TLG 5024 005 :: ANONYMI IN HERMOGENEM :: Introductio in prolegomena Hermogenis artis rhetoricae (fort. auctore Marcellino Gramm. et Rhet.) ANONYMI IN HERMOGENEM Rhet. Introductio in prolegomena Hermogenis artis rhetoricae (fort. auctore Marcellino Gramm. et Rhet.) Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 258–296. Citation: Volume — page — (line) | ||
14.258(13t) | ΣΥΝΑΓΩΓΗ ΣΧΟΛΙΩΝ | |
14t | ΕΚ ΔΙΑΦΟΡΩΝ ΤΕΧΝΟΓΡΑΦΩΝ ΕΙΣ ΤΑ ΠΡΟ‐ | |
---|---|---|
15t | ΛΕΓΟΜΕΝΑ ΤΗΣ ΕΡΜΟΓΕΝΟΥΣ ΡΗΤΟΡΙΚΗΣ | |
16 | Ἔδει μὴ μόνον τοῖς τῆς φύσεως ἀγαθοῖς ἀλλὰ καὶ οἰκείοις εὑρήμασι κατακοσμεῖσθαι τὸν ἄνθρωπον. τριῶν | |
γὰρ οὐσῶν γνωστικῶν δυνάμεων ἐκ τῆς φύσεως ἐν τῇ | 258 | |
14.259 | ἡμετέρᾳ ψυχῇ, νοῦ, διανοίας καὶ δόξης, δι’ ἃς καὶ διε‐ νηνόχαμεν τῶν ἄλλων ἐμψύχων, φημὶ δὴ ζῴων καὶ φυ‐ τῶν, μὴ βουλομένη ἡ ἡμετέρα ψυχὴ τὰ δεύτερα φέ‐ ρεσθαι τῆς φύσεως ἐφευρίσκει καὶ αὐτὴ τρία τινὰ πρά‐ | |
5 | γματα, ἐπιστήμην, τέχνην, ἐμπειρίαν, ἀναλογοῦντα ταῖς τρισὶν ἐκείναις γνωστικαῖς δυνάμεσι. καὶ ἡ μὲν ἐπιστή‐ μη ἅτε δὴ ἄπταιστος οὖσα γνῶσις ἀναλογεῖ τῷ νῷ. ἡ δὲ τέχνη πρὸς τὸ τῆς διανοίας κάλλος ἐξισοῦται· ὥσπερ γὰρ ἡ τέχνη πολλάκις τὴν τῆς ἀληθείας ὁδὸν βαδίζει, | |
10 | ὀλιγάκις δὲ τῆς ἀληθείας ἀποδιδράσκει τὴν αἴσθησιν, οὕτω καὶ ἡ διάνοια πολλάκις μὲν διανοουμένη τὴν τῶν πραγμάτων φύσιν τῆς ἀληθείας οὐκ ἀφίσταται, ὀλιγά‐ κις δὲ ταύτης ἀποφεύγει τὴν ἀκρίβειαν. διάνοια δὲ εἴ‐ ρηται ἀπὸ τοῦ διανύειν τινὰ ὁδόν. ἡ δ’ ἐμπειρία ἀνα‐ | |
15 | λογεῖ τῇ δόξῃ· ὥσπερ γὰρ ἡ δόξα ἄνευ λόγου προέρχε‐ ται, οὕτως καὶ ἡ ἐμπειρία· 〈τὰς γὰρ〉 αἰτίας τῶν ὑπο‐ κειμένων αὐτῇ πραγμάτων οὐκ ἐπίσταται. Εἰ δέ τις ἀπορήσειε, διὰ τί τρεῖς εἰσι γνωστικαὶ τῆς ψυχῆς δυνάμεις καὶ μὴ πλείους ἢ ἐλάττους, γινωσκέτω, | |
20 | ὅτι τὸ γιγνῶσκον ἢ μετὰ λόγου γιγνώσκει ἢ ἄνευ λό‐ γου· καὶ εἰ μὲν μετὰ λόγου, γίγνεται ἡ διάνοια· εἰ δὲ ἄνευ λόγου, εἰ μὲν κρεῖττον ἢ κατὰ λόγον, ἐστὶν ὑπὲρ ἀπόδειξιν καὶ γίγνεται ὁ νοῦς, εἰ δὲ ἧττον ἢ κατὰ 〈λόγον, οὐδ’ αὐτὸ κατὰ〉 ἀπόδειξιν καὶ γίγνεται ἡ δόξα. καὶ γὰρ ἡ | |
25 | δόξα χείρων ἢ κατὰ ἀπόδειξίν ἐστιν· ἡ γὰρ δόξα ὡς ἀγνο‐ | |
οῦσα οὐκ ἀποδ.................... ὑπὲρ ἀπόδειξιν οὔσας. | 259 | |
14.260 | Ἐπειδὴ δὲ τὴν ὑφ’ ἡμῶν ἐξηγουμένην ῥητορικὴν ἐπί‐ κτητον οὖσαν οἳ μὲν πέρα τοῦ προσήκοντος ἐξαίροντες ἐπιστήμην ὠνόμασαν, ἄλλοι δὲ τέχνην αὐτὴν ἀπεκάλε‐ σαν, ἕτεροι δὲ κακίζοντες ἐμπειρίαν ἀπεφήναντο, μά‐ | |
5 | θωμεν, τί ἐπιστήμη, τί τέχνη, τί ἐμπειρία. Εἴπωμεν δὲ πρῶτον, τί ἐστιν ἐπιστήμη· καὶ τί ἴδιον αὐτῆς, ἐντεῦθεν. οἳ μὲν τὴν ἐπιστήμην ὁριζόμενοι γνῶ‐ σιν ἄπταιστον οὐ κατώκνησαν λέγειν, ἄλλοι δὲ γνῶσιν τῶν ὑποκειμένων αὐτῇ πραγμάτων, καθὰ ἔχει φύσεως, | |
10 | εἶπον. Ἀλλ’ ἵνα μάθωμεν, τί ἐστι γνῶσις, τέσσαρά τινα κεφάλαια εἴπωμεν παρακείμενα ἀλλήλοις κατὰ τὴν φωνήν, διαφέροντα δὲ κατὰ τὸ σημαινόμενον, εἰσὶ δὲ ταῦτα· γνωστικόν, γνωστόν, γνωστική, γνῶσις. γνω‐ στικόν ἐστιν αὐτὸ τὸ γιγνῶσκον ὡς ἐπὶ τοῦ ἀνθρώπου· | |
15 | ὁ γὰρ ἄνθρωπος γνωστικὸν ζῷόν ἐστι. γνωστὸν δέ ἐστιν αὐτὸ τὸ πρᾶγμα τὸ γιγνωσκόμενον καὶ ἔχον φύσιν τοῦ γιγνώσκεσθαι ἤτοι καταλαμβάνεσθαι. γνω‐ στικὴ δὲ 〈 〉 ὡς ἐπὶ τῆς ἡμετέρας διανοίας. γνῶ‐ σις δὲ αὐτὴ ἡ ἐνέργεια ἤτοι γε ἀντίληψις, ἥτις μεταβαί‐ | |
20 | νει καὶ διακονεῖ μεταξὺ τοῦ γιγνωσκομένου καὶ τοῦ γιγνώσκοντος. σύνηθες δὲ ἦν τοῖς παλαιοῖς τὰς ἕξεις γνώσεις ἐπονομάζειν. ἕξις δέ ἐστιν ἐπίκτητον πρᾶγμα, ὡς ἐπὶ τῆς ῥητορικῆς καὶ τῆς φιλοσοφίας· καὶ αὐτὴν γὰρ οὖσαν τὴν φιλοσοφίαν ἕξιν γνῶσιν θείων τε καὶ ἀνθρω‐ | |
25 | πίνων πραγμάτων ἀπεφήναντο. —Σαφηνίσωμεν δὲ καὶ | |
τὰ λοιπὰ μέρη τοῦ ὅρου τῆς ἐπιστήμης. ‘γνῶσισ‘, φησί, | 260 | |
14.261 | ‘τῶν ὑποκειμένων αὐτῇ πραγμάτων‘. πᾶσα τέχνη καὶ πᾶσα ἐπιστήμη ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος· καὶ ὑποκείμενον μέν ἐστι, περὶ ὃ καταγίνεται, περὶ ὃ ἐνεργεῖ, τέλος δέ ἐστιν, οὗ χάριν πάντα, αὐτὸ δὲ οὐ‐ | |
5 | δενός. ἐπὶ τῆς τεκτονικῆς δὲ γυμνάσωμεν τὸν λόγον· ἔχει ὑποκείμενον ἡ τεκτονικὴ τὰ ξύλα, τέλος δὲ τὸ ποιῆ‐ σαι θρόνον ἢ ἄλλο τι τοιοῦτο ἁρμόζον τῇ τεκτονικῇ· διὰ τοῦτο γὰρ πάντα γίνεται. ‘καθὰ ἔχει φύσεωσ‘ κα‐ λῶς προσέθηκεν ὁ τοῦ ὅρου πατήρ· αἱ γὰρ ἐπιστῆμαι | |
10 | περὶ τὰ καθόλου καταγίνονται 〈καὶ〉 ἀεὶ ὡσαύτως ἔχον‐ τα, αἱ δὲ τέχναι περὶ τὰ μερικώτερα 〈τὰ〉 ἐν ῥοῇ ὄντα καὶ ἀπορροῇ· ‘καθὰ οὖν ἔχει φύσεωσ‘, αἱ ἐπιστῆμαι γιγνώσκουσι τὰ πράγματα, τουτέστιν ὄντως καὶ ἀλη‐ θῶς, ὡς ἐξ αὐτῆς τῆς φύσεως προῆλθον. | |
15 | Μαθόντες, ὅ τί ἐστιν ἐπιστήμη, μάθωμεν, τί ἴδιον αὐτῆς. ἴδιον ἐπιστήμης ἐστὶ τὸ πάντα μετὰ λόγου γι‐ νώσκειν καὶ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν. δεῖ γὰρ εἰ‐ δέναι, ὅτι, ἐάν τις πρᾶγμα ἐπίσταται ἐκ τύχης ἢ ἐκ φύ‐ σεως, πολλάκις μὲν αὐτὸ γινώσκει, ἀλλ’ ὅμως ἀγνοῶν | |
20 | τὴν αἰτίαν 〈ὀλιγάκισ〉 σφάλλεται· ὁ δὲ πάντα μετὰ λόγου γιγνώσκων οὐδέποτε τῆς ἀληθείας τὴν αἴσθησιν ἀπο‐ διδράσκει. ‘ἀεὶ‘ δὲ ‘τὰ αὐτά‘ πρόσκειται, ἐπειδὴ οὐκ ἐκ πλάνης τινὸς ἡ ἐπιστήμη βιαζομένη ἄλλοτε ἄλλως λέγει ἀλλ’ ἀεὶ τὰ αὐτά· ἐρωτώμενος γὰρ ὁ ἀστρολόγος, ποῦ | |
25 | ἐστιν ἡ σελήνη, ἐν τῇ πρώτῃ τῇ καθ’ ἡμᾶς σφαίρᾳ φήσει. καλῶς δὲ πρόσκειται καὶ τὸ ‘περὶ τῶν αὐτῶν‘· οὐδὲ γὰρ περὶ τοῦ Ἑρμοῦ ὁ ἀστρολόγος ἐρωτώμενος τὰ περὶ τῆς σελήνης ἀποκρίνεται, ἀλλὰ ‘περὶ τῶν αὐτῶν‘ ἀποκρίνεται, | |
περὶ ὧν καὶ ἐρωτᾶται. | 261 | |
14.262 | Μάθωμεν δέ, τί ἐστι τέχνη καὶ τί ἴδιον αὐτῆς. ‘τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐμπειρίᾳ συγγεγυμνα‐ σμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘, ἢ ὡς ἄλλοι ἐξηγοῦνται ἄνευ τοῦ ‘ἐμπειρίᾳ‘ ἐκτιθέμενοι τὸν | |
5 | ὅρον. ἑκάστην δὲ λέξιν κειμένην ἐν τῷ ὅρῳ βασανίσω‐ μεν. ‘σύστημα‘ τουτέστιν ἄθροισμα· δεῖ γὰρ εἰδέναι, ὅτι πολλῶν θεωρημάτων σύστημά ἐστιν ἡ τέχνη, ὥσπερ καὶ ἡ ἰατρικὴ πολλῶν θεωρημάτων σύστημά ἐστι· τὸ γὰρ ἄθροισμα τῶν θεωρημάτων αὐτῆς αὐτὴν τὴν τέχ‐ | |
10 | νην συνίστησι· πολλὰ γὰρ θεωρήματα οἱ τῶν τεχνῶν ἐφευρεταὶ συναγαγόντες ἑκάστῃ τέχνῃ ἁρμοδίως συνῆ‐ ψαν. ‘ἐκ καταλήψεων‘ τουτέστιν ἐξ ἐφευρέσεως· οὐ γὰρ ἐκ φύσεώς εἰσιν αἱ τέχναι ἀλλ’ ἐξ ἐφευρέσεως. ‘ἐμπειρίᾳ‘ τουτέστιν οὐχ ὡς ἔτυχε καὶ εἰκῇ τὰ θεωρή‐ | |
15 | ματα ἐξέθεντο οἱ παλαιοί, ἀλλ’ ἐμπειρίᾳ πρῶτον ἐδο‐ κίμασαν τὴν τούτων ἀλήθειαν καὶ εἶθ’ οὕτως ἐξέθεντο. ‘συγγεγυμνασμένον‘ τουτέστιν ὅτι οὐκ ἠρκέσθησαν τῇ πείρᾳ μόνον οἱ θεωρημάτων διδάσκαλοι, ἀλλὰ καὶ συν‐ εγύμνασαν τὰ θεωρήματα, ποίαν οἰκειότητα καὶ σχέ‐ | |
20 | σιν πρὸς ἄλληλα ἔχουσιν. ‘πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘· ἐντεῦθεν ὁ ὅρος διεχώρισε τὰς ἐπιστήμας καὶ τὰς κακοτεχνίας καὶ ματαιοτεχνίας ἀπὸ τῶν τεχ‐ νῶν. μέχρι γὰρ τούτου συμπεριελάμβανεν ὁ ὅρος καὶ ταύτας, ἐντεῦθεν δέ, ὡς εἴπομεν, διαχωρίζει τὰς μὲν ἐπι‐ | |
25 | στήμας τοῦτον τὸν τρόπον· αἱ ἐπιστῆμαι οὐ πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ εἰσίν, οἷον ὡς ἐπὶ τῆς φιλοσοφίας· αὕτη γὰρ οὐ κατὰ τὸν βίον ἡμῖν συμβάλ‐ λεται ἀλλ’ ὑπὲρ τὸν βίον· περὶ γὰρ ψυχῆς διαλαμβάνει. | |
ἀλλὰ καὶ τὰς κακοτεχνίας διαχωρίζει· οὐδὲ γὰρ κακο‐ | 262 | |
14.263 | τεχνία πρός τι τέλος εὔχρηστόν ἐστι τῶν ἐν τῷ βίῳ· πρὸς οἷς γὰρ οὐκ ὠφελεῖ ἡ κακοτεχνία, ἀλλὰ καὶ βλάπ‐ τει, ὡς ἐπὶ τῶν μαγγανευόντων ἢ τῶν κλεπτῶν. ἀλλ’ οὐδὲ ἡ ματαιοτεχνία συμβάλλεται τοῖς ἐν τῷ βίῳ, ὡς | |
5 | ἐπὶ τούτου τοῦ πολυτρήτου κέγχρου· τοῦτο γὰρ τί συμβάλλεται ἡμῖν εἰς τὸν βίον; τινὲς δὲ τὸ ‘ἐκ κατα‐ λήψεων‘ ‘ἐξ ὀργανικῶν‘ ἐξηγήσαντο, βιασάμενοι τὴν ἀλήθειαν· ἡ γὰρ ἐπιστήμη καὶ ἡ τέχνη ἕξις ἐστίν, ἡ δὲ ἕξις ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ ἐστί, τὰ δὲ ὀργανικὰ ὡς | |
10 | ἐπίπαν τῶν πλείστων τεχνῶν ὑλικά ἐστιν· ἀδύνατον δέ ἐστιν ἔχειν ὑλικὰ ὄργανα ἐν τῇ ἡμετέρᾳ καρδίᾳ. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, τί ἴδιον τέχνης ἐστίν. ἴδιον τέχνης ἐστὶ τὸ πάντα μετὰ λόγου εἰδέναι καὶ πολ‐ λάκις ἐπιτυχεῖν, ὀλιγάκις δὲ ἀποτυγχάνειν τῆς ἀλη‐ | |
15 | θείας. καίτοι εἰ ἴδιον τέχνης ἐστὶ τὸ πλειστάκις ἀλη‐ θεύειν, ὀλιγάκις δὲ ψεύδεσθαι, πῶς εὑρίσκομεν πολλοὺς πολλάκις μὲν ἀποτυγχάνοντας, ὀλιγάκις δὲ ἐπιτυγχά‐ νοντας; καί φαμεν, ὅτι παρὰ τὴν τῶν μετιόντων ἀμα‐ θίαν καὶ οὐ παρὰ τὴν τέχνην τοῦτο γίνεται, οὐ δεῖ δὲ | |
20 | τὰς τῶν προσώπων ἁμαρτίας ἐπὶ τὰ πράγματα μετα‐ φέρειν. Πάλιν ἀποροῦσιν· εἰ ἴδιον τέχνης τὸ μετὰ λό‐ γου πάντα εἰδέναι, διὰ τί εὑρίσκομεν πολλὰς τῶν τεχ‐ νῶν ἀλόγως δημιουργούσας τὰ αὐταῖς ὑποκείμενα; καὶ λέγομεν, ὅτι, κἂν κατὰ τοὺς μετιόντας ἄλογός ἐστι τῷ | |
25 | χρόνῳ ἡ παράδοσις εἰς λήθην ἐλθοῦσα, ἀλλ’ οὖν πᾶσα τέχνη κατὰ τοὺς οἰκείους λόγους ἤτοι κατ’ αὐτὴν τὴν ἀλήθειαν λόγους ἔχει καὶ αἰτίας τινάς· οὐκ ἔστι γὰρ τέχνη ποτὲ ἄνευ λόγου, ὥς φησι Πλάτων «τέχνην δὲ | |
ἐγὼ οὐ καλῶ, ὃ ἂν εἴη ἄλογον πρᾶγμα». καίτοι εἰ πᾶσα | 263 | |
14.264 | τέχνη κατὰ τοὺς οἰκείους λόγους ἄπταιστός ἐστι, τί δή‐ ποτε μὴ λέγομεν καὶ αὐτὰς τὰς τέχνας ἐπιστήμας; ἐροῦ‐ μεν· ἡ ἐπιστήμη ἑκάστοτε ἄπταιστός ἐστι, πταίει δὲ παρὰ τὸν μετιόντα, ἡ δὲ τέχνη καὶ παρὰ τὸν μετιόντα | |
5 | πταιστή ἐστι καὶ παρὰ τὸ ὑποκείμενον. ὑποκείσθω γὰρ ἰατρὸς ἄριστος ὑγείαν τῷ κάμνοντι περιποιούμενος, κἀκεῖνος μὲν κατὰ τὴν οἰκείαν τέχνην ἄπταιστον τὴν ἰατρείαν προσφέροι τῷ κάμνοντι, ὁ δὲ κάμνων ἢ ἀπὸ ἀέρος ἢ ἀπὸ ἄλλου τινὸς βλαβεὶς πταιστὴν ἔδειξε τὴν | |
10 | τέχνην. οὐ γὰρ αἱ τέχναι περὶ τῶν καθόλου διαλαμβά‐ νουσιν οὐδὲ περὶ τῶν 〈ἀεὶ〉 ὡσαύτως ἐχόντων, ἀλλὰ περὶ τῶν μερικωτέρων, τῶν ὄντων ἐν ῥοῇ καὶ ἀπορροῇ. Πλατύτερον δὲ τὰ περὶ τῆς τέχνης διεξέλθωμεν καὶ εἴπωμέν τινα διαίρεσιν τῶν τεχνῶν· ἔστι δὲ αὕτη. τῶν | |
15 | τεχνῶν αἳ μὲν εἰσάπαξ εἰσὶ λογικαί, πράξεως κατὰ τὸ ἀναγκαῖον μὴ δεόμεναι, ὡς ἐπὶ τῆς ῥητορικῆς καὶ ποιη‐ τικῆς· θεωροῦμεν γὰρ πολλοὺς τῶν σκεπτομένων εἴτε ῥητορικὰ εἴτε ποιητικὰ μὴ γραφῇ τὰ ἑαυτῶν σκέμματα παραδόντας, εἰ καὶ τῷ Πλάτωνι οὐ δοκεῖ, τῷ τῆς διαι‐ | |
20 | ρέσεως πατρί· ὁ γὰρ Πλάτων καὶ πράξεως λέγει δεῖ‐ σθαι τὸν ῥήτορα, εἴ γε τῇ ὑποκρίσει κέχρηται· ἡ γὰρ ὑπόκρισις τὴν τῆς πράξεως ἀνεπλήρωσε χρείαν. αἳ δὲ τῶν τεχνῶν εἰσι πρακτικαί, λόγου κατὰ τὸ ἀναγκαῖον μὴ δεόμεναι, ὡς ἐπὶ τῶν βαναύσων τεχνῶν· αὗται γὰρ | |
25 | μᾶλλον πράξει ἤπερ λόγῳ κέχρηνται, ἐπεὶ δὲ ὁ λόγος | |
σημαίνει τὴν αἰτίαν καὶ τὸν προφορικὸν καὶ ἕτερα, ἐνταῦ‐ | 264 | |
14.265 | θα λέγομεν λόγον οὐ τὸν σημαίνοντα τὴν αἰτίαν ἀλλὰ τὸν προφορικόν. αἳ δὲ τῶν τεχνῶν εἰσι μικταί. τῶν δὲ μικτῶν αἳ μέν εἰσιν ἐπ’ ἴσης λόγῳ καὶ πράξει κεχρη‐ μέναι, ὡς ἐπὶ τῆς κιθαρῳδίας. ἄλλο δέ ἐστι κιθαρῳδία | |
5 | καὶ ἄλλο κιθαριστική· κιθαρῳδία ἐστὶν ἡ εὔρυθμος συμφωνία τῶν χορδῶν καὶ τῆς ᾠδῆς, κιθαριστική ἐστιν ἡ μόνων τῶν χορδῶν εὐφωνία. αἳ δὲ τῶν τεχνῶν μᾶλλον λόγῳ κέχρηνται, ἧττον δὲ πράξει, ὡς ἐπὶ τῆς ὑποκρι‐ τικῆς· οἱ γὰρ ἐξηγηταὶ τὸν Ὀρέστην Εὐριπίδου ἐξηγού‐ | |
10 | μενοι [τὸν ὑποκρινόμενόν φασι τὸν Μενέλαον] τοῦ Ὀρέ‐ στου πολλὰ λαλήσαντος ὀλίγῃ πράξει φασὶ κεχρῆσθαι τὸν ὑποκρινόμενον τὸν Μενέλαον· τοῦ γὰρ Ὀρέστου εἰρηκότος ‘ἀπόδος ὅς’ ἔλαβες ἐμοῦ πατρὸς πάρα‘ σχηματίσασθαί φασι τὸν Μενέλαον ἤτοι τὸν ὑποκριτὴν | |
15 | καὶ ἀνανεῦσαι· ὅθεν καὶ ὁ ἐπιφερόμενος ἴαμβος, ὡς ἀνανενευκότος τοῦ Μενελάου νομίσαντος περὶ τῶν χρη‐ μάτων τὸν Ὀρέστην διαλέγεσθαι, ἐπιφέρεται οὕτως «οὐ χρήματ’ εἶπον.» εἰ δ’ οὖν, ἡ ὑποκριτικὴ λόγῳ μᾶλλον κέ‐ χρηται, ἧττον δὲ πράξει. τοῦτο δὲ καὶ ἐπὶ τῆς ῥητορικῆς | |
20 | ἔστω ἡμῖν παράδειγμα· λόγῳ γὰρ μᾶλλον κέχρηται, ἧττον δὲ πράξει. αἳ δὲ τῶν τεχνῶν πράξει μᾶλλον κέ‐ χρηνται, ἧττον δὲ λόγῳ 〈 〉 ἐὰν ἐρωτήσῃ ὁ ἰα‐ τρός, πῶς παρῆλθε τὴν νύκτα ὁ κάμνων, καὶ τῆς τρο‐ φῆς εἴπῃ τὴν διαίτησιν τοῦ κάμνοντος. | |
25 | Ἔλθωμεν δὲ καὶ εἴπωμεν, τί ἐστιν ἐμπειρία καὶ τί ἴδιον αὐτῆς. ἐμπειρία ἐστὶ κατά τινας τριβὴ ἄλογος ἐκ | |
παρατηρήσεως γινομένη. ‘τριβὴ ἄλογοσ‘ τουτέστι γνῶ‐ | 265 | |
14.266 | σις ἄλογος· οὐδὲ γὰρ γινώσκει ὁ ἐμπειρικὸς ἰατρὸς 〈τὰς αἰτίασ〉. ‘ἐκ παρατηρήσεως δὲ γινομένη‘, ἐπειδὴ μιμητής ἐστιν ὁ ἐμπειρικὸς ἰατρὸς τοῦ δογματικοῦ· ὃ γὰρ ὁρᾷ ὁ ἐμπειρικός, τοῦτο καὶ μιμεῖται. —Ἄλλοι | |
5 | ὁριζόμενοι τὴν ἐμπειρίαν οὕτω λέγουσιν ‘ἐμπειρία ἐστὶ τήρησις καὶ μνήμη ἄλογος ἀνθρωπίνη τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων‘. ‘μνήμη‘ καὶ ‘παρατήρησισ‘ ἐκ παραλλήλου τὸ αὐτό. ‘ἄλογοσ‘ πρόσκειται διὰ τὸ μὴ γινώσκειν τοὺς ἐμπειρικοὺς τὰς αἰτίας. ‘ἀνθρωπίνη‘ | |
10 | πρόσκειται διὰ τὴν μνήμην καὶ τήρησιν τῶν ἀλόγων ζῴων· κἀκεῖνα γὰρ ἔχουσι μνήμην καὶ τήρησιν. ‘τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων‘· οὔτε γὰρ εἰσάπαξ θεωρῶν ὁ ἐμπειρικὸς ἀρκεῖται τῇ τηρήσει, ἀλλὰ πολλάκις θεωρῶν ταὐτὰ μιμεῖται ὡσαύτως γινόμενα. | |
15 | Ἴδιον δὲ ἐμπειρίας κατά τινας 〈τὸ〉 ἀλόγως πάντα εἰδέναι καὶ ἄνευ αἰτίας. ἄλλοι δὲ λέγουσιν ἴδιον ἐμπει‐ ρίας τὸ πολλάκις μὲν ἀποτυγχάνειν, ὀλιγάκις δὲ ἐπιτυγ‐ χάνειν καὶ τοῦτο ἐκ τύχης. διὰ παραδείγματος δηλού‐ σθω τὸ λεγόμενον. ἰατρός ποτέ τις ἄριστος θεωρήσας | |
20 | νέον τινὰ πυρέττοντα ἐν θέρει ἀπὸ ξανθῆς χολῆς προσή‐ νεγκεν ὕδωρ τῷ νοσοῦντι μνησθεὶς τοῦ κανόνος τοῦ λέ‐ γοντος ‘τὰ ἐναντία τῶν ἐναντίων ἀναιρετικά‘ ἤτοι ἰά‐ ματα καὶ τοῦτο ποιήσας ἰάσατο τὸν κάμνοντα· τοῦτο θεωρήσας ὁ ἐμπειρικὸς ἰατρὸς προσήνεγκέ τισιν ὕδωρ | |
25 | πυρέττουσιν ἀγνοῶν τὰς αὐτῶν διαθέσεις, μὴ τὸν λό‐ γον ἐπιστάμενος, καθ’ ὃν ἐκεῖνος ὁ ἰατρὸς προσήνεγκε τῷ πυρέσσοντι τὸ ὕδωρ, καὶ οὕτως ἀνεῖλε τοὺς πυρέσ‐ σοντας· μόλις δέ τις ἐξ αὐτῶν τῶν καμνόντων ἐσώθη ἐξ ἐκείνων ᾐτιωμένος, ὑφ’ ὧν κἀκεῖνος ὁ ἐκ τοῦ ἀρί‐ | |
30 | στου ἰατροῦ ἰαθείς· καὶ ἰδού, ἡ ἐμπειρία πολλάκις μὲν | 266 |
14.267 | ἀπέτυχεν, οὐδ’ ἅπαξ δὲ κατὰ τοὺς οἰκείους λόγους ἐπέτυχεν, ἀλλὰ κἀκεῖνος ὁ ἰαθεὶς ἐκ τύχης τινὸς ἐθερα‐ πεύθη· εἰ μὴ γὰρ συνέβη ἐξ ἐκείνων αἰτιᾶσθαι, ἤμελλε καὶ αὐτὸς συναναιρεῖσθαι τοῖς ἄλλοις. | |
5 | Τῆς ἐπιστήμης δὲ πρῶτον εἰκότως ἐμνημονεύσαμεν, ἐπειδὴ λογική ἐστι καὶ ἄπταιστος, τῆς 〈δὲ〉 τέχνης δεύ‐ τερον, ἐπειδὴ λογική ἐστι καὶ πταιστή, τῆς δὲ ἐμπει‐ ρίας τρίτης, ἐπειδὴ ἄλογός ἐστι καὶ πταιστή. Ἀλλ’ ἔλθωμεν καὶ ζητήσωμεν 〈καὶ〉 ἐπὶ τῆς ῥητο‐ | |
10 | ρικῆς τὰ εἰωθότα τέσσαρα κεφάλαια ζητεῖσθαι ἐπὶ παντὸς πράγματος [μὴ] ἀμφιβαλλομένου. δεῖ δὲ εἰδέ‐ ναι, ὅτι οὐκ ἐπὶ παντὸς πράγματος ζητοῦμεν ταῦτα τὰ τέσσαρα κεφάλαια. οὔτε γὰρ ἐπὶ τοῦ πυρὸς ζητοῦμεν, εἰ ἔστι· καὶ γὰρ φανερὰν ὁρῶμεν τὴν ὕπαρξιν τούτου. | |
15 | οὕτως καὶ ἐπὶ τῆς ῥητορικῆς τὸ εἰ ἔστιν οὐ ζητοῦμεν· φανερὰ γάρ ἐστιν ἡ ὕπαρξις αὐτῆς. ἀλλ’ ἀντὶ τοῦ εἰ ἔστι ζητοῦμεν τὸ πόθεν τὴν ἔκπαλαι σύστασιν ἔσχεν ἡ ῥητορική. εἶτα τί ἐστι· καὶ τοῦτο γὰρ συμβάλλεται ἡμῖν, ὡς δειχθήσεται. εἶτα τὸ ὁποῖόν τί ἐστιν· ἐν τούτῳ | |
20 | γὰρ γινώσκομεν τὰς διαιρέσεις αὐτῆς. εἶτα διὰ τί ἐστιν· ἐν τούτῳ γὰρ τῷ κεφαλαίῳ τὸν σκοπὸν τῆς ῥητορικῆς ἔχομεν μαθεῖν. Τούτων οὕτως ἡμῖν προτυπωθέντων 〈 〉. οἳ μὲν τῶν ἐξηγητῶν μυθικαῖς ἀπάταις τερπόμενοι ἐξηγοῦνται | |
25 | τὴν ῥητορικὴν εἶναί ποτε ἐν τοῖς θεοῖς καὶ παραφέ‐ ρουσι τὸ Ὁμηρικὸν ἔπος ἐκεῖνο | |
«οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο»· | 267 | |
14.268 | τὸ γὰρ ‘ἠγορόωντο‘ εἶδος θέλουσι λέγειν τῆς ῥητορι‐ κῆς, τουτέστι τὸ δημηγορικόν. —Ἡμεῖς δέ φαμεν, ὅτι πάντα τὰ ἀγαθὰ ἡ θεία φύσις ἡμῖν ἐχαρίσατο. τὴν δὲ ῥητορικὴν ἡμεῖς παρὰ τοῖς θεοῖς οὐ λέγομεν γεγο‐ | |
5 | νέναι· τὴν γὰρ πλείστην δύναμιν τῆς ῥητορικῆς ἐν τῷ προφορικῷ λόγῳ θεωροῦμεν, ὁ δὲ προφορικὸς λόγος καὶ ὀδόντων χρῄζει καὶ ὑπερῴας καὶ τῶν ἄλλων σωματι‐ κῶν ὀργάνων, ἐπὶ δὲ τοῦ θεοῦ τὸ λέγειν τὰ τοιαῦτα πάσης ἐστὶν ἀτοπίας ἀνάμεστον· ἄλλως τε δὲ καὶ παρὰ | |
10 | τοῖς ποιηταῖς ἄλλως λέγονται καὶ ἄλλως νοοῦνται. Εἶτα δὲ λέγουσιν, ὅτι μετὰ τοὺς θεοὺς εἰς τοὺς ἥρωας μεταβέβηκεν ἡ τέχνη, εἴ γε θεωροῦμεν τὸν Πρίαμον τῷ ἐγκωμιαστικῷ εἴδει κεχρημένον, ὡς ὅταν λέγῃ «ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον», | |
15 | τῷ δὲ συμβουλευτικῷ τὸν Νέστορα διαλεγόμενον πρὸς τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα, τῷ δὲ δικανικῷ τὸν Ἰθακήσιον Ὀδυσσέα· φησὶ γὰρ περὶ αὐτοῦ ὁ ποιητὴς «καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν». καὶ λοιπὸν βαθμηδὸν εἰς τὸ κοινὸν τῶν ἀνθρώπων ἦλ‐ | |
20 | θεν ἡ ῥητορική· θεωροῦμεν γὰρ ἀνδράποδα βάρβαρα παντὸς ἄμοιρα λόγου ἐπαινοῦντας ἀλλήλους καὶ ψέ‐ γοντας καὶ ἀπολογουμένους καὶ κατηγοροῦντας, ἅπερ εἰσὶν ἴδια τῆς ῥητορικῆς. —Πρὸς ταῦτα δέ φαμεν, ὅτι οὐδέποτε τὴν τῶν ἡρώων ἐκείνων εὔρυθμον προφορὰν | |
25 | ῥητορικὴν ἀποκαλοῦμεν, ἀλλὰ μᾶλλον εἴδησιν λογι‐ σμοῦ καὶ ὀξύτητα τῶν ἄλλων πλείονα· οὔτε δὲ τὴν ἐν τῷ κοινῷ ῥητορικὴν λέγομεν· τέχνην γὰρ πάντως οὐκ ἔχει. τοῦτο δὲ λέγομεν, ὅτι τῶν πραγμάτων τὰ μὲν | |
ἐκ φύσεώς εἰσι μόνως, ὡς ἐπὶ τοῦ λίθου, τὰ δὲ ἐκ φύ‐ | 268 | |
14.269 | σεως καὶ τέχνης, ὡς ἐπὶ τοῦ θρόνου· ἐκ τῆς φύσεως γὰρ ἡ τέχνη λαβοῦσα τὴν ὕλην τὸν θρόνον ἀπετέλεσεν. ἡ οὖν ῥητορικὴ ἐν τῷ κοινῷ ὕλης τάξιν ἐπέχει. Ἀλλ’ ἵνα γνῶμεν τὴν ἀρχαίαν αὐτῆς ὕπαρξιν, πέντε | |
5 | τινὰ περιστατικὰ ζητήσωμεν κεφάλαια, πρόσωπον, τό‐ πον, χρόνον, τρόπον, αἰτίαν. περιστατικὰ δὲ λέγονται παρὰ τὸ περιίστασθαι αὐτὰ ἑκάστῳ πράγματι. ταῦτα δὲ δι’ ἱστορίας ὑφηγησόμεθα. Γέλα πόλις ἐστὶ τῆς Σικελίας. ταύτης τύραννος ἐγένετο Ἱπποκράτης τις. | |
10 | τούτῳ παραδυναστεύουσι δύο τινές, Γέλων καὶ Ἐναίσι‐ μος. καὶ δὴ ἀποθανόντος τοῦ Ἱπποκράτους ἐπεθύμησαν οὗτοι οἱ παραδυναστεύοντες τῆς τυραννίδος. καὶ ὁ μὲν Ἐναίσιμος ἔρχεται εἰς τὴν Ῥόδον κἀκεῖ τυραννεῖ τῶν ἰδίων πολιτῶν· ἦν γὰρ Ῥόδιος. ὁ δὲ Γέλων ἔμεινε βα‐ | |
15 | σιλεύων ἐν τῇ Γέλᾳ τῇ πόλει· ὕστερον δὲ εἰς ἀτυχίαν τῆς τυραννίδος αὐτῷ καὶ τῶν πραγμάτων κατασταθέν‐ των οὐκέτι ἔμεινεν ἐν τῇ πόλει τῇ Γέλᾳ, ἀλλ’ ἔρχεται ἐν τῇ Συρακούσσῃ—ἔστι δὲ ἡ Συράκουσσα μητρόπολις τῆς Σικελίας—κἀκεῖ διέτριβε τυραννῶν. μετὰ θάνατον | |
20 | τοῦ Γέλωνος ἐτυράννησεν Ἱέρων, οἳ δὲ λέγουσιν ὁ ἀδελ‐ φὸς αὐτοῦ, ἄλλοι λέγουσιν ὁ υἱὸς αὐτοῦ. παρεδυνάστευσε δὲ τούτῳ Κόραξ τις. οὗτος ὁ Κόραξ, ὅπερ ἂν ἐβούλετο παρὰ τῷ βασιλεῖ, μεγάλως ἠκούετο. μετὰ θάνατον τού‐ του τοῦ Ἱέρωνος τυραννεῖσθαι οὐκέτι ἤθελον οἱ Συρα‐ | |
25 | κούσσιοι. λέγεται γάρ, ὅτι τοσοῦτον ὠμότητι ἐχρή‐ σατο κατ’ αὐτῶν, ὥστε προστάξαι τοῖς Συρακουσσίοις μηδὲ φθέγγεσθαι τὸ παράπαν, ἀλλὰ διὰ ποδῶν καὶ | |
χειρῶν καὶ ὀμμάτων σημαίνειν τὰ πρόσφορα καὶ ὧν ἄν | 269 | |
14.270 | τις ἐν χρείᾳ γένοιτο. ἔνθεν καὶ τὴν ὀρχηστικήν φασι λαβεῖν τὰς ἀρχάς· τῷ γὰρ ἀποκεκλεῖσθαι λόγου τοὺς Συρακουσσίους ἐμηχανῶντο σχήματι δεικνύειν τὰ πρά‐ γματα. δεδιὼς οὖν ὁ τῶν Συρακουσσίων δῆμος, μή πως | |
5 | εἰς ὅμοιον ἐμπέσοι τύραννον, οὐκέτι τυράννῳ τὰ πρά‐ γματα κατεπίστευσε· λοιπὸν ἐγένετο δημοκρατία πά‐ λιν ἐν τοῖς Συρακουσσίοις. καὶ ἤθελεν οὗτος ὁ Κόραξ πείθειν καὶ τὸν ὄχλον καὶ ἀκούεσθαι, καθάπερ καὶ ἐπὶ τοῦ Ἱέρωνος ἠκούετο. σκοπήσας δέ, ὡς ὁ δῆμος ἀστάθ‐ | |
10 | μητον καὶ ἄτακτον πέφυκε πρᾶγμα, καὶ ἐννοήσας, ὅτι λόγος ἐστίν, ᾧ ῥυθμίζεται ἀνθρώπου τρόπος, ἐσκόπησε διὰ λόγου ἐπὶ τὰ πρόσφορα τὸν δῆμον καὶ προτρέπειν καὶ ἀποτρέπειν. εἰσελθὼν οὖν ἐν τῇ ἐκκλησίᾳ, ἐν ᾗ ὁ πᾶς συνηθροίσθη δῆμος, ἤρξατο λόγοις πρότερον θε‐ | |
15 | ραπευτικοῖς καὶ κολακευτικοῖς τὴν ἐκκλησίαν καὶ τὸ θορυβῶδες καταπραῧναι τοῦ δήμου, ἅτινα καὶ προοί‐ μια ἐκάλεσε. μετὰ δὲ τὸ καταπραῧναι καὶ κατασιγάσαι τὸν δῆμον ἤρξατο περὶ ὧν ἔδει συμβουλεύειν τῷ δή‐ μῳ καὶ λέγειν ὡς ἐν διηγήσει καὶ μετὰ ταῦτα ἀνακε‐ | |
20 | φαλαιοῦσθαι καὶ ἀναμιμνῄσκειν ἐν συντόμῳ περὶ τῶν φθασάντων καὶ ὑπ’ ὄψιν ἄγειν τὰ λεχθέντα τῷ δήμῳ· ἅπερ ἐκάλεσε προοίμιον, διήγησιν, ἀγῶνας, παρέκβα‐ σιν, ἐπίλογον. διὰ τούτων γὰρ ἐμηχανᾶτο τὸν δῆμον πείθειν καθάπερ ἕνα ἄνθρωπον. Προοίμιον δὲ λέγεται, | |
25 | τὸ προτιθέμενον τοῦ λόγου· οἶμος γάρ ἐστιν ἡ ὁδός. διήγησις, ἔνθα τις τὴν τοῦ πράγματος ποικιλίαν διη‐ γεῖται. ἀγῶνες δέ, ἔνθα παράγει δι’ ἐναργῶν ἀποδεί‐ | |
ξεων ὁ ἐπιδεικνύμενος ὅτι ἀληθεύει. παρέκβασις δέ ἐστιν, | 270 | |
14.271 | ἡνίκα τις πρὸς ἐπικουρίαν τῶν λεγομένων παρ’ αὐτοῦ πειρώμενος δεῖξαι, ὅτι ἀληθεύει, καὶ τὰ 〈πρὸ〉 τοῦ πράγματος διηγεῖται. ἐπίλογος δὲ ἡ ἀνακεφαλαίωσις τῶν καιρίων πραγμάτων τῶν προτεθέντων ἐν τῷ λό‐ | |
5 | γῳ. ταῦτα δὲ διὰ παραδείγματος σαφηνίσωμεν. Προοί‐ μιόν ἐστιν, ὡς ὅταν τις ἐξευμενιζόμενος τοὺς δικαστὰς κατά τινος ποιούμενος τοὺς λόγους εἴπῃ ‘ἄνδρες δικα‐ σταὶ δικαιότατοι‘ καὶ ὅσα ἕτερά εἰσιν ἐξευμενιζόμενα τοὺς δικαστάς. διήγησις δέ ἐστιν, ὡς ὅταν εἴπῃ κατη‐ | |
10 | γορῶν τοῦ τυχόντος, ὅπως παρηκολούθησαν τὰ κατ’ αὐτόν, οἷον ‘χρυσὸν παρακατεθέμην τῷ δεῖνι καὶ βούλε‐ ταί με τούτου στερίσκειν‘· καὶ ἁπλῶς εἰπεῖν διήγησίς ἐστιν, ἡνίκα τις διηγεῖται τὴν τοῦ πράγματος ὑπόθε‐ σιν. Ἀγῶνες δέ εἰσιν, ὅταν ὁ κατηγορῶν ἀγωνίζηται | |
15 | δεῖξαι ἀληθῆ τὰ παρ’ αὐτοῦ λεγόμενα. παρέκβασις δέ ἐστιν, ἡνίκα παρεξέρχεται τοῦ πράγματος καὶ φέρε εἰ‐ πεῖν διηγεῖται καὶ τὴν προτέραν τοῦ ἐναγομένου δια‐ γωγήν, πειρώμενος δεῖξαι αὐτὸν καὶ πρὸ τούτου κάκι‐ στον ὑπάρχοντα. ἐπίλογος δέ ἐστι τῶν καιρίων πρα‐ | |
20 | γμάτων ἀνακεφαλαίωσις. Πέντε δέ εἰσί τινα περιστατικὰ ἑκάστου πράγματος, ταῦτα δὲ διὰ τῆς ἱστορίας καὶ ἐπὶ τῆς ῥητορικῆς ἐμά‐ θομεν· πρόσωπον τὸν Κόρακα, τὸν ἐφευρόντα τὴν ῥη‐ τορικήν· τόπον τὴν Σικελίαν· χρόνον, ὅτι μετὰ θάνατον | |
25 | Γέλωνος καὶ Ἱέρωνος ἐφεῦρεν ὁ Κόραξ τὴν ῥητορικήν· τρόπον τὰ μέρη τὰ πέντε τοῦ λόγου· αἰτίαν διὰ τὸ πεῖ‐ σαι πάντας ὡς ἕνα ἄνθρωπον. Οὗτος ὁ Κόραξ οὐ φθόνῳ κρατούμενος τὴν τῆς ῥη‐ | |
τορικῆς κηρύττει διδασκαλίαν, πάντας διδάσκειν ἐπαγ‐ | 271 | |
14.272 | γελλόμενος ἐπὶ ὡρισμένῳ ποσῷ. Τισίας δέ τις ἀκού‐ σας, ὅτι τὸ πείθειν ἐπαγγέλλεται διδάσκειν ἡ ῥητορι‐ κή, προσέρχεται αὐτῷ ὡς μαθεῖν βουλόμενος τὴν τέχ‐ νην καὶ δὴ πᾶσαν εἰς ἄκρον διδάσκεται. στερίσκειν δὲ | |
5 | ἐπεχείρει τὸν Κόρακα τοῦ μισθοῦ· διὸ καὶ δικαστή‐ ριον συνεκροτήθη. ἐν δὲ τῷ δικαστηρίῳ φησὶν ὁ Τισίας πρὸς τὸν Κόρακα τῷ διλημμάτῳ σχήματι χρησάμενος— διλήμματον δὲ σχῆμά ἐστι λόγος ἐκ δύο προτάσεων ἐναντίων τὸ αὐτὸ πέρας συνάγων—‘ὦ Κόραξ, τί ἐπηγ‐ | |
10 | γείλω διδάσκειν;‘ ὁ δὲ Κόραξ φησὶ ‘τὸ πείθειν ὃν ἂν θέλῃσ‘. πρὸς ταῦτα δὲ ὁ Τισίας ‘εἰ μὲν τὸ πείθειν με ἐδίδαξας, ἰδοὺ πείθω σε μηδὲν λαμβάνειν· εἰ δὲ τὸ πεί‐ θειν με οὐκ ἐδίδαξας, καὶ οὕτως οὐδέν σοι παρέχω, ἐπειδὴ οὐκ ἐδίδαξάς με τὸ πείθειν‘. πρὸς ταῦτα λέ‐ | |
15 | γουσι φῆσαι τὸν Κόρακα τῷ αὐτῷ σχήματι χρησάμε‐ νον ‘εἰ μὲν τὸ πείθειν διδαχθεὶς πείθεις με μὴ λαβεῖν, δοῦναι ὀφείλεις τὸν μισθὸν ὡς διδαχθεὶς τὸ πείθειν· εἰ δὲ καὶ πάλιν οὐ πείθεις με μὴ λαβεῖν, καὶ οὕτως ὀφείλεις δοῦναι τὸν μισθόν· οὔτε γὰρ ἔπεισάς με τοῦ | |
20 | μὴ λαβεῖν τὸν μισθόν‘. πρὸς ταῦτα οἱ δικασταὶ ἀντὶ ψήφου εἶπον ‘κακοῦ κόρακος κακὰ ᾠά‘· ὥσπερ γὰρ ὁ κόραξ καὶ τὰ τούτου ᾠὰ ἄχρηστα ἡμῖν εἰσι πρὸς βρῶ‐ σιν, οὕτως καὶ ὑμεῖς ἄχρηστοί ἐστε πρὸς διοίκησιν πραγμάτων διὰ τὴν ἄκραν δεινότητα, ἢ οὕτως ‘ὥσπερ | |
25 | οἱ νεοττοὶ τῶν κοράκων βρῶσιν ἱκανὴν παρὰ τῶν γονέων μὴ λαμβάνοντες τοὺς γονεῖς ἐσθίουσιν, οὕτως καὶ ὑμεῖς ἀλλήλους ἐσθίετε‘. λέγουσι δέ τινες, ὅτι προϋπῆρχεν αὕτη ἡ παροιμία καὶ προσφόρως οἱ δικασταὶ αὐτῇ ἐχρή‐ σαντο. | |
30 | Ὁ Τισίας δὲ ἐκεῖνος ἀπελθὼν ἤρξατο διδάσκειν καὶ | |
πλατύνειν τὴν ῥητορικήν. Γοργίας δέ τις Λεοντῖνος— | 272 | |
14.273 | Λεοντίνη δέ ἐστι πόλις τῆς Σικελίας—μαθητεύει τῷ Τισίᾳ καὶ μετὰ τὸ μαθεῖν ὑποστρέφει οἴκαδε. Εἴπωμεν δὲ καί, πῶς ἐν Ἀθήναις ἤκμασεν ἡ ῥητο‐ ρική. γενομένου πολέμου μεταξὺ Λεοντίνων καὶ ἄλλων | |
5 | ἐπιχωρίων, ἐδεήθησαν οἱ Λεοντῖνοι συμμαχίας ἐκ τῶν Ἀθηναίων· καὶ δὴ βουλεύονται, τίνα ὤφελον στεῖλαι ἱκα‐ νὸν πρὸς αὐτούς, καὶ πέμπουσι τὸν Γοργίαν πρὸς Ἀθη‐ ναίους ὡς εἰδότα τὸ πείθειν. ἐλθόντος δὲ Γοργίου εἰς τὰς Ἀθήνας ἐπεδείξατο ἐκεῖ λόγον καὶ εὐδοκίμησε | |
10 | πάνυ, ὥστε, ἡνίκα ἐπεδείκνυτο λόγον ὁ Γοργίας, ἑορ‐ τὴν ἄπρακτον ἐποίουν οἱ Ἀθηναῖοι καὶ λαμπάδας τοὺς λόγους αὐτοῦ ὠνόμασαν. κατέσχον δὲ αὐτὸν ἐν Ἀθήναις, τὴν συμμαχίαν πέμψαντες ἐν τῇ Λεοντίνῃ. κατ’ ἐκεῖνο δὲ καιροῦ πολλοὶ τῶν Ἀθηναίων τῶν ἐπὶ φιλοσοφίᾳ | |
15 | διαπρεψάντων ἐάσαντες αὐτὴν τὴν φιλοσοφίαν τὴν ῥητο‐ ρικὴν ἐπαιδεύοντο· διόπερ φασὶ καὶ Πλάτωνα διαφθο‐ νοῦντα ἐπὶ τῷ τοιούτῳ ποιῆσαι τὸν Γοργίαν τὸν διάλο‐ γον, ἐν ᾧ πολλὰ κατατρέχει τῆς ῥητορικῆς. —Ἐκ τῶν οὖν Ἀθηναίων καὶ οἱ δέκα ῥήτορες ἡμῖν ἐξεφάνησαν, ὧν | |
20 | πρῶτός ἐστιν Ἀντιφῶν ὁ Ῥαμνούσιος· Λυσίας ὁ Κε‐ φάλου, Ἰσοκράτης, Ἰσαῖος, Ἀνδοκίδης, Δημοσθένης, Αἰσχίνης, Λυκοῦργος, Ὑπερίδης, Δείναρχος. Ἐπεὶ δὲ δημοκρατίας ἀνωτέρω ἐμνήσθημεν, εἴπω‐ μέν τινα διαίρεσιν περὶ πολιτειῶν. ἀλλ’ εἴπωμεν πρῶ‐ | |
25 | τον, τί ἐστι πολιτεία. πολιτεία ἐστὶ τρόπος, ᾧπερ ἕκα‐ στος διοικεῖται τόπος, τουτέστι καθ’ ὃν νόμον ἕκαστος τόπος διοικεῖται· νόμον δὲ λέγω οὐ πάντως τὸν ἐγγρά‐ φως κείμενον ἀλλὰ καὶ τὸν ἀγράφως· πλεῖστα γὰρ ἔθνη ἀγράφοις νόμοις διοικεῖται. | |
30 | Ἡ δὲ πολιτεία τριχῶς διαιρεῖται, τῆς φύσεως τῶν | 273 |
14.274 | πραγμάτων οὕτως ἀναγκαζούσης· ἢ γὰρ εἷς ἄρχει καὶ λέγεται τὸ τοιοῦτο μοναρχία ἢ ὀλίγοι καὶ λέγεται ὀλιγ‐ αρχία ἢ πᾶσα ἡ πόλις καὶ λέγεται δημοκρατία. ταῦτα δὲ τὰ τρία διττῶς διαιροῦνται· ἢ γὰρ μοναρχία κατὰ | |
5 | νόμον ἐστὶ καὶ λέγεται βασιλεία ἢ παρὰ νόμον καὶ λέ‐ γεται τυραννίς· καὶ πάλιν ἡ ὀλιγαρχία ἢ κατὰ νόμον ἄρχει καὶ λέγεται ἀριστοκρατία ἢ παρὰ νόμον καὶ λέ‐ γεται ὀλιγαρχία ὁμοίως τῷ γενικῷ ὀνόματι· ὡσαύτως δὲ καὶ ἡ δημοκρατία ἢ κατὰ νόμον ἄρχει καὶ λέγεται | |
10 | δημοκρατία ἢ πραὰ νόμον καὶ λέγεται ὀχλοκρατία· τὸ γὰρ τοῦ ὄχλου ὄνομα ἐπὶ κακοῦ ἐλάμβανον οἱ παλαιοί. Εἴπωμεν δὲ κοινωνίας αὐτῶν κατὰ τὸ ποιὸν καὶ δια‐ φορὰς κατὰ τὸ ποσόν. Κοινωνεῖ τῇ βασιλείᾳ ἡ ἀριστο‐ κρατία καὶ ἡ δημοκρατία κατὰ τὸ ποιόν· ἕκαστον γὰρ | |
15 | αὐτῶν κατὰ νόμον ἄρχει. διαφέρει δὲ κατὰ τὸ ποσόν· ἐπὶ γὰρ τῆς βασιλείας εἷς ἄρχει, τῆς ἀριστοκρατίας ὀλί‐ γοι, τῆς δημοκρατίας πᾶσα ἡ πόλις. Κοινωνοῦσι πάλιν κατὰ τὸ ποσὸν ἡ τυραννὶς καὶ ἡ βασιλεία, ἐπειδὴ ἀμφο‐ τέρων εἷς ἄρχει. διαφέρουσι δὲ κατὰ τὸ ποιόν· ἄλλο γάρ | |
20 | ἐστι τυραννὶς καὶ ἄλλο βασιλεία. Ὁμοίως καὶ ἡ ἀριστο‐ κρατία καὶ ἡ ὀλιγαρχία κοινωνοῦσι κατὰ τὸ ποσόν· ἀμφοτέρων γὰρ ὀλίγοι ἄρχουσι. διαφέρει δὲ κατὰ τὸ ποιόν· ἄλλο γάρ ἐστιν ἀριστοκρατία καὶ ἄλλο ὀλιγαρχία. Πάλιν κοινωνοῦσι κατὰ τὸ ποσὸν ἡ δημοκρατία καὶ ἡ | |
25 | ὀχλοκρατία· ἀμφοτέρων γὰρ πολλοὶ ἄρχουσι. διαφέρει δὲ κατὰ τὸ ποιόν· ἄλλο γὰρ τοῦτο καὶ ἄλλο ἐκεῖνο. Ἐντεῦθεν ἀξιοῦσί τινες τὰς πολιτείας ἓξ λέγειν, βα‐ σιλείαν, τυραννίδα, ἀριστοκρατίαν, ὀλιγαρχίαν, δημο‐ κρατίαν, ὀχλοκρατίαν. ἡμεῖς δὲ τρεῖς εἶναί φαμεν· αἱ | |
30 | γὰρ ἄλλαι ἐκπτώσεις αὐτῶν εἰσιν· ὥσπερ γὰρ ἰατρικὴν | |
οὐ λέγομεν τὴν ἀποτυχίαν τῆς ὑγείας ἀλλὰ τὴν ὑγείας | 274 | |
14.275 | περιποιητικήν, οὕτως καὶ ἐνταῦθα οὐ λέγομεν τὰς ἐκπτώ‐ σεις πολιτείας. Ὁ Πλάτων δὲ περὶ πολιτείας μνημονεύσας λέγει, ὅτι ἡ πολιτεία διττή ἐστιν, ἢ κατὰ λόγον καὶ γίνεται βασι‐ | |
5 | λεία ἤτοι ἀριστοκρατία (ἡ γὰρ ἀριστοκρατία καὶ ἡ βα‐ σιλεία παρὰ Πλάτωνι ταὐτόν ἐστιν) ἢ κατὰ πάθος, καὶ τοῦτο διττόν, ἢ κατὰ θυμὸν ἢ κατὰ ἐπιθυμίαν· καὶ εἰ μὲν κατὰ θυμόν, γίνεται ἡ δημοκρατία· οἱ γὰρ ἐν πό‐ λεσι διατρίβοντες θυμικοὶ ὄντες λόγον τιμῆς ποιούμενοι | |
10 | ἄρχουσι. καὶ τὸ κατ’ ἐπιθυμίαν διττόν, ἢ κατὰ φιλοχρη‐ ματίαν καὶ γίνεται ἡ ὀλιγαρχία· ὀλίγοι γὰρ ἄρχουσιν· ἢ κατὰ φιληδονίαν καὶ γίνεται ὀχλοκρατία· ταῖς ἡδοναῖς γὰρ ἕκαστος ἁλισκόμενος ἄρχειν ἐπιθυμεῖ. Μαθόντες δέ, ὅτι ἔστιν ἡ ῥητορική, ἔλθωμεν ἀκο‐ | |
15 | λούθως καὶ ἐπὶ τὸ τί ἐστιν· ἀλλὰ πρὸ τοῦ ταύτην ὁρί‐ σασθαι μάθωμεν, τί ἐστιν ὅρος καὶ πόθεν εἴρηται καὶ πόθεν λαμβάνεται καὶ τί ἀρετὴ ὅρου. ὅρος τοίνυν ἐστὶ λόγος σύντομος, δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμέ‐ νου πράγματος. ἰστέον, ὅτι πάντα τὰ ὄντα ἢ διὰ μιᾶς | |
20 | λέξεως σημαίνονται ἢ διὰ πλειόνων, καὶ ὅτε μὲν διὰ μιᾶς, ἀκούει τὸ τοιοῦτο ὄνομα, ὅτε δὲ διὰ πλειόνων, ἀκούει τὸ τοιοῦτο λόγος. διὰ τοῦτο δὲ πρόσκειται ‘λό‐ γοσ‘, ἐπειδὴ ἐκ πλειόνων λέξεων σύγκειται ὁ ὅρος. ‘σύντομοσ‘ πρόσκειται διὰ τοὺς διηγηματικοὺς λόγους, | |
25 | διὰ τὸν Παραπρεσβείας. ‘δηλωτικὸς δὲ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματοσ‘ διὰ τὰ λεγόμενα ἀποφθέγ‐ ματα, οἷον ‘μέτρον ἄριστον‘· τὰ γὰρ ἀποφθέγματα λό‐ γοι εἰσὶ καὶ σύντομοι ἀλλ’ οὐ δηλωτικοὶ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος· οὐδὲν γὰρ ὑπόκειται αὐ‐ | |
30 | τοῖς. —Ὅρος δὲ ὠνόμασται ἀπὸ μεταφορᾶς τῶν ὁρο‐ | 275 |
14.276 | θεσίων. ὥσπερ γὰρ τὰ ὁροθέσια διαχωρίζουσι τήνδε τὴν γῆν ἀπὸ τῆς πλησιοχώρου ἤτοι ἀστυγείτονος, οὕ‐ τω καὶ ὁ ὅρος διαχωρίζει τὸ ὁριστὸν ἀπὸ τῶν κοινωνούν‐ των αὐτῷ κατά τι· οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν, ἀλλὰ | |
5 | καὶ ὁ βοῦς, ἡνίκα δὲ λέγομεν ‘ζῷον λογικόν‘, διαχωρί‐ ζομεν τὸν ἄνθρωπον ἀπὸ τῶν ἀλόγων. ‘θνητόν‘ δὲ λέ‐ γοντες διαχωρίζομεν αὐτὸν ἀπὸ τῶν ἀγγέλων καὶ δαι‐ μόνων. ‘νοῦ δὲ καὶ ἐπιστήμης δεκτικόν‘ προσθέντες ἐχωρίσαμεν αὐτὸν ἀπὸ τῶν μακραιώνων νυμφῶν· αὗται | |
10 | γὰρ οὔκ εἰσι νοῦ καὶ ἐπιστήμης δεκτικαί· ὅπερ γὰρ ἐκ φύσεως ἐπίστανται καὶ ἐκ τῆς πρώτης ἐκείνης γενέ‐ σεως, τοῦτο αὐτὸ ἀεὶ κέκτηνται. —Λαμβάνεται δὲ ὅρος ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν. ἀλλ’ ἵνα σαφὲς ποιήσωμεν τὸ προκείμενον, μάθωμεν τί ἐστι γέ‐ | |
15 | νος καὶ τί εἶδος καὶ τί διαφορά. Εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον εἶδός ἐστιν ὁ ἄνθρωπος, ἀλλὰ καὶ ‘κατὰ πλειόνων‘ φέρεται, οἷον κατὰ Πλάτωνος, Σω‐ κράτους, Ἀλκιβιάδου, ἀλλὰ καὶ ‘διαφερόντων τῷ ἀριθ‐ | |
20 | μῷ‘· διαφέρουσι γὰρ ἀλλήλων Πλάτων καὶ Σωκρά‐ της καὶ Ἀλκιβιάδης, κἂν μὴ κατὰ φύσιν, ἀλλ’ οὖν κατὰ τὸν ἀριθμόν· ἄλλη γὰρ ἡ μονὰς Σωκράτους καὶ ἄλλη Πλάτωνος. ‘ἐν δὲ τῷ τί ἐστι κατηγορούμενον‘, οἷον ἐν τῷ λέγειν ἡμᾶς ‘τί ἐστι Πλάτων;‘ λέγομεν ‘ἄν‐ | |
25 | θρωποσ‘, καὶ ἰδοὺ κατὰ Πλάτωνος φέρεται τὸ εἶδος. Γένος δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ πλειόνων φέρεται, ἔστι γὰρ ζῷον ὁ ἄνθρωπος, λέγεται δὲ ζῷον καὶ ὁ ἵππος, καὶ ἰδοὺ κατὰ πλειόνων | |
30 | φέρεται, ‘διαφερόντων δὲ τῷ εἴδει‘· διαφέρουσι γὰρ τῇ | |
φύσει ὁ ἄνθρωπος καὶ ὁ ἵππος. ‘ἐν δὲ τῷ τί ἐστι κατη‐ | 276 | |
14.277 | γορούμενον‘, ὡς ὅταν εἴπωμεν ‘τί ἐστιν ἵππος;‘ καὶ εἴπωμεν ‘ζῷον‘. Διαφορὰ δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγο‐ ρούμενον. ‘διαφορά‘ δέ ἐστιν οἷον τὸ λογικόν. καὶ φέρε‐ | |
5 | ται ‘κατὰ πλειόνων‘, κατὰ ἀνθρώπου, ἀγγέλου καὶ δαί‐ μονος, ἀλλὰ καὶ ‘διαφερόντων τῷ εἴδει‘· διαφέρει γὰρ τῷ εἴδει ἄνθρωπος, ἄγγελος, δαίμων. ‘ἐν δὲ τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον‘, ἐν τῷ λέγειν ἡμᾶς ‘ὁποῖόν τί ἐστιν ἄνθρωπος;‘ λέγομεν ὅτι ‘ζῷον λογικόν‘. —Ἀρετὴ | |
10 | δὲ ὅρου ἐστὶ τὸ εἶναι αὐτὸν ἀπὸ οὐσιωδῶν φωνῶν. οὐσιώδης δὲ φωνή ἐστιν, ἧστινος χωρὶς οὐ δύναται εἶναι ἐκεῖνο, οὗ λέγεται εἶναι οὐσιώδης, οἷον τὸ λο‐ γικόν. τότε δέ εἰσιν οὐσιώδεις φωναὶ ἐν τῷ ὅρῳ, ὅτε συνέστηκεν ὁ ὅρος ἀπὸ γένους καὶ συστατικῶν διαφο‐ | |
15 | ρῶν. Ἀλλ’ ἔλθωμεν καὶ εἴπωμεν, τί ἐστι ῥητορική. οἱ περὶ Τισίαν καὶ Κόρακα ὁρίζονται αὐτὴν οὕτως ‘ῥητορική ἐστι πειθοῦς δημιουργόσ‘· ἐπειδὴ γὰρ εὑρεταὶ αὐτῆς ἐγένοντο, ὡς βουλόμενοι αὐξῆσαι αὐτὴν ἐπιστήμην αὐ‐ | |
20 | τὴν ὡρίσαντο. εἰ δὲ τὸ τοῦ δημιουργοῦ ὄνομα οὐ κεῖται εἰ μὴ ἐπὶ τῶν ἀπταίστως τι ποιούντων, ἡ δὲ ῥητορικὴ οὐκ ἄπταιστός ἐστιν, ἄρα κακῶς ὡρίσαντο αὐτὴν εἰπόν‐ τες πειθοῦς δημιουργόν. κακῶς δὲ τῆς λέξεως ἐπε‐ λάβοντό τινες· οὐδὲ γὰρ ἐπὶ τῶν ἀπταίστως τι ποι‐ | |
25 | ούντων κεῖται μόνον τὸ δημιουργὸς ὄνομα, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνιτῶν πολλάκις εὑρίσκεται λεγόμενον· ὤφει‐ λον δὲ μᾶλλον ἐπιλαβέσθαι, ἐπειδὴ ἐπιστήμην αὐτὴν ὡρίσαντο. Ἐπιλαμβανόμενοι δὲ ἡμεῖς τοῦ ὅρου φαμὲν μὴ καλῶς ἔχειν αὐτόν· οὐδὲ γὰρ ἡ ῥητορικὴ μόνη ἐστὶ | |
30 | πειθοῦς δημιουργός, ἀλλὰ καὶ τὸ κάλλος καὶ τὰ χρή‐ | 277 |
14.278 | ματα τὸ πείθειν ἐπίστανται. Ἄλλοι δὲ βουλόμενοι ὑγιᾶ τὸν ὅρον ποιῆσαι προστιθέασιν αὐτῷ τινας λέξεις ὁρι‐ ζόμενοι οὕτως ‘ῥητορική ἐστι πειθοῦς δημιουργὸς διὰ λόγων ἢ ἐν λόγοις τὸ κῦρος ἔχουσα πιστευτικῶς, οὐ | |
5 | διδασκαλικῶσ‘. διὰ τοῦτο εἰρήκαμεν ‘ἐν λόγοις τὸ κῦ‐ ρος ἔχουσα‘ διὰ τὸ ἀντιδιαστέλλεσθαι αὐτὴν πρὸς τὰ χρήματα καὶ τὸ κάλλος· ἐκεῖνα γὰρ οὐ διὰ λόγων πεί‐ θουσιν. ἀλλ’ ἰδοὺ εὑρίσκομεν καὶ τὴν ἰατρικὴν διὰ λό‐ γων πολλάκις πείθουσαν τοὺς ἀρρωστοῦντας εἴτε χει‐ | |
10 | ρουργηθῆναι εἴτε ἄλλο τι παθεῖν· μικτὴ δὲ οὖσα, ὡς ἀνωτέρω εἰρήκαμεν, ἡ ἰατρικὴ μᾶλλον πράξει κέχρηται, ἧττον δὲ λόγῳ. ‘πιστευτικῶσ‘ δέ φησιν ὁ ὅρος, ‘οὐ δι‐ δασκαλικῶσ‘. δεῖ γὰρ εἰδέναι, ὅτι ἡ διαλεκτικὴ ῥητορικὴ διδασκαλικὴ λέγεται· πάντῃ τε γὰρ καὶ πάντως πείθειν | |
15 | ἕκαστον ἐπαγγέλλεται. πιστευτικὴ δὲ λέγεται ἡ ῥητορικὴ αὕτη ἡ καθ’ ἡμᾶς, ἥτις οὐ πάντως ἐξ ἀνάγκης ἔχει τὸ πείθειν, ἀλλὰ θωπείᾳ τινὶ καὶ κολακείᾳ· διὰ γοῦν τὸ ἀντιδιαστέλλεσθαι αὐτὴν πρὸς τὴν διαλεκτικὴν τὸ ‘πιστευ‐ τικῶσ‘ εἶπεν, ‘οὐ διδασκαλικῶσ‘. ἀλλὰ καὶ οὗτος οὐ | |
20 | καλῶς ἔχει ὁ ὅρος· οὔτε γὰρ ἀντιστρέφει πρὸς ἑαυ‐ τόν· ἰδοὺ γὰρ ἡ φυσικὴ ῥητορικὴ καὶ πειθοῦς ἐστι δημιουργὸς καὶ διὰ λόγων ἔχει τὸ κῦρος καὶ πιστευτική ἐστιν. Ἔλθωμεν δὲ καὶ εἴπωμεν καὶ τοὺς ὁριζομένους αὐ‐ | |
25 | τὴν ἐμπειρίαν καὶ τὸν ὅρον αὐτῶν. ἔστι δὲ Πλάτων ὁ φιλόσοφος ὁ λέγων αὐτὴν ἐμπειρίαν, φησὶ γὰρ ‘ῥη‐ τορική ἐστι πολιτικῆς μορίου εἴδωλον‘. ἀλλ’ ἵνα τοῦτο | |
νοήσωμεν, εἴπωμέν τινα διαίρεσιν, ᾗτινι ὁ Πλάτων | 278 | |
14.279 | κέχρηται πρὸς τὸ σαφηνίσαι τὸν ὅρον αὐτοῦ λέγων οὕτως· Ἔστι τι πρᾶγμα, ὃ καλεῖται χρηστὴ παρασκευή. αὕτη ἡ χρηστὴ παρασκευὴ πρόνοιαν ποιουμένη τοῦ ἀνθρώ‐ | |
5 | που διεῖλεν ἑαυτὴν εἰς δύο καὶ τὸ μὲν τῇ ψυχῇ κατε‐ μέρισε, τὸ δὲ τῷ σώματι, βουλομένη ἀμφότερα σῶσαι. καὶ τὸ μὲν τῆς ψυχῆς μέρος καλεῖται πολιτική, ἥτις πολιτικὴ ἢ τὴν παροῦσαν ὑγείαν διαφυλάττει τῆς ψυχῆς καὶ ποιεῖ τὸ νομοθετικόν—οἱ γὰρ νομοθέται παραλα‐ | |
10 | βόντες ἡμᾶς πρὸ τοῦ ἁμαρτῆσαι ἐξέθεντο τοὺς νόμους—, ἢ τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖται καὶ ποιεῖ τὸ δικανικόν—οἱ γὰρ δικασταὶ διὰ μαστίγων καὶ ὀδυνῶν τὴν ἀπολομένην ὑγείαν ἀνακαλοῦνται—. τὸ δὲ τοῦ σώματος μέρος ἔμεινεν ἀπροσαγόρευτον καὶ οὐχ, ὡς | |
15 | τινὲς λέγουσιν, ὑπὸ τὴν πολιτικὴν ἀνάγεται· ὁ γὰρ Πλάτων οὐδὲν τοιοῦτο φαίνεται λέγων. εἰς δύο δὲ διεῖλε καὶ τοῦτο ἑαυτό· ἢ γὰρ τὴν παροῦσαν ὑγείαν διαφυ‐ λάττει καὶ ποιεῖ τὴν γυμναστικήν—ἡ γὰρ γυμναστικὴ διὰ τῶν συμμέτρων γυμνασιῶν ἀνακινοῦσα τὸ θερ‐ | |
20 | μὸν ὑγιῆ τὰ σώματα διαφυλάττει ἐξωθοῦσα τὰ περιτ‐ τώματα—, ἢ τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖται καὶ ποιεῖ τὴν ἰατρικήν—ἡ γὰρ ἰατρικὴ τὴν ἀπολομένην ὑγείαν ἀνακαλεῖται—. Παρυφέστηκε δὲ τῇ χρηστῇ παρασκευῇ εἴδωλόν τι, | |
25 | ὥσπερ καὶ ἐπὶ ἑκάστου πράγματος, ὡς ἡ σκιὰ τῷ σώ‐ ματι, ὅπερ καὶ αὐτὸ δοκεῖ μιμεῖσθαι τὴν χρηστὴν παρα‐ σκευὴν καὶ διεῖλεν ἑαυτὸ εἰς δύο, ἀναμερίσαν ἑαυτὸ τῇ ψυχῇ καὶ τῷ σώματι· καὶ τὸ μὲν τῆς ψυχῆς μέρος τοῦ | |
εἰδώλου καλεῖται κολακεία, τὸ δὲ τοῦ σώματος ἔμεινεν | 279 | |
14.280 | ὁμοίως ἀπροσαγόρευτον. αὕτη ἡ κολακεία ἢ τὴν παροῦ‐ σαν ὑγείαν τῆς ψυχῆς δοκεῖ διαφυλάττειν καὶ ποιεῖ τὴν σοφιστικήν—ἡ γὰρ σοφιστικὴ ἤτοι οἱ σοφισταὶ διὰ τῶν μύθων τοῖς νέοις παραινοῦσι τῇ κολακείᾳ μηδαμῶς τῆς | |
5 | ἀρετῆς ἀφίστασθαι—, ἢ τὴν ἀπολομένην ὑγείαν δοκεῖ ἀνακαλεῖσθαι καὶ ποιεῖ τὴν ῥητορικήν, ὥς φησι, τὴν καθ’ ἡμᾶς, ἥτις καὶ διὰ δικαίων καὶ ἀδίκων, πολλάκις δὲ τῶν ἀδίκων, σπανίως δὲ τῶν δικαίων 〈 〉. πάλιν τὸ τοῦ σώματος μέρος ἢ τὴν παροῦσαν ὑγείαν | |
10 | δοκεῖ διαφυλάττειν καὶ ποιεῖ τὴν κομμωτικήν—κομ‐ μωτικὴ δέ ἐστιν ὡς ἐπὶ τῶν γυναικῶν τῶν κεχρημένων ψιμυθίῳ καὶ φυκίῳ, δοκοῦσι γὰρ τὴν παροῦσαν τοῦ σώματος ὑγείαν συνιστᾶν—, ἢ τὴν ἀπολομένην δοκεῖ ἀνα‐ καλεῖσθαι καὶ ποιεῖ τὴν μαγειρικήν—δοκεῖ γὰρ ἡ μαγει‐ | |
15 | ρικὴ διὰ τῶν ἐδεσμάτων καὶ τῶν καρυκειῶν τὴν ἀπο‐ λομένην ὑγείαν ἀνακαλεῖσθαι—. Εἰς τέτταρα γοῦν, φησί, μόρια τεμνομένης τῆς πολι‐ τικῆς τὰ μὲν δύο περὶ τὸ σῶμα γίνεται, τὰ δὲ δύο περὶ ψυχήν. ἔστιν οὖν τὰ μὲν περὶ ψυχὴν νομοθετικὴ 〈καὶ〉 | |
20 | δικαστική, τὰ δὲ περὶ τὸ σῶμα γυμναστικὴ καὶ ἰατρική. ταύτην δὲ τὴν πολιτικὴν ἑτέρα παρασκευή, φησίν, ὑπο‐ δύεται, εἰς τέτταρα καὶ αὐτὴ μέρη τεμνομένη, σοφιστι‐ κήν, ῥητορικήν, μαγειρικήν, κομμωτικήν. καὶ ὑποδύε‐ ται τὴν μὲν νομοθετικὴν σοφιστική—ὥσπερ γὰρ ἡ νομο‐ | |
25 | θετικὴ ταῖς τῶν τιμωριῶν ἀπειλαῖς προαναστέλλει τὰ πλημμελήματα, οὕτω καὶ ἡ σοφιστικὴ εἴργειν δοκεῖ τῶν ἁμαρτημάτων τὴν ψυχήν—, ἡ δὲ ῥητορικὴ τὴν δικα‐ στικήν—ὥσπερ γὰρ ἡ δικαστικὴ ταῖς τιμωρίαις τὸ νοσῆσαν εἰς τὴν προτέραν ἄγει κατάστασιν, οὕτω καὶ | |
30 | ἡ ῥητορικὴ δοκεῖ ταῖς κατηγορίαις τὸ πλημμελῆσαν ἐπαν‐ | |
ορθοῦσθαι—, πάλιν ἡ κομμωτικὴ τὴν γυμναστικὴν | 280 | |
14.281 | ὑπεισέρχεται—ὥσπερ γὰρ ἡ γυμναστικὴ τὸ ἔμφυτον τοῦ σώματος κάλλος τῇ γυμνασίᾳ φυλάττει, οὕτω καὶ ἡ κομμωτικὴ πειρᾶται διὰ τοῦ καλλωπίζειν μὴ συγχω‐ ρῆσαι διαφθαρῆναι τὴν τοῦ σώματος εὐκοσμίαν—, ἡ δὲ | |
5 | μαγειρικὴ τὴν ἰατρικήν—ὥσπερ γὰρ ἡ ἰατρικὴ τοῖς ὑγιεινοῖς τῶν σιτίων τὸ νοσῆσαν ἐπανορθοῦται σῶμα, οὕτω καὶ ἡ μαγειρικὴ τοῖς ἡδίστοις τῶν ὄψων ψυχαγω‐ γεῖ τὸ νόσημα—. Ταῦτα πρὸς σαφήνειαν τοῦ ὅρου. ἀλλ’ οὗτος ὁ ὅρος | |
10 | φιλονείκως μᾶλλον ἢ ἀληθῶς ἔχει· ἓν γάρ τι τῆς ῥητο‐ ρικῆς εἶδος τὸ δικανικὸν παραλαβὼν ἐκ τούτου τὸν ὅρον ποιεῖται, οἱ δὲ ὅροι ἐκ τελείων πραγμάτων συνίσταν‐ ται. ἀλλ’ ὁ φιλόσοφος ἐκ τοῦ δικανικοῦ μόνου τὴν ὅλην ὡρίσατο ῥητορικήν, παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἰ | |
15 | καὶ φιλοσοφίαν τις διαβαλεῖν βουλόμενος σιωπήσει μὲν αὐτῆς τὰ χρησιμώτατα, μόνους δὲ τοὺς παραλογισ‐ μοὺς ὅρον εἶναι τῆς πάσης φιλοσοφίας εἴποι. Ἀπολο‐ γούμενοι δέ φαμεν πρὸς Πλάτωνα· μίαν, ὦ Πλάτων, λέγεις τὴν ῥητορικὴν ἢ πολλάς; καὶ εἰ μὲν μίαν, τοῖς | |
20 | οἰκείοις ἁλώσῃ δικτύοις· ἐν γὰρ τῷ Γοργίᾳ πολλὴν καταδρομὴν ποιούμενος τῆς ῥητορικῆς, ἐν τῷ αὐτῷ πάλιν ἔφης, ὃν τρόπον ἐστὶν ἰατρικὴ περὶ σώματα, τὸν αὐτὸν τρόπον ἐστὶν ἡ δικαστικὴ περὶ ψυχάς· καὶ ἐν τῷ Φαίδωνι πάλιν ἔφης, ὅτι ὃν τρόπον ἡ ἰατρικὴ περὶ | |
25 | σώματα, τὸν αὐτὸν τρόπον ἐστὶν ἡ ῥητορικὴ περὶ ψυ‐ χήν, σύνδρομον αὐτὴν φήσας τῇ δικαστικῇ· ἐν ἑτέροις δὲ συγγράμμασιν ἔφης, ὅτι ὁ τὸν αὐτὸν ἐπαινῶν καὶ τὸν αὐτὸν ψέγων οὐκ ἀνὴρ ἀγαθός, καὶ οὐδὲν ἕτερον εὑρίσκῃ ποιῶν ἢ σαυτοῦ καταψηφιζόμενος. εἰ δὲ πολλὰς | |
30 | λέγεις ῥητορικάς, καὶ ἡμεῖς συναινοῦμέν σοι εἰς τοῦτο. | 281 |
14.282 | ἔστι γὰρ ἡ ἀληθὴς ῥητορική, ἥτις καὶ ἐπιστήμη ἐστίν· ἔστι δὲ καὶ ἄλλη ῥητορικὴ ψευδολογική, ἥτις ἐν δικα‐ στηρίοις συκοφαντικὴ λέγεται, ἐν δὲ βουλευτηρίοις κο‐ λακεία· ἔστι δὲ καὶ ἄλλη τούτων μέση, ἥτις καὶ ἀλη‐ | |
5 | θείᾳ κέχρηται καὶ ψεύδει, ψεύδει δὲ λέγω ἐπὶ τῷ συμφέ‐ ροντι. Καὶ διὰ τί ὅλως χρεία γέγονε τῆς μέσης καὶ μὴ τῇ πρώτῃ καὶ ἀληθινῇ πάντες ἐχρήσαντο; καὶ πολ‐ λὰς ἐπιδέδωκε λύσεις Ἀριστοτέλης, μίαν μέν, ὅτι οὐ κακὸν ἀεὶ τὸ ψεύδεσθαι, πρὸς γὰρ τὴν γνώμην τῶν | |
10 | χρωμένων ἢ διαβάλλεται ἢ ἐπαινεῖται τὸ ψεῦδος· εἰ μὲν γὰρ ἀεί τις χρῷτο τῷ ψεύδει, αὐτός τέ ἐστι κακὸς καὶ τὸ ψεῦδος ᾧ κέχρηται· εἰ δὲ ἐπὶ συμφέρονται καὶ διὰ τὸ βοηθῆσαι τῇ ἀληθείᾳ, οὐκ ἀποδοκιμαστέον ἐν‐ ταῦθα τὸ ψεῦδος. πρὸς δὲ τούτῳ δεῖ τὰ δύο εἰδέναι τὸν | |
15 | ῥήτορα, τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, ὥσπερ τὸν ἰατρόν· καὶ γὰρ ἐκεῖνον ἀνάγκη εἰδέναι τά τε ὑγιεινὰ τῶν φαρ‐ μάκων καὶ τὰ νοσερά, ἵνα τοῖς μὲν χρήσηται, τὰ δὲ ὡς βλάπτοντα φεύγῃ· καὶ τὸν ῥήτορα τοίνυν ἀνάγκη εἰδέναι μὲν τὰ ψευδῆ, εἰδέναι δὲ καὶ τὰ ἀληθῆ, ἵνα τὰ | |
20 | μὲν ἑκὼν παραλίπῃ, τὰ δὲ λέγῃ. καὶ ἄλλη δέ τίς ἐστιν αἰτία τοῦ εἰδέναι 〈δεῖν καὶ〉 τὴν οὐκ ἀληθῆ ῥητορικήν· ἐπειδή τινες χρῶνται αὐτῇ ἢ κατὰ ἄγνοιαν ἢ πειρά‐ ζοντες, χρὴ καὶ ταύτην εἰδέναι τὸν ῥήτορα καὶ δύνα‐ σθαι εἰς ἀμφότερα ἐπιχειρεῖν, ἵνα τῶν ψευδομένων αἰ‐ | |
25 | σθάνηται. ἔτι δὲ εἰ μὲν πάντες οἱ ἀκροώμενοι ἐδύναντο παρακολουθεῖν τοῖς ἐκ τῆς ἀληθευτικῆς λεγομένοις, οὐκ ἂν ἔδει τοῦ ψεύδους τοῖς ῥήτορσιν· ἐπειδὴ δὲ πρὸς δῆ‐ μον οἱ λόγοι λέγονται καὶ δικαστὰς ἀπαιδεύτους, ὀλί‐ γοι δὲ τούτων εἰσὶν οἱ δυνάμενοι συνιέναι τὰ τῆς ἀλη‐ | |
30 | θευτικῆς, διὰ τοῦτο ταύτης ἐδέησε τῆς σοφιζομένης ῥη‐ | |
τορικῆς, ἵνα ταῖς κοιναῖς ἐννοίαις χρωμένη πείθῃ τὸν | 282 | |
14.283 | δῆμον. Ὅτι δὲ ἔστι ψεῦδος ἐπὶ συμφέροντι, δηλοῖ καὶ αὐτὸς ὁ Πλάτων ἐν ἑτέροις αὐτοῦ συγγράμμασι λέγων· ‘ὑποθώμεθά τινα νήφοντα πάνυ τῷ πλησιοχώρῳ αὐτοῦ ἐν παρακαταθήκῃ σπάθην δόντα, εἶτα τοῦτον μανέν‐ | |
5 | τα ἀναζητεῖν ἐξ αὐτοῦ τὴν σπάθην, εἶτα ἐκεῖνον ἀρ‐ νεῖσθαι μηδὲν εἰληφέναι διὰ τὸ μηδὲν κακὸν πραχθῆ‐ ναι εἰς τὸν μανέντα‘. ἄρα ἔστι ψεῦδος ἐπὶ συμφέροντι. Ὥστε οἱ τοῦ Πλάτωνος λόγοι οἱ κατὰ τῆς ῥητορικῆς οὐ πρὸς τὴν ἡμετέραν ῥητορικὴν ἁρμόζουσιν ἀλλὰ πρὸς | |
10 | τὴν συκοφαντικήν, ὡς δηλοῖ καὶ ὁ κορυφαῖος τῶν ῥητό‐ ρων Δημοσθένης, πολλάκις κατὰ κολάκων λέγων καὶ ἐπιπλήττων τοῖς ἀκροαταῖς, ὅπερ 〈οὐκ〉 ἔστι κόλακος. Εἴπωμεν δὲ τὸν ὅρον τῶν λεγόντων αὐτὴν τέχνην, ἔστι δὲ οὗτος ‘ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ | |
15 | λόγου ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέ‐ γειν‘. δύναμιν ἀπεκάλεσε τὴν ῥητορικήν, ἐπειδὴ πᾶν πρᾶγμα ἔχει δύναμίν τινα, δύναμις δέ ἐστι πρᾶγμα, ᾧ‐ τινι δύναταί τις καὶ καλῶς καὶ κακῶς κεχρῆσθαι. διὰ τοῦτο τὴν ῥητορικὴν δύναμιν ἀπεκάλεσεν, ἐπειδὴ τῇ | |
20 | ῥητορικῇ δύναταί τις καὶ καλῶς καὶ κακῶς κεχρῆσθαι προτρεπόμενος τοὺς λόγους τῶν ἐναντίων καὶ ἀποτρεπό‐ μενος. ἀλλ’ ἐπειδὴ καὶ τὸ κάλλος δύναμίς ἐστι—δύ‐ ναται γάρ τις καὶ καλῶς καὶ κακῶς αὐτῷ κεχρῆσθαι— καὶ τὰ χρήματα δὲ ὡσαύτως δύναμίς ἐστιν, ἀλλ’ οὐ | |
25 | τεχνική, διὰ τοῦτο πρόσκειται ‘δύναμις τεχνική‘. ‘πιθανοῦ δὲ λόγου‘ πρόσκειται, ἐπειδὴ καὶ ἡ τεκτονικὴ δύναμίς ἐστι τεχνική· δύναται γὰρ ὁ τέκτων καὶ καλῶς κεχρῆσθαι τῇ τεκτονικῇ καὶ κακῶς, καλῶς μέν, ὅτε κα‐ | |
τασκευάζει πρὸς τὴν σωτηρίαν ἢ πρὸς τὴν χρείαν τὴν | 283 | |
14.284 | δέουσαν, κακῶς δέ, ὅτε κλίμακα τεκταίνεται πρὸς τὸ ἀνελθεῖν τινα καὶ τοιχωρυχῆσαι· διὰ τοῦτο πρόσκειται ‘πιθανοῦ λόγου‘· λόγῳ γὰρ ὁ τέκτων οὐ κέχρηται. ‘ἐν πράγματι δὲ πολιτικῷ‘, ἐπειδὴ καὶ ἡ ἰατρικὴ δύνα‐ | |
5 | μίς ἐστι τεχνικὴ πιθανοῦ λόγου· πείθει γὰρ πολλά‐ κις καὶ ὁ ἰατρός. ‘τέλος δὲ ἔχουσα τὸ εὖ λέγειν‘· ἴδιον γὰρ ῥήτορος τὸ εὖ λέγειν· δεῖ γὰρ αὐτὸν καὶ καλῶς καὶ πιθανῶς λέγειν, καὶ εἰ οὐ μέλλει πεῖσαι. Ἐπεξήγησις ἄλλη τοῦ ὅρου. Διὰ μὲν τοῦ εἰπεῖν ‘δύ‐ | |
10 | ναμισ‘ ἐσήμανε τὸ γένος—ἔστι γὰρ δύναμις ἔντεχνος καὶ ἄτεχνος—, διὰ δὲ τοῦ ‘τεχνική‘ τὴν διαφοράν· ἑτέραν δὲ διαφορὰν ἐπιτίθησιν εἰρηκὼς ‘πιθανοῦ λό‐ γου‘. εἶτα ἐπειδὴ οὐ μόνος ὁ ῥήτωρ ἔχει τὸ πιθανὸν ἀλλὰ καὶ ἰατρικὴ καὶ γεωμετρική—καὶ γὰρ καὶ τὰς | |
15 | ἀποδείξεις οὐκ ἀπιθάνους δεῖ προσφέρειν ἀλλὰ πιθα‐ νάς—, προσέθηκεν ἰδικώτατόν τι τῆς ῥητορικῆς, ὃ ἄλλη τέχνη ἔχειν οὐ δύναται· τί δὴ τοῦτο; ‘ἐν πράγ‐ ματι πολιτικῷ‘. πρόσκειται τῷ ὅρῳ ‘τέλος ἔχουσα τὸ εὖ λέγειν‘· πᾶν γάρ, ὃ μὴ τέλος ἔχει εὖ καὶ καλῶς, ἢ | |
20 | ματαιοτεχνία ἐστὶν ἢ κακοτεχνία ἢ ψευδοτεχνία. καὶ κακοτεχνία μέν ἐστιν ἡ τῶν φαρμακῶν καὶ γοήτων· ἐπὶ γὰρ κακῷ τῆς πολιτείας τὰς τοιαύτας εὑρήκασι τέχνας. ἄλλο γάρ ἐστι φαρμακεία καὶ ἄλλο γοητεία καὶ ἄλλο μαγεία. φαρμακεία μέν ἐστιν ἡ δι’ ἐλλεβόρων διὰ | |
25 | στόματος ἢ διὰ χρίσματος προσφέρουσα τὴν ἀναίρεσιν. γοητεία δὲ ἡ ἀπὸ τῶν ἐνύλων καὶ ἀκαθάρτων καὶ κακο‐ ποιῶν δαιμόνων προσκαλουμένη· ἔλαβε δὲ ἡ γοητεία τὸ ὄνομα ἀπὸ τῶν γόων, τῶν θρήνων. μαγεία δέ ἐστιν ἡ διὰ τῶν μέσων δαιμόνων ἀγγελικῶν τε καὶ ἐνύλων | |
30 | ἐνεργοῦσα. ψευδοτεχνία ἐστίν, ἣ δοκεῖ μὲν δεικνύναι | 284 |
14.285 | ποιεῖν τι, ψευδῆ δὲ δείκνυσι. ματαιοτεχνία ἐστίν, ἣ μετὰ τὴν ἐνέργειαν τέλος οὐ καταλιμπάνει ὡς ὀρχηστική. Καὶ ὁ μὲν ὅρος τῆς ῥητορικῆς οὗτος. Ἔργα δὲ ῥητορικῆς προοιμιάσασθαι πρὸς εὔνοιαν, | |
5 | διηγήσασθαι πρὸς πίστιν, ἀγωνίσασθαι πρὸς ἀπόδειξιν, ἀνακεφαλαιώσασθαι δὲ πρὸς ἀνάμνησιν. Τέλος δὲ τῆς ῥητορικῆς οὐ τὸ ἁπλῶς πεῖσαι ἀλλὰ τὸ πιθαναῖς χρήσασθαι μεθόδοις· ὥσπερ γὰρ ὁ ἰατρός, κἂν μὴ ὑγιάσῃ, ταῖς δὲ ὑγιαστικαῖς χρήσηται μεθό‐ | |
10 | δοις, ἰατρός ἐστι, καὶ ὁ φιλόσοφος, κἂν μὴ πάντας ποιή‐ σῃ καλοὺς καὶ ἀγαθούς, φιλόσοφός ἐστιν, οὕτω καὶ ὁ ῥήτωρ, κἂν μὴ πείσῃ, πιθαναῖς δὲ χρήσηται μεθόδοις, ῥήτωρ ἐστίν. εἰκότως δὲ συμβαίνει τῷ φιλοσόφῳ καὶ τῷ ῥήτορι τῷ μὲν μὴ ποιεῖν, τῷ δὲ μὴ πείθειν· ὑπό‐ | |
15 | κειται γὰρ ψυχὴ αὐτοπροαίρετος, αὐτοκίνητος, αὐτεξ‐ ούσιος, παλίμβολος, θᾶττον ἀφ’ ἑτέρου εἰς ἕτερον με‐ ταπίπτουσα καὶ μᾶλλον ἐπιρρεπῶς ἔχουσα πρὸς τὸ ἑαυ‐ τῇ πείθεσθαι ἢ ἑτέροις. Ζητῆσαι δὲ λοιπόν, πόσα εἴδη τῆς ῥητορικῆς, καὶ εἰ | |
20 | εἴδη ἀλλὰ μὴ μέρη, καὶ ἐκ ποίων μερῶν τῆς ψυχῆς ἕκαστον προελήλυθε, καὶ εἰς ποῖον ἕκαστον ἀφορᾷ τέ‐ λος, καὶ ποῖον ἕκαστον ἔλαβε χρόνον, καὶ τίς ὁ ἑκάστου τόπος, καὶ ποῖα τὰ ὑποβεβλημένα αὐτοῖς πρόσωπα. Τρία τοίνυν τὰ ἀνωτάτω εἴδη τῆς ῥητορικῆς, συμβου‐ | |
25 | λευτικόν, δικανικόν, πανηγυρικόν. καὶ συμβουλευτικὸν μέν ἐστι, δι’ οὗ συμβουλεύομεν τὰ πρόσφορα γενέσθαι, δικανικὸν δέ, δι’ οὗ τὰς ἀμφισβητήσεις διακρίνομεν, | |
πανηγυρικὸν δέ, δι’ οὗ τοὺς ἐπαινουμένους καὶ ψεγο‐ | 285 | |
14.286 | μένους δημοσιεύομεν. διαιρεῖται δὲ τὸ συμβουλευτικὸν εἰς δύο, προτροπὴν καὶ ἀποτροπήν, τὸ δὲ δικανικὸν εἰς κατηγορίαν καὶ ἀπολογίαν, τὸ πανηγυρικὸν εἰς ἔπαινον καὶ ψόγον. | |
5 | Ἀλλὰ ταῦτα μὲν μέρη· εἴδη δὲ τὰ πρὸ αὐτῶν. τού‐ τῳ 〈δὲ〉 διοίσει μέρος εἴδους τῷ τὸ μὲν εἶδος ὁλόκλη‐ ρον ἀποτελεῖν ῥήτορα, τὸ δὲ μέρος μή· ὥσπερ γάρ, ὁλό‐ κληρον εἶδος ἀνθρώπου εἰ ἐπιτεθείη λίθῳ ἢ χαλκῷ, εἶδος λέγομεν ἀποσῴζειν τὸν ἀνδριάντα, ἐὰν δὲ μέρος | |
10 | ἀνθρώπου, χεῖρα ἢ πόδα, οὐ λέγομεν ἅπαν ἀνειληφέναι τὸ εἶδος ἀλλὰ μέρος τοῦ ἀνθρώπου, οὕτως, εἰ μέν τι τῶν μερῶν ἐξήσκηταί τις, ῥήτωρ οὐ λεχθήσεται, εἰ δέ τινι τῶν εἰδῶν ἀσκήσεται, ῥήτωρ ἐξ ἀνάγκης ὁ τοιοῦ‐ τος. | |
15 | Τριῶν δὲ ὄντων τῆς ψυχῆς μορίων, λογικοῦ, θυμι‐ κοῦ καὶ ἐπιθυμητικοῦ, ἕκαστον εἶδος εἰς ἓν τῶν τῆς ψυχῆς μορίων ἀναφέρεται· καὶ τὸ μὲν δικανικὸν ἐκ τοῦ θυμικοῦ τῆς ἡμετέρας ψυχῆς προῆλθε. συμφωνεῖ οὖν τῷ θυμικῷ τὸ δικανικόν· κατηγορία γὰρ ἐνταῦθα καὶ | |
20 | λοιδορία κατὰ τοῦ φεύγοντος, ἐξ ὧν ὀργὴ καὶ θυμὸς προσγίνεται. Τὸ δὲ συμβουλευτικὸν ἐκ τοῦ ἐπιθυμητι‐ κοῦ· πᾶς γὰρ ἄνθρωπος συμβουλεύεσθαι θέλων ἢ συμβου‐ λεύειν ἐξ ἐπιθυμίας κινούμενος προάγεται ἐπὶ τὴν συμβου‐ λήν. Ἄλλοι δὲ τῷ λογικῷ συμφωνεῖν φασι τὸ συμβου‐ | |
25 | λευτικόν· ὥσπερ γὰρ ὁ λόγος ἄγει τὰ πάθη πρὸς ἃ βού‐ λεται, οὕτω δὴ καὶ ὁ σύμβουλος ἰθύνει τὰ πλήθη τῷ λόγῳ, πρὸς ὃ νομίζει συμφέρειν. Τὸ δὲ πανη‐ γυρικὸν ἐκ τοῦ λογιστικοῦ προῆλθε τοῦ ἐν ἡμῖν· πᾶς γὰρ ἄνθρωπος πανηγυρίζων λόγῳ κέχρηται. Ἀπορή‐ | |
30 | σειε δ’ ἄν τις, πῶς λέγομεν ‘τὸ πανηγυρικὸν ἐκ τοῦ | 286 |
14.287 | λογιστικοῦ‘, καὶ ταῦτα καὶ τοῦ δικάζεσθαι καὶ τοῦ συμβουλεύειν διὰ λόγων ἐχόντων τὴν κύρωσιν. φαμὲν οὖν, ὅτι ἐν ἑκάστῳ μὲν τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς κε‐ χρήμεθα τῷ λογιστικῷ, ἀλλ’ ἀπὸ τῆς κυησάσης ἕξεως | |
5 | τῆς κινούσης ἡμᾶς ἢ ἐπὶ τὸ δικάζεσθαι ἢ ἐπὶ τὸ συμβου‐ λεύειν ἢ ἐπὶ τὸ πανηγυρίζειν ἔλαβεν ἓν ἕκαστον τὴν ὀνο‐ μασίαν· ἐπειδὴ γὰρ πρώτη κίνησις γέγονεν ἀπὸ τοῦ θυμοῦ, ὑπηρέτησε δὲ καὶ οἷον ὄργανον γέγονεν ὁ λό‐ γος τῷ θυμῷ, διὰ τοῦτο λέγομεν ἐκ τοῦ θυμοῦ ἔχειν | |
10 | τὸ δικανικὸν τὴν γένεσιν· καὶ πάλιν ἐπειδὴ ἐν τῷ συμβου‐ λευτικῷ ἡ ἐπιθυμία ἐκίνησε τὸν λόγον καὶ ἐν τῷ πανη‐ γυρικῷ τὸ λογιστικόν, ἐκ τῆς κυησάσης ἕξεως ἔλαβεν ἓν ἕκαστον τὴν προσηγορίαν. Ἄλλοι δὲ τὸ πανηγυρικὸν τῷ ἐπιθυμητικῷ φασι συμφωνεῖν· ἐγκωμιάζοντες γὰρ | |
15 | τόνδε τὸν ἀριστέα ἐπιθυμίαν κινοῦμεν τοῖς ἀκούουσι καὶ ἔρωτα τῆς ὁμοίας δόξης. Τέλος δὲ τοῦ δικανικοῦ μὲν τὸ δίκαιον, τοῦ συμβου‐ λευτικοῦ τὸ συμφέρον, τοῦ πανηγυρικοῦ δὲ τὸ καλόν. Χρόνον δὲ εἰλήφασι τὸ μὲν δικανικὸν παρεληλυθότα, | |
20 | τὸ δὲ συμβουλευτικὸν τὸν μέλλοντα, τὸ δὲ πανηγυρικὸν τὸν ἐνεστῶτα. Τόποι δὲ τῷ μὲν δικανικῷ τὰ δικαστήρια, τῷ δὲ παν‐ ηγυρικῷ τὰ θέατρα καὶ αἱ ἐκκλησίαι τῷ συμβουλευ‐ τικῷ. | |
25 | Πρόσωπα τῷ μὲν δικανικῷ οἱ δικασταί, τῷ δὲ συμ‐ βουλευτικῷ οἱ βουλευταί, τῷ πανηγυρικῷ οἱ ἐκκλησια‐ σταί. Ἀναγκαῖον δέ, ὡς ἔοικεν, εἰ καὶ τοῖς ἄλλοις παρῶ‐ πται, τόν τε σκοπὸν ἐξηγήσασθαι τοῦ βιβλίου καὶ τὸ | |
30 | χρήσιμον, εἶτα τὸ γνήσιον, μετὰ ταῦτα τὴν τάξιν, εἶ‐ | |
τα τὸν τῆς διδασκαλίας τρόπον· εἰσὶ γὰρ κατὰ τοὺς φι‐ | 287 | |
14.288 | λοσόφους διδασκαλίας τρόποι τρεῖς, κατὰ διαίρεσιν μὲν οἷον ‘τοῦ ζῴου τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον‘, κατὰ δὲ σύνθεσιν, ὡς ἐὰν εἴπω ‘ὁ ἄνθρωπος ζῷόν ἐστι λο‐ γικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν‘· ὁριζόμενος | |
5 | γὰρ πάντα συνάγω· κατὰ δὲ ἀνάλυσιν, ὅταν τις ἀπὸ τῶν τελευταίων ἀρχόμενος ἀναβαίνῃ ἐπὶ τὰ πρῶτα, οἷά εἰσι τὰ κατὰ ἀναδρομὴν διηγήματα. ἔπειτα περὶ τῆς ἐπιγραφῆς εἰπεῖν, καὶ ἐπὶ τούτοις ἐπὶ ποῖον εἶδος ἀνάγεται ῥητορικῆς. ταῦτα γὰρ ἐν παντὶ συγγράμματι | |
10 | ζητητέον· οὕτω γὰρ σαφέστερον τὰ ἐφεξῆς καταμά‐ θοιμεν. Ὁ μὲν οὖν σκοπὸς τοῦ βιβλίου περὶ διαιρέσεως πολι‐ τικῶν ζητημάτων καὶ περὶ προτάσεως γενικῶν προβλη‐ μάτων εἰπεῖν καὶ πρὸς τὴν τούτων μάθησιν ἡμᾶς ἀνά‐ | |
15 | γειν. Τὸ δὲ χρήσιμον τοῦτο ἂν εἴη τὸ τὰ πολλὰ τῆς ῥη‐ τορικῆς προβλήματα περιορίζειν καὶ οὐκ ἐᾶν εἰς ἀπέ‐ ραντον τοὺς λόγους ἐκφέρεσθαι· καὶ γὰρ τὸ παρὸν βιβλίον ἅπαν ῥητορικὸν ζήτημα δέκα καὶ τρισὶ περιλαμβάνει | |
20 | στάσεσιν. ἄλλως τε δὲ τῆς ῥητορικῆς περὶ δύο ταῦτα θεωρουμένης, εἴς τε τὸ ἐξηγητικὸν καὶ λεκτικόν, οὔτε λόγον ἄν τις δύναιτο παλαιὸν διελεῖν μὴ ταύτην τὴν Τέχνην ἠκριβωμένος οὔτε νέον εἰπεῖν ταύτης ἄπειρος τῆς Τέχνης τυγχάνων. | |
25 | Περὶ δὲ τοῦ γνησίου φαμέν, ὡς ἀμφισβητοῦσί τινες ἄλλον τινὰ Ἑρμογένην εἶναι τὸν γράψαντα ταύτην τὴν | |
Τέχνην καὶ οὐ τὸν Ταρσέα. ἀλλὰ Φιλόστρατος ἐν τοῖς | 288 | |
14.289 | Βίοις τῶν σοφιστῶν μέμνηται λέγων ταυτί· «Ἑρμογέ‐ νης δέ, ὃν Ταρσὸς ἤνεγκεν, πεντεκαίδεκα ἐτῶν γεγο‐ νὼς οὕτως ἐπὶ μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ τῷ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροά‐ | |
5 | σεως. ἐβάδισε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μᾶρκος καὶ ἥσθη μὲν διαλεγομένου, δωρεὰς δὲ μεγάλας δέδω‐ κεν αὐτῷ. εἰς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν τοῦ λέγειν ὑπ’ οὐδεμιᾶς φανερᾶς νόσου. ὅθεν γέλωτος παρ‐ έσχε πρόφασιν τοῖς βασκάνοις τῶν ἀνθρώπων· ἔφα‐ | |
10 | σαν γὰρ αὐτοῦ τοὺς λόγους ἀτεχνῶς καθ’ Ὅμηρον πτε‐ ρόεντας εἶναι, ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμο‐ γένη καθάπερ πτερά. καὶ Ἀντίοχος δὲ ὁ σοφιστὴς ἀπο‐ σκώπτων εἰς αὐτὸν οὕτως ἔφη ‘Ἑρμογένης ὁ ἐν παισὶ γέρων, ἐν δὲ γέρουσι παῖσ‘. ἐτελεύτα μὲν οὖν ἐν βαθεῖ | |
15 | γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος κατεφρονήθη ἀπο‐ λιπούσης αὐτὸν τῆς τέχνης.» ταυτὶ μὲν οὖν ὁ Φιλό‐ στρατος. ὁπόθεν δὲ τοῦτο συμβέβηκε τῷ Ἑρμογένει, δῆλον· ὑπὸ γὰρ θερμότητος ὑπερβαλλούσης ταχὺ μὲν εἰς ἄκρον ἦλθε τῆς τέχνης, κατασβεσθείσης δὲ αὐτῷ | |
20 | τῆς θερμότητος εἰκότως καὶ τοῦ πλεονεκτήματος ἐστε‐ ρήθη. Τινὲς μὲν οὖν τούτου ἔφησαν τὸ σύγγραμμα, ἕτε‐ ροι δὲ ἄλλου· πλὴν οὐδὲν περὶ τοῦ ὀνόματος διοισό‐ | |
μεθα. γνήσιον δὲ μάλιστα δείκνυται, ἀφ’ ὧν τῇ αὐτῇ | 289 | |
14.290 | ἀπαγγελίᾳ καὶ ἐν τῷ Περὶ ἰδεῶν κέχρηται, ὃ ἀναντιρ‐ ρήτως Ἑρμογένους ἐστίν. Ὥρα δὲ καὶ περὶ τῆς τοῦ βιβλίου τάξεως εἰπεῖν. τρεῖς μὲν οὖν εἰσιν αἱ συνεκτικώταται Τέχναι ῥητορι‐ | |
5 | καί, ἃς ὁ αὐτὸς Ἑρμογένης συνέγραψεν, ἥ τε τῶν Προ‐ γυμνασμάτων καὶ ἡ Περὶ τῶν στάσεων αὕτη καὶ ἡ Περὶ τῶν ἰδεῶν. μέσην οὖν ἡ προκειμένη βίβλος ἐπ‐ έχει τάξιν, εἰκότως· μετὰ γὰρ τὴν διδασκαλίαν τῶν προγυμνασμάτων, ἅτινά ἐστι μερικὰ προβλήματα ῥητο‐ | |
10 | ρικῆς, δεῖ καὶ περὶ τελείας ὑποθέσεως διδαχθῆναι· εἰ μὲν γὰρ οἷόν τε ἦν εὐθὺς ἐκ παιδὸς ἐπὶ τὴν τῶν ζητη‐ μάτων ἐργασίαν χωρεῖν, εὔδαιμον ἦν· ἐπειδὴ δὲ τῇ ἀν‐ θρωπίνῃ φύσει τοῦτο ποιεῖν ἀδύνατον, τηλικαύτην τέχ‐ νην εὐθέως καὶ ἐκ τοῦ παραχρῆμα κατορθῶσαι, | |
15 | ὅπου οὐδὲ ἐπὶ τῶν βαναύσων τεχνῶν τοῦτο ῥᾴδιον, εὐ‐ λόγως οἱ παλαιοὶ τῶν σοφιστῶν ᾠήθησαν δεῖν τοῖς προγυμνάσμασι πρότερον ἐνασκεῖσθαι τοὺς νέους πρὸς παρασκευὴν τῶν τελείων ζητημάτων καὶ ὑποθέσεων. ὥσπερ γὰρ ἐπὶ τῶν παίδων τὸ γάλα πρὸ τῆς στερεᾶς | |
20 | τροφῆς αἱ μητέρες αὐτοῖς προσάγουσιν, οὕτω τὰ ἁπλού‐ στερα πρότερον ἐκδιδασκόμεθα τῶν μαθημάτων, ὅ ἐστι τὰ προγυμνάσματα. ἔχει οὖν ἕκαστον αὐτῶν ἀναφορὰν πρὸς ἓν τῆς ῥητορικῆς εἶδος, οἷον ὁ μῦθος καὶ ἡ χρεία καὶ ἡ γνώμη ἐπὶ τὸ συμβουλευτικὸν ἀνάγονται, ὁ κοι‐ | |
25 | νὸς τόπος ἐπὶ τὸ δικανικόν, τὸ δὲ ἐγκώμιον καὶ ὁ ψόγος ἐπὶ τὸ πανηγυρικόν, τὰ δὲ ἄλλα κοινά· μετέχει γὰρ ἕκαστον ἑκάστου τῶν τριῶν εἰδῶν. τὸ δὲ Περὶ τῶν ἰδεῶν τρίτην ἔχει τάξιν, ἐπειδὴ πρότερον δεῖ γνῶναι, πῶς συνίσταται τὰ πολιτικὰ προβλήματα καὶ κατὰ τί‐ | |
30 | να τρόπον διαιρήσομεν τὰ ἑκάστης στάσεως ἴδια κεφά‐ | 290 |
14.291 | λαια, ὅπερ ἐκ τοῦ παρόντος μαθεῖν ὑπάρχει βιβλίου, εἶτα περὶ τῆς φράσεως καὶ τοῦ χαρακτῆρος διδαχθῆ‐ ναι· δύο γὰρ ὄντων τῶν κοσμούντων 〈τὴν〉 ῥητορικήν, δυνατοῦ τε καὶ ἡδέος, τὸ μὲν δυνατὸν διὰ τῶν στάσεων | |
5 | καὶ τῆς διαιρέσεως τῶν κεφαλαίων ἐπιτηδεύομεν, τὸ δὲ ἡδὺ διὰ τῆς τῶν ἰδεῶν πραγματείας· καὶ γὰρ κάλλος καὶ ποικιλίαν φράσεως ἡμᾶς ἐκδιδάσκει αὕτη, ὅπως ἂν μὴ μονοειδῶς καὶ ἐπὶ ἑνὸς σχήματος ὁ λόγος προϊὼν ὕπτιός τε γένηται καὶ προσκορὴς τοῖς ἀκροαταῖς· ἡ | |
10 | γὰρ ἐξαλλαγὴ τῶν σχημάτων ἡδονὴν μνηστεύεται καὶ κόσμον τῷ λόγῳ, οἷόν ἐστι τὸ κατὰ ἀποστροφήν· «ἀπό‐ κριναι γάρ», φησί, «δεῦρο ἀναστάς μοι». ἐπεὶ καὶ οἱ παλαιοὶ ὥσπερ τι ζῷον τὸν λόγον ὑπέθεντο ἐκ σώματός τε συνεστηκότα καὶ ψυχῆς, ψυχὴν μὲν καλοῦντες τὰ | |
15 | ἐνθυμήματα καὶ τὴν δύναμιν τὴν διὰ τῶν κεφαλαίων συνισταμένην, σῶμα δὲ τὴν φράσιν καὶ τὸ ἔξωθεν κάλ‐ λος, ὃ ποιεῖν εἰώθασιν αἱ ἰδέαι· ἐπεὶ οὖν ἡ ψυχὴ κρείτ‐ των τοῦ σώματος, καὶ τὸ τῇ ψυχῇ ἐοικὸς προτετάχθω· ἄλλως τε καὶ ἄτοπον περὶ κόσμου λόγου διδαχθῆναι, | |
20 | πρὶν μαθεῖν ὅπως ὅλως κατασκευάζεται λόγος. ὥστε τὴν ἀρίστην τάξιν ὁ τεχνογράφος ἔνειμε τῷ βιβλίῳ, μέσον θεὶς Προγυμνασμάτων τε καὶ τοῦ Περὶ τῶν ἰδεῶν βιβλίου. Καιρὸς δὲ λοιπὸν ζητῆσαι, ποίῳ τῆς διδασκαλίας | |
25 | κέχρηται τρόπῳ. φαμὲν οὖν, ὅτι τοῖς τρισίν. ἐν μὲν γὰρ τῷ λέγειν ‘περὶ τῆσδε τῆς διαιρέσεως ποιοῦμαι τὸν λό‐ γον καὶ οὐ περὶ τῆσδε‘ τῷ διαιρετικῷ κέχρηται τρόπῳ. ἐν δὲ τῷ λέγειν τὸν ὅρον τοῦ πολιτικοῦ ζητήματος τῷ | |
συνθετικῷ κέχρηται· εἰρήκαμεν γάρ, ὅτι ὁ ὅρος τὸ | 291 | |
14.292 | σύνθετον ἔχει. τῷ δὲ κατὰ ἀνάλυσιν κέχρηται ἐν τῷ λέγειν οὕτως ‘τὸ ζήτημα τὸ πολιτικὸν ὕλην ἔχει τά τε πρόσωπα καὶ τὰ πράγματα. τῶν δὲ προσώπων τὰ μέν ἐστι τοιάδε, τὰ δὲ τοιάδε, καὶ τῶν πραγμάτων ὁμοίως. | |
5 | τὸ οὖν ἔχον τοιάδε πρόσωπα καὶ τοιάδε πράγματα συνέ‐ στηκε, τὸ δὲ μὴ τοιάδε οὐ συνέστηκεν.‘ ὁρᾷς τὸν κατὰ ἀνάλυσιν τρόπον· ἀπὸ γὰρ τῶν προσώπων καὶ τῶν πραγμάτων, ἅπερ ἐστὶ τῆς στάσεως δεύτερα, ἐπάνεισιν ἐπ’ αὐτὴν τὴν στάσιν, ἥ ἐστι πρώτη, καὶ τὸν περὶ ταύ‐ | |
10 | της λόγον ποιεῖται. εἰπὼν γάρ, ὅτι τὰ τοιάδε οὐ συν‐ ίσταται, ἠναγκάσθη καὶ περὶ τῶν συνισταμένων διαλα‐ βεῖν. Χωρήσωμεν δὲ καὶ ἐπὶ τὴν ἐπιγραφήν· περὶ τῆς ἐπιγραφῆς οὖν τοῦ προκειμένου συγγράμματος ἐκεῖνο λέ‐ | |
15 | γομεν, ὡς ὅσοι μὲν ἐπέγραψαν Περὶ ῥητορικῆς ἁμαρτά‐ νουσιν· οὐδὲ γὰρ περὶ πάσης ῥητορικῆς πρόκειται ἐνταῦ‐ θα εἰπεῖν, ὅτι μηδὲ περὶ προοιμίων μηδὲ διηγήσεων καὶ τῶν λοιπῶν ἐνταῦθα ἔνι μαθεῖν. ὅσοι δὲ Περὶ στάσεων ἐπέγραψαν, τὸν ἀληθῆ τοῦ τεχνογράφου σκοπὸν ἐποιή‐ | |
20 | σαντο. Περὶ στάσεων οὖν ἐπιγέγραπται τὸ βιβλίον, ἐπει‐ δὴ καὶ στάσις καλεῖται ἡ ἐν δικαστηρίοις ἀμφισβήτησις ἢ παρὰ τὸ στασιάζειν πρὸς ἀλλήλους τοὺς ἀγωνιζο‐ μένους ἢ παρὰ τὸ ἑκάτερον αὐτῶν ἵστασθαι, πρὸς ὃ νο‐ μίζει δίκαιον. ἐπέγραψε γοῦν Περὶ στάσεων δηλῶν, ὅτι | |
25 | περὶ μόνων τῶν ἐν δικαστηρίοις καὶ βουλευτηρίοις δι‐ δάσκει, ἀντιδιαστέλλων πρὸς τὰς ἄλλας ῥητορικὰς τέχ‐ νας· ἔστι γὰρ ὡς ἔφαμεν καὶ Περὶ τῶν ἰδεῶν αὐτοῦ τέχνη· καὶ Θεοφράστῳ δὲ γέγραπται Τέχνη ῥητορικὴ | |
περὶ ἐνθυμημάτων καὶ Ἀλεξάνδρῳ τῷ τοῦ Νουμηνίου | 292 | |
14.293 | καὶ Λολλιανῷ Περὶ ἀφορμῶν ῥητορικῶν καὶ Ἀψίνῃ Περὶ προοιμίων καὶ πίστεων καὶ ἄλλοις πολλοῖς περὶ ἄλλων. δῆλον οὖν ὡς ἐλάχιστον μόριόν ἐστι ῥητορικῆς ἡ Περὶ τῶν στάσεων πραγματεία. καὶ εἰ μὲν περὶ πάντων ἅμα τῶν | |
5 | προειρημένων 〈δι〉ελάμβανεν, εἶχε χώραν ἡ παρά τι‐ νων ἐπιγραφὴ φερομένη—ἐπιγράφουσι γάρ, ὡς ἔφη‐ μεν, τινὲς Τέχνη ῥητορική—, ἐπειδὴ δὲ περὶ μέρους ἐστίν, εἰκότως ἐπιγέγραπται Περὶ στάσεων. Λείπεται δὲ ἄρα διδάξαι, ἐπὶ ποῖον εἶδος τῆς ῥητορι‐ | |
10 | κῆς ἀνάγεται ἡ παροῦσα τέχνη. λέγομεν οὖν ἐπὶ τὸ δι‐ κανικὸν καὶ συμβουλευτικόν· τὸ γὰρ πανηγυρικὸν ἀστα‐ σίαστόν ἐστιν, ἐπειδὴ ὁμολογουμένων ἀγαθῶν ἐστιν αὔ‐ ξησις. Ἐμέμψαντο δέ τινες τὸν Ἑρμογένη, διὰ τί τέχνην | |
15 | ῥητορικὴν μέλλων συγγράφειν τὸν ὅρον αὐτῆς πρό γε πάντων οὐκ ἀποδέδωκεν. καί φησι Πορφύριος, ὅτι τριῶν ὄντων τῶν τῆς ῥητορικῆς εἰδῶν, συμβουλευτικοῦ καὶ δικανικοῦ καὶ πανηγυρικοῦ, τὸ πανηγυρικὸν οὐχ ὑπο‐ πίπτει τῷ περὶ τῶν στάσεων λόγῳ, ἐπειδὴ αἱ μὲν στά‐ | |
20 | σεις ἀμφιβολίαν ἔχουσιν ἀμφισβητουμένων πραγμάτων, τὰ δ’ ἐγκώμια ὁμολογουμένων αὔξησιν ἀγαθῶν. τοῦ τοίνυν πανηγυρικοῦ ὑπεξαιρουμένου εἴδους ἀτελὲς ἂν εἴη τὸ τῆς ῥητορικῆς· οἱ δὲ ὅροι οὐ τῶν ἀτελῶν ἀλλὰ τῶν τελείων εἰσὶ πραγμάτων· διὰ τοῦτο, φησί, ῥητορικῆς | |
25 | οὐκ ἀποδέδωκεν ὅρον ὡς οὐ περὶ πάσης διαλαμβάνων ἐν ταύτῃ τῇ πραγματείᾳ. Ἐροῦμεν οὖν ὅτι, εἰ καὶ περὶ τῶν δύο μόνων εἰδῶν σπουδάζει ὁ τεχνικὸς εἰπεῖν, ἀλλ’ ὅπερ εἰρήκαμεν φυσικῶς θεωρεῖται τὸ πανηγυρι‐ κὸν ἐν τῷ δικανικῷ καὶ τῷ συμβουλευτικῷ· οὐδὲ γὰρ | |
30 | ἐνδέχεται συμβουλεῦσαί τι δίχα τῆς τοῦ πανηγυρικοῦ γνώμης. ἔπειτα οὐδὲ ἀπηλλαγμένον καθάπαξ τὸ πανη‐ | |
γυρικὸν εἶδος ταύτης εὑρήσεις τῆς τέχνης· ἴσμεν γάρ, | 293 | |
14.294 | ὡς τὸν στοχασμὸν τὴν στάσιν δύο τινὰ συνέχει κεφά‐ λαια, ἡ βούλησις καὶ ἡ δύναμις, ταῦτα δ’ οὐκ ἂν ἄλλως ἀποδειχθείη, πλὴν εἰ μή τις τοῖς ἐγκωμιαστικοῖς χρή‐ σαιτο τόποις, οἷον ‘οὐκ ἂν ἐβουλόμην φονεῦσαι διὰ τὸ | |
5 | πατρὸς εἶναι τοιοῦδε καὶ πολιτείας τοιᾶσδε‘ ἢ πάλιν ‘οὐκ ἂν ἠδυνάμην ἐπιχειρῆσαι τῇ τυραννίδι, ἐπειδὴ χρη‐ μάτων ἠπόρουν, ἐπειδὴ τοὺς συλληψομένους οὐκ εἶχον‘. οὕτω διὰ 〈τῶν τόπων〉 τῶν ἐγκωμιαστικῶν τὰς συστά‐ σεις λαμβάνει τὰ δύο ταῦτα κεφάλαια τοῦ στοχασμοῦ, | |
10 | δικανικῆς οὔσης τῆς στάσεως τοῦ στοχασμοῦ. Ἀναγκαῖον οὖν ἡμᾶς πιθανωτέρας λύσεις εἰπεῖν. πρῶτον μὲν οὖν ὁ σκοπὸς ὁ τοῦ τεχνικοῦ εἰς ἀπολογίαν ἐστὶν αὐτῷ τοῦ τὸν ὅρον παραλιπεῖν· περὶ γὰρ τῆς διαιρέσεως τῶν τοῦ πολιτικοῦ ζητήματος κεφαλαίων προθέμενος λέγειν πῶς | |
15 | ἔμελλεν ἑτέρους λόγους ἐπιφέρειν οὐ προσήκοντας ταύ‐ τῃ τῇ τέχνῃ; πῶς δὲ ὅρον ἀποδοῦναι προέθετο ῥητορικῆς ὁ μὴ τοῦτο ἐξ ἀρχῆς ἐνστησάμενος; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν τοῦ Ἑρμογένους, ὅτι οὐχ ὥσπερ ὁ Μινου‐ κιανὸς ἑτέρους ἐπεισήνεγκε λόγους καὶ τὴν ὑπόθεσιν | |
20 | συνετάραξεν, ἀλλ’ αὐτὴν ἐφ’ ἑαυτῆς τὴν περὶ τῶν κε‐ φαλαίων τοῦ ζητήματος τέχνην εἰσήγαγεν οὐδὲν αὐτῇ τῶν ἔξωθεν ἐπιμίξας. Δύναιτο δ’ ἄν τις καὶ ἑτέραν ἀπο‐ λογίαν ὑπὲρ Ἑρμογένους εἰπεῖν, ὡς Ἀριστοτέλει πει‐ θόμενος τὸν τῆς ῥητορικῆς παρέλιπεν ὅρον· ἐκεῖνος γάρ | |
25 | ἐστιν ὁ διδάσκων τὰς ἀρχὰς ἐκ τῶν ὁμολογουμένων λαμβάνειν· ὁ δὲ τῆς ῥητορικῆς ὅρος παρὰ πολλοῖς ἐζητήθη 〈τῶν ῥητόρων καὶ〉 τῶν φιλοσόφων καὶ οὐκ ἔστιν ὁμολογούμενος. τοῦτον μὲν οὖν ὡς ἀμφισβητού‐ | |
μενον ἔτι παρέλιπεν, ἐποιήσατο δὲ τὴν ἀρχὴν ἐξ ὁμολο‐ | 294 | |
14.295 | γουμένου τινός· τὸ γὰρ ‘τέχνην‘ εἶναι τὴν ῥητορικὴν ὡς ὁμολογούμενον ἐκ προοιμίου λαβὼν οὕτως ἐπὶ τὸν τῶν ἄλλων φέρεται λόγον. αὕτη μὲν οὖν ἐκ τῶν Ἀριστοτέ‐ λους κανόνων ἡ λύσις. | |
5 | Ἡ δὲ ἀληθεστέρα αἰτία αὕτη ἐστίν· τῶν μὲν θαυ‐ μάζειν πάνυ τὴν ῥητορικὴν βουλομένων, τῶν δὲ καθ’ ὑπερβολὴν κακίζειν, ὧν καὶ Πλάτων ἐστὶν ὁ φιλόσοφος ὁ καὶ πραγματείας ἰδίας κατ’ αὐτῆς ποιησάμενος, ὁ τεχνογράφος κινδυνευούσῃ τῇ τέχνῃ σύμμαχος γίνεται, | |
10 | μὴ συγχωρήσας αὐτὴν διαφθαρῆναι ταῖς τῶν πολεμίων ἐπιβουλαῖς, καὶ πρὸ τῶν ἄλλων τοῦτο προυργιαίτερον ὡρίσατο τὸ διδάξαι εὐθὺς τέχνην τὴν ῥητορικήν. τοῦτο δὲ βουλόμενος ποιῆσαι ἄντικρυς μὲν καὶ διαρρήδην οὐκ εἰσάγει τὸν ὅρον αὐτῆς, δριμέως δὲ καὶ πλαγίως καὶ | |
15 | ἐσχηματισμένως διὰ τῆς κατασκευῆς ἀποφαίνει τέχ‐ νην τὴν ῥητορικήν· τὰ γὰρ προσόντα πάντα τῇ ῥητορικῇ περιλαβὼν τῷ τῆς κοινῆς τέχνης ὅρῳ, ἀποδείκνυσι συμφωνοῦντα ταῦτα [τὰ] πρὸς τὸν ὅρον τῆς κοινῆς, ἅμα καὶ τὸ σπουδαζόμενον αὐτῷ ἀνύων καὶ φεύγων τὸ | |
20 | δοκεῖν φιλονεικεῖν πρὸς τοὺς διαβάλλοντας τὴν τέχνην. Τοῦτον δὲ τὸν ὅρον τῆς κοινῆς τέχνης ὡρίσαντο οἱ δια‐ λεκτικοί, καθὼς ἀνωτέρω εἴπομεν, οὕτως ‘τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων καθολικῶν καὶ ἐμπειρίᾳ γε‐ γυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘. | |
25 | πρὸς τοῦτον τὸν ὅρον ἀποτεινόμενος παρεμβάλλει τὸν τῆς ῥητορικῆς τέχνης ὅρον· ὥσπερ γὰρ τὸ ὑποπῖπτον τῷ ὅρῳ τοῦ ἀνθρώπου τοῦτό ἐστιν ἄνθρωπος, οὕτως καὶ τὸ ὑποπῖπτον τῷ ὅρῳ τῆς καθόλου τέχνης τοῦτό ἐστι | |
τέχνη. ἴδωμεν οὖν πρῶτον, τί ἐστι τὸ ‘σύστημα‘· ἡ ἐκ | 295 | |
14.296 | πολλῶν ὀργάνων συνδρομή· δεῖ γὰρ πολλὰ συνέρχεσθαι πρὸς ἑκάστην τέχνην. ‘Ἐκ καταλήψεων‘· κατάληψίς ἐστιν ἡ ἐξ αἰσθήσεων καὶ ὁράσεων πίστις γινομένη· ἑωρα‐ κότες γάρ τινες καὶ αἰσθηθέντες τόδε τι ὀφειλόμενον | |
5 | τῇδε τῇ τέχνῃ καὶ λυσιτελὲς ὂν ἐχρήσαντο. ‘καθολικῶν‘· ὅτι περὶ πάσης τέχνης ὁ ὅρος. ‘ἐμπειρίᾳ γεγυμνασμέ‐ νων‘· δεῖ γὰρ καὶ τῷ χρόνῳ βεβαιωθῆναι τὰ καταληφ‐ θέντα παρὰ τῆς αἰσθήσεως· ἡ γὰρ μελέτη προστε‐ θεῖσα τῇ καταλήψει τὸ τέλειον ἀπεργάζεται. ‘πρός τι | |
10 | τέλοσ‘· αἳ μὲν γὰρ τῶν τεχνῶν ἀναγκαῖαι καὶ χρήσι‐ μοι, αἳ δὲ ψυχαγωγικαί, αἳ δὲ ἄμφω· ἀναγκαῖαι μὲν οὖν καὶ χρήσιμοι, ὡς οἰκοδομικὴ καὶ γεωργία καὶ ῥη‐ τορική, ψυχαγωγικαὶ δὲ ὡς ζωγραφία καὶ γλυπτική, ἄμφω δὲ ὡς μουσική. τοῦτο δὲ ἴδιόν ἐστι τῆς τέχνης | |
15 | τὸ πάντως τι χρήσιμον ἔχειν, ἵνα μὴ καὶ ἡ κολακεία νομισθῇ τέχνη οὖσα· καὶ γὰρ αὕτη ἐδύνατο εἶναι ‘σύ‐ στημα ἐκ καταλήψεων γεγυμνασμένων‘. εἰ δέ τις εἴ‐ ποι ‘ἡ χαλκευτικὴ τέχνη ἐστίν, ἐπειδὴ ὠφελεῖ‘, λέγο‐ μεν ὅτι οὔ· οὐδὲ γὰρ ἔχει τὸν λόγον, ὅτι οὐδὲ τοῦτο | |
20 | προαιρεῖται, ἀλλὰ κατὰ περίστασίν τινα εἰς τὰ παρε‐ πόμενα τῇ τέχνῃ ἐμπέπτωκεν. Ἡ μὲν οὖν ἐξήγησις τοῦ ὅρου τῆς κοινῆς τέχνης αὕ‐ | |
τη ἐστίν· ἴδωμεν δέ, πόθεν ὁ ῥήτωρ ἤρξατο. | 296 |