TLG 5024 006 :: ANONYMI IN HERMOGENEM :: Excerpta e prolegomenis in librum περὶ στάσεων (e cod. Paris. 3032, fol. 60r–62r)

ANONYMI IN HERMOGENEM Rhet.
(Varia)

Excerpta e prolegomenis in librum περὶ στάσεων (e cod. Paris. 3032, fol. 60r–62r)

Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 296–300.

Citation: Volume — page — (line)

25 Δεῖ εἰδέναι, ὅτι Τισίας καὶ Κόραξ, οἵτινες ἐφεῦρον τὴν ῥητορικήν, ὁρίζονται αὐτὴν οὕτως ‘ῥητο‐ ρική ἐστι πειθοῦς δημιουργόσ‘. ἐπιλαμβάνονται δὲ αὐ‐
τῶν τινες διὰ [τοῦ] τὸ ‘δημιουργόσ‘ οὐ καλῶς εἰρημέ‐296

14

.

297

νον· σημαίνει γὰρ ἡ λέξις τοὺς ἐν τῷ πείθειν μηδέποτε ἁμαρτάνοντας, ἡ δὲ ῥητορικὴ σφάλλεται πολλάκις. Δεῖ δὲ εἰδέναι, ὅτι ἡ πειθὼ διττή ἐστιν, ἡ μὲν διδασκαλικὴ μετὰ ἀποδείξεως, ἡ δὲ πιστευτικὴ ἄνευ
5ἀποδείξεως. Δεῖ δὲ εἰδέναι, ὅτι καὶ ἡ χρηστὴ παρασκευὴ πρόνοιάν τινα τοῦ ἀνθρώπου ποιεῖται· καὶ ἐπεὶ εὗρε τὸν ἄνθρωπον διαιρούμενον εἰς ψυχὴν καὶ σῶμα, διεῖλε καὶ αὐτὴ ἑαυτὴν εἰς ψυχὴν καὶ σῶμα, καὶ τὸ μὲν περὶ ψυ‐
10χὴν καλεῖται πολιτική, τὸ δὲ περὶ σῶμα μεμένηκεν ἄκλητον ὡς περὶ σῶμα καλούμενον· οὕτω γὰρ καὶ Πλάτων διαρρήδην βοᾷ φανερῶν, ὅτι μεμένηκεν ἄκλη‐ τον. Δεῖ δὲ εἰδέναι, ὅτι ἡ πολιτικὴ τὸ περὶ ψυ‐
15χὴν τῆς χρηστῆς παρασκευῆς διαιρεῖ εἰς δύο· ἢ γὰρ φυλάττει τῇ ψυχῇ τὴν παροῦσαν ὑγείαν ἢ τὴν ἀπολομένην ἀνακαλεῖται. καὶ εἰ μὲν τὴν παροῦσαν φυλάττει, γίνεται νομοθετική, εἰ δὲ τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖται, δικαστική· αὕτη γὰρ ἡμαρτηκότας ἡμᾶς ἤδη βασάνοις
20τισὶ καὶ ἄλλοις τὴν ἀπολομένην ὑγείαν αὖθις ἀνακαλεῖ‐ ται πρὸς διόρθωσιν ἄγουσα. ταῦτα μὲν οὖν εἴρηται περὶ τὴν ψυχήν. τὸ δὲ περὶ σῶμα διαιρεῖται πάλιν εἰς δύο· ἢ γὰρ τὴν παροῦσαν ὑγείαν φυλάττει τῷ σώματι ἢ τὴν ἀπολομένην ἀνακαλεῖται. καὶ φυλάττει μὲν τὴν ὑγείαν
25διὰ τῆς γυμναστικῆς μὴ συγχωρούσης τοῖς περιττώμασιν ἐνοχλεῖσθαι τὸ σῶμα καὶ πρὸς νόσον ὑποσύρεσθαι· ἀνακαλεῖται δὲ τὴν ἀπολομένην ὑγείαν καὶ ποιεῖ τὴν ἰατρικήν, ἧς ἔργον ἐστὶ τῆς νόσου φανείσης περὶ τὸ σῶμα διὰ τῶν οἰκείων μεθόδων τὴν ἀπολομένην ὑγείαν
30ἀνακαλεῖσθαι.297

14

.

298

Χρὴ δὲ εἰδέναι, ὅτι παρυφέστηκε τῇ χρη‐ στῇ παρασκευῇ εἴδωλόν τι, ἡ κολακεία. ὥσπερ τοίνυν ἡ χρηστὴ παρασκευὴ διαιρεῖται εἰς ψυχὴν καὶ σῶμα πρό‐ νοιαν ποιουμένη τοῦ ἀνθρώπου, οὕτω καὶ ἡ κολακεία
5πάλιν πρόνοιαν ποιεῖται τοῦ ἀνθρώπου. καὶ τὸ μὲν περὶ ψυχὴν τῆς κολακείας διαιρεῖται εἰς τὴν παροῦσαν ὑγείαν καὶ 〈τὴν〉 ἀπολομένην. φασὶ γὰρ [ὅτι] Πρόδικον τὸν Κεῖον σοφιστὴν θέλοντα τοὺς νέους πρὸς ἀνάγνωσιν παροξῦναι τοιοῦτον αὐτοῖς μῦθον εἰπεῖν, ὅτι τῷ Ἡρακλεῖ νέῳ
10ὄντι Ἑρμῆς κατὰ πρόσταξιν τοῦ Διὸς δύο ὑπέδειξεν λό‐ φους· καὶ ὁ μὲν εἷς ὁμαλὴν καὶ εὔβατον εἶχε τὴν 〈ἄν〉‐ οδον, ἐν δὲ τῷ ἄκρῳ γυναῖκα καθεζομένην ἐπείσακτον ἔχουσαν κάλλος, τουτέστιν οὐ φυσικόν, ἀλλὰ ἀπὸ κοσ‐ μητικῶν καὶ φυκαρίων καὶ ἑτέρων τινῶν· ὁ δὲ ἕτερος
15λόφος ἀνάντη καὶ δύσβατον ἔχων τὴν ἄνοδον, ἐν δὲ τῇ κορυφῇ γυνὴ καθεζομένη φυσικὸν ἔχουσα κάλλος. ἐρω‐ τῆσαι δὲ τὸν Ἑρμῆν· ὦ Ἡράκλεις, ποίαν βούλει γυναῖκα; τὸν δὲ ἀποκριθῆναι· τὴν ἀρετὴν αὐτῷ ἐμποιοῦσαν, ἤτοι τὴν φυσικὸν τὸ κάλλος κομίζουσαν· ἡ γὰρ αὐτὴ ὡς
20δυσχερὴς μᾶλλον αὐτῷ ἀρετὴν προσέφερεν. ταῦτα μὲν ὁ Κεῖος σοφιστής. Δεῖ δὲ εἰδέναι, ὅτι πολλάκις ἐπαινεῖται τὸ ψεῦδος παρὰ τὴν ἀντικειμένην ἀλήθειαν τὴν ἐπὶ βλάβῃ τῶν ἀκουόντων ὑπάρχουσαν. οὐ θαυμαστὸν δέ, εἰ φα‐
25μὲν εἶναι τὸ λυσιτελές· καὶ Πλάτων γὰρ ὁμολογεῖ τοῦτο
διὰ τοιούτου παραδείγματος λέγων ‘παρεκατέθετό τις298

14

.

299

ἑταίρῳ τινὶ [μετὰ] ξίφος, εἶτα μετὰ ταῦτα μανεὶς ἀπῄ‐ τει τὸ ξίφος, ὃ δὲ μηδὲν ἔλεγεν εἰληφέναι διὰ τὸ μὴ λα‐ βόντα τὸν δεδωκότα τὸ ξίφος κακόν τι διαπράξασθαι‘. τοῦτο τὸ ψεῦδος καὶ Πλάτων καὶ ἡ ἀλήθεια λυσιτελὲς
5εἶναί φασι καὶ ἐπαινούμενον· ὡς πολλάκις καὶ τὸ ὑβρί‐ ζειν, καθὼς Ἰωάννης ὁ Χρυσόστομος. Ἰστέον, ὅτι ὁ συρισμὸς παρὰ τοῖς παλαιοῖς ἐπὶ κακῷ ἐλαμβάνετο. ἀπελθὼν οὖν ὁ Δημοσθένης ἐσκέψατο τὸν παρόντα 〈λόγον〉, κατηγορῶν αὐτοῦ δημοσίων ἀδικη‐
10μάτων· ἐν ᾧ καὶ διαβάλλει τὸν Μειδίαν ὡς κλέψαντα ἀπὸ τῶν χρυσῶν στεφάνων ἐκ τοῦ χρυσοχόου. Τί διαφέρει εἶδος ἰδέας; καὶ ἔστιν εἰπεῖν τῷ τὸ μὲν δι’ ἑαυτὸ εἶναι, τὴν δὲ ἰδέαν διὰ τὸ εἶδος· εἶδος γάρ ἐστιν ὁ σκοπός, ἰδέα δὲ ἡ φράσις.
15 Ὑπόκρισίς ἐστι φωνῆς καὶ σχήματος πιθανὴ διά‐ θεσις, πρέπουσα τῷ ὑποκειμένῳ προσώπῳ καὶ πράγ‐ ματι. Δεῖ γὰρ εἰς τὰ πράγματα λόγους μὲν πρῶτον εὑρεῖν, ἔπειτα τάξαι, τρίτον ἑρμηνεῦσαι, τέταρτον μνη‐ μονεῦσαι, πέμπτον ὑποκρίνασθαι. τὸ γὰρ τεχνικὸν εἶ‐
20δος τῆς ῥητορικῆς μέρη ἔχει πέντε· εὕρεσιν, οἰκονο‐ μίαν, φράσιν, μνήμην καὶ ὑπόκρισιν. Εὕρεσίς ἐστιν ἐπίνοια οἰκείων λόγων τῷ ὑποκειμέ‐ νῳ πράγματι. Οἰκονομία ἐστὶν ἔντεχνος ἐπίκρισις τῶν εὑρεθέντων.
25Φράσις ἐστὶν ἀπαγγελία τῶν εὑρεθέντων καὶ διαταχ‐
θέντων μετὰ τῆς προσηκούσης ἑρμηνείας.299

14

.

300

Μνήμη ἐστὶν ἐπανάληψις καὶ κατοχὴ μεθοδικὴ διὰ τύπων καὶ ἰδιωμάτων τῶν προεπινοηθέντων καὶ δια‐
τυπωθέντων πραγμάτων καὶ ῥημάτων.300