TLG 5024 013 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in librum περὶ ἰδεῶν

ANONYMI IN HERMOGENEM Rhet.
(Varia)

Prolegomena in librum περὶ ἰδεῶν

Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 388–390.

Citation: Volume — page — (line)

14

.

388

(15t)

ΤΑ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΟΥ ΠΕΡΙ ΙΔΕΩΝ
16 Τὸν πολιτικὸν λόγον δεῖ καὶ τὸ δυνατὸν ἔχειν, τουτέστι τὸ δυνάμενον πεῖσαι, καὶ τὸ ἡδύ. Τὸ μὲν οὖν δυνατὸν ἐκ τῆς γνώσεως τῶν κεφαλαίων τῶν καθ’ ἑκάστην στάσιν γίνεται, περὶ ὧν ἐδίδαξεν
20Ἑρμογένης ἐν τῇ Περὶ τῶν στάσεων πραγματείᾳ. ὁ γὰρ
τὰ κεφάλαια μαθὼν οἶδε δήπου καὶ ἐνθυμηθῆναι· ὁδηγεῖ388

14

.

389

γὰρ ἡμᾶς ἐπὶ τὴν τῶν ἐνθυμημάτων εὕρεσιν τὰ κεφά‐ λαια, ὡς ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν τὸ συμφέρον κεφάλαιον ἐργαζόμενος ὁ Δημοσθένης ἐνθυμήματα εὗρε πεῖσαι δυνάμενα τὸν ἀκροατὴν συμμαχῆσαι Ὀλυνθίοις.
5τὸ μὲν γὰρ συμφέρον ἐστὶν ἐκεῖ κεφάλαιον, ὅτι συμφέ‐ ρει Ἀθηναίοις ἡ συμμαχία, τὰ δὲ ἐνθυμήματα, ὅτι Ὀλυνθίων σῳζομένων μακρὰν ἡμῶν ἀπέσται ὁ πόλεμος, εἰ δὲ Ὄλυνθον Φίλιππος λάβοι, ἥξει θᾶττον ἐφ’ ἡμᾶς· ὅτι οὐ τοσαῦτα δαπανήσομεν ἔξω τῆς χώρας αὐτῷ πολε‐
10μοῦντες, ὅσα εἰς τὴν Ἀττικὴν ἐλθόντος Φιλίππου, ἔλθοι δ’ ἄν, εἰ Ὄλυνθον λήψεται. βιάζεται τοίνυν τὴν τοῦ ἀκροατοῦ διάνοιαν τὸ ἐνθύμημα καὶ ἀναγκάζει πείθε‐ σθαι· διὸ καὶ τὸ δυνατὸν ἔφαμεν ἐκ τῶν κεφαλαίων γίνεσθαι, δι’ ὧν τὰ ἐνθυμήματα προσγίνεται καὶ εὑρί‐
15σκεται. Τὸ δέ γε ἡδὺ ἐκ τῆς ποικιλίας τῶν σχημάτων καὶ τῆς τῶν ἰδεῶν γνώσεως ἐργαζόμεθα· σκληρὸς μὲν γὰρ καὶ προσκορὴς ὁ μονοειδὴς λόγος, ἡδὺς δὲ καὶ πιθα‐ νώτατος ὁ ποικίλος καὶ πολυσχημάτιστος· μεταβολὴ
20γὰρ πάντων γλυκὺ κατὰ τὸν Εὐριπίδην. τοῦτο οὖν τὸ ἡδύ.
Ἐν τούτῳ 〈οὖν〉 ἡμᾶς τῷ βιβλίῳ ὁ Ἑρμογένης διδά‐389

14

.

390

σκει, πῶς δεῖ καλλωπίζειν καὶ ἡδύνειν τά τε εὑρεθέντα ἐνθυμήματα καὶ τὴν φράσιν. κέχρηται δὲ προοιμίῳ, ἐν ᾧ δείκνυσιν, ὅτι ἀναγκαία ἡ τῶν ἰδεῶν γνῶσις τῷ ῥήτορι, κἄν τε
5λέγειν κἄν τε μὴν κρίνειν τὰ τῶν ἄλλων ἐθέλῃ· κἂν γὰρ εὐφυὴς ᾖ, οὐδὲν ὄφελος ἐντεῦθεν, ἐὰν μὴ προσῇ τὰ τῆς τέχνης, δι’ ἧς ὀρθῶς ἂν καὶ τοὺς ἀρχαίους ζηλώσωμεν· ὅτι περὶ καθολικῆς ἰδέας γέγραπται τὸ σύγγραμμα, οὐ περὶ Δημοσθενικῆς ἢ Πλατωνικῆς·
10 ὅτι διὰ τῶν Δημοσθένους λόγων περὶ πάσης ἰδέας διδάσκει· οὗτος γὰρ ποικίλος μάλιστα ὁ ῥήτωρ· ὅτι δυσχερὲς τὴν μῖξιν τῶν ἰδεῶν εὑρεῖν καὶ εὑρόντα φράσαι· ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ καθῆκεν ἑαυτὸν εἰς τὴν
15περὶ τῶν καθολικῶν ἰδεῶν πραγματείαν· ὅτι ἑπτά εἰσιν ἰδέαι αἱ τὸν Δημοσθενικὸν ποιοῦσαι λόγον, ὧν αἳ μὲν γενικαί εἰσιν, αἳ δὲ εἰδικαί· ἐκ τίνων τε ἅπας γίνεται λόγος, ὅτι ἐξ ἐννοίας, μεθ‐ όδου, λέξεως, σχήματος, κώλου, συνθέσεως, ἀναπαύ‐
20σεως, ῥυθμοῦ· τί ἡ δύναμις τῶν ποιούντων τὰ εἴδη τοῦ λόγου. Ἐπὶ τούτοις ἀνακεφαλαιωσάμενος περὶ πάσης ἰδέας
διδάσκει, καὶ πρῶτόν γε περὶ σαφηνείας.390