TLG 5024 007 :: ANONYMI IN HERMOGENEM :: Excerpta e prolegomenis diversis (e cod. Matr. 4687)

ANONYMI IN HERMOGENEM Rhet.
(Varia)

Excerpta e prolegomenis diversis (e cod. Matr. 4687)

Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 300–303.

Citation: Volume — page — (line)

4tΕΚ ΔΙΑΦΟΡΩΝ ΤΙΝΑ ΧΡΗΣΙΜΑ
5 Ὅτι ὅρος λόγου οὗτος ‘ἔννοια κεκριμένη καὶ γνώ‐ μης ἀνθρώπου μήνυσισ‘. γένος ἡ ἔννοια· πάντα γὰρ 〈τὰ〉 ζῷα ἔννοιαν ἔχει. διαφορὰ τὸ κεκριμένη· οὐ γὰρ καὶ τὰ ἄλογα κεκριμένην ἔχει ἔννοιαν. Ἔργον δὲ λόγου ἡ μετ’ αἰτίας πρᾶξις καὶ ἡ προφορὰ τῶν ἐννοιῶν.
10 Ὅτι Λυσίᾳ μεμελέτηται ἰατρικὸν πρόβλημα παρά‐ δοξον ῥητορικῶς μεθοδευθὲν περὶ τοῦ ἀμβλωθριδίου, ἐν ᾧ Ἀντιγένης κατηγορεῖ τῆς ἑαυτοῦ γυναικὸς φόνου ἀμβλω‐ σάσης ἑκουσίως, φάσκων ὡς ἐξήμβλωκε καὶ κεκώλυ‐ κεν αὐτὸν πατέρα κληθῆναι παιδός.
15 Ὅτι ἐπιστήμης ἴδιον τὸ μὴ μεταπίπτειν, οὐ μέντοι καὶ τέχνης· τέχνη γὰρ μεταπίπτειν οἶδε τοῖς περιστα‐ τικοῖς καὶ βιάζεσθαι. αὐτίκα ὁ Δημοσθένης τὴν τῶν ἐλέγχων ἀπαίτησιν καὶ τὴν 〈τοῦ〉 παραγραφικοῦ ἐξέ‐ τασιν ἐν τῷ Κατ’ Αἰσχίνου λόγῳ τελευταίας ἔταξε, τῆς
20τέχνης ταῦτα πρῶτα εἰδυίας κεφάλαια—ἐξ οὗ δὴ καὶ
οὐδὲ ἐπιστήμη δύναται εἶναι—, ἀλλὰ πρὸς τούτοις καὶ300

14

.

301

παραλιμπάνει τινὰ τῶν εἰωθότων. ταύτῃ πολλοὶ παρὰ τοῖς παλαιοῖς ἀπροοιμίαστοι λόγοι πρὸς τὴν χρείαν οὕ‐ τω λεχθέντες. ἀλλὰ καὶ ἐν τῷ Περὶ στεφάνου Δημοσθέ‐ νης δύο μόνοις τῆς πραγματικῆς κέχρηται κεφαλαίοις
5οὕτω τοῦ καιροῦ συγχωροῦντος· ὧν οὐδὲν ἐπιστήμη ἔχει, ἀλλὰ καὶ ἐν Λακεδαίμονι καὶ Ἀθήναις καὶ πολέ‐ μου ὄντος καὶ εἰρήνης ἀεὶ τὰ αὐτὰ 〈περὶ τῶν αὐτῶν〉 ἔγνωκέ τε καὶ προφέρει, οἷον ὅτι σφαιροειδὴς ὁ οὐρα‐ νός, ὅτι κέντρου λόγον ἐπέχει ἡ γῆ καὶ εἴ τι τοιοῦτον
10ἕτερον. ἐν οἷς μέντοι οὐκ ἀλόγως τέχνη τοῖς περιστατι‐ κοῖς ἀμείβει τινὰ τῶν ἑαυτῆς ἢ παραλείπει, ἀλλὰ μετ’ αἰτίας, ἐκφεύγει τὴν ἐμπειρίαν, ἀλόγως ταύτης τὸ ἑαυ‐ τῆς μετερχομένης, ὡσαύτως καὶ ῥητορική. —Ὅτι ἐμπειρίαν τινὲς ἐβουλήθησαν τὴν ῥητορικὴν εἶναι, ὧν
15ἐστι καὶ Πλάτων φάσκων στοχαστικὴν αὐτὴν εἶναι τῆς τῶν ἀκροατῶν ἐπιθυμίας, καὶ ἐκμιμουμένην τοὺς φθά‐ σαντας τῶν ῥητόρων· καὶ γὰρ ἐκ τοῦ ἑωρακέναι τινὰ ἐκ διαβολῆς ὀργὴν κεκινηκότα τῶν ἀκροατῶν καὶ ἐκ τοῦ ἐλεεινολογεῖσθαι ἀφεθέντα χρῶνται καὶ αὐτοὶ τοῖς
20αὐτοῖς ἐν τοῖς ὁμοίοις καιροῖς καὶ πράγμασιν. οὐχ οὕ‐ τως δὲ τοῦτο ἔχει· οὐ γὰρ καὶ ἀλόγως τὸ ἑαυτῆς οὕτω ῥητορικὴ μετέρχεται, ὡς διὰ πολλῶν ἤδη δεδήλωται. Ὅτι καὶ τὸ δικανικὸν παρὰ θεοῖς ἦν· καὶ δῆλον ἀφ’ ὧν Ἄρης καὶ Ποσειδῶν ἐν Ἀρείῳ πάγῳ δι’ Ἁλιρρόθιον
25ἐδικάσαντο. Ὅτι τοῖς περιστατικοῖς χρῆται ῥητορικὴ οὕτως· προσ‐ ώπῳ, οἷον πρὸς Ἀθηναίους ἢ Λακεδαιμονίους· οὐ γὰρ
τοῖς αὐτοῖς λόγοις ἐν ἀμφοτέροις χρήσεται. τόπῳ, οἷον301

14

.

302

ἐν δικαστηρίῳ ἢ βουλευτηρίῳ. χρόνῳ, ἐν χειμῶνι ἢ θέρει. αἰτίᾳ, διὰ τὸν πόλεμον ἢ τὴν εἰρήνην ἢ τὴν εὐπο‐ ρίαν ἢ ἀπορίαν. τρόπῳ, οἷον ναυμαχίᾳ ἢ πεζομαχίᾳ χρὴ τοὺς πολεμίους ἀμύνασθαι.
5 Ὅτι σκοπὸς τοῦ βιβλίου περὶ διαιρέσεως πολιτικῶν ζητημάτων εἰπεῖν καὶ πρὸς τὴν τούτων μάθησιν ἡμᾶς ἀναγαγεῖν. Τὸ δὲ χρήσιμον τοῦτο ἂν εἴη τὸ τὰ πολλὰ τῆς ῥητο‐ ρικῆς προβλήματα περιορίζειν καὶ οὐκ ἐᾶν εἰς ἀπέραν‐
10τον τοὺς λόγους ἐκφέρεσθαι· ὥσπερ καὶ αἱ παρὰ Ἀρι‐ στοτέλει κατηγορίαι εἰς δέκα τὰ γενικώτατα τὸ πλῆ‐ θος τῶν προβλημάτων συνέστειλαν· πᾶν γάρ, ὃ ἄν τις εἴποι, ὑπὸ μίαν τοῦτο τῶν κατηγοριῶν ἐμπεσεῖται. ἄλλως τε δὲ καὶ ἄνευ τοῦ βιβλίου τούτου οὐκ ἔστι λόγον παλαιὸν
15διελεῖν, ἀλλ’ οὐδὲ νέον. Τὸ δὲ γνήσιον ἤδη προείληπται καὶ ἄλλοις εἰρημέ‐ νον. Ἡ δὲ τάξις αὕτη· τρεῖς εἰσιν αἱ συνεκτικώταται Τέχ‐ ναι ῥητορικαί, ἃς καὶ αὐτὸς Ἑρμογένης συνέγραψεν, ἥ
20τε τῶν Προγυμνασμάτων καὶ ἡ τῶν Στάσεων αὕτη καὶ ἡ Περὶ τῶν ἰδεῶν. μέσην οὖν ἡ προκειμένη βίβλος τάξιν ἔχει, εἰκότως· μετὰ γὰρ τὴν τῶν μερικῶν διδα‐ σκαλίαν, ἅ ἐστι τὰ προγυμνάσματα, ἔδει καὶ περὶ τε‐ λεωτέρων διαλεχθῆναι. τρίτην δὲ τὸ Περὶ ἰδεῶν ἔχει
25τάξιν· δεῖ γὰρ πρότερον μαθεῖν, πῶς συνίσταται τὰ πο‐
λιτικὰ ζητήματα καὶ κατὰ τίνα τρόπον ἕκαστα διαιρή‐302

14

.

303

σομεν, ὅπερ τὸ παρὸν διδάσκει βιβλίον, εἶτα περὶ τῆς φράσεως καὶ τοῦ χαρακτῆρος διαλεχθῆναι. δύο γὰρ ὄν‐ των τῶν τὴν ῥητορικὴν κοσμούντων, δυνατοῦ καὶ ἡδέος, τὸ μὲν δυνατὸν διὰ τῆς παρούσης μανθάνομεν πραγμα‐
5τείας, τὸ δὲ ἡδὺ διὰ τοῦ Περὶ ἰδεῶν· διδάσκει γὰρ ἐκεῖνο ποικίλλειν τὴν φράσιν ταῖς τῶν σχημάτων διαφοραῖς, ὃ τὴν ἡδονὴν ποιεῖ, ἀλλ’ οὐχὶ μονοειδῶς ἐκφέροντας προσ‐ κορῆ τὸν λόγον ποιεῖν. Τρόπῳ δὲ παντοίῳ διδασκαλίας χρῆται· ἐν μὲν γὰρ
10τῷ λέγειν περὶ διαιρέσεως τῷ διαιρετικῷ, οἷον ὅτι ‘περὶ τῆσδε τῆς διαιρέσεως ποιοῦμαι τὸν λόγον, ἀλλ’ οὐ 〈περὶ〉 τῆσδε‘· ἐν δὲ τῷ 〈τὸν〉 ὅρον ἀποδιδόναι τοῦ πο‐ λιτικοῦ ζητήματος τῷ συνθετικῷ· τῷ δὲ ἀναλυτικῷ οὕ‐ τως, φησὶ γὰρ ‘τὸ πολιτικὸν ζήτημα ὕλην ἔχει τὰ πρόσ‐
15ωπα καὶ τὰ πράγματα· τῶν δὲ προσώπων τὰ μέν ἐστι τοιάδε, 〈τὰ δὲ τοιάδε,〉 καὶ τῶν πραγμάτων ὁμοίως. τὰ δὲ ἔχοντα πρόσωπά τε καὶ πράγματα ζητήματα τοιάδε συνέστηκεν, τὰ δὲ μὴ οὔ· ὥστε τὰ μὲν τῶν ζητη‐ μάτων συνέστηκε, τὰ δὲ οὔ‘. ὅρα γάρ, ὅτι ἀπὸ τῶν
20ἡμῖν πρώτων ἐπὶ τὰ τῇ φύσει πρῶτα ἀνιὼν ἤτοι τὰ ζητήματα, τουτέστι τὰς στάσεις, τῷ κατὰ ἀνάλυσιν χρῆται. Ἐπιγέγραπται δὲ Περὶ στάσεων, ἀλλ’ οὐχ ὡς τινὲς Τέχνη ῥητορική· οὐ γὰρ περὶ πάσης διδάσκει τῆς ῥητο‐
25ρικῆς, ἀλλὰ περὶ μέρους, ὅ ἐστιν ἡ διαίρεσις τῶν στά‐
σεων.303