TLG 5024 017 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in librum περὶ εὑρέσεως

ANONYMI IN HERMOGENEM Rhet.
(Varia)

Prolegomena in librum περὶ εὑρέσεως

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 7.1. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 55–74.

Citation: Volume — page — (line)

7

.

55

(1t)

ΤΩΝ ΕΥΡΕΣΕΩΝ
2tII.
3tΕΙΣ ΤΟ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ ΕΡΜΟΓΕΝΟΥΣ
4tΕΠΙΤΑΣΙΣ ΑΝΕΠΙΓΡΑΦΟΣ.
3 Διὰ τί τὸ βιβλίον περὶ εὑρέσεως ἔγραψε, καίτοι καὶ τῶν ἄλλων αὐτῶν πραγματειῶν εὑρέσεις τινὰς εἰσαγομέ‐
5νων· ἡ γὰρ ἐπιγραφομένη στάσις στάσεων εὕρεσιν καὶ διασκευὴν διδάσκει· καὶ αὐτός φησιν, ὅτι τὸ βιβλίον ἐκεῖ‐ νο σχεδὸν ταὐτόν ἐστιν τῷ περὶ εὑρέσεως· καὶ τὸ ἰσχυ‐ ρότερον, ὅτι καὶ αὐτὸς ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τῶν κεφαλαίων ἀρχόμενός φησιν· „περὶ τῆς τῶν κεφαλαίων
10εὑρέσεως κατὰ τὴν διαιρετικὴν ἐξεθέμην μέθοδον, ὥστε εὕρεσιν καὶ ἐν ταῖς στάσεσιν ἐκδιδάσκει, καὶ αἱ ἰδέαι δὲ τὸ βιβλίον εὑρέσεις τινῶν διδάσκουσι· τί οὖν ἐστιν εἰπεῖν, ἢ ὅτι ἐν τοῖς ἄλλοις τάξιν μὲν καὶ μεταχείρισιν τῶν εὑρημένων ἐν τῇ φύσει διδάσκει, οὐχ εὕρεσιν δὲ,
15ἐνταῦθα δὲ εὕρεσιν προηγουμένως προοιμίων καὶ πολ‐ λῶν παράδοσιν ἄλλων. καὶ ἔτι ἐν μὲν τοῖς ἄλλοις κοι‐ νόν τι ἦν ὄνομα, περὶ ὧν ἔμελλε διδάσκειν, ἐξ οὗ καὶ τὴν ἐπιγραφὴν εὐθέτως ἦν ἐκλαμβάνειν, οἷον στάσεις, ἰδέαι, περὶ τῶν στάσεων, περὶ ἰδεῶν· ἐν δὲ τῷ παρόντι
20βιβλίῳ οὐδὲν κοινὸν ὄνομα κεῖται γνώριμον τοῖς περὶ ὧν αὐτῷ πρόεισιν ὁ λόγος· ἔστι γὰρ προοίμιον, διή‐ γησις, κεφάλαιον, ἐπιχειρήματα καὶ τἄλλα, ὧν οὐδὲν
κοινὸν ὄνομα, τούτων δὲ κοινόν τι τὴν εὕρεσιν παραδί‐55

7

.

56

δωσιν. Εἰκότως οὖν ἐν μὲν τοῖς ἄλλοις βιβλίοις, εἰ καί τινων αὐτοῖς παρεδίδοντο εὑρέσεις, ἐκ τοῦ κοινοτέ‐ ρου ἐπεγράψατο· ἐνταῦθα δὲ, ἐπεὶ κοινότερον οὐδὲν ἦν τῆς εὑρέσεως, ἀπ’ αὐτῆς τὴν ἐπιγραφὴν ἐποιήσατο· ταῦτ’
5οὖν ἐπιθεωρητέον καὶ διαθετέον ἄμεινον, ὅτι τὸ προοί‐ μιον ἀπὸ τῶν κιθαρῳδῶν ἐπὶ τοὺς λόγους μεθείλκυσται· οἴμη γὰρ λέγεται ἡ ᾠδή· ἐκείνοις δὲ νόμος ἦν ἐφ’ ἑκά‐ στης ᾠδῆς κιθάρᾳ ᾀδομένης ἀναφωνεῖν τὸν Διόνυσον· ὡς οὖν πρὸ ἑκάστης οἴμης, τουτέστιν ᾠδῆς, λεγόμενον
10εἰς Διόνυσον ἀναφώνημα προοίμιον ἐκλήθη· ἐκεῖθεν δὲ καὶ ἐπὶ τοὺς ῥητορικοὺς λόγους ἡ κλῆσις μεταληφθεῖ‐ σα τοῦ προοιμίου κράτος ἔσχε τῷ χρόνῳ σύνηθες εἶναι τοῖς ῥητορεύουσι. Διατί οὐ διδάσκει ὁ Ἑρμογένης, τί ἐστι προοίμιον καὶ τί ἔργον αὐτοῦ καὶ τίνες ἀρεταὶ, ἀλλ’
15εὐθέως ἐπὶ τὴν εὕρεσιν αὐτοῦ μόνον ἧκεν; ἢ ὅτι τοῖς ἀρχαιοτέροις περὶ τούτων ἱκανῶς εἴρηται· ἀλλὰ μή ποτε καὶ περὶ ἄλλων ἐκείνων ἱκανῶς εἰπόντων αὐτὸς πάλιν ἐπανέλαβεν· ἄλλως τε πραγματείαν ὁλόκληρον ᾧ σκοπός ἐστιν ἀναγράψαι, οὐκ εἴ τι τοῖς ἀρχαίοις καλῶς καὶ χρη‐
20σίμως εἴρηται, δεῖ ταύτης ἀφελεῖν, ἀλλ’ εἴ τι παραλέ‐ λειπται σπουδὴν εἰσάγον προσθεῖναι· τοῦτο οὖν ἐπι‐ σκεπτέον καὶ διακριτέον, ὅτι ἐλλιπῶς τὴν τῶν προοιμίων εὕρεσιν παραδίδωσιν· πολλὰ γάρ ἐστιν ἀρχαῖα προοί‐ μια καὶ μυρία νέα συστῆναι δυνάμενα, ἐξ ὧν οὐδὲν εὑ‐
25ρεθήσεται εἰς οὐδένα τῶν ὑπ’ αὐτοῦ παραδεδομένων τρό‐ πων ἀναγόμενον· καίτοι καὶ τῶν ἀρχαιοτέρων, εἰ καὶ κἀ‐ κείνων ἐλλιπῶς ἅμα καὶ ἀδιευκρινήτως, ἀλλ’ οὖν πολὺ πλείους τρόπους παραδεδωκότων, εἰς ὧν ἐνίους μᾶλλον
ἀναφέρειν ἐστὶ τὰ προοίμια, ἢ εἰς οὓς αὐτὸς ἐνόμι‐56

7

.

57

σεν ἀναφέρεσθαι· τὸ γὰρ ἐκ βαρύτητος προοίμιον καὶ τὸ ἐξ ἐπαίνου τῶν ἀκουόντων, καὶ τὸ ἐξ αἰτίας, οἷον, διατί λέγεις; διὰ τόδε καὶ τὸ ἐξ ἀπολογίας οὐκ ἀπολυ‐ ούσης μέμψεως, ἀλλ’ ἐπιείκειαν μόνον ἐνδεικνυούσης,
5καὶ πολλὰ ἄλλα, ἃ παρῆκεν Ἑρμογένης, τούτων ἕκαστόν ἐστιν ἰδεῖν καὶ τῷ βίῳ μᾶλλον ἐπιπολάζοντα ἢ τὰ Ἑρ‐ μογένους καὶ τὰ τῶν ἀρχαίων προοίμια, τούτοις πλέον ἢ ἐκείνοις ἐμπεριειλημμένα· τὸ γὰρ οὐδένα πώποτε γραψά‐ μενος Αἰσχίνου κατὰ Τιμάρχου κατὰ ἐπιείκειάν ἐστιν
10ἀπολογίας, καὶ τὸ „εἰ μὲν περὶ καινοῦ τινος προὔκει‐ το λέγειν“ Δημοσθενικὸν ἐξ αἰτίας προοιμιάζεται· οὔ‐ τε δὲ εἰς τὰ ἐξ ὑπολήψεως Ἑρμογένους προοίμια οὔτε εἰς ἕτερόν τι τῶν εἰρημένων αὐτῷ ἀναδειχθῆναι δύναται. τὸ δὲ ἐκ βαρύτητος καὶ τὸ ἐξ ἐπαίνου τῶν ἀκουόντων,
15καὶ χωρὶς παραδειγμάτων πρόδηλα· ἔτι ἐπιστατέον, ὅτι δικανικοῦ μὲν καὶ συμβουλευτικοῦ λόγου προοίμιον, ὡς καὶ διὰ τῆς διαιρέσεως αὐτῶν καὶ τῶν παραδειγμάτων ἔστιν σαφῶς συνιδεῖν, παραδέδωκεν· ἐγκωμιαστικοῦ δὲ οὐδ’ ὁτιοῦν οὐδ’ ἐφήψατο, ὥστε ὅλον γε αὐτῷ τῶν
20ἐπιδεικτικῶν παρεῖται προοιμίων, ἢ οὐ παρεῖται διόλου· εἰ γὰρ καὶ διὰ τῶν παραδειγμάτων οὐκ ἔστιν ἰδεῖν αὐ‐ τῶν τὴν γένεσιν, ἀλλ’ οὖν ἐν τῇ διαιρέσει περιέχεται· ἔστιν γὰρ ἀπὸ τῆς χρηστῆς τῶν ἀκροατῶν περὶ τὸ πρᾶγμα ὑπολήψεως ἢ φαύλης καὶ ἐγκωμίου καὶ ψόγου
25πορίσασθαι προοίμιον· ἀλλὰ τὴν διαίρεσιν αὐτοῦ μᾶλλον ἐπιτηρητέον· οὐ γὰρ ἀνάγκη τὸ πρᾶγμα ἢ χρηστὸν ἢ φαῦλον ὑπολαμβάνειν τοὺς ἀκροατάς· πολλῶν γὰρ καὶ οὐδετέραν φέροντες τὴν ὑπόληψιν μέσως περὶ τὸ πρᾶ‐ γμα ποιοῦνται τὴν ἀκρόασιν· ἔτι πρὸ τούτου πολλαὶ τυγ‐
30χάνουσιν ὑποθέσεις, ὧν οὐδ’ ὅλως ἔχοντες ὑπολήψεις,57

7

.

58

οὐδὲ γὰρ γνῶσιν, ὅμως ἥκουσιν ἀκοῦσαι, ὥστε τὰ ἐπὶ τούτων προοίμια διαφεύγει καὶ αὐτὴν τὴν ἐπιβολὴν τῆς διαιρέσεως· ἐχρῆν οὖν διαιρούμενον τὰ περὶ τὸ πρᾶγμα λέγειν, ὡς ἢ ἔχουσιν ὑπόληψιν, ἢ ἔχουσι περὶ αὐτὸ οἱ
5ἀκροαταί· καὶ εἰ ἔχουσιν, ἢ χρηστὴν ἢ φαύλην ἢ μεσά‐ ζουσαν· καίτοι οὐδὲ τοῦτο ἀπόχρη, πολλάκις γὰρ ἔχουσι μέν τινας οἱ ἀκροαταὶ περὶ τὸ πρᾶγμα ὑπολήψεις, ὁ δὲ ῥήτωρ ταύτας παρεὶς ἐκ τοῦ μᾶλλον αὐτῷ συμφέροντος προοιμιάζεται, ὥστε ἔδει ἐπιδιαιροῦντα λέγειν, καὶ τού‐
10των ἑκάστην ὑπόληψιν ἢ συμφέρουσαν οἶδεν ὁ ῥήτωρ, ἐὰν μνημονεύσῃ, ἢ μᾶλλον ταύτης ἑτέραν ἔχει συμφέ‐ ρουσαν, καὶ ταύτην ἑξῆς ὑποτέμνειν· εἰ δὲ σχολῆς δεῖ‐ σθαι φήσει τις τὴν ἐπὶ τοσοῦτον τῆς τομῆς πρό‐ οδον, ἴστω, ὡς οὐδεμία τέχνη ἐξ ἐφόδου ἀπαρτίζεται,
15καὶ ὅτι οὐδὲ τὴν ἀρχὴν ἔδει τάττειν ὑπὸ διαίρεσιν τὰ προοίμια, ἀλλὰ τὸ πλῆθος αὐτῶν ὀκνεῖν ὁμολογεῖν, ἢ ἀρξάμενον μὴ πολλὰ παρέντα δόξαι τι σοφὸν ποιεῖν· ταῦτα οὖν ἀκριβέστερον ἐξεταστέον, καὶ τὴν διαίρεσιν, ἐφ’ ὅσον ἐγχωρεῖ τελεωσάμενον ἢ αὐτὴν ταύτην, ἢ
20ἑτέρᾳ μεθόδῳ πεπορισμένην τὸν ἐν τοῖς προοιμίοις ἀπελᾶσαι πλάνον χρεών ἐστιν καὶ τὴν σύγχυσιν, ἂν ἄρα διδῷ θεός· καὶ ἐφεξῆς δὲ αἱ περὶ τῶν ἐξ ὑπολήψεως διαιρέσεις τὸ παραλελειμμένον, κατ’ αὐτήν γε τὴν διαί‐ ρεσιν λέγω, πλεῖστον ἔχουσιν, ὃ ῥᾷον ἀναπληροῦν ἀφορ‐
25μὴν τὰ προειρημένα χρησίμην ἔχοντα. Ὅτι ἐπισκεπτέον, τίνα φησὶν εὕρεσιν τίνος εὑρέσεως τετυχηκέναι· ἄπο‐ ρον γὰρ, πῶς εὕρεσις εὑρέσεως τυγχάνει· ἢ διττὸν ἡ εὕρεσις τὸ οἷον εὑρημένον καὶ ἡ εὑρίσκουσα μέθοδος ἢ εὑρετικὴ λέξις, εἰ βούλει καὶ τὸ ἔργον αὐτῆς· ἀλλ’ εἰ
30καὶ ταῦτα συγχωρηθείη, τίς ἦν ἀνάγκη καὶ μάλιστα58

7

.

59

κατ’ ἀρχὰς αὐτῆς διδασκαλίαν τέχνης καὶ ἑρμηνείαν ποιούμενον εἰς γρίφους τὸ σαφὲς τοῦ λόγου καταστρέ‐ φειν καὶ ἀπορίας παρέχεσθαι; Ἐπιθεωρητέον οὖν καὶ λυτέον τοῦτο, ὅτι πῶς φησιν ἀνασκοπεῖν ἄξιον τὸ πρᾶ‐
5γμα γεγενημένον, εἶτα περὶ οὗ ἡ κρίσις ἢ τὸ βουλευ‐ τήριον· πρῶτον μὲν γὰρ, ἐξ ὧν ἔφη τὸ γεγενημένον, τὸ πλεῖστον καὶ κυριώτατον τῶν συμβουλευτικῶν λόγων παρῆκεν, εἴπερ οὐ περὶ τῶν γεγενημένων μόνον, ἀλλὰ καὶ περὶ οὗ, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι,
10μάλιστα συμβουλεύειν ἐγειρόμεθα· ὥστε ἡ διαίρεσις κἀν‐ ταῦθα πάλιν ἡμάρτηται· δεύτερον βουλευτήριον καὶ κρίσιν μόνον εἰπὼν δῆλός ἐστιν καὶ αὐτὸς εἰδὼς, ὅτι περὶ τῶν ἐγκωμιαστικῶν προοιμίων οὐδεμίαν φροντίδα εἰσενήνοχεν· ἀλλὰ περὶ μὲν τούτου τάχα τις τὸ τῆς κρί‐
15σεως βιασάμενος ἐρεῖ συμπεριειληφέναι καὶ τὰ ἐγκώμια, κρίνουσιν γὰρ οἱ ἀκροαταὶ ἤθη καὶ πράξεις ἀκούοντες τῶν ἐπαινουμένων ἢ ψεγομένων· τάχα δ’ ἄν τινα τὸ εἰρημένον παρεῖχε παραμυθίαν τῷ ῥητῷ, εἰ μὴ καὶ αὐ‐ τὸς ἐφεξῆς παρ’ ὅλην τὴν διαίρεσιν δικάζοντας κατηγο‐
20ροῦντας καὶ ἀπολογουμένους καὶ ἐγκλήματα ἔχοντας εἰσάγει, ἐπαινοῦντας δὲ ἢ ψέγοντας ἢ ἐπαινουμένους οὐδαμοῦ· ἢ ἐρεῖ τις, ὅτι τούτῳ γε τῷ λόγῳ οὐδὲ περὶ συμβουλευτικῶν προοιμίων συγχωρεῖ τις αὐτῷ λόγους ποιεῖσθαι· καίτοι φανερός ἐστιν καὶ σημαινόμενος καὶ
25παραδείγματα φέρων λόγου συμβουλευτικοῦ· ἀλλ’ οὖν κατὰ τὴν διαίρεσιν οὐ λέγει συμβούλους ἢ συμβουλευό‐ μενον, ἀλλ’ εἶδεν ἴσως, ὡς ἀφ’ ἑνὸς τῶν τριῶν εἰδῶν τοῦ λόγου, ἤτοι τῶν δικαστικῶν καὶ περὶ τῶν ἄλλων ἀφορμὴν τοῦ κοινοῦ νοήματος διδοὺς ἀπέριττος μᾶλλον
30καὶ σαφὴς δόξειεν ἂν τοῖς εὐγνωμοῦσι. Ταῦτα ἐπισκε‐59

7

.

60

πτέον καὶ διακριτέον ἐντελέστερον. ὅτι σκεπτέον, τί βού‐ λεται λέγειν ἐν τῷ εἰπεῖν, αἱ δὲ ἀποδόσεις παντὸς προ‐ οιμίου ἀξιώσεις· ἀπὸ δὲ τῶν εὑρέσεων αἱ προτάσεις καὶ προοιμίου δριμύτης· πρότασις, ὅτι ὁ ἀπολογούμενος ἢ
5ὑπὲρ ἑαυτοῦ ἢ ὑπὲρ ἑτέρου ἀπολογεῖται· καὶ ὁ μὲν κατ‐ ηγορῶν ὁμοίως ἢ χάριν αὐτοῦ ἢ χάριν ἑτέρου· διάφορα οὖν ἔσται καὶ τὰ προοίμια· ὁ δὲ Ἑρμογένης μονοειδῆ τὸν κατηγοροῦντα καὶ τὸν ἀπολογούμενον ἐν τῇ διαιρέ‐ σει παραλαμβάνων τὰ ἐκ τοῦ ἑτέρου μέρους συνιστάμενα
10προοίμια παραλέλοιπεν· ἢ ῥητέον, ὅτι εἰ καὶ μὴ διεῖλεν Ἑρμογένης ταῦτα, ἀλλ’ οὖν καὶ τῶν ὑπὲρ ἑτέρων λε‐ γόντων παράδειγμα τέθεικεν, ὡς τὸ, „ἄνδρες δικασταὶ, μάλιστα μὲν ἕνεκα τοῦ νομίζειν,“ καὶ τὰ ἑξῆς· καὶ ἄλλα δὲ τίθησι τοιαῦτα, ἀλλὰ τοῦτο τὸ προοίμιον πῶς ἂν
15ῥηθείη ἐξ ὑπολήψεως μᾶλλον, ἢ οὐχὶ ἐξ αἰτίας· διατί γὰρ εἰς τὸ λέγειν ἦλθεν, ἑρμηνεύει, οὐκ ἀποσκευάζεται ὑπόληψιν ἀγαθήν· δεῖ οὖν ἐπιμελέστερον ταῦτα θεω‐ ρήσαντας σωματοποιεῖν καλῶς τὴν διαίρεσιν· ὅτι καὶ ἐκ τοῦ λέγειν τὸν Ἑρμογένην, περὶ δὲ τοὺς τὰ ἐγκλή‐
20ματα λέγοντας ἢ χρησταί εἰσιν ὑπολήψεις ἢ φαῦλαι, ἐπιστήσειεν ἄν τις πάλιν, ὡς περὶ τῶν δικανικῶν λόγων μόνον αὐτῷ ἡ σπουδὴ, ἀλλ’ ἐξ ὧν τὰ προειρημένα δια‐ κριθείη ἂν, ἐξ ἐκείνων καὶ περὶ τούτου ληψόμεθα τὴν λύσιν· ὅτι τί βούλεται λέγων· „ταῦτά σοι περὶ τῶν
25ἐξ ὑπολήψεως προοιμίων πεπλήρωται τοῦτον εὑρισκό‐ μενα τὸν τρόπον πανταχῆ·“ ὅτι ἐν παντὶ λόγῳ τὰ ἐξ ὑπολήψεως εὑρίσκεται· καὶ μὴν οὐχ οὕτως ὁρῶμεν ἐπ’ αὐ‐ τῶν τῶν πραγμάτων, αὐτός τε περίεργος καὶ μάτην ἂν εἴη ἐφεξῆς καὶ ἑτέρους παραδιδοὺς προοιμίων τρόπους·
30ἢ ὅτι εἰ καὶ μὴ εὑρίσκονται, ἀλλ’ οὖν δύναταί τις καὶ60

7

.

61

τὰ λοιπὰ πάντα προοίμια μετασχηματισάμενος τὰ ῥήματα μόνον εἰς ταῦτα ἀγαγεῖν· ἀλλ’ οὐδὲ τοῦτο δυνατόν· ἔτι δὲ, εἰ ἐκ τῶν ἄλλων εἰς ταῦτά ἐστιν μετασχηματίσαντα ἀγαγεῖν, αὐτόθεν ἐστὶν λαβεῖν, ὡς
5ὁμοίως ἐστὶν, μᾶλλον δὲ καὶ ἑτοιμότερον ἐκ τούτων πάλιν εἰς ἐκεῖνα μεταλαβεῖν· τί οὖν ἐστιν αὐτῷ τὸ εὑ‐ ρίσκεσθαι ταῦτα πανταχῆ, ἢ οὐχ εὑρίσκεσθαι λέγει ἁπλῶς πανταχῆ, ἀλλὰ τοῦτον τὸν τρόπον εὑρίσκεσθαι, τουτ‐ έστιν καὶ ἐν πᾶσι τοῖς ἄλλοις προοιμίοις, ἅπερ ἀδύνα‐
10τον ἀριθμῷ περιλαβεῖν. Κατὰ τὸν αὐτὸν τῆς διαιρέ‐ σεως τρόπον ἔστιν εὑρεῖν τὰ ἐμπίπτοντα· ἀλλὰ τὸ ἐφε‐ ξῆς μετ’ ὀλίγον ἔτι ἀπορώτερον τὸν λόγον ποιεῖ· τὸ γὰρ λέγειν περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων διαλαμβά‐ νοντα οὐκ ἐν πᾶσι δὲ προβλήμασιν εὑρίσκεται· οὐδὲ
15πάντα ἐν πᾶσιν· εὔθικτα μὲν γάρ ἐστιν εὑρεθέντα καὶ δριμέα· εἶτα ἐπαγαγεῖν· πολλάκις δὲ φαίνεται τῶν ἐξ ὑπολήψεως ἡ ἀρετή· ὅτι πανταχῆ φαίνεται· πῶς ἂν τοῦ‐ το θεραπευθείη; ἀλλ’ ἐπιτηρητέον καὶ ταῦτα ἐπιμε‐ λέστερον· ὅτι ἐπισκεπτέον μάλιστα, πῶς ἄλλα μὲν ἡγεῖ‐
20ται, τὰ ἐξ ὑποδιαιρέσεως, παρὰ τὰ ἐξ ὑπολήψεως, ἄλ‐ λα δὲ ταῦτα τὰ ἐκ περιουσίας· εἰ γάρ ἐστιν ἕκαστον τῶν εἰρημένων εἰς ἄλληλα μεταβαλεῖν, τὸ σχῆμα τοῦ λόγου παραλλάξαντα, ἢ τοσαῦτα δεῖ γένη προοιμίων ποιεῖν, ὅσα καὶ λόγου σχήματα, ἢ ἀφέντα τὰς κατὰ
25τὸ σχῆμα διαφορὰς, τὰς δ’ ἐν πράγμασι μεταδιώκοντα μὴ ἀντιδιαστέλλειν τὰ ἐξ ὑποδιαιρέσεως, ἢ τὰ ἐκ περι‐ ουσίας πρὸς τὰ ἐξ ὑπολήψεως· ταῦτα μὲν γὰρ ἀπὸ πρά‐ γματος παρέχεται λαβεῖν τὴν ἐν αὐτοῖς διαφορὰν, ἐκεῖνα δὲ ἀπὸ σχήματος· ἀλλὰ μηδὲ τὰ ἐκ περιουσίας πάλιν
30πρὸς τὰ ἐξ ὑποδιαιρέσεως· ὅτι δὲ κατὰ σχῆμα μόνον ἐστὶν τούτων ἡ διαφορὰ καὶ πρὸς τὰ ἐξ ὑπολήψεως καὶ
καὶ πρὸς ἄλληλα, ἔνεστι τεκμήρασθαι, ἔξεστι γὰρ61

7

.

62

τὰ παραδείγματα τῶν ἐξ ὑπολήψεως λαβόντα εἰς τὰ λοι‐ πὰ μεταπλάττειν, κἀκείνων πάλιν καὶ πρὸς ἄλληλα καὶ πρὸς τὰ ἐξ ὑπολήψεως· οἷον ὅπερ ἐκεῖ τὸ παράδει‐ γμα τῶν ἐξ ὑπολήψεως, ὅρα ἐκ περιουσίας γινόμενον·
5ἠδυνάμην, ὦ δικασταὶ, τὴν ἀσέλγειαν Μειδίου καὶ τὴν ὕβριν, ἣν πάντες ἐξ ὧν ἐκεῖνος κατὰ πολλῶν τολμᾷ σύν‐ ιστε, ταύτην προτιθεὶς εἰς μέσον μυρίων ἄξιον δεικνύ‐ ναι κακῶν· εἶτα καὶ ἐξ ὑποδιαιρέσεως πάλιν τὸ αὐτὸ προάγειν ἐστὶν παράδειγμα· οἷον καὶ διὰ τὴν ἄλλην μὲν
10ἀσέλγειαν καὶ ὕβριν, ᾗ πρὸς ἅπαντας κέχρηται Μειδίας, ἄξιός ἐστιν δίκας δοῦναι, ὅτι δὲ καὶ χορηγὸν καὶ τηλι‐ καύτης ἑορτῆς τολμηρῶς οὕτως καὶ δυσσεβῶς προὐπηλά‐ κισεν, οὐδ’ ἔστιν πρόχειρον τοῦ τολμήματος ἴσην τὴν τιμωρίαν εὑρεῖν· τί οὖν ἐξ ὑπολήψεως τοῦτο καλέσομεν,
15ἢ ἐξ ὑποδιαιρέσεως, ἢ ἐκ περιουσίας; εἰ δέ τις λέγει, ὅτι τῇ τοῦ σχήματος μεταβολῇ καὶ αἱ ἔννοιαι συμβάλλονται, καὶ καλῶς καὶ ἡ τῶν προοιμίων αὐτῶν διαστολὴ πρὸς ἄλληλα παραδέδοται, πολλὰ λέγειν ἔχων ἐκεῖνα τέως ἐπ‐ αναμεμνήσθω, ὅτι τοιγαροῦν ὅσα σχήματα λόγου δυ‐
20νατόν ἐστιν ἐπινοεῖν, τοσαῦτα καὶ προοιμίων προσῆκεν φιλοτεχνεῖν· ὃ δὲ ἐπὶ ἑνὸς ἐδείχθη παραδείγματος, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου κατὰ σχολὴν ῥᾷστόν ἐστιν τῷ βουλομένῳ ἐπιδείξασθαι· ἀλλὰ ταῦτα μὲν ἐπι‐ σκεπτέον· καὶ φιλοκρινητέον ἐμμελέστερον, ὅτι τὸ ἀθρό‐
25ον διττὸν ἢ τὸ ἐξαίφνης ἢ τὸ ὁμοῦ· ὁ γοῦν Ἑρμογένης λέγων τοῦ ἀθρόου πρὸς τὸ μέλλον ὑποδιαίρεσιν ἢ ἀντὶ τοῦ ὁμοῦ τῇ λέξει ἐχρήσατο, ἢ ἰδιαίτερον τὸ ὁλόκληρον πρᾶγμα· ὁμοῦ γάρ πως ἐστὶν κἀκεῖνο, ὅτι ζητητέον, διατί ἀγχίστροφον ἐπωνόμασε τὸ ἀπὸ τοῦ καιροῦ προοί‐
30μιον. Ὅτι σκεπτέον, πῶς εἰπὼν, „τὸ δὲ κατὰ τῶν ἐπιπε‐
πλεγμένων προβλημάτων οὐκ ἀναγκαῖον ἐνόμισα προθεῖ‐62

7

.

63

ναι μάθημα,“ εἶτα ἐπήγαγεν· ἢ γὰρ καλόν ἐστιν καὶ τῶν ἐξ ὑπολήψεως ὂν φαίνεται· ἢ προκατάστασις ὂν διη‐ γηματικὸν οὐ προοίμιον εὑρίσκεται· εἰ γὰρ ἅπαν ἐπιπε‐ πλεγμένον, ἂν ᾖ προοίμιον, ὥς φησι, τῶν ἐξ ὑπολήψεώς
5ἐστιν, πῶς οὐχὶ καὶ πᾶν ἁπλοῦν, τῶν ἐξ ὑπολήψεως εἴη ἂν, ἐκ γὰρ ἐκείνων ἡ σύνθεσις· ἢ οὖν καὶ πάντα τὰ ἁπλᾶ κατὰ τὸν αὐτοῦ λόγον ἐξ ὑπολήψεως ἔσται, ἢ εἴ τις προβιάσαιτο, ἐξ ὑπολήψεως καὶ ἐξ ἑτέρου τινὸς μόνου· εἰ γὰρ καὶ τρίτον εἶδος συγχωρηθῇ τὸ ἐκ δευτέ‐
10ρου καὶ τρίτου ἐπιπεπλεγμένον, πῶς ἂν εἴη ἐξ ὑπολήψεως; ὅτε δὲ καὶ πλείω αὐτὸς παραδέδωκε, πῶς ἂν εἴη τὰ ἐπι‐ πεπλεγμένα πάντα ἐξ ὑπολήψεως; οὕτως ἔστιν σαφὲς καὶ εὐθεώρητον, ὅπερ αὐτὸς οὐκ ἀναγκαῖον προθεῖναι ἐνόμισε· ταῦτα τοίνυν διερευνητέον καὶ θεωρητέον ἀκρι‐
15βέστερον. Ἀρξόμεθα οὖν πρῶτον ἐκ τοῦ ὁρισμοῦ, τί ἐστιν προοίμιον· οὕτως γὰρ τὸ τί ἐστιν τὴν φύσιν δηλώσομεν· ἐπειδὴ γὰρ πάσης ὑποθέσεως μέρη πέντε εἰσὶν, προοί‐ μιον, διήγησις, ἀντίθεσις, λύσεις αἱ λεγόμεναι πίστεις,
20ἐπίλογος, τὸν λόγον περὶ προοιμίου ποιήσασθαι προ‐ εθέμεθα καὶ οὐ περὶ τῶν λοιπῶν, ἀρκούντως γὰρ τῷ τε Ἑρμογένει καὶ Πορφυρίῳ καὶ ἑτέροις περὶ αὐτῶν λέ‐ λεκται. τινὲς δὲ προστιθέασι καὶ ἕτερα τρία· ἔφοδον, παρέκβασιν, αὔξησιν· καί φαμεν εἶναι ταῦτα ἕτερα πα‐
25ρὰ τὰ εἰρημένα· ἔφοδος γάρ ἐστιν ἡ προθεραπεία, ὃ λέγεται προοίμιον· προθεραπεύει γὰρ τοὺς ἀκροατὰς τὸ προοίμιον, ὥστε δέξασθαι τὸν λόγον κατὰ τὴν βούλη‐ σιν τοῦ λέγοντος· ἡ δὲ αὔξησις ὁ ἐπίλογός ἐστιν· καὶ γὰρ ἕνεκεν τοῦ θυμικὸν ποιῆσαι τὸν δικαστὴν ἢ ἱλα‐
30ρὸν, ἢ τοὺς ἀκροατὰς ὁρμητικωτέρους πρὸς τὸ ἐπισφρα‐63

7

.

64

γῖσαι τὸν λόγον τῇ τοῦ λέγοντος γνώμῃ ἐπινενόηται ὁ ἐπίλογος· ἡ δὲ παρέκβασις ἢ ἐν τῇ διηγήσει ἐστὶν, ἢ ἐν τοῖς ἀγῶσιν ἢ ἐν τῷ ἐπιλόγῳ· εἰ δ’ οὐδ’ ἑνὸς τούτων ἐστὶν, περιττόν ἐστιν καὶ ἀχρεῖον, καὶ ἁμαρτάνει ὁ ῥή‐
5τωρ χρώμενος αὐτῇ· ὥστε πέντε, καθὰ εἴρηται, μέρη ὑπάρχουσι πάσης ὑποθέσεως, προοίμιον, διήγησις, πίστις, ἤγουν ἀντίθεσις καὶ λύσις τῶν ἀντικειμένων, ἐπίλογος. Πρὸ τοῦ τοίνυν ὁρίσασθαι, τί ἐστι προοίμιον, ζη‐ τήσομεν εἰ ἄρα πάντοτε ὀφείλομεν προοιμιάζεσθαι· καί
10φασιν οἱ ταῦτα πλέον τῶν ἄλλων ἐξητακότες, ὅτι ἐν τῷ δικαστηρίῳ τῷ ἐν Ἀρείῳ πάγῳ οὐ χρῆσις ἦν προοι‐ μίου· κῆρυξ γὰρ ἐκήρυττε προσφωνῶν καὶ παρεγγυώ‐ μενος τῷ εἰσιόντι· μὴ προοιμιάζου μηδὲ ἐπίλεγε· ἐν Ἀρείῳ δὲ πάγῳ φαμὲν, οὐ περιγράφοντες τὸ ἀπροοιμία‐
15στον, ἀλλὰ δι’ αὐτοῦ καὶ τὴν τῶν λοιπῶν δικαστηρίων, βουλευτηρίων τε καὶ ἐκκλησιῶν τάξιν ὑπεμφαίνοντες. Ἐνώπιον βασιλέως οὐ δεῖ προοιμιάζεσθαι, ἀλλ’ οὐ‐ δὲ ἀεὶ βασιλεὺς προοιμιάζεται· τοῦτο δὲ σκεπτέον καὶ ἐπὶ τῶν λοιπῶν μεγίστων προσώπων, καὶ μάλιστα τῶν
20δι’ εὐλάβειαν καὶ ἀρχιερατικὸν βαθμὸν τό τε αἰδέσιμον καὶ ἀξιόπιστον κεκτημένων· οὐ γὰρ γοητείας λόγου οἱ τοιοῦτοι ἐπιδέονται τὸ πιθανὸν ἐκ τοῦ βαθμοῦ καὶ τῶν τρόπων κεκτημένοι· οἱ γὰρ παρόντες ἀκροαταὶ ὡς δεσπόταις αὐτοῖς ὑπείκουσιν, καὶ οὐδείς ἐστιν ὁ ἀντι‐
25ταττόμενος· ὅθεν καὶ βραχυλογίᾳ κέχρηνται οἱ τοιοῦ‐ τοι ἐν πράξεσι καὶ παρὰ τοῖς ἀρχαίοις εἴρηται· πᾶς δεσπότης δούλῳ μονοσύλλαβος, τὸ δὲ ἱκετεύειν μακρόν· ὥστε εἴ τινας τῶν μεγίστων ἀνδρῶν καὶ μάλιστα ἁγιω‐
σύνῃ καὶ γνώσει καὶ βαθμῷ μεγίστῳ τὸ αἰδέσιμον καὶ64

7

.

65

πιθανὸν ἔχοντας μὴ προοιμίοις κεχρημένους εὕρωμεν, οὐ τὴν ἐκ τῆς τέχνης τάξιν ἀγνοοῦντας ὑποληψόμεθα, ἀλλὰ τὸ τῶν ἀκροατῶν εὔεικτον καὶ πειθήνιον εἰδότας μὴ χρονίζειν ἐν ταῖς θωπείαις· μηδὲ λόγον οὐκ ἀναγκαῖον
5προΐεσθαι, ἀλλὰ ἐπὶ τὰ καίρια καὶ ἀναγκαῖα σπεύδον‐ τας λογισώμεθα. Τέταρτον, ἐὰν τὸ πρᾶγμα ἐπείγῃ καὶ σπεύδωμεν ἐπὶ τὴν διήγησιν, οὐ προοιμιασόμεθα. ἐὰν ὑπὲρ ἡμῶν ᾖ τὸ πρᾶγμα καὶ θαῤῥοῦντες εἰσερχώμεθα, προοιμίῳ οὐ χρη‐
10σόμεθα, ἐν δὲ τοῖς λοιποῖς πᾶσι δεῖ προοιμιάζοντας εἴς τε τὸ δικαστήριον καὶ τὸ βουλευτήριον καὶ τὴν ἐκκλη‐ σίαν τὴν τοῦ λόγου ἀπαρχὴν ποιεῖσθαι· οὕτως γὰρ ἂν τὸν λόγον ἡμῶν εὐπαράδεκτον ποιησόμεθα. καὶ τοῦ‐ το δὲ γινώσκειν ἀναγκαῖον, ὡς πολλάκις ἔν τισι λόγοις
15καὶ τρισὶ προοιμίοις χρησόμεθα, ἡνίκα τι κεφάλαιον εἰσ‐ αγαγεῖν βουλόμεθα καὶ πρὸς τοῦτο τοὺς ἀκροατὰς προσ‐ εχεστέρους ποιεῖν σπεύδομεν.
18tὍρος προοιμίου.
19Εἴπωμεν οὖν, καθὰ ὑπεσχόμεθα, τί ἐστιν προοί‐
20μιον. προοίμιόν ἐστιν λόγος ἐπεξεργαστικὸς εὐνοίας καὶ εὐμαθείας καὶ προσοχῆς· ἐκ τούτων θεραπεία γίνεται τριχῶς, ὅταν ἢ τὸ αὐτῶν πρόσωπον παριστῶμεν, ἢ τὸ τοῦ ἀντιδίκου διαβάλλωμεν, ἢ τὸ τῶν δικαστῶν ἐπαινῶ‐ μεν, καὶ τὸ ἡμέτερον οὕτως εἰσάγωμεν· ἢ γὰρ ἔνδοξον,
25καὶ θαῤῥοῦντες ἐπαινῶμεν, ἢ ἀδοξότερον καὶ αὐτῷ τούτῳ θεραπεύομεν, καὶ τὸ τοῦ ἀντιδίκου ὁμοίως· ἢ γὰρ ὁμο‐ λογούμενόν ἐστιν τὸ ἀδίκημα αὐτοῦ καὶ φανερῶς αὐτοῦ κατηγοροῦμεν, ἢ ἔνδοξόν ἐστιν τὸ πρόσωπον, καὶ ὀφείλομεν μετὰ θεραπείας εἰσαγαγεῖν τὴν κατ’ αὐτοῦ
30γραφήν.65

7

.

66

(1t)

Περὶ προσοχῆς.
2 Προσοχὴ δὲ γίνεται, ὅταν περὶ μεγάλων πραγμάτων ἢ ἀναγκαίων ἢ κατεπειγόντων βουλώμεθα ποιεῖσθαι τὸν λόγον.
5tΠερὶ εὐμαθείας.
6 Ὁμοίως γίνεται εὐμάθεια ὅταν σαφῶς παριστῶμεν τὸ πρᾶγμα, περὶ οὗ μέλλομεν ποιεῖσθαι τὸν λόγον.
8tΠερὶ εὐνοίας.
9Τὴν εὔνοιαν δὲ τῶν ἀκροατῶν ἐπισπασώμεθα δι’
10ἐπαίνου. ἐπαινοῦμεν δὲ αὐτοὺς πρῶτον μὲν ἐπὶ τῶν ὁμο‐ γενῶν προβλημάτων, ἐν οἷς αὐτοὺς πείσαντες ὅμοιόν τι πρόβλημα εἰσάγοντες σπουδάζομεν αὐτοὺς πείθειν λέ‐ γοντες, ἵνα καὶ παραδείγμασι χρήσωμαι, ἄξιον ὑμᾶς ἐπ‐ αινέσαι, ὦ ἄνδρες ἄριστοι, ἀνθ’ ὧν τοῖς τὰ βέλτιστα
15βουλευομένοις πείθεσθε· ἐξ ὧν λαβὼν παῤῥησίαν καὶ τὰ νῦν ἥκω περὶ τῶν ὁμοίων ὑμᾶς πεισθῆναι οἰόμενος· ἔστωσαν δὲ, ὡς εἴρηται, ἐν τοῖς τοιούτοις ὁμογενῆ· δεύ‐ τερον δὲ ἐὰν βουλευσάμενος πείσῃς, καὶ ἀκόλουθον βου‐ λεύῃ, καὶ τότε χρήσῃ τῷ ἐπαίνῳ· οἷον ἄξιον ὑμᾶς ἐπαι‐
20νεῖν ἐπὶ τοῖς πρώην πεισθέντας, ἥκω δὲ καὶ νῦν τὰ ἀκόλουθα βουλεύων καὶ πεισθῆναι ὑμᾶς μὴ ἀμφιβάλλων· τρίτον ἐπαινεῖν δεῖ τοὺς παρόντας, ὅταν περί τινος δυ‐ σχεροῦς εἶναι δοκοῦντος λέγῃς καὶ πεῖσαι βούλῃ, ὡς ἂν ἐκ τοῦ ἐπαίνου ἑλκύσῃς αὐτοὺς εἰς τὸ ὑπακοῦσαι.
25tΠόθεν λαμβάνεται τὸ προοίμιον.
26 Λαμβάνομεν προοίμιον καὶ ἀπὸ τοῦ εὐθίκτου καὶ ἀπὸ τοῦ εὐστόχου, ὅταν αὐτοῦ τοῦ πράγματος τῆς ὑπο‐
θέσεως ἐφαπτώμεθα· οἷον νέος πλούσιος ἀποβλέπει συν‐66

7

.

67

εχῶς εἰς τὴν ἀκρόπολιν καὶ δακρύει καὶ κρίνεται τυραν‐ νίδος ἐπιθέσεως· ἐροῦμεν γὰρ τὸ προοίμιον οὕτω καθα‐ πτόμενοι αὐτοῦ· δακρύει μὲν οὗτος, ὦ ἄνδρες ἄριστοι, καὶ ἀγανακτεῖ διὰ τὸ μηδέπω τῆς ἀκροπόλεως κρατεῖν,
5νῦν δὲ δικαίως οἶμαι δακρύειν αὐτὸν, δόντα τιμωρίαν, ἵνα μὴ τούτου περιόντος δακρύσωμεν ἡμεῖς.
7tΠόθεν ἄλλοθεν λαμβάνεται προοίμιον.
8 Ἔτι λαμβάνεται προοίμιον καὶ ἀπὸ γνώμης, ὡς ὁ Δημοσθένης λέγει· οὐδέν ἐστιν χαλεπώτερον, ἢ γείτονος
10χαλεποῦ τυχεῖν· οὗτος γὰρ ἐπιθυμήσας τοῦ χωρίου μου πράγματά μοι παρέχει.
12tΠόθεν ἄλλοθεν λαμβάνεται προοίμιον.
13 Ὅτι καὶ ἀπὸ τῶν περιστατικῶν μορίων λαμβάνεται προοίμιον· ταῦτα δέ ἐστιν, οἷον πρόσωπον, πρᾶγμα,
15χρόνος, τρόπος, τόπος, αἰτία, ὕλη. ἀπὸ μὲν οὖν τοῦ προσώπου προοίμιον γίνεται, ὅταν ἢ τοῦ στρατηγοῦ ἢ τοῦ τριηράρχου πρόσωπον ἐπαινέσωμεν ἢ διαβάλωμεν· ἀπὸ δὲ τοῦ πράγματος, ὡς ὁ Δημοσθένης· πρῶτον μὲν τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων
20διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, ἐδήλωσε τὸ πρᾶγμα· ἀπὸ δὲ τοῦ χρόνου, εἰ ἐν ἱερομηνίᾳ ἢ ἑορτῇ ἑτέρᾳ πέ‐ πρακταί τι· φήσομεν γάρ· ὄντως μὲν οὐκ ἄξιον τῆς παρ‐ ούσης ἑορτῆς τόδε τι πέπρακται· εἰ δὲ καλῶς τὸ ἐναν‐ τίον· ἀπὸ δὲ τοῦ τρόπου, εἰ διὰ σιδήρου ἢ διὰ φαρμά‐
25κου γέγονέ τις θάνατος· χαλεπὸν γὰρ ἐροῦμεν θανάτου τρόπον· ὁ δὲ τόπος ὅμοιός ἐστιν τῷ χρόνῳ· ἀπὸ δὲ τῆς αἰτίας, ὅτι προδότης ἦν οὗτος ἢ ἐχθρός· οὐδὲν
θαυμαστὸν, εἰ τοῦτον, ὦ ἄνδρες δικασταὶ, διεπράξατε·67

7

.

68

ἀπὸ δὲ τῆς ὕλης, πολλοῖς μὲν, ἄνδρες ἄριστοι, γέγονεν αἴτιος οὐκ ἀγαθῶν τρόπων ὁ πλοῦτος· ἐξ οὗ καὶ οὗτος τὴν καθ’ ἡμῶν τυραννίδα ἐμελέτησε· καὶ ταῦτα μὲν οὕ‐ τως· ἵνα δὲ μηδὲ ἃ καὶ ἕτεροι περὶ προοιμίων λέγουσιν
5ἐάσωμεν ἀμνημόνευτα, φασί τινες ὁριζόμενοι οὕτως· προοίμιόν ἐστιν ἀρχὴ σύμπαντος λόγου καὶ σπερματικῶς ἔχον τὰ τῆς ὑποθέσεως· ἐν αὐτῷ γὰρ τὸ πρᾶγμα μαν‐ θάνομεν.
9tΠοταπὸν δεῖ εἶναι τὸ προοίμιον.
10 Δεῖ εἶναι τὸ προοίμιον σαφὲς καὶ σύντομον καὶ πε‐ ριηγμένον καὶ λέξιν μεταφορικὴν ἔχον.
12tΠόσα προοίμια δέχεται ἕκαστος λόγος.
13 Ἰστέον, ὅτι οὐ μόνον ἐν ἀρχῇ τοῦ λόγου γίνεται προοίμιον, ἀλλὰ καὶ ὅπου ᾖ τι ἂν λεγόμενον θερα‐
15πεῦσαι αὐτὸ χρὴ, ἐν ὅτῳ μέρει τῆς ὑποθέσεως εὕρηται, ὥστε μὴ μόνον ἓν, ἀλλὰ καὶ δύο καὶ τρία, εἰ τύχοι καὶ τέσσαρα προοίμια εὑρίσκεσθαι.
18tΠόσα μέρη τοῦ προοιμίου.
19Εἰσὶ δὲ μέρη τοῦ προοιμίου τέσσαρα κατὰ τὴν τε‐
20λειότητα τῆς ὑποθέσεως τῷ τελείῳ ἀριθμῷ κοσμουμένου αὐτοῦ, ὡς ἐκ τοῦ τέσσαρες ἀριθμοῦ τῶν δέκα γεννώμε‐ να, καὶ ὅτι τῷ σύμπαντι ἀναλογῶν ὁ λόγος ὡς τῶν ὄν‐ των τὸ τιμιώτατον ἐκ τεσσάρων ἔχει μερῶν τὴν ἀρχήν. αʹ. προτάσεως· βʹ. αἰτίας αὑτῆς· γʹ. ἀνταποδόσεως καὶ
25τῆς συναγωγῆς αὐτῶν, τῆς καὶ βάσεως παρὰ τῷ Ἑρμο‐
γένει λεγομένης.68

7

.

69

(1t)

Τί ἐστιν πρότασις.
2 Πρότασίς ἐστιν τὸ ἐν ἀρχῇ προτεινόμενον τοῦ λόγου.
4tΤί ἐστιν αἰτία.
5 Ἡ τὸ εὔλογον παριστῶσα τῆς προτάσεως ἡ καὶ αἰτία αὐτῆς καὶ κατασκευὴ ὀνομαζομένη.
7tΤί ἐστιν ἀξίωσις.
8 Ἀξίωσις δὲ ἡ καὶ ἀπόδοσις λεγομένη, καθ’ ἣν ἀπο‐ δίδομεν τὸν λόγον πρὸς τὰ εἰρημένα, καὶ ἢ παρεγγυώμε‐
10νοι ἢ κελεύοντες λέγομεν· διώνυμος δέ ἐστιν, καὶ ἀξίω‐ σις λεγομένη καὶ ἀπόδοσις, ἐπειδὴ ἢ δεόμεθα ἢ κελεύο‐ μεν· καὶ ἡνίκα μὲν δεόμεθα, λέγεται ἀξίωσις, ἡνίκα δὲ τὸ προσῆκον εἰσάγομεν παρακελευόμενοι, ὡς ἐκ τοῦ προσ‐ ήκοντος ἔχοντες τὴν παῤῥησίαν, ἀπόδοσις.
15tΤί ἐστιν συναγωγή.
16 Συναγωγὴ δέ ἐστιν βάσις, καθ’ ἣν πάντα τὸν προῤῥηθέντα συνάγομεν λόγον.
18tΠαράδειγμα προοιμίου τὰ τέσσαρα μέρη ἔχοντος.
19Ῥήτωρ ἐφυγαδεύθη, στασιαζούσης τῆς πόλεως ἔγρα‐
20ψε νόμον περὶ ὁμονοίας, ὡμονόησεν ἡ πόλις καὶ γράφει τις αὐτὸν κατελθεῖν. πρότασις· ἔδει μηδὲ τὴν ἀρχὴν ἐκεῖνον φυγῇ περιβληθῆναι τότε· αἰτία· ὁ γὰρ λόγος βεβαίαν τὴν εὔνοιαν αὐτοῦ ἐποίησεν· ἀξίωσις ἤτοι ἀπόδοσις· ἐπει‐ δὴ τοίνυν ἔργοις μεμαθήκαμεν τὴν προαίρεσιν αὐτοῦ,
25ταχέως αὐτὸν εἰς τὴν πόλιν δεχώμεθα· πολλάκις δὲ προ‐ κατασκευῆς ἐπὶ τῇ προτάσει καὶ ἑτέρα ἐπιγίνεται πρό‐ τασις, εἶθ’ οὕτως ἐπάγεται ἡ κατασκευὴ, ἢ μία κοινὴ τῶν δύο προτάσεων, ὅταν οὐ διΐστανται [sic] κ. τ. λ.
Πρώτη πρότασις· ἐν πολλοῖς μὲν, ὦ Δημόνικε,69

7

.

70

πολὺ διεστώσας εὑρήσομεν τάς τε τῶν σπουδαίων γνώ‐ μας, καὶ τὰς τῶν φίλων διανοίας· κατασκευὴ ταύτης· οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τιμῶσιν, οἱ δὲ μακρὰν ἀπόντας ἀγαπῶσιν· εἶτα δευτέρα πρότασις· πο‐
5λὺ δὲ μεγίστην διαφορὰν εἰλήφασιν ἐν ταῖς πρὸς ἀλλή‐ λους συνηθείαις· εἶτα δευτέρα κατασκευὴ τῆς δευτέρας προτάσεως· καὶ τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος διέλυσε, τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδ’ ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειεν.
10tΠερὶ παραδείγματος δύο ἐν ἑνὶ λόγῳ προοίμια.
11 Εἴπομεν εὑρίσκεσθαι ἑνὶ λόγῳ δύο καὶ τρία προοί‐ μια, καὶ οὐκ ἐκρίναμεν δίκαιον ἄνευ ἀποδείξεως καταλι‐ πεῖν τὴν δόξαν ἡμῶν, ἵνα μὴ φανῶμεν ἀναπόδεικτα λέ‐ γοντες, ἢ τοῖς ἀκούουσιν ἡμῶν πράγματα ὦμεν παρεχό‐
15μενοι τῇ ἐρευνήσει τῶν παραδειγμάτων σχολάζουσιν. ἐν τοίνυν τῷ τρίτῳ λόγῳ τῶν Ὀλυνθιακῶν δυσὶ προοιμίοις ὁ καθηγεμὼν τῆς τέχνης ἐχρήσατο, οἷον „οὐχὶ ταὐτὰ παρίσταταί μοι γινώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅταν τε εἰς τὰ πράγματα ἀποβλέψω, καὶ ὅταν εἰς τοὺς λόγους,
20οὓς ἀκούω·“ καὶ πληρώσας τὸ προοίμιον ἀπήρξατο δευ‐ τέρου προοιμίου λέγων· „ὁ μὲν οὖν παρὼν καιρὸς, ὦ Ἀθηναῖοι, εἴπερ ποτὲ, καὶ νῦν πολλῆς φροντίδος καὶ βουλῆς δεῖται·“
24tΠαράδειγμα τοῦ λόγου τοῦ ἔχοντος προοίμια τρία.
25 Ἐρευνήσαντες δὲ τὸν δεύτερον λόγον τῶν Ὀλυνθια‐ κῶν εὕρομεν τρία προοίμια, ἅπερ ἐκθησόμεθα εἰς δή‐ λωσιν τῶν ἐντυγχανόντων· τὸ μὲν οὖν πρῶτον προοίμιον τόδε· „ἐπὶ πολλῶν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γενομέ‐
30νην τῇ πόλει· οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμα‐
σιν·“ εἶτα πληρώσας τὸ προοίμιον ἤρξατο ἄλλου προοι‐70

7

.

71

μίου· τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν Φιλίππου ῥώμην διεξιέναι, καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι· εἶτα ἡ κατασκευή· διατί δὲ, ὅτι μοι δοκεῖ πάντα ὅσα εἴποι
5τις ὑπὲρ τούτων, ἐκείνῳ μὲν ἔχειν φιλοτιμίαν, ἡμῖν δὲ οὐχὶ καλῶς πεπρᾶχθαι· καὶ πληρώσας τὰ τοῦ δευτέρου προοιμίου καὶ μιαρά τινα ἐπειπὼν τοῦ τρίτου ἀπήρξα‐ το προοιμίου, οἷον, „τὸ μὲν οὖν ἐπίορκον καὶ ἄπιστον καλεῖν ἄνευ τοῦ τὰ πεπραγμένα δεικνύναι λοιδορίαν τις
10ἂν φήσειεν εἶναι κενὴν δικαίως,“ καὶ οὐκ ἀγνοῶ, ὥς τι‐ νες κακῶς κρίναντες οὐ προοίμιον τοῦτο ἔφασαν, ἀλλὰ τῶν ἀγώνων ἀπαρχὴν, ἐγὼ δὲ εἰ μὴ πάντας ᾤμην κρί‐ νειν τούτους ἐσφάλθαι, οὐκ ὤκνησα ἂν ἀποδεῖξαι προ‐ οίμιον οὐκ εἰσαγωγὴν ἀγώνων εἶναι τὴν πρότασιν, ἀλλὰ
15τούτων μὲν ἅλις· μεταβῶμεν δὲ ἐπὶ τὰ κατεπείγοντα. Ἰστέον, ὡς τῶν προβλημάτων τὰ μέν ἐστιν ὁμοιογενῆ, τὰ δὲ ἑτερογενῆ· καὶ ὁμοιογενῆ μὲν λέγονται, ὅσα κοι‐ νωνοῦσιν ἀλλήλοις κατά τι συμβεβηκὸς, εἴτε κατὰ περί‐ στασιν, εἴτε κατὰ τὴν ἔκβασιν, ἢ κατὰ τὴν ποιότητα
20τῶν προσώπων ἢ κατὰ τοὺς τρόπους ἢ κατὰ ἄλλο τι· ἐν τοῖς τοιούτοις οὖν προβλήμασιν εἰ πείσαντες τοὺς ἀκροατὰς ἐν πρώτοις δεύτερον ἀγῶνα εἰσάγωμεν, τῷ ἐξ ἐπαίνου θεωρήματι ἐν τῷ προοιμίῳ χρησόμεθα, λέ‐ γοντες οὕτως· ἄξιον μὲν οὖν ὑμᾶς, ὦ ἄνδρες ἄριστοι,
25ἐπαινεῖν καὶ τὴν ἀρετὴν ὑμῶν θαυμάζειν, ὡς τοῖς καλῶς λεγομένοις πειθομένους, καὶ τῶν λυσιτελῶν πολλοῦ λόγον ποιουμένους· ἀνθότου παῤῥησιασάμενος τὰ νῦν ἐπὶ τὸν ἀγῶνα εἰσελήλυθα περὶ τῶν ὁμοίων εἰσηγήσασθαι
καὶ ὕλην παρασχεῖν τῇ σπουδῇ τῇ ὑμετέρᾳ.71

7

.

72

(1t)

Περὶ τῶν ἀκολούθων τῶν πρώην προβλημάτων.
2 Ἀλλὰ καὶ εἰ περὶ ἀκολουθούντων βουλευόμεθα, ἐξ ἐπαίνου τὴν ἀπαρχὴν τοῦ προοιμίου ποιησόμεθα, ὡς ἐπὶ τούτου· ὁ Θεμιστοκλῆς πείσας ἐκλιπεῖν τὴν πόλιν
5βουλεύεται ἐμπρῆσαι τὴν πόλιν· φήσει τοίνυν, ὁρῶν ὑ‐ μᾶς πεπεισμένους, ἐφ’ οἷς μικρῷ πρόσθεν εἰσηγησάμην, πρόθυμος τὰ νῦν γεγονὼς ἥκω τὰ τοῖς πρώτοις ἑπόμενα συμβουλεύσασθαι.
9tΠερὶ τῶν δυσχερῆ βουλευομένων.
10 Εἰ δὲ περί τινος δυσχεροῦς βουλευόμεθα, ὁμοίως τῷ ἐξ ἐπαίνου θεωρήματι χρησόμεθα, τὸ συμφέρον προ‐ βαλλόμενοι καὶ τῷ ἐπαίνῳ τῷ περὶ αὐτοὺς, καὶ τῷ λυ‐ σιτελεῖ πρὸς πεισμονὴν τοὺς ἀκροατὰς ἐφελκόμενοι λέ‐ ξομεν οὕτως· τὴν περὶ πάντα τὰ λυσιτελῆ σπουδὴν ὑμᾶς
15ὁρῶν ἔχοντας, ὦ ἄνδρες ἄριστοι, καὶ τὸ πρόθυμον τὸ περὶ τὰ πρακτέα καὶ δυσχερῆ μέλλω λέγειν· ἀλλὰ διὰ τὴν ἐξ αὐτῶν τῇ πατρίδι ὠφέλειαν γενησομένην οὐκ ἄξιον ἔκρινα σιγῆσαι, ὑφορώμενος τὴν ἐκ τῆς ἀγνωμο‐ σύνης τοῦ γένους διαβολήν.
20tΠερὶ ἀποτεύξεως τῆς πρώτης βουλῆς, ποίῳ θεωρήμα‐
21tτι χρησόμεθα ἐν τῇ δευτέρᾳ βουλῇ.
22 Εἰ δέ τινα γνώμην εἰσαγαγὼν ἀποτύχοις τοῦ πεῖσαι, εἶτα εἰσέρχῃ τοῦ προθεῖναι βουλὴν δευτέραν θεωρή‐ ματι χρήσῃ τῷ ἐσχηματισμένῳ τῷ ἐκ βαρύτητος λέγων
25οὕτως· εἰ καὶ περὶ τῶν προτέρων οὐχὶ κακῶς παρά τισιν ἔδοξα συνεωρακέναι τὸ βέλτιον, ὅμως οὐκ ἔδοξέ μοι κα‐ λῶς ἀθυμήσαντι σιγῆσαι, ἵνα μὴ κακόνους δόξω τῇ πα‐ τρίδι, ἀλλὰ τὰ δοκοῦντά μοι νῦν συμφέροντα εἰσηγή‐
σασθαι. Παράδειγμα· ἔγραψεν Αἰσχίνης τρισκαιδέκα‐72

7

.

73

τον θεὸν νομίζειν Φίλιππον· ἀντειπὼν Δημοσθένης ἡτ‐ τήθη· ὁ δὲ σχηματίζεται ἐν τῇ δευτέρᾳ αὐτοῦ βουλῇ καὶ ναοὺς αὐτῷ κατασκευασθῆναι.
4tΠερὶ τῶν νικησάντων ἔν τινι ἐν ἑτέραις βουλαῖς πεῖ‐
5tσαι καὶ νικῆσαι ποίῳ προοιμίῳ χρησόμεθα.
6 Ἡνίκα τις νικήσας πάλιν εἰσιὼν ἀντιλέγει σοι, τῷ ἐκ διαβολῆς προοιμίῳ χρήσῃ λέγων οὕτως· τὸ μὲν αὐθά‐ δη καὶ καταφρονητὴν γενέσθαι αὐτὸν, ὦ ἄνδρες δικασταὶ, οὐδὲν θαυμαστόν· τὸ γὰρ περικρατεῖν ἐκ συνηθείας
10λαβὼν, νομὴν εἴληφε τοῦ ἀντιλέγειν, ἐν οἷς ἂν αὐτῷ δό‐ ξειε· καὶ σὺ μὲν οὖν ὁ ἀντιλέγων χρήσῃ τῷ ἐκ διαβο‐ λῆς· ἐκεῖνος δὲ χρήσεται τῷ ἐξ ἐπαίνου τῶν ἀκροατῶν, ὡς καὶ ἐν τοῖς προτέροις καὶ ἀκολούθοις πεῖσαι αὐτὸν σπουδάζων· οἷον, Ἄνυτος καὶ Μέλιτος διαβαλόντες
15Σωκράτην καὶ νικήσαντες γράφουσι πάλιν καὶ τοὺς ἑταί‐ ρους αὐτοῦ ἐλαύνειν· ὁ τοίνυν Ἄνυτος καὶ Μέλιτος χρήσονται τῷ ἐξ ἐπαίνου, ὁ δὲ συνηγορῶν τοῖς τοῦ Σω‐ κράτους ἑταίροις χρήσεται, ὡς εἴρηται, τῷ ἐκ διαβολῆς θεωρήματι.
20tἘν πόσοις εἴδεσι προβλημάτων τῷ ἐκ βαρύτητος
21tθεωρήματι χρησόμεθα.
22 Ἡνίκα τοίνυν συνεχῶς τις κρίνεται, τῷ ἐκ βαρύτη‐ τος χρήσεται θεωρήματι ἐν προοιμίοις· οἷον συνεχῶς τις νέος πλούσιος κρινόμενος τυραννίδος ἐπιθέσεως τὴν οὐ‐
25σίαν αὐτοῦ κατεπόντωσεν ἐν θαλάσσῃ καὶ κρίνεται. Ἄλ‐ λο, ῥήτορες ἐξεδόθησαν τῷ Φιλίππῳ· καὶ ἀφεθέντες οὐ
πολιτεύονται καὶ κρίνονται· ἁρμόσει οὖν ἐν αὐτοῖς τὸ ἐκ73

7

.

74

βαρύτητος προοίμιον λεγόντων· οὐκ ἦν, ὡς ἔοικε, τῶν κακῶν ἀπαλλαγή· πρώην μὲν πολιτευόμενοι κινδύνοις περιεπέσομεν, νῦν δὲ τὸ σιωπᾷν κρίνοντες δίκαιον εἰς δι‐ καστήριον ἥκομεν· πρὸ τούτου τοίνυν βουλὰς βουλεύοντες
5νῦν παρὰ ἑτέρων γνώμην ζητοῦμεν ὅ τι καὶ πράξομεν.74