TLG 5024 003 :: ANONYMI IN HERMOGENEM :: Excerpta e prolegomenis in librum περὶ στάσεων (e cod. Paris. 3032, fol. 143r–149r) ANONYMI IN HERMOGENEM Rhet. Excerpta e prolegomenis in librum περὶ στάσεων (e cod. Paris. 3032, fol. 143r–149r) Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 228–237. Citation: Volume — page — (line) | ||
21 | Νοῦς μέν ἐστιν ἡ πρώτη ἐπιβολὴ τοῦ πράγματος, διάνοια δὲ ἡ διάκρισις, δόξα ἡ ἐπίκρισις καὶ ἐπικύρωσις. ἔννοιαν οὖν οὐκ ἐπὶ ἀλόγων ζῴων δέον λαβεῖν. Ὅτι τὸν ἐνδιάθετον καὶ τὸν προφορικὸν λό‐ | |
---|---|---|
25 | γον οὐδὲν ἄτοπον αὐτοὺς καθ’ ἑαυτοὺς διαιρεῖσθαι εἰς | 228 |
14.229 | τὰ μετὰ ταῦτα· ἐπεὶ καὶ ὁ προφορικὸς λόγος εἶδός ἐστι τοῦ ποσοῦ. Ὅρος τοῦ ἐνδιαθέτου· ἔννοια ἀνθρωπίνη, καθ’ ἥν τι λέγειν ἢ πράττειν ἡμῖν προσγίνεται. Ὅρος τοῦ προφορικοῦ· δήλωσις ἀνθρώπου | |
5 | διανοίας διὰ φωνῆς ἐνάρθρου. Ὅτι νίκης ἔναρθρα τὰ γραφόμενα λέγεται. Ὅτι ὁ προφορικὸς λόγος διττός, ὅ τε δημώδης καὶ ὁ κατὰ ἄσκησιν. Ὅτι ὁ ἐνδιάθετος διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικόν· ἄλλοι δὲ τὸν προφορικὸν λέγουσιν, ὡς | |
10 | ὁ Τύραννος. Θεωρητικόν ἐστι λόγος ἐνδιάθετος ἔχων ἐπίσκεψιν περί τινος ἄχρι γνώσεως μόνης ἱστάμενος, πρακτικὸν δὲ πάλιν λόγος ἐνδιάθετος ἐπὶ διαδεχομένῃ πράξει γινόμενος. Τὸ θεωρητικὸν κατὰ ῥήτορας διαιρεῖται εἰς | |
15 | θέσιν καὶ πανηγυρικόν. Θέσις ἐστὶ πρᾶγμα λογικὴν ἔχον ἐπίσκεψιν, ᾧ περίστασις οὐδεμία παρέπεται, οἷον τὸ ζητεῖν, εἰ τειχιστέον ἢ πλευστέον ἢ οὔ, ἤγουν γνῶναι, τί δεῖ ποιεῖν. Ὅτι τοῖς καθόλου χρᾶσθαι φιλοσόφων, τοῖς δὲ μερικοῖς ῥητόρων ἐστίν. Ὅτι πολλάκις καὶ ὁ | |
20 | λόγος πρᾶγμα λέγεται. Διαφέρει θέσις ὑποθέσεως, ὅτι ἡ μὲν θέσις περὶ τὰ καθόλου καὶ ἀόριστα καταγίνεται, ἡ δὲ ὑπόθεσις περὶ μερικὰ καὶ ὡρισμένα· οἷον ἡ θέσις, εἰ πολεμητέον, ἡ δὲ ὑπόθεσις, εἰ πολεμητέον τῷ Ξέρξῃ. ἡ γὰρ θέσις λαβοῦσα τὰ περιστατικὰ ὑπόθεσις γίνεται· | |
25 | περιστατικὰ δέ, ὃ σημαίνει πρόσωπον, τόπον, χρόνον, | 229 |
14.230 | τρόπον, αἰτίαν. ὑπόθεσις δὲ κέκληται, ὅτι ὑπὸ τὴν θέσιν ἐστίν. Πανηγυρικόν ἐστιν αὔξησις τῶν προσόν‐ των τινὶ ὁμολογουμένων ἀγαθῶν ἢ φαύλων ἢ ὡς ἀγαθῶν | |
5 | καὶ φαύλων. Ὅτι ὁ Ἑρμαγόρας ἀπὸ τῆς ποιότητος λέ‐ γει καταφέρεσθαι τὸ ἐγκώμιον, ἥτις στασιάζεται ἤγουν τὰ ἐξ αὐτῆς. Ὅτι ἐμπίπτουσιν ἀντιθέσεις ἐν ἐγκωμίοις, δηλονότι στασιαζομένων τινῶν. τότε ἐμπίπτει ἀντίθε‐ σις 〈ἐν〉 ἐγκωμίῳ, ὅταν θαρρῶμεν ταῖς λύσεσιν καὶ ἐκ | |
10 | τῆς ἀντιθέσεως μείζω δόξαν τῷ ἐγκωμιαζομένῳ περι‐ ποιώμεθα. ἔστι δὲ ἀντίθεσις ἐν ἐγκωμίῳ 〈 〉 ἰδέα ὅπερ ἐστὶν ὕλη καὶ ἐργασία τοῦ λόγου· εἴδους γάρ ἐστι δικανικοῦ, ἰδέας δὲ πανηγυρικῆς· ἑαυτὸν γὰρ ἐγκω‐ μιάζει. Ὅτι ἡ αὔξησις οὐ ποιεῖ τὸ ὑποκείμενον ἄλλο, | |
15 | ἀλλὰ ἀλλοῖον· τὸ γὰρ ἄλλο μετάβασιν οὐσίας ποιεῖ, τὸ δὲ ἀλλοῖον ποιότητος. Ὅτι περὶ τοῦ κατὰ τὸν δικανικὸν λόγον πανηγυρικοῦ λέγει, καθ’ ὃν λογιζόμεθα καὶ ἀπα‐ ριθμούμεθα τὰ προσόντα τινὶ ἀγαθὰ ἢ φαῦλα· οὐχ ὡρίσατο δὲ ἄρτι περὶ τοῦ ἐν θεάτρῳ πανηγυρικοῦ. | |
20 | Ὅτι κοινωνεῖ ἡ θέσις τῷ πανηγυρικῷ κατὰ τὸ γένος ἤγουν τὸ θεωρητικόν. διαφέρουσι δὲ τριχῶς· 〈αʹ〉 ὅτι ἡ μὲν θέσις περὶ ζητούμενον καὶ ἀμφισβητούμενόν τι συνίσταται, τὸ δὲ πανηγυρικὸν περὶ ὁμολογούμενον· βʹ ὅτι ἡ θέσις περὶ τὸν μέλλοντα ἔχει τὴν ζήτησιν, τὸ | |
25 | δὲ πανηγυρικὸν περὶ τὸν παρεληλυθότα· γʹ ὅτι ἡ θέσις περὶ τὰ καθόλου καὶ ἀόριστα καταγίνεται ὡς ἐπὶ τὸ πλεῖστον, ταύτῃ δὲ οὐκ ἔστι τελεία〈, τὸ δὲ πανηγυρι‐ κὸν περὶ μερικὰ καὶ ὡρισμένα καταγινόμενον ἔστι | |
τέλειον〉. | 230 | |
14.231 | Ὅτι διαφέρει τὸ ἐν θεάτρῳ πανηγυρικὸν τοῦ ἐν δικα‐ στηρίῳ πανηγυρικοῦ κατὰ τὸν σκοπόν· τοῦ μὲν γὰρ πρώτου ὁ σκοπός ἐστιν ἐπιδείξασθαι, τοῦ δὲ δευτέρου τὸ ἐγκωμιάσαι ἢ ψέξαι πρὸς κατασκευὴν τοῦ πιθανοῦ. | |
5 | Ὅτι ὁ Περὶ τοῦ στεφάνου Δημοσθένους λόγος δικανι‐ κοῦ εἴδους ἐστίν, πανηγυρικῆς δὲ ἰδέας. Ὅτι τὸ πανη‐ γυρικὸν διαιρεῖται εἰς ἔπαινον καὶ ψόγον, ὁ ὅρος δὲ 〈ὁ〉 αὐτός ἐστι καὶ τούτων, ὁ τοῦ πανηγυρικοῦ. Ὅτι τὸ πρακτικὸν διαιρεῖται εἰς βουλὴν καὶ | |
10 | δίκην· καὶ βουλή ἐστι λόγος προτρεπτικὸς ἢ ἀποτρεπτι‐ κὸς κέρδους χάριν ἢ ἀσφαλείας, δίκη δὲ ἀμφισβήτησις λογικὴ ἐν πράγματι πολιτικῷ πρὸς τὸ δίκαιον ἀφορῶσα· ὁ γὰρ δικαστὴς θέλει ὁρᾶν τὸ δίκαιον, ὁ δὲ βουλευτὴς τὸ συμφέρον θέλει ὁρᾶν. | |
15 | 〈Ὅ〉τι διαφέρει τὸ συμβουλευτικὸν τοῦ δικανικοῦ· ἔχει δὲ τρεῖς διαφοράς· 〈Αʹ〉 ἀπὸ τῶν χαρακτηριστι‐ κῶν 〈τοῦ〉 εἴδους· χαρακτηριστικὰ δὲ τρία, πρόσωπον, τόπος, τέλος. καὶ τοῦ δικανικοῦ πρόσωπον ὁ δικαστής, τόπος τὸ δικαστήριον, τέλος τὸ δίκαιον· ἐπὶ δὲ τοῦ | |
20 | συμβουλευτικοῦ πρόσωπον ὁ βουλευτής, τόπος τὸ βου‐ λευτήριον, τέλος τὸ συμφέρον· ἐπὶ τοῦ πανηγυρικοῦ πρόσωπον ὁ θεωρός, τόπος τὸ θέατρον, τέλος τὸ καλόν. Δευτέρα διαφορὰ ἀπὸ τῆς ἐξουσίας· ἔχει γὰρ ἐξου‐ σίαν ὁ δικαστὴς καταψηφίσασθαι τοῦ λέγοντος, ὁ δὲ | |
25 | βουλευτὴς τοῦ λέγοντος οὐδαμῶς ἐν τῷ βουλευτηρίῳ. Τρίτη ἀπὸ τοῦ ἰδίου καὶ ἀλλοτρίου· ἐν γὰρ τῇ βουλῇ ὁ ἀκροατὴς ὡς περὶ οἰκείου πράγματος ἀκροᾶται, ἐν δὲ | |
τῇ δίκῃ ὡς περὶ ἀλλοτρίου· ἄλλῳ γὰρ δικάζει. | 231 | |
14.232 | Ὧν οἱ ὅροι διάφοροι, καὶ τὰ πράγματα. Ὅτι τὸ μᾶλ‐ λον καὶ ἧττον εἴδους ἐναλλαγὴν οὐ ποιεῖ ἀλλ’ αἱ οὐσιώ‐ δεις διαφοραί· ταῦτα γὰρ παρεπόμενά εἰσιν. Ὅτι τὸν ἐνδιάθετον λόγον κοσμοῦσιν αἱ | |
5 | τέχναι αὗται αἱ Λολλιανοῦ καὶ Θεοφράστου περὶ ἐπι‐ χειρημάτων καὶ ἐνθυμημάτων 〈γεγραμμέναι αἱ διδά‐ σκουσαι〉, ποίοις ἐνθυμήμασι δεῖ χρῆσθαι τὸν κατη‐ γοροῦντα καὶ συμβουλεύοντα καὶ ἐγκωμιάζοντα· τὸν δὲ προφορικὸν γραμματικὴ καὶ [ἡ] ῥητορική〈, ὧν ἡ | |
10 | μὲν γραμματικὴ τὸ ἀδιάπταιστον παρέχει, ἡ δὲ ῥητο‐ ρικὴ〉 τὸν καλλωπισμὸν τῆς φράσεως καὶ τὸ τῆς συνθέ‐ σεως εὔρυθμον. Ἀληθευτική ἐστιν ἐπιστήμη τοῦ ἀληθῶς λέγειν. | |
15 | Διαλεκτική ἐστι δύναμις τοῦ περὶ ἕκαστον ἐν λόγοις πιθανοῦ, σκοπὸν ἐπιπλέον ἔχουσα 〈τὴν νίκην ἢ〉 τὴν ἀλήθειαν. Ὅτι ἡ διαλεκτικὴ φιλοσοφία οὐ μόνον κέ‐ χρηται συλλογισμοῖς ἀλλὰ καὶ παραλογισμοῖς. Πολιτικὴ δέ ἐστιν ἐπιστήμη τοῦ εὖ πράττειν τά τε | |
20 | κοινὰ καὶ τὰ ἴδια κατ’ ἐξουσίαν ἔννομον. Ὑποπολιτικὴ δέ ἐστι τέχνη τοῦ εὖ πράττειν τά τε κοινὰ καὶ τὰ ἴδια κατὰ ὑπηρεσίαν ἔννομον. Σοφιστικὴ δέ ἐστι δύναμις τῶν περὶ ἕκαστον δοκούν‐ των εὖ λέγεσθαι. | |
25 | Ῥητορική ἐστι ‘πολιτικῆς μορίου εἴδωλον‘, τοῦ δι‐ καστικοῦ, ἀντὶ τοῦ εἴδωλόν ἐστι καὶ ὁμοίωμα ἡ ῥη‐ τορικὴ τοῦ δικαστικοῦ 〈μορίου〉 τῆς πολιτικῆς. Τυραννικὴ δ’ ἐστὶν ἰσχὺς ἐπ’ ἐξουσίας ἀδίκου, νόμον | |
ὁριζομένη τὸ βούλημα. | 232 | |
14.233 | Ἐμπειρία δέ ἐστιν ἄλογος τριβὴ ἐκ παρατηρήσεως γινομένη. Ὅτι ὁ Πλάτων ἐριστικῶς ὁρίζεται τὴν χρηστὴν παρα‐ σκευὴν ἤγουν τὴν ἀρετήν, ἥτις ὁρᾶται περὶ ψυχὴν καὶ | |
5 | σῶμα. καὶ τὸ μὲν περὶ ψυχὴν μέρος ἐκάλεσεν πολιτι‐ κήν, τὸ δὲ περὶ τὸ σῶμα εἴασεν. διαιρεῖ δὲ τὸ περὶ ψυ‐ χὴν μέρος εἰς νομοθετικὴν καὶ δικαστικήν, τὸ δὲ περὶ τὸ σῶμα εἰς γυμναστικὴν καὶ ἰατρικήν. πλὴν 〈τὴν〉 ἀντικειμένην ταύτῃ κακίαν λέγει φαύλην παρασκευήν, | |
10 | ἥτις μιμεῖται τὴν χρηστὴν παρασκευὴν καὶ ὁρᾶται καὶ αὐτὴ περὶ ψυχὴν καὶ σῶμα. καὶ τὸ περὶ ψυχὴν μέρος διαιρεῖται εἰς σοφιστικὴν καὶ ῥητορικήν, τὸ δὲ περὶ τὸ σῶμα διαιρεῖται εἰς κομμωτικὴν καὶ μαγειρικήν, ἀλλ’ οὐ ποιεῖ ταύτην τὴν ῥητορικὴν τὴν ἀπὸ τῆς φαύλης | |
15 | παρασκευῆς. Ὅτι τὸ ταὐτὸν γίνεται κατὰ τέσσαρας τρό‐ πους· ἀπὸ ὕλης, ἀπὸ εἴδους, ἀπὸ ὀργάνου, ἀπὸ τοῦ τέλους. Ὅτι τὸ ὅμοιον κατά τι ἐλλείπει, τὸ δὲ ταὐτὸ οὐδαμῶς. | |
20 | Ὅτι ἔνδοξα λήμματα τὰς ὁμολογουμένας φησὶ προ‐ τάσεις. Ῥητορική ἐστι κατὰ Ἀριστείδην σοφία δύναμιν ἐν λόγοις ἔχουσα. Ὅτι ὁ Πλάτων τρεῖς φησι ῥητορικάς, ἀλη‐ | |
25 | θευτικήν, κολακευτικήν, μικτήν. | |
Συλλογισμός ἐστι 〈λόγοσ〉, ἐν ᾧ τεθέντων | 233 | |
14.234 | τινῶν ἕτερόν τι ἐξ ἀνάγκης ἕπεται 〈παρὰ〉 τὰ προτε‐ θέντα. Ἐπαγωγή ἐστι λόγος ἐκ τῶν μερικῶν τὰ καθόλου πιστούμενος. | |
5 | Ἐνθύμημά ἐστιν ἀτελὴς συλλογισμός· τελείοις γὰρ τούτοις χρῆσθαι οἱ ῥήτορες οὐ δύνανται· τοῦτο γὰρ ποιοῦντες δοκοῦσί τινι κακίᾳ καὶ δεινότητι καταναγκά‐ ζειν 〈ἀλλ’ οὐ〉 πείθειν τοὺς ἀκροατάς, ἀεὶ δὲ μονολημ‐ μάτους ἢ διλημμάτους φέρουσι τοὺς συλλογισμοὺς οἱ | |
10 | ῥήτορες οὐκ ἐπάγοντες τὸ συμπέρασμα. Παράδειγμα δέ ἐστιν ἡ τοῦ ὁμοίου παράθεσις. Ῥητορική ἐστι κατὰ Ἑρμαγόραν τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πεί‐ θειν. | |
15 | Ὅτι ἀπὸ τριῶν τὸ εἶδος χαρακτηρίζεται, ἀπὸ τόπου καὶ προσώπου καὶ τέλους. καὶ εἶδος λέγεται αὐτὸς ὁ σκοπὸς τοῦ ῥήτορος· ἰδέα λέγεται, οἷον 〈εἰ〉 ληφθῇ ἢ τὸ πανηγυρικὸν ἢ τὸ δικανικὸν ἢ τὸ συμβουλευτικὸν οὐχ ὥσπερ σκοπὸς τοῦ ῥήτορος ἀλλὰ πρὸς κατασκευὴν | |
20 | τοῦ σκοποῦ ὡς ὕλη. δεῖ οὖν λέγειν, ὅτι εἶδος εἴδει οὐκ ἐμπίπτει ἀλλ’ ἰδέα ἐν εἴδει· τὸ γὰρ ἐμπῖπτον οὐ χαρα‐ κτηρίζεται τοῖς τρισὶν ἐκείνοις. ἰδέαν δὲ λέγομεν νῦν 〈οὐ〉 τὴν περὶ τὴν σύνθεσιν τῶν λέξεων καὶ φράσιν καταγινομένην (ἐκείνη γὰρ ἑπταχῶς λέγεται), ἀλλὰ ταύ‐ | |
25 | την, καθ’ ἣν ἕτερον εἶδος κατασκευάζεται ἀπὸ ὕλης ἑτέρας. Ὅτι συμπροῆλθε τῇ ψυχῇ τοῦ ἀνθρώπου ἡ ῥητορική· τὸ γὰρ συμβουλευτικὸν ἀπονέμουσι τῷ λογικῷ, τὸ δὲ | |
δικανικὸν τῷ θυμικῷ, τὸ δὲ πανηγυρικὸν τῷ ἐπιθυμη‐ | 234 | |
14.235 | τικῷ. Θυμὸς κατὰ Ἀριστοτέλην ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. Ὅτι ὁ Ἀριστοτέλης διαιρεῖ τὴν ῥητορικὴν οὕτως· ὁ ἀκροατὴς ἢ θεωρός ἐστι καὶ ποιεῖ τὸ πανηγυρικόν, ἢ | |
5 | κριτής· καὶ εἰ κριτής, ἢ περὶ παρεληλυθότων καὶ ποιεῖ τὸ δικανικὸν ἢ περὶ μελλόντων καὶ ποιεῖ τὸ συμβου‐ λευτικόν. Ἔργα ῥήτορος γʹ· νόησις, εὕρεσις, διά‐ θεσις. | |
10 | Ὅτι ὁ Πλάτων δύο ψυχογονίαι φησὶν εἰσὶν ἐν τῷ Τιμαίῳ καὶ δύο σωματογονίαι, καὶ τὴν μὲν μίαν ψυχο‐ γονίαν καὶ σωματογονίαν καλεῖ ἄνθρωπον, 〈τὸν〉 μι‐ κρὸν κόσμον, τὴν δὲ ἄλλην τοῦτο τὸ πᾶν, τουτέστι τὸν μέγαν κόσμον. | |
15 | Ὅτι τὸ δικανικὸν εἶδος τελείως στασιάζεται, τὸ δὲ πανηγυρικὸν τελείως οὐ στασιάζεται, τὸ δὲ συμβουλευ‐ τικὸν καὶ στασιάζεται καὶ οὐ στασιάζεται· τοῦτο γὰρ διαιρεῖται εἰς παραίνεσιν καὶ ὁμωνύμως τῷ γένει πάλιν εἰς συμβουλευτικόν, καὶ τὸ μὲν συμβουλευτικὸν στασιά‐ | |
20 | ζεται, τὸ δὲ παραινετικὸν οὐ στασιάζεται. Ὅτι τῆς νοήσεως στοιχεῖά εἰσι δʹ· πρῶτον τὸ διακρίνειν τὸ προταθὲν πρόβλημα, εἰ ἔστι τῆς ῥητο‐ ρικῆς· καὶ δεύτερον εἰ στασιάζεται ἢ οὐ στασιάζεται, εἰ συνίσταται ἢ οὐ συνίσταται τὸ ζήτημα· τρίτον ζη‐ | |
25 | τοῦμεν, ὑπὸ ποῖον εἶδος ἀνάγεται· τέταρτον ὑπὸ ποίαν | |
στάσιν ἀνάγεται. | 235 | |
14.236 | Εὕρεσις δέ ἐστιν ἐπίνοια τῶν πιθανῶς προσ‐ όντων τοῖς προκειμένοις προβλήμασιν ὀνομάτων τε καὶ νοημάτων. Ὅτι νοήματά εἰσιν ἐνθυμηματικὰ καὶ παραδειγματικὰ καὶ τούτοις ἀδιαφόρως κέχρηνται οἱ | |
5 | ῥήτορες, τὸ ἓν πρῶτον τοῦ ἑτέρου, ὡς δἂν λάχῃ. περὶ δὲ τὰς λέξεις καταγίνεται ἡ εὕρεσις πρὸς τὸ εὑρεῖν ἐπι‐ τηδείας λέξεις καὶ πεποιημένας πρὸς τὸ πρόσωπον τὸ ὑποκείμενον. Ὅτι ἡ διάθεσις διττή· ὁρᾶται γὰρ περὶ | |
10 | λέξιν καὶ περὶ νόημα. καὶ περὶ λέξεως μὲν Ἑρμογένης λέγει ἐν τῷ Περὶ ἰδεῶν καὶ Διονύσιος ἐν τῷ Περὶ συνθέ‐ σεως ὀνομάτων. τὸ δὲ περὶ τὸ νόημα πάλιν διττόν ἐστι, τεχνικὸν καὶ οἰκονομικόν· καὶ τεχνικὸν μέν ἐστιν ἡ ἀπὸ τῶν τεχνικῶν παραδιδομένη μετὰ λόγου τινὸς τά‐ | |
15 | ξις τῶν κεφαλαίων, οἰκονομικὸν δέ ἐστι τάξις ἄτακτος, ἁρμονία ἡ πρὸς τὸ οἰκεῖον συμφέρον τοῦ ῥήτορος γινο‐ μένη, οἷον ὅταν προτάξῃ ὁ ῥήτωρ τὸ ἔσχατον κεφάλαιον τοῦ πρώτου διὰ τὸ συμφέρον. Τινὲς δὲ προστιθέασιν ἕτερα δύο ἔργα τοῦ | |
20 | ῥήτορος, τὴν μνήμην καὶ τὴν ὑπόκρισιν. Ὅτι οὐ περὶ πάσης ῥητορικῆς διαλαμβάνει ὁ Ἑρμο‐ γένης ἀλλὰ μόνον τῆς στασιαζομένης· στασιάζεται δὲ τὸ δικανικὸν εἶδος καὶ μέρος τοῦ συμβουλευτικοῦ. Ὅτι κατὰ Εὐστάθιον πάντα τὰ εἴδη τῆς ῥητορικῆς στασιάζεται, | |
25 | ἀλλὰ τὰ μὲν ἐνεργείᾳ, τὰ δὲ δυνάμει. Ὅτι τὸ δυνάμει κατὰ τοὺς φιλοσόφους ἐν εἴδει θεωρούμενον εἰς ἐνέργειαν πάλιν ἔρχεται, ἀλλ’ οὐ πᾶν δυνάμει εἰς ἐνέργειαν ἔρχε‐ | |
ται, ἀλλ’ ἐπὶ τῶν ἐνδεχομένων, ὡς ἐπὶ τῶν τεχνητῶν. | 236 | |
14.237 | Ὅτι ἑκάστη τέχνη τοὺς μὲν κανόνας καὶ τὰς μεθό‐ δους ἔχει καθολικούς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ἀποτε‐ λέσματα μερικά. Ὅτι πᾶς λόγος ἔχει δύναμιν καὶ ἡδύτητα· καὶ ἡ μὲν δύναμις ὁρᾶται περὶ τὰ ἐνθυμήματα, | |
5 | ἡ δὲ ἡδύτης περὶ τὴν φράσιν. Τὰ μὲν γὰρ εἴδη 〈τὰ〉 κατὰ μέρος ἐνεργήματα καὶ τοὺς λόγους περιέχουσι τῶν ῥητόρων, τοῖς δὲ λόγοις καὶ τοῖς ἀποτελέσμασι χρησιμεύει τὸ παρὸν σύγγραμμα ὡς τεχνικόν. Ὅτι τὸ παρὸν σύγγραμμα ὑπὸ τὸ καθόλου τεχνικὸν | |
10 | τῆς ῥητορικῆς ἀνάγεται. Ὅτι τρισὶν κέχρηται ὁ Ἑρμογένης ἐν τῷ 〈παρόντι〉 διδασκαλικοῖς τρόποις, διαιρετικῷ, συνθετικῷ, ὅ ἐστιν ὁριστικῷ, καὶ ἀναλυτικῷ. ὅτι ἐν τῷ ὁρίζεσθαι τὰς στά‐ σεις τῷ συνθετικῷ κέχρηται, τῇ δὲ ἀναλύσει, ὅτε ἀνα‐ | |
15 | λύει τὸ πρόβλημα εἰς πρόσωπον καὶ πρᾶγμα, μὴ βου‐ λόμενος ‘ὑπερβάθμιον πόδα τεῖναι‘. Ὅτι ὁ λόγος ζῴῳ ἔοικεν. Ὅτι κανών ἐστιν Ἀριστοτελικὸς ἀπὸ σαφῶν ἄρχεσθαι· καὶ Πίνδαρός φησιν ‘παντὸς ἀρχομένους πρόσωπον χρὴ | |
20 | θέμεναι τηλαυγέσ‘. | |
Ὅτι ἐμπειρίαν ἔφη ὁ Πλάτων τὴν ῥητορικήν. | 237 |