TLG 5023 004 :: SCHOLIA IN EURIPIDEM :: Glossae codicis Vaticani 909 in Euripidis Rhesum (scholia vetera)

SCHOLIA IN EURIPIDEM Schol.
(Varia)

Glossae codicis Vaticani 909 in Euripidis Rhesum (scholia vetera)

Source: Schwartz, E. (ed.), Scholia in Euripidem, vol. 2. Berlin: Reimer, 1891 (repr. Berlin: De Gruyter, 1966): 326–327, 330–334, 336–339, 342–343.

Cf. et 5023 001, 005

Citation: Section — (line)

1

οἱ φύλακες ἐν χοροῦ σχήματι παρα‐ κελεύονται ἑαυτοῖς

4

λείπει τὸ παρ’ ἡμῶν326

7

παρὰ τὸ Ὁμηρικόν [Κ 80] ‘ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος κεφαλὴν ἐπαείρασ‘

9

τὰς ἐκ φύλλων ἐστρωμένας327

40

καθαρῶς

46

νέαν ἐμφαίνοντες γνώμην

48

ὁ διὰ τῶν νεῶν πορευθεὶς στόλος

52

ἀκολούθως καὶ εὐκαίρως ἦλθες, εἰ καὶ φόβον ἀγγέλλεις

53

πλοίῳ

54

ἀπο‐ δημεῖν

57

λείπει τὸ ὡς

58

ὁμοῦ ἄρδην

59

δύντες ἐπέσχον

64

ὁρμῇ φορᾷ

69

τὰς συμβουλίας καὶ μαντείας ἐν νυκτὶ ὁ φεύγων μέγα ἰσχύει

73

τρωθείς τὰς εἰς τὰς ναῦς ἀναγούσας σανίδας

74

ἐκ τοῦ ληίζω ληφθέντες

75

γεωργεῖν

77

σαφῶς ἀσφαλῶς

79

φοβερὸν, ὃ οὐκ ἄν τις θαρσήσειε

82

ἐν φυγῇ

84

σύντομος

87

τί πρᾶγμα, διὰ τί

92

κατὰ τὴν νύκτα330

155

προκινδυνεύσας. ἀπὸ τῶν κύβων ἡ μεταφορά

158

ἐτυμολογεῖται τὸ ὄνομα

165

γελοῖον τὸ οἴεσθαι ὅτι βασιλείαν αἰτήσει

172

σύνθου. λείπει τὸ διδόναι

180

ἀνα‐ τίθει

199

ὥστε σε τοῦ δικαίου τῆς ἀμοιβῆς τυχεῖν

200

τὰ δῶρα

202

περιβαλοῦμαι

204

τῆς συνήθους

207

ὡς σφαγή, ὀξυτόνως. Ἡρωδιανός [Ι p. 309, 29]

217

τῶν κλεπτῶν

223

πρὶν ἡμέραν γενέσθαι

224

ἀπὸ τῶν Τρωικῶν χωρῶν τὰ ὀνόματα καὶ Λύκιε

226

κατὰ κρᾶσιν διία [γὰρ ἡ νὺξ] ἐγένετο δία· ὦ ἀπὸ τοῦ Διὸς κεφαλή

230

σύμπραξον

233

τὰ ναύσταθμα

235

τοὺς βωμούς ἐπὶ τὴν ἑστίαν περὶ Ἴλου φησὶν ὡς Ὅμηρος [Λ 166, 372]· ‘Ἴλου παλαιοῦ‘. πατρός ἀντὶ τοῦ προγόνου

237

τοῦ Ἕκτορος

242

ἀντὶ τοῦ ὑπέρ

244

ἐκπλήττομαι

247

χει‐
μῶδες καὶ ζοφῶδες κινῆται331

260

οὐκ ἀκριβῶς εἴρηκεν. οὐ γὰρ Ἀγα‐
μέμνων τῇ Ἑλένῃ γαμβρός332

266

μωρὰ καὶ ἀπαίδευτα

274

ἀπὸ γενικῆς τῆς δόρεος καὶ δόρεα καὶ δόρη ὡς βέλεα βέλη

281

πολλοῦ καὶ μεγάλου

282

κυρίως ὀργάδες εἰσὶν οἱ ἱεροὶ τῶν θεῶν τόποι

283

δι’ ἧς αἱ ἅμαξαι πορεύονται

285

οὐ ῥᾴδιον. λείπει διὰ τῶν συνήθων πεδίων

287

κατὰ τὸ ἀκρωτήριον τῆς Ἴδης

288

σπή‐ λαιον οὐκ ἀπὸ χειρὸς γενόμενον, ἐπεὶ ἐν πέτραις εἰσὶ καὶ οἰκοῦσιν

296

τοὺς ἔμπροσθεν, τοὺς προερευνῶντας τὴν ὁδόν

297

ἠρώτησα

303

τινὲς τὸν ζυγόν φασι· περὶ δὲ τὸ μέσαβον συνέδησε τὸν αὐχένα
τῶν ἵππων333

312

τῶν βελῶν

315

ἐναντιωθείς

320

παρ’ ἡμῖν

333

μετὰ τὴν κατεπείγουσαν χρείαν

343

μὴ φθονήσειεν ἡ Ἀδράστεια ἐπὶ τοῖς λεχθεῖσι παρὰ τοῦ Ἕκτορος. ἢ ἐπὶ
τοῖς μέλλουσι λεχθῆναι, ὃ καὶ ἄμεινον334

356

ἥκεις ἐπεὶ ἀπεστάλης ὑπὸ τῶν γο‐ νέων

371

ἀσπίδα

372

κουφίζων, ἐκ τοῦ πέδου αἴρων

374

τὸν τὰ δύο μέρη ἠκονημένον ἀνακρούων. οἱ γὰρ πολεμοῦντες κινοῦσι τοὺς πόδας

381

τὸ ἑξῆς· καλὸν ἰδεῖν

383

χρυσο‐ κόσμητον

384

ἐν γὰρ τοῖς πόρπαξιν εἶχεν κώδωνας

389

πα‐
λαιὸν ἐχούσῃ διάλειμμα. λείπει δὲ τὸ ὁρῶν336

397

κατὰ τὸ σὸν μέρος

400

ἐφρόν‐ τισας

401

ἄγγελος πρεσβεία τῶν ἐντίμων

402

ἠξίω‐ σεν ἐνετείλατο

404

ὁμόφυλος ὁμόχωρος

408

ὅρος Θρᾴκης Παιόνες ἔθνος Θρᾴκης

409

ἐξ ἐναντίας τῆς μάχης. κατ’ ὄψιν

410

ἔσχισα τὸ ὅπλον τῶν πολεμίων τῷ δόρατι

411

ἐμφαντικώτε‐ ρον ἀντὶ τοῦ πατήσας

417

τὸ θέρος ὅτι κατάξηρον

419

τὴν συνεχῆ πόσιν

426

γείτων ὅμορος337

434

ἐνέχυρα λαβὼν τῆς εἰρήνης τὰ τέκνα αὐτῶν

435

Ὅμηρος ποινήν

437

τὰ ἕως Τροίας

438

οὐχ ὡς σὺ ὀνειδίζων λέγεις τὰς φιάλας

440

τὰ πνεύματα τῶν ἀνέμων

441

ἐπεβάρει ἔβλαπτεν

444

πολεμεῖς

446

ἀνω‐ μάλως διατιθέμενος, ἀπὸ τῆς τῶν κυβευτῶν μεταφορᾶς

447

ἡμέρα μία

449

τῇ ἑξῆς ἡμέρᾳ

452

χειρώσομαι κωλύσω

456

τὸν ἀκαταμάχητον φθόνον

459

ἡ ναῦς

465

ἐν ᾧ ἀποκτείνειας τοὺς Ἕλληνας

466

εἰσπράξαιο τιμωρήσαιο τῷ σῷ δόρατι

468

τῇ Νεμέσει

473

κατὰ διαδοχήν

498

ἀπατητικόν338

503

ἀγύρτης ἀπὸ τοῦ συνάγειν καὶ ἀγείρειν τροφήν ἐπαίτης

509

μερίμνης ἄξια339

681

κατέχων λέγει

683

Ὀδυσσεὺς ὑποκρίνεται εἶναι Τρωικός

685

ἀνίστασο

687

ὡς ἀνατετακότων αὐτῶν τὰ ἀμυντήρια

700

ὁ Αἴας

701

ἐκ τῶν Σποράδων νήσων

703

ποῖός ἐστιν αὐτῷ πάτριος θεός

706

κατ’ ἐρώτησιν· οὔπω γὰρ ᾔδει τὸ ἡμιχόριον τοῦ Ῥήσου τὴν ἀναίρεσιν

707

ἐμφαντικῶς τοῦτο

710

περὶ τοῦ Ὀδυσσέως λέγουσιν

715

τροφὴν αἰτῶν

716

τὴν ἔχουσαν διερρωγυίας τρίχας πολύρρυπον

724

τί λέγων βλασφη‐ μῶν. ἢ ὀργιζόμενος καὶ λοιδορῶν

726

τοὺς λῃστὰς λέγων [ἢ] ἐφ’ ἡμῶν περᾶσαι καὶ διεληλυθέναι

737

οἱ ὀφθαλμοί

740

τὸν ὑπὸ τῆς ἀσπίδος

741

τῶν φροντιστῶν καὶ ἐπιστατῶν

754

οὐκ ἀδή‐ λως οὐδὲ ἀσαφῶς

757

τὸ αἰσχίστως ἀποθανεῖν

759

τὸ θανεῖν ἀκλεῶς λυπρὸν οἶμαι

761

ἀσκόπως

762

περιφραστικῶς ὁ Ἕκτωρ

766

αἱ μάστιγες

769

ἁπλῶς, ὡς ἔτυχεν

770

φροντιζούσῃ

771

τὸ ἑξῆς· πώλοισι χόρτον ἀφθόνῳ μετρῶ χειρί

776

ἐβόησα

778

λείπει τὸ ἔλεγον

780

ὄνειρος

783

τοὺς ἵππους· κεῖται γὰρ ἑξῆς ἡ πρόθεσις

784

τῆς βύρσης

787

ἀπαλεξῆσαι τοὺς θῆρας
ἀπὸ τῶν πώλων342

840

ἐπιμεμφόμενος

841

δικαιότερον

842

τὴν τοῦ Μενελάου

846

ἵδρυσο

855

ᾔδεισαν ἐγίνωσκον πανουργεῖς, ὦ Ἕκτορ

861

καὶ ταῦτα, φησὶν, Ὀδυσσεὺς ἔδρασεν· τίς γὰρ ἄλλος τῶν Ἀργείων

866

οὕστινας

881

πρὸς τὰ κεχω‐ ρισμένα τῆς λεωφόρου

895

τῷ εὐθὺς γενομένῳ θρήνῳ343