TLG 5024 014 :: ANONYMI IN HERMOGENEM :: Περὶ τῆς τάξεως τῶν ἰδεῶν ANONYMI IN HERMOGENEM Rhet. Περὶ τῆς τάξεως τῶν ἰδεῶν Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 391–393. Citation: Volume — page — (line) | ||
14.391(1t) | ΠΕΡΙ ΤΗΣ ΤΑΞΕΩΣ ΤΩΝ ΙΔΕΩΝ | |
2 | Τὸν πολιτικὸν λόγον δεῖ καὶ τὸ δυνατὸν ἔχειν καὶ τὸ ἡδύ. τὸ μὲν οὖν δυνατὸν ἀπὸ τῆς γνώσεως τῶν κεφα‐ λαίων τῶν καθ’ ἑκάστην στάσιν γίνεται, τὸ δὲ ἡδὺ ἐκ | |
---|---|---|
5 | τῆς τῶν σχημάτων ποικιλίας καὶ τῆς τῶν ἰδεῶν γνώ‐ σεως. Αὗται δὲ ἤτοι ἀπὸ τοῦ λεγομένου ἐμφαίνονται ἢ ἀπὸ τοῦ λέγοντος. καὶ πρῶται μὲν αἱ ἀπὸ τοῦ λεγομένου, ὡς τούτου τὸ κῦρος ἔχοντος ἐν τῷ λόγῳ· ἕνεκα γὰρ | |
10 | τούτου καὶ τἆλλα· ἔπειτα 〈δὲ αἱ〉 ἀπὸ τοῦ λέγοντος. Εἰσὶ δὲ αἱ μὲν ἀπὸ τοῦ λεγομένου σαφήνεια, μέγεθος, κάλλος, γοργότης· αἱ δὲ ἀπὸ τοῦ λέγοντος ἀλήθεια, ἦθος, δεινότης. Πασῶν δὲ προτέτακται ἡ σαφήνεια, διότι καὶ παντὶ | |
15 | λόγῳ ταύτης μάλιστα δεῖ· εἰ γὰρ τὸ ἀντικείμενον αὐτῇ κακίζομεν καὶ φεύγομεν, τὴν ἀσάφειαν, φροντι‐ στέον ἄρα τῆς σαφηνείας. ἀλλ’ ἵνα μὴ παντελῶς ἐκ‐ κλίνωμεν εἰς τὸ εὐτελὲς καὶ χαμαιπετῆ τὸν λόγον ποιή‐ σωμεν, καταφεύγειν εὐθὺς ἐπὶ τὸ μέγεθος δεῖ· τούτῳ | |
20 | γὰρ χρησάμενοι δευτέρῳ καὶ τῶν ἰδιωτῶν ἂν δόξωμεν | |
διενεγκεῖν καὶ τῆς χρείας ἀντέχεσθαι. ἀλλ’ ἐπειδὴ τὰ | 391 | |
14.392 | μεγάλα εἶναι δεῖ καὶ ἡδέα—τάχα γὰρ ἂν τοσοῦτον λυπήσουσιν, ὅταν μὴ προσηνῆ τυγχάνωσιν, ὅσον [καὶ] κατὰ μέγεθος ὑπερβάλλουσι—, διὰ ταύτην τὴν αἰτίαν τὸ κάλλος ἕπεται τῷ μεγέθει. μεθ’ ὃ ἡ γοργότης, ὅπως | |
5 | τὸ κεκαλλωπισμένον μέγεθος εὐκίνητον ποιήσῃ κατὰ τὸ ἐνδεχόμενον. Ταῦτα μὲν ἀπὸ τοῦ λεγομένου. Δεῖ δὲ καὶ τὸν λέγοντα τὴν ἑαυτοῦ φύσιν ἐμφαίνειν καὶ κινεῖσθαι πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν. ἀλλ’ ὅταν μὲν προσφάτως δόξῃ κινεῖσθαι καὶ κατά τινα | |
10 | περίστασιν, ποιεῖ τὸ ἀληθές. ὅταν δὲ τὴν ἐνυπάρχουσαν | |
ἕξιν καὶ χρονίαν ἐνδείξασθαι βουληθείη, ποιεῖ τὸ ἦθος. | 392 | |
14.393 | ἐπὶ τούτοις ἡ δεινότης, καὶ μάλα εἰκότως· τὰ γὰρ | |
προειρημένα τῷ ῥήτορι διαχειρίζειν σπουδή. | 393 |