ἀφίκηται, ὁ δὲ | |
5 | κατήγορος τὸ τοῦ δικαίου μόριον παραλαβὼν οὐκέτι τῇ | |
ἀντιλήψει χρήσεται· οὐ γὰρ ἐγκατασκεύους προσήκει | 475 | |
7.476 | λαμβάνειν τὰς ἀντιθέσεις, ἀλλ’ ἁπλουστέρας μᾶλλον καὶ δυναμένας ἀπολύεσθαι ῥᾴδιον· τὸ δὲ μόριον τοῦ δικαίου τῆς ἀντιλήψεως τούτῳ διαφέρειν ἐφάσκομεν, τῷ τὴν ἀν‐ τίληψιν μετὰ κατασκευῆς ἐκφέρεσθαι πλείονος· μετὰ | |
5 | γοῦν τὸ μόριον τοῦ δικαίου τὴν μετάληψιν παραλήψε‐ ται, εἴγε πᾶν ἀντιληπτικὸν ἐπιχείρημα μεταλήψει λύεται· εἶτα προσώπῳ καὶ ὅρῳ καὶ τοῖς ἑξῆς ἑκάτερον χρήσεται μέρος, πλὴν ὅτι γε τὴν ἀντίληψιν ὁ διώκων παρίησι. Τοσαῦτα περὶ τῆς τῶν κεφαλαίων τάξεως· ἐφ’ ἑκάστου | |
10 | δὲ αὐτῶν γινόμενος τὴν προσήκουσαν ἀποδιδόναι ἀπολο‐ γίαν πειράσομαι. βʹ. Τρίτην μὲν ἔταξε τὴν πραγματικὴν Ἑρμογένης τὴν τάξιν τῶν στάσεων ἀπαριθμούμενος, νυνὶ δὲ τὴν ἀντίληψιν τῆς πραγματικῆς προέταξε, καὶ τὸ αἴτιον εὔ‐ | |
15 | δηλον· ἐκεῖ μὲν γὰρ ἐκ τῶν πραγμάτων τὴν τάξιν ποι‐ ούμενος τρίτην ἔθηκε τὴν πραγματικὴν, καὶ γὰρ εὐθέως ἐκείνη ἐκ τῆς διαιρέσεως τῶν πραγμάτων ἀνέκυπτε· καὶ ἵνα τοῦτο δηλωθῇ, δεῖ μικρὸν ἄνωθεν διαλαβεῖν, ὅτι τῶν πραγμάτων τὰ μέν ἐστιν ἀφανῆ, τὰ δὲ φανερά· καὶ | |
20 | τῶν φανερῶν τὰ μέν ἐστι τέλεια, τὰ δὲ ἀτελῆ· τῶν δὲ τελείων εὐθέως ἡ πρώτη ζήτησις περὶ τὸν μέλλοντα γί‐ νεται, περὶ ὅν ἐστιν ἡ πραγματική· τοιγαροῦν εἰκότως ἐκεῖ μὲν ἐκ τῶν πραγμάτων διαιρούμενος προτέραν ἔτα‐ ξεν τὴν πραγματικήν· ἐνταῦθα δὲ ἐπειδὴ τῶν κεφαλαίων | |
25 | ἡ διαίρεσις γίνεται, πολλὴ δὲ ἡ κοινωνία τοῦ ὅρου πρὸς | 476 |
7.477 | τὴν ἀντίληψιν ἐν τοῖς κεφαλαίοις, ἐκεῖ μὲν διέστησεν, ἐνταῦθα δὲ συνήγαγεν. γʹ. Κἀνταῦθα πάλιν τὰ τρία τετήρηκεν ὁ τεχνικὸς, τὴν τῶν κεφαλαίων ἀπαρίθμησιν καὶ τὴν ἑκάστου ἐργα‐ | |
5 | σίαν καὶ τὰ εἴδη τῶν στάσεων· ἡ προβολὴ δὲ ἐν ὅρῳ δέδεικται ποίαν ἔχει φύσιν, ὅτι ψιλή ἐστι τῶν γενομέ‐ νων διήγησις μετὰ βραχείας αὐξήσεως, καὶ τὸ διάφορον, ὅτι ἐν μὲν τῷ κατὰ αἴτησιν ὅρῳ κοινὴ γίνεται ἡ προ‐ βολή· ἐν δὲ τῇ ἀντιλήψει ὁ φεύγων οὐδέποτε τούτῳ χρή‐ | |
10 | σεται τῷ κεφαλαίῳ. | 477 |
7.478 | δʹ. Ἡ προβολὴ γίνεται, ὡς καὶ ἐν τῷ ὅρῳ· περὶ τῆς προβολῆς ἐν τῷ ὅρῳ τεχνολογήσας νῦν ταυτολογεῖν οὐκ ἀνέχεται· ἄξιον δὲ ἐκεῖνο πλείστης ἐπιστάσεως, τί δήπο‐ τε τὰ ἐν τῷ στοχασμῷ ἀπ’ ἀρχῆς ἄχρι τέλους, πρὸς τὰ | |
5 | τῶν ἄλλων ἁπασῶν στάσεων, ἅπερ ἐστὶν ἡ προβολὴ, τά‐ ξιν ἔχει διάφορον, καίτοι ἡ προβολὴ, καθὰ ἐν τῷ ὅρῳ διεξῆλθεν ὁ τεχνικὸς, οὐδὲν ἕτερόν ἐστιν ἢ τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους, φημὶ καὶ ἐπὶ τῶν λοιπῶν στάσεων· πῶς οὖν ἐν μὲν τῷ στοχασμῷ πέμπτην ἀπέλαβε τάξιν | |
10 | τουτὶ τὸ κεφάλαιον, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους φημί; ἡ γὰρ προβολὴ κατὰ τὰς λοιπὰς στάσεις ἁπάντων ἡγεῖ‐ ται τῶν κεφαλαίων, ἔστι δὲ ἀπολύσασθαι τὴν ἀπορίαν, ἢν τὸ ἐν τῷ στοχασμῷ διάφορον πρὸς τὰς ἄλλας τῶν στάσεων καταμάθωμεν. ἴδιον τοιγαροῦν τοῦ στοχασμοῦ | |
15 | τὸ ἕτερον μὲν ἔχειν τὸ πεπραγμένον, ἕτερον δὲ τὸ κρι‐ νόμενον· καὶ τὸ τὰ πεπραγμένα πάντως ἔχειν ἀνεύθυνα, ὥστε κεχωρίσθαι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὰ ἐγκλή‐ ματα, τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτὰ τὰ πεπρα‐ γμένα ἐστίν· ἀνάγκη δὲ μετὰ τὴν διήγησιν προτείνειν τὸ | |
20 | τοῦ ἐγκλήματος ὄνομα, ὅπως ἃ ἐπὶ τοῖς πεπραγμένοις | |
καὶ ἃ ἐν τῇ διηγήσει διεξερχόμεθα εἰδεῖεν οἱ δικα‐ | 478 | |
7.479 | σταὶ, ὅ τί ποτέ ἐστι τὸ ἐπαγόμενον ἔγκλημα· ἐν μὲν οὖν τῷ στοχασμῷ ἅτε κεχωρισμένον ἀπὸ τῶν πεπραγμέ‐ νων ἔχοντες τὸ κρινόμενον εὐθὺς αὐτὸ ψιλῶς μετὰ τὴν διήγησιν ἐπιφέρομεν, οἷον ὅτι ἐπὶ τούτοις αὐτὸν παρα‐ | |
5 | πρεσβείας κρίνω ἢ ἀσεβείας ἤ τινος τοιούτου, τὴν δὲ ἀπόδειξιν ὕστερον ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους λαμ‐ βάνομεν, ἐπειδὰν εἰς τὴν τοῦ πράγματος ἐμβάλωμεν ἐξ‐ έτασιν· ἐν δὲ ταῖς λοιπαῖς τῶν στάσεων, αὐτῶν δὴ τῶν πεπραγμένων εὐθυνομένων, ἡνίκα τὴν διήγησιν διεξελ‐ | |
10 | θόντες τὸ ἔγκλημα φράζειν δεηθῶμεν, πάλιν ἀνάγκη τὰ πεπραγμένα λέγειν, εἴγε συμπλέκεται τῷ ἐγκλήματι, καὶ αὐτά ἐστι τὰ εὐθυνόμενα· ταῦτα δ’ ἔτι ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ προβολὴν ὀνομάζομεν· οὕτως οὖν ἐπὶ μὲν τοῦ στοχασμοῦ τὴν πέμπτην ἔχειν τάξιν ἠδύνατο τὸ κεφά‐ | |
15 | λαιον· ἐπὶ δὲ τῶν λοιπῶν ἐξ ἀνάγκης ἡγεῖται· δεδήλω‐ ται δὲ ἄρα καὶ ἡ διαφορὰ τῶν ἐν τῷ στοχασμῷ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸς τὴν προβολήν, καὶ ἑτέραν δέ τινα διαφορὰν αὐτῶν ἐν τῷ ὅρῳ δεδώκαμεν, ὄτι γε τὰ μὲν ἐκ τῶν περιστατικῶν ἀποδεικτικὰ λαμβάνομεν, ἡ | |
20 | δὲ προβολὴ λαμβάνεται μὲν ἀπὸ τῶν αὐτῶν, αὐξητικῶς δὲ καὶ ἀποδεικτικῶς. | |
εʹ. Τὰ μόρια τοῦ δικαίου καὶ ἡ ἀντίληψίς ἐστι καὶ | 479 | |
7.480 | γὰρ, ὡς ἔφαμεν, ἡ ἀντίληψις ἢ ἀπὸ νόμου ἢ φύσεως ἢ τέχνης ἤ τινος τῶν τοιούτων ἔχει τὴν ἰσχὺν, ἐξ ὧν καὶ τὸ μόριον τοῦ δικαίου λαμβάνεται, ὅπερ οὕτω κα‐ λεῖται διὰ τὸ μέρος τι τοῦ δικαίου προβάλλεσθαι, ἐξ | |
5 | ἑνὸς γὰρ τούτου πάντως ἔχει τὴν ἐξέτασιν· τοῦ γὰρ κατηγόρου πολλῇ χρησαμένου τῇ ἐν προβολῇ καταφο‐ ρᾷ, ὁ φεύγων πρὸς τοῦτο μαχόμενος ἀντιστήσει τῇ κατηγορίᾳ ἕν τι τούτων, διαλύων αὐτοῦ τὴν ἰσχὺν, ὥσπερ ἐν παραγραφικοῦ μοίρᾳ· φήσει γὰρ, ὡς ἄδικος | |
10 | ὁ κατήγορος καὶ οὐ δεῖ ἐπὶ τοιούτοις ἀγῶνας κροτεῖν, ἐφ’ οἷς ἢ νόμος τὴν ἐξουσίαν παρέσχετο καὶ ἑξῆς· φύσιν δὲ ἀντιλήψεως τὸ κεφάλαιον ἔχον οὐκ ἐκλήθη ἀντίληψις, ἐπεὶ διαβολῆς ἕνεκα τὰ μόρια τοῦ δικαίου προτείνεται, οὐ τὴν πᾶσαν ἐξουσίαν προβαλλόμενα· οὐχ οὕτως οὖν | |
15 | ὠνόμασται διὰ τὸ μήπου τῆς ἐξουσίας τὸν φεύγοντα ἀν‐ τιλαμβάνεσθαι. ϛʹ. Τὸ μόριον τοῦ δικαίου τὸ αὐτὸ, φησὶν, ἐστὶ τῇ ἀντιλήψει, πλὴν ὅσον ἡ ἀντίληψις ἐγκατάσκευός τέ ἐστι καὶ πλείονα ἔχει τὴν ἐργασίαν· ὅτου δὲ χάριν τὸ τοῦ | |
20 | δικαίου παρείληπται μόριον ἀνωτέρω δεδήλωται, καὶ νῦν οὐ χεῖρον εἰπεῖν· ἐπεὶ γὰρ κ. τ. λ. ἅμα δὲ καὶ ἵνα τοῖς τοῦ κατηγόρου λόγοις ἀκολουθῶν ὁ φεύγων ἐπὶ τῆς ἀπολογίας εὑρίσκηται· τοῦ γὰρ διώκον‐ τος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους διελόντος διχῆ κατά τε | |
25 | προβολὴν καὶ κατὰ τὴν τῆς πηλικότητος καὶ τοῦ πρός | |
τι ἐξέτασιν, καὶ ἧττον μὲν αὐτοῖς ἐν τῇ προβολῇ χρω‐ | 480 | |
7.481 | μένου, ἐλέγομεν γὰρ δεῖν πεφεισμένως ἐν τῷδε τῷ κεφα‐ λαίῳ χρῆσθαι τῇ αὐξήσει· ἐν δὲ τῇ πηλικότητι καὶ τῷ πρός τι τὴν αὔξησιν μετὰ πλείστης ὅσης ποιουμένου τῆς ἐργασίας, ἀντιτάττων ὁ ἀπολογούμενος φαίνεται καὶ αὐ‐ | |
5 | τὸς διχῆ τὴν ἀντίληψιν, τὸ μὲν μόριον τοῦ δικαίου τῇ προβολῇ, τὸ ἁπλούστερον τῷ ἧττον ἐγκατασκεύῳ, τὴν δὲ ἀντίληψιν, ἥπερ ἀγωνιστικωτέρα καὶ πλεῖον ἐξειργα‐ σμένη, πρὸς τὴν ὅλην ἀντικαθιστὰς τοῦ κατηγόρου αὔ‐ ξησιν, φημὶ τὴν πηλικότητα καὶ τὴν κατὰ τὸ πρός τι | |
10 | κατασκευήν· ἣν μὲν οὖν ἔχει διαφορὰν τὸ μόριον τοῦ δι‐ καίου καὶ ἡ ἀντίληψις, ὁ τεχνικὸς αὐτὸς ἡμῖν ἐδήλωσεν εἰπὼν, ὡς ταὐτὸν μέν ἐστι τῇ ἀντιλήψει, διαφέρει δὲ, ὅτι ἐνταῦθα μὲν ἁπλούστερον καὶ ἄνευ κατασκευῆς ἐν παραγραφικοῦ μοίρᾳ τίθεται κατ’ ἀρχὰς, ἐκεῖ δὲ, τουτ‐ | |
15 | έστιν ἐν τῇ ἀντιλήψει, ὡς ἑτέρως οἱονεὶ ἐγκατασκεύως καὶ τελεώτερον· ἐπεὶ δέ φησιν αὐτὸ ἐν παραγραφικοῦ τετάχθαι μοίρᾳ, ἀναγκαῖον εἰπεῖν, τίνι τοῦ παραγραφι‐ κοῦ διοίσει· ἡ γὰρ κοινωνία σαφὴς, ὅτι ἑκάτερον δια‐ βάλλει τὸν ἀγῶνα, ὡς οὐδὲ ἐπὶ τούτῳ κρίνεσθαι· διαφέ‐ | |
20 | ρει δὲ ἀλλήλων, καθὸ τὸ μὲν παραγραφικὸν διαβολῆς ἕνεκα μόνον παραλαμβάνεται, τοῦτο δὲ καὶ τὸ μέγι‐ στόν ἐστι τοῦ παντὸς ἀγῶνος, καὶ ὡς περὶ τῆς πάσης ἀπολογίας κεφάλαιον, καὶ ἔτι τὸ μὲν παραγραφικὸν ἀπό τινος λαμβάνεται τῶν περιστατικῶν, τὸ δὲ τοῦ δικαίου | |
25 | μόριον οὐχ οὕτως, ἀλλ’ ἀφ’ ὧν ἡ ἀντίληψις ἢ ἀπὸ νό‐ μου ἢ ἀπὸ ἔθους, ἢ ἀπὸ φύσεως· εἰδέναι δὲ χρὴ, ὅτι γε καθάπερ ὁ διώκων ἀπὸ τῆς προβολῆς ἄρχεται, τοῦτον τὸν τρόπον ἐκ τούτου τοῦ κεφαλαίου ὁ φεύγων. ζʹ. Μόρια καλεῖται δικαίου τὰ εἴδη τῆς ἀντιλήψεως· | |
30 | διὰ τοῦτο γὰρ καὶ μόρια, ἐπειδὴ κατὰ πάντα τὰ μέρη ἐξετάζεται, ἢ νόμον, ἢ ἔθος, ἢ φύσιν· ἐξ ἑνὸς γὰρ τού‐ | |
των πάντως ἔχει τὴν ἐξέτασιν τὸ κεφάλαιον· τοῦ κατη‐ | 481 | |
7.482 | γόρου γὰρ πολλῇ χρησαμένου καταφορᾷ ἐν τῇ προβολῇ, ὁ φεύγων πρὸς τοῦτο μαχόμενος ἀντιστήσει τῇ κατηγο‐ ρίᾳ ἐπὶ τῶν κεφαλαίων αὐτῆς τὴν ἰσχὺν, ὥσπερ ἐν πα‐ ραγραφικοῦ μοίρᾳ· φήσει γὰρ ὡς ἄδικος ὁ κατήγορος, | |
5 | καὶ οὐ δεῖ ἐπὶ τοιούτοις ἀγῶνα συγκροτεῖν, ἐφ’ οἷς ἢ νόμος ἢ φύσις τὴν ἐξουσίαν παρέσχετο, ἢ ἐφ’ οἷς πᾶ‐ σιν ἀνθρώποις εἴθισται καὶ νενόμισται. ηʹ. Ἐνταῦθα, φησὶ, χωρὶς κατασκευῆς τινος χρώμε‐ θα ἐν παραγραφικοῦ τάξει τὴν εἰσαγωγὴν αὐτῶν ποιού‐ | |
10 | μενοι, οὐ δίκαιον εἶναι λέγοντες ἐφ’ οἷς ἢ νόμος ἢ ἔθος ἢ φύσις ἢ τέχνη συγκεχώρηκε κρίνεσθαι, ἐν τῇ ἀντιλή‐ ψει δὲ πάσας τὰς κατασκευὰς τίθεμεν τελείαν τὴν ἐργα‐ σίαν τῶν τοῦ δικαίου μορίων ταύτῃ φυλάττοντες. θʹ. Ὡς οὐ μέτρια ἠδίκησας τὴν πόλιν φοβήσας τοὺς | |
15 | ἐμπόρους τῇ γραφῇ καὶ τὴν ἔξωθεν ἡμῖν τῶν ἀναγκαίων ἀποκλείσας εὐπορίαν· οὐδενὸς γὰρ ἔτι τῶν πρώην ἡμῖν μέτεστιν. ιʹ. Ὅτι παραγραφικοῦ δύναμιν ἔχει τὸ μόριον τοῦ δικαίου δῆλον ἀφ’ ὧν δικαστικῶς αὐτὸ προηνέγκατο, οἷ‐ | |
20 | ον εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι· οὐδεὶς γὰρ ἀπολο‐ γίαν προτείνων ἀμφίβολον προτείνεται αὐτὴν, ἀλλὰ κα‐ θολικὴν ἀπόφασιν· τοῦτο δέ ἐστι τὸ ἀρνεῖσθαι μὴ εἶ‐ ναι ὑπεύθυνον ἢ τὸ μὴ κεκωλύσθαι τὸ πρᾶγμα, τὸ δὲ εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι ἀμφιβολίας ἐχόμενόν ἐστι | |
25 | καὶ τὴν τῶν δικαστῶν ἐκκαλούμενον δοκιμασίαν, οὐδεὶς δὲ ὃ ἀπολογεῖται ἀμφίβολον κατασκευάζει· ἄλλ’ ἐνταῦ‐ θα οὐχ ὡς ἀπολογούμενος αὐτὸ λέγει, ἀλλ’ ὡς κοινὴν ζήτησιν τῶν δικαστῶν, εἰ δεῖ αὐτὸν ἐπὶ τούτοις κρίνε‐ σθαι, ἵν’ ᾖ ἡ μὲν πρότασις τοῦ φεύγοντος, οὐ δεῖ με | |
30 | ἐπὶ τούτοις κρίνεσθαι, ἡ ἐπαγωγὴ δὲ τοῦ διώκοντος, | |
ἀλλὰ δεῖ· ἡ ζήτησις δὲ τῶν δικαστῶν, εἰ δεῖ ἐπὶ τούτοις | 482 | |
7.483 | κρίνεσθαι, ἃ μηδεὶς κεκώλυκε νόμος· τὰ γὰρ μόρια τοῦ δικαίου ὁδός ἐστιν εἰς τὸ αἰτιᾶσθαι τὸν ἀγῶνα. ιαʹ. Εἴπομεν, ὅτι ἐμέρισε τὸ ὁρικὸν παραγραφικὸν, καὶ οὕτως εἶπε προσώπῳ· τουτέστιν ὅταν ἔχωμεν τὸ | |
5 | πρόσωπον εὐτελὲς καὶ ἀδύνατον πρὸς τὸ ἔγκλημα, τότε ἐμπίπτει· ἂν γὰρ ᾖ τὸ πρόσωπον δυνατὸν, ἐκλείπει. Ἄλ‐ λο. Ἰδοὺ ἐνταῦθα πίπτει τὸ ἀπὸ προσώπου παραγρα‐ φικὸν ὁρικόν· ἀσθενὲς γὰρ πρὸς τὸ πρόσωπον τὸ ἔγκλη‐ μα, ὅτι οὐκ ἔστιν ἰδιώτου ζωγράφου τὸ τὴν πόλιν ἀδι‐ | |
10 | κεῖν, ἀλλὰ στρατηγῶν, πρέσβεων καὶ ῥητόρων. ιβʹ. Τρίτον ἐπὶ τούτοις κεφάλαιον ἀκολουθεῖ τὸ πρόσωπον καὶ αὐτὸ μόνου τοῦ φεύγοντος· μεταφέ‐ ρων γὰρ τὸ ἔγκλημα ἐπὶ τὴν ἰδίαν ποιότητα ἐρεῖ, ὅτι οὐκ ἐμὲ δεῖ δημοσίων ἀδικημάτων φεύγειν, καὶ τοῦτο | |
15 | δὲ παραγραφικοῦ χώραν ἔχει, καὶ ἐν τούτῳ γὰρ δια‐ βάλλει τὴν γραφὴν ὁ φεύγων, ὡς οὐ δεῖ τὸν μηδὲν τῶν κοινῶν μεταχειριζόμενον δημοσίων εὐθύνεσθαι· καὶ ἔστι τῶν οὐκ ἀεὶ ἐμπιπτόντων, ἀλλὰ τότε ἐμπίπτει, ὅταν κρί‐ νηται ἰδιώτης ἡ γυνὴ δημοσίων ἀδικημάτων, ἢ ῥήτωρ | |
20 | σιωπῶν καὶ μὴ πολιτευόμενος, ἢ ζωγράφος ἢ ποιητής· ἢ ὅστις ἁπλῶς μηδὲν πράττῃ δημόσιον· ἐπὶ δὲ τῶν ἐν‐ δόξων προσώπων καὶ ἐν ἀρχαῖς ἐξεταζομένων οὐκ ἐμπε‐ σεῖται· οἷον εἰ πρεσβευτὴς εἴη ἢ στρατηγὸς ἤ τις τῶν | |
τοιούτων. | 483 | |
7.484 | ιγʹ. Ἐπειδὴ τὰ μόρια του δικαίου παραγραφικοῦ τά‐ ξιν ἔχει, εἰκότως δεύτερον τέτακται τὸ πρόσωπον τελείας παραγραφῆς τάξιν ἔχον ἐν τῇ ἀντιλήψει· ἔστι δὲ τοιοῦ‐ τον, ὅτι ἑτέρων εἰσὶν αἱ τοιαῦται κατηγορίαι, καὶ οὐ δεῖ | |
5 | ἰδιώτας δημοσίων ἀδικημάτων κρίνεσθαι, ὡς ἐπὶ τοῦ ζω‐ γράφου· ἐνταῦθα γὰρ τὰ μόρια τοῦ δικαίου τὸ λέγειν, ὅτι ἐπὶ τέχνῃ κρίνομεν, εἶτα τὸ πρόσωπον, ὅτι οὐ δεῖ ζωγράφον ὄντα ἐπὶ δημοσίοις ἀδικήμασι κρίνεσθαι, ἀλ‐ λὰ στρατηγοὺς καὶ ῥήτορας, καὶ γίνεται παραγραφικοῦ | |
10 | τελείου τάξις. ιδʹ. Τὸ κεφάλαιον τοῦτο οὐ καθ’ αὑτὸ προοισόμε‐ θα, ἀλλ’ ἐπισυνάπτοντες τῷ τοῦ δικαίου μορίῳ, ὥστε καὶ τοῦτο τρόπον τινὰ παραγραφικοῦ μοῖραν ἐπέχειν ἡμῖν, ὥσπερ τὸ μόριον τοῦ δικαίου· οἱ γοῦν νεώτεροι σα‐ | |
15 | φέστερον ὀνομάζουσι τόδε τὸ κεφάλαιον, τὴν φύσιν αὐ‐ τοῦ διὰ τοῦ ὀνόματος ἀκριβῶς ἐμφανίζοντες· καλοῦσι γὰρ αὐτὸ ὁρικὸν παραγραφικὸν ἐκ προσώπου· ὁρικὸν μὲν, ὅτι διορίζομεν μὴ δεῖν φάσκοντες μηδένα ζωγρά‐ φον τὸ δημόσιον ἀδικεῖν, ἀλλὰ ῥήτορα τυχὸν ἢ στρα‐ | |
20 | τηγὸν, παραγραφικὸν δὲ, ὅτι καθάπερ τὸ μόριον τοῦ δικαίου καὶ τοῦτο διαβολὴν ἔχει τοῦ ἀγῶνος· τὸ δὲ ἐκ προσώπου σαφές· τὴν γὰρ διαβολὴν ἐκ τοῦ προσώπου ποιούμεθα· ζωγράφον φάσκοντες οὐ χρῆναι δημοσίων κρίνεσθαι· χρησόμεθα οὖν πρῶτον μὲν τῷ τοῦ δικαίου | |
25 | μορίῳ, ὡς οὐ δεῖ ἐπὶ τοῖς μὴ κεκωλυμένοις ἀπὸ τῶν νόμων εὐθύνεσθαι· ἔπειτα ἀπὸ τοῦ προσώπου ὁρικῷ παραγραφικῷ, ὡς εἰ καὶ ἔδει κρίνειν, ἐφ’ οἷς μηδεὶς ἀπὸ τῶν νόμων κεκώλυται, ζωγράφον οὐκ ἐχρῆν δημο‐ σίων κρίνεσθαι, ἀλλὰ στρατηγὸν ἢ ῥήτορα· εἰσφέρομεν | |
30 | γὰρ κατὰ ἀντιπαράθεσιν τὰ τὴν τοιαύτην κρίσιν ἐπι‐ δεχόμενα πρόσωπα· ἐπεὶ δὲ ὁρικὸν αὐτὸ παραγραφικὸν | |
ὠνόμασε, ζητητέον, τίνι διοίσει τοῦ καθαρῶς παραγρα‐ | 484 | |
7.485 | φικοῦ, ὅπερ ἐμάθομεν ἐν τῷ στοχασμῷ, καὶ ἔστι μὲν αὐ‐ τῶν πρώτη διαφορὰ, καθὸ τὸ μὲν οὐχ ἁπλῶς ἐστι πα‐ ραγραφικὸν, ἀλλ’ ὁρικὸν παραγραφικόν· μετὰ διορισμοῦ γὰρ χρώμεθα τῇ διαβολῇ· τὸ δὲ οὐχ οὕτως, ἀλλὰ κατὰ | |
5 | ψιλὴν τοῦ ἀγῶνος ἐκβολὴν γίνεται· δευτέρᾳ δὲ ἀλλήλων διαφορᾷ χωρισθήσονται τῇδε, ὅτι τὸ μὲν ἐκ προσώπου ὁρικὸν παραγραφικὸν, ἐπειδὰν ᾖ τὸ πρόσωπον ἐφαρμότ‐ τον τῷ πράγματι, τηνικαῦτα ἐλλείπει, οἷον εἰ στρατη‐ γὸς δημοσίων ἀδικημάτων κρίνοιτο· οὐ γὰρ δυνατὸν εἰ‐ | |
10 | πεῖν, ὡς οὐ χρὴ δημοσίων τὸν στρατηγὸν κρίνεσθαι· τὸ γὰρ πρόσωπον τὴν τοιάνδε κρίσιν σφόδρα προσίεται, τὸ δὲ παραγραφικὸν οὐδὲν ἡ τοιαύτη βλάπτει περίστασις, ὥστε καὶ ταύτῃ διενηνόχασι· μεμαθήκαμεν δὲ ἐκ τῆς δια‐ φορᾶς, ὡς οὐδὲ τῶν ἀεὶ ἐμπιπτόντων ἐστὶ τοῦτο τὸ κε‐ | |
15 | φάλαιον, καὶ ἔτι πότε ἐλλείπει· δῆλον γὰρ, ὡς κατὰ μί‐ αν περίστασιν, τουτέστιν ὅταν ὑπάρχῃ τὸ πρόσωπον ἁρ‐ μόδιον καὶ προσφερὲς τῷ πράγματι, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· πόλιν συνεχῶς ἀφισταμένην στρατηγὸς κατέσκαψεν, ἀπέστησαν οἱ σύμμαχοι καὶ κρίνεται δημο‐ | |
20 | σίων ἀδικημάτων· οὐ γὰρ ἕξει τῷ ἐκ τοῦ προσώπου πα‐ ραγραφικῷ χρήσασθαι ὁ στρατηγὸς, ὅτι στρατηγὸν δη‐ μοσίων εὐθύνειν ἀνάρμοστον. ιεʹ. Ὃν τρόπον ὁρικὸν παραγραφικὸν ἐκ προσώπου οἱ νεώτεροί φασι τὸ πρὸ τούτου, οὕτω καὶ τὸν ὅρον ὁρι‐ | |
25 | κὸν παραγραφικὸν ἐκ πράγματός φασιν. ιϛʹ. Ὃν τρόπον ἐκ τοῦ προσώπου τὸ προκείμενον κε‐ φάλαιον, οὕτως ἐκ τοῦ πράγματος τοῦτο λαμβάνεται· καλοῦσι γοῦν καὶ τοῦτο τῶν σοφιστῶν οἱ νεώτεροι ὁρι‐ κὸν παραγραφικὸν ἐκ πράγματος, καὶ τούτου τὴν φύσιν | |
30 | ἐναργῶς διὰ τοῦ ὀνόματος παριστάντες· καὶ γὰρ δὴ τοῦ‐ το διαβάλλει τὸν ἀγῶνα μετὰ διορισμοῦ, κατὰ τὸ οὐχ | |
ἁρμόζον τοῦ πράγματος· ἐπισυμπλέκειν δὲ αὐτὸ χρὴ τῷ | 485 | |
7.486 | ἐκ προσώπου παραγραφικῷ, καθάπερ ἐκεῖνο τῷ τοῦ δι‐ καίου μορίῳ, οἷον ἐπὶ τοῦ ζωγράφου μόριον τοῦ δικαίου, ὅτι μάλιστα μὲν ἀπὸ ζωγραφίας οὐκ ἔδει κρίνειν· οὐ γάρ τις νόμος δίδωσι κρίσιν ἐνταῦθα· τὸ δὲ ἐκ προσώπου | |
5 | παραγραφικὸν, ὡς εἰ καὶ ἔδει, ἀλλ’ οὐ δημοσίων ἀδικη‐ μάτων τὸν ζωγράφον· καὶ τρίτον τὸ ἐκ τοῦ πράγματος παραγραφικὸν, ὡς εἰ καί τις διδοίη ζωγράφον κρίνε‐ σθαι δημοσίων, τοῦτο οὐκ ἂν εἴη δημόσιον· ἔστι δὲ τὸ ἐκ τοῦ πράγματος ὁρικὸν παραγραφικὸν τοῦ ἐκ προσώ‐ | |
10 | που δεύτερον τῇ τάξει κατὰ δύο τρόπους· πρῶτον μὲν καθὸ τὸ πρόσωπον δεῖ προϋπεῖναι τοῦ πράγματος, μὴ γὰρ ὑπόντος τοῦ πράττοντος οὐκ ἂν εἴη ποτὲ τὸ πρατ‐ τόμενον, ἔπειτα καθὸ τὸ μὲν ἐκ προσώπου παραγραφι‐ κὸν ἐνστάσεως ἐπέχει τάξιν, τὸ δὲ ἐκ πράγματος ἀντιπα‐ | |
15 | ραστάσεως, γελοῖον δ’ ἂν φανείη ὂν, εἴ τις ἀντιστρέφων τῆς ἐνστάσεως τὴν ἀντιπαράστασιν προτέραν ποιήσαιτο· οἷον ὅτι μάλιστα μὲν τοῦτο δημόσιον οὐκ ἔστιν ἀδίκη‐ μα, εἰ δὲ καὶ ἦν, ζωγράφον οὐκ ἔδει κρίνειν δημοσίων, τοῦτο γὰρ ἄγαν ὑπόκουφον· εἰ γὰρ ὅλως τὸ πρᾶγμα εἶ‐ | |
20 | ναι ἀληθὲς συγχωροῖτο, ὅ τί ποτ’ ἂν ᾖ τὸ ἠδικηκὸς πρόσωπον, οὐδὲν διοίσει· εἰκότως ἄρα τὸ ἐκ προσώπου ὁρικὸν παραγραφικὸν ἡγεῖται τοῦ ἐκ τοῦ πράγματος πα‐ ραγραφικοῦ· ἔστιν οὖν ἑξῆς τρία ταῦτα τοῦ φεύγοντος κεφάλαια μετ’ ἀλλήλων ἀναπλεκόμενα, τὸ μόριον τοῦ | |
25 | δικαίου, τὸ ἐκ προσώπου ὁρικὸν παραγραφικὸν καὶ ἔτι τὸ ἐκ πράγματος· ζητητέον δὲ κἀπὶ τούτου τοῦ κεφα‐ λαίου, πότερον τῶν διηνεκῶς ἐμπιπτόντων ἐστὶν, ἤ ποτε καὶ ἐλλείπει· ὡς μὲν ἐπὶ πλεῖστον ἐμπίπτει, ὅ τι γὰρ ἂν ᾖ τὸ ἀδίκημα, ἔνεστι τὸ μεῖζον ἐπινοεῖν καὶ ἐπαναβαί‐ | |
30 | νοντας λέγειν, ὡς εἰ τόδε ἐπεποιήκειν, τότε ἂν ἀσεβείας ἐκρινόμην ἢ προδοσίας· ἔστι δὲ ὅμως ὅτε καὶ ἐλλείπει, ὅταν γὰρ ᾖ συγγενὲς καὶ λίαν πρόσφορον τὸ πρᾶγμα | |
τῷ ἐπιφερομένῳ ἐγκλήματι, οὐκ ἂν ἔχοι χώραν τὸ κεφά‐ | 486 | |
7.487 | λαιον, ὡς ἐπ’ ἐκείνου τοῦ παραδείγματος· πόλιν συνε‐ χῶς ἀφισταμένην κατεσκάψατο στρατηγὸς καὶ ἀποστάν‐ των τῶν συμμάχων κρίνεται δημοσίων ἀδικημάτων· οὐ γὰρ δύναιτ’ ἂν λέγειν, ὡς οὐκ εἴη δημόσιον ἀδίκημα ἡ | |
5 | τῶν συμμάχων ἀπόστασις· αὐτὸ γὰρ δήπου τὸ μέγιστόν ἐστι τῶν εἰς τὸ δημόσιον ἀδικημάτων. Καὶ τοῦτο μὲν ὡς οὐκ ἀεὶ ἐμπίπτει· χρὴ δὲ παρατηρεῖν ἀκριβῶς, ἐπει‐ δὰν ἐμπέσῃ, ὅπως μὴ μέλλοιμεν ἐκ τοῦ ἐλάττονος πει‐ ρᾶσθαι ἀνατρέπειν τὸ ὑποκείμενον ἔγκλημα, ἀλλὰ ἀπὸ | |
10 | τοῦ μείζονος ἀεί· ἂν γὰρ τὸ ἔλαττον προτείνωμεν, καθ’ ἡμῶν αὐτῶν ἐκφέρομεν τὴν ἐπὶ τῷ μείζονι ψῆφον· γινέ‐ σθω δὲ σαφὲς ὃ λέγω ἐπὶ παραδείγματος. Ἀλκιβιάδης κωμάζων πρὸς τοὺς ἐκ Πύλου τριακοσίους ἐβόησεν, ὦ γενναῖοι, καὶ κρίνει αὐτὸν Κλέων ὕβρεως· εἰ γὰρ διὰ τοῦ | |
15 | ἐλάττονος διαλύειν πειρῷτο τὸ ἔγκλημα, μόνον οὐχ ἑαυ‐ τοῦ καταψηφιεῖται· οἷον εἰ λέγοι τηνικαῦτα ὀφείλειν ὕβρεως κρίνεσθαι, ἡνίκα διαβάλλοι πρός τινα ἢ λοιδο‐ ρήσειε· λάθοι γὰρ ἂν αὐτὸς ἑαυτὸν καταδικάζων ἐπὶ τῷ μείζονι· πολὺ γὰρ δὴ μεῖζόν ἐστι τὰ δημόσια καὶ ἐν κώ‐ | |
20 | μῳ προπηλακίζειν τοῦ κρύφα διαβάλλειν καὶ λοιδορεῖ‐ σθαι· τί οὖν τὸ μεῖζον προτείνεσθαι δεῖ; ὅτι γε ὕβρεως κρίνειν προσήκει τὸν πληγὰς προστριψάμενον, τὸν χι‐ τῶνα διαῤῥήξαντα, οὐ τὸν ἁπλῶς τι φθεγξάμενον, καὶ πανταχοῦ τὸ τοιόνδε παρατηρητέον, μήποτε λάθωμεν | |
25 | ἡμῶν αὐτῶν καταψηφιζόμενοι. ιζʹ. Μετὰ τὸ πρόσωπον ἕπεται εὐθέως ὁ ὅρος· ἐρεῖ γὰρ ὁ λέγων, ὅτι οὐκ ἐμὲ δημοσίων δεῖ γραφὴν ὑπομεῖ‐ ναι, ὅτι ἐκεῖνον δεῖ φεύγειν δημοσίων ἀδικημάτων τὴν πόλιν προδόντα καὶ τὰ τοιαῦτα, ὡς ἐπὶ τοῦ ἀποκτείναν‐ | |
30 | τος ἐπὶ τῇ γυναικὶ τὸν τρισαριστέα καὶ κρινομένου δη‐ μοσίων ἀδικημάτων· πρῶτον μὲν γὰρ ἐρεῖ, ὡς ὁ νόμος | |
τὴν ἐξουσίαν παρέσχετο· ἔπειτα δὲ οὐκ ἐμὲ κρίνεσθαι δεῖ | 487 | |
7.488 | δημοσίων ἀδικημάτων, καὶ ὁ ὅρος εὐθύς· οὐ γὰρ προὔ‐ δωκα ναῦς ἢ στρατιώτας ἀπώλεσα, πλατύνεται δὲ καὶ οἷς εἰρήκαμεν ἐν ὅρῳ ἀπὸ τῶν λειπόντων· καὶ ἔστι τοῦτο τοῦ φεύγοντος· ταῦτα δὲ τὰ τρία κεφάλαια τὰ μόρια τοῦ | |
5 | δικαίου, πρόσωπα, ὅρος, παραγραφικοῦ τάξιν ἔχοντος λύ‐ ειν τὴν προβολήν· ἀκολούθως δὲ καὶ μετὰ τάξεως καὶ τὸ πρῶτον παραγραφικὸν καὶ τὸ δεύτερον καὶ τὸ τρίτον παρῆκται· ἐπεὶ οὖν καὶ τοῦτο τόπον ἔχει παραγραφικοῦ, δέον ταῦτα πάντα συνάπτειν ἀλλήλοις τῷ ἰσχυρὸν ἀπο‐ | |
10 | φαίνειν τὸν φεύγοντα· ὅρα γὰρ τὴν ἰσχὺν ἀπὸ αὐτῆς ταύτης τῆς ἐξετάσεως· ἀπὸ τῶν τοῦ δικαίου μορίων, οὐ δεῖ με κρίνεσθαι· ἐφ’ οἷς ἠκολούθησεν, ἢ νόμῳ ἢ φύσει ἢ ἔθει πεποίηκα· ἔπειτα οὐ δεῖ με ἰδιώτην ὄντα δη‐ μοσίων κρίνεσθαι, ὅ ἐστι τοῦ προσώπου· τρίτον ἐπὶ | |
15 | τούτοις αἱ τῶν δημοσίων γραφαὶ, ὅ ἐστι τοῦ ὅρου. ιηʹ. Τοῦ ἀνθορισμοῦ οὐκ ἐμνήσθη ἐνταῦθα· καί‐ τοιγε τοῦ ὅρου εἰωθότος τῷ ἀνθορισμῷ λύεσθαι, ἐπει‐ δὴ ὁ συλλογισμὸς οὐκ ἔστιν ἰδιάζον κεφάλαιον, ἀλλὰ συμπέρασμα τοῦ ὅρου· ὁ τεχνικὸς οὖν πολλάκις συλλο‐ | |
20 | γισμὸν ὠνόμακεν ἀντὶ ἀνθορισμοῦ, εἰδὼς ὅτι ταὐτόν ἐστιν· οὐκ εἴρηκε δὲ μᾶλλον τὸν ἀνθορισμὸν, ἐπειδὴ τὰ κεφάλαια πρὸς ἀπόδειξιν σπεύδει, τὰ δὲ συμπεράσματα τὰς ἀποδείξεις ἔχει· εἰ οὖν ὁ συλλογισμὸς συμπέρασμά ἐστι τοῦ ἀνθορισμοῦ, εἰκότως κυριώτερόν ἐστιν πρὸς | |
25 | τὴν χρῆσιν· ἀναγκαῖος δὲ ὁ συλλογισμὸς εὑρίσκεται, ἔν‐ θαπερ ὁ ὅρος· φύσει γὰρ μάχονται τὰ κεφάλαια ἀλλή‐ λοις, οὔτε γὰρ ὁ ὅρος λυθείη πλὴν συλλογισμῷ, οὔτε συλλογισμὸς πλὴν ὅρῳ· ἑκάτερος γὰρ ὑπ’ ἀλλήλων | |
λύεται μόνον· ὁ μὲν γὰρ συλλογισμὸς εἰς ταὐτὸν ἄγει | 488 | |
7.489 | τὸ πεπραγμένον τῷ μὴ πεπραγμένῳ ἐκ τοῦ τέλους καὶ τῆς κοινότητος κατασκευάζων, ὅτι ἐξ ἀμφοτέρων ἓν καὶ τὸ αὐτὸ τέλος· οὐ γὰρ ὁ τρόπος τοῦ ἀδικήματος ἀναι‐ ρεῖ τὸ ἀδίκημα, ὡς εἴ τις μὴ ξίφει διαφθείροι τινὰ, | |
5 | ἀλλὰ λίθῳ καὶ φάσκοι μὴ εἶναι φονεύς· ὁ δὲ ὅρος ἃ συλλογισόμεθα ταῦτα ὁρικῶς λύει, ἀπὸ τῶν γενῶν εἰς τὰ εἴδη διαιρῶν καὶ ταῖς διαφοραῖς χωρίζων, ὅτι δημό‐ σιόν ἐστιν ὅταν ναῦς προδῷ, ὅταν στρατιώτας, συμμά‐ χους, ὅταν ἐξείπῃ τὰ ἀπόῤῥητα, ὅτε λίποι τὴν τάξιν. | |
10 | ιθʹ. Ἀπορήσειεν ἄν τις, τί δήποτε παρῆκεν ὁ τε‐ χνικὸς τὸν ἀνθορισμὸν, καίτοι ἀνωτέρω κατὰ τὴν ἀπα‐ ρίθμησιν τῶν κεφαλαίων συμπεριλαβὼν αὐτὸν, δι’ ὧν ἔφη καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι· ἕπε‐ ται δὲ τῷ ὅρῳ ὁ ἀνθορισμός· φανερὰ δὲ καὶ ἡ πρὸς | |
15 | τὴν ἀπορίαν ἀπάντησις· μίαν γὰρ οἶδε φύσιν ὁ τεχνι‐ κὸς τοῦ ἀνθορισμοῦ καὶ τοῦ συλλογισμοῦ· κοινὴ γὰρ ἀμφοῖν ἡ πρὸς τὸν ὅρον μάχη, εἰ καὶ διάφορος τῇ χρή‐ σει τῶν ἐπιχειρημάτων· ὁ μὲν γὰρ ἀνθορισμὸς διΐστησι καὶ ἄντικρυς μάχεται· ὁ δὲ συλλογισμὸς ἄμφω συνάγων | |
20 | εἰς ταὐτὸν ὁμοίως τὸν ὅρον διασείει τοῦ φεύγοντος· ἔστι δὲ ἰσχυρότερός τε καὶ πιθανὸς μᾶλλον ὁ συλλογι‐ σμὸς, διὰ τοῦτο μίαν ἀμφοτέρων αὐτῶν ἐπιστάμενος φύσιν ῥητορικώτερόν πως τὸν συλλογισμὸν παρέλαβε τοῦτον καὶ ἠρκέσθη, ἅτε καὶ τοῦ ἀνθορισμοῦ ἐν αὐτῷ | |
25 | δυνάμει εὑρισκομένου· εἰ δέ τις ἐπαποροίη, τί δήποτε οὐκ ἐπὶ τῆς ὁρικῆς στάσεως τοῦτο ἐποίησεν, εἰδέτω, ὡς ἐκεῖ μὲν προηγούμενα ἦν τάδε τὰ κεφάλαια· εἴγε καὶ ὁρικὰ ὀνομάζεται καὶ εἰκότως διεξοδικώτερον τὴν τού‐ των ἐξέτασιν ἐποιούμεθα· ἐνταῦθα δὲ ὡς ἐπείσακτα | |
30 | παραλαβόντες μόνοις χρώμεθα τοῖς ἰσχυροτέροις· ὁ οὖν | 489 |
7.490 | συλλογισμὸς, φησὶν, εἰς ταὐτὸν ἄγει τοῖς παρειμένοις τὸ πεπραγμένον, ὅτι μηδὲν διαφέρει, ὁμοίως γὰρ ἐκεί‐ νοις καὶ τοῦτο δημόσιον ἀδίκημα· πλειόνων γὰρ ὄντων τρόπων, καθ’ οὓς οὐκ εἰ μὴ κατὰ πάντα τις ἀδικήσει, | |
5 | διὰ τοῦτο ἂν ἀποφύγοι δικαίως, ἀλλ’ εἰ καὶ καθ’ ἕνα βλάπτει, τιμωρίαν ὑφέξει. ἐπιχειρήσει δὲ καὶ ἕτερα φή‐ σει, τουτέστι καὶ ἄλλοις ἐπιχειρήμασι χρήσθω τοῖς ἀνα‐ φαινομένοις ἐκ τῆς ὕλης τοῦ πράγματος. κʹ. Γνώμῃ, φησὶν, εἰ ἐμπίπτοι, χρήσεται κατὰ τὸ | |
10 | λυσιτελοῦν ἑκάτερος· τὸ δὲ εἰ ἐμπίπτοι ἔφη, ἐπεὶ τριχῆ λαμβανομένης τῆς ἀντιλογίας ἢ ἀπὸ νόμου ἢ ἐξ ἔθους ἢ ἀπὸ φύσεως καθ’ ἕνα μόνον ἐμπίπτει τρόπον ἡ τοῦ νομοθέτου γνώμη, τουτέστιν ὅταν ἀπὸ νόμου λαμ‐ βάνηται ἡ ἀντίληψις. οὐ μὴν οὐδ’ ἐπὶ τῶν ἄλλων κενὸν | |
15 | ἀφίεμεν τὸν τοῦ κεφαλαίου τόπον, μετὰ τὸν συλλο‐ γισμὸν ἐπὶ τὴν πηλικότητα μεταβαίνοντες· ἀλλ’ ἐὰν μὲν ἐξ ἔθους ἡ ἀντίληψις ᾖ, ἀντὶ τῆς τοῦ νομοθέτου γνώ‐ μης τὴν πολιτείαν, ἐν ᾗ τὸ ἔθος ἐστὶν, ἐξεταστέον, κα‐ θὸ ἂν ἑκατέρῳ λυσιτελῇ, ἂν δὲ ἀπὸ φύσεως τὴν φύσιν | |
20 | αὐτὴν καὶ τὰς ἐντεῦθεν ἀνάγκας, ὥστε μήποτε ἀργὸν ἡμῖν τὸν τοῦδε τοῦ κεφαλαίου γενέσθαι τόπον· χρήσε‐ ται δὲ οὐχ ὁμοίως, οὐδὲ πρὸς αὐτὸ τῶν μερῶν ἑκάτερον τῇ γνώμῃ τοῦ νομοθέτου, ἤγουν τοῖς ἀντὶ ταύτης πα‐ ραλαμβανομένοις, οἷον ἐξετάσει πολιτείας ἢ φύσεως· ἀλλ’ | |
25 | ὁ μὲν φεύγων τὴν ἀντίληψιν ἐντεῦθεν ἐπισφραγιζόμενος καὶ βεβαιῶν, ὁ δὲ κατήγορος τὸν συλλογισμὸν, ὃν τρό‐ πον ἐπὶ τῆς ὁρικῆς στάσεως, οἷον ἐπὶ τοῦ ἀνελόντος τὸν τρισαριστέα ὡς μοιχὸν καὶ κρινομένου δημοσίων ἀδικη‐ | |
μάτων· ὁ μὲν γὰρ φεύγων τῆς ἀπὸ τοῦ νόμου ἐξουσίας | 490 | |
7.491 | ἀντιλαμβανόμενος παραλήψεται τὴν γνώμην τοῦ νομο‐ θέτου πρὸς τοῦτο, ὡς ὁ νομοθέτης καθάπαξ τοὺς ἐπὶ μοιχείᾳ ἁλόντας, καὶ ὅλους τοὺς πονηροὺς δίκας ὧν ἂν ἁμάρτοιεν ὑπέχειν βούλεται. οὔκουν προσδιώρισεν, ὡς εἰ | |
5 | μὴ ἀριστεὺς εἴη· ὁ δὲ κατήγορος ἐν τῷ συλλογισμῷ εἰς ταὐτὸν ἄγων τοῖς παρειμένοις τὰ πεπραγμένα, καὶ δείξας, ὡς οὐδὲν διαφέρει, ἄν τε τρισαριστέα τις ἀνέ‐ λῃ, ἄν τε προδῷ τριήρεις, ἢ τὰ ἀπόῤῥητα τοῖς πο‐ λεμίοις ἐξείπῃ, πρὸς τὴν ἐν τῷ συλλογισμῷ συναγω‐ | |
10 | γὴν τῶν ἀδικημάτων χρήσεται τῇ τοῦ νομοθέτου γνώμῃ, ἐπιῤῥωννύων καὶ ἀποφανῶν ἰσχυρὰ διὰ τῶν νόμων τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα, εἰ μὲν ἔχοι ἰδιωτικώτερόν τινα νόμον, ἐκείνῳ χρώμενος, εἰ δὲ ἀποροίη ἐπὶ τὴν καθό‐ λου τῶν νομοθετῶν ἀνατρέπων γνώμην, ὡς πανταχοῦ | |
15 | τοὺς νομοθέτας ὁρῶμεν τῶν ἀριστέων ἀντεχομένους, καὶ τιμὰς ὁρίζοντας αὐτοῖς, καὶ μᾶλλον τῶν κοινῶν εὐεργε‐ τημάτων τὸ ἰδίᾳ βλάπτον παρορῶντας, ἄλλως τε κἂν εἴη τὸ περὶ τὴν πόλιν εὐεργέτημα μεῖζον τοῦ ἀδικήματος, καὶ ὅτι πλεῖον τοὺς ἀριστέας τῶν ἐπιδόντων τριήρεις | |
20 | ἐπαινοῦσιν οἱ νόμοι· ὣστε μεῖζον ἂν εἴη ἀδίκημα τρισα‐ ριστέα διαχρήσασθαι, ἢ πολλὰς προέσθαι τριήρεις· ὁ‐ μοίως δὲ, κἂν ἐξ ἔθους ἢ φύσεως εἰλημμένη ἡ ἀντί‐ ληψις ᾖ, ὡς ἤδη καὶ ἡμῖν τετεχνολόγηται, καὶ τοῖς ἀρ‐ χαιοτέροις καλῶς ἔχειν ἔδοξεν, ὁ μὲν διώκων τὴν ἐξέ‐ | |
25 | τασιν τῆς πολιτείας ἢ τῆς φύσεως βεβαιωτικὴν τοῦ συλλογισμοῦ παραλήψεται, τοῦ δὲ ἀντιληπτικοῦ ὁ ἀπο‐ λογούμενος. | |
καʹ. Τοῦτο πάλιν ὑπαιτίως εἶπεν· ἔφη γὰρ εἰ ἐμ‐ | 491 | |
7.492 | πίπτει, καὶ εἶπεν ὁ τεχνογράφος, ὅτι ἔχομεν καὶ νόμον καὶ ῥητὸν ἐν τῷ προβλήματι· ἀνάγκη τῇ διανοίᾳ λύε‐ σθαι τὸ ῥητόν· ἡ μέντοι γνώμη τοῦ νομοθέτου, εἰ ἐμ‐ πίπτει, οὐ πρὸς τὸ ῥητὸν γίνεται, ἄλλο γάρ ἐστι γνώμη | |
5 | νομοθέτου καὶ ἄλλο ῥητόν· ἐμπίπτει δὲ ἡ γνώμη τοῦ νομοθέτου, ὅταν ἀπὸ νόμου λαμβάνηται ἡ ἀντίληψις· ἂν δὲ ἐξ ἔθους ἡ ἀντίληψις ᾖ, ἀντὶ τῆς τοῦ νομοθέτου γνώμης, ἐν ᾗ τὸ ἔθος ἐστὶν, ἐξεταστέον· ἂν δ’ ἀπὸ φύ‐ σεως, τὴν φύσιν αὐτὴν καὶ τὰς ἐντεῦθεν ἀνάγκας, ὥστε | |
10 | μήποτε ἀργὸν ἡμῖν τὸν τοῦδε τοῦ κεφαλαίου γενέσθαι τόπον. κβʹ. Τοῦτο οὐ πάνυ ἀστείως εἴρηκε· νόμου γὰρ προ‐ κειμένου ἤτοι ῥητοῦ ἀνάγκη καὶ τὴν τοῦ νομοθέτου ψη‐ λαφᾶσθαι γνώμην· ὁ μὲν γὰρ τῷ ῥητῷ, ὁ δὲ τῇ δια‐ νοίᾳ χρήσεται, ἥ ἐστιν ἡ τοῦ νομοθέτου γνώμη. ὥστε | |
15 | ῥητοῦ ἐμπεσόντος καὶ γνώμη ἐμπεσεῖται νομοθέτου, καὶ ὤφειλεν οὕτως εἰπεῖν, ῥητὸν νομικὸν, εἰ ἐμπίπτοι, ἀλλὰ μὴ γνώμη, ἀλλὰ κοινότερον τὸ ῥητὸν γνώμην ἐκάλεσε νομοθέτου, ἀπὸ τοῦ κυριωτέρου καὶ ποιητικοῦ καὶ αἰ‐ τίου τὸ ἀποτέλεσμα ὀνομάζων· καλῶς δὲ εἰ ἐμπίπτοι, | |
20 | οὐδὲ γὰρ ἀεὶ εὑρίσκεται· οὐδὲ γὰρ ἐφ’ ἑκάστου τῶν ζη‐ τουμένων εὑρίσκεται νόμος, ἀλλ’ οὐδὲ εἰ εὑρίσκοιτο, παν‐ τελῶς λυσιτελεῖ ἡμῖν· εἰ μὲν οὖν βλάπτοι, παραιτησό‐ μεθα καὶ οὐκ ἐξετάσομεν, ἐμπίπτει δὲ τότε, ὅταν ὁ κα‐ τήγορος ἐν τῇ ἀντιλήψει ῥητὸν ἔχῃ προβάλλεσθαι, κα‐ | |
25 | θὸ κρίνει τὸν φεύγοντα, οἷον ὡς ἐπὶ τοῦ γεωργοῦ τοῦ τὸν υἱὸν ἀποκηρύττοντος· ἐν τούτῳ γὰρ διαβάλλοντος τοῦ παιδὸς τὴν ἀποκήρυξιν καὶ λέγοντος, ὡς ἐπ’ ἄλλοις ἀποκηρύττειν ἐχρῆν, ὅταν ἀσελγαίνωσιν, ὅταν ὑβρίζω‐ σιν, εὑρίσκεται νόμος ἐξ αὐτοῦ τοῦ πατρὸς προβαλλό‐ | |
30 | μενος, ὅτι ἔξεστι τοῖς πατράσιν ἀποκηρύττειν τοὺς παῖ‐ δας· ἐμπεσόντος οὖν τοῦ νόμου τούτου ἐπὶ τὴν τοῦ νο‐ μοθέτου γνώμην ἀμφότεροι τρέψονται, πρὸς τὸ χρήσιμον | |
ἑκάτερος· κοινὸν γὰρ ἀμφοῖν τὸ κεφάλαιον. | 492 | |
7.493 | κγʹ. Μετὰ τὴν τῆς γνώμης αἴτησιν εἰσάξει ὁ κατη‐ γορῶν τοιῶσδέ πως ἐπὶ τοῦ ζωγράφου· ἀλλ’ εἴπερ μὴ δη‐ μοσίᾳ τὴν πόλιν ἀδικεῖν ἐβούλου, τίνος χάριν πρὸ τοῦ λι‐ μένος ἔγραφες τὰ ναυάγια; μετὰ δὲ τὴν γνώμην εἰσάξει | |
5 | χρῶμα ἀντιστατικὸν ὁ φεύγων λέγων, ἀλλ’ ὑπὲρ ὑμῶν τε καὶ τῶν πλεόντων τὴν τοιάνδε πρὸ τοῦ λιμένος πεποίημαι γραφήν. ἵν’ οἱ μὲν τοὺς χειμῶνας ὀῤῥωδοῦντες καὶ τὰ ναυάγια ἐν τοῖς προσήκουσι καιροῖς ναυτίλλοιντο· ἡ δὲ πόλις τὸν πλοῦν ἐκείνων ἐν τῷ δέοντι ποιουμένων μὴ | |
10 | τὰς ἐκ ναυαγίων ὀλοφύροιτο συμφοράς· καὶ λοιπὸν ἐκ‐ φράσει ἐνταῦθα τριηρῶν καταδύσεις, ναυτῶν ὄλεθρον καὶ τὰς ἐπὶ τούτοις τῶν οἰκείων συμφοράς· ἐπὶ τούτοις μετάληψις κινηθήσεται παρὰ τοῦ κατηγόρου δευτέρα, ὡς ἐνῆν ἑτέρῳ τρόπῳ τῇ πόλει βοηθεῖν, συμβουλεύον‐ | |
15 | τας, παραινοῦντας, τῶν ἀναγομένων ἐνίους ἰδίᾳ πείθον‐ τας· ὁ δὲ φεύγων ἐπὶ ταῦτα πάλιν ἀντίληψιν κινήσει δευτέραν λέγων, ἀλλ’ οὐδὲ εἷς κεκώλυκε νόμος, καὶ τὴν ἀπὸ τῆς τέχνης τῇ πόλει πορίζειν ἐπικουρίαν· ὅση γὰρ δύναμις ἑκάστῳ τῶν ἐνοικούντων, ταύτῃ βοηθεῖν ἐπ‐ | |
20 | άναγκες. κδʹ. Ἀπὸ τῶν κεφαλαίων τούτων, τῆς τε πηλικότητος καὶ τοῦ πρός τι, ὁ τόπος τῶν αὐξήσεων παραλαμβάνεται, καὶ ὅπως μὲν ταῦτα τὰ κεφάλαια γίνεται, ἐν τῷ ὅρῳ ἐγνώκαμεν· ἄξιον δὲ καὶ τοῦτο ζητῆσαι, εἰ ὥσπερ ὁ κα‐ | |
25 | τήγορος ἐπὶ τὸ μεῖζον τὸ ἔγκλημα φέρων τούτοις χρῆ‐ ται τοῖς κεφαλαίοις, οὕτω καὶ ὁ φεύγων ἐπ’ ἔλαττον ἄγων ταῦτα προβάλλεται· καὶ πῶς οἷόν τε τὸν καθάπαξ ἀδικεῖν μὴ ὁμολογοῦντα τὸ ἔλαττον συγχωρεῖν, πρὸς ὅ φαμεν, ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀντιλήψεων, ὅταν μη‐ | |
30 | δὲν ἐπισυμβῇ ἔξωθεν ἀδίκημα, ὁ μὲν διώκων ταῖς αὐ‐ | 493 |
7.494 | ξήσεσι χρήσεται καὶ τοῖς κεφαλαίοις τούτοις, ὁ δὲ φεύ‐ γων οὐκέτι ταῖς μειώσεσιν, ἀλλὰ μηδὲν ἀδίκημα πάντη ἀγωνιεῖται εἶναι· ἐν αἷς δὲ ἐπισυμβέβηκέ τι, ἐν ταύταις ἡ μείωσις χώραν ἔχει. τοῦ γὰρ κατηγόρου πλεονάζοντος | |
5 | ταῖς αὐξήσεσι καὶ ἐκτραγῳδοῦντος τὸ ἐπισυμβεβηκὸς, ὁ μὲν φεύγων βαρυνόμενος τῇ καταδρομῇ, ἐξ ἀνάγκης μειοῦν ἐπιχειρήσει, ὥσπερ ἐπὶ τοῦ ζωγράφου· ἐρεῖ γὰρ, ὅτι οὐδὲν μὲν ἠδίκησεν αὐτὸς, ἄλλως τε καὶ οὐδὲ μέγα τὸ γεγονός. | |
10 | κεʹ. Ἡ πηλικότης καθάπερ ἐπὶ τῆς ὁρικῆς στάσεως μετὰ τὴν τοῦ νομοθέτου γνώμην παραλαμβάνεται, τὸ ὑποκείμενον ἔγκλημα αὔξουσα καθ’ αὑτό· τὴν δὲ κατὰ τὸ πηλίκον αὔξησιν ἐκ τῶν περιστατικῶν λαμβάνομεν, καθάπερ ἐν τῷ ὅρῳ δεδήλωται. τὴν γὰρ πᾶσαν ἀπ’ ἀρ‐ | |
15 | χῆς ἄχρι τέλους ἐξέτασιν ἐνταῦθα ποιητέον· τοῦτο δέ φησιν αὐτὸ τὴν προβολὴν, ἐν ἐκείνῃ γὰρ διηγηματικῶς μετὰ βραχείας αὐξήσεως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους λαμ‐ βάνεται. Ἰστέον δὲ, ὡς τοῖς αὐξητικοῖς κεφαλαίοις, τῇ πηλικότητι δηλαδὴ καὶ τῷ πρός τι, ἐπὶ μὲν τῆς ὁρικῆς | |
20 | στάσεως ἑκάτερον τῶν μερῶν χρῆται, αὔξοντος μὲν τοῦ κατηγόρου, τοῦ δὲ φεύγοντος ἐπὶ τὸ μεῖον ἄγοντος· ἐπὶ δὲ τῆς ἀντιλήψεως ἐκ μονομεροῦς ὁ διώκων· γελοῖον γὰρ ἂν εἴη, τὸν φεύγοντα μειοῦν καὶ τὸ ἀδίκημα μικρὸν ἀπο‐ φαίνειν, δέον μὴ προσίεσθαι ὅλως, ὅπερ αὐτῷ παρέχε‐ | |
25 | ται ἡ ἀντίληψις· τὴν γὰρ ἐξουσίαν προβάλλεται τὸ ὅλως ἠδικηκέναι διακρουόμενος· ἐν μὲν οὖν τῷ ὅρῳ ἅτε καὶ τοῦ φεύγοντος ὁμολογοῦντος ἔλαττον μὲν, ἠδικη‐ κέναι δὲ ὅμως, εἰκότως τὰ μειωτικὰ παραλαμβάνεται, οἷον ἐπὶ τοῦ κρινομένου ἱεροσυλίας ἐπὶ τῇ τῶν ἰδιωτικῶν ὑφαιρέ‐ | |
30 | σει χρημάτων· τοῦ γὰρ κατηγόρου φάσκοντος ταὐτὸν εἶναι, | 494 |
7.495 | ἂν τέ τις ἰδιωτικὰ ἐξ ἱεροῦ, ἄν τε ἱερὰ ὑφέληται χρή‐ ματα, τὸ κλέπτης εἶναι ὁμολογῶν ὁ φεύγων μειώσει τε καὶ ἔλαττον ἀποφανεῖ τὰ ἰδιωτικὰ ὑφελέσθαι χρήματα τοῦ ἅψασθαι τῶν ἀναθημάτων. ἐπὶ δὲ τῆς ἀντιλήψεως, | |
5 | ἔνθα μηδὲ ὅλως ὁμολογεῖται ἀδίκημα, πῶς ἂν ἔχοι τινὰ χώραν ἡ μείωσις; Τὸ πρός τι συγκριτικόν ἐστι κεφάλαιον, ὅτι μεῖ‐ ζον τὸ πεπραγμένον, ἢ ἃ προβάλλεται ὁ φεύγων· λέγω δὴ τοῦ ναῦς προδοῦναι καὶ τείχη καὶ συμμάχους μεῖζον | |
10 | τὸ ἐν σπάνει τῶν ἀναγκαίων καταστῆσαι τὴν πόλιν· οὐκ ἐν πάσαις δὲ ταῖς ἀντιλήψεσιν ὁμοίως ἰσχύει τὸ κεφά‐ λαιον, ἀλλ’ ἐν αἷς ἐπισυμβέβηκέ τι· ἐν αἷς δὲ μὴ αὐτὸ καθ’ ἑαυτὸ τὸ πεπραγμένον ἄτοπον εἶναι δοκῇ, μηδὲ ἐπισυμβεβηκὸς ἄτοπον, παντελῶς ἐξασθενεῖ τὸ κε‐ | |
15 | φάλαιον, ὡς ἐπὶ τοῦ φιλοσοφοῦντα τὸν υἱὸν ἀποκη‐ ρύττοντος ἄτοπον, εἰ παραβάλλοι τῷ μεθύοντι καὶ κυ‐ βεύοντι καὶ τὰ πατρῷα κατεδηδοκότι, καὶ ἐπὶ τοῦ Ἀλ‐ κιβιάδου τοῦ γράψαντος ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν οὐ δύναται λέγειν ὁ κατήγορος, ὅτι μεῖζον τὸ γράψαι | |
20 | τοῦ προδοῦναι τὸ φρούριον. Ἕπεται, φησὶ, τούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· αὔξων γὰρ τὴν ἀδικίαν ὁ κατήγορος τῶν πεπραγμένων ἅπτεται· τὸ οὖν ἐπὶ τού‐ τοις ἐξηγητέον ἐν τούτοις· ἐν αὐτῇ γὰρ τῇ πηλικότητι καὶ τῷ πρός τι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶν ἡ ἐξ‐ | |
25 | έτασις. κϛʹ. Μετὰ τὴν πηλικότητα ἀκόλουθος ἡ κατὰ τὸ πρός τι ἐξέτασις, πρότερον γὰρ καθ’ αὑτὸ διὰ τῆς πη‐ λικότητος τὸ ὑποκείμενον αὐξήσαντες ἀδίκημα, οὕτω καὶ | |
πρὸς τὰ μείζω παραβαλοῦμεν ἀντεξετάζοντες καὶ δεικνύν‐ | 495 | |
7.496 | τες, ὡς εἴη δεινότερον. καὶ τούτῳ δὲ τῷ κεφαλαίῳ μο‐ νομερῶς ὁ κατήγορος χρῆται, καθάπερ τῇ πηλικότητι, καὶ ἡ αἰτία πρόκειται· οὐ γὰρ ἔχει λόγον ἐνταῦθα ἡ τοῦ φεύγοντος μείωσις τῷ μὴ προσίεσθαί τι ὅλως ἀδί‐ | |
5 | κημα· ἔτι ζητητέον, εἰ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφά‐ λαιον, καί φαμεν, ὡς ὃν τρόπον ἐν τῷ ὅρῳ τὴν κατὰ τὸ μεῖζον αὔξησιν οὐκ ἀεὶ χώραν ἔχειν ἐφάσκομεν, ἀλλ’ ἐπειδὰν ᾖ μὴ πάνυ ἀποδέον τοῦ παρειμένου τὸ πεπραγμέ‐ νον, τοῦτον κἀπὶ τῆς ἀντιλήψεως, ὅταν μὲν τῶν κατὰ | |
10 | ἀντιπαράθεσιν εἰσφερομένων ἐγκλημάτων μὴ σφόδρα ἧτ‐ τον ᾖ τὸ κρινόμενον, ἐμπεσεῖται τὸ πρός τι, ἡ κατὰ τὸ μεῖζον σύγκρισις, ὅταν δὲ ἄγαν ἔλαττον, τηνικαῦτα ἐξί‐ σταται οὐ τὸ κεφάλαιον παντελῶς, ἀλλ’ ἡ κατὰ τὸ μεῖ‐ ζον ἐξέτασις· ἐπὶ τῶν τοιούτων γὰρ οὐ μεῖζον ἀλλ’ ἴσον | |
15 | αὐτὸ ἀποφαίνειν ἀποπειρώμεθα, ὡς ἐπὶ τοῦδε τοῦ παρα‐ δείγματος· Ἀλκιβιάδης ἐν ἐκπώμασι φέρων τὰ περὶ Σι‐ κελίαν κρίνεται δημοσίων ἀδικημάτων. ἐπεὶ γὰρ ἀπίθα‐ νον τὸ λέγειν, ὡς εἴη μεῖζον τὸ φέρειν ἐπὶ τῶν ἐκπω‐ μάτων τὰ περὶ Σικελίαν τοῦ τείχη καθελεῖν ἢ ναῦς προ‐ | |
20 | δοῦναι, χρὴ πρότερον διὰ τῆς πηλικότητος αὐξήσαντα τηνικαῦτα ἴσον ἐκείνοις ἀποφαίνειν· καὶ μετὰ τοῦτο ἴσως ἂν καὶ ἡ κατὰ τὸ μεῖζον παράθεσις χώραν λάβοι, ὡς πολὺ δεινότερον τό γε ὑπὸ σοῦ τοιαῦτα παροινεῖσθαι τοῦ τριηρῶν ἀφαιρεθῆναι τὴν πόλιν ἢ περιβόλων· τοῦ‐ | |
25 | το δὲ οὐκ ἐγγυμναστέον, ἀλλ’ ὅσον ἐφάψασθαι καὶ θᾶττον παραδραμεῖν· ἀλλὰ τὸ μὲν σαφῶς ἐν τῷ ὅρῳ δεδήλωται· ἐκείνῳ δὲ μάλιστα τὸν νοῦν προσεκτέον, ὅτι γε διῃρημένου τοῦ παντὸς ἀγῶνος κατά τε τὸ πρόσωπον καὶ κατὰ τὸ πρᾶγμα, καὶ τοῦ μὲν πράγματος ἐν τῷ | |
30 | ὅρῳ, φημὶ τῷ κεφαλαίῳ, καθεστῶτος, τοῦ δὲ προσώπου | |
τῷ ὁμωνύμῳ κεφαλαίῳ, τουτέστι τῷ προσώπῳ, διπλῆν | 496 | |
7.497 | ἔχει ἐξέτασιν καὶ τὰ πρὸς ἐκεῖνα φερόμενα κεφάλαια, ἅπερ ἐστὶν ὁ συλλογισμὸς καὶ ἡ πηλικότης καὶ ἔτι τὸ πρός τι· πῆ μὲν γὰρ κατὰ τὸ πρόσωπον συλλογίσασθαι χρὴ, πῆ δὲ κατὰ τὸ πρᾶγμα, καὶ ἔτι τὴν αὔξησιν διχῆ | |
5 | κατά τε τὸ πρόσωπον καὶ τὸ πρᾶγμα ἐξεργαστέον· οἷον ἐπὶ τοῦ ζωγράφου τοῦ κρινομένου δημοσίων· πρῶτον μὲν γὰρ τῷ προσώπῳ χρώμενος ὁ φεύγων ἐρεῖ, μὴ δεῖν ζω‐ γράφον κρίνεσθαι δημοσίων, ἀλλὰ στρατηγὸν ἢ ῥή‐ τορα καὶ ἐφ’ οὓς ἂν ἔρχηται τὰ δημόσια· ἔπειτα τῷ | |
10 | ὅρῳ, ὡς οὐδὲ δημοσίων ἐχρῆν ἐπὶ τούτῳ κρίνεσθαι. δη‐ μόσια γάρ ἐστιν ἀδικεῖν τὸ καθελεῖν τεῖχος ἢ ἐξενεγκεῖν ἀπόῤῥητα, πρὸς ἄμφω οὖν ὁ κατήγορος διὰ τῶν ἐφεξῆς τριῶν ἀπαντήσει κεφαλαίων· πρῶτον μὲν τῷ συλλογισμῷ· κατὰ μὲν τὸ πρόσωπον, ὅτι οὐδὲν διαφέρει, ἄν τε ὑπὸ | |
15 | ζωγράφου, ἄν τε ὑπὸ στρατηγοῦ, ἄν τε ὑπὸ ῥήτορος ἀδι‐ κῆται· κατὰ δὲ τὸ πρᾶγμα, ὅτι ταὐτόν ἐστιν ἀδίκημα τῇ πόλει τὸ καθελεῖν τεῖχος καὶ διὰ πινακίου γραφῆς τοὺς ἐμπόρους ἐλαύνειν· ἀδικήματα γὰρ ἄμφω· ἔπειτα πηλικότητα, ὅτι μέγα τὸ ἀδίκημα· τὴν δὲ αὔξησιν κα‐ | |
20 | τὰ τὸ πρόσωπον ὁμοίως καὶ κατὰ τὸ πρᾶγμα ληψόμε‐ θα, ὅτι τε ὑπὸ ζωγράφου τινὸς ἠδικήμεθα, καὶ ὑφ’ ἑνὸς ἰδιώτου εἰς ἔσχατον ἡ πόλις ἅπασα ἐμβέβληται κίν‐ δυνον· καὶ ἐκ τοῦ πράγματος, ὡς μέγα τὸ γεγονὸς, τῶν γὰρ ἀναγκαίων σπανίζοντες λιμῷ τάχα ἂν ἅπαν‐ | |
25 | τες διαφθαρείημεν· ἐν δὲ τῷ πρός τι καὶ μεῖζον ἀπο‐ φανοῦμεν, ὅτιπερ αἴσχιον ὑπὸ ζωγράφου ταῦτα παθεῖν ἢ ὑπὸ στρατηγοῦ, τηνικαῦτα μὲν γὰρ κακῶς ἐπεπόνθα‐ μεν μόνον, νῦν δὲ καὶ μεγάλην αἰσχύνην ὠφλήκαμεν, καὶ ὅτι τῷ στρατηγῷ ἱκανὰ τὰ πρὸς ἀπολογίαν εὑρίσκεται, | |
30 | ἔκ τε τῆς τῶν κοινῶν διοικήσεως, οἷον ὅτι γνώμης ἥμαρ‐ τεν ἄνθρωπός γε ὢν καὶ περὶ τὴν διοίκησιν προσέπαι‐ | |
σε τῶν κοινῶν· τῷ δὲ ζωγράφῳ τούτων μέτεστιν οὐδε‐ | 497 | |
7.498 | νὸς, ἀλλὰ δῆλός ἐστιν ἐξ ἐπιβουλῆς ἐλθὼν ἐπὶ τὸ κοι‐ νὸν ἀδίκημα. κατὰ μὲν τὸ πρόσωπον οὕτως· κατὰ δὲ τὸ πρᾶγμα, ὅτι πολὺ δὴ μεῖζον τοῦ προδοῦναι τριήρεις ἢ τείχη κατασκάψαι τὸ τὴν πόλιν ἐν σπάνει καταστῆσαι | |
5 | τῶν ἀναγκαίων, αἱ μὲν γὰρ νῆες καὶ τὰ τείχη κἂν ἀν‐ τικτηθεῖέν ποτε, ἡ δὲ τῶν ἀναγκαίων σπάνις αὐτὰ κα‐ ταλύει καὶ διαφθείρει τὰ σώματα. καὶ τοσαῦτα μὲν, ὅτι διπλῇ τῇ τούτων ἐξετάσει χρηστέον· ἐπεὶ δ’ ἐφάσκο‐ μεν μὴ τῶν ἀεὶ ἐμπιπτόντων εἶναι τὸ κεφάλαιον, τὸ | |
10 | πρόσωπον ἢ τὸν ὅρον, ἐπειδὰν τούτων θάτερον ἐκλείπῃ, συνεξίσταται δηλονότι καὶ ἡ κατ’ αὐτὸ τῶν προκειμέ‐ νων τριῶν κεφαλαίων ἐξέτασις. κζʹ. Μετὰ τὸ πρός τι, φησὶν, ἀναλαβεῖν προσήκει τὴν προβολήν· τοῦτο γάρ ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ | |
15 | λους. ἐπὶ γὰρ τοῖς αὐξητικοῖς παραλαβεῖν αὖθις τὰ πε‐ πραγμένα δεῖ, ἵνα ἔχοιεν, ἐφ’ ὅτῳ αἱ αὐξήσεις ἐρείδοιν‐ το. ὁ μέντοι Μινουκιανὸς διαφέρεται πρὸς τὸν τεχνι‐ κὸν περὶ τῆς τοῦ κεφαλαίου τάξεως· ὅς γε τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, φησὶν, ἐκ τῶν περιστατικῶν λαμβά‐ | |
20 | νεται, καὶ ἡ μετάληψις δὲ οὐχ ἑτέρωθεν· μεταλαμβα‐ νόμεθα γὰρ τῶν περιστατικῶν, ὧν ἂν ἡμῖν διδῷ ἡ ὑπο‐ κειμένη παράστασις· τῆς οὖν μεταλήψεως ἐξ ἀνάγκης τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους συναναλαμβάνεται. κηʹ. Ἰστέον, ὅτι καὶ τὰ ἀντιληπτικὰ προβλήματα | |
25 | κατὰ τέσσαρας γίνονται τρόπους, κατὰ νόμους καὶ ἔθος, κατὰ φύσιν καὶ κατὰ τέχνην· κατὰ νόμον μὲν ὡς ἐκεῖνο, τρισαριστέα τις μοιχὸν καταλαβὼν ἀπέκτεινε καὶ φόνου φεύγει, τὸν γὰρ νόμον φησὶ τὴν ἐξουσίαν δεδωκέναι. κατὰ ἔθος, ὡς μετὰ τὰ ἐν Χαιρωνείᾳ Φίλιππος ἀπέστειλε | |
30 | πρὸς Ἀθηναίους, αἵρεσιν διδοὺς ἢ τοὺς δισχιλίους λαβεῖν | 498 |
7.499 | αἰχμαλώτους, ἢ τοὺς χιλίους νεκροὺς ἀνελέσθαι πρὸς ταφήν· ἔπεισε Δημοσθένης ἑλέσθαι τοὺς νεκρούς. ἀπέ‐ κτεινε Φίλιππος τοὺς χιλίους ζῶντας, καὶ κρίνεται δη‐ μοσίων ἀδικημάτων ὑπὸ Αἰσχίνου· ἔθος γὰρ ἦν παρ’ | |
5 | Ἀθηναίοις τοὺς βουλομένους παριέναι καὶ συμβουλεύειν τὰ δοκοῦντα, ὡς ὁ Δημοσθένης φησίν· „ἐβόα μὲν ὁ κῆ‐ ρυξ, τίς ἀγορεύειν βούλεται, παρῄει δὲ οὐδείς.“ κατὰ τέχνην· οἷον ζωγράφος πρὸ τοῦ λιμένος ναυάγια ἔγραψε καὶ μηδενὸς πλέοντος κρίνεται δημοσίων ἀδικημάτων. | |
10 | ἄδειαν γὰρ αὐτῷ τοῦ γράφειν, ἃ βούλοιτο, φησὶν δεδω‐ κέναι τὴν τέχνην. κατὰ φύσιν, ὡς Αἰσχίνης μετὰ τὰ ἐν Χαιρωνείᾳ ἕπεται Δημοσθένει δακρύων καὶ κρίνεται ὑπ’ αὐτοῦ ὕβρεως· φύσις γὰρ ἀνθρώπῳ, φησὶ, τῶν δακρύων τὴν ἐξουσίαν χορηγεῖ. | |
15 | κθʹ. Πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, φησὶν, ἡ ἀν‐ τίληψις φέρεται, καθάπερ κἀν τῷ στοχασμῷ· καὶ γὰρ ἐκεῖ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῦ διώκοντος χρωμένου, ἀντιλαμβάνεται ὁ φεύγων ἐξουσίας τινὸς, καὶ ὅλως ὅσα περὶ τῆς ἐργασίας τοῦ ἀντιληπτικοῦ λέγειν ἐνῆν, ἐν τῷ | |
20 | στοχασμῷ προδιήνυσται· χρὴ δὲ τὴν ἀντίληψιν μὴ γυμνῶς καὶ ἀναφανδὸν οὕτως εἰσφέρειν, τυραννικῶς τῆς ἐξουσίας ἀντιλαμβανομένους, ἀλλὰ πλαγίως μετά τινος προσχήματος, οἷον ὅτι οὐ δικαίως ὁ κατήγορος τοσοῦ‐ τον πλῆθος ἐρείδει τῶν κατ’ ἐμοῦ λόγων μηδενὶ συμφε‐ | |
25 | ρόμενος νόμῳ, ἀλλ’ αὐτοκράτορι παῤῥησίᾳ ταῦτα μεμ‐ φόμενος καὶ κρίνειν ἀξιῶν ἐπὶ τούτοις, ἐφ’ οἷς μηδεὶς κεκώλυκε νόμος· οὐκ ἀρκέσει δέ γε τοῦτο πρὸς τὸ θερα‐ πεῦσαι τὴν ἀντίληψιν τραχεῖάν τε καὶ τυραννικὴν φαι‐ | |
νομένην, ἀλλ’ ἔτι καὶ κατὰ μίαν τῶν ἀντιθετικῶν πάν‐ | 499 | |
7.500 | τως εἰσενεχθήσεται, ὡς μικρὸν ὕστερον ἐπὶ τῆς ἀντιθέ‐ σεως, φημὶ τοῦ μετὰ τὴν ἀντίληψιν κεφαλαίου, εἰσόμεθα, ἐπεὶ οὐδὲ ἐκεῖνό με λέληθεν, ὥς τινες τῶν ἀξιολογωτάτων, οἷς προσεκτέον, οὐδὲ τὴν ἀντίθεσιν ἐπι‐ | |
5 | συμπλεκομένην ἐξαρκεῖν ὑπειλήφασιν, ἀλλὰ μετά τινος, φησὶ, προθεραπείας καὶ οἱονεὶ προκαταστάσεως εἰσ‐ ενεκτέον τὸ ἀντιληπτικόν· τῆς γὰρ ἀντιλήψεως τριχῆ λαμβανομένης κατὰ νόμον, ἢ κατὰ ἔθος, ἢ κατὰ φύσιν, εἰ κατὰ νόμον λαμβάνεται, τὸν νόμον αὐτὸν πρότερον | |
10 | ἐγκωμιάσαι χρὴ, ὅτι φιλάνθρωπος καὶ τῆς πολιτείας εὖ μάλα προνενοημένος, καὶ μετὰ τοῦτο ἐπὶ τὴν ἐκείνου χωρεῖν ἐξουσίαν κατὰ τὸ ἀντιληπτικόν. εἰ δὲ κατὰ τὸ ἔθος ἡμῖν ἡ ἀντίληψις ἦ, τὴν πολιτείαν πρότερον ἐπαι‐ νέσαι, ἐφ’ ἧς ἔχομεν τὸ ἔθος, εἰ δὲ κατὰ φύσιν παρα‐ | |
15 | λαμβάνεται ἡ ἀντίληψις, τηνικαῦτα τὰς ἐκ τῆς φύσεως ἀνάγκας ἀναθεωρεῖν καὶ ταύτας προεκτιθέναι μετ’ ἐγ‐ κωμίων, εἶθ’ οὕτως ἐμβάλλειν ἐπὶ τὴν ἀντίληψιν, ὅπως μὴ τῶν νόμων τοὺς ἀδικωτέρους ἢ τὰ τῶν ἐχθρῶν χείρω ἢ τῆς φύσεως τὰ ἡμαρτημένα δοκῶμεν ἐκλέγεσθαι, ἀλλ’ | |
20 | ἐκ τῶν ἐγκωμίων ἐπὶ ταῦτα τὸν δικαστὴν πρότερον κα‐ ταστήσαντες τὴν ἀντίληψιν ἐπενέγκωμεν· ὅτι δὲ μετὰ ταύτην μίαν τῶν ἀντιθετικῶν παραληψόμεθα, ῥωννύν‐ τες ἑκατέρωθεν τῆς ἀντιλήψεως τὸ τυραννικὸν, εἴρηται. Τῇ ἀντιλήψει ἕπεται ἡ μετάληψις πάντως· ὡς | |
25 | γὰρ ἔφαμεν, πᾶσα ἀντίληψις μεταλήψει λύεται· γίνεται δὲ ἡ μετάληψις πρὸς τὴν πρᾶξιν, ὥσπερ ἐπὶ τοῦ τρισα‐ ριστέως μοιχὸν ἀποκτείναντος, χρωμένου γὰρ τῇ ἀντιλή‐ | |
ψει τοῦ φεύγοντος, ὅτι ἐξῆν μοι, ὁ κατήγορος μετα‐ | 500 | |
7.501 | λαμβάνων φησὶν ἐν στάσει μὲν, ὅτι οὐκ ἔξεστιν, εἶτα ἀντιπαραστάσει, ὅτι εἰ καὶ ἔξεστιν, οὐκ ἀριστέα φονεύειν ἐχρῆν· εἴπομεν γὰρ, ὅτι πᾶσα μετάληψις κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσάγεται, καλῶς δὲ τὸ εἰ ἐγχωρεῖ· | |
5 | δοκεῖ γὰρ ἀναίσχυντον τὸ ἄντικρυς λέγειν, ὅτι οὐκ ἔξεστι φανερᾶς οὔσης τῆς ἐξουσίας, καὶ μάλιστα ἐπὶ τῆς κατὰ νόμον ἐξουσίας· ἐνταῦθα γὰρ μετὰ τὴν τοῦ νόμου ἀνά‐ γνωσιν ἄπορος ἡ τῆς ἐνστάσεως χρῆσις· τότε γὰρ ἀναιδὲς ἀντιφθέγγεσθαι τῷ νόμῳ, μετριώτερον δὲ τῇ | |
10 | ἀντιπαραστάσει χρήσασθαι. λʹ. Ἡ ἀντίληψις αὕτη μετὰ κατασκευῆς τίθεται τοῖς ἀπὸ τοῦ νόμου ἔχουσα τὴν ἐξουσίαν, διδοῦσα πράττειν ὅ τι ἂν βούλοιτο, εἰ ἐγχωροίη δὲ εἶπεν, ἐπειδὴ τῇ ἀπὸ νόμου καὶ τῇ ἀπὸ φύσεως ἀντιλήψει οὐ δυνατὸν ἀντι‐ | |
15 | θεῖναι τὴν ἔνστασιν, ἀναιδὲς γάρ· τῇ ἀπὸ ἔθους δὲ καὶ ἀπὸ τέχνης δυνατὸν, ἡ δὲ ἀντίληψις αὕτη πρὸς τὴν με‐ τάθεσιν κεῖται· ἅμα δὲ κατασκευάσει καὶ θέσιν. Τοῦτό ἐστι τὸ κεφάλαιον τὸ γνωρίζον τὴν στάσιν, τοῦ γὰρ κα‐ τηγόρου πολλῇ χρησαμένου καταφορᾷ ἐν τοῖς ἀπ’ ἀρχῆς | |
20 | ἄχρι τέλους, ὁ φεύγων εὐθέως τὴν ἀντίληψιν προβάλλε‐ ται, τὴν ἐξουσίαν προφέρων· οὐχ ὡς ἔτυχε δὲ τούτῳ τῷ κεφαλαίῳ χρηστέον, ἀλλὰ μετά τινος μεθόδου· τυραννι‐ κὸν γὰρ ἄντικρυς λέγειν, ὅτι ἐξῆν μοι τοιαῦτα διαπρά‐ ξασθαι, ἐφ’ οἷς ὡς ἀδικήμασι κρίνεται· ἄτοπον γὰρ | |
25 | ἀκμάσαντος τοῦ κατηγόρου ἐν ταῖς αὐξήσεσι καὶ κατα‐ δραμόντος λέγειν, ὅτι ἐξῆν μοι· ἀλλ’ ἐὰν ἀπὸ νόμου ἡ ἐξουσία τυγχάνῃ, ἐρεῖ ὁ φεύγων, ὅτι εἰ μὲν ἄδειαν μὴ παρεῖχεν ὁ νόμος, καλῶς ἂν ἡ κατηγορία εἶχεν· ἐπειδὴ δὲ ἃ τοῖς νόμοις δοκεῖ, ταῦτά μοι πέπρακται, | |
30 | τίνα λοιπὸν χώραν ἔχει ἡ κατηγορία, ἄλλως τε οὐκ ἐμοῦ κατηγορεῖ μᾶλλον, ἢ τοῦ τεθεικότος τὸν νόμον· καὶ τὴν | |
πολιτείαν διαβάλλει τὴν τῷ νόμῳ χρωμένην· καὶ τούτῳ | 501 | |
7.502 | τῷ τρόπῳ καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τῆς ἀντιλήψεως χρῆ‐ σθαι δυνήσεται, ὅτι ταῦτα μὲν, ἅ φησιν ὁ κατήγορος, εἰ μὴ συγκεχώρηται, ἴσως εἶχε χώραν ἡ καταδρομὴ, νῦν δὲ περιττῶς τοσούτῳ πλήθει λόγων πρὸς τὴν κατηγο‐ | |
5 | ρίαν κέχρηται τῶν νόμων ἢ τῶν ἐθῶν ἢ τῆς φύσεως συγκεχωρηκότων. λαʹ. Φέρεται ἐξ ἀνάγκης ἡ μετάληψις ὑπὸ τοῦ κατη‐ γόρου πρὸς τὴν ἀντίληψιν, πᾶσα γὰρ ἀντίληψις μετα‐ λήψει λύεται, καὶ καθάπαξ ἀντιπαρίστανται ἄμφω· ἔν‐ | |
10 | θα γὰρ ἂν εὑρεθῇ ἡ ἀντίληψις, ἀντικειμένην πάντως τὴν μετάληψιν ἔχει. χρηστέον δὲ, φησὶ, τῇ μεταλήψει κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· κατὰ ἔνστασιν δὲ, φησὶν, ὅταν ἐγχωρῇ, πότε δὲ χώραν ἡ ἔνστασις ἔχει καὶ πότε ἐκλείπει προσδιασαφῆσαι χρεών· ὅταν μὲν οὖν σα‐ | |
15 | φῶς τι καὶ διαῤῥήδην ὁ νόμος ἀγορεύῃ, καὶ τοῦτο ὁ φεύγων ἐν τῇ ἀντιλήψει παρέχηται, τηνικαῦτα παραιτη‐ τέον τὴν ἔνστασιν· ἡ γὰρ πρὸς τὰ ὁμολογούμενα μάχη καὶ ἔνστασις ἀπίθανος οὐ ῥητορική· οἷον εἰ νόμος κε‐ λεύοι, πάντα μοιχὸν ἀναιρεῖσθαι, εἶτα τρισαριστέα | |
20 | τινὰ μοιχὸν διαχρησαμένου τινὸς λέγοιμεν, ὡς μάλιστα μὲν οὐδὲ ἐξῆν μοιχὸν ἀναιρεῖν, βιαιότατόν ἐστι τὸ λεγό‐ μενον· τούτῳ γὰρ φανερός ἐστι τῷ νόμῳ διαπληκτίζε‐ σθαι· ὅταν δὲ μὴ φανερός τι ᾖ νόμος περὶ τοῦ κρινο‐ μένου, τηνικαῦτα καὶ τῇ ἐνστάσει χρησόμεθα· οἷον νέος | |
25 | πλούσιος ὑποπτευθεὶς τυραννήσειν τὴν ἑαυτοῦ πᾶσαν οὐ‐ σίαν ἐξαργυρώσας κατεπόντισε καὶ κρίνεται βλάβης εἰς τὸν δῆμον· τοῦ γὰρ φεύγοντος τῶν νόμων ἀντιλαμβανο‐ μένου, ὡς τῶν ἰδίων ἕκαστον κύριον καθιστῶσιν, ὁ διώ‐ κων πάλιν ἐνστάσει χρήσαιτο ἂν διὰ τὸ ἀσαφὲς καὶ ἀό‐ | |
30 | ριστον τῶν νόμων, μάλιστα μὲν οὐδὲ κύριός ἐστι τῆς | 502 |
7.503 | ἑαυτοῦ βουλήσεως ἕκαστος, οὐδὲ τῶν χρημάτων, ἀλλ’ ὅπως ἂν οἱ νόμοι ἐπιτρέπωσιν, οὕτω χρηστέον καὶ ἡμῖν αὐτοῖς καὶ τοῖς χρήμασιν· ἔπειτα εἰ καὶ ὅλως ἔδει κατὰ τὸ αὐτόνομον χρῆσθαι, ἐπὶ καλῷ γοῦν ἔδει τῆς πολιτεί‐ | |
5 | ας, κἂν ἐξ ἔθους δὲ ἢ φύσεως λαμβάνοιτο ἡ ἀντίληψις, τοῖς ὁμολογουμένοις οὐκ ἐνστησόμεθα· ἢν δέ τι που δι‐ χοῤῥεπὲς ᾖ, καὶ κατὰ τὴν ἔνστασιν ἀγωνιούμεθα. λβʹ. Ἐπὶ τούτου, φησὶν, ἐπὶ τοῦ ζωγράφου, ἀντι‐ στατικὴ γάρ ἐστιν, ἐπὶ δὲ τοῦ τρισαριστέως ἀντεγκλη‐ | |
10 | ματικὴ, μετὰ δὲ τὴν μετάληψιν ἕπεται ἀντιθετικὸν ὑπὸ τοῦ φεύγοντος προβαλλόμενον· τοῦ γὰρ κατηγόρου χρη‐ σαμένου τῇ μεταλήψει καὶ εἰπόντος ἐν τῇ παραστάσει, ὅτι ἀλλ’ οὐ τρισαριστέα δίδωσιν ὁ νόμος ἀναιρεῖν, ὁ φεύγων τὸ ἀντιθετικὸν προβαλλόμενος ἐρεῖ, ὅτι δικαίως | |
15 | ἀνῄρηται· τί γὰρ ὑπῆρχε μοιχῷ· καὶ τῷ κατηγόρῳ δέδω‐ κε τὴν ἄδειαν τῆς καταφορᾶς, καὶ κοινὸν τόπον κατὰ μοιχείας ἐρεῖ. Ἰστέον δὲ, ὅτι ἡ ἀντίθεσις ἢ ἀντιστατι‐ κὴ ἢ ἀντεγκληματικὴ ἐν ἀντιλήψει εὑρίσκεται· μετα‐ στατικὴ δὲ ἢ συγγνωμικὴ οὔ· ἐναντίαν γὰρ φύσιν ἔχει | |
20 | ταῦτα τῇ ἀντιλήψει· οὐδεὶς γὰρ τὴν ἐξουσίαν προβαλλό‐ μενος ἐφ’ οἷς ἔπραξε συγγνώμην αἰτεῖ. λγʹ. Ἐπὶ τῆς ἀντιλήψεως ἐφάσκομεν τὸ ἀπ’ αὐτῆς τυ‐ ραννικὸν κατὰ μίαν χρῆναι θεραπεύειν τῶν ἀντιθετικῶν· οἷον ἢ ἀντεισφέροντα ἕτερον εὐεργέτημα ἐκ τοῦ δοκοῦν‐ | |
25 | τος ἀδικήματος, ὅπερ ἐστὶ κατὰ ἀντίστασιν, ἢ παραι‐ τουμένους συγγνώμην ἢ μεθιστάντας τὴν αἰτίαν ἐφ’ ἕτερον, ὧν τὸ μὲν συγγνώμης, τὸ δὲ μεταστάσεως, ἢ ἀντεγκαλοῦντα τῷ πεπονθότι, ὡς ἀξίῳ παθεῖν ὃ πέπον‐ θε. Κατὰ γοῦν τὸν τεχνικὸν πάντως κατὰ μίαν τούτων | |
30 | εἰσενεχθήσεται ἡ ἀντίληψις· οὐ γὰρ δὴ προσεκτέον Μι‐ | |
νουκιανῷ εἰπόντι, ποτὲ μὲν ἐμπίπτειν ἀντιθετικὴν, ποτὲ | 503 | |
7.504 | δὲ γυμνὸν καθεστάναι τὸ ἀντιληπτικὸν ἀντιθέσεως· ἀεὶ γὰρ, ὡς ἔφην, κατὰ μίαν τῶν ἀντιθετικῶν προϊέναι χρὴ τὴν ἀντίληψιν, εἴπερ μέλλοιμεν παραδεχθῆναι ὑπὸ τῶν δικαστῶν· ἀναγκαῖον δὲ καθ’ ἑκάστην ἀντίθεσιν δοῦναι | |
5 | ἀντιλήψεως παραδείγματα· ἔστι τοίνυν κατὰ ἀντίστασιν μὲν ἀντιλήψεως παράδειγμα ὁ ζωγράφος, ὁ δημοσίων ἀδικημάτων κρινόμενος, ἐφ’ ᾧ πρὸ τοῦ λιμένος γράψας ἐξέθηκε τὰ ναυάγια, τῇ γὰρ ἀντιστάσει χρώμενος ἐρεῖ τι καὶ εὐεργετηκέναι τὴν πόλιν ἐντεῦθεν· τοὺς γὰρ πλέον‐ | |
10 | τας δεδιδαχέναι, μὴ παρὰ καιρὸν ἐπιχειρεῖν τῇ θαλάττῃ, ὡς ἀναγκαῖον αὐτοῖς, εἰ παραβάλλοιντο, τοιούτοις περι‐ πίπτειν κινδύνοις· κατὰ δὲ ἀντέγκλημα ἀντιλήψεως πα‐ ράδειγμα ὁ τὸν τρισαριστέα ἐπὶ μοιχείᾳ ἀνελὼν, εἶτα δη‐ μοσίᾳ κρινόμενος· ἀντεγκαλέσει γὰρ τῷ τρισαριστεῖ, ὡς | |
15 | αὐτῷ τῆς ἀδικίας κατάρξαντι τῷ διαφθεῖραι τὸ γύ‐ ναιον· κατὰ συγγνώμην δὲ ἀντίληψις ἥδε. Κλέωνος τοὺς ἐκ Πύλου τριακοσίους εἰσάγοντος Νικίας ἐδάκρυσε καὶ κρίνεται ὑπὸ Κλέωνος ὕβρεως· τὴν γὰρ συγγνώμην προ‐ βαλεῖται φάσκων ἠλεηκέναι καὶ πεπονθέναι τι ἀνθρώπι‐ | |
20 | νον· ὑπόλοιπον ἔτι τῆς κατὰ μετάστασιν ἀντιλήψεως δοῦναι παράδειγμα· πόλεως συνεχῶς ἀφισταμένης ἔπεισε στρατηγὸς τὸν δῆμον τὰ τείχη καθελεῖν, καὶ τῶν συμ‐ μάχων ἀποστάντων κρίνεται δημοσίων ἀδικημάτων· τὴν μὲν γὰρ ἀντίληψιν κατὰ τὸ ἐξεῖναι συμβουλεύειν τὰ εἰ‐ | |
25 | κότα καὶ δοκοῦντα λαμβάνει, τὴν δὲ μετάστασιν ἐπὶ τὸν δῆμον μεταφέρων τὴν αἰτίαν, ὅτι γε καὶ ὑμεῖς αἴ‐ τιοι τῆς καθαιρέσεως οἱ πεισθέντες, οὐ γὰρ ἀνηκόων ὄν‐ των ὑμῶν καθελεῖν ἐτόλμων· καὶ ἔστιν ὥσπερ ἐν στο‐ χασμῷ χρῶμα ἡ μετάθεσις τῆς αἰτίας, οὕτως ἐπὶ τῆς | |
30 | ἀντιλήψεως ἡ ἀντίθεσις· χρώζει γὰρ τὸ ὅλον τῆς ἀπο‐ | |
λογίας τὸ τυραννικὸν συσκιάζουσα. | 504 | |
7.505 | λδʹ. Φέρεται πρὸς τὴν ἀντίθεσιν ἑτέρα μετάληψις· καὶ γὰρ αὖ πᾶσα ἀντίθεσις μεταλήψει λύεται, ὡς ἐπὶ τῶν ἀντιθετικῶν δεδείξεται, ἔνθα καὶ περὶ τῆς ἐργασίας τοῦ κεφαλαίου διαληψόμεθα. Ζητητέον δὲ, τίνι διοίσει | |
5 | ἡ μετάληψις ἣδε τῆς πρὸς τὴν ἀντίληψιν φερομένης· διαφέρει δ’ οὖν ἀλλήλων, καθὸ ἡ μὲν πρὸς τὸ πεπρα‐ γμένον αὐτὸ φέρεται, ἡ δὲ τῆς ἀντιθέσεως λυτικὴ πρὸς τὴν ποιότητα τοῦ πεπραγμένου· ἡ μὲν γὰρ ἀντίληψις ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ τὴν ἐξουσίαν προβάλλεται, | |
10 | πρὸς ὃ φέρεται ἡ προτέρα μετάληψις, ἡ δὲ ἀντίθεσις χρώζει πως καὶ ποιότητά τινα τῷ πεπραγμένῳ δίδωσιν· οὐκοῦν καὶ ἡ πρὸς αὐτὸ φερομένη μετάληψις ἐξ ἀνάγ‐ κης κατὰ τὴν ποιότητα τῷ πεπραγμένῳ μάχεται, οἷον ἐπὶ τοῦ ζωγράφου· διὰ γὰρ τῆς ἀντιθέσεως εὐηργετη‐ | |
15 | κέναι τι φάσκοντος τοῦ ἀπολογουμένου τὸ συμβεβηκέναι διὰ τῆς τῶν ναυαγίων γραφῆς, τῷ πλεῖν μετὰ ἀσφα‐ λείας ἐπιχειρεῖν, φέρεται πρὸς αὐτὸ ἡ μετάληψις, ὅτι ἑτέρως ἔδει συμβουλεύειν λόγους διαπέμποντα καὶ τοῖς ἐμπόροις ἰδίᾳ κοινολογούμενον. | |
20 | λεʹ. Δύο οὐσῶν ἀντιλήψεώς τε καὶ ἀντιθέσεως, ἀν‐ αγκαίως καὶ δύο μεταλήψεις ἐμπίπτουσιν, ἡ μὲν πρὸς τὴν ἀντίληψιν, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν, καὶ ἡ διαφο‐ ρὰ, ὅτι ἡ μὲν πρὸς τὴν ἀντίληψιν ἐνστάσει καὶ ἀντι‐ παραστάσει κατασκευάζεται, ὅτι οὐκ ἔξεστιν, εἰ δὲ ἄρα | |
25 | καὶ ἔξεστιν, οὐκ ἐπὶ τούτοις· ἡ δὲ πρὸς τὴν ἀντίθεσιν τὸν αὐτὸν τρόπον, οὐδὲ γὰρ λύει τὸ ἀντιστατικὸν, ἀλλ’ ἐρεῖ, ὅτι οὐχ οὕτως ἐχρῆν εὐεργετεῖν, ἐνῆν γὰρ καὶ ἄλ‐ λως διὰ συμβουλῆς, διὰ λόγου, καὶ ἄλλως· ἡ μὲν πρὸς τὴν ἀντίληψιν μάχεται τῇ ἐξουσίᾳ, ἡ δὲ πρὸς τὴν ἀντί‐ | |
30 | θεσιν οὐ μάχεται, ἀλλὰ καὶ συντρέχει τῷ χρώματι ἀποδε‐ | |
χομένη τὰ ὑπὲρ τῆς πόλεως· τὴν δὲ παράστασιν μέμ‐ | 505 | |
7.506 | φεται, ὅ ἐστιν τὸν τρόπον, ὡς ἐπὶ τοῦ ζωγράφου ἡ ἀν‐ τίθεσίς ἐστιν, ὑπὲρ τῶν πλεόντων πεποίηκα· ἡ δὲ μετά‐ ληψις συγχωρήσασα, ὅτι ἀληθὲς τὸ λεχθὲν, διὰ τῆς ἀν‐ τιπαραστάσεως ἐκβάλλειν πειράσεται τὸν τρόπον τοῦ πε‐ | |
5 | πραγμένου μεμφομένη καὶ ἐπὶ τοῦ τρισαριστέως τοῦ φεύγοντος ἀντιπαραστάσει χρησαμένου καὶ λέξαντος ἀντ‐ εγκληματικῶς, ὅτι ἄξιος ἦν ἀποθανεῖν ὁ τρισαριστεὺς κώμοις καὶ μέθαις προσανέχων, ὁ κατήγορος δευτέρᾳ μεταλήψει χρήσεται λέγων, ὅτι εἰ τοιοῦτος ἦν, ἔδει δι‐ | |
10 | καστηρίῳ παραδοῦναι καὶ μὴ αὐτοχειρίᾳ ἀναιρεῖν. λϛʹ. Ἀντιλήψει πάλιν ὁ φεύγων χρήσεται δὴ πρὸς τὴν τοῦ ἀπολογουμένου μετάληψιν· ἔφαμεν γὰρ ἀλλήλοις ἀντιτετάχθαι ἀεὶ τὰ κεφάλαια· τὴν δὲ αὐτὴν ἔχει διαφορὰν πρὸς τὴν προτέραν ἀντίληψιν, ἣν ἔχειν | |
15 | τὸ δεύτερον μεταληπτικὸν πρὸς τὸ πρότερον ἔφαμεν, ἡ μὲν γὰρ περὶ αὐτὸ καθέστηκε τὸ πεπραγμένον, ἡ δὲ περὶ τὴν τοῦ πεπραγμένου ποιότητα· ἰστέον δὲ κοινότε‐ ρόν τι θεώρημα· μετὰ γὰρ τὸ ἀντιληπτικὸν τοῦτο κέ‐ χρηται πολλάκις καὶ μεταληπτικῇ αὐτὸς ὁ φεύγων, ὅπερ | |
20 | παραδοξότερον· ποῦ γὰρ ἑτέρωθεν μεταληπτικὸν παρὰ τῷ ἀπολογουμένῳ· ἀεὶ γὰρ ἡ μὲν ἀντίληψις τοῦ φεύ‐ γοντος, τοῦ δὲ διώκοντος ἡ μετάληψις· ἐνταῦθα μέν‐ τοι χρήσεταί ποτε καὶ μεταληπτικῇ ὁ φεύγων μετὰ τὸ δεύτερον ἀντιληπτικόν· πότε δὲ χρήσεται, καὶ δὴ λεκτέ‐ | |
25 | ον· ὅταν τὸ πεπραγμένον οἷόν τε ᾖ διορθωθῆναι τῇ φύσει, τηνικαῦτα ἐμπεσεῖται τόδε τὸ κεφάλαιον, ἐπει‐ δὰν δ’ ᾖ τὸ πεπραγμένον ἀδιόρθωτον, ἐξίσταται· οἷον τοῦ μὲν προτέρου παράδειγμα ὁ ζωγράφος· πρῶτον μὲν γὰρ τῷ δευτέρῳ ἀντιληπτικῷ χρώμενος τῆς κατὰ τὸ συμ‐ | |
30 | βουλεύειν ἐξουσίας ἀνθέξεται· ὅτι ὃν τρόπον ἕκαστος δύναται συμβουλεύειν τῇ πόλει, ῥήτωρ μέν τις ὢν τοῖς | |
λόγοις, ζωγράφος δὲ ἀπὸ τῆς τέχνης· ἔπειτα τῷ μετα‐ | 506 | |
7.507 | ληπτικῷ τὴν κρίσιν διαβάλλει, οἷον εἰ δέ τι ἡ πόλις ἐκ τοῦ τρόπου τῆς ἐμῆς ἐβλάπτετο συμβουλῆς, ἐχρῆν τὸ πινάκιον καθελεῖν καὶ μὴ συγχωρεῖν ἐπὶ τοῦ λιμένος ἐκ‐ κεῖσθαι, καὶ οὐκ εἰς δικαστήρια νῦν εἰσάγειν καὶ δη‐ | |
5 | μοσίων κρίνειν· καθάπερ γὰρ ὁ κατήγορος τὸν τρόπον τῆς συμβουλῆς, οὕτως ὁ φεύγων τὴν κρίσιν διαβάλλει· ἐπιδέχεται γὰρ ἐπὶ τοῦδε τοῦ προβλήματος τὸ πεπρα‐ γμένον διόρθωσιν· ἠδύνατο γάρ τις ῥᾷστα ἐκ τοῦ λιμέ‐ νος ἀνασπᾶσαι τὸ πινάκιον· τοῦ δὲ δευτέρου, φημὶ τοῦ | |
10 | τὴν διόρθωσιν ἀδύνατον ἔχοντος, ἀφ’ οὗ καὶ ἐλλείπει τὸ μεταληπτικὸν, παράδειγμα τόδε· νέος πλούσιος τυραν‐ νήσειν ὑποπτευθεὶς τὴν οὐσίαν ἐξαργυρώσας κατεπόντω‐ σε, καὶ κρίνεται δημοσίων ἀδικημάτων· οὐ γὰρ δυνατὸν εἰπεῖν, ὡς ἔδει μᾶλλον τὸ ἀργύριον ἐκ τοῦ βάθους ἀν‐ | |
15 | έλκειν, ἀλλὰ μὴ γραφὴν κατ’ ἐμοῦ τίθεσθαι. λζʹ. Ἀναγκαίως, φησὶν, μεταλήψεως ἐμπεσούσης ἐπὶ τὴν ἐξουσίαν πάλιν ὁ φεύγων καταφεύξεται· τοῦ γὰρ κατηγόρου λέγοντος, ὅτι οὐχ οὕτως ἐχρῆν, ἐνῆν δὲ καὶ ἑτέρως εὐεργετεῖν, ὁ φεύγων ἐρεῖ, ὅτι ἀλλ’ οὐδὲ τοῦτο | |
20 | κεκώλυται· εἰ δὲ καὶ ἑτέρως ἐνῆν, ὃ δὲ μᾶλλον οἰκει‐ ότερον ἐμοὶ ὑπῆρχε καὶ δυνατῶς εἶχον ποιεῖν, τοῦτο ἔπρα‐ ξα· ὁ ῥήτωρ εἰσηγείσθω τοῖς λόγοις τὸ δέον, ὁ ζωγρά‐ φος τῇ τέχνῃ, ἕκαστος ὡς δύναται τὴν πόλιν εὐεργε‐ τείτω, μὴ μέμφου τοίνυν τὸν τρόπον, ἀλλ’ ἐνθυμοῦ τὴν | |
25 | ὠφέλειαν· ἐξετάσει δὲ καὶ τὴν γνώμην τοῦ νομοθέτου ὁ τὸν τρισαριστέα ἀποκτείνας, ὅτι ὁ νομοθέτης τὴν ὕβριν τὴν κατὰ τῶν γυναίων γινομένην εἰδώς· καὶ ὡς μάλιστα τοῦ‐ το τοῦ συνοίκου ταράττει τὸν λογισμὸν, ὥσπερ θερα‐ πεύων τὸν πάσχοντα αὐτῷ καὶ τὴν τιμωρίαν ἐνεχείρισεν. | |
30 | Χρήσεται, φησὶν, ὁ κατήγορος τῇ θέσει ἀνατρέ‐ | 507 |
7.508 | πων, ὅτι οὐκ ἐπὶ τούτοις τῇ δυνάμει χρηστέον. Ἀκο‐ λούθως εἶπεν ἐκθετέον τὴν θέσιν, κατασκευαστικὴν οὖ‐ σαν τῆς ἀντιθέσεως· οὐδὲ γὰρ ἁπλῶς οὕτω τεθὲν τὸ ἀν‐ τιληπτικὸν ἰσχύει, διὰ δὲ τῆς ἀντιθέσεως τοῦ κεφαλαίου | |
5 | ἰσχυρὸν ἀποδειχθήσεται· ἡ οὖν θέσις ἀκολούθως ἐστὶ τοιαύτη, ὅτι πᾶς, καθὸ ἕκαστος δυνάμεως ἔχει, ὠφελεῖν χρὴ τὴν πόλιν· κατασκευάζεται δὲ ἐκ τῶν τοῦ συμφέ‐ ροντος λογισμῶν, ὅτι χρήσιμον καὶ σύμφορον τὸ τοιοῦ‐ τον καὶ πλεῖστα δυνάμενον ἀγαθὰ προξενεῖν. | |
10 | ληʹ. Θέσιν εἶπε καὶ οὐ θέσεις πληθυντικῶς, καίτοι πολλάκις δύο ἐμπιπτουσῶν θέσεων, ὡς ἐπὶ τοῦ ζωγρά‐ φου· ἑκάτερον γὰρ τῶν μερῶν κέχρηται θέσει κατὰ τὸ ἁρμόζον, ὁ μὲν κατήρορος, ὅτι ταῖς τέχναις οὐχ ἁπλῶς χρηστέον ἐπὶ λύμῃ τῶν κοινῶν, ὁ δὲ φεύγων, ὡς ἂν οἷ‐ | |
15 | ός τε ᾖ ἕκαστος, χρήσιμος τῇ πόλει γίνεται. ἰστέ‐ ον δὲ, ὅτι δύο μὲν οὐκ ἀεὶ ἐμπίπτουσι θέσεις, μία δὲ πάντως, ἔνθεν οὐ πληθυντικῶς εἶπεν, ἀλλ’ ἑνικῶς θέ‐ σιν πρὸς τὸ καθόλου καὶ διὰ παντὸς ἐμπίπτον ἐπιδών· ἀλλ’ οὐκ εἰς τὸ ποτὲ μὲν ἐμπίπτον, ποτὲ δὲ ἐξιστάμε‐ | |
20 | νον· ἠπόρηται δὲ, πῶς ἡ θέσις εἶναι κεφάλαιον δύναται· τῶν γὰρ κεφαλαίων, φασὶ, τὰ προηγούμενα ὑπὸ τοῦ διώκοντος εἰσφερόμενα ἐξ ἀνάγκης ἀντιθετικῶς λαμ‐ βάνεται ὑπὸ τοῦ φεύγοντος, καὶ ἐκ τοῦ ἔμπαλιν, ὅσα προηγουμένως τῷ ἀπολογουμένῳ λαμβάνεται, ταῦτα γί‐ | |
25 | νεται ἀντιθετικὰ τῷ διώκοντι· προηγούμενα δέ φημι τὰ πιστωτικὰ, τὰ δὲ λυτικὰ τῶν ἐναντίων· εἰ τοίνυν, φασὶν, ἡ θέσις κεφάλαιόν ἐστι προηγούμενον, οὐ γὰρ ἔνεστι δήπου λυτικὸν αὐτὸ φάναι, γινέσθω, φησὶ, καὶ ἀντιθε‐ τικόν· ἀλλὰ μὴν οὐδέποτε λαμβάνεται ἀντιθετικῶς, ἀλλ’ | |
30 | ἀεὶ συγχωρεῖ μὲν ἐκείνην, ἀντεισάγει δὲ αὐτὸς ἑτέραν, εἴ‐ | 508 |
7.509 | περ ἐμπίπτοι, οὐκ ἄρα, φησὶν, ἡ θέσις κεφάλαιον, καὶ ἀντιλέγειν οὐκ ἔχομεν· ἀλλὰ μὴν οὐδὲ ἐπίλογος εἶναι δύ‐ ναται, εἴπερ κατασκευάζει τὸ ἀντιληπτικὸν μὲν τῷ φεύ‐ γοντι, τῷ δὲ κατηγόρῳ τὸ μεταληπτικὸν, καὶ τὸ πέρας | |
5 | ὡς εἰπεῖν τῶν ἀγώνων ἔχει· ἀπορήσειε τοίνυν ἄν τις, ποῦ τετάξεται, εἰ μηδ’ ἐν κεφαλαίοις μηδ’ ἐν ἐπιλόγοις χώρα τις αὐτοῦ λείπεται· ῥητέον οὖν, ὡς μέσην τινὰ τάξιν ἐπέχει· καὶ ἡ θέσις μεταξὺ πέπτωκε τῶν ἀγώνων καὶ τῶν ἐπιλόγων· καθάπερ ἐν ὅρῳ διῄρηται περὶ τῆς | |
10 | τοῦ προσώπου ποιότητος· καὶ ταῦτα μὲν ὅσον παραστῆ‐ σαι τὴν φύσιν τῆς θέσεως· ἐπεὶ δ’ ἔφημεν ποτὲ μὲν δύο θέσεις ἐμπίπτειν, ποτὲ δ’ αὖ μίαν καὶ ταύτην οὐχ ὡρι‐ σμένως· οἷον παρὰ τῷ φεύγοντι πάντως ἢ τοὐναντίον, ἀλλὰ νῦν μὲν ὑπὲρ τοῦ φεύγοντος, αὖθις δὲ ὑπὸ τοῦ | |
15 | κατηγόρου λαμβάνεσθαι, ἀναγκαῖον προσδιασαφῆσαι τῶν εἰρημένων ἕκαστον, ἵνα μὴ ἀτάκτως μηδὲ ἀλόγως ἐπι‐ χειρῶμεν ταῖς θέσεσιν, ἀλλ’ εἰδείημεν, πότε τοῦ ἀντιδίκου θέσει χρωμένου χρησόμεθα καὶ αὐτοὶ, καὶ πότερον ὑπερ‐ δραμούμεθα τὸ μὴ ἔχειν χρῆσθαι· ὅταν μὲν οὖν τὸ πε‐ | |
20 | πραγμένον ἄδοξον ᾖ, τηνικαῦτα μόνος τὴν θέσιν παρα‐ λήψεται ὁ κατήγορος· εἰ γὰρ τὸ πεπραγμένον ἄδοξον, πέπρακται δὲ δῆλον ὑπὸ τοῦ φεύγοντος, οὐκ ἂν θέσις προσάπτοιτο τῷ ἀδόξῳ· τοὐναντίον γε μὴν τῇ κατηγορίᾳ τοῦτο ἁρμόσει· λεκτέον δὲ ἐπὶ παραδείγματος. Ἀλκιβιά‐ | |
25 | δης κατελθὼν μετὰ τὰ κατὰ Κύζικον καὶ ἐν ἐκπώματι φέρων τὰ κατὰ Σικελίαν δημοσίων φεύγει· ἄδοξον γὰρ τὸ πεπραγμένον, οὐ μόνον τῷ δοκεῖν ὀνειδίζειν τῇ πόλει τὰς συμφορὰς, ἀλλὰ καὶ τῷ φέρειν αὐτὰς ἐπὶ τῶν ἐκπω‐ μάτων· ἐλλείπει οὖν τὸ θετικὸν εἰκότως τῷ φεύγοντι, | |
30 | ἂν δὲ τὸ πεπραγμένον ἔνδοξον ᾖ, ἐπὶ τὸν ἀπολογούμε‐ νον ἡ θέσις μέτεισι καὶ μόνου τοῦ φεύγοντος γίνεται· οὐ γὰρ ἔνεστιν αὐτῇ τὸν κατήγορον χρῆσθαι· τῶν γὰρ | |
ἐπαινουμένων πράξεων ἀπίθανος ἡ κατηγορία· παράδει‐ | 509 | |
7.510 | γμα δὲ τοῦ λεγομένου παρέξομαι· Φιλίππου μετὰ τὰ ἐν Χαιρωνείᾳ παρέχοντος αἵρεσιν Ἀθηναίοις ἢ τοὺς χι‐ λίους ἀνελέσθαι νεκροὺς, ἢ τοὺς αἰχμαλώτους λαμβάνειν, ἔπεισε Δημοσθένης τοὺς νεκροὺς ἀνελέσθαι, καὶ ἀποκτεί‐ | |
5 | ναντος Φιλίππου τοὺς αἰχμαλώτους δημοσίων φεύγει· ἡ γὰρ συμβουλὴ σεμνοτάτη καὶ ὅσιον ἡ τῶν οἰχομένων ἀναίρεσις· οὐ γὰρ τοῖς ἀποβεβηκόσι προσεκτέον, ἀλλὰ καθ’ αὑτὸ χρὴ τὸ πεπραγμένον σκοπεῖν· μόνῳ γοῦν ἐν‐ ταῦθα τῷ φεύγοντι τὸ θετικὸν ὑποστήσεται· εἰ δὲ τῶν | |
10 | μέσων εἴη τὸ πεπραγμένον τουτέστι οὔτε φανερῶς ἔνδο‐ ξον, οὔτε ἄδοξον, τηνικαῦτα ἡ θέσις ἑκατέροις ἁρμόσει καὶ ὑπ’ ἀμφοῖν παραληφθήσεται, τῷ μηδ’ ἕτερον ὑπὸ τῆς τοῦ πεπραγμένου δόξης πλεονεκτεῖσθαι· παράδειγμα δὲ ὁ ζωγράφος, πρὸ τοῦ λιμένος ἐκθεὶς τὰ ναυάγια· κέ‐ | |
15 | χρηται δὲ θέσει ὅ τε φεύγων καὶ ὁ διώκων ὁμοίως, διὰ τὸ μέσον τῆς πράξεως· ταῦτα μὲν οὖν περὶ τῆς εὑρέ‐ σεως ἡμῖν εἰρήσθω τῶν θετικῶν· ἰστέον δὲ, ὡς οὐ μό‐ νον γενικῇ μιᾷ τινι θέσει χρηστέον, ἀλλὰ καὶ εἰδικῇ, πολλάκις ἐκ τῆς ὑποκειμένης ὑποθέσεως ἀναφαινομένῃ· | |
20 | οἷον ἐπ’ ἐκείνου τοῦ παραδείγματος· τὰς Θήβας Ἀλε‐ ξάνδρῳ κατασκάπτοντι ὁ Ἰσμηνίας ἐπηύλησε καὶ μετὰ τὸν ἐνοικισμὸν κρίνεται· κατὰ γὰρ τὸ ἀντιστατικὸν φάσ‐ κων εὖ πεποιηκέναι τὴν πόλιν, ἐξαιρῆσαι γὰρ διὰ τῶν αὐλῶν τὸ πολὺ τῆς μανίας καὶ τῆς ὀργῆς Ἀλεξάνδρου, | |
25 | διχῆ τὴν θέσιν παραλήψεται· κατὰ μὲν τὸ γενικὸν, ὡς κατὰ δύναμιν ἕκαστον τῇ πόλει προσήκει χρήσιμον γίνε‐ σθαι, καὶ τοὺς ἐπιστήμονας εἰσφέρειν τὰς τέχνας εἰς τὰ κοινὰ τῇ πόλει λυσιτελοῦντας, κατὰ δὲ τὸ τῆς ὑποθέσεως ἴδιον, ὅτι σεμνόν τι χρῆμα ἡ μουσικὴ καὶ τὰς | |
30 | θηριώδεις ἐπικόπτειν ἐπιστάμενον ὁρμὰς καὶ διὰ ταῦ‐ | 510 |
7.511 | τα χρηστέον αὐτῇ· τοὺς δὲ τόπους, ἀφ’ ὧν αὐτὰς θέ‐ σεις κατεσκευάσαμεν, αὐτὸς ἡμῖν ὁ τεχνικὸς ἐδήλωσε διὰ τῶν προγυμνασμάτων, ἅ με οὐ λελήθασί τινες τῷ σο‐ φωτάτῳ Λιβανίῳ περιτιθέντες ἄγαν ἐλλογίμως, ἵνα δὴ | |
5 | οὕτω φαίην· χρηστέον δὲ οὐ πᾶσιν ἐφεξῆς· ἦ γὰρ ἂν εἰς μῆκος ἄπρακτον ὁ λόγος ἐκτείνοιτο, ἐμάθομεν γὰρ, ὡς μέτρον τελείου λόγου ἀποπληροῦν δύναται ἡ θέσις. Τὰ οὖν μάλιστα τῇ ὑποθέσει ἁρμόδια μόνα παραλη‐ ψόμεθα, τἄλλα παρέντες ἕνεκα τοῦ πλῆθος τῶν λόγων | |
10 | ἀποφυγεῖν. Τὴν ποιότητα, φησὶν, καὶ τὴν γνώμην κἀπὶ τῆς ἀντιλήψεως παραληψόμεθα, καθάπερ ἐν ὅρῳ· ὅσα τοί‐ νυν ἁρμόζει περὶ τούτων εἰπεῖν, ἔξεστιν ἐκεῖθεν λαμβά‐ νειν· ἡ ποιότης καὶ ἡ γνώμη παρὰ τοῦ φεύγοντος τέ‐ | |
15 | λεον ἀναιροῦνται· μελετῶνται δὲ πρὸς τὸ οἰκεῖον συμ‐ φέρον. —Διαίρεσιν λέγει τὴν τῆς ὕλης καὶ εὑρέσεως ἀφορμὴν, ἣν αὐτὸς οὐκ ἐπαγγέλλεται ποιεῖσθαι, ἀλλ’ ὅσον τὴν φύσιν ἐνδείξασθαι τῶν κεφαλαίων. λθʹ. Καλῶς εἶπε τὸ „μεμαθήκαμεν ἐν ὅρῳ·“ ἐν ἀμ‐ | |
20 | φοτέραις γὰρ ταῖς στάσεσι, τῷ τε ὅρῳ καὶ τῇ ἀντιλήψει, τούτοις τοῖς κεφαλαίοις χρησόμεθα· ἡ ποιότης δὲ ἐξετά‐ ζεται ἀπὸ τῆς ποιότητος τῶν προσώπων· καὶ ἐκ μὲν τοῦ κατηγόρου κατὰ τοὺς ψεκτικοὺς τόπους προαχθήσεται, ἐκ δὲ τοῦ φεύγοντος κατὰ τοὺς ἐγκωμιαστικοὺς, οἷον | |
25 | ἐπὶ τοῦ τὸν τρισαριστέα μοιχὸν ἀποκτείναντος ἐρεῖ ὁ λέγων, ὅτι οὐ προτιμητέον ἕνα τῶν τυχόντων ἀνθρώπων ἀνδρὸς ἀριστέως καὶ τηλικαῦτα κατωρθωκότος, ἐκ δὲ τοῦ φεύγοντος, ὅτι οὐδὲν ἠδικηκότα ἄνθρωπον οὐδὲ ἄτι‐ | |
μον οὐ χρὴ τῆς κοινῆς καὶ πᾶσι δοθείσης ἀποστερεῖν | 511 | |
7.512 | ἐξουσίας· ἡ δὲ τοῦ πράγματος ποιότης κατὰ τοὺς ἐκ τῆς ἐκβάσεως θεωρηθήσεται τόπους· καὶ ἡ γνώμη δὲ ὁμοίως ἐξετάζεται, τίνι λόγῳ οὗτος τότε ἔπραξε, καὶ ἐπὶ τοῦ κατηγόρου τίνος ἕνεκα κατηγορεῖ. | |
5 | μʹ. Ἤισθετο τῶν ἐπιχειρημάτων, ἃ ἐφ’ ἑκάστου τῶν κεφαλαίων παρέσχετο· καὶ ὅπως μὴ δόξῃ τὸ περὶ εὑρέ‐ σεως ἐπεισφέρειν τῇ πραγματείᾳ ἐπεσημήνατο· καὶ ἰστέ‐ ον, ὡς ἐνταῦθα ὁμολογεῖται τὸ περὶ εὑρέσεως καὶ εἶναι Ἑρμογένους καὶ ἀναγκαίως τοῖς κεφαλαίοις συνάπτε‐ | |
10 | σθαι. μαʹ. Διαιροῦντες, ἀντὶ τοῦ τὴν ἐργασίαν ποιούμενοι, ψιλῶς γὰρ μόνα τὰ κεφάλαια διεῖλε· σκόπησον δὲ τὴν λέξιν, καθ’ ἣν ἐκδέχεται τὸ ὄνομα· διαίρεσιν γὰρ λέγει τὴν τῆς ὕλης καὶ εὑρέσεως, ἣν οὐκ ἐπαγγέλλεται ποιή‐ | |
15 | σειν αὐτὸς, ἐπεὶ διαίρεσιν καλοῦσι πᾶσαν τομὴν τοῦ πε‐ ριέχοντος εἰς τὰ περιεχόμενα κοινῶς· εἰδικώτερον δὲ τὴν τῶν στάσεων εἰς τὰ κεφάλαια. | |
18t | Cap. XXII. | |
19t | Περὶ τῶν εἰδῶν τῆς ἀντιλήψεως. | |
19 | αʹ. Πληρώσας τῶν κεφαλαίων τὴν διαίρεσιν ἐπὶ τὸν | |
20 | τῶν εἰδῶν λόγον κεχώρηκεν. βʹ. Πανταχοῦ κατακολουθεῖν ὁ τεχνικὸς εἴωθεν ἑαυτῷ, ὃ πολλάκις ἔφην καὶ πρῶτον μὲν τὰ κεφάλαια καταλέ‐ γειν, ἔπειτα περὶ ἑκάστου τεχνολογεῖν, καὶ μετὰ ταῦτα τὴν περὶ τῶν εἰδῶν ποιεῖσθαι ἐξέτασιν· ἀκολούθως οὖν | |
25 | μετὰ τὴν τῶν κεφαλαίων τεχνολογίαν ἐπάγει τὰ εἴδη, καὶ πρώτην αὐτῶν εἰς ἁπλᾶ καὶ διπλᾶ ποιεῖται τὴν δι‐ αίρεσιν· ἠπορήκασι δέ τινες καὶ εἰς ἄπορον περιϊστάναι | |
τὸν λόγον ἐπεχείρησαν, πῶς εἴδη καθεστάναι δύνανται | 512 | |
7.513 | τό τε ἁπλοῦν καὶ διπλοῦν· τὰ γὰρ εἴδη, φασὶν, ἐκ τοῦ αὐτοῦ τεμνόμενα εἴδους, πλεονεκτεῖν ἀλλήλων κατ’ αὐτὸ τὸ γένος οὐ βούλεται, οἷον ἵππος καὶ ἄνθρωπος ὑπὸ τὸ αὐτὸ γένος, τουτέστι τὸ ζῶον, ἀνάγεται· ἀλλ’ οὔτε | |
5 | ἵππος ἀνθρώπου μᾶλλόν ἐστι ζῶον, οὔτ’ αὖ πάλιν ἄν‐ θρωπος ἵππου· ἐνταῦθα δὲ, φασὶ, θάτερον τῶν εἰ‐ δῶν τοῦ ἑτέρου διπλάσιον φαίνεται· τὴν γὰρ ἀπὸ τοῦ γένους τομὴν εἰς ἁπλοῦν τε καὶ διπλοῦν ἐποιήσατο· πρὸς ὃ φαίημεν ἂν, ὅτι τὸ διπλοῦν ὄνομά τι νοητέον εἴδους | |
10 | δηλωτικὸν, ὃν τρόπον τὸ ἄνθρωπος καὶ τὸ ἵππος, τὸ μὲν λογικοῦ τινος περιστατικὸν, τὸ δὲ ἀλόγου τε καὶ χρηματιστικοῦ, ὥστε τὴν ἀντίληψιν, ὅπερ ἐστὶ γένος, εἰς δύο εἴδη τινὰ διῃρῆσθαι, ἴσα κατὰ τὸ γένος, καὶ μηδὲν ἔχοντα κατά γε τοῦτο πλέον ἀλλήλων, ἃ τέως μὲν | |
15 | ὑπῆρχεν ἀνώνυμά τε καὶ ἀνυπόστατα κατ’ οὐσίαν, καθά‐ περ ὁ ἄνθρωπος καὶ ὁ ἵππος, μήπω προσελθουσῶν αὐ‐ τοῖς τῶν διαφορῶν, ἀλλ’ ἐπινοίᾳ μόνον ἔτι νοούμενα· προσελθουσῶν δὲ τῶν διαφορῶν τὸ μὲν ἁπλοῦν, τὸ δὲ ὀνομασθῆναι διπλοῦν, ὥστε κατὰ τὴν διαφορὰν γίνε‐ | |
20 | σθαι τὸ τοῦ διπλοῦ ὄνομα, πλεονεκτεῖν δὲ ἀλλήλων τὰ εἴδη κατὰ τὰς διαφορὰς οὐ κεκώλυται· ἐπεὶ καὶ τὸ πο‐ σὸν ὅλως εἰς ἁπλοῦν καὶ διπλοῦν διαιρεῖται, καὶ οὐκ ἄν τις φαίη κατὰ τὸ γένος διαλλάττειν ἀλλήλων ταυτί, τὰ ἐκ τοῦ ποσοῦ τετμημένα, κατὰ δὲ τὴν προσελθοῦσαν δια‐ | |
25 | φορὰν, ἵνα δὴ τὸ ποσὸν εἰς δύο τινὰ ὅμοια πρῶτον ὑπο‐ θώμεθα διῃρῆσθαι, εἶτα ἐκ τῶν προσγενομένων τὸ μὲν ἁπλοῦν, τὸ δὲ κληθῆναι διπλοῦν· τοῦτο μὲν οὖν οὕτως τὸ τοῖς πολλοῖς ἀπορούμενον, ὥς γέ μοι δοκεῖ, ἀπελυσά‐ μεθα· ζητοῦσι δὲ καὶ ἕτερον ἐπὶ τούτῳ τό· πότε ἂν φή‐ | |
30 | σαιμεν εἶναι τὴν ἀνωτέρω διαίρεσιν· τὴν γὰρ ἀντίληψιν τριχῆ διῃροῦμεν· κατὰ νόμον, κατὰ ἔθος καὶ κατὰ φύ‐ | |
σιν· τί δὴ οὖν οὐκ εἰς ταῦτα μᾶλλον τὴν πρώτην διαί‐ | 513 | |
7.514 | ρεσιν, ἀλλ’ εἰς ἁπλοῦν τε καὶ διπλοῦν ἐποιήσατο· ἔφα‐ σαν δέ τινες, ὅτι γε τὰ περιεκτικώτερά τινων, καὶ ἐν ἑαυτοῖς παραλαμβάνονται ἕτερα προτιμότερα τῶν περιε‐ χομένων τε καὶ εὑρισκομένων· τῇ κατὰ τὸ ἁπλοῦν τοίνυν | |
5 | καὶ διπλοῦν διαιρέσει συνεπιτρέχει τε καὶ περιείληπται καὶ ἡ εἰς τὰ προκείμενα τρία διαίρεσις, ἄν τε γὰρ ἁπλῆ τις ἄν τε διπλῆ ἀντίληψις εἴη, πάντως ἀφ’ ἑνὸς τῶν τριῶν ὥρμηται, ἀπὸ νόμου, ἢ ἀπὸ ἔθους ἢ ἀπὸ φύσεως· εἰκότως οὖν, φασὶ, κατὰ τὸ περιεκτικώτερον διεῖλε τὴν | |
10 | ἀντίληψιν, ἀλλ’ ἐξισάζων ὁ λόγος φαίνεται, τοιγαροῦν ἀνατρέψαντες κατὰ τὸ ἐναντίον ἐξελέγξαιμεν ἂν τὸ λεγό‐ μενον· ἄν τε γὰρ ἐκ νόμου ἄν τε ἀπὸ ἔθους ἢ ἐκ φύ‐ σεως ληφθῇ ἡ ἀντίληψις, πάντα τρόπον ἢ ἁπλῆν αὐ‐ τὴν εἶναι ἢ διπλῆν ἀνάγκη, ὥστε μᾶλλον οὐκ αὐτή γε | |
15 | τῆς ἑτέρας, ἀλλ’ ἐκείνη ταύτης περιεκτική· ἔστιν οὖν ἑτέρως διαλῦσαι τὴν ἀπορίαν· ὁ γὰρ τεχνικὸς κατὰ τὸ προσεχὲς τῇ προκειμένῃ αὐτοῦ πραγματείᾳ τὴν διαίρεσιν ἔλαβε· προϋπέκειτο δ’ αὐτῷ τῶν κεφαλαίων ἡ διαίρεσις· τὸ μὲν οὖν ἁπλοῦν καὶ διπλοῦν διάφορον εἶχε τὴν τῶν | |
20 | κεφαλαίων χρῆσιν, περὶ δὲ νόμον ἢ ἔθος, ἢ φύσιν οὐδε‐ μία διάφορος ἐκομίζετο διαίρεσις· οὐδὲ ἦν τι τὸ ἐξαλ‐ λάττον ἐντεῦθεν περὶ τὰ κεφάλαια, ὥστε μάλ’ ἀκριβῶς κατὰ τὸ ἁπλοῦν καὶ διπλοῦν διεῖλε τὴν ἀντίληψιν. Τί οὖν, ἐρεῖ τις, περὶ ἐκείνων φήσομεν; πρόδηλον δὲ, ὡς | |
25 | κατ’ ἐπιδιαίρεσιν αὐτὰ παραληψόμεθα, τοῦ γὰρ αὐτοῦ πράγματος οἷόν τε πολλὰς ἐξ ὑπαρχῆς διαιρέσεις ἐπινο‐ εῖν, ἃς ἐπιδιαιρέσεις ὀνομάζειν εἰώθαμεν· ἀλλὰ πάλιν ἐπὶ τὸν τῆς διαιρέσεως ἰτέον λόγον· ἡ μὲν οὖν πρώτη διαίρεσις κατὰ τὸ ἁπλοῦν τε καὶ διπλοῦν εἴρηται· περὶ | |
30 | γὰρ τῶν κατ’ ἐπιπλοκὴν ὕστερον ἐροῦμεν· τούτων δ’ ἑκάτερον ὑποδιαιρεῖ διχῆ· καὶ πρῶτόν τε τὸ ἁπλοῦν, τῶν | |
γὰρ ἁπλῶν, φησὶν, ἀντιλήψεων αἱ μὲν ἀπ’ αὐτῶν ἔχου‐ | 514 | |
7.515 | σι τῶν πεπραγμένων τὴν κρίσιν, αἱ δὲ ἀπ’ αὐτῶν τε τῶν πεπραγμένων καί τινος ἐπισυμβεβηκότος ἑτέρου· παρέσχετο δὲ ἀμφοῖν παραδείγματα· τοῦ μὲν προτέρου τὸν Ἀλκιβιάδην, ὡς μετὰ τὰ κατὰ Κύζικον ἐπανελθὼν | |
5 | ἐν ἐκπώμασι φέρων τὰ περὶ Σικελίαν δημοσίων φεύ‐ γει· τοῦ δ’ ἑτέρου τὸν τὰ ναυάγια πρὸ τοῦ λιμένος ἐκ‐ θέντα ζωγράφον καὶ τῶν ἐμπόρων μὴ καταιρόντων κρι‐ νόμενον· οὐ γὰρ αὐτὸ ψιλῶς ἐστι τὸ πεπραγμένον τὸ τὴν κρίσιν ἔχον, καθάπερ ἐπὶ τοῦ Ἀλκιβιάδου· πρὸς δὲ | |
10 | καὶ τὸ ἔξωθεν ἐπισυμβὰν, φημὶ τὸ μὴ καταίρειν τοὺς ἐμπόρους, τοῦτο δὲ, φησὶ, τὸ εἶδος, τὸ ἕτερον ἔχον τι ἐπισυμβεβηκὸς, ἴδιον ἔχει παρὰ τὰ προειρημένα τὸ πα‐ ραγραφικὸν κεφάλαιον, φύσει παραγραφικὸν καθεστώς· ἐπὶ γὰρ τῶν ἄλλων ἐν τάξει παραγραφικῇ τὸ μόριον πα‐ | |
15 | ραλαμβάνομεν τοῦ δικαίου· καὶ αὐτίκα ζητήσειεν ἄν τις, τί δήποτε οὐκ ἐμνήσθη τοῦδε τοῦ κεφαλαίου ἐν τοῖς ἀνωτέρω, καίτοι λαβὼν ἐπὶ τῆς διαιρέσεως τὸ τοῦ ζω‐ γράφου παράδειγμα. ὅπερ ἐκ τοῦ ἐπισυμβεβηκότος τὴν κρίσιν ἔχον καὶ τὸ παραγραφικὸν ἕξει κεφάλαιον, ὃ ἴδι‐ | |
20 | ον εἶναί φησι τῶν τοιούτων ἀντιλήψεων· ἀλλὰ πρός γε τοῦτο ῥητέον, ὡς ἐπὶ τῆς διαιρέσεως, οὐ τά τινος εἴδους, ἀλλὰ τὰ καθόλου τῆς ἀντιλήψεως ἡμῖν παρεδίδου κεφά‐ λαια· τὸ οὖν ζωγράφου παράδειγμα πρὸς τὸ παραστῆ‐ σαι μόνον τὴν τούτων φύσιν παρέλαβε, τῷ σαφεστέραν | |
25 | εἶναι τὴν διαίρεσιν ἐπ’ ἐκείνου τοῦ προβλήματος· εἰκό‐ τως οὖν ἐκεῖ μὲν παρῆκεν, ὡς οὐ καθολικὸν, ἀλλ’ ἴδιόν τινος εἴδους τὸ κεφάλαιον· ἐνταῦθα δ’ ἐν ᾧ περὶ τῶν εἰδῶν ἐτεχνολόγει πρὸς ἀπόδειξιν τοῦτο παρέλαβε· τὸ πα‐ ραγραφικὸν τοίνυν τοῦτο διαβολὴν τοῦ ἀγῶνος ἔχει, οἷ‐ | |
30 | ον οὐδέ τινα κρίσιν ἐφ’ οἷς ἄλλοι ἔπραξαν· ἀτοπώτατον | |
ἄρα τῶν ἐμπόρων μὴ καταιρόντων ἐμὲ κρίνεσθαι· εἰ | 515 | |
7.516 | γὰρ μὴ ἐπὶ τούτῳ, ἀλλ’ ἐφ’ οἷς τὴν ἀρχὴν αὐτὸς ἔπρα‐ ξα κρίνεις, τηνικαῦτά σε ἀντιλέγειν ἔδει, ἡνίκα τὸ πινά‐ κιον ἐξετίθετο· εἰ μὲν γὰρ ἀντεῖπας, καὶ ὅλως νῦν βιά‐ ζῃ περιφανῶς, εἰ δὲ οὐκ ἀντεῖπας, ἤτοι λογισάμενος καὶ | |
5 | βεβουλευμένος τι ἄμεινον ἐπεκρύψω καὶ κακόνους ἐξελέγ‐ χῃ περὶ τὴν πόλιν, ἢ καὶ αὐτὸς ἀγνοήσας τὸ μέλλον, οὐκ ἔχων λέγειν τὰ συμφερώτερα· ὥστε οὐ μᾶλλον ἐμοῦ σε δεῖ κατηγορεῖν σαυτοῦ, εἴγε παραπλησίως τὸ ἀποβησόμενον ἠγνόεις· ταῦτα δὲ ψιλὰ σχεδὸν ὁ τεχνι‐ | |
10 | κὸς ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος ἔλαβεν· ἰσχυρότατον οὖν τὸ κεφάλαιον καθεστὼς πανταχοῦ σχεδὸν τοῦ λόγου πα‐ ραληφθήσεται, τάξιν οὐκ ἔχον ὡρισμένην, ἀλλὰ καθὸ ἂν ἁρμόζῃ λαμβανόμενον· ἄξιον δὲ ζητεῖν πρῶτον μὲν, τίνι διοίσει τοῦ παρὰ τῷ φεύγοντι μεταληπτικοῦ, οὗ μι‐ | |
15 | κρῷ πρόσθεν ἐμνήσθημεν· καὶ γὰρ ἐκεῖνο διαβάλλει τὸν ἀγῶνα, ἔπειτα εἰ διενήνοχε τῶν δύο ὁρικῶν παραγραφι‐ κῶν, τουτέστι προσώπου καὶ ὅρου, καὶ τρίτον ἐπὶ τού‐ τοις, εἰ ἄλλο τί ἐστι τὸ παραγραφικὸν τὸ ἐν τῷ στο‐ χασμῷ· διαστεῖλαι γὰρ ἀφ’ ἑκάστου τῶν προκειμένων | |
20 | δεῖ τὸ κεφάλαιον· τοῦ μὲν οὖν μεταληπτικοῦ τοῦ παρὰ τοῦ φεύγοντος διενήνοχε τῷ τὸ μὲν οὐκ ἀεὶ ἐμπίπτειν, ὡς εἴρηται, τὸ δὲ παραγραφικὸν ἐπὶ τούτου τοῦ εἴδους πάντα τρόπον ὑφεστάναι, καὶ ἔτι καθὸ τὸ μὲν μετα‐ ληπτικὸν οὐ μόνον τὸν ἀγῶνα διαβάλλει, ἀλλὰ καὶ ἀντ‐ | |
25 | εισφέρει τρόπον ἕτερον, καθ’ ὃν οὐδ’ ἂν ἐδέησε δικα‐ στηρίου· τὸ δὲ παραγραφικὸν ὅλον ἐπὶ τῆς διαβολῆς ἵσταται· τῶν δὲ ὁρικῶν παραγραφικῶν, ὧν τὸ μὲν ἐκ προσώπου, τὸ δὲ ἐκ τοῦ πράγματος λαμβάνεται, ταύτῃ χωρισθήσεται, ᾗ τὰ μὲν οὐχ ἁπλῶς παραγραφικά ἐστιν, | |
30 | ἀλλὰ μετὰ ὁρισμοῦ τινος προσφερόμενα, τὸ δὲ ψιλῶς | |
κατὰ διαβολὴν, καὶ τὰ μὲν οὐκ ἀεὶ ἐμπίπτει, τὸ δὲ, | 516 | |
7.517 | ὡς ἔφημεν, διηνεκὲς ἐπὶ τοῦ εἴδους. Λείπεται καὶ ἀπὸ τοῦ ἐν τῷ στοχασμῷ παραγραφικοῦ διαστεῖλαι αὐτό· καὶ πρώτη μὲν διαφορὰ ἡ καὶ ἀπὸ τῶν εἰρημένων αὐτὸ διαστέλλουσα, ὅτι γε τὸ μὲν τῶν ἀεὶ ἐμπιπτόντων ἐστὶ, | |
5 | τὸ δὲ ἐν τῷ στοχασμῷ καὶ ἐλλείπει ποτέ· ἀλλὰ τοῦτο, φασὶν, οὐχ ἱκανὸν διαστέλλειν· τί γὰρ εἰ λάβοιμεν στο‐ χασμὸν, ἐν ᾧ τὸ παραγραφικὸν οὐκ ἐξέλιπε, καὶ ἀντι‐ παραβάλοιμεν αὐτὸν πρὸς τόδε τὸ παραγραφικόν; τη‐ νικαῦτα γὰρ, φησὶν, οὐδὲν ἀλλήλων διοίσουσιν· πρὸς ὃ | |
10 | ῥητέον, ὡς εἰ καί τις παραλαμβάνοι στοχασμούς τινας, ἐν οἷς τοῦτο ἐμπίπτει τὸ κεφάλαιον, οὐκ ἂν δύναιτο, ὡς ἐπὶ τῆς ἀντιλήψεως, εἶδός τι παραλαβεῖν τῷ παρα‐ γραφικῷ, οὗ πάντως ἴδιον ἔσται, ὥστε πάλιν τοῦτο διασταλήσεται· ἕτεροι δὲ λίαν εὐδιάσειστον κομίζουσι | |
15 | τούτων διαφοράν· τὸ μὲν γὰρ ἐν τῷ στοχασμῷ παραγρα‐ φικὸν οὐ παντελῶς, φασὶ, διαγράφει τὴν κρίσιν, ἀλλ’ ἢ τὸν τρόπον, ἢ τὸ πρόσωπον ἢ τὸν χρόνον διαβάλλει, οὗ ἀναιρουμένου συνέστηκεν ἡ κρίσις· τὸ δὲ ἐν τῇ ἀντιλήψει, φασὶν, ὁλοσχερῶς ἐκβάλλει ἅπαντα τὸν ἀγῶνα, καὶ | |
20 | εἰς τὸ παντελὲς παραγράφει οὐδ’ ἐφ’ ἑτέρου προσ‐ ώπου ἢ χρόνου παρέχοντος αὐτῷ σύστασιν· καὶ τοῦτο μὲν ἀληθὲς, τὸ δὲ παρὰ τοῦ παραγραφικοῦ τοῦ ἐν στο‐ χασμῷ γελοιότατον· κἀκεῖνο γὰρ δηλαδὴ πολλάκις δια‐ βάλλει παντάπασι τὸν ἀγῶνα, κατ’ οὐδένα τρόπον ἢ | |
25 | χρόνον χώραν αὐτῷ καταλιμπάνον, ὡς ὅταν ἀφ’ ὧν ἕτε‐ ροι πεπράχασι κρινώμεθα· οἷον τρισαριστέως εἰκόνα ἔστη‐ σαν οἱ πολέμιοι, καὶ κρίνεται προδοσίας· τὸ γὰρ ὅλον | |
τῆς κρίσεως διαβάλλει, τῷ φάσκειν αὐτὸν μὴ ὀφείλειν | 517 | |
7.518 | ἀφ’ ὧν ἕτεροι πεποιήκασι, κρίνεσθαι· τοῦτο μὲν δὴ οὕ‐ τως εὐδιάλυτον· σαφεστάτη δὲ αὐτῶν εἴη ἂν αὕτη δια‐ φορὰ, ᾗ τὸ μὲν τοῦ στοχασμοῦ παραγραφικὸν καθαιρε‐ τικὸν τοῦ περὶ προσώπου ἀξιώματος γίνεται, καὶ βλάπτει | |
5 | τὸν χρώμενον οὐ μετρίως, ἢν μὴ κατὰ μέθοδον αὐτό τινα μεταχειρίσηται, καθὰ ἐν τῷ περὶ αὐτοῦ λόγῳ παρ‐ εστήσαμεν, τὸ δὲ οὐχ οὕτως· τοὐναντίον γὰρ λαμπρῶς καὶ διαῤῥήδην ἐπαγωνιεῖται αὐτῷ ὁ φεύγων. Ἔτι κἀκεῖ‐ νο ἐπιστατέον ἔφασάν τινες, τὸ παραγραφικὸν τοῦτο μὴ | |
10 | ἀεὶ ἐμπίπτειν· τηνικαῦτα δὲ μόνον, ἡνίκα ἂν ἐλλείπῃ τὸ ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος, λαμβάνεσθαι γὰρ αὐτὸ ἀντ’ ἐκείνου· ὥστε, ἔνθα ἂν ἐκεῖνο εὑρίσκη‐ ται, τοῦτο ἐλλείπειν, εἴγε αὐτῷ ὕπεστι τὸ κυριώτερον, καὶ οὗπερ ἕνεκα τοῦτο παραλαμβάνεται· ἰδοὺ γοῦν, | |
15 | φασὶν, ἐπὶ μὲν τοῦ Ἀλκιβιάδου τοῦ φέροντος ἐν ἐκ‐ πώμασι τὰ περὶ Σικελίαν καὶ κρινομένου δημοσίων, ἐπει‐ δὴ τὸ ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος ὕπεστιν, ὅτιπερ οὐκ ἔστιν τοῦτο δημοσίᾳ ἀδικεῖν, οὐδ’ ἐπὶ τού‐ τοις εἰσὶν αἱ τῶν δημοσίων γραφαὶ, ἐκλείπει, φασὶ, τὸ | |
20 | παραγραφικόν· ἐπὶ δὲ τοῦ στρατηγοῦ τοῦ πείσαντος τὸν δῆμον καθελεῖν τὰ τείχη τῆς συνεχῶς ἀφισταμένης πό‐ λεως, εἶτα τῶν συμμάχων ἀποστάντων κρινομένου δημο‐ σίων ἀδικημάτων, ἐλλείψαντος τοῦ ὁρικοῦ παραγραφι‐ κοῦ ἐκ τοῦ πράγματος, οὐ γὰρ ἔνεστι λέγειν, ὡς ἡ ἀπό‐ | |
25 | στασις τῶν συμμάχων οὐκ ἔστι δημόσιον ἀδίκημα, ὕπ‐ εστι τὸ παραγραφικὸν, οἷον ἐφ’ οἷς ἕτεροι πεποιήκασιν, οὐ δεῖ με κρίνεσθαι· τί γὰρ ἐμὲ δεῖ κινδυνεύειν, εἰ ἐβου‐ λήθησαν ἀποστῆναι οἱ σύμμαχοι· ἔστι δὲ τὸ ὅλον ἢ πα‐ ραλογισμὸς ἢ ἀπολογία πολλή· ὅτι μὲν γὰρ ἐπὶ τοῦ στρα‐ | |
30 | τηγοῦ τὸ παραγραφικὸν, οὐδὲ τοῦτο ὑφίσταται, ἐπειδὴ τὸ | |
ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος ἐξέλιπε, πρόδη‐ | 518 | |
7.519 | λον ἐξ ὧν ἐπὶ τοῦ κατὰ τὸν ζωγράφον παραδείγματος ἀμφότερα ὕπεστι, τό τε ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος, καὶ τὸ παραγραφικὸν, ὡς ἐπιδέδεικται· ὅτι δ’ αὖ πάλιν οὐδὲ ἐπὶ τοῦ Ἀλκιβιάδου, τοῦ φέροντος τὰ | |
5 | περὶ Σικελίαν ἐπὶ τῶν ἐκπωμάτων καὶ κρινομένου δημο‐ σίων διὰ τὸ ὑπεῖναι τὸ ὁρικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος ἐξέστη τὸ παραγραφικὸν, εἰ καὶ κατὰ μικρὸν τὰ τοῦ τεχνικοῦ κατενόησαν ῥήματα, οὐκ ἂν ἠγνοήκει‐ σαν τὸ οὕτω περιφανές· τὰς γὰρ ἁπλᾶς ἀντιλήψεις δι‐ | |
10 | εῖλεν ὁ τεχνικὸς διχῆ, εἴς τε τὰς ἐχούσας ἐκ μόνων τῶν πεπραγμένων τὴν κρίσιν, καὶ εἰς τὰς ἀπ’ αὐτῶν τε τῶν πεπραγμένων καὶ ἔκ τινος ἑτέρου ἐπισυμβεβηκότος, ὧν καὶ ἴδιον εἶναι τὸ παραγραφικὸν ἔφη κεφάλαιον· τὸ οὖν τοῦ Ἀλκιβιάδου παράδειγμα οὐδὲν ἔχον ἔξωθεν ἐπι‐ | |
15 | συμβεβηκὸς εἰκότως οὐδὲ τὸ παραγραφικὸν ὑπεδέξατο· τοῦ γὰρ ἑτέρου αὐτὸ εἴδους εἶναι ἐφάσκομεν ἴδιον· τού‐ τῳ δὲ τῷ παραγραφικῷ ἰσχυροτάτῳ ὄντι πανταχοῦ σχε‐ δὸν τῶν ἀγώνων χρηστέον· καὶ πρὸ τῶν κεφαλαίων δὲ, φησὶν, παραληψόμεθα αὐτὸ τοῖς προοιμίοις ἐγκατασπεί‐ | |
20 | ροντες· ἰστέον μέντοι, ὡς ὁ εὐκαιρότατος αὐτοῦ τόπος μετὰ τὴν πηλικότητά ἐστι καὶ τὸ πρός τι, ἀκμάζοντος ἤδη τοῦ κατηγόρου ἐν ταῖς αὐξήσεσι· τὴν δὲ δύναμιν τοῦ κεφαλαίου μάλιστα Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησι‐ φῶντος παρέστησεν ἀντιληπτικοῦ τινος ἐμπεσόντος αὐ‐ | |
25 | τῷ· Αἰσχίνου γὰρ αἰτιωμένου ἐκ τῶν ἐπισυμβεβηκότων τὴν Δημοσθένους συμβουλίαν, ὡς πολλῶν τῇ πόλει συμ‐ φορῶν αἰτίαν γενομένην, αὐτὸς κατὰ τὸ ἐξεῖναι τὰ δο‐ κοῦντα συμβουλεύειν ἀντιλαμβάνεται πρῶτον· ἔπειτα τῷ παραγραφικῷ χρησάμενος τὴν ἐπὶ τούτῳ κατηγορίαν παν‐ | |
30 | τελῶς διεσείσατο· λέγει γὰρ οὕτως· εἰ μὲν γὰρ ἦν σοι πρόδηλα τὰ μέλλοντα, Αἰσχίνη, μόνῳ τῶν ἄλλων, | |
ὅτε ἐβουλεύετο ἡ πόλις περὶ τούτων, τότε ἔδει προλέγειν | 519 | |
7.520 | εἰ δὲ μὴ προῄδεις, τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ τοῖς ἄλλοις. ὥστε τί μᾶλλον ἐμοῦ σὺ ταῦτα κατηγορεῖς ἢ ἐγὼ σοῦ, τοσοῦτον γὰρ ἀμείνων ἐγώ σου πολίτης γέγονα, εἰς αὐτὰ ταῦτα ἃ λέγω, καὶ οὔπω περὶ τῶν ἄλλων δια‐ | |
5 | λέγομαι, ὅσον ἐγὼ μὲν ἔδωκα ἐμαυτὸν εἰς τὰ πᾶσι δο‐ κοῦντα συμφέρειν, οὐδένα κίνδυνον ὀκνήσας ἴδιον οὐδ’ ὑπολογισάμενος, σὺ δ’ οὐδέτερα εἶπας βελτίω τού‐ των. οὐ γὰρ ἂν τούτοις ἐχρῶντο· οὐδ’ εἰς ταῦτα χρήσι‐ μον οὐδὲν σεαυτὸν παρέσχες καὶ τὰ ἑξῆς· καὶ μὴν ὁ | |
10 | Θουκυδίδης ἐν τῇ Περικλέους δημηγορίᾳ μετὰ πολλοῦ ἀξιώματος παρέλαβεν αὐτό· καὶ γὰρ ἐκεῖ ἀντιληπτικὸν ἦν τὸ ὅλον, αἰτίαν ἔχοντος Περικλέους, ὡς πεπεικότος τὸν δῆμον πολεμεῖν οὐκ ἐν συμφέροντι, συνέβη γὰρ ἐν‐ τεῦθεν δῃωθῆναι τὴν γῆν καὶ τὸν λοιμὸν ἐνσκῆψαι· | |
15 | ταῦτα τοιγαροῦν ἐπ’ αὐτῆς ἔφη τῆς λέξεως· „ὑμεῖς δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε, μήτ’ ἐμὲ δι’ ὀργῆς ἔχετε, ᾧ καὶ αὐτοὶ ξυνδιέγνωτε πολεμεῖν· καὶ εἰ ἐπελθόντες οἱ ἐναντίοι ἔδρασαν, ἅπερ εἰκὸς ἦν μὴ ἐθε‐ λησάντων ὑμῶν ὑπακούειν, ἐπιγεγένηταί τε πέρα ὧν προσ‐ | |
20 | εδεχόμεθα, ἡ νόσος ἥδε, πρᾶγμα μόνον δὴ τῶν πάν‐ των ἐλπίδος κρεῖσσον γεγενημένον, καὶ δὴ δι’ αὐτὴν οἶδ’ ὅτι μέρος τι μᾶλλον ἔτι μισοῦμαι οὐ δικαίως, εἰ μὴ καὶ ὅταν παρὰ λόγον τι εὖ πράξητε ἐμοὶ ἀναθήσε‐ τε·“ φησὶ δὲ καὶ ἕτερον εἶναι ἴδιον κεφάλαιον τούτου | |
25 | τοῦ εἴδους τὸ συγγνωμονικὸν, ὅπερ, φησὶν, μέσον τῆς ἀντιλήψεως καὶ τῆς ἀντιθέσεως κείσεται. προτετάχθω δὲ αὐτὸ τὸ χρήσιμον τοῦ τεχνικοῦ. Εἴδη λέγει τῆς ἀντιλήψεως πλείονα, ὧν τὰς μὲν | |
ἁπλᾶς φησιν, τὰς δὲ διπλᾶς· περὶ τῶν διπλῶν δὲ ποιεῖ‐ | 520 | |
7.521 | ται πρῶτον τὸν λόγον, τὴν δὲ ἁπλῆν μὲν, ἔχουσαν δέ τι ἐπισυμβεβηκός· τὴν οὖν πάντη ἁπλῆν ἀπ’ αὐτοῦ τοῦ πεπραγμένου τὴν κρίσιν ἔχειν φησὶν, καὶ τοῖς προειρη‐ μένοις μόνοις τέμνεσθαι κεφαλαίοις κατὰ τὰ ἐμπίπτον‐ | |
5 | τα, ὡς ἐπὶ τοῦ τὸν ἀριστέα μοιχὸν καταλαβόντος καὶ ἀποκτείναντος καὶ φόνου κρινομένου, καὶ ὡς ἐπὶ τοῦ Ἀλ‐ κιβιάδου· ἐνταῦθα γὰρ ἐπ’ αὐτῷ μόνῳ κρίνεται τῷ γρά‐ ψαι τὰς συμφοράς. κατὰ τὰ ἐμπίπτοντα δὲ εἶπεν· ἔστιν γὰρ ὅτε οὐ πάντη ἐμπίπτει. | |
10 | Καλῶς εἶπεν ἐπ’ αὐτοῦ τε τοῦ πεπραγμένου, ἀντὶ τοῦ οὐκ ἐπ’ αὐτῷ τῷ γεγενημένῳ, συμβαίνει γὰρ μηδὲν γεγενῆσθαι δεινὸν, ὡς ἐπὶ τοῦ βουλεύσαντος δέξασθαι Παυσανίαν, ὡς δὲ ἐπὶ τοῦ ζωγράφου· ἐπὶ τούτου γὰρ καὶ ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ κρίνεται, καὶ τῷ ὕστερον | |
15 | συμβάντι. γʹ. Ἁπλῶς λέγει, ἔνθα ἐστὶν ἓν πρᾶγμα ζητούμενον καὶ ἓν πρόσωπον τὸ κρινόμενον· διπλᾶς δὲ καλεῖ, ἔνθα ἔχομεν δύο πράγματα καὶ δύο τὰς ἀντιλήψεις· γίγνονται δὲ καὶ ἐπιπλοκαί τινες· τοῦτο πρὸς τῷ τέλει τῆς στά‐ | |
20 | σεως διδάξει· εὑρίσκονται δὲ καὶ τρεῖς ἀντιλήψεις, καὶ ἀνάγκη καὶ τρία εἶναι χρώματα· δείκνυσι δὲ καὶ τὴν διαφοράν· ἐν γὰρ ταῖς ἄλλαις, φησὶν, ἕνα ἔχομεν κατ‐ ήγορον, ἐνταῦθα δὲ δύο ἀλλήλων κατηγοροῦντας, καὶ δείκνυσι διάφορον τὴν διαίρεσιν πρὸς τὰ εἴδη γιγνο‐ | |
25 | μένην. δʹ. Τὸ ἀπ’ αὐτοῦ ἀντὶ τοῦ ἐπ’ αὐτῷ τῷ γινομένῳ πράγματι ἐπιδέχεται κατηγορίαν, ὡς ἐδίδαξεν ἐπὶ τοῦ πλάσματος. οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον. ἰδοὺ ἐνταῦθα ἐπ’ αὐτῷ τῷ πραχθέντι κρίνεται Ἀλκι‐ | |
30 | βιάδης. καὶ τοῦτο μὲν εἶδος τῶν ἁπλῶν· ἔστι δὲ ἕτερον | |
εἶδος ἡ καλουμένη ἐπισυμβεβηκυῖα, ὅταν παρ’ αὐτὰ μὲν | 521 | |
7.522 | μὴ ἔχῃ τὸ γεγενημένον δεινὸν, ὕστερον δὲ μετὰ τὸ πρα‐ χθὲν ἐπισυμβεβηκὸς, ὡς ἔστι τὸ παράδειγμα τοῦ ῥήτο‐ ρος· μετὰ Χαιρωνείαν ἔπεμψε Φίλιππος καὶ τὰ ἑξῆς. ἰδοὺ ἐνταῦθα τὸ ζήτημα καθ’ ἑαυτὸ μὲν οὐδὲν ἔχει δει‐ | |
5 | νὸν, ὕστερον δὲ μετὰ τὴν συμβουλὴν Δημοσθένους ἐπι‐ συνέβη· ἀνεῖλε γὰρ ὕστερον τοὺς αἰχμαλώτους Φίλιπ‐ πος. εἴπομεν δὲ καὶ ἄλλο παράδειγμα, Παυσανίας Φί‐ λιππον ἀνελὼν, γέγονε δ’ οὗτος ἐρώμενος Φιλίππου, κα‐ θὰ καὶ Αἰσχίνης λέγει, κατέφυγεν εἰς Ἀθήνας· συνεβού‐ | |
10 | λευσε Δημοσθένης Ἀθηναίοις δέξασθαι. Ἰδοὺ αὐτὸ καθ’ ἑαυτὸ οὐκ ἔχει δεινὸν οὐδὲν, μετὰ ταῦτα ἠπείλησε πόλεμον αὐτοῖς Ἀλέξανδρος, καὶ κρίνεται δημοσίων ἀδι‐ κημάτων Δημοσθένης, ἰδοὺ ἐνταῦθα ἐπισυμβεβηκυῖα γέ‐ γονεν ἀντίληψις. | |
15 | εʹ. Καλῶς εἶπε „κατὰ τὰ ἐμπίπτοντα,“ οὐ γὰρ ταῦ‐ τα ἀεὶ ἐμπίπτει. ἐμφαίνει δὲ τὸ ὁρικὸν παραγραφικὸν διπλοῦν τυγχάνον. τὸ μὲν ἀπὸ προσώπου, τὸ δὲ ἀπὸ τοῦ πράγματος· οὐ γὰρ δύναται λέγειν ὁ Ἀλκιβιάδης, ὅτι οὐκ ἠδυνάμην ἀδικεῖν· ἔνδοξον γὰρ καὶ δυνατὸν τὸ πρόσω‐ | |
20 | πον· τὸ ἀπὸ τοῦ πράγματος δὲ μόνον ἐμπέπτωκεν, οἷον ἀλλ’ οὐ τριήρεις προδέδωκα, οὐ τεῖχος καθεῖλον, οὐ συμ‐ μάχους ἀπώλεσα, καὶ τοῦτο μάλιστα ἴδιον κεφάλαιον, ὅταν ὁ κρινόμενος αὐτὸ μὲν, ὃ ἔπραξε, δημόσιον τυχὸν σιωπᾷ, ὃ δὲ μὴ ἐποίησε τοῦτο προβάλλεται. | |
25 | ϛʹ. Ἐπισυμβεβηκότος ἀντὶ τοῦ ἐπ’ αὐτῷ τῷ γενομέ‐ νῳ πράγματι. συμβαίνει δὲ γὰρ μηδὲν γεγενῆσθαι κα‐ κὸν, ὡς ἐπὶ τοῦ ζωγράφου· ἐκ γὰρ τοῦ συμβάντος ἐπὶ τῇ γραφῇ τὴν κρίσιν ὑπέχει, ἐπισυμβεβηκὸς δὲ ὠνόμασται τοῦτο τὸ εἶδος, εἰ μὴ γὰρ ἡ ἀπορία συνέβη γενέσθαι | |
30 | τῶν εἰσπλεόντων, οὐκ ἂν ὁ ζωγράφος ἐπὶ τὸ δικαστή‐ ριον εἵλκετο. | |
ζʹ. Θαυμάσιον εἶπει πρῶτον γὰρ ἐμπίπτει· τί οὖν | 522 | |
7.523 | διαφέρει τοῦ ὁρικοῦ παραγραφή; ὅτι τὸ ὁρικὸν παρα‐ γραφικὸν ἔχει ἅμα καὶ παραγραφικὸν, ὅ ἐστι διαβολὴν τοῦ πράγματος. ὁμοῦ δὲ καὶ ὁρίζεται· τὸ μέν τοι παρα‐ γραφικὸν διαβάλλει μόνον, οὐκέτι δὲ ὁρίζεται. προτέ‐ | |
5 | τακται οὖν κατὰ φύσιν τῶν κεφαλαίων· δύναται οὖν καὶ μετὰ ταῦτα τίθεσθαι καὶ οὐ κεκώλυται, ὥσπερ πα‐ ρὰ τῷ ῥήτορι ἐν τῷ περὶ στεφάνου. Καλῶς τὸ ἐν ταῖς τοιαύταις, τουτέστι ταῖς ἐπισυμ‐ βεβηκυίαις· οὐ γὰρ καθόλου ἐν πάσῃ τῇ ἀντιλήψει τὸ | |
10 | συγγνωμονικὸν ἀναγκαίως ἐμπίπτει, ὅτι ἠγνόουν τὸ μέλ‐ λον, τὸ δὲ πρὸ τοῦ ἀντιθετικοῦ σημαίνει τοῦ χρήμα‐ τος· εἰρήκαμεν δὲ πολλάκις, ὅτι πάντως κατὰ μίαν γί‐ νεται τῶν ἀντιθετικῶν· διὰ τί δ’ ἀπὸ μόνων τούτων γίνεται εὐλόγως· τί γάρ ἐστι χρῶμα; αἰτία τοῦ πραχθέν‐ | |
15 | τος· τί δὲ ἀντίθεσις; τὸ τῷ ὁμολογουμένῳ ἀδικήματι αἰτίαν ἀντιτιθέναι εὔλογον· ἐπειδὴ οὖν τὸ χρῶμα αἰτίαν ἔχει, καὶ ἡ ἀντίθεσις δὲ ἀντιτίθησι τῷ ἀδικήματι αἰ‐ τίαν, ἀναγκαίως τὸ χρῶμα κατὰ μίαν τῶν ἀντιθετικῶν ἐστι· τοῦ δ’ ἐμπίπτοντος εἶπεν, ἐπειδὴ οὐκ ἔστι πολλά‐ | |
20 | κις τὸ χρῶμα καὶ τὸ αὐτὸ, ἀλλὰ ποτὲ μὲν ἀντιστατικὸν ἢ ἀντεγκληματικὸν, ποτὲ δὲ συγγνωμονικόν· παρατηρη‐ τέον δὲ, ὡς οὐ πάντα λέγει συγγνωμονικὸν, ἀλλὰ δῆλον, ὅτι τὸ ἀπὸ τῆς ἀγνοίας γινόμενον μόνον, ὅτι οὐδεὶς οἶδε τὸ μέλλον. | |
25 | ηʹ. Ἴδιον μὲν τοῦ κεφαλαίου τούτου τὸ πρὸ πάντων τάττεσθαι τῶν ἄλλων κεφαλαίων· διαβολὴ γάρ ἐστι τῆς κατηγορίας· καὶ ἀναγκαίως ὁ κρινόμενος πρὸ τῆς ἀπο‐ λογίας διαβάλλει πρῶτον τὴν κατηγορίαν· κατὰ φύσιν οὖν προτέτακται πάντων τῶν ἄλλων κεφαλαίων· δύναται | |
30 | δὲ καὶ ἐν τῷ μέσῳ καὶ ἐν τῷ τέλει, καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ, τὸ δὲ λυσιτελὲς ὁ ῥήτωρ σκοπήσει | |
πρὸς τὴν τοῦ πράγματος ὕλην. | 523 | |
7.524 | θʹ. Τὴν συμβουλὴν αἰτιωμένου ἐνταῦθα τοῦ Αἰσχί‐ νου, ὅτι τοιαῦτα ἀπήντησεν ἐκ τῆς Δημοσθένους πολι‐ τείας, ἡ περὶ Χαιρωνείαν ἧττα, καὶ οἱ χίλιοι νεκροὶ, καὶ οἱ δισχίλιοι αἰχμάλωτοι, ὁ Δημοσθένης τὸ παραγραφι‐ | |
5 | κὸν εἰσήγαγεν οὕτως. Ὅρα δὲ, πῶς τὴν δύναμιν τοῦ κεφαλαίου δηλοῖ ὁ τεχνικὸς, τῷ καλουμένῳ διλήμματι χρησάμενος, καὶ διπλοῦν ἀνθ’ ἁπλοῦ τὸ παραγραφικὸν ποιῶν, οἷον, εἰ μὲν ἐπὶ τοῖς ὕστερον γεγενημένοις οὐ δεῖ με ἐφ’ οἷς ἕτερος πεποίηκεν εὐθύνεσθαι. οὐ μὴν χω‐ | |
10 | ρὶς ἐργασίας τινὸς τοῦτο παρείληπται· ἀλλὰ προσλαβὼν ὁ τεχνογράφος τὴν τοῦ Φιλίππου ποιότητα τὸν λόγον διὰ ταύτης ἐπιῤῥώννυσι· τί γὰρ προσέθηκεν „οὐδ’ εἰ γένει προσήκοντες εἶεν·“ μήτι γε δὴ πόλεμον. Ὅρα ὅτι ἐπὶ τῶν τοιούτων, ἐφ’ ὧν ἐστιν ἐπισυμβεβηκός τι, ὅτι τὰ | |
15 | πεπραγμένα κρίνεται οὐχ οὕτω δι’ αὐτὰ, ὡς διὰ τὰ ἐπι‐ συμβάντα ἐκείνοις· τῷ μὲν διὰ τὸ μηδένα εἰσπλεῖν καὶ σπάνιν εἶναι· τῷ δὲ διὰ τὸ ἀνῃρῆσθαι τοὺς δισχιλίους. Ποίαις; ταῖς ἐχούσαις ἐπισυμβεβηκός τι· εἰς δύο γὰρ τὰς ἁπλᾶς ἀντιλήψεις διεῖλεν· εἴς τε τὰς ἐχούσας ἐκ μό‐ | |
20 | νων τῶν πεπραγμένων τὴν κρίσιν, καὶ εἰς τὰς κρινο‐ μένας ἐκ μόνων τῶν πεπραγμένων καί τινος ἐπισυμβεβη‐ κότος· ἐν οὖν ταῖς ἐχούσαις ἐπισυμβεβηκός τι ἴδιον ἔφη κεφάλαιον εἶναι περὶ τὰ προειρημένα τὸ παραγραφικόν· τὸ οὖν τοῦ Ἀλκιβιάδου παράδειγμα οὐδὲν ἔχον ἔξωθεν ἐπι‐ | |
25 | συμβεβηκὸς οὐδὲ τὸ παραγραφικὸν ἐδέξατο. Τὸ ἕτερον μέρος τοῦ παραγραφικοῦ· δῆλον δὲ ὡς ἀπὸ χρόνου τοῦ‐ το· διὰ τῆς ἐρωτήσεως δὲ εἰς ἀπορίαν καθίστησι τὸν κα‐ τήγορον. Πάλιν καὶ τοῦτο διεῖλεν, ἢ γὰρ ἔχων τι βέλ‐ τιον εἰπεῖν καὶ χρήσιμον τῇ πόλει παρῆκας. ἢ οὐδὲν εἶ‐ | |
30 | χες εἰπεῖν βέλτιον· καὶ ἐπὶ τούτῳ πάλιν ἐφ’ ἑκάτερον τὸ | 524 |
7.525 | ἄπορον. εἰ μὲν οὖν ἔχων τι βέλτιον εἰπεῖν παρῆκας, δύσνους εἶ τοῖς κοινοῖς· καὶ δικαιότερον αὐτόν σε διδόναι δίκην· εἰ δὲ μηδὲν εἶχες εἰπεῖν τῆς ἀγνοίας ὑπεύθυνος εἶ τῶν ὕστερον ἀποβεβηκότων. ὥστε ἢ καὶ σὲ δεῖ δοῦναι | |
5 | δίκην, ἢ ἀμφοτέρους ἀγνοήσαντας ἀφίεσθαι. ιʹ. Δυσὶ κεφαλαίοις λέγει τοῦτο τὸ εἶσος τῆς ἀντι‐ λήψεως πλεονάζειν, παραγραφικῷ καὶ συγγνωμονικῷ· καλῶς δὲ προσέθηκεν ἐν ταῖς τοιαύταις ἀντιλήψεσιν· οὐδὲ γὰρ ἐν πάσῃ ἀντιλήψει τὸ συγγνωμονικὸν ἐμπίπτει | |
10 | κεφάλαιον, ἀλλ’ ἐπὶ τούτων μόνων τῶν ἐπισυμβεβηκός τι ἐχόντων, ἐπειδὴ γὰρ ὕστερον συνέβη τὸ δεινὸν, ἀναγκαίως εὑρίσκεται τὸ συγγνωμονικὸν, ἀπὸ τῆς ἀγνοίας. χώραν δέ φησιν ἔχειν τὸ κεφάλαιον πρὸ τοῦ ἀντιθετικοῦ, τουτ‐ έστι τοῦ χρώματος· προθεραπείᾳ γὰρ τὸν ἀκροατὴν δεῖ | |
15 | πρῶτον ὑπάγεσθαι. οἷον ὅτι ἠγνόουν καὶ οὐδεὶς ἀνθρώ‐ πων οἶδε τὸ μέλλον· καὶ τότε ἐπαγαγεῖν χρῶμα, ὃ οὐ‐ δὲν ἕτερόν ἐστιν, ἢ αἰτία τοῦ πραχθέντος· πρὸ τοῦ ἀν‐ τιθετικοῦ οὖν, ὡσανεὶ ἔλεγε πρὸ τοῦ χρώματος, ὅ ἐστι πρὸ τοῦ ἀντικαταστατικοῦ· ἐπειδὴ δὲ καὶ τὸ χρῶμα αἰ‐ | |
20 | τίαν ἔχει, καὶ ἡ ἀντίθεσις ἀντιτίθησι τῷ ἀδικήματι αἰ‐ τίαν, ἀναγκαίως τὸ χρῶμα ἀντίθεσιν εἶπεν. ιαʹ. Ἔτι, φησὶ, καὶ συγγνωμονικὸν κεφάλαιον τοῦ μέλλοντος ἀγνοίᾳ προβαλλόμενον πάντως ἐπὶ τούτου τοῦ εἴδους ἐμπεσεῖται· ἴδιον καὶ τοῦτο κεφάλαιον καθεστὼς | |
25 | παρὰ τὰ ἐκπίπτοντα ἐπὶ τοῦ ἑτέρου εἴδους τῶν ἁπλῶν· τάξις δὲ, φησὶ, τῷ συγγνωμονικῷ τὸ πρὸ τῆς ἀντιθέ‐ σεως παντελῶς εἰσφέρεσθαι· ζητεῖ οὖν ἐνταῦθα Παῦλος ὁ καθ’ ἡμᾶς, πῶς τὸ συγγνωμονικὸν λέγει πρὸ τῆς ἀν‐ τιθέσεως τάττεσθαι, ὡς δὴ τοῦ συγγνωμονικοῦ οὐκ ὄν‐ | |
30 | τος ἀντιθετικοῦ· ὁρῶμεν γὰρ τὴν ἀντίθεσιν τετραχῆ λαμβανομένην, ἤτοι κατὰ τὸ ἀντιστατικὸν, ἢ τὸ ἀντεγ‐ | |
κληματικὸν, ἢ μεταστατικὸν, ἢ συγγνωμονικόν· καὶ τού‐ | 525 | |
7.526 | των ἐπὶ τῆς ἀντιθέσεως τὰ παραδείγματα δέδοται· τί οὖν ἐνταῦθα ὥσπερ ὑπεξαίρων τῆς ἀντιθέσεως τὸ συγ‐ γνωμονικὸν ἔφη πρὸ τῆς ἀντιθέσεως αὐτὸ λαμβάνεσθαι; οὐ μὴν τὴν ἀπορίαν ἄλυτον καταλέλοιπεν, ἀλλ’ ἄριστα | |
5 | τὴν φύσιν ἀναθεωρήσας τοῦ εἴδους οὕτω τὸ προσιστάμενον ἀπελύσατο· ἐπὶ τῶν ἀντιλήψεων τούτων, φησὶν, οὐκ ἐν τοῖς πεπραγμένοις μόνοις ἡ κρίσις ἵσταται, ἀλλὰ καὶ ἐν τῷ συμβεβηκότι, καθὰ δεδήλωται, καὶ τό γε πλέον ἐν τούτῳ ἀνάγκη. δεῖ οὖν περὶ ἑκατέρου τὸν φεύγοντα ποι‐ | |
10 | εῖσθαι λόγον καὶ ἄμφω θεραπεύειν τό τε ἐπισυμβεβηκὸς καὶ τὸ πεπραγμένον· πρὸς μὲν οὖν τὴν ἐκ τῶν πεπρα‐ γμένων κατηγορίαν ἡ ἀντίληψις φέρεται· τὸ δ’ ἐπισυμ‐ βεβηκὸς ἔμεινεν ἂν λυποῦν καὶ προσιστάμενον· ἵνα οὖν μὴ τοῦτο γένηται, φέρεται καὶ πρὸς ἐκεῖνο τὸ συγ‐ | |
15 | γνωμονικὸν τοῦτο κεφάλαιον τῶν ὕστερον συμβεβηκότων ἄγνοιαν προβαλλόμενον, ἐπεὶ δὲ τὴν ἐκ τῆς ἀντιλήψεως ἀπολογίαν αὐστηροτέραν πως ἢ τραχυτέραν ἐφάσκομεν εἶναι, ἐπανατρέχομεν εἰς ἐκείνην, καὶ διὰ τῆς ἀντιθέσεως αὐτὴν θεραπεύομεν. εἰκότως οὖν τὸ συγγνωμονικὸν τοῦ‐ | |
20 | το ἴδιον ἔργον ἀποπληροῦν καὶ πρὸς ἄλλο τι φερόμενον ἐχωρίσθη τῆς ἀντιθέσεως. ἡ μὲν γὰρ ἀντίθεσις ἐν παν‐ τὶ εἴδει ἀντιλήψεως εὑρίσκεται, τὸ δὲ οὐκ ἐν παντὶ, ἀλλ’ ἐπὶ τῶν ἐχουσῶν συμβεβηκός τι ἔξωθεν ἀντιλή‐ ψεως. ἔτι δὲ ἀκολούθως ζητεῖ, πῶς δύναιτο ἂν τὸ συγ‐ | |
25 | γνωμονικὸν χώραν ἔχειν· ἡνίκα τοῦ ἀντιστατικοῦ λαμ‐ βάνομεν τὴν ἀντίθεσιν· τὸ μὲν γὰρ ἀντιστατικὸν εὐερ‐ γέτημα εἰσφέρει, τὸ δὲ συγγνωμονικὸν, ὡς εἴρηται, προ‐ βάλλεται ἄγνοιαν· ἠλιθιώτατον δὲ, προΐσχεσθαι ἄγνοιαν ἐπ’ εὐεργετήματι, ὥσπερ ἀκούσιον βουλομένους ἐπιδει‐ | |
30 | κνύναι τὸ εὐεργέτημα· καὶ τοῦτο δὲ ἐκ τῆς ἀνωτέρω διαιρέσεως ἀπολέλυται· εἰ γὰρ πρὸς ἕτερον μὲν φέρεται | |
ἡ ἀντίληψις, τουτέστιν πρὸς τὸ πεπραγμένον, πρὸς ἄλ‐ | 526 | |
7.527 | λο δὲ τὸ συγγνωμονικὸν, πρὸς γὰρ τὸ ἐπισυμβεβηκὸς κομίζεται, ἡ δὲ ἀντίθεσις ἐπὶ τῆς ἀντιλήψεως παρα‐ λαμβάνεται, τὸ τυραννικὸν αὐτῆς ὑπομαλάττουσα καὶ θεραπεύουσα, οὐδὲν κωλύσει τό τε συγγνωμονικὸν ἀεὶ | |
5 | καὶ τὸ ἀντιστατικὸν ὑφεστάναι. κατ’ ἄλλο γὰρ καὶ ἄλλο φερόμενα μάχην οὐκ ἐγείρει πρὸς ἄλληλα, ἡ μὲν γὰρ ἀντίθεσις ἐπὶ τῶν πεπραγμένων λαμβάνεται, ὅτι ἐπ’ ὠφελείᾳ τοῦτο ἔδρων τῆς πόλεως, τὸ δὲ συγγνωμονικὸν τοῦ ἐπισυμβεβηκότος δεινοῦ προτείνεται ἄγνοιαν, οἷον | |
10 | οὐκ ἠπιστάμην τοῦτο ἀποβήσεσθαι μέλλον· ἐκεῖνο δὲ ἐπιστῆσαι ἄξιον, ὡς ἀδύνατον ἐπὶ τοῦ προκειμένου εἴ‐ δους, φημὶ τοῦ κατ’ ἐπισυμβεβηκὸς, τὴν ἀντίθεσιν λη‐ φθῆναι κατὰ συγγνώμην, ἀλλ’ ἢ κατ’ ἀντίστασιν ἢ με‐ τάστασιν ἢ κατὰ τὸ ἀντεγκληματικὸν καὶ τὴν αἰτίαν οὐ | |
15 | χεῖρον εἰπεῖν· πᾶσα γὰρ συγγνώμη ἢ ἄγνοιαν προβάλ‐ λεται ἢ βίαν, ὥστε κατ’ οὐδέτερον ἐνταυθοῖ ἁρμόζειν ἠδύνατο· εἰ μὲν γὰρ ἄγνοιαν προβάλλοιτο ἐπὶ τῷ πε‐ πραγμένῳ, πρὸς γὰρ τοῦτο ἡ ἀντίθεσις, τὸ συγγνωμο‐ νικὸν ἀναιρεῖ κεφάλαιον, ὅπερ ἐστὶν ἴδιον τῶν κατ’ | |
20 | ἐπισυμβεβηκὸς ἀντιλήψεων. ὁ γὰρ ὅλως ἐπ’ αὐτῇ πρά‐ ξει ἄγνοιαν προτεινόμενος, οἷον ὅτι μεθύων καὶ παρά‐ φορος ὢν ἔπραττον ταῦτα οὐκ εἰδὼς, οὐκ ἂν δύναιτο πάλιν τοῦ συμβεβηκότος ἄγνοιαν προΐσχεσθαι· πολὺ γὰρ δήπουθεν πρότερον ὁ τὴν πρᾶξιν ἀγνοῶν καὶ τὸ ἐπισυμ‐ | |
25 | βησόμενον, ὥστε τὸ ὅλον τοῦ εἴδους ἂν διαφθείροι τὸ τοῦ ἐπισυμβεβηκότος ἀναιρουμένου. εἰ δὲ κατὰ μίαν λαμβάνοιτο ἡ ἐν τῇ ἀντιθέσει συγγνώμην, οἷον ὅτι ἐβι‐ άσθη ὑπὸ τῆς φύσεως ἤ τινος ἑτέρου, μάχεται πάλιν τῷ συγγνωμονικῷ κεφαλαίῳ. οὐ γάρ ἐστιν ἄμφω λέγειν, ὡς | |
30 | καὶ ἐβιάσθη καὶ ἀγνοῶν ἔπραξε. διδομένης γὰρ τῆς βίας | |
ἄφυκτος ἦν ἡ πρᾶξις, κἂν τὸ μέλλον ἠπίστατο. Παῦ‐ | 527 | |
7.528 | λος μὲν οὖν ὁ ἡμέτερος τὴν φύσιν οὕτω κατὰ τρόπον διέγνω τοῦ κεφαλαίου, μόνος δὴ τῶν πώποτε τοῖς εἰρη‐ μένοις ἐπιστὰς θεωρήμασιν. ἔτι δὲ κἀκεῖνο λεγέσθω, ὅ φησι διαῤῥήδην αὐτὸς ὁ τεχνικός· ὅτι γε οὐ ψιλῶς | |
5 | καὶ ἀνακεκαλυμμένως εἰσφέρειν δεῖ τὸ κεφάλαιον, ἀλλὰ μεταχειριζομένους, ὡς προσήκει· τοῦτο δέ φησιν οὐ παν‐ τὸς ἔργον, μόνου δὲ τοῦ καὶ τὴν ὅλην ῥητορικὴν τέχνην ἠκριβωκότος. οὐ γὰρ αὐτόθεν χρὴ τὴν ἄγνοιαν εἰσφέ‐ ρειν, οἷον ὅτι τὸ μέλλον ἠγνοηκὼς ἦλθον ἐπὶ τὴν πρᾶξιν, | |
10 | ἀλλ’ ἐπὶ τὸ καθολικώτερον ἀναγαγόντα τὸν λόγον, ὡς οὐδεὶς οἶδε τὸ μέλλον· οὐκοῦν οὐδὲ ἐγὼ ἀγνοήσας ὑπεύ‐ θυνός εἰμι καὶ ὅλως κατὰ τὸ ἁρμόζον ἑκάστοτε αὐτὸ μεταχειριούμεθα· ὁ γοῦν Δημοσθένης μετὰ πολλοῦ ἀξιώματος φαίνεται χρησάμενος τῷ κεφαλαίῳ τῷδε ἐν | |
15 | τῷ περὶ τοῦ στεφάνου ἀντιληπτικῆς ἐμπεπτωκυίας ζητή‐ σεως. τὴν γὰρ δαιμονίαν ἀπόφασιν εἰς τὸ καθόλως λα‐ βὼν ἀξιωματικώτερον ἐποιήσατο συγγνωμονικόν· καί φη‐ σιν οὕτως· „τότε δ’ οὖν τὰ μὲν ἤμελλεν, ὡς ἐδόκει, τῶν δεινῶν, τὰ δὲ ἤδη παρῆν, ἐν οἷς τὴν προαίρεσίν | |
20 | μου σκόπει τῆς πολιτείας, μὴ τὰ συμβάντα συκοφάντει· τὸ μὲν γὰρ πέρας, ὡς ἂν ὁ δαίμων βουληθῇ, πάντως γίνεται· ἡ δὲ προαίρεσις αὐτὴ τὴν τοῦ συμβούλου διά‐ νοιαν δηλοῖ. μὴ δὴ τοῦτ’ ἀδίκημα θῇς ἐμὸν, εἰ συν‐ έβη Φιλίππῳ κρατῆσαι τῇ μάχῃ, ἐν γὰρ τῷ θεῷ τὸ τού‐ | |
25 | του τέλος ἦν οὐκ ἐν ἐμοὶ, ἀλλ’ ὡς οὐχ ἅπαντα, ὅσα ἐνῆν, κατὰ ἀνθρώπινον λογισμὸν εἱλόμην, καὶ τὰ ἐξῆς. | |
ἔπειτα τῷ συγγνωμονικῷ τὴν ἀντίθεσιν συνάπτει· μετὰ | 528 | |
7.529 | γὰρ τὸ συγγνωμονικὸν ἕπεται ἡ ἀντίθεσις· οὕτω γοῦν κατὰ τὸ ἀντιστατικὸν καὶ εὐεργέτημά τι ἀποβεβηκέναι φησίν· „ἀλλ’ ἐκεῖνο λογίζου καὶ ὅρα, εἰ μετὰ τοσού‐ των συμμάχων ἀγωνιζομένους οὕτως εἵμαρτο πρᾶξαι, | |
5 | τί χρὴ προσδοκᾷν, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, ἀλλὰ Φιλίππῳ προσέθεντο· ὑπὲρ οὗ τότε ἐκεῖνος πάσας ἀφῆκε φωνάς· καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης, τοσοῦτον ὁ κίνδυνος καὶ φόβος περίεστι τῇ πόλει, εἴπου τῆς χώρας ταὐτὸ τοῦτο | |
10 | τὸ πάθος συνέβη, τί προσδοκῆσαι ἐχρῆν; ταῦτα ἱκανὰ πρὸς τὴν τοῦ συγγνωμονικοῦ κεφαλαίου τεχνολογίαν. ιβʹ. Διαλεχθεὶς περὶ τοῦ παραγραφικοῦ πρότερον κε‐ φαλαίου ὁ τεχνικὸς μέτεισι νυνὶ καὶ ἐπὶ τὸ συγγνωμονι‐ κὸν, ἀλλὰ περὶ τούτου πέντε ζητεῖται κεφάλαια, καὶ ἔστι | |
15 | πρῶτον, ὅτι φησὶν ὁ τεχνικὸς τοῦτο τίθεσθαι τὸ κεφά‐ λαιον πρὸ τοῦ ἀντιθετικοῦ, μὴ προσθεὶς τὴν αἰτίαν, δι’ ἣν πρὸ τοῦ ἐμπίπτοντος ἀντιθετικοῦ τίθησιν αὐτό· χρὴ τοίνυν γινώσκειν, ὅτι οὐκ ἀλόγως οὐδὲ χωρὶς αἰτίας τοῦτο ἔφη ὁ τεχνικὸς, ἀλλὰ πάντως μετά τινος αἰτίας, | |
20 | καὶ ταύτην σεσιώπηκεν. ἔστι δὲ ἡ αἰτία τοιαύτη· ἡ ἀν‐ τίληψις πρὸς τὸ πεπραγμένον φέρεται· ὁμοίως δὲ καὶ ἡ ἀντίθεσις χρῶμά ἐστι τοῦ πεπραγμένου, οἷον ἔξεστί μοι πρᾶξαι ὃ ἂν βούλωμαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐμπόρων τοῦ‐ το πεποίηκα, ἵνα μὴ ὡς ἔτυχε πλέωσιν εἰδότες, ποίοις | |
25 | κινδύνοις ὑπόκεινται· ταῦτα οὖν ἀμφότερα πρὸς αὐτὸ φέρονται τὸ πεπραγμένον· ἀλλ’ ἐν ταῖς τοιαύταις ἀντι‐ λήψεσιν, ἐν αἷς περί τινος ἀποβεβηκότος ἡ κρίσις γί‐ νεται, ἄτοπόν τι εὑρίσκετο, ταττόντων ἡμῶν ταυτὶ ἐφε‐ ξῆς τὰ δύο κεφάλαια, τό τε ἀντιληπτικόν φημι καὶ τὸ | |
30 | ἀντιθετικόν· ἐδοκοῦμεν γὰρ ἂν παρὰ τοῦ πεπραγμένου | |
ἀπολογεῖσθαι, τὸ κατεπεῖγον καὶ μᾶλλον ἀναγκαῖον, καὶ | 529 | |
7.530 | περὶ οὗ πᾶσα συνίσταται ἡ κρίσις ἐῶντες ἀναπολόγητον, τουτέστι τὸ ἀποβεβηκός, λοιπὸν ἀνεσκιῤῥοῦτο ταῖς γνώ‐ μαις τῶν δικαστῶν, ὅτι περὶ τοῦ πεπραγμένου ἔχομεν ἀπολογεῖσθαι. περὶ δὲ τοῦ ἀποβεβηκότος καὶ περὶ οὗ ἡ | |
5 | κρίσις ἀποροῦμεν λέγειν τι. τοῦ γὰρ φεύγοντος λέγον‐ τος, ὅτι ἔξεστί μοι ὅταν βούλωμαι ζωγραφῆσαι, ἀπεκρί‐ νατο ὁ κατήγορος, καὶ τί τοῦτο πρὸς τὸ ἐν σπάνει τῶν κοινῶν καθίστασθαι τὴν πόλιν. καὶ λοιπὸν ἐδόκει παρὰ τοῦ παρέργου ἀπολογεῖσθαι, αὐτὸ τὸ ἀναγκαῖον κατε‐ | |
10 | πεῖγον ἐῶν, εἴπερ ἐν τοῖς τοῦ πράγματος ἐνδιέτριβε κεφαλαίοις· εὐλόγως οὖν μεταξὺ τοῦ τε ἀντιληπτικοῦ καὶ τοῦ ἀντιθετικοῦ τίθησι τὸ συγγνωμονικὸν, ὅπερ ἀπολο‐ γίαν ἔχει οὐ τοῦ πεπραγμένου, ἀλλὰ τοῦ ἀποβεβηκότος καὶ λοιπὸν εὐπρόσδεκτος ὁ λόγος, κοινὴν ἔχων ἀπολογίαν | |
15 | τοῦ τε πεπραγμένου καὶ τοῦ ἀποβεβηκότος· ἔστω τοίνυν ἡ ἀκολουθία τοῦ λόγου καὶ ἡ ἁρμονία τοιαύτη· ἔξεστί μοι γράψαι, ὃ ἂν βούλωμαι, εἰ γάρ τι ἀπέβαινεν ἐκ τούτου δυσχερὲς ἠγνόουν. ἡ γὰρ τοῦ μέλλοντος γνῶσις, ἀνθρωπείαν ὑπερβαίνουσα φύσιν, ἀλλὰ καὶ ὑπὲρ τῶν | |
20 | ἐμπόρων τοῦτο πεποίηκα· ἐσκόπουν γὰρ τὸ ἐκ τοῦ παρόντος ἀναφερόμενον χρήσιμον, καταφρονήσας τῆς ἐκ τοῦ μέλ‐ λοντος ἀδηλίας. οὕτως ὁ φεύγων ἐργάσεται τὰ κεφάλαια, μεταξὺ τιθεὶς τὸ συγγνωμονικὸν τοῦ τε ἀντιληπτικοῦ καὶ τοῦ ἀντιθετικοῦ· καὶ αὕτη μὲν, φησὶν, ἐστὶν ἡ κατὰ | |
25 | φύσιν αὐτοῦ τάξις. ἔστι δὲ καὶ ἑτέρα κατ’ οἰκονομίαν· ὡς καὶ αὐτός φησιν ὁ τεχνικός· μεταχειριεῖται δὲ αὐτὸ, ὡς προσήκει, ὁ καὶ τῆς ὅλης τέχνης τῆς ῥητορικῆς ἐπιστήμων· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν μόνον εἰδέναι, ὅπερ καὶ μόνον τουτὶ τὸ βιβλίον ἐπαγγέλλεται, ὁ δὲ νοῦς | |
30 | τοῦ τεχνικοῦ τοιοῦτος, ὁ γινώσκων τὴν τέχνην τὴν ῥη‐ | |
τορικὴν ἀκριβῶς σκοπείτω τὴν ἐμπίπτουσαν ὑπόθεσιν· | 530 | |
7.531 | καὶ χρήσεται τῷ συγγνωμονικῷ, ὅπου δ’ ἂν νομίσῃ προσή‐ κειν, οὐ γὰρ ἐξαρκέσει, φησὶν, τὸ γινώσκειν τὴν διαίρε‐ σιν μόνον, ἀλλὰ καὶ χρὴ προσφυῶς τιθέναι τὰ κεφά‐ λαια κατὰ τὴν προσήκουσαν ἑκάστης ὑποθέσεως οἰκονο‐ | |
5 | μίαν. τοσαῦτα περὶ τοῦ πρώτου κεφαλαίου. τὸ δέ γε δεύτερόν ἐστι τοιοῦτον· ἀποροῦσι γὰρ λέγοντες, εἰ μία τῶν ἀντιθετικῶν ἐστιν ἡ συγγνώμη· δῆλον ὅτι ἐμπεριέ‐ χεται τῇ ἐμπιπτούσῃ ἀντιθέσει ἐν ἀντιλήψει καὶ τὸ συγγνωμονικόν. πῶς οὖν φαμεν ἐμπίπτειν τὸ συγγνω‐ | |
10 | μονικὸν ἰδίᾳ κεφάλαιον τὸ ἐμπεριεχόμενον τῇ ἀντιθέσει; φαμὲν οὖν, ὅτι οὐκ ἔστι τὸ αὐτὸ συγγνωμονικὸν τὸ ἐν τῇ ἀντιθέσει καὶ τὸ ἰδίᾳ ταττόμενον· πρῶτον, ὅτι ἡ μὲν ἀντίθεσις πρὸς τὸ πεπραγμένον φέρεται· αὐτοῦ γάρ ἐστιν, ὡς εἴρηται, χρῶμα· τὸ δὲ συγγνωμονικὸν οὐ τοῦ | |
15 | πεπραγμένου ἐστὶν, ἀλλ’ ἀπολογία ὑπὲρ τοῦ ἀποβεβηκό‐ τος· δευτέρα δὲ αὐτῶν διαφορὰ, ὅτι ἡ μὲν ἀντίθεσις ἀεὶ ἐμπίπτει ἐν τῇ ἀντιλήψει, τὸ δὲ συγγνωμονικὸν οὐκ ἐμπίπτει, εἰ μὴ ὅτε παρά τινος ἀποβεβηκότος ἡ κρίσις ᾖ· καὶ αὕτη ἂν εἴη τούτων ἡ διαφορά. Τρίτον δέ ἐστι | |
20 | κεφάλαιον, ὅτι, φασὶν, ἀντιστατικοῦ ἐμπίπτοντος τοῦ ἀντιθετικοῦ οὐ δύναται ἐμπίπτειν τὸ συγγνωμονικόν· ἡ δὲ αἰτία αὕτη· τὸ ἀντιστατικὸν, φασὶν, ἑκούσιον ὑπο‐ φαίνει τὸ πεπραγμένον· ἐν γὰρ τῇ ἀντιστάσει ὁμολογεῖ ὁ φεύγων τὸ πεπραγμένον καὶ ἑκουσίως φησὶ πεποιηκέ‐ | |
25 | ναι καὶ βουλῆς προϋποκειμένης· ἐν δὲ τῷ συγγνωμονικῷ ἀκουσίως φησὶ πεποιηκέναι· ὥστε μάχεται τό τε ἀντι‐ στατικόν φημι, καὶ τὸ συγγνωμονικόν· καὶ οὐκ ἂν δύ‐ ναιντο ἅμα ἐμπίπτειν καὶ εὑρίσκεσθαι· πῶς γὰρ ἂν ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ εἴποι ὁ φεύγων τὸ ἑκουσίως | |
30 | ἐποίησα καὶ ἀκουσίως· ταῦτα γὰρ φανερῶς ὡς τῶν μα‐ χομένων ἂν εἴη· οὕτω μὲν οὖν ἐπιχειροῦσιν· ἰστέον δὲ, | |
ὅτι εἰ ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφότερα ἐφέρετο, χώραν | 531 | |
7.532 | εἶχεν αὐτοῖς ὁ λόγος. ἄτοπον γὰρ ἐπὶ τοῦ αὐτοῦ λέγειν, ὅτι ἑκὼν ἐποίησα καὶ πάλιν ἄκων· νυνὶ δὲ οὐκ ἐπὶ τοῦ αὐτοῦ φέρεται ἀμφότερα, ἀλλὰ τὸ μὲν ἀντιστατικὸν πρὸς τὸ πεπραγμένον ἐστὶν, ὡς ἤδη καὶ ἀνωτέρω ἐμά‐ | |
5 | θομεν, τὸ δὲ συγγνωμονικὸν πρὸς τὸ ἀποβεβηκός· οὐ‐ δὲν δὲ ἄτοπον γινώσκειν μὲν τὸ πεπραγμένον, ἀγνοεῖν δὲ τὸ μέλλον. προβάλλεται μὲν γὰρ ἐπὶ τοῦ πεπραγμέ‐ νου τὸ ἑκούσιον, ἐπὶ δὲ τοῦ ἀποβεβηκότος τὸ ἀκούσιον. Τοσαῦτα καὶ περὶ τοῦ τρίτου κεφαλαίου· τὸ δέ γε τέ‐ | |
10 | ταρτον κεφάλαιόν ἐστι καλλίστη σημείωσις, ἥν τινες πα‐ ραδιδόασιν ἡμῖν τῶν τεχνικῶν, ὅτι συγγνωμονικοῦ ἐμ‐ πίπτοντος τοῦ ἀντιθετικοῦ, οὐκ ἐμπίπτει τὸ συγγνωμο‐ νικόν· περιττὸν γὰρ ἔσται τιθέμενον. λοιπὸν ἐκ διαιρέ‐ σεως προφέρουσι τὸν λόγον. ἡ συγγνώμη ἢ ἐξ ἀγνοίας | |
15 | γίνεται ἢ ἐκ βιαίου πάθους· οἷον ἠγνόουν τὸ παρὸν, ἔρως με ἠνάγκασεν, ὀργή μου ἐκράτησεν, ἐμέθυον· οὕ‐ τως οὖν γίνεται ἡ συγγνώμη· εἰ μὲν οὖν ἄγνοιαν προ‐ βαλεῖται, περιττόν ἐστι τὸ ἕτερον ἐπιφέρειν συγγνωμο‐ νικόν· καὶ σιωπῶν γὰρ κατορθώσει τὴν ἐπὶ τοῖς ἀπο‐ | |
20 | βεβηκόσιν ἄγνοιαν· ὁ γὰρ τὰ παρόντα φάσκων ἀγνοεῖν πολὺ μᾶλλον ἔμφασιν δίδωσιν, ὅτι τὸ μέλλον ἠγνόηκεν. εἰ δὲ ἔκ τινός φησι βιασθῆναι πάθους, ἔτι μᾶλλον οὐ δυνήσεται χρήσασθαι τῷ συγγνωμονικῷ· λέγων γὰρ, ὅτι ἠγνόησα τὸ μέλλον, ἔμφασιν δίδωσιν. ὡς εἰ ἄρα | |
25 | ᾔδει τὸ μέλλον, οὐκ ἂν ἐποίει, ἀλλὰ τοῦτο λέγειν ἀδύ‐ νατον. εἰ γὰρ ἀνάγκη ἐστὶν ἡ βιασαμένη ποιεῖν, δῆλον ὅτι πάντως ἐποίει. καὶ οὐκ ἦν ἐν αὐτῷ ποιεῖσθαι καὶ μή. δέδεικται ἄρα ὡς τοῦ ἀντιθετικοῦ συγγνωμονικοῦ | |
ἐμπίπτοντος τουτὶ τὸ συγγνωμονικὸν οὐχ εὑρίσκεται, καὶ | 532 | |
7.533 | ἐν τούτοις τὸ τέταρτον κεφάλαιον. Τὸ δέ γε πέμπτον καὶ τελευταῖόν ἐστι τοῦτο· ὅτι βλάπτειν δοκεῖ τὸν κε‐ χρημένον αὐτῷ τὸ συγγνωμονικόν. δοκεῖ γάρ πως ἐξ ἀπο‐ ρίας δικαιολογιῶν καταφεύγειν ἐπ’ αὐτό· καὶ ὥσπερ ἀ‐ | |
5 | γνοίας ἐμφαίνειν γνωρίσματα· τὸ γὰρ λέγειν, ὅτι ἠγνόουν τὸ μέλλον, οὐκ ἐπιστήμονος ἀλλ’ εὐήθους ἀποφαίνει τεκμή‐ ριον. τὸ γοῦν τοιοῦτον παραμυθησόμεθα ἐπὶ τὸ καθό‐ λου ἀνάγοντες τὸν λόγον οὕτως· οὐ τὴν ἀνθρωπείαν ὑπερβαίνει φύσιν ἡ γνῶσις τῶν μελλόντων, θείας γὰρ | |
10 | ἂν εἴη μᾶλλον προγνώσεως τοῦτο. καὶ ταῦτα λέγων ἔμ‐ φασιν δίδωσι τοῖς δικασταῖς νοεῖν. οὐκοῦν οὐδὲ ἐγὼ, οἷα δὴ ἄνθρωπος, τὸ μέλλον ἐπίσταμαι· τοῦτον ἄρα παρα‐ μυθησόμεθα τὸν τρόπον τὸ συγγνωμονικὸν ἢ καὶ ἄλλως, ὥσπερ καὶ Αἰσχίνης ἐποίησεν οὐ προφανῶς λέγων, ὅτι | |
15 | ἠγνόησα, ἀλλ’ ἑτέροις εὐσχήμοις ὀνόμασι τὸ τοιοῦτον δηλῶν· φησὶ γὰρ, ὅτι ἃ ἤκουσα ταῦτα ἀπήγγειλα, ἅπερ ἀκήκοα, ταῦτα εἶπον, καὶ σκόπει πῶς δι’ ἑτέρων ὀνομά‐ των τὸ αὐτὸ κατώρθωσεν· ἐν τούτοις καὶ τὸ πέμπτον κεφάλαιον καὶ ὁ περὶ τοῦ συγγνωμονικοῦ λόγος. Πληρώ‐ | |
20 | σας δὲ ὁ τεχνικὸς τὴν τῶν ἁπλῶν ἀντιλήψεων διδασκα‐ λίαν μέτεισι καὶ ἐπὶ τὰς διπλᾶς. καὶ ἐχρῆν μὲν καὶ ἐνταῦθα τῇ τῶν ἁπλῶν διαιρέσει χρήσασθαι καὶ λέγειν, ὅτι καὶ τῶν διπλῶν ἀντιλήψεων αἱ μέν εἰσι περὶ αὐτοῦ, ἔχουσαι τοῦ πεπραγμένου τὴν κρίσιν, αἱ δὲ περί τινος | |
25 | ἀποβεβηκότος, ὁ δὲ οὐχ οὕτως ἔφη· τοῦτο γὰρ ὡς πρό‐ δηλον καὶ ὁμολογούμενον εἴασεν· ἑτέρᾳ δὲ μᾶλλον διαι‐ ρέσει κέχρηται λέγων, ὅτι τῶν δ’ αὖ διπλῶν ἡ μέν ἐστι κατὰ συμπλοκὴν, ἡ δὲ κατὰ διαίρεσιν· κατὰ συμπλοκὴν | |
μὲν, ὅταν δυοῖν ὄντοιν ἐγκλημάτοιν μὴ δύνηται χωρὶς | 533 | |
7.534 | ἑκάτερον εἶναι αὐτῶν ἔγκλημα. μετὰ δὲ τῆς ἑτέρας συμ‐ πλοκῆς, οἷον ταῖς πάντων γνώμαις τις ἀντιλέγων, καὶ οὐδὲν αὐτὸς ἀποφαινόμενος δημοσίων φεύγει· ἐνταῦθα οὐ δύναται χωρὶς θάτερον εἶναι ἑτέρου· οὐ γὰρ ἔτι συ‐ | |
5 | στήσεται· οἷον ταῖς πάντων γνώμαις τις ἀντιλέγων δη‐ μοσίων φεύγει· τοῦτο οὕτως λεγόμενον οὐ συνίσταται· δέδοται γὰρ τῷ βουλομένῳ τοῖς συμβουλεύουσιν ἀντει‐ πεῖν, καὶ οὐδεὶς ἐπὶ τούτῳ κρίνεται. ἔτι μηδὲν αὐτὸς ἀποφαινόμενος δημοσίων φεύγει. καὶ τοῦτο ὁμοίως ἀσύ‐ | |
10 | στατον. ἔξεστι γὰρ τῷ βουλομένῳ ἡσυχίαν ἄγειν καὶ μηδὲν ἀποφαίνεσθαι· καλεῖται οὖν τοῦτο τὸ εἶδος κατὰ συμπλοκὴν, ἐπεὶ μὴ δύναται θάτερον τοῦ ἑτέρου χωρὶς εἶναι· ἐμπίπτουσι δὲ δύο ἀντιλήψεις πρὸς ἑκάτερον, ἐξ‐ ουσίαν προβαλλομένου τοῦ φεύγοντος, οἷον ἔξεστί μοι | |
15 | πᾶσιν ἀντειπεῖν, ὅτε μοι κακῶς λέγειν δοκοῦσι, καὶ πά‐ λιν, ἔξεστί μοι μηδὲν ἀποφαίνεσθαι, καὶ δύο ἀντιθέσεις· ὁμοίως πρὸς τὸ πρῶτον ἀντεγκληματικὸν ἀντιλέγω. ἄξιοι γάρ εἰσι· τί γὰρ κακὰς ἀποφαίνονται οἱ συμβουλεύοντες γνώμας· τουτέστιν ἄξιοί εἰσιν ἀντιλέγεσθαι· τί γὰρ ἐν | |
20 | τῷ παραινεῖν ἁμαρτάνουσι· πρὸς δὲ τὸ δεύτερον διχῶς ἀπολογητέον· αἰτία γάρ ἐστιν, ὡς εἴρηται, τοῦ πεπρα‐ γμένου ἡ ἀντίθεσις· οὐδὲν αὐτὸς ἀποφαίνομαι, ἵνα μὴ καὶ αὐτὸς ἁμαρτάνων περὶ τὴν γνώμην ὀφθείην τοῖς αὐ‐ τοῖς ἔνοχος, οἷσπερ καὶ οἱ ἕτεροι· καὶ πάλιν οὕτως, ὡς | |
25 | ὁ τεχνικὸς ἔφη, οὐ λέγω, οὐ γὰρ χρὴ περὶ τῶν μὴ κατε‐ πειγόντων ἀποφαίνεσθαι· τοιοῦτον μέν ἐστι τὸ κατὰ συμπλοκὴν εἶδος· τὸ δὲ κατὰ διαίρεσίν ἐστιν, ὅταν δύο ἐγκλήματα ᾖ δυνάμενα καὶ χωρὶς ἀλλήλων κρίσιν ἐπιδέ‐ χεσθαι. οἷον πολλάς τις ἀμείβων γυναῖκας καὶ πολλοὺς | |
30 | τιθέμενος παῖδας κακοῦ βίου κρίνεται· ἐνταῦθα καὶ χω‐ ρὶς ἀλλήλων δύναται ταῦτα συνίστασθαι· οἷον πολλάς τις ἀμείβων γυναῖκας κακοῦ βίου κρίνεται, πολλούς τις | |
παῖδας τιθέμενος κρίνεται κακοῦ βίου. ταῦτα γὰρ καὶ | 534 | |
7.535 | οὕτως χωρὶς ἀλλήλων τιθέμενα συνίστασθαι δύναται. ἔστι δὲ τοῦ μὲν προτέρου εἴδους ἴδιον τοῦτο· ὁ μὲν γὰρ κατήγορος συνάψει ἀμφότερα, καὶ κοινὴν αὐτῶν ποιή‐ σεται τὴν διαίρεσιν, καθ’ ἕκαστον κεφάλαιον συνάπτων | |
5 | τὰ δύο. οἷον ἀντεῖπε πᾶσι, καὶ τὸ δὴ μέγιστον, ὅτι οὐ‐ δὲν αὐτὸς ἀπεφήνατο· οὕτως οὖν ὁ κατήγορος ἐργάσε‐ ται παράλληλα τιθεὶς ἀμφότερα. τὸ γὰρ συνάπτειν αἴ‐ τιόν ἐστι συστάσεως· ἔφαμεν γὰρ, συμπλεκόμενα μᾶλ‐ λον συνίσταται, ὁ δὲ φεύγων τοὐναντίον σπεύσει διαχω‐ | |
10 | ρίζειν ἀπ’ ἀλλήλων τὰ ζητούμενα. καὶ ἰδίᾳ ἑκατέραν ποιήσεται τὴν διαίρεσιν, ὡσπερεὶ δύο συντιθεὶς λόγους· καὶ τοῦτο εἰκότως· ὅσον γὰρ ἡ συνάφεια τῆς συστάσεως αἰτία γίνεται, τοσοῦτον ἡ διαίρεσις καὶ ὁ χωρισμὸς αἴ‐ τιος τῆς ἀσυστασίας. ἐδείξαμεν γὰρ, πῶς διαχωρίζομεν, | |
15 | ἃ οὐκέτι συνίστασθαι δύναται. σπεύσει οὖν ὁ φεύγων ἀσύστατον ἀπεργάσασθαι· τοιαύτη μὲν οὖν ἡ τοῦ πρώτου εἴδους ἐργασία· καὶ τοῦτο αὐτοῦ τὸ ἴδιον· τοῦ δέ γε δευτέρου εἴδους ἐστὶν ἴδιον πάλιν τὸ τὸν μὲν κα‐ τήγορον ἀμφότερα συνάπτειν, καὶ παράλληλα τιθέναι | |
20 | τὰ ἐγκλήματα, τὸν δὲ φεύγοντα τοὐναντίον διαιρεῖν καὶ διαχωρίζειν. εἴποι τις ἂν, ὅτι οὐδὲν διενήνοχε τοῦτο τοῦ προτέρου εἴδους· καί φαμεν, ὅτι διαφέρει τὸ δεύτερον εἶδος τοῦ πρώτου μεθοδικῶς τε καὶ διαιρετικῶς. μεθο‐ δικῶς μὲν, ὅτι, ὡς ἔφαμεν, ἐν τῷ προτέρῳ εἴδει οὐ δύνα‐ | |
25 | ται διαχωρίζεσθαι ἀλλήλων τὰ ἐγκλήματα· οὐκ ἔτι γὰρ ἂν συστήσεται ἡ ζήτησις. ἐν δὲ τῷ δευτέρῳ εἴδει καὶ χω‐ ρὶς ἀλλήλων ὄντα συνίστασθαι δύναται, διαιρετικῶς δὲ, ὅτι ἐν μὲν τῷ κατὰ συμπλοκὴν εἴδει συνάπτει ὁ κατή‐ γορος, ὡς ἔφαμεν, συστάσεως ἕνεκα, καὶ διαχωρίζει ὁ | |
30 | φεύγων ἀσυστασίας χάριν, καὶ γὰρ ἂν καὶ τοῦτο χωρὶς | |
συνίσταται, ἀλλὰ διὰ τοῦ αὐξῆσαι· μᾶλλον γὰρ ἂν εἴη | 535 | |
7.536 | βαρὺ, εἰ ἄμφω συνάψομαι, ὁ δὲ φεύγων πάλιν διαχω‐ ρίζει οὐ τῆς ἀσυστασίας ἕνεκα, ἐπεὶ καὶ διαχωριζόμενα οὐ‐ δὲν ἧττον συνίσταται, ἀλλὰ διὰ τὸ μειῶσαι· εἰ γὰρ συν‐ απτόμενα ἐμποιοῦσι αὔξησιν, δῆλον ὅτι διαλυόμενα μείωσιν | |
5 | ποιοῦσιν, ὅτι γὰρ πρὸς αὔξησιν συνάπτονται καὶ πρὸς μείω‐ σιν διαιροῦνται, αὐτός που μεμαρτύρηκεν ὁ τεχνικὸς εἰπών· „αὐξήσεως μὲν ἕνεκα συμπλέκονται ὑπὸ τοῦ κατηγόρου, μει‐ ώσεως δ’ αὖ χάριν διαιροῦνται ὑπὸ τοῦ φεύγοντος·“ τοσαῦ‐ τα καὶ περὶ τῶν δύο τούτων εἰδῶν· εἶτα συμπεραίνειν μέλ‐ | |
10 | λων λέγει, ἔφην δύνασθαι εἶναι καὶ πλείονα εἴδη τῶν ἀν‐ τιλήψεων· αὐτίκα τῶν προειρημένων τοῦτο διαφέρει· οἷ‐ ον γραψάμενοι μοιχείας τινὲς ἀλλήλους καὶ καθυφέντες τὰς γραφὰς ἤμειψαν τὰς γυναῖκας, καὶ φεύγουσι κακοῦ βίου· τοῦτο τὸ προκείμενον εἶδος διαφέρει τῶν προειρη‐ | |
15 | μένων, εἴγε δύο τοῦτο ἔχει πρόσωπα καὶ ἀντιλήψεις τέσ‐ σαρας, ἔξεστι γάρ μοι, φησὶ, γράψασθαι, καὶ ἔξεστι πάλιν ἀναιρεῖσθαι ἤτοι καθυφεῖναι τὰς γραφάς· ἔτι ἔξ‐ εστιν ἀποβάλλεσθαι τὴν σύνοικον καὶ ἔξεστιν ἀγαγέ‐ σθαι, ἣν ἂν βούληταί τις· δύο δὲ πρὸς τοῦτο φέρονται | |
20 | ἀπορίαι· καὶ πρώτη αὕτη· εἰ διπλῆν, φησὶ, καλοῦμεν ἀντίληψιν τὴν δύο ἔχουσαν ἀντιλήψεις, τί μὴ τὸ προκεί‐ μενον εἶδος τετραπλῆν εἴπομεν ἀντίληψιν, ἐπεὶ τέσσαρας, ὡς εἴρηται, ἔχει ἀντιλήψεις· καὶ λέγομεν, ὅτι τὸ ὑπὲρ τὸ ἓν διπλοῦν εἰώθασιν οἱ τεχνικοὶ καλεῖν εἶδος, κἂν τρι‐ | |
25 | πλοῦν ᾖ κἂν τετραπλοῦν· οὕτως γὰρ καὶ ἐν τῷ ὅρῳ, κἂν τριπλοῦν εὑρεθείη, διπλοῦν ὅμως καλοῦμεν· καὶ τοῦτο συμβέβηκε καὶ ἐπὶ τῶν ἄλλων· ἐπὶ γὰρ τοῦ ἱματίου δί‐ πλωσόν φαμεν τὸ ἱμάτιον, καίτοιγε πολλῶν γενομένων πλοκῶν ἐν τῇ διπλώσει τοῦ ἱματίου, ἀλλ’ ὅμως δίπλωσόν | |
30 | φαμεν· οὕτως οὖν καὶ ἐπὶ τῶν πολλαπλῶν στάσεων· δι‐ πλοῦν γὰρ καλοῦμεν εἶδος, ὅπερ ὅταν ὑπερβαίνῃ τὸ ἕν· καὶ ἐν τούτοις ἡ πρώτη ἀπορία καὶ ἡ πρὸς αὐτὴν λύσις· | |
δευτέραν λέγουσιν ἀπορίαν ταύτην, ὅτι οὐ συνίσταται, | 536 | |
7.537 | φασὶ, τουτὶ τὸ πρόβλημα, ἀνάγεται γὰρ ἐπὶ τὸ ἐξισά‐ ζον, ἑκατέρου αὐτῶν τὰς αὐτὰς προβαλλομένου δικαιολο‐ γίας· φαμὲν οὖν, εἰ μὲν ἀλλήλους ἔκριναν οἱ μοιχεύσαν‐ τες, τότε ἂν ὑπὸ τὸ ἐξισάζον εἶδος ἀνήγετο· νυνὶ δὲ αὐ‐ | |
5 | τοὶ μὲν ἀμφότεροι ὑπόκεινται κρινόμενοι, ἕτερος δὲ αὐ‐ τοὺς ὁ κρίνων· καὶ οὐ ταῖς αὐταῖς χρήσονται δικαιολο‐ γίαις ὅ τε κρινόμενος καὶ ὁ κατήγορος· οὐκ ἄρα οὖν ἐξ‐ ισάζοι· εἶτα ταῦτα εἰρηκὼς ὁ τεχνικὸς πρὸς τῷ τέλει φη‐ σὶν, ὅτι· ἔστι δὲ καὶ ἄλλα εἴδη, ἃ περιττὸν ἂν εἴη λέ‐ | |
10 | γειν νῦν, πᾶσαν γὰρ ἀντίληψιν τοῖς προειρημένοις ἑπό‐ μενος ὀρθῶς ἄν τις διαιροίη· φασί τινες, πότερόν εἰσιν ἕτερα εἴδη ἀντιλήψεων, ἢ οὔ· εἰ μέν εἰσι, πῶς παρῆκεν αὐτὰ ὁ τεχνικὸς, οὐδὲν περὶ αὐτῶν εἰρηκώς; εἰ δὲ οὐκ εἰσὶ, πῶς ἐμνήσθη λέγων, ὅτι εἰσὶ καὶ ἄλλα εἴδη; | |
15 | φαμὲν οὖν, ὅτι εἰσὶ καὶ ἕτερά τινα, ἀλλ’ οὐ κυρίως εἴ‐ δη, τρόποι δὲ μᾶλλον ἀντιλήψεων, ὥσπερ ἔχει τοῦτο· ζωγράφος μηδέποτε ζωγραφήσας τοὺς θεοὺς κρίνεται ἀσεβείας· ἐφ’ οἷς γὰρ οὐ πεποίηκεν, ἡ κρίσις, ὅπερ οὐκ ἐνῆν τοῖς προειρημένοις εἴδεσιν· ὡς οὖν εἴρηται, οὗτοι | |
20 | τρόποι εἰσὶν ἀντιλήψεων, οὐκ εἴδη διάφορα· οὐ γὰρ οἶ‐ δεν εἶδος ὁ τεχνικὸς, εἰ μὴ τὸ διάφορον κατὰ τὴν διαί‐ ρεσιν τῶν κεφαλαίων· ἐμνήσθη οὖν, ἵνα μή τις νομίσῃ αὐτὸν ἀγνοεῖν, καὶ ἐν τούτοις ἡ ἀντίληψις. Διαζευχθέντα γὰρ οὐ δύναται ὡς ἀδίκημα ἐπι‐ | |
25 | δέχεσθαι κρίσιν, εἰ μὴ ἀλλήλοις εἶεν συνημμένα. Αἱ ἀντιλήψεις αὗται ὑπὸ τὸ μὴ κεκωλυμένον, τουτέστιν ὑπὸ τὸ ἔθος, αἱ δὲ δύο ἀντιθέσεις ὑπὸ τὸ ἀντεγκληματικόν. Δύο ἀντιλήψεων οὐσῶν διπλαῖ εὑρίσκονται αἱ ἀντιθέ‐ | |
σεις· ἑκατέρα γὰρ τῶν ἀντιλήψεων ἀποδώσει τὸ χρῶ‐ | 537 | |
7.538 | μα· οἷον ἀντιλέγω μὲν, ἐφ’ οἷς οὐ τὰ δέοντα λέγουσιν οἱ συμβουλεύοντες· οὐκ ἀποφαίνομαι δέ· οὐ γὰρ ἀναγ‐ καῖον περὶ τῶν μὴ κατεπειγόντων συμβουλεύειν. Τουτέστι τὸ περὶ τῆς μεταχειρίσεως· τὸ δ’ ἀπο‐ | |
5 | λογουμένους διελεῖν, ἵνα διαλύσῃ τὴν κατηγορίαν, ὁ δὲ κατήγορος συμπλέκῃ, ἵνα τῇ συμπλοκῇ ποιήσῃ δυνατὸν τὸ ἔγκλημα. Ἴδιον, φησὶν, τοῦ εἴδους τούτου τὸ τοὺς ἀπολογουμένους ἰδίᾳ ἑκάτερον ποιεῖσθαι τὸν λόγον καὶ χωρίζειν· ἐὰν γὰρ διέλῃς, καὶ εἴπῃς, ταῖς πάντων γνώ‐ | |
10 | μαις ἀντιλέγει τις, ἢ τὸ ἕτερον οὐ δύναται κρίσιν ἐπι‐ δέξασθαι, τὸν κατηγοροῦντα δὲ τοὐναντίον συμπλέκειν δεῖ, ὅτι οὔτε αὐτός τι λέγει, καὶ τὰ τῶν ἄλλων ἀνα‐ τρέπει· οὕτω γὰρ κρίσιν ἐπιδέχεται· ὁ μὲν γὰρ χωρίζων τὸ ἀνεύθυνον συνιστᾷ, ὁ συμπλέκων δὲ τὸ ὑπεύθυνον. | |
15 | ιγʹ. Περὶ τοῦ διπλοῦ εἴδους ζητήσαιμεν ἄν· πρῶτον μὲν, πῶς δύο ἁπλῶν συνιουσῶν ἀντιλήψεων διπλοῦν τι καλοῦμεν εἶδος καὶ οὐ μᾶλλον δύο ἁπλῶς· διήκει δὲ ἡ ζήτησις καὶ εἰς τὰς ἄλλας τῶν στάσεων· καὶ γὰρ δι‐ πλοῦν τινά φαμεν στοχασμὸν καὶ διπλοῦν ὅρον ἐκ τῆς | |
20 | συνόδου τῶν ἁπλῶν, καὶ ἕτερόν φαμεν εἶδος παρὰ τὰ ἁπλᾶ, τί μὴ καὶ τριπλοῦν φαμεν τρία συνάγοντες καὶ τετραπλοῦν καὶ ἐπ’ ἄπειρον οὕτως ἐκβαίνοντες; ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον, ὅτι πρὸς ἓν ἄμφω πέρας συν‐ τείνει, καὶ ἓν ἐξ ἑκατέρων ἀποτελεῖται· διὰ γοῦν τοῦτο | |
25 | διπλοῦν φαμεν τὸ εἶδος, ὡς ἕνωσιν τῶν δύο ἀναδεξά‐ μενον καὶ οὐ δύο ἁπλᾶ· οὐ γὰρ διέστηκεν ἀλλήλων πρὸς ἄλλο καὶ ἄλλο φερόμενα· πρὸς δὲ ἓν ἄμφω συν‐ νένευκεν, ἡ δὲ πρὸς τὸ δεύτερον ἀπάντησις τοιαύτη· παντὸς ἀγῶνος ἓν καθεστάναι πέρας ἀνάγκη τὸ κατα‐ | |
30 | σκευαζόμενον· τὰ δὲ ἄλλα πρὸς ἀπόδειξιν τούτου καὶ | 538 |
7.539 | πίστιν φέρεσθαι, κατασκευαστικὰ γενόμενα, ὥστε κἂν ἐπ’ ἄπειρόν τις ἀνελθὼν πλῆθος ἁπλῶν συναγάγοι πρὸς μίαν ὑπόστασιν, εἰς δύο διαιρεθήσεται πάντως, ὅσαπερ ἂν ᾖ τὰ ἁπλᾶ, ἑνὸς μὲν τοῦ κατασκευαζομένου ὄντος, | |
5 | τῶν δὲ ἄλλων ἁπάντων εἰς κατασκευὴν φερομένων· διὸ δὴ πάντα κοινῷ ὀνόματι διπλᾶ καλεῖται, πρὸς δύο ἐξ ἀνάγκης διϊστάμενα μέρη, πρὸς οἷς καὶ τὸ διπλοῦν ἐπὶ τοῦ πολλαπλασίου συνεχῶς εἴρηται· αὐτίκα γοῦν διπλοῦν χιτῶνα λέγομεν τὸν οὐ μίαν διπλόην, πολλὰς δέ γε δε‐ | |
10 | ξάμενον· καὶ δίπλωσόν φαμεν τὸ ἱμάτιον εἰς πολλὰ συν‐ ελίττειν προστάττοντες, τῶν δὲ διπλῶν ἀντιλήψεων, τὸ μέν τι καλεῖται κατὰ συμπλοκὴν, τὸ δὲ κατὰ διαί‐ ρεσιν, καὶ τέθεικεν αὐτῶν παραδείγματα, τοῦ μὲν κατὰ συμπλοκήν· ταῖς πάντων, φησὶ, γνώμαις ἀντιλέγων τις | |
15 | οὐδὲν αὐτὸς ἀποφαίνεται καὶ δημοσίων φεύγει· συμπλέ‐ κεται γὰρ ἐνταυθοῖ τὰ δύο, τὸ πᾶσιν ἀντιλέγειν καὶ τὸ μηδὲν εἰσηγεῖσθαι λυσιτελέστερον· ἰδίᾳ γὰρ οὐδ’ ἕτερον σύστασιν δύναιτο ἂν ἐπιδέχεσθαι· οὐδὲ γὰρ ὁ πᾶσιν ἀντιλέγων ὑπεύθυνός ἐστιν, ὅταν ἕτερα αὐτὸς εἰσηγήση‐ | |
20 | ται· οὔτ’ αὖ πάλιν ὁ μηδὲν ἀποφαινόμενος μηδὲ ἀντι‐ λέγων, φησὶν, ἐπὶ τῷ ἀπράγμονι βίῳ κρίνοιτο ἂν, συνι‐ όντα δὲ ὁμοῦ κρίσιν ἐπιδέχεται τῷ μηδὲν αὐτὸν εἰσφέ‐ ρειν, καὶ ταῦτα πᾶσιν ἐναντιούμενον· δύο γὰρ ἀντιλή‐ ψεις ἐμπεσοῦνται, φησὶν, ὅτι τε λέγειν ἔξεστι καὶ ὅτι τὸ | |
25 | μηδὲν ἀποφαίνεσθαι οὐ κεκώλυται· εἰ δὲ ἀντιλήψεις δύο, σαφὲς ὅτι καὶ ἀντιθέσεις τοσαῦται· ἑκάτερον γὰρ τῶν ἀντιλήψεων ἰδίαν ἔξει ἀντίθεσιν· ληφθήσονται δὲ ἄμ‐ φω κατὰ τὸ ἀντιστατικὸν, ἡ μὲν προτέρα, ὡς τοῦ κοινοῦ συμφέροντος εἵνεκα δεῖ ἀντιλογιῶν πρὸς ἅπαντας ἐρχο‐ | |
30 | μένων, ἡ δὲ δευτέρα, ὡς βουλευμάτων ἀπορίᾳ τὴν σιω‐ | |
πὴν ἄγω καὶ οὐ καθάπερ οὗτοι εἰκῆ τὸ ἐπιτυχὸν ἀπο‐ | 539 | |
7.540 | φαίνομαι· διαφόρως δὲ, φησὶν, ὁ φεύγων καὶ ὁ διώκων τῷ λόγῳ χρήσονται, ὁ μὲν φεύγων διαστήσας ἑκάτερον τῶν ἐγκλημάτων ἰδίᾳ περὶ ἑκατέρου ἀπολογήσεται, δια‐ λύων τὴν κατηγορίαν καὶ ἀσύστατον δεικνύς· ἔφαμεν γὰρ, | |
5 | ὡς τούτων ἑκάτερον ἰδίᾳ λεγόμενον ἀσύστατον γίνεται· ὁ δὲ κατήγορος τοῦτο αὐτὸ φυλαττόμενος ἄμφω κατὰ συμπλοκὴν προάγει· ἔστιν οὖν τοῦτο ἴδιον τοῦ ὑποκειμέ‐ νου εἴδους· τὸ διαιρεῖν μὲν καὶ διϊστάναι τὸν φεύγοντα, συμπλέκειν δὲ τὸν διώκοντα. | |
10 | ιδʹ. Ἐν τούτοις ὃ ἂν χωρίσῃς, ἀνεύθυνόν ἐστι· καὶ γὰρ τὸ ἀντιλέγειν ταῖς πάντων γνώμαις οὐ κεκώλυται· καὶ τὸ μηδὲν ἀποφαίνεσθαι οὐκ ἀδίκημα εἶναι νενόμι‐ σται· συμπλακέντα δὲ ἄμφω καὶ ἑνωθέντα ἀδικήματος λαμβάνει σύστασιν· τὸ ἀντιλέγειν μὲν καὶ συκοφαντεῖν | |
15 | τοὺς συμβουλεύοντας, αὐτὸν δὲ μήτε ἃ γινώσκει λέ‐ γειν, μήτε εἰσηγεῖσθαί τι τῶν συμφερόντων. ιεʹ. Καὶ γὰρ αὗται δύο αἱ ἀντιλήψεις εἰσὶν, ὅταν ἄμφω προβάλληται τὸ ἐξεῖναι ἀντιλέγειν καὶ ἐξεῖναι μὴ λέγειν· ἐπειδὴ καὶ ἐπ’ ἀμφοῖν κρίνεται, ἐφ’ οἷς ἔπρα‐ | |
20 | ξε καὶ ἐφ’ οἷς οὐκ ἔπραξεν. ιϛʹ. Ἐπὶ τὸ ἕτερον μετῆλθε τῶν διπλῶν εἶδος, ὃ κα‐ λεῖται κατὰ διαίρεσιν, ὅτι καὶ χωρὶς ἀλλήλων τὰ ἐγ‐ κλήματα δύνανται· κρίσιν ἐπιδέχεσθαι· οἷον πολλάς τις ἀμείβων γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας κακοῦ | |
25 | βίου κρίνεται· καὶ γὰρ τὸ συχνὰς ἀμείβειν γυναῖκας κρί‐ σιν ἐπιδέχεται, καὶ μὴν καὶ τὸ πολλοὺς εἰσποιεῖσθαι παῖ‐ δας, κἀνταῦθα δὲ ὁ μὲν κατήγορος συμπλέξει, ὁ δὲ φεύ‐ | |
γων διαιρήσει· διαφέρει δὲ τοῦ μὲν κατὰ συμπλοκήν· | 540 | |
7.541 | πρῶτον μὲν αὐτῷ τούτῳ· τὸ μὲν καθὸ δύναται εἰς δύο ἁπλᾶ συνεστῶτα διαιρεῖσθαι· τὸ δὲ κατὰ συμπλοκὴν οὐχ οἷόν τε διαιρεθῆναι· τὴν γὰρ σύστασιν ἐν τῷ συμπλέ‐ κεσθαι λαμβάνει· ἔπειτα καὶ τούτῳ διενηνόχασιν, ἐν ᾧ | |
5 | καὶ μάλιστα δοκοῦσι κοινωνεῖν, φημὶ τῷ συμπλέκειν τὸν διώκοντα ἐπ’ ἀμφοῖν τοῖν εἰδοῖν, διϊστάναι δὲ τὸν ἀπο‐ λογούμενον· ἐν μὲν γὰρ τῷ κατὰ συμπλοκὴν ἔδει τε συμ‐ πλέκειν καὶ διϊστάναι, ὅτι τὸ μὲν πρὸς σύστασιν, τὸ δὲ πρὸς διάλυσιν γίνεται τοῦ παντὸς ἀγῶνος, καθὰ ἐπ’ αὐ‐ | |
10 | τοῦ τοῦ εἴδους ἐδείξαμεν, ἐν δὲ τῷ κατὰ διαίρεσιν οὐχ οὕτως· μένει γὰρ κἀν τῇ συμπλοκῇ κἀν τῇ διαστάσει ὁ ἀγὼν οὐδὲν ἧττον συνεστὼς, ἀλλὰ τῷ μὲν κατηγόρῳ ἕνεκεν αὐξήσεως ἡ τῶν ἐγκλημάτων συμπλοκὴ, τῷ δὲ ἀπολογουμένῳ πρὸς μείωσιν γίνεται ἡ διάστασις. | |
15 | ιζʹ. Ἐν ἑκατέραις, φησὶ, ταῖς τε κατὰ σύνθεσιν καὶ ταῖς κατὰ διαίρεσιν, ἀμφότερα συλλήψεται τὰ ἀντιλη‐ πτικὰ ὁ κατήγορος· ἐκεῖ μὲν διὰ τὸ ἑκάτερον αὐτῶν ἰδίᾳ, ὡς εἴρηται, μὴ εἶναι γραφῆς ἄξιον· ἐν ταῖς κατὰ διαίρε‐ σιν δὲ, ἵνα σφοδροτέραν ἀπεργάσηται τὴν κατηγορίαν· | |
20 | ὁ φεύγων δὲ ἐν ἀμφοτέραις διαιρήσει τὴν ἀπολογίαν, ἐκεῖ μὲν δεῖξαι βουλόμενος, ὅτι μάτην ὁ κατήγορος τὴν κατ’ αὐτοῦ πεποίηται γραφὴν, ἐνταῦθα δὲ σαθρότερον τῶν ἀντιληπτικῶν ἑκάτερον ἰδίᾳ δεῖξαι σπουδάζων· αὐ‐ ξήσεως οὖν ἕνεκα μόνης ὑπὸ τοῦ διώκοντος συμπλέκεται, | |
25 | ὑπὸ δὲ τοῦ φεύγοντος διαιρεῖται. ιηʹ. Εἰσὶ καὶ ἕτεροι, φησὶν, ἀντιλήψεως τρόποι· περὶ ὧν παραιτεῖται λέγειν· καί τινες τοῦ τεχνικοῦ ὥσπερ ἐν‐ τεῦθεν ἐπιλαμβάνεσθαι ἠξίωσαν· εἰ μὲν γὰρ, φασὶν, οὐκ ἔδει λέγειν περὶ αὐτῶν, τί τὴν ἀρχὴν ἐμνήσθη; εἰ | |
30 | δὲ λέγειν ἐχρῆν, ἐξήμαρτε παραλιπὼν ἃ δέον εἰπεῖν· πρὸς | |
οὓς φαίημεν ἂν, ὅτι καθὸ μὲν οὐχ ἥρμοττεν ὁ λό‐ | 541 | |
7.542 | γος τῇ προκειμένῃ πραγματείᾳ, κατὰ τοῦτο παρῆκε, καθὸ δὲ αὐτὸ τοῦτο ἐχρῆν εἰδέναι, ὅτι παρεῖταί τινα, εἰκότως ἐμνήσθη, ὅπως ἂν μὴ ταραττώμεθα, ἐπειδὰν ἔξω τι τούτων ἀκούσωμεν· τίνος δὲ χάριν τὸν περὶ | |
5 | τούτων παρεπέμψατο λόγον, αὐτὸς ἀποδίδωσι τὴν αἰ‐ τίαν· πᾶν γὰρ, φησὶν, ὅ τι ἂν παρὰ ταῦτα εὑρεθείη τοῖς προκειμένοις εἴδεσιν ὁμοίως διαιρεθήσεται· ὥστε τὸν περὶ ἐκείνων λόγον παντελῶς εἶναι τῇ πραγματείᾳ τῇδε ἀνάρμοστον· πρόκειται γὰρ αὐτῷ περὶ τῆς τῶν κεφαλαί‐ | |
10 | ων διαιρέσεως λέγειν· οὐδὲν δὲ κοινὸν περὶ τὴν διαί‐ ρεσιν ἐκείνοις συνέβαινε· δέδωκε δὲ παράδειγμα ἑτέρου εἴδους παρὰ τὰ προειρημένα· γραψάμενοί τινες μοιχείας ἀλλήλους καὶ καθυφέντες τὰς γραφὰς, ἤμειψαν τὰς γυ‐ ναῖκας, καὶ φεύγουσι κακοῦ βίου· πολὺ γὰρ τὸ διάφο‐ | |
15 | ρον ταύτης πρὸς τὰς εἰρημένας ἀντιλήψεις· πρῶτον μὲν γὰρ δύο ἐστι πρόσωπα κρινόμενα· ἔπειτα τέτταρά ἐστιν ἀντιληπτικὰ συμπεπλεγμένα, ὅτι γράφεσθαί τινας ἔξεστι· δεύτερον καὶ τὸ ἀναιρεῖσθαι γραφὰς οὐ κεκώλυται· πρὸς τούτοις τὸ γαμεῖν, ὅθεν βούλεταί τις ἐπ’ ἐξουσίας ὄν· | |
20 | τέταρτον, ὅτι καὶ ἀποβάλλεσθαι τὴν οὖσαν οὐ κεκώλυ‐ ται· καὶ ταύταις τῶν κρινομένων ἑκάτερος χρήσεται· δῆλον δὲ, ὡς καὶ ὁ κατήγορος ἰσάριθμα παραλήψεται μεταληπτικά· ἡ δὲ μέθοδος, φησὶν, ἐκ τῶν ἔμπροσθεν ἤδη σεσαφήνισται· εἰ γὰρ ἀντιλήψεις τοσαῦται, δῆλον | |
25 | ὡς καὶ ἀντιθετικὰ οὐχ ἥττονα ἐμπεσεῖται, καὶ ὅτι μετα‐ ληπτικά· εἰσὶ δὲ ἕτεροι τρόποι ἀντιλήψεως· οἷον τὸ κρίνε‐ σθαί τινα ἐφ’ οἷς μὴ πεποίηκεν, ὡς ἐπὶ τοῦδε τοῦ παρα‐ δείγματος· ζωγράφος μηδέποτε γράφων θεοὺς κρίνεται ἀσεβείας, καὶ ἄλλοι συχνοὶ, οὓς ἐν τῇ μεθόδῳ περὶ τῆς | |
30 | ἀντιλήψεως τεχνολογοῦντες ἀνελλιπῶς διεξήλθομεν. | |
ιθʹ. Ὁ Μινουκιανὸς ἕτερον εἶδος ἀντιλήψεώς φησι | 542 | |
7.543 | τὸ μὴ κεκωλυμένον· τρία γὰρ τὰ γενικὰ εἴδη τῶν ἀντι‐ λήψεων, νόμος, φύσις, ἔθος· ὅταν οὖν, φησὶ, μὴ ἔχω‐ μεν ἓν τῶν τριῶν προβάλλεσθαι, προβαλλόμεθα τὸ μὴ κεκωλυμένον, εἰ γὰρ μὴ κεκώλυκε, δέδωκεν, ἀναφέ‐ | |
5 | ρεται δὲ καὶ τοῦτο εἰς τὸν νόμον· τὰ γὰρ κωλυόμε‐ να πάντως ἀπὸ νόμου κωλύονται· ἔστι δὲ καὶ ἄλλα, φη‐ σίν· βούλονταί τινες ἄλλο εἶδος εἶναι, ἐφ’ ᾧ τις οὐ πε‐ ποίηκε, κρινόμενος δὲ ποιῆσαι· πανταχοῦ γὰρ ἐφ’ οἷς τις ἔπραξε κρίνεται· ἔστιν οὖν καὶ ἕτερον εἶδος, ἐφ’ ᾧ οὐ | |
10 | πεποίηκεν, ὡς ὀφείλων ποιεῖν ὁ ζωγράφος πάντα τὰ ἐν Μαραθῶνι, τὸν Πᾶνα οὐκ ἐποίησε συμμαχοῦντα τοῖς Ἀθηναίοις, καὶ κρίνεται ἀσεβείας· ἰδοὺ ἐνταῦθα ἐφ’ ᾧ οὐκ ἐποίησε κρίνεται. Ἐν ἀρχῇ τῶν εἰδῶν ἔφη τούτων, ὅτι ἐνδέχεται | |
15 | καὶ πλείονας τρόπους εὑρίσκεσθαι, οὐ προηγουμένως οὐ‐ δὲ γενικῶς, ἀλλὰ κατ’ ἐπιπλοκήν. Δύο, φησὶ, πρόσωπά ἐστι τὰ κρινόμενα, πολλαὶ δὲ ἀντιλήψεις· οἷον γραφὰς κατά τινων ἐπιφέρεσθαι ἔξεστιν καὶ πάλιν ἀναιρεῖσθαι ταύτας· ὁμοίως ἄγεσθαι γυναῖκας, ὅθεν ἂν δοκῇ τινι, | |
20 | ταυτὶ γὰρ πάντα δοκεῖ ἐξεῖναι καὶ μὴ κεκωλύσθαι. Τῶν πολλῶν τούτων, φησὶν, ἀντιλήψεων, ὧν ὁ φεύγων προβάλλεται, ἀνάγκη τῷ κατηγόρῳ λῦσαι ἑκά‐ στην. Ἐπειδὴ εἶπε περὶ πάσας τὰς προειρημένας με‐ θόδους, περὶ τῶν ἄλλων οὐδὲν ἂν καινότερον εὑρεθείη, | |
25 | ἀλλὰ τοῖς αὐτοῖς διαιρεῖται κεφαλαίοις, διὰ τοῦτο οὐδὲ ἐν εἴδεσιν ἑτέροις ταῦτα τέτακται, εἴδους γάρ ἐστιν ἴδιον | |
τὸ διαλλάττουσαν ἐπιδεῖξαι διαίρεσιν, τοῦτο δὲ ταῖς αὐ‐ | 543 | |
7.544 | ταῖς διαιρεῖται μεθόδοις. Ἔτι φησὶν καὶ ἄλλα εἴδη ὑπό τινων ἐπινενοημένα· ἔργον δ’ ἂν εἴη καθέκαστον ἐπεξ‐ ιέναι· ἀπὸ γὰρ τούτων κἀκεῖνα ἐπιγνωσόμεθα ῥᾳδίως. | |
4t | Cap. XXIII. | |
5t | Περὶ τῶν ἀντιθετικῶν, ἀντιστάσεως, ἀντ‐ | |
6t | εγκλήματος, μεταστάσεως, συγγνώμης. | |
6 | αʹ. Προσηκόντως ὁ τεχνογράφος αἰσθόμενος τῆς τῶν κεφαλαίων κοινωνίας συνῆψε τῇ ἀντιλήψει τὰς ἀντιθετι‐ κὰς, τέως τὸν περὶ τῆς πραγματικῆς λόγον ἀναβαλλόμε‐ νος· τῆς γὰρ δικαιολογίας εἰς δύο μερισθείσης, εἴς τε | |
10 | ἀντίληψίν φημι καὶ ἀντίθεσιν, ἡ μὲν ἀντίληψις κατὰ χώραν ἔμεινεν οὐ διαιρουμένη, καθ’ ἑαυτὴν δὲ τυγχά‐ νουσα στάσις, ἡ δὲ εἰς τέτταρα ὥσπερ ἀπὸ γένους τῆς ἀν‐ τιθέσεως εἴδη τέμνεται, λέγω δὴ τὴν ἀντίστασιν καὶ με‐ τάστασιν καὶ ἀντέγκλημα καὶ συγγνώμη. Διὸ ταύτας | |
15 | μετὰ τὴν ἀντίληψιν ἔταξε· πρεπόντως δὲ ἁπάσας συν‐ ήγαγε τὰς ἀντιθετικὰς, καὶ κοινῇ τὸν περὶ αὐτῶν λόγον ἀποδίδωσι, τῶν ἄλλων ἰδίᾳ περὶ ἑκάστης διαλαβών· ἑνὸς γὰρ ὄντος τοῦ παραλλάττοντος κεφαλαίου τοῦ ἑκάστης ἰδίᾳ τῆς στάσεως, περίεργον τὸ λέγειν περὶ ἑκάστης τὰ | |
20 | αὐτὰ κεφάλαια τιθέμενον. βʹ. Τῶν ἀντιθετικῶν ἁπασῶν κοινὴν ποιεῖται διαί‐ ρεσιν· τοῖς γὰρ αὐτοῖς κέχρηνται κεφαλαίοις, πλὴν ὅσον | |
ἀφ’ ἑνὸς κεφαλαίου διαστέλλονται ἀπ’ ἀλλήλων, ὅπερ | 544 | |
7.545 | ἐστὶν ὁμώνυμον τῇ στάσει αὐτῇ τοῦ ζητήματος· οἷον ἡ ἀντίστασις διενήνοχε τῶν ἄλλων τριῶν κατὰ διαίρεσιν τῶν ἀντιστατικῶν κεφαλαίων, καὶ αὖ πάλιν τῷ συγγνω‐ μονικῷ· ἡ συγγνώμη καὶ τὸ ἀντέγκλημα τῷ ἀντεγκλη‐ | |
5 | ματικῷ, ἔτι δὲ τῷ μεταστατικῷ ἡ μετάστασις· τοῦτο δὲ οὐ περὶ τὰς ἀντιθετικὰς μόνας συμβέβηκεν, ἀλλ’ ἔστι καὶ ἐπ’ ἄλλων ἰδεῖν στάσεων κοινωνίαν τῆς διαιρέσεως· ἡ γοῦν ἀντινομία καὶ ἡ κατὰ ῥητὸν καὶ διάνοιαν στά‐ σις μίαν λαμβάνουσι διαίρεσιν, ἑνὶ κεφαλαίῳ διοριζό‐ | |
10 | μεναι· ἡ δὲ τάξις τῆς ἀντιθέσεως εὖ μάλα ἔχουσα φαί‐ νεται· καὶ αὕτη πρὸς τὰς εἰρημένας ἤδη τῶν στάσεων καὶ τῶν ἀντιθετικῶν πρὸς ἀλλήλας· ὅτι μὲν γὰρ μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον καὶ τὴν ἀντίληψιν εὐκαίρως ἡ ἀντίθεσις τέτακται, ὡδί πως ἂν καταμάθοιμεν. Τὴν | |
15 | τάξιν ἔλαβεν ὁ τεχνικὸς ἀπὸ τοῦ μᾶλλον ἀτελοῦς ἀρξά‐ μενος, καὶ προβαίνων κατὰ μέρος ἐπὶ τὸ τελεώτερον· ὁ μὲν στοχασμὸς παντελῶς ἀφανὲς ἔχων τὸ κρινόμενον πρό‐ δηλον, ὡς ἔστιν ἀτελὴς καὶ παντάπασιν· ὁ δὲ ὅρος ἐξ ἡμισείας καὶ αὐτὸς ἀτελὴς, ἐπεὶ τὸ μὲν αὐτοῦ πέπρακται, | |
20 | τὸ δὲ λείπει, ἡ δὲ ἀντίληψις οὐδὲν ἔχει ἐλλεῖπον, ἀλλὰ τέλειον ἐν αὐτῇ τὸ πεπραγμένον· περὶ γὰρ τῆς ποιότη‐ τος μόνη ἡ πᾶσα συνίσταται ἀμφισβήτησις, πότερον ἀδίκημα τὸ πραχθὲν, ἢ οὐκ ἀδίκημα· ἐν δὲ τῇ ἀντιθέ‐ σει πρὸς τῷ καὶ τὸ πεπραγμένον εἶναι τέλειον καὶ ἡ ποι‐ | |
25 | ότης αὐτὴ ὡμολόγηται· οὐ γὰρ μόνον ἅπαν τὸ πεπρα‐ γμένον ὁ φεύγων δέχεται, ἀλλά τι καὶ ἀδίκημα ὁμολο‐ γεῖ τὴν αἰτίαν τοῦ πεπραγμένου μόνην προϊσχόμενος· οἷ‐ ον ὅτι διὰ τὸ μειζόνως εὐεργετῆσαι ἠδίκουν, ὅπερ ἦν ἀν‐ τιστάσεως, ἢ ὅτι ὁ πεπονθὼς αὐτὸς ἑαυτῷ κατέστη τοῦ | |
30 | ἀδικήματος αἴτιος, καὶ γίνεται ἡ στάσις ἀντέγκλημα· | |
οὕτως καθάπερ ὁδῷ τινι αἱ προειρημέναι στάσεις ἐπὶ | 545 | |
7.546 | τὴν ἀντίθεσιν κατηντηκέναι δοκοῦσιν· εἰ δέ τις λέγει, καὶ ἐν ὅρῳ πολιτικὸν τέλειον προσδέχεσθαι ἀδίκημα τὸν φεύγοντα, ὡς ἐπὶ τοῦ ὑφελομένου τὰ ἰδιωτικὰ χρήματα, καὶ κρινομένου ἱεροσυλίας τήν τε κλοπὴν τέλειον οὖσαν | |
5 | ἀδίκημα ὁ φεύγων προσίεται, καὶ ἐν ἀντιλήψει δὲ τέλειον εἶναι τὸ ἀδίκημα, ὥστε μηδὲν ἔχειν πλέον τῶνδε τῶν στά‐ σεων τὴν ἀντίθεσιν, ῥητέον, ὡς ἐν ὅρῳ μὲν καὶ ἀντι‐ λήψει κἂν τέλειόν τι ὑποκείμενον ᾖ ἢ οὐ προσδέχεται αὐ‐ τὸ ὡς ἀδίκημα ὁ φεύγων, καθάπερ ἐν ἀντιλήψει, ἢ εἴ‐ | |
10 | περ προσδέξεται, οὐ τοιοῦτον δέχεται, οἷον ἐπάγει ὁ κατήγορος, ὥσπερ ἐπὶ τοῦ ὁρικοῦ προβλήματος· ὁ μὲν γὰρ διώκων ὡς ἱερόσυλον κρίνει· ὁ δὲ φεύγων κλέπτης εἶναι ἀξιοῖ δέχεσθαι· ἔστι δὲ καὶ ἑτέρα τῆς τάξεως αἰ‐ τία, πολὺ τῆς εἰρημένης ἀμείνων τάχα ἂν δόξασα· αἱ | |
15 | μὲν γὰρ προκείμεναι στάσεις κατὰ μάχην καὶ ἔνστασιν τὴν ὅλην ἔχουσιν ἀμφισβήτησιν, ἐν γὰρ ἐκείναις αὐτῇ ἐνίσταται ὁ φεύγων τῇ τοῦ κατηγόρου φωνῇ, ἡ δὲ ἀντί‐ θεσις κατὰ ἀντιπαράστασιν γίνεται· ὁ γὰρ φεύγων δέχεται μὲν τὸ ἐπιφερόμενον ὑπὸ τοῦ διώκοντος· ἔξ‐ | |
20 | ωθεν δέ τι παρίστησιν αὐτῷ· οἷον ὅτι εἰ καὶ ἀδίκημα τὸ γενόμενον, ἀλλ’ οὖν ἕνεκα μείζονος εὐεργετήματος ἐπράξατο· ὥσπερ δὲ πᾶσα ἔνστασις προτέρα κατὰ φύσιν τῆς ἀντιπαραστάσεως, οὕτω τῆς ἀντιθέσεως προηγοῖντο ἂν εὐλόγως αἱ προειρημέναι τῶν στάσεων, καὶ αὕτη μὲν | |
25 | ἡ τάξις τῆς ἀντιθέσεως. Ὡς δὲ καὶ ἐπ’ αὐτῶν τῶν ἀν‐ τιθετικῶν ἑκάστῃ τὴν προσήκουσαν ἀπένειμε τάξιν, ἤδη λεκτέον· πρώτην γάρ τοι παρέλαβε τὴν ἀντίστασιν· εἰκό‐ τως· καὶ γὰρ ταύτῃ μόνῃ τῶν ἀντιθετικῶν ἀγαθόν τι ἀποβέβηκεν· ὅπου δὲ ἀγαθὴ πρᾶξις καὶ εὐεργέτημα, | |
30 | ἐκεῖσε καὶ μείζων ἡ παῤῥησία· τὸ δὲ πλείονα παρέχον τὴν παῤῥησίαν προτερεύειν δίκαιον τῶν οὐχ ὧδε ἐχόν‐ | |
των· πρὸς τούτοις καὶ μία φύσις ἦν τῶν ἐφεξῆς τριῶν | 546 | |
7.547 | ἀντιθετικῶν· ὥστε μὴ δύνασθαι μεταξὺ αὐτῶν τετάχθαι τὴν ἀντίστασιν· ἴδιον γὰρ τῶν τριῶν τοῦτό ἐστι, τὸ φέ‐ ρειν πρὸς ἄλλο τι τὴν αἰτίαν, μεμαθήκαμεν γὰρ ἐν τῇ μεθόδῳ τὴν ἐπίγνωσιν τῶν ἀντιθετικῶν· ἢ γὰρ εἰς αὐ‐ | |
5 | τὸν ὁ φεύγων τὸ ὅλον ἀναφέρει ἢ εἴς τι τῶν ἔξωθεν. κἂν μὲν εἰς ἑαυτὸν, ποιεῖ τὴν ἀντίστασιν· εἰ δὲ εἴς τι τῶν ἔξω, πάλιν ὑποδιαιροῦμεν· εἰ γὰρ εἰς αὐτὸν τὸν πε‐ πονθότα μεταφέρει τὴν αἰτίαν, ἀντέγκλημα γίνεται, εἰ δὲ ἐπί τι ἄλλο, αὖθις ὑποδιελεῖν ἀναγκαῖον· ἢ γὰρ εἰς | |
10 | ὑπεύθυνον μεθίστησι, καὶ ποιεῖ μετάστασιν, ἢ εἰς ἀνεύ‐ θυνόν τι καὶ γίνεται συγγνώμη· σαφὴς οὖν κἀντεῦθεν ἡ τάξις τῶν ἀντιθετικῶν· δεῖ γὰρ πρώτην μὲν εἶναι τὴν ἀντίστασιν, εἴγε τὸ ἐφ’ ἑαυτὴν ἄγειν τὴν ὅλην αἰτίαν πολὺ δήπου κυριώτερόν ἐστι τοῦ ἐπί τι τῶν ἔξωθεν με‐ | |
15 | ταφέρειν· δεύτερον δὲ εἰκότως ἂν εἴη τὸ ἀντέγκλημα· πάλιν γὰρ τὸ μεθιστάνειν τὴν αἰτίαν ἐπ’ αὐτὸν τὸν πεπονθότα τοῦ ἐπί τινα φέρειν ἄλλον μεῖζόν ἐστι καὶ προσεχέστερον τῇ ὑποθέσει· ὅτι δὲ ἡ μετάστασις κατὰ λόγον πρὸ τῆς συγγνώμης τέτακται, σαφές· ἡ μὲν γὰρ | |
20 | εἰς ὑπεύθυνον ἀναπέμπει τὴν αἰτίαν, ἡ δὲ εἰς ἀνεύθυ‐ νον καὶ κρίσιν οὐχ ὑφιστάμενον. τοσαῦτα περὶ τῆς τά‐ ξεως τῶν ἀντιθετικῶν, δήλη γὰρ ἐντεῦθεν ἥ τε φύσις ἑκάστης καὶ ἡ ἰδιότης γεγένηται. γʹ. Πληθυντικῶς προήνεγκεν „αἱ ἀντιθετικαὶ,“ πα‐ | |
25 | σῶν γὰρ μία καθέστηκε διαίρεσις· ἡ προβολὴ δὲ πρό‐ τασίς ἐστιν τοῦ ἐγκλήματος· μετρίαις δὲ ταῖς αὐξήσεσι προαχθήσεται τοῖς ἀπ’ ἀρχαῖς ἄχρι τέλους, φυλαττο‐ μένης τῆς οἰκείας αὐξήσεως· γίνεται δὲ ἡ αὔξησις τῇ προβολῇ ἐκ τῶν παρὰ τῆς στάσεως μορίων. | |
30 | δʹ. Περὶ τοῦτο τὸ χωρίον πολλὰ διάφορα ἐναντιοῦν‐ | |
ται τῷ τέλει. Ὁ μὲν γὰρ Ἁρποκρατίων ἀνταποφαίνε‐ | 547 | |
7.548 | ται πρὸς τὸ „ἔστιν ὅτε“ λέγων ἀεὶ ἐμπίπτειν τὸ ὁρικόν· ἕτεροι δὲ ἀποροῦσιν, εἰ ὅλως οἷόν τε ὅρον ἐπὶ τῆς ἀν‐ τιθέσεως εὑρίσκεσθαι· οὗτοι μὲν οὖν τῷδε τῷ λόγῳ κέ‐ χρηνται· πᾶς ὅρος, φασὶν, ἢ ἐπὶ ἀτελέσι λαμβάνεται, | |
5 | ἢ ἐφ’ ᾧ μηδὲ προσδεχόμεθά τι ὅλως ἀδίκημα· οἷον εἰ καὶ τὸ καὶ τὸ ἔπραξα, τότε ἂν εὐθυνόμην· ἐπὶ δὲ τῆς ἀντιθέσεως, τελείου ὄντος καὶ ὁμολογουμένου τοῦ ἀδικήματος, πῶς ἂν δύναιτο, φασὶν, ὅρος παραλαμβά‐ νεσθαι· φήσαιμεν δ’ ἂν πρὸς αὐτοὺς, ὅτι συμβαίνει πο‐ | |
10 | τὲ κἀπὶ τῆς ἀντιθέσεως μὴ πάνυ περιφανὲς εἶναι τὸ ἀδί‐ κημα, μηδ’ ἰσόῤῥοπον τῇ ἐπαγομένῃ κρίσει· ἐφ’ οὗ ἠδύ‐ νατο ἂν δήπουθεν χώραν ἔχειν τὸ ὁρικὸν, εἰ καὶ μὴ το‐ σαύτην, ὅσην ἐπὶ τοῦ ὅρου καὶ τῆς ἀντιλήψεως· παρά‐ δειγμα δὲ τοῦ λεγομένου ὁ ῥήτωρ· ὅσον ὑπὸ τοῖς πολε‐ | |
15 | μίοις γενόμενος, ἐγκώμιον αὐτῶν διεξελθὼν ἀφείθη, καὶ ἐπανελθὼν κρίνεται δημοσίᾳ· τὸ γὰρ ἀδίκημα ἐνταῦθα οὐ σφόδρα φανερόν· ὥστε εἰκότως ἂν παραληφθείη, πε‐ φεισμένως μέντοι καὶ ὅσον ἐπιδραμεῖν· μεμαθήκαμεν οὖν ἐνταῦθα, οὐ μόνον ὅτι ὑφεστάναι δύναται τὸ κεφάλαιον, | |
20 | ἀλλὰ καὶ πότε μὲν ἐμπίπτει, πότε δὲ ἐξίσταται· ὅταν γὰρ μὴ σφόδρα ᾖ τὸ ἀδίκημα φανερὸν, ἐμπίπτει τὸ ὁρι‐ κόν· ὅταν δὲ τὸ ἀδίκημα ὑπάρχῃ περιφανέστατον, τότε ἐλλείπει· ὁ δὲ Ἁρποκρατίων, ὡς ἔφην, τῶν ἀεὶ ἐμπι‐ πτόντων εἶναί φησι τὸ κεφάλαιον, καὶ πιστοῦται τὸν λό‐ | |
25 | γον ἐκ μιᾶς τῶν ἀντιθετικῶν τῆς καλουμένης ἀντιστά‐ σεως, ἐν ᾗ ὑπόκειταί τι πάντως· εἰσενεχθήσεται γὰρ τὸ ὁρικὸν ἐκ συλλογισμοῦ τοῦτον τὸν τρόπον, ὡς ἀδικῶν βλάπτει, ὁ δὲ βλάπτων οὐκ ὠφελεῖ, ἐγὼ δὲ ὠφέλησα, οὐκ ἄρα ἄδικος· εἰ οὖν, φησὶν, εὐεργέτημα δεῖ πάντως | |
30 | ὑπεῖναι, χώραν δὲ πολλὴν ἔχει ἐπὶ πάσης τοιαύτης πα‐ | |
ραστάσεως ὁ εἰρημένος συλλογισμὸς, κατάδηλον, ὡς καὶ | 548 | |
7.549 | τὸ ὁρικὸν ἀεὶ ἐμπεσεῖται· λέληθε δὲ οὗτος ἑαυτὸν τῆς ἀντιθέσεως ἓν μόνον παραλαβὼν εἶδος· τὰ δὲ ἄλλα χαί‐ ρειν ἐάσας, εὐεργέτημα γὰρ ἐπὶ μόνης τῆς ἀντιστάσεως ὕπεστιν, οὐ μὴν οὐδὲ ἐν τῇ ἀντιστάσει τῶν ἀεὶ ἐμ‐ | |
5 | πιπτόντων τὸ ὁρικὸν δύναται· ὅτι γὰρ μεῖζον πολὺ τὸ ἀδίκημα τοῦ εὐεργετήματος, τό τε ἀναγκαίως ἐλλείπει τὸ ὁρικόν· τοσοῦτον οὖν ἔδει φάναι τὸν Ἁρποκρατίωνα, ὡς τὸ ὁρικὸν, εἰ ἐμπίπτει, ἐν ἀντιστάσει κατὰ τὸ ἀδίκημα καὶ τὸ εὐεργέτημα λαμβάνεται διοριζόμενον, τί μέν ἐστιν | |
10 | ἀδικεῖν, τί δὲ εὐεργετεῖν, καὶ ταῦτα μὲν ὅσον διαλῦσαι τὰ ἠπορημένα· τὴν δὲ ἁρμόζουσαν τῶν κεφαλαίων τε‐ χνολογίαν ἀποδώσομεν ἐν τῷ προσήκοντι τόπῳ γενό‐ μενοι. εʹ. Ὅρῳ λέγει παραγραφικῷ· σπανίως δὲ ἐνταῦθα | |
15 | ἐμπίπτει, ἐπειδὴ δῆλόν ἐστι τὸ πεπραγμένον, ὡς εἰπεῖν γὰρ ἐν τοῖς ἀμφιβόλοις ἐμπίπτει. ϛʹ. Τὰ ἑπόμενα τῷ ὅρῳ συλλογισμός ἐστιν, ὃς ἐναν‐ τίος ἐστὶ τῷ ὅρῳ, γνώμη νομοθέτου, εἰ ῥητὸν ἐμπίπτει, πηλικότης, πρός τι· τοῖς ἑπομένοις δὲ εἶπε τῷ ὅρῳ, μέχρι | |
20 | γὰρ τούτου ἐν παραγραφικοῦ μοίρᾳ τετάξεται τὰ κεφά‐ λαια. ζʹ. Διάνοιαν ἐνταῦθα λέγει τοῦ φεύγοντος, ὅτι μὴ μόνον σκόπει τὸ γεγενημένον, ἀλλὰ καὶ ποίᾳ διανοίᾳ πεποίηκα. | |
25 | ηʹ. Οἷον ἀλλὰ ἐπὶ συμφέροντι πεποίηκα, ἢ ὅτι ἄ‐ ξιος ἦν παθεῖν, ἢ ὅτι οὐκ ἐγὼ, ἀλλ’ ὁ πρύτανις, ἢ ὅτι φόβῳ ἡττήθην. θʹ. Συγκριτικὴν ἔχει δύναμιν τοῦτο· καὶ ὁ μὲν κρι‐ νόμενος λέξει, μεῖζον εἶναι τὸ εὐεργέτημα τοῦ ἀδικήμα‐ | |
30 | τος, ὁ δὲ κατήγορος τὸ ἐναντίον, ὅτι μεῖζον τὸ ἀδίκημα τοῦ εὐεργετήματος· δεύτερον δὲ τὸ πρός τι παραλαμβά‐ | |
νεται, ἀνωτέρω μὲν πρὸς τὸν ὅρον παραλαμβανόμενον | 549 | |
7.550 | πρὸς λύσιν αὐτοῦ· ἐνταῦθα δὲ ἀμφοτέρων ἐστὶ τὸ κεφά‐ λαιον· ὁ μὲν γὰρ τὴν βλάβην μείζονα δεικνύει, ὁ δὲ τὴν εὐεργεσίαν, ὅταν ἀντιστατικὸν ᾖ τὸ ζήτημα, ἂν δὲ ἀντ‐ εγκληματικὸν, ὁ μὲν τὴν τιμωρίαν τοῦ ἀδικήματος, ὁ δὲ | |
5 | τὸ ἁμάρτημα ὑπερβαίνειν φήσει, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ιʹ. Καὶ τοῦτο κοινὸν ἀμφοῖν· τὸ κεφάλαιον δὲ τοῦτο ἀεὶ τῷ πρός τι ἀκολουθεῖ· καὶ ἐμπίπτοντος μὲν τοῦ πρός τι τοῦ δευτέρου, ἐμπίπτει καὶ αὐτό· ἐκλείποντος δὲ συν‐ | |
10 | εκλείπει· ἐκλείπει δὲ τὸ πρός τι, ἐφ’ ὧν οὐκ ἔστιν εὐερ‐ γεσία τὸ πραχθέν· βίαιος δὲ ὅρος εἴρηται, ὅτι ἐν τούτῳ ἑκάτερος τῶν ἀγωνιζομένων βιάζεται, ὁ μὲν δεῖξαι, ὅτι οὐδόλως βλάβη τὸ γεγονὸς, ὁ δὲ, ὅτι οὐδόλως ὠφέλειά τις συνέβη. | |
15 | ιαʹ. Ἡ θέσις ἀκολουθεῖ πρὸς τὴν μετάληψιν, λέγον‐ τος τοῦ φεύγοντος, ὅτι δεῖ τὸν στρατηγὸν ἢ τὸν ὁντινα‐ δήποτε ᾧ δύναται τρόπῳ τὴν εὐεργεσίαν ἐπιδείκνυσθαι. ιβʹ. Τοῦ φεύγοντος τῇ θέσει χρωμένου ὁ κατήγορος τῇ δευτέρᾳ χρήσεται μεταλήψει, τὸν τρόπον τῆς πρά‐ | |
20 | ξεως αἰτιώμενος· ἐν μὲν γὰρ τῇ πρώτῃ τὴν πρᾶξιν μέμ‐ φεται· ἐπὶ δὲ τῇ δευτέρᾳ τὸν τρόπον τῆς πράξεως· οὐδὲ τοῦτο ἀεὶ ἐμπίπτει, ἀλλ’ ἐπὶ μὲν τῶν δημοσίων ἐμπίπτει, ἐπὶ δὲ τῶν ἰδιωτικῶν οὔ. ιγʹ. Ταῦτα τὰ κεφάλαια ἔχεται ἀλλήλων· ἀλλὰ πῶς | |
25 | ἀντίληψις ἐν ἀντιθετικαῖς ἐμπεσεῖν δύναται; πῶς γὰρ ἐρεῖ ὁ ὑπεύθυνος, ὅτι ἐξῆν μοι, ἀλλὰ τότε ἐμπίπτει, ὅτε τὸ πρόσωπον τὴν ἐξουσίαν αὐχεῖ· οὐ γὰρ ἀπὸ τοῦ πρά‐ γματος γίνεται, ἀλλ’ ἀπὸ τοῦ προσώπου· οἷον ὅτι ἐξῆν μοι πατέρι ὄντι πράττειν ὃ βούλομαι καὶ στρατηγῷ τὸ | |
30 | τεῖχος καθελεῖν. ιδʹ. Ἐκ τῶν πολλῶν ταῦτα πρόδηλα. | |
ιεʹ. Ἡ προβολὴ ἀφήγησίς ἐστι ψιλὴ τῶν πραγμά‐ | 550 | |
7.551 | των, διήγησιν ἔχουσα τῶν πεπραγμένων μετὰ μετρίας αὐξήσεως· τὴν γὰρ τελείαν αὔξησιν τοῖς οἰκείοις φυλά‐ ξομεν κεφαλαίοις· μετὰ δὲ τὴν διήγησιν χρησόμεθα τῇ προβολῇ ἐν προτάσεσιν· ἀπὸ τῶν συμβεβηκότων δὲ εἶπε, | |
5 | τουτέστιν ἅπερ ἔχει ἡ ὕλη τοῦ πλάσματος· τίς δὲ ἡ προ‐ βολὴ, σκοπήσωμεν ἐπὶ ἀντιστάσεως· ὡς ἐπὶ τοῦ σκά‐ ψαντος στρατηγοῦ τὸ τεῖχος· ἡ προβολή· μέγα ἠδίκησας κατασκάψας τὸ τεῖχος, ἐπὶ ἀντεγκλήματος δὲ, ὡς ἐπὶ τοῦ πορνεύοντα τὸν υἱὸν ἀποκτείναντος ἀριστέως· ἡ προ‐ | |
10 | βολή· τὸ μέγιστόν σοι πέπρακται τῶν ἀνηκέστων κακῶν· αὐτόχειρ ἐγένου καὶ ταῦτα τοῦ παιδὸς οὐδὲ τῆς φύσεως φεισάμενος· ἐπὶ μεταστάσεως δὲ, ὡς ἐπὶ τοῦ πρεσβευτοῦ, ἠδίκησας τὴν πόλιν τὸν νόμον παραβὰς, καὶ παρασχὼν καιρὸν τοῖς πολεμίοις καθ’ ἡμῶν τῷ μὴ πρεσβεῦσαι περὶ | |
15 | ὧν ἠπειγόμεθα· συγγνώμης δὲ, ὡς ἐπὶ τοῦ αἰχμαλώτου γενομένου ῥήτορος καὶ ἀναγκασθέντος ἐπιτάφιον εἰπεῖν τῶν τεθνηκότων πολεμίων· δεινά σοι τετόλμηται τοὺς ἡμετέρους ἐχθροὺς ἐπαινέσαντι καὶ κολακεύσαντι τοὺς πολεμίους τοὺς ὅλῃ τῇ πόλει δυσμενεῖς. | |
20 | ιϛʹ. Ἡ προβολὴ, φησὶν, ἐν τῷ ὅρῳ καὶ ἀντιλήψει προτεχνολογηθεῖσα νῦν ἐστι φανερὰ, λαμβάνεται γὰρ, φησὶν, ἀπὸ τῶν συμβεβηκότων, τουτέστιν ἐκ τῆς ἐν τῷ πράγματι περιστάσεως, καὶ ὅτι πᾶσα προβολὴ διηγημα‐ τική ἐστι, μετρίαν τινὰ λαμβάνουσα ἐκ τῶν περιστατι‐ | |
25 | κῶν αὔξησιν, ὃ δῆλον ἤδη πολλάκις γεγένηται· τὴν δὲ προβολὴν ταύτην, φημὶ τὴν ἐν ταῖς ἀντιθετικαῖς ὁ Μη‐ τροφάνης βούλεται τὸ παράπαν μὴ εἶναι αὐξητικήν· ἀλλ’ ὥσπερ σύντομον διήγησιν καὶ συγκεφαλαίωσιν καθεστά‐ ναι τοῦ ἀδικήματος, τὴν δὲ αὔξησιν τοῖς ἀπ’ ἀρχῆς ἄχρι | |
30 | τέλους ἀποδίδωσι· διαφέρει οὖν τῶν ἄλλων προβολῶν, καθὸ μηδὲ ὅλως αὕτη ἐστὶν αὐξητικὴ, ἐκείνων εἰ καὶ | |
πεφεισμένων, ἀλλ’ οὖν αὐξητικῶν οὐσῶν. | 551 | |
7.552 | Πάλιν διάνοια. γρ. τῷ δὲ ὁρικῷ, ὁμοίως δὲ γρά‐ φει καὶ ἐν τοῖς ἐφεξῆς δυσίν. Αὕτη κοινή ἐστιν ἀμφοτέρων· τοῦ μὲν φεύγοντος ἐπαινοῦντος τὴν διάνοιαν, ἐφ’ οἷς ἐποίησε, τοῦ δὲ κατηγόρου κακύνοντος. Τοῦ | |
5 | κατηγόρου αὕτη· ὅταν γὰρ ὁ φεύγων ἐπαινέσῃ τὸ γεγε‐ νημένον, ὡς χρηστὸς ἢ ὡς ἀξίου συγγνώμης ἢ ὡς ἀξί‐ ου παθεῖν τοῦ πεπονθότος, ἢ ὡς οὐχὶ αὐτὸς ποιήσας τῇ μεταλήψει χρήσεται ὁ διώκων, ἐπὶ τῆς ἀντιστάσεως μὲν ἄλλως ἐχρῆν ἀνενεγκεῖν τῷ δήμῳ, μὴ αὐτεξουσίως | |
10 | πρᾶξαι· ἐπὶ ἀντεγκλήματος δὲ, ὅτι σωφρονίζειν ἔδει, τύ‐ πτειν, ὑβρίζειν· ἐπὶ τῆς μεταστάσεως διαμαρτύρασθαι, ἐλέγχειν· ἐπὶ δὲ συγγνώμης καταψεύσασθαι, ἢ ἄλλο τι ποιῆσαι ἐχρῆν. ιζʹ. Μετὰ τὴν προβολὴν, ἥ τις τοῦ κατηγόρου ἐστὶν, | |
15 | ἀεὶ ὁ φεύγων τῷ ὅρῳ κέχρηται λέγων, οὐ τοῦτο δημό‐ σιόν ἐστιν ἀδίκημα· οὐκ ἀεὶ δὲ ἐμπίπτει· τότε γὰρ ὅρῳ χρώμεθα, ὅταν ἢ ἀτελοῦς ὄντος τοῦ πεπραγμένου τὴν ἰδιότητα ζητῶμεν· ἢ τελείου ὄντος τῷ ἀνευθύνῳ ἰσχυ‐ ριζώμεθα, καὶ λέγωμεν ἐφ’ ἑτέροις εἶναι τὰς τοιαύτας | |
20 | γραφάς· ἔνθα δὲ τέλειον καὶ ὑπεύθυνον, τίνα χώραν ἔχει ὁ ὅρος· ἀλλ’ ἂν μὲν ἰδιωτικὸν ᾖ τὸ πεπραγμένον, οὐκ ἐμπίπτει, δημοσίου δὲ ὄντος ἐμπίπτει· καὶ ἐπὶ τού‐ των οὐ πάντων, ἀλλ’ ὅτε οὐ σφόδρα λυμαίνεται τῇ πό‐ λει τὸ ἀδίκημα, ὡς ἐπὶ τοῦ ῥήτορος ἐπιτάφιον εἰπόντος | |
25 | τῶν πολεμίων· ἐνταῦθα δὲ ὅρῳ χρήσασθαι δύναται· λέ‐ ξει γὰρ, ἐπ’ ἄλλοις αἱ δημόσιαι γραφαὶ, ὅταν τείχη τις καθέλῃ, ὅταν συμμάχους προδῷ. Μητροφάνης δέ φη‐ σιν, ὅτι ὅταν ἐκλείπῃ ὁ ὅρος μὴ ἔχει περίστασιν τὸ κε‐ φάλαιον· τότε παραγραφικῶς αὐτῷ χρησόμεθα, καὶ | |
30 | παραληψόμεθα καινότερόν τι εἶδος παραγραφικοῦ ἐν τῇ | 552 |
7.553 | ἀντιστάσει λέγοντες, ὅτι οὐ δεῖ ἐφ’ οἷς εὐεργετήσας φαί‐ νομαι κρίνεσθαι· ἰστέον δὲ, ὅτι ὅτε ἐκλείπει, ἀπὸ τοῦ φεύγοντος μὲν ἐκλείπει, εἰσάγεται δὲ ἀπὸ τοῦ κατηγόρου· διὸ καί τινες τῶν τεχνικῶν εἶπον, μηδὲ ἐκλείπειν αὐτὸ | |
5 | παντελῶς τῷ ἐκ τοῦ κατηγόρου εἰσάγεσθαι· ἀλλὰ πῶς εἰσάγεται, μάθωμεν, ἐπὶ ἀντιστάσεως μὲν, ὡς ἐπὶ τοῦ κατασκάψαντος τὸ τεῖχος στρατηγοῦ ἐρεῖ ὁ κατήγορος, ὅτι τοῖς μὲν ἄλλοις, ὅσοι δήποτε ἠδίκησαν, ἔξεστιν εἰ‐ πεῖν, ὡς οὐ δημόσιον ἀδίκημα τὸ γεγονὸς, τοῦτο δὲ ὡμο‐ | |
10 | λόγηται ὅτι δημόσιον· ἡ γὰρ βλάβη τοῦ τείχους τῆς πό‐ λεώς ἐστι κοινή· καὶ ἐπὶ μεταστάσεως ἐπὶ τοῦ πρεσβευ‐ τοῦ· ὅτι οἱ μὲν ἄλλοι δύνανται λέγειν, ὡς οὐ δημόσιον τὸ ἀδίκημα· ἐν τούτῳ δὲ, ὅτι πρεσβευτὴς δημόσιον πρόσ‐ ωπον· ἥ τε χρεία δημοσία, δι’ ἣν ἐξῄει· καὶ ἐπὶ ἀντεγ‐ | |
15 | κλήματος· οἷον συνεχῶς ἀφισταμένην πόλιν ἐπέμφθη χειρωσόμενος ὁ στρατηγός· ἑλὼν κατέσκαψε καὶ δημο‐ σίων φεύγει· ὁ τοίνυν ὅρος, οὐ δύνῃ λέγειν, ὡς οὐ δη‐ μόσιον τὸ γεγονός· πόλις γὰρ ἡ παθοῦσα, καὶ κοινῇ πᾶσαν ἔβλαψας τὴν πέμψασάν σε πόλιν· ἀπεστέρησας | |
20 | γὰρ αὐτὴν συμμαχίδος καὶ ὑπηκόου πόλεως καὶ εἰς τὸ χεῖρον ἡμῖν τὸ πρᾶγμα περιέστησας· ὥστε μηδὲ κεκτῆ‐ σθαι τοῦ λοιποῦ· καὶ ἐπὶ συγγνώμης, οἷον, μήτηρ ἀρι‐ στέως πεσόντος ἐν τῇ μάχῃ τοῦ υἱοῦ ἐξῆλθε χοὰς ἐποί‐ σουσα τῷ ἀριστεῖ, συνελήφθη, καὶ βασανισθεῖσα τὰ | |
25 | ἀπόῤῥητα ἐξεῖπεν· ἀνέζευξαν οἱ πολέμιοι καὶ δημο‐ σίων φεύγει. ὁ ὅρος· οὐκ ἐξόν σοι λέγειν, ὅτι δημόσια ἠδίκησας· προδέδωκας γὰρ ὅσον ἐπί σοι τὴν πόλιν προ‐ δοῦσα τὰ ἀπόῤῥητα· εἰ δὲ ἀνέζευξαν οἱ πολέμιοι, τῆς τύχης τὸ ἔργον· οὕτως ἀπὸ τοῦ κατηγόρου· ἀπὸ γὰρ τοῦ | |
30 | φεύγοντος, ἀπὸ τῶν τοιούτων παντάπασιν ἐκλείπει. | 553 |
7.554 | ιηʹ. Πῶς μὲν ὑφεστάναι ὅρος ἐν ἀντιθέσει δύναται, καὶ πότε ἐμπίπτει, μικρὸν ἀνωτέρω δεδήλωται· νῦν δὲ ἐπειδή φησιν ὁμοίως εἶναι τὴν χρῆσιν τοῦ ὁρικοῦ, ἐπί τε τῆς ἀντιλήψεως καὶ τῆς ἀντιθέσεως, ἀναγκαῖον ζητῆσαι, | |
5 | περὶ ποίου φησὶν ὁρικοῦ· δύο γὰρ ἐν τῇ ἀντιλήψει παρε‐ λάβομεν, ἓν ἀπὸ τοῦ πράγματος, καὶ ἕτερον ἀπὸ τοῦ προσώπου. ἐνταῦθα τοίνυν τοῦ ὁρικοῦ τοῦ ἀπὸ τοῦ πράγματος λέγει· τὸ γὰρ ἀπὸ προσώπου ἐν ἀντιθέσει οὐδέποτε χώραν ἔχει. ὁ δὲ Μητροφάνης φησὶ, μετὰ τὸ | |
10 | ὁρικὸν τοῦτο ἁρμόζειν, καὶ τὸ παραγραφικὸν ὁ αὐτὸς προσεπενόησεν, ὡς ἐν τῷ στοχασμῷ· τοῦτο δὲ οὐκ ἐπὶ πάσης ἀντιθετικῆς ἀλλ’ ἐπὶ μόνης τῆς ἀντιστάσεως, ἐν ᾗ καὶ πάντως τι ὑπόκειται εὐεργέτημα· τὸ γὰρ πέμπτον παραγραφικὸν γίνεται, ὡς ἔφαμεν, ἐν τῷ στοχασμῷ, | |
15 | ὅταν ἐφ’ οἷς δέον τιμᾶσθαι, ἐπὶ τούτοις μηδὲ κρίνεσθαι λέγωμεν. χρησόμεθα οὖν αὐτῷ, φησὶν, ἐν τῇ ἀντιστάσει εὐκαίρως, ὅτι τὸν εὐεργετήσαντα τὴν πόλιν, καὶ ᾧ διὰ τοῦτο πολλὰς ἐχρῆν ὀφείλεσθαι τιμὰς, οὐ δίκαιον ὡς τὰ κοινὰ λυμαινόμενον κρίνεσθαι· φήσαιμεν δ’ ἂν, παν‐ | |
20 | τάπασιν ἀνάρμοστον εἶναι τὸ παραγραφικὸν καθάπαξ ἐπὶ πάσης ἀντιθετικῆς· ἐν μὲν τῷ στοχασμῷ παραλαμ‐ βάνεσθαι δύναται τὸ ἀφανὲς εἶναι τὸ κρινόμενον· μὴ γὰρ ὄντος φανεροῦ τοῦ ἀδικήματος οὐκ ἂν δοκοίη βίαιον εἶναι τὸ παραγραφικόν· ἐν δὲ τῇ ἀντιθέσει, καὶ κατα‐ | |
25 | φανοῦς καὶ ὁμολογουμένου τοῦ ἀδικήματος ὄντος, παν‐ τελῶς ἀπίθανον καὶ οὐ ῥητορικὸν φανεῖται τοῖς φα‐ νεροῖς καὶ ὁμολογουμένοις ἐναντιούμενον· τί οὖν, ἐρεῖ τις, τὸ ὁρικὸν οὐ καὶ αὐτὸ καθέστηκε παραγραφικὸν, ὡς ἐν ἀντιλήψει δεδήλωται· πρὸς ὃν ῥητέον, ὅτι τὸ ὁρικὸν οὐχ | |
30 | ἁπλῶς παραγραφικόν· καὶ τοῦτο παραλαμβάνεσθαι δύ‐ ναται, τῷ συσκιάζεσθαί πως αὐτὸ διὰ τοῦ ὁρισμοῦ καὶ οὐ καθαρὸν εἶναι παραγραφικόν· ἔφαμεν δὲ, ὡς καὶ αὐ‐ | |
τῷ μετρίως χρησόμεθα, καὶ ὅσον ἐπιδραμεῖν. Λείπεται | 554 | |
7.555 | περὶ τῆς τάξεως τοῦ κεφαλαίου διαλαβεῖν· ἐν μὲν τῇ ἀντιλήψει διαφόρως παραλαμβάνεται· ὑπὸ μὲν τοῦ διώ‐ κοντος περὶ τὴν ἀντίληψιν· πρὸ δὲ τῆς ἀντιλήψεως ὑπὸ τοῦ φεύγοντος· ἐν δὲ τῇ ἀντιθέσει ὑπ’ ἀμφοῖν ὁμοίως | |
5 | τάττεται· ἡ δὲ αἰτία, καθ’ ἣν ἐν ἀντιλήψει παρὰ μὲν τῷ κατηγόρῳ τὸ ἀντιληπτικὸν τοῦ ὁρικοῦ προτάττεται, παρὰ δὲ τοῦ φεύγοντος μετατάττεται, περιφανὴς ἐν τῷ ἁρμόττοντι τόπῳ γεγένηται· τοῦ γὰρ ἀντιληπτικοῦ τυ‐ ραννικοῦ καθεστάναι δοκοῦντος, ὁ μὲν διώκων εὐθὺς ἐν | |
10 | ἀρχῇ τῶν ἀγώνων διαβάλλειν βουλόμενος τὴν ἀπολογίαν κέχρηται αὐτῷ πρώτῳ· ὁ δὲ φεύγων ἐκ τοῦ ἐναντίου τὸ τυραννικὸν ἐκτρεπόμενος ἀφ’ ἑτέρων ἄρχεται κεφαλαίων. ιθʹ. Ἀκριβῶς προσέθηκε τὸ καθάπερ ἐν ἀντιλήψει χρηστέον τῷ ὅρῳ. ἀντιδιαστέλλει γὰρ αὐτὸ πρὸς τὴν ἐν | |
15 | ὅρῳ χρῆσιν· ἐν μὲν γὰρ τῷ ὅρῳ περὶ ἰδιότητος οὔσης τῆς ζητήσεως, συνεκτικώτατον τὸ κεφάλαιόν ἐστιν· ἐν δὲ τῇ ἀντιλήψει, ἅτε τελείου ὄντος τοῦ πεπραγμένου πα‐ ραγραφικοῦ χώραν ἔχει· αὕτη οὖν ἁρμόττει ἡ χρῆσις κἂν ταῖς ἀντιστατικαῖς. | |
20 | κʹ. Μετὰ τὴν πηλικότητα καὶ τὸ πρός τι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· αὔξων γὰρ ὁ κατήγορος τὸ πραχθὲν δηλονότι θήσει αὐτό· καὶ τοῖς παρακολουθοῦσι τούτοις τόποις χρήσεται τοῖς περιστατικοῖς καλουμένοις. εἰ δὲ μὴ ἐμπίπτει τὸ ὁρικὸν, εὐθέως μετὰ τὴν προβολὴν συνά‐ | |
25 | ψομεν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν μὲν τῇ προβολῇ ὥσπερ προτάσεις τιθέντες, ἐνταῦθα δὲ τὰς κατασκευὰς συνάπτοντες οὐ διηγηματικῶς ἀλλ’ εἰς ἕκαστον ἐπιχει‐ ροῦντες· ἀμέλει ἐν τῷ ἀριστεῖ τῷ πορνεύοντι τὸν υἱὸν ἀποκτείναντι, τὸ ὁρικὸν οὐκ ἐμπέπτωκεν. ὡς ἐπὶ τὸ | |
30 | πλεῖστον γὰρ ἐκεῖ ἐμπίπτει, ὅπου δημοσίων φεύγει τις, | |
ὁ δ’ ἀριστεὺς φόνου φεύγει, οὐ δημοσίων· μετὰ τὴν προ‐ | 555 | |
7.556 | βολὴν οὖν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάσεις, αὔ‐ ξων λοιπὸν καὶ ἐξαίρων τὸ ἔγκλημα μετὰ κατασκευῆς καὶ πίστεως, οὐχ ὡς ἐν τῇ προβολῇ ἐν διηγήσεως καὶ προ‐ τάσεως τάξει, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐνταῦθα | |
5 | οὐχ ὡς ἐν στοχασμῷ τὰ σημεῖα τοῦ ἐγκλήματός εἰσιν, ἀλλ’ αὐτὸ τὸ ἔγκλημα. καʹ. Ὁ Μητροφάνης, καθὰ ἔφην ἐν τοῖς ἔμπροσθεν, τὴν προβολὴν οὐ βούλεται ἐν ταῖς ἀντιθετικαῖς αὐξητι‐ κὴν εἶναι, ἀλλὰ ψιλὴν τοῦ ἀδικήματος μνήμην, τοῖς γὰρ | |
10 | ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν αὔξησιν ἐπὶ τῶν ἀντιθετικῶν ἀποδίδωσιν. ὁ μέν τοι Ἑρμογένης οὐχ οὕτως, ἀλλὰ παν‐ ταχοῦ κατακολουθῶν ἑαυτῷ τὴν μὲν προβολὴν αὐξητι‐ κὴν εἶναι βούλεται, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπο‐ δεικτικά. ὅταν γὰρ λέγῃ τὰ ἀπ’ ἀχῆς ἄχρι τέλους ταὐτὰ | |
15 | εἶναι τῇ προβολῇ, σαφὲς ὅτι κατὰ τὴν ὕλην, ἀλλ’ οὐ κατὰ τὴν διαχείρησιν τῶν κεφαλαίων, οἶδε τὴν ταυτότη‐ τα· μία μὲν γὰρ αὐτῶν ἡ ὕλη, φημὶ τὰ περιστατικά· διάφορον δὲ ἡ χρῆσις. τὰ μὲν γὰρ ἀποδεικτικῶς, ἡ δὲ προβολὴ αὐξητικῶς πρόεισι· μετὰ τὴν αὔξησιν τοίνυν τὴν | |
20 | ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔφη παραλαμβάνεσθαι· τουτέστι μετὰ τὴν προβολήν· οὐ γὰρ τῶν ἀεὶ ἐμπιπτόντων ὁ ὅρος. ὥστε ἐξ ἀνάγκης ἕπεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῇ προβολῇ. κβʹ. Τοῦ κατηγόρου τῇ προβολῇ χρησαμένου καὶ διὰ | |
25 | τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐξήσαντος τὸ ἔγκλημα, ὁ φεύγων, φησὶν, ἀντιθήσει τὴν διάνοιαν, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῇ διανοίᾳ λύων· τίς δὲ ἡ τῆς διανοίας ἐργασία, ὁ τεχνικὸς δεδήλωκε, τὸ παράδειγμα παρα‐ θεὶς ἀντεγκλήματος ἐπὶ τοῦ πορνεύοντα τὸν υἱὸν ἀπο‐ | |
30 | κτείναντος ἀριστέως καὶ φόνου κρινομένου· πρῶτον | |
μὲν γὰρ ἀξιώσει, φησὶ, μὴ τὸ πεπραγμένον ψιλῶς | 556 | |
7.557 | ἐξετάζειν, ἀλλὰ μεθ’ ἧς πέπραχε γνώμης, ἔπειτα δὲ λύσει τὰς αἰτίας, ἃς εἰκότως ἂν ὑποπτεύσειεν, ὅτι οὐ δύσνους ὢν τῷ παιδὶ τοῦτο πεποίηκεν, οὐδ’ ἀπαιδίᾳ συνέχεσθαι σπουδάζων ἐπὶ πέρας ἤγαγε τὸ βούλημα, οὐ μὴν οὐδὲ | |
5 | ἄλλως ἐπεβούλευον τῷ παιδί, ἀνόνητον γάρ· οὕτω δὲ καὶ ἐπὶ ἀντιστάσεως, ὡς ἐπὶ τοῦ σκάψαντος στρατηγοῦ τὸ τεῖχος· εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τὸ πραχθὲν ἐξετάζειν τις βούλοιτο, οἷον τὸ διελεῖν τὸ τεῖχος δεινὸν, καιρὸν ἂν τοῦ διαβάλλειν ἔχοι· εἰ δὲ τὴν γνώμην, μεθ’ ἧς, καὶ τὴν | |
10 | αἰτίαν, δι’ ἣν, σκοπήσειέν τις ἂν, εὕροι μείζω ταύτης εὐεργεσίαν. κγʹ. Τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, φησὶν, ἀντιτάξει τὴν διάνοιαν· τοῦτο γὰρ ἡμῖν καθολικὸν ἔστω παράγ‐ γελμα· ὡς τῶν πραγμάτων τά τε ὑφ’ ἡμῶν κακῶς πε‐ | |
15 | πρᾶχθαι δοκοῦντα διὰ τῆς γνώμης χρὴ συνιστάναι, τά τε ἔνδοξα τῶν ἐναντίων τῇ γνώμῃ διαβάλλειν. τοῦ διώ‐ κοντος τοίνυν διὰ τῆς προβολῆς καὶ διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀκμάσαντος τῇ κατηγορίᾳ, χρήσεται ὁ φεύ‐ γων ἀναγκαίως τῇ διανοίᾳ, κελεύων μὴ τὸ γεγονὸς μό‐ | |
20 | νον ἐξετάζειν, ἀλλὰ καὶ μεθ’ ἧς γνώμης ἐπράχθη, πα‐ ραληπτέον δὲ τὴν διάνοιαν κατὰ τρόπους ὀκτὼ, περὶ ὧν αὐτίκα εἰρήσεται· παράδειγμα ὁ στρατηγὸς ὁ τὸν λιμένα χώσας καὶ νενικηκὼς τὴν ναυμαχίαν, τῶν στρατιωτῶν οὐ δυναμένων καταφεύγειν εἰς αὐτόν· πρῶτον μὲν γὰρ διη‐ | |
25 | γηματικῶς τὴν γνώμην ἐκθήσεται· οἷον ὅτι βουλευομέ‐ νῳ μοι, τίνα τρόπον τῶν πολεμίων ἐπικρατήσαιμεν, τουτὶ μόνον ἀξιόχρεων ἐφαίνετο πρὸς νίκην στρατήγημα· δεύτερον δὲ τοὺς δικαστὰς ἐπὶ τὴν διάνοιαν προάξεται· μετὰ τὴν ἔκθεσιν τῆς γνώμης, ὅτι καὶ ὑμᾶς οὖν ἄξιον | |
30 | ἐνθυμηθῆναι τὰ τηνικαῦτα παρεστῶτα, καὶ ἰδεῖν ὡς οὐκ | 557 |
7.558 | ἐνῆν ἄλλως νικᾷν· τρίτον ἐπὶ τούτοις ἀνελεῖν δεῖ τὰς αἰτίας, οἷον ὅτι οὐ καταπροδοῦναι βουλόμενος τὰ κοινὰ, οὐδὲ τοῖς ἐναντίοις χαριζόμενος, ταῦτα ἔδρων· τέταρτον πιστώσασθαι προσήκει τὴν ὅλην διάνοιαν· ἡ δὲ πίστις | |
5 | ἀπὸ τῆς κατὰ πρόσωπον λαμβάνεται ποιότητος· οἷον ὅτι καὶ γὰρ ἀναγκαίως εἶχέ μοι διὰ πάντων τὸ κοινῇ συμ‐ φέρον ἑλέσθαι στρατηγῷ τε ὄντι καὶ τὰ περὶ τῆς πό‐ λεως πεπιστευμένῳ· ἔτι δὲ πέμπτος τρόπος, ὁ ἀπὸ τῆς κρίσεως τῶν δικαζόντων, ὅτι καὶ ὑμεῖς οὐκ ἄλλην περὶ | |
10 | ἐμοῦ γνώμην ἔχοντες, ἀλλ’ εὔνουν με παρὰ τὴν πόλιν ἐπιστάμενοι στρατηγὸν ἐχειροτονήσατε· ἔκτος ἀπὸ τῶν παραδειγμάτων, εἰ ἔχοι διεξιέναι τινὰ αὐτοῦ περὶ τὴν πόλιν ἀνδραγαθήματα· οἷον ὅτι καὶ γὰρ τὸν ἔμπροσθεν χρόνον ἅπαντα εὔνους ὢν ὑμῖν διετέλεσα, χρήματα εἰσ‐ | |
15 | φέρων καὶ προκινδυνεύων ὑπὲρ τῆς πόλεως· ἕβδομος ὁ ἐκ τοῦ ἐναντίου, ἐν ᾧ κατὰ πιθανὴν ἀπολογίαν ἐπιχει‐ ρήσει· οἷον ὅτι καὶ μὴν εἰ προΐεσθαι τὰ κοινὰ ἐβουλό‐ μην καὶ λυμήνασθαι τὴν πόλιν, ἑτέρως ἂν ἐπεβούλευον, λανθάνειν πειρώμενος, καὶ οὐχ οὕτω περιφανῶς τὸν λι‐ | |
20 | μένα κατεχώννυον, πᾶσιν ἐμαυτὸν ἐπίδηλον καθιστάς· εἶτα καὶ ἐπιπλέκειν δεῖ παραδείγματα, καθ’ οὓς ἕτεροι τρόπους τὴν πόλιν ἠδίκησαν. χρηστέον δὲ οὐ μόνον οἰ‐ κείοις, ἀλλὰ καὶ ξενικοῖς παραδείγμασιν· οἷον ὅτι καθά‐ περ ὅδε καὶ ὅδε τυχὸν βουλεύσασθαι βουληθέντες τῇ | |
25 | πόλει λεληθότως προὔδωκαν, οὕτως ἂν κἀγὼ κεκρυμμέ‐ νως ἐνεχείρουν τῇ καθ’ ἡμῶν βλάβῃ· εἰ δέ τις ζητοίη, πῶς οὐκ ἐνταῦθα ὄγδοον τρόπον, τὸν ἀπὸ τῶν παραδει‐ γμάτων τούτων λαμβάνομεν, ὥσπερ ὁ ἕκτος ἡμῖν τρόπος τὰ ἐξ ἡμῶν αὐτῶν ἐγένετο παραδείγματα, ῥητέον, ὡς | |
30 | ἐκεῖνα μὲν κεχωρισμένα τοῦ πρὸ αὐτῶν τρόπου, ἰδίας | |
εἴληχε τάξεως· ἡ γὰρ τῶν δικαστῶν κρίσις ἄλλο τι παρ‐ | 558 | |
7.559 | έστησε παρὰ τὰ κατωρθωμένα ἡμῖν. ταῦτα δὲ τῷ ἀπὸ τοῦ ἐναντίου προσώπῳ εἰκότως ἐπισυμπλέκεται· εἴ γε καὶ τὸ ἐναντίον, ἀφ’ ὧν οὐκ ἐπράξαμεν, λαμβάνεται· καὶ τὰ παραδείγματα δὲ ὁμοίως, ἀφ’ ὧν οὐχ ἡμεῖς, ἀλλ’ | |
5 | ἕτεροι πεποιήκασιν· ἐπὶ γὰρ τῶν ἄλλων, ὡς ἔφην, παρα‐ δειγμάτων οὐχ οὕτως, εἴπερ ἕτερόν τι ἡ κρίσις τῶν δι‐ καστῶν, καὶ ἕτερα τὰ ὑφ’ ἡμῶν πεπραγμένα, ὄγδοος τοίνυν τρόπος ὁ κατὰ τὸ ἀναγκαῖον, ὅτι οὐδ’ ἐνῆν ἄλλως διαβοηθῆσαι τοῖς πράγμασιν, ἀλλ’ ἔδει παντὶ τρόπῳ | |
10 | τὸν λιμένα χωσθῆναι· τοσαῦτα περὶ τῆς διανοίας τοῦ φεύγοντος. κδʹ. Οὐκ ἀποχρήσει, φησὶ, τῷ φεύγοντι πρὸς ἀπο‐ λογίαν τὰς ὑποπτευομένας αἰτίας ἐκβάλλειν, ἀλλ’ ἀνάγκη καὶ τὴν ἀληθῆ αἰτίαν, δι’ ἣν πέπρακται τὸ πεπραγμέ‐ | |
15 | νον, προστιθέναι· οἷον εἰ λέγοι, οὐ διὰ τόδε πεφόνευκα, ἀλλὰ διὰ τόδε. διόπερ ἀληθῶς πεφόνευκε καὶ ὁ στρατη‐ γός· ὅτι οὐ διὰ προδοσίαν ἢ ἐπιβουλὴν οὐδὲ τὸ βούλε‐ σθαι χαρίζεσθαι τὸ τεῖχος τοῖς πολεμίοις διέκοψα, ἀλλ’ εὐνοία τῇ πρὸς ὑμᾶς. | |
20 | κεʹ. Ἐπισυνάπτει τῇ διανοίᾳ ὁ φεύγων καὶ τὴν ἀντί‐ θεσιν, χρώμενος δύο ἑξῆς κεφαλαίοις· ἀντεγκληματικὸν δέ ἐστιν ἐπὶ τοῦ ὑποκειμένου αὐτοῦ προβλήματος ἡ ἀντίθε‐ σις, ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε, καὶ φεύγει φόνου· ἀντεγκαλέσει γὰρ τῷ παιδὶ ὡς ἀξίῳ τοῦ πεφο‐ | |
25 | νεῦσθαι, καὶ τόπον ἐρεῖ κατὰ πόρνου· καθόλου γὰρ πᾶ‐ σα ἀντεγκληματικὴ ἀντίθεσις τοπικὴ γίνεται, τουτέστι διὰ τοῦ κοινοῦ τόπου συμπληροῦται, χρωμένων ἡμῶν ἀνελλιπῶς τῇ πάσῃ διεξόδῳ τοῦ κοινοῦ τόπου, καὶ τοῦ‐ το ἐπιστατέον, ὡς ἄρα κἀν τοῖς ἀγῶσι χρώμεθα πολλά‐ | |
30 | κις τοῖς ἐπιλογικοῖς· τὴν μὲν οὖν ἀντεγκληματικὴν ἀντί‐ θεσιν οὕτω κατασκευάσομεν, τὴν δὲ ἀντιστατικὴν, διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸ εὐεργέτημα δι’ αὐτῶν αὔ‐ | |
ξοντες. ὁμοίως δὲ, κἀν τῇ μεταστατικῇ τοῖς ἀπ’ ἀρχῆς | 559 | |
7.560 | ἄχρι τέλους χρηστέον, ἐπειδὰν εἴς τι πρᾶγμα μεθιστῶμεν τὴν αἰτίαν, οἷον ἐπὶ τοῦ πρεσβευτοῦ, ὃς δέον εἴσω τριά‐ κοντα ἡμερῶν ἐξιέναι, παρὰ τοῦ ταμίου τὰς χιλίας δραχμὰς οὐ λαβὼν ἔμεινε καὶ κρίνεται· τὴν γὰρ αἰτίαν | |
5 | εἰς τὸ μὴ εἰληφέναι τὰς δραχμὰς μεταφέρων τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους διεξέρχεται, ὅπως αὐτὸς μὲν παρηνώχλει, ὁ δὲ ταμίας ἀνεβάλλετο. ἐὰν δὲ κατὰ νόμον ἡ μετάστα‐ σις γίνηται, τὸν νόμον διεξελθεῖν προσήκει πλατύτερον, ἔτι δὲ καὶ τὴν συγγνωμικὴν ἀντίθεσιν δι’ αὐτῶν προοι‐ | |
10 | σόμεθα, ὡς ἐπὶ τῶν δέκα στρατηγῶν τῶν διὰ τὸν χει‐ μῶνα μὴ ἀνελομένων τὰ σώματα· ἐπεξελθεῖν γὰρ ὥσπερ ἐν ἐκφράσει διὰ πάντων χρὴ τῶν ἐμπιπτόντων ἐκ τῆς περιστάσεως. κϛʹ. Μὴ νομίσῃς, φησὶν, ἐπὶ τούτου μόνου τοῦ προ‐ | |
15 | βλήματος τοῦτο γενέσθαι, ἀλλ’ ἐν παντὶ ἀντεγκλήματι ἡ ἀντίθεσις τοπικὴ γίνεται· ὥσπερ γὰρ ἐπὶ τούτου, οὕτω καὶ ἐπὶ τοῦ στρατηγοῦ, τοῦ κατασκάψαντος τὴν ἀπο‐ στᾶσαν πόλιν μετὰ τὸ ἀντεγκαλέσαι τοὺς νεωτερισμοὺς, εὐθὺς τὸν κατὰ τῶν στασιαζόντων τόπον ἐπεξελεύσεται. | |
20 | κζʹ. Ἐρεῖ, φησὶ, καὶ ἀντικαταστατικὸν, ὅτι καὶ συνενήνοχεν, ἐρεῖ γὰρ μετὰ τὸ εἰπεῖν ὅτι ἄξιος ἦν, ἐν δευτέρῳ· ὅτι καὶ ὑπὲρ αὐτοῦ τοῦ παιδὸς ἐποίησα· ἀπήλ‐ λαξα γὰρ αὐτὸν αἰσχύνης καὶ ἀδοξίας· βελτίων γὰρ θάνατος μᾶλλον, ἢ ὁ μετ’ αἰσχύνης βίος· ἴσως δ’ | |
25 | ἐρεῖ, ὅτι καὶ τοὺς ἄλλους σώφρονας πεποίηκα· δεύτε‐ ρον δὲ τὸ ἀντιστατικὸν ἐν τῷ ἀντεγκλήματι τέθει‐ κεν· οὐ γὰρ προφανές ἐστιν τὸ εὐεργέτημα ἐνταῦθα, καθάπερ ἐν τῇ ἀντιστάσει· ἐκ πρώτης οὖν αὐτὸ εἰσά‐ γων, ἀσθενέστερος εἰς ἀπολογίαν ἐτύγχανε. μετὰ δὲ τὸ | |
30 | δεῖξαι δίκαιον τὸν φόνον τότε πιθανὸν δείκνυται τοῖς | |
ἀκούουσι τὸ ἀντιστατικόν. | 560 | |
7.561 | Τοῦ κατηγόρου χρωμένου διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, οἷον ὅτι υἱὸν πεφόνευκας τὴν φύσιν ἠγνοηκὼς ἀγριώτερος θηρίου γενόμενος, ὁ φεύγων μετὰ τὴν διάνοιαν τῷ ἀντεγκλή‐ ματι χρήσεται, ὅτι ἄξιος ἦν, καὶ προαναιρήσει τὰς τοῦ | |
5 | διώκοντος μεταλήψεις. ἐρεῖ γὰρ, ὅτι παρῄνουν παύσα‐ σθαι, καὶ οὐκ ἔπειθον, καὶ ἐπὶ τῆς μεταστάσεως, ὅτι ἀπῄτουν, καὶ οὐ παρεῖχεν ὁ ταμίας, ἐγκειμένου μου σφό‐ δρα· καὶ ἐπὶ τῆς ἀντιστάσεως, ὅτι ὠφελείας χάριν πε‐ ποίηκα τὴν εὐεργεσίαν πρόδηλον ἐργασάμενος, καὶ ἐπὶ | |
10 | τῆς συγγνώμης ὁμοίως χρησόμεθα· γενικῶς δὲ εἶπεν ἡ ἀντίθεσις, τουτέστι τὸ ἀντιθετικόν· ἐπειδὴ γένος ἡ ἀν‐ τίθεσις τῶν τεσσάρων στάσεων· εὑρίσκεται δὲ τὸ ἀντιθε‐ τικὸν πρὸς τὴν στάσιν, εἰ ἀντίστασις, ἀντιστατικὸν, εἰ ἀντέγκλημα, ἀντεγκληματικὸν, εἰ μετάστασις, μεταστατι‐ | |
15 | κὸν, εἰ συγγνώμη, συγγνωμονικόν. Ἵνα μὴ ψιλῶς εἴπῃ, ὅτι ἄξιος ἦν, καθόλου ποιήσεται τὸν λόγον κατὰ πόρνου, ὡς μοιχοῦ, ὡς ἀνδροφόνου· τῷ γὰρ καθόλου ἐπιχειρή‐ ματι βεβαιώσεται τὸ ἔγκλημα· ἀνῄρηται γὰρ τὸ φορτι‐ κὸν τῆς καταδρομῆς τῷ μὴ κατὰ τοῦ ἑαυτοῦ παιδὸς, ἀλ‐ | |
20 | λὰ τῷ κατὰ παντὸς πόρνου τὸν ἀριστέα διαλέγεσθαι. Γρ. καὶ οὕτως· ἐρεῖ δέ τι καὶ ἀντιστατικὸν ὡς ὑπὲρ αὐτοῦ πεποίηκε τοῦτο τοῦ παθόντος. κηʹ. Ἐμπέπτωκε, φησὶ, καί τι ἀντιστατικὸν ἐπὶ τοῦ ἀριστέως τοῦ τὸν παῖδα ἀνελόντος ἐπὶ μοιχείᾳ, καὶ | |
25 | κρινομένου, καὶ γὰρ λυσιτελεῖν αὐτῷ φησι τὸ πεφονεῦ‐ σθαι, τηλικούτου αἴσχους ἀπηλλαγμένῳ καὶ οὐκ ἐπὶ τούτου, φησὶ, τοῦ προβλήματος μόνου τοῦτο συμβέβη‐ κεν, ἀλλὰ πᾶσαι αἱ ἀντιθετικαὶ ἀλλήλαις συμπλέκονται, | |
καὶ οὐκ ἀλλήλαις μόνον, ἀλλὰ καὶ ἑτέραις τῶν στάσεων, | 561 | |
7.562 | οἷον στοχασμῷ καὶ ἀντιλήψει. ὁ Μητροφάνης μέντοι τὰς μὲν ἄλλας τῶν ἀντιθετικῶν συνομολογεῖ, καθά φησιν ὁ τεχνικὸς ἀλλήλαις ἐπισυμπλέκεσθαι, τὸ δὲ ἀντέγκλημα σημειοῦται μόνον, ὡς οὐχ οἷόν τε ὂν ἐπισυμπλακῆναι | |
5 | ἀντιστάσει, καίτοι τῆς ἀντιστάσεως τῷ ἀντεγκλήματι συμπλεκομένης. καὶ ἄξιον ἄγασθαι τὸν ἄνδρα τῆς ἀκρι‐ βείας, πάνυ γε τὸ παρατήρημα τοῦτο δεόντως ἀνιχνεύ‐ σαντα· ἤρνηται γὰρ ἡ φύσις ἐπὶ τῆς ἀντιστάσεως τὸ ἀντεγκληματικὸν, καθά φησιν αὐτὸς ὁ Μητροφάνης· | |
10 | οὐ γὰρ ἂν εὕροι τις ἐν ἀντιστάσει ἀντεγκληματικὸν ἐπι‐ συμπλέκειν. πῆ μὲν γὰρ περὶ ἄψυχον ἢ ἄλογον ἐγένετο τὸ ἀδίκημα· ὥστε μὴ οἷόν τε τοῖς τοιούτοις ἀντεγκα‐ λεῖν· περὶ ἄψυχον μὲν, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ τὸν λιμένα χώσαντος· οὐ γὰρ ἂν τῷ λιμένι δήπουθεν ἀν‐ | |
15 | τεγκαλοίη ὡς ἀξίῳ κεχῶσθαι· περὶ δὲ ἄλογον, ὡς ἐπ’ ἐκείνου τοῦ παραδείγματος· ἵππος ἐξέφερε τὸν ἱππέα εἰς τοὺς πολεμίους, βαλών τις τῶν στρατιωτῶν ἀπέκτεινε τὸν ἵππον, καὶ κρίνεται ὑπὸ τοῦ δεσπότου βλάβης, οὐδὲ γὰρ ἐνταῦθα τῷ ἵππῳ δυνατὸν ἀντεγκαλεῖν ὡς | |
20 | ἀξίῳ ἀπεκτονῆσθαι· πῆ δὲ ἄψυχον μὲν ἢ ἄλογον οὐκ ἔστι τὸ πεπονθὸς, ἡ δὲ περίστασις τὸ ἀντεγκληματικὸν οὐ προσίεται· οἷον ἐπὶ τοῦδε τοῦ παραδείγματος· τύραν‐ νος ᾔτησεν ἐκ πόλεως ἀστυγείτονος μειράκιον ὡραῖον, πόλεμον ἀπειλῶν, εἰ μὴ λάβοι· προσήκαντο τὸν πόλεμον | |
25 | πολιορκοῦντος τοῦ τυράννου τὴν πόλιν· ὁ πατὴρ ἀπο‐ κτείνας τὸ μειράκιον ἀπὸ τῶν τειχῶν ἔῤῥιψεν· ἀνέζευξαν οἱ πολέμιοι· καὶ κρίνεται ὁ πατὴρ φόνου· τὸ μὲν γὰρ πεπονθὸς οὐκ ἄψυχον, οὐδ’ ἄλογον, ἡ δὲ παράστασις ἤρνηται παντελῶς τὸ ἀντεγκληματικὸν, τῷ μηδὲν ὑπὸ | |
30 | τοῦ μειρακίου γεγενῆσθαι ἀδίκημα. ὡς μὲν οὖν οὐκ ἐπι‐ | |
πλέκεται ἀντιστάσει ἀντέγκλημα, οἴομαι δεδηλῶσθαι· τὰς | 562 | |
7.563 | γὰρ ἄλλας μετ’ ἀλλήλων ἐπιπλοκὰς πᾶσαι αἱ ἀντιθετικαὶ σφόδρα προσίενται· ὅπου γε οὐ μόνον σὺν δύο ἀλλήλαις ἐπιπλέκονται, ἀλλ’ ἔσθ’ ὅτε καὶ πλείους· οἷον ἐπὶ πα‐ ραδείγματος· νόμος, νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· | |
5 | αἰχμαλώτους νυκτὸς ἀποδράντας ἐκ τῶν πολεμίων καὶ καταφυγόντας ἐπὶ τὸ τεῖχος ὁ στρατηγὸς οὐκ εἰσδέχεται· εἶτα τῶν πολεμίων ἐπικαταλαβόντων καὶ διαχρησαμένων αὐτοὺς κρίνεται δημοσίων ἀδικημάτων· πρῶτον μὲν γὰρ τῷ μεταστατικῷ χρήσεται, μεθιστὰς τὴν αἰτίαν ἐπὶ τὸν | |
10 | νόμον, ἔπειτα τῷ ἀντιστατικῷ, ὅτι καὶ πρὸς ὠφέλειαν ἡ τῶν πυλῶν ἀπόκλεισις γέγονεν· ἦ γὰρ ἂν ἐπεισέδρα‐ μον σὺν τοῖς αἰχμαλώτοις οἱ πολέμιοι· τρίτον τὸ συγγνωμονικὸν παραλήψεται τῆς μελλούσης τύχης ἄγνοι‐ αν προβαλλόμενος, ὡς ἠγνόει τοὺς πολεμίους καταδρα‐ | |
15 | μουμένους αὐτῶν· ἐντεῦθεν ἀπορία μεγίστη κινεῖται, πῶς ἄν τις διαγνοίη τὴν στάσιν τῶν τοιῶνδε ζητημάτων ὁμοῦ τοσούτων ἐμπεπτωκότων· τί γὰρ ἂν μᾶλλον ἐκ τοῦ μεταστατικοῦ μεταστάσεως λεχθείη τὸ προκείμενον ζήτημα, καὶ οὐκ ἀντιστάσεως ἐκ τοῦ ἀντιστατικοῦ, ἢ | |
20 | ἐκ τοῦ συγγνωμονικοῦ συγγνώμης; ὁ μὲν οὖν Ἁρποκρα‐ τίων εἰς τοσοῦτον ἧκεν ἀπορίας, ὥστε παραλαβεῖν τεσ‐ σαρεσκαιδεκάτην στάσιν ἐπὶ τῆς τοιαύτης τῶν ἀντι‐ θετικῶν συμπλοκῆς· ἣν ὀνομάζει ἀντίθεσιν, τῷ κοινῷ τῶν ἀντιθετικῶν ὀνομάτων χρώμενος· γελοιότατον δ’ | |
25 | ἂν εἴη τὸ τυραννικῶς πρὸς τὰς ἀπορίας ἀποφαίνε‐ σθαι τοῖς ὑπὸ τῶν παλαιῶν ἀνδρῶν παραδεδομένοις ἀντινομοθετοῦντα· ἀλλ’ ἐκείνων ἐπὶ σχήματος μενόν‐ των τὰ προσιστάμενα χρὴ καθ’ ἕτερον ἀπολύεσθαι τρό‐ πον· ἑτέραν μὲν οὖν ἐπὶ ταῖς παραδεδομέναις οὐ μή‐ | |
30 | ποτε παραδεξόμεθα στάσιν· λεκτέον δὲ μέθοδον, καθ’ | |
ἣν τὰ τοιαῦτα διακρινοῦμεν τῶν ζητημάτων· φανήσεται | 563 | |
7.564 | δὲ οἶμαι λίαν ἀρίστη· τὸ γὰρ ἰσχυρότερον χρὴ σκοποῦν‐ τα ἀπ’ ἐκείνων λαμβάνειν τὴν στάσιν, τὸ δὲ ἰσχυρὸν οὕτω θεωρητέον· ἀναιροῦντες ἕκαστον τῶν ἐμπεπτωκό‐ των ἀντιθετικῶν, ὅπερ ἂν εὕροιμεν ἐκ τοῦ ἀναιρεῖσθαι | |
5 | λυποῦν τὴν ἀπολογίαν, τοῦτό γε δήπου νομιοῦμεν ἰσχυ‐ ρότερον, καὶ τὴν στάσιν ἀπὸ τούτου ληψόμεθα, τὰ δ’ ἄλλα κεφαλαίων πληρώσει τόπον, οἷον γινέσθω τὸ λεγό‐ μενον σαφὲς ἐπὶ παραδείγματος· νόμος νύκτωρ μὴ ἀν‐ οίγεσθαι τὰς πύλας· αἰχμαλώτους νυκτὸς ἀποδράντας | |
10 | ἐκ τῶν πολεμίων καὶ καταφυγόντας ἐπὶ τὸ τεῖχος ὁ στρα‐ τηγὸς οὐκ εἰσδέχεται· εἶτα τῶν πολεμίων ἐπικαταλαβόν‐ των καὶ διαχρησαμένων ἐπικρίνεται δημοσίων ἀδικημά‐ των· τρία γὰρ ἐνταυθοῖ ὡς ἔφαμεν ἐμπέπτωκε· τὸ μετα‐ στατικὸν μεταφέρον τὴν αἰτίαν ἐπὶ τὸν νόμον, τὸ ἀντι‐ | |
15 | στατικὸν, ὅτι ἐπισέδραμον ἂν οἱ πολέμιοι· τὸ συγγνωμο‐ νικὸν, ὅτι τὸ συμβησόμενον ἠγνόουν· εἰ ἀνέλωμεν οὖν τὸ συγγνωμονικὸν, καταφανὲς, ὅτι καὶ μετὰ τὴν τούτου ἀναίρεσιν ἔτι μένει τὰ τῆς ἀπολογίας ἰσχυρά· ἔτι δὲ τὸ ἀντιστατικὸν ἀνελόντες ἴδωμεν τὸν αὐτὸν τρόπον· ἀλλ’ | |
20 | οὐδὲ τοῦτο ἀναιρούμενον τοῦ ἀπολογουμένου διαφθείρει τὴν ἰσχύν· ἀναιρείσθω τοίνυν τὸ μεταστατικόν· μὴ με‐ ταφέροντος γὰρ αὐτοῦ τὴν αἰτίαν ἐπὶ τὸν νόμον, εὐθὺς ὁρῶμεν τὴν ὅλην ἀπολογίαν χωλεύουσαν· καὶ τὸν φεύ‐ γοντα κατὰ παροιμίαν ἀπὸ λεπτῆς μίτου τὴν ἄγκυραν | |
25 | ἐξημμένον· οὐ γὰρ ἀρκέσει τὸ ἀντιστατικὸν λίαν ἐνταυ‐ θοῖ φαινόμενον ἀσθενές· οὐδὲ μὴν τὸ συγγνωμονικὸν ἀξιόχρεως ἔσται ἀπολογία· λάβωμεν δὲ καὶ καθ’ ἑτέραν μέθοδον τὸ ὑποκείμενον θεώρημα, κατὰ τὸν ἐν τῇ δια‐ νοίᾳ τοῦ φεύγοντος ὄγδοον τρόπον, τὸν ἀπὸ τοῦ ἀναγ‐ | |
30 | καίου παραλαμβανόμενον, ὡς ἐπὶ αὐτοῦ ἐδηλώσαμεν τοῦ κεφαλαίου· οἷον ὅτι οὐδὲ ἄλλως ἐνῆν τὸ πεπραγμένον γε‐ νέσθαι, ἢ οὕτως ὡς ἐπράχθη· δοκεῖ οὖν καθάπερ τις | |
ἐρώτησις ἐκ δικαστῶν ἀναγκαίως φέρεσθαι, καὶ πῶς οὐκ | 564 | |
7.565 | ἐνῆν ἑτέρως τόδε τι πραχθῆναι· εἶτα ἐκ τῆς ἀντιθέσεως ἡ ἀπάντησις, καὶ ὅπερ ἂν ἁρμόσῃ μᾶλλον καὶ ἀκόλου‐ θον φανείη τῇ ἐρωτήσει πρῶτον εὐθὺς ἐκδραμὸν ἀπ’ ἐκεί‐ νου χαρακτηριοῦμεν τὴν στάσιν· προεκδραμεῖται δὲ δη‐ | |
5 | λονότι τὸ ἰσχυρόν. Ὅπως μὲν οὖν τὰς ἀντιθετικὰς ἀλλή‐ λαις ἐπισυμπλεκομένας διακρινοῦμεν, σαφὲς ἤδη γεγένη‐ ται· ἔτι δὲ ἀναγκαῖον αὐτὰς ἀπὸ τῶν ὁμωνύμων δια‐ στεῖλαι κεφαλαίων, ἵνα ἴδωμεν, τί τέ ἐστιν αὕτη τε ἡ ἀντί‐ στασις, καὶ τί τὸ ἀντιστατικὸν κεφάλαιον; καὶ τί μὲν | |
10 | ἀντέγκλημα, τί δὲ κεφάλαιον ἀντεγκληματικὸν, κἀπὶ τῶν ἄλλων ὁμοίως· ταυτὶ γὰρ δὴ τὰ κεφάλαια οὐ μόνον ταῖς ἀντιθετικαῖς, ἀλλ’ ἔτι καὶ ἑτέραις τῶν στάσεων ἐπισυμ‐ πλέκεται· καὶ πρῶτόν γε ἡμῖν λεγέσθω περὶ τοῦ ἀντιστα‐ τικοῦ, τίνι τῆς ἀντιστάσεως διοίσει· ὁρῶμεν γὰρ αὐτὸ | |
15 | οὐ μόνον ταῖς ἀντιθετικαῖς, ὡς ἔφη, ἁπάσαις συμπλεκό‐ μενον, ἀλλὰ καὶ στοχασμῷ καὶ ἀντιλήψει· στοχασμῷ μὲν, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· νέος πλούσιος πολέ‐ μου καταλαβόντος τὴν πόλιν, χιλίους ὁπλίσας τῶν ἑαυτοῦ ἐπεξῆλθε τοῖς πολεμίοις, καὶ νικήσας κρίνεται | |
20 | τυραννίδος ἐπιθέσεως· ὅτι γὰρ στοχασμὸς, κατάδηλον ἀφ’ ὧν περὶ τὴν οὐσίαν τὸ ὅλον ἐστὶ τῆς ζητήσεως· ἐρεῖ δὲ τὸ ἀντιστατικὸν ὡς εὖ πεποιηκὼς εἴη τὴν πόλιν· ἐν δὲ τῇ ἀντιλήψει παρέλαβεν ἤδη τὸ ἀντιστατικὸν ὡς ἐπὶ τοῦ ζωγράφου, ὃς ναυάγια γράψας πρὸ τοῦ λιμένος | |
25 | ἐξέθηκε, καὶ μὴ καταιρόντων τῶν ἐμπόρων κρίνεται δη‐ μοσίων ἀδικημάτων· φησὶ γὰρ ὑπὲρ τῶν πλεόντων τοῦτο πεποιηκέναι, ἵνα φυλάττοιντο εἰδότες, οἷς εἰκὸς περι‐ πίπτειν αὐτοὺς, εἰ παρὰ καιρὸν πλέοιεν· διαφέρει δ’ οὖν τῆς ἀντιστάσεως τὸ ἀντιστατικὸν κεφάλαιον, καθὸ ἐν | |
30 | μὲν ἀντιστάσει ὁμοίως ἄμφω, τό τε ἀδίκημα καὶ τὸ εὐερ‐ | |
γέτημα, ὁμολογεῖσθαι βούλεται· τὸ δὲ ἀντιστατικὸν θά‐ | 565 | |
7.566 | τερον πάντως ἔχει ἀμφισβητούμενον, ἤτοι τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα· καὶ σαφὲς ὃ λέγω ἐκ τῶν δεδομένων πα‐ ραδειγμάτων· τὸ μὲν γὰρ νενικηκέναι τοὺς πολεμίους ὁμολογούμενον· τὸ δὲ εἰ τυραννήσει νέος πλούσιος ὢν | |
5 | ἀμφιβάλλεται· καὶ αὖ πάλιν τὸ μὲν μὴ καταίρειν τοὺς ἐμπόρους κατάδηλον, ἀμφισβητούμενον δ’ εἰ ἐπ’ ὠφε‐ λείᾳ τοῦτο ἐγένετο· ἀλλὰ μὴν καὶ ἐπὶ τῶν ἀντιθετικῶν, ἐφ’ ὧν ἐμπέπτωκε τὸ ἀντιστατικὸν, ἔξεστι τὸ τοιοῦτον κατιδεῖν· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε, καὶ | |
10 | κρίνεται φόνου· στάσεως μὲν γάρ ἐστιν ἀντεγκληματι‐ κῆς, ἐπισυμπλέκεται δὲ τὸ ἀντιστατικὸν κεφάλαιον, ὡς καὶ ὠφέληται ὁ παῖς, τῆς ἐντεῦθεν αἰσχύνης ἀπαλλαγείς· κἀνταῦθα γὰρ τὸ ἕτερον ἀμφισβητεῖται· τὸ μὲν γὰρ ἀδίκημα φανερὸν, ἡ τοῦ παιδὸς ἀναίρεσις, εἰ δὲ τοῦτο | |
15 | ἦν ἀπαλλάττειν αἰσχύνης ἀμφίβολον, οὐ μὴν ἐν τῇ ἀν‐ τιστάσει ἦν οὕτως, ἀλλ’ ἄμφω ὁμολογεῖται, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ τὸν λιμένα χώσαντος, καὶ μετὰ τὸ νικῆ‐ σαι κρινομένου· ἥ τε γὰρ νίκη σαφὴς καὶ τὸ ἀδίκημα δῆλον· φημὶ τὸ τὸν λιμένα κεχῶσθαι· καὶ αὕτη μὲν ἀν‐ | |
20 | τιστάσεως διαφορὰ πρὸς τὸ ἀντιστατικὸν κεφάλαιον. ἐπεὶ δὲ καὶ ἡ κατὰ ῥητὸν καὶ διάνοιαν στάσις δοκεῖ πως κοινωνίαν ἔχειν πολλὴν πρὸς τὴν ἀντίστασιν τῷ ὑποκεῖ‐ σθαι καὶ ἐπὶ ταύτης εὐεργέτημα καὶ ἀδίκημα, χρὴ καὶ περὶ τούτου διαλαβεῖν· ἐκκείσθω δὲ εἰ βούλει ῥητοῦ καὶ | |
25 | διανοίας παράδειγμα· νόμος τὸν ἀνιόντα ξένον ἐπὶ τὸ τεῖχος τεθνάναι· πολέμου καθεστῶτος ἀνελθὼν ξένος ἠρίστευσε, καὶ ὑπάγεται τῷ νόμῳ· ἔχομεν κἀνταῦθα εὐερ‐ γέτημα μὲν τὴν ἀριστείαν, ἀδίκημα δὲ τὴν τοῦ νόμου παράβασιν· καὶ δή τινες ἐβουλήθησαν διορίσαι τὸ ῥη‐ | |
30 | τὸν καὶ τὴν διάνοιαν ἀπὸ τῆς ἀντιστάσεως τοιαύτῃ τινὶ διαφορᾷ· ὅπου, φησὶν, ὑπόκειται νόμος, ἐκεῖ πάντως ῥη‐ | |
τὸν καὶ διάνοια, ὅπου δὲ φύσις, τουτέστιν ὅπου μὴ κα‐ | 566 | |
7.567 | τὰ νόμον, ἀλλὰ κατὰ φύσιν ἐστὶ τὸ ἀδίκημα, χρὴ ἐκεῖνο ἀντιστάσεως ἀποφαίνεσθαι· τὸ μὲν οὖν δεύτερον ἀληθές· τὸ δὲ πρότερον διέψευσται· εἴ τι μὲν γὰρ κατὰ φύσιν ἔχει τὸ ἀδίκημα, τοῦτο ἀντίστασις· οὐ μὴν εἴ τι | |
5 | κατὰ νόμον, τοῦτο ῥητὸν καὶ διάνοια· ἐνδέχεται γὰρ καὶ κατὰ νόμον γενέσθαι ἀντίστασιν· παράδειγμα τού‐ του· νόμος τῆς ἱερᾶς ὕλης μὴ ἅπτεσθαι, στρατηγὸς ἐπι‐ τεθέντων τῇ πόλει κατὰ θάλατταν πολεμίων τεμὼν τὴν ἱερὰν ὕλην ἐναυπηγήσατο, καὶ ναυμαχήσας ἐνίκησε· καὶ | |
10 | μετὰ τὴν νίκην κρίνεται ἀσεβείας· τοῦτο γὰρ καὶ νό‐ μον ὑποκείμενον ἔχει καὶ ἀντιστάσεως ὁμολογεῖται εἶναι. διαφορὰ οὖν αὕτη γένοιτ’ ἂν ἀκριβεστάτη τοῦ ῥητοῦ καὶ τῆς διανοίας πρὸς τὴν ἀντίστασιν, ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ἐκ νόμου ὥρμηται τὸ διάστημα, | |
15 | οὗ ἀναιρουμένου πᾶσα ἡ ζήτησις διαφθείρεται, ἐν δὲ τῇ ἀντιστάσει κατὰ φύσιν ἐστὶ τὸ ἀδίκημα, κἂν νόμος προσ‐ ῆν, ὥστε καὶ ἀναιρουμένου τοῦ νόμου μένειν ἔτι τὴν ζήτησιν, τῇ φύσει γινωσκομένου τοῦ ἀδικήματος, ὡς ἐπὶ τοῦ στρατηγοῦ, ὃς νόμῳ κωλύοντι τῆς ἱερᾶς ἅπτε‐ | |
20 | σθαι ὕλης τεμὼν αὐτὴν τριήρεις ἐναυπηγήσατο, καὶ νικήσας τὴν ναυμαχίαν κρίνεται· καὶ γὰρ ἂν ἀνέλῃ τις τὸν κωλύοντα νόμον, οὐδὲν λυμανεῖται τῇ ζητή‐ σει· μένει γὰρ ἔτι ἀδίκημα φαινόμενον, ἡ τῆς ἱερᾶς ὕλης τομή· καὶ περὶ μὲν ἀντιστάσεως ταῦτα ἔχομεν· ὡσαύ‐ | |
25 | τως δὲ καὶ περὶ τοῦ ἀντεγκλήματος διαληπτέον, τίνι διοί‐ σει τοῦ ἀντεγκληματικοῦ κεφαλαίου καὶ ἀντεγκληματικοῦ στοχασμοῦ· διαφέρει οὖν τοῦ μὲν κεφαλαίου, καθὸ τὸ | |
μὲν ἀντέγκλημα, φημὶ ἡ στάσις, ἑκάτερον τῶν ἐγκλη‐ | 567 | |
7.568 | μάτων ὁμολογούμενον ἔχει, τό τε ὑπὸ τοῦ κατηγόρου κατὰ τοῦ φεύγοντος φερόμενον, καὶ τὸ ὑπὸ τοῦ φεύγον‐ τος τῷ πεπονθότι ἀντεγκαλούμενον· οἷον ἀριστεὺς πορ‐ νεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· καὶ γὰρ | |
5 | ὅτι ἀνεῖλεν, ὡμολόγηται, καὶ ὅτι πορνεύοντα· τὸ δὲ ἀντ‐ εγκληματικὸν κεφάλαιον οὐχ οὕτως κ. τ. λ. ἔπειτα ἐν μὲν τῷ ἀντεγκλήματι διακέκριται ὁ διώκων καὶ ὁ φεύγων, ἀμφότεροι γὰρ ὁμοίως κατηγο‐ ροῦσι, καὶ ἀπολογοῦνται ἀμφότεροι· τρίτον ἐπὶ τούτοις, | |
10 | ὅτι ἐν μὲν τῷ ἀντεγκλήματι αὐτὸς ὁ πεπονθὼς ἀντεγ‐ καλεῖται, ἐν δὲ τῷ ἀντεγκληματικῷ στοχασμῷ ἕτερον μὲν τὸ πεπονθὸς, ἕτερον δὲ οἱ ἀντεγκαλοῦντες ἀλλήλοις· ὅ‐ πως μὲν οὖν ἀλλήλων διενηνόχασιν, ταῦτα δεδηλώσθω διὰ τοσούτων· ζητήσειε δ’ ἄν τις, δι’ ἣν αἰτίαν οὐ λέ‐ | |
15 | γομεν καὶ ἀντιστατικὸν στοχασμὸν, ὥσπερ καὶ ἀντεγ‐ κληματικόν· καί τοι καὶ τῆς ἀντιστάσεως ἐπισυμπλεκο‐ μένης τῷ στοχασμῷ. πρόδηλος δὲ τῆς ἀπορίας ἡ λύσις· ἡ μὲν ἀντίστασις παντὶ στοχασμῷ ἐπισυμπλέκεσθαι δύ‐ ναται ἁπλῷ τε καὶ διπλῷ, ἔτι καὶ συνεζευγμένῳ· τὸ δὲ | |
20 | ἀντέγκλημα ἑνὶ μόνῳ ἐπισυμπλέκεται εἴδει, φημὶ τῷ δι‐ πλῷ, ἔνθεν καὶ τὴν ὀνομασίαν αὐτοῦ δέδωκεν ἰδίως ἐπ’ ἐκείνου. Λείπεται περὶ μεταστάσεως ἔτι καὶ συγγνώμης εἰπεῖν, εἴπερ καὶ ταύτας τῶν ὁμωνύμων δεῖ χωρισθῆναι κεφαλαίων· ἡ μὲν οὖν μετάστασις καὶ ἡ συγγνώμη φα‐ | |
25 | νερὰν καὶ ὁμολογουμένην ἔχειν βούλονται τὴν αἰτίαν, ἐφ’ ἣν τὸ ἀδίκημα μεταφέρουσιν· οἷον ἐπὶ μὲν τῆς με‐ ταστάσεως ὡμολόγηται τὸν ταμίαν αἴτιον γεγενῆσθαι τοῦ μὴ ἐξελθεῖν τὸν πρεσβευτήν, ἐπὶ δὲ τῆς συγγνώμης, ὅτι βασανίζοντες οἱ πολέμιοι ἠνάγκασαν τὸν πρεσβευτὴν | |
30 | τὰ ἀπόῤῥητα ἐξειπεῖν· τὸ μέντοι μεταστατικὸν καὶ συγ‐ γνωμονικὸν κεφάλαιον ἀμφιβαλλομένην ἔχει τὴν αἰτίαν· παραδείγματα δὲ ἀμφοῖν ἐκ τοῦ παραπρεσβείας ληψό‐ | |
μεθα· τοῦ μεταστατικοῦ μὲν, δι’ ὧν Αἰσχίνης τὴν αἰ‐ | 568 | |
7.569 | τίαν τῆς τῶν Φωκέων ἀπωλείας μεθίστησιν ἐπὶ τὴν Λα‐ κεδαιμονίων ἀναχώρησιν· τοῦ δὲ συγγνωμονικοῦ, δι’ ὧν ἠπατῆσθαί φησιν ὑπὸ τοῦ Φιλίππου· οὔτε δὲ τὸ Λακε‐ δαιμονίους ἀναχωρῆσαι αἴτιον ὁμολογεῖται τῆς Φωκέων | |
5 | ἀπωλείας· ὅπου γε αὐτὸς Αἰσχίνης εὐθύνεται ὡς ἀπολέ‐ σας Φωκέας· οὐδὲ μὴν τὸ τῆς ἀπάτης φανερόν· δεδωρο‐ δοκηκέναι γὰρ αὐτόν φησιν ὁ Δημοσθένης καὶ οὐκ ἀπατῆσαι. κθʹ. Ἵνα μὴ ταραχθῶμεν, εἰ ἑνὸς ὄντος τοῦ προ‐ | |
10 | βλήματος δύο στάσεων εἴδη ἐμπίπτει, καθόλου ἀποφαί‐ νεται τὰς ἀντιθετικὰς δι’ ἄλλων μελετᾶσθαι· καὶ γὰρ ἐν ἀντιστάσει εὕροις ἀντεγκληματικὸν, ἐνδέχεται γὰρ εἰ‐ πεῖν, ὅτι ὠφελείας χάριν πεποίηκεν· ἄλλως τε δὲ αὐτὸς τὴν αἰτίαν παρέσχετο· εὕροις δὲ καὶ μεταστατικόν· ὡς | |
15 | ἐπὶ τοῦ κατασκάψαντος τὸ τεῖχος· μετὰ γὰρ τὸ ἀντι‐ στατικὸν ἐρεῖ, ὅτι ὑμεῖς αἴτιοι τοῦ διακόψαι τὸ τεῖχος· καὶ ἐν μεταστάσει ἀντιστατικὸν, ὡς ἐπὶ τοῦ κρινομένου Ἀρχιδάμου δημοσίων, νοσούντων Ἀθηναίων ἀναζεύξαν‐ τος· μετὰ γὰρ τὸ μεταστατικὸν, οἷον ἡ νόσος, οὐκ ἐγὼ, | |
20 | αἴτιος τῆς ἀναχωρήσεως, λέξει ὡς καὶ συνενήνοχεν ἡ ἀναχώρησις· εὕροις ἂν καὶ ἐν συγγνώμῃ ἀντιστατικὸν, ὡς ἐπὶ τῆς ἐκφερούσης χοὰς, καὶ φόβῳ τῶν πολεμίων τὰ ἀπόῤῥητα ἐξειπούσης καὶ κρινομένης ἀναζευξάντων τῶν πολεμίων· συγγνώμης ἐνταῦθα τὸ ζήτημα, καὶ ἀντίθε‐ | |
25 | σις συγγνωμονικὴ δηλονότι· ἀλλὰ δύναται προσπλέξαι καὶ ἀντιστατικόν· ὅτι καὶ τὴν πόλιν ὠφέλησα πολιορ‐ κίας ἀπαλλάξασα καὶ πολέμων. λʹ. Οὐ τοῦτο, φησὶ, θαυμαστὸν, εἰ ἀλλήλαις αἱ ἀντι‐ θετικαὶ ἐπιπλέκονται, ἀλλὰ δὴ καὶ ταῖς ἄλλαις στάσεσιν· | |
30 | πολλάκις γὰρ καὶ στοχασμὸς ἐμπίπτει ἐν ταῖς ἀντιθετι‐ | |
καῖς, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ κατασκάψαντος τὴν συν‐ | 569 | |
7.570 | εχῶς ἀφισταμένην πόλιν, καὶ κρινομένου δημοσίων· λέ‐ γοντος γὰρ τοῦ φεύγοντος, ὅτι ἄξιοι ἦσαν, τί γὰρ ἀφί‐ σταται, ὁ κατήγορος στοχαστικὸν κινήσει νόημα λέγων, ὅτι ἐνίων οὐ πάντων ἦν ἀπόστασις. | |
5 | λαʹ. Ἡ πρώτη διάνοια τοῦ φεύγοντός ἐστιν ἡ μαχο‐ μένη πρὸς τὴν προβολήν· ἡ δευτέρα δὲ τοῦ κατηγόρου· διὰ τοῦτο δὲ τοῦ διώκοντος ὀνομάζεται, ἐπειδὴ αὐτὸς τὴν τοῦ φεύγοντος ἐξετάζει γνώμην, οἷον ὅτι οὐκ ὠφε‐ λῆσαι βουλόμενος, ἀλλὰ προδοῦναι τὸ τεῖχος ἔτεμες, οὕ‐ | |
10 | τως γὰρ τὴν ἰσχὺν λύσει τῆς ἀντιθέσεως· καὶ ἐν μετα‐ στάσει, ὅτι τὴν ἔξοδον ἀνεβάλλου καὶ τὴν πρεσβείαν, τοῖς ἐχθροῖς μὲν τὸν καιρὸν χαριζόμενος, ἡμᾶς δὲ βλά‐ ψαι τῷ βραδεῖ βουλόμενος, καὶ ἐν ἀντεγκλήματι, οὐχ ἵνα ὠφελήσῃς τὴν ἀποστᾶσαν πόλιν κατέσκαψας, | |
15 | ἀλλ’ ἵνα ἔρημον τὴν πόλιν τῶν συμμάχων ποιήσῃς· καὶ ἐπὶ συγγνώμης, ὅτι οὐ φόβῳ ἐξεῖπεν ἀπόῤῥητα, ἀλλὰ προδοῦναι ζητοῦσα καὶ κακῶς ἀπολέσαι βουλομένη τὴν πόλιν. λβʹ. Ἐκ τοῦ πρός τι γε χρήσιμον τῷ κατηγόρῳ | |
20 | λαμβάνεσθαι· ὀνομάζουσιν αὐτὴν ἐκ τοῦ διώκοντος, ἐπεί τοι δῆλον, ὡς καὶ αὐτὴ τοῦ φεύγοντος· οὐ γὰρ τὴν ἑαυ‐ τοῦ διάνοιαν ἐξετάζει ὁ κατήγορος, τῆς δὲ τοῦ φεύγον‐ τος καταστοχάζεται· ἀλλ’ ἐπειδήπερ, ὡς ἔφην, τῷ κατ‐ ηγόρῳ χρησιμεύει, διάνοιαν αὐτὴν τοῦ διώκοντος ὀνο‐ | |
25 | μάζουσιν· οὐκ ἀεὶ δὲ, φησὶν, ἐμπίπτει, ἀλλ’ ἔστιν ὅτε. προσδιορίσαι δὲ ἀναγκαῖον, πότε ἐμπίπτει καὶ πότε ἐξ‐ ίσταται· ὅταν μὲν γὰρ ἡ τοῦ προσώπου ποιότης, ἢ νὴ Δία γε ἡ τοῦ πράγματος παρέχει τῆς διανοίας πιθανὴν ἐξέτασιν, τηνικαῦτα χρησόμεθα· ἐπειδὰν δὲ φαίνηται | |
30 | ἡμῖν ἐναντία ἡ τούτων ποιότης, ἐξετάσομεν τὴν διάνοιαν | |
διὰ τὸ ἀπίθανον· οὐ μὴν παντελῶς τὸ κεφάλαιον ὑπερ‐ | 570 | |
7.571 | δραμούμεθα, ἀλλ’ ἑτέρως αὐτὸ θεραπεύσομεν, ὅταν ἐκ‐ λείπῃ κατὰ φύσιν· χρηστέον γὰρ τηνικαῦτα τῷ πηλίκῳ· οἷον ὡς οὐ μέγα ἦν τὸ κατεπεῖγον ἀνελεῖν τὸν παῖδα, ἢ τόδε τι ποιῆσαι· καὶ οὕτως οὐκ ἀναγκαῖον δεικνύντες | |
5 | τὸ πεπραγμένον, διασείσαιμεν ἂν τὴν τοῦ φεύγοντος διά‐ νοιαν, ἐκείνου τὸ ἀναγκαῖον προβαλλομένου, ὡς οὐδὲ ἐγχωροῦν ἄλλως ἢ οὕτω ποιεῖν. Καὶ ταῦτα μὲν περὶ τῆς εὑρέσεως τοῦ κεφαλαίου, κατασκευάζεται δὲ ἀπὸ τῶν αὐτῶν τρόπων, ἀφ’ ὧν καὶ ἡ τοῦ φεύγοντος διάνοια. | |
10 | λγʹ. Θαυμασίως τοῦτο ἐπεσημήνατο· παῖς γὰρ ὁ φο‐ νευθεὶς ὑπὸ πατρὸς, ὥστε ἄτοπον ἐκείνου λέγοντος, ὅτι ἄξιος ἦν, τὸν κατήγορον λέγειν, ὅτι οὐκ ἐπὶ ταύτῃ τῇ διανοίᾳ τὸν παῖδα πεφόνευκας, αἰσχύνης ἕνεκα, ἀλλ’ ἐπιβουλεύων· δῆλον γὰρ, ὅτι πατὴρ ὢν μὴ μεγάλου τι‐ | |
15 | νὸς πλημμεληθέντος τὸν παῖδα οὐκ ἂν διεχρήσατο· αὕ‐ τη οὖν ἡ δευτέρα διάνοια, ἢ ἀπὸ τοῦ κατηγόρου, ἐκ‐ λείπει, ὡς ἐπὶ τοῦ τὸν υἱὸν φονεύσαντος ζητήματος, ἢ ἀπὸ τοῦ φεύγοντος· προείπομεν δὲ, ὅτι οὐκ ἀεὶ ἐμπί‐ πτει, εἰ μὴ, ὅταν ἔνδοξον ἔχωμεν πρόσωπον, ἢ εὐεργε‐ | |
20 | σία τις πρόκειται ἐν τῷ προβλήματι, δύναται γὰρ τότε ὁ διώκων διαβάλλειν τὴν γνώμην. λδʹ. Ἡ μετάληψις πρὸς τὴν ἀντίθεσιν φέρεται· πᾶ‐ σα γὰρ ἀντίθεσις ὡς διωρισμένη πολλαχοῦ μεταλήψει λύεται· δύο δὲ οὐσῶν μεταλήψεων ἐν ταῖς ἀντιθετι‐ | |
25 | καῖς, ἡ μὲν ἀπὸ τοῦ πράγματος, ἡ δὲ λαμβάνεται ἀπὸ τοῦ προσώπου· ἀλλὰ περὶ μὲν τῆς ἀπὸ τοῦ προσώπου μικρὸν ὕστερον λέξομεν, περὶ δὲ τῆς ἀπὸ τοῦ πράγμα‐ τος καὶ δὴ τεχνολογητέον· γίνεται τοίνυν αὕτη κατὰ δύο τρόπους· ἢ κατὰ αὐτὸ τὸ πρᾶγμα, ἢ κατὰ τρόπον | |
30 | τοῦ πράγματος, οἷον ὅτι οὐκ ἐχρῆν τόδε τι ὅλως πρα‐ χθῆναι, ἢ οὐχ οὕτως ἐχρῆν· συστήσομεν δὲ τὴν μετάλη‐ ψιν τρόπους εἰσφέροντες ἑτέρους, δι’ ὧν ἐξῆν τὸ δέον | |
πράττειν χωρὶς τοῦ δεινόν τι ἐργάσασθαι· οἷον ἐπὶ τοῦ | 571 | |
7.572 | στρατηγοῦ τοῦ τὴν συνεχῶς ἀφισταμένην πόλιν κατα‐ σκάψαντος· ἐροῦμεν γὰρ, ὡς οὐ κατασκάπτειν ἐχρῆν ἀλ‐ λὰ φυλακὴν καθιστάναι· καὶ πάλιν ἐπὶ τοῦ ἀριστέως τοῦ τὸν παῖδα πεφονευκότος ἐπὶ πορνείᾳ, ὡς παραινεῖν | |
5 | ἔδει καὶ φυλάττειν, ὅπως ἂν τοῦ λοιποῦ μηδὲν ἐξαμάρ‐ τοι, οὐ παραχρῆμα φονεύειν· εἶτα ἐν ὑποδιαιρέσει τὴν αἰτίαν συστήσομεν, δεικνύντες, τί μὲν ἀγαθὸν ἀπέβαι‐ νεν, εἰ τοῦτον ἐπράχθη τὸν τρόπον, ὅνπερ ἡμεῖς φαμὲν, τί δὲ φαῦλον δι’ ὧν ἔπραξεν ὁ φεύγων ἐκβέβηκεν, ὡς ἐπὶ | |
10 | τοῦ στρατηγοῦ τὴν πόλιν κατασκάψαντος ἐπὶ τῇ συνεχεῖ ἀποστάσει· φήσομεν γὰρ, ὡς φυλακῆς μὲν ἐγκαθιστα‐ μένης τῇ πόλει συμμάχους τε ἂν εἴχομεν τοὺς νῦν ἀφε‐ στῶτας, καὶ φιλανθρωπίας δόξαν ἐφερόμεθα, νῦν δὲ τοὐναντίον ἅπαν· συμμάχων τε γὰρ ἀπεστερήθημεν, καὶ | |
15 | ἀπανθρωπίας οὐ διεφύγομεν ἔγκλημα. λεʹ. Ἐπὶ τούτοις ἀκολούθως ἡ μετάληψις παρὰ τοῦ κατηγόρου· εἰπὼν γὰρ, ὅτι οὐκ ἐπὶ ταύτῃ τῇ διανοίᾳ τό‐ δε πεποίηκας· ἐὰν ἄρα ἐμπέσῃ, συνάψει τὴν μετάληψιν λέγων, ὅτι ἄλλως τε οὐδὲ οὕτως ὠφελῆσαι ἔδει τὴν πό‐ | |
20 | λιν· ἐὰν ἀντιστατικὸν μελετῶμεν, ἀλλ’ ἐκκλησίαν συνα‐ γαγεῖν, παραινέσαι τὰ δέοντα, καὶ οὕτω τὴν νίκην περι‐ ποιῆσαι τῇ πόλει· καὶ ἐπὶ ἀντεγκλήματος, ἐχρῆν οὐ φο‐ νεύειν τὸν υἱὸν ἀλλ’ ἐπιτιμᾷν, τύπτειν, συμβουλεύειν, διδάσκειν, προτρέπειν· καὶ ἐπὶ μεταστάσεως οὐκ ἀναβάλ‐ | |
25 | λεσθαι τὸν καιρὸν τῆς πρεσβείας ἐχρῆν, ἀλλ’ ἑτέρωθεν ἐπινοήσαντα καὶ παρασκευασάμενον ἐφόδιον ἐξελθεῖν· καὶ ἐπὶ συγγνώμης, ὅτι ἐχρῆν σε τὰ μὴ ὄντα πλάσασθαι καὶ εἰπεῖν ὡς ἀπόῤῥητα. λϛʹ. Μετὰ τὴν μετάληψιν τὸ πρός τι παραλαμβά‐ | |
30 | νεται ἐξ ἑκατέρου τοῦ μέρους· ὁ μὲν γὰρ κατήγορος ἐρεῖ, ὅτι μεῖζόν ἐστι κακὸν ἡ κατασκαφὴ τοῦ τείχους ἢ τὸ νι‐ | |
κῆσαι τοὺς πολεμίους, εὐαλώτους γὰρ ἡμᾶς ἔχουσι τὸ | 572 | |
7.573 | λοιπὸν ἅπαντα χρόνον, ὅν ποτε βούλοιντο· ὁ δὲ φεύγων ἐρεῖ, μικρὸν μὲν τοῦ τείχους ἔβλαψα μέρος, ὃ πάλιν ἀνα‐ λώμασι ῥᾷον οἰκοδομηθήσεται, τοὺς δὲ πολεμίους ἐπι‐ κρατοῦντας καὶ πολέμῳ φθείροντας ἀπεωσάμην· οὐκ ἐν | |
5 | πάσῃ δὲ ἀντιθετικῇ ἐμπίπτει τὸ πρός τι, ἀλλ’ ὅπου ἂν εὑρεθείη ἀντιστατικόν· ἐπὶ γὰρ τοῦ πρεσβευτοῦ τοῦ μὴ ἐξελθόντος διαλαβεῖν τὰ ἐφόδια, ποῖον ἔχομεν εἰπεῖν ἀν‐ τιστατικόν· οὐκοῦν συνεκλείπει καὶ τὸ πρός τι· ἐπὶ δὲ τῆς ἐπὶ καιρὸν μεταστάσεως, ὅπου Ἀρχίδαμος κρίνεται, | |
10 | ἀναζεύξας ἀπὸ τῆς Ἀττικῆς, διὰ τὸ λιμώττοντας εὑρεῖν τοὺς Ἀθηναίους, ἐμπίπτει ἀντιστατικὸν, ὅτι δὴ εὐηργέ‐ τησα, ἵνα μὴ μεταλάβῃ τὸ στράτευμα τοῦ νοσήματος, ὅθεν τὸ πρός τι ἐμπίπτει, ὅτι μεῖζον τοῦ δῃῶσαι τὴν Ἀττικὴν τὸ μὴ νοσῆσαι τὸ ἡμέτερον στράτευμα, ὥστε | |
15 | εὐεργέτηκα πλέον, ἤπερ ἠδίκηκα· δῆλον οὖν, ὅτι ἐφ’ οἷς ἐστιν εὐεργεσία τὸ πρός τι ἐμπίπτει. Οὗτος τῇ προσηγορίᾳ γνωρίζεται· ἑκάτερον γὰρ βιάζεται ὡς ἐπὶ τοῦ στρατηγοῦ· ὁ μὲν διώκων, ὅτι εἰ τῶν νικώντων ἐστὶ τὸ φυλάξαι τὰ ὄντα, καὶ προσλαβεῖν | |
20 | τι τῶν πολεμίων, ἡμεῖς ἡττήμεθα τὰ τῶν νενικημένων παθόντες, καὶ τὴν οὖσαν ἀσφάλειαν ἀπολέσαντες· οὕτω δὲ καὶ ὁ φεύγων βιάσεται, ὅτι εἰ κώλυμα τῶν πολεμίων τὸ τεῖχος· τοῦτο δὲ καθῃρέθη, καὶ νενίκηκα, οὐ καθεῖ‐ λον· ἀλλ’ ἀνέστησα τοῖς ἔργοις· τοῦτο δὲ τὸ κεφάλαιον | |
25 | ἀεὶ τῷ πρός τι ἀκολουθεῖ καὶ ἐπιλείποντος ἐπιλείπει καὶ εὑρισκομένου συνευρίσκεται. Ἐπὶ τούτοις ἀκολουθεῖ ἡ μετάληψις παρὰ τοῦ κατ‐ ηγόρου· εἰπὼν γὰρ, ὅτι οὐκ ἐπὶ ταύτῃ τῇ διανοίᾳ τόδε πεποίηκας, ἐὰν ἄρα ἐμπέσῃ, συνάψει τὴν μετάληψιν λέ‐ | |
30 | γων, ὅτι ἄλλως τε οὐδὲ οὕτως ὠφελῆσαι ἔδει τὴν πόλιν, | |
ἐὰν ἀντιστατικὸν μελετῶμεν· ἀλλ’ ἐκκλησίαν συναγαγεῖν, | 573 | |
7.574 | παραινέσαι τὰ δέοντα, καὶ οὕτω τὴν νίκην περιποιῆσαι τῇ πόλει. καὶ ἐπὶ ἀντεγκλήματος ἐχρῆν οὐ φονεύειν τὸν υἱὸν, ἀλλ’ ἐπιτιμᾷν, τύπτειν, συμβουλεύειν, διδάσκειν, προτρέπειν· καὶ ἐπὶ μεταστάσεως οὐκ ἀναβάλλεσθαι τὸν | |
5 | καιρὸν τῆς πρεσβείας ἐχρῆν, ἀλλ’ ἑτέρωθεν ἐπινοήσαντα καὶ παρασκευασάμενον ἐφόδιον ἐξελθεῖν, καὶ ἐπὶ συγ‐ γνώμης, ὅτι ἐχρῆν σε τὰ μὴ ὄντα πλάσασθαι καὶ εἰπεῖν ὡς ἀπόῤῥητα. λζʹ. Τὸ πρός τι, φησὶ, κοινόν ἐστι τοῦ διώκοντος | |
10 | καὶ τοῦ φεύγοντος· ὡς μὲν οὖν συγκριτικὸν τὸ κεφά‐ λαιον σαφές· λαμβάνεται δὲ ἐν μὲν ἀντιστάσει κατὰ τὸ ἀδίκημα καὶ τὸ εὐεργέτημα, τοῦ μὲν διώκοντος τὸ ἀδί‐ κημα μεῖζον, τοῦ δὲ φεύγοντος τὸ εὐεργέτημα ἀποδει‐ κνύντος· ἐν δὲ ἀντεγκλήματι κατὰ τὴν τιμωρίαν καὶ | |
15 | τὸ ἀδίκημα· οἷον ὅτι μείζων ἡ τιμωρία τοῦ ἀδικήματος, ὡς ἐπὶ ἀριστέως τοῦ τὸν πορνεύοντα υἱὸν ἀποκτείναντος· ἔστι γὰρ ἁμάρτημα μὲν ἡ πορνεία· τιμωρία δὲ ὁ φόνος. ἐπὶ δὲ τῆς μεταστάσεως τὸ πρός τι κατὰ τὸ πραχθὲν καὶ τὸ μὴ γεγενημένον λαμβάνεται, ἀντιπαραβαλλομέ‐ | |
20 | νης τῷ πραχθέντι ὑπὸ τοῦ φεύγοντος τῆς, δέον γενέ‐ σθαι, μὴ γεγονυίας πράξεως, οἷον ἐπὶ τοῦ στρατηγοῦ τοῦ μὴ εἰσδεξαμένου τοὺς αἰχμαλώτους· παραβάλλομεν γὰρ τῷ πραχθέντι τουτέστι τῷ ἀποκλεῖσαι τοὺς αἰ‐ χμαλώτους τὸ μὴ γινόμενον· τοῦτο δέ ἐστι τὸ εἰσδέξα‐ | |
25 | σθαι, οἷον ὅτι λυσιτελέστερον καὶ ἄμεινον τὸ δέξασθαι, ἢ ὅτι τὸ πείθεσθαι τοῖς νόμοις ὠφελιμώτερον· ἔτι δὲ ἐν συγγνώμῃ, καθότι ἂν τῶν μερῶν ἡ ὑποκειμένη δι‐ δῷ παράστασις, τὸ πρός τι παραληφθήσεται· οἷον ἐπὶ τοῦ πρεσβευτοῦ, ὃς μαστιζόμενος ὑπὸ τῶν πολεμίων τὰ | |
30 | ἀπόῤῥητα ἐξεῖπε καὶ κρίνεται δημοσίᾳ· ἐπὶ τούτῳ γὰρ ὁ διώκων χρήσαιτο ἂν τῷ πρός τι· φάσκων ἧττον καθ‐ | |
εστάναι δεινὸν τὴν ἐκείνου τελευτὴν τοῦ ἐξενεχθῆναι τὰ | 574 | |
7.575 | τῆς πόλεως ἀπόῤῥητα· καὶ ἑτέρωθι πάλιν ὁ φεύγων χρή‐ σεται· ἔστι δὲ ὅτε καὶ ἄμφω δύνανται τὸ πρός τι παραλαβεῖν· ὡς ἐπ’ ἐκείνου προβλήματος· ὁ ἁλοὺς πα‐ ρανοίας ὑπὸ τοῦ παιδὸς δεδέσθω, ἐδέδετό τις, ἔλυσεν | |
5 | αὐτὸν ὁ τοῦ παιδὸς παῖς, καὶ ἀποκηρύττεται. ληʹ. Κοινὸν, φησὶ, κεφάλαιον, ὁ βίαιος ὅρος ἐστί· βίαιον δὲ αὐτόν φασί τινες ὀνομάζεσθαι, ὅτι τοὺς τῶν τελείων πραγμάτων ὅρους τοῖς ἀτελέσι προσφέρει, τοῦτο δέ ἐστι βιάζεσθαι τὴν φύσιν· οἷον εἰ τὴν χῶσιν τοῦ λιμέ‐ | |
10 | νος ἅλωσιν τῆς πόλεως εἶναι φαίημεν· καὶ ταῦτα εὐερ‐ γετήματος ἐνόντος τοῦ πεπραγμένου, καὶ πάλιν ὁ φεύ‐ γων, εἰ μὴ χῶσιν τοῦ λιμένος λέγει, ἀλλὰ ποίησιν καὶ βεβαίαν κτίσιν· τοῦτο δὲ γελοιότατον· πᾶς γὰρ ἐντεῦ‐ θεν παρὰ τοῖς ῥήτορσιν ὅρος βίαιος ἂν κληθείη· εἴγε | |
15 | ἀνάγκη πάντα ῥητορικὸν ὅρον παρ’ ἀτελῶν εἶναι πρα‐ γμάτων, ὡς ἐπὶ τῆς ὁρικῆς δεδήλωται στάσεως· ταύτῃ γὰρ αὐτὸν τοῦ παρὰ τοῖς φιλοσόφοις διαφέρειν ἐφά‐ σκομεν· ἢ ὁ μὲν τέλειος καὶ παρὰ τελείων ἐστὶν, ὁ δέ γε ῥητορικὸς τέλειος περὶ ἀτελῶν· καλεῖται τοίνυν βίαιος | |
20 | ὅρος, ὅτι πάσης ἀντιθέσεως ὁμολογούμενον ὑπὸ τοῦ φεύγοντος τὸ ἀδίκημα ἐχούσης, καὶ πάλιν ὑπὸ τοῦ διώ‐ κοντος τὸ εὐεργέτημα, ἢ τὴν αἰτίαν ἐφ’ ἣν μεθίστησιν ὁ φεύγων, καὶ τοῦτο καθόλου πάσης ἀντιθέσεως ἔχειν βουλομένης, ὁ βίαιος ὅρος ἀπαρνεῖται βιαστικώτερον πα‐ | |
25 | ρὰ τὴν φύσιν τῆς ἀντιθέσεως· ὅτι οὐδὲ νίκη τὸ πεπρα‐ γμένον, καὶ ὅτι οὐδὲ χωσθῆναι τὸν λιμένα τοῦτό ἐστιν. Καὶ πόθεν μὲν ὠνόμασται βίαιος ὅρος, δεδήλωται· ἰστέ‐ ον δὲ, ὡς οὐ πανταχοῦ ὁμοίως αὐτῷ χρησόμεθα, ἀλλ’ ἔνθα μὲν τὸ πιθανὸν ἡμῖν παρέχεται ἡ παράστασις, | |
30 | αὐτὸ ἕκαστον κατ’ εἶδος ἐξετάσομεν, λέγοντες μὴ εἶναι τοῦτο νίκην, ἢ μὴ εἶναι τοῦτο κατασκαφήν· ἂν δὲ ἀπί‐ | |
θανον φαίνηται τὸ μὲν κατ’ εἶδος ἐξετάζειν παριτέον· | 575 | |
7.576 | ἐπὶ δὲ τὸ γενικώτερον δραμούμεθα, οἷον ὡς οὐκ ἔστι νίκη τὸ βλάπτειν, ἢ οὐκ ἔστιν ἀδίκημα τὸ ὠφελεῖν· ταῦτα γὰρ καθολικώτερα ὄντα ἐπικρύπτει τὸ ἀπίθανον τῶν κατ’ εἶδος, καὶ ὅλως μετὰ τὰ γενικὰ χώραν ἕξομεν καὶ | |
5 | τοῖς ἰδίοις χρῆσθαι· λάβωμεν οὖν τὸν λόγον ἐπὶ παρα‐ δείγματος· νόμος, νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας, αἰχμαλώτους ἀποδράσαντας ἐκ τῶν πολεμίων ὁ στρατη‐ γὸς οὐκ εἰσδέχεται· καὶ τῶν πολεμίων ἐπικαταλαβόν‐ των καὶ διαχρησαμένων αὐτοὺς κρίνεται δημοσίων· τῷ | |
10 | μὲν φεύγοντι πιθανὸν τὸ τοῦ βιαίου ὅρου, ὅτι οὐδὲν αὐτοὺς ἠδίκησα φυλάττων τὸν νόμον· τῷ δὲ κατηγόρῳ ἀπίθανον τὸ λέγειν, ὡς οὐδὲ φυλάξαι τὸν νόμον τοῦτό ἐστιν· ἂν γὰρ ἐπὶ τοῦ ὑποκειμένου λαμβάνῃ τὴν φυ‐ λακὴν, φανερῶς ὁ νόμος πεφύλακται· δεῖ οὖν ἐπὶ τὸ γε‐ | |
15 | νικώτερον ἀνελθεῖν, ὡς οὐκ ἔστι φυλάττειν νόμους τὸ τὴν πόλιν συμφορῶν ἀναπιμπλάναι, καὶ μετὰ τὴν τοῦ γενικωτέρου διέξοδον λάβοι ἄν τινα χώραν καὶ τὸ εἰ‐ δικόν. Ἡ θέσις ἀκολουθεῖ πρὸς τὴν μετάληψιν λέγον‐ | |
20 | τος τοῦ φεύγοντος· τοῦτο γάρ ἐστι τὸ κεφάλαιον, ὅτι δεῖ τὸν στρατηγὸν παντὶ τρόπῳ τὴν εὐεργεσίαν ἐνδείκνυ‐ σθαι· ἐξεταστέον δὲ τὴν θέσιν τοῖς ἐμπίπτουσι τελικοῖς, ὅτι δίκαιον τοῦτο τὸ πράττειν τὸν στρατηγὸν, ὅ τι ἂν ἡγεῖται καλὸν καὶ ὅ τι συμφέρον τοῦτο τῇ πόλει· ἢ ὅτι | |
25 | καὶ πρέπον καὶ δυνατὸν, καὶ ὡς ἂν ὁ καιρὸς διδῷ. λθʹ. Ὁμοίως καὶ ἡ θέσις ἀμφοῖν ἐστι, τοῦ τε διώ‐ κοντος καὶ τοῦ φεύγοντος· χρὴ δὲ αὐτὴν ἐπὶ τὸ γενικώ‐ τερον ἀναγαγεῖν· καὶ καθόλου ἐν πάσαις ἀντιθετικαῖς. | |
τὰ γὰρ μερικώτερα παραιτητέον· ἐπειδὴ πάντων ὑπόκει‐ | 576 | |
7.577 | ται τὸ ἀδίκημα ἐν τῇ ἀντιθέσει· τὸ δὲ ἐπὶ τοῖς ἀδικήμασιν αὐτοῖς θέσιν περαίνειν εὔηθες· οὐ γάρ ἐστι λέγειν, ὡς δέον κατασκάπτειν τεῖχος· ἐπὶ τὸ γενικώτερον οὖν ἀνα‐ δραμόντας χρὴ προάγειν τὴν θέσιν, ὅτι δεῖ τὸν στρα‐ | |
5 | τηγὸν πάνθ’ ὃν ἂν ἐγχωρῇ τρόπον εὖ ποιεῖν τὴν πόλιν καὶ ἀκόντων ἐνίοτε τῶν πολιτῶν, δι’ ἄγνοιαν τοῦ βελ‐ τίστου· εἶτα καὶ συγκριτικῶς τὴν θέσιν προοισόμεθα, ὅτι βλάπτειν μικρὰ ἀντὶ μεγάλων προσήκει, κοινὸν γάρ φησι τοῦτο ἐν πάσῃ ἀντιθέσει, τουτέστι κατὰ σύγκρισιν | |
10 | τῶν ἡττόνων πρὸς τὰ μείζω τὴν θέσιν προφέρεσθαι. καὶ ὅλως τὸ πρός τι ἐπαναλαμβάνειν· ἐν μὲν ἀντιστάσει καθὰ πρόκειται, ὅτι μικρὰ προϊεμένους χρὴ μεγάλα εὐ‐ εργετεῖν, ἐν δὲ ἀντεγκλήσει, ὡς ἐπὶ τοῦ ἀριστέως τοῦ τὸν πεπορνευκότα υἱὸν ἀνελόντος, ὅτι οὐ μείζους τῶν | |
15 | ἁμαρτημάτων τὰς τιμωρίας λαμβάνειν δεῖ· τοῦτο γάρ ἐστιν ἄρχειν ἀδικίας, καὶ ἐκ τοῦ ἐναντίου ὁ φεύγων. ἐπὶ δὲ μεταστάσεως, ὅτι φυλακτέον τοὺς νόμους· καὶ ὡς μείζων οὐκ ἂν γένοιτο ὠφέλεια τῆς ἐκείνων φυλακῆς· ὅτι οὐδὲν ἂν δεινότερον εἴη τοῦ συμφορῶν ἀναπιμπλάναι | |
20 | τηλικούτων τὴν πόλιν, ὡς ἐπὶ τῶν ἀποκλεισθέντων αἰχ‐ μαλώτων· ἐν δὲ συγγνώμῃ, οἷον ὅτι χρὴ τὸ κοινῇ λυσι‐ τελοῦν πρὸ τοῦ ἰδίᾳ συμφέροντος τίθεσθαι. μεῖζον γὰρ τὸ τῇ πόλει συνοῖσον κατὰ τὸ παράδειγμα τοῦ πρεσβευ‐ τοῦ, ὃς τοῖς πολεμίοις τὰ ἀπόῤῥητα ἐξεῖπε μαστιζόμε‐ | |
25 | νος· οὕτω γὰρ ὁ διώκων ἐνταῦθα προοίσεται τὴν θέσιν. μʹ. Ἐλέγομεν τὴν μετάληψιν διχῆ, πῆ μὲν πρὸς τὸ | |
πρᾶγμα, πῆ δὲ πρὸς τὸ πρόσωπον φέρεσθαι· περὶ μὲν | 577 | |
7.578 | οὖν τῆς κατὰ τὸ πρᾶγμα διείληπται ἡμῖν ἀνωτέρω, νυνὶ δὲ ὁ λόγος περὶ τοῦ κατὰ πρόσωπον μεταληπτικοῦ· χρή‐ σεται δ’ αὐτῷ ὁ διώκων μόνος. δῆλον γὰρ, ὡς πᾶσα μετάληψις τοῦ κατηγόρου ἐστί· μεταλήψεται οὖν τὸ | |
5 | πρόσωπον, οἷον ὅτι οὐκ αὐτὸν ἐχρῆν ἑαυτῷ παράταξιν ἐπιτρέπειν, ἀλλὰ κοινοῦν τοῖς ταξιάρχαις, τῷ δήμῳ, τοῖς λοχαγοῖς. Τοῦ φεύγοντος χρησαμένου τῇ θέσει ὁ κατή‐ γορος τῇ δευτέρᾳ μεταλήψει χρήσεται, τὸν τρόπον δια‐ βάλλων τῆς πράξεως· λέξει γὰρ, ὅτι ἔδει σε μετὰ γνώ‐ | |
10 | μης τοῦ δήμου καθελεῖν τὸ τεῖχος, καὶ μὴ ἀπὸ ἰδίας ἐξουσίας τοῦτο ποιεῖν· οὐκ ἔστι δὲ τῶν ἀεὶ ἐμπιπτόντων, ἀλλ’ ἐπὶ μὲν τῶν δημοσίων ἐμπεσεῖται. εἰ γὰρ ἰδιωτικὸν, διατί ἀπαιτεῖται ἀνενεγκεῖν τῷ δήμῳ. ἐμπεσεῖται δὲ καὶ, ὅταν ἐνδημῶν ἐν τῇ πόλει τύχῃ ὁ κρινόμενος· εἰ γὰρ ἐν | |
15 | ἀποδημίᾳ ἂν ἐποίησέ τι, οὐ δύναται λέγειν ὁ κατήγορος, ὅτι ἐχρῆν ἀνακοινοῦσθαι καὶ ἐπὶ τοῦ ῥήτορος τοῦ ἀναγ‐ κασθέντος ἐγκώμιον τῶν κεφαλαίων εἰπεῖν· διὰ γὰρ τὸ πόῤῥω εἶναι οὐχ οἷόν τε ἀνενεγκεῖν τῷ δήμῳ. μαʹ. Μεταλήψεως γινομένης ἀκολουθεῖ ἡ ἀντίληψις | |
20 | παρὰ τοῦ φεύγοντος, ὅτι ἐξῆν στρατηγῷ τὰ δοκοῦντα πρὸς τὸ λυσιτελοῦν διαπράττεσθαι. πῶς δὲ ὁμολογῶν ἔγκλη‐ μα εἶναι τὸ πεπραγμένον ἀντιλήψει δύναται χρῆσθαι; τυραννικὸν γὰρ δοκεῖ· ἀλλ’ οὐκ αὐτῷ τῷ πεπραγμένῳ προσάγει τὴν ἐξουσίαν, ἀξίωμα ἔχοντος ὅτι στρατηγός. | |
25 | μβʹ Πᾶσα μετάληψις ἀντιλήψει λύεται· φέρεται οὖν | 578 |
7.579 | εἰκότως πρὸς τὸ μεταληπτικὸν τοῦ προσώπου ἡ ἀντίλη‐ ψις· ὅτι ἐξῆν μοι καὶ μόνῳ βουλεύεσθαι ὑπὲρ τῶν κοι‐ νῶν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀριστέως τοῦ πορνεύοντα τὸν υἱὸν ἀνελόντος· ὅτι δεινὸν, εἰ μηδὲ περὶ τοῦ παιδὸς | |
5 | βουλευσαίμην πατήρ γε ὤν. μγʹ. Τοῦτο ἐπὶ τοῦ ἀνῃρηκότος τὸν παῖδα πορνεύοντα· ἔστιν δὲ τὸ νόημα ἐν ἤθει, ὅτι μέγιστον ἀγαθὸν, εἰ μὴ ἐξῆν πατρὶ ὄντι βουλεύσασθαι περὶ τοῦ παιδὸς, ὃ θέλει. μδʹ. Καθολικὸν τοῦτο παράγγελμα· οὐδὲ γὰρ πάντα | |
10 | τὰ κεφάλαια ἐμπίπτει ἀεί. Ἐν ταῖς προλαβούσαις στά‐ σεσι καλῶς ὁ τεχνογράφος ἐδίδαξεν ἡμᾶς αὐτάς τε τὰς στάσεις καὶ τὰ εἴδη τῶν στάσεων, ἐν δὲ ταῖς ἀντιθετι‐ καῖς παντάπασιν ἀποσιωπᾷ τὰ εἴδη, τὴν ἐναντίαν τοῖς ἄλλοις τεχνογράφοις ἰών. ἔλεγον γὰρ εἴδη εἶναι τῶν ἀν‐ | |
15 | τιθετικῶν τὸ μὲν ἰδιωτικόν, τὸ δὲ δημόσιον, τὸ δὲ μικτὸν, πάνυ εὔηθες τοῦτο ποιήσαντες, ταῦτα γὰρ οὐκ εἴδη στά‐ σεων ποιεῖ, ἀλλ’ εἴδη τυγχάνει φράσεως. ἴσμεν γὰρ, ὅτι ἄλλως ἑρμηνευτέον τὰ δημόσια πράγματα, ἄλλως δὲ τὰ ἴδια. φησὶν οὖν, ὅτι ἐσφάλησαν οἱ νομίσαντες εἴδη διά‐ | |
20 | φορα τὸ εἶναι δημοσίαν καὶ ἰδιωτικήν. οὐδὲ γὰρ τοῦτο διάφορον εἶδος ποιεῖ, ἀλλ’ ἡ διάφορος διαίρεσις· ἐν ταῖς ἀντιθετικαῖς οὖν οὐδεμία διαφορὰ, ἀλλὰ πασῶν μία δι‐ αίρεσις καὶ τὰ αὐτὰ κεφάλαια, ἐξαλλάττοντος μόνον καθ’ ἑκάστην ἀντιθετικὴν τοῦ ὁμωνύμου τῇ στάσει κεφαλαίου. | |
25 | δυσὶ δὲ ἁμαρτήμασι Μινουκιανὸν ὑποβάλλει, κακῶς τε τὸ περὶ στάσεων τέχνην ἐπιγράψαντα ῥητορικὴν, καὶ νῦν ἀκαίρως εἴδη τῶν ἀντιθετικῶν παραδιδόντα. μϛʹ. Τὸ χωρίον ὅλον πρὸς Μινουκιανὸν ἀποτείνεται. ἐκεῖνος γὰρ ταῦτα εἴδη ἐτεχνολόγει κατὰ τὸ δημόσιον | |
30 | καὶ ἰδιωτικὸν καὶ μικτόν. παραδείγματα δὲ τοῦ μὲν δη‐ μοσίου ὁ τὸν λιμένα χώσας στρατηγὸς, τοῦ δὲ ἰδιωτικοῦ ὁ τὸν ἵππον λαβὼν τὸν ἐκφέροντα ἐπὶ τοὺς πολεμίους | |
τὸν ἱππέα, καὶ κρινόμενος ὑπὸ τοῦ δεσπότου βλάβης. | 579 | |
7.580 | μικτοῦ δὲ παράδειγμα· τύραννος μειράκιον ὡραῖον ἐξ ἀστυγείτονος πόλεως ᾔτησε πόλεμον ἀπειλῶν, εἰ μὴ λά‐ βοι, προσήκαντο τὸν πόλεμον, πολιορκοῦντος τοῦ τυράν‐ νου τὴν πόλιν, ὁ πατὴρ ἀποκτείνας τὸ μειράκιον ἀπὸ | |
5 | τῶν τειχῶν ἔῤῥιψεν· ἀνέζευξαν οἱ πολέμιοι καὶ κρίνεται ὁ πατὴρ δημοσίᾳ· τοῦτο γὰρ μικτόν ἐστιν· ἰδιωτικὸν μὲν, καθὸ φαίη ἂν ὁ πατὴρ, αἰσχύνης ἀπηλλάχθαι τὸ μει‐ ράκιον· δημόσιον τῷ πολιορκίας ἠλευθερῶσθαι τὴν πό‐ λιν. καὶ τὰ μὲν προκείμενα παραδείγματα ἀντιστατικὰ, | |
10 | τῇ δ’ αὐτῇ κἀπὶ τῶν ἄλλων ἀντιθετικῶν χρῆται διαι‐ ρέσει· ἀνασκευάζει τοιγαροῦν τὸν λόγον ὁ τεχνικὸς διχῆ κατὰ τὸ ἀσύμφορόν τε καὶ ἀδύνατον. κατὰ μὲν τὸ ἀσύμ‐ φορον, ὡς περιττὸν τοῖς περὶ διαιρέσεως γράφουσιν παραλαμβάνειν εἴδη μηδεμίαν ἔχοντα διαφορὰν περὶ τὴν | |
15 | τῶν κεφαλαίων διαίρεσιν· εἴληπται γὰρ τὸ ἀσύμφορον κατὰ τὸ περιττόν· κατὰ δὲ τὸ ἀδύνατον, ὅτι τὸν μὴ πρότερον τὰς ὑποθέσεις καὶ τὰ κεφάλαια ἐπιστάμενον οὐχ οἷόν τε δήπου ταῦτα γινώσκειν, τὸ ἰδιωτικόν φημι καὶ τὸ δημόσιον, τί τέ ἐστι καὶ διὰ τίνων προσάγεται· | |
20 | ὅμοιον δέ φημι κἀν τῷ περὶ εἴδους καὶ τρόπου πεπόν‐ θασι λόγῳ· καὶ γὰρ τούτων ἐν τῷ περὶ διαιρέσεως οἱ περὶ τὸν Μινουκιανὸν ἐμνήσθησαν πάντα συγχέοντες. παραπλησίως γὰρ ἀδύνατον εἴδη καὶ τρόπους ἐπίστασθαι τὸν οὐκ εἰδότα, τί μὲν δημόσιον, τί δὲ ἰδιωτικόν. | |
25 | Σημείωσαι, ὅτι τινὲς τὸ τῆς ῥητορικῆς μέρος τὸ περὶ διαιρέσεως μόνον διαλαβὸν τέχνην ῥητορικὴν ἐπέ‐ γραψαν, ὧν ἐστι καὶ Μινουκιανός. μζʹ. Ἰδιωτικὸν λέγει, ὡς ἐπὶ τοῦ τὸν ἵππον τὸν | |
τὸν ἴδιον δεσπότην ἐξαγαγόντα τοῖς πολεμίοις ἀποσφά‐ | 580 | |
7.581 | ξαντος καὶ κρινομένου βλάβης· δημόσιον δὲ, ὡς ἐπὶ τοῦ σκάψαντος στρατηγοῦ τὸ τεῖχος· μικτὸν δὲ, ὡς ἐπὶ τού‐ του· τύραννος ἐξ ἀστυγείτονος πόλεως μετεπέμψατο μειράκιον ὡραῖον, ἀπειλῶν πόλεμον εἰ μὴ λάβοι. οὐκ | |
5 | ἔδωκεν ἡ πόλις· ἐστράτευσεν ὁ τύραννος, πολιορκίας οὔ‐ σης ὁ πατὴρ σφάξας τὸν παῖδα ἔῤῥιψε πρὸ τοῦ τείχους. θεασάμενος ὁ τύραννος ἀνεχώρησε καὶ κρίνεται δημο‐ σίων ὁ πατὴρ ἀδικημάτων· αὕτη γὰρ μικτὴ τυγχάνει· ἔχει γὰρ καὶ ἴδιον ἀδίκημα τὸν φόνον τοῦ παιδός· καὶ | |
10 | δημόσιον ὅτι τὴν πόλιν ἠδίκησεν, ὑπὲρ οὗ γὰρ εἵλετο πόλεμον ἡ πόλις, καθάπερ ἆθλον αὐτὸν ποιουμένη, τοῦ‐ τον παρὰ γνώμην τῆς πόλεως ἐφόνευσε· καὶ τὸ ἀντι‐ θετικὸν κεφάλαιον τοιοῦτον· ὅτι καὶ τῇ πόλει συνήνεγκε τὸ τελευτῆσαι τὸ μειράκιον, ἀπήλλακται γὰρ πολέμου | |
15 | καὶ πολιορκίας, καὶ αὐτῷ τῷ παιδί. μηʹ. Τούτου καὶ κατ’ ἀρχήν που τῆς πραγματείας ἐπεμνήσθη, πρὸς Μινουκιανὸν φερόμενος ἄντικρυς· φησὶ δὲ οὕτως, εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπου πε‐ ρίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι· ὁ μὲν οὖν τεχνικὸς | |
20 | κατὰ τοὺς εἰρημένους λόγους τὰ εἴδη τῶν ἀντιθετικῶν οὐ προσίεται· προσθείημεν δ’ ἂν ἡμεῖς, ὅτι οὐ μόνον γε τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ τῆς διδασκαλίας, ἀλλ’ οὐδὲ κατὰ φύσιν ἀφιστάναι δύναται· πρῶτον γὰρ τὰ ἐκ διαφόρων γενῶν εἴδη κοινωνεῖν ἀλλήλοις οὐ δύναται τὸ | |
25 | δὲ ἰδιωτικὸν καὶ δημόσιον οὐκ ἀντιθέσεως μόνης, ἀλλὰ κοινὸν ἁπάσης φαίνεται στάσεως· ἔπειτα ἐν ταῖς προ‐ ειρημέναις τῶν στάσεων εἴδη τοιαῦτα οὐ παραλαβόντες, καίτοι τοῦ δημοσίου καὶ τοῦ ἰδιωτικοῦ ἐν πάσαις εὑ‐ ρισκομένων, τί δή ποτε ἐπὶ τῆς ἀντιθέσεως παρειλήφα‐ | |
30 | σιν; ἢ εἴπερ ἐνταῦθα, τί μὴ καὶ πρότερον πολὺ ἐπ’ | 581 |
7.582 | ἐκείνων. τρίτον ἐπὶ τούτοις τὰ διαιρούμενα τὴν εἰς τὰ κεφάλαια διαίρεσιν ἢ τομῇ διενήνοχεν ἀλλήλων, ἢ ὕλῃ, τομῇ μὲν, ὡς τὸ ἁπλοῦν καὶ τὸ διπλοῦν· κεχώρισται γὰρ ἀλλήλων τῇ διαφόρῳ περὶ τὰ κεφάλαια διαιρέσει· ὕλῃ | |
5 | δὲ, ὡς κατὰ κρίσιν καὶ κατὰ αἴτησιν· διάφορος γὰρ ἡ ὕλη. πῆ μὲν τιμωρίας, πῆ δὲ δωρεᾶς ὑποκειμένης· πῶς οὖν δύναιτο ἂν εἴδη παραλαμβάνεσθαι τὸ δημόσιον καὶ τὸ ἰδιωτικὸν, οὐδὲ κατὰ τομὴν ἀλλήλων διαφέροντα· μία γὰρ ἀμφοῖν ἀλλήλων διαίρεσις, καὶ κατὰ τὴν ὕλην. | |
10 | καὶ γὰρ ἰδιωτικὸν γίνεται καὶ κατὰ κρίσιν καὶ κατὰ αἴ‐ τησιν. καὶ αὖ πάλιν δημόσιον· μόνου γὰρ ταῦτα τοῦ ποσοῦ διενήνοχε· καθὸ τὸ μὲν ἐφ’ ἑνὸς, τὸ δὲ ἐπὶ πολ‐ λῶν διήκει· τὸ δὲ ποσὸν διαφορὰν εἴδους οὐ κατεργά‐ ζεται. | |
15 | Τοῦτό φησιν, ὅτι ὁ μήπω δυνηθεὶς εἰδέναι τὴν στάσιν τοῦ ζητήματος ἢ τὰ κεφάλαια, πῶς δύναται οὗ‐ τος, περὶ χαρακτήρων εἰπεῖν ἢ τρόπων. μθʹ. Τινές φασιν, ὧν καὶ ὁ τεχνογράφος, τούτῳ διαφέρειν τὴν μετάστασιν τῆς συγγνώμης, τῷ ὑπευθύνῳ | |
20 | καὶ ἀνευθύνῳ· τὸ μὲν γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρόσωπον ἢ πρᾶγμα ἀναφέρον τὴν αἰτίαν μετα‐ στατικόν φασι, τὸ δὲ εἰς ἀνεύθυνον συγγνωμονικόν· τι‐ νὲς δὲ καὶ τὰ εἰς ἀνεύθυνον καὶ ὑπεύθυνον ἀναφέροντα μεταστατικά φασι· τὰ δὲ εἴς τι πάθος τῆς ψυχῆς συγ‐ | |
25 | γνωμονικά· ἐμάθομεν δὲ ἐν τῇ μεθόδῳ, ὅτι περὶ τού‐ των ἠμφισβήτουν ὅ τε Μινουκιανὸς καὶ ὁ Ἑρμογένης· ὁ μὲν Ἑρμογένης ὅτι συγγνωμονικὸν γίνεται, ὅτε μετά‐ στασίς ἐστιν ἐπί τι ἀνεύθυνον, ὁ δὲ, ὅτε ἐπὶ ψυχῆς ἀνα‐ φέρεται πάθος· ἐνταῦθα οὖν, ὡς οἷα αἰσθόμενος τῆς | |
30 | ἀληθείας συγχωρεῖ τῷ Μινουκιανῷ καλῶς εἰρηκέναι. | |
νʹ. Τὴν συγγνώμην καὶ τὴν μετάστασιν ἔφη αὐτὸς | 582 | |
7.583 | ἐν τῇ μεθόδῳ διαφέρειν ἀλλήλων κατὰ τὸ ὑπεύθυνον καὶ ἀνεύθυνον. ἂν μὲν γὰρ ὑπεύθυνον ᾖ τὸ δεχόμενον τὴν αἰτίαν, γίνεται μετάστασις, ἂν δὲ ἀνεύθυνον, συγ‐ γνώμη· τινὲς δὲ, ὧν καὶ Μινουκιανὸς ἐν τοῖς μάλιστα, | |
5 | οὐχ οὕτως διαστέλλουσιν αὐτάς· ἀλλ’ ἁπλῶς τὰ μὲν εἴς τι τῶν ἔξωθεν μεθιστάντα τὸ ἀδίκημα πάντα μεταστα‐ τικὰ εἰρήκασιν εἶναι, ἄν τε χειμὼν, ἄν τε βάσανος, ἄν τε ἄλλο τι τοιουτότροπον ᾖ· τὰ δὲ εἰς ἴδιόν τι πάθος τῆς ψυχῆς μόνα συγγνωμονικὰ εἶναι ὡρίσαντο· ἰστέον | |
10 | μέντοι, ὡς περὶ τῆς βασάνου διαφέρεται πρός γε τοὺς ἄλλους ἅπαντας ὁ Μινουκιανός· οἱ μὲν γὰρ συγγνωμο‐ νικὸν τὸ τοιοῦτόν φασιν, τῷ ψυχικὸν ἐντεῦθεν πάθος κινεῖσθαι, τὸν φόβον· ὁ δὲ Μινουκιανὸς τῇ μεταστά‐ σει προσνέμει τὴν βάσανον, ὡς τῶν ἔξωθεν οὖσαν· δο‐ | |
15 | κοῦσι δ’ οὖν οἱ μὲν ἄλλοι κατὰ τοῦτο συμβαίνειν τῷ τεχνικῷ, ἢ καὶ τὰ μάλιστα καθ’ ἑκατέραν ἔννοιαν· δῆλον γὰρ, ὡς κατ’ αὐτὸν συγγνώμη ἔσται ἡ βάσανος τῷ εἶναι ἀνεύθυνον· ὁ δὲ Μινουκιανὸς καὶ κατὰ τοῦτο ἐναντιοῦται. ταύτης δὲ τῆς διαφορᾶς ὑπ’ ἐκείνων εἰσφε‐ | |
20 | ρομένης, φημὶ τῆς κατὰ πάθος, ἴδιον ἤ τι τῶν ἔξωθεν ἐπιφέρει ὁ τεχνικὸς, ὥσπερ τινὰ συγκατάθεσιν, ὅτι καὶ ἴσως ταῦτα οὐ κακῶς, καὶ ζητητέον, τί δήποτε τὸν ἐκεί‐ νων παραδεχόμενος λόγον αὐτὸς εἰσήνεγκεν ἕτερον. ἢ εἴ‐ περ μὴ καταδέχεται, τί μὴ διαῤῥήδην ἀντεῖπε· δυοῖν | |
25 | γὰρ ἁμαρτημάτων θάτερον οὐκ ἐκφεύξεται ἀγνοίας ἢ φθόνου· ἀλλὰ ταυτὶ μὲν ἑτέροις βλασφημεῖν ἐῶμεν, λεκτέον δὲ, ὡς οὐκ ἄνευ λόγου τρόπον δή τινα συγκατέ‐ θετο· ὑπῄσθετο γὰρ καὶ τὸν ἐκείνων λόγον σχεδὸν τῷ οἰκείῳ συμφερόμενον· σκοπῶμεν γὰρ οὕτως, οἱ μὲν γὰρ | |
30 | τὰ εἰς ψυχικὸν πάθος τὴν αἰτίαν μεθιστάντα συγγνώ‐ | |
μην εἶναι βούλονται· ὁ δέ φησι τὴν συγγνώμην ἐκ τῶν | 583 | |
7.584 | ἀνευθύνων γίνεσθαι, ὃν τρόπον ἀπὸ διαφόρου γνώμης εἰς ταὐτὸν συνήχθησαν. δῆλον γάρ, ὡς πᾶν ψυχικὸν πάθος ἀνεύθυνον. Ἴδωμεν τὸν αὐτὸν αὖθις τρόπον, οἱ μὲν τὰ εἴς τι τῶν ἔξωθεν ἄγοντα τὸ ἀδίκημα μετα‐ | |
5 | στατικὰ εἰρήκασιν, ὁ δὲ τῷ ὑπευθύνῳ τὴν μετάστασιν ὁρίζει· κἀνταῦθα σχεδὸν συμφέρονται· φυλαττέσθω γὰρ ἐκεῖνο ὁ λόγος αὐτῶν, ὡς τὰ εἴς τι ψυχικὸν πάθος με‐ θιστάντα τὸ ἀδίκημα συγγνώμη· εἶτα ὑποδιέλωμεν τὰ εἴς τι τῶν ἔξωθεν. ταῦτα γὰρ ἢ ἐπί τι ψυχικὸν ὁρμᾶ‐ | |
10 | ται πάθος, ὡς ὁ χειμὼν ἢ βάσανος, φοβεῖ γὰρ καὶ κα‐ ταπλήττει, ψυχικὸν δὲ πάθος ὁ φόβος. ὥστε καὶ κατ’ ἐκείνους ταῦτα συγγνώμης εἶναι, τῷ εἴς τι πάθος μεθιστᾷν τὸ ἀδίκημα, καὶ κατὰ τὸν τεχνικὸν τῷ εἶναι ἀνεύθυνον, ἢ εἴπερ μὴ ἐπί τι ψυχικὸν φέροιτο πάθος. | |
15 | ὑπεύθυνά γε πάντως ὄντα τῷ μὲν ὑπάρχειν τῶν ἔξω‐ θεν κατὰ τὸν ἐκείνου λόγον, τῷ δὲ εἶναι ὑπεύθυνα κατὰ τὸν τεχνικὸν ἔσται μεταστατικά. καὶ ταῦτα μὲν ὅσον ἐπιδεῖξαι κἀκείνους ἄκοντας εἰς τὸν λόγον συνελαυνομέ‐ νους τοῦ τεχνικοῦ. χρὴ δὲ μόνον τὴν κατὰ τὸ ἀνεύθυ‐ | |
20 | νόν τε καὶ ὑπεύθυνον διαφορὰν δέχεσθαι, σαφεστάτην δὲ οὖσαν καὶ τελειωτάτην· ἔτι δὲ κἀκεῖνο ζητῆσαι ἄξιον. ἐπήνεγκε γὰρ εὐθὺς μετὰ ταῦτα, ὡς οὐδὲ ἡ μετάστα‐ σις διαφέρει τῆς συγγνώμης, πλὴν τοῦ ὀνόματος· τί οὖν φαίη ἄν τις, μέχρι νῦν ἐφληνάφει, τοσοῦτον ἀποτείνων | |
25 | λόγον περὶ τῆς τούτων διαφορᾶς· καὶ οὐκ ἐνταυθοῖ μό‐ νον, ἄλλ’ ἔτι κἀν τῇ μεθόδῳ καταφανὴς ἡ πρὸς τοῦτο ἀπάντησις· οὐ γὰρ πρὸς τὴν φύσιν αὐτῶν ἀφορῶν, ἀλλ’ ὅσον πρὸς τὴν τῶν κεφαλαίων ἥκει διαίρεσιν, ἔφη μὴ αὐτὰς διενηνοχέναι· καὶ γὰρ ἐν μεταστάσει, φησὶν, ἐμ‐ | |
30 | πίπτει τὸ συγγνωμονικὸν, καὶ ἔτι ἐν συγγνώμῃ τὸ μετα‐ | 584 |
7.585 | στατικόν. καὶ τό γε μεῖζον εἰπεῖν, ἐν συγγνώμῃ ἔστιν ὅτε οὐ χρησόμεθα συγγνωμονικῷ, ἀλλ’ ἐφαψάμενοι μό‐ νον αὐτοῦ μεταπηδήσομεν θᾶττον ἐπὶ τὸ μεταστατικὸν, τοῦτο δὲ γίνεται, ἡνίκα ἔνδοξον ᾖ τὸ κρινόμενον πρόσω‐ | |
5 | πον. Οὐδὲν οὖν ἀλλήλων, ἤρετό τις, διοίσουσι κατὰ δι‐ αίρεσιν; φαμὲν ὅτι κατὰ τὴν εὕρεσιν μὲν τῶν κεφαλαίων οὐδαμῶς· κατὰ μέντοι τὴν χρῆσιν· ἐφ’ ἑκατέρας γὰρ τῷ κυριωτέρῳ καὶ πρωτοστατοῦντι μᾶλλον ἐνδιατρίψομεν. οἷον ἐν μεταστάσει μὲν τῷ μεταστατικῷ, ἐν δὲ συγγνώ‐ | |
10 | μῃ τῷ συγγνωμονικῷ, πλὴν εἰ μὴ τὸ ἀξίωμα τοῦ προσώ‐ που κωλύοι· τηνικαῦτα γὰρ ἡ μετάστασις κατὰ τὸ ἰσχυ‐ ρὸν τῇ φύσει λαμβάνεται, ἡ δὲ τοῦ προσώπου ποιότης καὶ ἀσθενεστέρας ἔχεται μᾶλλον ἀπολογίας, ἕνεκα τοῦ μὴ καθελεῖν τὸ ἀξίωμα. τοῦτο δέ φημι, τουτέστι τὸ | |
15 | πλεονάζειν τόδε μᾶλλον ἢ τόδε, οὐ διαιρετικῆς ἔργον διδασκαλίας, ἀλλὰ μεθόδου τῆς περὶ τὸν καιρὸν καὶ τὰ ὀνόματα· ᾗ χρήσεται καὶ ὁ τῆς ὅλης ῥητορικῆς ἐπιστή‐ μων· ὑπόλοιπόν ἐστι τὴν ἐργασίαν τῆς συγγνώμης εἰ‐ πεῖν· δοκεῖ γὰρ ἀσθενὲς κομιδῇ καθεστάναι τὸ φανερῶς | |
20 | ἠδικηκότας συγγνώμην αἰτεῖν· χρηστέον δὲ πρῶτον μὲν τῇ τοῦ μέλλοντος ἐπαγγελίᾳ, οἷον ὁ τοίνυν ἐγὼ διαφυ‐ γὼν αὖθις ὑμῖν χρήσιμος ἔσομαι τοῖς πολίταις· ἔπειτα ἐκ τῶν παραδειγμάτων χρὴ τὸ τοιοῦτο πιστοῦσθαι, ὡς πολλοὶ πολλάκις τὸ πρῶτον δόξαντες ἀδικεῖν ἀγαθοὶ τὰ | |
25 | τελευταῖα πολῖται γεγόνασιν. οἷον Θεμιστοκλῆς πονηρίᾳ τε καὶ ἀκρασίᾳ τὴν ἀρχὴν πάντας ὑπερβαλλόμενος διή‐ νεγκεν ὕστερον ἐπὶ σοφίᾳ τῶν ἁπανταχοῦ γῆς ἀγαθῶν ἀνδρῶν· καὶ ὡς εἰ τὸ πρῶτον ἁμαρτὼν ἀνῃρέθη, οὐκ ἂν ἡ Ἑλλὰς τῆς δι’ ἐκείνου ἐλευθερίας ἀπώνατο. τρίτον ἐπὶ | |
30 | τούτοις ἀπὸ τῆς τῶν δικαστῶν φιλανθρωπίας ἐπιχει‐ ρήσομεν· ὅτι νέμειν εἰώθασι συγγνώμην τοῖς ἁμαρ‐ τάνουσιν πρὸς φιλανθρωπίαν ὁρῶντες· ἐπείτοι οὐδεὶς ἂν | |
ἀθῷος ὑπελείπετο ἕνεκά γε τοῦ μηδὲν ἁμαρτεῖν, εἶτα ἐκ | 585 | |
7.586 | παραδειγμάτων, εἰ ἔχοιμεν ἐπιδεικνύναι συγγνώμην αὐ‐ τοὺς νείμαντας ἑτέροις. Τί δήποτε τὸν ἐκείνων δεχόμενος λόγον, αὐτὸς εἰσήνεγκεν ἕτερον; ᾔσθετο καὶ τὸν ἐκείνων λόγον τῷ | |
5 | οἰκείῳ σκοπῷ συμφερόμενον· ἰστέον δὲ, ὡς τὸ τῶν βα‐ σάνων καὶ τοῦ χειμῶνος οἱ μὲν ἄλλοι συγγνώμῃ, τῷ ψυχικὸν ἐνταῦθα κινεῖσθαι πάθος τὸν φόβον, Μινου‐ κιανὸς τῇ μεταστάσει προσνέμει ταῦτα, ὡς καὶ τῶν ἔξωθεν ὄντα. τοῦτο, φησὶν, ἀσαφῶς εἶπεν, οὐ γὰρ τῷ | |
10 | ὀνόματι διενήνοχε μόνον, ἀλλὰ καὶ τῇ φύσει· ἀλλὰ περὶ τῆς μεταχειρίσεως εἶπε τοῦτο, οὐ πρὸς τὴν φύσιν οὖν ἀφορῶν αὐτοῦ ταῦτά φησιν, ἀλλὰ πρὸς τὴν διαίρεσιν· καὶ γὰρ ἐν μεταστάσει φησὶν ἐμπίπτειν τὸ συγγνωμονι‐ κὸν καὶ μεταστατικόν· καὶ αὖ ἐπὶ συγγνώμης ἐφαψά‐ | |
15 | μενοι μόνον ταύτης εὐθέως ἐπὶ τὴν μετάστασιν μετα‐ βαίνομεν· πλὴν ὅτι ἐφ’ ἑκατέραις ταῖς στάσεσι τῷ κυ‐ ριωτέρῳ κεφαλαίῳ χρησόμεθα. ναʹ. Ἐπειδὴ ἐνδόξου ὄντος προσώπου αἰσχύνην φέρει τὸ συγγνωμονικῶς ἀπολογεῖσθαι, μεταστατικῶς δὲ ἀπαν‐ | |
20 | τῶντος, ὅτι οὐκ ἐγὼ αἴτιος, ἀλλ’ ἡ τύχη· ἀδόξου δὲ ὄντος μὴ δυναμένου μεταστατικῶς ἀπολογεῖσθαι, ἀναγ‐ καίως δὲ ἐπὶ τὴν συγγνώμην καταφεύγοντος, λέγει ὁ τεχνικὸς, ὅτι ἀμφοτέρων τῶν στάσεων μετάστασις γίνε‐ ται. ἀλλ’ ἴσμεν τὴν διαφορὰν, ὅτι ἡ μὲν ἐπὶ πάθος ψυ‐ | |
25 | χῆς, ἡ δὲ ἐπὶ τῶν ἔξωθέν τι ἀνάγεται· τὸ δὲ τοὺς και‐ ροὺς εἰδέναι ἐπιστήμονος ῥήτορος, καὶ εἰδότος χρῆσθαι | |
τῷ καιρῷ καὶ τῇ ὕλῃ. | 586 | |
7.587(1t) | Cap. XXIV. | |
2t | Περὶ πραγματικῆς. | |
2 | αʹ. Τὴν μὲν τάξιν ἔγνωμεν, ἥτις γέγονε παρὰ τοῦ τεχνογράφου. ὅτι ἐν μὲν τῇ μεθόδῳ τρίτην ἔταξε τὴν πραγματικὴν, τῶν πραγμάτων οὕτως ἀναγκαζόντων τὸν | |
5 | λόγον, ἐν δὲ τῇ διαιρέσει τοῖς κεφαλαίοις ἑπόμενος ἀφῆ‐ κεν αὐτὴν καὶ μετὰ τὰς ἀντιθετικὰς τέταχε, καλῶς τὸν περὶ αὐτῆς λόγον ποιούμενος· οὖσα γὰρ τῶν λογικῶν εἰκότως συνῆπται ταῖς λογικαῖς ἐνταῦθα· ἐκεῖ δὲ τρίτην ἔταξε σαφέστερον τὸν λόγον ποιῶν· ἁπλούστερος γὰρ ὁ | |
10 | περὶ ταύτης λόγος ἅτε ἐπιδιαίρεσιν μὴ ἐπιδεχόμενος· ποι‐ κιλωτέρα δὲ ἡ δικαιολογία ἐπιδιαίρεσιν ἐπιδεχομένη. οἷα γενικὴ οὖσα καὶ πολυειδὴς τυγχάνουσα· προτέτακται δὲ καὶ τῆς μεταλήψεως, ἐπειδὴ ἐνταῦθα ἡ εὐθυδικία χώραν οὐκ ἔχει, παντάπασι γὰρ τὸν ἀγῶνα παρωθεῖται, ἡ μέν‐ | |
15 | τοι πραγματικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ ταῖς εὐθυδικίαις θαῤῥεῖ. διὸ καὶ εἰκότως προτέτακται ταύτης· πραγμα‐ τικὴ δὲ ὠνόμασται, οὐχὶ ἀπὸ τοῦ πράγματα παρέχειν τοῖς ἀγωνιζομένοις, τοῦτο γὰρ καὶ αἱ ἄλλαι στάσεις, ἀλλ’ ἐπειδὴ καὶ τὰς ἄλλας στάσεις περιέχει ἐν ἑαυτῇ, | |
20 | κατὰ πάσας γὰρ σχεδὸν μελετᾶται· τοῖς γὰρ τελικοῖς διαιρουμένη κεφαλαίοις καθ’ ἕκαστον ἐκ τῶν ἄλλων στά‐ σεων ἔχει τὰς εὑρέσεις διαφόρως, πῆ μὲν στοχαστικὰς ὥσπερ ἐπὶ τῷ συμφέροντι· ἀδήλου γὰρ ὄντος τοῦ συμ‐ φέροντος σταχαστικῶς τοῦτο κατασκευάζομεν, πῆ δὲ | |
25 | ἀντιθετικὰς, ὥσπερ τὸ δίκαιον, πῆ δὲ νομικὰς, ὥσπερ τὸ νόμιμον· ἄλλως τε καὶ δύο ὄντων εἰδῶν τῶν δεχομέ‐ | |
νων στάσιν, συμβουλευτικοῦ καὶ δικανικοῦ, τὸ συμβου‐ | 587 | |
7.588 | λευτικὸν μόνη ἀπείληφεν ἡ πραγματική, πᾶσαι γὰρ ὅσαι συμβουλευτικαὶ ὑποθέσεις ὑπὸ ταύτην ἀνάγονται· μετέ‐ χει δὲ κατὰ πολὺ τοῦ δικανικοῦ· τὸ γὰρ δίκαιον δηλο‐ νότι τοῦ δικανικοῦ τυγχάνει· ἔχει δέ τι καὶ τοῦ πανηγυ‐ | |
5 | ρικοῦ· ταῖς γὰρ κατὰ ἀμφισβήτησιν στάσεσι τὸ πανη‐ γυρικὸν ἐμπίπτει· ἀλλὰ καὶ τῆς ποιότητος τῶν πραγμά‐ των εἰς τὰ γεγονότα καὶ μέλλοντα διαιρουμένης, μόνη τὴν περὶ τῶν μελλόντων ἀπείληφεν ἐπισκοπεῖν φύσιν· ἔσθ’ ὅτε δὲ καὶ τῶν γεγονότων ἐφάπτεται πρὸς κατα‐ | |
10 | σκευὴν τῶν μελλόντων· διὰ ταῦτα οὖν πάντων μεγίστην περὶ τὰ πράγματα ἰσχὺν ἔχουσα ἡ πραγματικὴ, ταύτης ἐξαιρέτως ἔτυχε τῆς προσηγορίας. βʹ. Τῆς πραγματικῆς αὐτὸ τὸ ὄνομα παρέχεσθαι ζητοῦσιν· οὐ γὰρ δοκεῖ, καθάπερ αἱ ἄλλαι τῶν στάσεων, | |
15 | προσεχὲς τῆς ἑαυτῆς φύσεως τὸ ὄνομα εἰληφέναι, οἷον ὁ στοχασμὸς, ὅτι στοχαστικὴν καὶ περὶ ἀδήλου πράγμα‐ τος τὴν ζήτησιν ἔχει· ὁμοίως ἡ ἀντίληψις· ὅτι ἀντιλαμ‐ βάνεταί τινος· καὶ ἁπλῶς εἰπεῖν ἐπὶ πασῶν τῶν στάσεων δηλωτικὸν τῆς φύσεως τὸ ὄνομα γίνεται· ἡ δὲ πραγμα‐ | |
20 | τικὴ εἴπερ ἐκ τῶν πραγμάτων τὸ κοινὸν ἁπάντων ὑφήρ‐ πακεν· οὐ γὰρ οἷόντε στάσιν ἄνευ πράγματος καθεστά‐ ναι· ὥστε τί μᾶλλον αὕτη καλεῖται πραγματικὴ, καὶ οὐχ ἅπασαι τήνδε προσηγορίαν αἱ στάσεις εἰλήφασι; τινὲς μὲν οὖν αὐτὴν κατ’ ἐξοχὴν ἔφασαν ὠνομάσθαι· τὴν αἰ‐ | |
25 | τίαν οὐ προσθέντες, ἀλλὰ κατ’ ἐξουσίαν ἀποφαινόμενοι· ἕτεροι δὲ, ὅτι ἐργώδης τε καὶ δύσκολος τοῖς ἐροῦσιν ἐγένετο· τὰ γὰρ πράγματα, φησὶν, εἰώθαμεν ἐπὶ τῆς δυ‐ σκολίας λαμβάνειν· ἄμεινον οὖν τῶν τοιούτων ἀφεμένους λόγων τὴν ἀκριβεστάτην αἰτίαν ἀποδοῦναι. πραγματικὴ | |
30 | γὰρ ὠνόμασται, καθὸ πάντων κ. τ. λ. ζητητέον δὲ καὶ περὶ τῆς τάξεως, ἀνθ’ ὅτου διαφόρως ἐτάγη ἔν τε μεθόδῳ κἀνταῦθα· ἐν μὲν γὰρ | |
τῇ μεθόδῳ πρὸ τῆς δικαιολογίας· ἐνταῦθα δὲ παρεί‐ | 588 | |
7.589 | ληπται μετ’ ἐκείνην. φασὶ γὰρ ἀναγκαίως ἐν τῇ διαιρέ‐ σει μετατετάχθαι τῆς δικαιολογίας τὴν πραγματικήν· ἐπεὶ κοινωνία τις ἦν κατὰ τὰ κεφάλαια πρὸς τὸν ὅρον ταῖς ὑπὸ τὴν δικαιολογίαν στάσεσιν. αὐτίκα ἡ προβολὴ | |
5 | κοινόν ἐστι κεφάλαιον· ἔτι δὲ τὸ ὁρικὸν καὶ τὰ ἑπόμενα τούτῳ· εἰ γὰρ, φασὶ, μετὰ τὸν ὅρον ἡ πραγματικὴ κα‐ θάπερ ἐν τῇ μεθόδῳ παρελαμβάνετο, διείργετο ἂν τὰ συνημμένα τῇ διαιρέσει τῶν κεφαλαίων, ὥστε ἀναγκαῖον εἶναι περὶ τῶν αὐτῶν αὖθις ἀναλαμβάνοντα τεχνολογεῖν· | |
10 | διά τοι τοῦτο, φασὶ, τῷ ὅρῳ τὰς δικαιολογίας ἐπισυνῆ‐ ψεν· εἰ δέ τις ἀποροίη, τὶ δήποτε οὐ καὶ τὰς νομικὰς παρέταξεν ἕνεκά γε τῆς κοινωνίας τῶν κεφαλαίων, τὴν αἰτίαν ἐπ’ αὐτῶν γενόμενοι προσθήσομεν· καὶ οὗτος μὲν οὐκ ἄμουσος ἂν εἴη τῆς τάξεως ὁ λόγος· οὐ μὴν ἀλλὰ | |
15 | καὶ ζητήσειεν ἄν τις, εἴπερ τῶν εἰδῶν περιεκτικὴν ἔφα‐ μεν εἶναι τὴν πραγματικὴν, καὶ διὰ τοῦτο καὶ τῶν πρα‐ γμάτων ἁπάντων, ἀφ’ οὗ καὶ τὴν ἐπωνυμίαν ἔλαβε ταύτην, πῶς οὐ τὴν πρώτην ἢ τὴν ὁποίαν δήποτε τά‐ ξιν ἔλαβε πάντως, οἷα δὴ καὶ αὐτῇ παραπλησίως ἁρ‐ | |
20 | μόττοντος τόπου· πρὸς ὃ ῥητέον, ὅτι τῶν στάσεων αἱ μὲν λογικαὶ, αἱ δὲ νομικαὶ, αἱ δὲ μικταί· λογικαὶ μὲν ἑπτὰ, νομικαὶ δὲ τέσσαρες· δύο δὲ μικταὶ, πραγματικὴ καὶ μετάληψις· ἀνάγκη δὲ ταῖς λαμβανούσαις τὴν μίξιν ἐφ’ ἑκατέρων τῶν ἄκρων καὶ μέσην ἀμφοῖν τάξιν ἐπέ‐ | |
25 | χειν· εἰκότως οὖν μεταξὺ τῶν λογικῶν τε καὶ νομικῶν τὴν πραγματικὴν καὶ τὴν μετάληψιν τέταχε· καὶ μὴν καὶ πρὸ τῆς μεταλήψεως ἔδει καθεστάναι τὴν πραγμα‐ τικήν· ὃν γὰρ τρόπον ἐν τῇ μεθόδῳ μετὰ πάσας ἐτάτ‐ τετο ἡ μετάληψις, τῆς παραγραφῆς ἕνεκα, τῷ χρῆναι | |
30 | τὰς ἄλλας προϋπεῖναι, καθ’ ἃς λαμβάνεται ἡ παραγρα‐ | 589 |
7.590 | φὴ, τὸν αὐτὸν κἀνταῦθα μετὰ τὴν πραγματικὴν τε‐ τάχθω· μικρὸν γὰρ ὕστερον εἰσόμεθα, ὡς ἡ παραγρα‐ φὴ καὶ κατὰ πραγματικὴν ἐλαμβάνετο· ὥστε ἐπεισεφέ‐ ρετο ἂν ὁ περὶ αὐτῆς λόγος τῇ μεταλήψει· καὶ οὕτως | |
5 | ἅπαντα συνεχεῖτο· αὕτη γοῦν τῆς παραγραφῆς ἀπηκρι‐ βωμένη φαίνεται τάξις· εἰ δέ τις λέγοι, ἐχρῆν κἀν τῇ μεθόδῳ ταύτην γενέσθαι τῆς πραγματικῆς τὴν τάξιν, ἴστω, ὡς ἐν μὲν τῇ μεθόδῳ διαίρεσιν ποιούμενος τῶν στάσεων κατὰ τὸ ἁπλούστερον τοῦ περὶ αὐτῆς λόγου | |
10 | προέταξεν αὐτὴν τῶν δικαιολογικῶν· πᾶσα γὰρ διαίρεσις τὰ ἁπλᾶ προτίθησι τῶν πολυσχιδῶν· ἐνταῦθα δὲ οὐ‐ κέτι, τοῦ διαιρετικοῦ κατεπείγοντος λόγου, τὴν κατὰ φύσιν αὐτῇ προσήκουσαν ἀπένειμε τάξιν. γʹ. Περὶ τῶν μελλόντων ἡ πραγματικὴ ποιουμένη | |
15 | τὴν ζήτησιν, οὔτε προβολὴν οὔτε διήγησιν ἐπιδέχεται· τοῖς τελικοῖς δὲ κεφαλαίοις διαιρεῖται, ἅπερ εἴρηται τε‐ λικὰ, διότι πολλῶν νοημάτων περιεκτική ἐστιν· τελικὰ δὲ κεφάλαια κυρίως μέν ἐστι τρία, εἴγε καὶ τρία τῆς ῥητορικῆς εἴδη· ὧν τοῦ μὲν δικανικοῦ τέλος τὸ δίκαιον, | |
20 | κ. τ. λ. Προτέτακται δὲ τὸ νόμιμον καὶ τὸ δίκαιον. διὰ ταῦτα εἰς δύο χρό‐ νους τῶν πολιτικῶν διῃρημένων ζητημάτων εἴς τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα, καὶ τῆς πραγματικῆς φύσει μὲν εἰς τὸ μέλλον ἐχούσης τὸν σκοπὸν, οὐ μὴν | |
25 | οὐδὲ τοῦ παρελθόντος ἐκτὸς οὔσης, εἰκότως προτέτακται τὰ κεφάλαια ταῦτα τῶν λοιπῶν· ἐπεὶ τὰ μὲν ἄλλα περὶ τὸν μέλλοντα ὁρᾶται, τὸ δὲ νόμιμον καὶ τὸ δίκαιον τοῦ παρελθόντος εἰσίν· οἱ γὰρ νόμοι ἔφθασαν τεθεῖσθαι, καὶ τὸ δίκαιον ἐκ τῶν φθασασῶν ἐννοιῶν λαμβάνεται | |
30 | καὶ δοκιμάζεται· τὸ παρεληλυθὸς οὖν τῷ χρόνῳ πρό‐ | 590 |
7.591 | τερον τοῦ μέλλοντος· ἄλλως τε τῶν κεφαλαίων τῶν μὲν τοῦ προσώπου τῶν δὲ τοῦ πράγματος ὄντων, ἐν στο‐ χασμῷ μὲν τὰ τοῦ προσώπου προτάττει κεφάλαια, περὶ ὑπάρξεως γὰρ ἡ ζήτησις, ἐνταῦθα δὲ περὶ τῆς τοῦ πρά‐ | |
5 | γματος ποιότητος τῆς ζητήσεως οὔσης, τὰ τῷ πράγματι οἰκεῖα προτέτακται· κεφάλαιον δὲ τοῦ πράγματος τὸ νό‐ μιμον καὶ τὸ δίκαιον· αὐτοῦ τοῦ δικαίου τὸ νόμιμον προτέτακται, κ. τ. λ. αἱ γὰρ ἔνδοξοι ἔντεχνοι πίστεις οὐ πανταχοῦ αἱ αὐταί· αὐτίκα | |
10 | γοῦν καὶ τὸ ἐσθίειν τοὺς γονεῖς τισιν ἀγαθόν ἐστιν, ἑτέροις δὲ τὸ κᾴειν, Ἀθηναίοις δὲ καὶ τὸ μὴ τρέφειν ἢ χειραγωγῆσαι ἔγκλημα ἐδόκει· μετὰ δὲ ταῦτα τὰ περὶ τὰ μέλλοντα τέτακται κεφάλαια· καὶ πρὸ τοῦ δυνατοῦ τὸ συμφέρον· πρῶτον γὰρ σκοποῦμεν εἰ συμφέρει, εἶθ’ οὕ‐ | |
15 | τως εἰ δυνατὸν γενέσθαι· φύσει οὖν τὸ συμφέρον πρῶ‐ τον, καὶ ἐμπεριείληφεν ἑαυτῷ τὸ δυνατόν· ἀνάγκη γὰρ τῷ συμφέροντι τὸ δυνατὸν περιέχεσθαι, οὐ μὴν τῷ δυ‐ νατῷ τὸ συμφέρον· οὐ γὰρ εἰ δυνατὸν ἀποκτεῖναί τινα ἢ ἱεροσυλῆσαι, ἀφυλάκτων τῶν ἱερῶν ὄντων, ἤδη καὶ | |
20 | συμφέρον· εἰ δὲ λέγοι τις, ὡς ἄχρηστον τὸ συμφέρον ἀπόντος τοῦ δυνατοῦ, ἐροῦμεν, ὅτι κἂν ἀπῇ τὸ δυνατὸν, ἀεὶ τὸ συμφέρον ἐξετάζεται· δεῖ γὰρ βούλεσθαι τὰ χρη‐ στὰ ἑαυτοῖς, καὶ εἰ μὴ δυνάμεθα, τὸ ἔνδοξον μετὰ τοῦτο καὶ τὸ ἐκβησόμενον, καὶ ὥσπερ ὑπὸ τὸ συμφέρον τὸ δυ‐ | |
25 | νατὸν, οὕτως ὑπὸ τὸ ἔνδοξον τὸ ἐκβησόμενον· ἡ γὰρ τοῦ συμφέροντος ἔννοια τὴν δόξαν ἔχει· τὰ ζητήματα βούλε‐ | |
ται ἀκόλουθον ἔχειν τοῖς προτεινομένοις προσώποις τὸν | 591 | |
7.592 | σκοπόν· προτείνεται δὲ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ζητήμα‐ σι τῶν ἀρχαίων πρόσωπα· οἷον τὸ Δημοσθένους, ἢ Πε‐ ρικλέους, ἢ Λακεδαιμονίων ἢ Ἀθηναίων· οἷς ἐπιμελὲς τὸ δόξης μᾶλλον ἢ τῶν ἄλλων φροντίζειν· ὡς δῆλον ἀπὸ | |
5 | τῶν ἐν Πύλῳ τριακοσίων, οἳ διὰ δόξαν τοῦ ἐκβησομένου κατεφρόνησαν· ἐξὸν γὰρ ἀλόγως σώζεσθαι εἵλοντο μᾶλ‐ λον τὸν μετὰ δόξης ἐκβάντα θάνατον· εἰκότως οὖν τὸ ἔνδοξον τοῦ ἐκβησομένου προτέτακται· καὶ ἡ μὲν τάξις τῶν κεφαλαίων αὕτη· τὴν δὲ πραγματικήν τινες οὕτως | |
10 | διεῖλον, εἰς νόμιμον, συμφέρον, δυνατόν· τῷ μὲν νομί‐ μῳ τὸ σαφὲς προστιθέντες, τῷ δὲ συμφέροντι τὸ ἀναγ‐ καῖον· τῷ δυνατῷ δὲ τὸ ῥᾴδιον· ἀλλ’ Ἑρμογένης ἐντέ‐ χνως τοῖς κειμένοις διελὼν ταύτην, ἐκείνην παρελογίσατο τὴν διαίρεσιν· ἰστέον δ’ ὅτι οὗτος μὲν τὸ ἀναγκαῖον κε‐ | |
15 | φάλαιον ἐννοεῖ· Δημοσθένης δὲ καὶ ἄλλοις μεμελέτηται. δʹ. Τίς ἡ ἔγγραφος καὶ τίς ἡ ἄγραφος, διδάσκει ἐνταῦθα ὁ τεχνικός· ὅτι ἔγγραφος μὲν κ. τ. λ. | |
19 | εʹ. Συχνοὶ περὶ διαφορᾶς ἐγγράφου τε καὶ ἀγράφου | |
20 | πραγματικῆς κεκίνηνται λόγοι· ὥστε καί τις τῶν ὑπο‐ μνηματισάντων οὐ φαῦλον εἶναι ἔφη εἰπεῖν τοσαύτας ἀποδεδόσθαι διαφοράς· ὅσοι δὲ καὶ τεχνογράφοι γεγό‐ νασιν, οἱ μὲν γὰρ κατὰ τὸ δημόσιον καὶ ἰδιωτικὸν δια‐ στέλλεσθαι αὐτὰς ᾠήθησαν δεῖν· ἡ μὲν γὰρ ἔγγραφος | |
25 | περὶ δημοσίων ἐστὶν, ἡ δὲ ἄγραφος, φασὶν, περὶ ἰδιωτι‐ κῶν· ἀλλ’ ἐξελέγχονται αὐτόθι ἐκ τῶν Δημοσθένους | |
Φιλιππικῶν, οἵ γε καὶ περὶ δημοσίων πραγμάτων εἰσὶ | 592 | |
7.593 | καὶ ἀγράφου πραγματικῆς, καίτοι οὐδ’ εἴπερ ἀληθὲς ἦν τοῦτο, ἐν διαφορᾶς ἂν αὐτὸ ἐδεχόμεθα μοίρᾳ· οὐ γὰρ τοῦτό ἐστι παραστῆσαι τὴν φύσιν τοῦ ἀγράφου τε καὶ ἐγγράφου, ἀλλ’ εἰπεῖν, ἐν τίσιν αὐτῶν ἑκάτερον εὑρί‐ | |
5 | σκεται· ἕτεροι δὲ κατὰ χρόνον τὴν ἔγγραφον ἐκ τῆς ἀγράφου ἐχώρισαν· ἂν μὲν γὰρ, φασὶ, καινὸς ἐξετάζηται νόμος, ἐγγράφου γίνεται πραγματικῆς ὁ λόγος· οἷον ὁ πρὸς Λεπτίνην· εἰ δὲ τῶν πάλαι κειμένων, τὴν ἄγραφον δηλαδὴ ποιήσει, οἷον νόμος, οὐ βοηθεῖν τοῖς οὐ προ‐ | |
10 | βεβοηθηκόσιν, Ὀλύνθιοι βοήθειαν αἰτοῦσι καὶ Ἀθηναῖ‐ οι βουλεύονται· ἐνταῦθα γὰρ, φησὶν, ἄγραφος ἔσται πραγματικὴ τῷ πάλαι κεῖσθαι τὸν νόμον, ἀλλ’ οὐκ ἐξ ὑπογυίου πρός τινων εἰσενηνέχθαι· τῶν δεινοτάτων μέντ’ ἂν εἴη καθέκαστον τοὺς τοιούτους παρατίθεσθαι λήρους· | |
15 | τοῦτο τοιγαροῦν εὐθέως εὔηθες λίαν· πρῶτον μὲν γὰρ οὐ χρόνῳ τὴν διαφορὰν ἐχρῆν, ἀλλ’ ἢ φύσει διδόναι ἔπειτα καὶ τοὐναντίον εὑρίσκεται, πολλάκις γὰρ καὶ πα‐ λαιοῦ ὑποκειμένου ῥητοῦ ἔγγραφον γίνεται, ὡς ὁ κατὰ Κτησιφῶντος Αἰσχίνου καὶ Δημοσθένους περὶ τοῦ στε‐ | |
20 | φάνου· καὶ αὖ πάλιν καινοῦ ὑπόντος ἀγράφου γίνεται πραγματικῆς ὁ λόγος, ὡς ὁ περὶ Ἁλοννήσου ἐν Φιλιπ‐ πικοῖς, τῆς ἐπιστολῆς ἐνυποκειμένης· τινὲς δὲ καθολι‐ κώτερον ἀπεφήναντο, ὡς ὅπου μὲν ἂν εἴη ῥητὸν, ἐκεῖ πάντως ἔγγραφος πραγματική· ὅπου δὲ μὴ τοῦτο, ἀλ‐ | |
25 | λὰ ψιλὸν πρᾶγμα, τὸ τοιοῦτον ὑπὸ τὴν ἄγραφον λέγε‐ ται· ὁ δὲ λόγος οὐχ ὑγιής· ἐνδέχεται γὰρ καὶ ῥητοῦ ὑποκειμένου ἄγραφον εἶναι πραγματικὴν, ὅταν μὴ περὶ αὐτοῦ ἡ ἐξέτασις γίνηται· ἀναγκαῖον τοίνυν ἐπ’ αὐτὴν ἐλθεῖν τὴν σαφεστάτην διαφοράν· ὅταν μὲν γὰρ ἀπὸ | |
30 | ῥητοῦ καὶ περὶ ῥητὸν ἡ ζήτησις καταγίνηται, τηνικαῦ‐ τα ἔγγραφός ἐστιν ἡ πραγματικὴ, ἐπειδὰν δὲ ἄρχηται | |
μὲν ἀπὸ ῥητοῦ τινος, περὶ πράγματος δὲ τὴν ζήτησιν | 593 | |
7.594 | ποιῆται, τότε ἄγραφός ἐστιν, οὕτω γὰρ καὶ τὸν περὶ Ἁλοννήσου φαμὲν ἄγραφον εἶναι, ὅτι μὴ περὶ ῥητὸν ἡ ζήτησις ἕστηκεν. ϛʹ. Δοκεῖ πως ὁ τεχνικὸς αὐτὴν ἀναιρεῖν τὴν ἀκριβε‐ | |
5 | στάτην διαφορὰν τῆς ἐγγράφου πρὸς τὴν ἄγραφον, καὶ ἣν μόνην ὡς ἀληθῆ παρεδεχόμεθα· τηνικαῦτα γὰρ ἔγ‐ γραφον ἐφάσκομεν γίνεσθαι, ἡνίκα ἀπὸ ῥητοῦ καὶ περὶ ῥητὸν ἡ ζήτησις ᾖ, τοῦτο δὲ αὐτὸς οὐ προσέθηκε, τουτ‐ έστι τὸ περὶ ῥητὸν γίνεσθαι τὴν ζήτησιν, ἀλλ’ ἔγγρα‐ | |
10 | φός ἐστιν ἀπὸ ῥητοῦ τὴν ζήτησιν ἔχουσα, φησίν· ῥη‐ τέον δὲ, ὡς οὐχ ἁπλῶς εἶπεν ἀπὸ ῥητοῦ, ἀλλὰ προσέθη‐ κε τὸ ζήτημα ἔχουσα, τουτέστιν αὐτὸ τὸ στασιαζόμενον καὶ ζητούμενον, ὅταν τὸ στασιαζόμενον ῥητὸν ᾖ· τότε γὰρ δήπουθεν καὶ περὶ ῥητὸν ἡ ζήτησις ἕστηκεν· ὥστε | |
15 | ἔγγραφος μέν ἐστιν ἡ ἀπὸ ῥητοῦ τὴν ζήτησιν ἔχουσα, ἄγραφος δὲ ἡ μόνον ἀρχομένην ἢ καὶ μηδόλως ἔχουσα ῥητόν. ζʹ. Τοῦτό φασί τινες ἀπίθανον εἶναι· οὐ γάρ ἐστι θειοτέρων φύσει προσηγοριῶν ἀνθρώπους ἐφίεσθαι· ἀλλ’ | |
20 | ἀντεροῦμεν, ὡς τὸ παράδειγμα ἦν ἐκ Περικλέους, ὃς Ὀλύμπιος ὀνομάζεται· εἰ δὲ λέγοιμεν, ἀλλ’ οὐ Περικλῆς ᾔτησε τῆσδε τυχεῖν τῆς προσηγορίας, τὸ τῆς αἰτήσεως ἄ‐ τοπον τῇ Κλέωνος ἀνατίθεσθαι ποιότητι· κεκωμῴδηται γὰρ ἐπ’ ἀλαζονείᾳ· καὶ μαρτυρεῖ τοῖς κωμικοῖς ὁ Θουκυ‐ | |
25 | δίδης, δι’ ὧν ἐν τῇ τετάρτῃ φησίν· „τοῖς δὲ Ἀθηναίοις ἐνέπεσε μέν τι καὶ γέλωτος τῇ κουφολογίᾳ αὐτοῦ.“ ηʹ. Ἐζήτηται δι’ ἣν αἰτίαν ἐπὶ μὲν τῶν ἄλλων στά‐ σεων μετὰ τὴν τῶν κεφαλαίων διδασκαλίαν παραλαμβά‐ νεται τὰ εἴδη· ἐνταῦθα δὲ πρίν τι διαλεχθῆναι περὶ τῶν | |
30 | κεφαλαίων ἐμνήσθη τῶν εἰδῶν, ἔγγραφον εἰπὼν καὶ ἄ‐ γραφον. Τινὲς μὲν οὖν ἔφασαν, ὡς διάφορος ἡ τῶν κε‐ | |
φαλαίων γίνεται διαίρεσις, κατὰ τὴν ἔγγραφόν τε καὶ | 594 | |
7.595 | ἄγραφον πραγματικὴν, ἔνθεν τὰ εἴδη προέταξεν, ἵνα τὴν ἑκατέρῳ προσήκουσαν ἀποδοίη τῶν κεφαλαίων διαίρεσιν· ἀλλ’ ἀντίκειται αὐτοῖς τὸ καὶ ἐπὶ τῶν ἄλλων στάσεων διαφόρως τὰ εἴδη διαιρεῖσθαι· ἄμεινον ἄρα τὸ ἀπορού‐ | |
5 | μενον ἐκείνως ἀπολύεσθαι· ὡς ἐπὶ μὲν τῶν ἄλλων στάσεων κ. τ. λ. Ἔτι προστιθέασι καὶ ἕτερα εἴδη, ἃ γίνεται ἐκ τῆς τῶν ἄλλων στάσεων συμ‐ πλοκῆς, οἷον πραγματικὴν κατὰ ἀντινομίαν, καὶ πρα‐ γματικὴν κατὰ ῥητὸν καὶ διάνοιαν· ταῦτα δὲ μὴ οὕτω | |
10 | μανείην ὥστε καὶ παραδέξασθαι· οὐ γὰρ ἐκ τῆς τῶν ἄλλων στάσεων ἐπιπλοκῆς διάφορα εἴδη γενήσεται· ἐπεί τί ἐστι τὸ κωλύον, οὕτω καὶ στοχασμοῦ μυρία πα‐ ραλαβεῖν εἴδη καὶ ἑτέρων στάσεων, ὥστε καὶ ἐπ’ ἄπει‐ ρον ἐξενεχθῆναι ἡμῖν τὸν λόγον· τοσαῦτα μὲν οὖν προσ‐ | |
15 | τεθείκασίν τινες· ἀναγκαῖον δὲ ἔτι καὶ περὶ τῶν ἐκβαλ‐ λόντων διαλαβεῖν· τὰ γὰρ εἴδη, φασὶν, ἢ ἐκ διαφόρου γνωρίζεται ὕλης ἢ ἐκ διαφόρου διαιρέσεως· ἐφ’ ὧν δὲ μία τις ὕλη καὶ διαίρεσις ὑπόκειται, οὐκ ἂν, φασὶ, διά‐ φορα παραλάβοιμεν εἴδη· ὥστε οὐχ ἕτερον εἶδος τὸ κατὰ | |
20 | νόμον καὶ ἄλλο τὸ κατὰ ψήφισμα ἢ κατὰ κήρυγμα, ἢ συν‐ θήκην ἢ διαθήκην· ἀλλὰ πάντα, φασὶ, ταῦτα ἑνὸς εἴδους ὑποληπτέον· καὶ γὰρ τῆς αὐτῆς ὄντα φαίνεται ὕλης· κα‐ θὸ πάντα ὁμοίως ὑπὸ ῥητοῦ τὴν ἀρχὴν εἴληφε, καὶ ὅτι μίαν ἔχει διαίρεσιν· τί χρὴ καὶ λέγειν; εἰ γὰρ ὁ τεχνικὸς | |
25 | διαφόρως αὐτὰ ἠπίστατο διαιρούμενα, ἐξ ἀνάγκης ἂν καὶ ταῦτα παρέλαβεν, ὥσπερ τὸ ἔγγραφόν τε καὶ ἄγραφον· οὕτως ἐκβάλλειν τινὲς πολλὰ τῶν εἰρημένων εἰδῶν ἐπεχεί‐ ρησαν, καὶ ἔγωγε οὐκ ἐνστήσομαι τῷ λόγῳ· ἀλλ’ οὐδὲ μὴν πάντα συγκατατίθεμαι· πρὸς μὲν γὰρ τὸ τεχνικώ‐ | |
30 | τερον σκοποῦντι, οἷον τὸ ἀπὸ ῥητοῦ ἄρχεσθαι τὰ εἰρη‐ | |
μένα ὁμοίως οὐκ ἂν φαίνοιτο διάφορα εἴδη· πρὸς δὲ | 595 | |
7.596 | τὸ ἰδικώτερον ἀποβλέψαντι πάλιν, φημὶ δὲ τὸ ἐνταῦθα μὲν νόμον, ἐκεῖ δὲ ὑποκεῖσθαι ψήφισμα, τάχα ἂν καὶ ταῦτα ὡς εἴδη λαμβάνοιτο. Περὶ μὲν οὖν τῶν εἰδῶν τῆς πραγματικῆς ἐντελῶς οἴομαι δεδηλῶσθαι· μεταβήσο‐ | |
5 | μαι δὲ ἐπὶ τὰ κεφάλαια, τοσοῦτον ὑπειπὼν, ὡς εἴ τις ἀποροίη, τί δήποτε ὁ τεχνικὸς οὐκ ἐμνήσθη τῶν ὑποκει‐ μένων εἰδῶν, μανθανέτω τὴν πραγματείαν αὐτῶν καθε‐ στηκυῖαν περὶ τῆς τῶν κεφαλαίων διαιρέσεως, ταῦτα δὲ οὐδεμίαν ἔχοντα διαφορὰν περὶ τὴν διαίρεσιν εἰκότως | |
10 | αὐτῷ παραλελεῖφθαι. θʹ. Ὥσπερ ἐπὶ πάσης εἴωθε ποιεῖν στάσεως, οὕτω κἀνταῦθα ἀπαριθμησάμενος κεφάλαια ἐπὶ τὴν ἑκάστου τεχνολογίαν ἔρχεται· καὶ ἰστέον μὲν, ὡς τὰ παρὰ πᾶσιν ὁμολογούμενα τῶν κεφαλαίων παρέθετο· τοῦτο δὲ ἔφην, | |
15 | ἐπεί τινες καὶ ἕτερα κεφάλαια τῆς πραγματικῆς παρειλή‐ φασιν, ὧν τοὺς μὲν ἀσημοτέρους παραπέμψομαι ἐπιχει‐ ρήματά τινα λίαν εὐήθως εἰς τὴν κεφαλαίων παραλα‐ βόντας τάξιν, Πορφυρίου δὲ ποιήσομαι μνήμην, ὃς ἐν τοῖς κεφαλαίοις τῆς πραγματικῆς τήν τε πηλικότητα καὶ | |
20 | τὸ πρός τι ἀπηριθμήσατο· καὶ οὐκ οἶδ’ ὅπως ἂν ἀπο‐ δεξαίμην τὸν ἄνδρα· οὐ γάρ μοι δοκεῖ εὐλόγως ταῦτα προστεθεικέναι βραχεῖαν ἐνταυθοῖ δύναμιν ἔχοντα· λε‐ κτέον δὲ καὶ καθολικώτερόν πως περὶ τῆς τάξεως τῶν κεφαλαίων· αὖθις γὰρ ἐφ’ ἑκάστου γενόμενοι ἀκριβέστε‐ | |
25 | ρον ἐροῦμεν. Τῶν κεφαλαίων τοίνυν πῆ μὲν περὶ τὸ πρᾶγμα, πῆ δὲ καθεστώτων περὶ τὸ πρόσωπον τοῖς περὶ τὸ πρᾶγμα τὴν προτέραν ἀπένειμε τάξιν· ἀλλ’ ἐρεῖ τις χρῆναι τὰ περὶ τὸ πρόσωπον προτετάχθαι, εἴγε δεῖ τὸ πρᾶττον προϋπεῖναι τοῦ πραττομένου, καὶ εἴπερ ἐν στο‐ | |
30 | χασμῷ ἡ βούλησις καὶ ἡ δύναμις πρὸ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐτάγησαν· ὑποληψόμεθα δὲ πρὸς τοῦτο, ὡς ἔνθα μὲν περὶ ὑπάρξεως ἡ ζήτησις ᾖ, βούλεται πρῶτον | |
τὸ πρόσωπον ἀποδείκνυσθαι, φυλαττομένης τῆς κατὰ | 596 | |
7.597 | τὴν ὕπαρξιν τάξεως, φημὶ δὴ τοῦ προϋπεῖναι τοῦ πρατ‐ τομένου τὸ πρᾶττον· ἔνθα δὲ περὶ ποιότητος, προηγεῖται τοῦ προσώπου τὸ πρᾶγμα, οἷα δὴ κυριώτερόν τε καὶ προσφυέστερον τῇ ζητήσει· τούτου δὲ οὕτως ἀποδειχθέν‐ | |
5 | τος τὸ νόμιμον τέτακται καὶ τὸ δίκαιον πρὸ τοῦ συμ‐ φέροντος καὶ τοῦ δυνατοῦ· τὸ μὲν γὰρ περὶ τὸ πρᾶγμά ἐστι, τὸ δὲ συμφέρον καὶ τὰ ἑξῆς περὶ τὸ πρόσωπον, ὅτι γὰρ συμφέρει τῷ χρωμένῳ προσώπῳ, δείκνυμεν καὶ ἐπὶ τοῦ ἐνδόξου, ὅτι εὔκλειαν προστίθησιν ἢ διασώζει | |
10 | τὴν οὖσαν· αὐτοῦ δὲ τοῦ δικαίου ἡγεῖται τὸ νόμιμον, καθὸ τὸ μὲν νόμιμον πάντως δίκαιον· οὐδὲν γὰρ ἕτερον τὸ νόμιμον, ἢ ἔγγραφόν ἐστι δίκαιον· τὸ δὲ δίκαιον οὐ πάντως καὶ νόμιμον· καὶ αὕτη μὲν ἡ καθολικωτέρα τά‐ ξις· προϊὼν δὲ καθ’ ἕκαστον ὥσπερ ὑπεσχόμην ἀκριβέ‐ | |
15 | στερον περὶ αὐτῶν διαλέξομαι· εἰ δέ τις ἐπιζητοίη, διὰ τίνα τρόπον ἐν τῇ τῶν κεφαλαίων ἀπαριθμήσει τὸ ἔθος παρῆκεν, ὅπερ ἐν τῇ ἀγράφῳ τὴν πρώτην ἔχει τάξιν, οὐ γὰρ δὴ τὸ νόμιμον ἡ ἄγραφος παραλήψεται, μανθανέ‐ τω ὡς οὐ προηγούμενόν ἐστι κεφάλαιον τὸ ἀπὸ τοῦ | |
20 | ἔθους, ἀλλ’ ἑτέραν τάξιν ἀναπληροῖ· ἐπεὶ γὰρ τὸ νόμι‐ μον οὐχ ἁρμόττει ἐπὶ τῆς ἀγράφου, εἰς τὴν ἐκείνου χρεί‐ αν τὸ ἔθος ἐπεισελήλυθεν, ὡς αὐτὸς ἔφη ὁ τεχνικός· τρία γὰρ ἀεὶ ταῦτα τοῖς πράγμασι φαίνεται κ. τ. λ. ιβʹ. Τὸ ἔθος ἔχει μὲν τὴν ἐξεργασίαν καὶ αὐτὸ, ἥν‐ | |
25 | περ τὸ νόμιμον ἐκ τῶν εἰρημένων τεττάρων τρόπων, ἐκ τῆς πολιτείας, ἐκ τοῦ προσώπου, ἐκ τοῦ πράγματος, ἐκ τοῦ καιροῦ· πλατύνεται δὲ καὶ τοὐναντίον ἀναιρεῖται ἐκ τῶν καθολικωτέρων· πλατύνεται μὲν, ἐπειδὰν εἰς τὸ κα‐ θόλου ἀναδραμόντες φῶμεν, οὐχ ἡμᾶς μόνους τῷδε κε‐ | |
30 | χρῆσθαι τῷ ἔθει, ἀλλὰ καὶ ἅπασαν, εἰ τύχοι, τὴν Ἑλ‐ | 597 |
7.598 | λάδα· τοῦτο μὲν Θετταλοὺς καὶ Θηβαίους, τοῦτο δὲ Πε‐ λοποννησίους, καὶ ἔτι εἰ μὴ νεώτερον, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἥρωσιν ἐκράτει· ἐπὶ Θησέως τυχὸν καὶ Ἡρα‐ κλέους καὶ ἐκ τοῦ ἐναντίου, ὅταν ἐκβάλλωμέν τι ὡς παρὰ | |
5 | τὸ ἔθος εἰσφερόμενον· ὅτι οὐ μόνον ἡμῖν ἄηθες τοῦτο, ἀλλὰ καὶ βαρβάροις εἰς τὰ ἔσχατα πολιτευομένοις· ὡς ἐπὶ τοῦ Κλέωνος τοῦ ἀξιοῦντος Πυθίου καλεῖσθαι· οὕτω μὲν οὖν πλατύνεται· ἀναιρεῖται δὲ, ὅταν εἰς ἀρχὴν ἀνάγωμεν τὸ ἔθος, καθολικώτερον χρώμενοι τῷ λόγῳ· οἷον ὅτι πᾶν | |
10 | ἔθος ἀνάγκη ἀρχήν τινα εἰληφέναι· σκοπῶ μὲν τοίνυν εἰ τὴν ἀρχὴν καλῶς παρεισέδυ· μὴ γὰρ εἰ τὴν ἀρχὴν φαύ‐ λως εἰληφὸς σύνηθες ἐγένετο τοῖς πολλοῖς· διὰ τοῦτο ἀξιῶ ἐμμένειν αὐτό· ἐπειδὴ γὰρ ταῖς πάντων γνώμαις ἐν‐ αντιοῦται οὐκ ἰσχυρὸν, ἐπὶ τοὺς κατάρξαντας τοῦ ἔθους | |
15 | μεταφέρειν προσήκει τὴν μέμψιν· ἐπισκοπεῖν δὲ μάλιστα χρεὼν ἐπὶ τοῦδε τοῦ κεφαλαίου τὴν τῶν προσώπων ποι‐ ότητα· ἐνδόξου μὲν γὰρ ὄντος τοῦ προσώπου, κατὰ πα‐ ράλειψιν ἀλλ’ οὐ προηγουμένως χρηστέον αὐτῷ· βλάπτει γὰρ ἂν μᾶλλον τηνικαῦτα καθαιρετικὸν τοῦ ἀξιώματος | |
20 | ὄν· οὐ γὰρ προσήκει Περικλέα γε ὄντα εἰς τὸ τῶν πολ‐ λῶν ἔθος ἀποβλέπειν· ἐπὶ δὲ τῶν ἀδοξοτέρων προσώπων πολλὴν ἔχει τὴν εὐκαιρίαν. ιγʹ. Τὸ νόμιμον, φησὶ, καὶ τὸ ἔθος λύεται ἐνστάσει καὶ ἀντιπαραστάσει, πρῶτον μὲν ὅτι οὐ παράνομον ἢ και‐ | |
25 | νὸν, ἔπειτα ὡς εἰ καὶ νεώτερόν ἐστι, τὸν τῆς αἰτήσεως καιρὸν ἔχει, κοινῶν ὄντων καὶ τῶν πεπραγμένων· πότε‐ ρον δὲ, φησὶ, προτέρῳ χρηστέον, ὁ καιρὸς διδάξει, ὡς εἴ‐ ρηται ἐν τῷ στοχασμῷ· τοῦτο γὰρ κἀκεῖσε προσέθηκεν· ὅτι ὡς ἂν ὑφηγῆται ὁ καιρὸς, οὕτω ταχθήσεται· ἡμεῖς δὲ | |
30 | καὶ αὐτὸν διωρισάμεθα τὸν καιρόν· πάρεστι δὲ τοῖς ἐπὶ τοῦ στοχασμοῦ εἰρημένοις ἡμῖν ἐντυχοῦσιν εἰδέναι. | |
Ἐπὶ Κλέωνος τοῦ ἀξιοῦντος καλεῖσθαι Πυθίου | 598 | |
7.599 | μετὰ τὰ ἐν Πύλῳ λύεται τὸ ἔθος τοιῶσδε· πρὸς γὰρ τὴν ἀντίθεσιν, τὴν ὅτι καινὰ αἰτεῖς, ἀπαντήσει ὁ Κλέων λέ‐ γων, ἀλλ’ οὐδὲ πρὸς τὸν βίον ἅπαντα ἐξ ἀρχῆς παρ‐ ῆλθεν, οὐδὲ τέλεια ἐξ ἀρχῆς ἀνεφάνη, ἀλλὰ μὴ πρότερον | |
5 | ὄντα κατὰ μέρος ἤρξαντο γίνεσθαι· οὕτω καὶ τέχναι ηὐξήθησαν, καὶ τὰ πράγματα εἴληφε τὰς ἐπιδόσεις· ἕκα‐ στα δὲ τούτων κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσ‐ άξομεν· ἐνστάσεως δὲ ἴδιον τὸ ἐξ ἐναντίας ἵστασθαι πρὸς τὰ λεγόμενα καὶ ψευδῆ δεικνύναι, ἀντιπαραστάσεως δὲ | |
10 | τὸ συντρέχειν μὲν τοῖς ὑπὸ τοῦ ἀντιδίκου λεγομένοις, ἐκ δὲ τοῦ ἀκολούθου παρατρέπειν εἰς τὸ ἐναντίον. ιδʹ. Ὅτι μετὰ τὸ νόμιμον ἔταξεν εἰκότως τὸ δίκαιον, δέδεικται μὲν καὶ ἀνωτέρω, κἀνταῦθα δὲ οὐ χεῖρον εἰ‐ πεῖν, καὶ μή τις οἰέσθω τετάχθαι τὸ ἔθος μετὰ τὸ νό‐ | |
15 | μιμον· τὸ γὰρ ἔθος οὐ τῶν προηγουμένων ἐστὶν, ἀλλὰ τῶν ἀνθ’ ἑτέρου παραλαμβανομένων· τὴν γὰρ τοῦ νο‐ μίμου χρείαν ἐν τῇ ἀγράφῳ ὑπεισέρχεται, τὸ τοίνυν δί‐ καιον τῶν μὲν ἄλλων ἡγεῖται· καθὸ τὸ μὲν ἐφεξῆς πε‐ ρὶ τὸ πρόσωπόν ἐστιν· τὸ δὲ νόμιμον καὶ τὸ δίκαιον | |
20 | περὶ τὸ πρᾶγμα· ἐπὶ δὲ τῆς ποιότητος προτερεύει, ὡς ἔφαμεν, τὰ ἐκ τοῦ πράγματος· τοῦ δὲ νομίμου μετατέ‐ τακται οὐκ ἄνευ λόγου· πρῶτον μὲν γὰρ οὐκ εἴ τι δίκαι‐ ον, τοῦτο καὶ νόμιμον, εἴ τι δὲ νόμιμον, πάντως δίκαι‐ ον· ἔπειτα ὡσπερεὶ κατασκευαστικὸν γίνεται τοῦ νομίμου | |
25 | τὸ δίκαιον ἐκ τῆς τοιᾶσδε τάξεως καὶ εἰσφέρει οὐ σμι‐ κρόν τι τῷ χρωμένῳ· τῶν γὰρ εἰσφερομένων ὑπὸ τοῦ ῥήτορος τὰ μέν ἐστι κατὰ δόξαν, τὰ δὲ κατὰ διδασκα‐ λίαν· κατὰ διδασκαλίαν μὲν, ὅταν λογισμοὺς ἀποδιδῶ‐ μεν, περὶ ὧν ἂν λέγωμεν, κατὰ δόξαν δὲ, ὅταν εἰς νό‐ | |
30 | μον ἤ τι τοιοῦτον ὑπερειδώμεθα· ἅπερ οὐ πάντως ἔχει τόδε, ἀλλ’ εἰκὸς αὐτά ποτε καὶ ἐπταῖσθαι· φέρεται | |
δὲ οὖν δυνάμει καθάπερ τις ἀντίθεσις ἐκ τοῦ δικαστικοῦ | 599 | |
7.600 | ὡς εἰ καὶ ἔννομον τὸ πρᾶγμα, οὐκ ἂν εἴη πάντως δί‐ καιον· τί γὰρ εἰ καὶ κακῶς ἔδοξε τῷ θεμένῳ τὸν νόμον, εἶτα παρελθὸν ἀκολούθως τὸ δίκαιον ἐκκαθαίρει τὸ ἐφορμοῦν καὶ τὸν λόγον ἐπισφραγίζεται· λαμβάνεται δὲ, | |
5 | φησὶ, τὸ δίκαιον κατὰ μίαν τῶν δικαιολογικῶν, καὶ κατ’ ἐκείνην διαιρεῖται, ὥστε ἐξ ἀνάγκης καὶ λύεται κατ’ αὐ‐ τήν· λύοιτο δ’ ἂν ἐκ τοῦ ἐναντίου ἄδικον ἐξελεγχόμενον· λάβωμεν δὲ καὶ ἐπὶ παραδείγματος τὸ κεφάλαιον· συχνοὶ τῶν πολιτῶν φυγόντες πόλιν κατεσκευάσαντο, καὶ γρά‐ | |
10 | φει τις στρατεύεσθαι ἐπ’ αὐτούς· ἐνταῦθα γὰρ κατὰ ἀντίληψιν τὸ δίκαιον, καὶ ληφθήσεται ὑπὸ τοῦ ἀντιλέ‐ γοντος, ὡς οὐ δίκαιον ἐπ’ ἐκείνους στρατεύεσθαι· ἐφεῖ‐ ται γὰρ τοῖς βουλομένοις, ὅπου ἂν ἐθέλωσι κατασκευά‐ ζεσθαι πόλιν· οὐ γάρ τις ἀπηγόρευσε νόμος, καὶ ὅτι μὲν | |
15 | κατὰ μίαν λαμβάνεται τῶν δικαιολογικῶν, ἐντεῦθεν ἄν τις ἴδοι. Ἀναγκαῖον δὲ καὶ περὶ τῆς ἐργασίας διαλαβεῖν. ἐπιχειρήσομεν τοίνυν ἐν τῷ δικαίῳ ἐκ τοῦ προσώπου, ἐκ τοῦ πράγματος, ἐκ τοῦ ἀποβησομένου· ἐκ μὲν τοῦ προσ‐ ώπου, ὅτι φίλοις καὶ συμμάχοις βοηθήσομεν, ἐκ δὲ τοῦ | |
20 | πράγματος, ὅτι δίκαιον τὰς ἀγαθὰς τῶν πράξεων διὰ τῶν ἴσων ἀμείβεσθαι, ἢ ὅτι δίκαιον, τὴν ὁσίαν τιμᾷν· τὸ δὲ ἀποβεβηκὸς ἀκριβῶς παρατηρητέον· εἰ μὲν γὰρ κατὰ τὸ ὠφελοῦν ἢ βλάπτον λαμβάνοιτο, τοῦτο συμφέ‐ ροντος γίνεται· εἰ δὲ κατὰ τὸ δίκαιον ἢ ἄδικον, τοῦ δι‐ | |
25 | καίου ἔσται κεφάλαιον, ὡς ἔχομεν παρὰ Δημοσθένει ἐν τῷ κατὰ Ἀριστοκράτους· αὐτὸ γὰρ τὸ ἀποβησόμενον κατὰ τὸ ἄδικον ἔλαβεν, ἐπὶ τὸ καθολικὸν ἀνενεγκὼν τὸν λόγον· οὕτως οὖν ἐπ’ αὐτῆς ἔφη τῆς λέξεως, „ὅτι καὶ τοὺς δεῦρο πεφευγότας, ἐὰν ἡμεῖς τοὺς ἑτέρωθι ἀποκτιν‐ | |
30 | νύωμεν, ἀποκτενοῦσιν ἕτεροι, εἰ δὲ τοῦτο ἔσται, ἡ μόνη λοιπὴ τοῖς ἀτυχοῦσιν ἅπασιν σωτηρία διαφθαρήσεται· | |
ἔστι δὲ αὕτη τίς; τοὺς ἐκ τῆς τῶν πεπονθότων μετα‐ | 600 | |
7.601 | στάντας εἰς τὴν τῶν μηδὲν ἠδικημένων ἀδεῶς μετοικεῖν·“ ἐκ τούτων δηλαδὴ τῶν εἰρημένων ἐργασόμεθα τὸ δίκαιον· ἰστέον δὲ, ὡς ἐπειδὰν τούτων τινὸς ἀπορῶμεν, ἐπὶ τὴν ἀντίφασιν αὐτοῦ χωρήσομεν, οἷον εἰ μὴ ἔχοιμεν λέγειν, | |
5 | ὅτι φίλοις οὖσι βοηθήσομεν, ἐροῦμεν ὅτι οὐκ ἐχθροῖς, καὶ αὖ πάλιν εἰ μὴ ἔνεστι φράζειν, ὅτι δίκαιον τοῦτο ποιεῖν, φήσομεν ὅτι οὐκ ἄδικον· ὅταν δὲ καὶ ταύτης ἀπορῶμεν τῆς ἀντιφάσεως, ἐφ’ ἕτερον τρεψόμεθα κε‐ φάλαιον· οἷον ὅτι συμφέρει ἢ εὔκλειαν ἔχει· τοῦτο δὲ | |
10 | οὐκ ἐπὶ τοῦ δικαίου μόνον, ἀλλὰ κἀπὶ τῶν λοιπῶν κε‐ φαλαίων καθολικὸν ἡμῖν ἔστω θεώρημα· ὡς ἡνίκα τῶν προηγουμένων ἀπορῶμεν, ἐπὶ τὰς ἀντιφάσεις χωρητέον· εἰ δὲ καὶ τούτων ἐκκλειοίμεθα, ἐφ’ ἕτερα προσήκει τρα‐ πῆναι κεφάλαια. Λείπεται τῇ τοῦ δικαίου τεχνολογίᾳ· | |
15 | τοσοῦτον ἔτι προσθεῖναι δεῖ, ὡς τὴν πλείστην ἐργασίαν τε καὶ ἰσχὺν λαμβάνει ἐκ τῶν λογισμῶν καὶ τῆς τῶν αἰ‐ τιῶν ἀποδόσεως· ὅταν πλείους αἰτίας καὶ λογισμοὺς ἀπο‐ διδῶμεν, περὶ ὧν ἂν λέγωμεν, ὥσπερ ἐποίησε καὶ Δημο‐ σθένης ἐν τῷ περὶ τῆς ἀτελείας τῆς κατὰ Λεύκωνα διεξ‐ | |
20 | ιών· οἷον ὅτι χρήσιμον προσλαβεῖν Ὄλυνθον. ιζʹ. Τὸ συμφέρον μετὰ τὸ δίκαιον παρείληπται· τοῦ‐ το μὲν, ὅτι παρὰ τὸ πρόσωπόν ἐστιν, εἰ γὰρ συμφέρει τῷ χρωμένῳ ζητοῦμεν, τοῦτο δὲ, ὅτι εἰ κατὰ ἄλλον τρό‐ πον ὑποβέβηκε τῷ νομίμῳ, καὶ τῷ δικαίῳ, ἐκεῖνο μὲν | |
25 | γὰρ ἐκ τοῦ πράγματος ὁρμᾶται, τὸ δὲ συμφέρον κατά τινα μαντείαν τοῦ ῥήτορος πρόεισιν· οἷον ὅτι περιέσται τόδε τι ἡμῖν ἐντεῦθεν· τὰ δὲ τοιαῦτα οὐκ ἂν εἶεν ἰσχυ‐ ρά· λαμβάνεται δὲ τὸ κεφάλαιον ἐξ ἁπάντων τῶν περὶ τὸν ἄνθρωπον, τουτέστιν ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ | |
30 | τῶν ἐκ τῶν ἐκτός· ἀπὸ μὲν ψυχῆς, ἐπειδὰν λέγωμεν, εὐ‐ | |
ορκήσειν τοὺς ἀκούοντας, εἰ ἕλοιντο τὴν πρᾶξιν, καὶ εὐ‐ | 601 | |
7.602 | σεβεστέρους τὰ πρὸς τὸ δαιμόνιον ἔσεσθαι· ἀπὸ δὲ σώ‐ ματος, εἰ ὑγίειαν ἀποτείνομεν, ἀπὸ δὲ τῶν ἐκτός, οἷον· εἰ περὶ πλούτου λέγομεν ἢ εὐκλείας· διαιρεῖται δὲ, φησὶ, τὸ συμφέρον εἰς τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον· χρήσι‐ | |
5 | μον μὲν οὖν ἐστιν, ὃ παρὸν μὲν ὠφελεῖ, ἀπὸν δὲ οὐ δια‐ φθείρει, ἀναγκαῖον δὲ, οὗ χωρὶς εἶναι ἀδύνατον, οἷον χρήσιμον προσλαβεῖν Ὀλυνθίους ἢ καὶ ἀναγκαῖον, ἵνα μὴ Φίλιππος τούτους λαβὼν καὶ μείζων γενόμενος ῥᾷον ἡμῶν ἐπικρατήσῃ· ἑκάτερον δὲ, φησὶ, διχῶς ἐξετασθή‐ | |
10 | σεται· τί μὲν ἀγαθὸν αἱρουμένοις τὴν πρᾶξιν γενήσεται· τί δὲ φαῦλον ἐκ τοῦ μὴ ἑλέσθαι, ὥστε ἐντεῦθεν ἡμῖν πλείστην ἀπορίαν γενέσθαι τῶν λόγων· εἴγε οὐ τὰ ἡμέ‐ τερα μόνον, ἀλλὰ καὶ κατὰ ἐναντία μέλλοιμεν διεξιέναι· πάλιν δὲ, φησὶ, τούτων ἑκάτερον τετραχῶς κατασκευά‐ | |
15 | ζεται, ὥστε ὀκτὼ εὐπορεῖν ἀεὶ τόπων, πλατεῖαν ἡμῶν ἀεὶ ποιούντων τὴν ἐργασίαν· οἷον εἰ μὲν ποιήσαιμεν τό‐ δε τὸ πρᾶγμα, περὶ οὗ ἡ βουλὴ, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παραμένει, καὶ τὰ οὐκ ὄντα προσέσται· εἰ δὲ ἀποροῦμεν τῆς κτήσεως, ἐπὶ τὴν προσθήκην ἰτέον· | |
20 | ὅτι τὰ ἀγαθὰ ἡμῶν αὐξηθήσεται· οὕτω γὰρ ἀεὶ διαμέ‐ νουσιν οἱ ἑπτὰ τόποι ἀκέραιοι· τὰ δὲ ὑπάρχοντα φαῦ‐ λα ἀποτρεψόμεθα· κἀνταῦθα δὲ, εἰ μὴ εὔπορον παντε‐ λῶς φράζειν ἀποβολὴν, χωρητέον ἐπὶ τὴν μείωσιν, καθάπερ τὴν αὔξησιν ἀντὶ τῆς παντελοῦς κτήσεως ἐπὶ | |
25 | τῶν ἀγαθῶν ἐλαμβάνομεν· τὰ δὲ οὐκ ὄντα τῶν φαύ‐ λων οὐ προσληψόμεθα· οὗτοι μὲν τέσσαρες τόποι, ἐκ τοῦ ἑλέσθαι τὴν πρᾶξιν λαμβανόμενοι· ἔτι δὲ ἐκ τοῦ ἐναντίου, τουτέστιν ἐκ τοῦ μὴ ἑλέσθαι, τοῖς ἴσοις ἐπι‐ χειρήσομεν· εἰ δὲ μὴ ποιοῦμεν, τὰ μὲν ὑπάρχοντα ἡμῖν | |
30 | ἀπολεῖται, τὰ δὲ οὐκ ὄντα μὲν, προσγινόμενα δ’ ἂν οὐ | 602 |
7.603 | προσέσται· τούτων δὲ ἄφθονα παραδείγματά ἐστι λαμ‐ βάνειν ἐκ τῶν Δημοσθένους Φιλιππικῶν· ἔστι δὲ ὅτε καὶ ἄμφω φαίνεται φαῦλα τά τε ὑφ’ ἡμῶν καὶ τὰ ὑπὸ τῶν ἐναντίων λεγόμενα· καὶ πάλιν ἄμφω ἀγαθὰ, ἐν οἷς κατὰ | |
5 | σύγκρισιν χρὴ προάγειν τὸν λόγον· ἐπὶ μὲν τῶν φαύλων, ὅτι ἐλάττω τὰ ἡμέτερα, ἐπὶ δὲ τῶν ἀγαθῶν, ὅτι μείζω. καθάπερ Δημοσθένης ἐν τῷ περὶ τῆς ἀτελείας· ἐπεὶ γὰρ συνετέλει τι καὶ τοῦ Λεπτίνου ὁ νόμος, χρημάτων εὐπο‐ ρίαν εἰσφέρων τῇ πόλει, συμφορώτερον αὐτοῖς δείκνυσι | |
10 | τὸ μὴ τοὺς εὐεργέτας ἀφαιρεθῆναι τῆς χάριτος· ἔτι δὲ τοῦτο παρατηρητέον ἐπὶ τῶν κεφαλαίων, ὡς ἔστι χρησι‐ μωτάτη ἡ διὰ τῶν παραδειγμάτων πίστις, καὶ τηνικαῦ‐ τα μάλιστα ἰσχύσομεν, ὅταν πλειόνων εὐπορῶμεν παρα‐ δειγμάτων· καὶ ὅλως τὰ μὲν προκείμενα τῶν κεφαλαίων | |
15 | τῷ ἐνθυμητικῷ χαίρει τῆς ῥητορικῆς ὀργάνῳ, τὸ δὲ συμ‐ φέρον τῷ παραδειγματικῷ· διὸ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς πολλαχοῦ φαίνεται πλεονάζων τοῖς παρα‐ δείγμασι· τοὺς παρ’ ἑκάστοις προδότας διεξιών. Διχῶς, φησὶ, τὸ συμφέρον κατασκευάσομεν, τί ποι‐ | |
20 | οῦσιν ἡμῖν καὶ τὶ μὴ ποιοῦσι συμβήσεται· στοχαστικὸν γὰρ ἡ τοῦ συμφέροντος ἐργασία. Τὴν τοῦ χρησίμου, φησὶ, καὶ τοῦ ἀναγκαίου ἐξέτασιν, τί συμβήσεται γινομένου τοῦ πράγματος, τετραχῆ διαι‐ ρετέον· ἐροῦμεν γὰρ, ὅτι εἰ τόδε τι ποιήσομεν, τυχὸν | |
25 | εἰ ἑλοίμεθα τόδε περὶ οὗ ἡ βουλὴ, οἷον συμμαχῆσαι εἰ | |
τύχοι Ὀλυνθίοις, τὰ ὄντα ἀγαθὰ παραμενεῖ, ἐλευθερία, | 603 | |
7.604 | ἀσφάλεια, καὶ τὰ μὴ ὄντα προσγενήσεται, δόξα, σύμ‐ μαχοι, χρημάτων πρόσοδοι, τῶν ἄλλων ἡγεμονία· καὶ πάλιν ἂν τύχοι κακῶς ἡ πόλις πράξασιν ἐκ τῆς τῶν κα‐ κῶν ἀπαλλάξεως τὸ συνοῖσον κατασκευάσομεν· ὅτι τόδε | |
5 | ποιοῦντες τὴν τῶν ὑπαρχόντων μὲν ἀδοξίαν ἀποτριψό‐ μεθα, χρημάτων ἔνδειαν, συμμάχων ἀπορίαν, ἐχθρῶν ἰσχύν· φαῦλον δὲ οὐδὲν εἰς τὸ μέλλον κτησόμεθα, τὰ γὰρ οὐκ ὄντα οὐ προσέσται· οἷον ἀπὸ ἐχθρῶν ἡττηθῆναι, συμμάχων ἀπορῆσαι καὶ ὅσα τοιαῦτα. | |
10 | ιζʹ. Διττόν ἐστι, φησὶν, τὸ συμφέρον, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον· τὸ μὲν οὖν χρήσιμον ἐκ λογισμῶν ἔχει τὴν κατασκευὴν, τὸ δὲ ἀναγκαῖον καὶ ἀπὸ τῆς ἀνάγκης τὴν πίστιν· διπλῆ οὖν ἐστιν ἡ τοῦ συμφέρον‐ τος ἐξέτασις, ἡ μὲν τὸ χρήσιμον κατασκευάζουσα, ἡ δὲ | |
15 | τὸ ἀναγκαῖον· οἷον χρήσιμον μὲν, Ἀθηναίοις Κερκυ‐ ραίους ποιήσασθαι συμμάχους διὰ τὴν τοῦ ναυτικοῦ δύναμιν, οὐ μέντοι σφόδρα ἀναγκαῖον· Ὀλυνθίους δὲ ἀναγκαῖον, ἵνα μὴ Φίλιππος στρατεύσῃ σὺν ἐκείνοις κατὰ τῆς πόλεως. Χρήσιμον οὖν ἐστι τὸ ἐκ περιουσίας | |
20 | λυσιτελὲς, ἀναγκαῖον δὲ ὅπερ ἐξ ἀνάγκης αἱρούμεθα· ἐκεῖνο μὲν γὰρ προαιρετικὸν τυγχάνει· τὸ μέντοι ἀναγ‐ καῖον ἀκούσιόν ἐστιν· χώραν δὲ μάλιστα ἔχει ἡ τοῦ ἀναγκαίου ἐξέτασις ἐν ταῖς δυσκολίαις τῶν πραγμάτων, ὅταν ἐπὶ πόνον ἢ δαπάνην ἢ ἄλλο τι τῶν δυσχερῶν πα‐ | |
25 | ρακαλῶμεν τοὺς ἀκούοντας, ἔνθα καὶ ἡ τοῦ ἐκβησομέ‐ νου ἐξέτασις ἀναγκαία, ὡς εἰ μὴ τάδε πράξομεν, τάδε ἡμᾶς καὶ τάδε περιστήσεται τὰ δεινά· ὅπερ ὁ Δημοσθέ‐ νης ἐν Ὀλυνθιακῷ ποιεῖ, κατασκευάζων, οἷα συμβήσε‐ ται τοῖς Ἀθηναίοις, εἰ μὴ βοηθήσει Ὀλυνθίοις· φησὶ | |
30 | γὰρ, „εἰπέ μοι· τίς αὐτὸν κωλύσει δεῦρο βαδίζοντα; | |
Θηβαῖοι; μὴ λίαν πικρὸν εἰπεῖν, καὶ συνεισβαλοῦσιν | 604 | |
7.605 | ἑτοίμως. ἀλλὰ Φωκεῖς; οἱ τὴν οἰκείαν οὐχ οἷοί τε ὄν‐ τες φυλάττειν, ἂν μὴ βοηθήσητε ὑμεῖς ἢ ἄλλος τις.“ ιηʹ. Ὁμοίως, φησὶ, ταῖς αὐταῖς μεθόδοις χρησόμεθα κἀπὶ τοῦ μὴ γενησομένου· ἐροῦμεν γὰρ, ὅτι εἰ μὴ τόδε | |
5 | ποιήσομεν, τά τε ὑπάρχοντα ἀγαθὰ ἀπολοῦμεν, καὶ τὰ οὐκ ὄντα μὲν, προσγενησόμενα δὲ, οὐ κτησόμεθα· ἢ ἐκ τῶν ἐναντίων, τὰ μὲν ὑπάρχοντα φαῦλα παραμενεῖ, προσκτησόμεθα δὲ καὶ ἑτέραν ἀδοξίαν· ἡ δὲ τοῦ κεφα‐ λαίου τούτου ἐργασία, τοῦτον γενήσεται τὸν τρόπον· | |
10 | πρῶτον μὲν ἐπιχειρήσομεν ἐκ τῶν ἐναντίων, λέξομεν γὰρ, κ. τ. λ. ιθʹ. Τῇ τάξει τοῦ δυνατοῦ τινες ἐμέμψαντο, ὡς δέον αὐτὸ τετάχθαι πρὸ τοῦ συμφέροντος· μὴ γὰρ δειχθέν‐ τος πρότερον, ὅτι δυνατὸν ἑλέσθαι τῶνδε τὸ ἕτερον, | |
15 | τῶν ἀτοπωτάτων ἐστὶ περὶ τοῦ κατ’ αὐτὸ συμφέροντος διαλέγεσθαι· οἷον λυσιτελεῖ, φησὶ, Μαρωνείταις ἢ Σι‐ φνίοις ἄρχειν τῶν Ἑλλήνων· ἀλλ’ ἐπειδὴ τὸ δυνατὸν ἐλλεί‐ πει, οὐδὲ περὶ τοῦ συμφέροντος οὐδ’ ἂν εἷς γένοιτο λό‐ γος, ἀλλ’ ἔστιν ἀναστρέφειν, εἰ γὰρ μὴ πρότερον ἀπο‐ | |
20 | δειχθείη τὸ συμφέρον, οὐκ ἂν τὸ δυνατὸν ζητοῖτο. αὐ‐ τίκα δυνατὸν ἐκπιεῖν κώνειον, ἀλλ’ ἐπεὶ οὐ συμφέρον, διὰ τοῦτο ἀνόνητα καὶ τὰ τῆς δυνάμεως· ὅθεν ἀφέμε‐ νοι τούτου καὶ οὐδὲ λόγου τινὸς αὐτὸ ἀξιώσαντες, τὸ γὰρ ἀντιστρέφον οὐκ ἰσχυρὸν, τὴν ἀληθεστάτην αἰτίαν φή‐ | |
25 | σομεν, ὅτι συμπέπλεκται ἀλλήλοις τὰ κεφάλαια, τὸ συμ‐ φέρον φημὶ καὶ δυνατόν· καὶ ὥσπερ ἡ βούλησις καὶ ἡ δύναμις ἐν στοχασμῷ ὡς ἓν ἐλαμβάνομεν τὸ κεφά‐ λαιον, οὕτω καὶ ἐπὶ τῆς πραγματικῆς τὸ συμφέρον καὶ τὸ δυνατὸν ἑκάστοτε συμπλακήσεται· τούτου δὲ οὕτως | |
30 | ἔχοντος, τίς διαφορὰ περὶ τῆς τάξεως ἔσται, ἀναμιγνυ‐ μένων ἀμφοτέρων ἀλλήλοις; ἀλλ’ ὃ περὶ τῆς βουλή‐ σεως καὶ τῆς δυνάμεως ἐλέγομεν, ἐνταῦθα παραφυλατ‐ | |
τέσθω· τοῦτο δ’ ἐστὶ τὸ παρὰ τῷ ἰσχυροτέρῳ ἀεὶ τελευ‐ | 605 | |
7.606 | τᾷν κεφαλαίῳ· εἰ δέ τις λέγοι, ὡς εἰ καὶ συμπλέκονται ἡ βούλησις καὶ ἡ δύναμις, ἀλλά γε κατὰ φυσικὴν αὐτὰ ἱστάμεθα τάξιν, εἰδέτω, ὡς κἀνταῦθα ἡγήσεται τὸ συμφέρον κατὰ φύσιν, μιμεῖται γὰρ αὐτὸ μὲν τὴν βού‐ | |
5 | λησιν· πᾶσα γὰρ βούλησις ἐπὶ τὸ δοκοῦν εἶναι συμφέ‐ ρον ὁρμᾷ· τὴν δύναμιν δὲ τὸ δυνατόν· ὥστε εἰ προτε‐ τάχθαι δεῖ τὴν βούλησιν τῆς δυνάμεως, ἡγήσεται καὶ τοῦ δυνατοῦ τὸ συμφέρον. ταῦτα μὲν περὶ τῆς τάξεως· ὑποδιαιρήσεις δὲ καὶ τὸ δυνατόν· καὶ πρῶτόν γε αὐτὸ | |
10 | τοῦτο ἰστέον, ὡς κυρίως τῇ ὑποδιαιρέσει χρῆται, ὑποδιαι‐ ρεῖν γάρ ἐστιν ὅταν, τὸ ἐξ ἑνὸς διαιρεθὲν πάλιν καὶ αὐ‐ τὸ εἰς ἕτερα ὑποδιαιρῆται· τὸ οὖν δυνατὸν, φησὶ, τέμνε‐ ται εἰς τὸ κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· πρῶτον μὲν, ὅτι οὐ χαλεπὸν, ἔπειτα, ὡς εἰ καὶ χαλεπὸν, ἀναγ‐ | |
15 | καῖον, καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν πάντα πόνον καὶ πάντα κίνδυνον ὑφίστασθαι· εἶτα εἰς τὸ δεικνύναι, ὅτι καὶ ῥᾴδιον· καί τινες ᾠήθησαν τοῦτο ἐκ περιττοῦ προστε‐ θεῖσθαι· μηδὲν γὰρ διαφέρει τοῦ μὴ χαλεποῦ τὸ ῥᾴ‐ διον, ἀλλ’ εἰ μὲν ἄμεσα εἴη ταῦτα μηδεμίαν ἔχοντα με‐ | |
20 | σότητα, οὐδὲν αὐτοῖς ὁ λόγος ἡμάρτηται· νῦν δὲ ἔνεστι μὴ χαλεπόν τι μὴ ῥᾴδιον εἶναι, ὥστε ἕτερον παρὰ τὸ μὴ | |
χαλεπὸν καθεστάναι τὸ ῥᾴδιον. τῶν δὲ εἰρημένων ἁπάν‐ | 606 | |
7.607 | των ἐκ τῶν Δημοσθένους Φιλιππικῶν ὁ βουλόμενος πα‐ ραλαμβανέτω παραδείγματα· αὐτίκα τὸ κατὰ ἀντιπαρά‐ στασιν πλατύτατον αὐτῷ ἐξείργασται· καὶ εἰ καὶ χαλε‐ πὸν, ἀλλ’ ἀναγκαῖον. οὕτως οὖν ἐπ’ αὐτῆς ἔφη τῆς λέ‐ | |
5 | ξεως. „εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλα ὀρθῶς οἴεται· ἀλλ’ ἐπειδὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποιεῖν, εὑρήσει λυσι‐ τελοῦν τὸ ἑκόντας ποιεῖν, τὰ δέοντα,“ καὶ τὰ ἑξῆς· λαμ‐ | |
10 | βάνεται δὲ, φησὶ, τὸ δυνατὸν ἐκ τῶν παρακολουθούν‐ των τοῖς προσώποις, τουτέστιν ἀπὸ ψυχῆς, ἀπὸ σώμα‐ τος, ἀπὸ τῶν ἐκτός· καθάπερ ἐν Φιλιππικοῖς Δημοσθέ‐ νης ἐχρήσατο· ἀπὸ μὲν ψυχῆς, ὅτι ἀθυμεῖ Φίλιππος, καὶ ὅτι ἐπιορκεῖ καὶ ἀπιστεῖται· οὕτω γάρ πού φησιν· | |
15 | „οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικοῦν‐ τα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι·“ ἔφη ἂν, ὅτι ἀσθενεῖ Φίλιππος καὶ πεπή‐ ρωται, ἀπὸ δὲ τῶν ἐκτὸς ἀφθονώτατα παρὰ τῷ ῥήτορι παραδείγματα· ἐπεὶ καὶ μάλιστα ἡμῖν ὁ τόπος πλείστην | |
20 | ἐμπειρίαν παρέχεται, πῶς ὁ Δημοσθένης ἀπὸ τῶν ἐκτὸς ἐπιχειρεῖ· „οἱ δὲ δὴ περὶ αὐτὸν ξένοι καὶ πεζέταιροι δόξαν μὲν ἔχουσιν, ὡς εἰσὶ δυνατοὶ καὶ συγκεκροτημένοι τὰ τοῦ πολέμου, ὡς δ’ ἔγωγε τῶν ἐν τῇ χώρᾳ τινὸς ἤκουον ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ | |
25 | βελτίους·“ ἐπιῤῥώννυται δὲ οὐχ ἥκιστα τὸ κεφάλαιον καὶ πλείστην ὅσην ἐργασίαν λαμβάνει ἐκ τῶν συγκριτι‐ κῶν, ὅταν τὰ ἡμέτερα τοῖς τῶν ἐναντίων ἀντεξετάζωμεν· τούτου παράδειγμα ἐν τῇ δημηγορίᾳ Περικλέους παρὰ τῷ Θουκυδίδῃ, ἐν ᾗ παραβάλλει τὴν Ἀθηναίων δύναμιν | |
30 | τῇ Λακεδαιμονίων. περιφανέστερον δ’ οὖν ἐν τῇ Κοριν‐ | |
θίων πρὸς Λακεδαιμονίους ἔστιν αὐτὸ θεωρῆσαι· κατὰ | 607 | |
7.608 | τὸ ἀντιθετικὸν προηγουμένως τοῦ λόγου. ἔφη δὲ οὕ‐ τως ἐπ’ αὐτῆς τῆς λέξεως· „οἱ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ἃ ἂν γνῶσιν· ὑμεῖς δὲ οὐδὲ τὰ ὑπάρχοντα σώζειν, οὐδὲ τὰ ἀναγκαῖα ἐξι‐ | |
5 | κέσθαι,“ τοσαῦτα μὲν περὶ τῆς ἐργασίας τοῦ κεφαλαίου· ἐζητήκασι δέ τινες, πῶς ἀπὸ τῶν παρακολουθούντων ἔφη κατασκευάζεσθαι τὸ δυνατόν· τοῦτο, γὰρ, φασὶ, τοῦ πρέποντός ἐστιν, ὅπερ ὑπὸ τὸ ἔνδοξον ἀνάγεται· ἐπ’ ἐκείνου γὰρ δεῖ, φασὶ, τὰ παρακολουθοῦντα τῷ | |
10 | προσώπῳ σκοπεῖν· οἷον γένος, πατρίδα, προγόνους, ἀρε‐ τάς· ἐχρῆν δὲ αὐτοὺς εἰδέναι, ὡς τῶν παρακολουθούντων τὰ μὲν ἐκ τῶν ἀνωτέρω, τὰ δὲ λαμβάνεται ἐκ τῶν ἐνε‐ στώτων. τὰ μὲν οὖν παλαιότερα τὸ πρέπον ἐργάζεται, οἷον αἱ τῶν προγόνων πράξεις, τὰ τῆς πατρίδος τρό‐ | |
15 | παια, καὶ ἅπαν ὅ τι τοιοῦτον· τὰ δὲ ἐνεστῶτα ποιεῖ τὸ δυνατόν· οἷον εὐπορία χρημάτων, στράτευμα ἐξηρτυμέ‐ νον, τριηρῶν πλῆθος· ἔτι καὶ τὸ ἐκ Φιλιππικῶν ἄπορον χρὴ λῦσαι. ὅπερ αὐτὸς προβάλλει ὁ τεχνικὸς ἐκ τῆς τοῦ δυνατοῦ κατασκευῆς ἀναφανέν. καθελὼν γὰρ τὴν τοῦ | |
20 | Φιλίππου δύναμιν ὁ ῥήτωρ οὐκέτι τὴν τῶν Ἀθηναίων περιέλαβεν, ἀντεξετάζων πρὸς τὴν Φιλίππου, ὅπερ ἔδει ποιεῖν, εἰ μή τι ἐκώλυεν· οὐ γὰρ τὰ τῶν ἐναντίων μό‐ νον ἐπιδεικνύναι ἀσθενῆ, ἀλλὰ καὶ τὰ ἡμέτερα οὐ πα‐ ραπλήσια. παρῆκεν οὖν αὐτὸς ἐκ τῆς τῶν πραγμάτων | |
25 | ἀνάγκης· οὐ γὰρ εἶχε τηνικαῦτα δύναμιν τῶν Ἀθηναίων οὐδεμίαν εἰπεῖν. ἔστιν οὖν αὕτη λύσις τοῦ ἀπορήματος ἀκριβής· θαυμαστὸν δὲ οὐδὲν, φησὶν, εἰ παρεῖται τὸ ἐπιχείρημα τῷ ῥήτορι, ἐπεὶ καὶ τῶν κεφαλαίων τινὰ ἐκεῖ‐ σε παραλέλειπται κατὰ φύσιν. τοῦτο δὲ ἔφη, ἐπεὶ τὸ | |
30 | δίκαιον κεφάλαιον ἐν τοῖς Ὀλυνθιακοῖς κατὰ φύσιν κε‐ | 608 |
7.609 | χωρηκός ἐστιν. ἐχθροὶ γὰρ ὄντες οἱ Ὀλύνθιοι περὶ συμμαχίας πρεσβεύονται· οὐκ ἔστι δὲ λέγειν, ὡς ἔστι δίκαιον τοῖς ἐχθροῖς βοηθεῖν· καὶ ἡμεῖς δὲ, φησὶ, πολ‐ λάκις παρελίπομεν τῶν κεφαλαίων τινὰ οὐκ ἐν πραγμα‐ | |
5 | τικῇ μόνον, ἀλλὰ καὶ πανταχοῦ. κʹ. Ἡ ἐργασία τοῦ δυνατοῦ γίνεται οὕτως, ἢ ἐξ αὐ‐ ξήσεως οἰκείας μόνως, ἢ ἐκ καθαιρέσεως τῶν ἐναντίων μόνως, ἢ ἐξ ἀμφοτέρων, αὐξήσεως δέ φημι οἰκείας καὶ καθαιρέσεως τοῦ ἐναντίου· ὅταν οὖν ἐκ τῶν δύο εὐπο‐ | |
10 | ρήσωμεν ἐργάσασθαι τὸ δυνατὸν, ἔσται μᾶλλον ἀγωνι‐ στικώτερος ὁ λόγος, εἰ παράλληλα παραβάλοιμεν τά τε αὐξητικὰ καὶ καθαιρετικὰ, οὕτως γὰρ ἐδίδαξεν ἡμᾶς Θουκυδίδης ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημη‐ γορίᾳ, ταῦτα εἰπών· „οἱ μέντοι γε νεωτεροποιοὶ καὶ ἐπι‐ | |
15 | νοῆσαι ὀξεῖς, καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σώζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τἀναγκαῖον ἐξικέσθαι. αὖθις δὲ οἱ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ, καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως | |
20 | ἐνδεᾶ πρᾶξαι, τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦ‐ σαι, τῶν δὲ δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι· καὶ μὴν καὶ ἄοκνοι πρὸς ὑμᾶς μελλητὰς καὶ ἀποδημη‐ ταὶ πρὸς ἐνδημοτάτους· οἴονται γὰρ οἱ μὲν τῇ ἀπουσίᾳ ἀντικτᾶσθαι, ὑμεῖς δὲ τὸ ἐπελθεῖν καὶ τὰ ἕτοιμα βλά‐ | |
25 | ψαι·“ οὕτως ἄρα δεῖ ἀντιπαρατιθέναι ἀμφότερα· ἀγω‐ νιστικώτερος οὕτως ὁ λόγος γενήσεται. καʹ. Καλῶς μετὰ τὸ συμφέρον τὸ δυνατὸν τέτακται· οὔτε γὰρ εἰ μὴ συνέφερε, δυνατὸν δὲ ἦν τὸ πρᾶγμα, ἱκανὸν ἦν τοὺς ἀκούοντας ἐφελκύσασθαι. οὔτε εἰ δυ‐ | |
30 | νατὸν ἦν, ἀλυσιτελὲς δὲ, ἠνείχετό τις αὐτὸ αἱρεῖ‐ | |
σθαι. καλῶς οὖν ἔχει πρότερον διδάξαντας, ὅτι | 609 | |
7.610 | συμφέρον, οὕτως καὶ ὅτι δυνατόν ἐστιν ἀποδεῖξαι. εἰσά‐ ξομεν δὲ, φησὶ, τὸ δυνατὸν ἐνστάσει καὶ ἀντιπαραστά‐ σει οὐκ ἀεὶ, ἀλλ’ ἐὰν κ. τ. λ. εἰ δὲ δυσχέρεια προσῇ διὰ τῶν τοιούτων μεθόδων, τὴν | |
5 | κατασκευὴν τοῦ δυνατοῦ ποιησόμεθα, λέγω δὴ τῆς ἐν‐ στάσεως καὶ ἀντιπαραστάσεως· καθόλου γὰρ ἢ δυσχέρειά τις πρόσεστι τοῖς βουλομένοις ἢ ῥᾳστώνη· ἐπὶ τῶν εὐχε‐ ρῶν οὖν περιττὸν πρὸς τοὺς εἰδότας, ὅτι ῥᾳδίαν ἔχει τὴν ἐπιχείρησιν τὰ πράγματα, περὶ ὧν ἡ βουλὴ τοιαύτας | |
10 | ἀποδείξεις καὶ κατασκευὰς ἐπάγειν. ἐπὶ δὲ τῶν δυσχερῶν ποιησόμεθα τοῦ δυνατοῦ τὴν κατασκευὴν, τελείως ἑκά‐ στου ταῖς ἐργασίαις ἐπεξιόντες· ὅτι εἰ καὶ χαλεπὸν εἴη, ἀλλ’ οὖν ἀναγκαῖον· καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑπομένειν. καὶ ὅτι ὑπὲρ τοῦ μὴ | |
15 | χαλεπωτέροις περιπεσεῖν ἀντιληπτέον τῶν πραγμάτων. καὶ Δημοσθένης δὲ τὴν πλατύτητα τοῦ κατὰ ἀντιπαρά‐ στασιν ἐδίδαξεν οὕτως αὐτὸ ἐργασάμενος· εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν προσδεῖ‐ σθαι, καὶ μάλα ὀρθῶς δοκεῖ· ἀλλ’ ἐὰν λογίσηται τὰ τῇ | |
20 | πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποι‐ εῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντως ποιεῖν τὰ δέοντα. κβʹ. Ἐπὶ τῶν τοιούτων, φησὶ, τῶν καὶ δυσκολίαν τοῖς βουλομένοις ἐχόντων τὰς κατασκευὰς ἀπὸ τὼν παρα‐ κολουθούντων τοῖς προσώποις παραληψόμεθα· ταῦτα δέ | |
25 | ἐστι τὰ ἐγκωμιαστικὰ, ἃ λαμβάνεται ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ὡς ὁ ῥήτωρ ἐκανόνισεν ἐν Ὀλυνθιακοῖς· ἀρξάμενος γὰρ ἀπὸ τῶν κατὰ ψυχὴν πρό‐ εισι μέχρι τῶν ἐκτός· οἷον „πῶς ἔχει ψυχῆς ὁ Φίλιππος, ὅτι ἀθυμεῖ,“ καὶ ὅτι „οὐκ ἔστιν ἀδικοῦντα καὶ | |
30 | ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσα‐ | |
σθαι·“ πῶς τὰ ἐκτὸς, ὅτι „Θετταλοὶ ἄπιστοι, ὅτι δὲ | 610 | |
7.611 | Ἰλλυριοὶ καὶ Παίονες ἐλευθερίας ἐπιθυμοῦσι“ καὶ ἑξῆς· ἡ γὰρ τοῦ δυνατοῦ ἐξέτασις γίνεται, ὥσπερ ἐπὶ τοῦ συμφέροντος, ἀπὸ τῶν ἐκτὸς, ἀπὸ μὲν ψυχῆς, εὐορκίας, ἐπιορκίας, πίστεως, ἀπιστίας, εὐνοίας, φθόνου, τυ‐ | |
5 | χίας, φιλοχρηματίας, ἐμπειρίας, ἀπειρίας, καὶ τῶν τοι‐ ούτων, ὅσα ψυχῆς ἐστι πάθη. ἀπὸ δὲ σώματος, ῥώμης, ἀσθενείας, εὐεξίας, καχεξίας καὶ τῶν τοιούτων, ἀπὸ δὲ τῶν ἐκτὸς, χρημάτων, φίλων, στρατιωτῶν, ὅπλων, συμ‐ μάχων, ἵππων καὶ τῶν παραπλησίων· ἀλλ’ ἐπὶ μὲν τῶν | |
10 | κοινῶν τὰ ἐκτὸς μάλιστα τὴν χορηγίαν ὑμῖν παρέξεται· ἡνίκα δὲ ἐπὶ τύραννον ἢ δικαστὴν ἢ ὅλως ἕνα ἄνδρα ὁ πόλεμος εἴη, χώραν ἡμῖν τὰ ἀπὸ ψυχῆς παρέξεται· τε‐ λεία δὲ δυνατοῦ κατασκευή ἐστιν ἡ ἑκατέρων ἐξέτασις, τῶν τε ἡμῖν αὐτοῖς προσόντων, καὶ τῶν τοῖς ἀντιπάλοις· | |
15 | οὐ γὰρ ἀποχρήσει τὰ τῶν ἐναντίων μόνα διαβαλεῖν, ἀλ‐ λὰ δεῖ καὶ τὰ οἰκεῖα συστῆσαι· ἀπὸ γοῦν τῶν προσόν‐ των ἡμῖν αὐτοῖς ἢ τοῖς ἐναντίοις, ἢ πάντων ἅμα ἤ τινων ληψόμεθα τὴν εὐπορίαν εἰς τὴν τοῦ δυνατοῦ κατα‐ σκευήν. | |
20 | κγʹ. Τὸ μὲν γὰρ, φησὶ, κατὰ τὸ ἐγχωροῦν χρῆσθαι τῆς κρίσεώς ἐστιν. τὸ δὲ διαιρεῖν τὰ κεφάλαια τῆς εὑρέ‐ σεως· καὶ σημείωσαι, ὅτι εὕρεσιν ἐνταῦθα ἐκάλεσιν οὐ τὴν ἔκθεσιν τῶν ἐνθυμημάτων καὶ παραδειγμάτων, ὥσπερ ἐν ἀρχῇ τῆς πραγματείας, ἀλλ’ ἁπλούστερον τὸ εὑρεῖν | |
25 | τὰ κεφάλαια εὕρεσιν εἶπεν, εἰδὼς πολλὴν συγγένειαν ἀμ‐ φοῖν, ὡς ἀρχόμενος τῆς βίβλου ἐδήλωσεν· ἔφη γὰρ, ὡς ἔστιν ὁ περὶ διαιρέσεως λόγος ὁ αὐτὸς τῷ περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως. κδʹ. Τῶν οὐ μετρίως ἐστὶν ἠπορημένων παρὰ πολ‐ | |
30 | λοῖς τε ἄλλοις καὶ οὐχ ἥκιστά γε Ἀθανασίῳ, τίνα τρό‐ | 611 |
7.612 | πον ἔσται κεφάλαιον τὸ ἔνδοξον παρὰ τὸ συμφέρον· τοῦ γὰρ συμφέροντος τριχῆ λαμβανομένου, κατὰ ψυχὴν, κα‐ τὰ σῶμα, κατὰ τὸ ἐκτὸς, τὸ ἔνδοξον ὑπὸ τὸ τρίτον ἀνά‐ γεται τοῦ συμφέροντος μέρος, φημὶ τὸ ἀπὸ τῶν ἐκτός· | |
5 | ἐν γὰρ τούτῳ ἢ πλοῦτον ἢ εὔκλειαν ὑποτείνομεν, ὡς εἴ‐ ρηται ἐν τῷ συμφέροντι, καὶ ἔστι μὲν λόγος ἀληθής· κομψότατα δὲ Ἀθανάσιος τὸ ἀπορούμενον ἀπελύσατο. ἐπεὶ γὰρ ἐκ τοῦ συμφέροντος προελθὸν τὸ ἐκείνου ἔνδο‐ ξον ἔσχε τελείαν τὴν ἐκείνου ὑποδιαίρεσιν, καὶ μόριον ὂν | |
10 | τῷ ὅλῳ διὰ πάσης τῆς ἐργασίας ἐκοινώνησεν, ὡς αὐτὸς ἔφη ὁ τεχνικὸς, εἰκότως ἰδίᾳ παρελήφθη ὡς ἔχον ἐντε‐ λοῦς κεφαλαίου ἐξεργασίαν· δεδηλώσθω οὖν ἐντεῦθεν ἡ ἐργασία τοῦ κεφαλαίου. διὰ γὰρ τῶν εἰρημένων ἐπὶ τοῦ συμφέροντος ὀκτὼ τόπων κατασκευασθήσεται. οἷον εἰ | |
15 | ποιοῦμεν ταῦτα, περὶ ὧν ἡ βουλὴ, ἡ μὲν ὑπάρχουσα ἡ‐ μῖν δόξα παραμένει, ἡ δὲ οὐκ οὖσα περιέσται· καὶ τὴν μὲν οὖσαν ἀδοξίαν ἀπωσόμεθα, τὴν δὲ οὐκ οὖσαν οὐ προσληψόμεθα· καὶ πάλιν, εἰ δὲ μὴ ποιοῖμεν, τὴν μὲν οὖσαν αἰσχύνην οὐκ ἀπωσόμεθα, τὴν δὲ οὐκ οὖσαν προσ‐ | |
20 | ληψόμεθα· καὶ τὴν μὲν ὑπάρχουσαν δόξαν ἡμῖν ἀποτρι‐ ψόμεθα· τὴν δὲ οὐχ ὑπάρχουσαν προσγενομένην δ’ ἂν οὐ προσληψόμεθα· ὅπερ δὲ ἔφασκον ἐπὶ τοῦ δικαίου, κἀνταῦθα προσκείσθω· τῶν γὰρ ἀναγκαιοτάτων τὸ θεώ‐ ρημα, ὡς ἡνίκα τινὸς τῶν κεφαλαίων ἀποροῦμεν, τὴν | |
25 | ἀντίφασιν αὐτοῦ παραληψόμεθα, οἷον ὅτι εἰ μὴ ἔχοι‐ μεν λέγειν, ὅτι συμφέρον, ἐροῦμεν, ὅτι μὴ βλάπτον, καὶ αὖ πάλιν, εἰ μὴ δυνατὸν εἰπεῖν, ὅτι νόμιμον, φήσομεν, ὅτι οὐ περὶ τὸν νόμον· εἰ δὲ λάβοι τὴν ἀντίφασιν ὁ ἀν‐ τίδικος, διὰ τῆς θέσεως αὐτὸν ἐξελέγχομεν, οἷον ὡς οὐ | |
30 | δίκαιον λέγειν αὐτὸν τόδε τι μὴ βλαβερὸν, ὡς συμφέ‐ ρει, δεικνύναι· ὅπως δὲ χρηστέον τῇ ἀντιφάσει δέδωκεν ἡμῖν ἐν Φιλιππικοῖς Δημοσθένης παράδειγμα· οὐ γὰρ | |
ἔχων ἀσθενῆ τὴν Φιλίππου δύναμιν ἀποφῆναι, ἐπὶ τὴν | 612 | |
7.613 | ἀντίφασιν ἐχώρησεν, ὅτι οὐ βεβαία, οὐδὲ ἰσχυρά· οὕτω γοῦν ἐπ’ αὐτῆς θεωρητέον τῆς λέξεως· „μὴ γὰρ ὡς θεῷ νομίζετε ἐκείνῳ πεπηγέναι τὰ παρόντα πράγματα ἀθάνατα, ἀλλὰ καὶ μισεῖ τις ἐκεῖνον“, καὶ τὰ ἑξῆς· τοῦ‐ | |
5 | το ἡμῖν ἐπὶ πάντων τῶν κεφαλαίων καθολικὸν πεφυ‐ λάχθω θεώρημα. Ἔνδοξόν ἐστιν ὃ χρηστὴν ἁπλῶς δόξαν ἐμποιεῖ καθόλου τῷ δράσαντι· καλεῖται δὲ καὶ πρέπον· πρέπον δέ ἐστι τὸ καθῆκον ἑκάστῳ, κ. τ. λ. | |
10 | —Ἰστέον, ὅτι οὐκ ἔστι τοῦτο ἱκανὸν ἐξαλλαγὴν κεφαλαίων ποιῆσαι· εἰ γὰρ ἐκ τῶν προσεχῶς ἢ ἐκ τῶν πόῤῥω ἡ ἐπιχείρησις, οὐδὲν ἧττον τοῦ συμφέροντός ἐστι· περὶ γὰρ ἀποβαίνοντος καλοῦ ἢ κακοῦ ἡ σκέψις, ὅπερ τὸ συμφέρον χαρακτηρίζει κεφάλαιον. Ἐζήτησάν τινες καὶ | |
15 | περὶ τῆς τάξεως αὐτῶν, ποῖον ἄρα τοῦ ἑτέρου προτάτ‐ τεσθαι χρή· καὶ ὁ μὲν Εὐστάθιος σκοπεῖν φησι χρεὼν, ποῖον αὐτῶν ἰσχυρότερον, κἀκεῖνο μᾶλλον ὑποτάττειν· ἐβούλετο γὰρ ὡς ἔοικεν ὁ ἀνὴρ εἰς τὰ ἰσχυρότερα μᾶλλον καταλήγειν, Ἀθανάσιος δὲ τοὐναντίον· προτακτέον, φησὶ, | |
20 | τὰ ἰσχυρότερα, ἵνα ἀπ’ αὐτῶν μᾶλλον ἀρξώμεθα· οὕ‐ τως μὲν οὗτοι· ἡμεῖς δὲ, ὃ κἂν πολλάκις τοῦτο καὶ νῦν λέξομεν, προτάξομεν γὰρ καὶ ὑποτάξομεν τὰ ἰσχυρό‐ τερα, καὶ πολλαχοῦ τοῦ λόγου θήσομεν· οὔτε γὰρ μόνως προτάξομεν οὔτε μὴν μόνως ὑποτάξομεν. | |
25 | κε. Ἐζήτηται καὶ περὶ τούτου, πῶς ἰδίᾳ παρὰ τὸ συμφέρον τέτακται· τὸ γὰρ ἐκβησόμενον τέλος ἐστὶ τοῦ συμφέροντος· ζητοῦμεν γὰρ, τί ἀγαθὸν ἐκ τοῦ τοῦτο | |
ποιεῖν ἡμῖν ἀποβήσεται, ἤ τί βλάβος ἐκ τοῦ μὴ ποιεῖν. | 613 | |
7.614 | ῥητέον δὲ ὡς τὸ μὲν ἐν τῷ συμφέροντι ἀποβησόμενον ἐκ τῶν προσεχῶν λαμβάνεται· τοῦτο δὲ ἐκ τῶν ἀποτέρω· οἷον εἰ μὲν λέγοιμεν, ὅτι βοηθητέον Ὀλυνθίοις, ἐὰν γὰρ αὐτῶν ἐπικρατήσῃ Φίλιππος, ἐπὶ τὴν συμμαχίδα εὐθὺς | |
5 | βαδιεῖται· τοῦτο τοῦ συμφέροντος ἔσται· εἰ δὲ ἔτι πολυ‐ πραγμονοῖμεν τὰ περαιτέρω, ποιήσομεν τὸ ἐκβησόμενον· οἷον ὅτι κρατήσας δὲ τῶν συμμάχων, διαβήσεται πύλας, καὶ τρέψεται ἐφ’ ἡμᾶς· εἶτα καὶ ἐπὶ τὴν Ἑλλάδα· ἔστω οὖν αὕτη διαφορὰ τοῦ ἐκβησομένου πρὸς τὸ συμφέρον· | |
10 | λαμβάνεται δὲ, φησὶ, τὸ ἐκβησόμενον διὰ διλημμάτων, καθ’ ὑπόθεσιν, ὅτι λυσιτελεῖ τὸ βοηθῆσαι, ἐάν τε γὰρ κρατήσωμεν, ἐάν τε μή· πολλάκις δὲ, φησὶν, καὶ τὸ ψη‐ φίσασθαι λυσιτελοῦν δείκνυμεν· παράδειγμα δὲ τῆς κατὰ τὸ ἐκβησόμενον ἐξετάσεως πολλαχοῦ μὲν ἄν τις εὕροι | |
15 | ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς· καὶ ἔτι ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν· περιφανέστερον δὲ παρὰ τῷ Θουκυδίδῃ ἐν τῇ Περικλέους δημηγορίᾳ· „πῶς οὖν,“ φησὶ, τῆς τε θαλάττης καὶ τῆς πόλεως δεῖ φυλακὴν ἔχειν, καὶ Πελοποννησίους, ὑπὲρ αὐτῶν ὀργισθέντας, πολλῷ πλέοσι | |
20 | διαμάχεσθαι· κρατήσαντες γὰρ αὖθις οὐκ ἐλάσσοσι μαχούμεθα, καὶ ἢν σφαλῶμεν, τὰ τῶν συμμάχων, ὅθεν ἰσχύομεν, προσαπόλλυται, καὶ τὰ ἑξῆς· τοσαῦτα μὲν εἰρήσθω περὶ τοῦ ἐκβησομένου· καλὸν δὲ καὶ τὸ δια‐ λεκτικὸν μάλα χωρὶς προσθεῖναι θεώρημα, κοινὸν ἅπασι | |
25 | τοῖς κεφαλαίοις· ὅταν γὰρ κατασκευάζειν τι βουλώμεθα, δεῖ προσόμοιον μὲν τῷ ἀποδεικνυμένῳ, ἔλαττον δέ τι εὑρόντας ἐκεῖνο κατασκευάζειν. ὅσα γὰρ ἂν εἴποι τις περὶ τοῦ ἐλάττονος, ταῦτα καὶ κατὰ τοῦ μείζονος ἐνεχ‐ θήσεται· καὶ τὸ ἔλαττον ἀναιρούμενον οὐκ ἀναιρεῖ καὶ | |
30 | τὸ μεῖζον· ὅταν δέ τι ἀνασκευάζωμεν, ἐκ τοῦ μείζονος | |
ληπτέον τὴν κατασκευήν, ὡς τοῦ ἐλάττονος συναναιρου‐ | 614 | |
7.615 | μένου τῷ μείζονι· οἷον ἀμφότερα λάβωμεν ἐπὶ παρα‐ δείγματος· βουλόμεθα ἐγκωμιάζειν ὡς ἀνδρεῖον τὸν Ἕκ‐ τορα· τούτῳ παραζεύξαντες τὸν Αἰνείαν, πολλοὺς περὶ αὐτοῦ διεξίωμεν λόγους· ὅτι ἀνδρεῖος καὶ φοβερὸς τῷ | |
5 | Ἑλληνικῷ· δεδομένου γὰρ τοῦ ἀνδρειότερον καθεστάναι τὸν Ἕκτορα, ὅτι ἂν περὶ Αἰνείου λέγοιμεν, τοῦτο διπλα‐ σίως ἐπὶ τὸν Ἕκτορα φέρεται· ἀσθενοῦς δὲ τοῦ Αἰνείου δεικνυμένου οὐκέτι συνδιελέγχεται καὶ ὁ Ἕκτωρ· εἰ γὰρ ὁ Ἕκτωρ ἀνδρειότερος εἶναι πεπιστευμένος ἐξελεγχθείη δει‐ | |
10 | λὸς ὢν καὶ ἀπόλεμος, καὶ τὸ Αἰνείου ἐξ ἀνάγκης συναπο‐ δείκνυται· ἴδωμεν καὶ ἐφ’ ἑκατέρου παραδείγματος τὸ τοιοῦτο· δεδόσθω τὸ ναυμαχεῖν ἄμεινον καθεστάναι τῆς πεζικῆς μάχης, τί οὖν ἐθέλοιμεν προτρέπειν ἐπὶ τὸ ναυ‐ μαχεῖν; μυρία πεζομαχίας ἡμῖν λεγέσθω ἐγκώμια. τοῦ | |
15 | γὰρ ὁμολογουμένως ἐλάττονος χρηστοῦ δεικνυμένου, τὸ μεῖζον δήπουθεν μάλιστα αἱρετὸν καταλείπεται· χρηστέον οὖν τῷ θεωρήματι διὰ πάντων, ὅπως ἂν ἐγχωρῇ, τῶν κεφαλαίων. κϛʹ. Καθ’ ὑπόθεσιν, φησὶ, τὸ ἐκβησόμενον λαμ‐ | |
20 | βάνεται ἐφ’ ἑκάτερα τῶν ἀποβαινόντων ἀναγκαίως· ἐπει‐ δὴ γὰρ εὔδηλον τῆς συμβουλῆς τὸ πέρας, τούτου δὲ τὴν ἀπόβασιν ζητοῦμεν ἀναγκαίως, τοῦτο ἀναπλάττειν προσ‐ ήκει, ἵν’ ὥσπερ ἐν ὀφθαλμοῖς αὐτὸ τῶν ἀκουόντων ποιήσαντες οὕτως τὴν λέξιν περαίνειν δυνηθῶμεν ἐφ’ ἑκά‐ | |
25 | τερα· οἷον ἐὰν μὲν ἐκεῖ πολεμήσωμεν ἐν τῇ χώρᾳ τῶν ἐχθρῶν, πολλὰ ἡμῖν ἀγαθὰ συμβαίνει· καὶ ὅτι διὰ τού‐ του τὴν χώραν ἀκέραιον ἕξομεν· ἐὰν δὲ ἐνταῦθα, τόδε τι δεινὸν καὶ τόδε συμβαίνει· τούτῳ δὲ διαφέρει τὸ ἐκ‐ βησόμενον τῆς ἐν τῷ συμφέροντι ἐκβάσεως· ἐν ᾗ φαμεν, | |
30 | ὅτι συμμαχησάντων μὲν ἡμῶν τόδε ἀποβήσεται· μὴ συμμαχησάντων δὲ τόδε, ὅτι ἐκεῖ μὲν τὴν ἀπόδειξιν ποι‐ ούμεθα τοῦ πράγματος, καὶ τὰ προσεχῆ ἐξετάζομεν τέλη, | |
οἷον ὅτι συμφέρει Ὀλυνθίοις βοηθῆσαι· εἶτα ἡ ἔκ‐ | 615 | |
7.616 | βασις, τοῦτο γὰρ ἡμῶν ποιησάντων ἐν Μακεδονίᾳ ἔσται ὁ πόλεμος, μὴ συμμαχησάντων δὲ τοῖς Ὀλυνθίοις ἐλθὼν εἰς τὴν Ἑλλάδα Φίλιππος πολεμήσει τὴν Ἀττικήν· ἐν‐ ταῦθα δὲ τοῦτο αὐτὸ λαμβάνοντες ὁμολογούμενον καθ’ | |
5 | ὑπόθεσιν τὴν ἀπόβασιν αὐτοῦ ἐξετάζομεν, καὶ τῶν ἐκεῖ ἐξετασθέντων τελῶν τὰ τέλεια διασκοποῦμεν, ὅτι ἐν Μα‐ κεδονίᾳ μὲν πολεμοῦντες πλεῖστα κερδανοῦμεν, ἐν δὲ τῇ Ἀττικῇ τοῦ πολέμου συστάντος τάδε καὶ τάδε ἡμᾶς πε‐ ριστήσεται τὰ δεινά· καὶ προτρέψαι δὲ καὶ ἀποτρέψαι | |
10 | ἱκανωτάτη ἐστὶν ἡ τοῦ ἐκβησομένου ἐξέτασις. | |
11t | Cap. XXV. | |
12t | Περὶ μεταλήψεως. | |
12 | Προειπὼν περὶ πραγματικῆς ὅτι διττή ἐστι κατὰ ἀκολουθίαν, ἐπήγαγεν· ἡ μετάληψις πάλιν. τὸ πάλιν εὐλόγως προστιθεὶς πρὸς τὰ προειρημένα· ἀλλ’ εἰ ἐν τῇ | |
15 | μεταλήψει ἀεὶ ἀπὸ ῥητοῦ ἡ ζήτησις, τίνος χάριν τὴν μὲν ἔγγραφον, τὴν δὲ ἄγραφον ἐκάλεσεν, ὅτι ἐν μὲν τῇ ἀγράφῳ ἀποστάντος τοῦ ῥητοῦ περὶ τοῦ πράγματος ποι‐ ούμεθα τὴν ζήτησιν· ἐν δὲ τῇ ἐγγράφῳ περὶ αὐτὸ στρε‐ φόμεθα τὸ ῥητόν. —Ἐν τῇ μεθόδῳ τελευταίαν ἔταξε | |
20 | τὴν μετάληψιν, ὡς πάσας περιέχουσαν ἅτε ἐμπιπτου‐ σῶν τῶν ἄλλων στάσεων ἐν αὐτῇ. κ. τ. λ. | |
23 | αʹ. Ὅτι μὲν οὖν εἰκότως τὴν μέσην εἴληφε τάξιν ἥ | |
τε πραγματικὴ καὶ ἡ μετάληψις μικταὶ καθεστηκυῖαι, | 616 | |
7.617 | ἐδήλωσεν ἐν τῇ πραγματικῇ· δεῖ γὰρ τὸ μικτὸν μέσον εἶναι τούτων, ἀφ’ ὧν ἔχει τὴν μίξιν. Νυνὶ δὲ λεκτέον, ἀνθ’ ὅτου τῆς πραγματικῆς μετετάγη, τοῦ αὐτοῦ λόγου ἐπ’ ἀμφοτέρων διήκοντος· εἴη δ’ ἂν τῆς τοιᾶσδε πράξεως | |
5 | αἴτιον ἡ τῆς παραγραφῆς πρὸς τὰς νομικὰς πλείστη συγγένεια· τὸ μὲν γὰρ τῆς πραγματικῆς ἔγγραφον καθ’ ὁμοιότητα γίνεται τῶν νομικῶν, ἔχον καὶ ἰδίᾳ κεφάλαιον· φημὶ δὴ τὰ περὶ τὸ νόμιμον· τὸ δὲ τῆς μεταλήψεως, τουτέστιν ἡ παραγραφὴ, κατὰ νομικήν τε | |
10 | γίνεται ὡς ἐπὶ τὸ πλεῖστον· καὶ ἰδίοις οὐ χρῆται τὸ παράπαν, ἀλλὰ τῆς πραγματικῆς κεφαλαίοις· εἰ δὲ λέ‐ γοι τις καὶ κατὰ στοχασμὸν γίνεσθαι πολλάκις καὶ κατὰ ὅρον παραγραφὴν, καὶ τοῖς ἐκείνων χρῆσθαι αὐ‐ τὴν κεφαλαίοις, ἀληθὴς ὁ λόγος· οὐ μὴν δεῖ ζητεῖν, εἰ | |
15 | γίνεται καὶ καθ’ ἑτέραν, ἀλλ’ ὡς οὐ κατὰ νομικὴν γί‐ νεται, δεικνύτω· ἀλλ’ ἐρεῖ τις καὶ τὴν πραγματικὴν προϊέναι ποτὲ κατὰ νομικὴν στάσιν· ὅτε ἔγγραφόν ἐστιν δηλονότι, καὶ ἔγωγε σύμφημι· καὶ ἔδωκα ἐν τῇ με‐ θόδῳ τούτου παράδειγμα, ἔνθα περὶ τῆς παραγραφῆς | |
20 | διελεγόμην· ἀλλ’ ἡ μὲν πραγματικὴ διακεκριμένη φαί‐ νεται, ὥστε καὶ ἰδίοις, ὡς ἔφην, χρῆσθαι κεφαλαίοις· τὴν δὲ νομικὴν ἔξωθεν πρὸς κατασκευὴν ἑαυτῆς λαμβά‐ νειν· ἡ δὲ παραγραφὴ συμπέπλεκται παντελῶς τῇ νομι‐ κῇ· καὶ ὅλως οὐδενὶ οἰκείῳ, ἀλλὰ τοῖς ἐκείνης ἐρείδεται | |
25 | κεφαλαίοις· ἄξιον δὲ ἐπιστάσεως, τίνα τρόπον πρὸ τῆς ἀπαριθμήσεως τῶν κεφαλαίων εὐθὺς ἐν ἀρχῇ περὶ τῶν εἰδῶν τεχνολογεῖ, ἐπὶ τῶν ἄλλων οὐχ οὕτως ποιεῖν εἰω‐ θώς· τοῦτο δὲ εὐαπόλυτον· ἐπεὶ γὰρ ἐν τῇ μεταλήψει | |
διαφόρῳ παντελῶς χρῆται διαιρέσει τὰ εἴδη, πρότερον | 617 | |
7.618 | εἰκότως περὶ αὐτῶν διέλαβεν, ἵνα ἑκατέρῳ τὴν προσή‐ κουσαν τῶν κεφαλαίων διαίρεσιν ἀπονείμῃ, ἐπεί τοι εἰ πρῶτον ἀπηριθμήσατο τὰ κεφάλαια, ἀνεχαιτίζετο ἂν ὁ λόγος αὐτῷ πυνθανομένων ἡμῶν, ποίου εἴδους ἐστὶ τὰ | |
5 | ἐκτεθειμένα. βʹ. Ἔχομεν πρῶτον περὶ τῆς τάξεως ἀπορεῖν· ἀνθ’ ὅτου προτέραν ἔταξε τὴν παραγραφήν· ἡ δὲ ζήτησις, οἶ‐ μαι, οὐ τῶν εὐλύτων· οὐδὲ παρ’ ἑτέροις πρό γε ἡμῶν ἤρξατο· τίνα οὖν τὰ τῆς ἀπορίας, ἤδη λεκτέον, εἰ διὰ | |
10 | τὸ μικτὰς εἶναι τὴν μετάληψίν τε καὶ τὴν πραγματικὴν μέσας ἔταξεν, ἐπειδὴ τὸ μὲν αὐτῶν ταῖς λογικαῖς, τὸ δὲ ταῖς νομικαῖς κοινωνεῖ· ἐχρῆν δήπου προτέραν τετάχθαι τὴν ἄγραφον μετάληψιν τῆς ἐγγράφου, ὥστε πλησιάζειν ταῖς νομικαῖς τὸ ἔγγραφον τῆς μεταλήψεως, ὃ καὶ τὴν | |
15 | κοινωνίαν ἔχει πρὸς αὐτάς· καὶ ὅλως ὃν τρόπον αἱ λο‐ γικαὶ πρὸ τῶν νομικῶν, τὸν αὐτὸν ἐχρῆν καὶ τὴν ἄγρα‐ φον τετάχθαι πρὸ τῆς ἐγγράφου· διήκει δὲ ἡ ζήτησις καὶ ἐπὶ τὴν πραγματικήν· ῥητέον δὲ, ὡς οὐ τοσοῦτον εἴωθεν ὁ τεχνικὸς ἀποβλέπειν εἰς τὴν φυσικὴν ἀκολου‐ | |
20 | θίαν, ὅσον εἰς τὸ τῆς διδασκαλίας ἀναγκαῖον· ἐπεὶ οὖν ὁ διαιρετικὸς λόγος ἀπαιτεῖ, πρῶτά γε τὰ σύντομον ἔχοντα τὴν διδασκαλίαν, δεύτερον δὲ τὰ πλείονος δεό‐ μενα λόγου, εὐλόγως τὴν παραγραφὴν πρὸ τῆς μεταλή‐ ψεως παρέλαβεν· ἡ μὲν γὰρ οἰκείοις κεφαλαίοις ἐχρῆτο | |
25 | ἡ μετάληψις, καὶ περὶ ἑκάστου ἀναγκαίως ὑπῆρχε δια‐ λαβεῖν· ἡ δὲ παραγραφὴ ἑτέρας ἐτέμνετο στάσεως κεφα‐ λαίοις· τί οὖν ἐπὶ τῆς πραγματικῆς ἂν φαίημεν, ἢ δῆ‐ λον, ὡς κἀκεῖσε τὸ τῆς διδασκαλίας σαφὲς τὴν τοιάνδε τάξιν κατήπειγε· τῆς γὰρ ἐγγράφου πραγματικῆς ἴδιον | |
30 | τὸ νόμιμον ἔχειν κεφάλαιον, τῶν δὲ ἄλλων κοινῶν ἀμ‐ | |
φοτέραις καθεστώτων, εἰ μὲν τὰ τῆς ἐγγράφου πρότε‐ | 618 | |
7.619 | ρον ἔφραζεν, οὐκ ἂν συμπεριέλαβε καὶ τὸ τῆς ἐγγράφου ἰδίωμα· ἐν ᾧ δὲ καὶ περὶ τῆς ἐγγράφου διαλέγεται, κοινῇ τὰ ἀμφοῖν περιλαμβάνει κεφάλαια· τοῦτο δὲ πολ‐ λοὶ μὲν καὶ ἄλλοι, διαφερόντως δὲ Ἀθανάσιος ἀπορεῖ, | |
5 | πῶς τελείαν ἔφη τὴν παραγραφήν· ὁρῶμεν γὰρ, ὡς τῶν παραγραφῶν αἱ μὲν τέλειαι, αἱ δὲ ἀτελεῖς· τέλειαι μὲν, ὅταν αὐτὸ τὸ πρᾶγμα καθάπαξ ἐκβάλλωσιν, ἀτελεῖς δὲ, ὅταν τὸ μὲν πρᾶγμα συγχωρῶσιν, ἀπό τινος δὲ τῶν περι‐ στατικῶν τὸν ἀγῶνα παραγράφωνται· ὡς ἐν τῷ κατὰ | |
10 | Τιμάρχου Αἰσχίνου· λυθήσεται δὲ ἡ ἀπορία ὡς ἐν κρίσει τῆς μεταλήψεως κ. τ. λ. γʹ. Τὴν μετάληψιν διελὼν, ὡς ἔφαμεν, εἰς τὸ ἔγ‐ γραφον καὶ ἄγραφον, φησὶν, ὅτι ἡ ἔγγραφος μιᾷ τῶν νομικῶν ὑποπίπτει, καὶ κατ’ αὐτὴν διαιρεθήσεται, ἧς | |
15 | τὴν διαίρεσιν ἀναβάλλεται ἐν ταῖς νομικαῖς παραδιδόναι· πρῶτον δὲ τὸν παραγραφῆς ποιεῖται λόγον· καίτοιγε ἐχρῆν τὸ ὁμώνυμον τῷ γένει πρῶτον διδάξαι· ἀλλ’ ἐπει‐ δὴ ἡ μὲν παραγραφὴ ἀπὸ τοῦ ῥητοῦ τὸ κράτος ἔχει καὶ περὶ τοῦτο τὴν πᾶσαν σπουδὴν, ὅπερ ἄτεχνος πίστις, ἡ | |
20 | δὲ μετάληψις οὐκ ἀπὸ ῥητοῦ, ἀλλ’ ἀπό τινος τῆς περὶ τὸ ῥητὸν περιστάσεως, ὃ τῆς ἐντέχνου πίστεως, εἰκότως ἡ παραγραφὴ τῆς μεταλήψεως προτετίμηται. δʹ. Ἐνταῦθα γενόμενος ὁ ἡμέτερος Παῦλος τάχα ἂν δικαίως ὁμηρίζων ἔφη· | |
25 | νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔπω τις βάλεν ἀνήρ, εἴσομαι αἴκε τύχοιμι. πάντων γὰρ ἑξῆς ὑποδραμόντων τὸ χωρίον, καὶ τοσοῦτον μόνον ἐπιμνησθέντων, ὡς γίνεταί ποτε καὶ κατὰ στοχασμὸν παραγραφὴ, αὐτὸς ἐπλάτυνέ τε τὴν ἀπορίαν καὶ ἀδύνα‐ | |
30 | τον οὐ κατέλιπεν· εἰ γὰρ κατὰ τὴν κοινὴν ἁπάντων πα‐ ράδοσιν γίνεται κατὰ τέσσαρας ἡ παραγραφὴ στάσεις, | |
κατὰ ῥητὸν καὶ διάνοιαν καὶ ἀμφιβολίαν, καὶ ὅρον καὶ | 619 | |
7.620 | στοχασμὸν, παραλιπεῖν δοκεῖ ὁ τεχνικὸς τὴν κατὰ στο‐ χασμὸν παραγραφὴν, οὐ μέμψεως ἀπηλλάχθαι· ῥητέον δὲ ὡς ἀκριβῶς ἀναθεωροῦντι κατὰ στοχασμὸν οὐκ ἄν ποτε εἴη παραγραφή· ὃ καὶ αὐτὸς διαθρήσας τὸ τοι‐ | |
5 | οῦτον εἶδος παρῆκε· σκοπῶμεν γὰρ οὕτως· παντὶ ῥητῷ δεῖ τινα ὑποκεῖσθαι περίστασιν, εἰ μέλλει ἐν ὑπο‐ θέσει ἀλλὰ μὴ ἐν θέσει λαμβάνεσθαι· ὅταν γὰρ αὐτὸ ἐφ’ ἑαυτὸ τὸ ῥητὸν ἀμφισβητῆται, θετικὴ γίνεται ἡ κατ’ αὐτὸ ἐξέτασις κατὰ νόμου εἰσφοράν· οἷον εἰ | |
10 | δημηγορητέον τοῖς τὰ πατρῷα κατεδηδοκόσιν, εἰ πολι‐ τευτέον τοῖς ἡταιρηκόσι· παντὸς τοίνυν ῥητοῦ ἔχοντός τινα ὑποκειμένην περίστασιν, εἰ μὲν κατ’ ἄμφω γί‐ νεται ἡ ἀμφισβήτησις, καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὴν παράστασιν νομικὴ πάντως ἀναφανεῖται ἡ στάσις· οἷον | |
15 | νόμος μὴ ἀνιέναι ξένον ἐπὶ τὸ τεῖχος· ἀνελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ, ἐνταῦθα γὰρ νό‐ μος μὲν μὴ ἀνιέναι ἐπὶ τὸ τεῖχος· περίστασις δὲ, τὸ ἀνελθόντα ἠριστευκέναι καὶ ἀμφισβητεῖται ἑκάτερον· ὁ μὲν νόμος, εἰ περὶ πάντων διαγορεύει, ὁ ἀνελθὼν εἰ | |
20 | ἠδίκησε καὶ παρέβη τὸν νόμον· ὁμοίως καὶ ἐπὶ τοῦ συλλογισμοῦ· νόμος τὸν ἐκ πόρνης μὴ λέγειν· ἐκ πόρ‐ νου τις γενόμενος λέγειν κωλύεται· καὶ ὅλως τὸν αὐτὸν τρόπον ἐπὶ τῆς νομικῆς· εἰ δὲ περὶ τοῦ ῥητοῦ μὲν μὴ ἀμφισβητοῖμεν, περὶ μόνης δὲ τῆς περιστάσεως, τοῦτο | |
25 | λογικῆς δήπουθεν στάσεως· οἷον νόμος ἀποτυμπανίζε‐ σθαι τὸν φονέα, εὑρέθη τις ἐπ’ ἐρημίᾳ ἐπὶ νεοσφαγεῖ σώματι ξίφος κατέχων, καὶ κρίνεται, φησίν· δῆλον γὰρ, ὅτι στοχαστικὸν τὸ ζήτημα· τοῦ μὲν ῥητοῦ παντελῶς | |
ὁμολογουμένου, περὶ δὲ τὴν περίστασιν τῆς ὅλης συνι‐ | 620 | |
7.621 | σταμένης ζητήσεως· προσάγομεν τοίνυν ἑπομένως τῇ παραγραφῇ τὸν λόγον· ὅτι μὲν οὖν περὶ μόνον τὸ ῥητὸν οὐκ ἂν ἔχοι τὴν ζήτησιν, καταφανὲς, θετικὸν γὰρ εἶναι τὸ τοιοῦτον ἐφάσκομεν, ἀλλ’ οὐδὲ μὴν περὶ τὴν περί‐ | |
5 | στασιν μόνην· τοῦτο γὰρ ταῖς λογικαῖς παρείπετο· πᾶσα δὲ παραγραφὴ ἔγγραφος, λείπεται ἄρα καὶ περὶ τὸ ῥη‐ τὸν καὶ τὴν περίστασιν γίνεσθαι ἐν αὐτῇ τὴν ἀμφισβή‐ τησιν· ὅπου δὲ περὶ ἀμφοῖν ἡ ζήτησις, νομικὴν γενέ‐ σθαι στάσιν ὁ λόγος ἀποδεικνύει· ὥστε πᾶσα παραγρα‐ | |
10 | φὴ κατὰ νομικὴν εὑρεθήσεται στάσιν. πῶς οὖν ὁ τεχνι‐ κὸς προσετίθει, ὡς ἔστιν ὅτε καὶ ὁρικῶς; καὶ ἐροῦμεν, ὡς κἀν ταῖς τοιαύταις παραγραφαῖς, λέγω ταῖς ὁρικῶς προφερομέναις, ἀνάγκη ῥητὸν καὶ διάνοιαν ὑποκεῖσθαι· εἶτα πλατύνεσθαι ταύτην ὁρικῶς· καὶ γὰρ τὸ ὁρικὸν | |
15 | κεφάλαιον ἐμπίπτει πάντως ἐν τῇ κατὰ ῥητὸν καὶ διά‐ νοιαν· ὡς οὖν εἰς τὴν πρώτην ἐργασίαν ἀπιδὼν προσέ‐ θηκε τὸ ἔστιν ὅτε ὁρικῶς· ἀντὶ τοῦ ἔστιν ὅτε τοῦ ῥη‐ τοῦ καὶ τῆς διανοίας ὁρικῶς πλατυνομένου, ἀμέλει τοι οὐκ εἶπεν, ὡς ἔστιν ὅτε κατὰ ὅρον λαμβάνεται, ἀλλὰ | |
20 | ὁρικῶς, φησὶν, τέμνεται· καὶ ὅλως, ἵνα μὴ μακρολογῶ, πλείστη συμπλοκὴ ὅρου καὶ ῥητοῦ διανοίας· τοιγαροῦν πᾶσα ἀνάγκη ἐν ὅρῳ ὑποκεῖσθαι καὶ ῥητὸν καὶ διάνοιαν· τί γὰρ ἕτερόν ἐστιν ἡ γνώμη τοῦ νομοθέτου· ἥτις ἐστὶν κεφάλαιον ὁρικὸν, καὶ αὖ πάλιν ἐν ῥητῷ καὶ διανοίᾳ τὸ | |
25 | ὁρικὸν κεφάλαιον· τὸ μὲν οὖν παρὰ τῷ τεχνικῷ χωρίον οὕτω πάσης ἐκαθάρθη ζητήσεως, ὀρθῶς τε καὶ ἀκριβῶς ἔχειν ἀποδειχθέν. ἐπεὶ δὲ πολλοῖς τε καὶ ἄλ‐ λοις καὶ ἡμῖν νῦν αὐτοῖς ἐναντιοῦσθαι ἐδόξαμεν, παρε‐ θέμεθα γὰρ ἐν τῇ μεθόδῳ καὶ κατὰ στοχασμὸν πα‐ | |
30 | ραγραφὴν, ἀναγκαῖον οἶμαι καὶ περὶ τούτου ποιήσασθαί | 621 |
7.622 | τινα λόγον· ἀκριβεῖ μὲν οὖν θεωρίᾳ οὐκ ἂν γένοιτο κατὰ στοχασμὸν παραγραφὴ, ἑτέρῳ μέντοι λόγῳ παρελήφθη καὶ τὸ τοιοῦτον εἶδος ὑπὸ τῶν τεχνικῶν· ἐπεὶ γὰρ κατ‐ ενόησαν παραγραφήν τινα, αὐτὴν μὲν ἐφ’ ἑαυτῆς κ. | |
5 | τ. λ. πρὸς δὲ τούτοις ἐν τῇ κατὰ φύσιν ἀμφισβητουμένῃ παραγραφῇ διπλῶς ἔφαμεν τὴν ἀμφισβήτησιν ἀνάγκη γενέσθαι, καὶ συμπεπλεγμένην ἀπὸ τοῦ ῥητοῦ καὶ τοῦ ὑπευθύνου τῷ ῥητῷ, τουτέστι τῆς περιστάσεως· καὶ προηγεῖται μὲν τὰ τοῦ ῥητοῦ· | |
10 | ἕπεται δὲ ἀκολούθως τὰ περὶ τοῦ εὐθυνομένου· ἐπὶ τοί‐ νυν τῶν στοχαστικῶν λεγομένων παραγραφῶν, ἐπειδὴ ἠπορήσαμεν τῶν τὰ προτερεύοντα μέρη τῆς ζητήσεως ποι‐ ουσῶν, τουτέστι τῶν περὶ αὐτὸ τὸ ῥητὸν, ἐν οἷς καὶ ἡ κυρία τῆς παραγραφῆς ἀμφισβήτησις γίνεται, μετειλή‐ | |
15 | φαμεν ἀντ’ ἐκείνων τὰ δεύτερα τοῦ περὶ εὐθυνομένου, καὶ τὴν τῶν προτέρων τάξιν ἀποδιδόντες αὐτοῖς ἐπὶ τὴν παραγραφικὴν συνάγομεν ἀμφισβήτησιν αὐτά· οὐ κατὰ φύσιν, ἀλλ’ ὥσπερ ἰώμενοι τὴν ἔλλειψιν τῶν κυριωτέ‐ ρων, καὶ ἀποχρώμενοι τοῖς εὑρεθεῖσιν, ἀμωσγέπως κοι‐ | |
20 | νωνοῦσι τῷ προκειμένῳ κατὰ ζήτησιν· οὕτω μὲν οὖν ταῦτα ἐπελυσάμεθα· ἔτι δὲ κἀκεῖνο ζητητέον, ὡς τριῶν κ. τ. λ. εʹ. Σημειωτέον, ὅτι οὐ μόνον ἡ παραγραφὴ κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται κατὰ τὸ πρότερον ζήτημα, τουτέστι | |
25 | τὴν παραγραφὴν, ἀλλὰ καὶ ὁριστικῶς, καὶ στοχαστικῶς· ὁριστικῶς μὲν οὕτως· νόμος τὸν ἡταιρηκότα μὴ πολιτεύ‐ εσθαι. Τίμαρχος ἡταιρηκὼς καὶ διδάσκων γράμματα κωλύεται· ζητεῖται γὰρ ἐνταῦθα, εἰ ταὐτὸν τῷ πολι‐ τεύεσθαι τὸ γράμματα διδάσκειν, καὶ ὁριστικῶς κατὰ τὸ | |
30 | πρῶτον ζήτημα ὁ λόγος προέρχεται· στοχαστικῶς δὲ, | |
οἷός ἐστιν ὁ κατὰ Τιμάρχου, ὃς ἐγράψατο Αἰσχίνην | 622 | |
7.623 | παραπρεσβείας, ὁ δὲ τὴν ἑταίρησιν αὐτῷ ἐγκαλῶν παρα‐ γράφει· στοχαστικῶς γὰρ ἐκεῖσε ζητεῖται, εἰ Τίμαρχος ἡταίρηκεν ἢ μή· φησὶν οὖν ὁ τεχνικὸς, ὅτι ἔσθ’ ὅτε καὶ ὁριστικῶς τέμνεται καὶ στοχαστικῶς· ἀλλ’ εἰ καὶ κατὰ | |
5 | ὅρον καὶ στοχασμὸν πολλάκις τὸ πρῶτον ζήτημα γίνε‐ ται, ἀλλ’ οὖν ἀπὸ νόμου πάντως τὴν ἀρχὴν λαμβάνει· καθὸ μὲν γὰρ ἀπὸ ῥητοῦ ἔχει πᾶσα παραγραφὴ τὴν ἀρχὴν, ἀπὸ νόμου πάντως λαμβάνεται, καὶ νομικῇ ὑπο‐ πίπτει στάσει καὶ κατὰ τοῦτο ὑγιὴς ὁ Ἑρμογένους κα‐ | |
10 | νὼν, ὅτι ἡ ἔγγραφος κατὰ μίαν τῶν νομικῶν ἐξετάζε‐ ται, καθὸ δὲ πλατυνομένη κ. τ. λ. σκοπῶμεν δὲ οὕτως· παντὶ ῥητῷ δή τινα ὑποκεῖσθαι περίστασιν, εἰ μέλλοι ἐν ὑποθέσει, ἀλλὰ μὴ ἐν θέσει λαμβάνεσθαι· ὅταν γὰρ αὐτὸ ἐφ’ ἑαυτοῦ | |
15 | τὸ ῥητὸν ἀμφισβητῆται, θετικὴ γραφὴ ἡ κατ’ αὐτὸ ἐξ‐ έτασις κατὰ νόμου εἰσφορὰν, οἷον εἰ δημηγορητέον τοῖς τὰ πατρῷα κατεδηδοκόσιν· πᾶν τοίνυν ῥητὸν περίστασίν τινα ἔχει, ὡς ἐπὶ τοῦ ξένου τοῦ ἐπὶ τὸ τεῖχος ἀνελθόν‐ τος· ἐνταῦθα γὰρ νόμος μὲν τὸ μὴ ἀνιέναι, περί‐ | |
20 | στασις δὲ, τὸ ἀνελθόντα ἠριστευκέναι, ἀμφισβητεῖται γὰρ ἑκάτερον· ὁ γὰρ νόμος περὶ παντὸς διαγορεύει ξέ‐ νου, ὁ δ’ ἀνελθὼν ἠδίκησε τὸν νόμον παραβάς· εἰ μὲν οὖν κατ’ ἄμφω γένοιτο ἡ ἀμφισβήτησις, κατά τε ῥητὸν καὶ κατὰ περίστασιν, νομικὴ πάντως ἀναφαίνεται στά‐ | |
25 | σις, ὡς ἐν τούτῳ· εἰ δὲ περὶ ῥητοῦ μὲν μὴ ἀμφισβη‐ τοῦμεν, περὶ μόνης δὲ τῆς περιστάσεως λογικὴν ποιή‐ σομεν στάσιν, οἷον νόμος τὸν φονέα κολάζεσθαι, εὑρέ‐ θη τις ἐπ’ ἐρημίας ξιφήρης νεοσφαγεῖ σώματι παρε‐ στηκὼς, καὶ κρίνεται φόνου, δῆλον γὰρ ὅτι στοχαστι‐ | |
30 | κὸν τὸ ζήτημα περὶ τὴν περίστασιν, οὐ περὶ τὸ ῥητὸν | |
τῆς ζητήσεως οὔσης, ὡμολόγηται γὰρ τὸ ῥητόν· ἡ τοί‐ | 623 | |
7.624 | νυν παραγραφὴ, ὅτι μὲν μόνον περὶ τὸ ῥητὸν οὐκ ἔχει τὴν ζήτησιν, καταφανὲς, θετικὴ γὰρ ἂν ἐφαίνετο, ἀλλ’ οὐδὲ περὶ γυμνὴν τὴν περίστασιν, λογικῆς γὰρ τοῦτο στάσεως, πᾶσα δὲ παραγραφὴ ἔγγραφος, λείπεται | |
5 | ἄρα καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὴν περίστασιν γί‐ νεσθαι ἐν αὐτῇ τὴν ἀμφισβήτησιν· ὅπου δὲ ταῦτα, νο‐ μική ἐστιν ἡ στάσις, ὥστε καὶ ἡ παραγραφή· ἡ ἔγγρα‐ φος δὲ αὕτη μετάληψις ἴδια κεφάλαια οὐκ ἔχει. ϛʹ. Δύο ἀεὶ ζητήματά ἐστι κ. τ. λ. | |
10 | Καὶ οὕτως εὕρηται εἴσω τῶν τριάκοντα τοῦ κυριωθῆναι ἡμερῶν ἀντιλέγειν· μετὰ ταῦτα δὲ μὴ ἐξέ‐ στω· χρήσεται γὰρ ὁ μὲν πλούσιος τῷ ῥητῷ λέγων· ὅτι ἄχρι λʹ ἡμερῶν εἶπε κατηγορεῖν· ὁ δὲ πένης τῇ δια‐ νοίᾳ. —Ταῦτα γὰρ πραγματικῆς ἴδια, καὶ καθόλου ἔν‐ | |
15 | θα ἂν ἔχωμεν παρὰ νόμον γραφὴν, καὶ οὐ μόνον ἂν ἔχωμεν νόμον, ἀλλὰ καὶ ψήφισμα. ζʹ. Τὸ δὲ μετὰ τὴν παραγραφὴν, τουτέστιν ἡ εὐθυ‐ δικία, κατὰ λογικὴν, φησὶ, γίνεται· περιφανὲς δ’ οἶμαι τὸ ἐντεῦθεν ὑφορμοῦν, πλεῖστόν γε δήπουθεν εἰς ἀπο‐ | |
20 | ρίαν τὴν ἄρτι ἡμῖν ἀπολελυμένην παρενεγκὸν ζήτησιν, ὥστ’ εἰ μὴ τῆς Παύλου ἐπέτυχε δεξιώσεως, τάχα ἂν μέ‐ χρι παντὸς ἔμενεν ἄλυτον, πῶς γὰρ κατὰ μίαν γίνεται τῶν λογικῶν ἡ εὐθυδικία; ἔγνωμεν γὰρ ὡς ἡ παραγρα‐ φὴ πᾶσαν ἐκβάλλειν δύναται στάσιν, οὐ λογικὴν μόνον, | |
25 | ἀλλὰ καὶ νομικὴν, καὶ ἁπλῶς εἰπεῖν, ἅπασαν, ὅπου γε δὴ καὶ αὐτὴ ἑαυτὴν, καθάπερ ὑπεσχόμην, καὶ δέδωκα ἐν τῇ μεθόδῳ παραγραφῆς κατὰ παραγραφὴν παράδειγμα· τοιαῦτα μὲν οὖν τὰ τῆς ἀπορίας· τὸ δὲ ῥητορικῆς ἄγαλ‐ μα, Παῦλος, ὡδί πως τὸ χωρίον ἐκάθηρε τῆς ζητήσεως· | |
30 | ὁ τεχνικὸς, φησὶν, βαθυτέρας ἁπτόμενος θεωρίας, οὐχ | 624 |
7.625 | ἁπλῶς τὸ νομικὸν ἢ τὸ λογικὸν παρέδραμεν, οὐ γὰρ ἐκ τῶν κατασκευαστικῶν, οὐδὲ ἐκ τῆς ἑτέρων συμπλοκῆς λαμβάνομεν τὰς λογικὰς ἢ τὰς νομικὰς, ἣ ὅλως τὰς φύ‐ σεις τῶν στάσεων, ἀλλ’ ἐκ τοῦ σκοποῦ καὶ τοῦ τέλους, ἐφ’ | |
5 | ὃ ῥέπουσι· τοῦτο δέ ἐστι τὸ κατασκευαζόμενον· οὕτω γὰρ καὶ πραγματικῆς δέδωκεν ἐν τῇ μεθόδῳ παράδει‐ γμα, τὴν ὅλην κατασκευὴν στοχαστικὴν διαλαμβανού‐ σης· δῶμεν τοίνυν, τίς ὁ σκοπὸς τῆς παραγραφῆς· ἢ δῆλον, ὅτι ἡ τοῦ ἀγῶνος ἐκβολή· τὴν ἑαυτῆς ἄρα φύ‐ | |
10 | σιν ἀποβάλλει ἡ εὐθυδικία παρά τι καὶ περίεργος καθ‐ εστηκυῖα τό γε ἐπὶ τῇ προκειμένῃ ζητήσει· ἕτερον γὰρ τὸ ζητούμενον, τουτέστιν εἰσαγώγιμος ἡ δίκη· ὅπου γε πολλάκις καὶ χωρὶς τῆς εὐθυδικίας προάγεται ἡ παρα‐ γραφὴ, ὡς ἔχει ὁ κατὰ Τιμάρχου Αἰσχίνου· ἐπεὶ οὖν | |
15 | ἀπέβαλε τὴν ἑαυτῆς φύσιν ἡ εὐθυδικία, κἂν τὰ μά‐ λιστα νομικὴ ἐτύγχανεν οὖσα. οὐκέτι τὴν διαφορὰν ταύ‐ την παρατηρεῖν οἵα τε ἦν, φησὶ, τὴν καθ’ ἣν ὠνομά‐ ζετο νομικὴ, ἀλλ’ εἰς τὸ γενικὸν ἐνέπιπτε λογικὴ γενο‐ μένη· πᾶσα γὰρ στάσις λογικὴ κατὰ τὸ γενικώτερον, | |
20 | ἐπεὶ καὶ αὐτὴ ἡ ῥητορικὴ περὶ τὴν ζήτησιν γίνεται νομική. ὥστε πᾶσα μὲν νομικὴ σαφὲς ὅτι καὶ λογι‐ κὴ, οὐκ εἴ τις δὲ λογικὴ, αὕτη πάντως καὶ νομική· ἀποστᾶσα δ’ οὖν, ὅπερ ἔφην, τῆς οἰκείας φύσεως εὐθὺς ἐλέγετο λογικὴ, εἰ γὰρ καὶ νομικήν τινα λάβοι‐ | |
25 | μεν ἐν τῇ εὐθυδικίᾳ, ὡς λογικὴν αὐτὴν διαιρήσομεν, παραλιπόντες τοὺς νόμους, ἐπεὶ βραχεῖαν ποιούμεθα τὴν περὶ αὐτῆς ἐξέτασιν, ὅσον τὴν καθ’ ἡμῶν ἀπόνοιαν τῶν δικαστῶν ἀποτρίψασθαι, ἵνα μὴ δοκῶσιν ἀπορίᾳ τῶν δικαίων ἰέναι ἡμᾶς ἐπὶ τὴν παραγραφήν· διόπερ ὁ πάν‐ | |
30 | σοφος Ἑρμογένης τὸ μετὰ τὴν παραγραφὴν ζήτημα ἔφη κατά τινα διαιρεῖσθαι τῶν λογικῶν στάσεων. Ἐμπέ‐ | |
πτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν τι ὡς παραγραφικόν· | 625 | |
7.626 | ἐπελάβετό τις αὐτοῦ, ὡς οὐκ ὀρθῶς παραγραφικὸν εἰ‐ πόντος, τελεία γὰρ, φησὶν, ἐμπέπτωκε παραγραφὴ, ἐκ‐ βάλλουσα τὸν ἀγῶνα· ὅτι οὐκ ἔχων τὰ πέντε τάλαντα οὐ δύνασαι λέγειν· ἐπιεικῶς δὲ τοῦτο ἠλίθιον· ἡ μὲν | |
5 | γὰρ παραγραφὴ ὁμολογούμενον ἔχειν βούλεται τὸ ῥη‐ τὸν, τοῦτο δὲ ἀμφιβάλλεται· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, πότερον ἄκυρον εἶναι δεῖ τὸν νόμον, ἢ κύ‐ ριον, διὸ οὐδὲ τὸ παραγραφικὸν ἄντικρυς αὐτὸ ἀπεφή‐ νατο, ἀλλ’ ὡς παραγραφικόν· καὶ γὰρ τὸ παραγραφι‐ | |
10 | κὸν ἐθέλει ἐξ ὁμολογουμένου τινὸς ἄρχεσθαι. ηʹ. Τουτέστιν ἀπ’ αὐτῆς λυθήσεται τῆς περιστά‐ σεως· ὅτι περὶ αὐτοῦ τῆς ζητήσεως ἔτι καθεστηκυίας οὐχ οἷόν τε ἤδη ὡς κυρίῳ χρῆσθαι· ἐμνήσθη δὲ τῆς λύσεως αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ’ ἐπεὶ οὐδὲ ὡς κεφάλαιον, | |
15 | οὐδὲ ὡς στάσις ἐνέπιπτεν, ἐκεῖνα γὰρ φανερὰν ἔχει τὴν λύσιν· ἡ μὲν οὖν φύσις παντελῶς ἐπιδέδεικται τῆς πα‐ ραγραφῆς, κεφαλαίοις δὲ ἰδίοις, καθάπερ ἀνωτέρω ἔφην, οὐ τέμνεται· εἰ καὶ τὰ μάλιστα ὁ Μητροφάνης αὐτῇ δι‐ δόναι ἐπιχειρεῖ τό τε κατ’ ἐπαγγελίαν καὶ τὸ ἐκ τοῦ ἀπο‐ | |
20 | βησομένου· τοῦ μὲν φεύγοντος, εἰ μὴ προσδέξαιντο τὴν παραγραφὴν, ἐπαγγελλομένου συχνὰ ἠδικηκότα τὸν ἀντίδικον ἐξελέγξαι, τοῦ δὲ κατηγόρου μὴ ἂν ἐπὶ τὴν παραγραφὴν ἐλθεῖν λέγοντος, εἴπερ μὴ ἐντεῦθεν δεινότατον ἁπάντων ἀποβαῖνον ἑώρα, τὸ παῤῥησίας τοὺς | |
25 | κακοήθεις ἐπιλαμβάνεσθαι· χρὴ δὲ τὰ τοιαῦτα οὐ κεφά‐ λαια ἐπιχειρήματα δὲ οἴεσθαι μᾶλλον. θʹ. Λύσει, φησὶ, ταῦτα τὸν χρόνον μεταλαβὼν, ὅτι ἔτι ἀμφιβόλου ὄντος, εἰ χρὴ κύριον εἶναι τὸν νόμον, πῶς δυνατὸν ὡς κυρίῳ χρῆσθαι, κατὰ φύσιν δὲ τοῦ | |
30 | πράγματος τὴν τοιαύτην εἶπε γενέσθαι λύσιν, δι’ ὧν | |
φησιν· δῆλον δὲ ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύ‐ | 626 | |
7.627 | σει τοῦ πράγματος, ὅτι οὐκ ἐξ ἐπιχειρημάτων, οὐδὲ κα‐ τασκευῆς περιττῆς, ἀλλ’ ἐξ αὐτῶν τῶν ὑποκειμένων. ιʹ. Τῶν κεφαλαίων λέγει τῆς μεταλήψεως· ἔστιν δ’ ἡ προβολὴ τοῦ κατηγόρου, τὸ δὲ παραγραφικὸν τοῦ φεύ‐ | |
5 | γοντος, ἀντιληπτικῶς εἰσαγόμενόν τε καὶ πλατυνόμενον, ἡ μετάληψις τοῦ κατηγόρου, ὁ συλλογισμὸς τοῦ φεύ‐ γοντος, ὁ ὅρος τοῦ κατηγόρου· διαιρεῖται δὲ ἀντι‐ θέσει ἀντεγκληματικῇ ἀεὶ ἐν μεταλήψει ἐμπιπτούσῃ· καὶ λύσει μεταληπτικῶς· ἔστι δ’ ἡ μὲν ἀντίθεσις τοῦ | |
10 | φεύγοντος, ἡ μετάληψις δὲ τοῦ κατηγόρου, πρὸς ἣν ἡ ἀντίληψις, ἥ ἐστι τοῦ φεύγοντος· ἡ θέσις κοινὴ, καὶ ἡ ποιότης καὶ ἡ γνώμη ὁμοίως. ιαʹ. Τὴν μὲν φύσιν τῆς μεταλήψεως, τὴν διαφορὰν ἣν ἔχει πρὸς τὴν παραγραφὴν, καὶ ὅλως τὴν πᾶσαν αὐ‐ | |
15 | τῆς θεωρίαν ἐν τῇ μεθόδῳ παρεξεθέμεθα, νῦν δὲ, ὅ‐ περ ἐλείπετο, εἰς τὴν περὶ τῶν κεφαλαίων εἰσβαλοῦμεν τεχνολογίαν. ιβʹ. Περὶ τῆς προβολῆς ἤδη πολλάκις διείλεγμαι, ὅτι ἐκ τῶν περιστατικῶν λαμβανόμενον αὔξησιν ἐργάζε‐ | |
20 | ται τὸ κεφάλαιον· ἔχει μέντοι διαφορὰν ἐνταυθοῖ· οὐ γὰρ ὡς ἐπὶ τῶν ἄλλων στάσεων πεφεισμένως ἐν τῇ προ‐ βολῇ χρώμεθα ταῖς αὐξήσεσι, τὸν αὐτὸν τρόπον κἀπὶ τῆς μεταλήψεως· ἀλλὰ διὰ πάντων, ὡς ἐνὸν, τῶν αὐξητι‐ κῶν ἐκφέρομεν· καὶ ἡ αἰτία περιφανής· ἐπὶ μὲν γὰρ τῶν | |
25 | ἄλλων ἕτερον κεφάλαιον τὴν πλείονα τῶν περιστατικῶν ἐξέτασιν διεδέχετο, ὥσπερ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐνταῦθα δὲ τῶν ἄλλων οὐχ εὑρισκομένων, εἰκότως τῇ προβολῇ τὸ ὅλον ἀποδέδοται τῆς αὐξήσεως. ιγʹ. Καλῶς προσέθηκε τὸ ἀπὸ ῥητοῦ, ἴδιον ποιῶν | |
30 | τῆς μεταλήψεως τὸ κεφάλαιον· τὸ μὲν γὰρ παραγραφι‐ | 627 |
7.628 | κὸν, ὃ ψιλῶς ὀνομάζεται στοχαστικὸν κεφάλαιον κα‐ θεστὼς, οὐδέποτε ἀπὸ ῥητοῦ γίνεται· τοῦτο δὲ μεταλή‐ ψεως ὂν ἀπὸ ῥητοῦ πάντως ἄρχεται, ἐπεὶ καὶ πᾶσα με‐ τάληψις ἀπὸ ῥητοῦ λαμβάνει τὴν ἀρχὴν, οἷον ἴδωμεν | |
5 | ἐπὶ παραδείγματος τὸ κεφάλαιον· ἀριστεὺς ᾔτησε πολί‐ του φόνον, ἔλαβεν, εὕρηται προαπεκτονὼς αὐτὸν, καὶ φόνου φεύγει· τὸ παραγραφικὸν ἐνταῦθα λαμβάνεται ἀπὸ τοῦ ψηφίσματος, ὅτι οὐ δώσω λόγον ὑπὲρ τοῦ δο‐ θέντος εἰς ἀναίρεσιν διὰ τοῦ ψηφίσματος· κατασκευάζε‐ | |
10 | ται δὲ ἐκ τῆς ποιότητος τοῦ πεπονθότος, ὅτι τοιοῦτος ἦν, ὥστε κἀμὲ διὰ σπουδῆς ἐνεγκεῖν τὸν ἐκείνου φόνον, καὶ τὸν δῆμον ἑτοιμότατον πάσχειν· πολλάκις δὲ ἐκ τῆς τοῦ πράγματος ἐπιχειρήσομεν ποιότητος, ἐπειδὰν ὁμολο‐ γούμενον ᾖ τὸ ἀδίκημα, οἷον ἱεροσυλία, τυραννίς· τότε | |
15 | γὰρ ὥσπερ τινὰ κοινὸν τόπον περανοῦμεν, κατὰ ἱεροσύ‐ λου ἢ τυράννου, σφόδρα μέν τοι πεφεισμένως· ἐπὶ γὰρ τῶν τοιούτων ἡ ἀντίθεσις ἀντεγκληματικὴ ἐμπίπτει, ἔν‐ θα τῇ τοπικῇ ἐνδιατρίψομεν ἐξετάσει· πλατύνεται οὖν τὸ παραγραφικὸν διὰ τῆς τῶν νόμων ἐκθέσεως· οἷον εἰ | |
20 | ἔχομεν πολλοὺς κατὰ τοῦ ἱεροσύλου νόμους διδόναι, ἢ κατὰ τυράννου· χρὴ γὰρ πλατύνειν τὸ κεφάλαιον, ἵνα φερόμενον πρὸς τὴν προβολὴν ἀντίπαλον ᾖ καὶ τῷ πλή‐ θει τῶν λόγων. ιδʹ. Τοῦ κεφαλαίου μόνον ἐπέδειξε τὴν δύναμιν, οὐχ | |
25 | ὡρίσατο δὲ, τί ἐστι προβολή· προεῖπε γὰρ ἐν τοῖς ἔμπρο‐ σθεν, ἀλλ’ ἐν μὲν ταῖς ἄλλαις στάσεσι μετὰ μερικῆς αὐ‐ ξήσεώς ἐστιν ἡ προβολὴ, ἐνταῦθα δὲ μετὰ τῆς ἐνδεού‐ σης αὐξήσεως, καὶ τὸ αἴτιον πρόδηλον· ἐν μὲν γὰρ ταῖς ἄλλαις ἡ πηλικότης καὶ τὸ πρός τι τὴν αὔξησιν | |
30 | ἐμποιεῖ, ἐνταῦθα δὲ ἐν τῇ προβολῇ παραλαμβάνε‐ | |
ται, μὴ οὔσης μήτε πηλικότητος, μήτε πρός τι· προσ‐ | 628 | |
7.629 | ήκει οὖν ἀπὸ τῶν περιστατικῶν τὰ πεπραγμένα ἐν αὐτῇ τῇ προβολῇ διεξιέναι, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατα‐ τρέχοντας, καὶ τελείᾳ τῇ ἐργασίᾳ χρωμένους, τουτέστιν ἀπὸ τῶν περιστατικῶν ἢ καὶ πάντων ἢ καὶ τῶν ἐμπιπτόν‐ | |
5 | των, ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματος πρῶτον μὲν τὸ πρᾶγμα ἐρεῖ ὁ κατήγορος τὸ πραχθὲν, ὅτι μέγα καὶ ὑπὸ τίνος, ὅτι παρὰ τοῦ πλουσίου δι’ ὕβριν καὶ περι‐ ουσίαν, ἀδικοῦντος καὶ καταφρονοῦντος, εἶτα ἀπὸ τοῦ προσώπου, ὅτι τῶν πολιτῶν εἷς ὁ ἀνῃρημένος, ὅτι οὐδὲν | |
10 | ἠδικηκὼς οὐκ ἐν δικαστηρίῳ ἁλούς· καὶ ἀπὸ τόπου, ὅτι ἐν τῇ ἡμετέρᾳ πόλει, ἣ πασῶν φιλανθρωπίᾳ καὶ δικαι‐ οσύνῃ ὑπερέχειν δοκεῖ· καὶ ἀπὸ χρόνου, ὅτι ἐν εἰρήνῃ, οὐκ ἐν πολέμῳ, ὅτε πᾶσιν ἡσυχάζειν ἐξῆν· καὶ ἀπὸ αἰ‐ τίας, ὅτι ἐχθρὸν ἀνῄρηται· διὰ τούτων δὲ κατασκευάσας | |
15 | τὴν προβολὴν ἐπάξεις ἐκεῖνο, ὅτι ἀνδροφόνος εἶ καὶ τι‐ μωρίαν ὑποσχεῖν δίκαιος. ιεʹ. Τῆς προβολῆς ὑπὲρ τοῦ κατηγόρου παραλαμβα‐ νομένης, ὁ φεύγων τῷ ἀπὸ τοῦ ῥητοῦ ἐν τῷ παραγρα‐ φικῷ χρήσεται· ἔστι δὲ τοῦτο ὅτι ὑπὸ τοῦ δήμου παρα‐ | |
20 | δέδοται, καὶ οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς ὁ δῆμος παρ‐ έσχε τὴν ἐξουσίαν· ἀπὸ τοῦ ῥητοῦ δὲ τὸ παραγραφικὸν τοῦτο ἐκάλεσεν, ὅτι τὸ ῥητὸν αὐτὸ προβαλλόμενοι, δι’ αὐτοῦ τὴν κρίσιν ἰσχυρῶς αἰτιώμεθα, ὥσπερ ἐν τῷ παρ‐ όντι παραδείγματι· προβαλλόμενος γὰρ τὸ τοῦ δήμου | |
25 | ψήφισμα ὁ φεύγων, καὶ τὴν δοθεῖσαν ἐξουσίαν, διὰ τού‐ των τὴν κρίσιν αἰτιᾶται· ἄξιον δὲ ζητῆσαι, τί δή ποτε, εἰ ἀπὸ τοῦ ῥητοῦ παραλαμβάνεται τὸ κεφάλαιον τοῦτο παραγραφικὸν ὂν, οὐ καλοῦμεν τὸ ὅλον παραγραφὴν, ὡς γὰρ πολλάκις εἰρήκαμεν, ἡ πρώτη τοῦ φεύγοντος φω‐ | |
30 | νὴ χαρακτηρίζει τὴν στάσιν· ἀλλὰ λέγομεν, ὅτι εἰ μὲν παραγραφὴ ἦν, ὅλου τοῦ ἀγῶνος ἐκβάλλουσα τὴν κρίσιν, | |
λόγον εἶχεν ἡ ἀπορία, εἰ δὲ διαβολῆς μόνον ἕνεκα τοῦ | 629 | |
7.630 | ἀγῶνος τὸ κεφάλαιον τοῦτο παραλαμβάνεται, εἰκότως καὶ παραγραφικὸν, ἀλλ’ οὐ παραγραφὴ λέγεται. ιϛʹ. Ἐν τῷ κεφαλαίῳ τῷδε ἡ φύσις θεωρεῖται τῆς στάσεως, καθὸ γὰρ ἂν τῶν περιστατικῶν γίνεται μετά‐ | |
5 | ληψις, κατ’ αὐτὸ πάντως καὶ τὸ μεταληπτικὸν λαμβά‐ νεται κεφάλαιον, ὡς ἐπὶ τοῦ ὑποκειμένου παραδείγμα‐ τος· ἐπεὶ γὰρ κατὰ τὸν χρόνον ἐγένετο ἡ μετάληψις, ἀπὸ τοῦ χρόνου καὶ τὸ μεταληπτικὸν, ὅτι οὐκ ἦν παρα‐ δεδομένος, ὅτε ἀνῄρηται· ἔστι δὲ δριμύτατον ἐνταῦθά τι | |
10 | κατὰ τὸ ἐναντίον ἐπιχειρῆσαι, ἐφ’ ᾧ γὰρ μάλιστα ὁ ἀντίδικος ἰσχυρίζεται, ὑπὸ τούτου ἁλίσκεται· εἰ γὰρ ἐκ τοῦ ψηφίσματός φησιν ἀνεύθυνος εἶναι, ἐξ αὐτοῦ δηλα‐ δὴ τούτου ὑπεύθυνος ὢν, προὔλαβε τῷ φόνῳ τὴν ἀπὸ τοῦ ψηφίσματος ἐξουσίαν· καὶ οὕτως αὐτὸς συγκρούε‐ | |
15 | ται· λαμβάνει δὲ τὴν πλείστην κατασκευὴν τοῦ κεφα‐ λαίου ἐκ τῆς τοῦ ἀδικήματος ποιότητος· οἷον εἰ φόνος εἴη τὸ πεπραγμένον· ἐξ αὐτῆς δὲ τῆς περιστάσεως· οἷον μοιχόν τις ἐν ἱερῷ καταλαβὼν ἀπέκτεινε, καὶ φόνου φεύ‐ γει· ἡ γὰρ ἐν τῷ ἱερῷ ἀναίρεσις πολλὴν εὐπορίαν ἡμῖν | |
20 | κατηγορημάτων παρέχεται. ιζʹ. Τοῦ φεύγοντος τῷ παραγραφικῷ χρησαμένου ὁ κατήγορος τῇ μεταλήψει χρήσεται, ὅτι οὐκ ἦν παρα‐ δεδομένος ὑπὸ τοῦ δήμου, ὅταν ἀνῄρητο ὑπό σου· ἐν τού‐ τῳ δὲ τῷ παραδείγματι καὶ πλείω χώραν ἔχει· προσθή‐ | |
25 | σει γὰρ καὶ ταῦτα, ὡς εἰ παρῆν, ἀντέλεγεν ἂν καὶ οὐκ ἂν ἔδωκεν ὁ δῆμος. αὕτη δὲ ἡ μετάληψις οὐκ ἀεὶ τὴν ἴσην δύναμιν ἔχει, ἀλλ’ ὅταν ἢ ἀπὸ τόπου ἢ ἀπὸ χρόνου παραλαμβάνηται· ἀπὸ τόπου μὲν, ὡς ἐν τῷ ἀποκτείναντι τὸν μοιχὸν ἐν τῷ ἱερῷ· ἐρεῖ γὰρ ὁ κατή‐ | |
30 | γορος μεταλαμβάνων τὸν τόπον, καὶ δυσωπῶν τὸν δι‐ | |
καστὴν ὀνόματι τῶν ὑβρισθέντων θεῶν, ἀπὸ τοῦ χρό‐ | 630 | |
7.631 | νου δὲ, ὡς ἐπὶ τοῦ παρόντος πλάσματος· ἐρεῖ γὰρ, ὅτι συνῄδει τινὰ αὐτῷ ἄτοπα· διὰ τοῦτο φθάνει τῷ φό‐ νῳ τὴν τοῦ δήμου κατάλυσιν· ὅταν οὖν ἀπὸ τοῦ χρό‐ νου ἢ τόπου λαμβάνηται, μεγάλην ἔχει τὴν ῥοπήν· ὅτε | |
5 | δὲ ἀφ’ ἑτέρου, ἄτονος καὶ ἀσθενεστέρα, ὡς ἐπὶ τοῦ ἐμ‐ πρήσαντος τὸν μοιχὸν σὺν τῷ οἰκήματι καὶ κρινομένου παρανόμου τιμωρίας· ἐνταῦθα γὰρ οὐ μέγα ἰσχύει τὸ μεταληπτικὸν, τί γὰρ διαφέρει τοῦ σφαγέντα τὸν μοι‐ χὸν ἀποθανεῖν τὸ καέντα τοῦτο παθεῖν; διαβεβλη‐ | |
10 | μένου γὰρ ἅπαξ ὄντος τοῦ προσώπου, τὸν τρόπον αἰτιά‐ σεται μόνον, ὅτι οὐ πυρὶ σιδήρῳ δὲ ἐχρῆν ἀποκτεῖναι. ιηʹ. Συγχωροῦντες γὰρ τὸ πεπραγμένον, τὸν χρόνον αἰτιώμεθα τῆς ἀναιρέσεως· οὐχ ὅτι ἀνεῖλε κατηγοροῦν‐ τες, ἀλλ’ ὅτι προανεῖλεν· ἐν τῇ παραβολῇ γὰρ ἐκ πάν‐ | |
15 | των τῶν περιστατικῶν τὴν αὔξησιν ποιούμενος ταμιεύ‐ εται τοῦτο τὸ κεφάλαιον, εἰς τὴν λύσιν τοῦ παραγραφι‐ κοῦ, ἐν ἐκείνῃ τοῦτο σιωπῶν· τοῦ φεύγοντος οὖν εἰρη‐ κότος, ὡς οὐ δεῖ με κρίνεσθαι, ἐφ’ οἷς ὁ δῆμος τὴν ἐξουσίαν παρέσχετο, προσηκόντως ἐρεῖ· καὶ μὴν πρὸ τῆς | |
20 | τοῦ δήμου χάριτος φθάσας ἀνῃρήκεις τὸν ἄνδρα. ιθʹ. Ὡς ἐπιχείρημα τοῦτο τῷ ὑποκειμένῳ παρα‐ δείγματι προσέθηκε· τοῦτο δὲ ἔφη· ἵνα μή τις ὥσπερ τι καθολικὸν ἐπὶ παντὸς αὐτὸ λαμβάνειν πειρῷτο παρα‐ γραφικοῦ. | |
25 | κʹ. Ὁ συλλογισμὸς, καθάπερ ἐν ὅρῳ, συνάγει τὸ παρ’ ἀμφοῖν, ὅτι οὐδὲν διαφέρει, εἴτε νῦν εἴτε καὶ πρό‐ τερον· ἐκείνῳ δὲ προσεκτέον, ὡς ἐπὶ τῶν ἀνομοίων καὶ πολὺ διεστηκότων οὐκέτι δύναται χώραν λαμβάνειν· οἷον ἐπὶ τοῦ ἀνελόντος ἐν ἱερῷ τὸν μοιχόν. οὐ γὰρ ἔνεστι λέ‐ | |
30 | γειν, ὡς ταὐτὸν εἴη, ἄν τε ἐν ἱερῷ, ἄν τε ὁποίῳ δήποτέ | |
τις κτείνῃ, πλὴν εἰ μὴ τοῦτο βιαιότερόν πως λέγοιμεν. | 631 | |
7.632 | ὅτι ἐχρῆν ἔμπροσθεν τῶν θεῶν, οὓς ἠδίκει, τὴν τιμω‐ ρίαν αὐτὸν ὑποσχεῖν. εἶτα καὶ ἐκ τῆς ἀποβάσεως τοῦ ἀτόπου, ὡς εἴπερ ἀκίνδυνος γένοιτο ἡ ἐν τοῖς ἱεροῖς μοι‐ χεία, τὰς ἰδίας οἰκίας καταλιπόντες ἐνταυθοῖ μοιχεύ‐ | |
5 | σουσιν. καʹ. Τοῦ κατηγόρου τῷ μεταληπτικῷ χρησαμένου ὁ φεύγων τῷ συλλογισμῷ χρήσεται, λύων τὴν μετάληψιν, συνάγων ὅτι οὐδὲν διαφέρει αἰτήσαντα τὸν δῆμον ἀνε‐ λεῖν τοῦ καὶ πρὸ τῆς αἰτήσεως τοῦτο πεποιηκέναι· ἓν | |
10 | γὰρ ἐξ ἀμφοτέρων τὸ τέλος· ἀπὸ χρόνου δὲ τὴν μετά‐ ληψιν ὁ τεχνικὸς διελὼν, ἀπὸ χρόνου καὶ συλλογισμοῦ λαμβάνει· τί, φησὶ, δεῖ χρόνον ἐξετάζειν, εἴτε πρότερον εἴτε ὕστερον ἀπέκτεινα, εἴγε ὁ δῆμος κατέγνω θανάτου; καὶ πάλιν τί δεῖ τὸν τρόπον ἐξετάζειν, εἰ πυρὶ ἢ σιδή‐ | |
15 | ρῳ εἰ καὶ οὕτω κἀκείνως τελευτᾷν ἔδει· οὗτος δὲ ὁ συλ‐ λογισμὸς πρὸς τὸ μεταληπτικὸν ἔχει τὴν φύσιν· ὅτε μὲν γὰρ ἰσχύει τῷ μεταληπτικῷ ὁ κατήγορος, τότε ὁ φεύγων ἀσθενεῖ τῷ συλλογισμῷ. ὅτε δὲ ἀσθενεῖ ὁ κατήγορος, ὁ φεύγων ἔῤῥωται, ὡς ἐπὶ τοῦ τὸν μοιχὸν καταλαβόντος | |
20 | καὶ ἐμπρήσαντος ὀλίγη μὲν τῆς μεταλήψεως ἡ ἰσχύς, τοῦ δὲ συλλογισμοῦ μεγίστη. ἐρεῖ γὰρ ὁ φεύγων μηδὲν δια‐ φέρειν, εἴτε ξίφει ἀνεῖλον εἴτε πυρί· ἐπὶ δὲ τοῦ ἀνελόντος ἐν τῷ ἱερῷ τὸν μοιχὸν πλέον μὲν ἡ μετάληψις ἰσχύει, ὀλίγον δὲ ὁ συλλογισμός· ἔστι γὰρ ἡ μετάληψις, ὅτι οὐκ | |
25 | ἐχρῆν ἐν ἱερῷ. τοῦτο γὰρ καταφρονῆσαί ἐστι θεῶν, ὅπερ ἐστὶν ἰσχυρὸν, ἀσθενὲς δὲ τὸ λέγειν, ὅτι οὐδὲν διαφέρει τὸ ἐν ἱερῷ φονεῦσαι τοῦ ἐν βεβήλῳ, ὅπερ ἐστὶ τοῦ συλ‐ λογισμοῦ. κβʹ. Τὰ κεφάλαια διεξελθὼν ἐπιχειρηματικώτερον | |
30 | εὐθέως ἐπεσημήνατο, καθάπερ καὶ ἀνωτέρω πολλαχοῦ. ὡς νῦν οὐ περὶ εὑρέσεως αὐτῷ πρόκειται λέγειν· ταῦτα δὲ παραδείγματος χάριν ἕνεκα τῶν κεφαλαίων παρέλαβεν. | |
κγʹ. Ἀντίκειται ἀεὶ τῷ συλλογισμῷ ὁ ὅρος, ὡς καὶ | 632 | |
7.633 | ἀνωτέρῳ δεδήλωται· ἃ γὰρ ἐκεῖνος συνάπτει, οὗτος δι‐ ΐστησι· χρησόμεθα δὲ κἀνταῦθα τῷ κεφαλαίῳ τοῦτον τὸν τρόπον, ὅνπερ ἐν ὅρῳ διὰ πάντων ἑξῆς τῶν ἐπιχει‐ ρημάτων. | |
5 | Ταῦτα, φησὶν, οὐχ ὡς διαιροῦντες εἴπομεν, οὐχ ὡς διαίρεσιν τῶν κεφαλαίων ποιούμενοι· ἦ γὰρ διὰ πλειόνων ἐλέγομεν, ἀλλὰ μικρὰ εἰρήκαμεν εἰς τὸ ἐπι‐ δεῖξαι μόνον καὶ διδάξαι τῶν κεφαλαίων τὴν δύναμιν· διαίρεσιν δὲ ἐνταῦθα τὴν εὕρεσιν καλεῖ. —Τοῦ φεύ‐ | |
10 | γοντος χρησαμένου τῷ συλλογισμῷ, ὁ κατήγορος ὅρον προβάλλεται· εἴρηται γὰρ πολλάκις, ὅτι πᾶς συλλογισμὸς ὅρῳ λύεται καὶ ὅρος συλλογισμῷ· ἀντέστραπται δὲ ἐπὶ τούτου καὶ ἡ τῶν ἀμφισβητούντων τάξις· τοῦ γὰρ φεύ‐ γοντος γέγονεν ὁ συλλογισμὸς, ἐπειδὴ καὶ ἡ φύσις τῆς | |
15 | μεταλήψεως ἀντιστρόφως τὸν φεύγοντα διώκοντα ποιεῖ. Ἀπὸ τοῦ φεύγοντος ἡ ἀντίθεσις ἀπαντᾷ· τὸ ἀντι‐ θετικὸν δὲ οὐχ ἓν, ἀλλὰ πλείονα πολλάκις ἢ ἀντεγκλη‐ ματικὸν, ἢ ἀντιστατικὸν, ἢ συγγνωμονικὸν, ἢ μεταστα‐ τικόν· ἓν οὖν τῶν τεσσάρων εὑρίσκεται, πολλάκις δὲ καὶ | |
20 | πλείονα ἐν τῷ ἀντιθετικῷ κεφαλαίῳ. ἐνταῦθα δὲ ἀντεγ‐ κληματικὸν, ὅτι ἄξιος ἦν ἀναιρεθῆναι· ὅπου γε καὶ ὁ δῆμος ταύτην ἐπ’ αὐτῷ τῆν ψῆφον ἐξήνεγκεν. Ἡ μὲν προτέρα μετάληψις τὴν φύσιν μιμεῖται τῆς στάσεως, γί‐ νεται γὰρ ἐκ τῶν αὐτῶν περιστατικῶν, ἡ δὲ νῦν προκει‐ | |
25 | μένη λυτική ἐστι τῆς ἀντιθέσεως· πᾶσα γὰρ ἀντίθεσις, καθὰ πολλάκις ἔφην, μεταλήψει λύεται. κδʹ. Ἡ ἀντίθεσις λαμβάνεται δηλονότι κατὰ μίαν τῶν ἀντιθετικῶν· ἔστι δὲ ὅτε καὶ πλείους ἐμπίπτουσι· χρὴ δὲ τὸ ἰσχυρότερον σκοποῦντας ἐκείνῳ κεχρῆσθαι, | |
30 | αὐτίκα ἐν τῷ προκειμένῳ παραδείγματι δύο ἐνέπεσε, τὸ | |
ἀντεγκληματικὸν καὶ τὸ μεταστατικόν· τὸ μὲν ἀντεγκλη‐ | 633 | |
7.634 | ματικὸν, ὅτι ἄξιος ἀπολωλέναι, ὅτι ὁ δῆμος αὐτοῦ κα‐ τεψηφίσατο· τὸ μεταστατικὸν, ὅτι ψήφισμα αἴτιον τὸ τὴν ἐξουσίαν παρασχόν· ἀλλ’ ἐπειδὴ ἀσθενὲς τὸ μετα‐ στατικὸν καταφρονήσει μὲν ἐκείνου, τῷ δὲ ἀντεγκληματι‐ | |
5 | κῷ χρήσεται. κεʹ. Τὴν ἀντίθεσιν λύει ὁ κατήγορος ἑτέρᾳ μεταλή‐ ψει χρώμενος, λέγων ὅτι ἔδει αὐτὸ τοῦτο πρὸς τὸν δῆ‐ μον εἰπεῖν καὶ ὁμολογεῖν μὲν προανῃρηκέναι, αἰτεῖν δὲ εἰς δωρεὰν τὴν γενομένην ἀναίρεσιν· εἰρήκαμεν δὲ ἤδη, | |
10 | ὅτι διαφέρει αὕτη τῆς πρώτης, ὅτι ἡ μὲν πρώτη πρὸς τὸ πρᾶγμα γίνεται, ἡ δὲ δευτέρα πρὸς τὸν τρόπον τὸν περὶ τὸ πρᾶγμα· καὶ ὅτι ἡ πρώτη μετάληψις εἰς αὐτὸ τὸ ἔγκλημα καὶ τὴν πᾶσαν σύστασιν τοῦ ἀγῶνος γίνε‐ ται, ἡ δευτέρα δὲ πρὸς μόνον τὸ ἀντιθετικόν· ὥστε ἡ | |
15 | μὲν πρώτη πρὸς ὅλον τὸν ἀγῶνα, ἡ δὲ δευτέρα πρὸς μέ‐ ρος· προσεθήκαμεν δὲ, ὅτι οὐ πανταχοῦ ἐμπίπτει. κϛʹ. Μεταλήψεως εὑρεθείσης πᾶσα ἀνάγκη καὶ ἀν‐ τίληψιν εὑρεθῆναι, ἐναντία γὰρ ἀλλήλοις τὰ κεφάλαια· προβαλεῖται δὲ τὴν ἐξουσίαν, ὅτι ἐξῆν, ὅπερ ἠβουλόμην | |
20 | αἰτεῖν, καὶ οὐχ ὑμᾶς ὁριστὰς ἔδει τοῦ τρόπου εἶναι, καθ’ ὃν ἐχρῆν αἰτεῖν, καὶ ὅλως τοῖς ἐμπίπτουσι τῶν ἐπιχειρη‐ μάτων ἅπασι χρηστέον. Ὅτι κοινὸν τὸ κεφάλαιον, αὐ‐ τὸς ἐδίδαξεν εἰπὼν, εἰ δεῖ ταῦτα ἐπιτρέπειν, ἢ οὔ· τὴν δὲ θέσιν ἐνταυθοῖ ἐκ τῶν γενικῶν, ἀλλ’ οὐκ ἐκ τῶν | |
25 | ἰδικῶν χρὴ ποιεῖσθαι· οἷον ὅτι οὐ δεῖ τοὺς ἀριστέας ἐπὶ τοῖς συκοφάνταις ποιεῖν, ἢ ὅτι οὐ χρὴ τὰ τοιαῦτα ἐν ὑμῖν τολμᾶσθαι. κηʹ. Περὶ ποιότητος καὶ γνώμης ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται ἱκανῶς· εἰσαχθήσεται δὲ πολυτρόπως | |
30 | ὑπὸ ἀμφοτέρων ἡ γνώμη, τίνι διανοίᾳ προαπέκτεινεν ὁ φεύγων· ἢ δῆλον ὅτι σαφῶς ἐπιστάμενος ὡς παρόντος | |
ἐκείνου καὶ ἀντιλέγοντος, οὐκ ἂν ὑμεῖς ἐξαπατηθείητε· | 634 | |
7.635 | καὶ αὖ πάλιν, τίνι γνώμῃ ἐπὶ τὴν κατηγορίαν ἧκεν ὁ διώκων, πότερον δι’ ἔχθραν, ἢ διὰ τὴν πρὸς ἕτερον χάριν. Τοῦ κατηγόρου μεταλήψει δευτέρᾳ χρησαμένου, | |
5 | πάλιν ὁ φεύγων ἀντιλήψει τὴν μετάληψιν λύει· ὡς γὰρ πολλάκις ἐμάθομεν, ταῦτα τὰ δύο κεφάλαια δι’ ἀλλή‐ λων λύεται ὡς ἐπὶ τὸ πλεῖστον, λέξει τοιγαροῦν, ὅτι ἐξῆν μοι, ᾧ ἂν ἐβουλόμην τρόπῳ, τὴν αἴτησιν ποιεῖσθαι τῆς δωρεᾶς. —Τῇ ἀντιλήψει θέσιν τινὰ ἀναμίξει ὁ | |
10 | φεύγων, ὅτι οὐ δεῖ ὑμᾶς ὁριστάς μοι τοῦ πράγματος γενέσθαι, οὐδὲ ἐπὶ τοῖς συκοφάνταις τοὺς ἀριστέας εἶναι, πρὸς ἣν ὁ κατήγορος ἑτέραν θέσιν ἐρεῖ, ὅτι δεῖ τὰς αἰτήσεις δικαίας εἶναι καὶ μὴ βλαβερὰς τῇ πόλει. Τούτοις, φησὶν, ἐπάξομεν τὴν ποιότητα καὶ τὴν γνώ‐ | |
15 | μην· ταῦτα δέ φησι παραπλησίως κἀνταῦθα ὥσπερ ἔμ‐ προσθεν ἐργασόμεθα, οἷον τίνι γνώμῃ προανεῖλεν αὐτὸν, ὅτι δεδιὼς μὴ ἀντιλέγειν· καὶ πάλιν τίνι γνώμῃ ὁ κατήγορος ἦλθεν εἰς τὴν κατηγορίαν, ἢ κέρδους χάριν, ἢ δι’ ἔχθραν. | |
20t | Cap. XXVI. | |
21t | Περὶ ῥητοῦ καὶ διανοίας. | |
21 | αʹ. Δυοῖν ἄκρων ἐν ταῖς περιστάσεσιν ὑποκειμένων, καὶ τῆς ἐξ ἀμφοῖν μεσότητος, λογικῶν φημι καὶ νομι‐ κῶν, μετὰ τὸν περὶ τῶν λογικῶν καὶ μικτῶν λόγον ἐπὶ | |
θάτερον τῶν ἄκρων, τουτέστι τὰς νομικὰς ἐλήλυθε. τὴν | 635 | |
7.636 | μὲν οὖν ἐπιβάλλουσαν αὐταῖς φυσικὴν τεχνολογίαν ἐν τῇ μεθόδῳ προδιηνύσαμεν, καὶ δικαιολογεῖν αὖθις οὐκ ἀναγκαῖον διαληπτέον δὲ ἤδη καὶ περὶ τῶν κεφαλαίων τῆς κατὰ ῥητὸν καὶ διάνοιαν στάσεως. | |
5 | βʹ. Μέχρι τούτου πεπλήρωται τῷ τεχνογράφῳ ὁ πε‐ ρὶ τῶν λογικῶν στάσεων λόγος, καὶ ἔτι τῶν μεταξὺ κει‐ μένων, λέγω δὴ τῆς πραγματικῆς καὶ τῆς μεταλήψεως· νῦν δὲ ἤδη καθαρῶς ἐπὶ τὰς νομικὰς μετέρχεται στά‐ σεις, δι’ αὐτῶν παιδεύων ἡμᾶς, πῶς τήν τε παραγραφὴν | |
10 | καὶ ἔγγραφον πραγματικὴν διαιρήσομεν, δηλονότι γι‐ γνώσκοντες τὰς νομικὰς στάσεις, καθ’ ἣν ἂν ἐμπέσοι ἡ παραγραφὴ, ἢ ἡ ἔγγραφος πραγματικὴ, οὕτω μετα‐ χειριούμεθα. αἱ δὲ νομικαὶ ἔχουσι τὴν γένεσιν ἀπὸ ῥη‐ τοῦ, οἷον νόμων, ψηφισμάτων, ἐπιστολῶν, διαθηκῶν. | |
15 | νομικαὶ δὲ ἐκλήθησαν, ἀπὸ τοῦ τιμιωτάτου καὶ πρώτου ὄντος ἐν ῥητοῖς λαβοῦσαι τὴν ἐπωνυμίαν· νόμος γὰρ τὸ τιμιώτατον ἐν ῥητοῖς· γίνεται δὲ ἡ νομικὴ ζήτησις, οὐχ ὅταν ἁπλῶς ῥητὸν ἐμπίπτῃ, ἀλλ’ ὅταν περὶ τὸ ῥητὸν πᾶσα κινεῖται ἡ ζήτησις, οὐ παρὰ τὸ κυροῦσθαι αὐτὸ | |
20 | ἢ μὴ, τοῦτο γὰρ τῆς ἐγγράφου πραγματικῆς ἀποδέ‐ δεικται, ἀλλ’ εἰ παραβέβασται, ἢ οὔ. ὅτε δὲ τὴν διά‐ νοιαν τοῦ τεθέντος τῷ γεγραμμένῳ ἀντιτάττομεν, τότε ποιοῦμεν ῥητὸν καὶ διάνοιαν. γʹ. Αἱ ἐργασίαι τῶν κεφαλαίων τούτων ἐκ τῶν ἐν ταῖς | |
25 | ἄλλαις στάσεσιν εἰρημένων πρόδηλοι τυγχάνουσι, πλὴν ἴσως τοῦ προδιορισμοῦ, ὅς ἐστι τοιόσδε· τοῦ φεύγον‐ τος ἀντιτιθέντος τῇ προβολῇ τὴν διάνοιαν καὶ λέγον‐ τος, ὅτι τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἀνιόντας ἐπὶ τὸ τεῖχος τῶν ξένων ὁ νόμος κωλύει ἀνιέναι, οὐχὶ τοὺς ἐπὶ | |
30 | εὐεργεσίᾳ, ἀντιτίθησι τὸν προδιορισμὸν ὁ κατήγορος λέ‐ γων, ὡς οὐδαμοῦ τοῦτο προδιώρισεν ὁ νομοθέτης, ἀλλ’ ἁπλῶς ἀπείργει τὸν ξένον τῆς ἐπὶ τὸ τεῖχος ἀνόδου. Διὰ | |
τί δὲ προβολὴν ῥητοῦ τὴν προβολὴν ταύτην ὠνόμασεν, | 636 | |
7.637 | ἀποδιϊστὰς τὰς νομικὰς ἀπὸ τῶν λογικῶν· ἔστι γὰρ ἄλ‐ λη προβολὴ, ἐξ ἀδικήματος ἀγράφου γενομένη, ἥ τις οὐκ ἔστι τῶν νομικῶν, ἐνταῦθα δὲ ἐξ ἐγγράφου ἡ προ‐ βολή. διὸ προσέθηκε καὶ ῥητοῦ· ἔδει δὲ ἐμφαντικώτερον | |
5 | εἰπεῖν προβολῇ τῇ ἀπὸ ῥητοῦ· οὐδὲ γὰρ αὐτὸ τὸ ῥητὸν προβάλλονται, ἀλλὰ τὸ ἔγκλημα τὸ διὰ τὸ ῥητὸν γινό‐ μενον. Τῇ προβολῇ αὐτὸ τὸ ῥητὸν ἐκτίθεμεν μετ’ αὐξή‐ σεως· ὅτι παρέβη τὸν νόμον, οὐδὲν ὑποστειλάμενος, εἰ | |
10 | ξένος ὢν ἐπὶ τὸ τεῖχος ἄνεισιν· ἀπαγορεύοντος τοῦ νόμου. δʹ. Προβολή ἐστιν ἐνταῦθα ἡ τοῦ ῥητοῦ διδασκαλία. οἷον ἀνῆλθες ἐπὶ τὸ τεῖχος, τοῦ νόμου ἀπαγορεύοντος τοῦτο, καὶ δεῖ σε τεθνάναι, ὅτι τὸν νόμον παρέβης· ἐν ταὐτῷ δὲ καὶ τὴν ἀνάγνωσιν τοῦ νόμου ποιήσεται, δυσω‐ | |
15 | πῶν διὰ τούτου τὸν ἀκροατὴν καὶ δύσλυτον κατασκευά‐ ζων τὴν προβολήν. εʹ. Διττὴν ἡμῖν τῆς διανοίας τὴν ἐξέτασιν παραδί‐ δωσι, τὴν μὲν τοῦ νομοθέτου, τὴν δὲ τοῦ φεύγοντος· ἐπειδὴ γὰρ δύο ἐστὶ τό τε ῥητὸν τὸ ἀντικείμενον καὶ ἡ | |
20 | πρᾶξις δοκοῦσα παράνομος· εἰ ξένος ὢν παρὰ τὸ τεῖχος ἐλήλυθεν, ἀμφότερα λύειν ἀνάγκη· ἀμφοτέρων δὲ λύσις ἡ αὐτὴ, λέγω δὴ ἡ διάνοια· καθολικὸν γὰρ παράγγελμα, ὅτι τὸ ῥητὸν τὸ βλάπτον τῇ διανοίᾳ τοῦ θέντος λύομεν· τὸ δὲ δοκοῦν ἀδίκημα διὰ τῆς διανοίας τοῦ πεποιηκό‐ | |
25 | τος συστήσομεν· ἐπεὶ γὰρ ὁ κατήγορος χρῆται τὸ ἀπὸ τοῦ νόμου ῥητὸν προβαλλόμενος, εἰκότως ὁ φεύγων ἐπὶ τὴν τοῦ ῥητοῦ διάνοιαν καταφεύγει, λέγων οὐκ ἔγνως τὸν νόμον, ὁ γὰρ νόμος κελεύει μὴ ἀνιέναι ξένον τὸν ἐπὶ | |
βλάβῃ, ὅτε καιρὸς εἰρήνης ἐστί· ληψόμεθα δὲ τὰ ἀφορ‐ | 637 | |
7.638 | μὰς τῶν λύσεων, εἰς μὲν τὴν τοῦ νομοθέτου, ἀπὸ τοῦ καιροῦ· οἷον οὐκ ἐν πολέμῳ ἐκέλευσεν ὁ νόμος μὴ ἀνιέ‐ ναι ξένον ἐπὶ τὸ τεῖχος, ἀλλ’ ἐν εἰρήνῃ, ὅτε οὐχ ὑπερ‐ μαχῆσαι καιρὸς, ἐγὼ δὲ ἐν πολέμῳ ἀνῆλθον ἐπ’ ὠφε‐ | |
5 | λείᾳ τῆς πόλεως, οὐκ ἐπὶ κατασκοπῇ· ἀπὸ τῆς αἰτίας, διατί; ἵνα μὴ κατασκέψωνται, οὐχ ἵνα μὴ ἀριστεύσω‐ σιν· ἐγὼ δὲ ἀνελθὼν ἠρίστευσα· ταῦτα δὲ ἀπὸ τοῦ νο‐ μοθετηθέντος ἐστὶ πράγματος· φημὶ δὲ τὸ λέγειν, ὅτι ἐπὶ τούτῳ κωλύει ἀνελθεῖν, ἐπὶ βλάβῃ, ἐπὶ προδοσίᾳ τῆς | |
10 | πόλεως, ἀλλ’ οὐκ ἐπὶ τῷ εὖ ποιῆσαι· οὐ μόνον δὲ ἀπὸ τούτων ληψόμεθα τὰς ἀφορμὰς, ἀλλὰ καὶ ἀπὸ τῶν ἄλ‐ λων τῶν ἐμπιπτόντων· καὶ ὡς ἐπὶ τὸ πλεῖστον τῶν περι‐ στατικῶν· εἰς δὲ τὴν τοῦ φεύγοντος διάνοιαν, καθάπερ ἐν ταῖς ἀντιθετικαῖς, ὅτι οὐ μόνον τὸ πραχθὲν δεῖ σκο‐ | |
15 | πεῖν, ἀλλὰ καὶ τὴν γνώμην, μεθ’ ἧς τὸ πραχθὲν ἐπράχθη, καὶ ἅμα τῇ τῶν αἰτίων ὑπεξαιρέσει χρώμεθα· οἷον, οὐ κακονοίᾳ τῇ πρὸς τὴν πόλιν, οὐδ’ ἵνα τι κακὸν ἐργά‐ σωμαι, ἀλλ’ ἵνα εὖ ποιήσω· εἰ οὖν εὖ ἐποίησα, πῶς φαίνομαι τὸν νόμον παραβεβηκώς; εἰκότως οὖν ἐπ’ ἀμ‐ | |
20 | φοῖν τῇ διανοίᾳ χρησόμεθα, ἐπί τε τοῦ νομοθέτου καὶ αὐτοῦ τοῦ φεύγοντος· δεῖ γὰρ καὶ τὴν τοῦ βλάπτοντος ῥητοῦ ἀνάγνωσιν τῇ διανοίᾳ λύειν τοῦ νομοθέτου, καὶ τὸ δοκοῦν ἀδίκημα διὰ τῆς τοῦ πεποιηκότος διανοίας. ϛʹ. Ἡ διάνοια ὑπὸ τοῦ φεύγοντος ἀντιταχθήσεται | |
25 | τῷ ῥητῷ, οἷον ὅτι οὐ τοὺς ἐπ’ εὐεργεσίᾳ, ἀλλὰ τοὺς ἐπὶ βλάβῃ ἀνιόντας ἐκώλυσε· κατασκευάσομεν δὲ αὐτὸ ἀπὸ τοῦ καιροῦ, ἀπὸ τῆς αἰτίας, ἀπὸ τοῦ πράγματος· ἀπὸ καιροῦ μὲν, ὅτι οὐκ ἐν πολέμῳ, οὐδὲ ἐν πολιορκίᾳ ἐκώ‐ λυσεν, ὅτε μάλιστα δεῖ τῶν βοηθησάντων· ἀπὸ δὲ τῆς | |
30 | αἰτίας, ὅτι τοὺς ἐπὶ βλάβῃ καὶ τῷ λυμνήνασθαι ἀνιόν‐ | |
τας, οὐ τοὺς ἀριστείας ἕνεκα καὶ τῶν κακῶν ἀπαλλάξαι | 638 | |
7.639 | τὴν πόλιν· ἀπὸ δὲ τοῦ πράγματος, οἷον ὅτι οὐκ ἐπὶ τῷδε τῷ πράγματι κεῖται ὁ νόμος. ἐπεὶ δὲ τὸ κεφάλαιον αὐστηρόν πως δοκεῖ, καθάπερ ἀντινομοθετούντων ἡμῶν, εἴγε τοῦ ῥητοῦ διαγορεύοντος ἕτερα ἄλλην ἡμεῖς ἀντεισ‐ | |
5 | φέρομεν διάνοιαν, δεῖ τινος θεραπείας τὴν τραχύτητα καθαιρούσης· διπλοῦς δὲ αὐτῆς ὁ τρόπος· ὅταν ἢ ἀτο‐ πίαν τινὰ τοῖς τοῦ ἐναντίου λόγοις προσάπτωμεν, οἷον ὅτι φανεῖται ὁ νομοθέτης κατά γε τὸν ἀντίδικον, ἀπο‐ στερῶν σωτηρίας τὴν πόλιν, ἢ ὅταν ἀπαιτῶμεν νόμον, | |
10 | φανερῶς τῇ ἡμετέρᾳ ἀνταποφαινόμενον διανοίᾳ· ὅτι δεῖ‐ ξον, εἴτις νόμος τὸν ἀνιόντα ἐπὶ σωτηρίᾳ ἐκώλυσεν· ἔχο‐ μεν δὲ ἀμφοῖν παρὰ Δημοσθένει παραδείγματα, τοῦ μὲν εἰς ἄτοπον ἀπάγειν τὸν λόγον, ὡς ἐν τῷ ὑπὲρ Κτη‐ σιφῶντος· τίς γάρ ἐστιν νόμος τοσαύτης ἀδικίας καὶ | |
15 | μισανθρωπίας μεστὸς, ὥστε τὸν δόντα τι τῶν οἰκείων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος ἀποστερεῖν, εἰς τοὺς συκοφάντας δὲ ἄγειν· τοῦ δὲ ἀπαιτεῖν νόμον τινὰ διαῤῥήδην ἡμῖν ἐναντιούμενον παράδειγμα ἐν τῷ αὐτῷ λόγῳ. εἰ δὲ, φησὶν, οὗτος δειξά‐ | |
20 | τω, κἀγὼ στέρξω καὶ σιωπήσομαι, ἔτι δὲ καὶ ἐκ παρα‐ δειγμάτων καὶ ἐθῶν χρὴ συνεστάναι τὴν διάνοιαν· ὃν τρόπον ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ πεποίηκε· πρῶτον μὲν γὰρ Ναυσικλῆς στρατηγῶν, ἐφ’ οἷς ἀπὸ τῶν ἰδίων προ‐ εῖτο πολλάκις, ἐστεφανοῦτο ὑφ’ ἡμῶν, ὅτε τὰς ἀσπί‐ | |
25 | δας Διότιμος ἔδωκεν. Τῇ προβολῇ αὐτὸ τὸ ῥητὸν ἐκτίθεμεν μετ’ αὐξή‐ σεως, ὅτι παρέβη τὸν νόμον, οὐδὲν ὑποστειλάμενος, εἰ ξένος ὢν ἐπὶ τὸ τεῖχος ἄνεισιν ἀπαγορεύοντος τοῦ νόμου. | |
Τοῦ φεύγοντος χρησαμένου τῇ διανοίᾳ. ὁ κατήγορος | 639 | |
7.640 | τῷ ἀπροσδιορίστῳ χρήσεται λέγων· καὶ ποῦ ταῦτα, ἅ φαμεν, ὁ νόμος διώρισεν; οὐδὲν τούτων εἴρηται τῷ νο‐ μοθέτῃ, ἀλλ’ ἁπλῶς εἴρηκε, μηδένα ξένον ἀνιέναι ἐπὶ τὸ τεῖχος· ἔνθα πάλιν καὶ τὴν τοῦ νόμου ἀνάγνωσιν | |
5 | ποιήσεται· ὡς γὰρ πολλάκις ἐγνώκαμεν τοῖς ἰσχυροῖς καὶ ὑπὲρ ἡμῶν ἅπαξ, ἀλλὰ καὶ δὶς χρηστέον. ζʹ. Τοῦ ῥητοῦ πάλιν ἀνθέξεται ὁ διώκων· ὡς οὐ προσ‐ διώρισεν ὁ νομοθέτης οὐδὲν, ἀλλ’ ἁπλῶς εἶπε τοὺς ξέ‐ νους μὴ ἀνιέναι, σὺ τοίνυν ἀνελθὼν παρέβης τὸν νό‐ | |
10 | μον· ἐπεὶ τί ἦν τὸ κωλύον, προσθεῖναι τὸν νομοθέτην. ηʹ. Ἐν τῇ δευτέρᾳ διανοίᾳ ὁ μὲν φεύγων πρὸς τὸ μὴ διορίσασθαι ἀπαντήσει, οἷον ὅτι οὐδὲν ᾤετο δεῖν πε‐ ρὶ τῶν οὕτω φανερῶν διορίζειν ὁ νομοθέτης· οὐ γὰρ ἂν ὑπέλαβες τοὺς ἐπ’ εὐνοίᾳ ποτὲ κωλυθήσεσθαι· ὁ δὲ διώ‐ | |
15 | κων ἐρεῖ, ὡς ἄτοπον ἡγήσατο ὅλως ὁ νομοθέτης ἐπιτρέ‐ πειν ξένον ἐπὶ τὸ τεῖχος ἀνιέναι. Πάλιν ἐξ ἀνάγκης ὁ φεύγων τὴν διάνοιαν τοῦ νομοθέτου ἀντιθήσει· διαφέρει δὲ τῆς πρώτης, καθὸ ἡ μὲν πρώτη μόνου τοῦ φεύγοντος, αὕτη δὲ κοινὴ ἀμφοτέ‐ | |
20 | ρων, καὶ ὅτι ἡ μὲν πρώτη πρὸς τὸ ῥητὸν, ἑρμηνεύει γὰρ τὴν διάνοιαν, ἡ δὲ δευτέρα πρὸς τὸ ὑπὸ τοῦ νομοθέτου· τοῦ μὲν φεύγοντος λέγοντος, ὅτι διὰ τοῦτο παρῆκεν ὁ νομοθέτης τὸν διορισμὸν, ἵνα μὴ περιττὰ καὶ πᾶσι πρό‐ δηλα φανῇ λέγων, ἐπεὶ ὅτι πρὸς ὠφέλειαν ἐσκόπει τῆς | |
25 | πόλεως καὶ τοῦτο βουλόμενος τοὺς νόμους προὔθηκεν, ἅπασι πρόδηλον. τοῦ δὲ κατηγόρου καὶ αὐτοῦ λέγοντος, ὅτι εἰ ἐβούλετο ξένον οἷον δή ποτε ἐφ’ οἵᾳ δή ποτ’ οὖν αἰτίᾳ ἀναβαίνειν ἐπὶ τὸ τεῖχος, πάντως ἂν διωρίσατο· | |
νῦν δὲ τῷ σιωπᾷν μὲν τοῦτο, ἀπαγορεῦσαι δὲ ξένον | 640 | |
7.641 | μὴ ἀνιέναι ἐπὶ τὸ τεῖχος παντάπασιν ἀπείργων φανή‐ σεται. ζʹ. Ὁ συλλογισμὸς πανταχοῦ τὴν ἴσην ἔχει δύναμιν, ἀεὶ γὰρ συνάγει τὰ ἐξ ἑκατέρου μέρους· οἷον ὅτι οὐδὲν | |
5 | διαφέρει τὸ προσδιορίσασθαι ἢ μή· ὁπότε καὶ ἄνευ τοῦ προσδιορισμοῦ φανερά ἐστιν ἡ τοῦ νομοθέτου διάνοια· ἰσχὺν δὲ περιθήσομεν αὐτῷ ἐκ παραδειγμάτων, εἰ ἔχοι‐ μεν πολλοὺς παρατίθεσθαι νόμους, ἐφ’ ὧν οὐ προσδιώ‐ ρισται τὰ ὁμολογούμενα· καὶ οὐ διὰ τοῦτο ψιλῶς τῷ | |
10 | ῥητῷ ἀξιοῦμεν προσέχειν· δεῖ οὖν πολλῆς ἐνταυθοῖ νό‐ μων ἐμπειρίας. Ἔν τισιν οὐκ ἔστι τὸ ἐρεῖ. Ὁ συλλογισμὸς ἀπὸ τοῦ φεύγοντος ἕπεται δεικνύναι πειρωμένου, ὅτι οὐδὲν διαφέρει τοῦ διωρικέναι τὸν νομοθέτην τὸ σιγῆσαι παν‐ | |
15 | τάπασι, φανερὸν γὰρ ἦν, διὸ οὐ προσδιωρίσατο. ιʹ. Ἐκ τοῦ ἐναντίου τῷ συλλογισμῷ λαμβάνεται ὁ ὅρος, ὅτι γε πλεῖστον διαφέρει τοῦ προσδιορισμοῦ τὸ μὴ οὕτως ἔχον· χρήσιμος δὲ κἀπὶ τούτου ἡ τῶν πα‐ ραδειγμάτων ἐμπειρία νόμους ἑτέρους ἐπιδεικνύντων ἡ‐ | |
20 | μῶν, ἐν οἷς οὐχ οἷόν τε ἐκβῆναι οὐδαμῶς τοῦ ῥητοῦ. Τοῦ φεύγοντος χρησαμένου τῷ συλλογισμῷ, ὁ κατή‐ γορος τῷ ὅρῳ χρήσεται λέγων, πολὺ διαφέρειν ταῦτα ἀλλήλων, χωρίζει γὰρ ὁ ὅρος τὰ διὰ τοῦ συλλογισμοῦ συναχθέντα. | |
25 | Μετὰ τὸν ὅρον ἡ ἀντίθεσις ἀπὸ τοῦ φεύγοντος γί‐ νεται· ἥ τις ἀπὸ μιᾶς τῶν ἀντιθετικῶν παραλαμβάνε‐ ται, ἐν ᾗ καὶ πλέον ἰσχύει ὁ φεύγων· ἐν μὲν γὰρ τοῖς προειρημένοις κεφαλαίοις πλεονεκτεῖ ὁ κατήγορος, τὸ | |
ῥητὸν προβαλλόμενος· ἐπὶ δὲ τῆς ἀντιθέσεως, ἥτις ἐν‐ | 641 | |
7.642 | ταῦθα ἀντιστατική ἐστι, τοὐναντίον πείσεται ὁ κατήγο‐ ρος· διεξιόντος τὰ κατὰ τὴν ἀριστείαν τοῦ φεύγοντος καὶ ἔκφρασιν ποιουμένων τῶν συμπιπτόντων κατὰ τὰς μάχας· ἴδιον γὰρ τῆς ἀντιστατικῆς ἀντιθέσεως ἡ τῶν | |
5 | γεγονότων ἔκφρασις. ιαʹ. Ἡ ἀντίθεσις, φησὶν, αὐτό ἐστι τὸ γεγονὸς, τουτέστιν αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ὅσα περὶ τὴν ἀριστείαν πέπρακται· ἀντιστατικῶς γὰρ ταῦτα ὑπὸ τοῦ φεύγοντος εἰσενεχθήσεται· τί δέ ἐστιν ὃ ἔφη; καὶ | |
10 | πλέον ἕξει γε ὁ φεύγων ἐν αὐτῇ· μέχρι μὲν γὰρ τούτου ἰσχυρότερα εἶναι δοκεῖ τὰ τοῦ κατηγόρου· εἴγε ὁ μὲν φανερῶς ἐπανέχει τῷ νόμῳ, ὁ δὲ ἔξωθέν τι παρεισφέρειν πειρᾶται· ἐν δὲ τῇ ἀντιθέσει πλέον ἔχει ὁ φεύγων, διε‐ ξιὼν τὴν ἀριστείαν καὶ λίαν ἀκμάζων ἐπὶ τῷ εὐεργετή‐ | |
15 | ματι, ἐργάσεται δὲ τὸ κεφάλαιον τὴν πρᾶξιν ἐκφράζων, ἀπὸ τῶν συμβεβηκότων ἁπάντων, ὅπως μὲν ἐπῄεσαν οἱ πολέμιοι καὶ τὴν πόλιν ἐτάραττον, ὅπως δὲ αὐτὸς ἠρί‐ στευσεν. Ἐμπεπτωκυίας ἀντιθέσεως ἀνάγκη καὶ τὴν μετάλη‐ | |
20 | ψιν ἐπακολουθῆσαι, λυτικὴν οὖσαν τῆς ἀντιθέσεως· οἷον ἑτέρως ἐχρῆν εὐεργετεῖν· ἔνθα μηδεὶς παρεβαίνετο νό‐ μος, χρήματα ἐπιδιδόντα ἐκ προβολῆς τοῖς ἐναντίοις μαχόμενον. — Ἀντίστασιν· γὰρ ὁ φεύγων ἐρεῖ, ὅτι ὠφέλησα, ὁ | |
25 | δὲ διώκων πειράσεται μεῖζον τὸ ἀδίκημα δεικνύειν, ἀλλὰ μειονεκτήσει, ὅπερ καὶ ὁ Ἑρμογένης φησίν. Τοῦ φεύγοντος τοῦτο εἰπόντος, ὁ κατήγορος μετα‐ λήψει χρήσεται, ἐν ᾗ τὸν τρόπον αἰτιᾶται τοῦ πραχθέν‐ τος λέγων· ὅτι οὐ τούτῳ τῷ τρόπῳ ἔδει τὴν εὐεργεσίαν | |
30 | ἐνδείκνυσθαι· ἀλλ’ ἐξελθόντα τοῦ τείχους καὶ τὴν εὐ‐ | |
ψυχίαν ἐπιδειξάμενον οὕτως ὠφελῆσαι τὴν πόλιν. | 642 | |
7.643 | ιγʹ. Τὸ πρός τι αὐξητικῶς κατὰ σύγκρισιν ληφ‐ θήσεται, ὑπὸ μὲν τοῦ φεύγοντος, ὅτι μεῖζον τὸ εὐεργέ‐ τημα τοῦ δοκοῦντος ἀδικήματος· κατὰ δὲ τὸ ἐναντίον ὑπὸ τοῦ διώκοντος. | |
5 | ιδʹ. Τῆς μεταλήψεως ὑπὸ τοῦ κατηγόρου συνιστα‐ μένης τὸ πρός τι ὑπὸ τοῦ φεύγοντος καὶ τοῦ κατηγόρου παραλαμβάνεται, ἐν ᾧ ἑκάτερος δείκνυσιν, ὁ μὲν ὅτι μείζων τῆς βλάβης ἡ εὐεργεσία, ὁ δὲ ὅτι μείζων τῆς εὐεργεσίας ἡ βλάβη. | |
10 | ιεʹ. Λοιπὰ κεφάλαια ὁ βίαιος ὅρος, ἡ θέσις, ἡ δευτέρα μετάληψις, ἡ πρὸς ταύτην ἀντίληψις, ἡ ποιότης καὶ ἡ γνώμη· καὶ ὁ μὲν βίαιος ὅρος κοινός ἐστιν ἀμ‐ φοτέροις, ἐν ᾧ δείκνυσιν ἑκάτερος, ὁ μὲν, ὅτι οὐδὲ τοῦτο εὐεργεσία ἐστίν· ὁ δὲ, ὅτι οὐδὲ τοῦτο βλάβη καθέστηκεν· | |
15 | εἶτα ἐφεξῆς ἡ θέσις· κοινὴ δὲ καὶ αὕτη ἀμφοῖν, τοῦ μὲν λέγοντος, ὅτι δεῖ ἕκαστον ὡς δυνατὸν εὐεργετεῖν, τοῦ δὲ, ὅτι οὐ δεῖ ὑπὸ τῷ προσχήματι τῆς εὐεργεσίας εἰς βλάβην καθιστάναι τὴν πόλιν· ἡ δευτέρα μετάληψις ὑπὸ τοῦ κατηγόρου λαμβάνεται λέγοντος, ὅτι ἔδει αὐτὸ τοῦτο τῇ | |
20 | πόλει κοινώσασθαι, ἧς τὴν δύναμιν πολλάκις ἐγνώκαμεν, ὅτι οὐκ ἀεὶ ἐμπεσεῖται. Περὶ δὲ τῆς ἀντιλήψεως οἱ μὲν ἐκλείπειν λέγουσι τὸ κεφάλαιον· οἱ δὲ ὅτι μεταλήψεως προκειμένης ἐμπεσεῖται καὶ ἀντίληψις, ὅτι ἐξῆν μοι μὴ ἀνακοινώσασθαι τῷ δήμῳ· πᾶσα γὰρ μετάληψις ἀντιλή‐ | |
25 | ψει λύεται· περὶ ποιότητος καὶ γνώμης εἴρηται πολλάκις. ιϛʹ. Τὰ δὲ λοιπὰ, φησὶ, κεφάλαια τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν ἀντιθετικῶν ἐξετασθήσεται, τουτέστιν ὁ βίαιος ὅρος, ἡ θέσις καὶ ἡ μετάληψις, ἥτις ἐστὶ τοῦ προσώπου· ἡ ἀντίληψις, καὶ ἔτι ἡ ποιότης καὶ ἡ γνώμη, | |
30 | ἅπερ ἐν τῇ αὐτοῦ ἀπαριθμήσει τῶν κεφαλαίων πα‐ | |
ρέθετο. | 643 | |
7.644(1t) | Cap. XXVII. | |
2t | Περὶ ἀντινομίας. | |
2 | αʹ. Τὰ μὲν ἄλλα, ὅσα περὶ ἀντινομίας ἐνῆν προ‐ διαλεχθῆναι, ἀποδεδώκαμεν ἐν τῇ μεθόδῳ· ζητητέον δὲ ἐνταῦθα περὶ τῆς τάξεως· ἐν γὰρ τῇ μεθόδῳ μετὰ τὸν | |
5 | συλλογισμὸν τεταγμένη, νῦν τὴν πρὸ ἐκεῖνον τάξιν ἀπέ‐ λαβεν· εἴη δ’ ἂν τῆς διαφόρου τάξεως αἴτιον ἐκεῖ μὲν ἡ φύσις, ἐνταῦθα δὲ ἡ διαίρεσις· ἐκεῖ μὲν γὰρ μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν εὐθὺς ὁ συλλογισμός· ἐπεὶ κοι‐ νωνοῦσι τῇ ποσότητι τοῦ ῥητοῦ· ἐνταῦθα δὲ ἐπεὶ μίαν | |
10 | σχεδὸν διαίρεσιν ἔχουσιν, ἥ τε κατὰ ῥητὸν καὶ διάνοιαν καὶ ἡ ἀντινομία, εἰκότως καὶ τὴν ἐγγὺς ἀλλήλων εἰλή‐ φασι τάξιν, ἔστι δὲ, φησὶν, ἡ ἀντινομία, οἷον διπλοῦν ῥητὸν καὶ διάνοια, ἐπεί τοι εἶδος ἂν ὑπῆρχεν οὐ στάσις, καὶ διαιρεῖται, φησὶ, τοῖς γε πλείστοις κεφαλαίοις ὁμοί‐ | |
15 | ως τῷ ῥητῷ καὶ τῇ διανοίᾳ διπλοῖς δηλαδὴ γενομένοις, ἐπεὶ καὶ διπλῆ ἡ ζήτησις· ἔχει μέντοι καὶ ἴδιόν τι κεφά‐ λαιον, ὃ καλεῖται περιέχον καὶ περιεχόμενον· ἔστιν οὖν ἡ διαίρεσις ἥδε, προβολὴ ῥητοῦ καὶ διάνοια, τῶν δὲ ἐφεξῆς κεφαλαίων τινὰ, φησὶν, ὡς ἐπὶ τὸ πλεῖστον ἐκλείπει | |
20 | διὰ τὸ δοκεῖν ἰσάζειν, οἷον τὸ μὴ προσδιωρίσθαι, ἡ διάνοια τοῦ νομοθέτου, ὁ συλλογισμὸς, ὁ ὅρος· ταῦτα γὰρ δοκεῖ πως ἰσάζειν· ἐχρήσατο δὲ καλῶς τῷ δοκεῖν· οὐ γὰρ παντάπασιν ἰσάζει, ὡς ἐπ’ αὐτῷ γενόμενοι δεί‐ ξομεν· καὶ χαλεπὸν αὐτοῖς χρήσασθαι, τουτέστιν οὐκ | |
25 | ἀδύνατον, ἀλλὰ χαλεπόν. Τὰ μέντοι μετὰ ταῦτα κεφά‐ λαια οὐκ ἄδηλα, ἡ ἀντίθεσις, ἡ μετάληψις, τὸ πρός τι, ὁ βίαιος ὅρος, ἡ ἑτέρα μετάληψις· εἶτα ἡ ποιότης καὶ ἡ γνώμη· ταῦτα μὲν κοινὰ καὶ τῇ κατὰ ῥητὸν καὶ διάνοιαν στάσει· ἴδιον δὲ, φησὶν, ἀντινομίας κεφάλαιον | |
30 | τὸ περιέχον καὶ περιεχόμενον, ὅπερ μετὰ τὸ πρός τι | 644 |
7.645 | ταχθήσεται· ἀπηριθμήσατο δὲ αὐτὸ τελευταῖον, ἐπειδὴ τὰ μὲν ἄλλα κοινὰ, τοῦτο δὲ ἴδιον. βʹ. Ἡ ἀντινομία ἐκ τοῦ ὀνόματος μὲν πρόδηλός ἐστιν ἐναντίωσίν τινα περιέχουσα νόμων, οὐ φύσει | |
5 | δὲ ἐναντιουμένων ἀλλήλοις, κατὰ δέ τινα περίστασιν ἐναντιοῦσθαι δοκούντων· τί δήποτε δὲ ἐν τῇ μεθόδῳ μετὰ τὴν κατὰ ῥητὸν διάνοιαν τὸν συλλογισμὸν τίθησιν, ἐνταῦθα δὲ ἐν τῇ διαιρέσει τὴν ἀντινομίαν πρὸ τοῦ συλλογισμοῦ διαιρεῖ; καὶ λέγομεν, ὅτι πρὸς τὴν κοινω‐ | |
10 | νίαν τῶν πραγμάτων ὁ τεχνογράφος καὶ τὰς στάσεις συνάπτει, καὶ ἐκεῖ μὲν ἔταξε τὸν συλλογισμὸν πρὸ τῆς ἀντινομίας· ἐπειδὴ περὶ ῥητὸν ἓν τὴν ζήτησιν ἔχει, ἐν‐ ταῦθα δὲ τὴν ἀντινομίαν προέταξεν, ἐπειδὴ διπλῆ ἐστι κατὰ ῥητὸν καὶ διάνοιαν τῷ διπλᾶ τὰ κεφάλαια ἔχειν. | |
15 | Ἀκριβῶς προσέθηκε τὸ οἷον· οὐ γὰρ τὸ ὄντως διπλοῦν ῥητὸν καὶ διάνοιά ἐστιν ἡ ἀντινομία, ἀλλὰ κα‐ τὰ μόνην τὴν διαίρεσιν τῶν κεφαλαίων· δύο γὰρ ὄν‐ των τῶν ἐμπιπτόντων τῷ ῥητῷ, διπλᾶ ἐστι καὶ τὰ κε‐ φάλαια. | |
20 | Προβολαῖς, φησὶν, ἡ ἀντινομία δύο διαιρεῖται, τῇ μὲν τοῦ κατηγόρου, τῇ δὲ τοῦ φεύγοντος, καὶ διανοίαις δύο. Οἱ προδιορισμοὶ, φησὶ, καὶ αἱ δεύτεραι διάνοιαι, ὅροι τε καὶ συλλογισμοὶ διὰ τὸ ἰσάζειν ἐκλείπουσιν· | |
25 | Ἀντιθέσει λέγει συγγνωμονικῇ ἢ ἀντιστατικῇ, μεταλήψει, τοῖς πρός τι διπλοῖς, ὧν τὸ μὲν σύγκρισιν ἔχει, τὸ | |
δὲ τὸ περιέχον ἐξετάζει καὶ τὸ περιεχόμενον· βιαίῳ ὅρῳ, | 645 | |
7.646 | μεταλήψει, τῇ ἐπὶ τὸ πρόσωπον ποιότητι καὶ γνώμῃ· ταῦτα δὲ, φησὶ, τὰ κεφάλαια δῆλά ἐστι τῷ χρωμένῳ· Ἴδιόν ἐστι, φησὶ, κεφάλαιον παρὰ τὰ ἐν ῥητῷ καὶ διανοίᾳ, τὸ πότερον περιέχει τῶν ῥητῶν, καὶ πότερον | |
5 | περιέχεται· οἷον ποτέρου τῶν ῥητῶν κρατήσαντος οὐδὲ τὸ ἕτερον ἀναιρεθήσεται, πολλὴ δὲ ἡ τοῦ κεφαλαίου δύ‐ ναμις, καὶ προσάγεσθαι τὸν ἀκροατὴν ἱκανωτάτη· εἴτις γὰρ τῶν δύο ἀντιδίκων ἐπιδείξει, ὡς τοῦδε τοῦ νόμου κρατήσαντος, οὐδὲ ὁ ἕτερος ἀναιρεῖται, δῆλον ὅτι πᾶς | |
10 | αὐτῷ δικαστὴς προστεθήσεται. Θέντες, φησὶ, τὸ παρά‐ δειγμα ἕκαστον τῶν κεφαλαίων σαφῶς διεξέλθωμεν. Τοῦτο τὸ παράδειγμα, ὡς ἐν τῇ μεθόδῳ δεδήλωται ὑπὸ Εὐσταθίου, οὐκ ἔστιν ἀντινομίας, ἀλλὰ πραγματι‐ κῆς κατὰ ῥητόν. Ὁ γὰρ κατήγορος τὸν ὑπὲρ αὐτοῦ νό‐ | |
15 | μον προβάλλεται, ὡς ἐφ’ οὗ παρέθετο πλάσματος· ἐν‐ ταῦθα γὰρ ὁ κωλύων προβάλλεται τὸν νόμον, τὸν κελεύ‐ οντα μὴ δεῖν ἀποκήρυκτον πατρικῶν χρημάτων μετέχειν. γʹ. Ἡ προβολὴ τοῦ ῥητοῦ γίνεται ἀπὸ τῆς ἐκθέσεως τοῦ νόμου, καὶ τῆς περὶ τὸ ἀδίκημα αὐξήσεως· οἷον ὁ | |
20 | ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων, καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπότης ἔστω τῆς νηός· ἀποκήρυκτος ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπόζειν κωλύεται· ἡ προβολὴ, ὅτι ἀποκήρυκτος εἶ, ᾧ ἀπαγορεύει μὴ μετέχειν τῶν πα‐ τρῴων ὁ νόμος, πατρῴα δὲ ἡ ναῦς. Ἡ διάνοια τοι‐ | |
25 | αύτη τις ἔσται· τότε, φησὶ, κωλύει μετέχειν τῶν πατρῴ‐ ων, ὅταν μὴ χειμαζομένῃ τις ἐπιμείνῃ νηῒ, ὅταν ὡς κλη‐ ρονόμος θέλῃ μετέχειν καὶ κύριος, οὐχ ὅταν ὡς ἀλλό‐ τριος καὶ μηδὲν προσήκων· οὕτω γὰρ σώζεται διπλῆ διάνοια αὐτοῦ τε τοῦ φεύγοντος καὶ τοῦ νομοθέτου· τὸ | |
30 | μὲν γὰρ διορίζειν, πότε καὶ πῶς μετέχειν τῶν πατρῴων, | 646 |
7.647 | τῆς τοῦ νομοθέτου γνώμης ἐστί· τὸ δὲ προσθεῖναι, οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων, δῆλον ὅτι ὡς αὐτοῦ τοῦ χρωμένου. δʹ. Ἡ διάνοια φέρεται πρὸς τὴν προβολὴν ἐκ τοῦ | |
5 | φεύγοντος, οἷον τηνικαῦτα λέγει ὁ νομοθέτης μὴ μετέ‐ χειν τῶν πατρῴων τὸν ἀποκήρυκτον, ὅταν ὡς κληρονο‐ μήσων ἀντέχηται τῆς οὐσίας, ὅταν διαδικάζηται περὶ τῶν τοῦ πατρὸς ὡς προσηκόντων κατὰ τοὺς περὶ τῶν παίδων νόμους· εἶτα καὶ ἐκ τοῦ ἐναντίου ἀντιθετικῶς, | |
10 | οὐχ ὅταν ὡς μηδὲν προσήκων, δεῖ δὲ μὴ ἁπλῶς προά‐ γειν τὴν διάνοιαν, ἀλλὰ χώραν ἐξ αὐτῆς παρασκευάζειν τῇ προβολῇ. εʹ. Πάλιν ὁ διώκων ἀντιτάξει τῇ τοῦ φεύγοντος προβολῇ τὴν διάνοιαν, ἀλλὰ τηνικαῦτα δίδωσιν, ὅταν | |
15 | ἑτέρου τινός, ὅταν μὴ νόμος εἴργῃ, ὅταν ὁ ἐπιμείνας μὴ ἀποκήρυκτος ᾖ· πρῶτον οὖν χρήσεται τῇ προβολῇ ὁ διώ‐ κων· ἔπειτα λύσει ταύτην ὁ φεύγων τῇ διανοίᾳ· ἐπισυν‐ άψει δὲ καὶ τὴν ἑαυτοῦ προβολήν· εἶτα αὖθις ὁ διώ‐ κων ἑτέρᾳ διανοίᾳ τὴν τοῦ φεύγοντος προβολὴν ἀπολύ‐ | |
20 | σεται. ϛʹ. Ἰσάζει τοῦτο, φησὶ, τὸ κεφάλαιον· ὁπότερος γὰρ ἂν χρήσηται αὐτῷ, καὶ τῷ ἑτέρῳ ἔξεστι χρήσα‐ σθαι· οὐ μὴν καθάπαξ ἰσάζει· ἀλλ’ εἰ οἷόν τε μεθο‐ δεύειν αὐτὸ ἑτέρως, ὥστε μὴ εἶναι ἄχρηστον ἡμῖν τὸ | |
25 | κεφάλαιον· ἀλλ’ ὁ μὲν τεχνικὸς τὴν μέθοδον εἰπεῖν παρῃτήσατο, οὐ γὰρ περὶ εὑρέσεως προὔθετο λέγειν· ἡ‐ μᾶς δὲ οὐ καλῶς ἔχει παραδραμεῖν· ἀνασκοποῦντες τοί‐ νυν πανταχόσε ἑκάτερον τῶν ῥητῶν ἐξ ἀνάγκης ἡντινα‐ οῦν εὑρήσομεν διαφορὰν, ἐφ’ ἧς δυνησόμεθα χρῆσθαι | |
30 | τῷ κεφαλαίῳ· ἢ γὰρ κατὰ φύσιν ἢ κατὰ τὴν χρῆσιν | 647 |
7.648 | διαφορᾶς τινος εὐπορῆσαι ῥᾴδιον· κατὰ μὲν τὴν φύσιν, ὅτι ἐκεῖνο μὲν ὡς κομιδῇ καταφανὲς καὶ ὁμολογούμενον εἰκότως οὐ πρόσκειται· τοῦτο δὲ οὐχ ὡς ὁμολογούμενον ἐχρῆν προστεθεῖσθαι· κατὰ δὲ τὴν χρῆσιν, εἰ ἔχοιμεν | |
5 | ἐπιδεικνύναι παραδείγματα, ὡς πολλῶν καὶ ἄλλων οὕτω χρησαμένων τῷ νόμῳ· οὐκέτι δὲ παραπλησίως καὶ τῷ τοῦ ἀντιδίκου. ζʹ. Χρησόμεθα δὲ καὶ τῷ ὅρῳ καὶ τῷ συλλογισμῷ, εἰ καὶ τὰ μάλιστα ἰσάζειν δοκεῖ κατὰ τὴν προειρημένην | |
10 | τῷ προάγοντι κεφαλαίῳ μέθοδον, οἷον ὅτι οὐδὲν διαφέρει, ἄν τε προσδιώρισεν, ἄν τε μή· κατάδηλος γὰρ ἡ διάνοια, οὐχ οὕτως μέντοι καὶ ἐπὶ τοῦ ἑτέρου νόμου, ἵνα ἐκ τοῦ ὅρου διαστήσωμεν ὅτι πλεῖστον διαφέρει. ηʹ. Ἡ ἑτέρα διάνοια ἡ γνώμη ἐστὶ τοῦ νομοθέ‐ | |
15 | του, φησίν· ἣν ἑκάτερος ἐξετάσει πρὸς τὸ συμφέρον, ζη‐ τῶν ποίᾳ γνώμῃ γέγραφεν ὁ νομοθέτης· καὶ ὁ μὲν κα‐ τήγορος ἐρεῖ ὁ νομοθετήσας, οὐκ ἄξιον εἶναι τὸν ἅπαξ ἀπηχθημένον τῷ πατρὶ τῶν ἐκείνου μετέχειν· διὰ τοῦτο ἔφη τὸν ἀποκήρυκτον μὴ μετέχειν τῶν πατρῴων | |
20 | πραγμάτων· ὁ δὲ φεύγων φησὶν, ὅτι οὐ τοῦτο ἠβουλή‐ θην, ἀλλὰ βουλόμενος καθ’ ἑαυτοὺς γινομένους καὶ παραβαλλομένους οὕτως ἀποτρίβεσθαι τὴν βλακείαν, δι’ ἣν ἀπεκηρύχθησαν πρότερον, τοῦτον ἔθηκε τὸν νόμον. | |
25 | θʹ. Ἡ γνώμη τοῦ νομοθέτου ἀεὶ ἐμπεσεῖται στοχα‐ στικὴ οὖσα, πρὸς γὰρ τὸ συμφέρον ὑφ’ ἑκατέρου ἐξετά‐ ζεται· τί οὖν ἐν τῇ ἀπαριθμήσει τῶν κεφαλαίων, ἐρεῖ τις, ὡς ἰσάζοντα παρέλαβε τὰ κεφάλαια; δοκεῖ γὰρ, εἶ‐ | |
πεν, ὡς οὐκ ὄντος ἀληθοῦς τοῦ λόγου, ἐξετασθήσεται | 648 | |
7.649 | μὲν οὖν ἐπὶ μὲν τοῦ διώκοντος, ὅτι οὐχ ἁπλῶς τὸν ἀπο‐ κήρυκτον εἴργει ὁ νομοθέτης τῶν πατρῴων, ἀλλὰ νο‐ μίσας ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ, μὴ με‐ τέχειν τινὸς τῶν ἐκείνου· ὑπὸ δὲ τοῦ φεύγοντος, ὅτι οὐ | |
5 | τοῦδε χάριν, ἀλλ’ ἵνα ἐκκλειόμενοι τῶν πατρῴων καὶ αὐτοὶ πονοῦντες κτᾶσθαι ἀναγκάζωνται, τὴν τροφὴν, δι’ ἣν ἀπεκηρύχθησαν, ἀποῤῥίψαντες. ἔτι δὲ καὶ τὴν ἑτέραν ἐξεταστέον τοῦ νομοθέτου διάνοιαν, διατί δίδωσι τῷ ἐπιμείναντι τὴν ναῦν, ἵνα δηλαδὴ πρὸς τοὺς κιν‐ | |
10 | δύνους διακαρτεροῖεν οἱ πλέοντες. Λύσας, φησὶ, διὰ τούτων ὁ φεύγων τοῦ διώκοντος τὸ ῥητὸν ἅμα τὴν διάνοιαν βεβαιῶν ἐπάγει τὸν νόμον, τὸν κελεύοντα κύριον εἶναι τῆς νεὼς τὸν ἐπιμείναντα χειμαζομένῃ. | |
15 | Τῇ διανοίᾳ ἐπισυνάπτει τὴν ἑαυτοῦ προβολὴν ὁ φεύγων· οἷον ἄλλως τε καὶ ὅταν σαφῶς περὶ τοῦ νόμου διαγορεύῃ· περὶ τοῦ κύριον εἶναι τῆς νεὼς τὸν ἐπιμείναντα· δεῖ γὰρ ἐκ τῆς προβολῆς ἐπιῤῥώννυσθαι τὴν διάνοιαν. | |
20 | Ὀφειλόμενον ἦν μετὰ τὴν πρώτην προβολὴν τὴν δευτέραν προβολὴν ἀπαντῆσαι, ἀλλ’ ἐπεὶ κατηγορεῖταί τις πρότερον, εἶτα ἀπολογεῖται, τούτου χάριν μετὰ τὴν προβολὴν, ἥτις ἐστὶν ἡ κατηγορία, ἡ ἀπολογία, ἥτις ἐστὶν ἡ διάνοια, ἀπήντησεν· εἶτα τὰ ἑξῆς ταῦτα κεφά‐ | |
25 | λαια, ἡ ἑτέρα προβολὴ καὶ ἐχομένως ἡ διάνοια, εἶτα | |
τὸ πρός τι. | 649 | |
7.650 | Τοῦ φεύγοντος χρησαμένου τῇ διανοίᾳ καὶ τῇ τοῦ νόμου προβολῇ ὁ διώκων διαφορᾷ ἑτέρᾳ λύει τὴν προβολὴν τοῦ νόμου, λέγων ὅτι ὁ νόμος κελεύει, κύριον εἶναι τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ, ὅταν μὴ πα‐ | |
5 | τρικὴ τυγχάνῃ οὖσα. Ἐπὶ τούτοις ἔδει, φησὶ, παρέπεσθαι τὸ προσδιω‐ ρισμένον, ὡς ἐν τῇ κατὰ ῥητὸν καὶ διάνοιαν· ἀλλὰ διὰ τὸ ἐξισάζον ἐκλείπει· ἐπειδὴ γὰρ ἑκάτερος νόμον προβάλλεται, εἴπερ ὁ ἕτερος ἐχρῆτο τῷ προσδιωρισμένῳ | |
10 | καὶ ὁ ἕτερος ἠδύνατο λέγειν περὶ τοῦ νόμου τοῦ παρ’ αὐτοῦ προβαλλομένου· διὰ τοῦτο γοῦν ἐκλείπει· ἄχρη‐ στον γὰρ ἐν τούτοις τὸ ἐξισάζον. Γρ. καὶ οἷς ἂν ὁ ἕτερος χρήσεται, καὶ τῷ ἑτέρῳ ἐστὶ χρήσασθαι. Ἐκλείποντος, φησὶ, τοῦ προσδιωρισμένου | |
15 | ἐξ ἀνάγκης καὶ τἄλλα κεφάλαια συνεκλείπει, λέγω δὴ ὁ ὅρος τε καὶ ὁ συλλογισμός. Μετὰ τὴν γνώμην τοῦ νομοθέτου κεφάλαιον παρα‐ λαμβάνεται ἡ ἀντίθεσις ἐν τῷ παρόντι προβλήματι· ἀν‐ τιστατικῶς μὲν ἀπὸ τοῦ φεύγοντος, ἀντεγκληματικῶς δὲ | |
20 | ἀπὸ τοῦ κατηγόρου, τοῦ μὲν λέγοντος, ἀλλ’ ἀποκήρυκτος εἶ. τοῦ δὲ λέγοντος, ἀλλ’ ἐπέμεινα χειμαζομένῃ τῇ νηΐ· ἑκάτερος δὲ χρώμενος τῇ ἀντιθέσει, ὁ μὲν κατήγορος κοινὸν τόπον εὐθὺς παραλήψεται κατὰ ἀποκηρύκτου λέ‐ γων· οἷον ὁ μὴ τῷ πατρὶ γεγονὼς ἐπιτήδειος, τίσιν ἂν | |
25 | γένοιτο πρὸς ὠφέλειάν ποτε; ὁ δὲ φεύγων ἔκφρασιν πα‐ ραλήψεται, καὶ τοσαῦτα ἐρεῖ αὔξων τὸ γεγονὸς, ὅσα τοῖς χειμαζομένοις ἀεὶ παραπέπηγεν. ιαʹ. Τὴν ἀντίθεσιν ὁ μὲν διώκων ἀντεγκληματικὴν | |
ποιήσεται κατασκευάζων διὰ τοῦ κοινοῦ τόπου, εἰ καὶ | 650 | |
7.651 | ἀποκήρυκτος εἶ· καθόλου γὰρ πᾶν ἀντεγκληματικὸν διὰ τοῦ κοινοῦ τόπου προάγεται· ὁ δὲ φεύγων ἀντιστατικῇ τινι χρήσεται· ἀλλ’ ἐπέμεινα φάσκων. ἔστι δὲ τὸ τοιοῦ‐ τον οὐ καθαρὸν ἀντιστατικὸν, ἀλλὰ δοκοῦν· εἴγε τὸ | |
5 | εὐεργέτημα οὐκ εἰς τὸ κοινὸν, εἰς αὐτὸν δὲ φέρεται τὸν κρινόμενον, ὅπερ οὐ βούλεται ἔχειν τὸ φύσει ἀντιστατι‐ κόν· ἡ δὲ ἐργασία τοῦ κεφαλαίου ἐκ τῆς περὶ τὸν χει‐ μῶνα ἐκφράσεως γενήσεται, καὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους· οἷον ὅπως ἡ ναῦς ὑπὸ τοῦ πνεύματος ἐστροβεῖτο, | |
10 | ὅπως ἀνῴδει ἡ θάλασσα, ὅπως αἱ καταιγίδες ἐνέπιπτον· δεδήλωται ἐν τοῖς. προάγουσιν, ὡς ἅπαν ἀντιστατικὸν ἐκ τῆς τοῦ πράγματος ἐκφράσεως λαμβάνει κατασκευήν. ιβʹ. Ἡ μετάληψις διπλῆ, ἑκάτερος γὰρ τὴν ἀντί‐ θεσιν διὰ τῆς μεταλήψεως λύει· καὶ ὅλως διπλῆς τῆς | |
15 | ἀντιθέσεως διδομένης, ἀνάγκη καὶ μετάληψιν ἐπακο‐ λουθῆσαι διπλῆν· ὁ μὲν γὰρ διώκων ἀπαντήσει πρὸς τὸ ἀντιστατικὸν, ὅτι ἐφ’ ἑτέροις ἐχρῆν ἀνδρίζεσθαι, οὐκ ἐπὶ τούτοις· πρὸς δὲ τὸ ἀντεγκληματικὸν ὁ φεύγων, ὅτι οὐδὲν μᾶλλον δικαίως ἂν εἰργοίμην τῆς νηὸς, εἰ καὶ τοι‐ | |
20 | οῦτος εἴη. ιγʹ. Τῆς ἀντιθέσεως γενομένης διπλῆ, διπλῆ καὶ ἡ μετάληψις ἐπακολουθεῖ, καὶ ὁ μὲν ἀποκήρυκτος πρὸς τὴν τοπικὴν παραδρομὴν παραγραφικῶς χρήσεται αὐτῇ· ἐρεῖ γὰρ, ὡς εἰ καὶ ἀληθῆ τὰ λεγόμενα, οὐδέν τι μᾶλλον δι‐ | |
25 | καίως ἀποστεροίμην ἂν τῆς νηὸς, ὁ δὲ ἕτερος κατὰ ἔν‐ στασιν χρήσεται· λέγων, ὅτι ἐν ἑτέροις δεῖ τὴν ἀνδρείαν ἐπιδείκνυσθαι. Παραπλησίως καὶ ἐπὶ τοῦ ἑτέρου μέρους, φησὶ, τὴν τοῦ νομοθέτου γνώμην ἐξετάσουσιν ἀμφότεροι, διὰ | |
30 | τί δίδωσιν ὁ νόμος τὴν ναῦν τῷ ἐναπομείναντι, ὅτι βού‐ | 651 |
7.652 | λεται, φησὶ, τοῖς κινδύνοις ἐγκαρτερεῖν τοὺς ἐμπλέοντας, καὶ μὴ τοῖς φόβοις εἴκειν ῥᾳδίως, μηδὲ τῶν νεῶν κατα‐ φρονεῖν. Τὰ τοῦ φεύγοντος εἰπόντι ἀκόλουθον ἦν αὐτῷ καὶ | |
5 | τὴν ἑτέραν ἀποδοῦναι γνώμην. ἐπεμαρτύρατο δὲ, ὡς οὐ διελεῖν αὐτῷ τὰ νῦν πρόκειται. ἔστι δὲ ἡ ἑτέρα, ὅτι διά‐ πειραν ὁ νόμος τῆς ἑκάστου τῶν πλεόντων γνώμης ποι‐ ούμενος ὥσπερ δέλεαρ τὴν ναῦν προέθηκε τοῖς παντὸς κέρδους ἡττωμένοις, ἐλέγχειν βουλόμενος, οἳ πάντα ἐθέ‐ | |
10 | λουσιν ὑφίστασθαι πλεονεξίας ἕνεκα. Οὐ κατηγορίας, φησὶν, ὁ καιρὸς, ἀλλ’ εὐεργεσίας. ιδʹ. Ὅτι μὲν συγκριτικὸν τὸ κεφάλαιον, ἐν τοῖς ἔμ‐ προσθεν δηλώσομεν. λαμβάνεται δὲ ἀπὸ τοῦ καιροῦ, ἀπὸ τοῦ προσώπου, ἀπὸ τῆς ποσότητος καὶ πηλικότητος, ἐκ | |
15 | τοῦ ἀποβησομένου, καὶ ἔτι ἀπὸ τῆς αἰτίας· ἀπὸ μὲν τοῦ καιροῦ, οἷον εἰ ἐγχωροίη λέγειν, ὡς ὁ μὲν ἀρχαιότερος, ὁ δὲ τεθειμένος ἐξ ὑπογυίου· ἀπὸ δὲ τοῦ προσώπου· εἰ τὸν μὲν ὑπὸ Σόλωνος, τὸν δὲ ὑπὸ τοῦ δεῖνος τεθεῖ‐ σθαι λέγοιμεν· ἀπὸ δὲ τῆς ποσότητος, εἰ τὸν μὲν κοινὸν, | |
20 | τὸν δὲ ἴδιον ἀποφανοῦμεν· ἀπὸ δὲ τῆς πηλικότητος, ὅτι ὁ μὲν περὶ τῶν μεγίστων, ὁ δὲ περὶ μικρῶν· ἀπὸ δὲ τοῦ ἀποβησομένου, ὅτι τούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται. θατέρου δὲ μικρὸν ἢ οὐδέν· ἀπὸ δὲ τῆς αἰ‐ τίας, οἷον τίνος ἕνεκα ἐτέθη, καθάπερ ὁ Δημοσθένης, | |
25 | ὁρῶν ὑμῶν ἔφη τὸ ναυτικὸν καταλυόμενον. ιεʹ. Καλῶς ἔφη τὸ ἴδιον μᾶλλον, καὶ γὰρ τὰ κοινὰ οὐδὲν μᾶλλον κοινά ἐστιν ἢ ἴδια· ἐπειράθησαν δέ τινες ἐκ τοῦδε τοῦ κεφαλαίου τὴν ὅλην διασείειν ἀντιλογίαν· εἰ γὰρ ἐν ταύτῃ, φασὶν, ὁρᾶται τὸ περιεχόμενον, οὐδ’ | |
30 | ἂν καλοῖτο δικαίως ἀντινομία, τὸ μὲν γὰρ περιεχόμενον | |
οὐκ ἐναντίον τῷ περιέχοντι· τὸ δὲ τῆς ἀντινομίας ὄνομα | 652 | |
7.653 | βούλεται νόμων δηλοῦν ἐναντίωσιν· ἔλαθε δὲ αὐτοὺς, ὡς τὸ περιέχον καὶ περιεχόμενον οὐ κατὰ τὴν περίστασιν, κατὰ δὲ τὰ ἐπιχειρήματα γίνεται· οὐκ εἴ τι δὲ κατὰ περιουσίαν ἐκ τῶν ἐπιχειρημάτων εἰσφέρεται, τοῦτο προσ‐ | |
5 | ήκει ἐπὶ τὴν φύσιν ἀνάγειν τῆς στάσεως. λαμβάνεται δὲ, φησὶ, τὸ προκείμενον κεφάλαιον κατὰ τὸ περιέχον καὶ περιεχόμενον, σκοπούντων ἡμῶν, ποτέρου γενομένου οὐ‐ δέτερον ἀναιρεθήσεται· ἀλλ’ ἐπὶ μὲν τοῦ ἀποκηρύκτου, φησὶν, οὐκ εὔκολον ἰδεῖν τὴν φύσιν τοῦ κεφαλαίου· ἐπὶ | |
10 | δὲ τοῦ ζητήματος τούτου σαφέστερον ἔσται· δύο τις κα‐ τὰ ταὐτὸν ἐβιάσατο κόρας· καὶ ἡ μὲν γάμον, ἡ δὲ θά‐ νατον αἱρεῖται τοῦ βιασαμένου, ἡ γὰρ ἀξιοῦσα τεθνά‐ ναι αὐτὸν ἐρεῖ, ὅτι γε ἀμφοτέραις δώσει δίκην εἰ τεθναίη, εἰ δὲ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἄκυρον ἔσται | |
15 | τοῦ νόμου. πῶς οὖν ἐπὶ τῶν ἄλλων τῶν οὐ φα‐ νερὰν ἐχόντων τὴν φύσιν τοῦ κεφαλαίου ἐπιγνῶναι αὐτὸ δυνησόμεθα, ἐπὶ τὴν διάνοιαν ἀναδραμόντας χρὴ λαμ‐ βάνειν ἐκ τῆς περὶ αὐτῆς ἐξετάσεως τὸ περὶ οὗ ἡμῖν ὁ λόγος κεφάλαιον, ὡς ἐπὶ τοῦ ἀποκηρύκτου· ἐξετάζων γὰρ | |
20 | τὴν διάνοιαν ὁ φεύγων, ἐρεῖ ὡς τότε λέγει ὁ νόμος εἴρ‐ γεσθαι τῶν πατρῴων τὸν ἀποκήρυκτον, ὅταν ὡς κληρο‐ νομήσων τῆς οὐσίας ἀντέχηται· οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων· εἶτα ἐντεῦθεν λαμβάνει χώραν τὸ περιεχόμενον, ὡς εἰ μὲν λάβοι τὴν ναῦν, ἑκάτερος φυ‐ | |
25 | λαχθήσεται τῶν νόμων, καὶ ὁ κύριον ποιῶν τὸν ἐπιμεί‐ ναντα, καὶ ὁ τῶν ἀποκηρύκτων· οὐ γὰρ ὡς κληρονομή‐ σων κατὰ τοὺς περὶ τῶν παίδων νόμους πρόσειμι τῇ νηῒ, εἰ δέ με ἀποστεροίητε, ὁ περὶ τῶν ἐναπομεινάντων λυ‐ θήσεται. ἐπιχειρήσει δὲ καὶ ὁ διώκων ἐκ τοῦ ἐναντίου | |
30 | ἐκ τῆς ἑαυτοῦ διανοίας· ἐλέγομεν γὰρ ἑκάτερον χρῆσθαι | |
διανοίᾳ. | 653 | |
7.654 | ιϛʹ. Ὁ βίαιος ὅρος βιαιοτέραν ἔχει τὴν κατασκευὴν ἀνατροπὴν ἔχων τοῦ προκειμένου, κοινὸς δέ ἐστιν ἀμ‐ φοῖν· βιάσεται γὰρ ἑκάτερος, ὁ μὲν οὐ τοῦ πατρὸς εἶναι τὴν ναῦν, ἀλλὰ τοῦ κλύδωνος καὶ τῆς θαλάσσης, ὁ δὲ | |
5 | τοὐναντίον ἀγωνιεῖται τοῦ πατρὸς εἶναι, καὶ οὐδενὸς ἑτέ‐ ρου δεικνύναι· καὶ ὅτι δεινότερόν ἐστι τοῦ ὡς πατρικῶν ἀντιποιεῖσθαι. ιζʹ. Ὁ βίαιος ὅρος ὃν τρόπον ἐπὶ τῶν ἀντιθετικῶν λαμβάνεται, ὅτι οὐδὲ ἀδίκημα ἢ ὅτι οὐδὲ εὐεργέτημα, | |
10 | τὸν αὐτὸν κἀνταῦθα, ὅτι οὐδὲ τοῦ πατρός ἐστιν ἡ ναῦς, ἀλλὰ τοῦ κλύδωνος· ἢ τοὐναντίον, ὅτι τοῦ πατρὸς καὶ οὐχ ἑτέρου γε οὐδενός. ιηʹ. Ὅταν ἡ ὑπόθεσις ἡμῖν διδῷ παραλαβεῖν θέσιν, ἤ τι ἕτερον τῶν ἑξῆς κεφαλαίων, χρησόμεθα, φησὶν, αὐ‐ | |
15 | τοῖς καθάπερ ἐν τοῖς ἀντιθετικοῖς. ιθʹ. Ἐπὶ τούτοις, φησὶν, ἡ θέσις ἀκολουθεῖ, καὶ ἡ μετάληψις καὶ ἀντίληψις, ὡς ἐν ταῖς ἄλλαις ζητήσεσιν, ἂν ἄρα ἐμπέσοι. Τῇ μεταλήψει ταὐτὸν τὸ πρός τι ἀκολουθεῖ, ἑκα‐ | |
20 | τέρου ἐξετάζοντος, ποῖον νόμον τῶν δύο δεῖ παραβαίνειν, καὶ ἑκατέρου πειρωμένου δεικνύναι κατὰ τὰς παραδεδο‐ μένας ὑπὸ τοῦ τεχνικοῦ μεθόδους παραβῆναι τὸν αὐτῷ συμμαχοῦντα νόμον δεινότερον. Μετὰ τὸ πρὸς τί ἐστι κεφάλαιον τὸ περιέχον καὶ | |
25 | περιεχόμενον· τοῦτο δ’ ἐξ ἑνὸς μέρους ἐμπίπτει· οὐχ ὡ‐ ρισμένως, ἀλλὰ πῆ μὲν ἔνθεν, πῆ δ’ ἐκεῖθεν. Γρ. ποῖον τὸ περιέχον καὶ ποῖον τὸ περιεχόμενον; Ἐπὶ τοῦ ὑποκει‐ μένου παραδείγματος οὐκ ἔχων αὐτοῦ δεῖξαι τὴν φύσιν, ἐφ’ ἕτερον μετέβη παράδειγμα· ἐν τούτῳ γὰρ ἡ τὸν θάνα‐ | |
30 | τον αἰτοῦσα τοῦ βιασαμένου ἔχει τὸ περιέχον καὶ τὸ πε‐ | 654 |
7.655 | ριεχόμενον· ἐρεῖ γὰρ, ὅτι ἐν τῷ θανάτῳ περιλαμβάνεται καὶ ἡ ὑπέρ σου τιμωρία. | |
3t | ΓΕΩΡΓΙΟΥ | |
4t | εἰς τὴν ἀντινομίαν. | |
5 | Μετὰ τὸ ῥητὸν καὶ διάνοιαν μέτεισιν ὁ τεχνικὸς ἐπὶ τὴν ἀντινομίαν, καὶ πρῶτόν γε ψιλὴν παραδοὺς τὴν ἀπαρίθμησιν τῶν κεφαλαίων καθ’ ἓν ἕκαστον τῶν κε‐ φαλαίων ἐργάζεται· εἰσὶ δὲ τὰ κεφάλαια ταῦτα, προβο‐ λὴ ῥητοῦ, διάνοια, ἑτέρα προβολὴ ῥητοῦ, καὶ πάλιν ἑτέ‐ | |
10 | ρα διάνοια, εἶτα ἕπεται τὸ μὴ προσδιωρίσθαι, καὶ ἡ ἑτέρα διάνοια τοῦ νομοθέτου καὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος. ἰσάζειν δέ πως δοκεῖ ταῦτα, ἐπ’ ἀμφοῖν τοῖν μεροῖν παραπλησίως λέγεσθαι δυνάμενα. τὰ μέντοι μετὰ ταῦτα κεφάλαι, δηλαδή ἐστιν ἀντίθεσις, μετάληψις, πρός τι, | |
15 | ὅρος βίαιος, ἑτέρα μετάληψις, εἶτα ποιότης καὶ γνώμη. ταῦτα μέν εἰσι τὰ κεφάλαι. φέρε δὲ πρὸ τῆς κατὰ μέρος αὐτῶν ἐξετάσεως προλάβωμεν ταῦτα, καὶ πρῶτόν γε περὶ τῆς τάξεως ζητήσωμεν. τί γὰρ δήποτε, φασὶν, ἐν μὲν τῇ μεθόδῳ μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἔτατ‐ | |
20 | τεν ὁ τεχνικὸς τὸν συλλογισμὸν πρὸ τῆς ἀντινομίας, ἐν‐ ταῦθα δὲ τοὐναντίον ἐποίησε πρὸ τοῦ συλλογισμοῦ τά‐ ξας δευτέραν τὴν ἀντινομίαν· περὶ γὰρ τῆς ἀμφιβολίας εἴρηται, ὡς τελευταία τέτακται εἰκότως· λέγομεν δὲ πρὸς τοῦτο, ὅτι ἐκεῖσε μὲν μεθοδικῶς προετέτακτο τῆς ἀντι‐ | |
25 | νομίας ὁ συλλογισμὸς, μετὰ τὸ ῥητὸν καὶ διάνοιαν τε‐ | |
ταγμένος εὐλόγως. ἄμφω γὰρ περὶ ἓν εἰλεῖται ῥητὸν, | 655 | |
7.656 | ὅ τε συλλογισμὸς καὶ τὸ ῥητὸν καὶ διάνοια· ἡ δὲ ἀντι‐ νομία περὶ πλείονα ῥητὰ καταγίνεται, ὡς καὶ αὐτὸ τοὔ‐ νομα δηλοῖ· ἀντινομία γὰρ καλεῖται· ἐχρῆν οὖν δεύτε‐ ρον εἶναι τὸν συλλογισμὸν μετὰ τὸ ῥητὸν καὶ διάνοιαν, | |
5 | ὡς καὶ αὐτὸν περὶ ἓν καταγινόμενον ῥητόν. οὕτως μὲν ἐν τῇ μεθόδῳ προέταξε τὸν συλλογισμὸν τῆς ἀντινο‐ μίας· ἐνταῦθα δὲ τοὐναντίον ἐποίησε μετὰ τὸ ῥητὸν καὶ διάνοιαν τάξας τὴν ἀντινομίαν, διαιρετικαῖς μεθόδοις. ἐπειδὴ γὰρ τῇ αὐτῇ ἄμφω διαιρέσει κέχρηνται τῶν κε‐ | |
10 | φαλαίων, τὰ γὰρ αὐτὰ ἐμπίπτουσιν ἐν ταῖς δύο στάσε‐ σι κεφάλαια, ἀλλ’ ἐν τῇ ἀντινομίᾳ διπλᾶ, εἰκότως ἐφε‐ ξῆς εἰσι τεταγμέναι ἀλλήλαις, ἐχρῆν γὰρ ἐναύλου τῆς μνήμης οὔσης τῶν κεφαλαίων εὐθὺς ἐπιφέρεσθαι τὴν τὰ αὐτὰ ἔχουσαν κεφάλαια. καὶ ταῦτα μὲν περὶ τῆς | |
15 | τάξεως· καὶ δέδεικται, ὅτι εὐλόγως ἐνταῦθα μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιάν ἐστιν, ἀκόλουθον δὲ λοιπὸν κἀ‐ κεῖνο ζητῆσαι· φασὶ γάρ τινες, ὅτι αὐτὸς ἔφη ὁ τεχνι‐ κὸς, ὅτι ἡ ἀντινομία ἔστι μὲν οἷον διπλοῦν ῥητὸν καὶ διάνοια. ἐχρῆν οὖν διπλοῦν αὐτὸ εἰπεῖν εἶδος ῥητοῦ καὶ | |
20 | διανοίας, καὶ μὴ διαχωρίζειν καὶ ἰδικὴν λέγειν τάξιν. οὐ γὰρ τὰ διπλᾶ εἴδη ἑτέραν λέγομεν στάσιν, ἀλλὰ τὴν αὐτήν· τοιαύτης οὔσης τῆς ζητήσεως ἐπιλυόμενοί τινες λέγουσιν, ὅτι οὐ δύναται διπλοῦν εἶδος εἶναι ῥητοῦ καὶ διανοίας, τὰ γὰρ διπλᾶ εἴδη τὴν τῶν ἁπλῶν δέχονται | |
25 | διαίρεσιν, διπλοῖς προσχρώμενα τοῖς κεφαλαίοις, καὶ οὐ‐ δέποτε ξένον τι προσλαμβάνει κεφάλαιον, ὃ μὴ ἔγκειται ἐν τῷ ἁπλῷ εἴδει· ἐνταῦθα δὲ τῇ ἀντινομίᾳ ἰδικὸν ἐν‐ έπεσε κεφάλαιον τὸ περιέχον καὶ τὸ περιεχόμενον, ὅπερ | |
οὐκ ἔχει τὸ ῥητὸν καὶ διάνοια. οὐκ ἄρα οὖν διπλοῦν ἔσται | 656 | |
7.657 | εἶδος ἡ ἀντινομία ῥητοῦ καὶ διανοίας, ἀλλὰ τοῦτό γε οὐκ ἰσχυρόν. εὑρίσκομεν γὰρ ἐν τοῖς ῥητοῖς ζητήμασιν ἰδιά‐ ζοντα πολλάκις κεφάλαια, ὥσπερ ἐν τῷ κατὰ σύλληψιν ὅρῳ τὸ συλληπτικὸν ἐμπέπτωκεν· ὅπερ οὐκ ἔστιν ἐν τοῖς | |
5 | ἄλλοις εἴδεσιν· ἄμεινον οὖν ἀποδεῖξαι μᾶλλον, ὡς οὐκ ἔστι διπλοῦν εἶδος ἀντινομία ῥητοῦ καὶ διανοίας· καὶ ἔστιν ἡ ἀπόδειξις αὕτη· τὰ ὑπὸ τὴν αὐτὴν στάσιν τε‐ λοῦντα εἴδη τὸν αὐτῆς ἐπιδέχονται ὁρισμὸν, ἐπεὶ καὶ ἐν στοχασμῷ πᾶν εἶδος, ἁπλοῦν τέ φημι καὶ διπλοῦν ἀδή‐ | |
10 | λου πράγματός ἐστιν ἔλεγχος οὐσιώδης, καὶ ἐν ὅρῳ ὁμοίως πᾶν εἶδος τὸν αὐτοῦ ἐπιδέχεται ὁρισμόν· ἐνταῦθα δὲ οὐ τὸν αὐτὸν ἐπιδέχεται ὁρισμὸν ἀντινομία τέ φημι καὶ ῥη‐ τὸν καὶ διάνοια· οὐκ ἄρα οὖν μιᾶς εἰσι στάσεως εἴδη. εἰ δὲ καὶ ἦν ἡ ἀντινομία διπλοῦν εἶδος ῥητοῦ καὶ διανοίας, | |
15 | ἔδει τὸν ἕνα κεχρῆσθαι τοῖς δύο ῥητοῖς, καὶ τὸν ἕτερον ταῖς δύο διανοίαις. τοῦτο γὰρ ῥητοῦ καὶ διανοίας ἴδιον, τὸ τὸν μὲν κεχρῆσθαι τῷ ῥητῷ, τὸν δὲ ἕτερον τῇ δια‐ νοίᾳ· καὶ οὐκ ἂν εὕροι τις τὸν αὐτὸν ἔχοντα καὶ ῥητὸν καὶ διάνοιαν, ἐνταῦθα δὲ ἐν τῇ ἀντινομίᾳ τοῦτό ἐστιν· | |
20 | ἑκάτερος γὰρ αὐτῶν καὶ ῥητὸν ἔχει καὶ διάνοιαν· οὐκ ἄρα οὖν τὰ ἴδια φυλάττει ῥητοῦ καὶ διανοίας ἡ ἀντι‐ νομία, καὶ αὕτη πρώτη ἡ ἀπόδειξις· δευτέρα δὲ ἡ καὶ μᾶλλον ἀμείνων αὕτη· ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ παρα‐ βαίνεται μὲν ῥητὸν, οὐ κυροῦται δέ που καὶ ἕτερον· ἐν | |
25 | δὲ τῇ ἀντινομίᾳ καὶ παραβαίνεται ῥητὸν καὶ ἕτερον κυ‐ ροῦται· παραβαίνομεν γὰρ τὸ ἓν τῶν ῥητῶν, ἵνα κυ‐ ρώσωμεν τὸ ἕτερον. οὐκ ἄρα τῆς αὐτῆς ἔχονται φύ‐ σεως αὗται αἱ στάσεις, ἀλλὰ ταῦτά γε προλαβόντες, φέρε δὴ λοιπὸν ἐπὶ τὴν κατὰ μέρος ἐξέτασιν τῶν κεφα‐ | |
30 | λαίων χωρήσωμεν· δεῖ τοίνυν γινώσκειν, ὅτι ἐπὶ τούτου | |
ποιεῖται ὁ τεχνικὸς τοῦ προβλήματος τὴν τῶν κεφαλαίων | 657 | |
7.658 | ἐξέτασιν, οἷον ἀποκήρυκτος ἐπιμείνας πατρῴᾳ νηῒ κωλύε‐ ται δεσπόζειν αὐτῆς. ἤδη δὲ περὶ τούτου τοῦ προβλήμα‐ τος κἀν τῇ μεθόδῳ εἴρηται ἡμῖν, ὅτι οὐκ ἔστι καθαρᾶς ἀντινομίας τὸ πρόβλημα, ἀλλ’ ἔστι μᾶλλον πραγματικῆς | |
5 | κατὰ ἀντινομίαν. ζητοῦμεν γὰρ, ποῖον χρὴ παραβῆναι ῥητὸν, ἀλλ’ ὅμως αὐτὸς ὡς καθαρᾶς αὐτὸ παράγει ἀν‐ τινομίας· φησὶ δὲ, ὅτι ἡ προβολὴ τοῦ ῥητοῦ προηγεῖται, ἀποκηρύκτῳ ὄντι σοι οὐ μέτεστιν τῶν πατρῴων· τοιαύ‐ της οὔσης τῆς προβολῆς ὁ ἕτερος ἐπάγει τὴν διάνοιαν, | |
10 | καὶ ἔστι διπλῆ, αὐτοῦ τε τοῦ πεποιηκότος, δι’ ἣν ἐποίη‐ σε διάνοιαν, καὶ τοῦ ῥητοῦ, ποίαν ἄρα διάνοιαν ἔχει τὸ ῥητόν· ἡ μὲν οὖν τοῦ ῥητοῦ διάνοια τοιαύτη ἐστίν. τότε δή που λέγει ὁ νόμος εἴργεσθαι τὸν ἀποκήρυ‐ κτον τῶν πατρῴων, ὅταν κληρονομεῖν ἀξιοῖ, ὅταν ἐπι‐ | |
15 | δικάζηται τῶν τοῦ πατρὸς κατὰ τοὺς περὶ τῶν παίδων νόμους, εἶτα λοιπὸν τὴν οἰκείαν ἐπάγει διάνοιαν, ἐγὼ δὲ οὐχ ὡς κληρονόμος ἀντιποιοῦμαι τῶν πατρῴων, ἀλλ’ ὡς ἀλλότριος· πράξας δὲ τὰ ὑπὸ τοῦ νόμου διηγορευμένα, ἐξῆς λοιπὸν τῆς οἰκείας διανοίας εἰσβάλλει εἰς τὴν προ‐ | |
20 | βολὴν τοῦ οἰκείου καὶ αὐτὸς ῥητοῦ· οἷον σαφῶς ὁ νό‐ μος βοᾷ, τὸν ἐπιμείναντα χειμαζομένῃ νηῒ δεσπότην αὐ‐ τῆς εἶναι. πρὸς ταύτην δὲ πάλιν τὴν δευτέραν προβο‐ λὴν τοῦ ἑτέρου ῥητοῦ ἕπεται διάνοια ἄλλη· ἀλλὰ τηνι‐ καῦτα δίδωσιν, ὅταν μὴ πατρῷον ᾖ τὸ κτῆμα, ὅταν ἀλ‐ | |
25 | λότριον, ὅταν μὴ ἀποκήρυκτός τις ᾖ, ὅταν μὴ νόμῳ εἰρ‐ γόμενος· χρὴ δὲ γινώσκειν, ὅτι ἐνταῦθα οὐκέτι διττὴ ἐξετασθήσεται διάνοια, τοῦ τε προσώπου φημὶ καὶ τοῦ νόμου, ἀλλὰ μόνην τὴν τοῦ ῥητοῦ διάνοιαν ἐξετάσει ὁ κατήγορος, αὐτῷ γὰρ οὐδὲν πέπρακται, ἵνα καὶ τὴν οἰ‐ | |
30 | κείαν ἐξετάσῃ διάνοιαν, μεθ’ ἧς ἔπραξε, καὶ οὐκ ἀπο‐ ρήσειέ τις λέγων, ὅτι ἑτεροῤῥεπὲς εὑρεθήσεται τὸ πρό‐ | |
βλημα· εἴγε ὁ φεύγων διπλῇ χρήσεται τῇ διανοίᾳ, ὁ δὲ | 658 | |
7.659 | διώκων οὐκέτι. λέγομεν γὰρ πρὸς τοῦτο, ὅτι ἀναγκαίως ὁ φεύγων διττὴν ἔχει διάνοιαν, δύο γὰρ εἶχε καὶ ἀντι‐ κείμενα, τό τε ῥητὸν τὸ ὑπὸ τοῦ κατηγόρου κατ’ αὐτοῦ προβαλλόμενον, καὶ τὸ ὑφ’ αὑτοῦ πεπραγμένον δοκοῦν | |
5 | παράνομον εἶναι· διὰ τοῦτο οὖν πρὸς τὰ δύο ἠναγκάσθη ἐξετάσαι διάνοιαν. ὁ μέντοι κατήγορος ἕν τι καὶ μό‐ νον ἔχει κατ’ αὐτοῦ, φημὶ δὲ τὸ ὑπὸ τοῦ φεύγοντος προ‐ βαλλόμενον ῥητόν· εὐλόγως ἄρα καὶ μιᾷ διανοίᾳ ἐκέχρη‐ το. τοσαῦτα περὶ τῆς διανοίας ἔχομεν εἰπεῖν· μετὰ ταῦ‐ | |
10 | τα δὲ ἐπὶ τὸ ἀπροσδιόριστον ἰτέον, καὶ χρὴ γινώσκειν, ὅτι ἐξέλιπεν ἐνταῦθα· ἐξισάζει γὰρ ἑκατέρου τὸ αὐτὸ εὐποροῦντος εἰπεῖν· οἷον δεῖ τὸν ἐπιμείναντα νηῒ δεσπότην αὐτῆς εἶναι, εἰ μὴ πατρῴα ᾖ καὶ τύχῃ ὁ ἐπιμείνας ἀπο‐ κήρυκτος. ὁ δὲ πρὸς τοῦτο λέξει, ὡς οὐδὲν τοιοῦτον | |
15 | προσδιώρισεν ὁ νόμος, ἐξισάζει οὖν διὰ τοῦτο καὶ ἐκλεί‐ πει. καὶ ἐκλείποντος αὐτοῦ δηλονότι, καὶ τὰ πρὸς αὐτὸ συνεκλείπει κεφάλαια, ὁ συλλογισμός φημι καὶ ὁ ὅρος. ἡ γὰρ γνώμη τοῦ νομοθέτου ἐν τῇ ἀντινομίᾳ οὐχ ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ πρὸς τὸ ἀπροσδιόριστον φέρεται, | |
20 | ἀλλὰ πρὸς αὐτὸ τὸ ῥητόν· διόπερ καὶ ὁ τεχνικὸς ἐν μὲν τῇ ἁπλῶς ἀπαριθμήσει τῶν κεφαλαίων, μετὰ τὸ ἀπροσ‐ διόριστον αὐτὴν ἔταξεν, ἐν δὲ τῇ ἐργασίᾳ μετὰ τὸν ὅρον αὐτὴν ἐπήγαγε, τουτέστι μετὰ τὰ ἐκλείποντα κεφάλαια· ἰστέον δὲ, ὅτι χρησόμεθα τῷ ἀπροσδιορίστῳ, ἡνίκα μὴ | |
25 | ἐξισάζει· δύναται γὰρ ἐν ἐνίοις μὴ ἐξισάζειν· καὶ γί‐ νεται τὸ τοιοῦτον διχόθεν, ἀπό τε τῆς φύσεως μὲν, εἴπερ εὐπορήσει ἑκάτερος αὐτῶν ἐπιχειρῆσαι διαφόρως καὶ δεῖ‐ ξαι, ὅτι ὁ αὐτοῦ μὲν νόμος σαφὴς, ὁ δὲ τοῦ ἑτέρου ἀσα‐ φέστερος, τοῦτο δὲ ποιεῖν ἑκάτερος ἀντεπιχειρήσει, ὅ τε | |
30 | κατήγορός φημι καὶ ὁ φεύγων· χρήσεως δὲ, εἰ ἐπι‐ | 659 |
7.660 | χειρήσει πάλιν ἑκάτερος ἀποδεῖξαι, ὅτι τῷ αὐτοῦ πλεῖ‐ στοι ἐχρήσαντο, καὶ τὴν ἐξήγησιν ἐδείξαντο ὡς αὐτός· εἰ οὕτως ἐπιχειρεῖν εὐποροῖεν, ἐμπεσεῖται τὸ ἀπροσδιό‐ ριστον, ἅτε δὴ μηκέτι ἐξισάζον, καὶ αὐτοῦ ἐμπίπτοντος | |
5 | δῆλον, ὅτι καὶ τὰ πρὸς αὐτὸ ἐμπεσεῖται κεφάλαια, συλ‐ λογισμός τέ φημι καὶ ὅρος· χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὃ καὶ αὐτὸς ἐπεσημήνατο ὁ τεχνικὸς, ὅτι δυσχερῶς μὲν ἤτοι σπανίως ἐμπίπτει τὸ ἀπροσδιόριστον· ὅμως εἰ χρή‐ σεται αὐτῷ ὁ εἷς, πάντως καὶ ὁ ἕτερος χρήσεται. οὕτως | |
10 | γὰρ ἔφη ὁ τεχνικός· εἶτά ἐστι τὸ μὴ προσδιωρίσθαι, ᾧ ὁπότερος ἂν χρήσηται, καὶ τῷ ἑτέρῳ ἐστὶ χρήσασθαι, καὶ ἰσάζει. Τάχα δ’ ἄν τις αὐτὸ καὶ μεθοδεύσειε διαιρῶν, ἡ δὲ μέθοδός ἐστιν, ἣν προείπομεν, ἀπό τε τῆς φύσεως καὶ τῆς χρήσεως· ὡς οὖν προείρηται, καὶ ὁ συλλογισμὸς καὶ | |
15 | ὁ πρὸς αὐτὸν ὅρος ἐξισάζει. μετὰ τὸν ὅρον τοίνυν ἐστὶν ἡ ἑτέρα διάνοια, ἥ τίς ἐστι, φησὶ, γνώμη τοῦ νομοθέ‐ του, καὶ ἐξετασθήσεται διαφόρως ὑφ’ ἑκατέρου μέρους ἐπ’ ἀμφοῖν τοῖν νόμοιν· δύο γάρ εἰσι νόμοι, καὶ ἐξετά‐ ζεται εἷς ἕκαστος αὐτῶν ὑφ’ ἑκατέρου· ἡ γνώμη τοῦ νο‐ | |
20 | μοθέτου. οἷον διατί τὸν ἀποκήρυκτον εἴργει ὁ νομοθέ‐ της τῶν πατρῴων. ὁ μὲν διώκων ἐρεῖ νομίσας οὐκ ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ τῷ ἐκείνου τινὸς μετέ‐ χειν· ὁ δὲ φεύγων οὔ· ἀλλ’ ἵνα καὶ καθ’ ἑαυτοὺς πονοῦν‐ τες καὶ παραβαλλόμενοι τοῖς κινδύνοις κτᾶσθαί τι ἀναγ‐ | |
25 | κάζωνται. καὶ τὴν βλακείαν, δι’ ἣν ἀπεκηρύχθησαν, καὶ τὴν τρυφὴν ἀπόθωνται· ὃ νῦν ἐγὼ πεποίηκα ἐπιμείνας τῇ νηΐ· πάλιν διατί δίδωσιν ὁ νόμος τῷ ἐπιμείναντι τὴν ναῦν· ὁ μὲν φεύγων οὕτως, ἵνα διακαρτεροῖεν πρὸς τοὺς κινδύνους οἱ ἐμπλέοντες ἢ ὅ τι ἂν εὑρίσκωσιν ἀμφότε‐ | |
30 | ροι· ὁ δὲ κατήγορος μᾶλλον ἐξετάσει τὴν γνώμην τοῦ νομοθέτου· προσέταξε γὰρ, φησὶ, τὸν ἐπιμείναντα ἔχειν | |
τὴν ναῦν, οὐ πρὸς κέρδος τοῦ ἐπιμένοντος καὶ σώζοντος | 660 | |
7.661 | ἀφορῶν, ἀλλὰ τὴν ὠφέλειαν τῆς πόλεως λογιζόμενος, ὡς εἴπερ οἱ πολῖται εὐποροῖεν ὁλκάδων, ἡ πόλις εὐεργετεῖται, εὐετηρίαν γὰρ ἐκ τούτου καρποῦται ἐμπορευομένων. οὕτως τοίνυν ἡ γνώμη τοῦ νομοθέτου ἐξετασθήσεται ἑφ’ | |
5 | ἑκατέρου· μετὰ τὴν γνώμην τοῦ νομοθέτου ἕπεται ἡ ἀν‐ τίθεσις διπλῆ οὖσα παρ’ ἀμφοῖν, καὶ ἔστιν ἡ μὲν ἀντι‐ στατικὴ, ἡ δὲ ἀντεγκληματικὴ, ἡ μὲν γὰρ ἀπὸ τοῦ κα‐ τηγόρου ἀντεγκληματική ἐστιν, οἷον ἀλλ’ ἀποκήρυκτος εἶ, καὶ ἄξιος εἶ ἀποστερεῖσθαι τῆς νεὼς, καὶ καταδρομῇ | |
10 | ἐνταῦθα χρησόμεθα τοπικῇ, κοινὸν ἐργαζόμενοι τόπον κατὰ τῶν ἀποκηρύκτων· ἡ δὲ ἀπὸ τοῦ φεύγοντος ἀντι‐ στατική πώς ἐστιν· ἀλλ’ ἐπέμεινα τῇ νηῒ καὶ διέσωσά γε αὐτήν· καὶ αὐτὸς μὲν ἔφη ὁ τεχνικός· καὶ ἔστιν οἷον ἀντιστατικὸν ἐνταῦθα καὶ ἔκφρασις τῶν περὶ τὸν χει‐ | |
15 | μῶνα· καὶ λέγουσί τινες, ὅτι ἀσφαλέστερον εἶπεν, οἷον ἀντιστατικόν τι· οὐ γάρ ἐστιν ἐνταῦθα κυρίως ἀντίστα‐ σις, ἐπειδὴ αὐτοῦ ἐστι τοῦ πεποιηκότος μόνον ὠφέλεια καὶ οὐ κοινῶς τῆς πόλεως, ὅπερ ἔχει ἡ ἀντίστασις. λέγο‐ μεν δὲ ἡμεῖς, ὃ καὶ φθάσαντες εἴπομεν, ὡς ὅτι τὸ γεγο‐ | |
20 | νὸς νῦν ὑπὲρ τῆς πόλεώς ἐστιν, εὐπορήσει γὰρ ὁλκάδων ἡ πόλις, ἐξ ὧν οὐδέπω τῶν ἀναγκαίων ἐν σπάνει γενή‐ σεται, ὥστε πάλιν κυρίως ἔσται ἀντίστασις. Καὶ οὕ‐ τως μὲν γίνεται ἡ ἀντίθεσις, εἶτα μετὰ ταύτην ἐστὶ πά‐ λιν ἡ μετάληψις διπλῆ, καὶ ἡ μὲν ἀπὸ τοῦ φεύγον‐ | |
25 | τος μεταληπτική ἐστιν ἀπὸ τοῦ χρόνου, ὅτι οὐδὲν μᾶλ‐ λον δικαίως ἂν εἰργοίμην τῆς νεὼς, εἰ καὶ τοιοῦτος εἴην, οὐ γὰρ νῦν καιρὸς ταῦτα κατηγορεῖν, ἡ δὲ ἀπὸ τοῦ κα‐ τηγόρου μεταληπτική ἐστιν ἀπὸ τρόπου, οἷον ἐπὶ ἑτέροις χρὴ ἀνδρίζεσθαι καὶ οὐκ ἐπὶ τοιούτοις· μετὰ τὴν μετά‐ | |
30 | ληψιν ἕπεται τὸ πρός τι, γίνεται δὲ κἀνταῦθα, ὡς ἐν | 661 |
7.662 | ταῖς ἀντιθετικαῖς· ἀντεξετάζουσι γὰρ τὰ δύο ῥητὰ, πότε‐ ρον βέλτιον φυλάξαι τῶν νόμων· γίνεται δὲ ἡ ἀντεξέτα‐ σις ἀπὸ ἑπτά τινων, ὧν πέντε ἡμῖν ὁ τεχνικὸς ἐν τῷ κει‐ μένῳ ἐπεσημήνατο· εἰσὶ δὲ ταῦτα ἀπὸ χρόνου, οἷον | |
5 | ὁ ἡμέτερος νόμος ἀρχαῖός ἐστι καὶ παλαιὸς, ὁ δὲ νέος, προκριτέα δὲ τῶν νέων τὰ παλαιά· ἀπὸ προσώπου, ὅτι ὁ ἡμέτερος Σόλωνός ἐστιν, ἂν οὕτω τύχῃ, ὁ δὲ σὸς Λε‐ πτίνου ἢ τοῦ δεῖνος· τρίτον ἀπὸ ποσότητος, ὅτι ὁ μὲν περὶ κοινῶν ἐστι πραγμάτων, ὁ δὲ περὶ ἰδικῶν. τέταρ‐ | |
10 | τον ἀπὸ πηλικότητος, ὅτι ὁ μὲν περὶ μεγίστων ἐστι πρα‐ γμάτων, ὁ δὲ περὶ μικρῶν καὶ τῶν τυχόντων· πέμπτον ἐστὶ τὸ ἐκ τοῦ ἀποβησομένου, ὅτι μὲν τούτου λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται, εἰ δὲ ὁ ἕτερος λυθείη, μι‐ κρὰ ἢ οὐδὲν ἢ πόλις βλαβήσεται, καὶ ταῦτα μέν εἰσι τὰ | |
15 | πέντε, ὧν μέμνηται καὶ ὁ τεχνικός. ἔτι δὲ ἕκτον ἐστὶ τὸ ἀπὸ αἰτίας, ἡνίκα φαμὲν, ὅτι διὰ τίνα οὗτος ἐτέθη αἰ‐ τίαν, ἵνα ἐπανορθώσηται τὰ τῆς πόλεως ἐν δυστυχίᾳ ὑπάρχοντα πράγματα· ὡς καὶ Δημοσθένης, ὁρῶν γὰρ τὸ ναυτικὸν ὑμῶν διαφθειρόμενον ἔθηκα νόμον τόνδε. τὴν | |
20 | γὰρ αἰτίαν λέγει, μεθ’ ἧς ἐτέθη. ἕβδομόν ἐστιν ἀπὸ τοῦ πλήθους τῶν κεχρημένων, ὅτε φαμὲν, ὅτι τούτῳ μὲν πλεῖστοι κέχρηνται, ἐκείνῳ δὲ ὀλίγοι· ταῦτα μέν εἰσι τὰ ἑπτά. χρὴ δὲ γινώσκειν, ὅτι οὐ πάντως ἐκ πάντων, ἀλλ’ ἐξ ὧν εὐπορήσει τὸ οἰκεῖον, συστήσει τὸ ῥητόν. ἐπὶ τού‐ | |
25 | τοις ἐστὶ μετὰ τὸ πρός τι καὶ τὸ ἰδικὸν μᾶλλον ἀντινο‐ μίας κεφάλαιον, τὸ περιέχον τε καὶ περιεχόμενον, περὶ οὗ τοῖς ἐξηγηταῖς τέσσαρα ἐζητήθη κεφάλαια· καὶ ἔστι πρῶτον περὶ τῆς τάξεως, εἴπερ ἰδικόν ἐστι, φασὶ, τὸ κε‐ φάλαιον, τί μὴ προτέτακται πάντων τῶν κοινῶν, προ‐ | |
30 | τάττειν γὰρ δεῖ τὰ ἰδικὰ τῶν κοινῶν; καὶ λέγομεν πρὸς τοῦτο, ὅτι οὐχ ἁπλῶς πρὸς τὸ κοινὸν δεῖ προσέχειν καὶ | |
ἰδικὸν, ἀλλὰ πρὸς τὸ πιθανὸν καὶ ἀκόλουθον. εἰ γὰρ | 662 | |
7.663 | ἀκριβῶς σκοπήσειέ τις, εὑρήσει ὅτι ἀναγκαίως μετὰ τὰ πρός τι τουτὶ τέτακται τὸ κεφάλαιον. τῆς γὰρ τῶν ῥη‐ τῶν ὑφ’ ἑκάτερον γενομένης συστάσεως, ἀπορία τις ἦν παρὰ τοῖς δικασταῖς, ποῖον ἄρα προτιμήσουσιν, ἑώρων | |
5 | γὰρ ὥσπερ ἀμφοτέρους τοὺς νόμους εὖ ἔχοντας, καὶ πότερον αὐτῶν παραβαίνειν χρὴ, οὐκ ᾔδεσαν· τούτου δὴ χάριν εὐθὺς ἐπιφέρεται τὸ περιέχον καὶ περιεχόμενον, ἑκα‐ τέρου λέγοντος, μηδὲν εὐλαβεῖσθε, ὦ δικασταὶ, τὸν ἐμὸν κυροῦντες νόμον καὶ τὸ τούτου φυλάξατε βέβαιον. εἰ γὰρ | |
10 | τὸν ἐκείνου μᾶλλον κυρώσετε, πάντως τὸν ἐμὸν παρα‐ βαίνετε, εὐλόγως ἄρα μετὰ τὸ πρός τι ἐπηνέχθη τὸ ἰδι‐ κὸν τῆς ἀντινομίας κεφάλαιον· δεύτερον δὲ περὶ τοῦ αὐ‐ τοῦ ἐστι κεφαλαίου· τί βούλεται τὸ παρὰ τῷ τεχνικῷ εἰρημένον δηλοῦν, ἰδικὸν μᾶλλον· ἔφη γὰρ καὶ τὸ ἰδι‐ | |
15 | κὸν μᾶλλον τῆς ἀντινομίας κεφάλαιον. ἄρα ὡς καὶ τῶν ἄλλων αὐτῆς κεφαλαίων ἰδικῶν ὄντων, τούτου δὲ μᾶλ‐ λον· καὶ μὴν καὶ τὰ ἄλλα κοινά εἰσι, καὶ ῥητοῦ γὰρ καὶ διανοίας πάντα τυγχάνουσιν. λέγομεν οὖν, ὅτι καὶ τὰ κοινὰ ὡς ἔν τινι ὄντα ὥσπερ ἰδικὰ αὐτοῦ γίνεται. | |
20 | ὥστε οὖν καὶ τὰ ἄλλα κεφάλαια, εἰ καὶ ἐν ἑτέρᾳ τυγχά‐ νουσι στάσει, ἀλλ’ οὖν γε καὶ τῆς ἀντινομίας ἰδικὰ ὑπάρ‐ χουσιν. ἀλλ’ ἐν ἰδικοῖς ἐστι μᾶλλον ἰδικὸν τὸ περιέχον καὶ περιεχόμενον, ἐπειδὴ μόνης ἐστὶν ἀντινομίας· καλῶς ἄρα ἔφη ὁ τεχνικὸς ἰδικὸν μᾶλλον. Τρίτον ἐστὶ κεφά‐ | |
25 | λαιον τοῦτο· τὸ ἰδικὸν, φασὶ, τῆς ἀντινομίας κεφάλαιον κινδυνεύει τὴν ἀντινομίαν ἀσύστατον ποιῆσαι, πῶς γὰρ | |
ἔτι ἀλλήλοις ἀντίκεινται οἱ νόμοι, εἴ γε περιέχονται ἀλ‐ | 663 | |
7.664 | λήλοις. ἑκάτερος γὰρ τοῦτο ἐπιχειρεῖ τῶν ἀντιδίκων λέ‐ γειν, ὅτι εἰ τὸν ἐμὸν κυρώσετε, οὐδὲ τὸν τούτου παρα‐ βαίνετε, περιέχεται γὰρ ἐν τῷ ἐμῷ· οὐ συστήσεται οὖν ἡ ἀντινομία ἀναιρουμένης αὐτῆς τῆς φύσεως, φημὶ δὲ τὸ | |
5 | μὴ ἔχειν μαχομένους ἐκ περιστάσεως τοὺς νόμους· λέγο‐ μεν δὲ, ὅτι αὗται δικαιολογίαι εἰσὶ πρὸς τὸ λυσιτελοῦν ἑκάστῳ τῶν ἀντιδίκων λεγόμεναι, φημὶ δὲ τὸ λέγειν, ὅτι περιέχεται ὁ νόμος ἐν τῷ ἡμετέρῳ. οὐ χρὴ δὲ ἐκ τῶν δι‐ καιολογιῶν χαρακτηρίζειν τὰς στάσεις, ἐπείτοιγε καὶ | |
10 | τῶν Δημοσθενικῶν λόγων πολλοὺς ἀσυστάτους ποιοῦμεν. εἰ γὰρ καὶ δικαιολογούμενος ἑκάτερος αὐτῶν λέγει περι‐ έχεσθαι τὸν τοῦ ἑτέρου νόμον ἐν τῷ οἰκείῳ, ἀλλ’ οὖν γε οὐδὲν ἧττον ἔμεινεν ἡ φύσις τῆς στάσεως ἔχουσα τοὺς νόμους ἐκ περιστάσεως μαχομένους. Τέταρτόν ἐστι κε‐ | |
15 | φάλαιον, ὅ φησιν ὁ τεχνικὸς, καὶ ἐνταῦθα μὲν χαλεπῶς φαίνεται ἡ φύσις τοῦ κεφαλαίου. ἐπὶ δὲ τοῦ ζητήματος τοῦδε σαφέστερον ἔσται. δύο τις κατὰ ταὐτὸν ἐβιάσατο, καὶ ἡ μὲν γάμον, ἡ δὲ θάνατον αἱρεῖται τοῦ βιασαμέ‐ νου· ἡ γὰρ ἀξιοῦσα τεθνάναι αὐτὸν αἱρεῖ, ὅτι ἀμφο‐ | |
20 | τέραις δώσει δίκην, εἰ τεθναίη, εἰ δὲ γήμαι τὴν ἑτέραν, θάτερον μέρος ἔσται ἄκυρον τοῦ νόμου. ταῦτα τοῦ τεχνι‐ κοῦ εἰρηκότος φασί τινες, ὅτι δῆλον ἡμῖν ποιεῖ ὁ τεχνι‐ κὸς, ὅτι τὸ ἰδικὸν καὶ πάντως ὀφεῖλον ἐμπίπτειν κεφά‐ λαιον ἐν ἐνίοις τῶν προβλημάτων ἔστιν ὅτε ἐκλείπει, ἔφη | |
25 | γὰρ ὅτι ἐπὶ τούτου οὐκ ἔστι φανερόν· λέγομεν δὲ πρὸς τοῦτο, ὅτι τῇ ἀληθείᾳ οὐκ ἔστιν ἐνταῦθα φανερόν· πῶς γὰρ ἐρεῖ ὁ ἀποκήρυκτος, ὅτι ὁ σὸς νόμος ἐν τῷ ἐμῷ περιέχεται, καὶ κυρουμένου τοῦ ἡμετέρου, οὔτε ὁ σὸς παραλαμβάνεται. ὅμως μέντοι τοῦτο γινώσκειν δεῖ, ὅτι | |
30 | ἐφ’ ὧν μή ἐστι φανερὸν τὸ περιέχον καὶ περιεχόμενον | 664 |
7.665 | κεφάλαιον, ἐπ’ ἐκείνων ἐπαναλαμβάνομεν τὴν διάνοιαν τοῦ πεποιηκότος, ὥσπερ ἐπὶ τοῦ προκειμένου προβλήμα‐ τος οὐχ ὡς κληρονόμος φημὶ τῶν πατρῴων ἀντιποιοῦμαι, ἀλλ’ ὡς ἐπιμείνας χειμαζομένῃ τῇ νηῒ, ὥστε λαμβάνων | |
5 | τὴν ναῦν, οὐδὲ τὸν σὸν παραβαίνω νόμον· μᾶλλον οὖν πιθανώτερον ἐπὶ τῶν τοιούτων ἔσται τὸ κεφάλαιον, ἐπα‐ ναλαμβανομένης ἐνταῦθα τῆς διανοίας· μετὰ ταῦτά ἐστιν ὁ βίαιος ὅρος ὑφ’ ἑκατέρου ἐξεταζόμενος· ὁ μὲν γὰρ ἐρεῖ, οὐκ ἦν ὅλως ἔτι τοῦ πατρὸς ἡ ναῦς, ἀλλὰ τοῦ | |
10 | κλύδωνος, ὁ δὲ ἕτερος λέξει· ὅτι τοῦ πατρός ἐστι καὶ οὐχ ἑτέρου τινός· ἡ δὲ θέσις καὶ τὰ ἑξῆς κεφάλαια ὡς ἐν ταῖς ἀντιθετικαῖς ἐξετασθήσεται. | |
13t | Ἀνεπιγράφου εἰς τὴν ἀντινομίαν. | |
14 | Αὐτὸ τὸ ὄνομα δείκνυσιν ἡμῖν δύο νόμων μάχην, | |
15 | ἤδη δὲ καὶ πλεόνων καὶ ἑνὸς μεριζομένου καὶ διμεροῦς ὄν‐ τος· ἐζήτηται δὲ, πῶς πολιτεία τοιαύτη συνέστηκεν, ἐν ᾗ νόμων ἐστὶ μάχη καὶ ἐναντιότης, λέγομεν δὲ, ὅτι φύσει μὲν οὐκ ἔστιν ἐναντιότης, ἐκ δὲ τῆς περιστάσεως τὸ συμβαῖνον ποιεῖ τὴν μάχην· οἷον νόμος μὴ πωλεῖν τὴν | |
20 | αὐτοῦ ἀσπίδα, καὶ νόμος τὸν πατέρα τελευτήσαντα θά‐ πτειν. ἰδοὺ ἐνταῦθα τὸ γενόμενον πεποίηκε καὶ τὴν ἐναντιότητα· εἰ δὲ μὴ καθ’ ἑαυτοὺς, οὐδὲν ἔχουσιν ἐναν‐ τίον· ὁ μὲν γὰρ κελεύει θάπτειν, ὁ δὲ μὴ πωλεῖν, καὶ ἕτερον ζητούμενον λέγει, ὅτι οὐδέν ἐστιν ἀντινομία, ἢ | |
25 | διπλοῦν ῥητὸν καὶ διάνοια. τούτων δύο νόμοι καὶ δύο διαφοραί· διὰ τί μὴ μᾶλλόν ἐστι ῥητοῦ καὶ διανοίας δι‐ πλοῦν· καί φαμεν, ὅτι ἐν στοχασμῷ καὶ τοῖς λοιποῖς κἂν ἔχομεν εἶδος διπλοῦν, ἀλλὰ πανταχοῦ τὸ ἴδιον τῆς | |
στάσεως σώζεται· ἐν στοχασμῷ τὸ εἶναι ἄδηλον ἐν ὅρῳ | 665 | |
7.666 | τὸ ἀτελὲς, ἐν ἀντιλήψει ἡ ἐξουσία, ἐν δὲ ῥητῷ καὶ δια‐ νοίᾳ καὶ ἀντινομίᾳ οὐκ ἔχομεν τὸ ἴδιον, ἀλλὰ διάφο‐ ρον· ἴδιον γὰρ ῥητοῦ καὶ διανοίας τὸ παράβασιν ἔχειν πάντως τοῦ ῥητοῦ. ἐν δὲ τῇ ἀντινομίᾳ τοῦτο οὐκ ἔχο‐ | |
5 | μεν, ἀλλ’ ἕνα μὲν ἀναιρούμενον, ἕνα δὲ σωζόμενον, καὶ οἷον δὲ διπλοῦν ῥητὸν εἶπεν, ἐπεὶ διαφοράν τινα ἰδίαν ἔχει πρὸς ἐκεῖνο τὸ περιέχον καὶ περιεχόμενον· τούτου γὰρ χάριν ἐκόλασεν αὐτὸ εἰπὼν, οἷον διπλοῦν ῥητὸν καὶ διάνοιαν· καλῶς δὲ εἶπε τοῖς πλείστοις, οὔτε γὰρ πάντα | |
10 | κοινὰ τυγχάνει, ἀλλ’ ἔχει τινὰ διαφορὰν, ἔχει δέ τινα καὶ ἐξισάζοντα, ἅπερ διὰ τὸ ἐξισάζειν ἐλλείπει· ἔχει δὲ ἴδιον κεφάλαιον τὸ καλούμενον περιεχόμενον· ὡς ἐπὶ τοῦ πωλήσαντος τὴν ἀσπίδα, τὸ δὲ „ἀλλ’ ἐπέμεινα τῇ νηῒ“ ἀντιστατικὸν μὲν, τὸ δὲ ἀντιστατικὸν ἐνταῦθα οὐ | |
15 | κυρίως· ἐπεὶ αὐτὸ καὶ τὴν ἀδικίαν ὀφείλει ἔχειν φανε‐ ράν· ἀλλὰ καὶ τὴν εὐεργεσίαν κοινὴν τῆς πόλεως, ὡς ἐπὶ τοῦ διακόψαντος στρατηγοῦ τὸ τεῖχος, καὶ διὰ τοῦτο νικήσαντος· ἐνταῦθα καὶ τὸ ἀδίκημα εὐτελές· ὅ ἐστιν ἐπιμεῖναι πατρῴᾳ νηῒ, υἱὸς γὰρ καὶ ἀποκήρυκτος, καὶ | |
20 | τὸ εὐεργέτημα οὐ κοινόν· ἰδιωτικὸν γὰρ καὶ εἰς αὐτὸν μόνον ἀνῆκον, τὸ τὴν χειμαζομένην ναῦν κληρονομῆσαι· τοῖς δὲ πρός τι χρησόμεθα διπλοῖς, ὧν τὰ μὲν σύγκρι‐ σιν ἕξει τῶν ἀδικημάτων, τὰ δὲ τὸ περιέχον ἐξετάσει καὶ περιεχόμενον, ὡς ἐπὶ τοῦ ἀποφαινομένου τὴν πανο‐ | |
25 | πλίαν καὶ θάψαντος τὸν πατέρα· ἰστέον δὲ, ὅτι ἐπὶ τοῦ ἐπιμείναντος τῇ χειμαζομένῃ νηῒ οὐ κυρίως τὸ τοῦ πε‐ ριέχοντος καὶ περιεχομένου κεφάλαιον τεθήσεται· ἐπὶ δὲ τοῦ τὰς δύο βιασαμένου κόρας καὶ μάλιστα ἢ ὡς ἐπὶ τοῦ τὴν πανοπλίαν ἀποδομένου καὶ τὸν πατέρα θά‐ | |
30 | ψαντος. | 666 |
7.667(1t) | Cap. XXVIII. | |
2t | Περὶ συλλογισμοῦ. | |
2 | Ἐζήτηται, διὰ τί εὑρίσκομεν ἐν τῇ νομικῇ ἕνα νόμον καὶ μίαν διάνοιαν· πάλιν δὲ εὑρίσκομεν νόμον, οὐκέτι δὲ τῇ διανοίᾳ λυόμενον· ἀλλὰ τὸ γράμμα ἴσον δείξομεν | |
5 | τῷ ἐγγράφῳ· οἷον νόμος τὸν πόρνον μὴ πολιτεύεσθαι, υἱὸς πόρνου βούλεται πολιτεύεσθαι καὶ κωλύεται· ἰδοὺ δείκνυσι τὸ ἔγγραφον ἔχον τὸ πόρνον, οὐκέτι μέντοι γε τὸν υἱὸν τοῦ πόρνου. Φησὶ δὲ πάλιν ὁμοίως ὁ Μινου‐ κιανὸς, ὅτι ἡ μὲν μετάληψις ἐκ τοῦ κατηγόρου γνωρίζε‐ | |
10 | ται, ἀλλὰ καὶ ἔνιοι τῶν συλλογισμῶν· λέγει γὰρ εἶναι τούτων εἴδη ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐλάττονος, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐναντίου· πόθεν οὖν εἰσόμεθα, ποῖοι ἐκ τοῦ κατηγόρου γνωρίζονται, καὶ ποῖοι ἀπὸ τοῦ φεύ‐ γοντος, ἀλλὰ δῆλον, ὅτι πᾶς συλλογισμὸς κατὰ κρίσιν | |
15 | γινόμενος ἀπὸ τοῦ φεύγοντος γίνεται. βʹ. Ὁ συλλογισμὸς ὠνόμασται μὲν ἀπὸ τοῦ κατὰ φι‐ λοσοφίαν συλλογισμοῦ· ὥσπερ γὰρ ἐκεῖνος διὰ τῶν ἀλη‐ θῶν ἀποδείξεων κατασκευάζει τὸ ζητούμενον, οὕτω καὶ οὗτος διὰ τῶν πιθανῶν λόγων εἰς ταὐτὸν ἄγει τὸ | |
20 | ἄγραφον τῷ ἐγγράφῳ· τοῦ δὲ συλλογισμοῦ ὁ μέν τις ἐκ τοῦ κατηγόρου γίνεται, ὁ δὲ ἐκ τοῦ φεύγοντος, ἀπὸ μὲν τοῦ κατηγόρου, οἷον νόμος τὸν ἐκ πόρνου μὴ λέγειν, ἐκ πόρνης τις ὢν βούλεται λέγειν καὶ κωλύεται· ἀπὸ δὲ τοῦ | |
φεύγοντος, οἷον νόμος τοὺς μοιχοὺς στίζεσθαι· στίζων | 667 | |
7.668 | τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· ἐρεῖ γὰρ ὁ φεύ‐ γων, ὡς ὁ στίζειν διδοὺς καὶ τὸ ἀκόλουθον δίδωσι τὸ κτείνειν. γʹ. Περὶ τῆς τάξεως τοῦ λογισμοῦ εἴρηται ἡμῖν ἐν τῇ | |
5 | ἀντινομίᾳ· τί δή ποτε μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν τεταγμένος ἐν τῇ μεθόδῳ, ἐνταῦθα μετὰ τὴν ἀντινομίαν ἐτάγη; διαιρεῖται δὲ, φησὶν, ὁ συλλογισμὸς, προβολῇ πράγματος, τῷ ῥητῷ, συλλογισμῷ, ὅρῳ, γνώμῃ νομο‐ θέτου, πηλικότητι, ὅρῳ βιαίῳ, τῷ πρός τι, ἀντιθέσει· | |
10 | ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ μετάληψις καὶ ἀντίλη‐ ψις· ἔτι δὲ ποιότητι καὶ γνώμῃ· ὅλως δὲ πλὴν τῆς ἐναλ‐ λαγῆς τῶν πρώτων, φησὶ, κεφαλαίων ὁ συλλογισμὸς κατὰ τὸν ὅρον διαιρεῖται· πρῶτα δὲ λέγει κεφάλαια, τὸ ῥητὸν, τὸν συλλογισμὸν, τὸν ὅρον, περὶ ταῦτα γὰρ ἐγένετο ἡ | |
15 | τῆς τάξεως ἐναλλαγή· μετὰ γὰρ τὴν προβολὴν τεταγμέ‐ νου τοῦ ὅρου ἕπεται ὁ ἀνθορισμὸς, καὶ μετ’ ἐκεῖνον ὁ συλλογισμός· τί οὖν αἴτιον τῆς τῶν κεφαλαίων ἐναλλα‐ γῆς; τὸ διάφορον τῶν στάσεων εἶδος· ἡ μὲν γὰρ οὖσα λογικὴ εἰκότως τὰ λογικὰ ἔχει προτεταγμένα κεφάλαια, | |
20 | ἡ δὲ οἷον νομικὴ μετὰ τὴν προβολὴν ἔλαβε τὸ ῥητόν· ἕπεται δὲ τῷ ῥητῷ ὁ συλλογισμός. Ἴδωμεν οὖν κατὰ τὴν παράδοσιν τοῦ τεχνικοῦ ἕκαστον ἰδίᾳ τῶν κεφαλαίων ἐπὶ παραδείγματος· ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώ‐ λυεν· αὐτοπροσώπως εἰσάγων τις τοὺς κωμῳδουμένους | |
25 | ὑπάγεται τῷ νόμῳ ὡς ὀνομαστὶ κωμῳδῶν. δʹ. Διαιρεῖσθαί φησι τὸν συλλογισμὸν κεφαλαίοις τοῖσδε, προβολῇ ἐκ πράγματος, προβολῇ ἐκ ῥητοῦ, κέ‐ χρηται δὲ τῇ μὲν ἐκ τοῦ πράγματος ὁ διώκων· τῇ δὲ ἐκ τοῦ ῥητοῦ ὁ φεύγων· τῷ ὁμοίῳ συλλογισμῷ καὶ σχεδὸν | |
30 | τοῖς αὐτοῖς διαιρεῖται κεφαλαίοις, οἷς καὶ ὁ ὅρος καὶ ἡ | |
ἀντίληψις. | 668 | |
7.669 | Ποίῳ ῥητῷ δηλονότι, αὐτῷ τῷ τοῦ συλλογισμοῦ ῥητῷ· οὐκ ἀκριβῶς τοῦτο ἐπεσημήνατο· ἐμπίπτει γὰρ ἢ ἀντεγκληματικὴ, ἢ ἀντιστατική· κατὰ γὰρ τὰ πρῶτα κεφάλαια ἐναλλάσσει ὅ τε συλλογισμὸς καὶ ὁ ὅρος. | |
5 | εʹ. Πρῶτα λέγει κεφάλαια, τὸ ῥητὸν, τὸ νόμιμον, τὸν ὅρον· περὶ ταῦτα γὰρ ἐγένετο ἡ τῆς τάξεως ἐναλ‐ λαγή· ἐν γὰρ τῷ ὅρῳ μετὰ τὴν προβολὴν τεταγμένου τοῦ ὅρου, ἕπεται ὁ ἀνθορισμὸς καὶ μετ’ ἐκεῖνον ὁ συλ‐ λογισμός· τί οὖν αἴτιον τῆς τῶν κεφαλαίων ἐναλλαγῆς; | |
10 | τὸ διάφορον τῶν στάσεων εἶδος· ἡ μὲν γὰρ οὖσα λογικὴ εἰκότως τὰ λογικὰ ἔχει προτεταγμένα κεφάλαια, ἡ δὲ οἷον νομικὴ μετὰ τὴν προβολὴν ἔλαβε τὸ ῥητόν· ἕπε‐ ται δὲ τῷ ῥητῷ ὁ συλλογισμός. Τὸ μὲν κωμῳδεῖν ὅλως οὐκ ἐκώλυσεν ὁ νόμος, | |
15 | ἀλλὰ τὸ μὲν ἀνωνύμως ἐκείνην αὐτὴν τὴν πρᾶξιν δια‐ σύρειν ἐδίδου, οἷον κακὸν τὸ πορνεύειν ἢ τὸ μοιχεύ‐ ειν. Τὸ δὲ ὥσπερ τυχὸν ὅδε λέγειν ὀνομαστὶ ἐκώλυεν, ἵνα μὴ καὶ πρὸς ἑτέρας πόλεις διασύρωνται οἱ πολῖται καὶ τῷ ἀπογνῶναι χείρους γίνωνται· τινὲς οὖν αὐτο‐ | |
20 | προσώπως τὰς κωμῳδίας ποιοῦντες ὑπήγοντο τῷ νόμῳ, ὡς ταὐτοῦ ὄντος τοῦ αὐτοπροσώπως τῷ ὀνομαστὶ ἢ καὶ μείζονος· ἐπὶ μὲν γὰρ τοῦ ὀνόματός ἐστί τις ἄγνοια διὰ τὰς ὁμωνυμίας· τὸ δὲ παραγαγεῖν τὸν πολίτην ἐπὶ μέσον καὶ πάντων ἀκουόντων κωμῳδῆσαι αὐτὸν διαδη‐ | |
25 | λότερον τοῦ ὀνομαστί. ϛʹ. Ἐπὶ τοῦ συλλογισμοῦ προβολὴ πράγματος ὀνο‐ | |
μάζεται τὸ κεφάλαιον, οὐ προβολὴ ῥητοῦ, καθάπερ ἐπὶ | 669 | |
7.670 | τῆς ἀντινομίας, καὶ τῶν ἄλλων νομικῶν· ἐνταῦθα γὰρ τὸ ῥητὸν λυτικὸν γίνεται τῆς προβολῆς. ἐπὶ δὲ τῶν ἄλ‐ λων συναναλαμβάνεται αὐταῖς καὶ λύεται τῇ διανοίᾳ· ἔστι τοίνυν ἡ προβολὴ αὐτὸ τὸ πρᾶγμα μετὰ αὐξήσεως, | |
5 | οἷον παρὰ τὸν νόμον κωμῳδεῖς τοὺς πολίτας. ζʹ. Τὸ ῥητὸν λύει τὴν προβολὴν, ὡς ἔφην, λαμβά‐ νον ἐκ τοῦ φεύγοντος· καὶ μὴν οὐκ ὠνόμασα οὐδένα· τοῦτο γὰρ ἀπαγορεύει ὁ νόμος. ηʹ. Τοῦ κατηγόρου χρησαμένου τῇ προβολῇ, ὁ φεύ‐ | |
10 | γων τὸ ῥητὸν προβάλλεται, λέγων ὅτι οὐ παρέβην τὸν νόμον. σαφέστερον δὲ ἔσται ἐπὶ τοῦδε τοῦ παραδείγμα‐ τος· νόμος ὀνομαστὶ μὴ κωμῳδεῖν τοὺς πολίτας· αὐτο‐ προσώπως τις εἰσάγει κωμῳδίαν, καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ ἡ προβολὴ, ὅτι τὴν πόλιν | |
15 | ἀδικεῖς τοὺς πολίτας κωμῳδῶν· τὸ ῥητὸν ἀπὸ τοῦ φεύ‐ γοντος, ὅτι οὐκ ἀδικῶ, οὐδὲ γὰρ τὸν νόμον παρέβην, ὁ μὲν γὰρ εἶπε, μὴ ὀνομαστὶ κωμῳδεῖν, ἐγὼ δὲ οὐκ ὀνο‐ μαστὶ ἐκωμῴδησα· ζητῆσαι δὲ ἄξιον, τί διαφέρει τῆς ἀντιλήψεως· καὶ ἐκεῖ γὰρ νόμον προβάλλεται· καί φα‐ | |
20 | μεν, ὅτι ἐν μὲν τῇ ἀντιλήψει νόμον προβάλλεται, ὃν ἄντικρυς φυλάττειν δοκεῖ, οἷον τὸν μοιχὸν ἀναιρεῖσθαι· μοιχὸν τρισαριστέα ἀνελὼν κρίνεται δημοσίων· ἐνταῦθα γὰρ τὸ ὑπὸ τοῦ νόμου προστεταγμένον ἄντικρυς· ἐν δὲ τῷ συλλογισμῷ, ἀλλ’ ὅτι πράττει παρὰ τὸ γεγραμμένον, | |
25 | διαφέρει γὰρ καὶ τῆς κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐκεῖ μὲν ὁ κατήγορος ῥητὸν προΐσχεται, ἐνταῦθα δὲ ὁ φεύγων. θʹ. Φέρεται πρὸς τὸ ῥητὸν ὁ συλλογισμὸς, ὡς ἔστιν ὅμοιον, μᾶλλον δὲ ταὐτὸν, ὀνομαστὶ κωμῳδεῖν, καὶ αὐ‐ | |
30 | τοπροσώπως εἰσάγειν· τοῦτο δὲ μάλιστα ἐπαγωνιεῖται | |
ὁ διώκων, εἴγε τοῦτό ἐστι τὸ συνιστῶν τὴν ζήτησιν, καὶ | 670 | |
7.671 | ὅλως τὸ χαρακτηριστικὸν τῆς στάσεως· χρήσεται οὖν καὶ τῇ ἀπὸ τῶν παραδειγμάτων ἐξετάσει, δεικνὺς καὶ ἑτέροις τὸν νόμον οὕτω παραληφθέντα, ὅπερ ἐστὶν ἄγαν Δημοσθενικόν. | |
5 | Τῷ ῥητῷ τοῦ φεύγοντος χρησαμένου ὁ κατήγο‐ ρος τὸν συλλογισμὸν προφέρει, ὅτι οὐδὲν διαφέρει τοῦ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώπως εἰσάγειν τὰς κω‐ μῳδίας, τὰς ἀφορμὰς δὲ ληψόμεθα ἀπὸ τοῦ τέλους τῶν κοινωνιῶν συνάγοντες εἰς ταὐτὸν τῷ ἐγγράφῳ τὸ | |
10 | ἄγραφον. Πρῶτόν ἐστι κεφάλαιον ἡ προβολή· διαφέρει δὲ τῆς κατὰ τὴν ἀντινομίαν καὶ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐκεῖ‐ ναι μὲν τοῦ ῥητοῦ ἔχουσι τὴν προβολὴν, αὕτη δὲ τοῦ πράγματος· διὰ τοῦτο οὐκ εἶπεν ἡ προβολὴ τοῦ ῥητοῦ· | |
15 | οὐδὲ γὰρ ἔχει τὸ ῥητὸν ἐνταῦθα ὁ προβαλλόμενος, ἀλ‐ λὰ τὸ γενόμενον αὐτὸ προβάλλεται, τουτέστιν αὐτὸ τὸ πρᾶγμα. ιʹ. Ὁ ὅρος ἀπὸ τοῦ φεύγοντος διαιρῶν τὰ συνημ‐ μένα, καὶ χωρίζων τὰς διαφοράς· κατασκευάσει γὰρ ὅτι | |
20 | κατὰ πολὺ διενήνοχε. ιαʹ. Πᾶσαν ἐντελῶς παραλήψεται τὴν τοῦ ὅρου ἐρ‐ γασίαν ὁ φεύγων· εἰ γὰρ τῷ συλλογισμῷ μάλιστα ἰσχυ‐ ριεῖται ὁ διώκων, δῆλον ὡς ὁ ἀπολογούμενος χρῆται ἰσοῤ‐ ῥόπως τῷ ὅρῳ. | |
25 | ιβʹ. Ἡ γνώμη τοῦ νομοθέτου κοινή ἐστιν ἀμφοτέ‐ ρων, στοχαστικῶς ἀπ’ ἀμφοῖν ἐξεταζομένη· τοῦ μὲν κα‐ τηγόρου λέγοντος, ὅτι πᾶσαν τὴν πορνείαν ὁ νομοθέτης | |
μεμισηκὼς διὰ τοῦτο καὶ τὴν ἐκ πόρνου λέγειν κεκώλυκε· | 671 | |
7.672 | τοῦ δὲ φεύγοντος, ὅτι οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ μὴ ἔχειν αὐτὸν ὡρισμένον πατέρα, μηδὲ ἀναγεγράφθαι, ὅτου πατρὸς εἴη, κεκώλυκεν αὐτὸν λέγειν, καὶ αὖθις ἐπὶ τοῦ ἑτέρου προβλήματος ὁ μὲν ἐρεῖ, ὅτι ὁ νομοθέτης βουλό‐ | |
5 | μενος μηδένα τῶν πολιτῶν ὀνομαστὶ κωμῳδεῖσθαι, τοῦτο προσέταξεν· ὁ δὲ φεύγων ὅτι βουλόμενος μὲν ἐπιστρέ‐ φειν τοὺς πολίτας οὐ παντάπασιν ἀνεῖλε τὸ κωμῳδεῖν· ἐθέλων μέντοι μὴ τοῖς μετὰ ταῦτα τὰς λοιδορίας φυλα‐ χθῆναι ἀπεῖπεν ὀνομαστὶ κωμῳδεῖν. | |
10 | ιγʹ. Τὴν γνώμην τοῦ νομοθέτου ἑκάτερος ἐξετάσει πρὸς τὸ συμφέρον, οἷον τί βουλόμενος τοῦτο ἐκώλυσεν; ὁ μὲν διώκων ἐρεῖ, ὅτι ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ ἀκινδύνως διαβάλλειν, ἐφ’ ὅτῳ ἂν αὐτοῖς δοκῇ ὅντινα οὖν τῶν πολιτῶν· ὁ δὲ φεύγων οὐ διὰ τοῦτο ἐρεῖ, ἀλλ’ | |
15 | ἐπιστρέφεσθαι μὲν αὐτοὺς ἐβούλετο διὰ τῆς κωμῳδίας· οὐ γὰρ δὴ ἀνεῖλε παντάπασι τὴν κωμῳδίαν, ὑπομνήματα δὲ τῆς εἰς τοὺς πολίτας λοιδορίας τοῖς ἐπιγενησομένοις οὐκ ἐβούλετο καταλιπέσθαι, ὅπερ συμβαίνει ἐκ μόνου τοῦ ὀνομαστὶ κωμῳδεῖν· μὴ ὄντων δὲ ὑπομνημάτων ἡ | |
20 | μὲν ἐπιστροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ τῶν διαβαλλομένων εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄ‐ ρηται. ιδʹ. Ἡ πηλικότης τὴν αὐτὴν ἔχει δύναμιν, ἥνπερ ἐν ὅρῳ, καὶ τὴν αὐτὴν ἄρα λήψεται ἐργασίαν. | |
25 | ιεʹ. Καὶ ὁ βίαιος ὅρος κεφάλαιόν ἐστιν ὁρικὸν, εἴρη‐ ται γὰρ ἡμῖν ἐν τῷ ὅρῳ, ὡς εἰ μὲν ἐμπίπτει ἀντί‐ θεσις, συῤῥηθήσεται καὶ τὰ ἑπόμενα αὐτῇ κεφάλαια ὧν ἐστι καὶ ὁ βίαιος ὅρος. Ὁ βίαιος ὅρος καὶ αὐ‐ | |
τὸς κοινός· τοῦ μὲν κατηγόρου λέγοντος, ὅτι τοῦτο ὀνο‐ | 672 | |
7.673 | μαστί ἐστι κωμῳδεῖν· τοῦ δὲ φεύγοντος, ὅτι τοῦτο, οὐ δὲ ὅλως ἐστὶ κωμῳδεῖν. ιϛʹ. Ἐπὶ τοῦ πρός τι καὶ τῶν ἑξῆς οὐδὲν ἔχομεν ἐν‐ ταῦθα λέγειν καινότερον· ἀλλ’ ὥσπερ ἐν ὅρῳ, οὕτω κἀπὶ | |
5 | τοῦ συλλογισμοῦ προαχθήσεται. ιζʹ. Ἐπὶ τούτοις τὸ πρός τι, τοῦ μὲν λέγοντος ὅτι μεῖζόν ἐστι τὸ κωμῳδεῖν ὀνομαστὶ, εἴπερ τὰ μὲν ὀνόμα‐ τα πολλάκις ἀγνοεῖται, τὰ δὲ πρόσωπα καὶ οἱ χαρακτῆ‐ ρες τοῖς πολλοῖς γνώριμα· τοῦ δὲ φεύγοντος, ὅτι τοῦτό | |
10 | ἐστιν ἔλαττον τοῦ ὀνομαστὶ κωμῳδεῖν· εἶτα ἡ ἀντίθεσις, ἢν ἐμπίπτειν ἔστιν ὅτε εἶπεν ὁ τεχνικὸς οὐ καλῶς, ἐμ‐ πίπτει γὰρ ἢ ἀντεγκληματικὴ ἢ ἀντιστατική. Ἐπειδὴ πᾶς ὁ συλλογισμὸς ἐπ’ ἐγκλήματί ἐστιν, ἀντεγκλημα‐ τικὴ ἀναφαίνεται, οἷον ἄξιοι ἦσαν κωμῳδεῖσθαι· πάλιν | |
15 | εἴτις ἀναστρέψοι τὸν ἐκ τοῦ ἐναντίου συλλογισμὸν, ἀν‐ τιστατικὴ εὑρεθήσεται, ἐὰν λέγωμεν τὸν λειποτάκτην κολάζεσθαι νόμος, ἀριστεύσας λειποτάκτης ἀξιοῖ τιμᾶ‐ σθαι, ἀντιστατικὸν εὑρεθήσεται· ἀντιθέσεως δὲ ἐμπε‐ σούσης ἀκολουθεῖ μετάληψις· ἐρεῖ γὰρ ὁ κατήγο‐ | |
20 | ρος τὴν ἀντίθεσιν λύων τῇ μεταλήψει, οἷον ὅτι ἔδει παραινεῖν, καὶ μὴ τηνάλλως βλασφημεῖν· μετὰ ταῦτά ἐστιν ἀντίληψις, ὅτι ἐξῆν κωμῳδεῖν καὶ οὐ κεκώλυται· ἐπὶ τούτοις ἡ ποιότης καὶ ἡ γνώμη, ὡς ἐν ταῖς ἄλλαις στάσεσιν. | |
25 | ιηʹ. Ἡ θέσις ἐνταῦθα οὐκ ἐμπίπτει· ἐπὶ δὲ τοῦ θά‐ ψαντος τὸν πατέρα καὶ ἀποδόντος τὰ ὅπλα· ἐρεῖ γὰρ, καλὸν τὸν πατέρα θάπτειν ἀποθανόντα. ιθʹ. Εἰ ὁμοίως διαιρεῖταί πως εἴδη, ἀλλὰ κατεχρή‐ σατο τοὺς τρόπους εἴδη εἰρηκώς· δύο γὰρ τοὺς πάν‐ | |
30 | τας εἶναί φησιν. | 673 |
7.674 | κʹ. Τῶν εἰδῶν μόνον τὰ διάφορον ἔχοντα διαίρεσιν τεχνολογεῖν εἴωθεν· διὸ δὴ ταῦτα οὐκ ἔχοντα διαίρεσιν διάφορον κατὰ παραδρομὴν διεξέρχεται. καʹ. Ἐμφαίνει ἡ φράσις τὸ πάρεργον· τί οὖν κἀπὶ | |
5 | τοῦ ῥητοῦ καὶ τῆς διανοίας, καὶ ἔτι τῆς ἀντινομίας οὐκ ἐμνήσθη τοιούτων εἰδῶν; καὶ ῥητέον ὡς ἐπὶ τῶν ἀντι‐ θετικῶν ἔφησεν εἴδη πρός τινων εἰσφέρεσθαι κατὰ τὸ ἰδιωτικὸν καὶ δημόσιον, καὶ τὸν λόγον οὐ παρεδέξατο· εἰκότως ἄρα καὶ τῆς κατὰ ῥητὸν καὶ διάνοιαν στάσεως | |
10 | οὐδὲ μίαν ἐποιήσατο μνήμην, εἰδὼς, ὡς οὐκ ἐνὸν ἐπ’ αὐτῶν εὑρέσθαι, πλὴν εἰ μήτις κατὰ τὸ ἰδιωτικὸν λαμ‐ βάνοι καὶ τὸ δημόσιον· ὅπερ ἤδη ταῖς ἀντιθετικαῖς ἐξε‐ βέβλητο· ἐπὶ γὰρ τῶν ἄλλων στάσεων ἔχων εἰπεῖν διά‐ φορα περὶ τὴν διαίρεσιν εἴδη τῶν μὴ τοιούτων ἠμέλησε· | |
15 | λεγέσθω δὲ ἡμῖν τὰ εἴδη τοῦ συλλογισμοῦ, ὡς παρεί‐ ληπται ἕκαστον τοῦ τεχνικοῦ. κβʹ. Ὡς τὸ προκείμενόν φησι πρόβλημα τοῦ ὀνο‐ μαστὶ κωμῳδεῖν· ἀπὸ τοῦ ἴσου δὲ εἴρηται· ἴσον γὰρ ὁ κατήγορος σπουδάζει δεῖξαι τὸ πεπραγμένον τῷ ἀπειρη‐ | |
20 | μένῳ ὑπὸ τοῦ νόμου. κγʹ. Τοῦ κατὰ τὸ ἴσον παράδειγμα ἔστω τὸ προ‐ κείμενον, ἐφ’ ᾧ τὴν τῶν κεφαλαίων ἐθεωρήσαμεν φύσιν· ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυεν, αὐτοπροσώπως εἰ‐ σάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ, ὡς | |
25 | ὀνομαστὶ κωμῳδῶν· ἴσον γὰρ ἐν αὐτῷ δεικνύναι πειρᾶ‐ ται τὸ αὐτοπροσώπως εἰσάγειν τῷ ὀνομαστὶ κωμῳδεῖν. κδʹ. Ἀπὸ τοῦ μείζονος εἴρηκε διὰ τοῦ λέγειν τὸ κρινόμενον· ὅτι ὁ τὸ μεῖζον δοὺς καὶ τὸ ἔλαττον ἔδωκε, τὸ μαστίξαι· | |
30 | κεʹ. Ἀπὸ τοῦ μείζονος δέ φησιν, ὡς ἐπὶ τοῦδε τοῦ | 674 |
7.675 | παραδείγματος· ἐξῆν ἀποκτιννύναι τοὺς κατιόντας φυ‐ γάδας· μαστίξας τις κατιόντα τινὰ φεύγει παρανόμου τιμωρίας· ἀπὸ γὰρ τοῦ μείζονος ἡ ἐπιχείρησις· ὅτι γε ὁ τὸ μεῖζον δοὺς καὶ τὸ ἔλαττον ἔδωκεν. | |
5 | κϛʹ. Ἀπὸ τοῦ ἐναντίου εἴρηται διὰ τὸ ἐρεῖν τὸν διώκοντα, ὅτι ὁ τὴν ἀριστείαν τιμήσας ἐκ τῶν ἐναν‐ τίων μισεῖ καὶ τιμωρεῖται τὸν φυγάδα· δόξει δέ τισιν ἀντέγκλημα εἶναι· διὸ προσέθηκεν ὁ τεχνικὸς, οὐ γὰρ ἁπλῶς τῷ ἀντεγκλήματι ὁ φεύγων χρήσεται, ἀλλὰ μετὰ | |
10 | τῶν προειρημένων, τουτέστι τῶν ἰδίων τοῦ συλλογισμοῦ. κζʹ. Τὸ ἀπὸ τοῦ ἐναντίου γίνεται, ὅταν ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον εἰσφέρωμεν· οἷον εἰ τὸν ἀριστέα τετίμηκε, δῆλον ὡς τὸν λιπόντα τὴν τάξιν ἀποκτίννυ‐ σθαι βούλεται, οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα | |
15 | τὴν τάξιν τινὰ ἀπέκτεινεν ὁ στρατηγὸς, καὶ φεύγει φό‐ νου, οὐ γὰρ ἁπλῶς, φησὶ, τῷ ἀντεγκληματικῷ χρήσεται· ἀλλὰ μετὰ τῶν κεφαλαίων τοῦ συλλογισμοῦ· εἰ μὲν γὰρ προσέκειτο γέρας τῷ ἀριστεῖ, τάχα ἂν ἦν ἀντέγκλημα ἢ ἀσύστατον καθειστήκει· νῦν δὲ συλλογισμὸς καθαρός | |
20 | ἐστιν. κηʹ. Ἀπὸ τοῦ ἐναντίου γίνεται, ὅταν ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον εἰσφέρωμεν, οἷον εἰ τὸν ἀριστέα τετίμη‐ κε, δῆλον ὡς τὸν λιπόντα τὴν τάξιν κτείνεσθαι βού‐ λεται. | |
25 | κθʹ. Εἰ μὲν γὰρ ἐπέκειτο γέρας τῷ ἀριστεῖ, τάχα ἂν ἢ ἀντέγκλημα ἢ ἀσύστατον καθειστήκει, νῦν δὲ συλ‐ λογισμὸς καθαρός. λʹ. Ἔλαττον εἴρηκε πρὸς τὸ ἄνω μεῖζον ὄν· διὸ καὶ ἐπήγαγε κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον· ἐρεῖ γὰρ ὅτι ὁ τὸ | |
30 | στίζειν παρασχὼν, ἔλαττον ὂν, δέδωκε καὶ τὸ μεῖζον, ὅ | |
ἐστι τὸ ἐξ αὐτοῦ ἀποβαῖνον. | 675 | |
7.676 | λαʹ. Ἐκ τοῦ ἀποβαίνοντος λαμβάνει τὴν ζήτησιν ὁ ἀπὸ τοῦ ἐλάττονος συλλογισμὸς, οἷον ἐξῆν στίζειν τοὺς μοιχούς· στίζων τις ἀπέκτεινε καὶ φεύγει φόνου· ἐρεῖ γὰρ ὡς ὁ τὸ πρότερον δοὺς καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον δέ‐ | |
5 | δωκε. Ἴσον γὰρ ἔλεγεν ὁ κατήγορος τῷ ὀνομαστὶ κωμῳ‐ δεῖν τὸ αὐτοπροσώπως εἰσάγειν τὰς κωμῳδίας. Ἔλεγεν ὁ φεύγων, ὅτι ὁ νόμος ὁ διδοὺς τὸ μεῖζον, δηλονότι τὸ φονεύειν τοὺς κατιόντας φυγάδας, δίδωσι | |
10 | καὶ τὸ ἔλαττον, τὸ μαστίζειν αὐτούς. Ἔλεγεν ὁ στρατη‐ γὸς, δίδωσι γέρας ὁ νόμος τῷ ἀριστεῖ· συγκατατιθεμέ‐ νων δὲ τῶν ἀκροατῶν διὰ τὸ ἀναμφίβολον τοῦ ῥητοῦ ἐπῆγεν· οὐκοῦν ἐκ τοῦ ἐναντίου κολάζει ὁ αὐτὸς νόμος τὸν λειποτάκτην· ὅρα δὲ, ὅτι οὐ λέγει ἁπλῶς, ἄξιος ἦν | |
15 | τῆς τιμωρίας, ἦν γὰρ ἀντέγκλημα, ἀλλὰ καὶ τὸ ἐναντίον ἐπιφέρει τοῦ νόμου, ἵνα ποιήσῃ συλλογισμόν. Ὁ μὲν νόμος τὸ ἔλαττον ἐδίδου, τὸ στίζειν, ἵνα μό‐ νον διὰ τοῦ τίτλου φανεροὶ ὦσι· τὸ δὲ ἐξ αὐτοῦ ἀπο‐ βαῖνον μεῖζον ἦν, ὁ θάνατος δῆλον τῶν στιζομένων· | |
20 | καὶ κατὰ τοῦτο ὑπήγοντο τῷ νόμῳ, ὁ στίξας καὶ ἀνε‐ λών· κατέφυγε δὲ καὶ εἰς αὐτὸν τὸν νόμον προϊσχό‐ μενος, ὡς ὁ δοὺς τὸ ἧττον, ὅ ἐστι τὸ στίζειν, ἔδωκεν ἀκολούθως καὶ τὸ ἐξ αὐτοῦ ὡς εἰκὸς ἀποβαῖνον, τὸ θνή‐ σκειν τῇ τομῇ τὸν τιτλούμενον. | |
25t | ΓΕΩΡΓΙΟΥ | |
26t | εἰς τὸν συλλογισμόν. | |
26 | Μετὰ τὴν ἀντινομίαν μέτεισιν ὁ τεχνικὸς καὶ εἰς τὸν | 676 |
7.677 | συλλογισμόν· καὶ ἤδη μὲν τὴν ψιλὴν ἀπαρίθμησιν τῶν κεφαλαίων ἐποιήσαμεν, ἐχρῆν δὲ λοιπὸν ἀκολούθως καὶ περὶ τῆς τάξεως αὐτῶν διαλαβεῖν· ἀλλ’ ὡς αὐτὸς ἔφη ἐν τῷ κειμένῳ ὁ τεχνικὸς, καὶ ὅλως πλὴν τῆς ἐναλλαγῆς | |
5 | τῶν πρώτων κεφαλαίων ὁ συλλογισμὸς κατὰ τὸν ὅρον δι‐ αιρεῖται· χρὴ τοίνυν τἄλλα ἐῶντας περὶ τῶν πρώτων διαλαβεῖν κεφαλαίων. Ἐν μὲν τῇ ὁρικῇ στάσει προτέ‐ τακται ὁ ὅρος τοῦ συλλογισμοῦ, ἐνταῦθα δὲ τοὐναντίον, καὶ μάλα εἰκότως· ἔδει γὰρ ἐν τῷ ὅρῳ λογικῆς οὔσης | |
10 | τῆς στάσεως, τὰ λογικὰ προτετάχθαι κεφάλαια, φημὶ δὲ τὸν ὅρον. ἐνταῦθα δὲ νομικὴ ἡ στάσις· καὶ τὸ νο‐ μικὸν χρεὼν προτάττειν κεφάλαιον· φημὶ δὲ τὸν συλλο‐ γισμόν· καὶ οὐκ ἀπορήσειέ τις, πῶς τὸ αὐτὸ κεφάλαιον ἑνὸς καὶ τοῦ αὐτοῦ κεφαλαίου ποτὲ μὲν προταχθήσεται, | |
15 | ἄλλοτε δὲ ὑποταχθήσεται· λέγομεν γὰρ, ὅτι εἰ μὲν φυ‐ σική τις αὐτῶν ὑπῆρξεν ἡ τάξις, καλῶς ἐλέγετο, ὡς οὐκ ἐνδέχεται τὸ τοιοῦτον γενέσθαι. νυνὶ δὲ φυσικοῦ τινος ἐμποδίζοντος, οὐδὲν ἄτοπον ἐν ἄλλῃ καὶ ἄλλῃ στάσει προτετάχθαι καὶ ὑποτετάχθαι, ἐπεὶ ἐνδέχεται πρῶτον | |
20 | συνάγειν, εἶτα διαχωρίζειν, καὶ ἔμπαλιν διαχωρίζειν πρῶ‐ τον, καὶ εἶθ’ οὕτως συνάγειν· καὶ ταῦτα περὶ τῆς τά‐ ξεως τοῦ ὅρου καὶ τοῦ συλλογισμοῦ. φέρε δὲ καθ’ ἕκα‐ στον αὐτῶν ἐξετάσωμεν· φησὶ τοίνυν ὁ τεχνικὸς, πρῶτον προβολὴ τοῦ πράγματος, καὶ χρὴ ἐπισκῆψαι, ὅτι πρὸς | |
25 | τὸ προκείμενον ἀφορῶν πρόβλημα καὶ ἐπ’ αὐτῷ τὴν ἐξέ‐ τασιν ποιούμενος ἔφη, προβολῇ πράγματος· οἷον ὀνομα‐ στὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυεν. αὐτοπροσώπως εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ, ὡς ὀνομαστὶ κωμῳδῶν· ἐνταῦθα ὁ φεύγων κέχρηται τῷ ῥητῷ. τοι‐ | |
30 | γαροῦν ὁ κατήγορος οὐ προβολὴν ἕξει ῥητοῦ, ἀλλὰ προ‐ βολὴν πράγματος, προβαλεῖται γὰρ τὸ γεγονός· χρὴ δὲ γινώσκειν, ὅτι οὐκ ἀεὶ τὸ ῥητὸν ἕξει ὁ φεύγων, ἀλλ’ ἔστιν | |
ὅτε καὶ ὁ κατήγορος, ὡς ἐν τοῖς τρόποις τοῦ συλλο‐ | 677 | |
7.678 | γισμοῦ προϊόντες εἰσόμεθα· οὐκοῦν οὐκ ἔστι τὸ τηνικαῦ‐ τα προβολὴ πράγματος ἁπλῶς, ἀλλὰ καὶ ῥητοῦ· καὶ τό‐ τε οὐκέτι δεύτερον ἔσται κεφάλαιον τὸ ῥητὸν, ἀλλ’ ὁ συλλογισμός· ἐκείνου γὰρ προβαλλομένου τὸ ῥητὸν, ὁ | |
5 | ἕτερος συνάγει ὡς οὖν εἴρηται· πρὸς τὸ προκείμενον ἀφορῶν ὁ τεχνικὸς πρόβλημα ἔφη προβολὴ πράγματος· ἕπεται γοῦν μετὰ τὴν προβολὴν τὸ ῥητόν· ἐνταῦθα ἀπὸ τοῦ φεύγοντος, ὁ νόμος ὀνομαστὶ κωλύει κωμῳδεῖν· ἐγὼ δὲ οὐκ ὠνόμασα, ἀλλ’ αὐτοπροσώπως εἰσήγαγον. οὕτως | |
10 | μὲν τὸ ῥητόν, δύο δὲ περὶ τούτου ζητοῦσι· τὸ πρῶτον, εἰ καὶ ἐνταῦθα τὸ ῥητὸν ὑπὲρ ἑαυτοῦ προβάλλεται, τί ἄρα διαφέρει τοῦ ἀντιληπτικοῦ κεφαλαίου τοῦ ἐν ἀντι‐ λήψει; κἀκεῖσε γὰρ ὑπὲρ ἑαυτοῦ ὁ φεύγων προβάλλεται τὸ ῥητόν· λέγομεν οὖν, ὅτι ἔχουσι διαφορὰν ταύτην· | |
15 | καθὸ ἐκεῖσε μὲν, ἐν τῇ ἀντιλήψει φημὶ, προβάλλεται τὸ ῥητὸν ὁ φεύγων ὡς διαγορεῦον τὸ ὑπ’ αὐτοῦ πεπρα‐ γμένον. οἷον ἐφόνευσα τὸν μοιχόν· ὁ νόμος γὰρ τοῦτο προστάττει. ἐνταῦθα δὲ οὐχ οὕτως· προβάλλομαι γὰρ τὸ ῥητὸν, ὡς μηδὲν περιέχον τῶν ἐμοὶ πεπραγμένων, | |
20 | οἷον αὐτοπροσώπως εἰσήνεγκε τοὺς κωμῳδουμένους· ὁ νόμος δὲ ὀνομαστὶ μόνον κωλύει κωμῳδεῖν· ἀποχωρίζει γοῦν μᾶλλον τὸ ὑφ’ ἑαυτοῦ πεπραγμένον καὶ τὸ ὑπὸ τοῦ νόμου διηγορευμένον, ἐκ τούτου δὲ λοιπὸν ἑτέρα γίνεται κοινωνία, φημὶ δὲ πρὸς τὸν ὅρον, κοινωνεῖ γὰρ τῷ ὅρῳ, | |
25 | καθὸ ἀμφότερα ἀποχωρίζουσι· λέγομεν δὲ, ὅτι οὐ πᾶν ἀποχωρίζον ἤδη καὶ ὅρος, ἀλλὰ τὸ ὁρικῶς ἀποχωρίζον· | |
τοῦτο δέ φημι, ἐπειδὴ οὐ μόνον ἀποχωρίζει ὁ ὅρος, ἀλ‐ | 678 | |
7.679 | λὰ καὶ ὀνόματα περιτίθησι τοῖς ἀποχωριζομένοις· οἷον πάμπολυ διαφέρει τὸ ὀνομαστὶ κωμῳδεῖν καὶ αὐτοπροσώ‐ πως εἰσάγειν τοὺς κωμῳδουμένους· τὸ μὲν γὰρ διὰ λό‐ γου κατορθοῦται, τὸ δὲ διὰ πράξεως, οὐ ταὐτὸν δὲ λό‐ | |
5 | γος καὶ πρᾶξις. οὕτως μὲν ἐν ὅρῳ ἀποχωρίζομεν· ἐν δὲ τῷ ῥητῷ οὐχ οὕτως, ἀλλ’ ἄχρι τούτου μόνον, ὅτι οὐ περὶ τῶν ἐμοὶ πεπραγμένων κωλύει ὁ νόμος. Καὶ ταῦτα πε‐ ρὶ τοῦ ῥητοῦ· εἶτα ἕπεται ὁ συλλογισμὸς, συνάγων εἰς ταὐτὸν τὸ ἔγγραφον τῷ ἀγράφῳ· ταὐτὸν γάρ ἐστι, φησὶ, | |
10 | τῷ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώπους εἰσάγειν τοὺς κωμῳδουμένους· τοῦτο δὲ τὸ κεφάλαιον καὶ αὔξομεν καὶ ἐργαζόμεθα· αὔξομεν δὲ ἀπὸ τῆς χρήσεως, ὅτι τούτῳ πολλοὶ ἐχρήσαντο ἀντὶ τοῦ ὀνομάσαι τινὰ ὑποδείξαντες. ἐργαζόμεθα δὲ ἀπὸ τῆς κατὰ τὸ τέλος ταυτότητος. πρὸς | |
15 | ἓν γὰρ ἄμφω τέλος ὁρῶσιν, ὀνομαστὶ γὰρ κωμῳδοῦμεν, ἵνα γνωσθῶσιν οἱ κωμῳδούμενοι· οὐκοῦν ταὐτόν εἰσιν, ἐπεὶ πρὸς ἓν ἀφορῶσι τέλος, φημὶ δὲ τὸ γνωσθῆναι τοὺς κωμῳδουμένους· οὕτως μὲν καὶ ὁ συλλογισμός. εἶτα ἕπεται ὁ ὅρος· τοῦ γὰρ συλλογισμοῦ συνάγοντος, ὁ ὅρος | |
20 | διαχωρίζει· πάμπολυ μὲν οὖν διαφέρουσι, καὶ ἐνταῦθα λοιπὸν διαχωρίζομεν ὁρικῶς, ὥσπερ ἀνωτέρω προείπομεν, ὅτι τὸ μὲν διὰ λόγου γίνεται, τὸ δὲ διὰ πράξεως· χρὴ δὲ γινώσκειν, ὅτι ὁ μὲν συλλογισμὸς ὡς ἀπὸ τοῦ τέλους συνάγει, ὁ δὲ ὅρος ἀπὸ τῆς ἀρχῆς διαχωρίζει, ὅτι τὸ | |
25 | μὲν διὰ λόγου γίνεται, τὸ δὲ διὰ πράξεως· μετὰ τὸν ὅρον ἐστὶν ἡ γνώμη τοῦ νομοθέτου κοινή· καὶ ὁ μὲν διώκων οὕτως ἐρεῖ, ὅτι ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ ἀνευ‐ θύνως διαβάλλειν ὁ νομοθέτης ὁντιναοῦν τῶν πολιτῶν, ἐφ’ ὅτῳ ἂν αὐτοὶ ἐθέλωσιν ἐγκλήματι, τοῦτον τέθει‐ | |
30 | κε τὸν νόμον, ὁ δὲ φεύγων οὐ διὰ τοῦτο ἐρεῖ, ἀλλ’ ἐπι‐ στρέψαι μὲν αὐτοὺς καὶ σωφρονίσαι διὰ τῆς κωμῳδίας | |
ἠβούλετο· οὐ μὴν παντάπασιν ἀνελεῖν τὴν κωμῳδίαν, οὐ‐ | 679 | |
7.680 | δὲ ὑπομνήματα τῶν κωμῳδουμένων καταλείπεσθαι τοῖς μετὰ ταῦτα ἀνθρώποις ἠβούλετο. τοῦτο δὲ διὰ τὸ ὀνο‐ μαστὶ κωμῳδεῖσθαι συνέβαινε· διέμενον γὰρ ἀεὶ μνη‐ μονευόμενοι ἐν τοῖς λόγοις οἱ κωμῳδούμενοι, μὴ ὄντων | |
5 | δὲ τῶν ὀνομάτων, ἡ μὲν ἐπιστροφὴ καὶ ὁ σωφρονισμὸς γίνεται διὰ προσώπων εἰσφερομένων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται· καὶ ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διαβολὴ οὕτως μὲν, καὶ ἡ γνώμη τοῦ νομο‐ θέτου· μετὰ τοῦτό ἐστιν ἡ πηλικότης, ὅτι μέγα τὸ γε‐ | |
10 | γονός· μετὰ τοῦτό ἐστιν ὁ βίαιος ὅρος, τοῦ μὲν λέγον‐ τος, ὅτι οὐκ ἔστιν τοῦτο ὅλως ὀνομαστὶ κωμῳδεῖν, τοῦ δὲ λέγοντος, ὅτι αὐτό γε τοῦτό ἐστι τὸ ὀνομαστὶ κωμῳ‐ δεῖν. καὶ εἰκότως μετὰ τὴν πηλικότητα ὁ βίαιος ὅρος πρὸ τοῦ πρός τι· ἐνθυμηματικώτερος γὰρ μᾶλλον ὁ | |
15 | βίαιος ὅρος ὥσπερ καὶ ἡ πηλικότης· τὸ γὰρ πρός τι, παραδειγματικώτερον. ἐχρῆν οὖν τὸν βίαιον ὅρον ἐνθυ‐ μηματικώτερον μετὰ τὴν πηλικότητα τετάχθαι· μετὰ τὸν βίαιον ὅρον ἔστιν οὖν, ὡς εἴρηται, τὸ πρός τι καὶ τὰ ἑξῆς δὲ κεφάλαια πάντα· καθάπερ ἐν τῷ ὅρῳ ἐξετασθή‐ | |
20 | σεται· οὕτως πληρώσας τὴν τῶν κεφαλαίων ἐξέτασιν μέ‐ τεισιν ἐπὶ τὴν ὑπόλοιπον τοῦ συλλογισμοῦ διδασκαλίαν, καὶ λέγει, ὅτι πλείονα εἴδη ἐστὶ συλλογισμῶν, ἃ δὴ πάν‐ τα ὁμοίως διαιρήσεις, οὕτως μὲν αὐτός· ἰστέον δὲ, ὅτι φανερά ἐστιν ἀντίφασις· εἰ γὰρ εἴδη εἰσὶν, πῶς τὴν αὐ‐ | |
25 | τὴν ἐπιδέχονται διαίρεσιν. αὐτὸς γὰρ πολλάκις ἔφη, ὅτι ἐκεῖνά εἰσιν εἴδη τὰ διαφέροντα κατὰ τὴν τῶν κεφαλαίων | |
διαίρεσιν. πῶς οὖν ἐνταῦθα εἶπεν εἴδη τὰ ὁμοίως διαι‐ | 680 | |
7.681 | ρούμενα; μήποτε οὖν οὐκ εἰσὶν εἴδη, ἀλλὰ τρόποι· πολ‐ λάκις δὲ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου λαμβάνει τὸ εἶδος καὶ τὸν τρόπον, ὡς καὶ ἀνωτέρω ἐδήλωσεν εἰπών· εἴδους μὲν γὰρ ἕνεκα καὶ τρόπου ταὐτὸν λαβὼν εἶδος καὶ τρό‐ | |
5 | πον. κἀνταῦθα οὖν τὸ εἶδος ἐπὶ τοῦ τρόπου ἔλαβε· τέσ‐ σαρες τοίνυν εἰσὶν οἱ τρόποι τῶν συλλογισμῶν· ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐλάτ‐ τονος· ἀπὸ μὲν τοῦ ἴσου, ὡς ἐπὶ τοῦ προειρημένου παρα‐ δείγματος, ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυεν· αὐτο‐ | |
10 | προσώπους τις εἰσάγων τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ ὡς ὀνομαστὶ κωμῳδῶν· ἴσον γάρ ἐστι, φησὶ, τῷ ὀνο‐ μαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώπους εἰσάγειν τοὺς κωμῳ‐ δουμένους· ἀπὸ δὲ τοῦ ἐναντίου, οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα τινὰ τὴν τάξιν ἀπέκτεινεν ὁ στρατηγός· | |
15 | καὶ φεύγει φόνου, καὶ χρὴ σκοπεῖν, ὅτι οὐχ ὡς ἄν τις ὑπο‐ λάβοι ἀντεγκλήματός ἐστι τὸ πρόβλημα· εἰ γὰρ καὶ χρή‐ σεται ὁ φεύγων τῷ ἀντεγκλήματι, ὡς κεφαλαίῳ χρῆται με‐ τὰ τῶν προειρημένων κεφαλαίων τοῦ συλλογισμοῦ. εἴρη‐ ται γοῦν, ὅτι εἰ ὁ ἀριστεὺς ἐπαινεῖται, δῆλον ὅτι ὁ λιπὼν | |
20 | τὴν τάξιν τιμωρηθήσεται, καὶ δὴ τὸ φιλοσόφου ἐκεῖνο χρησιμεύει θεώρημα, εἰ τῷ μὴ ἐναντίῳ ἁρμόσει τὸ ἐναν‐ τίον, εὔδηλον ὡς καὶ τῷ ἐναντίῳ τὸ μὴ ἐναντίον· πα‐ λιλλογία δὲ τοῦτό ἐστι· τὸ γὰρ τὸν τρισαριστέα γέρας λαμβάνειν καὶ τὸ τὸν λειποτάκτην τιμωρεῖσθαι καὶ ἐναν‐ | |
25 | τία ἀλλήλοις, καὶ οὐκ ἐναντία, καθὸ μὲν γὰρ οὐ λέγει τις, ὅτι οὐ δεῖ τὸν ἀριστέα λαμβάνειν γέρας, ἀλλὰ τοῦτο μόνον, ὅτι χρὴ τὸν λειποτάκτην τιμωρίαν ὑπέχειν, οὐκ ἐναντία. Καθὸ δὲ ἕτερον μέν τι ἐκεῖνο, ἄλλο δὲ τοῦτο, καὶ ὅτι ἐκεῖ μὲν τιμωρία πρόκειται, ὧδε δὲ γέρας, ἐναν‐ | |
30 | τία. ἁρμόζουσι δὲ ἀλλήλοις κατὰ τὸν τεχνικόν· σόφισμα δὲ τοῦτό ἐστι κατὰ τὸ ἀντιστρέφον. ἀλλὰ καὶ ἀπὸ τοῦ | |
μείζονος, ὡς ἐπὶ τούτου· ἐξῆν ἀποκτιννύναι τοὺς κατιόν‐ | 681 | |
7.682 | τας φυγάδας. μαστίξας τινὰ κατιόντα τις, φεύγει παρα‐ νόμου τιμωρίας, ὁ γὰρ τὸ μεῖζον, φησὶ, δοὺς καὶ τὸ ἔλατ‐ τον ἔδωκεν· ἀπὸ δὲ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀπο‐ βαῖνον· οἷον ἐξῆν στίζειν τοὺς μοιχούς· μοιχὸν στίζων τις | |
5 | ἀπέκτεινε καὶ φεύγει φόνου· ὁ γὰρ τὸ πρότερον, φησὶ, δούς, ἤτοι τὸ ἔλαττον, καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν· οὗτοι οἱ τέσσαρες τῶν συλλογισμῶν τρόποι, καὶ δεῖ γι‐ νώσκειν, ὅτι ἐν τούτοις δύο μὲν, ἐν οἷς ὁ κατήγορος ἔχει τὸ ῥητὸν, δύο δὲ, ἐν οἷς μᾶλλον ὁ φεύγων. ἐν μὲν τῷ | |
10 | ἀπὸ τοῦ ἴσου καὶ τοῦ ἐναντίου ὁ φεύγων ἔχει τὸ ῥητὸν, ἐν δὲ τῷ ἀπὸ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ὁ κατήγο‐ ρος, καὶ ἐν τούτοις λοιπὸν τοῖς δύο οὐκέτι προβολὴ ἔσται πράγματος ἁπλῶς, ἀλλὰ καὶ ῥητοῦ, ὥσπερ ἀνωτέρω προ‐ είρηται· τοσαῦτα εἴχομεν λέγειν περὶ τοῦ συλλογισμοῦ. | |
15t | Cap. XXIX. | |
16t | Περὶ ἀμφιβολίας. | |
16 | αʹ. Τὴν ἀμφιβολίαν οἱ μὲν ἀσύστατον εἶναι ᾠήθη‐ σαν ὡς ἀπόρου καθεστηκυίας τῆς περὶ αὐτὴν ἐξετάσεως· | |
ἔλαθε γὰρ αὐτοὺς, ὅτι γε ἡ τῆς περιστάσεως ποιότης δί‐ | 682 | |
7.683 | δωσιν αὐτῇ δηλαδὴ σύστασιν. οἱ δὲ ἐπὶ τὸν στοχασμὸν ἀνήγαγον, διελόντες τὸν στοχασμὸν εἰς ἔγγραφόν τε καὶ ἄγραφον, καὶ τὸ μὲν ἄγραφον στοχασμὸν καλέσαντες ὁμωνύμως τῷ γένει, τὸ δὲ ἔγγραφον ἀμφιβολίαν· ὡρμή‐ | |
5 | θησαν μὲν οὖν ἐπὶ ταύτην τὴν ἔννοιαν ἐκ τοῦ ἰδιώμα‐ τος τοῦ στοχασμοῦ· ἐπεὶ γὰρ εὑρήκασι τοῦ ἐπιφερομένου ἐγκλήματος ἄρνησιν ἐν στοχασμῷ καὶ ἐν ἀμφιβολίᾳ, ὑφ’ ἓν ἀμφότερα γένος ἀνήγαγον. ἐχρῆν δὲ αὐτοὺς εἰδέναι, ὡς ἐν μὲν στοχασμῷ περὶ οὐσίας γίνεται τὸ ζητούμε‐ | |
10 | νον, ἐν δὲ ἀμφιβολίᾳ περὶ λέξιν οὐσίας δηλωτικήν. ἕτε‐ ρον δὲ δήπου οὐσία καὶ ἕτερον λέξις ἡ ταύτης δηλωτι‐ κή. ἐδόκει δὲ καί τισιν αὐτὴ μὲν ἡ ἀμφιβολία καθ’ αὑτὴν ἀνυπόστατος εἶναι, τῇ δὲ πρὸς ἑτέραν τῶν στάσεων συμπλοκῆ ζήτησιν ἐπιδέχεσθαι, καθάπερ ἡ πα‐ | |
15 | ραγραφή· καὶ ἔοικεν αὐτοῖς κοινωνεῖν τῆς δόξης ὁ τεχνι‐ κὸς, οὐ μὴν πάντη συμφέρεται. Οἱ μὲν γὰρ καθ’ αὑ‐ τὴν εἶναι τὴν ἀμφιβολίαν ᾠήθησαν· ὁ δὲ ἀσθενεστέ‐ ραν μὲν τηνικαῦτα, εἶναι δὲ ὅμως καὶ αὐτὴν ἐφ’ ἑαυτῆς· διαιρεῖται δὲ προβολῇ ῥητοῦ, ἑτέρᾳ τοῦ αὐτοῦ ῥη‐ | |
20 | τοῦ προβολῇ κατὰ τὸ ἀμφίβολον, τουτέστι περὶ ὃ γίνεται ἡ ἀμφιβολία, διανοίᾳ τοῦ νομοθέτου περὶ τὸ ἀμφίβολον αὐτὸ γινομένῃ, περιέχοντι καὶ περιεχομένῳ, ἀντιθέσει, μεταλήψει, ποιότητι καὶ γνώμῃ. ἰστέον δὲ, φησὶν, ὡς, εἰ μὲν αὐτὴ καθ’ ἑαυτὴν ἡ ἀμφιβολία εἴη, | |
25 | ἀσθενὲς καὶ γλίσχρον εἶναι ἀνάγκη τὸ ζήτημα, ἐὰν | 683 |
7.684 | δὲ συμπλακῇ ἑτέρᾳ, χρήσιμον τὸ περὶ τὴν διαίρεσιν αὐτῆς γίνεται· ἐν δὲ τοῖς ἀπὸ χρησμῶν, φησὶ, καὶ λογίων πλαττομένοις ζητήμασι τοῦτο εὑρίσκεται· κατὰ γὰρ τῶν χρησμῶν τὸ λοξὸν χώραν ἡ ἀμφιβο‐ | |
5 | λία λαμβάνει, ὥστε ἐπὶ τῶν τοιούτων ἁπάντων πραγμα‐ τικὴν εἶναι ἀμφιβολίαν. Πρὸς οὖν ἐπίσκεψιν τῶν κεφαλαίων τὸ παρὰ τῷ τεχνικῷ παράδειγμα· ἑταίρα εἰ φοροίη χρυσία δημοσία ἔστω, πεφώραταί τις φοροῦ‐ σα, καὶ ἡ μὲν τὰ χρυσία δεῖν δημόσιά φησιν εἶναι, | |
10 | οἱ δὲ οὐκ, ἀλλ’ αὐτὴν δημοσίαν εἶναι. βʹ. Ἐξ αὐτοῦ τοῦ ὀνόματος πρόδηλα τὰ τῆς δυνά‐ μεως αὐτῆς· καὶ γὰρ αὐτὸ τὸ ῥητὸν ἀμφίβολον ἔχει, δεῖ γὰρ ὑπονοεῖν γεγράφθαι νόμον, ἤ τι τῶν τοιούτων στι‐ γμῆς ἄμοιρον καὶ τόνου, καὶ ἐν τοῖς τοιούτοις ἀνάγκη | |
15 | τὸν τόνον ὑποκλέπτειν· καὶ τούτῳ τῶν ἄλλων νομικῶν διαφέρει, ὅτι ἐν μὲν ἐκείνῳ φανερὸν ἔχομεν τὸ ῥητὸν, περὶ δὲ τὴν διάνοιαν αὐτοῦ γίνεται ἡ ζήτησις, ἐνταῦθα δὲ αὐτὸ τὸ ῥητὸν ἔχομεν ἄδηλον· διὸ καὶ κέχρηνται αὐ‐ τῷ τῷ ῥητῷ ἑκάτερος τῶν ἀμφισβητούντων ἕλκων πρὸς | |
20 | ἑαυτόν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ἀμφιβολία, ἢ ῥη‐ τοῦ ἀσάφεια. γʹ. Τινὲς οὐδὲ στάσιν αὐτὴν εἶπον διὰ τὴν εὐτέλειαν· | |
διὰ τοῦτο καὶ τελευταία καθάπερ προὶξ τῶν ἄλλων· ὁ | 684 | |
7.685 | γοῦν Δημοσθένης εἰς κατασκευὴν ἄλλου ζητουμένου αὐτῇ κέχρηται, καὶ οὐκ ἀποπεποίηται ζήτημα ὁλόκληρον ἡ‐ γούμενος· ἐν δὲ τῷ πρὸς Λεπτίνην καὶ ἐν τῷ κατὰ Τι‐ μοκράτους οὐκ ἀμφιβολίαν καλῶν, ἀλλ’ ἀσάφειαν, οὐ‐ | |
5 | δὲν γάρ ἐστιν ἀμφιβολία, ἀλλ’ ἢ ἀσάφεια, ἐπειδὴ γὰρ ὁ Λεπτίνης ἀσαφῶς εἶπε καὶ ἀμφιβόλως, μηδένα ἀτελῆ εἶναι πλὴν τῶν ἀφ’ Ἁρμοδίου καὶ Ἀριστογείτονος καὶ οὐ διώρισεν, οὐ πρόσωπον, οὐ πρᾶγμα, ἔλαβε χορηγίαν ὁ ῥήτωρ εἰς κατηγορίαν, ἑτέρου ὄντος τοῦ ζητουμένου, | |
10 | ἀλλ’ οὐ κατ’ ἰδίαν ὑπόθεσιν· καὶ ἐν τῷ κατὰ Ἀριστο‐ κράτους, „ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμον εἶ‐ ναι“, πάλιν ἐπιλαμβάνεται τῆς ἀσαφείας καὶ λέγει, „ποῖον ἀνδροφόνον λέγεις, πότερον τὸν ἑκούσιον ἢ τὸν ἀκούσιον, τὸν δίκαιον ἢ τὸν ἄδικον.“ ὅμως εἰς | |
15 | ἀπόδειξιν παραλαβὼν αὐτὴν, ὡς ἐν τῷ κατὰ Τιμοκράτους ἐν συμφέροντι κεφαλαίῳ λέγων, ὅτι πάλιν ἀσαφῶς εἶπεν, λαμβάνει τὴν ἀσάφειαν ἐκ παραλείψεως, οὔτε γὰρ τόδε προείρηκεν οὔτε τόδε· καὶ ἐπιλαμβάνεται ἐκ τῆς λέξεως, καθάπερ καὶ ἐνταῦθα ἡ ἀμφιβολία περὶ τὴν λέξιν εὔ‐ | |
20 | δηλον ὅτι ἡ ἀσάφεια. δʹ. Οὐκέτι εἶπεν ἑνὸς τῶν ἀγωνιζομένων, ἀλλ’ ἐπεὶ ἀμφίβολον τὸ ῥητὸν, ἀμφότεροι αὐτῷ κέχρηνται, καὶ τῇ ἄλλῃ προβολῇ ὁμοίως ἀμφότεροι. εʹ. Ἡ στάσις, φησὶν, αὕτη τελεία καθ’ ἑαυτὴν | |
25 | ἐμπίπτουσα εὐτελῆ καὶ ἀχρεῖον καὶ ψυχρὸν τὸν λόγον ποιεῖ, ἡ δὲ ἑτέρου τινὸς ὄντος τοῦ ζητουμένου, ἐν μέρει ζητήματος ἐμπεσοῦσα, ἀξιόλογον ἔχει τὴν ζήτησιν· διὸ καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας τοιούτου ζητή‐ ματος ἐμπεσόντος, πάνυ καλῶς διεχείρισε τὸν λόγον· εἰ‐ | |
30 | πόντος γὰρ τοῦ θεοῦ δεῖν τοὺς ἡγεμόνας φυλάξασθαι, | 685 |
7.686 | καὶ τῆς ὁμωνυμίας ἐργαζομένης τὴν ἀμφιβολίαν, αὐτὸς ἀπὸ τοῦ καιροῦ διέλυσε τὸ ἀμφίβολον· φησὶ γὰρ, „εἰ μὲν ἐν πολέμου καιρῷ τοῦτο εἶπεν ὁ θεὸς, τοὺς στρατη‐ γοὺς φυλάττεσθαι λέγει, αὐτοὶ γὰρ ἡγεμόνες, εἰ δὲ ἐν | |
5 | εἰρήνῃ, τοὺς ῥήτορας καὶ τοὺς πολιτευομένους, αὐτοὶ γὰρ ἐν τούτῳ τῷ καιρῷ ἡγοῦνται καὶ τούτοις πειθόμεθα.“ ϛʹ. Ἐν τούτοις γὰρ πολλάκις καθ’ ὁμωνυμίαν καὶ κατὰ τόνον, καὶ κατὰ διάστασιν συλλαβῶν ἀμφιβάλ‐ λεται. | |
10 | ζʹ. Ἡ προβολὴ αὐξητικῶς ἀπὸ τοῦ ῥητοῦ, ὅτι δημοσίαν σε εἶναι βούλεται ὁ νόμος φορέσασαν τὰ χρυσία· ἑτέρα προβολὴ κατὰ τὸ ἀμφίβολον· ἀπὸ ταύτης ἐμφανίζεται τῆς προβολῆς ἡ ἀμφιβολία· διὸ προσέθηκε κατὰ τὸ ἀμφίβολον· ἡ ἑταίρα γὰρ ἐρεῖ, ὡς οὐκ ἐμὲ | |
15 | δημοσίαν εἶναι βούλεται, ἀλλὰ τὰ χρυσία δημόσια. ηʹ. Μετὰ ταῦτα ἡ τοῦ νομοθέτου διάνοια παρ’ ἀμ‐ φοῖν ἐξετασθήσεται· τοῦ μὲν κατηγόρου λέγοντος, ὅτι ὁ νομοθέτης βουλόμενος ταύτας μάλιστα τιμωρεῖσθαι, τοῦτον ἔθηκε τὸν νόμον· ὁ δὲ φεύγων φησὶν, ὅτι οὐ | |
20 | τοῦτο ἐζήτησεν, ἀλλὰ μετριωτέρας βουλόμενος αὐταῖς ἐπιθεῖναι κολάσεις ἐκέλευσε τὰ χρυσία δημόσια εἶναι· ἐνταῦθα δὲ τὴν πᾶσαν αὔξησιν ποιήσεται ἑκάτερος τελεί‐ ως ἐπεξιὼν ἀπὸ τῶν εὑρισκομένων τόπων· ὅθεν ὁ διώ‐ | |
κων ἐρεῖ αὔξων ἀπὸ τῆς αἰτίας, ὅτι μεγίστης τιμωρίας | 686 | |
7.687 | ἀξία, πᾶσα γὰρ πόρνη καλλωπιζομένη ἐπὶ κακῷ τῶν νέων καλλωπίζεται, διὸ καθ’ ὑπερβολὴν τιμωρεῖται αὐτή· ὁ δὲ ἀπολογούμενος μειῶν ἐρεῖ· ὅτι τιμωρίαν μὲν δικαία ἀπολαύειν ἐστὶν, οὐ μὴν ὥστε δημοσίαν γενέσθαι· ἱκα‐ | |
5 | νὸν γὰρ ἐπιτίμιον ἡ τῶν χρυσίων στέρησις ταῖς τοιαύ‐ ταις. κατὰ λόγον δὲ τῶν ἀδικημάτων εἶναι τὰς τιμωρίας προσήκει, καὶ εἰ μὴ νόμον δὲ ἔχομεν, ἀλλὰ ῥητὸν, τῷ ῥητῷ ὡς νομίμῳ χρησόμεθα. θʹ. Κοινὸν ἀμφοῖν κεφάλαιον ἡ γνώμη τοῦ νομο‐ | |
10 | θέτου· ἐξετάζεται γὰρ ἐξ ἑκατέρου πρὸς τὸ λυσιτελοῦν· οἷον τιμωρίας τοῦτο ὑπέλαβεν ἄξιον, καὶ ὁ μὲν διώκων ἐρεῖ, ὅτι τῆς μεγίστης, ἡ δὲ ὅτι τιμωρίας μὲν, ἀλλ’ οὐ τοσαύτης· οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων μείζους τῶν ἀδικη‐ μάτων ποιεῖται τὰς τιμωρίας. | |
15 | Ἐν ἄλλοις οὕτως· τὰ χρυσία δὲ ἡ προβολὴ τοῦ ῥητοῦ. Πρῶτόν ἐστι κεφάλαιον ἡ τοῦ ῥητοῦ προβολή. τοῦ κατηγόρου λέγοντος, ὅτι παρέβης τὸν νόμον· καὶ δεῖ σε δημοσίαν εἶναι. —Ἐπειδὴ οὐχ ὡμολογημένως τὸ ῥητὸν πρὸς τοῦ ἑτέρου προβάλλεται, ἀλλὰ κατὰ τὸ | |
20 | ἀμφίβολον ἑκάτερος τῷ ἀμφιβόλῳ κέχρηται· ἔστι γὰρ κοινὸν ἀμφοῖν τὸ ῥητόν· ὅρα δὲ, ὡς ἑκάτερος ἀπὸ ῥη‐ τοῦ ἀγωνίζεται θάτερος θατέρου· ἀκριβοῦν δὲ ἄξιον τὸ ῥητόν· ὁ γὰρ ὑπὲρ τῆς γυναικὸς λέγων φήσει, ὅτι οὐκ ἐμὲ λέγει ὁ νόμος, ἀλλὰ τὰ χρυσία, προπαροξύνων | |
25 | τὸ δημόσια. Γρ. ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων κατὰ | |
λόγον τὰς τιμωρίας ἔταξεν. Ἡ ἀντίθεσις ἐνταῦθα ἀν‐ | 687 | |
7.688 | τεγκληματικὴ, ὅτι ἀξία τοῦτο παθεῖν· ἔνθα καὶ κοι‐ νὸς τόπος κατὰ πόρνης δεῖ συνίστασθαι· ἴδιον γὰρ τῆς ἀντεγκληματικῆς ἀντιθέσεως ἡ καταφορά· τῇ μεταλή‐ ψει δὲ θέσις ἀκολουθεῖ, ὅτι δεῖ τοιαύτης τιμωρίας ἀπο‐ | |
5 | λαύειν τὰς τοιοῦτον ἐπανελομένας βίον· καὶ τόπος κοι‐ νὸς κατὰ τῆς ἑταίρας· ἐν πάσῃ γὰρ ἀντεγκληματικῇ ἀντίθεσις τοπικὴ γίνεται. Τῆς ἀντιθέσεως γινομένης, ἡ μετάληψις πάντως ἕπεται, λέγοντος τοῦ συνηγόρου, ὅτι εἰ καὶ κολάσεως ἀξία, ἀλλ’ οὖν ἔχει τιμωρίας ὑπὸ τοῦ | |
10 | βίου, καὶ οὐ δεῖ πλέον ἐπιτεῖναι τὴν ἀτυχίαν· ἱκανὸν γὰρ αὐτῇ τοῦτο· μέμφεται δὲ τὸν τρόπον, καθ’ ὃν ὁ διώκων φησὶν αὐτὴν τιμωρεῖσθαι· λύσις δὲ οὖσα ἡ με‐ τάληψις τῆς ἀντιθέσεως, εἰ ἐμπίπτοι ἀντίθεσις, ἐμπε‐ σεῖται καὶ αὐτή· δῆλον δὲ, ὅτι ἡ ἀντίθεσις οὐκ ἀεὶ ἐμ‐ | |
15 | πίπτει. ιʹ. Περὶ τοῦ περιέχοντος ἐζητήκασι, πῶς ἴδιον ἀν‐ τινομίας εἰπὼν ἐπὶ τῆς ἀμφιβολίας αὐτὸ παρέλαβε· καὶ οἱ μὲν πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἔφασαν αὐτὸ ἴδιον ἐκεῖσε εἰρῆσθαι, οἱ δὲ ὅτι οὐχ ἁπλῶς εἶπεν | |
20 | ἴδιον, ἀλλὰ τὸ μᾶλλον προσθείς· ἔφη γὰρ ὧδε· ἔστιν ἐπὶ τούτοις καὶ τὸ ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, ἀλλ’ οὐχ ἕξουσιν ἀποδεικνύναι, πῶς ἀντινομίας μᾶλλον εἴη καὶ οὐκ ἀμφιβολίας· ἄμεινον ἄρα φάναι, ὡς κἀν‐ ταῦθα κατὰ τὴν ἐναντίωσιν τὴν ἀπὸ τῆς ἀναγνώσεως | |
25 | ἐμπέπτωκε τὰ κεφάλαια, εἰ μιμεῖταί τις τὴν ἀντινο‐ μίαν· ὥστε κἀπὶ τῆς ἀμφιβολίας κατὰ τὴν φύσιν τὴν ἐκεῖσε εὑρίσκεται· εἰκότως οὖν αὐτὸ ἴδιον τῆς ἀντι‐ | |
νομίας ἐκάλεσεν. | 688 | |
7.689 | ιαʹ. Τὸ περιέχον καὶ τὸ περιεχόμενον ἀπὸ τοῦ κατη‐ γόρου ἐνταῦθα ἐμπεσεῖται, οἷον ὅτι τῆς ἑταίρας δημο‐ σίας καθισταμένης, καὶ τὰ χρυσία δημόσια γίνεται, τῶν δὲ χρυσίων μόνων ταμιευθέντων, αὕτη πάντως ἐλευθέρα | |
5 | καθίσταται. ιβʹ. Ἰστέον, ὅτι γνωσιγραφία ἡ ἀπόφασις λέγεται τῶν δικαστῶν, ὅτι μετὰ τὸ διαγνῶναι τὸ πρᾶγμα γίνε‐ ται, ὡς Ἀψίνης ἐν τῇ τέχνῃ φησίν· ἔτι ἀναμνήσωμεν ἐπὶ τῆς καλουμένης γνωσιγραφίας, κατ’ αὐτὴν ἀνακα‐ | |
10 | λούμενοι τὰ εἰρημένα· ἔστι δὲ ἡ γνωσιγραφία ἀπόφασις δικαστῶν· οἷον τί δὲ μὴ ἀφιέντες γράψετε, ἐξεῖναι καταλύειν τοὺς νόμους, πράττειν τὰ τῇ πόλει μὴ συμφέροντα, δημεύειν ἀλλοτρίας οὐσίας. ιγʹ. Τὴν ἀντίθεσιν ἀντεγκληματικὴν ἐνταῦθα λή‐ | |
15 | ψεται ὁ διώκων, κοινὸν τόπον κατὰ ἑταίρας ἀποτείνων. ιδʹ. Τῆς ἀντιθέσεως ἐμπεσούσης ἕπεται ἀνα‐ γκαίως ἡ μετάληψις, ὅτι εἰ καὶ ἑταίρα, ἀλλ’ ἔχουσά γε ἰδίαν τῆς προαιρέσεως ταύτης ἐπιτιμίαν, οἷον τὸ μὴ τῶν ἴσων ἀξιοῦσθαι ταῖς ἐλευθέραις, μηδὲ ὁμοίαν εἶναι· καὶ | |
20 | ἄλλα δὲ, φησὶν, ἐλλεεινολογήσεται, πενίαν προβαλ‐ λομένη ἤ τι τοιοῦτον· ἐπεὶ γὰρ οὐκ ἰσχυρὰ τὰ τῶν ἀποδεί‐ ξεων, τοῖς ἐπιλογικοῖς ἀνάγκη πλεονάζειν. ιεʹ. Πρὸς τὴν μετάληψιν καὶ ἀντίληψιν ἔδει ἀπαν‐ τῆσαι, ἀλλ’ ἐνταῦθα παράβασις γέγονεν, ὅτι οὐκ | |
25 | ἠδύνατο ὡς πανταχοῦ ὥσπερ ἐπ’ ἐξουσίας προβάλ‐ | |
λεσθαι τὴν ζήτησιν. | 689 | |
7.690 | ιϛʹ. Γυνὴ εἰς δικαστήριον οὐκ εἰσέρχεται, οὐδὲ παῤ‐ ῥησίαν ἔχει δημηγορεῖν, ἄλλως τε κἂν ἑταίρα τυγχάνῃ οὖσα· διὸ οὐκ αὐτὴν ἐλεεινολογουμένην, ἀλλὰ τὸν ὑπὲρ αὐτῆς φησι λέγοντα. | |
5 | ιζʹ. Εἰρήκαμεν ἤδη, ὅτι γυνὴ εἰς δικαστήριον οὐκ εἰσέρχεται, οὐδὲ παῤῥησίαν ἔχει δημηγορεῖν, ἄλλως τε κἂν ἑταίρα τυγχάνῃ οὖσα. ιηʹ. Τὴν ποιότητα καὶ τὴν γνώμην ὅπως ληψώ‐ μεθα ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν, συμβέβηκε δὲ, | |
10 | φησὶν, ἐν τῷδε τῷ ζητήματι, ἐπειδὴ τὸ τῆς ἑταίρας δια‐ βέβληται πρόσωπον, καὶ πλείονά γε τῆς γνώσεως εἶναι ἐξέτασιν, πότερον καταφρονήσασα τῶν νόμων ἐφόρεσε τὰ χρυσία, ἢ ἄλλως ἀγνοήσασα, οἷα οὐκ ἔμπειρος τῶν νόμων. | |
15 | ιθʹ. Ἡ ποιότης, φησὶ, καὶ ἡ γνώμη μὴ παραπλησίως ταῖς ἄλλαις ἐξετασθήσεται, πλὴν ὅτι ἡ γνώμη κατὰ τὸ παρὸν πρόβλημα πλείονα τὴν ἐξέτασιν ἔχει· ἐπειδὴ γνώ‐ ριμος καὶ μεστὴ πλείστης ἐπιμελείας ἡ τύχη, καὶ ἡ τοῦ προσώπου ποιότης· διὸ καὶ πλείω τὴν χορηγίαν ὁ κατή‐ | |
20 | γορος ἕξει κατασκευάζων, ὡς οὐδὲν ἀπεικὸς αὐτὴν ἑτέ‐ ραν οὖσαν καταφρονεῖν καὶ τῶν νόμων· ἐξετάσει δὲ καὶ τὴν κοινὴν τῶν γυναίων περὶ ταῦτα προαίρεσιν, ὁ δὲ ὑπὲρ τῆς ἑταίρας τὸν λόγον ποιούμενος ἀπὸ τῶν ἐναντίων ἀπολογήσεται. | |
25 | Γεωργίου εἰς τὴν ἀμφιβολίαν. Εἰρηκὼς ἡμῖν ὁ τεχνικὸς καὶ τὴν τοῦ συλλογισμοῦ διαίρεσιν, μέτεισιν λοιπὸν καὶ ἐπὶ τὴν τελευταίαν τῶν | |
νομικῶν στάσεων, φημὶ δὲ τὴν ἀμφιβολίαν, καὶ πρῶτόν | 690 | |
7.691 | γε ὡς ἔθος, ψιλὴν ποιεῖται τῶν κεφαλαίων ἀπαρίθμη‐ σιν, εἶτα καθ’ ἓν ἕκαστον ἐξετάζει. Ἀλλὰ περί γε τῆς τάξεως αὐτῶν οὐ δεῖ λέγειν, κεφάλαιον γὰρ ἀντιτέτακται κεφαλαίῳ. Χρὴ τοίνυν πρὸ τῆς κατὰ μέρος ἐξετάσεως | |
5 | δύο τινὰ προλαβεῖν, τὸ τοῦ τεχνικοῦ κείμενον ἐξετάζον‐ τας· ἔφη γὰρ οὕτως, εἰδέναι χρὴ, ὅτι εἰ μὲν αὐτοτελὲς ζήτημα ἀμφιβολία εἴη, γλίσχρον αὐτὸ ἀνάγκη εἶναι καὶ κατὰ τὴν διαίρεσιν ὡσαύτως ὑπόψυχρον· μέρος δὲ ὅτε γένοιτο ζητήματος, χρήσιμον τότε περὶ τὴν διαίρεσιν γί‐ | |
10 | νεται· ταῦτα τοῦ τεχνικοῦ εἰρηκότος φασί τινες, ὅτι φαί‐ νεται λέγων μὴ δύνασθαι καθ’ αὑτὴν ὑφίστασθαι τὴν ἀμφιβολίαν, ἀλλὰ χρὴ πάντως αὐτὴν συμπεπλέχθαι ἑτέ‐ ρᾳ στάσει, καὶ μέρος γενέσθαι ζητήματος· λέγομεν δὲ, ὅτι τοῖς γε σκοποῦσιν ἀκριβῶς οὐδὲν εἶπε τοιοῦτον ὁ | |
15 | τεχνικὸς, ὅτι καθ’ ἑαυτὴν οὖσαν γλίσχραν αὐτὴν ἀνάγκη εἶναι· καὶ κατὰ τὴν διαίρεσιν, ὑπόψυχρον, τὸ γὰρ περὶ ὁμωνυμίας, ἢ τόνου, ἤ τινος τοιούτου ἀμφιβάλλειν εὐτε‐ λὲς ἄγαν· καί πως δοκεῖ ὑπὸ φιλοπραγμοσύνης τις περὶ τῶν τοιούτων συγκροτεῖν δικαστήριον· ὡς οὖν εἴρηται, | |
20 | καὶ καθ’ αὑτὴν εὑρίσκεται πολλάκις ἡ ἀμφιβολία, καὶ πολλὰ δεδώκαμεν τοῦ τοιούτου παραδείγματος, ἀλλ’ ὡς ὁ τεχνικός φησι γλίσχρον τοῦτό γε καὶ κατὰ τὴν διαίρεσιν ὑπόψυχρον· χρὴ δὲ μᾶλλον ἐπισυνάπτειν αὐτὴν καὶ ἐπι‐ συμπλέκειν ἑτέρᾳ στάσει· οὕτω γὰρ ποιοῦντες καὶ τὸ τῆς | |
25 | ἀμφιβολίας κατορθοῦμεν χρήσιμον· καὶ τὴν τοῦ φιλο‐ πράγμονος ὑποψίαν ἐκφεύγομεν, οὐ γὰρ ἔτι δόξομεν περὶ τόνων ἁπλῶς ἢ συλλαβῶν κροτεῖν δικαστήρια. Συμπλέ‐ κεται γοῦν ἡ ἀμφιβολία ἑτέρᾳ στάσει, ὡς ἐπὶ τούτου· ἐπελθόντος τοῦ Πέρσου εἰς τὴν Ἑλλάδα ἔχρησεν ὁ θεὸς | |
30 | τοῖς Ἀθηναίοις· | |
Τεῖχος τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς· | 691 | |
7.692 | καὶ ζητοῦσι, τί ποτε βούλεται δηλοῦν ὁ χρησμός· καὶ οἱ μὲν εἰσηγοῦνται γνώμην, ὅτι τὴν ἀκρόπολιν λέγει· Θε‐ μιστοκλῆς δὲ τὰς τριήρεις ἔλεγε· γέγονεν οὖν ἡ ἀμφι‐ βολία κατὰ τὴν ὁμωνυμίαν· καὶ ἔστιν ἡ πᾶσα ζήτησις | |
5 | συμπλοκή· πραγματικῆς γὰρ κατὰ ἀμφιβολίαν· καθὸ μὲν γὰρ βουλὴ πρόκειται πραγματικῆς ἐστιν, καθὸ δὲ περὶ τὴν λέξιν ἀμφιβάλλουσιν, ἀμφιβολία ἕπεται, πολ‐ λάκις δὲ καὶ ἐπὶ λογικῇ εὑρίσκεται ἡ ἀμφιβολία, πρός τι χρήσιμον λαμβανομένη, ὥσπερ ἐν τῷ κατ’ Αἰσχίνου ὁ Δη‐ | |
10 | μοσθένης παράγει χρησμὸν, φυλάττεσθαι λέγοντα τοὺς προεστῶτας, ὅπερ ὁμώνυμον· οἱ μὲν γὰρ προεστῶτας τοὺς ῥήτορας ἔλεγον, ἄλλοι δὲ τοὺς στρατηγούς· καὶ οὕτως ἐκεῖσε γίνεται ἡ καθ’ ὁμωνυμίαν ἀμφιβολία· καὶ ἐν τού‐ τοις τὸ πρῶτον ζητούμενον, δεύτερον δέ ἐστι τοῦτο· πάλιν | |
15 | γὰρ ἐφεξῆς πού φησιν ὁ τεχνικός· ἐν δὲ τοῖς ἀπὸ χρη‐ σμῶν καὶ λογίων πλαττομένοις ζητήμασι πᾶσι τοῦτο εὑ‐ ρίσκεται· ἔτι φασί τινες, ὅτι φαίνεται λέγων ὁ τεχνικὸς, ὡς ἐν μόνοις τοῖς ἀπὸ χρησμῶν καὶ λογίων ζητήμασιν εὑ‐ ρίσκεται ἡ ἀμφιβολία, ἄλλοθι δὲ οὐδαμοῦ· τοῦτο γὰρ | |
20 | αἰνίττεται, εἰρηκὼς τὸ πᾶσι· μᾶλλον οὖν, φασὶ, κατὰ τὸν τεχνικὸν ἐν τούτοις ἐστὶν ἡ ἀμφιβολία, ἤπερ ἐν τοῖς ἄλ‐ λοις· ἀλλὰ λέγομεν πρὸς τοῦτο, ὅτι ἐν πᾶσιν ἐπίσης ἐστὶν ἡ ἀμφιβολία, καὶ οὐκ ἐνταῦθα μὲν μᾶλλον, ἐν ἑτέροις δὲ ἧττον· ἐκεῖνο δὲ βούλεται μᾶλλον εἰπεῖν ὁ Ἑρμογένης, | |
25 | ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐν τοῖς ἀπὸ χρησμῶν καὶ λογίων ζητήμασιν εὑρίσκεται ἡ ἀμφιβολία, σπανίως δὲ ἐν ἑτέροις, καὶ εἰκότως· ἐπειδὴ γὰρ ὡς λοξίας ὁ Ἀπόλλων ἀσαφεῖς ἀφίησι τοὺς χρησμοὺς, ἐκ τούτου ἐγίνοντο πολλαὶ περὶ τοὺς χρησμοὺς ἀμφιβολίαι· ἄλλως καὶ ἄλλως ἐκδεχομένων | |
30 | αὐτῶν τοὺς χρησμούς· ἔνθεν ὡς εἴρηται ἐν τοῖς περὶ χρησμῶν ζητήμασιν ὡς ἐπὶ τὸ πλεῖστον ἡ ἀμφιβολία εὑ‐ ρίσκεται· καὶ ταῦτα μέν ἐστιν, ἅπερ ἐχρῆν προλαβεῖν· | |
μετιτέον δὲ λοιπὸν καὶ ἐπὶ τὴν κατὰ μέρος ἐξέτασιν τῶν | 692 | |
7.693 | κεφαλαίων, καὶ ὥς φησιν ὁ τεχνικὸς πρὸς ἐπίσκεψιν τῶν κεφαλαίων· ἔστω ὑπόδειγμα τόδε· ἑταίρα εἰ φοροίη χρυσία, δημοσία ἔστω· φορεῖ τις, καὶ ὁ μὲν δημοσίαν αὐ‐ τὴν εἶναι λέγει, ὁ δὲ οὐκ αὐτὴν δημοσίαν, τὰ δὲ χρυσία | |
5 | δημόσια· γέγονε γὰρ παρὰ τὸν τόνον ἡ ἀμφιβολία, ἡ προβολὴ τοῦ ῥητοῦ· δημοσίαν σε κελεύει εἶναι ὁ νόμος, ἑταίρα γὰρ οὖσα χρυσία φορεῖς· οὕτως μὲν ἡ προβολὴ τοῦ ῥητοῦ, χρὴ δὲ γινώσκειν, ὅτι οὐκέτι ἐπὶ τῆς ἀμφι‐ βολίας ὁ κοινὸς ἐκείνοις κανὼν φυλαχθήσεται· ἐλέγομεν | |
10 | γὰρ, ὅτι ἡνίκα κακουργεῖ περὶ τὴν διήγησιν ὁ κατήγορος, τότε καὶ ὁ φεύγων κέχρηται τῇ προβολῇ τοῦ αὐτοῦ ῥητοῦ· ἐπειδὴ καὶ ἀεὶ ἀπαρέσκεται τοῖς ὑπὸ τοῦ κατηγόρου λε‐ χθεῖσι καὶ οὐδέποτε δέχεται τὴν τοῦ κατηγόρου προβολὴν, εἰ γὰρ δέξεται, οὐκέτι ἔσται τὸ ζητούμενον· οὐκέτι τὸ | |
15 | τῆς ἀμφιβολίας φυλαχθήσεται γνώρισμα· δεῖ γὰρ ἀντι‐ παραβάλλεσθαι τὸ αὐτὸ ῥητὸν, ἐξ οὗ γίνεται ἡ ἀμφιβο‐ λία· τοῦ γὰρ κατηγόρου λέγοντος, δημοσίαν σε εἶναι κελεύει ὁ νόμος, ἡ ἑταίρα φήσει, οὐκ ἐμὲ, ἀλλὰ τὰ χρυσία δημόσια, γίνεται γοῦν περὶ τόνον ἡ ἀμφιβολία, μετὰ | |
20 | ταῦτα ἕπεται ἡ γνώμη τοῦ νομοθέτου, καὶ εὐλόγως· νο‐ μικῆς γὰρ οὔσης τῆς στάσεως ἐχρῆν καὶ τὰ νομικὰ προ‐ τετάχθαι κεφάλαια τὰ εἰς σύστασιν τοῦ ῥητοῦ λαμβα‐ νόμενα, ὅπερ ποιεῖ ἡ γνώμη τοῦ νομοθέτου· ἐξετάζεται δὲ ὑπ’ ἀμφοῖν πρὸς τὸ λυσιτελοῦν ἑκατέρῳ, οἷον τιμω‐ | |
25 | ρίας ἀξίαν τὴν ἑταίραν ὁ νομοθέτης ὑπέλαβε, καὶ ὁ μὲν διώκων ἐρεῖ, ὅτι τῆς μεγίστης· καὶ ἔφη δημοσίαν αὐτὴν εἶναι καὶ τὰ χρυσία δημόσια· ἡ δὲ ὅτι τιμωρίας μὲν ἀλλὰ μετρίας, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων κατὰ λόγον τὰς τιμωρίας ἔταξεν· οὕτω μὲν ἐπ’ ἀμφοῖν ἡ | |
30 | γνώμη τοῦ νομοθέτου ἐξετασθήσεται. Χρὴ δὲ γινώσκειν, ὅτι καὶ σημειώσεως ἄξιον· ὡς γὰρ ἐν ὅρῳ ὁ φεύγων ἔλατ‐ | |
τον ὁμολογεῖ ἀδίκημα, οὕτως καὶ ἐπὶ τοῦ παρόντος προ‐ | 693 | |
7.694 | βλήματος· ἡ γὰρ ἑταίρα ὁμολογεῖ μὲν ἀδίκημα, ἀλλ’ ἔλατ‐ τον, ὡς δέδεικται ἐν τῇ ἐξετάσει τῆς γνώμης τοῦ νομοθέτου· μετὰ τοῦτο τοίνυν τὸ κεφάλαιον ἕπεται τὸ περιέχον καὶ περιεχόμενον, ἑκατέρου λέγοντος, εἰ τὸ ἐμὸν κυρώσετε, οὐ‐ | |
5 | δὲ τοῦτο παραβαίνετε. καὶ ὁ μὲν διώκων οὕτως· εἰ ποι‐ ήσετε τὴν ἑταίραν δημοσίαν, ἔστω καὶ τὰ χρυσία δημό‐ σια, ὥστε καὶ τὸ ταύτης κυροῦται· τῶν δὲ χρυσίων μό‐ νων γινομένων δημοσίων, ἡ ἑταίρα οὐκ ἔσται δημοσία· οὐκοῦν παραβαίνετε τὸ ἡμέτερον. ὁ δέ γε φεύγων ἤτοι ἡ | |
10 | ἑταίρα φήσει, ὅτι κυρουμένου τοῦ ἐμοῦ καὶ γινομένων τῶν χρυσίων δημοσίων, οὐδὲ τὸ τοῦ κατηγόρου παραβαί‐ νεται· οὐδὲν γὰρ ἧττον δώσει ἡ ἑταίρα δίκην, ἀφαιρου‐ μένη τὰ χρυσία ἐφ’ οἷς ἠγάλλετο· οὕτως μὲν γίνεται τὸ περιέχον καὶ περιεχόμενον. ζητοῦσι δὲ, πῶς, εἴπερ καὶ ἐν | |
15 | ἀμφιβολίᾳ εὑρίσκεται τουτὶ τὸ κεφάλαιον, ἰδικὸν αὐτὸ ἔφη ὁ τεχνικὸς τῆς ἀντινομίας, εἰπὼν ἰδικὸν μᾶλλον τῆς ἀντινομίας κεφάλαιον. καὶ λέγομεν, ὅτι ὡς καὶ ἐκεῖσε ἔφημεν ὡς πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων κεφαλαίων τοῦτο μᾶλλον εἶπεν ἰδικόν. τὰ γὰρ ἄλλα ἦσαν καὶ ῥη‐ | |
20 | τοῦ καὶ διανοίας· ἀλλὰ πρὸς τοῦτο εἴποι τις ἂν, ὅτι οὐ‐ κοῦν οὐδὲ τὸ περιέχον καὶ περιεχόμενον ἐχρῆν εἰπεῖν ἰδι‐ κὸν εὑρεθὲν καὶ ἐν τῇ ἀμφιβολίᾳ· ἄμεινον τοίνυν ἐκεῖνο λέγειν, ὅτι καλῶς εἶπεν αὐτὸ ὁ τεχνικὸς ἰδικὸν μᾶλλον ἀντινομίας· καὶ ἐν τῇ ἀμφιβολίᾳ γὰρ ἐνταῦθα ἐμπεσὸν | |
25 | ὡς ἐν ἀντινομίᾳ ἐστί· μάχη γὰρ κἀνταῦθά ἐστι ῥητῶν, τοῦ κατηγόρου ἄλλως προφέροντος τὸ ῥητὸν καὶ τοῦ φεύ‐ γοντος ἄλλως· ἐπεὶ οὖν ἐσχηματίσθη ὥσπερ εἰς τύπον ἀντινομίας, ἡ ζήτησις ἔσχε χώραν ἐμπεσεῖν καὶ τὸ τῆς ἀντινομίας ἰδικὸν κεφάλαιον, τὸ περιέχον φημὶ καὶ περι‐ | |
30 | εχόμενον· καὶ εὐλόγως μετὰ τὴν γνώμην τοῦ νομοθέτου· ἑκατέρου γὰρ ἐν αὐτῷ συστήσαντος τὸν οἰκεῖον ὥσπερ | |
σκοπὸν τοῦ ῥητοῦ, ἐδόκουν πως οἱ δικασταὶ ἀπορεῖν, | 694 | |
7.695 | τίνι δεῖ μᾶλλον προστίθεσθαι, ὁρῶντα ἀμφότερα ἰσχυ‐ ρὰ καὶ βέβαια. διὰ τοῦτο οὖν ἐπιφέρεται τὸ κεφάλαιον, ἐν ᾧ ἐπιχειρήσει δεῖξαι ἑκάτερος, ὅτι εἰ τὸ αὐτὸ κυρώ‐ σουσιν, οὐδέτερον παραβαίνουσι· καὶ ἐν τούτοις τὸ περι‐ | |
5 | έχον καὶ περιεχόμενον. εἶτα εὐθὺς ἕπεται ἀντίθεσις, καὶ ἔστιν ἐνταῦθα ἀντεγκληματικὴ, κατὰ ἑταίρας λόγον πε‐ ραίνοντος τοπικῶς τοῦ κατηγόρου. εἶτα ἕπεται ἡ μετά‐ ληψις, λυτικὴ οὖσα τῆς ἀντιθέσεως, ὅτι εἰ καὶ ἑταίρα, ἀλλ’ ἔχουσά γε ἴδια τῆς προαιρέσεως ταύτης ἐπιτίμια, | |
10 | τὸ μὴ ὁμοίαν εἶναι ταῖς ἐλευθέραις, μηδὲ τῶν αὐ‐ τῶν ἀξιοῦσθαι, καὶ ἄλλα δὲ ἐλεεινολογήσεται δηλαδὴ πενίαν προβαλλόμενος ἤ τι τοιοῦτον ὁ λέγων ὑπὲρ αὐ‐ τῆς, μετὰ ταύτην δὲ ἡ θέσις· καὶ παρῆκεν αὐτὴν ἐν τῇ ἐξετάσει ὁ τεχνικὸς ὡς πρόδηλον· ὁ μὲν γὰρ ἐρεῖ | |
15 | ὅτι τιμωρητέον τὰς ἑταίρας, ὁ δὲ ὅτι ἐλεητέον τὰς ἑταί‐ ρας, τὰς διὰ πενίαν καὶ ἔνδειαν ταῦτα ἀναγκαζομέ‐ νας ποιεῖν· μετὰ ταῦτά ἐστιν ἡ ποιότης καὶ ἡ γνώμη, τὰ ἐπιλογικὰ κεφάλαια· καὶ ὡς γίνονται πολλάκις ἐμά‐ θομεν· καθόλου δὲ χρὴ τοῖς ἐπιλογικοῖς ἐνδιατρίβειν ἐν | |
20 | τῇ ἀμφιβολίᾳ, ἐπεὶ οἱ ἀγῶνες σμικροί τε καὶ εὐτελεῖς καὶ μάλιστά γε τῇ γνώμῃ· ὡς καὶ αὐτός πού φησιν ἐν τῷ κειμένῳ ὁ τεχνικός· συμβέβηκε δὲ τούτῳ τῶ ζητήματι, καὶ πλείονά γε τὴν ἐξέτασιν τῆς γνώμης εἶναι, ζητοῦν‐ τος ἑκατέρου τὴν γνώμην τῆς ἑταίρας, καὶ ὁ μὲν ἐρεῖ, | |
25 | ὅτι ἀγνοήσασα ἐφόρεσε τὰ χρυσία, ὅ γε ὑπὲρ αὐτῆς λέ‐ γων, ὁ δέ γε διώκων λέξει, ὅτι κατεφρόνησε τοῦ νόμου, οὕτως μὲν ὁ τεχνικός, ὁ δέ γε Μητροφάνης δεῖ, φησὶ, πλεονάζειν ἐν τῇ ἀμφιβολίᾳ τὴν τῆς γνώμης ἐξέτασιν, καὶ παραφέρει τὸ κατὰ Πανταλέοντα πρόβλημα· ἔχων τις | |
30 | δύο υἱοὺς, Λέοντα καὶ Πανταλέοντα, τελευτῶν ἐπέγραψεν ἐν ταῖς διαθήκαις, βούλομαι ἔχειν τὰ ἐμὰ πάντα Λέοντα, καὶ ἀμφισβητοῦσιν ἀμφότεροι τοῦ κλήρου· ἐνταῦθα, φη‐ σὶ, χρὴ τὴν γνώμην πλατύτερον ἐξετάζειν ἐρευνώντων ἡμῶν καὶ ἐπιζητούντων, τίνι τῶν τέκνων μᾶλλον προσέκειτο | |
35 | κατὰ τὴν γνώμην, καὶ τίνα πλέον ἠγάπα. τούτου γὰρ δεικνυμένου συναποδείκνυται τὸ ζητούμενον. | |
37t | Γνώσεως ὄργανα ὀκτώ. | |
37 | Αἴσθησις, φαντασία, τέχνη, δόξα, φρόνησις, ἐπι‐ στήμη, σοφία, νοῦς. Τούτων κοινὰ μέν ἐστιν πρὸς τὰ | |
θεῖα ἡμῖν τέχνη καὶ φρόνησις, καὶ ἐπιστήμη καὶ νοῦς· | 695 | |
7.696 | πρὸς δὲ τὰ ἄλογα, αἴσθησις καὶ φαντασία· ἴδιον δὲ ἡ‐ μῶν μόνον η δόξα. ἔστι καὶ αἴσθησις μὲν γνῶσις ψευ‐ δὴς διὰ σώματος· φαντασία δὲ κίνησις ἐν ψυχῇ· τέχνη δὲ ἕξις ποιητικὴ μετὰ λόγου· τὸ δὲ μετὰ λόγου πρόσκει‐ | |
5 | ται, ὅτι καὶ ὁ ἀράχνης ποιεῖ, ἀλλ’ οὐ μετὰ λόγου. φρό‐ νησις δὲ ἕξις προαιρετικὴ τῆς ἐν τοῖς πρακτοῖς ὀρθότητος· ἐπιστήμη δὲ ἕξις τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόν‐ των, σοφία δὲ ἐπιστήμη τῶν πρώτων αἰτίων, νοῦς δὲ ἀρ‐ χὴ καὶ πηγὴ πάντων τῶν καλῶν. | |
10t | Τέλος τῶν στάσεων. | |
11t | In codd. adjicitur: | |
11 | Μέρη εὐμαθείας τρία, ἀγχίνοια, μνήμη, ὀξύτης. Μνήμη μὲν οὖν ἐστι τήρησις ὧν ἔμαθέ τις. ὀξύτης δὲ ἡ ταχυτὴς τῆς διανοίας· ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθέ τις ἃ μὴ ἔμαθε θηρεύειν. Μεταξὺ λέγεται τὸ ἀμφοτέρων τῶν | |
15 | ἄκρων μετέχον. οἷον τὸ φαιὸν μεταξύ ἐστι λευκοῦ καὶ μέλανος· λέγεται καὶ τὸ οὐδετέρων μετέχον· οἷον τὸ ἀρτι‐ γενὲς παιδίον μεταξύ ἐστιν ἀδικίας καὶ δικαιοσύνης, ἀντὶ | |
τοῦ οὐδενὸς μετέχει. | 696 |