TLG 5024 008 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in librum περὶ στάσεων ANONYMI IN HERMOGENEM Rhet. Prolegomena in librum περὶ στάσεων Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 318–328. Citation: Volume — page — (line) | ||
14.318(9t) | ΕΤΕΡΟΥ ΕΞΗΓΗΤΟΥ ΤΑΥΤΑ | |
10 | Στάσις ἐστὶ φάσις, καθ’ ἣν τοῦ πρά[γματος ἀν]τι‐ λαμβανόμεθα, ἐν ᾧ ἐστι τὸ ζήτημα, καθ’ ὅ ἐστιν ἡ ἀμφισβήτησις. ψέγεται δὲ οὗτος ὁ ὅρο[ς ὡς ἐνδεής. Ὁ δὲ] Μινουκιανὸς λέγει ‘στάσις ἐστὶ τὸ ἐκ 〈τῶν〉 πρώτων προτάσεων συνιστάμενον ζήτημα‘· καὶ οὗτος | |
---|---|---|
15 | ὑπόψ[ογος ὁ ὅρος]. Ὁ δὲ Τύραννός φησι ‘στάσις ἐστὶ πρότασις ἁπλῆ ῥητορικὴ πρὸς πίστιν κομιζομένη μιᾶς φάσεως τῶ[ν ἐν τῷ πολιτικ]ῷ ζητήματι κειμένων, καθ’ ἣν ἡ διαίρε‐ σις γίνεται τῶν κεφαλαίων 〈τῶν〉 εἰς πίστιν κομιζο‐ | |
20 | μένων‘. ἔδει [δὲ] Τύραννον μὴ πρότασιν εἰπεῖν εἰς πίστιν κομιζομένην μιᾶς φάσεως· οὐδὲν γὰρ ἕτερον εἶπεν ἢ ‘πρότασιν εἰς ἀ[πόδειξιν] προτάσεως λαμβανομένην‘· ἡ γὰρ φάσις πρότασίς ἐστιν· ἀλλ’ ἔδει αὐτὸν οὕτως εἰ‐ πόντα τὰς λαβὰς ἐκφυγεῖν ‘ἀμφισβήτησις λογικὴ 〈ἐπὶ | |
25 | μέρουσ〉 ἐκ 〈μιᾶσ〉 φάσεως χαρακτηριζομένη τῶν ἐν | 318 |
14.319 | τῷ πολιτικῷ ζητήματι κειμένων, καθ’ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν εἰς πίστιν κομιζομένων‘· οὗτος κάλλιστος ὁρισμός. Ὁ δὲ Σιρίκιος οὕτως ὡρίσατο ‘στάσις ἐστὶ ζήτησις, | |
5 | καθ’ ἣν αἱ πιστώσεις ἀνάγονται τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων‘· καὶ οὗτος κακῶς ἔχει ὁ ὅρος· κατὰ πάντα δὲ τῷ ἡμετέρῳ ὡς καλῶς ἔχοντι χρηστέον. Διὰ τί οὐχ ὡρίσατο ὁ Ἑρμογένης τὴν ῥητορικὴν πρὸ τῆς πραγματείας; καὶ λέγομεν ὅτι εἰκότως· πρὸς | |
10 | γὰρ τέλειον ῥήτορα διαλεγόμενος οὐκ ἐδέησε τοῦ ὅρου. ἢ διὰ τοῦτο οὐχ ὡρίσατο, ἐπειδὴ πολλοί εἰσιν οἱ ὁριζό‐ μενοι τὴν ῥητορικήν, καὶ ἵνα μὴ φανῇ πολλοῖς ἀντιλέ‐ γων· ἀλλὰ διὰ τοῦτο μᾶλλον ὤφειλεν ὁρίσασθαι, ἵνα φανῇ πολλοὺς διορθούμενος. 〈ἢ〉 διὰ τοῦτο οὐχ ὡρίσατο, | |
15 | ἐπειδὴ τριῶν ὄντων, τῆς φύσεως τῆς τέχνης, τῶν ἔρ‐ γων τῆς τέχνης, τοῦ τεχνίτου, τὰ δύο τῆς φιλοσοφίας ἐστί, τὸ δὲ ἓν τοῦ τεχνικοῦ τῆς ῥητορικῆς· τὸ γὰρ ἐπι‐ στήσασθαι τὴν φύσιν τῆς τέχνης καὶ τοῦ τεχνίτου φι‐ λοσόφων ἴδιον, τὰ δὲ ἔργα τοῦ τεχνίτου· διὰ τοῦτο | |
20 | οὖν οὐχ ὡρίσατο, ἵνα μὴ δόξῃ πάρεργόν τι ποιεῖν καὶ φιλοσόφων ἴδιον. ἢ οὐχ ὡρίσατο Ἀριστοτελικῷ πει‐ θόμενος κανόνι· λέγει γὰρ Ἀριστοτέλης, ὡς οὐ δεῖ ἀπὸ ἀμφιβόλων ἄρχεσθαι· ἀμφιβόλου οὖν ὄντος τοῦ ὅρου διὰ τοῦτο οὐχ ὡρίσατο. ἢ ὡρίσατο, ὡς ἐν τῷ κει‐ | |
25 | μένῳ ἐφεξῆς τοῦ λόγου μαθησόμεθα. Πῶς δὲ πλαγίως ὡρίσατο; τῷ προειπεῖν τρία λήμ‐ | |
ματα. φέρε περὶ αὐτῶν διαλάβωμεν. πρῶτον λῆμμά ἐστιν, | 319 | |
14.320 | ὅτι πᾶς ὅρος ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβά‐ νεται. δεύτερον λῆμμα, ὅτι οἱ ὁρισμοὶ τῶν γενῶν καὶ ἐπὶ τῶν εἰδῶν λαμβάνονται· οἷον τί ἐστι ζῷον; οὐσία ἔμψυχος αἰσθητική· καὶ τί ἐστιν ἄνθρωπος; οὐσία ἔμψυ‐ | |
5 | χος αἰσθητική· τί ἐστιν ἵππος; οὐσία ἔμψυχος αἰσθητι‐ κή· κοινωνοῦσι γὰρ ἀμφότερα, καθὸ ζῷα. τρίτον λῆμ‐ μα ὅτι, ὧν οἱ ὅροι κοινοί, τούτων καὶ τὰ πράγματα κοινά· οἷον τί ἐστιν ἄνθρωπος; οὐσία ἔμψυχος αἰσθη‐ τική· καὶ τί ἐστιν ἵππος; οὐσία ἔμψυχος αἰσθητική· | |
10 | κοινωνοῦσι γὰρ ἀμφότεροι, καθὸ ζῷα. ἔλαβε τοίνυν καὶ ὁ τεχνικὸς τὸν ὁρισμὸν τῆς καθόλου τέχνης καὶ ἐπὶ τῆς ῥητορικῆς κατὰ τὸ λῆμμα τὸ λέγον, ὅτι οἱ ὁρισμοὶ τοῦ γένους καὶ ἐπὶ τῶν εἰδῶν λαμβάνονται. ὁ δὲ τῆς καθό‐ λου τέχνης ὁρισμός ἐστιν οὗτος ‘σύστημα [ἐγκα]ταλή‐ | |
15 | ψεων ἐμπειρίαις ἐγγεγυμνασμένον πρός τι τέλος εὔ‐ χρηστον τῶν ἐν τῷ βίῳ‘. ὁ δὲ Πλάτων οὐκ ἀνέχ[εται τὴν] ῥητορικὴν τέχνην εἶναι, [ἀλλ]ὰ φανερῶς κατα‐ σκευάζει, ὅτι ἐμπειρία ἐστὶ καὶ ἄλογος τριβὴ καὶ μιμη‐ τική. β[ουληθεὶ]ς οὖν ὁ Ἑρμογένης τέχνην ἀποδεῖξαι | |
20 | αὐτὴν οὖσαν σοφῶς τὸ προοίμιον ἐνταῦθα [ἔγραψε]· φα‐ νερῶς μὲν 〈γὰρ〉 κατασκ[ευά]σαι ἀπέφυγεν αἰδοῖ Πλά‐ τωνος καὶ ἵνα μὴ αὐτὴν τούτῳ διαβάλοι· πᾶν γὰρ κατα‐ σκευῆς δεόμενον ἀμφιβάλλεται· οὐκ ἠβουλήθη οὖν ὅλως ἀμφίβολον ποιῆσαι τὴν ῥητορικὴν τέχνην εἶναι, ἀλλ’ | |
25 | οὐδ’ ἀκατασκεύαστον παντελῶς εἴασεν, ἵνα μὴ τὸ τοῦ προσώπου ἀξιόλογον πείσῃ· φανερῶς οὖν διὰ ταῦτα οὐ | |
κατεσκεύασε, λεληθότως δὲ τὸν ὅρον τῆς τέχνης αὐτῇ | 320 | |
14.321 | περιάψας ἐν τῷ προοιμίῳ 〈κατασκευάζει〉, ὅτι τέχνη ἐστί· πᾶν 〈γὰρ〉 πρᾶγμα ἐμπεριεχόμενον ὅρῳ τινὶ ἐκεῖνό ἐστιν, οὗ τῷ ὅρῳ ἐμπεριέχεται· εἴ τι οὖν εὑρε‐ θῇ καὶ ‘σύστημα‘ καὶ ‘ἐγκαταλήψεων‘ καὶ ‘πρός τι τέ‐ | |
5 | λος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘, τοῦτο ἂν εἴη τέχνη. ὥστε ἐν τῷ προοιμίῳ κατασκευάζει, ὅτι τέχνη ἐστί, διὰ μὲν τοῦ ‘πολλῶν‘, ἵνα μηνύσῃ τὸ ‘σύστημα‘, διὰ δὲ τοῦ ‘καταληφθέντα‘ τὸ ‘ἐγκαταλήψεων‘, διὰ δὲ τοῦ ‘συγγυμνασθέντα‘ τὸ ‘συγγεγυμνασμένον‘. ‘πρός τι τέ‐ | |
10 | λος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘· 〈προσέθηκε〉 πρὸς τοῦτο τὸ ‘σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ‘, τοῦτο εὔχρηστον. Ἐξηγούμενοί τινές φασιν, ὅτι 〈ἑκάστη τέχνη〉 πρὸς τρία τέλη ἀφορᾷ, ἢ πρὸς τέρψιν ὡς ἡ γρα‐ φική, ἢ πρὸς χρήσιμον ὡς ἡ γεωργική, ἢ πρὸς τὰ συν‐ | |
15 | αμφότερα 〈ὡς ἡ μουσική〉· τὸν γὰρ ἀγριαίνοντα θυ‐ μὸν ἡμεροῖ καὶ τὸν πεπτωκότα ἀνεγείρει. πρὸς τοῦτο δέ φαμεν, ὅτι κακῶς ποιεῖτε τρία τέλη φάσκοντες ἑνὸς πράγματος, ὅπου γε ἐξῆν λέγειν ἕν. εἰ δέ τις εἴποι τῆς κολακευτικῆς τέλος εἶναι τὸ ἡδύ, φαμέν, ὅτι οὐκ εὔ‐ | |
20 | χρηστον τοῦτο. —Τῷ ὅρῳ τῆς καθόλου τέχνης προσ‐ θεὶς ὁ τεχνικὸς τὸ ‘ἐν βουλαῖς ἢ ἐν δικαστηρίοις καὶ πανταχοῦ‘ γινόμενον ἐποίησε τὸν ὅρον τῆς ῥητορικῆς· καὶ οὕτως πλαγίως ὡρίσατο ὁ τεχνικὸς ἐκ τῶν δύο προβληθέντων. ὧν δὲ οἱ ὅροι οἱ αὐτοί, τούτων καὶ τὰ | |
25 | πράγματα τὰ αὐτά. Φασί τινες, ὅτι ἡ ῥητορικὴ ἢ περὶ τὰ κοινὰ κατα‐ | |
γίνεται ἢ περὶ τὰ ἰδικά. καὶ δὴ πρὸς αὐτούς φαμεν· | 321 | |
14.322 | κακῶς τεθείκατε τὸν διαζευκτικὸν σύνδεσμον ὡς μὴ δυναμένης αὐτῆς περὶ ἄμφω καταγίνεσθαι· ἰδοὺ γάρ, εὑρίσκομεν τὸν Δημοσθένην ποτὲ μὲν περὶ ἰδικῶν δια‐ λαμβάνοντα, ποτὲ δὲ περὶ κοινῶν, ἄλλοτε δὲ περὶ μι‐ | |
5 | κτῶν· περὶ μὲν κοινῶν ὡς ἐν τοῖς Φιλιππικοῖς, περὶ ἰδικῶν 〈δὲ〉 ὡς ἐν τοῖς ἐπιτροπικοῖς, περὶ μικτῶν δὲ ὡς ἐν τῷ Κατὰ Μειδίου· ἀμφισβητεῖται γὰρ ἐκεῖ, εἰ δημόσιον ἢ ἰδικὸν τὸ ἀδίκημα. Ποσαχῶς τὸ δυνάμει; διχῶς· τὸ κατ’ ἐπιτηδειότητα | |
10 | καὶ καθ’ ἕξιν. κατ’ ἐπιτηδειότητα μέν, ὡς ἵνα παῖδα καλέσωμεν γραφικόν· καθὸ 〈δὲ〉 ἐν ἕξει, καὶ κοιμώ‐ μενος ἔχει τὴν γνῶσιν ἐν ἑαυτῷ. ὁμοίως καὶ τὸ ἐνεργείᾳ δύο τὰ σημαινόμενα ἔχει, καθ’ ἕξιν ὁμοίως τῷ ἐν δυνά‐ μει καθ’ ἕξιν, καὶ κατὰ προχείρισιν, ὡς ἵνα τὸν ἐξη‐ | |
15 | γούμενον γραμματικὸν καλέσωμεν γραμματικὸν ὡς ἔχον‐ τα ἐν προχειρίσει τὴν ἐνέργειαν. —Φησὶν Ἀριστοτέλης μηδὲν εἶναι, ὃ μὴ χρόνῳ προφέρεται εἰς προχείρισιν. Πόσαι ῥητορικαί; ὀκτὼ κατὰ Ἀπολλόδωρον καὶ Ἑρ‐ μαγόραν· ἐπιστήμη τοῦ εὖ λέγειν, ἐπιστήμη τοῦ εὖ | |
20 | πράττειν, ἐπιστήμη τοῦ καλῶς λέγειν, ἐπιστήμη τοῦ καλῶς πράττειν· ἐν αἷς φαίνονται τὰ ἀνωτέρω ἡττή‐ ματα. ἡ δὲ πέμπτη μικτή ἐστι μετέχουσα τῶν βʹ τού‐ των· μαρτυρεῖ δὲ ὁ Πλάτων, ἐγκωμιάσαι γὰρ αὐτήν ποτε βουλόμενος εἰσφέρει τὸν Γοργίαν λέγοντα αὐτὴν εἶναι | |
25 | μεταξὺ τῆς ἐπιστήμης τοῦ εὖ λέγειν καὶ τῆς ἐπιστή‐ μης τοῦ εὖ πράττειν, ποτὲ δὲ ψέξαι αὐτὴν βουλόμενος εἰσφέρει τὸν Σωκράτην λέγοντα αὐτὴν εἶναι μεταξὺ τῆς ἐπιστήμης τοῦ καλῶς λέγειν καὶ τῆς ἐπιστήμης τοῦ κα‐ | |
λῶς πράττειν. —Πόθεν διαιροῦνται αἱ πέντε αὗται; | 322 | |
14.323 | ἐκ τῆς καθόλου ῥητορικῆς κατὰ τρόπον τῆς ὁμωνύμου φωνῆς. Τί ἐστιν ὁμώνυμος φωνή; ἡ μεταδιδοῦσα φω‐ νῆς· τοῦτο γὰρ δίδωσι φωνῆς μόνης τῷ Λοκρῷ καὶ τῷ Τελαμωνίῳ. | |
5 | Ταῦτ’ οὖν εἰπόντες ἔλθωμεν ἐπὶ τὴν ἀνατροπήν· πῶς λέγετε ἐπιστήμην; τὸ ψιλῶς ἐπίστασθαι λέγειν ἁπλῶς ἢ τὴν ἐπιστήμην τὴν ἐπιστημονικῶς λέγουσαν; καὶ εἰ μὲν τὴν ψιλῶς ἐπισταμένην 〈λέγειν〉 φατέ, οὐ μόνον τοῦτο ἐπὶ τῆς ῥητορικῆς φατέον, ἀλλὰ καὶ ἐπὶ | |
10 | ἑκάστης σχεδὸν τέχνης—ἑκάστη γὰρ τέχνη ψιλῶς ἐπίσταται διδόναι λόγον, ὑπὲρ ὧν ποιεῖ—, εἰ δὲ τὸ ἐπιστημονικῶς λέγειν φατέ, πάλιν κακῶς· ποιεῖτε γὰρ αὐτὴν ἐπιστήμην, πολὺ τῆς ἐπιστήμης διαφέρουσαν. ἐκεί‐ νη γὰρ 〈ἀεὶ〉 τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει καὶ οὐ | |
15 | πταίει, ἡ δὲ ῥητορικὴ οὐ[δὲ] τὰ αὐτὰ λέγει περὶ τῶν αὐ‐ τῶν 〈καὶ〉 ἔστιν ὅτε πταίει καὶ σφάλλεται· καὶ 〈οὐ〉 θαυμαστὸν ἡγοῦνται οἱ ῥήτορες, εἰ μὴ μόνον ἀλλήλους ἀνατρέπουσιν ἀλλὰ καὶ ἑαυτούς, καὶ μέμψιν ἡγοῦνται τὸ λέγειν ἐνθύμημα ὑφ’ ἑτέρου ῥηθέν· τοῦτο δὲ μαρτυ‐ | |
20 | ρεῖ καὶ Ἰσοκράτης λέγων ‘τὸ γὰρ ὑφ’ ἑτέρου ῥηθὲν τῷ λέγοντι μετ’ ἐκεῖνον οὐχ ὁμοίως χρήσιμόν ἐστι‘. Κατὰ τί κοινωνεῖ ἡ διαλεκτικὴ φιλοσοφία τῇ ῥη‐ τορικῇ καὶ κατὰ τί διαφέρει; κοινωνεῖ μὲν κατὰ τὸ τέ‐ λος καὶ κατὰ τὸ εἶδος· εἶδος γὰρ τῶν δύο ἡ δύναμις, | |
25 | τέλος δὲ ἡ πειθώ, ἀλλ’ ἐκείνης μὲν τὸ μετὰ ἀνάγκης | 323 |
14.324 | πείθειν, τῆς ῥητορικῆς δὲ ὅσον δύναται. διαφέρει δὲ κατὰ τὴν ὕλην καὶ τὰ ὄργανα· ὕλη μὲν γάρ ἐστι τῆς δια‐ λεκτικῆς πάντα τὰ ὄντα, τῆς δὲ ῥητορικῆς πάντα τὰ πολι‐ τικά· ὄργανα 〈δὲ〉 τῆς διαλεκτικῆς ὁ συλλογισμὸς καὶ | |
5 | ἡ ἐπαγωγή, τῆς δὲ ῥητορικῆς τὸ ἐνθύμημα καὶ τὸ παρά‐ δειγμα. Τί ἐστι συλλογισμός; λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συνάγεται· οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία· συνάγεται ἐξ ἀνάγκης | |
10 | λοιπὸν τούτων τεθέντων τὸ λέγειν ὁ ἄνθρωπος ἄρα οὐσία. Τί ἐστιν ἐπαγωγή; λόγος ἐκ τῶν μερικῶν κατασκευ‐ άζων τὰ καθολικά, ὡς ἵνα εἴπωμεν οὕτως· οὗτος καὶ οὗτος ὦτα ἔχει· ἄρα πᾶς ἄνθρωπος ὦτα ἔχει. | |
15 | Τί ἐστιν ἐνθύμημα; [ὁ] ἀτελὴς συλλογισμός, ὡς παρὰ Δημοσθένει «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράτ‐ των καὶ κατασκευαζόμενος οὗτος ἐμοὶ πολεμεῖ, κἂν μή‐ πω βάλλῃ μηδὲ τοξεύῃ». οὗτος συλλογισμός ἐστιν ἀτε‐ λὴς ἀπὸ τῆς μείζονος προτάσεως γινόμενος· ὁ γὰρ τέ‐ | |
20 | λειος τοιοῦτος ἦν ‘ὁ Φίλιππος, οἷς ἂν ἐγὼ ληφθείην, παρασκευάζεται· ὁ οἷς ἂν ἐγὼ ληφθείην παρασκευα‐ ζόμενος οὗτος ἐμοὶ πολεμεῖ· 〈Φίλιππος ἄρα ἐμοὶ πολε‐ μεῖ,〉 κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ‘. ἐνίοτε δὲ χρῶνται οἱ ῥήτορες τελείοις συλλογισμοῖς, ἀλλ’ οὐχ ὡς ῥήτορες, | |
25 | ἀλλ’ ὡς φιλόσοφοι. γίνεται δὲ ὁ ἀτελὴς συλλογισμὸς ἢ ἐκ μιᾶς προτάσεως ἢ ἐκ δύο, ἢ ἐκ μιᾶς καὶ συμπεράσ‐ | |
ματος ἢ ἐκ συμπεράσματος μόνου. | 324 | |
14.325 | Παράδειγμα δέ ἐστιν ἡ τοῦ ὁμοίου παράθεσις, ὡς ἵνα εἴπωμεν ‘δεῖ ἡμᾶς εἶναι κατὰ τοὺς προγόνουσ‘. Οὕτως ἀνατρέψαντες τοὺς λέγοντας αὐτὴν εἶναι δια‐ λεκτικὴν ἐν τῷ δεῖξαι πολλὴν αὐτῶν διαφοράν, ἀνατρέ‐ | |
5 | ψωμεν καὶ τοὺς λέγοντας αὐτὴν ἐπιστήμην τοῦ καλῶς λέγειν. καί φαμεν· τί λέγετε ἐπιστήμην, τὸ ἁπλῶς ψι‐ λῶς 〈λέγειν〉 ἢ τὸ ἐπιστημονικῶς; ἔπειτα κακῶς λέ‐ γετε τὴν ῥητορικὴν ταὐτὸ εἶναι τῇ πολιτικῇ· ἐκείνη γὰρ περὶ τὰ καθολικὰ καταγίνεται, ἡ δὲ ῥητορικὴ | |
10 | περὶ τὰ μερικά. ἡ αὐτὴ ἀνατροπή ἐστι τῆς ὑποπολιτι‐ κῆς. Πρὸς δὲ τοὺς λέγοντας αὐτὴν ἐπιτήδευσιν τοῦ καλῶς λέγειν οὕτω φαμέν, ὅτι πρῶτον μὲν κακῶς λέγετε φέ‐ ροντες ἐκπτώσεις οὔσας τεχνῶν καὶ λέγοντες ταὐτὸ εἶ‐ | |
15 | ναι τῇ ῥητορικῇ οὖσαν τέχνην· δεύτερον, ὅτι ἡ μὲν ῥη‐ τορικὴ τέλος εὔχρηστον ἔχει τῶν ἐν τῷ βίῳ, αἱ δὲ ἄλλαι τέχναι τέλος εὔχρηστον ἑαυταῖς, εἴ γε χρηστὸν εἴπω‐ μεν τὸ διὰ κέρδος ἀδικεῖν. Οὕτως ἀνατρέψαντες τοὺς λέγοντας σοφιστικὴν καὶ | |
20 | κολακευτικὴν ἀνατρέψωμεν τοὺς λέγοντας ἐπιτήδευσιν τοῦ καλῶς πράττειν. καί φαμεν τὸν προειρημένον λό‐ γον, ὅτι ἣ μὲν τέχνη, αἳ δὲ ἐκπτώσεις· ἔπειτα, ὅτι ἣ μὲν τέλος ἔχει τὴν ἡδονήν, ἡ δὲ ῥητορικὴ οὔ. Τί διαφέρει τῆς ἐμπειρίας; ὅτι ἣ μὲν ἄλογος τριβή, | |
25 | ἣ δὲ λογική. | 325 |
14.326 | Ποίαν μετερχόμεθα νῦν; φασί τινες, ὅτι μετερχό‐ μεθα νῦν τὴν ἀντίστροφον τῇ διαλεκτικῇ, ἧς προέστηκε Δημοσθένης καὶ οἱ ἄλλοι ῥήτορες. Εἰπόντες ἀνωτέρω τὴν δόξαν τῶν λεγόντων πέντε ῥητορικάς, εἴπωμεν καὶ | |
5 | 〈τὴν〉 τῶν λεγόντων τρεῖς εἶναι. Πλάτων τοίνυν ἔλεγε τρεῖς εἶναι τὰς ῥητορικάς, μίαν καθάπαξ ἀληθεύουσαν, μίαν καθάπαξ ψευδομένην, καὶ μίαν μικτὴν τούτων, ᾗ κεχρήμεθα. Ὁ Ἀριστοτέλης ἀπορεῖ λέγων, τί δήποτε οὐ τῇ καθάπαξ ἀληθευούσῃ κεχρήμεθα. καὶ ἐπιλύεται, ὅτι | |
10 | διὰ τοῦτο ἴσμεν τὸ ψεῦδος, ἵνα ἐκφύγωμεν αὐτό, ὥσπερ οἱ ἰατροὶ ἴσασι τὰ φάρμακα διὰ τὸ ἐκφυγεῖν αὐτά. ἀλλὰ κακῶς ἐπελύσατο· ἴσμεν γὰρ τὸ ψεῦδος οὐ διὰ τὸ ἐκφυ‐ γεῖν αὐτὸ ἀλλὰ διὰ τὸ κεχρῆσθαι ἐν δέοντι, καὶ εὑρί‐ σκομεν ῥήτορας ἐν δέοντι ψευδομένους. φαμέν, ὅτι κα‐ | |
15 | κία προσώπων ἐστίν, οὐ τῆς τέχνης καὶ ἐν δέοντι τὸ ψεύδεσθαι καλόν· καὶ μαρτυρεῖ καὶ Πλάτων λέγων ‘παρ‐ έθηκέ τις νήφων ἑταίρῳ ξίφος, εἶτα μανεὶς ἐπανῆλθεν αἰτῶν τὸ ξίφος, ὃ δὲ ἠρνήσατο ἔχειν· ἆρα οὐ καλὸν τὸ ψεύδεσθαι ἐνταῦθα;‘ καὶ ὁ Θουκυδίδης μαρτυρεῖ ἐν τῇ | |
20 | Διοδότου λέγων δημηγορίᾳ «ὥστε δεῖν ὁμοίως τόν τε τὰ δεινότατα βουλευόμενον πεῖσαι ἀπάτῃ προάγεσθαι τῷ πλήθει καὶ τὸν ἀμείνω λέγοντα ψευσάμενον πιστὸν γε‐ νέσθαι». ἰδοὺ γάρ, φησίν, ὅτι δεῖ καὶ τὸν ἀληθῶς λέ‐ γοντα ψεύδεσθαι. | |
25 | Ἐπειδὴ ἐμάθομεν, εἰ ἔστι ῥητορικὴ καὶ [τὸ] τί ἐστι | |
καὶ ὁποῖόν τί ἐστιν, ἐν τοῖς προλεγομένοις τῆς ῥητορικῆς | 326 | |
14.327 | τῶν εἰσαγομένων, λοιπὸν μετέλθωμεν καὶ ὁρισώμεθα, 〈διὰ〉 τί ἐστι ῥητορικὴ καὶ τί ἐστι τὸ ἔργον αὐτῆς καὶ ποῖα μέρη αὐτῆς, καὶ πόσα ἔργα καὶ ποῖα τοῦ ῥήτορος, καὶ ποῖα μέρη παντὸς τοῦ πολιτικοῦ λόγου καὶ τί ἐστιν | |
5 | ἕκαστον αὐτῶν. ζήτει ταῦτα ὄπισθεν. Νῦν οὖν εἴπωμεν περὶ τῶν εἰδῶν αὐτῆς, ὁπόσα τε καὶ ὁποῖα, καὶ εἰ εἴδη ἀλλὰ μὴ μέρη, καὶ ἐκ ποίων με‐ ρῶν τῆς ψυχῆς ἕκαστον προελήλυθε, καὶ εἰς ποῖον ἕκα‐ στον 〈ἀφορᾷ τέλος, καὶ ποῖον ἕκαστον〉 ἔλαχε χρόνον, | |
10 | καὶ τίς 〈ὁ〉 ἑκάστου τόπος, καὶ ποῖα τὰ ὑποβεβλημένα αὐτοῖς πρόσωπα. Τρία τοίνυν τὰ ἀνωτέρω εἴδη τῆς ῥη‐ τορικῆς, συμβουλευτικόν, δικανικόν, πανηγυρικόν. καὶ ἔστι συμβουλευτικὸν μέν, δι’ οὗ συμβουλεύομεν τὰ πρόσφορα γενέσθαι, δικανικὸν δέ, δι’ οὗ τὰς ἀμφισβη‐ | |
15 | τήσεις διακρίνομεν, πανηγυρικὸν δέ, δι’ οὗ τοὺς ἐπαί‐ νους καὶ τοὺς ψόγους δημοσιεύομεν. διαιρεῖται δὲ τὸ συμβουλευτικὸν εἰς δύο, εἰς προτροπὴν καὶ ἀποτροπήν, τὸ δικανικὸν εἰς δύο, εἰς κατηγορίαν καὶ ἀπολογίαν, τὸ δὲ πανηγυρικὸν ὁμοίως 〈εἰς δύο〉, εἰς ἔπαινον καὶ ψό‐ | |
20 | γον. Ἀλλὰ ταῦτα μὲν μέρη ἐστίν· εἴδη δὲ τὰ πρὸ αὐτῶν. διαφέρει δὲ εἶδος μέρους τῷ τὸ μὲν εἶδος ὁλόκληρον ἀποτελεῖν ῥήτορα, τὸ δὲ μέρος οὔ· οἷον ὅστις μόνον οἶδε τὸ συμβουλεύειν, μὴ μέντοι γε δικάζεσθαι καὶ πανηγυρίζειν, οὗτος ῥήτωρ, ὥσπερ Θηραμένης ὁ Κό‐ | |
25 | θορνος συμβουλεύειν καὶ μόνον εἰδὼς ὅμως ῥήτωρ καὶ αὐτὸς ἤκουσται, Ζήνων δὲ δικάζεσθαι μόνον εἰδὼς ῥή‐ τωρ καὶ αὐτὸς ἤκουεν. ὥστε ἓν μόνον τῶν τριῶν εἶδος | |
ἀρκεῖ ῥήτορα ἀποτελέσαι, τὸ δὲ μέρος οὔ· ὥσπερ γάρ, | 327 | |
14.328 | ὁλόκληρον εἶδος 〈ἀνθρώπου〉 εἰ ἐπιτεθείη λίθῳ ἢ χαλκῷ, εἶδος λέγομεν ἀποτελεῖν καὶ ἀποσῴζειν τὸν ἀνδριάντα, ἐὰν δὲ μέρος ἐπιτιθῶμεν, ἢ χεῖρα ἢ πόδα ἢ κεφαλήν, οὐ λέγομεν 〈τὸν λίθον ἢ〉 τὸν χαλκὸν ἅπαν εἰληφέναι | |
5 | τὸ εἶδος ἀλλὰ μέρος τοῦ ἀνθρώπου, οὕτως, εἰ μὲν ἕν τι τῶν μερῶν ἀσκεῖται, ῥήτωρ οὐκ ἂν λεχθείη, εἰ δὲ ἓν τῶν εἰδῶν, ἐξ ἀνάγκης ὁ τοιοῦτος ῥήτωρ ὀνομασθή‐ σεται. Πόθεν ἕκαστον τῶν τριῶν τούτων προῆλθεν εἰδῶν; | |
10 | καὶ ταῦτα πάντα καὶ 〈τὰ〉 λοιπὰ ἐγράφησαν ὄπισθεν | |
ἐν τῇ ἀρχῇ τῶν Προγυμνασμάτων. | 328 |