TLG 5024 002 :: ANONYMI IN HERMOGENEM :: Prolegomena in librum περὶ στάσεων ANONYMI IN HERMOGENEM Rhet. Prolegomena in librum περὶ στάσεων Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 183–228. Citation: Volume — page — (line) | ||
14.183(10t) | ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ | |
11 | Πολλοὶ πολλὰς τοῦ παρόντος βιβλίου τὰς ἀρχὰς ἐποιή‐ σαντο· οἳ μὲν γὰρ ἀπὸ τοῦ γένους τοῦ τεχνικοῦ τῆς ἐξηγήσεως ἄρχονται, οἳ δὲ ἀπὸ τῆς τέχνης, ἄλλοι ἀπὸ τῆς στάσεως. ἡμεῖς δὲ ταῦτα ἐν δευτέρῳ λέξομεν, τέως | |
---|---|---|
15 | δὲ ἀναδραμούμεθα καὶ τοῦ λόγου τὰ εἴδη περιλαβόντες ἐροῦμεν· καὶ γὰρ ἄτοπον, ἑνὸς εἴδους τοῦ λόγου προ‐ κειμένου πρὸς ζήτησιν, ἀγνοεῖν τὴν ἀρχήν, τί ἐστι λό‐ | |
γος. | 183 | |
14.184 | Ὁ λόγος τοίνυν ἐστὶ διττός, ὃ μὲν ἐνδιάθετος, ὃ δὲ προφορικός· περὶ γὰρ τοῦ καθόλου οὐδεὶς 〈ἡμῖν〉 λό‐ γος, ἀπέραντος γὰρ καὶ διὰ τοῦτο ἀκατάληπτος. ἀλλ’ ἐπειδὴ οἱ φιλόσοφοι ἑκάστου πράγματος ὅρους ἤγουν | |
5 | ὑπογραφὰς λαμβάνουσιν, ὁρίσωμεν τούτων ἑκάτερον. Λόγος ἐστὶ τοίνυν ἐνδιάθετος διάνοια ἀνθρώπου ἐν τῷ διαλογίζεσθαι, τί λέγειν ἢ πράττειν δεῖ. ἐπειδὴ οὖν δεῖ τοὺς ὅρους ἀπὸ γένους καὶ διαφορῶν συνίστασθαι, ἔχει διάνοιαν μὲν τὸ γένος, καὶ γὰρ τὸ θεῖον καὶ οἱ | |
10 | ἄγγελοι διανοοῦνται καὶ τὰ ἄλλα ζῷα· τῷ δ’ εἰπεῖν ‘ἀνθρώπου‘ καὶ ‘τί λέγειν ἢ πράττειν δεῖ‘ τὸ ἴδιον περιείληφε. καὶ μὴ θαυμάσῃς, εἴπερ ἔστιν ἐνδιάθετος λόγος· αὐτίκα γοῦν πολλοὶ τετμημένοι τὴν γλῶτταν ἢ ὑπὸ νοσημάτων ἐμποδιζόμενοι οὐδὲν ἧττόν εἰσι λογι‐ | |
15 | κοί. ἀμέλει καὶ Πυθαγόρας ὁ φιλόσοφος δέκα ἔτη σι‐ γήσας πολλὰ ἐποίησε συγγράμματα, καὶ ἓν ἦν τῶν δογ‐ μάτων ἡ τῶν μαθητῶν σιωπή· ἆρα οὖν ὁ Πυθαγόρας ἢ οἱ μαθηταὶ οὐκ ἦσαν λογικοί; ναί. καὶ ὁ Θουκυδίδης ἐπαινῶν τὸν Περικλέα καὶ τούτοις αὐτὸν τοῖς δύο ἐκό‐ | |
20 | σμησε «καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἐλάσσων εἰμὶ γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι περὶ αὐτῶν»· τὸ γὰρ ‘τὰ δέοντα γνῶναι‘ οὐδὲν ἕτερόν ἐστιν ἢ ἐνδιάθετος λόγος. καὶ ὁ μὲν ἐνδιάθετος λόγος | |
οὗτος. | 184 | |
14.185 | Ὁ δὲ προφορικὸς οὕτως ὁρίζεται ‘δήλωσις ἀνθρώπου διανοίας διὰ φωνῆσ‘. πάλιν τὸ ‘δήλωσισ‘ κοινὸν πρὸς ἅπαντας, τὸ δὲ ‘ἀνθρώπου‘ ἴδιον, τὸ δὲ ‘διὰ φωνῆσ‘ πρὸς ἀντιδιαστολὴν τοῦ ἐνδιαθέτου. εἶτ’ ἐπειδὴ κοινὸς | |
5 | ὁ λόγος ὁ μὲν προτρεπτικὸς ἁπάντων, ὁ δὲ διὰ μελέτης καὶ γνώσεως τεχνικός, ἡνίκα βουλόμεθα μεταστῆσαι ἀπὸ τοῦ κοινοῦ καὶ δηλωτικοῦ τὸν διὰ σκέψεως, λέγομεν μετὰ προσδιορισμοῦ τοῦ ἔντεχνος ‘δήλωσις ἀνθρώπου διανοίας διὰ φωνῆς ἔντεχνοσ‘. —Τοῦτον οὖν τὸν λό‐ | |
10 | γον ὑποδιαιροῦμεν εἰς δύο, εἰς θεωρητικὸν καὶ πρα‐ κτικόν. ὅρος δὲ τοῦ θεωρητικοῦ οὗτος ‘λόγος ἐπισκεπτι‐ κὸς πράγματος μετ’ αἰτίασ‘, ὁ δὲ τοῦ πρακτικοῦ οὗτος ‘λόγος ἐπὶ πράξει διαδεχομένῃ λεγόμενοσ‘. —Ἀνθυ‐ ποδιαιρεῖται δὲ ὁ θεωρητικὸς εἰς τρία, εἰς θέσιν, εἰς | |
15 | ἐγκώμιον καὶ ψόγον· θέσις μὲν οὖν ἐστι διάσκεψις λο‐ γική, τέλος ἔχουσα τὴν θεωρίαν, ἐγκώμιον δὲ ὁμολο‐ γουμένων ἀγαθῶν αὔξησις, ψόγος δὲ ὁμολογουμένων κα‐ | |
κῶν αὔξησις. ἐπικοινωνοῦσι δὲ ἐν τούτοις φιλόσοφοί τε | 185 | |
14.186 | καὶ ῥήτορες. —Λέγεται δὲ θεωρητικός, ἐπειδὴ μέχρι γνώσεως ἕστηκεν, οἷον ὁ φιλόσοφος ζητεῖ, εἰ τὸ ἡμισφαί‐ ριον ὑπὸ γῆν, εἰ κυκλοτερὴς ὁ οὐρανός, καὶ τοῦτο κατα‐ λαβὼν οὐδὲν πλέον περιεργάζεται· οὐ προστίθησι γὰρ | |
5 | ἔργον τούτοις οὐδέν. οὕτως καὶ ἐν τῷ ἐγκωμίῳ καὶ ψόγῳ. καὶ ὁ μὲν θεωρητικὸς οὗτος. —Ὁ δὲ πρακτικὸς εἰς δύο διαιρεῖται, εἰς συμβουλευτικὸν καὶ δικανικόν. ὁρίζονται οὖν τὸν μὲν συμβουλευτικὸν ‘λόγος προτρε‐ πτικὸς κέρδους ἕνεκεν ἢ ἀσφαλείασ‘, τὸν δὲ δικανικὸν | |
10 | ‘ζήτησις πολιτικὴ τέλος ἔχουσα τὴν τιμωρίαν‘. ἓν γὰρ τοῖς δυσὶ τούτοις ἀνάγκη πάντως ἕπεσθαι τέλος· οὐ γὰρ ἀρκεῖ τὸν ῥήτορα συμβουλεῦσαι, ὡς δεῖ βοηθεῖν Ὀλυνθίοις, ἀλλὰ δεῖ καὶ τὴν πρᾶξιν ἐπακολουθῆσαι· πάλιν οὐκ ἀρκεῖ κατηγορῆσαι Αἰσχίνου ἢ τοῦ Πολυ‐ | |
15 | κράτους προδοσίας, ἀλλὰ χρὴ καὶ τὴν τιμωρίαν παρέ‐ πεσθαι. καὶ ταῦτα μὲν οὕτως. Τὸν δὲ δὴ λόγον διεῖλον οἱ μὲν Περιπατητικοὶ εἰς πέντε, εἰς εὐκτικὸν «πότνι’ Ἀθηναίη, ἐρυσίπτολι, δῖα θεάων», | |
20 | προστακτικὸν «βάσκ’ ἴθι, Ἶρι ταχεῖα», ἐρωτηματικὸν «οὐχ ὁ τρόφιμός σου, πρὸς θεῶν, Ὀνήσιμε» καὶ τὰ λοιπά, ἀποφαντικὸν | |
«Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσε», | 186 | |
14.187 | κλητικὸν «δεῦρο πάροιθ’ ἐλθοῦσα, φίλον τέκος, ἵζευ ἐμεῖο». οἱ δὲ Στωικοὶ προστιθέασι τούτοις καὶ ἄλλους ἕξ· πυ‐ σματικὸν καὶ ἐπαπορητικόν· πυσματικὸν | |
5 | «πῶς δεῦρ’ ἦλθες, Ὀδυσσεῦ; τίς δέ σε ἔχραε δαίμων;» καὶ λοιπὸν ἄρχεται διηγεῖσθαι τὰ συμβάντα· ἐπαπορη‐ τικὸν δὲ οἷον «Δᾶος πότ’ ἦλθε, τί ποτ’ ἀγγέλλων ἄρα;» εἶτα θαυμαστικὸν ‘ὡς καλὸς ὁ παρθενών‘· ἐπωμοτικὸν | |
10 | «ναὶ μὰ τόδε σκῆπτρον»· διασαφητικὸν «ᾔομεν ὡς ἐκέ‐ λευες ἀνὰ δρυμά»· ὑποθετικόν, ὡς παρὰ τῷ Δημοσθέ‐ νει «εἰ γὰρ ἡμᾶς αὐτοὺς δεήσει τριάκοντα μόνον ἡμέ‐ ρας» καὶ τὰ λοιπά. καὶ τούτων μὲν οἱ Περιπατητικοὶ τὸν πυσματικὸν καὶ τὸν ἐπαπορητικὸν ἐπὶ τὸν ἐρωτη‐ | |
15 | ματικὸν λόγον ἀνάγουσι, πλὴν ὅτι κατὰ τοῦτο διαφέ‐ ρουσιν ἀλλήλων, ὅτι ὁ μὲν ἐρωτηματικὸς διὰ βραχέων ἔχει τὴν ἀπόδοσιν, ὁ δὲ πυσματικὸς διὰ μακροτέρων· | |
καὶ οὗτοι μὲν πρὸς ἄλλον γίνονται, ὁ δὲ ἐπαπορητικὸς | 187 | |
14.188 | πρὸς αὐτὸν τὸν ἀποροῦντα καθ’ ἑαυτὸν συνίσταται· τοὺς δὲ ἄλλους ἐπὶ τὸν ἀποφαντικὸν ἀνάγουσι, καθὸ ἐνδέχε‐ ται 〈τούτων ἕκαστον〉 καὶ ψευδῆ εἶναι καὶ ἀληθῆ, οὐδὲν δὲ ἕτερόν ἐστιν ἀποφαντικὸς ἢ λόγος ἐνδεχόμενος καὶ | |
5 | ψευδὴς εἶναι καὶ ἀληθής. Ἀλλὰ τὸν μὲν ἐνδιάθετον λόγον ἄλλοι τε κοσμοῦσι καὶ Λολλιανὸς καὶ Θεόφραστος. τοῦτον δὲ τὸν προφο‐ ρικὸν λόγον δύο τέχναι διείλοντο, ἥ τε γραμματικὴ καὶ ῥητορική· ἀλλὰ περὶ μὲν τῆς γραμματικῆς τοῖς ταύτην | |
10 | ἀκριβῶς ἐπισταμένοις καταλείψομεν, περὶ δὲ τῆς ῥητο‐ ρικῆς, ὅπως τε ἐξ ἀρχῆς προῆλθε καὶ ὅτι ἐκ θεῶν ὤφθη καὶ πῶς εἰς ἀνθρώπους ἦλθε καὶ τίς ἂν εἴη, σκεψώ‐ μεθα. Ἡ τοίνυν ῥητορική, ἵνα τι καὶ τῶν ἐγνωσμένων εἴπω‐ | |
15 | μεν, ἐν θεοῖς μὲν ἦν, εἶτα ἐνταῦθα εἰς ἀνθρώπους ἀφί‐ κετο· 〈ὃ〉 καὶ μαρτυρεῖ Ὅμηρος λέγων «οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο». ταῦτα δ’ οἱ λέγοντες τὴν τέχνην σεμνύνουσι. τὸ δὲ ἀληθὲς ἐν τοῖς ἥρωσι πρῶτον ἐφάνη, ὅθεν καὶ ἥρωες | |
20 | ἐκλήθησαν παρὰ τὸ ἐρεῖν καὶ λέγειν. τοῦτο δὲ κατά‐ δηλον ἐποίησεν Ὅμηρος· εὑρίσκομεν γὰρ παρ’ αὐτῷ καὶ συμβουλευτικὸν εἶδος, ὥσπερ δὴ τοῦ Νέστορος «τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων», καὶ δικανικὸν «καὶ | |
ἔπεα νιφάδεσσιν ἐοικότα». δεῖ γὰρ τὸν μὲν σύμβουλον | 188 | |
14.189 | εἶναι γλυκὺν καὶ τοῖς ἀκροωμένοις ἀρέσκοντα, τὸν δὲ δικανικὸν μᾶλλον ῥώμῃ καὶ διανοίαις ἀκμάζειν· ὅθεν ἑκατέρῳ τὸ προσῆκον ἀπένειμε. Καὶ ὅτι Ὅμηρος τὰ σπέρματα τῆς τέχνης κατέβαλεν, ἐδήλωσε Τήλεφος ὁ | |
5 | Περγαμηνός, ὅστις τέχνην συγγραψάμενος ἐπέγραψε Περὶ τῆς καθ’ Ὅμηρον ῥητορικῆς κἀκεῖ περὶ τῶν ιγʹ συνε‐ γράψατο στάσεων. λέγουσι δέ τινες δικανικὸν λόγον εἰ‐ ρηκέναι πρῶτον Μενεσθέα τὸν στρατηγὸν τῶν Ἀθη‐ ναίων, ὃς καὶ ἐπὶ Τροίαν ἀφίκετο [ἄλλοι δὲ λέγουσιν | |
10 | Ἀντιφῶντα τοῦτον τὸν ῥήτορα], κα〈τηγοροῦν〉τα Θησέως περὶ τῶν Παλλαντιδῶν. —Ἤκμασε δὲ κατὰ Σικελίαν. Γέλωνος γὰρ καὶ Ἱέρωνος τῶν τυράννων τελευτησάντων μετέπεσεν εἰς δημοκρατίαν τὰ πράγματα. Κόραξ οὖν τις συνετὸς ἀνὴρ καὶ χρῆσθαι πράγμασιν ἱκανός, συνι‐ | |
15 | δών, ὅτι οὐχ ὅμοιον τυράννῳ διακονεῖσθαι καὶ δήμου γνώμην χειρώσασθαι, ἀπελθὼν συνέθηκε Τέχνην περὶ προοιμίων καὶ διηγήσεων καὶ ἀγώνων καὶ ἐπιλόγων· τούτου γέγονε μαθητὴς ὁ Τισίας. καὶ τοῦ Γοργίου Ἀθή‐ νησιν ἐπιδεδημηκότος εἰς τὴν Ἑλλάδα μετέβη τὰ τῆς | |
20 | ῥητορείας καὶ οὕτως εἰς ἀκμὴν παρεγένετο. τῶν δὲ Μα‐ | |
κεδονικῶν πραγμάτων κατισχυσάντων, Ἀντίπατρος ἐν‐ | 189 | |
14.190 | νενήκοντα ὀκτὼ ἀπὸ τῆς Ἀττικῆς ἀνεῖλε ῥήτορας καὶ χιλίους ὀκτακοσίους ἀπὸ τῆς ἄλλης Ἑλλάδος· τότε οὖν ἐπονείδιστόν τι ἡ τέχνη ἐνομίσθη καὶ πάντες αὐτὴν ὡς σφαλερὰν ἀπωθοῦντο. Ζώπυρος δὲ ὁ Κλαζομένιος καὶ | |
5 | Λολλιανὸς ὁ Ἐφέσιος ἐπιγενόμενοι πάλιν ἀνέσωσαν. Ὁρίζεται δὲ τὴν ῥητορικὴν Πλάτων καὶ ἐν τῷ Γοργίᾳ πειθοῦς δημιουργὸν διὰ λόγων ἐν αὐτοῖς τοῖς λόγοις τὸ κῦρος ἔχουσαν πειστικῆς, οὐ διδασκαλικῆς. καὶ οἱ τοῦ ὅρου προϊστάμενοι σαφῶς λέγουσι καὶ καλῶς ἔχειν τὸν | |
10 | ὅρον, διὸ μηδὲ ἑρμηνείας δεῖσθαι· λέγουσι γάρ, ὅτι διὰ τοῦτο εἶπε ‘διὰ λόγων‘, ἐπειδὴ καὶ πολλαὶ ἄλλαι εἰσὶ δι’ ἔργων πειθοῖ. καὶ ὅ τί ἐστι δι’ ἔργων, ἐδήλωσεν Ὅμηρος· καθίσας γὰρ ἐπὶ τοῦ τείχους τοὺς δημο‐ γέροντας, πολλὰ δι’ Ἑλένην παθόντας καὶ δυσχεραίνον‐ | |
15 | τας τὴν παρουσίαν, ὅμως, ὡς εἶδον αὐτὴν παριοῦσαν, ἐποίησεν αὐτοὺς μεταπεπεισμένους τὰ λεγόμενα ἐκεῖνα ἔτι ἀναβοᾶν «οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιούς». πάλιν ἡ Φρύνη περὶ ἀσεβείας ἐκρίνετο καὶ Ὑπερίδης | |
20 | πολλὰ λέγων οὐκ ἠδυνήθη πεῖσαι· ὁρῶσα γοῦν αὕτη τὰς ἐλπίδας ἀπερριμμένας καὶ κινδυνεύουσα, διαρρη‐ ξαμένη τὸν χιτωνίσκον οὕτως ἔπεισε τοὺς δικαστὰς ἐν‐ δοῦναι, ὥστε διὰ θέας γενέσθαι. πάλιν Μιλτιάδης περὶ προδοσίας κρινόμενος οὐδὲν εἰπὼν τὸ πάθος ὑπέδειξε | |
25 | καὶ ἤρκεσεν ἀντὶ ῥητορείας ἡ θεία. πάλιν ἐὰν μελετήσω‐ | |
μεν ζήτημα τοιοῦτον, ἔνθα πάθος ἢ καὶ κρίσις ὑπό‐ | 190 | |
14.191 | κειται, εἰς τοῦτο μηχανητέον τὸ ζήτημα κλῖναι, ἵνα μᾶλλον δοκῶμεν ἐπιδεικνύναι τὸ πάθος ἢ λέγωμεν. εἶτα ἐπείπερ, ὡς ἡ ῥητορική, καὶ ἡ ἰατρικὴ πείθει, οὐ διὰ τῆς πειθοῦς δὲ τὸ κῦρος ἔχει τῆς τέχνης ἀλλ’ ἐν τῇ ὑγείᾳ, | |
5 | διὰ τοῦτο προσέθηκε τὸ ‘ἐν αὐτοῖς τοῖς λόγοις τὸ κῦρος ἔχουσα πειστικῆς, οὐ διδασκαλικῆσ‘, ἐπειδὴ οὐ πάντως διδάσκει τὸν ὄχλον ἀλλὰ πείθει. καὶ οὕτως μὲν ὁ σοφὸς Πλάτων. —Λέξωμεν δὲ πρὸς τοῦτον, ἀποδεικνύντες αὐτὸν βεβαίως οὐκ ἔχοντα· οὐδὲ γὰρ ὑπὸ τοῦ Πλάτωνός ἐστιν | |
10 | ὁ ὅρος, ἀλλ’ ὡς ἀπὸ τοῦ Γοργίου τοῦτον εἰσήνεγκεν, ἡνίκα δὲ οὐχὶ βεβαίως τι λέγει, ἑτεροπροσώπως ἀνα‐ τίθησι. φαμὲν οὖν, ὅτι πρῶτον ἀναντίρρητος ὁ Δημο‐ σθένους ὅρος καὶ ὅτι ἡ ῥητορικὴ δύναμις ἐν τῇ τῶν ἀκουόντων εὐνοίᾳ κεῖται· ἔπειτα οὐδὲ γένος ἔχει, ὅθεν | |
15 | δεῖ τοὺς ὅρους συνίστασθαι· τρίτον, εἴπερ πειθοῦς δη‐ μιουργός, εὑρίσκονται δὲ ῥήτορες δύο καὶ τὸν μὲν ἕνα πάντως ἀνάγκη περιγενέσθαι, 〈τὸν δ’ ἕτερον ἡττᾶσθαι,〉 ἆρα οὖν τὸν μὴ πείθοντα οὐκ ὀφείλομεν καλεῖν ῥήτορα; ἀλλὰ πρὸς τοῦτο λέγουσιν, ὅτι καὶ ἰατροὶ πολλάκις ἐπι‐ | |
20 | σκέπτονται, καὶ ὃ μὲν ἐπιτυγχάνει, ὃ δὲ οὔ· ἆρα οὖν παρὰ τοῦτο οὔκ εἰσιν ἰατροί; φαμὲν οὖν, ὅτι ἀνοίκειόν ἐστι τὸ παράδειγμα· ἐκεῖ γὰρ οὐ τῆς ὑγείας δημιουργὸς ὁ ἰατρὸς ἀλλὰ περιποιητικός, ἐνταῦθα δὲ τὸ ‘δημιουρ‐ γόσ‘ ἐντέτακται, τὸ δὲ δημιουργὸς πάντως ἐστίν· ἔδει | |
25 | οὖν εἰπεῖν ‘πειθοῦς κατασκευαστικόσ‘ ἢ ἄλλο τοιοῦτον. | |
—Ὡρίσατο δὲ καὶ ἄλλως ‘πολιτικῆς μορίου εἴδωλον‘, | 191 | |
14.192 | τῆς δικαστικῆς. ἡμεῖς τοίνυν τὸν ἀληθῆ ὅρον παραθη‐ σόμεθα. Τῶν οὖν διαλαβόντων περὶ ῥητορικῆς οἳ μὲν ἀρετὴν ἐκάλεσαν ἀπὸ τοῦ μείζονος καὶ ἐλάττονος ὁρισάμενοι, | |
5 | οἳ δὲ κακίαν, ὁμοίως ἐκ τοῦ μείζονος καὶ ἐλάττονος τὸν ὅρον παραδόντες. οἳ μὲν γὰρ αὐτὴν ἐκάλεσαν ἐπι‐ στήμην, ἀπὸ τοῦ μείζονος ὁριζόμενοι ‘ἐπιστήμη τοῦ εὖ λέγειν‘, οἱ Στωϊκοί· τὸ δὲ εὖ λέγειν ἔλεγον τὸ ἀληθῆ λέγειν. οἳ δὲ ἀπὸ τοῦ ἐλάττονος ὡρίζοντο, λέγοντες | |
10 | αὐτὴν διαλεκτικὴν εἶναι, ἡ δὲ διαλεκτικὴ οὕτως ὁρίζεται ‘δύναμις τοῦ ὄντος πιθανοῦ‘. τοῦτον δὲ τὸν ὅρον οἱ περὶ τὸν Ἀλκιδάμαντα ἔλεγον. λέγομεν δὲ ‘ἀπὸ τοῦ ἐλάττονοσ‘, οὐχ ὅτι ἐλάττων τῆς ῥητορικῆς ὁ ὅρος, ἀλλὰ τοῦ προλαβόντος ἐστὶν ἐλάττων τοῦ λέγοντος αὐ‐ | |
15 | τὴν ἐπιστήμην. οἱ δὲ ἐν τοῖς πράγμασιν ἀρετὴν αὐτὴν λέγοντες οἳ μὲν πολιτικήν, οἳ δὲ ὑποπολιτικὴν ἐκά‐ λεσαν. καὶ πολιτικῆς μὲν ὅρος οὗτος ‘ἐπιστήμη τοῦ εὖ πράττειν τά τε ἴδια καὶ τὰ κοινά‘, διὰ τοῦ μὲν εἰπεῖν ‘τὰ κοινά‘ τὸ πολιτικὸν δηλοῦντες, διὰ δὲ τοῦ ‘τὰ | |
20 | ἴδια‘ τὸ ἠθικὸν καὶ οἰκονομικόν. ὑποπολιτικὴν δὲ ὁ λέ‐ γων αὐτὴν τὴν αὐτὴν μὲν εἶναι τῇ πολιτικῇ φησιν, ὑπο‐ βεβηκέναι δέ· καὶ τὸν μὲν πολιτικὸν τὸν δυνάμενον ὠφελεῖν ζῶντα, τὸν δὲ ὑποπολιτικὸν τὸν γράμματα τῇ | |
πόλει καταλιπόντα ὠφελεῖν δυνάμενα. τῶν δὲ εἰς | 192 | |
14.193 | κακίαν καὶ ἀρετὴν διαβαλλόντων οἳ μὲν λέγουσιν αὐτὴν σοφιστικὴν καὶ ὁρίζονται οὕτως ‘λόγων ἰσχὺς περὶ τοῦ δοκοῦντος πιθανοῦ‘· τούτου δὲ τὴν πρόφασιν Πρόδι‐ κον καὶ Ἱππίαν φασὶ δεδωκέναι. ὁ δὲ Πλάτων κολακείαν | |
5 | αὐτὴν καλεῖ ὁριζόμενος ‘πολιτικῆς μορίου εἴδωλον‘, τῆς δικαστικῆς, ἔτι δὲ καὶ τυραννίδα ἀπὸ τῶν Πώλου λό‐ γων, πρὸς δὲ τούτοις καὶ ἐμπειρίαν. Καὶ ταῦτα μὲν περὶ τῆς τέχνης φασίν. Ἀναγκαῖον δὲ καὶ περὶ ταὐτοῦ διαλαβεῖν καὶ γνῶναι, | |
10 | κατὰ πόσους τρόπους συνίσταται· οὕτως γὰρ μαθησό‐ μεθα, εἰ ἁρμόττουσι τῇ τέχνῃ οἱ ὅροι. ἔστιν οὖν ὕλη, εἶδος, τέλος, ὄργανον· ἐὰν γὰρ τὰ δʹ ταῦτα συνέλθῃ ἐν τῇ παραθέσει, παρόμοιά ἐστιν, εἰ δὲ μή, διαλλάττει, εἰ παρ’ ἓν τούτων φανῇ, ὡς ἔστιν ἐντεῦθεν μαθεῖν. ἔστω | |
15 | Σωκράτους εἰκὼν ἣ μὲν ἐν ξύλῳ, ἣ δὲ ἐν λίθῳ· τὸ μὲν εἶδος ἓν καὶ ἡ μίμησις· τέλος ὁ Σωκράτης· ὄργανα πολ‐ λάκις τὰ αὐτά, σμίλη ἤ τι τοιοῦτον· ἡ μέντοι ὕλη διαλ‐ λάττει. καὶ ἐπὶ ἰατροῦ ἔστω ὃ μὲν φαρμακός, ὃ δὲ χει‐ ρουργικός· τούτοις τὸ ὑποκείμενον οἱονεὶ ὕλη μία, τὰ | |
20 | σώματα· τὸ εἶδος ἕν, οἱ λόγοι· τὸ τέλος ἀμφοτέρων ἡ τῆς ὑγείας ζήτησις· ἀλλὰ τὰ ὄργανα διάφορα, ὃ μὲν γὰρ ἴσως τέμνων ἢ καίων, ὃ δὲ τῇ διαίτῃ χρώμενος θερα‐ πεύει. καὶ ἁπλῶς εἰπεῖν, ἐὰν μὴ [κατὰ] τὰ δʹ ταῦτα συνέλθῃ, οὐ σῴζεται ἡ ὁμοίωσις. | |
25 | Ἐξετάσωμεν οὖν καθ’ ἕκαστον ὅρον, εἰ δύναται πρὸς | |
τὴν ῥητορικὴν ἁρμόσαι. πιθανῶς μέντοι ὁ λόγος προ‐ | 193 | |
14.194 | έλθοι· τὸν γὰρ ἀληθινὸν ὅρον εὐθὺς ἀποδώσομεν. οἱ τοίνυν λέγοντες αὐτὴν ἐπιστήμην λέγουσιν, ὅτι τῆς ἐπι‐ στήμης ὕλη ἐστὶ τὸ περὶ τῶν ὄντων, ᾗ ὄντα ἐστί, δια‐ λέγεσθαι· εἶδος δὲ τῆς ἐπιστήμης τὸ λόγους ποιεῖσθαι· | |
5 | οὐκοῦν καὶ ὁ ῥήτωρ οἶδε, περὶ ὧν διαλέγεται, καὶ περὶ τῶν προοιμίων καὶ τῶν λοιπῶν. τέλος τὸ ἀγαθόν· ὄργανον ὁ λόγος αὐτός, ᾧ πείθει· ὅπερ καὶ ὁ ῥήτωρ ἔχει. — Τῆς δὲ διαλεκτικῆς ὕλη μὲν τὸ πιθανὸν ἐν πᾶσιν, εἶδος ἡ δύναμις—διὰ συλλογισμῶν γὰρ πρόεισι—, τέλος ἡ | |
10 | πειθώ, ὄργανον τὰ ἔνδοξα πρόσωπα· παραπλησίως οὖν καὶ τὰ τῆς ῥητορικῆς. —Τῇ δὲ πολιτικῇ ὕλη μὲν τὰ πράγματα τὰ πολιτικά, εἶδος δὲ τὸ πάντων ὁμοίως ἐπι‐ μελεῖσθαι, τέλος τὸ συμφέρον, τὸ δίκαιον, τὸ καλόν, ὄργανον οἱ κατὰ μέρος τεχνῖται. —Οἱ δὲ κακίαν λέ‐ | |
15 | γοντες καὶ σοφιστικήν φασιν, ὅτι τῇ σοφιστικῇ ὕλη τὸ περὶ πάντων δοκεῖν πιθανῶς διαλέγεσθαι, εἶδος τὸ παλίμβολον καὶ ἄστατον, τέλος ὁ χρηματισμός, ὄρ‐ γανον ἡ ὁμωνυμία τῶν λέξεων καὶ τὰ παρειμένα. οὐκοῦν καὶ ὁ ῥήτωρ περὶ πάντων δοκεῖ πιθανῶς ποιεῖσθαι | |
20 | τοὺς λόγους. εἶδος δὲ ἔχει καὶ τὸ μηδαμοῦ τοῖς αὐτοῖς | 194 |
14.195 | ἐμμένειν· ἀμέλει εὑρίσκομεν τοὺς ῥήτορας καὶ ἀπολογίας καὶ κατηγορίας περὶ τῶν αὐτῶν ποιουμένους, ὡς καὶ ὁ Ἀντιφῶν ἔχει τὴν Τετραλογίαν ὑπὲρ καὶ κατὰ καὶ πά‐ λιν ὑπὲρ περὶ τῶν αὐτῶν. τέλος δὲ τὸν χρηματισμόν· | |
5 | ἀμέλει καὶ Δημοσθένης πλεῖστα λαβὼν τὴν Ὑπὲρ τῶν Με‐ γαλοπολιτῶν συμβουλὴν ἐποιήσατο, ὄργανον δὲ καὶ αὐτὸς ἔχει τὴν ὁμωνυμίαν τῶν λέξεων, ὥσπερ ἐπὶ τῶν σοφιστι‐ κῶν ἐκείνων ‘κίονες ἦσαν ἐνταῦθα χθέσ‘, εἶτα λέγουσι ‘καὶ πῶς μὴ σήμερον ᾄδουσιν‘; ἐπειδὴ γὰρ τὸ ἦσαν | |
10 | σημαίνει 〈καὶ〉 τὸ ἐμελῴδουν, σημαίνει καὶ τὸ ὑπῆρχον, ἐν τῷ τῆς ὁμωνυμίας ἐσοφίζοντο. ἐκ δὲ τῶν παρειμέ‐ νων, ὥσπερ ἐν τῷ Κατὰ Ἀριστοκράτους, ἐκείνου εἰπόν‐ τος ‘ἐάν τις ἀποκτείνῃ Χαρίδημον‘ καὶ σιωπήσαντος διὰ τὸ δῆλον, ὁ Δημοσθένης ὡς ἀναγκαῖα ἀπαιτεῖ, | |
15 | πότερον ἑκὼν ἢ ἄκων, δικαίως ἢ ἀδίκως. —Πάλιν ὕλη τῇ κολακείᾳ τὰ ἐξαπατώμενα πάθη· ὁρῶσα γάρ τινα περὶ ἀνδρείαν φιλότιμον, ἐντεῦθεν τὴν ἀπάτην ἐρ‐ γάζεται. εἶδος τῇ κολακείᾳ ἡ τῆς εὐνοίας προσποίησις, τέλος ὁ χρηματισμός, ὄργανον ἀπατηλὸς λόγος. οὐκοῦν | |
20 | καὶ τῇ ῥητορικῇ ὕλη μὲν ἂν εἴη τὰ πάθη τῶν πολιτῶν, εἶδος δὲ ἡ τῆς εὐνοίας προσποίησις· ἀμέλει ὁ Δημοσθέ‐ νης, ἀπαιτῶν αὐτῷ εὐνοεῖν τοὺς δικαστάς, αὐτὸς δοκεῖ ἐκείνοις εὔνους εἶναι. —Οἳ δὲ τυραννικὴν λέγουσιν, ὅτι ὕλη τῷ τυράννῳ ἡ βλαπτομένη πόλις, εἶδος δὲ ἡ πα‐ | |
25 | ράνομος γνώμη, τέλος ἡ ἡδονή, ὄργανον οἱ κατὰ μέ‐ | |
ρος πολῖται· διὰ γὰρ τούτων ἐκείνους τιμωρεῖται. οὐκ‐ | 195 | |
14.196 | οῦν καὶ τῷ ῥήτορι ὕλη ἡ τῶν πολιτῶν βλάβη, εἶδος ἡ τῆς γνώμης κακία, τέλος ἡ τῶν ἔργων ἡδονή, ὄργα‐ νον ἡ δι’ ἄλλων ἐπιβουλή. —Τῆς δὲ ἐμπειρίας οὐδὲν τὸ διαφέρον πρὸς τὴν ἐπιστήμην ἢ τὸ εἶδος· ὃ μὲν γὰρ | |
5 | λόγῳ, ὃ δὲ ἐμπειρίᾳ πρὸς ἓν τέλος ἐπείγονται. καὶ ταῦτα μὲν οὕτως. Ἡμεῖς δὲ μικρὸν ἄνωθεν ἀναλαβόντες δείξομεν αὐτοὺς μηδὲν τῆς καθ’ ἡμᾶς ῥητορικῆς εἰρηκότας. τρεῖς τοίνυν ῥητορικὰς ὑποτίθενται, μίαν μὲν τὴν ἀνωτάτω καὶ σύν‐ | |
10 | δρομον τῇ φιλοσοφίᾳ, δευτέραν δὲ τὴν μέσην, τρίτην δὲ τὴν κολακευτικήν. καὶ ἐζήτησεν Ἀριστοτέλης, διὰ τί ἐδέησε μέσην εἶναι ῥητορικήν· καί φησιν, ὅτι τὸν δῆμον καὶ τοὺς δικαστὰς ἐξ ἰδιωτῶν συγκειμένους οὐ δυνατὸν τῇ πρώτῃ παρακολουθεῖν καὶ ἐπιστημόνως τὰ λεγόμενα | |
15 | δέξασθαι, ὅθεν ἀνάγκη γέγονε τὴν μέσην γενέσθαι. ἔπειτα ἡ δύναμις ἐφ’ ἑκάτερα ῥέπει διὰ τὸ ἀναγκαῖον τῶν πραγμάτων, καὶ οἱ ταύτην μετιόντες ἄμφω ἐπί‐ στανται, καὶ τὰ βλάπτοντα καὶ τὰ λυσιτελοῦντα, ἀλλ’ οὐχ ὅπως χρήσονται, καθάπερ ὁ ἰατρὸς οἶδε μὲν καὶ τὰ | |
20 | δηλητήρια καὶ τὰ ἀλεξιφάρμακα, οἶδε δὲ οὐχ ἵνα ποιῇ, ἀλλ’ ἵνα γινώσκων φυλάξηται. καὶ ταῦτα μὲν οὕτως. Οἱ δὲ περὶ τὸν Εὐαγόραν ὁρῶντες τοὺς μετιόντας ποικίλους ὄντας καὶ οὐδεμιᾷ χρωμένους γνώμῃ παρα‐ πλησίως αὐτὴν διείλοντο καὶ ἔφασαν εἶναι πέντε, ὡς | |
25 | φωνὴν εἰς διάφορα σημαινόμενα διελόντες. τὰ γὰρ διαι‐ | 196 |
14.197 | ρούμενα ἢ ὡς γένος εἰς εἴδη διαιροῦνται, ἢ ὡς ὅλον εἰς μέρη, ὡς ἂν εἴπω ‘τοῦ ἀνδριάντος τὸ μὲν πόδες, τὸ δὲ κεφαλή‘· ἢ ὡς εἶδος οὐσίας εἰς συμβεβηκότα, ‘τῶν ἀνθρώπων ὃ μὲν λευκός, ὃ δὲ μέλασ‘ καὶ τὰ ὅμοια· ἢ ὡς | |
5 | συμβεβηκὸς εἰς οὐσίαν, ὡς ἂν εἴπω ‘τοῦ λευκοῦ τὸ μὲν κύκνος, τὸ δὲ μάρμαρον‘· ἢ ὡς φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ἂν εἴπω ‘Αἴας Ὀιλέωσ‘ καὶ ‘Αἴας ὁ Τελαμώνιοσ‘. κατὰ ταύτην οὖν τὴν διαίρεσιν πέντε εἶπον εἶναι ῥητορικάς· τὴν μὲν σύνδρομον τῇ φιλοσοφίᾳ, ἣν | |
10 | ὡρίζοντο ἐπιστήμην τοῦ εὖ λέγειν, ὅπερ οὐ δύναται κατὰ ῥητορικῆς ἁρμόζειν· εἰ μὲν γὰρ ἐπιστήμην εἶπε κατα‐ χρηστικῶς οἱονεὶ τέχνην, τί μὴ καὶ τὰς ἄλλας τέχνας ἐπιστήμας ἐκάλεσε; κἂν δῶμεν τοῦτ’ εἶναι, οὐδὲ οὕτως 〈ὁ〉 ὅρος κατὰ ῥητορικὴν ἂν λέγοιτο· οὐ περιέλαβε γὰρ | |
15 | τὰ τῇ τέχνῃ συμβαίνοντα, καὶ γὰρ ἡ γραμματικὴ τέχνη ἐστὶ τοῦ εὖ λέγειν. εἰ δὲ κυρίως ἔλαβε τὴν ἐπιστήμην, πλείοσιν ἐνέπεσεν ἁμαρτήμασι· τῆς γὰρ ἐπιστήμης μία ἐστὶν ὁδὸς ἐπὶ τὴν ἀλήθειαν, οἷον γεωμέτραι μέλλοντες περὶ τριγώνων διδάσκειν ἓν τέλος ἔχουσι καὶ μίαν ἀπό‐ | |
20 | δειξιν τὴν εἰς τοῦτο, κἂν πολλοί εἰσιν· οἱ δὲ ῥήτορες οὐ | |
διὰ τῶν αὐτῶν ἔρχονται οὔτ’ ἀλλήλοις οὔτε ἑαυτοῖς, | 197 | |
14.198 | ἀλλὰ καὶ πολλάκις ἀλλήλοις ἐναντιοῦνται, ὥσπερ παρὰ Θουκυδίδῃ ἐν μὲν τῇ πρώτῃ ἱστορίᾳ ἐστὶ τῆς κατα‐ φρονήσεως μέμψις ‘οὐ γὰρ δὴ ἐπὶ τὴν πολλοὺς βλάψα‐ σαν καταφρόνησιν καταφεύξεσθε‘, ἐν ἑτέρῳ δὲ τόπῳ | |
5 | ἐν τῇ τρίτῃ ἱστορίᾳ φησὶν ὅτι ‘δεῖ κατὰ τῶν πολεμίων ἐλθεῖν οὐ φρονήματι μόνον ἀλλὰ καὶ καταφρονήματι‘. οὐκοῦν οὐκ ἐπιστήμη. —Οἱ δὲ λέγοντες εἶναι πολιτι‐ κὴν—ὕστερον γὰρ περὶ τῆς διαλεκτικῆς ἐροῦμεν—οὐδ’ αὐτοὶ ἀληθῆ φασιν, εἴ γε ἐπιστήμη ἐστὶ τοῦ εὖ πράτ‐ | |
10 | τειν, ἐδείχθη δὲ μὴ δυναμένη ἐπιστήμη εἶναι ἡ ῥητο‐ ρική. —Ἄλλοι λέγουσι τὴν ἐπὶ τὰ ἐναντία εὖ ἔχουσαν, ἣν καὶ Δημοσθένης καὶ Θεμιστοκλῆς μετήρχοντο· ἀμέλει Θεμιστοκλῆς ἐν νέοις μὲν ὢν πολλὴν ἐπεδείξατο τὴν ἀσέλγειαν, ἀνὴρ δὲ γενόμενος ἔδοξεν εἶναι προδότης καὶ | |
15 | χρήματα ὑπὸ τῶν Εὐβοέων κεκομικέναι. —Ἀλλὰ μὴν οὐδὲ διαλεκτικὴ εἶναι δύναται. τέσσαρα γάρ ἐστι ταῦτα, δι’ ὧν αἱ πίστεις γίνονται, συλλογισμός, ἐπαγωγή, ἐνθύ‐ μημα, παράδειγμα. ὁ συλλογισμὸς ἀπὸ τῶν καθόλου τὰ κατὰ μέρος κατασκευάζει· οἷον πᾶσα προδοσία κα‐ | |
20 | κόν, προδότης Αἰσχίνης, οὐκοῦν ἐστι καὶ Αἰσχίνης κα‐ κόν. ἐπαγωγὴ ἀπὸ τῶν μερικῶν τὰ καθόλου· πᾶς ἄνθρω‐ πος τὴν κάτω γένυν κινεῖ καὶ ἵππος καὶ κάμηλος καὶ ὄνος, οὐκοῦν ἄρα πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ· τοῦτο | |
δὲ οὐ πάντως ἔστιν· ἀμέλει ὁ κροκόδειλος τὴν ἄνω γένυν | 198 | |
14.199 | κινεῖ· τὰ μὲν γὰρ καθόλου τῶν μερικῶν διικνεῖται, τὰ δὲ μερικὰ οὐ πάντως τῶν καθόλου. Ταῦτα μὲν οὖν τὰ δύο ἡ διαλεκτικὴ κέκτηται καὶ χρῆται αὐτοῖς· ἡ δὲ ῥητορικὴ τό τε ἐνθύμημα καὶ τὸ παράδειγμα. ἐνθύμημα | |
5 | μὲν οὖν ἐστιν ἀτελὴς συλλογισμὸς καὶ οὐκ ἔχων ἀπὸ τοῦ συμπεράσματος τὸ ἀναγκαῖον, ὥσπερ ἐκεῖνος «ὁ γάρ, οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευα‐ ζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ»· οὐκέτι γὰρ ἐπήνεγκεν ὥσπερ ἐν συμπεράσματι | |
10 | ‘οὐκοῦν ὁ Φίλιππος ταῦτα ποιῶν προδήλως ἡμῖν πολεμεῖ‘. παράδειγμα δὲ ἡ ἐκ τῶν προλαβόντων ὁμοίωσις, ὡς ἐν τῷ πρώτῳ Φιλιππικῶν «εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες». —Τετάρτη δὲ ἡ κολακευτική, ἣν Ἀριστο‐ γείτων καὶ οἱ περὶ αὐτὸν μετήρχοντο, ἐν μὲν δικαστηρίῳ | |
15 | συκοφαντικήν, ὅθεν τυραννίδα αὐτὴν ἔλεγον, ἐν δ’ ἐκ‐ κλησίαις κολακικὴν ἐμπειρίαν, ἣν ὁ Δημάδης μετήρχετο, ναύτης ὤν, ἐπιπηδήσας δὲ τῇ τέχνῃ καὶ ἀλόγως αὐτὴν μετερχόμενος. Καὶ οὗτοι μὲν οὕτως πρὸς ἀπέχθειαν καὶ ἡδονὴν ὡρίζοντο. | |
20 | Διονύσιος δὲ ἐπιγενόμενος ὁ Ἁλικαρνασεὺς καὶ τῶν μὲν τὴν χάριν οὐκ ἀποδεξάμενος, τῶν δὲ τὴν λοιδορίαν μισήσας, ὅρον αὐτῇ τὸν οἰκεῖον ἀπέδωκεν εἰπὼν «ῥη‐ τορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πρά‐ γματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν». | |
25 | Ἐπειδὴ τοίνυν ἔγνωμεν περὶ τῆς ῥητορικῆς, ἀναγ‐ καῖον ἐπὶ τούτοις μαθεῖν καὶ τὸν τοῦ ῥήτορος λόγον. | |
ἔργα οὖν ῥήτορος τρία, νόησις, εὕρεσις, διάθεσις. | 199 | |
14.200 | Νόησις μὲν εἰς τέσσαρα διαιρεῖται, γνῶναί τε τὸ πρόβλημα, εἰ πολιτικὸν ἢ μή· τῶν γὰρ προβλημάτων τὰ μέν ἐστι πολιτικά, τὰ δὲ φιλόσοφα, τὰ δὲ ἰατρικά, τὰ δὲ μέσα τούτων, ἃ πολιτικὴν μὲν ἔχει τὴν ζήτησιν, | |
5 | ὕλην δὲ ἢ ἰατρικὴν ἢ φιλόσοφον. καὶ περὶ μὲν πολιτι‐ κῶν εὔδηλόν ἐστι, τίνα φύσιν ἐπιδέχεται, τὰ δὲ ἰατρικὰ τοιαῦτά ἐστιν, οἷον διὰ τί τὸ βρέφος ἓξ μὲν ὂν μηνῶν οὐ ζῇ, ἑβδόμῳ δὲ γεννώμενον ἢ ἐνάτῳ ζῇ. φιλόσοφα δέ, εἰ ἡ ψυχὴ ἀθάνατος. τὰ δὲ μικτά, οἷον ἐγκύμονά τις | |
10 | ἔτυψε κατὰ γαστρὸς καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ τὸ μὲν πλάσμα ἤγουν ἡ ζήτησις πολιτική, ἡ δὲ ὕλη ἰατρική. ἐκ δὲ φιλοσοφίας 〈καὶ πολιτικῆσ〉 μικτά, οἷον ζωγράφῳ φιλόσοφος δοὺς χρήματα εἶπε τὸ κάλλιστον τῶν ζῴων γράψαι, ὃ δὲ τὸν κύκλον ἐποίησε καὶ κρί‐ | |
15 | νεται βλάβης· ἐνταῦθα γὰρ ζητητέον, εἰ ζῷον ὁ κύκλος, ὅπερ ἴδιον φιλοσοφίας, ἡ μέντοι ζήτησις ἡ περὶ τῆς βλάβης πολιτική. ἐνταῦθα μέντοι δεῖ τὸν μελετῶντα τοῖς ἐνισταμένοις ἀντιτιθέναι τὰς αἰτίας, ὡς καὶ ὁ Λυσίας ἐν τῷ Περὶ ἀμβλώσεως κρίνων φόνου τὸν αἴτιον βιά‐ | |
20 | ζεται ζῷον τὸ βρέφος ἀποδεικνύναι καὶ πανταχοῦ φησιν, | 200 |
14.201 | ὥσπερ οἱ ἰατροὶ καὶ αἱ μαῖαι ἀπεφήναντο. Καὶ ταῦτα μὲν οὖν τὰ προβλήματα. —Δεῖ δὲ νοήσαντα πρῶτον τὸν ῥήτορα καταμαθεῖν, εἰ συνέστηκεν· ἐνδέχεται γὰρ πολιτικὸν μὲν εἶναι, ἀσύστατον δέ. κατὰ δὲ τὴν νόησιν | |
5 | δεῖ καὶ τὸ εἶδος ἐπιγνῶναι, ἐφ’ ὃ ἀνάγεται, εἰ δικανι‐ κὸν ἢ συμβουλευτικόν· τρίτον καὶ τὴν στάσιν, εἰς ἣν τὸ πρόβλημα ἀναφέρεται. Μετὰ δὲ τὸ νοῆσαι ἔστιν εὑρεῖν. εὕρεσις δὲ εἰς δύο διαιρεῖται, εἰς ἐνθύμημα καὶ παράδειγμα, ὧν τὸ μὲν | |
10 | ἕτερον ἴδιον τοῦ ῥήτορος, τὸ δὲ παράδειγμα ἐκ τῶν παρ’ ἑτέρων λαμβανόμενον τὴν πίστιν ἐργάζεται. ἐνίοτε δὲ καὶ ἐναλλὰξ εὑρίσκεται ταῦτα, πῂ μὲν ὑποταττομέ‐ νου τοῦ παραδείγματος τῷ ἐνθυμήματι ὡς ἐν τῷ πρώτῳ Φιλιππικῶν· μετὰ γὰρ τὸ δεῖξαι, ὅτι λυσιτελεῖ τοῖς | |
15 | Ἀθηναίοις ἡ τῶν Ὀλυνθίων σωτηρία, φησὶν «εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες»· ἀλλαχοῦ δὲ μεταλ‐ λάξας εἶπεν «ὅτι ἀπηγγέλθη Φίλιππος τρίτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν» καὶ ἐπενεγκὼν ‘ἦν ὁ καιρὸς αὐτὸς αὐτοῦ‘ καὶ τὰ λοιπά. Δεῖ δὲ μὴ μόνον εὑ‐ | |
20 | ρεῖν ἀλλὰ καὶ ἑρμηνεῦσαι. ἑρμηνείας δὲ ἀρεταὶ τέσσαρες· σαφήνεια, συντομία, πιθανότης, Ἑλληνικὴ λέξις. Ἡ δὲ διάθεσις εἰς δύο διαιρεῖται, εἰς τάξιν καὶ οἰκο‐ νομίαν. τάξις μέν, ὡς ἂν εἴπω, ὅτι ἐν τῇ πραγματικῇ πρῶτον μὲν τὸ δίκαιον, εἶτα τὸ συμφέρον. καὶ αὕτη μὲν | |
25 | ἡ τάξις. οἰκονομία δὲ ἡ πρὸς τὸ συμφέρον τῶν κεφαλαίων | |
ἐναλλαγή, ὡς Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου, | 201 | |
14.202 | ἐπειδὴ κατὰ τὸ νόμιμον ἠσθένει, ἔρρωτο τῷ δικαίῳ, προὔταξε μὲν τὸ δίκαιον εἰς δύο διελών, εἶτα τὸ νόμι‐ μον καὶ μετ’ αὐτὸ πάλιν τὸ δίκαιον καὶ τῇ τοῦ δικαίου ἑκατέρωθεν βοηθείᾳ τὸ ἀσθενὲς τοῦ νομίμου κατέκρυψε. | |
5 | Τινὲς δὲ καὶ δύο ἕτερα προσῆψαν τούτοις, μνήμην τε καὶ ὑπόκρισιν, ἅπερ φαμὲν μὴ εἶναι τοῦ ῥήτορος συ‐ στατικά, ἐπειδὴ μηδ’ ἐν μελέτῃ πέφυκε γίγνεσθαι, ἀλλὰ φύσεώς ἐστι πλεονεκτήματα. Ἑξῆς ῥητέον περὶ τοῦ σκοποῦ τοῦ παρόντος συγ‐ | |
10 | γράμματος καὶ χρησίμου καὶ συγγραφέως καὶ γνησιό‐ τητος 〈καὶ τάξεωσ〉 καὶ ἐπιγραφῆς καὶ ἐπὶ ποῖον εἶδος τῆς ῥητορικῆς ἀνάγεται. Σκοπὸς τοίνυν ἐστὶν αὐτῷ περὶ προτάσεως γενικῶν προβλημάτων. | |
15 | Τὸ δὲ χρήσιμον ἐντεῦθεν σκοπητέον. τῆς ῥητορικῆς τὸ μέν ἐστιν ἐξηγητικόν, τὸ δὲ λεκτικόν. οὐδέτερον οὖν τούτων εἰδέναι δυνατὸν ἀμύητον ὄντα τοῦ παρόντος συγγράμματος· διελεῖν μὲν λόγον ἀρχαῖον χωρὶς τέχνης ἀδύνατον, εἰπεῖν δέ τι καινότερον ἐκτὸς τέχνης πάλιν | |
20 | ἀδύνατον. Περὶ δὲ συγγραφέως οἳ μὲν λέγουσιν Ἑρμογένην τὸν Ταρσέα συγγεγραφέναι, ὡς Φιλόστρατος ἱστορεῖ ἐν τοῖς Βίοις τῶν σοφιστῶν· καί φησιν αὐτὸν γεγονότα ἐτῶν πεντεκαίδεκα φύσεως δυνάμει χρησάμενον ἐπὶ τὸ γρά‐ | |
25 | φειν ἐληλυθέναι, καὶ νέον μὲν ὄντα διὰ τὸ εὐφυὲς εἰς | 202 |
14.203 | γνῶσιν Μάρκῳ καταστῆναι τῷ βασιλεῖ, εἰς ἄνδρας δὲ ἐλθόντα τὴν τῶν λόγων δύναμιν ἀποβαλεῖν ὑπ’ οὐδε‐ μιᾶς νόσου. ὡς δέ τινες τὴν αἰτίαν βούλονται λέγειν, φασίν, ὅτι νέῳ μὲν ὄντι τὸ θερμὸν πλεονάσαν τοσαύτην | |
5 | ἐνεποίησε περὶ τοὺς λόγους ἰσχύν, ἐπὶ γῆρας δὲ ἥκοντι τὸ θερμὸν ἀποσβεσθὲν συνεῖλε τοὺς λόγους καὶ ἦν ἐντεῦ‐ θεν εὐκαταφρόνητος. ὅθεν οἱ τοῦτον ἐπιτωθάζειν βου‐ λόμενοι γέροντα μὲν ἐν νέοις ἐκάλουν, ἐν δὲ γηράσκουσι παῖδα. καὶ ὅτι τούτου φασὶν εἶναι τὸ σύγγραμμα, πί‐ | |
10 | στιν ἐπιτιθέασι ταύτην, ὡς πεποίηται μὲν αὐτῷ τὸ Περὶ ἰδεῶν, τῇ δ’ αὐτῇ ἀπαγγελίᾳ ἐχρήσατο νῦν καὶ ἐν‐ ταῦθα. ἡμεῖς δ’, εἴτε τούτου ἐστὶν εἴθ’ ἑτέρου, ὡς φασί τινες, μηδὲν 〈περὶ〉 τῆς προσηγορίας διενεχθέντες ὡς χρήσιμον τὸ σύγγραμμα δεχώμεθα. | |
15 | Ἀκόλουθον ἐπὶ τούτοις περὶ τάξεως τοῦ βιβλίου δια‐ λαβεῖν· καὶ δῆλον, ὅτι προσηκούσης ἔτυχε τάξεως. τρεῖς γάρ εἰσιν αἱ ῥητορικαί, ἃς καὶ αὐτὸς Ἑρμογένης συνε‐ γράψατο, ἥ τε τῶν Προγυμνασμάτων καὶ ἡ παροῦσα τῶν Στάσεων καὶ ἡ Περὶ τῶν ἰδεῶν. εἰ μὲν οὖν ἱκανὸν | |
20 | ἦν εὐθὺς ἐξ ἀρχῆς τῷ Περὶ στάσεων ἐγχειρῆσαι βιβλίῳ, εὔδαιμον ἦν· ἐπειδὴ δὲ τῶν ἀνθρώπων ἡ φύσις οὐ πέ‐ φυκεν εὐθέως τῶν μεγάλων ἀντιλαμβάνεσθαι, ἀλλὰ δεῖ πρότερον τοῖς βραχέσιν ἐμμελετήσασαν οὕτως ἐπὶ τὸ | |
μεῖζον ἐλθεῖν, ἀναγκαίως οἱ παλαιότεροι τῶν σοφιστῶν | 203 | |
14.204 | τὰ προγυμνάσματα πρῶτον ἐδίδαξαν, εἶτα κατὰ δευτέ‐ ραν τάξιν τὰς στάσεις καὶ τρίτον τὸ περὶ τῶν ἰδεῶν. μῦθος μὲν γὰρ καὶ χρεία καὶ γνώμη καὶ θέσις εἰς τὸ τῆς συμβουλῆς εἶδος ἀνάγονται, ἐγκώμιον δὲ καὶ ψόγος | |
5 | καὶ σύγκρισις εἰς τὸ πανηγυρικόν, ἀνασκευὴ δὲ καὶ κοινὸς τόπος καὶ νόμου εἰσφορὰ εἰς τὸ δικανικόν. καὶ ἐζήτηται, διὰ τί τελείου ὄντος τοῦ ἐγκωμίου μετὰ τῶν προγυμνα‐ σμάτων τὴν τάξιν ἐποιήσαντο. καί φαμεν, ὅτι συνανα‐ μέμικται τοῦτο μετὰ τῶν δύο εἰδῶν, τοῦ τε συμβουλευ‐ | |
10 | τικοῦ καὶ τοῦ δικανικοῦ, ὥσπερ Δημοσθένης ἐποίησεν ἐν μὲν συμβουλῇ τοὺς προγόνους ἐγκωμιάζων καὶ τούτῳ τοὺς Ἀθηναίους εἰς τὸ δέον προτρεπόμενος, ἐν δὲ τῷ δικανικῷ τῷ Περὶ τοῦ στεφάνου ἐγκώμια παραλαβὼν περὶ ἑαυτοῦ πολιτικὰ καὶ ψόγον Αἰσχίνου. διὰ τοῦτο | |
15 | γοῦν, ἐπειδὴ τούτοις συνεπλέκετο τὸ εἶδος ὡς μερικόν, μετὰ τῶν προγυμνασμάτων ἐτάχθη. Εἰκότως οὖν κατὰ δευτέραν τάξιν τὸ Περὶ στάσεων διδασκόμεθα, εἶτα μετὰ τοῦτο τὸ Περὶ τῶν ἰδεῶν· πρότερον γὰρ δεῖ νοῆ‐ σαι καὶ διελεῖν τὰ κεφάλαια καὶ οὕτως, ἅπερ ἐννοού‐ | |
20 | μεθα καὶ ἡ τέχνη παρέχει, φράζειν. δύο γάρ ἐστι τὰ συνιστῶντα τὸν λόγον, δύναμις καὶ ἡδονή· καὶ ἡ μὲν δύναμις ἐν τοῖς ἐνθυμήμασι καὶ τοῖς κεφαλαίοις ἀνα‐ φαίνεται, ἡ δὲ ἡδονὴ διὰ τῆς φράσεως λαμβάνει τὴν ἰσχύν· τὰ γὰρ σχήματα καὶ τὰ ἤθη καὶ ὅσα ἕτερα τῆς | |
25 | ἡδονῆς ἐστι παραστατικά. ζῷον δὲ πρὸς τῶν παλαιῶν ὁ | 204 |
14.205 | λόγος ὠνόμασται, καὶ ὃν τρόπον τὸ ζῷον ἐκ ψυχῆς συν‐ έστηκε καὶ σώματος, οὕτως καὶ ὁ λόγος ἐκ ψυχῆς μὲν οἱονεὶ τῶν ἐνθυμημάτων ἐστίν, ἐκ δὲ σώματος τῆς φράσεως. καὶ ταύτην μὲν ἀπείληφε τὴν τάξιν εἰκότως. | |
5 | Περὶ δὲ ἐπιγραφῆς ἐκεῖνο λεκτέον, ὡς ἐπέγραψάν τινες ‘Ἑρμογένους Περὶ τέχνης ῥητορικῆσ‘. ἁμαρτάνουσι δὲ οὗτοι τοῦ δέοντος· οὐ γὰρ περὶ πάσης ῥητορικῆς τέ‐ χνης πρόκειται ὁ σκοπός· αὐτίκα περὶ προοιμίων καὶ διηγήσεων καὶ τῶν ἄλλων ἕτεροι μὲν συνεγράψαντο, ὥσ‐ | |
10 | περ Λολλιανὸς καὶ οἱ περὶ τοῦτον καταγινόμενοι, Ἑρ‐ μογένης δὲ περὶ τούτων οὐδὲν παραδίδωσιν. οἱ δὲ ‘Περὶ στάσεων‘ ἐπιγράφοντες τὸν ἀληθῆ τοῦ τεχνογράφου σκο‐ πὸν ἐποιήσαντο. Ἀλλ’ ἐπειδὴ [περὶ] στάσεων ἐμνήσθημεν, ἀναγκαῖον | |
15 | καὶ τὰς περὶ τούτων δόξας εἰπόντας τῶν ὁρισαμένων, εἶτα τὴν ἀντιλογίαν ποιησαμένους τὸν ἀληθέστερον ὅρον ἐκθέσθαι. τινὲς οὖν εἶπον στάσιν εἶναι [καὶ] ἀμφισβή‐ τησιν δύο προσώπων περὶ τὸ ὡρισμένον πρᾶγμα. οὐχ | |
ὑγιὴς δὲ οὗτός ἐστιν, οὐ γὰρ ἔχει τὸ ἴδιον τῆς ῥητορικῆς· | 205 | |
14.206 | αὐτίκα γοῦν καὶ γραμματικοὶ ἀμφισβητοῦσι καὶ ὡρι‐ σμένον ἔχουσι τὸ ζητούμενον. —Ἄλλοι δὲ οὕτως ὡρί‐ σαντο ‘στάσις ἐστὶ τὸ ἐκ τῶν δύο πρώτων προτάσεων συνιστάμενον‘. οὗτος δὲ ὁ ὅρος ἔοικε τοῦ ζητήματος | |
5 | μᾶλλον εἶναι ἢ τῆς στάσεως, ἄλλως τε οὐδὲ τὸ ἴδιον ἔχει τῆς ῥητορικῆς· συναπενήνεκται γὰρ τῷ πρώτῳ ὁρίσαντι. —Ὁ δὲ ἀληθὴς οὗτός ἐστι ‘στάσις ἐστὶν ἀμφισβήτησις λογική, καθ’ ἣν αἱ διαιρέσεις τῶν κεφαλαίων γίνονται 〈τῶν〉 εἰς πίστιν κομιζομένων‘. ‘λογική‘ μὲν ἔνεστι τῷ | |
10 | ὅρῳ, ἐπειδὴ καὶ ἄλλαι πολλαὶ δι’ ἔργων ἀμφισβητήσεις γίνονται, οἷον αἱ τῶν αὐλητῶν καὶ τῶν ὁμοίων· τὸ δὲ ‘καθ’ ἣν αἱ διαιρέσεις τῶν κεφαλαίων‘ πρὸς ἀντιδιαστο‐ λὴν τοῦ προβλήματος· ἴδιον γὰρ τῶν στάσεων τὰ κε‐ φάλαια 〈διαιρεῖν〉 τοῦ ῥήτορος· οἱ γὰρ φιλόσοφοι οὐκ | |
15 | οἴδασιν εἰς κεφάλαια τοὺς λόγους διαιρεῖν, ἀλλὰ τὸ ἀνυό‐ μενον ἐκ τῶν λόγων καλοῦσι κεφάλαιον. Ὅτι πέντε μέρη τοῦ λόγου, 〈προοίμιον, διήγησις, ἀντίθεσις, λύσις, ἐπίλογος,〉 παρὰ τισὶ δὲ τέσσαρα, προοίμιον, διήγησις, πίστεις, ἐπίλογοι. προστιθέασι 〈δὲ〉 | |
20 | τινὲς τήν τε ἔφοδον καὶ παρέκβασιν καὶ αὔξησιν. 〈Προοίμιον δὲ λαμβάνεται καὶ ἀπὸ τοῦ εὐθίκτου καὶ ἀπὸ τοῦ εὐστόχου ...〉 ἢ καὶ ἀπὸ γνώμης, 〈ὡς ὁ Δη‐ | |
μοσθένης λέγει〉 ὅτι ‘οὐδέν ἐστι χαλεπώτερον 〈ἢ〉 γεί‐ | 206 | |
14.207 | τονος πονηροῦ τυχεῖν. οὗτος γὰρ ἐπιθυμήσας τοῦ χω‐ ρίου μου πράγματά μοι παρέχει‘. καὶ ἀπὸ τῶν μορίων τῶν περιστατικῶν προοίμιον γίνεται. μόρια δὲ περιστά‐ σεως πρόσωπον, πρᾶγμα, χρόνος, τόπος, 〈τρόπος,〉 αἰ‐ | |
5 | τία, ὕλη. πρόσωπον, οἷον τριηράρχης. πρᾶγμα· εὐνοῶν τῇ πόλει. χρόνος· ἐπὶ τῶν Πελοποννησιακῶν. τόπος· ἐν ἱερομηνίᾳ κακῶς πέπρακται, φαμέν. τρόπος· ἢ διὰ σιδή‐ ρου ἢ φαρμάκου ἢ ξύλου· χαλεπὸν γὰρ ἐροῦμεν τὸν θά‐ νατον τοῦτον τὸν τρόπον. ἀπὸ αἰτίας· προδότης ἦν οὗ‐ | |
10 | τος, ἐχθρός, ἐπίβουλος, μοιχός. ἀπὸ δὲ ὕλης· τῷ πλούτῳ καὶ τῇ ἐξουσίᾳ καθ’ ἡμῶν πόλεμον ἤρατο. —Καὶ ὅτι τὸ προοίμιον προθεραπεία, ὁ δὲ ἐπίλογος ἕνεκεν τοῦ παροξυνθῆναι τὸν δικαστήν· ἐν γὰρ τῷ προοιμίῳ τὸ πρᾶγμα μανθάνει, ὁπόταν τοίνυν γνῷ τὸ πρᾶγμα, δυνά‐ | |
15 | μεθα αὐτὸν παροξύνειν, πρὸ δὲ τοῦ εἰδέναι ἀδύνατον παροξῦναι. —Καὶ ὅτι τὸ μὲν προοίμιον σαφὲς καὶ σύν‐ τομον 〈καὶ περιηγμένον〉 ἐστὶ καὶ λέξιν μεταφορικὴν οὐκ ἔχον, ὁ δὲ ἐπίλογος σαφὴς μέν ἐστιν, οὔτε δὲ περιῆ‐ κται οὔτε σύντομός ἐστι, δυνατὸν δὲ καὶ λέξει μετα‐ | |
20 | φορικῇ χρήσασθαι. —Καὶ ὅτι τὸ προοίμιον ἐκ τοιού‐ των εἶναι χρή· ἐκ προτάσεως, ἐξ αἰτίας, ἥτις 〈καὶ〉 κατασκευὴ λέγεται, καὶ ἀ[ντα]ποδόσεως καὶ συναγω‐ | |
γῆς, ἥτις 〈καὶ〉 βάσις λέγεται. πρότασις μὲν οὖν ἐστι, | 207 | |
14.208 | καθ’ ἣν προτείνειν ποιούμεθα τοὺς λόγους· αἰτία δέ, καθ’ ἣν λέγομεν τοὺς λόγους· ἀπόδοσις δέ, καθ’ ἣν ἀποδι‐ δόαμεν τὸν λόγον πρὸς τὰ προειρημένα· συναγωγὴ δέ, καθ’ ἣν πάντα τὰ ῥηθέντα συνάγομεν λόγῳ. ἔστι δὲ | |
5 | πρόβλημα, οἷον ῥήτωρ ἐφυγαδεύθη, στασιασάσης τῆς πόλεως λόγον ἔγραψε περὶ ὁμονοίας, ὡμονόησεν ἡ πόλις, γράφει τις κατελθεῖν τὸν ῥήτορα. προτείνομεν γὰρ οὕ‐ τως ‘ἔδει μὲν μηδὲ τὴν ἀρχὴν ἐκεῖνον φυγῇ περιβλη‐ θῆναι τότε‘, ἔπειτα τὴν αἰτίαν λέγομεν οὕτως ‘ὁ γὰρ | |
10 | λόγος βεβαίαν ἐποίησε τὴν εὔνοιαν αὐτοῦ‘, 〈ἔπειτα τὴν ἀπόδοσιν ‘ἐπειδὴ τοίνυν ἔργοις μεμαθήκαμεν τὴν προαί‐ ρεσιν αὐτοῦ,〉 ταχέως εἰς τὴν πόλιν αὐτὸν δεξώμεθα‘, τὴν δὲ συναγωγὴν οὕτως ‘ἦ δεινὸν εἴη τὸν εὐεργέτην ὡς ἐχθρὸν τιμωρεῖσθαι‘. | |
15 | Περὶ διηγήσεως. Ὅτι πιθανὴ γίνεται ἡ διήγησις, ὅταν μὴ μάχηται ἀλλήλοις τὰ τῆς πίστεως μόρια, οἷ‐ ον Ἀριστείδης ὁ δίκαιος τοὺς φόρους τάξας κλοπῆς κρί‐ νεται· μάχεται γὰρ τὸ πρόσωπον τῷ πράγματι. κατὰ δὲ τὴν αἰτίαν καὶ τὴν γνώμην ἡ διήγησις ἔχειν ὀφείλει, | |
20 | οἷον ἢ προδότης ἢ ἀνδροφόνος ἢ ἐπίβουλος ἢ ἐκ προ‐ νοίας ἔβλαψεν ἢ ἠδίκησεν· οὐ δεῖ γὰρ τὴν διήγησιν δί‐ χα τῆς γνώμης εἶναι, μάλιστ’ εἰ ἔχει μαχόμενα τὰ τῆς πίστεως μόρια. Ἐν τῇ διηγήσει τοίνυν ὀφείλομεν καὶ τοῖς παρελθοῦσιν ὡς ἐνεστῶσι χρῆσθαι, οἷον φυγάδες | |
25 | πατρίδος πολεμουμένης ἐνίκησαν, γράφει τις αὐτοὺς κατ‐ | 208 |
14.209 | ιέναι· ἐν γὰρ τῇ διηγήσει λέγομεν οὕτως ‘ἆρα οὖν ἐκεῖ‐ νοι μνησικακοῦσι; πολλοῦ γε καὶ δεῖ‘· ἀντὶ γὰρ παρελη‐ λυθότων καὶ τὰ ἐνεστῶτα εἴπομεν. Γίνεται δὲ διήγησις καὶ παρεγκεκλιμένη κατὰ τὴν πτῶσιν γινομένη τὴν αἰ‐ | |
5 | τιατικὴν καὶ ἡ ἀπ’ εὐθείας κατὰ τὴν ὀνομαστικὴν πτῶ‐ σιν· καὶ ἵνα μὴ μακρολογῶμεν, ἥτις ἁρμόσει τῶν πέντε πτώσεων, ταύτῃ χρησόμεθα. Πίστεις δέ εἰσιν αἱ προτάσεις τῶν κεφαλαίων καὶ αἱ λύσεις. ἔντεχνοι μέν εἰσιν αἱ ἀπὸ τῶν εἰκότων λεγό‐ | |
10 | μεναι, ἄτεχνοι δὲ αἱ ἀπὸ ἐγγράφων γινωσκόμεναι. Ἐπίλογον δὲ ποιεῖς, ὅταν παθητικὴ ἡ ὑπόθεσις ᾖ ἢ δικανικὴ ἢ πολιτικὴ ἢ μέση· μέσος δέ ἐστιν ἐπίλογος ὁ ἑκάτερον ἔχων, τὸ πολιτικόν, τὸ ἀνθηρόν, τὸ εἰς οἶ‐ κτον ἐπαγόμενον τοὺς δικαστάς. χρώμεθα δὲ ἐν τῷ | |
15 | ἐπιλόγῳ ταῖς προσωποποιίαις, ταῖς ἀποστροφαῖς, ταῖς παρεκβάσεσιν. Ὅτι ἡ ὑπόθεσις συνέστηκε ταῦτα ἔχουσα τὰ τρία, αἴτιον, συνέχον, κρινόμενον. αἴτιον μὲν οὖν ἡ τοῦ κατ‐ ηγόρου πρότασις, καθ’ ἣν ἐπιφέρει τὸ κρινόμενον, τὴν | |
20 | αἰτίαν, οἷον ‘ἐφόνευσασ‘. 〈συνέχον δὲ ἡ τοῦ φεύγοντος φωνή, οἷον ‘οὐκ ἐφόνευσα‘.〉 τὸ δὲ κρινόμενόν ἐστι τοῖς δικασταῖς, ἵνα ἀκούσαντες τοῦ αἰτίου καὶ τοῦ συν‐ έχοντος κρίνωσιν. —Εἰσὶ δὲ ὑποθέσεις αἳ μὲν πολιτικαί, αἳ δὲ παθητικαί, αἳ δὲ πανηγυρικαί, αἳ δὲ μέσαι. καὶ | |
25 | πολιτικαὶ μέν εἰσιν αἱ συνεστῶσαι δίχα πανηγύρεως, οἷον τὸν εὔπαιδα γέρας λαμβάνειν, τρεῖς ἔχων τις παῖ‐ | |
δας προσάπαξ ἠριστευκότας, ἕτερος ἕνα τρὶς ἠριστευ‐ | 209 | |
14.210 | κότα ἀμφισβητοῦσι περὶ τοῦ γέρως. παθητικαὶ δέ εἰσιν αἱ συνεστῶσαι ἔκ τινος συμφορᾶς, οἷον ἀποβαλοῦσά τις τρεῖς παῖδας ἀνήρτησεν ἑαυτήν, καθελὼν αὐτὴν ὁ ἀνὴρ κρίνεται κακώσεως. | |
5 | Ὅτι ἔργα ῥήτορός ἐστι ταῦτα· νοῆσαι, εὑρεῖν, τάξαι, οἰκονομῆσαι, φράσαι, μνημονεῦσαι, ὑποκρίνασθαι. νοῆ‐ σαι μέν ἐστι καὶ ἰατροῦ· εὑρεῖν ταῦτα τὰ κεφάλαια· τάξαι δὲ τί πρῶτον εἰπεῖν, τί δὲ δεύτερον· οἰκονομῆσαι τὸ προσηκόντως εἰπεῖν, μηδὲν ἐναντίον ἐπ’ εὐθείας ἢ | |
10 | κατὰ πατρὸς ἢ κατὰ πατρίδος, ἀλλὰ μετά τινος σχή‐ ματος καὶ εἴδους· φράσαι δὲ Ἑλληνικῇ τῇ φωνῇ· μνη‐ μονεῦσαι δὲ τὸ πάντα εἰπεῖν μηδὲν παραλιμπάνοντα· ὑποκρίνασθαι τῷ σχήματι ἤθη στρατηγοῦ, ῥήτορος, πατρός, 〈υἱοῦ,〉 ἀνδρός, γυναικός. | |
15 | Περὶ στάσεων. Τῶν στάσεων αἳ μέν εἰσι λογικαί, αἳ δὲ νομικαί. καὶ λογικαὶ μέν εἰσιν αἱ ἀνωτάτω τέσσαρες, στοχασμός, ὅρος, μετάληψις, ποιότης· νομικαὶ δὲ τέσσαρες, ῥητὸν καὶ διάνοια, ἀντινομία, συλλογισμός, ἀμφιβολία. αἱ μὲν οὖν ἄλλαι πᾶσαι στάσεις εἰσὶν εἴδη, | |
20 | ἡ δὲ ποιότης γένος, τέμνεται δὲ εἰς πραγματικὴν καὶ δικαιολογικήν· καὶ ἡ μὲν πραγματικὴ εἶδος γίνεται, ἡ δὲ δικαιολογικὴ γένος καὶ διαιρεῖται εἰς δύο, εἴς τε | |
ἀντιληπτικὴν καὶ ἀντιθετικήν· μενούσης δὲ τῆς ἀντι‐ | 210 | |
14.211 | ληπτικῆς ἐφ’ ἑαυτῆς ἡ ἀντιθετικὴ εἰς τέσσαρα διαιρεῖται, ἀντίστασιν, μετάστασιν, ἀντέγκλημα, συγγνώμην. ὑφαι‐ ρουμένων τοίνυν τῶν τριῶν γενῶν, τῆς τε ποιότητος καὶ 〈τῆσ〉 δικαιολογικῆς καὶ τῆς ἀντιθετικῆς, στάσεις γίνονται | |
5 | 〈αἱ〉 πᾶσαι δεκατρεῖς, οἷον στοχασμός, ὅρος, ἀντίληψις, πραγματική, μετάληψις, ἀντίστασις, ἀντέγκλημα, μετά‐ στασις, συγγνώμη, ῥητὸν καὶ διάνοια, ἀντινομία, συλλο‐ γισμός, ἀμφιβολία. Στάσις δὲ λέγεται παρὰ τὸ ἑκάτερον τῶν ἀγωνιζο‐ | |
10 | μένων ἵστασθαι, πρὸς ὃ νομίζει αἱρετόν. Τὰ ζητήματα τὰ μὲν ἐπ’ εὐθείας ἄγεται ἐν δικαστη‐ ρίῳ, τὰ δὲ ἐσχημάτισται. Γίνεται δὲ τὸ σχῆμα τριχῶς, κατὰ 〈τὸ〉 μεῖζον, κατὰ τὸ πλάγιον, κατὰ τὸ ἐναντίον. κατὰ μὲν τὸ μεῖζον, οἷον ἑάλω Δημοσθένης ἐπὶ τοῖς Ἁρπα‐ | |
15 | λείοις χρήμασι, καὶ ὁ μὲν κατήγορος αὐτῷ τιμᾶται φυγῆς, ὃ δὲ ἀντιτιμᾶται αὑτῷ θανάτου προσποιούμενος τὸ μεῖζον, ἵνα συγχωρηθῇ τὸ ἧττον, καὶ ὅπως ὀνειδίσῃ, ὅτι ὅλως αὐτοῦ κατεψηφίσαντο. —Κατὰ δὲ τὸ πλάγιον· νόμος τὸν μαινόμενον φεύγειν· φήμης οὔσης, ὅτι σύνεστιν ὁ | |
20 | πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, ἀξιοῖ ὁ παῖς ὡς μαινόμενος φεύγειν. καλεῖται δὲ καὶ κατ’ ἔμφασιν· ἐνταῦθα γὰρ τῷ μὲν δοκεῖν περὶ τῆς μανίας ὁ παῖς διαλέγεται, πλά‐ γιον δὲ ἐμφαίνει τὴν τοῦ πατρὸς μοιχείαν ὅτι ‘τοὺς πο‐ λίτας ἐρυθριῶν οὐ φέρω τοῦ λοιποῦ τὸ πάθοσ‘. —Κατὰ | |
25 | δὲ τὸ ἐναντίον, οἷον νόμος μὴ εἶναι προδότου γνώρι‐ σμα, τοὺς Θεμιστοκλέους γράφει τις παῖδας ἐξελαύνειν, οἳ δὲ ἀξιοῦσι καθαιρεθῆναι τὰ τείχη, ἃ Θεμιστοκλῆς | |
ᾠκοδόμησεν· ἐνταῦθα γὰρ δεῖξαι βούλονται ἐκ τοῦ | 211 | |
14.212 | ἐναντίου, ὅτι οὐ προδότης ἦν· τὰ γὰρ ἐσχηματισμένα ἕτερον μὲν ἔχει τὸ κεκρυμμένον, ἕτερον δὲ τὸ φαινό‐ μενον, γίνεται δέ, ὅταν μετὰ παρρησίας μὴ δυνώμεθα ποιεῖσθαι τοὺς περὶ τοῦ προκειμένου πλάσματος λό‐ | |
5 | γους. Περὶ κατασκευῆς λόγου ῥητορικοῦ. Παντὸς λόγου μέρη ἐστὶ τέσσαρα, προοίμιον, διήγησις, ἥτις καὶ κα‐ τασκευὴ λέγεται, ἀγῶνες, ἐπίλογοι. σημείωσαι δέ, ὅτι τὰς ἀντιθέσεις καὶ τὰς λύσεις εἰς ἓν συνάψας ἀγῶνας | |
10 | εἶπε καὶ διὰ τοῦτο τὰ πέντε μέρη τέτταρά φησι. τοῦ γὰρ λόγου τὸ μὲν πραγματικόν ἐστι, τὸ δὲ παθητικόν· καὶ τὸ μὲν πραγματικὸν ἔχει διήγησιν καὶ ἀγῶνας—ἐν τούτοις γὰρ περὶ ζητήματος τῶν πραγμάτων ποιούμεθα τοὺς λόγους—, τὸ δὲ παθητικὸν ἔχει [τὰ] προοίμια | |
15 | καὶ ἐπιλόγους—ἐν τούτοις γὰρ πάθος κινοῦμεν τοῖς ἀκροαταῖς, εὔνοιαν μὲν πρὸς ἡμᾶς, ὀργὴν δὲ κατὰ τῶν ἀντιδίκων—. τούτοις προστιθέασι πολλάκις οἱ ῥήτορες προκατασκευὴν καὶ παρέκβασιν 〈καὶ προκατάστασιν〉, ἣν καὶ προδιήγησιν ἔνιοι καλοῦσιν. | |
20 | Ἀφορμαὶ λόγου ῥητορικοῦ τρεῖς, ἐνθύμημα, παρά‐ δειγμα, παραβολή. ἐνθύμημα μὲν οὖν ἐστι λόγος, ἐν ᾧ τεθέντος τινὸς ὁμολογουμένου τοῖς ἀντιδίκοις ἕτερόν τι τῶν ἀμφισβητουμένων φαίνεται ἀποδεικνύμενον, οἷον «ὥσπερ οὖν διὰ τούτων [αὐτῶν] ἤρθη μέγας, οὕτως | |
25 | ὀφείλει καὶ διὰ τῶν αὐτῶν τούτων καθαιρεθῆναι πάλιν». | |
παράδειγμα δέ ἐστι γεγονότος πράγματος παράθεσις, | 212 | |
14.213 | οἷον «ἃ περὶ Ἀμφιπολιτῶν ἐποίησε τοὺς προδόντας αὐ‐ τῷ τὴν πόλιν». παραβολὴ δέ ἐστι [λόγος] πράγματος οὐ γεγονότος μὲν ὡρισμένως, ἐνδεχομένου δὲ γενέσθαι παράθεσις, οἷον «ἀλλὰ μήν, εἰ τοῦτο γενήσεται, δέ‐ | |
5 | δοικα μὴ τὸν αὐτὸν τρόπον, ὅνπερ οἱ δανειζόμενοι μι‐ κρὸν εὐπορήσαντες χρόνῳ ὕστερον καὶ τῶν ἀρχαίων ἀπέ‐ στησαν». διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν ἀπὸ γεγονότων λαμβάνεται πραγμάτων, ἣ δὲ [καὶ] ἐξ ἀορίστου καὶ ἐνδεχομένου γενέσθαι. —Ἀνάγεται δὲ | |
10 | τὰ τρία ταῦτα ἐπὶ τὸ ἐπιχείρημα. —Φαίνονται δὲ διὰ τῶν τριῶν, κόμματος, κώλου, περιόδου. κόμμα μὲν οὖν ἐστι φράσις βραχύ τι νόημα ἔχουσα, οἷον «δεῖ δὲ χρημάτων». κῶλον δέ ἐστι φράσις, ἐν ᾗ μέρος νοήμα‐ τος φαίνεται, οἷον «ἄλλως τε κἂν ὅμορον ἔχωσι». πε‐ | |
15 | ρίοδος δέ ἐστι λόγος ποικίλος ἐκ κώλων καὶ κομμά‐ των συγκείμενος, διάνοιαν αὐτοτελῆ δηλῶν, οἷον «εἶτ’ οὐκ αἰσχύνεσθε, εἰ μηδ’ ἃ πάθοιτε ἄν, εἰ δύναιτ’ ἐκεῖ‐ νος, ποιῆσαι ταῦτα καιρὸν ἔχοντες οὐ τολμήσετε;» Ὅτι τρεῖς χαρακτῆρές εἰσι τῆς ῥητορικῆς οἷον εἴδη | |
20 | φράσεως αὐστηρόν, μέσον, ἰσχνόν. Θουκυδίδης μὲν τὸν αὐστηρὸν ἐπετήδευσε χαρακτῆρα καὶ Ἀντιφῶν ὁ ῥήτωρ, ὁ τούτου διδάσκαλος· τὸν δὲ μέσον Δημοσθένης, Ὑπερί‐ δης, Δείναρχος, Λυκοῦργος· τὸν δὲ ἰσχνὸν Αἰσχίνης, Ἰσοκράτης, Λυσίας, Ἀνδοκίδης, Ἰσαῖος. οὗτοι γάρ εἰσιν | |
25 | οἱ ῥήτορες οἱ δέκα πραττόμενοι. | 213 |
14.214 | Ὅτι ἔργον ῥήτορος προοιμιάσασθαι 〈 〉 πρὸς πειθώ, ἐπιλογίσασθαι πρὸς ὀργὴν καὶ ἔλεον. Ὅτι πέντε μέρη τῆς ῥητορικῆς, εὕρεσις, οἰκονομία, φράσις, ἐπίκρισις καὶ διάταξις τῶν εὑρημένων. Καὶ μέ‐ | |
5 | ρη τοῦ λόγου τέσσαρα, προοίμιον, διήγησις, πίστις, ἐπίλογος. σημειωτέον δέ, ὅτι τοὺς ἀγῶνας πίστεις ἐκάλε‐ σεν, οὓς ἄλλοι ἀντιθέσεις καὶ λύσεις εἰπόντες πέντε μέ‐ ρη ἔχειν τὸν πολιτικὸν εἰρήκασι λόγον. τὸ προοίμιον προσεχεστέρους ποιεῖ τοὺς ἀκούοντας, ἡ διήγησις δι‐ | |
10 | δάσκει τὸ πρᾶγμα, ἡ δὲ πίστις ἀνασκευάζει ἢ κατασκευ‐ άζει τὸ προκείμενον, ὁ δ’ ἐπίλογος ἐπιρρώννυσι τοὺς ἀκούοντας πρὸς τοὺς λέγοντας. Ἐπιχείρημά ἐστι λόγος κατασκευαστικὸς τοῦ προτε‐ θέντος ζητήματος. | |
15 | Ὅτι ἑπτὰ τρόποι διηγήσεως· αὔξησις, μείωσις, 〈εὐ‐ φημία,〉 παράλειψις, ἐπανάμνησις, ἐπὶ τὸ κρεῖττον 〈ἢ χεῖρον〉 φράσις, ἐνάργεια. γίνεται δὲ ἡδυτάτη, ἐὰν γνώ‐ μας ἀναμίξῃς καὶ ἀρχαιολογίαν εἴπῃς εὐκαίρως, ὡς ἡ παρ’ Ὑπερίδῃ καὶ ἤθεσι καὶ πάθεσι ποικίλλεται. | |
20 | Περὶ πίστεως. Πίστις ἐστὶ λόγος κατασκευαστικός, ἄγων τὸν ἀκροατὴν εἰς συγκατάθεσιν. ἄτεχνος πίστις· μαρτυρία καὶ νόμοι καὶ ψηφίσματα, συμβουλαὶ καὶ τὰ τοιαῦτα, ὅσα ἔγγραφα. ἔργον δὲ ῥήτορός ἐστιν ἐν ταῖς ἀτέχνοις πίστεσι τὰ μὲν βοηθοῦντα αὐξῆσαι καὶ αὐτοῖς | |
25 | βοηθῆσαι, τὰ δὲ καθ’ ἡμῶν σμικρῦναι καὶ ὡς οὐκ ἀξιό‐ | 214 |
14.215 | πιστα διαβαλεῖν. —Τί ἐστι παθητικὴ πίστις; 〈ἡ〉 τῷ πάθει τοῦ λέγοντος ἐπιφέρουσα τοῦ ζητουμένου τὴν πίστιν, οἷον «ὃς γὰρ ἐμοῦ φιλιππισμὸν κατηγορεῖ, ὦ γῆ καὶ θεοί.» Ὅτι τόποι τῆς πίστεως οἱ γενικώτατοι | |
5 | οὗτοι· ὅρος, διαίρεσις, παράθεσις, συστοιχία, περιοχή, ὅμοιον, παρεπόμενον, μάχη, δύναμις, κρίσις. Ὅτι ὁ ἐπίλογος ἀνακεφαλαίωσιν ἔχει. τέσσαρα δὲ εἴδη τῆς ἀνακεφαλαιώσεως, καθ’ ὑπόθεσιν, κατὰ στάσιν, κατὰ ἐπιχείρησιν, κατὰ τόπον. | |
10 | Ὅτι πρῶτα πάθη τέσσαρα, λύπη, φόβος, ἐπιθυμία, ἡδονή. ἐπιθυμία ἐστὶν ἄλογος ὄρεξις, ἡδονὴ δὲ ἄλογος ἔπαρσις. Ἔργον δὲ ἐπιλόγου ἢ προϋπάρχοντα πάθη αὐξῆσαι ἢ ἐμ‐ ποιῆσαι μὴ ὄντα. διαφέρει δὲ προοιμίου, ὅτι ἐκεῖ ἐμποι‐ | |
15 | ῆσαι πάθος δεῖ, ὧδε δὲ προϋπὸν αὐξῆσαι καὶ ἐπιρρῶσαι. | |
20 | Λολλιανοῦ. Προοίμιόν ἐστι λόγος παρηγορίας ἔχων τῶν πρὸς τὰ κεφάλαια παθῶν, προηγουμένως μὲν πρὸς ἀκρόασιν, ἤδη δὲ ὡς ἐκ περισσοῦ συνεφελκόμενος καὶ τὴν συγκατάθεσιν. Μέρη δὲ προοιμίου γʹ, πρότασις, κατασκευὴ καὶ βάσις. Ἀρεταὶ δὲ προοιμίου γʹ, εὔνοια, | |
25 | προσοχή, εὐμάθεια. | 215 |
14.216 | Ὅτι ἔργον ῥήτορος, ὥς φησι Θεοδέκτης, προοιμιά‐ σασθαι πρὸς εὔνοιαν, διηγήσασθαι πρὸς πιθανότητα, πιστώσασθαι πρὸς πειθώ, ἐπιλογίσασθαι πρὸς ὀργὴν ἢ ἔλεον. | |
5 | Ὅτι ὕλη ῥητορικῆς τὰ πολιτικὰ ζητήματα. Ὅτι κατὰ Πλάτωνα τρεῖς ῥητορικαί, πρώτη ἡ καὶ σύνδρομος τῇ φιλοσοφίᾳ, τὸ γὰρ ἀληθὲς πάντῃ ἐπιζητεῖ· διαφέρει δέ, ὅτι ἣ μὲν τὸ καθολικὸν προαιρεῖται δίκαιον, ἡ δὲ ῥητορικὴ τὸ μερικόν. δευτέρα δὲ ἡ πρὸς ἑκάτερα | |
10 | ῥέπουσα, ἀληθές τε καὶ ψεῦδος, ἥτις καὶ διαιρεῖται τοῖς τρισὶν εἴδεσιν. τρίτη ἡ πρὸς ἡδονὴν ἀεὶ βλέπουσα καὶ κολακείαν. Ὅτι ὁ Ἀριστοτέλης πρὸς τέτταρα εἶναι ταῦτα χρήσι‐ μον τὴν ῥητορικήν φησι καὶ τὰς δι’ αὐτῆς ἀποδείξεις· | |
15 | πρῶτον μὲν [καὶ] πρὸς τὴν τῶν ἀληθῶν καὶ δικαίων ἐν τοῖς πολιτικοῖς πράγμασιν ἐπίγνωσιν, ὡς καὶ Πλάτων ἐν Φαίδρῳ ‘ῥήτορος μὲν γὰρ ἔργον τὸ τὰ ἀληθῆ λέ‐ γειν, δικαστῶν δέ γε σωφρόνων τὸ τὰ δίκαια κρίνειν‘. δεύτερον δὲ τὸ διὰ τῶν κοινῶν καὶ πιθανῶν λόγων πεί‐ | |
20 | θειν τοὺς πολλούς, ἀλλὰ μὴ διὰ τῶν ἐπιστημονικῶν, ὧν ἐπαΐειν παντελῶς ἀδυνατοῦσι. τρίτον τὸ πρὸς τὰ ἀντι‐ | |
κείμενα δύνασθαι διὰ λόγων βοηθεῖν ἑαυτοῖς. τέταρτον | 216 | |
14.217 | τὸ πᾶσαν ἐν λόγοις ἔχειν εὔροιαν, ἥτις πρὸς πᾶσαν ἐπιστήμην χρήσιμος ἐκ ταύτης ἡμῖν προσγενήσεται. Ἐκ τῶν Πλουτάρχου εἰς τὸν Πλάτωνος Γοργίαν· Ὅρος ῥητορικῆς κατὰ Γοργίαν ‘ῥητορική ἐστι τέχνη περὶ | |
5 | λόγους τὸ κῦρος ἔχουσα, πειθοῦς δημιουργὸς ἐν πολιτι‐ κοῖς λόγοις περὶ παντὸς τοῦ προτεθέντος πιστευτικῆς καὶ οὐ διδασκαλικῆσ‘. εἶναι δὲ αὐτῆς τὴν πραγματείαν ἰδίαν μάλιστα περὶ δίκαια καὶ ἄδικα, ἀγαθά τε καὶ κακά, καλά τε καὶ αἰσχρά. | |
10 | Λόγος ἐστὶν ἐνδιάθετος ἔννοια ἀνθρωπίνη, καθ’ ἣν ἡμῖν περιγίνεται τὸ τί χρὴ λέγειν ἢ τί χρὴ πράττειν. — Λόγος ἐστὶ προφορικὸς δήλωσις ἐννοίας ἀνθρώπου διὰ φωνῆς ἐνάρθρου. Ὅρος ῥητορικῆς Σωπάτρου. Τί ἐστι ῥητορική; δύνα‐ | |
15 | μις λογικὴ ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν. καὶ ἔστι ‘δύναμις λογική‘ τὸ γένος, τὸ δὲ ‘ἐν πράγματι πολιτικῷ‘ διαφορά, τὸ δὲ ‘τέλος ἔχουσα‘ | |
ἴδιον. | 217 | |
14.218(5) | Ποία ἡ τάξις τῶν στάσεων καὶ πόσαι εἰσίν· δεκατρεῖς μέν εἰσιν, ἡ δὲ τάξις αὐτῶν στοχασμός, ὅρος, ἀντίλη‐ ψις, ἀντίστασις, ἀντέγκλησις, μετάστασις, συγγνώμη, πραγματική, ῥητὸν καὶ διάνοια, συλλογισμός, ἀντινομία, ἀμφιβολία, μετάληψις. | |
10t | Ι | |
11 | Τί ἐστι στοχασμός; ἀδήλου πράγματος ἔλεγχος οὐσιω‐ δῶς ἀπό τινος φανεροῦ σημείου· οἷον πεφώραταί τις θάπτων νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας καὶ φόνου φεύγει. Τί ἐστιν ὅρος; ὀνόματος ζήτησις περὶ πράγματος, οὗ | |
15 | τὸ μὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος· οἷον ἐξ ἱεροῦ ἰδιωτικά τις ὑφείλετο χρήματα καὶ ὡς ἱερόσυλος ὑπάγεται. Τί ἐστιν ἀντίληψις; ἀνευθύνου πράγματος εἶναι δο‐ κοῦντος ὡς ὑπευθύνου κατηγορία· οἷον ζωγράφος ἔγρα‐ | |
20 | ψε πρὸ τοῦ λιμένος ναυάγια καὶ μηδενὸς καταίροντος κρίνεται δημοσίων ἀδικημάτων. Τί ἐστιν ἀντίστασις; ὅταν ὁμολογῶν ὁ φεύγων πε‐ ποιηκέναι τι 〈ὡσ〉 ἀδίκημα ἀνθιστῇ ἕτερόν τι εὐεργέ‐ τημα μεῖζον δι’ αὐτοῦ τοῦ ἀδικήματος πεπραγμένον· | |
25 | οἷον φιλοίνου γεωργοῦ υἱὸς τὸν ἀμπελῶνα ἐκκόψας ἐφύ‐ | |
τευσε ῥόδα καὶ ἀποκηρύττεται. | 218 | |
14.219 | Τί ἐστιν ἀντέγκλησις; ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα ἀντεγκαλῇ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν, ἃ πέπονθεν· οἷον ἐν Ὀλυμπίοις τινὲς τὸν ἑαυτῶν τύραννον ἀπέκτειναν καὶ κρίνονται ἀσεβείας· καὶ | |
5 | πάλιν ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ κρί‐ νεται φόνου. Τί ἐστι μετάστασις; ἐὰν ὁμολογῶν ὁ φεύγων πεποι‐ ηκέναι τι ὡς ἀδίκημα εἰς ὑπεύθυνόν τι δυνάμενον γενέ‐ σθαι πρᾶγμα ἢ πρόσωπον μετάγῃ τὴν αἰτίαν· οἷον πρε‐ | |
10 | σβευτὴς μὴ λαβὼν παρὰ τοῦ ταμίου τὸ ἐφόδιον καὶ καταμείνας καὶ κρινόμενος. Τί ἐστι συγγνώμη; ἐὰν ὁμολογῶν τις ὡς ἀδίκημα ἐπί τι μὴ δυνάμενον μὲν ὑπεύθυνον γενέσθαι, ἔξωθεν δὲ ἁπλῶς παραλαμβανόμενον τὴν αἰτίαν μεθιστῇ· οἷον | |
15 | 〈οἱ〉 δέκα στρατηγοὶ 〈οἱ〉 διὰ τὸν χειμῶνα μὴ ἀνελό‐ μενοι τὰ σώματα καὶ κρινόμενοι. Τί ἐστι πραγματική; ἀμφισβήτησις περὶ πράγματος μέλλοντος, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι ἢ δοῦ‐ ναι τόδε τι ἢ μὴ δοῦναι· οἷον βουλεύονται Ἀθηναῖοι, εἰ | |
20 | χρὴ θάπτειν τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν βαρβά‐ ρων. Τί ἐστι ῥητὸν καὶ διάνοια; ἐὰν τοῦ κατηγόρου ὡς ἐπὶ τὸ πλεῖστον τὸ ῥητὸν προβαλλομένου ὁ φεύγων μηδὲν ἔξωθεν προσεξετάζων ταῖς διανοίαις χρῆται πρὸς τὸν | |
25 | νόμον· οἷον τὸν ἀναβάντα ἐπὶ τὸ τεῖχος ξένον ἀναιρεῖ‐ | |
σθαι, ἐν πολιορκίᾳ ξένος ἀναβὰς ἠρίστευσε καὶ κρίνεται. | 219 | |
14.220 | Τί ἐστι συλλογισμός; ἀγράφου πράγματος πρὸς ἔγ‐ γραφον παράθεσις, συνάγοντος εἰς ταὐτόν τινος τὸ ἄγρα‐ φον τῷ ἐγγράφῳ· οἷον νόμος τὸν νοσοῦντα μὴ στρατεύε‐ σθαι, ἐρῶν τις ἀξιοῖ μὴ στρατεύεσθαι· καὶ νόμος τὸν | |
5 | ἐξ ἑταίρας μὴ λέγειν, ἐκ πόρνου τινὰ γεγονότα λέγειν κωλύει τις. Τί ἐστιν ἀντινομία; ἀντινομία ἐστὶ δύο ἢ καὶ πλειό‐ νων ῥητῶν ἢ καὶ ἑνὸς διαιρουμένου μὴ φύσει ἐναντίων κατὰ περίστασιν δὲ μάχη· οἷον νόμος τοὺς ἄρρενας εἰς | |
10 | ἱερὸν Δήμητρος μὴ εἰσιέναι καὶ νόμος τὸν τυπτομένῃ μητρὶ μὴ βοηθήσαντα τεθνάναι, ἐν ἱερῷ Δήμητρος ἐπαμύνας τις τυπτομένῃ μητρὶ κρίνεται· καὶ ὁ ἀποκή‐ ρυκτος μὴ μετεχέτω τῶν πατρῴων. Τί ἐστιν ἀμφιβολία; ὅπου ἑνὸς ῥητοῦ ἔχοντος δύο | |
15 | σημαινόμενα ὡς ὄντων ἑκάτερος τῶν ἀντιδίκων ἰδίαν ἐξήγησιν ποιεῖται τὴν συμφέρουσαν αὐτῷ· οἷον ἑταίρα εἰ χρυσία φοροίη δημόσια ἔστω· ἢ ἀπὸ ῥητοῦ ἐκ προσ‐ ῳδίας ἢ διαστάσεως συλλαβῶν γενομένη, ἐκ μὲν προσ‐ ῳδίας οἷον ἑταίρα εἰ χρυσία φοροίη, ἐκ δὲ διαστάσεως | |
20 | συλλαβῶν οἷον δύο ἦσάν τῳ παῖδες. Τί ἐστι μετάληψις λογική; ἐὰν τῷ πεπραγμένῳ συγ‐ χωροῦντες ἕν τι τῶν περιστατικῶν αἰτιώμεθα· οἷον ἱέρεια μυοῦσα τύραννον ἀπέκτεινε καὶ κρίνεται φόνου· καὶ τὸ ἐξῆν ἀποκτιννύναι καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευο‐ | |
25 | μένην, τὸν μοιχόν τις ἀποκτείνας μόνον χρόνῳ ὕστερον ἐπὶ τῷ τάφῳ τοῦ μοιχοῦ δακρύουσαν εὑρὼν ἀπέκτεινε | |
τὴν γυναῖκα καὶ φεύγει φόνου. | 220 | |
14.221 | Τί ἐστι μετάληψις οἰκεία; λόγος παραγραφὴν ἔχων τῆς δίκης, ἀπό τινος ἐγγράφου ῥητοῦ τὴν ἰσχὺν ἔχων· οἷον χρωμένῳ τινὶ περὶ παίδων ἔχρησεν ὁ θεὸς ‘ἀν‐ δροφόνοις οὐ χρῶ‘ καὶ πάλιν φεύγει. | |
5t | ΙΙ | |
6 | Τί ἴδιον στοχασμοῦ; τὸ ἀνεύθυνον εἶναι τὸ πεπραγ‐ μένον, σημεῖον δὲ γίνεσθαί τινος ὑπευθύνου. Τί ἴδιον ὅρου; τὸ λείπειν τι, οὗ προστεθέντος ἀσύ‐ στατον γίνεται τὸ ζήτημα. | |
10 | Τί ἴδιον ἀντιλήψεως; τὸ μὴ τῶν φύσει ἀδικημάτων εἶναι τὸ πεπραγμένον ἀλλ’ ἔξωθεν ἐπιδείκνυσθαι. Τί ἴδιον ἀντιστάσεως; τὸ μηδὲν ζητεῖσθαι, μήτε τὸ ἀδίκημα μήτε τὸ εὐεργέτημα. Τί ἴδιον ἀντεγκλήσεως; τὸ 〈ἐν〉 μόνῳ τούτῳ τοὺς | |
15 | κατηγόρους μὲν ἀπολογεῖσθαι, κατηγορεῖν δὲ τοὺς ἀπο‐ λογουμένους. Τί ἴδιον μεταστάσεως; τὸ ὁμολογεῖν μὲν τὸ ἀδίκημα, ἕτερον δὲ ποιεῖν ὑπεύθυνον τῷ τολμήματι. Τί ἴδιον συγγνώμης; τὸ ὁμολογεῖν μὲν τὸ ἀδίκημα | |
20 | πεποιηκέναι, φάσκειν δὲ ἄξιον εἶναι συγγνώμης τυχεῖν. Τί ἴδιον πραγματικῆς; τὸ ζητήσεις ποιεῖσθαι περὶ μελλόντων πραγμάτων. Τί ἴδιον ῥητοῦ καὶ διανοίας; τὸ τὸν μὲν κατήγορον τῷ ῥητῷ χρῆσθαι, τὸν δὲ φεύγοντα τῇ διανοίᾳ. | |
25 | Τί ἴδιον συλλογισμοῦ; τὸ τῷ κειμένῳ ῥητῷ κεκωλυ‐ | 221 |
14.222 | μένῳ ἄλλο ἔξωθεν μὴ κεκωλυμένον 〈ὅμοιον〉 ἐπιδει‐ κνύναι. Τί ἴδιον ἀντινομίας; τὸ παραβεβάσθαι τινὰ ἤδη νόμον. Τί ἴδιον ἀμφιβολίας; τὸ ἑνὶ ῥητῷ σημαίνειν πλείονα. | |
5 | Τί ἴδιον μεταλήψεως; τὸ περιστατικὸν ἔχειν πλέον τοῦ πεπραγμένου κατηγορούμενον. | |
7t | ΙΙΙ | |
8 | Τίνι διαφέρει στοχασμὸς ὅρου; ὅτι ὁ μὲν στοχασμὸς οὐσίαν οὐ φαινομένην ζητεῖ, ὁ δὲ ὅρος οὐσίαν φαινομένην | |
10 | τί δεῖ καλεῖν ζητεῖ· καὶ ὃ μὲν εἰ ἔστιν, ὃ δὲ τί δεῖ καλεῖν. Τίνι διαφέρει στοχασμὸς μεταλήψεως; ὅτι ἐν στο‐ χασμῷ μὲν τὰ πεπραγμένα ἢ λελεγμένα ἄλλων γίνεται τεκμήρια, ἐν δὲ τῇ μεταλήψει αἱ περιστάσεις αὐταὶ κρί‐ νονται καὶ οὐδενὸς ἑτέρου τεκμήρια γίνεται. | |
15 | Τίνι διαφέρει στοχασμὸς ἀντιλήψεως; ὅτι ἐν μὲν τῇ ἀντιλήψει φανερὸν καὶ τέλειόν ἐστι τὸ ἀδίκημα, ζητοῦ‐ μεν δέ, ὁποῖόν ἐστιν, ἐν δὲ τῷ στοχασμῷ ἀφανές ἐστι τὸ πρᾶγμα, περὶ οὗ ἡ ζήτησις. Τίνι διαφέρει στοχασμὸς πραγματικῆς; ὅτι ἐν μὲν τῷ | |
20 | στοχασμῷ τὰ κατὰ τὸν μέλλοντα συνιστάμενα χρόνον εἰ ἔσται ἁπλῶς ζητοῦμεν, ἐνταῦθα δὲ ὁποῖόν τί ἐστι, πό‐ τερον συμφέρον ἢ οὔ, πότερον καλὸν ἢ οὔ, ἆρα δυνατὸν ἢ οὔ. Τίνι διαφέρει στοχασμὸς πρὸς τὴν συγγνώμην; ὅτι | |
25 | ἐκεῖ μὲν τὸ ἀκούσιον ὡμολόγηται, ἐνταῦθα δὲ αὐτὸ τοῦτο ζητοῦμεν, πότερον ἄκων ἢ οὔ. | |
Τίνι διαφέρει στοχασμὸς πρὸς τὰς νομικάς; ὅτι ἐκεῖ | 222 | |
14.223 | μὲν ὁμολογουμένου 〈τοῦ〉 πράγματος περὶ τὸν νόμον ἐστὶν ἡ ζήτησις, ἐν δὲ τῷ στοχασμῷ τὸ ἐναντίον· οἱ μὲν γὰρ νόμοι ὡμολόγηνται, τὸ δὲ πρᾶγμά ἐστιν ἄδηλον. Τίνι διαφέρει στοχασμὸς συλλογισμοῦ; ὅτι ἐν μὲν τῷ | |
5 | συλλογισμῷ ὁμολογούμενον εἶναι δεῖ τὸ πρᾶγμα, ἐν δὲ τῷ στοχασμῷ περὶ τοῦ εἰ ἔστιν ἡ ζήτησις. Τίνι διαφέρει ὅρος ἀντιλήψεως; ὅτι ἐν μὲν τῇ ἀντιλή‐ ψει τὸ πεπραγμένον οὐ τῶν φύσει ἀδικημάτων ἐστίν, ἀλλὰ ζητεῖται, εἰ ἔστιν ἀδίκημα, ἐν δὲ τῷ ὅρῳ ὁμολο‐ | |
10 | γεῖται τὸ πεπραγμένον ἀδίκημα εἶναι. Τίνι διαφέρει ὅρος ῥητοῦ καὶ διανοίας; ὅτι ἐν μὲν τῷ ὅρῳ λείπει τι τῷ πράγματι, ἐκεῖσε δὲ περισσεύει· δεῖ γὰρ ἔξωθέν τι ἀντεισφέρειν τῇ τοῦ νόμου φωνῇ. Τίνι διαφέρει ὅρος πρὸς τὰς λογικάς; ὅτι ἐν ἐκείναις | |
15 | μὲν τέλειόν ἐστι τὸ πεπραγμένον, ἐν τούτῳ δὲ ἀτελές. Τίνι διαφέρει ὅρος πρὸς τὰς νομικάς; ὅτι ἐκεῖ μὲν περὶ τὸν νόμον ἡ ζήτησις γίνεται, ἐν δὲ τῷ ὅρῳ ἀρχό‐ μεθα μὲν ἀπὸ τοῦ νόμου, τὸ μέντοι ζήτημα οὐ περὶ τὸν νόμον, περὶ τὸ πρᾶγμα δέ. | |
20 | Τίνι διαφέρει ὅρος συλλογισμοῦ; ὅτι ἐν ὅρῳ μὲν τοῦ λείποντος προστεθέντος τὸ ἀδίκημα σαφές, ἐν δὲ τῷ συλλογισμῷ οὐ δεῖται πρὸς πλήρωσιν τοῦ ἀδικήματος ἕτερον θατέρου, ἀλλ’ ἀρκεῖ καθ’ αὑτό. Τίνι διαφέρει ὅρος μεταλήψεως; ὅτι ἐν ὅρῳ μὲν | |
25 | πάντως ὁ δικαστὴς τὸ ἴδιον οἶδε τοῦ ἐγκλήματος, ἐν δὲ τῇ μεταλήψει οὐ πάντως. Τίνι διαφέρει ὅρος πραγματικῆς; ὅτι αἱ μὲν ὁρικαὶ ζητήσεις ἀπὸ τοῦ ῥητοῦ τὴν ζήτησιν ἔχουσιν, αἱ δὲ πραγματικαὶ ἀπὸ ῥητοῦ μὲν οὐδενός, ἀπ’ αὐτῶν δὲ τῶν | |
30 | πραγμάτων. | 223 |
14.224 | Τίνι διαφέρει ἀντίληψις τῶν ἀντιθετικῶν; ὅτι ἐν μὲν ταῖς ἀντιθετικαῖς ὡμολογημένον ἀδίκημα ἐκ τῆς περι‐ στάσεως καλὸν ἀποδείκνυται, ἐν δὲ τῇ ἀντιλήψει τὸ ἐναντίον· πρᾶγμα γὰρ οὐ φύσει κακὸν ἐκ τῆς περι‐ | |
5 | στάσεως δείκνυται ἢ μή. Τίνι διαφέρει ἀντίληψις πρὸς μετάστασιν; ὅτι ἐν μὲν τῇ ἀντιλήψει ἐφ’ οἷς ἐποίησε κρίνεται, ἐν δὲ τῇ μετα‐ στάσει ἐφ’ οἷς οὐκ ἐποίησε. Τίνι διαφέρει ἀντίληψις ἀντεγκλήσεως; ὅτι ἐκεῖ μὲν | |
10 | ἀπ’ αὐτοῦ τοῦ πεπραγμένου τὸ ὄνομα τῷ ἐγκλήματι τίθεται, ἐν δὲ τῇ ἀντιλήψει ἄλλο ἐπ’ ἄλλου κρίνεται. Τίνι διαφέρει ἀντίληψις πρὸς τὰς νομικάς; τῷ μήτε ἀπὸ ῥητοῦ ἄρχεσθαι μήτε ἐν ῥητοῖς τὴν ζήτησιν ἔχειν ὥσπερ ἐκείνη. | |
15 | Τίνι διαφέρει ἀντίληψις πρὸς συλλογισμόν; ὅτι ἐν ἀντιλήψει μὲν ὁ κατήγορος ὅλου τοῦ πράγματος κατη‐ γορεῖ, ἐν δὲ τῷ συλλογισμῷ τὴν μὲν ἀρχὴν συγχωρεῖ, ἐγκαλεῖ δὲ τῷ τέλει. Τίνι διαφέρει ἀντίληψις μεταλήψεως; ὅτι ἐν μὲν τῇ | |
20 | ἀντιλήψει ἐξουσία ἐστὶ τοῦ ποιεῖν καὶ μή, ἐν δὲ τῇ μετα‐ λήψει ἀνάγκη τοῦ ποιεῖν. Τίνι διαφέρει ἀντίστασις πρὸς ἀντίληψιν; ὅτι ἐν μὲν τῇ ἀντιλήψει ζητοῦμεν εἰ ἀδίκημά ἐστιν ἢ μή, ἐν δὲ τῇ ἀντιστάσει οὐδὲν ζητοῦμεν· ἀμφότερα γὰρ ὁμολογεῖται. | |
25 | Τίνι διαφέρει ἀντίστασις ῥητοῦ καὶ διανοίας; ὅτι ἐν μὲν τῇ ἀντιστάσει δυνατὸν ἄνευ νόμου συστῆναι ζήτησιν, ἐν δὲ [τῷ] ῥητῷ καὶ διανοίᾳ πᾶσα ἀνάγκη νόμον τινὰ | |
εἶναι, εἰ δὲ μή, ἀσύστατον ἂν εἴη τὸ ζήτημα. | 224 | |
14.225 | Τίνι διαφέρει ἀντίστασις ἀντεγκλήσεως; ὅτι ἐκεῖ μὲν τὸ πρᾶγμα ὁμολογῶν ὁ φεύγων πεποιηκέναι οὐκ ἀδικεῖν φησιν ἀλλ’ ἄξιον εἶναι τὸν πεπονθότα τοῦ πάθους, ἐν δὲ τῇ ἀντιστάσει [καὶ] ἀδικεῖν μὲν ὁμολογεῖ καὶ αὐτὸς | |
5 | [ὁμολογεῖ καὶ αὐτὸς αἴτιος γεγενῆσθαι τοῦ πάθους], μεῖζον μέντοι ἀγαθὸν ἀντιτίθησί τι. Τίνι διαφέρουσιν αἱ ἀντιθετικαὶ πρὸς τὰς νομικάς; ὅτι ἐκεῖναι μὲν ἀπὸ ῥητῶν, αὗται δὲ ἀπὸ πραγμάτων ἄρχονται. | |
10 | Τίνι διαφέρει ἀντίστασις στοχασμοῦ; ὅτι ἐκεῖ μὲν ἄδηλόν ἐστι τὸ πεπραγμένον, ἐνταῦθα δὲ τέλειον. Τίνι διαφέρει ἀντίστασις ὅρου; ὅτι ἐκεῖ μὲν ἀτελές ἐστι τὸ πεπραγμένον, ἐνταῦθα δὲ τέλειον. Τίνι διαφέρει ἀντίστασις μεταλήψεως; ὅτι ἐν 〈μὲν〉 | |
15 | τῇ μεταλήψει τὸ πεπραγμένον καλόν ἐστι καὶ αἰτιᾶ‐ σθαι αὐτὸ οὐ δυνάμενοι μεταλαμβάνομεν ἢ τρόπον 〈ἢ τόπον〉 ἢ χρόνον, ἐν δὲ τῇ ἀντιστάσει αὐτὸ τὸ πεπραγ‐ μένον ἀδίκημα ἐνδείκνυμεν. Τίνι διαφέρει μετάστασις ἀντεγκλήσεως; ὅτι ἐν 〈μὲν〉 | |
20 | τῇ μεταστάσει ὁ φεύγων οὐδὲν ἔχει τῷ πεπονθότι ἐγκα‐ λεῖν ἀλλ’ ἑτέρῳ, ἐν δὲ τῷ ἀντεγκλήματι αὐτῷ τῷ πεπον‐ θότι ὁ φεύγων ἀντεγκαλεῖ. Τίνι διαφέρει μετάστασις ἀντιστάσεως; ὅτι ἐν μὲν τῇ ἀντιστάσει αὐτὸς ὁ φεύγων φησὶ τὸ ἀδίκημα δεδρα‐ | |
25 | κέναι, εὐεργεσίαν προάγων μείζονα, ἐν δὲ τῇ μεταστάσει ὁ φεύγων τὴν τιμωρίαν ἐφ’ ἕτερον μεθίστησι. Τίνι διαφέρει συγγνώμη πρὸς ῥητὸν καὶ διάνοιαν; ὅτι ἐν ἐκείνῃ μὲν ἄκων ὁ ἀπολογούμενος ἥμαρτεν, ἐνταῦθα δὲ ἑκὼν ἔπραξε. | |
30 | Τίνι διαφέρει συγγνώμη μεταστάσεως; ὅτι ἐν μὲν τῇ | 225 |
14.226 | μεταστάσει καὶ ποιήσας τις καὶ μὴ ποιήσας κρίνεται, ἐν δὲ τῇ συγγνώμῃ ὁ πράξας μόνον. Τίνι διαφέρει ἀντέγκλησις μεταλήψεως; ὅτι ἐν μὲν τῇ ἀντεγκλήσει οἰκείᾳ γνώμῃ καὶ οὐκ ἀπὸ νόμου φαινό‐ | |
5 | μεθα τὴν ἐξουσίαν ἔχοντες, ἐν δὲ τῇ μεταλήψει κατὰ νόμον πάντως τὸ πεπραγμένον εἴργασται. Τίνι διαφέρει ῥητὸν καὶ διάνοια μεταστάσεως; ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὁ μὲν κατήγορος τῷ ῥητῷ κέχρηται, ὁ δὲ φεύγων τῇ διανοίᾳ, ἐν δὲ τῇ μετα‐ | |
10 | στάσει τοὐναντίον ὁ μὲν κατήγορος ταῖς διανοίαις χρῆ‐ ται, ὁ δὲ φεύγων τῷ ῥητῷ. Τίνι διαφέρει ῥητὸν καὶ διάνοια συγγνώμης; ὅτι ἐν μὲν τῇ συγγνώμῃ τὰ μὲν ἑκούσια εἰς τὰ τῆς ψυχῆς πάθη ἀναφέρεται, τὰ δὲ ἀκούσια [εἰς τὰ τῆς ψυχῆς] εἰς | |
15 | ἀνάγκην μείζονα, ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ οὐκ ἔστι φύσει τὸ γεγονὸς ἀδίκημα ἀλλ’ ἁπλῶς ὑπὸ τοῦ νόμου δοκεῖ κεκωλῦσθαι. Τίνι διαφέρει ῥητὸν καὶ διάνοια πρὸς τὰς ἀντιθετι‐ κάς; ὅτι ἐν ἐκείναις μὲν φύσει ἀδίκημά ἐστι τὸ γεγενη‐ | |
20 | μένον, ἐν ταύτῃ δὲ φύσει μὲν ἀδίκημα οὐκ ἔστιν, ἁπλῶς δὲ ὑπὸ νόμου δοκεῖ κεκωλῦσθαι. Τίνι διαφέρει ῥητὸν καὶ διάνοια συλλογισμοῦ; ὅτι ὁ συλλογισμὸς ἐκ τοῦ φεύγοντός ἐστιν, ἐνταῦθα δὲ οὐχ ὥσπερ ἐν τῇ στάσει κατὰ συλλογισμὸν ἐκ τοῦ κατηγό‐ | |
25 | ρου. Τίνι διαφέρει συλλογισμὸς πρὸς μετάληψιν; ὅτι ἐν μὲν τῇ μεταλήψει τῷ μεταληπτικῷ ὁ διώκων κέχρηται, ἐν δὲ τῷ συλλογισμῷ ὁ φεύγων. Τίνι διαφέρει συλλογισμὸς ἀντιλήψεως; ὅτι τῇ ἐξου‐ | |
30 | σίᾳ οὐ καθ’ οὗ εἶχε κέχρηται. | 226 |
14.227 | Τίνι διαφέρει μετάληψις ἔγγραφος ἀγράφου; ὅτι ἐν μὲν τῇ ἐγγράφῳ περὶ αὐτὸ τὸ ῥητὸν τὴν ζήτησιν γίνεσθαι συμβαίνει ἰσχυριζομένων ἡμῶν πότερον μὴ συγκεχωρῆ‐ σθαι τὴν δίκην, ἐν δὲ τῇ ἀγράφῳ συγχωρήσας τῷ ἐγκλή‐ | |
5 | ματι ὁ κατήγορος καὶ συνδραμὼν τῷ ῥητῷ ἕν τι τῶν περὶ τὸ πρᾶγμα αἰτιᾶται. Τίνι διαφέρει συλλογισμὸς ἀμφιβολίας; ὅτι οὐδὲ ὀρ‐ θῶς φησιν ὡς ἐκείνη οὔτε τῷ αὐτῷ ῥητῷ ἔχει χρωμέ‐ νους τοὺς λέγοντας ὅλῳ τε καὶ ὀρθῷ· συλλογισμῷ γὰρ | |
10 | τῷ αὐτῷ μὲν χρῶνται ἀμφότεροι, ἀλλ’ οἳ μὲν ὀρθῷ οἳ δὲ πλαγίῳ. Τίνι διαφέρει συλλογισμὸς ἀντινομίας; ὅτι ἐκείνη μὲν καὶ διπλῆ ἐστι καὶ ὀρθή, ὁ δὲ συλλογισμὸς καὶ ἁπλοῦς καὶ πλάγιος. | |
15 | Τίνι διαφέρει ἡ ἄγραφος πραγματικὴ τῆς ἐγγράφου; ἄγραφοι μέν, ὅπου διαμφισβητοῦσί τινες πρὸς ἀλλήλους ἄνευ ῥητοῦ, ἔγγραφοι δέ, ὅπου ψήφισμα γράφεται ἢ νόμος εἰσφέρεται ἢ ποιᾶς δωρεᾶς αἴτησις. Τίνι διαφέρει πραγματικὴ ῥητοῦ καὶ διανοίας; ὅτι ἐν | |
20 | μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὁ κατήγορός ἐστιν ὁ τῷ ῥητῷ χρώμενος, ταῖς δὲ διανοίαις ὁ φεύγων, ἐν δὲ τῇ πραγματικῇ τῇ κατὰ ῥητὸν καὶ διάνοιαν κατηγορία μὲν καὶ ἀπολογία οὐκ ἔστιν, ἀξίωσις δὲ καὶ ἀντιλογία. Τίνι διαφέρει πραγματικὴ ἀντινομίας; ὅτι ἣ μὲν 〈ἐπὶ | |
25 | ἤδη〉 παραβεβασμένῳ νόμῳ ἔχει τὴν κρίσιν, ἣ 〈δὲ〉 τῆς ἐπικυρώσεως σκέψιν. | |
Τίνι διαφέρει πραγματικὴ πρὸς τὰς ἐκ ποιότητος; | 227 | |
14.228 | ὅτι ἐν πραγματικῇ μὲν περὶ μελλόντων ἐστὶν ἡ ζήτησις, ἐν ἐκείναις δὲ παρελθόντων κρίσις. Τίνι διαφέρει πραγματικὴ ἀντιλήψεως; ὅτι ἐν μὲν τῇ πραγματικῇ ἐπὶ τῷ λαβεῖν τι ἢ καταπράξασθαι τὴν | |
5 | ἀξίωσιν ποιοῦμεν, ἐν δὲ τῇ ἀντιλήψει ὑπὲρ τοῦ μὴ κριθῆναι καὶ τιμωρίαν δοῦναι ταῦτα παραλαμβάνο‐ μεν. Τίνι διαφέρει πραγματικὴ πρὸς τὰς νομικάς; ὅτι αἱ μὲν νομικαὶ τὰς ἀρχὰς ἔχουσιν ἀπὸ ῥητῶν, τὰς δὲ ζη‐ | |
10 | τήσεις ἐκ νόμων φωνῆς, πραγματικὴ δὲ ἄρχεται μὲν ἀπὸ πράγματος, ζητεῖται δὲ οὐ περὶ πεπραγμένων 〈ἢ〉 ῥητῶν ἀλλὰ περὶ ποιότητος πραγμάτων. Τίνι διαφέρει πραγματικὴ ἀντιλήψεως; ὅτι ἐν μὲν τῇ ἀντιλήψει μετὰ τὸ ἔγκλημα καὶ πρὸς τὸ ἔγκλημα ἐξου‐ | |
15 | σία ἐστίν, ἐν δὲ ταῖς ἀγράφοις πραγματικαῖς μετὰ τὴν ἐξουσίαν τὸ ἔγκλημα, καὶ ἐν μὲν ταῖς ἀντιλήψεσιν οὐδὲ τὸν κατήγορον πεῖσαι δεόμεθα, ἐν δὲ ταῖς πραγματικαῖς χρῄζομεν τοῦ πατρὸς ἢ τοῦ δεσπότου πραοτέρως εἰς | |
ἡμᾶς δοθέντος. | 228 |