TLG 5024 004 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in librum περὶ στάσεων ANONYMI IN HERMOGENEM Rhet. Prolegomena in librum περὶ στάσεων Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 238–255. Citation: Volume — page — (line) | ||
14.238(1t) | ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ | |
2 | Εἰ καὶ δόξειεν ἄν τινι παράδοξον τὸ ἐπάγγελμα παν‐ τὸς ὑπεξελεῖν ἁμαρτήματος τὸν τεχνικόν, ὑπισχνούμεθα τοῦτο πάντως, Παύλου τοῦ πάνυ δόντος ἡμῖν ἀποφαί‐ | |
---|---|---|
5 | νεσθαι. οἱ μὲν γὰρ πολλοὶ τῶν σοφιστῶν οὐδὲ ὀνομά‐ ζειν ἀνέχονται ἄνδρα τοσοῦτον ἐν τέχνῃ διενεγκόντα· τῶν δὲ ὑπομνηματισάντων οἳ μὲν εἰκῇ τῶν ὀρθῶς ἐχόν‐ των ἐπιλαμβάνονται, οἳ δὲ πρὸς τὰς κατηγορίας οὐκ ἀπηντήκασιν. ἡμεῖς δέ, εἴπερ τὰ τοῦ πάντα ἀρίστου | |
10 | δυνηθείημεν ἀκριβῶς ἀποσῴζειν, τά τε κατηγορούμενα τοῦ δοκοῦντος ἀπολύσομεν ἁμαρτήματος καὶ διασαφεῖν ἑξῆς ἅπαντα πειρασόμεθα. «ἡ μὲν οὖν ὑπόσχεσις οὕτω μεγάλη»· ἁπτώμεθα δὲ ἤδη τῆς ἁρμοττούσης τῷ βι‐ βλίῳ προθεωρίας. | |
15 | Τοὺς μέλλοντας περὶ διαιρέσεως λέγειν ῥητορικῆς | |
ὥσπερ ἐπὶ πασῶν τῶν τεχνῶν τρία ταῦτα δεῖ πρῶτον | 238 | |
14.239 | εἰδέναι· εἰ ἔστιν ὅλως ῥητορική, δεύτερον ὅ τί ποτέ ἐστιν, εἶτα ὁποῖόν τί ἐστι. Καὶ πρῶτόν γε ζητητέον, εἰ ἔστιν. οἱ μὲν οὖν βουλόμενοι ἐκβάλλειν τὴν ῥητορικὴν τοιούτῳ κέχρηνται λόγῳ· ‘εἰ ἔστι ῥητορική‘, φασίν, ‘ἢ | |
5 | περὶ ἰδίων τινῶν διαλεχθήσεται ἢ περὶ ἀλλοτρίων. καὶ εἰ μὲν περὶ ἰδίων, οὐκέτι περὶ πολιτικῶν· ὁρῶμεν γὰρ τὴν πολιτείαν ἐκ διαφόρων συνεστηκυῖαν τεχνῶν. εἰ δὲ περὶ ἀλλοτρίων, ἢ περὶ μιᾶς διαλεχθήσεται τέχνης ἢ περὶ πασῶν. καὶ εἰ μὲν περὶ μιᾶς ἐρεῖ τις αὐτὴν διαλέγε‐ | |
10 | σθαι, ψεύσεται· οὐ γὰρ ἔχει τις ἐπιδεῖξαι τέχνην τινὰ μίαν ἀφωρισμένην τῇ ῥητορικῇ, περὶ ἧς μόνης ὁ ῥήτωρ ἀεὶ διαλήψεται. εἰ δὲ περὶ πασῶν διαλέξεται τῶν τε‐ χνῶν ἡ ῥητορική, δηλονότι 〈ἢ〉 ὡς εἰδυῖα ἢ ὡς ἀγνοοῦσα· καὶ εἰ μὲν ὡς ἀγνοοῦσα, οὐκέτι τέχνη οὐδὲ προσεκτέον | |
15 | αὐτῇ τὸ παρατυχὸν φληναφούσῃ· εἰ δὲ ὡς εἰδυῖα, τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ ἐκβληθήσεται, τῷ μὲν ἀδυ‐ νάτῳ, ὅτι εὑρεθείη ἂν ἡ ῥητορικὴ οὐ μᾶλλον ῥητορικὴ ἀλλὰ χαλκευτικὴ καὶ πᾶσαι τέχναι ὡς εἰπεῖν, τοῦτο 〈δ’〉 ἀδύνατον· τῷ δὲ περιττῷ, ὅτι ἕτερόν τι ἐξ ἀνάγκης | |
20 | τῶν δύο συμβαίνει, ἢ τὴν ῥητορικὴν περιττὴν εἶναι τῶν ἄλλων οὐσῶν τεχνῶν, ἢ ἐκείνας εἶναι περιττὰς ἐμπεριει‐ λημμένας τῇ ῥητορικῇ· ἀλλὰ μὴν αἱ ἄλλαι πᾶσαι τέ‐ χναι οὐ περιτταί, λείπεται ἄρα τὴν ῥητορικὴν περιττὴν εἶναι‘. Καὶ ταῦτα μὲν οἱ φάσκοντες εἶναι αὐτὴν περιτ‐ | |
25 | τήν. οἱ δὲ ἀποδεικνύντες τὴν ὕπαρξιν αὐτῆς φασιν ὅτι | |
πᾶσα τέχνη 〈ἢ〉 λογική ἐστιν ἢ πρακτική· καὶ πρακτι‐ | 239 | |
14.240 | καὶ μὲν τέχναι πολλαί, λογικαὶ δὲ δύο, ἥ τε διαλεκτικὴ καὶ ἡ ῥητορική. κἀκ τούτου μὲν τέως ὁμολογεῖται εἶναι ῥητορική. Ἔστι δὲ ἐκεῖνο φάναι πρὸς τοὺς λόγους τῶν ἀναιρούντων αὐτήν· περὶ παντὸς πράγματος τέχνην ἔχον‐ | |
5 | τος ἢ ἐνεργείᾳ ἢ δυνάμει δύο λόγοι εἰσίν, ὃ μὲν προτρε‐ πτικός, ὃ δὲ μεθοδικός τε καὶ τεχνικός. κατὰ τοίνυν τὸν προτρεπτικὸν ἡ ῥητορικὴ τέχνη πάσας ἐν ἑαυτῇ ἔχει τὰς τέχνας, κατὰ δὲ τὸν τεχνικὸν οὐδεμιᾷ κοινωνεῖ. δύναται μὲν πείθειν περὶ πάσης τέχνης ὁ ῥήτωρ, οἷον | |
10 | ὅτι καλὸν ἡ χαλκευτικὴ καὶ ἄριστον ἡ τεκτονική, πεί‐ σας δὲ ἀφίσταται· οὐ γὰρ αὐτῷ προσήκει διδάσκειν, πῶς ἄν τις τεκτήναιτο ἢ χαλκεύσειε—τοῦτο γὰρ χαλκευ‐ τικῆς ἂν εἴη καὶ τεκτονικῆς—, ἀλλ’ ὅτι δεῖ χαλκεῦσαι πείσας τὸ τῆς ῥητορικῆς ἴδιον ἐπλήρωσε. Καὶ ταῦτα | |
15 | μέν, ὅτι ἔστιν ἡ ῥητορική· τί δέ ἐστι καὶ ὁποῖόν τι, κατά‐ δηλον ἅπασιν. Ἐπεὶ οὖν ἀποδέδεικται οὖσα ἡ ῥητορική, ἄξιον εἰπεῖν, τίνι διαφέρει τῆς διαλεκτικῆς, κατὰ τὸ εἶδος αὐτῇ κοι‐ νωνοῦσα· λογικαὶ γὰρ ἄμφω. διαφέρουσι δ’ οὖν ἀλλή‐ | |
20 | λων πρῶτον μὲν τῇ ὕλῃ, ὅτι ἡ μὲν ῥητορικὴ ὕλην ἔχει τὰ πολιτικά, ἡ δὲ διαλεκτικὴ περὶ πάντων διαλεχθήσεται. —Ἔπειτα τοῖς ὀργάνοις· τῆς μὲν γὰρ ῥητορικῆς ὄργανα τὸ ἐνθύμημα καὶ τὸ παράδειγμα, τῆς δὲ διαλεκτικῆς ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή. ἐνθύμημα μὲν οὖν ἐστι | |
25 | συλλογισμὸς ἀτελής, παράδειγμα δὲ ὅμοιον ὁμοίῳ, γνώ‐ ριμον ἀγνοουμένῳ. καὶ πάλιν συλλογισμός ἐστι λόγος, | |
ἐν ᾧ τεθέντων τινῶν ἕτερον ἐξ ἀνάγκης συμβαίνει παρὰ | 240 | |
14.241 | τὰ προκείμενα τῷ ταῦτα οὕτως ἔχειν· ἐπαγωγὴ δὲ μέθοδος ἐκ τῶν κατὰ μέρος τῶν καθόλου πιστωτική. ἔχει δὲ διαφορὰν τὸ μὲν ἐνθύμημα πρὸς τὸν συλλογισ‐ μόν, ὅτι ὁ μὲν συλλογισμὸς πάντως τὸ ἐλάχιστον ἐκ | |
5 | δύο προτάσεών ἐστι καὶ συμπεράσματος, τὸ δὲ ἐνθύ‐ μημα ἐκ μιᾶς προτάσεως μόνης, τὴν δὲ ἑτέραν τῶν προτάσεων καταλείπει ὁ ῥήτωρ τῷ ἀκροατῇ, ἵνα δοκῇ ὑφ’ ἑαυτοῦ πείθεσθαι καὶ μὴ ὑπὸ τοῦ λόγου βιάζεσθαι, ἢ ὅταν ᾖ ἀσαφὲς τὸ ἐνθύμημα, τὰς μὲν δύο προτάσεις | |
10 | παραλαμβάνει, οὐκέτι δὲ τὸ συμπέρασμα ἐπάγει, δι’ ὃν προείπομεν λόγον. ἡ δὲ ἐπαγωγὴ τοῦ παραδείγματος διαφέρει, ᾗ τὸ μὲν παράδειγμα ἐκ τῶν μερικῶν τὰ μερι‐ κὰ πιστοῦται, ἡ δὲ ἐπαγωγὴ ἐκ τῶν μερικῶν τὰ καθό‐ λου. —Ἔτι διαφέρουσι καὶ τῷ τέλει· ἡ ῥητορικὴ τέλος | |
15 | ἔχει τὸ πείθειν, ἡ διαλεκτικὴ τὸ βιάζεσθαι, ὡς δείκνυσι Πλάτων ἐν τῷ Γοργίᾳ «οὐκ οἶδ’ ὅντινά μοι δοκεῖς τρό‐ πον εὖ λέγειν, ὦ Σώκρατες· πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος· οὐ πάνυ σοι πείθομαι». —Τετάρτη διαφορὰ ἡ ἀπὸ τοῦ τόπου· ὁ μὲν γὰρ ῥήτωρ τρισὶν ἐμπεριώρισται | |
20 | τόποις, δικαστηρίῳ, ἐκκλησίᾳ, βουλευτηρίῳ· τὰ γὰρ ἐκ περιστάσεως καὶ ἐξ ἀνάγκης γινόμενα οὐ παραδεκτέον, οἷον εἰ συμβαίη πλέοντά τινα δικάσασθαι καὶ ῥητορεύειν ἐπὶ νεώς· ὁ δὲ διαλεκτικὸς πανταχοῦ ἐρεῖ. —Τινὲς δὲ προστιθέασι καὶ ἄλλας δύο διαφοράς, τήν τε ἀπὸ | |
25 | τῆς ἀπαγγελίας καὶ τὴν ἀπὸ τοῦ σχήματος· ἀπὸ μὲν | |
τῆς ἀπαγγελίας, ὅτι ἡ μὲν ῥητορικὴ ἀποτεταμένως | 241 | |
14.242 | 〈δια〉λέγεται, ἡ δὲ διαλεκτικὴ κατὰ πεῦσιν καὶ ἀπό‐ κρισιν. διελέγχονται δὲ οὗτοι ἐκ τοῦ νῦν ἐπικρατοῦντος ἔθους τῆς ῥητορικῆς καὶ πάλαι ἴσως παρ’ ἐνίοις κεκρα‐ τηκότος. Τῷ σχήματι δέ φασιν αὐτὰς διαφέρειν ἀλλήλων, | |
5 | ὅτι ὁ μὲν ῥήτωρ τῇδε κἀκεῖσε τὴν χεῖρα μεταφέρων ῥητορεύει, ὁ δὲ διαλεκτικὸς συνεσταλμένην ἔχων δια‐ λεχθήσεται. πιστοῦται δὲ τοῦτο, ἐξ ὧν Αἰσχίνης φησὶ «τοῦτό ἐστιν ὡς ὑπόμνημα καὶ μίμημα τοῦ Σόλωνος σχήματος, ὃν τρόπον ἔχων αὐτὸς διελέγετο τῷ δήμῳ | |
10 | τῶν Ἀθηναίων»· λέγει δέ, ὅτι πάλαι κρατοῦντος τοῦ ἔνδον ἔχειν τὴν χεῖρα ἐν τῷ ῥητορεύειν νῦν τοὐναντίον ἐπικρατεῖ· τοῦτο οὖν, φασίν, οἶδεν Αἰσχίνης τοῖς ῥήτορσι πρέπον. ὁ δὲ τοιοῦτος ἂν ἐξελεγχθείη λόγος ἐκ τοῦ παρὰ τῷ Δημοσθένει ἐν τῷ Ὑπὲρ Κτησιφῶντος εἰρη‐ | |
15 | μένου «εἰ δευρὶ τὴν χεῖρα ἀλλὰ μὴ δευρὶ μετήνεγκα», ση‐ μαίνοντος τοῦ ῥήτορος, ὅτι οὐδὲν διαφέρει, κἄν τε κινῇ τις τὴν χεῖρα κἄν τε μὴ τοῦτο ποιῇ. Ἐπεὶ οὖν εἴρηται, τίσι διαφέρει ἡ ῥητορικὴ τῆς δια‐ λεκτικῆς, ἀναγκαῖον εἰπεῖν, περὶ ποίας ῥητορικῆς ὁ λό‐ | |
20 | γος πρόκειται, ὅπως μὴ ἐκ τῆς ὁμωνυμίας πλανώμενοι τοῖς ἐκβάλλουσιν αὐτὴν πειθώμεθα ἢ ἄνευ λόγου κατα‐ φρονῶμεν αὐτῶν. Πέντε τοίνυν εἰσὶ ῥητορικαί, ὁμωνύμως λεγόμεναι. | |
καὶ ἣ μέν ἐστιν ἀληθής, ἥτις καὶ τοῖς φιλοσόφοις ἀπο‐ | 242 | |
14.243 | νενέμηται, ἣ δὲ ψευδής, ἣ καὶ συκοφαντικὴ λέγεται· ταύτῃ καὶ Ἀριστογείτων ἐχρῆτο καὶ ταύτην διαβάλλουσι Πλάτων καὶ Δημοσθένης. μέση δὲ τούτων ἡ πιθανή, τὰ ἐξ ἀμφοτέρων θηρεύουσα. διαιρεῖται δὲ αὕτη εἰς τρία, | |
5 | εἴς τε τὴν φυσικήν, ᾗ καὶ οἱ ἰδιῶται χρῶνται, πείθειν περὶ ὧν βούλονται σπουδάζοντες· ταύτην δέ τινες τὴν αὐ‐ τήν φασιν εἶναι τῇ ἀληθεῖ, ‘ὅ τε γὰρ κατὰ φύσιν τὰ πράγματα διεξιὼν τἀληθῆ λέγει καὶ ὁ τἀληθῆ λέγων κατὰ φύσιν τὰ πράγματα διεξέρχεται‘· οὐκ ἔστι δὲ | |
10 | τοῦτο· ἣ μὲν γὰρ ἀεὶ ἐξακριβοῦσα σπεύδει πάντα ἀλη‐ θῆ λέγειν καὶ κέχρηται τάξει τινὶ καὶ τέχνῃ, ἣ δὲ ὡς ἂν τύχῃ τὰ παρατυχόντα, ἡ φυσική, ἀποφαίνεται καὶ πολλάκις ψευδέσιν ἀντὶ ἀληθῶν χρήσεται. ἐμπειρικὴ δέ ἐστιν ἡ ἐκ μελέτης καὶ τριβῆς μόνης κατορθουμένη, ᾗ | |
15 | καὶ οἱ ἥρωες ἐχρῶντο· τοῦτο γάρ πού φησιν ὁ ποιητὴς «μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων». τεχνικὴ δὲ ἡ καὶ τὰς αἰτίας, ὧν λέγει, ἀποδιδόναι ἐπι‐ σταμένη, περὶ ἧς νῦν ἡμῖν πρόκειται λέγειν. Ἀναγκαῖον δὲ μετὰ τὰ εἰρημένα καὶ τὸν βίον τοῦ | |
20 | τεχνογράφου διεξελθεῖν. γέγονε μὲν γὰρ κατὰ τὰς ἡμέ‐ ρας Μάρκου τοῦ βασιλέως καὶ Ἀριστείδου τοῦ ῥήτορος· ἦν δὲ ἐκ Ταρσοῦ—πόλις δὲ αὕτη τῆς Κιλικίας—, ἔνθα καὶ πρῶτον ἐπαίδευσεν. διαβὰς δὲ τὴν Ἀσίαν, κἀκεῖ παι‐ δεύων τοσοῦτον ἐθαυμάσθη, ὡς καὶ τὸν Μᾶρκον φοι‐ | |
25 | τῶντα συνεχῶς παρὰ τὸ διδασκαλεῖον ἀκούειν αὐτοῦ· | 243 |
14.244 | πρὸς ὅν φασι καὶ τοιοῦτο τὸν Ἑρμογένη εἰπεῖν ‘ἥκω σοι, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ ἔτι δεόμενοσ‘. ἑπτακαί‐ δεκα μὲν γὰρ ἐτῶν γεγονὼς γράφει τὸ προκείμενον βι‐ βλίον, εἰς τρίτον δὲ καὶ εἰκοστὸν προελθὼν τὸ Περὶ | |
5 | τῶν ἰδεῶν ἐξέδωκε σύνταγμα, ἐν δὲ τῷ πέμπτῳ καὶ εἰκοστῷ ἐξελάθετο. ὥστε καὶ λέγεται ἐπειπεῖν αὐτῷ τοῦτο τοὺς ἀντιτέχνους ‘Ἑρμογένης ἐν παισὶ μὲν γέρων, ἐν δὲ γέρουσι παῖσ‘. Ἐπὶ παντὸς δὲ βιβλίου καὶ μάλιστα τεχνικοῦ δεῖ τὰ | |
10 | ἓξ ταῦτα ζητεῖν· τίς ὁ σκοπός, τί τὸ χρήσιμον, τίς ἡ ἐπιγραφή, εἰ τοῦ παλαιοῦ γνήσιον τὸ βιβλίον, τίς ἡ τάξις τῆς ἀναγνώσεως, τίς ἡ εἰς τὰ μέρη τομή. ταῦτα τοίνυν ἐπὶ τοῦ παρόντος ἡμῖν ζητητέον. Σκοπὸς μὲν οὖν ἐστιν αὐτῷ περὶ τῆς εἰς τὰ κεφάλαια | |
15 | διαιρέσεως εἰπεῖν τῶν ῥητορικῶν ζητημάτων. ἀλλ’ ἐπει‐ δήπερ ἀναγκαῖον πρῶτον εἰπεῖν τὸ ἐξ οὗ διῃρέθησαν, εἶθ’ οὕτως τὰ διαιρεθέντα διεξελθεῖν, φησὶ πρῶτον περὶ προβλήματος ἐπὶ τὸ γενικώτερον ἀναδραμών. τῶν γὰρ προβλημάτων τὰ μέν ἐστιν ἀσύστατα, τὰ δὲ συνεστῶτα, ἃ | |
20 | καὶ ζητήματα λέγεται. πρῶτον οὖν περὶ ἀσυστάτων εἰ‐ πὼν εἶτα καὶ περὶ τῶν συνεστηκότων διεξέρχεται, τρί‐ τον δὲ τὴν τούτων εἰς τὰ κεφάλαια ποιεῖται διαίρεσιν. ὁ μὲν οὖν σκοπὸς οὗτος. Ἐκ δὲ τοῦ σκοποῦ καὶ ἡ εἰς τὰ μέρη τομὴ σεσαφή‐ | |
25 | νισται· τέμνεται γὰρ τὸ ὅλον βιβλίον εἴς τε ἀσύστατα | |
καὶ συνεστῶτα καὶ εἰς τὴν τῶν συνεστηκότων διαίρεσιν. | 244 | |
14.245 | Ἡ τάξις δὲ τῆς ἀναγνώσεως τὸ δεῖν πρῶτον τὰ κα‐ λούμενα Προγυμνάσματα ἀναγνόντας οὕτως ἐπὶ τουτὶ τὸ βιβλίον ἰέναι. τὰ γὰρ κεφάλαια καθ’ ἑαυτὰ μὲν ἀτελῆ ἐστιν, ἀναπληρωτικὰ δὲ γίνεται τοῦ τελείου λόγου· | |
5 | τὰ δὲ Προγυμνάσματα πάλιν τῶν κεφαλαίων ἐστὶν ἀνα‐ πληρωτικά· μετὰ τὰ Προγυμνάσματα οὖν ἐπὶ τουτὶ τὸ βιβλίον ἐλθεῖν δεῖ, οὕτω γὰρ ἂν τέλειον ἀπεργασαί‐ μεθα λόγον. Ὅτι δὲ γνήσιον τοῦ παλαιοῦ τὸ βιβλίον, ἡ τῶν ἐν‐ | |
10 | δόξων κρίσις δηλοῖ· οἵ τε γὰρ ὑπομνηματίσαντες αὐτὸ καὶ οἱ ἀρχαιότεροι σοφισταὶ πάντες ὡμολόγησαν Ἑρμο‐ γένους εἶναι. τινὲς δέ φασι καὶ ἐντεῦθεν εἶναι δῆλον, ὡς ἔστι τοῦ παλαιοῦ γνήσιον τόδε τὸ σύνταγμα, ἐξ ὧν αὐτὸς Ἑρμογένης μέμνηται αὐτοῦ ἐν τῷ Περὶ τῶν | |
15 | ἰδεῶν, ὃ πάντες ὁμολογοῦσιν εἶναι τοῦ τεχνικοῦ· ὁμοίως, φασί, καὶ τοῦ Περὶ ἰδεῶν ἐν τούτῳ μέμνηται. ἀλλὰ καὶ οὗτος ὁ λόγος εἰς τὸν πρότερον ἀνατρέχει· τῇ γὰρ τῶν ἐνδόξων κρίσει καὶ τὸ Περὶ τῶν ἰδεῶν Ἑρμογένους καθεστάναι ἀναμφιλέκτως πεπείσμεθα. | |
20 | Διαληπτέον οὖν καὶ περὶ τῆς ἐπιγραφῆς. ἐπιγέγρα‐ πται μὲν οὖν ‘Τέχνη ῥητορική‘ τὸ βιβλίον. ἐζητήκασι δέ τινες, ἀνθ’ ὅτου Τέχνην ῥητορικὴν ὀνομάζει, καίτοι οὐ περὶ πάσης μέλλων ἐνταυθοῖ τῆς ῥητορικῆς διαλέ‐ | |
γεσθαι· οὐ μόνον γὰρ οὐκ εἰς πάντα τὰ εἴδη τῆς ῥητορι‐ | 245 | |
14.246 | κῆς τὸ Περὶ τῶν στάσεων συντελεῖ ἀλλ’ οὐδὲ εἰς τέλειον λόγον· τοῖς γὰρ ἀγῶσι μόνον χρήσιμος ἡ περὶ τούτων πραγματεία, οἱ δὲ ἀγῶνες οὐ τέλειος λόγος ἀλλὰ μέρος. ὅτι δὲ οὐκ εἰς πᾶν εἶδος τῆς ῥητορικῆς χρησιμεύει τὸ | |
5 | προκείμενον σύνταγμα, δῆλον καθεστάναι φασί· περὶ στά‐ σεων γὰρ διαλέγεται, οὐ πᾶν δὲ εἶδος στασιάζεται, μό‐ νον δὲ τὸ δικανικὸν καὶ μέρος τοῦ συμβουλευτικοῦ, ὅπερ ὁμωνύμως τῷ γένει συμβουλευτικὸν καλεῖται. τὸ γὰρ εἶδος τὸ συμβουλευτικὸν πῂ μὲν ἀμφιβαλλόμενον, πῂ | |
10 | δὲ ὁμολογούμενον, ὅταν μὲν ἀμφιβάλληται, ποιεῖ τὸ ὁμώ‐ νυμον αὐτῷ συμβουλευτικόν, ὅπερ ἀεὶ στασιάζεται, ὅταν δὲ ὁμολογούμενον ᾖ, ποιεῖ τὸ παραινετικόν· τὸ οὖν παραι‐ νετικὸν οὐδέποτε στασιάζεται, ὁμολογούμενον γάρ ἐστιν. ἔτι δὲ καὶ τὸ πανηγυρικὸν ὅλον ἀστασίαστον μένει· αὔξησιν | |
15 | γὰρ ἔχει ὁμολογουμένων καλῶν ἢ κακῶν. πρὸς ταῦτα φασί τινες· ‘προτροπῆς ἕνεκα τῶν νέων οὕτως ἐπιγέ‐ γραπται τὸ βιβλίον, ἵνα πᾶσαν ἑλεῖν τὴν τέχνην ἐντεῦ‐ θεν ἐλπίζοντες προθύμως ἐπ’ αὐτὸ φέρωνται‘. εἰ δέ τις ἀποροίη, τί μὴ καὶ τὰ Προγυμνάσματα τῆς αὐτῆς ἐπι‐ | |
20 | γραφῆς τῷδε τῷ λόγῳ τετύχηκε, ῥητέον, ὡς, εἰ τοῦτο ἐγίνετο, ἡ τέχνη κατήγετο ἂν εἰς εὐτελές. διὰ τί δὲ μὴ καὶ τὸ Περὶ ἰδεῶν Τέχνην ῥητορικὴν ἐπέγραψεν; ὅτι κἀκεῖνο ἧττον καθειστήκει τοῦ περὶ διαιρέσεως τῶν | |
κεφαλαίων· πρὸς γὰρ τὴν τοῦδε χρείαν κἀκεῖνο γέγονεν, | 246 | |
14.247 | ὡς δειχθήσεται. —Ἕτεροι δέ φασι τῷ γενικῷ χρήσα‐ σθαι αὐτὸν ὀνόματι· ‘ὅσα γὰρ κατὰ τῶν γενῶν, ταῦτα καὶ κατὰ τῶν εἰδῶν λέγεται· οἷον ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική, ἀλλὰ καὶ ἄνθρωπος οὐσία ἔμψυχος | |
5 | αἰσθητική· ὃ οὖν ἂν ἐπέγραψεν, εἰ περὶ πάσης διελέ‐ γετο τῆς ῥητορικῆς, τοῦτο καὶ νῦν ἐπέγραψε περὶ μέ‐ ρους αὐτῆς διαλεγόμενοσ‘. πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι οὐχ ἁπλῶς τοῖς γενικοῖς κατὰ τῶν εἰδῶν χρώμεθα, ἀλλ’ ὅταν ἢ ἀπορῶμεν τοῦ εἰδικωτέρου ἢ λόγος τις κατεπ‐ | |
10 | είγῃ τοῦτο ποιεῖν. ὅτι μὲν οὖν οὐκ ἠπόρει τοῦ εἰδικω‐ τέρου, δῆλον· ἅπαντες γὰρ ἴσμεν, ὅτι περὶ τῆς εἰς τὰ κεφάλαια διαιρέσεως τῶν ῥητορικῶν ζητημάτων δια‐ λέγεται, καὶ αὐτὸς δὲ ἐν τῷ βιβλίῳ τούτῳ φησίν. εἰ δὲ καὶ δι’ ἕτερόν τινα λόγον οὕτως ἐπέγραψεν, ἔδει τὸν | |
15 | λόγον αὐτοὺς ἀποδιδόναι καὶ μὴ ψιλῶς ἀποφαίνεσθαι, ὅτι τῷ γενικῷ ἐχρήσατο. —Ἔστιν οὖν ἐφ’ ἅπασι τού‐ τοις τὸν ἀληθῆ φάναι λόγον, ὡς εἰκότως εἴη τὸ βιβλίον ἐπιγεγραμμένον Τέχνη ῥητορική· τὸ γὰρ πᾶν τῆς τέ‐ χνης ἐντεῦθεν θεωρεῖται καὶ πρὸς τοῦτο ῥέπει τὸ σύντα‐ | |
20 | γμα· τὰ γὰρ προοίμια καὶ οἱ ἐπίλογοι διὰ τοὺς ἀγῶ‐ νας παρειλημμένοι εἰσί· τὰ μὲν γὰρ προοίμια κατα‐ στατικὰ τοῦ ἀγῶνος λαμβάνομεν, τοὺς δὲ ἐπιλόγους ἢ δι’ αὔξησιν ἢ δι’ ἀνακεφαλαίωσιν τῶν ἐν τοῖς ἀγῶσι λεχθέντων. οὐκοῦν διαφερόντως μὲν κατὰ 〈τὰ〉 μέρη | |
25 | τοῦ λόγου, δυνάμει δὲ κατὰ 〈τὰ〉 εἴδη Τέχνη ἐπιγέ‐ | 247 |
14.248 | γραπται τοῦτο τὸ βιβλίον ὑπό τινων. ἀλλὰ μὴν καὶ πάντα τὰ εἴδη ἐνεργείᾳ ἢ δυνάμει στασιάζεται. δυνάμει μὲν οὖν καὶ ἐνεργείᾳ στασιάζεται τὸ δικανικὸν καὶ μέ‐ ρος τοῦ συμβουλευτικοῦ, ὃ καὶ αὐτὸ συμβουλευτικὸν κα‐ | |
5 | λεῖται, ὡς εἴρηται ἀνωτέρω. δυνάμει δὲ στασιάζεται τό τε πανηγυρικὸν καὶ τὸ παραινετικόν· τὸ μὲν οὖν πανη‐ γυρικόν, ὥσπερ ἂν εἴ τις ἐγκωμιάζοι τινὰ παρὰ Ἀθη‐ ναίοις ἐγνωσμένον, οἷον Πλάτωνα τὸν φιλόσοφον, εἴποι δὲ περὶ αὐτοῦ ὅτι ‘δίκαιος ὁ Πλάτων καὶ σωφροσύνην | |
10 | τιμῶν καὶ παιδείας εἰς ἄκρον ἀφιγμένοσ‘· παρὰ μὲν γὰρ αὐτοῖς ὡς ἐγνωσμένου τοῦ Πλάτωνος τὸ ἐγκώμιον οὐ στασιασθήσεται· εἰ δέ τις παρὰ Σκύθαις ἢ ἄλλοις τισὶ λέγοι ἀγνοοῦσι ταῦτα, ἀμφισβητοῦσι πάντως, εἰ ταῦθ’ οὕτως ἔχει. τὸ δὲ παραινετικὸν καὶ αὐτὸ δυνάμει στα‐ | |
15 | σιάζεται, οἷον εἴ τις λέγοι δεῖν τιμᾶν τὸ δαιμόνιον· πρὸς μὲν γὰρ τὴν κοινὴν ἔννοιαν ὡμολόγηται, παρὰ δὲ τοῖς Ἐπικουρείοις ἔλθοι ἂν εἰς ἀμφισβήτησιν· οἱ γὰρ ἀπρο‐ νόητα πάντα εἶναι λέγοντες καὶ τὴν εἰς τὸ θεῖον ἐπιμέ‐ λειαν ἡγοῦνται περιττήν. τούτων δ’ οὕτως ἐχόντων δο‐ | |
20 | κοῦσι καλῶς τὴν ἁρμόττουσαν ἐπιγραφὴν τῷ ὅλῳ κατὰ τὸ ἐξαίρετον ἐπὶ τὸ σύνταγμα τοῦτο μετενεγκεῖν οἱ τὴν ἀρχὴν ταύτην ἐπινοήσαντες τὴν ἐπιγραφήν· ὁ δὲ τεχνικὸς οὐ προσίεται, καθὰ δεδηλώκαμεν, ἀλλὰ καὶ σφόδρα καθάπτεται «τῶν ἐπιγραψάντων Τέχνην ῥητο‐ | |
25 | ρικὴν τὸ περὶ διαιρέσεως», καὶ τοῦτο σαφῶς ἐν τῇ διαι‐ | 248 |
14.249 | ρέσει τῶν ἀντιθετικῶν εἰσόμεθα στάσεων. οὐ μὴν ἀλλὰ καὶ τὸ Περὶ ἰδεῶν βιβλίον ἕνεκα τῶν κεφαλαίων παρα‐ λαμβάνεται· δι’ ἐκείνου γὰρ ταῦτα ἀναπληροῦμεν καί, ὥσπερ σκεύη τινὰ πρῶτον ἀνάγκη λαβεῖν, εἶθ’ οὕτως | |
5 | ὧν βουλόμεθα ταῦτα πληροῦν, τὸν αὐτὸν τρόπον ἐκ τού‐ του τοῦ βιβλίου τὰς ὑποθέσεις καὶ τὰ κεφάλαια λαμβά‐ νοντες διὰ τῆς ἀπαγγελίας καὶ τῶν ἐννοιῶν ἀναπληροῦμεν, ἅπερ ἡμῖν τὸ Περὶ ἰδεῶν παρέχεται. Ἔτι 〈τὸ χρήσιμον〉 ζητητέον, ἐπεί τινες πειρῶνται | |
10 | λέγειν, ὡς οὐκ εὔχρηστον εἴη τὸ βιβλίον τοῦτο πρὸς ῥητορικήν· ‘οἱ μὲν γὰρ ῥήτορεσ‘, φασί, ‘τῶν μερικῶν ἀντιλαμβάνονται, οἱ δὲ φιλόσοφοι τῶν καθόλου· τοῦτο δὲ τὸ σύνταγμα περὶ καθολικῆς διαλέγεται στάσεως, ἀλλ’ οὐ περὶ τῆς ἐν τῷδε τῷ λόγῳ· ἄχρηστον οὖν ἐστι | |
15 | ῥητορικῇ‘. φήσαιμεν δ’ ἂν πρὸς τούτους, ὅτι αἱ τέχναι κανόνων ἐκθέσεις ἔχουσιν, οἱ δὲ κανόνες πολλῶν εἰσι περιεκτικοί· ἀναγκαίως οὖν πᾶσα τέχνη καὶ καθολική ἐστι καὶ μερική, καθολικὴ μὲν ὡς πρὸς τοὺς κανόνας, μερικὴ δὲ ὡς πρὸς τὸ ἀποτέλεσμα· ἡ γὰρ καθόλου στά‐ | |
20 | σις τὸν Κατὰ Αἰσχίνου καὶ ἕκαστον τῶν λόγων ἀποτέ‐ λεσμα ἔχει, οἵπερ εἰσὶ μερικοί. —Ἀλλ’ ἀντιλέγουσι πά‐ λιν· ‘εἰ γὰρ καὶ ὁ λόγοσ‘, φασί, ‘βιάζεται, ἡ πεῖρα διε‐ λέγχει οὐ μόνον μὴ χρήσιμον τὸ βιβλίον τοῦτο γενέ‐ σθαι, ἀλλ’ ὡς ἔοικε καὶ βλάβης αἴτιον· οἱ γὰρ ἀρχαιό‐ | |
25 | τεροι ῥήτορες οἷον Αἰσχίνης καὶ Δημοσθένης πρὸ τοῦ | 249 |
14.250 | συγγράμματος τοῦδε γενόμενοι βελτίους ἡμῶν εἰσι καὶ οὐδεὶς μετὰ τὸ σύγγραμμα τοῦτο ῥήτωρ ἀπεδείχθη τοιοῦ‐ τοσ‘. πρὸς οὓς ἔστιν ἐκεῖνο φάναι, ὡς ἐκείνοις ἡ μείζων ἐπιμέλεια καὶ φύσις ἀμείνων τὸ πρὸς ἡμᾶς παρέσχε διά‐ | |
5 | φορον. ὅτι δὲ κἀκεῖνοι μεθόδους τινὰς εἶχον καὶ κανόνας, εἰ καὶ μὴ ἐν συγγράμμασιν, ἀλλ’ οὖν ἐκ παραδόσεως τῶν διδασκάλων, δηλοῖ καὶ Ἰσοκράτης ἐν τῷ Κατὰ σοφι‐ στῶν, δι’ ὧν φησι τὸν μὲν σοφιστὴν δύο ταῦτα ποιεῖν ὀφείλειν, πρῶτον τοὺς κανόνας ἐκτίθεσθαι, ἔπειτα παρα‐ | |
10 | σκευάζειν τοὺς ἰδίους λόγους εἰς παράδειγμα τῶν παραδεδομένων κανόνων· τὸν δὲ μαθητὴν εἰσφέρειν τρία τῷ διδασκάλῳ, εὐφυίαν, μνήμην, ἐπιμέλειαν. ἔστι δὲ καταμαθεῖν ἀκριβέστερον, ὡς εἶχόν τινας κανόνας οἱ ἀρχαῖοι, ἐκ τῶν ὑπ’ αὐτῶν ἐκτεθέντων λόγων· πολλοὺς | |
15 | γὰρ εὑρίσκομεν παρὰ διαφόροις ῥήτορσι λόγους τῆς αὐ‐ τῆς στάσεως καὶ τοῖς αὐτοῖς κεφαλαίοις κατεσκευασ‐ μένους· εἰ δὲ ὡς ἔτυχε τοῖς κεφαλαίοις καὶ μὴ κατὰ μίαν τινὰ τέχνην ἐκέχρηντο, οὐκ ἂν οὐδὲ συνηνέχθησαν περὶ τὰ κεφάλαια. —Δειχθέντος οὖν, ὅτι πᾶσα ἀνάγκη | |
20 | τὰς τέχνας εἶναι καθολικάς, ἀνατρέπειν πειρῶνταί τινες ἐκ παραδειγμάτων τὸν λόγον· ‘αὐτίκα γὰρ ὁ Γεωργί‐ της τὰ μερικὰ πράττων ἀεὶ τὰ καθόλου‘, φασίν, ‘οὐ περιεργάζεται‘. λέληθε δ’ αὐτούς, ὅτι διαφέρει τέχνη ἐμπειρίας, καθὸ ἡ μὲν ἐμπειρία τῶν μερικῶν ἀντέχε‐ | |
25 | ται, ἡ δὲ τέχνη καθολικοὺς ἔχει λόγους· ἡ οὖν ῥητορικὴ | |
τέχνη οὖσα 〈καθολικοὺσ〉 δηλονότι ἕξει κανόνας. τὴν δὲ | 250 | |
14.251 | διαφορὰν ταύτην τῆς ἐμπειρίας πρὸς τὴν τέχνην φησὶ Πλάτων ἐν τῷ Μένωνι· ὥσπερ γὰρ εἰ τὸν Δαίδαλον, φησίν, ὑποθώμεθα ποιῆσαι ἀνδριάντας δύο, ὧν ὁ μὲν εἷς πτερωτός ἐστι καὶ μεθιστάμενος, ὅπῃ τύχοι, ὁ δ’ ἕτε‐ | |
5 | ρος ἐπὶ βάσεως ἕστηκε καὶ διὰ τοῦτο ἔχει τὴν στάσιν βεβαίαν ἀεὶ καὶ ἀκίνητον, οὕτως ἡ μὲν ἐμπειρία τοῦ μερικοῦ ἀντιλαμβανομένη ἅμα τῷ ἀποτυχεῖν ἀφίπτασθαι πέφυκεν, ἡ δὲ τέχνη οὐχ οὕτως, ἀλλ’ ἔχουσα καθολι‐ κοὺς λόγους τὴν αἰτίαν ζητήσει καὶ οὐκ εὐθὺς ἀποστήσεται. | |
10 | Ἔτι ἀποροῦσιν οἱ φάσκοντες τοῦτο μὴ χρήσιμον καθ‐ εστάναι τὸ σύνταγμα· ‘εἰ‘ γάρ φασι ‘διδάσκει ἡμᾶς, πῶς ὑπὲρ ὧν ἐγκαλούμεθα ἀπολογεῖσθαι μελλήσομεν, οὐδὲν πλέον ἡμῖν τῆς φύσεως δίδωσιν· ἐὰν γὰρ ἐπὶ νεο‐ σφαγεῖ τις εὑρεθεὶς σώματι ξιφήρης ἐν ἐρημίᾳ φόνου | |
15 | κρίνοιτο, οὐδὲν ἕτερον ἐρεῖ ἢ ὅτι ‘οὐκ ἐφόνευσα‘ καὶ χρήσεται πρὸς τοῦτό τισιν ἀποδείξεσι καὶ γίνεται στο‐ χασμός· εἰ τοίνυν τοῦτο παρὰ τῆς φύσεως ἔχομεν, τὸ τῆς τέχνης ἡμῖν περιττόν‘. λεκτέον οὖν, ὡς ἐν μὲν ταῖς ἁπλαῖς καὶ εὐχερέσι τῶν στάσεων δυνατὸν ἴσως τὰς | |
20 | λύσεις ἀνευρίσκειν φυσικῶς, εἰ καὶ μὴ μετὰ τάξεως, ἐν δὲ ταῖς συνεζευγμέναις ἢ ἁπλῶς δυσχερέσιν οὐκέτι· οἷον ἵνα δῶμεν ἐν συνεζευγμένῳ παράδειγμα· ὑποπτεύ‐ σας τις τὸν οἰκέτην ἐπὶ μοιχείᾳ τῆς γυναικὸς αὐτοῦ ἔδησε, δήσας ἀπεδήμησεν, ἐν τοῖς Θεσμοφορίοις ἔλυσεν | |
25 | ἡ γυνὴ νόμου προστάττοντος μηδένα εἶναι ἐν τῇ ἑορτῇ | |
δεσμώτην, εὑρέθη ὁ ἀνὴρ ἐπ’ ἐρημίας νεκρὸς ἀσκύλευτος | 251 | |
14.252 | καὶ κρίνεται ἡ γυνὴ συνειδότος· ἐνταῦθα γὰρ οὐκ ἔστιν εἰδέναι κατὰ φύσιν, ποῖον δεῖ ζητεῖν, δυεῖν ἐγκλημάτων ὄντων, μοιχείας τε καὶ φόνου. Ἔστι δὲ καὶ τοῦτο πολυ‐ σχιδὲς τὸ ζήτημα, οἷον νόμος μηδένα εἰσηγεῖσθαι χρεῶν | |
5 | ἀποκοπάς, πολεμίων ἐπικειμένων ἔκαυσέ τις τὰ συμβό‐ λαια, ἐμιμήσαντο τοῦτον οἱ λοιποί, ἐξελθόντες οἱ χρεῶ‐ σται νενικήκασι τὸν πολέμιον. ὁ γὰρ ἀπολογούμενος κέχρηται πρῶτον τῷ ὅρῳ· ‘τίνι‘ γάρ φησιν ‘ὁρίζεσθε τὴν παρανομίαν; οὐκ ἐν τῷ εἰσηγήσασθαι τοῦ νόμου τὴν | |
10 | ἰσχύν; ἐγὼ δέ,‘ φησίν, ‘οὐκ εἰσηγησάμην, ἀλλ’ ἔκαυσα‘. δεύτερον τῇ ἀντιλήψει ‘ἐξουσίαν ἔχων τῶν ἐμῶν‘. τρίτον τῇ συγγνώμῃ ὅτι ‘ἠγνόουν τὸ μέλλον· πόθεν γὰρ ἠπι‐ στάμην, ὅτι ζηλωτὰς ἕξω τῆς ἐγχειρήσεως;‘ τέταρτον τῇ ἀντιστάσει ‘μᾶλλον ὠφέλησα τὴν πόλιν· διὰ γὰρ | |
15 | τὴν ἐμὴν οἱ χρεῶσται νενικήκασι πρᾶξιν‘. Ἔστι δ’ αὖ πάλιν ἐπὶ ἑνὸς προβλήματος ἐννέα στάσεις ἐπιδεῖξαι, κατὰ ἄλλην καὶ ἄλλην διαφορὰν συνισταμένου τοῦ πλή‐ θους, οἷον ἐσεσύλητό τις πάντα τὰ ὄντα αὐτῷ χρήματα ὑπὸ πολεμίων ἐπελθόντων, ἰδιωτικὰ χρήματα χρεώστου | |
20 | ἀγνωμονοῦντος καὶ πολλάκις ἀπαιτηθέντος τὸ ὄφλημα ἐν ἱερῷ κείμενα συγχωρήσαντος τοῦ ἱερέως ὑφείλετο καὶ τούτοις αὐτοῖς τὴν πατρίδα ἐκ τῶν πολεμίων ῥυσά‐ μενος ὕστερον ὑπὸ τοῦ χρεώστου κρίνεται. δῆλον γάρ, ὡς, εἰ μὲν παραιτήσοιτο τὸ πρόσωπον, ποιήσοι μετά‐ | |
25 | ληψιν, οἷον ‘χρεώστης εἶ, ὀφείλεις χρήματα καὶ οὐ σόν ἐστι περὶ τούτων δικάζεσθαι‘. εἰ δὲ ἀρνήσοιτο τὴν | |
ὑφαίρεσιν, στοχαστικὴν δηλαδὴ ποιεῖ τὴν στάσιν. εἰ δὲ | 252 | |
14.253 | συγχωρεῖ μέν, ἄλλο δέ τι ὄνομα ἐπιθήσει τῇ πράξει, μήτε κλοπὴν εἶναι λέγων μήτε ἱεροσυλίαν, ἀλλ’ οἷον εἰ τύχοι ἀπόληψιν, ὁριστικήν. εἰ δὲ ἐξὸν αὑτῷ λέγοι[το] τοῦτο πεποιηκέναι διὰ τὸ ἐκεῖνον ἐποφείλειν, ἀντίληψιν. | |
5 | εἰ δὲ μὴ εἶναι τὴν ἀρχὴν ἐκείνου λέγοι ἀλλ’ ἑαυτοῦ καὶ περὶ τούτου ἀμφισβητήσει, παραγραφήν. εἰ δὲ προβά‐ λοιτο τὴν ἀπορίαν καὶ τὸ ὑπὸ τῶν πολεμίων σεσυλῆ‐ σθαι, συγγνώμην. εἰ δὲ ἀντεγκαλέσοι τῷ χρεώστῃ καὶ διὰ τὴν ἀγνωμοσύνην ἐκείνου τοῦτο πεποιηκέναι, ἀντέγ‐ | |
10 | κλημα. εἰ δὲ μηδὲν τούτων προΐσχηται, ἀνενέγκῃ δὲ τὸ γεγονὸς ἐπὶ τὸν ἱερέα, μεταστατικὴν ποιήσει τὴν στά‐ σιν. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἁπλῶν τῶν δυσχερῶν, οἷον Κτησιφῶν ᾔτησε Δημοσθένην συνήγορον καὶ μὴ ὑπακού‐ σαντα κρίνει ἀχαριστίας· ἄδηλον γὰρ κἀνταῦθα τῷ μὴ | |
15 | τεχνίτῃ, πότερον δεῖ λέγειν ὅτι ‘ἔξεστί μοι μὴ συνηγο‐ ρεῖν‘ ἢ ὅτι ‘ἀσύμφορον εἶναί σοι τὴν ἐμὴν συνηγορίαν ᾠόμην διὰ τὴν ὑπόληψιν, ἣν ἐπὶ δεινότητι παρὰ τοῖς δικασταῖς ἔχω‘. Τοῦτο μὲν οὖν εὐδιάλυτον οὕτως· ἐκείνῳ δὲ προσ‐ | |
20 | εκτέον τὸν νοῦν. ἔφημεν ἀνωτέρω τινὰς ἀπορεῖν, πῶς ἂν εἴη χρήσιμον ῥητορικῇ τὸ βιβλίον περὶ καθολικοῦ τι‐ νος διαλεγόμενον, καὶ τὴν ἀπορίαν ἀπελυόμεθα τῷ τεχνι‐ κὸν εἶναι τὸ σύνταγμα· πᾶσα γὰρ ἀναγκαίως τέχνη περὶ τὰ καθολικά ἐστιν, οὐ γὰρ ἂν ἄλλως τὰ μερικὰ διδά‐ | |
25 | ξειε. πρὸς δὴ τοῦτό φασί τινες, ὡς οὐδὲν ἕτερον ἢ σό‐ φισμά ἐστι τὸ λεγόμενον· ἡ γοῦν θέσις καὶ ῥητορική ἐστι, καὶ ὅτι οὐ τέχνη, σαφές, καὶ περὶ τῶν καθόλου διαλέγεται· τὸ γὰρ εἰ γαμητέον, εἰ πλευστέον καθολικά. | |
ῥητέον δὲ πρὸς τοῦτο, ὡς ἡ θέσις προγύμνασμά ἐστι καὶ | 253 | |
14.254 | γυμναζόμεθα ἐν αὐτῇ καθολικῶς τὰ πράγματα ἐξετά‐ ζοντες, ἵνα ἐπὶ τῶν μερικῶν, ὅταν δέῃ, λέγειν δυνώμεθα· τῇ γὰρ θέσει προσθέντες τὸ ἀπὸ τοῦ προσώπου συστατι‐ κόν, οἷον τὸ Σωκράτης ἢ Πλάτων, ποιοῦμεν αὐτὴν | |
5 | μερικήν, τουτέστιν ὑπόθεσιν· τοιγαροῦν ἐν τοῖς ἐπιθαλα‐ μίοις τῶν λόγων πρῶτον τὰ θετικὰ διέξιμεν, εἶθ’ οὕτως τὰ περιστατικά. ‘ἀλλ’ οὐδὲ οὕτωσ‘, φασί, ‘γίνεται μερική· τὸ γὰρ εἰ γαμητέον Σωκράτει οὐδὲν ἕτερόν ἐστιν, ἢ εἰ γαμητέον γέροντι Ἀθηναίῳ φιλοσόφῳ πένητι, | |
10 | ὅπερ ἐστὶ καθολικόν‘. λέληθε δ’ αὐτούς, ὅτι αἱ διαφοραὶ μεριζόμεναι μὲν ἀπ’ ἀλλήλων καὶ καθ’ αὑτὰς λεγό‐ μεναι καθολικαί εἰσι, συνιοῦσαι δ’ εἰς ταὐτὸν μερικόν τι σημαίνουσιν· οἷον ἐπὶ παραδείγματος τὸ λογικὸν οὐδὲν καθ’ ἑαυτὸ λεγόμενον σημαίνει μερικόν, τὸ θνη‐ | |
15 | τὸν ὁμοίως· ὅταν μέντοι γε ὁμοῦ συνάγοντες πάντα εἴπωμεν ‘ζῷον λογικὸν θνητόν‘, δηλοῦμεν τὸν ἄνθρωπον. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἐὰν εἴπῃ τις ‘γέρων Ἀθη‐ ναῖος φιλόσοφος πένησ‘, σημαίνει τὸν Σωκράτην καὶ τὸν δεῖνα τυχόν, ὥστε εἶναι μερικὸν τὸ δηλούμενον. | |
20 | Ἔτι ἀποροῦσί τινες φάσκοντες μὴ εἶναι τὴν στάσιν ῥητορικήν· ‘εἰ γὰρ ἡ ὑπόθεσις ἰδία ἐστὶ τοῦ ῥήτορος, τὴν δ’ ὑπόθεσιν ποιεῖ τὰ περιστατικά, τὰ δὲ περιστατικὰ πρᾶγμά ἐστιν, ἡ δὲ στάσις οὐκ ἐν τοῖς περὶ τὸ πρᾶ‐ γμα ἀλλ’ ἐν τῷ πράγματι ἀναφαίνεται, οὐκ ἄρα στάσις | |
25 | ἐν τῇ ὑποθέσει· εἰ δὲ ἐν τῇ θέσει, οὐδὲν πρὸς ῥητορι‐ κήν, ἀποδείκνυται γὰρ ἡ θέσις μὴ οὖσα ῥητορική, εἴ γε περὶ καθολικῶν διαλέγεται‘. λεκτέον δέ, ὅτι σόφισμά ἐστι τὸ πρῶτον λῆμμα· οὐ γὰρ τὰ περιστατικὰ ποιεῖ | |
τὴν ὑπόθεσιν, ἀλλ’ ἄμφω κατὰ ταὐτόν, καὶ ἡ περίστα‐ | 254 | |
14.255 | σις καὶ ἡ θέσις· ἐν ἀμφοτέροις οὖν εὑρίσκεται ἡ στάσις· οὔτε γὰρ ἡ θέσις καθ’ ἑαυτὴν ποιεῖ τὴν στάσιν οὔτε | |
μὴν ἡ περίστασις. | 255 |