TLG 5024 016 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in librum περὶ στάσεων ANONYMI IN HERMOGENEM Rhet. Prolegomena in librum περὶ στάσεων Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 255–258. Citation: Volume — page — (line) | ||
14.255(4t) | ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ | |
5 | Τὴν ῥητορικὴν τέχνην ἄλλοι ἄλλως ὡρίσαντο, προσ‐ κείσθω δὲ τοῖς παλαιοῖς ὅροις καὶ οὗτος ‘ῥητορική ἐστιν ἄσκησις λόγου ἐν 〈στασιαζομέναις καὶ〉 ἰσοσθε‐ νέσι τὸν ῥήτορα γυμνάζουσα ὑποθέσεσι‘. διὰ γὰρ τοῦτο καὶ ἐν στασιαζομένοις προβλήμασι καὶ ἰσοδυνάμοις ἡ | |
---|---|---|
10 | ἄσκησις, ἵν’, ὅταν ἰσχυρότερον θάτερον τῶν μερῶν λέγῃ, ἡ δύναμις τοῦ λέγοντος φαίνηται καὶ μὴ αὐτοῦ τοῦ προβλήματος, ὃ τὴν δύναμιν ἴσην ἑκατέροις παρέχει τοῖς μέρεσιν. ἐξασκούμενος δὲ ἐντεῦθεν ὁ λόγος καὶ γυμναζόμενος οὐκ ἐν πολιτικοῖς μόνον πράγμασιν ἀλλὰ | |
15 | καὶ εἰς πᾶν ὁτιοῦν χρησιμεύει τῷ ῥήτορι· αὐτίκα καὶ Πλάτων, ὁ τὴν τέχνην φαυλίζων, φιλόσοφος ὢν ὁ ἀνὴρ καὶ περὶ φυσικῶν καὶ ἐπιστημονικῶν καὶ φιλοσοφίας διαλεγόμενος, τῷ τῆς ῥητορικῆς ἐνσεμνύνεται κάλλει καὶ τὸ ἁβρὸν ἐκεῖθεν ἔχει τοῦ λόγου καὶ γλαφυρὸν καὶ τὴν | |
20 | ἄλλην σεμνότητα. οὐ γὰρ ἐν τοῖς στασιαζομένοις ἡμῖν | |
λυσιτελεῖ τὸ χρήσιμον τῆς ῥητορικῆς, ἀλλ’ ὥσπερ οἱ | 255 | |
14.256 | στρατιῶται τὸ πολεμεῖν μετὰ τῶν συμφυλετῶν γυμνα‐ ζόμενοι κατὰ τῶν πολεμίων τὸ τούτου χρήσιμον ἐπιδεί‐ κνυνται, οὕτω καὶ ῥήτορες τὴν ἰσχὺν τοῦ λόγου ἐπὶ τῶν στασιαζομένων προβλημάτων ἀσκούμενοι ἐν τοῖς | |
5 | ἀστασιάστοις τὸ τούτων ἐπιδείκνυνται χρήσιμον, αὔ‐ ξοντες 〈μὲν〉 τὰ καλὰ καὶ δίκαια καὶ συμφέροντα καὶ πρὸς αὐτὰ ἐρεθίζοντες, διαβάλλοντες δὲ τὰ φαῦλα καὶ ἄδικα καὶ ἀσύμφορα καὶ ἐξ αὐτῶν ἀποτρέποντες· ἐπεί‐ τοιγε τὰ στασιαζόμενα τῶν προβλημάτων ἐκμελετώ‐ | |
10 | μενα ἐπίδειξιν ἔχει μόνην, ἄλυτα καὶ οὕτω μένοντα καὶ ἀμφίβολα, εἰ μή τις νόμος ἀναφανεὶς εἰς τὸ ἀναμφίβολον περιστήσει τὸ πρόβλημα ἢ διαλύσει τὴν τομὴν δέξεται· διάλυσις δέ ἐστιν ἀμφιβαλλομένου προβλήματος τομή, καὶ διὰ τὰ ἀμφίβολα ἡ τῆς διαλύσεως τοῖς νόμοις ἐξεύρη‐ | |
15 | ται μέθοδος. διὰ γὰρ τοῦτο καὶ πολιτικῆς μορίου εἴ‐ δωλον ὁ Πλάτων τὴν τέχνην ἐκάλεσεν ὡς ἀσκοῦσαν καὶ μόνον τὸν λόγον διὰ στασιαζομένων προβλημάτων καὶ ὑποθέσεων, οὐ μέντοι τομὴν ἐπιτιθεῖσαν τῷ πράγματι, ἀλλὰ τῆς νομοθετικῆς τοῦτο ἐχούσης καὶ τῆς τῶν νό‐ | |
20 | μων ἰσχύος, τῆς δὲ τέχνης ἡδονὴν μόνον χαριζομένης τῷ λόγῳ καὶ δύναμιν πρὸς πᾶν ὁτιοῦν λυσιτελοῦσαν τὸ προ‐ τιθέμενον· καὶ γὰρ καὶ περὶ γεωργικῆς εἰσηγεῖται καὶ ναυ‐ τιλίας ἐκφράζει καὶ ὁπλοποιητικὴν καὶ πολέμους καὶ | |
ἀστέρων θέσεις καὶ πᾶν ὁτιοῦν, καθὰ καὶ ἡ ποίησις, | 256 | |
14.257 | ἐκ τῆς τέχνης τοῦ ποιητοῦ τὴν δύναμιν τῆς φράσεως προσλαβόντος, οὐκ ἄλλοθεν, εἰ καὶ μήπω τὰ τῆς τέχ‐ νης ὠργάνωτο· ἦν γὰρ ἐν τῇ φύσει καὶ πρὸ τοῦ ὀργά‐ νου ἡ τέχνη, καὶ ἡ φυσικὴ τέχνη τὸ ὄργανον ἀλλ’ οὐκ | |
5 | αὐτὸ τὸ ὄργανον τὴν φυσικὴν τέχνην ἐξεῦρεν. Τριῶν δὲ βιβλίων τῷ ῥήτορι τεχνωθέντων, τοῦ Περὶ στάσεων, τοῦ Περὶ εὑρέσεων, τοῦ Περὶ ἰδεῶν, τὸ Περὶ τῶν στάσεων τῶν ἄλλων προτέθεικε· παχυμερέστερα γὰρ τὰ τῶν στάσεων, λεπτομερέστερα δὲ τὰ τῶν εὑρέ‐ | |
10 | σεων καὶ τούτων ἔτι λεπτότερα τὰ περὶ ἰδεῶν, ὡς τὰς μὲν στάσεις μείζοσι ζῴου μέρεσιν ἐοικέναι, οἷον κεφαλῇ, ὤμοις, κοιλίᾳ, μηροῖς τε καὶ τοῖς ποσίν, ἐλάττοσι δὲ μέρεσι τὰς εὑρέσεις, οἷον ὀφθαλμοῖς, ῥισίν, ὠτίοις, χεί‐ λεσι, γλώττῃ καὶ τοῖς τοιούτοις, τὰς δὲ ἰδέας ἔτι τούτων | |
15 | ἐλάττοσιν, οἷον βλεφάροις, κόραις, κανθοῖς καὶ τοῖς τούτων παραπλησίοις. ἢ κρεῖττον οὕτω περὶ τούτων δια‐ λαβεῖν· ἡ μὲν γὰρ περὶ τῶν στάσεών τε καὶ τῶν εὑρέ‐ σεων ἀναλογία καλῶς ἀποδέδοται καὶ αἳ μὲν μείζοσιν, αἳ δὲ ἐλάττοσι ζῴου ἀναλελόγηνται μέρεσιν, αἱ δὲ ἰδέαι | |
20 | εἴδεσι καὶ μορφαῖς προσεοίκασιν, ἑκάστῳ τῶν τοιού‐ των μερῶν ἐπιμορφαζόμεναι καὶ ἢ πρὸς σαφήνειαν εἰ‐ δοποιοῦσαι ταῦτα ἢ πρὸς μέγεθος ἢ κάλλος ἢ ἦθος ἢ | |
πρὸς ἄλλην τινὰ ἁρμόζουσαν αὐτοῖς καὶ προσφυᾶ, ὡς | 257 | |
14.258 | ἂν διδῷ ὁ καιρός, διαμορφοῦσαι ἰδέαν. ἐφ’ ᾧ δὴ καὶ ἰδέαι ἀπὸ τοῦ εἴδω παρωνομάσθησαν ῥήματος, εἰς ι τῆς ει διφθόγγου μεταμειφθείσης κατὰ τὸν φάσκοντα κανόνα ὅτι ‘πολλά εἰσιν ὀνόματα ἀπὸ ῥημάτων γινό‐ | |
5 | μενα, γραφομένων μὲν τῶν ῥημάτων διὰ τῆς ει διφθόγ‐ γου, τῶν δὲ ὀνομάτων διὰ τοῦ ι‘. διὰ ταῦτα αἱ στάσεις, οἷα παχυμερέστεραι τῶν εὑρέσεων, ὑποκείμεναι δὲ ὡς ὕλη ταῖς ἰδέαις, τοῖς εἰσαγομένοις ὑπὸ τοῦ τεχνικοῦ προετέθησαν. | |
10 | Ἀλλ’ ἴωμεν ἤδη καὶ ἐπ’ αὐτὰ τὰ τοῦ τεχνικοῦ ῥητά, ‘τῆς μὲν λεπτοτέρας καὶ αὐτοὶ ἀπεχόμενοι ἑρμηνείας, | |
τῆς δὲ ἁπλουστέρας συμμέτρως ἐχόμενοι‘. | 258 |