TLG 5024 010 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in artem rhetoricam

ANONYMI IN HERMOGENEM Rhet.
(Varia)

Prolegomena in artem rhetoricam

Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 336–347.

Citation: Volume — page — (line)

10tΙ
11 Ἑρμογένην τὸν σοφιστὴν ἤνεγκαν Ταρσοὶ τῆς Κιλι‐ κίας· ὃς ἐγένετο περὶ τὴν τέχνην λαμπρός, ὥστε ιεʹ ἐτῶν ὢν συνεγράψατο τὰς Στάσεις, εἴκοσι δὲ καὶ τριῶν γενόμενος τὸ Περὶ ἰδεῶν ἐξέδωκε σύγγραμμα.
15 Σκοπὸς τοίνυν τῷ τεχνικῷ οὐ περὶ στάσεων διαλαβεῖν, ἀλλὰ [καὶ] περὶ διαιρέσεως κεφαλαίων, ὡς αὐτὸς τὸν ἴδιον σκοπὸν κηρύττει. περὶ στάσεων δὲ διαλαμβάνει ὡς
συμβαλλομένων τῷ προκειμένῳ σκοπῷ.336

14

.

337

Χρήσιμον τὸ σύγγραμμα, ὅτι τε εἰς ἀριθμὸν ὡρισμέ‐ νον ἀνάγει τὰ πάντα προβλήματα, καὶ ἵνα μὴ διερχό‐ μενοι τὰ τῶν παλαιῶν ἢ σκεπτόμενοι ἀγνοῶμεν, πῶς δεῖ χρῆσθαι τοῖς κεφαλαίοις. εἰ γὰρ καὶ κέχρηνταί τινες
5αὐτοῖς φυσικῶς, ἀλλ’ ὡς ἔτυχε, τὴν τάξιν μὴ φυλάττον‐ τες, ὡς καὶ Ἀντιφῶν φύσει ὢν ῥήτωρ· καὶ οἱ περὶ Δημο‐ σθένην δὲ εἶχον ταύτην τὴν μέθοδον, ὡς καὶ ἐν τῷ περὶ αὐτῶν λόγῳ εὑρίσκομεν· ἐκεῖθεν γὰρ ὁ τεχνικὸς ἀν‐ ελέξατο. Τινὲς οὖν ἀναιροῦντες τὸ χρήσιμον τῆς Ῥητορι‐
10κῆς λέγουσιν ἄχρηστον ἡμῖν εἶναι τὴν Ῥητορικήν, εἴ γε περὶ καθόλου στοχασμοῦ διαλαμβάνει, ὁμοίως δὲ καὶ περὶ ὅρου· ταῦτα δὲ ἴδια τῶν φιλοσόφων. πρὸς οὓς ἐπι‐ φέρεται τοῦτο· ἰστέον γάρ, ὡς αἱ τέχναι καθολικὰς ἔχουσι τὰς μεθόδους, τὰ δὲ ἀποτελέσματα μερικά· ἡ
15γὰρ μέθοδος τοῦ στοχασμοῦ καθολική ἐστιν, ὁ δὲ Κατ’ Αἰσχίνου λόγος μερικὸς ὡς ἀποτέλεσμα. Γνήσιον δὲ κατὰ τὴν ἁπάντων συμφωνίαν, 〈καὶ〉 ὅτι τοῦ Περὶ ἰδεῶν ἐνταῦθα μέμνηται, ὅπερ ὁμολογουμένως αὐτοῦ ἐστιν.
20 Περὶ δὲ τῆς τάξεως· προτέτακται μὲν τὸ Περὶ προ‐ γυμνασμάτων ὡς σαφὲς καὶ ἁπλοῦν, τὸ δὲ Περὶ στά‐ σεων τοῦ Περὶ ἰδεῶν, ὅτι τὸ μὲν περὶ τὰ νοήματα ὁρᾶ‐ ται, τὸ δὲ περὶ τὴν φράσιν, πρῶτον δὲ ἐννοεῖταί τίς τι καὶ οὕτως φράζει· καὶ προτιμοτέρα ἡ ψυχὴ τοῦ σώ‐
25ματος, ἀναλογεῖ δὲ τῇ μὲν ψυχῇ τὸ νόημα, σώματι δὲ337

14

.

338

ἡ φράσις· διὰ γὰρ τῆς φράσεως φαίνεται τὰ νοήματα, ὡς διὰ τοῦ σώματος ἡ ψυχή. Ἐπιγέγραπται δὲ ‘Τέχνη περὶ στάσεων‘, ὡς ἐκ τοῦ συμβαλλομένου τῷ σκοπῷ, φημὶ τῶν στάσεων. εἰ δὲ καί
5τις Τέχνην ῥητορικὴν ἐπιγράψοι, δεξάσθω ἐξεῖναι τὰ μερικὰ τῷ τῶν καθόλου ὀνόματι ὀνομάζεσθαι καὶ τὸ ποτὲ στασιάζεσθαι δύνασθαι τό τε πανηγυρικὸν καὶ τὸ παρ‐ αινετικόν· ἐπαινουμένου γὰρ Δημοσθένους παρὰ Πέρ‐ σαις στασιασθήσεται ὁ λόγος ὡς παρὰ ἀγνοοῦσιν αὐτόν,
10καὶ εἰ Ἐπικουρείοις εἴποις παραινῶν τιμῶν τὸ δαιμό‐ νιον, ὁμοίως· οὐ γὰρ λέγουσι δαιμόνιον ὅλως. Διαιρεῖται δὲ εἴς τε τὰς τῶν προσώπων καὶ πραγμά‐ των ποιότητας καὶ τὰ ἀσύστατα καὶ ἐγγὺς ἀσυστάτων, καὶ εἰς αὐτὴν τὴν μέθοδον τῶν στάσεων, καὶ τρίτον εἰς
15τὸν σκοπόν, τουτέστιν εἰς τὴν διαίρεσιν τῶν κεφα‐ λαίων. Διδάσκει δὲ ὁριστικῶς μὲν τὸ πολιτικὸν ὁριζόμενος ζήτημα, ἀναλυτικῶς δὲ ἀναλύων τὸ πολιτικὸν ζήτημα εἰς τά, ἐξ ὧν συνετέθη, διαιρετικῶς δὲ διαιρῶν τὸ αὐτὸ
20εἰς τὰς στάσεις· χρᾶται καὶ τῷ ἀποδεικτικῷ, ὅταν λέγῃ μὴ εἶναι ἁπλοῦν 〈ἀτελῆ〉 στοχασμὸν ἐκ μόνων προσώ‐ πων συνεστηκότα. Προτετίμηται δὲ οὐ μόνον, ὅτι μεταγενέστερος ὢν
τὰ τῶν ἄλλων ἀκριβῶς ἠπίστατο ἀλλὰ καὶ οἴκοθεν338

14

.

339

πολλὰ προσεπενόησεν, ἀλλ’ ὅτι καὶ σαφέστερος· μόνα γὰρ τὰ συντείνοντα τῷ σκοπῷ συνέταξε καὶ οὐ κατὰ τοὺς ἄλλους τά γε πρὸς τὸν σκοπὸν περιττὰ περὶ ἰδεῶν καὶ τρόπων λέγοντας.
5tΙΙ
6 Τί ἐστι στάσις; ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ μιᾶς φάσεως χαρακτηριζομένη τῶν ἐν τῷ πολιτικῷ ζη‐ τήματι κειμένων, καθ’ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφα‐ λαίων τῶν εἰς πίστιν κομιζομένων. Φάσις δέ ἐστι μέρος
10προτάσεως. Ἰστέον, ὅτι τὸ μὲν ἐπίστασθαι τῆς τέχνης τὴν φύσιν καὶ τὴν φύσιν τοῦ τεχνίτου φιλοσόφου ἴδιον, τὸ δὲ τὰ ἔργα τῆς τέχνης τοῦ τεχνίτου.
14tΙΙΙ
15Ὁ Πλάτων ὡς φαίνεται διαβάλλει τὴν ῥητορικήν·
ὡρίσατο γὰρ τὴν ῥητορικὴν ἐν Γοργίᾳ πολιτικῆς μο‐339

14

.

340

ρίου εἶναι εἴδωλον, ‘πολιτικῆσ‘ δηλονότι τῆς ἐν πολι‐ τείᾳ σοφίας καὶ ‘μορίου‘ τοῦ δικαστικοῦ. τὴν γὰρ πολιτι‐ κὴν σοφίαν περί τε τὴν ψυχὴν εἶναί φησι καὶ μέρη αὐ‐ τῆς τήν τε νομοθετικὴν καὶ δικαστικὴν 〈καὶ περὶ τὸ
5σῶμα καὶ μέρη αὐτῆς τήν τε ἰατρικὴν καὶ γυμναστι‐ κήν〉. ὥσπερ γὰρ περὶ τὸ σῶμα ἡ ἰατρικὴ καὶ ἡ γυμνα‐
στικὴ θεωροῦνται διὰ τὴν ὑγείαν πάντως αὐτοῦ—ἡ340

14

.

341

μὲν γὰρ γυμναστικὴ τὴν ἕξιν φυλάττει τοῦ σώματος, ἡ δὲ ἰατρικὴ τὴν ἀποῦσαν ὑγείαν ἀνακαλεῖται—, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἡ νομοθετικὴ καὶ ἡ δικαστική, ἡ μὲν νομοθετικὴ τὴν ἐνοῦσαν τῇ ψυχῇ ὑγείαν φυλάτ‐
5τουσα ἐκ τοῦ τὰ καλὰ καὶ δίκαια τηρεῖν διορίζεσθαι, ἡ δὲ δικαστικὴ τὴν ἀποῦσαν ἀνακαλουμένη· εἰ γάρ τις παρεκτραπεὶς τοῦ δέοντος πλημμελήσει, ἡ δικαστικὴ εὐθέως διὰ σωφρονισμῶν καὶ κολάσεων περιποιεῖται τὴν διαφθαρεῖσαν ὑγείαν. τεσσάρων τούτων οὐσῶν,
10νομοθετικῆς καὶ δικαστικῆς καὶ ἰατρικῆς καὶ γυμνα‐ στικῆς, καὶ τῶν μὲν περὶ τὸ σῶμα οὐσῶν, τῶν δὲ περὶ τὴν ψυχήν, ἡ κολακευτικὴ στοχαζομένη τετραχῇ ἑαυτὴν διανείμασα καὶ ἑκάστην αὐτῶν ὑποδῦσα ἄλλας τέσσαρας ἀφ’ ἑαυτῆς ἀπεργάζεται καὶ προσποιεῖται ἑκάστην εἶναι
15τοιαύτην, οἵαν ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐ φροντί‐ ζει, τῷ δὲ ἡδίστῳ θηρεύει τὴν ἄνοιαν καὶ ἐξαπατᾷ. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιητικὴ ὑποδέδυκε καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι· κο‐ λακείαν μὲν οὖν αὐτὴν καλεῖσθαι χρεὼν καὶ αἰσχρὸν
20πρᾶγμα, τέχνην δὲ [αὐτὴν] οὐδαμῶς ἀλλ’ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα, ὃν προφέρει, οὐδὲ αἰτίαν· τέχνη δὲ οὐ κληθήσεται, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιητική, ὑπὸ δὲ τὴν γυμναστι‐ κὴν ἡ κομμωτικὴ ὑποδῦσα, ἡ ἀπατηλὴ καὶ κακοῦργος,
25ἡ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασι καὶ χρώμασι καὶ λειότησι καὶ ἐσθῆσιν ἀπατᾷ, ὥστε ποιεῖν ἀλλότριον κάλ‐
λος, ἐφελκομένη ἐντεῦθεν τοῦ οἰκείου τῇ γυμναστικῇ341

14

.

342

ἀμελεῖν. ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς ὑποβάλλει ἡ κολακεία τῇ νομοθετικῇ τὴν σοφι‐ στικὴν καὶ τῇ δικαστικῇ τὴν ῥητορικήν· ὥσπερ γὰρ ἡ νομοθετικὴ διὰ τῶν νόμων τὰ καλὰ καὶ δίκαια διορίζε‐
5ται, οὕτω καὶ ἡ σοφιστικὴ διὰ μύθων αὐτὰ ποιεῖν ὑπο‐ κρίνεται. καὶ δῆλον ἐφ’ οὗ τὰ τοῦ Ἡρακλέους μυθο‐ πλαστοῦνται, καὶ τῶν γυναικῶν τῆς μὲν ὡραίας καὶ ἀνθηρᾶς, τῆς δὲ ῥυπώσης καὶ αὐχμηρᾶς, τῆς ἀρετῆς δηλαδὴ καὶ τῆς κακίας. καὶ ὥσπερ ἡ δικαστικὴ διεκδι‐
10κεῖ τοὺς νόμους καὶ τοὺς ἁμαρτάνοντας τιμωρεῖται ἢ ἀδικοῦντας, τοὺς δὲ κατορθοῦντας ἢ ἀδικουμένους γε‐ ρῶν ἀξιοῖ καὶ βοηθείας, οὕτω καὶ ἡ ῥητορικὴ ὑπο‐ κρινομένη κατηγορεῖ καὶ ἀπολογεῖται ἢ ἀξιοῖ καὶ ἀντι‐ λέγει. Διὰ ταῦτα τοίνυν πάντα τὴν ῥητορικὴν ὁ Πλά‐
15των ὡρίσατο πολιτικῆς μορίου εἶναι εἴδωλον. Τινὲς οὖν φασιν, ὅτι ἐκ ταύτης τῆς αἰτίας ὡρμήθη εἰς τὴν τῆς ῥητορικῆς κατηγορίαν ἐκ τοῦ ὁρᾶν τὴν αὑτοῦ διατριβὴν ἀποκενουμένην 〈ἐν〉 τῷ τότε, τὴν δὲ τῶν ῥητόρων αὐξανομένην· ἄλλοι δέ, ὅτι τὸν ἥττονα λόγον
20κἀνταῦθα γυμνάζων 〈τοῦτο〉 πεποίηκεν, ὃ δὴ καὶ αὐτὸ ῥητορικῆς ἔργον ἐστίν. Ὅτι δὲ καὶ μάτην ἐκφαυλίζει τὴν ῥητορικὴν καὶ συ‐ κοφαντεῖ, ἐλέγχεται ἐκ τοῦ ταύτην τε ἀσπάζεσθαι καὶ ταῖς ταύτης χρῆσθαι μεθόδοις πρὸς πᾶσαν σχεδὸν αὐ‐
25τοῦ τὴν ἐπιστήμην καὶ φιλοτιμεῖσθαι ταύτῃ μᾶλλον ἢ τοῖς λοιποῖς. ἄλλως τε δὲ καὶ εἰ δώσομεν τὸ ἀληθὲς τῷ περὶ τῆς ῥητορικῆς Πλατωνικῷ ὁρισμῷ, ἀλλ’ οὐ περὶ
τῆς καθ’ ἡμᾶς ἕξει τὸ ἰσχυρόν. ἰστέον γάρ, ὡς τρεῖς εἰσι342

14

.

343

ῥητορικαί· μία καὶ πρωτίστη ἡ πάντῃ ἀληθής, δευτέρα ἡ ταύτης ἐναντία 〈ἡ πάντῃ ψευδήσ〉, καὶ τρίτη ἡ μέση τούτων ἡ μετέχουσα 〈καὶ〉 ψεύδους καὶ ἀληθείας, ἥτις ἐστὶν αὕτη, ἣν 〈ἡμεῖσ〉 μεταχειριζόμεθα· ἔστι γὰρ καὶ
5ψεῦδος ἀγαθὸν καὶ χωρὶς ψεύδους ὡς ἐπὶ τὸ πλεῖστον πόλιν οὐκ ἔστιν εὑρεῖν καλῶς εὐνομουμένην. ἣν μέντοι ἐκεῖνος ὁρίζεται, πάντῃ ψευδής 〈ἐστι〉 καὶ ἀπατηλὴ καὶ ὑποκρινομένη τὸ ἀληθές, οὐ μὴν καὶ πρεσβεύουσα. Ἰστέον, ὡς ἡ πολιτικὴ φιλοσοφία διαφέρει τῆς ῥητορι‐
10κῆς κατὰ τὸ τὴν μὲν καθολικὰς ἔχειν καὶ τὰς ἀρχὰς καὶ τὰ τέλη· ‘χρὴ‘ γάρ φησι ‘τὴν καλῶς οἰκουμένην πόλιν ταξιάρχους ἔχειν, ἱππάρχους, στρατηγούς, ναυπη‐ γοὺς καὶ ὅσα τοιαῦτα‘· τὴν δὲ ῥητορικὴν καθολικὰς μὲν τὰς ἀρχάς, μερικὰ δὲ τὰ τέλη· φησὶ γὰρ στρατηγῶν
15δεῖσθαι τὴν πόλιν, εἶτα τὸ γενικὸν ἀφεὶς διορίζει Πάχη‐ τα καὶ Ναυσικλέα καί τινας τοιούτους. Πολιτικὴ σοφία ἐστὶν ἐπιστήμη τοῦ πράττειν τά τε κοινὰ καὶ τὰ ἴδια ἐπ’ ἐξουσίας ἐννόμου· εἰ γάρ τις ἔν‐ νομον ἐξουσίαν [οὐκ] ἔχει, οὐ κέχρηται δὲ τοῖς νόμοις,
20τύραννος γίνεται, καλῶς τῶν φιλοσόφων λεγόντων ὡς, εἰ μὴ φιλόσοφοι βασιλεύσουσιν ἢ βασιλεῖς φιλοσοφήσου‐ σιν, οὐχ ἕξει καλῶς τὰ πράγματα. Εἰς τὸ ‘ἀρχῆθεν καὶ φύσει εἶναι τὴν ῥητορικὴν ἔν τε τοῖς θείοις καὶ ἀνθρωπίνοισ‘. πᾶν πρᾶγμα ἢ φύσει
25ἐστὶν ἢ φύσει καὶ τέχνῃ, τέχνῃ δὲ μόνον οὐδέποτε· οἷον ἡ πέτρα ἡ μὴ λατομηθεῖσα φύσει ἐστί, λατομηθεῖσα δὲ καὶ καλλωπισθεῖσα πρὸς τόδε τι εἶδος καὶ φύσει καὶ
τέχνῃ ἐστίν.343

14

.

344

Ὅρος ἐπιστήμης· ἐπιστήμη ἐστὶ γνῶσις ἄπταιστος. ἐμπειρία δέ ἐστιν ἄλογος τριβὴ ἐκ παρατηρήσεως γινομέ‐ νη. τινὲς μὲν οὖν ἐπιστήμην τὴν ῥητορικὴν εἶναι εἶπον, τινὲς δὲ ἐμπειρίαν, τινὲς δὲ τέχνην· οἳ καὶ νικῶσιν. οἳ
5μὲν γὰρ λέγουσιν, ὡς ἴδιον τῆς ἐπιστήμης τὸ περὶ τῶν ὄντων ὡς ὄντων διαλέγεσθαι, οἷον ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡ ῥητορικὴ τοῦτο ποιεῖ· ἰδοὺ γὰρ Φιλίππου πολεμοῦντος Ὀλυνθίοις ὡς περὶ ὄντων δια‐ λέγεται ὁ Δημοσθένης. πρὸς τούτοις ἴδιον τῆς ἐπιστήμης
10τὸ τῶν καθόλου φροντίζειν· 〈ἀλλὰ〉 καὶ τῆς ῥητορικῆς τοῦτο· καθόλου γὰρ στοχασμὸν καὶ ὅρον διδάσκει ἡμᾶς καὶ καθολικοὺς τύπους προοιμίων καὶ γενικὰς ἰδέας. πρὸς οὕς φασιν ὡς, εἰ καὶ ἀμφότεραι περὶ τῶν ὄντων ὡς ὄντων διαλαμβάνουσιν, ἀλλ’ ἡ μὲν ἐπιστήμη τὰ αὐτὰ
15περὶ τῶν αὐτῶν 〈ἀεὶ〉 λέγει καὶ οὐ πταίει, ἡ δὲ ῥητορικὴ οὐ μόνον τὰ αὐτὰ περὶ τῶν αὐτῶν οὐ λέγει ἀεί—ποτὲ γὰρ οἱ ῥήτορες ἐν τῇ αὐτῇ ὑποθέσει μελετῶσι τὸν κατή‐ γορον, ποτὲ δὲ τὸν φεύγοντα, καὶ μέμψιν ἡγοῦνται τὸ λέγειν ἐνθύμημα ὑφ’ ἑτέρου ῥηθὲν ἢ τῷ αὐτῷ δὶς χρᾶ‐
20σθαι—, ἀλλὰ ἔστιν ὅτε καὶ σφάλλεται καὶ ἀποτυγχάνει τοῦ οἰκείου σκοποῦ, τοῦ πεῖσαι. εἰ δὲ καὶ αὕτη περὶ καθόλου στοχασμοῦ διαλαμβάνει, ἀλλά γε τέχνη οὖσα τὰ ἀποτελέσματα μερικὰ ἔχει· ὁ γὰρ περὶ στοχασμοῦ λόγος πάντῃ καθολικός, ὁ δὲ κατ’ Αἰσχίνου ἢ κατὰ
25Τιμάρχου μερικοὶ ὡς ἀποτελέσματα. οἱ μὲν οὖν ἐπιστή‐
μην ὡς εἴρηται λέγοντες τούτοις καὶ ἐλέγχονται. οἱ δὲ344

14

.

345

ἐμπειρίαν φάσκοντες λέγουσιν, ὡς ἴδιον τῆς ἐμπειρίας ἡ τῆς αἰτίας ἀπορία· 〈ἀλλὰ〉 καὶ τῆς ῥητορικῆς τοῦτο· οὐ γὰρ δύναται ὁ ῥήτωρ εἰπεῖν φυσικὸν λόγον, πόθεν οἱ δικασταὶ χαίρουσι τοῖς προοιμίοις ἢ ἄλλῳ τινί. καί
5φαμεν, ὅτι τὸ περὶ φύσεων τῶν πραγμάτων διασκοπεῖν τοῦ φυσικοῦ ἂν εἴη ἴδιον, οὐ μὴν τοῦ παντός. αὐτίκα γοῦν ὁ γραμματικός, ὅτι μὲν διὰ τῶνδε γραπτέον, γινώ‐ σκει, πότερον δὲ δεῖ οὕτω σχηματίσαι τὸν λόγον ἢ μή, οὐκ οἶδε· ῥητορικοῦ γὰρ τοῦτο. οὐ παρὰ τοῦτο οὖν ἡ
10γραμματικὴ ἐμπειρία λεχθήσεται, τέχνη γάρ ἐστιν. οὕτω καὶ ὁ ῥήτωρ, ὅτι μὲν συμφέρει αὐτῷ προοιμιάσασθαι, ἀπὸ τῆς ῥητορικῆς οἶδε, τίνος δὲ χάριν οἱ ἀκροαταὶ τοῖς προοιμίοις χαίρουσιν, οὐκ αὐτῆς ἀλλὰ τοῦ φυσι‐ κοῦ φιλοσόφου εἴη ἂν εἰπεῖν. —Λείπεται τοίνυν τέχνην
15εἶναι 〈τὴν ῥητορικὴν〉 ἐκ τοῦ τὸν ὁρισμὸν τῆς τέχνης αὐτῇ προσαρμόζειν. Ζῴῳ τινὶ ἔοικεν ἡ ῥητορική, καὶ αἱ μὲν στάσεις ἐοίκασι μείζοσι μέρεσι, κεφαλῇ, ὤμοις, κοιλίᾳ, μηροῖς καὶ ποσίν, αἱ δὲ εὑρέσεις ἐλάττοσιν, ὀφθαλμοῖς, ῥισίν,
20ὠτίοις, χείλεσι, γλώττῃ καὶ τοῖς τοιούτοις· αἱ δὲ ἰδέαι τοῖς λεπτοτάτοις, βλεφάροις, κόραις, κανθοῖς. ἢ ἐπει‐ δὴ αἱ στάσεις εἰσὶ τὰ νοήματα, αἱ δὲ εὑρέσεις πλατυσμὸς καὶ ἔκφανσις τῶν νοημάτων, αἱ δὲ ἰδέαι εἰδοποιοί τινες καὶ οἷον μορφώτριαι, ψυχῇ αἱ στάσεις ἐοίκασι, σώματι
25αἱ εὑρέσεις, μορφαῖς καὶ χρόαις αἱ ἰδέαι. Τί ἐστι ῥήτωρ; ἀνὴρ πολιτικῶν πραγμάτων ἐπιστή‐ μων καὶ ἐφ’ ἑκάτερα ἐξ ἐνδόξων κατασκευαστής. ἔργα
δὲ αὐτοῦ τὸ νοῆσαι, τὸ εὑρεῖν, τὸ διαθέσθαι τὰ εὑρημένα345

14

.

346

καὶ τὸ ὑποκρίνασθαι· νοήσει μὲν γάρ, εἰ ῥητορικὸν τὸ πρόβλημα ἢ μή, καὶ εἰ συνίσταται ἢ οὔ, καὶ ὑπὸ ποῖον εἶδος καὶ ποίαν στάσιν ἀνάγεται· καὶ εὑρήσει τὰ εἰς τὰ κε‐ φάλαια ἐπιχειρήματα καὶ τοὺς ἐμπίπτοντας τούτοις τόπους·
5διαθήσει τὴν τάξιν καὶ τὴν οἰκονομίαν τῶν κεφαλαίων καὶ τῶν ἐπιχειρημάτων· ὑποκριθήσεται καὶ τῷ σχήματι καὶ τῇ φωνῇ ἤθη πατρός, υἱοῦ, ῥήτορος, στρατηγοῦ, καὶ τοῖς λεγομένοις συσχηματισθήσεται. Ῥητορική ἐστι τέχνη περὶ λόγου δύναμιν ἐν πράγμα‐
10τι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. οὗτος ὁ ὅρος, οὐχ ἡμαρτημένος κατά τι, ἐπικέκριται ὡς τέλειος. Πᾶσα τέχνη καὶ ἐπιστήμη τρισὶ τούτοις κατορθοῦται, φύσει δεξιᾷ, μαθήσει ἀκριβεῖ, ἀσκήσει ἐπιπόνῳ· ὁ γοῦν
15ἐν Ἀθήναις Φρύνιχος σοφιστής, μαθητῶν μὲν τ’ ἡγού‐ μενος, τὰς δὲ περὶ τῶν στάσεων μεθόδους φλυαρίαν ἀποφαινόμενος καὶ τοὺς νέους ἀπείργων τοῦ σὺν τέχνῃ τινὶ μελετᾶν τοὺς ῥητορικοὺς λόγους, λέγειν δὲ μόνον ἀνέδην τοὺς αὐτοσχεδίους τῶν λόγων αὐτοὺς ἐκδιδάσκων
20καὶ συνεχῶς τὴν ἐκ τριόδου ταύτην παροιμίαν τοῖς δυστυ‐346

14

.

347

χέσιν ὁμιληταῖς ἐμβοῶν, ὡς ‘τὸ λαλεῖν ἐκ τοῦ λαλεῖν‘, πολὺν τὸν γέλωτα ὤφλησεν· ἀπέφηνε γὰρ ἑαυτὸν τοῦ μηδενὸς ἄξιον, εἴ γε μηδεμίαν τοῦ λέγειν τοῖς νέοις ἐνειρ‐ γάζετο ἐπιστήμην, ἐπειδὴ καὶ Πλάτων φησὶ ‘ῥήτορος
5ἔργον τὸ τἀληθῆ λέγειν, δικαστῶν δὲ σωφρόνων τὸ τὰ δίκαια κρίνειν‘ καὶ ὅτι ‘εἴ σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην· ὅτου δ’ ἂν τούτων ἐλλίπῃς, ταύτῃ ἀτελὴς ἔσῃ‘. ὅτι γοῦν ταῦθ’ οὕτως ἔχει, πῶς ἥ τε τῶν ἀλη‐
10θῶν καὶ τῶν δικαίων γνῶσις, ἔτι δὲ ἐπιστήμη τε καὶ μελέτη γενήσεται τῶν καλῶν ἀνδρὶ τὸ λαλεῖν ἐκ τοῦ
λαλεῖν ἐπιτηδεύοντι;347