TLG 5024 011 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in artem rhetoricam (excerpta e codd. Marc. 430 + Vat. 900) ANONYMI IN HERMOGENEM Rhet. Prolegomena in artem rhetoricam (excerpta e codd. Marc. 430 + Vat. 900) Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 347–350. Citation: Volume — page — (line) | ||
14 | Πῶς ἐκάλει ὁ Πλάτων ‘πολιτικῆς μορίου εἴδωλον‘ | |
---|---|---|
15 | τὴν ῥητορικήν; Σκόπει τὴν διαίρεσιν· τρία μέρη τῆς ψυχῆς εἰσι, | |
λογικόν, θυμικὸν καὶ ἐπιθυμητικόν, καὶ τρία εἴδη τῆς | 347 | |
14.348 | ῥητορικῆς, δικανικόν, συμβουλευτικὸν καὶ πανηγυρικόν. ἐξ ἑνὸς γοῦν ἑκάστου τῶν μερῶν τῆς ψυχῆς ἕκαστον αὐτῶν προῆλθε. ἔχει δὲ καὶ τὸ καθὲν αὐτῶν καὶ ταῦτα τόπον, χρόνον, πρόσωπον. ἐκ μὲν τοῦ θυμικοῦ τὸ δικανι‐ | |
5 | κόν, ἔχει τὸν παρεληλυθότα χρόνον, τόπον τὸ δικαστή‐ ριον, πρόσωπον τοὺς δικάζοντας, καὶ διαιρεῖται εἰς κατ‐ ηγορίαν καὶ ἀπολογίαν καὶ τέλος ἔχει τὸ δίκαιον. ἐκ δὲ τοῦ λογικοῦ τὸ συμβουλευτικόν, ἔχει τὸν μέλλοντα χρόνον, τόπον τὸ βουλευτήριον, πρόσωπον τοὺς βου‐ | |
10 | λευομένους, διαιρεῖται εἰς προτροπὴν καὶ ἀποτροπήν, τέλος ἔχει τὸ συμφέρον. τὸ δὲ πανηγυρικὸν ἐκ τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς, ἔχει χρόνον τὸν ἐνεστῶτα, τόπον πάντα, πρόσωπον τοὺς πανηγυρίζοντας, διαιρεῖται εἰς ἔπαινον καὶ ψόγον, τέλος ἔχει τὸ καλόν. | |
15 | Ὥσπερ οἱ γραμματικοὶ πάντα ἀνήγαγον ὑπὸ τὰ ὀκτὼ μέρη τοῦ λόγου καὶ οἱ φιλόσοφοι ὑπὸ τὰ δέκα γένη, οὕτως ἀνήγαγε καὶ οὗτος ὑπὸ τὰς δεκατρεῖς στάσεις πᾶσαν πολιτικὴν στάσιν καὶ φιλονεικίαν. ἐπεὶ δὲ πᾶσα στάσις τέλειος λόγος ἐστὶ ῥητορικός, ὁ δὲ τέλειος ῥητορι‐ | |
20 | κὸς λόγος ἀναλογεῖ ζῴῳ ἐμψύχῳ, τὸ δὲ ζῷον καὶ μέρη καὶ μόρια καὶ μορφὴν ἔχει καὶ τρόπους, ἐν μὲν τῷ Περὶ στάσεων ἐδίδαξεν ὅλον τὸ σῶμα, ἐν δὲ τῷ Περὶ εὑρέ‐ σεως τὰ μέρη καὶ τὰ μόρια, προοίμια, διηγήσεις, ἐν δὲ ταῖς Ἰδέαις τὰς μορφάς, ἐν δὲ τῷ Περὶ μεθόδου δεινό‐ | |
25 | τητος τοὺς τρόπους. | 348 |
14.349 | Ῥητορική ἐστι τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. Ὁ Γεωμέτρης· λόγος περὶ τὸν λόγον. | |
5 | Ὁ Ἑρμογένης· τέχνη χρήσιμος βουλαῖς, δικαστηρίοις καὶ πανηγύρεσιν. Ὁ Κόραξ· πειθοῦς δημιουργός. Ἕτερος ὁρισμὸς Διονυσίου τοῦ μεγάλου· ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτι‐ | |
10 | κῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν. Ὁ Ἑρμογένης, τὸ γένος Ταρσεύς, Καλλίππου υἱός, μαθητὴς Σκοτίνου τοῦ ῥήτορος, ἤκμασεν εἰς τοὺς χρό‐ νους Μάρκου τοῦ φιλοσοφωτάτου. εἰδὼς δὲ τοὺς Ῥω‐ μαίους περὶ τὰ πολιτικὰ καταγινομένους ἤτοι τοὺς νό‐ | |
15 | μους, ἐσπούδασε ποιῆσαι σύγγραμμα λυσιτελοῦν τῇ πολιτείᾳ εἰς τοὺς νόμους. Ὅρος Ἀριστοτέλους ‘οὐ δεῖ ἀπὸ ἀμφιβόλων ἄρχε‐ σθαι‘· διὸ καὶ ὁ Ἑρμογένης ἀκολουθῶν αὐτῷ οὐχ ὡρίσατο τὴν ῥητορικήν, ἐπεὶ ἀμφίβολος ἦν. Ἡ ῥητορική | |
20 | ἐστι ‘σύστημα‘ διὰ τὸ ἐκ πολλῶν συγκεῖσθαι κανόνων καὶ μεθόδων. ‘ἐκ καταλήψεων‘ δὲ διὰ τὸ ἔκ τινων | |
ἐπινοήσεων τῶν τοιούτων εὐπορῆσαι κανόνων τε καὶ | 349 | |
14.350 | μεθόδων. ‘ἐγγεγυμνασμένων‘ δὲ ὡς πολλάκις τὴν πεῖ‐ ραν δόντων καὶ δεδοκιμασμένων τῷ χρόνῳ. ‘πρός τι‘ δὲ ‘τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘, καθὸ ψέγει μὲν τὴν κακίαν, ἐγκωμιάζει δὲ τὴν ἀρετήν, καὶ προτρέπει μὲν | |
5 | ἐπὶ τὰ καλά, ἀποτρέπει δὲ τῶν φαύλων, καὶ κατηγορεῖ μὲν τῶν ἀδικούντων, ὑπεραπολογεῖται δὲ τῶν ἀδικου‐ μένων. Τί ἐστι στάσις; ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ μιᾶς φάσεως χαρακτηριζομένη τῶν ἐν τῷ πολιτικῷ | |
10 | ζητήματι κειμένων, καθ’ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν εἰς πίστιν κομιζομένων. Φάσις δέ ἐστι μέρος προτάσεως. ‘Καταληφθέντα‘ ἤτοι οὐ φαντασθέντα καὶ ἐκ περιτ‐ τῆς ὑπονοίας ὑποστάντα ἀλλὰ μετὰ λόγου γνωσθέντα. | |
15 | ‘Πολιτικῶν‘ εἶπεν, ἵνα διαστείλῃ αὐτὰ ἀπὸ τῶν ἰατρι‐ κῶν καὶ γεωμετρικῶν καὶ τῶν ἄλλων· πολιτικὰ δὲ λέγεται ὡς μάλιστα πολιτείας συστατικά. ‘Ἀμφισβή‐ τησισ‘ ἡ φιλονεικία. Ἐν τῷ εἰπεῖν ‘λογική‘ ἐξέωσεν αὐτὴν ἀπὸ τῶν πρακτικῶν καὶ ἀλόγων. Ἐν τῷ εἰπεῖν | |
20 | ‘ἐπὶ μέρουσ‘ ἐξέωσεν αὐτὴν ἀπὸ τῶν φιλοσόφων· οὗτοι γὰρ περὶ τὰ καθόλου καταγίνονται. Διὰ τοῦ εἰπεῖν ‘πάντων ἅμα ἢ καὶ τινῶν‘ ἐδήλωσε πολλάκις εὑρίσκεσθαι ἐν τοῖς ζητήμασι καὶ τὰ τρία εἴδη τῆς ῥητορικῆς, πολ‐ | |
λάκις δὲ τὰ δύο· διὰ τοῦτο εἶπε καὶ τὸ ‘τινῶν‘. | 350 |