TLG 5024 009 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in librum περὶ στάσεων ANONYMI IN HERMOGENEM Rhet. Prolegomena in librum περὶ στάσεων Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 328–336. Citation: Volume — page — (line) | ||
13 | Ὁ Μινουκιανὸς ὡρίσατο τὴν στάσιν ‘στάσις ἐστὶ τὸ ἐκ τῶν πρώτων προτάσεων συνιστάμενον ζήτημα‘, | |
---|---|---|
15 | ὡς τὸ παρίστατό τις νεοσφαγεῖ· εἰσὶ τοίνυν ἐνταῦθα πρῶται προτάσεις τὸ ‘ἐφόνευσασ‘ 〈καὶ τὸ〉 ‘οὐκ ἐφό‐ νευσα‘, αἱ δὲ λοιπαὶ προτάσεις πρὸς κατασκευὴν τῶν πρώτων εἰσίν, οἷον ἡ δευτέρα πρότασις πρὸς κατασκευὴν τοῦ ‘ἐφόνευσασ‘ λαμβάνεται ‘παρίστασο γάρ‘, ὁμοίως | |
20 | καὶ τοῦ ‘οὐκ ἐφόνευσα‘ πρὸς κατασκευὴν λαμβάνεται τὸ ‘παριστάμην ἐλεῶν καὶ θάψαι βουλόμενοσ‘. —Δια‐ φέρει πρότασις φάσεως πρῶτον μέν, ὅτι ἡ πρότασις ἐξ ὀνόματός ἐστι καὶ ῥήματος, οἷον Σωκράτης περιπατεῖ, | |
ἡ δὲ φάσις ἢ ὄνομα μόνον ἐστὶν ἢ ῥῆμα καθ’ αὑτό, | 328 | |
14.329 | οἷον Σωκράτης, Πλάτων, γράφει, περιπατεῖ· δεύτερον δέ, ὅτι ἡ μὲν πρώτη 〈πρότασισ〉 ἀληθεύει, ἡ 〈δευτέρα〉 δὲ ψεύδεται, ἡ δὲ φάσις οὔτε ἀληθεύει οὔτε ψεύδεται. — Ὅτι κακῶς ἐζήτησαν διαφορὰν ζητήματος καὶ ζητή‐ | |
5 | σεως καὶ στάσεως· ὃ γὰρ ζήτημα, τοῦτο καὶ στάσις, καὶ ὃ στάσις, τοῦτο καὶ ζήτημα· καὶ ἐπὶ τῆς ζητήσεως τὸ αὐτό, τὸ γὰρ ζητεῖν ἐν τῇ ἰατρικῇ, 〈εἰ〉 τὸ ῥόδον θερμὸν ἢ ψυχρόν, τοῦτο στάσις ἐστὶ καὶ ζήτημα καὶ ζήτησις. | |
10 | Ὅτι ὁ Ἑρμαγόρας φησὶ ‘στάσις ἐστὶ φάσις, καθ’ ἣν ἀντιλαμβανόμεθα τοῦ ὑποκειμένου πράγματος, ἐν ᾧ ἐστι τὸ ζήτημα, καθ’ ὅ ἐστιν ἡ ἀμφισβήτησισ‘. —Ὅτι ταὐ‐ τόν τί ἐστιν [ἡ] ζήτησις καὶ ἀμφισβήτησις. Σιρίκιος δέ φησι ‘στάσις ἐστὶ ζήτησις 〈πολιτική〉, | |
15 | ἐφ’ ἣν αἱ κατὰ μέρος πίστεις ἀνάγονται τῶν ἐν τῷ [πολιτικῷ] ζητήματι κειμένων‘. Ὁ Τύραννός φησι ‘στάσις ἐστὶ πρότασις 〈ἁπλῆ〉 ῥη‐ τορικὴ πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθ’ ἣν ἡ διαίρεσις | |
20 | γίνεται τῶν κεφαλαίων τῶν εἰς πίστιν κομιζομένων‘. ‘μιᾶς φάσεωσ‘ τουτέστι προτάσεως. —Ὅτι φάσις ἐστὶν ἡ τοῦ φεύγοντος φωνὴ ἡ ποιοῦσα τὴν ἀμφισβήτησιν, καὶ ὡς ἂν ὁ φεύγων ἀπολογήσηται, ἀναφαίνεται ἡ στά‐ σις· εἰ μὲν γὰρ ἀρνήσεται τὸ ἐπιφερόμενον ἔγκλημα, | |
25 | ποιεῖ στοχασμόν, εἰ δ’ ἐπιχειρήσει ὁρίζεσθαι, ποιεῖ ὅρον, | |
εἰ δ’ ἐξουσίας ἀντιλάβοιτο, ἀντίληψιν. καὶ ἁπλῶς πᾶσα | 329 | |
14.330 | στάσις ἐκ τοῦ φεύγοντος ὠνόμασται ἄνευ τῆς μεταλή‐ ψεως καὶ τοῦ κατὰ σύλληψιν ὅρου. Στάσις κέκληται διχῶς, ἢ ἀπὸ τοῦ ἕλκειν καὶ ἀνθέλ‐ κειν εἰς ἀλλήλους τὸ πρᾶγμα ἢ ἀπὸ τοῦ στασιάζειν τὰ | |
5 | ἀγωνιζόμενα πρόσωπα. Τί ἐστι τῆς ῥητορικῆς ἡ στάσις; καὶ λέγομεν, ὅτι συμβέβηκε τῷ λόγῳ τῷ ῥητορικῷ ἡ στάσις καὶ δύ‐ ναμιν ἔχει συμβεβηκότος· ταύτης δὲ τῆς δόξης καὶ Λολλιανός ἐστι καὶ Κορνοῦτος. | |
10 | Ὁ οὖν Μινουκιανὸς ἐκ τριῶν λέγει συντάσσεσθαι τὸ ζήτημα, αἰτίου, συνέχοντος καὶ κρινομένου, αἴτιον λαμ‐ βάνων τὴν τοῦ κατηγόρου αἰτίαν, συνέχον δὲ τὴν τοῦ φεύγοντος φωνήν, καὶ κρινόμενον τὸ ὑποκείμενον πρᾶγ‐ μα καὶ ἐξεταζόμενον. —Ὁ δὲ Λολλιανὸς ἕτερόν τι | |
15 | λέγει ζήτημα καὶ ἕτερον συνέχον καὶ ἄλλο στάσιν. καὶ ζήτημα μέν φησιν ὥσπερ σῶμα ὕλης, συνέχον δὲ ὥσπερ εἶδος ἐν σώματι, στάσιν δὲ τὸ σχῆμα καὶ τὸ χρῶμα τοῦ εἴδους· καὶ ἀχώριστόν φησιν εἶναι τὴν στάσιν τοῦ συν‐ έχοντος, οὐ ταὐτὸν δέ, ἀλλ’ ὥσπερ, φησί, τὸ ἐν σώ‐ | |
20 | ματι εἶδος ἐν τῷ χρώματι. Νόμος τὸν καταλαβόντα μοιχὸν ἐξεῖναι ἀποκτεῖναι, τρισαριστέα τις μοιχόν· τὸ μὲν οὖν πρῶτον πρόβλημά ἐστιν ἀντιλήψεως, τὸ δὲ δεύτερον ὅρου, καὶ ἡ διάφορος ποιότης τοῦ προσώπου διάφορον εἰσήγαγε στάσιν καὶ | |
25 | ὁ λόγος ὁ ῥητορικὸς οὐκ ἀνῃρέθη, ἀλλὰ διάφορον ἐδέ‐ ξατο στάσιν, φυλαχθέντος καὶ ἐνταῦθα τοῦ ἰδίου τοῦ | |
συμβεβηκότος. ὥστε φανερῶς δέδεικται, ὡς 〈οὐδαμῶσ〉 | 330 | |
14.331 | τάξιν ἔχει συμβεβηκότος ἡ στάσις ἐν τοῖς ῥητορικοῖς λόγοις. ἀναιρουμένη ἄρα ἡ στάσις οὐ συναναιρεῖ τὸν λόγον, ἀλλὰ [καὶ] εἰσάγεται ἀντὶ ταύτης ἑτέρα. Ὅτι τὰ κεφάλαια οὐ λέγομεν εἶναι στάσεις, ἀλλὰ | |
5 | τοῦ στοχασμοῦ λέγομεν εἶναι κεφάλαια βούλησιν, δύ‐ ναμιν, 〈τὰ〉 ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τὰ τοιαῦτα. Ὅτι ἐν τοῖς ὁμωνύμοις διαφόρων ὄντων τῶν πρα‐ γμάτων ἡ κοινωνία κατὰ τὴν φωνήν. Ὅτι τὸ κεφάλαιον διχῶς νοεῖται καὶ λέγεται· λέ‐ | |
10 | γεται γὰρ τὸ ὄργανον καὶ ἡ μέθοδος ἡ διδάσκουσα ἡμᾶς τὸ πῶς δεῖ ἀποτελεῖν καὶ ἐργάζεσθαι τὰ ἐν τοῖς λόγοις κεφάλαια· οἷον ὁ λόγος καὶ ἡ μέθοδος ἡ διδάσκουσα ἡμᾶς, ὅτι κατὰ τέσσαρας τρόπους τυχὸν γίνεται τὸ παραγραφικόν, τοῦτο ὄργανόν ἐστι. καὶ πάλιν τὸ ἐν τῷ | |
15 | Κατ’ Αἰσχίνου ἐκτεθὲν καὶ ἀποτελεσθὲν παραγραφικὸν καὶ τοῦτο κεφάλαιόν ἐστι. καὶ ταύτην ἔχουσι τὴν δια‐ φοράν, ὅτι τὸ μὲν ποιεῖ καὶ ἀποτελεῖ, τὸ δὲ ἀποτελεῖται. Ὅτι πρὸς μὲν τὸν ὅλον λόγον μέρη εἰσὶ τὰ κεφάλαια, πρὸς δὲ τὸ πεῖσαι ὄργανα. | |
20 | Εὕρεσίς ἐστιν ἐπίνοια νοημάτων προσηκόντων καὶ ἁρμοδίων τῷ ὑποκειμένῳ καὶ ζητουμένῳ πράγματι. Ὅτι τῶν γενικωτάτων καὶ τῶν εἰδικωτάτων οὐκ ἔστιν ὅρον ἀποδοῦναι. Ὅτι τοῦ γενικωτάτου οὐκ ἔστι γένος. Ὅτι, ἐὰν ὁρίζῃ τὸν Σωκράτην, ἀλλ’ ὡς ἄνθρωπον ὁρί‐ | |
25 | ζου· ἐὰν γὰρ αὐτοῦ τὴν οὐσίαν σκοπήσῃς, ὅτι σιμὸς ἦν ἢ προκοίλιος, ὅρον οὐκ ἀποδίδως ἀλλ’ ὑπογραφήν. Ὅτι εἰδικώτατόν ἐστιν ἡ βούλησις καὶ τὰ λοιπὰ κεφάλαια. | |
Ὅτι οὐκ ἠδύνατο οὕτω σαφῶς ἀποδοῦναι ἡμῖν δι’ ὅρων | 331 | |
14.332 | τὰ κεφάλαια ὡς διὰ τῆς εὑρέσεως αὐτῶν τῶν νοημά‐ των καὶ τῶν ἐνθυμημάτων. Ὅτι κοινωνοῦσι τὸ κεφάλαιον καὶ ἡ εὕρεσις κατὰ τὸ φέρεσθαι κατὰ τῶν αὐτῶν πραγμάτων τὰ δύο. ἐξ ἀνάγ‐ | |
5 | κης γὰρ τῷ κεφαλαίῳ ἡ εὕρεσις ἕπεται ὡς ἐπὶ τοῦ παρισταμένου τῷ νεοσφαγεῖ· ὁ γὰρ κατήγορος κέχρη‐ ται τῷ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὅτι ‘διὰ τοῦτο ἐφόνευσας, ἐπειδὴ παρίστασο‘, εἶτα ὁ φεύγων τῇ μεταθέσει φησὶν ὅτι ‘παριστάμην ἐλεῶν καὶ θάψαι βουλόμενοσ‘· τοῦτο | |
10 | γὰρ εὕρεσίς ἐστιν ὁρωμένη ἐν τῷ κεφαλαίῳ· οἷον ἐπὶ προδότου ὅτι ‘τοῖς πολεμίοις συνῆσ‘, καὶ κεφάλαιον τυχὸν ὅτι ‘οὐ δίκαιον ἐποίεισ‘ καὶ ἐπὶ 〈τῶν〉 ἄλλων ὁμοίως. Ὅτι ἐν τῷ στοχασμῷ δύο πάντως ὁρῶνται πράγματα, | |
15 | ἔγκλημα καὶ σημεῖον, ἐν δὲ ταῖς ἄλλαις στάσεσιν ἓν μόνον, τὸ ἔγκλημα· ἐπειδὴ 〈γὰρ〉 ἐν τῷ στοχασμῷ ἀφανές ἐστι τὸ ἔγκλημα, δέεται σημείου πρὸς κατασκευήν. Καὶ τοῦτο δὲ σημειωτέον, ὅτι τινὰ τῶν κεφαλαίων εἰσὶ κοινά, ὡς ἐπὶ τοῦ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος κέ‐ | |
20 | χρηται αὐτῷ καὶ ὁ φεύγων, ὁμοίως καὶ τῇ μεταθέσει τῆς αἰτίας· ἔστι γὰρ ὅτε καὶ τοῦ φεύγοντος κεχρημένου τῷ ἀπ’ ἀρχῆς ἄχρι τέλους κέχρηται ὁ κατήγορος τῇ μεταθέσει τῆς αἰτίας· ἔστι δὲ ἃ μοναδικῶς εἰσιν ἑνός, ὡς καὶ τὸ παραγραφικόν, ἐν γὰρ τῷ φεύγοντι ἀεὶ ὁρᾶται. | |
25 | Ὅτι διαφέρει κεφάλαιον εὑρέσεως τετραχῶς· πρῶτον μέν, ὅτι ὡρισμένα εἰσὶ τὰ κεφάλαια ἐπὶ ἑκάστης στά‐ σεως, αἱ δὲ εὑρέσεις ἀόριστοι· δύο γὰρ ταῖς αὐταῖς | |
ἐννοίαις ἄνδρες οὐ κέχρηνται. Δεύτερον ἀπὸ τῆς τά‐ | 332 | |
14.333 | ξεως, ὅτι ἀεὶ τὰ κεφάλαια τάξιν ἔχουσιν, οἷον τὸ νόμι‐ μον πρῶτον, τὸ δίκαιον δεύτερον, αἱ δὲ εὑρέσεις ἤτοι τὰ ἐνθυμήματα ὡς ἕκαστος βουληθείη τίθενται· πολλάκις δὲ ἐναλλάττονται ὑπὸ 〈τῶν〉 ῥητόρων δι’ οἰκονομίαν καὶ | |
5 | δεινότητα. Τρίτον ἀπὸ τοῦ τόπου διαφέρουσιν, ὅτι ἀεὶ ἐν τοῖς ἀγῶσι τὰ κεφάλαια ἐμπίπτει, ἐν παντὶ δὲ τόπῳ εὑρέσεις εὑρίσκονται, καὶ ἐν προοιμίοις καὶ ἐν ἀγῶσι καὶ ἐν ἐπιλόγοις· εὑρίσκονται δὲ καὶ ἀγωνιστικὰ προοίμια σπερματικῶς καὶ ὡς ὕλη τις ἐμπίπτει τῷ προοιμίῳ ἢ | |
10 | κατὰ ἀναφώνησιν τῶν μελλόντων λεχθῆναι κεφαλαίων ἐν τῷ λόγῳ, ὥσπερ φασὶ καὶ Δημοσθένη ἐν τῷ Πρὸς Λεπτίνην ποιῆσαι εἰπόντα «μάλιστα μὲν εἵνεκα τοῦ νο‐ μίζειν συμφέρειν τῇ πόλει»· καὶ διὰ τοῦ εἰπεῖν ‘νομί‐ ζειν‘ προανεφώνησε τὸ νόμιμον, διὰ δὲ τοῦ εἰπεῖν ‘συμ‐ | |
15 | φέρειν‘ προανεφώνησε τὸ συμφέρον. Τέταρτον διαφέρου‐ σιν, ὅτι τὰ κεφάλαια περιέχει τὰς εὑρέσεις, αἱ δὲ εὑρέ‐ σεις οὐ περιέχουσι τὰ κεφάλαια. Ὅτι χωρὶς ῥητορικῆς ἡ πόλις εἶναι οὐ δύναται. 〈‘Εἰς τὰ λεγόμενα κεφάλαια‘.〉 | |
20 | Ἢ κατ’ ἐξοχὴν ‘εἰς τὰ θρυλούμενα καὶ ᾀδόμενα‘ ἢ κατ’ εὐτελισμὸν ‘εἰς τὰ καθημαξευμένα‘. ‘Κεφάλαια‘ δὲ λέγονται ἐκ μεταφορᾶς τῆς κεφαλῆς, ὅτι τιμιωτάτη ἐστίν. ‘Ὁ αὐτὸς τῷ περὶ εὑρέσεωσ‘. Ἐνταῦθα τὴν | |
25 | κοινωνίαν καὶ τὴν διαφορὰν δηλοῖ κεφαλαίου καὶ εὑρέ‐ | |
σεως, κοινωνίαν μὲν διὰ τοῦ εἰπεῖν ‘ὁ αὐτόσ‘, διαφο‐ | 333 | |
14.334 | ρὰν δὲ διὰ τοῦ εἰπεῖν ‘σχεδόν‘. τὸ δὲ ‘πλὴν ὅσον οὐ πάντα ἔχει‘ μείζονα καὶ ἐπιτατικωτέραν δείκνυσι δια‐ φορὰν εὑρέσεως καὶ κεφαλαίου. Ὅτι φιλόσοφος λόγος ἐστίν, ὅτι τὰ τῷ σκο‐ | |
5 | πῷ καὶ τῇ θεωρίᾳ πρῶτα ὕστερα τῇ πράξει καὶ τῇ διδασκαλίᾳ εἰσίν, οἷον διὰ τὸν ὑετὸν θέλων στέγην ποιῆ‐ σαι πρῶτον ἐνενοήθην θεμέλια καὶ τοίχους. οὕτως καὶ Ἑρμογένης διὰ τὴν τῶν κεφαλαίων διαίρεσιν πρῶτον ὁρίζεται τὸ πολιτικὸν ζήτημα καὶ πρόσωπα καὶ ἀσύ‐ | |
10 | στατα. 〈‘Ὅ τί ἐστι πολιτικὸν ζήτημα κτλ.‘〉 Ὥσπερ γάρ ἐστι μερικὸν ζήτημα καὶ καθολικὸν ζήτημα, οὕτως ἐστὶ καὶ στάσις μερικὴ καὶ στάσις καθολική, καὶ ἃ λέγεται περὶ στάσεως, ταὐτὸν καὶ περὶ ζητήματος | |
15 | καὶ διαφορὰν αὐτῶν οὐ γινώσκομεν. 〈‘Ἀμφισβήτησις λογικὴ ἐπὶ μέρουσ‘.〉 Ἔστι γὰρ καὶ [ἡ] διὰ χειρῶν ἀμφισβήτησις, τυχὸν τεκτονική, καὶ ἄλλων πλειόνων. ‘λογικὴ‘ δέ, διότι ἔστι καὶ ἄλογος, ὡς ἡ διὰ κιθάρας καὶ αὐλῶν. ‘ἐπὶ μέρουσ‘ | |
20 | 〈δὲ〉 διὰ τὴν φιλοσοφίαν· ἐκείνη γὰρ τὰ καθόλου σκο‐ πεῖ· οὐ γάρ φησιν ὅτι ‘δεῖ τειχίσαι τήνδε τὴν πόλιν‘, ἀλλ’ ἁπλῶς ‘τειχιστέον‘. ‘Ἐκ τῶν παρ’ ἑκάστοις κειμένων 〈νόμων ἢ ἐθῶν〉‘. Ὅτι αἱ πόλεις νόμοις καὶ ἔθεσι διοικοῦνται. τί | |
25 | γάρ ἐστιν ἔθος, εἰ μὴ νόμος ἄγραφος; καὶ τί νόμος, εἰ μὴ ἔθος ἔγγραφον; ἔθεσι γὰρ [καὶ] οἱ βάρβαροι χρῶν‐ ται. —Ἐὰν γὰρ θέλῃ τις ζήτημα μελετῆσαι, δεῖ αὐτὸν | |
ἁρμόσασθαι πρὸς τοὺς νόμους τῆς πολιτείας, καθ’ ἣν | 334 | |
14.335 | μελετᾷ τὴν ὑπόθεσιν, οἷον ὑπόθεσιν Περσικὴν κατὰ τοὺς Περσῶν μελετῆσαι νόμους. ‘Παρ’ ἑκάστοισ‘. Οὔτι δεῖ τὸν ῥήτορα οὐ μό‐ νον τοὺς ἰδικοὺς νόμους γινώσκειν ἀλλὰ καὶ τοὺς ἀλλο‐ | |
5 | τρίους καὶ μεμνῆσθαι τούτων καὶ παραφέρειν αὐτούς. ‘Νομισθέντοσ‘ εἶπεν ἀντὶ τοῦ κριθέντος καὶ νομοθετηθέντος καὶ δόξαντος. οἱ μὲν γὰρ φιλόσοφοι τὸ φύσει δίκαιον [ἢ συμφέρον] ζητοῦσιν, οἱ δὲ ῥήτορες τὸ κριθὲν καὶ νομοθετηθὲν δίκαιον· τοῦτο δὲ παρ’ ἄλλοις | |
10 | ἄλλο ἐστίν, ὥσπερ καὶ 〈οἱ〉 νόμοι διάφοροι. ὁμοίως καὶ τὸ καλὸν καὶ τὸ συμφέρον πρὸς τοὺς τρόπους διάφορόν ἐστιν. ‘Καὶ πάντων ἅμα‘. Ἐπειδὴ δυνατόν ἐστι καὶ ὑφ’ ἓν πάντα ἐμπεσεῖν καὶ τινὰ ἐξ αὐτῶν καὶ κατὰ | |
15 | μέρος πάλιν. Ὅτι οὐ δεῖ ἐκ τῶν ἐπιλογικῶν κεφαλαίων χαρακτη‐ ρίζειν τὰς στάσεις ἀλλὰ μᾶλλον ἐκ τῶν ἀγωνιστικῶν. Ὅτι ἡ περὶ οὐσίας καὶ ἰδιότητος ζήτησις ὁ στοχασμός εἰσι καὶ ὁ ὅρος. Ὅτι ὑπὸ τὴν ποιότητα ἀνάγονται αἱ | |
20 | λοιπαὶ ιαʹ στάσεις. Ὅτι οὐ δεῖ ἐκ τῶν ἰδεῶν χαρακτη‐ ρίζειν τὰς ὑποθέσεις ἀλλ’ ἐκ τῶν κυρίως εἰδῶν. Ὅτι ὁ ὅρος τοῦ τεχνογράφου, εἰ κατανοήσομεν ἀκριβῶς τὰ στασιαζόμενα πάντα, συμπεριλαμβάνει μετὰ τῶν ἄλλων καὶ τὸν στοχασμὸν καὶ τὸν ὅρον· τὸ γὰρ δίκαιον, ὃ | |
25 | λέγει κατὰ τὴν ποιότητα ἐξετάζεσθαι, οὐ μόνον κατ’ | |
αὐτὴν ἀλλὰ καὶ κατὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον ζη‐ | 335 | |
14.336 | τεῖται· ὁ γὰρ δικαστὴς ὁ ζητῶν ἐν τῷ στοχασμῷ, εἰ φονεύς ἐστιν ὁ τῷ νεοσφαγεῖ παριστάμενος σώματι, οὐκ ἄνευ τοῦ δικαίου τοῦτο ζητεῖ ἀλλὰ σὺν τῷ δικαίῳ, καὶ εἰ περὶ οὐσίας γίνεται ἡ ζήτησις καὶ εἰ περὶ ἰδιό‐ | |
5 | τητος, εἰ δίκαιόν ἐστι τὸν ἐξ ἱεροῦ ἰδιωτικὰ εἰληφότα χρήματα κλέπτην ἢ ἱερόσυλον ὀνομάσαι. καὶ τοσοῦτον ὁ λόγος ἀληθής, ὅτι ὁ στοχασμὸς καὶ ὁ ὅρος ὑπὸ τὸ | |
δικανικὸν εἶδος ἀνάγονται. | 336 |