TLG 5023 001 :: SCHOLIA IN EURIPIDEM :: Scholia in Euripidem (scholia vetera) SCHOLIA IN EURIPIDEM Schol. Scholia in Euripidem (scholia vetera)
Cf. et 5023 004–006 Citation: Vita-argumentum-scholion — section — (line) | ||
vitat | ΓΕΝΟΣ ΕΥΡΙΠΙΔΟΥ | |
vita1 | Εὐριπίδης ὁ ποιητὴς υἱὸς ἐγένετο Μνησαρχίδου καπήλου καὶ Κλει‐ τοῦς λαχανοπώλιδος, Ἀθηναῖος. ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλίου ἄρχοντος κατὰ τὴν οε ὀλυμπιάδα ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες. | |
vita2 | Ἤσκησε δὲ κατ’ ἀρχὰς μὲν παγκράτιον, ἢ πυγμὴν, τοῦ πατρὸς αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει, καί φασιν αὐτὸν Ἀθήνησι νικῆσαι· ἀναγνοὺς δὲ ἐπὶ τραγῳδίαν ἐτράπη καὶ πολλὰ προσεξεῦρε, προλόγους φυσιολογίας ῥητορείας ἀναγνωρισμοὺς, ὡς δὴ | |
5 | ἀκουστὴς γενόμενος Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου. δοκεῖ 〈δὲ〉 αὐτῷ καὶ Σωκράτης ὁ φιλόσοφος [καὶ Μνησίλοχος] συμπεποιηκέναι | |
---|---|---|
τινά, ὥς φησι Τηλεκλείδης [frg. 39. 40]· ‘Μνησίλοχος δὲ ἐκεῖνος φρύγει τι δρᾶμα καινὸν Εὐριπίδου καὶ Σωκράτης τὰ φρύγαν’ ὑποτί‐ θησιν.‘ οἱ δὲ τὰ μέλη αὐτῷ φασι Κηφισοφῶντα ποιεῖν, ἢ Τιμοκράτην | 1 in vol. 1 | |
10 | Ἀργεῖον. φασὶ δὲ αὐτὸν καὶ ζωγράφον γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν Μεγάροις· γενέσθαι δὲ αὐτὸν καὶ πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος. γεννηθῆναι δὲ τῇ αὐτῇ ἡμέρᾳ 〈ᾗ〉 καὶ Ἑλλάνικον, ἐν ᾗ ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ ἀγωνί‐ ζεσθαι γενόμενον ἐτῶν κϛ. μετέστη δὲ ἐν Μαγνησίᾳ καὶ προξενίᾳ ἐτι‐ | |
15 | μήθη καὶ ἀτελείᾳ. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν παρὰ Ἀρχέλαον γενόμενος διέτριψε καὶ χαριζόμενος αὐτῷ δρᾶμα ὁμωνύμως ἔγραψε καὶ μάλα ἔπραττε παρ’ αὐτῷ, ὅτε καὶ ἐπὶ τῶν διοικήσεων ἐγένετο. ἐλέγετο δὲ καὶ βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς ὄψεως φακοὺς ἐσχηκέναι. γυναῖκα δὲ γῆμαι πρώτην Μελιτώ, δευτέραν δὲ Χοιρίλην. καὶ υἱοὺς κατέλιπε τρεῖς, Μνησαρ‐ | |
20 | χίδην μὲν πρεσβύτατον ἔμπορον, δεύτερον δὲ Μνησίλοχον ὑποκριτήν, νεώτατον δὲ Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ πατρὸς ἔνια δράματα. ἤρξατο δὲ | |
διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος ὀλυμπιάδος πα ἔτει α, πρῶτον δὲ ἐδίδαξε τὰς Πελιάδας, ὅτε καὶ τρίτος ἐγένετο. τὰ πάντα δ’ ἦν αὐτοῦ δράματα ϙβ, σῴζεται δὲ οη· τούτων νοθεύεται τρία, Τέννης Ῥαδάμανθυς Πειρίθους. | 2 in vol. 1 | |
25 | ἐτελεύτησε δὲ, ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ο ἔτη γεγονώς, ὡς δὲ Ἐρατο‐ σθένης, οε· καὶ ἐτάφη ἐν Μακεδονίᾳ· κενοτάφιον δὲ αὐτοῦ [ἐν] Ἀθήνησιν ἐγένετο καὶ ἐπίγραμμα ἐπεγέγραπτο Θουκυδίδου τοῦ ἱστοριογράφου ποιή‐ σαντος, ἢ Τιμοθέου τοῦ μελοποιοῦ· μνῆμα μὲν Ἑλλὰς ἅπας’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει | |
30 | γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου. πατρὶς δ’ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσας τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει. φασὶ δὲ [καὶ] κεραυνωθῆναι ἀμφότερα μνημεῖα. λέγουσι δὲ καὶ Σοφοκλέα ἀκούσαντα ὅτι ἐτελεύτησεν, αὐτὸν μὲν ἱματίῳ φαιῷ προελθεῖν, τὸν δὲ χορὸν | |
35 | καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῷ προαγῶνι καὶ δακρῦσαι τὸν δῆμον. | |
vita3 | Εὐριπίδης Μνησαρχίδου Ἀθηναῖος. τοῦτον οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ὡς λαχανοπώλιδος υἱὸν κωμῳδοῦσι. γενέσθαι δὲ κατ’ ἀρχὰς μὲν αὐτόν φασι ζωγράφον, σχολάσαντα δὲ Ἀρχελάῳ τῷ φυσικῷ καὶ Ἀνα‐ ξαγόρᾳ ἐπὶ τραγῳδίαν ὁρμῆσαι. ὅθεν καὶ πλέον τι φρονήσας εἰκότως | |
5 | περιίστατο τῶν πολλῶν, οὐδεμίαν φιλοτιμίαν περὶ τὰ θέατρα ποιούμενος. διὸ τοσοῦτον αὐτὸν ἔβλαπτε τοῦτο ὅσον ὠφέλει τὸν Σοφοκλέα. ἐπέ‐ | |
κειντο δὲ καὶ οἱ κωμικοὶ φθόνῳ αὐτὸν διασύροντες. ὑπεριδὼν δὲ πάντα εἰς Μακεδονίαν ἀπῆρε πρὸς Ἀρχέλαον τὸν βασιλέα κἀνταῦθα ὀψιαίτερον ἀναλύων ὑπὸ βασιλικῶν ἐφθάρη κυνῶν. ἤρξατο δὲ διδάσκειν κατὰ τὴν | 3 in vol. 1 | |
10 | πα ὀλυμπιάδα ἐπὶ ἄρχοντος Καλλίου. πλάσματι δὲ μέσῳ χρησάμενος περιγέγονε τῇ ἑρμηνείᾳ ἄκρως εἰς ἀμφότερον χρώμενος ταῖς ἐπιχειρή‐ σεσι. καὶ τοῖς μέλεσίν ἐστιν ἀμίμητος παραγκωνιζόμενος τοὺς μελοποιοὺς σχεδὸν πάντας, ἐν δὲ τοῖς ἀμοιβαίοις περισσὸς καὶ φορτικὸς καὶ ἐν τοῖς προλόγοις δὲ ὀχληρός, ῥητορικώτατος δὲ τῇ κατασκευῇ καὶ ποικίλος τῇ | |
15 | φράσει καὶ ἱκανὸς ἀνασκευάσαι τὰ εἰρημένα. τὰ πάντα δὲ ἦν αὐτοῦ δράματα ϙβ, σῴζεται δὲ αὐτοῦ δράματα ξζ καὶ γ πρὸς τούτοις τὰ ἀντι‐ λεγόμενα, σατυρικὰ δὲ η, ἀντιλέγεται δὲ καὶ τούτων τὸ α. νίκας δὲ ἔσχε ε. | |
vita4 | ἐτελεύτησε δὲ τὸν τρόπον τοῦτον. ἐν τῇ Μακεδονίᾳ κώμη ἐστὶ καλουμένη Θρᾳκῶν διὰ τό ποτε κατῳκηκέναι ἐνταῦθα Θρᾷκας. ἐν ταύτῃ ποτὲ τοῦ Ἀρχελάου Μολοττικὴ κύων ἦλθεν ἀποπλανηθεῖσα. ταύτην Θρᾷκες, ὡς ἔθος, θύσαντες ἔφαγον. καὶ δὴ ὁ Ἀρχέλαος ἐζη‐ | |
5 | μίωσεν αὐτοὺς ταλάντῳ. ἐπεὶ οὖν οὐκ εἶχον, Εὐριπίδου ἐδεήθησαν ἀπολύσεως τυχεῖν δεηθέντος τοῦ βασιλέως. χρόνῳ δὲ ὕστερον Εὐριπίδης ἐν ἄλσει τινὶ πρὸ τῆς πόλεως ἠρέμει, Ἀρχελάου δὲ ἐπὶ κυνηγέσιον ἐξελ‐ θόντος, τῶν σκυλάκων ἀπολυθέντων ὑπὸ τῶν κυνηγῶν καὶ περιτυχόντων Εὐριπίδῃ, διεσπαράχθη καταβρωθεὶς ὁ ποιητής. ἦσαν δὲ ἔκγονοι οἱ | |
10 | σκύλακες τῆς ὑπὸ Θρᾳκῶν ἀναιρεθείσης κυνός, ὅθεν καὶ παροιμία ἐστὶ παρὰ τοῖς Μακεδόσι ‘κυνὸς δίκη‘. | |
vita5 | φασὶ δὲ αὐτὸν ἐν Σαλαμῖνι σπήλαιον κατασκευάσαντα ἀναπνοὴν ἔχον εἰς τὴν θάλασσαν ἐκεῖσε διημερεύειν φεύγοντα τὸν ὄχλον. ὅθεν καὶ ἐκ θαλάσσης λαμβάνει τὰς πλείους τῶν ὁμοιώσεων. σκυθρωπὸς δὲ καὶ σύννους καὶ αὐστηρὸς ἐφαίνετο καὶ μισογέλως, καθὰ καὶ Ἀριστοφάνης | 4 in vol. 1 |
5 | αὐτὸν αἰτιᾶται ‘στρυφνὸς ἔμοιγε προσειπεῖν [Εὐριπίδησ]‘. λέγουσι δὲ αὐτὸν γήμαντα τὴν Μνησιλόχου θυγατέρα Χοιρίλην καὶ νοήσαντα τὴν ἀκολασίαν αὐτῆς γράψαι πρῶτον τὸ δρᾶμα τὸν Ἱππόλυτον, ἐν ᾧ τὴν ἀναισχυντίαν θριαμβεύει τῶν γυναικῶν, ἔπειτα δὲ αὐτὴν ἀποπέμψασθαι. λέγοντος δὲ τοῦ γήμαντος αὐτὴν ‘σωφρονεῖ παρ’ ἐμοί‘ ‘δύστηνος εἶ‘ ἔφη ‘εἰ [γυναῖκα] | |
10 | δοκεῖς παρ’ ᾧ μὲν αὐτὴν σωφρονεῖν, παρ’ ᾧ δὲ μή‘. ἐπιγῆμαι δὲ αὐτὸν δευτέραν, ἣν εὑρὼν ἀκολαστοτέραν προχειροτέρως εἰς τὴν κατὰ τῶν γυναικῶν βλασφημίαν ἐθρασύνετο. αἱ δὲ γυναῖκες ἐβουλήθησαν αὐτὸν κτεῖναι εἰσελθοῦσαι εἰς τὸ σπήλαιον, ἐν ᾧ γράφων διετέλει. διαβάλλεται δὲ ὑπὸ φθόνου ὡς τὸν Κηφισοφῶντα εἶχε συμποιοῦντα αὐτῷ τὰς τραγῳ‐ | |
15 | δίας. λέγει δὲ καὶ Ἕρμιππος [frg. 73b] Διονύσιον τὸν Σικελίας τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς κληρονόμοις αὐτοῦ πέμ‐ ψαντα λαβεῖν τὸ ψαλτήριον καὶ τὴν δέλτον καὶ τὸ γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοὺς φέροντας ἐν [τῷ] Μουσῶν ἱερῷ ἀναθεῖναι ἐπιγράψαντα τοῖς αὐτοῦ 〈καὶ〉 Εὐριπίδου ὀνόμασι. διὸ καὶ ξενοφιλώτατον κεκλῆσθαί | |
20 | φασι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι· ὑπὸ γὰρ Ἀθηναίων ἐφθο‐ νεῖτο. μειρακίου δέ τινος ἀπαιδευτοτέρου στόμα δυσῶδες ἔχειν ὑπὸ φθόνου αὐτὸν εἰπόντος ‘εὐφήμει‘ ἔφη ‘μέλιτος καὶ Σειρήνων γλυκύτερον | |
στόμα‘. | 5 in vol. 1 | |
vita6 | ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ τῶν ποιημάτων δι’ αἰτίαν τοιαύτην. εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρασε τὴν οἰκείαν γυναῖκα ἀτακτοῦσαν. τὸ μὲν οὖν πρῶτον ἀπέτρεπεν ἁμαρ‐ τάνειν· ἐπεὶ δ’ οὐκ ἔπειθε, κατέλιπεν αὐτῷ τὴν γυναῖκα βουλομένου αὐτὴν | |
5 | ἔχειν τοῦ Κηφισοφῶντος. λέγει οὖν καὶ ὁ Ἀριστοφάνης [frg. 580] ‘Κηφισοφῶν ἄριστε καὶ μελάντατε, σὺ γὰρ συνέζης ὡς τὰ πόλλ’ Εὐρι‐ πίδῃ καὶ συνεποίεις † ὥς φησι καὶ τὴν μελῳδίαν‘. λέγουσι δὲ καὶ ὅτι αἱ γυναῖκες διὰ τοὺς ψόγους, οὓς ἐποίει εἰς αὐτὰς διὰ τῶν ποιημάτων, τοῖς Θεσμοφορίοις ἐπέστησαν αὐτῷ βουλόμεναι ἀνελεῖν. ἐφείσαντο δὲ | |
10 | αὐτοῦ πρῶτον μὲν διὰ τὰς Μούσας, ἔπειτα δὲ βεβαιωσαμένου μηκέτι αὐτὰς κακῶς ἐρεῖν. ἐν γοῦν τῇ Μελανίππῃ [frg. 501] περὶ αὐτῶν τάδε φησί· ‘μάτην ἄρ’ ἐς γυναῖκας ἐξ ἀνδρῶν ψόγος ψάλλει κενὸν τόξευμα καὶ κα‐ κῶς λέγει· αἱ δ’ εἴς’ ἀμείνους ἀρσένων, ἐγὼ λέγω‘ καὶ τὰ ἑξῆς. οὕτω δὲ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς τολμῆσαι περὶ αὐτοῦ τοιοῦτον | |
15 | εἰπεῖν [frg. 40a] ‘εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, | |
ἄνδρες ὥς φασίν τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην‘. | 6 in vol. 1 | |
arg Hec1(t) | ΥΠΟΘΕΣΙΣ ΕΚΑΒΗΣ | |
1 | †Μετὰ τὴν Ἰλίου πολιορκίαν οἱ μὲν Ἕλληνες εἰς τὴν ἀντιπέραν τῆς Τρῳάδος Χερρόνησον καθωρμίσθησαν, Ἀχιλλεὺς δὲ νυκτὸς ὁραθεὶς σφάγιον ᾔτει μίαν τῶν θυγατέρων τοῦ Πριάμου. οἱ μὲν οὖν Ἕλληνες τιμῶντες τὸν ἥρωα Πολυξένην ἀποσπάσαντες Ἑκάβης ἐσφαγίασαν· Πο‐ | |
5 | λυμήστωρ δὲ ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἕνα τῶν Πριαμιδῶν Πολύδωρον ἔσφαξεν. εἰλήφει δὲ τοῦτον παρὰ τοῦ Πριάμου ὁ Πολυμήστωρ ἐν παρα‐ καταθήκῃ μετὰ χρημάτων. ἁλούσης δὲ τῆς πόλεως κατασχεῖν αὐτοῦ βουλόμενος τὸν πλοῦτον φονεύειν ὥρμησεν καὶ φιλίας δυστυχούσης ὠλι‐ γώρησεν. ἐκριφέντος δὲ τοῦ σώματος εἰς τὴν θάλασσαν κλύδων πρὸς | |
10 | τὰς τῶν αἰχμαλωτίδων σκηνὰς αὐτὸν ἐξέβαλεν. Ἑκάβη δὲ τὸν νεκρὸν θεασαμένη ἐπέγνω, κοινωσαμένη δὲ τὴν γνώμην Ἀγαμέμνονι Πολυμή‐ στορα σὺν τοῖς παισὶν αὐτοῦ ὡς ἑαυτὴν μετεπέμψατο κρύπτουσα τὸ γε‐ γονὸς ὡς ἵνα θησαυροὺς ἐν Ἰλίῳ μηνύσῃ αὐτῷ. παραγενομένων δὲ τοὺς μὲν υἱοὺς ἔσφαξεν, αὐτὸν δὲ τῆς ὁράσεως ἐστέρησεν. ἐπὶ δὲ τῶν Ἑλ‐ | |
15 | λήνων λέγουσα τὸν κατήγορον ἐνίκησεν. ἐκρίθη γὰρ οὐκ ἄρξαι ὠμότη‐ | |
τος, ἀλλ’ ἀμύνασθαι τὸν κατάρξαντα. | 9 in vol. 1 | |
sch Hect | ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ | |
sch Hec1 | προλογίζει Πολύδωρος Ἑκάβης ὢν γνήσιος παῖς, ὃν Πολυμήστωρ ὁ τῆς Θρᾴκης βασιλεὺς ἀνεῖλεν. τὴν δὲ Ἑκάβην ** Δύμαντος [Π 718], οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν Ἑκάβης παῖς γεγὼς τῆς Κισσίας καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας | |
5 | ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ [FHG iv p. 648a]. τὰ περὶ τὴν Πολυξένην ἔστι καὶ παρὰ Σοφοκλεῖ εὑρεῖν: —M γράφεται καὶ σκότους: —M1 † ..... ἀποροῦσι ...... πάντως ἀσώματον, ὅ ἐστι | |
10 | πνεῦμα μᾶλλον, τὸ δὲ πνεῦμα δηλαδὴ ἡ ψυχή· ἀεικίνητος γάρ ἐστι καὶ φάνσιν οὐκ οἶδε. διὰ τοῦτο ....... ἐστὶ δηλωτικὸν, τὸ δὲ ἥκω κινήσεως, εἰκότως οὕτως ἐφθέγξατο. ἕτεροι δέ φασιν ὅτι οὐκ | |
οἶδεν 〈τὸ〉 ἧκον, ἀλλὰ ἱκόμην μᾶλλον καὶ ....... ἥκω. ἔστι γὰρ καὶ τῶν ῥητόρων ἴδιον, μάλιστα δὲ τῶν Ἀττικῶν τὸ τοὺς παρ〈ῳχη‐ | 10 in vol. 1 | |
15 | μένουσ〉 χρόνους ἐκφέρειν διὰ ἐνεστώτων καὶ ἀνάπαλιν: —A † .. Πολύδωρος ὁ γεγονὼς παῖς Ἑκάβης τῆς θυγατρὸς τοῦ Κισσέως καὶ τοῦ Πριάμου λιπὼν τὸν κευθμῶνα καὶ τὰς πύλας τοῦ σκότου, ὅπου, εἰς κευθμῶνα δηλονότι· κευθμὼν δὲ λέγεται ὁ κατώτατος τόπος παρὰ τὸ κεύθω, τὸ κρύπτω· κεχ〈ωρισμένως δι〉άγει ὁ Ἅιδης τῶν λοιπῶν | |
20 | θεῶν, 〈τῆς Π〉ερσεφόνης, τοῦ Πλούτωνος καὶ τῶν ἄλλων: —A | |
sch Hec2 | ὅπου: —Mg | |
sch Hec3 | Ἑκάβης παῖς γεγὼς 〈τῆς Κισσέωσ〉 Πριάμου: Φερεκύδης [FHG iv p. 639a] γράφει οὕτως· Πρίαμος δὲ ὁ Λαομέδοντος γαμεῖ Ἑκάβην τὴν Δύμαντος τοῦ Ἠιονέως τοῦ Πρωτέως, ἢ Σαγγαρίου τοῦ ποταμοῦ, καὶ νηίδος νύμφης Εὐαγόρας. Γλαυκίππην δ’ ἔνιοι τὴν Ξάνθου τῆς | |
5 | Ἑκάβης παρέδοσαν μητέρα. Νίκανδρος δὲ Εὐριπίδῃ συνδραμὼν τὴν Ἑκάβην φησὶ Κισσέως [frg. 62]· ἔνθ’ Ἑκάβη Κισσηὶς, ὅτ’ ἐν πυρὶ δέρκετο πάτρην καὶ πόσιν ἑλκηθεῖσα παρασπαίροντα θυηλαῖς, εἰς ἅλα ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφὴν | |
10 | γρήιον Ὑρκανίδεσσιν ἐειδομένη σκυλάκεσσιν: —M | |
Ἑκάβης παῖς γεγὼς 〈τῆσ〉 Κισσέως: τὰ περὶ τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῷ περὶ τραγῳδιῶν συγ‐ γράμματι [FHG iv p. 648a] Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι· ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς | 11 in vol. 1 | |
15 | Ὀρφικοῖς οἱ χοῖροι ἑκάβαι προσαγορεύονται. οἱ δὲ λοιποὶ τῷ κυρίῳ αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισ‐ σέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος [Λ 223]· ‘Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν | |
20 | ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον‘: —MA γράφεται τῆς Κισσίας· καὶ ὑπονοοῦσιν ἀπὸ γενεᾶς τινος Φρυγίας εἰρῆσθαι ἢ ἀπὸ κώμης, ὡς Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπι‐ στολῇ: —MA τὸ ἑξῆς· ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως: —MA | |
25 | ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου Κισσέα φασὶ γενέσθαι, οὗ καὶ Τηλεκλείας τῆς Ἴλου Ἑκάβην καὶ Θεανώ: —M τὸ χ, ὅτι ἰδίως Κισσέως φησὶ τὴν Ἑκάβην Ὁμήρου Δύμαντος αὐ‐ τὴν εἰρηκότος [Π 718]· ‘αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντοσ‘: —M | |
sch Hec4 | † 〈ὅς μ’〉 ἐπεὶ Φρυγῶν πόλιν: ὅστις, πατήρ μου, ἐπεὶ κίν‐ δυνος ἔσχεν, ἤγουν ἐκράτησε, δορὶ 〈πεσεῖν Ἑλληνικῷ〉 τὴν Φρυγῶν πόλιν, φοβηθεὶς 〈μὴ σ〉φαγῇ ὑπὸ τῶν Ἑλλήνων, ὑπεξέπεμψε Τρωικῆς χθονὸς 〈τουτέστιν〉 ἀπὸ Τρωικῆς γῆς ἔπεμψέ με, πρὸς δώματα τοῦ Θρηικίου, | |
5 | ἤτοι τοῦ Θρᾳκικοῦ, φίλου, τοῦ Πολυμήστορος. τὸ δὲ ξένου ἐν εἰρω〈νείᾳ〉 φησίν· ὅστις, Πολυμήστωρ, σπείρει, ἀντὶ τοῦ δι〈οικεῖ〉 .. τὴν ἀρίστην Χερρονησίαν χώραν. τὸ δὲ πλάκα ἀντὶ τοῦ Χ〈ερρονήσου〉 εἶπεν· ἐκάλεσε δὲ αὐτὴν πλάκα ἢ διὰ τὸ τραχὺ ἢ διὰ τὸ 〈ψυ〉χρὸν καὶ χιονῶδες: —A | |
sch Hec4bis | τὸ χ, ὅτι. οἱ νεώτεροι συγχέουσι Φρυγίαν καὶ Τροίαν, Ὅμηρος | |
δὲ διαιρεῖ: —M | 12 in vol. 1 | |
sch Hec5 | μοῖρα: —Mg | |
sch Hec8 | πλάκα: χώραν· ‘ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα‘ [Eur. frg. 662]. περιφραστικῶς τὴν Χερρόνησον. ἢ ἀν... ἡ δὲ Χερρό‐ νησος πόλις Θρᾴκης, ἧς ἐβασίλευε Πολυμήστωρ: —M | |
sch Hec9 | †τὸν φίλιππον λαὸν, τὸν φιλοῦντα ἱππάζεσθαι, εὐθύνων καὶ ἄγων ἐν τῷ δορὶ: —A σπείρει φίλιππον: οὐκ ἀλόγως. βαρβάρους γὰρ ὄντας αὐτοὺς τῇ διὰ ξίφους ἀπειλῇ ὑπέτασσεν: —MA | |
5 | διοικεῖ: —Mg ἀντὶ τοῦ ἱππικόν: —Mg παρορμῶν ἐπὶ πόλεμον: —Mg | |
sch Hec12 | ἔνδεια περιουσίας: —Mg | |
sch Hec13 | μικρότατος δ’ ἤμην: —Mg ἦν ἀντὶ τοῦ ἤμην φησίν. ἔστιν Ἀττικόν: —Mg νεώτατος δ’ ἦν: ἀντὶ τοῦ ἤμην φησίν. Ἀττικῶς δὲ ἦν. καὶ χωρὶς δὲ τοῦ ν ἦ, ἀντὶ τοῦ ἔα. οὕτω Δίδυμος. ἐν μέντοι τοῖς ἀντι‐ | |
5 | γράφοις ἦν φέρεται καὶ κοινὴ ἀνάγνωσις ἦν: —Vat. 1345 † νεώτατος δ’ ἦν Πριαμιδῶν: ὅπερ, τὸ εἶναί με νεώτερον πάν‐ των μου τῶν ἀδελφῶν καὶ μικρὸν τὴν ἡλικίαν, ἐξέπεμψέ με ἀπὸ τοῦ Ἰλίου. οὐ γὰρ ἠδυνάμην ὅπλα φέρειν καὶ πολεμεῖν, ἵνα εἰμὶ ἐν πο‐ λέμῳ: —A | |
sch Hec15 | † 〈καλῶς π〉ροφέρει ὁ Εὐριπίδης οὔτ’ ἔγχος: ὅπλα γὰρ λέγεται τὰ ἔργα 〈πασ〉ῶν τεχν〈ῶν〉 π〈ολεμικῶν〉· ἀρτίως δὲ .. ἀλλὰ τινὸς 〈τέ〉‐ χν〈ησ〉, προέφερε τὸ οὔτ’ ἔγχος. ἔγχος γὰρ οὔκ ἐστιν ἄλλη τέχνη ἀλλ’ ἢ ἡ στρατιωτική: —A | |
5 | δυνατὸς ἤμην: —Mg | |
sch Hec16 | † ἕως μὲν οὖν γῆς: ὥσπερ οὖν τῆς Τρωικῆς γῆς τὰ ὁρί‐ σματα ἔκειντο ὀρθὰ καὶ τὰ τείχη τῆς πόλεως ἵσταντο καὶ ἄθραυστα ἦν καὶ ὁ Ἕκτωρ ὁ ἐμὸς ἀδελφὸς ηὐτύχει ἐν τῷ πολέμῳ, ἕως τότε ηὐξόμην καλῶς παρὰ τοῦ Πολυμήστορος ὥσπερ τις πτόρθος. πτόρθον γὰρ αὐτὸν | |
5 | ἐκάλεσε διὰ τὸ νέον τῆς ἡλικίας. πτόρθος γὰρ ὁ κλάδος λέγεται: —A ἀντὶ τοῦ τὰ τείχη: —Mg | 13 in vol. 1 |
sch Hec19 | πατρώῳ φίλῳ: —Mg | |
sch Hec20 | τροφαῖσιν ὥς τις πτόρθος: διὰ τούτου τὸ νέον τῆς ἡλικίας καὶ τὸ ἁβρὸν τῆς τροφῆς ὑποσημαίνει. ζῶντος γὰρ Πριάμου πολυτελῶς ἀνετρέφετο ὑπὸ τοῦ Πολυμήστορος ὁ Πολύδωρος. 〈ἁλούσης δὲ τῆς Τροίας καὶ〉 τελευτήσαντος Ἕκτορος καὶ Πριάμου, ἀπ〈έκτεινεν αὐτὸν, ἵνα κερδάνῃ | |
5 | τὰ χρήμ〉ατα: —MA | |
sch Hec21 | † ἐπεὶ δὲ Τροία: ἐπεὶ δὲ ἡ Τροία ἀπώλετο καὶ ἡ ψυχὴ τοῦ Ἕκτορος, περιφραστικῶς αὐτὸς ὁ Ἕκτωρ, καὶ ἡ πατρικὴ ἑστία κατε‐ σκάφη αὐτός τε ὁ πατήρ μου πρὸς τῷ θεοδμήτῳ ναῷ πιτνεῖ, ἀντὶ τοῦ πίπτει κεῖται, σφαγεὶς ὑπὸ τοῦ υἱοῦ τοῦ Ἀχιλλέως, τοῦ Νεοπτολέμου, | |
5 | κτείνει με ὁ Πολυμήστωρ τὸν ταλαίπωρον χάριν τοῦ χρυσοῦ. θεόδμητον δὲ βωμὸν εἶπε τὸν ὑπὸ θεῶν οἰκοδομηθέντα Ποσειδῶνος καὶ Ἀπόλ‐ λωνος. μυθεύεται γὰρ ὅτι τὸν Δία τῆς βασιλείας κρατήσαντα καὶ αὐθα‐ δείᾳ χρώμενον ἐβουλεύσαντο οἱ ἄλλοι θεοὶ ῥῖψαι αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ. μαθοῦσα δὲ 〈τοῦτο〉 ἡ Θέτις παρὰ τοῦ πατρὸς αὐτῆς Νηρέως ἀνήγγειλεν | |
10 | τῷ Διὶ τὴν ἐπιβουλήν. ὁ δὲ τοὺς μὲν 〈ἄλλουσ〉 θεοὺς ἄλλως ἐτιμωρή‐ σατο· Ἀπόλλωνα δὲ 〈καὶ Ποσ〉ειδῶνα πέμπει πρὸς Λαομέδοντα ... Ποσειδῶνος καὶ 〈Ἀπόλλωνος κ〉τίζεται ὁ ναός: —A | |
sch Hec21bis | Ἕκτορός τ’ ἀπόλλυται 〈ψυχή: τὸ αἷμα νῦν〉 ψυχήν φησι. πολλοὶ γὰρ οὕτως ἐδόξασαν, αἷμα εἶναι τὴν ψυχὴν, ὡς καὶ Ὅμηρος [Ξ 518]· ‘ψυχὴ 〈δὲ κατ’〉 οὐταμένην ὠτειλὴν ἔσσυτ’ ἐπει〈γομένη· τὸν δὲ σκότος ὄσς’ ἐκάλυψεν‘. ἔνιοι δὲ περιφραστικῶς τὸν Ἕκτορά | |
5 | φασι〉: —M † τὸ αἷμα λέγει ψυχήν, ἐπεὶ ἡ ψυχὴ ἐτυμολογεῖται παρὰ τὸ ψύχω τὸ ζωογονῶ, τὸ ζωογονοῦν τὸ σῶμα. ἐπεὶ δὲ ἐκχυθέντος τοῦ αἵματος τὸ σῶμα μένει νεκρὸν, καλῶς λοιπὸν ἀπεφήνατο ψυχὴν τὸ αἷμα: —A | |
sch Hec23 | ὁ πατήρ: —Mg γράφεται πρὸς θεοδμήτῳ: —Mi † θεοδμήτῳ: ὁ Πρίαμος καταφυγὼν εἰς τὸν βωμὸν τοῦ Διὸς ἐφονεύθη παρὰ τοῦ Νεοπτολέμου· διὸ καὶ μιαιφόνος ἐκλήθη ὡς ἀνο‐ | |
5 | μήσας: —A πιτνεῖ: λέγεται ὅτι τὸν Πρίαμον καταφυγόντα εἰς βωμὸν τοῦ Ἑρκείου Διὸς ἐπιδιώξας ὁ Νεοπτόλεμος ἀνεῖλε. διὸ καὶ μιαιφόνον αὐτὸν εἶπεν· ἐσῴζοντο γὰρ οἱ καταφυγόντες ἐν ἱερῷ ἢ βωμῷ ἱκέται: —MA | 14 in vol. 1 |
sch Hec24 | ἐκ μιαιφόνου εἶπε 〈καλῶς· ἠσέβησε γὰρ περὶ τὸ κοινὸν πρὸς τῷ βωμῷ〉 ἀνελὼν τὸν Πρίαμον: —M | |
sch Hec26 | ξένος πατρῷος: ἐν ἤθει καὶ εἰρωνείᾳ εἶπεν ὁ πατρικός 〈μου φίλοσ〉 κατ’ ἀντίφρασιν: —M † ξένος πατρῷος: ἐν εἰρωνείᾳ εἶπε ξένος πατρῷος, ἤτοι ὁ πατρικός μου φίλος, κατὰ ἀντίφρασιν, ὡς ἀποκαλεῖ ὁ Ὅμηρος κύνας | |
5 | ἀργοὺς τοὺς ταχυτάτους: —A | |
sch Hec27 | ἀφῆκεν: —Mg | |
sch Hec28 | ἐν τῇ κινήσει καὶ ταραχῇ τοῦ πόντου: —Mg | |
sch Hec29 | πολλοῖς διαύλοις: δίαυλα λέγονται κύματα ἐξερχόμενα καὶ πάλιν εἰσερχόμενα. διαύλοις οὖν ταῖς παλιρροίαις τῶν κυμάτων. δίαυλοι δὲ τὰ ἔνθεν καὶ ἐκεῖθεν τοῦ ἱππικοῦ. ἀπὸ μεταφορᾶς οὖν εἴρη‐ ται, πρὸς ὃ καὶ τὸ χ. 〈τὸ χ〉 πρὸς τὴν μεταφοράν. κυρίως γὰρ διαύ‐ | |
5 | λους δρόμους ἀπελθεῖν καὶ ἐλθεῖν. οἷον παλινδρομίαις πολλαῖς ἐν τῇ θα‐ λάττῃ κεχρημένος, τουτέστιν· ἐνταῦθα κἀκεῖσε ὑπὸ τῶν κυμάτων φορού‐ μενος καὶ πολλοὺς σταδίους τῇ βίᾳ τῶν κυμάτων ἀνύσας: —MA | |
sch Hec30 | ὑπὲρ μητρὸς φίλης: ὑπὲρ τῆς κεφαλῆς τῆς μητρὸς, ὅ ἐστιν· ὄναρ αὐτῇ φαίνομαι: —MA ἄλλως: ὕπερθεν, φησὶ, τῆς μητρὸς ὁρμῶ τὸ σῶμα καταλιπὼν, οἷον φάντασμα ποιήσας, ἐπὶ γ ἡμέρας μετεωριζόμενος, ὅσας ἔχει καὶ | |
5 | ἡ ἐμὴ μήτηρ ἐν τῇ Χερρονήσῳ. ὡς τριῶν ἡμερῶν οὔσης τῆς Ἑκάβης ἐκεῖσε: —MA | |
sch Hec31 | καταλείψας τὸ ἐμὸν σῶμα ἔρχομαι εἴδωλον: —Mg | 15 in vol. 1 |
sch Hec32 | τριταῖον ἤδη φέγγος αἰωρούμενος: ἀφ’ οὗ τέθνηκε τρι‐ ταῖός φησιν εἶναι. τοσοῦτον δὲ χρόνον καὶ ἡ Ἑκάβη παραβαλοῦσα ἦν ἐν Χερρονήσῳ. ἤδη τρίτην ἡμέραν ἔχων καὶ φερόμενος ἐν τῇ θα‐ λάσσῃ. μαθὼν γὰρ ὁ Πολυμήστωρ ἐκεῖσε τοὺς Ἕλληνας ἐλθόντας | |
5 | φοβούμενος μὴ ἀπαιτηθῇ τὰ χρήματα, ἔσφαξε τὸν Πολύδωρον καὶ ἔρρι‐ ψεν εἰς τὴν θάλασσαν. τρίτην γὰρ εἶχον ἡμέραν οἱ Ἕλληνες ἐκεῖσε: —MA ἄλλως: ἐπειδὴ τρεῖς ἡμέρας εἶχον οἱ Ἕλληνες ἐν τῇ Χερρονήσῳ, τοσαύτας ὅσας εἶχεν ἀποσφαγεὶς ὁ Πολύδωρος: —MA | |
10 | φανταζόμενος: —Mg | |
sch Hec37 | † Πηλέως γὰρ παῖς: τοῦ γὰρ ἡλίου δύναντος καὶ τῆς νυκτὸς ἐνεστηκυίας εἶδεν ὁ στρατὸς ἅπας φάντασμα ὅμοιον τῷ Ἀχιλλεῖ λέγον· ποῦ πορεύεσθε ἀγέραστον ἐμὲ καταλιπόντες. καὶ ᾐτήσατο σφαγιασθῆναι αὐτῷ μίαν τῶν Τρῳάδων αἰχμαλωτίδων. ἡ δὲ σύνταξις οὕτως· ὁ Πη‐ | |
5 | λέως γὰρ παῖς Ἀχιλλεὺς φανεὶς ὑπεράνω τύμβου κατέσχε τὸν Ἑλληνικὸν στρατόν: —A † ἡ ὑπέρ πρόθεσις τρεῖς σημασίας ἔχει· τὴν ἄνω φορὰν ὡς τὸ ὑπὲρ τύμβου ἀντὶ τοῦ ὑπεράνω τοῦ τύμβου καὶ ὡς τὸ ὑπὲρ καπνοῦ τίθησι τὰ πηδάλια [cf. Hes. opp. 43]· ὁμοίως καὶ ἀντίληψιν ὡς τὸ | |
10 | ὑπὲρ σοῦ κοπιῶ ἀντὶ τοῦ χάριν σοῦ καὶ ὡς τὸ ὑπὲρ τοῦ δήμου γράφω ἀντὶ τοῦ χάριν τοῦ δήμου· καὶ σύγκρισιν ὡς τὸ ὑπὲρ σέ εἰμι ἀντὶ τοῦ κρείττων σοῦ: —A | |
sch Hec38 | γράφεται καὶ Ἀχαϊκόν: —Mi | |
sch Hec39 | † εἰπὼν 〈στράτευ〉μα ἑνικῶς κατέλυεν εἰς πληθυντικὸν εἰπὼν εὐθύνοντας ὡς πρὸς τὸ σημαινόμενον ἀπιδών· τὸ 〈γὰρ στράτε〉υμα πολὺ πλῆθός ἐστι. τοιοῦτόν ἐστι καὶ τὸ [Β 278] ‘ὡς φάσαν ἡ πλη‐ θύσ‘: —A | |
5 | † εὐθύνοντας: εὐτρεπίζοντας τὴν διὰ θαλάσσης ὁδόν: —A τὴν κώπην. ἀπὸ μέρους δὲ τὴν ναῦν καὶ ἀπὸ μιᾶς νεὼς τὰς πάσας παρέλαβεν: —MA | |
sch Hec41 | τύμβῳ φίλον: Γλαῦκος ἐν τῇ † προηγήσει φησὶν ἐν τῇ ἁλώσει τῆς πόλεως τ〈ραυμα〉τισθεῖσαν τὴν Πολυξένην 〈ἀπολέσθαι, τ〉αφῆναι δὲ αὐτὴν ὑπὸ Νεοπτο〈λέμου. Ἴβυ〉κος δὲ σφαγῆναί φησιν ὑπὸ Διομ〈ήδους καὶ Ὀ〉δυσσέως: —A | 16 in vol. 1 |
5 | τύμβῳ φίλον πρόσφαγμα: ὑπὸ Νεοπτολέμου φασὶν αὐτὴν σφα‐ γιασθῆναι Εὐριπίδης καὶ Ἴβυκος [frg. 36]· ὁ δὲ τὰ Κυπριακὰ ποιήσας φησὶν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους ἐν τῇ τῆς πόλεως ἁλώσει τραυματισθεῖσαν ἀπολέσθαι, ταφῆναι δὲ ὑπὸ Νεοπτολέμου, ὡς Γλαῦκος γράφει. ἄλλοι δέ φασι συνθέμενον Πριάμῳ τὸν Ἀχιλλέα περὶ τοῦ Πολυξένης γάμου ἀναι‐ | |
10 | ρεθῆναι ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἄλσει: —MA | |
sch Hec44 | γράφεται τῷδ’ ἐμὴν ἐν ἤματι: —Mi | |
sch Hec45 | τοὺς δύο νεκροὺς τῶν παίδων: —Mg | |
sch Hec47 | τὸ ἑξῆς· φανήσομαι γὰρ δούλης ποδῶν πάροιθεν ὅπως ἂν τάφου τύχω: —M †φανήσομαι γὰρ ἐν τῇ θαλάσσῃ ἔμπροσθεν τῶν ποδῶν τῆς δούλης πεμφθείσης καὶ μελλούσης κομίζειν ὕδωρ θαλάσσιον χάριν τοῦ λοῦσαι τὴν | |
5 | Πολυξένην: —A | |
sch Hec48 | ἐν αἰγιαλῷ. μελλούσης ὕδωρ ἀποφέρειν εἰς τὰ λουτρὰ τῆς Πολυξένης: —Mi | |
sch Hec49 | βασιλεύοντας. Πλούτωνα καὶ Περσεφόνην: —M † 〈τοὺς γὰρ〉 κρατοῦντας ἐν τῷ Ἅιδῃ θεοὺς παρεκάλεσα, ἤγουν τὸν Πλούτωνα, τὴν Περσεφόνην, τὸν Αἰακὸν, τὸν Μίνωα καὶ τὸν 〈Ῥαδά‐ μανθυ〉ν, ὅπως τύχω ταφῆς καὶ ἐν ταῖς χερσὶ τῆς μητρὸς πέσω: —A | |
sch Hec51 | τὸ ταφῆς ἀξιωθῆναι παρὰ τῆς μητρός: —MgAg τάφου τυχεῖν: —Mg † τοὐμὸν μέν: φησὶ· τὸ ταφῆς ἀξιωθῆναι ὑπὸ τῆς μητρὸς γενή‐ σεται· ταφήσομαι γάρ: —A | |
sch Hec52 | ὁρᾷ γὰρ Ἑκάβην προϊοῦσαν ἐκ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος καί φησι μὴ βούλεσθαι φανῆναι αὐτῇ, ἵνα μὴ ἐκφοβηθῇ τὸ εἴδωλον ὁρῶσα τοῦ παιδὸς τοῦ δοκοῦντος σῴζεσθαι: —MA | |
sch Hec53 | περᾷ γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: εἰ κατὰ | |
τὸν Εὐριπίδην ἴδιαι γυναικῶν αἰχμαλώτων στέγαι ἦσαν, πῶς ἐκ τῆς σκηνῆς Ἀγαμέμνονος ἐξῄει ἡ Ἑκάβη· πῶς δὲ καὶ ἐκεῖθεν ἐξιοῦσά φησι μετ’ ὀλίγον [87] ‘ποῦ ποτε Κασάνδραν ἐσίδω, Τρῳάδεσ‘ τῆς Κασάνδρας τῷ | 17 in vol. 1 | |
5 | Ἀγαμέμνονι συνοικούσης. νοητέον τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν αἰχμαλωτίδων εἰσελθεῖν τε εἰς τὴν σκηνὴν Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τοὺς ὀνείρους. καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν θάλασσαν ἀπεληλυθέναι | |
10 | πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν ἰδὼν ὁ Πολύδωρος ἔφη περᾷ γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: —MA † ἡ ὑπό ἀντὶ τῆς ἀπό: —A † ἄλλως: νοητέον τὴν Ἑκάβην μὴ ἐξέρχεσθαι ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, ἀλλὰ μᾶλλον εἰσέρχεσθαι. ἐκοιμᾶτο γὰρ ἡ Ἑκάβη, | |
15 | ὅτε ταῦτα τὸ εἴδωλον ἔλεγε, καὶ ταραχθεῖσα τῷ φάσματι ἀνέστη καὶ εἰσήρχετο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὕτη κρίνῃ τοὺς ὀνείρους ἅτε μαντικὴ οὖσα. καί φησι τὸ εἴδωλον· περᾷ γὰρ, ἀντὶ τοῦ εἰσέρχεται, ἡ Ἑκάβη ὑπὸ τὸ ἔσχατον μέρος τῆς σκηνῆς, τουτέστιν ὑπὸ τὴν φλοιὰν αὐτὴν ἐμβαίνει τῆς σκηνῆς: —A | |
20 | † ἰστέον ὅτι τὸ πάλαι νόμος ταῖς γυναιξὶ ταῖς ζευγνυμέναις μὴ νομίμοις ἀνδράσι μετὰ τὴν μίξιν κατέρχεσθαι πρὸς τὴν θάλασσαν καὶ λούεσθαι καὶ οἱονεὶ .. ἀποκαθαίρεσθαι. τὸν αὐτὸν οὖν τρόπον καὶ νόμον καὶ ἡ Κασάνδρα συγκοιμηθεῖσα τῷ Ἀγαμέμνονι .. ὥστε ἀπο‐ λούσασθαι, καὶ τούτου χάριν οὐχ εὗρεν αὐτὴν ἐκεῖ εἰς τὴν τοῦ Ἀγαμέμ‐ | |
25 | νονος σκηνὴν ἡ Ἑκάβη: —A | |
sch Hec54 | περὶ τοῦ φαντάσματος οὗ εἶδε περὶ ἐμοῦ δεδοικυῖα: —Mi | |
sch Hec56 | λίαν ἐν δυστυχίᾳ ἐξετάζῃ: —Mg | |
sch Hec57 | ἀντισηκώσας δέ σε: φθείρει δέ σε τις θεῶν ἀντιφορτώσας ἤδη πρὸς τὴν προτέραν εὐπραξίαν, ὅ ἐστιν· ἰσόρροπα τοῖς καλοῖς τὰ κακὰ ἔχεις: —M ὅσον ποτὲ καλῶς εὐτύχεις, τοσοῦτόν σοι βάρος τῆς εὐτυχίας ἀντίρ‐ | |
5 | ροπον θεῶν τις παρέσχεν: —MA | |
† ἤγουν· ὅσον εὐτύχεις πρὶν καὶ εὐδαιμόνεις, τοσοῦτον νῦν δυστυ‐ χεῖς. ἀντὶ τῶν καλῶν ὧν εὐμοίρεις, ἔδωκέ σοί τις τῶν θεῶν πλήθη τοσούτων κακῶν: —A | 18 in vol. 1 | |
sch Hec59 | ἄγετ’ ὦ παῖδες: προϊοῦσα ἀπὸ τῆς σκηνῆς Ἀγαμέμνονος ταῦτά φησι χειραγωγουμένη ὑπὸ τῶν Τρῳάδων διὰ τὸ ἀδυνάτως βαδί‐ ζειν ὑπό τε τῆς δυστυχίας καταπονηθεῖσα καὶ τοῦ γήρως: —MA | |
sch Hec62 | λείπει τὸ σῶμα· ἐπαίρετέ μου τὸ σῶμα τῆς χειρὸς λαβό‐ μεναι: —MiA † ἄλλως: ἄγετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι, καὶ ἐγὼ τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη τῷ οὐκ ὀρθῷ ἀλλ’ ἐπικαμπεῖ πορεύ‐ | |
5 | σομαι προτιθεῖσα, ἤγουν ποιοῦσα, βραδύπουν πορείαν: —A | |
sch Hec65 | τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη καὶ ἐπερειδομένη: —M καὶ ἄλλως: τῷ οὐκ ὀρθῷ βάκτρῳ, ἀλλ’ ἐπικαμπεῖ, ὡς διὰ πτω‐ χείαν καὶ τούτου αὐτῆς ἀπορούσης: —MA | |
sch Hec66 | ἡ διά πρὸς τὸ χειρός: —Mg ἐπιστηριζομένη: —Mg διερειδομένη, στηριζομένη, διαναπαυομένη: —Mi τὴν βραδεῖαν ἔλευσιν καὶ πορείαν τῶν ἄρθρων προστιθεῖσα τῷ σκί‐ | |
5 | πωνι: —MAg | |
sch Hec68 | αὐτὸν τὸν Δία ἐπικαλεῖται: —MiAg | |
sch Hec69 | μετεωρίζομαι: —MgAg | |
sch Hec70 | δείμασι φάσμασι: ἤτοι ἀντὶ τοῦ δεινοῖς φάσμασιν ἢ δείμασι φασμάτων. ὁ δὲ νοῦς· τί μετεωρίζομαι ἐν τούτοις τοῖς φάσμασι: —MA γράφεται νύξ: —Mg | |
sch Hec71 | μελανοπτερύγων: ἐπειδὴ ἐν νυκτὶ προσπελάζουσι. καὶ Ἡσίο‐ δος περὶ τῆς Νυκτὸς λέγων ἐπιφέρει [Theog. 212] ‘ἔτικτε δὲ φῦλον ὀνεί‐ ρων‘. εἰ δὲ γράφεται χθών, οὕτως εἶπεν, ἐπεὶ ἐκ τῆς γῆς λέγονται ἀναπέμπεσθαι οἱ ὄνειροι: —MA | |
5 | ἄλλως: τὴν γῆν εἶπεν, ἐπειδὴ ἐξ Ἅιδου λέγονται οἱ ὄνειροι ἀναπέμ‐ πεσθαι. Ἡσίοδος δὲ Νυκτὸς τοὺς ὀνείρους φησίν: —MA | |
sch Hec72 | ἀπ’ ἐμαυτῆς ἐκβάλλω τὴν νυκτερινὴν θέαν: —MgA | |
τὸ φάντασμα: —Mg ἀποτροπιάζομαι τὴν νυκτερινὴν φαντασίαν καὶ τὴν θέαν τοῦ ὀνεί‐ ρου: —MA | 19 in vol. 1 | |
5 | †ἥντινα εἶδον περὶ τοῦ ἐμοῦ παιδὸς Πολυδώρου τοῦ σῳζομένου κατὰ Θρῄκην καὶ τῆς Πολυξένης. τὸ δὲ εἶδον λείπει: —A | |
sch Hec74 | τοῦτο ὥσπερ οὐκ ἐν Θρᾴκῃ οὖσά φησι τῆς σκηνῆς ὑποκειμένης ἐν Χερρονήσῳ. ῥητέον δὲ ὅτι ποιητικὸν ἔθος ἐστι τὸ τοιοῦτον. Ὅμηρος [δ 10]· ‘υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην‘. ἐν Σπάρτῃ γάρ ἐστιν ὁ Μενέλαος: —MA | |
sch Hec75 | ἀπὸ κοινοῦ τὸ εἶδον: —Mi | |
sch Hec76 | ἀπὸ κοινοῦ τὸ ὄψιν: —Mi | |
sch Hec80 | ὃς μόνος οἴκων: ὅστις ἐπὶ τῶν ἐμῶν οἴκων ἄγκυρα ὑπολει‐ πόμενος τὴν Θρᾴκην οἰκεῖ ἐν τοῖς ἀτυχήμασι σῳζόμενος: —MA ἄλλως: οἴεται ζῆν αὐτὸν, μετ’ οὐ πολὺ δὲ γινώσκει ὅτι τέθνηκε, καὶ γίνεται διπλοῦν τὸ πάθος τῆς τραγῳδίας πῆ μὲν Πολυξένην ὀδυρο‐ | |
5 | μένης τῆς Ἑκάβης, πῆ δὲ Πολύδωρον: —MA ἀσφάλεια, βοήθεια: —MiAg | |
sch Hec84 | παραγενήσεται μέλος θρηνητικὸν ἡμῖν ταῖς θρηνούσαις καὶ πένθος ἐπὶ τοῖς προτέροις πένθεσι: —MA ἡμῖν ταῖς γοεραῖς γενήσεταί τι νέον. ἐκ τοῦ ὀνείρου δεῖ τεκ‐ μαίρεσθαι ὅτι ἔχει τι δεινὸν γενέσθαι: —MA | |
sch Hec85 | ἀτάραχος: —Mg | |
sch Hec86 | τὸ μὲν φρίσσει ταρβεῖ ταὐτόν ἐστιν. ὁ δὲ νοῦς· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος φόβου γίνεται, τουτέστιν· ἐν κακοῖς ἀεί εἰμι. ἢ οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ὑπονοεῖ τι καὶ τούτου ἀχώριστος γίνε‐ ται. ἢ οὐδέποτε ἀχώριστος φόβου ἡ ἐμὴ ψυχὴ γίνεται. τινὲς | |
5 | οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ φρίσσει ἢ φοβεῖταί τι ἢ ὑπονοεῖ καὶ τού‐ του ἀχώριστος γίνεται, οἷον· εἴ τι φοβοῦμαι καὶ ὑπονοῶ, τοῦτο καὶ γίνεται: —MA | |
sch Hec87 | ποῦ ποτε θείαν Ἑλένου ψυχάν: ἔζη γὰρ Ἕλενος καὶ ὡς | |
μέν τινες ἱστοροῦσιν, ηὐτομόλησεν, ὡς δέ τινες, ὑπὸ τῶν πολεμίων ἐλήφθη. ὁ δὲ νοῦς· ποῦ μοι ἄρα ἡ τοῦ Ἑλένου ψυχὴ ἡ μαντική. περιφραστικῶς δὲ εἶπε· ποῦ μοι ἄρα ὁ Ἕλενος ὁ μάντις καὶ ἡ Κασάνδρα, | 20 in vol. 1 | |
5 | ἵνα μοι ὡς μάντεις ὄντες κρίνωσι τοὺς ὀνείρους: —MA | |
sch Hec89 | ἵνα: —Mg | |
sch Hec90 | ὀξεῖαν, ἀπὸ τοῦ λίαν βαίνειν τὴν ἔλαφον, οἷον σύντονον τῷ βήματι: —M καὶ ἄλλως: βαλίαν τὴν λίαν ἐνεργῆ τῷ βήματι: —M ποικίλην: —Mg | |
5 | † βαλίαν: γράφεται καὶ βαλιά καὶ βαλία. διαφέρει δέ· βαλία μὲν γὰρ λέγεται ἡ ταχεῖα παρὰ τὸ λίαν βαίνειν, βαλιά δὲ ἡ κατάστικτος καὶ φολιδωτός: —A † ἄλλως: εἶδον γὰρ βαλίαν ἔλαφον σφαζομένην ἐν ἀνάγκῃ τῷ αἱμα‐ τοποιῷ ὄνυχι τοῦ λύκου ἀναρπασθεῖσαν ἀπὸ τῶν ἐμῶν γονάτων οἰκ‐ | |
10 | τρῶς: —A τῇ φονικῇ, οἷον τῷ αἱματοποιῷ ὄνυχι: —MgAg | |
sch Hec91 | τῇ ἀνάγκῃ. ἀποσπασθεῖσαν μετὰ βίας τῶν ἐμῶν γονά‐ των: —M ἐλεεινῶς. ἀνηλεῶς: —MgAg | |
sch Hec92 | καὶ τοῦτο δὲ, τὸ φάντασμα τοῦ Ἀχιλλέως, πλεῖον με φοβεῖσθαι ποιεῖ· συντείνει γὰρ εἰς τὸν ὄνειρον: —MA εἰς ἐμὲ, φησὶν, ἐτράπη τὰ κακὰ, τοῦ Ἀχιλλέως γέρας αἰτοῦντος τοὺς Ἕλληνας μίαν τῶν Τρωικῶν γυναικῶν εἰς σφαγήν: —MA | |
sch Hec93 | † ... ἦλθεν ὑπε〈ράν〉ω τῆς ἄκρας κορυ〈φῆσ〉 ..... Τρῳάδων καὶ δειμαίνω μή πως αὐτῷ θύσωσι τὴν Πολυξένην: —A | |
sch Hec94 | ὁ δέ ἀντὶ τοῦ γάρ: —Mi | |
sch Hec95 | οὐ γὰρ ἰδικῶς τὴν Πολυξένην ᾐτήσατο, ἀλλὰ μίαν τῶν αἰχμα‐ λωτίδων κάλλει ὑπερφέρουσαν: —M | |
sch Hec96 | ἀποπέμψατε, ὦ θεοὶ, δεομένης μου ἐπακούοντες: —MAg ἀποπέμψατε, ὦ θεοὶ, τοῦτο τὸ φάντασμα 〈ἀπὸ〉 τῆς ἐμῆς θυγατρὸς | |
δεομένης μου ἐπακούσαντες: —MA | 21 in vol. 1 | |
sch Hec98 | ὁ χορὸς ἐκ Τρῳάδων αἰχμαλώτων γυναικῶν. ὁ δὲ λόγος· ὦ Ἑκάβη, πρὸς σὲ ὡρμήθην μετὰ σπουδῆς τὰς δεσποτικὰς σκηνὰς, τοῦ Ἀγαμέμνονος, καταλιποῦσα: —MA †Ἑκάβη, σπουδῇ ἦλθον πρὸς σὲ λιποῦσα τὰς δεσποσύνους σκηνὰς, | |
5 | ὅπου ἐτάχθην φυλάττειν ἀπελαθεῖσα καὶ ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας ἐκ τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθή‐ ρατος. ἦλθον δὲ οὐ μέλλουσά τι εὐφραντὸν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σε ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ παντὶ συναθροίσματι τῶν | |
10 | Ἑλλήνων λέγεται δόξαν γενέσθαι, ἤγουν θέλησιν, τὴν σὴν παῖδα Πολυ‐ ξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλ‐ λεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σὺν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας, τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων· ποῖ ἀπέρχεσθε, Δαναοὶ, λιπόντες | |
15 | τὸν ἐμὸν τάφον ἀγέραστον: —A ὡρμήθην, παρεγενόμην. οὕτως Εὐριπίδης: —Mg | |
sch Hec99 | δεσποτικάς: —Mg τὰς δεσποσύνους: τὰς τῶν δεσποτῶν. δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν οὕτως εἰπών: —MA ἦν γὰρ ἡ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνῇ, ὁ δὲ χορὸς ἐν τῇ | |
5 | τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος, ὅπου ἐκληρώθην εἶναι δούλη: —MA | |
sch Hec104 | οὐδὲν παθέων ἀποκουφίζους’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα: —M ἄλλως: ἐν ὑπερβατῷ· σπουδῇ πρὸς ς’ ἐλιάσθην οὐδὲν παθέων ἀποκουφίζουσα. σπουδῇ, φησὶν, ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγα‐ | |
5 | μέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ὑπ’ ἐμοῦ: —MA οὐδὲν παθέων ἀποκουφίζους’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας, τουτέστιν· ἕτερά σοι πρὸς οἷς ἔχεις κακοῖς ἀπαγγέλλω | |
10 | κακά: —MA ἄλλως: παρεγενόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφοράς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας: —MA | 22 in vol. 1 |
sch Hec110 | γινώσκεις ὅτε ὁ Ἀχιλλεὺς ἐπάνω στὰς τοῦ ἑαυτοῦ τύμβου σὺν ὅπλοις χρυσοῖς ἐπεῖχε τὰς ναῦς οὔριον ἐχούσας τὸν πλοῦν, ταῦτα λέ‐ γων: —MA † ἐκ δὲ τοῦ εἰπεῖν λαίφη προτόνοις ἐπερειδομένας ἔδειξεν ὁ | |
5 | ποιητὴς ὅτι ἀνέμου ὄντος καὶ τῶν ἱστίων ἡπλωμένων ὑπαρχόντων καὶ τῶν νεῶν πλεόντων νηνεμία γέγονε ἡνίκα ἐφάνη ὁ Ἀχιλλεὺς καὶ ...: —A | |
sch Hec111 | κυρίως σχεδία ἡ πρὸς τάχος γινομένη καὶ σχεδόν: —MAi | |
sch Hec112 | τοῖς σχοινίοις τὰ ἄρμενα ἐκτεταμένα ἐχούσας πρὸς τὸ πλεῖν: —MAg ἐκτεινούσας: —Mg | |
sch Hec113 | λέγων· κυρίως δὲ ὑλακτῶν. τὸ δὲ ἑξῆς· ἐφάνη τάδε θωύσσων: —Mi | |
sch Hec115 | ἀποπλέετε. κυρίως δὲ ἀποστέλλειν ἐστὶ τὸ διὰ νεὼς ἐκ‐ πέμπειν, ὅθεν καὶ στόλος λέγεται ὁ πολλῶν νεῶν ἀπόπλους. καταχρηστι‐ κῶς δὲ ἀποστέλλειν λέγεται καὶ τὸ δι’ ἑτέρου τινὸς ἐκπέμπειν τι: —MA | |
sch Hec116 | † πολλῆς δ’ ἔριδος: πολλῆς φιλονεικίας κλύδων καὶ ζάλη γέγονεν, οἷα φιλεῖ γίνεσθαι, ὅταν ἐν πλείονι ὄχλῳ οὐχ ἡ αὐτὴ βούλη‐ σις ᾖ: —A ταραχή: —MiAg | |
sch Hec117 | δόκησις διττή: —Mg † δόξα δ’ ἐχώρει: θέλ〈ει εἰπεῖν· δόξα〉 διπλῆ ἦν ἐν τῷ πολε‐ μικωτάτῳ στρατῷ τῶν Ἑλλήνων. τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο | |
5 | καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς Κασάνδρας καὶ σὺν αὐτῇ κοιμώμενος: —A | |
sch Hec119 | δοκοῦντος: —Mg | |
sch Hec120 | ἦν δὲ ὁ Ἀγαμέμνων εἰς τὸ σὸν συμφέρον σπεύδων διὰ τὸ τιμᾶν αὐτὸν τὰ λέκτρα τῆς Κασάνδρας: —MA χαριζόμενος τῇ Κασάνδρᾳ διὰ τὴν πρὸς αὐτὴν κοινωνίαν ὁ Ἀγα‐ | |
μέμνων οὐκ ἐβούλετο σφαγῆναι τὴν Πολυξένην: —MA | 23 in vol. 1 | |
sch Hec121 | † μαντιπόλος ἐλέγετο ἡ Κασάνδρα διὰ τὸ ἀναστρέφεσθαι αὐτὴν εἰς τὰ μαντεῖα: —A τῆς μαντικῆς: —MgAg τιμῶν, αὔξων: —MgAg | |
5 | † ἔνθεοι γὰρ καὶ μανικοὶ γενόμενοι οἱ μάντεις μαντεύονται: —A | |
sch Hec123 | † τὼ Θησείδα δ’ ὄζω: τοῦτο πρὸς τὸ σὸν σπεύδων ἀγαθὸν Ἀγαμέμνων ἀπέτρεπε. καὶ ἔστιν οὕτως· ἦν μὲν ὁ Ἀγαμέμνων ὁ σὲ ἐκδικῶν, οἱ δὲ Θησεῖδαι οἱ βασιλεῖς τῶν Ἀθηνῶν ἦσαν ῥήτορες δισ‐ σῶν λόγων, εἰς τὸν ὅμοιον δὲ νοῦν καταληγόντων. ἔλεγε γὰρ ὁ μὲν εἷς | |
5 | ὡς δεῖ τὸν Ἀχιλλέα τιμᾶν καὶ θῦσαι αὐτῷ τὴν Πολυξένην, ὁ δὲ ἕτερος ἔφασκεν ὡς οὐ δεῖ ἀγέραστον καταλεῖψαι τὸν Ἀχιλλέα, ἀλλὰ κυρωθῆναι τὴν ψῆφον, καθὰ περὶ αὐτοῦ ἐκρίναμεν. καὶ οἱ μὲν λόγοι δισσοὶ, εἰς ἕνα δὲ νοῦν λήγοντες καὶ εἰς μίαν γνώμην: —A ὄζω Ἀθηνῶν: οἱ δὲ τοῦ Θησέως παῖδες, Ἀκάμας καὶ Δημοφῶν, | |
10 | οἳ ἦσαν κλάδοι τῶν Ἀθηναίων, οἳ καὶ ἐστρατεύσαντο ἐπὶ Ἴλιον οὐχ ἡγού‐ μενοί τινων, ἀλλ’ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας. ἕνεκεν γὰρ ταύτης ἐστρατευκέναι τούτους φασίν: —MA τὼ Θησείδα δ’ ὄζω Ἀθηνῶν: τοὺς Θησέως παῖδας ἔνιοί φασι μὴ ἡγεμόνας στρατεύεσθαι ἐπὶ Ἴλιον μηδὲ τῆς συμμαχίας χάριν, ἀλλὰ | |
15 | ἀποληψομένους τὴν Αἴθραν· διὸ καὶ τὸν Ὅμηρον [Β 552] λέγειν τὸν Μενεσθέα ἡγεῖσθαι τῶν Ἀθηναίων. Διονύσιος γοῦν ὁ τὸν Κύκλον ποιή‐ σας φησί [FHG iv p. 653a]· Δημοφῶν δὲ ὁ Θησέως ἐδεῖτο αὐτοῖς δοῦναι Αἴθραν τὴν Πιτθέως τὴν τοῦ πατρὸς μητέρα, ὅπως αὐτὴν κομίσωσιν οἴκαδε. Μενέλαος δὲ πρὸς Ἑλένην πέμπει Ταλθύβιον κελεύσας ἄγειν | |
20 | Αἴθραν. καὶ Ἑλένη δωρησαμένη Αἴθραν παντοδαπῷ κόσμῳ ἀποστέλλει πρὸς Δημοφῶντα καὶ Ἀκάμαντα. Ἑλλάνικος δέ φησιν [frg. 75] αὐτοὺς | |
ἐστρατευκέναι, ὅπως, εἰ μὲν ἕλοιεν Ἴλιον, λάφυρον αὐτὴν λάβοιεν, εἰ δὲ μή, κἂν λυτρώσαιντο δώροις. φεύγειν δὲ αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι ἄρ‐ χεσθαι ὑπὸ Μενεσθέως. ἦσαν δὲ μετὰ 〈τοῦ Ἐλεφήνορος τοῦ〉 Χαλκώ‐ | 24 in vol. 1 | |
25 | δοντος τοῦ Ἄβαντος ἐν Εὐβοίᾳ: —MA | |
sch Hec124 | δισσῶν μύθων ῥήτορες: οἱ δύο λέγοντες καὶ ῥητορεύοντες εἰς ταὐτὸ συνέτρεχον μίαν γνώμην ἔχοντες: —MA † οἱ μὲν λόγοι δύο ἦσαν τῷ αὐτοὺς δύο εἶναι, ἡ γνώμη δὲ μία: —AAg | |
sch Hec126 | τιμᾶν, ἀπὸ μεταφορᾶς τῶν νικώντων, στεφανουμένων μετὰ τιμῆς: —M | |
sch Hec127 | νέας παιδὸς αἵματι. ἢ ὑγρῷ, τῷ καὶ τὰ χλωρὰ φυτὰ ὑγρὰ εἶναι. τινὲς δὲ νέῳ: —M ἔλεγον δὲ τὰ τῆς Κασάνδρας λέκτρα οὐκ ὀφείλειν προκριθῆναι τῆς Ἀχιλλέως ἀρετῆς. ὁ γὰρ Ἀγαμέμνων εἰς τιμὴν Κασάνδρας συνεμάχει | |
5 | Πολυξένῃ: —MA | |
sch Hec130 | † σπουδαὶ δὲ λόγων κατατεινομένων: λόγων δὲ λεγο‐ μένων ἡ αὐτὴ καὶ μία γνώμη ἐπεκράτει καὶ ἀπόφασις κατὰ τῆς σῆς παιδὸς οὐκ ἐδίδοτο, ἕως ὁ τὰ πρὸς χάριν τοῦ δήμου λέγων Ὀδυσσεὺς ἀνέστη καὶ πείθει τὸν στρατὸν μὴ ἀπωθεῖν τὸν ἄριστον τῶν Ἑλλήνων | |
5 | πάντων ἕνεκα τῶν δούλων σφαγίων. ἔλεγε γὰρ· μὴ γένοιτό τινα ἀπὸ τῶν σφαγέντων Ἑλλήνων σταθῆναι ἔμπροσθεν τῆς Περσεφόνης καὶ εἰπεῖν ὡς ἀχάριστοι εἰς ἡμᾶς τοὺς σφαγέντας ἕνεκα τῶν Ἑλλήνων ἐφάνησαν οἱ Ἕλληνες μὴ τιμήσαντες ἡμᾶς, ἀλλ’ ἀγεράστους ἡμᾶς καταλείψαντες εἰς Ἑλλάδα ἀπέρχονται: —A | |
sch Hec131 | ἀντὶ τοῦ· πρὶν Ὀδυσσέως μιᾷ γνώμῃ καὶ ψήφῳ προσε‐ τέθη: —Mi ὁ συνετόβουλος: —MgAg | |
ὁ λάλος. ὅθεν καὶ 〈δημοκόπος καὶ〉 κόβαλος, ὁ κομψός· ‘καὶ μὴν | 25 in vol. 1 | |
5 | κόβαλά γ’ ἐστὶν ὡς καὶ σοὶ δοκεῖ [Arist. Ran. 104]‘. κοπίδας τε τὰς τῶν λόγων τέχνας 〈ἔλεγον〉 ἄλλοι τε καὶ ὁ Τίμαιος οὕτως γράφων [FHG iv p. 640b]· ‘ὥστε καὶ φαίνεσθαι μὴ τὸν Πυθαγόραν † εὑράμενον τῶν ἀλη‐ θινῶν κοπίδων μηδὲ τὸν ὑφ’ Ἡρακλείτου κατηγορούμενον, ἀλλ’ αὐτὸν 〈τὸν〉 Ἡράκλειτον εἶναι τὸν ἀλαζονευόμενον‘. τὰ περίεργα γὰρ τῶν | |
10 | λόγων καὶ τὰ κατεστωμυλμένα κόβαλα ἔλεγον, ὡς Ἀριστοφάνης ἐν Βα‐ τράχοις ‘κόβαλά γ’ ἐστὶν, ὡς καὶ σοὶ δοκεῖ‘: —MA λάλος: —Mg σύντομος καὶ ὀξὺς τῷ λόγῳ: —Mg ὁ τῷ δήμῳ κεχαρισμένα λέγων 〈εἰσ〉 τὸ εὔνοιαν ἐπισπᾶσθαι παρ’ | |
15 | αὐτῶν: —Mi | |
sch Hec133 | ἀντὶ τοῦ μιᾷ γνώμῃ προσετέθη. στρατιὰ δέ ἐστι τὸ ἄθροισμα τῶν στρατιωτῶν, στρατεία δὲ αὐτὸς ὁ πόλεμος καὶ ἡ ἐν πολέμῳ 〈παρά〉ταξις: —MA | |
sch Hec138 | ὡς ἀπέβησαν ἀπὸ τῶν πεδίων τῆς Τροίας οἱ Δαναοὶ ἀχά‐ ριστοι τοῖς Δαναοῖς τοῖς τεθνηκόσιν 〈ὑπὲρ τῶν〉 Ἑλλήνων [ἐγένοντο], ὅ ἐστιν· ἀχάριστοι οἱ Ἕλληνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν Ἕλληνας: —M | |
sch Hec139 | τοῖς τεθνηκόσιν: —MgAg † οὐχ ἁπλῶς λέγει τῶν ἀποθανόντων καὶ ἐν Ἅιδου ὄντων, ἀλλὰ τῶν Ἑλλήνων τῶν ἐν τῇ Τροίᾳ ἐν τῷ ἀριστεύειν καὶ τῶν ἄλλων προ‐ μάχεσθαι ἀναιρεθέντων. ἀχάριστοι δὲ οἱ Ἕλληνες ἐγένοντο εἰς | |
5 | τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν ἐν Ἰλίῳ Ἕλληνας. ἢ λίαν ἀχάριστοι οἱ ἐν Ἰλίῳ Ἕλληνες τοῖς τεθνηκόσιν: —A | |
sch Hec141 | ὅσον οὐκ ἤδη: ὅσον οὐδέπω, μετ’ οὐ πολὺ, σφόδρα τα‐ χέως: —M † ὅσον οὐκ ἤδη: οὐδαμῶς ἐπὶ πολὺν χρόνον, ἀλλὰ ἐπ’ ὀλίγον, | |
τουτέστι παραυτίκα καὶ παραχρῆμα καὶ ταχέως: —A | 26 in vol. 1 | |
sch Hec142 | ἀντὶ τοῦ παρθένον: —Mg | |
sch Hec143 | ἐξορμήσων αὐτὴν τῆς σῆς χειρὸς, τουτέστιν ἀφαιρησόμε‐ νος: —MAg | |
sch Hec146 | ἐπικαλοῦ βοηθούς σοι γενέσθαι τοὺς οὐρανίους καὶ καταχθονίους θεούς: —MAg † κήρυσσε θεούς: ἀντὶ τοῦ ἀνακάλει τοὺς θεοὺς τοὺς ὑπὸ γῆν καὶ οὐρανὸν· καὶ ἢ γάρ σε διακωλύσουσιν αἱ λιταὶ γενέσθαι ὀρφανὸν, ἀντὶ | |
5 | τοῦ ὀρφανὴν, τῆς σῆς δυστυχεστάτης παιδὸς, τουτέστιν ἢ σωθήσεται ἡ παῖς σου, ἢ δεῖ σε ἐπιδεῖν αὐτὴν προκειμένην ἐπὶ τύμβῳ φοινισσομένην ἐν τῷ μελαναυγεῖ νασμῷ τοῦ αἵματος, τουτέστι τῇ ῥύσει, ἀπὸ τοῦ νάω τὸ ῥέω. τὸ δὲ αἵματι ἀντὶ τοῦ αἵματος γενικῶς, τοῦ ῥεομένου ἐκ τῆς ποτε φερούσης τὸν χρυσὸν δειρῆς αὐτῆς: —A | |
sch Hec149 | ἔρημον. ὡς ‘κλυτὸς Ἱπποδάμεια‘ [Β 742]: —M | |
sch Hec150 | ἢ δεῖ ς’ ἐπιδεῖν τὴν παρθένον ἐγγὺς τοῦ τύμβου κειμένην ἐκ χρυσοφόρου δειρῆς φοινισσομένην νασμῷ μελαναυγεῖ, ὅ ἐστι τῇ ῥύσει τοῦ αἵματος: —MA προνενευκυῖαν: —Mg | |
sch Hec152 | τῆς ποτε χρυσοφόρου δειρῆς, ὡς τὸ ‘ἐυμμελίω Πριάμοιο‘: —Mg † ἐκ χρυσοφόρου δειρῆς: ἤτοι ἐκ τραχήλου φέροντος κόσμια χρύσεα. οἱ παλαιοὶ γὰρ, ὅταν ἔμελλον σφαγιάσαι τινὰ γυναῖκα ἐπὶ τάφῳ τινὸς, ἐκόσμουν αὐτὴν διὰ χρυσείων κόσμων ὥσπερ νύμφην: —A | |
sch Hec153 | τῇ ῥύσει τοῦ μέλανος αἵματος: —Mg | |
sch Hec155 | ἠχὼ, ἀντὶ τοῦ βοήν. τινὲς δὲ περισπῶσι τὸ ἀχῶ, ἵν’ ᾖ· ὁποίαν ἠχήσω βοήν: —MA | |
sch Hec156 | λείπει τὸ ἕνεκα· ἐγὼ ἀθλία εἰμὶ ἕνεκα τοῦ δυστυχοῦς γήρως: —MA φεῦ τῆς δουλείας ταύτης τῆς οὐ τλητῆς οὐδὲ φορητῆς. καρ‐ τερητῆς. οὐ φορητῆς: —MA | |
sch Hec162 | εἰς ποίαν ὁδὸν βοηθείας παραγένωμαι: —MA εἰς ποίαν βοήθειαν ὁρμήσω: —MgA | |
sch Hec165 | ἀντὶ τοῦ ἀπαγγείλασαι: —M ὦ κακά μοι ἀπαγγείλασαι. ἢ ὑπομείνασαι καὶ παθοῦσαι: —MA | 27 in vol. 1 |
sch Hec167 | οὐκέτι μοι φορητὸς ἢ θαυμαστὸς καὶ ἀποδεκτὸς ὁ βίος ἐν τῇ ζωῇ γενήσεται, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐπαχθής: —MA † βίος δὲ σημαίνει τὸν παρόντα κόσμον, τὸν χρόνον τῆς ζωῆς, τὴν τέχνην καὶ κατάστασιν, τὴν οὐσίαν καὶ τὸ πρὸς τὸ ζῆν: —A | |
sch Hec169 | καθήγησαι, ὦ τλήμων ποῦς: —Mi ἔνδον ἐβούλετο εἰσελθεῖν πρὸς τὴν τῶν αἰχμαλωτίδων σκηνήν. βού‐ λεται γὰρ συντυχεῖν τῇ Πολυξένῃ καὶ μηνῦσαι τὸν ἐσόμενον αὐτῇ θάνα‐ τον: —MA | |
5 | † καί φησι 〈πρὸς τὸν〉 ἑαυτῆς πόδα· ὦ τλημονέστατε ποδ〈ῶν, ἅγη‐〉 σαί μοι, τουτέστι ἡγεμόνευσόν μοι, κομίσαι με πρὸς ταύτην τὴν αὐλὴν, ἐν ᾗ ἐστιν ἡ Πολυξένη. καὶ εἰσελθοῦσά φησι πρὸς τὴν Πολυξένην· ὦ τέκνον, ἔξελθε ἀπὸ τῶν οἴκων καὶ ἄκουε τὴν φωνὴν τῆς μητρὸς, ὅπως ἴδῃς οἵαν ἀκούω φήμην καὶ λόγον, Πολυξένη, περὶ τῆς σῆς ψυχῆς, περὶ | |
10 | τοῦ σοῦ θανάτου: —A | |
sch Hec174 | † ὡς ἴδῃς: μετάληψις αἰσθήσεως καλεῖται τὸ σχῆμα· τὸ γὰρ ἴδῃς ἀντὶ τοῦ ἀκούσῃς ἐφθέγξατο. μετήλλαξε δὲ τὴν δύναμιν τῶν ὤτων εἰς τὴν δύναμιν τῶν ὀφθαλμῶν· οὐ γὰρ μετὰ τῶν ὤτων βλέπει τις. διὰ τοῦτο καὶ μετάληψις αἰσθήσεως ὠνομάσθη τοῦτο: —A | |
sch Hec175 | οἵαν ἤκουσα φήμην περὶ τῆς σῆς ψυχῆς, περὶ τοῦ σοῦ θα‐ νάτου: —Mi | |
sch Hec177 | † τί νεωστὶ κακὸν εἰσεληλυθὸς κηρύξασα: —A | |
sch Hec178 | ὥσπερ ὄρνιν ἐξέπτηξάς με τούτῳ τῷ φόβῳ. ἢ κατα‐ πτῆξαι καὶ δειλιάσαι ἐποίησας: —MA | |
sch Hec181 | τί με δύσφημα φθέγγῃ: —Mg προοίμια: —Mg † τί 〈με〉 δυσφημεῖς· φροίμιά 〈μοι〉 κακά: εἰπούσης τῆς Ἑκάβης οἴμοι τέκνον ἀκούσασα ἡ Πολυξένη ἐφοβήθη καί φησι· τί | |
5 | προοιμιάζῃ λόγους κακούς: —A | |
sch Hec188 | τὸ ἑξῆς· σφάξαι σε Πηλείδα γέννᾳ, ὅ ἐστι Πηλέως γενεᾷ, ἀντὶ τοῦ Πηλέως παιδὶ, Ἀχιλλεῖ. πατρωνυμικὸν ἀντὶ πρωτοτύπου, Πηλέως γέννῃ: —MA † 〈σφάξαι σ’〉 Ἀργείων κοινά: ἡ κοινὴ γνώμη τῶν Ἀργείων | 28 in vol. 1 |
5 | συντείνει, ἤγουν σπεύδει, σφάξ〈αι σε〉 πρὸς τὸν τύμβον τὸν 〈τοῦ υἱοῦ〉 τοῦ Πηλέως, ἤγουν τοῦ Ἀχιλλέως. τὸ γὰρ Πηλείδα γέννᾳ ἀντὶ γενικῆς λαμβάνεται, ἵνα πρὸς τὸν τύμβον τοῦ γεννήματος ...: —A † ἄλλως: σφάξαι ς’ Ἀργείων κοινά: ἡ πάντων ψῆφος καὶ γνώμη συμφωνεῖ τοῦ σε ἀποθανεῖν ἐν τῷ τύμβῳ τῷ τοῦ Πηλέως υἱῷ, τῷ | |
10 | Ἀχιλλεῖ: —A | |
sch Hec189 | ἀντὶ τοῦ βουλή: —MgAg | |
sch Hec190 | τῷ Πηλέως παιδὶ Ἀχιλλεῖ. ἢ ἀντὶ τοῦ Πηλέως, πατρω‐ νυμικὸν ἀντὶ πρωτοτύπου: —M | |
sch Hec191 | γράφεται παῖ: —Mg † ἀντὶ τοῦ πῶς πῶς· ἡ δὲ παλιλλογία 〈τὸ σπου〉δαῖον τῆς ἐρω‐ τήσεως παρίστησιν: —A | |
sch Hec192 | ἀφθόνητα· οἷς οὐκ ἄν τις φθονήσειε διὰ τὸ εἶναι κακά. τοῖς γὰρ κακοῖς οὐδεὶς φθονεῖ: —MA | |
sch Hec194 | τὸ ἑξῆς· ἀγγέλλουσί μοι δόξαι ταῖς τῶν Ἀργείων ψήφοις δυσ‐ φήμους φήμας περὶ τῆς σῆς ψυχῆς. ἀντὶ τοῦ· ἀπαγγέλλουσί μοι αἱ φῆμαι περὶ τῆς σῆς ψυχῆς δόξαι τῇ ψήφῳ τῶν Ἑλλήνων, δηλονότι ἀποθανεῖν: —MA | |
sch Hec195 | λείπει κρίνασαι: —Mi | |
sch Hec196 | περὶ τοῦ σοῦ θανάτου: —MgAg | |
sch Hec198 | πάλιν Ἀττικῶς λείπει τὸ ἕνεκα· ὦ δυστυχεστάτη μῆτερ ἕνεκα τῆς ἀθλίας ζωῆς σου: —MA | |
sch Hec199 | † οἵαν οἵαν: οἴμοι 〈ποίαν〉 ποίαν αἰσχίστην βλάβην καὶ ἀρρήτην .. σοὶ θεός τις διήγειρε καὶ παρώρμησε: —A | |
sch Hec202 | ἀντὶ τοῦ ὧδε: —Mg | |
sch Hec203 | ἐγὼ ἡ δειλαία τῷ δειλαίῳ σου γήρᾳ οὐκέτι συνδουλεύσω: —MA | |
sch Hec205 | † σκύμνον γὰρ: τὸν σκύμνον οἱ παλαιοὶ ἐπὶ παντὸς νέου λαμβάνουσι. σκύμνοι δὲ κυρίως λέγονται τὰ ἔκγονα τῶν λεόντων: —A † ἄλλως: σκύμνον τὴν Πολυξένην καλεῖ ὁ ποιητὴς διὰ τὸ βασι‐ | |
λέως εἶναι θυγατέρα, μόσχον δὲ διὰ τὸ μέλλειν ἤδη σφαγῆναι: —A | 29 in vol. 1 | |
5 | οὐριθρέπταν μόσχον: ἀντὶ τοῦ νέαν· τὸν γὰρ μόσχον οἱ παλαιοὶ ἀντὶ τοῦ νέου παραλαμβάνουσιν: —MAg ὄψει σύ με τὴν μόσχον, ὅ ἐστι τὴν νέαν, ἀπὸ τῆς σῆς χειρὸς ἁρπαζομένην ὥσπερ σκύμνον ἐν ὄρει τεθραμμένον. ἀπὸ κοινοῦ δὲ τὸ εἰσόψει: 〈εἰσόψει〉 με λαιμότομον πεμπομένην τῷ Ἅιδῃ εἰς τὸν ὑπὸ | |
10 | γῆς σκότον, οἷον· εἰσόψει με οὐ κοινῷ θανάτῳ ἀποθνῄσκουσαν, ἀλλὰ τῷ διὰ σφαγῆς: —MA † εἰσόψει γάρ με καὶ ἴδῃς τὴν μόσχον τὴν δειλαίαν σὺ ἡ δειλαία ἀναρπαστὸν ἀπὸ τῆς σῆς χειρὸς ὥσπερ σκύμνον οὐρίθρεπτον, τῷ ὄρει τρεφόμενον, καὶ ὄψει λαιμότομον, ἤγουν τὸν λαιμὸν τμηθεῖσαν, ἀπὸ τῶν | |
15 | ἐνταῦθα πεμπομένην πρὸς τὸ σκότος τῆς γῆς, ὅπου ἡ ἀθλία διάξω μετὰ τῶν νεκρῶν. καὶ σὲ, ὦ μῆτερ δυστυχεστάτη, κλαίω ἐν πολλοῖς θρήνοις, τὸν ἐμὸν δὲ βίον οὐ κλαίω ὑπηργμένον ἅπαντα λύμην καὶ λώβαν: —A | |
sch Hec208 | † λαιμότομον: λαιμοτόμος ἐστὶν ὁ τὸν λαιμὸν κόπτων, λαι‐ μότομος δὲ ὁ ἀποτμηθείς: —A | |
sch Hec211 | ἀντὶ τοῦ περὶ σοῦ. ἢ ἐπὶ σοὶ, ὥσπερ καὶ θαῦμά σού φασιν ἀντὶ τοῦ ἐπὶ σοί. τινὲς δέ φασι λείπειν τὸ χάριν. ἢ ἀπὸ κοινοῦ τὸν βίον, ἵν’ ᾖ· κλαίω σου τὸν βίον: —M | |
sch Hec213 | τὴν ἐμὴν ζωὴν πᾶσαν βλάβην καὶ λύμην οὖσάν μοι οὐ κλαίω: —M λοιμικήν: —Mg | |
sch Hec214 | οὐ κλαίομαι, ἀντὶ τοῦ οὐκ ὀδύρομαι: —Mg ἀλλὰ ἡ τοῦ ἀποθανεῖν μοι δυστυχία βελτίων ἐφάνη τοῦ ζῆν ἀτί‐ μως. τοῦτο δὲ λέγει παρόσον μετὰ τὴν πόρθησιν τῆς Τροίας καὶ τὸν τῶν ἀδελφῶν θάνατον καὶ τοῦ πατρὸς καὶ ἄλλων μυρίων, ὧν εἶχε 〈συγ‐ | |
5 | γενῶν τε καὶ φίλων, καὶ〉 αὐτὴ γενομένη αἰχμάλωτος δουλεύειν ἔμελλε καὶ τὰ αἴσχιστα ὑπομένειν· ὧν φησι προτιμότερον τὸν θάνατον εἶναι: —M † ἡ δυστυχία, φησὶν, ἐποίησέ με ἡγεῖσθαι τὸν θάνατον κρείσσονα τῆς ζωῆς: —A | |
sch Hec216 | μετὰ σπουδῆς τοῦ ποδός: —Mg | 30 in vol. 1 |
sch Hec217 | ἤτοι καινὸν ἢ δεινόν. Μένανδρος· ‘νεώτερόν τι σοι συμβέ‐ βηκεν‘: —M χρέος, πρᾶγμα: —Mg | |
sch Hec219 | τὴν κυρωθεῖσαν: —Mg | |
sch Hec221 | ἀντὶ τοῦ μνῆμα: —Mg | |
sch Hec222 | παραπομπούς, ὁδηγούς: —Mg ἀρωγούς: —Mg | |
sch Hec223 | δεσπότης: —Mg | |
sch Hec224 | ἐτάγη, ἐχειροτονήθη: —Mg | |
sch Hec225 | τὰ καλὰ τῶν ἀντιγράφων δρᾶσον ἔχει: —Mg οἶδας οὖν τί δρᾶσαι ὀφείλεις: —Mi μὴ ἀφαιρεθῇς: —Mg | |
sch Hec226 | εἰς ἀγῶνα: —Mg | |
sch Hec227 | γίνωσκε δὲ ἐμὴν μὲν ἰσχὺν, σαυτῆς δὲ ἀσθένειαν: —M [διὰ] τὴν ἐμὴν ἀρχήν: —Mi | |
sch Hec228 | εὐπαίδευτον τοῦτό ἐστι, τὸ ἐν τοῖς κακοῖς μὴ ἐπαίρεσθαι καὶ παροξύνεσθαι: —M | |
sch Hec231 | ὅπου με ἔδει τεθνάναι, οὐκ ἀπέθανον, ὅ ἐστιν ἐν Τροίᾳ: —M | |
sch Hec232 | αὔξει: —Mg | |
sch Hec234 | εἰ δ’ ἔστι τοῖς δούλοισι: εἰ δὲ ἔξεστι τοῖς δούλοις τοὺς ἐλευθέρους ἐρωτᾶν ὅσα 〈ἂν〉 μὴ λυπῇ μηδὲ δάκνῃ καρδίαν τῶν ἀκουόν‐ των: —M ἀντὶ τοῦ ἐρωτῆσαι [ἀκοῦσαι]: —Mg | |
sch Hec236 | σοὶ μὲν λέγειν ἁρμόζει τὰ ἐρωτώμενα, ἐμοὶ δὲ ἐρωτᾶν καὶ ἀκούειν παρὰ σοῦ: —M σοὶ μὲν πρέπει ἀπολογεῖσθαι πρὸς τὰ ἐρωτώμενα: —Mg | |
sch Hec238 | τῆς ὑπερθέσεως γὰρ σοῦ ἕνεκεν οὐ φθονῶ: —Mi | |
sch Hec240 | καχειμονίᾳ κακόμορφος. ἦλθε γὰρ Ὀδυσσεὺς εἰς τὴν Τροίαν εἰς ἐπαίτην μετασχηματίσας ἑαυτὸν 〈διὰ τὸ Παλλάδιον〉: —M ἄμορφος: ἀντὶ τοῦ ἄγνωστος: —M | |
sch Hec241 | φόνου σταλαγμοί: ὑπὲρ τοῦ ἐπικειμένου σοι φόνου ἀγωνιῶν ἐδάκρυσας. ἀντὶ δὲ τοῦ εἰπεῖν· δάκρυα φόνου ἦν σημαντικά, ἀπὸ | |
[δὲ] τῶν ὀμμάτων σου, φησὶ, σταγόνες φόνου 〈κατέσταζον〉: —M σταγόνες φόνου· 〈ἔδει〉 δὲ εἰπεῖν δάκρυα, οἷον τὰ δάκρυα 〈φόνου〉 | 31 in vol. 1 | |
5 | ἦν σημαντικὰ, ὅθεν καὶ ἐν τῇ συνηθείᾳ αἱμάτινα δάκρυα φαμέν: —M ἀπίθανον τὸ πλάσμα καὶ οὐχ Ὁμηρικόν· οὐ γὰρ ἂν ἐσίγησεν Ἑκάβη πολέμιον θεασαμένη κατοπτεύοντα τὰ κατὰ τοὺς Τρῶας πράγματα. ἡ δὲ Ἑλένη εἰκότως· ἄτην γὰρ μετέστενεν Ἀφροδίτης: —M | |
sch Hec242 | ἀντὶ τοῦ ἐλυπήθην: —Mg | |
sch Hec245 | ἐλεεινὸς ὤν: —Mg | |
sch Hec246 | νεκρωθῆναι ὑπὸ τοῦ δέους τὴν χεῖρά μου: —Mg | |
sch Hec247 | ἀντὶ τοῦ ὑποκείμενός μοι: —Mg | |
sch Hec251 | κακὸς ὢν ἁλίσκῃ. ὁ δὲ λόγος· οὐκοῦν κακὸς φαίνῃ ἐξ ὧν νῦν ἐβουλεύσω κατὰ τῆς ἐμῆς θυγατρὸς δι’ ἐμὲ ζῶν: —M | |
sch Hec252 | τοιούτων εὐεργεσιῶν παρ’ ἐμοῦ τυχών: —Mg | |
sch Hec253 | ἀπὸ κοινοῦ τὸ δρᾷς: —Mg | |
sch Hec254 | δικανικάς: —Mg εἰς τοὺς κατ’ αὐτὸν δημοκοποῦντας ῥήτορας λέγει: —Mi τα〈ῦτα εἰς τὴν〉 κατ’ αὐτὸν πολιτείαν λέγει. καί ἐστι τοιοῦτος ὁ Εὐριπίδης, περιάπτων τὰ καθ’ ἑαυτὸν τοῖς ἥρωσι καὶ τοὺς χρόνους | |
5 | συγχέων: —M | |
sch Hec258 | † ἀτὰρ τὶ 〈δὴ〉 σόφισμα τοῦθ’ ἡγούμενοι: τοίνυν τί δίκαιον καὶ ἁρμόζον τοῦτο ἡγούμενοι, τὸ σφάξαι Πολυξένην, εἰς ταύτην ὥρι〈σαν〉 τὴν τοῦ φόνου ψῆφον. ἆρα τὸ πρέπον καὶ τὸ δίκαιον ἐκίνησεν ἀνθρώπους σφάζειν εἰς τὸν τύμβον, ἔνθα δὴ μάλιστα βοῦς πρέπει θυσιά‐ | |
5 | ζειν. ἢ τοὺς θανόντας ἀνταποκτεῖναι θέλων ὁ Ἀχιλλεὺς εἰς τήνδε τὴν παῖδα δικαίως τείνει τὸν φόνον. ἀλλ’ οὐδὲν αὕτη εἰς αὐτὸν δέδρακε κακὸν ἢ πεφόνευκεν. εἴπω σοι τὸ ἀληθές· Ἑλένην ἐχρῆν ἐν τῷ τύμβῳ αὐτῷ θῦμα *· αὕτη γάρ ἐστιν ἡ αἰτία τοῦ φόνου αὐτοῦ. εἰ γὰρ μὴ αὐτὴ τῷ Ἀλεξάνδρῳ ἠκολούθει, οὐκ ἂν ὁ Ἀχιλλεὺς εἰς Τροίαν ἦλθε | |
10 | καὶ ἀπέθανεν. εἰ δὲ πολλάκις λέγεις ὅτι χρή τινα ἔκκριτον ἀπὸ τῶν αἰχμαλώτων γυναικῶν θανεῖν, ἢ εὐπρεπεστάτην τῷ εἴδει, οὐχ ἡμεῖς τοῦτο ἔχομεν. τίς γὰρ εὐειδεστέρα Ἑλένης. ἄλλως τε καὶ οὐδὲν ἧττον ἡμῶν εὑρέθη αὐτὸν ἀδικήσασα, καὶ εἰ τὸ δίκαιον θέλετε πράξειν, αὐτὴν χρὴ σφαγῆναι: —A | |
sch Hec259 | οἱ Ἕλληνες: —Mg | |
sch Hec260 | τὸ χρῆν: νόμιμον. ἔστι δὲ ἐπιρρηματικόν: —Mg τὸ δέον καὶ τὸ ὀφεῖλον αὐτοὺς εἰς προθυμίαν ἤγαγεν ἀνθρωποκτο‐ νεῖν εἰς τοὺς τάφους τῶν τελευτησάντων: —MA | 32 in vol. 1 |
sch Hec262 | ἢ γὰρ Πολυξένη αὐτῷ αἰτία θανάτου γέγονεν: —MgAg | |
sch Hec267 | ἐπίλεκτον εὐμορφίας ἕνεκεν: —Mg | |
sch Hec268 | διαφέρουσαν ὑπερβάλλουσαν: —Mi | |
sch Hec270 | † ἀδικοῦσά θ’ ἡμῶν: αὕτη δὲ, ἡ Ἑλένη, καίπερ ἄδικα πράξασα κατ’ οὐδὲν ἡμῶν ἐλάττων εὑρέθη: —A | |
sch Hec271 | † τῷ μὲν δικαίῳ τόνδ’ ἁμιλλῶμαι λόγον: ἀντὶ τοῦ ὅτι μὲν δίκαιόν ἐστι τὴν Ἑλένην παθεῖν καὶ οὐχὶ τὴν Πολυξένην, τοῦτον ἁμιλλῶμαι καὶ λέγω τὸν λόγον· ἃ δὲ δεῖ σε ἀντιδοῦναί μοι ὑπὲρ ὧν παρ’ ἐμοῦ ἔπαθες ἄκουσον. ἥψω, ὡς φῂς, τῆς χειρός μου καὶ τῆς παρειᾶς· | |
5 | ἀνθάπτομαι κἀγώ σου τῶνδε καὶ ζητῶ σε χάριν, ἣν ἐγώ σοι δέδωκα, ἤγουν· ὥσπερ ἐγώ σε ἔσωσα τοῦ θανάτου τότε, ὅτε εἰσῆλθες εἰς τὴν Τροίαν κατάσκοπος, οὕτω καὶ σὺ σῶσον νῦν τὴν Πολυξένην: —A ἀντὶ τοῦ παρατίθημι: —MgAg | |
sch Hec278 | αὐτάρκεια τῶν ἀποθανόντων μου τέκνων: —MgA | |
sch Hec279 | † ταύτῃ γέγηθα: ταύτῃ, τῇ Πολυξένῃ, χαίρω καὶ ἐπιλαν‐ θάνομαι τῶν ἐπισυμβάντων μοι κακῶν: —A | |
sch Hec280 | ἀπίθανα ταῦτα· οὐ γὰρ ἔμελλε γηροβοσκεῖν ἡ Πολυξένη τὴν Ἑκάβην μὴ οὖσα μετ’ αὐτῆς· ὅμως μέντοι πρὸς τὴν ἱκεσίαν χρή‐ σιμα: —MA παραμυθία: —Mg | |
sch Hec282 | τοὺς ἐν ἀρχαῖς ὄντας καὶ δυναμένους πράττειν ἃ βούλονται οὐ χρὴ εἰς κακόν τι τῇ ἐξουσίᾳ χρῆσθαι εἰδότας ὅτι οὐκ ἐν τῇ αὐτῇ μενοῦσι τύχῃ: —MA | |
sch Hec284 | εὐτυχὴς δηλονότι: —Mg | |
sch Hec287 | † ἐλθὼν εἰς Ἀχαϊκὸν στρατόν: σὺ, ὁ Ὀδυσσεὺς, ἐλθὼν εἰς τὸν τῶν Ἀχαιῶν στρατὸν παρηγόρησον, ἀντὶ τοῦ παρακάλεσον. ἢ παρὸ ἠγόρευσας καὶ ἐδημηγόρησας πρὶν ὅτι καλόν ἐστι σφαγιάσαι τὴν Πολυξένην, ἕτερόν τι νῦν λέξον καὶ εἰπὲ ὅτι μέμψις ἐστὶν ἀποκτεῖναι γυ‐ | |
5 | ναῖκας, ἃς πρῶτον τοῦτο οὐκ ἐπράξατε ἀπὸ τῶν βωμῶν σπάσαντες, ἀλλ’ | |
ᾠκτειρήσατε. νόμος δὲ ὁ αὐτὸς κεῖται καὶ περὶ τῶν δούλων καὶ τῶν ἐλευθέρων μὴ φονεύεσθαί τινα παρόσον καὶ ὁ δοῦλον φονεύσας τῷ αὐτῷ ἄγει ἐνέχεται. ἐὰν οὖν ταῦτα εἴπῃς τοῖς Ἕλλησιν, ἀκουσθήσῃ καὶ πείσεις αὐτούς. ὁ γὰρ εἷς λόγος καὶ ὁ αὐτὸς ὅταν ἐκ τῶν ἀδόξων καὶ | 33 in vol. 1 | |
10 | ἐνδόξων ἐξέλθῃ, οὐ τὸ ὅμοιον δύναται, τουτέστιν· οὐ τὴν ὁμοίαν δύναμιν ἔχει: —A | |
sch Hec288 | παράπεισον, νουθέτησον: —Mg ὅτι: —MgAg ἀντὶ τοῦ νέμεσις. διαφέρει γὰρ νέμεσις φθόνου. νεμεσῶσι μὲν γὰρ οἱ δίκαιοι τοῖς ἀναξίως εὐτυχοῦσι, φθονοῦνται δὲ οἱ καλοί. | |
5 | νεμεσήσειαν ἂν ὑμῖν οἱ θεοὶ εἴγε ἃς πρότερον τοῖς βωμοῖς τῶν θεῶν προσφυγούσας ἀποσπάσαντες οὐκ ἐκτείνατε εἰς τιμὴν θεῶν, νῦν ἀνδρὶ χαριζόμενοι φονεύσετε: —MA ἄλλως: φθόνος νέμεσις. σημειωτέον δὲ ὅτι τὸν φθόνον νῦν ἐπὶ τοῦ μώμου τίθησιν, ὡς ἐν Θησεῖ [frg. 391] ‘καίτοι φθόνου μὲν | |
10 | μῦθον ἄξιον φράσω‘: —MA ἀντὶ τοῦ μέμψις: —MgAg | |
sch Hec291 | νόμος δ’ ἐν ὑμῖν μήτε δοῦλον μήτε ἐλεύθερον φονεύεσθαι παρόσον καὶ ὁ οἰκέτην κτείνας ἐνέχεται τῷ ἄγει τοῦ ἀνδροφόνου: —MA ἄλλως: ἐν ὑμῖν δὲ, τοῖς Ἕλλησι, νόμος κεῖται σῳζόμενος τὸ ἴσον κρίνειν τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις περὶ θανάτου, οἷον· ὥσπερ ἐλεύ‐ | |
5 | θερόν τις ἀνελὼν τιμωρίαν δίδωσιν ὑπὲρ τοῦ φόνου, τὸν αὐτὸν τρόπον καὶ ὁ δοῦλον φονεύων ὑποχειριός ἐστι τῷ ἐγκλήματι τοῦ θανάτου: —MA | |
sch Hec293 | τὸ δ’ ἀξίωμα κἂν κακῶς λέγῃ, τὸ σὸν πείσει: τὸ δὲ σὸν ἀξιόλογον πρόσωπον, κἂν κακῶς λέγῃ καὶ παρὰ τὸ δίκαιον, ὅμως πείσει· πόσῳ γε μᾶλλον, ὅτε καὶ ἔννομα: —MA | |
sch Hec294 | λόγος γὰρ ἔκ τ’ ἀδοξούντων: ὁ γὰρ αὐτὸς λόγος ἔκ τε | |
τῶν ἀδόξων καὶ τῶν ἐνδόξων λεγόμενος οὐ ταυτὸν ἰσχύει καὶ δύναται, ἀντὶ τοῦ· δυνατὸς γίνεται, κἂν ᾖ φαῦλος, ὁ παρὰ τοῦ ἐνδόξου λεγό‐ μενος: —MiA | 34 in vol. 1 | |
sch Hec295 | ἐκ τῶν δοξαζομένων: —Mg | |
sch Hec296 | ἀντὶ τοῦ στερρά, ὡς ‘κλυτὸς Ἱπποδάμεια‘ [Β 742]. Ἀττικὸν δὲ τὸ σχῆμα: —MgA † οὐκ ἔστιν οὕτω στερρός: τὸ ἑξῆς· οὐχ οὕτως ἐστὶ στερρὸς φύσις ἀνθρώπου, ἥτις οὐκ ἂν ἐκβάλοι δάκρυον τῶν γόων τῶν σῶν καὶ | |
5 | τῶν ὀδυρμάτων τοὺς θρήνους ἀκούσασα: —A τοὺς θρήνους τῶν ὀδυρμάτων: —MgA | |
sch Hec299 | † Ἑκάβη, διδάσκου: ἀντὶ τοῦ σωφ〈ρόνει〉 καὶ τὸν εὖ λέ‐ γοντα μηδαμῶς τῷ θυμοειδεῖ μέρει τῆς ψυχῆς σου ποιοῦ δυσμενῆ: —A † ἄλλως: οὐκ ἔστιν οὕτω στερρὸς: τὸ γὰρ 〈στερρός ἀντὶ τοῦ στερρά, ὥσπερ καὶ ὁ〉 θεός καὶ ἡ θεός καὶ κλυτὸς Ἱπποδάμεια ἀντὶ τοῦ κλυτή. | |
5 | ὁ δὲ νοῦς· οὐκ ἔστιν οὕτως σκληρὰ καὶ ἀπ〈ηνὴς φύσις ἀνθρώπου ἥτις οὐκ ἂν δακρύσῃ κλύουσα, ἤγουν ἀκούουσα, τῶν σῶν〉 γόων καὶ μακρῶν ὀδυρμάτων τοὺς θρήνους: —A τῷ θυμώδει μέρει τῆς ψυχῆς. λέγει δὲ τῷ θυμουμένῳ μέρει τῆς ψυχῆς, τουτέστι τῷ θυμοειδεῖ: —M | |
10 | † μηδὲ τῇ ἐνούσῃ σοι ὀργῇ χάριν τοῦ σφαγῆναι τὴν Πολυξένην ὑπολάμβανε ἐχθρὸν ἐμὲ ἐν σῇ διανοίᾳ τὸν μὴ ἑλκύσαντα ἐν βίᾳ ἀπὸ τῶν σῶν ἀγκαλῶν τὴν Πολυξένην, ἀλλὰ λέγοντά σοι πράως δοῦναι αὐτήν: —A | |
sch Hec303 | ἃ δ’ εἶπον: ταῦτα εἶπον· ἐάν τις ἀριστεύσας μηδὲν πλέον τῶν δειλῶν ἀπενέγκηται, οἱ λοιποὶ ἀριστεῖς κινδύνου καταλαμβάνοντος τὴν πόλιν οὐκ ἂν ἕλοιντο ὑπερμαχεῖν τῆς πατρίδος ὁρῶντες τοὺς προαρι‐ στεύσαντας μηδενὸς γέρως τετυχηκότας. καὶ οὕτως συμβαίνει τὰς πόλεις | |
5 | κάμνειν μὴ ἐχούσας τοὺς προκινδυνεύοντας: —MA | |
sch Hec304 | τούτῳ γὰρ, φησὶ, τουτέστι τῷ Ἀχιλλεῖ, ἐξαιτησαμένῳ τὴν σὴν θυγατέρα σφάγιον συνεβούλευσα τοῖς Ἕλλησιν ἐπιδοῦναι: —M | |
τῷ Ἀχιλλεῖ: —Mg | 35 in vol. 1 | |
sch Hec305 | ἀπὸ κοινοῦ τὸ εἶπον: —Mi | |
sch Hec306 | † ἐν τῷδε γὰρ κάμνουσιν: ἐν τῷδε γὰρ δυστυχοῦσι καὶ ἀφανίζονται αἱ πολλαὶ πόλεις, τῷ μὴ τιμᾶσθαι δηλονότι τοὺς ἀγαθοὺς καὶ γενναίους ἄνδρας: —A διὰ τοῦτο: —Mg | |
5 | δυστυχοῦσιν: —MgAg | |
sch Hec308 | τῶν δειλῶν καὶ ἀνάνδρων: —MgAg | |
sch Hec311 | † οὐκοῦν τόδ’ αἰσχρόν: οὐκοῦν κακόν ἐστι τοῦτο καὶ ἄδικον, ἐὰν, ὅταν ζῇ τις, φίλον αὐτὸν ἔχωμεν, ὅταν δὲ τελευτήσῃ, μή: —A ἀντὶ τοῦ ζῶντι: —Mg | |
sch Hec313 | † εἶεν· τί δῆτ’ ἐρεῖ τις: τί δῆτα εἴποι τις, ἐὰν πάλιν ἄθροισις φανῇ στρατοῦ καὶ μάχη. πολεμήσομεν ἢ φιλοψυχήσομεν ὁρῶντες μὴ τιμωμένους τοὺς θανόντας ὑπὲρ τῆς πόλεως. δῆλον ὡς φιλοψυχήσομεν: —A | |
sch Hec314 | ὁ ἀγών: —MgAg | |
sch Hec315 | φιλοζωήσομεν μὴ μαχόμενοι: —MgAg | |
sch Hec317 | † καὶ μὴν ἔμοιγε ζῶντι: εἰ ἐν τοῖς ζῶσίν εἰμι καὶ μετρίως εὐτυχοίην, ἀρκούντως ἂν ἔχοι· θανὼν δὲ βούλομαι τιμᾶσθαι καὶ κλέος ἔχειν ἀοίδιμον παρὰ τῶν ζώντων τιμώμενος: —A | |
sch Hec318 | ζῶν δηλονότι: —Mi | |
sch Hec319 | τιμώμενον, ἄξιον τιμῆς νομιζόμενον: —MAg | |
sch Hec320 | ἐπὶ ποὺν γὰρ χρόνον μένει ἡ δόξα: —Mg † διὰ μακροῦ γὰρ ἡ χάρις: ἐπὶ πολὺ γὰρ ἡ δόξα καὶ πολυχρό‐ νιος γίνεται κατὰ διαδοχὴν αὐξανομένη: —A | |
sch Hec321 | † εἰ δ’ οἰκτρὰ πάσχειν φῄς: εἰ δὲ οἰκτρὰ πάσχειν λέ‐ γεις, ταῦτα ἀντάκουέ μου. εἰσὶ καὶ παρ’ Ἕλλησι γυναῖκες αἱ μὲν παί‐ δων ἐστερημέναι, αἱ δὲ νυμφίων, οὕστινας ἐν τῇ Τροίᾳ σφαγέντας ἡ Τρωικὴ κόνις κρύπτει: —A | |
sch Hec322 | ἐν τῇ Ἑλλάδι δηλονότι: —MiAg ἄθλιαι μᾶλλον σοῦ: —Mi σοῦ οὐδὲν ἧσσον ἄθλιαι: —M | |
sch Hec323 | τὸ χ πρὸς τὴν συγκοπήν· πρεσβύτεραι γὰρ ἔδει εἰπεῖν: —M | |
sch Hec324 | στερηθεῖσαι: —Mg | |
τῶν ἰδίων: —Mg | 36 in vol. 1 | |
sch Hec325 | ἡ Τρωική: —Mg | |
sch Hec326 | ὑπόμενε καρτέρει: —MgAg | |
sch Hec328 | ὑμεῖς δηλονότι: —MgA τὸ μήτε τοὺς φίλους ὡς φίλους τιμᾶν μήτε τοὺς ἐνδόξως ἀνῃ‐ ρημένους θαυμάζειν: —MA | |
sch Hec330 | τιμᾶτε: —Mg | |
sch Hec331 | ὑμεῖς δὲ πρὸς ταῦτα τὰ βουλεύματα καὶ τὴν τύχην κτή‐ σησθε. οἷα βούλοισθε, τοιαῦτα ἔχητε: —MiA | |
sch Hec332 | † αἰαῖ τὸ δοῦλον: φεῦ φεῦ, ὡς κακὸν τὸ πεφυκέναι τινὰ δοῦλον. τῇ βίᾳ γὰρ ὁ δοῦλος κρατούμενος τολμᾷ πράττειν ἃ μὴ χρή. πᾶς γὰρ δοῦλος ἀναγκαζόμενος πλεῖστα πράττει ἄδικα: —A | |
sch Hec333 | ὑπομένει πολλάκις, ὃ μὴ πρέπον ἐστὶν ὑπὸ τῆς βίας ἀναγκα‐ ζόμενον: —MA | |
sch Hec334 | ὦ τέκνον: —Mg ἀντὶ τοῦ πρὸς ἀέρα: —Mg | |
sch Hec335 | φροῦδος κατὰ τὸ ἔτυμον λέγεται ὁ προαπεληλυθὼς τῆς ὁδοῦ [καὶ προαπελθών]: —MiA † φροῦδοι: ἀνωφελεῖς, ἀφανεῖς, εἰς μάτην ἐκτοξευθέντες. οὐ γὰρ ἔκαμψαν τὸν τοῦ Ὀδυσσέως θυμὸν ἢ τῶν Ἑλλήνων, ἀλλὰ τὸ ψηφισθὲν | |
5 | αὐτοῖς ἔτι μένει: —A ἢ μήτηρ ἔχεις: ἀντὶ τοῦ ἤπερ, οἷον· σὺ δὲ εἰ μᾶλλον τῆς μη‐ τρὸς δύναμιν ἔχεις: —MA συναλοιφή· ἡ μήτηρ ἀντὶ τοῦ ἤπερ ἡ μήτηρ. σὺ δὲ εἰ [μᾶλλον] ἔχεις μείζονά τινα δύναμιν, σπούδαζε: —MA | |
sch Hec337 | ὁ τέ παρέλκει: —Mg | |
sch Hec340 | τὸ ἑξῆς· καὶ πεῖθε τὴν σὴν ὥστ’ ἐποικτεῖραι τύχην: —MiA † οὕτως ἡ σύνταξις· ἔχεις πρόφασιν ὥστε τὴν σὴν ἐποικτεῖραι | |
τύχην· ἔστι γὰρ τέκνα καὶ τῷδε, τῷ Ὀδυσσεῖ: —A | 37 in vol. 1 | |
sch Hec342 | ὁρῶ ς’ Ὀδυσσεῦ: ἐνταῦθα ἐφύλαξεν ὁ Εὐριπίδης τὸ ἡρωικὸν ἦθος· οὐ γὰρ ταπεινὸν αὐτὸ μεμίμηται, ἀλλὰ παρρησιαστι‐ κόν: —MA ὁρῶ σε, φησὶν, ὦ Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα ὑπὸ τὰ | |
5 | ἱμάτια, τὸ δὲ πρόσωπον ἀποστρέφοντα, ἵνα μὴ ἱκετεύω σε: —MA | |
sch Hec345 | οὐχ ἱκετεύσω σε, ἐπεὶ πέφευγας παρ’ ἐμοῦ τούτου τυχεῖν: —MMgA † ἀκούσας Ὀδυσσεὺς τῆς Ἑκάβης εἰπούσης τῇ Πολυξένῃ· ὦ τέκνον, πρόσπιπτε Ὀδυσσεῖ λαβοῦσα τῆς δεξιᾶς χειρὸς αὐτοῦ καὶ γενειάδος καὶ ἱκέτευσον αὐτὸν ὅπως τὴν σὴν τύχην ἐποικτείρῃ· οὕτω γὰρ ἔθος ἦν | |
5 | παλαιοῖς παρακαλεῖν τῆς χειρὸς καὶ τῆς γενειάδος ἁπτομένοις· ταῦτα ἀκούσας ὁ Ὀδυσσεὺς τὴν μὲν δεξιὰν αὐτοῦ χεῖρα εἰσήγαγεν ἔσωθεν τοῦ εἵματος αὐτοῦ καὶ τὸ πρόσωπον εἰς τοὐπίσω ἀπέστρεφεν, ὅπως μήτε τῆς χειρὸς αὐτοῦ λάβηται μήτε τῆς γενειάδος. ἰδοῦσα δὲ αὐτὸν [Πολυ‐ ξένη] οὕτως ποιήσαντα εἶπεν ἡ Πολυξένη· ὁρῶ σε, Ὀδυσσεῦ, τὴν μὲν | |
10 | δεξιὰν χεῖρα κρύπτοντα 〈ὑπὸ τὰ〉 ἱμάτια, τὸ δὲ πρόσωπον στρέφοντα, ἵνα μὴ ἱκετεύω σε. θάρρει δὲ, ἐπεὶ πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, τουτ‐ έστι τὴν ἐμὴν ἱκεσίαν· ἐκ τοῦ Διὸς γὰρ πᾶσα ἱκεσία. ἱκέσιον δὲ Δία τὸν ἐπὶ παρακλήσει μεταλαμ〈βανόμενον〉: —A † ὥς ἐστιν ὁ Ζεὺς φίλιος καὶ ξένιος καὶ τὰ λοιπά, οὕτως καὶ 〈ἱκέ‐ | |
15 | σιος. ἀντὶ τοῦ πέφευγας τὴν ἐμὴν ἱκεσίαν, τουτέστιν· οὐχ ἱκε〉τεύσω σε: —A | |
sch Hec346 | 〈ὡς ἕψομαί γε〉: ὄντως ἐπακολουθήσω σοι καὶ δι’ αὐτὸ τὸ ἀναγ‐ καῖον καὶ ὅτι βούλομαι ἀπολέσθαι: —MA καὶ ἄλλως: ἕνεκα τῆς ἀνάγκης ἀκολουθήσω σοι καὶ ὅτι ἀποθα‐ νεῖν βούλομαι, ἐπειδὴ προτιμότερόν μοί ἐστι τοῦ ζῆν κακῶς: —MA | |
sch Hec348 | ἀντὶ τοῦ φανήσομαι: —Mg δειλὴ καὶ φιλόζωος γυνὴ φανήσομαι: —Mg | |
sch Hec350 | † τοῦτό μοι πρῶτον βίου: τοῦτό μοι ἦν πρῶτον [καὶ] ὅτι ἦν βασιλέως θυγάτηρ. ἔπειτα ἐτράφην ὑπὸ καλῶν ἐλπίδων βασι‐ λεῦσι νύμφη. τοῦτο ἐλλιπές ἐστιν. ὁ δὲ νοῦς καὶ ἡ σύνταξις οὕτως· | |
ἐτράφην ὑπὸ καλῶν ἐλπίδων μέλλουσα γενέσθαι νύμφη βασιλεῦσιν ἀπὸ | 38 in vol. 1 | |
5 | βασιλέων γεννηθεῖσα. λείπει γὰρ ἐν τῷ βασιλεῦσι νύμφη τὸ μέλλουσα γενέσθαι: —A τὸ κεφάλαιον: —MgAg | |
sch Hec352 | μακαρισμὸν, ἔπαινον τῶν γάμων: —MA | |
sch Hec353 | ἀντὶ τοῦ τίνος: —MgAg | |
sch Hec354 | ἐγὼ δὲ ἡ δύστηνος δέσποινα: —Mg | |
sch Hec355 | περίβλεπτος εὐδαίμων ἔνδοξος: —MgAg | |
sch Hec356 | τὸ ἀποθανεῖν: —Mg | |
sch Hec357 | τὸ τῆς δουλείας ὄνομα τοῦ θανεῖν με ἐρᾶν ποιεῖ. κακοσύν‐ θετον δὲ τὸν λόγον πεποιήκασι τὰ δύο ἀπαρέμφατα: —MA | |
sch Hec359 | τὸ ἑξῆς· δεσποτῶν ὅστις ὠμῶν κατὰ τὰς φρένας: —Mg | |
sch Hec361 | τὴν κάσιν· Ἀνακρέων [frg. 12a] ‘οὔτε μὴν ἁπαλὴν κάσιν‘. σεσημείωται δὲ ὅτι τὴν θήλειαν κάσιν εἶπεν, εἰ μὴ ἀποκοπή ἐστι τοῦ κασιγνήτην: —MA | |
sch Hec362 | † ἀνάγκην σιτοποιόν: τὴν μυλικὴν εἶπε. προσθεὶς τὴν σιτοποιὸν ἀνάγκην ἐν δόμοις τοῖς αὐτοῦ, ὅστις με ὠνήσεται, καὶ προσθεὶς τὸ σαίρειν τὸ δῶμα καὶ ἐφεστάναι ταῖς κερκίσιν ἀναγκάσει με ἄγουσαν, φέρουσαν καὶ ἔχουσαν, ἡμέραν λυπράν: —A | |
5 | ἀντὶ τοῦ μυλωθρικήν: —Mg | |
sch Hec363 | φιλοκαλεῖν: —Mg ἀντὶ τοῦ παρεστάναι ἐπὶ κερκίσι με ἀναγκάσει. ἀπὸ κοινοῦ δὲ τὸ προσθείς: —M | |
sch Hec366 | μολυνεῖ, κακῶς ποιήσει: —Mg | |
sch Hec367 | οὐ δῆτ’ ἀφίημι: οὐ ταῦτα ὑποστήσομαι θελήσασα ζῆν: —M † οὐ δῆτ’ ἀφίημι: τὸ οὐ δῆτα ἀντὶ τοῦ οὐ θέλω ζῆν καὶ πάσχειν τοιαῦτα· ἐλεύθερον δὲ ἀφίημι τὸ φῶς τοῦτο τῶν ἐμῶν ὀμμάτων. οὐ γὰρ ἐπὶ ὑπηρετήσει καὶ δουλεύσει τοῖς ἐμοῖς ὀφθαλμοῖς ἔσται τὸ ὁρᾶν ** | |
5 | καταφωτίζον αὐτοὺς, ἐπεὶ προστίθημι τῷ Ἅιδῃ τὸ ἐμὸν δέμας: —A | |
sch Hec368 | ἀντὶ τοῦ τὸ ἐμὸν δέμας προστίθημι τῷ Ἅιδῃ: —M γράφεται τόδ’ ἤδη: —Mg † προστιθεῖ〈σα〉 ..... τὸ δὲ σῶμα ἐπὶ τοῦ ..... ὁ δὲ Ὅμη‐ ρος τὸ μὲν δέμας ἐπὶ τοῦ ἐμψύχου ἀπὸ τοῦ συνδεδέσθαι τῇ ψυχῇ, τὸ | |
5 | δὲ σῶμα ἐπὶ τοῦ ἀψύχου οἱονεὶ σῆμά τι ὂν τοῦ ποτε ζῶντος: —A | 39 in vol. 1 |
sch Hec369 | ἀντὶ τοῦ διαχείρισαι σφάξαι φόνευσον διάχρησαι: —Mg | |
sch Hec370 | δόξης: ὑπονοίας: —MiAg | |
sch Hec372 | μηδὲν ἡμῖν ἐμποδὼν γένῃ, ὦ μῆτερ, μήτε λέγουσα μήτε πράτ‐ τουσα: —MA | |
sch Hec373 | φλυαροῦσα, μηδὲν ἀνύουσα: —MgA σύνθελέ μοι, σὺν ἐμοὶ βούλου ἀποθανεῖν: —Mg | |
sch Hec375 | † ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν: ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι τῶν κακῶν, φέρει μὲν καὶ ὑπομένει αὐτὰ κατὰ ἀνάγκην, ἀλλὰ καὶ πλεῖστα ἀλγεῖ. ἐὰν 〈δὲ〉 θάνῃ, μᾶλλον ἂν δοκοίη εὐτυχής: —A | |
sch Hec376 | τῷ τῶν κακῶν ζυγῷ τὸν αὐχένα ἐντιθεὶς ἀλγεῖ: —Mi | |
sch Hec379 | δεινὸς χαρακτήρ: δυσχερές ἐστι, φησὶ, τὸ ἐξ ἀγαθῶν ἀγαθὸν γενόμενον τὸν χαρακτῆρα καὶ τὸ φρόνημα τῆς εὐγενείας ἀπορ‐ ρῖψαι καὶ ἀφανίσαι: —MA ἄλλως: ἱκανός ἐστι χαρακτὴρ καὶ φανερὸς ἐπ’ ἀνθρώποις τὸ | |
5 | ἀγαθὸν γενέσθαι: —M ἱκανὴ, φησὶ, καὶ ἔνδοξος φρόνησις ἐν τοῖς ἀνθρώποις τὸ ἐξ ἀγαθῶν ἀγαθὸν προελθεῖν καὶ ἐπὶ πολὺ θαυμαζόμενοι καὶ δοξαζόμενοι γίνονται οἱ παρασκευάζοντες ἑαυτοὺς ἀξίους εἶναι τῆς εὐγενείας: —MA † ἄλλως εἰς τὸ αὐτό: σαφὴς, φανερὸς καὶ πρόδηλος χαρακτὴρ τὸ | |
10 | ἀπὸ ἀγαθῶν γενέσθαι, οἷον 〈ὁ〉 ἀπὸ εὐγενοῦς προελθὼν πᾶσιν εὐδιά‐ γνωστός ἐστι καὶ ἐπὶ πολὺ θαυμάζονται καὶ δοξάζονται οἱ αὑτοὺς ἀξίους τῆς εὐγενείας παρασκευάζοντες, ἤγουν τοῖς ἄξια τῆς εὐγενείας διαπραττο‐ μένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότεροι γίνονται, ὥσπερ καὶ ἡ Πολυξένη ἄξια τῆς ἑαυτῆς εὐγενείας πέπραχεν. | |
15 | εἵλετο γὰρ θανεῖν ἢ δούλη ὑπάρχειν. ἡ δὲ σύνταξις οὕτως· δεινὸς χαρακτὴρ καὶ ἐπίσημος ἐν βροτοῖς τὸ ἀπὸ ἐσθλῶν γενέσθαι· λείπει δὲ ἡ ἀπό πρόθεσις· καὶ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τῆς εὐγενείας ἐν τοῖς ἀξίοις αὐτῆς, τῆς εὐγενείας. πολλοὶ γὰρ εὐγενεῖς, ἀλλ’ οὐκ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τούτων μὴ τὰ τῆς εὐγενείας πραττόντων ἄξια: —A | |
20 | ἐπίσημος: φανερὸς ἔνδοξος ἱκανός: —MAg | |
sch Hec380 | τὸ ἐξ ἀγαθῶν προαχθῆναι: —M | |
sch Hec381 | τοῖς ἀξίοις τῆς εὐγενείας. οἷον· τοῖς ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδο‐ | |
ξότεροι γίνονται: —MA | 40 in vol. 1 | |
sch Hec383 | ἐπέστρεψε τὸν λόγον πρὸς Ὀδυσσέα: —Mg | |
sch Hec389 | 〈οὐ〉 σὲ, ὦ γεραιὰ, φησὶ, κατθανεῖν ᾐτήσατο τὸ φάντασμα Ἀχιλλέως: —MgA | |
sch Hec391 | εἰ καὶ τὸ φάντασμα ἐκείνην ᾔτησεν, ἀλλ’ ὑμεῖς με σὺν τῇ θυγατρὶ φονεύσατε: —MA ὑπέρθεσις· ἀλλ’ ὑμεῖς: —Mg | |
sch Hec392 | † καὶ δὶς τόσον: καὶ διπλοῦν γενήσεται τὸ πόμα τοῦ αἵμα‐ τος τῇ τε γῇ καὶ τῷ νεκρῷ, ἐὰν κἀμὲ συσφάξητε τῇ παιδί μου: —A | |
sch Hec394 | † ἅλις κόρης σῆς: ἀντὶ τοῦ· αὐτὴ μόνη ἀρκεῖ. οὐ γὰρ προσ‐ ενεκτέος ἄλλος θάνατος πρὸς ἄλλῳ· οὐ θέλομεν γὰρ ὀφείλειν καὶ τὸν σὸν θάνατον: —A οὐ προσενεκτέος: —MgAg | |
sch Hec395 | † μηδὲ τόνδ’ ὠφείλομεν: ἀντὶ τοῦ· οὐκ ἀναγκάσεις με συναποκτεῖναί σε τῇ θυγατρί σου: —A | |
sch Hec396 | λείπει τὸ ἐστί: —MgAg | |
sch Hec397 | οὐ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι: —M † οὐ γὰρ οἶδα δεσπότας κεκτημένος: εἰπούσης τῆς Ἑκά‐ βης ὡς ἀνάγκη συνθανεῖν τῇ θυγατρί μου, φησὶν Ὀδυσσεύς· πῶς; οὐ γὰρ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι. πρῶτός | |
5 | εἰμι ἐν τῷ στρατῷ καὶ ὃ θέλω, ποιήσω. οὐ γὰρ ὑπ’ ἄλλου προστάσ‐ σομαι, ἵνα εἰπόντος ἐκείνου· σφαγήτω καὶ ἡ Ἑκάβη· ἀκούσω τούτου: —A ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλοις πρέπει: —Mg | |
sch Hec398 | καθάπερ κισσὸς δρυὸς ἀντιλαμβάνεται περιπλακείς, κἀγὼ ταύτης ἀντιλαμβάνομαι καὶ οὐ χωρισθήσομαι αὐτῆς ἀναιρουμένης, ἀλλὰ σὺν αὐτῇ θνῄσκειν βούλομαι: —M † ὁποῖα κισσός: καθάπερ ὁ κισσὸς ἀντιλαμβάνεται καὶ περιπλέ‐ | |
5 | κεται τῇ δρυί, τὸν αὐτὸν κἀγὼ τρόπον ταύτης λαβοῦμαι καὶ οὐ χωρισθή‐ σομαι: —A † ἄλλως: κισσός ἐστιν εἶδος δένδρου μικροῦ, ὅπερ καὶ ἐν τοῖς ἀμπέλοις συνεχῶς ἀνέρχεται καὶ εἱλίσσεται ἐν αὐταῖς, ἀναφέρεται δὲ τῷ Διονύσῳ. εἰς νάρθηκα γὰρ ἔπλεκον τὸ αὐτὸ φυτὸν, καὶ οὕτως ἐχόρευον | |
10 | αἱ Βάκχαι τῷ Διονύσῳ: —A | |
sch Hec399 | † οὐκ ἤν γε πείθῃ: ἐὰν πείθῃ τοῖς σοφωτέροις σου, οὐ‐ δαμῶς τοῦτο ποιήσεις, τὸ συσφαγιασθῆναί σε τῇ θυγατρί, ἀλλὰ κατα‐ λείψεις αὐτὴν μόνην: —A | 41 in vol. 1 |
sch Hec401 | αὐτόθι, παρὰ σοί: —MgAg | |
sch Hec402 | ἀντὶ τοῦ Λαέρτου: —Mg | |
sch Hec403 | ὑποχώρει καὶ ἐνδίδου· ἀπὸ μεταφορᾶς τῶν ὑποχαλώντων τὸν πόδα πολλοῦ ὄντος ἀνέμου: —MA | |
sch Hec405 | ἀντὶ τοῦ τραυματίσαι: —Mg † ἑλκῶσαι: ἀντὶ τοῦ ἕλκους καὶ τραυμάτων πληρῶσαι τὸν σὸν γηραιὸν χρῶτα: —A | |
sch Hec408 | ἅτινα πάθῃς: —MgAg | |
sch Hec409 | γλυκεῖαν: —Mg | |
sch Hec411 | ὅτι: —Mg | |
sch Hec413 | † τέλος 〈δ〉έχῃ: ἀντὶ τοῦ πλήρωμα· οὐ γὰρ προσομιλήσω σοι τοῦ λοιποῦ: —A | |
sch Hec414 | † ὦ μῆτερ, ὦ τεκοῦς’, ἄπειμι δὴ κάτω: ταῦτα λε‐ γούσης τῆς Πολυξένης ἀνταπεκρίθη ἡ Ἑκάβη ἡμεῖς ἐν φάει δουλεύ‐ σομεν. ἡ δὲ Πολυξένη πρὸς ταῦτα οὐκ ἀπεκρίθη, ἀλλ’ ἔχεται τῶν αὑτῆς λόγων κἂν ἀμοιβαῖοι φαίνωνται οἱ στίχοι. οὕτως γάρ ἐστιν ἡ | |
5 | ἀκολουθία τούτων· ὦ μῆτερ, ὦ τεκοῦσα, ἄπειμι δὴ κάτω ἄνυμφος, ἀνυμέναιος, ἄνευ τῶν ἐπὶ γάμῳ λεγομένων ὕμνων, ἐκεῖ δ’ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν, ἀντὶ τοῦ σοῦ. διὰ μέσου δὲ ἐβόα Ἑκάβη ἐκείνης λαλούσης, ὅπως ἀποκριθῇ καὶ εἴπῃ αὐτῇ τι, καὶ οὐκ ἀντεῖπεν αὐτῇ μέχρι τοῦ στίχου τοῦ λέγοντος τί σοι πρὸς Ἕκτορ’ ἢ γέροντ’ | |
10 | εἴπω πόσιν: —A ἄπειμι κάτω δηλονότι: —Mg | |
sch Hec417 | ἐλεεινή: —Mg | |
sch Hec419 | συναλοιφὴ τῶν δύο· ἔστι δὲ ἐγώ: —Mi πῶς τὸ τέλος διάξω τοῦ βίου: —Mg | |
sch Hec421 | αὔξουσα τὸ πάθος φησί· ιθ γὰρ μόνους παῖδας ἐγέννησεν. Ὅμηρος [Ω 496]· ‘ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν‘. ἢ ὅτι συμπεριλαμβάνει τοὺς νόθους διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. σύλληψις δὲ λέγεται ὁ τρόπος· οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ὁ δὲ Πρία‐ | |
5 | μος ἐξ ἄλλων γυναικῶν: —M † ἡμεῖς δὲ πεντήκοντ〈ά γ’〉 ἄμοιροι τέκνων: ἐζήτηται ἐν‐ | |
ταῦθα πῶς δέκα καὶ ἐννέα παῖδας ποιήσασα Ἑκάβη πεντήκοντα ἑαυτὴν παίδων ἀμέτοχόν φησι. καὶ φαμὲν ὡς συμπεριείληφε τοὺς νόθους παῖδας τοῦ Πριάμου σὺν τοῖς ἑαυτῆς: —A | 42 in vol. 1 | |
10 | ἀμέτοχοι: —MgAg | |
sch Hec424 | περιπτυσσομένη τὴν μητέρα τοῦτό φησιν: —Mg † ὦ στέρνα: ταῦτά φησιν ὡς ἀσπαζομένη τοὺς τῆς μητρὸς μαστούς: —A | |
sch Hec425 | ταχυθανάτου. μήπω γηρασάσης, τουτέστι νέας: —Mg | |
sch Hec426 | † χαῖρ’ ὦ τεκοῦσα: κἀνταῦθα οὐκ ἀμοιβαῖοί εἰσιν οἱ λόγοι, ἀλλὰ διὰ μέσου φησὶν Ἑκάβη, ὅπως ἀποκριθῇ αὐτῇ, καὶ οὐκ ἀντιλέγει. οὕτως γάρ ἐστιν ὁ νοῦς καὶ ἡ σύνταξις· χαῖρ’, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ’ ἐμοὶ ὅ τ’ ἐν φιλίπποις Θρᾳξὶ Πολύδωρος κάσις. καὶ | |
5 | λεγούσης ταῦτα Πολυξένης λέγει καὶ ἡ Ἑκάβη διὰ μέσου· χαίρουσιν ἄλλοι καὶ, ἂν ζῇ Πολύδωρος, ἀπιστῶ· τοῦ ὀνείρου γὰρ ἐμνημόνευσεν ὃν εἶδε περὶ ἐκείνου ἐν ἀρχῇ τοῦ δράματος. καὶ τότε ἀποκρίνεται αὐτῇ ἡ Πολυξένη καὶ λέγει περὶ τοῦ Πολυδώρου· ζῇ καὶ θανούσης σου καλύψει τοὺς σοὺς ὀφθαλμούς: —A | |
sch Hec427 | γράφεται τόδε: —Mg | |
sch Hec428 | ἀπὸ κοινοῦ τὸ χαιρέτω: —Mg | |
sch Hec429 | οὕτως εἰς πάντα δυστυχής εἰμι ὡς καὶ περὶ ἐκείνου ἀπιστῶ εἰ ζῇ: —MA | |
sch Hec431 | ἐγὼ πρὶν τοῦ ἀποθανεῖν ὑπὸ τῶν κακῶν τέθνηκα: —Mi | |
sch Hec432 | ἄπαγε καλύψας τοῖς ἱματίοις διὰ τὸ κόσμιον: —M | |
sch Hec434 | τὴν ἐμαυτῆς καρδίαν ἐκτέτηκα τοῖς θρήνοις τῆς μητρὸς κἀγὼ δὲ ταύτην ἐκτήκω: —MA | |
sch Hec435 | † ὦ φῶς: ἔξεστί μοι προσφωνεῖν τὸ σὸν ὄνομα καὶ προσ‐ λέγειν· οὐ γὰρ ἀποκέκλεισμαι καὶ τοῦ λαλεῖν: —A | |
sch Hec436 | οὐδέν ἐστι τὸ μεταξὺ τῆς πυρᾶς τοῦ Ἀχιλλέως καὶ τοῦ ξίφους: —M † μέτεστι δ’ οὐδέν: ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ μέτεστί μοι τὸ φῶς ἀνακαλεῖσθαι πλὴν ὅσον φθάσαι με εἰς τὸν τάφον τοῦ Ἀχιλ‐ λέως. ὅταν δὲ ἐκεῖ φθάσω, οὐκέτι προσφωνήσω σοι, δηλονότι· ἕως | |
5 | οὗ τὴν ὁδὸν περιπατῶ τὴν πρὸς τὸν τοῦ Ἀχιλλέως τάφον, ἔξεστί μοι ἀνακαλεῖσθαι τὸ φῶς καὶ βλέπειν αὐτό· ὅταν δὲ τὴν ὁδὸν ταύτην τε‐ λειώσω καὶ φθάσω εἰς τὸν τοῦ Ἀχιλλέως τάφον, ἔκτοτε οὔτε ἴδω τὸ | |
φῶς οὔτε προσφθέγξομαι αὐτό· σφαγήσομαι γάρ: —A | 43 in vol. 1 | |
sch Hec438 | ἀποψύχω: —Mg | |
sch Hec441 | ὥς: οὕτως: —MiAg τὴν Λακωνικήν: —Mg | |
sch Hec442 | δι’ εὐπρεπείας: —Mg | |
sch Hec444 | † αὔρα, ποντιὰς αὔρα: τοῦ Ὀδυσσέως λαβόντος τὴν Πο‐ λυξένην καὶ ἀπερχομένου ἀνακλαίεται αὐτὴν ὁ χορὸς διὰ τὸ ἄδηλον καὶ τὸ μὴ εἰδέναι τί μέλλει αὕτη παθεῖν. ὁ δὲ χορὸς οὗτός ἐστιν ἐκ Τρῳά‐ δων γυναικῶν καί φησι πρὸς τὸν τῆς θαλάττης ἄνεμον, ἀπὸ ἑνικοῦ δὲ | |
5 | δηλοῖ πάσας τὰς γυναῖκας ὁ ποιητής. φησὶ δὲ ταῦτα ὁ χορός· ὦ αὔρα ποντιὰς, ποῦ με τὴν δυστυχῆ ἐπαγάγῃς ἢ ποῖ τῶν νήσων ἢ ποῖ τῶν τόπων, καὶ τίνι δούλη γενήσομαι. ἆρα εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς με ἀπάξεις ἢ τῆς Φθιάδος, ὅπου, εἰς τὴν Φθίαν, τὸν Ἀπιδανὸν ποταμόν φασι ῥέειν. ἢ ποῦ [ἀπὸ] τῶν νήσων· ** ἆρα εἰς τὴν Δῆλόν με ἀπάξεις, ὅπου | |
10 | ὁ πρωτόγονος φοῖνιξ· πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς δάφνης· καὶ ἡ δάφνη κλάδους ἀνέφυσε μελλούσης τεκεῖν τῆς Λη‐ τοῦς τὸν Ἀπόλλωνα. ἢ εἰς Ἀθήνας με ἀγάγῃς, καὶ ἐν τῷ πέπλῳ, ἐν ᾧ πάσσουσι τὰ τῆς Ἀθηνᾶς ἆθλα αἱ παρθένοι, κἀγὼ σὺν ἐκείναις στίξω καὶ γράψω εἰς τὸν αὐτὸν πέπλον τὰ ταύτης ἆθλα καὶ τὴν τῶν Τιτάνων | |
15 | γενεὰν, ἣν ὁ Ζεὺς κατέφλεξεν ἐν τῷ κεραυνῷ. ἔθος γὰρ ἦν τοῖς τότε πάσσειν ἐν τοῖς πέπλοις τὰ τῶν ψευδωνύμων αὐτῶν ἆθλα θεῶν, καθὼς καὶ ἡμεῖς ἐν τοῖς πέπλοις νῦν γράφομεν ἵππους, ὄρνις καί τινα ἄλλα. τοὺς δὲ πέπλους οὐ μόνον παρθένοι ἔκαμνον, ἀλλὰ καὶ αἱ μὴ οὕτως ἔχουσαι. καὶ ὁ μὲν νοῦς ἐστι τοιοῦτος, ἡ δὲ σύνταξις οὕτως· αὔρα | |
20 | ποντιὰς αὔρα, ἥτις κομίζεις τὰς ἐν θαλάσσῃ πορευομένας θοὰς, ἤτοι ταχυτάτας, νῆας ἐπὶ τὸ κῦμα τῆς θαλάσσης, ποῖ με τὴν μελέαν καὶ δυστυχῆ κομίσεις καὶ ἀγάγῃς· τοῦτο γὰρ δηλοῖ τὸ πορεύσεις· καὶ πρὸς τίνος οἶκον ἀφίξομαι. τὸ γὰρ τῷ δουλόσυνος πρὸς οἶκον κτηθεῖς’ ἀφίξομαι τοῦτο λέγει· πρὸς τίνος οἶκον ἀφίξομαι δούλη γενομένη· τὸ | |
25 | τῷ ἀντὶ γενικῆς. τὸ δὲ ἤ πρὸς τὸ αὔρα ἀποδοτέον, ἵν’ ᾖ οὕτως· αὔρα ποντιὰς, ποῖ με κομίσεις, ἢ εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς, καὶ τὰ λοιπὰ διὰ μέσου· ἢ εἰς τὸν ὅρμον τῆς Φθιάδος γῆς, ἔνθα τὸν Ἀπιδανὸν ποταμὸν τὸν πατέρα τῶν καλλίστων ὑδάτων φασὶ λιπαίνειν τὰ πεδία· ἢ ποῖ με τῶν νήσων ἀπάξεις τὴν τάλαιναν· τὸ δὲ ποῖ ἀπὸ κοινοῦ· πεμ‐ | |
30 | πομένην ἐν τῇ ἁλιήρει κώπῃ, ἔχουσαν, ἐμὲ, οἰκτρὰν βιοτὴν ἐν τοῖς | |
οἴκοις, οὗ γενήσομαι δούλη. εἰς τὴν Δῆλον με ἀπάξεις, ἔνθα πρωτόγονός τε φοῖνιξ καὶ ἡ δάφνη ἱεροὺς ἀνέσχε πτόρθους τῇ Λητοῖ φίλα ἀγάλματα καὶ δῶρα τῆς αὐτῆς ἐνδόξου ὠδῖνος, καὶ σὺν ταῖς Δηλιάσι κόραις ὑμνήσω τῆς Ἀρτέμιδος θεᾶς τὴν χρυσῆν περικεφαλαίαν καὶ τὰ τόξα. ἢ ἐν ταῖς | 44 in vol. 1 | |
35 | Ἀθήναις κἀκεῖσε ἀπελθοῦσα ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ τῆς καλλιδί‐ φρου Ἀθηνᾶς τοὺς πώλους ποικίλλουσα αὐτοὺς ἐν ἀνθοβαφέσι πηνίοις ἢ μεταξίοις· ἢ τῶν Τιτάνων γενεὰν ὑφανῶ ἐν τῷ πέπλῳ, ἣν κοιμίζει ὁ Ζεὺς καὶ ἀφανίζει ἐν ἀμφιπύρῳ φλογμῷ, ἤγουν κεραυνῷ. ὤμοι τῶν ἐμῶν γονέων καὶ πατέρων καὶ χθονὸς, ἥτις κατεστράφη φλεχθεῖσα ἐν | |
40 | τῷ πυρί. † κατὰ γὰρ τὸ πῦρ, φησὶ, γενομένη ἡ πόλις αὕτη δορίκτητος καὶ δούλη τῶν Ἑλλήνων· ἐγὼ δ’ ἐν ξένῃ γῇ δούλη κληθήσομαι λιποῦσα τὴν Ἀσίαν δούλην, θεράπαιναν, τῆς Εὐρώπης, ἀλλάξασα τοὺς τῶν Ἑλλή‐ νων θαλάμους ἀντὶ τοῦ Ἅιδου. φησὶ γὰρ· κρεῖττον ἦν σφαγῆναί με ἢ δούλην γενέσθαι. πολλῶν γὰρ Τρῳάδων γυναικῶν ἐφείσαντο οἱ Ἕλληνες | |
45 | χάριν τοῦ μοιχεύειν αὐτάς: —A πνοή: —Mg | |
sch Hec445 | ἥτις: —Mg | |
sch Hec446 | ταχείας ναῦς: —Mg λίμνην τὴν θάλασσάν φησιν Ὅμηρος [γ 1]· ‘Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην‘: —M κῦμα, οἴδημά τι ὄν: —Mg | |
sch Hec448 | τίνι δούλη ὀνομασθεῖσα πρὸς τὸν οἶκον ἀφίξομαι: —M | |
sch Hec450 | ἆρα, φησὶν, εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς ἀφίξομαι ἢ ἐπὶ τὸν ὅρμον τῆς Φθίας: —M τῆς Πελοποννήσου. ἴσως δὲ διὰ τὸν Ἀγαμέμνονα λέγει τοῦτο: —MiA | |
5 | γῆς: —Mg | |
sch Hec451 | τῆς Θεσσαλίας, διὰ τὸν Νεοπτόλεμον: —MgA Ἀπιδανὸς ποταμὸς Θεσσαλίας: —M | |
sch Hec454 | τὰ πεδία Θεσσαλίας ἀρδεύειν· τὸ γὰρ ὕδωρ τρόφιμον: —Mg | |
sch Hec455 | ἀπὸ κοινοῦ τὸ πορεύσεις· ἢ εἰς τίνα τῶν νήσων με πορεύ‐ σεις: —Mi καὶ τοῦτο διὰ τὸν Ἀγαμέμνονα, ὅν φησιν Ὅμηρος [Β 108] ‘πολλῇσιν νήσοισι καὶ Ἄργει παντὶ ἀνάσσειν‘. ἁλιήρει δὲ τῇ ἐν ἁλὶ ἐρεσσο‐ | |
5 | μένῃ κώπῃ: —M | 45 in vol. 1 |
sch Hec457 | ἐν οἷς ἀφίξομαι οἴκοις οἰκτρὰν ζωὴν ἔχουσα: —M | |
sch Hec458 | ἐπειδὴ ἐμνήσθη νήσων, καὶ ἡ Δῆλος νῆσός ἐστι. καὶ Ὅμηρος [ζ 163]· ‘Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα‘. λέγεται δὲ ἡ δάφνη πρῶτον ἐν Δήλῳ γε‐ νέσθαι 〈καὶ〉 ὁ φοῖνιξ: —Mi | |
5 | ὅ τε φοῖνιξ καὶ ἡ δάφνη: —Mg † ἔ〈νθα πρωτό〉γονος τε φοῖνιξ: ὁ Ζεὺς ......... 〈Ἀ〉στερίαν καὶ ... ἐτύγχανε καὶ ταύτῃ συγ〈κοιμώμενοσ〉 .......... προσήκοντα ταῖς τῶν γυναικῶν κυοφορίαις τε 〈καὶ〉 ἔγκυμον〈α〉 ... κατὰ δέ τινας ...... παρεγένετο εἰς Ἀστερίαν τὴν νῆσον μίαν τῶν 〈Κυ〉κλάδων τυγχάνουσαν | |
10 | κἀκεῖσε ἀπελθοῦσα καὶ ἁψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους παῖδας ἀπέτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα. οἱ δέ φασιν ὅτι, ὁπηνίκα εἰς Ἀστερίαν τὴν νῆσον ἡ Λητὼ παρεγένετο τυγχάνουσα ἔγκυος, εὐθέως ἐν τῇ γῇ τῆς εἰρημένης νήσου δύο κάλλιστα φυτὰ ἀνεβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἐναργὲς τεκμήριον ὄντα τῆς τῶν παίδων τῶν δύο τῆς Λητοῦς ἀπο‐ | |
15 | τέξεως, Ἀρτέμιδος καὶ Ἀπόλλωνος. ἢ καὶ ὡς ἀναθήματα παρὰ τῆς γῆς ἀνεδόθησαν τῆς καλλίστης καὶ περιφανοῦς ὠδῖνος αὐτῆς· διὸ καὶ τὴν νῆσον μετωνόμασαν Δῆλον, ὅτι φανερὸν καὶ ἐναργὲς σημεῖον ἐν αὐτῇ ἀνεδόθη τῆς τῶν εἰρημένων παίδων αὐτῆς ἀποτέξεως: —A † ἄλλως εἰς τὸ ἔνθα πρωτόγονός τε φοῖνιξ: ὁ Ζεὺς κρυφίως | |
20 | τῆς ἰδίας γυναικὸς Ἥρας συμμιγεὶς τῇ Λητοῖ ἔγκυον ταύτην ἐποίησεν· ὃ γνοῦσα ἡ Ἥρα ἐδήλωσε τῇ Γῇ μὴ δέξασθαι αὐτὴν ἐν τῷ καιρῷ τοῦ τοκετοῦ. τοῦτο γνοὺς ὁ Ζεὺς ἠξίωσε τὸν Ποσειδῶνα ἀναδοῦναι εἰς φῶς τὴν κάτωθεν παρ’ αὐτῷ οὖσαν πόλιν, ὃ καὶ πεποίηκεν ἀναδοὺς τὴν σήμερον οὖσαν νῆσον Δῆλον, ἐν ᾗ καὶ δύο κλάδοι ἐβλάστησαν φοῖνιξ | |
25 | καὶ δάφνη, ἅτινα κρατήσασα ἡ Λητὼ ἐν τῷ καιρῷ τοῦ τοκετοῦ ἔτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα: —A | |
sch Hec461 | λείπει 〈ἡ〉 εἰς· 〈εἰσ〉 ἄγαλμα καὶ καλλώπισμα τῆς Λητοῦς. ταῦτα μὲν κατέχουσα ἀπεκύησε τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν: —M | |
sch Hec462 | ἐν τῇ Δήλῳ σὺν ταῖς Δηλιάσι κόραις τῆς Ἀρτέμιδος ἄμπυκα εὐλογήσω καὶ ὑμνήσω: —M | |
sch Hec464 | ὁ τέ πλεονάζει: —Mg | |
sch Hec465 | ἀπὸ τῆς κεφαλοδέσμου τὸ κάλλος τῆς θεοῦ ἐσήμανεν: —M | 46 in vol. 1 |
sch Hec466 | διὰ τοὺς Θησέως παῖδας Ἀκάμαντα καὶ Δημοφῶντα: —Mi | |
sch Hec467 | τᾶς καλλιδίφρου Ἀθαναίας: οὐ μόνον γὰρ παρθένοι ὕφαινον, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ * περὶ θεῶν [FHG iv p. 649a], ἀλλὰ καὶ τέλειαι γυναῖκες, ὡς Φερεκράτης ἐν Δουλοδιδασκάλῳ [cf. frg. 46]. ὅτι δὲ κρόκινός ἐστι καὶ ὑακίνθινος καὶ τοὺς Γίγαντας ἐμπεποίκιλται, δηλοῖ | |
5 | Στράττις [frg. 69]. τοῦτον δὲ ἀνιέρουν διὰ πενταετηρίδος ἐν τοῖς Πανα‐ θηναίοις: —M | |
sch Hec468 | ἐν πέπλῳ ποικίλλουσα: —Mi ἐν κροκέῳ πέπλῳ: τῷ τῆς Ἀθηνᾶς κροκοειδεῖ πέπλῳ, ἐν ᾧ ἐγγράφεται ἡ ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν Γιγάντων. ὁ δὲ νοῦς· ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ | |
5 | πέπλῳ ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῆς ὑφαίνουσα [ἢ] τὴν Γιγαντο‐ μαχίαν: —M | |
sch Hec471 | ἀνθοκρόκοισι πήναις: κροκωτοβαφέσιν· ἄνθος γὰρ τὸ βάμμα: —M ἄλλως: ἀνθοβαφέσι καὶ κροκωτοῖς. πήναις δὲ τοῖς πηνίοις 〈κροκω〉τοῖς ἀπὸ τῶν βαμμάτων: —M | |
5 | ἀνθηροῖς πηνίοις: —Mi | |
sch Hec472 | ἢ Τιτάνων γενεάν: ἀντὶ τοῦ Γιγάντων. ὑπσυγχέουσι δὲ τὴν ἐν ἑκατέροις διαφοράν. καὶ Καλλίμαχος [frg. 465] ‘ἧχι πάλους ἐβάλοντο, διεκρίναντο δὲ τιμὰς πρῶτα Γιγαντείου δαίμονες ἐκ πολέμου‘: —M ἐνεποίκιλλον δὲ τῷ πέπλῳ καὶ τὴν Γιγαντομαχίαν, ἐπεὶ διὰ τὴν | |
5 | τῆς Ἀθηνᾶς ἰσχὺν κατωρθώθη: —Mi | |
sch Hec474 | καυστικῷ κεραυνῷ καταπαύει: —Mg | |
sch Hec475 | ἐν γὰρ τῷ χορῷ καὶ παρθένοι εἰσὶ καὶ γυναῖκες: —Mi | |
sch Hec477 | καταστρέφεται. κατεστράφη: —Mi | |
sch Hec478 | κεκαυμένη: —Mg δοριάλωτος, ὑπὸ τὴν κτῆσιν καὶ δεσποτείαν γινομένη τῶν Ἑλλή‐ νων: —Mi | |
sch Hec479 | ξείνᾳ χθονὶ δὴ κέκλη〈μαι〉: ... Ἑλλήνων οἰκήματα: —A | |
sch Hec480 | ἀντὶ τοῦ κληθήσομαι: —Mg | |
sch Hec481 | δούλα λιποῦς’ Ἀσίαν: καταλιποῦσα τὴν Ἀσίαν τῇ Εὐρώπῃ θεράπαιναν, κατὰ συγκοπήν. Ἀσία γὰρ ἡ Τροία, Εὐρώπη δὲ ἡ Πελο‐ | |
πόννησος: —M | 47 in vol. 1 | |
sch Hec483 | ἀλλάξας’ Ἀίδα θαλάμους: ἀνταλλαξαμένη τὸν θάνατον τοῦ ζῆν. τοῦτο δέ φησιν ἐπεὶ πολλοὶ ἐφείσαντο σφάξαι τινὰς τῶν Τρῳάδων ἀγαπῶντες αὐτὰς ὡς παλλακίσι χρήσασθαι: —MAi ἄλλως: ἀλλάξας’ Ἀίδα: ὅ ἐστι τὸν θάνατον ἀνταλλαξαμένη. | |
5 | ἀντὶ τοῦ θελήσασα μᾶλλον τεθνάναι ἤπερ ζῆν: —MA1 | |
sch Hec484 | δήποτ’ οὖσαν Ἰλίου: κατὰ τὸ σιωπώμενον ἐσφάγη ἡ Πο‐ λυξένη. ἔθος γὰρ τοῖς τραγικοῖς τὸ μὴ ἐπ’ ὄψει τῶν θεατῶν ἀναιρεῖν· ἠνιάθησαν γὰρ ἂν ὁρῶντες τοιαύτην θέαν: —MA1 | |
sch Hec486 | † αὕτη πέλας: αὕτη πλησίον σοῦ, ὦ Ταλθύβιε, ....... ἐπὶ τῆς χθονὸς ἔχουσα τὰ νῶτα ἤγουν ἐπὶ τῆς γῆς κειμένη: —A | |
sch Hec487 | συγκεκαλυμμένη. ἀπὸ τοῦ κλείω: —Mg | |
sch Hec488 | † ὦ Ζεῦ τί λέξω· ἆρα ὁρᾶν σε τὰ τῶν ἀνθρώπων· ἢ μάτην τὴν ὑπόληψιν ταύτην κεκτῆσθαι ἡμᾶς· ἡ τύχη δὲ πάν〈τα〉 σκοπεῖ. ταῦτα δὲ εἶπε .. τὴν Ἑκάβην καὶ λέγων· ὦ Ζεῦ, διὰ τί οὐκ ἐλευθεροῖς αὐτὴν ἀπὸ τῶν λυπῶν πολλὰ παθοῦσαν δεινά. ἡ δὲ σύνταξις οὕτως· ὦ | |
5 | Ζεῦ, ἆρα εἴπω σε ὁρᾶν καὶ ἐπισκοπεῖν τοὺς ἀνθρώπους, ἢ τὴν δόξαν ταύτην, ἤγουν τὴν ὑπόληψιν, μάτην κεκτῆσθαι τοὺς βροτοὺς ψευδῶς τὸ δαιμόνων γένος δοκοῦντας εἶναι, τὴν τύχην δὲ καὶ τὴν μοῖραν πάντα τοῖς ἀνθρώποις ἐπισκοπεῖν: —A ἐφορᾶν διοικεῖν: —Mg | |
sch Hec489 | ἢ λέξω τοὺς ἀνθρώπους ὑπόνοιαν ταύτην ψευδῆ κεκτῆσθαι δοκοῦντας εἶναι θεούς: —M | |
sch Hec490 | νομιζομένους γένος εἶναι θεῶν τοὺς ἀνθρώπους: —Mi | |
sch Hec491 | μηκέτι δέ σε, ὦ Ζεῦ, ἐφορᾶν τὰ τῶν ἀνθρώπων πράγματα, ἀλλὰ τύχην εἶναι τὴν διέπουσαν αὐτὰ καὶ διοικοῦσαν: —MA1 | |
sch Hec494 | ἀνάστατος γέγονε τῷ πολέμῳ: —Mg | |
sch Hec496 | κόνιϊ κόνι, ὡς Θέτιϊ Θέτι: —Mg ἀναδεύουσα μολύνουσα: —Mi | |
sch Hec497 | εἰ καὶ ὡς γέρων ὢν φιλόζωός εἰμι, ὅμως ἀποθανεῖν ἢ ἀτυ‐ | |
χῆσαι εὔχομαι: —MAi † φεῦ φεῦ γέρων μέν εἰμ’, ὅμως θανεῖν δέ μοι: γέρων μέν εἰμι, ἀλλὰ φιλόζωος. οὕτω γὰρ νοητέον· τί γὰρ καινὸν ἐὰν γέρων ὢν | 48 in vol. 1 | |
5 | θανεῖν θέλῃ. ἀλλὰ προσληπτέον τὸ φιλόζωος, ἵνα ᾖ οὕτως ἀκριβές· γέρων μέν εἰμι φιλόζωος, ἀλλ’ ὅμως, καίπερ φιλῶν τὸ ζῆν, θάνοιμι πρὶν περι‐ πεσεῖν αἰσχρᾷ τινι τύχῃ: —A | |
sch Hec498 | δυστυχίᾳ: —Mg | |
sch Hec499 | μετέωρον, εἰς ὕψος: —Mg | |
sch Hec500 | γεγηρακὸς καὶ πεπολιωμένον: —Mg | |
sch Hec501 | γράφεται ὠή. ἔστι δὲ κλητικὸν ἐπίρρημα: —M | |
sch Hec504 | λείπει ἡ σέ· μεταπέμψαντός σε. καὶ πῶς ὑποκατιών φησι [509] πέμπουσιν δέ με δισσοί τ’ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαϊκός. τάχα οὖν αὐτὴν ἄφοβον καθιστὰς ἐν προοιμίοις οὐ θορυβεῖ αὐτὴν πλήθει ὀνομάτων: —M | |
5 | † Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι ...... οἱονεὶ μετακα‐ λοῦντός σε: —A | |
sch Hec505 | † ὦ φίλτατ’ ἆρα ...... κατασφάξαι καὶ τοῦτο ἔδοξε ....... τῆς Πολυξένης στερηθεῖσα: —A | |
sch Hec506 | εἰ τοῦτο λέγοις, τὸ ἀποθανεῖν. ἡ δὲ ταυτολογία τῆς Ἑκάβης τὴν προθυμίαν ὑπέφηνεν: —M | |
sch Hec507 | ἐκ παραλλήλου τὸ αὐτό· οἱ γὰρ σπεύδοντες κονιορτοῦνται τὰ γυμνὰ τοῦ σώματος: —Mi † σπεύδωμεν ἐγκονῶμεν: ἐγείρωμεν κόνιν ἀπὸ τῆς σπουδῆς· ὅταν γάρ τις δρομαίως τρέχῃ, ἐγείρει κόνιν ἀπὸ τῆς γῆς τῇ σπουδαίᾳ | |
5 | καὶ συντόνῳ κινήσει τῶν ποδῶν. ἢ προευτρεπιζώμεθα εἰς τοῦτον τὸν ἀγῶνα ὥσπερ οἱ μέλλοντες εἰσελθεῖν εἰς πάλην ἀλείφονται κόνιν: —A | |
sch Hec509 | μετακαλῶν σε: —MgAg † ἥκω μεταστείχων σε: οἱονεὶ· ἥκω μετακαλῶν σε ὅπως ἐλθοῦσα θάψῃς τὴν Πολυξένην: —A | |
sch Hec514 | ὅσον τὸ κατὰ σὲ μέρος ἄπαιδες ἐσμέν. ὅσον τὸ κατὰ σὲ ἧκεν· ἔζη γὰρ Κασάνδρα, ἡγεῖτο δὲ καὶ Πολύδωρον ζῆν: —M † ἡμεῖς δ’ ἄτεκνοι τοὐπὶ ς’, ὦ τάλαιν’ ἐγώ: ὅσον τὸ ἐπὶ σοὶ ἄτεκνοι ὑπάρχομεν, ὦ Πολυξένη· σὺ γὰρ ἤδη ἐσφάγης· ὅσον δὲ | |
5 | ἐπὶ Κασάνδρᾳ καὶ Πολυδώρῳ οὔ. ἐδόκει γὰρ ἔτι τὸν Πολύδωρον | |
ζῆν: —A † ἄλλως: ὅσον τὸ ἐπὶ σοί· ὑπολαμβάνει γὰρ ἔτι τὸν Πολύδωρον ζῆν καὶ Κασάνδραν: —A | 49 in vol. 1 | |
sch Hec515 | † πῶς καί νιν ἐξεπράξατε: πῶς ταύτην, ὦ γέρον, διεχει‐ ρίσασθε καὶ ἐσφάξατε. ἆρα μετὰ αἰδοῦς, ἢ πρὸς τὸ δεινὸν, ἤγουν τὸ ἀναιδὲς, ἤλθετε καὶ τὸ ἀπηνὲς ὡς ἐχθρὰν κτείνοντες. τὸ δὲ ὅλον· ἆρα ἐγυμνώσατε αὐτὴν καὶ ἐφάνησαν τὰ μέρη τοῦ σώματος ἃ χρὴ κρύπτεσθαι, | |
5 | ἢ οὔ: —A ἐφονεύσατε: —Mi | |
sch Hec516 | ἢ ὡς ἐχθρὰν κατῃσχύνατε: —Mi | |
sch Hec518 | † διπλᾶ με χρῄζεις δάκρυα: διπλᾶ με χρῄζεις, θέλεις, ὦ γύναι, δάκρυα κερδᾶναι, οἷον κλαῦσαι, ἐν τῷ οἴκτῳ τῆς σῆς παιδὸς ἀρξό‐ μενον τὰ ταύτης λέγειν. διπλᾶ δὲ εἶπεν ὡς νῦν μὲν κλαύσομαι λέγων τἀκείνης, ἔκλαυσα δὲ καὶ ὅτε ἐσφάζετο. καὶ τούτου χάριν εἶπε | |
5 | διπλᾶ: —A † κερδᾶναι: ὡς φίλος γὰρ κέρδος οἴεται τὸ κλαῦσαι ἐκ δευτέρου τὴν Πολυξένην. ἡ δὲ σύνταξις οὕτως· ὦ γύναι, διπλᾶ με θέλεις δάκρυα κερδᾶναι τῷ οἴκτῳ τῆς σῆς παιδός· νῦν μὲν γὰρ λέγων τέγξω, ἤγουν βρέξω, τοῖς δάκρυσι τοῦτο τὸ ὄμμα, πρὸς τάφῳ τε, ὅτε ὤλλυτο. καὶ | |
10 | τοῦτο ἐλλιπές· λείπει γὰρ τὸ ἐπεί καὶ ὁ καί σύνδεσμος, ἵν’ ᾖ οὕτως· νῦν τε γὰρ βρέξω τὸ ὄμμα, ἐπεὶ καὶ, ὅτε ὤλλυτο, ἔκλαυσα: —A ὡς φίλος φησὶ τὸ κερδᾶναι: κέρδος γὰρ οἴεται τὸ κλαῦσαι καὶ δεύτερον περὶ τῆς Πολυξένης: —Mg | |
sch Hec520 | ἔτεγξα κατὰ κοινοῦ: —Mg | |
sch Hec521 | † παρῆν μὲν πᾶς ὄχλος τοῦ Ἑλληνικοῦ στρατοῦ πλήρης, οἷον πεπληρωμένος, ἔμπροσθεν τοῦ τύμβου ἐπὶ σφαγὴν τῆς σῆς θυγατρός, εἰπὼν δὲ τὸ ἅπας καὶ πλήρης ἔδειξε τὸ ὡς οὐδεὶς ἐλείπετο: —A παρῆν μὲν ὄχλος: αἴτημα σκηνικόν. πῶς γὰρ τοῦ Ἀχιλλέως ἐν | |
5 | τῇ Τροίᾳ θανόντος τοὺς Ἕλληνάς φησι πρὸ τοῦ τύμβου αὐτοῦ θύειν ἐν Χερρονήσῳ ὄντας: —M | |
sch Hec524 | † πέλας δ’ ἐγώ: πλησίον δὲ ἐγὼ καὶ οἱ ἐπίλεκτοι καὶ πρόκριτοι τῶν Ἑλλήνων καὶ ἔκκριτοι νεανίαι. λείπει γὰρ ἐνταῦθα ὁ καί σύνδεσμος: —A | |
sch Hec526 | τὸ κίνημα τῆς νέας: —MgAg | 50 in vol. 1 |
sch Hec527 | † ἕσποντο: παρεγένοντο ἵνα τὸ κίνημα ταύτης κρατήσωσιν, εἴ πως δειλανδρήσει ἐν τῷ σφάττεσθαι: —A † πλῆρες δ’ ἐν χεροῖν: πρῶτον γὰρ οἶνον ἔρρανεν ἐν τῷ τάφῳ τοῦ Ἀχιλλέως, ὅπως ἀνέλθῃ ἡ ψυχὴ αὐτοῦ καὶ τότε ἀνελθούσης τῆς | |
5 | ἐκείνου ψυχῆς σφάξῃ τὴν Πολυξένην: —A | |
sch Hec529 | προσφέρει τῷ πατρὶ χοάς: —Mi | |
sch Hec533 | σίγα: κοινή ἐστι κατὰ τὸ μέτρον: —M μεμίμηται τὸ πολλάκις κηρύττειν τὰ αὐτὰ τοὺς κήρυκας: —MAB ἀθόρυβον ἥσυχον: —MAg | |
sch Hec535 | τὰς πραϋνούσας τὰς ψυχὰς τῶν νεκρῶν. ἢ τὰς κηλούσας τοὺς καταχθονίους δαίμονας: —MAB ἀπατητικάς: —Mi | |
sch Hec537 | καθαρὸν, ἄχραντον, τουτέστι τὸ τῆς παρθένου: —MAB | |
sch Hec538 | πρᾶος εὐμενής· ἐκ γὰρ τῶν δύο σύγκειται ἡ λέξις: —MB ἀντὶ τοῦ ἀλύπου, ἀπὸ 〈τοῦ〉 πράου καὶ εὐμενοῦς: —M | |
sch Hec539 | τὰς ἀγκύρας: —Mi | |
sch Hec540 | † δὸς δ’ ἡμῖν πάλιν ἀπελθεῖν ἀπὸ τῆς Τροίας εἰς τὴν πα‐ τρικὴν γῆν τυχόντας πρευμενοῦς, ἤτοι ἀλύπου, νόστου, ἀπὸ τοῦ πράου καὶ εὐμενοῦς: —A | |
sch Hec543 | τὸ κεχρυσωμένον διὰ τῆς λαβῆς λαβών: —MAB †εἶτα λαβὼν ἀπὸ τῆς κώπης τὸ ἀμφίχρυσον ξίφος ἐξεῖλκεν ἀπὸ τῆς ξιφοθήκης. ἀμφίχρυσον δὲ νοητέον τὸ ξίφος οὐ κατὰ τὰ κοπτικὰ μέρη, ἀλλὰ κατὰ τὴν κώπην μόνην, ἤγουν τὸ κράτημα, ἵν’ ᾖ τὸ ἀμφί‐ | |
5 | χρυσον ἀντὶ τοῦ περίχρυσον: —A | |
sch Hec544 | τοῖς ἐπιλέκτοις: —M | |
sch Hec546 | ὡς ἐνόησε: —Mg † ἣ δ’ ὡς ἐφράσθη: αὕτη δὲ, ἡ Πολυξένη, ὡς ἔγνω, ὡς ἤκουσεν, ὡς ἐνόησεν ὅτι μέλλουσιν αὐτῆς ἅψασθαί τινες, εἶπε τοῦτον τὸν λόγον· ἑκοῦσα θνῄσκω· μή τις ἅψηται τοῦ ἐμοῦ σώματος: —A | |
5 | ἀντὶ τοῦ εἶπεν: —MgAg | |
sch Hec549 | εὐτόλμως: —Mg | |
sch Hec550 | τὸ ἑξῆς· ἐλευθέραν δέ με μεθέντες κτείνατε, ἵνα ἐλευθέρα | |
θάνω: —MB † ἐλευθέραν δέ μ’ ὡς ἐλευθέρα θάνω: ἤτοι ἄδετον, ἀδέσμευτον καταλείψαντες κτείνατε, ἵνα ὡς ἐλευθέρα ἀποθάνω. δουλείαν γὰρ ἡγεῖτο | 51 in vol. 1 | |
5 | καὶ τὸ δεδεσμ〈ημ〉ένη θανεῖν. ἡ δὲ σύνταξις οὕτως· πρὸς θεῶν ὁρκωμοτικῶν μεθέντες με, ἀντὶ τοῦ καταλείψαντες, ἐλευθέραν, ἤγουν λυτὴν, κτείνατε, ὡς ἐλευθέρα θάνω. ἐν νεκροῖς γὰρ αἰσχύνομαι δούλη καλεῖσθαι ὡς δεσμηθεῖσα: —A | |
sch Hec553 | ἐβόησαν· ἐκ μεταφορᾶς τῶν κυμάτων: —MAgB † ἐπερρόθησαν: ἐβόησαν ἐπλήγησαν ἐλυπήθησαν. ἢ ταραχὴν ἐποίησαν, ἐκ μεταφορᾶς τῶν ῥοθίων, ἤγουν τῶν ῥευμάτων: —A | |
sch Hec554 | ἐᾶν ἀκατάσχετον: —Mg | |
sch Hec555 | γράφεται καὶ ὑστέραν: —Bi τὴν τελευταίαν φωνὴν, μεθ’ ἣν ἄλλος οὐδεὶς ἔλεγεν: —MAgB † τὴν ὑστάτην ὄπα, ἤτοι τὴν τελευταίαν φωνὴν, μεθ’ ἣν οὐδεὶς δύναται ἀντειπεῖν. εἰπόντος γὰρ βασιλέως ἄλλος οὐκ ἀντιλέγει: —A | |
5 | συναπτέον τὸν λόγον οὕτως· ὑστέραν ὄπα οὗπερ καὶ μέγιστον ἦν κράτος, ἀντὶ τοῦ Ἀγαμέμνονος. ὑστέραν ὄπα τὴν τοῦ βασιλέως φωνήν· τέλος γὰρ πάσης ὑπεροχῆς βασιλεύς. Πίνδαρος [ol. I 116]· ‘τὸ δ’ ἔσχατον κορυφοῦται βασιλεῦσιν‘: —MAB | |
sch Hec556 | τοῦ ὑστέρου λόγου: —Mg | |
sch Hec559 | † ἔρρηξε λαγόνας: ἀντὶ τοῦ διέσχισε τὰ ἱμάτια κατὰ τὸ πλησιάζον μέρος ταῖς λαγόσι καὶ τῷ ὀμφαλῷ: —A τὸ ἑξῆς· εἰς λαγόνας: —Mg | |
sch Hec562 | καρτερικώτατον ὑπομονητικώτατον: —MiAg | |
sch Hec563 | ἰδοὺ τόδε: τὸ σῶμα δηλονότι: —MgAg | |
sch Hec565 | παρεσκευασμένος: —MgAg | |
sch Hec566 | τὸ ἑξῆς· οὐ θέλων οἴκτῳ κόρης: —MgB † ὁ δ’ οὐ θέλων 〈τε〉 καὶ θέλων: οὐ θέλων μὲν ὡς οἰκτιζό‐ μενος τὴν Πολυξένην, θέλων δὲ ὡς τιμῶν τὸν πατέρα καὶ ὡς πρὸς τὴν πατρίδα θέλων ἐλθεῖν: —A | |
5 | † ἄλλως: ὁ δὲ οὐ θέλων τε ἐν τῷ οἴκτῳ τῆς Πολυξένης καὶ | |
θέλων τὸ μὴ παρακοῦσαι τὸν πατέρα αὐτοῦ: —A | 52 in vol. 1 | |
sch Hec567 | τὰς ἀρτηρίας. τὰς φλέβας. διαφέρει δὲ ἀρτηρία φλεβὸς ταύτῃ, τῷ τὴν ἀρτηρίαν μὲν ὀλίγον ἔχειν αἷμα, πνεῦμα δὲ πολύ, τὴν δὲ φλέβα τὸ ἐναντίον τὸ μὲν αἷμα πολὺ, τὸ δὲ πνεῦμα ὀλίγον ὡς πρὸς σύγκρισιν τοῦ ἐν τῇ ἀρτηρίᾳ: —MAB | |
5 | † καὶ ἡ μὲν ἀρτηρία ὑποκάτω κεῖται τῆς φλεβὸς, ἡ δὲ φλὲψ ἐπάνω τῆς ἀρτηρίας. εἰπὼν δὲ ὅτι τέμνει πνεύματος διαρροάς ἔδειξεν ὅτι αἱ φλέβες καὶ αἱ ἀρτηρίαι ἐτμήθησαν: —A τὰς ἀρτηρίας, τὰς διεξόδους: —Mg | |
sch Hec573 | ἀλλ’ οἳ μὲν αὐτῶν: τιμῶντες αὐτὴν διὰ τὸ εὐθαρσὲς καὶ εὔψυχον οἱ Ἕλληνες φύλλοις καὶ ἄνθεσιν ἔβαλλον: —MAB † φύλλοις ἔβαλλον: οἱονεὶ στεφάνων τύπους ποιοῦντες διὰ φύλλων παρετίθουν εἰς αὐτήν: —A | |
5 | φύλλοις ἔβαλλον: τοῦτο παρὰ τοὺς χρόνους. Ἐρατοσθένης [frg. 20] γὰρ περὶ τῆς φυλλοβολίας φησὶν ὡς πάλαι ** χωρὶς ἄθλων ἀγωνιζο‐ μένων τῶν ἀνθρώπων τῷ νικήσαντι καθάπερ ἔρανον εἰσφέροντες ἔῤῥιπτον τῶν θεατῶν ἕκαστος ὅπως ηὐπόρει. οἱ μὲν οὖν ἐμπορευόμενοι διάφορα δῶρα ** τῶν δὲ λοιπῶν οἱ μὲν ἐγγὺς καθήμενοι [στεφάνους] ** ἐπετί‐ | |
10 | θεσαν, οἱ δὲ ἀνωτέρω τοῦτο ὅπερ ἦν λοιπὸν ἔβαλλον τοῖς ἄνθεσι καὶ | |
φύλλοις· 〈ὡσ〉 καὶ νῦν ἐπὶ τοῖς ἐπιφανῶς ἀγωνιζομένοις προβάλλουσι ζώνας, πετάσους, χιτωνίσκους, κρηπῖδας. διὸ σύνηθες ἦν κύκλῳ περινοστοῦντας 〈τοὺς ἀθλητὰσ〉 ἀγείρειν τὰ διδόμενα. ἕως μὲν οὖν ἓν ἀγώνισμα κατὰ τὴν Ὀλυμπίαν ἦν, δαψιλὴς ἐγίνετο ἡ τῶν δώρων | 53 in vol. 1 | |
15 | δόσις, πολυπλασιαζομένων δὲ τούτων ταῦτα ἐμειοῦτο εἰς πολλὰ κατα‐ μεριζόμενα καὶ τέλος ἡ φυλλοβολία κατελείφθη. ταῦτα οὖν παρὰ τοὺς χρόνους Εὐριπίδης· ὀψὲ γάρ ποτε ὁ ἀγερμὸς 〈ἀντὶ〉 τῆς φυλλοβολίας ἀπε‐ λείφθη. φυλλοβολεῖται δὲ ἡ Πολυξένη, ὥσπερ ἐν ἀγῶνι νικήσασα. ἐφυλλοβολοῦντο γὰρ μετὰ τὸ νικῆσαι, καθὰ καὶ προείρηται: —MAB | |
20 | ἄνθεσι: —MiAg | |
sch Hec579 | οὐ πορεύσῃ, οὐ βαδίζεις: —MiAgB τῇ περισσῶς εὐψύχῳ καὶ εὐθαρσεῖ καὶ εὐτόλμῳ: —MiB | |
sch Hec580 | τῇ κατὰ ψυχὴν ἀρίστῃ: —MiB λέγων: ἀντὶ τοῦ ἔλεγεν· ὡς τὸ [Or. 991] ‘δικὼν ἐπ’ οἶδμα πόν‐ του‘: —M | |
sch Hec583 | ἐπήρθη καὶ ηὐξήθη· ἀπὸ μεταφορᾶς τοῦ ζέοντος ὕδατος καὶ ἐν τοῖς λέβησιν ἐπαιρομένου ἐν τῷ ζέειν: —MAB | |
sch Hec584 | παρὰ θεῶν μετὰ ἀνάγκης δεδομένον: —M | |
sch Hec587 | † τόδ’ οὐκ ἐᾷ με: δηλονότι τὸ σὸν κακὸν, ὅταν ἐνθυμηθῶ πολλῶν ὄντων τῶν εἰς ἐμὲ κακῶν γεγενημένων ἢ γινομένων, οὐκ ἀφίησι καὶ ἐᾷ καὶ καταλιμπάνει, ἐφέλκει δὲ ἄλλη τις λύπη ἐκεῖθεν διάδοχος ὑπάρχουσα, ἡ λύπη, πάντων τῶν κακῶν τοῖς κακοῖς. καὶ νῦν τὸ μὲν | |
5 | σὸν πάθος ὥστε μὴ θρηνεῖν οὐδ’ ἐᾷ με: —A † ἄλλως: τὸ γὰρ κακὸν διάδοχον τῶν κακῶν εἰσαγωγή ἐστι· προστέθειται γοῦν τὸ κακοῖς, ἵνα ἡ διαδοχὴ τῶν κακῶν ἑτέρων κακῶν φανῆται ὁδοποιός: —A | |
ἐφέλκεται: —Mi | 54 in vol. 1 | |
sch Hec588 | τὸ ἑξῆς· λύπη τις ἄλλη κακή: —Mg | |
sch Hec589 | † καὶ νῦν τὸ μὲν σόν: νῦν τὸ μὲν σὸν πάθος ἐξαλείψασθαι ἀπὸ τῆς φρενὸς τῆς ἐμῆς, ὥστε μὴ στένειν, οὐκ ἂν δυναίμην: —A | |
sch Hec591 | τὸ πάνυ λυπεῖσθαι ἀφείλου ἀγγελθεῖσά μοι τολμηρά: —MgAgB | |
sch Hec592 | † οὔκουν δεινὸν: οὐ θαυμαστὸν, φησὶν, ὅταν κακὴ γῆ τυχοῦσα εὐκρασίας ἀέρων παρὰ θεοῦ φέρῃ στάχυν καλόν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα καρπὸν κακὸν φέρῃ, καὶ ἐν τοῖς ἀνθρώποις τοῦτο οὐκ ἔστιν ἰδεῖν, ὅτι τὸ ἐκ φύσεως οὐ μεθίσταται. ὁ γὰρ κακὸς ἀεὶ κακός | |
5 | ἐστι, καὶ ὁ ἀγαθὸς ἀγαθὸς κἂν ἀτυχήμασι περιτύχῃ. ταῦτα δέ φησι θαυμάζουσα τὴν Πολυξένην: —AB οὔκουν δεινόν: οὐχὶ δεινὸν οὖν, εἰ κακὴ γῆ, ὅταν τὰ ἐκ θεοῦ αὐτῇ κατὰ καιρὸν ἀπαντήσῃ, λέγει δὲ τοὺς ὑετοὺς καὶ τὸν ἀέρα, φέρει σταχὺν καλὸν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα καρπὸν κακὸν | |
10 | φέρει, τῶν δὲ ἀνθρώπων ἀεὶ ὁ κακὸς κακός ἐστιν, ὁ δὲ ἀγαθὸς ἀγαθὸς κἂν ἀτυχήμασι περιτύχῃ. ταῦτα δέ φησι θαυμάζουσα τὴν Πολυ‐ ξένην: —MA † τὰ ἐν γενέσει καὶ φθορᾷ ἔχουσι μεταλλαγὰς, ὁ δὲ ἄνθρωπος ἀεὶ ὁ αὐτός: —A | |
sch Hec599 | ἆρ’ οἱ τεκόντες: πότερον ἡ εὐγένεια τῶν τεκόντων προτι‐ μοτέρα ἐστὶν ἢ ἡ ἀνατροφή: —MAB † ἆρ’ οἱ τεκόντες: ἆρα, φησὶν, ἡ τῶν τεκόντων εὐγένεια προτιμο‐ τέρα καὶ τῇ τούτων εὐγενείᾳ καὶ οἱ παῖδες γίνονται ἀγαθοὶ, ἢ ἡ ἀνα‐ | |
5 | τροφὴ καὶ ὑπὸ τῆς καλῆς ἀνατροφῆς γίνεται ὁ ἀπὸ κακῶν γονέων καλός: —A | |
sch Hec600 | ἔχει γέ τοι: τοῦτο ἐπήνεγκε δηλῶν ὅτι πολὺ διαφέρει τὸ ἐκ γονέων εἶναι καλῶν: —MAB † καὶ γὰρ καὶ ἡ Πολυξένη, εἰ μὴ ἀπὸ γονέων ἦν καλῶν, οὐκ ἂν τοιαύτη ἐφάνη ἐν τῷ θανάτῳ αὐτῆς, εἰ καὶ καλῶς ἀνετράφη: —A | |
sch Hec601 | δίδαξιν ἐσθλοῦ: τὸ καλὸν ἐάν τις μάθῃ εὖ, οἶδε καὶ τὸ κακὸν μαθὼν τοῦ καλοῦ τὸν κανόνα: —MAB | |
† τοῦτο δ’ ἤν τις εὖ μάθῃ: τὸ καλὸν ἐάν τις ἀκριβῶς μάθῃ, οἶδε καὶ τὸ κακὸν διὰ τὸν τοῦ καλοῦ κανόνα. ὁ γὰρ ἐθισθεὶς τοῖς καλοῖς, | 55 in vol. 1 | |
5 | ὅταν τι κακὸν πράξῃ, γινώσκει τοῦτο ὡς ἀπὸ τοῦ κακοῦ, διδασκάλῳ τῇ πείρᾳ χρώμενος. οἷον· τρῶγέ τι γλυκὺ καὶ παρευθὺ γεῦσαι καὶ πικροῦ· καὶ νοεῖς τὸ πικρὸν εἰθισμένος ὢν τῷ γλυκεῖ. τρώγων δέ τις πάντοτε πικρὸν μὴ γευσάμενος γλυκέος, οὐκ οἶδε τὸ πικρὸν ὡς πικρόν ἐστι τῇ ἀπειρίᾳ τοῦ γλυκέος: —A | |
sch Hec602 | τῇ ἀκολουθία: —MgAg | |
sch Hec603 | † καὶ ταῦτα 〈μὲν δὴ〉 νοῦς: ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσε καὶ ἐξεκένωσε καὶ εἶπεν· ἀπὸ μεταφορᾶς τῶν τοξοτῶν. τί γάρ με δεῖ τοιαῦτα σκοπεῖν καὶ ἐνθυμεῖσθαι ἐν τοιούτοις δεινοῖς οὖσαν: —A ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσε καὶ εἶπεν. ἀντὶ τοῦ ἐξέπεμψεν, | |
5 | ἀπέβαλεν: —MgB | |
sch Hec604 | ἀντὶ τοῦ τοῖς στρατηγοῖς: —Mg | |
sch Hec605 | τὸ ἑξῆς· μὴ θιγγάνειν μου τῆς παιδὸς μηδένα: —MB ὄχλον: τὴν ὄχλησιν· ὡς τὸ [Med. 337]· ‘ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι‘. ἢ Ἀργείοις, φησὶ, σήμηνον, ἀντὶ τοῦ στρατη‐ γοῖς, εἴργειν τὸν ὄχλον: —MAB | |
sch Hec606 | γράφεται καὶ ἔν τοι: —Ag ἔν τοι μυρίῳ στρατεύματι: ὁ νοῦς· ἐν τῷ πολλῶ στρατεύματι ἀπαίδευτος ὄχλος καὶ ἀκόλαστος καὶ ἀνεξέταστος, ἐπικρατεστέρα δὲ ἡ ναυτικὴ ἀναρχία καὶ πυρός· παρ’ αὐτοῖς δὲ κακοῖς οὖσι καὶ ὁ μηδὲν | |
5 | κακὸν ποιῶν κακὸς νομίζεται καὶ δεινός: —MAB | |
sch Hec607 | ἀντὶ τοῦ ἀναίδεια: —MgBi | |
sch Hec608 | παρὰ τῷ πλήθει κακὸς ὁ μή τι δρῶν κακὸν νομίζεται: —MgAgB | |
sch Hec609 | ἀγγεῖον: —Mg παλαιὰ ὑπηρέτις, δούλη: —MgAB ἡ μετὰ φόβου δουλεύουσα, παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ τρεῖν: —MAB | |
sch Hec611 | ἵνα ὅπως: —Mg | 56 in vol. 1 |
sch Hec612 | ἐν ἴσῳ τῷ κακόγαμον: —MgAg τὴν ἀτυχῆ παρθένον: —MgAg † τὸ α σημαίνει ἑπτά· στέρησιν, ὡς τὸ ἀοίκητος, ὁ μὴ ἔχων οἰκίαν· ἐπίτασιν, ὡς τὸ ἄξυλος ὕλη· ὁμοῦ, ὡς τὸ ἄκοιτις, ἡ ὁμόκοιτος· | |
5 | κακὸν, ὡς τὸ ἄφωνος, ὁ κακόφωνος· ὀλίγον, ὡς τὸ ἀμαθής, ὁ ὀλιγο‐ μαθής· ἄθροισιν, ὡς τὸ ἅμα ἀντὶ τοῦ ὁμοῦ· καὶ πλεονασμόν, ὡς τὸ πᾶς ἅπας: —A | |
sch Hec613 | προθήσω, ἀντὶ τοῦ θάψω: —MgAg ὡς μὲν ἀξία ἐστὶν ἡ παρθένος, προθῶμαι αὐτήν· πόθεν; μὴ ἔχουσα τὰ ἄξια αὐτῆς· ὡς δὲ δύναμαι, προθῶμαι αὐτὴν κόσμον ἀγείρασα αἰχμα‐ λωτίδων πάρα, ἵν’ ᾖ περιττὸς ὁ τέ. ὡς μὲν ἀξίως αὐτὴν προ‐ | |
5 | θῶμαι, οὐκ ἂν δυναίμην· ὡς δὲ ἔχω, οὕτως αὐτὴν προτίθημι: —MAB πόθεν: ἀντὶ τοῦ οὐδαμῶς καί ἐστιν ἐπίρρημα ἀρνήσεως: —MiB γράφεται καὶ τυχεῖν: —Mi | |
sch Hec614 | ὡς δ’ εὐπορῶ, προθήσω: —MiBi | |
sch Hec617 | τοὺς Ἕλληνας: —MgAg | |
sch Hec622 | εἰς τὸ εὐτελές: —AgB τοῦ πλούτου: —Mi † φρονήματος τοῦ πρὶν στερέντες: φρόνημα ἐνταῦθα τὴν ἐκ τοῦ πλούτου λέγει ἔπαρσιν καὶ τὴν δόξαν· φρόνησις γὰρ κυρίως ὁ νοῦς | |
5 | καὶ ἡ καθεστηκυῖα σύνεσις: —A | |
sch Hec623 | ὑπερνοούμεθα: —Mi † εἶτα δῆτ’ ὀγκούμεθα: ὑπερνοούμεθα, ὑπερηφανευόμεθα. ἐν ἐρωτήσει δὲ ὁ λόγος καὶ ἤθει ἕως τοῦ τὰ δ’ οὐδέν: —B † εἶτα δῆτ’ ὀγκούμεθα: ἐπειδὴ εἶπε καὶ ἀνεκαλέσατο τοὺς | |
5 | αὐτῆς δόμους τοὺς πρὶν εὐτυχεῖς; εἶπε δὲ καὶ ὅτι συναγείρω κόσμον ἐκ | |
τῶν αἰχμαλωτίδων, ἐὰν ἔχωσί τι, καὶ θάψω κοσμίως καὶ πλουσίως τὴν Πολυξένην, μετέγνω καί φησιν· εἰς τὸ μηδὲν ἥκομεν· εἶτα δὴ νῦν ὀγκού‐ μεθα καὶ ἐπαιρόμεθα καὶ ζητοῦμεν θάψαι πολυτελῶς τὴν Πολυξένην: —A | 57 in vol. 1 | |
sch Hec626 | † ἄλλως φροντίδων: τοῦτο κατ’ ἰδίαν ἀναπεφώνηται· μάτην εἰσὶ τὰ βουλεύματα καὶ τὰ τῆς γλώττης καυχήματα: —B ματαίως: —Mi | |
sch Hec627 | καυχήματα: —Mi | |
sch Hec628 | 〈ἀντὶ〉 τοῦ καθ’ ἑκάστην ἡμέραν: —Mg | |
sch Hec629 | ἔδει μοι ἄρα, ὡς ἔοικε, συμφορὰν γενέσθαι: —MiABBi εἱμαρμένον μοι 〈ἦν〉: —Mg αὕτη μοι ἀρχὴ συμφορᾶς, ὅτε ἐναυπηγήσατο ὁ Ἀλέξανδρος ὡς ἄξων τὴν Ἑλένην: —MiAB | |
5 | † ἄλλως: ἐμοὶ χρῆν συμφοράν, ἐμοὶ χρῆν πημονὰν γε‐ νέσθαι: ὁ χορὸς ἑαυτὸν ἀνακλαίεται καί φησιν· ἐμοὶ ἀπέκειτο συμφορὰν καὶ πημονὴ γενέσθαι ἀπ’ ἐκείνης τῆς ἡμέρας, ἀφ’ ἧς ὁ Ἀλέξανδρος ἔτεμε τὴν ἀπὸ τῆς Ἴδης τοῦ ὄρους ὕλην τὴν εἰλατίνην· ἐλάτη δὲ εἶδός ἐστι δένδρου· ναυστολήσων εἰς τὴν θάλασσαν διὰ τὰ λέκτρα τῆς Ἑλένης, | |
10 | ἤγουν διὰ τὴν κοίτην τῆς Ἑλένης, εἰς ἣν ὁ ἥλιος λάμπει, πόνοι δὲ μεί‐ ζονες ἐπέρχονται καὶ κοινὸν 〈κακὸν〉 τῇ Σιμουντίδι γῇ ἐπεισῆλθεν ἐξ ἰδίας ἀνοίας, ἤγουν ἐκ τῆς τοῦ Ἀλεξάνδρου· ἴδιον γὰρ τὸ χωρίς. ἡ δὲ σύνταξις οὕτως· ἐμοὶ χρῆν συμφορὰν, ἐμοὶ χρῆν πημονὴν γενέσθαι πρῶτον ὅτε ὁ Ἀλέξανδρος ἔτεμε τὴν Ἰδαίαν ὕλην μέλλων ναυστολῆσαι | |
15 | ἐπὶ κῦμα θαλάσσης ἐπὶ τὰ τῆς Ἑλένης λέκτρα, ἣν αὐγάζει ὁ χρυσο‐ φαὴς ἥλιος, ἀντὶ τοῦ εἰς ἣν λάμπει ὁ ἥλιος: —A | |
sch Hec632 | εἶδος δένδρου: —Mg | |
sch Hec634 | ἀντὶ τοῦ ἐπὶ τὴν θάλασσαν: —Mg | |
sch Hec637 | ἥλιος: —Mg ὁρᾷ: —MgAg | |
sch Hec639 | μείζονες καὶ χείρονες: —MiAgBi ἐπιφέρονται ἐπικυλίονται: —MiAgBi | |
sch Hec640 | ἐκ δὲ τῆς τοῦ Πάριδος ἰδίας ἀνοίας κοινὸν κακὸν ἔμολε τῇ | |
Τρῳάδι γῇ· ἔδει δὲ μόνῳ τῷ ἐργασαμένῳ γενέσθαι τὸ δεινόν: —MABBi † κοινὸν δὲ κακὸν ἔμολε τῇ Σιμουντίδι γῇ ἐξ ἰδίας ἀνοίας, ἤγουν τῆς τοῦ Ἀλεξάνδρου, καὶ συμφορὰ ἀπ’ ἄλλων, ἤγουν Ἥρας, Ἀθηνᾶς καὶ | 58 in vol. 1 | |
5 | Ἀφροδίτης. ἐκρίθη δὲ ἡ ἔρις εἰς τὰς τρεῖς θεὰς ταύτας, ἣν κρίνει ὁ βουκόλος Ἀλέξανδρος ἐπὶ βλάβῃ τῶν ἐμῶν δόμων: —A | |
sch Hec642 | ἐξαίρετος καὶ μεγάλη, οἷον πρὸς τὰς ἄλλας συμφορὰς ἐξηλ‐ λαγμένη: —MAg | |
sch Hec644 | † ἐκρίθη δ’ ἔρις: εἰς ἐμὴν ἀπώλειαν ἐκρίθη ἡ κρίσις τῶν τριῶν θεῶν, τῆς Ἥρας, τῆς Ἀθηνᾶς καὶ τῆς Ἀφροδίτης, ἣν καὶ προετί‐ μησεν ὁ Ἀλέξανδρος τῶν δύο χάριν τοῦ μέλλειν ἁρπάξαι τὴν Ἑλένην: —A ὁ δέ ἀντὶ τοῦ γάρ: —MgAgBi | |
5 | ἣν ἐν τῇ Ἴδῃ: —MgBi | |
sch Hec649 | † μέλαθρον καὶ μέγαρον διαφέρουσι. μέλαθρον γὰρ λέγεται τὸ μαγειρεῖον ἀπὸ τοῦ μελαίνειν τὸν αἰθέρα, μέγαρον δὲ τὸ ὑπερῷον ἢ καὶ ἄλλο τι τῶν εὐγενῶν οἴκημα καὶ γίνεται ἀπὸ τοῦ μεγαίρω, τὸ φθονῶ: —Ai | |
sch Hec650 | οὐ μόνον δὲ εἰς κοινὸν 〈κακὸν〉 τῇ Τροίᾳ τὰ τῆς ἀνοίας τοῦ Ἀλεξάνδρου προῆλθεν, ἀλλὰ καὶ αὐτῇ τῇ Ἑλλάδι: —MiABBi οἷον· οὐ μόνον αἱ Τρῳάδες θρηνοῦσιν, ἀλλὰ καὶ τῶν Ἑλληνίδων τινές: —MiABBi | |
5 | † στένει δὲ καί τις: ὁ χορὸς ἀνακλαίων ἑαυτόν φησι· κἀγὼ πολλὰ πέπονθα δεινὰ, ἀλλὰ καὶ πολλῶν Ἑλλήνων μητέρες καὶ πατέρες θρηνοῦσι τοὺς ἐν Τροίᾳ σφαγέντας: —A Εὐρώτας ποταμὸς Λακεδαιμονίας: —MiAg | |
sch Hec653 | † πολιὰν δ’ ἐπὶ κρᾶτα: ἐπὶ τὴν πολιὰν κρᾶτα μήτηρ τις τέκνων Ἑλλήνων ἐν Τροίᾳ ἀποθανόντων τίθεται χέρα: —A | |
sch Hec655 | καταξέει: —MgAg † δρύπτεται δὲ παρ〈ειάν〉: οἱονεὶ ξαίνει τὴν ἑαυτῆς παρειὰν τιθεμένη ἐν τοῖς σπαραγμοῖς ὄνυχα δίαιμον· πᾶς γὰρ ὁ τὴν παρειὰν ξαίνων ἀνάγκῃ ........ αἱματοῖ: —A | |
sch Hec656 | τὸν αἱματώδη: —MgAgBi γράφεται καὶ δίδυμον: —Bi | |
sch Hec658 | μία τῶν δούλων αὐτῆς ἔρχεται φέρουσα τὸ σῶμα τοῦ Πολυ‐ | |
δώρου. ἦν γὰρ πεμφθεῖσα ὑπὸ τῆς Ἑκάβης ἐπὶ τῷ κομίσαι ὕδωρ εἰς τὰ λουτρὰ τῆς Πολυξένης. αὕτη οὖν ἡ δούλη ἀπελθοῦσα παρὰ θάλασσαν εὑρίσκει τὸ σῶμα τοῦ Πολυδώρου καὶ ἔρχεται δεικνύουσα αὐτὸ τῇ | 59 in vol. 1 | |
5 | Ἑκάβῃ: —MAB | |
sch Hec660 | οὐδεὶς τὸν στέφανον αὐτῆς ἀφαιρήσει νικήσας αὐτὴν εἰς κακά: —M ἄλλως: οὐδεὶς αὐτὴν ἐν τοῖς κακοῖς νικήσει πώποτε: —MAgB † οὐδεὶς μᾶλλον αὐτῆς ἀποίσει στέφανον νικήσας αὐτὴν ἐν δυστυ‐ | |
5 | χίαις: —B † ............ νικήσας τὴν Ἑκάβην ἐν τοῖς κακοῖς λάβῃ στέ‐ φανον: —A | |
sch Hec661 | τί δέ: ἀντὶ τοῦ τί ἐστι. τὰ δὲ λοιπὰ κατὰ ἀναφώνη‐ σιν: —MiB κακόφημος: —Mi | |
sch Hec663 | † ἐν κακοῖσι δέ: οὐ δυνατὸν, φησὶ, κακῶν πολλῶν ....... ὁμιλεῖν .... ὡς ἐν εὐτυχίᾳ: —A | |
sch Hec664 | εὔφημον ἔχειν: —MgAgBi | |
sch Hec665 | διαπερῶσα: —Mg | |
sch Hec666 | εἰς πρέπον: —Mg | |
sch Hec668 | καὶ ζῶσα οὐ ζῇς: —MgBi | |
sch Hec670 | † οὐ καινὸν εἶπας ὡς δυστυχής εἰμι, τοῖς εἰδόσι δ’ ὠνείδισας, ἀντὶ τοῦ· ἐγὼ γινώσκω ὅτι δυστυχής εἰμι καὶ ἄπαις καὶ ἄνανδρος: —A προήγαγες τὰ δυστυχήματα: —Mg ὀνειδίζειν ἐστὶ τὸ προφέρειν δυστυχήματα: —MiAgBi | |
sch Hec671 | ἀτὰρ τί: στικτέον εἰς τὸ τί, ἵνα καθ’ ὑπόκρισιν ᾖ ἡ ἐρώ‐ τησις: —MAAgB † ἀτὰρ τί: εἰς ἀγγεῖον ἐσκεπασμένον βασταζούσης τῆς θεραπαίνης τὸν Πολύδωρον ἰδοῦσα ἡ Ἑκάβη τὸ ἀγγεῖον ἔξωθεν ἐδόκει ὡς τὸ τῆς | |
5 | Πολυξένης σῶμά ἐστι καί φησι· τί τὸ τῆς Πολυξένης μοι σῶμα κομί‐ ζεις, ἧς ἀπεγγέλθη ὁ τάφος σπουδαζόμενος παρὰ τῶν Ἑλλήνων: —A | |
sch Hec673 | πάντων Ἀχαιῶν: ἐπειδὴ ἤκουσεν ὅτι οἱ μὲν αὐτὴν ἐφυλλο‐ βόλουν τιμῶντες, οἱ δὲ ξύλα παρεκόμισαν εἰς τὴν πυρκαϊὰν, ταῦτά | |
φησιν: —AB | 60 in vol. 1 | |
sch Hec675 | τῶν κατὰ τὸν Πολύδωρον: —MAg † νέων δὲ πημάτων οὐχ ἅπτεται: τῆς νεαρᾶς, φησὶ, βλάβης οὐχ ἅπτεται, ἤτοι τοῦ ἀποθανεῖν τὸν Πολύδωρον: —A † τῆς νέας βλάβης, ἤγουν τῆς τοῦ Πολυδώρου σφαγῆς καὶ τῆς ἐν | |
5 | θαλάσσῃ τούτου ἀπορριφῆς οὐκ αἰσθάνεται: —A | |
sch Hec676 | † οἲ ἐγὼ τάλαινα: ἡ Ἑκάβη φησὶ· φεῦ ἐγὼ ἀθλία· εἶτα τὴν θεράπαιναν ἐρωτᾷ βλέπουσα ἀγγεῖον ἐσκεπασμένον βαστάζουσαν, ἐν ᾧ ἦν ὁ Πολύδωρος· ἆρα τὴν Κασάνδραν βαστάζεις. ἡ δὲ θεράπαινά φησι πρὸς τὴν Ἑκάβην· τὴν ζῶσαν λέγεις, τὸν θανόντα δ’ οὐ στένεις | |
5 | καὶ κλαίεις τοῦτον. ἐπιδεικνύει γὰρ αὐτῇ τὸν νεκρὸν τοῦ Πολυδώρου: —A ἆρα: —MgAg τὸ μανικὸν, τὸ τῷ βακχείῳ συνδιατιθέμενον: —MgB | |
sch Hec678 | ἀντὶ τοῦ εἶπας: —Mg † ζῶσαν λέλακας: τὸ λέλακας ἐπὶ ὄρνιθος μόνον λαμβάνεται, ὡς καὶ Ἡσίοδός φησι [opp. 207] ‘δαιμονίη, τί λέληκασ‘ περὶ ἀηδόνος λέγων. ὁ δὲ παρὼν τραγῳδὸς καὶ ἐπὶ τοῦ ἀνθρώπου ἐδέξατο τοῦτο: —A | |
sch Hec679 | βλέπε: —Mg | |
sch Hec680 | ταῦτα λέγουσα ἀνακαλύπτει τὸν νεκρὸν [τοῦ Πολυδώρου ἡ Πολύβοια]: —MiABi † ἐπειδή σοι, φησὶ, τοῦτο θαυμαστὸν καὶ ξένον ὀφθήσεται ὡς παρ’ ἐλπίδας ἀπα〈ντῆσάν〉 σοι: —A | |
sch Hec685 | γράφεται γόων: —Mg ἀντὶ τοῦ θρηνητικῆς ᾠδῆς· νόμους γὰρ λέγουσιν οἱ παλαιοὶ τὰς ᾠδάς: —MAB † αἰαῖ κατάρχομαι νόμον [αἰαῖ κατάρχομαι γόων] βακχεῖον | |
5 | ἐξ ἀλάστορος: οὐκ ἐκ Διονύσου τὸν βακχεῖον νόμον μαθοῦσα, ἀλλ’ ἀπό τινος ἀλάστορος. οἱ γὰρ γόοι τῶν βακχῶν μετὰ ἡδονῆς γίνονται· μαινόμεναι γὰρ οὐ λυποῦνται. καί φησιν ἡ Ἑκάβη· καὶ ἐγὼ βακχείων γόων κατάρχομαι, ἀλλ’ ἐξ ἀλάστορος καὶ ἀνηδόνου δαίμονος· οὐ γὰρ ἡδονὴν ἔχει ὁ ἐμὸς γόος ὥσπερ ὁ τῶν βακχῶν ... δαίμων: —A | |
sch Hec686 | κινητικὸν ἢ σύντονον. ἢ ἀντὶ τοῦ θρηνητικόν: —MiB | |
ἄλλως: οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον: —MiAB † οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀλλ’ ἔκ τινος ἀλάστορος. βακχεῖος γὰρ γόος λέγεται, ὃν λέγει τις μεθύσας: —A | 61 in vol. 1 | |
5 | ἐκ κακοῦ δαίμονος: —MAg | |
sch Hec687 | γράφεται ἀρτιμαθῆ νόμον. ἀρτιμαθής δὲ ἀντὶ τοῦ ἀπηρτισμένως μαθοῦσα, ἢ ἀρτίως μαθοῦσα, ἀπὸ τοῦ ὀνείρου: —MiAB ἀρτίως μαθοῦσα: —M † ἀρτιμαθής: ἀντὶ τοῦ ἀπηρτισμένως καὶ ὑγιῶς καὶ ἀρτίως μα‐ | |
5 | θοῦσα τὰ κακὰ ἀπὸ τοῦ ὀνείρου οὗ εἶδεν, ἔνθα φησὶν [90] ‘εἶδον γὰρ βαλιὰν ἔλαφον‘ καὶ τὰ ἑξῆς: —A λείπει τὸ οὖσα: —Mi | |
sch Hec688 | † ἔγνως γὰρ ἄτην: ἤδη ἐπέγνως τὴν ἀληθῆ αἰτίαν καὶ τὸ συμβὰν περὶ τὸν παῖδά σου: —A | |
sch Hec689 | τὸ ἐπαναλαμβάνειν τοὺς αὐτοὺς λόγους ἐν τῷ θρηνεῖν σφόδρα σχετλιαστικὸν καὶ πάθος ἐγεῖρον ἐν τῇ τραγῳδίᾳ: —MAB | |
sch Hec690 | τυγχάνει: —Mg | |
sch Hec691 | δακρύων, στεναγμῶν μὴ τυχοῦσα: —MAg | |
sch Hec692 | παύσει. ἢ σχήσει: —Mg | |
sch Hec695 | τίνι μόρῳ: μόρῳ μὲν τῷ θανάτῳ, πότμῳ δὲ τῇ προφάσει. πρὸς τίνος δὲ ὑπὸ τίνος, ἵν’ ᾖ· ποίῳ θανάτῳ καὶ ποίᾳ προφάσει, ἢ τίς ὁ ἀνελών σε· εἰπὲ, τέκνον: —MAB | |
sch Hec696 | τύχῃ προφάσει: —MiAg | |
sch Hec697 | ὑπὸ τίνος: —Mg | |
sch Hec698 | εὗρον ἔτυχον: —MiAgBi | |
sch Hec699 | ἀποπνιγέντα ὑπὸ θαλάσσης ἢ ἀναιρεθέντα ξίφει: —MiAgBBi † φονίου δορός: ἀποπνιγέντα ὑπὸ τῆς θαλάσσης ἢ ἀναιρεθέντα τῷ φονικῷ δόρατι ὑπό τινος ἀνδροφόνου, εἶτα εἰς θάλασσαν ῥιφέντα: —A ἐκβεβλημένον: —MgAg | |
5 | πτῶμα: —MgAgB | |
sch Hec700 | τινὲς καὶ τοῦτο τῆς Ἑκάβης εἶναί φασιν: —MiBi | |
ὁμαλῇ ψάμμῳ: —MiBi | 62 in vol. 1 | |
sch Hec704 | παρῆλθεν: —Mg | |
sch Hec707 | λείπει τὸ ὡς· ὡς οὐκέτ’ ὄντα: —MiABi | |
sch Hec709 | τίς γάρ νιν ἔκτεινε: ὦ ἐξ ὀνειράτων φρονοῦσα καὶ διανοου‐ μένη Ἑκάβη: —MABi | |
sch Hec710 | κατ’ εἰρωνείαν εἴρηται. ἢ ὀνομαζόμενος φίλος: —MAAgBi | |
sch Hec714 | ἀπόρρητα καὶ ἀδιήγητα, ταῦτα τὰ παρόντα δηλονότι: —MBi περαιτέρω καὶ μείζονα: —MiBg | |
sch Hec715 | ποῦ τὸ δίκαιον τὸ ἐν τοῖς ξένοις: —MiBi | |
sch Hec716 | ὦ καταρῶν ἄξιε ὑπὲρ πάντας ἀνθρώπους Πολυμῆστορ: —MgB μονονουχὶ καὶ εἰς μέρη διεῖλες: —MB | |
sch Hec720 | οὐδὲ ᾤκτειρας: —Mg | |
sch Hec724 | περιφραστικῶς τὸν δεσπότην: —MBi | |
sch Hec726 | τί ὑπερτίθης: —Mg | |
sch Hec727 | ὡς τοῦ Ταλθυβίου ἀπαγγείλαντος αὐτῷ ἃ ἡ Ἑκάβη αὐτῷ ἐν τοῖς προλαβοῦσιν εἶπεν: —MB | |
sch Hec730 | ἐμβραδύνεις: —Mg | |
sch Hec731 | τὰ κατὰ τὴν Πολυξένην: —Mg | |
sch Hec734 | ὅτι γὰρ οὔκ ἐστιν Ἑλληνικὸς ὁ νεκρὸς, φανερόν μοι ποιοῦσιν οἱ πέπλοι μὴ ὄντες Ἑλληνικοὶ, ἀλλὰ Τρωικοί: —MiB | |
sch Hec735 | δέμας περιστέλλοντες: —MgBg | |
sch Hec736 | ὦ δύστηνε Πολύδωρε, τί δράσω ἐγὼ, ἡ Ἑκάβη: —MB πρὸς ἑαυτὴν ἀποστραφεῖσα λέγει. δῆλον δὲ ἐξ ὧν ὁ Ἀγαμέμνων πρὸς αὐτὴν λέγει· τί μοι προσώπῳ νῶτον. τὸ δὲ δύστηνε ὁ Δίδυμός φησι πρὸς τὸν Πολύδωρον λέγειν καὶ 〈πρὸς ἑαυτὴν〉 τὴν Ἑκάβην· | |
5 | ὦ δύστηνε Πολύδωρε, ἐμαυτὴν γὰρ λέγω δύστηνον ἀποκαλοῦσά σε, τί | |
δράσω· πότερον ἱκετεύσω Ἀγαμέμνονα ἢ σιωπήσω: —MB ἐγκύψασα δὲ διαλέγεται πρὸς τὸν νεκρὸν Πολύδωρον καὶ πρὸς αὑτήν: —Mi | 63 in vol. 1 | |
sch Hec739 | τί με ἀποστραφεῖσα καὶ τῷ προσώπῳ μου τὸν νῶτόν σου δοῦσα θρηνεῖς: —MB | |
sch Hec740 | κατὰ ἀφαίρεσιν τοῦ ο, τουτέστιν ὀδύρῃ: —MiBi | |
sch Hec741 | † ταῦτα καθ’ ἑαυτήν φησιν ἡ Ἑκάβη: —Bi | |
sch Hec744 | ἀντὶ τοῦ μαθεῖν: —Mg | |
sch Hec745 | ἀντὶ τοῦ διαλογίζομαι: —Mg † καὶ τοῦτο καθ’ ἑαυτήν φησιν ἡ Ἑκάβη: —Bi | |
sch Hec746 | ἐὰν στίξωμεν εἰς τὸ τοῦδε, νοητέον οὕτως· ἆρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τὰς τούτου φρένας, τοῦ Ἀγαμέμνονος, οὐκ ὄντος δυσμε‐ νοῦς, ἵν’ ᾖ τὸ πᾶν περὶ Ἀγαμέμνονος. ἢ εἰς τὸ μᾶλλον στικτέον, ἵνα ᾖ οὕτως· ἆρα πρὸς τὸ δυσμενὲς μᾶλλον ῥέπω τούτου ὄντος οὐχὶ δυσμε‐ | |
5 | νοῦς τὰς φρένας: —MB | |
sch Hec748 | τὰ αὐτά μοι βούλει: —Mi | |
sch Hec750 | τί σκέπτομαι: —MgBi | |
sch Hec754 | ποῖον πρᾶγμα ἐπιζητοῦσα: —Mg ἆρα: —Mg | |
sch Hec755 | τὸ τυχεῖν τούτου: —Mg | |
sch Hec760 | ἀντὶ τοῦ ὑπὲρ οὗ: —Mg | |
sch Hec762 | τοῦτόν ποτ’ ἔτεκον: πρωθύστερον ποίησον, ἵνα γένηται σαφές· τοῦτόν ποτε ἔφερον ζώνης ὕπο καὶ ἔτεκον: —MB καὶ ἄλλως: τοῦτόν ποτε εἶχον κατὰ γαστρὸς ὑπὸ τὴν ζώνην καὶ ἐγέννησα αὐτόν: —MB | |
sch Hec765 | ἐρωτηματικὸς ὁ ἧ σύνδεσμος· ἆρα γάρ τινα ἄλλον ἐγέννησας παῖδα παρ’ ἐκείνους ἑτέρῳ τινί: —MB | |
sch Hec768 | φοβούμενος: —Mg | |
sch Hec772 | πικρότατον τὸν χρυσὸν εἶπε διὰ τὸ αἴτιον αὐτὸν γενέσθαι θανάτου καὶ σφαγῆς: —MB | |
sch Hec773 | παρὰ τίνος: —Mg | |
sch Hec775 | ὦ ὑπομονητικὴ ἐν τοῖς κακοῖς. ἐὰν 〈δὲ〉 τὸν Πολυμήστορα, | |
τλήμονα λέγει διὰ τὸ κέρδος ἀσεβείας κοινωνήσαντα: —MB | 64 in vol. 1 | |
sch Hec776 | πληθυντικῶς εἶπεν ἀντὶ τοῦ· τοιοῦτόν τί ἐστιν: —Mg οἱ νεώτεροι τὴν αὐτὴν Φρυγίαν καὶ Τροίαν φασίν: —MiB | |
sch Hec778 | τὴν θεράπαιναν δείκνυσιν: —Mg | |
sch Hec781 | ὁ Πολυμήστωρ: —Mg | |
sch Hec784 | † ὄλωλα κοὐδέν: ὄλωλα, φησὶν, ὑπὸ τῶν κακῶν καὶ τῶν συμφορῶν καὶ εἰς τὸ οὐδὲν ἥκω. ἢ ἐλλειπτικῶς φησιν· ὄλωλα, ὦ Ἀγά‐ μεμνον, καὶ οὐδὲν λοιπὸν τῶν κακῶν ἄκος εὑρεῖν δύναμαι. ἢ οὐδὲν ὑπολείπεταί μοι κακὸν, ὃ οὐ πέπονθα: —B | |
sch Hec786 | τὴν δυστυχίαν δηλονότι: —M | |
sch Hec788 | εὐσεβῆ δίκαια: —Mg | |
sch Hec790 | κολαστής: —Mg ἀκολάστου: —Mg | |
sch Hec791 | χθονίους μὲν διὰ τὸ ἄταφον ἐᾶσαι φονεύσαντα, οὐρανίους δὲ διὰ τὸν ξένιον καὶ φίλιον Δία: —MB | |
sch Hec794 | φιλίας: —Mg γράφεται καὶ ξένων: —Mi λείπει ἡ ἐν· ἐν τῷ ἀριθμῷ τῶν ἐμῶν φίλων πολλάκις τῆς κοινῆς τραπέζης καὶ τῆς ξενίας τὰ πρῶτα τυχών: —MB | |
sch Hec795 | καὶ λαβὼν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν, ὅ ἐστι χρή‐ ματα: —MB ἄλλως: πρόνοιαν τῶν κατ’ ἐμὲ πραγμάτων, ὅτι πορθηθείσης τῆς Τροίας ἐδυστύχησα εἰς πολλὰ μεγάλως: —MB | |
sch Hec800 | † νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα: θεὸν γὰρ ἴσμεν τῷ σέβειν θεοῦ νόμους: —B † ἄλλως: τῷ γὰρ φυλάττειν τὰ ὑπὸ θεοῦ νενομοθετημένα εἶναι καὶ τὸ θεῖον νομίζομεν: —B | |
5 | νομίζομεν: —Mg | |
sch Hec801 | ἀφωρισμένα καὶ πρόδηλα ἔχοντες: —Mi † καὶ ζῶμεν ἄδικα: κακοσυνθέτως εἶπεν. ἔδει γὰρ οὕτως εἰπεῖν· καὶ τὰ δίκαι’ ὁρισθέντες παρὰ τοῦ θεοῦ τηρεῖν ἐν τοῖς πράγμασιν ἀδίκως ζῶμεν, ἀντὶ τοῦ βιοῦμεν: —B | |
sch Hec802 | τουτέστιν ὁ νόμος: —Mg | |
sch Hec804 | ἱεροσυλήσωσιν: —Mg | 65 in vol. 1 |
sch Hec805 | δίκαιον: —Mg | |
sch Hec807 | ὡς γραφεύς: ὡς ζῳγράφος ἀπωτέρω στὰς κατανοεῖ τὰς εἰκόνας, εἰ καλῶς γέγραπται τὸ ζῴδιον: —MB | |
sch Hec808 | ἴδου: βαρυτόνως τὸ ῥῆμα, ὀξυτόνως τὸ ἐπίρρημα: —MB | |
sch Hec812 | ποῦ μεταφέρεις τὸν πόδα σου: —MiB ποῖ μ’: τὸ ἐντελές· ποῦ μοι ὑπεξέρχῃ. ἐδιχοστάτει γὰρ αὐτῇ ἐπι‐ κουρεῖν Ἀγαμέμνων διὰ τὸ φίλον εἶναι τὸν Πολυμήστορα. οὐ γὰρ συνε‐ μάχησε τοῖς Τρωσὶ χαριζόμενος τοῖς Ἕλλησι: —MB | |
sch Hec815 | ζητοῦμεν ἃ οὐδέν ἐστι, τὴν δὲ πειθὼ μόνην οὐκ ἀσκοῦμεν μισθοὺς διδόντες: —MB | |
sch Hec816 | πειθὼ δὲ τὴν τύραννον: ὁ νοῦς· οὐ σπουδάζομεν τὴν πειθὼ μανθάνειν ἀκριβῶς, ἧς ἔδει μᾶλλον τῶν ἄλλων τεχνῶν ἀντιποι‐ εῖσθαι: —MB καὶ ἄλλως: οὐκ ἀνατίθησιν οὐδὲ τοῖς ῥήτορσι τὴν τοῦ 〈ἀεὶ〉 | |
5 | πείθειν δύναμιν: —MMgB | |
sch Hec818 | ἵνα ὑπάρχῃ τὸ πείθειν εἰς ἅ τις βούλεται: —MiB | |
sch Hec820 | πῶς οὖν: —Mg εἰς τί οὖν ἐλπίσειέ τις πράξειν καλῶς: —MBi | |
sch Hec823 | γράφεται καὶ ὑπερτέλλοντα: —Bg | |
sch Hec824 | μάταιον ἀδόκιμον: —Mg | |
sch Hec825 | οὐ μαστροπώδεις οἱ λόγοι, ἀλλ’ ἀφαιρεθεῖσα τὸν τῆς τύχης ὄγκον εἰς πᾶν ὁτιοῦν καταβαίνει καθομιλοῦσα τοῖς καιροῖς καὶ λέγουσα ταῦτα δι’ ὧν ἔμελλε θηρᾶσθαι βοήθειαν: —MB | |
sch Hec827 | ἡ Κασάνδρα: —Mg φοιβάς: ἡ μάντις: —B | |
sch Hec828 | διὰ τὸ ἐν αὐταῖς σκέπτεσθαι: —MB | |
sch Hec830 | ἀπ’ ἐκείνης δὲ ἐγώ: —MgBi | 66 in vol. 1 |
sch Hec831 | νυκτερινῶν: —Mg | |
sch Hec834 | ἀντὶ τοῦ γαμβροῦ κηδεστὴν εἶπεν: —MBi | |
sch Hec838 | ἢ Δαιδάλου τέχναισιν: περὶ τῶν Δαιδάλου ἔργων, ὅτι ἐκινεῖτο καὶ προΐει φωνὴν, αὐτός τε ὁ Εὐριπίδης ἐν Εὐρυσθεῖ λέγει [frg. 373]· ‘οὐκ ἔστιν, ὦ γεραιὲ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ βλέπειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφόσ‘· καὶ Κρα‐ | |
5 | τῖνος ἐν Θρᾴτταις [frg. 74]· † πανὶ κακὸν δεῦρο μαστεύων τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν οὐδαμῶς ξύλινος ἐκεῖνος ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερον Δαιδάλειος ἦν ἤ τις ἐξέκλεψεν αὐτόν‘. καὶ Πλάτων [frg. 188]· ‘οὗτος τίς εἶ, λέγε ταχύ, τί σιγᾷς· οὐκ ἐρεῖς. Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα‘: —MB | |
sch Hec839 | ἵνα [μου] τὰ μέλη πάντα φωνὴν ἀφιέντα κατὰ ταυτὸν ἱκε‐ τεύοιέν σε: —MgBi ὁμοῦ: —Mg | |
sch Hec840 | παραγγέλλοντα: —Mg | |
sch Hec843 | βοηθόν: —Mg ἀλλ’ εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε, ἀντὶ τοῦ· μὴ ὡς αἰχμά‐ λωτον καὶ δούλην παρίδῃς: —M † εἰ καὶ μηδέν ἐστιν: εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε ὡς | |
5 | αἰχμάλωτος καὶ δούλη, ἀλλ’ οὖν δι’ αὐτὸ τὸ δίκαιον τιμώρησαι τὸν Πολυμήστορα. τοῦτο γάρ ἐστιν ἀνδρὸς ἀγαθοῦ, τὸ τοὺς κακοὺς ἐννόμως τιμωρεῖσθαι: —B | |
sch Hec846 | ὅτι: —Mg | |
sch Hec847 | καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν: μεταλλακτέον τὰς πτώσεις· ἔστι γάρ· καὶ αἱ ἀνάγκαι τοὺς νόμους διώρισαν. ὁ δὲ νοῦς· δεινὸν ὅτι πάντα συνέρχεται τὰ κακὰ κατὰ ταὐτὸν τοῖς ἀνθρώποις, καὶ | |
αἱ ἀνάγκαι τὰ νενομισμένα τοῖς ἀνθρώποις μετήλλαξαν. ἐδέδοκτο γὰρ | 67 in vol. 1 | |
5 | πολέμιον εἶναι τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἀλλ’ ἡ ἀνάγκη τὸ νενομισ‐ μένον τῇ Ἑκάβῃ μετήλλαξεν: —MB καὶ ἄλλως· ἐναντίως εἶπεν. ἔδει γάρ· καὶ τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αὗται γὰρ καὶ νόμων ἐπικρατέστεραι, οὐ τὸ ἐναντίον, διότι οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐχὶ τὰ ἐξ ἀνάγκης δρώμενα· ὡς καὶ | |
10 | νῦν ἡ γραῦς ἐξ ἀνάγκης φίλον ποιεῖται τὸν πολέμιον: —MB ὁ δὲ Δίδυμος οὕτως· μᾶλλον ὤφειλεν εἰπεῖν ὅτι τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αἱ γὰρ ἀνάγκαι καὶ τῶν νόμων ἐπικρατέστεραι, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. καὶ νῦν οὖν τοὐναντίον εἶπεν: —M καὶ ἄλλως: οἷον αἱ ἀνάγκαι οὐκ ἀκολούθως τοῖς νόμοις πράττου‐ | |
15 | σιν: —MBi διετύπωσαν ἀφορίζουσιν: —MgBi | |
sch Hec850 | ἐγώ σε καὶ τὸν παῖδά σου καὶ τὰς δυστυχίας καὶ τὴν ἱκέσιον χεῖρα ἐλεῶ: —MB | |
sch Hec852 | καὶ βούλομαι θεῶν θ’ οὕνεκα: τὸ ἑξῆς· καὶ βούλομαι θεῶν οὕνεκα καὶ τοῦ δικαίου ἀνόσιον ξένον τήνδε σοι δοῦναι δίκην: —M | |
sch Hec854 | εἴ πως φανείη γ’: εἴ πως φανείη σοι συμμαχία ὥστε καὶ σοὶ καλῶς γενέσθαι, καὶ τοῖς Ἕλλησι μὴ δόξω διὰ Κασάνδραν τιμωρεῖσθαι τὸν Πολυμήστορα: —MB | |
sch Hec857 | λείπει τὸ τὶ, ἵνα ᾖ· ἔστι γάρ τι καθ’ ὃ τετάραγμαι· ποῖον τοῦτο. τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός: —BiB ἄλλως: ἔμελλεν εἰπεῖν ὅτι ἐστὶ φίλος τοῖς Ἕλλησιν· εἶτα μεταλο‐ γιζόμενός φησι· ταραγμὸς ἐμπέπτωκέ μοι, ἀντὶ τοῦ τετάραγμαι, ἐννοήσας | |
5 | ὅτι φίλος ἐστὶ τῷ στρατεύματι ὁ Πολυμήστωρ: —MiB ὅπου: —Mg | |
sch Hec860 | δηλονότι ὁ Πολύδωρος: —Mi | |
sch Hec862 | βοηθῆσαι: —M | |
sch Hec863 | ἀκίνητον: —Mg | 68 in vol. 1 |
sch Hec864 | φεῦ οὐκ ἔστι θνητῶν: ταῦτά φησιν, ὅτι ἐν ἐξουσίᾳ ὢν ὁ Ἀγαμέμνων οὐ δύναται αὐτῇ χάριν παρασχεῖν ὑφορώμενος τοὺς Ἕλλη‐ νας: —MB | |
sch Hec865 | ἢ χρημάτων γὰρ δοῦλός ἐστι: δοῦλος τύχης ἐστὶν ὁ ὑπὸ τῆς τύχης ἀναγκαζόμενος δουλεύειν: —MB ἄλλως: τύχης: εὐτυχίας εὐδαίμονος ἀνδρός· τῇ γὰρ εὐτυχίᾳ τῶν μειζόνων δουλεύομεν. οὕτως τινές· οὐ τῆς θείας τύχης φησίν, ἀλλὰ | |
5 | τῆς μερικῆς καὶ ἐν ἀνδράσιν ὁρωμένης: —MB εὐδαιμονίας: —Mg | |
sch Hec868 | οἷον τὰ κεχαρισμένα πράττεις τοῖς Ἕλλησιν: —MMgB | |
sch Hec870 | συγγίνωσκε: —Mg συγγίνωσκε μὲν γὰρ ἐάν τι κακὸν ἐργάσωμαι τῷ τόν〈δε, τὸν〉 Πολύ‐ δωρον δηλονότι, ἀποκτείναντι: —MB | |
sch Hec875 | διαθήσω καλῶς: —Mg | |
sch Hec879 | ποία δύναμίς σοι συμβάλλεται: —Mg | |
sch Hec884 | ἀκαταμάχητον: —Mg | |
sch Hec886 | τί δ’· οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα: Αἴγυπτος καὶ Δα‐ ναὸς ἀδελφοὶ ἦσαν ἀπὸ Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς. τούτων ὁ μὲν Αἴγυπτος ἔσχε ν παῖδας ἄρρενας, ὁ δὲ Δαναὸς εἶχε καὶ αὐτὸς ν θυγατέρας. οὗτος φθονῶν τῷ ἀδελφῷ Αἰγύπτῳ διὰ τὴν τῶν ἀρρένων παίδων κτῆσιν καὶ | |
5 | φοβηθεὶς ὅπως μὴ ὑπ’ αὐτῶν ἐκβληθῇ ἐκ τῆς βασιλείας, [ἀνδρωθέντων τῶν υἱῶν αὐτοῦ] ἐδίωξεν αὐτὸν εἰς τὴν Αἴγυπτον ἅμα τοῖς παισὶν, ὅθεν καὶ ἀπ’ αὐτοῦ ἡ χώρα Αἴγυπτος ἐκλήθη. χρόνου δέ τινος διαγενομένου καὶ τῶν παίδων ἀνδρωθέντων θαρρῶν τῇ τούτων δυνάμει παρεγένετο εἰς τὸ Ἄργος. ὁ δὲ Δαναὸς φοβηθεὶς αὐτὸν καὶ πρόνοιαν ἑαυτοῦ ποιούμενος | |
10 | καὶ τῆς βασιλείας ἐπιβουλὴν κατὰ τῶν Αἰγύπτου υἱῶν ταύτην ἐσκέψατο. συνέθετο γὰρ τῷ Αἰγύπτῳ συνάψαι πρὸς γάμον τὰς ἑαυτοῦ θυγατέρας τοῖς υἱοῖς αὐτοῦ. ἑτοίμως δὲ τοῦτο κατεπαγγειλαμένου τοῦ Αἰγύπτου συνεβούλευσε ταῖς θυγατράσιν ὁ Δαναὸς ὥστε ἀνελεῖν νύκτωρ τοὺς ἑαυτῶν | |
ἄνδρας πρὸ τῆς μίξεως τῆς πρὸς αὐτὰς θάνατον ἐπαπειλήσας ταῖς μὴ | 69 in vol. 1 | |
15 | τοῦτο ποιούσαις. αἱ μὲν οὖν πᾶσαι ἔχουσαι τὰ τοῦ πατρὸς προστάγματα ἀνεῖλον τοὺς ἄνδρας, μία δὲ μόνη τούτων ἡ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, ἀπὸ τῆς μίξεως διάθεσιν ἐσχηκυῖα πρὸς αὐτόν. οὗτος δὲ σωθεὶς ἐξεδίκησε τοὺς ἀδελφούς. ἐφόνευσε γὰρ τὰς θυγατέρας τοῦ Δαναοῦ, ἅμα καὶ αὐτόν, καὶ τῆς τούτου βασιλείας ἐκράτησε τοῦ Ἄργους ἅμα τῇ Ὑπερ‐ | |
20 | μνήστρᾳ. καὶ γίνεται ἐκ τούτων Ἄβας· ἐξ Ἄβαντος Προῖτος καὶ Ἀκρίσιος· ἐξ Ἀκρισίου Δανάη· ἐκ Δανάης Περσεύς· ἐκ Περσέως Ἀλκαῖος, Ἠλεκτρύων, καὶ Σθένελος· ὧν ὁ μὲν Ἀλκαῖος Ἀμφιτρύωνα ἔσχε παῖδα, ὁ δὲ Ἠλεκ‐ τρύων τὴν Ἀλκμήνην. ἐξ Ἀλκμήνης Ἡρακλῆς καὶ Ἰφικλῆς, ἐξ οὗ Ἰόλαος: —MB | |
sch Hec887 | καὶ Λῆμνον ἄρδην: Δίδυμος οὕτως· Πελασγοὶ ἐπιθέμενοί ποτε ταῖς Ἀθήναις πολλὰ τῶν ἐξ Ἀθηνῶν ἁρπάσαντες ἤγαγον εἰς Λῆμνον, ἐν οἷς καὶ γυναῖκας Ἀττικὰς, αἷς καὶ παλλακίσι χρησάμενοι ἔσχον παῖδας, οὓς αἱ μητέρες τήν τε πατρῴαν γλῶσσαν καὶ τὰ ἔθη | |
5 | ἐδίδαξαν. οἱ δὲ συνήρχοντό τε ἀλλήλοις καὶ εἴ τις τύπτοι τινὰ αὐτῶν, ἐβοήθουν ἅπαντες. καὶ τέλος ἄρχοντα ἴδιον ποιήσαντες παρώξυναν τοὺς Πελασγοὺς οὕτως ὥστε ἐκείνους ἀνελεῖν τε τοὺς παῖδας ἅπαντας καὶ Ἀττικὰς πάσας γυναῖκας. καὶ μετὰ ταῦτα καὶ αἱ Λήμνιαι γυναῖκες τοὺς σὺν Θόαντι πάντας ἀπέκτειναν. δι’ ἀμφότερα οὖν ταῦτα ἡ παροιμία | |
10 | ἐδόθη· τὰ Λήμνια κακά: —MB καὶ ἄλλως: Πελασγοὶ ταῖς Ἀθήναις ἐπιθέμενοι ἥρπασαν ἄλλα τε 〈καὶ γύ〉ναια, ἃ εἰς Λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ τοὺς παῖδας τὴν πάτριον φωνήν τε καὶ τὰ ἔθη ἐπαίδευσαν. οἱ δὲ ἡβή〈σαντεσ〉 φίλοι τε ἀλλήλοις ἦσαν καὶ ἠμύναν〈το〉 τοὺς ἀδικοῦντας, τέλος | |
15 | δὲ καὶ ἄρχοντα αὑτοῖς 〈ἐπέ〉στη〈σαν〉, ἐφ’ οἷς ἀγανακτήσαντες οἱ πατέρες 〈αὐτούσ〉 τε καὶ τὰς μητέρας ἀνεῖλον. μετὰ δὲ ταῦτα αἱ Λημνιάδες τοὺς σὺν Θόαντι ἀνεῖλον. δι’ ἄμφω οὖν ἡ παροιμία ἐδόθη· τὰ Λήμνια κακά: —M | |
sch Hec887bis | παντελῶς: —Mg | |
sch Hec889 | πέμψον δέ μοι τήνδ’ ἀσφαλῶς: ἀφόβως καὶ ἀκινδύνως, | |
ἵνα μήτις τῶν Ἑλλήνων κωλύσῃ αὐτὴν αἰχμάλωτον οὖσαν: —M | 70 in vol. 1 | |
sch Hec890 | ἐγγίσασα: —Mg | |
sch Hec892 | σὸν οὐκ ἔλασσον: ἀντὶ τοῦ μᾶλλον, ἵνα ᾖ· διὰ σὸν μᾶλλον χρέος ἤπερ ἐκείνης: —MB | |
sch Hec893 | καὶ παῖδας: σὺ δὲ κάλεσον καὶ τοὺς παῖδας ὡς ὅτι δεῖ καὶ τοὺς [ἐξ ἐκείνης] παῖδας εἰδέναι τοὺς ἡμετέρους λόγους: —MB | |
sch Hec895 | ἀντὶ τοῦ ἀναβαλοῦ τὴν ταφὴν αὐτῆς: —Mg | |
sch Hec896 | ὡς τώδ’ ἀδελφώ: δυϊκῶς τοὺς ἀδελφούς: —MB ὅπως τοὺς ἐμοὺς παῖδας εἰς μίαν πυρκαϊὰν ἐμβαλοῦσα τῇ ἐμῇ μερίμνῃ θάψω. τὸν Πολύδωρον καὶ τὴν Πολυξένην: —MB καὶ ἄλλως: ἵνα οὗτοι οἱ δύο ἀδελφοὶ πλησίον μιᾷ φλογὶ κρυφθῶσι | |
5 | χθονί. μέριμναι δὲ ἀλγηδόνες τῇ μητρί: —MB | |
sch Hec898 | ἔσται τάδ’ οὕτως: οὐ καλῶς φησι ταῦτα ὁ Ἀγαμέμνων. ἐχρῆν γὰρ αὐτὸν ἅπαξ δόντα τὴν χάριν σιωπῆσαι καὶ μὴ ἐλέγξαι τὴν ἑαυτοῦ γνώμην· οὐ γὰρ ἀνάγκῃ τοιαύτῃ ὑπέκειτο βασιλεὺς ὤν: —MB | |
sch Hec900 | ἀφίησιν: —Mg ἐπιτηδείους: —Mg | |
sch Hec901 | γαληνὸν, χωρὶς ἀνέμου: —Mg | |
sch Hec902 | γένοιτο δ’ εὖ πως: εἴη δὲ πραχθῆναι τὸ κατὰ σὲ καλῶς, ὅτι πᾶσι καταθύμιον τοῦτο. ὁ γὰρ φόνον δράσας κοινὸν τοῖς ἀνθρώποις ἀδίκημα ἐποίησε λυμηνάμενος τῷ κοινῷ νόμῳ καὶ ἀδικήσας τὸ τῆς φύσεως ὁμοιογενές: —MB | |
sch Hec906 | ἀριθμηθήσῃ κληθήσῃ: —Mi | |
sch Hec907 | ἀντὶ τοῦ ὁ πόλεμος: —Mi ἡ ἀμφί πρὸς τὸ κρύπτει, ὅ ἐστι περικαλύπτει: —Mi | |
sch Hec910 | ἀπὸ δὲ στεφάναν κέκαρσαι: Καλλισθένης ἐν β τῶν Ἑλλη‐ νικῶν [frg. 15] οὕτως γράφει· ‘ἑάλω μὲν ἡ Τροία Θαργηλιῶνος μηνὸς, | |
ὡς μέν τινες τῶν ἱστορικῶν, ιβ ἱσταμένου, ὡς δὲ ὁ τὴν μικρὰν Ἰλιάδα, η φθίνοντος. διορίζει γὰρ αὐτὸς τὴν ἅλωσιν φάσκων συμβῆναι τότε τὴν | 71 in vol. 1 | |
5 | κατάληψιν, ἡνίκα [frg. 11] ‘νὺξ μὲν ἔην μέσση, λαμπρὰ δ’ ἐπέτελλε σελήνη‘. μεσονύκτιος δὲ μόνον τῇ ὀγδόῃ φθίνοντος ἀνατέλλει, ἐν ἄλλῃ δ’ οὔ‘. 〈ᾧ〉 συμπεφώνηκεν Εὐριπίδης ὡς ὁμολογουμένης τῆς δόξης. Λυσίμαχος [frg. 20] δέ φησι Δημοφῶντος Ἀθήνησι βασιλεύοντος ἔτους πρώτου Θαργηλιῶνος [ἱσταμένου] δωδεκάτῃ: —MB | |
10 | τὸ κάλλος, τὴν ἐξοχὴν τοῦ τείχους: —Mi ἀντὶ τοῦ ἀπεκόπης: —Mi | |
sch Hec911 | κατὰ δ’ αἰθάλου καπνοῦ: τοῦ ἀπὸ αἰθάλης καὶ πυρὸς γενομένου καπνοῦ. ῥυπαρίαν τοῦ μελαίνοντος καπνοῦ: —MiBi | |
sch Hec912 | βάρος μίασμα: —Mg κεκάπνισαι. ἢ κέκαυσαι: —Mg | |
sch Hec913 | ἐπιβήσομαι. ἀντὶ τοῦ· εἰσέλθω εἰς σέ: —Mi | |
sch Hec915 | ἡνίκα ἐκ δείπνων: —MBi ἐπὶ τοῖς ὀφθαλμοῖς: —MBi | |
sch Hec916 | διασκορπίζεται: —Mi μολπᾶν δ’ ἄπο καὶ χαροποιῶν: τουτέστι· καταπαύσαντες τοὺς χοροὺς καὶ τὰς ᾠδὰς καὶ τὰς θυσίας οἱ ἄνδρες ἀνεπαύοντο ἐν τοῖς οἴκοις ἀμέριμνοι, ὡς ἀναπλευσάντων τῶν Ἑλλήνων: —MB | |
5 | καὶ ἄλλως: καὶ παυσάμενοι, φησὶ, τῶν χορῶν καὶ τῶν θυσιῶν ἀνεπαύοντο πάντες οἱ ἄνδρες ἀμεριμνήσαντες διὰ τοὺς Ἕλληνας: —M | |
sch Hec918 | θυσίαν καταπαύσας: εἰς Τένεδον γὰρ προσορμισθέντες καὶ ἔμφασιν ποιήσαντες τῆς οἴκαδε ἐπανόδου νυκτὸς ἐπῆλθον τοῖς Τρωσὶν ἀπὸ χορειῶν καὶ εὐωχίας οὖσι διὰ τὴν καθίδρυσιν τοῦ δουρείου ἵππου καὶ κεκμηκότας ἀνεῖλον αὐτούς: —MB | |
sch Hec919 | πόσις ἐν θαλάμοις: τὸ ἑξῆς· πόσις ἐν θαλάμοις ἔκειτο ναυτᾶν οὐκέθ’ ὁρῶν ὅμιλον, ξυστὸν δὲ ἐπὶ πασσάλῳ. ἀπὸ κοινοῦ δὲ τὸ ἔκειτο: —MBi | |
sch Hec920 | ξυστὸν δ’ ἐπὶ πασσάλῳ: τὸ δὲ ἀκόντιον ἐπὶ τῷ πασσάλῳ ἐκρέματο, ἐπὶ τὸν τῶν Ἑλλήνων ὄχλον οὐκ ἐθεωροῦμεν ἐν τῇ Τροίᾳ. τὸ δὲ ἀκόντιον εἰπὼν ἀπὸ μέρους ἐδήλωσεν ὅλα τὰ ὅπλα: —MB ἀπὸ ἑνὸς τὰ πάντα ὅπλα δηλοῖ: —Mi | 72 in vol. 1 |
5 | λείπει τὸ ἐκρέμασεν: —Mi | |
sch Hec923 | διασυρτικῶς γυναικῶν τὸ καὶ μέσης νυκτὸς καλλωπίζε‐ σθαι: —MBi | |
sch Hec924 | μίτραισιν: μετὰ τὸ εὐωχηθῆναι ἐν ταῖς μίτραις ἐκαλλωπι‐ ζόμην καὶ ἀνεδέσμουν ἐπὶ τῷ καθεύδειν μετὰ τοῦ ἀνδρὸς, κατὰ τὸ γυναι‐ κεῖον ἔθος. μίτραις δὲ τοῖς κεφαλοδεσμίοις: —MB κατεκόσμουν, κατὰ ῥυθμὸν ἐτίθουν: —MiBi | |
sch Hec926 | λεύσσους’ ἀτέρμονας εἰς αὐγάς: περιφερεῖς· τούτων γὰρ οὐκ ἔστι τέρμα· τὰ γὰρ κυκλοτερῆ τέρματα οὐκ ἔχει. λέγει δὲ λεύσσους’ εἰς κυκλοτερεῖς αὐγάς. οἱονεὶ τὰς κυκλοτερεῖς. τούτων γὰρ οὐκ ἔστι τέρμα. παρὰ τὸ εἰωθὸς δὲ ἔφη 〈περὶ τὸ〉 μεσονύκτιον ἐσοπτρί‐ | |
5 | ζεσθαι: —MB ἀτέρμονας εἰς αὐγάς: ἀπληρώτους. ἢ κυκλοτερεῖς· ταῦτα γὰρ ἀτελῆ: —M | |
sch Hec927 | ἵνα: —Mg | |
sch Hec930 | πότε δή πότε: λείπει τὸ εἰ μὴ νῦν. ὁ δὲ νοῦς· τοῦτο δὲ, φησὶν, ἔλεγον οἱ Ἕλληνες παρακελευόμενοι ἀλλήλους· πότε δὴ τὴν ἀκρόπολιν πορθήσαντες τῆς Τροίας παραγένησθε εἰς τὰ οἰκεῖα: —MBi | |
sch Hec933 | τὰ προσφιλῆ: —MgBi | |
sch Hec934 | λιποῦσα Δωρὶς ὡς κόρα: Δοῦρις ἐν τῇ β τῶν Ὥρων [frg. 50] γράφει οὕτως· κατὰ δὲ τοῦτον τὸν χρόνον ὑπὸ Αἰγινητῶν Ἀθηναῖοι κατὰ θάλατταν ὀχλούμενοι πέμπουσι πεζοὺς εἰς τὴν νῆσον ὑπολαμβάνοντες, ἂν φθάσωσι πεζοὺς ἀποβιβάσαντες, πολλὰ 〈ἂν〉 βλάψαι | |
5 | τὴν Αἴγιναν. οἱ δὲ ἐπεξελθόντες· ἔτυχον γὰρ αὐτοῖς προσκαταπεπλευ‐ κότες τῶν Σπαρτιατῶν τινες· τοὺς Ἀθηναίους ἀπαντῶντας ἀπέκτειναν πλὴν ἑνός, τοῦτον δὲ ἀπέστειλαν ἀπαγγελοῦντα. τὸν δὲ, ὡς ἦλθεν, περι‐ | |
έστησαν αἱ τῶν τεθνεώτων γυναῖκες, αἱ μὲν ἐρωτῶσαι τοὺς ἄνδρας τί γεγόνασιν, αἱ δὲ τοὺς υἱούς, αἱ δὲ τοὺς ἀδελφούς· ἐτύγχανον δὲ φοροῦσαι | 73 in vol. 1 | |
10 | κατ’ ἐκεῖνον τὸν χρόνον Δωρίδα στολήν. τὰς περόνας οὖν ἀπὸ τῶν ὤμων ἑλκυσάμεναι τὸν ἄνθρωπον πρῶτον ἐξετύφλωσαν, εἶτα ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι μεγάλην ἡγήσαντο συμφορὰν τὸ γενόμενον πάθος, ἔδοξε δὲ αὐ‐ τοῖς περιελέσθαι τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς περιέστησαν, οὐ φυλακὴν τῆς ἀμπεχόνης. πάντων δὲ ἰδιαίτατον συνέ‐ | |
15 | βαινεν ἐπὶ τῶν Ἀθηναίων· οἱ μὲν γὰρ κόμας ἐφόρουν, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν τῇ Δωρίδι στολῇ. διόπερ καὶ εἰς ἡμᾶς πολλοὶ τὰς ἀχίτωνας δωριάζειν ἔφασαν: —M αἱ Λακεδαιμόνιαι κόραι διημερεύουσιν ἄζωστοι καὶ ἀχίτωνες ἱμα‐ | |
20 | τίδιον ἔχουσαι πεπορπημένον ἐφ’ ἑκατέρου τῶν ὤμων. καὶ Καλλίμαχος [frg. 225]· ‘ἔσκεν ὅτ’ ἄζωστος χἀτερόπορπος ἔτι‘. καὶ τῶν ἐν ταῖς ἀρχαίαις γραφαῖς οὐκ ὀλίγα οὕτως ἔσταλται. καὶ δωριάζειν τὸ γυμνουμένας φαίνεσθαι τὰς γυναῖκας. Ἀνακρέων [frg. 59]· ‘ἐκδῦσα χιτῶνα δωριάζειν‘: —MB ἄλλως: ὑπὸ Αἰγινητῶν πειρατευόμενοι Ἀθηναῖοι στρατιὰν κατ’ | |
25 | αὐτῶν ἀποστέλλουσιν, οἱ δ’ ἅμα Σπαρτιάταις ἅπαντας ἀπέκτειναν. εἷς δὲ σωθεὶς ὑπέστρεψεν ἄγγελος, ὃν ὑπαντήσασαι τῶν τεθνεώτων αἱ γυναῖκες, ἀφελόμεναι τὰς περόνας τῶν ὤμων, τυφλώσασαι πρῶτον ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι δεινὸν ἡγησάμενοι περιεῖλον τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς ἐχρήσαντο, οὐ φυλακὴν τῆς ἀμπεχόνης. | |
30 | αὐτοί τε ἐκόμων, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδή‐ ρεις ἦσαν οἱ χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν ταῖς Δωρίαις στολαῖς. διὸ καὶ εἰς ἡμᾶς τὰς ἀχίτωνας δωριάζειν ἔφασαν: —MB | 74 in vol. 1 |
sch Hec936 | ὡς καταφυγούσης αὐτῆς εἰς ἱερὸν Ἀρτέμιδος καὶ μηδὲν ὠφε‐ λησάσης: —MiBi | |
sch Hec937 | ἄγομαι δὲ, φησὶν, ἐπὶ τὸ πέλαγος ἑωρακυῖα τὸν ἄνδρα μου ἀποθανόντα: —MiBi | |
sch Hec939 | ἐπεὶ καὶ πόρρωθεν ἑωρᾶτο ἡ Τροία καιομένη, οἷον ἀπὸ Χερ‐ ρονήσου: —MiBi | |
sch Hec941 | ἀφώρισεν ἐχώρισεν: —MgBi | |
sch Hec942 | ἀπείρηκα τοῖς κακοῖς ἡ ἀθλία ἐγώ: —MiBi | |
sch Hec943 | ὅτι ὀλιγάκις κεῖται τὸ κάσις ἐπὶ ἀδελφῆς, ἐπὶ δὲ ἀδελφοῦ πολλάκις: —MiB | |
sch Hec945 | ἐπαρωμένη ὡς αἰτίοις τοῦ πολέμου: —Mi | |
sch Hec947 | γράφεται καὶ ἀπούρισεν: —Mi | |
sch Hec948 | ὁ τῆς Ἑλένης: —Mi | |
sch Hec949 | ἀλλὰ δαίμονος παλαμναίου τιμωρία καὶ ταλαιπωρία: —MiBi | |
sch Hec951 | τὸν τοῦ Τυνδάρεω: —MgBi | |
sch Hec952 | ὁ Πολυμήστωρ ἔρχεται, φησὶν, ἀκούσας ὅτι καλεῖ σε ἡ Ἑκάβη: —MiB Πολυμήστωρ ἀνακαλεῖται καὶ τεθνηκότα τὸν Πρίαμον: —MiB | |
sch Hec956 | βέβαιον παραμόνιμον: —Mg | |
sch Hec957 | εὐτυχῶς: —Mg | |
sch Hec958 | φύρουσι δ’ αὖθ’ οἱ θεοί: ἀναμιγνύουσιν αὐτὰ οἱ θεοὶ εἰς ὀπίσω καὶ ἔμπροσθεν, ἀντὶ τοῦ· οὔτε εἰς τὰ παρελθόντα πράγματα τάξιν φυλάττουσιν οὔτε εἰς τὰ μέλλοντα, ἀλλ’ ἄτακτα ἐῶσι τὰ πράγματα, ἵνα σέβωμεν αὐτούς: —MB | |
sch Hec959 | ἵνα: —MgB τῇ ἀγνωσίᾳ τοῦ μέλλοντος: —MgB | |
sch Hec960 | † ἀλλὰ ταῦτα μέν: ἀλλὰ τί δεῖ με, φησὶ, ταῦτα θρηνεῖν μηδὲν | |
ἐκ τοῦ θρηνεῖν δυνάμενον ἐπικόψαι τῶν κακῶν μὴ εἰς τὸ πρόσω βαίνειν: —B ταῦτα μὲν τί δεῖ θρηνεῖν: τί δεῖ με ταῦτα θρηνεῖν οὐδὲ τὸ τυχὸν προκόπτοντα τῶν κακῶν ἔμπροσθεν, ὅ ἐστιν· οὐ κατόπιν ἐῶντα | 75 in vol. 1 | |
5 | τὰ κακά: —MB | |
sch Hec961 | ἀντὶ τοῦ περαιτέρω, εἰς τὸ βέλτιον: —Mi | |
sch Hec963 | ἐπίσχες παύου: —Mg | |
sch Hec964 | προφασίζεται πλαττόμενος. οὐκ ἐβούλετο γὰρ ὀφθῆναι τῇ Ἑκάβῃ, ἐπειδὴ ἀπέκτεινε τὸν Πολύδωρον: —MB | |
sch Hec965 | ἐπαίροντί μοι καὶ προσιόντι πρὸς σέ: —MgBi | |
sch Hec968 | τῇ μὲν ἀληθείᾳ οὐ θέλει αὐτὸν ὁρᾶν μισοῦσα ὡς φονεύσαντα τὸν υἱὸν, προφασίζεται δὲ 〈διὰ〉 τὴν δυστυχίαν ἐρυθριᾶν: —MB | |
sch Hec970 | ᾧ τινι γὰρ ὤφθην εὐτυχοῦσα: —M | |
sch Hec971 | ἐν δυστυχίᾳ: —Mg ὀφθῆναι δηλονότι: —Mg | |
sch Hec972 | ἀτενέσιν: —Mg | |
sch Hec973 | ἐπεὶ εἶπεν· οὐ δύναμαί σε προσβλέπειν ὀρθαῖς κόραις, τὴν ὑποψίαν αὐτοῦ περιελεῖν βούλεται εἰποῦσα μὴ δύσνοιαν ἡγήσῃ σέθεν: —MB | |
sch Hec975 | γυναῖκας ἀνδρῶν: φυσικῷ νόμῳ αἱ γυναῖκες ἐνατενίζειν ἀνδράσι κωλύονται: —MB | |
sch Hec977 | μετεπέμψω: —Mg † τί χρῆμ’ ἐπέμψω: διὰ τί πρᾶγμα μετεπέμψω με καὶ προσεκα‐ λέσω: —B | |
sch Hec978 | ἡμέτερον ἰδιάζον: —Mg | |
sch Hec981 | ἐν ἀσφαλεῖ γὰρ ἥδ’ ἐρημία: ἐν οὐδενὶ φόβῳ. δειλοὶ δ’ οἱ βάρβαροι περιφέροντες τοὺς ἀκολούθους ἑαυτοῖς διὰ τὸ μὴ ἀναιρεθῆναι ὑπό τινος ἀδικηθέντος ὑπ’ αὐτῶν: —MB | |
sch Hec982 | διὰ τὸ μὴ συμμαχῆσαι αὐτὸν τοῖς Τρωσίν: —MiB | |
sch Hec984 | ἐμὲ τὸν εὐτυχοῦντα σοὶ τῇ ἀτυχούσῃ προσήκει βοηθῆ‐ σαι: —MB | |
sch Hec988 | ἐρωτήσω: —MiBi | |
sch Hec989 | ὅσον δι’ ἐκεῖνον εὐτυχεῖς: —MiBi | |
sch Hec990 | διαχλευάζουσα αὐτόν φησιν: —MgBi | |
sch Hec996 | ἀντὶ τοῦ δή: —Mg | 76 in vol. 1 |
sch Hec997 | οὗ κέκτημαι ἰδίου ἀπολαύσαιμι: —Mi | |
sch Hec1002 | θησαυροί: —Mg | |
sch Hec1003 | ταῦτα ἃ διηγήσω: —Mg τοῦτό ἐστι τὸ πρᾶγμα, θησαυροὶ κεκρυμμένοι τῶν Πριαμιδῶν: —MBi | |
sch Hec1007 | ταύτῃ τῇ διανοίᾳ: —MiBi | |
sch Hec1008 | γινώσκεις τῆς Ἰλιακῆς Ἀθηνᾶς ποῦ ἐστιν ὁ ναός: —MBi | |
sch Hec1011 | τί οὖν ἔτι βούλει: —MgBi | |
sch Hec1013 | ποῦ δῆτα ἔχεις: —MgBi | |
sch Hec1014 | ἐν τῷ πλήθει τῶν σκύλων: —MiB τὸ ταῖσδε ἀναφορικόν ἐστι καὶ δεικτικόν. ἡ μὲν οὖν Ἑκάβη δεικτι‐ κῶς εἶπε· ταύταις ταῖς σκηναῖς, ὁ δὲ Πολυμήστωρ ἀναφορικῶς νοήσας ἐρωτᾷ· ποῦ δὲ αἱ στέγαι αὗται, ἃς λέγεις ἔχειν τὸν χρυσόν· ἆρα τὰ | |
5 | ναύσταθμα τῶν Ἑλλήνων, τουτέστιν· ἐν ταῖς ναυσὶ λέγεις εἶναι τὸν χρυ‐ σόν. πρὸς ὃ ἐπάγει ἡ Ἑκάβη ὅτι οὐ τὰς ναῦς στέγας εἶπον· ἴδιαι γὰρ γυναικῶν αἰχμαλωτίδων στέγαι: —MB | |
sch Hec1015 | εἰς τὸ αἵδε στικτέον, τὸ δὲ λοιπὸν ἰδίᾳ κατ’ ἐρώτησιν ἐν ὑποστιγμῇ: —MB ναύλοχοι: περιφραστικῶς τὰ ναύσταθμα. φησὶν οὖν· ποῦ δέ ἐστιν· αὗται γὰρ αἱ τῶν Ἀχαιῶν εἰσι σκηναί: —MB | |
sch Hec1016 | χωρίς: —Mg | |
sch Hec1020 | τὰ ἀπόγεια σχοινία: —Mi | |
sch Hec1021 | ἵνα: —Mg | |
sch Hec1024 | τοῦτο ἠρέμα λέγει, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει πάσχειν: —MBi | |
sch Hec1025 | λιμένα μὴ ἔχον: —Mg † ἄντλον δὲ λέγει τὸ πέλαγος καὶ ἀλίμενον τὸ λιμένα μὴ ἔχον: —B ἀλίμενόν τις ὡς εἰς ἄντλον: τοῦτο πρὸς τὸ ἄνω συναπτέον τὸ οὔπω δέδωκας, ἀλλ’ ἴσως δώσεις δίκην. τιμωρηθήσῃ, φησὶν, ὥς | |
5 | τις εἰς ἄντλον λέχριος καταπέσῃ ἀπολέσας τὸν βίον τῆς φίλης καρ‐ | |
δίας: —MB | 77 in vol. 1 | |
sch Hec1026 | πλάγιος: —Mg στερηθήσῃ: —Mg | |
sch Hec1029 | Δίδυμος οὕτως· 〈τὸ〉 ὑπέγγυον, τὸ ἀληθὲς, οὔτε παρὰ τῇ δίκῃ οὔτε παρὰ τοῖς θεοῖς συμπεσὸν ἀφανίζεται. τοῦτο δέ φησι διὰ τὸν Πολυ‐ μήστορα, ὅτι μέλλει τιμωρεῖσθαι πρῶτος ἀρξάμενος τῶν ἀτόπων: —MB καὶ ἄλλως: ὑπέγγυον: δίκαιον. ὧδε ὑποστικτέον. τὸ ἠσφα‐ | |
5 | λισμένον, φησὶ, τῇ δίκῃ καὶ παρὰ θεοῖς οὐ πίπτει, τουτέστιν· ὃ ἂν κυρώσῃ ἡ δίκη, τοῦτο βέβαιον παρὰ τοῖς θεοῖς. δικαίως οὖν κολαζό‐ μενος ὁ Πολυμήστωρ καὶ τοὺς θεοὺς ἐχθροὺς ἔχει: —MB | |
sch Hec1030 | οὐκ ἀπόλλυται: —MgBi | |
sch Hec1031 | ἀπὸ ἑτέρας ἀρχῆς: —MiBi λείπει ἡ εἰς· εἰς ὀλέθριον κακὸν, καὶ λέγει· ἡ ἐλπὶς ταύτης τῆς ὁδοῦ ἀπατήσει σε εἰς ὀλέθριον κακόν: —MiBBi | |
sch Hec1034 | ἀνάνδρῳ, γυναικείῳ: —MgB | |
sch Hec1035 | ἔνδοθεν ὁ Πολυμήστωρ τυφλούμενος ταῦτα βοᾷ: —MB | |
sch Hec1036 | θρῆνον: —Mg | |
sch Hec1037 | λείπει τὸ ἕνεκεν: —Mg | |
sch Hec1039 | ταχυτάτῳ: —MgBi | |
sch Hec1040 | στηρίγματα: —Mg | |
sch Hec1041 | βέλος: πᾶν τὸ βαλλόμενον. ταῦτα δέ φησιν ὡς βάλλων λίθους ἐν τοῖς οἰκήμασιν, ἵνα καταπαίῃ τὰς αἰχμαλώτους: —MB | |
sch Hec1042 | θέλετε ἐπέλθωμεν, ἐπεὶ ὁ καιρὸς καλεῖ: —MB | |
sch Hec1044 | κτύπει: —Mg | |
sch Hec1047 | ὄντως ἐνίκησας τὸν Πολυμήστορα: —MgB | |
sch Hec1050 | παραφόρῳ ποδί: παραφερομένῳ, οὐκ ὀρθῶς βαδίζοντι, | |
ἀλλὰ σφαλλομένῳ διὰ τὸ τετυφλῶσθαι αὐτόν: —MB | 78 in vol. 1 | |
sch Hec1055 | θυμουμένῳ σφόδρα: —Mg γράφεται δυσγενεστάτῳ: —Bg | |
sch Hec1057 | πᾶ κέλσω· προσπελάσω. κυρίως δὲ τὸ ναῦν προσορμίσαι τινὶ εὐόρμῳ τόπῳ. ἐξοκεῖλαι δὲ τὸ ἐκβληθῆναι τὴν ναῦν ἔξω τοῦ λιμένος ὑπὸ ἀνέμου: —MB | |
sch Hec1058 | ὑπόκειται γὰρ τετραποδίζων: —MiB ἀγρίου: —Mi | |
sch Hec1059 | ποιούμενος: —Mg ποίαν παρέλθω ὁδόν· ἆρα ταύτην, ἆρα ἐκείνην, ἆρα τήνδε: —MB λείπει ὁδόν: —Mi | |
sch Hec1062 | ἐπιδιῶξαι. καταλαβεῖν βουλόμενος: —Mi τὰς φονικάς. τὰς Τρωικάς: —Mi | |
sch Hec1064 | αἱ τάλαιναι· οὐ γὰρ πρὸς αὐτὰς ὁ λόγος: —MgB εἰς τὸ Φρυγῶν τελεία: —MgB | |
sch Hec1066 | ποῦ τῶν μυχῶν, ἀντὶ τοῦ τῶν κρυφίων τόπων: —MgBi | |
sch Hec1067 | ἀντὶ τοῦ τυφλὸν ὄμμα: —Mg | |
sch Hec1068 | θεραπεύσειας: —Mg τυφλὸν φέγγος: τὸ σκότος, κακῶς· φέγγος γὰρ ἐπὶ σκότους οὐ λέγεται: —M | |
sch Hec1069 | εἰς ἀνάβλεψιν ἀγαγών: —Mg ἀντὶ τοῦ ὦ ὦ: —MAg | |
sch Hec1070 | λαθραίαν, ὡς ἡρέμα βαδιζουσῶν αὐτῶν: —M † σίγα κρυπτὰν βάσιν αἰσθ〈άνομαι〉: ... ἑαυτόν φησιν ὁ Πολυμήστωρ ὥσπερ αὐτὸς ἑαυτὸν παρορμῶν ἐπὶ δρόμον καὶ κτύπου τινὸς αἰσθανόμενος λαθραίου, ὡς ἠρέμα βαδιζουσῶν αὐτῶν: —A | |
5 | ὡς θὴρ ταύτας καταθοινώμενος: —MiAgB | |
sch Hec1073 | † θοίναν ἀγρίων θηρῶν: ποῦ, φησὶ, κινήσας τὸν πόδα κατάσχω ταύτας, δηλονότι τὰς μετὰ τῆς Ἑκάβης αἰχμαλώτους γυναῖκας, καὶ καταφάγω [καὶ] τὰς σάρκας καὶ τὰ ὀστᾶ τούτων θοίναν, ἤγουν εὐωχίαν καὶ τράπεζαν, ἀγρίων θηρίων ποιούμενος, τουτέστιν· ὡς ἄγριος | 79 in vol. 1 |
5 | θὴρ αὐτὰς θοινώμενος, ἤγουν ἐσθίων ἀφειδῶς. τὸ δὲ ἀρνύμενος ἀντὶ τοῦ ποιούμενος καὶ ὥσπερ ἀποδιδοὺς, ἢ μᾶλλον ἀπολαμβάνων καὶ ἔχων καὶ κρατῶν βλάβην ἀντίποινον τῆς ἐμῆς λύμης: —A | |
sch Hec1074 | ἀποδιδούς: —M λαμβάνων. ἀφαιρούμενος τὴν ὕβριν. τῆς ἐμῆς τυφλώσεως ἀντάξια παρέχων: —MMi ἄλλως: ἀπαιτῶν τιμωρίαν ἀντὶ τῆς ἐμῆς λύμης, τουτέστι πηρώ‐ | |
5 | σεως: —MMiAg † λαμβάνων καὶ ἀφαιρούμενος ἀντέκτισιν τῆς ἐμῆς βλάβης καὶ τυφλώσεως: —B | |
sch Hec1076 | † ποῖ πᾶ φέρομαι: ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου ταῖς βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς Τρωικαῖς γυναιξίν. ἐν γὰρ τῷ Ἅιδῃ ἔλεγον εἶναί τινας τιμωρητικὰς καὶ ἀνημέρους θεὰς, βάκχας καλουμένας [καὶ] διὰ τὸ ἄγριον αὐτῶν, 〈καὶ〉 κατὰ τοῦτο ἐκάλεσε καὶ τὴν Ἑκάβην | |
5 | σὺν ταῖς λοιπαῖς αἰχμαλώτοις γυναιξὶ βάκχας. τὸ δὲ ὅλον· ποῖ φέρομαι καταλιπὼν τὰ τέκνα μου ταῖς βάκχαις καὶ τοῖς κυσὶ τροφὴν καὶ τοῖς ὄρεσι ῥίμμα. ὑπενόει γὰρ ὡς μετὰ τὴν αὐτοῦ ἐξέλευσιν ῥίψουσιν αὐτὰ ἐν ὄρει. ἡ δὲ σύνταξις οὕτω· ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου ταῖς βάκχαις διαμοιρᾶσαι, ἤγουν διασπαράξαι μεληδὸν, καὶ τοῖς κυσὶ πάλιν | |
10 | καταλιπὼν τὸν ἀπὸ σφαγῆς φόνον, ἤγουν αὐτὰ τὰ οἰκεῖα τέκνα, δαῖτα ἀνήμερον. καταλιμπάνω δὲ αὐτὰ καὶ ἐκβολὴν, ἤγουν ῥίμμα, ὀρείαν, δηλονότι εἰς τὸ ὄρος, ῥιφῆναι. ἀπὸ κοινοῦ δὲ τὸ καταλιμπάνω: —A | |
sch Hec1077 | διασπαράξαι μεληδόν: —MiBi | |
sch Hec1078 | † ὑπενόει γὰρ αὐτὰς ῥῖψαι τοῖς κυσὶ μετὰ τὸ σφάξαι τοὺς παῖδας αὐτοῦ, φονικὴν καὶ ἀπάνθρωπον εὐωχίαν καὶ ὀρεινὴν ἀπο‐ βολήν: —B ἀπάνθρωπον: —Mg | |
sch Hec1079 | εἰς ὄρη: —Mg | |
ῥῖψαι κυσὶ δαῖτα καὶ ὀρεινὴν ἀποβολήν: —Mi | 80 in vol. 1 | |
sch Hec1080 | † πᾷ στῶ: ἐπὶ ταύτην δηλονότι τὴν κοίτην, ὅπου τὰ παιδία ἐσφαγμένα κεῖται, ὁρμηθεὶς καὶ κινηθείς· τοῦτο γὰρ σημαίνει τὸ ἐσσυ‐ θείς: βῶ περιπατήσας καὶ ἔλθω φύλαξ τῶν ἐμῶν τέκνων στέλλων, ἤγουν συστρέφων, τὸ λινόκροκον φᾶρος, περιφραστικῶς ἑαυτόν, καθὼς στέλλεται | |
5 | ἡ ναῦς ἐν τοῖς ποντίοις πείσμασι. πείσματα δὲ τὰ καλῴδιά φησιν· οἱ γὰρ ναῦται, ὅταν μέλλωσι στρέψαι τὴν ναῦν, τὰ σχοινία τοῦ καλουμένου ποδὸς τοῦ λαίφους ἕλκουσιν ἔσωθεν: —A † ἄλλως: ποῦ, φησὶ, πορεύσομαι, ποῦ δὲ κάμψω, ποῦ δὲ στήσομαι, ἐπὶ ταύτην ὁρμήσας τὴν τῶν τέκνων μου κοίτην· λέγει δὲ τὸν τόπον, ἔνθα | |
10 | ἐσφαγμένα τὰ τούτου τέκνα κατέκειτο· ὀφείλων ταῦτα φυλάξαι πρὸς τὸ μὴ ὑπὸ τῶν Τρῳάδων ῥιφῆναι κυσὶν, ὡς ναῦς τὸ ἄρμενον συστέλλων, δηλαδὴ τῶν ὀφθαλμῶν στερηθείς. ὅπερ γάρ ἐστι τῇ νηῒ τὸ ἱστίον, τοῦτο τῷ σώματι ὁ ὀφθαλμός: —AB | |
sch Hec1081 | τοῖς σχοινίοις τῆς νεώς: —Mi ὡς ναῦς τὸ ἄρμενον τὸ λινοῦν 〈συ〉στέλλων: —M λινόμιτον: —Mi | |
sch Hec1082 | ὁρμηθεὶς ἔνθα κεῖταί μοι τὰ παιδία τεθνηκότα εἰς τὴν θανά‐ σιμον θήκην: —M | |
sch Hec1083 | ὁ νῦν ὀ〈φείλων〉 φύλαξ εἶναι τῶν τέκνων: —Mi | |
sch Hec1084 | τὸν θάνατον: —MiAgBg | |
sch Hec1085 | δυσβάστακτα: —MgBg πέπρακται: —MgAgBg | |
sch Hec1086 | δειναὶ καὶ χαλεπαὶ αἱ τιμωρίαι: —MiBg | |
sch Hec1089 | ἐν δόρατι μαχόμενον: —MiBi † ἔνοπλον: τοὺς συνελθόντας αὐτῷ δορυφόρους ἐπικαλεῖται. λογχοφόρους δὲ λέγει τοὺς δόρατα πολεμικὰ καὶ λόγχας φέροντας, ἤγουν τοὺς στρατιώτας: —A | |
sch Hec1090 | ὁρμητικὸν εἰς πόλεμον καὶ ἐνθουσιαστικὸν ἐν πολέμῳ: —Mi | |
sch Hec1092 | βοῶ: —Mg | |
sch Hec1094 | ἀκούει τις, ἢ ἀκούει μὲν, οὐ δύναται δὲ βοηθῆσαι: —MAgB | |
sch Hec1098 | ἕνεκα τῆς λώβης: —Mi λωβήσεως καὶ ἀπωλείας τῶν ὀφθαλμῶν: —MAgBi | |
sch Hec1099 | † ποῖ τράπωμαι ποῖ πορευθῶ: εἰς τὸν αἰθέρα τὸν οὐρά‐ | |
νιον, φησὶ, πετασθεὶς ἀπέλθω εἰς τὸ ὑψιπετὲς μέλαθρον, ἔνθα ὁ Ὠρίων ἢ ὁ Σείριος αὐγὰς φλογέας ἀφίησι τοῦ πυρὸς ἀπὸ τῶν αὐτοῦ ὀφθαλμῶν, ἢ ὁρμήσω ὁ τάλας εἰς τὸν πορθμὸν, ἤγουν τὴν διάβασιν τὴν ἐπὶ τὸν | 81 in vol. 1 | |
5 | Ἅιδην ἄγουσαν. ταῦτα δέ φησιν ἀδημονῶν: —A | |
sch Hec1100 | † ἔθος τοῖς δυσ〈φοροῦσι ταῦτα λέγειν〉: —B ἔν τισι τὸ αἰθέρα οὐ φέρεται: —AgBi ἀμπτάμενος: ἀναπτάμενος ἀναπετασθείς: —MBi | |
sch Hec1103 | Ὠρίων καὶ κατὰ πλεονασμὸν τοῦ α Ὠαρίων: —MiB | |
sch Hec1104 | Ἡσίοδος [opp. 417]· Σείριος ὁ Ἥλιος. νῦν δὲ τὸν ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστέρα φησὶν ἀκολούθως Ὁμήρῳ [Χ 26 sq.]. ὅλον δὲ τὸ ἄστρον κύων λέγεται, ὅπερ ἐκ πολλῶν ἀστέρων σύγκειται, ὁ δὲ ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστὴρ Σείριος λέγεται: —MAB | |
5 | † ἐπὶ τοῦτο〈ν〉 δὲ, φησὶ Πολυμήστωρ, τὸν ἀστέρα ἀνέλθω ἀναπε‐ τασθεὶς ἢ εἰς τὸν αἰθέρα. τοιαῦτα δὲ οἱ δυσανασχετοῦντες καὶ μὴ δυνά‐ μενοι ὑπο〈μένειν〉 ἐν θλίψεσι φθέγγονται. σημείωσαι δὲ ὅτι δοκεῖ ὁ Σεί‐ ριος οὗτος ἀστὴρ λαμπρότερος ἐνὼν τῷ κυνί: —A | |
sch Hec1106 | πορθμόν: πέραμα, πλοῦν. ἢ τὸν ἀόρατον πλοῦν: —Mi | |
sch Hec1107 | ὅταν τις, φησὶ, πάθῃ κακὰ μείζονα ὑπὲρ ὃ δύναται βαστάσαι, συγγνωστόν ἐστιν αὐτῷ τὸ ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν: —MB † συγγνώσθ’ ὅταν: ἀντὶ τοῦ· συγγνωστὸς καὶ συγγνώμης ἄξιός ἐστιν ἀπαλλάξαι τὴν ζωὴν καὶ θανεῖν ὅστις πάθῃ δεινὰ, ἃ οὐ δύναται | |
5 | ὑπομεῖναι. τοῦτο γάρ ἐστι τὸ κρείσσον’ ἢ φέρειν, ἀντὶ τοῦ ἐπέκεινα ὄντα ὑπομονῆς: —A | |
sch Hec1109 | † κραυγῆς ἀκούσας ἦλθον: τῆς κραυγῆς σου, φησὶν ὁ Ἀγαμέμνων πρὸς τὸν Πολυμήστορα, ἀκούσας ἦλθον· οὐ γὰρ ἠρέμα ἐβόησεν ἡ Ἠχὼ, ἡ παῖς τῆς πέτρας. ὅταν γάρ τις βοήσῃ ὅπου ἐστὶν ὄρος, ἀντηχεῖ ἡ πέτρα καὶ οἷον εἰπεῖν γεννᾷ τὴν Ἠχώ· καὶ τοῦ Πολυ‐ | |
5 | μήστορος τοίνυν βοήσαντος ἐφώνησε καὶ ἤχησε μεγάλως τὸ ὄρος: —A | |
οὐ γὰρ ἠρέμα ἤχησεν ἡ θυγάτηρ τῆς πέτρας, ἡ Ἠχώ: —MB | 82 in vol. 1 | |
sch Hec1111 | εἰ δὲ μὴ ᾔδειμεν ὅτι ἐπορθήσαμεν τὴν Τροίαν, ἐφοβήθημεν ἂν ἔφοδον νομίζοντες εἶναί τινα τῶν πολεμίων: —MAB | |
sch Hec1113 | οὐκ ὀλίγως: —Mg | |
sch Hec1114 | † ὦ φίλτατ’ ᾐσθόμην γάρ: ἐπέγνω Πολυμήστωρ τὸν Ἀγαμέμνονα ἀπὸ τῆς φωνῆς, ἐπεὶ καὶ ὁ Ἀγαμέμνων πολλάκις τῆς Τροίας πολεμουμένης ἦν αὐτῷ συντυχών: —A | |
sch Hec1116 | ὑποκρίνεται ἀγνοεῖν, ἵνα κατὰ τὸ δίκαιον ὑπὲρ τῆς Ἑκάβης κρίνῃ, ἢ μὴ, γνωσθεὶς ὅτι προσωμίλησεν αὐτῇ, δόξῃ Ἑκάβῃ χαρί‐ ζεσθαι: —MAB | |
sch Hec1120 | † Ἑκάβη με σὺν γυναιξίν: Ἑκάβη με σὺν γυναιξὶν αἰχ‐ μαλώτοις ἀπώλεσεν· ἀλλ’ οὐκ ἀπώλεσεν, ἀλλὰ καί τι μεῖζον ἀπωλείας ἐμὲ ἐπεπράχει. εἰ γὰρ ἐφόνευσέ με, κρεῖττον ἦν· νῦν δὲ τοὺς παῖδας ἐφόνευσε κἀμὲ ἐτύφλωσε, καὶ τοῦτο μεῖζον ἀπωλείας: —A | |
sch Hec1123 | πρὸς ἣν οὐκ ἔστι μηχανὴν καὶ λύσιν εὑρεῖν: —MAgB | |
sch Hec1127 | Ἀττικῶς, ὦ οὗτος· σὺ δηλονότι: —Mi | |
sch Hec1128 | μεμηνυῖαν: —Mg | |
sch Hec1129 | τὸ θυμικόν: —MgAg | |
sch Hec1135 | προκατάσκοπος προορατὴς καραδοκητής: —MAB | |
sch Hec1137 | προγνώσει: —Mg | |
sch Hec1141 | ἐπάρειαν: —MgAg γράφεται καὶ δόρυ: —Mi | |
sch Hec1142 | διαφθείροιεν: —MgAgBi | |
sch Hec1143 | λείαν ἀπελαύνοντες: —MgAg ἡμῖν, τοῖς Θρῃξίν: —MgAg | |
sch Hec1144 | κακῷ: —Mg | |
sch Hec1147 | θησαυρούς: —MgAg | |
sch Hec1150 | ἀντὶ τοῦ ἱζόμην, ἐκαθεζόμην ἐν μέσῃ τῇ κλίνῃ: —M | |
sch Hec1151 | † πολλαὶ δὲ χεῖρες: οὕτω συντακτέον· πολλαὶ δὲ Τρώων | |
κόραι ὥσπερ δὴ παρὰ φίλον θάκουν αἱ μὲν ἐξ ἀριστερᾶς, αἱ δὲ ἔνθεν, ἔχουσαι χερσὶ κερκίδ’ Ἠδωνῆς χερὸς, ἀντὶ τοῦ· κατέχουσαι ταῖς χερσὶ τὸ ἱμάτιον τὸ ἐκ Θρᾳκικῆς χειρὸς ὑφανθέν: —A | 83 in vol. 1 | |
5 | † εἰς τὸ αὐτὸ ἐξήγησις: εἰσελθόντος τοῦ Πολυμήστορος μετὰ τῆς Ἑκάβης εἰς τὰς σκηνὰς καὶ καθεσθέντος προσῆλθον αὐτῷ αἳ εἶχον συμβουλὴν μετὰ τῆς Ἑκάβης αὐτὸν τυφλῶσαι αἰχμαλωτίδες καὶ αἱ μὲν ἐξ ἀριστερῶν αὐτοῦ ἐκάθισαν, αἱ δὲ ἐκ δεξιῶν ὥσπερ παρὰ φίλον Τρώων κόραι καὶ τοὺς αὐτοῦ πέπλους εἰληφυῖαι καὶ αἴρουσαι πρὸς τὰς τοῦ ἡλίου | |
10 | αὐγὰς ἐπῄνουν αὐτοὺς τοῦτο μὲν ὡς λαμπροὺς, τοῦτο δὲ ὡς ἐπιστημόνως κατεσκευασμένους. πᾶς γὰρ ὁ μέλλων ἀκριβῶς σκοπῆσαι πέπλον εἰ καλός ἐστι πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας τοῦτον ὁρᾷ, καὶ αὗται δὲ πάστριαι οὖσαι ἐθαύμαζον αὐτόν. τοῦτο δὲ ἐποίουν ὅπως συλλήψωνται αὐτοῦ τὰς χεῖρας. καὶ αἱ μὲν ἐποίουν οὕτως, ἄλλαι δὲ τὸ ἀκόντιον αὐτοῦ ἐθαύ‐ | |
15 | μαζον καὶ ἑτέρα τῇ ἑτέρᾳ τοῦτο παρεχόμεναι εἰσήγαγον καὶ αὐτὸ εἰς τὴν ἔσωθεν σκηνήν. τοῦτο δὲ ἐποίουν, ὅπως ἔρημος γενόμενος παντὸς ξίφους συντόμως κατεργασθῇ. διηγεῖται δὲ ταῦτα ὁ Πολυμήστωρ τὸν δόλον αὐτῶν ἐκφαίνων καὶ πῶς αὐτὸν ἠπάτησαν: —A ἀντὶ τοῦ γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ ‘τοίην γὰρ κεφαλήν‘ | |
20 | [α 343] ἀντὶ τοῦ τοιοῦτον ἄνδρα: —MAB | |
sch Hec1153 | κερκίδα φησὶ τὸ ἱμάτιον τὸ γενόμενον ἀπὸ Θρᾳκικῆς χειρός, ἀπὸ δὲ τοῦ ποιοῦντος τὸ ποιούμενον ὠνόμασεν: —MAB καὶ ἄλλως: κερκίδας Θρᾳκικὰς κατέχουσαι· Ἠδωνοὶ γὰρ οἱ Θρᾷκες: —MB | |
sch Hec1154 | ἐπῄνουν κατέχουσαι καὶ σκοποῦσαι ὑπὸ τὰς αὐγάς: —Mg | |
sch Hec1155 | τὸ Θρᾳκικὸν ἀκόντιον θεωροῦσαι: —MgAgB † ἄλλαι δὲ κάμακα: κάμακα τὸ Θρᾳκικὸν ἀκόντιον λέγει. τὸ δὲ 〈διπτύχου〉 στολίσματος γυμνόν με ἔθηκαν, εἰ μὲν ἀντὶ 〈τοῦ〉 δό‐ ρατος εἴπῃς, δίπτυχον νοήσεις δίστομον, τὸ ἀμφοτέρωθεν κόπτον· εἰ δὲ | |
5 | ἐπὶ τῆς χλαμύδος, τὸ διπλοῦν .... στολίσματος ἀντὶ τοῦ διπλῆς χλα‐ | |
μύδος γυμνόν με ἐποίησαν: —A | 84 in vol. 1 | |
sch Hec1156 | διπτύχου στολίσματος: γράφεται καὶ στοχίσματος, ἵν’ ᾖ τῶν λογχῶν. εἰ δὲ στολίσματος, τοῦ ἱματίου λέγει, οὐκέτι δὲ ὅλως γράφεται τὸ 〈ἄλλαι δὲ〉 κάμακα Θρῃκίαν θεώμεναι, ἀλλὰ πρὸς τὸ ᾔνουν θ’ ὑπ’ αὐγάς 〈τὸ〉 γυμνόν μ’ ἔθηκαν διπτύχου στολίσ‐ | |
5 | ματος, ἵνα λείπῃ ὁ καί, ἀντὶ τοῦ καὶ γυμνόν: —MA1 καὶ ἄλλως: διπτύχου στολίσματος: τινὲς τῆς διπαλτίας, ἀλλ’ οὐκ ἐᾷ τὸ κάμακα ἑνικόν: —MA1B καὶ ἄλλως: στοχίσματος: καὶ ἀλλαχοῦ [Bacch. 1205] ‘οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχίσμασιν‘. ἐὰν δὲ στολίσματος, λείπει ὁ | |
10 | καί, καὶ ἡ σύνταξις πρὸς τὸ ᾔνουν θ’ ὑπ’ αὐγάς: —M ἐπὶ μὲν τοῦ δόρατος διστόμου, ἐπὶ δὲ τῆς χλανίδος διπλῆς: — MgA1AgB † διπτύχου στολίσματός φησι τῆς τε χλανίδος καὶ τοῦ ἀκοντίου παρόσον καὶ αὐτὸ πρὸς ἄμυναν καὶ φυλακὴν τοῦ σώματος ἐβάσταζεν. | |
15 | Ὅμηρος [φ 340] ‘δώσω δ’ ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν‘: —B † διπτύχου στολίσματος: δίπτυχον στόλισμα τὴν διπαλτίαν φησί. τὸ γὰρ παλαιὸν οἱ πολεμοῦντες δύο παλτὰ ἐβάσταζον, τὸ μὲν ἓν μικρὸν, ὃ καὶ πόρρωθεν ῥιπτοῦντες ἠκόντιζον τοὺς ἐναντίους, τὸ δὲ ἕτερον μεῖζον. ἢ δίπτυχον στόλισμά φησι τὸ δόρυ διὰ τὸ τὰ Θρᾳκικὰ ἀκόντια | |
20 | δίστομα εἶναι καὶ ἄνω καὶ κάτω σιδήρους ἔχειν, τὸ μὲν κάτω, ἵνα πή‐ γνυται ἐπὶ τῆς γῆς, τὸ δὲ ἄνω, ἵνα τιτρώσκῃ: —A1 | |
sch Hec1157 | ὅσαι, φησὶν, ἦσαν τετοκυῖαι, τὰ ἐμὰ παιδία λαβοῦσαι, ὡς εὐειδῆ ὄντα, ἐξεθαύμαζον ἄλλη τῇ ἄλλῃ ἀνὰ μέρος ἀποδιδοῦσα, ὅπως ἐμοῦ, τοῦ πατρὸς, πορρωτάτω γένοιντο καὶ εὐχερέστατα αὐταῖς εἴη πρὸς ἀναίρεσιν: —MAB | |
5 | ἐκπληττόμεναι τὰ ἐμὰ παιδία: —Mg | 85 in vol. 1 |
sch Hec1158 | ἵνα βελτίονα τοῦ πατρὸς γένοιντο: —Mg | |
sch Hec1159 | γράφεται καὶ ἀμείβουσαι χεροῖν: —Bi | |
sch Hec1160 | εἶτα ἐκ κολακικῶν προσφθεγμάτων δοκεῖς λαβοῦσαι [κτεί‐ νουσι] παῖδας κεντοῦσι: —MAB † καλῶς δὲ πρῶτον ἀπέκτειναν τοὺς παῖδας, ἵνα θεωρῶν ὁ πατὴρ πλέον ἀνιῷτο: —AB | |
5 | δοκεῖς: τὰ ἀκόντια: —Mg † πῶς δοκεῖς: τινὲς τὸ πῶς δοκεῖς ἀντὶ τοῦ ὥσπερ κατάσκοποι, ἀπὸ τῆς δοκεύς εὐθείας, ὅπερ εἰ καὶ ἀληθές ἐστι λέγειν ὀκνῶ: —A1 | |
sch Hec1163 | συλλαβοῦσαι ὡς αἰχμάλωτον: —MiAg | |
sch Hec1167 | † οὐδὲν ἴσχυον πρᾶξαι νικώμενος ὑπὸ τῶν πολλῶν γυναι‐ κῶν: —A | |
sch Hec1170 | περόνας: —MgAg τὸ ἑξῆς· ἐμῶν ὀμμάτων τὰς ταλαιπώρους κόρας: —MiBi | |
sch Hec1174 | † ἅπαντ’ ἐρευνῶν: ὥσπερ, φησὶν, ὁ θηρατικὸς ἀνὴρ πάντα περισκοπῶν ἐξακριβοῦται μὴ λάθοι αὐτὸν τὸ θήραμα, οὕτως ἀνηρεύνων κἀγὼ τοὺς τοίχους βάλλων καὶ ἀράσσων καὶ κατασχεῖν ἔσπευ‐ δον τὰς Τρῳάδας γυναῖκας: —A | |
sch Hec1182 | γράφεται ὁ δ’ αὐταῖς ξυντυχών: —Mg | |
sch Hec1183 | † μηδὲν θρασύνου: μὴ θράσος ἐνδείκνυσο καὶ ὡς βάρ‐ βαρος ἐκμαίνου τὰς πάσας ἡμῶν ψέγων· οὐ γὰρ συνετόν. ὁ χορὸς τῶν γυναικῶν ταῦτά φησι πρὸς τὸν Πολυμήστορα κοινῶς τὸ γυναικεῖον ἅπαν φῦλον μεμφόμενον: —A | |
sch Hec1184 | συμμίξας: —MgAgBi | |
sch Hec1185 | ἐπίμεμπτοι, ἐπίψογοι, ὕβρεως ἄξιοι: —MiBi | |
sch Hec1186 | αἱ δὲ καταταττόμεθα μὴ οὖσαι φαῦλαι εἰς ἀριθμὸν τῶν φαύλων: —M | |
sch Hec1187 | † ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε: γνωμικόν. φιλοσοφώ‐ τατα ἄγαν τὰ ῥήματα· οὐκ ἐχρῆν γὰρ, φησὶν, ὑψηλοτέραν εἶναι τὴν γλῶσσαν τῶν πράξεων, ἀλλὰ ταῖς πράξεσι συμφωνεῖν: —A | |
sch Hec1192 | † σοφοὶ μὲν οὖν εἰς’ οἱ τάδ’ ἠκριβωκότες: σοφοὶ μέν εἰσι, φησὶν, οἱ τὸ δίκαιον ἄδικον ποιοῦντες ῥήτορες καὶ τὸ ἄδικον δίκαιον, ἀλλὰ καθὸ τὸ δίκαιον ἄδικον ποιοῦσιν, οὐ διὰ τέλους εἰσὶ σοφοί: —A οἱ δυνάμενοι τὸ δίκαιον σοφίσασθαι ἐν ῥητορικῇ σοφοὶ μέν εἰσιν, | 86 in vol. 1 |
5 | οὐκέτι δὲ καὶ κατὰ τύχην: —MAB ἢ ὡς τῆς ἀληθείας ἐν ὑστέρῳ φαινομένης· ὡς καὶ Ἡσίοδός φησι [opp. 215]· ‘δίκη δ’ ὑπὲρ ὕβριος ἴσχει, εἰς τέλος ἐξελθοῦσα‘: —AB πανοῦργοι: —Mg | |
sch Hec1195 | τὸ πρὸς σέ μοι οὕτως ἔχει ἐν προοιμίοις: —MgBi | |
sch Hec1197 | † ὃς φής: ὃς φὴς τοὺς Ἕλληνας διπλοῦ πόνου ἀπαλλάσσων τὸν ἐμὸν υἱὸν πεφονευκέναι: —AgB γράφεται καὶ φόνον: —Mg | |
sch Hec1199 | πρῶτον γὰρ ἠδίκησαν οἱ Φοίνικες Ἕλληνας ἁρπάσαντες Ἰὼ τὴν Ἰνάχου θυγατέρα τοῦ ποταμοῦ, ὥς φησιν Ἡρόδοτος [Ι 1], Ἕλληνες δὲ ἀντιτιμωρούμενοι τοὺς βαρβάρους ἥρπασαν τὴν Μήδειαν καὶ τὴν Ἡσιόνην, καὶ πάλιν βάρβαροι [Ἑλλήνων] Ἑλένην: —MAB | |
sch Hec1201 | † τίνα δὲ καὶ σπεύδων χάριν: τίνα δὲ καὶ χάριν ποιῶν τοῖς Ἕλλησιν ἐφόνευσας τὸν ἐμὸν παῖδα· ἆρα ὡς κηδεύσων τινὰ ἢ ὡς συγγενὴς ὢν Ἑλλήνων τοῦτο ἐποίησας: —A διὰ τὸ χαρίσασθαι αὐτοῖς: —Mg | |
sch Hec1202 | μέλλων συνάπτεσθαι αὐτοῖς εἰς γένος: —Mg | |
sch Hec1209 | συνεῖχεν ὁ πύργος τὴν πόλιν: —MgBi | |
sch Hec1215 | φανερὰ ἦν ἡ Τροία καιομένη ὑπὸ τῶν πολεμίων: —MgB | |
sch Hec1219 | οὐκ εἶπεν ὁ Πολυμήστωρ περὶ τοῦ χρυσοῦ· ἐπελάθετο οὖν ὁ ποιητὴς ἑαυτοῦ καί ἐστιν ἀκατασκεύαστα ταῦτα: —MAB | |
sch Hec1220 | † Τζέτζης νῦν ἀντὶ τοῦ ἐνδεέσι· πένης γὰρ ὁ χειρῶναξ: —A | |
sch Hec1224 | † καὶ μὴν τρέφων: καὶ σώσας τὸν ἐμὸν παῖδα, ὡς ἐχρῆν, καὶ τρέφων εἶχες ἂν δόξαν ἀγαθήν: —AB | |
sch Hec1226 | † ἀληθεῖς, τουτέστιν· ἐν πειρασμοῖς καὶ ταῖς θλίψεσι φαί‐ νονται οἱ ἀληθεῖς φίλοι· ἡ γὰρ εὐτυχία πάντας φίλους ποιεῖ: —A | |
sch Hec1227 | † τὰ χρηστὰ δ’ αὔθ’ ἕκαστ’ ἔχει φίλους: τὰ χρηστὰ αὐτὰ ἐξ αὐτῶν ἔχει τοὺς φίλους· εἰ δὲ καὶ ἀνατραφέντος τοῦ παιδὸς σὺ μὲν ἐστέρησο χρημάτων, ὁ δὲ παῖς ἐπλούτει, πάντως ἂν ἐκοινώνεις αὐτῷ τοῦ πλούτου τὰ τροφεῖά σοι ἀποτιννύντι: —A | 87 in vol. 1 |
5 | † τὰ γὰρ καλὰ πράγματα ἐξ ἑαυτῶν ἔχει τοὺς φίλους: —B | |
sch Hec1233 | † εἰ τῷδ’ ἀρκέσεις: Ἀγάμεμνον, εἰ τῷδε βοηθήσεις, κακὸς φανῇς· οὔτε γὰρ ὡς ξένον πιστὸν ἢ εὐσεβῆ ἢ δίκαιον αὐτὸν εὖ δράσεις οἷς σε χρὴ εὖ δρᾶν, ἤγουν τοῖς εὐσεβέσι καὶ δικαίοις καὶ πιστοῖς: —A | |
sch Hec1234 | † οὔτ’ εὐσεβῆ γάρ: τὸ ἑξῆς· οὔτε γὰρ εὐσεβῆ οὔτε πιστὸν οὔτε ὅσιον οὔτε δίκαιον ξένον εὖ δράσεις· τὸ δὲ οἷς ἐχρῆν διὰ μέσου: —AB † οἷς εὔλογόν ἐστι: —Bi | |
sch Hec1235 | † εὖ δράσεις ξένον: ὁ Πολυμήστωρ: —B | |
sch Hec1236 | † αὐτὸν δὲ χαίρειν: τινὲς δὲ ἰάσαντες τὸ ῥητὸν οὕτως ἤκουσαν· σὲ δὲ, Ἀγάμεμνον, εἴπωμεν καταλιπεῖν αὐτὸν τὸν Πολυμήστορα χαίρειν τοῖς κακοῖς τοιοῦτον ὄντα, ἐξ ἤθους νοοῦντες τὸ καταλιπεῖν: —A1 | |
sch Hec1239 | † εὐλόγους καὶ συντόμους ἔχει τὰς ἀπολογίας τὰ ἀληθῆ πράγματα: —A † ἄλλως: τουτέστιν· ὁ ἀγαθόν τι πράξας ἢ κατορθώσας διὰ λόγων καὶ ἔργων δίδωσι τοῖς ἀνθρώποις ἀφορμὰς τῶν πρὸς αὐτὸν ἐπαίνων | |
5 | καλῶς: —A | |
sch Hec1259 | † ἀλλ’ οὐ τάχ’ ἡνίκ’ ἄν σε ποντία νοτίς: εἰπόντος τοῦ Πολυμήστορος πρὸς τὴν Ἑκάβην· χαίρεις ὑβρίζουσά με, ἀποκριθεῖσα εἶπεν ἡ Ἑκάβη· οὐ γὰρ ἐνδέχεταί με χαίρειν με〈τα〉τιμωρουμένην σε. εἶτα ὁ Πολυμήστωρ ἀνταποκριθεὶς ἔφη· ἀλλ’ οὐ τάχ’ ἡνίκ’ ἄν σε | |
5 | ποντί〈α νοτί〉ς, ἤγουν ἀλλ’ οὐ χαρήσῃ τάχα, ὅταν σε ἡ ποντία νοτίς, καὶ ἔστη τοῦ λόγου. οὐ γὰρ ἐπλήρωσε τὸν αὐτοῦ λόγον, καὶ διὰ μέσου φησὶν Ἑκάβη· τί γάρ με ποιήσει ἡ νοτίς· ἆρά με ἀγάγῃ εἰς τὴν Ἑλλη‐ νίδα γῆν. καί φησι Πολυμήστωρ ὡς οὐκ ἔστι τοῦτο, ἀλλ’ οὐ χαρήσῃ, ὅταν σε κρύψῃ ἡ ποντία νοτίς, δηλονότι ἡ θάλασσα, πεσοῦσαν ἐκ καρχη‐ | |
10 | σίων. μυθεύεται γὰρ ὡς εἰς κυνὸς εἶδος μεταβληθεῖσα Ἑκάβη καὶ ἀνελ‐ θοῦσα ἐν τῷ ἀνωτάτῳ τοῦ ἱστοῦ, ἤτοι τοῦ κέρατος, ἔρριψεν αὑτὴν εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη. ταῦτα δὲ προμαντεύεται ὁ Πολυμήστωρ | |
ὡς δὴ λυπήσων αὐτήν. καὶ πάλιν φησὶν Ἑκάβη· παρὰ τίνος ῥιφῶ τυγχά‐ νουσα τούτων τῶν βιαίων ἁλμάτων, καί φησιν ὁ Πολυμήστωρ· αὐτὴ ἐν | 88 in vol. 1 | |
15 | τῷ ποδί σου ἐμβήσῃ, ἤγουν ἔλθῃς, εἰς τὸ ἄκρον τοῦ ἱστοῦ. καὶ πάλιν φησὶν ἡ Ἑκάβη· ἀνέλθω, ἀλλὰ πτερὰ φύσασα ἐν τοῖς νώτοις ἢ ἐν ἄλλῳ τινι τρόπῳ, καί φησι Πολυμήστωρ· οὐχ οὕτως, ἤγουν οὐχὶ πτεροφυήσεις, ἀλλὰ κύων γενήσῃ, πυρσώδη καὶ ἠγριωμένα βλέμματα ἔχουσα οἷα καὶ ὁ κύων: —A | |
sch Hec1261 | καρχήσια τὰ ἄκρα τοῦ ἱστοῦ. † τοῦ κέρατος τῶν πλοίων τῶν κεραταρίων τροχαλίων τοῦ ἱστοῦ: —M | |
sch Hec1263 | κατ’ ἐνίους ἡ Ἑκάβη ἑαυτὴν ἔρριψεν εἰς τὴν θάλασσαν: —MgB | |
sch Hec1264 | ἐπτερωμένοις: —MgBi | |
sch Hec1265 | ὄμματα: —Mg | |
sch Hec1266 | σώματος μεταμόρφωσιν: —Mg | |
sch Hec1267 | οἱ μὲν περὶ τὸ Πάγγαιον εἶναι τὸ μαντεῖόν φασι τοῦ Διο‐ νύσου, οἱ δὲ περὶ τὸν Αἷμον, οὗ εἰσι καὶ Ὀρφέως ἐν σανίσιν ἀναγραφαί, περὶ ὧν φησιν ἐν Ἀλκήστιδι [966]· ‘οὐδέ τι φάρμακον Θρῄσσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψε γῆρυσ‘. ὅτι δὲ καὶ Διόνυσος μάντις, καὶ | |
5 | ἐν Βάκχαις φησὶ [298] ‘μάντις δ’ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον καὶ 〈τὸ〉 μανιῶδες μαντικὴν πολλὴν ἔχει‘: —MAB | |
sch Hec1270 | θανοῦσα δ’ ἐνθάδε ἐκπλήσω βίον ἢ ζῶσα ἐκπλήσω τὸν βίον, ὅ ἐστιν· ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου μοι βίου προκόψω: —MB † θανοῦσα δ’ ἢ ζῶσα: μετὰ θάνατον δὲ ἀμειφθήσομαι εἰς κύνα, ἢ ζῶσα ἐν τοιούτῳ εἴδει κυνείῳ τὸν ἐπικεκλωσμένον μοι χρόνον τῆς | |
5 | ζωῆς ἐξανύσω καὶ ἐπιζήσομαι, ὅ ἐστι· μετὰ θάνατον ἐξαλλαγήσομαι καὶ ἀμειφθήσομαι εἰς κύνειον εἶδος ἢ ζῶσα ὥστε τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς μου κύων οὖσα ἐπιζῆσαι: —A1 † ἄλλως: τοῦτο ὅσοι πρὸς τὸ κύων γενήσῃ συναρμόττουσιν οὕτως λέγουσι· θανοῦσα δὲ ἐνθάδε, ἤτοι ἐν τῷ τοιούτῳ κυνείῳ εἴδει, | |
10 | ἀπαλλάξω μου τὴν ζωὴν ἢ ζῶσα πάλιν μεταστραφήσομαι εἰς εἶδος ἀν‐ | |
θρώπου, ἔξωθεν ὑπακούοντες τὸ μεταλλαχθήσομαι εἰς εἶδος ἀνθρώπειον, ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον ὅτι κύων ἀποθανοῦμαι ἢ πάλιν ἄνθρωπος γενήσομαι. ὅσοι δὲ πρὸς τὸ ἡνίκ’ ἄν σε [ἡ] ποντία νοτὶς κρύψῃ, πάλιν οὕτως εἶπον ὅτι ἐνθάδε τεθνήξομαι, ἤτοι πεσοῦσα εἰς θάλασσαν | 89 in vol. 1 | |
15 | ἐκεῖ ἀποθανοῦμαι, ἢ ζῶσα πάλιν τὸν εἱμαρμένον μου βίον ἐκπλη‐ ρώσω: —A1 † θανοῦσα δ’ ἢ ζῶσα: ὁ νοῦς τοιοῦτός ἐστι τοῦ ῥητοῦ· θανοῦσα, ἤγουν πρὸ τῆς εἰμαρμένης τελευτήσω, ἢ ζῶσα, ἤτοι πληρώσασα τὰ δεδο‐ μένα μοι ἔτη παρὰ τῆς μοίρας τότε θάνω. καί φησι Πολυμήστωρ ὡς | |
20 | θανοῦσα, ἤγουν πρὸ τῆς εἱμαρμένης θανοῦσα, πληρώσεις τὸν βίον: —A | |
sch Hec1271 | † τύμβῳ δ’ ὄνομα σὸν κεκλήσεται: ὁ τάφος σου, φησὶν, τὸ σὸν ὄνομα εἰς κλῆσιν λάβῃ. πάντες γὰρ κυνὸς τάφον αὐτὸν καλοῦσι, καὶ Ἀσκληπιάδης φησὶν ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα: —A | |
sch Hec1272 | † μορφῆς ἐπῳδόν: ἀντὶ τοῦ ἐπώνυμον τῆς ἐμῆς μορφῆς κληθήσεται τὸ σῆμα ἧς ἔχω νῦν, ἢ τί ἕτερον εἴπῃς. καί φησι Πολυ‐ μήστωρ· οὐ τάφος Ἑκάβης κληθήσεται, ἀλλὰ κυνὸς σημεῖον τοῖς ναύταις ἐπίδηλον· ὅταν γὰρ ἀπέλθωσιν εἰς ἐκεῖνον τὸν τόπον οἱ ναῦται ἔνθα | |
5 | ἐστὶν ὁ τῆς Ἑκάβης τάφος, τότε γινώσκουσιν ὡς εἰς ξηράν εἰσιν: —A ἐπώνυμον: —Mg | |
sch Hec1273 | κυνὸς ταλαίνης: περὶ τοῦ κυνὸς σήματος καὶ Ἀσκληπιάδης φησὶν ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα: —B | |
sch Hec1276 | σοὶ δὲ εἴη ταῦτα γενέσθαι ἅπερ ἐμοὶ μαντεύῃ: —MgAB | |
sch Hec1278 | μὴ ἔλθοι εἰς τοσοῦτον μανίας ἡ Τυνδάρεω παῖς: —Mg | |
sch Hec1279 | πρὸς τὸν Ἀγαμέμνονα ὁ λόγος, ἀντὶ τοῦ· καὶ σὲ, ὦ Ἀγά‐ μεμνον: —Mg οἱ νεώτεροι μὴ νοήσαντες τὸ παρ’ Ὁμήρῳ [δ 535] ‘δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ‘ ἀντὶ τοῦ· ὃν ἔδει μετὰ τοὺς πόνους | |
5 | ἀπολαύσεως τυχεῖν, τοῦτον ὡς βοῦν ἀπέκτεινεν ἡ Κλυταιμνήστρα, προσέ‐ θηκαν ὅτι καὶ πελέκει ἀνῃρέθη. διὸ σημειωτέον ἐνταῦθα τὸ καὐτὸν τοῦτον πέλεκυν ἐξάρας’ ἄνω: —MAB | |
sch Hec1281 | † ἐπειδὴ ἐνδύσασα αὐτὸν τὸ ἱμάτιον τὸ μὴ ἔχον πέρας ζέμα | |
αὐτῷ κατέχεεν ἡ Κλυταιμνήστρα: —AB | 90 in vol. 1 | |
sch Hec1283 | οὐ καθέξετε τὸ στόμα αὐτοῦ: —MiBi | |
sch Hec1284 | γράφεται καὶ πιέζετ’, ὡς πιεζόντων αὐτοῦ τῶν οἰκετῶν τὸ στόμα: —MiBi | |
sch Hec1285 | ἐξορίσετε εἰς νήσους ἐρήμους: —Mi | |
sch Hec1286 | παρρησιάζεται: —Mg | |
sch Hec1287 | τοὺς δύο: —Mg | |
sch Hec1288 | † ταῦτά φησιν ὁ Ἀγαμέμνων πρὸς τὰς ἑτέρας Τρῳάδας γυναῖκας: —A καλῶς καὶ † νηπτικῶς καὶ εὐκατασκευάστως πρὸς τὸν χορὸν ταῦτά φησιν, ἵνα εὐπροσώπως ἀναχωρήσῃ: —MABi | |
sch Hec1289 | ὁρῶ τὰ πνεύματα ἐπιτήδεια πρὸς πλοῦν ὄντα: —MgAB | |
sch Hec1291 | καλῶς ἐπεύχεται, ἐπειδὴ ἄτοπα παρὰ τοῦ Πολυμήστορος ἤκουσεν: —MAB | |
sch Hec1293 | πρὸς ἑαυτὰς ταῦτά φασιν αἱ ἀπὸ τοῦ χοροῦ: —MgABi | 91 in vol. 1 |
arg Or1(t) | ΥΠΟΘΕΣΙΣ ΟΡΕΣΤΟΥ | |
1 | Ὀρέστης τὸν φόνον τοῦ πατρὸς μεταπορευόμενος ἀνεῖλεν Αἴγισθον καὶ Κλυταιμνήστραν· μητροκτονῆσαι δὲ τολμήσας παραχρῆμα τὴν δίκην ἔδωκεν ἐμμανὴς γενόμενος. Τυνδάρεω δὲ τοῦ πατρὸς τῆς ἀνῃρημένης κατηγορήσαντος κατ’ αὐτοῦ ἔμελλον κοινὴν Ἀργεῖοι ψῆφον ἐκφέρεσθαι | |
5 | περὶ τοῦ παθεῖν τὸν ἀσεβήσαντα. κατὰ τύχην δὲ Μενέλαος ἐκ τῆς πλάνης ὑποστρέψας νυκτὸς μὲν Ἑλένην εἰσαπέστειλε, μεθ’ ἡμέραν δὲ αὐτὸς ἦλθε. καὶ παρακαλούμενος ὑπὸ Ὀρέστου βοηθῆσαι αὐτῷ ἀντι‐ λέγοντα Τυνδάρεων μᾶλλον ηὐλαβήθη. λεχθέντων δὲ λόγων ἐν τοῖς ὄχλοις ἐπηνέχθη τὸ πλῆθος ἀποκτείνειν Ὀρέστην. ** ἐπαγγειλάμενος | |
10 | αὑτὸν ἐκ τοῦ βίου προΐεσθαι· συνὼν δὲ τούτοις ὁ Πυλάδης ὁ φίλος αὐτοῦ συνεβούλευσε πρῶτον Μενελάου τιμωρίαν λαβεῖν Ἑλένην ἀποκτεί‐ ναντας. αὐτοὶ μὲν οὖν ἐπὶ τούτοις ἐλθόντες διεψεύσθησαν τῆς ἐλπίδος θεῶν τὴν Ἑλένην ἁρπασάντων· Ἠλέκτρα δὲ Ἑρμιόνην ἐπιφανεῖσαν ἔδωκεν εἰς χεῖρας αὐτοῖς, οἱ δὲ ταύτην φονεύειν ἔμελλον. ἐπιφανεὶς δὲ | |
15 | Μενέλαος καὶ βλέπων ἑαυτὸν ἅμα γυναικὸς καὶ τέκνου στερούμενον ὑπ’ αὐτῶν ἐπεβάλετο τὰ βασίλεια πορθεῖν. οἱ δὲ φθάσαντες ὑφάψειν ἠπεί‐ λησαν. ἐπιφανεὶς δὲ Ἀπόλλων Ἑλένην μὲν ἔφησεν εἰς θεοὺς διακομί‐ ζειν, Ὀρέστῃ δὲ Ἑρμιόνην ἐπέταξε λαβεῖν, Πυλάδῃ δὲ Ἠλέκτραν συνοι‐ | |
κίσαι, καθαρθέντι δὲ τὸν φόνον Ἄργους ἄρχειν: —MAB | 92 in vol. 1 | |
20 | Ἀριστοφάνους: Ὀρέστης διὰ τὴν τῆς μητρὸς σφαγὴν ἅμα καὶ ὑπὸ τῶν Ἐρινύων δειματούμενος καὶ ὑπὸ τῶν Ἀργείων κατακριθεὶς θανάτῳ, μέλλων φονεύειν Ἑλένην καὶ Ἑρμιόνην ἀνθ’ ὧν Μενέλαος παρὼν οὐκ ἐβοή‐ θησε, διεκωλύθη ὑπὸ Ἀπόλλωνος. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιία. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Ἄργει· ὁ δὲ χορὸς συν‐ | |
25 | έστηκεν ἐκ γυναικῶν Ἀργείων ἡλικιωτίδων Ἠλέκτρας, αἳ καὶ παραγί‐ νονται ὑπὲρ τῆς τοῦ Ὀρέστου πυνθανόμεναι συμφορᾶς. προλογίζει δὲ Ἠλέκτρα. τὸ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν. ἡ δὲ διασκευὴ τοῦ δράματός ἐστι τοιαύτη· πρὸς τὰ τοῦ Ἀγαμέμνονος βασίλεια ὑπόκειται | |
30 | Ὀρέστης κάμνων καὶ κείμενος ὑπὸ μανίας ἐπὶ κλινιδίου, ᾧ προσκαθέ‐ ζεται πρὸς τοῖς ποσὶν Ἠλέκτρα. διαπορεῖται δὲ τί δήποτε οὐ πρὸς τῇ κεφαλῇ καθέζεται· οὕτως δὲ μᾶλλον ἐδόκει 〈ἂν〉 τὸν ἀδελφὸν τημελεῖν πλησιαίτερον [οὕτως] προσκαθεζομένη. ἔοικεν οὖν διὰ τὸν χορὸν ὁ ποιητὴς 〈οὕτωσ〉 διασκευάσαι. διηγέρθη γὰρ ἂν Ὀρέστης ἄρτι καὶ μόγις | |
35 | καταδαρθεὶς πλησιαίτερον αὐτῷ τῶν κατὰ τὸν χορὸν γυναικῶν παριστα‐ μένων. ἔστι δὲ ὑπονοῆσαι τοῦτο ἐξ ὧν φησιν Ἠλέκτρα [140]· σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης. πιθανὸν οὖν ταύτην εἶναι τὴν πρό‐ φασιν τῆς τοιαύτης διαθέσεως. τὸ δρᾶμα τῶν ἐπὶ σκηνῆς εὐδοκιμούντων, χείριστον δὲ τοῖς ἤθεσι. | |
40 | πλὴν γὰρ Πυλάδου πάντες φαῦλοι ἦσαν: —MAB | 93 in vol. 1 |
sch Ort | ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ | |
sch Or1 | † οὐκ ἔστιν 〈οὐδὲν〉 δεινόν: τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν. καὶ πάθος μὲν λέγεται τὰ νοσή‐ ματα, συμφορὰ δὲ αἱ τοῦ βίου δυστυχίαι καὶ περιπέτειαι: —A οὔτε ἀκοῇ οὔτε θέᾳ ἔστιν οὕτω δεινὸν ὅπερ οὐχ ὑφίσταται τῶν ἀν‐ | |
5 | θρώπων ἡ φύσις. τοῦτο δέ φησι παρόσον ἔκτοπον καὶ ἀλλόκοτον ὑπέστη τιμωρίαν ὁ Τάνταλος· ἢ διὰ τὰς τοῦ γένους συμφοράς· ἢ δι’ ἑαυτὴν ὡς ὅτι τλημόνως συνυποφέρει τῷ ἀδελφῷ τὴν τύχην· ἢ διὰ τὸν Ὀρέστην: — MTAB † ἄλλως: ὧδ’ εἰπεῖν ἔπος: ἤγουν ὡς ἐν συντόμῳ λόγῳ εἰπεῖν, | |
10 | οὐκ ἔστι τι δεινὸν, οὔτε πάθος οὔτε συμφορὰ, ἧς οὐκ ἂν τὸ βάρος ἡ τῶν βροτῶν φύσις ὑπενέγκοιτο: —AB | |
sch Or2 | οὐδὲ πάθος οὐδὲ συμφοράν: διὰ τί εἰρηκὼς ἔπος καὶ πάθος πρὸς τὸ θηλυκὸν τὰ ἑξῆς συνέταξε φάσκων ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος. φαμὲν οὖν ὅτι προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκὸν καὶ διὰ τοῦτο πρὸς | |
αὐτὸ ἐποίησε τὴν σύνταξιν: —MTA | 94 in vol. 1 | |
5 | οὐδὲ συμφορὰν θεήλατον· γράφουσί τινες οὐδὲ συμφορὰ θεήλατος, ἀγνοοῦντες δέ· ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ οὐκ ἔστιν 〈εἰπεῖν〉: —MTA † θεήλατος: θεόθεν ἐπερχομένη: —A † κατασκευὴν ποιούμενος ὁ ποιητὴς τῆς ἰδίας προτάσεως τῆς ὅτι | |
10 | πάντα φέρει τὰ δεινὰ ἡ ἀνθρωπότης, ἐπιφέρει ὅτι καὶ αὐτοὶ οἱ μακάριοι καὶ ὄλβιοι δόξαντες ἄνθρωποι οὐκ ἄμοιροι συμφορῶν καὶ παθῶν γεγό‐ νασιν· ἐξ ἑνὸς δὲ τοῦ Ταντάλου καὶ τοὺς ἄλλους παραδηλοῖ. τὸν Τάν‐ ταλον δὲ καὶ οὐκ ἄλλον τῇ ὑποθέσει προσείληφε διὰ τὸ ἐξ ἐκείνου τοῦ γένους καὶ τὸν Ὀρέστην κατάγεσθαι: —A | |
sch Or4 | ὁ γὰρ μακάριος: μακάριον γὰρ αὐτὸν καλῶ καὶ οὐ δυστυχῆ, ἵνα μὴ ὀνειδίσω αὐτῷ: —MTAB ἄλλως: ὁ ποτὲ μακάριος. οὐ γὰρ ὀνειδίσουσά φησιν, ἀλλὰ βουλο‐ μένη παραστῆσαι ὅτι πάντα τὰ δεινὰ ὑφίστανται οἱ ἄνθρωποι. καὶ | |
5 | Ὅμηρος [Ω 49]· ‘τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισι‘: —MTAB † οὐκ ὀνειδίζω τύχας ἡ Ἠλέκτρα προσέθετο, ἵνα δείξῃ ὅτι οὐχὶ ὀνείδη τῷ πάππῳ προφέρουσα ταῦτα λέγει, ἀλλ’ ἵνα τῆς ἀνθρωπείας φύσεως ἐκ τῆς ἐνδοξότητος τούτου ἀποδείξῃ τὸ εὐτελὲς καὶ ὅτι πᾶς ἄνθρωπος πάθεσι καὶ συμφοραῖς ὑπόκειται: —A | |
10 | Διὸς πεφυκώς: Τμώλου καὶ Πλουτοῦς υἱὸς ὁ Τάνταλος, Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη, Πέλοπος δὲ καὶ Ἱπποδα‐ μείας Ἀτρεὺς, Θυέστης, Δίας, Κυνόσουρος, Κόρινθος, Ἵππαλκμος, Ἵπ‐ πασος, Κλεωνὸς, Ἀργεῖος, Ἀλκάθους, Ἕλειος, Πιτθεὺς, Τροιζὴν, Νικίππη, Λυσιδίκη καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος. τούτῳ φθονοῦντες οἱ | |
15 | Πελοπίδαι ὡς προκρινομένῳ παρὰ τοῦ πατρὸς ἀναπείθουσιν ἅμα τῇ μητρὶ τοὺς πρεσβυτάτους Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα. οἱ δὲ ἀπο‐ κτείναντες εἰς φρέαρ ἐνέβαλον. ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει ἐκ τῆς πατρίδος ἐπαρασάμενος. τούτων ἄλλοι μὲν ἄλλῃ ᾤκη‐ σαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐν τῇ Τριφυλίᾳ κατῴκησαν ἐν Μακέστῳ. | 95 in vol. 1 |
20 | καὶ Ἀτρεὺς μὲν Κλεόλαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένη τὸ σῶμα ἀσθενῆ, ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν. νέος δὲ τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας. Θυέστης δὲ λαβὼν Λαοδάμειαν ἔσχεν Ὀρχομενὸν, Ἀγλαὸν, Καλαόν. τῶν δὲ Ἡρακλειδῶν κατασχόντων Πελοπόννησον ἔχρησεν ὁ | |
25 | θεὸς αὐτοὺς μὲν ἀποστῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦ‐ σαι: —MTAB ὡς λέγουσι: καλῶς τὸ ὡς λέγουσι· οὐ γὰρ πείθομαι τὸν Δία τοὺς ἰδίους παῖδας οὕτως αἰκίζεσθαι: —MTAB ἄλλως: οὐκ ἐνδοιάζουσά φησιν εἰ παῖς ἦν τοῦ Διὸς ὁ Τάνταλος, | |
30 | ἀλλ’ ὀνειδίζουσα τῷ δαίμονι ὅτι τοὺς ἰδίους ἐκγόνους τοσοῦτον ἐν ταῖς δυσδαιμονίαις παρορᾷ: — | |
sch Or6 | ὑπερκείμενον: —Mg | |
sch Or7 | ἀέρι ποτᾶται: ἐπεὶ διὰ γλωσσαλγίας ἥμαρτεν ὁ Τάνταλος, σιωπῇ αὐτὸν κολάζει ὁ Ζεύς. οὔτε γὰρ ἐν οὐρανῷ αὐτὸν τιμωρεῖται, ἵνα μὴ συνδιαλέγηται θεοῖς ἢ λαλούντων ἀκούῃ, οὔτε ἐπὶ γῆς, ὅπως μὴ | |
ἐξείποι τοῖς ἀνθρώποις ἅτινα εἶδεν ἐν οὐρανῷ, οὔτε καθ’ Ἅιδου, ὡς | 96 in vol. 1 | |
5 | μὴ καὶ ἄλλους ὁρῶν κολαζομένους ἁμαρτωλοὺς παραμυθοῖτο, ἀλλ’ ἐν ἀέρι μετέωρον, ὅπως μηδενὶ προσφθεγγόμενος μᾶλλον ἀνιῷτο: —MTAB | |
sch Or8 | οὐκ ἀπέδωκε τῷ μέν τὸν δέ: —Mg | |
sch Or9 | ἀξίωμ’ ἔχων ἴσον: παρὰ τὸ ‘δαιτὸς ἐίσησ‘: —M | |
sch Or10 | ἀκόλαστον: ἐπὶ ἀκολάστῳ τινὶ λόγῳ φασὶν αὐτὸν κολάζεσθαι. εἰ γὰρ μετέδωκε τῆς ἀμβροσίας κατὰ τὸν Πίνδαρον [Ol. I 62 sq.] τοῖς βροτοῖς, μᾶλλον ἂν τῆς φιλανθρωπίας παρὰ θεῶν ἐθαυμάζετο: —MTAB τὴν γλωσσαλγίαν φησὶν αἰσχίστην νόσον, ὅτι πορνεία μὲν καὶ γαστρι‐ | |
5 | μαργία καὶ τὰ λοιπὰ πάθη σὺν τῇ βλάβῃ ἔχουσί τι καὶ τερπνὸν, ἡ δὲ γλωσσαλγία καὶ τούτου ἐστέρηται, καὶ ὅτι τὰ μὲν ἄλλα πάθη τὸν χρώ‐ μενον βλάπτει, αὕτη δὲ καὶ κατὰ τοῦ θείου ὁπλίζεται: —MTAB | |
sch Or11 | ἐξ Εὐρυθεμίστης τῆς Ξάνθου· ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς ἱστορεῖ Φερεκύδης [frg. 93] ἐν ι· ὡς δὲ ἱστορεῖ * ἐξ Εὐρυανάσσης τῆς Πακτωλοῦ: —MTB ἀντὶ τοῦ γεννᾷ, μεταφορικῶς ἀπὸ τῶν δένδρων: —Mg | |
sch Or12 | στέμματα: τὸν τῆς ἀρχῆς στέφανον. Αἰσχίνης γὰρ στέμματα τὰ ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας· ἐξ ὧν γίνονται οἱ στέ‐ φανοι τῶν βασιλέων. ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχο‐ μένη. ὁ νοῦς· ἡ τῷ Ἀτρεῖ τὴν βασιλείαν περιποιησαμένη θεὰ πόλεμον | |
5 | καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε. γράφεται καὶ Ἔρις, ἵν’ ᾖ· ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ. οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν ἢ τὰς Μοίρας. Ὅμηρος γοῦν φησι [α 17]· | |
‘τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι‘: —MTAB † ᾧ στέμματα ξήνασα: τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν | 97 in vol. 1 | |
10 | μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς. δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς πρωτοτόκῳ, ταύτην ἡ Μοῖρα τῷ δευτέρῳ, Ἀτρεῖ, περιεποιήσατο. ἐκεῖνον μὲν γὰρ ἡ φύσις ἐκάλει πρὸς τὴν ἀρχήν, τοῦτον δὲ ἡ πονηρία καὶ ἐπιτέχνησις | |
15 | εἰς τὸ κράτος ἀνήγαγε. ταύτην γὰρ τὴν πονηρίαν καὶ ἐπιτέχνησιν Μοῖραν ἐμυθεύσαντο οἱ σοφοί· μόρος γὰρ λέγεται ἡ κακοπάθεια καὶ μορεῖν τὸ κακοπαθεῖν· ὅθεν προσλήψει τοῦ ἰῶτα μοῖρα· ἡ γὰρ πονηρία μετὰ πλεί‐ στης κακοπαθείας καὶ μόχθου νικᾷ τὴν εὐθύτητα. διὰ τοῦτο καὶ λέγεται ἡ Μοῖρα κλώθουσα καὶ ξαίνουσα: —A | |
sch Or13 | ἀντὶ τοῦ τὴν αἰτίαν τῆς φιλονεικίας αὐτῶν: —Mg ἀντὶ τοῦ πρὸς Θυέστην ὄντα σύγγονον θέσθαι: —MgAg | |
sch Or14 | † τί τἄρρητα: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης | |
5 | τῆς Ἠλέκτρας ἐκλαληθῆναί φησιν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ, ἤγουν τί με δεῖ τὰ μὴ ἐνδεχόμενα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι [χρεών]. ἤτοι ἀπαριθμήσασθαι, ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκ‐ θεῖναι: —A | |
10 | διὰ τοῦ ἀναμετρήσασθαι τὸ πλῆθος τῶν κακῶν ἐσήμηνεν. ἢ οὖν ὡς πολλὰ, ἢ ὡς ἄτοπα παραπέμπεται. ἢ ὡς παρθένος παραι‐ τεῖται λέγειν διὰ τὴν μοιχείαν Θυέστου, ἢ τὴν ἄθεσμον Αἰγίσθου γονήν. ἐκ γὰρ Πελοπίας τῆς θυγατρὸς ἐποίησεν αὐτὸν Θυέστης: —MTAB | |
sch Or15 | ἐδείπνησεν: —Mg μετὰ τὸ ψωμισθῆναι τὰ τέκνα τῷ Θυέστῃ ἐχρήσθη ἐν τῇ Πυθοῖ ἐρωτῶντι, πῶς τιμωρήσεται τὸν ἀδελφόν, μιγῆναι τῇ θυγατρὶ Πελοπίᾳ καὶ τὸν ἐξ αὐτῆς γενόμενον δεινὰ κατεργάσεσθαι τοὺς Ἀτρείδας: —MTAB | 98 in vol. 1 |
5 | ἐπειδὴ κακῆς πράξεως ὑπεμνήσθη, διὰ τοῦτο οὐκ εἶπεν ὁ πάππος ὁ ἐμός, ἀλλ’ ὁ Ἀτρεύς: —MgTAg | |
sch Or16 | πάλιν τὴν μοιχείαν Ἀερόπης αἰνίττεται ἢ τὴν γονὴν ** Πλεισθένους ὃν ἀνείλε〈το〉 Θυέστης: —MiT | |
sch Or18 | Μενέλεως τε Κρήσσης: οὐ γὰρ ἂν Ἑλληνὶς γυνὴ τοιαῦτα ἔπραξε. τοῦτο οὖν προσέθηκεν ἐλευθερῶν μὲν τὰς Ἑλληνίδας, κωμῳδῶν δὲ τὰς Κρήσσας: —MMiTA | |
sch Or19 | † στυγουμένην: οὐχ ὡς μισουμένην παρὰ θεῶν προφανῶς ἡ Ἠλέκτρα εἶπεν, ἀλλ’ ὡς ἐν εὐχῆς τρόπῳ καὶ ὡς ἐὰν οὕτως εἶπεν· ἣν μισήσειαν οἱ θεοί: —A | |
sch Or21 | ἐπίσημον: τὸ ἐπίσημον ἐπὶ σωφροσύνῃ ἔφη, ὡς Ὅμηρος [γ 265]· ‘ἡ δή τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς δῖα Κλυταιμνή‐ στρη· φρεσὶ γὰρ κέχρητ’ ἀγαθῇσιν‘. ἢ οὖν πρὸ τούτου ἐπίσημον ἢ νῦν ἐπὶ μοιχείᾳ ἐπίσημον: —MiTAB | |
sch Or22 | ᾧ παρθένοι μὲν τρεῖς: Ὅμηρος [Ι 145]· ‘Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα‘. οὗτος Ἰφιγένειαν τὴν Ἰφιάνασσαν καλεῖ, Ἠλέκ‐ | |
τραν δὲ τὴν Λαοδίκην διὰ τὸ πολυχρόνιον ἴσως τῆς παρθενίας οἷον ἄλεκτρός τις οὖσα ὡς αὐτός φησιν [72]· ‘[ὦ] παρθένε μακρὸν δὴ μῆκος | 99 in vol. 1 | |
5 | Ἠλέκτρα χρόνου‘: —MiTAB | |
sch Or24 | τὸ ἄρσην Ὁμηρικῶς, ὡς τὸ [α 1] ‘ἄνδρα μοι ἔννεπε Μοῦσα‘: — MiAg | |
sch Or25 | ἀπείρῳ περιβαλοῦς’ ὑφάσματι: ἡ γὰρ Κλυταιμνήστρα χιτῶνα ὕφανεν οὔτε ταῖς χερσὶν οὔτε τῇ κεφαλῇ ἔκδυσιν ἔχοντα, ὅπως μὴ Ἀγαμέμνων ἀμύνασθαι δύναιτο τοὺς φονεύοντας: —MiTAB καὶ ἄλλως: ἀντὶ τοῦ χιτῶνι. ἄπειρον ὃ οὐκ ἦν περᾶσαι | |
5 | χερσὶν ἢ κεφαλῇ, ὥσπερ ἄπειρον δίκτυόν φασιν. καλῶς δὲ τὸ πό‐ σιν· εἰ γὰρ εἶπε τὸν ἐμὸν πατέρα, δι’ ἑαυτὴν ἐδόκει ἂν κατηγορεῖν τῆς μητρός. Αἰσχύλος δέ φησιν [fr. 365]· ‘ἀμήχανον τέχνημα καὶ δυσέκδυτον‘: —MiTAB | |
sch Or28 | Φοίβου δ’ ἀδικίαν μέν: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ Ἀπόλλωνος καὶ δι’ ὧν ἐδόκει μὴ κατὰ τοῦ Ἀπόλλωνος λέγειν, διὰ τούτων ἐλέγχεται αὐτοῦ κατηγοροῦσα: —MiTAB | |
5 | τί δεῖ κατηγορεῖν: τὸ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ ἄδικος μὲν, ὅμως πείθει Ὀρέστην ἀποκτεῖναι τὴν μητέρα: —MiTAB | |
sch Or30 | οἱ μὲν γὰρ ἐπῄνουν αὐτόν, οἱ δὲ οὔ. διὸ τὸ πρὸς οὐχ ἅπαν‐ τας εἶπεν: —MiTAAgB εὐκλείαν φέρον: ἐκτατέον τὸ α τοῦ εὐκλεία. Ἀττικῶς, ἀντὶ | |
τοῦ εὐκλείαν φέροντος, τοῦ κτεῖναι δηλονότι: —MiTAg | 100 in vol. 1 | |
sch Or32 | οἷα δὴ γυνὴ φόνου: ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου· οὐ γὰρ κεκοινώνηκε τοῦ φόνου Ἠλέκτρα, ὡς Ὀρέστης φησί [284]· ‘σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ ἐμοί‘: —MTAB ἄλλως: ζητεῖται, τί δήποτε ἀνωτέρω παρθένον ἑαυτὴν εἰρηκυῖα, | |
5 | ὅπου φησὶν [26]· ‘ὧν δ’ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν‘. ἐνταῦθα γυ‐ ναῖκα ἑαυτὴν λέγει. λεκτέον δὲ ὅτι οἷα δὴ γυνή πρὸς τὸ θηλυκὸν γένος σκοπουμένη, ὡς οὐδὲν μὲν ἔπραξεν, ἀλλὰ τοσοῦτον ὅσον ἂν γυνή τις ἐργάσαιτο: —MTAB ἄλλως: ὡς γυνὴ, συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ | |
10 | πατρός. οὐ γὰρ αὐτόχειρ γέγονε τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησε κατ’ αὐτῆς τὸν ἀδελφόν. τάχα δὲ διὰ τοῦ οἷα δὴ γυνή παρονειδίζει τῇ μητρί· ἐκείνη γὰρ αὐτόχειρ γέγονε τοῦ Ἀγαμέμνονος οὐ κατὰ γυ‐ ναῖκα: —MTAB | |
sch Or33 | Πυλάδης θ’: Φώκου παῖδες Κρῖσος καὶ Πανοπεύς. τούτων ὁ Κρῖσος ἔκτισε τὴν νῦν Κίρραν, τότε Κρῖσαν καλουμένην, καὶ παῖς αὐτῷ ἐξ Ἀντιφατείας τῆς Ναυβόλου Στρόφιος ἐγένετο, οὗ Ἀστυδάμεια καὶ Πυλάδης ἐκ Κυδραγόρας τῆς ἀδελφῆς Ἀγαμέμνονος: —MTAB | |
sch Or34 | συγκολληθείς: —Mg | |
sch Or35 | παρὰ μὲν τῷ ποιητῇ τλήμων ὁ ὑπομονητικός, παρὰ δὲ τοῖς τραγικοῖς τλήμων ὁ δυστυχής: —MiTA | |
sch Or36 | τροχηλατεῖ: κατεπείγει· τρόχος γὰρ ὁ δρόμος. οἷον μετὰ | |
τροχοῦ καὶ ἁρμάτων ἐλαύνει: —MTAB | 101 in vol. 1 | |
sch Or37 | ὀνομάζειν γὰρ αἰδοῦμαι θεάς: τὰς Ἐρινῦς. οὐκ ὀνομά‐ ζουσι δὲ, ἀλλ’ εὐφημιζόμενοι σεμνὰς θεὰς ἢ Εὐμενίδας καλοῦσιν. ὀνό‐ ματα δὲ τῶν Ἐρινύων Τισιφόνη Μέγαιρα Ἀλληκτώ: —MTAB | |
sch Or39 | φησὶν Ὅμηρος [γ 309]· ‘ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀρ‐ γείοισιν· αὐτῆμαρ δέ οἱ ἦλθε‘: —MTAB | |
sch Or40 | καθήγνισται δέμας: καθωσίωται. κέκαυται. ἁγνείαν γὰρ ἐκάλεσε τὴν διὰ πυρὸς φθορὰν τοῦ σώματος: —MTAB ἄλλως: κεκάθαρται· πάντα γὰρ καθαίρει τὸ πῦρ: —MTAB ἄλλως: ἁγνὰ γὰρ δοκεῖ εἶναι τὰ καιόμενα, τὰ δὲ ἄταφα μεμια‐ | |
5 | σμένα: —MTAB | |
sch Or41 | ὧν οὖτε σῖτα: ἀφ’ ὧν ἢ δι’ ὧν, ἓξ ἡμερῶν, οὐκ ἔφαγεν. ἐμφαίνει δὲ ὡς προσηνέχθη μὲν τῷ στόματι αὐτοῦ τροφὴ, ἀλλὰ κατα‐ πιεῖν οὐκ ἠδύνατο: —MTAB † .... 〈δέ〉ρην ὠνόμασεν ἀπὸ τοῦ περιέχοντος δηλῶν τὸ περιεχό‐ | |
5 | μενον: —A | |
sch Or43 | κουφισθῇ νόσου: ἀκόλουθον τῷ [3] ἄραιτ’ ἄχθος τὸ κουφισθῇ νόσου: —MT | |
sch Or44 | ἔμφρων δακρύει: ἀντὶ τοῦ ἔμφρων γενόμενος. ἄμεινον δὲ ὑφ’ ἕν· ἔμφρων δακρύει: —MT | |
sch Or45 | ὁ ἄποθεν τοῦ ζυγοῦ, ὅ ἐστιν ἀδάμαστος: —MiAg | |
sch Or46 | ἔδοξε δ’ Ἄργει: φανερὸν ὅτι ἐν Ἄργει ἡ σκηνὴ τοῦ δρά‐ ματος ὑπόκειται. Ὅμηρος δὲ ἐν Μυκήναις φησὶ τὰ βασίλεια Ἀγαμέμ‐ νονος, Στησίχορος [frg. 39] δὲ καὶ Σιμωνίδης [frg. 207] ἐν Λακεδαί‐ μονι: —MTAB | |
sch Or47 | μὴ πυρὶ δέχεσθαι: τὸ ἑξῆς· μήθ’ ἡμᾶς στέγαις δέχεσθαι. | |
πρὸς δὲ τὸ πῦρ οὐδὲν ἀνταπέδωκεν. ἔξωθεν οὖν ἀκουστέον τὸ ἐναύειν, καί ἐστι σχῆμα Ἀττικὸν, μὴ πυρὶ ἐναύειν, ἀντὶ τοῦ μήτι πυρὸς ἐναύειν. οὐ γὰρ τὸ δέχεσθαι πρὸς τὸ πῦρ ληπτέον: —MTAB | 102 in vol. 1 | |
sch Or50 | τὸ νώ δυικῶς, ὅ ἐστιν· ἡμεῖς οἱ δύο: —Mg | |
sch Or51 | ἢ φάσγανον θήξαντ’: δυικῶς τὸ θήξαντε: —MT κέκριται, φησὶν, ἡμᾶς τελευτῆσαι· πότερον δὲ λίθοις βληθέντας ἢ ξίφει, σήμερον κρινοῦσιν: —MTAB | |
sch Or54 | λιμένα δὲ Ναυπλίειον: Ναύπλιος Ἀργεῖος ἀνὴρ ναυτικῆς ἔμπειρος λιμένα κατασκευάσας ἀφ’ ἑαυτοῦ ἐκάλεσε Ναυπλίειον. ἦν δὲ υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης. ἢ ὅτι ἐν λιμένι διέτριβεν, ἐκ τούτου ὁμώνυμος αὐτῷ ὁ λιμήν: —MTAB | |
5 | πλάτῃ: τὴν ὁδόν. διαπεπερακὼς ταῖς κώπαις τὸν λιμένα προσ‐ ορμίζεται ταῖς ἀκταῖς. ἀπὸ δὲ τῶν πλατῶν τὰς ναῦς σημαίνει. πλάτη δὲ τὸ πλατὺ τῆς κώπης, ὃ καθίεται εἰς τὴν θάλασσαν: —MTAB | |
sch Or57 | νύκτα μή τις εἰσιδών: οὐκ ὀρθῶς νῦν ποιοῦσί τινες τῶν ὑποκριτῶν πρῲ εἰσπορευομένην τὴν Ἑλένην καὶ τὰ λάφυρα. ῥητῶς γὰρ αὐτὴν νυκτὸς ἀπεστάλθαι φησὶ, τὰ δὲ κατὰ τὸ δρᾶμα ἡμέρᾳ συντελεῖ‐ ται: —MTAB | |
5 | † ἐδεδίει γὰρ ἡ Ἑλένη ἡμέρας ἐπιπολούσης εἰσελθεῖν, ἵνα μὴ ὑπὸ τῶν πατέρων, ὧν κατὰ Ἴλιον οἱ παῖδες ἔπεσον, ἀναιρεθῇ. αὕτη γὰρ τούτου αἰτία καὶ ἑτέρων πολλῶν. διὰ τοῦτο νυκτὸς ἐπικαταλαβούσης εἰσῄει μή † τινα ἔχουσα κατ’ ὄψιν: —A | |
sch Or63 | τίς ἔλιπεν· δηλονότι ὁ Μενέλαος ὅνπερ ἑξῆς ἐπάγει: —MA | |
sch Or71 | ὦ παῖ Κλυταιμνήστρας: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν | |
ὁ Εὐριπίδης. νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι καὶ ἀήθως πάνυ οὔτε ἀσπάζονται ἀλλήλας οὔτε προσφωνοῦσι, καὶ ἡ μὲν Ἑλένη ἔξεισιν ἔχουσα χοὰς καὶ τὸν βόστρυχον ἀποτετμημένον, ἅμα δὲ δυσωπεῖ τὴν | 103 in vol. 1 | |
5 | Ἠλέκτραν καὶ λυπεῖ ὑπομιμνήσκουσα τοῦ ὀνόματος Κλυταιμνήστρας καὶ προτάσσουσα. ἀ〈να〉κολούθως δὲ καὶ τὸ διὰ μέσου. τὸ δὲ ἑξῆς· μακρὸν δὴ μῆκος χρόνου παρθένε, Ἠλέκτρα, ἀντὶ τοῦ· ὦ πολυχρόνιε παρθένε: —MTAB ἄλλως: παρθένε μακρὸν δὴ μῆκος: ὅ ἐστι· πολλῷ χρόνῳ παρ‐ | |
10 | θενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν ὡς αἰτίαν ἐχούσης καὶ διὰ τοῦτο μὴ γαμουμένης. καὶ διὰ τούτου παρεμφαίνει ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον: —MTAB | |
sch Or73 | πῶς ὦ τάλαινα: διὰ τούτου ὠνείδισεν αὐτὴν ὡς μητροφό‐ νου ἀδελφήν. οἱ δὲ τοῖς ἐναγέσι προσφθεγγόμενοι καὶ αὐτοὶ δο‐ κοῦσι μιαίνεσθαι, ὡς καὶ ἐν Ἡρακλεῖ [1219] καὶ Ἰξίονι δέδεικται: —A | |
sch Or76 | εἰς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν: καὶ τοῦτο πανούρ‐ γως· ἀναμάρτητον γὰρ τὸ θεῖον. ἐμφαίνει ὡς καταψευδομένων αὐτῶν τοῦ Ἀπόλλωνος: —MTAB | |
sch Or78 | ἣν ἐπεὶ πρὸς Ἴλιον: ἣν οὐκ εἶδον ἀφ’ οὗ εἰς τὴν Ἴλιον ἔπλευσα· διὰ μέσου γὰρ τὸ ὅπως ἔπλευσα, εἶτα ὥσπερ αἰτίαν λέγουσα τοῦ πλοῦ θεομανεῖ πότμῳ φησὶν, ἀντὶ τοῦ· ὑπὸ εἱμαρμένης μανεῖσα. ἢ μοίρᾳ θεοῦ μανεῖσα: —MTAB | |
5 | ἄλλως: ἣν οὐκ εἶδον ἀφ’ οὗ πρὸς Ἴλιον ἔπλευσα· εἰ δὲ θέλεις γνῶναι πῶς ἔπλευσα, γίνωσκε ὅτι θεομανεῖ πότμῳ. κρύπτει δὲ τὴν μοιχείαν καὶ ὑπὸ δαίμονός τινος βίᾳ ἦχθαι εἰς Τροίαν φησίν: —MTAB λείπει τὸ οὐκ εἶδον: —Mi | |
sch Or80 | ἀπολειφθεῖσα δ’ αἰάζω τύχας: ἄδηλον τίνος ἀπολειφθεῖσα θρηνεῖ, τοῦ [μὴ] ἰδεῖν τὴν Κλυταιμνήστραν ἢ τοῦ γνῶναι τῆς πορνείας τὴν αἰτίαν: —MTABi † ἢ τοῦ καταλαβεῖν ζῶσαν τὴν Κλυταιμνήστραν ἀπολειφθεῖσα 〈ἢ〉 | 104 in vol. 1 |
5 | τοῦ γνῶναι τὸν τρόπον τῆς ἐμῆς φυγῆς: —A | |
sch Or81 | Ἑλένη, τί σοι λέγοιμ’ ἄν: πρὸς πάσας τὰς ὕβρεις ἀντέθηκε τὸ Ἑλένη, ὅθεν καὶ χιάζεται ὁ στίχος· σεσημείωται γὰρ τὸ ὄνομα τῆς Ἑλένης. αἰνίττεται δὲ ὅτι πονηρῶς κερτομεῖ περὶ τούτων πυνθανο‐ μένη ὧν παροῦσα ὁρᾷ: —MTAB | |
sch Or82 | ἐν συμφοραῖσι: τὴν ἀπολογίαν δι’ ἑνὸς ἐδήλωσεν ὀνόματος· καὶ Ὀρέστης γὰρ κρινόμενος εἰς τὴν 〈ἀπὸ〉 τοῦ πατρὸς κατέφυγεν ἀπολο‐ γίαν: —MTAB † τί χρεὼν εἰπεῖν ἅτινα ὁρᾷς. τί δὲ ὁρᾷς· ἐν συμφοραῖσι τὸν Ἀγα‐ | |
5 | μέμνονος γόνον. δῆλον δὲ ὅτι οὐ τὸν Ὀρέστην μόνον λέγει ἀλλὰ καὶ ἑαυτὴν Ἀγαμέμνονος γόνον. περὶ τῶν δύο γὰρ ἡ Ἑλένη ἐπύθετο λέ‐ γουσα πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σός. εἰκότως οὖν καὶ αὐτὴ ἐπάγει τὴν ἑαυτῆς ἄυπνον κηδεμονίαν καὶ τὴν Ὀρέστου νό‐ σον: —TAB | |
sch Or83 | ἐγὼ μὲν ἄυπνος πάρεδρος: ἐγὼ μὲν μὴ καθεύδουσα παρε‐ δρεύω ἕνεκα τοῦ μικρὸν ἐμπνεῖν τοῦτον. εἶτα δυσχεραίνουσά φησι τῷ ἀθλίῳ νεκρῷ, ἵν’ ᾖ· νεκρῷ ὄντι ἀθλίῳ. καὶ βεβαίωσις τούτου νεκρὸς γὰρ οὗτος: —MTAB | |
5 | ἄλλως: ἐγὼ μὲν ἄυπνος θάσσω παρεδρεύουσα τῷ ἀθλίῳ νεκρῷ οὕνεκα σμικρᾶς πνοῆς, ὅ ἐστιν· ὅπως μὴ ἀποψύξας λάθῃ με, φυλάττω: — | |
MTAB | 105 in vol. 1 | |
sch Or84 | νεκρὸς γὰρ οὗτος: ἕνεκα τοῦ πνεύματος νεκρός ἐστι· μικρὸν γάρ τι ἔχει πνεῦμα καὶ μόλις ἀναπνεῖ: —MTABi αὐτὸ γὰρ, φησὶ, τὸ πνεῦμα αὐτοῦ νεκρόν ἐστιν: —MgBi | |
sch Or85 | τὰ τούτου δ’ οὐκ ὀνειδίζω κακά: σιωπῶ τὰ κακὰ τούτου, ἵνα μὴ δόξω αὐτῷ ὀνειδίζειν τὴν μητροκτονίαν. καὶ διὰ μὲν τῆς σιωπῆς τὸ πλῆθος τῶν κακῶν αὐτοῦ ἐσήμηνεν, ἐμφαίνει δὲ ὅτι σὺ μὲν ὠνείδισας αὐτῷ εἰποῦσα ὅτι μητρὸς ὅδε φονεύς, ἐγὼ δὲ οὔ: —MTAB | |
sch Or86 | σὺ δ’ εἶ μακαρία: πλεονάζει τὸ ὑπαρκτικὸν ῥῆμα, ἵν’ ᾖ· σὺ δὲ [εἶ] μακαρία καὶ ὁ ἀνὴρ ὁ σὸς μακάριος. εἰς τὸ πόσις τελεία στιγμή, τὰ δὲ ἑξῆς ἀπολύτως: —MTB | |
sch Or87 | ἥκετον ἐφ’ ἡμᾶς: ἤλθετε πρὸς ἡμᾶς. τῇ προσθήκῃ δὲ τοῦ ἐφ’ ἡμᾶς τραχύτερον αὐτὸ ἐποίησεν· ἁρπασόμενοι γὰρ ἤλθετε ἡμᾶς, φησίν. ἔοικε δὲ τῷ Ἑπτὰ ἐπὶ Θήβας: —MTAB | |
sch Or88 | πόσον χρόνον δέ: πάντως δέδοικε μὴ ὀλίγον χρόνον δυστυ‐ χοῦσι· διὸ οὐδὲ τὸν χρόνον εἶπεν ἡ Ἠλέκτρα: —MTABi | |
sch Or89 | ἐξ οὗπερ αἷμα: οὐ πρὸς τὴν πεῦσιν ἀπεκρίνατο· ἡ μὲν γὰρ ἤρετο ἀπὸ ποίου χρόνου νοσεῖ, ἡ δὲ εἶπεν ἀφ’ οὗ τὴν μητέρα ἀνεῖλε. τοῦτο δὲ πάλιν ὁμοίως ἄδηλον τῇ Ἑλένῃ: —MTAB | |
sch Or90 | ὦ μέλεος: καὶ οὗτος, ὅτι μητέρα ἀνεῖλε, μέλεος, κἀκείνη, ὅτι ὑπὸ παιδὸς ἀνῃρέθη, μελέα: —MTABi | |
sch Or91 | οὕτως ἔχει τάδ’: οὕτως ἔχει ὁ Ὀρέστης ἀτυχίας ὡς μηδὲν ἰσχύειν ὑπὸ τῶν κακῶν: —MT | |
sch Or93 | ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ: οὕτως σοι πείσομαι ὡς ἀσχολουμένη περὶ τὴν προσεδρίαν τοῦ ἀδελφοῦ, ἀντὶ τοῦ· εἰ μὲν τὸ κελευόμενον παρὰ σοῦ χωρίζει με τοῦ ἀδελφοῦ, οὐ πείσομαι· εἰ δὲ οὐ χωρίζει, πείσομαι: —MTA | 106 in vol. 1 |
5 | ἄλλως: τοῦτό σοι, φησὶ, πεισθείην, ὃ μὴ ἀπασχολήσει με τῆς προσ‐ εδρίας τοῦ ἀδελφοῦ. ἢ παντελῶς ἀπαρνεῖται τὴν ὑπούργησιν, τουτέ‐ στιν· οὐ πείθομαί σοι, ὅτι ἄσχολός εἰμι τῇ προσεδρίᾳ τοῦ ἀδελφοῦ, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. ἔντοι δὲ λείπειν φασὶ τὸ μή, ἵν’ ᾖ εἰρω‐ νεία· πείθομαί σοι, ὅτι μὴ ἄσχολός εἰμι τῇ τοῦ ἀδελφοῦ προσεδρίᾳ· | |
10 | ἄσχολος γάρ ἐστιν. ἔνιοι ἐν ἐρωτήσει· πῶς οὖν, φησὶ, πεισθῶ ἀσχολουμένη τῇ νοσοκομίᾳ τοῦ ἀδελφοῦ. ἢ ὡς σχολὴν 〈μὴ〉 ἄγουσα, ἀντὶ τοῦ· μέγα ἐστὶ τὸ πρᾶγμα. ἢ τάχα τὸ ὡς ἀντὶ τοῦ ὅτε, ἵν’ ᾖ· ὅτε μὴ ἄσχολος. λείπει γὰρ τὸ μή: —MTAB | |
sch Or94 | βούλει τάφον μοι πρὸς κασιγνήτης μολεῖν: ἁπλούστερον αὐτῇ διαλέγεται, ὅτι μέλλει δεῖσθαι αὐτῆς, ἐν ταὐτῷ δὲ παραφυλάττεται καὶ μητρὸς εἰπεῖν, ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτῇ. δεῖ γὰρ εἶναι κολακι‐ κὸν τὸν δεόμενον ***: —MTAB | |
sch Or95 | μητρὸς κελεύεις τῆς ἐμῆς: νῦν μητέρα αὐτὴν ἐκάλεσε δεικνύουσα ὅτι οὐδὲ τὴν πρώτην λοιδορίαν προσήκατο: —MTAB διὰ τοῦ ὀνόματος τῆς ἐχθρᾶς μητρὸς παραιτεῖται τὴν αἴτησιν: —MTB ἄλλως: ἡ μὲν κολακεύουσα συγγενικῷ ὀνόματι ἐχρήσατο, ἡ δὲ | |
5 | παραιτουμένη τὴν κολακείαν εἶπε μητρός: —MTB | 107 in vol. 1 |
sch Or96 | χοαὶ αἱ χεόμεναι τοῖς νεκροῖς σπονδαί: —MT | |
sch Or97 | σοὶ δ’ οὐχὶ θεμιτόν: οὐκ ἐν καιρῷ παρρησιάζεται ἡ Ἠλέκ‐ τρα, καὶ ταῦτα πρὸ ὀλίγου φάσκουσα ἐλπίδα ἔχειν εἰς τὸν Μενέλαον. ἐὰν μὲν ἐν ἐρωτήσει ᾖ ὁ λόγος, μετριώτερός ἐστιν· ἐὰν δὲ ἑτέ‐ ρως, ἄντικρυς ἐναγῆ καὶ μὴ ἀξίαν οὖσαν προσπελάζειν τῷ τάφῳ ἀπο‐ | |
5 | δεικνύει τὴν Ἑλένην διὰ τὰ πεπραγμένα αὐτῇ [τοῖς φίλοις]: —MTAB ἢ ἄλλως: πῶς· πικρῶς θέλει αὐτὴν ὁμολο〈γεῖν ποι〉ῆσαι δι’ ὃ φυ‐ λάσσεται προσελθεῖν τῷ τάφῳ: —MT | |
sch Or99 | ὀψέ γε φρονεῖς εὖ: οὐδαμοῦ ἀνώμαλον τὸ τῆς Ἠλέκτρας ἦθος: —MiTA εἰ μὴ τότε, φησὶν, ἀπῆλθες, ταῦτα οὐκ ἂν ἐγίνοντο· σὺ τούτων ἀρχηγός. δάκνουσα δὲ τοῦτό φησιν: —Mi | |
sch Or100 | ἀληθῶς εἶπας, οὐ μέντοι προσφιλῶς ἐμοί: —MgTA | |
sch Or101 | πανούργως τὸν φόβον αἰδῶ ἐκάλεσεν: —TAg | |
sch Or102 | μόλις ἐλεγχομένη τὸ ἀληθὲς εἶπεν: —MiAg | |
sch Or103 | ἀναβοᾷ: τὸ ἀναβοᾷ δευτέρου ἐστὶ προσώπου παθητικῆς δια‐ θέσεως, ἀναβοᾷ σύ, ἀντὶ τοῦ καταβοᾷ. ὁ δὲ νοῦς· δεινῶς γὰρ διὰ στό‐ ματος τοῦ Ἄργους ἀναβοᾷ σύ: —MTAB ἄλλως: διὰ τοῦ στόματος, ὡς τὸ [Κ 298] ‘διά τ’ ἔντεα καὶ μέλαν | |
5 | αἷμα‘. τοῦτο δὲ ἀπολογίας ἔχεται ὡς ὅτι συμπάσχουσά σοι εἴρηκα. πλεονάζει δὲ τὸ τέ: —MTA | |
sch Or106 | κυρίως δὲ πρόσπολοι λέγονται αἱ δοῦλαι: —Mi | |
sch Or108 | ἕρπειν: ταῖς νεάνισιν· οὐ γὰρ ταῖς ἀγάμοις. ἄγαμος γὰρ καὶ | |
ἡ Ἠλέκτρα. παρθένος δέ ἐστιν ἥ τε ἀμιγὴς καὶ ἡ ἄρτι ἡβῶσα. ἢ πάλιν κακονόως οὐ παρθένον δεῖξαι βούλεται τὴν Ἠλέκτραν, ὅτι οὐκ ἐπείσθη αὐτῇ: —MTAB | 108 in vol. 1 | |
5 | τὸ ἕρπειν κυρίως ἐπὶ ὄφεως: —MgT εἰς ὄχλον ἕρπειν παρθένοισιν: τί οὖν· ταῖς τελείαις καλόν· ἔστιν οὖν εἰπεῖν ὅτι ἐν Σπάρτῃ εἰώθασι γυμνάζεσθαι αἱ γυναῖκες καὶ παρθένοι, ὥστε δέδοται μὲν παρθένοις εἰς ὄχλον ἕρπειν, οὐ μὴν καθόλου, ἀλλ’ ἐπὶ ὡρισμένοις πράγμασιν οἷον κανηφορούσαις ἢ γυμναζομέναις, οὐ | |
10 | μὴν ἄλλο τι πραγματευομέναις: —MTAB | |
sch Or109 | ἀντὶ τοῦ τροφεῖα· ἀνθ’ ὧν ἀνετράφη ὑπ’ αὐτῆς, ἀμοιβὴν διδοῦσα: —MiA | |
sch Or115 | λείπει ἡ μετά, ἵν’ ᾖ· μετὰ γάλακτος: —Mi μελίκρατ’ ἄφες γάλακτος οἰνωπόν τ’ ἄχνην: ἐμφαντικῶς τὴν δαψιλῆ τοῦ οἴνου ῥύσιν διὰ τῆς ἄχνης ἐσήμανε. τοῦτο δὲ ἐπὶ τῶν κυ‐ μάτων εἴρηται [Δ 426]· ‘ἀποπτύει δ’ ἁλὸς ἄχνην‘. οἱ δὲ ἀκύρως τὴν | |
5 | οἰνόχροα τρίχα φασί. λάχνη γὰρ ἡ θρὶξ, ἀλλ’ ἄχνη τὸ λεπτὸν μέρος, ὃ κατέχειν τις οὐ δύναται, οἱονεὶ ἀέχη τις οὖσα: —MTAB | |
sch Or116 | ἀντὶ τοῦ ἐπ’ ἄκρον χῶμα: —Mi | |
sch Or118 | περιττὸς ὁ τέ· βούλεται δὲ λέγειν φόβῳ ταρβοῦσα: —Mi | |
sch Or119 | γράφεται πρευμενῆ, ὅ ἐστι πραϋμενῆ καὶ προσφιλῆ: —MiT | |
sch Or120 | καὶ πόσει γνώμην ἔχειν: ἐνταῦθα ἡ βελτίστη οὐδὲ τὴν θυγατέρα ἑαυτῆς προέκρινε· τοῦ γὰρ ἀνδρὸς μικροῦ δεῖν καὶ ἐπελά‐ θετο: —MT | |
sch Or121 | τοῖν τ’ ἀθλίοιν: καὶ αὐτῶν μέμνηται, ἵνα μὴ δόξῃ παντελῶς λιθοκάρδιος εἶναι, ὅμως μετὰ ἀρᾶς. τὸ γὰρ οὓς ἀπώλεσεν θεός δοκεῖ μὲν συναχθομένη λέγειν, πανούργως δὲ ἐμφαίνει ὅτι θεοῖς ἀπηχθημένοι εἰσίν. οὐ γὰρ ἀπολλύει εἶπεν, ἀλλ’ ἀπώλεσεν, ὡς ἐγνωσμένης ἤδη τῆς | |
5 | παρὰ θεῶν δυσμενείας: —MTAB | 109 in vol. 1 |
sch Or122 | ἃ δ’ εἰς ἀδελφήν: ἃ δὲ νενόμισται τοῖς νεκροῖς ποιεῖν, ταῦτα κἀμὲ ὑπισχνοῦ εἰς τὴν ἀδελφὴν ποιεῖν: —MTAB ἅπαντα τὰ τῶν νεκρῶν δωρήματα, ἃ εὔκαιρον εἰς ἀδελφὴν ἐμὴν ἐκπονεῖν, ὑπισχνοῦ: —MTAB | |
sch Or126 | † ὦ φύσις ἐν ἀνθρώποισι: τὸν τρόπον λέγει καὶ τὴν ἑκάστου γνώμην. ἢ φύσιν τὴν εὐμορφίαν: —A ὦ φύσις ἐν ἀνθρώποισιν: οἱ μέν φασι συνωνυμεῖν τῇ μορφῇ καὶ τῇ δομῇ, οἱ δὲ τὴν εὐπρέπειαν τοῦ σώματος καὶ τὸ κάλλος, οἱ δὲ | |
5 | τὸν τρόπον καὶ τὴν φύσιν ἑκάστου, ὡς μέγα κακὸν ὁ [φαῦλος] τρόπος καὶ ἐπιβλαβής ἐστι τοῖς 〈κακῶσ〉 κεκτημένοις καὶ πάλιν ἐπωφελής ἐστι τοῖς καλῶς κεκτημένοις: —MTAB πολλοὶ γὰρ διὰ τὸ κάλλος εὐεργέτησαν τὰς πατρίδας: —M | |
sch Or127 | σωτήριόν τε τοῖς καλῶς κεκτημένοις: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῆς πατρίδος ἐκτήσαντο, ὧν ἐστιν εἷς ὁ Γανυμήδης παρὰ θεοῖς εἶναι ἀξιωθεὶς καὶ ἵπποις ἀθανάτοις κοσμήσας τὴν θρεψαμένην. καὶ Ἀμυμώνη δὲ διὰ τὸ ἴδιον κάλλος τὸ ἄνυδρον Ἄρ‐ | |
5 | γος πολύυδρον ἐποίησε διὰ τῆς ἐπιμιξίας τοῦ Ποσειδῶνος: —MTAB | |
sch Or128 | εἴδετε παρ’ ἄκρας: τὸ εἴδετε ἀντὶ τοῦ ἴδοι τις ἂν, ὡς τὸ [Γ 220] ‘φαίης κε ζάκοτον‘ καὶ [Δ 223] ‘ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοισ‘. ἔνιοι δέ φασι ταῖς δμωσὶ ταῦτα λέγειν. οἱ δὲ πρὸς τὸ θέατρον, ὃ καὶ ἄμεινον. ἐφελκυστικὸς γάρ ἐστιν ἀεὶ μᾶλλον τῶν θεατῶν ὁ ποιητὴς, οὐ | |
5 | φροντίζων τῶν ἀκριβολογούντων: —MTAB ὡς ἐν τῇ σμικρότητι τῆς ἀφαιρέσεως μηδὲν ἀπολίποι τοῦ ὑγιοῦς: — MiTAB | 110 in vol. 1 |
sch Or129 | ἡ πάλαι γυνή: ἤτοι πονηρὰ, ἢ τὰ αὐτὰ φρονοῦσα ἃ καὶ πρό‐ τερον· τοῦ γὰρ εἶναι εὔμορφος ἐπιμελεῖται. ἐλέγχει δὲ αὐτὴν ὅτι οὐδὲ τοῖς ἁμαρτήμασι σεσωφρόνισται, ἀλλ’ ἐν τοῖς αὐτοῖς ἤθεσι μεμέ‐ νηκεν: —MTAB | |
sch Or131 | πᾶσάν θ’ Ἑλλάδα: τὸ κατὰ μέρος εἰποῦσα ἐπήνεγκε τὸ καθόλου· ὡς Ὅμηρος [Α 255]· ‘ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες ἄλλοι τε Τρῶεσ‘: —MTAB | |
sch Or132 | κατὰ τὸ σιωπώμενον ἔρχονται αἱ γυναῖκες ἰδεῖν τὸν Ὀρέστην πῶς ἔχει, καὶ ἐθεάσατο αὐτὰς: —MTB | |
sch Or135 | † δακρύοις ἀδελφόν: προσεκτικῶς μετὰ ἤθους προενεκτέον τὸν λόγον: —A | |
sch Or138 | ἀντὶ τοῦ πραεῖα προσφιλὴς πραϋμενής: —MiAg | |
sch Or140 | σῖγα σῖγα: ἠρέμα, ἀψοφητὶ καὶ μετὰ ἡσυχίας. πρόσ‐ φορος τῷ πάθει ἡ τοῦ ῥυθμοῦ ἀγωγὴ δοχμιάζουσα: —MTAB † λεπτὸν ἴχνος ἀρβύλης: ἀντὶ τοῦ· κούφως καὶ ἐλαφρῶς τιθεῖτε τὸν πόδα μετὰ τῆς ἀρβύλης. εἰ δὲ γράφεται λευκὸν ἴχνος, ἀπὸ μέ‐ | |
5 | ρους τὸ ὅλον ὡς τὸ [Α 538] ‘ἀργυρόπεζα Θέτισ‘: —B εἶδος ὑποδήματος κοίλου βαθέος γυναικείου: —MiTB | |
sch Or141 | † τιθεῖτε: ποιητικῶς, ἀντὶ τοῦ τιθῶμεν. εἰσελήλυθε δὲ ὁ χορὸς κατὰ ὑπόθεσιν ἔσω: —TAB | |
sch Or142 | ἀποπρὸ βᾶτ’ ἐκεῖς’: τὸ ὁλόκληρον τούτου τινές φασι τὸ ἀπόπροθι καὶ παρὰ τὸ Ὁμηρικὸν οὕτως ἐκδέχονται [Η 334] ‘τυτθὸν ἀπο‐ πρὸ νεῶν‘: —MTAB | |
ἀντὶ τοῦ πόρρω μοι καὶ χωρὶς τῆς κοίτης γίνεσθε. διαθέσεως δέ | 111 in vol. 1 | |
5 | ἐστιν ἐμφαντικὸν τὸ μοι, ὡς τὸ [Τ 287] ‘Πάτροκλέ μοι δειλῇ πλεῖ‐ στον‘: —MTAB | |
sch Or144 | ἰδοὺ πείθομαι: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορὸν, διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ. φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον ἐπειδὴ καὶ αὕτη ὑπὸ τῆς φύσεως πρώτη φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηται παράδοξον, εὐθὺς οὐδὲν ἕτερον | |
5 | ἀναβοᾷ ἢ τὸ ἆ ἆ τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορόν· τοιαύτην πέμπε φωνὴν οἷός ἐστιν ὁ ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος. οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι· τοῦτο γὰρ πολύφωνον ὂν καὶ Ἐνδυμίωνα ἐγεῖραι δύναιτ’ ἄν: — MTAB | |
sch Or145 | ἀπήχησις συρίγξεως: —Mi σύριγγος ὅπως πνοά: ἀθορύβως φώνει μοι, ὡς πνοὴ συρίγξεως δόνακος. οὐ γάρ φησι σύριγγος τοῦ αὐλοῦ· οὗτος γὰρ καὶ Ἐνδυμίωνα ἂν ἐγείραι: —MTAB | |
sch Or147 | ἴδ’ ἀτρεμαῖον ὡς ὑπόροφον: μικρὸν σὺ, φησὶ, κελεύεις με φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου πνοῇ κάλαμος· ἐγὼ δὲ καὶ ἐλάττονα τούτου φέρω βοὴν ὡς ὑπὸ ὀρόφου γινομένην. ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ | |
5 | Ὅμηρος [Ω 451]· ‘λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντεσ‘. ἐκ τούτων δέ εἰσι καὶ αἱ γλωσσίδες τῶν αὐλῶν. ὡς ἀσθενὴς δὲ ἀσθενῆ ποιεῖται | |
τὴν ἀπήχησιν τῷ μὴ ἀνθίστασθαι τῇ βίᾳ τοῦ πνεύματος: —MTAB ὄροφος λεπτὸς κάλαμος εἰς ὀροφὰς ἐπιτήδειος. τὴν μὴ διϊκνου‐ μένην ἔξω τοῦ ὀρόφου, ὅ ἐστι βραχεῖαν: —MiBi | 112 in vol. 1 | |
sch Or149 | κάταγε κάταγε: τὸ κάταγε ἐναντίον ἐστὶ τῇ ἀνατάσει τῆς βοῆς. σημαίνει δὲ τὸ κάταγε 〈κάταγε〉 τὸ πρόσελθε πρόσελθε· ἀφ’ οὗ καὶ καταγωγαὶ οἱ λιμένες: —MTAB ἀτρέμας ἴθι: τῇ ἐπαναλήψει μεμίμηται τὴν ἠρεμαίαν προϊεμένη | |
5 | φωνήν· ἅτε γὰρ οὐκ ἐξακουομένη δεύτερον ταῖς αὐταῖς κέχρηται λέξεσι: — MiTABi | |
sch Or151 | χρόνια: ἀντὶ τοῦ ἀπὸ πολλοῦ χρόνου. τοῦτο δὲ ἀναφορὰν ἔχει πρὸς τὸ πρόσιθ’ ἀτρέμας. ὁ δὲ νοῦς· χρονίως, ὅ ἐστι διὰ χρόνου, ἐκοιμήθη: —MiTAB | |
sch Or154 | τίνα τύχαν εἴπω: τὴν περὶ αὐτοῦ τύχην πότερον ἐπὶ τὸ χεῖρον ἢ ἐπὶ τὸ ἄμεινον νένευκεν: —MTBi | |
sch Or156 | τί φὴς ὦ τάλας: οἰκειούμενος τὰς συμφορὰς ὁ χορὸς καὶ συναχθόμενος γεγωνότερον ἀνέκραγε τὸ ὦ τάλας· διό φησιν ὀλεῖς, εἰ βλέφαρα κινήσεις: —MTAB ὦ τάλας: δεῖ νοεῖν στεναγμόν τινα γεγενῆσθαι μετὰ τὸ ὦ τάλας | |
5 | ὑπὸ τοῦ χοροῦ, ἵνα εὔλογον ᾖ τὸ παρὰ τῆς Ἠλέκτρας εἰρημένον [167] σὺ γάρ νιν, ὦ τάλαινα, θωΰξας’ ἔβαλες ἐξ ὕπνου: —MTB | |
sch Or157 | εἰ τοῦ ὕπνου ἀλλοτριώσεις καὶ μεταστήσεις: —Mi | |
sch Or159 | τὸ βαθύτατον τοῦ ὕπνου, ὃ ἐν τοῖς ἑξῆς [211] ὕπνου θέλ‐ γητρόν φησιν: —MABi | |
sch Or160 | μέλεος αὐτὸς διὰ τὰς ἐκ θεῶν πράξεις. ἠρέμα δέ πως ἀρνεῖται τὴν πρᾶξιν Ὀρέστου εἰς τὸν θεὸν ἀναφέρουσα τὴν ἁμαρτίαν: — MTABi | 113 in vol. 1 |
sch Or162 | ἀντὶ τοῦ ἀδίκως: —MgAg ἄδικος ἄδικα: τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ [Hipp. 701] εἰρημένον· ‘πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα‘. ἐπεὶ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμι‐ | |
5 | σται. ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύ‐ σατο τὸν φόνον τῆς μητρός, ἀδικεῖ δὲ τῷ δράσαντι μὴ ἐπικουρῶν. τὸ δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδι Θέμιδος τὸν ἀπόφονον φόνον ἔλακεν ἐμῆς μητρός: —MTAB ἔλακεν: καὶ Ἀριστοφάνης [Plut. 39]· ‘ἔλακεν ἐκ τῶν στεμμάτων‘ | |
10 | τραγικῇ λέξει χρησάμενος. ὅτε τὸν ἀπόφονον 〈φόνον〉 τῆς ἐμῆς μη‐ τρὸς ἐπὶ τρίποδι Θέμιδος ἐδίκασεν ὁ Λοξίας: —MTB ἄλλως: τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον. τὴν δὲ ἀπό πρὸς τὸ ἔλακεν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο: —MTAB | |
15 | ἀντὶ τῆς περί: —Mg | |
sch Or164 | πρῶτον γὰρ εἶχεν ἡ Γῆ τὸν τρίποδα, εἶτα δεύτερον ἡ Θέμις, εἶτα Ἀπόλλων παρὰ Θέμιδος λαβών: —MTBi | |
sch Or165 | † τὸ μὲν παλαιὸν βοσκός τις ἔβοσκε πρόβατα εἰς ὄρος καὶ ἀναμεταξὺ τοῦ ὄρους ἐκείνου ἦν χάος, ὃ εὑρέθη πρῶτον ὑπὸ ἑνὸς τῶν προβάτων. ἰδὼν δὲ τοῦτο ὁ βοσκὸς ὅτι παρὰ φύσιν λαλεῖ τὸ πρόβατον καὶ παρακύψας καὶ αὐτὸς ἐκεῖσε ἤρξατο λαλεῖν στίχων πλοκὰς καὶ ἕτερα | |
5 | ἐξαίσια. ἰδόντες δὲ τοῦτόν τινες τῶν ἀνθρώπων στίχων πλοκὰς λέγοντα ἠρώτων αὐτὸν πῶς ἄρα τοιαῦτα λαλεῖ. ὁ δὲ εἶπεν ὅτι εἰς τὸ ὄρος, ἐν ᾧ ἔβοσκον τὰ πρόβατα, ἐκεῖσε μεμάθηκα ἀπὸ χάους τινός. ἀκούσαντες δὲ οἱ ἐγχώριοι ἔκτισαν ἐκεῖσε ναὸν τῷ Ἀπόλλωνι, ἐν ᾧ καὶ τρίποδα χαλκοῦν ἔστησαν διὰ τὸ χρᾶσθαι αὐτοῦ τῇ μαντείᾳ στήσαντες ἄνωθεν | 114 in vol. 1 |
10 | τοῦ χαλκοῦ γυναῖκα παρθένον, ἵνα ἀνακρούῃ αὐτὸν καὶ ἐξ αὐτοῦ τοὺς χρησμοὺς δέχωνται. Λοξίαν δὲ λέγουσι τὸν Ἀπόλλωνα διὰ τὸ ποιεῖσθαι ἐξεστραμμένους τοὺς χρησμούς: —Vat. 1345 Paris. 2810 | |
sch Or168 | θωΰξας’ ἔβαλες: ἀγρίως βοήσασα. τὸ γὰρ ὦ τάλας γεγω‐ νότερον εἶπεν ὁ χορός: —MTAB θωΰξασα: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ ἐχρήσατο θρηνώδει ὁ χορὸς γρα‐ | |
5 | φῆναι μὴ δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ὑπερβάλλουσι κακοῖς. ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα δι’ ἑτέρων προσώπων δηλοῦται, οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἕτερός φησιν· ‘ἀκούεις, ὡς στένει‘: —MTB γράφεται καὶ † ἐλάσασα: —Mg | |
10 | ἀπὸ τοῦ σὺ γάρ νιν ἕως τοῦ θωΰξασα τὸ κῶλον: —MiBi ἡ ἐξ πρόθεσις πρὸς τὸ ἔβαλες, ἐξέβαλες δὲ ἀντὶ τοῦ ἐξήγειρας: — MiBi | |
sch Or169 | † εὕδειν μὲν οὖν ἔδοξα: ἐνόμισα αὐτὸν ἐν βάθει κοιμᾶ‐ σθαι: —A ἀντὶ τοῦ δοκῶ. καθησυχάσουσα δὲ τὴν Ἠλέκτραν φησὶν ὅτι καθεύ‐ δειν αὐτὸν νομίζω. διὸ ἐπιφέρει τὸ ὑπνώσσει ὁριστικόν, ἐπεὶ πρώην | |
5 | ἀμφίβολον εἰποῦσα οὐκ ἔπεισεν: —TAB | |
sch Or171 | ὑποστρέψεις: —MiAg | |
sch Or173 | ὑπνώσσει: μὴ ταράσσου, φησὶν ὁ χορὸς, κοιμᾶται γάρ. τὰ | |
γὰρ δύο σς ἐνεστῶτος ποιοῦσι τὸ ῥῆμα: —MTBi λέγεις εὖ: ἀληθῶς καὶ καλῶς λέγεις. ταῦτα δέ φησι σκοπήσασα αὐτὸν κοιμώμενον: —MTBi | 115 in vol. 1 | |
5 | † λέγεις εὖ: ἀντὶ τοῦ ἀληθῶς λέγεις. ὡς καὶ αὐτὴ θεωρήσασα αὐτὸν κοιμώμενόν φησιν: —A | |
sch Or174 | ἐπικαλεῖται τὴν Νύκτα πρὸς τὸ κοιμίσαι τὸν Ὀρέστην: —MiTA πότνια πότνια νὺξ ὑπνοδότειρα: ὁ κατὰ φύσιν ὕπνος ἐξ ὑγρό‐ τητος γίνεται· ὑγρὰ δὲ ἡ νὺξ ἀφισταμένου τοῦ ἡλίου τοῦ ξηραίνοντος καὶ θερμαίνοντος τὸν ἀέρα. ὁ τοίνυν Ὀρέστης ἐξηραμμένος ὑπὸ νόσου τε καὶ | |
5 | ἀσιτίας, ὑγρανθεὶς τῷ νυκτερινῷ καταστήματι μᾶλλον κοιμηθήσεται ἄλλως τε καὶ τῶν αἰσθήσεων ἠρεμουσῶν ἐν σκότῳ. ἕπεται ὕπνος ἡσυχίᾳ αἰσθήσεων καὶ κινήσεων: —MTAB | |
sch Or176 | Ἐρεβόθεν ἴθι: ἔδει ἐκ Χάους εἰπεῖν, ὡς Ἡσίοδος [Theog. 123]· ‘ἐκ Χάεος Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο‘: —MTAB ἄλλως: τοῦτο τὸ μέλος ἐπὶ ταῖς λεγομέναις νήταις ᾄδεται καί ἐστιν ὀξύτατον. ἀπίθανον οὖν τὴν Ἠλέκτραν ὀξείᾳ φωνῇ κεχρῆσθαι, καὶ ταῦτα | |
5 | ἐπιπλήσσουσαν τῷ χορῷ. ἀλλὰ κέχρηται μὲν τῷ ὀξεῖ ἀναγκαίως, οἰκεῖον γὰρ τῶν θρηνούντων, λεπτότατα δὲ ὡς ἔνι μάλιστα: —B | |
sch Or178 | ταχεῖα: —Mi | |
sch Or179 | γράφεται καὶ ἐπὶ δόμον: —Mi | |
sch Or183 | καὶ τοῦτο κατὰ ἀναφώνησιν λέγει ἡ Ἠλέκτρα: —Mi σῖγα σῖγα φυλασσομένα: οὐ σιωπήσεις, φησὶν, ἀπὸ τοῦ στό‐ ματος φυλασσομένη τὸ ἀνακελαδεῖν καὶ τὴν ἀπὸ τῆς κοίτης ὕπνου χάριν ἥσυχον αὐτῷ παρέξεις. ἢ τὸν κέλαδον ἄποθεν τοῦ λέχους | |
5 | ποιουμένη. οἷον· οὐ σιγήσεις καὶ μετὰ ἡσυχίας αὐτὸν ἐάσεις κοιμη‐ θῆναι: —MTAB | |
sch Or185 | τὴν ἀπὸ τοῦ λέχους χαράν: —Mi | |
sch Or187 | εἰπέ: —Mg θρόει: λέγε ποῖον τέλος αὐτὸν ἐκδέχεται, πότερον δύναται ῥαΐσαι, ἢ οὔ: —MiTB εἰπὲ ποῖον ἔσται τὸ πέρας, ποῖον τέλος αὐτὸν μένει, ἆρά γε ῥαΐσει | 116 in vol. 1 |
5 | τῆς νόσου ἢ οὔ: —MiTB | |
sch Or190 | εἰ μὴ γὰρ ἐσθίει, τεθνήξεται: —MgAg | |
sch Or191 | ἐξέθυς’ ὁ Φοῖβος ἡμᾶς: ἀντὶ τοῦ ἀπώλεσεν ἡμᾶς ὁ Ἀπόλ‐ λων πατροφόνου μητρὸς αἷμα δούς, οἷον ἐνδοὺς ἡμῖν καὶ κελεύσας τὸν τῆς μητρὸς φόνον ἐργάσασθαι. τὸ δὲ ἑξῆς· μέλεον ἀποδοὺς αἷμα φόνον πατροκτόνου μητρός: —MTAB | |
5 | Ἄλλως: ἡ ἐξ πρὸς τὸ πατροφόνου. τουτέστι· δοὺς ἡμῖν τὸ αἷμα καὶ τὸν φόνον τῆς πατροφόνου μητρός. οἷον· ἐγχειρίσας ἡμῖν καὶ κελεύσας ἀπὸ τοῦ φόνου καὶ τοῦ αἵματος τῆς μητρὸς τιμωρῆσαι τῷ πατρί. δύναται δὲ καὶ ἀποδούς: —MTAB | |
sch Or194 | ὠφείλετο μὲν γὰρ αὐτὴ ἀναιρεθῆναι, οὐ μέντοι ὑπὸ τοῦ παι‐ δός: —MTAB δίκαια μὲν, καλῶς δ’ οὔ: ἀντὶ τοῦ δίκαιον μὲν αὐτὴν ἀναιρε‐ θῆναι ἀνελοῦσαν τὸν ἄνδρα, οὐ μέντοι εὐκλεὲς οὐδὲ πρέπον ἦν ὑπὸ τοῦ | |
5 | παιδὸς αὐτὴν εὐθύνας δοῦναι τοῦ φόνου. ἐν δὲ τῷ ὑπομνήματι καὶ ταῦτα τῆς Ἠλέκτρας: —MTAB | |
sch Or195 | ἔκανες ἔθανες: ἐφόνευσας. ὅθεν τὸ κανοῦν λέγεται, εἰς ὃ φέρεται ἡ ἱερουργικὴ μάχαιρα: —MTAB ἄλλως: φονεύσασα ἀνῃρέθης, τουτέστιν· ὁ κατὰ σοῦ πραχθεὶς φό‐ νος ἄμυνα ἐγένετο καὶ οὐκ ἀδικία· σὺ γὰρ πρώτη ἐφόνευσας τὸν πα‐ | |
5 | τέρα: —MTAB | |
sch Or196 | ἀπὸ δ’ ὤλεσας: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ ὁ νοῦς ἐπεξή‐ γησις 〈τοῦ〉 ἔκανες ἔθανες· ἀπώλεσας γὰρ τὸν πατέρα ζῶσα καὶ θα‐ | |
νοῦσα τὰ τέκνα διὰ τοῦ αἵματος: —MTAB | 117 in vol. 1 | |
sch Or199 | † δεικτικῶς φησιν ἑαυτὴν καὶ Ὀρέστην: —Bi ἀντὶ τοῦ· διὰ τὸν σὸν φόνον καὶ ἡμεῖς ἀπολώλαμεν: —ABi | |
sch Or200 | † ἰσονέκυες: ἐπειδὴ εἶπεν ἰσονέκυες, κατασκευάζει πῶς εἰσιν ἰσονέκυες, λέγουσα πρὸς τὸν Ὀρέστην· σὺ γὰρ, Ὀρέστα, ἐν νεκροῖς τό τε πλεῖον μέρος τῆς ἐμῆς ζωῆς οἴχεται ἐν δάκρυσι συνεχέσι καὶ στεναγμοῖς. τὸ δὲ ἄγαμος ἐπὶ δ’ ἄτεκνος οὕτως συντακτέον· τὸ ἐπί | |
5 | εἰς τὸ ἕλκω καταβιβαστέον, ἵν’ ᾖ οὕτως· ἐπιέλκω δὲ, ἤτοι ἐφέλκω, εἰς τὸν αἰὲν χρόνον ἡ μέλεος τὸν βίοτον καὶ τὴν ζωήν μου ἄτεκνος ἄγαμος, ἅτε, ἀντὶ τοῦ καθά, ἄγαμος: —A | |
sch Or206 | ἐπὶ δ’ ἄτεκνος ἅτε βίοτον: περισσὸν τὸ ἄτεκνος. ἀναστρεπτέον οὖν τὴν σύνταξιν· ἄτεκνος, ἐπειδὴ ἄγαμος· δυνατὸν γὰρ τὴν γήμασαν εἶναι ἄτεκνον: —MTAB | |
sch Or210 | οὐ γάρ μ’ ἀρέσκει: Ἀττικὸν τὸ σχῆμα· Ἀριστοφάνης [Ran. 103]· ‘σὲ δὲ ταῦτ’ ἀρέσκει‘: —A τῷ πάνυ ἐκλελυμένῳ, τῷ σώματι: —MiBi | |
sch Or211 | † νῦν οὐ τραγῳδεῖ, ἀλλ’ ἐν τῇ μανίᾳ: —Bi ὕπνου θέλγητρον: τὸ βαθύτατον τοῦ ὕπνου, τὸ μάλιστα θέλγειν δυνάμενον τοὺς ἀσθενοῦντας· ὁ γὰρ ἐλαφρὸς φαντασίαις ἀναμέμικται: — MTAB | |
5 | † ἄλλως: θέλγητρον: τὸ θέλγον, ἡδῦνον, τὸ προσφιλέστατον καὶ βαθύτατον καὶ κάλλιστον τοῦ ὕπνου: —A φυσικῶς τὸν ὕπνον οἶδεν ἐπίκουρον τῶν κακῶν: —MiB † ἐπίκουρον νόσου: φυσικῶς αὐτὸ εἶπεν· παραμύθιον γὰρ τῶν κακῶν οἶδε τὸν ὕπνον: —A | |
sch Or213 | ὦ πότνια λήθη τῶν κακῶν: πότνιαν εἶπεν αὐτήν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους. τὸ δὲ ὡς εἶ σοφή ἀντὶ τοῦ· λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν | |
οἰκείως προσέθηκεν, ἐπειδὴ καλὴ τῶν κακῶν ἐστιν ἡ λήθη: —MTAB | 118 in vol. 1 | |
sch Or216 | ἀπολειφθεὶς φρενῶν: τῶν πρὶν φρενῶν ἀπολειφθεὶς ἐν τῇ μανίᾳ. οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν ἀμνημονῶ, ἀλλ’ ἐν τῇ νόσῳ. τὸ γὰρ ὄργανον, δι’ οὗ ἀναφέρομεν τὰ πραττόμενα, συννοσεῖ τῷ σώματι. ἀμνημονῶ τί πέπρακταί μοι ἐν τῇ νόσῳ. τῶν προ‐ | |
5 | τέρων φρενῶν ἀπολειφθεὶς καὶ μανείς: —MTAB † ἄλλως: τί πέπονθα ἀπολειφθεὶς τῶν πρὸ τῆς μανίας φρε‐ νῶν: —A † ἄλλως: ἀμνημονῶ γὰρ τῶν πρὶν ἀπολειφθεὶς φρενῶν: τῶν πρίν: ἕως τούτου ὀφείλει〈σ〉 στίζειν, εἶτα ἀπολειφθεὶς φρενῶν. | |
10 | δεῖ δὲ νοεῖν· οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν, ἀλλὰ τότε· νῦν γὰρ φρονίμως διαλέγεται: —A | |
sch Or218 | βούλει θίγω σου: φιλαδέλφου κόρης ἦθος καὶ λόγους ἐμιμή‐ σατο: —MTBi | |
sch Or219 | λαβοῦ λαβοῦ δῆτ’: σφόδρα δεομένου ἡ φωνή· διὸ τῇ ἐπανα‐ λήψει κέχρηται: —MTABi † καὶ αὐχμώδη κόμην ἄφελε προσώπου: —A | |
sch Or220 | στόματος ἀφρώδη: τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ: — MTABi | |
πέλανον: κυρίως πέλανος. τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς θυσίας, παρὰ τὸ πεπλατύνθαι. οἱ δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηγός. | 119 in vol. 1 | |
5 | ἔνιοι παρὰ τὴν παιπάλην· ἐκ γὰρ ταύτης ὡς ἐπὶ τὸ πλεῖστον γίνεται. ἢ παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι· Ὅμηρος [Κ 7]· ‘ἐπάλυνεν ἀρού‐ ρασ‘. λευκὸν γὰρ τὸ πέμμα. οἱ δὲ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς δι’ αὐτῶν: —MTAB † καλῶς εἶπεν ἀφρώδη πέλανον ἐπὶ τοῦ στόματος, ἐπὶ δὲ τῶν | |
10 | ὀμμάτων οὐ δεῖ προσλαμβάνειν τὸ ἀφρώδη πέλανον, ἀλλὰ μόνον πέ‐ λανον. ἐπὶ γὰρ τῶν ὀμμάτων ῥύπος μὲν γίνεται, ἀφρῶδες δὲ οὔ: —A | |
sch Or221 | ἰδοὺ τὸ δούλευμ’ ἡδύ: τὴν ἀπὸ τοῦ γένους ἀνάγκην προ‐ βάλλεται πρὸς τὸ μὴ δυσωπῆσαι τῇ θεραπείᾳ τὸν ἀδελφόν: —MTAB | |
sch Or223 | ὑπόβαλε 〈πλευροῖσ〉 πλευρά: ἀστείως ταῦτα πεποίηται τοῖς λόγοις καὶ τοῖς ἤθεσι καὶ τῇ κατὰ τὴν σκηνὴν διαθέσει: —MTABi | |
sch Or224 | λεπτὰ γὰρ λεύσσω κόραις: τουτέστιν· ἀποδιάστησον τὴν ἔμπροσθεν οὖσαν τῶν ὀφθαλμῶν μου κόμην. ἀσθενῆ γὰρ λεύσσω ταῖς κόραις διὰ τὸ ἐπικεῖσθαί μοι τὰς τρίχας: —MTAB γράφεται λεύσσω νόσῳ, ἵν’ ᾖ· ἡ νόσος με ποιεῖ λεπτὸν λεύσ‐ | |
5 | σειν: —MTAB | |
sch Or225 | αὐχμηρὸν ῥυπαρόν: —MgB πῖνος ὁ ῥύπος· ‘πίνῳ δέ οἱ αὐαλέος χρὼς ἐσκλήκει‘ [Apoll. Rh. II 200]: —MiTB ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα· κατὰ ἀναστροφὴν εἶπεν· | |
5 | οὐ γάρ ἐστι τῶν βοστρύχων τὸ κάρα, ἀλλὰ τοῦ κάρατος οἱ βόστρυχοι. | |
ἢ ὅτι οὐδὲν ἄλλο ἐπιλείπεται τῇ κεφαλῇ ἢ μόνον οἱ βόστρυχοι, ἵν’ ᾖ οὕτως· ὦ τῶν βοστρύχων ἄθλιον κάρα. παρακαθίσασα δὲ ἔξωθεν καὶ εἰς πλευρὸν δεξαμένη τὸν Ὀρέστην ταῦτα λέγει: —MTAB | 120 in vol. 1 | |
sch Or227 | ὅταν μ’ ἀνῇ νόσος: περὶ γὰρ τὸν καιρὸν τῆς μανίας εὐτο‐ νοῦσιν οἱ μαινόμενοι ἐντεινομένων τῶν νεύρων καὶ πνεύματος πληρου‐ μένων· χαλωμένης δὲ τῆς μανίας καὶ τοῦ πνεύματος ἐπιλείποντος παρίεν‐ ται: —MTAB | |
5 | ἀνῇ: ἐν ἀνέσει διαγενόμενος Ὀρέστης λέλυται: —MTAB † τὸ ἀνῇ ἀντὶ τοῦ ἀφήσει καταλείψει. τουτέστιν· 〈ἐὰν〉 ἐν ἀνέσει γένωμαι: —A ἢ ἡ διὰ τῆς μανίας νόσος, ἢ ἐπιθετικῶς· μανιὰς νόσος: —MTBi | |
sch Or228 | ἀδύνατος, μὴ δυνάμενος κεχρῆσθαι τοῖς ἄρθροις: —MiAgBi | |
sch Or231 | ἀνακύκλει δέμας: ἀνακίνει ἀνόρθου ἐξέγειρε· συμβαίνει γὰρ τὸν κείμενον κυκλοτερῆ τὴν ἀνάστασιν ποιεῖσθαι: —MTAgB οἱ γὰρ νοσοῦντες οὐκ ἀρέσκονται τοῖς παροῦσιν, ἀεὶ δὲ πρὸς τὸ μέλλον ὁρῶσιν: —MTAB | |
sch Or233 | † ἦ καὶ ἐπὶ γῆς ἐφίεσαι τοὺς πόδας κινῆσαι, ὅ ἐστι περι‐ πατῆσαι· τὸ γὰρ τῇ γῇ ἁρμόσαι χρόνιον ἴχνος πάντων γλυκύτατον. ἡ γὰρ μεταβολή, ὅ ἐστιν ἡ ἐκ τόπου εἰς τόπον ἄμειψις, μεγίστην τὴν ὠφέλειαν παρέχει. τὸ δὲ χρόνιον ἴχνος σημαίνει ** οἱ δὲ τὸ κατα‐ | |
5 | κεῖσθαι αὐτὸν ὑπὸ τῆς νόσου· αὕτη γὰρ κώλυμα αὐτῷ τοῦ μὴ περιπα‐ τεῖν: —T | |
sch Or234 | μεταβολὴ πάντων γλυκύ: προσυπακουστέον τὸ κακῶν. κεκωμῴδηται δὲ ὁ στίχος. τὸ γὰρ ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν οὔκ | |
ἐστιν ἡδύ. φησὶ γοῦν ὁ κωμικός [frg. anon. 327]· ὁ πρῶτος εἰπὼν ‘μεταβολὴ πάντων γλυκύ‘ | 121 in vol. 1 | |
5 | οὐχ ὑγίαινε, δέσποτ’· ἐκ μὲν γὰρ κόπου γλυκεῖ’ ἀνάπαυσις, ἐξ ἀλουσίας δ’ ὕδωρ καὶ τὰ τοιαῦτα· ἢν δ’ ἐκ πλουσίου πτωχὸν γενέσθαι, μεταβολὴ μὲν, ἡδὺ δ’ οὔ. | |
10 | ὥστ’ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ: —MTAB | |
sch Or235 | δόξαν γὰρ τόδ’ ὑγιείας ἔχει: τὸ ἀναστῆναι. ὁπόταν γὰρ εὐθυμῇ ψυχὴ τῇ τῆς ἐλπίδος ὑπολήψει, συνδιασῴζεται τὸ σῶμα. καὶ Σιμωνίδης [frg. 76]· ‘τὸ δοκεῖν καὶ τὰν ἀλάθειαν βιᾶται‘: —MTAB | |
sch Or236 | ἀντὶ τοῦ ἰσχυρόν: —MgAg | |
sch Or239 | πάντως καινότερόν τι ἀπαγγελεῖς: —MiAg χάριν φέρεις: οἱ ἐν περιστάσει ὄντες ἀεὶ τὸ ἐπάγγελμα τοῦ μέλ‐ λοντος λέγεσθαι δεδοίκασιν: —MMgTA | |
sch Or240 | ἡ παρά καὶ τὸ ἐμοῦ προσληπτέον: —Mi | |
sch Or241 | σοῦ κασίγνητος πατρός: διὰ τοῦ σοῦ κασίγνητος πατρός ψυχαγωγεῖ τὸν ἀδελφὸν ὑπομιμνήσκουσα τοῦ πατρὸς καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται διὰ τοῦ θείου. περιπαθέστερον δὲ ποιεῖ τὸ δρᾶμα καὶ πόρ‐ ρωθεν διαβάλλουσα τὸν Μενέλαον, καθὸ ἐλπισθεὶς βοηθήσειν οὐκ ἐβοή‐ | |
5 | θησεν: —MTAB | |
sch Or245 | ἥκει· τὸ πιστόν: τὸ ἑξῆς οὕτως· τοῦτο πιστὸν δέχου τῶν | |
ἐμῶν λόγων: —A τὸ πιστὸν τόδε λόγων: ἀντὶ τοῦ πίστευε τοῖς ἐμοῖς λόγοις. πίστιν δέχου ταύτην βεβαίαν καὶ ἀσφαλῆ μαρτυρίαν, τὸ καὶ τὴν Ἑλένην | 122 in vol. 1 | |
5 | αὐτῷ συνεπιδημῆσαι· ὅπου γὰρ Ἑλένη, πάντως που καὶ Μενέλαος: — MTAB | |
sch Or247 | ὡς τοῦ τὴν Ἑλένην ἀχθῆναι ἐπιμολύναντος τὴν εὐπραξίαν Μενελάου: —MTA | |
sch Or249 | μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν: —Mi ἐπίσημον ἔτεκε Τυνδάρεως: Στησίχορός φησιν ὡς θύων τοῖς δεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο· διὸ ὀργισθεῖσαν τὴν θεὸν διγά‐ μους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ποιῆσαι. | |
5 | ἔχει δὲ ἡ χρῆσις οὕτως [frg. 26]· ‘οὕνεκά ποτε Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μόνης λάθετ’ ἠπιοδώρου Κύπριδος, κείνα δὲ Τυνδάρεω κούραις χολωσαμένη διγάμους τε καὶ τριγάμους τίθησι καὶ λιπεσάνορασ‘. καὶ Ἡσίοδος δέ [frg. 117]· τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη | |
10 | ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην. Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον προλιποῦς’ ἐβεβήκει, ἵκετο δ’ ἐς Φυλῆα φίλον μακάρεσσι θεοῖσιν. ὣς δὲ Κλυταιμνήστρη 〈προ〉λιποῦς’ Ἀγαμέμνονα δῖον Αἰγίσθῳ παρέλεκτο, καὶ εἵλετο χείρον’ ἀκοίτην. | |
15 | ὣς δ’ Ἑλένη ᾔσχυνε λέχος ξανθοῦ Μενελάου: —MTAB ἀντὶ τοῦ πολυθρύλητον. περισσὸν δὲ τὸ ἄρθρον: —Mg | 123 in vol. 1 |
sch Or251 | αὐτεξούσιος γὰρ ἡ ἀρετή. καὶ Ὅμηρος [Ζ 444]· ‘ἐπεὶ μάθον ἔμμεναι ἐσθλόσ‘: —MiA | |
sch Or253 | ὄμμα σόν: φυσικῶς· καθόλου γὰρ τῶν τῆς ψυχῆς παθῶν εἰκόνες οἱ ὀφθαλμοί. αἰφνίδιοι δὲ τῶν λυσσωδῶν νοσημάτων αἱ μεταβολαὶ γίνονται: —MTAB | |
sch Or254 | ταχὺς δὲ μετέθου: ταχέως εἰς μανίαν μετεβλήθης ἄρτι σώας ἔχων τὰς φρένας: —MTAB ὁ νοῦς· μετεποιήθης καὶ μετεβλήθης εἰς λύσσαν, ἐν δὲ τῷ πρὸ τούτου *** μεταθεῖς, ἀντὶ τοῦ μετατρέχεις: —MT | |
sch Or255 | ὦ μῆτερ: δοκεῖ τὸ εἴδωλον τῆς μητρὸς παριστάμενον ὁρᾶν καὶ ἐπισεῖον κατ’ αὐτοῦ τὰς Ἐρινύας: —A ὦ μῆτερ, τὰς αἱματοποιοὺς καὶ δρακοντώδεις κόρας ἐπ’ ἐμοὶ μὴ ἐπίσειε, ἤγουν μὴ μετακίνει: —Mg | |
sch Or256 | τὰς αἱματωπούς: τὰ συμβαίνοντα τοῖς πάσχουσί τι τοῖς προεστῶσι τοῦ πάθους θεοῖς ἀνατιθέασιν οἱ ποιηταί· οἷόν τι καὶ Ὅμηρός φησι περὶ τῶν Λιτῶν [Ι 503]· ‘χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ‘· ἐκ τῶν ἀποβαινόντων παθῶν εἰδωλοποιήσας. καὶ τὸν Πλοῦ‐ | |
5 | τον τυφλὸν λέγουσιν, ὅτι ἀκρίτως ποιεῖ πλουσίους, καὶ τὸν Καιρὸν ὀπι‐ σθοφάλακρον, ὅτι τοῦ παρῳχημένου ἀδύνατον ἀντιλαμβάνεσθαι· καὶ κω‐ φὸν δὲ αὐτὸν ὁ Δημοσθένης [frg. 12] φησὶν, ὅτι μετακαλούμενος οὐχ ὑπακούει. καὶ νῦν αἱματωποὺς εἶπε τὰς Ἐρινύας ὁ Εὐριπίδης ἐκ τοῦ τοὺς μαινομένους ὕφαιμον βλέπειν καὶ ταραχῶδες, ὡς Φοῖβος ὁ τοῦ | |
10 | φοιβᾶν τοὺς μάντεις, ὅ ἐστι μαίνεσθαι, αἴτιος καὶ ‘πολύμοχθος Ἄρησ‘ [Phoen. 784]: —MTAB | |
sch Or257 | τὰς Ἐρινύας ἐνθουσιαστικῶς φαντάζεται ὁρᾶν: —MiAB αὗται γὰρ αὗται: ἐκ τοῦ ἀφανοῦς ὑπέθετο τὰς Ἐρινύας αὐτὸν διωκούσας, ἵνα τὴν δόξαν τοῦ μεμηνότος ἡμῖν παραστήσῃ· ὡς εἴγε παρήγαγεν αὐτὰς εἰς μέσον, ἐσωφρόνει ἂν Ὀρέστης τὰ αὐτὰ πᾶσιν | 124 in vol. 1 |
5 | ὁρῶν. ταῦτα δὲ νεώτερα· Ὅμηρος γὰρ οὐδὲν τοιοῦτον εἶπε περὶ Ὀρέ‐ στου: —MTAB | |
sch Or259 | τὰ γὰρ φαντασιώδη ἀνυπόστατα: —MgA ὁρᾶς γὰρ οὐδέν: ὃ γὰρ τὸ τῶν σωφρονούντων ὄμμα διαφεύγειν συμβέβηκεν, τοῦτο κατὰ τὴν πλάνην τοῖς μαινομένοις **: —MTAB | |
sch Or261 | ἱέρ[ε]ιαι δειναὶ θοαί: τὸ ἱέριαι προπαροξύνουσιν ὡς τὸ τι‐ μώριαι καὶ αἴτιαι: —MTB ἐνέρων ἱέρειαι: ἱερείας αὐτὰς καλεῖ παρόσον ἐξυπηρετοῦνται αὐτοῖς· ἀποστέλλουσι γὰρ αὐτοῖς τὰς ψυχάς: —MTAB | |
sch Or264 | μί’ οὖσα: μία οὖσα τῶν κατ’ ἐμοῦ Ἐρινύων ἀπόστηθι. Ἐρινύων δὲ τῶν μανιῶν, ἵν’ ᾖ· ἄνες με τῆς μανίας ἀναχωρήσασά μου: —MTAB | |
sch Or265 | μέσον μ’ ὀχμάζεις: συνέχεις ἐπαίρεις. ἴδιον δὲ τῶν μαινομένων τὸ τοὺς κηδομένους ἀποσείεσθαι καὶ δοκεῖν βλάπτεσθαι μᾶλ‐ λον: —MTAB | |
sch Or268 | ὡς τῶν Ἐρινύων ἐψαυκυιῶν αὐτοῦ: —MgABi κερουλκά: διὰ τῶν κεράτων ἕλκοντα τὴν νευρὰν, ἢ τὸ βέλος, ὡς τὸ κεραελκὴς ταῦρος. ἢ παρὰ τὸ ἐκ κεράτων εἶναι καὶ ἕλκε‐ | |
σθαι: —MTAB | 125 in vol. 1 | |
5 | Στησιχόρῳ [frg. 40] ἑπόμενος τόξα φησὶν αὐτὸν εἰληφέναι παρὰ Ἀπόλλωνος. ἔδει οὖν τὸν ὑποκριτὴν τόξα λαβόντα τοξεύειν. οἱ δὲ νῦν ὑποκρινόμενοι τὸν ἥρωα αἰτοῦσι μὲν τὰ τόξα, μὴ δεχόμενοι δὲ σχηματί‐ ζονται τοξεύειν. εἰ δὲ καὶ μαινόμενος ἐπ’ ἐνίων ὑγιαίνει, μὴ θαυ‐ μάσωμεν. ἡ γὰρ νόσος ποικίλη τῶν μεμηνότων· ὡς κἀν ταῖς Τρῳάσιν | |
10 | ἡ Κασάνδρα [367]· ‘τοσόνδε δ’ ἐκτὸς στήσομαι βακχευμάτων‘: —MTB | |
sch Or270 | μανιάσιν λυσσήμασιν: ταῖς μανιώδεσι λύσσαις. σχῆμα δέ ἐστι περίφρασις: —MiTAB μανιάσιν λυσσήμασιν: ὡς τὸ ‘φοίνικι λίνῳ‘, ἀρσενικὸν μετὰ οὐ‐ δετέρου. ἀπὸ δὲ τοῦ ἡ μανιὰς τὸ μανιάσι: —MiTB | |
5 | μανιώδεσι λυσσήμασιν· ἢ μανίαις καὶ λυσσήμασιν: —MgTB | |
sch Or272 | εἰ μὴ ’ξαμείψει: εἰ μὴ ἀποστήσεταί τις τῶν Ἐρινύων τοῦ ἐμοῦ προσώπου: —MTABi | |
sch Or275 | τί δῆτα μέλλετ’· ἐξακρίζετ’ αἰθέρα: στιγμὴ εἰς τὸ μέλ‐ λετε. τὸ δὲ ἑξῆς· εἰς τὰ ἄκρα τοῦ αἰθέρος πέτεσθε καὶ μέμφεσθε τὰ λόγια τοῦ Ἀπόλλωνος καὶ μὴ ἐμέ: —MTAB τὰ ἄκρα τοῦ αἰθέρος καταλαμβάνετε: —MT | |
5 | πτερωτὰς καὶ οὗτος τὰς Ἐρινύας ὑπέθετο: —MTAB | |
sch Or277 | † ἔα: ἐκπληκτικὸν ἢ θαυμαστικὸν ἐπίρρημα τὸ ἔα: —TA τί χρῆμ’ ἀλύω: διὰ ποίαν αἰτίαν ἀδημονῶ: —MTBi ἄλλως: τί τὸ πρᾶγμα καὶ τίς ἡ νόσος αὕτη, καθ’ ἃ ἀδημονῶ καὶ ἠπόρημαι. παρὰ τὴν ἄλην· ‘ἡ δ’ ἀλύους’ ἀπεβήσετο‘ [Ε 352]: —MTAB | |
sch Or279 | ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ: κεκωμῴδηται ὁ στίχος διὰ Ἡγέλοχον τὸν ὑποκριτήν· οὐ γὰρ φθάσαντα διελεῖν τὴν συνα‐ λοιφὴν ἐπιλείψαντος τοῦ πνεύματος τοῖς ἀκροωμένοις τὴν γαλῆν δόξαι λέγειν τὸ ζῷον, ἀλλ’ οὐχὶ τὰ γαληνά. πολλοὶ μὲν οὖν αὐτὸ διέπαιξαν | 126 in vol. 1 |
5 | τῶν κωμικῶν, Ἀριστοφάνης ** καὶ Στράττις ἐν Ἀνθρωπορραίστῃ [frg. 1]· καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναις’ Ὀρέστην, Ἡγέλοχον τὸν Κυντάρου μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν. | |
10 | καὶ ἐν ἄλλοις παίζων φησί [frg. 60]· γαλήν’ ὁρῶ. —ποῖ πρὸς θεῶν, ποῖ ποῖ γαλῆν· —γαληνά. —ἐγὼ δ’ ᾤμην σε γαλῆν λέγειν ὁρῶ. καὶ Σαννυρίων ἐν Δανάῃ [frg. 8]· τί οὖν γενόμενος εἰς ὀπὴν ἐνδύσομαι· | |
15 | ζητητέον. φέρ’ εἰ γενοίμην † γαλῆ· ἀλλ’ Ἡγέλοχος 〈εὐθύσ〉 με μηνύσειεν 〈ἂν〉 ὁ τραγικὸς ἀνακράγοι τ’ ἂν [εὐθὺς] εἰσιδὼν μέγα· ‘ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ‘: —MTAB | |
sch Or284 | σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ ἐμοί: ἐγὼ μὲν εἰργασάμην, σὺ δὲ ἐπένευσας. θέλει δὲ εἰπεῖν ὅτι οὐ μετέχεις τοῦ | |
φόνου, ἐπεὶ οὐδὲ ἔπραξας· διὸ οὐδὲ ὀφείλεις ἄχθεσθαι: —MTAB | 127 in vol. 1 | |
sch Or285 | οὐ σοὶ μέμφομαι ἀλλὰ τῷ Ἀπόλλωνι, ὅτι πείσας με μητέρα φονεῦσαι οὐ βοηθεῖ: —MiTAB | |
sch Or286 | ὅστις μ’ ἐπάρας: ἀναπτερώσας καὶ ἀναπείσας εἰς ἔργον ἀνοσιώτατον: —MTAB ἔργον ἀνοσιώτατον: ἀπειρηκὼς τῇ νόσῳ ὃ πρὶν εὐσεβὲς ᾤετο νῦν ἀνόσιον καλεῖ: —MTABi | |
sch Or287 | ὡς ὑποσχομένου τοῦ θεοῦ βοηθήσειν: —MTA | |
sch Or289 | ἠρώτων ἐξέταζον: —MgTAgBi τὸ νίν ἐπὶ τῶν τριῶν γενῶν λαμβάνεται, αὐτόν, αὐτήν, αὐτό: —MTBi | |
sch Or291 | μήποτε τεκούσης: μηδέποτε ἐπὶ τῇ σφαγῇ τῆς μητρὸς ὠθῆσαι τὸ ξίφος: —MTABi | |
sch Or294 | καὶ νῦν ἀνακάλυπτ’: τὴν ὄψιν δηλονότι· ἐσκεπάσατο γὰρ ὑπὲρ τοῦ μὴ λυπεῖν τὸν ἀδελφὸν δακρύοις: —MTAB ἄλλως: σεαυτὴν ἀποκάλυπτε· ἔκλαιε γὰρ ‘κρᾶτα θεῖς’ εἴσω πέ‐ πλων‘ [280]: —MTAB | |
sch Or298 | ἴσχναινε: λέπτυνε. παρὰ τὸ 〈ἴσχω〉 ἰσχνῶ ἰσχναίνω παρα‐ γώγως· ὅθεν καὶ ἰσχάς: —MTB γράφεται καὶ ἴσχανε, ἀντὶ τοῦ ἔπεχε πράυνε κούφιζε: —MTB γράφεται καὶ ἴσχναινε: —Mi | |
sch Or299 | χρή σε νουθετεῖν φίλα: νουθετεῖν [σε τὰ φίλα] καὶ παρα‐ μυθεῖσθαί σε τὰ φίλα καὶ προσηνῆ λέγοντα. λείπει οὖν τὸ λέγοντα· | |
τὰ φίλα λέγοντα: —MTABi | 128 in vol. 1 | |
sch Or303 | σῖτόν τ’ ὄρεξαι: διὰ τούτων φησὶν· μὴ ἄγαν ἀγρυπνίᾳ καὶ λιμῷ διάφθειρε σεαυτὴν, ἵνα μὴ νοσήσῃς· εἰ γὰρ τῷ προσεδρεύειν μοι κτήσῃ νόσον τινὰ καὶ ἀποστῇς, κἀγὼ τῆς σῆς παρουσίας ἐστερημένος ἀπόλλυμαι: —MTAB | |
5 | ἔκτεινον τὰς χεῖράς σου εἰς τροφήν: —MgBi ἀντὶ τοῦ ἐκτείνασα τὴν χεῖρα λάβε: —MiBi | |
sch Or307 | οὐκ ἔστι· σὺν σοί: ἐπειδὴ εἶπεν αὐτῇ εἰ προλείψεις με, φησὶν οὐκ ἔστι, ἀντὶ τοῦ· οὐ προλείψω σε: —MTABi | |
sch Or308 | καὶ ζῆν· ἔχει γὰρ ταὐτόν: τὸ ζῆν με καὶ ἀποθανεῖν ταὐ‐ τόν ἐστιν, ἐὰν σὺ τελευτήσῃς. ἢ τὸ ἔχει ἀντὶ τοῦ σχήσει· ὁ δὲ λόγος· ἐὰν σὺ ἀποθάνῃς, ταὐτόν μοι πάθος γενήσεται, ὅ ἐστι· κἀγὼ συντεθνήξομαί σοι: —MTAB | |
5 | ἕξει γὰρ ταὐτόν με πάθος, ὅπερ καὶ σέ: —MiAg | |
sch Or310 | τουτέστιν· εἰ βούλει με φαγεῖν, πείθομαι: —MiBi | |
sch Or312 | καὶ μὴ τὸ ταρβοῦν: μὴ ἐν ὑποψίᾳ ἔχε μηδὲ φαντάζου τὸ ἐκφοβοῦν σε. ἀποδέχου δὲ ἀντὶ τοῦ ὑποδέχου προσδέχου: — MTABi | |
sch Or314 | κἂν μὴ νοσῇς γάρ: Καλλίστρατος τὴν ἐκτὸς τοῦ ς γραφὴν διδάσκει· κἂν μὴ νοσῇ γάρ, ἀλλὰ δοξάζῃ νοσεῖν, ἵν’ ᾖ ἀπὸ τοῦ Ὀρέστου εἰς κοινὸν μεταβεβηκὼς ὁ λόγος: —MTAB δοξάζῃς: ἀντὶ τοῦ δοξάζῃ τις, ὡς τὸ [Γ 220] ‘φαίης κε ζάκοτόν | |
5 | τ〈έ τιν’〉 ἔμμεναι‘: —MTB | |
sch Or317 | δρομάδες ὦ πτεροφόροι: πανταχοῦ περιτρέχουσαι καὶ τιμωρούμεναι τοὺς ἀνθρώπους. ἢ περιτρέχειν ποιοῦσαι τοὺς μεμη‐ | |
νότας: —MTAB | 129 in vol. 1 | |
sch Or318 | Ποτνιάδες θεαί: μανιοποιοί. Πότνιαι γὰρ χωρίον ἐστὶ Βοιω‐ τίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιον δεσπότην Γλαῦκον τὸν Βελλεροφόντου πατέρα ἐν τῷ ἐπιταφίῳ Πελίου. Πότνιαι δὲ πόλις Βοιωτίας, ὅθεν καὶ Γλαῦκος ** γευσά‐ | |
5 | μενον ** ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς θάλασσαν [ὁ Ἀνθηδόνιος]: — MTAB ἀπὸ 〈τῶν〉 Ποτνιάδων ἵππων μετήνεγκεν, αἳ μανεῖσαι ἔφαγον τὸν Γλαῦκον: —MiTBi | |
sch Or319 | ἀβάκχευτον αἳ θίασον: ἤτοι κακοβάκχευτον, τὸν κακὴν ἔχοντα βακχείαν οὐ πρέπουσαν τῷ Διονύσῳ, ἀλλ’ ἐν θρήνοις καὶ γόοις ἐξεταζομένην. ἢ παρόσον ἄοινα καὶ νηφάλια ταῖς θεαῖς ταύταις τὰ ἱερὰ συντελεῖται. ἢ τὸν μεγάλως ἐκβακχεύοντα: —MTAB | |
sch Or321 | μελάγχρωτες: μέλαιναι· χθόνιαι γάρ εἰσιν. ἢ μελαί‐ νουσαι τοὺς νοσοῦντας. ὡς καὶ πρὸς τὸν Μενέλαον Ὀρέστης φη‐ σὶν [408]· ‘ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρασ‘: —MTAB | |
sch Or322 | ταναὸν αἰθέρα: ἀνὰ τὸν αἰθέρα πάλλεσθε πτερωταὶ οὖσαι. | |
Ὅμηρος [Ι 571]· ‘ἠεροφοῖτις Ἐρινύσ‘: —MTAB ταναὸν αἰθέρα: τὸν λεπτομερῆ, τροπικῶς· τὰ γὰρ τεινόμενα τῶν σωμάτων λεπτύνεται. τὸ ἀμπάλλεσθε ὡς, ἀνακινουσῶν αὐτῶν | 130 in vol. 1 | |
5 | τὸν ἀέρα ἐμφαντικῶς, τουτέστιν· ἀναπάλλεσθε τοῖς πτεροῖς, κατὰ τὸν Ὁμηρικὸν [Ν 18] Ποσειδῶνα τὸν σείοντα τοῖς ποσὶ καὶ τῇ πορείᾳ τὸ ὄρος: —MTAB | |
sch Or323 | τιμωρίαν λαμβάνουσαι ὑπὲρ αἵματος καὶ φόνου: —MiTAB | |
sch Or327 | τῆς λύσσης τῆς καὶ μαίνεσθαι ποιούσης 〈καὶ〉 φοιτᾶν, ὅ ἐστι περιϊέναι: —Mi λύσσα καὶ μανία καὶ φοῖτος ἕν ἐστιν: —MiBi τὸ [φεῦ μόχθων] καθ’ ἑαυτό. τουτέστι· δυστυχής ἐστι χάριν | |
5 | τῶν μόχθων: —MiB τοῦτο κατ’ ἰδίαν ἀναπεφώνηται. ἢ τὸ φεῦ συντέτακται, ἵν’ ᾖ· φεῦ [ἰὼ Ζεῦ] οἵων μόχθων ὁ τάλας ὀρεχθεὶς ἔρρεις: —MT | |
sch Or328 | ἐπιθυμήσας· ἐκτείνεται γὰρ τὴν διάνοιαν ὁ ἐπιθυμῶν: — MMgTAB πρὸς αὐτὸν ἀπέτεινε τὸν λόγον· οἵων πραγμάτων ὁ τάλας ἐπιθυ‐ μήσας· λέγει δὲ τοῦ φόνου τοῦ κατὰ τῆς μητρός· οἴχῃ καὶ διέφθαρσαι | |
5 | ἀπὸ τοῦ τρίποδος δεξάμενος τὴν μαντείαν, ἣν ὁ Φοῖβος ἔλακεν: —MTB | |
sch Or329 | † ἀπόφατιν: ἀντὶ τοῦ ἀπόφασιν πρόσταξιν: —TAgBi | |
sch Or330 | † κατ’ ἐκεῖνο τὸ δάπεδον: —TBi | |
sch Or331 | † ἵνα μεσόμφαλοι λέγονται: ἡ Δῆλος γὰρ μεσαιτάτη ἐστὶ τοῦ παντὸς κόσμου. ἢ τῶν Κυκλάδων νήσων. ἢ παρὰ τὰς ὀμφὰς καὶ | |
τὰς φήμας: —TAB ἵνα μεσόμφαλοι λέγονται: ὀμφαλὸς κέκληται ἡ Πυθὼ παρὰ τὰς | 131 in vol. 1 | |
5 | ὀμφὰς τὰς ὑπὸ τοῦ θεοῦ χρηστηριαζομένας. ἢ παρὰ τὸ εἶναι ἐν μέσῳ τῆς οἰκουμένης τὴν Πυθώ. λέγεται γὰρ τὸν Δία μαθεῖν βουλό‐ μενον τὸ μέσον τῆς γῆς δύο ἀετοὺς ἰσοταχεῖς ἀφεῖναι, τὸν μὲν ἀπὸ δύσεως, τὸν δὲ ἀπὸ ἀνατολῆς, καὶ ἐκεῖσε αὐτοὺς ἀπαντῆσαι, ὅθεν ὀμ‐ φαλὸς ἐκλήθη. ἀνακεῖσθαί τε χρυσοῦς ἀετούς φασι τῶν μυθευομένων | |
10 | ἀετῶν ὑπομνήματα: —MTAB | |
sch Or332 | ἰὼ Ζεῦ: πρὸς τὸ ἄνω τοῦτο σχετλιαστικῶς μετὰ ἤθους ἀναπε‐ φώνηται: —MT | |
sch Or333 | τὸ δεύτερον τίς ἀντὶ τοῦ οὐδείς: —Mg τίς ἔλεος: εἰς τὸ τίς ἔλεος στιγμὴν δεδωκότες λείπειν τῷ λόγῳ φήσομεν τὸ γενήσεται καὶ τὸ ἄλλο τίς ἀντὶ τοῦ οὐδείς, ἵν’ ᾖ ὁ νοῦς οὕτως· τίς ἔλεος γενήσεται, ἀντὶ τοῦ· τίς ἐλεήσει σε, Ὀρέστα: —MTAB | |
5 | ἄλλως: τίς ἄρα, φησὶ, τοῦτον ἐλεήσει, τίς δὲ ὁ κίνδυνος οὗτος καὶ ἡ μανιώδης νόσος ἐπέρχεται ἐπὶ σὲ τὸν μέλεον, ταχύνων σε καὶ ἐξεγεί‐ ρων. τουτέστιν· ἆρα δαίμων τις ἐπιπέμπει τούτῳ τὰς Ἐρινύας: —MTAB ἢ καὶ ἄλλως: τίς ἐλεήσει αὐτόν· ἔξωθεν ἀκουσόμεθα τὸ οὐδείς. διὰ τί· οὗτος γὰρ αὐτῷ ὁ κίνδυνος, ὁ ἐκ τῶν Ἐρινύων, ἐπέρχεται φόνιος, | |
10 | μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον: —MTB ἄλλως: τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, τίς, ὦ Ζεῦ, ᾧ δάκρυα δάκρυσι συμβάλλεταί τις ἀλάστωρ, πορεύων εἰς δόμους, ἀντὶ τοῦ περιέλ‐ κων αὐτὸν τῇ μανίᾳ [καὶ ἀναβακχεύων] κατὰ τὸν οἶκον, ὅστις, ὁ ἀλά‐ | |
στωρ, ἀνεγείρει τὸ αἷμα τῆς μητρός: —MTAB | 132 in vol. 1 | |
15 | † ἄλλως: τίς ἔλεός ἐστι τούτῳ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστό‐ ρων δαιμόνων, τὸ αἷμα τῆς μητρὸς πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν εἰς ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, εἰς τὸν οἶκον τῶν ἀλαστόρων· καὶ τίς δὲ ἡ νόσος πο‐ ρεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου. ἡ δὲ περικοπή· οἵων μόχθων | |
20 | ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαν‐ τείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγε‐ ται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ· τί· οὗτος γὰρ αὐτῷ ὁ ἀγὼν ἐκ τῶν Ἐρινύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. μετέβαλε δὲ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς | |
25 | αὐτόν: —TB τίς ὅδ’ ἀγὼν 〈φόνιοσ〉 ἔρχεται ἕως τοῦ ματέρος αἷμα σᾶς 〈ὅ σ’〉 ἀναβακχεύει: τὸ ἑξῆς· τίς φόνιος οὗτος ἀγὼν, ματέρος αἷμα σᾶς ὅ σε ἀναβακχεύει, ἔρχεται θοάζων σε τὸν μέλεον, ᾧτινι, τῷ ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων μαίνεσθαί σε ποιῶν κατὰ τοὺς | |
30 | οἴκους: —MiTA | |
sch Or335 | θοάζων: ἐπιδιώκων ταχύνων διεγείρων ἐκμαίνων. ‘κῆτος θοάζον‘ Ἀνδρομέδᾳ [frg. 949]: —MTBi ᾧ δάκρυα δάκρυσι: συνάγει καὶ συμμίσγει ἐπάλληλα δάκρυα. Ὅμηρος [Δ 453]· ‘συμβάλλετον ὄμβριμον ὕδωρ‘. ἢ συνάπτει, ἵνα ᾖ | |
5 | ἡ μεταφορὰ ἀπὸ τῶν συμβαλλόντων τοῖς σχοινίοις ἕτερα καὶ ἐπιμηκέ‐ στερα ποιούντων, οἷον· ἐπὶ τοῖς δάκρυσι συνάπτει δάκρυα. Ἀριστοφάνης | |
[Pac. 37]· ‘ὥσπερ οἱ 〈τὰ〉 σχοινία συμβάλλοντες εἰς τὰς ὁλκάδασ‘: —MTAB ᾧ δάκρυα: ᾧ, τῷ Ὀρέστῃ, δάκρυα δαίμων τις κακὸς ἀλλεπάλληλα συνάπτει δίκην τοῦ αἵματος τῆς μητρὸς αὐτοῦ εἰσπραττόμενος: —MiT | 133 in vol. 1 | |
sch Or337 | † εἰς δόμους ἀλαστόρων: ἀντὶ τοῦ εἰς δόμους τοῦ Ἅιδου τὴν σὴν μητέρα ἢ σέ, τὸν Ὀρέστην: —A | |
sch Or338 | ὅ ς’ ἀναβακχεύει: διχῶς στίζουσιν. ἀποδίδοται οὖν πρὸς μὲν τὴν πρώτην στιγμήν· τίς οὗτος φόνιος ἔρχεται ἀγὼν, ᾧ, ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει καὶ συμβάλλει τις τῶν ἀλαστόρων πορεύεσθαι ποιῶν τὸ αἷμα τῆς σῆς μητρὸς εἰς τοὺς οἴκους καὶ μὴ ἐῶν αὐτὸ ἠρε‐ | |
5 | μεῖν ἀτιμώρητον, [ἢ] ὅ σε, τὸ αἷμα δηλονότι, ἀναβακχεύει καὶ μαίνεσθαι ποιεῖ. πρὸς δὲ τὴν δευτέραν στιγμὴν οὕτως· τίς οὗτος ἔρχεται φόνιος ἀγὼν, [ᾧ, τῷ ἀγῶνι,] δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων, ὅς σε ἀναβακχεύει πορεύων καὶ περιέλκων ματέρος αἷμα σᾶς, ὅ ἐστιν· ἀνακινῶν τὸ αἷμα τῆς μητρός σου κατὰ τοὺς οἴκους καὶ μὴ ἠρεμεῖν αὐτὸ | |
10 | ἐῶν ἀτιμώρητον: —MTB ὅ ς’ ἀναβακχεύει: τινὲς στίζουσιν εἰς τὸ ὅ ς’ ἀναβακχεύει, ἵν’ ᾖ ὅπερ σε, τὸ αἷμα. γράφεται δὲ καὶ ὅς σε ἀναβακχεύει, ἀλά‐ στωρ 〈ὅσ〉 σε ἀνακινεῖ καὶ μαίνεσθαι ποιεῖ: —MiT † ὅ ς’ ἀναβακχεύει: τουτέστιν· ὅπερ, 〈τὸ αἷμα〉 τῆς μητρὸς, | |
15 | ἀναβακχεύει σε καὶ μαίνεσθαι ποιεῖ. ἢ ὅστις ἀλαστόρων ἀνακινεῖ τὸ αἷμα τῆς μητρός σου μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον: —B | |
sch Or340 | ὁ μέγας ὄλβος: περισσὸν τὸ ἓν ὡς: —MiTA οὐ μόνιμος ὁ μέγας ὄλβος. κατέκλυσε γὰρ αὐτὸν δαίμων τις, ὡσεὶ λαῖφος ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι πόντου. τὸ δὲ δεινῶν πόνων ἐν μέσῳ ἀναπεφώνηται. ἢ οὕτως· | |
5 | ὡς δὲ πόντου λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖ‐ φος κατέκλυσεν, οὕτως καὶ τὸν μέγαν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δει‐ νῶν πόνων: —MiTAB | 134 in vol. 1 |
sch Or341 | ἀνὰ δὲ λαῖφος: ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέ‐ κλυσεν αὐτὸν καὶ κατεπόντισεν, ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον κατὰ τὸν βίον τῶν ἀνθρώπων ἡ τύχη: —MTAB | |
sch Or343 | κατέκλυσεν δεινῶν: κλύζεσθαι παρεσκεύασεν. ἄστατον ὄντα ὑπὸ τῶν δεινῶν πόνων, τουτέστιν ἔργων. Ὅμηρος [Α 467]· ‘αὐτὰρ ἐπεὶ παύσαντο πόνου‘. ὡς γὰρ κλύζεται ναῦς ἐν θαλάσσῃ, οὕτω καὶ ἡ τῶν ἀνθρώπων τύχη ὑπὸ ἀστάτων ἔργων. τὸ γὰρ τῆς τύχης | |
5 | ῥεῦμα μεταπίπτει ταχύ: —MTB † ἀνὰ δὲ λαῖφος: οὕτως κλύζεσθαι δαίμων τις παρεσκεύασεν ὑπὸ ἀστάτων ἔργων, δηλονότι τὸν ὄλβον, ὡς λαῖφος ἀκάτου θοᾶς ἀνατινάξας κλύζεσθαι ἐποίησεν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις: —TA † καὶ ἄλλως: ἀνατινάξας γὰρ δαίμων τις, ὅ ἐστιν ἄνωθεν ἐκ τοῦ | |
10 | οὐρανοῦ πέμψας, δηλονότι τὸν ὄλβον, οὕτως κλύζεσθαι ἐποίησεν ὑπὸ τῶν ἀστάτων ἔργων ὡς ναῦν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. τὸ γὰρ λαῖφος ἀκάτου θοᾶς περιφραστικῶς τὴν ναῦν: —TA | |
sch Or345 | τίνα γὰρ: ἀλγῶ οὖν, φησὶν, ὡς ἐπὶ ἰδίοις κακοῖς καὶ συνυπο‐ φέρομαι τὴν τύχην. τίς γὰρ ἕτερος οἶκός ἐστι σέβεσθαι παρ’ ἡμῶν ἄξιος ἢ οὗτος, ὃς ἐκ θεῶν ἔχει τὴν καταβολήν. ἀρχηγὸς γὰρ τῆς γο‐ νῆς ὁ Ζεὺς, ὅστις ἐφύτευσε Τάνταλον Πλουτοῖ συνελθών: —MTAB | |
5 | πρὸς τὰ ἄνω. πρὸς τὸ κατολοφύρομαι 〈τὸ〉 τίνα γὰρ ἔτι | |
πάρος: —MgBi | 135 in vol. 1 | |
sch Or348 | ἐν τοῖς τέλεσιν εἰώθασιν οἱ ἀπὸ τοῦ χοροῦ μεταλλάττειν φεύ‐ γοντες τὴν μονῳδίαν τοῦ λόγου: —MgTABBi καὶ μὴν βασιλεύς: τὸ ἑξῆς· καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει Μενέλαος ἄναξ, τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν, πολλῇ δ’ ἁβροσύνῃ δῆ‐ | |
5 | λος ὁρᾶσθαι: —MTB | |
sch Or349 | ὅ ἐστι· διὰ τῆς ὄψεως ἐμφαίνει τὴν εὐγένειαν: —MgTAB τῇ τρυφῇ τοῦ βαδίσματος. ἢ τῆς ὄψεως: —MgAg | |
sch Or352 | ὦ χιλιόναυν στρατὸν ὁρμήσας: δι’ ὧν δοκεῖ αὐτὸν ἐπαι‐ νεῖν, διὰ τούτων λυπεῖ ἀναμιμνήσκουσα τῶν ἀπολομένων ἐν τῇ Τροίᾳ: — MTAB | |
sch Or353 | εἰς γῆν Ἀσίαν: ἀπὸ τούτων αὐτὸν ἐγκωμιάζει, ἀφ’ ὧν ἐμεγαλύνετο. τῷ δὲ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· τοσαῦται γὰρ ἦσαν αἱ νῆες τῶν Ἑλλήνων, ͵αρπϛ: —MTAB νεώτερον τὸ τῆς Ἀσίας ὄνομα: —ABi | |
sch Or354 | σὺ, φησὶν, οὐ μετέχεις τῆς δυστυχίας τῶν Τανταλιδῶν: —MiTAgBi | |
sch Or355 | θεόθεν πράξας ἅπερ ηὔχου: τὸν γὰρ πόλεμον κατορθώ‐ σας ἔλαβε τὴν Ἑλένην. σὺ μὲν οὖν, φησὶν, εὐτυχῶς ἀπηλλάχθης, ὁ δὲ Ὀρέστης δυστυχεῖ: —MTAB | |
sch Or356 | ὦ δῶμα: ἀπὸ πρώτης παρόδου σημειοῦται τὸ κακόηθες τῆς γνώμης Μενελάου. καὶ γὰρ οὐδὲ εἰς Σπάρτην ἀνήχθη, ἀλλὰ πρότερον εἰς Ἄργος ὡς ἐξελάσων Ὀρέστην, ὡς ἐν τοῖς ἑξῆς δῆλός ἐστι. καίτοι | |
παρὰ τῷ ποιητῇ εὑρίσκεται τῶν πάλαι πολεμίων φειδόμενος· ἐν γὰρ τῇ | 136 in vol. 1 | |
5 | Ζ ῥαψῳδίᾳ [37—65] κωμῳδεῖται συγχωρῶν ζῆν τὸν Ἄδραστον δόσιν χρημάτων ἐπαγγειλάμενον: —MTAB | |
sch Or362 | ὄρος Λακωνικῆς· καὶ Ὅμηρος [γ 287]· ‘Μαλειάων ὄρος αἰπύ‘: —AgBi | |
sch Or363 | † ὁ ναυτίλοισι: τοῖς γὰρ ναύταις οὗτος, ὃς φίλος καὶ θα‐ λάσσῃ ἐστὶ καὶ ἰχθύσι, τὰ πεπρωμένα βάζει: —A | |
sch Or364 | Νηρέως προφήτης: οὗτος Ἀνθηδόνιος ἁλιεύς· ἑωρακὼς δὲ ἰχθὺν παρὰ τὴν ψάμμον βοτάνης γευσάμενον καὶ ἀναζήσαντα, φαγὼν καὶ αὐτὸς γέγονεν ἀθάνατος, ἀλλ’ οὐκ ἀγήραος, ἐφ’ ᾧ κατεπόντισεν ἑαυτόν. μαντεύεται δὲ ὡς ὁ παρ’ Ὁμήρῳ [δ 365 sq.] Πρωτεὺς καὶ παρὰ Πιν‐ | |
5 | δάρῳ [Pyth. IV 20] Τρίτων τοῖς Ἀργοναύταις: —MTAB | |
sch Or367 | περιπεσὼν πανυστάτοις: περισσὴ ἡ περί. καί ἐστιν ὁ νοῦς· ἀποθανὼν, πεσὼν, ἀπολωλὼς τοῖς πανυστάτοις λουτροῖς τῆς ἀλό‐ χου. ἢ περιπεσών ἀντὶ τοῦ συντυχὼν τοῖς λουτροῖς τῆς ἀλόχου· λουσαμένῳ γὰρ τὸν χιτῶνα περιήγαγεν· ὡς ἐν Ἑκάβῃ [1281]· ‘κτεῖν’ | |
5 | ὡς ἐν Ἄργει φόνια λουτρά ς’ ἀναμένει‘: —MTAB | |
sch Or369 | ἀπὸ Ναυπλίου τοῦ πατρὸς Παλαμήδους: —MgBi | |
sch Or370 | ἤδη δάμαρτος: μέμνηται τῆς γυναικὸς οὐκ ἐν δέοντι ἔρωτι, μεγίστῳ δὲ μᾶλλον: —A | |
sch Or371 | δοκῶν Ὀρέστην: ὕπουλα πάντα τὰ ῥήματα Μενελάου, ἀφ’ οὗ ὁ ποιητὴς τὸ ἄστατον τῆς Λακεδαιμονίων γνώμης κωμῳδεῖ, ὡς καὶ ἐν Ἀνδρομάχῃ [445 sq.]· ‘ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν, Σπάρ‐ της ἔνοικοι, δόλια βουλευτήρια‘. πρὸ γὰρ Διοκλέους, ἐφ’ οὗ τὸν Ὀρέ‐ | |
5 | στην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης ἀπιστήσαντες Ἀθηναῖοι οὐ προσήκαντο, ἐπὶ ἄρχοντος Θεοπόμπου [ὅ ἐστι πρὸ Διο‐ κλέους]. οὕτως ἱστορεῖ Φιλόχορος [frg. 117]: —MTAB | 137 in vol. 1 |
sch Or372 | ἀντὶ τοῦ περιλαβεῖν: —Mg | |
sch Or373 | ὡς εὐτυχοῦντας: εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι βουλόμενοι μέχρι θανάτου τὴν ἀτυχίαν αὐτοῖς προκόπτειν. καὶ ὁ Μενέλαος τοίνυν ἔφεδρος ὢν τῇ τοῦ Ὀρέστου ἀρχῇ μόνον τὸ ζῆν αὐτὸν εὐτυχίαν ὁρίζεται: —MTAB | |
5 | ἄλλως: τὰ κατὰ τὸν Ἀγαμέμνονα ἠπιστάμην καὶ τὸν ἐκείνου θά‐ νατον ἐδάκρυσα, ἐλπίζων δὲ περιπτύσσεσθαι τὸν Ὀρέστην καὶ τὴν μη‐ τέρα ὡς σῳζομένους, παρ’ ἐλπίδας ἤκουσα τῆς Κλυταιμνήστρας τὸν θά‐ νατον. τὸ γὰρ εὐτυχοῦντας ἀντὶ τοῦ σώους καὶ ὑγιεῖς: —MTAB τὸ εὐτυχοῦντας κακοήθως: —MT | |
10 | τῶν ἁλιέων, ἀπὸ τοῦ κτυπεῖν ταῖς κώπαις. ἢ τῶν ναυτῶν: —MiBi | |
sch Or374 | δέον εἰπεῖν εὐσεβῆ φόνον, κακοήθως ἀνόσιον καὶ ἀσεβῆ φόνον καλεῖ τὴν τιμωρίαν Κλυταιμνήστρας: —TBi γράφεται θυγατρός: —Mg | |
sch Or375 | ἀντὶ τοῦ· ὅπου ἐστὶν ὁ Ἀγαμέμνονος γόνος: —Mg | |
sch Or376 | ὃς τὰ δείν’ ἔτλη: καὶ ἐκ τούτου δῆλός ἐστιν ὁ Μενέλαος πονηρῶς ταῦτα λέγων. δέον γὰρ εἰπεῖν· ὃς ἤμυνε τῷ πατρί, φησὶν· ὃς τὰ δεινὰ εἰργάσατο κακά: —MTBi | |
sch Or380 | † ἢ περὶ οὗ ἐρωτᾷς, ἢ ὃν ὁρᾷς. εἴρηται γὰρ ἡ ὄψις ἱστορία, ὡς ἂν εἴποιμεν· ἱστόρησα τὴν πόλιν: —TBi | |
sch Or382 | πρωτόλεια θιγγάνω: ἀντὶ τοῦ πρὸ πάντων σε λιτανεύω καὶ ταύτην πρώτην ἱκεσίαν ἐπὶ σὲ ποιοῦμαι οὐπώποτέ τινα ἄλλον ἱκε‐ τεύσας. πρωτόλεια δὲ κυρίως ἡ τῆς λείας ἀπαρχή· νῦν δὲ πρω‐ τόλειά φησι τῆς ἱκεσίας τὴν ἀπαρχήν. καταχρηστικῶς γὰρ πρωτόλεια | |
5 | πάντα τὰ πρῶτά φασιν: —MTB ἀντὶ τοῦ πρῶτον, σύνθετον ἀντὶ ἁπλοῦ: —MgBi † τῶν σῶν δὲ γονάτων πρωτόλεια: πρωτόλειον μὲν κυρίως λέγεται τὸ ἀπὸ τῆς λείας ἐξαίρετον, τὸ ἀνατιθέμενον τῷ θεῷ· ἐνταῦθα δὲ τὸ πρωτόλειον ὡς ἐπίρρημα ἐδέξατο ἀντὶ τοῦ κατὰ πρῶτον λόγον ἢ | 138 in vol. 1 |
10 | πρωτοτύπως: —A | |
sch Or383 | ἱκέτης ἀφύλλου στόματος: ἀντὶ τοῦ ἄνευ στεμμάτων: — MTA τὴν φυλλάδα ἱκετεύοντες προέτεινον, ὡς παρ’ Ὁμήρῳ [Α 14] ὁ Χρύσης ‘στέμματ’ ἔχων ἐν χερσίν‘. κέκληται δὲ φυλλάς, ἐπεὶ ἐκ | |
5 | φύλλων ἤτοι ἐλαίας ἢ δάφνης [ἢ, ὥς τινες, τὸ ἐκ τούτων ἄνθος] ἐστί, καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς ἱκετεύουσι φυλλάδα· προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρόσον οὓς ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. | |
10 | Ἀχαιὸς Ἀζᾶσι [frg. 2]· ‘νῦν οὖν ἡμεῖς ἱκέται ** θαλλούς τε θεῶν † τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν λῆξαι τῆς ἀστερόπου Ζηνὸς θυσίασ‘. τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ τὴν νόσον [ἀντὶ τοῦ ἄνευ ἱκετηρίας] ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ὡς ἐπὶ πολὺ ξηρὰ εὑρίσκεται: —MTAB | |
15 | † ἀφύλλου στόματος ἐξάπτων λιτάς: τὸ ἀφύλλους λιτάς ἐνταῦθα εἰς τιμὴν τοῦ Μενελάου Ὀρέστης εἶπε ταῖς μεγίσταις τιμαῖς βιάζων ἐκεῖνον γενέσθαι αὐτῷ εἰς βοηθόν. οἱ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ κλάδους ἐπεφέροντο νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμέ‐ | |
20 | νους, οὓς καὶ εἰρεσιώνας ἐκάλουν. τρόπον οὖν τινα ταῦτα λέγει ὁ Ὀρέ‐ | |
στης πρὸς τὸν Μενέλαον ὅτι ἔδει τὰς λιτὰς ὡς θεῷ σοι προσαγαγεῖν μετὰ κλάδων, νῦν δὲ διὰ τὸ μὴ δύνασθαι τοῦτο, ἐπειδὴ πανταχόθεν εἰλοῦμαι παγχάλκοις ὅπλοις καὶ κωλύομαι, τὰς ἐκ στόματος προαγομένας ταύτας προσάγω: —A | 139 in vol. 1 | |
sch Or385 | τίνα ἐκ τῶν νεκρῶν βλέπω: —Mg | |
sch Or386 | εὖ γ’ εἶπας: καλῶς με νεκρὸν ἐκάλεσας· οὐ γὰρ ζῶ ὑπὸ τῶν κακῶν. ὅσον ἥκει εἰς τὰ κακά, 〈οὐ〉 ζῶ: —MTBi | |
sch Or390 | τὸ σῶμα φροῦδον: ἀντὶ τοῦ εἰς ὄνομα μόνον λείπεται τὰ ἐμά. καὶ εἰς ὄνομα μόνον λείπεται τὰ κατ’ ἐμέ, ἐπεὶ τὸ σῶμα ἅπαν μοι φροῦδον γέγονεν: —MTA | |
sch Or392 | ὅδ’ εἰμὶ μητρός: ἤτοι ὅτι μετανοεῖ ἀνελὼν αὐτήν, ταλαί‐ πωρόν φησιν· οὐ γὰρ πρὸ πράξεως καὶ μετὰ τὴν πρᾶξιν οἱ αὐτοὶ τυγ‐ χάνομεν· ἢ προσαγόμενος αὐτὸν εἰς ἔλεον διὰ τοῦ καθομολογεῖν τὴν ἀνοσίαν ἑαυτοῦ πρᾶξιν· ἢ ὑπομιμνήσκων αὐτὸν ὅτι ἔκδικος τοῦ πατρὸς | |
5 | ὑπάρχει. τὸ δὲ ταλαίπωρος παρὰ τὴν πώρην, ὃ δηλοῖ τὸ πένθος. Ἀντίμαχος [frg. 58]· ‘πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστοσ‘, ἀντὶ τοῦ πένθος: —MTAB | |
sch Or393 | φείδου δ’ ὀλιγάκις λέγειν κακά: λείπει τὸ ὥστε· ἤκουσα, ὥστε φείδου λέγειν τὰ κακά. οἷον· παραιτοῦ τὰ κακὰ πολλάκις λέ‐ γειν. ὀλιγάκις δὲ ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ ‘ἦ ὀλίγον οἱ παῖδα | |
ἐοικότα γείνατο Τυδεύσ‘ [Ε 800]: —MTAB | 140 in vol. 1 | |
5 | † ἄλλως: οὕτως συντάξεις· φείδου λέγειν τὰ κακά, ἀντὶ τοῦ. πεφεισμένως λέγε τὰ κακά. ὀλιγάκις δὲ ἀντὶ τοῦ καὶ ὀλιγάκις, τοῦ δέ ἐνταῦθα ἀντὶ τοῦ καί κειμένου: —A | |
sch Or394 | διὸ λέγειν ἀναγκάζεται πλουσίως καὶ πολυτελῶς ἔχων τὰ κακά: —MgTB | |
sch Or395 | πρᾶγμα: —MgBg | |
sch Or396 | ἡ σύνεσις ὅτι σύνοιδα: ἐγκαλοῦσί τινες· πῶς γὰρ, φασὶν, αἰτιᾶται τὴν σύνεσιν, τὸ πᾶν αἴτιον τῶν Ἐρινύων ἐχουσῶν. ἀγνοοῦσι δὲ ὅτι ὑπὸ δισσῶν φησιν ἀπόλλυσθαι, περὶ μὲν τὸν καιρὸν τῆς ὑγιείας ὑπὸ τῆς συνειδήσεως, ἐν δὲ τῇ λύσσῃ ὑπὸ τῶν Ἐρινύων· ὃ καὶ ἐπάγει· | |
5 | ‘μανίαι τε‘: —MTAB μετὰ γὰρ τὴν μανίαν ἡ ἔννοια τῶν κακῶν αὐτὸν ἐδάμαζεν: — MgTAB | |
sch Or397 | πῶς φής: διὰ τὸ μὴ πρὸς ἔπος ποιήσασθαι τὴν ἀπόκρισιν, τούτου ἕνεκεν λέγει αὐτὸν ἀσαφῶς εἰρηκέναι: —MTAB † ἄλλως: ἐπεὶ αὐτὸς μὲν τὴν ἰδέαν ἐπύθετο τῆς νόσου, ὁ δὲ τὸ συνειδὸς ἔφη, τοῦτο δὲ οὐ πάντως νόσος, τούτου χάριν φησὶν αὐτὸν | |
5 | ἀσαφῶς εἰρηκέναι. τίς οὖν ἐστιν ἡ ἀπὸ τῆς συνειδήσεως νόσος· ἡ λύπη, ὡς ἑξῆς λέγει: —TAB οὐ τὸ μὴ σαφὲς λέγειν ἐστὶ σοφόν, ἀλλὰ τὸ λέγειν σαφές: —MgBi | |
sch Or400 | μανίαι τε μητρὸς αἵματος τιμωρίαι: αἱ τιμωρητικαὶ τοῦ αἵματος τῆς μητρὸς, ἃς ὑφίσταμαι τιμωρίαν ταύτην διδοὺς ὑπὲρ τοῦ τῆς μητρὸς φόνου: —MTA κατὰ κοινοῦ τὸ διαφθείρουσά με: —MgBi | |
sch Or401 | ἤρξω δὲ λύσσης πότε: καὶ τοῦτο πονηρῶς. θέλων γὰρ ἐλέγξαι ὡς θεομισῆ φησιν ἤρξω δὲ λύσσης πότε. ἤθελε γὰρ | |
μαθεῖν εἰ χρόνιόν ἐστι τὸ νόσημα καὶ δυσίατον: —MTAB | 141 in vol. 1 | |
sch Or402 | ἐν ᾗ τάλαιναν μητέρ’ ἐξώγκουν: ἐν ᾗ, ἡμέρᾳ, ὑψηλο‐ ποίουν τὸ τῆς μητρὸς μνῆμα: —MTA γράφεται ἐν ᾗ ταλαίνης μητρὸς ἐξώγκουν τάφον: —MBi ὅ ἐστι· τὸ χῶμα ἐπέβαλλον: —MT | |
5 | ἐτίμων: —Mg | |
sch Or403 | πότερα κατ’ οἴκους: ἀπὸ κοινοῦ τὸ ἤρξω, τουτέστιν· ἐν ποίᾳ ἡμέρᾳ ἤρξω καὶ ἐν ποίῳ τόπῳ. κακοήθως δὲ καὶ τοῦτο: — MTAB | |
sch Or404 | νυκτὸς φυλάσσων: μήποτέ τις ἀφέληται τὰ ὀστᾶ. ἢ παρατηρῶν πότε σβεσθείσης τῆς φλογὸς ἀφέλωμαι τὰ ὀστᾶ: —TAB | |
sch Or408 | ἀντὶ τοῦ φοβεράς, ὡς ὁ ποιητής [Α 47]· ‘νυκτὶ ἐοι‐ κώσ‘: —Mg | |
sch Or410 | εὐπαίδευτα δ’ ἀποτρέπου: κατὰ ἀντίφρασιν, ἀντὶ τοῦ ἀπαιδεύτως. ἢ οὕτως· εὐπαιδεύτως δὲ ποιεῖς ὀνομάζειν αὐτὰς Ἐρι‐ νύας παραιτούμενος: —MTB ἄλλως: ἀπαιδεύτως φυλάττου ὀνομάζειν αὐτάς. πῶς δὲ ἀπαιδεύ‐ | |
5 | τως· καλῶν αὐτὰς Ἐρινύας: —MTAB | |
sch Or411 | αὗταί σε βακχεύουσιν: κακοήθως τῷ ὀνόματι ἐχρήσατο 〈ἀντὶ〉 τῆς μανίας. κακόηθες δὲ καὶ τὸ ὑπομιμνήσκειν αὐτὸν τοῦ φόνου τῆς μητρός. ἤρκει γὰρ αὗταί σε βακχεύουσιν. λείπει δὲ ἡ διά, ἵν’ ᾖ διὰ τὸν συγγενῆ φόνον: —MTAB | |
5 | † τὸ δὲ συγγενεῖ φόνῳ διὰ τὴν μητέρα. ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς Ὀρέστης εἶπεν, ὁ δὲ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς πεπραγμένους καὶ κατέκρινεν αὐτὸν [φησὶν | |
Ὀρέστης] χωρὶς κρίσεως: —A | 142 in vol. 1 | |
sch Or413 | γυμνὸν ἐνταῦθα δείκνυται τὸ ἦθος τοῦ Μενελάου· κατέκρινε γὰρ αὐτὸν ἄνευ κρίσεως: —MgB | |
sch Or414 | τῶν συμβάντων πραγμάτων: —Mg ἀλλ’ ἔστιν ἡμῖν ἀναφορά: ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους καὶ κατέκρινεν αὐτὸν δεινὰ πε‐ πραχέναι, φησὶν Ὀρέστης· ἀλλ’ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά, | |
5 | ὅ ἐστι· δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων. εἶτα ὁ Μενέλαος· μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν. εἰ γὰρ καὶ διὰ τὸν πα‐ τέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας· σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρί, ἀλλ’ ἡ δημοσία κρίσις. εἶτα Ὀρέστης λέγει ὅτι ὁ | |
10 | Ἀπόλλων ἔκρινε καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴγε θεὸς ὁ κρίνας καὶ κελεύσας. εἶτα ὁ Μενέλαος· τοῦτο, τὸ δεινὸν, ἔκρινεν ἀμαθὴς ὤν. εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ, οὐκ οἶδα, τοῦτο δὲ οἶδα ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἄν εἰσιν, εἴτε σοφοὶ εἴτε φαῦλοι. εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα | |
15 | καὶ μαινόμενον. εἶτα Ὀρέστης· ἴσως ἐλεήσει, ἀεὶ γὰρ βραδύνει τὸ θεῖον: —MTAB † ἄλλως: ὅρα τὸ εὐφυὲς τοῦ ποιητοῦ, πῶς δι’ ἀμφοτέρων τῶν προσώπων τούτων, τοῦ Ὀρέστου καὶ τοῦ Μενελάου, τὰς ἐναντίας τῶν ἀνθρώπων δόξας ὑποδηλοῖ. ἐπεὶ γὰρ οἱ μὲν τῶν ἀνθρώπων λέγουσι | |
20 | τιμωρεῖν τὸ θεῖον τοῖς πάσχουσιν, οἱ δ’ ἀδιαφοροῦσι, διὰ μὲν τοῦ Ὀρέ‐ στου τὸ βοηθεῖσθαι παρὰ τοῦ θείου τοὺς κάμνοντας συνίστησι, διὰ δὲ τοῦ Μενελάου σοφιστικῶς ἀπαγορεύει. ἐκεῖθεν δὲ τὴν ὑφὴν τοῦ λόγου προὐκατεσκεύασεν. εἰπόντος γὰρ τοῦ Μενελάου ἀπὸ τοῦ ‘οἶδα μὲν αὐτὰς, ὀνομάσαι δ’ οὐ βούλομαι‘ καὶ καθεξῆς, τοῦ Ὀρέστου εἰς μομφὴν τῶν | |
25 | Εὐμενίδων κινηθέντος ὁ Μενέλαος τρόπον τινὰ τοῦτον ἀπεστρέψατο εἰπὼν αὗταί σε βακχεύουσι συγγενεῖ φόνῳ, δηλονότι ἃς κατευτελίζεις καὶ οὐ θέλεις καλεῖσθαι Εὐμενίδας λέγων εὐπαίδευτα δ’ ἀποτρέπου λέγειν, ἤτοι ἀπόφευγε τὸ προστιθέμενον αὐταῖς ὄνομα, τὸ Εὐμενίδες, παρὰ τῶν εὖ πεπαιδευμένων καὶ σοφῶν λέγειν καὶ λέγε δήπουθεν τὸ | 143 in vol. 1 |
30 | οἰκεῖον αὐταῖς ὄνομα ἤγουν αἱ ἀλάστορες, αἱ Τελχῖνες, αἱ φονεύτριαι. πρὸς τὸ βακχεύουσιν ὁ Ὀρέστης ἐπιτατικῶς εἶπε τὸ οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας, ὁ δ’ ἀντεῖπεν οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους ἤγουν μὴ τὰς θεὰς μέμφου, ἑαυτὸν δὲ τὸν αἴτιον τοῦ πάσχειν τὰ δεινὰ ὡς δεινὰ ἐργασάμενον. εἶτα ἐκείνου φεύγοντος τὴν | |
35 | πρᾶξιν καὶ πρὸς τὸν Φοῖβον ταύτην ἀναφέροντος ὁ Μενέλαος ἀπεστρέ‐ ψατο μὴ εἶναι λέγων τὸ θεῖον ἀμαθὲς τοῦ καλοῦ καὶ τοῦ δικαίου. ἐκεί‐ νου δὲ ἐπιμείναντος τῇ ἐνστάσει καὶ λέξαντος ὅτι δουλεύομεν τοῖς θεοῖς, ἤτοι ποιοῦμεν ἃ παρ’ αὐτῶν κελευόμεθα κἂν μὴ λίαν ἐπιστάμεθα τί πρᾶγμά εἰσιν οἱ θεοί, ὁ Μενέλαος τὸν οἰκεῖον βουλόμενος συστῆσαι λόγον | |
40 | ὅτι οὐκ ἐκ θεοῦ ἐκεῖνο, ἀλλ’ ἐκ θυμοῦ τὸ πραχθέν, φησὶν ὅτι πάντως ἂν ἐβοήθησέ σοι ὁ θεὸς, εἴπερ καὶ προσέταξεν. ὡς δ’ εἶπεν ἐκεῖνος μέλλει τὸ θεῖον, ἤτοι βραδύνει ἐν ταῖς ἀντιδόσεσι ταῖς φαύλαις τε καὶ ταῖς ἀγαθαῖς ὡς ὂν φύσει τοιοῦτον, σοφιστικῶς ἐκεῖνος ἐπήγαγε τὸ ὡς ταχὺ μετῆλθόν ς’ αἷμα μητρὸς αἱ θεαί, ἤτοι ἀπῄτησαν. ἔκλεψε | |
45 | δ’ αὐτὸν διὰ τῆς μέσης ἐρωτήσεως τῆς πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί. ἀποκριθέντος ἐκείνου τὸ πόσον τοῦ καιροῦ, ἀνεῖλεν ἐκεῖ τὸ μέλλει τὸ θεῖον διὰ τοῦ ὡς ταχὺ μετῆλθόν ς’ αἷμα μη‐ τρός: —A | |
sch Or415 | μὴ θάνατον εἴπῃς: ὁ μὲν τὸν Ἀπόλλωνα ᾐνίξατο αἴτιον τῆς μανίας, ὁ δὲ ᾤετο τὸν τοῦ πατρὸς λέγειν θάνατον. ἐκκλείων οὖν αὐτὸν ἀπολογίας φησὶ· μὴ λέγε τὸν θάνατον τοῦ πατρὸς μηδ’ αὐτὸς ἁμαρτὼν εἰς τὸν πατέρα ἀνάφερε τὴν ἁμαρτίαν. εὔηθες γὰρ τὸ αὐτόν τινα ἁμαρ‐ | |
5 | τάνοντα ἄλλῳ περιτιθέναι τὴν αἰτίαν: —MTB σὺ γὰρ, φησὶν, αὐτὸς αἴτιος τυγχάνεις. ἢ οὕτω· μὴ ὀνομάσῃς τὸν [περὶ] μητρὸς φόνον μηδὲ λέγε ὅτι τοῦτον προστέταξαι παρὰ τοῦ | |
κρείττονος πράττειν. οὐ γὰρ ἁρμόζει θεῷ τὸ πρόσταγμα, ὅθεν σιώπα καὶ κρύπτε τὸ ἀμαθὲς τοῦ δαίμονος. ἢ μὴ εἰς τὴν εἱμαρμένην καὶ τὸν | 144 in vol. 1 | |
10 | θάνατον ἀνενέγκῃς· οὐ γάρ ἐστι σοφὸν τοῦτο: —MT ἄλλως: τὸν θάνατον τοῦ πατρός. τοῦτο γὰρ οὐ βέβαιον· οὐ γὰρ δεῖ ἀντιφονεύειν τοὺς φονέας: —MT ἄλλως: ὁ Μενέλαος βουλόμενος αὐτὸν θανεῖν λέγει τὸ νομιζόμενον ὅτι μέλλει〈σ〉 λέγειν θάνατον, ἐν ἑαυτῷ βουλόμενος † ἀγαγεῖν: —T | |
sch Or416 | † Φοῖβος κελεύσας: ἀπὸ κοινοῦ οὕτως συντάξεις ὅτι ἐκέ‐ λευσεν ἂν τοῦτο ὁ Φοῖβος καὶ ἐπιστεύθης ἀληθεύειν, ἐὰν ἦν ἀμαθέστε‐ ρος καὶ πλέον σοῦ ἀμαθὴς τοῦ καλοῦ καὶ τοῦ δικαίου. τοῦτο δὲ εἶπεν ὡς φαυλίσας τὴν ἀναφορὰν, ὡς τάχα ψευσαμένου τοῦ Ὀρέστου καὶ τούτῳ | |
5 | τῷ τρόπῳ φεύγοντος τὴν μομφὴν τοῦ μητρικοῦ φόνου. κρείσσων γὰρ ἦν ἡ αἰτία, ἐὰν ἦν αὕτη ὁ θάνατος τοῦ πατρός, τοῦ θεὸν ***: —A | |
sch Or417 | ἀμαθέστερός γ’ ὤν: εἰ τοῦτο ἐκέλευσεν, ἀμαθής ἐστιν, ἵνα ἐκ τῶν ἐναντίων δηλώσῃ ὅτι οὐκ ἐκέλευσεν ὁ θεός· οὐ γάρ ἐστιν ὁ θεὸς ἀμαθής: —MTAB ἄλλως: μετὰ συλλογισμοῦ τοῦτο εἴρηκεν· εἰ γὰρ οὐκ ἀμαθὴς ὁ | |
5 | θεός, δῆλον ὅτι οὐδὲ προσέταξε τοῦτο ποιεῖν: —MTAB ἀντὶ τοῦ ἀμαθής ἐστιν: —Mg | |
sch Or418 | δουλεύομεν θεοῖς: † ἀνθρώπων ἐχόντων τὴν μορφήν. ἢ ὁποίας ὦσι δυνάμεως καὶ κρίσεως, δουλεύομεν αὐτοῖς. τοῦτο δὲ πρὸς τὸ ἀμαθέστερος: —MTB ὅ τι ποτ’ εἰσὶ〈ν οἱ〉 θεοί: ἀκαίρως τοῦτο: ἑώρακε γὰρ τὸν Ἀπόλλωνα | |
5 | καὶ ἀκήκοεν αὐτὸν αἴτιον· ὡσεί τις ἰδὼν ἀετὸν λέγει· τί ποτέ ἐστιν· ἦ ἀετός: —MTB δουλεύομεν: ἀνεπίγνωστον γὰρ ἔχουσι τοῖς ἀνθρώποις τὴν γνώ‐ | |
μην. ὁποίας ἄρα, φησὶν, εἰσὶ δυνάμεως, δουλεύομεν αὐτοῖς: —A | 145 in vol. 1 | |
sch Or419 | κᾆτ’ οὐκ ἀμύνει: πανούργως ἔχει πᾶσα ἡ ἐρώτησις. ὁ μὲν γάρ φησιν ὅτι ὁ Ἀπόλλων μοι ἐκέλευσεν ἀνελεῖν τὴν μητέρα, ὁ δὲ ἀντεπάγει· καὶ πῶς ὁ κελεύσας ἀνελεῖν τὴν μητέρα οὐκ ἐλεεῖ σε μαινό‐ μενον. τοῦ δὲ εἰπόντος ὅτι μελλητικόν ἐστι τὸ θεῖον, πάλιν ὁ Μενέλαός | |
5 | φησι· πῶς οὖν Ἐρινύες σε ταχέως μετῆλθον· οὐκ εἰσὶ καὶ αὗται θεαί. ἐλέγχει οὖν αὐτὸν ὡς καταψευδόμενον: —MTB | |
sch Or421 | πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί: ἐχρῆν εἰπεῖν πόσῳ χρόνῳ. τὸ δὲ μητρός κακοήθως καὶ δυσωπητικῶς: —MTB | |
sch Or423 | ὡς ταχὺ μετῆλθόν ς’: διὰ τούτων ἐλέγχει αὐτὸν ὡς ἀθέως πεπραχότα τὸν φόνον, ὅπου γε αἱ μὲν Ἐρινύες εὐθέως τῇ μητρὶ συνε‐ μάχησαν, ὁ δὲ Ἀπόλλων ἀναβάλλεται τὴν συμμαχίαν. καὶ ἀνθυποφορά ἐστι τοῦ εἰρημένου ὑπὸ Ὀρέστου τὸ θεῖόν ἐστι τοιοῦτον φύσει: — | |
5 | MTAB | |
sch Or424 | οὐ σοφός: οὐ σοφὸς διαρρήδην μοι ὀνειδίζων τῆς μητρὸς τὸ αἷμα, ἀληθὴς δέ. ἀληθὲς γὰρ διὰ τὸν φόνον ἀμύνεσθαι αὐτὸν τὰς Ἐρι‐ νύας: —MiTAB † ἄλλως: πρὸς ὃ κλαπεὶς ὁ Ὀρέστης εἰς κολακείαν αὐτοῦ προὔθετο | |
5 | τὸ οὐ σοφὸς, ἀληθὴς δ’ εἰς φίλους ἔφυς κακός. τοῦτο δὲ τὸ ἔπος ἐναντιοφανές ἐστιν. ἐναντιοφανῆ δὲ λέγεται τὰ ῥητὰ τὰ μὴ τῇ κειμένῃ φράσει συναρμοζόμενα, νοήματι δὲ ἢ συντάξει θεραπευόμενα. σκόπει γὰρ ὅτι πρὸς ὕβριν ἐστὶ τοῦ Μενελάου τὸ οὕτως εἰπεῖν ‘οὐ σοφὸς ἔφυς, ἀληθὴς δὲ καὶ τέλειος κακὸς εἰς τοὺς φίλουσ‘ καὶ ποῦ δέον τὸν | |
10 | ἱκέτην ὑβρίζειν τὸν ἱκετευόμενον. θεραπεύεται δὲ τὸ ἔπος τῇ συντάξει οὕτως· οὐ σοφὸς κακὸς εἰς φίλους ἔφυς, ἀληθὴς δὲ ἔφυς σοφός. τὸ δὲ νόημα τοιοῦτον· σοφὸς μὲν ἀληθὴς λέγεται ὁ ὄντως σοφός, σοφὸς δὲ κακὸς ὁ σοφιστὴς καὶ ἀπατεὼν καὶ πιθανολογούμενος. λέγει τοίνυν αὐτῷ κολακικῶς ὅτι 〈οὐκ〉 ἐσόφισάς με, ὦ Μενέλαε, εἰπόντα βραδὺ εἶναι τὸ | |
15 | θεῖον πρὸς συνασπισμὸν ἀντειπὼν ὡς ταχὺ μετῆλθόν ς’ αἷμα μη‐ τέρος θεαί, σὺ δὲ ἀληθὴς εἶ σοφὸς, οὐ κακὸς σοφὸς εἰς φίλους, ἤγουν διὰ τῆς σοφιστείας καὶ πιθανότητος πλανήτης τῶν φίλων: —A ἀντὶ τοῦ ὑπάρχεις: —Mg | 146 in vol. 1 |
sch Or425 | πατρὸς δὲ δὴ τί ς’ ὠφελεῖ τιμωρία: ἐν ἐρωτήσει ὁ λόγος ἀντὶ τοῦ· τὸ τῆς ἀναιρέσεως τοῦ πατρὸς τιμωρίαν σε λαμβάνοντα φο‐ νεῦσαι τὴν μητέρα τί δύναται συνάρασθαί σοι πρὸς τὸ μηδὲν παθεῖν ὡς φονέα. ἢ οὐ προέστη σου ὁ πατὴρ, ὥστε ἀποσοβῆσαι τὰς Ἐρινύας: — | |
5 | MTAB οἱ Ἀττικοὶ προπαροξύνουσι· [μόνον τοῦτο] τιμώρια. τὸ δὲ 〈δη〉 τι ς’ ἄμεινον βαρύνειν· δὴ τί ς’: —MiTB | |
sch Or427 | τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις: πονηρῶς πάλιν ἐρωτᾷ, ἵνα, εἰ μὲν εὐμενεῖς ἔχει τοὺς πολίτας, ἀφέξηται τοῦ ἐπιχειρήματος, εἰ δὲ ἐχθραίνοντας, ἐπιθέμενος κρατήσῃ: —MTAB | |
sch Or429 | οὐδ’ ἥγνισαι σὸν αἷμα: νόμος γὰρ ἀποκαθαίρεσθαι τοὺς ἐμφύλιον φόνον πεπραχότας. ὁ δὲ νοῦς· οὐκ ἐκαθάρθης ἀπὸ τοῦ ὑπὸ σοῦ πεπραγμένου φόνου. ἢ σὸν αἷμα ἀντὶ τοῦ συγγενικὸν φόνον: —MTAB | |
sch Or431 | ἀντὶ τοῦ φιλονεικοῦσιν ἐκβάλλειν σε τῆς γῆς σπουδάζοντες: — MgAg ἐκδιώκουσιν [ἐνήλλακται δὲ ἡ πτῶσις]: —M | |
sch Or432 | Οἴαξ τὸ Τροίας μῖσος: Ναυπλίου καὶ Κλυμένης τῆς Κα‐ τρέως ἐγένοντο Οἴαξ καὶ Παλαμήδης. ὁ δὲ Παλαμήδης ἀπελθὼν εἰς | |
Τροίαν τὰ μέγιστα ὤνησε τὸν Ἑλληνικὸν λαόν. λιμωσσόντων γὰρ ἐν Αὐλίδι καὶ περὶ τὴν διανομὴν τοῦ σίτου δυσχεραινόντων τε καὶ στασια‐ | 147 in vol. 1 | |
5 | ζόντων, πρῶτον μὲν τὰ Φοινίκια διδάξας γράμματα αὐτοὺς ἴσην τε καὶ ἀνεπίληπτον τὴν διανομὴν ἐν τούτοις ἐπραγματεύσατο. ἔπειτα καὶ περὶ κύβους ἔτρεψεν αὐτῶν τὴν ὀλιγωρίαν καὶ μέτρα ἐξεῦρε καὶ ψῆφον ὥστε μέγα σχεῖν ὄνομα παρὰ τοῖς Ἕλλησιν. ἐπὶ τούτῳ δὲ φθονήσαντες οἱ περὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα καὶ Διομήδην τοιόνδε τι σκευωροῦσι | |
10 | κατ’ αὐτοῦ. λαβόντες γὰρ Φρύγα αἰχμάλωτον χρυσίον κομίζοντα Σαρ‐ πηδόνι ἠνάγκασαν γράψαι Φρυγίοις γράμμασι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην. καὶ τοῦτον μὲν φονεύουσι, θεράποντα δὲ Παλαμήδους πείθουσι χρήμασιν ἅμα τοῖς Τρωϊκοῖς χρήμασι καὶ τὸ γραφὲν πινάκιον ὑπὸ τὴν κλίνην θέσθαι Παλαμήδους. αὐτοὶ δὲ παρελθόντες | |
15 | προδοσίαν κατήγγελλον τοῦ ἥρωος καὶ φωραθῆναι τὴν σκηνὴν ἐκέλευον. εὑρεθέντος δὲ τοῦ πινακίου καὶ τῶν χρημάτων ὑπὸ τὴν κλίνην λίθοις φονεύεται Παλαμήδης. Ναύπλιος δὲ ἀκούσας ἧκεν εἰς Ἴλιον δικάσαι τὸν φόνον τοῦ παιδός. τῶν δὲ Ἑλλήνων κατολιγωρούντων αὐτοῦ πρὸς τὸ κεχαρισμένον τοῖς βασιλεῦσιν ἀποπλεύσας εἰς τὴν πατρίδα καὶ πυθό‐ | |
20 | μενος ἀποπλεῖν τοὺς Ἕλληνας ἧκεν εἰς Εὔβοιαν καὶ χειμῶνα φυλάξας φρυκτωρίας ἧψε περὶ τὰς ἄκρας τῆς Εὐβοίας. οἱ δὲ εὐεπίβατον νομίσαντες τὸν τόπον προσορμίζονται καὶ ἐν ταῖς πέτραις ἀπόλλυνται: —MTAB ἄλλως: τὸν Παλαμήδους θάνατον οἱ μὲν ἐν Γεραιστῷ, οἱ δὲ ἐν Τενέδῳ, οἱ δὲ ἐν Κολωναῖς τῆς Τρῳάδος ὑποτίθενται. φασὶ δὲ αὐτὸν | |
25 | εὑρεῖν φρυκτωρίας καὶ μέτρα καὶ σταθμοὺς καὶ πεττοὺς καὶ γράμματα | |
καὶ φυλακὰς καὶ ἀστραγάλους: —MTAB ἀντὶ τοῦ 〈τὸ〉 ἐπὶ Τροίας μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμέ. ἐνήλ‐ λακται ἡ πτῶσις: —MgAg | 148 in vol. 1 | |
sch Or434 | διὰ τριῶν δ’ ἀπόλλυμαι: πρῶτον τῶν πολιτῶν, δεύτερον Οἴακος. διὸ ἐπάγει τίς ἄλλος, ἵνα πληρώσῃ τοὺς τρεῖς. τινὲς δὲ τριῶν φασι τῶν Ἐρινύων. προεῖπε γὰρ [408] ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. τινὲς δέ φασι τῆς συνέσεως, τῆς λύπης καὶ τῆς | |
5 | μανίας. ἐν δὲ τοῖς Καλλιστράτου γέγραπται· ἐπιζητήσειεν ἄν τις πῶς διὰ τριῶν εἴρηκεν, εἰ μὴ διὰ τὸ Ἀγαμέμνονα καὶ Διομήδην καὶ Ὀδυσσέα μετασχεῖν τοῦ φόνου Παλαμήδους: —MTAB ἀντὶ τοῦ διὰ πολλῶν: —Mg | |
sch Or437 | πάλιν φιλοπράγμονος ὁ Μενέλαος παραγυμνοῖ τὸ ἦθος φρον‐ τίζων περὶ τῆς βασιλείας: —MgTAB | |
sch Or438 | τὸ οἵτινες οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐν τῇ πόλει: — MgAAg | |
sch Or439 | τί δρῶντες: εἰπέ μοι σαφῶς ὃ ἔχεις εἰπεῖν· τί δρῶντες οὐκ ἐῶσί σε ζῆν. οὐ γὰρ αἰτιῶδες νῦν τὸ ὅτι, ἀλλὰ ἀντὶ τοῦ τί Ἀττικῶς: —MTAB ἄλλως: ὁ λόγος· εἰπέ μοι σαφῶς ὅ τι δρῶντες οὐκ ἐῶσί σε ζῆν. καὶ ἔστιν Ἀττικὸν, τὸ ὅ τι ἀντὶ τοῦ τί. ἐὰν δὲ γράφηται ἢ τί, ὁ στίχος | |
5 | οὕτως· τί δρῶντες· ἢ τί καὶ σαφὲς εἰπεῖν ἔχεις: —MTAB | |
sch Or445 | γράφεται χθονός: —Ag | |
sch Or446 | πάντων πρὸς ἀστῶν: τοῦτο καθ’ ἑαυτό. βραχέως, φησὶ, καὶ συντόμως εἴρηκα ὅπερ ἔδει: —MiTAgBi | |
sch Or451 | καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε: Ἀττικὸν, ἀντὶ τοῦ ἀπόλαβε τὰ κατὰ σαυτὸν φυλάσσων. ὅμοιόν ἐστι τῷ [Sophocl. | |
frg. 807] ‘εὐφημίαν μὲν πρῶτα κήρυξας ἔχω‘, ἀντὶ τοῦ ἐκήρυξα: —MTABi | 149 in vol. 1 | |
sch Or452 | ἀντιλαμβάνου: —MgAg | |
sch Or454 | ἔδει οἱ συγγενεῖς εἰπεῖν: —Bi οἱ φίλοι, εἰ μὴ ἐπὶ ταῖς συμφοραῖς τῶν φίλων εἰσὶ φίλοι, οὐδέ εἰσι φίλοι, ἀλλὰ λόγῳ μέν εἰσιν, ἔργῳ δ’ οὔ: —MiBi | |
sch Or456 | τὸ ἑξῆς· γέροντι ποδὶ βαδίζει ἐνταῦθα: —MgABi | |
sch Or457 | Τυνδάρεως μελάμπεπλος: Οἰβάλου τοῦ Περιήρους παῖδες οὗτοι· Τυνδάρεως, Ἰκάριος, Ἀρήνη, καὶ νόθος ἐκ Νικοστράτης Ἱπποχόων. οὗτοι μετὰ θάνατον Οἰβάλου ἐστασίασαν περὶ τῆς ἀρχῆς. Ἰκάριος δὲ συνθέμενος μετὰ Ἱπποκόωντος ἐξελαύνει τὸν Τυνδάρεων τῆς Σπάρτης. | |
5 | ὁ δὲ οἰκεῖ ἐν τοῖς ἐσχάτοις τῆς Λακεδαιμονίας καὶ γαμεῖ Λήδαν τὴν Θεστίου τοῦ Αἰτωλοῦ, ἐξ ἧς ἔσχε Κάστορα καὶ Πολυδεύκην καὶ Τιμάν‐ δραν καὶ Κλυταιμνήστραν καὶ Ἑλένην. ὕστερον δὲ Ἡρακλῆς ἐπὶ τῷ φόνῳ τοῦ Οἰωνοῦ φονεύσας Ἱπποκόωντα ἅμα τοῖς παισὶ καὶ καταγαγὼν τὸν Τυνδάρεων ἀπὸ Φρίξης καὶ Πελλήνης ἐγχειρεῖ αὐτῷ τὴν ἀρχὴν τῆς | |
10 | Σπάρτης. ἐγάμει γὰρ Ἡρακλῆς Δηϊάνειραν τὴν Λήδας ἀδελφιδῆν: — MTAB | |
sch Or458 | δείκνυται τῇ κουρᾷ τῇ ἐκθέσμῳ ὅτι ἐπὶ πένθει ἐξύρηται: — MgA1 ἀντὶ τοῦ ἐξυρημένος: —Mg | |
sch Or462 | πολλὰ δὲ φιλήματ’ ἐξέπλησε: ἀντὶ τοῦ πολλῶν φιλημάτων με ἐξεπλήρωσεν, ὡς τὸ [Κ 298] ‘διά τ’ ἔντεα καὶ μέλαν αἷμα‘: — MTAB | |
† ἐξηριθμήσατο καὶ ἐπλήρωσε τὴν ἐπιθυμίαν: —A | 150 in vol. 1 | |
5 | ἄλλως: ἀντὶ τοῦ τὴν ἐπιθυμίαν τῶν φιλημάτων εἰς ἐμὲ ἐτέλεσεν: — MTAB τὸν Ἀγαμέμνονος: ὡς περὶ ἑτέρου φησίν. ἀντὶ τοῦ εἰπεῖν περι‐ φέρων ἐμὲ εἶπε τὸν Ἀγαμέμνονος. ἀντὶ τοῦ ἐμὲ, παῖδα ὄντα: —MB | |
sch Or465 | τιμῶντε μ’ οὐδὲν ἧσσον: τιμῶντές με οὐδὲν ἧττον ἢ τοὺς Διοσκόρους. Ἀττικὴ δὲ ἡ σύνταξις, ἀντὶ τοῦ οὐκ ἔλαττον τῶν Διο‐ σκόρων: —MTB | |
sch Or468 | ποῖον ἐπίπροσθεν νέφος: ποίαν Ἄιδος κυνέην ἢ ποῖον νέφος προβάλωμαι: —MBi | |
sch Or469 | ἐν προσώπῳ θῶμαι: —Mg ἵνα μὴ ὁρῶμαι ὑπ’ αὐτοῦ: —MgAgBi | |
sch Or470 | οὐκ ἐπιζητεῖ τὴν Ἑλένην δυσαρεστῶν τοῖς πεπραγμένοις αὐτῇ: — MgAB | |
sch Or472 | χοὰς χεόμενος: εὐοικονομήτως ἐποίησε τὸν Τυνδάρεων ἀπὸ τῆς Σπάρτης διὰ τὰς χοὰς τῆς θυγατρὸς ἐληλυθέναι, ἵνα εὐκαίρως τῷ Μενελάῳ καὶ τῷ Ὀρέστῃ διαλεχθῇ: —MTAB εἰς τὸ Ἄργος: —Bi | |
sch Or478 | ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι: εἰ γὰρ ᾔδειν παρόντα Ὀρέστην, ἥκιστα ἂν ἐληλύθειν. ἔοικε, φησὶ, τῷ ὄντι κακὸν εἶναι τὸ μὴ εἰδέναι τὸ μέλλον. ἦ γὰρ ἂν οὐκ ἦλθον, εἰ τοῦτον προσε‐ δόκων ἐνθάδε: —MTAB | |
sch Or479 | πρὸ δωμάτων δράκων: εἶδος ἀντὶ εἴδους ἔλαβεν· γένος μὲν γὰρ ὁ ὄφις, εἶδος δὲ ὁ δράκων καὶ ἔχις καὶ τὰ λοιπὰ τῶν ὄφεων· νῦν δὲ δράκων ἀντὶ τοῦ ἔχις. οὗτοι γὰρ οὐκ ἐξ ὠῶν γεννῶνται, ἀλλὰ ζῳο‐ | |
τοκοῦνται καὶ τικτόμενοι διαρρηγνύουσι τὰς τῶν μητέρων γαστέρας, ὥς | 151 in vol. 1 | |
5 | φησι Νίκανδρος [Ther. 134]· ‘γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγέ‐ νοντο‘. διὸ ἔχιν αὐτὸν ὡς μητροκτόνον φησίν: —MTAB ἀντὶ τοῦ ἄγριος ὡς δράκων, ὅτι ὠμῶς ἔπραξεν. λείπει δὲ τὸ ὡς, ἵν’ ᾖ· ὡς δράκων: —MgTAB | |
sch Or480 | τὴν μανίαν λέγει: —MAg νόσον δηλονότι. ὅ ἐστιν ὠδίνει: —MA | |
sch Or481 | Μενέλαε προσφθέγγῃ νιν: προσφθέγγῃ αὐτὸν, τὴν ἀνοσίαν κεφαλήν. ἔθος γὰρ ἦν μὴ διαλέγεσθαι τοῖς ἐναγέσιν: —MTAB γράφεται καὶ ἀκάθαρτον κάρα. εἶπε δὲ τοῦτο, ὅτι οὐκ ἦν κα‐ θαρός: —MTB | |
sch Or482 | φίλου μοι πατρός ἐστιν ἔκγονος: δέον εἰπεῖν ὅτι τοῦ ἀδελφοῦ μου υἱός ἐστι, φησὶ τοῦ πατρός μου ἔκγονος. ἔκγονος γὰρ τοῦ Ἀτρέως Ὀρέστης: —MTAB ἄλλως: φίλου μοι πατρός: ὅ ἐστι συγγενοῦς μοι πατρὸς υἱός. | |
5 | πάλιν δὲ τὸ κακόηθες τοῦ ἀνδρὸς δείκνυται, ὅτι τὸν ἀδελφὸν φίλον εἶπεν: —MTB | |
sch Or485 | γράφεται ἀφ’ Ἑλλάδος: —Mi | |
sch Or486 | τὸν πρὸς γένους συγγενῆ: —MgBi εἰς παροιμίαν ὁ στίχος οὗτος ἐχώρησιν: —MiBi | |
sch Or487 | καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν: σὺ τοίνυν ἀδικεῖς τοὺς νόμους ἀγαπῶν τὸν μιαιφόνον. ὁ δέ φησιν ὅτι ἀναγκάζει με τὸ συγγενές: —MTAB ἄλλως: ἐπεὶ Ὀρέστης καὶ παρὰ νόμους καὶ παρὰ φύσιν τὴν μητέρα | |
5 | ἀνεῖλε, καίτοι, φησὶν, Ἑλληνικὸν τὸ μὴ κρείττονα τῶν νόμων ἐθέλειν | |
εἶναι καὶ φθάνειν τὴν τούτων βούλησιν: —MTAB | 152 in vol. 1 | |
sch Or488 | πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ ἐν τοῖς σοφοῖς: ἡ τῆς φύσεως ἀνάγκη, ὅ ἐστιν ἡ συγγένεια, πάντα δουλοῖ κατά τε τὴν κρίσιν τῶν νόμων καὶ τῶν σοφῶν. δοῦλον οὖν ἀντὶ τοῦ δουλοποιόν· οὐχ οἷόν τε γὰρ παραιτήσασθαι τὴν συγγένειαν: —MTAB | |
5 | ἄλλως: δοῦλον: δουλοποιόν, τουτέστι· παρὰ τοῖς φρονίμοις ἡ ἀνάγκη νικᾷ. τιμῶμεν οὖν τὸν Ὀρέστην διὰ τὴν συγγένειαν καὶ δου‐ λεύομεν τῇ ἀνάγκῃ ταύτῃ: —MTAB ἄλλως: πᾶν τὸ ἐξ ἀνάγκης δοῦλόν ἐστι καὶ ὑπήκοον, οἷον· πάντα κατὰ ἀνάγκην ποιοῦμεν. καὶ κατὰ τὴν τῶν σοφῶν κρίσιν πάντα τὰ | |
10 | ἀπὸ ἀνάγκης δουλοῖ καὶ ὑπηκόους ποιεῖ τοὺς ἀνθρώπους. καθὸ προείρηκεν ἐπὶ τοῦ Ὀρέστου εἰ δὲ δυστυχεῖ, τιμητέος, διὰ τοῦτο καὶ νῦν εἶπε 〈πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ ἐν τοῖς σοφοῖς〉. ἔστι δὲ ὁ λόγος ὅτι τιμᾶν ἀναγκαῖον τὸν Ὀρέστην διὰ τὴν συγγένειαν. ταῦτα δὲ ἐν ὑποκρίσει λέγει, οὐ σπουδῇ. ὁ δὲ Ἀριστοφάνης φησὶ *** | |
15 | πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δουλοῖ, οἷον ταπεινοῖ, κατὰ τὴν τῶν σοφῶν κρίσιν. δύναται καὶ οὕτως· πᾶν τὸ ἀναγκαῖον δοῦλόν ἐστιν, οἷον ὑπήκοον, καὶ πάντα κατὰ ἀνάγκην ποιοῦμεν διότι δουλοῖ πᾶν: —MTAB | |
sch Or489 | τὸ Ἑλληνικὸν φρόνημα: —MgBi | |
sch Or490 | ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας: πρὸς τῷ εἶναί σε γέροντα καὶ ὀργίλος εἶ. διὰ τοῦτο, φησὶ, παραιτῇ τὰ αὐτὰ τοῖς σοφοῖς φρονεῖν, ἐπεὶ συνελθοῦσα τῷ γήρᾳ σου ἡ ὀργὴ ἀπαίδευτόν σε ποιεῖ· ὡς καὶ Σοφοκλῆς [frg. 808]· ‘ὀργὴ γέροντος ὥστε μαλθακὴ κοπὶς | |
5 | † ἐν χειρὶ θήγει, ἐν τάχει δ’ ἀμβλύνεται‘: —MTAB ἡ ὀργή σου καὶ τὸ γῆράς σου ἅμα γεγονότα οὐ σοφόν σε ποιεῖ: — MTAB αὐτὸ καθ’ ἑαυτὸ τὸ γῆρας μελαγχολικώτερόν ἐστι τῆς νεότητος· εἰ δὲ συμβῇ τοὺς γέροντας ὀργισθῆναι, διπλάσιον γίνεται τὸ κακόν. τὸ | 153 in vol. 1 |
10 | γῆράς σου οὖν, φησὶν, ἅμα ὀργῇ γεγονὸς οὐ σκοπεῖ τὸ δέον: —MTAB ὀργῇ διὰ τοῦ ι: —Mi | |
sch Or491 | πρὸς τόνδ’ ἀγὼν τίς σοφίας ἥκει πέρι: οἷον· ἡ περὶ τὸν Ὀρέστην μητροκτονία οὐ δεῖται ἀγῶνος σοφίας. προῦπτος γὰρ ἡ κρίσις, ὥστε μάτην ἡμᾶς οὐ σοφοὺς ἀπεκάλεσας. οὐ σοφισμάτων γὰρ προσ‐ δεῖται ἡ κρίσις, τουτέστιν· οὐ καιρὸς ἡμᾶς περὶ σοφίας ἀγωνίζεσθαι· | |
5 | περὶ γὰρ μητροκτονίας ἐστὶν ὁ λόγος: —MTAB ἐπεὶ εἶπεν ὁ Μενέλαος καὶ τὸ γῆρας οὐ σοφόν, φησὶν ὁ Τυνδά‐ ρεως ὅτι τίς χρεία ὅλως σοφίας, ὅπου γε προφανὲς τοῦ Ὀρέστου τὸ πλημμέλημα: —MTAB ἐρωτηματικῶς: —Mg | |
sch Or494 | οὐ κατενόησεν, οὐ κατέμαθεν: —MgBi | |
sch Or495 | οὐδ’ ἦλθεν ἐπὶ τὸν κοινόν: ὡς ἐπὶ ὁδοῦ· οὐκ ἐβάδισε κατὰ τὸν Ἑλληνικὸν νόμον. ὁ γὰρ νόμος οὐκ ἐπιτρέπει αὐτόχειρά τινα γίνεσθαι: —MTAB | |
sch Or497 | πληγεὶς τῆς ἐμῆς: οὐκ εἶπεν ὑπὸ Αἰγίσθου, ἀλλὰ τὴν δοῦσαν τὴν ἀρχὴν αἰτίαν ἡγήσατο: —MiTABi | |
sch Or499 | ὅπερ ἔχθιστον ἔργον, πληγῆναι τὸν Ἀγαμέμνονα ὑπὸ τῆς ἰδίας γαμετῆς: —MiTBi | |
sch Or501 | ἀντὶ τοῦ πρέπουσαν: —MgB ταύτην ὁσίαν δίκην φησὶ, τὸ φυγαδεῦσαι μόνον αὐτήν: —B | |
ὁσίαν διώκοντ’: ἀντὶ τοῦ κατηγοροῦντα. καὶ οὕτως ἂν, φησὶ, τοῦ κακοῦ τὸ σῶφρον ἐπελέξατο διώκων καὶ μὴ φονεύων καὶ | 154 in vol. 1 | |
5 | τὴν πρέπουσαν τιμωρίαν ἀπῄτησεν ἂν ἐκβαλὼν τὴν μητέρα καὶ νόμῳ πειθαρχῶν ἐφαίνετο. ἢ οὕτως· ἀνθ’ ἧς ὑπέμεινε συμφορᾶς ἔδοξεν εἶναι σώφρων: —MTAB ἄλλως: εἰ φυγῇ μόνον ἦν ζημιώσας τὴν μητέρα, οὕτως ἂν ἔδοξε σωφρόνως κεχρῆσθαι τῇ τιμωρίᾳ τῇ κατὰ τῆς συμφορᾶς τοῦ πατρός | |
10 | [ἢ τῆς μητρός]: —MTAB | |
sch Or502 | τὸ σῶφρόν τ’ ἔλαβεν ἂν: καὶ σωφρόνως καὶ ἐγκρατῶς ἔμελ‐ λε τὰ τῆς συμφορᾶς τιμωρεῖσθαι. ἢ σῶφρον εἶπε τὸ μέτριον, συμ‐ φορὰν δὲ τὴν τιμωρίαν, ἵν’ ᾖ· μετρίως γ’ ἂν τὴν τιμωρίαν ἐλάμβανε φυγῇ ζημιώσας αὐτήν. μετριωτέρα γὰρ αὕτη ἡ τιμωρία τοῦ θανά‐ | |
5 | του: —MTAB | |
sch Or504 | εἰς τὸν αὐτὸν δ〈αίμον〉’ ἦλθε: εἰς τὴν αὐτὴν ἁμαρτίαν· καὶ γὰρ παρανόμως ἐφόνευσε. πλέον δὲ τοῦτο κακόν· οὐ γὰρ δίκαιόν ἐστι γυναικὶ πρὸς ἄνδρα ὅσον υἱῷ πρὸς μητέρα. ὁ μὲν γὰρ φύσει ἐστὶν υἱὸς, ὁ δὲ ἀνὴρ συγγενής: —MTABi | |
sch Or508 | εἰ τόνδ’ ἀποκτείνειεν: καθ’ ὑπόθεσίν ἐστιν ὁ λόγος. ὡς ἐν παραδείγματι ταῦτά φησι. ἀντὶ τοῦ εἴ τινα. τὸ τόνδε ὡρισμένον ἔλαβεν ἀντὶ ἀορίστου τοῦ τινά: —MTB | |
sch Or510 | εἶτα ὁ ἐξ ἐκείνου γενόμενος ἐκδικήσει τὸ προγονικὸν αἷμα: — MTABi | |
sch Or514 | ἀντὶ τοῦ ἔνοχος αἵματος: —MMiTBi | |
εὐκτικόν ἐστι· κυροῖμι κυροῖς κυροῖ: —MTABi | 155 in vol. 1 | |
sch Or515 | φυγαῖσι δ’ ὡσίουν: ἀντὶ τοῦ ἐκάθαιρον, ὁσίους καὶ κα‐ θαροὺς ἐποίουν. τὸ δὲ μὴ ἀνταποκτείνειν ὅσιον ἐνόμιζον: —MTAB ὅσιον νομίζειν: —Mg ἀπὸ κοινοῦ τὸ ὁσιοῦν: —MiT | |
sch Or516 | ἀντὶ τοῦ ἐνέχεσθαι: —MgBi | |
sch Or517 | τὸ λοίσθιον μίασμα: τὸ ἔσχατον, τὸ 〈μὴ〉 ἀφ’ ἑτέρου εἰς ἕτερον διαβαῖνον. Ὅμηρος [Ψ 536] ‘λοῖσθος ἀνὴρ ὥριστοσ‘. εἷς δὲ, φησὶν, ὁ πρὸς τῷ τέλει ἤμελλεν εἶναι μεμιασμένος, ὁ ὕστατος, ὁ μηκέτι ἔχων ἕτερον μεθ’ ἑαυτόν. οἷον· εἷς ἕνα φονεύει κατὰ διαδοχὴν, καὶ οὐδείς | |
5 | ἐστι μύσους αἴτιος, ἐν ὅσῳ φονεύεσθαι μέλλει, εἰ μὴ εἷς. ἐκεῖνος μέντοι ὁ μὴ φονευθησόμενος μεμιασμένος ἐστὶν, ὁ πρὸς τῷ τέλει: —MTABi | |
sch Or524 | τὸ θηριῶδες τοῦτο: τοῦτο διὰ τὸ λεγόμενον περὶ τῶν ἐχιδνῶν ὅτι μετὰ τὴν συνουσίαν φονεύει τὸν ἄρρενα ἡ ἔχιδνα, οἱ δὲ γεννώμενοι ὥσπερ τιμωρούμενοι τὸν τοῦ πατρὸς φόνον διατρήσαντες τὴν κοιλίαν τῆς μητρὸς καὶ φονεύσαντες αὐτὴν γεννῶνται ὡς Νίκανδρος | |
5 | ἐν τοῖς Θηριακοῖς [130 sq.]. οἷς ὅμοιόν ἐστι καὶ τὸ κατ’ Ὀρέστην καὶ Κλυταιμνήστραν γενόμενον: —MTAB | |
sch Or526 | ἐπεὶ τίν’ εἶχες, ὦ τάλας, ψυχὴν τότε: ἰδίως ἀπέστρεψε τὸν λόγον καὶ διαλέγεται πρὸς αὐτὸν ὁ περὶ τούτου πρὸ ὀλίγων ἐγκαλῶν Μενελάῳ: —MTB | |
sch Or529 | δακρύοις γέροντ’ ὀφθαλμόν: καίπερ, φησὶν, ἐγὼ μὴ γενόμενος θεατὴς τῶν κακῶν τούτων ὅμως δακρύω, σὺ δὲ θαυμαστὸς τῆς ἀπηνείας ὁ καὶ πρὸς τὴν θέαν ἀντισχών: —MTABi | |
sch Or530 | ἓν οὖν λόγοισι τοῖς ἐμοῖς: ὅ ἐστι· κεφάλαιον ἔχω προσ‐ | |
θεῖναι τοῖς ἐμοῖς λόγοις: —MTB ὁμορροθεῖ: ἀντὶ τοῦ ἀκολουθεῖ καὶ συμφωνεῖ. θέλει δὲ εἰπεῖν ὅτι τοῖς ἐμοῖς λόγοις ἐκεῖνο τὸ κεφάλαιον ἔχω προσθεῖναι, τὸ ὑπὸ θεῶν | 156 in vol. 1 | |
5 | σε μισεῖσθαι πλανώμενον: —MTAB | |
sch Or532 | τί μαρτύρων: ἀντὶ τοῦ· οὐ δεῖ με πλείονας ζητεῖν μάρτυρας· αὐτὰ δυνατὸν ὁρᾶν τὰ πράγματα: —A | |
sch Or534 | ἀντὶ τοῦ· ἵνα οὖν μάθῃς: —MgBi | |
sch Or538 | θυγάτηρ δ’ ἐμὴ θανοῦς’ ἔπραξεν: ἔπαθε μὲν δίκαια, καθὸ ἀπέθανε, καὶ δικαίαν τιμωρίαν δέδωκε· καθὸ δὲ ὑπὸ τούτου ἀπέ‐ θανεν, ἠδίκηται: —MTAB | |
sch Or541 | ἀντὶ τοῦ εἰς τοῦτο: —MiBi | |
sch Or543 | μεγάλας. ἢ φανερὰς, ὡμολογημένας: —MgB | |
sch Or544 | δέδοικα λέγειν· ἴσως γάρ σε λυπήσω: —Mi | |
sch Or547 | ὅσιος δ’ ἕτερον ὄνομα: καθ’ ἕτερον ὄνομα. οἷον κατὰ τὸ ἐναντίον τοῦ ἀνοσίου, τὸ ὅσιον· ἀνόσιος μέν εἰμι τὴν μη‐ τέρα κτανὼν, τετύχηκα δὲ τοῦ ὁσίου ὀνόματος καθ’ ἕτερον τρόπον, ἢ μέρος: —MTAB | |
sch Or548 | ὅ ἐστιν ἀπόστα, καὶ δεόντως ἀπολογήσομαι: —MiTA ἄλλως: ἀντὶ τοῦ· σὺ ἀναχώρει καὶ τὰς ἀληθείας ἐρῶ: —MiTAB | |
sch Or549 | ἀντὶ τοῦ· ἐξίστησι τοῦ λέγειν: —Mi | |
sch Or550 | τῷ λόγῳ προβαίνω: —MgBi | |
sch Or551 | δύο πράγματα δύο πράγμασιν ἀντίθες, τῷ πατρὶ τὸ σπέρμα, τῇ μητρὶ τὴν ἄρουραν: —MTA | |
sch Or554 | ἄνευ δὲ πατρός: λέγεταί τις αὐτοῦ εἰπόντος τοῦτο εἰρηκέ‐ ναι· ‘ἄνευ δὲ μητρὸς, ὦ κάθαρμ’ Εὐριπίδη‘: —MiTAB | |
sch Or558 | ἰδίοισιν ὑμεναίοισι: τοῖς οὐ νενομισμένοις. ἢ τοῖς λαθραίοις: —MTAB | |
sch Or560 | ἐὰν ἐκείνην, φησὶ, λέγω κακῶς, ἐμαυτὸν ἐρῶ κακῶς: — | |
MiTAB | 157 in vol. 1 | |
sch Or562 | τοῦτον κατέκτειν’: ἀπρεπῶς τὸ ἔθυσα. ἢ τάχα ἵνα δείξῃ ὅτι εὐσεβῶς διεπράξατο φονεύσας αὐτήν, ἔφη τὸ ἔθυσα· τὸν Αἴγισθον μὲν ἔκτεινα, ἐπὶ τούτῳ δὲ τὴν μητέρα ἔθυσα: —MTAB | |
sch Or569 | παρ’ οὐδὲν αὐταῖς ἦν: ἐν ὀλίγῃ προφάσει καὶ πάρεργον ἦν αὐταῖς τοὺς ἰδίους ἄνδρας φονεύειν: —MTABi | |
sch Or570 | ἐπίκλημ’ ἐχούσαις: εἴπερ ἔμελλεν αὐταῖς, φησὶν, εἰς ἔγκλημα μόνον περιίστασθαι τὰ τῆς τιμωρίας, ἀκωλύτως ἂν ἐχώρουν κατὰ τῶν ἀνδρῶν: —MTAB ἄλλως: ἀντὶ τοῦ ἔγκλημα, τουτέστιν· ἐγκαλουμέναις, ἀντὶ τοῦ | |
5 | διαβαλλομέναις καὶ προφασιζομέναις, ὅ τι δήποτε. καὶ αὕτη γὰρ προε‐ φασίζετο τὰ κατὰ τὴν Ἰφιγένειαν ὅτι διὰ τοῦτο ἀνεῖλεν αὐτὸν, ὅτι ἐν Αὐλίδι ἐσφαγίασεν Ἰφιγένειαν: —MTAB | |
sch Or576 | οὐχ αὑτῇ δίκην ἐπέθηκεν: οὐχ ἑαυτὴν ἐτιμωρήσατο δέον τοῦτο ποιεῖν, ἀλλ’ ἵνα μὴ δίκας ἀπαιτηθῇ τῆς μοιχείας, προτέρα ἐφό‐ νευσεν: —MTABi | |
sch Or580 | περὶ τοῦ φόνου δικαζόμενος: —MiTAg | |
sch Or582 | παρεδίδου εἰς μανίαν: —MiT | |
sch Or585 | σύ τοι φυτεύσας: Ὁμηρικὸν ὡς τὸ [Ε 875]· ‘σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην‘: —MTA1B | |
sch Or590 | ἀντὶ τοῦ ἀμίαντον σῶφρον: —MiTA1Bi † τὴν γὰρ κοίτην τοῦ ἀνδρὸς ἀπαράθραυστον διετήρησεν: —A1 | |
sch Or592 | διαδίδωσιν: —MgTAgBi | |
sch Or597 | ἢ οὐκ ἀξιόχρεως ὁ θεός: εἴπερ ὁ θεὸς, εἰς ὃν ἀναφέρω τὴν αἰτίαν τοῦ μύσους, οὔκ ἐστιν ἱκανὸς λῦσαι με τοῦ μιάσματος, ποῖ | |
φύγω: —MTAB ἱκανὸς ἐχέγγυος ἀξιόπιστος: —MiT | 158 in vol. 1 | |
sch Or599 | εἰ μὴ ὁ κελεύσας: παρὰ τὸ σχῆμα καὶ τὸ χ παράκειται: — MTAB γράφεται ῥύσεται τὸ μὴ θανεῖν. περισσὸν δὲ τὸ ἓν μή. ἔστιν Ἀττικόν: —MTAB | |
sch Or600 | ἀλλ’ ὡς μὲν οὐκ εὖ: τὸ ἑξῆς· ἀλλ’ ὡς μὲν οὐκ εὖ τάδε εἴργασται, μὴ λέγε: —MBi | |
sch Or603 | μὴ πίπτουσιν εὖ: ἀντὶ τοῦ ἀπαντῶσιν. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν κύβων. καὶ Σοφοκλῆς [frg. 809]· ‘ἀεὶ γὰρ εὖ πίπτου‐ σιν οἱ Διὸς κύβοι‘: —MTAB | |
sch Or605 | ἀεὶ γυναῖκες ἐμποδών: ἀεὶ, φησὶν, αἱ γυναῖκες ταῖς ἰδίαις δυστυχίαις ἐμποδίζουσι ταῖς εὐτυχίαις τῶν ἀνδρῶν: —MTAB ἄλλως: ἀεὶ γυναῖκες ἐμποδίζουσι ταῖς ἀγαθαῖς συντυχίαις καὶ πρὸς τὸ δυστυχεῖν ἄγουσι τοὺς ἄνδρας. συμφορὰς δὲ νῦν τὰς συντυχίας. | |
5 | πεφύκασι, φησὶν, αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι καὶ ἐν ταῖς πρὸς τούτους συντυχίαις καὶ κοινωνίαις ἄγειν αὐτοὺς πρὸς τὸ δυστυχέστερον. ἢ οὕτως· πεφύκασιν αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι ταῖς παρ’ ἑαυ‐ τῶν συμφοραῖς ἐν τοῖς καλοῖς καὶ πρὸς τὸ δυστυχέστερον αὐτοὺς ἄγειν: — MTAB | |
sch Or609 | παρορμήσεις: —MgAgBi | 159 in vol. 1 |
sch Or610 | καλὸν πάρεργον: ἀντὶ τοῦ σπουδαῖον. τῶν ἐμῶν πόνων καλὸν αὐτὸ ἡγήσομαι πάρεργον. πόνων δὲ λέγει τῶν κατὰ τὸν τάφον θυσιῶν· ὡς ἐν παρέργῳ δὲ τὸν κατὰ Ὀρέστου λόγον ποιεῖται. καὶ τὸ πάρεργον ὡς ἔργον, φησὶ, θήσομαι: —MTAB | |
5 | καὶ ἐγὼ μὲν, φησὶν, ἦλθον τὰ πρὸς τὴν θυσίαν ἐκπονήσων τῇ θυγατρί, νῦν δὲ ὑπὸ σοῦ παροξυνθεὶς διὰ σπουδῆς καὶ τοῦτο θήσομαι τὸ ἔργον, τὸ σὲ φονευθῆναι, καὶ παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἤδη παροξυνῶ πάντας κατὰ σοῦ καὶ μὴ βουλομένους. πάρεργον δὲ εἶπεν, ἐπεὶ οὐ τοῦτο ἦν αὐτῷ τὸ προκείμενον: —MTAB | |
sch Or612 | τὸν ἐκκλησιάζοντα: —MgAgBi | |
sch Or618 | ὀνείρατ’: τὴν μοιχείαν λέγει· κατὰ κοινοῦ δὲ τὸ ἀπαγγέλ‐ λουσα, ἵν’ ᾖ· καὶ τὸ Αἰγίσθου λέχος ἀπαγγέλλουσα ὃ μισήσειαν οἱ θεοί: —MTB | |
sch Or620 | οἱ νέρτεροι θεοί: ἐπειδὴ περὶ τεθνεῶτος διαλέγεται, νερ‐ τέρους εἶπεν: —MAB καὶ γὰρ ἐνθάδ’ ἦν πικρόν: καὶ γὰρ ἐνταῦθα τοῦ ἔργου πικρὸν ἦν, φησὶ, τὸ πραττόμενον ὑπὸ ταύτης. τουτέστι· κατ’ αὐτὸ γὰρ | |
5 | τοῦτο μάλιστα πικρότατον ἦν αὐτὴ συνεχῶς τὸ λέχος καὶ τὴν μοιχείαν ὀνομάζουσα κἀκ τούτου παροξύνουσα τὸν ἀδελφόν. ἢ οὕτως· καὶ γὰρ κατ’ αὐτὸ τοῦτο πικρὸν ἦν τὸ πρᾶγμα, ὅτι μοιχεία ἦν. ἢ τὸ ἐνθάδε ἀντὶ τοῦ κατὰ τὸν ἐν τῷ ζῆν βίον, οἷον· αὕτη σε ἐξηγρίωσεν ὀνομάζουσα τὸ ἐκείνης λέχος καὶ τὴν μοιχείαν Αἰγίσθου, ἣν εἴη καὶ | |
10 | τοὺς χθονίους μισῆσαι θεοὺς καὶ τὰς τῶν κατοιχομένων ψυχάς. καὶ γὰρ | |
τοῖς ζῶσι πικρὸν ἦν ἡ μοιχεία: —MTAB | 160 in vol. 1 | |
sch Or621 | ἕως ὑφῆψε: ἐπεὶ τὸ ὑφῆψεν εἶπεν ἀντὶ τοῦ ἀπώλεσεν, προσέθηκε καὶ τὸ δίχα πυρός: —MTAB ἐπεὶ μεταφορᾷ χρώμενος εἶπεν ὑφῆψε δῶμα, οἷον ἀπώλεσεν, ἐπήνεγκεν ἀνηφαίστῳ πυρί, δηλονότι ἄνευ πυρὸς διέφθειρε τὸν | |
5 | οἶκον: —MTAB | |
sch Or623 | ἐν φροντίδι ἔχεις: —MgAg κῆδός τ’ ἐμόν: ἐν φροντίδι ἔχεις. οἷον· εἰ ἐφορᾷς τὸ παρ’ ἐμοῦ μῖσος καὶ τὴν ἐμὴν συγγένειαν καὶ φιλίαν: —TAB | |
sch Or626 | ἢ μὴ ’πίβαινε Σπαρτιάτιδος: Λακεδαίμονος πρῶτος ἦρξε Λέλεξ, ἀφ’ οὗ καὶ Λέλεγες ὠνομάζοντο. ἔσχε δὲ παῖδας ἐκ Περιδίκης Μύλην, Πολυκάονα, † βωμολόχον, Θεράπνην. τούτων ὁ Μύλης ἐκ Κλεοχαρείας ἴσχει Εὐρώταν καὶ Πελίαν. Εὐρώτας δὲ ἄρξας μετὰ | |
5 | τὸν κατακλυσμὸν 〈τὸ〉 λιμναζόμενον ἐργασάμενος καὶ ποταμὸν ποιήσας Εὐρώταν ὠνόμασεν. οὗτος ἐκ Κλήτας ἴσχει θυγατέρα Σπάρτην, ἣν ἀγαγόμενος Λακεδαίμων ὁ Ταϋγέτης ἄρξας τοὺς μὲν Λέλεγας Λακεδαι‐ μονίους, τὸ δὲ ὄρος Ταΰγετον καὶ πόλιν κτίσας Σπάρτην ὠνόμασεν: — MTAB | |
10 | ταύτην γὰρ αὐτῷ εἰς προῖκα ἔδωκεν ὁ Τυνδάρεως: —AgBi | |
sch Or630 | στεῖχ’ ὡς ἀθορύβως: πορεύου, ὅπως ὁ προσελθών μοι λόγος τοῦ γήρως τοῦ σοῦ ὑπείκοντος ἀθορύβως πρὸς τὸν Μενέλαον γένηται: —MTAB | |
sch Or632 | ποῖ σὸν πόδ’: ὡς τῷ ποδὶ τὸ ἔδαφος περιγράφοντος αὐτοῦ καὶ διστακτικῶς ἀναλογιζομένου εἰ δέοι βοηθεῖν, ὅπερ ποιοῦσιν οἱ ἀμη‐ χανοῦντες ἐν πράγματι: —MTAB | 161 in vol. 1 |
sch Or635 | ὅπῃ τράπωμαι: ποῦ τῆς τύχης τράπωμαι, πότερον σοὶ συνέλθω ἢ Τυνδάρεῳ: —MTAB | |
sch Or636 | μὴ νῦν πέραινε: μηδ’ οὖν τὸ δοκοῦν σοι εἰς πέρας ἄγε, πρὶν ἀκούσῃς τοὺς ἐμοὺς λόγους. ἐπεὶ γὰρ ἐν ἑαυτῷ βουλευόμενός φησι διὰ τὴν τύχην ἀμηχανεῖν ὅπῃ τράπηται, παραινεῖ αὐτῷ μήπω τῇ δο‐ κήσει πέρας ἐπιτιθέναι πρὶν ἀκοῦσαι τοὺς αὐτοῦ λόγους, καὶ οὕτως βου‐ | |
5 | λεύσασθαι: —MTAB | |
sch Or638 | οὗ σιγὴ λόγου: οἷον· ἔστιν ὅπου ἡ σιγὴ κρείσσων τοῦ λόγου καὶ ἔστιν ὅπου ὁ λόγος τῆς σιγῆς κρείσσων: —MiTAB | |
sch Or640 | λέγοιμ’ ἂν ἤδη: ἐναντιοῦται τῇ Μενελάου βραχυλογίᾳ τὴν μακρηγορίαν τῶν λόγων προκρίνων. οἱ γὰρ Λάκωνες βραχυλόγοι. καὶ Ὅμηρος [Γ 214]· ‘παῦρα μὲν, ἀλλὰ μάλα λιγέωσ‘. ὁ δὲ νοῦς· ἡ μακρὰ διήγησις σαφέστερον παρίστησι τὸ πρᾶγμα τῶν συντόμων λόγων. | |
5 | τὸ δὲ ἐπίπροσθεν ἀντὶ τοῦ· προτιμότερά ἐστι τὰ μακρὰ διηγή‐ ματα τῶν συντόμων λόγων: —MTAB ἔνιοι ἀθετοῦσι τοῦτον καὶ τὸν ἑξῆς στίχον· οὐκ ἔχουσι γὰρ τὸν Εὐριπίδειον χαρακτῆρα. καὶ πεποίηται ὁ νοῦς διὰ τὸν Μενέλαον· οἱ γὰρ Λάκωνες βραχυλόγοι: —MTB | |
10 | τὰ μακρὰ τῶν μικρῶν: Λακεδαιμόνιος ὁ Μενέλαος, Λακεδαι‐ μόνιοι δὲ οὐχ ἥκιστα τῇ συντομίᾳ χαίρουσιν. προθεραπεύει τοίνυν τὸν | |
ἀκροατὴν, ἵνα ἀναμείνῃ τὸ μῆκος τῶν λόγων ἀλύπως: —MTA ὅτι βραχυλογίαν ἀσκοῦσιν οἱ Λάκωνες. ἀνέχου οὖν, φησὶ, τῆς ἐμῆς μακρολογίας, ἐπεὶ τὰ μακρὰ καὶ σαφέστερα: —MT | 162 in vol. 1 | |
sch Or643 | ἃ δ’ ἔλαβες: τούτου ῥηθέντος αἴρουσιν οἱ ὑποκριταὶ τὴν χεῖρα ὡς τοῦ Μενελάου ἀγωνιῶντος μή ποτε λέγει ὅτι παρακαταθήκην ἀργυρίου παρὰ τοῦ πατρὸς πεπίστευται. εὐήθης δέ ἐστιν ὁ τοιαύτης ὑποψίας ἀντιλαμβανόμενος Μενέλαος. εἰ γὰρ μήτε τὸν λέγοντα ᾔδει | |
5 | μήτε οὗ ἐστι χρεία, ἴσως ἂν εἶχέ τι πιθανὸν τὸ γινόμενον· ἐπεὶ δὲ ἐπίσταται, περιττὸν καὶ ἄπορον τὸ δρώμενον: —MTAB | |
sch Or644 | οὐ χρήματ’ εἶπον: οὐ λέγω, φησὶ, χρήματα, χρυσὸν καὶ ἄργυρον, ἀλλὰ τῷ ὄντι χρήματα εἶπον, τὴν ἐμαυτοῦ ψυχὴν, ἥτις ἐστί μοι χρῆμα τιμιώτατον· ἣν ἐὰν σώσῃς, καλὴν ἀμοιβήν μοι δίδως: — MTAB | |
5 | ἄλλως: οὐ χρυσὸν ὠνόμασα χρήματα, ἀλλὰ χρήματά φημι τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς: —MT | |
sch Or646 | τὸ τέλειον χρή με: —MgT ἀδικῶ· λαβεῖν χρή μ’: κατὰ συλλογισμόν φησιν· ἀλλὰ λέγεις ὅτι ἀδικῶ εἰς ἄδικον ἐπικουρίαν σε παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμὲ, ὡς καὶ ὁ πατήρ μου διὰ σὲ ἠδίκησε βαρβάρους. δεῖ γάρ | |
5 | με ἀντὶ τῆς ἀδικίας ἐκείνης καὶ τοῦ κακοῦ ἐκείνου ἄδικόν τι λαβεῖν παρὰ σοῦ, ὅ ἐστιν· εἰ κρίνοις κακὸν εἶναι τὴν ἐμὴν ἐπικουρίαν, δικαίως ἂν καὶ τὴν ἐπικουρίαν τοῦ ἐμοῦ πατρὸς κακὸν ὀνομάσειας. ἀλλ’ οὐκ ἠδί‐ κησεν ὁ πατὴρ ἐν καιρῷ σοι βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις: — MTB | |
10 | ἀδικῶ· λαβεῖν χρή μ’: οἷον· ὁμολογῶ ἀδικεῖν· δός τι καὶ σύ μοι ἄδικον καὶ ἀδίκησον δι’ ἐμέ: —TABi ἄλλως: ὁμολογῶ ἀδικῆσαι φονεύσας τὴν μητέρα. ἀλλ’ ὅμως χρὴ | |
καὶ σὲ ἀδικῆσαι δι’ ἐμὲ, ὅτι καὶ ὁ πατήρ μου ἠδίκησε διὰ σέ: —A † ἄλλως: εἰ καὶ ἄδικον ἐποίησα φονεύσας τὴν μητέρα, ἀλλὰ σὺ ἐν | 163 in vol. 1 | |
15 | τοιούτῳ μοι κακῷ ὄντι παραστῆναι ὀφείλεις καὶ ὅση δύναμις ὑπὲρ ἐμοῦ ἀγωνίσασθαι· ἐν τούτῳ γὰρ μάλιστα δειχθήσῃ γνήσιος φίλος, ἐπὶ ὁμο‐ λογουμένοις κακοῖς μοι συνερχόμενος. εἰ γὰρ τὰ δίκαιά μου παντελῶς ἔρρωτο, τῆς παρ’ ἑτέρων ἐπικουρίας οὐκ ἐδεόμην. ἐν ἤθει ἀνα‐ γνωστέον ἀδικῶ καὶ στίζειν. εἶτα ἀπὸ ἄλλης ἀρχῆς λαβεῖν χρή μ’ | |
20 | ἀντὶ τοῦδε τοῦ κακοῦ, οἷον ἀντὶ τῆς περιεχούσης με δυστυχίας ἄδι‐ κόν τι αἰτῶ, καὶ γὰρ Ἀγαμέμνων ἄναξ ἀδίκως καὶ τὰ ἑξῆς. τὸ δὲ ἀντὶ τοῦδε τοῦ κακοῦ ἀντὶ τῆς παρὰ τοῦ πατρὸς βοηθείας. καὶ οὐδὲν εἶπε καθ’ ὑπόθεσιν: —TAB † ἄλλως: ἀλλ’ ἀδικῶ, φὴς, εἰς ἐπικουρίαν παρακαλῶν. οὐκοῦν καὶ | |
25 | σὺ ἀδίκησον δι’ ἐμέ· προσήκει γὰρ κἀμὲ ἐπικουρίαν λαβεῖν παρὰ σοῦ κἂν ἄδικος ᾖ· κατὰ γὰρ τοῦτον τὸν λόγον καὶ ὁ ἐμὸς πατὴρ ἠδίκησεν ἐπιστρατεύσας κατὰ βαρβάρων οὐκ ἰδίας ἑαυτοῦ χρείας ἕνεκεν, ἀλλὰ σοὶ χαριζόμενος. εἰ οὖν, φησὶν, ἀδικίαν ταύτην φὴς εἶναι τὸ βοηθηθῆναί με παρὰ σοῦ, καὶ τοῦτο κἀγὼ τὸν ἐμὸν πατέρα ἠδικηκέναι φημὶ ὅτι | |
30 | σοὶ βεβοήθηκεν. ὅθεν σὺ ἀντίδος ὑπὲρ τῆς ἀδικίας ταύτης, ὡς φὴς, ἐπικουρίας χάριν ὁμοίαν κἂν ἄδικος ᾖ κατά γε τὸν σὸν λόγον. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ σοὶ δεομένῳ βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις ἐν καιρῷ τὴν ἀμοιβὴν ἀποδιδούς. κατὰ γὰρ συλλογισμὸν προῆκται ὁ λόγος: —T | |
sch Or650 | ἀντὶ τοῦ· καθὸ ἠδικήθης παρὰ Ἀλεξάνδρου: —MgBi ἀπέδοτο δ’ ὡς χρή: τὸ ἑξῆς· ἀπέδοτο δὲ τὸ σῶμα, ὅ ἐστιν· ἔκδοτον ἑαυτὸν τοῖς πολεμίοις παρέσχεν, ὡς πρέπει τοῖς γνησίοις φίλοις, καὶ κατατρωθῆναι τὸ πᾶν σῶμα τὸ ὅσον ἐφ’ ἑαυτῷ εἵλετο διὰ τὴν σὴν | |
5 | γυναῖκα. οἷα χρὴ τοῖς φίλοις τοὺς φίλους ἐκπονεῖν. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἐκπονεῖν, ἵν’ ᾖ τὸ ἑξῆς· ὡς χρὴ τοὺς ἀληθεῖς φίλους ἐκπονεῖν τοῖς φίλοις, ἀπέδοτο τὸ σῶμα, σοὶ παρ’ ἀσπίδα ἐκπονῶν αὐτὸ | |
τοῦτο: —MTABi | 164 in vol. 1 | |
sch Or655 | ἀπότισον οὖν μοι: ὁ πᾶς λόγος· ἀπόδος μοι τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλίῳ παρὰ τοῦ πατρὸς, καὶ μόνην ἡμέραν ὑπὲρ ἐμοῦ πόνησον μηδὲ τὴν θυγατέρα φονεύσας, ἐπειδὴ δεῖ σε, ὥσπερ πλεο‐ νεκτεῖς μου τῇ εὐδαιμονίᾳ, πλεονεκτεῖν καὶ ἐν τῇ ἀμοιβῇ τῆς εὐεργε‐ | |
5 | σίας: —MTAB | |
sch Or658 | ἃ δ’ Αὐλὶς ἔλαβε: περὶ Ἰφιγενείας λέγει, ἣν ἔχρησεν ὁ θεὸς ἀπλοίας ἐπεχούσης τοὺς Ἕλληνας Ἀρτέμιδι θῦσαι: —MTAB Αὐλὶς πόλις Βοιωτίας. ἐνταῦθα ἐπεσχέθησαν οἱ ἐπιστρατευόμενοι εἰς Ἴλιον οὐ πνέοντος οὐρίου ἀνέμου διὰ τὰς καυχήσεις Ἀγαμέμνονος. | |
5 | τοξεύσαντος γὰρ τὴν ἔλαφον καὶ εἰπόντος μηδ’ ἂν τὴν Ἄρτεμιν οὕτως βαλεῖν **: —MTAB σφάγι’ ἐμῆς ὁμοσπόρου: ταὐτὸν οὐκ αἰτῶ σε, φησί, τὴν θυ‐ γατέρα, τὴν Ἑρμιόνην, ἀντ’ ἐμοῦ δοῦναι πρὸς σφαγὴν, ὥσπερ ὁ ἐμὸς πατὴρ τὴν Ἰφιγένειαν, ἵνα τὴν γαμετὴν ἀπολάβῃς. ἀλλὰ σὺ μὲν ἔχε | |
10 | τοῦτο πλέον καὶ κερδᾶναι παρὰ τοῦ δαίμονος, ἐπεὶ σοὶ μὲν εὐτυχίας, ἐμοὶ δὲ δυστυχίας καιρός· ἐγὼ δέ σοι χάριν ἕξω σώσαντι μόνον κἂν μὴ τῷ αὐτῷ τρόπῳ σῴζῃς ἡμᾶς ἀντ’ ἐμοῦ δοὺς τὴν Ἑρμιόνην. ἢ συναπτέον τοῦτο πρὸς τὸ ἀπότισόν μοι, καὶ ἔστιν ὁ λόγος οὕτως· ἀπόδος τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλίῳ παρὰ τοῦ πατρὸς, καὶ μίαν | |
15 | ἡμέραν μόνον ὑπὲρ ἐμοῦ πόνησον. προσήκει γάρ σοι ἐμοῦ δυστυχοῦντος τὰ νῦν μηχανᾶσθαί τι πρὸς τὸ ἐμὲ σῶσαι, ἐμὲ δέ σοι χάριν ὁμολογεῖν· ἵνα τὸ μεταξὺ κατ’ ἐπένθεσιν γένηται: —MTAB | 165 in vol. 1 |
sch Or661 | τουτέστι πλέον ἢ ἐγὼ δύνασθαι. ὁ γὰρ εὖ πράσσων τοῦ μὴ πράσσοντος πλέον δύναται λογίζεσθαι τὰ πρὸς σωτηρίαν: —MTAB πλέον φέρεσθαι: ἀντὶ τοῦ χάριν ἔχειν καὶ ὁμολογεῖν, παρὰ τὸ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργετοῦντος καὶ συνέρχεσθαι τούτῳ. | |
5 | ἀντὶ τοῦ· δεῖ σε, φησὶν, ἐμοῦ δυστυχοῦντος τοῦ πλείονος μετέχειν τῆς δυστυχίας κἀμὲ ἐφ’ οἷς σοι μεταδίδωμι τῆς συμφορᾶς συγγνώμην ἔχειν, ἀντὶ τοῦ χάριν, παρὰ τὸ ὁμοῦ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργέτου: — MTA χάριν σοι, φησὶν, ὁμολογήσω σῳζόμενος μόνον παρὰ σοῦ κἂν μὴ | |
10 | τῷ ὁμοίῳ τρόπῳ σῴζῃς ἐμέ: —MTBi † πλέον τι, φησὶν, ἢ ἔλαβες χάριτος ἀγωνίζεσθαι: —TA † τινὲς οὕτως· δεῖ γάρ σε πλέον φέρεσθαι καὶ λογίζεσθαι εἰς σωτηρίαν εὖ πράσσοντα ἐμοῦ κακῶς πράσσοντος. οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται βουλεύεσθαι τῶν κακῶς πρασσόντων: —TA | |
sch Or662 | μὴ εἰς Ἅιδου, ἀλλ’ εἰς σωτηρίαν, πατρί οὖν, διὰ τὸν πα‐ τέρα: —MiBi † ψυχὴν δ’ ἐμήν: χάρισαι τὴν ἐμὴν ψυχὴν τῷ ἀθλίῳ μου πατρί. βούλεται γάρ με πάντως ἐκεῖνος σῴζεσθαι: —A1 | |
sch Or665 | αὐτὸ τοῦτο τοὺς φίλους: λείπει ἡ κατά, ἵν’ ᾖ· κατ’ αὐτὸ τοῦτο δεῖ τοὺς φίλους βοηθεῖν τοῖς φίλοις, ὅ ἐστι κατὰ τὸ ἀδύνατον: — MTBi ἄλλως: ἀλλὰ λέγεις, φησὶν, ὅτι ἀδύνατόν ἐστι τὸ βοηθῆσαί μοι, | |
5 | ἐγὼ δέ σοι ἀντείποιμι ἂν ὡς μάλιστά μοι διὰ τοῦτο ὀφείλεις συμβαλέ‐ | |
σθαι εἰδὼς ὅτι ἐν τοῖς ἀδυνάτοις δεῖ τῶν φίλων: —MTAB † ἄλλως: ἀλλὰ ἐρεῖς, φησὶν, ὅτι ἀδύνατόν ἐστι βοηθῆσαι. εἶτα ἔξωθεν προσληπτέον· καθὸ μέγα ἐστὶ καὶ ἀσύγγνωστον τὸ ἁμάρτημα, ὅπερ ἀπε‐ σιώπησεν Ὀρέστης. ἀλλὰ κατὰ τοῦτο, φησὶ, καθὸ ἀδύνατον εἶναι δοκεῖ, | 166 in vol. 1 | |
10 | βοήθησον· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται: — TAB | |
sch Or670 | οὐ κολακείᾳ, ἀλλ’ ἀληθείᾳ: —MiAgBi | |
sch Or671 | ἀντὶ τοῦ· πρὸς ταύτης σε ἱκετεύω: —MgAgBi | |
sch Or671bis | ταύτης ἱκνοῦμαι ς’: ἀντὶ τοῦ πρὸς ταύτης 〈σε〉 ὁρκῶ βοη‐ θῆσαί μοι. ἢ δέομαί σου πρὸς ταύτης ὅπως ἄν μοι βοηθήσειας. εἰς τιμὴν αὐτῆς. τὸ δὲ ἑξῆς ἠρέμα καθ’ ἑαυτὸν λέγει οἰκτείρων ἑαυ‐ τὸν ὅτι μέχρι τοσούτου προῆλθεν αὐτῷ τὰ τῆς δυστυχίας, ὡς διὰ τοῦ | |
5 | μεμνῆσθαι τῆς Ἑλένης προσδοκᾶν βοηθείας τυχεῖν. ἀνάξιον γὰρ ἑαυτοῦ ἡγεῖται τὸ καὶ μόνον μεμνῆσθαι τοιαύτης γυναικὸς, μήτι γε καὶ δοκεῖν σῴζεσθαι δι’ αὐτῆς: —MTA1B † δυστυχὴς οὖν, φησὶν, ἐγὼ εἰς τοιοῦτον κακὸν ἐλθών. διὰ γὰρ γυναικὸς τῆς πᾶσιν Ἕλλησι κακῆς σωθήσεσθαι προσδοκῶ: —TB | |
sch Or672 | εἰς οἷον ἥκω: ἀλλὰ τί, φησὶ, μωραίνω τὸ παρὰ ταύτης σωθήσεσθαι παραιτούμενος. ἀνάγκη γάρ ἐστι καὶ πρὸς τοῦτο καταβαίνειν οἰκτρότητος καὶ πάντα ὑπομένειν κἂν αἰσχύνην μοι φέρῃ. οὐ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ πᾶς ὁ οἶκος ὁ ἐμὸς κινδυνεύει: —MB | |
5 | † ἔστι δὲ καὶ ἑτέρα ἐκδοχὴ τούτου, συναπτομένου τοῦ ταύτης ἱκνοῦμαι πρὸς τὸ ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε, εἴγε ὡς | |
τοῦ Μενελάου ἀπεστραμμένου τὴν ἱκεσίαν αὐτὸς δυσφορῶν λέγει· δυστυ‐ χὴς ἐγὼ εἰς ἄπορον ἥκων κακῶν καὶ οὐκ ἔχων οὐδεμίαν καταφυγήν, καὶ πάλιν διαλαβὼν θαρσύνει ἑαυτὸν καί φησι· τί δεδοίκαμεν τὸν θά‐ | 167 in vol. 1 | |
10 | νατον· καρτερεῖν δεῖ καὶ φέρειν ἀναγκαίως τὰ παρὰ τοῦ δαίμονος: —B † τί δὲ, φησὶ, παραιτοῦμαι τὴν αἰσχύνην· πάσῃ μοι μηχανῇ πορι‐ στέον τὴν σωτηρίαν. οὐχ ὑπὲρ μικρῶν γάρ μοι ὁ κίνδυνος, ἀλλ’ ὑπὲρ παντὸς τοῦ οἴκου ἐστίν: —A1B γράφεται χρή: —Mg | |
sch Or677 | ἀντὶ τοῦ· μετὰ δακρύων καὶ γόων αἰτῶ τὴν σωτηρίαν: —MiBi | |
sch Or681 | γράφεται καὶ ὅσος τε δ’ εἶ, ἀντὶ τοῦ δυνατὸς εἶ: —A1 ἀντὶ τοῦ ὅσον δυνατὸς εἶ: —Ag | |
sch Or685 | συνεκκομίζειν: οἷον· συμπονεῖν δεῖ τοῖς συγγενέσι, κἂν κίν‐ δυνος παρῇ: —A1B συνεκκομίζειν: ὅ ἐστι· συμπονεῖν δεῖ τινα ὑπὲρ τῶν συγγενῶν κἂν συμβῇ αὐτὸν ἀποθανεῖν: —T | |
5 | ἀναστρεπτέον· ἔστι γὰρ κτείνοντα τοὺς ἐναντίους καὶ θνῄσκοντα: — MgTB | |
sch Or687 | τὸ δ’ αὖ δύνασθαι πρὸς θεῶν: τοὐναντίον Αἴας φησί [Ρ 104]· ‘καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρόν‘: —MTA1B | |
sch Or688 | ἥκω γὰρ ἀνδρῶν: τουτέστιν οὐκ ἐπαγόμενος συμμάχους, ἀλλ’ ἔρημος τῆς παρὰ τούτων δυνάμεως ὡς τῶν συμμάχων αὐτοῦ κατὰ τὴν πλάνην ἀπολομένων πλὴν ὀλίγων: —MTA1B † ἢ οὕτως· ἦλθον ἔρημος συμμάχων καὶ προσέτι πλάνην ὑπέστην | |
5 | πολλήν: —TB † ἥκω γὰρ ἀνδρῶν: τὸ ἑξῆς· ἥκω γὰρ ἔχων τὸ δόρυ συμμάχων | |
ἐστερημένον καὶ προσταλαιπωρήσας τῇ πλάνῃ: —TA1B | 168 in vol. 1 | |
sch Or692 | ἀπὸ Πελασγοῦ τινος: —MiAg | |
sch Or693 | ἐλπίδος προσήκομεν: προσοικειούμεθα καὶ ἐγγύς ἐσμεν ἐλπίδος: —MTAgB οὐδὲ τὸ διὰ κολακείας πεῖσαι ὑπέσχετο, ἀλλὰ καὶ τοῦτο ἐν ἀμφι‐ βολίᾳ ἀφῆκεν: —MTAB | |
sch Or694 | σμικροῖσι μὲν γὰρ τὰ μεγάλα: τῇ δι’ ὀλίγων μάχῃ τοὺς πολλοὺς νικῆσαι ἀδύνατον, ὅθεν εἰς πόλεμον μὲν αὐτοῖς παραιτητέον ἐλθεῖν· εἰ δὲ λόγοις ὑπελθεῖν δεῖ καὶ γοητεύσασθαι αὐτοὺς σοφίᾳ λόγων, ἐνταῦθα δυνησόμεθα: —MTAB | |
sch Or695 | ἀνόητον καὶ τὸ μόνον προσδοκῆσαι τοὺς ὀλίγους τῶν πολλῶν περιγίνεσθαι: —TAB | |
sch Or698 | ἀντὶ τοῦ θυμουμένῳ: —MiAgBi | |
sch Or700 | ἀντὶ τοῦ καταπαύσειεν: —MiBi τὴν ὀργὴν δηλονότι, ὡς ἐπὶ ἀνέμου: —MgABi | |
sch Or702 | ἔνεστι δ’ οἶκτος: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ· ἔνεστι γὰρ τῷ δήμῳ ἐλεεῖν. καὶ ὁ πᾶς λόγος τοιοῦτος· ἐὰν θυμουμένῳ τῷ δήμῳ εἴκῃς, πεπαύσεται ὀργῆς καὶ λοιπὸν ἔσται ἐπιτήδειος εἰς τὸ συνδραμεῖν ταῖς ἱκεσίαις. ὡς γὰρ ἐμπέφυκεν αὐτῷ τὸ μεγάλως ὀργίζεσθαι, οὕτως | |
5 | καὶ τὸ ἐλεεῖν, τουτέστιν· οὐ γὰρ πρὸς τὸ ὀργίζεσθαι μόνον φύσιν ἔχει, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν· καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ καραδοκεῖν καὶ | |
ἐπιτηρεῖν πότε μὲν μεγάλως θυμοῦται, πότε δὲ ἀνῆκε τῆς ὀργῆς, κτῆμά ἐστι τοῦτο τιμιώτατον, τὸ εἰδέναι ἑκατέρου τὸν καιρόν. ἢ αὐτὸς ὁ δῆμος κτῆμα τίμιόν ἐστι τῷ εἰδότι προσενεχθῆναι καθ’ ὃν δεῖ τρόπον | 169 in vol. 1 | |
10 | αὐτῷ: —MTAB ὁ καιρὸς μέγα κτῆμα τῷ καραδοκοῦντι, φησὶ, τὸν δῆμον καὶ τη‐ ροῦντι καὶ γινώσκοντι πότε μὲν μεγάλως θυμοῦται καὶ πότε ἐλεεῖ: — MTAB † ἄλλως: ἔνεστι τῷ πλήθει ἐλεεῖν, ἔνεστι καὶ μεγάλως θυμοῦ‐ | |
15 | σθαι. ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ ἐστι μόνον πρὸς τὸ θυμοῦσθαι τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ ἐπι‐ τηρεῖν κτῆμά ἐστι τοῦτο, τὸ ἐπιτηρεῖν τὸν καιρὸν, τιμιώτατον. [ὃ] ἔστι τὰ μέγιστα ἀπὸ τούτου κερδαίνειν. δηλονότι αὐτὸς ὁ δῆμος ὄφελος τῷ τοιούτῳ: —TA | |
20 | † ἄλλως: ἐνταῦθα πρωθύστερός ἐστιν ὁ τρόπος· διὰ γὰρ τὴν βίαν τοῦ μέτρου οὕτως συνηρμόσθη τὸ ἔπος. ὤφειλε γὰρ οὕτως εἰπεῖν· ἔνι θυμὸς μέγας, ἔνεστι δὲ καὶ οἶκτος τῷ θυμουμένῳ δήμῳ, ὁ δὲ οἶκτος τῷ καραδοκοῦντι καὶ ταῖς ἐλπίσι τρεφομένῳ χρῆμα καὶ κτῆμα τιμιώ‐ τατον καὶ λυσιτελές: —A | |
25 | τῷ δήμῳ δηλονότι: —MiAg | |
sch Or703 | προσδεχομένῳ: —MgAgBi | |
sch Or704 | γράφεται ἐλθὼν γὰρ ἐγώ σοι Τυνδάρεων πειράσομαι: —Mi | |
sch Or705 | πόλιν τε πεῖσαι: ἀντὶ τοῦ μετρίως χρῆσθαι τῷ λίαν, οἷον τῆς μετριότητος 〈μὴ〉 ὑφεῖναι. ἢ τῷ καλῶς λίαν χρῆσθαι, ἵν’ ᾖ τὸ καλῶς ἠπίως, οἷον σφόδρα ἐνδείξασθαι τὴν πρὸς σὲ πραότητα: —MTAB † ἄλλως: τῷ λίαν οὐχὶ φαύλως, ἀλλὰ καλῶς· ἔστι γὰρ τὸ λίαν | |
5 | καὶ ἐπὶ τοῦ θυμοῦ καὶ ἐπὶ τοῦ οἰκτιρμοῦ. τεθύμωται γοῦν ὁ Τυνδά‐ ρεως λίαν, ἀλλὰ πειράσομαί σοι τοῦτον πεῖσαι λίαν γενέσθαι οἰκτίρ‐ μονα: —A | |
sch Or706 | καὶ ναῦς γὰρ ἐνταθεῖσα: καὶ γὰρ ναῦς βιαίως τοῦ ποδὸς ἐνταθέντος ὑπέκυψεν ὥστε ὕδωρ εἰσδέξασθαι· πάλιν δὲ ἀνωρθώθη χα‐ λάσαντος τὸν πόδα: —MTAB | 170 in vol. 1 |
sch Or708 | τὰς ὑπὲρ τὸ δέον ὑπεροψίας: —MgAgB † μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας: σημείωσαι ὅτι καλὸν ἡ προθυμία, ἡ δὲ ἄγαν προθυμία κακὸν ὡς ὑπερβολή. καὶ ἡ ἁπλῶς προθυμία μεσότης, ἡ δὲ ἄγαν ὑπερβολὴ καὶ κακία ὥσπερ καὶ ἡ ὀκνία | |
5 | ἔλλειψις καὶ κακία. τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις καὶ θεὸς μισεῖ καὶ οἱ φρόνιμοι ἄνθρωποι: —A | |
sch Or712 | οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ: ἀντὶ τοῦ οὐ ῥᾴδιον περιγενέσθαι τῶν σῶν κακῶν καὶ ἀπαλεῖψαι τὴν παροῦσάν σοι συμφοράν: —MTA1B | |
sch Or713 | † στῆσαι τρόπαια: ἐνταῦθα κατ’ ἔλλειψιν τῆς ἐπί προθέσεως συνέστη τὸ ἔπος· οὕτω γὰρ ὀφείλεις συντάξαι· ἐπὶ γὰρ τῶν κακῶν, ἅτινά σοι πάρεστιν, οὐ ῥᾴδιον ἐμοὶ τῷ ἑνὶ στῆσαι τρόπαια, ἤτοι τροπαιουχῆσαι κατὰ τῶν ἐναντίων: —A | |
5 | οὐ γάρ ποτ’ Ἄργους: γράφεται δὲ καὶ χωρὶς τοῦ ς, ἵν’ ᾖ Ἄργου γαῖαν. Ἀριστοφάνης δὲ μετὰ τοῦ ς: —MTB οὐ πρὸς ἡμῶν, φησὶν, οὐδὲ τῆς ἡμετέρας ἀξίας ὑποδραμεῖν καὶ κολακεῦσαι τὸν τῶν Ἀργείων ὄχλον. ἀνάγκη δὲ ὅμως δουλεῦσαι τῇ κρατούσῃ τύχῃ· τοῦτο γὰρ σοφῶν καὶ φρονίμων ἀνδρῶν ἐστιν: —MTAB | |
10 | ἄλλως: οὐ μὲν τῆς ἡμῶν ἀξίας, φησὶ, τὸ ὑποδραμεῖν τοὺς Ἀρ‐ γείους, ἀνάγκη δὲ ὅμως δουλεύειν τῇ κρατούσῃ τύχῃ· τοῦτο γὰρ σοφῶν ἐστιν ἀνδρῶν: —MT τὸ ἑξῆς· νῦν δὲ ἀναγκαίως ἔχει τοῖς σοφοῖς δούλοις εἶναι τῆς τύχης: —MTAB | |
sch Or717 | ὦ πλὴν γυναικός: λείπει ἡ εἰς· τὸ δὲ ἑξῆς· ὦ εἰς τὰ ἄλλα οὐδὲν πλὴν εἰς 〈τὸ〉 γυναικὸς 〈ἕνεκα〉 στρατηλατεῖν: —MTAB | |
sch Or721 | ἄφιλος ἦσθ’ ἄρ’ ὦ πάτερ: ἤτοι ἡμάρτανες κακοῖς χαρι‐ | |
ζόμενος, ἢ δυστυχῶν τὰ νῦν, ὦ πάτερ, οὐδένα κέκτησαι φίλον: —MTAB ἄλλως: μάτην ἄρα, φησὶν, ὦ πάτερ, ἐταλαιπώρεις ἐν τῷ πολέμῳ οὐδενός σοι φίλα φρονοῦντος ὑπὲρ ὧν ἠτύχεις. τὸ γὰρ πράσσων | 171 in vol. 1 | |
5 | κακῶς ἀντὶ τοῦ ἀδίκως, τουτέστιν· οὐ φίλοις ἄρα οὐδ’ εὐγνώμοσιν [ἀμοιβαῖς] ἀνδράσιν ἐπόνεις, ὦ πάτερ, καὶ κατὰ τοῦτο ἡμᾶς ἠδίκεις καταλιπὼν ἐρήμους, ἀναισθήτοις χαριζόμενος. ἢ οὕτως· οὐχ ὑπὲρ φίλων ἄρα ἐπολέμεις τοῖς βαρβάροις, ὦ πάτερ, ἀλλ’ ἀναισθήτοις εὐεργέ‐ τεις καὶ κατὰ τοῦτο κακῶς ἔπραττες καὶ ἠδίκεις ὅτι μήτε ὑπὲρ φίλων | |
10 | μήτε αὐτὸς ἀδικηθεὶς πόλεμον ἄδικον συνεκρότεις. ἢ οὕτως· [εὐτυ‐ χῶν] οὐκ ἔμελλες ἕξειν τοὺς ὑπὲρ σοῦ φίλους, εἰ συμβαίη σε ἀτυχεῖν: — MTAB | |
sch Or724 | γράφεται 〈τῆσ〉 συμφορᾶς: —Mg | |
sch Or725 | κατὰ τὸ σιωπώμενον εἶδε τὸν Πυλάδην ἐρχόμενον: —MgBi | |
sch Or726 | ἐκεῖθεν γὰρ ὁ Πυλάδης: —MiABi | |
sch Or727 | πιστὸς ἐν κακοῖς ἀνήρ: ὁ βέβαιος φίλος κρείσσων ἐστὶ τῆς ὁρωμένης ἐκ ζάλης τοῖς ναυτίλοις γαλήνης: —MTAA1B | |
sch Or729 | θᾶσσον ἤ μ’ ἐχρῆν: τροχαϊκὸν τετράμετρον καταληκτικόν: — MMiTABi θᾶσσον προβαίνων ἤ μ’ ἐχρῆν. τὸ ἑξῆς· τὸν σύλλογον τῆς πόλεως ἀκούσας καὶ ἰδὼν τὸν σύλλογον ** τὸ κτενοῦντας πρὸς | |
5 | τὸν σύλλογον ἀπέδωκεν: —MTA † θᾶσσον ἢ ὡς ἐχρῆν με παρεγενόμην διὰ τῆς πόλεως τὸν ἐπὶ σὲ καὶ τὴν σὴν ἀδελφὴν σύλλογον τῆς πόλεως καὶ ἀκούσας καὶ τοῖς ὀφθαλ‐ μοῖς ἰδών: —B | |
sch Or730 | σύλλογον πόλεως ἀκούσας: ὡς τῆς φήμης διαδραμούσης ἄχρι Φωκίδος. οὐ μόνον οὖν, φησὶν, ἤκουσα σύλλογον κατὰ σοῦ γεγενῆσθαι, ἀλλὰ καὶ παρὼν εἶδον: —MTAB † ἰδὼν αὐτὸς σαφῶς: τὸ σαφῶς καὶ τὸ ἐναργῶς διαφέρουσι κἂν | |
5 | δοκῶσιν εἶναι ταὐτά. ἐναργὲς γὰρ λέγεται ὃ ὀφθαλμοὶ ὁρῶσι, σαφὲς δὲ ὅπερ χεῖρ ἐπαφᾶται. παχύτερον δὲ τὸ ἐπαφώμενον τοῦ ὁρωμένου δηλο‐ νότι καὶ ἐκδηλότερον· τὰ παχέα γὰρ τῶν λεπτῶν ἐκδηλότερα. ἐτυμολο‐ γεῖται δὲ τὸ σαφές παρὰ τὸ κρατεῖσθαι τῇ σῇ ἁφῇ, τὸ δὲ ἐναργές παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸν ἄρα συλλογιστικὸν σύνδεσμον καὶ τὸ γίνεσθαι. ὁ | 172 in vol. 1 |
10 | δὲ ἄρα σύνδεσμος ἢ ἀπορηματικός ἐστι καὶ προπερισπᾶται, ἢ συλλογι‐ στικὸς καὶ ἀποφαντικὸς καὶ δηλωτικὸς ἀληθείας ἢ ψεύδους καὶ παροξύνεται. παροξύνεται δὲ καὶ ὁ παραπληρωματικὸς ἄρα, ὃς καὶ ἄρ λέγεται. σαφὲς οὖν τὸ ἐπαφώμενον, ἐναργὲς δὲ τὸ ἐν τῷ ἄρα συλλογιστικῷ συνδέσμῳ γινόμενον καὶ ἐκ συλλογισμοῦ συνιστάμενον καὶ τρόπον τινὰ καθορώμενον. | |
15 | ἐντεῦθεν καὶ τὸ ὄναρ καὶ τὸ ὕπαρ· τὸ μὲν ὄναρ ἀπορούμενον εἰ ὄν ἐστιν ἆρα, ὡς ἂν εἴ τις εἴπῃ· ἆρα ὄν ἐστι τὸ ὄναρ, τὸ δὲ ὕπαρ καθὸ φανερώτερόν ἐστι καὶ τρόπον τινὰ καθορώμενον ὀφθαλμοῖς ἀνεῳγόσιν ὑπὸ τὸ ἄρ ἐστι τὸ συλλογιστικὸν, ἤτοι ἀληθές: —A | |
sch Or735 | συνδιαφθείρεις: —MgB | |
sch Or738 | ὥσπερ οὐκ ἐλθών: οὕτως ἐμοὶ προσηνέχθη ὡς μὴ παρα‐ γενόμενος: —MTAB τὸ αὐτό μοι ἀπέδωκεν ὥσπερ μὴ μολών: —MTA | |
sch Or740 | † ἀντὶ τοῦ μετὰ χρόνον πολύν· ὅμως κἂν βραδὺ παρεγένετο, ἀλλὰ τάχιστα τοῖς φίλοις ἐφωράθη κακός: —B | |
sch Or742 | οὐκ ἐκεῖνος: διαβάλλει ὡς γυναικοκρατούμενον αὐτὸν καὶ ὡς οὐκ ἂν ἐληλυθότα, εἰ μὴ παραγέγονεν ἡ Ἑλένη. κωμῳδεῖται δὲ ὁ στίχος διὰ τὴν ταυτότητα: —MTAB | |
sch Or743 | ἀντὶ τοῦ ὀλέσασα. Ἀττικὸν δὲ τὸ σχῆμα: —Mi | |
sch Or748 | εὐλαβεῖθ’ ὃ τοῖς φίλοισι: γνησίου γὰρ φίλου τὸ καὶ ὑπὲρ δύναμιν κάμνειν, ὅπερ εὐλαβεῖσθαι αὐτὸν ἔλεγεν. τὸ γὰρ παρὰ δύ‐ ναμιν τολμᾶν γνησίου φίλου. ὅπερ λέγουσιν οἱ κακοὶ φίλοι μὴ θέ‐ | |
λοντες τοῖς φίλοις συνελθεῖν λέγοντες· εὐλαβούμεθα: —MTAB | 173 in vol. 1 | |
sch Or749 | † τοῦτο δηλαδὴ νοήσας καὶ μαθὼν τὰ πάντα ἔχω, ἀντὶ τοῦ· τὰ πάντα συμπεριέλαβον καὶ ἐνόησα: —A | |
sch Or750 | οὗτος ἦλθ’ ὁ τὰς ἀρίστας: κατ’ εἰρωνείαν λέγει: —MTA γράφεται καὶ κεκτημένος: —MTA ἐν ἤθει ταῦτα λέγει εἰρωνικῶς: —MTABi | |
sch Or752 | τὴν συγγένειαν: —Mi | |
sch Or753 | ἀντιλάζυσθαι: ὡς ἐκ τοῦ λαζύω λάζυμι λάζυμαι: —MiBi | |
sch Or757 | ἦ κρινεῖ τί χρῆμα λέξον: ὁ ἦ ἀντὶ τοῦ δή· ἀναστρεπτέον δὲ τὸν λόγον· τί δὴ κρινεῖ, λέξον: —MTA ἢ οὕτως· τί δὴ ἡ ψῆφος κρινεῖ, εἰπὲ, ὅτι φοβοῦμαι: —MTBi ἢ οὕτως· τὸ ἥ ἀντὶ τοῦ ἥτις· 〈ἥτισ〉, αὐτὴ ἡ ψῆφος, τί κρινεῖ, | |
5 | λέξον: —A | |
sch Or759 | φεῦγε νῦν λιπὼν μέλαθρα: κατὰ ἀντίστροφον λέγονται τὰ πρόσωπα ἀπὸ τοῦ φεῦγε νῦν λιπών· ὁ γὰρ Πυλάδης ἀντιλέγει μέχρι τοῦ ἀλλὰ δῆτ’ ἔλθω (781): —MT | |
sch Or765 | Στρόφιος ἤλασέν μ’: Ἀναξιβίαν τὴν Ἀγαμέμνονος ἀδελφὴν Στρόφιος ἔγημεν, ἐξ ἧς ἔφυσε τὸν Πυλάδην, ὅθεν ἀνεψιοὶ Ὀρέστης καὶ Πυλάδης: —MTAB | |
sch Or766 | ἴδιον ἢ κοινόν: πότερον ἰδίᾳ κατὰ τὴν οἰκίαν ἡμαρτηκότι σοι ἐγκαλῶν ἢ ἐν δημοσίῳ τινὶ πράγματι [ἴδιον] ἐπιφέρων ἔγκλημα: — MTAB ἀντὶ τοῦ πολιτῶν: —Mg | |
sch Or769 | βαστακτέον τάδε: —Mg | |
sch Or770 | γράφεται βίᾳ: —Mg | |
sch Or771 | οὐ προσήκομεν κολάζειν: οὐχ ὑποταττόμεθα οἷον ἐν τῇ τῶν Φωκέων γῇ τούτοις, τοῖς Ἀργείοις, ὥστε ἡμᾶς κολάζειν, ἀντὶ τοῦ κολάζεσθαι: —MTA οὐ προσήκομεν κολάζειν: οὐχ ὑποτασσόμεθα τούτοις εἰς τὸ | |
5 | τιμωρεῖσθαι ἡμᾶς οὐδ’ ὑποκείμεθα, ἀλλὰ τοῖς Φωκεῦσιν: —B ἄλλως: ἰδίως εἶπε· τὰ γὰρ ἐπιτίμια τῆς ἀδικίας ἡ ἀδικουμένη πόλις εἴωθεν ἐπιτιθέναι: —TAB ἄλλως: θαρσύνων αὐτόν φησιν ὅτι οὐ προσήκομεν εἰς τὸ κολά‐ ζεσθαι τοῖς Ἀργείοις: —TAB | 174 in vol. 1 |
sch Or772 | δεινὸν οἱ πολλοί: εἰς Κλεοφῶντα ταῦτα αἰνίττεται πρὸ ἐτῶν δύο ἐμποδίσαντα ταῖς σπονδαῖς: —MTAB ἄλλως: ἴσως αἰνίττεται πρὸς τὰς καθ’ αὑτὸν δημαγωγίας, μήποτε δὲ εἰς Κλεοφῶντα. πρὸ ἐτῶν γὰρ δύο τῆς διδασκαλίας τοῦ Ὀρέστου | |
5 | αὐτός ἐστιν ὁ κωλύσας σπονδὰς γενέσθαι Ἀθηναίοις πρὸς Λακεδαιμο‐ νίους, ὡς Φιλόχορος [frg. 118] ἱστορεῖ: —MTAB ὁ νοῦς· δυνήσονταί σε φονεῦσαι ὑπερβάντες τὸν νόμον. δεινὸν γὰρ οἱ πολλοί καὶ τὰ ἑξῆς: —MTAB | |
sch Or773 | ἀλλ’ ὅταν χρηστοὺς λάβωσι: ὅταν, φησὶ, χρηστοὺς καὶ κολακευτικοὺς λάβωσι τοὺς δεομένους, χρηστοὶ γίνονται: —MTA1B | |
sch Or774 | ἀντὶ τοῦ· καὶ ταῦτα μὲν οὕτως: —MgBg οἷον· κοινῶς ὀφείλομεν σκοπεῖν καὶ λέγειν τὰ δόξαντα: —MiBi | |
sch Or775 | ὡς ἔδρασας: τοῦτο, φησὶν, ἐρεῖς δῆτα ὡς ἔδρασας ἔνδικα πατρὶ ἐπιτιμωρῶν ἑαυτοῦ: —MA1Bi | |
sch Or776 | δίκαια γὰρ ἔπραξα πατρὶ τιμωρῶν ἑαυτοῦ: —MB | |
sch Or779 | μολόντι δ’ ἐλπίς ἐστι σωθῆναι: ἐλθόντι δέ σοι, φησὶν, εἰς τὴν ἐκκλησίαν ἔστιν ἐλπὶς εὑρεῖν ἀπαλλαγὴν τῶν κακῶν. καὶ αὐτὸς συναινεῖ τὸ χρῆναι παραγενέσθαι [φησὶ τὸν Ὀρέστην] εἰς τὴν ἐκκλησίαν | |
ἐγνωκὼς ἅπαξ οὐκ οὖσαν αὐτῷ σωτηρίας ἀφορμὴν ἄλλοθεν: —MTB | 175 in vol. 1 | |
sch Or780 | ἀντὶ τοῦ εἰ συμβαίη. οἷον ἀμφίβολόν ἐστιν: —MTBi ὅ ἐστιν, ἐν ἀμφιβόλοις ἐστὶ τὸ τοιοῦτον: —MTBi λοιπὸν κρεῖσσόν ἐστι τὸ παραγενέσθαι ἐκεῖσε ἢ μένειν: —MiBi | |
sch Or781 | θανὼν γοῦν: κἂν ἀποθάνῃς, φησὶ, κατὰ τὴν ἐκκλησίαν ἐν‐ δόξως τεθνήξῃ ὡς καὶ πρὸς τὸν θάνατον ἀφόβως ὁρμήσας καὶ μετὰ τοῦ δικαίου παρρησιασάμενος: —MTAB | |
sch Or782 | καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι: ἀλλὰ καὶ τὸ πρᾶγμά μου, φησὶ, δικαίως ἔρρωταί μοι. πατροκτόνον γὰρ ἀνεῖλον, ὅθεν καὶ ἐλεηθή‐ σεσθαι προσδοκῶ: —MTAB ἄλλως: ἢ τοῦτο ἀκόλουθόν ἐστι τῷ ἀλλὰ δῆτ’ ἔλθω: —MTAB | |
5 | καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι: ἔπραξα γὰρ τὸν φόνον τὸν μη‐ τρῷον διὰ τὸν θάνατον ἀσχάλλων τὸν πατρῷον. ἔξωθεν δὲ προσυπα‐ κουστέον τὸ προσεδόκων ἐλέους τεύξεσθαι [διὰ τὸν θάνατον]: —MTAB τὸ δοκεῖν εὔχου: εὔχου, φησὶ, πάντας οὕτως δοξάζειν ὅτι δίκαιόν ἐστι τὸ πρᾶγμα· ἐπεὶ πολλοῖς ἐδόκει ἄδικον εἶναι. καὶ Σιμω‐ | |
10 | νίδης [frg. 76]· ‘τὸ δοκεῖν καὶ τὴν ἀλήθειαν βιάζεται‘: —MTAB | |
sch Or783 | διὰ τὸ ἐκεῖ παραγενέσθαι φεύγω τὸ εἶναι δειλός: —MiB | |
sch Or784 | μέγα γὰρ ἡ εὐγένειά σου: οἷον διὰ τὸ εὐγενὲς ἐλεηθήσῃ, τουτέστι· πάνυ σοι συμβάλλεται πρὸς τὸν ἔλεον ἡ εὐγένεια: —MTAB | |
sch Or785 | ἀσχάλλων πατρῷον: λείπει ἡ διά. τὸ δὲ ἑξῆς· καὶ τίς ἄν γέ με οἰκτίσειεν ἀσχάλλων διὰ τὸν τοῦ πατρὸς θάνατον: — | |
MTABBi πάντα ταῦτα ἴσασιν οἱ Ἕλληνες, καὶ πρὸ ὀφθαλμῶν εἰσιν: —Mi | 176 in vol. 1 | |
5 | † οἷον· ἡ εὐγένεια καὶ τὸ ἀπελθεῖν εἰς τὸ κριτήριον εὐθαρσῶς καὶ ὁ θάνατος τοῦ πατρὸς, ταῦτα πάντα παρὰ τῶν Ἑλλήνων γινώσκονται πρὸ ὀφθαλμῶν ὄντα καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται: —Bi | |
sch Or786 | πορευτέον: —Mg | |
sch Or788 | οὐκοῦν, φησὶ, παραιτητέον εἰπεῖν τῇ ἀδελφῇ, ἐπεὶ δακρύσει, καὶ τοῦτο αὐτὸ κακὸς οἰωνὸς ἔσται: —MiTAB | |
sch Or789 | τῷ χρόνῳ 〈δὲ〉 κερδανεῖς: τῇ ὑπερθέσει τῶν θρηνημάτων αὐτῆς κερδανεῖς, ὅ ἐστι· κἂν τὸ μὴ ἀπὸ τοῦ νῦν θρηνεῖσθαι κερδανεῖς: — MTAB ἄλλως: κερδανεῖς, φησὶ, τὸ μὴ δακρῦσαι αὐτὴν καὶ γενέσθαι κακὸν | |
5 | οἰωνὸν ἐν τῷ μεταξὺ τῆς κρίσεως χρόνῳ, τουτέστιν ἕως ἂν ἡ κρίσις ἐξενεχθῇ: —MTAB | |
sch Or790 | ἐναντίον: —Mg | |
sch Or793 | γενέσθω: —MiBi | |
sch Or795 | ἕρπε νῦν οἴαξ ποδός μοι: οἴαξ καλεῖται τὸ πηδάλιον. σὺ χειραγώγει με, φησὶ, καὶ ὥσπερ πηδάλιον διίθυνέ μου τὸν πόδα: — MTB † οἴαξ ποδός μοι: οἴαξ τὸ ἐν τῷ αὐχενίῳ ἐμβεβλημένον ξύλον, | |
5 | ὃ κατέχων ὁ κυβερνήτης τὸ αὐχένιον περιάγει καὶ στρέφει καὶ δι’ ἐκείνου τὴν ναῦν: —A φίλα γ’ ἔχων κηδεύματα: ἕρπω, φησὶν, ἔχων σε τὸν προσφιλέ‐ στατόν μου συγγενῆ. νῦν γὰρ τὸ κῆδος ἀντὶ τῆς συγγενείας κεῖται, κυ‐ ρίως δὲ ἡ ἐπιγαμβρία: —MTB | |
sch Or796 | ζητεῖται πῶς διαλαθὼν τοὺς φύλακας ἐπὶ τὸ μνῆμα τοῦ πα‐ τρὸς ἀπιὼν οὐ φεύγει. φαμὲν οὖν ὅτι τὰ μνήματα τῶν βασιλέων ἔσω τῆς πόλεως ἦν. οἱ δὲ ὅτι βαδίζοντα αὐτὸν πρὸς τὸν τάφον τοῦ πατρὸς | |
οὐ διεκώλυον: —MTAB | 177 in vol. 1 | |
5 | τί τοῦτο εἴρηκας. ἢ ἵνα τί ἐκεῖσε θέλεις ἐλθεῖν: —MiTBi | |
sch Or797 | ὡς αὐτὸν ἱκετεύσω σῶσαί με: —MiTBi τὸ τὸν πατέρα σου σῶσαί σε: —MiTBi | |
sch Or798 | μητέρος δὲ μηδ’ ἴδοιμι μνῆμα: κατὰ κοινοῦ τοῦτο εἶπεν· συνθεωρεῖται γὰρ τὸ πρὸς τὴν μητέρα μῖσος κἂν μὴ τοῦτο εἶπεν: — MTAB | |
sch Or799 | πρὸ τοῦ σὲ ἀπολογήσασθαι: —MiTBi | |
sch Or800 | περιβαλὼν πλευροῖς: ὑπὸ τῆς νόσου δυσκίνητα, μὴ δυνά‐ μενα κινεῖσθαι καὶ κέλλειν· ἔνθεν καὶ ὁ κέλης καὶ τὸ κελλώνιον. ἤτοι δυσκίνητα, μὴ δυνάμενα κέλλειν: —MTAB | |
sch Or801 | οὐ φροντίσας τοῦ ὄχλου ὀχήσω σε διὰ μέσης τῆς πόλεως: — MiTAB ἀντὶ τοῦ οὐ φροντίζων [διὰ] τοῦ ὄχλου: —Mi | |
sch Or803 | ἀντὶ τοῦ μὴ ἐν δειναῖς: —Mi ὠφελήσω: —Mg | |
sch Or804 | τοῦτ’ ἐκεῖνο κτᾶσθ’ ἑταίρους: ἦν ἄρα, φησὶ, καλῶς τοῦτο ἔκπαλαι δεδογμένον τὸ μὴ μόνον τοὺς συγγενεῖς φίλους νομίζειν, ἀλλὰ καὶ εἴ τις βέβαιος τὴν διάθεσιν: —MTAB | |
sch Or805 | ὅτι: —Mg ὅστις τρόπῳ καὶ διαθέσει συγκάμνει φίλῳ, πολλῶν ἐστι συγγενῶν ἀμείνων εἶναι φίλος: —MiTAB | |
† ἄλλως: ὡς κρείσσων ἐστὶν ὁ ἀνὴρ ὁ θυραῖος καὶ ξένος ὢν, | 178 in vol. 1 | |
5 | τοῖς τρόποις δὲ συντακεὶς, ἤγουν ὁμότροπος γενόμενος, κεκτῆσθαι, ἤγουν κτηθῆναι, φίλος ἀνδρί· κρείσσων δέ τινων μυρίων ὁμαιμόνων καὶ ἀδελ‐ φῶν, ἢ κοινῶς εἰπεῖν συγγενῶν: —A συναναπλασθῇ: —MgBi ξένος: —MgBi | |
sch Or807 | ὁ μέγας ὄλβος: τὸ ἑξῆς· ὁ μέγας ὄλβος καὶ ἡ ἀρετὴ τῶν Ἀτρειδῶν ἡ μεγαλοφρονοῦσα καὶ ἐν Ἑλλάδι καὶ ἐν Τροίᾳ εἰς τὸ ἐναν‐ τίον 〈ἐκ〉 τῆς εὐδαιμονίας ἀνῆλθεν, ὅ ἐστιν εἰς δυστυχίαν ἀρχαίαν τὴν τοῖς Ἀτρείδαις συμπεσοῦσαν ἐπὶ τῷ χρυσομάλλῳ ἀρνῷ: —MTAB | |
5 | ἄλλως: τὸ ἑξῆς· ἀπὸ τῆς παλαιᾶς συμφορᾶς τῶν οἴκων τῶν Ἀτρειδῶν ὁ μέγας ὄλβος μεγαλοφρονήσας ἐν Ἑλλάδι καὶ τῇ Τροίᾳ πάλιν εἰς τὴν ἀρχαίαν δυσδαιμονίαν ἔδραμεν, ὡσεὶ ἔλεγεν [πρὸς τὴν κακοδαι‐ μονίαν τὴν ἀρχαίαν]· ὠγκώθησαν ἐπὶ πολὺ οἱ Ἀτρεῖδαι καὶ πάλιν ἐδυσ‐ τύχησαν: —MTA | |
10 | † ἄλλως: ὁ μέγας ὄλβος καὶ ἡ περίπυστος κατὰ πᾶσαν τὴν Ἑλλάδα καὶ ἐν Ἰλίῳ τῶν Ἀτρειδῶν εὐδαιμονία καὶ ἀρετὴ εἰς τοὐπίσω πάλιν ἀνέδραμεν εἰς δυστυχίαν ἐξ εὐτυχίας μεταβληθεῖσα καὶ ὥσπερ εἰπεῖν ἀπόρροιαν ἔχουσα ἐκ τῆς παλαιᾶς αὐτῶν ἐκείνης τῆς κατ’ οἶκον συμφορᾶς. ἐκείνη γὰρ ἡ ἔρις αὐτοῖς ἡ περὶ τοῦ χρυσομάλλου ἀρνειοῦ εἰργάσατο | |
15 | ἐλεεινὰ βρώματα καὶ σφαγὰς ἀνοσίους εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ ἐκείνου δὴ φόνου συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον. καὶ τὸ νομιζόμενον εἶναι καλὸν οὐ καλόν ἐστι, λέγω δὴ τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνα‐ τεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. τὸ γὰρ ἀδικεῖν πατέρας ἀσεβῶν | |
20 | ἐστι καὶ ἀνοήτων τέκνων καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ [γε] τῆς συμ‐ φορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. μέλλουσα γὰρ τελευτᾶν ἡ Τυνδάρεω, Κλυταιμνήστρα, φόβῳ τοῦ θανάτου ἀνεβόησεν ἡ δυστυχής· Ὀρέστα, τολμᾷς τὸν κατὰ τῆς μητρὸς φόνον. ὅρα δὴ καὶ σκόπει, μή πως τῆς | |
εἰς τὸν πατέρα τοιαύτης τιμωρίας ἀνταλλάξῃς δύσκλειαν ἀθάνατον. οὔτε | 179 in vol. 1 | |
25 | γὰρ νόσος οὔτε αἷμα οὔτε τις ἑτέρα συμφορὰ μείζων γένοιτ’ ἂν ἐν ἀνθρώποις μητροκτονίας: —TAB | |
sch Or808 | μέγα φρονοῦς’ ἀν’ Ἑλλάδα: ἀντὶ τοῦ μέγα φρονήσασα. τὸ δὲ πλῆρες μέγα φρονοῦσα, ἡ ἀρετή. εἰδωλοποιεῖ γὰρ αὐτήν. ἢ ὅτι τῶν ἐπειλημμένων αὐτῆς ἐπαίρει τὸ φρόνημα: —MTA δύναται καὶ μέγα φρονοῦσι, τοῖς Ἀτρείδαις: —MMiTAB | |
sch Or809 | ἀντὶ τοῦ ἐν Ἰλίῳ. Σιμοῦς γὰρ ποταμὸς Ἰλίου, ἀφ’ οὗ τὴν Τροίαν δηλοῖ: —MgBi | |
sch Or810 | πάλιν ἀνῆλθ’: εἰς τὸ ἔμπαλιν καὶ εἰς τὸ ἐναντίον ἔδραμε καὶ κατέστη τοῖς Ἀτρείδαις. εὐτυχίαν δέ φησι τὴν κατὰ τὸ Ἴλιον καὶ δυστυχίαν τὴν νῦν τραγῳδουμένην: —MiTABi | |
sch Or811 | πάλαι παλαιᾶς: ἀντὶ τοῦ διὰ τὴν παλαιὰν καὶ πάλαι γεγε‐ νημένην συμφοράν. λέγει δὲ τὴν μοιχείαν τῆς γυναικὸς Ἀτρέως καὶ τὴν βορὰν τῶν τέκνων τοῦ Θυέστου, ὡς καὶ ἑξῆς ἐπάγει. ἢ οὕτως· προϋπαρξάσης ἑτέρας κατὰ τὸν ἀνέκαθεν χρόνον συμφορᾶς [τῶν τέκνων | |
5 | αὐτοῦ, εἶτα εὐτυχίας τῆς κατὰ τὸ Ἴλιον, καὶ πάλιν δυστυχίας τῆς νῦν τραγῳδουμένης] ἥτις αὐτοῖς προὐξένησε συμφορὰς ἀτόπους, τῷ μὲν οἰκ‐ τροτάτην παίδων βορὰν, τῷ δὲ σφαγὴν ἀνοσίαν τέκνων ἀδελφοῦ. τὸ γὰρ τεκέων ἀντὶ τοῦ τέκνων· ἑξῆς δὲ τεκέων χρόα τεμεῖν πυριγενεῖ παλάμᾳ. ἐπὶ τῶν γονέων δὲ ἔλαβε παρὰ τὸ τεκεῖν ἴσως: —MTAB | |
10 | † ἀπὸ συμφορᾶς δόμων: ποίας δὲ συμφορᾶς λέγει· ὁπότε παρὰ τοῦ ἀρνὸς ἦλθε τοῖς Ἀτρείδαις μεγάλη συμφορὰ, σφαγαὶ καὶ θοινήματα τῶν γενναίων τέκνων: —A † Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων Πελοποννήσου ηὔξατό ποτε ὅ τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννη‐ | |
15 | θείσης δὲ αὐτῷ χρυσᾶς ἀρνὸς τῆς εὐχῆς ἠμέλησε καὶ καθείρξας εἰς λάρνακα ἐφύλαττε. μέγα δέ τι φρονήσας ἐπὶ τῷ κτήματι κομπάζει ἐπὶ τῆς ἀγορᾶς. ἠνίασε τοῦτο Θυέστην, καὶ ὑπελθὼν ὡς ἐρῶν ἔπεισε τὴν Ἀερόπην δοῦναι αὐτῷ τὸ κτῆμα, λαβὼν δὲ ἀντεῖπε τῷ ἀδελφῷ ὡς οὐ δεόντως κομπάζοντι. ἔλεγε δὲ αὐτὸς ἐν τῷ πλήθει δεῖν καὶ τὴν βασι‐ | 180 in vol. 1 |
20 | λείαν ἔχειν τὸν τὴν χρυσᾶν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ Ἀτρέως Ζεὺς Ἑρμῆν πέμπει πρὸς τὸν Ἀτρέα συνθέσθαι λέγων περὶ τῆς βασιλείας καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς ὅτι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτου ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὴν ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέ‐ | |
25 | στου 〈πλεονεξίαν〉 τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγά‐ δευσεν: —Ai | |
sch Or815 | σφάγια γενναίων τεκέων: τῶν εὐγενῶν τέκνων τοῦ Θυέ‐ στου. ἐξ ἐκείνου δὲ φόνοι συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον: —MiTBi | |
sch Or817 | οὐ προλείπει: τὰ θατέρῳ συμβάντα κατὰ ἀμφοτέρων ἐξή‐ νεγκεν. τί γὰρ δεινὸν ὁ Μενέλαος ἐπανελθὼν πέπονθεν, εἰ μὴ τὰ ἐν Ἰλίῳ δι’ αὐτὸν γενόμενα λέγει κακά. σύλληψις δὲ ὁ τρόπος· τὸ γὰρ ἑτέρῳ συμβὰν κατ’ ἀμφοτέρων ἔταξεν: —MTAB | |
sch Or819 | τὸ καλῶς δοκοῦν γεγενῆσθαι οὐ καλῶς ἀπέβη τῷ Ὀρέστῃ. τί δέ ἐστι· τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγ‐ μένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς: —MTB τὸ νομιζόμενον δὲ εἶναι καλὸν, ὁ κατὰ τῆς μητρὸς φόνος ὅτι ἐπ’ | |
5 | ἐκδικίᾳ τοῦ πατρὸς γέγονεν, οὐ καλὸν τῷ μητροκτονήσαντι: —MTA ἄλλως: ἔνιοι οὕτως· ἡ τιμωρία ἡ ὀφείλουσα ὑπὸ τοῦ Ὀρέστου ὑπὲρ τοῦ πατρὸς ἀπαιτηθῆναι σφοδρότερον ἀπῃτήθη. οὐ καλὸν, φησὶ, τὸ σῶμα τῶν γονέων, λέγει δὲ τὴν Κλυταιμνήστραν, ἀπηνεῖ χειρὶ τέμνειν τὸν Ὀρέστην: —MTA | |
10 | ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ τὸ ξίφος ᾑματωμένον δεῖξαι ταῖς τοῦ ἡλίου αὐγαῖς. εἰώθασι γὰρ οἱ ἀνελόντες τινὰ δικαίως, ὡς οἴονται, τῷ ἡλίῳ τὸ ξίφος δεικνύναι σύμβολον τοῦ δικαίως πεφονευκέναι: —MTAB | 181 in vol. 1 |
sch Or820 | ἀπηνεῖ καὶ θρασείᾳ καὶ ἀνημέρῳ, ὡς ἂν ἐκ πυρὸς γεγενη‐ μένῃ: —MTABi τῷ ξίφει, ἐπεὶ ὑπὸ πυρὸς παλαμᾶται: —MgTABi | |
sch Or821 | μελάνδετον: διὰ τὸ μέλαιναν λαβὴν ἔχειν, τουτέστι μελάγ‐ κωπον. ἢ μέλαν παρὰ τοῦ φόνου γενόμενον. πολλὰ δέ εἰσι τὰ τοι‐ αῦτα σύνθετα, οἷον ‘κελαινεφὲς αἷμα‘· οἷον τὸ νέφος οὐκ ἔγκειται, οὕτως καὶ ἐνταῦθα τὸ δεδέσθαι οὐκ ἔγκειται: —MTAB | |
5 | τὸ ὑπὸ τοῦ αἵματος μελαινόμενον: —MgTAg | |
sch Or823 | τὸ δ’ αὖ κακουργεῖν: γράφεται τὸ δ’ αὖ κακοῦργον: —TA τὸ δ’ αὖ κακουργεῖν ἀσέβεια: τὸ δὲ μετὰ λόγου καὶ πιθανό‐ τητος ἐπιχειρεῖν τι καὶ πράττειν κακὸν οὐχ ἁπλῆ ἐστιν ἀσέβεια, ἵν’ ᾖ καθόλου τοῦτο τάττεσθαι δυνάμενον καὶ ἐπὶ Ἀτρέως καὶ ἐπὶ Θυέστου | |
5 | καὶ ἐπὶ Κλυταιμνήστρας καὶ ἐπ’ Αἰγίσθου καὶ οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καθολική ἐστι γνώμη. τὸ δὲ κακοφρονούντων ἀνδρῶν παράνοια τοιοῦτόν ἐστι· τῶν κακὰ διαλογιζομένων ἀνδρῶν αὐτὸ τὸ ἀλόγιστόν ἐστιν: —MTAB ἄλλως: τὸ μὲν κακουργεῖν ἀσεβῶν ἐστι καὶ πονηρῶν ἀνθρώπων, | |
10 | τὸ δὲ τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. οὐκ ἠλέησε γὰρ τὴν μητέρα οἰκτρῶς παρακαλοῦσαν: —MTAB ἄλλως: ἀλλὰ καὶ τὸ δεινὰ πράττειν ἀσέβειά ἐστι. τοῦτο δέ φησιν, ἐπεὶ ἡ Κλυταιμνήστρα μοιχευθεῖσα ἐφόνευσε τὸν Ἀγαμέμνονα: — MTAgB | |
15 | γράφεται ποικίλα: —MgT | |
sch Or824 | κακῶς διανοουμένων: —Mg | 182 in vol. 1 |
sch Or825 | διὰ τὸν φόβον τοῦ θανάτου: —MgTAgBi | |
sch Or827 | οὐχ ὅσια τολμᾷς: —Mi | |
sch Or830 | ἀπενέγκῃ κακοδοξίαν αἰώνιον: —MgTAg | |
sch Or831 | οὔτε γὰρ νόσος οὔτε συμφορά τις μείζων μητροκτονίας: — MiTAgBi | |
sch Or834 | οἷον: οἷον ἔργον ὁ δυστυχὴς διαπραξάμενος ** διὰ τὸν φόνον καὶ περιδινούμενος τὰς τῶν ὀφθαλμῶν ὄψεις, ὁ τοῦ βασιλέως Ἀγαμέμνονος παῖς: —MiTA † οἷον ἔργον τελέσας: ἀντὶ τοῦ· οἷον 〈ἔργον〉 ὁ δυστυχὴς Ὀρέστης | |
5 | καταπραξάμενος, τὸ τῆς μητροκτονίας, ἄγρευμα γεγένηται ταῖς Ἐρινύσι συλληφθεὶς ὑπ’ αὐτῶν διὰ τὸν τῆς μητρὸς φόνον: —B | |
sch Or836 | Εὐμενίσιν θήραμα φόνῳ: ἀντὶ τοῦ ἄγρευμα γενόμενος καὶ συλληφθεὶς ὑπὸ τῶν Ἐρινύων διὰ τὸν φόνον τῆς μητρός: —MTA | |
sch Or837 | περιδινούμενος τοὺς ὀφθαλμούς· τοιοῦτοι γὰρ οἱ μανιώδεις· καὶ πανταχοῦ περιστρέφων αὐτοὺς, ὅ ἐστι τεταραγμένους ἔχων τοὺς ὀφθαλμούς. τὸ δὲ ἑξῆς· Εὐμενίσι δρομάσι. δρομάσι δὲ ταῖς εὐκινή‐ τοις: —MTAB | |
sch Or839 | φεῦ τῆς δυστυχίας, ὦ Ὀρέστα: —MiAg | |
sch Or840 | ἐκ χρυσοῦ ὑφανθέντων. ἴσως παρὰ τὸ πηνίον: —MgAgBi | |
sch Or841 | μαστὸν ὑπερτέλλοντ’ ἐσιδών: ὡς ἄρα ἦσθα τὴν φύσιν ὠμὸς, ἡνίκα ἡ μὲν ὠδινήσασα προὔτεινέ σοι τὸν μαστὸν ἐκ τῶν χρυ‐ σοϋφῶν ἱματίων γαλακτοτροφίας ὑπομιμνήσκουσα καὶ παρὰ σοῦ ἔλεον διὰ τούτου θηρωμένη, σὺ δὲ πρὸς τοῦτο ἀπιδὼν οὐκ ἠλέησας τὴν τεκοῦ‐ | |
5 | σαν, ἀλλὰ γέγονας τῆς μητρὸς ἀνόσιος φονεὺς τῷ σῷ πατρὶ ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν δι’ ἀσεβείας διδούς: —MTB ἀνατεινόμενον: —MgAgBi | |
sch Or846 | οὐδαμῶς μαινόμενος, σωφρονῶν δέ: —MgAgBi | |
sch Or850 | κατὰ τὸ σιωπώμενον εἶδον τὸν ἄγγελον ἐρχόμενον αἱ τοῦ χοροῦ γυναῖκες: —MgBi | |
sch Or855 | ἀπὸ λόγου δῆλος εἶ κακάγγελος ὤν: —MiTBi | 183 in vol. 1 |
sch Or857 | τῶν Ἀργείων· Πελασγὸς γὰρ βασιλεὺς παλαιὸς Ἀργείων: — MiTABi | |
sch Or860 | ἀντὶ τοῦ· εἰς τὸ μέλλον ἀφορῶσα πολλὰ ἐθρήνουν: —MiABi | |
sch Or862 | ἀντὶ τοῦ κατεδίκασαν. καὶ ‘καθαιροῦσαν ψῆφον‘ τὴν καταδι‐ κάζουσαν: —MiTABi | |
sch Or869 | ἔτρεφε: —Mg | |
sch Or870 | εὐγενῆ πρὸς τὸ χρῆσθαι: —MiBi | |
sch Or871 | καὶ θάσσοντ’ ἄκραν: τόπος οὕτω καλούμενος. τὸν Πρῶνα λέγει· ἐνταῦθά φασι τοὺς Ἀργείους ἐκκλησιάζειν: —MTAB θάσσοντ’ ἄκραν: φασὶ τὸν Δαναὸν ἐνταῦθα δεδωκέναι δίκας τῷ Αἰγύπτῳ ὑπὲρ ὧν εἰργάσαντο φόνων αἱ θυγατέρες αὐτοῦ: —MTAB | |
sch Or872 | οὗ φασι πρῶτον: ὅπου φασὶ πρῶτον Δαναὸν μετὰ τὸν θά‐ νατον τῶν υἱῶν Αἰγύπτῳ δοῦναι δίκας. αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τὸν φόνον. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀργείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις ὁρίσασθαι τὴν ἔχθραν, καὶ καθι‐ | |
5 | στῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. [ὁ δὲ τόπος ἔνθα] ἡ 〈δὲ〉 δίκη συνήχθη περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λεὼν συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. ὁ δὲ τόπος ἐξ ἐκείνου Ἁλιαία καλεῖται: —MTAB ἄλλως: ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖχθαι τὸν Αἴγυπτον εἰς | |
10 | Ἄργος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως [FHG IV p. 627a]· ‘ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος, παῖδας δὲ | |
*** ὡς μὲν Ἡσίοδος [frg. 50], ἐποίησε πεντήκοντα, ὡς ἐγὼ δὲ, οὐδὲ εἴκοσι‘. καὶ Διονύσιος ὁ κυκλογράφος [FHG IV p. 653a] ἐν † τούτῳ τὰ παραπλήσιά φησι. Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν | 184 in vol. 1 | |
15 | Αἴγυπτον ἥκειν εἰς Ἄργος. λέγεται δέ τις ἐν Ἄργει Πρὼν, ὅπου δικάζουσιν Ἀργεῖοι: —MTAB ἄλλως: οὗ παρῆκεν ὁ Δαναὸς Αἰγύπτῳ δικάσασθαι. ἱστορεῖ δὲ περὶ τοῦ χωρίου Δεινίας ἐν θ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευτέρας [frg. 3], γράφων οὕτως· ‘ταχέως δὲ κυριεύσαντες τὸν Μέλαγχρον | |
20 | καὶ τὴν Κλεομήτραν βάλλοντες τοῖς λίθοις ἀπέκτειναν. καὶ τὸν τάφον αὐτῶν δεικνύουσιν καὶ νῦν ἔτι ὑπεράνω τοῦ καλουμένου Πρωνὸς, χῶμα † παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν‘. τάχα δ’ ἂν τούτου καὶ ἐν Βελλεροφόντῃ μνημονεύοι εἰπών [frg. 307]· ‘καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων στὰς ἐν μέσοισιν εἶπε κηρύκων **: —MTAB | |
25 | καὶ ἄλλως: Δαναὸς ἐγένετο Ἄργους βασιλεύς. οὗτος τὰς θυγα‐ τέρας ἑαυτοῦ πεντήκοντα οὔσας ἐκδίδωσι πρὸς γάμον τοῖς υἱοῖς Αἰγύπτου πεντήκοντα καὶ αὐτοῖς οὖσιν. οὗτος ἀπῆλθεν εἰς τὸ μαντεῖον χρησό‐ μενος εἰ ἄρα καλῶς ἔγημαν αἱ θυγατέρες. ὁ δὲ θεὸς ἔχρησεν αὐτὸν ἐκ τούτου κινδυνεύσειν. ὁ δὲ ἔπεισε τὰς θυγατέρας ἀνελεῖν τοὺς υἱοὺς | |
30 | Αἰγύπτου. μόνη δὲ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, καὶ οὗτος ἐβασίλευσεν Ἄργους: —MTAB τὴν Ἡλιαίαν φησί: —MiBi | |
sch Or875 | ἆρα παρὰ πολεμίων τινῶν: —MgB | |
sch Or876 | ἀνήγειρεν: —MiAg | |
γράφεται ὄχλον: —Mi | 185 in vol. 1 | |
sch Or879 | ἀνέλπιστον. καὶ Διονύσιος ὁ κυκλογράφος [ἐν] τούτῳ τὰ παραπλήσιά φησι: —MiB1 πρᾶγμα: —Mg | |
sch Or882 | τὸν δὲ συλλυπούμενον τῷ φίλῳ καθάπερ ἀδελφόν: —MiTAgBi | |
sch Or889 | τοῖς κρατοῦσιν ἀεὶ χαριζόμενος: —MiTAg ἔλεξε δ’ ὑπὸ τοῖς δυναμένοισιν: τὸ ἑξῆς· 〈ἔλεξε διχόμυθα〉, ἀντὶ τοῦ διχόγνωμα, τοῖς κρατοῦσιν ἄλλοτε ἄλλα προσχαριζόμενος: — MTB | |
sch Or890 | ἐκπληττόμενος ἐπαινῶν: —MgTAgBi | |
sch Or891 | διὰ τοῦ καλοῖς κακοὺς λόγους ἑλίσσων ἐξηγεῖται τὸ διχόμυθα: —MiT | |
sch Or892 | καθισταίη νόμους: ἀντὶ τοῦ κυροίη. λέγων ὅτι ὁ Ὀρέ‐ στης οὐ καλὸν νόμον εἰσήνεγκεν εἰς τοὺς τεκόντας: —MTAB | |
sch Or896 | πηδῶς’ ἀεὶ κήρυκες: καὶ ἐν ἄλλοις κατὰ τῶν κηρύκων λέγει ὅτι [frg. 1001] ‘ἀεί ποτε σπέρμα κηρύκων λάλον‘: —MTAB | |
sch Or897 | ὃς ἂν δύνηται καὶ ἄρχῃ τῆς πόλεως: —MiTABi | |
sch Or903 | ἀθυρόγλωσσος: ταῦτά φασιν ἐπὶ Κλέωνι τῷ δημαγωγῷ λέγεσθαι, σφαλλόμενοι. πρὸ γὰρ τῆς τοῦ Ὀρέστου διδασκαλίας πολλοῖς χρόνοις ὁ Κλέων ἐτελεύτα. τάχα οὖν εἰς Κλεοφῶντα τείνει, ἐπεὶ καὶ ἔναγχος οὗτος τὰς πρὸς Λακεδαιμονίους συνθήκας οὐ προσήκατο. καὶ | |
5 | τῷ λέγειν δὲ Ἀργεῖος οὐκ Ἀργεῖος ἠναγκασμένος εἰς τοῦτον βλέ‐ πει. θέλει γὰρ εἰπεῖν Ἀθηναῖον οὐκ Ἀθηναῖον ὄντα αὐτὸν, ἀλλὰ νόθον πολίτην, παρόσον Θρᾷξ ἦν ὁ Κλεοφῶν. Ἀριστοφάνης Βατράχοις [690 sq.]· ‘φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’ οὗ δὴ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπι‐ βρέμεται Θρῃκία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλον‘: —MTAB | |
sch Or904 | Ἀργεῖος οὐκ Ἀργεῖος: Ἀργεῖος ἠναγκασμένος, ὡσεὶ ἔλεγε νόθος πολίτης. ταῦτά φασιν αὐτὸν εἰς Κλεοφῶντα τείνεσθαι, ἐπεὶ 〈ὡσ〉 Θρᾷξ κωμωδεῖται: —MiTA | 186 in vol. 1 |
sch Or905 | θορύβῳ τε πίσυνος: τεθαρρηκὼς, πείθειν δυνάμενος εἰς τὸ περιβαλεῖν κακῷ τινι τοὺς ἀκούοντας, ὥστε αὐτοὺς ποιῆσαί τι κακόν: — MTAB | |
sch Or910 | λείπει τὸ ἀλλ’ οὖν: —MiBi | |
sch Or911 | θεᾶσθαι δ’ ὧδε: ὁ δὲ τοῦ δήμου προϊστάμενος ὀφείλει τοὺς τοιούτους ἐπιλέγεσθαι δημηγόρους τοὺς καὶ χρησιμεύειν μέλλοντας. ὁμοίως γὰρ τὸ πρᾶγμα γίνεται τῷ τε δημηγόρῳ καὶ τῷ τοῦ δήμου προϊστα‐ μένῳ: —MTAB | |
5 | ἄλλως: δεῖ, φησὶ, τὸν ἀγαθὸν πολίτην εἰς τὸ τῆς πόλεως συμφέρον ἀφορᾶν ἀεί· καθὼς γὰρ ἂν συμβουλεύσειεν, οὕτως εἰώθασιν ἀποβαίνειν τὰ πράγματα: —TAB † ἄλλως: τὸν δὲ προεστῶτα τῆς πόλεως, τουτέστι τὸν δημαγωγὸν, οὕτως ἀφορῶντα, πρὸς τὸν λέγοντα, δεῖ κρίνειν. ὁμοίως γὰρ, φησὶν, | |
10 | ἀποβαίνει τὸ πρᾶγμα καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι. ὥσπερ γὰρ, ἐὰν ᾖ ὁ συμβουλεύων κακός, ἀσύμφορόν ἐστι τῇ πόλει, οὕτως καὶ ὅταν ὁ ἀκούων κακῶς ἀκούῃ, πάλιν ἀσύμφορον: —TAB † ἄλλως: τὸν δὲ προεστῶτα τῆς πολιτείας καὶ τοῦ δήμου ἀνερευνᾶν δεῖ καὶ ἀνασκοπεῖν τὸν συμβουλεύοντα ὁποῖός ἐστι τὸ ἦθος. εἰς ταὐτὸν | |
15 | γὰρ ἀποβαίνει τὸ πρᾶγμα τῷ τε λέγοντι κακῶς καὶ σφαλερῶς συμβου‐ λεύοντι τῷ 〈τε〉 δεχομένῳ τοὺς αὐτοῦ λόγους: —A | |
sch Or913 | τῷ τοὺς λόγους λέγοντι: τουτέστι τῷ προϊσταμένῳ καὶ τὰ πρωτεῖα φέροντι τῆς πόλεως καὶ τιμωμένῳ: —MTAB | |
sch Or915 | ὑπὸ δ’ ἔτεινε Τυνδάρεως λόγους: ὑπέβαλλε δὲ αὐτῷ ὁ Τυνδάρεως τοιούτους λόγους λέγειν, ὑμᾶς φονευθῆναι. ἢ οὕτως· ὑπέβαλλεν ὁ Τυνδάρεως τοῖς καθ’ ὑμῶν ποιουμένοις τὸν λόγον. | |
ὑπέτεινε δὲ καὶ εἰς τὸ αὐτὸ ἦν τῷ ὑμᾶς λέγοντι φονεύεσθαι: —MTA1B | 187 in vol. 1 | |
5 | τῷ λέγοντι τοὺς δύο φονευθῆναι. τὸ δὲ κατακτείναντι ὅσον ἐπὶ τοῖς λόγοις οἷς ἔλεγεν: —MiTAB | |
sch Or918 | γράφεται οὐκ εὔοπτος: —MiBi εὔμορφος: —MgAg ἀνδρεῖος τῇ ψυχῇ. ἀνδρεία γὰρ ἐπὶ ψυχῆς. ῥώμη δὲ ἐπὶ σώμα‐ τος: —MiTB | |
5 | † κατὰ μὲν τὴν ἔξω ἐμφέρειαν καὶ ἐμφάνειαν ἀηδὴς καὶ ἀφανὴς, ἀνδρεῖος δὲ καὶ γενναῖος κατὰ ψυχήν: —A | |
sch Or919 | ἐκκλησίας οὐ περιερχόμενος. οὐδὲ πλησιάζων: —MiTB ἀπὸ κοινοῦ τὸ χραίνων: —MiTBi | |
sch Or920 | αὐτουργός: σῴζουσι γῆν οἱ αὐτουργοῦντες· γνησίως γὰρ τοὺς ἀγροὺς ἐργάζονται: —MTAB αὐτουργός: ὁ τὴν ἰδίαν ἐργαζόμενος γῆν: —MTAB οἱ αὐτουργοί: —MgAg | |
sch Or921 | χωρεῖν ὁμόσε: ἀντὶ τοῦ οὐ διχόμυθα λέγων ὡς ὁ προρρη‐ θείς. τοῦτο ἐναντίον ἐστὶ τῷ διχόμυθα: συνδραμεῖν ὑμῖν θέλων τοῖς λόγοις καὶ ταῖς ὑμετέραις βουλήσεσι βουλόμενος. σημαίνει δὲ τὸ σῴζειν ὑμᾶς ἐσπουδακώς: — | |
5 | ὁμοῦ: —Mg | |
sch Or922 | ἀνεπίπληκτον: ἀνεπίληπτον, ἀναμάρτητον, ἀδιάφθορον, ἀβλαβῆ, οὐκ ἄξιον τοῦ ἐπιπλήττεσθαι, ἀνεπιτίμητον, ὃν οὐδεὶς διὰ τὸ σῶφρον ὕβρισεν: —MiTAB | |
sch Or926 | τοὺς ἄνδρας ἀφῄρει: —MiBi ἣ κεῖν’ ἀφῄρει: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα, τὸ ὅσον ἐφ’ ᾧ | |
δέδρακε φόνῳ κατὰ τοῦ ἀνδρὸς, ἀνῄρει καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ ζηλωτὰ, λέγω δὲ τὸ ὁπλίζεσθαι καὶ ἐπ’ ἀλλοδαπῆς ἰέναι. νῦν δὲ ἀνῃ‐ | 188 in vol. 1 | |
5 | ρημένης αὐτῆς πεφρίκασιν αἱ γυναῖκες τὰς κατὰ τῶν ἀνδρῶν ἐπιβουλάς· τότε δὲ οὐκ ἂν ἐτόλμησε τῶν ἀνδρῶν οὐδεὶς ἔξω τῶν οἴκων ἐπὶ πόλεμον ὁρμᾶν ὑφορώμενος τοὺς εἰωθότας νοθεύειν: —MTAB ἄλλως: ἣ, φησὶν, ἡ Κλυταιμνήστρα, ὅσον ἧκεν ἐφ’ ἑαυτῇ, καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσε, φημὶ δὴ τὸ ὁπλίζεσθαι 〈καὶ ἰέναι〉 κατὰ | |
10 | ἀλλοδαπῆς, διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι: —MTA λελειμμένοι: οἱ ἐν τῇ πόλει καταλειφθέντες, οἱ μὴ ἐξελθόντες εἰς πόλεμον: —MTAgBi τὰς γυναῖκας τὰς οἰκουρούσας: —MTBi τὰς τῶν οἴκων διοικητρίας γυναῖκας: —TAg | |
sch Or932 | Ἴναχος αὐτόχθων πρῶτος βασιλεὺς Ἄργους, δεύτερος Πελασ‐ γὸς, τρίτος Δαναός: —MiABi ὦ γῆν Ἰνάχου: μετὰ τὸν κατακλυσμὸν ἐν ὄρεσιν οἰκούντων τῶν Ἀργείων πρῶτος αὐτοὺς συνῴκισεν Ἴναχος καὶ λιμναζόμενον τὸ παρὰ | |
5 | τὸν Ἴναχον πεδίον αὐτὸς ἐκαθάρισε καὶ ἐκ πηγῆς τινος ποιησάμενος τὸν ποταμὸν ἀφ’ ἑαυτοῦ Ἴναχον ἐκάλεσε καὶ τὸ Ἄργος Ἰνάχιον. Ἰνάχου δὲ καὶ Μελίας Φορωνεὺς καὶ Φηγεὺς ἐγένοντο. Φορωνέως δὲ καὶ Πει‐ θοῦς ἐγένοντο Αἰγιαλεὺς, Ἄπις, Εὔρωψ, Νιόβη. Νιόβης δὲ Ἄργος ἐγέ‐ νετο, Ἄργου δὲ Κρίασος, Ἔκβασος, Πείρασος, Ἐπίδαυρος, Τίρυνς. | |
10 | Κριάσῳ δὲ ἀπὸ Μελανθοῦς ἐγένοντο Φόρβας καὶ Κλεόβοια, Φόρβαντι δὲ ἐκ τῆς Εὐβοίας [ἐγένετο] Τριόπας καὶ Μεσσήνη. Τριόπᾳ δὲ ἐκ Σωσίδος ἐγένοντο δίδυμοι μὲν Πελασγὸς καὶ Ἴασος, νεώτεροι δὲ Ἀγή‐ νωρ καὶ Ξάνθος. ὁ δὲ Πελασγὸς πρῶτος ἄρτου κατασκευὴν ἐξεῦρε πάλαι τῶν ἀνθρώπων τοῖς δράγμασι σιτουμένων καὶ Πελασγικὸν τὸ | |
15 | Ἄργος ὠνόμασεν. Ἰάσου δὲ Ἰὼ ἐγένετο, Ἰοῦς δὲ Ἔπαφος, Ἐπάφου δὲ Λιβύη καὶ Τηλέγονος, Λιβύης Βῆλος καὶ Ἀγήνωρ· Βήλου δὲ Αἴγυ‐ πτος ἐγένετο καὶ Δαναός: —MTAB | 189 in vol. 1 |
sch Or933 | τινὲς εἰς τὸ πάλαι στίζουσιν: —MiBi | |
sch Or936 | οὐ φθάνοιτ’ ἔτ’ ἄν: οὐκ ἀρκεσθήσεσθε πρὸς τὸν γυναικῶν φόνον: —MiTBi † ἄλλως: οὐ φθάνοιτε ἀποθνῄσκοντες τῷ ἰδίῳ νόμῳ: —ABi | |
sch Or938 | ὑμεῖς ὑποταγείητε, οὐχ ὑποτάξοιτε: —MgTgABi ὑμεῖς φονευθήσεσθε καὶ οὐ φονεύσετε: —MgTABi | |
sch Or941 | ἐξαπλοῦται, πλατύνεται κατὰ τῶν ἀνδρῶν: —MiAgBi † ὁ νόμος ἀνεῖται: ὅταν γάρ τι τῶν δεόντων παρίδωσιν οἱ τὴν ἀρχὴν ἔχοντες κέρδει κατειλημμένοι ἢ ἄλλῳ τινὶ πάθει, τότε ὁ νόμος ἀνεῖται, ἤγουν ἐνδίδοται καὶ πλατύνεται καὶ εἰς αὔξησιν ἔρχεται, πρὸς | |
5 | τὰ κακὰ δηλονότι εὐρυνθεὶς καὶ τὴν αὔξην λαβών: —A1 | |
sch Or942 | οὐκέτι πέρας ὑμῶν ἕξει ὁ θάνατος: —MiTAgBi | |
sch Or944 | † ὁ κακὸς ἐν πλήθει λέγων: εἴωθε γάρ πως ἐν τοῖς συλ‐ λόγοις ὁ τῶν κακῶν κρατεῖν ὅμιλος. ἀμέλει καὶ τῶν πόλεων αἱ πλείους τούτῳ τῷ τρόπῳ ἁλίσκονται, τοὺς τιμίους παρ’ οὐδὲν τιθέμεναι, τοὺς δὲ ἀτίμους καὶ ἀγοραίους τιμῶσαι καὶ σεβάζουσαι: —A1 | |
sch Or949 | ἐκ τῶν ἐκκλησιαζόντων: —MgT | |
sch Or954 | γράφεται ὡς οὔ ς’ ὁρᾶν δεῖ φέγγος: —MiTBi | |
sch Or955 | [γράφεται] οὐδέν σε ὠφέλησεν: —Mi | |
sch Or957 | στυγνὸν καὶ ὥσπερ ἐστεγασμένον τοῖς κακοῖς. ἐν ἐνίοις δὲ οὐ φέρονται οἱ τρεῖς στίχοι οὗτοι. πῶς γὰρ οὐκ ἔμελλε στυγνά‐ | |
ζειν: —MiTA1B | 190 in vol. 1 | |
sch Or960 | πρὸς τὸν χορόν. ἐὰν μετὰ τοῦ ι, ἡ Πελασγία γῆ καὶ χώρα· ἐὰν ἄνευ τοῦ ι **: —MTA | |
sch Or961 | τὸ τιθεῖσα κατὰ κοινοῦ καὶ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπὶ τῶν παρηΐδων: —MgBi | |
sch Or962 | αἱματηρὸν ἄταν: ἀντὶ τοῦ· καταξέουσα ἐμαυτῆς τὰς παρειὰς τοῖς ὄνυξιν, ὅπερ ἐστὶ δι’ αἵματος ἄτη: —MTAB | |
sch Or964 | γράφεται καλὴ παῖς: —Mg Περσέφασσα καλλίπαις θεά: Περσέφασσα καλεῖται ἡ Κόρη. ἀπὸ δὲ ταύτης καὶ τὴν μητέρα βούλεται δηλοῦν. πῶς γὰρ ἡ παῖς καλλίπαις· ἡ γὰρ Περσέφασσα θυγάτηρ ταύτης. γράφεται δὲ τὸ καλλίπαις | |
5 | καὶ καλὴ παῖς, αὐτὴ οὖσα ἡ Κόρη. οὕτως καὶ βέλτιον· αὕτη γὰρ ἐκλη‐ ρώθη τὸν θρῆνον [τοῖς γὰρ θρηνοῦσιν ἐγγίνεται]. ἡ τὸν Ἴακχον γεννήσασα ἡ καλλίπαις: —MTAB † ἄλλως: ἰστέον ὅτι τῆς κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπασθείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς, ἡ Δηὼ, νῆστις περιήρχετο ζητοῦσα | |
10 | αὐτήν. καὶ δὴ περιερχομένη καὶ ζητοῦσα αὐτὴν ὑπεδέχθη ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόοντος ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις, Μετάνειρα, παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον. ἡ δὲ θεὸς οὐκ ἐδέξατο λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτὴν οἶνον ἐπὶ τῇ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δὲ κυκεῶνα ἐκέλευσεν αὐτὴν κατασκευάσαι· ὃν δε‐ | |
15 | ξαμένη ἔπιεν. Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὰν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα ἔλεγε πρὸς τὸ γελάσαι τὴν θεόν. ἦσαν δὲ τὰ ῥήματα, ἅπερ αὕτη πρῶτον εἶπεν, ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι. Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ τοῦ Πανὸς, Θρᾷσσα τὸ γένος: —B | |
sch Or965 | ἰαχείτω δὲ γᾶ Κυκλωπία: Κύκλωπες Θρᾳκικὸν ἔθνος ἀπὸ Κύκλωπος βασιλέως οὕτως ὀνομαζόμενοι. οὗτοι πολέμῳ ἐξαναστάντες | |
τῆς ἰδίας ἄλλῃ ἄλλος ᾠκίσθησαν, οἱ πλείονες δὲ αὐτῶν ἐν τῇ Κουρήτιδι. ἦσαν δὲ ἄριστοι τεχνῖται. Ἄβαντος δὲ τοῦ βασιλέως τῶν Ἀργείων υἱοὶ | 191 in vol. 1 | |
5 | ἦσαν ἐξ Ἀγλαΐας Προῖτος καὶ Ἀκρίσιος. οὗτοι μετὰ θάνατον τοῦ πατρὸς ἐστασίασαν περὶ τῆς τυραννίδος. φασὶ δὲ ὅτι ἐν τῷ πολέμῳ τούτῳ πρῶτον ξυλίναις ἀσπίσιν ἐχρήσαντο Ἀργεῖοι καὶ νικήσαντος Ἀκρισίου συνέβησαν ὥστε πλωτῆς γενομένης τῆς θαλάσσης ἀπαλλάσσεσθαι τὸν Προῖτον. χειμάζοντι δὲ αὐτῷ ἐκεῖσε φίλοι γίνονται Ἀργεῖοι, καὶ συμμαχία | |
10 | αὐτῷ ἐκ Λυκίας ἔρχεται καὶ τῆς Κουρήτιδος. ὡς δὲ λοιπὸν ἔαρ ἐφαίνετο, δεδιότες Ἀργεῖοι τὴν ἐπείσακτον συμμαχίαν τοῦ Προίτου συντίθενται ὥστε Ἀκρίσιον μὲν ἄρχειν Ἄργους, Προῖτον δὲ Τίρυνθος. κἀπειδὴ ὕποπτα ἦν τὰ τῶν βασιλέων, τειχίζουσι τὰς πόλεις τῶν ἐκ τῆς Κουρήτιδος Κυκλώπων τειχισάντων αὐτάς: —MTAB | |
15 | γῆ Κυκλώπων. λέγει δὲ τὰς Μυκήνας. πλησίον δὲ αὗται τοῦ Ἄργους. Κύκλωπες δὲ οἱ ἐγχειρογάστορες περιετείχισαν τὰς Μυκήνας, οὓς ἡ ἱστορία φησὶ τὸν κεραυνὸν τῷ Διῒ κατασκευάσαι: —MTAB τὸ ἑξῆς· θρηνείτω τὰ πήματα τῶν Ἀτρειδῶν οἴκων: —MiTBi ἰαχείτω δὲ γᾶ Κυκλωπία: συνθρηνείτωσαν οὖν ἡμῖν αἱ κατὰ | |
20 | τὰς Μυκήνας γυναῖκες ἐπὶ τῷ πένθει τούτῳ τὰς τρίχας ἀποκείρασαι. ἢ αὐτὴ ἡ ἔφορος θεὸς τῆς πόλεως: —MTA † Κυκλωπία: ἡ τῶν Μυκηναίων γῆ, ἣν Κυκλωπίαν ὠνόμασαν ὡς ὑπὸ τῶν Κυκλώπων τειχισθεῖσαν, ὅτε Προῖτος καὶ Ἀκρίσιος οἱ τοῦ Ἄβαντος υἱοὶ περὶ τῆς βασιλείας ἤριζον: —A | |
sch Or967 | διὰ τὰ πήματα τῶν Ἀτρειδῶν: —MTB | |
sch Or968 | ὑπὲρ ἡμῶν ἔλεος ἥξει τῶν θανουμένων: —MiBi ἐλεεινοὶ, φησί, καὶ οἰκτροὶ τὴν τύχην ἡμεῖς οἱ μέλλοντες θανεῖ‐ | |
σθαι: —MTAB ὅσον οὐδέπω ἐλεηθησόμεθα παῖδες ὄντες τῶν ἐν Ἑλλάδι ποτὲ δια‐ | 192 in vol. 1 | |
5 | πρεψάντων κατὰ τὴν βασιλείαν: —MTAB | |
sch Or972 | καὶ ὁ οἶκος ὁ πάλαι παρὰ τῶν εὐδαιμόνων διὰ τὰ εὐτυχήματα ζηλωτὸς ὢν καὶ ζηλούμενος: —MiTABi καὶ ὁ οἶκος ὁ πάλαι ποτὲ ζηλωτὸς ὢν καὶ μακάριος: —MgT | |
sch Or974 | ἥ τε: —Mg | |
sch Or976 | ὦ πολύπονα ἔθνη τῶν ἀνθρώπων: —MgBi | |
sch Or978 | λείπει τὸ ἀνθρώπων: —Mi | |
sch Or979 | ἄλλα ἐπ’ ἄλλοις κατὰ διαδοχὴν ἐπέρχεται κακὰ τοῖς ἀνθρώ‐ ποις: —MiBi λείπει τὸ ἀνθρώποις: —Mi | |
sch Or981 | ἄνισος ἄστατος. ἄλλοι γὰρ ἄλλως ἔχουσι τύχης: —MgBi | |
sch Or982 | μόλοιμι τὰν οὐρανοῦ: τὸ ἑξῆς· μόλοιμι πρὸς τὴν πέτραν καὶ τὴν βῶλον τὴν τεταμένην ἐξ Ὀλύμπου χθονὸς μέσον καὶ οὐρανοῦ ἁλύ‐ σεσι χρυσαῖς καὶ φερομένην δίναισι καὶ αἰωρήμασιν. ὁ δὲ λόγος· εἴθε παραγενοίμην εἰς τὴν μεταξὺ γῆς καὶ οὐρανοῦ τεταμένην πέτραν, ἥτις | |
5 | αἰωρεῖται καὶ φέρεται μυρίαις στροφαῖς στρεφομένη καὶ προσηρτημένη χρυσαῖς ἁλύσεσιν ἄνωθεν ἐξ οὐρανοῦ, ἵνα πρὸς τὸν Τάνταλον ἐλθοῦσα ἀποδύρωμαι τὰ συμβάντα. Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον· οὕτως γὰρ δοξάζει. μύδρον δὲ καλοῦσι τὸν πεπυρακτωμένον σίδηρον. πέτραν δὲ καὶ βῶλον κατὰ τοῦ αὐτοῦ | |
10 | εἴρηκεν: —MTAB ἄλλως: ἡ μὲν ἱστορία λέγει τὸν Τάνταλον ἀνατεταμέναις χερσὶ φέρειν τὸν οὐρανόν· νῦν δὲ ὁ Εὐριπίδης ἰδίως τὸν ἥλιον ἐπηρτῆσθαι λέγει αὐτῷ διάπυρον ὄντα μύδρον, ὑφ’ οὗ καὶ δειματοῦσθαι αὐτὸν ἀεί. | |
Ἀναξαγόρᾳ δὲ πειθόμενος μύδρον αὐτὸν εἶναι λέγει. τινὲς δὲ κυρίως | 193 in vol. 1 | |
15 | ἀκούουσι βῶλον χρυσῆν ἐπῃωρῆσθαι τῇ κεφαλῇ τοῦ Ταντάλου. ὑφίσταται δὲ ὁ Εὐριπίδης ἐν τούτοις τὴν Ἠλέκτραν εὐχομένην ὅπως τῷ Ταντάλῳ ἀποδύρηται τὰ συμβάντα τοῖς προγόνοις αὐτῆς. ὅμοιον τοῦτο τῷ ἐν Πει‐ ρίθῳ [frg. 596] ‘σὲ τὸν αὐτοφυῆ τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα‘· οὐδὲν γὰρ διαφέρει ὑπὸ τῆς φύσεως εἰπεῖν πάντα διαπε‐ | |
20 | πλέχθαι καὶ ὑπὸ ἁλύσεως ἐξηρτῆσθαι τοῦ λίθου: —MTAB πέτραν ἁλύσεσι: διὰ τούτων καὶ παραδηλοῦται ὅτι ὁ Τάνταλος αὐτόθι εἴη μεταξὺ γῆς καὶ οὐρανοῦ αἴσθησιν ἔχων πάντων τῶν πεπραγ‐ μένων. εἰ δ’ ἄρα τινὲς διαποροῦσι πῶς ἐξ ἁλύσεως παρηρτημένος περί‐ εισιν ὁ ἥλιος, γινωσκέτωσαν ὅτι τὰ φυσικὰ τοῖς μυθικοῖς καταμίγνυσιν | |
25 | ὁ Εὐριπίδης: —MTAB † εἴθε πορευθείην εἰς τὴν ἐξ οὐρανοῦ κατὰ τὸ μέσον τῆς γῆς, ἤτοι κατὰ κάθετον, τεταμένην καὶ κρεμαμένην ἐν αἰωρήμασι πέτραν, 〈τουτ〉έστιν εἰς τὴν ἐξ Ὀλύμπου φερομένην μετὰ στροφῆς ἐν χρυσείαις ἁλύσεσι βῶλον, ἵνα παρὰ τῷ Ταντάλῳ τῷ γέροντι προγόνῳ θρήνους ποι〈ήσω〉, | |
30 | ὃς τοὺς ἐμοὺς ἐγέννησε γεννήτορας, οἵτινες δυσχερείας καὶ βλάβας πολλὰς ἐθεάσαντο. καὶ λέγει τίνες αἱ βλάβαι ἃς εἶδον οἱ ταύτης 〈πρόγ〉ονοι. ὁ Πέλοψ, φησὶν, ἐθεάσατο τὸ ἅρμα τοῦ Οἰνομάου τὸ πτερωτὸν καὶ ταχύ‐ τατον. οὗτος γὰρ συνέτρεχε τοῖς ἑαυτοῦ γα〈μβρ〉οῖς 〈γενη〉σομένοις ἐπὶ τῇ Ἱπποδαμείᾳ καὶ νικῶν αὐτοὺς ἐφόνευεν. εἶδεν οὖν, φησὶν, ὁ Πέλοψ | |
35 | τὸν ταχύτατον δρόμον τῶν ἵππων τοῦ Οἰνομάου τὸν 〈διὰ〉 τετραΐππου στόλου καὶ πορείας γινόμενον, ὁπότε νικήσας τὸν Οἰνόμαον καὶ λαβὼν τὴν Ἱπποδάμειαν καὶ τὸν Μυρτίλον ἐπὶ τοῦ ἅρματος ὡς ἡνίοχον ποιησά‐ μενος, ἐπεὶ ἐζηλοτύπωσεν αὐτῷ δι’ Ἱπποδαμείας, διεδίφρευσεν, ἤτοι διὰ τοῦ δίφρου ἐποίησεν αὐτοῦ τὸν φόνον, βαλὼν καὶ ῥίψας αὐτὸν εἰς | |
40 | τὸ κῦμα τῆς θαλάττης, ἁρματεύσας, ἤτοι ἐκ τοῦ ἅρματος ῥίψας αὐτὸν, ἐν ταῖς τῶν ποντίων σάλων ᾐόσι ταῖς Γεραιστίαις, ἔνθα ἡ Γεραιστὸς τὸ τῆς Εὐβοίας ἀκρωτήριον, ταῖς λευκοκύμοσι διὰ τοὺς ἀποτελουμένους | |
αὐταῖς ἐκ κυμάτων ἀφρούς: —A † εἰς τὸν Ἠριδανὸν ποταμὸν κρέμαται ὁ Τάνταλος: —A1 | 194 in vol. 1 | |
45 | εἴθε παραγενοίμην: —MgBi | |
sch Or984 | τουτέστι μετὰ θρήνων: —MgBi | |
sch Or987 | οἳ κατεῖδον ἄτας: οἵτινες, φησὶν, οἱ ἐμοὶ προπάτορες· λέγει δὲ Ἀτρέα καὶ Θυέστην καὶ Ἀγαμέμνονα· αὐτόπται καὶ θεαταὶ γεγόνασι πολλῶν κακῶν, ἐξ οὗ ὁ Πέλοψ κατὰ τὸ αὑτοῦ πτηνὸν καὶ ταχύτατον ἅρμα ἔχων τὸν Μυρτίλον ἐξεδίφρευσε, τουτέστιν ἀπὸ τοῦ | |
5 | δίφρου ἔρριψεν εἰς τὴν θάλασσαν. τὴν δὲ ἱστορίαν ταύτην ἤδη προεθέ‐ μεθα ὅτι Πέλοψ ὁ Ταντάλου τὸν Οἰνόμαον νικήσας συνεργήσαντος τοῦ Μυρτίλου καὶ τὴν παρὰ θάλασσαν ἐλαύνων ἀπωθήσατο αὐτὸν κατ’ ἐκεῖνον τὸν τόπον τῆς θαλάσσης, ἔνθα Γεραιστός ἐστιν, ἀκρωτήριον τῆς Εὐβοίας. ὅθεν τὸ πέλαγος ἐκεῖνο ἐπώνυμον: —MTAB | |
10 | ὃς ἦν ἡνίοχος τοῦ Οἰνομάου. ** ἔλαβε τὴν Ἱπποδάμειαν καὶ ἀναχωρῶν τοῦ ἀγῶνος ἔλαβε μεθ’ ἑαυτοῦ ἐπὶ τοῦ δίφρου ὡς δὴ φίλον τὸν Μυρτίλον: —MTA ἀρχὴ τῆς ἄτης ἡ ἱπποδρομία Πέλοπος ἡ γενομένη διὰ τοῦ πελά‐ γους. πτηνόν δὲ ἀντὶ τοῦ ἱππικόν: —MABi | |
sch Or988 | ἀντὶ τοῦ ἱππικόν. ἤτοι ταχύ: —Mg | |
sch Or989 | τῇ τετραΐππῳ πορείᾳ: —MMgTA ἀντὶ τοῦ ἐξ οὗ: —Mg προτακτέον τοῦ λόγου τὸ ὁπότε, τουτέστι· καὶ κατεῖδον οἱ ἐμοὶ προπάτορες ἄτας ἐν δόμοις, ἐξ οὗ ὁ Πέλοψ ἐξεδίφρευσεν εἰς θάλασσαν | |
5 | τὸν Μυρτίλον· ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔ‐ βοιαν κέκληται. μηνίσαντος δὲ Ἑρμοῦ τοῦ τούτου πατρὸς ὑποβαλεῖν τοῖς ποιμνίοις χρυσόμαλλον ἄρνα, ἣ πολλῶν αἰτία κακῶν αὐτοῖς γέγονε· | |
τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἑξῆς ἐπάγει. ἀνεῖλε δὲ τὸν Μυρτίλον προσδο‐ κήσας καὶ αὐτὸς ὁμοίως ὑπ’ αὐτοῦ προδοθήσεσθαι, ἵνα μὴ ἐξείπῃ ὅτι | 195 in vol. 1 | |
10 | αὐτὸς ἐνίκησε καὶ οὐ Πέλοψ. οἱ δὲ ὅτι μετὰ τὴν νίκην ὡς φίλον συλλα‐ βόμενος τὸν Μυρτίλον ἐξεδίφρευσε ζηλοτυπήσας εἰς Ἱπποδάμειαν: —TAB | |
sch Or990 | ὁ Οἰνόμαος πατὴρ τῆς Ἱπποδαμείας. οἱ ἵπποι τοῦ Οἰνομάου ἦσαν ἡ Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ ἱπποκόμος ἦν ὁ Μυρτίλος: —A1 ὁ Οἰνόμαος ἐβασίλευεν ἐν τῇ Λέσβῳ, εἶχε δὲ καὶ ἵππους ταχεῖς, οὓς οὐδεὶς ἐνίκησεν εἰ μὴ ὁ Πέλοψ. εἶχε δὲ ὁ Πέλοψ ἡνίοχον τὸν | |
5 | Κίλλον. ἡ δὲ Ἱπποδάμεια Οἰνομάου θυγάτηρ ἡ καὶ παρὰ τοῦ ἰδίου πατρὸς ἐρωμένη καὶ διὰ τοῦτο μὴ ἐκδιδομένη πρὸς γάμον, καθὼς οἱ ἀκριβέστεροι τῶν ἱστοριογράφων γράφουσιν, ἠρᾶτο καὶ παρὰ Μυρτίλου τοῦ ἡνιοχοῦντος τῷ ταύτης πατρὶ, υἱοῦ δὲ ὑπάρχοντος Ἑρμοῦ καὶ Κλεο‐ βούλης τῆς Αἰόλου [ἢ Αἰπόλου] θυγατρός. αὕτη τὸν Πέλοπα ἰδοῦσα | |
10 | ὡραῖον μετὰ τὴν τῶν δώδεκα νυμφίων ἀναίρεσιν ἔρωτι τούτου κατείχετο καὶ τῷ Μυρτίλῳ φησὶ συνεργῆσαι τῷ νεανίᾳ εἰς τὴν κατὰ τοῦ πατρὸς νίκην. ὁ δὲ ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους μὴ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλο‐ πος ἐκπεσόντων τῶν τροχῶν. ἐδίδου γὰρ ὁ Οἰνόμαος τοῖς μνηστῆρσι | |
15 | τὴν Ἱπποδάμειαν ἐπὶ τῶν οἰκείων ἔχειν ἁρμάτων θεὶς πέρας τοῦ δρόμου ἔπαθλον γάμου τὸν Κορίνθιον ἰσθμὸν εἰ δυνηθεῖεν ἀφικέσθαι μέχρι τού‐ του. αὐτὸς δὲ ὄπισθεν ἐλαύνων μετὰ δόρατος καὶ καταλαμβάνων αὐτοὺς ἀνῄρει. τότε δὲ οὕτω νικηθεὶς δόλῳ καὶ ἀναιρούμενος κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλὴν, ἵνα ὑπὸ Πέλοπος ἀνέληται· ὃ καὶ γέγονεν | |
20 | ὕστερον. διαβληθεὶς γὰρ παρ’ Ἱπποδαμείας ὡς βιάζων αὐτὴν ἢ, ὡς οἱ πολλοί φασι, πειράζων αὐτὴν ῥίπτεται παρὰ Πέλοπος περὶ Γεραιστὸν ἀκρωτήριον. ὁ δὲ τελευτῶν ἀρὰς ἀρᾶται τοῖς Πελοπίδαις δεινὰς, αἳ καὶ | |
πεπλήρωνται ὕστερον γεννηθείσης τῆς χρυσομάλλου ἀρνὸς Ἑρμοῦ βουλαῖς τοῦ Μυρτίλου πατρὸς ἐν τοῖς Ἀτρέως ποιμνίοις· ὅθεν τὰ δεινὰ τῆς τρα‐ | 196 in vol. 1 | |
25 | γῳδίας ἔπη. ὁ δὲ Γεραιστὸς ἀποθανόντος ἐκεῖ τοῦ Μυρτίλου Μυρ‐ τῷον πέλαγος ὠνομάσθη. ὁ δὲ Πέλοψ εἰς Ὠκεανὸν ἐλθὼν καὶ Ἡφαίστῳ ἁγνισθεὶς λαβὼν Πῖσαν τὴν Οἰνομάου βασιλείαν καὶ τὴν Ἀπίαν Πελασ‐ γίαν λεγομένην Πελοπόννησον ὠνόμασεν. ἡ δὲ ἱστορία τῆς χρυσῆς ἀρνὸς ἐγράφη ὄπισθεν [812] ὁπότε χρυσέας ἔρις ἀρνός: — | |
30 | Monac. 560 ἀντὶ τοῦ ἐξεδίφρευσεν: —MgBi τὸν Μυρτίλον ἐπὶ τὸ ἀπολέσθαι: —MgBi | |
sch Or991 | ἀντὶ τοῦ ἐκβαλὼν εἰς τὸν πόντον, ὅτε ἐφόνευσεν: —MgBi | |
sch Or992 | λευκοκύμοσι: τοῖς λευκοῖς κύμασιν, ἐπειδὴ προσρηγνύμενα τῶ ἀκρωτηρίῳ ἀφρώδη γίνεται: —MTAB Γεραιστὸς ἀκρωτήριον τῆς Εὐβοίας: —MTAgBi ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔβοιαν κέκλη‐ | |
5 | ται: —MT | |
sch Or994 | ἐκ τοῦ ἅρματος βαλών. ὅμοιον δέ ἐστι τῷ διεδίφρευσε: — MgABi ᾐόνας λέγει τὴν ἐπιφάνειαν τοῦ κύματος: —MiABi | |
sch Or995 | ὅθεν δόμοισι τοῖς ἐμοῖς: ὅθεν δόμοις τοῖς ἐμοῖς ἦλθ’ ἀρὰ πολύστονος, ὅτε ἐγένετο ποιμνίοις Ἀτρέως ἱπποβότα τέρας ὀλοὸν ἀρνὸς χρυσομάλλου, λόχευμα Μαιάδος τόκου, τουτέστιν· ὅθεν, διὰ τὸ φονευθῆναι τὸν Μυρτίλον, συμφορὰ κατέλαβε τοὺς οἴκους τὴν ἀρχὴν | |
5 | λαβοῦσα ἐξ οὗ ἐγένετο τέρας ἐν τοῖς ποιμνίοις τοῦ ἱπποτρόφου Ἀτρέως τὸ ὀλέθριον, λέγω δὲ τὴν ἄρνα τὴν χρυσόμαλλον, ἣν ὁ Μαιάδος τόκος, Ἑρμῆς, ὑπέβαλεν. τὸ δὲ λόχευμα πρὸς τὸ ἀρνός, τουτέστι τὸ χρυσόμαλλον λόχευμα ἀρνὸς, περιφραστικῶς τὴν ἄρνα: —MTAB | |
ἄλλως: ἀκολουθεῖν ἂν δόξειε τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι | 197 in vol. 1 | |
10 | [frg. 6] εἰς τὰ περὶ τὴν ἄρνα, ὡς καὶ Διονύσιος ὁ κυκλογράφος [frg. 3] φησί. Φερεκύδης [frg. 93] δὲ οὐ καθ’ Ἑρμοῦ μῆνίν φησι τὴν ἄρνα ὑποβληθῆναι, ἀλλὰ Ἀρτέμιδος. ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας τὸν ποι‐ μένα τὸν προσαγαγόντα τὸ ποίμνιον τῷ Ἀτρεῖ Ἀντίοχον καλεῖ: —TAB | |
sch Or997 | τὸ ἑξῆς· λόχευμα ἀρνός, ὅ ἐστι περιφραστικῶς ὁ ἀρνός: —MiBi τοῦ Ἑρμοῦ: —Mg | |
sch Or998 | τὸ χρυσόμαλλον ἀρνός: Ἑρμοῦ φησι τὰ ποίμνια καθότι ἀποδέδοται τούτῳ ἡ ἐπιμέλεια αὐτῶν. Ἑρμοῦ δὲ καὶ μιᾶς τῶν Δα‐ ναοῦ θυγατέρων Φαεθούσης ἐγένετο Μυρτίλος. οἱ δὲ ἐκ Κλυμένης φασὶν αὐτὸν καὶ Διὸς γεγενῆσθαι: —MTAB | |
5 | ἄλλως: ὁπότε τὸν ἀρνειὸν ὑπέβαλε τοῦτον Ἑρμῆς ὀργιζόμενος Ἀτρεῖ, ἐπειδὴ ὁ πρόγονος αὐτοῦ Πέλοψ τὸν Μυρτίλον αὐτοῦ υἱὸν εἰς τὸ ἐξ αὐτοῦ Μυρτῷον κληθὲν πέλαγος ἔρριψε συναγωνισάμενον αὐτῷ καὶ ποιήσαντα ἀπὸ κηροῦ τοὺς τροχοὺς, ἤτοι τοὺς σφῆνας τῶν τροχῶν. ὁ δὲ Ἀτρεὺς βουλόμενος δεῖξαι ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, ἔφη δεῖξαι | |
10 | ὅτι χρυσόμαλλος ἀρνειὸς αὐτῷ ἐτέχθη. τούτου δὲ ὑπονοθεύσας τὴν γυ‐ ναῖκα Θυέστης ἔκλεψε τὸν ἀρνειόν. μὴ δυνηθεὶς οὖν κατὰ τὴν ὑπό‐ σχεσιν δεῖξαι ὁ Ἀτρεὺς ἔμελλεν ἀφαιρεῖσθαι τὴν βασιλείαν ἐκείνου τὸ ὑπ’ αὐτοῦ ὑποσχεθὲν δεικνύντος, εἰ μὴ ὡς ἂν φιλόσοφος ἀπέδειξεν αὐ‐ τοὺς ἀσεβοῦντας εἰ Θυέστην βασιλέα ἕλωνται, τεκμήριον δὲ τῆς ἀσε‐ | |
15 | βείας τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνίσχοντας. καὶ οὕτως ἐβασίλευσε καὶ τὸν ἀδελφὸν σφόδρα ἐτιμωρήσατο. τινὲς δέ φασι τὸν Δία πρὸς χάριν Ἀτρέως ποιῆσαι τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνατεῖλαι μεταστρέψαντα τὴν τάξιν ἐν μιᾷ ἡμέρᾳ: —MTAB †ἄλλως: τὸ χρυσόμαλλον ἀρνός: καὶ τοῦτο προεξεθέμεθα | |
20 | οὕτως. φιλονεικίας γὰρ οὔσης αὐτοῖς περὶ τῆς βασιλείας παρελθὼν ὁ Ἀτρεὺς ἐπηγγέλλετο δεῖξαι πρὸς τὸ βεβαιωθῆναι αὐτῷ τὴν βασιλείαν χρυσόμαλλον ἐν τοῖς ποιμνίοις αὐτοῦ ἄρνα· ἣν ὁ Θυέστης λάθρα παρὰ τῆς Ἀερόπης αἰτήσας ἔλαβεν. ὅθεν Ἀτρεὺς ὡς ἀπατήσας τοὺς Ἕλληνας ἐξεβλήθη τῆς ἀρχῆς, Θυέστης δὲ ἐκράτησεν. ἀλλ’ ὕστερον πάλιν ὁ | 198 in vol. 1 |
25 | Ἀτρεὺς φιλονεικίᾳ τῇ πρὸς τοῦτον προελθὼν ἐπηγγέλλετο δεῖξαι τὸν μὲν ἥλιον ἐκ δυσμῶν εἰς ἀνατολὰς τὴν πορείαν ποιούμενον καὶ τὴν Πλειάδα ὁμοίως εἰς ἀνατολὴν ὁρῶσαν. τοῦτο οὖν νῦν λέγει ὅτι μετὰ τὸ φανῆναι τὴν ἄρνα ἡ ἔρις τοῦ Ἀτρέως πεποίηκεν ἐπιδειχθῆναι τοῖς Ἕλ‐ λησι τὸν ἥλιον τὴν ἐναντίαν ἢ ὡς ὑπείληπται πορευόμενον καὶ τὴν | |
30 | Πλειάδα μηκέτι πρὸς δύσιν, ἀλλὰ πρὸς ἀνατολὰς 〈ὁρῶσαν〉. πιθανῶς δὲ ὁ Εὐριπίδης τὸν μῦθον προσήρμοσεν· ὁ γὰρ φυσικὸς λόγος τὸν ἥλιον ἀποδείκνυσι τὴν ἐναντίαν ἰόντα πορείαν τῷ οὐρανῷ. φασὶ γὰρ ὅτι πρότερον μὲν ἐκ καρκίνου εἰς διδύμους ἐποιεῖτο τὴν πορείαν, ὥστε τὸν σωματοειδῆ Ἥλιον ἀπεστροφέναι πρὸς τὴν δύσιν τὸ πρόσωπον, νῦν δὲ διὰ | |
35 | τὴν Ἀτρέως καὶ Θυέστου ἀδικίαν ἀποστραφέντα πρὸς ἀνατολὴν φέρεσθαι ἔχοντα φαινόμενον ἡμῖν τὸν νῶτον. διόπερ τὴν μὲν δύσιν αὐτῷ γενέσθαι ἀνατολὴν, τὴν δὲ ἀνατολὴν δύσιν. πιθανῶς δὲ τὸ κατὰ τὰς Πλειά‐ δας εἴληπται. τὰ μὲν γὰρ ἄλλα ζῴδια πρώτην φαίνει τὴν κεφαλὴν κατὰ ἀνατολὰς, ὁ δὲ ταῦρος τὸ στῆθος προφαίνει, καθ’ ὅ εἰσιν αἱ Πλειά‐ | |
40 | δες, ὥστε ἀνεστραμμένην καὶ τούτοις τὴν ἀνατολὴν γίνεθαι. ἔρις δὲ ἀντὶ τοῦ διὰ τὴν ἔριν Ἀτρέως τὴν πρὸς τὸν Θυέστην: —TAB | |
sch Or1000 | τὸ ἑξῆς· ποιμνίοισιν Ἀτρέως ἱπποβότα: —Mi τοῦ ἵππους τρέφοντος. ἢ ἐπιβαίνοντος ἵπποις: —MgBi | |
sch Or1001 | γράφεται τὸ τέτρωρον: —MgTBi | |
sch Or1003 | ἀντὶ τοῦ προσαρμόσας, ὡς [Θ 455] ‘πληγέντε κεραυνῷ‘: —Mi | |
sch Or1004 | μονόπωλον ἐς Ἀῶ: Εὐριπίδης μὲν ἑνὶ ἵππῳ ἐποχεῖσθαί φησι τὴν Ἡμέραν (φασὶ δὲ τοῦτον εἶναι τὸν Πήγασον), ἄλλοι δὲ ἐπὶ | |
δίφρου. ἠὼς δέ ἐστιν ἡ πρὸ τῆς ἀνατολῆς ἡλίου λάμπουσα. ἔνιοι δὲ μονόπωλον οὐχὶ τὴν ἕνα πῶλον ἔχουσάν φασιν, ἀλλ’ ἐν μιᾷ | 199 in vol. 1 | |
5 | ἡμέρᾳ καὶ μόνῃ, ἵν’ ᾖ ὁ Ἀτρεὺς τοῦτο ἐσχηκὼς κατὰ χάριν Διὸς, 〈τὸ〉 διὰ μιᾶς ἡμέρας τότε τὸν ἥλιον ἐκ δύσεως ἀνατεῖλαι καὶ τὰς Πλειάδας: — MTAB τουτέστιν· ἐν μιᾷ ἡμέρᾳ τοῦτο ποιήσας ὁ Ζεὺς, τὸ ἀπὸ δύσεως ἀνατεῖλαι τὸν ἥλιον καὶ τὴν ἑπτάπορον Πλειάδα: —Mi | |
sch Or1005 | ἑπταπόρου Πλειάδος: ἐξ ἑπτὰ γὰρ ἀστέρων ἡ Πλειάς. πιθανῶς δὲ τὰς Πλειάδας φησίν. τῶν γὰρ ἄλλων πάντων ἐν ταῖς ἀνατολαῖς δεικνύντων τὴν κεφαλὴν ὁ ταῦρος τὸ στῆθος προφαίνει: — MTABi | |
sch Or1007 | ἤτοι ἀντὶ τῆς χάριτος ἧς παρέσχεν ὁ Ζεύς· διὰ γὰρ τούτου κατέσχεν. ἢ παρὰ τὸ κρατῆσαι τὸν Ἀτρέα. ἢ ἀντὶ τοῦ φόνου τοῦ Μυρτίλου διαδοχαὶ φόνων ἐγένοντο: —MiTA τῶνδέ τ’ ἀμείβει: ἀπὸ δὲ τούτων, ὅ ἐστιν ἑξῆς δὲ τούτων, κατὰ | |
5 | διαδοχὴν θανάτους ἀλλεπαλλήλους ἐπήγαγεν ὁ Μαιάδος τόκος καὶ τὰ δεῖπνα τῶν τέκνων Θυέστου: —MTAB ἄλλως: ἀμοιβαδὶς, κατὰ διαδοχὴν, θανάτους ἐπήγαγε τῷ γένει [ἤτοι ὁ Ζεὺς ἀντὶ τῆς χάριτος ἧς παρέσχεν]. τουτέστιν· ἀλλεπαλλή‐ λους τις διαμείβει θανάτους, τουτέστιν ὁ Ἑρμῆς: —MTAB | |
sch Or1008 | ἐπώνυμα αὐτὰ εἶπε παρετυμολογῶν τὸν Θυέστην παρὰ τὴν θύσιν τῶν τέκνων αὐτοῦ: —MTB | |
sch Or1009 | ἀνέστρεψε τὴν τάξιν τῆς ἱστορίας: —MgTBi † ὁ Ἀτρεὺς καὶ ὁ Θυέστης ἦσαν ἀδελφοὶ καὶ ὁ μὲν Ἀτρεὺς εἷλε τὴν Ἀερόπην γυναῖκα ἥντινα εἶχε καὶ ὁ Θυέστης: —A1 | |
sch Or1010 | λείπει τὸ κακά: —MgTBi | 200 in vol. 1 |
sch Or1011 | λείπει ἡ σύν: —MgTBi ἀντὶ τοῦ σὺν ἀνάγκαις: —MgTBi | |
sch Or1012 | μετά τινος κακοπαθείας βαδίζει: —MgTBi | |
sch Or1013 | κατακριθείς: —MgTAgBi | |
sch Or1016 | κῶλα κυρίως λέγουσι τὰς ἁρμονίας τῶν μελῶν: —MgB | |
sch Or1017 | συνεζευγμένος. τουτέστι πορευόμενος μετὰ κηδεμονίας: — MgTA τῇ κηδοσύνῃ συνεζευγμένος καὶ τὸ νοσερὸν κῶλον τοῦ Ὀρέστου ἰθύνων: —MiB | |
5 | συγγενικῷ: —MgBi | |
sch Or1018 | οἲ ’γὼ πρὸ τύμβου: πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου, ἢ τοῦ θανάτου. ὁρᾷ δὲ τὸν Ὀρέστην πλησίον τοῦ τάφου τοῦ πατρὸς καὶ θρηνεῖ τὸ κατ’ αὐτὸν 〈ὡσ〉 ὅσον οὐδέπω ἐκεῖ καθήσε‐ ται: —MTA | |
5 | † οἳ ’γὼ πρὸ τύμβου γάρ: πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου καὶ τοῦ θανάτου ὁρῶσα στενάζω. ἢ οὕτως· πρὶν ἢ ἐν τῷ τάφῳ καὶ ἐν τῇ πυρᾷ σε θεάσομαι, θρηνῶ: —B | |
sch Or1019 | ἀπὸ κοινοῦ τὸ ὁρῶσα: —MgBi | |
sch Or1020 | οἲ ’γώ: φεῦ μοι καὶ πάλιν τῇ ἀθλίᾳ: —MiBi γράφεται ὡς ἰδοῦσά ς’ ὄμμασιν: —MiBi | |
sch Or1022 | γράφεται γόους: —Mi | |
sch Or1023 | λείπει τὸ δεῖ φέρειν. τινὲς δὲ γράφουσιν οἰκτρὰ μὲν, ἀλλ’ ὅμως φέρε: —MiTBi | |
sch Or1025 | τὸ φῶς τοῦ ἡλίου ὁρᾶν οὐκέτι μέτεστιν ἡμῖν τοῖς ταλαιπώ‐ ροις: —Bi | |
sch Or1027 | αὐτάρκης ὁ ὑπὸ τῆς Ἀργείας χειρὸς θάνατος: —MiBi | |
sch Or1030 | θανάτου τ’ ἀώρου: νῦν ὅτε ἀνὴρ γέγονας καὶ ἀκμάζεις | |
καὶ ὀφείλεις ζῆν, ἀπόλλυσαι κατακριθείς: —MiTA ἄλλως: νῦν σε, φησὶν, ἐχρῆν ζῆν, ὅτε οὐκέτι σε ζῆν συγχωροῦσιν οἱ Ἕλληνες: —MTAB | 201 in vol. 1 | |
5 | γράφεται ὅτ’ οὐκέτι: —Mg | |
sch Or1032 | πορθμεύους’ ὑπόμνησιν: διὰ τὴν ὑπόμνησιν τῶν κακῶν εἰσάγουσά με εἰς δάκρυα: —MTAB | |
sch Or1034 | πᾶσιν γὰρ οἰκτρόν: οὐκ ἐκράτησε τοῦ διανοήματος· θέλει γὰρ εἰπεῖν ὅτι πᾶς ἀποθνῄσκων οἰκτίζεται τὴν ἰδίαν ψυχήν: —MTAB | |
sch Or1037 | σὺ νῦν μ’ ἀδελφὲ μή τις: σύ μου, φησὶν, αὐτόχειρ γενοῦ, ἵνα μή τίς με τῶν ἐχθρῶν ἀνελὼν ὕβριν ταύτην προστρίψῃ σοι καὶ ἐπιτωθάσῃ σε. κατ’ αὐτοῦ γὰρ τὸν Ἀγαμέμνονος γόνον: —MTAB | |
sch Or1038 | ὕβρισμα θέμενος: ἵνα μή τις ἐνυβρίσῃ σε τὸν Ἀγαμέ‐ μνονος γόνον: —MMiTABBi γράφεται καὶ δόμον. οὕτως γοῦν καὶ Καλλίστρατός φησιν Ἀριστο‐ φάνη γράφειν: —MTAB | |
sch Or1041 | οὐδὲν σοῦ ξίφους: οὐκ ἀποστήσομαι τοῦ σοῦ ξίφους, ἀλλ’ αὐτόθεν ἐμαυτὴν κἀγὼ διαχειρίσομαι: —MTAB ἀντὶ τοῦ· οὐ μετὰ πολὺν χρόνον τῆς σῆς σφαγῆς: —Mi | |
sch Or1043 | τέρπου κένην ὄνησιν: εἰ ὅλως ἔστι τέρψις τοῖς πέλας θανάτου βεβῶσιν: —MTABi | |
sch Or1045 | ὦ φίλτατ’, ὦ ποθεινόν: ἀντὶ τοῦ διὰ στοργῆς καὶ φιλίας ἔχων τὴν ἐμὴν ψυχὴν καὶ τὸ ἐμὸν ὄνομα. ποῖον ὄνομα· τὸ καὶ αὐτὸν καλεῖσθαι ἀδελφόν. ὅ ἐστι καλούμενος ἀδελφός. ὁ γὰρ ἀδελ‐ φῆς ἔχων ὄνομα ἀδελφὸς ἂν καλοῖτο: —MTAB | |
sch Or1046 | ἐπεὶ καὶ αὐτὸς ἀδελφὸς αὐτῆς καλεῖται: —MiT | 202 in vol. 1 |
sch Or1047 | οἷον· καὶ αὐτὸς περιβαλεῖν σε βούλομαι: —MiTBi | |
sch Or1053 | ἐκ γὰρ κεδρίνου ξύλου εἰώθασι τὰς θήκας κατασκευάζειν: — MTAB | |
sch Or1055 | διὰ τὸ μηκέτι μηδὲ φίλους ἔχειν: —MiTBi | |
sch Or1058 | ἀντὶ τοῦ· οὐδὲ ἐφάνη ἐν τῇ ἐκκλησίᾳ: —MiBi | |
sch Or1059 | τὴν ἐλπίδ’ εὐλαβεῖτο: τὸ μή περιττεύει, οὕτως· ηὐλα‐ βεῖτο καὶ παρῃτεῖτο ἀντειπεῖν ** μὴ σῴζειν τοὺς φίλους· οἱ γὰρ γνή‐ σιοι φίλοι καὶ πρὸς τὸ πλῆθος οὐ παραιτοῦνται κινδυνεύειν. ἢ τὸ πλῆθος ηὐλαβεῖτο πρὸς τὸ μὴ σῴζειν τοὺς φίλους ἢ εἰπεῖν ηὐλαβεῖτο: — | |
5 | MTAB | |
sch Or1061 | γράφεται δεξιώτατα: —Mi | |
sch Or1062 | γράφεται πατρός: —MiBi | |
sch Or1065 | † σὺ δ’ ἡμῖν τοῦ φόνου: ἀντὶ τοῦ ἔφορος καὶ προνοητής. παραγγέλλει γὰρ ἀποθανόντων περιστεῖλαι καὶ κηδεῦσαι τὸ ἑαυτῶν σῶμα σεμνῶς: —A1 | |
sch Or1072 | ἠρώτησάς με, φησίν· ἰδοὺ κἀγώ σε ἀντερωτήσω. τοῦτο με ἠρώτησας, ἀλλ’ 〈ἐγὼ〉 ἐκεῖνο· διὰ τί δὲ ζῆν: —MiTA1 † ἤρου· τί δὲ ζῆν: ἠρώτησάς με, εἰ προσήκει με ἀποθανεῖν μετὰ σοῦ κἀγώ σε ἀντερωτήσω· τί δὲ προσήκει με ζῆν τῆς σῆς φιλίας καὶ | |
5 | ἑταιρείας χωρίς: —B | |
sch Or1074 | σὺν σοί γε: οὐ πρὸς τὸ ῥηθὲν ὑπὸ Ὀρέστου ἀπεκρίνατο. θέλει γὰρ εἰπεῖν ὅτι συνησέβησά σοι: —MTAA1B | |
sch Or1075 | ἰδίως ταῦτα ὁ Εὐριπίδης τοῦ Πυλάδου ἔμπροσθεν εἰρηκότος ὅτι ἐκβέβληται ὑπὸ τοῦ πατρὸς, εἰ μὴ ἄρα αἰνίττεται ὡς μετὰ θάνατον τοῦ πατρὸς δυνήσεται κατελθεῖν: —MTA1B | |
sch Or1076 | σοὶ μὲν γὰρ ἔστι πόλις: ἀντὶ τοῦ σὺ σαυτὸν σῷζε τῷ πατρί· οὐ γὰρ οὕτως ἔχεις τύχης ὡς ἐγώ. σοὶ γὰρ ἔξεστιν εἰς τὴν | |
πατρίδα ἐπανελθεῖν: —MTAB | 203 in vol. 1 | |
sch Or1081 | κῆδος δὲ τοὐμόν: τὸ διὰ τοῦ γάμου· μὴ γαμηθείσης γὰρ αὐτῆς οὐκ ἔμελλε κῆδος εἶναι: —MTABi | |
sch Or1082 | ἀλλ’ ὦ ποθεινόν: ὅτι ὁμιλίας τῆς φιλίας. σημειωτέον δὲ πρὸς τὸ ἐν Φοινίσσαις [1408] ‘ὁμιλίᾳ χθονόσ‘: —MTAB | |
sch Or1086 | μήθ’ αἷμά μου δέξαιτο κάρπιμον πέδον: ὅ ἐστιν· ἀποθανὼν μὴ ἑνωθείην τοῖς στοιχείοις ἐξ ὧν εἰμί, ἀλλὰ πλανῴμην εἰκῆ ὑπ’ οὐδενὸς τῶν στοιχείων λαμβανόμενος: —MTAB ἄλλως: μήτε τὸ σῶμά μου, φησὶν, ἀποθανόντος ἡ γῆ παραδέξαιτο | |
5 | μήτε εἰς αἰθέρα ἡ ἐμὴ ψυχὴ χωροίη, εἴ σε προδοίην τὰ νῦν, τουτέστι· μὴ ἑνωθείην τοῖς στοιχείοις τελευτήσας. ὅτε γὰρ ἀποθνῄσκουσιν, εἰς τὰ στοιχεῖα ἀναλύονται ἐξ ὧν εἰσίν: —MTAB | |
sch Or1093 | τί γὰρ ἐρῶ καλόν ποτε: τί γὰρ ἔχω, φησὶν, ἀπολογή‐ σασθαι εἰς τὴν πατρίδα ἐπανελθὼν, εἰ προδοίην σε δυστυχοῦντα τότε φίλος ὢν ὅτε εὐτύχεις: —MTABi | |
sch Or1094 | γῆν Δελφίδ’ ἐλθών: Ὕαμος ὁ Λυκώρου μετὰ τὸν κατα‐ κλυσμὸν βασιλεύων τῶν περὶ τὸν Παρνασὸν Ὕαν πόλιν ἔκτισε καὶ γήμας Μελάνθειαν τὴν Δευκαλίωνος ἐποίησε Μελαινίδα· ἐκ δὲ Μελαινίδος Δελ‐ φὸς, ὃς τὴν ἀρχὴν τοῦ μητροπάτορος παραλαβὼν ἔγημε Κασταλίαν, ἀφ’ | |
5 | ἧς ἡ κρήνη τοὔνομα ἔχει, καὶ ἔσχε Καστάλιον καὶ Φημονόην, ἥν φασι πρώτην ἑξαμέτρῳ χρῆσαι. πόλιν δὲ κτίσας ὁ Δελφὸς Δελφίδα ὠνόμασε. μετὰ δὲ θάνατον αὐτοῦ ἦρξε Καστάλιος, οὗ υἱὸς Λάφριος, οὗ Νούτιος· ἐφ’ οὗ Δελφοὶ πολεμοῦντες πρὸς τοὺς ὁμόρους ἀναρχίαν εἵλοντο καὶ | |
τὸν Ἀκρίσιον μετεπέμψαντο ἐξ Ἄργους, ὃς αὐτοῖς τόν τε πολέμου καλῶς | 204 in vol. 1 | |
10 | διέθετο καὶ κατὰ ζῆλον τοῦ Ἀμφικτυονικοῦ συνεδρίου οὗ κατεστήσατο Ἀμφικτύων ὁ Δευκαλίωνος ἐν Θερμοπύλαις τῆς Θεσσαλίας, ἕτερον ἐν Δελφοῖς εἵσατο καὶ τὸ ἐν Θεσσαλίᾳ ἀναλαβὼν τὰς συνόδους ἀντὶ μιᾶς δύο πεποίηκε καὶ νόμους ἔθετο καθ’ οὓς ἔμελλον ἕκαστα διοικεῖν ἀτέ‐ λειάν τε προεῖπεν ἐφ’ ἑκατέραις ταῖς συνόδοις καὶ τὴν πρόνοιαν τοῦ | |
15 | ἱεροῦ καὶ τῶν Δελφῶν τῷ συνεδρίῳ ἐπέτρεψε. μετὰ δέ τινα χρόνον Ὄρνυτος ὁ Σισύφου ἥκων ἐκ τῆς Ἀονίας αὐτόσε καὶ πολεμοῦντας εὑρὼν Ὑαμπολίτας πρὸς Ὀπουντίους Λοκροὺς περὶ Δαφνοῦντος συμμαχήσας τε ἐνίκησε καὶ ἦρξεν αὐτῶν. ἐγένοντο δὲ αὐτῷ παῖδες Φῶκος καὶ Θόας. ἀλλ’ ὁ μὲν Θόας ἅμα τῷ πατρὶ εἰς Κόρινθον ἀπήλασε, Φῶκος δὲ δια‐ | |
20 | δεξάμενος τὴν ἀρχὴν τοῦ πατρὸς Φωκέας αὐτοὺς ὠνόμασεν: —MTAB | |
sch Or1098 | ἐπεὶ δὲ ἅπαξ ἐκρίθη ἀποθανεῖν ἡμᾶς, πρὸς ἀλλήλους σκε‐ ψώμεθα ὡς ἂν τῷ Μενελάῳ κακὸν προστριψώμεθα, ἵνα μὴ μόνοι δυστυ‐ χῶμεν ἡμεῖς: —MTA1B | |
sch Or1100 | ἀντὶ τοῦ· εἴθε γὰρ τοῦτο ἰδὼν ἀποθάνοιμι: —MiBi | |
sch Or1101 | μήπω σφάξῃς σαυτόν: —Mi | |
sch Or1103 | σίγα νῦν· ὡς γυναιξί: ὑφορᾶται τὰς τοῦ χοροῦ· ἐνόμιζε γὰρ ἐχθρὰς αὐτὰς εἶναι: —MBi τὸ ὡς ἀντὶ τοῦ γάρ. ἢ ἀντὶ τοῦ ὅτι: —MgBi | |
sch Or1105 | ὥστε λυπεῖν αὐτόν: —Mg | |
sch Or1106 | πῶς τὸ γὰρ ἕτοιμον ἔστιν: τὸ ἑξῆς· εἰ γὰρ, φησὶ, τοῦτο εὔκολον καὶ ἕτοιμον τὸ φονεῦσαι τὴν Ἑλένην, καλῶς [ἂν] ἡμῖν ἔσται: — MTAB ἄλλως: τὸ ἐπ’ ἐμοὶ ἕτοιμόν ἐστι. τὸ γὰρ ἕτοιμον καλόν ἐστι. | |
5 | ὁ δὲ λόγος τοιοῦτός ἐστι· τὸ γὰρ ἑτοίμως καὶ εὐχερῶς τὴν Ἑλένην κατεργάσασθαι καλόν ἐστιν, εἰ ὅλως δυνατὸν τοῦτο πρᾶξαι: —MTAB ἄλλως: ἕτοιμος γὰρ εἰς τοῦτό εἰμι, εἴγε μὴ καταληφθήσομαι: — MTAB | |
ἄλλως: τίνι τρόπῳ, φησὶν, ἀνέλωμεν· ἕτοιμος γάρ εἰμι πρὸς τὸ | 205 in vol. 1 | |
10 | σφάξαι, εἰ ἔσται εὐμαρῶς τὸ κτεῖναι, τουτέστιν· εἰ μὴ καταληφθείημεν: — MTAB | |
sch Or1108 | ἀποσφραγίζεται: σφραγῖδας ἐπιτίθησιν ὡς δὴ πάντα κλη‐ ρονομήσασα τὰ ἐμά: —MiTAB ἄλλως: τὰ μὲν, φησὶ, σφραγίζει τῶν ἡμετέρων, τὰ δὲ ἀποσφρα‐ γίζει: —MTB | |
sch Or1112 | προθύμους εἰς τὴν τῶν ἐνόπτρων καὶ μύρων ὑπηρεσίαν: — MiTABi | |
sch Or1113 | τρυφὰς γὰρ ἥκει: οὕτως, φησὶν, ὑπερβαλλόντως ἐτρύφα ἐν τῇ βαρβάρων χώρᾳ ὡς μηδὲν ἡγεῖσθαι τὴν Ἑλλάδα πρὸς τρυφήν. τρυφηλότεροι γὰρ τὸν βίον οἱ βάρβαροι διάγουσι μείζων τε ἡ Ἀσία τῆς Εὐρώπης: —MTAB | |
sch Or1115 | οὐδὲν τὸ δοῦλον: ἀσθενεῖς, φησὶν, οἱ δοῦλοι πρὸς τοὺς ἐλευθέρους μάχεσθαι διὰ τὸ μὴ τολμᾶν: —MTABi | |
sch Or1118 | τὸ πρᾶγμα δήλου: τὸ περὶ τοῦ φόνου τῆς Ἑλένης πρᾶγμα δήλωσον καὶ εἰπὲ ποίῳ τρόπῳ μέλλομεν ταύτην ἀναιρεῖν: —MTAB | |
sch Or1121 | ἀντὶ τοῦ· δι’ ἃ πάσχομεν: —TBg | |
sch Or1122 | ὥστ’ ἐκδακρῦσαι: οὕτως, φησὶ, περιπαθῶς θρηνήσομεν ὥστε αὐτὴν εἰς οἶκτον κινῆσαι ἐπὶ τῷ ἡμετέρῳ θανάτῳ λάθρα χαίρου‐ σαν: —MTAB | |
sch Or1123 | καὶ νῷν παρέσται: καὶ γὰρ ἡμεῖς οἰκτιζόμεθα μὲν, χαί‐ ρομεν δὲ ὡς μέλλοντες αὐτὴν φονεύειν. τὸ οὖν τότε ἢ ὅτε εἰσερ‐ χόμεθα ἢ ὅτε φονεύομεν αὐτήν: —MTAB ἄλλως: ἀντὶ τοῦ ἡμῖν τοῖς δύο. ταῦτα δέ φησιν ἀντὶ τοῦ τὸ | |
5 | δεῖν μὲν δακρύειν, χαίρειν δὲ τῇ διανοίᾳ. καὶ ἡμῖν γενήσεται ὅπερ ἐκείνῃ τότε ἡνίκα εἰσελθόντες πρὸς αὐτὴν ἱκετεύομεν. ὡς γὰρ ἐκείνη | |
ἡμῶν ὀδυρομένων προσποιήσεται μὲν δακρύειν, χαρήσεται δὲ κατὰ ψυχήν, οὕτως καὶ ἡμεῖς αὐτῆς ἱκετευούσης προσποιησόμεθα λυπεῖσθαι ἔνδοθεν χαίροντες ἐπὶ τῷ μέλλειν ἀναιρεῖν αὐτήν: —MTAB | 206 in vol. 1 | |
sch Or1126 | καὶ πῶς ἀναιροῦμεν αὐτὴν ἔμπροσθεν τῶν δούλων: —TAgB | |
sch Or1128 | ἀλλ’ ἐκφαίνοντα τὴν βουλὴν δηλονότι: —MiTB | |
sch Or1130 | νῦν, φησὶν, ἔγνων, πῶς δεῖ φονεύειν τὴν Ἑλένην: —MiTB | |
sch Or1137 | ἀντὶ τοῦ εὐχή. Ὅμηρος [Ζ 301]· ‘αἱ δ’ ὀλολυγῇ πᾶσαι‘: — MTAgB ἀντὶ τοῦ· καὶ θυσίας τοῖς θεοῖς ποιήσουσιν: —MiBi | |
sch Or1138 | κεδνά: κυρίως τὰ συνετὰ, νῦν δὲ τὰ ἀγαθά: —MTAgB ἀρώμενοι: ἀντὶ τοῦ εὐχόμενοι: —MTAgBi | |
sch Or1140 | ὁ μητροφόντης δ’: τὸ τοῦ μητροφόντου ὄνομα φυγὼν εἰς τὸ βέλτιον ὄνομα ἔρχῃ Ἑλένης φονεὺς λεγόμενος: —MTAB | |
sch Or1145 | οὐ γὰρ ἀκόλουθον ὑπομιμνήσκειν σε τοῦ φόνου τῆς μητρός: — MTABi | |
sch Or1146 | διὰ τὴν συμμαχίαν τοῦ Ἀγαμέμνονος ἀπολαβόντα τὴν Ἑλέ‐ νην οὐ δεῖ αὐτὸν πρὸς τούτοις ἔχειν τοὺς σοὺς δόμους: —MiTAB | |
sch Or1151 | ἀντὶ τοῦ θάτερον ἢ φονεύσαντες αὐτὴν ἢ καύσαντες τὸν οἶκον: —MiTAB | |
sch Or1154 | ἢ τὸ τῶν γυναικῶν ἢ τὸ ἑαυτῆς: —MiTBi | |
sch Or1155 | ἀληθής: —MgAg | |
sch Or1156 | ἕνα, φησὶν, ἄνδρα συνετὸν προκρίνειεν ἄν τις ἀλογίστου πλή‐ θους τῶν πολλῶν: —MTA1B ἄλλως: ἀσύνετον δέ ἐστι τὸ ἀνταλλάσσειν τὸ πλῆθος ἀντὶ εὐγε‐ νοῦς φίλου: —MTAB | |
5 | † ἀσύνετόν ἐστι τὸ ἀντικαταλλάσσειν γενναίου φίλου ἑνὸς καὶ εὐγε‐ νοῦς πλῆθος μὴ εὐγενές: —A | |
sch Or1160 | οἷον· συμβουλεύεις μοι: —MiBi | 207 in vol. 1 |
sch Or1162 | ἐν τῷ ἐπαινεῖσθαι λίαν: —MgBi | |
sch Or1163 | † ἐγὼ δὲ ἀποθνῄσκων οὕτω βούλομαι ἀποθανεῖν, ποιήσας τι κακὸν τοῖς ἐχθροῖς μου καὶ ἀμυνάμενος αὐτοῖς: —A † τὸ ἑξῆς· δράσας τι τοὺς ἐμοὺς ἐχθροὺς χρῄζω θανεῖν: —B | |
sch Or1165 | ἀντανέλωμεν: —Mg | |
sch Or1168 | ἄξιος νομισθείς: —MiT οὐ βίᾳ: —MgMiTBg | |
sch Or1169 | ῥώμην: ἐπικουρίαν καὶ ἰσχύν. οὐ καταισχυνῶ αὐτὸν δι’ ὧν ἀνάνδρως ἀποθανοῦμαι: —MTABg | |
sch Or1170 | τὸν μηδὲν γενναῖον δράσαντα: —MiAg | |
sch Or1172 | τοῦ φονεύειν καὶ μὴ φονεύεσθαι: —MiTAg | |
sch Or1174 | κτανοῦσι μὴ θανοῦσιν: τοῦτο κατ’ ἰδίαν λέγει, λείπει δὲ τὸ γενέσθαι. κτανοῦσιν ἡμῖν ἑτέρους, οὐχ ὑφ’ ἑτέρων ἀναιρεθεῖσι, τουτέστιν· εὐτυχήσομεν, εἰ κἂν ἕνα τῶν ἐχθρῶν ἀνέλοιμεν καὶ μὴ παρ’ ἐκείνων ἡμεῖς ἀναιρεθείημεν: —MTB | |
sch Or1175 | ὃ βούλομαι: ὃ γὰρ νομίζω τερπνὸν, τοῦτο καὶ μόνον ὀνο‐ μάζων ἀδαπάνως εὐφραίνομαι: —MTAB ἄλλως: ἐξ ὧν οὐδὲν βλαπτόμεθα, οὐδὲν κωλύει εὐφραίνειν ἑαυτοὺς λόγῳ. τὸ ἡδὺ, φησὶ, καὶ εὐκτὸν ἡμῖν πρᾶγμα, τό τινα τούτων | |
5 | λαβεῖν ὑποχείριον, οὐ βούλομαι διὰ στόματος μόνον προφέρειν, τουτέστι μέχρι λόγων ματαίων στῆναι καὶ ἀζημίως τέρψαι τὴν ἐμαυτοῦ ψυχὴν, τουτέστι μὴ μετὰ τοῦ ζημιῶσαί τινα τῶν ἐχθρῶν καὶ τιμωρήσασθαι: — MTAB | |
sch Or1177 | ἐγὼ κασίγνητ’: τοῦτο αὐτὸ, φησὶ, τὸ τινὰ λαβεῖν ὑπο‐ χείριον τούτων, σωτηρίαν ἡμῖν τοῖς τρισὶ φέρειν νομίζω: —MTAB | |
sch Or1178 | σωτηρίαν σοὶ τῷδέ τ’: τὸ ἀναιρεθείσης τῆς Ἑλένης, φησὶν ἡ Ἠλέκτρα, ἐνεδρεῦσαι καὶ τὴν Ἑρμιόνην. ταῦτα δὲ ἑξῆς ἐπά‐ γει: —MTAB | |
sch Or1179 | θεοῦ λέγεις πρόνοιαν: εἰπὲ, φησὶ, πόθεν σχήσομεν τὴν | |
σωτηρίαν. οἶδα γάρ σε συνετὴν τυγχάνουσαν ἀπ’ ἀρχῆς: —MTAB ἄλλως: λέγε, φησὶν, ἣν ἔχεις ἡμῖν σωτηρίαν, πῶς πράξεις: — MTAB | 208 in vol. 1 | |
sch Or1182 | τὰ ἀγαθὰ καὶ ἐν τῷ προσδοκᾶσθαι μόνον ἔχει τινὰ τέρ‐ ψιν: —MiTAB | |
sch Or1183 | οἶδας, φησὶ, ταύτην: —Mi | |
sch Or1187 | χοαὶ ἐπὶ τῶν νεκρῶν: —MgTAgBg | |
sch Or1188 | οἷον· εἰς τί τοῦτο εἶπας: —MiTAgB | |
sch Or1189 | ἐνέχυρον τῆς σωτηρίας ἡμῖν: —MgTAgB | |
sch Or1190 | λείπει τὸ ἕνεκεν: —MgBg τίνος χάριν τοῦτο εἶπας: —MiTAgB † ὅμοιον τῷ ὑποτίθης τίν’ ἐλπίδα. τίνα γὰρ, φησὶν, ἐλπίδα ἐκ τούτου μοι ὑποβάλλεις, ἐκ τοῦ λέγειν ὅτι ἐπορεύθη ἡ Ἑρμιόνη πρὸς τὸν | |
5 | τῆς Κλυταιμνήστρας τάφον: —B | |
sch Or1192 | ὡσεὶ ἔλεγεν· ἓν σῶμα καὶ μία ψυχή ἐσμεν. πᾶν γὰρ τὸ καθ’ ἡμᾶς ἓν, φησὶ, καὶ ταὐτόν ἐστιν: —MTAB † ἄλλως: τοῦτό φησιν ὡς, εἴ τινα ἐξ ἡμῶν κακώσει, ἐν τοῖς τρισὶν ἡ βλάβη περιίσταται. κοινὰ γὰρ τὰ τῶν φίλων: —B | |
5 | ἄλλως: ἓν γὰρ, φησὶ, καὶ ταυτόν ἐστι πᾶν τὸ καθ’ ἡμᾶς καὶ ὡς εἰπεῖν ἓν σῶμα καὶ μία ψυχή: —MTB | |
sch Or1197 | κεκτῆσθαι: —MgAg ἀντὶ τοῦ ἀπολαύειν, τουτέστι· συγχώρει τῷ πατρὶ τὴν Ἑρμιόνην πρὸς ἀπόλαυσιν καὶ ὄνησιν κτήσασθαι. ἔνθεν καὶ τὸ ‘πολυπάμονοσ‘ [Δ 433]. ἠτυμολόγησε τὸ πατήρ παρὰ τὸ πεπᾶσθαι. καὶ ἀλλαχοῦ | |
5 | [frg. 660]· ‘πολλῶν καλεῖσθαι βούλομαι πατὴρ δόμων‘, ἀντὶ τοῦ δεσπό‐ της: —MTAB | |
sch Or1199 | ἀντὶ τοῦ· παρίδῃ σε ἀπολλύμενον: —MiTAgB | |
sch Or1200 | ἐὰν ἐν τῇ ὀργῇ πολὺς ἔλθῃ: —MgTAgB | 209 in vol. 1 |
sch Or1203 | ἀντὶ τοῦ ἀσφάλειαν: —MgTAg | |
sch Or1204 | ὦ τὰς φρένας μέν: ἁρμόζουσα μὲν ἀνδράσι διὰ τὰς φρέ‐ νας, γυναικὶ δὲ ὁμοία τὸ σῶμα, ἀντὶ τοῦ εὐπρεπὴς οὖσα. ἢ γυναικὸς φύσιν ἔχουσα· ὃ καὶ βέλτιον: —MTAB ἄλλως: ἁρμοζόμενον γυναιξί. τὰς μὲν γὰρ ἀρετὰς καὶ ὁ Πλάτων | |
5 | κοινὰς εἶναί φησι, πλεονεκτεῖν δὲ ἴσως τοὺς ἄρσενας: —MTAB | |
sch Or1208 | ᾗ τινι συζῶν· τὸ γὰρ ζῶν ἀντὶ τοῦ συζῶν· μακάριος ἔσῃ: — MiTB | |
sch Or1210 | οἷον κοσμουμένη, τιμωμένη. ἀνοίκεια δὲ ταῦτα τοῦ προ‐ κειμένου ἀγῶνος: —MiTB | |
sch Or1212 | ὡς τἄλλα γ’ εἶπας: τὸ ἑξῆς· ὡς τἄλλα γ’ εἶπας κάλ‐ λιστα. εἰ τοῦτ’ εὐτυχήσομεν τὸ λαβεῖν τὴν Ἑρμιόνην, δόξεις τἄλλα καλῶς εἰρηκέναι: —MiTB ἄλλως: ἐὰν τούτου μόνου ἐπιτύχωμεν, πάντα τὰ ἄλλα καλῶς εἴ‐ | |
5 | ρηκας: —MiTB | |
sch Or1213 | σκύμνος κυρίως τὸ τῶν λεόντων τέκνον, νῦν δὲ ἐπὶ ἀν‐ θρώπου: —MiTBi | |
sch Or1215 | ἀντὶ τοῦ φθάνοι λοιπὸν ὁ χρόνος καὶ ἐγγύς ἐστιν: — MiTBi | |
sch Or1216 | τοῦτο μὲν δὴ τοιοῦτον: —MiB | |
sch Or1217 | πάρος μένουσα: ἀντὶ τοῦ ἔμπροσθεν. ἢ τὴν παρου‐ σίαν αὐτῆς ἐκδεχομένη: —MTgB | |
sch Or1219 | ὁ Μενέλαος δηλονότι: —MiBi | |
sch Or1220 | γέγωνέ τ’ ἐν δόμοις: ἢ διὰ λόγων σημάνασα βόησον μέγα ὥστε ἔνδον ἡμᾶς ὄντας ἀκοῦσαι: —MTB | |
sch Or1225 | σκοτεινῆς, ὀρφανῆς τινος διὰ τὸ ἔρημον εἶναι φωτός: —MiTBi | |
sch Or1226 | ἀντὶ τοῦ· καλεῖ σε: —Mi | 210 in vol. 1 |
sch Or1229 | ἐν τῷ ἀντιγράφῳ οὐ φέρονται οὗτοι οἱ δ ἴαμβοι, [καὶ] ἐν ἄλλῳ δέ: —MiT | |
sch Or1233 | ὦ συγγένεια: παρόσον ὁ Στρόφιος Ἀναξιβίαν [Κυδραγόρας] ἔγημε τὴν Ἀγαμέμνονος ἀδελφὴν, ἐξ ἧς ἐγένετο Πυλάδης, ὡς † φησὶ Κράτης. ἢ ἐπεὶ ὁ Στροφίου πατὴρ Κρῖσος Ἀτρέως θυγατέρα ἐγάμει [αὐτὴν] τὴν Κυδραγόραν: —MTB | |
5 | αἷμα οἱ παῖδες, γένος οἱ ἀδελφοὶ, συγγένεια οἱ γαμβροί: —MiB | |
sch Or1235 | ἐγὼ ὑπὲρ σοῦ, φησὶν, ἐφόνευσα τὴν μητέρα. τὸ δὲ ἑξῆς· σοὶ, πάτερ, ἀρήγων: —MiT | |
sch Or1236 | ὅ ἐστι· συνῄνεσα τῷ φόνῳ: —MiTBi | |
sch Or1238 | οὐκοῦν ὀνείδη: οὐκοῦν ῥῦσαι ἡμᾶς ὡς μέλλων κλύειν ταῦτα ἐπὶ ὀνείδεσιν, ἐὰν μὴ σωθῶμεν, ὅτι ἐπικουρήσασιν οὐκ ἐβοή‐ θησας: —MTB ἄλλως: ὀνείδη: τῶν εὐεργεσιῶν τὰς ὑπομνήσεις, ὡς καὶ ὁ ποιητὴς | |
5 | [Α 211]· ‘ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον‘: —MTB | |
sch Or1239 | οἷον· σπονδάς σοι διὰ δακρύων ποιῶ. οὐ γὰρ ἔχω ἄλλο τι: — MiTBi | |
sch Or1241 | εἰ κατὰ γῆς ἔρχονται: —MMiTBi | |
sch Or1242 | ὅτι ἐπικουρήσασιν οὐκ ἐβοήθησεν: —MMiT | |
sch Or1244 | ἓν δίκαιον ἅπασιν ἡμῖν: —T | |
sch Or1246 | Μυκηνίδες ὦ φίλαι: Ἰνάχῳ ἐκ Μελίας ἐγένετο Φορωνεὺς καὶ Φηγεύς. τούτων Φορωνεὺς μὲν ἄρξας τὸ νῦν Ἄργος Φορωνικὸν ἄστυ ἐκάλεσεν, ἴσχει δὲ παῖδας ἐκ Πειθοῦς Αἰγιαλέα, Ἄπιν, Εὔρωπα, Νιόβην. Φηγεὺς δὲ πόλιν κτίζει Φηγὰς καὶ παῖδας ἴσχει Σπάρτωνα καὶ Μέσσωνα. | |
5 | Σπάρτωνος δὲ παῖς Μυκηνεὺς, ὃς Μυκήνας ἔκτισε. Φορωνέως δὲ ἀπο‐ λωλότος καὶ τῶν παίδων διασκεδασθέντων Ἄργος ὁ Νιόβης βασιλεύσας ὅλην τὴν ἐντὸς τοῦ Ἰσθμοῦ Ἀργείαν καὶ τὸ Φορωνικὸν ἄστυ Ἄργος | |
ὠνόμασεν: —MTB ἄλλως: πρὸς τὰς ἀπὸ τοῦ χοροῦ διαλέγεται. Μυκηνίδας δὲ αὐ‐ | 211 in vol. 1 | |
10 | τὰς καλεῖ καὶ Ἀργείας, ἐπεὶ ὀλίγον ἀφεστήκασιν ἀλλήλων αἱ πόλεις: — MTB | |
sch Or1247 | τὰ πρῶτα: τουτέστιν αἳ τὰ πρωτεῖα φέρεσθε κατὰ τὸ Ἄρ‐ γος. Πελασγόν δὲ ἀπὸ Πελασγοῦ τοῦ αὐτόθι βασιλεύσαντος: —MTB λείπει τὸ ἔχουσαι: —MMgTBi | |
sch Or1249 | τὸ καλεῖσθαι πότνιαν παραμένει σοι: —MiTBi | |
sch Or1251 | τὴν λεωφόρον ὁδόν: —MgBg | |
sch Or1252 | εἰς τὸ φρουρεῖν καὶ τηρεῖν τὸν οἶκον: —MiTBi | |
sch Or1253 | τί δέ με τόδε χρέος: οἷον· εἰς τί μοι τοῦτο τὸ πρᾶγμα προστάσσεις ποιεῖν, τὸ φρουρεῖν τὴν ὁδόν: —MTB | |
sch Or1256 | τὸ τῆς Ἑλένης: —MiBi | |
sch Or1259 | τὸν ἀνατολικόν φησιν: —MiT | |
sch Or1260 | καὶ μὴν ἐγὼ τόνδ’: ἡνιοχεῖ. τὸ δυτικὸν, ὅτι τῆς ἠοῦς πέρας ἐστὶν ἢ ὅτι τότε εἰς ἑαυτοὺς περῶμεν: —MTB ἄλλως: τὸ δυτικὸν λέγει. ἑσπέρα δὲ λέγεται, ὅτι τοῦ ἠοῦς πέρας ἐστίν. ἢ 〈ὅτι〉 τότε εἰς ἑαυτοὺς περῶμεν. ἢ ἐσωφέρα τις οὖσα, | |
5 | ἀπὸ τοῦ πάντας εἰσφέρειν καὶ ἔσω φέρειν. καὶ ἡ Σαπφὼ δὲ οὕτως τὸν ἕσπερον ἀστέρα εἶπε τρόπον τινὰ ἐτυμολογοῦσα τὸ ὄνομα [frg. 95]· ‘ἕσπερε πάντα φέρων ὅσα φαινολὶς ἐσκέδας’ αὔωσ‘: —MTB | 212 in vol. 1 |
sch Or1261 | οἷον· περίφερέ σου καὶ πλαγίαζε τὸ ὄμμα καὶ φύλασσε καὶ τὰ πλάγια τῶν οἴκων ἐπιτήρει: —MiTB | |
sch Or1266 | ἑλίσσετε νῦν βλέφαρον: τὸ ἑξῆς· ἑλίσσετε νῦν βλέφαρον διὰ βοστρύχων καὶ κόραισι δίδοτε πάντα, ὅ ἐστι· πάντα τόπον τῇ θέᾳ δίδοτε καὶ σκοπεῖτε: —MTB | |
sch Or1267 | κόραισι δίδοτε: λείπει τὸ ἐπί· 〈τὸ ἐπὶ〉 ταῖς κόραις βλέφα‐ ρον ἑλίσσετε καὶ κινεῖτε καὶ διὰ τῶν βοστρύχων αὐτὸ δίδοτε πανταχόσε. ἀντὶ τοῦ τὰς κόρας καὶ τὰς ὄψεις ἀποτείνετε πανταχοῦ, ἵν’ ᾖ τὸ πάντῃ ἀντὶ τοῦ πανταχοῦ. ἢ πάντα τόπον δίδοτε ταῖς ὄψεσιν: — | |
5 | MTB διὰ βοστρύχων δὲ εἶπεν, ἐπειδὴ καθειμένον ἔχουσι τὸν πλό‐ καμον μέχρι τῶν παρειῶν ὡς ἂν παρθένοι: —MTB ἄλλως: πενθοῦσαι τὸν Ὀρέστην λελυμένον αὐτὸν ἔχουσιν, ἐξ οὗ συνέβαινε τὰ πλάγια μὴ ὁρᾶν: —MTB | |
sch Or1273 | ἀντὶ τοῦ ἔσο: —MiTBi ὃν οὐ δοκεῖς κενὸν εἶναι, κενός ἐστιν: —MiTBi | |
sch Or1274 | ἀρσενικῶς εἶπεν ὁ στίβος: —MiBi | |
sch Or1275 | πρὸς τὸ ἄλλο ἡμιχόριον λέγει ἡ Ἠλέκτρα· πῶς δέ· τὸ κατὰ σὲ ἔτι βέβαιον: —MiTB | |
sch Or1280 | ἀντὶ τοῦ συμφωνεῖς μοι: —MiT | |
sch Or1281 | τὴν ἀκοὴν καὶ τὸ οὖς μου πρὸς ταῖς πύλαις παραθῶ ὥστε | |
ἀκούειν βοήν: —MiTBi | 213 in vol. 1 | |
sch Or1283 | διὰ τί ἀναβάλλεσθε. πρὸ τοῦ ἐπιστῆσαι τὰ σφάγια **: — MiTB | |
sch Or1285 | ἀντὶ τοῦ Ἑλένην φονεύειν: —MiTB τινὲς γράφουσι σφαγίδα φοινίσσειν, ὅ ἐστι τὴν μάχαιραν: — MiTBi | |
sch Or1287 | ἆρ’ εἰς τὸ κάλλος: ἆρα εἰς τὸ τῆς Ἑλένης κάλλος βλέ‐ ψαντες οὐκ ἐχρήσαντο τοῖς ξίφεσιν· οἷόν τι καὶ Στησίχορος [frg. 25] ὑπογράφει περὶ τῶν καταλεύειν αὐτὴν μελλόντων. φησὶ γὰρ ἅμα τῷ τὴν ὄψιν αὐτῆς ἰδεῖν αὐτοὺς ἀφεῖναι τοὺς λίθους ἐπὶ τὴν γῆν: —MTB | |
5 | ἄλλως: ἐὰν ᾖ ἐκκεκώφηται ἄνευ τοῦ ν, ἔστιν ὁ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῆς Ἑλένης ἀγασθέντα τὸ κάλλος ἀνεπαίσθητα καὶ ἀνενέργητα γεγόνασιν. ἐὰν δὲ ᾖ ἐκκεκώφηνται, ἐπὶ τῶν περὶ τὸν Ὀρέ‐ στην ἀκουστέον· ἆρα μὴ διὰ τὸ κάλλος Ἑλένης ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ἐκκεκώφηνται ὡς [Β 135] ‘σπάρτα λέλυνται‘. | |
10 | Ἀριστοφάνης δὲ γράφει ἐκκεκώφωνται ξίφη. σημαίνει γὰρ ὅτι εἰς τὸ κάλλος Ἑλένης ἀποβλέψαντες ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ὁ δὲ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῷ κάλλει νενίκηται καὶ διαμεμάλακται. ἐὰν δὲ ἐκκεκώφωνται, ἐπὶ τῶν περὶ Ὀρέστην ἐκ‐ δεκτέον ὅτι ἐκκεκώφωνται αὐτοὶ πρὸς τὸ κάλλος καὶ εἴασαν τὰ ξίφη: — | |
15 | MTB | |
sch Or1290 | βοηθῷ, τῷ μετὰ βοῆς βοηθοῦντι: —MgTB ἀντὶ τοῦ· πρὸς τὰ μέλαθρα παραγενήσεται: —MgTB | |
sch Or1292 | βέλτιον ἀκριβῶς σκοπῆσαι: —MgTB | |
ἀντὶ τοῦ· οὐκ ἔστι χρεία τοῦ καθέζεσθαι: —MiTB | 214 in vol. 1 | |
sch Or1295 | ἐκ διαδοχῆς πάντα περιβλεπομένη: —MiTB | |
sch Or1298 | ὡς ἔστι τεκμήρασθαι: —MiTBi | |
sch Or1301 | ἀντὶ τοῦ· ἐν τῇ πόλει ὤν:—MiTBg | |
sch Or1302 | καινὶς γὰρ ἡ μάχαιρα: —MiT γράφεται καὶ θείνετε: —Mg | |
sch Or1303 | τὰ δύο: —MiBg | |
sch Or1304 | ἐκ χερὸς ἱέμενοι: ἀντὶ τοῦ ἱέντες. ἁπλούστερον δὲ ὡς γυναῖκες εἶπον· οὐδεὶς γὰρ ξίφος ἀφίησι καὶ βάλλει. ἢ τὸ ἱέμενοι ἀντὶ τοῦ προθυμούμενοι. ἢ ἀντὶ τοῦ ἱέντες: —MTB | |
sch Or1306 | ἐφόνευσεν: —Mg | |
sch Or1309 | ἀντὶ τοῦ συνέπεσεν: —MiTB | |
sch Or1315 | περιφραστικῶς, εἰς τὰ δίκτυα: —MiTBi | |
sch Or1317 | ἐν καταστάσει γίνεσθε καὶ μὴ θορυβεῖσθε: —MiB πάλιν κατάστηθ’: ἀναδράμετε, φησὶν, εἰς τὴν προτέραν κατά‐ στασιν τῆς ὄψεως καὶ τὸ μὲν ὄμμα κατεστυγνακὸς ἔχετε, τὸ δὲ πρόσω‐ πον ἀνύποπτον τῶν πεπραγμένων χάριν, τουτέστι· προσποιεῖσθε καὶ νῦν | |
5 | κατηφεῖς εἶναι καὶ λυπεῖσθαι ὡς πρὸ τούτου διὰ τὸν Ὀρέστην, ἵνα μὴ περιχαρεῖς ὑμᾶς ὁρῶσα συνῇ τὸ κατὰ τῇ Ἑλένης πραττόμενον: —MTB | |
sch Or1323 | ἥκω λαβοῦσα πρευμένειαν: ἐξευμενισαμένη τὴν ψυχὴν Κλυταιμνήστρας. παρὰ δὲ τὸ πρᾶον καὶ εὐμενές συντέθειται τὸ ὄνομα, ἀντὶ τοῦ πραευμενής: —MTB πραεῖαν εὐμένειαν: —MiT | |
sch Or1325 | τηλουρὸς οὖσα: μακρὰν, τῆλε τῶν ὁρίων οὖσα τῆς οἰκίας. ἐν γὰρ τῷ τάφῳ τῆς Κλυταιμνήστρας ἦν. ὁ δὲ λόγος· ἀλλὰ περίφοβος γέγονα διὰ τὴν γενομένην βοὴν ἐν τοῖς οἴκοις, ἣν ἤκουσα πόρρω οὖσα: — MTB | |
5 | λείπει ἡ διά· διὰ τὴν βοήν: —MiBi | |
sch Or1326 | τί δ’· ἄξι’ ἡμῖν: πεπόνθαμεν ἄξια στεναγμάτων: —MTB ἄλλως: πῶς, φησὶν, ἄξια ἡμῖν στενάγματα, ἀντὶ τοῦ· οὐκ ἀξίως στενάζομεν: —MTB | 215 in vol. 1 |
sch Or1334 | ἀντὶ τοῦ· ὑπὲρ ἐμοῦ παρακαλεῖ: —MiTBi | |
sch Or1335 | ἐπ’ ἀξίοισι τἄρ’ ἀνευφημεῖ: ἀξίως, ὅτι καὶ ὁ οἶκος θρηνεῖ δι’ ὑμᾶς. ἐὰν μὲν ἂν εὐφημεῖ, ἀντὶ τοῦ δυσφημεῖ νοη‐ τέον, ἵν’ ᾖ κατὰ ἀντίφρασιν εἰρημένον συνδέσμου ὄντος τοῦ ἄν· ἐὰν δὲ ὑφ’ ἓν ἀνευφημεῖ, ἀντὶ τοῦ κακοφημεῖ καὶ ἀναθρηνεῖ ὁ δόμος. | |
5 | σημαίνει δὲ τὸ ἀνηχεῖ: —MTB | |
sch Or1336 | περὶ τοῦ γὰρ ἄλλου: περὶ τίνος γὰρ ἄλλου φθέγξαιτό τις ἢ θρηνήσειεν, ἢ ὅτι ἡμεῖς ἀπολλύμεθα: —MTB ἄλλως: διὰ ποῖον γὰρ ἄλλο ἤμελλέ τις βοᾶν ἐν τοῖς οἴκοις: —MTB | |
sch Or1343 | ἀντὶ τοῦ· ἐν σοί ἐστιν ἡ σωτηρία ἡμῶν. δήλωμα δέ ἐστι τοῦτο: —MiB | |
sch Or1345 | ὅσον τὸ κατ’ ἐμέ: —MiBi | |
sch Or1351 | τὸ ἑξῆς· οὕνεκ’ ἄνδρας Φρύγας κακοὺς εὑρὼν οὐκ ἔπραξεν αὐτοὺς οἷα χρὴ πράσσειν κακούς: —MiTB | |
sch Or1354 | ἀντὶ τοῦ ἔμπροσθεν: —MiBi | |
sch Or1355 | μὴ δεινὸν Ἀργείοισιν: μήποτέ τις ἔλθῃ πρὶν ἡμᾶς ἀκοῦ‐ σαι παρά τινων πῶς τὰ ἔσω διάκειται ἢ καὶ ἰδεῖν τὸν Ἑλένης φόνον: — MiTB | |
sch Or1356 | λείπει τὸ ὥστε: —MiBi | |
sch Or1358 | ἀντὶ τοῦ καθῃμαγμένον: —MiT | |
sch Or1360 | τὰς μὲν γάρ: ὡς ἀπὸ τῆς βοῆς ἐν συμφοραῖς οὖσαν τὴν Ἑλένην ἐγίνωσκον, ἀγνοοῦσι δὲ, εἰ πέρας ἔσχεν ὁ φόνος αὐτῆς: —MiTB | |
sch Or1361 | διὰ δίκας ἔβα: οἷον· δικαίως ἡ Νέμεσις τὴν Ἑλένην ἐτι‐ μωρήσατο: —MiTB ἄλλως: ἡ νέμεσις τῆς δίκης τῶν θεῶν ἔμολεν, ὅ ἐστι· δίκην ἀπαι‐ | |
τεῖται παρ’ αὐτῶν· ἐνεμέσησαν γὰρ αὐτῇ οἱ θεοί: —MiTB | 216 in vol. 1 | |
sch Or1364 | ἤτοι ἀπολόμενον ἢ ὀλέθριον: —TBi | |
sch Or1366 | ἀλλὰ κτυπεῖ: ἐξιών τις ψοφεῖ, τοῦτο γὰρ ἔθος, ταῖς θύραις. τούτους δὲ τοὺς τρεῖς στίχους οὐκ ἄν τις ἐξ ἑτοίμου συγ‐ χωρήσειεν Εὐριπίδου εἶναι, ἀλλὰ μᾶλλον τῶν ὑποκριτῶν, οἵτινες, ἵνα μὴ κακοπαθῶσιν ἀπὸ τῶν βασιλείων δόμων καθαλλόμενοι, παρανοίξαντες | |
5 | ἐκπορεύονται τὸ τοῦ Φρυγὸς ἔχοντες σχῆμα καὶ πρόσωπον. ὅπως οὖν διὰ τῆς θύρας εὐλόγως ἐξιόντες φαίνωνται, τούτους προσενέταξαν. ἐξ ὧν δὲ αὐτοὶ λέγουσιν, ἀντιμαρτυροῦσι τῇ διὰ τῶν θυρῶν ἐξόδῳ. φα‐ νερὸν γὰρ ἐκ τῶν ἑξῆς ὅτι ὑπερπεπήδηκεν: —MTB | |
sch Or1368 | παρ’ οὗ ἢ ἀφ’ οὗ: —Mi | |
sch Or1369 | Ἀργεῖον ξίφος: ἐντεῦθεν ἐξέστη τοῦ ἰδίου ἤθους ὁ Εὐρι‐ πίδης ἀνοίκεια ἑαυτῷ λέγων: —MiTB | |
sch Or1370 | ἐν εὐμάρισιν: εὔμαρις εἶδος ὑποδήματος σανδαλώδους· πεποίηται δὲ ἀπὸ τοῦ εὐμαρῶς ὑποδεῖσθαι. προπαροξύνεται ἐν τῇ κα‐ θόλου [p. 99, 27]: —MiTB | |
sch Or1371 | κεδρωτὰ παστάδων: τὰ ἐκ κέδρου ξύλα. παστάδων δὲ τῶν κοιτώνων. τέρεμνα δὲ τὰς ὑψηλὰς στέγας. φαίνεται δὲ ἐκ τούτων ὑπερπεπηδηκὼς τὰς ὑψηλὰς στέγας. ἀντὶ τοῦ ὑπὲρ τε‐ ράμνων. ταῦτα οὖν φησιν, ὡς ὑπερπεπηδηκὼς τῶν ἔσω τινὰς οἴκων. | |
5 | παστάδων γὰρ τῶν θαλάμων. Αἰσχίνης δὲ τὴν ὑπέρ ἀντὶ τῆς πρό φησίν, ἵν’ ᾖ ἀντὶ τοῦ πρὸ τεράμνων: —MTB | |
sch Or1372 | τριγλύφους: παρὰ Δωριεῦσι γλυφή τις ἦν ἣ ἐκαλεῖτο τρίγλυφος. ἢ ὡς τῶν Δωριέων καταδειξάντων τὰς τῶν ὀρόφων γλυφάς: — MTB | |
sch Or1373 | † φροῦδα γᾶ: διχῶς ἄν τις τοῦτο ἐκδέξαιτο· καθ’ ἕνα μὲν τρόπον ὅτι ἡ γῆ τῶν Ἀργείων ἀφανής ἐστι τοῖς βαρβάροις δραπε‐ | |
τεύουσι καθόσον ἄπειροι τῶν τόπων· ἄλλως δὲ, ἐπεὶ ὑπερβαίνει τὰ βασί‐ λεια καὶ 〈οὐ〉 διὰ τοῦ ἐδάφους τὴν πορείαν ποιεῖται, διὰ τὸ ὕψος | 217 in vol. 1 | |
5 | ἀφανῆ φησιν εἶναι τὴν γῆν αὐτῷ. τὸ δὲ βαρβάροισι δρασμοῖς πρὸς τὸ ἐχόμενον ληπτέον, οἷον· βάρβαρος ὢν οὐκ οἶδα ποῦ φύγω· καὶ γὰρ οὔκ εἰμι τῶν τόπων ἐθάς. ἢ οὕτως· ἐπεὶ μὴ διὰ γῆς ποιεῖται τὴν πορείαν, ἀλλ’ ὑπερβὰς ἥλατο, ἀφανῆ φησιν ἑαυτῷ εἶναι τὴν γῆν. ἢ τὸ φροῦδα γᾶ ἐπὶ τῆς Ἰλίου φησίν. ἐρωτώμενος γὰρ τὸ | |
10 | ὅμοιόν φησιν· Ἴλιον Ἴλιον ὤ μοι μοι: —TB † ἐμοὶ τῷ βαρβάρῳ φεύγειν βουλομένῳ ἀφανής ἐστιν ἡ γῆ διὰ τὸ μὴ εἰδέναι τοὺς τόπους ὅπου φύγω: —T † ἄλλως τὸ λεγόμενον νοοῦμεν. ἢ οὕτως ἐκδεκτέον· τοῖς βαρ‐ βάροις δραπέταις ἄδηλος ἡ γῆ τῶν Ἀργείων: —T | |
15 | τουτέστιν· ἐμοῦ τοῦ βαρβάρου φεύγοντος πάνυ ἀφέστηκεν ἡ πα‐ τρίς: —MiTB | |
sch Or1374 | βαρβάροισι δρασμοῖς: βάρβαρος ὢν καὶ φυγεῖν θέλων πᾷ, φησὶ, φύγω, ὦ ξέναι. τὸ δὲ αἰαῖ ἐπιστένων λέγει: —MiTB ἀντὶ τοῦ· πέφευγα βαρβάροις δρασμοῖς: —MiT | |
sch Or1375 | αἰαῖ πᾷ φύγω: τὸ Ἴλιον λέγει καὶ τοῦτο εἰπὼν ἐπιστένει. φανερὸν δὲ ἐκ τοῦ καὶ πάλιν ἐρωτηθέντα ὑπὸ τοῦ χοροῦ τί δ’ ἔστιν Ἑλένης πρόσπολ’ εἰπεῖν Ἴλιον Ἴλιον: —MTB | |
sch Or1378 | ταυρόκρανος 〈ἀγκάλαις ἑλίσσων〉 κυκλοῖ χθόνα: τοῦτο ἔξωθεν ὁ ποιητὴς πρὸς ἀναπλήρωσιν τοῦ ἰαμβείου προσέθηκεν· οὐ γὰρ ἁρμόττει ἀμαθεῖ γε ὄντι τῷ Φρυγὶ τοῦτο λέγειν. ἀναστρεπτέον δὲ τὴν λέξιν, τουτέστιν· ὃν Ὠκεανός. καὶ οὗτος δὲ ποταμὸν ὑπεί‐ | |
5 | ληφε τὸν Ὠκεανὸν ὡς Ὅμηρος [Υ 7]· ‘οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο‘. ὅτι δὲ κύκλῳ περιρρεῖ τὴν οἰκουμένην, ἐσήμανε τῷ [Σ 399 υ 65] ‘ἀψορρόου Ὠκεανοῖο‘. ἐπιεικῶς δὲ τοὺς ποταμοὺς ταυρο‐ | |
κράνους ἐζῳγράφουν τε καὶ ἔλεγον ἴσως ὅτι παραπλησία τῷ μυκήματι τῶν ταύρων ἡ ἀπήχησις τοῦ ὕδατος ἐν τοῖς σφοδρῶς ῥέουσι ποταμοῖς. ἢ | 218 in vol. 1 | |
10 | διὰ τὸ βίαιον τῶν ὑδάτων, ἅπερ τὴν γῆν διὰ τὰ παρεμπίπτοντα τῶν ὑδάτων ῥήγνυσιν ὡς τοῖς κέρασιν οἱ ταῦροι. ὡς γάρ φησιν ἐν ἄλλοις [Bacch. 743], ‘ταῦροι δ’ ὑβρισταὶ καὶ εἰς κέρας θυμούμενοι‘. ἐν γὰρ αὐτοῖς ἔχουσι τὴν ἰσχύν: —MTB | |
sch Or1381 | ἐρωτηθεὶς ὑπὸ τοῦ χοροῦ πάλιν εἶπεν ὁ Φρὺξ Ἴλιον Ἴλιον ὤμοι μοι· τό τε Ἴλιον καὶ τὴν καλλίβωλον Ἴδην τῇ ἐμαυτοῦ βαρβάρῳ φωνῇ στένω. ὁ δὲ λόγος· στένω τὰ εἰρημένα ἀπολόμενα διὰ τὸ τῆς Ἑλένης κάλλος. καὶ τὸ ἁρμάτειον μέλος, τὸ ἐπὶ κακοῖς ᾀσθέν: — | |
5 | MTB | |
sch Or1384 | τινὲς τοῦτο παρεπιγραφὴν εἶναι ὡς εἰς τὰ κωμικὰ δράματα: — MiTB ἁρμάτειον μέλος: ἁρμάτειον μέλος τὸν θρῆνόν φησι τὸν ἐπὶ τῷ ἑλκυσμῷ τοῦ Ἕκτορος γινόμενον, ἵν’ ᾖ οὕτως· τὸ Ἴλιον καὶ τὴν Ἴδην, | |
5 | ἔτι δὲ καὶ τὸν Ἕκτορα καὶ τὸ ἐπὶ τούτῳ μέλος θρηνῶ βαρβάρῳ βοᾷ. ἔνιοι δὲ ἁρμάτειον τὸν ὑμέναιον, τὸν ἐπὶ ἅρμασι τῶν νυμφῶν ᾀδόμενον, | |
ὡς ἐπιθαλάμιον. τούτου γὰρ, φασὶν, ὁ Φρὺξ ὑπομιμνησκόμενος στε‐ νάζει τὸν Ἑλένης γάμον καὶ ὑμέναιον. οἱ δὲ ἁρμάτειον τὸ σύντονον, ἐπεὶ συντόνῳ φωνῇ κέχρηται: —MT | 219 in vol. 1 | |
10 | ἄλλως: νόμον Ἀθηνᾶς φασι διὰ τὸ Ἁρματέα τινὰ Βοιωτὸν αὐτὸ συνθεῖναι, οἱ δὲ ἁρμάτειον τὸ ἀπὸ τοῦ ἅρματος τῆς Ῥέας γινόμενον. ἔνιοι δὲ ἁρμάτειον τὸ ὀξύφωνον ἀπὸ τῶν ὑπαξονίων ἤχων: —T ἄλλως: τὸν θρῆνον καὶ τὸ μέλος ἀναβοῶ τὸν ἐπὶ τῷ ἅρματι γενό‐ μενον ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ ὑπ’ Ἀχιλλέως. τούτου γὰρ, φησὶ, τελευ‐ | |
15 | τήσαντος τὸ Ἴλιον ἀπώλετο: —T ἁρμάτειον μέλος: τὸ ἁρμάτειον μέλος ὁ Δίδυμός φησιν ὠνομάσθαι, ὅτι αἱ ἀρχαῖαι παρθένοι εἰς τοὺς θαλάμους διὰ τῶν ἁρμάτων ἤγοντο· ὅθεν ἔτι καὶ νῦν πάροχοι λέγονται ἀπὸ τοῦ [τοῖς ὄχεσι] παροχεῖσθαι ** ὑμέναιον ᾄδειν. τὸ δὲ ᾀδόμενον ἁρμάτειον ἐκάλουν [ἀπὸ τοῦ ταῖς παρ‐ | |
20 | θένοις διὰ τῶν ἁρμάτων ἀγομέναις παρεδεῖσθαι], ὡς ἐπιθαλάμιον 〈τὸ〉 ἐν τοῖς θαλάμοις. ὅθεν τοίνυν ὁ βάρβαρος, ἐπειδὴ συνέβη ὁ τῆς Ἑλένης γάμος, ὃν Πάρις συνετέλεσεν, ἐπὶ κακῷ τοῖς Τρωσὶ γενέσθαι, καὶ τὸν αὐτοῖς ὑμέναιον ᾀσθέντα κατὰ ἀνάμνησιν ἀναστενάζει, τὸν ἐπὶ κακῷ τοῖς Τρῳσὶν [ὑμέναιον] ἐπιτελεσθέντα. ὅτι δὲ οὕτως ἔχει, ἐπιφέρει διὰ | |
25 | 〈τὸ〉 τᾶς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας ὡς δῆλον εἶναι τὸν ἐπὶ τῇ Ἑλένῃ δι’ ἅρματος ᾀσθέντα. ἔνιοι δὲ ἁρ‐ μάτειον τὸν θρῆνόν φασι τὸν ἐπὶ τῷ ἅρματι γενόμενον, ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ. ἀναιρεθέντος γὰρ Ἕκτορος 〈τὸ Ἴλιον ἀπώλετο〉. Ἀπολ‐ λόδωρος ὁ Κυρηναῖος παρεπιγραφὴν λέγει εἶναι τὸ † ἁρμόδιον, ὦ Ἴλιον. | |
30 | εἰ δὲ ἦν παρεπιγραφή, ἅπαξ ἂν ἐπεγράφετο [τὸ Ἴλιον ἀπώλετο]. ἔνιοι δὲ τὸν ἐκπεπηδηκότα Φρύγα εὐνοῦχόν φασιν εἶναι, τοὺς δὲ εὐνούχους ἐπιεικῶς ὀξυφώνους ὑπάρχειν. τὸ οὖν ὀξύτονον ἁρμάτειον αὐτὸν φάναι διὰ τὸ τὸν ὑπαξόνιον τῶν ἁρμάτων ἦχον ἀνατεταμένον τε καὶ ὀξὺν εἶναι. ὅτι δὲ εὐνοῦχος ἦν, φησὶν [1528]· ‘οὔτε 〈γὰρ〉 γυνὴ πέφυκας, | |
35 | οὔτ’ ἐν ἀνδράσιν σύ γ’ εἶ‘. καὶ πάλιν [1530]· ‘ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται‘. εἰσὶ δὲ καὶ ἄλλαι αἰτίαι ἃς ἐκτίθεται ὁ ὑπομνημα‐ τισάμενος: —TB ἀπὸ κοινοῦ τὸ στένω: —MiBi | 220 in vol. 1 |
sch Or1385 | διὰ τὸ τᾶς ὀρνιθόγονον ὄμμα: στένω, φησὶ, τὸ Ἴλιον ἀπολόμενον διὰ τὴν δυσώνυμον Ἑλένην, δι’ ἣν καὶ ὁ Ἕκτωρ ἀνῃρέθη. εὕρηται δὲ ἑξῆς τοῦ ῥητοῦ 〈τὸ〉 διὰ 〈τὸ〉 τῆς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας. ὄμμα δὲ λέγει ἀπὸ τοῦ εὐπρε‐ | |
5 | πεστάτου μάλιστα μέρους αὐτὴν ὀνομάσας. ὀρνιθόγονον δὲ αὐτὴν εἶπεν, ὅτι μεταβληθεὶς ὁ Ζεὺς εἰς κύκνον ἐγέννησεν αὐτὴν τῇ Λήδᾳ συνελθών· τὸ δὲ ὀρνιθόγονον καὶ κυκνόπτερον τὸ αὐτὸ ση‐ μαίνει. τινὲς δὲ τὸ ὀρνιθόγονον ἐπὶ τῆς Λήδας ἐξεδέξαντο. φασὶ γὰρ αὐτὴν εἰς Νέμεσιν μεταβληθεῖσαν οὕτω συνελθεῖν τῷ κύκνῳ. καλλο‐ | |
10 | σύνας δὲ Λήδας ἀντὶ τοῦ περικαλλεστάτης. ὁ δὲ λόγος· στένω τὸ Ἴλιον ἀπολόμενον διὰ τὸ τῆς δυσωνύμου Ἑλένης κάλλος, ἣν ἐγέννησε κύκνος τῇ περικαλλεστάτῃ Λήδᾳ συνελθών: —MTB ἄλλως: ὁ λόγος· στενάζω τὸ Ἴλιον ὀλόμενον διὰ τὸν σκύμνον Λήδας τῆς καλλοσύνας Ἑλένης τῆς δυσελένης, περιφραστικῶς τὴν Ἑλέ‐ | |
15 | νην: —MT σκύμνῳ δὲ ἀπείκασεν αὐτὴν τὸ ὀλέθριον αὐτῆς αἰνιττόμενος· ἐπὶ γὰρ ὀλέθρῳ τῆς Ἰλίου ὥσπερ τι θηρίον ἐγεννήθη. σκύμνοι δὲ κυρίως τὰ τῶν λεόντων γεννήματα: —MTB περιφραστικῶς τὴν Ἑλένην. τὸ ἑξῆς· διὰ τὸ ὄμμα Ἑλένης δυσελένας τὸ | |
20 | ὀρνιθόγονον καὶ κυκνόπτερον καὶ τὸν σκύμνον τῆς καλλοσύνας Λήδας: —Mi | |
sch Or1388 | ἥτις, φησὶν, Ἑλένη, ἐρινὺς γέγονε τῇ Ἰλίῳ: —MiBi περγάμων Ἀπολλωνίων: Ἀπολλώνιόν φησι τὴν Πέργαμον καὶ τὴν ἀκρόπολιν τῆς Ἰλίου, ἐπεὶ Ἀπόλλωνος ἐκεῖσέ ἐστιν ἱερὸν, ὡς Ὅμη‐ | |
ρος [Ε 446]· ‘Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γ’ ἐτέτυκτο‘. ἢ ἐπεὶ | 221 in vol. 1 | |
5 | ὁ Ἀπόλλων τὰ τείχη ᾠκοδόμησεν. ἢ Ἀπολλωνίων τῶν ἀπολωλότων, ὡς ἐν τῷ Φαέθοντί [frg. 781,11] φησιν· ‘ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας καὶ τόνδ’· Ἀπόλλων δ’ εἰκότως κλῄζῃ βροτοῖσ‘: —MTB ὀτοτοῖ ἰαλέμων: ὀτοτοῖ ἐπίφθεγμά ἐστι θρηνητικόν. ἰάλεμος θρῆνος. Δαρδανία δὲ πόλις πλησίον τῆς Τροίας ἀπὸ Δαρδάνου βασι‐ | |
10 | λεύσαντος ἐκεῖσε, ἔνθα ἱπποστάσιον εἶναί φασι τῶν Γανυμήδους ἵππων, ὃς ἦν συνευνέτης τοῦ Διός. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά [Ε 266]· ‘δῶχ’ υἷος ποινὴν Γανυμήδεοσ‘. θρηνεῖ δὲ τὸν Δάρδανον καὶ αὐτὸν ἀπολόμενον ἐν τῷ πολέμῳ. ὁ δὲ λόγος· [ἰαλέμων ἰαλέμων καὶ] δυστυχεστάτη σὺ, ὦ ἱππικωτάτη Δαρδανία, ἥτις ὑπῆρχες τοῦ Γανυμή‐ | |
15 | δους. ἀντὶ τοῦ ἱππικὴ Δαρδανία. ἢ ἱπποσύνου Γανυμήδους, τουτ‐ έστιν ἱππικοῦ: —MMiB | |
sch Or1390 | ἰαλέμων: τῶν θρήνων, ἀπὸ Ἰαλέμου τοῦ Καλλιόπης καὶ Ἀπόλλωνος: —MBi τινὲς τοῦτον τὸν αὐτὸν τῷ Λίνῳ φασὶν ὃν καὶ ἐπὶ θρήνου καὶ ὕμνου λέγουσιν. τὸ δὲ ἑξῆς· ἕνεκα τῶν ἰαλέμων [ἐν τῇ] ἀθλία | |
5 | Δαρδανία: —MBi | |
sch Or1391 | Γανυμήδεος ἱπποσύνα: ἢ τοῦ ἱππικοῦ Γανυμήδους ἢ ὦ ἱππικὴ Δαρδανία. τὴν Δαρδανίαν ἱπποστάσιον εἶναί φασι τοῦ Γανυμήδους. τὴν αὐτὴν δέ φησι Τροίαν καὶ Δαρδανίαν. τινὲς | |
δὲ οὐχ ἵππους, ἀλλὰ χρυσῆν ἄμπελόν φασι δεδόσθαι ὑπὲρ Γανυμήδους, | 222 in vol. 1 | |
5 | καθάπερ ἐν κύκλῳ λέγεται· ‘ἄμπελον, ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα χρυσείην φύλλοισιν † ἀγανοῖσι κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος ἐπασκήσας πατρὶ δῶκεν· αὐτὰρ ὁ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί‘: — MTB | |
sch Or1393 | τὸ κατὰ μέρος, τὸ καθ’ ἕκαστον: —MiBi | |
sch Or1394 | οὗτος ὁ στίχος ἐν πολλοῖς ἀντιγράφοις οὐ γράφεται: —Mi | |
sch Or1396 | βάρβαροι: ἀντὶ τοῦ βαρβάρως· ἡ γὰρ Ἀσία τῶν βαρβάρων χώρα, ἡ δὲ Εὐρώπη τῶν Ἑλλήνων: —MTBi ὁ λόγος· εἰώθασιν οἱ βάρβαροι τὸν αἴλινον ἐν ἀρχῇ θρήνου λέγειν οἰκείως τῇ ἑαυτῶν βαρβάρῳ φωνῇ, ὅτε τις βασιλέων ἀνῃρημένος τύχῃ. | |
5 | κἀγὼ οὖν ἀπολομένην τὴν Ἑλένην στενάζω: —MTB ἄλλως: τὸν λίνον κοινῶς ἐτίθεσαν ἐπὶ τοῦ ὕμνου καὶ τοῦ θρήνου, νῦν μέντοι ἐκπηδήσας ὁ Φρύξ, ὅταν λέγῃ αἴλινον ἀρχὰν θανάτου βάρβαροι λέγουσιν, ἐπὶ συμφορᾶς αὐτὸν καὶ θρήνου τάττει: —MTB | |
sch Or1398 | ξίφη Ἅιδου φησὶ τὰ θάνατον ἐργαζόμενα: —MiBi | |
sch Or1401 | † δύω διδύμω: τουτέστιν Ὀρέστης καὶ Πυλάδης. τοῦ μὲν πατὴρ ὁ βασιλεὺς Ἀγαμέμνων ἐπωνομάζετο, ὁ δὲ Στροφίου ἦν παῖς. κακομήτας δὲ ὁ κακὰ κατὰ τῆς Ἑλένης βουλευσάμενος, οὐχ ὁ κακῶς βουλευόμενος: —B | |
5 | τὸν Ὀρέστην καὶ Πυλάδην 〈λέγει〉: —Mi | |
sch Or1402 | τοῦ μὲν πατὴρ ὁ Ἀγαμέμνων: —Mi | |
sch Or1403 | κακόβουλος: —Mg | |
sch Or1404 | ἀντὶ τοῦ ἐσίγα κατὰ ἀφαίρεσιν τοῦ ε. ἢ σιγᾷ, τουτέστι τῇ σιγῇ, οἷον μετὰ σιωπῆς δόλιος: —MiTBi | |
sch Or1406 | ἀντὶ τοῦ ἔμπειρος τοῦ πολέμου: —MiBi | |
sch Or1407 | ἔρροι τᾶς ἡσύχου: φθειρέσθω, φησὶν, οὗτος ἐπὶ κακουρ‐ γίᾳ ἥσυχος ὢν, προνοούμενος τῆς ἡσυχίας ἐπὶ κακοῖς: —MTBi ἄλλως: διαφθαρείη ὑπὸ τῆς ἡσύχου προνοίας. ἥσυχον δὲ αὐτήν | |
φησι τὴν ἀπροσδοκήτως πάντας ἀμυνομένην, πρόνοιαν δὲ τὴν εἱμαρ‐ | 223 in vol. 1 | |
5 | μένην. τινὲς οὕτως· οἰμωζέτω κακοῦργος ὢν μετὰ ἡσύχου προ‐ νοίας: —MTB ὁ δέ ἀντὶ τοῦ δή, ἵν’ ᾖ· οἱ δή. οὗτοι δὲ, φησὶν, ἔνδον εἰσελ‐ θόντες εἰς τοὺς θαλάμους ἧς ἔγημε γυναικὸς τοξότης Πάρις, τοὺς ὀφθαλμοὺς δακρύων πεπληρωμένοι καὶ τῷ σχήματι ταπεινοὶ ἕζοντο παρ’ | |
10 | ἑκάτερον μέρος τῆς Ἑλένης, ὁ μὲν ἐκ δεξιῶν, ὁ δὲ ἐξ εὐωνύμων, πε‐ φραγμένοι ξίφεσιν: —MiTB | |
sch Or1409 | ἀντὶ τοῦ· ἧστινος γυναικὸς ὁ τοξότης Πάρις ἔγημεν: —MiBi | |
sch Or1413 | τοῖς ξίφεσι δηλονότι ἠσφαλισμένοι: —MgBi | |
sch Or1416 | τὸ ἑξῆς· ἀνέθορον δὲ πάντες οἱ θεράποντες καὶ ἀνεπήδησαν παραχρῆμα καὶ περιέθεον καθάπερ δρομάδες ἵπποι θορυβηθέντες: — MTB | |
sch Or1419 | τὸ μή τις εἴη δόλος ἄλλο κῶλον: —Mi | |
sch Or1420 | οἱ μὲν, φησὶ, τῶν οἰκετῶν οὐκ ᾤοντο δόλον εἶναι, οἱ δὲ ἐπεπιστεύκεισαν τὴν Ἑλένην μέλλειν ὑπὸ τοῦ Ὀρέστου δολοφονεῖσθαι, ὥσπερ ἐν ἄρκυσι ζωγρηθεῖσαν. ἄρκυς γὰρ τὸ λίνον: —MTB | |
sch Or1421 | τοῖς δὲ ἐδόκει Ὀρέστης ἐν ἀσφαλεστάτῃ δικτύων μηχανῇ καὶ περιβλήματι λίνου ἐμπλέκειν καὶ ἐμβάλλειν τὴν Ἑλένην. οἷον εἰς ἀρκυστάτην μηχανὴν καὶ [ὡς] περίβλημα λίνων: —MTB ὅ ἐστιν εἰς δολοφονίαν· ἄρκυς γὰρ τὸ δίκτυόν ἐστιν: —MiTB | |
sch Or1425 | σὺ δὲ παρῆς τοῖς γινομένοις ἢ ἀκούσας παρ’ ἑτέρου πάλαι πέφευγας ἐκποδών: —MTB | |
sch Or1427 | παρὰ τὸν βόστρυχον τῆς Ἑλένης πλησίον τῆς παρηΐδος αὐτῆς αὔραν πέμπων: —MTB | |
sch Or1429 | πτερίνῳ: τῇ ῥιπίδι. ἢ παρόσον πάντα τὰ ἐπὶ τῆς κε‐ φαλῆς καλύμματα πτερὰ ἔλεγον, οἷς δὴ καὶ ῥιπίσιν ἐχρῶντο. κυ‐ κλοτερὴς γὰρ ἡ ἐκ τῶν πτερῶν ῥιπίς. ἡ δὲ πρό ἀντὶ τῆς κατά, ὅ | |
ἐστι· κατὰ τοῦ προσώπου αὐτῆς πνοὴν ἐπιπέμπων: —MTB | 224 in vol. 1 | |
5 | αὔραν ἀίσσων, ἀντὶ τοῦ πνοὴν ἐπιπέμπων: —MiB | |
sch Or1431 | ἡ δέ: —Mg τὸ λίνον τὸ ἐν τῇ ἠλακάτῃ εἵλισσεν: —MiT | |
sch Or1433 | μετὰ σπουδῆς ἐχαλᾶτο, κατηπειγμένως: —MiT | |
sch Or1434 | ἀντὶ τοῦ· τὰ ἀπὸ τῆς λαφυραγωγίας τῶν βαρβάρων νήματα καὶ λίνα. ἀπὸ τῶν Φρυγίων σκύλων βουλομένη συρράψαι ἐνδύματα πορφυρᾶ, ὅπως ἐπὶ τὸν τάφον ἀναθῇ τῆς Κλυταιμνήστρας: —MTB ἐπὶ τύμβον: ἀντὶ τοῦ διὰ τὸν τύμβον, τουτέστι· τὰ δὲ νήματα | |
5 | ἵετο τῷ πέδῳ διὰ τὸν τύμβον. ἀπὸ δὲ τοῦ τύμβου τὸ σῶμα τῆς Κλυ‐ ταιμνήστρας δηλοῖ. ἀγάλματα δὲ ἀντὶ τοῦ ἀγάλμασι· καλλώπισμα γάρ ἐστιν ἡ κηδεία τοῦ νεκροῦ σώματος. ὁ δὲ λόγος· τὰ δὲ νήματα καὶ τὰ λίνα τὰ ἐκ Φρυγίας εἰργάζετο διὰ τῆς Κλυταιμνήστρας τὸ σῶμα, ἵνα τοῦτο συστολίσῃ καὶ κηδεύσῃ αὖθις λαμπροῖς ἱματίοις καὶ φάρεσι πορφυ‐ | |
10 | ρέοις: —MTB καλλωπίσματα· κόσμος γὰρ τῶν τύμβων τὰ ἀναθήματα: —Mi | |
sch Or1439 | ἀντὶ τοῦ ἀνάστηθι. ἀπαγαγεῖν δὲ αὐτὴν ἐβούλετο ἀπὸ τοῦ τόπου τούτου οὗ ἐκάθητο εἰς ἕτερον τόπον ἐκκλῖναι βουλόμενος τοὺς παρεστῶτας οἰκέτας. τούτου οὖν ἀποστᾶσα τοῦ κλισμοῦ ἐλθὲ ἐπὶ τὴν Πέλοπος καθέδραν, ἔνθα εἰώθει διατρίβειν ὁ Πέλοψ: —MTB | |
5 | ἀποστῆσαι γὰρ αὐτὴν ἤθελε τῶν παρεστώτων θεραπόντων: —MT | |
sch Or1446 | τὸ σύν κατὰ κοινοῦ, τουτέστιν· ὁ δὲ συνεργὸς συμπράσσων τῷ Ὀρέστῃ, ὁ πονηρὸς ἀνὴρ Φωκεὺς, τοιαῦτα εἶπεν. λέγει δὲ τὸν Πυλά‐ δην: —MTB | |
sch Or1447 | λείπει τὸ καὶ τοιαῦτα ἔλεγεν: —Mi | |
sch Or1450 | ἐφ’ ἧς ἕκαστος ἐκαθέζετο: —Mi | |
sch Or1451 | πόρρωθεν. τὸ δὲ διαρμόσας ἀντὶ τοῦ προσαρμόσας καὶ συγκλείσας. ἀπὸ τοῦ διαρμόσας τὴν ἀδιάλειπτον παραμονὴν τῶν οἰκετῶν ἐσήμανεν, ἣν εἶχον μετὰ τῆς δεσποίνης: —MTB | |
sch Or1452 | ἀντὶ τοῦ μετὰ ταῦτα: —Mi | 225 in vol. 1 |
sch Or1453 | Ἰδαία μᾶτερ: Ἴδη ὄρος ἐστὶ Τροίας, ἔνθα τετίμηται ἡ Ῥέα. ἴσως οὖν ὡς ἐγχωρίαν θεὸν ἐπικαλεῖται αὐτὴν ὁ εὐνοῦχος: — MTB | |
sch Or1454 | ὀβρίμα ὀβρίμα: ὀβρίμαν αὐτήν φησιν, ἐπεὶ λέουσιν ὀχεῖ‐ ται· ἢ ὅτι ἐνίσταται τοῖς αὐτῇ συντυγχάνουσιν. μέλλων διηγεῖσθαι ὁ Φρὺξ ἅπερ ἐτεθέατο ἔνδον, τὴν Ῥέαν ἐπικαλεῖται ὡς ἀλεξίκακον. Ἰδαίαν δὲ ἀντὶ τοῦ ὀρεινήν· ἐν γὰρ τοῖς ὄρεσι διατρίβειν φασὶ τὴν | |
5 | θεόν. ὀβρίμαν δὲ τὴν ἰσχυρὰν καὶ φοβεράν. ὁ δὲ λόγος· φεῦ φεῦ τῶν ἀνόμων κακῶν, ὦ μῆτερ Ῥέα, ἅπερ τεθέαμαι ἔνδον κατὰ τοὺς οἴκους. καλεῖται δὲ καὶ Ἀνταία· τοῖς Φρυξὶ γὰρ ὑπαντῶσι φοβερά ἐστιν: —MTB | |
sch Or1457 | ἐντεῦθεν ἄρχεται ἐξηγεῖσθαι: —MiTBi τῶν πορφυρῶν: —Mg | |
sch Or1462 | γράφεται ἀποκτενεῖ: —Mi | |
sch Or1467 | μετὰ τῶν στηθῶν καὶ τὴν κεφαλὴν ἐκτύπησεν: —MiTBi | |
sch Or1468 | ἡ Ἑλένη, φησὶ, διαναστᾶσα φυγῇ τὴν σωτηρίαν πορίζεται: — MiTB | |
sch Or1470 | λείπει τὸ ποδί: —Mg τὸν πόδα φησίν. ἀπὸ τοῦ ὑποδήματος τὸν πόδα δηλοῖ. τὸ δὲ δικών ἀντὶ τοῦ ἐκτείνας καὶ βαλών. ὁ δὲ Ὀρέστης, φησὶ, παρα‐ χρῆμα προβὰς τὸν πόδα ἐξέτεινε τὴν χεῖρα καὶ λαβόμενος τῆς κόμης | |
5 | ἔμελλεν αὐτὴν παίειν τῷ ξίφει: —MTB | |
sch Or1471 | ἀντὶ τοῦ ἀριστερᾷ χειρί: —MiBi | |
sch Or1472 | τὸ μελανθησόμενον: —MiBi | |
sch Or1474 | ἰαχᾷ δόμων θύρετρα: ἰαχῆς, φησὶ, καὶ θορύβου γενο‐ μένου κατὰ τὴν οἰκίαν τὰς θύρας τῶν σταθμῶν, ἔνθα ἦμεν συγκεκλει‐ σμένοι, ἐκσπάσαντες τοῖς μοχλοῖς ἐξήλθομεν βοηθήσοντες: —MTB | |
sch Or1476 | τὰ ἀκόντια, ἀπὸ τοῦ ἐπηγκυλίσθαι. ἢ διότι ἀπὸ τῆς κατὰ | |
μέσον ἀγκύλης λαμβανόμενοι ῥίπτουσιν: —MiTBi | 226 in vol. 1 | |
sch Or1477 | μεγάλην κώπην καὶ ἐκτεταμένην ἔχον: —MTBi | |
sch Or1479 | ἀντὶ τοῦ ἄτρεπτος καὶ ἄφευκτος ἐν ταῖς μάχαις. ἢ ἀκα‐ τάπαυστος. ἢ ὃν οὐκ ἔστι λιάσαι καὶ εἰς φυγὴν τρέψαι: —MiTBi | |
sch Or1480 | τρικόρυθος: ὁ μεγάλην ἔχων περικεφαλαίαν. ὅμοιον δέ ἐστι τῷ [Λ 353] ‘τρίπτυχος αὐλῶπισ‘. ἢ ὅτι ἔνιοι τῶν ἡρώων τριλό‐ φοις ἐχρῶντο: —MTB | |
sch Or1483 | τότε: ἐν τῷ πρὸς Ὀρέστην πολέμῳ ἐφάνημεν διαπρεπόντως δειλοὶ, οἱ Φρύγες. ἢ τότε ἐν τῶ Τρωικῷ πολέμῳ: —MiTB τότε δὴ τότε διαπρεπεῖς ἐγένοντο Φρύγες: ἀντὶ τοῦ ἔκδηλοι τὴν δειλίαν καὶ ἐξεληλεγμένοι. 〈τότε〉, φησὶν, ἐν τῇ συμβολῇ τῇ πρὸς | |
5 | τὸν Ὀρέστην καὶ πρὸς τὸν Πυλάδην, ἐφάνησαν οἱ Φρύγες [πολὺ τῶν Ἑλλή‐ νων ὄντες ἀσθενέστεροι] καθ’ ὅσον ἦμεν ἐλάττους ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς Ἕλληνας κατὰ τὴν Ἴλιον. φησὶ γὰρ αὐτὰ κατὰ ἀναφορὰν 〈πρὸσ〉 τὰ ἐν Ἰλίῳ λόγου παρεκβάσει χρησάμενος. οὐ γὰρ εἰκὸς ἦν οὕτως πολ‐ λοὺς εἶναι τοὺς ἐν τοῖς βασιλείοις τεθνηκότας ὡς καταλέγειν πτώματα | |
10 | μυρίων νεκρῶν. ἔστιν οὖν ὁ πᾶς λόγος τοιοῦτος· κατὰ τὴν συμβολὴν τὴν πρὸς τὸν Ὀρέστην κατάδηλοι γεγόναμεν ἀσθενεῖς ὄντες οἱ Φρύγες: — MTB | |
sch Or1484 | ἥσσονες Ἑλλάδος ἐγενόμεθ’ αἰχμᾶς: εἰκότως ὑπὸ τῶν Ἑλλήνων τότε, ἐν Ἰλίῳ, [ἢ τῶν περὶ τὸν Ὀρέστην] ἡττήθησαν, ἡνίκα ὁ μὲν ἦν φυγὰς, ὁ δὲ νεκρὸς ἔκειτο, ἄλλος δὲ τραυματίας ἦν, ὁ δὲ ἱκέτης προσέπιπτε τὸν ἔλεον θηρώμενος, καὶ τέλος ὡς ὑποσκότιοι | |
5 | γενόμενοι τῷ πλήθει τῶν βαλλομένων βελῶν εἰς φυγὴν ἐτρεπόμεθα καὶ οἱ μὲν ἔπιπτον τιτρωσκόμενοι, οἱ δὲ πίπτειν ἔμελλον, οἱ δὲ ἦσαν νεκροί. καὶ μέχρι τούτου ἡ παρέκβασις. τὰ δὲ ἑξῆς γενόμενα κατὰ τὴν οἰκίαν ἐστὶν, ἅπερ κατὰ ἐπανάληψιν ἐπάγει. ἔστι δὲ τὸ ἑξῆς τοῦ λόγου· φασγά‐ | |
νων τε ἀκμὰς συνήψαμεν καὶ ἡττήθημεν κατὰ κράτος ὥσπερ καὶ ἐν | 227 in vol. 1 | |
10 | τῷ κατὰ Ἴλιον πολέμῳ ἡνίκα ταῦτα συμβέβηκεν ἅπερ κατέλεξεν. ὡς δὲ ἡττήθημεν τῶν περὶ τὸν Ὀρέστην, ἦλθεν ἡ Ἑρμιόνη. δύναται δὲ καὶ ἐπὶ οἰκίας ταῦτα γενόμενα νοεῖσθαι. ἴδιον δὲ τῆς τραγῳδίας τὸ τὰ μικρὰ τῶν πραγμάτων ἐξαίρειν καὶ φοβερὰ ποιεῖν ὥσπερ νῦν ὁ Εὐριπί‐ δης ὡς περὶ πολλῶν 〈περὶ〉 τῶν ὀλίγων θεραπόντων τὸν λόγον 〈ποιεῖ‐ | |
15 | ται〉: —MTB | |
sch Or1486 | ὁ μὲν οἰχόμενος: ταῦτα ἐπὶ τῶν ἐν Ἰλίῳ νοητέον, οἱ δ’ οὐ νοήσαντες ὑπέλαβον ἐν τοῖς βασιλείοις τοσούτους τεθνάναι: —MT ταῦτα ὡς ἐπὶ τῶν ἐν Ἰλίῳ λέγει τεθορυβημένος καὶ οὐ δεόντως ἀπαγγέλλων. οἱ δὲ μὴ νοήσαντες πολλοὺς ᾠήθησαν ἐν τοῖς βασιλείοις | |
5 | ὑπὸ τῶν περὶ τὸν Ὀρέστην ἀπολωλέναι. ἐὰν μὲν ἐν Ἰλίῳ, ἔσται τὸ ὑπὸ σκότον ἀντὶ τοῦ καλυφθέντες τῷ πλήθει τῶν βελῶν ἐφεύγομεν· ἐὰν δὲ ἐν τῇ οἰκίᾳ, εἰς τοὺς σκοτεινοὺς τόπους τῆς οἰκίας ἐφεύγομεν: — MTB | |
sch Or1488 | θανάτου προβολάν: ἀντὶ τοῦ ἱκεσίαν ὑπὲρ τοῦ θανάτου προβαλλόμενος καὶ ἱκετεύων: —MTBi | |
sch Or1491 | ἐπὶ φόνῳ χαμαιπετεῖ: θορύβου, φησὶ, γενομένου ἦλθεν ἡ Ἑρμιόνη. χαμαὶ οὔσῃ τῇ Ἑλένῃ. μελλούσῃ πίπτειν μετὰ τὸ φονευθῆναι: —MTB ἄλλως: ἢ τεθορυβημένος οἴεται αὐτὴν πεπτωκέναι ἢ χαμαιπε‐ | |
5 | τεῖ τῷ μέλλοντι πεσεῖσθαι: —MTB ἄλλως: οὐ τῷ πεσόντι ἐπὶ γῆς· οὐδὲ γὰρ ἐφόνευσαν αὐτήν. ἀμέλει μετὰ μικρόν φησιν ὅτι διωκομένη ἐξ αὐτῶν ἀφανὴς ἐγένετο: —MTB χαμαιπετεῖ οὖν ἢ τῷ μέλλοντι πεσεῖν ἢ τεθορυβημένος οὐκ ἀκρι‐ βολογεῖται: —MiT | |
sch Or1492 | ἄθυρσοι δ’ οἷά νιν: κακόθυρσοι. ἢ θύρσων μόνον δεό‐ μενοι πρὸς τὸ εἶναι Βάκχαι. ἢ ἀθύρσους αὐτοὺς εἶπεν, ἐπεὶ αἱ | |
Βάκχαι μετὰ θύρσων βακχεύουσιν: —MTB † ....... ἐπέλεγον. ἔστι δὲ αὐτὴ Σκυθικὴ φωνὴ ἐξελληνιζομένη | 228 in vol. 1 | |
5 | † ὦ υἷις καὶ υἱὲ τοῦ ἄτις καὶ τοῦ Διός. εἶχον δὲ ἀνὰ χεῖρας οἱ τοιοῦτοι βάκχαι θύρσους, ἤτοι νάρθηκας, ἀντὶ κλάδων τούτους περιφερόμενοι εἰς τιμὴν τοῦ Διονύσου. ἐδόκουν δὲ τοῖς ὁρῶσι μαίνεσθαι, τῇ δ’ ἀληθείᾳ φιλάνθρωποι ἦσαν. διὰ γοῦν τὸ δοκεῖν ἐκείνους μαινομένους εἶναι ὁ Εὐριπίδης τὸ ἄθυρσοι βάκχαι ἀντὶ τοῦ μαινόμενοι ἐξεδέξατο: —A | |
10 | † σημείωσαι καὶ τὸ θύρσος πῶς ἐκλήθη νάρθηξ. θύρσος μὲν γὰρ τῷ φυτῷ τὸ παλαιὸν ὄνομα παρόσον αὐτῷ ἐχρῶντο οἱ γεωργοὶ ἐν ταῖς αἱμασιαῖς τῶν λειμώνων καὶ τῶν κήπων καὶ τῶν θειλοπέδων καὶ ἀμπε‐ λώνων. ὕστερον δὲ ἐκλήθησαν νάρθηκες, ὅτι ἐχρήσαντο αὐτοῖς οἱ τῶν παίδων ἀλεῖπται καὶ παιδοδιδάσκαλοι πρὸς τὸ πλήττειν τοὺς νέους. | |
15 | νάρθηξ γοῦν ἐτυμολογεῖται παρὰ τὸ τοὺς νεαροὺς θήγειν, ἤτοι τοὺς νέους παῖδας ἀκονᾶν καὶ παρορμᾶν πρὸς τὰ μαθήματα: —A | |
sch Or1493 | συλλαβόμενοι δὲ, φησὶ, τὴν Ἑρμιόνην οὐδὲν ἧττον πάλιν ἐπε‐ δίωκον Ἑλένην ἐπὶ φόνῳ: —MiTBi | |
sch Or1497 | τοῦτο δοκεῖ ἀπὸ ἱστορίας εἶναι, παρόσον παρὰ τῆς Θῶνος γυναικὸς δοκεῖ πλεῖστα φάρμακα εἰληφέναι ἡ Ἑλένη, ὡς Ὅμηρος [δ 228]· ‘τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις, Αἰγυπτίη, πολλὰ μὲν ἐσθλὰ με‐ μιγμένα, πολλὰ δὲ λυγρά‘: —MTB | |
sch Or1499 | ἀπέδρων γάρ: —MiBi | |
sch Or1501 | ἀντὶ τοῦ ἀνονήτως: —MiBi | |
sch Or1503 | ἀντὶ τοῦ διαδέχεται νεώτερον κακόν: —MiTBi | |
sch Or1505 | ἐτραγῴδει ὁ Φρύξ: —MiT | |
sch Or1510 | οὔτι που κραυγὴν ἔθηκας: ἀντὶ τοῦ· οὐ διὰ τοῦτο, φησὶν, ἐβόησας ὥστε τὸν Μενέλαον ἐλθόντα βοηθεῖν: —MTAB ἄλλως: οὐκ ἄρα που, φησὶ, μεγάλῃ φωνῇ τὸν Μενέλαον ἐκάλεσας ὥστε βοηδρομεῖν: —MTAB | |
sch Or1511 | λείπει τὸ βούλομαι: —MiTBi | |
sch Or1512 | ἐνδίκως: ἀνάξια καὶ τραγῳδίας καὶ τῆς Ὀρέστου συμφορᾶς | |
τὰ λεγόμενα: —MTB | 229 in vol. 1 | |
sch Or1514 | νῦν, φησὶν, ἔοικας ὑπὸ δειλίας [τἄνδον] ὑποκρίνεσθαι τοῖς λόγοις ἕτερα κατὰ ψυχὴν ἔχων καὶ φρονῶν: —MAB | |
sch Or1515 | † ἀντὶ τοῦ· οὐ πρὸς χάριν, ἀλλ’ ἀληθῶς λέγω ὅτι ἀξία ἐστὶν ἀποθανεῖν, ἥτις τὴν Ἑλλάδα πᾶσαν καὶ τὴν Φρυγίαν ἠφάνισεν: —B | |
sch Or1516 | ὄμοσον: ὅτι οὐ πρὸς χάριν ἐμὴν ταῦτα λέγεις οὐδὲ ὑπο‐ κρινόμενος, ἀλλὰ τῇ ἀληθείᾳ οὕτω φρονεῖς. λείπει δὲ ἡ εἰς· εἰς ἐμὴν χάριν: —MAB | |
sch Or1518 | ὧδε κἀν Τροίᾳ σίδηρος: καὶ ἐν Τροίᾳ, φησὶν, ὁ σίδηρος οὕτως ἦν φοβερὸς τοῖς Τρωσὶν ὡς σὺ νῦν ὁρῶν τὸ ξίφος φής· θάνατον ἐνοπτρίζομαι: —MAB | |
sch Or1519 | γράφεται ἄπαγε: —Mg | |
sch Or1521 | ταῦτα κωμικώτερά ἐστι καὶ πεζά: —TAg δέδοικα μὴ γένωμαι νεκρός: —MgBg | |
sch Or1525 | ἀφεῖσαι: ἀπήλλαξαι: —MT πρὸ τέλους ὁ τόνος. προπερισπᾶται γὰρ παρακείμενος ὤν. ὁ Θεο‐ δόσιος ἀπὸ τοῦ ἐῶ φησιν αὐτό· εἰ γὰρ ἦν ἀπὸ τοῦ ἵημι, προπαρωξύ‐ νετο, φησὶν, ὡς τρισύλλαβος ἀπὸ τῶν εἰς μι. οἱ δὲ ἀπὸ τοῦ ἵημι, ἥσω, | |
5 | ἧκα, ἕμαι, εἷμαι, κατὰ πλεονασμὸν ὡς τὸ τέθειμαι, καὶ εἷσαι, καὶ ἀφεῖ‐ σαι. φυλάττεται γὰρ ὁ τόνος τῶν ὁριστικῶν, ἐπὰν μετὰ προθέσεως συν‐ τεθῶσι καὶ μὴ ἀποβάλωσι τὴν μακράν: —MTB | |
sch Or1526 | ἀλλὰ μεταβουλευσόμεθα: ἐπὶ τοῦ παρόντος, φησὶν, ἀφίημί σε, ὕστερον δὲ βουλεύσομαι περὶ σοῦ: —MTBi | |
sch Or1527 | μῶρος, εἰ δοκεῖς με: μῶρος εἶ, φησὶν, εἰ δοκεῖς με ὅλως ἀξιοῦν φονεύειν σε. τινὲς δὲ εἰς τὸ μῶρος 〈εἶ〉 στίζουσι, καὶ τὸ ἄλλο ἀπόλυτον: —MT μῶρος εἶ: τινὲς οὕτως στίζουσι, καὶ τὸ ἄλλο ἀπόλυτον. τινὲς δὲ | |
5 | οὕτως· εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην, πάνυ ἀνόητος εἶ, ἵν’ ᾖ κατ’ ἔλλειψιν: —B | |
sch Or1528 | οὔτε γὰρ γυνὴ πέφυκας: δύναται μὲν καὶ ἐπὶ εὐνούχου ταῦτα λαμβάνεσθαι, δύναται δὲ καὶ ὅτι γύννιδές εἰσιν οἱ Φρύγες: — MTB | 230 in vol. 1 |
sch Or1530 | ὀξὺ γὰρ βοῆς: ἐκεῖνο, φησὶν, ἐφοβούμην καὶ ὑφωρώμην μὴ ἄρα σὺ κραυγάσας ἐξαναστήσῃς τὴν πόλιν καθ’ ἡμῶν. περὶ γὰρ τοῦ Μενελάου οὐδεὶς λόγος· ἑνὸς γὰρ αὐτοῦ ὄντος δυνησόμεθα περιγε‐ νέσθαι, ὥστε ἡκέτω ὁ τῷ κάλλει μόνον ἐπερειδόμενος. εἰ δὲ τοὺς Ἀρ‐ | |
5 | γείους πάντας ἐπαγόμενος ἔλθῃ ἀμυνόμενος ἡμᾶς διὰ τὸν τῆς Ἑλένης φόνον καὶ μὴ ἐθελήσῃ σῴζειν ἡμᾶς, ἐπαναιρήσομεν τῇ Ἑλένῃ τὴν Ἑρ‐ μιόνην: —MTB ὀξέως γὰρ ἐξεγείρονται οἱ Ἀργεῖοι, ἐπὰν βοῆς ἀκούσωσιν: —TAg | |
sch Or1531 | Μενέλεων δ’ οὐ τάρβος ἡμῖν: οἷον ὑποδέξασθαι τὴν πρὸς Μενέλαον μάχην: —MTABi εἴσω αὐτὸν τοῦ ξίφους λαβεῖν: —MTA | |
sch Or1532 | οἷον γαυρούμενος ἐπὶ τῇ κόμῃ: —MgAg | |
sch Or1534 | τὸν Ἑλένης φόνον διώκων: τιμωρούμενός με διὰ τὸν τῆς Ἑλένης φόνον. διώκειν γὰρ ἦν τὸ εἰς δικαστήριον ἕλκειν ἄλλους. καὶ διώκειν κυρίως τὸ κατηγορεῖν, κεῖται δὲ νῦν ἐπὶ τοῦ ἐπεξιέναι. ὁ δὲ λόγος· ἐπεξιὼν διὰ τὸν Ἑλένης φόνον: —MTAB | |
5 | γράφεται κἀμὲ μὴ σώσῃ θανεῖν: —Mg | |
sch Or1537 | δόμος: ὁ δόμος ὁ περὶ τοὺς Ἀτρείδας, ἀντὶ τοῦ ὁ τῶν Ἀτρειδῶν δόμος, εἰς ἕτερον ἀγῶνα μεταπίπτει: —MTABi | |
sch Or1539 | τί δρῶμεν: μερίζεται τὴν γνώμην ὁ χορός. δέδοικε γὰρ μὴ ὕστερον ἐγκληθῇ κρύψας: —MABi | |
sch Or1540 | ἀντὶ τοῦ σιωπήσωμεν: —MiTBi ἢ μηδὲν ἐξείπωμεν τῇ πόλει: —MiTBi | |
sch Or1541 | ἴδε προκηρύσσει: ἰδοὺ, φησὶν, ἀναπηδῶν ὁ καπνὸς ἀπαγ‐ γέλλει τῇ πόλει τἀνθάδε πραττόμενα: —MTAgB | |
sch Or1542 | ἀνεγειρόμενος ὁρμῶν: —TAg | |
sch Or1544 | γράφεται καὶ φόνου καὶ πόνου: —T | 231 in vol. 1 |
sch Or1545 | τέλος ἔχει δαίμων: ἀντὶ τοῦ· τῶν ἀνθρωπίνων πραγμά‐ των τὸ τέλος ἐν θεῷ ἐστιν: —MTABi ἄλλως: ἀεὶ, φησὶν, ὃ βούλεται ὁ θεὸς τοῖς ἀνθρώποις τέλος ἐπι‐ τίθησιν: —MTABi | |
5 | † ἄλλως: ὡς ἐν ἐπιλόγῳ τοῦτό φησιν ὅτι τὰ πράγματα τὸ τέλος καὶ τὴν ἔκβασιν ἔχει κατὰ τὸ θέλημα τοῦ θεοῦ: —A | |
sch Or1546 | ἡ διά ἀντὶ τῆς ὑπό: —Mi | |
sch Or1547 | ἔπεσεν ἔπεσεν: ἐὰν μὲν διὰ τοῦ ε τὸ ἔπεσεν, οἱονεὶ ἐπλη‐ σίασέ τις τοῖς οἴκοις φονικὸς δαίμων δι’ αἱμάτων τιμωρίαν ποιούμενος τοῦ πτώματος τοῦ Μυρτίλου· ἐὰν δὲ διὰ τῆς αι διφθόγγου, ἀντὶ τοῦ ἔκρου‐ σεν. ἐὰν ἔλθῃ ὁ Μενέλαος: —MTAB | |
sch Or1549 | γράφεται καὶ πέρα: —Mg | |
sch Or1550 | ὀξύπουν: ἀντὶ τοῦ ἀκούσαντα παρά τινος τὴν παροῦσαν δυστυχίαν ἐν τοῖς οἴκοις: —MTAB | |
sch Or1551 | συμπεραίνοντες: συνδέοντες, συγκλείοντες, πέρας ἐπιτι‐ θέντες τοῖς μοχλοῖς, τουτέστι ταῖς θύραις: —MTAB | |
sch Or1552 | δεινὸν εὐτυχῶν ἀνήρ: δεινὸν, φησὶ, καὶ χαλεπὸν ἀνὴρ εὐτυχῶν, ὅταν ἔχῃ ἔχθραν πρὸς δυστυχοῦντας. ἰδοὺ γὰρ, φησὶ, καὶ σὺ νῦν, Ὀρέστα, δυστυχεῖς ἔχθραν ἔχων πρὸς εὐτυχοῦντα. ἀνὴρ γὰρ εὐτυχὴς πρὸς δυσδαίμονα μαχόμενος ἐπικρατέστερός ἐστι. καὶ Ὅμηρος | |
5 | [Η 111]· ‘μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι‘: —MTAB | |
sch Or1554 | δεινὰ καὶ δραστήρια: ὅ ἐστι χαλεπὰ καὶ δράματος ἄξια. τὸ γὰρ δρᾶσαι ὡς ἐπὶ πολὺ ἐπὶ τοῦ χαλεποῦ τάσσουσι. κατὰ τὸ σιωπώμενον δὲ εἰκὸς ἀπηγγέλθαι τῷ Μενελάῳ τὰ κατὰ τὸν οἶκον γενό‐ μενα: —MTAB | |
sch Or1558 | βάξιν: ἀντὶ τοῦ φήμην. ἐνόμιζε γάρ τινα πεπλακέναι | |
ταῦτα: —MAgB ἣν φόβῳ σφαλείς: ἥντινά τις διὰ τὸν φόβον μὴ ἀκριβῶς νοήσας ἤγγειλεν: —MTAB | 232 in vol. 1 | |
sch Or1559 | ἕως τέλους ὑποκρίνεται ὁ Μενέλαος: —MiTBi ἀλλὰ τοῦ μητροκτόνου: οἴεται ὅτι Ὀρέστης ἔσπειρε φήμην ὡς ἄρα ἡρπάγη ἡ Ἑλένη μέλλουσα τελευτᾶν ὑπ’ ἐμοῦ: —MTAB ἄλλως: τοῦ Ὀρέστου, φησὶ, φονεύσαντος ἢ κρύψαντος, ἵνα μὴ | |
5 | ταράξῃ, ὑπέθετο αὐτὴν ἡρπάσθαι: —MTAB | |
sch Or1562 | ἀλλὰ παῖδ’ ἐμήν: εἰ καὶ μὴ τὴν Ἑλένην, ἀλλὰ κἂν τὴν παῖδα: —MTABi | |
sch Or1565 | ᾗ δεῖ ξυνθανεῖν: ᾗτινι, τῇ Ἑλένῃ, δεῖ τοὺς φονέας αὐτῆς ὑπ’ ἐμοῦ συναναιρεθῆναι: —MTAB | |
sch Or1567 | ταῦτα ἄνωθεν Ὀρέστης ἐκ τοῦ δώματός φησιν: —MiTB | |
sch Or1568 | ἐπῆρσαι πέφραξαι ὑψώθης: —MiTB | |
sch Or1569 | θριγκῷ: θριγκοὶ καλοῦνται οἱ ἐπικείμενοι λίθοι ταῖς ἐξο‐ χαῖς τῶν δωμάτων. τὰ αὐτὰ δὲ καὶ γεῖσα: —MTB | |
sch Or1570 | γεῖσα λέγονται αἱ στεφάναι τῶν οἴκων: —MgTB | |
sch Or1572 | λείπει ὁ καί· ἅ ς’ εἴρξει τῆς σπουδῆς καὶ τοῦ περᾶν ἔσω τῶν οἴκων: —MiTAB † ἄλλως: ἃ, κλεῖθρα, τῆς εἰς μάχην σπουδῆς ἀποπαύσει καὶ ἀπο‐ κωλύσει σε καὶ τοῦ μὴ ἔσω τῶν οἰκοδομημάτων εἰσελθεῖν: —B | |
5 | περισσὸς ὁ μή: —MgBi | |
sch Or1573 | ἔα· τί χρῆμα: κάτωθεν ἀναβλέψας ὁ Μενέλαος ὁρᾷ πῦρ ἀναπτόμενον καὶ ξίφος ἐπικείμενον τῷ τῆς Ἑρμιόνης αὐχένι: —MTAB | |
sch Or1575 | ἐπίφρουρον: ἐπικείμενον παρόσον οἱ φρουροῦντες ἐπίκεινται | |
τοῖς φρουρουμένοις: —MTA | 233 in vol. 1 | |
sch Or1582 | λυπράν γε τὴν ἄρνησιν: τουτέστι· λυποῦμαι ἀρνούμενος. τουτέστιν· ἀρνοῦμαι ἄρνησιν λυπηράν: —MTB ἀντὶ τοῦ εἴθε: —Mi τὸ ἑξῆς· εἰ γὰρ ὤφελον τὴν Ἑλλάδος μιάστορ’ εἰς Ἅιδου βαλεῖν: — | |
5 | MiTAB | |
sch Or1583 | τί χρῆμα: ποῖον, φησὶ, πρᾶγμα ὤφελες δεδρακέναι· φοβεῖς με γὰρ τοῦτο εἰπών: —MTAB | |
sch Or1588 | ὁ Ἀγαμέμνονος. τοῦτο δέ φησιν, ὅτι τῇ ἀνελούσῃ αὐτὸν ἐσπούδασε βοηθῆσαι καὶ οὐχὶ τῷ Ὀρέστῃ: —MiTAB λείπει τὸ ἐγώ εἰμι: —Mg | |
sch Or1596 | ὡς μή γ’ ἔχῃς: πορθήσω, φησὶ, τὸν οἶκον, ἵνα μὴ σὺ τοῦτον ἔχῃς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπισφάξω ταύτην τῷ πυρὶ, τουτέστι· τῷ πυρὶ πρήσω τὸν οἶκον μετὰ τὸ ἀποκτεῖναι τὴν Ἑρμιόνην: — MTAB | |
sch Or1602 | εὖ γοῦν θίγοις ἂν χερνίβων: ἐν ἤθει, ἐπεὶ οἱ βασιλεῖς ἔθυον. ἐὰν γοῦν, φησὶ, βασιλεύσῃς, ὁσίως καὶ οὐκ ἐναγῶς ἅψῃ τῶν χερνίβων. πῶς ἔχεις θυσίαν ποιεῖν. καὶ πῶς, φησὶν, οὐκ ἀσε‐ βὲς ἐναγῆ σε ὄντα χερνίβων ἅπτεσθαι, ἢ θύειν θεοῖς: —MTAB | |
5 | διὰ τί, φησὶν, οὐ δικαίως θίγοιμι τῶν χερνίβων: —MiTAgBi | |
sch Or1603 | καὶ σφάγια πρὸ δορός: ὑπὸ δορὸς, ὅ ἐστιν ὑπὸ ξίφους. εὖ γοῦν καὶ σφάγια καταβάλοις. πάλιν δὲ καὶ τοῦτο ἠθικῶς. πρὸ δορὸς δὲ ἀντὶ τοῦ πρὸ πολέμου· εἰώθασι γὰρ οἱ βασιλεῖς εἰς πόλεμον μέλλοντες ἐξιέναι πρότερον θύειν τοῖς θεοῖς: —MTAB | |
5 | σὺ δ’ ἂν, φησὶ, θύσειας ἁγνῶς ὡς μὴ μιαρὸς ὤν: —MiTAgBi | |
sch Or1604 | τοῦ φόνου τῆς μητρὸς δηλονότι: —MiTAgBi | |
sch Or1605 | ὡς μιαρὸν δηλονότι: —MiTAgBi τουτέστι· διὰ τὸ βεβοηθηκέναι με τῷ πατρί: —MiTAgBi | |
sch Or1606 | καλήν γε οὖσαν, τιμῶν δηλονότι. ἐγὼ οὖν μὴ ἔχων καλὴν | |
ἀπέκτεινα· διὸ καὶ ἀτυχῶ: —MiTAgB | 234 in vol. 1 | |
sch Or1607 | οὐδαμῶς: —MgBi οὐ γὰρ ἁνδάνουσιν: αὕτη γὰρ ἥμαρτε, φησί· διὸ κἀγὼ οὐκ εὐδαι‐ μονῶ: —MTAgBi | |
sch Or1608 | ἀντὶ τοῦ· ἐψεύσω τῆς ἐλπίδος: —MiAgBi | |
sch Or1610 | παροιμιῶδες τὸ ἡμιστίχιον: —MiTAgBi | |
sch Or1612 | ἐὰν μὴ πείσω: —MiTAgBi οὕτως κέκριται: —MiTAgBi | |
sch Or1614 | εἴθε: —MgBi | |
sch Or1616 | ὅτε σε ἠξίουν βοηθῆσαί μοι: —AgBi | |
sch Or1617 | ἔχεις με: ἀντὶ τοῦ· περιγέγονάς μου, ὡς ἐπὶ τῆς συνηθείας λέγομεν· ἔχεις με ἔσω. ὅτι ἐχειρώσατο τὴν Ἑρμιόνην: —MiTAgB σὺ σαυτὸν δυνάμει κατηγωνίσω κακὸς γενόμενος πρός με: —MiBi | |
sch Or1620 | γράφεται γεῖσα τεκτόνων πόνον: —Mi | |
sch Or1621 | ἱππίου τ’ Ἄργους κτίται: οἰκήτορες. ἀντὶ τοῦ οἰκηταί. τοιοῦτον δέ ἐστι καὶ τὸ ‘συὸς ὀρεικτίτου‘ παρὰ Πινδάρῳ [frg. 313], ἀντὶ τοῦ ὀρειοίκου· καὶ τὸ ‘ἐύκτιτον ἄστυ‘ Ὅμηρος, ἀντὶ τοῦ εὐκατοίκητον πόλιν: —MTAB | |
sch Or1623 | πᾶσαν γὰρ ὑμῶν: πᾶσαν γὰρ ὑμῶν οὗτος πόλιν βιάζεται διὰ τὸ ζῆν καὶ αὐτὸν, μηδενὸς αὐτῷ συγχωροῦντος: —MT ἄλλως: οὐδενὸς αὐτῷ συγχωροῦντος ζῆν οὗτος βιάζεται ἀδίκως τούτου τυχεῖν βουλόμενος, τοῦ ζῆν: —MTABi | |
sch Or1625 | τοῦ φρονήματος: —Mg | |
sch Or1627 | σύ θ’ ὃς ξιφήρης: παῦσαι ὀργιζόμενος, ἵνα ἀκούσῃς: —MB | |
sch Or1630 | διὰ τὴν ὀργὴν τὴν πρὸς Μενέλαον: —MiTBi | |
sch Or1637 | σύνθακος ἔσται ναυτίλοις σωτήριος: ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλασσαν ἐπήκοός ἐστι κατὰ Εὐριπίδην, σεση‐ | |
μείωται. ὁ μέντοι Σωσίβιος [frg. 16] ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ ἐν τῷ δ τῶν πρὸς Ἀναξανδρίδην [frg. 76a] | 235 in vol. 1 | |
5 | τὴν μὲν τῶν δυοῖν ἀστέρων ἐπιφάνειαν τῶν Διοσκούρων ἀνωμολογῆσθαι, τὴν δὲ ** τῶν λεγομένων Ζοβείρων: —MTAB | |
sch Or1641 | ὡς ἀπαντλοῖεν χθονός: ἱστορεῖται ὅτι ἡ γῆ βαρουμένη τῷ πλήθει τῶν ἀνθρώπων ἠξίωσε τὸν Δία ἐλαφρῦναι αὐτῆς τὸ βάρος· τὸν δὲ Δία εἰς χάριν αὐτῆς συγκροτῆσαι τόν τε Θηβαϊκὸν πόλεμον καὶ τὸν Ἰλιακὸν, ἵνα τῶν πολλῶν ἀναιρεθέντων κουφισμὸς γένηται. ἑτέ‐ | |
5 | ραν οὖν, φησὶν, ἄγε νύμφην, ἐπεὶ οἱ θεοὶ ταύτην ἀνειλήφασιν, ἣν αὐτοὶ τότε κατέπεμψαν, ἵνα διὰ τὸ ταύτης κάλλος συγκροτησάντων πόλεμον Ἑλλήνων καὶ Φρυγῶν καὶ τῶν πολλῶν ἀναιρουμένων ἐλαφρότερον γένοιτο τῇ γῇ τὸ τῶν ἀνθρώπων βάρος: —MTAB | |
sch Or1643 | τὰ μὲν καθ’ Ἑλένην: τοὺς θανάτους τοὺς ἐν τοῖς πολέ‐ μοις γενομένους, ἵν’ ἐπικουφίσειαν, οἱ θάνατοι, τῆς γῆς τὸ βάρος τῶν πολλῶν ἀνθρώπων. ἢ αὐτοὶ οἱ θεοὶ ἐπικουφίσειαν διὰ τῶν θανάτων τὸ βάρος τῆς γῆς: —MTA | |
sch Or1645 | Παρράσιον: τὸ Παρράσιον οἱ μὲν πόλιν, οἱ δὲ χώραν εἶναί φασιν ἀπὸ Παρρασίου τοῦ Πελασγοῦ ὀνομασθεῖσαν, ὃς συνῴκισε τοὺς Ἀρκάδας καὶ Πελασγοὺς αὐτοὺς ἐπωνόμασεν. ὁ δὲ Ἀσκληπιάδης [frg. 15] ἐν Ἀρκαδίᾳ φησὶ τὸν Ὀρέστην ὑπὸ ὄφεως ἀναιρεθῆναι ἑβδο‐ | |
5 | μήκοντα ἐτῶν: —MTAB ἐνιαυτοῦ κύκλον: ἰδίως ὁ Εὐριπίδης ἐνιαυτίσαι τὸν Ὀρέστην ἐκεῖ φησιν: —MTAB ἄλλως: ποιήσαντα κύκλον ἐνιαυτοῦ. καὶ ὁ μὲν Εὐριπίδης ἐν‐ | |
θάδε ἐξενιαυτίσαι 〈φησὶν αὐτὸν ὁμοίωσ〉 τοῖς κατεχομένοις ἐπὶ μύσει, ὁ δὲ | 236 in vol. 1 | |
10 | Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν ἐκεῖ τελευτῆσαι. ὁ δὲ Φερεκύδης [frg. 97] ὅτι καὶ ἔπειτα τὸν Ὀρέστην αἱ Ἐρινύες διώκουσιν· ὁ δὲ καταφεύγει εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος καὶ ἵζει ἱκέτης πρὸς τῷ βωμῷ. αἱ δὲ Ἐρινύες ἔρχονται ἐπ’ αὐτὸν θέλουσαι ἀποκτεῖναι, καὶ ἐρύκει αὐτὰς ἡ Ἄρτεμις. ἐξ οὗ καὶ ἡ πόλις αὕτη Ὀρέστειον καλεῖται | |
15 | [ἀπὸ Ὀρέστου]. τὸ δὲ Ὀρέστειον τῆς Παρρασίας κεχώρισται καὶ αὕτη πόλις οὖσα τῆς Ἀρκαδίας καὶ κληθεῖσα ἀπὸ Ὀρέστου: —MTAB | |
sch Or1646 | κεκλήσεται δὲ σῆς φυγῆς: Πελασγὸς [αὐτόχθων] ὁ Ἀργεῖος ὁ τοῦ Ἀρέστορος τοῦ Ἰάσου ἐλθὼν εἰς Ἀρκαδίαν θηριώδεις ὄντας τοὺς ἀνθρώπους εἰς τὸ ἡμερώτερον μετέβαλε καὶ πόλιν ἔκτισεν, ἣν Παρρασίαν ὠνόμασεν. γυναῖκα δὲ ἀγαγόμενος ἐπιχωρίαν Κυλλήνην, | |
5 | ἀφ’ ἧς τὸ ὄρος οὕτως καλεῖται, υἱὸν ἔσχε Λυκάονα, ὃς τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἵσατο ἐν Παρρασίᾳ καὶ παῖδα ἐσχηκὼς ἐξ Ὀρθωσίας Νύκτι‐ μον τὴν ἀρχὴν αὐτῷ καταλείπει, ἐφ’ οὗ ὁ κατακλυσμὸς ἐγένετο. μετὰ δὲ ταῦτα βασιλεύει Δωριεὺς υἱὸς Εἰκαδίου καὶ Κορωνείας. οὗτος ἐξ Ἀργείας ἔσχε Παρθίονα· οὗτος ἐξ Ὀρσιλόχης Κητέα καὶ Πάρον· Κητεὺς | |
10 | δὲ ἐκ Στίλβης ἔσχε Καλλιστώ. ταύτην φασὶν ἐκ Διὸς Ἀρκάδα πεποιη‐ κέναι, ὃς ἄρξας τῆς χώρας Ἀρκαδίαν ὠνόμασε· γήμας δὲ Λεάνειραν ἔσχεν Ἔλατον Ἀφείδαντα Ἀζᾶνα. τούτων ἀρξάντων τῆς χώρας ὁ Ἀζὰν ἀπ’ αὐτοῦ τὴν ἰδίαν μοῖραν Ἀζανίαν ὠνόμασεν. Ἀρκάδες οὖν πάντες κοινῇ ἐκαλοῦντο· μέρος δὲ τούτων Ἀζᾶνες: —MTAB | 237 in vol. 1 |
15 | τῷ μερικῷ τὸ ὅλον ἐπήγαγεν. Ἀζᾶνες γάρ ἐστι μέρος Ἀρκαδίας. καὶ Ὀρέστειον δὲ πόλις Ἀρκαδίας ὀνομασθεῖσα ἀπὸ Ὀρέστου οἰκή‐ σαντος ἐκεῖσε: —MTAB | |
sch Or1648 | ἐνθένδε τ’ ἐλθών: περὶ τῆς Ὀρέστου κρίσεως ἐν Ἀρείῳ πάγῳ ἱστορεῖ καὶ Ἑλλάνικος [frg. 82 cf. FHG III p. 375] ταῦτα γρά‐ φων· ‘τοῖς ἐκ Λακεδαίμονος ἐλθοῦσι καὶ τῷ Ὀρέστῃ οἱ Ἀθηναῖοι *** ἔφρασαν. τέλος δὲ ἀμφοτέρων ἐπαινούντων οἱ Ἀθηναῖοι τὴν δίκην ἐνέ‐ | |
5 | στησαν ἐννέα γενεαῖς ὕστερον ἢ τὴν Ἄρει καὶ Ποσειδῶνι περὶ Ἁλιρ‐ ροθίου δίκην, μετὰ δὲ τὴν Κεφάλου τοῦ Δηιονέως, ὅστις τὴν Πρόκριν τὴν Ἐρεχθέως ἔχων γυναῖκα καὶ ἀποκτείνας ἐξ Ἀρείου πάγου δίκην [ὡς] δικασθεὶς ἔφυγεν, ἓξ γενεαῖς ὕστερον. μετὰ δὲ τὴν Δαιδάλου δίκην Τάλω τὸν ἀδελφιδοῦν σοφίας πέρι ἀγωνιζόμενον ἀποκτείναντος δολόεντι | |
10 | θανάτῳ καὶ φυγόντος δίκην τρισὶ γενεαῖς ὕστερον αὕτη ἡ τῆς Κλυται‐ μνήστρας τῆς Τυνδάρεω Ἀγαμέμνονα ἀποκτεινάσης δίκη ὑπὸ Ὀρέστου ἐγένετο‘: —MTAB | 238 in vol. 1 |
sch Or1651 | πάγοισιν ἐν Ἀρείοισιν: ἐνταῦθα πρῶτον μὲν Ἄρης καὶ Ποσειδῶν ἠγωνίσαντο, δεύτερον δὲ μετὰ τρεῖς γενεὰς Κέφαλος 〈ὁ〉 Δηιονέως ἐπὶ γυναικὶ Πρόκριδι καὶ μετὰ τρεῖς Δαίδαλος ἐπὶ τῷ ἀδελφιδῷ Τάλῳ, εἶτα μετὰ τρεῖς Ὀρέστης, ὡς Ἑλλάνικος: —MTA | |
5 | † ἄλλως: Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ συνέστη ἡ κρίσις πρὸς Εὐμενίδας τῷ Ὀρέστῃ ἐπὶ τῷ φόνῳ τῆς μητρὸς αὐτοῦ καὶ μετὰ τὴν κρίσιν ἐπανελθὼν Ἄργους ἐβασίλευσεν. ἐδίκασαν δὲ Ἀθηνᾶ καὶ Ἄρης: —TA | |
sch Or1654 | Ὀρέστου καὶ Ἑρμιόνης Τισαμενός, Πυλάδου καὶ Ἠλέκτρας Στρόφιος καὶ Μέδων: —MBi παρὰ Φερεκύδους τοῦτο ἔλαβεν ὁ Εὐριπίδης ** ἐπεὶ Νεοπτολέμῳ αὐτὴν συνῴκισε καὶ ἀπέθανε ** τῶν δὲ γίνεται Τισαμενός. ὁ μέντοι | |
5 | Εὐριπίδης νῦν οὐδόλως φησὶ γῆμαι τὸν Νεοπτόλεμον τὴν Ἑρμιόνην: — MiTA | |
sch Or1655 | Νεοπτόλεμος γαμεῖ νιν: οὐκ ἐγάμησεν αὐτὴν κατὰ τοῦτο ὅτι τέκνα οὐκ ἔσχεν ἀπ’ αὐτοῦ. καὶ ὁ μὲν Εὐριπίδης διὰ τοῦτο ἀνῃ‐ ρῆσθαί φησι τὸν Νεοπτόλεμον ὑπὸ τῶν Δελφῶν ὅτι παρεγένετο εἰς Δελφοὺς δίκας ἀπαιτήσων τὸν θεὸν ὑπὲρ τῆς τελευτῆς τοῦ πατρὸς αὐτοῦ. | |
5 | Φερεκύδης δέ φησι περὶ παίδων χρώμενον τὸν Νεοπτόλεμον ἀναιρεθῆναι γράφων οὕτως [frg. 98]· ‘ἐπεὶ Νεοπτόλεμος Ἑρμιόνην γαμεῖ τὴν Μενέλεω, | |
κατέρχεται εἰς Δελφοὺς περὶ παίδων χρησόμενος· οὐ γὰρ αὐτῷ ἐγένοντο ἐξ Ἑρμιόνης. καὶ ὡς ὁρᾷ κατὰ τὸ χρηστήριον κρέα διαρπάζοντας τοὺς Δελφοὺς, ἀφαιρεῖται τὰ κρέα αὐτοὺς, αὐτὸν δὲ κτείνει Μαχαιρεὺς ὁ τού‐ | 239 in vol. 1 | |
10 | των ἱερεύς. καὶ αὐτὸν κατορύσσει ὑπὸ τὸν οὐδὸν τοῦ νεῴ‘. ταῦτα γενεαλογεῖ καὶ Σοφοκλῆς [FTG p. 140]: — | |
sch Or1659 | ἀντὶ τοῦ· συμβιώσεται αὐτῇ μέχρι τέλους: —Mi ὁ δ’ ἐπιών νιν: τὸ νίν καὶ ἐπὶ πληθυντικοῦ τάσσειν εἴωθεν. ἢ ἐπὶ μόνου Πυλάδου κεῖται: —MTABi | |
sch Or1663 | δεῦρ’ ἀεὶ διήνυσε: ἀντὶ τοῦ ἕως τούτου τοῦ χρόνου, ὡς καὶ ἐν Φοινίσσαις [1209]· ‘ἔα τὸ λοιπόν· δεῦρ’ ἀεὶ γὰρ εὐτυχεῖσ‘. ἀντὶ τοῦ μέχρι τούτου· τὸ δὲ διήνυσεν ἀντὶ τοῦ κατηνάλωσεν: — MTAB | |
sch Or1668 | καίτοι μ’ ἐσῄει: περιδεὴς, φησὶν, ἦν ἐγὼ μὴ ἄρα δαίμων τις ᾖ τῶν ἀλαστόρων καὶ οὐχὶ σὺ ὁ προστάξας με μητροκτονεῖν. νῦν δὲ, φησὶν, αὐταῖς ὄψεσι θεωρῶν ἔχω τὸ πιστόν: —MTAB | |
sch Or1675 | κατεγγυῶ: ἀντὶ τοῦ κατεγγυήσω. ὅ ἐστιν· ἐπαγγέλλο‐ μαι δώσειν πρὸς γάμον. οὐ νῦν γὰρ δίδωσιν, ἀλλ’ ὕστερον τοῦ Ὀρέστου ἐν Ἀρκαδίᾳ διάγοντος μετὰ τὴν Νεοπτολέμου τελευτήν: —MTAB | |
sch Or1677 | ἀπολαύσειας: —MgBi | |
sch Or1678 | οἷ: ἀντὶ τοῦ ὅπου ἡμεῖς προστάσσομεν καὶ κελεύομεν: —Mi | |
sch Or1680 | σπένδομαι δὲ συμφοραῖς: λείπει ἡ ἐπί· ἐπὶ συμφοραῖς. σπένδομαι, φησὶ, φιλίαν πρὸς σὲ, ὦ Μενέλαε, ἐπὶ συμφοραῖς, τουτέστι μετὰ τὰς συμφορὰς καὶ τὰς ἀτυχίας, τοῖς σοῖς, ὦ Ἄπολλον, πειθόμενος κελεύσμασιν: —MTAB | |
sch Or1682 | ἴτε νῦν: τοῦτό φησιν, ἐπεὶ [ἐπὶ] τὰ Πελοποννησιακὰ ἐνέστη τῇ Ἑλλάδι· πρεσβευσαμένων γὰρ τῶν Λακεδαιμονίων οὐ προσήκαντο τὰς σπονδὰς οἱ Ἀθηναῖοι: —MTBi | |
θεὸν Εἰρήνην τιμῶντες: τοῦτό φησι διὰ τὸ κατ’ ἐκεῖνον τὸν | 240 in vol. 1 | |
5 | καιρὸν ἐνεστηκέναι τὰ Πελοποννησιακά· πρεσβευομένοις γὰρ Λακεδαιμο‐ νίοις περὶ εἰρήνης οὐκ ἐπείσθησαν Ἀθηναῖοι: —MTA | |
sch Or1687 | οὕτως ὠνομάζετο ἡ τοῦ Ἡρακλέους γυνή: —MBi λείπει τὸ οὖσα: —MgBi | |
sch Or1689 | γράφεται ὑγρᾶς: —Mi | |
sch Or1691 | ὦ μέγα σεμνή: τοῦτο παρὰ τοῦ χοροῦ ἐστι λεγόμενον ὡς ἐκ προσώπου τοῦ ποιητοῦ: —MTABi ἡ κατάληξις τῆς τραγῳδίας ἢ εἰς θρῆνον ἢ εἰς πάθος καταλύει, ἡ δὲ τῆς κωμῳδίας εἰς σπονδὰς καὶ διαλλαγάς. ὅθεν ὁρᾶται τόδε τὸ | |
5 | δρᾶμα κωμικῇ καταλήξει χρησάμενον· διαλλαγαὶ γὰρ πρὸς Μενέλαον καὶ Ὀρέστην. ἀλλὰ καὶ ἐν τῇ Ἀλκήστιδι ἐκ συμφορῶν εἰς εὐφροσύνην καὶ ἀναβιοτήν. ὁμοίως καὶ ἐν Τυροῖ Σοφοκλέους [FTG p. 217] ἀναγνωρισμὸς κατὰ τὸ τέλος γίνεται, καὶ ἁπλῶς εἰπεῖν πολλὰ τοιαῦτα ἐν τῇ τραγῳδίᾳ εὑρίσκεται: —MTAB | |
10 | πρὸς διάφορα ἀντίγραφα παραγέγραπται ἐκ τοῦ Διονυσίου ὑπομνή‐ | |
ματος ὁλοσχερῶς καὶ τῶν μικτῶν: —MTB | 241 in vol. 1 | |
arg Ph1(t) | ΥΠΟΘΕΣΙΣ ΦΟΙΝΙΣΣΩΝ | |
1 | Ἐτεοκλῆς παραλαβὼν τὴν Θηβῶν βασιλείαν ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν Πολυνείκην. φυγὰς δὲ εἰς Ἄργος ἐκεῖνος παραγενόμενος ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Ἀδράστου κατελθεῖν εἰς τὴν πατρίδα φιλοτιμούμενος καὶ πείσας τὸν πενθερὸν συνήθροισεν ἀξιόχρεων στρατὸν | |
5 | ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ μήτηρ Ἰοκάστη ἔπεισεν αὐτὸν ὑπό‐ σπονδον εἰσελθεῖν εἰς τὴν πόλιν καὶ διαλεχθῆναι πρότερον πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς. δεινοπροσωπήσαντος δὲ ὑπὸ τῆς τυραννίδος τοῦ Ἐτεοκλέους ἡ μὲν Ἰοκάστη συναγαγεῖν τὰ τέκνα εἰς φιλίαν οὐκ ἠδύ‐ νατο, Πολυνείκης δὲ ὡς πρὸς πολέμιον λοιπὸν παραταξόμενος ἀνεχώρησε | |
10 | τῆς πόλεως. ἔχρησε δὲ ὁ Τειρεσίας νίκην ἔσεσθαι τοῖς Θηβαίοις, ἐὰν ὁ παῖς Κρέοντος Μενοικεὺς σφάγιον Ἄρει γένηται. ὁ μὲν οὖν Κρέων ἠρ‐ νήσατο ἐπιδοῦναι τῇ πόλει τὸν παῖδα, ὁ δὲ νεανίσκος ἐβούλετο καίτοι τοῦ πατρὸς αὐτῷ φυγὴν μετὰ χρημάτων διδόντος ἑαυτὸν ἀποσφάξαι καὶ δὴ καὶ ἔπραξε. Θηβαῖοι δὲ τοὺς ἡγεμόνας τῶν Ἀργείων ἔσφαξαν· | |
15 | Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης μονομαχήσαντες ἀνεῖλον ἀλλήλους. ἡ μὲν οὖν μήτηρ αὐτῶν εὑροῦσα νεκροὺς τοὺς υἱοὺς ἔσφαξεν ἑαυτὴν, ὁ δὲ ταύτης ἀδελφὸς Κρέων παρέλαβε τὴν βασιλείαν, οἱ δὲ Ἀργεῖοι νικη‐ θέντες τῆς μάχης ἀνεχώρησαν. Κρέων δὲ δυσχερῶς φέρων τοὺς μὲν ὑπὸ τῇ Καδμείᾳ τῶν πολεμίων πεσόντας οὐκ ἔδωκεν εἰς ταφὴν, Πολυ‐ | |
20 | νείκην δὲ ἀκήδευτον ἔρριψεν, Οἰδίπουν δὲ φυγάδα τῆς πατρῴας ἀπέ‐ πεμψεν, ἐφ’ ὧν μὲν οὐ φυλάξας τὸν ἀνθρώπινον νόμον, ἐφ’ ὧν δὲ | |
τὴν ὀργὴν λογοποιήσας οὐδὲ παρὰ τὴν δυστυχίαν ἐλεήσας: —MAB περιπαθεῖς ἄγαν αἱ Φοίνισσαι τῇ τραγῳδίᾳ. ἀπώλετο γὰρ ὁ Κρέον‐ τος υἱὸς ἀπὸ τοῦ τείχους ὑπὲρ τῆς πόλεως ἀποθανών, ἀπέθανον δὲ καὶ | 242 in vol. 1 | |
25 | οἱ δύο ἀδελφοὶ ὑπ’ ἀλλήλων, καὶ Ἰοκάστη ἡ μήτηρ ἀνεῖλεν ἑαυτὴν ἐπὶ τοῖς παισὶ, καὶ οἱ ἐπὶ Θήβας στρατευσάμενοι Ἀργεῖοι ἀπώλοντο, καὶ ἄταφος Πολυνείκης πρόκειται, καὶ ὁ Οἰδίπους τῆς πατρίδος ἐκβάλλεται καὶ σὺν αὐτῷ ἡ θυγάτηρ Ἀντιγόνη. ἔστι δὲ τὸ δρᾶμα καὶ πολυπρό‐ σωπον καὶ γνωμῶν μεστὸν πολλῶν τε καὶ καλῶν: —MAB | |
30 | τὸ δρᾶμά ἐστι μὲν ταῖς σκηνικαῖς ὄψεσι καλόν, ἔστι δὲ καὶ παρα‐ πληρωματικόν· ἥ τε ἀπὸ τῶν τειχέων Ἀντιγόνη θεωροῦσα μέρος οὐκ ἔστι δράματος, καὶ 〈ὁ〉 ὑπόσπονδος Πολυνείκης οὐδενὸς ἕνεκα παραγίνεται, ὅ τε ἐπὶ πᾶσι μετ’ ᾠδῆς ἀδολέσχου φυγαδευόμενος Οἰδίπους προσέρ‐ ραπται διὰ κενῆς: —MAB | |
35 | χρησμός: Λάιε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς· τέξεις μὲν φίλον υἱόν· ἀτὰρ τόδε σοι μόρος ἔσται, παιδὸς ἑοῦ χείρεσσι λιπεῖν βίον· ὣς γὰρ ἔνευσε Ζεὺς Κρονίδης Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, | |
40 | οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα: —MAB τὸ τῆς Σφιγγὸς αἴνιγμα: ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, | |
καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσς’ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. | 243 in vol. 1 | |
45 | ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα μένος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ: —MAB Λάιος ἀπὸ Θηβῶν παραγενόμενος κατὰ τὴν ὁδὸν ἐθεάσατο Χρύ‐ σιππον τὸν υἱὸν τοῦ Πέλοπος. τούτου ἐρασθεὶς ἠξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας σὺν αὑτῷ. τοῦ δὲ μὴ τοῦτο ποιῆσαι βουληθέντος ἥρπασεν | |
arg Ph1(50) | αὐτὸν ὁ Λάιος λάθρα τοῦ ἑαυτοῦ πατρός. ἐπὶ πολὺ δὲ αὐτοῦ θρη‐ νοῦντος διὰ τὴν τοῦ παιδὸς ἀπώλειαν ὕστερον ἔμαθε καὶ μαθὼν κατη‐ ράσατο τῷ αὐτὸν ἀνελόντι μὴ παιδοποιῆσαι· εἰ δὲ τοῦτο γένηται, ὑπὸ τοῦ τικτομένου ἀναιρεθῆναι: —A Ἀριστοφάνους: ** ἐπιστρατεία τοῦ Πολυνείκους μετὰ τῶν Ἀρ‐ | |
55 | γείων ἐπὶ Θήβας καὶ ἀπώλεια τῶν ἀδελφῶν Πολυνείκους καὶ Ἐτεοκλέους καὶ θάνατος Ἰοκάστης. ἡ μυθοποιία κεῖται παρ’ Αἰσχύλῳ ἐν Ἑπτὰ ἐπὶ Θήβας πλὴν τῆς Ἰοκάστης. † ἐπὶ Ναυσικράτους ἄρχοντος ** δεύ‐ τερος Εὐριπίδης ** καθῆκε διδασκαλίαν † περὶ τούτου καὶ γὰρ ταῦτα ὁ Οἰνόμαος καὶ Χρύσιππος † καὶ σῴζεται. ὁ χορὸς συνέστηκεν ἐκ | |
60 | Φοινισσῶν γυναικῶν, προλογίζει δὲ Ἰοκάστη: —Vat. 1345 | 244 in vol. 1 |
sch Ph1 | ΣΧΟΛΙΑ ΕΙΣ ΦΟΙΝΙΣΣΑΣ | |
1 | ὦ τὴν ἐν ἄστροις: παλαιά τις φέρεται δόξα ὡς Σοφοκλῆς μὲν ἐπιτιμήσειεν Εὐριπίδῃ ὅτι [μὴ] προέταξε τούτους τοὺς δύο στίχους, ὁ δὲ Εὐριπίδης ὅτι [μὴ] προέταξεν ἐν Ἠλέκτρᾳ [1] ὁ Σοφοκλῆς τὸ ‘ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτέ‘: —MTAB | |
5 | ἄλλως: ὁ διοδεύων τοῦ οὐρανοῦ τὴν ὁδὸν τὴν παρὰ τοῖς ἄστροις, ὅ ἐστι τὴν παρὰ τοῖς οἴκοις τοῦ ζῳδιακοῦ κύκλου. ὅτι γὰρ ἄστρα τοὺς οἴκους φησὶ τοῦ ζῳδιακοῦ κύκλου, Ἄρατός φησιν [542]· ‘αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα, ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν‘: —MTAB | |
10 | ἄλλως: ἔθος ἔχουσιν οἱ τραγικοὶ παράγειν τοὺς ἥρωας θεοῖς τὰς συμφορὰς ἀπολοφυρομένους. καὶ ἐν Μηδείᾳ [57]· ‘ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ‘: —MTAB ἄλλως: ἐπειδὴ κυκλοτερὴς ὁ οὐρανός. ἢ ἐπειδὴ ἑλικοειδής ἐστιν ὁ ζῳδιακὸς καθ’ ὃν φέρεται ὁ ἥλιος: —MTA | |
15 | † ἄστρον καὶ ἀστὴρ διαφέρει· ἀστὴρ μὲν ὁ εἷς, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων ἀστροθέτημα καὶ συμφόρημα, οἷα καὶ τὰ ν〈ῦν λεγό‐ | |
μενα〉 ἄστρα τὰ ιβ ζῴδια: —Ai | 245 in vol. 1 | |
sch Ph3 | λείπει ἡ σύν, ἵν’ ᾖ σὺν ἵπποισι. καὶ παρ’ Ὁμήρῳ [Θ 24] ‘αὐτῇ κεν γαίῃ‘ καὶ ἐν Βάκχαις [946] ‘αὐταῖσιν ἐλάταισ‘ καὶ ἐν Ἱππολύτῳ [1189] ‘αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα‘. καὶ ἔστιν Ἀττικὴ ἡ συνήθεια: — MTAB | |
5 | θοαῖς ἵπποισιν: ἔδει ἐκ τοῦ ἐπικρατοῦντος ἀρσενικῶς αὐτοὺς ὀνομάσαι. τέσσαρες γάρ εἰσι, Χρόνος Αἶθοψ Ἀστραπὴ Βροντή. ἔθος δὲ τοῖς ποιηταῖς θηλυκῶς λέγειν τοὺς ἵππους. Σώφρων ‘τὰν ἵππον‘ καὶ ἐν Ἱππολύτῳ [1223] ‘αἱ δ’ ἐνδακοῦσαι στόμια‘ καὶ παρ’ Ὁμήρῳ [Ψ 376] ‘αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι‘: —MTAB | |
10 | στρέφων περιάγων περιελαύνων τὴν ἀκτῖνα: —MgAg | |
sch Ph4 | ὡς δυστυχῆ Θήβαισι: ἀσεβεῖ, φασὶ, τὴν ἀκτῖνα τοῦ Ἡλίου δυστυχῆ καλῶν. πῶς δὲ ἀσεβεῖ, ὁπότε καὶ Ἡσίοδος [opp. 769 sq.] ἀποφαίνει τινὰς τῶν ἡμερῶν πονηράς: —MTAB ἄλλως: οἱ κακοδαιμονοῦντες καὶ τὰς πρῴην εὐτυχίας ἀτυχίας νομί‐ | |
5 | ζουσι τῇ παρούσῃ δυσποτμίᾳ βαρυνόμενοι: —MTAB καὶ μὴν τότε εὐδαίμονες ἦσαν αἱ Θῆβαι διά τε τὸν Ἁρμονίας γάμον, ἐν ᾧ οἱ θεοὶ εἱστιάθησαν, καὶ τὴν Διονύσου καὶ Ἡρακλέους γέ‐ νεσιν· νοσεῖν δὲ ἤρξατο ἐξ οὗ ἐτεκνώθη Λάιος βίᾳ θεῶν. τὰ τοιαῦτα δὲ οὐ πρὸς τὸ ἀληθές, ἀλλ’ ὡς οἱ λέγοντες πάθους ἔχουσιν. εὐεπίφορος | |
10 | δὲ ὁ Εὐριπίδης πρὸς 〈τὸ εἰσ〉 ἕτερα πρόσωπα πρεσβύτερα τὴν τῶν δυσ‐ τυχημάτων αἰτίαν ἀναφέρειν. καὶ ἐν Τρῳάσιν [919] ἡ Ἑλένη φησίν· ‘πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν Πάριν τεκοῦσα‘ καὶ Ὀρέ‐ στης [585]· ‘σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν ἀπώλεσάς με‘. κέχρηται τούτῳ τῷ εἴδει καὶ Ὅμηρος [Ε 62]· ‘ὃς καὶ Ἀλεξάνδρῳ τεκτή‐ | |
15 | νατο νῆας ἐίσας ἀρχεκάκουσ‘· καὶ Εὔμαιος συμπαθῶς ἔχων πρὸς τὸν Ὀδυσσέα φησίν [ξ 68]· ‘ὣς ὤφελλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι‘ καίτοι τῶν ἀδελφῶν αὐτῆς τῶν Διοσκούρων ἤδη θεῶν ὄντων καὶ πολλὰ τοῖς ἀνθρώποις ἐπαρκούντων. ἔτι δέ τινες ἐγκαλοῦσι τῷ Εὐριπίδῃ ὡς οὐκ ἀκολούθως γενεαλογήσαντι· εἰ μὲν ἐξ ἀρχῆς ἐβούλετο τὰ πράγματα λέ‐ | 246 in vol. 1 |
20 | γεσθαι, ἐχρῆν τὴν ἐκ Φοινίκης ἀποικίαν τοῦ Κάδμου κατὰ λεπτὸν μετὰ τῆς αἰτίας διηγήσασθαι· εἰ δὲ ἐκ τοῦ ὑπογυίου, ἔδει ἀπὸ τῶν Λαΐου δυστυχημάτων ἄρξασθαι. πρὸς οὓς ῥητέον ὅτι, εἰ μὲν ἄνωθεν ἤρξατο, μακρὸς ἂν ἦν ὁ λόγος ἄλλως τε οὐκ ἔπρεπε Θηβαίαν γυναῖκα ἀκριβῶς τὰ ἐν Φοινίκῃ ἐπίστασθαι· εἰ δὲ ἀπὸ τῶν Λαΐου δυστυχημάτων, πολλὰς | |
25 | ἂν τῶν περὶ τὰς Θήβας συμφορῶν παρέλιπεν. Ἀκταίωνα μὲν γὰρ αἱ οἰκεῖαι κύνες διεσπάσαντο Πενθέα τε τὸν υἱὸν Ἀγαύη, Σεμέλην τε ἐκε‐ ραύνωσε Ζεὺς καὶ τῶν Ἰνοῦς υἱῶν Λέαρχον μὲν μανεὶς ὁ πατὴρ Ἀθά‐ μας ἀπέκτεινε, Μελικέρτης δὲ μετὰ τῆς μητρὸς ἔπεσεν εἰς τὴν θάλασσαν [οἱ Νιόβης παῖδες ἐτοξεύθησαν καὶ αὐτὴ λίθος ὁρᾶται δακρύων]: — | |
30 | MTAB | |
sch Ph5 | λίαν ἐν ταύτῃ τῇ ἡμέρᾳ καὶ ἐν ἐκείνῃ, ὅτε ὁ Κάδμος τὴν οἰκίαν καταλιπὼν ἦλθεν ἐνταῦθα, δυστυχῆ ἀκτῖνα ἐφῆκας, ἀνέτειλας: —Mg ἐπέβαλες ἀνέτειλας. ἐμφαντικὸν δὲ πάνυ τὸ ἀκτῖν’ ἐφῆ‐ κας: —MiAg | |
5 | ἡνίκα διὰ τὴν ἀδελφὴν αὐτοῦ Εὐρώπην καταλιπὼν τὴν ἑαυτοῦ γῆν παρεγένετο ἐνταῦθα: —Mg Κάδμος ἡνίκ’ ἦλθε γῆν: ὁ Κάδμος παρὰ τοῦ πατρὸς αὐτοῦ ἀποσταλεὶς τὴν ἰδίαν ζητῆσαι ἀδελφὴν καὶ μὴ ὑποστρέψας εἰς τὴν ἑαυ‐ τοῦ πατρίδα διὰ τὸ 〈ἀπαγορευ〉θῆναι παρὰ τοῦ πατρὸς εἰ μὴ αὐτὴν | |
10 | καταλάβοι, τὴν Ἁρμονίαν ἁρπάσαι προνοίᾳ Ἀθηνᾶς λέγεται: —M Λιβύης τῆς Ἐπάφου καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος· Ἀγήνορος | |
δὲ καὶ Ἀργιόπης τῆς Νείλου Κάδμος Κίλιξ Φοῖνιξ, ἀφ’ οὗ οἱ Φοίνικες· Φοίνικος καὶ Τηλέφης τῆς Ἐπιμεδούσης Πείρως Ἀστυπάλη Εὐρώ‐ πεια. ἔνιοι δὲ ἀντὶ Ἁρμονίας Ἠλέκτραν αὐτόν φασι γῆμαι: — | 247 in vol. 1 | |
15 | MTAB | |
sch Ph6 | Φοίνισσαν ἐναλίαν χθόνα: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν· εἰ δὲ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς [202]· ‘Τύριον οἶδμα λιποῦς’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου‘: —MTAB | |
5 | ἄλλως: τὴν Τύρον· νησιάζεται γάρ. ἡ Φοινίκη· προληπτικὸς δὲ ὁ λόγος· οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ [frg. 816] φησίν· ‘ἦσαν τρεῖς Ἀγήνορος κόροι, Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκε‐ ται, Φοῖνιξ, ὅθενπερ τοὔνομ’ ἡ χώρα φέρει, καὶ Θάσοσ‘: — | |
sch Ph7 | ἔνιοι Ἁρμονίαν τὴν Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὸν λέγουσι γε‐ γαμηκέναι: —MiTAB Κύπριδος Ἁρμονίαν: Δέρκυλος [frg. 4] Θηβαίου τινὸς Δρά‐ κοντος, Ἄρεως δὲ υἱοῦ φησιν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας | |
5 | Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος [frg. 12] δὲ Ἠλέκτρας τῆς Ἄτλαν‐ τος αὐτὴν εἶναι λέγει, Κάδμου δὲ παραπλέοντος τὴν Σαμοθρᾴκην ἁρπά‐ σαι αὐτήν, τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας. καὶ νῦν ἔτι ἐν τῇ Σαμοθρᾴκῃ ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς. Δημα‐ γόρας [frg. 1] δὲ ἀπὸ Λιβύης ἐλθοῦσαν τὴν Ἠλέκτραν οἰκῆσαι τὴν Σα‐ | |
10 | μοθρᾴκην· ἔνθα συγγενομένη Διὶ ἐτέκνωσεν Ἠετίωνα Δάρδανον Ἁρμο‐ | |
νίαν. τὸν δὲ Κάδμον παραπλέοντα ἐπὶ ζήτησιν τῆς ἀδελφῆς μετὰ Θάσου μυηθῆναί τε καὶ μυούμενον ἰδεῖν τὴν Ἁρμονίαν, προνοίᾳ δὲ Ἀθηνᾶς ἁρπάσαι αὐτήν: —MTAB | 248 in vol. 1 | |
sch Ph8 | Πολύδωρον: τοῦτον οἱ ποιηταὶ † πίνακον καλοῦσι Πολύδωρον [δὲ] διὰ τὸ πολλὰ δῶρα εἰληφέναι τὴν μητέρα αὐτοῦ ἐπὶ τῇ γεννήσει αὐτοῦ: —MiTAB | |
sch Ph10 | ἐγὼ δὲ παῖς μέν: γενεαλογήσας ἕως Λαΐου ἀνατρέχει ἐπὶ τοὺς γονεῖς Κρέοντος καὶ Ἰοκάστης: —MiTAB ἐπονομάζομαι: —MgAg | |
sch Ph12 | καλοῦσι δ’ Ἰοκάστην με: ἀσφαλίζεται τὴν ὀνομασίαν τῆς ἡρωίνης, ἐπεὶ οἱ παλαιότεροι Ἐπικάστην 〈αὐτὴν〉 καλοῦσι. καὶ Ὅμηρος [λ 271] ‘μητέρα δ’ Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην‘: —MiTAB | |
sch Ph13 | γαμεῖ δὲ Λάϊός μ’: Ἐπιμενίδης [frg. 6] Εὐρύκλειαν τὴν Ἔκ‐ φαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα· οἱ δὲ δύο τὸν Λάιον γῆμαι γυναῖκας, Εὐρύκλειαν καὶ Ἐπικάστην. καὶ τὸν Οἰδίποδα δέ φασιν Ἐπικάστην τε τὴν μητέρα γεγαμηκέναι καὶ Εὐρυγάνην. † λι‐ | |
5 | γύστιος δέ φησιν ὡς ἐκ χρησμοῦ τοὺς παῖδας ἀκούσας ἀλληλοκτονήσειν ἐξέθηκε τὸν Πολυνείκην, Κάστωρ δὲ ἀμφοτέρους ἐκτεθῆναι: —MTAB | |
sch Ph14 | ἀντὶ τοῦ· ἐκ πολλοῦ χρόνου γήμας με: —MiAgBi | |
sch Ph15 | ἐρωτᾷ μὲν τῆς ἀπαιδίας τὴν αἰτίαν, αἰτεῖ δὲ τῆς ἀρρενογονίας τὴν εὐτυχίαν: —MiBi | |
sch Ph16 | ἐπιμιξίαν μετοχὴν σχέσιν: —MgAg | |
sch Ph17 | πολεμικοῖς: —MgAg | |
sch Ph18 | μὴ σπεῖρε τέκνων ἄλοκα: Ἐμπεδοκλῆς ὁ φυσικὸς ἀλληγο‐ | |
ρῶν φησι σχιστοὺς λιμένας Ἀφροδίτης [vs. 261] ἐν οἷς ἡ τῶν παίδων γένεσίς ἐστιν. Εὐριπίδης δὲ ταὐτὸν τούτῳ φάσκων τήν τε ἔννοιαν τὴν αἰσχρὰν ἀπέφυγε καὶ τοῖς ὀνόμασιν οἰκείοις ἐχρήσατο καὶ τεχνικαῖς ταῖς | 249 in vol. 1 | |
5 | μεταφοραῖς, σπόρον καὶ ἄλοκα λέγων: —MTAB | |
sch Ph18bis | ἄλοκα: αὔλακα· αὖλαξ δὲ ἡ τομὴ τῆς γῆς ὑπὸ τοῦ ἀρότρου. μεταφορικῶς δὲ λέγει· μὴ συνέρχου τῇ γυναικί: —MTA ἄλλως: μεταφορικῶς, τὴν αὔλακα μὴ σπεῖρε, ἀπὸ τῆς ἀρουμένης γῆς: —MTAB | |
5 | μὴ παιδοποίει: —Mg παρὰ γνώμην θεοῦ: —Mg | |
sch Ph21 | ὁ δ’ ἡδονῇ δούς: ἐκ τοῦ οἴνου εἰς ἡδονὴν τραπείς: —MTA ἄλλως: ἀντὶ τοῦ ἑαυτὸν δοὺς εἰς εὐωχίαν. πῶς προεγνωκυῖα ἡ γυνὴ τὸν χρησμὸν οὐκ ἀπέτρεψε τῆς μίξεως τὸν Λάιον. ἢ οὖν ὕστε‐ ρον εἶπεν αὐτῇ ἢ εἶπε μὲν, ἡ δ’ ὑπώπτευσε τὸ ῥηθὲν εἶναι ψεῦδος διὰ | |
5 | τὸν ἔρωτα Χρυσίππου: —MTAB † ἄλλως: καὶ διὰ τί τὸν χρησμὸν προεγνωκυῖα Ἰοκάστη οὐκ ἐκώ‐ λυσεν αὐτόν. ἢ οὖν οὐκ ἐγίνωσκεν ἢ ὑπώπτευσεν αὐτὸν ψεύδεσθαι 〈ὑπο〉‐ νοήσασα ταῦτα διὰ τὸν ἔρωτα λέγεσθαι τοῦ Χρυσίππου: —A εἰς μέθην: —Mg | |
sch Ph24 | λειμῶν’ ἐς Ἥρας: ἢ ὅτι πᾶς λειμὼν ἱερός ἐστι τῆς Ἥρας ἢ ὅτι Κιθαιρωνίας Ἥρας ἐστὶν ἐν Θήβαις ἱερόν. ὅσοι δὲ ἐγκαλοῦσιν ὡς ἐν ἱερῷ τόπῳ ἐκτεθέντος τοῦ παιδός, ἴστωσαν ὅτι καὶ Ἀθῆναι ἱεραὶ μὲν λέγονται τῆς Ἀθηνᾶς, ὀλίγος δέ ἐστιν 〈ὁ〉 τῆς ἀκροπόλεως εὐαγής τε | |
5 | καὶ ἱερὸς τόπος. καὶ λελωβημένον δὲ ἀνείλοντο τὸ βρέφος ἴσως τῷ κάλλει νενικημένοι καὶ τὴν ἴασιν εὐμαρῆ νομίσαντες αὐτῷ ὑπὸ τῆς βασιλείας ἔσεσθαι: —MTAB ἀκρωτήριον: —MgAg | |
sch Ph25 | δίδωσι βουκόλοισιν: ἵνα ἀποθάνῃ· οὐ γὰρ ἤθελεν ἐκ τοῦ | |
ἐμφανοῦς ἀνελεῖν τὸ βρέφος φεύγων τὸ μύσος: —MAB | 250 in vol. 1 | |
sch Ph26 | σφυρῶν σιδηρᾶ κέντρα: διὰ μέσων τῶν σφυρῶν τὰ σιδηρᾶ κέντρα πείρας: —MTA ἄλλως: καὶ θηριώδης, φασὶ, καὶ ἀνόητος 〈παρόσον〉 ἀνελεῖν μὲν οὐκ ἤθελε τὸ βρέφος, οὕτως δὲ χαλεπῶς ἐλωβήσατο. ῥητέον ὅτι τὸ | |
5 | μὲν ἀποκτεῖναι ἀσεβὲς ἡγήσατο· εἰ δὲ διατρήσειεν αὐτῷ κέντροις τὼ πόδε, τὸν ἐπηρτημένον κίνδυνον ἐκφεύξεσθαι μηδενὸς ἀνελομένου ἂν βρέ‐ φος λελωβημένον. οἱ δὲ ἀπὸ τῶν σπαργάνων φασὶν αὐτὸν ἐξῳδηκέ‐ ναι ἐκ ταὐτομάτου τὼ πόδε. οἱ δὲ εἰς θάλασσαν ἐκριφῆναι βληθέντα εἰς λάρνακα καὶ προσοκείλαντα τῇ Σικυῶνι ὑπὸ τοῦ Πολύβου ἀνατρα‐ | |
10 | φῆναι. ἔνιοι δὲ καὶ Ἡλίου φασὶν αὐτὸν εἶναι παῖδα. τινὲς δὲ ** Ἱπ‐ ποδάμειαν τὴν Οἰνομάου ὑποβεβλῆσθαι αὐτὸν † αὐτῷ φασιν, ὕστερον δὲ ἁρπάσαντος Λαΐου Χρύσιππον, βοηθὸν ὄντα τῷ Χρυσίππῳ ἀποκτεῖναι τὸν Λάιον, τῇ δὲ Ἰοκάστῃ ἐλθούσῃ ἐπὶ τὴν κηδείαν τοῦ νεκροῦ μιγέντα γεννῆσαι τοὺς παῖδας, ὕστερον δὲ λύσαντα τὸ αἴνιγμα γνωρισθῆναι. οἱ | |
15 | δὲ τὸν Πόλυβον αὐτὸν τυφλῶσαι τοὺς περὶ τῆς πατροκτονίας χρησμοὺς ἀκούσαντα. τινὲς δὲ καὶ τὴν μητέρα αὐτῷ φασιν ἀνῃρῆσθαι. ἀνελεῖν δὲ αὐτὸν οὐ μόνον τὴν Σφίγγα, ἀλλὰ καὶ τὴν Τευμησίαν ἀλώπεκα, ὡς | |
Κόριννα [frg. 33]. οἱ δὲ τὴν Σφίγγα Μακαρέως μὲν γενέσθαι γυναῖκα, θυγατέρα δὲ Οὐκαλέγοντος ἑνὸς τῶν ἐγχωρίων· οὗ τελευτήσαντος κα‐ | 251 in vol. 1 | |
20 | τασχεῖν τὸ Φίκειον, εἶτ’ ἀναιρεθῆναι ὑπό τινος Οἰδίποδος συνελθόντος αὐτῇ. τινὲς δὲ καὶ Λαΐου τὴν Σφίγγα παραδιδόασιν ὡς Λυσίμαχος [frg. 5]: —MTA | |
sch Ph27 | ὅθεν νιν Ἑλλάς: ἀφ’ οὗ. Οἰδίπους παρὰ τὸ οἰδεῖν τοὺς πόδας ἐκ τῶν περονῶν: —MTA ἡ μὲν Μερόπη πρώτη αὐτὸν ἐκάλεσεν Οἰδίπουν, ἡ δὲ Ἑλλὰς ἀπ’ αὐτῆς διεδέξατο τὸ ὄνομα: —MTABi | |
sch Ph28 | Πολύβου δέ νιν: τύραννος καὶ αὐτὸς ἐν ἑτέρῳ μέρει τῆς Βοιωτίας· οἱ δὲ τῆς Κορίνθου φασὶ βασιλέα: —MTA ἱπποβουκόλοι: ἱπποφορβοί· τὸ δὲ βουκόλοι ἀπὸ τοῦ ἐπισήμου ζῴου ὡς τὸ [Υ 221] ‘τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο‘. | |
5 | τινὲς δὲ ἐν λάρνακι βληθέντα καὶ εἰς θάλασσαν ῥιφέντα τὸν παῖδα προσ‐ πελασθῆναι τῇ Κορίνθῳ φασίν: —MTAB ἀπίθανον τὸ τοὺς βουκόλους βρέφος ἀνελέσθαι καὶ οὕτως λελωβη‐ μένον. ῥητέον ὅτι ἄγροικοι ὄντες τῇ δεσποίνῃ χαριεῖσθαι ἐδόκουν· καὶ γὰρ τὸ εἶδος τοῦ παιδὸς καλὸν ἑώρων: —MTA | |
sch Ph29 | ἡ γυνὴ Πολύβου Μερόπη: —MgBi | |
sch Ph31 | μαστοῖς ὑφεῖτο: ὑπέβαλεν. εὔηθες δὲ, φασὶν, εἰ λελω‐ βημένον ὑπεβάλετο παιδίον ὅπου γε ἐκτίθεμεν καὶ τὰ ἐξ ἡμῶν πεπηρω‐ μένα. καὶ τί θαυμαστὸν 〈αὐτὴν〉 ὑποβάλλεσθαι, φοβουμένην μὲν ἐκπεσεῖν διὰ τὴν ἀπαιδίαν, ἀποτρίψεσθαι δὲ 〈ἐλπίζουσαν〉 τὴν τῆς ὑποβολῆς ὑπο‐ | |
5 | ψίαν διὰ τὴν ὑποῦσαν συμφορὰν τῷ βρέφει· καὶ τὸ ἰαθήσεσθαι δὲ διὰ | |
τοῦτο οὐκ ἀπεγνώκει: —MTAiB καὶ πόσιν πείθει τεκεῖν: πείθει τὸν ἄνδρα αὐτὴν αὐτῷ τεκεῖν. ἢ ἀναπείθει λέγειν τοῖς ἔξω 〈ὅτι〉 αὐτοῦ τέκνον εἴη. πῶς δὲ λελωβημένον αὐτὸν ἡ γυνὴ τοῦ βασιλέως ἐλάμβανεν· ὅτι οὐκ ἤθελε | 252 in vol. 1 | |
10 | δοῦναι τοῖς ἔξω περὶ ἑαυτῆς ὑπόνοιαν ὡς οὔσης στείρας, ἀλλ’ ἵνα καὶ πίστιν μείζονα ἐνδείξηται ὅτι οὗτος ἐμός ἐστιν ὁ παῖς, ὅτι ἰδοὺ καὶ λε‐ λωβημένον αὐτὸν ἔχω· οὐκ ἂν γὰρ ξένον * οὐκ ἀσινῆ ὄντα: —MT | |
sch Ph32 | ἤδη δὲ πυρσαῖς: ἡδέως καὶ τραγικῶς τὴν ἀκμὴν ἐξέφρασεν: — MTAgBi πυρσαῖς: πρὸ γὰρ τοῦ τοὺς ἰούλους 〈ἐκ〉βαλεῖν ξανθίζεται τὰ γέ‐ νεια τῇ θερμότητι τῶν τριχῶν: —MT | |
5 | εἰς ἄνδρας, ἢ εἰς ἀνδρὸς ἡλικίαν, ἐμβαίνων: —Mg | |
sch Ph33 | παῖς Πολύβου, ἀλλὰ θετός: —Mg ἢ γνοὺς ἤ τινος: γνοὺς ὅτι οὐκ εἴη Πολύβου παῖς γνήσιος ἀλλὰ νόθος ἢ μαθὼν παρά τινος τῶν ἡλικιωτῶν ὀνειδίσαντος ὅτι νόθος εἴη. ἔνιοι δέ φασιν εἰς Πυθῶνα ἐξεληλυθέναι τὸν Οἰδίποδα, ἵνα τρο‐ | |
5 | φεῖα ἀποδῷ τῷ Ἀπόλλωνι: —MTAiB | |
sch Ph35 | ἀπὸ κοινοῦ τὸ ἔστειχε: —MgAgBi | |
sch Ph36 | τὸν ἐκτεθέντα παῖδα: ἤτοι τότε ὀνείρου ταράξαντος αὐτὸν ἢ ὅτε λοιπὸν ὑπώπτευσε τὴν ἡλικίαν τοῦ παιδὸς 〈εἰς ἄνδρασ〉 προκόπτειν. ἐβούλετο γὰρ ἢ τεθνεῶτα αὐτὸν ἀκούσας διάγειν ἀδεῶς ἢ ζῶντα ἀκούσας φυλάττειν ἑαυτόν: —MTAiB | |
5 | γράφεται καὶ ἰδεῖν: —AgBg | |
sch Ph37 | εἰς ταὐτὸν τῆς σχιστῆς ὁδοῦ τῆς Φωκίδος συνάπτουσι πόδα, ἀντὶ τοῦ συναντῶσιν ἀλλήλοις: —MgB | |
καὶ ξυνάπτετον: καὶ συντυγχάνουσιν 〈τὸν πόδα〉 ἐπὶ τῆς σχιστῆς ὁδοῦ ἐν Φωκίδι. οὕτως δὲ καλεῖται, ἐπειδὴ σχίζει τὴν ἐπὶ Βοιωτίαν | 253 in vol. 1 | |
5 | καὶ Θήβας καὶ Ἀττικὴν καὶ Κόρινθον ὁδόν: —MTB | |
sch Ph39 | ὁ ἡνίοχος. Πολυφόντην δὲ τὸν κήρυκα **: —MgT τοῦτον Φερεκύδης [frg. 47a] Πολυποίτην φησίν: —MgTBi | |
sch Ph40 | ὦ ξένε: καλῶς ἑτέρῳ ἕτερον περίκειται φρύαγμα, Λαΐῳ μὲν διὰ 〈τὸ〉 τῆς ἀρχῆς ἀξίωμα, Οἰδίποδι δὲ ὅτι βασιλέως υἱὸς ἦν καὶ προ‐ πετὴς ὡς νέος καὶ ὁδοῦ τῆς πᾶσι κοινῆς εἴργετο: —MT | |
sch Ph41 | ἔτρεχε μὴ φθεγγόμενος. ἢ ὅτι † τέλος λοιπὸν εἶχε καὶ ἐδεδοίκει μήποτε ἄλλος τὴν ἀρχὴν διαδέξηται: —MgTAgBi | |
sch Ph42 | χηλαῖς τένοντας: ἐν ταῖς χηλαῖς τοὺς τῶν ποδῶν τοῦ Οἰδί‐ ποδος τένοντας ἐξῄμασσον οὐχ ὑποχωροῦντος αὐτοῦ τῆς ὁδοῦ: —MTAiB χηλὴ διὰ τὸ ὥσπερ κεχηνέναι τοὺς ὄνυχας: —MT τοῖς ὄνυξιν: —Mg | |
5 | τὰ ἐπάνω τῶν ποδῶν: —Mg ἀντὶ τοῦ ᾕμασσον: —Mg | |
sch Ph43 | ὅθεν· τί τἀκτός: ὑποστικτέον εἰς τὸ ὅθεν· ἔμελλε δὲ ἴσως τὴν λοιδορίαν καὶ τὴν μάχην ἀμφοτέρων λέγειν: —MTAi ἄλλως: τί οὖν, φησὶ, ταῦτα τὰ περιττὰ καὶ τὰ ἐκτὸς τῶν παθῶν λέγω: —MT | |
5 | ποία με χρεία λέγειν τὰ ἔξω τῶν κακῶν. τὰς παρακολουθη‐ σάσας ὕβρεις, τοὺς διαπληκτισμοὺς οὐ λέγω, ἀλλ’ αὐτὸ τὸ κακὸν ἐν συντόμῳ ὅτι παῖς πατέρα καίνει: —TAB | |
sch Ph44 | παῖς πατέρα κτείνει: —Mg φονεύει: —MgAg καὶ λαβὼν ὀχήματα: ζητοῦσι πῶς ἐπὶ τὸ μαντεῖον οὐκέτι ἀπῆλ‐ θεν ὁ Οἰδίπους. φασὶν ὅτι οὐκ ᾤετο τὸν θεὸν εὐθέως χρήσειν αὐτῷ | |
5 | μυσαρῷ γενομένῳ πρὶν καθαρθῆναι καὶ ἅμα ἵνα μὴ γνῷ ὅτι πατέρα | |
ἔκτεινεν· εἵμαρτο γὰρ αὐτῷ καὶ μητέρα γῆμαι. ὅτι δὲ Πολύβῳ δέδωκε τοὺς ἵππους καὶ Ἀντίμαχός φησιν ἐν Λύδῃ [frg. 34]· ‘εἶπε δὲ φωνήσας· Πόλυβε, θρεπτήρια τούσδε ἵππους τοι δώσω δυσμενέων ἐλάσασ‘. ζητοῦσι δὲ πάλιν πῶς οὐδεμίαν Θηβαῖοι ζήτησιν πεποίηνται τεθνεῶτος αὐτοῖς | 254 in vol. 1 | |
10 | τοῦ βασιλέως. λεκτέον ὅτι εὐθὺς μὲν αὐτὸν οὐκ ἐπεζήτησαν ἐν Δελφοῖς εἶναι νομίζοντες, μετὰ δὲ ταῦτα τῶν ἵππων ἀφανῶν γενομένων λῃστῶν ἐδόκει τοὔργον γεγονέναι: —MTAB ἄλλως: δεῖ νοεῖν ὅτι Οἰδίπους φονεύσας τὸν Λάιον ὡς ἐναγὴς παραχρῆμα οὐκ εἰσῆλθεν εἰς τὸ ἱερόν· οὐ γὰρ ᾤετο χρήσειν αὐτῷ τὸν | |
15 | θεόν. ὑποστρέψας δὲ εἰς Κόρινθον μετὰ τῶν ἵππων Λαΐου καὶ καθαρθεὶς τὸν φόνον πάλιν ἐπὶ τῷ γνῶναι τοὺς γονεῖς ἐπανῆλθε πρὸς τὸν θεόν. λαβὼν δὲ χρησμὸν ὡς ὅτι ἐπὶ φθορᾷ τοῦ πατρὸς ἐτέχθη καὶ συνουσίᾳ τῆς μητρὸς διέγνω φυγεῖν τὴν Κόρινθον τὴν νομιζομένην πατρίδα. γνοὺς δὲ τοῦ Κρέοντος τὸ κήρυγμα ἐπὶ τὸν ἀγῶνα καθίησιν ἑαυτὸν τῆς Σφιγγὸς | |
20 | κινδύνῳ τὴν εὐτυχίαν θηρώμενος: —MTAB | |
sch Ph45 | Πολύβῳ τροφεῖ: οἷον τῷ θρέψαντι. γνοὺς ὅτι οὐκ ἂν εἴη αὐτοῦ πατήρ, τροφεῖα καταβάλλει: —MTA ὡς δ’ ἐπεζάρει: ἐζήτησε τοὺς ἐν τῇ πόλει ἀφαρπάσαι: —MTA ζάρος ὄρνεόν ἐστιν ἁρπακτικόν. τὴν δὲ Σφίγγα οἱ μὲν ἔχειν | |
5 | πρόσωπον μὲν παρθένου, στῆθος δὲ καὶ πόδας λέοντος, πτερὰ δὲ ὄρνιθος· Σωκράτης [frg. 13] δὲ ἐγχωρίαν αὐτὴν χρησμολόγον φησὶ δύσγνωστα μαντευομένην, ἅπερ ἀγνοοῦντες οἱ Θηβαῖοι καὶ ἐναντίως αὐτοῖς χρώμενοι ἀπώλοντο. Ἀσκληπιάδης [frg. 21] δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθ’ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός· λόγιον γὰρ | |
10 | ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν πρὶν ἂν τοὺς τῆς Σφιγγὸς λύσειαν χρησμούς. ὁπότε δὲ μὴ συνίοιεν, ἁρπάζειν αὐτὴν ὅντινα ἂν βούλοιτο τῶν πολιτῶν: —MTAB ἐπέκειτο κακοποιοῦσα. ἁρπασθῆναι δέ φασιν ὑπ’ αὐτῆς Αἵμονα τὸν Κρέοντος παῖδα. τινὲς δέ φασιν ὅτι μία τῶν σὺν ταῖς Κάδμου θυ‐ | 255 in vol. 1 |
15 | γατράσι μανεισῶν μετεβλήθη εἰς τὸ ζῷον τὴν Σφίγγα: —MTAB ἐπεβάρει ἐπεκράτει: —Mg | |
sch Ph46 | οὐ παρῆν: —Mg | |
sch Ph47 | Κρέων δ’ ἀδελφός: ἀνοήτως, φασὶν, ἐπὶ τὸν τῆς ἀδελφῆς γάμον τὸν τυχόντα καλεῖ. ἀγνοοῦσι δὲ ὅτι ἡ κατεπείγουσα συμφορὰ καὶ παρὰ τὸ πρέπον τι πράττειν προτρέπεται. ἔπειτα καὶ ἄριστόν τινα ᾤετο τὸν ἐγχειρήσοντα τῷ ἀγῶνι. κατὰ γὰρ Πίνδαρον [Ol. I 83] ‘ὁ μέγας | |
5 | κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει‘: —MTAB | |
sch Ph48 | αἴνιγμά ἐστι τὸ ἀποκεκρυμμένον εἰς τὴν διάνοιαν καὶ δυσεύρε‐ τον: —Mg | |
sch Ph49 | παρεγένετο γὰρ εἰς Θήβας μετὰ χρόνον: —MgAg | |
sch Ph50 | αἴνιγμ’ ἐμὸς παῖς: τινὲς γράφουσι μούσας ἐμὸς παῖς, ὃ καὶ βέλτιον. μούσας δέ φησι τὰ αἰνίγματα διότι ἐμμελῶς προέφερε ταῦτα ἡ Σφίγξ: —MTABi ἄλλως: τὸ αἴνιγμα Ἀσκληπιάδης [frg. 21] οὕτως ἀναγράφει: | |
5 | ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, 〈καὶ τρίπον〉, ἀλλάσσει δὲ μόνον φύσιν ὅσς’ ἐπὶ γαῖαν ἑρπετὰ γίνηται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν τρισσοῖσιν ἐρειδόμενον ποσὶ βαίνῃ, | |
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ. | 256 in vol. 1 | |
10 | τὴν δὲ λύσιν τοῦ αἰνίγματος οὕτως φασί τινες εἰρῆσθαι· κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων, φωνῆς ἡμετέρης, σῆς τέλος ἀμπλακίης· ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει, πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων, | |
15 | γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει αὐχένα φορτίζων γήραϊ καμπτόμενος. τινὲς δέ φασι τύχῃ λῦσαι τὸ αἴνιγμα καὶ δακτυλοδεικτεῖν ** ὅ ἐστι τὸν ἄνθρωπον ** ἑαυτὴν διεσπάραξεν: —MTA | |
sch Ph52 | καὶ σκῆπτρ’ ἔπαθλα: παρ’ οὐδενὶ κεῖται τὸ ἔπαθλα ἢ μόνῳ τῷ Εὐριπίδῃ· ὅθεν μεταγράφουσί τινες καὶ σκῆπτρα χώρας ἆθλα. τὸ δ’ ἑξῆς· καὶ σκῆπτρα χώρας τῆσδε ὡς ἆθλα λαμβάνει: — MTABi | |
sch Ph53 | γαμεῖ δὲ τὴν τεκοῦσαν: Φερεκύδης [frg. 48] τὰ κατὰ τοὺς Οἰδίποδος παῖδας καὶ τὰς γημαμένας οὕτως ἱστορεῖ· ‘Οἰδίποδι, φησὶ, Κρέων δίδωσι τὴν βασιλείαν καὶ τὴν γυναῖκα Λαΐου, μητέρα δ’ αὐτοῦ Ἰοκάστην, ἐξ ἧς γίνονται αὐτῷ Φράστωρ καὶ Λαόνυτος, οἳ θνῄσκουσιν | |
5 | ὑπὸ Μινυῶν καὶ Ἐργίνου. ἐπεὶ δὲ ἐνιαυτὸς παρῆλθε, γαμεῖ ὁ Οἰδίπους Εὐρυγάνειαν τὴν Περίφαντος, ἐξ ἧς γίνονται αὐτῷ Ἀντιγόνη καὶ Ἰσμήνη, ἣν ἀναιρεῖ Τυδεὺς ἐπὶ κρήνης καὶ ἀπ’ αὐτῆς ἡ κρήνη Ἰσμήνη καλεῖται. υἱοὶ δὲ αὐτῷ ἐξ αὐτῆς Ἐτεοκλῆς καὶ Πολυνείκης. ἐπεὶ δὲ Εὐρυγάνεια ἐτελεύτησε, γαμεῖ ὁ Οἰδίπους Ἀστυμέδουσαν τὴν Σθενέλου.‘ τινὲς δὲ | |
10 | Εὐρυγάνειαν ἀδελφὴν λέγουσιν εἶναι Ἰοκάστης τῆς μητρὸς Οἰδίποδος: — | |
MTAB | 257 in vol. 1 | |
sch Ph54 | ᾔδει δηλονότι: —Mg | |
sch Ph56 | δύναμιν. οἷον περιφραστικῶς τὸν Πολυνείκην: —Mg | |
sch Ph58 | τὴν προγενεστέραν, τὴν μείζονα: —Mg | |
sch Ph59 | μαθὼν δὲ τἀμὰ λέκτρα: γνοὺς δὲ τὰ ἐμὰ λέκτρα ὄντα τῆς μητρός, ἀντὶ τοῦ ἐπιγνοὺς μητρὶ συγκοιμώμενος. τὸ δὲ μητρῴων γάμων περιφραστικῶς τῆς μητρός: —MAB | |
sch Ph60 | τὰ ἀπὸ μητρὸς αὐτῷ γινόμενα: —MgAg ὁ πάντ’ ἀνατλὰς Οἰδίπους: τί ἥμαρτεν ὁ Οἰδίπους ὅτι καὶ αὐτὸς τιμωρεῖται. φασὶν ὅτι Πέλοψ Χρυσίππου ἁρπαγέντος κατηράσατο μέχρι παίδων εἶναι τὸ κακόν. τινὲς δέ φασιν ὅτι Λάιος ἀνῃρέθη ὑπὸ Οἰδί‐ | |
5 | ποδος, ὅτι ἀμφότεροι ἤρων Χρυσίππου: —MAB | |
sch Ph61 | εἰς ὄμμαθ’ αὑτοῦ: τινές φασιν ἐξ ἰδίας κατάρας ἐπελθεῖν αὐτῷ τὴν πήρωσιν: —MABi ἄλλως: ὅμοια Ἑλλάνικος [cf. frg. 12]. ἐν δὲ τῷ Οἰδίποδι [frg. 545] οἱ Λαΐου θεράποντες ἐτύφλωσαν αὐτόν· ‘ἡμεῖς δὲ Πολύβου παῖδ’ ἐρεί‐ | |
5 | σαντες πέδῳ ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.‘ πῶς δὲ, φασὶν, ἡ Ἰοκάστη μετὰ τοσαῦτα καὶ τηλικαῦτα δυστυχήματα ἔζη. ῥητέον ὅτι πᾶσα γυνὴ πρὸς θάνατον δειλόν. Μένανδρος [frg. inc. 16]· ‘ὀκνεῖ δὲ νοῦν ἔχους’ ἴσως, ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει‘: —MAB | |
10 | πήρωσιν: —MgAg ἀντὶ τοῦ ἐτύφλωσεν αὑτόν: —MgAg | |
sch Ph63 | ἐπεὶ δὲ τέκνων: ὅτε δὲ ἥβησαν οἱ παῖδες, κλῄθροις ἔκρυψαν τὸν πατέρα: —MAB | |
sch Ph64 | ἵν’ ἀμνήμων τύχη: ἵνα ἡ τύχη λήθῃ παραδοθείη καίπερ δυσαπόνιπτος οὖσα καὶ πολλῆς δεομένη μηχανῆς εἰς τὸ λαθεῖν: —MAB | |
sch Ph65 | πολλῶν δεομένη: ἤτοι πολλῆς δεομένη μηχανῆς πρὸς τὸ λαθεῖν. ἢ πολλῶν παραινέσεων καὶ πολλῆς παραμυθίας δεομένη διὰ τὴν ὑπερβολὴν τοῦ πάθους: —MAB | 258 in vol. 1 |
sch Ph66 | ἀντὶ τοῦ κάμνων ὑπὸ τῆς τύχης: —MgBi | |
sch Ph67 | ἀρὰς ἀρᾶται: κατάρας χαλεπὰς καταρᾶται τοῖς υἱοῖς μηδὲν ἀδικήσασιν: —MAg | |
sch Ph68 | θηκτῷ σιδήρῳ: οἷον ξίφει 〈δια〉κληρωθῆναι καὶ ἀπολέσθαι τὸν οἶκον ἵνα μὴ οἱ τούτου παῖδες λειπόμενοι μνημεῖα τῆς ἀρχαίας αὐτοῦ τύχης φυλάσσωσιν: —MA τῷ ἠκονημένῳ σιδήρῳ τοῦτο τὸ οἴκημα διαμερίσασθαι: —MgAg | |
sch Ph69 | εἰκότως ἔδεισαν πειραθέντες ὅσα Λαΐῳ συνέβη διὰ τὰς Πέλοπος ἀράς: —MAB τελεστικὰς τελείας: —MgAg | |
sch Ph70 | πληρῶσιν: —Mg τῶν παίδων: —Mg | |
sch Ph71 | ξυμβάντ’ ἔταξαν: συνελθόντες, συσκεψάμενοι ὥρισαν. ἢ συμβάντες, εἰς φιλίαν ἐλθόντες: —MABi ἄλλως: οὗτος ὁ τόπος εἰς ἀσυμφωνίαν ἄγει τὸ δρᾶμα. ἔδει γὰρ ἐξέλασιν ὑποθέσθαι τοῦ Πολυνείκους, ἵνα διὰ τῶν ἑξῆς [401] δεόντως | |
5 | λέγοι ποτὲ μὲν ἐπ’ ἦμαρ εἶχον, εἶτ’ οὐκ εἶχον. εἰ γὰρ ἀλλήλοις ὑπεχώρησαν ἐνιαυτὸν παρ’ ἐνιαυτὸν ἄρχειν, πάντως καὶ τὰ ἐπιτήδεια ἐπεφέρετο 〈ἂν〉 ὁ Πολυνείκης. δεῖ οὖν εἰδέναι ὅτι οὐ παρὰ πᾶσι συμ‐ φωνεῖ ἡ Πολυνείκους εἰς Ἄργος ἄφιξις· Φερεκύδης [frg. 49] γὰρ ἐκβε‐ βλῆσθαι τὸν Πολυνείκην φησὶ μετὰ βίας, Ἑλλάνικος [frg. 12] δὲ ἱστορεῖ | |
10 | κατὰ συνθήκην αὐτὸν παραχωρῆσαι τὴν βασιλείαν Ἐτεοκλεῖ λέγων αἵρεσιν αὐτῷ προθεῖναι τὸν Ἐτεοκλέα, εἰ βούλοιτο τὴν βασιλείαν ἔχειν ἢ τὸ μέρος τῶν χρημάτων λαβεῖν καὶ ἑτέραν πόλιν οἰκεῖν. τὸν δὲ λαβόντα | |
τὸν χιτῶνα καὶ τὸν ὅρμον Ἁρμονίας ἀναχωρῆσαι εἰς Ἄργος κρίναντα ἀντὶ τούτων τὴν βασιλείαν [Οἰδίποδι] παραχωρῆσαι. ὧν τὸν μὲν ὅρμον | 259 in vol. 1 | |
15 | Ἀφροδίτη, τὸν δὲ χιτῶνα Ἀθηνᾶ αὐτῇ ἐχαρίσατο, ἃ καὶ δέδωκε τῇ θυγατρὶ Ἀδράστου Ἀργείᾳ. ὅθεν Εὐριπίδης ταῖς δύο ἱστορίαις ἐχρή‐ σατο, ἐνταῦθα μὲν τῇ Φερεκύδους, ὕστερον δὲ τῇ Ἑλλανίκου: —MAB νεώτερον πάρος: τὸν Πολυνείκην. ὁ μὲν Εὐριπίδης τὸν Ἐτεοκλέα, ὁ δὲ Σοφοκλῆς τὸν Πολυνείκην μείζονα οἶδεν ἐν Οἰδίποδι | |
20 | [O. C. 375]: —MAB | |
sch Ph74 | διαδεχόμενον τὴν βασιλείαν κατ’ ἐνιαυτόν: —MBi ἀπὸ τῆς τιμῆς καὶ τῆς καθέδρας δηλοῖ τὴν βασιλείαν: —MA | |
sch Ph75 | καθέζετ’ ἀρχῆς: ἀντὶ τοῦ ** τῆς βασιλείας. μετενήνοχεν ἀπὸ τῶν κυβερνητῶν. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ [Δ 166 passim] ‘Ζεὺς ὑψίζυγοσ‘. ἐπὶ γὰρ τοῦ ὑψίστου ζυγοῦ καθήμενος ὁ κυβερνήτης περιφέρει τοὺς οἴακας: —MTAB | |
sch Ph76 | διώκει: —Mg | |
sch Ph77 | ἐπιγαμβρίαν. ὄνομα δὲ ἦν τῇ γαμηθείσῃ Ἀργεία: —MAg | |
sch Ph78 | ἀντὶ τοῦ συμμαχίαν στράτευμα: —MgAgBi | |
sch Ph81 | ὑπόσπονδον μολεῖν: μετὰ σπονδῶν καὶ φιλίας: —MTABi | |
sch Ph82 | πρὶν τὸν πόλεμον συγκροτηθῆναι: —MTABi τοῦ πολέμου: —MgAgBg | |
sch Ph84 | ναίων πτυχάς: ἀντὶ τοῦ ἀκρωρείας. ἐὰν μὲν ἀπὸ τοῦ πτύξ, πτύχας, ἐὰν δὲ ἀπὸ τοῦ πτυχή, πτυχάς: —MTAB | |
sch Ph85 | ὁμόνοιαν: —MgAgBg | |
sch Ph86 | ἀντὶ τοῦ ἐπειδή: —MgBi | |
sch Ph88 | ἔνδοξον: —MgAg βλάστημα: —MgAg ὦ κλεινὸν οἴκοις: ἡ τοῦ δράματος διάθεσις ἐνταῦθα ἀγωνιστι‐ κωτέρα γίνεται. τὰ γὰρ τῆς Ἰοκάστης παρελκόμενά εἰσι καὶ ἕνεκα τοῦ | |
5 | θεάτρου ἐκτέταται. ἡ δὲ ἔξοδος τοῦ παρθένου εἰκών ἐστι τῆς Ὁμηρικῆς | |
τειχοσκοπίας τῆς Ἑλένης ἐκ τοῦ ἐναντίου· ἐκεῖ γὰρ γυνὴ τῷ γέροντι δείκνυσιν. διδάσκει δὲ πρόοδον παρθένου γίνεσθαι κατ’ ἐπιτροπὴν μὲν μητρός, παιδαγωγίαν δὲ τροφέως, χρείας μὴ τῆς τυχούσης ἐπειγούσης τὴν ἔξοδον: —MTAB | 260 in vol. 1 | |
10 | ἄλλως: εὖ διῴκηται ἡ τῆς Ἀντιγόνης ἔξοδος· καλῶς δὲ τὴν βα‐ σιλικὴν παρθένον οὐ γυναῖκες φυλάττουσιν, ἀλλ’ ὁ διὰ τὸ γῆρας σώφρων καὶ φρόνιμος. τοιγαροῦν οὐκ ἀσκέπτως μετ’ αὐτῆς ἔξεισιν, ἀλλ’ ἐρημίαν παραφυλάξας. † ἐνόμιζε γὰρ διὰ τὸν πάσης τῆς πόλεως κίνδυνον δεῖν τὴν τῆς κόρης ἀμελεῖσθαι ποιεῖν εὐταξίαν: —MTAB | |
sch Ph90 | ἐς διῆρες ἔσχατον: τὸ διῃρημένον καὶ ὑπερκείμενον, τὸ ὑπερῷον. ἢ τὸ δίστεγον [οἷον δύο διῆρες ὡς μόνον μονῆρες] ἀπὸ τοῦ δίς † καὶ δύο ὥστε τῆς ὀροφῆς. καταχρηστικώτερον δὲ κἂν τριώροφον ᾖ κἂν πολύστεγον, οὕτως λέγεται. οἱ δὲ διῆρες τὸ διερόν, οἷον ὑπαί‐ | |
5 | θριον: —MTAB ὑψηλόν: —Mg | |
sch Ph91 | ταῖς ἱκεσίαις σου ἵνα σε ἀφῇ: —Mg | |
sch Ph92 | προΐδω: —MgAg τὴν τετριμμένην ὁδόν: —MgAgBi | |
sch Ph93 | μή τις πολιτῶν ἐν τρίβῳ: ταῦτα μηχανᾶσθαί φασι τὸν Εὐριπίδην ἵνα τὸν πρωταγωνιστὴν ἀπὸ τοῦ τῆς Ἰοκάστης προσώπου μετασκευάσῃ· διὸ οὐ συνεπιφαίνεται αὐτῷ Ἀντιγόνη, ἀλλ’ ὕστερον: — MTAB | |
5 | περισκοπῶ εἰ φαίνεται: —MgAgBi | 261 in vol. 1 |
sch Ph94 | ἀντὶ τοῦ εὐτελής: —MgBg λοιδορία: —MgAgBg | |
sch Ph95 | λείπει τὸ μέγας ψόγος: —Mg | |
sch Ph96 | ἅ τ’ εἶδον εἰσήκουσά τ’: οἰκονομικῶς φησιν αὐτὸν ὁ ποιη‐ τὴς ἀπεστάλθαι εἰς τὸ στρατόπεδον ὅπως εὔλογον ἔχῃ πρόφασιν τοῦ ἐπιγινώσκειν ἅπαντας: —MTAB | |
sch Ph97 | ἀντὶ τοῦ εἰρήνην τὴν μετὰ φιλίας: —Mg | |
sch Ph98 | ἐνθένδ’ ἐκεῖσε: ἀπὸ τῶν ἐνταῦθα ἐκεῖσε καὶ ἀπὸ τῶν ἐκεῖθεν δεῦρο: —MTA | |
sch Ph99 | ἐγγίζει: —Mg | |
sch Ph100 | τιμίαν: —MgAg κέδρου παλαιάν: λεληθότως τὸν πλοῦτον τῶν βασιλείων παρίστη‐ σιν, ὅπου γε κεδρίνην τὴν κλίμακα λέγει: —MTAB | |
sch Ph101 | εἰς τὸ σκόπει τελεία, τὰ δὲ λοιπὰ ὑφέν: —MgBi Ἰσμηνοῦ ῥοάς: Ἰσμηνὸς ποταμὸς Θηβῶν, ὅθεν Ἰσμήνιος Ἀπόλλων τιμᾶται: —MTABi | |
sch Ph102 | Δίρκης τε νᾶμα: οἱ μὲν ποταμὸν, οἱ δὲ κρήνην τὴν Δίρ‐ κην: —MTA ἄλλως: Δίρκη κρήνη Θηβῶν πλησίον τοῦ Ἰσμηνοῦ ἀπὸ Δίρκης ὀνομασθεῖσα. οἱ γὰρ περὶ Ζῆθον καὶ Ἀμφίονα ἐκτεθέντες ὑπὸ τῆς μη‐ | |
5 | τρὸς Ἀντιόπης καὶ τραφέντες ἐν τοῖς βουκολίοις τῆς Δίρκης ἐβουκόλουν αὐτῇ. ὕστερον δὲ παρέδωκεν αὐτοῖς τὴν Ἀντιόπην ἐπὶ τῷ διὰ ταύρων διασπάσαι· οἱ δὲ γνόντες αὐτὴν μητέρα αὐτῶν, αὐτῆς μὲν ἐφείσαντο, τὴν δὲ Δίρκην ὑπὸ τῶν ταύρων διέσπασαν, καὶ ὁ τόπος ἔνθα ἐσύρη Δίρκη καλεῖται: —MTAB | |
sch Ph103 | ὄρεγε νῦν ὄρεγε: πάρεχέ μοι τὴν χεῖρα ὁδηγόν, ὅ ἐστιν | |
ὁδήγει με: —MMgTAB ἄλλως: ἔκτεινε τὴν παλαιάν σου χεῖρα ἐμοὶ τῇ νέᾳ ἅμα προσ‐ αναβαίνων: —MTAB | 262 in vol. 1 | |
5 | ἄλλως: ἐμοὶ τῇ νέᾳ ὄρεγε τὴν παλαιάν σου χεῖρα: —MTA | |
sch Ph104 | τὸν πόδα δηλονότι: —Mg | |
sch Ph105 | ἐπανατέλλων: [προφαίνων καὶ] προβαίνων καὶ προσαναβαί‐ νων: —MTA ἄλλως: ἐπανάγων. ἀπὸ τοῦ ἡλίου ἡ μεταφορά· καὶ γὰρ οὗτος εἰς τὸ ὑψηλὸν τοῦ οὐρανοῦ ἀναβαίνει: —MTAB | |
sch Ph106 | τῇ χειρὶ τὴν χεῖρα: —Mg ἀντὶ τοῦ εὐκαίρως: —MgAg | |
sch Ph107 | ἐγειρόμενον † ἀκολουθεῖ: —Mg τὸ τῶν Ἀργείων, ἀπὸ Πελασγοῦ βασιλέως: —Mg | |
sch Ph108 | στράτευμα χωρίζουσι: ἀποχωρίζουσι. κατατάττουσι τὰς τάξεις, οἷον παρατάττουσιν ἀλλήλους εἰς πόλεμον: —MTAAgBg | |
sch Ph109 | ἰὼ πότνια: ἡ τοξότις Ἄρτεμις. ὡς παρθένος δὲ τὴν παρθένον καλεῖ. ἢ θαυμάζουσα τὸ φῶς τὴν Ἑκάτην καλεῖ· ἡ αὐτὴ γάρ ἐστι τῇ Σελήνῃ: —MTABg | |
sch Ph110 | ἀντὶ τοῦ χαλκωθὲν τοῖς ὅπλοις. ἢ ἀσπίδων πλῆρες: —MgA | |
sch Ph111 | πεδίον ἀστράπτει: τῷ δοκεῖν ἀστράπτει διὰ τὸ πλῆθος τῶν ὅπλων. οἰκείως δὲ [καὶ] τοῦτο ἅμα τε ἵνα ἀποδειχθῇ τὸ πλῆθος αὐτῶν: —MTA ἄλλως: τῇ ὑπερβολῇ κατάπληξιν ἐμφαίνει ὅλον λέγων ἀστράπτειν | |
5 | τὸ πεδίον· καίτοι ὀλίγον μέρος αὐτοῦ κατεῖχον οἱ πολέμιοι. οἰκείως δὲ τὸ ἀστράπτειν· τοιαύτη γὰρ ἡ τοῦ χαλκοῦ φύσις εἴ τις ἐν ἡλίῳ κινή‐ σειεν αὐτόν. πῶς δὲ ἐνθάδε κατάχαλκόν φησι τὸ πεδίον, ἐν δὲ τοῖς ἑξῆς φησι [1099] λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν. | |
ἀλλ’ οὐ πάντες ἦσαν λευκάσπιδες. περὶ γοῦν τινός φησι [121] πάγχαλ‐ | 263 in vol. 1 | |
10 | κον ἀσπίδ’ ἀμφὶ βραχίονα κουφίζων. ἢ καὶ ἀπὸ τῶν ἄλλων ὅπλων κατάχαλκόν φησι τὸ πεδίον, θωράκων τε καὶ κνημίδων καὶ κρανῶν: — MTAB | |
sch Ph112 | οὐκ εὐτελῶς, οὐχ ἁπλῶς: —Mg οὐκ ἀσθενῶς οὐδ’ ὡς ἔτυχεν ἦλθεν, ἀλλὰ μετὰ πολλῆς δυνάμεως ὁπλιτῶν Ἀργείων: —AgBg | |
sch Ph113 | ὅπλοις βρέμων: ἐμφαντικῶς, οἱονεὶ ἠχῶν ἵνα σκηπτὸν ἀλλη‐ γορῇ τὸν πόλεμον. ἢ κομπάζων: —TA | |
sch Ph114 | ἆρα πύλαι κλῄθροις: ὁ νοῦς· ἆρα, φησὶν, αἱ πύλαι κλῄ‐ θροις ἡρμοσμέναι εἰσὶ καὶ τὰ χαλκόδετα ἔμβολα ἥρμοσται τοῖς λαϊνέοις Ἀμφίονος ὀργάνοις, ὅ ἐστι τῷ λαϊνέῳ τείχει. ὀργάνοις δὲ τοῖς ἔργοις, ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. καὶ Σοφοκλῆς [frg. 365]· ‘ξουθοῦ | |
5 | μελίσσης κηρόπλαστον ὄργανον‘, ἀντὶ τοῦ ἔργον. καὶ ἔμβολα οἱ μὲν τοὺς καθέτας, οἱ δὲ τοὺς στροφεῖς: —MTAB χαλκόδετά τ’ ἔμβολα: τοὺς μοχλοὺς τοὺς χαλκῷ δεδεμένους. τὸ αὐτὸ δὲ καὶ κλῇθρα: —MTA ἄλλως: ἔμβολά τινες τοὺς στροφεῖς, παρὰ τὸ ἐμβάλλεσθαι τῇ | |
10 | ὀπῇ τοῦ οὐδοῦ. χαλκόδετα δὲ ἐπεὶ χαλκῷ περισφηκοῦνται οἱ στρο‐ φεῖς διὰ τὸ μὴ προστριβόμενον ἐξασθενεῖν τὸ ξύλον. ἆρα οὖν, φησὶν, αἱ πύλαι καλῶς τοῖς κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ οἱ στροφεῖς καλῶς ἐνηρμόσθησαν πρὸς τὸ λαΐνεον τεῖχος κατὰ τὰς ὀπὰς, ὅ ἐστι τὸ ἔργον τοῦ Ἀμφίονος. οὐ θαρσήσασα δὲ τοῖς κλῄθροις καὶ περὶ τῶν στροφέων | |
15 | φησὶ μήποτε καὶ τοὺς στροφεῖς τῶν θυρῶν ἀναβαλεῖν δυνήσονται οἱ | |
Ἀργεῖοι μὴ ἐν βάθει ἡρμοσμένους. ἄλλοι δὲ ἔμβολά φασι τοὺς καθέτας, τὰ νῦν καλούμενα πτερὰ, ἅπερ ἐστὶ τῇ κατασκευῇ τοιάδε. θύραν κατα‐ σκευάσαντες ἴσην κατά τε μῆκος καὶ πλάτος τῇ πύλῃ τοῦ τείχους ἔξω‐ θεν αὐτῆς χαλκᾶ πέταλα καθηλοῦσιν ὡς ὁλόχαλκον τὴν θύραν νομίζε‐ | 264 in vol. 1 | |
20 | σθαι. ταύτην ἐπάνω τῆς πύλης ἵστασαν οὐχ ἑδραίαν ἀλλ’ ὥσπερ κρεμα‐ μένην. τῶν δὲ πυλῶν κλειομένων καθίεσαν ἄνωθεν τὴν κεχαλκωμένην θύραν, ἥτις μέχρι τοῦ ἐδάφους φθάνουσα ἐκάλυπτε τὰς πύλας ὡς ἂν μηδεμίαν ἐπιβουλὴν γίνεσθαι ἔσθ’ ὅτε καὶ πυρὸς προσφερομένου ταῖς πύλαις ξυλίναις οὔσαις. καὶ πολεμίων μὲν πολιορκούντων τάς τε πύλας | |
25 | ἔκλειον καὶ τὰ ἔμβολα καθίεσαν· εἰρήνης δὲ οὔσης διὰ τὸ τὰς πύλας οὔσας μεγάλας δυσχέρειαν παρέχειν ἔν τε τῷ κλείεσθαι καὶ ἀνοίγεσθαι, ταύτας μὲν εἴων ἀνεῳγμένας διὰ παντὸς, ἑσπέρας δ’ ἠρκοῦντο τῷ ἐμ‐ βόλῳ διά τινος μηχανήματος αὐτὸ καθιέντες καὶ ἀνέλκοντες. ἔμβολον δὲ καλεῖ ἐκ τοῦ ἄνωθεν ἀπὸ τοῦ τείχους ἐμβάλλεσθαι ἔξωθεν τῶν πυλῶν, | |
30 | χαλκόδετον δὲ διὰ τὸ δεδέσθαι καὶ ἠσφαλίσθαι χαλκῷ: —MTAB | |
sch Ph115 | † λαϊνέοις Ἀμφίονος: Κάδμος ἔκτισε τὰς Θήβας, Ἀμφίων δὲ καὶ Ζῆθος ἐτείχισαν: —ABi † ἆρα αἱ πύλαι καλῶς συνηρμοσμέναι τοῖς κλείθροις· χρὴ 〈δὲ νο〉ῆσαι καὶ ὑπακοῦσαι τοῦτο ἔξωθεν. ἢ καὶ αὐτὸς παρὰ τὸ οὐδέτερον ὃ | |
5 | προσεχέστερον ἦν ἐπήνεγκε τὸ ἥρμοσται ἑνικόν· καὶ τὰ χαλκόδετα ἔμ‐ βολα, ἤτοι οἱ στρόφιγγες, ἡρμόσθησαν καὶ ταῦτα τοῖς λιθίνοις ὀργάνοις τοῦ τείχους τοῦ Ἀμφίονος· λέγει δὲ ὄργανα λίθινα τὰ κοιλώματα, εἰς ἃ οἱ στρόφιγγες ἐναρμόζονται. ταῦτα γὰρ ὡς ἀληθῶς ὄργανα τοῦ στρό‐ φιγγος· εἰ γὰρ μὴ ταῦτα εἶεν, οὐκ ἄν ποτε ἑλιχθῶσιν ἐκεῖνοι. τινὲς δὲ | |
10 | τὸ ὀργάνοις ἀντὶ τοῦ ἔργοις· ὡς καὶ Σοφοκλῆς ‘ξουθοῦ μελίσσης κηρό‐ πλαστον ὄργανον‘, ἤτοι ἔργον: —A | |
sch Ph119 | ὁ λευκὴν, λαμπρὰν, ἔχων τὴν περικεφαλείαν: —MiAgBi | |
sch Ph120 | ὅστις ἔμπροσθεν ἡγεῖται τοῦ στρατοῦ: —MiAgBi | 265 in vol. 1 |
sch Ph121 | ὁλόχαλκον ἀσπίδα περὶ τὸν βραχίονα βαστάζων: —MgAgBi | |
sch Ph123 | λοχαγὸς λέγεται ὁ ταξίαρχος. εἷς τῶν ἑπτὰ λοχαγῶν· ‘ἑπτὰ λοχαγοὶ γὰρ ἐφ’ ἑπτὰ πύλαισ‘ Σοφοκλῆς ἐν Ἀντιγόνῃ [141]: —MiA | |
sch Ph125 | οὗτος Μυκηναῖος μέν: οἱ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασὶν εἶναι. Μυκηναῖός ἐστιν, οἰκεῖ δὲ παρὰ τὴν Λέρ‐ νην τὴν ἐν Μυκήναις πηγὴν, ὅ ἐστι τὴν ἐν Ἄργει: —AB | |
sch Ph126 | ἀπὸ μέρους τὸ Ἄργος· Λέρνη γὰρ κρήνη καὶ πόλις Ἄργους: — MgAB Λερναῖα δ’ οἰκεῖ: Ἀρίσταρχος [cf. frg. 5]· τοῦ Ταλαοῦ τοῦ Βίαντος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως 〈τοῦ Αἰόλου〉 τοῦ Ἕλληνος τοῦ | |
5 | Διός. παῖς Ἱππομέδοντος Πολύδωρος ἢ Δημοφῶν: —MTA | |
sch Ph127 | ἒ ἒ ὡς γαῦρος ὡς φοβερός: ἐπηρμένος τῷ σώματι καὶ διὰ τοῦ σχήματος ἐμφανίζων τὸ αὔθαδες τῆς ψυχῆς: —MTAB ἄλλως: τὸ ἑξῆς οὖν· ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν ἀστερω‐ πὸς ἐν γραφαῖσι, γίγαντι γηγενέτᾳ προσόμοιος, οὐχὶ πρόσφορος ἁμερίῳ | |
5 | γέννᾳ: — | |
sch Ph129 | ἀστερωπός: ἀστεροειδεῖς τὸ σῶμα καὶ τὴν ἐσθῆτα γρά‐ φουσι τοὺς Γίγαντας πρὸς τὸ φοβερὸν αὐτῶν. ἴσως οὖν καὶ αὐτὸς κατά‐ στικτον ἔχει τὴν πανοπλίαν. τὸ δὲ ἑξῆς· γραπτῷ γίγαντι παραπλή‐ σιος. διὰ μέσου δὲ τὸ ἀστερωπός ἔθηκε δηλῶσαι θέλων τὸν τὸ ὄμμα | |
5 | λαμπρὸν ἔχοντα ὁμοίως ἀστέρι: —MTAB λαμπρὸς ἐν ζῳγραφίαις. ἢ ἀστεροειδὴς καὶ ποικίλος ταῖς γρα‐ φαῖς τῆς ἀσπίδος. φέρει γὰρ κατάστικτα ὅπλα: —MiAAgB ὅμοιος: —MgBg οὐχὶ πρόσφορος: ὅμοιος, προσεοικὼς τῇ τῶν ἀνθρώπων φύσει· | |
10 | ἁμέριοι γὰρ ἀπὸ τοῦ πρὸς ἡμέραν ζῆν: —TA ἄλλως: οὗτος, φησὶν, ἀνήμερος καὶ θηριώδης φαίνεται οὐκ ἐοικὼς ἀνθρώπῳ, ἀλλ’ ἀνημέρῳ τινὶ γηγενεῖ: —TA | 266 in vol. 1 |
sch Ph130 | ἁμερίῳ γέννᾳ: τῇ ἀνθρωπίνῃ φύσει οὐχ ὅμοιος, ἀλλ’ ἀνη‐ μέρῳ τινὶ καὶ θηριώδει γηγενεῖ ἐοικώς: —A1Bi ἀνθρωπίνῃ: —MgAg | |
sch Ph132 | θαυμαστικὸς ὁ ἀναδιπλασιασμός: —MgAgBg ἄλλος ἄλλος ὅδε τευχέων τρόπος: ἄλλῳ, φησὶ, τρόπῳ πεποί‐ κιλται οὗτος καὶ οὐχ ὥσπερ ἐκεῖνος. ἡ δὲ δευτέρα ἐπαγωγὴ τοῦ ἄλλος ὡς ἂν ἐπὶ θαυμάζοντος γίνεται: —MTA | |
5 | ὁ τρόπος τῶν ὅπλων ἄλλος ὑπάρχων: —MgAg | |
sch Ph133 | παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς: Οἰνέως τοῦ Πορθάονος τοῦ Ἀγήνορος τοῦ Ἄρεως καὶ Εὐρυμεδούσης τῆς Αἰτωλοῦ· οἱ δὲ τὸν Ἀγήνορα Πλευρῶνος 〈τοῦ Αἰτωλοῦ〉 τοῦ Ἐνδυμίωνος τοῦ Ἀεθλίου τοῦ Διὸς καὶ Πρωτογενείας τῆς Δευκαλίωνος· μητρὸς δὲ Περιβοίας τῆς | |
5 | Ἱππονόου τοῦ Οἰκλέους τοῦ Ἀστακοῦ τοῦ Ἑρμοῦ καὶ † ἀστάβης τῆς Πηνειοῦ: —MTA | |
sch Ph134 | ὡς ἔχοντος αὐτοῦ ἐπὶ τῆς ἀσπίδος τὸν περὶ τοῦ συὸς πόλεμον. Καλλίμαχος [frg. 226]· ‘εἶμι τέρας Καλυδῶνος, ἄγω δ’ Αἰτωλὸν Ἄρηα‘. τινὲς δὲ Ἄρην τὴν τῶν ὅπλων σκευήν. θέλει δὲ εἰπεῖν ὅτι ἐγχωρίως καθώπλισται ὡς οἱ Αἰτωλοί, τὸ δὲ στέρνον ἀντὶ τοῦ ὅλου σώματος εἶπεν. | |
5 | οἱ δὲ τὴν τῶν πολέμων ἐπιθυμίαν καὶ ἐπιστήμην ὡς τῶν Αἰτωλῶν ἄριστα πολεμούντων: —MTAB τὰ δὲ ὅπλα Αἰτωλὰ ἐπὶ τῆς ἀσπίδος ἔχει: —MiAg | |
sch Ph135 | οὗτος ὁ τᾶς Πολυνείκεος: οὗτός ἐστιν, ὦ γέρον, ὃς ὁμό‐ γαμος καὶ ἀνὴρ τυγχάνει τῆς ἀδελφῆς τῆς νύμφης τοῦ Πολυνείκους, ἀντὶ τοῦ· ὃς ἔχει τὴν ἀδελφὴν τῆς γυναικὸς Πολυνείκους, ὅς ἐστι σύγγαμβρος Πολυνείκους. Ἀργεία δὲ ἐλέγετο ἡ γυνὴ Πολυνείκους, ἀφ’ ἧς Θέρσαν‐ | |
5 | δρος, Δηιπύλη δὲ ἡ Τυδέως, ἀφ’ ἧς Διομήδης: —MTA † ἕς........ 〈Ἀρ〉γεία ἐκλήθη, ἡ δὲ τοῦ Τυδέως Δηιπύλη. φησὶν οὖν ὅτι οὗτός ἐστιν ὁ ὁμευνέτης τῆς Δηιπύλης τῆς αὐταδέλφης τῆς νύμφης, ἤγουν γυναικὸς, τοῦ Πολυ〈νείκουσ〉: —A | 267 in vol. 1 |
sch Ph136 | τῆς αὐταδέλφου, τουτέστι 〈τῆσ〉 ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μη‐ τρὸς τῆς αὐτῆς: —MiMgTABi | |
sch Ph137 | ἀντὶ τοῦ ὁ ἀνήρ: —MgTABi ὁμόγαμος κυρεῖ: ἀντὶ τοῦ σύμβιος, παρὰ τὸ ὁμοῦ καὶ ἐπίσης ἄνδρα τε καὶ γυναῖκα τῆς συνουσίας μετέχειν. ἐγάμει δὲ Δηιπύλην Τυδεὺς, Πολυνείκης δὲ Ἀργείαν: —MiTAB | |
sch Ph138 | ἀλλοιόσχημος τοῖς ὅπλοις: —MgBg μιξοβάρβαρος: ἐν τέλει γὰρ οἰκοῦντες τῆς Εὐρώπης οἱ Αἰτωλοὶ Ἑλληνικῶν τε καὶ βαρβαρικῶν ἅπτονται φρονημάτων. ἢ ἐπεὶ δοκοῦσι βαρβαρικὸν φρόνημα ἔχειν διὰ τὸν κατ’ ἀλλήλων πόλεμον. | |
5 | καὶ Ὅμηρος [Ι 529]· ‘Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρ‐ μαι‘: —MTAB | |
sch Ph139 | σακεσφόροι: ἴσως ὅτι ἐξηλλαγμένοι οἱ Αἰτωλοὶ περὶ τὰς ὁπλίσεις καταστίκτους αὐτὰς ἔχοντες καθάπερ καὶ τὴν ὑπόδεσιν ὥστε τὸν δεξιὸν μὲν ὑποδεδέσθαι πόδα, γυμνὸν δὲ ἔχειν τὸν ἀριστερόν: — MTAB | |
5 | ἄλλως: καλῶς εἶπεν αὐτὸν μιξοβάρβαρον· οἱ γὰρ Αἰτωλοὶ πάντες ** καὶ ὅπλοις ὁπλίζουσιν ὡς Ἕλληνες, ἀκοντίζουσι δὲ ὡς βάρβαροι. ἴσως γὰρ τότε ἐν τοῖς Θηβαϊκοῖς χρόνοις οἱ μὲν Ἕλληνες ὅπλοις ἐκέ‐ χρηντο, οἱ δὲ βάρβαροι ἀκοντίζειν ἠπίσταντο· ὕστερον δὲ καὶ τὸ ἀκοντί‐ | |
ζειν μεμαθήκασιν Ἕλληνες: —MTAB | 268 in vol. 1 | |
sch Ph142 | παρὰ τὸ Ὁμηρικόν [Ε 182] ‘ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ‘: —MgABi ὁ νοῦς· ἃ τότε ἰδὼν σημεῖα ἐπιγινώσκω νῦν ἐξ αὐτῶν τοὺς ὡπλι‐ σμένους: —MgABi | |
sch Ph143 | εἰρήνην: —MgBg | |
sch Ph145 | ἀμφὶ μνῆμα τὸ Ζήθου: ἐπίσημος γὰρ αὐτοῦ ὁ τάφος ὡς κτίστου τῆς πόλεως: —MTA ἄλλως: κοινὸς μὲν ἀμφοῖν ὁ τάφος Ζήθου καὶ Ἀμφίονος, συλλη‐ πτικῶς δὲ εἶπεν. τινὲς δέ φασι τὸν Ἀμφίονα πρὸς ταῖς Προιτίσι | |
5 | **: —MTAB διαβαίνει: —Mg | |
sch Ph146 | καταβόστρυχος: τοῖς βοστρύχοις, τοῖς πλοκάμοις, κατάκομος καὶ τοῖς ὄμμασι καταπληκτικός· τὸ γὰρ κατά πλήθους ἐμφαντικόν: —MTA γοργὸς εἰσιδεῖν: γοργονώδης φοβερὸς καταπληκτικός: —MTABi ἄλλως: γοργονῶδες ἀποβλέπων τοῖς ὄμμασιν ἅμα καὶ τῶν βοστρύ‐ | |
5 | χων παρεχόντων τοῖς ὀφθαλμοῖς τὸ γοργονῶδες: —MTAB συναπτέον τὸ ὄμμασι γοργὸς εἰσιδεῖν: —Mg νεανίας ὡς τῷ ἰδεῖν: —Mg | |
sch Ph148 | στρατηγός: —Mg ἀντὶ τοῦ λίαν: —Mg αὐτῷ: —Mg ἀντὶ τοῦ ὄπισθεν, κατόπιν: —Mg | |
5 | ὡς ὄχλος νιν ὑστέρῳ: ἀντὶ τοῦ ἐπακολουθεῖ αὐτῷ ὄχλος πολὺς ὀπισθόπους. τινὲς δὲ ἐπὶ κατάρας αὐτὸ δέχονται, οἷον ἐσχάτῳ ποδὶ καὶ μηκέτι ὑποστρέφοντι, ἵν’ ᾖ· ὡς ὄχλος νιν ἀμφέπει ἐπὶ ἀπωλείᾳ: —MTAB | |
sch Ph149 | πανταχόθεν ὡπλισμένος ἐπακολουθεῖ: —Mi | |
sch Ph150 | Παρθενοπαῖος: ὡς μὲν Ἀντίμαχος [frg. 29], Ταλαοῦ τοῦ Βίαντος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Λυσιμάχης τῆς Κερκυόνος τοῦ Ποσειδῶνος· ὡς δὲ Ἑλλάνικος, Μειλανίωνος τοῦ Ἀμφιδάμαντος τοῦ Ἐπόχου τοῦ † ἀργήπου | 269 in vol. 1 |
5 | τοῦ Κηφέως τοῦ Ποσειδῶνος, μητρὸς δὲ Ἀταλάντης τῆς Ἰάσου: —MTA Ἀταλάντης γόνος: ταύτην Μειλανίων ἔγημε τῇ τέχνῃ τῶν μή‐ λων: —MiTA ἄλλως: αὕτη Ἰάσου μὲν θυγάτηρ, Μειλανίωνος δὲ γυνὴ, Ἀρκὰς τῷ γένει. ἔστι δὲ καὶ ἄλλη Σχοινέως θυγάτηρ, Ἱππομένους γυνὴ, Βοι‐ | |
10 | ωτιακή: —MiTABi | |
sch Ph151 | ἀλλά νιν ἁ κατ’ ὄρη: ἀλλ’ αὐτὸν ἀπολέσειεν ἡ Ἄρτεμις ἡ μετὰ τῆς μητρὸς αὐτοῦ κυνηγετοῦσα. εἰκότως δὲ τὴν Ἄρτεμιν κατ’ αὐτοῦ ἐπικαλεῖται ὡς θυμουμένην κατὰ τῆς Ἀταλάντης, ἐπεὶ πρότερον τὴν παρθενίαν ἠγάπα, ὕστερον δὲ τῷ Μειλανίωνι γαμηθεῖσα κατεφρό‐ | |
5 | νησε τῆς Ἀρτέμιδος. αὕτη δέ ἐστιν ἡ συγκυνηγήσασα Μελεάγρῳ: — MTA1B ἡ κατὰ τὰ ὄρη, ὅ ἐστιν ἡ Ἄρτεμις: —Mg | |
sch Ph152 | ὁρμωμένη: —MgAg | |
sch Ph153 | πορθήσων: —Mg | |
sch Ph155 | διὸ εὐλαβοῦμαι μὴ τὸ δίκαιον σκοπήσαντες οἱ θεοὶ ἀπολέ‐ σωσιν ἡμᾶς: —MTA1B | |
sch Ph156 | ποῦ: παρὰ τὸ [Γ 236] ‘δοιὼ δ’ οὐ δύναμαι ἰδέειν‘. δὶς δὲ παρέλαβε τὸ ποῦ τὴν σπουδὴν ἐμφαίνων: —MTA1B | |
sch Ph157 | σὺν δυστυχίᾳ πολλῇ: —MiT ἄλλως: κακομοιρίᾳ: τῷ γὰρ ἐπιθέτῳ διέστειλε τὸ τῆς μοίρας ὄνομα ὂν τῶν μέσων: —MiTA1B | |
sch Ph158 | ποῦ ’στι Πολυνείκης, γέρον: Πολυνείκης Οἰδίποδος τοῦ Λαΐου τοῦ Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου τοῦ Ἀγήνορος τοῦ Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου τοῦ Διὸς καὶ Ἰοῦς τῆς Ἰνάχου: —MT | 270 in vol. 1 |
sch Ph159 | ἐκεῖνος ἑπτὰ παρθένων: καὶ Σοφοκλῆς ἐν Νιόβῃ [FTG p. 181] ἑπτά φησιν αὐτὰς εἶναι καὶ 〈ἑπτὰ〉 τοὺς ἄρρενας: —MTAgBi ἄλλως: ὁ Ἀριστόδημος [frg. 3] οὐδαμοῦ φησιν ἐν ταῖς Θήβαις τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές, ὡς αὐτοσχεδιάζειν νῦν | |
5 | ἔοικεν ὁ Εὐριπίδης. περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτός φησιν ὁ Εὐριπίδης ἐν Κρεσφόντῃ [frg. 453]· ‘καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν‘. ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ [FTG p. 38] καὶ Ἀριστοφάνης [frg. 284] ἐν Δράμασιν ἢ Νιόβῳ [ὁμοίως ἑπτά φησιν αὐτὰς εἶναι καὶ ἑπτὰ τοὺς ἄρρενας]. Τιμαγόρας δὲ ἐν τοῖς Θη‐ | |
10 | βαϊκοῖς [frg. 3] φησιν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ Σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες ἀπιόντας εἰς Ἐλευθερὰς ἐπὶ πάτριον θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα. Φερεκύδης [frg. 102b] δέ φησιν ἔχειν αὐτὴν παῖδας ἓξ, Ἀλαλκομενέα Φηρέα Εὔδωρον Λύ‐ σιππον Ξάνθον Ἀργεῖον, θυγατέρας δὲ ἓξ, Χιόνην Κλυτίαν Μελίαν | |
15 | Νέαιραν Δαμασίππην Πελοπίαν. Ἑλλάνικος δὲ ἐν τῇ ἐπιγραφομένῃ | |
Ἀτλαντίδι [frg. 54] ἄρσενας τεσσαράς φησιν, Ἀρχήνορα Μενέστρατον Ἀρχαγόραν *, θυγατέρας δὲ τρεῖς, Πελοπίαν Ὠγυγίαν Ἀστυκράτειαν. Ξάνθος δὲ ὁ Λυδὸς [frg. 13] δέκα καὶ δέκα ἐκ Φιλόττου τοῦ Ἀσσυρίου, ὃς ᾤκει ἐν Σιπύλῳ, ὃς ἀνῃρέθη ἐν κυνηγεσίῳ ὑπὸ ἄρκτου: —MTA1B | 271 in vol. 1 | |
sch Ph160 | Νιόβης Ἀδράστῳ: Ἄδραστος υἱὸς Λυσιμάχης τῆς Κερ‐ κυόνος καὶ Ταλαοῦ [τοῦ Ἀγήνορος τοῦ Καλυδῶνος τοῦ Πλευρῶνος τοῦ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος τοῦ Ἀεθλίου τοῦ Διός]: —Palat. 343 παραστατεῖ: εἰκότως τούτῳ παρίσταται καὶ τοῦτον θεραπεύει δι’ | |
5 | οὗ τὴν εἰς τὴν πατρίδα κάθοδον προσεδόκα αὐτῷ γενέσθαι: —A1B | |
sch Ph161 | τρόπῳ τινί: —MgAgBi | |
sch Ph162 | ἀπεικόνισμα: —MgAg καὶ τὰ στήθη αὐτοῦ ἐξεικασμένα καὶ ἀφωμοιωμένα: —Mi ὡμοιωμένα: —MgAgBi | |
sch Ph163 | ὀξυτάτης ταχείας: —Mg ἀνεμώκεος: ταχείας. ἢ τῆς ἀνέμῳ κινουμένης νεφέλης [ἴσως]. διὰ γὰρ ἀνέμου κινοῦνται: —MiTA τὸ ἑξῆς· ἀνεμώκεος εἴθε δρόμον νεφέλας ἐξανύσαιμι ποσὶ δι’ αἰθέ‐ | |
5 | ρος πρὸς ἐμὸν ὁμογενέτορα φυγάδα μέλεον, περὶ δὲ ὠλένας βάλοιμι τῇ φίλῃ δέρῃ διὰ χρόνου. αὕτη ἡ σύνταξίς ἐστιν, ἐὰν μὴ ἔγκειται τῷ ἐδαφίῳ τὸ ὡς ἴδω· ἐὰν δὲ κεῖται, οὕτως συντακτέον· χρόνῳ μέλεον φυγάδα ὡς ἴδω: —MiTAB | |
sch Ph164 | πληρώσαιμι: —Mg | |
sch Ph165 | περιβάλοιμί τε τὰς χεῖρας διὰ χρόνου: —Mg | |
sch Ph167 | ἄθλιον: —Mg | |
sch Ph169 | ταῖς ἑωθιναῖς βολαῖς τοῦ ἡλίου ἐοικώς· αὗται γὰρ χρυσί‐ ζουσιν: —MiB λάμπων: —MgAg | |
sch Ph171 | μετὰ φιλίας, φιλικός: —Mi | 272 in vol. 1 |
sch Ph170 | ἥξει δόμους τούσδ’: τὸν Ὁμηρικὸν Μενέλαον μιμεῖται ὁ Εὐριπίδης ὑπόσπονδον Πολυνείκην ἄγων εἰς τὰς Θήβας, ὡς ἐκεῖνος εἰς τὴν Ἴλιον εἰσῆλθε καταθησόμενος τὸν πόλεμον: —MAB | |
sch Ph171bis | τυγχάνει: —Mg | |
sch Ph172 | λευκὸν τὸ ἅρμα φησὶ διὰ τοὺς ἵππους: —MgAB ἡνιοχεῖ ἐλαύνει: —MgAg ἐπιβεβηκώς: —Mg | |
sch Ph173 | Ἀμφιάραος: Οἰκλέους τοῦ Ἀντιφάτου τοῦ Μελάμποδος τοῦ Ἀμυθάονος 〈τοῦ Κρηθέως τοῦ Αἰόλου〉 τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Ὑπερμνήστρας τῆς Θεστίου τοῦ Ἄρεως: —MT | |
sch Ph174 | σφάγια δ’ ἅμ’ αὐτῷ: σφάγια μὲν τὰ ἱερεῖα, ῥοαί δὲ αἱ σπονδαί. ἢ οὕτως· ὧν τὸ αἷμα συμβαίνει παρὰ τὴν γῆν ἐκχεῖσθαι. τὸ γὰρ φιλεῖν καὶ ἐπὶ τοῦ συμβαίνειν τάττεται: —MTAB ἄλλως: τὸ ἐπίθετον τῆς γῆς ἐπὶ τὰ σφάγια μετήγαγεν. οἱ δὲ | |
5 | γράφουσι γῆς φιλαιμάτου, οἱ δὲ τὸ τέλειον φιλαιμάτοιο λέγουσιν: — MTAB ὁ νοῦς· ἅτινα σφάγια ῥοαὶ φιλαίματοί εἰσι τῆς γῆς ἡδομένης ἐπὶ τῶν σφαγίων. ἢ αἱ εἰωθυῖαι δι’ αἱμάτων γίνεσθαι: —MTA ἄλλως: τὰ σφάγια τῶν ἱερείων αὐτῷ, τῷ Ἀμφιαράῳ, ἢ διὰ τὸ | |
10 | εἶναι αὐτὸν μάντιν ἢ πολεμικὸν, φίλα. καὶ αἱ ῥύσεις τῶν αἱμάτων προσφιλεῖς εἰσιν αὐτῷ ἐπὶ τῆς γῆς: —MTA | |
sch Ph175 | εὐδαίμονος εὐπρεπεστάτου: —MgAg Ἀελίου Σελαναία: Ἡσίοδός φησιν ἀδελφὴν Ἡλίου τὴν Σελήνην [Theog. 371]· ‘Θεία δ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην γείνατο‘· | |
Αἰσχύλος [frg. 445] δὲ καὶ οἱ φυσικώτεροι θυγατέρα, παρόσον [ἐκ] τοῦ | 273 in vol. 1 | |
5 | ἡλιακοῦ φωτὸς μεταλαμβάνει. ἀμέλει καὶ πρὸς τὰς ἡλιακὰς ἀποστάσεις μεταμορφοῦται ἡ σελήνη: —MTAB | |
sch Ph176 | λαμπρὸ〈ν καὶ περι〉φερές: —MgAg | |
sch Ph177 | καὶ σώφρονα πώλοις: εἰκότως ἡσυχῆ καὶ σωφρόνως ἐλαύ‐ νει. οἶδε γὰρ ὡς μάντις τὰ ἀποβησόμενα: —TAB πάνυ ἡσυχῆ: —MgAg ἀντὶ τοῦ σωφρόνως: —MgAg | |
sch Ph178 | ἐπ’ εὐθείας ἄγει: —MgAg | |
sch Ph179 | ἐπαπειλεῖ: —MgAg | |
sch Ph180 | Καπανεύς: Ἱππονόου τοῦ Ἀναξαγόρου τοῦ Ἀργείου τοῦ Μεγαπένθους τοῦ Προίτου τοῦ Ἄβαντος τοῦ Λυγκέως τοῦ Αἰγύπτου, μητρὸς δὲ Λαοδίκης τῆς Ἴφιος τοῦ Ἀλέκτορος: —MTA ἐκεῖνος ἑπτὰ προσβάσεις: τὰς εἰσβάσεις. λέγει δὲ τὰς πύλας: — | |
5 | MMiTAAg ἄλλως: τὰς ἑπτὰ κλίμακας τῶν πύργων δι’ ὧν εἰς τὸ τεῖχος ἀνέρχονται: —MTA καταμανθάνει σημειοῦται διασκέπτεται: —Mi πρὸς τὰς πύλας περιέρχεται ἀναμετρῶν: —MgAg | |
sch Ph182 | σὺ ὦ Νέμεσις· ἔστι δὲ θυγάτηρ Νυκτός: —Mg μεγαλόηχοι: —MgAg | |
sch Ph183 | καὶ ὦ κεραυνοῦ φῶς. προαναφωνεῖ δὲ τὰ συμβησόμενα αὐτῷ: —MgA καυστικόν: —MgAg | |
sch Ph184 | μεγαλανορίαν: μεγαλοφροσύνην. ἢ μεγαλορρημοσύνην οἱονεὶ μεγαληγορίαν. ὑπερηφάνειαν: —MTABi τὸν ὑπερήφανον ἄνδρα καταβάλλεις: —Mi ταπεινοῖς: —MgAg | |
sch Ph185 | λείπει τὸ ἐπαγγέλλεται: —MMgTA ὁ νοῦς· οὗτός ἐστιν ὁ τὰς Θηβαίας δορὶ καὶ πολέμῳ παραδώσειν | |
αἰχμαλώτους ταῖς Μυκηναίων καὶ ταῖς Ἀργείων γυναιξὶν ἀπειλῶν ἀπο‐ καταστήσειν τε ἐν Λέρνῃ καὶ τῇ Ἀμυμώνῃ τῇ γενομένῃ ἐκ τῆς τοῦ | 274 in vol. 1 | |
5 | Ποσειδῶνος τριαίνης ἐπαγγελλόμενος αὐτὰς ὥστε ὑδρεύσασθαι ἐκ τούτων δούλας γενομένας: —MTA ἄλλως: τὸ ἑξῆς οὕτως· ὅδ’ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ δουλείαν περιβαλὼν αἰχμαλωτίδας Θηβαίας δώσειν Μυκηναίαις καὶ Λερναίᾳ τριαίνᾳ, τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. διὰ γὰρ τὴν μίξιν τὴν Ποσει‐ | |
10 | δῶνος καὶ Ἀμυμώνης πολύυδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα ἐμιμήσατο φάσκοντα πρὸς Ἀνδρομάχην [Ζ 457]· ‘καί κεν ὕδωρ φορέοις Μεσσηίδος ἢ Ὑπερείησ‘: —TAB | |
sch Ph187 | Λερναίᾳ τε δώσειν Τριαίνᾳ: Τρίαινα τόπος Ἄργους ἔνθα τὴν τρίαιναν ἔπηξεν ὁ Ποσειδῶν συγγινόμενος τῇ Ἀμυμώνῃ † ἐξ ἧς καὶ πηγὴ ἀνεδόθη, ἐξ οὗ τὴν ἐπίκλησιν ἔσχεν ἐξ Ἀμυμώνης. εἰπὼν οὖν Τριαίνᾳ ἐπεξηγήσατο διὰ τοῦ Ποσειδωνίοις Ἀμυμωνίοις: —MTAB | |
5 | ἄλλως: Ἀμυμώνῃ τῇ ἡρωίνῃ μέλλων Ποσειδῶν συγγίνεσθαι ὀρθὴν ἔπηξε τὴν τρίαιναν, καὶ εὐθὺς κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα ἀνέβλυσεν, ὅ〈θεν〉 καὶ γέγονε κρήνη αὐτόθι ὁμώνυμος τῇ Ἀμυμώνῃ· ἦν δὲ καὶ ἑτέρα κρήνη ἐν Λέρνῃ. ἀμφότεραι δὲ τοῦ Ἄργους εἰσίν: —MTAB τῇ Ἀργολικῇ Τριαίνῃ: —Mg | |
sch Ph188 | Ποσειδωνίοις: τινὲς οὕτως· λείπει ὁ καί· εἰσὶ γὰρ τὰ κτη‐ τικὰ ἀντὶ τῶν πρωτοτύπων· ἵν’ ᾖ· Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασιν: — MTABi Ἀμυμωνίοις: Δαναοῦ θυγατέρες Ἵππη Ἀμυμώνη Φυσά〈δεια〉 | |
5 | ***: —A | |
sch Ph189 | περιβαλὼν αὐταῖς δουλείαν: —Mg | |
sch Ph191 | χρυσοπλόκαμε: —MgAg | |
sch Ph194 | ἐπειδὴ εἰς κόρον ἦλθες ὧν ἔχρῃζες ἰδεῖν: —MiTABi | |
sch Ph196 | ὄχλος γὰρ ὡς ταραγμός: τὸ ἑξῆς· ὡς ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, ὄχλος γυναικῶν χωρεῖ εἰς τὰ βασίλεια, ἵν’ ᾖ ὁ νοῦς· παραγενομένων τῶν Ἀργείων καὶ πολεμούντων τοῖς Θηβαίοις ὄχλος γυ‐ ναικῶν εἰς τὰ βασίλεια παραγέγονεν. λέγει δὲ τὰς τοῦ χοροῦ γυναῖκας | 275 in vol. 1 |
5 | αἵτινες νεωστὶ ἦσαν ἀπὸ Φοινίκης ἐλθοῦσαι. ἔνιοι δὲ στίζουσιν εἰς τὸ πόλιν καὶ τὸ χώρει παροξύνουσι καὶ οὕτως ἐξηγοῦνται· ὅτι γὰρ ὄχλος καὶ ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, χώρει πρὸς δόμους τυραννικοὺς καὶ μένε ὅπου αἱ γυναῖκες· φιλόφογον γὰρ χρῆμα θηλειῶν ἔφυ· ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι: —MAB | |
sch Ph198 | φιλολοίδορον: —MgAg | |
sch Ph200 | ἐπεισάγουσιν: —Mg τέρψις: —Mg | |
sch Ph202 | Τύριον οἶδμα: ὁ χορὸς ἐκ Φοινισσῶν. ἐπειδὴ οἱ Ἀγη‐ νορίδαι πόλεμον ποιήσαντες τὴν Φοινίκην νῆσον ἐπραίδευσαν καὶ αἰχμα‐ λώτους ἔλαβον, τὰς γυναῖκας τοῦ χοροῦ ἐπιλέκτους ἔπεμψαν τῷ Ἀπόλ‐ λωνι. πρὸ δὲ πομπῆς εὐθὺς συνήχθη κατ’ αὐτῶν πόλεμος. διὰ δὲ τῶν | |
5 | Θηβῶν ἀποστείλαντες ἠξίωσαν τοὺς Θηβαίους συγγενεῖς ὄντας ἐκπέμψαι τῷ θεῷ εἰς Δελφούς. λέγει γοῦν ταῦτα ὁ χορὸς τῷ Πολυνείκει [280 sq.]: — MTA ἄλλως: τοῦτο τὸ μέλος στάσιμον λέγεται. ὅταν γὰρ ὁ χορὸς μετὰ τὴν πάροδον λέγῃ τι μέλος πρὸς τὴν ὑπόθεσιν ἀνῆκον ἀκίνητος μένων, | |
10 | στάσιμον λέγεται τὸ ᾆσμα. πάροδος δέ ἐστιν ᾠδὴ χοροῦ βαδίζοντος ᾀδομένη ἅμα τῇ ἐξόδῳ ὡς τὸ [Orest. 140] ‘σῖγα σῖγα λευκὸν ἴχνος ἀρβύλης τίθετε‘. ἔδει δὲ, φασὶν, ἀπὸ πολιτίδων ἢ συγγενίδων τῆς Ἰοκάστης τὸν χορὸν εἶναι, αἵτινες ἔμελλον παραμυθήσασθαι αὐτὴν ἐπὶ τοῖς συμβᾶσιν. ἐπίτηδες δὲ οὔκ εἰσιν ἐγχώριαι αἱ ἀπὸ τοῦ χοροῦ, ἀλλὰ | |
15 | ξέναι καὶ ἱερόδουλοι, ὅπως ἐν τοῖς ἑξῆς ἀδεῶς ἀντιλέγοιεν πρὸς τὴν Ἐτεοκλέους ἀδικίαν [526] οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς. ἀεὶ γὰρ ὁ χορὸς παρρησιαζόμενος τοῦ δικαίου προΐσταται. πῶς | |
οὖν ἔμελλον τὸν βασιλέα ἐλέγχειν, εἰ ὑπ’ αὐτοῦ ἐβασιλεύοντο: —MTAB πόλις Φοινίκης: —Mg | 276 in vol. 1 | |
20 | τὸ κῦμα, τὸ πέλαγος: —Mg | |
sch Ph203 | ἀκροθίνια Λοξίᾳ: κυρίως αἱ τῶν καρπῶν ἀπαρχαὶ, παρὰ τὸν θῖνα, ὅ ἐστι τὸν σωρὸν τῆς ἅλωνος· καταχρηστικῶς δὲ οὕτως λέ‐ γονται καὶ αἱ ἀπαρχαὶ τῆς λείας: —MiTABi | |
sch Ph204 | Φοινίσσας ἀπὸ νάσου: οὐ νῆσος, ἀλλ’ ἤπειρος ἡ Φοινίκη παράλιος, κατεχρήσατο τοίνυν τῇ φράσει. τινὲς δὲ Φοινίσσας νάσου τῆς Τύρου· νησιάζεται γάρ. οἱ ἀπὸ Ἀγήνορος καταγόμενοι συγγέ‐ νειαν ἔχοντες πρὸς τοὺς περὶ Ἐτεοκλέα ἃς ἔλαβον αἰχμαλώτους τὴν | |
5 | Τύρον ἑλόντες ἀπέστειλαν αὐτῷ, ἵνα εἰς Δελφοὺς ἀποσταλῶσι διὰ τοῦ Ἐτεοκλέους ἀναθήματα τῷ θεῷ. ἐπεὶ οὖν ἄδηλον ἦν πόθεν ἐληλύ‐ θεισαν, αὐτὰς πεποίηκε τὴν κατ’ αὐτὰς τύχην ἀπαγγεῖλαι: —MTAB | |
sch Ph205 | οἷον· πρὸς τὸ εἶναι δούλη τοῦ Ἀπόλλωνος: —Mg | |
sch Ph206 | ὑπὸ ταῖς ἐξοχαῖς: —MgAg χιονιζομένοις: —MgBg | |
sch Ph207 | οἰκήσω: —Mg κατενάσθην: τινὲς ἀντὶ τοῦ κατανασθήσομαι. καὶ Σιμωνίδης Ἰάμβοις [frg. 10] ‘τί ταῦτα διὰ μακρῶν λόγων ἀνέδραμον‘, ἀντὶ τοῦ ἀναδραμεῖν μέλλω. ἐγὼ δὲ οἶμαι ὅτι οὕτως ἐστίν· ὅπου, ἐν Φοινίκῃ, | |
5 | κατετάχθην οἰκῆσαι τὸν Παρνασὸν τῇ ἐλάτῃ πλεύσασα: —MiTABi | |
sch Ph208 | † Ἰόνιον κατὰ πόντον: Ἰνάχου τοῦ Ἄργου βασιλέως θυ‐ γάτηρ Ἰώ. ταύτης Ζεὺς ἠράσθη· Ἥρα δὲ ζηλοτυποῦσα φύλακα αὐτῇ κατέστησεν Ἄργον τὸν πολυόμματον κύνα. τοῦτον Ἑρμῆς κατὰ πρόσταγμα Διὸς ἀνεῖλεν· ὅθεν καὶ Ἀργειφόντης ἐκλήθη. ἡ δὲ Ἥρα μανίαν αὐτῇ | |
5 | ἐμβαλοῦσα διελθεῖν αὐτὴν πέλαγος ἐποίησε· καὶ Ἰόνιον ἀπ’ αὐτῆς ἐκλήθη: —T | |
Ἰόνιον κατὰ πόντον: διαπορεῖται πῶς λέγουσιν αἱ κατὰ τὸν χορὸν ἀπὸ Φοινίκης εἰς Δελφοὺς πλεύσασαι κατὰ τὸν Ἰόνιον πόντον καὶ Σικελίαν γεγονέναι καὶ ταῦτα Ζεφύρου πνεύσαντος καὶ ἐναντιουμένου | 277 in vol. 1 | |
10 | τῷ πλῷ. δεῖ οὖν τὸ ἑξῆς ἀκούειν· Τύριον οἶδμα λιποῦσα ἔβαν ἐλάτᾳ πλεύσασα, διὰ κωπῶν. λοιπὸν τὴν αἰτίαν τοῦ κώπαις αὐτὰς καὶ μὴ οὐρίᾳ πεπλευκέναι ἀποδιδόασι, τὴν τοῦ Ζεφύρου πνοὴν, ὃς ἐκ τῶν δυτι‐ κῶν πνέων ἀντιβαίνει τοῖς ἀπὸ τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικὰ ἐρχομέ‐ νοις, ὅ ἐστιν ἀπὸ Συρίας εἰς Ἑλλάδα. ἐλάτῃ τοίνυν ἔπλευσα τοῦ Ζε‐ | |
15 | φύρου κατὰ τὸν οὐρανὸν πνεύσαντος καλλίστῳ κελαδήματι ὑπεράνω [τῶν Ἰονίων καὶ] τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας, ἅπερ εἰσὶ δυτικά. ἀκάρπιστα δὲ πεδία οἱ μὲν τὰ πολύκαρπα, οἱ δὲ τὰ θαλάσσια πεδία, ὅ ἐστι τὰ ἄκαρπα, ὅπου καὶ ἀτρύγετος λέγεται ἡ θάλασσα. ἔνιοι δὲ Ἰόνιον πόντον ἀκούουσι τὸ κατ’ Εὔβοιαν πέλαγος, τὸ περὶ τὴν Ἰονίαν πόλιν Εὐβοίας | |
20 | ἣν ἔκτισεν Ἴων ὁ Ξούθου βασιλεύσας ἔτη κζ, ἵν’ ᾖ· ἐλάτᾳ πλεύσασα Ἰόνιον κατὰ πόντον τοῦ Ζεφύρου πνεύσαντος ὑπεράνω τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας. Σικελίαν δὲ εἶναι μικρὰν νῆσον μεταξὺ Χαλκίδος καὶ Αὐλίδος· ταύτην δὲ ἄκαρπον εἰρῆσθαι παραβαλλομένην τῇ μεγάλῃ νήσῳ καὶ πολυ‐ κάρπῳ Σικελίᾳ. οἱ δέ φασιν Αἰσχύλῳ [Prom. 837] αὐτὸν ἕπεσθαι οἰο‐ | |
25 | μένῳ πάντα πόντον Ἰόνιον λέγεσθαι ὃν ἀλωμένη ἐπῆλθεν ἡ Ἰώ· ὅθεν καὶ ὡς ἐναντίου ἀνέμου πνέοντος τοῖς ἀπὸ Φοινίκης πλέουσι κώπῃ πε‐ πλευκέναι φησίν [ἢ καὶ πνεύσαντος ἤδη τοῦ Ζεφύρου καὶ πεπαυμένου, ὅτε γαληνὸν τὸ πέλαγος ἦν ἐν ὥρᾳ ἐαρινῇ]. ὁ δὲ Κράτης φησὶν αὐτὰς δηλοῦν τὴν ὥραν καθ’ ἣν ἐκομίσθησαν εἰς τὴν Ἑλλάδα, τὴν μετὰ Ζε‐ | |
30 | φύρου πνοὰς τοῦ φερομένου κατὰ τὸν Ἰόνιον πόντον. σημαίνει οὖν τὸν ἐαρινὸν καιρόν. οἱ δὲ λέγουσι τοὺς ἀπὸ Συρίας εἰς τὴν Ἑλλάδα εἰσβάλ‐ λοντας τὸν Ἰόνιον πόντον περᾶν: —MTAB τῇ κωπηλασίᾳ: —Mg | 278 in vol. 1 |
sch Ph209 | τῶν σφοδρῶς χεομένων. ἢ κύκλῳ ῥεομένων. ἀκάρ‐ πιστα δὲ πεδία τὴν θάλασσάν φησιν, ἐπεὶ πεζεύειν αἱ νῆες δοκοῦσιν ὀχήματος τρόπον· ὡς καὶ Ἴων λέγει [frg. 60]· ‘ὅταν δὲ πόντου πεδίον Αἰγαῖον δράμω‘ καὶ Αἰσχύλος Νηρεΐσι [frg. 146]· ‘δελφινηρὸν πεδίον | |
5 | πόντου διαμειψάμεναι‘: —MTAB † ἄλλως: τὸ ἑξῆς τοῦ λόγου· ἐπλεύσαμεν ἐλάτῃ Ζεφύρου πνεύ‐ σαντος ἄνωθεν ἐξ αἰθέρος διὰ τοῦ σφοδροτάτου πελάγους τῆς Σικελίας περὶ τὸ στενὸν, ὅ ἐστι τὸ Ἰόνιον πέλαγος, εἰς ὃ ἐμβάλλουσιν οἱ ἀπὸ Συρίας εἰς Ἑλλάδα ἀπιόντες: —TA | |
sch Ph210 | ὑπεράνωθεν πολυκαρπίστων: —Mg | |
sch Ph211 | Ζεφύρου πνοαῖς: ἀπὸ τοῦ οὐρανοῦ σφοδρῶς πνεύσαντος. καλῶς δὲ τὸ ἐξ οὐρανοῦ αὐτὸν λέγει πνεῖν, ἐπεὶ ἐν ὕψει κεῖται ἡ Σι‐ κελία: —MiTA ἄλλως: σφοδρῶς καταπνεύσαντος ἐξ ὕψους τὸ κάλλιστον ἑαυτοῦ | |
5 | πνεῦμα. κάλλιστον δέ φησιν αὐτὸν ἔχειν πνεῦμα, εἰ καὶ ἐναντίος τῷ χορῷ γέγονεν, ὅτι ἡδύς ἐστιν ὁ Ζέφυρος θέρους ὥρᾳ πνέων εἰς εὐρω‐ στίαν· ὡς Ὅμηρος [δ 567]· ‘ἀλλ’ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπουσ‘. τὸ φύσει οὖν κάλλιστόν φασιν, οὐ τὸ ἑαυταῖς κάλλιστον· ἐναντίον γὰρ ἦν: —MiTAB | |
sch Ph212 | δραμόντος: —MgAg | |
sch Ph214 | ἐπιλεχθεῖσα: —MgAg ἐπιλεχθεῖσα ἐγὼ ἐκ τῆς ἐμῆς πόλεως ὡς καλλιστεύματα καὶ ἀγάλ‐ ματα τῷ Λοξία. ὡς πρὸς τὸ σημαινόμενον δὲ ἀπέδωκεν· ἐκ πολλῶν γὰρ ὁ χορός: —TA | |
sch Ph215 | ἐπίλεκτα δῶρα: —MgAgBg | 279 in vol. 1 |
sch Ph216 | ἐνταῦθα εἰς τὴν τῶν Καδμείων γῆν ἀποσταλεῖσα εἰς τοὺς οἴκους τοῦ Λαΐου καὶ τούτου τοὺς παῖδας συγγενεῖς ὄντας τῶν κλεινῶν Ἀγηνοριδῶν. τῶν γὰρ Ἀγήνορος οἱ μὲν τὰς Θήβας ᾤκησαν, οἱ δὲ τὴν Φοινίκην, οἱ δὲ ἄλλην χώραν: —MiT | |
sch Ph217 | κλεινῶν Ἀγηνοριδᾶν: τινὲς εἰς τὸ Ἀγηνοριδᾶν στίζουσι· τὸ δὲ ὁμογενεῖς ἀντὶ τοῦ συγγενεῖς ἡμῖν: —MiTAB ἐπὶ τοὺς ὁμογενεῖς τῶν Ἀγηνοριδῶν πύργους τοῦ Λαΐου πεμφθεῖσα ἐνθάδε. Ἀγήνορος δὲ παῖδες Κάδμος Θάσος Κηφεὺς Κίλιξ Φοῖνιξ | |
5 | Εὐρώπη Φινεύς: —MiTAB | |
sch Ph218 | πρὸς τοὺς συγγενεῖς: —MgBg ἐπὶ Λαΐου: ἐπὶ τοὺς πύργους τοῦ Λαΐου πεμφθεῖσα, ὅ ἐστι τὰς Θήβας. ἢ πύργους φησὶ τοὺς υἱοὺς Ἐτεοκλέα καὶ Πολυνείκην· ὁμογενεῖς δὲ τῶν Φοινίκων: —MiTAB | |
sch Ph220 | ἀντὶ τοῦ· οὐ τὸ τυχὸν δῶρον ἐπέμφθην: —Mg ἴσα δ’ ἀγάλμασι: ἀντὶ τοῦ· ὁμοίως καὶ ἴσως ἀγάλμασι χρυσέ‐ οισιν, ὥσπερ τι διὰ χρυσοῦ κατεσκευασμένον ἀνάθημα, οὕτως ἐπέμφθην. λάτρις ἐγενόμην δὲ ἤτοι γενήσομαι, ἵν’ ᾖ ὡς τὸ κατενάσθην | |
5 | [207], ἢ λάτρις καὶ δούλη ὠνομάσθην καὶ ἐτιμήθην: —MiTAB | |
sch Ph221 | ἢ πᾶσα τῷ θεῷ ἀφιέρωμαι, ἔτι δέ μοι ταῦτα περιλιμπάνεται ἀτελῆ, τὸ λούσασθαι ἐν τῇ Κασταλίᾳ: —MiTABi | |
sch Ph223 | τὴν ἐμὴν κεφαλήν: —Mg | |
sch Ph224 | † δεῦσαι παρθένιον: λείπεται οὖν, φησὶν, ἐναπολούσασθαί με τῷ τῆς Κασταλίας ὕδατι καὶ διαβρέξαι τὴν ἐμαυτῆς κόμην, ἵνα ἁγνὴ γενομένη οὕτως τοῖς θεοῖς λατρεύοιμι. Κασταλία δὲ πηγὴ ἐν Πυθίᾳ, εἰς ἣν λούουσι τὰς ἱεροδούλους παρθένους μελλούσας θεοπρόπιον φθέγ‐ | |
5 | γεσθαι παρὰ τῷ τρίποδι: —TAB † ἄλλως: αὐτὴν τὴν Κασταλίαν φησὶ παρόσον παρθένων μόνον ἐστὶ λουτρόν. ἢ τὰς κόμας, αἳ κάλλος καὶ τρυφή εἰσι τῶν παρθένων: — TAB † ἄλλως: τὰς κόμας δεῦσαι Φοιβείαισι λατρείαις: —A | 280 in vol. 1 |
sch Ph226 | ὦ Παρνασέ: —MgTABi | |
sch Ph227 | διπλοῦν: —MgBg δικόρυφον σέλας: δικόρυφον αὐτὸν εἶπεν ἐπείπερ ἐν ἀμφοτέραις ταῖς ἄκραις τοῦ Παρνασοῦ εἰσιν ἱερὰ, τὸ μὲν Ἀρτέμιδος καὶ Ἀπόλλω‐ νος, τὸ δὲ Διονύσου. ἐπεὶ τοίνυν ἐν ἑκατέρᾳ πῦρ ἀνάπτεται πρὸς τὰς | |
5 | θυσίας, ἀναγκαίως καὶ τὸ πῦρ δικόρυφον εἶπεν ἅτε δὴ ἐν ἑκατέρᾳ ἄκρᾳ ἀναπτόμενον. οὐκ ἀπὸ τῶν δύο δὲ κορυφῶν ἀναδίδοται αὐτόματον πῦρ, ἀλλ’ ἀπὸ ἑνὸς ἄκρου· δοκεῖ δὲ τοῖς κάτω ἐκ δύο ἀναδίδοσθαι διὰ τὸν ἐπίπροσθεν σκόπελον καὶ ὥσπερ ἐξ αὐτοῦ ἐπιμερίζεσθαι τὸ πῦρ: — TAB | |
10 | ὑπὲρ ἄκρων βακχειῶν: εἰς τὴν τοῦ Διονύσου κορυφήν φασιν εἶναι ἄμπελον ἥτις καθ’ ἑκάστην ἡμέραν ἕνα βότρυν ἔφερεν, ἐξ οὗ ἡ σπονδὴ τῷ Διονύσῳ ἐγίνετο. οἰνάνθη δὲ λέγεται ἡ πρώτη ἔκφυσις τῶν βοτρύων. οἰνάνθας οὖν βότρυν τὸν ἐξ οἰνάνθης βότρυν προκόπτοντα. οἴνη δὲ καλεῖται αὐτὴ ἡ ἄμπελος. Σοφοκλῆς δὲ ἐν Θυέστῃ [frg. 235] | |
15 | ἱστορεῖ καὶ παρ’ Εὐβοιεῦσιν ὁμοίαν ἄμπελον εἶναι τῆς ἐν Παρνασῷ λέ‐ γων οὕτως· ἔστι γάρ τις ἐναλία Εὐβοιὶς αἶα· τῇδε βάκχειος βότρυς ἐπ’ ἦμαρ ἕρπει. πρῶτα μὲν λαμπρᾶς ἕω | |
20 | κεκλημάτωται χλωρὸν οἰνάνθης δέμας· εἶτ’ ἦμαρ αὔξει μέσσον ὄμφακος τύπον, γλυκαίνεταί τε κἀποπερκοῦται βότρυς· δείλῃ δὲ πᾶσα τέμνεται † βλαστουμένη † ὀπώρα καλῶς κἀνακίρναται ποτόν: —MTAB | 281 in vol. 1 |
25 | τὸ βακχειῶν περισπωμένως, ἵν’ ᾖ· ἐκ τῶν τόπων ἐν οἷς βακχεύει ὁ Διόνυσος: —MiBi | |
sch Ph229 | οἴνα θ’ ἃ καθαμέριον: καὶ ὦ ἄμπελε, ἥτις τὸν πολύκαρ‐ πον βότρυν στάζεις ἀπὸ τῆς οἰνάνθης καθ’ ἑκάστην τῷ Διονύσῳ αὐτὸν ἐκπέμπουσα. οἰνάνθη δὲ ἡ πρώτη ἔκφυσις τῆς σταφυλῆς: —MAB | |
sch Ph232 | ὦ θεῖα ἄντρα καὶ ὑψηλοὶ τόποι τῶν νυμφῶν: —MgA ἄντρα δράκοντος: τοῦ Δελφύνου ὑπὸ τὸν Παρνασὸν δείκνυταί τι σπήλαιον: —MTABi | |
sch Ph233 | φησὶ τὸν Κατοπτευτήριον τόπον οὕτως καλούμενον ἐν Παρνασῷ, ὅθεν κατοπτεύσας Ἀπόλλων τὸν Δελφύνην κατετόξευσεν: —MTAB | |
sch Ph234 | ἱερὸν ἑλίσσων: τινὲς στίζουσιν εἰς τὸ ἱερόν. τὸ γὰρ ἑλίσσων ἀντὶ τοῦ περιχορεύων. περισσὸς ὁ τέ, ἵν’ ᾖ· γενοίμην χορὸς τῆς θεοῦ ἑλίσσων ἐν ταῖς χορείαις τὸ ὄρος. οἱ δὲ στίζουσιν εἰς τὸ ὄρος ἱερὸν ἑλίσσων, ἵν’ ᾖ· καὶ σύ, ὦ Ἄπολλον περιέπων | |
5 | τὸν Παρνασόν: —MTAB | |
sch Ph235 | ἀντὶ τοῦ περιχορεύων: —Mg τῆς Ἀρτέμιδος. κοινὰ γὰρ αὐτῆς καὶ Ἀπόλλωνός εἰσι τὰ μυστή‐ ρια: —MgBi | |
sch Ph236 | οἱ γὰρ ἱερόδουλοι οὐδένα φοβοῦνται: —MgAgBi | 282 in vol. 1 |
sch Ph237 | μεσόμφαλον εἶπε τὴν Πυθίαν, ἐπεὶ κατὰ τὰ κοιλώματα τοῦ ὄρους μέσον τῆς γῆς κεῖται, ἐν ᾗ οἱ Δελφοί: —Mg γύαλα Φοίβου: τὰ κοιλώματα τοῦ ὄρους. τοιαῦται γὰρ αἱ φύσεις τῶν ὀρῶν, ἐν ὕψει καὶ ἐν βάθει συγκείμεναι: —MTABi | |
sch Ph238 | ὄνομα κρήνης οὕτως καλουμένης: —Mg Δίρκαν προλιποῦσα: ἐκεῖ ὁ Κάδμος τὸν Δελφύνην φονεύει προ‐ νοίᾳ τῆς Ἀθηνᾶς μετὰ λίθου. οὗτος δὲ ὁ δράκων λέγεται εἶναι Ἄρεως, ὃς ἐφύλαττε τὰ νάματα τῆς Δίρκης: —MTA | |
sch Ph239 | νῦν δέ μοι πρὸ τειχέων: ὁ δέ ἀντὶ τοῦ γάρ. κατὰ ἀνάκλα‐ σιν δὲ ὁ πᾶς λόγος προῆκται ἔχων οὕτως· ἰὼ Παρνάσιον ὄρος λάμπον διπλῇ λαμπηδόνι σύ τε, ὦ αὐτόθι ἐκβλαστάνουσα ἄμπελε, καὶ ὦ θεῖον ἄντρον τοῦ δράκοντος οὔρειαί τε σκοπιαὶ θεῶν σύ τε, ὦ δέσποτα Ἄπολλον, | |
5 | ὃς τὸ κατανιφόμενον ὄρος ἀμφιέπεις, εἴθε χορεύσαιμί σοι καὶ τῇ Ἀρτέ‐ μιδι ἄφοβος τοῦ λοιποῦ γενομένη. νῦν γὰρ ἡμᾶς ὁ παρὼν πόλεμος ἐκ‐ φοβεῖ καὶ δέδοικα μὴ καὶ δεύτερον αἰχμάλωτος γένωμαι. εἴθε οὖν, φησὶ, παρ’ ὑμῖν γενοίμην, ἵνα ἀσφαλῶς τοῦ λοιποῦ διάξαιμι: —MTAB | |
sch Ph240 | ὁρμητικός: —MgAg | |
sch Ph241 | πόλεμον κινεῖ. οἷον· πόλεμον ἀκμαῖον διεγείρει: — MgAgBi | |
sch Ph246 | Φοινίσσᾳ χώρᾳ: γράφεται καὶ Φοίνισσα χώρα ἀπὸ εὐ‐ θείας, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ πείσεται· εἴ τι πείσεται ἅδε γᾶ, κοινὰ πείσεται καὶ ἡ Φοίνισσα χώρα: —MTABi ὑπομενεῖ ἡ Φοινίκη χώρα ὅσα ὑπομενεῖ ἡ ἑπτάπυργος γῆ: —Mi | |
sch Ph248 | τᾶς κερασφόρου: τῆς μεταβληθείσης εἰς βοῦν κερασφόρον, τῆς Ἰοῦς, ὑπὸ τοῦ Διὸς ὑφορωμένου τὴν ζηλοτυπίαν τῆς Ἥρας: —MTA | |
sch Ph249 | ὧν, τῶν ἐκγόνων τῆς Ἰοῦς, φροντίζω τῆς εὐτυχίας καὶ οἰκει‐ οῦμαι τοὺς πόνους: —MiABi | |
sch Ph250 | ἀμφὶ δὲ πόλιν: ὁ δέ ἀντὶ τοῦ γάρ· ἀμφὶ γὰρ πόλιν τὸ νέφος τῶν ἀσπίδων φλέγει καὶ οἱονεὶ ἀστράπτει σχῆμα καὶ σημεῖον μάχης. οἰκεῖον δὲ τῇ συννεφείᾳ τὸ ἀστράπτειν: —MTAB | 283 in vol. 1 |
sch Ph251 | λάμπει: —Mg | |
sch Ph252 | ὅ ἐστι πῦρ: —Mg ἄλλως: σύμβολον μάχης: —Mg ὄψιν φονευτικοῦ: —Mg | |
sch Ph253 | ἃν Ἄρης τάχ’: ἣν ὁ Ἄρης γνώσεται. ὁ δὲ νοῦς· ἣν μάχην φέρων τοῖς παισὶν Οἰδίπου ὁ Ἄρης ταχέως πορευθήσεται. ἄμεινον δὲ τὸ εἴσεται ἀντὶ τοῦ ὁρμήσει: —MTAB | |
sch Ph254 | κομίζων βλαπτικῶν θεῶν βλάβην: —MiBg | |
sch Ph257 | γράφεται τὰ σᾶν 〈ἀλκᾶν〉: —Mg | |
sch Ph258 | καὶ τὸ θεόθεν: τὸ δίκαιον καὶ τὴν παρὰ τῶν θεῶν συμ‐ μαχίαν ἀεὶ τοῦ δικαίου προϊσταμένων καὶ τοῖς δικαίως ἐπεξιοῦσι συνερ‐ χομένων: —MTAB | |
sch Ph260 | ὃς ἀπαιτεῖ τὴν βασιλείαν καὶ ἐκδικεῖ: —MiAg | |
sch Ph261 | τὰ μὲν πυλωρῶν: τὰ μὲν θυρώματα τὰ ἐπιτετραμμένα τοῖς θυρωροῖς: —MTAB | |
sch Ph262 | δι’ εὐχερείας, δι’ εὐμαρείας: —MiBg | |
sch Ph263 | ὃ καὶ δέδοικα: διὸ, διὰ τὴν εὐμάρειαν. διὰ τὸ εὐχε‐ ρῶς με ὑποδέξασθαι τοὺς φύλακας ὑποπτεύω μὴ δόλος ἐστίν: —MTAB γράφεται μή με: —Mg νῦν τειχέων: —Mg | |
sch Ph264 | οὐ μεθῶς’ ἀναίμακτον χρόα: ἡ μὲν γραφὴ οὐκ ἐκ‐ φρῶσιν. οἱ οὖν ὑποκριταὶ διὰ τὸ δυσέκφορον μεταπλάττουσι τὴν λέξιν. καὶ Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων, ὅτε διαλαμβάνει περὶ τοῦ φρῶ, ταύτην τὴν χρῆσιν φέρει: —AB | |
5 | ἄτρωτον: —MgBg | 284 in vol. 1 |
sch Ph265 | μετενεκτέον σκοπητέον: —Mg | |
sch Ph266 | ἐνέδρα: —MgBg | |
sch Ph267 | ὡπλισμένος δὲ χεῖρα: ἀνόητον, φασὶ, τὸ ξίφει πιστεύειν, ταῖς σπονδαῖς δὲ μήπω, εἰ δὴ μόνος ὢν κρατῆσαι ἠδύνατο ἐπιβουλευόν‐ των τοσούτων. ἀγνοοῦσι δὲ ὅτι οἱ μετὰ ἀνάγκης ἐπί τινα κίνδυνον ἐρχό‐ μενοι οὐκ ἐκ τῶν ἐνδεχομένων θηρᾶσθαι τὴν ἀσφάλειαν ἐθέλουσιν, | |
5 | ἀλλ’ οἵαν παρὰ τοῦ καιροῦ λαμβάνουσι, καὶ οἱ ἐπ’ ἐρημίας μετὰ ξιφι‐ δίου πορεύονται ἧττον μὲν ὡπλισμένοι τῶν ὑποπτευομένων θηρῶν ἢ λῃστῶν, ἄμεινον δὲ τῶν ἀνόπλων. τοῦτο καὶ Πολυνείκει συνέβη· ἀναγκασθεὶς γὰρ ἐπὶ διαλλαγαῖς εἰς τὰς Θήβας ἐλθεῖν ἔρχεται μὲν ἵνα μὴ δόξῃ δύσερις εἶναι, δόλον δὲ ὑποπτεύων τὴν ἀσφάλειαν κατὰ τὸ δυ‐ | |
10 | νατὸν ἐπορίσατο: —MTAB | |
sch Ph268 | τὰ πίστ’ ἐμαυτῷ: τὴν πίστιν τοῦ θαρρεῖν, ὅ ἐστι τὴν ἀσ‐ φάλειαν τοῦ θαρρεῖν: —MTAB οἷον· ἆρα θρασύνομαι τῷ ξίφει πιστεύων: —MTAg τὰ ἀσφαλῆ ἐμαυτῷ διὰ τοῦ θράσους παρέξω: —Mi | |
sch Ph269 | ἐπίφθεγμα ἀνακλήσεως: —MgB ἦ κτύπον φοβούμεθα: τὸν κτύπον ** ἀποφαντικῶς· ὄντως κενὸν ψόφον ὑφορώμεθα: —MTAB | |
sch Ph271 | ἀλλάσσει πορεύεται: —Mg | |
sch Ph273 | μετὰ φιλίας, φιλικόν: —Mg | |
sch Ph274 | βοήθεια: —Mg βώμιοι γὰρ ἐσχάραι: ὥστε καταφυγεῖν ἐπ’ αὐτούς, εἰ δέοι. τοῦτο δὲ οὐ συνῳδὸν τῷ [267] ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ. θρασύδειλον γὰρ τὸν Πολυνείκην παρίστησι πρῴην μὲν φάσκοντα ὡπλισμέ‐ | |
5 | νος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίστ’ ἐμαυτῷ τοῦ θράσους παρέξομαι, νῦν δὲ τοὺς βωμοὺς πλησίον εἶναί φησιν οἷς προσφυγὼν νομίζει σωθῆναι καθάπερ ἱκέτης γενόμενος: —MTAB βώμιοι γὰρ ἐσχάραι: ἐσχάρα μὲν κυρίως ὁ ἐπὶ γῆς βόθρος ἔνθα ἐναγίζουσι τοῖς κάτω ἐρχομένοις· βωμὸς δὲ ἐν οἷς θύουσι τοῖς ἐπουρανί‐ | 285 in vol. 1 |
10 | οις θεοῖς. νῦν οὖν βώμιοι ἐσχάραι τὰ κοιλώματα τῶν βωμῶν. ἢ κατὰ περίφρασιν οἱ βωμοί: —MTB ἄλλως: διαφέρουσι βωμὸς καὶ ἐσχάρα. βωμὸς μὲν γάρ ἐστιν ὁ εἰς ὕψος ᾠκοδομημένος καὶ ἀνάβασιν ἔχων· ἐσχάρα δὲ ἡ ἐν τετραγώνῳ ἐπὶ γῆς βάσις βωμοῦ τάξιν ἔχουσα ἄνευ ἀναβάσεως. ἢ ἐσχάρα κυ‐ | |
15 | ρίως τὸ πῦρ: —B | |
sch Ph275 | κοὐκ ἔρημα δώματα: τὰς ἀπὸ τοῦ χοροῦ ἑωρακώς φησι τεθαρρηκέναι. ἀσθενοῦς δὲ ψυχῆς τεκμήριον· τί γὰρ ἔμελλον αὐτῷ γυναῖκες συμβαλέσθαι πρὸς κίνδυνον: —MTB τὰς τοῦ χοροῦ πρὸ τῶν βασιλείων οἴκων εἶδεν: —MiT | |
sch Ph276 | μεθῶ ξίφος: εἰς τὸν κουλεόν. ἢ ὑπὸ τὴν χλαῖναν, ὃ καὶ ἄμεινον, ἵνα κεκαλυμμένον τὸ ξίφος ἔχῃ καὶ πρὸς ἄμυναν ἕτοιμον: —MB | |
sch Ph279 | προσεγγίζετε: —Mg | |
sch Ph281 | τὸ ἑξῆς· δορὸς ἀκροθίνιον: —Mg | |
sch Ph282 | ἀπαρχήν: —MgBi | 286 in vol. 1 |
sch Ph283 | μέλλων δὲ πέμπειν μ’: σολοικοφανὲς τοῦτό ἐστιν· ἤτοι μέλλοντος πέμπειν με ἐν τῷδ’ ἐπεστράτευσαν Ἀργεῖοι, ἢ οὕτως· μέλ‐ λων δὲ πέμπειν με εἶδεν τοὺς Ἀργείους ἐπιστρατεύσαντας: —MTB ἀντὶ τοῦ μέλλοντος, εὐθεῖα ἀντὶ γενικῆς: —Mg | |
5 | ἀντὶ τοῦ Οἰδίποδος· ποιητικὴ δὲ ἡ κλίσις: —Mg | |
sch Ph284 | ἀντὶ τοῦ τίμια: —MgBg | |
sch Ph285 | ἀντὶ τοῦ ἐν τοσούτῳ: —MiBg | |
sch Ph286 | ἀνταποκρίθητί μοι: —Mg | |
sch Ph287 | ἑπτάστομον πύργωμα: ἑπτάπυλος ἡ Θήβη κατεσκεύαστο ὅτι πρὸς τὴν ἑπτάχορδον λύραν τοῦ Ἀμφίονος κιθαρίζοντος ἐτειχοδο‐ μήθη: —MTB | |
sch Ph291 | Ἰοῦς Ἔπαφος, οὗ Λιβύη, ἧς Βῆλος, οὗ Φοῖνιξ καὶ Ἀγήνωρ, οὗ Κάδμος, οὗ Πολύδωρος, οὗ Λάβδακος, οὗ Λάιος, οὗ Οἰδίπους, οὗ Ἐτεοκλῆς καὶ Πολυνείκης: —AB λείπει τὸ ὑπαρχόντων: —MiBi | |
sch Ph293 | γονυπετεῖς ἕδρας: ἀντὶ τοῦ γονυπετῶ σε. ὡς τῶν Φοινίκων διὰ γονυκλισίας τιμώντων τοὺς βασιλεῖς: —MTAgB προσκυνῶ 〈προσ〉πίπτω ἱκετεύω: —Mi σοί τὸ ἐντελές: —MgBi | |
sch Ph294 | τὸν οἴκοθεν νόμον σέβουσα: τιμῶσα φυλάττουσα καὶ σε‐ βάζουσα. ἢ τιμῶσά σε κατὰ τὸν πάτριον νόμον: —MTB | |
sch Ph295 | γράφεται ἔβας ὦ: —MgBi ἦλθες, ὦ Πολύνεικες, διὰ χρόνου εἰς τὴν σὴν πατρίδα: — MiAgBi | |
sch Ph297 | ἄνοιξον τὰς θύρας: —MiAg | |
sch Ph299 | τί βραδύνεις: —MgAg | |
sch Ph300 | ἅπτεσθαι ταῖς χερσὶ τοῦ τέκνου: —Mi | |
sch Ph301 | Φοίνισσαν ὦ νεάνιδες: οἱ τούτων ἐπιλαμβανόμενοι καὶ λέγοντες πῶς ὅτι οὐδὲν αὐτῶν εἰπουσῶν Φοινικικῶς φησιν Ἰοκάστη Φοινίσσαν βοὰν κλύουσα, ἀγνοοῦσιν ὅτι κατὰ τὴν φωνὴν ὑποτίθεται ὁ Εὐριπίδης αὐτὰς τῇ κοινολογίᾳ τῶν Φοινίκων * οὐχ οἷον βαρβαρικῶς | 287 in vol. 1 |
5 | διαλαλούσας, ἐπεὶ οὐδ’ 〈ἂν〉 ὁ Πολυνείκης αὐτῶν ἤκουσεν, ἀλλὰ τῷ τῆς λαλιᾶς ἤχῳ ποιούσας τι τοιοῦτον ὥστε σημῆναι ὅτι εἰσὶ Φοίνισσαι καὶ ἐμφαινούσας τινὰ χαρακτῆρα τῆς πατρίου φωνῆς. εἰ γὰρ καὶ Ἑλληνι‐ κῶς ἐλάλουν, ἀλλ’ οὖν γε τὴν πάτριον ἔσῳζον ἀπήχησιν τῆς φωνῆς· ὡς Σοφοκλῆς Ἑλένης ἀπαιτήσει [frg. 179]· ‘καὶ γὰρ χαρακτὴρ αὐτὸς ἐν | |
10 | γλώσσῃ τί με παρηγορεῖ Λάκωνος ὀσμᾶσθαι λόγου‘: —MTAB | |
sch Ph302 | διὰ τὸ γῆρας: —Mg γηραιῷ ποδί: ἐπείγω μου τὴν βάσιν ὑπὸ τοῦ γήρως τρομε‐ ράν: —ABi | |
sch Ph306 | ἀμφίβαλλε μαστόν: τὸν μαστὸν τῆς σῆς μητρὸς περίβαλλε ταῖς σαῖς ὠλέναις: —MTABi ὁ πᾶς νοῦς· περιπτυξάμενος ἄσπασαί με. ἔστι τὸ ἀμφίβαλλε μαστόν ἀπὸ μέρους τὸ στῆθος· περίβαλλε, φησὶ, τὸ στῆθος τῆς μητρὸς | |
5 | ταῖς σαῖς χερσὶ καὶ τὸ τῶν παρηίδων σου ἔκταμα περίβαλλέ μοι: — MTAB | |
sch Ph307 | παρηίδων τ’ ὄρεγμα: τὸ ἔκταμα, τὸ ἄσπασμα τῆς παρειᾶς μου περίβαλλε ταῖς ὠλέναις: —MTA | |
sch Ph308 | κυανόχρωτα χαίτας: καὶ τὸν κυανόχρωτά σου πλόκαμον περίβαλλε τῷ τραχήλῳ μου καὶ κατασκίαζε τοῦτον τοῖς βοστρυχώδεσί σου πλοκάμοις. ἐκ κοινοῦ γὰρ τὸ ἀμφίβαλλε· οὐ γὰρ τὸν ἑαυτῆς πλόκαμον λέγει ὡς μικρὸν ὕστερον [322] φησὶν ἑαυτὴν ἐξυρῆσθαι διὰ τὸ πένθος: — | |
5 | MTAB | |
τὸν ἐμὸν τράχηλον: —MgAg σκιάζων δέραν ἀμάν: ἀντὶ τοῦ ἀγαπητικῶς περιπτυσσόμενος καὶ ἐκτενῶς ἀσπάζου τὴν μητέρα: —MMiTAB | 288 in vol. 1 | |
sch Ph311 | ἄελπτα κἀδόκητα: ὦ παρ’ ἐλπίδα φανεὶς καὶ ἀπροσδοκήτως εἰς τὰς ἐμὰς χεῖρας: —MTA | |
sch Ph312 | τί φῶ σε: τί σοι εἴπω, πῶς προσφθέγξωμαί σε καὶ πῶς τὰ πάντα λάβω τέρψιν παλαιὰν καὶ χαρμονὴν καὶ πολυέλικτον ἡδονὴν χερσί τε καὶ λόγοις ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα, ἀντὶ τοῦ περι‐ σκιρτῶσα: —MTAB | |
sch Ph313 | κατὰ πάντα: —Mg | |
sch Ph314 | πολυέλικτον: πολύστροφον πολύπλεκτον ποικίλην. τὴν πανταχόθεν με περιέχουσαν ἡδονήν: —MiAB | |
sch Ph316 | ἀντὶ τοῦ σκιρτῶσα: —Mg ἀντὶ τοῦ παλαιῶν ἡδονῶν· αἰτιατικὴ ἀντὶ γενικῆς: —MgBi | |
sch Ph318 | ἔρημον πατρῷον: σοῦ ἔρημον δηλονότι. τὴν αὐτοῦ ἀπουσίαν ἐρημίαν τοῦ παντὸς οἴκου οἴεται: —MTAB | |
sch Ph319 | φυγὰς διωχθεὶς τῇ ἀδικίᾳ καὶ ὕβρει τοῦ ἀδελφοῦ: —MgAg | |
sch Ph320 | βεβαιωτικῶς, ἀντὶ τοῦ ὄντως: —MgBi | |
sch Ph322 | ὅθεν ἐμάν τε: ἀφ’ οὗ σὺ ἔφυγες, κείρομαι. τὴν πεπολι‐ ωμένην. κείρομαι ἀντὶ τοῦ ἐκειράμην. εἰς σέ ἀντὶ τοῦ· ἐπὶ σοὶ ἐκειράμην. ἀποβαλοῦσα: —MTA † μετὰ δακρύων αὐτὴν ἀποβαλοῦσα ἐπὶ τῷ σῷ πένθει: —ABg | |
sch Ph323 | πενθήρη κόμαν: —MTA ἀπενθέα, ἀντὶ τοῦ πολυπενθῆ κόμην. ἢ οὕτως· τὴν λευκόχροα κόμην ἐκειράμην εἰς τὰ σὰ πένθη νομίζουσά σε τεθνηκέναι ὅτε ἀπεδή‐ | |
μεις, ἵνα τὸ πλῆρες ᾖ εἰς σά. ἢ εἰς σέ, τὸν πολυπενθῆ: —MTA | 289 in vol. 1 | |
sch Ph324 | ἄπεπλος φαρέων: ἀντὶ τοῦ ἀμέτοχος: —MTABg ἄπεπλος διαλεύκων φαρέων οὖσα τὰ δυσόρφναια καὶ σκότια τρύχη διαδέχομαι: —MTAB ἄλλως: ἀντὶ τοῦ μελανοφόρος. καὶ στικτέον εἰς τὸ τέκνον: — | |
5 | MTAB | |
sch Ph325 | δυσόρφναια: ἀντὶ τοῦ σκοτεινὰ καὶ ἐρρυπωμένα. σκότια καὶ μέλανα: —MTA ἡ ἀμφί πρὸς τὸ ἀμείβομαι, τουτέστι περιβάλλομαι: —MTABi τρύχη: τὰ ῥακώματα τὰ δυσόρφναια καὶ σκότια [ἃ] περιβάλλομαι: — | |
5 | MTA | |
sch Ph327 | ὁ Οἰδίπους: —MgAg ἐστερημένος τῶν ὀμμάτων: —MgAg | |
sch Ph328 | ἀπήνης ὁμοπτέρου: συζυγίας. Ἐτεοκλέα καὶ Πολυνεί‐ κην ἀπήνην εἶπεν ἥτις ἐκ δύο βοῶν ἕλκεται: —MTAB τῆς συγγενοῦς, καταχρηστικῶς ἀπὸ τῶν ὀρνέων: —MgBg | |
sch Ph330 | πόθον ἀμφιδάκρυτον: καίπερ πόθον ἔχων ὅμως ἀποθανεῖν ἐζήτει: —MTA | |
sch Ph331 | ἀνῇξε μὲν ξίφους: ἀντὶ τοῦ· ὥρμησε καὶ ἐπὶ σφαγὴν ξίφους αὐτόχειρα: —MTA ἄλλως: ὥρμησε μὲν κατὰ τοῦ ξίφους, ὥρμησε δὲ καὶ ἐπὶ σφαγὴν ὁμοίως καὶ ἐπὶ ἀγχόνην: —MTAB | |
sch Ph333 | ὑπὲρ τέραμνα: καὶ εἰς τὰ μετέωρα τῆς ἀγχόνης. ἀπὸ κοινοῦ τὸ ἀνῇξεν: —MTAB ἄλλως: ἐπὶ ἀγχόνας ὥρμησε τὰς ὑπὲρ τέραμνα, ὅ ἐστιν ὑψηλοτά‐ τας. τέραμνα δέ ἐστι τὰ ὀροφώματα: —MTAB | |
sch Ph335 | σὺν ἀλαλαῖσι: διὰ τὰς ἀρὰς ἃς ἐποιήσατο κατὰ τῶν τέκνων. | |
μετέγνω γὰρ ἐπὶ τῷ καταράσασθαι τοῖς παισίν: —MAB διὰ τὰς ἐπὶ τοῖς τέκνοις ἀράς: —MiBi | 290 in vol. 1 | |
sch Ph336 | κρύπτεται: κρύπτεται δ’ ἐν τῇ σκοτίᾳ σὺν ταῖς ἀλαλαῖς τῶν αἰαγμάτων, ὅ ἐστι σὺν ταῖς βοαῖς τῶν θρήνων: —MABg | |
sch Ph337 | καὶ γάμοισι δὴ κλύω ζυγέντα: ζευχθέντα συναφθέντα. ἀκούω σε ἐν γάμοις ζυγέντα παιδοποιὸν ἔχειν ἡδονήν: —MTABi | |
sch Ph339 | ξένοισιν ἐν δόμοις: ταῦτα διὰ μέσου. τὸ γὰρ ἑξῆς· σὲ δ’, ὦ τέκνον, ἀκούω ἐπὶ ξένης ζευχθῆναι καὶ ξένην συγγένειαν ἔχειν καὶ ἄτην γάμων αὐθαίρετον, τουτέστιν ἣν αὐτὸς σεαυτῷ ἐπηγάγου. ταῦτα δὲ ἀνεπίληστα ἐμοὶ καὶ τῷ σῷ προγόνῳ Λαΐῳ, εἰ καὶ τέθνηκεν ἤδη: — | |
5 | MTAB | |
sch Ph340 | τὸ ἑξῆς· ξένον δὲ κῆδος ἀμφέπειν γάμων· ποῖον κῆδος· τὴν ἄτην ἣν ἐπηγάγου ἡμῖν· διὰ γὰρ τοῦ γάμου πολεμεῖς τὴν πα‐ τρίδα: —MiTAB ἐπιγαμβρίαν: —Mg | |
5 | ἀντὶ τοῦ περιέπειν: —Mg | |
sch Ph341 | ἄλαστα μητρί: ταῦτα διὰ μέσου. ὡσεὶ ἔλεγε· μέγιστα δυστυχήματα ἐμοῦ τε καὶ τῶν σῶν προγόνων τὸ σὲ μὴ μετασχεῖν ὁμοφύλου γυναικός: —MiTAB ἀνεπίληστα ἀνυπομόνητα κακά: —Mg | |
sch Ph344 | ἔθος γὰρ ἦν τὴν νύμφην ὑπὸ τῆς μητρὸς τοῦ γαμοῦντος μετὰ λαμπάδων εἰσάγεσθαι: —MiTABg | |
sch Ph346 | ὡς ἁρμόζει: —Mg | |
sch Ph347 | ἀνυμέναια δ’ Ἰσμηνός: ἀνυμεναίως ἀχορεύτως: — MMgTABg ἄλλως: οὐ μετέσχε τῶν σῶν ὑμεναίων οὐδὲ συνήσθη τῇ σῇ πρὸς | |
τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά. εἰώθε‐ | 291 in vol. 1 | |
5 | σαν δὲ οἱ νυμφίοι τὸ παλαιὸν ἀπολούεσθαι ἐπὶ τοῖς ἐγχωρίοις ποταμοῖς καὶ περιρραίνεσθαι λαμβάνοντες ὕδωρ τῶν ποταμῶν καὶ πηγῶν συμβολικῶς παιδοποιίαν εὐχόμενοι, ἐπεὶ ζῳοποιὸν τὸ ὕδωρ καὶ γόνιμον. ἀνυμεναίως δὲ καὶ ὁ Ἰσμηνὸς ἐκηδεύθη καὶ πρὸς ἐπιγαμβρίαν ἐδόθη τῷ Ἀδράστῳ, ἐπειδὴ Θηβαῖος ὁ ποταμός. ἐκηδεύθη δὲ ἀνυμεναίως τῆς λουτροφόρου | |
10 | χλιδᾶς· τὴν τρυφὴν γὰρ ταύτην νομίζουσιν οἱ ποταμοί: —MTA ἄλλως: ἐπεγάμβρευσε δὲ τῷ Ἀργείῳ ὁ Ἰσμηνὸς μὴ μεταλαβὼν τῶν ὑμεναίων τῆς λουτροφόρου χλιδῆς, ὅ ἐστι μήτε ὑμεναίων ἀκούσας μήτε λουτρά σοι ἐκπέμψας. ὁ Ἰσμηνὸς οὐ συνήσθη ἐπὶ τῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά: — | |
15 | MTAB | |
sch Ph349 | ἐσιγάθη: ἀντὶ τοῦ· οὐκ ἀνυμνήθη: —MTABi ἀντὶ τοῦ ἐσιωπήθησαν. γράφεται δὲ καὶ ἐσιγάθησαν: —MTABg | |
sch Ph350 | ὄλοιτο τάδ’: ἀπόλοιτο ταῦτα τὰ κακὰ καὶ μεταβληθείησαν εἰς ἀγαθά. εἴ τίς ἐστιν αὐτῶν αἴτιος· λείπει γὰρ τὸ αὐτῶν: —MTAB ἄλλως: ὄλοιτο τάδε: ἀντὶ τοῦ τῶνδε· ὡς τὸ [K 298] ‘διά τ’ ἔντεα καὶ μέλαν αἷμα‘. ὁ οὖν τούτων αἴτιος καὶ πρόξενος ἀπόλοιτο, | |
5 | ὅστις ποτὲ ἄρα ἐστίν: —MTAB εἴτε σίδηρος: ἢ ὁπλίτης ἢ ὁ Ἄρης: —MTA | |
sch Ph351 | διὰ τὰς ἀράς: —MgBg | |
sch Ph352 | κατεχόρευσε, σφοδρῶς ἐπῆλθε: —Mg | |
sch Ph354 | τῶν γὰρ κακῶν τούτων τὰ ἄχη εἰς ἐμὲ κατέσκηψεν: — MTABg | |
sch Ph355 | δεινὸν γυναιξίν: τίμιον. ἢ μέγα κακόν: —MTAB | |
ἄλλως: δεινὸν γυναιξίν: δεινόν: ἀντὶ τοῦ τίμιον θαυμαστόν. ὁ δὲ νοῦς· αἱ γοναὶ αἱ ὀδύνης αἴτιαι θαυμαστόν τι καὶ τίμιον παρὰ ταῖς γυναιξίν. ἐν ἤθει δὲ θαυμαστικῶς εἴρηται ὅτι ταῖς γυναιξὶν ἡ ὀδύνη | 292 in vol. 1 | |
5 | φίλτρον καθέστηκε καὶ παρὰ πάσαις τὸ φιλότεκνον σῴζεται: —MTAB ἄλλως: αἱ δι’ ὠδίνων γοναί: καθότι πρὸ τοῦ τεκεῖν πολλὴν ταλαιπωρίαν παρέχουσιν· ὡσεὶ ἔλεγε· καίτοι τῶν γονῶν ἐπωδύνων οὐ‐ σῶν ὅμως φιλότεκνοί εἰσιν αἱ γυναῖκες: —MTAB | |
sch Ph357 | μῆτερ, φρονῶν εὖ: καὶ φρόνησιν ἐμαυτοῦ καὶ ἄνοιαν κατ‐ έγνων, φρόνησιν μὲν ὅτι ὑπὲρ τοῦ θεάσασθαι τοὺς οἰκείους καὶ δι’ ἐχθρῶν ἐτόλμησα εἰσελθεῖν ** μὴ ἐννοήσας δόλον. ὅμως συγγινώσκω ἐμαυτῷ διὰ τὸν κοινὸν ἔρωτα τῆς πατρίδος: —MTA | |
5 | † μῆτερ, φρονῶν: φρονῶν μὲν καθὸ πεισθείς σοι ἦλθον, οὐ φρο‐ νῶν δὲ καθότι κατὰ τῆς πατρίδος ὡπλίσθην καὶ πρὸς ἐχθροὺς ἄνδρας παρα‐ γέγονα· ὅθεν ἐπιφέρει ἀλλ’ ἀναγκαίως ἔχει πατρίδος ἐρᾶν ἅπαν‐ τας ἀπολογούμενος ὑπὲρ τῆς ἀφίξεως: —B | |
sch Ph358 | † εἰ καὶ ἥμαρτον προπετευσάμενος, ὅμως συγγινώσκει μοι ὁ τῆς πατρίδος ἔρως: —B | |
sch Ph360 | φλυαρεῖ: —Mg | |
sch Ph361 | ἀντὶ τοῦ εἰς τοσοῦτον τάρβους, ἢ ταραχῆς: —Mi περισσὸς ὁ τέ: —MgBi | |
sch Ph363 | ξίφος βαστάζων: —MgB ὑποστικτέον ἐν τῷ ἔχων: —MgBi | |
sch Ph364 | θαρρεῖν ποιεῖ, παρηγορεῖ: —MiBi | |
sch Ph367 | διὰ χρόνου: —Mg | |
sch Ph370 | δι’ ὄσσων ὄμμ’ ἔχων: ποιητικὴ ἡ περίφρασις. ἐκ παραλλήλου τὸ αὐτὸ [γὰρ] σημαίνει ὡς τὸ [τ 343] ‘ποδάνιπτρα ποδῶν‘. [ἐκ παραλλήλου δὲ τὸ αὐτὸ σημαίνει] τουτέστι· τοὺς ὀφθαλμοὺς ἔχων δακρύοντας: —MTAB | |
5 | † ἄλλως: ὄσσος λέγεται ἡ κόρη τοῦ ὀφθαλμοῦ, ὄμμα δὲ τὸ ἔξωθεν δέρμα τοῦ ὀφθαλμοῦ: —A1 | |
sch Ph371 | ἀλλ’ ἐκ γὰρ ἄλγους: ἀλλὰ γὰρ ἐκ τῆς παλαιᾶς δυστυχίας τῆς κατεχούσης με ἕτερον ἄλγος ὁρῶ σε ἔχουσαν. τὸ δὲ ξυρηκές ὡς ἀπηνές τῷ τόνῳ· παραγώγως γὰρ ἐξηνέχθη καὶ οὐκ ἔχει τὴν ἀκὴν ἐγκειμένην ὡς τὸ ἄμφηκες: —MTAB | 293 in vol. 1 |
5 | ἄλλως: ὑπερβολικῶς εἴρηκεν· ἐκέκαρτο γὰρ, ὡς ἀνωτέρω εἶπεν [322] ὅθεν ἐμάν τε λευκόχροα κείρομαι χαίταν, οὐ ξυρῷ δὲ, ἀλλ’ ὡς ἐν πένθει: —MTAB τὸ σέ πρὸς τὸ ἔχουσαν: —MgAgBi | |
sch Ph372 | κάρα ξυρηκές: ἐξυρημένην τὴν κεφαλὴν καὶ πέπλους μέ‐ λανας ἔχουσαν: —A ἐξυρημένον: —MgAg μέλανας: —MgAg | |
sch Ph374 | πάνυ: —MgAg συγγενῶν: —MgAg | |
sch Ph375 | ὁ στίχος οὗτος ἔν τισιν οὐ φέρεται: —MgBi | |
sch Ph377 | σκότον δεδορκώς: ἀντὶ τοῦ ἐν σκότει διατρίβων: — MTAAgBi οἱ γὰρ τυφλοὶ δοκοῦσι σκότον δεδορκέναι: —MTABg | |
sch Ph378 | ἆρα· τὸ γὰρ πού παρέλκει: —MgAg | |
sch Ph379 | ἀντὶ τοῦ Οἰδίποδος: —MgAg | |
sch Ph380 | οὕτω γὰρ ἤρξατ’: οὕτως ὁ δαίμων ἤρξατο φθείρειν τὸ γένος ὥστε ἀνόμως μὲν ἐμὲ παρασκευάσαι τεκεῖν τὸν Οἰδίπουν παρὰ τὴν τοῦ Ἀπόλλωνος βουλήν: —MTA † οὕτως ὁ δαίμων ἤρξατο φθείρειν τὸ γένος. οὕτω, φησὶν, ἐξ | |
5 | ἀρχῆς δυστυχῶ, ἀφ’ οὗ ἀνόμως ἔτεκον· ἀνόμως γὰρ καὶ ἀσεβῶς παρε‐ σκεύασέ με τεκεῖν: —B | |
sch Ph382 | τί δὲ λέγω ταῦτα: —MgBg βαστάζειν: —Mg | |
sch Ph383 | ὅπως δ’ ἔρωμαι: δέδοικα δὲ μὴ, ὅπως ἔρωμαι ἃ χρῄζω, [καὶ] δάκω σοῦ τὴν φρένα· ὅμως ἐπιθυμῶ ἐρέσθαι κἂν λυπῶ σε: — MTAB μή τι σὴν δάκω φρένα: τὴν σὴν φρένα λυπήσω. λυπεῖ δὲ δι’ | |
5 | ὧν ἐξετάζει περὶ τῆς φυγῆς: —MBi | 294 in vol. 1 |
sch Ph385 | ἀτελές: —MgBg | |
sch Ph388 | τί τὸ στέρεσθαι πατρίδος: τοῦτο μετὰ ἤθους. οὐκ ἐν δέοντι δὲ γνωμολογεῖ τοιούτων κακῶν περιεστώτων τὴν πόλιν. τοιοῦτος δὲ πολλαχοῦ ὁ Εὐριπίδης: —MTAB ἆρα μέγα κακόν: —MgBi | |
sch Ph390 | τίς ὁ τρόπος: τῆς δυστυχίας τῶν φυγάδων δηλονότι: —B γράφεται καὶ δυστυχές: —Mg | |
sch Ph391 | ἐξουσίαν ἐλευθερίαν: —MiAg | |
sch Ph393 | τὰς τῶν κρατούντων: γράφουσί τινες τὰς τῶν πολιτῶν· κρατοῦσι γὰρ οἱ πολῖται. τοῦτο δὲ ὡς Ἀθηναῖος ὢν ὁ ποιητὴς εἶπε. κἂν μὴ φυγὰς γὰρ εἴη τις, ὅμως φέρει τὰς ἀμαθίας τῶν κρατούντων κἂν μὴ θέλῃ: —MTAB | |
sch Ph394 | λυπηρόν: —Mg συναπαιδευτεῖν τοῖς μὴ οὖσι πεπαιδευμένοις: —MgAg | |
sch Ph395 | οὐκ ἀξιόχρεως ἥρωος ὁ λόγος: —MgBi παρὰ τὸ δέον: —MgAg | |
sch Ph396 | αἱ δ’ ἐλπίδες βόσκουσι: αἱ ἐλπίδες καὶ ἡ προσδοκία τοῦ ἐπιβήσεσθαι τῆς πατρίδος. ἐντεῦθεν ἡ παροιμία· ‘αἱ δ’ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν‘: —MTAB ὡς ἡ φήμη: —MgAg | |
sch Ph397 | καλοῖς βλέπουσαι: καλὰ πρὸ ὀφθαλμῶν τιθέμεναι, βρα‐ δύνουσι δέ: —MMgTABg ἄλλως: δοκοῦσιν αἱ ἐλπίδες τρέφειν, καλοῖς ὄμμασι βλέπουσι δέ, ἀντὶ τοῦ· καλὰ πρὸ ὀφθαλμῶν τιθέασιν: —MTA | |
sch Ph398 | οὐδ’ ὁ χρόνος: οὐδὲ ἠπίστησαν αὐταῖς τινες ἐξ οὗ κενὰς αὐτὰς εὗρον: —MABi | |
sch Ph399 | ἔχουσιν Ἀφροδίτην: ἡδονήν τινα ἔχουσιν ἐν κακοῖς τοῦ | |
ἐλπίζειν: —MTA ἄλλως: ἀντὶ τοῦ ἡδονὴν ἡδεῖαν ἔχουσιν ἀλλὰ βλαβερὰν οἱ ἐν κακοῖς ἐξεταζόμενοι καὶ ἐλπίζοντες τὰ ἀγαθά: —MTAB | 295 in vol. 1 | |
5 | ἡδονὴν ἀπόλαυσιν: —Mg γλυκεῖαν μὲν, ἀλλὰ βλαβεράν: —Mg | |
sch Ph401 | † ποτὲ μὲν ἐπ’ ἦμαρ: ὁ ὢν ἐν κακοῖς, ἐλπίζων δὲ ἀγαθὰ δοκεῖ τῇ ἐλπίδι τοῦ ἀγαθοῦ παραμυθεῖσθαι τὴν λύπην: —A | |
sch Ph402 | φίλοι δὲ πατρός: παρὰ τὸ Φιλοκτήτου· ‘ἀνδρὸς κακῶς πράσ‐ σοντος ἐκποδὼν φίλοι‘. πῶς δὲ ταῦτά φησιν, ὅπου γε ὑπὸ τῶν φίλων εἰς τὴν πατρίδα κατάγεται. ἢ τάχα πρὸ τοῦ γάμου δυστυχῶν ὑπὸ τῶν φίλων ἠμελεῖτο, γήμας δὲ καὶ τῆς δυστυχίας ἀπαλλαγεὶς, τότε πάλιν | |
5 | φίλους ἔσχε. πρὸ τοῦ τοίνυν ἐντυχεῖν τῷ Ἀδράστῳ ταῦτα παθεῖν φη‐ σιν: —MTAB | |
sch Ph403 | εὔχου σὺ πράττειν καλῶς· τὰ γὰρ τῶν φίλων οὐδέν ἐστιν, ἐάν τις δυστυχῇ: —MgA | |
sch Ph405 | τὸ γένος οὐκ ἔβοσκέ με: ἐψεύσατο· πρῶτον γὰρ διὰ τὸν χρησμὸν ὁμολογουμένως ὁ Ἄδραστος, ἔπειτα δὲ καὶ διὰ τὸ γένος συν‐ ῴκισεν αὐτῷ τὴν θυγατέρα Ἀργείαν. οὐκ ἂν γὰρ οὐδὲ ὁ Ἀπόλλων τὸν τυχόντα ἔλεγεν ἑλέσθαι: —MTABi | |
sch Ph407 | οὐδ’ ὀνομάσαι δύναιμ’ ἄν: εὐκτικόν ἐστι. τὸ θέμα δύνω ὡς φαίνω, ὁ ἀόριστος ἔδυνα ὡς ἔφηνα: —MABg δύναιτό τις: —Mg | |
sch Ph409 | ἔχρης’ Ἀδράστῳ: ἡ μὲν τὴν αἰτίαν τῆς εἰς Ἄργος ἀφίξεως ἐρωτᾷ, ὁ δὲ τὴν αἰτίαν τῆς αὐτόθι καταμονῆς λέγει· εἰ μὴ γὰρ διὰ τὸν χρησμὸν τοῦ γάμου παρέμεινεν, ἴσως ἂν ἕωθεν παρώδευσε τὸ Ἄργος: — | |
MTAB | 296 in vol. 1 | |
5 | ἄλλως: ἀντὶ τοῦ· διὰ τὸ πεπρωμένον ἦλθον εἰς τὸ Ἄργος· ὁ γὰρ χρησμὸς ἐκεῖσε ἡμᾶς ἤγαγεν: —MTAB ἄλλως: τὸ εἱμαρμένον ἤγαγεν ἡμᾶς εἰς τοῦτο [τῆς] συντυχίας καὶ οὐκ ἐκ προνοίας μοι ἀπέβη ὁ γάμος, ἀλλ’ αὐτομάτως ἐκ τύχης: — MTAB | |
10 | ἄλλως: ὁ χρησμὸς ὑπὸ Μνασέου [frg. 48] οὕτως ἀναγέγραπται· κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι, οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς. καὶ οἱ μὲν λέγουσιν ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλεν | |
15 | Ἄδραστος· ὁ μὲν γὰρ εἶχε τὸν Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσ‐ ωπον Σφίγγα· οἱ δ’ ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς ἀναθήματα κυνηγετῶν ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον. ἀπείκασε γὰρ τὸν μὲν Πολυνείκην λέοντι, τὸν δὲ | |
20 | Τυδέα κάπρῳ· ὃς ἔγημε Δηιπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν: —MTAB ἄλλως: ἄτοπόν φασι πιστεύσαντα τῷ θεῷ τὸν Ἄδραστον δυστυχῆ‐ σαι τοσαῦτα κατὰ τὰς Θήβας καὶ μόνον φυγάδα σωθῆναι ὑπὸ τοῦ ἰδίου ἵππου Ἀρείονος. πρὸς οὓς ῥητέον 〈ὅτι〉 ἐκδοῦναι τὰς θυγατέρας προσέ‐ ταξεν ὁ θεὸς, ἀλλ’ οὐχὶ καὶ ἐπιστρατεῦσαι ταῖς Θήβαις: —MTAB | |
sch Ph411 | ὁ μὲν Τυδεὺς διὰ τὸν ἐπιχώριον κάπρον, ὁ δὲ Πολυνείκης διὰ τὴν Σφίγγα. λεοντοπρόσωπος γὰρ αὕτη: —MgTA | |
sch Ph412 | καὶ σοὶ τί θηρῶν: ποίαν κοινωνίαν εἶχες μετὰ θηρός: — MgA | |
sch Ph413 | ἡ εἱμαρμένη ἡμᾶς συνήγαγεν εἰς τοῦτο συντυχίας· οὐ γὰρ ἐκ προνοίας ἐγένετο: —MgTA πρὸς τὸ ἀποβάν: —Mg | |
sch Ph415 | εἰς τὰ προπύλαια: —MgAg | 297 in vol. 1 |
sch Ph416 | πρὸς τῷ βασιλεῖ κοιμηθησόμενος ἢ ὡς φυγὰς πλανώμενος: — MgTA ζητῶν: —MgAg λείπει τὸ ὡς· 〈ὡσ〉 φυγάς: —MgBi | |
sch Ph417 | εἶτα: —Mg κᾆτά γ’ ἦλθεν ἄλλος: ὁ Τυδεύς· φασὶ γὰρ ὅτι τὰ τέκνα Ἀγρίου ἐφόνευσεν Ἀλκάθουν καὶ Λυκωπέα· διὸ ἔφυγεν: —MTA οὗτος ἔφυγε διὰ τὸν φόνον τῶν συγγενῶν † ἀλθαίας: —MiABi | |
sch Ph419 | γεννηθῆναι: —MgAg | |
sch Ph420 | ἀντὶ τοῦ· εἰς τί ἀφορῶν: —Mg | |
sch Ph420bis | ἀφωμοίωσεν: —Mg γράφεται ᾔκασεν: —Bg | |
sch Ph421 | εἰς μάχην: —Mg στρωμνῆς ἐς ἀλκήν: στρωμνῆς νῦν τοῦ τόπου τῆς κατα‐ κλίσεως. ὅτι θηριωδῶς ἐμαχεσάμεθα πρὸς ἀλλήλους, θηρσὶν ἡμᾶς εἴκασεν. ἔνιοι δὲ οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι ὁ μὲν κάπρου, ὁ δὲ λέοντος | |
5 | δορὰν ἠμφίεστο: —MTAB | |
sch Ph422 | ἀντὶ τοῦ· ἐν τούτῳ τῷ καιρῷ: —Mg Ταλαοῦ παῖς: Αἰόλου Κρηθεὺς, οὗ Ἀμυθάων, οὗ Βίας, οὗ Τα‐ λαὸς, οὗ Ἄδραστος: —MTAB | |
sch Ph425 | μέχρι ταύτης τῆς ἡμέρας, ἕως τοῦ παρόντος: —Mg | |
sch Ph426 | ἕπεσθαι συνακολουθῆσαι: —Mg | |
sch Ph428 | τοῦτο γὰρ περισσόν· προεμηνύθη γὰρ ἄνωθεν ἤδη: —Mg | |
sch Ph430 | ἄριστοι ἐξέχοντες: —Mg | |
sch Ph431 | πάρεισι λυπρὰν χάριν: καθὸ κατὰ πατρίδος ἐστρατεύ‐ σαντο· ἀναγκαίαν δέ· οὐκ ἐνεχώρει γὰρ ἄλλως γενέσθαι δίχα πολέμου. | |
ἔμφρων δὲ καὶ ἐλεεινὸς ὁ λόγος: —MTAB | 298 in vol. 1 | |
sch Ph434 | τοῖς φιλτάτοις τοκεῦσι: γράφεται καὶ ἑκοῦσιν, ἵν’ ᾖ· τῷ ἀδελφῷ μου. ὁ γὰρ Ἐτεοκλῆς ἑκὼν πορθεῖ τὴν πόλιν διὰ τὸ μὴ ἀφίστασθαι τῆς βασιλείας: —MTAB ἐκίνησα: —MgAg | |
sch Ph435 | ἀνάκειται ἁρμόζει: —MiAg ἀπαλλαγή: —MgAg | |
sch Ph436 | ὥστε διαλλάξασαν παῦσαι: —MgAg | |
sch Ph438 | ἀλλ’ ὅμως ἐρῶ: ἐρῶ μὲν ῥῆμα πάλαι ὑμνηθέν, ἀλλ’ ὅμως ἐρῶ. παροιμιώδης δὲ ὁ στίχος: —MTAB | |
sch Ph439 | καὶ ὁ ῥήτωρ [Demosth. 1, 20]· ‘δεῖ δὲ χρημάτων‘: —MiAgB | |
sch Ph440 | τῶν ἐν ἀνθρώποις πραγμάτων: —MgBi | |
sch Ph441 | ἐφ’ ἃ, χρήματα, ἐγὼ ἥκω: —MiAgB | |
sch Ph442 | βοήθειαν: —MgAg | |
sch Ph443 | εἰς διαλλαγάς: εἰς φιλίαν. δι’ ὧν εἰς φιλίαν δύνασαι ἐνεγκεῖν τὰ τέκνα: —MTA | |
sch Ph444 | γράφεται ἥκει: —Mg | |
sch Ph446 | μῆτερ πάρειμι: κάλλιστα πεποίηται τῷ τραγικῷ τὸ πρόσ‐ ωπον οἷον δεῖ εἶναι ἄδικον ἄνδρα· γινώσκων γὰρ ὅτι οὐδὲν δίκαιον ἔχει λέγειν, ἐπείγει τὴν κρίσιν τὸν ἐκ τῆς δικαιολογίας κατὰ λεπτὸν γινόμενον ἔλεγχον φεύγων: —MTAB | |
5 | τὴν χάριν δὲ σοὶ διδούς: ὀρθοτονητέον τὴν σοί διὰ τὴν πρὸς τὸν ἀδελφὸν σχέσιν: —MTABi | |
sch Ph448 | καὶ ξυνωρίδας: ὁ καί παρέλκει: —MTABg καὶ ξυνωρίδας λόχων: τοὺς ἱππέας τοῦ στρατοῦ ἐκ τῶν ἁρμά‐ των δηλοῖ. ξυνωρίδας τὰ ἅρματα, λόχων δὲ στρατευμάτων: — MTAB | |
5 | συντάξεις συναφείας: —MgAg | |
sch Ph449 | τάσσων ἐπέσχον πόλιν: διὰ σὲ, ὦ μῆτερ, τὴν διακόσμη‐ σιν τοῦ στρατοῦ ἐπέσχον, ὅπως ἀκούσω πρότερον τὰς παρὰ σοῦ γινο‐ μένας κοινὰς ἡμῖν διαλύσεις. βραβείας γὰρ διαλύσεις. ὅ ἐστι τοὺς | |
μετὰ κρίσεως λόγους: —MTAB | 299 in vol. 1 | |
sch Ph450 | ἄλλως: κοινὰς βραβείας: τὰς ἀμφοῖν διαλύσεις ἡμῶν. τουτέστιν· ἐν τάξει μερίζων τοὺς πολίτας καὶ κατατάσσων τὴν ἐμὴν δύναμιν ἐπέσχον τὴν διακόσμησιν, ὅπως ἂν ἀκούσαιμι πρότερον τοὺς πρὸς τὴν κοινὴν ἡμῶν διάλυσιν παρὰ σοῦ γινομένους λόγους, ὦ μῆτερ: — | |
5 | MTA † βραβείας: ἀντὶ τοῦ διαλύσεις ὧν ἐβράβευσεν ἡ μήτηρ, τουτέστι τοὺς μετὰ κρίσεως λόγους, δι’ ὧν ἑκάτερος αὐτῶν ἐδείκνυε δικαιότερα λέγων. ἔνθεν καὶ βραβευταί: —TA κρίσεις μεσιτείας διοικήσεις: —MgAg | |
sch Ph451 | τόνδ’ εἰσεδέξω: εἴσω ἐδέξω ὡς καὶ εἴσιθι, εἴσω ἴθι. τοῦτο δὲ ἐναντίον τῷ ‘Ἴλιον εἴσω‘, ἀντὶ τοῦ εἰς τὴν Ἴλιον· ἐκεῖσε γὰρ ἀντὶ προθέσεως παραλαμβάνεται: —MAB | |
sch Ph452 | οὐκ ἐν τῷ τάχει ἐστὶ τὸ δίκαιον. οὐδαμῶς τὸ ὀξέως τι πράττειν τὸ δίκαιον κατέχει: —MMgTA | |
sch Ph453 | βραδεῖς δὲ μῦθοι: οἱ μετ’ ἐπισκέψεως καὶ μὴ σπουδά‐ ζοντες λόγοι πάνυ δεικνύουσι 〈τὸ〉 σοφόν: —MT † βραδεῖς δὲ μῦθοι: οἱ μετ’ ἐπισκέψεως, οἳ καὶ τὸ σοφὸν ἔχου‐ σιν: —B | |
sch Ph454 | σχάσον δέ: στῆσον κατάπαυσον καὶ ἄνες. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων· σχάσαι γὰρ τὸ ἐπισχεῖν τῶν κωπῶν τὴν εἰρεσίαν: — MTAB τὸ φοβερὸν ὅραμα καὶ τὸ ἄγαν ὀργίλον: —MgBg | |
sch Ph456 | ἀντὶ τοῦ οὐκ ἐχθρόν: —MgAg Γοργόνες τρεῖς, Σθενὼ Εὐρυάλη Μέδουσα: —Mi | |
sch Ph457 | γράφεται καὶ τρέπε: —MgBi | |
sch Ph458 | ἀντὶ τοῦ ἐξ ἐναντίας: —MgAgBi | |
sch Ph459 | ἀπὸ κοινοῦ τὸ ἄμεινον: —MiAgBi | |
sch Ph460 | ὑμῶν, ἀντὶ τοῦ ὑμῖν· γενικὴ ἀντὶ δοτικῆς: —MgBi φρόνιμον συνετόν: —MgAg | |
sch Ph463 | ἀντὶ τοῦ ἐπὶ φιλίᾳ: —Mg | 300 in vol. 1 |
sch Ph465 | ἀντὶ τοῦ· σὺ πρῶτος ὀφείλεις λέγειν: —MgAg | |
sch Ph467 | ἵνα μὴ λυπήσῃ τὸν Ἐτεοκλέα: —MgAg τοῦτο θεραπευτικὸν τοῦ Ἐτεοκλέους: —MiAgBi | |
sch Ph468 | καὶ διαλλακτὴς κακῶν: διαλλακτής ὀξυτόνως· τὰ γὰρ παρὰ ῥῆμα ὀξύνονται ὡς τὸ κολυμβητής ποιητής: —MAB | |
sch Ph469 | † ἁπλοῦς: οὐ ποικίλως ἡρμοσμένος, ἀλλ’ ἀπανούργητος καὶ ἀνεμπόδιστος: —B | |
sch Ph470 | κοὐ ποικίλων δεῖτ’: γράφεται δεῖτ’ ἄνδιχ’ ἑρμηνευ‐ μάτων, ἵν’ ᾖ· καὶ οὐ ποικίλης δεῖται ἔξωθεν ἀπολογίας ἡ ἀλήθεια· ἔχει γὰρ αὐτὰ τὰ ἀληθῆ ἀφ’ ἑαυτῶν τὸ εὔκαιρον. ἄνδιχα γὰρ ἀντὶ τοῦ ἔξωθεν: —MTAB | |
5 | ἄλλως: τἄνδιχ’: τὰ ἔνδικα, ἀντὶ τοῦ τὰ δίκαια. τὸ δὲ χ διὰ τὴν δασεῖαν: —MTAB ῥήσεων: —MgAg | |
sch Ph471 | ἔχει γὰρ αὐτὰ καιρόν: ἰσχὺν εὐκαιρίαν εὐστοχίαν: —MTAB εὐκαίρως γὰρ καὶ καλῶς λέγεται τὰ δίκαια καὶ τὴν ἐπίτευξιν ἔχει: —MTA | |
sch Ph472 | † νοσῶν ἐν αὑτῷ: ἐν ἑαυτῷ κακῶς ἔχων συνηγόρων δεῖται θεραπειῶν πεπαιδευμένων: —B | |
sch Ph473 | ἀντὶ τοῦ προσκεψάμενος· ῥῆμα ἀντὶ μετοχῆς: —MgBi ἐγὼ δὲ πατρός: ἐγὼ, φησὶ, προνοησάμενος τῆς πατρικῆς οὐσίας καὶ βουλόμενος ἐμέ τε καὶ τοῦτον ἐκφυγεῖν τὰς Οἰδίποδος ἀρὰς ἐξῆλθον ἀπὸ τῶν ὅρων ταύτης τῆς γῆς: —MTAB | |
5 | ἄλλως: ἐγὼ δὲ προνοησάμενος τὸ ἐμὸν καὶ τὸ τούτου συμφέρον χρῄζων τὰς ἀρὰς τοῦ πατρὸς ἐκφυγεῖν ἃς ἐφθέγξατο ἐξῆλθον ἔξω τῆς ἐμῆς πατρίδος: —MTAB | |
sch Ph474 | ἐκφυγεῖν θέλων: —Mg | |
sch Ph478 | ἀνὰ μέρος λαβών: ἀναλαβὼν τὸ μέρος: —MMgTAAgBi Ἀττικὴ ἡ σύνταξις· λαβών ἀντὶ τοῦ λαβόντα, αὐτὸν ἐμὲ λαβόντα· ὡς τὸ [com. anon. frg. 84] ‘〈ἐξὸν καθεύδειν〉 τὴν ἐρωμένην ἔχων‘: — MTAB | 301 in vol. 1 |
sch Ph479 | ὑπὸ τοῦδε: —MgAg γράφεται καὶ φθόνου: —Mg | |
sch Ph480 | ὁποῖα εἴωθε γίνεσθαι καὶ συμβαίνειν τοῖς φίλοις 〈εἰς ἔχθραν〉 ἥκουσιν: —Mg | |
sch Ph481 | συνθέμενος: —MgAg ἐπόπτας τοὺς θεούς: —MgAg | |
sch Ph482 | βίᾳ φυλάττει: —MgAg | |
sch Ph483 | γράφεται καὶ δόμων ἐμῶν μέρος: —Ag | |
sch Ph484 | καὶ νῦν ἕτοιμός εἰμι: ἕτοιμός εἰμι τὸν μὲν στρατὸν ἀπο‐ στεῖλαι, οἰκεῖν δὲ κατὰ διαδοχὴν τὸν ἐμὸν οἶκον λαβών: —MTAB | |
sch Ph485 | ἐκπέμψαι: —Mg | |
sch Ph486 | κατὰ διαδοχήν: —Mg | |
sch Ph487 | ἀντὶ τοῦ μετὰ τὸν ἐνιαυτόν: —Mg | |
sch Ph488 | ἀπὸ κοινοῦ τὸ ἕτοιμός εἰμι: —MgAg | |
sch Ph489 | καθὼς ποιοῦσιν οἱ πολέμιοι: —Mg πηκτῶν κλιμάκων: προσφέρουσι γὰρ κλίμακας οἱ πολέμιοι: — MTABi | |
sch Ph490 | ἃ μὴ κυρήσας: ἅτινα πειράσομαι δρᾶν μὴ κυρήσας τῆς δίκης: —MTAB ἄλλως: καὶ λείπει ἡ εἰς· εἰς ἃ μὴ κυρήσας πειράσομαι δρᾶν τὰ ἀπὸ τῆς δίκης: —MTAB | |
sch Ph493 | πάσχων ἀνόσια καὶ ἀσεβῆ: —Mg | |
sch Ph494 | ταῦτ’ αὔθ’ ἕκαστα: τὰ ἁπλᾶ, χωρὶς ποικιλίας τινός. τὸ δὲ ἑξῆς· ταῦτ’ αὔθ’ ἕκαστα εἶπον: —MTAB ἄλλως: τὰ κεφάλαια καὶ τὰ ἀναγκαιότατα τῶν λόγων μου ταῦτά ἐστιν: —MTAB | |
5 | δυσχερείας ὑποθέσεις: —MgAg | 302 in vol. 1 |
sch Ph496 | καὶ τοῖσι φαύλοις: καὶ τοῖς εὐτελέσι καὶ μὴ δυναμένοις διακρῖναι: —MTA | |
sch Ph497 | ἐμοὶ μέν: δοκεῖς μοι συνετὰ λέγειν, εἰ καὶ μὴ Ἕλλην εἰμί. μετέβη δέ: —MTA ἄλλως: εἰ καὶ μὴ καθ’ Ἑλλήνων χθόνα τετράμμεθα, ἀλλ’ οὖν γε ἐμοὶ συνετὰ δοκεῖς λέγειν· ἵνα πλεονάζῃ ὁ μέν καὶ ἡ μία ἀντωνυμία: — | |
5 | MTAB | |
sch Ph499 | εἰ πᾶσι ταὐτὸ καλόν: ὥστε, εἰ σοὶ τοῦτο δίκαιον φαίνεται, ἀλλ’ οὐκ ἐμοί: —MTAB | |
sch Ph500 | ἀμφισβητήσιμος: —Mg | |
sch Ph501 | οὔτ’ ἴσον βροτοῖς: μέχρι ὀνόματος τὸ ὅμοιον καὶ τὸ ἴσον σῴζεται ἀνθρώποις. ὀνομάζομεν γοῦν πάντες Ἕλληνες κοινῇ χρυσὸν καὶ τὸ μὲν ὄνομα ὁμοίως πάντες προφερόμεθα, διχοστατοῦμεν δὲ περὶ τὴν δόξαν τούτου, ὁ μὲν ἀγαθὸν, ὁ δὲ φαῦλον αὐτὸν φάσκοντες. ὁμοίως καὶ | |
5 | ἐπὶ τῆς σωφροσύνης καὶ πάντων τῶν ἄλλων: —MTAB ἄλλως: τὸ δίκαιον καὶ ἴσον εἰ μὴ μόνῳ ὀνόματι οὐ σῴζεται παρὰ τοῖς ἀνθρώποις: —MTAB οὐ σύμφωνον: —MgAg τῆς αὐτῆς προαιρέσεως: —Mg | |
sch Ph502 | πλὴν ὀνομάσαι: πλὴν ὀνόματι μόνον οὐκ ἔστι τὸ ὅμοιον καὶ τὸ ἴσον ἐν ἀνθρώποις: —MTA ἄλλως: τοῖς ὀνόμασι μόνοις σύμφωνοί ἐσμεν οἱ ἄνθρωποι: —MTA τὸ δίκαιον δηλονότι: —Mg | |
sch Ph503 | ἀποκρύψας σε, τὴν μητέρα, ὦ μῆτερ: —MiA | |
sch Ph504 | ἄστρων ἀνέλθοιμι: εἴθε ἠδυνάμην εἰς οὐρανὸν ἀνελθεῖν | |
καὶ εἰς Ἅιδου κατελθεῖν ἐπὶ τῷ κατορθῶσαι 〈τὴν〉 με〈γίσ〉την θεῶν τυραννίδα. οὐκ ἐπιτιμητέον δέ· ἁρμόδιοι γὰρ οἱ λόγοι ἀνδρὶ πλεονεξίαν διώκοντι: —MTAB | 303 in vol. 1 | |
5 | ἡλίου πρὸς ἀνατολάς: λείπει ὁ καί· καὶ ἡλίου πρὸς ἀνατολὰς, τῶν ἄστρων καὶ τοῦ ἡλίου: —MTA | |
sch Ph507 | τοῦτ’ οὖν τὸ χρηστόν: ἀλόγιστος ὁ Ἐτεοκλῆς· ἐξὸν γὰρ αὐτῷ τῷ τοῦ πρεσβυτέρου χρήσασθαι δικαιώματι ᾧ μᾶλλον ἐπέβαλλεν ἡ ἀρχή, ἀδικεῖν ὁμολογεῖ ἑαυτὸν καὶ πλεονεκτεῖν φησι. πρὸς ὃ ῥητέον ὅτι μίμησιν ἀνδρὸς ἀδίκου ἐξεικονίζει ἡμῖν ὁ Εὐριπίδης μηδὲ τῷ δοκεῖν | |
5 | εὐσεβεῖν βουλομένου· ἄλλως τε, εἰ ἔφασκεν ἄρχειν ὡς πρεσβύτερος, ἠκο‐ λούθει τῷ λόγῳ τὸ τῶν κτημάτων μέρος δεῖν ἀπονέμειν: —MTAB | |
sch Ph508 | συγχωρῆσαι παρεᾶσαι δοθῆναι: —MgAg τὸ ἤ νῦν ἀντὶ τοῦ ἀλλά. σῴζειν ἐμοί ἀντὶ τοῦ ἐμαυτῷ: —MiB | |
sch Ph511 | μετὰ ὅπλων: —Mg | |
sch Ph513 | γένοιτ’ ὄνειδος: αἰσχύνη ἔλεγχος ὕβρις: —MTBi αἰσχύνη ἐστὶν, ἃ χρῄζει, τούτων τυχεῖν ἐπὶ πορθήσει παραγενό‐ μενον: —MTB | |
sch Ph514 | συγχωρήσαιμι: —MgAg | |
sch Ph515 | οὐ διὰ τῶν ὅπλων: —MgAg | |
sch Ph516 | πᾶν γὰρ ἐξαιρεῖ λόγος: πάντα γὰρ ὁ λόγος κατορθοῖ: — MTA ἄλλως: ὁ λόγος, φησὶν, ἴσος ἐστὶ σιδήρῳ· πάντα γὰρ χειροῦται καὶ κατορθοῖ ὁ λόγος διὰ τῆς πειθοῦς ἅπερ σίδηρος βίᾳ: —MTAB | |
5 | ἄλλως: ἀντὶ τοῦ· ὃ ποιεῖ ὁ καλὸς λόγος, οὐ δύναται ποιῆσαι ὁ πόλεμος τῶν πολεμίων: —MTA κατορθοῖ χειροῦται: —MgAg | |
sch Ph517 | ὁ τῶν πολεμίων σίδηρος: —Mg | |
sch Ph518 | κατὰ ἄλλον τρόπον, ἐκτὸς τῆς βασιλείας: —MgAg | |
sch Ph520 | ἄρχειν παρόν μοι: τί λέγεις, φησίν· ἐξόν μοι νῦν ἄρχειν | |
ἄλλῳ παραχωρήσω: —MTA ἄλλως: τοῦτο κατ’ ἰδίαν φησὶ μεθ’ ὑποκρίσεως· ἄλλῳ δὲ παρα‐ χωρήσω καὶ δουλεύσω: —MTAB | 304 in vol. 1 | |
sch Ph521 | φερέσθω: —MgAg | |
sch Ph522 | ἔτρεψε τὸν λόγον πρὸς τὸν Πολυνείκην: —MgBi | |
sch Ph523 | παραχωρήσω συγχωρήσω: —MgAg | |
sch Ph525 | εἰς τὰ ἄλλα: —MgAg | |
sch Ph526 | μὴ ’πὶ τοῖς ἔργοις: ἐπὶ τοῖς ἔργοις τοῖς μὴ καλοῖς: — MTABi ὁ νοῦς· οὐ δεῖ, φησὶ, λόγῳ μὲν σοφίζεσθαι, ἔργῳ δὲ πονηρὸν εἶναι: —MTA | |
5 | ἄλλως: οὐ δεῖ τὰ φαῦλα τῶν ἔργων λόγοις καλλωπίζειν· οὐ γάρ ἐστι τοῦτο καλόν, ἀλλ’ ἐναντίον τῷ δικαίῳ: —MTAB | |
sch Ph527 | ἐχθρὸν λυπηρόν: —Mg | |
sch Ph528 | τῷ γήρᾳ κακά: ἔστι γὰρ ἐν τῷ γήρᾳ ἔνια κακὰ, τὸ ἀσθενὲς, τὸ δυσκίνητον, τὸ ἐπίλησμον, τὸ δυσήκοον· ἀλλ’ ἔστιν ἓν αὐτῷ καλόν· ἡ πεῖρα τῶν πολλῶν διδάσκει αὐτό: —MTAB | |
sch Ph529 | ἀλλ’ ἡ ’μπειρία: ὁ ἀλλά ἀντὶ τοῦ γάρ· ἡ γὰρ ἐμπειρία ἔχει τι λέξαι σοφώτερον: —MTAB γράφεται καὶ πρὸς δοτικήν, ἵν’ ᾖ· τῇ γὰρ ἐμπειρίᾳ τὸ γῆρας ἔχει τι λέξαι τῶν νέων σοφώτερον. ὥστε μή μου καταφρονήσῃς παντε‐ | |
5 | λῶς: —MTAB | |
sch Ph531 | τί τῆς κακίστης: τῆς ἐν τοῖς δαίμοσι κακίστης, ὡς τὸ [Λ 832] ‘δικαιότατος Κενταύρων‘ ἀντὶ τοῦ δίκαιος ἐν Κενταύροις: — MTAB | |
sch Ph532 | φιλοτιμίας: ἡ σπουδὴ, ἡ ἐπιθυμία περὶ τὰ ἄδικα καὶ τὰ δίκαια: —MTA φιλοτιμίας: κενοδοξίας· μέσον γὰρ τὸ τῆς φιλοτιμίας ὄνομα: — | |
MTAB | 305 in vol. 1 | |
5 | φιλονεικίας φιλοδοξίας: —Mg | |
sch Ph533 | † πολλοὺς δ’ ἐς οἴκους: πολλὰ γὰρ τῶν κακῶν ἐπὶ φθορᾷ τῶν ἀπολλυμένων ἀπαλλάσσεται, ὡς νόσος καὶ πυρετοὶ σφοδροὶ καὶ διά‐ πυροι: —B | |
sch Ph536 | καὶ τὸ φιλεῖν τιμᾶν ἢ τιμᾶσθαι: —MgAgBi | |
sch Ph538 | συναρμόττει: —MgAg τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ: ἀντὶ τοῦ δίκαιον καὶ ἀσφαλές. βέβαιον: —MTAB ἄλλως: ἀσφαλὲς καὶ βέβαιον· οἱ γὰρ νόμοι ἀμετάτρεπτοί εἰσιν: — | |
5 | MTAB | |
sch Ph539 | ἀντὶ τοῦ· τῷ πλεονέκτῃ δὲ ἀεὶ ἐναντίον ἐστὶ τὸ μικρόν: — MiAgBi | |
sch Ph541 | ἀντὶ τοῦ ζυγά: —MgAg | |
sch Ph542 | ἰσότης ἔταξε: ἐν τούτοις γὰρ σῴζεται· καὶ γὰρ διὰ τῶν μέ‐ τρων καταλαμβάνεται τὸ ἴσον: —MTAB διέκρινεν: —MgAg | |
sch Ph543 | περιφραστικῶς ἡ νύξ: —Mg σκοτεινόν: —Mg | |
sch Ph545 | φθόνον ἔχει: ἀντὶ τοῦ μέμψιν: —MTABg διὰ τὴν ἰσότητα παραχωροῦσιν ἀλλήλοις τοῦ νικᾶν ἀνελλιπῶς λάμ‐ ποντες: —MTABi | |
sch Ph546 | εἶθ’ ἥλιος μέν: εἶτα ὁ ἥλιος μὲν καὶ ἡ νὺξ τῷ ἴσῳ δου‐ λεύουσι, σὺ δ’ οὐκ ἀνέξῃ τῶν δωμάτων ἔχων τὸ ἴσον δουλεύειν τῇ ἰσότητι: —MTAB | |
sch Ph547 | ἔχων ἴσον: ἐὰν γράφηται ἔχειν, καὶ ἀπονέμειν· ἐὰν δὲ ἔχων, καὶ ἀπονέμων: —MTABi | |
sch Ph549 | τί τὴν τυραννίδ’: λείπει τὸ οὖσαν καὶ τὸ ὡς· τί τιμᾷς τὴν | |
τυραννίδα ἀδικίαν οὖσαν ὡς εὐδαίμονα καὶ ὡς μακαρίαν: —MTAB ἄλλως· τί τὴν τυραννίδα: αὐτὴν τὴν τυραννίδα εὐδαίμονα ἀδι‐ κίαν φησίν: —MTAB | 306 in vol. 1 | |
5 | εὐδαίμονα: ἔδει, φασὶ, δυσδαίμονα αὐτὴν εἰπεῖν, ἵνα τὸν Ἐτεο‐ κλέα τῆς περὶ αὐτὴν ἀσεβοῦς ἐπιθυμίας ἀποστρέψῃ: —MTAB | |
sch Ph550 | ὑπέρφευ: ὑπεράγαν. διὰ μέσου μετὰ σχετλιασμοῦ τὸ ὑπέρφευ ἀναπεφώνηται: —MTAB ὑπὲρ τὸ δέον, πάνυ: —MiMgTAg ἀντὶ τοῦ μεγάλως τιμᾷς: —MgT | |
5 | καὶ μέγ’ ἥγησαι τόδε: καὶ μέγα τοῦτο νομίζεις, τὸ ἄρχειν. τὸ γὰρ περιβλέπεσθαι τίμιον τὸ ἄρχειν δηλοῖ: —MMiTAAgB ἄλλως: ἐν ἤθει, πευστικῶς· μέγα νομίζεις τὸ περίβλεπτος εἶναι καὶ περιφανὴς παρὰ πᾶσιν. ἢ οὕτως· ἀλλὰ τὸ περιβλέπεσθαι τίμιον νενόμικας. κενὸν μὲν οὖν τοῦτο: —MTAB | |
sch Ph557 | ὅταν δὲ χρῄζως’: ἀντὶ τοῦ βούλωνται· ὅταν δὲ βούλωνται καὶ χρείαν ἔχοιεν τοῦ παρέχειν αὐτὰ ἑτέροις: —MTABi | |
sch Ph559 | ἄγ’ ἤν ς’ ἔρωμαι: ἄγε, ἐάν σε ἐρωτήσω δύο λόγους προ‐ βαλλομένη ‘ἆρα τυραννεῖν θέλεις ἢ τὴν πόλιν σῶσαι‘, πάντως ἐρεῖς μοι τυραννεῖν: —MTAB | |
sch Ph561 | ἐρεῖς τυραννεῖν: ἐὰν γὰρ τυραννεῖν θέλῃς, πολεμηθήσεται ἡ χώρα: —MTA ἐὰν δὲ νικήσῃ σε οὗτος, τί. λείπει δὲ τὸ τί: —Mg | |
sch Ph562 | ἀντὶ τοῦ· τοὺς Θηβαίους νικήσῃ: —MgBi | |
sch Ph565 | γράφεται καὶ λελῃσμένας: —MgBg | |
sch Ph566 | ὃν ζητεῖς ἔχειν: γράφεται καὶ δαπανηρός, ὅ ἐστιν ἐπι‐ ζήμιος· ἀνάγκη γὰρ εἰς πόλεμον συμμάχους προτρέψασθαι καὶ δαπα‐ νᾶν: —MTB | 307 in vol. 1 |
sch Ph567 | φιλόδοξος δὲ σὺ ἔσῃ. λείπει τὸ ἔσῃ: —Mi | |
sch Ph569 | † ἀνέθηκε παρήψατο. ἀπὸ μεταφορᾶς τῶν πλοίων τῶν ἀπο‐ δεσμουμένων εἰς λιμένα: —Bi | |
sch Ph570 | ἀσύνετα δ’ ἦλθες: ἑνὶ γὰρ διαφερόμενος ἁπάσῃ τῇ πόλει ἐπάγεις κίνδυνον καὶ ταῦτα ἐπιστάμενος οὐ δημοκρατουμένην, ἀλλὰ μο‐ ναρχουμένην: —MTAB | |
sch Ph571 | ἀντὶ τοῦ ὑποχείριον λάβῃς: —MgAg γράφεται μὴ τύχῃ: —Mi | |
sch Ph572 | οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν: —Bi † τρόπαια: νικητήρια, ἀπὸ τοῦ τρέψαι καὶ διῶξαι τοὺς πολεμίους. λέγει δὲ τὰ ἱστάμενα σύμβολα τῆς νίκης. τὸ δὲ καὶ σκῦλα γράψεις ἀντὶ τοῦ· τὰ ὅπλα ἐπιγράψεις ἤτοι τὰ ἀναθήματα τῶν πεφονευ‐ | |
5 | μένων: —B | |
sch Ph573 | ἀντὶ τοῦ ἀπαρχὰς ποιήσεις: —MiAg | |
sch Ph574 | Ἴναχος ποταμὸς Ἄργους: —MgBi ἀντὶ τοῦ ἐν Ἄργει: —MgAgBg | |
sch Ph575 | Θήβας πυρώσας: τοῦτο ἔχεις ἐπιγράψαι. τοῦτο ἔχεις εἰπεῖν: —MTABi | |
sch Ph576 | ἀντὶ τοῦ ἀνέθηκεν: —MgAg φήμην: —MgAg μήποτ’ ὦ τέκνον κλέος: ἀντὶ τοῦ ὄνειδος. λόγῳ μὲν παρ‐ αινεῖ αὐτῷ, τῇ δ’ ἀληθείᾳ ἀπεύχεται τὸ πρᾶγμα, ὡς τὸ παρ’ Ὁμήρῳ | |
5 | [α 386]· ‘μὴ σέ γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν‘: — MTA | |
sch Ph578 | νικηθῇς: —MgAg ὑπεκδράμῃ: παρέλθῃ νικήσῃ. μετενήνοχε δὲ ἀπὸ τῶν δρομέων. οἷον ὑπέρτερα γένηται: —MTAB | |
sch Ph580 | ὦ κακῶς θυγατρὶ μνηστευσάμενος: —MiA | |
ἐπιγαμβρεύματα γάμοι: —MgAgBg | 308 in vol. 1 | |
sch Ph582 | ἀντὶ τοῦ δύο κακά: —Mg | |
sch Ph583 | κείνων στέρεσθαι: τῶν Ἀργείων, καὶ ὑπὸ Θηβαίων θα‐ νεῖν: —MTA ἄλλως: τοῦ Ἄργους δηλονότι. ὁ δὲ νοῦς· μήτε ἐκεῖνα μήτε ταῦτα ἔχειν. κἀκείνων στερηθῆναι τούτων τε μὴ τυχεῖν. τὸ γὰρ | |
5 | ἐν μέσῳ πεσεῖν οὕτως φησί· πρὸ τοῦ ἀφικέσθαι ἐπ’ αὐτὰ ἐκπεσεῖν τῆς ἐλπίδος: —MTAB | |
sch Ph584 | μέθετον τὸ λίαν, μέθετον: ἄφετε τὸ λίαν φιλονεικεῖν. μηδὲν ἄγαν: —MTA ἄλλως: ἀντὶ τοῦ τὸ θυμικόν. καὶ ἐν Ὀρέστῃ [705] ‘τῷ λίαν χρῆ‐ σθαι καλῶσ‘: —MTAB | |
5 | ἄλλως: ἐν τούτοις Ἰοκάστη οὐδὲν συμβεβούλευκε τοῖς παισὶ κοιν‐ ωφελές, ἀλλὰ τῷ μὲν λέγει· εἰς τί φιλοτιμῇ τυραννεῖν, τῷ δέ· εἰς τί πολεμεῖς τὴν πατρίδα. ἐχρῆν δὲ τοῦτο συμβουλεῦσαι, διελομένους τὰ πατρῷα καὶ τὴν βασιλείαν παύσασθαι τῆς διχοστασίας, ὥσπερ ὑπέστησαν ἐξ ἀρχῆς ἀνὰ μέρος ἄρχειν. καὶ γὰρ ἐπὶ τῷ ποιητῇ ἦν ποιῆσαι αὐτοὺς | |
10 | μὴ πειθομένους, ὅπως τὰ τῆς ἱστορίας μένῃ βέβαια· εἵμαρτο γὰρ αὐ‐ τοὺς ἀλληλοκτόνους γενομένους κατὰ τὰς ἀρὰς τοῦ πατρὸς ἀποθανεῖν. νῦν δὲ οὐδὲν τούτων πεποίηκεν: —MTAB ἐάσατε: —MgAg | |
sch Ph585 | ὅταν μόλητον: αἱ τῶν δύο ἀμαθίαι, ὅταν μόλωσιν εἰς ταὐ‐ τὸν, μέγιστον κακὸν γίνονται: —MTAB ἄλλως: ὅταν εἰς τὸ αὐτὸ κακὸν τῆς ἀμαθίας ἔλθητε ἀμφότεροι, δεινὸν κακόν: —TAB | |
sch Ph586 | λυτήριοι κωλυταὶ ἀποσοβηταί: —MgAg | |
sch Ph588 | ἀντὶ τοῦ ἔριδος: —Mg ὁ ἀλλά ἀντὶ τοῦ γάρ: —Mg ἀντὶ τοῦ δεδαπάνηται: —MgAg | 309 in vol. 1 |
sch Ph589 | οὐδὲν ἡ προθυμία: ἡ σὴ προθυμία δηλονότι: —MTAB περαίνει δ’ οὐδὲν ἡ προθυμία: ἀντὶ τοῦ προθυμουμένη ἡμᾶς εἰς φιλίαν ἀγαγεῖν οὐ πείθεις: —MTAB ἡ σή. ἐκ τοῦ προτεθυμῆσθαί σε, ὦ μῆτερ, διαλλάξαι ἡμᾶς | |
5 | οὐδὲν πλέον γίνεται· ὁρᾷς γὰρ 〈ἡμᾶσ〉 μὴ πειθομένους: —MTA ἀνύει: —Mg | |
sch Ph592 | τῶν πολλῶν: —MgAg | |
sch Ph594 | παρὰ τίνος: —MgAg οὕτως εὔτολμος: —MgAg | |
sch Ph595 | ἀπολήψεται ἀπαγάγῃ: —Mg | |
sch Ph596 | ἐγγὺς οὗ πρόσω: οὗτινος ἐγγὺς καὶ ἔμπροσθεν ἵστασαι. τὸ δ’ εἰς χέρας λεύσσεις ἐμάς ἐν ἐρωτήσει· λεύσσεις εἰς χεῖρας ἐμάς· ἐκ τούτων ἀποθνῄσκεις: —MTAB πρόσω βέβηκας: ἐγώ εἰμι, φησὶν, ὁ φονεύς σου γενησόμενος. | |
5 | τὸ δὲ οὐ πρόσω βέβηκας ἀντὶ τοῦ· οὐ πέφευγάς με: —MTA μακράν: —MgAg κατ’ ἐρώτησιν: —Mg | |
sch Ph597 | δειλὸν δ’ ὁ πλοῦτος: παρόσον οἱ πλούσιοι δειλοί εἰσι πρὸς θάνατον ὡς μεγάλων ἀγαθῶν στερούμενοι· οἱ δὲ πένητες ῥιψοκίνδυνοί εἰσιν ἐπιλογιζόμενοι ὡς λυσιτελεῖ κινδυνεύσαντα κτήσασθαι καὶ ἀπο‐ θανεῖν μᾶλλον ἢ πτωχὸν ὄντα ζῆν. φησὶν οὖν ὅτι φιλόψυχος εἶ σύ: — | |
5 | MTAB φιλοψύχους ποιῶν: —MgAg | |
sch Ph598 | εἶτα: —MgAg | |
πρὸς τὸν ἄνανδρον: —MgBg | 310 in vol. 1 | |
sch Ph600 | κομπὸς εἶ: τὸ μὲν προσηγορικὸν ὡς τὸ τέμπος, τὸ δὲ ἐπί‐ θετον ὡς τὸ καρπός, κομπός, λάλος κομπαστής. ὁ δὲ νοῦς· μεγα‐ λοφρονεῖς ἐπὶ ταῖς γενομέναις σπονδαῖς καὶ συνθήκαις, αἵτινές σε ῥύονται τοῦ ἤδη τεθνήξεσθαι: —MTAB | |
5 | † ἄλλως: κομπός ὁ κομπηρὸς καὶ ἐπηρμένος, πρὸς ἀντιδιαστο‐ λὴν τοῦ κόμπος ἡ ἔπαρσις. γράφεται δὲ καὶ κομψός· κρεῖττον δὲ τοῦ κομψός τὸ κομπός. σπονδαῖς ταῖς εἰρηνικαῖς καταλλαγαῖς λέ‐ γει: —A φλύαρος: —MgAg | |
10 | σπονδάς φησι καθ’ ἃς ἐπετράπη ἐξελθεῖν: —MgA | |
sch Ph601 | καὶ σὲ δεύτερόν γ’ ἀπαιτῶ: ἰδού, φησὶ, δεύτερόν σοι λέγω ἀποδοῦναί μοι τὸ μέρος τῆς βασιλείας. ἅπαξ γὰρ εἶπεν ἄνω [484] καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν στρατὸν μὲν ἔξω τῆσδ’ ἀποστεῖλαι χθονός: —MTAB | |
sch Ph602 | οὐκ ἀποδίδομεν: —Mg | |
sch Ph603 | τοῦ ἐπιβάλλοντός σοι: —MiBg | |
sch Ph606 | θεῶν τῶν λευκοπώλων δώμαθ’: εὐφήμως· λέγει δὲ τῶν μελανοπώλων: —MA Κάστορος καὶ Πολυδεύκους. ἢ Ζήθου καὶ Ἀμφίονος, ὅπερ ἄμεινον: — MAB | |
5 | οἵτινες μισοῦσί σε: —MiAg | |
sch Ph607 | ἐξελάσων πορθήσων· διὸ ψιλῶς ἀναγνωστέον: —MiA | |
sch Ph608 | Μυκήναις: ἐν ταῖς Μυκήναις ἀνακάλει καὶ μὴ ἐνθάδε: —MiA | |
sch Ph609 | τὸ ἑξῆς· ἀνόσιος πέφυκας ὅς με ἄμοιρον ἐξελαύνεις τὸ μέρος τῆς βασιλείας κατέχων: —MA | |
ἄλλως: ἄδικος πέφυκας ** ἀλλ’ οὐδὲ πατρίδος πολέμιος: —A | 311 in vol. 1 | |
sch Ph610 | σὺν τούτοις: —Mg | |
sch Ph614 | εἶμι μὴ πόνει: μὴ κάμνε, μὴ θορυβοῦ τούτου χάριν· ἄπειμι γάρ. ἐπίτηδες δὲ περιεσταλμένῳ φρονήματι ταῦτά φησι προσδοκῶν εἰς τὸ δίκαιον ἔτι μετακαλέσειν τὸν ἀδελφόν: —MTAB σὲ δ’ αἰνῶ μῆτερ: σὲ δὲ ἀποδέχομαι, ὅτι ἐσπούδασας εἰς φι‐ | |
5 | λίαν ἡμᾶς ἀγαγεῖν: —MAB ἔξιθι: τὸ μὲν εἶμι διὰ τῆς ει διφθόγγου παραλόγως, ἡ δὲ ἀπ’ αὐτοῦ πᾶσα κλίσις διὰ τοῦ ι: —MTAB | |
sch Ph617 | ἄφατος ἡ οἰκονομία: —Mi | |
sch Ph618 | ἀντὶ τοῦ κἂν σύ· οὕτως γὰρ **: —MgAgB χαρτὰ γοῦν πάσχω τέκνον: ἐν ἤθει τοῦτο Ἰοκάστη, ἐπεὶ αὐτῇ εἶπε χαῖρε: —MTAgB χαρᾶς γοῦν ἄξια πάσχω, τέκνον· ὁ δὲ λόγος ἐν εἰρωνείᾳ μετὰ | |
5 | ἤθους καὶ παθητικώτατος: —MT | |
sch Ph619 | οὐκέτ’ εἰμὶ παῖς σός: ὅ ἐστι· μέχρι θανάτου χωρήσω. ἢ πρὸς τὸ ῥηθὲν ὑπὸ Ἐτεοκλέους 〈612〉 οὐ θεμιτόν σοι μη‐ τρὸς ὀνομάζειν κάρα: —MTAB τεθνήξομαι γὰρ ὅσον οὐδέπω: —MiAg | |
5 | ἀντὶ τοῦ· κατὰ πολλὰ ἀθλία γέγονα ἐγώ: —Mi | |
sch Ph621 | ποῦ ποτε στήσῃ πρὸ πύργων: κατ’ ἐρώτησιν, ἀντὶ τοῦ· ἐπὶ ποίῳ μέρει παρατάξῃ· ἵνα κἀγὼ ἐκεῖ παρατάξωμαι: —MTAB πρὸς τί με ἐρωτᾷς τόδε: —Mi | |
sch Ph622 | ἐπιθυμία: —MgAg | |
sch Ph624 | ἀποφαντικῶς, ἀντὶ τοῦ· ἐὰν μαχήσησθε, πάντως ἀπολεῖσθε: — MiAB | |
τὰς βλαβερὰς κατάρας: —MgBg | 312 in vol. 1 | |
sch Ph625 | ὡς ὄντως οὐκέτι ἀναίμακτον μενεῖ: —MgAg οὐκ ἄπρακτον μενεῖ: —MgAg | |
sch Ph626 | γράφεται πάτραν: —MgBg | |
sch Ph627 | ἐλεεινά: —MgAg | |
sch Ph628 | ὁ ἀλλά ἀντὶ τοῦ καί: —Mi | |
sch Ph629 | καὶ ἐάν τί σοι συμβῇ, ὦ πόλις, κἂν πορθηθῇς. τοῦτο δὲ κα‐ λεῖται μαρτύριον: —MgAg | |
sch Ph631 | Ἀγυιεῦ: προπύλαιε. τὸν ἀγυιέα πρὸ τῶν πυλῶν ἵστα‐ σαν. κίων δὲ οὗτος ἦν εἰς ὀξὺ ἀπολήγων: —MTAB ἐπεὶ πρὸ τῶν πυλῶν ἵστασαν ἀγάλματα τοῦ Ἀπόλλωνος ὡς ἀλεξι‐ κάκου καὶ φύλακος τῶν ὁδῶν. διὰ γὰρ τοῦτο Ἀγυιεύς: —MTA | |
sch Ph632 | τὰ δεχόμενα τὰς θυσίας: —MgAg | |
sch Ph634 | οἷον· ἐλπίδα ἔχω προσκυνῆσαι ὑμᾶς: —MiAg ἐκβέβληνται: —Mg | |
sch Ph636 | παρετυμολογεῖ τὸ ὄνομα Πολυνείκους: —MgB | |
sch Ph638 | Κάδμος ἔμολε τάνδε γᾶν: Κάδμος ζητῶν τὴν ἀδελφὴν Εὐρώπην μαντεῖον ἔλαβε περὶ τῆς ἀδελφῆς οὐδὲν αὐτῷ σημαῖνον, ἀλλ’ ὥστε αὐτὸν ἐξελθόντα ἕπεσθαι βοῒ καὶ οὗ ἂν αὐτόματος πέσῃ κτίζειν πόλιν. ἔχει δὲ ὁ χρησμὸς τοῦ Πυθίου θεοῦ οὕτως· | |
5 | φράζεο δὴ τὸν μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε· | |
ἠοῦς ἐγρόμενος προλιπὼν ἴθι Πυθὼ δῖαν ἠθάδ’ ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσὶ τὴν διά τε Φλεγυῶν καὶ Φωκίδος, ἔστ’ ἂν ἵκηαι βουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος. | 313 in vol. 1 | |
10 | ἔνθα δὲ προσπελάσας συλλάμβανε βοῦν ἐρίμυκον τὴν ἥ κεν νώτοισιν ἐπ’ ἀμφοτέροισιν ἔχῃσι λευκὸν σῆμ’ ἑκάτερθε περίτροχον ἠύτε μήνης· τήνδε συ ἡγεμόνα σχὲ περιτρέπτοιο κελεύθου. σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδὲς, οὐδέ σε λήσει· | |
15 | ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιο ἵζηται κλίνῃ τε πέδῳ γόνυ ποιήεντι, καὶ τότε τὴν μὲν † ἔπειτα μελαμφύλλῳ χθονὶ ῥέζειν ἁγνῶς καὶ καθαρῶς· Γαίῃ δ’ ὅταν ἱερὰ ῥέξῃς, ὄχθῳ ἐπ’ ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν | |
20 | δεινὸν Ἐνυαλίου πέμψας φύλακ’ Ἄϊδος εἴσω. καὶ σύ γ’ ἐπ’ ἀνθρώπους ὀνομάκλυτος ἔσσεαι αὖθις ἀθανάτων λεχέων ἀντήσας, ὄλβιε Κάδμε. ταῦτα ἀκούσας ὁ Κάδμος ἀφίκετο εἰς τὸ βουκόλιον τοῦ Πελάγοντος τοῦ Ἀμφιδάμαντος, παρ’ οὗ ἀγοράσας βοῦν καὶ ἡγεμόνα ταύτην τῆς ὁδοῦ | |
25 | ποιησάμενος κτίζει τὰς Θήβας ὁμωνύμους τῶν Αἰγυπτίων Θηβῶν, ἐπεὶ τὸ ἀνέκαθεν Αἰγύπτιος ἦν ὁ Κάδμος. καὶ ἡ Βοιωτία δὲ ἀπὸ τῆς βοὸς ἐκλήθη: — λείπει 〈ἡ εἰσ〉· εἰς τήνδε γῆν. λέγει δὲ τὰς Θήβας: —Mi | |
sch Ph639 | ἡ τετρασκελὴς μόσχος: —Mi | |
sch Ph640 | ἀδάμαστον πέσημα: τὸ μὴ ὑπό τινος ἠναγκασμένον πτῶ‐ μα, ἀλλ’ αὐτορριφές. πέσημα δὲ τὸ σῶμα ἀπὸ τοῦ παρεπομένου: — | |
MTAB ἄλλως: ἀδάμαστον: ἀντὶ τοῦ· αὐτόματον ἔβαλε τὸ σῶμα ἐπὶ | 314 in vol. 1 | |
5 | τὴν γῆν. δίκειν γὰρ τὸ βάλλειν, ὅθεν καὶ δίσκος. τινὲς δὲ ἀδά‐ μαστον πέσημα τὸ μηδέπω δαμασθὲν ζεύγλῃ σῶμα. ἐμφαίνει δὲ τὸν νέον μόσχον: —MTAB | |
sch Ph641 | ἄλλως: δίκε: ἔβαλε· καὶ ἐν Βάκχαις [600]· ‘δίκετε τρομερὰ σώματα‘: —MTAB ἔρριψεν: —Mg τέλεον: —Mg | |
5 | ἡ μόσχος δηλονότι· θηλυκῶς γὰρ εἶπεν: —Mi | |
sch Ph642 | οὗ κατῴκισεν: ἐν ἐνίοις τῶν ὑπομνημάτων ἀντὶ τοῦ οὗ κατῴκισε, κατοικίσαι. ὁ δὲ λόγος πλεονάζοντος τοῦ μέν οὕτως· οὗ κατοικίσαι μὲν καὶ οἱονεὶ κτίσαι τὰ πεδία τῶν δόμων ὁ θεὸς ἐμαν‐ τεύσατο, ἔνθα ἡ τῆς Δίρκης πηγὴ καταρδεύει τὰς γύας: —MTAB | |
5 | ἄλλως: ὅπου κατῳκίσθη 〈ἡ〉 πόλις: —MTAB ἄλλως: ἐνταῦθα ἔπεσεν ὅπου κατῴκισε Κάδμος τὴν πόλιν: — MTAB | |
sch Ph643 | τὸ μάντευμα ἐχρησμῴδησεν: —MgBg πεδία μὲν τὸ θέσφατον: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. κεῖται γὰρ νῦν ὁ μέν ἀντὶ τοῦ δέ, ἵν’ ᾖ· πεδία δὲ τὸ θέσφατον ἔχρησε πυροφόρα ἔσεσθαι: —MTAB | |
5 | ἄλλως: πεδία δόμων, δι’ ὧν αἱ συστάσεις τῶν δόμων ἔσονται. ὁ δὲ νοῦς οὕτως· τὸ θέσφατον δὲ ἔχρησεν ἐκεῖ τοὺς ἀγροὺς γενέ‐ σθαι ὅπου ἡ καλλιπόταμος νοτὶς τῆς Δίρκης ἐπινέμεται τὰς γύας: — MTAB τῆς δὲ πόλεως κτισθείσης καὶ τὴν χώραν πυροφόρον ἔσεσθαι ὁ | |
10 | χρησμὸς ἐσήμηνε διὰ τοῦ τῆς Δίρκης ὕδατος. ἐμφαίνει δέ τινα ποταμὸν ὑπὸ τῆς Δίρκης ἀποτελεῖσθαι Δίρκην ὁμωνύμως καλούμενον. ὁ δὲ νοῦς· ἔνθα τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης ταῖς βαθυ‐ σπόροις ἐπεμβαίνει γύαις: —MTA | 315 in vol. 1 |
sch Ph644 | σιτοφόρα: —MgAg | |
sch Ph645 | καλλιπόταμος ὕδατος: ἡ καλλιπόταμος νοτὶς τοῦ ὕδατος τῆς Δίρκης. Δίρκη δὲ ποταμὸς Θηβῶν ὁμώνυμος τῇ πηγῇ: —MTAB ὅπου τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης τὰς εὐκάρπους χώρας ἐπι‐ βαίνει: —MTA | |
sch Ph646 | ἡ ὑγρασία: —MgAg γᾶς: —Mg | |
sch Ph647 | βοτανοτρόφους: —AgBg | |
sch Ph648 | εὐκάρπους χώρας: —MiAg | |
sch Ph649 | ἔνθα, φησὶν, ἐν Θήβῃ, τὸν Διόνυσον τῷ Διὶ ἡ Σεμέλη ἔτε‐ κεν: —MiAgB | |
sch Ph650 | ἐν τοῖς γάμοις τοῦ Διός: —MiAg | |
sch Ph651 | κισσὸς ὃν περιστεφής: ὁ πανταχόθεν αὐτὸν στέψας. τοῦ γὰρ οἴκου κεραυνωθέντος ἐξήμβλωσεν αὐτὸν ἡ μήτηρ φοβηθεῖσα, κισσὸς δὲ περιέλιξεν: —MTAB ἄλλως: ὅντινα, Διόνυσον, κισσὸς ἔξωθεν περιπλακεὶς ἔτι βρέφος | |
5 | ὄντα κατὰ τοῦ νώτου ἐκάλυψεν. ἱστορεῖ γὰρ Μνασέας [frg. 18] ὅτι τῶν Καδμείων βασιλείων κεραυνωθέντων κισσὸς περὶ τοὺς κίονας φυεὶς ἐκά‐ λυψεν αὐτὸν, ὅπως μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ [καλυφθέν κισσῷ]· διὸ καὶ περικιόνιος ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις: — MTAB | |
sch Ph652 | περιειλούμενος: —MgAg | |
sch Ph654 | κατασκιάζουσιν: —MgAg ὀλβίσας ἐνώτισε: μεγάλη γὰρ αὐτῷ δόξα τὸ τῆς παραδόξου σω‐ | |
τηρίας τέλος: —MTAB ὀλβίσας ἐνώτισεν: αὐτὸν, τὸν Διόνυσον, αὐτὸς, ὁ κισσός: — | 316 in vol. 1 | |
5 | MTAB | |
sch Ph655 | τὸ τοῦ βακχεύειν καὶ χορεύειν τὰς Θηβαίας αἴτιον: —TAB πρὸς τὴν γραφὴν ὁ τόνος: —MgAgBg σκίρτημα: —MiAg | |
sch Ph656 | καὶ γυναιξὶν εὐίοις: ταῖς περὶ τὸν Διόνυσον χορευούσαις καὶ τὸ εὐοῖ εὐάν ἐπιφθεγγομέναις: —MABg μυστικαῖς: —MiAg | |
sch Ph657 | ἔνθα φόνιος ἦν δράκων: ἔνθα, παρὰ τῇ Δίρκῃ, δεινὸς ὑπῆρχε δράκων, ὠμὸς τὴν φύσιν, φύλαξ ὑπὸ τοῦ Ἄρεως κατασταθεὶς τῆς Δίρκης πρὸς τὸ μηδένα ἀπ’ αὐτῆς ὑδρεύσασθαι: —MTAB | |
sch Ph658 | Ἄρεος ὠμόφρων φύλαξ: ὡς τὸ ‘βασιλέως ἄρχων‘, ἀντὶ τοῦ ὑπὸ τοῦ βασιλέως κατασταθεὶς ἄρχων: —MTABg | |
sch Ph659 | καὶ ῥέεθρα χλοερά: χλοητρόφα βοτανώδη. χλοερά δὲ εἶπε διὰ τὸ ἄνθη εἶναι ἐπ’ αὐτοῖς. λέγει δὲ περὶ τῆς Ἀρείας οὕτω καλουμένης πηγῆς: —MTA | |
sch Ph660 | κόραισι: ταῖς κόραις τῶν ὀφθαλμῶν ταῖς πανταχοῦ περια‐ γομέναις: —MAgBg | |
sch Ph661 | ἵνα μή τις ὑδρεύσῃ: —Mi | |
sch Ph662 | ὃν ἐπὶ χέρνιβας: ὅντινα, δράκοντα θηρίον ὄντα χαλεπὸν, ἐλθὼν ὁ Κάδμος ἐπὶ τὴν κρήνην τοῦ νίψασθαι ἕνεκα ἀπώλεσε λίθῳ, βαλὼν τῇ ἑαυτοῦ χειρί: —MTA χέρνιβας: ἀπὸ τοῦ χέρνιψ: —MTABg | |
5 | ἐπὶ τὸ νίψασθαι τὰς χεῖρας. ἐβούλετο γὰρ θῦσαι τοῖς θεοῖς, ὅτι | |
σύμβολον αὐτῷ αὐτόθι γέγονε τοῦ κτίσαι τὴν πόλιν. ὁ μὲν οὖν Ἑλλάνικος [frg. 9] λίθῳ φησὶν ἀναιρεθῆναι τὸν δράκοντα, ὁ δὲ Φερε‐ κύδης ξίφει: —MTAB μολὼν Κάδμος: ἕνεκα τοῦ πρὸς θυσίαν ὕδωρ λαβεῖν μολών. | 317 in vol. 1 | |
10 | ἔθυε γὰρ τῇ Γῇ τὴν βοῦν: —MAB | |
sch Ph663 | ὤλεσε ταῖς τῆς χειρὸς ῥίψεσιν: —MiAg | |
sch Ph664 | ὀλεσίθηρος: τοῦ ἀπολέσθαι ἀξίου θηρός. ἢ ὀλεσίθη‐ ρος αὐτὸς ὁ Κάδμος ὁ τὸν θῆρα ὀλέσας: —MABg | |
sch Ph665 | βαλὼν ταῖς τῆς χειρὸς ῥίψεσιν: —MiAgBg δύναται τοῦτο τοῖς ἄνω συνάπτεσθαι, ἄμεινον δὲ πρὸς τὸ ἑξῆς: — MiAgBi | |
sch Ph666 | δίας ἀμάτορος: ταῖς ὑποθήκαις τῆς ἐνδόξου Ἀθηνᾶς πει‐ σθεὶς τῆς ἀμάτορος καὶ μὴ ἐκ μητρὸς γεννηθείσης: —MTA | |
sch Ph668 | τοὺς ἐπὶ γῆς πεσόντας: —Mg ἔρριψεν κατέσπειρεν: —Mg δικὼν ὀδόντας: ἀντὶ τοῦ ἔδικεν ἐγκατέσπειρεν: —MTABg ἄλλως: γαπετεῖς δικών: μετοχὴ ἀντὶ ῥήματος: —MTABg | |
5 | εἰς τὴν γῆν πίπτοντας ὑπὸ Παλλάδος φραδαῖσιν: —MTA | |
sch Ph669 | εἰς τὰς εὐκάρπους χώρας: —Mg | |
sch Ph670 | ἔνθεν ἐξανῆκε γᾶ: ἔνθεν, ἐκ τῶν ὀδόντων, ἐξεκύησεν ἡ Γῆ ὁπλοφόρους ἄνδρας. εἰσὶ δὲ οὗτοι 〈οἱ〉 ἐξ αὐτῶν ὑπολειφθέντες· Πέλωρ, Ἐχίων, Οὐδαῖος, Χθόνιος, Ὑπερήνωρ, κατὰ δὲ Τιμαγόραν [frg. 1] καὶ Κρέων, ἀφ’ οὗ γέγονε **: —MTAB | |
5 | ἄλλως: ὁ μὲν Στησίχορος ἐν Εὐρωπείᾳ [frg. 15] τὴν Ἀθηνᾶν ἐσπαρκέναι τοὺς ὀδόντας φησίν· ὁ δὲ Ἀνδροτίων [frg. 29] Σπαρτοὺς αὐτούς φησι διὰ τὸ ἀκολουθήσαντας αὐτοὺς ἐκ Φοινίκης Κάδμῳ σπορά‐ δην οἰκῆσαι· Ἀμφίλοχος [FHG IV p. 300b] δὲ διὰ τὸ ἐπεσπάρθαι τοῖς οἰκοῦσιν ἐν Θήβαις· Διονύσιος [frg. 2] δὲ ἔθνος Βοιωτίας φησὶν αὐτούς· | 318 in vol. 1 |
10 | ἔνιοι δὲ παῖδας Κάδμου αὐτούς φασιν ἐκ διαφόρων γυναικῶν πεντήκοντα τὸν ἀριθμὸν ὄντας: —MTAB συναπτέον: —Mg | |
sch Ph671 | θέαν: —MgAgBg τὴν πανοπλίας ὄψιν: —Mg | |
sch Ph672 | ὁ δὲ φόνος αὐτοὺς ὁ ὠμόφρων παρόσον οἱ φονεύοντες ὠμό‐ φρονές εἰσιν: —MiAg | |
sch Ph673 | πάλιν ξυνῆψε φίλᾳ γᾷ: οὗτοι δὲ, φησὶν, οἱ ἀναφανέντες ἐκ γῆς ὁμοῦ τῇ πανοπλίᾳ εὐθὺς ἅμα τῷ φανῆναι ἀλλήλους ἐφόνευσαν. τὸ οὖν νίν πρὸς τὴν ὄψιν ἀπέδωκε, τουτέστιν· αὐτὴν δὲ τὴν πά‐ νοπλον ὄψιν τὴν ἀναδοθεῖσαν ἐκ γῆς ὁ κατ’ ἀλλήλων φόνος γενόμενος | |
5 | πάλιν εἰς γῆν κατήνεγκε. τὴν δὲ ὄψιν ὅταν λέγῃ, τοὺς ἄνδρας ση‐ μαίνει: —MTAB † πάλιν ξυνῆψε: τῇ δὲ γῇ πάλιν ξυνῆψεν αὐτοὺς, ὅ ἐστιν· ἡ αὐτὴ μήτηρ καὶ τάφος γέγονεν: —TA | |
sch Ph674 | ἅ νιν εὐηλίοισιν: ἥτις αὐτοὺς ταῖς τοῦ ἡλίου ἀκτῖσιν ἀνέ‐ δειξε καὶ ταῖς πνοαῖς τοῦ αἰθέρος: —MMgTAg τουτέστι· κατ’ ἀρχὴν εἰς φῶς αὐτοὺς ἤγαγεν: —M † ἅ νιν εὐηλίοισιν: ἥτις αὐτοὺς κατ’ ἀρχὴν εἰς φῶς ἤγαγεν, | |
5 | ὡσεὶ ἔλεγεν· ἡ αὐτὴ μήτηρ καὶ τάφος. τὸ δὲ νίν πάλιν πρὸς τὴν ὄψιν ἀπέδωκεν: —TA | |
sch Ph678 | Ἔπαφος ἐκλήθη, ἐπεὶ ὁ Ζεὺς ἐπαφησάμενος τῆς Ἰοῦς πάλιν | |
εἰς γυναῖκα αὐτὴν μετεμόρφωσεν: —MTAB ἀπόγονος Ἐπάφου Κάδμος, ἐπεὶ Ἀγήνορός ἐστιν υἱὸς τοῦ Βήλου τοῦ Λιβύης τῆς Ἐπάφου τοῦ Ἰοῦς: —MMiTAg | 319 in vol. 1 | |
sch Ph680 | γράφεται βοαῖς: —Mg | |
sch Ph682 | σοί νιν ἔκγονος κτίσαν: ἀντὶ τοῦ υἱός: —M ἔκγονος: Ἔπαφον λέγει τὸν Διὸς υἱόν. σοὶ οὖν, τῷ Ἐπάφῳ, ἔκτι‐ σαν τὰς Θήβας αἱ διώνυμοι θεαί: —M σοί νιν ἔκγονοι: γράφεται καὶ σῷ νιν ἐκγόνῳ κτίσαν, ἵν’ ᾖ· | |
5 | τῷ ἐκγόνῳ σου, Ἔπαφε, τῷ Κάδμῳ, αἱ θεαὶ κατέκτισαν τὰς Θήβας. γέγονε δὲ περὶ τὴν γραφὴν ἁμάρτημα. ἄρχοντος γὰρ Ἀθήνησιν Εὐκλεί‐ δου μήπω τῶν μακρῶν εὑρημένων τοῖς βραχέσιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο, τῷ ε ἀντὶ τοῦ η καὶ τῶ ο ἀντὶ τοῦ ω. ἔγραφον οὖν τὸ δήμῳ μετὰ τοῦ ι· δήμοι. μὴ νοήσαντες δὲ ὅτι κατὰ τὴν ἀρχαίαν γραφήν | |
10 | ἐστι καὶ δεῖ μεταθεῖναι τὸ ο εἰς τὸ ω ἐτάραξαν τὸ νοητόν: —MTAB ἄλλως: σοί νιν ἔκγονοι κτίσαν: ὁ σὸς ἔκγονος Κάδμος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ αἱ διώνυμοι θεαὶ ᾤκησαν. δεδόσθαι γὰρ τὰς Θήβας τῇ Περσεφόνῃ ὑπὸ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων [frg. 48]· | |
15 | ἀλλ’ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα, τὴν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ, ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσασθαι ἔμελλε, νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην: —MTAB ἄλλως: ἀντὶ τοῦ· ὁ σὸς ἔκγονος αὐτὴν ἔκτισεν ὅπου αἱ διώνυμοι | |
20 | θεαὶ ᾤκησαν. ἀπόγονος ὁ Κάδμος Ἐπάφου, ἐπεὶ Ἀγήνορός ἐστιν | |
υἱός: —MTA ὁ νοῦς· κατακαλούμεθά σε, ὦ Ἔπαφε, Ἰοῦς καὶ Διὸς γένεθλον, εἴσελθε δὴ σωτήριος εἰς τὰς Θήβας καὶ ταῖς παρ’ ἡμῶν ἱκεσίαις ἐπί‐ νευσον. ὁ σὸς γὰρ ἔκγονος Κάδμος ἔκτισε τὰς Θήβας· ὅθεν δικαίως ἂν | 320 in vol. 1 | |
25 | σῴζοις αὐτάς. τὸ οὖν πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ κεῖται· ἔδει γὰρ εἰπεῖν σὸς ἔκγονος: —MTABg † ἄλλως: ἀντὶ τοῦ τὴν γῆν, τουτέστι τὰς Θήβας. προμάτορα δὲ αὑτῶν αἱ Φοίνισσαι τὴν Ἰὼ ἔφασαν διὰ τὸ Φοίνικα ἀπὸ Ἰοῦς 〈τὸ〉 γένος κατάγειν. Κάδμου γὰρ καὶ Εὐρώπης ἀδελφὸς Φοῖνιξ: —T | |
sch Ph683 | ἀντὶ τοῦ ἔνθα: —Mi ᾇ διώνυμοι θεαί: ἀντὶ τοῦ ὅπου. ἢ ἄρθρον πληθυντικὸν καὶ λείπει ὁ καί σύνδεσμος: —M ἄλλως: τὸ ᾇ Δωρικόν ἐστιν ἀντὶ τοῦ ᾗ, ὅ ἐστιν ὅπου. τὸ δὲ | |
5 | ἐκτίσαντο ἀντὶ τοῦ ᾤκησαν, ὡς τὸ ‘ὀρεικτίτου συόσ‘ παρὰ Πινδάρῳ [frg. 313], ἀντὶ τοῦ ὀρειοίκου. ἱερὰν δὲ Δήμητρος τὴν Θήβην εἶπεν ἢ διὰ τὸ εὔκαρπον ἢ ἐπεὶ πάντα τὰ ἐκ γῆς φυόμενα ἱερὰ τῇ θεῷ· καὶ οἱ Σπαρτοὶ δὲ ἐκ τῆς γῆς. διώνυμοι δὲ παρόσον ἡ μὲν Κόρη καὶ Περσε‐ φόνη, ἡ δὲ Δημήτηρ καὶ Γῆ ὀνομάζεται. ἢ ὅτι δύο οὖσαι ἑνὶ ὀνόματι | |
10 | χρῶνται· ἑκατέρα γὰρ Δημήτηρ καλεῖται ἡ μὲν πρεσβυτέρα, ἡ δὲ νεω‐ τέρα: —MTAB † ἄλλως: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. χρὴ δὲ μὴ ὡς πληθυντικὸν ἄρθρον τὸ αι, ἀλλ’ ὡς Δωρικὸν περισπῶντας ἀναγινώσκειν, ἵνα σημαίνῃ τὸ ἔνθα. καὶ γίνεται ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θή‐ | |
15 | βας ἔκτισεν ἐνταῦθα ἔνθα ἡ Περσεφόνη καὶ ἡ Δημήτηρ αἱ διώνυμοι θεαὶ ᾤκησαν· τὸ γὰρ κτίσαι ἀντὶ τοῦ οἰκῆσαι λέγεται, ὡς καὶ παρ’ Ὁμήρῳ [B 592] ‘ἐύκτιτον Αἰπύ‘, ἀντὶ τοῦ εὖ κατῳκημένον. πῶς δὲ | |
αἱ θεαὶ αὗται οἰκισθῆναι ἐποίησαν τὰς Θήβας. οὕτως· τῆς γὰρ γῆς ἀνα‐ διδούσης τοὺς Σπαρτοὺς ἐκ τῶν τοῦ δράκοντος ὀδόντων ὁ Κάδμος τοὺς | 321 in vol. 1 | |
20 | μὲν ἀπεθέριζε, τοὺς δὲ εἶχε συνεργοὺς εἰς τὴν τῆς πόλεως κατασκευήν. ἐπεὶ οὖν πάντα τὰ ἐκ γῆς ἀναδιδόμενα τῆς Δήμητρος ἂν εἰκότως νομίζοιτο [διὰ τοῦτο] καὶ τούτους καθάπερ βλάστημά τι ἐκ γῆς ἀναδεδόσθαι τῷ Κάδμῳ φαμὲν συνοικίσοντας αὐτῷ τὴν πόλιν, διὰ τοῦτο εἰκότως ἔφη τὰς θεὰς ταύτας συνεκτικέναι τὴν πόλιν. τί δ’ ἂν εἶεν οἱ ἀναδοθέντες ἐκ | |
25 | γῆς ἔνοπλοι· οἱ καρποί. ἄντικρυς τούτων φυομένων ἀφθόνως εὐμαρές ἐστι πολεμικοὺς ἄνδρας τρέφειν καὶ συμμάχων ἔχειν πλῆθος διὰ τὸ ἐπικουρεῖν καὶ παρέχειν τοῖς δεομένοις. ἢ τὸ ἔνοπλον δηλοῖ τὸ ἀσφα‐ λὲς τοῦ καρποῦ καὶ οὔποτε τὴν πόλιν ἐπιλεῖψον. εἰκότως οὖν ἂν νομίζοιντο αἱ θεαὶ αὗται συνῳκικέναι τὴν πόλιν, ἐπεὶ τὸ ἀναγκαιότατον | |
30 | τῶν ἐν ἀνθρώποις παρέσχον, τὸν σῖτον: —TA | |
sch Ph687 | γράφεται καὶ πυροφόρους: —Mg πυροφόρους θεάς: τοῦτο πρὸς τὸ ἄνω ληπτέον, τουτέστιν· ὦ Ἔπαφε, πέμπε τὰς πυροφόρους θεὰς βοηθῆσαι τῇ γῇ. πυροφό‐ ρους δὲ εἶπε Δήμητρα καὶ Κόρην, ἐπεὶ δᾳδουχίαι αὐταῖς γίνονται τοῦ | |
5 | φωτὸς ἐμφαίνοντος τὴν ἐκ τῶν καρπῶν τοῖς ἀνθρώποις ζωήν. ἢ τὰς σιτοφόρους λέγει. ἔστι δὲ ταὐτό: —MTAB | |
sch Ph688 | ἀμῦναι τᾷδε γᾷ: βοηθῆσαι τῇδε τῇ χώρᾳ. ἢ οὕτως· ἀμῦναι τᾷδε γᾷ, ἀντὶ τοῦ ἀμύνετε. [τουτέστιν] ἀντὶ τοῦ ἀμείβεται, ὡς καὶ Θουκυδίδης [Ι 42]· ‘ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνασθαι‘, τουτ‐ έστιν· οἶδεν εὐχαριστεῖν ταῖς θεαῖς ἡ χώρα εἰ εὐεργετήσουσιν αὐτήν: — | |
5 | MTA γράφεται καὶ ἀμύνεται δὲ γᾶ, ὅ ἐστιν· ἱκανή ἐστιν ἡ πόλις ἀμείψασθαι τὰς εὐεργεσίας: —MTABi | 322 in vol. 1 |
sch Ph689 | εὔκολα: —MgAg | |
sch Ph690 | † χώρει σὺ καὶ κόμιζε: τραγῳδεῖ ὁ Ἐτεοκλῆς: —ABg δεῖ νοεῖν, ὅτι τοῦ χοροῦ ᾄδοντος ἔσω ἦν ὁ Ἐτεοκλῆς· νῦν δὲ ἔξει‐ σιν οἰκέτῃ ἐπιτάσσων καλέσαι τὸν Κρέοντα: —ABi | |
sch Ph692 | συγγενῆ: —MgAg δημόσια: —MgAg | |
sch Ph693 | ἀντὶ τοῦ συμβουλεύσασθαι καὶ ἀνακοινώσασθαι: —MgAgBi | |
sch Ph694 | εἰς παράταξιν πολέμου: —MgTAg κατὰ τὸ σιωπώμενον εἶδεν αὐτὸν ἐρχόμενον· διὸ καὶ ἐπιφέρει ὁρῶ γὰρ αὐτόν: —Mg | |
sch Ph695 | ἀπαλλάσσει παύει: —MiTAg | |
sch Ph697 | ἀντὶ τοῦ ἄρα: —Mg περισπαστέον τὸ ἦ, ἀντὶ τοῦ ὄντως: — MgAg | |
sch Ph698 | κύκλῳ: —MgAg | |
sch Ph699 | τὰ συστήματα τῶν φυλάκων: —MiTAgBi περιφραστικῶς· σὲ ζητῶν: —MiAgBi | |
sch Ph701 | πολύ: —MgAg ἀτελεῖς: —MgAg | |
sch Ph702 | ὅτε: —Mg ὡς εἰς λόγους συνῆψα: ἡνίκα συνέτυχον: —MTA ἄλλως: ἐλθὼν εἰς λόγους τῷ Πολυνείκει πολὺ εὗρον ἀτελεῖς τὰς διαλλαγὰς ἡμῶν. ἢ οὕτως· πολλῷ λειπομένας τὰς συμβολὰς εἰς τὸ | |
5 | γενέσθαι εὗρον δοκῶν διαλλάττεσθαι πρὸς Πολυνείκην ὥστε ὑπολείπεται τὸ πολεμεῖν: —MTABi συνέβαλον συνῆλθον: —MgAg | |
sch Ph703 | ὑπὲρ τὰς Θήβας: —MiAgBg οἷον· ἤκουσα αὐτὸν, τὸν Πολυνείκην, μειζόνως φρονεῖν τῶν Θη‐ βῶν: —MiAg | |
sch Ph704 | τῇ ἐπιγαμβρίᾳ: —MgAg | 323 in vol. 1 |
sch Ph705 | Ὅμηρος [Ρ 514]· ‘ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖ‐ ται‘: —MgAgBi ἀναθέντα ἐξάψαντα: —Mg | |
sch Ph706 | ἐν μέσῳ: —MgAgBg | |
sch Ph708 | ἥκει τις αἰχμάλωτος: ἴσως κατάσκοπος ληφθεὶς νύκτωρ σταλείς: —MAgBi | |
sch Ph710 | πολιορκήσειν μέλλειν κύκλῳ τὸν Ἀργείων στρατόν: —MiTAg | |
sch Ph711 | περιβαλεῖν πολιορκήσειν κυκλώσειν: —Mg | |
sch Ph712 | ἐκκομιστέον: —MgAg ἐξοιστέον τἄρ’ ὅπλα: ἀνάγκη τῇ πόλει ἐξενεγκεῖν ὅπλα: —MTB ἄλλως: οὐκοῦν δέον καὶ τὰς Θήβας ἐξενεγκεῖν ὅπλα καὶ παρατάτ‐ τεσθαι: —MTB | |
sch Ph713 | οὐχ ὁρᾷς: οὐ λογίζῃ: —MMgAg ἐρωτηματικῶς τοῦτο ἀναγνωστέον. οὐκ ἐᾷ δὲ αὐτοὸν ἐξελθεῖν: —MBi | |
sch Ph714 | οἷον· ὡς ταχέως ὀφείλοντας μάχεσθαι: —MiAg | |
sch Ph715 | οἱ Ἀργεῖοι πολλοί: —MgAg | |
sch Ph716 | ἐγᾦδα κείνους: ἐγὼ δὲ οὐ ψηφίσω ἐκείνους τοὺς ὄντας θρασεῖς ἐν λόγοις καὶ οὐκ ἔργοις: —MTA γράφεται ἐγᾦδα, ἵν’ ᾖ οὕτως· ἐγὼ οἶδα ἐκείνους θρασεῖς ὄντας τοῖς λόγοις καὶ οὐκ ἔργοις: —Mg | |
5 | προπετεῖς προχείρους. ἀλλ’ οὐκ ἔργοις: —MiT | |
sch Ph717 | ἔχει τιν’ ὄγκον Ἄργος: ὅ ἐστιν· ὑπολήψεις ἔχει παρὰ τοῖς Ἕλλησι. τινὲς δὲ τὸ Ἄργος Ἑλλήνων τὸ Ἑλληνικὸν Ἄργος, ἵνα πλεονάζῃ ἡ παρά. ὁ δὲ νοῦς· ἔχει τινὰ δύναμιν τὸ Ἑλληνικὸν Ἄρ‐ γος: —MTAB | |
5 | ὑπερηφανίαν φρόνημα: —Mg | |
sch Ph718 | οἷον· ταχέως πληρώσω τὰ ἡμῶν πεδία τοῦ αἵματος αὐτῶν: — MiAg τουτέστι· τῷ αὐτῶν φόνῳ τὸ ἐμὸν πεδίον πληρώσω: —MiBi | |
sch Ph720 | ἀντὶ τοῦ ὄντως: —MgAgBg † ὡς οὐ καθέξω: καὶ δὴ οὐ καθέξω τὸν στρατὸν ἔσω τῶν τει‐ | |
χῶν: —A | 324 in vol. 1 | |
sch Ph721 | καὶ μὴν τὸ νικᾶν ἐστι 〈πᾶν〉 εὐβουλία: ἐν παντὶ τὸ νικᾶν ἐστιν εὐβουλίας· ὅθεν ἐκεῖνός φησιν· εἰ οὖν εὐβουλίας ἐστὶ τὸ νι‐ κᾶν, βούλει ἑτέραν μέθοδον μετέλθω: —MTA ἄλλως: τὸ κεφάλαιόν ἐστι τὸ νικᾶν· καθέξεις οὖν ἢ οὐ καθέξεις, | |
5 | περὶ τοῦ νικᾶν σκόπησον: —MTA ἄλλως: οὐ τοσοῦτον ἐν δυνάμει τὸ νικᾶν ὅσον ἐν εὐβουλίᾳ καὶ συνέσει: —MTAB | |
sch Ph722 | βούλει τράπωμαι: θέλεις βουλευσώμεθα. γνώμας: —MTAg προφάσεις αἰτίας βουλευμάτων: —MTBi πορευθῶ: —Mg | |
sch Ph724 | εἰ νυκτὸς αὐτοῖς: λείπει τὸ περιεσόμεθα. ἐρωτηματικὸς ὁ λόγος: —MTABi εἰ νυκτὸς αὐτοῖς ἐπέλθοιμεν ἵνα ἐξ ἐνέδρας αὐτοὺς λάβωμεν, περι‐ γενησόμεθα: —MTA | |
sch Ph725 | τοῦτο ποίει, εἴπερ σφαλεὶς δύνασαι ὑποστρέψαι ὧδε: —MiAgBi ἀποτυχών: —MgBg | |
sch Ph726 | ἴσον φέρει νύξ: ἑκατέρῳ μὲν στρατεύματι ἐπίσης ἐμποδίζει τὸ τῆς νυκτὸς σκότος, τοῖς μέντοι προεπιτιθεμένοις πλέον τι παρέχει πρὸς νίκην τὸ ηὐτρεπίσθαι. ἢ οὕτως· καὶ τοῖς ἐπιχειροῦσι καὶ τοῖς ἐπιχειρουμένοις ἴσον παρέχει ἡ νὺξ ἐμπόδιον, τοῖς δὲ τολμηροτέροις τὴν | |
5 | νίκην χαρίζεται: —MTAB ἐνδίδωσιν: —MgAg | |
sch Ph727 | ἐνδυστυχῆσαι: ἡ ἐν ἀντὶ τῆς κατά. ὁ δὲ νοῦς· δυστυχῆσαι κατὰ τὸ τῆς εὐφρόνης κνέφας δεινόν: —MTAB Ὅμηρος [Ρ 647]· ‘ἐν δὲ φάει καὶ ὄλεσσον‘: —MgTAB | |
sch Ph728 | ἀλλ’ ἀμφὶ δεῖπνον: εἰ δειπνοῦσιν αὐτοῖς ἐπέλθοιμεν, ἔκ‐ πληξις ἂν καὶ ταραχὴ γένοιτο· οὐ μέντοι νίκην ἐπιφέρει τὸ τοιοῦτον πρᾶγμα· δεῖ δὲ νικᾶν: —MT | |
sch Ph729 | ἔκπληξις ἂν γένοιτο: ἀντὶ τοῦ· ταραχὴ γίνεται αὐτοῖς, οὐ | |
μέντοι ἧττα, ἐπεὶ εἰκὸς αὐτοὺς ἐνόπλους δειπνεῖν: —MTAB νικῆσαι δὲ χρεία: —MgAg | 325 in vol. 1 | |
sch Ph730 | βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν: τοῦτό φησιν ὡς συν‐ τιθέμενος καὶ ἐπαινῶν· οὐ δεῖ [ἐξαίφνης] ἐπιθέσθαι, μή πως ἐξαίφνης τροπῆς γενομένης καθ’ ἡμῶν φεύγοντες περᾶν τὸν ποταμὸν βαθὺν ὄντα οὐ δυνησόμεθα. Δίρκη δὲ ποταμὸς ὁμώνυμος τῇ κρήνῃ: —MTAB | |
5 | ἄλλως: οὐκ ἔστιν ἡμῖν εὐχερὲς ἀναχωρῆσαι διὰ τῆς Δίρκης οὔσης βαθείας καὶ ἐπειγομένοις, ἀλλὰ δύσκολον: —MTA πολὺς τὸ διάστημα: —Mg | |
sch Ph731 | ἅπαν κάκιον: ἀντὶ τοῦ δεύτερον: —MTA πᾶν ὁτιοῦν τοῦ φυλάττειν ἀκριβῶς χεῖρόν ἐστιν: —MTAB ὅ ἐστι· φύλαττε σαυτόν. τοῦ γὰρ φυλάσσεσθαι καλῶς πᾶν ὁτιοῦν ἀσθενέστερόν ἐστιν: —MTA | |
sch Ph732 | τί δ’, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν: τί δὲ ἄρα πλέον ἡμῖν ἔσται, εἰ πάντες ἐφ’ ἵπποις συνέλθωμεν κατ’ αὐτῶν: — MTAB | |
sch Ph733 | ἠσφάλισται: —MgAg | |
sch Ph734 | πολεμίοις δώσω πόλιν: ἀγανακτῶν δυσχεραίνει. ἐπεὶ πάντα ὅσα εἶπεν ἀπεδοκίμασε, φησί· θέλεις οὖν προδῶ τὴν πόλιν: — MTAB | |
sch Ph736 | φροντίς: —MgAg | |
sch Ph737 | ἕπτ’ ἄνδρας αὐτοῖς: τὸ ἑξῆς· ἕπτ’ ἄνδρας ἐν αὐτοῖς φασι λόχων ἀνάσσειν: —MTAB | |
sch Ph738 | τί προστετάχθαι δρᾶν: τί προστετάχθαι φασὶ τοὺς ἑπτὰ ἄνδρας δρᾶν: —MTBi οἱ ἄνδρες ὀλίγοι εἰσί. τῶν ἑπτά: —Mi | |
sch Ph739 | τῶν τάξεων ἄρχειν: —MgAg ἑπτὰ προσκεῖσθαι πύλαις: λείπει ὁ καί· καὶ ἐπέρχεσθαι ταῖς ἑπτὰ πύλαις: —MMg | 326 in vol. 1 |
sch Ph740 | ἀπορίαν γὰρ οὐ μενῶ: οὐ μενῶ, φησὶν, ἕως εἰς ἀπορίαν καὶ ἀμηχανίαν ἐμπέσω: —MBi | |
sch Ph741 | ἐπ’ αὐτοὺς ἑπτὰ ἄνδρας αὐτὸς ἑλοῦ: —Mg ἐπίλεξαι: —Mg | |
sch Ph742 | πότερον, φησὶ, κρίνω τοὺς ἑπτὰ τῶν λόχων ἄρχειν ἢ ἰδίᾳ μο‐ νοστόλου δορός, ὅ ἐστιν· εἷς πρὸς ἕνα οἱ ἑπτὰ πρὸς τοὺς ἑπτά: —MT † πότερον, φησὶ, προκρίνω ἑπτὰ ἄνδρας τῶν τάξεων ἄρχειν ἢ εἷς πρὸς ἕνα οἱ ἑπτὰ κατ’ ἰδίαν περιεσταλμένοι δόρασιν: —B | |
sch Ph743 | λόχων προκρίνας: τὸ ἑξῆς· λόχων ἀνάσσειν: —MT ἐπιλέξας τοὺς ἰσχυρούς: —Mg | |
sch Ph744 | βοηθεῖν πρὸς τὰς ἀναβάσεις τῶν τειχῶν: —Mg προσαμβάσεις: ἐπαναβάσεις. ὅ ἐστιν· ἀποσοβεῖν τῶν τει‐ χέων τὰς ἐπαναβάσεις: —TAB | |
sch Ph745 | καὶ ξυστρατήγους: στρατηγοὺς ἑτέρους μετὰ τῶν ἑπτά. καθ’ Ὅμηρον γὰρ [Κ 224] ‘σύν τε δύ’ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόη‐ σεν‘: —MTAB ὑπασπιστάς: —MgAg | |
5 | εἷς δ’ ἀνήρ: οἷον· μὴ μόνον τοὺς ἑπτὰ στρατηλάτας στῆσον, ἀλλὰ καὶ ἄλλους σὺν αὐτοῖς· εἷς γὰρ ἀνὴρ τῶν στρατηλατῶν οὐ δύναται 〈πάντα〉 θεωρῆσαι, ἀλλὰ βοηθοὺς παράσχε ἑκάστῳ: —MTA | |
sch Ph746 | γράφεται καὶ θράσει: —MgT λείπει ἡ ἐν, ἵν’ ᾖ· ἐν θάρσει ἐπιλεξάμενος: —MgT γενναίους ἢ φρονίμους: —MgT | |
sch Ph747 | χωρισθέν: —MgAg ἀσθενές: —Mg | |
sch Ph748 | γελοίως τοῦτό φησιν ὡς μὴ ὢν νῦν ἐν πόλει: —MgB | |
sch Ph749 | στρατηγούς: —MgAg | |
sch Ph750 | ἀντιπαρατάξας: —MgAg | 327 in vol. 1 |
sch Ph751 | ὄνομα δ’ ἑκάστου: πεφύλακται τὰς ὀνομασίας αὐτῶν εἰπεῖν, ὥς φησι Δίδυμος, διὰ τὸ ὑπὸ Αἰσχύλου εἰρῆσθαι ἐν τοῖς Ἑπτὰ ἐπὶ Θή‐ βας: —MTAB ἄλλως: οὐκ ὀφείλομεν ἑκάστου καταλέγειν τὸ ὄνομα τοῦ πολέμου | |
5 | ἐπείγοντος: —MTAB | |
sch Ph753 | μὴ ἐμποδίζωμεν τὸ τῶν χειρῶν ἔργον, τουτέστι τὸν πόλε‐ μον: —MgB | |
sch Ph754 | ἀντίπαλον: —MgAgBg | |
sch Ph755 | ἐξ ἐναντίας σταθέντα: —MgAgBi γράφεται καὶ ἐλθεῖν: —Mg χειρώσασθαι: —Mg γράφεται μάχης ἔχειν δόρυ: —Bg | |
sch Ph756 | κτανεῖν θ’ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν: ταῦτα κατ’ εὐχήν [ἐγένετο]· καὶ γένοιτό μοι ἐξ ἐναντίας λαβεῖν τὸν ἀδελφόν μου καὶ φονεῦσαι: —MTA γράφεται φίλην: —Bi | |
sch Ph758 | τῆς ἐκ τοῦ σοῦ αἵματος. ἀνεψιὰ αὐτοῦ ἦν πρὸς μητρός: — MgAg διαμάρτω ἀποτύχω: —MgAg | |
sch Ph759 | σοὶ χρὴ μέλεσθαι: τοὺς γάμους σοὶ χρὴ μέλεσθαι: —MTA ἄλλως: τοὺς γάμους σοὶ χρὴ εἶναι ἐν φροντίδι: —MTA προσήκει φροντίζειν: —MTA τὴν δόσιν τ’ ἐχέγγυον: καὶ τὴν τοῦ γάμου ἔκδοσιν ἀσφαλῆ: — | |
5 | MTA ἀντὶ τοῦ· ἐπιβεβαιοῦ τὴν ἐπαγγελίαν τοῦ γάμου: —MgAg | |
sch Ph761 | ὁ δέ ἀντὶ τοῦ δή: —MgAg μακρολογεῖν: —MgAg | |
sch Ph762 | καὶ εἰς τὴν ἐμὴν χάριν: —MgAgBg | |
sch Ph763 | ἀμαθίαν ὀφλισκάνει: οἷον· ἀμαθής ἐστι καὶ ἄνους ὁ Οἰδί‐ | |
πους: —MMiAg ἄλλως: εἰς ἑαυτὸν χρεωστεῖ μωρίαν, ἀντὶ τοῦ αὐτὸς ἑαυτοῦ κατα‐ γνοίη μωρίαν: —MTAB | 328 in vol. 1 | |
5 | † ὡς εἴ τις εἴποι· ὁ δεῖνα εἰς τόνδε δίκην χρεωστεῖ: —TAB | |
sch Ph765 | ἡμᾶς δ’ ἀραῖσιν: καὶ ἡμῖν αἴτιος θανάτου γένηται ὅσον ἐπὶ ταῖς ἀραῖς, ἐὰν συμβῇ αὐτὰς ἰσχῦσαι. τὸ γὰρ ἢν τύχῃ τοῦτο δηλοῖ: —MTAB | |
sch Ph766 | ἓν δ’ ἡμῖν ἀργόν ἐστιν: ἀργόν ἄπρακτον καὶ παραλε‐ λειμμένον. ὀφεῖλον γενέσθαι μὴ γενόμενον: —MTAB ἄλλως: ἐκεῖνο, φησὶ, μόνον ἡμῖν παραλέλειπται, τὸ παρὰ τοῦ μάν‐ τεως ἀκοῦσαι περὶ τούτων. εἰωθότες γὰρ οἱ ἄνθρωποι ἐν ταῖς εὐπρα‐ | |
5 | γίαις καταφρονεῖν μαντικῆς ἐν ταῖς συμφοραῖς ἐπὶ τοὺς μάντεις κατα‐ φεύγουσιν: —MTAB | |
sch Ph768 | τὰ τοῦ θεσφάτου: —MgAgBi | |
sch Ph769 | τῷ αὐτῷ ὀνόματι καλούμενον: —MgAgBi | |
sch Ph770 | λαβόντα πέμψω: ὡς τοῦ Μενοικέως ἐν τῷ στρατοπέδῳ ὄντος τοῦτό φησιν: —MTAB ἄλλως: ἐγὼ δὲ τὸν παῖδά σου πέμψω δεῦρο λαβόντα τὸν Τει‐ ρεσίαν: —MTAB | |
5 | ἐνέγκαι: —MTA | |
sch Ph773 | ὥστε μέμψασθαί μοι ἔχειν: —MgBi | |
sch Ph774 | τοῖς πολίταις: —MgBg ἐντέλλομαι: —MiT | |
sch Ph775 | τὸ ἐπισκήπτω ἀπὸ κοινοῦ: —MiTBi ἤνπερ κρατήσῃ τἀμά: ἐὰν ἡ ἐμὴ δύναμις φονεύσῃ [καὶ νικήσῃ] τὸν Πολυνείκην: —MTABi οὐ χρὴ ταφῆναι αὐτὸν ἐν ταύτῃ τῇ γῇ: —A | |
sch Ph777 | συγγόνων νῦν: —MgAg κἂν φίλων τις ᾖ: διὰ τούτου προαναφωνεῖ τὰ κατὰ τὴν ἀδελ‐ | |
φήν: —MBi | 329 in vol. 1 | |
sch Ph779 | ἐκφέρετε τεύχη: ἀσπίδας. πάνοπλα δὲ ἀμφιβλή‐ ματα τὰ ἐνδύματα πάντα τὰ τὸν ἄνθρωπον ὁπλίζοντα, λέγει δὲ θώρακα, περικεφαλαίαν, κνημῖδας. οἱ δὲ [γράφουσι] τὰ σάγματα: —MTAB † ταῦτά τινες εἴδη δορατίων φασί. τουτέστι τὰ ἑκατέρωθεν | |
5 | βαλλόμενα: —Bi | |
sch Ph781 | σὺν δίκη νικηφόρῳ: ἑαυτὸν γὰρ δίκαιον ᾤετο ἀμυνόμενος περὶ πάτρης, ἐκεῖνον δὲ ἀσεβῆ κατὰ πατρίδος στρατευόμενον. καὶ Ὅμη‐ ρος [Μ 243]· ‘εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρησ‘: —MTAB τῇ φερούσῃ μοι τὴν νίκην: —Mg | |
sch Ph782 | τῇ δ’ Εὐλαβείᾳ: σωματοποιεῖ τὴν Εὐλάβειαν· Ὅμηρος [Λ 37]· ‘Δεῖμός τε Φόβος τε‘. τῇ δ’ Εὐλαβείᾳ εὔχονται, ἵνα αὐτοὶ ἀφόβως ἐπέλ‐ θωσιν. ἢ ἵνα τοῖς πολεμίοις φόβον ἐμβάλῃ: —MTAB | |
sch Ph784 | ὦ πολλῶν καμάτων μεστὲ Ἄρες: —MgAg ὦ πολύμοχθος Ἄρης: ἔδει· ὦ πολύμοχθε Ἄρες. Ἀττικὴ δέ ἐστιν ἡ κλίσις: —MTABi τί δήποτε: —MgAg | |
5 | ἀντὶ τοῦ χαίρεις: —MgBg | |
sch Ph785 | οὕτως· ἐναντίος ὢν ταῖς τοῦ Διονύσου ἑορταῖς. καὶ παρηλ‐ λαγμένην μοῦσαν ἔχων, τουτέστι· ταῖς τοῦ Βρομίου ἑορταῖς ἀσύμφωνος κατὰ τὴν μοῦσαν. ἐν γὰρ εἰρήνης καιρῷ τὰ Διονύσια ἄγονται: —MTA παράμουσος ἑορταῖς: ἐναντίος, οὐ τὴν αὐτὴν μοῦσαν ἔχων, | |
5 | ταῖς τοῦ Βρομίου ἑορταῖς ἀσύμφωνος: —MTAB ἄλλως: ἀσύμφωνος, ὡς καὶ τὴν ἄνοιαν παράνοιάν φασιν. οὐ συνῳδὸς, ἀλλ’ ἀλλότριος: —MTAB ἀνάρμοστος ταῖς ἑορταῖς τοῦ Διονύσου: —MiAg | |
sch Ph786 | τῆς νεανικῆς ἀκμῆς: —Mi νεάνιδος ὥραις: ἀντὶ τοῦ ὡραίας, ἀκμαίας, ὥραν ἐχούσης γάμου. τὸ δὲ ἑξῆς· οὐ μέλπῃ ** τουτέστιν· οὐκ ᾄδεις οὐδὲ ὑμνεῖς ἐπὶ ἀκμαζούσῃ κόρῃ νυμφιδίους ᾠδὰς οὐδὲ αὐλῶν μέλεσι χορεύεις ἀνασεί‐ | 330 in vol. 1 |
5 | σας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος καὶ οἱ τούτου χοροὶ, ἀλλ’ ἐπὶ πολέ‐ μους ὁρμᾷς: —MTA ἄλλως: τοῖς γαμηλίοις καιροῖς. ἢ νεάνιδος ἀκμαίας, ὥραν ἐχούσης γάμου: —MTAB | |
sch Ph787 | τὸν πλόκαμον ἀναπλώσας: —Mg βόστρυχον ἀμπετάσας: διὰ τί δὲ μὴ τὸν σὸν βόστρυχον ἐπὶ στεφάνοις νεάνιδος ὥραις ἐκπετάσας μέλπῃ πρὸς πνεῦμα λωτοῦ. ἔνιοι δὲ νεάνιδος ὥρας τοῦ ἔαρος τοῦ νέα πάντα ποιοῦντος: —MTAB | |
5 | ἄλλως: οὐ καλλιχόροις στεφάνοις βόστρυχον ἀμπετάσας ἐπὶ γάμοις νεάνιδος μέλπῃ νυμφιδίους ᾠδὰς πρὸς αὐλόν. ἡ ἐπί πρὸς τὸ ὥραις, ἐπὶ ὥραις νεάνιδος: —MTAB ἀμπετάσας: ἐπανασείσας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος. ἡ κατά ἀντὶ τῆς πρός, πρὸς πνεύματα, ὅ ἐστιν ἀπηχήματα τοῦ | |
10 | αὐλοῦ: —MTAB † λωτοῦ: πάνυ ἡδέως λωτὸν ἐκάλεσε τὸν αὐλόν. λωτὸς γὰρ τὸ γλυκοκάλαμον· ἀλλὰ καὶ ὁ αὐλὸς [καὶ] κάλαμος μὲν, ἀλλὰ καὶ γλυκὺς διὰ τὴν τοῦ μέλους ἡδύτητα: —A † ἄλλως: λωτὸν ἐνταῦθα τὸν αὐλόν. σημειωτέον δὲ ὅτι καὶ τὸ | |
15 | λο μικρὸν γράφεται πρὸς ἀντιδιαστολὴν τοῦ λωτοῦ, τῆς βοτάνης: —A μέλπῃ μοῦσαν: οὐδὲ ἐπὶ καλλιστεφάνου ὡραίας νεάνιδος ἁπλώσας τὸν βόστρυχον κατὰ πνεύματα τοῦ λωτοῦ: —MMiTA τοῦ αὐλοῦ: —Mi γράφεται μέλπῃ: —Mg | |
sch Ph788 | μοῦσαν: ᾠδήν: —MA οὐ τοιαύτην, φησὶν, ἔχεις μοῦσαν, ἐν ᾗ χάριτές εἰσι χορείας αἴτιαι γενόμεναι. ἢ οὕτως· οὐ μέλπῃ τοιαύτην ἔχων μοῦσαν, ἐν ᾗ χάριτές εἰσι 〈χοροποιοί〉, τουτέστι ποιητικαὶ εἰρήνης: —MTA | 331 in vol. 1 |
5 | γράφεται καὶ μελοποιοί: —MgBg | |
sch Ph789 | ἀλλὰ σὺν ὁπλοφόροις: τοῦτο μὲν οὐ ποιεῖς, ἀλλὰ τόδε. τὸ ἑξῆς· ἀλλὰ προχορεύεις: —MTA ἄλλως: σὺ δὲ, φησὶν, ὦ Ἄρες, ἀνασκιρτᾷς σὺν ὁπλοφόροις ἀν‐ δράσι καὶ χορεύεις χορείαν ἄτοπον τὸν Ἀργείων στρατὸν παροξύνας κατὰ | |
5 | τοῦ τῶν Θηβαίων αἵματος: —MTA ἄλλως: ἀλλὰ σὺν ὁπλοφόροις κῶμον ἀναυλότατον προχορεύεις στρα‐ τὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβης, τουτέστι τῷ γένει τῶν Θηβαίων. Ὅμηρος [δ 611]· ‘αἵματος εἶς ἀγαθοῖο, φίλον τέκοσ‘: —MTAB † ἄλλως: ἀλλὰ σὺν ὁπλοφόροις Θήβαις στρατὸν Ἀργείων ἐπιπνεύ‐ | |
10 | σας, ὅ ἐστιν ἐνθουσιάσας ἑκάτερον στράτευμα καὶ κατόχους αὐτοὺς ποιή‐ σας, [ἑαυτοῦ] αἵματι κῶμον ἀναυλότατον προχορεύεις, ὅ ἐστι· προκαλῇ αὐτοὺς εἰς ἄμουσον κῶμον σὺν αἵματι. λέγει δὲ τὸν πόλεμον: —TAB παροξύνας ἐκμήνας: —Mi | |
sch Ph791 | κῶμον ἀναυλότατον: κακόαυλον: —MMg ἐκμελῆ καὶ ἄμουσον. σάλπιγξ γάρ ἐστιν ὁ πολεμικὸς αὐλός: — MAB κῶμος εἶδος ὀρχήσεως: —MAgBi | |
5 | προχορεύεις: ἡ προ πλεονάζει, ὡς τὸ [Β 493]· ‘νῆάς τε προ‐ πάσασ‘. ἀντὶ τοῦ κωμάζεις: —MTAB | |
sch Ph792 | οὐδ’ ὑπὸ θυρσομανεῖ: οἷον· οὐ χορεύεις μετὰ κλάδων καὶ | |
δερμάτων ἐλαφείων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων παρὰ ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ ποταμοῦ ταῖς ἱππικαῖς χορείαις ἀνασκιρ‐ τᾷς ἐπεγείρας καὶ παροξύνας τὴν γένναν τῶν Θηβαίων τοῖς Ἀργείοις τὸν | 332 in vol. 1 | |
5 | χορὸν τὸν φέροντα καὶ σείοντα τὰς ἀσπίδας ἐξ ἐναντίας κοσμήσας τῷ σιδήρῳ: —MT ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν τῷ μανίαν ἐμποιοῦντι θύρσῳ: —Mg οὐδ’ ὑπὸ θυρσομανεῖ: ἀντὶ τοῦ μετὰ θυρσομανοῦς. λέγει δὲ τοῦ Διονύσου. ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν θυρσομανεῖ Διονύσῳ· ὅπερ | |
10 | καὶ ἄμεινον: —TAB νεβρίδων μέτα: νεβρίς ἐστι δέρμα ἐλάφου κατάστικτον ὃ φοροῦ‐ σιν οἱ βακχευταί. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατα‐ τέμνοντες ποικίλον αὐτὸ ποιοῦσιν, οἱ σώφρονα μανίαν μαινόμενοι τῷ καταστίκτῳ τῆς νεβρίδος σοφίζονται τῆς μανίας τὸ σχῆμα: —MTAB | |
15 | δινεύεις: οὐδὲ χορεύεις, φησὶν, ὑπὸ θυρσομανεῖ, τῷ κώμῳ, μετὰ νεβρίδων, ἐν ἅρμασι καὶ ἵπποις ἀναστρεφόμενος. τουτέστιν· οὐ νεβρίδας ἔχων καὶ θύρσους, ὥσπερ οἱ τοῦ Διονύσου χοροὶ, δινεύεις καὶ περιχορεύεις, ἀλλ’ ἅρμασι καὶ ἵπποις ἐπιβαίνεις. ἅρμασι δὲ τοῖς τετραπόδοις, ἅρμασιν οἷς τετράποδα ὑπέζευκται: —MTA | |
sch Ph793 | λείπει τὸ ἀλλά: —Mg χαλινῶν. ἀντιπτώσεις δέ εἰσι· σὺν ἅρμασι καὶ ψαλίοις μονο‐ νύχων πώλων τετραβαμόνων, ἢ τετραπόδων: —MiTABi † ἄλλως: ψαλίων: τῶν ἵππων, παρὰ τὸ ψᾶσθαι αὐτοὺς λίαν | |
5 | ἤτοι τιθασεύεσθαι. τῇ γὰρ ἐπαφῇ τῶν χειρῶν οἱ ἵπποι συχνῶς κατα‐ ψώμενοι τιθασοὶ λίαν γίνονται, ὥστε † οὔτε χρὴ δὴ λέγεσθαι ψάλιον ἵππον. διαφέρουσι δὲ αἱ λέξεις, ἡ ψάλιος καὶ τὸ ψέλλιον. σημαίνει γὰρ ἡ μὲν τὸ τιθασευόμενος ἵππος, ἡ δὲ πᾶν τὸ ἐπιτιθέμενον ἵπποις εἰς κόσμον καὶ δυνάμενον ἐν τῇ κινήσει ψελλισμὸν, ἤτοι ψιθυρισμὸν, ἀπο‐ | |
10 | τελεῖν: —A † οὕτως συντάξεις τὸ ὅλον χωρίον· οὐ δινεύεις καὶ στρέφεις μώ‐ νυχα πῶλον μετὰ νεβρίδων καὶ ἐλαφείων δερμάτων ὑπὸ τῷ θυρσομανεῖ καὶ χαίροντι τοῖς θύρσοις καὶ νάρθηξι Διονύσῳ, ἀλλὰ δινεύεις καὶ στρέφῃ ἐν ἅρμασι καὶ τετραβάμοσι τῶν ψαλίων καὶ τῶν ἵππων, ἤτοι | 333 in vol. 1 |
15 | τετρώρῳ ἵππῳ: —A μεταπλασμός· ἀπὸ τοῦ μονόνυχον μώνυχα: —MiAg Ἰσμηνοῦ τ’ ἐπὶ χεύμασι: ἡδὺ μὲν καὶ χαρίεν οὐδὲν πράττεις, ἐπιβαίνων δὲ τοῖς χεύμασι τοῦ Ἰσμηνοῦ σὺν ἅρμασι καὶ ψαλίοις μονο‐ νύχων πώλων τῇ ἱππικῇ ἐκμαίνῃ: —MTAB | |
sch Ph794 | ἱππικαῖς ὁρμαῖς. ἢ ἐπιστήμαις: —MiAg βακχεύεις ὁρμᾷς διατρέχεις ταχύνεις καὶ ἀναπηδᾷς: —MiAg κατὰ τῶν Ἀργείων ἐνόπλους παροξύνας τοὺς Θηβαίους: —MiAg ἐπιπέμψας, παροξύνας τοὺς Θηβαίους καὶ ἐξ ἐναντίας αὐτοὺς στή‐ | |
5 | σας τοῖς Ἀργείοις. ἀπὸ δὲ τοῦ ἐναντίου νῦν εἶπεν· ἐν γὰρ τοῖς ἀνω‐ τέρω τοὺς Ἀργείους εἶπε παρωξύνθαι κατὰ τῶν Θηβῶν, τοῦτο δέ φησιν ὡς τοῦ Ἄρεως ἑκατέρους παρορμήσαντος κατ’ ἀλλήλων: —MTAB | |
sch Ph795 | τῶν Θηβαίων γένος: —MgAg Σπαρτῶν γένναν: τοὺς Θηβαίους· οἱ γὰρ περιλειφθέντες ἐκ τῶν σπαρτῶν ὀδόντων τοῦ δράκοντος τῶν ἑξῆς πάντων εἰσὶ πρόγονοι: —MiTA ἀσπιδοφέρμονα θίασον ἔνοπλον: ποιεῖς δηλαδὴ θίασον ἀσπι‐ | |
5 | δοφέρμονα: —MTA ἄλλως: ἀντὶ τοῦ ἀσπιδοθρέμμονα· φέρσαι γὰρ τὸ θρέψαι· τὸν ἐν ἀσπίδι τραφέντα, τουτέστι τὸν σπαρτὸν λαὸν τὸν πολεμικόν. παραγώγως, ἀντὶ τοῦ ἀσπιδηφόρον: —TAB ἄλλως: ὁ νοῦς οὕτως· κοσμήσας χορὸν οὐ θυρσοφόρον, ἀλλ’ ἀσπι‐ | |
10 | δοφέρμονα, οὐ συνθιασώτην καὶ σύγκωμον χορὸν, ἀλλ’ ἀντίπαλον, οὐ | |
κισσῷ κοσμήσας, ἀλλὰ χαλκῷ. εἰ δὲ ἦν ἐπὶ Διονύσου, οὕτως ἂν ἔφη· θυρσοφόρον θίασον σύγκωμον κατὰ σύμφυτα ὄρη κισσῷ κοσμήσας οὐ κατὰ τείχη: —MTAB † ἄλλως: κυρίως θίασος ὁ τοῦ Διονύσου χορὸς λέγεται ὁ μετὰ | 334 in vol. 1 | |
15 | νεβρίδων ἐκείνῳ συγχορεύων. διὰ τοῦτο ἐνταῦθα ἀντίπαλον θίασον καὶ ἀσπιδοφέρμονα καὶ ἔνοπλον τοὺς Ἀργείους καλεῖ τοὺς σὺν τῷ Ἄρει τὴν ἔνοπλον χορείαν ποιουμένους: —A | |
sch Ph797 | ἀντιστήσας θίασον ἔνοπλον τῇ Σπαρτῶν γέννᾳ: —MiAg ἀντιπαραταττόμενον: —MgAg τουτέστιν ὁπλίσας: —MgAg | |
sch Ph798 | ἦ: τοῦτο καθολικόν· ὄντως δεινὴ θεὸς ἡ Ἔρις: —MgAgBi | |
sch Ph800 | τοῖς Θηβαίοις· πρόγονος γὰρ αὐτῶν ὁ Λάβδακος: —MiBi | |
sch Ph801 | ὦ ζαθέων πετάλων: ὦ νάπος τῶν ζαθέων πετάλων. νάπος πετάλων τὸ σύμφυτον ὄρος. τὸ ἑξῆς· ὦ Κιθαιρὼν πολυ‐ θηρότατον ὄρος σύμφυτον· τοῦτο γὰρ δηλοῖ νάπος πετάλων: —MTAB ἄλλως: ζαθέων: μεγάλων φύλλων. ἢ θείων, ὥσπερ φαμὲν | |
5 | θεῖον τόπον διὰ τὸν ἐν αὐτῷ θεόν. λέγονται γὰρ ἐν αὐτῷ ἱδρῦσθαι αἱ Μοῦσαι καὶ δένδροις διαφόροις κεκοσμῆσθαι: —MTAB ὑπὸ φύλλων πεπλεγμένον: —MiAg | |
sch Ph802 | ὄμμα Κιθαιρὼν: ὅπερ ἐφορᾷ ἡ Ἄρτεμις ὑπὲρ τὰ ἄλλα ὄρη. καὶ ἔστιν ὅραμα ** ἢ ὡς καλλιστεῦον παρὰ τῇ θεῷ, ὥσπερ ἐν τῷ σώματι τὸ ὄμμα. πολύθηρον γάρ ἐστι, κυνηγέτις δὲ ἡ θεὸς Ἄρ‐ τεμις ὑπάρχει: —MTAB | |
5 | ἄλλως: ὦ ὄμμα τῶν ἄλλων ὀρῶν Κιθαιρών, ὅραμα, ἤτοι διὰ τὸ ὑψηλὸν εἶναι καὶ πόρρωθεν τοῖς πᾶσιν ὁρᾶσθαι, ἢ ὅτι ἄνωθεν ἦν πάντα καθορᾶν. ἢ ἁπλῶς ἐκπρεπέστατον χρῆμα αὐτὸν ἂν εἴη λέγων. λέγει τὸν Κιθαιρῶνα ὑπὲρ τὰ ἄλλα πάντα ὄρη * τῇ Ἀρτέμιδι ὥσπερ | |
ὀφθαλμὸς ἐν σώματι. λέγονται δὲ ἐνταῦθα ἱδρῦσθαι αἱ Μοῦσαι: —MTA | 335 in vol. 1 | |
sch Ph803 | ἀντὶ τοῦ γέννημα: —MiAgBg | |
sch Ph804 | Οἰδιπόδα βρέφος, κατὰ περίφρασιν τὸν Οἰδίπουν: —MgAgBi τὸν ἐκβεβλημένον τῶν οἴκων. τὸ ἐκριφὲν βρέφος ἐκ τῶν οἴκων· ἐξετέθη γὰρ εἰς τὸ ὄρος: —Mi | |
sch Ph805 | χρυσοδέτοις περόναις: ἡ μὲν Ἰοκάστη ὡς ἀκριβῶς εἰδυῖα εἶπε [26] σιδηρᾶς τὰς περόνας· αὗται δὲ ὡς βάρβαροι οὐκ ἀκριβῶς ἴσασιν: —MTAB περόναις ἐπίσαμον: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον | |
5 | ἑαυτὸν ἐτύφλωσεν· οὐ γὰρ ταῖς τῶν ποδῶν. εἶπε γὰρ [26] σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον: —MTA ἄλλως: νῦν φησι χρυσῷ διαπεπερονῆσθαι τὰ σφυρὰ τοῦ Οἰδί‐ ποδος, ἄνω δὲ εἶπε σφυρῶν σιδηρᾶ· ἐκτὸς εἰ μὴ οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμον, ἀλλὰ διὰ τὴν τύφλωσιν | |
10 | ἐπίσημον αὐτὸν γεγονέναι. μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκων· οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται, ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέραις συγκατατίθεται: —MTA † ἐπίσαμον: τὸν ὕστερον γενόμενον ἐπίσημον διὰ τὴν τύφλω‐ | |
15 | σιν: —ABi | |
sch Ph806 | μηδὲ τὸ παρθένιον πτερόν: ἀπὸ κοινοῦ τὸ ὤφειλεν, τουτ‐ έστι· μηδὲ ἡ Σφὶγξ ὤφειλεν εἰς τὰς Θήβας ἐληλυθέναι. αὕτη γὰρ ἀρχὴ τῆς συμφορᾶς ἐγένετο τοῦ Οἰδίποδος· διὰ τὸ εὑρηκέναι γὰρ τὸ προτεθὲν ὑπ’ αὐτῆς ζήτημα ἔγημε τὴν μητέρα κατ’ ἄγνοιαν. προέκειτο | |
5 | γὰρ εἰς γάμον τῷ συνιέντι: —MTAB † παρθένιον πτερὸν καλεῖ τὴν Σφίγγα διότι λέγεται μῦθος τὰ ἄνω μέρη τοῦ σώματος παρθένου γυναικὸς ἔχειν, τὰ δὲ κάτωθεν ἀετοῦ. πρὸς | |
μὲν τὴν παρθένον τὸ παρθένιον, πρὸς δὲ τὸν ἀετὸν τὸ πτερόν: —A γράφεται οὔρειον: —Mg | 336 in vol. 1 | |
10 | οὔρειον τέρας ἐλθεῖν: ὀρεινὸν ἄγριον. ἢ ἴσως ἐπειδὴ ἐν Κιθαιρῶνι τῷ ὄρει ἐτρέφετο, τέρας αὐτήν φησι· τέρας δέ ἐστι πᾶν τὸ παρὰ φύσιν. τὸ δὲ ἑξῆς· μηδὲ τὸ παρθένιον πτερὸν Σφιγγὸς ὤφει‐ λεν ἐλθεῖν εἰς πένθεα ταύτης τῆς χθονός. τέρας δὲ τὴν Σφίγγα λέγει, ἐπεὶ πτερωτὴ ἦν παρθένου ἔχουσα πρόσωπον, λέοντος δὲ τὸ πᾶν | |
15 | σῶμα, μιξοφυὴς οὖσα: —MTAB † ἄλλως: ἀπὸ μέρους τὴν ὅλην· μηδὲ τὸ πτερὸν τῆς Σφιγγὸς ἐκεῖνο τὸ τέρας, ὅπερ ἦν πένθος τῆς γῆς: —TA † ἄλλως: οὔρειον δὲ τέρας διὰ τὸ δόξαι αὐτὴν ἀπὸ τοῦ ὄρους Κιθαιρῶνος τερατοειδῶς κατελθεῖν: —A | |
20 | ἀντὶ τοῦ· πένθος τῆς γῆς ἡ Σφίγξ: —MiBi | |
sch Ph807 | Σφιγγὸς ἀμουσοτάταισι: σὺν κακομούσοις προβλήμασι καὶ σοφίσμασι τῆς Σφιγγός. ᾠδὴν δὲ κακόμουσον τὸ αἴνιγμά φησιν, ἐπεὶ ἐμμελῶς τε καὶ ἐμμέτρως ἐλέγετο, ἀπώλλυε δὲ πολλοὺς τῶν Θη‐ βαίων· μὴ εὑρίσκοντες γὰρ τὸ αἴνιγμα κατησθίοντο: —MTAB | |
5 | ἀοιδαῖς: —MgAg | |
sch Ph808 | ἅ ποτε Καδμογενῆ: ἥτις ἐπικαθεζομένη τοῖς τείχεσι τετρα‐ βάμοσι χηλαῖς τὴν Καδμογενῆ γένναν, τουτέστι τοὺς Θηβαίους, εἰς αἰθέρος ἄβατον φῶς ἀνῆγεν. ἐπεὶ ἄβατος καὶ αὐτοῖς τοῖς ὀρνέοις ἐστίν: —MTAB | |
5 | τὸ ἑξῆς· Καδμογενῆ γένναν: —MgBi τετραδακτύλοις ποσίν: —MiAgBg γράφεται χηλαῖσι: —Mg | |
sch Ph809 | καθεζομένη: —MgAg φέρεν αἰθέρος: ὑπερβολικῶς, ἀντὶ τοῦ εἰς ὕψος πολὺ ὥστε προσ‐ | |
εγγίζειν τῷ αἰθέρι ἔφερε τὴν Καδμογενῆ γένναν. τοιοῦτον γάρ τι ἱστο‐ ρεῖται ὅτι εἰς ὕψος αὐτοὺς ἀνήγαγε καὶ ἠφίει ἐπὶ τῆς γῆς φέρεσθαι | 337 in vol. 1 | |
5 | πρῶτον ἄνω διασπαράξασα: —MTAB | |
sch Ph810 | ἃν ὁ κατὰ χθονὸς Ἅιδας: ἣν Ἐρινύς τις ἢ Ἀϊδωνεὺς ἢ ἀλάστωρ ἐφῆκε τῇ πόλει· πάντα γὰρ τὰ δεινὰ χθόνια ἔλεγον οἱ ἀρχαῖοι: — MTAB | |
sch Ph811 | ἀντὶ τοῦ ἐπέπεμπεν: —MgAgBi δυσδαίμων δ’ ἔρις: μετὰ δὲ ταῦτα δυσδαίμων ἔρις ἄλλη αὔξεται κατὰ τοὺς οἴκους τοῦ Οἰδίποδος τῶν παίδων. ἄλλη δὲ ἔρις ἄλλα ποιεῖ κατὰ διαδοχὴν κατὰ τὴν πόλιν καὶ τὸν οἶκον τῶν Οἰδίποδος παί‐ | |
5 | δων. κακοὶ γὰρ ὄντες κακὰ πάσχουσιν ὡς παρὰ φύσιν τεχθέντες: — MiTAB | |
sch Ph814 | οὐ γὰρ ὃ μὴ καλόν: τὸ πρῶτον οὐ περιττόν ἐστιν: — MiTAAgBg οὐ γάρ ποτε τοῦτο καλόν ἐστιν, εἴπερ αὐτὸ τὴν ἀρχὴν ἀπὸ ῥίζης μὴ ἔφυ καλόν. τοῦτο δέ φησι διὰ τὸν Οἰδίποδα παρανόμως γήμαντα | |
5 | τὴν μητέρα καὶ παρανόμως παῖδας τεκόντα. τοῦτο οὖν, φησὶ, τὸ μὴ καλῶς γενόμενον οὔποτε ἐπαινέσομεν· οὐδὲ γὰρ αὐτὸ τὸ γεγονέναι ἦν καλόν: —MiTAB | |
sch Ph815 | οὐδ’ οἱ μὴ νόμιμοι: ἀπὸ κοινοῦ τὸ οὐ καλόν· οὐδὲ οἱ ἄνομοι παῖδες καλόν, οἱ παρὰ τὸν τῆς φύσεως νόμον γενόμενοι, ἀλλὰ κατάρατοι καὶ ἀνόσιοι: —MiTAB οὐδὲ οἱ ἄνομοι παῖδες καλὸν μητρὶ λόχευμα: —MiAg | |
sch Ph816 | παῖδες μητρὶ λόχευμα: κατὰ κοινοῦ τὸ οὐ καλόν, τουτ‐ έστιν· οὐ καλὸν οἱ μὴ νόμιμοι παῖδες, οἷον Οἰδίπους παρὰ τὸν τῆς φύσεως νόμον συγγενόμενος τῇ μητρὶ καὶ ἀνελὼν τὸν πατέρα. οὐ κα‐ λὸν οὖν, φησὶ, γέννημα, ἀλλὰ κατάρατον παῖς τῆς τοῦ πατρὸς καὶ μη‐ | |
5 | τρὸς ἐπιβαίνων εὐνῆς· συναίμονα γὰρ εἶπε τὸν πατέρα τοῦ παιδὸς, ἐπειδὴ | |
ἐξ ἑνὸς αἵματος ὁ παῖς τῷ πατρί. δύναται δὲ καὶ ἐπὶ τοῦ Ἐτεοκλέους ἡρμόσθαι ὁ λόγος, καὶ ἐροῦμεν οὕτως· οὐ καλὸν γέννημα οἱ μὴ νόμι‐ μοι παῖδες τῇ μητρί, οἷον Ἐτεοκλῆς καὶ Πολυνείκης ἐκ λέχους τοῦ αὐτοῦ πατρὸς καὶ ἀδελφοῦ ἐλθόντες εἰς φῶς, ἵνα ᾖ τὸ συναίμονος | 338 in vol. 1 | |
10 | ἀντὶ τοῦ ἀδελφοῦ, τὸ δὲ εἰς λέχος ἀντὶ τοῦ ἐκ λέχους, λόχευμα δὲ τὸ γέννημα: —MiTA ἄλλως: οἵτινες παῖδές εἰσι τῇ μητρὶ λόχευμα, μίασμα δὲ τοῦ πατρὸς, διὰ τὸ δι’ αὐτοὺς τετυφλωκέναι ἑαυτὸν ἢ διότι αὐτὸν ἔκρυψαν. ** πατρὸς δὲ τοῦ καὶ συναίμονος ἐκ λέχους ἦλθον. ἐὰν δὲ ᾖ ἣ δέ, | |
15 | ἥτις, ἡ μήτηρ, ἦλθεν εἰς τὸ ἑαυτῆς αἷμα: —MTA μίασμα πατρός: πῶς μίασμα πατρός· ὅτι συναίμονος εἰς λέχος ἦλθεν, ὅ ἐστι τοῦ ἀδελφοῦ αὐτῶν Οἰδίποδος: —MiTAB | |
sch Ph817 | ὁ δέ ἀντὶ τοῦ γάρ: —MgAg γράφεται σύναιμον: —Mi τοῦ υἱοῦ: —MgAg | |
sch Ph818 | ἔτεκες ὦ γᾶ: ταῦτα ἐφεξῆς μέχρι τοῦ τέλους τοῦ χοροῦ ἀνακλητικῶς προφέρουσι μακαρίζουσαι τῆς ἀρχαίας εὐδαιμονίας τὰς Θή‐ βας. τὸ δὲ ἑξῆς· ἔτεκές ποτε, ὦ Γῆ, γένναν ὀδοντοφυῆ Σπαρτῶν τὴν ἀπὸ φοινικολόφοιο δράκοντος, ὥς ποτε ἠκούσαμεν κατὰ τὴν βάρβαρον | |
5 | ἀκοὴν ἡμῶν ἐν τῇ πατρίδι οὖσαι. τὸ οὖν ἀπὸ φοινικολόφοιο δρά‐ κοντος συναπτέον. θηρότροφον δὲ γένναν περιφραστικῶς τοὺς Σπαρ‐ τοὺς, ἐπεὶ ἀπὸ θηρίου, τοῦ δράκοντος, ἐτέχθησαν. τάσσεται δὲ τὸ τρα‐ φῆναι ἐπὶ τοῦ γεννηθῆναι [ἢ ἐπὶ τοῦ αὐξηθῆναι] καὶ ἀναδοθῆναι ἀπὸ τῆς γῆς: —MTAB | |
sch Ph820 | τοῦ ἐν θηρσὶ τραφέντος δράκοντος. θηριώδους: —MiAg | |
sch Ph821 | τὴν γενομένην ἐκ τῶν ὀδόντων: —MiAg | |
κάλλιστον ὄνειδος: κάλλιστον κλέος ταῖς Θήβαις αὐτοὺς, τοὺς Σπαρτοὺς, φησίν. ἔστι δὲ ὄνειδος τῶν μέσων λέξεων, ὡς καὶ τύχη καὶ ζῆλος καὶ δόλος: —MTAB | 339 in vol. 1 | |
sch Ph822 | Ἁρμονίας δέ ποτ’: καὶ κατὰ τοῦτο, φησὶ, μακαρία ἡ πόλις ὅτι γαμοῦντι τῷ Κάδμῳ τὴν Ἁρμονίαν συνῆλθον οἱ θεοί: —MTA | |
sch Ph823 | φόρμιγγί τε: καὶ τοῦτο, φησὶν, εἰς εὐδαιμονίας λόγον ταῖς Θήβαις συνέβη, τὸ ὑπὸ τῆς λύρας Ἀμφίονος τειχισθῆναι: —MTAB | |
sch Ph824 | ᾠκοδομήθη: —MiAgBi ἀπὸ κοινοῦ τὸ ἀνέσταν: —AgBi | |
sch Ph825 | τὸν περάσιμον τόπον: —MgAgBg ἀμφὶ μέσον Δίρκας: λείπει τὸ ὅς· ὅς, ὁ πόρος, κατὰ τὸ πε‐ δίον τῆς Δίρκης ἔμπροσθεν τοῦ Ἰσμηνοῦ καταδύεται. οὗτοι γάρ εἰσιν οἱ δύο ποταμοὶ, ἡ Δίρκη καὶ ὁ Ἰσμηνός: —AB | |
5 | † ἄλλως: περὶ τὸν μέσον πόρον τῶν διδύμων ποταμῶν τῆς Δίρκης· ἥτις σχιζομένη δύο ἀποτελεῖ ποταμοὺς, οὓς καὶ διδύμους ἐκάλεσεν, ἐπεὶ ἐξ ἑνὸς οἱ δύο ἀποτελοῦνται: —AB | |
sch Ph827 | ἀντὶ τοῦ καταδύεται. λείπει δὲ ἥτις· 〈ἥτισ〉 ἐπαρδεύει τὸ πεδίον, ἡ Δίρκη: —Mi | |
sch Ph828 | Ἰώ θ’ ἁ κερόεσσα: πρὸς ἅπασι τούτοις καὶ Ἰὼ ἔχουσιν οἱ Θηβαῖοι προμήτορα: —MTA καὶ ἄλλως: καὶ ὦ Ἰὼ κερατοφόρε, ἥτις ἐγέννησε τοὺς βασιλεῖς τῶν Θηβαίων καὶ ἤνεγκε μυριάδας ἀγαθῶν ἀντὶ τῶν κακῶν: —MTAgBi | |
5 | πρόγονος: —Mg | |
sch Ph830 | μυριάδας δ’ ἀγαθῶν: συνελόντι δὲ, φησὶ, φράσαι [συντόμως] ἡ πόλις αὕτη μυρία ἀνδραγαθήματα καὶ νίκας συνάπτουσα εἰς ἄκρον ἐν τῷ πολέμῳ προελήλυθεν ἀνδραγαθημάτων, ὡσεὶ ἔλεγε· τὴν οὕτως μακα‐ ρίαν οὐκ ἀπεικὸς τοὺς ἐπελθόντας πολεμίους ἀπώσασθαι: —MTAB | |
5 | † ἢ οὕτως· ἡ ἤδη τοσαῦτα πλεονεκτήματα εὐτυχήσασα καὶ ἄλλα | |
ἄλλοις ἀμειψαμένη νῦν ἐπὶ ξυροῦ πολέμου ἕστηκεν: —TAB † ἄλλως: ἡ δὲ πόλις αὕτη πρὸς τοῖς ἄλλοις ἄλλας διαδεξαμένη μυριάδας ἀγαθῶν νῦν ἐν κινδύνοις ἄκροις ἕστηκεν: —TA | 340 in vol. 1 | |
sch Ph831 | ἐπ’ ἀγωνίσμασι πολεμικοῖς. ἢ ἐπὶ ξυροῦ ἕστηκεν: — MiABi | |
sch Ph834 | ἡγοῦ πάροιθε: Μαντὼ ἐκαλεῖτο ἡ θυγάτηρ τοῦ Τειρεσίου: — MTBi Πείσανδρος ἱστορεῖ ὅτι Ξάνθη γαμηθεῖσα Τειρεσίᾳ ἐποίησε παῖδας τέσσαρας, Φαμενὸν Φερεκύδην Χλῶριν Μαντώ: —MT | |
sch Ph835 | ὡς ἄστρον τοῖς ναύταις: —MgAg | |
sch Ph836 | δεῦρ’ εἰς τὸ λευρόν: εἰς τὸ ὁμαλὸν καὶ ἰσόπεδον τὸ ἴχνος τοὐμὸν τιθεῖσα πρόβαινε καὶ μὴ εἰς τὸ κεκρυμμένον, ἵνα μὴ σφαλῶμεν τῆς οἰωνοσκοπίας: —MTAg τιθεῖσα φέρε: —Mg | |
sch Ph837 | μὴ πέσωμεν: —MgAg ὅτι καὶ τυφλὸς καὶ γέρων: —MgAg | |
sch Ph838 | κλήρους τέ μοι φύλασσε: τοὺς μισθοὺς φύλασσε: — MTABg τήρει σὺ τοὺς κλήρους ἐμοί, τουτέστι τὰς τῶν πτήσεων σημειώ‐ σεις: —M | |
5 | τὰς μαντικὰς ψήφους: —MgAg | |
sch Ph839 | οἱ γὰρ οἰωνοσκόποι ἐν δέλτῳ ἐσημειοῦντο τὰς πτήσεις, ἵνα διὰ μνήμης ἔχοιεν. εἰ δὲ τυφλὸς ἦν, μὴ θαυμάσῃς· ἡ γὰρ θυγάτηρ ἔμπειρος οὖσα τὰς γινομένας πτήσεις ἐσημειοῦτο. φασὶ δὲ αὐτὴν μετὰ τὸν θάνατον τοῦ πατρὸς ἀρίστην μάντιν γενέσθαι: —TAB | |
sch Ph840 | † θάκοισιν 〈ἐν〉 ἱεροῖσιν: τόπος Θήβης οἱ θᾶκοι, ὅπου ἐμαντεύετο ὁ Τειρεσίας: —AB | |
sch Ph841 | ἀντὶ τοῦ τέκνον ἐμὸν καθ’ ἡλικίαν: —MgAgBi | |
sch Ph842 | χρόνον δεῖ ἐν μέσῳ λαβεῖν: —MgBi | 341 in vol. 1 |
sch Ph843 | ὅτι οἱ πόδες μου ἐκοπώθησαν: —MgAg | |
sch Ph844 | τὴν ὁδόν. οἷον ἔλευσιν, ὅ ἐστι τὸ μῆκος τῆς ὁδοῦ: —MgA μόλις περῶ: ἀπὸ γὰρ τῶν Ἀθηνῶν παραυτίκα ἔρχεται πρόσφα‐ τος: —MTA | |
sch Ph845 | θάρσει πρὸς τὸ ἐξορμίσαι τὸν πόδα: —Mg | |
sch Ph846 | ἐξόρμισαι σὸν πόδα: ἔστησας: —MTAB ἄλλως: ἀντὶ τοῦ ἐξώρμισαι· τὸ ο ἀντὶ τοῦ ω· ἐκβέβληκας, ἔστησας: —MTAB † ἄλλως: λείπει τὸ ἔστι· 〈ἔστι〉 στῆσαί σε τὸν πόδα: —A | |
5 | ἢ ἐξόρμισον προστακτικῶς, ἀντὶ τοῦ στῆσον, ἐκ μεταφορᾶς τῶν εἰς λιμένα καταγομένων νεῶν: —MTA | |
sch Ph847 | ὡς πᾶς’ ἀπήνη: ** καὶ οἱ γεγηρακότες, φησὶν, ὑπὸ ξένης χειραγωγεῖσθαι ὀφείλουσιν. ἤτοι ἐν τῷ μὴ δύνασθαι αὐτὴν καθ’ ἑαυτὴν ἄνευ ζῴων τρέχειν· ἢ, ὅπερ βέλτιον καὶ ἀκόλουθον, ἐν τῷ τὰ ὑπεζευγμένα ζῷα ἄνευ τοῦ ἡνιοχοῦντος μὴ δύνασθαι τρέχειν, ἵνα καὶ | |
5 | αὐτὴν τὴν ζεῦξιν ἀπήνας λέγῃ. θυραίας δὲ ἀλλοτρίας ὡς πρὸς τὰ ἕλκοντα ζῷα, μὴ κοινωνούσης τοῦ ἑλκυσμοῦ. ἐὰν δὲ ἐπὶ τῆς ἁμάξης μόνον, ἁπλούστερον, τῆς ἀλλοτρίας τῶν ζῴων: —MTA | |
sch Ph848 | ὁδηγήματα: —MgAg | |
sch Ph850 | ἀντὶ τοῦ συνάγαγε, ἀναλάμβανε σαυτόν: —MgAg ἀνάκτησον δύναμιν: —MgAg | |
sch Ph851 | στήσας τὴν ὁδοιπορίαν: —Mg αἶπος ἐκβαλὼν ὁδοῦ: νῦν τὸν κάματον, ἢ τὸ ἐκ τῆς ὁδοῦ ἆσθμα γενόμενον. ἄλλοι δὲ αἶπος τὸ ὕψος, νῦν δὲ καταχρηστικῶς τὸ μῆκος· | |
ὡς καὶ ‘αἰπὺς ὄλεθροσ‘: —MTAB | 342 in vol. 1 | |
sch Ph852 | γράφεται παρεῖμαι, ἀντὶ τοῦ· ἐκλέλυμαι τὰ γόνατα τῷ κόπῳ: —MiBi | |
sch Ph853 | ἐνταῦθα ἐνεχθείς: —MgAg τῆς πρὸ ταύτης: —Mg χθὲς δηλονότι: —MgAg | |
sch Ph854 | Εὐμόλπου δορός: Εὔμολπος παῖς Ποσειδῶνος καὶ Χιόνης τῆς Βορέου καὶ Ὠρειθυίας θυγατρὸς Ἐρεχθέως· ὃς πολεμῶν τὰς Ἀθή‐ νας ἐπὶ τοῦ νεωτέρου Ἐρεχθέως ἐφονεύθη παρ’ αὐτοῦ. καὶ ἄλλοι δύο υἱοὶ Ποσειδῶνος παρὰ τοῦ Ἐρεχθέως ἀνῃρέθησαν ἐν ἐκείνῳ τῷ πολέμῳ | |
5 | συμμαχοῦντες Εὐμόλπῳ, Φόρβας καὶ Ἰμμάραδος. τότε δὲ ἐπὶ τῇ εἰρήνῃ τὰ μυστήρια Δήμητρος ἐτέλεσαν: —MTA ἐπίτηδες πρὸς ἔπαινον τῶν Ἀθηναίων ἀνακεχρόνισται, τέσσαρσι γενεαῖς προὔχοντα τοῦ Θηβαϊκοῦ πολέμου: —MTAB ἄλλως: τέσσαρσι γενεαῖς τοῦ Θηβαϊκοῦ πολέμου πρεσβύτερός ἐστιν | |
10 | Εὐμόλπου ὁ πρὸς Ἐρεχθέα πόλεμος. Ἐρεχθέως μὲν γὰρ Πανδίων, οὗ Αἰγεὺς, οὗ Θησεὺς ὁ τῶν ἐν Καδμείᾳ πεσόντων τὰ σώματα ἀνελόμενος. ἦν δὲ ὁ Εὔμολπος Θρᾳκῶν βασιλεὺς, ὃς λέγεται ἐλθεῖν εἰς Ἐλευσῖνα ἐπὶ τῷ μυηθῆναι τὰ Ἐλευσίνια. καὶ πρῶτος ἱστορεῖται ξένος μυηθῆναι· διὸ καὶ ἀπ’ αὐτοῦ ἄρχοντες ἐγένοντο ἱεροφάνται Εὐμολπίδαι Ἀθήνησιν. | |
15 | οὗτος συνεμάχησεν Ἐλευσινίοις στασιάζουσι κατὰ τοῦ βασιλέως Ἐρεχθέως καὶ ἡττηθεὶς ἐφονεύθη. ὕστερον δὲ κατὰ πυθόχρηστον ἐτιμήθη καὶ ὁ τάφος αὐτοῦ ἱερώθη διὰ τὸ πρῶτον τὰ Ἐλευσίνια μεμυῆσθαι. τινὲς δὲ υἱὸν Ποσειδῶνος τὸν Εὔμολπόν φασιν, ὃς ἡττηθεὶς ὑπὸ τῆς Ἀθηνᾶς εἰς τὴν ἔριν τὴν περὶ τῆς Ἀττικῆς διὰ τῆς ἐλαίας τὸν υἱὸν αὐτοῦ κατὰ | |
20 | τῶν Ἀθηναίων ἐκίνησεν: —MTAB | |
sch Ph855 | ὅπου: —MgAg | |
νικηφόρους: —MgAg τοὺς Ἀθηναίους: —MgAg | 343 in vol. 1 | |
sch Ph856 | καὶ τόνδε χρυσοῦν στέφανον: στεφάνους γὰρ ἔχουσιν ἐν τοῖς πολέμοις, ἵνα νικῶντες ἀναδέωνται: —MTAB | |
sch Ph857 | τιμὴν ἀριστεῖα: —MgAg | |
sch Ph858 | οἰωνὸν ἐθέμην: σημεῖον ἐθέμην τοῦ ἡμᾶς νικῆσαι: — MTABi | |
sch Ph859 | ταραχῇ συγχύσει κακῶν: —MgAgBi | |
sch Ph860 | καὶ μέγας Θήβαις ἀγών: ἀγὼν τῆς μάχης τῶν Ἀργείων καὶ τῶν Θηβαίων: —MTA κίνδυνος: —MgAg | |
sch Ph861 | ὁπλισθείς: —MgAg | |
sch Ph862 | ἀντὶ τοῦ πρὸς Ἀργείους: —Mg τὴν τῶν Ἀργείων. Μυκήνη γὰρ πόλις Ἄργους: —MgBi | |
sch Ph863 | ἔγραψε, δι’ ἐπιστολῆς ἐνετείλατο: —Mg | |
sch Ph865 | Ἐτεοκλέους μὲν οὕνεκ’: προεῖπεν ὁ Ἐτεοκλῆς τὴν αἰτίαν τῆς λύπης τοῦ μάντεως [772] ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην, ἀντὶ τοῦ ἐξεφαύλισα: —MTAB τὸ ἑξῆς· ἕνεκα μὲν τοῦ Ἐτεοκλέους κλείσας ἂν τὸ στόμα τοὺς | |
5 | χρησμοὺς ἐπέσχον: —MTA συγκλείσας: —Mg | |
sch Ph866 | τὰ μαντικά: —Mg | |
sch Ph867 | τὸ ἑξῆς· λέξω δέ σοι: —MgBi τὸ δὲ νοσεῖ ἀντὶ τοῦ στασιάζει δυστυχεῖ: —Mg νοσεῖ γὰρ ἥδε γῆ: τουτέστι· νοσεῖ ἡ πόλις ἐξ οὗ ὁ Λαῖος ἐγεννήθη καὶ ὁ Οἰδίπους ἔφυ καὶ ἡ τῶν ὀφθαλμῶν τύφλωσις ἐγένετο | |
5 | αὐτῷ. διαφθορὰν δὲ εἶπε τὴν τύφλωσιν: —MTA | |
sch Ph868 | ἐξ οὗ ’τεκνώθη: τέκνου πατὴρ ἐγένετο. ἀντὶ τοῦ ἐτέ‐ κνωσε. κατὰ ἀπαρίθμησιν δὲ προάγει τὸν λόγον. ἀπὸ τοῦ Λαΐου γὰρ ἀρξάμενος κατέβη εἰς τοὺς περὶ Ἐτεοκλέα καὶ Πολυνείκην: —MTAB ἐτέκνωσεν: —MgAg | 344 in vol. 1 |
5 | παρὰ προαίρεσιν: —MgAg ἔτεκεν: —MgAg | |
sch Ph869 | ἄθλιον: —MgAg | |
sch Ph870 | αἵ θ’ αἱματωποί: ἀφ’ οὗ καὶ αἱ αἱματώδεις τῶν ὀφθαλ‐ μῶν διαφθοραί: —MTA | |
sch Ph871 | παραλογισμός. παραίνεσις εἰς τὸ μὴ παραβῆναι τὸ θεῖον: —Mi θεῶν σόφισμα: ἐπίνοια θεῶν, ἵνα πᾶσι δειχθῇ μὴ παρακούειν θεῶν: —MiAB | |
sch Ph873 | ὡς δὴ θεούς: ὡς δὴ μέλλοντες ἐκ τούτου τὴν τῶν θεῶν κρίσιν ὑπεκβῆναι καὶ μέχρι τούτου οἰόμενοι στήσειν αὐτοῖς τὸ κακὸν τοὺς θεούς. διὰ τοῦ συγκλείειν τὸν πατέρα. παρατρέχοντες. κεκριμένον δὲ ἦν τοῖς θεοῖς ὥστε καὶ αὐτοὺς ἀλλήλους ἀποκτεῖναι: — | |
5 | MTAB | |
sch Ph874 | ἀπέτυχον: —MgAgBi ἀπαιδεύτως: —MgAgBi | |
sch Ph875 | οὔτ’ ἔξοδον διδόντες: καθεῖρξαν αὐτὸν, φησὶν, οὔτε τινὰ τιμὴν ἀποδιδόντες αὐτῷ οὔτε προελθεῖν που συγχωροῦντες. καὶ τούτου χάριν θυμωθεὶς αὐτοὺς κατηράσατο: —MTA | |
sch Ph876 | ἐπέρριψεν ἐφθέγξατο ἐξέβαλεν: —MgAg | |
sch Ph877 | λείπει τὸ τοὺς ὀφθαλμούς: —MgAg ὑβρισμένος: —Mg ὅτι τῷ περὶ τοὺς ὀφθαλμοὺς πάθει καὶ προσητίμαστο: —MTABi | |
sch Ph878 | τί οὐ δρῶν: γράφεται δὲ κἀγὼ τί μὴ δρῶν, ποῖα δ’ οὐ | |
λέγων ἔπη: —MTAB ὁποῖα δ’ οὐ λέγων ἔπη: λείπει ἡ διά· δι’ ἃ λέγων. τὸ δὲ οὐ ἀπὸ κοινοῦ: —MTAB | 345 in vol. 1 | |
5 | θέλων καταλῦσαι: —Mi | |
sch Ph879 | εἰς μῖσος: —MgAg εἰς ἔχθος ἦλθον: γράφεται καὶ εἰς ὄχλον, ἀντὶ τοῦ εἰς ὄχλη‐ σιν τῇ πόλει: —MTABi | |
sch Ph884 | διαφθαρήσῃ: —MgAg | |
sch Ph886 | ἐκεῖνο μὲν γάρ: ἐκεῖνο γὰρ πρῶτον ἦν ἴαμα, τῶν ἀπὸ Οἰδίπου μηδένα πολίτην μηδὲ ἄνακτα εἶναι τῇδε τῇ πόλει ὡς κακο‐ δαιμονοῦντας: —MTA ἄλλως: πρωτεῦον αἱρετώτατον: —MTABi | |
5 | ἔθος ποιητικὸν τὸ ἀπὸ τοῦ γάρ ἄρχεσθαι. Ὅμηρος [κ 190]· ‘ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν ὅπῃ ζόφοσ‘ καί [κ 226]· ‘ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη‘. καὶ Μένανδρος [frg. 232]· ‘ἐκ γειτόνων οἴκων γὰρ, ὦ τοιχώρυχε‘: —MTAB | |
sch Ph888 | ὡς κακοδαιμονοῦντας, δαίμονι ἀπανθρώπῳ καὶ σκληρῷ κατεχο‐ μένους: —MiB | |
sch Ph889 | ἐπεὶ δὲ κρεῖσσον: ἐπικρατέστερον τὸ κακόν. Ὅμηρος [Α 576]· ‘ἐπεὶ τὰ χερείονα νικᾷ‘: —MAB | |
sch Ph890 | ἐπίνοια βουλή: —MgAg | |
sch Ph891 | τόδ’ ἀσφαλές: ἀντὶ τοῦ ἄλυπον. λυπήσω γάρ σε. ἢ οὐκ ἀσφαλὲς διὰ τὸ αὐτὸν τεθνήξεσθαι: —MBi ἀκίνδυνον: —Mg | |
sch Ph892 | τὴν τύχην κεκτημένοις: εὐτυχίαν. τὸ ἐκ τοῦ αὐτο‐ μάτου προσπῖπτον. ἔστι δὲ λυπηρὸν τοῖς δεσπόταις τὸ δοῦναι φάρ‐ | |
μακον τῆς σωτηρίας: —MTA τῇ πόλει παρασχεῖν: —Mg | 346 in vol. 1 | |
sch Ph894 | εἷς γὰρ ὢν πολλῶν μέτα: κἀγὼ αὐτὸς, φησὶν, εἷς ὢν μετὰ πολλῶν, τῶν Θηβαίων, ἀπολοῦμαι· τοῦτο γὰρ εἵμαρται: —MAB | |
sch Ph896 | περίμενε: —MiAg μὴ κρατήσῃς με: —MiAg | |
sch Ph897 | ἡ τύχη ς’ ἀλλ’ οὐκ ἐγώ: ἡ εὐτυχία φεύγει σε, ἀλλ’ οὐκ ἐγώ. μέλλει γὰρ μετ’ ὀλίγον ὁ παῖς αὐτοῦ ἀναιρεῖν ἑαυτόν: —MTAB | |
sch Ph899 | κοὐχὶ βουλήσῃ τάχα: ταχέως. τουτέστιν· οὐκ ἀρέσει σοι ἡ ἀκοὴ, ἀλλ’ εὐθέως μεταμεληθήσῃ ἐπὶ τῇ ἀκοῇ: —MTAB ἄλλως: θέλεις, φησὶ, νῦν ἀκοῦσαι, ταχέως δὲ βουλήσῃ μὴ ἀκηκο‐ έναι τὸ μέλλον σοι γενέσθαι: —MTA | |
5 | ἄλλως: νῦν μὲν οὖν ἀκοῦσαι ἐπείγῃ, ἐπειδὰν δὲ ἀκούσῃς ἅπαξ, οὐ μὴ θελήσῃς ἀκηκοέναι: —MTA | |
sch Ph901 | ἠθικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἀληθῶς: —MiAg | |
sch Ph902 | εἰς γὰρ τί μᾶλλον: ἀντὶ τοῦ· εἰς οὐδὲν δεῖ μᾶλλον πλεί‐ ονα σπουδὴν ἔχειν ἢ περὶ τὸ σῴζειν ἕκαστον τὴν πατρίδα. κακὸς γὰρ, φησὶν, οἰωνὸς ἡμῖν καὶ σύμβολον οὐκ ἀγαθὸν τὸ μὴ ὑπὲρ πατρίδος ἀμύνειν: —MTA | |
5 | ἄλλως: ἢ περὶ τὸ σῴζειν πατρίδα. Ὅμηρος [Μ 243] ‘εἷς οἰωνὸς ἄριστοσ‘: —MTAB ἀντὶ τοῦ· εἰς ποῖον γὰρ ἄλλο: —MgAg | |
sch Ph907 | πόρρωθεν: —Mg | |
sch Ph908 | ἐνόμιζε γὰρ τὸν μάντιν ἀπόρρητόν τι λέξειν: —MA | |
sch Ph910 | κλύων γὰρ ἂν τέρποιτο: ἐὰν γὰρ ἀκούσῃ τὴν σωτηρίαν τῆς πόλεως, τερφθῆναι ἔχει: —MTA | |
sch Ph911 | θεσφάτων ἐμῶν ὁδόν: τὴν διήγησιν. ἔδει, φασὶ, μὴ ἀντικρὺ τοῦ Μενοικέως λέγειν τὰ περὶ τῆς σφαγῆς αὐτοῦ, ἀλλ’ | |
ὥσπερ καὶ ἑτέρωθι ποιεῖ [Ion. 1521]· ‘δεῦρ’ ἔλθ’ ἐς οὖς σοι‘. λέγοι δ’ ἄν τις ὅτι γεννικόν ἐστι τὸ πρόσωπον καὶ φιλόδοξον, ὡς καὶ τὴν | 347 in vol. 1 | |
5 | ψυχὴν προέσθαι ὑπὲρ εὐκλείας: —MTAB | |
sch Ph914 | τὴν δυστυχίαν: —MgAg | |
sch Ph915 | γράφεται τί φής· ἐμὸν παῖδ’ ἕνεκα γῆς σφάξαι θέ‐ λεις: —AB | |
sch Ph916 | πέπρωται: —MgAg | |
sch Ph917 | ἐν συντόμῳ: —MgAg | |
sch Ph918 | σοὶ μόνῳ κακά· τῇ γὰρ σῇ πατρίδι μεγάλα καὶ σωτήρια: — MiABi | |
sch Ph919 | οἰμωζέτω: —MgAg | |
sch Ph920 | ἁνὴρ ὅδ’ οὐκέτ’ αὐτός: ἀναστρέφεται εἰς τοὐπίσω, ἀναχω‐ ρεῖ, ἔξαρνος γίνεται: —MTAgBi ἀναχωρεῖ, ἀναστρέφεται εἰς τοὐπίσω: —M | |
sch Ph921 | οὐ γὰρ χρεία μοι τῶν σῶν μαντευμάτων: —MgAgB | |
sch Ph922 | ἐπεὶ σὺ δυστυχεῖς: κατ’ ἐρώτησιν τοῦτό φησι ὁ Τειρεσίας. οὕτως δὲ ἡ γραφὴ διὰ τὸ μέτρον: —MTB ἐπεὶ σὺ δυστυχεῖς, ἀπώλετο ἡ ἀλήθεια: —MiAg | |
sch Ph923 | λείπει τὸ ἱκετεύω: —MgAgBi ὦ πρός σε γονάτων: ὦ Τειρεσία, προσπίπτω σοι κατὰ τῶν γο‐ νάτων σου καὶ τῆς τιμίας τριχός: —MTABi ἐντίμου: —MgAg | |
sch Ph924 | δυσφύλακτ’ αἰτῇ κακά: ἀντὶ τοῦ δυστήρητα: —MTB ἅπερ οὐ δύναμαι παραφυλάξασθαι καὶ μὴ εἰπεῖν: —MTAgB | |
sch Ph929 | ἐκ τίνος: —Mg ἐκ ποίας προφάσεως: —MgAg | |
sch Ph930 | εἰς ἐξέτασιν καὶ κρίσιν: —MiB | |
sch Ph931 | δεῖ τόνδε θαλάμαις: καταδύσεις, θῆκαι, ἀγγεῖα κερά‐ μεια, εἰς ἃ ἐμβάλλεταί τινα ἀπόρρητα καὶ εἰς γῆν τίθεται: —MTAB ὁ τοκεύς: —MgAg | |
sch Ph933 | τὸ τοῦ φόνου αἷμα: —MgAgBi γῇ δοῦναι χοάς: χοαὶ αἱ ἐκχύσεις αἱ ἐπιχεόμεναι τοῖς νεκροῖς: — MTAgBi | 348 in vol. 1 |
sch Ph934 | Κάδμου παλαιῶν Ἄρεος ἐκ μηνιμάτων: λείπει ἡ κατά· κατὰ Κάδμου. ὁ δὲ νοῦς· διὰ τὴν παλαιὰν μῆνιν τοῦ Ἄρεως τὴν κατὰ Κάδμου· ἐπ’ ἐκδικίᾳ γὰρ τοῦ δράκοντος ἔτι καὶ νῦν μνησικακεῖ τοῖς περιλειφθεῖσι τῶν Σπαρτῶν ὁ Ἄρης, ἐπεὶ μὴ ἤμυναν τῷ δράκοντι γε‐ | |
5 | γονότες ἐξ αὐτοῦ οὐδὲ τοῖς ἀδελφοῖς, ἔμειναν δὲ τοῦ Κάδμου φίλοι καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν· ὁ δὲ Ἐχίων καὶ θυγατέρα Κάδμου ἔγημεν. ἀλλαχοῦ [frg. 178] δέ φησι ταῦτα ὑπὸ Διονύσου πεπονθέναι τὴν πόλιν: —MTAB ζητοῦσι δέ τινες, εἴπερ ὠργίσθη ἡ Γῆ καὶ ὁ Ἄρης διὰ τὸν φόνον | |
10 | τοῦ δράκοντος, διὰ τί πάλιν κελεύει ὁ μάντις ἀπ’ ἐκείνου τοῦ γένους σφαγῆναί 〈τινα〉. πρὸς τοῦτο ῥητέον ὅτι ἡ Γῆ ἀνέδωκε τοὺς Σπαρτοὺς πρὸς τὸ ἐκδικῆσαι τὸν φόνον τοῦ δράκοντος· οὗτοι δὲ οὐκ ἐξεδίκησαν, ἀλλὰ τοῖς Θηβαίοις ἐκοινώνησαν. καὶ γὰρ Ἐχίων εἷς ὢν τῶν Σπαρ‐ τῶν ἔγημεν Ἀγαύην τὴν Κάδμου. διὰ τοῦτο οὖν κελεύει ὁ μάντις ἐκ | |
15 | τοῦ γένους σφαγῆναί τινα, ἵνα τιμωρίαν παράσχωσι τῆς προδοσίας: — MTA | |
sch Ph935 | ὃς γηγενεῖ δράκοντι: ἐκδικεῖ τῷ δράκοντι τὸν φόνον: — MTAB ἄλλως: διὰ τί, φασὶν, ἐμήνιεν ὁ Ἄρης τοῖς Σπαρτοῖς· ὅτι οὐκ ἐβοήθησαν αὐτῷ, τῷ δράκοντι, οὐδὲ μετὰ ταῦτα ἐτιμώρησαν τοῖς ἀδελ‐ | |
5 | φοῖς, ἀλλ’ ἔμειναν τοῦ Κάδμου φίλοι. αὐτοὶ γοῦν καὶ συνέκτισαν αὐτῷ τὴν πόλιν: —MTA τιμωρίαν ἀπαιτεῖ: —MiAg | |
sch Ph937 | χθὼν δ’ ἀντὶ καρποῦ καρπόν: καρποῦ τοῦ δράκοντος ἢ τῶν γηγενῶν· καρπὸν δὲ πάλιν τὸν Μενοικέα: —MTAB ἐὰν ἡ Γῆ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος ἕτερον αἷμα λάβῃ, ἔσται | |
τότε εὐμενὴς ὑμῖν. ἐλυπεῖτο δὲ ἡ Γῆ ὅτι γηγενεῖς ἦσαν. δεξαμένη | 349 in vol. 1 | |
5 | οὖν τὸ αἷμα ἀντὶ τοῦ αἵματος, ὅ ἐστιν [καρπὸν ἀντὶ καρποῦ] 〈ἀντὶ τοῦ〉 ἰδίου τοῦ φονευθέντος τὸ τοῦ ἀπὸ τοῦ δράκοντος, εὐμενὴς 〈ἂν〉 γένοιτο: — MTA | |
sch Ph938 | ἕξετ’ εὐμενῆ Γῆν: ἐλυπεῖτο γὰρ ἡ Γῆ ὅτι τῶν γηγενῶν Σπαρτῶν ἐδέξατο τὸ αἷμα: —MTAB | |
sch Ph939 | χρυσοπήληκα στάχυν: χρυσαῖς περικεφαλαίαις κεκοσμη‐ μένους ἄνδρας· οὕτως γὰρ ἀνεδόθησαν: —MTAB | |
sch Ph940 | ἐκ γένους δὲ δεῖ θανεῖν: ἀνάγκη δέ ἐστιν ἕνα τῶν ἐκ γένους τῶν Σπαρτῶν, ὅ ἐστι τοῦ δράκοντος, ἀποθανεῖν ὑπὲρ τῆς πατρί‐ δος: —MTA | |
sch Ph941 | σιαγόνος: —MgAg ἐκπέφυκε παῖς: λέγεται δὲ ἐν τῇ μάχῃ τοῦ Κάδμου πρὸς τοὺς Σπαρτοὺς περιλειφθῆναι πέντε. ἐξ ἑνὸς οὖν τούτων κατῆγεν ὁ πατὴρ τοῦ Μενοικέως Κρέων: —MTA | |
sch Ph942 | σὺ δ’ ἐνθάδ’ ἡμῖν: οἱ περιλειφθέντες τῶν Σπαρτῶν, ὡς Αἰσχύλος φησὶν, ἦσαν Χθόνιος Οὐδαῖος Πέλωρ Ὑπερήνωρ Ἐχίων, ὃς ἔγημεν Ἀγαύην τὴν Κάδμου, ἐξ ἧς ποιεῖ Πενθέα, οὗ Ὄκλασος, οὗ Μενοι‐ κεὺς, οὗ Κρέων καὶ Ἰοκάστη: —MTAB | |
sch Ph943 | ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τ’ ἄπο: καὶ ἀπὸ πατρός· ἀντὶ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν εἶπεν: —M ἄλλως: ἀληθὴς ὢν ἔκγονος τῶν Σπαρτῶν καὶ ἀπὸ μητρὸς καὶ ἀπὸ πατρός: —MTA | |
5 | ἄλλως: ἀντὶ τοῦ καθαρὸς καὶ ἀνεπίληπτος καὶ ἀληθὴς ἀπόγονος τῶν Σπαρτῶν. τὸ δὲ ἔκ τε μητρὸς ἀρσένων τ’ ἄπο ἀντὶ τοῦ ἑνι‐ κοῦ τὸ πληθυντικὸν εἶπεν, ἀντὶ τοῦ ἀκέραιος καὶ ἀπὸ πατρός: —MTAB | |
sch Ph944 | Αἵμονος: ὁ Αἵμων, φησὶν, ὁ πρεσβύτερός σου υἱὸς διὰ τὸ μεμολύνθαι τῇ μνηστείᾳ οὐ σφαγήσεται· ἀφθόρου γὰρ ἀνδρὸς χρεία: — | |
MTAB | 350 in vol. 1 | |
sch Ph945 | θάνατον κωλύουσιν: —MgAg | |
sch Ph946 | κεἰ μὴ γὰρ εὐνῆς ἥψατ’: ἢ καθὸ ἐμνηστεύσατο, ἢ ἐπὶ, ὡς λέγουσι, λάθρα αὐτῇ συνῆλθε. τοῦτον δὲ ὡς μάντιν εἰδότα εὐφήμως εἰπεῖν: —MTAB ἀλλ’ ἠγγύηται πρὸς γάμον: —MgBi | |
sch Ph947 | παιδίον: —MgAg τῇδ’ ἀνειμένος πόλει: ἀντὶ τοῦ ἱερωθεὶς καὶ σφαγεὶς ὑπὲρ τῆς πόλεως: —MMgTAB ἄφετος ἀπολελυμένος: —Mg | |
sch Ph949 | πικρὸν δ’ Ἀδράστῳ: μόνος γὰρ ἐσώθη τῶν στρατηγῶν· διὸ εἶπε νόστον. πικρόν δὲ διὰ τὴν λύπην τῶν συνεστρατευμένων: — MTAB | |
sch Ph950 | κατὰ κοινοῦ τὸ θήσει: ποιήσει θανατηφόρον μοῖραν: —Mg | |
sch Ph951 | ἐνδόξους: —MgAg τοῖνδ’ ἑλοῦ δυοῖν πότμοιν: τοῖν δυοῖν πότμοιν τὸν ἕτερον ἑλοῦ, ἢ τοῦ παιδὸς τεθνηκότος σῶσαι τὴν πόλιν, ἢ τῆς πόλεως καταστρα‐ φείσης σῶσαι μὲν τὸν υἱόν· οὐ μὴν οὐδ’ αὐτὸν σώσεις· μετ’ οὐ πολὺ | |
5 | γὰρ καὶ αὐτὸς μετὰ τῆς πόλεως ἀπολεῖται: —MTA ἐπίλεξαι: —MgAg | |
sch Ph954 | τῇ μαντικῇ τῇ διὰ πυρός: —MgAg | |
sch Ph955 | ὁ μέν ἀντὶ τοῦ γάρ: —MgAgBi | |
sch Ph956 | ἐχθρός: —MgAg | |
sch Ph957 | ψευδῆ λέγων ὑπὸ τῆς ἐλεημοσύνης: —MgTAg ἤτοι τοῖς μαντευομένοις: —MgT | |
sch Ph958 | ἀδικεῖ τὰ τῶν θεῶν: ἀδικεῖ εἰς θεοὺς ψευδόμενος καὶ κρύπτων τὸ ἀληθές: —MAB | |
sch Ph959 | μαντεύεσθαι: —MgAg | |
sch Ph960 | Κρέον, τί σιγᾷς: τὴν φωνὴν ἄηχον ἐπισχὼν καὶ οὐκέτι φθεγγόμενος, ὡσεὶ ἔλεγεν· οὐ σιωπῆς σοι καιρὸς ἀκούσαντι τοιαῦτα, | |
ἀλλὰ βουλεύσασθαί τι καὶ πρᾶξαι: —MTAB ἄηχον: —Mg | 351 in vol. 1 | |
5 | ἀποκλείσας ἀποκόψας: —Mg σχάσας: μεταφορικῶς, ἀντὶ τοῦ ἀποκόψας ἀποκλείσας. ἄφθογγον δὲ ἀντὶ τοῦ ἄηχον: —AB | |
sch Ph961 | κἀμοὶ γὰρ οὐδὲν ἧττον: κἀγὼ γάρ σοι οὐδὲν ἧττον συν‐ αλγῶ· ἀλλ’ οὐ σιωπῆς, βουλῆς δὲ μᾶλλον καιρός ἐστιν· διὸ ἔδει λέγειν: — MTAB ἀντὶ τοῦ πάρεστιν: —Mg | |
sch Ph962 | λείπει τὸ πρᾶγμα: —MgAgB | |
sch Ph963 | νῦν λύπης: —MgAg | |
sch Ph964 | ἀντὶ τοῦ παραθεῖναι: —MgAgB | |
sch Ph966 | εἰς τὸ φονευθῆναι: —MgAg οὐδ’ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν: τὸ ἑξῆς ἐν εἰρω‐ νείᾳ. αὐτὸς δὲ θνῄσκειν ἕτοιμος· ἐν καιρῷ γάρ ἐσμεν τοῦ ἀποθνῄσκειν, γέροντες ἐσμέν: —MTA | |
sch Ph967 | μή μ’ εὐλογείτω: ὡς δόξαν μέλλοντα ἔχειν τὸν υἱὸν ὑπὲρ τῆς πόλεως δεδωκότα: —MTAgB | |
sch Ph968 | αὐτὸς δ’ ἐν ὡραίῳ: ἐγὼ δὲ αὐτὸς ἐν τῷ καιρῷ τῆς τε‐ λευτῆς ὑπάρχω γέρων ὤν: —M καιρὸν ἔχω τοῦ θανάτου: —MgAgB γράφεται ἵσταμαι: —Bi | |
sch Ph969 | πατρίδος ἐκλυτήριον: λύτρον ὑπὲρ τῆς πατρίδος: — MTAgBi ἀπολυόμενος τὴν πατρίδα τῶν περιεστώτων αὐτῇ κακῶν: —MTB | |
sch Ph970 | ἄγε δή: —Mg | |
sch Ph971 | ἀκόλαστ’ ἐάσας: τὰ τολμηρὰ καὶ προπετῆ, τὰ μὴ ὑπο‐ | |
πίπτοντα κολάσει, μετ’ ἐξουσίας λεγόμενα: —MTAB ἀνεξέταστα, ἀβασάνιστα, τόλμης γέμοντα: —MgTA | 352 in vol. 1 | |
sch Ph973 | λέξει γὰρ ἀρχαῖς: τοῖς ἄρχουσι δηλονότι. ἤρκει οὗ‐ τος· ὁ γὰρ ἐπιφερόμενος πύλας ἐφ’ ἑπτὰ καὶ λοχαγέτας μολών περιττός ἐστιν: —MTAB καὶ στρατηλάταις τάδε: τοῖς ἡγεμόσι, τοῖς βασιλεῦσιν: —MMiAg | |
sch Ph974 | πύλας ἐφ’ ἑπτά: ἐπὶ τοὺς στρατηλάτας μετελθών: —MMi | |
sch Ph975 | προλάβωμεν: —MgAgBi | |
sch Ph976 | βραδύνῃς: —MgAgBi | |
sch Ph978 | μακράν: —MgAg | |
sch Ph979 | ἐκπονεῖν δ’ ἐμέ: ἀνύειν ἐκπληροῦν: —MAgB | |
sch Ph980 | παρελθὼν τοὺς Δελφοὺς φεῦγε: —MiAg ποῖ με χρὴ πάτερ μολεῖν: ἐκ τῶν Δελφῶν δηλονότι. εἰς οὐδὲν χρήσιμον τοπογραφεῖ. μᾶλλον δὲ αὐτὸν ἐχρῆν σκοπεῖν ὅπως τῶν πολεμίων παρακαθεζομένων λήσεται ὁ Μενοικεὺς φεύγων: —MTAB | |
sch Ph981 | ὄνομα ἔθνους, ἀπὸ Αἰτωλοῦ οἰκιστοῦ: —Mi ἐκ τῆς Αἰτωλίδος γῆς: —MiAg | |
sch Ph982 | ἔθνος Θεσσαλίας, ἀπὸ Θεσπρωτοῦ τοῦ Διός: —MiABg σεμνὰ Δωδώνης βάθρα: τὰ σεβάσμια τῆς Δωδώνης θεμέλια: — MTAB ἐν τῇ Θεσπρωτίᾳ, φησὶν, ὅπου τὰ τῆς Δωδώνης βάθρα· Δωδώνη | |
5 | γὰρ ἐγγὺς Θεσπρωτίας, ἐν ᾗ Διός ἐστιν ἱερόν: —MTA | |
sch Ph983 | ἀποφατικῶς. ἐγνώρισας: —Mi φύλαγμά μοι γενήσεται, ὅ ἐστι· ποία με πόλις δεξαμένη σώσει: — MiAgB | |
sch Ph984 | πόμπιμος ὁ δαίμων: αὐτὸς, φησὶν, ὁ Ζεὺς πέμψει σε, χρησμῳδήσας δηλονότι ποῖ δεῖ σε σταλέντα σωθῆναι: —MT † ἐκεῖνος ὁ θεὸς, ὁ Ζεὺς, μαντεύσεται ποῖ δεήσει οἰκεῖν: —B εὐπορία: —MgAg | |
sch Ph985 | ἐγὼ πορεύσω χρυσόν: ἀποστείλω. εἴποι δ’ ἄν τις· ἕως οὗ ἀποστείλῃς τὸν χρυσὸν, πόθεν ἕξει τὰ ἀναγκαῖα ἐφόδια: — MTAB | 353 in vol. 1 |
sch Ph986 | ὡς σὴν πρὸς κασιγνήτην: πρὸς τὴν σὴν ἀδελφὴν ἀπελ‐ θών· πλεονάζει γὰρ τὸ ὡς: —MTAB ἄλλως: πρῶτον, φησὶ, πρὸς τὴν σὴν ἀδελφὴν θέλω ἀπελθεῖν, ἥτις με ἀνέθρεψε στερηθέντα τῆς μητρός: —MTA | |
sch Ph988 | μητρὸς στερηθείς: ἐναντίως ἱστορεῖ Σοφοκλῆς. μετὰ γὰρ θάνατον Μενοικέως ἡ μήτηρ αὐτοῦ ζῇ, ὡς ἐν Ἀντιγόνῃ φησί [1180]· ‘καὶ μὴν ὁρῶ δάμαρτα τὴν Κρέοντοσ‘: —TAB | |
sch Ph989 | προσηγορήσων εἶμι: προσηγορήσων αὐτὴν εἶμι καὶ σώσων τὸν βίον: —MTAB ἄλλως: σώσων τὴν πόλιν· οὐ γὰρ, ὡς ὁ πατὴρ ᾤετο: —MTAB | |
sch Ph990 | ἀλλ’ ἄγε δή: —MiMgA σπεῦσον ἄπελθε· μὴ σαυτὸν ἐμπόδιζε πρὸς τὴν σωτηρίαν: —MgAB | |
sch Ph992 | κλέψας λόγοισιν: ἀπατήσας παραλογισάμενος: —MAg τὸ ἑξῆς· εἷλον ἃ βούλομαι τυχεῖν: —MAgBi | |
sch Ph993 | ὅς μ’ ἐκκομίζει πόλιν: ἐκπέμπει τὴν πόλιν τῆς εὐτυχίας ἀποστερῶν: —MA φυγαδεύει ἐκπέμπει: —MgAgB τῆς εὐτυχίας: —MgAg | |
sch Ph994 | λείπει τὸ ἐμέ· 〈ἐμὲ〉 δίδωσιν: —Mg | |
sch Ph996 | ἐγέννησεν: —MgAg | |
sch Ph997 | ἵνα οὖν: —MiAg | |
sch Ph999 | αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων: αἰσχρὸν γὰρ, εἰ οἱ μὲν καὶ ἄνευ θεσπισμάτων μάχονται καὶ οὐ δι’ ἀνάγκην δαιμόνων· αὐτὸς δὲ ἠναγκάζετο διὰ τὴν μῆνιν τῶν θεῶν: —MTA † ἀντὶ τοῦ· οὐκ εἰς μαντείαν καλούμενοι· αὐτὸς γὰρ ἠναγκάζετο διὰ | |
5 | τὴν μῆνιν τῶν θεῶν. λείπει τὸ εἰ· εἰ οἱ μὲν ἄνευ μαντείας μάχον‐ ται: —B οἱ μὲν μαντείας ἀπηλλαγμένοι: —MgAg | |
sch Ph1006 | τὸν Ἥλιόν φησι, τὸν ἄστρων δεσπότην: —MgAg μὰ τὸν μετ’ ἄστρων Ζῆν’ Ἄρην τε: τὸν Ἥλιόν φησι καὶ τὸν Ἄρην τὸν τοῦ ἐμοῦ φόνου αἴτιον: —MB | 354 in vol. 1 |
sch Ph1007 | ἀνατείλαντας: —MgAgBg | |
sch Ph1008 | ὁ γὰρ Ἄρης αἴτιος τῶν Σπαρτῶν δράκοντα καταστήσας αὐ‐ τόθι φύλακα τῆς κρήνης, ἐξ οὗ τῶν ὀδόντων οἱ Σπαρτοί: —MTAB δεσπότας κατέστησεν: —MgTABi ἀπὸ κοινοῦ τὸ οὐκ ἄπειμι ἔξω χθονός: —MiTABi | |
sch Ph1009 | ἀλλ’ εἶμι: οὐκ ἐκφεύξομαι, ἀλλ’ εἶμι πρὸς θάνατον ἐξ ἐπάλξεων ἄκρων: —MTAB τῶν λίθων τῶν ἐπάνω τοῦ τείχους: —MgA | |
sch Ph1010 | σφάξας ἐμαυτόν: διαφέρει σηκὸς καὶ ἄδυτον. ὁ μὲν γὰρ σηκὸς ἐπὶ ἀνθρώπου, τὸ δὲ ἄδυτον ἐπὶ θεοῦ: —MTABi Σωσιφάνης ὁ τραγικὸς [frg. 4] ὑπὸ τοῦ Λαΐου φησὶ τεθνηκέναι τὸν Μενοικέα· Νικόστρατος [FHG IV p. 466] δὲ ὑπὸ τῆς Σφιγγός: —MTAB | |
5 | τὸ ἑξῆς· εἰς τὸν σηκὸν σφάξας ἐμαυτὸν ἀπὸ τειχέων, ὡς τοῦ ση‐ κοῦ πλησίον τοῦ τείχους ὄντος: —MTAB σπήλαιον: —MgAg μέλανα σκοτεινόν: —MgAg | |
sch Ph1011 | ὁ Τειρεσίας: —MgAgB ἐκέλευσεν: —Mg δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοάς | |
5 | [931]: —B | |
sch Ph1013 | στείχω δὲ θανάτου: λείπει ἡ διά· διὰ θανάτου δῶρον | |
παρέξω τῇ πόλει οὐκ αἰσχρόν: —MTABi | 355 in vol. 1 | |
sch Ph1015 | εἰ γὰρ λαβὼν ἕκαστος: εἰ ἕκαστος ὃ κατὰ δύναμιν εἶχεν ἀγαθὸν εἰσέφερε τῇ πατρίδι, ἐκτὸς ἂν ἦσαν κακῶν αἱ πόλεις: —MTABi κτησάμενος: —MgAg | |
sch Ph1016 | διέλθοι τοῦτο: μεταχειρίζοιτο καὶ εἰς μέσον φέροι. τουτέστι διεξέλθοι καὶ μεταχειρίζοιτο: —MTA διεξέλθοι καὶ εἰς μέσον φέροι: —Mg | |
sch Ph1018 | ἀποπειρώμεναι: —MgAg | |
sch Ph1019 | ἔβας ἔβας ὦ πτεροῦσσα: πρὸς οὐδὲν ταῦτα· ἔδει γὰρ τὸν χορὸν οἰκτίσασθαι διὰ τὸν θάνατον Μενοικέως ἢ ἀποδέχεσθαι τὴν εὐψυχίαν τοῦ νεανίσκου. ἀλλὰ τὰ περὶ Οἰδίπουν καὶ τὴν Σφίγγα διηγεῖ‐ ται τὰ πολλάκις εἰρημένα: —MTAB | |
5 | πτεροφόρε: —MgAg Γᾶς λόχευμα: γέννημα· ἐκ γῆς γὰρ ἀνεδόθη: —MMgAg Γᾶς λόχευμα: γέννημα. ἀντὶ τοῦ ὦ πτεροφόρε. γῆς γέννημα: —TAB † ἄλλως: παρόσον ὅτι ἐν ὄρεσι διατρίβουσα τὸ πρὶν καὶ μὴ | |
10 | φαινομένη ἐξαίφνης ἐπέστη τοῖς Θηβαίοις, διὰ τοῦτο ἔδοξεν οἷον ἐκ γῆς ἀναδοθῆναι: —A † ἐπορεύθης, ὦ πτερωτή, γῆς θρέμμα καὶ γέννημα: —Bi | |
sch Ph1020 | γέγονε γὰρ ἡ Σφὶγξ Ἐχίδνης καὶ Τυφῶνος: —MMiAB † οὗτος δὲ ὁ Τυφὼς εἷς ἦν τῶν Τιτάνων, οὓς ὁ Ζεὺς ἐκεραύνωσε· καὶ αὐτὸν δὲ ἐν τῷ Αἴτνῃ κατεκεραύνωσεν, ὅθεν ἔκτοτε ἐν τῷ Αἴτνῃ τὸ πῦρ ὑπανάπτεται: —A | |
5 | ἐπεὶ ἡ Ἔχιδνα ὑπὸ γῆς κατῴκει: —TAgBi | |
sch Ph1021 | Καδμείων ἁρπαγᾷ: λείπει ἡ ἐπί· ἐπὶ ἁρπαγῇ τῶν Θη‐ βαίων: —MMgAgBi | |
sch Ph1022 | πολλοὺς φθείρουσα: —MgAg ἐπεὶ τὰ μὲν παρθένου εἶχε, τὰ δὲ θηρίου: —AgB | |
sch Ph1023 | πολέμιον σημεῖον: —MgAgBi | 356 in vol. 1 |
sch Ph1024 | συναλοιφὴ ἀπὸ τοῦ φοιτήεσιν: —MgAgBi μεμηνόσιν: —MgAg † φοιτᾶσιν: ὁρμητικοῖς, φοιτητικοῖς, οἷς ἐφοίτα καὶ διίπτατο: —TA † ἄλλως: ἥτις γὰρ, ἡ Σφὶγξ, ἐν τοῖς πανταχοῦ πετομένοις σου | |
5 | πτεροῖς καὶ ἐν ταῖς σιαγόσιν ὠμὰ τὰ σώματα σιτουμέναις μετεωρίζουσα καὶ ἐξαίρουσα καὶ ἁρπάζουσα ἐκ τῶν Διρκαίων τόπων, ἤτοι ἀπὸ τῶν Θηβῶν, τοὺς νέους διὰ τὴν ἄλυρον καὶ ἀνήδυντον καὶ ἀνάρμοστόν σου μοῦσαν, ἤτοι διὰ τὸ αἴνιγμά σου, καὶ τὴν τιμωρίαν, τὴν ἀπώλειαν, τοῖς ἀνθρώποις ἐμποιοῦσαν ἔφερες ἄχεα τῇ πατρίδι φόνου προξενη‐ | |
10 | τική: —A | |
sch Ph1025 | χαλαῖσί τ’ ὠμοσίτοις: τοῖς ὄνυξι τοῖς ὠμὰ κρέα ἁρπά‐ ζουσι πρὸς σίτησιν: —MTABi νῦν σιαγόσιν: —MgAg ὠμὰ σιτουμένοις: —MgAg | |
sch Ph1026 | ἐκ μέρους τὸ πᾶν· ἀντὶ τοῦ ἀπὸ τῶν Θηβῶν: —MiAgB ἥτις ποτὲ, 〈ἡ〉 Σφίγξ: —MiAg | |
sch Ph1027 | πεδαίρουσα: ἀπὸ τοῦ πεδίου μετεωρίζουσα καὶ αἴρουσα εἰς ὕψος: —TAB | |
sch Ph1028 | ἄλυρον ἀμφὶ μοῦσαν: ἄλυρον μοῦσαν τὸν θρῆνον παρόσον πρὸς αὐλὸν, οὐχὶ πρὸς λύραν, ᾔδοντο οἱ θρῆνοι, ἱερὰν Ἀπόλλωνος νομιζομένην· ἀπενθὴς δὲ θεὸς Ἀπόλλων. Αἰσχύλος [Ag. 1027]· ‘τί ταῦτ’ ἀνωλόλυξας ἀμφὶ Λοξίου· οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν‘. | |
5 | ἡ ἀμφί δὲ πρὸς τὸ ἔφερες: —MTAB † τουτέστι· περιέφερες καὶ περιῆγες ἄναυλον καὶ ἀνήδονον ᾠδήν. λέγει δὲ τὸ αἴνιγμα: —AB ἢ διὰ τοὺς γενομένους θρήνους ἢ διὰ τὰ αἰνίγματα: —MgAgBi | |
sch Ph1029 | ἀπολομένην ἀπώλειαν: —MiAg | |
sch Ph1030 | ἔφερες ἔφερες: ὦ Σφὶγξ ἥτις † Ἐρινὺς ἄχεα ἦς τῇ πατρίδι. ἢ καὶ Ἐρινὺν καὶ ἄχεα [φόνου λέγει ταῖς Θήβαις], ἀντὶ τοῦ· τὰ λύπης αἴτια καὶ φόνου κατὰ τῆς πατρίδος ἔφερες: —MTA φόνους λύπας ταῖς Θήβαις: —MiAgBi | 357 in vol. 1 |
sch Ph1031 | φόνια φόνιος ἐκ θεῶν: τινὲς τὸ φόνια πρὸς τὸ ἑξῆς· ὃς τάδε τὰ φόνια πράξας ἦν, φόνιος ὁ θεός: —MTABi ἄλλως: ὁ ἐκ θεῶν ταῦτα πράξας φόνιος ἦν αὐτός: —MTABi παρόσον τὴν Σφίγγα ὁ Διόνυσος ἔπεμψε τοῖς Θηβαίοις ὡς † ἐναντίον | |
5 | λέγειν: —MiAi | |
sch Ph1033 | ἰάλεμοι: οἱ δὲ θρῆνοι ἐστενάζον〈το〉 ἐν τοῖς οἴκοις. ἔνιοι δὲ οὕτως· αἱ δὲ ἰάλεμοι τῶν παρθένων καὶ τῶν μητέρων ἐστένα‐ ζον ἐν τοῖς οἴκοις πενθοῦσαι αἱ μὲν τὰ τέκνα, αἱ δὲ τοὺς ἀδελφούς: — MTAB | |
sch Ph1035 | † ἐστέναζον: καὶ ἐστενάζοντο οἱ ἰάλεμοι, θρῆνοι, τῶν μητέρων καὶ τῶν πατέρων διὰ τὴν βοὴν καὶ τὴν λαλιὰν τῆς Σφιγγὸς τὴν ἰήιον καὶ λοξὴν, παρόσον ὁ ἰήιος ὕμνος τῷ Λοξίᾳ Ἀπόλλωνι ᾄδεται. ἢ οὕτως· ἐστέναζον ἰάλεμοι τῶν πατέρων καὶ τῶν μητέρων | |
5 | 〈ἰήιον βοὴν〉, ἤτοι τὴν θρηνητικήν. τὸ γὰρ ω τὸ σχετλιαστικὸν λέγεται καὶ ἰώ καὶ ἰή. εὑρίσκεται γὰρ ἐν τοῖς ποιηταῖς οὕτως, ἰὴ ἰή, ὡς τὸ ἰὼ [καὶ] ἰώ: —A | |
sch Ph1036 | ἰήιον μέλος: θρηνητικὴν βοήν. ἐπὶ μὲν θρήνων ψιλοῦ‐ ται, ἐπὶ δὲ παιάνων δασύνεται: —MTAB ἐθρήνει θρηνητικὴν βοήν: —MgAg † παιάνιον φωνήν. παιὰν δέ ἐστιν ᾆσμα ᾀδόμενον ἐπὶ καταπαύσει | |
5 | λοιμοῦ ἢ δεινῶν τινων: —Bi | |
sch Ph1039 | ὁ δὲ στεναγμὸς βροντῇ ἦν ὅμοιος: —MiAgBi | |
sch Ph1041 | ἁρπάσειεν, οἷον· ὅταν ἀφαρπάσειεν ἡ Σφίγξ τινα τῶν ἀνδρῶν | |
ἀπὸ τῆς πόλεως, θρῆνος καὶ βοὴ ἐγίνετο: —MiTAg | 358 in vol. 1 | |
sch Ph1043 | Πυθίαις ἀποστολαῖσιν: ἀντὶ τοῦ ὑπὸ Πυθίου ἀπεσταλ‐ μένος. κατὰ χρησμὸν γὰρ τούτου ἦλθεν εἰς Θήβας: —MTA ταῖς τοῦ Ἀπόλλωνος παραπομπαῖς: —MgAg | |
sch Ph1044 | Οἰδίπους ὁ τλάμων: πυνθανομένῳ γὰρ Οἰδίποδι περὶ τῶν γονέων ἔχρησεν αὐτῷ ὁ θεὸς ὡς ἀποκτείνας τὸν πατέρα γαμήσει τὴν μητέρα. διὸ εἰς Θήβας ἦλθεν, οὐκ εἰς Κόρινθον, φοβούμενος μή πως Πόλυβον φονεύσας γαμήσῃ Μερόπην: —MTAB | |
sch Ph1046 | τότ’ ἀσμένοις: διὰ τὸ λῦσαι τὸ αἴνιγμα. πάλιν δὲ ἄχη συνάπτει διὰ τὸν γάμον τῆς μητρὸς καὶ τὰ λοιπά: —MTABi ὁ αὐτὸς δὲ πάλιν, φησὶ, καὶ λύπας αὐτοῖς προσετρίψατο γήμας τὴν μητέρα καὶ φύσας τοὺς περὶ Πολυνείκην ἐξ ἀνόμων γάμων, οἳ νῦν | |
5 | διὰ τὰς τούτου ἀρὰς εἰς ἀγῶνα καὶ πόλεμον κατέστησαν. τὸ δὲ ὕστερον γενόμενον προανεφώνησεν· οὐ γὰρ εὐθὺς ὡς ἐπεδήμησεν ἄσμε‐ νοι αὐτὸν εἶδον, ἀλλ’ ὅτε ἔλυσε τὸ αἴνιγμα. λείπει δὲ τὸ ἦλθεν: — MTA ἀπὸ κοινοῦ τὸ συνάπτει· 〈συνάπτει〉 ἄχη: —MiBi | |
sch Ph1049 | καλλίνικος ὢν αἰνιγμάτων: τὸ ἑξῆς· καλλίνικος γὰρ ὢν τῶν αἰνιγμάτων τῆς Σφιγγὸς γάμους συνάπτει τῇ μητρί: —MTAB νικηφόρος ὢν τῶν ἀσαφῶν λόγων τῆς Σφιγγὸς συνάπτει γάμους κακοὺς τῇ μητρὶ αὐτοῦ: —MiTAg | |
sch Ph1051 | τὴν πόλιν ἐξ αἱμάτων ἀμείβει: —Mg δι’ αἱμάτων δ’ ἀμείβει: τὴν πόλιν δι’ αἱμάτων ἐναλλάσσει. τὸ δὲ ἀμείβει ἀμείβεσθαι ποιεῖ ἐμβαλὼν διὰ καταρῶν τοὺς παῖ‐ δας εἰς φιλονεικίαν: —MTAB | |
5 | ἄλλως: τὰ πρῶτα κακὰ δι’ αἱμάτων ἤλλαξε δευτέρῳ φόνῳ ἐμ‐ βαλὼν τοὺς παῖδας διὰ τῶν καταρῶν εἰς φιλονεικίαν: —MTAB | |
sch Ph1052 | μυσαρὸν εἰς ἀγῶνα: εἰς μεμισημένην φιλονεικίαν. λέγει | |
δὲ τὴν μονομαχίαν τῶν ἀδελφῶν: —MAgBg | 359 in vol. 1 | |
sch Ph1053 | ἐμβαλών. ἀνελών: —Mg τὰ ἄθλια τέκνα διὰ τῆς κατάρας: —Mg ἀραῖσι τέκεα μέλεος: ἀπὸ τούτων ἐχρῆν εὐθέως ἄρξασθαι τὸν χορόν. ἐκεῖνα γὰρ περιττά ἐστιν: —MTAB | |
sch Ph1054 | ἀγάμεθ’ ἀγάμεθα: μετέβησαν ἐπὶ τὸν Μενοικέως φόνον. θαυμάζομεν, φησὶν, ἐκπεπλήγμεθα τὸν παῖδα ἀνταλλασσόμενον ἑκουσίῳ θανάτῳ τὴν εὔκλειαν: —MTAB λείπει τὸ ἐκεῖνον: —MgAgBi | |
sch Ph1059 | νικηφόρα ἐπικρατῆ ποιήσων: —MgAg | |
sch Ph1060 | γενοίμεθ’ ὧδε ματέρες: εἴθε, φησὶν, ὦ δέσποινα Ἀθηνᾶ, καὶ ἡμεῖς εὐτυχήσαιμεν τοιούτων τέκνων. ὡς παρθένοι δὲ παρθένῳ θεῷ εὔχονται ταύτην τέως εἰδυῖαι θεόν: —MTAB ἄλλως: ἡμεῖς αἱ γυναῖκες. συμπεριλαμβάνει γὰρ τὸ πᾶν γένος | |
5 | τοῦτο λέγουσα: —MTAB κατὰ τὸν Μενοικέα: —Mg | |
sch Ph1061 | γράφεται φίλα: —Mg ἀναγκαίως ἐπειδὴ παρθένος: —Mi | |
sch Ph1062 | Παλλὰς ἃ δράκοντος: δοκεῖ Ἀθηνᾶ συμπρᾶξαι τῷ Κάδμῳ κατὰ τῶν Σπαρτῶν. διὸ καὶ ἱδρύσατο ταύτην Ὄγκαν προσαγορεύσας τῇ τῶν Φοινίκων διαλέκτῳ. ἐπεγέγραπτο δὲ τῷ ἱερῷ τούτῳ· ‘Ὄγκας νηὸς ὅδ’ ἐστὶν Ἀθήνης ὅν ποτε Κάδμος εἵσατο βοῦν θ’ ἱέρευσεν ὅτ’ | |
5 | ἔκτισεν ἄστυ τὸ Θήβησ‘: —MTAB ἄλλως: προνοίᾳ γὰρ Ἀθηνᾶς λίθῳ τὸν δράκοντα ἀνεῖλεν ὁ Κάδ‐ μος· ὡς καὶ ἀνωτέρω [667] Παλλάδος φραδαῖσι: —MTA κατήνυσας ἐφόνευσας: —MgAg | |
sch Ph1063 | ἐν περιφράσει τὸν Κάδμον: —Mg | |
sch Ph1064 | ὁρμήσας’ ἐπ’ ἔργον: ἐπὶ τὸν τοῦ δράκοντος φόνον: —A ἄλλως: διὰ τὸν θάνατον τοῦ δράκοντος μηνίσαντος τοῦ Ἄρεως | |
καὶ ἐπιπέμψαντος τὴν Σφίγγα: —AB | 360 in vol. 1 | |
sch Ph1066 | † καὶ γὰρ ἡ Σφὶγξ ἥρπαζεν, ὁ δὲ Μενοικεὺς πέπονθέ τι ὅμοιον: —TAgB | |
sch Ph1067 | κλητικὸν ἐπίρρημα: —Mg τυγχάνει: —MgAg | |
sch Ph1068 | ἀντὶ τοῦ· εἴπατε ἐκτὸς ἐλθεῖν. ἢ ἀντὶ τοῦ ἐξαγά‐ γετε: —Mg | |
sch Ph1069 | διὰ μακροῦ μέν: βραδέως μὲν ἐξέρχῃ, ὅμως δὲ ἄκουσον, ἔξελθε: —MAB | |
sch Ph1070 | γράφεται κυδρή: —Mg ἐνδοξοτάτη γύναι: —Mg | |
sch Ph1072 | ἆρά που: —MgAgBg | |
sch Ph1073 | οὗ παρ’ ἀσπίδα: ἐπειδὴ ὑπασπιστὴς αὐτοῦ ἦν, νῦν δὲ κεχώρισται τοῦ δεσπότου, διὰ τοῦτο ὑπονοεῖ μὴ καὶ τέθνηκεν: —TAB | |
sch Ph1075 | ἐν τοῖς πολλοῖς ἀντιγράφοις οὐ φέρεται ὁ στίχος: —AB | |
sch Ph1077 | μὴ τρέσῃς τόδ’ ὥς ς’ ἀπαλλάξω φόβου: μὴ κατὰ τοῦτο φοβῇ. καὶ γὰρ ἦλθον ἵνα σε ἀπαλλάξω φόβου. τὸ γὰρ ὡς ἀντὶ τοῦ ἵνα: —MAB ἀντὶ τοῦ κατὰ τοῦτο. τὸ δὲ ὡς ἀντὶ τοῦ ἵνα: —Mg | |
sch Ph1078 | τί δ’· ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί: ἀντὶ τοῦ ἑπτάπυλοι. πύργος γὰρ ἡ ἀσφάλεια: —MB αἱ σκέπαι τῆς πόλεως αἱ ἑπτάπυλοι: —MgAB | |
sch Ph1079 | ἀβλαβεῖς ἄκλαστοι στερραί: —MgAgBg | |
sch Ph1080 | ἦλθον δὲ πρὸς κίνδυνον: ἀντὶ τοῦ συνέβαλον· συμβα‐ λόντες δὲ τοῖς Ἀργείοις κινδύνου διάπειραν ἔσχον: —MAB | |
sch Ph1081 | ἀλλ’ ὁ Καδμείων Ἄρης: εἰς αὐτήν εἰσι τοῦ πολέμου τὴν σφοδρότητα: —MTAB | |
ἄλλως: εἰς αὐτὸ τὸ ἀκμαιότατον τοῦ πολέμου ἦλθον: —MTAB πόλεμος: —MgAg | 361 in vol. 1 | |
sch Ph1083 | ἓν εἰπὲ πρὸς θεῶν: φιλοστόργου μητρὸς ἦθος· εὔχεται γὰρ ἑκάτερον εὐτυχεῖν. ἀκούσασα γὰρ περὶ Ἐτεοκλέους καὶ περὶ Πολυ‐ νείκους ἐρωτᾷ: —MTAB | |
sch Ph1085 | ζῇ σοι ἡ δυὰς τῶν τέκνων μέχρι ταύτης τῆς ὥρας: — MgAgBi | |
sch Ph1087 | πυλῶν ἀπεστήσασθε πυργηρούμενοι: φυλάσσοντες τοὺς πύργους. ὑπ’ ἐκείνων πολιορκούμενοι. ὑμεῖς τειχήρεις ὄντες: — MTAB | |
sch Ph1091 | πρὸς τὸ πᾶσι τὴν πρᾶξιν καταφανῆ γενέσθαι: —MiAgB μελάνδετον ξίφος: μέλαιναν λαβὴν ἔχον κερατίνην. ἢ σιδηρᾶν. Ἡσίοδος [Opp. 151]· ‘μέλας δ’ οὐκ ἔσκε σίδηροσ‘: —MTAB σιδηρόδετον: —MgAg | |
sch Ph1092 | τὸ ἑξῆς· ξίφος σωτήριον: —MgAgBi | |
sch Ph1093 | ἀντὶ τοῦ· τὰ τάγματα διέταξεν: —Mg | |
sch Ph1095 | ἔφεδροι λέγονται οἱ τῶν ἐν τῷ πολέμῳ πιπτόντων ἀναπλη‐ ροῦντες τὰς [ἑαυτῶν] τάξεις: —Mi ἀντιπάλους ἀνταγωνιστάς: —MgAgBi ἱππότας μὲν ἱππόταις ἔταξ’: διὰ τοῦτο ἑπτὰ ἔταξε στρατη‐ | |
5 | γοὺς πρὸς ταῖς ἑπτὰ πύλαις ἑαυτὸν οὐ συγκατατάξας ὅπως αὐτὸς περι‐ έρχοιτο τὰς πύλας τῷ νοσοῦντι μέρει συμμαχῶν· ἐπάγει γὰρ [1163] ἐπειδὴ τάσδ’ εἰσεῖδεν εὐτυχεῖς πύλας, ἄλλας ἐπῄει παῖς σός: —MTAB † ἄλλως: ἀπὸ κοινοῦ τὸ ἐπεί, ἵνα ᾖ· καὶ ἐπεὶ λόχους ἔνειμεν. | |
10 | ἡ δὲ ἀπόδοσις εἰς τὸ δι’ ὀλίγου περγάμων ἀπ’ ὀρθίων εἰσορῶ‐ μεν: —A | |
sch Ph1097 | ὅπως: —MgAg ἀδυναμοῦντι: —MgAg εἴη ὁ σὸς παῖς, ὁ Ἐτεοκλῆς, βοήθεια: —MgAgBi | |
sch Ph1098 | διὰ βραχέος χρόνου: —MiAgBi νῦν τῶν τειχέων: —MgAg οὕτως πᾶσαν ἀκρόπολίν φασιν: —MgAgBi περγάμων δ’ ἀπ’ ὀρθίων: πέργαμα τὰ ἀκρωτήρια. λέγει δὲ τὰ | 362 in vol. 1 |
5 | τείχη: —MTA ὑψηλῶν: —MMgTAAgBi | |
sch Ph1099 | λευκὰς ἀσπίδας ἔχοντα: —MgAgBi | |
sch Ph1100 | Τευμησὸν ἐκλιπόντα: ὄρος Βοιωτίας. ἀντὶ τοῦ τὴν τῷ Τευμησῷ χώραν παρακειμένην. ἐπεὶ πῶς ὁρᾶν ἠδύνατο πλέον ἑκατὸν σταδίους τοῦ Τευμησοῦ ἀφεστηκότος τῶν Θηβῶν: —MTAB † ἢ οὐκ ἐκλιπόντα, ἀλλ’ ἤδη καταλιπόντα: —TAB | |
5 | ἄλλως: οἱ μὲν ὄρος Βοιωτίας, οἱ δὲ ὅτι ὄρος ἐν Ἄργει, ἐν ᾧ ὡπλίζοντο οἱ Ἀργεῖοι εὐτρεπιζόμενοι πρὸς πόλεμον: —MTA οὐχ ὅτι Τευμησὸν κατέλιπεν· πολὺ γὰρ ἀφέστηκεν· ἀλλ’ ὅτι τὴν χώραν τὴν παρατείνουσαν ἀπὸ τοῦ Τευμησοῦ μέχρι Θηβῶν: —MiA † ἄλλως: τὴν χώραν, καὶ τὸν τόπον, ἀπὸ Θηβῶν εἰς Τευμησὸν | |
10 | ἄγουσαν καταλιπόντα καὶ πλησιάσαντα τῷ τῆς πόλεως τείχει: —A | |
sch Ph1101 | περιέλαβον περιεκύκλωσαν: —MgAgBi οἷον· ὀξέως ἐπέβησαν, ἐπλησίασαν: —Mg | |
sch Ph1102 | ὕμνος ᾀδόμενος εἰς Ἀπόλλωνα ἐπὶ καταπαύσει κακῶν: — MgBi τουτέστιν· οἱ μὲν εὐχόμενοι σωθῆναι, οἱ δὲ σαλπίζοντες: —MgAiBi | |
sch Ph1104 | προσήρχετο: —Mg Νηίταις πύλαις: ἢ ἀπὸ Νηίδος τῆς Ἀμφίονος καὶ Νιόβης· ἢ ἐπεὶ νέαταί εἰσιν. ὁ δὲ Φερεκύδης [frg. 102c] ἀπὸ Νηίδος τῆς Ζήθου θυ‐ γατρός: —MTAB | |
sch Ph1105 | ἐξορθούμενον ταῖς ἀσπίσιν ὡς τὸ [Ν 339] ‘ἔφριξεν δὲ μάχη | |
φθισίμβροτος ἐγχείῃσιν‘: —MTAB πεπυκνωμένον: —MMgAgBg | 363 in vol. 1 | |
sch Ph1106 | τῆς Ἀταλάντης: —MgAg | |
sch Ph1107 | ἔχει γὰρ ἐν τῇ ἀσπίδι τὴν Ἀταλάντην τοξεύουσαν τὸν Αἰτω‐ λὸν κάπρον τοῖς μακροβόλοις ὀιστοῖς: —MA | |
sch Ph1109 | εἰς δὲ Προιτίδας πύλας: ἐκβληθεὶς γὰρ ὑπὸ Ἀκρισίου ᾤκησεν ὁ Προῖτος εἰς τὰς Θήβας πλησίον τούτων τῶν πυλῶν: —MTAB πύλαι Θηβῶν ἀπὸ Προίτου τοῦ ἄρχοντος, ὃς ἐξ Ἄργους φυγὼν ᾤκησεν ἐν Θήβαις: —MTA | |
sch Ph1110 | ἐχώρει σφάγι’ ἔχων ἐφ’ ἅρματι: ἱερεῖα εἰς σφαγὴν ἕτοιμα εἶχεν ἐν τῷ ἅρματι, ἵνα, εἰ χρεία γένοιτο μαντείας, εὐθέως σφά‐ ξας μαντεύσηται: —MTAB | |
sch Ph1111 | οὐ σημεῖ’ ἔχων ὑβρισμένα: οὐκ ἔχων ἐπὶ τῆς ἀσπίδος σημεῖα ὑπερήφανα καὶ μεστὰ ἀλαζονείας ὡς τὰ Καπανέως. καὶ παρὰ τῷ Αἰσχύλῳ [Sept. 735]· ‘τοίαν ὁ μάντις ἀσπίδ’ ἔγκυκλον ἔχων πάγ‐ χαλκον ἕρπει· σῆμα δ’ οὐκ ἐπῆν κύκλῳ‘: —MTAB | |
5 | ἄλλως: οὐχ ὡς οἱ ἄλλοι ἔχων πεποικιλμένην τὴν ἀσπίδα: —A ὑπερήφανα. οὐχ ὕβρεις ἐπιφέροντα ταῖς Θήβαις: —Mi | |
sch Ph1112 | ἀλλὰ σωφρόνως ἄσημ’ ὅπλα: ἀντὶ τοῦ οὐκ ἀλαζονείαν τινά. ἴσως δὲ ὡς μάντις προειδὼς τὸ μέλλον οὐδὲν ἀλαζονικὸν ἐφρό‐ νει: —MTA | |
sch Ph1113 | Ὠγύγια δ’ εἰς πυλώμαθ’: ἐπειδὴ παρὰ τῷ Ὠγύγου τοῦ Βοιωτοῦ τάφῳ ἔκειντο καὶ οὐχ ὅτι Ὤγυγος αὐτὰς ἔκτισεν· οἱ γὰρ περὶ τὸν Ἀμφίονα ἔκτισαν τὰς Θήβας. ἢ ἀρχαίων, ὡς αὐτῶν πρωτοκτί‐ | |
στων οὐσῶν τῇ πόλει: —MTA | 364 in vol. 1 | |
5 | Ὠγύγια προσηγορεύθη, φησὶν ὁ Ἀριστόδημος [frg. 2a], διὰ τὸ τοὺς περὶ Ἀμφίονα καὶ Ζῆθον τειχίζοντας Θήβας παρὰ τὸν Ὠγύγου τοῦ βασι‐ λέως τάφον αὐτὰς τάξαι: —Laur. 32, 33 Vat. 1332 | |
sch Ph1115 | στικτοῖς πανόπτην: πεποικιλμένοις. ἐγγεγραμμέ‐ νοις: —MTA ἄλλως: τοῖς ἐμπεποικιλμένοις. φησὶ δὲ τὸν Ἄργον τὸν τῆς Ἰοῦς φύλακα: —MTA | |
5 | οἰκεῖον δὲ ὁ Ἱππομέδων σημεῖον εἶχεν ἐγγεγραμμένον· εἰς γὰρ τεκ‐ μήριον τῆς πατρίδος σημεῖον στικτὸν ἔφερε † τῆς Ἀργείας βοὸς φύ‐ λακα: —MT οἱ δὲ οἷον κατεστιγμένοις, ποικίλοις τῇ γραφῇ· τοὺς γὰρ ὀφθαλ‐ μοὺς καταστίκτους γράφουσι καὶ φοβερόν τι ἀποτελοῦσι τῇ καταστί‐ | |
10 | ξει: —TA πεποικιλμένοις. διὰ τὸ εἶναι αὐτὸν ἄυπνον φυλάττοντα τὴν βοῦν ἐκ κελεύσεως Ἥρας: —MgA τὸν Ἄργον λέγει. ἐνεγέγραπτο γὰρ, φησὶν, ἐν τῇ ἀσπίδι τοῦ Ἱππο‐ μέδοντος: —MgAg | |
sch Ph1116 | τὰ μὲν σὺν ἄστρων: τοῖς μὲν πρὸς ἀνατολὰς κειμένοις ὄμμασι βλέποντα, μύοντα δὲ τοῖς πρὸς δύσιν. θέλει γὰρ αὐτὸν οἷς μὲν διαγρυπνεῖν, οἷς δὲ καθεύδειν ὄμμασιν: —MTAB ἄλλως: ἰδίως ὁ Εὐριπίδης ἔνια μὲν τῶν τοῦ Ἄργου ὀμμάτων | |
5 | συνανατέλλειν τοῖς ἄστροις φησὶ δεδορκότα, τὰ δὲ πρὸς ταῖς δύσεσι καταμύειν. ὁ μὲν γὰρ Φερεκύδης [frg. 22] φησὶν αὐτὸν ἐπὶ τοῦ ἰνίου ἔχειν ὀφθαλμὸν ἅμα δηλῶν ὅτι δύο ἐγένοντο Ἄργοι. γράφει δὲ οὕτως· ‘Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ τὴν Ὠκεανοῦ. τοῦ δὲ γίνεται Κρίασος, τοῦ δ’ Ἐρευθαλίων, ἀφ’ οὗ Ἐρευθαλίη πόλις καλεῖται ἐν Ἄργει, καὶ Φόρ‐ | |
10 | βας. τοῦ δὲ γίνεται Ἀρέστωρ, τοῦ δὲ Ἄργος, ᾧ Ἥρη ὀφθαλμὸν τίθη‐ σιν ἐν τῷ ἰνίῳ καὶ τὸν ὕπνον ἐξαιρεῖται καὶ ἐφιστᾷ φύλακα αὐτὸν τῇ Ἰοῖ. ἔπειθ’ Ἑρμῆς αὐτὸν κτείνει‘. Διονύσιος δὲ ἐν τῷ α τοῦ Κύκλου [frg. 1] βύρσαν αὐτὸν ἠμφιέσθαι φησὶ καὶ κύκλῳ τὸ σῶμα ὅλον ὠμ‐ ματῶσθαι. ὁ δὲ τὸν Αἰγίμιον ποιήσας φησί [frg. 5]· | 365 in vol. 1 |
15 | καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα, ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δ’ ἔχεν ἔμπεδον αἰεί: —MTAB τὰ μὲν ἔμπροσθεν αὐτοῦ ὄμματα βλέποντα 〈σὺν〉 ταῖς ἐπιτολαῖς | |
20 | τῶν ἄστρων, τὰ δὲ ὄπισθεν μετὰ τῶν δυνόντων ἄστρων μύοντα: —Mi ἐπιτολαῖσιν ὄμματα: ἐνταῦθα ἀνατολαῖς ἀκούειν δεῖ οὐ δια‐ χωρίζοντας ὡς παρ’ Ἡσιόδῳ καὶ Ἀράτῳ. καὶ τὴν πρόφασιν δὲ εἶπεν ἀκολούθως τοῦ λεπτῶς οὕτως γνῶναι τὴν γραφήν· τεθνηκότος γὰρ, φησὶ, τοῦ Ἱππομέδοντος καὶ κειμένου τοῦ ὅπλου παρῆν ἀδεῶς καὶ | |
25 | λεπτότερον ὁρᾶν τὴν γραφήν: —MTA ἐπιτολὴ δὲ καὶ ἀνατολὴ διαφέρει· ἀνατολὴ μέν ἐστι τῶν μεγίστων ἄστρων τῶν προαναβαινόντων, ἐπιτολὴ δὲ τῶν ἐλαττόνων, τῶν μετ’ ἐκεῖνα: —MT | |
sch Ph1118 | ὥστε παρῆν ὁρᾶν τὴν ἀσπίδα ὕστερον οὕτως γεγραμμένην ἀποθανόντος Ἱππομέδοντος τοῦ αὐτὴν βαστάζοντος: —MgTAg τὸ ὡς ἀντὶ τοῦ καθώς, ἵν’ ᾖ· οὕτως καθὼς ἦν ἰδεῖν τὴν ἀσπίδα τοῦ Ἱππομέδοντος ὕστερον καὶ διαγνῶναι τὰ σημεῖα μετὰ τὸ αὐτὸν ἀπο‐ | |
5 | θανεῖν· ἐπεὶ πῶς ἦν δυνατὸν καλῶς διαγνῶναι ἀπὸ μήκοθεν ὡς γνωρί‐ σαι καὶ τὰ σημεῖα, ἀλλὰ μετὰ τὸ ἀποθανεῖν αὐτόν: —Mi | |
sch Ph1119 | Ὁμολωίσιν δὲ τάξιν εἶχε: αὗται οὕτως ἐκλήθησαν ἀπὸ | |
Ὁμολωέως τοῦ Ἀμφίονος. τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παι‐ σὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος [frg. 2] δέ φησιν αὐτὰς οὕτως κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμολώου ἥρωος· κατὰ | 366 in vol. 1 | |
5 | δὲ τοὺς ψευδολογεῖν βουλομένους ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων Ὁμολωίδος: —MTAB | |
sch Ph1120 | λέοντος δέρος ἔχων: λέοντος δέρμα ἔχων. ὁ Τυδεὺς ἦν ἐγγεγραμμένος τῇ μὲν λαιᾷ τὸ δέρμα, τῇ δὲ δεξιᾷ τὸ πῦρ ἔχων: — TAB | |
sch Ph1122 | Τιτὰν Προμηθεύς: τὸ ὡς προτακτέον τοῦ Τιτάν· ὡς ὁ Προμηθεὺς ὁ ἀπὸ τῶν Τιτάνων: —MTA τὸ δὲ Τιτὰν Προμηθεύς οὕτως ἐξεδέξαντό τινες· ἀντὶ δόρατος 〈λαμπάδα〉 εἶχεν ὡς Τιτάν: —MTAB | |
5 | αὐτόχρημα Τιτὰν Προμηθεύς: —MTAB | |
sch Ph1123 | πύλαι καὶ αὗται Θηβῶν· ἴσως δὲ τῇ Δίρκῃ παρέκειντο καὶ ἀπὸ ταύτης ὠνομάσθησαν: —MiT | |
sch Ph1124 | Ποτνιάδες δ’ ἐπ’ ἀσπίδι: μανικαί. τινὲς δέ φασι Γλαῦκον τὸν τῶν Ποτνιάδων ἵππων δεσπότην πατέρα εἶναι Βελλερο‐ φόντου, ἐξ οὗ παῖς ἐγένετο Γλαῦκος. Ποτνιάδες δὲ ἐκαλοῦντο ἐπεὶ ἐν Ποτνίαις ἔτρεφεν αὐτὰς Γλαῦκος. Πότνιαι δὲ πόλις Βοιωτίας. | |
5 | Γλαῦκον δὲ οὐ τὸν ἀπὸ Σισύφου, ἀλλὰ τὸν Θρᾷκα τὸν ἄγριον: —MTA ἄλλως: τὰς τοῦ Γλαύκου φησὶν, αἳ λυσσήσασαι κατέφαγον τὸν δεσπότην Γλαῦκον τὸν ἀπὸ Σισύφου ἐν Ποτνίαις τῆς Βοιωτίας: — MTAB | |
sch Ph1125 | ἐπισήμω. ἢ πλεονάζει ἡ ἐπί: —MgTAg | |
τῷ περὶ αὐτὰς φόβῳ ἐδόκουν σκιρτᾶν: —MgT οὕτως φοβεραὶ ἦσαν κατὰ τὴν γραφὴν ὡς δοκεῖν σκιρτᾶν: —MgTA | 367 in vol. 1 | |
sch Ph1126 | μηχαναῖς περιστρεφομέναις: —MgAg περικυκλούμεναι: —Mg ἔνδοθεν κυκλούμεναι: ἔνδοθεν τῆς ἄντυγος δηλονότι, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. στρόφιγξι δὲ ταῖς περιστροφαῖς τοῦ δρό‐ | |
5 | μου: —TAB † ἐν τῇ γραφῇ κεκαμμένων αὐτῶν τῶν τραχήλων πάνυ ταῖς ἡνίαις, ὡς δοκεῖν ἀληθῶς τῷ ὄπισθεν τοῦ ὅπλου αὐτὰς κατέχεσθαι· ὡς νομίζεσθαι τὸν βαστάζοντα τὸ ὅπλον καὶ τὰς ἡνίας αὐτῶν ὑπὸ τὸν πόρπακα κατέχειν διὰ τὸ μὴ ἐγγεγράφθαι τὸν ἡνίοχον μήτε τὸ ὄχημα | |
10 | μόνην τε τὴν ζεῦξιν τῶν πώλων, ὡς ἐν ἅρματι, ἐγγίζουσαν τοῦ ὅπλου καὶ ἔσωθεν ἡνιοχουμένην. στρόφιγξι δὲ ταῖς ἡνίαις καθὰ δι’ αὐτῶν στρέφεται τὸ ἅρμα. πόρπαξ δὲ καλεῖται τὸ κατὰ μέσον τοῦ ὅπλου ὑπὸ τὸν ὀμφαλὸν κοίλωμα δι’ οὗ βαστάζεται τὸ ὅπλον. καλῶς πως ὑπὸ τὸν πόρπακα κατεχόμεναι σκιρτηματικῶς ὡς δοκεῖν μαίνεσθαι | |
15 | αὐτάς. εἴη δ’ ἂν αὐτῷ τῆς τύχης οἰκεῖον καὶ τῆς φυγῆς τὸ σημεῖον. ἔνδοθεν δηλονότι τῆς ἄντυγος ἔσωθεν, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. πόρπακα δὲ τὸν ὀμφαλὸν τῆς ἀσπίδος. ἐν δὲ τῇ ἀσπίδι, φησὶ, τούτου ἐνετετύπωντο αἱ Ποτνιάδες ἵπποι οὕτως ἀκριβῶς ὡς δοκεῖν τῇ ἀληθείᾳ σκιρτᾶν κατὰ τὴν γραφὴν καὶ περιθέειν τὸν τῆς | |
20 | ἀσπίδος ὀμφαλόν: —TA | |
sch Ph1129 | ἐπ’ Ἠλέκτραις πύλαις: ἀπὸ Ἠλέκτρας τῆς Ἄτλαντος καὶ Ἡσιόνης. ἱστορεῖται δὲ ἡ Ἠλέκτρα τρεῖς παῖδας ἔχειν, Δάρδανον, | |
Ἠετίωνα, ὃν καὶ Ἰασίωνα ὠνόμασαν, καὶ Ἁρμονίαν· ἣν γήμαντα τὸν Κάδμον ἀπὸ τῆς μητρὸς αὐτῆς Ἠλεκτρίδας πύλας ὀνομάσαι τῆς Θήβης. | 368 in vol. 1 | |
5 | οἱ δὲ ἀπὸ Ἠλέκτρας μιᾶς τῶν Ἀμφίονος θυγατέρων. ἐνταῦθα ὁ Καπανεὺς λοχαγεῖ· καὶ αὐτὸς δὲ διεσάφησε τὴν οἰκειότητα τοῦ ση‐ μείου αὐτοῦ: —MTA ἄλλως: ἢ ἀπὸ Ἠλεκτρυόνος τοῦ πατρὸς Ἀλκμήνης ἢ ἀπὸ Ἠλέκ‐ τρας τῆς Ἀμφίονος. ἔνιοι δὲ ἀπὸ Ἠλέκτρας τῆς Ἁρμονίας μητρὸς, ἧς | |
10 | εἶναι ἀνάθημά φασι τὸ ἐν Τροίᾳ Παλλάδιον τὸ κλαπὲν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους: —MTAB | |
sch Ph1130 | σιδηρονώτοις δ’ ἀσπίδος τύποις ἐπῆν: πῶς οὖν ἀνω‐ τέρω [1099] εἶπε λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν· ἐν δὲ τῇ Ἀντιγόνῃ λέγει [frg. 159]· ‘χρυσεόνωτον ἀσπίδα τὰν Καπανέωσ‘. λεύκασπιν μὲν οὖν ἀπὸ τοῦ πλεονάζοντός φησι, χρυσόνωτον δὲ τὴν | |
5 | πολυτελῆ, σιδηρόνωτον δὲ τὴν ἰσχυρὰν ἀσπίδα: —MTAB χαλκενδύτοις: —MgAgBi ὑπῆρχεν ἐπέκειτο. ἐζῳγράφητο ἐπὶ τῆς ἀσπίδος γίγας φέρων πᾶσαν τὴν πόλιν: —MiB | |
sch Ph1132 | γράφεται βάθρων, θεμελίων: —Mg | |
sch Ph1133 | ὑποψίαν σημεῖον: —MgB ἀπὸ κοινοῦ τὸ φέρων: —MgBi | |
sch Ph1134 | τινές φασι τὰς ἑβδόμας πύλας [τῆς] Βοιωτίας καλεῖσθαι ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ τῆς σοφῆς Μελανίππης, ἀφ’ οὗ καὶ ἡ πᾶσα Βοιωτία ἐκλήθη: —MA | |
sch Ph1135 | ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν: ἀντὶ τοῦ· πλήρη τὴν ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν ἑκατὸν ἐχίδναις ὕδρας: —MTA ἄλλως: τῷ ἑκατόν ἐχρήσατο ἀορίστως: —MTA | |
ἡ δὲ σύνταξις· πολλαῖς ἐχίδναις, τουτέστι κεφαλαῖς ὕδρας, ἐκπλη‐ | 369 in vol. 1 | |
5 | ρῶν τὴν ἀσπίδα καὶ ἔχων αὐτὴν ἐν τοῖς λαιοῖς βραχίοσιν. ἐκπλη‐ ρῶν δὲ ἀντὶ τοῦ 〈ἐκ〉πληρώσας. τὸ ἑξῆς· ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν, ἑκατὸν ἐχίδναις ὕδρας ἐκπληρῶν τῇ γραφῇ. ἀντὶ τοῦ ἑκα‐ τὸν κεφαλαῖς. λέγει δὲ τὴν ὕδραν· ἐχιδνώδεις γὰρ ἦσαν αἱ ταύτης κε‐ φαλαί: —MTAB | |
10 | † ἐν ζῳγραφίᾳ πολλῶν ἐχιδνωδῶν ὑδρῶν ἐκπληρῶν τὴν ἀσπίδα: —A τὴν πολυκέφαλον ὕδραν ἐκπληρῶν τῇ γραφῇ: —Mi ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῇ: πληρῶν τὴν ἀσπίδα ἑκατὸν ἐχίδναις· ἐχιδνοκέφαλος γὰρ ἡ ὕδρα: —B | |
sch Ph1137 | Ἀργεῖον αὔχημ’: ἀλλὰ γὰρ βασιλεὺς ὢν τοῦ Ἄργους ἔφερε παράδοξα αὐχήματα λυμαινόμενα καὶ ἐναρπάζοντα τὰς Θήβας. ἐν Λέρνῃ γὰρ τῇ Ἀργείᾳ κρήνῃ ἀνεφύη ἡ ὕδρα, ἥτις δρακόντων κεφα‐ λὰς παμπληθεῖς εἶχεν. οὕτως γοῦν ὁρῶν αὐτὰς Ἡρακλῆς τεμνομένας | |
5 | καὶ πάλιν βλαστώσας ἐκέλευσεν Ἰολάῳ τὰς τεμνομένας περικαίειν. ἔφερεν οὖν τὴν ἀσπίδα τοῖς ἀριστεροῖς βραχίοσι τῇ γραφῇ τῆς ὕδρας πεπληρω‐ μένην καὶ διὰ τῆς γραφῆς τῆς ὕδρας ἐκπληρῶν ἐχίδναις, αἳ † δὴ καὶ ἀνήρπαζον: —MTA | |
sch Ph1138 | δράκοντες ἔφερον: αἱ ἐχιδνώδεις κεφαλαὶ τῆς ὕδρας. δράκοντας δὲ εἶπεν εἶδος ἀντὶ εἴδους παραλαβών: —MTA | |
sch Ph1140 | ξύνθημα: ἀντὶ τοῦ σημεῖόν τι ἴδιον † ἐπιγινώσκουσιν ὑπὲρ τοῦ τοὺς οἰκείους μὴ φονεύειν: —MTAB λέγει δὲ τὸ κηρύκειον. ταῦτα δὲ, φησὶν, εἶδον ἀκριβῶς πρὸς ἕκα‐ στον τῶν ταξιάρχων κῆρυξ ἀποστελλόμενος: —MTA | |
5 | τοῖς στρατηγοῖς τῶν ταγμάτων: —MgB | |
sch Ph1141 | μεσαγκύλοις: ἀκοντίοις, διὰ τὸ κατὰ μέσον τοῦ ξύλου τὰ | |
ἀκόντια ἀγκύλον τι καὶ κοῖλον ἔχειν ἐγγλυφὲν, εἰς ὃ ἐμβαλόντες τὸν δάκτυλον τὸν δεύτερον καὶ τοῖν δυοῖν ἑκατέρωθεν κατέχοντες τατικώτε‐ ρον ῥίπτουσιν οἱ πολέμιοι: —MTAB | 370 in vol. 1 | |
sch Ph1143 | σχίσμασι κλάσμασιν· οὐ γὰρ πέτρας ἔρριπτον μεγάλας οὔσας, ἀλλ’ εἰς μικρὰ κλῶντες αὐτὰς ἔρριπτον: —MgT ἄλλως: τοῖς σχισμοῖς. ἐκ δὲ τούτου θέλει εἰπεῖν τοὺς λίθους τοὺς ἐκ πετρῶν κατερρωγότας: —TA | |
sch Ph1145 | αἱματωθῆναι πληγαῖς: —Mg † ἐκ μεταφορᾶς τῶν ἐρίων κατὰ μικρὸν τῇ ἐργασίᾳ ξαινομένων: —B | |
sch Ph1146 | τί μέλλετ’ ἄρδην: διὰ τί κατ’ ὀλίγον ἀναλισκόμεθα καὶ οὐχὶ πάντες ἐμπίπτομεν ταῖς πύλαις: —MTAB ἀναβάλλεσθε: —Mg | |
sch Ph1147 | ὄνομα στρατιωτῶν οὐ πανοπλίᾳ χρωμένων ἀλλὰ τῇ σφεν‐ δόνῃ. πεζοί: —MiT οἱ σφενδονῆται καὶ οἱ τοξόται: —B φροντισταί: —Mi | |
sch Ph1149 | κρᾶτας αἱματούμενοι: ἀμφίβολον πότερον τὰς κρᾶτας εἶπεν ἢ τοὺς κρᾶτας· ἐπεὶ καὶ ἐν Ἀρχελάῳ [frg. 243]· ‘ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω‘. καὶ Ὅμηρος ἀμφιβόλως εἴρηκεν [χ 309]· ‘κράτων τυπτομένων‘. καὶ Ἴων [frg. 61]· ‘τύπτου τὸν αὑτοῦ κρᾶτα‘: —TAB | |
5 | κεφαλάς: —Mg | |
sch Ph1151 | ἐπὶ κεφαλῆς πίπτοντας: —MgBi τὴν ψυχὴν παραδιδόντας: —MgTBi | |
sch Ph1153 | ὁ δ’ Ἀρκὰς οὐκ Ἀργεῖος: Ἀρκὰς γὰρ ὢν ἐν Ἄργει ἐπαι‐ δεύθη, ὡς ἐν ἄλλοις φησίν [Suppl. 890]· ‘Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ’ ἐπ’ Ἰνάχου ῥοὰς παιδεύεται κατ’ Ἄργοσ‘: —MTAB | |
sch Ph1154 | τυφὼς πύλαισι: τύφεσθαί ἐστι τὸ τοὺς ὀφθαλμοὺς συγ‐ κεχύσθαι. Μένανδρος ἐν Φιλαδέλφοις [frg. 4]· ‘νὴ τὸν Δία τὸν μέγιστον | |
ἐκτυφήσομαι‘. καὶ ἐν Ἐπιτρέπουσιν [frg. 10]· ‘ἐξετύφην μὲν οὖν κλαί‐ ουσα‘. τυφὼς οὖν ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὶν ἐκπυρωθῆναι | 371 in vol. 1 | |
5 | τὸν ἀέρα· βούλεται δὲ ἀπὸ μέρους τὸ πῦρ δηλῶσαι· ἐμπεσὼν, φησὶ, ταῖς πύλαις ὡς πῦρ ἀνεβόησε μεγάλῃ φωνῇ, πῦρ καὶ δικέλλας αἰτῶν. τινὲς ἐκ τοῦ Τυφῶνος ἐξεδέξαντο ἑνὸς τῶν γιγάντων: —MTAB τυφών: τεράστιος δαίμων. λέγεται δὲ καὶ τὸ σφοδρὸν τοῦ ἀνέμου πνεῦμα: —MiBi | |
sch Ph1155 | ἐργαλεῖον μοχλευτικόν: —Mg | |
sch Ph1156 | ἀλλ’ ἔσχε μαργῶντ’ αὐτὸν ἐναλίου: πρὸς ταῖς Κρη‐ ναίαις πύλαις φησὶ τὸν Παρθενοπαῖον ὑπὸ τοῦ Περικλυμένου λιθοβολη‐ θῆναι Ἀριστόδημος [frg. 4]: —MTAB μεμηνότα: —MgBg | |
5 | τοῦ Ποσειδῶνος: —MgBi | |
sch Ph1157 | ὄνομα κύριον: —MgBg | |
sch Ph1158 | δυνάμενον πληρῶσαι ἅμαξαν. ἀπὸ κοινοῦ δὲ τὸ ἐμβα‐ λών: —TB γεῖσα: ὃν εἶπε λίθον, τοῦτον λέγει γεῖσα, ὄντα τῶν τειχῶν: —TA ἄλλως: τὰς ποικίλας ἐξοχὰς τῶν οἰκοδομημάτων: —TA | |
5 | ἄλλως: τὰ ἄκρα τῶν ἐπάλξεων: —TABi λαμβάνεται δὲ καὶ ἐπὶ τειχῶν ἡ λέξις: —T | |
sch Ph1159 | διεπάλυνε: εἰς λεπτὰ διέχεε. καὶ γὰρ παιπάλη λέγεται | |
τὸ λεπτὸν τοῦ ἀλεύρου. Ὅμηρος [Κ 7]· ‘ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρού‐ ρασ‘, ἀντὶ τοῦ ἐπέπασσεν. ἢ ἀντὶ τοῦ ἐμόλυνεν, παρὰ τὸ [Ε 100] ‘παλάσσετο δ’ αἵματι θώρηξ‘: —MTAB | 372 in vol. 1 | |
5 | διέσχισεν: —Mg ἁρμογὰς καὶ συνδέσεις. πέντε δὲ ῥαφὰς εἶναί φασιν οἱ ἰατροὶ τῆς κεφαλῆς: —MA | |
sch Ph1160 | ἄρτι δ’ οἰνωπὸν γένυν: τὴν πυρράν. ἢ τὴν ἀνθηρὰν γένυν εὐθέως καὶ παραχρῆμα ᾑμάτωσεν: —MAB τὴν πυρρὰν γενειάδα: —Mg | |
sch Ph1161 | οὐδὲ ἀπέρχεται ζῶν πρὸς τὴν μητέρα: —MgBi | |
sch Ph1162 | τῇ Ἀρκαδικῇ: —Mg Μαινάλου κόρῃ: γράφεται χθόνα, τουτέστιν εἰς τὴν Μαιναλίαν χθόνα. Μαινάλου δὲ κόρῃ τῇ ἀπὸ Μαινάλου ὄρους Ἀρκαδίας. ὡς φιλοκύνηγος δὲ ἐν ὄρει διέτριβεν. τὸ δὲ κόρη 〈ἀ〉διαφόρως τάτ‐ | |
5 | τουσιν ἐπὶ τοῦ γυνή: —MAB | |
sch Ph1165 | ἀκολούθους ἀσπιδηφόρους: —MgBi | |
sch Ph1167 | τὰς ἐξοχὰς τῶν ἐπάλξεων: —MgAg ὥστ’ ἐπάλξεων: τῶν ἐπάλξεων τὰ ἄκρα: —MMgABi ἄλλως: ἐπάλξεων ἐρίπνας: περιφραστικῶς τὰς ἐπάλξεις. καταλιπεῖν φυγάδας γενομένους. ἐρίπναι δὲ αἱ ἄκραι παρὰ τὸ με‐ | |
5 | γάλως καταπνέεσθαι: —MAB ἄλλως: ἐρίπνας: τὰς ἀκρωρείας. τὸ δὲ φυγάδας † ὥστε πάλιν τοὺς φυγόντας ὁ σὸς παῖς ὡς κυνηγὸς ἐξαθροίζει καὶ ὁρμᾷ: —MA | |
sch Ph1169 | ἐξαθροίζεται: τοὺς φυγάδας συναθροίζει καὶ συνάγει, ὡς ἐπὶ κυνῶν θῆρας φευγόντων: —MAB | |
† ἐξαθροίζει οὖν, φησὶ, τούτους τοὺς φεύγοντας ὑπὸ τῶν πολεμίων: —A | 373 in vol. 1 | |
sch Ph1170 | κατέστησεν αὐτοὺς πάλιν ἐπὶ τοῖς πύργοις: —Mg | |
sch Ph1171 | τοῦτο τὸ μέρος δυστυχοῦν καὶ κακῶς ἔχον καταπαύσαντες περιήλθομεν εἰς τὰς ἄλλας πύλας: —MgBi | |
sch Ph1173 | μακραύχενος γὰρ κλίμακος: ὁ Καπανεὺς θέλων μιμή‐ σασθαι τὸν Δία ἀνῆλθεν εἰς κλίμακα ἔχων δύο λαμπάδας· τὴν μίαν κεραυνὸν ἔλεγεν εἶναι καὶ τὴν μίαν ἀστραπήν. ἐπὶ τούτοις ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν: —MA | |
5 | τῆς ὑψηλῆς κλίμακος πρὸς τὰς ἀναβάσεις: —MgB | |
sch Ph1174 | τοσοῦτον ἐκαυχήσατο: —MgAgBi | |
sch Ph1175 | τίμιον: —MgBi τουτέστιν ὁ κεραυνός: —MgAgBi τὸ φοβερὸν πῦρ τοῦ Διός: —MgAg οἷον μὴ ἀποκωλύειν αὐτόν: —Mg | |
sch Ph1176 | τοῦ μὴ πορθεῖν τὴν πόλιν ἀπὸ ἄκρων τειχέων: —MgAgBi τὸ μὴ οὐ κατ’ ἄκρων περγάμων: ἡ κατά πρὸς τὸ ἑλεῖν· [εἰς] τὸ μὴ καθελεῖν τὴν πόλιν. τὸ οὐ πλεονάζει. περγάμων δὲ τῶν τειχέων: —MAB | |
sch Ph1178 | ἀνεῖρφ’ ὑπ’ αὐτήν: ἐναργῶς ἔδειξε τὸν ὑπὸ τῇ ἀσπίδι κεκρυμμένον καὶ βαλλόμενον ἄνωθεν, ὁμοίως τῷ [Π 360] ‘ἀσπίδι ταυ‐ ρείῃ κεκαλυμμένοσ‘: —MAB συστρέψας: —MgAg | |
sch Ph1179 | ἐν οἷς τὰ ὑπόβαθρα πήγνυται δι’ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ τείχη: —Mg βαθμούς: —Mg ἐνηλάτων βάθρα: περιφραστικῶς τὰ ἐνήλατα, ὅπου ἐπιβαίνομεν. | |
5 | ἢ τὰς βάσεις τῶν ἐνηλάτων τῆς κλίμακος: —MAB ἄλλως: ἐνήλατά ἐστι τὰ ὀρθὰ ξύλα, ἔνθα πήγνυνται καὶ ἐλαύνον‐ ται τὰ βάθρα τῆς κλίμακος: —MAB ἀντὶ τοῦ εἰς ὕψος: —MA | |
ἄλλως: τῶν θεμελίων καὶ τῶν βάσεων: —MA | 374 in vol. 1 | |
sch Ph1183 | ὡς ἀπὸ σφενδόνης ἐχωρίσθησαν αὐτοῦ τὰ μέλη ἀπ’ ἀλλή‐ λων: —MgBi εἰς ὕψος: —MgAg | |
sch Ph1185 | χεῖρες δὲ καὶ κῶλ’ ὡς κύκλωμ’ Ἰξίονος: ὡς ὁ τροχὸς Ἰξίονος, περὶ ὃν ἀεὶ στρέφεται. οὗτος γὰρ διὰ τὸ τῆς Ἥρας ἐρασθῆναι ταύτην κατεδικάσθη τὴν τιμωρίαν: —MAB Ἰξίων Λαπίθης τὸ γένος ἠγάγετο Δίαν τὴν Ἠιονέως θυγατέρα, τὸν | |
5 | δὲ πενθερὸν αὐτοῦ ἐλθόντα ἐπὶ τὰ ἕδνα συνεσκευάσατο. ὄρυγμα γὰρ ποιήσας ἐν τῇ οἰκίᾳ καὶ γεμίσας πυρὸς ἐκεῖ τὸν Ἠιονέα ἐνέβαλεν. ἐφ’ ᾧ οἱ θεοὶ ἠγανάκτησαν· ὁ δὲ Ζεὺς ἐλεήσας τὸν Ἰξίονα καὶ λαβὼν αὐτὸν ἐν τῷ ἰδίῳ ἱερῷ ἀφῆκε μεταδιδοὺς αὐτῷ καὶ τῆς ἀθανασίας. ὃς ἀκο‐ λασταίνων ἰδὼν τὴν Ἥραν ἠράσθη αὐτῆς. μὴ φέρουσα δὲ ἡ Ἥρα τὴν | |
10 | μανίαν αὐτοῦ φησι τῷ Διί· ἐφ’ ᾧ ἀγανακτήσας ὁ Ζεὺς βουλόμενός τε γνῶναι εἴ γε ἀληθές ἐστιν, ἀπείκασε τῇ Ἥρᾳ νεφέλην, ἣν ἰδὼν ὁ Ἰξίων νομίσας τὴν Ἥραν εἶναι μίγνυται αὐτῇ καὶ ποιεῖ παῖδα διφυῆ, τὰ μὲν ἀνθρώπου ἔχοντα τὰ δὲ ἵππου, ἀφ’ οὗ καὶ οἱ Ἱπποκένταυροι γεγόνασιν. ὀργισθεὶς δὲ ὁ Ζεὺς ὑποπτέρῳ τροχῷ τὸν Ἰξίονα δήσας ἀφῆκε τῷ | |
15 | ἀέρι φέρεσθαι μαστιζόμενον καὶ λέγοντα· ‘χρὴ τιμᾶν τοὺς εὐεργέτας.‘ οἱ μὲν ὅτι ἐταρτάρωσεν αὐτόν, οἱ δὲ ὅτι καὶ πύρινος ἦν ὁ τρο‐ χός, φασίν: —MA | |
sch Ph1186 | ἐκάμπτετο ἐστρέφετο: —MgB ὑπὸ πυρός: —MgB κεκαυμένος: —Mg | 375 in vol. 1 |
sch Ph1190 | γνωρίσαντες: —Mg τὰ ἅρματα περιφραστικῶς: —MgAgBi | |
sch Ph1191 | ἐν μέσῃ τῇ παρατάξει: —MgAgBi | |
sch Ph1192 | συνέβαλον: —Mg | |
sch Ph1194 | ἄξονές τ’ ἐπ’ ἄξοσι: παρὰ τὸ Αἰσχύλου ἐν Γλαύκῳ Ποτνιεῖ [frg. 36]· ‘ἐφ’ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρὸς, ἵπποι δ’ ἐφ’ ἵπποις ἦσαν ἐμπεφυρμένοι‘: —MAB | |
sch Ph1195 | νεκροὶ δὲ νεκροῖς: ἐπὶ νεκροῖς ἐσωρεύοντο. περισσὴ δὲ ἡ ἐξ: —MA σωρηδὸν ἀλλήλοις ἐπέκειντο: —MABi ἀνεμίγνυντο, ἐπ’ ἀλλήλοις ἔπιπτον: —MA | |
sch Ph1196 | ἔσχομεν κατασκαφάς: ἐπέσχομεν τῆς πόλεως τὴν κατα‐ σκαφὴν καὶ τὴν πόρθησιν: —A † τοὺς θεμελίους τῶν πύργων κατασκαφῆναι διεκωλύσαμεν: —Bi τὰς πορθήσεις: —MgAg | |
sch Ph1200 | καλὸν τὸ νικᾶν: εἰ οἱ θεοὶ τὰ δίκαια κρίνουσι, πάντως ἡττηθήσονται οἱ Θηβαῖοι. ἐγὼ οὖν, ὁ χορὸς, σωθείην, διαφύγοιμι: — MABi ἄλλως: καλὸν τὸ νικᾶν ἐστιν. εἰ δὲ καὶ βέλτιον τοῦ νικᾶν ἡμᾶς | |
5 | βουλεύονται οἱ θεοὶ, εὐτυχοίην ἄν· λέγει δὲ τὸ φιλίαν ἐμβαλεῖν τοῖς ἀδελφοῖς: —MAB εἰ δ’ ἀμείνον’ οἱ θεοί: τινὲς ἀντὶ τοῦ δικαίαν. ὁ δὲ νοῦς· γέ‐ νοιτο μὲν νικᾶν τοὺς Θηβαίους· εἰ δὲ οἱ θεοὶ τὰ δίκαια κρίνουσι καὶ συμβῇ ἀπολέσθαι τοὺς Θηβαίους, ἀλλ’ οὖν ἐγὼ διαφύγοιμι: —MAB | |
sch Ph1201 | γράφεται ἔχοιεν: —Mg περὶ ἡμᾶς δηλονότι: —Mg | |
sch Ph1204 | Κρέων δ’ ἔοικε τῶν ἐμῶν νυμφευμάτων: καὶ τῶν | |
ἐμῶν νυμφευμάτων καὶ τῶν Οἰδίποδος κακῶν ὁ Κρέων ἀπέλαυσεν: —MA | 376 in vol. 1 | |
sch Ph1205 | ἀπολαύειν μετέχειν: —MgAg | |
sch Ph1207 | λυπηρῶς: —Mg ἀλλ’ εἰς τὴν ἀρχὴν τοῦ λόγου ἀνάδραμε καὶ διήγησαι τί μέλλουσι δρᾶσαι: —M | |
sch Ph1209 | ἔα τὰ λοιπά: μὴ περαιτέρω πύθῃ: —MAB δεῦρ’ ἀεί: ἀντὶ τοῦ μέχρι τούτου καὶ ἕως τούτου: —MAB | |
sch Ph1210 | τοῦτ’ εἰς ὕποπτον εἶπας: ἐπειδὴ εἶπεν· ἔα τὰ λοιπὰ, ἀεὶ καλῶς πράσσεις, εἶπεν ὅτι εἰς ὑποψίαν εἶπας: —MAB εἰς ὑποψίαν: —MgAg | |
sch Ph1212 | ἀντὶ τοῦ πράξω: —Mg | |
sch Ph1213 | μέθες μ’· ἔρημος παῖς: ἀντὶ τοῦ· ἐμοῦ ἔρημος καὶ χωρίς ἐστιν ὁ σὸς παῖς: —MAB ἀσπιδηφόρου: —MgAgB | |
sch Ph1214 | καλύπτεις ἐν ἀφανείᾳ: —MgAB κρύπτεις: —MgAg | |
sch Ph1215 | κοὐκ ἄν γε λέξαιμ’ ἐπ’ ἀγαθοῖσι: πρὸς οἷς ἔλεξα ἀγα‐ θοῖς οὐκ ἂν ἀγγείλαιμι τὰ κακά: —MAB | |
sch Ph1216 | ἢν μή γε φεύγων: εἰ μὴ ἄρα φεύγων με ἐκφύγῃς εἰς τὸν αἰθέρα: —MAg | |
sch Ph1219 | λείπει τὸ ποιεῖν: —AgBi | |
sch Ph1223 | ὑψηλοῦ τείχους: —MgAg ὑπῆρξ’ ἀπ’ ὀρθίου: προήρξατο κατήρξατο. ὀρθίου δὲ ὑψηλοῦ. ἀρχηγὸς ἐγένετο κελεύσας κηρύξαι: —MAB | |
sch Ph1224 | ἐπίρρημα: —MgBg | |
sch Ph1225 | ἔλεξε δ’, ὦ γῆς Ἑλλάδος στρατηλάται: ἀπὸ τοῦ διηγη‐ ματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη. λείπει οὖν τῷ λόγῳ τὸ ταῦτα λέγων. | |
οὗτος δὲ οὐ φέρεται ἐν τοῖς πολλοῖς ἀντιγράφοις: —MAB | 377 in vol. 1 | |
sch Ph1226 | Δαναῶν ἀριστεῖς: Ὁμηρικῶς ἤρξατο [Γ 86]· ‘κέκλυτέ μευ Τρῶες καὶ ἐυκνήμιδες Ἀχαιοί‘: —MAB | |
sch Ph1228 | ἀπολλύετε προΐεσθε: —Mg ψυχὰς ἀπεμπολᾶτε: ἐκπονεῖτε. ἀπεμπολᾶν δὲ κυρίως ἐστὶ τὸ πιπράσκειν: —MAB εἰς κίνδυνον ἐκδίδοτε· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ θαλάσσῃ | |
5 | κινδυνευόντων διὰ τὸ κέρδος: —MAB ἄλλως: ἐκβαλὼν τὸν κοινὸν κίνδυνον ὑμῶν καὶ τὸν πόλεμον: — MAB | |
sch Ph1232 | παραδοῦναι παρασκευάσω πόλιν: —MgAgBg | |
sch Ph1234 | ἐπανέρχεσθε: —MgBg | |
sch Ph1235 | ἅλις ὃς κεῖται νεκρός: καὶ ὁ τῶν Θηβαίων ὄχλος ἀπο‐ θανὼν αὐτάρκης: —MAB | |
sch Ph1237 | ὥρμησεν: —Mg ἐπῄνει: —MgAg | |
sch Ph1240 | ἐπὶ τοῖσδε δ’ ἐσπείσαντο: ἐπὶ τοῖς ὡμολογημένοις συν‐ θήκας ἐποιήσαντο: —MAgBi εἰς φιλίαν συνῆλθον: —M κἀν μεταιχμίοις: καὶ ἐν τῷ μέσῳ μέρει τῶν στρατευμάτων: — | |
5 | MAg μεταίχμιον λέγεται ὁ τόπος ὁ μεταξὺ τῶν δύο στρατευμάτων. ἐπὶ τούτοις τοῖς ὁμιλήμασιν ἐν τοῖς μεταιχμίοις συνελθόντες ἐπεσπεί‐ σαντο ἐμμενεῖν αὐτοῖς οἱ στρατηγοί. ἔνιοι δὲ γράφουσι στρατη‐ λάταις μετὰ τοῦ ι, ἵνα τοὺς ἄλλους βασιλεῖς καὶ τὰ στρατεύματα | |
10 | ἀκούσωσιν ἐμμένειν τοῖς ῥηθεῖσιν ὑπ’ ἀμφοτέρων: —MAB | |
sch Ph1241 | ὅρκους συνῆψαν: τὰ πρὸς τοὺς ὅρκους ἐπιτήδεια συνέμιξαν | |
[Θηβαίων καὶ Ἀργείων], τουτέστι τὸν οἶνον καὶ τὸ αἷμα τῶν ἱερείων: —MAB | 378 in vol. 1 | |
sch Ph1242 | ὡπλίζοντο: —MgAg | |
sch Ph1244 | πρόμαχον: —MgAg | |
sch Ph1247 | ἐπιθυμοῦντες μαινόμενοι: —MgAgBg | |
sch Ph1248 | λαθραίως παρεκβαίνοντες: —MgAg | |
sch Ph1249 | προετρέποντο: —Mg γράφεται λόγοισι θαρσύνοντες κἄλεγον: —Bi | |
sch Ph1250 | ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας: ἐν σοὶ τρόπαιον στῆσαί ἐστιν ἡμῖν ἐλπὶς τῷ τε Ἄργει εὐκλεῆ ἀπαγγελίαν δοῦναι. ἢ ἀντὶ τοῦ· εὐκλείας λόγον καὶ φήμην καταλεῖψαι τῇ πατρίδι: —MAB στῆσαι τὸ ἄγαλμα: —MgAgB | |
sch Ph1251 | νικητήριον: —MgAgBBg | |
sch Ph1252 | παρεθάρσυνον πάλιν οἱ φίλοι: —Mg ἀπὸ κοινοῦ τὸ ἐθάρσυνόν τε καὶ ἔλεγον ταῦτα: —MiBi | |
sch Ph1255 | τὴν βολὴν τοῦ πυρός: —MgAgBi † ἐμπύρους τ’ ἀκμάς: τὰς ἀναδόσεις τῆς φλογός. τὰ ἄκρα: —A † ἄλλως: τὰς τῆς φλογὸς ἀναδόσεις καὶ τὰ φῶτα τὰ ἐκ τῶν | |
5 | ἐμπύρων ἀναφερόμενα, ἀφ’ ὧν σημειοῦνται οἱ μάντεις. ἀκμάς δὲ τὰς ἀναδόσεις, ἐπεὶ βιαιότατόν ἐστι τὸ πῦρ: —AB | |
sch Ph1256 | ῥήξεις τ’ ἐνώμων: τὰς τῆς χολῆς ῥήξεις ἐπεσκόπουν τὴν ὄψιν μεταφέροντες. τηροῦσι γὰρ οἱ μάντεις τὰς χολὰς πῶς τὴν ὑγρό‐ τητα ἀκοντίζουσιν: —MAB ἄλλως: τῆς κύστεως τὸ στόμα ἐρίῳ δεσμοῦντες ἐπετίθεσαν τῷ | |
5 | πυρὶ καὶ παρετήρουν πῶς ῥαγήσεται καὶ ποῦ τὸ οὖρον ἀκοντίσει. Σοφο‐ κλῆς ἐν Μάντεσι [frg. 361]· ‘τὰς μαλλοδετὰς κύστεισ‘: —MAB ὑγρότητ’ ἐναντίαν: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὴν ἐπὶ τῶν ἐναντίων καὶ ἐχθρῶν ἀεὶ ταρασσομένην. οἱ γὰρ θύται εἰ περὶ τῶν ἐχθρῶν βουληθεῖεν μαντεύεσθαι, εἰς τὴν χολὴν ἀφορῶσι· πικροὶ | |
10 | γὰρ οἱ ἐχθροί. ὑγρότητα δὲ λέγει αὐτὴν τὴν χολήν. ἢ ἐναντίαν | |
ὡς πρὸς τὸ πῦρ· ξηρὸν γὰρ τοῦτο: —MABi ἄλλως: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὸ δὲ ἑξῆς· μάν‐ τεις τε μῆλ’ ἔσφαζον ἐμπύρους τ’ ἀκμὰς ἐνώμων (κατὰ κοινοῦ γὰρ τὸ ἐνώμων) ἄκραν τε λαμπάδα ἐνώμων: —MAB | 379 in vol. 1 | |
15 | ἐπετήρουν. ἀντὶ τοῦ διέκρινον καὶ ἐσκόπουν. περιφραστικῶς τὴν χολήν: —Mi | |
sch Ph1257 | ἄκραν τε λαμπάδα: τουτέστι τὸ ἄκρον τοῦ πυρὸς ἐσκό‐ πουν, ὃ καλεῖται κέρκος. οἱ δὲ τὴν καρδίαν διὰ τὸ εἶναι πυρώδη τε καὶ θερμήν: —MAB ἄλλως: τὴν οὐρὰν τοῦ ἱερείου. ἦν γὰρ καὶ δι’ αὐτῆς μαντεία. | |
5 | καμπτομένη γὰρ ὑπὸ τοῦ πυρὸς δυσχέρειαν ἐδήλου τοῦ πολέμου, ἁπλου‐ μένη δὲ καὶ κάτω νεύουσα, ἧτταν· ἀνατεινομένη δὲ εἰς ὕψος, νίκην. οἱ δὲ ἄκραν λαμπάδα τὴν χολὴν λέγουσι τὴν ἐν τῷ ἥπατι. σημεῖον γάρ ἐστι μαντικὸν καὶ ἥττης καὶ νίκης: —MAB | |
sch Ph1259 | μαγικούς: —MgAgBg | |
sch Ph1260 | ἢ φίλτρ’ ἐπῳδῶν: τῶν ἐπᾳδόντων ἀνδρῶν. ἢ ἐπᾳ‐ δουσῶν. εἰ δύνασαι εἰς φιλίαν αὐτοὺς ἀγαγεῖν: —MB σπεῦσον. κυρίως γὰρ ἐπῳδαὶ λέγονται αἱ διὰ τῶν ἐπικλήσεων τῶν μάντεων γινόμεναι: —M | |
5 | τὰς ἐπικλήσεις: —MgAgBg κώλυσον: —MgAg | |
sch Ph1261 | φιλονεικίας: —MgAgBi | |
sch Ph1262 | τὰ ἀγωνίσματα: —MgAgBi καὶ τἆθλα δεινά: ἔπαθλον γὰρ ἑτέρῳ ἔσται ἡ τοῦ ἑτέρου ἀπώ‐ λεια· ὥστε ἔξελθε, μὴ καὶ ἀμφοτέρων στερηθῇς: —MA | |
sch Ph1263 | ἀντὶ τοῦ στερηθήσῃ. τὸ γὰρ στερήσῃ ἀντὶ τοῦ στερη‐ | |
θήσῃ: —Mg | 380 in vol. 1 | |
sch Ph1266 | νῦν σοι προχωρεῖ: ἡ τύχη λέγεται δαιμόνων κατάστα‐ σις. ὁ δὲ νοῦς· ἔξελθε τῶν οἴκων· οὐ γὰρ ἐν χορείαις καὶ παρθε‐ νῶσιν ἡ παροῦσα τύχη ὥστε καὶ ὄχλον διελθεῖν αἰδεσθῆναι: —MAB προβαίνει ἡ τῆς εἱμαρμένης παρουσία: —MgAgBg | |
sch Ph1268 | ἀντὶ τοῦ ἐκνεύοντας: —Mg | |
sch Ph1270 | τίν’ ὦ τεκοῦσα μῆτερ: τὸ ἑξῆς· τίνα ἔκπληξιν τοῖς φίλοις ἀυτεῖς: —MA ὁ νοῦς· τίνα, ὦ μῆτερ, καινὴν, ἑτέραν, συμφορὰν ἐμοὶ τῇ φίλῃ ἀπαγ‐ γέλλεις. τὸ γὰρ φίλοις ἀντὶ τοῦ φίλῃ. ἢ φίλοις ἀντὶ τοῦ περὶ | |
5 | φίλων ἡμῖν, Ἐτεοκλέους καὶ Πολυνείκους: —MAB συμφοράν: —MgAgBi | |
sch Ph1272 | ἐφθάρη: —MgAg | |
sch Ph1273 | ἀντὶ τοῦ· εἰς μονομαχίαν κατέστησαν: —MiAgBi | |
sch Ph1274 | ἐπίρρημα στεναγμοῦ: —MiAgBi συμφορὰν, οὐ φίλα λέγω: —AgBi | |
sch Ph1276 | οὐκ ἐν αἰσχύνῃ τὰ σά: νῦν οὐχ ἁρμόζει σοι αἰδεῖσθαι. οὐκ ἔστι καιρὸς αἰσχύνεσθαί σε νῦν: —MABi | |
sch Ph1279 | ἡγοῦ σὺ πρὸς μεταίχμι’: πρὸς τὸν τόπον τὸν μεταξὺ τοῦ πολέμου, ἔνθα ἦν τὸ μονομαχεῖον: —MABi οὐ κατασχετέον: —MgAgBg | |
sch Ph1282 | ἐν πολλοῖς οὐ φέρεται: —Bi | |
sch Ph1285 | τρομερὰν φρίκα: ἀντὶ τοῦ φρίκην τρόμου παραιτίαν. καὶ Πίνδαρος [Pyth. IV 81]· ‘φρίσσοντας ὄμβρουσ‘, τοὺς φρίσσειν ποιοῦν‐ τας: —MAB ἄλλως: ἀντὶ τοῦ· τρομερὰν φρένα ἔχω τῇ φρίκῃ. τρομερὰν | |
5 | ἔχω τὴν φρένα: —MA τρόμου γεννητικήν: —MiAgBi | |
τρομοποιὸν φόβον: —MiAgBi | 381 in vol. 1 | |
sch Ph1286 | ἀντὶ τοῦ διὰ σαρκός· ὡς τὸ [Κ 298] ‘διά τ’ ἔντεα καὶ μέ‐ λαν αἷμα‘: —MiAB | |
sch Ph1287 | ἔλεος ἔλεος: ἔλεός με εἰσῆλθε καὶ οἶκτος ὁ περὶ τῆς Ἰοκάστης διὰ τὰ δίδυμα τέκνα ποῖος ποῖον ἄρα αἱμάξει: —MAB | |
sch Ph1288 | δίδυμα τέκεα: διπλᾶ: —MA τοῦτο ἔνιοι σολοικισμὸν ἡγήσαντο. ἔδει γὰρ εἰπεῖν· διδύμων τεκέων πότερος ἄρα πότερον αἱμάξει. νῦν δὲ οὐ πρὸς τὸ ῥητὸν ἀπήντησεν, ἀλλὰ πρὸς τὸ νοητὸν, τὸν οἶκτον: —MAB | |
5 | πότερον αἱμάξει: φονεύσει: —MAg τὸ ἑξῆς· πότερος ἄρα πότερον αἱμάξει ὁμογενῆ δέραν ὁμογενῆ ψυχὰν δι’ ἀσπίδων δι’ αἱμάτων: —MAgB | |
sch Ph1295 | ποῖον ἄρα νεκρὸν ἀπολλύμενον θρηνήσω: —MiAgBi | |
sch Ph1296 | φεῦ δᾶ φεῦ δᾶ: οἱ μὲν ὡς ἓν μέρος λόγου ἀνέγνωσαν τὸ φεῦδα ὡς ἐν παρολκῇ τοῦ δα· ἔνιοι δὲ ἀντὶ τοῦ φεῦ δή· τινὲς δὲ ἀντὶ τοῦ φεῦ γῆ, κατὰ πάθος μεταβληθέντος τοῦ γ εἰς δ, ὡς ἐν τῷ Δημή‐ τηρ, πηγή πηδή, παρὰ τὸ τὸ ὕδωρ πηδᾶν ἄνω: —MAB | |
5 | ἄλλως: ἀντὶ τοῦ φεῦ φεῦ. ἡ δα συλλαβὴ Ἀττικῶς πλεονάζει ὡς ἐπὶ τοῦ ἦσθα καὶ φῆσθα: —MABi | |
sch Ph1297 | φονεύουσαι ἑαυτάς: —MgAg | |
sch Ph1298 | δόρυ κατ’ ἀλλήλων πάλλουσαι. ἢ ἐπὶ πόλεμον κινη‐ θεῖσαι: —MiAB | |
sch Ph1299 | πέσεα πέσεα: θέλει εἰπεῖν ὅτι πεσόντες αἱμάξουσι τὰ σώ‐ ματα. πέσεα οὖν ἀντὶ τοῦ πεσήματα πτώματα: —MAB πολέμια: —MgAg | |
sch Ph1300 | τάλανες ὅτι ποτέ: διότι. δυστυχεῖς εἰσιν: —MABi ὅτι ποτέ: ἀντὶ τοῦ· διότι δὴ ἐπὶ τὸ κατ’ ἀλλήλων μονομαχεῖον | |
ἤλθετε: —MA ἄθλιοι: —Mg | 382 in vol. 1 | |
5 | διότι εἰς ἐνθύμησιν μονομαχίας ἤλθετε: —MiAgBi | |
sch Ph1301 | βοᾷ βαρβάρῳ: τῇ ἐμαυτῆς φωνῇ τῇ βαρβάρῳ τὴν ἐπι‐ στένακτον βοὴν τῶν νεκρῶν, οἷον τὴν ἐπὶ τοῖς νεκροῖς σὺν στεναγμῷ προφερομένην βοὴν, μέλουσα τοῖς δάκρυσι θρηνήσω, τουτέστιν ἐπιμελῶς δακρύσασα θρηνήσω: —MAB | |
sch Ph1303 | ἀντὶ τοῦ μέλουσαν. ἢ ἐπιμελουμένην τῶν νεκρῶν καὶ θεραπεύουσαν τὰς ψυχὰς τούτων: —MAB | |
sch Ph1304 | τὸ σχεδὸν καὶ τὸ πέλας ἐκ παραλλήλου τὸ αὐτό· ἡ κατ’ αὐτοὺς τύχη τοῦ φόνου πλησίον ἐστὶ, τουτέστιν· ὅσον οὔπω γνωσόμεθα πῶς ἐκβήσεται αὐτοῖς τὸ μονομαχεῖον: —MAB | |
sch Ph1305 | τὸ σήμερον δηλονότι: —MgAgBg κρινεῖ φάος τὸ μέλλον: ἡ παρεστῶσα ἡμέρα διδάξει τὸ πέρας καὶ τὸ μέλλον: —MABi ἄλλως: ἡ παροῦσα ἡμέρα διακρινεῖ τὸ μέλλον: —MA | |
sch Ph1306 | δυστυχὴς κακόποτμος ὁ θάνατος αὐτοῖς ἔσεται: —MgAgBg ἕνεκ’ Ἐρινύων: ὡς τῶν Ἐρινύων ἐπιπεμπουσῶν τὰ φαῦλα τοῖς ἀνθρώποις. ἢ διὰ τὰς ἀρὰς τὰς Οἰδίποδος καὶ τὰς τούτων ἐπηκόους Ἐρινύας: —MAB | |
5 | χάριν τῶν Ἐρινύων: —MgAg | |
sch Ph1310 | οἴμοι τί δράσω: ἵνα δόξῃ φιλόπολις ὁ Κρέων καὶ μὴ μόνον τοῦ παιδὸς λόγον ποιεῖσθαι, φησί· τίνος ἄρξομαι θρῆνον ποιούμε‐ νος, τοῦ παιδὸς ἢ τῆς πόλεως, καίτοι εἰδὼς ὅτι διὰ τὸν θάνατον τοῦ παιδὸς εὐτυχεῖ τὰ τῆς πόλεως. μικρὸν γὰρ ὕστερον εἰπὼν ἐμός τε | |
5 | γὰρ παῖς ὄλωλεν ἐπελάθετο εἰπεῖν· πόλις τε, εἰς τὸ λυποῦν μὲν πένθος ἐμμείνας, τῆς δὲ κολακείας ἀτέλεστον ἐάσας τὴν μνήμην: — MAB | |
sch Ph1311 | ἐν κύκλῳ ἔχει δυστυχήματα: —Mg πλῆθος: —MgAg | |
sch Ph1312 | ὥστε διαπέμπεσθαι διὰ τοῦ Ἀχέροντος τὴν πόλιν: —MiAg διὰ τὸ καὶ ἐν μέσῳ τοῦ θανάτου αὐτὴν εἶναι: —MiBg | 383 in vol. 1 |
sch Ph1315 | ὃν ἄρτι κρημνῶν: ὡς τοῦ Μενοικέως παρὰ τὸν τάφον ἔνθα ἦν ὁ δράκων κατακρημνίσαντος ἑαυτόν: —MAB ἄλλως: δεῖ νοεῖν ἔσω τῶν τειχῶν τὸν σηκὸν τοῦ δράκοντος εἶναι. πῶς γὰρ εἶχε τὸ σῶμα ἀναλαβεῖν ὁ Κρέων τῶν πολεμίων παρακαθη‐ | |
5 | μένων. ἀπὸ δὲ τοῦ τείχους ἔρριψεν ἑαυτὸν ὁ παῖς εἰς ἐπίδειξιν τῆς ὑπὲρ τῆς πατρίδος προθυμίας: —MAB σπηλαίων: —MgAgBg | |
sch Ph1316 | αὐτόχειρα: —MgAg ἀντὶ τοῦ· εἰς τὴν οἰκίαν ἐκόμισα: —Mg | |
sch Ph1317 | ἀντὶ τοῦ· θρηνεῖ τὸ ἐμὸν δῶμα: —MgBg | |
sch Ph1318 | ἐγὼ δὲ ὁ γέρων ἐπὶ τὴν ἀδελφὴν τὴν γραῖαν ἦλθον: —MgAg | |
sch Ph1319 | λούσῃ πρόθηταί τ’ οὐκέτ’ ὄντα: ἐκκομίσῃ, δημοσίᾳ ἐνταφιάσῃ· ἔθος γὰρ ἦν τοὺς βασιλεῖς οὕτως θάπτεσθαι: —MA γράφεται κλαύσῃ: —Mg | |
sch Ph1321 | ἢ τὰς ταφάς: —Mg τὸν Ἅιδην περιφραστικῶς: —Mg | |
sch Ph1323 | κόρη τε μητρός: ἅμα τῇ μητρί: —MABg τὸ ἑξῆς· κόρη τε Ἀντιγόνη κοινῇ ἐξόδῳ τῆς μητρός: —MB | |
sch Ph1326 | εἰς μάχην: —MgAgBi εἰς συμβολήν: —MgBi | |
sch Ph1327 | πῶς φής· νέκυν τοι παιδός: ἀντὶ τοῦ· τὸ νεκρὸν σῶμα τοῦ ἐμοῦ παιδὸς ἐπιμελείας ἀξιῶν: —MAB ἄλλως: τί φής· ἀπῆλθεν Ἰοκάστη πρὸς τοὺς παῖδας καταλλά‐ ξουσα τούτους, ἐγὼ δὲ τὸ σῶμα τοῦ παιδός μου Μενοικέως περιστέλλων | |
5 | καὶ κοσμῶν καὶ ἐπιμελείας ἀξιῶν καὶ δι’ ἀγάπην ἐκείνῳ προσκαθήμενος οὐκ ἔφθασα εἰς τὸ καὶ ταῦτα μαθεῖν, ὅ ἐστιν· ἀσχολούμενος περὶ τὸν υἱὸν οὐκ ἦλθον εἰς εἴδησιν τούτων: —A ἄλλως: ἐγὼ προσκαθήμενος, φησὶ, τῷ νεκρῷ τοῦ παιδός μου σώματι καὶ περὶ ἐκεῖνο ἀσχολούμενος οὐκ ἔφθασα τούτων τι μαθεῖν: —A | |
10 | περιστέλλων θρηνῶν: —Mg | 384 in vol. 1 |
sch Ph1328 | οὐκ εἰς τόδ’ ἦλθον: οὐκ ἐπὶ τοῦτο παρεγενόμην: —MAgBi | |
sch Ph1330 | νομίζω: —Mg κίνδυνον: —MgAg | |
sch Ph1331 | ἠνύσθαι: —Mg | |
sch Ph1333 | σκυθρωπὸν ὄμμα: ἐκ τοῦ προσώπου τοῦ ἀγγέλου στοχά‐ ζεται τὰ λεχθησόμενα: —MAgB | |
sch Ph1334 | τὸ πραχθέν: —MgAg | |
sch Ph1336 | εὐειδέσι καλοῖς φαιδροῖς: —Mg προοιμίοις οὐ καλοῖς, οὐκ εὐσχήμοσιν: —B | |
sch Ph1337 | ὦ τάλας δισσῶς ἀυτῶ: τὸ ὦ τάλας δεύτερον βοῶ διὰ τὸ μεγάλα φέρειν κακά. θρηνητικὸν δὲ τὸ ἦθος: —MAB | |
sch Ph1338 | πρὸς πεπραγμένοισιν: τοῖς τοῦ Μενοικέως: —MABi ἀποφαντικῶς ἢ ἐρωτηματικῶς: —MAB | |
sch Ph1339 | οὐκέτ’ εἰσί: συνήθως πάλιν Εὐριπίδης προειπὼν ἐν ἑνὶ στίχῳ τῆς συμφορᾶς τὸ κεφάλαιον καταστατικώτερον ὕστερον διηγεῖται τὸ πᾶν: —MAB ἐν φωτί· λέγει δὲ τὴν σωτηρίαν: —MgAgB | |
sch Ph1342 | ὦ δώματ’ εἰσηκούσατ’: οὐ μάτην ἄρα, φησὶν, ὁ Οἰδί‐ πους κατηράσατο· εἰς ἔργον γὰρ ἐχώρησαν αἱ ἀραί: —MA | |
sch Ph1343 | λείπει ἡ περί· τὰ περὶ παίδων: —MgBi | |
sch Ph1344 | ὥστε δακρῦσαι: οἷον· εἰ ἐφρόνει τὰ οἰκήματα, ἐδάκρυσαν ἂν τὰς συμφοράς: —MA | |
sch Ph1345 | δυστυχεστάτης: —MgAg | |
sch Ph1347 | μάθοις: —Mg | |
sch Ph1348 | δυστυχέστερα: —MgAg | |
sch Ph1350 | ἀνάγετ’ ἀνάγετε: ἀνεγείρετε, ἄνω ἄγετε, ἀναλαμβάνετε, ἀναβάλλεσθε, ἀντὶ τοῦ προοιμιάζεσθε: —MA | |
sch Ph1351 | ἐπὶ κάρα τε: ἀπὸ κοινοῦ τὸ ἀνάγετε: —MABi γράφεται ἐπὶ κρᾶτα: —Mg | |
λευκοπήχεις δ’ ἂν λέγοι τοὺς διὰ τῶν λευκοπηχέων χειρῶν, ἵνα ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον λέγῃ. ἐν γὰρ ταῖς συμφοραῖς αἰκιζό‐ | 385 in vol. 1 | |
5 | μεθα τὸ σῶμα ὡς ἂν ἐξ αὐτῶν διδαχθέντες μὴ χρῄζειν τοῦ σώματος, ἀλλὰ ἀπαλλαγῆναι τοῦ βίου· μάλιστα δὲ ἐπὶ τῆς κεφαλῆς τοῦτο ποιοῦμεν ὡς ἂν ἐπὶ κεφαλαιωδεστάτου καὶ αἰσθητικωτάτου τοῦ σώματος μέ‐ ρους: —MA τοὺς κτύπους τοὺς ἐκ τῶν λευκῶν χειρῶν γινομένους: —MgAg | |
sch Ph1352 | ὦ τλῆμον: οἷον τέλος τοῦ βίου καὶ τῶν γάμων ὑπέμεινας διὰ τοὺς αἰνιγμοὺς τῆς Σφιγγός. λείπει γὰρ ἡ διά: —MABi αἰνιγμοὺς ἔτλης: τοὺς λόγους τοὺς ἔχοντας ἀποκεκρυμμένην τὴν διάνοιαν: —MA | |
sch Ph1354 | διπλῶν: —MgAg | |
sch Ph1355 | ἀρᾶς τ’ ἀγώνισμ’: τὸ κατάραμα, τουτέστιν· εἰπέ μοι πῶς ἀπέβη ἡ κατάρα τοῦ Οἰδίποδος: —MABi ἄλλως: τοῖς παισὶν ὁ ἀγὼν πῶς πέπρακται. οἷον ὁ ἐκ τῆς ἀρᾶς πόλεμος· ἐκ γὰρ τοῦ Οἰδίποδος ταῦτα ἐνόσουν. ἢ τὸ ἀποτέ‐ | |
5 | λεσμα τῆς ἀρᾶς τοῦ πατρός: —MA ἄλλως: ὁ πόλεμός τε ὁ ἐκ τῆς ἀρᾶς τοῦ Οἰδίποδος αὐτοῖς ἐπιών. ἢ οὕτως· τὸ κατόρθωμα τῆς ἀρᾶς τοῦ Οἰδίποδος: —A | |
sch Ph1357 | οἶσθ’· οὐ μακρὰν γὰρ τειχέων· τινὲς εἰς τὸ οὐ στίζου‐ σιν· οὐκ οἶσθα, φησὶ, τὰ πρὸ τῶν πύργων εὐτυχήματα· μακρὰν γάρ εἰσιν: —MAB ἄλλως: καλῶς οὖν καὶ διὰ πιθανῆς ἀφορμῆς τὰ προειρημένα ὑπὸ | |
5 | τοῦ πρώτου ἀγγέλου ἐσιώπησεν. ἡ δὲ διάνοια· τὰ μὲν πρὸ τῶν τειχῶν εὐτυχήματα τῆς πόλεως καθὸ ἐνικήσαμεν κοινῇ τοὺς Ἀργείους, οἶδας δηλαδή· πόθεν δὲ οἶμαι εἰδέναι σε· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ἡ δὲ περίφρασις ἐκ τοῦ περιφράσσειν καὶ οἷον περιπτύσσεσθαι καὶ περικυκλοῦν τὴν πόλιν. περιλαμβάνονται γὰρ αἱ | |
10 | πόλεις τοῖς τείχεσιν: —MAB τειχέων περιπτυχαί: περιφραστικῶς τὰ τείχη. οὐ μακράν εἰσιν ὥστε μὴ οὐχὶ πάντα εἰδέναι τὰ δρώμενα: —MABi | 386 in vol. 1 |
sch Ph1358 | λείπει ἡ μή, ἵν’ ᾖ οὕτως· πρὸς τὸ μὴ εἰδέναι σε τὰ πρατ‐ τόμενα: —Mg τὸ ὡς ἀντὶ τῆς πρός: —Mg | |
sch Ph1361 | ἔστησαν ἐλθόντ’: παρῆλθον δὲ εἰς τὸ μέσον ὡς εἰς ἀγῶνα δορὸς καὶ ἀλκὴν μονομάχου: —MMiAgBi | |
sch Ph1362 | ἐκ παραλλήλου τὸ αὐτό: —MgAg | |
sch Ph1363 | γράφεται μονομάχου τ’ ἀλκήν: —Laur. 32, 33 Vat. 1332 | |
sch Ph1364 | βλέψας δ’ ἐς Ἄργος: τὸν νοῦν ἐκεῖσε ἔχων: —MABi εἰς Ἄργος δὲ βλέψαι τὸν Πολυνείκην λέγει οἷον ἐπὶ τὸν στρατὸν τῶν Ἀργείων. ἢ εἰς τὸ κλίμα τοῦ Ἄργους. ὡς ἂν Ἀργεῖος δὲ γεγονὼς τῇ Ἥρᾳ εὔχεται Ἀργείᾳ οὔσῃ καὶ πατρίᾳ θεῷ: —MA | |
5 | νῦν εὐχάς: —MgAg | |
sch Ph1365 | ἀντὶ τοῦ· ἐπολιτογραφήθην παρὰ σοί: —MgAgBi | |
sch Ph1366 | ἔζευξ’ Ἀδράστου: ἀντὶ τοῦ εἰς ζεῦξιν ἔλαβον: —MiAgBi ἐζεύχθην τῇ παιδὶ τοῦ Ἀδράστου. λέγει δὲ τῇ Ἀργείᾳ: —Mi | |
sch Ph1367 | τὴν ἐκείνῳ ἐναντίαν: —MgAgBi | |
sch Ph1369 | αἴσχιστον αἰτῶ στέφανον: ἄκρως δηλοῖ ἦθος ἀνδρὸς μεμφομένου ἑαυτὸν ἐπ’ ὠμότητι: —MABi | |
sch Ph1370 | πολλοῖς δ’ ἐπῄει δάκρυα: τοσαῦτα, φησὶν, ἐπῄει δάκρυα τοῖς πολλοῖς ὅση τῆς τύχης ὁ συμφορὰ τοῖς μονομαχοῦσι, τουτέστι· συμφώνως τῇ κατ’ αὐτοὺς τύχῃ ἐδάκρυον οἱ ἐκτός: —MAB ἄλλως: λείπει τὸ ἕνεκα· 〈ἕνεκα〉 τῆς τύχης ἡλίκη ἦν: —MAB | |
5 | ἄλλως: πολλοῖς δὲ δάκρυα ἐπήρχετο τὴν τύχην αὐτῶν ἐννοοῦσιν ὅση ἦν: —MA † ἄλλως: πολλοὶ δὲ τῶν λεγομένων ὑπ’ αὐτοῦ τῆς δυστυχίας | |
[αὐτῶν] τὸ μέγεθος ἐδάκρυον: —A | 387 in vol. 1 | |
sch Ph1371 | κἄβλεψαν: οἰκτρὸν γὰρ θέαμα μονομαχοῦντας ἀδελφοὺς ἰδεῖν, οἷς καὶ τὸ νικᾶν καὶ τὸ ἡττᾶσθαι δεινὸν ἦν: —MAB ἄλλως: ἐμφαίνεται ὁ κατὰ ἀλήθειαν θυμὸς πικρίαν ἐνδεικνύμενος διὰ τοῦ βλέμματος: —MAB | |
sch Ph1373 | ναόν: —Mg βλέψας πρὸς οἶκον: καὶ οὗτος τῷ νῷ εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀποβλέψας τὸ ἐν Θήβαις: —MABi | |
sch Ph1374 | ἐκ παραλλήλου τὸ αὐτό: —Mg | |
sch Ph1376 | γράφεται κτεῖναί θ’: —Mi | |
sch Ph1377 | ἐπεὶ δ’ ἀφείθη: πρὸ γὰρ τῆς εὑρέσεως τῆς σάλπιγγος ἐν ταῖς μάχαις καὶ τοῖς μονομαχείοις ἐν μέσῳ τις λαμπάδα καιομένην ἔρ‐ ριπτε σημεῖον τοῦ κατάρξασθαι τῆς μάχης. τούτῳ οὖν τῷ σημείῳ ἀντὶ σάλπιγγος κἀν τοῖς περὶ Ἐτεοκλέα χρόνοις ἐχρῶντο. ὕστερον δὲ μετὰ | |
5 | τὰ Τρωικὰ καὶ τὴν εἰς γῆν Ῥωμαίων Αἰνείου κατοίκησιν Τυρρηνοὶ τὴν σάλπιγγα ἐξεῦρον ἐν τοῖς Ἰταλικοῖς πολέμοις, ὅθεν καὶ Τυρρηνὶς ἡ σάλ‐ πιγξ ἐκλήθη. τὸ οὖν τούτῳ αὐτοὺς χρῆσθαι ἀντὶ σάλπιγγος ἀφ’ ἑαυτοῦ ἐμφαίνων ὁ ποιητής φησιν. οὐ γὰρ δὴ εἰς τὸ τοῦ ἀγγέλου πρόσωπον τοῦτο ἀναφέρεσθαι πιθανὸν, εἴγε ὅλως οὔπω ᾔδεσαν τὴν σάλπιγγα. | |
10 | τὸ ἑξῆς· ἐπειδὴ ἀφείθη ἡ λαμπὰς εἰς σημεῖον τῆς φονίας μάχης ταὐτὸ δηλοῦσα τῇ ὕστερον ἐπινοηθείσῃ ἠχῇ τῆς σάλπιγγος, δηλαδὴ τὸ κατάρ‐ χεσθαι τῆς μάχης: —MA ἄλλως: ἐπεὶ δ’ ἀφείθη πυρσὸς ὡς Τυρρηνικῆς σάλπιγγος: ἐπὶ τῶν ἑπτὰ ἐπὶ Θήβας οὔπω ἐχρῶντο τῇ σάλπιγγι οἱ Ἕλληνες, ἀλλ’ | |
15 | οὐδὲ ἐπὶ τοῦ Τρωϊκοῦ πολέμου. Ὅμηρος γοῦν αὐτὸς μὲν οἶδε τὴν σάλ‐ πιγγα, οὐ ποιεῖ δὲ χρωμένους σάλπιγγι τοὺς ἥρωας. πρῶτος δὲ Ἀρ‐ χώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρρηνι‐ | |
κὴν σάλπιγγα. ἐχρῶντο οὖν κατὰ τὸ παλαιὸν ἐν τοῖς πολέμοις ἀντὶ σαλπιγκτῶν πυρφόροις· οὗτοι δὲ ἦσαν Ἄρεως ἱερεῖς ἑκατέρας στρατιᾶς | 388 in vol. 1 | |
20 | προηγούμενοι μετὰ λαμπάδος, ἣν ἀφέντες εἰς τὸ μεταίχμιον ἀνεχώρουν ἀκίνδυνοι, καὶ οὕτως συνέβαλλον αἱ στρατιαί. διεσῴζοντο δὲ οἱ πυρ‐ φόροι ὡς ἱεροὶ τοῦ θεοῦ καὶ εἰ πάντες ἀπώλοντο· ὅθεν παροιμία ἐπὶ τῶν ἄρδην ἀπολομένων· οὐδὲ πυρφόρος ἐσώθη: —MAB † ἄλλως: πυρσός ἐστιν ἡ λαμπὰς, ἣν ἀνατείνουσιν ἐν νυκτὶ σημεῖον | |
25 | τοῦ χρῆναι πολεμεῖν. νῦν οὖν οὐκ ἐπὶ τῆς λαμπάδος τέθεικε τὴν λέξιν, ἀλλ’ ἐπὶ σημείου ἁπλῶς· ἡμέρας γὰρ οὔσης περιττὸν ἦν λαμπάδι σημῆ‐ ναι, ἀλλ’ οὐ τῇ σάλπιγγι μόνον: —AB πυρσὸς ὡς Τυρρηνικῆς: ἀντὶ τοῦ μεγάλως, ὡς τῶν Τυρσηνῶν γεγωνότερον τῇ σάλπιγγι χρωμένων. ὁ δὲ νοῦς· ἐπεὶ δὲ ἀφείθη τὸ ση‐ | |
30 | μεῖον τῆς μάχης ὡς Τυρσηνικῆς σάλπιγγος ἠχή: —MAB | |
sch Ph1380 | ἀκονήσαντες: —Mg | |
sch Ph1381 | ξυνῆψαν ἀφρῷ: συνῆψαν μάχην: —MA λείπει ὁ γάρ: —MAB ξυνῆψαν μάχην ὡς κάπροι τὰς γενειάδας ἀφρῷ διάβροχοι καὶ τὴν ἀγρίαν γένυν θήγοντες. ἐπὶ γὰρ τῶν κάπρων ἀμφότερα ληπτέον τό τε | |
5 | θήγοντες καὶ τὸ διάβροχοι: —MAB λείπει μάχην: —Mg | |
sch Ph1382 | ὥρμων δὲ κατ’ ἀλλήλων ταῖς λόγχαις ἀκοντίζοντες, ἀλλὰ ἑκάτερος ἐν τῷ βάλλειν τὸν ἕτερον ὑπεκαθέζετο τῷ τῆς ἀσπίδος κύκλῳ, ἵνα αὐτὸν ὑπερπηδῆσαν τὸ δόρυ καὶ ὀλισθῆσαν τῷ κύκλῳ τῆς ἀσπίδος μάταιον καὶ ἀνεπίτευκτον γένηται: —MAB | |
5 | ἀντὶ τοῦ· ὑπεκάθιζον καὶ ἐκρύπτοντο ὑπὸ ταῖς ἀσπίσιν: —Mg | |
sch Ph1384 | εἰ δ’ ὄμμ’ ὑπερσχόν: ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσω‐ | |
πον· εἰ εἶδεν ὁ ἕτερος ** εἰ αἴσθοιτο τοῦ ἑτέρου τὸ ὄμμα ὑπερ‐ ανατεῖναν τῆς περιφερείας τοῦ ὅπλου, ἐν τῷ κατασκοπεῖν ἐκεῖνον ἀνα‐ τείναντα καὶ ἀκοντίζοντα εὐθέως ἠκόντιζε κατ’ αὐτοῦ βουλόμενος, πρὶν | 389 in vol. 1 | |
5 | ἐκεῖνον αἰσθηθέντα τῆς βολῆς καταδῦναι, προλαβεῖν [κατὰ τοῦ στόματος] τρῶσαι καὶ καιρίαν ποιήσασθαι τὴν βολὴν κατὰ τοῦ στόματος ἀκοντίσας εἴ που καὶ ὑπεισέλθοι ἢ διέλθοι αὐτοῦ τὸ στόμα τὸ δόρυ: —MA ἄλλως: εἰ δὲ ἴδοι ὁ ἕτερος τὸ ὄμμα τοῦ ἄλλου ὑπεράνω τῆς ἀσπίδος, ἐκίνει τὴν λόγχην: —MAB | |
10 | † ἄλλως: εἰ δὲ ὁ ἕτερος τὸ ὄμμα τῆς περιφερείας ὑπερσχὼν ἠβουλήθη θεάσασθαι, ὁ ἕτερος τὴν λόγχην ἐκίνει ὥστε τοῦτον πλῆξαι τῷ στόματι: —B ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον: —Bi τῆς περιφερείας τῆς ἀσπίδος: —Mg | |
sch Ph1386 | ἀλλ’ εὖ προσῆγον: διότι, φησὶν, ἅμα καὶ ἐθεώρουν ἀλλή‐ λους καὶ ἐξέκλινον τὰ δόρατα ἐγκρυπτόμενοι ταῖς ἀσπίσιν: —MA κεγχρώμασιν: κέγχρον καλοῦσι τὸν περὶ τῆς ἀσπίδος τὴν ἴτυν κόσμον. μικροὶ δὲ ἧλοί εἰσιν, οἳ ἐκ χρυσοῦ γίνονται. τινὲς δὲ μικρὰς | |
5 | ὀπὰς περὶ τὴν ἴτυν, δι’ ὧν ἐθεῶντο τοὺς ἐναντίους: —MAB κεντήμασιν ἐντετυπωμένοις: —Mg | |
sch Ph1387 | ὡς μὴ δύνασθαι τρῶσαι· κάτωθεν γὰρ ἦσαν τῶν ἀσπί‐ δων: —Mg | |
sch Ph1389 | δειλίαν φόβον: —Mg | |
sch Ph1390 | μεταφέρων, μετακινῶν τῷ ποδὶ λίθον: —Mg μεταφέρων τῷ ποδὶ κατὰ τὸ λεληθὸς, οἱονεὶ παρασύρων· ἀπὸ τοῦ ψῶ, οὗ παράγωγον τὸ ψαύω. καὶ οἱ ναῦται ψαίρειν φασὶ τὸ ἄρμενον, ὅταν μὴ πολὺς ἄνεμος πνέῃ: —MiB | |
sch Ph1391 | ἴχνους ὑπόδρομον: περιφραστικῶς τὸ ἴχνος. ὑπόδρομον δὲ τὸ ἔξω ὑποδεδραμηκός: —MAB | |
sch Ph1393 | πληγὴν σιδήρῳ: ἰδὼν τὸν πόδα πρὸς τὸ πλήττεσθαι ἐπι‐ τήδειον. καὶ εὐτρεπισμένον τὸ σκέλος πρὸς τὸ τρωθῆναι ἰδών: — MAB | 390 in vol. 1 |
sch Ph1396 | γυμνὸν τῆς ἀσπίδος: —MgBi | |
sch Ph1397 | ὁ πρόσθε τρωθείς: ὁ Ἐτεοκλῆς ὁ πρῶτον τρωθεὶς τῇ βίᾳ τοῦ Πολυνείκους, ἀντὶ τοῦ ὑπὸ τῆς βίας τοῦ Πολυνείκους τρωθεὶς, διῆκε τὴν λόγχην τὰ στέρνα, ἀντὶ τοῦ διὰ στέρνων διῆκε τὴν λόγχην: —MA ἢ λείπει ἡ εἰς, ἵν’ ᾖ· εἰς στέρνα: —MA | |
sch Ph1398 | νῦν τὸ ξίφος. σύνηθες δὲ τοῦτο τοῖς τραγικοῖς: —MgABg | |
sch Ph1399 | ἀπὸ δ’ ἔθραυς’ ἄκρον: εἰς τὰ στήθη βιαίως τὸ δόρυ καθῆκεν, ἀπεκλάσθη δὲ τὸ δόρυ μὴ δυνηθὲν διαπερᾶσαι: —AB τὸ ἑαυτοῦ δόρυ ἀπέκλασε τῇ σφοδρᾷ ῥύμῃ τρώσας: —MgAB | |
sch Ph1400 | ἀντὶ τοῦ· δορατίου σπανίσας: —Mi ἐπὶ σκέλος πάλιν χωρεῖ: τουτέστιν· εἰς τοὐπίσω πάλιν τὸ σκέ‐ λος ἀνῆκε καὶ ὑπανεχώρει. τὸ δὲ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω: — MABi | |
5 | χωρεῖν ἐπὶ σκέλος λέγει τὸ ὀπίσω ἀναχωρεῖν μὴ δόντα τοῖς πολε‐ μίοις τὰ νῶτα· ὅμοιον τῷ [Λ 547] ‘ὀλίγον γόνυ γουνὸς ἀμείβων‘. τοῦτο δ’ ἐν ταῖς ναυμαχίαις πρύμναν κρούεσθαί φασιν οἱ συγγρα‐ φεῖς: —MA | |
sch Ph1402 | κατὰ μέσον τὸν ἄκοντα τοῦ Πολυνείκους ἀπέκοψε τῷ πέ‐ τρῳ: —Mg ἐξ ἴσου δ’ Ἄρης: ἐναγώνιον τοῖς ἀκροαταῖς τὸ ἴσον ἀπονεῖμαι τῆς τύχης ἑκατέρῳ τῶν ἀγωνιζομένων: —MAB | |
5 | ἴσος δὲ ὁ πόλεμος ἦν αὐτοῖς μηδενὸς ἔχοντος δόρυ: —Mi | |
sch Ph1403 | ἡ κάμαξ θηλυκῶς: —Mg τοῦ δόρατος: —MgBg ἀπεστερημένων τὰς χεῖρας τοῦ δόρατος: —MgB | |
sch Ph1405 | εἰς ταὐτὸν ἧκον: ἀμφοτέροις τοῖς ποσὶ βάντες καὶ στάντες | |
πολλὴν ταραχὴν ἐκίνουν πρὸς ἑαυτοὺς ὡρμηκότες: —MAB | 391 in vol. 1 | |
sch Ph1407 | ἐνθυμηθείς: —AgBi | |
sch Ph1408 | τὸ Θεσσαλὸν εἰσήγαγεν σόφισμ’ ὁμιλίᾳ χθονός: παροιμία τὸ Θεσσαλὸν σόφισμα· τάττεται δὲ ἐπὶ τοῦ παραλογίζεσθαι καὶ ἀπατᾶν· ποικίλοι γὰρ τὰ ἤθη οἱ Θεσσαλοὶ καὶ οὐκ ὀρθοὶ τὴν γνώμην. διαδοθῆναι δὲ τὴν παροιμίαν ἐντεῦθεν. Διοτίμῳ τῷ Θεσσαλῷ κατιέναι | |
5 | μέλλοντι λόγιον ἐξέπεσεν ἐπιτηρεῖν μὴ λάθωσιν αὐτὸν οἱ ἐναντίοι μεῖζον εὐξάμενοι. σπεύδων οὖν ἐκείνους ὑπερβαλέσθαι καθ’ ἑκατόμβης ἀνδρῶν ηὔξατο καταιβασίῳ Ἀπόλλωνι. κατελθὼν δὲ εἰς θυσίαν ἀνθρώ‐ πους ἐλογίσατο μὴ πρέπειν θεῷ μηδ’ ἄλλως εὐαγὲς εἶναι καὶ ὑπερέ‐ θετο. τοῦτο δὲ ἑκάστου ἔτους δρᾶν τοὺς Θεσσαλούς φασι τὴν θυσίαν | |
10 | ὑπισχνουμένους ἀποδώσειν. ὁ οὖν Εὐριπίδης ἐπὶ τοῦ Ἐτεοκλέους τὸν | |
Πολυνείκην σοφισαμένου τὸ Θεσσαλὸν παρέλαβε σόφισμα. λοιδορεῖ δὲ τοὺς Θεσσαλοὺς ὁ Εὐριπίδης [fr. 426]· ‘πολλοὶ γάρ εἰσιν, ἀλλ’ ἄπιστα Θεσσαλοῖσ‘. Ἀριστοφάνης ἐν Πλούτῳ [521]· ‘ἔμπορος ἥκων ἐκ Θετ‐ ταλίας παρὰ πλείστων ἀνδραποδιστῶν‘. καὶ ὁ ῥήτωρ [Demosth. 1, 22]· | 392 in vol. 1 | |
15 | ‘εἰσὶ τὰ τῶν Θετταλῶν ἄπιστα δήπου φύσει ταῦτα καὶ ἀεὶ πᾶσιν ἀνθρώ‐ ποισ‘. ὅτι δὲ καὶ φαρμακίδες εἰσὶν αἱ Θετταλαὶ, ὁ Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις [749]· ‘γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλήν‘. οὐχ ὡς τραφέντος δὲ τοῦ Ἐτεοκλέους ἐν Θετταλίᾳ, ἀλλ’ ὡς ἐκ συντυχίας αὐτοῦ πεποιηκότος σχῆμα Θετταλικόν ** οὐχ ὡς Θετταλῶν οὕτω | |
20 | τιτρωσκόντων, ἀλλὰ δι’ ἀπάτης νικώντων: —MAB ἄλλως: σόφισμα λέγει τὴν ἀπάτην παρόσον οἱ Θεσσαλοὶ παραδί‐ δονται ποικίλοι τὰ ἤθη. θέλει οὖν εἰπεῖν ὅτι σοφίσματι καὶ ἀπάτῃ ἐχρήσατο ὁ Ἐτεοκλῆς· ὑποχωρήσας γὰρ 〈ἐκ〉 τῆς συμπλοκῆς τὸν μὲν ἀριστερὸν πόδα λάθρα εἰς τοὐπίσω ἀνάγει τὸ πρόσω τῆς γαστρὸς φυλάτ‐ | |
25 | των, τὸν δὲ δεξιὸν προβὰς καὶ ἐπικλίνας ἑαυτὸν οὕτως ἔτρωσε διαμ‐ πάξ: —MA | |
sch Ph1408bis | ὁμιλίᾳ χθονός: ὡσεὶ ἔλεγεν· ἑταιρείᾳ καὶ ἔρωτι τῆς πα‐ τρίδος ὑπέμεινε σοφίσασθαι τὴν μάχην. ἤρα γὰρ πλέον τῆς πατρίδος διὰ τὸ εἰθίσθαι ἄρχειν. τινὲς δὲ ὁμιλεῖν ἀντὶ τοῦ συμμαχεῖν. Ὅμηρος [Α 269]· ‘καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών‘. καὶ | |
5 | [Ε 834]· ‘νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ‘. ὁμιλίᾳ οὖν ἀντὶ τοῦ συμ‐ μαχίᾳ, βοηθείᾳ, τουτέστι· συμμαχῶν τῇ πατρίδι καὶ βοηθῶν ἐξεῦρε τὸ σόφισμα τοῦτο: —MAB τὴν ἀπάτην: —MgAg τῇ ἐπιθυμίᾳ τῆς βασιλείας: —MgAg | |
sch Ph1410 | λαιὸν μὲν εἰς τοὔπισθεν: τοῦτό φησιν· ἐάσας τὸ ἀντι‐ προσώπως μάχεσθαι ὀπίσω ἤνεγκε τὸν ἀριστερὸν πόδα, ἵνα πλάγιος εὑρεθεὶς καὶ μὴ ἀνθισταμένην ἔχων τὴν ἀσπίδα τοῦ Πολυνείκους κατὰ τὴν πλευρὰν αὐτὸν τρώσῃ: —MAB | 393 in vol. 1 |
5 | ἐναλλὰξ τοὺς πόδας τιθέμενος καὶ τὸν ἀριστερὸν εἰς τὸ ὄπισθεν φέρων, ὡς εἶναι πλάγιον καὶ μὴ βλάπτεσθαι τὰ κοῖλα τῆς γαστρὸς ἐξ ἐναντίας ἱστάμενος: —MA ὅ ἐστι· τὰ περὶ τὴν λαγόνα φυλάττων: —MAB | |
sch Ph1411 | περιφραστικῶς τὴν λαγόνα, τὸ βάθος τῆς κοιλίας: —Mi τὰ πρόσω κοῖλα: τὰ πρόσω κοῖλα τῆς ἑαυτοῦ γαστρὸς φυλάτ‐ των: —AB | |
sch Ph1417 | ῥίψας: —MgAg | |
sch Ph1418 | τὸν νοῦν πρὸς αὐτὸν οὐκ ἔχων: πρὸς τὸν νεκρόν. ἢ πρὸς ἑαυτὸν, οἷον· οὐκ ἔχων ἑαυτόν: —MAB ἄλλως: οὐ πρὸς τὸν νεκρὸν ἔχων τὸν νοῦν, ἀλλ’ εἰς τὸ σκυλεύειν τὸν Πολυνείκην· ᾤετο γὰρ αὐτὸν εἶναι νεκρόν: —MAB | |
5 | εἰς τὸ σκυλεύειν: —MgAgBi | |
sch Ph1419 | ὅπερ αὐτὸν σφαλῆναι ἐποίησεν: —MgAg | |
sch Ph1420 | οἷον κατέχων, μὴ ἀποβαλών: —Mg | |
sch Ph1421 | μόλις μὲν, ἐξέτεινε: μόλις ἠδυνήθη λαβεῖν τὸ ξίφος καὶ βαλεῖν εἰς τὸ ἧπαρ αὐτοῦ: —MiAg | |
sch Ph1424 | οὐ διέκριναν: —MgAg οὐκ ἐσαφήνισαν: —MgBi τὴν νίκην: —MgAgBi | |
sch Ph1425 | τινὲς Κρέων. ἕνεκεν τῶν σῶν κακῶν, Οἰδίπου: — MgABi γράφεται ὅσον στένω: —Mg | |
sch Ph1428 | γράφεται ὡς γὰρ πεσόντε παῖδ’ ἐλειπέτην βίον: —Mi γράφεται ὡς γὰρ τέκνω πεσόντ’ ἐλειπέτην βίον: —Bi | |
sch Ph1430 | προθυμίᾳ ποδός: τῇ σπουδῇ. σπεύδει γὰρ καταλαβεῖν | |
ἔτι ἐμπνέοντας: —MiABi | 394 in vol. 1 | |
sch Ph1431 | θανασίμους ἐπικαιρίους ἐπικινδύνους: —Mg | |
sch Ph1432 | βοηδρόμος: βοηθὸς καθ’ ὃν οὐκ ἔδει καιρόν: —MB ἄλλως: ἡ γὰρ ἔξοδος αὕτη γέγονεν οὐκ εἰς διάλυσιν μάχης, ἀλλ’ εἰς θέαν τῆς τελευτῆς: —MB βραδεῖα βοηθός: —Mg | |
sch Ph1433 | ἐν μέρει τέκνα: ἐξ ἴσου γὰρ ἡ λύπη ἐπὶ τέκνων, οὐχ ἥσσων ἐπὶ τῷ ἀδικοῦντι: —MB | |
sch Ph1435 | βοηθοῦσα ὑπηρετουμένη: —Mi λείπει τὸ ταῦτα λέγουσα: —MAgBi | |
sch Ph1436 | ὦ γηροβοσκὼ μητρός: οἱ ὀφείλοντες ἐν γήρᾳ θρέψαι τὴν μητέρα καὶ προδόντες τοὺς γάμους τῆς ἀδελφῆς, τουτέστιν· οὐ γαμοστο‐ λήσαντές με: —MAB | |
sch Ph1438 | ἀφείς: —MgAg δυσέκπνευστον: —MgAgBi | |
sch Ph1439 | τῷ αἵματι ὑγράν: —MgAgBi | |
sch Ph1441 | ὥστε σημῆναι φίλα: ὥσ〈τε〉 δῆλον ἦν ὅτι ἀσπάζεσθαι τὴν μητέρα βούλεται: —MAgBi | |
sch Ph1448 | καὶ πόλιν θυμουμένην: καὶ τοὺς πολίτας τοῦ κατ’ ἐμοῦ μίσους παύσατε: —MABi | |
sch Ph1449 | παραμυθεῖσθε παρηγορεῖτε: —Mg ὡς τοσόνδε γοῦν τύχω: γράφεται καὶ τοσόνδε δὴ τύχω: —MB ὁ δὲ νοῦς· ἵνα κἂν τούτου τύχω, τοῦ θάπτεσθαι εἰς τὴν πα‐ τρίδα: —MAB | |
sch Ph1452 | τίθησι δ’ αὐτός: τοῦτο διὰ μέσου ὁ ποιητής· τὰς χεῖρας τὰς τῆς μητρὸς ἐπιτιθεὶς τοῖς ὄμμασιν αὐτοῦ λέγει τὸ χαίρετε: —MAB | |
sch Ph1456 | δεινοπαθήσασα: —MgAgBi ὑπερπαθήσας’ ἥρπας’: Ὅμηρός φησιν αὐτὴν ἀγχόνῃ ἀπολέσθαι [λ 271]· ‘μητέρα δ’ Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην, ἣ μέγα ἔργον | |
ἔρεξε‘ καὶ τὰ ἑξῆς ‘ἁψαμένη βρόχον αἰπὺν ἀφ’ ὑψηλοῖο μελάθρου‘: —MAB | 395 in vol. 1 | |
sch Ph1458 | μετὰ βίας τινός: —Mg γράφεται σὺν τέκνοις δὲ φιλτάτοις: —B | |
sch Ph1459 | γράφεται καὶ ἄμφω τέκνα: —Bi | |
sch Ph1460 | ἀνώρμησεν: —MgAg | |
sch Ph1461 | ὑπακουστέον τὸ ἐλέγομεν: —MgB οἱ Θηβαῖοι: —MgAgB | |
sch Ph1462 | ἐν δὲ τοῖς στρατηλάταις ἦν ἔρις: —MgAg | |
sch Ph1463 | οἱ μὲν πατάξαι: λείπει τὸ λέγοντες· 〈λέγοντεσ〉 τὸν Πολυ‐ νείκην πρῶτον πατάξαι: —MAgB πρότερον: —Mg | |
sch Ph1465 | καὶ ἐν τοσούτῳ: —MgAg | |
sch Ph1466 | ὥρμησαν: —MgAg | |
sch Ph1467 | ἐκάθητο: —Mg καθῆστο: προνοίᾳ καὶ λογισμῷ ἐκάθηντο ὡπλισμένοι: —AB | |
sch Ph1468 | κἄφθημεν οὔπω: καὶ προελάβομεν ταχέως οὔπω καθω‐ πλισμένον: —MMi τὸ ἑξῆς· καὶ ἔφθημεν Ἀργεῖον εἰσπεσόντες ἐξαίφνης στρατὸν οὔπω τεύχεσι πεφραγμένον: —MAB | |
sch Ph1469 | ἐπελθόντες: —MgAg | |
sch Ph1470 | ἀντέστη: —MgAg | |
sch Ph1473 | ἄλλοι μὲν νικητήριον: —MgAg βρέτας: ἄγαλμα. λέγεται κατὰ ἐτυμολογίαν· βροτῶν εἴκελον: — MgB | |
sch Ph1477 | θάψαι: —MgAg | |
sch Ph1478 | πόλει δ’ ἀγῶνες: ὁ πόλεμος, φησὶν, ὁ κατὰ τὴν πόλιν πῆ μὲν εἰς καλὸν ἐκβέβηκεν αὐτῇ· ἐσώθη γὰρ καὶ οὐκ ἀνηρπάσθη ὑπὸ τῶν πολεμίων· πῆ δὲ εἰς τοὐναντίον διὰ τοὺς τεθνηκότας: —MA εὐτυχεῖς ἐπεὶ ἐνίκησαν, δυστυχεῖς δὲ ἐπεὶ ἐσφάγησαν οἱ βασιλεῖς: — | |
5 | MiAgB | 396 in vol. 1 |
sch Ph1480 | οὐκ εἰς ἀκοάς: οὐκ ἄχρις ἀκοῆς ἐστι τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ περὶ Οἰδίποδος: —MAgBi | |
sch Ph1481 | πάρεστιν ἰδεῖν: —MiAg | |
sch Ph1482 | γράφεται σώματα: —Ag | |
sch Ph1483 | ταῦτα, τὰ πτώματα: —Mg | |
sch Ph1484 | τὴν σκοτεινὴν αἰῶνα: —Mi θηλυκῶς εἶπε τὸν αἰῶνα. περιφραστικῶς τὸν θάνατον: —MiAg | |
sch Ph1485 | οὐ προκαλυπτομένα: Ἀντιγόνη τραγῳδεῖ. νῦν, φησὶν, οὐ προκαλυπτομένη τὰς παρειὰς, οὐδὲ γὰρ τὴν πρέπουσαν παρθένοις αἰδῶ ἀναλαβοῦσα, ἐξορμῶ καὶ ἐκβακχεύω καθάπερ βάκχη τις ἐπὶ τοὺς νεκροὺς ἀπορρίψασα τό τε κρήδεμνον καὶ τὴν στολὴν μεθεῖσα τῆς ἐμῆς | |
5 | τρυφῆς, τουτέστιν· ἣν ὅτε ἐτρύφων καὶ εὐδαιμόνουν, περιεβαλλόμην, ἀπαρχομένη θρήνων τοῖς νεκροῖς. οὐ γὰρ τοῦ τρυφᾶν ὁ καιρός: —MAB ἄλλως: οὐ προκαλυπτομένα: ἀπρεπῶς εἰσβέβηκε καὶ οὐ παρ‐ θενικῶς. τίνι γὰρ ἀπολογίζεται, εἰ μὴ τῷ θεάτρῳ: —MAB ἄλλως: οὐ περικαλυπτομένη τὰ φαιδρὰ τῆς βοστρυχώδους παρειᾶς. | |
10 | βοστρυχώδη εἶπεν, ἐπεὶ μέχρι τῶν παρειῶν εἶχε τὰ οὖλα τῶν τριχῶν: —MAB † ἄλλως: οὐκέτι, φησὶν, ὡς τὸ πρὶν περικαλυπτομένη τὰ ἀνθηρὰ τῆς παρηίδος τῆς βοστρυχώδους διὰ τὸ διὰ ταύτης καθίεσθαι τοὺς πλοκάμους. λέγει δὲ τὸ πρόσωπον ἀπὸ μέρους δηλοῦσα· μὴ οὖν τὸ | |
15 | πρόσωπον ὡς τὸ πρὶν καλυπτομένη μηδὲ ὡς παρθένος αἰδομένη τὸν ἐν προσώποις φοίνικα, ταὐτὸν εἰπεῖν τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὴν δι’ αἰδῶ γινομένην ἐρυθρότητα τῷ προσώπῳ μηκέτι φέρουσα ὡς παρ‐ θένος, προηγοῦμαι ὡς βάκχη τῶν νεκρῶν, οὐ Διονύσου βακχείαν ποιου‐ μένη ἀλλὰ νεκρῶν καὶ Ἅιδου, λέγω δὴ ἡγεμόνευμα νεκροῖσι πολύστονον, | |
20 | τὰ κεφαλοδέσμια ῥίψασα ἀπὸ τῆς ἐμῆς κεφαλῆς, τὴν στολίδα κροκόεσσαν, ἀντὶ τοῦ τὴν ἐστολισμένην κρόκῳ ὑπὸ τῆς τρυφῆς, ἤτοι τὸ λαμπρὸν | |
περιβόλαιον ῥίψασα καὶ πενθήρη περιβαλομένη χιτῶνα: —A οὐ περικαλυπτομένη 〈ὡσ〉 πρόσθεν: —Mg | 397 in vol. 1 | |
sch Ph1486 | τὰ φαιδρὰ τῆς παρειᾶς. περιφραστικῶς τὴν παρειάν: — MiABi ἀντὶ τοῦ· οὐ διὰ παρθενίαν: —MiAg ἡ ὑπό πρὸς τὸ αἰδουμένη: —MiAgBi | |
sch Ph1488 | πυρρὸν ἀνθηρόν: —MgAg φοίνικ’ ἐρύθημα: τὸν πυρρόν: —MB ἀρσενικῶς δὲ εἶπε τὸν φοίνικα ἐρύθημα, ἀντὶ τοῦ οὐδετέρου. ἔδει γὰρ εἰπεῖν τὸ ὑπὸ βλεφάροις φοινικοῦν ἐρύθημα. τινὲς δέ· οὐδὲ | |
5 | τὴν ὑπὸ βλεφάροις φοίνιξιν αἰδουμένη, ἥπερ ἐστὶν ἐρύθημα προσώπου: — MAB † φοίνικα: οὐδὲ ὡς παρθένος αἰδουμένη, φησὶ, τὸν ὑπὸ βλεφάροις φοίνικα, ἤγουν τὸ ἐρύθημα τοῦ προσώπου. τὴν γὰρ ἐρυθρότητα τοῦ προσώπου τὴν δι’ αἰδῶ γινομένην φοίνικα ὠνόμασε. βλέφαρον δὲ εἶπεν | |
10 | ἀπὸ μέρους τὸ πρόσωπον λέγουσα: —A | |
sch Ph1489 | αἰδομένα: οὐδὲ ὑπαιδουμένη τὸ ὑπὸ τοῖς βλεφάροις φοινι‐ κοῦν ἐρύθημα τῆς παρθενίας: —MAB φέρομαι βάκχα νεκύων: παρόσον αἱ βάκχαι ἀπογυμνούμεναι χορεύουσιν· οὐ Διονύσου δὲ βάκχη, ἀλλὰ νεκρῶν: —MAB | |
5 | προηγουμένη ὥσπερ θρηνήτρια τῶν νεκρῶν [τῆς ὄψεως] ἐμμανὴς οὖσα: —MiAg | |
sch Ph1491 | τὴν κροκοειδῆ στολὴν ἀποβαλοῦσα, ἀπορρίψασα τῆς τρυ‐ φῆς: —Mi στολίδα κροκόεσσαν: τὴν ἐκ κρόκης στολὴν χαλάσασα ὥστε γυμνὰ μεῖναι τὰ στήθη: —MAB | |
5 | ἄλλως: τὴν ἐμὴν στολὴν πάσης τρυφῆς ἐκβαλοῦσα: —MAB | |
sch Ph1492 | ἡγεμόνευμα νεκροῖς: ἑαυτὴν λέγει προηγήτειραν τῶν νεκρῶν: —ABi ἄλλως: κατὰ κοινοῦ τὸ φέρομαι, τουτέστιν· ἐξορμῶ ἡγεμονεύουσα | |
καὶ ἐξάρχουσα θρήνων τοῖς νεκροῖς: —A | 398 in vol. 1 | |
sch Ph1493 | φερώνυμος· πολλὰ γὰρ νείκεα εἰργάσω: —MgAgBi | |
sch Ph1495 | σὰ δ’ ἔρις οὐκ ἔρις: ἡ ἔρις, φησὶν, οὐκ αὐτὸ μόνον ἄχρι φιλονεικίας τὸ τέλος ἔσχεν, ἀλλ’ ἄχρι φόνων ἐπαλλήλων προελθοῦσα ἄρδην τὸν πάντα οἶκον τοῦ Οἰδίποδος ἀπώλεσεν. τινὲς δὲ οὕτως· ἡ σὴ δ’ ἔρις οὐκ αὐτὸ μόνον ψιλὴ γέγονε φιλονεικία, ἀλλὰ φόνος φόνῳ κραν‐ | |
5 | θείς: —MAB ἄλλως: τὸ τέλειον κρανθεῖσα, οἷον· οὐκ ἄχρι ψιλῆς φιλονεικίας προελθοῦσα ἡ ἔρις, ἀλλὰ φόνος ἐπὶ φόνῳ κρανθεῖσα: —MAB | |
sch Ph1498 | τίνα προσῳδόν: θρηνητικὴν στοναχήν: —MMgAAgBi ᾠδόν: ἀντὶ τοῦ θρῆνον· τὸ δὲ τίνα πρός ἀναστρεπτέον, τουτέστι· πρὸς τίνα πρῶτον τῶν προκειμένων νεκρῶν θρῆνον ἢ πρὸς τίνα τούτων στεναγμὸν μετὰ δακρύων, ὦ δόμος δόμος, ἀναβοάσω. ἢ τὸ προσῳ‐ | |
5 | δόν ἐξ ὁλοκλήρου τὸν θρῆνον νοητέον, ἵνα ᾖ τοιοῦτος ὁ λόγος· τίνα θρῆνον ἄξιον ἢ τίνα στεναγμὸν σύμφωνον τῆς προκειμένης συμφορᾶς καὶ τῶν τριῶν τούτων νεκρῶν ἀναβοήσω: —MAB θρῆνον στεναγμόν: —Mg προσᾴδουσαν καὶ ἁρμόζουσαν: —Ag | |
sch Ph1499 | ἢ τίνα μουσοπόλον: μουσικὸν στεναγμόν· ἔστι γὰρ καὶ θρῆνος μουσικός. Ὅμηρος [Ω 720]· ‘παρὰ δ’ εἷσαν ἀοιδοὺς θρήνων ἐξάρχουσ‘: —MAB | |
sch Ph1502 | συγγενικά: —MgAg | |
sch Ph1503 | ἀντὶ τοῦ· ἔργα Ἐρινύος ἐφ’ οἷς χαίρει: —MgAg λείπει τὸ ἔφυς· χάρμα ἔφυς Ἐρινύος: —MgBi | |
sch Ph1504 | ἥτις, Ἐρινύς: —MgBi παντελῶς: —MgBi | |
sch Ph1505 | τᾶς ἀγρίας ὅτε: τῆς Σφιγγὸς τῆς ἀσαφοῦς. ἐπεὶ πᾶσι δυσ‐ | |
νόητον ἦν τὸ αἴνιγμα πλὴν τοῦ Οἰδίποδος μόνου. διὰ γὰρ τοῦτον ξυνετὸν ἐπὶ ταὐτοῦ εἴρηκε. τὸ μέλος πᾶσι μὲν τοῖς ἄλλοις ἀσαφὲς, αὐτῷ δὲ μόνῳ σαφὲς καὶ καταληπτόν. ξυνετόν γὰρ τὸ σαφές: —MAB | 399 in vol. 1 | |
5 | ὅτε δυσξυνέτου: τὴν ἐξ ἔξωθεν προσληπτέον, τουτέστιν ἐξότε. ὁ δὲ λόγος· ἥτις, Ἐρινὺς, τὸν Οἰδίποδος οἶκον ἀπώλεσεν ἐξότε τὸ τῆς ἀγρίας Σφιγγὸς αἴνιγμα τὸ δυσξύνετον ἐκεῖνο καὶ ἀσαφὲς τοῖς πολλοῖς γνοὺς αὐτὸς αἴτιος αὐτῇ γέγονε θανάτου. φασὶ γὰρ ὅτι λύσαντος τοῦ Οἰδίποδος τὸ αἴνιγμα διεσπάραξεν ἑαυτὴν ἡ Σφίγξ: —MA | |
10 | ἐξότε: —MiAg ἀσαφοῦς: —MiAg | |
sch Ph1506 | ξυνετὸν μέλος ἔγνω: ἀπὸ κοινοῦ τὸ Σφιγγός. τῷ Οἰδίποδι ξυνετόν: —AB ἄλλως: συνετόν τινες τὸ βαθύτατον. μέλος τὸ αἴνιγμα εἶπεν, ἐπεὶ μετὰ μέλους τινὸς προέφερεν αὐτὸ ἡ Σφίγξ. διὸ καὶ ἀοιδοῦ | |
5 | Σφιγγός εἶπεν. φονεύσας δὲ ἀντὶ τοῦ φόνου καὶ ἀναιρέσεως αὐτῇ γενόμενος αἴτιος: —AB εὔγνωστον τῷ Οἰδίποδι: —Mg | |
sch Ph1507 | Σφιγγὸς ἀοιδοῦ σῶμα: τῆς ἀοιδοῦ Σφιγγὸς, ἐπεὶ μετὰ ᾠδῆς καὶ μέλους ἔλεγε τὰ αἰνίγματα: —MA μουσικῆς: —MgAg | |
sch Ph1509 | τίς Ἑλλὰς ἢ βάρβαρος: τίς Ἑλληνικὴ ἢ βάρβαρος, δηλον‐ ότι γυνή: —MAB ἄλλως: τίς, φησὶν, Ἑλλήνων ἢ βαρβάρων ἢ τῶν ἀνέκαθεν ἀνδρῶν ὑπέμεινε κακῶν τοσοῦτον πλῆθος καὶ λύπης ἐπὶ ἀνθρωπίνῳ σώματι. τὸ | |
5 | γὰρ ἁμερίου ἀντὶ τοῦ ἀνθρωπείου: —MAB ἢ τῶν πάροιθε: τῶν πρὸ τούτου εὐγενῶν: —M ἀπὸ κοινοῦ τὸ τίς· ἢ τίς τῶν πάροιθεν εὐγενετᾶν: —MABi | |
sch Ph1513 | τοιαῦτα ἄχη, κακά: —MgAgBi | 400 in vol. 1 |
sch Ph1514 | τάλαιν’ ὡς ἐλελίζει: τὸ ἑξῆς οὕτως· τάλαινα αἴλινον αἰάγμασιν ἃ τοῖσδε προκλαίω: —MAB ἄλλως: ἐγὼ, φησὶν, ἡ τάλαινα, ἥτις αἴλινον ἀνακλαίω καὶ ἀνα‐ θρηνῶ ἐπὶ τούτοις τοῖς οἰκτροῖς ἀτυχήμασι, καθάπερ τις ὄρνις θρηνοῦσα | |
5 | ἀπηχεῖ δρυὸς πετάλοις ἐφεζομένη: —MAB θρηνεῖ ἀπηχεῖ: —Mg | |
sch Ph1515 | τίς ἄρ’ ὄρνις: ἀηδόνα φησὶ καὶ χελιδόνα, εἰς ἃς μετεβλή‐ θησαν Πρόκνη καὶ Φιλομήλα: —MA | |
sch Ph1517 | ἡ μεμονωμένη καὶ ἐστερημένη τῆς μητρὸς ὄρνις: —MgAg | |
sch Ph1518 | τοῖς ἐμοῖς κακοῖς σύμφωνος: —MgAg | |
sch Ph1519 | αἰάγμασιν: θρηνητικοῖς ἀπηχήμασιν. τοῖσδε ἀντὶ τοῦ τοῖς νεκροῖς: —MABi λείπει † εἰς ὃ τοῖσδε προκλαίω: —Mg ἃ τοῖσδε προκλαίω: ἅπερ, θρηνητικὰ ἀπηχήματα, ἐπὶ τούτοις, | |
5 | τοῖς νεκροῖς, ἀναβοῶ: —MA ἡ πρό ἀντὶ τῆς ἀνά, τουτέστιν ἀνακλαίω: —MAB | |
sch Ph1520 | μονάδ’ αἰῶνα: τοῦτο ἰδίᾳ ἀναπεφώνηται: —MAB ἀντὶ τοῦ μονάδα βίον. ἀντὶ τοῦ ὀρφανὸν, μονήρη βίον. μεμονωμένον ἔρημον: —MAB | |
sch Ph1523 | τίν’ ἐπὶ πρῶτον: ἡ ἐπί πρὸς τὸ βάλω, οἷον· ἐπὶ τίνα πρῶτον ἐπιθῶ τὰς τῶν τριχῶν ἀπαρχὰς τοῖς σπαραγμοῖς, ἐπὶ τῆς μη‐ τρὸς ἢ ἐπὶ τῶν ἀδελφῶν. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις τὰς κόμας ἀποκεί‐ ρεσθαι ἐπὶ τοῖς τεθνηκόσιν: —MA | |
sch Ph1525 | δῶρον: —Mg | |
sch Ph1527 | τοῖς ποιητικοῖς τοῦ γάλακτος: —MgAgBg | |
sch Ph1528 | τὸ ἑξῆς· ἢ πρὸς τὰ τῶν ἀδελφῶν αἰκίσματα. οὐλόμενα δὲ διὰ τοὺς ἀφανισμούς: —MiA | |
sch Ph1529 | γράφεται δισσῶν: —Mg | |
sch Ph1531 | τυφλὸν ὄμμα: —MgAg | 401 in vol. 1 |
sch Ph1533 | κλητική· ὦ Οἰδιπόδα, ἀπὸ τῆς Οἰδιπόδης εὐθείας: —MgAgBi | |
sch Ph1535 | παρέλκεις καὶ παρατείνεις τὴν ζωὴν καὶ φιλοψυχεῖς: —Mi μεγάλην: —Mg | |
sch Ph1536 | γεραιὸν πόδα: ἀπὸ μέρους, τοῦ ποδὸς, τὸ ὅλον σῶμα δηλοῖ, τουτέστι· κλύεις, ὦ πάτερ, ὃς ἔνδον κατὰ τὴν αὐλὴν διατρίβεις καὶ τὸ γεγηρακός σου σῶμα τοῖς δεμνίοις ἐγκρύπτεις: —MAB διατρίβων, πλανώμενος διὰ τύφλωσιν: —Mg | |
sch Ph1538 | ἐγκοιμίζων ἐγκρύπτων: —MgAg | |
sch Ph1539 | τί μ’ ὦ παρθένε: ὅλως ἐν πᾶσιν Εὐριπίδης πτωχοποιός ἐστι καὶ νῦν ὁ Οἰδίπους οὐδὲ ὁδηγὸν αὑτῷ ἔχει ἐν τῇ πατρίδι ὤν, ἀλλὰ καὶ μόνος ἐκπορεύεται ἑαυτὸν ὁδηγῶν. τάχα δὲ τῶν παρόντων κακῶν πάντες ἐξῆλθον θεαταὶ γενέσθαι· διὸ μεμονωμένον θεράποντος Οἰδίποδος | |
5 | τὸ πρόσωπον ἔξεισιν: —MAB βακτηρίαις: —MgAgBi τῆς τυφλῆς πορείας: —MiAgBi | |
sch Ph1540 | ἐξήγαγές με προκαλεσαμένη τοῖς δάκρυσιν: —MiMgAgBi | |
sch Ph1541 | τὸν ἀεὶ ἐν λέχει καὶ σκότει ὑπάρχοντα: —MgAgBBi | |
sch Ph1543 | πολιόν: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· τί με τὸν πολιὸν, ἀντὶ τοῦ τὸν πεπολιωμένον, ἐξήγαγες, ὦ παρθένε, σκοτίων ἐκ θαλάμων εἰς φῶς ἀέρος ὄντα με ἀφανὲς εἴδωλον, ὅ ἐστι τυφλὴν σκιάν: —MAB ἄλλως: τὸ αἰθέρος ἀφανὲς εἴδωλον κατ’ ἰδίαν προενεκτέον· τί | |
5 | με, φησὶν, ἐξήγαγες ὥσπερ εἴδωλον ὄντα αἰθέρος, τουτέστι τοῦ ἀέρος· καὶ γὰρ τὸν ἀέρα περιίπτανται τὰ εἴδωλα καὶ αἱ ψυχαί. ἢ καὶ ὡς νεκρόν με ὑπάρχοντα. ἢ ὡς σκιᾶς ὄνειρον: —MAB | |
sch Ph1546 | ἀντὶ τοῦ δυστυχῆ ἀγγελίαν: —MiAgBi | |
sch Ph1549 | ἀντὶ τοῦ ὁδηγὸς σύντονος: —Mg | |
τὸ ἑξῆς· ἃ σὸν πόδα ἐμόχθει: —MgAg [γράφεται] πόδα σὸν τυφλὸν θεραπεύμασιν ἐμόχθει: —Bi | 402 in vol. 1 | |
sch Ph1551 | γράφεται ὤμοι ἐγὼ παθέων: —Mi | |
sch Ph1552 | λείπει τὸ τινά· πάρεστι γάρ τινα στενάζειν: —MiAgBi βοᾶν ἐκπλήττεσθαι: —MgBi | |
sch Ph1553 | γράφεται μιᾷ μοίρᾳ: —Bg | |
sch Ph1555 | οὐκ ἐπ’ ὀνείδεσιν οὐδ’ ἐπιχάρμασιν: οὐκ ἐπιχαίρουσα οὐδὲ ὀνειδίζουσα λέγω νῦν τοῦτο, ἀλλὰ ὀδυνωμένη λέγω καὶ συναλγοῦσα τὴν ψυχὴν ὅτι ἡ σὴ κακοδαιμονία, ἣν ἔδει μέχρι σοῦ στῆναι, καὶ ἐφ’ ἡμᾶς τοὺς παῖδας κατήντησεν οὐχ ὁσίως: —MAB | |
sch Ph1556 | ὁ ἔφορος δαίμων τῶν τὰ ἄλαστα πεποιηκότων: —MgB | |
sch Ph1557 | πλουτῶν ἀκμάζων: —Mg | |
sch Ph1558 | γράφεται καὶ φονίαισι μάχαις: —Bg ἀντὶ τοῦ μονομαχίαις: —Mg | |
sch Ph1560 | γράφεται ὤμοι ἐγώ: —Mi λείπει ἡ διά· διὰ τί τάδε καταστένεις: —MiAB ἄδηλος ὁ σὸς θρῆνος· πολλὰ γὰρ τὰ περιέχοντά σε κακά: —MiAB διὰ τί ταῦτα στενάζεις, διὰ τὴν τύφλωσιν 〈ἢ〉 διὰ τὸν τῆς μητρὸς | |
5 | γάμον. ὁ δὲ εἶπεν· οὐ διὰ ταῦτα θρηνῶ ἀλλὰ διὰ τὰ τέκνα: —AB | |
sch Ph1561 | διὰ τὰ τέκνα: —MiBi δι’ ὀδύνης ἂν ἔβης καὶ εἰ βλέπων ἐτύγχανες: —MiAg δι’ ὀδύνας ἔβας: λείπει ἡ ἄν, ἵν’ ᾖ· δι’ ὀδύνας ἂν ἔβης: —A δι’ ὀδύνης ἔβας: μειζόνως ἂν ὠδυνήθης, εἰ τοὺς ὀφθαλμοὺς | |
5 | ἔχων ὁρῶντας καθεώρας τούτους κειμένους νεκρούς· τὸ γὰρ ἐπενώμας ἀντὶ τοῦ διέκρινες καὶ ἐπεσκόπεις: —MAB | |
sch Ph1562 | ὁ τέ παρέλκει: —MgAAg τοῦ ἡλίου: —Mg | 403 in vol. 1 |
sch Ph1564 | ἀντὶ τοῦ ὀμμάτων αὐγαῖς: —MgB ταῖς τῶν ὀμμάτων αὐγαῖς διέκρινες καὶ ἐσκόπεις: —MgAg † ὄμματος αὐγαῖς: ἀντίπτωσις· [ἢ] τὰς αὐγὰς τοῦ ὄμματος τοῖς σώμασι τῶν νεκρῶν 〈ἐπ〉εκίνεις. ἢ ἀντὶ τοῦ διεσκόπεις τὸ ἐπενώμας: —A | |
sch Ph1565 | τῶν μὲν ἐμῶν τεκέων: ἐγὼ γὰρ κατηρασάμην τῷ θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἐμοὺς παῖδας: —MAB | |
sch Ph1566 | ἄλοχος: καὶ τοῦτο ἀπρεπὲς ὅτι τὸν Οἰδίποδα ἄλοχον τὴν Ἰοκάστην ποιεῖ λέγοντα ἐπιγνόντα ὅτι μήτηρ ἦν. ἔδει οὖν τὸ ὄνομα παραιτήσασθαι: —MAB | |
sch Ph1569 | ἱκέτις ἱκέταν: ἱκέτις αὐτὴ οὖσα ἱκέτην τὸν μαστὸν αἰρο‐ μένη καὶ μετεωρίζουσα, ἵνα οἱ παῖδες ἰδόντες λήξωσι τῆς μάχης. γράφε‐ ται δὲ καὶ ὀρομένα, ὅ ἐστιν ὀρούουσα καὶ προτείνουσα τὸν μαστόν: — MAB | |
5 | γράφεται αἰρομένα: —MiBi | |
sch Ph1571 | βοτανοτρόφον: —Mi κατὰ τὸν ἀνθηρὸν λειμῶνα: —Mib | |
sch Ph1573 | συνοίκους. ἢ ἐν ἐπαύλει μαχομένους: —MgAgBg | |
sch Ph1574 | ἐπὶ τραύμασιν αἵματος: κατὰ κοινοῦ τὸ εὗρεν· αἵ‐ ματος δὲ τὴν τύχην ἀντὶ τοῦ ἐν αἵματι τυγχάνοντας καὶ εἰς τοῦτο τύχης ἀφιγμένους, τουτέστιν· ἐλθοῦσα δ’ εὗρεν αἵματος λοιβῇ πεφυρ‐ μένους καὶ τὴν τύχην αὐτοῖς τοῦ φόνου πέρας λαβοῦσαν. εὗρεν | |
5 | αὐτοὺς ἡ μήτηρ ὥσπερ λέοντας δύο ἐν ἐρήμοις τόποις μαχομένους περὶ τραύματος, ὅ ἐστι περὶ σώματος ἢ παρδάλεως ἢ ἄλλου τινός: —A κοινὸν τὸ εὗρε. ὁ δὲ λόγος ἀσύνδετος· ἐπὶ τοῖς τραύμασιν εὗρε ψυχρὰν σπονδὴν αἵματος, ὅπερ αἷμα τῶν φονευομένων σπονδή ἐστι τοῦ | |
Ἅιδου: —MAB | 404 in vol. 1 | |
sch Ph1575 | τὴν εἰς ψύξιν καὶ θάνατον ἄγουσαν: —AgBi λοιβὰν φονίαν: ἥντινα λοιβὴν ἐξ αἵματος ἔλαχεν ὁ Ἅιδης παρόσον οἱ φονευόμενοι εἰς Ἅιδου χωροῦσιν. προεξένησε δέ, φησὶν, ὁ Ἄρης τῷ Ἅιδῃ τὴν ἐξ αἵματος σπονδήν: —MAB | |
sch Ph1577 | παρέσω τὸ ξίφος: —MgAg | |
sch Ph1578 | γράφεται ἔβαψεν: —AgBg ἐπὶ τῷ πένθει τῶν τέκνων: —MiABi βουλομένη αὐτοὺς καταπαῦσαι τῆς μάχης καὶ αὑτὴν κατέπαυσεν. ἐπὶ τῷ ἄχει δηλονότι: —ABi | |
sch Ph1579 | πάσας δὲ τὰς λύπας ἐν ταύτῃ τῇ ἡμέρᾳ συνήγαγεν: — MgAgBi | |
sch Ph1581 | εἰς πέρας ἤγαγεν: —MiAg | |
sch Ph1582 | γράφεται ἢ τέκνοις ἢ γένει: —AgBg | |
sch Ph1583 | εἴη δ’ εὐτυχέστερος βίος: οὐχ ὡς τοῦ προτέρου βίου εὐτυχοῦς ὄντος συγκριτικῷ ἐχρήσατο· ἔσθ’ ὅτε γὰρ τὰ συγκριτικὰ ἐξ ἀνομοιοειδῶν γίνεται, ὡς τὸ πρεσβύτερος παίδων οὐχ ὡς καὶ τῶν ἄλλων παίδων παλαιῶν ὄντων: —MAB | |
sch Ph1584 | ὡς ὥρα τάφου: οὐχ ἵνα πάντες ταφῶσιν, ἀλλὰ μόνος ὁ Ἐτεοκλῆς καὶ Ἰοκάστη· τὸν γὰρ Πολυνείκην ἀκήδευτον ἐαθῆναι λέγει: —AB ὡς ὥρα τάφου: καιρός ἐστι μνήμην ποιεῖσθαι τῶν τάφων καὶ τῶν θαπτομένων: —MAB | |
sch Ph1587 | ὦ Οἰδίπους δηλονότι: —Mg γάμων φερνὰς διδούς: τὰς ἀρχὰς φερνὰς διδούς: —MAB ἀπὸ κοινοῦ τὸ διδούς: —MMgAgB φερνὰς δέδωκε τῇ ἀδελφῇ ἑαυτοῦ τὴν ἀρχήν: —MAB | |
5 | τὰ διδόμενα δῶρα τῇ νύμφῃ: —MgAgB φερνὰ ἡ προὶξ ἀπὸ τοῦ ἐπιφέρεσθαι αὐτὴν τὰς εἰς γάμους διδο‐ | |
μένας: —A | 405 in vol. 1 | |
sch Ph1589 | οὐδαμῶς: —MgAg | |
sch Ph1590 | ἀληθῶς ἐμαντεύσατο: —MgAg | |
sch Ph1593 | διὰ τὸ σὲ εἶναι κακοδαίμονα: —MgAg | |
sch Ph1595 | καθὸ πρὶν γενέσθαι δυστυχὴς ὑπῆρχον: —MgAgBi | |
sch Ph1596 | ἀντὶ τοῦ ὡς οὐδείς: —MgAgBi | |
sch Ph1597 | μήπω με μηδὲ σπαρέντα: —MgAgBg | |
sch Ph1598 | ἄπαιδα. ἀγέννητον: —MgAg ἐμαντεύσατο: —MgAgBi γράφεται καὶ πατρὸς ὅς μ’ ἐγείνατο: —Bg γράφεται μητρί τ’ ἀναβῆναι λέχος: —Bi | |
sch Ph1600 | ἐπεὶ δ’ ἐγενόμην: ἐπεὶ δὲ ἐγεννήθην: —A bi αὖθις: μετὰ τὸν Πύθιον θεόν· ὁ μὲν γὰρ τῷ χρησμῷ με προανεῖλε κελεύσας μὴ σπαρῆναι, ὁ δὲ πατὴρ τεχθέντα ἐκθεὶς ἀπέκτεινεν: —MAB | |
sch Ph1601 | κτείνει με: ὅσον γὰρ τὸ κατ’ αὐτόν, ἀπέκτεινεν· ἐξέθηκε γάρ με ἐλπίσας ἀποτεθνήξεσθαι: —MAB γράφεται πεφυκέναι: —MgAg | |
sch Ph1602 | εἵμαρτο γὰρ αὐτῷ ἐξ ἐμοῦ ἀποθανεῖν: —MgAgBi | |
sch Ph1603 | ἔτι μαστὸν ζητοῦντα καὶ χρῄζοντα: —MgAgBi | |
sch Ph1604 | † Ταρτάρου γὰρ ὤφελεν: εἴτε ἐταρταρώθη ὁ Κιθαιρὼν, ὅπου ἐσώθημεν φυγόντες ἀθλίαν τροφὴν τῶν θηρίων: —A | |
sch Ph1605 | Κιθαιρὼν εἰς ἄβυσσα χάσματα: αὐτὸς ὁ Κιθαιρὼν [ὃς] ὤφειλε κατατεταρταρῶσθαι. εὐήθως δὲ, φασὶ, καταρᾶται τῷ Κιθαιρῶνι ὅτι οὐκ ἀπώλεσεν αὐτόν· δέον γὰρ τοῖς ἀνελομένοις κατα‐ ράσασθαι ἢ τῇ Πολύβου γυναικὶ, τῷ ὄρει καταρᾶται. ἀλλὰ μεμίμηται | |
5 | ὁ Εὐριπίδης τοὺς δι’ ὑπερβολὴν συμφορᾶς καὶ τοῖς ἀναισθήτοις θυμου‐ μένους: —MAB εἰς τὰ βαθέα: —Mg | |
sch Ph1606 | καὶ τοῦτο εὐήθως. οὐ γὰρ δοῦλον αὐτὸν ἐποίησεν ὁ Πόλυ‐ | |
βος, ὡς καὶ ἡ Ἰοκάστη φησίν [30]· ἡ δὲ τὸν ἐμὸν ὠδίνων πόνον μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν· ὥστε υἱὸς ἐνομίζετο. ἀλλά φαμεν ὅτι ἕνεκα τοῦ εἰς οἶκτον κινῆσαι τοὺς θεωμένους ταῦτα ὁ | 406 in vol. 1 | |
5 | Εὐριπίδης ἐτεχνάσατο ἢ ὅτι οἱ βαρυνόμενοι συμφοραῖς ὑπὸ προκειμένης δυστυχίας καὶ τὰς προτέρας εὐδαιμονίας δυστυχίας ἀποκαλοῦσιν: —MAB | |
sch Ph1607 | Πόλυβον ἀμφὶ δεσπότην: οὐκ ἐξέφανεν αὐτὸν πατέρα· οὐκ ἐτέχθη γὰρ υἱὸς, ἀλλὰ κτῆμα αὐτοῦ γέγονεν: —MAB Πολύβου γυνὴ Μερόπη: —MgAg | |
sch Ph1611 | ἀρὰς παραλαβών: θέλει εἰπεῖν ὅτι εἵμαρτο ταῦτα παθεῖν τῷ γένει· ὁ γὰρ Λάιος, φησὶ, γνοὺς μὴ κατὰ βούλησιν θεῶν γεγονότα με κατηράσατο, ἵνα δηλονότι ἀποθάνω· ἐγὼ δὲ ἀπὸ σκαιοῦ δαίμονος τὰς παρ’ ἐκείνου ἀρὰς δεξάμενος παρέδωκα καὶ τοῖς ἐξ ἐμοῦ παισίν: —MAB | |
5 | † ὅτι γὰρ οὐχ ἑκὼν κατηρασάμην, ἀλλ’ ὑπὸ βίας δαίμονός τινος, τεκμήριον ἐκεῖνο τὸ μὴ τοσοῦτόν τινα ἀνόητον εἶναι ὡς ἑκόντα τυφλὸν γενέσθαι ἢ τοῖς ἑαυτοῦ παισὶ καταρᾶσθαι ἐκτὸς εἰ μὴ δαίμων τις ἄγει πρὸς τοῦτο· ὥστε ταῦτα ἐμηχανησάμην ἔκ τινος θεῶν: —A | |
sch Ph1614 | ἀντὶ τοῦ τινός: —Mg | |
sch Ph1617 | ἥδ’ ἡ θανοῦσα: οἶδα τοῦτο ὅτι, εἰ ἔζη, συνήθως ἄν με ἐχειραγώγησεν: —MB γράφεται ζῶσά γ’ ἂν σάφ’ οἶδ’ ὅτι: —Bi | |
sch Ph1618 | ἀλλὰ ἡ εὐτεκνία τῶν δύο μου παίδων: —MgAgBi | |
sch Ph1620 | ἀντὶ τοῦ οὐ δυνατόν: —MgAg | |
sch Ph1625 | γόνατα μὴ χρῴζειν ἐμά: καλῶς εἶπας ὅτι οὐχ ἱκετεύω σε· εἰ γὰρ καὶ σὺ ἠθέλησας, ἐγὼ οὐ συνεχώρουν: —MB μὴ ἅπτεσθαι τῶν ἐμῶν γονάτων: —Mg | |
sch Ph1627 | τὸν μὲν τῶν νεκρῶν: —MiBi | |
sch Ph1628 | γράφεται δμῶας: —Mg τὸν δὲ Πολυνείκους νέκυν: —MgBi | |
sch Ph1631 | φανερώσεται κηρυχθήσεται: —Mg | |
sch Ph1632 | εἰώθασι γὰρ στέφειν τοὺς νεκρούς: —MiAgBi | |
sch Ph1633 | ἀντὶ τῆς ταφῆς θάνατον λήψεται: —MiABi | 407 in vol. 1 |
sch Ph1634 | ὀρνέων τροφήν: —MgAg | |
sch Ph1635 | γράφεται τριπτύχων νεκρῶν γόους: —MgB | |
sch Ph1637 | παρθένος δίαγε ἐκδεξομένη τὴν ἑξῆς ἡμέραν: —MiAgB | |
sch Ph1640 | πρὸς τὸν Οἰδίποδα λέγει ὅτι στενάζω σε πλέον τῶν ἀπο‐ θανόντων: —AgB | |
sch Ph1643 | πρὸς τὸν Κρέοντα ἀποστρέφει τὸν λόγον· τί διώκεις τὸν πα‐ τέρα· τί ἀπαγορεύεις τὴν ταφὴν τοῦ Πολυνείκους: —AgB | |
sch Ph1645 | νομοθετεῖς: —MgB | |
sch Ph1647 | ἄφρονα τὰ βουλεύματα: —MAgB | |
sch Ph1648 | εἰς πέρας ἄγειν: —MiAgB | |
sch Ph1651 | ἀπὸ κοινοῦ τὸ οὐ δικαίως. ἀνόσιον γὰρ, φησὶν, ὅτι τοι‐ αύτην τιμωρίαν αὐτὸν ἀπαιτεῖς. λέγει δὲ τὸ ἄταφον μεῖναι: —MAB | |
sch Ph1652 | ναὶ, φησὶν, ἔννομος, εἰ μὴ ὢν φίλος ἐχθρὸς ἐγένετο τῆς πατρίδος: —MAB † ἄλλως: οὐ δικαίως, εἰ μὴ ὢν φίλος ἐχθρὸς ἐγένετο: —A | |
sch Ph1653 | οὐχὶ οὖν: —MB κατ’ ἐρώτησιν. ὁ δὲ λόγος· οὐκ ἔδωκεν οὖν τῇ ἀποβάσει τὴν κόλασιν. δαίμονα δέ φησι τὸν ἐξ εἱμαρμένης καὶ δαίμονος θάνα‐ τον. τύχῃ δὲ τῇ κατὰ πόλεμον συντυχίᾳ. οὐκοῦν, φησὶν, ἀρ‐ | |
5 | κέσθητι τῷ θανάτῳ, ὃν ἔτυχεν αὐτὸν ἐν τῷ πολέμῳ ἀνατλῆναι: —MAB | |
sch Ph1655 | τὸ μέρος εἰ μετῆλθε γῆς: κατ’ ἐρώτησιν ἐν ἤθει: —MB τί πλημμελήσας ἀπῄτησε τὸ μέρος: —MAB ἄλλως: τί ἥμαρτε, φησὶν, εἰ τὸ μέρος μετῆλθεν: —A | |
sch Ph1657 | ἀπαγορεύῃ: —Mg | |
sch Ph1662 | ἔκριν’ ὁ δαίμων: ταῦτα ἔκρινεν ὁ δαίμων, οὐχ ἃ σὺ βούλει: —MAgB | |
sch Ph1664 | ὑγρὰν θήσει κόνιν: ὑγράν: τὴν χυτὴν καὶ λεπτὴν, πρὸς ἀντιδιαστολὴν τῆς ἐριβώλακος. Ὅμηρος [Ψ 256]· ‘χυτὴν ἐπὶ γαῖαν ἔχευαν‘. ἔστι δὲ ὑγρὰ ἡ νεοσκαφὴς γῆ: —MAB | |
sch Ph1665 | ναὶ πρὸς σὲ καὶ τῆς μητρὸς Ἰοκάστης: —Mi | |
λείπει ὁ καί· καὶ τῆς μητρὸς Ἰοκάστης: —ABi † ὁ δὲ λόγος· ναὶ συγχώρησον ταφῆναι· παρακαλῶ πρὸς τῆς Ἰοκά‐ στης τῆς ἐμῆς μητρός: —A | 408 in vol. 1 | |
sch Ph1668 | τῶν ἀπηγορευμένων. Ἀριστοφάνης [Ran. 362]· ‘ἢ τἀπόρρητ’ ἀποπέμπει ἐξ Αἰγίνησ‘: —B | |
sch Ph1669 | εἰώθασι γὰρ ἐπιμελεῖσθαι τῶν τραυμάτων τῶν νεκρῶν ὑπὲρ τοῦ αὐτοὺς εὐσχήμονας φαίνεσθαι: —MB † τελαμῶνας δὲ τὰ ῥάκη, ὅ φαμεν τοὺς ἐπιδέσμους: —B | |
sch Ph1671 | ὦ φίλτατ’: ὦ φίλτατε Πολύνεικες, προσπτύξομαι κἂν τὸ σὸν στόμα, ἐπεὶ οὐ συγχωροῦμαι θάψαι σε: —MB ὁ ἀλλά ἀντὶ τοῦ καί. ἢ ἀντὶ τοῦ δή παραπληρωματικοῦ: —MBi | |
sch Ph1672 | οὐκ εἰς γάμους σούς: οὐκ ὀφείλεις κλαίειν μέλλουσα γα‐ μεῖν: —MB ἄλλως: οὐχὶ κτήσῃ τοῖς γόοις συμφορὰς εἰς γάμους σούς. τὸ οὐ 〈οὐ〉 δίφθογγον ἀντὶ τοῦ 〈ὃ〉 μή: —MAgB | |
sch Ph1674 | ποῖ γὰρ ἄπει τὸ λέχος ἐκφυγοῦσα: —MiAgBi | |
sch Ph1675 | ἐμὲ ὡς μίαν ἕξει τῶν Δαναΐδων: —MiBi | |
sch Ph1676 | τὸ τολμηρὸν γύναιον: —AgBi ἐξωνείδισεν: καυχωμένη εἶπεν, ἐξύβρισεν. ὄνειδος γὰρ αὐτῷ τὸν υἱὸν ὑπὸ γυναικὸς ἀπολέσθαι. ἢ ἐπὶ τοῦ κλέους εἴληπται, ἀντὶ τοῦ ἐκλέισε καὶ ἔνδοξον ἐποίησε μιμήσασθαι φήσασα τὰς Δαναΐδας· τὸ γὰρ | |
5 | ὄνειδος καὶ ἐπὶ ἀγαθοῦ τάττεται. δύναται καὶ ἡμῖν συνήθως παρ‐ όσον ὄνειδος τῷ Κρέοντι, εἰ ὁ υἱὸς αὐτοῦ ὑπὸ γυναικὸς ἀπολεῖται: —MB | |
sch Ph1677 | γινωσκέτω τὸ ξίφος. ὅρκος γάρ μοι τὸ ξίφος αὐτό: —MiAgBi | |
sch Ph1680 | γενναιότης σοι, μωρία δ’ ἔνεστί τις: εὐγένεια. ἀντὶ τοῦ γενναίως μὲν πράττεις, μωρῶς δέ: —MAgB ἄλλως: ὁ δέ ἀντὶ τοῦ καί, τουτέστιν· εὐγένεια καὶ μωρία ἔνεστί σοι: —MAgB | |
sch Ph1681 | καὶ ξυνθανοῦμαι: καὶ συναποθνῄσκω, φησὶν, αὐτῷ, ἵνα πλέον τι μάθῃς. ἢ οὕτως· περαιτέρω γενομένη, ἀντὶ τοῦ ἑκὰς τῆς | |
πόλεως γενομένη: —MAB | 409 in vol. 1 | |
sch Ph1684 | ἀλλ’ εἰ γαμοίμην: ἠθικῶς τοῦτο προενεκτέον καὶ δεῖ συνυπακούειν τὸ καλῶς ἂν ἔχοι, οἷον· οὐ γὰρ ἂν καλῶς ἔχοι, εἰ ἐγὼ γαμοίμην καὶ σὺ μόνος φεύγοις, πάτερ. συναπτέον δὲ τὸ ἀλλ’ εἰ γαμοίμην τῷ ἑξῆς, οἷον· ἀλλ’ εἰ γαμοίμην, καὶ τίς σε τυφλὸν ὄντα | |
5 | θεραπεύσει, πάτερ: —MAB | |
sch Ph1687 | πεσὼν ὅπου μοι μοῖρα: πεσὼν κείσομαι ἐν ἐκείνῳ τῷ τόπῳ ὅπου μοι μοῖρά ἐστιν: —MAB | |
sch Ph1689 | γράφεται ἠδ’ ἀπώλεσεν· τὸ δὲ ἠδέ ἀντὶ τοῦ καί: —MB καὶ ἄλλως: ὁ δέ ἀντὶ τοῦ καί· ἓν ἦμαρ με καὶ ὤλβισε καὶ ἀπώ‐ λεσε. ποῖον δέ ἐστι καθ’ ὃ ὄλβιος ἐγένετο καὶ δυστυχής· ὅτε τὸ αἴνιγμα τῆς Σφιγγὸς ἔλυσε· κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἔγημε τὴν μη‐ | |
5 | τέρα καὶ τῆς ἀρχῆς ἀντελάβετο. τὸ μὲν οὖν εὐτύχημα, τὸ λῦσαι τὸ αἴνιγμα καὶ βασιλεῦσαι· δυστύχημα δὲ, τὸ γῆμαι τὴν μητέρα παρὰ τὸν τῆς φύσεως θεσμόν: —MAB | |
sch Ph1692 | τὸ οὔ πρὸς τὸ αἰσχρά συναπτέον, τουτέστιν· οὐκ αἰ‐ σχρά: —MB † οὔ σωφρονούσῃ γ’: τὸ οὔ πρὸς τὸ αἰσχρά· οὐκ αἰσχρὰ σω‐ φρονούσῃ, ἀλλὰ γενναία ἡ τοιαύτη φυγὴ, τουτέστι· πρὸς γεννικῆς καὶ | |
5 | κοσμίας τὸ παρεῖναι καὶ θεραπεύειν τυφλὸν πατέρα: —A † ἄλλως: κατ’ ὀρθὴν πτῶσιν γραπτέον καὶ οὕτω τὸν λόγον ἀπο‐ δοτέον· αἰσχρά γε ἡ φυγὴ οὐ σωφρονούσῃ θυγατρί, ἀλλ’ ἐγὼ γενναία καὶ σώφρων. ζηλωτέον δὲ ἑκατέρου τὸ ἦθος· ἡ μὲν γὰρ καὶ συμφεύγειν καὶ συναποθνῄσκειν ἤθελε τῷ πατρὶ καὶ γάμον παρορῶσα καὶ τυραννίδα, | |
10 | ὁ δὲ τυφλὸς ὢν καὶ γηροκόμου δεόμενος τῇ θυγατρὶ παραινεῖ μένειν καὶ ἀπολαύειν γάμου καὶ τυραννίδος: —A † οὐ τηρεῖ τὸ σύμφωνον, ἀλλὰ κατὰ τὸ δρᾶμα ὑποτίθεται. πῶς γὰρ θάψει Πολυνείκην Ἀντιγόνη συμφεύγουσα τῷ πατρί· πλεονάζει δὲ | |
τῷ τοιούτῳ εἴδει ὁ Εὐριπίδης: —Bi | 410 in vol. 1 | |
sch Ph1698 | ἐκτεταμένοι: —AgBi | |
sch Ph1701 | ἀντὶ τοῦ πτώματα: —MgBi | |
sch Ph1703 | νῦν χρησμὸς, ὦ παῖ: ἦν γὰρ αὐτῷ χρησμῳδηθὲν ἐν Ἀθήναις ἀποθανεῖν: —A | |
sch Ph1704 | ὁ ποῖος: ὁ λόγος κατ’ ἐρώτησιν· ἆρα δὴ πρὸς τοῖς οὖσι κακοῖς ἄλλα κακὰ ἐρεῖς: —MAB ὁ ἦ ἀντὶ τοῦ ἆρα, ὁ ἀλλά ἀντὶ τοῦ δή, ἵν’ ᾖ· ἆρα δή: —MB | |
sch Ph1706 | ἀντὶ τοῦ πόλις· τετράπολις γὰρ ἡ Ἀττική: —MAgBi | |
sch Ph1707 | ἱερὸς Κολωνὸς δώμαθ’: δέξεταί με δηλονότι. Κο‐ λωνὸς ἀκρωτήριον τῆς Ἀττικῆς. ἱππείου δὲ θεοῦ τοῦ Ποσειδῶ‐ νος. ἔστι δὲ καὶ ἕτερος Κολωνὸς ἐργάτης: —MAB δώμαθ’ ἱππείου θεοῦ: διχῶς δὲ, πληθυντικῶς καὶ ἑνικῶς: —MB | |
5 | ἱππείου θεοῦ: περὶ τοῦ ἐν τῷ ἱππείῳ Κολωνῷ τεθάφθαι τὸν Οἰδίπουν ἐν ἄλλοις ἐξειργάσμεθα ἀκριβῶς: —MB | |
sch Ph1709 | μετέχειν: —AgBg | |
sch Ph1710 | † ἴθ’ εἰς φυγὰν τάλαιναν: διὰ μὲν τοῦ [1657] ἐγώ σφε θάψω σπέρματα τῇ Σοφοκλέους Ἀντιγόνῃ παρέσχε, διὰ δὲ τοῦ φεύγειν τῷ ἐπὶ Κολωνῷ Οἰδίποδι. ὡς βούλονται γὰρ οἰκονομοῦσι τὰ δράματα: —B | |
sch Ph1712 | τὴν τὰς ναῦς διαπέμπουσαν: —B | |
sch Ph1716 | γενόμεσθα: Ἀττικῶς μετὰ τοῦ ς: —MAB | |
sch Ph1717 | δῆτα Θηβαίων: τῶν Θηβαίων ἡμεῖς παρθένων ἁπασῶν μάλιστα ἄθλιαι τυγχάνομεν: —AB | |
sch Ph1718 | πόθι γεραιὸν ἴχνος: ὅπου, φησὶ, μέλλω τὸ ἴχνος τιθέναι, ἐκεῖσε χειραγώγει με: —AB | |
sch Ph1719 | καταχρηστικῶς τὰς χειραγωγίας: —MAgBi ἐνταῦθα: —AgBg | |
sch Ph1722 | κατὰ τὴν ἰσχὺν γὰρ εἰκελόνειρος: —MiBi ὥστ’ ὄνειρον: ὥσπερ ὄνειρον κατὰ τὴν ἰσχύν. τὸ ὄνειρον εἶπεν ἐπὶ τῆς εὐθείας· κατὰ τὴν ἰσχὺν εἰκελόνειρος: —A | 411 in vol. 1 |
sch Ph1726 | τί τλάς: τί, φησὶν, ἀεὶ λέγεις ὅτι δεινὰ τλάς· εἰ γὰρ καὶ συνεχῶς αὐτὸ λέγεις, ὅμως ἡ Δίκη τοὺς κακοὺς οὐχ ὁρᾷ οὐδὲ μετέρ‐ χεται αὐτῶν τὰς ἀσεβείας καὶ ἀσυνεσίας: —MAB | |
sch Ph1727 | † πάσχω δηλονότι: —Mi | |
sch Ph1728 | μοῦσαν οὐράνιόν φησι τὴν μεγάλην καὶ περίβλεπτον σοφίαν. ἐγὼ, φησὶν, εἰμὶ, ὃς ἔδοξα πάντας ὑπερβεβηκέναι σοφίᾳ λύσας τὸ αἴνιγμα: —MAB ἡ ἐπί πρὸς τὸ μοῦσαν: —MiABi | |
sch Ph1732 | Σφιγγὸς ἀναφέρεις ὄνειδος: ἀναπολεῖς. κατ’ ἐρώ‐ τησιν δὲ ὁ λόγος. καὶ νῦν δὲ τὸ ὄνειδος ἐπὶ τοῦ κλέους ἐστίν: —MB | |
sch Ph1733 | ἄπαγε: διὰ τὸ μνήμην ποιήσασθαι τῆς κατὰ τὴν Σφίγγα σοφίας ἔπεχε, φησὶ, τοῦτον τὸν λόγον· περιττὸν γὰρ, φησὶ, παρελθούσης † ὁμιλίας μνημονεύειν, ἐπεὶ πλείων ἡ λύπη γίνεται. ἄπαγε οὖν, πέπαυσο καὶ παράλειπε λέγων τὰ εὐτυχήματα δυστυχημάτων παρόν‐ | |
5 | των: —MAB | |
sch Ph1737 | ποθεινὰ δάκρυα: ποθεινοποιὰ δάκρυα καταλιποῦσα ταῖς παρθένοις ἔξειμι, ἅπερ ἐδάκρυσα μετ’ αὐτῶν, ἀφ’ ὧν, τῶν δακρύων, εἰς πόθον καὶ εἰς μνήμην ἥξουσί μου μετὰ ταῦτα: —MAB ἄλλως: ἀντὶ τοῦ· δακρύσασα μετὰ τῶν παρθένων ἔξειμι τῆς πό‐ | |
5 | λεως: —AgB | |
sch Ph1739 | ἀντὶ τοῦ κακοπαρθενεύτως πλανωμένη: —AgBi | |
sch Ph1740 | τινὲς καὶ τοῦτο τῆς Ἀντιγόνης: —AiBi | |
sch Ph1741 | εἰς πατρός γε συμφοράς: δυστυχὴς ἐγὼ, φησὶν, ὅτι ἐν καιρῷ συμφορᾶς δόξαν ἀποίσομαι ὡς φρονίμη καὶ συνετή· συνετῆς γὰρ τὸ καὶ δυστυχοῦντι τῷ πατρὶ αἱρεῖσθαι συνεῖναι, ὡσεὶ ἔλεγεν· ἐβουλό‐ μην τὸ συνετόν μου τῶν φρενῶν ἐν εὐτυχίας καιρῷ ἐπιδείξασθαι: — | |
5 | MAB | 412 in vol. 1 |
sch Ph1743 | τάλαιν’ ἐγώ: ἀθλία εἰμὶ ἕνεκα τῶν σῶν κακῶν καὶ τῶν τοῦ ἀδελφοῦ Πολυνείκους ὕβρεων: —MAB | |
sch Ph1745 | ὃν εἴ με καὶ θανεῖν: ὅνπερ καλύψω τῇ γῇ, εἴ με καὶ χρὴ ἀποθανεῖν: —MA ἀντὶ τοῦ· εἰ δέοι με καὶ ἀποθανεῖν: —M | |
sch Ph1747 | Δίδυμός φησι συμβουλεύειν αὐτῇ τοῦτο ποιῆσαι, ἵνα ἐρανί‐ σωσιν αὐτήν. οὐδὲν γὰρ λαμβάνουσιν ἐξιόντες ἐφόδιον: —AB | |
sch Ph1748 | ἅλις ὀδυρμάτων: αὐτάρκως ὠδύραντο τὴν ἐμὴν ἀτυχίαν αἱ ὁμήλικες. αὐτάρκειά μοι τῶν θρήνων: —MABi | |
sch Ph1749 | σὺ δ’ ἀμφὶ βωμίους: φάνηθι ἀπὸ κοινοῦ. ἵνα ἱκετεύ‐ σῃς τοὺς θεοὺς λῆξιν δοῦναι τῶν κακῶν καὶ εὐμενεῖς πρὸς τὰ λοιπὰ γενέσθαι παραπέμψαντας ἡμᾶς εἰς Ἀθήνας: —MAB | |
sch Ph1751 | ἴθ’ ἀλλὰ Βρόμιος: καὶ πρὸς τὸν Διόνυσον ἄπιθι, ἔνθα ἐστὶ ταῖς Βάκχαις ὁ νεὼς τοῦ Διονύσου ἄβατος ὢν τοῖς βεβήλοις. ἀντὶ τοῦ ἐν ὄρει: —MA ἵνα τε σηκός: ὁ τάφος τῆς Σεμέλης ὅπου ἐστίν, ἐν Κιθαιρῶνι. | |
5 | σηκός δὲ ὁ ναός. ἄβατος δὲ δηλονότι τοῖς βεβήλοις. ἐπὶ γοῦν τὸν Βρόμιον, φησὶν, ἴθι. ἄδηλον δὲ πρὸς τί ποτέ φησιν αὐτὴν τοὺς θεοὺς ἀξιοῦν καὶ μάλιστα τὸν Διόνυσον. ὁ δὲ χορὸς ἀσυμπαθὴς παρθένον οὕτως ἀτυχῶς φεύγουσαν μὴ οἰκτιζόμενος: —MAB | |
sch Ph1753 | Καδμείαν: Καδμείαν νεβρίδα, ἀντὶ τοῦ ἐπιχωρίαν καὶ ἣν εἰθίσμεθα ἡμεῖς αἱ Θηβαῖαι φορεῖν: —MAB ἄλλως: τούτῳ με κελεύεις χορεῦσαι ᾧ ποτε ἀνεχόρευσα ἐγὼ Καδμείαν νεβρίδα στολισαμένη κατὰ τὸν ἐν ὄρεσι θίασον τῆς Σεμέλης· | |
5 | ἀλλ’ ὅμως χάριν οὐκ ἐδεξάμην ἀνθ’ ὧν ἐχόρευσα. πῶς οὖν με κε‐ λεύεις καὶ νῦν αὐτῷ χορεῦσαι τῷ ἅπαξ καταφρονήσαντί μου: —MAB | |
sch Ph1757 | χάριν διδοῦσα ἧς χάριν καὶ ἀμοιβὴν παρὰ τῶν θεῶν οὐκ ἔσχον, ἐπεὶ Οἰδίπους τοιαῦτα πέπονθεν: —MAB | |
sch Ph1759 | † ἦν: ἤμην ὑπῆρχον. κατέσχον δὲ ἀντὶ τοῦ ἐνίκησα. | |
ἢ ἔγνων: —B | 413 in vol. 1 | |
sch Ph1760 | ὃς μόνος Σφιγγὸς κατέσχον: ἱστορεῖ Πείσανδρος ὅτι κατὰ χόλον τῆς Ἥρας ἐπέμφθη ἡ Σφὶγξ τοῖς Θηβαίοις ἀπὸ τῶν ἐσχάτων μερῶν τῆς Αἰθιοπίας, ὅτι τὸν Λάιον ἀσεβήσαντα εἰς τὸν παράνομον ἔρωτα τοῦ Χρυσίππου, ὃν ἥρπασεν ἀπὸ τῆς Πίσης, οὐκ ἐτιμωρήσαντο. | |
5 | ἦν δὲ ἡ Σφὶγξ, ὥσπερ γράφεται, τὴν οὐρὰν ἔχουσα δρακαίνης· ἀναρπά‐ ζουσα δὲ μικροὺς καὶ μεγάλους κατήσθιεν, ἐν οἷς καὶ Αἵμονα τὸν Κρέ‐ οντος παῖδα καὶ Ἵππιον τὸν Εὐρυνόμου τοῦ τοῖς Κενταύροις μαχεσα‐ μένου. ἦσαν δὲ Εὐρύνομος καὶ Ἠιονεὺς υἱοὶ Μάγνητος τοῦ Αἰολίδου καὶ Φυλοδίκης. ὁ μὲν οὖν Ἵππιος καὶ ξένος ὢν ὑπὸ τῆς Σφιγγὸς ἀνῃ‐ | |
10 | ρέθη, ὁ δὲ Ἠιονεὺς ὑπὸ τοῦ Οἰνομάου, ὃν τρόπον καὶ οἱ ἄλλοι μνη‐ στῆρες. πρῶτος δὲ ὁ Λάιος τὸν ἀθέμιτον ἔρωτα τοῦτον ἔσχεν. ὁ δὲ Χρύσιππος ὑπὸ αἰσχύνης ἑαυτὸν διεχρήσατο τῷ ξίφει. τότε μὲν οὖν ὁ Τειρεσίας ὡς μάντις εἰδὼς ὅτι θεοστυγὴς ἦν ὁ Λάιος, ἀπέτρεπεν αὐτὸν τῆς ἐπὶ τὸν Ἀπόλλωνα ὁδοῦ, τῇ δὲ Ἥρᾳ μᾶλλον τῇ γαμοστόλῳ θεᾷ | |
15 | θύειν ἱερά. ὁ δὲ αὐτὸν ἐξεφαύλιζεν. ἀπελθὼν τοίνυν ἐφονεύθη ἐν τῇ σχιστῇ ὁδῷ αὐτὸς καὶ ὁ ἡνίοχος αὐτοῦ, ἐπειδὴ ἔτυψε τῇ μάστιγι τὸν Οἰδίποδα. κτείνας δὲ αὐτοὺς ἔθαψε παραυτίκα σὺν τοῖς ἱματίοις ἀπο‐ σπάσας τὸν ζωστῆρα καὶ τὸ ξίφος τοῦ Λαΐου καὶ φορῶν· τὸ δὲ ἅρμα ὑποστρέψας ἔδωκε τῷ Πολύβῳ, εἶτα ἔγημε τὴν μητέρα λύσας τὸ αἴνιγμα. | |
20 | μετὰ ταῦτα δὲ θυσίας τινὰς ἐπιτελέσας ἐν τῷ Κιθαιρῶνι κατήρχετο ἔχων καὶ τὴν Ἰοκάστην ἐν τοῖς ὀχήμασι. καὶ γινομένων αὐτῶν περὶ τὸν τόπον ἐκεῖνον τῆς σχιστῆς ὁδοῦ ὑπομνησθεὶς ἐδείκνυε τῇ Ἰοκάστῃ τὸν τόπον καὶ τὸ πρᾶγμα διηγήσατο καὶ τὸν ζωστῆρα ἔδειξεν. ἡ δὲ δεινῶς φέρουσα ὅμως ἐσιώπα· ἠγνόει γὰρ υἱὸν ὄντα. καὶ μετὰ ταῦτα | |
25 | ἦλθέ τις γέρων ἱπποβουκόλος ἀπὸ Σικυῶνος, ὃς εἶπεν αὐτῷ τὸ πᾶν ὅπως τε αὐτὸν εὗρε καὶ ἀνείλετο καὶ τῇ Μερόπῃ δέδωκε, καὶ ἅμα τὰ σπάργανα αὐτῷ ἐδείκνυε καὶ τὰ κέντρα ἀπῄτει τε αὐτὸν τὰ ζωάγρια· καὶ οὕτως ἐγνώσθη τὸ ὅλον. φασὶ δὲ ὅτι μετὰ τὸν θάνατον τῆς Ἰοκά‐ στης καὶ τὴν αὐτοῦ τύφλωσιν ἔγημεν Εὐρυγάνην παρθένον, ἐξ ἧς αὐτῷ | |
30 | γεγόνασιν οἱ τέσσαρες παῖδες. ταῦτά φησι Πείσανδρος: —MAB | |
οἱ τὴν Οἰδιποδίαν [frg. 2] γράφοντες [οὐδεὶς οὕτω φησὶ περὶ τῆς Σφιγγός]· ‘ἀλλ’ ἔτι κάλλιστόν τε καὶ ἱμεροέστατον ἄλλων παῖδα φίλον Κρείοντος ἀμύμονος Αἵμονα δῖον‘. καί φασιν ὅτι οὐκ ἦν θηρίον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ χρησμολόγος δύσγνωστα τοῖς Θηβαίοις λέ‐ | 414 in vol. 1 | |
35 | γουσα καὶ πολλοὺς αὐτῶν ἀπώλλυεν ἐναντίως τοῖς χρησμοῖς χρωμένους: — Mon. 560 τῆς μιαιφόνου κράτη: δι’ ὧν ἐκράτει τῆς πόλεως: —M † μιαιφόνου κράτη: γράφεται καὶ κάρα. κράτη τὰ σοφίσματα, | |
δι’ ὧν ἐκράτει τῆς πόλεως: —B | 415 in vol. 1 | |
arg Hipp1(t) | ΥΠΟΘΕΣΙΣ ΙΠΠΟΛΥΤΟΥ | |
1 | Θησεὺς υἱὸς μὲν ἦν Αἴθρας καὶ Ποσειδῶνος, βασιλεὺς δὲ Ἀθηναίων. γήμας δὲ μίαν τῶν Ἀμαζονίδων, Ἱππολύτην, Ἱππόλυτον ἐγέννησε, κάλλει τε καὶ σωφροσύνῃ διαφέροντα. ἐπεὶ δὲ ἡ συνοικοῦσα τὸν βίον μετήλ‐ λαξεν, ἐπεισηγάγετο Κρητικὴν γυναῖκα, τὴν Μίνω τοῦ Κρητῶν βασι‐ | |
5 | λέως καὶ Πασιφάης θυγατέρα, Φαίδραν. ὁ δὲ Θησεὺς Πάλλαντα ἕνα τῶν συγγενῶν φονεύσας φεύγει εἰς Τροιζῆνα μετὰ τῆς γυναικὸς, οὗ συνέβαινε τὸν Ἱππόλυτον παρὰ Πιτθεῖ τρέφεσθαι. θεασαμένη δὲ τὸν νεανίσκον ἡ Φαίδρα εἰς ἐπιθυμίαν ὤλισθεν, οὐκ ἀκόλαστος οὖσα, πλη‐ ροῦσα δὲ Ἀφροδίτης μῆνιν, ἣ τὸν Ἱππόλυτον διὰ σωφροσύνην ἀνελεῖν | |
10 | κρίνασα τὴν Φαίδραν εἰς ἔρωτα παρώρμησε, τέλος δὲ τοῖς προτε‐ θεῖσιν ἐπέθηκε. στέγουσα γὰρ τὴν νόσον ἡ Φαίδρα χρόνῳ πρὸς τῆς τροφοῦ δηλῶσαι ἠναγκάσθη, ἥτις κατεπαγγειλαμένη αὐτῇ βοηθήσειν [ἥτις] παρὰ τὴν προαίρεσιν λόγους προσήνεγκε τῷ νεανίσκῳ. τραχυ‐ νόμενον δὲ αὐτὸν ἡ Φαίδρα καταμαθοῦσα τῇ μὲν τροφῷ ἐπέπληξεν, | |
15 | ἑαυτὴν δὲ ἀνήρτησε. καθ’ ὃν καιρὸν φανεὶς Θησεὺς καὶ καθελεῖν σπεύδων τὴν ἀπηγχονισμένην, εὗρεν αὐτῇ προσηρτημένην δέλτον, δι’ ἧς Ἱππολύτου φθορὰν κατηγόρει κατ’ ἐπιβουλήν. πιστεύσας δὲ τοῖς γεγραμ‐ μένοις τὸν μὲν Ἱππόλυτον ἐπέταξε φεύγειν, αὐτὸς δὲ τῷ Ποσειδῶνι ἀρὰς ἔθετο, ὧν ἐπακούσας ὁ θεὸς τὸν Ἱππόλυτον διέφθειρεν. Ἄρτεμις δὲ | 1 in vol. 2 |
20 | τῶν γεγενημένων ἕκαστον διασαφήσασα Θησεῖ τὴν μὲν Φαίδραν οὐκ ἐμέμψατο, τοῦτον δὲ παρεμυθήσατο υἱοῦ καὶ γυναικὸς στερηθέντα, τῷ δὲ Ἱππολύτῳ τιμὰς ἔφη ἐπιχωρίους ἐγκαταστήσεσθαι: —MNAB ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται ** ἐν Ἀθήναις. ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος ἄρχοντος ὀλυμπιάδι πζ ἔτει δ. πρῶτος Εὐριπίδης, δεύ‐ | |
25 | τερος Ἰοφῶν, τρίτος Ἴων. ἔστι δὲ οὗτος Ἱππόλυτος δεύτερος 〈ὁ〉 καὶ στεφανίας προσαγορευόμενος. ἐμφαίνεται δὲ ὕστερος γεγραμμένος· τὸ γὰρ ἀπρεπὲς καὶ κατηγορίας ἄξιον ἐν τούτῳ διώρθωται τῷ δράματι. τὸ | |
δὲ δρᾶμα τῶν πρώτων: —MNAB | 2 in vol. 2 | |
sch Hippt | ΣΧΟΛΙΑ ΕΙΣ ΙΠΠΟΛΥΤΟΝ | |
sch Hipp1 | Πολλὴ μέν: δυνατή, θαυμαστή, μεγίστη. Ὅμηρος [Η 156]· ‘πολλὸς γάρ τις ἔκειτο‘: —MgNAgBi ἡ διάνοια ἐμφαντικώτερόν τε καὶ ῥητορικώτερον πέφρασται ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον παραλαμβάνουσα: —MNABi | |
5 | οὐκ ἀνώνυμος μέν τις ἀλλὰ πολλὴ οὖσα τὴν φήμην ἐν ἀνθρώποις θεὰ κέκλημαι Κύπρις καὶ παρὰ τοῖς ἐν τῷ οὐρανῷ καὶ παρὰ τοῖς ἐν τῷ πόντῳ ζῴοις θεὰ νενόμισμαι. τινὲς δὲ τὸ ἑξῆς οὕτω· πολλὴ μὲν ἐν βροτοῖσι θεὰ κέκλημαι· ποίοις βροτοῖς; [καὶ] ὅσοι Πόντου 〈τ’〉 ἔσω ναίουσι τερμόνων τ’ Ἀτλαντικῶν: —N | |
10 | ἄδοξος: —Ag | |
sch Hipp2 | ὅ ἐστι· καὶ παρὰ θεοῖς καὶ ἐντὸς οὐρανοῦ: —MgNAgBg | |
sch Hipp3 | ὅσοι τε πόντου: ἐπὶ τὸ μέγιστον ηὔξησεν τὸ κατηγόρημα τοῦ νεανίου· εἰ γὰρ ἐκεῖνοι θηριώδεις ὄντες τὴν φύσιν καὶ νόμων καὶ γρα‐ φῶν ἄπειροι, σέβουσιν ὅμως τὴν θεὸν, τὴν φύσιν δεξάμενοι διδάσκαλον, | |
πόσῳ γε μᾶλλον ὁ ἐν μέσῃ τῇ Ἑλλάδι τραφεὶς καὶ μέγιστον ἐπὶ φιλο‐ | 3 in vol. 2 | |
5 | σοφίᾳ φρονήσας. εἰ δὲ καὶ 〈διὰ τὸ〉 σωφρονεῖν ἀπέχεσθαι γάμων ἤθελεν, οὐδὲν ἧσσον ἔδει πάλιν αὐτὸν σέβειν τὴν δαίμονα, προεστῶσαν τῶν ἀγαθῶν ἐπιθυμιῶν. πάντες γὰρ οἱ φιλόσοφοι τιμῶσι τὴν θεὸν πρὸς τὸ μὴ εἰς ταύτην ἁμαρτάνοντες τὰ ἐναντία τῆς γνώμης δυστυχεῖν· ἑκα‐ τέρωθεν δὲ αὐτῆς δύο Ἔρωτας ἱστῶσιν, τὸν μὲν πρὸς τιμωρίαν, τὸν δὲ | |
10 | πρὸς δωρεὰν εἶναι λέγοντες: —MNAB τερμόνων τ’ Ἀτλαντικῶν: τῶν πρὸς Γαδείροις τόπων· ἐκεῖ γὰρ ὄρος Ἄτλας· οὗτος δέ ἐστιν ὁ ἄξων 〈τοῦ οὐρανοῦ〉. Ὅμηρος [α 53]· ‘ἔχει δέ τε κίονας αὐτόσ‘: —N τερμόνων τ’ Ἀτλαντικῶν: παρὰ τὸ Ἀτλαντικὸν πέλαγος. ἔνιοι | |
15 | δὲ τὰ Γάδειρα, ἔνθα ἐστὶν ὄρος Ἄτλας, ὅπερ ἐστὶ δυτικόν. ὁ δὲ Πόντος ἀνατολικός: —MNAB ἄλλως: εἰς τὰ ἔσχατα. ἵνα καὶ τοῖς στοιχείοις Ἀφροδίτην γινώσκεσθαι λέγῃ δι’ ὧν φύεται, οἷον· καὶ τὰ ἔσω τοῦ πόντου φυόμενα Ἀφροδίτην οἶδεν τῇ φύσει. ἢ τοὺς ἐν τοῖς πέρασι [τῶν | |
20 | στοιχείων τούτων] οἰκοῦντας θηριώδεις ἀνθρώπους λέγει, ὃ καὶ βέλ‐ τιον: —MNBi | |
sch Hipp4 | φῶς ὁρῶντες Ἡλίου: πάσαις ταῖς ἀπὸ Ἡλίου ἐγκότως διά‐ κειται Ἀφροδίτη διὰ τὸν ἔλεγχον τῆς μοιχείας Ἄρεως: —MNAgBi | |
sch Hipp5 | τοὺς μὲν σέβοντας: τὸ ἑξῆς τῆς διανοίας· προαποδειχθέντος τοῦ μεγάλην μέ τινα εἶναι καὶ ἐπίσημον παρὰ πᾶσι τοιαύτη τις εἰμὶ τὴν φύσιν ὡς τοὺς μὲν σέβοντάς με τιμᾶν, τοὺς δὲ ἀποσειομένους τὴν εἰς ἐμὲ | |
εὐσέβειαν καταβάλλειν. ἀντὶ τοῦ· πολλή τις οὖσα, τοὺς μὲν τιμῶ, | 4 in vol. 2 | |
5 | τοὺς δὲ σφάλλω. πρεσβεύω δὲ τὸ προτιμῶ. οὕτως Ἀττικοί· πρεσ‐ βεύειν τὸ προτιμᾶν: —MNAB τιμῶ σέβω: —MgAg | |
sch Hipp6 | βλάπτω καταβάλλω: —MgAgBg ἀντὶ τοῦ· καθ’ ἡμῶν: —MgAgBg | |
sch Hipp7 | ἔνεστι γὰρ δή: ἔνεστι καὶ ἐν τοῖς θεοῖς τὸ χαίρειν ταῖς τι‐ μαῖς, ὡς ἐπὶ τῶν ἀνθρώπων. καὶ διὰ τοῦ κἀν ἔδειξεν ὅτι τοῦτο προσ‐ ωμολόγηται παρὰ πᾶσιν: —MABi | |
sch Hipp8 | δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα: ἔξεστι μὲν τοῦτο καὶ καθόλου ἐπὶ τῶν προειρημένων νοημάτων λαβεῖν, ἐξαιρέτως δὲ ἐπὶ τοῦ τοὺς μὲν σέβοντας τιμῶ, τοὺς δὲ βλασφημοῦντας με σφάλλω: — MAB | |
5 | τοῦτο δύναται καὶ ἐπὶ πάντων λαμβάνεσθαι τῶν προειρημένων, δύ‐ ναται 〈δὲ〉 καὶ ἐπὶ τοῦ παρόντος: —M | |
sch Hipp10 | Ἀμαζόνος τόκος: ὅτε γὰρ μετὰ Ἡρακλέους ὁ Θησεὺς ταῖς Ἀμαζόσιν ἐπολέμησεν διὰ τὸν ζωστῆρα, Ἀντιόπην ἔλαβεν αἰχμάλωτον καὶ ἤγαγεν εἰς τὴν Ἑλλάδα καὶ συμμιγεὶς αὐτῇ ἐποίησεν υἱὸν, τὸν Ἱππόλυτον: —MNAB | |
5 | τῆς Ἀντιόπης: —MgAg | |
sch Hipp11 | ἁγνοῦ Πιτθέως: ἁγνὸν τὸν Πιτθέα 〈λέγει〉, ὡς καὶ ἐν Μηδείᾳ [684]· ‘παῖς, ὡς λέγουσι, Πέλοπος εὐσεβέστατοσ‘. παρὰ Πιτθεῖ τῷ πατρὶ τῆς Αἴθρας τῆς μητρὸς Θησέως ἐπαιδεύετο ὁ Ἱππόλυτος. ἦν δὲ ὁ Πιτθεὺς σοφὸς καὶ χρησμολόγος καὶ ἱερὸς θεοῖς, ὃς καὶ ἔλυσε τὸν | |
5 | χρησμὸν τῷ Αἰγεῖ καὶ τὴν θυγατέρα ἔδωκεν, εἰδὼς τῇ σοφίᾳ οἷος ἔσται ὁ τεχθησόμενος. παρ’ αὐτῷ δὲ ὁ Θησεὺς ἐπαιδεύετο, ὡς Καλλίμα‐ χος [frg. 567]: —MNAB Ἀριστοτέλης ἱστορεῖ ὅτι ἐλθὼν Θησεὺς εἰς Σκῦρον ἐπὶ κατασκοπὴν εἰκότως διὰ τὴν Αἰγέως συγγένειαν, ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν | 5 in vol. 2 |
10 | φοβηθέντος τοῦ Λυκομήδους τοῦ βασιλεύοντος **· Ἀθηναῖοι δὲ μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες τὰ ὀστᾶ αὐτοῦ ἔθαψαν: —A man. recentiss. | |
sch Hipp13 | ὑπάρχειν: —MgAg | |
sch Hipp14 | ἀναίνεται δὲ λέκτρα: καὶ τί, φασὶν, ἐλύπει αὐτὴν τὸ τῆς φιλοσοφίας; καὶ λεκτέον ὅτι ὡς αὐτὴν ἀτιμάζων ἐδόκει [καὶ τοῦτο ποιεῖν ὡς καὶ] αὐτῆς μὴ ποιεῖν τὰ τερπνὰ, ἀγνοῶν ὅτι καὶ σωφροσύνης ἔρωτας αὐτὴ ἀποστέλλει. ὡς ἐν διηγήσει λέγει ἢ ὡς πρὸς κνησ‐ | |
5 | μονὴν αὐτῆς ἐκείνου τοῦτο ποιοῦντος: —MNAB | |
sch Hipp19 | μείζω βροτείας: εὐτυχήσας τῆς ἐπιμιξίας τῆς δαίμονος πλέον ἢ ὡς δεῖ ἀξιοῦσθαι ἄνθρωπον φιλίας θεοῦ. οἷον· μείζονι τῆς ἀνθρωπίνης ὁμιλίας ἐντυχὼν τῇ Ἀρτέμιδος: —MNAB | |
sch Hipp22,23 | τὰ πολλὰ δὲ πάλαι προκόψας’: τοῦτο ἐσολοίκισεν· οὕτω γὰρ ἔδει εἰπεῖν· τὰ πολλὰ δὲ πάλαι προκόψασα οὐ πόνου πολλοῦ | |
χρείαν ἔχω. συνεχῶς τούτῳ τῷ σχήματι χρῆται ὁ Εὐριπίδης. ἦν δὲ [ὥσπερ] ὑγιέστερον οὕτως εἰπεῖν· τὰ πολλὰ δὲ προκεκοφυίας μου, ἔτι | 6 in vol. 2 | |
5 | οὐ πολλοῦ με δεῖ πόνου, ἢ οὕτως· τὰ πολλὰ δὲ ἤδη προκόψασα οὐκέτι πολὺν ἔχω πόνον. προκόψασα δὲ προκατασκευάσασα, ἐπαυξή‐ σασα τὴν ἐπίνοιαν· ὥσπερ ἂν εἴ τις εἴποι· προοικονομήσασα ὀλίγου χρείαν ἔχω πόνου. γέγονε δὲ ὁ σολοικισμὸς πρὸς τὸ ἀκατάλ‐ ληλον τῆς πτώσεως. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· προανυσάσῃ μοι | |
10 | τὰ πρὸς τὸν ἔρωτα τοιῷδε τρόπῳ, ὀλίγα λείπεται πρὸς τὴν τιμω‐ ρίαν: —MNAB προκόψας’: ἔδει εἶναι προκόψασαν ἢ προκοψάσῃ· συνεχῶς δὲ οὗτος κέχρηται τῷ τοιούτῳ σχηματισμῷ: —MA | |
sch Hipp24 | ἐλθόντα γάρ νιν: ἐν τῇ Ἀττικῇ ἔτι οὖσα ἡ Φαίδρα [πρὶν μετοικῆσαι εἰς Τροιζῆνα] ἰδοῦσα τὸν Ἱππόλυτον ἐλθόντα ἐπὶ μύησιν τῶν Ἐλευσινίων ἤρα πρὶν καὶ εἰς Τροιζῆνα ἐλθεῖν καὶ ἐκ τῆς συνεχοῦς θέας ** 〈ἔστι〉 νοῆσαι τὸν ἔρωτα ὅτι πολὺς ἦν ὡς ἐξ αἰφνιδίου | |
5 | θέας τηλικοῦτον ἰσχῦσαι: —MNAB | |
sch Hipp25 | σεμνῶν ἐς ὄψιν· μεγάλων σεπτῶν. ἔοικε δὲ λέγειν τῶν Ἐλευσινιακῶν. ὄψιν δὲ λέγει τὴν θέαν, τέλη δὲ τὴν τελετήν: — MNAB | |
sch Hipp26 | εἰς τὴν Ἀττικήν: —MgAgBi | |
sch Hipp27 | κατεσχέθη ὑπὸ τοῦ ἔρωτος: —MiAgBi | |
sch Hipp29 | καὶ πρὶν μὲν ἐλθεῖν: τὸ ἐξαίρετον τοῦ ἔρωτος δηλοῖ, ὅτι καὶ πρὸ τοῦ ἐλθεῖν εἰς Τροιζῆνα οὕτως ἤρα, ὡς καὶ Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι ἐν τῇ Ἀττικῇ ἐξιλεουμένη τὸν ἔρωτα [καὶ μὴ παρόντος ἐρῶσα | |
τοῦ Ἱππολύτου ἐπ’ αὐτῷ ἱδρύσασθαι τὸ ἱερὸν ἔλεγε]: —MNAB | 7 in vol. 2 | |
sch Hipp30 | πέτραν παρ’ αὐτήν: ἐπὶ πέτρας τινὸς ἐν τῇ Ἀττικῇ, ἀφ’ ἧς 〈ἦν〉 ἀποβλέπεσθαι τὴν Τροιζῆνα, Ἀφροδίτης ναὸν ἱδρύσασθαι τὴν Φαίδραν φησίν, ἐκάλεσε δὲ Ἀφροδίτην ἐφ’ Ἱππολύτῳ, ὃ νῦν καὶ Ἱππο‐ λύτειον καλοῦσιν: —MNAB | |
5 | Παλλάδος κατόψιον: πέτραν Παλλάδος φησὶ τὸ Γλαυκώπιον ὄρος. κατόψιον δὲ ἀντὶ τοῦ· ἐπὶ ταύτης τῆς γῆς, τῆς Ἀττι‐ κῆς. ἢ τὸ κατόψιον ἀντὶ τοῦ· ἐξ ἐναντίας 〈τῆς γῆς τῆσδε, ὅ ἐστι Τροιζῆνοσ〉: —MA κατόψιον: τὸ κατόψιον οἱ πιθανώτερον ἐξηγούμενοι ἤκουσαν τὸ | |
10 | ὄρος τὸ ἀντικείμενον τῷ Γλαυκωπίῳ [τῆς γῆς τῆσδε ὅ ἐστι Τροιζῆ‐ νος]. ἢ κατόψιον τὸ ὑψηλόν, παρόσον τὰ ὑψηλὰ κατοπτεύουσι πάντα τὰ ὑποκείμενα: —MNAB | |
sch Hipp31 | ὅτι ἡ Τροιζὴν τὸ τέλος ἐστὶ τῆς Πελοποννήσου ἀντικειμένη τῇ Ἀττικῇ καὶ τῷ Γλαυκωπίῳ ὄρει τῆς Ἀττικῆς † τὸ θύνιον. οἱ δὲ Ἀττι‐ κῶς λεγόμενον ἐπὶ Τροιζῆνος λαμβάνουσιν, ἐπειδὴ καὶ ἐν αὐτῇ ὑφέστηκε | |
τὰ πράγματα. βέλτιον δὲ ἐπακολουθοῦντα τοῖς προτέροις Πανδίονος γῆν | 8 in vol. 2 | |
5 | καὶ τἆλλα, ἐπὶ τῆς Ἀττικῆς ὡς προειρημένης αὐτὸ λαμβάνειν. κατόψιον οὖν ἀντὶ τοῦ· κατὰ τὸ ἀντικείμενον: —MNAB | |
sch Hipp31bis | ἐνιδρύσατο: —MgAg | |
sch Hipp32 | μὴ παρόντος: —Mg ἀποδήμου καὶ μὴ ἐπιδημοῦντος Ἱππολύτου ἤρα: —N ἐρῶς’ ἔρωτ’: ἐν γὰρ τῇ ἀκροπόλει ἱδρύσατο Ἀφροδίτης ναὸν ἐπὶ αὐτῷ [Ἱππολύτῳ]: —NABi | |
sch Hipp33 | εἰς τὰ μετὰ ταῦτα: —MiAgBg ἱδρῦσθαι θεάν: 〈μὴ παρόντος ἐρῶσα τοῦ Ἱππολύτου ἐπ’ αὐτῷ〉 ἱδρύσασθαι 〈τὸ〉 ἱερὸν ἔλεγε. πέτραν δὲ Παλλάδος φησὶ τὸ ἐν τῇ Ἀττικῇ Γλαυκώπιον, οὗ Καλλίμαχος ἐν Ἑκάλῃ [frg. 66f] μέμνηται. περὶ | |
5 | δὲ 〈τοῦ〉 τὸ ἱερὸν Γλαυκώπιον καλεῖσθαι ἀπὸ τοῦ ἐπωνύμου **: — MNABi | |
sch Hipp34 | μεθίσταται τῆς γῆς: —MgAg | |
sch Hipp35 | μίασμα φεύγων αἵματος: τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνῃρῆσθαι Φιλόχορος οὕτω φησί [frg. 36]. ‘Πάλλαντος ἐπιθέσθαι ταῖς Ἀθήναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς πορευομένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες κατὰ βούλησιν | |
5 | τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσι μετὰ τῶν ἡλικιωτῶν, ἵν’, ὅταν ἐπεξελ‐ | |
θοῦσι τοῖς Ἀθηναίοις ὁ Πάλλας συμβάλῃ, ἐξ ἐφόδου προσπεσόντες λά‐ βωσι τὴν πόλιν. ἀνὴρ δέ τις, ὃς ἐκηρύκευε τῷ Πάλλαντι, ἀπαγγέλλει τῷ Θησεῖ τὸ γενόμενον. ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς ἀναιρεῖ‘. ἡ δὲ ἱστορία οὕτως ἔχει· Νῖσος καὶ Πάλλας καὶ | 9 in vol. 2 | |
10 | Αἰγεὺς τρεῖς ἀδελφοὶ ἐκ Πανδίονος γεγόνασιν, καὶ ὁ μὲν Νῖσος τὰ Μέ‐ γαρα ᾤκει, Αἰγεὺς δὲ καὶ Πάλλας δήμων τινῶν ἦρχον, τῆς Ἀττικῆς οὔπω συνῳκισμένης εἰς ἕν. λόγος οὖν τὸν Θησέα, ἀνεψιὸν ὄντα τῶν Πάλλαντος παίδων, ἕνα αὐτῶν ἀντιποιούμενον τῆς βασιλείας ἀνελεῖν. [οἱ δὲ οὕτως ἱστόρησαν. φασὶ γὰρ τοὺς Παλλαντίδας παῖδας ἀνελεῖν τὸν | |
15 | Θησέα, λοχῶντας ἵνα εἰσπέσωσι τῇ πόλει.] ἐπειδὴ δὲ νόμος ἦν τοὺς ἐμφύλιον καὶ συγγενικὸν φόνον ποιήσαντας ἐνιαυσίᾳ φυγῇ ζημιοῦσθαι 〈διὰ〉 τὸ μίασμα, ἔξορον αὑτὸν ἐποίησεν καὶ τὴν γυναῖκα εἰς Τροιζῆνα πλησιάζουσαν ὡς τοὺς συγγενεῖς μετήνεγκεν ἑαυτὸν ἐκ ταύτης καὶ πά‐ σης τῆς Πελοποννήσου ἀφορίσας. ἔθος γὰρ τοῖς ἐφ’ αἵματι φεύγου‐ | |
20 | σιν ἐνιαυτὸν ποιεῖν ἔξωθεν τῆς πατρίδος: —MNAB Πάλλας πολύπαις ὢν ὡς ἄπαιδα τὸν Αἰγέα κατεπόνει ἕως ἡβήσας ὁ Θησεὺς ἠμύνατο τοὺς Παλλαντίδας. βαλὼν γὰρ ἐν κυνηγίῳ κατὰ συὸς τινὰ τῶν Πάλλαντος παίδων ἀνεῖλεν: —MAB | |
sch Hipp36 | καὶ τῇδε σὺν δάμαρτι: εἰς τὴν Ἀττικὴν ἦλθε πλεύσας διὰ τὸν φόνον: —MNA | |
sch Hipp37 | οἱ γὰρ ἐφ’ αἵματι φεύγοντες ἐνιαυτὸν ποιοῦσιν ἔξωθεν τῆς | |
πατρίδος: —MA | 10 in vol. 2 | |
sch Hipp45 | ἄναξ Ποσειδῶν: Αἴθρᾳ γὰρ συνελθὼν Ποσειδῶν ἐποίησε τὸν Θησέα. τοὺς δὲ εἰς ἀπαλλαγὴν τῶν κακῶν γινομένους ἀνθρώπους θεῶν παῖδας ὠνόμαζον, ὧν καὶ ὁ Θησεὺς εἷς ἐστίν: — MNAB | |
5 | παρέσχεν. ἢ ἐδωρήσατο: —MgAg | |
sch Hipp46 | μηδὲν μάταιον: μίαν μὲν ᾐτήσατο τὸ ἀνελθεῖν ἐξ Αἵδου, δευτέραν ἐκ λαβυρίνθου, τρίτην 〈τὸ〉 τῷ Ἱππολύτῳ 〈θάνατον πεμφθῆ‐ ναι〉: —MNABi | |
sch Hipp47 | ἡ δ’ εὐκλεὴς μέν: Μίνωος γάρ ἐστι θυγάτηρ, Θησέως δὲ γυνή. ἢ ὅτι ἐρῶσα καρτερεῖ. διὰ τὸ Θησέως μὲν εἶναι γυνὴ, Μίνωος δὲ θυγάτηρ, εὐκλεής ἐστι. τὸ δὲ ἀπόλλυται ἀντὶ τοῦ· ἀπολεῖται καίπερ οὖσα εὐκλεής. τὸ δὲ αἴτιον ὅτι πάσαις ταῖς ἀφ’ Ἡλίου γενο‐ | |
5 | μέναις ἐμήνιεν Ἀφροδίτη, διὰ τὴν μηνυθεῖσαν ὑφ’ Ἡλίου μοιχείαν. τὴν γοῦν Πασιφάην οὐ μόνον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ ** Μίνωος ἐρασθῆναί φασιν, ὡς ἱστορεῖ Σωσικράτης [frg. 8]. εἰκότως δὲ ἡ Ἀφρο‐ δίτη τὴν παρ’ ἀμφοῖν εἰσπράττεται τιμωρίαν, παρὰ μὲν Φαίδρας, ὅτι ἀφ’ Ἡλίου· παρ’ Ἱππολύτου δὲ, ὅτι οὐκ εἶχε τὰ περὶ αὐτὴν ἐν τιμῇ, | |
10 | ἀπαξιῶν τὴν πρὸς τὰς γυναῖκας ὁμιλίαν: —MNAB | |
sch Hipp48 | τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω: οὐ τὸ ταύτης κακὸν ἔμπρο‐ σθεν θήσομαι τοῦ μὴ τιμωρήσασθαι τοὺς ἐχθροὺς, ἀντὶ τοῦ· οὐ φρον‐ τίσασα τῆς ἀπωλείας αὐτῆς τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην ὕστερον θήσομαι: —MNAB | |
5 | ἄλλως: οὐκ ἂν προτιμήσαιμι τὴν ταύτης ἀπώλειαν καὶ τὸ μὴ τι‐ μωρήσασθαι τοὺς ἐμοὺς ἐχθροὺς ἐν ὑστέρῳ θήσομαι: —MNAB | |
sch Hipp54 | ἑπόμενος χορός: —MgAgBi | 11 in vol. 2 |
sch Hipp55 | χορός. ἢ ὕμνος: —MgAgBi βοᾷ ὑμνεῖ: —AgBi | |
sch Hipp56 | οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας: οὐκ ἐπίσταται, φησὶν, ὅτι ἕτοιμος αὐτῷ ἐστιν ὁ θάνατος: —MNABi | |
sch Hipp57 | τελευταῖον: —Mg | |
sch Hipp58 | ἕπεσθ’ ᾄδοντες: τοῦτο ἔνιοι μὲν τὸν Ἱππόλυτον φασὶν ᾄδειν. ἄμεινον δὲ τοὺς ἑπομένους τῷ Ἱππολύτῳ ἀπὸ τῶν κυνηγεσίων ταῦτα λέγειν. ἕτεροί εἰσι τοῦ χοροῦ, καθάπερ ἐν τῷ Ἀλεξάνδρῳ [FTG2 p. 374] οἱ ποιμένες. ἐνταῦθα μὲν οὖν δύναται προαποχρήσασθαι τοῖς | |
5 | ἀπὸ τοῦ χοροῦ, ἐκεῖ δὲ συνεστῶτος τοῦ χοροῦ ἐπεισάγει τοιοῦτο ἄθροισμα, ὡς καὶ ἐν τῇ Ἀντιόπῃ [FTG2 p. 412] δύο χοροὺς εἰσάγει, τόν τε τῶν Θηβαίων γερόντων διόλου καὶ τὸν μετὰ Δίρκης. ὥστε βέλτιστον ἐπιγρά‐ φειν ‘χορὸς νεανιῶν τῶν κυνηγῶν Ἱππολύτου‘, οὐχ ᾗ λέγουσι τινὲς 〈τὸν〉 Ἱππόλυτον 〈ταῦτα〉 λέγειν, ὅπου γε καὶ αὐτὸς προστάττει αὐτοῖς ᾄδειν | |
10 | τὴν Ἄρτεμιν, λέγων ἕπεσθ’ ᾄδοντες: —MNAB ἢ ὁ Ἱππόλυτος ὑμνεῖν παρακελεύεται αὐτοῖς, ἢ ἀλλήλους προτρέ‐ πονται οἱ ἀπὸ τοῦ χοροῦ, ἤγουν οἱ συνεπόμενοι τῷ Ἱππολύτῳ κυνη‐ γέται. ἄλλοι δέ τινές εἰσι παρὰ τὸν χορόν. ὁ γὰρ χορὸς, ὡς εἴρηται, ἐκ Τροιζηνίων γυναικῶν ἐστιν: —MNAB | |
sch Hipp60 | ᾗ μέλομεν κυνηγετικὴν ἀσκοῦντες: —MiNAgBg | |
sch Hipp66 | καλλίστη οὖσα ὑπὲρ πάσας τὰς παρθένους: —MAgBg | |
sch Hipp68 | τὴν καλλίστην τοῦ πατρὸς Διὸς αὐλήν: —MiAgBg | 12 in vol. 2 |
sch Hipp73 | σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου: διαβεβόηται τοῦτο τὸ ζήτημα. καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρ‐ τεμιν ἀνθίνῳ στεφάνῳ, οἱ δὲ [Φιλόχορος [frg. 167] τὴν ἐν Ἄγραις Ἄρ‐ τεμιν τῷ μελιλώτῳ στέφεσθαί φησιν] ἐφ’ ἑαυτοῦ τὸν Ἱππόλυτον ταῦτα | |
5 | λέγειν ὅτι ἐμαυτόν σοι ἀνατίθημι, ὦ θεὰ, στέφανον, τουτέστι κόσμον ἀνθηρότατον· κόσμον γὰρ εἶναι τῇ παρθένῳ τὸ μετὰ τοῦ σωφρονεστάτου τῶν νέων διημερεύειν. ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν φασι μηδὲ ἀλληγορεῖν, ἀλλὰ κυρίως λέγειν, καὶ τῷ ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον, τοῦτον δὲ ἐκ τοιούτου λειμῶνος, καθ’ ὃν οὐκ ἔστιν ἡμῖν | |
10 | ὅσιον δρέπεσθαι τῶν ἀνθέων. τὸ γὰρ οὐδ’ ἦλθέ πω σίδηρος εἰς τοῦτο καταστρέφει, ὅτι οὐ δέδρεπται ὑπό τινος οὐδὲ εἴργασται. ἄλλοι δέ φασι τὸν Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ τῇ Ἀρτέμιδι ὕμνον στέφανον λέγειν. καὶ γὰρ δὴ παράλογον εἶναι καὶ πολλὴν ἀτοπίαν ἔχον τὸ δοκεῖν ἄνθινον λειμῶνα εἶναι, ὅθεν ἐδρέφθη τὰ ἄνθη, καὶ τοιοῦτον, εἰς ὃν οἱ | |
15 | εἰσιόντες ἐξετάζονται πότερον διδακτὴν ἔχουσι τὴν σωφροσύνην ἢ ἐκ φύσεως, καὶ 〈ὑπὸ τῆς αἰδοῦσ〉 κατάρδεσθαι αὐτόν. φιλοσόφως δέ φησι τῷ μὲν ξοάνῳ πλεκτὸν στέφανον προσφέρειν, τῇ δὲ θεῷ τὸν ὕμνον. ἐξ ἀκηράτου δὲ τῆς ἀδόλου καὶ ἀφθάρτου μου διανοίας: —MNAB ἄλλως: ἐπιεικῶς οἱ ποιηταὶ τὰς μὲν ἰδίας φύσεις λειμῶσιν ἢ πο‐ | |
20 | ταμοῖς ἢ μελίσσαις εἰκάζουσι, τὴν δὲ ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποτα‐ μῶν τὴν πληθὺν καὶ τὴν εἰς τὸ ποιεῖν ὁρμήν, διὰ δὲ τῶν μελισσῶν τὸ | |
μελιχρόν, διὰ δὲ τῶν στεφάνων τὸν κόσμον τῶν ὑμνουμένων. ταῦτα δὴ πάντα συνελὼν ὁ ποιητὴς ἐφαίδρυνε τῆς ἀλληγορίας τὸν τρόπον. τὸ δὲ | 13 in vol. 2 | |
25 | ἐξ ἀκηράτου λειμῶνος, ἐπειδὴ δεῖ τὸν μετιόντα μουσικὴν καθαρὰν καὶ ἀκήρατον ἔχειν τὴν ψυχὴν παντός τε ἄχραντον κακοῦ καὶ μάλιστα τῆς αἰδοῦς μεμοιραμένην. διὰ γάρ τοι τὸ αἰδέσιμον καὶ παρθένους ὑπο‐ τίθενται τὰς Μούσας, γονιμωτάτας οὔσας: —MNAB † ἄλλως: καθολικόν ἐστι, τῆς διανοίας καὶ στέφανον αὐτὸν προσ‐ | |
30 | φέροντα ἅτε δὴ σοφόν. τῷ μὲν γὰρ ξοάνῳ τὸν χειροποίητον στέ‐ φανον προσφέρει, τῇ δὲ θεῷ τὸν ὕμνον. πλεκτὸν τοίνυν στέφανον λέγει τὸν ὕμνον 〈διὰ τὸ〉 δίκην πλοκῆς συντεθέντας τοὺς λόγους ἀποτε‐ λεῖν τοὺς ὕμνους. ἀκήρατον δὲ λειμῶνα ἀλληγορεῖ, ἐξ οὗ τῶν ἀν‐ θέων πεπλέχθαι τὸν στέφανον, τὴν παρθένιον καὶ ἄδολον ἔννοιαν ἐν ᾧ | |
35 | λειμῶνι οὐδὲ ποιμὴν ἄξιον νενόμικε τὰ ποίμνια ἄγειν· τὰ οὖν ἄνθη τούτου τοῦ λειμῶνος σοφίας εἶναι καὶ ἀρετῆς ἀποτελέσματα. ἀλλὰ μὴν οὐδὲ σίδηρος εἰς τμῆσιν ἦλθε τοῦ λειμῶνος καὶ αὐτοῦ τὰ ἄνθη περιέ‐ κειρεν· σίδηρον οὖν λέγει ἤτοι τὴν πανοῦργον φιλοπραγμονίαν καὶ κα‐ κουργίαν ἢ τὴν τῶν αἰσχρῶν ἡδονῶν φθορὰν, ἵνα αὐτοῦ τὸ παρθένιον | |
40 | καὶ ἄδολον δηλοῖ· [βοτὰ δὲ λέγει τὰ ποίμνια] μέλισσαν μέντοι ἀλλη‐ γορεῖ αὐτὴν τὴν ψυχήν. καθαρώτατον γάρ τι ζῷον ἡ μέλισσα, ἔνθεν | |
τὰς ἱερείας μελίσσας καλοῦσιν οἱ ποιηταί. ἐαρινὸν δὲ αὐτὸν εἶπεν ἤτοι ὅτι ἡ μέλισσα ἥδεται τῷ ἔαρι διὰ τὰ ἄνθη ἢ ὅτι αἱ καθαραὶ ψυχαὶ ἀεὶ ἐν ἀνθήσει εἰσί. τὸ γὰρ ἔαρ ἀνθέων γεννητικόν: —NAB | 14 in vol. 2 | |
45 | καίρων τῷ μελιλώτῳ στέφεσθαι τὴν ἐν Ἄγραις Ἄρτεμιν, Ἀπολ‐ λόδωρος δὲ παρὰ Κρησὶν δίκταμνον ἢ σχῖνον εἶναί φησιν αὐτῆς τὰ στεφανώματα· φύεσθαι δὲ τὸ δίκταμνον ἐν Κρήτῃ μόνη· τοῦτο καὶ ὠκυτόκιον εἶναι, διὸ καὶ ταῖς δυστοκούσαις δίδοσθαι χάριν τοῦ ταχέως ἀποτίκτειν. Ἴστρος δέ φησιν ἐν τῷ γ τῶν Ἀτάκτων καταλέγεσθαι | |
sch Hipp73(50) | παῖδας ἀμφιθαλεῖς ἀνθοφόρους, ἐπὶ πᾶσι δὲ τοὺς παῖδας ἀνθοφο‐ ρεῖν ἐκ τῶν τῆς θεοῦ κήπων εἰς τὸν στέφανον, τὴν δὲ ἱέρειαν πλέκειν καὶ στεφανοῦν πρῶτον μὲν τὸ ἕδος, μετὰ δὲ ταῦτα τὸ ἄγαλμα: —NBi τὸ ἄγαλμα τῆς Ἀρτέμιδος οἱ μὲν δικτάμνῳ, οἱ δὲ σχίνῳ, οἱ δὲ | |
55 | λωτῷ στέφεσθαί φασιν: —MABi ἐκ καθαρᾶς καρδίας: —MgAgBg | |
sch Hipp75 | ἄμουσοι καὶ αἰσχροπρεπεῖς οἱ ποιμένες: —MiAgBi τρέφειν τὰ ποίμνια: —MgAgBg | |
sch Hipp76 | παραμόνιμον: —MgBg | |
sch Hipp77 | ψυχή: —Mg | |
sch Hipp78 | † αἰδὼς δὲ ποταμίαισιν: ἡ αἰδὼς, φησὶ, τοῦτον τὸν λειμῶνα γεωργεῖ καὶ αὐτὸν τοῖς ὕδασι τοῖς ποταμίοις κηπεύει καὶ ποτίζει. τοῦτο δὲ λέγει, ἐπεὶ πλεῖστον μέρος τῆς σωφροσύνης ἡ αἰδὼς ἔλαχε καὶ τοῖς ἀγαθοῖς ἀνδράσι καὶ σοφοῖς ἔνεστι τὸ αἰδημονικόν. | |
5 | ὅσοις οὖν μηδὲν διδακτὸν καὶ ἐκ βίας φύσεως ἔγνωσται, ἀλλὰ φύσει | |
τὴν σωφροσύνην ἐγνώκασι, τούτοις ἐκ τούτου τοῦ λειμῶνος μόνοις δρέπεσθαι καὶ καρποῦσθαι δέδοται ** τοιαύτῃ ψυχῇ σοφίας ἀπο‐ λαύειν: —NAB † ἄλλως: ταῦτα οὐκ ἔστιν ἐπινοῆσαι, εἰ κυρίως τις βούλεται ἐπὶ | 15 in vol. 2 | |
10 | τῶν κηπευμάτων ἐκδέχεσθαι τὸν λόγον. ἀλληγορεῖται οὖν τὰ προκεί‐ μενα. οἱ γὰρ ποιηταὶ ἐπιεικῶς τὰς ἰδίας φύσεις μελίσσαις καὶ ποταμοῖς καὶ λειμῶσι προσομοιοῦσιν, αὐτὴν δὲ τὴν ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὸ πλῆθος καὶ τὴν ἐπὶ τὸ ποιεῖν ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν | |
15 | τὸ ἐπιμελὲς καὶ τὸ συντεταγμένον, ἅμα καὶ τὸ τῶν ποιημάτων μελιχρὸν, τοὺς στεφάνους ἕνεκα τοῦ λαμπρύνεσθαι δι’ αὐτῶν τοὺς ἐπαινουμένους. ταῦτα δὲ πάντα συλλαβὼν ὁ Εὐριπίδης ἐφαίδρυνε τὴν ἀλληγορίαν, δι’ ἧς τὸν εἰς τὴν Ἄρτεμιν ὕμνον ἠβουλήθη παραστῆσαι, τῶν ἄλλων ποιη‐ τῶν σποράδην τοῖς τρόποις χρησαμένων. τὸ δὲ ἐξ ἀκηράτων λειμώνων | |
20 | δρέπεσθαι διὰ τὸ δεῖν τὴν ποιητικὴν ψυχὴν καθαράν τε καὶ ἀκήρατον εἶναι καὶ παντὸς κακοῦ ἄχραντον. δεῖ γὰρ τοῖς ποιητικὴν μετιοῦσιν αἰδοῦς μεμοιρᾶσθαι πάντως· διὸ καὶ τὰς Μούσας παρθένους εἶπον ἔνιοι: —NAB ἀνατρέφει: —Mg | |
sch Hipp79 | ὅσοις διδακτόν: διδακτόν ἐστιν τὸ μὴ ἐκ φύσεως πλεονέκτημα, ἀλλ’ ἐκ συνεχοῦς μελέτης ἀνυόμενον· καὶ οἱ φιλόσοφοι διδακτὰ μὲν τὰ πονηρὰ καλοῦσιν, φυσικὰ δὲ τὰ καλά. διδακτὸν οὖν τὸ ἐκ βίας φύσεως μάθημα ἢ συνεχεῖ ἐγνωσμένον μελέτῃ. τὰ γοῦν ἐξ ἐπινοίας καλὰ καὶ | |
5 | παλίμβολά εἰσιν: —MNAB | |
sch Hipp80 | ἔλαχεν: —Mg | |
sch Hipp81 | καρποῦσθαι: —Mg | 16 in vol. 2 |
sch Hipp82 | χρυσέας κόμης: τοῦτο πάλιν πρὸς τὸν χειροποίητον στέφα‐ νον, ὃν ἔφερεν τῷ ξοάνῳ. τινὲς μέντοι καὶ τοῦτο ἐπὶ τῆς αὐτῆς ἀλληγορίας ἀκούουσι, λέγοντες τὸν ὕμνον κόσμον εἰρῆσθαι αὐτῷ. τοῦτον ἂν λέγοι τὸν ὕμνον δεικτικῶς πρὸς τὸ εἰρημένον πότνια: — | |
5 | MNAB | |
sch Hipp85 | σοὶ δὲ ξύνειμι: τὸ ἑξῆς· σοὶ δὲ σύνειμι καὶ λόγοις ἀμείβο‐ μαι καὶ μόνῳ βροτῶν τοῦτό ἐστιν ἐμοὶ γέρας: —MAg | |
sch Hipp87 | τέλος δὲ κάμψαιμ’: τὸ δὲ τέλος τοῦ βίου ἀνύσαιμι ὥσπερ καὶ ἠρξάμην, ἐν σωφροσύνῃ διατελέσας: —MN | |
sch Hipp88 | ἄναξ· θεοὺς γάρ: ἄναξ κυρίως ὁ σωτήρ, διὸ καὶ τοὺς θεοὺς ἄνακτας καλοῦσιν. καταχρηστικῶς δὲ καὶ τοὺς δεσπότας ἄνακτας κα‐ λοῦσιν, ὡς δευτέρους σωτῆρας. καὶ Ὅμηρος [Ζ 403]· ‘Ἀστυάναξ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ‘, οἷον ὁ τοῦ ἄστεος σωτήρ. ᾧ οὖν | |
5 | ἄναξ· θεοὺς γὰρ καὶ σωτῆρας καλεῖν τοὺς δεσπότας χρή. δύναται δὲ τὸ ἄναξ ἐπὶ τοῦ Ἱππολύτου, τὸ δὲ δεσπότας ἐπὶ τῶν θεῶν: —MNAB † ἄλλως: ὡς τῆς ἄναξ προσηγορίας θεοῖς ἁρμοζούσης. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι ὡς τοῦ πρεσβύτου τὸν μὲν Ἱππόλυτον ἄνακτα | |
10 | λέγοντος, τοὺς δὲ θεοὺς δεσπότας. καὶ γὰρ εἰκὸς μέλλοντα συμβουλεύειν αὐτῷ περὶ τοῦ μὴ ὑπερφρονεῖν τὴν Ἀφροδίτην, οὕτως καὶ ἄρξασθαι | |
σεμνύνοντα τὸ θεῖον καὶ ὑπερτιθέντα τῆς ἀνθρωπίνης φύσεως: —B | 17 in vol. 2 | |
sch Hipp90 | καὶ κάρτα γ’: κατ’ ἐναλλαγήν ἐστιν ἀπὸ τοῦ κράτα, οἷον κρα‐ ταιῶς, ὡς ἀπὸ τοῦ σάφα σαφῶς: —MB | |
sch Hipp93 | μισεῖν τὸ σεμνόν: σεμνόν τὸ ὑπερήφανον. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ τίμιον ὡς ὑποκατιών φησι [99]· πῶς οὖν σὺ σεμνὴν δαίμον’ οὐ προσεννέπεις, ἀντὶ τοῦ σεβαστήν. δηλοῖ δὲ καὶ τὴν πάνυ τιμίαν· σεμνή γε μέντοι. διὸ καὶ τὸ χ: —MBi | |
5 | τὸ ὑπερήφανον. καὶ σφόδρα τίμιον: —Mg | |
sch Hipp94 | λυπηρός: —MgAg | |
sch Hipp96 | τῆς προσηγορίας ὁ μόχθος βραχύς· δι’ αὐτῆς γὰρ πρᾶγμα εὑρίσκει: —MgABi | |
sch Hipp97 | ἆρα οὖν κατὰ ταὐτὸ τοὺς θεοὺς ὑπονοεῖς χάριν ἔχειν τοῖς εὐπροσηγόροις: —MgABi | |
sch Hipp98 | εἴπερ γε θνητοὶ θεῶν: τοῦτο εἶπεν, ἐπεὶ ἐξ ἀρχῆς Ῥα‐ δάμανθυς καὶ Μίνως παρὰ τῶν θεῶν διδασκόμενοι τὰ νόμιμα, τοῖς ἀν‐ θρώποις φανερὰ ταῦτα ἐποίησαν: —MNB καὶ ἄλλως: ἐπεὶ παρὰ τῶν θεῶν ἔλεγον τοὺς νόμους ἀκηκοέναι | |
5 | οἱ νομοθέται, ὡς Λυκοῦργος μὲν ἀπὸ Ἀπόλλωνος, Μίνως δὲ ἀπὸ Διός. Ὅμηρος [τ 179]· ‘ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστήσ‘: — | |
MNB | 18 in vol. 2 | |
sch Hipp99 | πῶς οὖν τὴν τιμίαν θεὸν οὐ προσαγορεύεις: —Mg | |
sch Hipp100 | τίν’· εὐλαβοῦ γάρ: ἀντὶ τοῦ· σιώπα μὴ κατά τι ἁμάρ‐ τῃς τοῖς σοῖς ῥήμασιν· ὑπενόησε γὰρ αὐτὸν τὴν Ἀφροδίτην λέγειν: — MNABi διὰ τῆς Ἀφροδίτης: —Mg | |
sch Hipp102 | οὕτως Ἀριστοφάνης [frg. 676]· ‘μὰ τοὺς πρόσωθεν‘: —Mi ἁγνὸς ὢν μακρόθεν αὐτὴν ἀσπάζομαι: —MiAgBi | |
sch Hipp103 | τιμία σεβασμία: —Mg ἔνδοξος: —MgAgBg | |
sch Hipp104 | ἄλλοισιν ἄλλος: ὃ λέγει, τοιοῦτόν ἐστιν· οὐ πάντες τοὺς αὐτοὺς θεοὺς σέβομεν οὐδὲ τοὺς αὐτοὺς ἀνθρώπους ἀγαπῶμεν, ἀλλ’ οἱ μὲν τόνδε, ἄλλοι δὲ τόνδε. ὁμοίως δὲ κἀγὼ τὴν Ἄρτεμιν σέβω, ἄλλος δὲ τὴν Ἀφροδίτην: —MNAB | |
5 | διαφόροις, φησὶν, ἀνθρώποις ἄλλος θεῶν καὶ ἄλλος ἀνθρώπων ἐν φροντίδι ἐστίν. καὶ Ὅμηρος [Β 400]· ‘ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰει‐ γενετάων‘: —MNA | |
sch Hipp105 | εὐδαιμονοίης: μήτε ὑπὲρ τὸ καθῆκον φρονῶν μήτε ὑπὲρ ἄνθρωπον, ὅ ἐστιν· εἴη σε τῆς ἀρετῆς ἔχειν τὸ ἄκρον μὴ ὑπὲρ ἄνθρω‐ πον φρονοῦντα: —MNAB ἄλλως: εἴη σοι εὐδαιμονεῖν τὰ καθήκοντα φρονοῦντα. λυποῦμαι | |
5 | γὰρ νῦν ὁρῶν σε ἀφρονοῦντα: —MNAB | |
sch Hipp106 | θεὸς, ὅς ἐστι θαυμαζόμενος ἐν νυκτί, ἐμοὶ οὐκ ἀρέσκει. διὰ τὸ νυκτὸς ἀφροδισιάζειν: —MiNABi | |
sch Hipp107 | τιμαῖσιν, ὦ παῖ: ταῖς νομίμοις τιμαῖς τῶν θεῶν προσήκει σοι χρῆσθαι. χρὴ γὰρ ταῖς τιμαῖς τῶν θεῶν χρῆσθαι, τουτέστι τιμᾶν τοὺς θεούς: —MNABi | 19 in vol. 2 |
sch Hipp108 | ἀκόλουθοι: —Mg | |
sch Hipp109 | τερπνὸν ἐκ κυναγίας: τερπνὸν γάρ ἐστι τὸ ἐκ καμάτου τῆς κυνηγίας εὑρεῖν τράπεζαν γέμουσαν καὶ κορεσθῆναι: —MNAgB | |
sch Hipp110 | τράπεζα πλήρης: προτεθεῖσα δηλονότι. [καὶ] καθολι‐ κόν ἐστι, τοῦ καμάτου εὐεκτότερα ποιοῦντος τὰ σώματα τῇ κινήσει τοῦ θερμοῦ: —MNAB ψηκτρίζειν: —Mg | |
sch Hipp112 | γυμνάσω τὰ πρόσφορα: τὰ συνήθη καὶ ἕτοιμα. τὰ σύμφορα, τὰ ἐπιτήδεια, τὰ δέοντα: —MBi | |
sch Hipp113 | ἀντὶ τοῦ σῴζεσθαι: —Mg ἡμεῖς δέ· τοὺς νέους: ἡμεῖς δὲ προσευχόμεθα τοῖς σοῖς ἀγάλ‐ μασιν. οἷον· ὡς πρέπει δούλοις, τὴν εὐχὴν ποιησόμεθα, οἷον· οὐ μετὰ πολυτελείας θυσιῶν, ἀλλὰ ψιλὴν τὴν προσφώνησιν ποιησόμεθα: — | |
5 | MNABi | |
sch Hipp117 | χρὴ δὲ συγγνώμην ἔχειν: εἰς τὸ ἔχειν τελείαν στιγμήν, τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς: —MN | |
sch Hipp118 | εἴ τίς ς’ ὑφ’ ἥβης: ὑπὸ ἀκμῆς καὶ προπετείας νεότητος θρασὺ καὶ ἰταμὸν καὶ ἀναιδὲς [καὶ ἄτιμον] ἔχων τὸ σπλάγχνον:—M | |
sch Hipp119 | μὴ δόκει τούτου κλύειν: νόμιζε μηδὲ ἀκούειν τοῦ τοιούτου λόγου: —M | |
sch Hipp121 | Ὠκεανοῦ τις ὕδωρ: ὁ χορὸς ἧκεν ἐκ Τροιζηνίων γυναικῶν συναχθεὶς εἰς ἐπίσκεψιν τῆς Φαίδρας. καὶ πρῶτα μὲν διηγεῖται πόθεν αὐτῇ ἡ φήμη τῆς βασιλίσσης ἦλθεν, ἔπειτα δὲ καὶ ζητεῖ, τίς ἂν εἴη ἡ πρόφασις αὐτῇ τῆς νόσου: —MNAB | |
5 | καὶ ἄλλως: ὁ νοῦς· πέτρα τίς ἐστιν ὕδωρ Ὠκεάνειον στάζουσα, οὐ διϊπετὲς οὐδ’ ὑέτιον, ἀλλ’ αὐτομάτως ἀναβλύζον. πᾶν δὲ ὕδωρ Ὠκεανὸς λέγεται: —MNAB στάζουσα πέτρα: πέτρα τις λέγεται τοσοῦτον ὕδωρ ἔχουσα πη‐ γαῖον ὥστε βάπτειν ὑδρίαν. Ὠκεανοῦ δὲ καθὸ γλυκὺ καὶ πότιμον: — | 20 in vol. 2 |
10 | MNAB | |
sch Hipp123 | βαπτὰν κάλπισι: οἷον· ὥστε βαπτίζειν ἐν τῇ εὐύδρῳ πηγῇ τὴν ὑδρίαν. ἢ ὅσον δύναταί τις χαλῶν τὴν ὑδρίαν γεμίζειν. ἢ τὴν περιρρεομένην ὑπὸ τοῦ ὕδατος πηγήν. ἢ τὴν δυναμένην βάψαι κάλπιν καὶ οὐ περαιτέρω: —MNAB | |
5 | καὶ ἄλλως: ὡς ‘κοτυλήρυτον αἷμα [Ψ 34]‘, τὸ κοτύλην βάψαν. ἢ ὅτι περὶ τὴν Τροιζηνίαν τοιαύτη τίς ἐστι πέτρα ἐξ ἧς τὸ καταφερό‐ μενον ὕδωρ βάπτει τὰς ὑδρίας, ὡς Διονυσόδωρος ἱστορεῖ [FHG II p. 84b] ἐν τῷ Περὶ ποταμῶν: —MNAB | |
sch Hipp124 | πέμπουσα τὸ ὕδωρ διὰ τῶν κρημνῶν: —Mg | |
sch Hipp125 | ὅθι μοί τις ἦν φίλα: ὅπου μοί τις φίλη ἐνέτυχεν. ἀπιθάνως δὲ κεῖται τὸ ἦν. ἔδει γὰρ λέγειν· ἔνθα μοί τις συνέτυχε φίλη: —MAB ἄλλως: ἐνταῦθά μοί τις γυνὴ, ἀνελθοῦσα πλῦναι τὰ ἱμάτια καὶ | |
5 | ταῦτα ἐπὶ τῆς εὐηλίου πέτρας ἐπὶ ξηρασίαν καταβαλοῦσα, ἀκούσασα τῆς βασιλίσσης τὴν νόσον πρῶτον ἤγγειλεν [ἐλθοῦσα]. φιλοῦσι γὰρ ἐν ταῖς τοιαύταις συνόδοις ὁμιλίαι περὶ βασιλέων παρεμπίπτειν πρὸς παραμυθίαν τῶν καμάτων, ὥστε οὐκ ἀπεικότως πρὸς πλυνούσης φίλης πυθέσθαι [καὶ] | |
εἰπεῖν: —MAB | 21 in vol. 2 | |
sch Hipp128 | τέγγουσα, θερμᾶς: βρέχουσα πλύνουσα. ἐπὶ τὰ νῶτα δὲ τῆς θερμαινομένης ἐκ τῆς τοῦ ἡλίου βολῆς πέτρας: —MAB ἐπὶ τῆς εὐηλίου πέτρας: —Mg | |
sch Hipp129 | ὅθεν μοι πρώτα φάτις: ὅθεν, ἐκ τῆς φίλης δηλονότι. ὅπου πρῶτον ἔμαθον τὴν Φαίδραν κακουμένην ἔσω τῶν οἴκων ἐπὶ τῆς κλίνης εἶναι, τουτέστιν κλινήρη: —MNAB | |
sch Hipp132 | δέμας ἐντὸς ἔχειν: ἐντός ἀντὶ τοῦ· ἐν τοῖς μυχοῖς τοῦ οἴκου. τοῦτο δέ, ἐπεὶ καὶ σωφροσύνης ἕνεκα πολλάκις ἀπροϊσία γίνεται: —MNAB | |
sch Hipp133 | λεπτὰ δὲ φάρη: λεπτοῖς δὲ φάρεσι κατακαλύπτεσθαι τὴν κεφαλήν· οὐκ ἀνέχεται γὰρ βαρύτερα διὰ τὴν προσοῦσαν καῦσιν τῆς νόσου: —MNAB | |
sch Hipp135 | τριτάταν δέ νιν κλύω: τὸ ἑξῆς· τριτάταν δέ νιν κλύω τάνδε ἡμέραν κατέχειν ἁγνὸν τὸ στόμα τῆς Δήμητρος ἀκτῆς. οἷον· λοιπὸν τρεῖς ἡμέρας ἔχω ἀκούουσα περὶ αὐτῆς ὅτι ἀσθενεῖ καὶ οὐ μετα‐ λαμβάνει βρώσεως ἐν τῷ στόματι αὐτῆς. τὸ δὲ κρυπτῷ πένθει ἀντὶ | |
5 | τοῦ· ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινομένῃ πρὸς τὸ τέλος τοῦ θα‐ νάτου φέρεται. ἀντὶ τοῦ· ὑπὸ τῆς ἀλγηδόνος καὶ τῆς νόσου τῆς κρυπτῆς μέλλει ἀποθνῄσκειν. θαυμασίως δὲ ὁ Εὐριπίδης ἐπὶ Ὀρέστου νοσοῦντός φησιν [41] οὔτε σῖτα διὰ δέρης ἐδέξατο ὡς βουλομένου μὲν φαγεῖν, καταπιεῖν δὲ μὴ δυναμένου ὑπὸ ἀσθενείας· | |
10 | περὶ δὲ Φαίδρας ἀσιτεῖν βουλομένης εἰς θάνατον τὸ σύνολον αὐτὴν μὴ δέχεσθαι εἰς τὸ στόμα τροφήν: —MNAB | |
sch Hipp138 | τροφῆς τῆς γῆς: —MgAgBi ἄθικτον. ‘ἁγνὴ γάρ εἰμι‘ Μένανδρος [frg. 920]: —Laur. 31, 15 | 22 in vol. 2 |
sch Hipp140 | κέλσαι ποτὶ τέρμα: ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινο‐ μένῃ πρὸς τὸ τέρμα τοῦ θανάτου κέλσαι καὶ προσπελάσαι θέλει. οἷον· ἀκούω αὐτὴν ἀσιτεῖν [καὶ] ἀποθανεῖν σπουδάζουσαν διὰ μετάστασιν βίου: —B | |
5 | προσπελάσαι: —Mg | |
sch Hipp141 | σὺ γὰρ ἔνθεος, ὦ κούρα: ἀπέτεινε λοιπὸν τὸν λόγον πρὸς τὴν Φαίδραν, τῆς νόσου αὐτῆς τὴν πρόφασιν ἐπιζητοῦσα καὶ τοῖς [τῆς] μανίας αἰτίοις προσθεμένη δαίμοσι. δοκεῖ γὰρ καὶ μαί‐ νεσθαι ἐνίοτε τῇ ὑπερβολῇ τοῦ ἔρωτος, μὴ καθεστάναι δοκοῦντα | |
5 | ῥήματα φθεγγομένη, οἵανπερ αὐτὴν εἰσάγει καὶ κυνηγεσίων ἐρῶσαν καὶ δι’ αἰνιγμάτων τὰ τοῦ ἔρωτος φράζειν δοκοῦσαν [μαίνεσθαι]: — MNAB † ἄλλως: ἐμμανής, ἐν σεαυτῇ μανιῶδές τι ἔχουσα. τὸ δὲ ἑξῆς· ἔνθεος φοιτᾷς, ὥστε εἶναι τὸ ἑξῆς τῆς διανοίας οὕτως· σὺ | |
10 | γὰρ, ὦ κόρη Φαίδρα, ἔνθεος καὶ ἐμμανὴς φοιτᾷς καὶ ἐνθουσιᾷς, ἔκ τινος θεῶν τοῦτο παθοῦσα. καὶ ἀπορούσῃ εἰπέ μοι· ἐκ Πανὸς σὺ ἐμάνης εἴτε ἐκ τῆς Ἥρας ἢ Κορυβάντων τοῦτο νοσεῖς; λέγειν οὐκ ἔχω· καὶ εἴ τι τούτων ἁμαρτήσασα. τὴν ὀρείαν καὶ μανίας αἰτίαν: —B | |
15 | γράφεται φοιτᾷς. ὦ νέα Φαίδρα. τὸ δὲ ἔνθεος ἐμμα‐ νής. σὺ γὰρ ἔνθεος φοιτᾷς· πόθεν δέ, λέγειν οὐκ ἂν δυναίμην. ὁ εἰ ἀντὶ τοῦ ἢ καὶ ὁ τε παρέλκει. τὸ δὲ φοιτᾷς ἀντὶ τοῦ μαίνῃ, ἐπιθειάζῃ, κατέχῃ. ἀντὶ γὰρ τοῦ ὦ κούρα τινὲς τὸ φοιτᾷς γρά‐ | |
φουσιν: —MN | 23 in vol. 2 | |
sch Hipp143 | ἢ σεμνῶν Κορυβάντων: σεμνῶν ἀντὶ τοῦ τιμίων. Κορύβαντες μανίας αἴτιοι· ἔνθεν καὶ κορυβαντιᾶν: —MAiAgBi | |
sch Hipp144 | τῆς Ῥέας τῆς ἐν τοῖς ὄρεσι διατριβούσης: —MgAgBg | |
sch Hipp145 | σὺ δ’ ἀμφὶ τὰν πολύθηρον: σὺ δὲ μὴ θύσασα τῇ Ἀρτέμιδι τρύχῃ. ἢ τῇ Ἑκάτῃ [ὅτι οὐκ ἐτέλεσας θυσίαν]. σὺ μὲν δὴ, φησὶν, διὰ τοῦτο τρύχῃ ὅτι τῇ Ἑκάτῃ οὐκ ἐτέλεσας θυσίαν. τὸ δὲ ἑξῆς· σὺ δὲ ἀμπλακίαις τρύχῃ ἀμετάδοτος οὖσα ἀθύτων πελάνων περὶ τὴν Δίκτυν‐ | |
5 | ναν. λείπει γὰρ τὸ οὖσα. τουτέστιν· τῶν μὴ τεθυμένων πελάνων ἐκτὸς μείνασα καὶ ἀνίερος οὖσα εἰς αὐτὴν [διὰ τῶν θυμάτων] κατα‐ πονῇ: —MAB | |
sch Hipp146 | Δίκτυνναν ἀμπλακίαις: τὴν Δίκτυνναν νῦν διέκρινεν τῆς Ἑκάτης ἐνίων τὴν αὐτὴν εἶναι φασκόντων. τινὲς Δίκτυνναν τὴν Ἄρ‐ τεμιν, ἀπὸ τῆς κυνηγοῦ νύμφης Βριτομάρτιδος τῆς ἐμπεσούσης εἰς δί‐ κτυα φευγούσης τὸν Μίνωα. παρὰ δὲ Καλλιμάχῳ ἐν ὕμνῳ [190 sq.] ἡ | |
5 | ἱστορία. τινὲς δὲ τὴν αὐτὴν εἶναι τῇ Ἑκάτῃ, περὶ ἧς φησὶν Ἡσίοδος | |
[Theog. 413]· ‘μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσησ‘: —MNAB | 24 in vol. 2 | |
sch Hipp148 | φοιτᾷ γάρ: φοιτῶσιν οἱ θεοὶ πανταχοῦ τοὺς ἀτιμάζοντας τιμωρούμενοι: —MAg | |
sch Hipp150 | ταῖς διύγροις: —MgAg | |
sch Hipp151 | ἢ πόσιν τὸν Ἐρεχθειδᾶν: στοχαστικὸν τὸ ἦθος. ἢ, φη‐ σὶν, εἰς οὐδένα τῶν θεῶν ἥμαρτες, ἀλλὰ τάχα τὸ δεινὸν ἔρως ἐστὶ καὶ μοιχεία ἑτέρου, φόβῳ δὲ τοῦ ἀνδρὸς καὶ ἔρωτι τοῦ μοιχοῦ κατεχομένη ἀγωνιᾷς. δύναται καὶ ὡς τοῦ Θησέως ἔχοντος ἑτέραν γυναῖκα ὁ λόγος | |
5 | τάττεσθαι· ἤ τις γυνὴ ἀπατᾷ σοῦ τὸν ἄνδρα τῇ ἑαυτῆς λαθραίᾳ συνουσίᾳ, σὺ δὲ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ μανίαν κατέστης. ἀγνοεῖ γὰρ ὁ χορὸς ἔκδημον ὄντα τὸν Θησέα, ὅπου γε καὶ ἐν τοῖς ἑξῆς φησιν [280] ὃ δ’ εἰς πρόσωπον οὐ τεκμαίρεται βλέπων, εἶτα ἡ τροφός ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός. ἀγνοῶν οὖν αὐτὸν | |
10 | ἐνόμιζε παρόντα συνορᾶν τὰ γινόμενα: —MNAB | |
sch Hipp155 | ἢ ναυβάτας: ἕτερος λογισμὸς νόσου. ἢ τάχα τις ναύτης ἐκ Κρήτης ὁρμήσας εἰς Τροιζῆνα φήμην πένθους τῶν οἰκείων ἀπήγγειλεν αὐτῇ: —MNAB ἄλλως: τάχα τις ἦλθεν ἐκ τῆς πατρίδος αὐτῆς λυπηρὰν φήμην | |
5 | κομίζων, [καὶ] ἐκ τούτων δὲ τῶν παθῶν τῶν ἠγγελμένων καὶ τῇ ὑπὲρ τῶν παθῶν εὐναίᾳ λύπῃ δέδεται τὴν ψυχήν: —MNAB | |
sch Hipp159 | δ’ ὑπὲρ παθέων: ὅ ἐστι· διὰ τὰ πάθη συνδέδεται αὐτῆς ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ, ἀντὶ τοῦ 〈τῇ〉 εἰς εὐνὴν αὐτὴν βαλ‐ | |
λούσῃ. ἢ αὐτὴ 〈ἡ〉 Φαίδρα εὐναία δέδεται τὴν ψυχήν. τινὲς οὕτως· συνδέδεται ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ ὑπερβαλλούσῃ πᾶν πά‐ | 25 in vol. 2 | |
5 | θος: —MNA | |
sch Hipp161 | φιλεῖ δὲ τᾷ δυστρόπῳ: ἀντὶ τοῦ κακοτρόπῳ. καθο‐ λικῶς δὲ τοῦτο λέγει, τῇ τῶν γυναικῶν ἁρμογῇ πρὸς ἄνδρα κάκωσιν συνοικεῖν. ὅταν γὰρ ἐγγὺς τῶν ὠδίνων γένωνται, δυσχερεῖ τροφῇ χρῆ‐ σθαι εἰώθασιν: —MNAB | |
5 | ἄλλως: οἷον· ἆρα μὴ ἐν γαστρὶ ἔχει ἡ Φαίδρα καὶ διὰ τοῦτο ἄσιτός ἐστι; φιλεῖ γὰρ τῶν γυναικῶν ἡ τοιαύτη κατάστασις, 〈ἡ〉 τοῦ ἐγκυμονεῖν, δυστροπίαν ἐργάζεσθαι καὶ ἀποστροφὴν τῶν σιτίων καὶ ἐκ τούτου συμβαίνειν κάκωσις. λοιπὸν δὲ πρὸς ἀνακεφαλαίωσιν τῶν εἰρημένων στοχασμῶν γνώμην ἐπιφέρει λέγων οὕτως· τὸ δυστυχὲς γὰρ | |
10 | τῶν γυναικῶν τῆς φύσεως εἴωθεν διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δι’ ὠδίνων πόνους, ποτὲ δὲ διὰ πορνείαν, ἤτοι αὐτῶν μοιχευο‐ μένων καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν ἄλλας περιπτυσσο‐ μένων, καὶ ἐπὶ τούτῳ ἀπορουσῶν τῇ ζηλοτυπίᾳ: —MNAB † τοῦτο ὡς πρὸς τὸ ἢ πόσιν τὸν Ἐρεχθειδᾶν ἀρχηγόν. εἶπε | |
15 | γὰρ ἐκεῖ ὅτι ἢ διὰ τοῦτο νοσεῖ ὡς μοιχευομένη καὶ τῷ φόβῳ στενοχω‐ | |
ρουμένη μὴ φωραθῇ. ὡς οὖν πρὸς τοῦτο ἐπάγει ὅτι τῇ κακοτρόπῳ καὶ δολερᾷ τῶν γυναικῶν ἁρμογῇ κακῇ, ὅ ἐστι τῇ κρυφαίᾳ μίξει, εἴωθε συνεῖναι ἀμηχανία τις δυστυχεστάτη ἕνεκα τῶν ὠδίνων καὶ τῆς ἀφρο‐ σύνης. αἱ γὰρ κεκρυμμένως ἁρμοζόμεναι καὶ μοιχευόμεναι, ὅταν ἐγκυ‐ | 26 in vol. 2 | |
20 | μονήσωσι, τὰς ὠδῖνας ἐννοήσασαι καὶ τὰς ἀφροσύνας αὐτῶν, ἀμηχανοῦσι καὶ οὐκ ἔχουσι τί δρᾶσαι. εἶτα, ἐπεὶ ὠδίνων ἐμνημόνευσε, πρὸς αὐτό φησιν ὅτι καὶ ἐγώ ποτε ὠδινήσασα κακῶς εἶχον καὶ παρεκάλουν τὴν Ἄρτεμιν: —A | |
sch Hipp162 | κάκωσις: —Mg δυστυχής: —MgAg | |
sch Hipp165 | ᾖξέ ποτε νηδύος: δι’ ἐμῆς γαστρὸς ὥρμησέ ποτε ἡ αὔρα αὕτη καὶ τὸ πνεῦμα τῶν ὠδίνων καὶ τὴν λοχείαν Ἄρτεμιν ἐκάλουν, ἣ δὴ ἀεί μοι ἐπὶ τῶν τόκων ζηλωτὸς σὺν τοῖς ἄλλοις θεοῖς ἐπέρχε‐ ται: —NA | |
5 | † ᾖξέν ποτε νηδύος: τὸ πνεῦμα, φησὶ, τῶν ὠδίνων καὶ ἡ αὔρα αὕτη ὥρμησέν ποτε διὰ τῆς ἐμῆς γαστρός, τουτέστι· καὶ αὐτή ποτε ὠδίνων πεῖραν ἔσχον καὶ ἔπαθον τοῦτο. ἐγενόμην, φησὶ, κἀγώ ποτε ἐν ἀμηχανίᾳ: —B | |
sch Hipp168 | πολυθαύμαστος. ἢ πολύτιμος: —MgAgBi | |
sch Hipp169 | σὺν ταῖς Εἰλειθυίαις: —Mi | |
sch Hipp171 | τήνδε κομίζους’ ἔξω: τοῦτο σεσημείωται τῷ Ἀριστοφάνει [p. 62 N.] ὅτι καίτοι τῷ ἐκκυκλήματι χρώμενος τὸ ἐκκομίζουσα προσέθη‐ κεν περισσῶς: —MA † τήνδε κομίζους’: τοῦτο σεσημείωκεν Ἀριστοφάνης, ὅτι κατὰ | |
5 | τὸ ἀκριβὲς τὸ ἐκκύκλημα τοιοῦτον ἐστὶ τῇ ὑποθέσει. ἐπὶ γὰρ τῆς σκη‐ νῆς δείκνυται τὰ ἔνδον πραττόμενα, ὁ δὲ ἔξω προϊοῦσαν αὐτὴν ὑποτί‐ θεται: —B τὴν Φαίδραν ἐκβάλλουσα: —MgBi | |
sch Hipp172 | τὸ συνηγμένον καὶ σκυθρωπόν: —MgAgBi | |
sch Hipp173 | τί ποτ’ ἔστι μαθεῖν: τί ποτε ἐστὶ τὸ συμβάν, ἡ ψυχή μου μαθεῖν ἐρᾷ καὶ τί ἔβλαψε τὸ σῶμα τῆς βασιλείας τὸ ὑπὸ τῆς νόσου ἀλλόχροον γενόμενον: —MA | |
sch Hipp174 | βέβλαπται: —MgAg | 27 in vol. 2 |
sch Hipp177 | τί ς’ ἐγὼ δράσω: τὸ ἦθος ἀπειρηκυίας τοῖς κακοῖς τῆς θεραπείας ὥστε κοινῇ τὸν βίον βλασφημεῖν [προάγεσθαι]. διὸ καὶ τὸ γνωμικὸν ἐπάγεται, ὅπερ σύνηθές ἐστι τοῖς δυστυχοῦσιν: —MNAB | |
sch Hipp178 | τόδε σοι φέγγος: δεικτικῶς ἅμα καὶ ἀναφορικῶς· ἰδοὺ γὰρ ὅρα, φησὶν, ἅπερ ἐκ πολλοῦ ἐπεθύμεις ἰδεῖν. ἤδη δέ σοι καὶ τὰ στρώ‐ ματα τῆς κοίτης ἔξω τῶν οἴκων ἐστὶν καὶ, καθὼς ἐπεθύμεις, ἡ ἀνάκλισις ὕπαιθρός σοι κατεσκεύασται: —MNAB | |
sch Hipp181 | δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι: καὶ γὰρ ἐνταῦθα ἐλθεῖν πᾶς λόγος ἦν σοι, καὶ οὐ διέλιπες λέγουσα προελθεῖν ἔξω τοῦ οἴκου. οἶδα μέντοι τοῦτο ὅτι ταχέως σπεύσεις πάλιν εἰς τοὺς οἴκους γενέσθαι, καὶ δίδωσί μοι τοῦτο ἔμπροσθεν στοχάζεσθαι τὸ παλίμβολόν σου | |
5 | καὶ δυσάρεστον τῆς νόσου: —MNAB | |
sch Hipp182 | τάχα δ’ εἰς θαλάμους: ταχέως δὲ πάλιν εἰς τὸν θάλαμον ἐπ〈αν〉έλθῃς: —A | |
sch Hipp187 | τὸ μέν ἐστιν ἁπλοῦν: ἤγουν τὸ νοσεῖν. βέλτιον δὲ τὸ συντόμως κακοῦσθαι ἢ κακουμένου ἀνέχεσθαι. τὸ γὰρ νοσεῖν ἁπλοῦν ἐστιν, τὸ δὲ θεραπεύειν διπλοῦν. ἐν ταὐτῷ γάρ τις καὶ τῇ λύπῃ ἀνιᾶται διὰ τὸν κακούμενον καὶ κάμνει περὶ αὐτὸν ἐνεργῶν καὶ | |
5 | ἀτυχῶν ἐν τῷ ὑπηρετεῖν: —MAB | |
sch Hipp191 | ἀλλ’ ὅτι τοῦ ζῆν φίλτερον ἄλλο: ὁ νοῦς· ἐγὼ, φησὶ, προκρίνω μᾶλλον τὰ καθ’ Ἅιδου· καὶ πᾶς ἄνθρωπος ἔκρινεν ἂν οὕτως, εἰ κἀκεῖνα ὁρῶν συνέκρινε τοῖς ἐνθάδε. νυνὶ δὲ, ἐπεὶ τόδε μὲν τῷ ἰδίῳ φωτὶ θέλγει τὴν θέαν, ἐκεῖνο δὲ κεκαλυμμένον ταῖς μυθοποιΐαις φοβερὸν | 28 in vol. 2 |
5 | εἶναι μυθεύεται, τούτου χάριν δυσέρωτες ἐσμὲν αὐτοῦ καὶ σφοδρῶς ἐρῶντες τούτου, ὅπερ ἐστὶν ἄρα τοῦτο τὸ λαμπρόν. τοῦτο δέ φησι, παρόσον διάφορος δόξα κρατεῖ παρὰ φιλοσόφοις περὶ τῆς τοῦ ἡλίου δυ‐ νάμεως. οἱ μὲν γὰρ ἐδόξασαν σῶμα εἶναι τὴν φωτιστικὴν αὐτοῦ δύ‐ ναμιν, ὧν ἐστι καὶ Ἀριστοτέλης, διὰ τὰς γινομένας ἀντανακλάσεις τῶν | |
10 | ἀκτίνων. τὰ γὰρ ἀσώματα ἀνεμποδίστως προϊόντα ἀνακλᾶσθαι οὐ πέ‐ φυκεν· ἔτι δὲ καὶ ἐν κατεσκεπασμένοις οἴκοις μὴ εἰσδῦνον τὸ φῶς δεικνύει ὅτι οὐκ ἔστιν ἀσώματον. οἱ δὲ ἀσώματον αὐτὸ φάσκοντες ἐκ τῶν χρονικῶν ἐλλάμψεων τῶν γινομένων ἐξ ἡλίου πιθανῶς κατασκευά‐ ζουσιν: —MNAB | |
15 | ἄλλως: ἐκ τοῦ ὀδυνηροῦ βίου στοχάζεται βελτίονα εἶναι τὰ ἐν Ἅιδου τῆς γῆς, ὡς καὶ αὐτὸς ἐν Πολυΐδῳ [frg. 638] ‘τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν‘. τὸ ἑξῆς· ἀλλ’ ὅ,τι βέλτιον, κέκρυφεν ὁ σκότος ὑπὸ γῆν, [καὶ βέλ‐ τιόν τι ἄλλο τοῦ ἐνταῦθα εἶναι ὑπὸ γῆν σκότῳ κρυπτόμενον] κἂν | |
20 | δυσέρωτες φαινώμεθα καὶ σφόδρα φιλοῦντες τοῦτον τὸν βίον διὰ τὸ ἀπείρως ἔχειν τοῦ ἄλλου βίου καὶ μὴ εἰδέναι βελτίονα εἶναι τὰ ὑπὸ γῆν. μάτην 〈δὲ〉 τοῖς μύθοις πιστεύοντες φοβούμεθα τοῖς ποιοῦσιν αὐτὰ φοβερά: —B | |
sch Hipp192 | † σκότος ἀμπίσχων: οὐκ ἔστι, φησὶ, τῷ βιοῦντι πόνων ἀπαλλαγή. καὶ ἔστι μὲν ἄλλη τις ζωὴ, φησὶ, κρείττων τῆς παρούσης καὶ ἀπονωτέρα, ἀλλὰ διότι ἀδηλία τις κατέχει ταύτην καὶ ἀγνοεῖται 〈ὑφ’〉 ἡμῶν, διὰ τοῦτο μανικῶς διακείμεθα περὶ τὴν παροῦσαν ζωὴν | |
5 | καὶ πάνυ ἐρῶμεν ταύτης, ὅτι στίλβει καὶ φανερά ἐστιν. ἀπειρίαν γὰρ ἔχομεν ἄλλου βιότου καὶ οὐκ ἀπόδειξιν τῶν ὑπὸ γῆν, ἀλλὰ μύθοις μορ‐ μολυττόμεθα Πυριφλεγέθοντας καὶ Κωκυτοὺς ἀκούοντες ἐν Ἅιδου καὶ τοιαῦτά τινα· διὸ καὶ τῆς ὑπὸ γῆν ζωῆς καταφρονοῦντες πάνυ ταύτης τῆς ὑπὲρ γῆν ἐρῶμεν: —A | 29 in vol. 2 |
10 | περιέχων: —MgAg | |
sch Hipp197 | μύθοις δ’ ἄλλως φερόμεσθα: ὁ δέ ἀντὶ τοῦ γάρ. τοῖς γὰρ μύθοις ἀπατώμεθα, ταῖς τούτων σκηνοποιίαις φοβεριζόμε‐ νοι ἀναπλαττόντων Πυριφλεγέθοντα καὶ Κωκυτὸν καὶ Ἀχέροντα ποτα‐ μοὺς **: —MNAB | |
sch Hipp198 | αἴρετέ μου δέμας: ἐφύλαξε τὸ τῶν νοσούντων ἦθος πάντη πρὸς τὴν τοῦ σώματος κηδεμονίαν καταγινομένων. μονο‐ νουχὶ αὐτὴν ἡμῖν ὑπέστησε τὴν Φαίδραν προκομιζομένην καὶ τοῖς λόγοις καὶ τοῖς σχήμασιν. ὁ δὲ νοῦς· ἐπιθεῖσαι τοῖς ἑαυτῶν | |
5 | ὤμοις τοὺς ἐμοὺς βραχίονας καὶ ταῖς χερσὶν ἀντερειδόμεναί μου τοῦ αὐχένος, οὕτως με ἐπαίρετε. κομματικαὶ δὲ αἱ διάνοιαι καὶ τῇ τῶν πόνων ὀλιγωρίᾳ τὸ σπουδαζόμενον συντόμως ἐξαιτούμεναι: — MNAB | |
sch Hipp199 | ἄρθρα νεῦρα: —MgBg | |
sch Hipp201 | βαρύ μοι ἐστι τῆς κεφαλῆς τὸ κεφαλοδέσμιον: —MgAgBBi βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν: τὴν ἐρωτικὴν ἄκρως ἐνέφηνε πύρωσιν οὐδὲ τοῦ συνήθους ἀνεχομένη στολίσματος. ἄφελε τοίνυν αὐτὸ καὶ γύμνωσόν μου τὸν πλόκαμον: —MNAB | |
sch Hipp202 | ὤμοι: γράφεται φεῦ φεῦ: —MA | 30 in vol. 2 |
sch Hipp203 | μὴ ἐπὶ χαλεπότητι καὶ κακώσει διάρριπτε τὸ σῶμά σου. ῥᾷον γὰρ [μᾶλλον] οἴσεις τὴν νόσον γενναιάζουσα: —MNAB ἄλλως: μὴ ἐπὶ τὰ ἀσύμφορα διάρριπτέ σου τὸ σῶμα. μᾶλλον γὰρ εὖ οἴσεις τὴν νόσον μετὰ γενναιότητος: —MAB | |
sch Hipp205 | ῥᾳδίως γὰρ 〈ἂν〉 τὴν νόσον ὑπενέγκοις ἐὰν γενναίως ἐνέγ‐ κῃς: —M | |
sch Hipp208 | πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος: ὁ νοῦς· πῶς ἂν δρο‐ σερᾶς ἀπὸ κρηνῖδος πόμα καθαρῶν ὑδάτων ἀπαντλησαίμην. ἠβου‐ λόμην, φησὶ, τυχεῖν ψυχρῶν ὑδάτων, ἵνα τὴν ἐν ἐμοὶ τοῦ ἔρωτος φλόγα σβέσω, ἀναπαῦσαί τε ἐμαυτὴν ὑπὸ αἰγείροις καὶ λειμῶνι κομῶντι τοῖς | |
5 | ἄνθεσιν ἀνακλιθεῖσα: —MNAB | |
sch Hipp213 | οὐ μὴ παρ’ ὄχλῳ: οὐ μὴ φθέγξῃ ταῦτα μεταξὺ πλήθους μανιώδεις λόγους ῥίπτουσα. ἔδοξε γὰρ αὐτῇ τὰ ῥηθέντα ἀσχήμονα εἶναι καὶ οὐκ αὐτῆς ἄξια. τί γὰρ ἦν ὕδατος ψυχροῦ ἐρᾶν καὶ ἄνθη τοῦ λει‐ μῶνος ποθεῖν τὴν βασιλείαν ἐχούσης: —MNB | |
5 | τῷ ἐλθόντι εἰς ἐπίσκεψιν: —Mi φθέγξῃ λαλήσεις: —Mg | |
sch Hipp214 | μανίας ἔποχον ῥίπτουσα λόγον: ὑπὸ μανίας ὀχούμενον, ἐμμανῆ, κατεχόμενον ὑπὸ μανίας. ἐδόκει γὰρ αὐτὴν ταῖς ἀληθείαις ἐρᾶν ὧν προεῖπεν. παρ’ ὄχλῳ δὲ ἀντὶ τοῦ· ἐπὶ τοῦ χοροῦ: —MNAB | |
sch Hipp215 | πέμπετέ μ’ εἰς ὄρος: ἐπαναβέβηκεν ὁ λόγος ἐπὶ τὸ μανι‐ κώτερον ἅμα τῷ πάθει, ὡς λοιπὸν σαφέστερον δηλοῦσθαι τὸν ἔρωτα. εἰς ὄρος γὰρ βούλεται προπέμπεσθαι πρὸς θέαν τοῦ ἐρωμένου, κυνηγε‐ τεῖν δὲ ἐπιθυμεῖ πρὸς συνομιλίαν τοῦ ποθουμένου. ἐνταῦθα δὲ δεῖ τὸν | 31 in vol. 2 |
5 | ὑποκρινόμενον κινῆσαι ἑαυτὸν καὶ σχήματι καὶ φωνῇ καὶ ἐν τῷ εἶμι πρὸς ὕλην ἀναπηδᾶν, ὡς αὐτῆς πορευομένης. τὸ δὲ ἑξῆς· πέμ‐ πετέ μ’ εἰς ὄρος πρὸς θεῶν, μᾶλλον δὲ δι’ ἐμαυτῆς πορεύομαι· [καὶ] κυνηγεσίων γὰρ ἐπιθυμῶ ὥστε κυσὶ μὲν συρίσαι, ἐπὶ θῆρας δὲ ὁρμᾶν, τὸ δὲ ἀκόντιον ἀνατείνασαν ῥῖψαι: —MNAB | |
sch Hipp216 | ἵνα θηροφόνοι: 〈τρέχουσι περιπατοῦσιν ἀνιχνεύουσιν οἱ κύ‐ νες τὰ θηρία〉 φονεύοντες: —N | |
sch Hipp218 | βαλιαῖς: ταῖς ποικίλαις τὴν δορὰν καὶ καταστίκτοις. ἢ τα‐ χείαις, παρὰ τὸ βαίνειν ἅλις: —N πλησιάζουσαι ἐπιπηδῶσαι, αἱ κύνες: —Mg | |
sch Hipp219 | ἔραμαι: ἀντὶ τοῦ ἐρῶ, παθητικὸν ἀντὶ ἐνεργητικοῦ. οἰκείως | |
δὲ τῇ μεσότητι ἐχρήσατο: —AB | 32 in vol. 2 | |
sch Hipp221 | Θεσσαλὸν ὅρπακ’: Θεσσαλῶν γὰρ εὕρεμα τὸ δόρυ. ἐπίλογχον δὲ βέλος αὐτὸ τὸ τιτρῶσκον σιδήριον, ὅπερ ὁ κρίκος ἐμβεβλημένος ἐν τῷ ξύλῳ συνέχει, διὰ τὸ ἐπὶ τῇ λόγχῃ κεῖσθαι, ὅ ἐστι τῷ ξύλῳ. οἱ γὰρ ἀκοντίζοντες τὸ σιδήριον τοῦ ἀκοντίου πρὸς τὸν κρί‐ | |
5 | κον ἐν δυσὶ δακτύλοις κατέχοντες οὕτως ῥίπτουσιν: —MNAB ἐπίλογχον ἔχους’: ἐπεὶ βέλος πᾶν τὸ βαλλόμενον, διέστειλεν εἰποῦσα ἐπίλογχον, ὅ ἐστι· βέλος ἔχουσα ἐν τῇ χειρὶ λόγχην ἔχον, ἵνα σημάνῃ τὸ ἀκόντιον: —MNAB | |
sch Hipp223 | κηραίνεις: μεριμνᾷς φροντίζεις, ἐν τῷ κέαρι ἔχεις. ἢ ἐπὶ βλάβῃ ἔχεις. κήρ γὰρ ἡ θανατηφόρος μοῖρα: —ABi | |
sch Hipp224 | τί κυνηγεσίων: ἀντὶ τοῦ ἐπιμελείας. τουτέστιν· τί σοι περὶ κυνηγίας μέλει. τί, φησὶν, ὦ τέκνον, καὶ σοὶ, καθάπερ τοῖς ἀνδράσι, δεῖ μελετᾶσθαι τὰ κυνηγέσια· τί δὲ καὶ τὸ τυχεῖν κρηναίων 〈ὑδάτων〉 ἐν ἔρωτι μεγάλῳ τίθεσαι. εἰ μὲν γὰρ ἀληθῶς ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν | |
5 | οἴκων δροσώδης καὶ ψυχρὰ ἀνάκλισις πέτρας, ὅθεν σοὶ ποτὸν ἂν γένοιτο καὶ τὸν πόθον ἐκπληρώσαις. εἰ δ’ οὐ βούλει, τί καὶ τοῦτο ἐν ἔρωτος τάξει ἄγεις: —MNAB | |
sch Hipp225 | ῥευμάτων: —MgAgBi | |
sch Hipp226 | πύργοις συνεχής: ἄφθονος τοῖς ὕδασιν. ὁ δὲ νοῦς· εἴπερ ὅλως ὕδατος ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης [καὶ ὑψηλὴ πέτρα] κλιτὺς, ὅ ἐστιν ἀνακεκλιμένη καὶ ψυχρὰ πέτρα, συνεχὲς ὕδωρ στάζουσα: —MNAB | |
5 | ἐγγύς: —MgAgBi | |
sch Hipp228 | δέσποινα: Λίμνη γυμνάσιον ἐν Τροιζῆνι, ὡς καὶ ἑξῆς [1133] φησὶ τὸν ἀμφὶ Λίμνης τροχόν. ὁ δὲ νοῦς· ὦ δέσποινα τῆς ἰσοπέδου Λίμνης καὶ τῶν ἐν αὐτῇ γυμνασίων τῶν ἱπποκρότων. ἐπεύ‐ χεται δὲ λοιπὸν τῇ οἰκείᾳ θεῷ τῶν κυνηγεσίων, ὥστε τοῖς τοῦ ἐρωμένου | 33 in vol. 2 |
5 | ἐπιτηδεύμασι χρήσασθαι πρὸς τὸ αὐτῷ συναναστρέφεσθαι καὶ συνδιαι‐ τᾶσθαι. τῆς δὲ θαλάττης φησὶν αὐτὴν δεσπόζειν, ὡς καὶ Ἡσίοδος [theog. 413]· ‘μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσησ‘. ἢ ἐπεὶ Λιμνᾶτις ἡ Ἄρτεμις τιμᾶται: —MNAB | |
sch Hipp229 | ἱπποδρόμων: —Mg | |
sch Hipp231 | πώλους Ἐνέτας: ταῦτα ἀνακεχρόνισται. οὐδέπω γὰρ Ἕλ‐ ληνες Ἐνέταις ἐχρῶντο ἵπποις. οἱ γὰρ Ἐνέται Παφλαγονίαν τὸ πρῶτον οἰκοῦντες εἰς τὸν Ἀδρίαν ὕστερον διέβησαν. πρῶτος δὲ Λέων Λακε‐ δαιμόνιος πε ὀλυμπιάδι ἐνίκησεν Ἐνέταις ἵπποις, ὡς Πολέμων [frg. 22] | |
5 | ἱστορεῖ, καὶ ἐπέγραψε τῇ εἰκόνι· Λέων Λακεδαιμόνιος ἵπποις νικῶν | |
Ἐνέταις Ἀντικλεΐδα πατέρος: —MNAB δαμάζουσα ἡνιοχοῦσα: —MgBi | 34 in vol. 2 | |
sch Hipp232 | τί τοῦτο τὸ ῥῆμα μωραίνουσα πάλιν εἶπας: —MgBi | |
sch Hipp233 | νῦν δὴ μὲν ὄρος: ἀρτίως μὲν εἶχες ἔρωτα εἰς ὄρος ἀπελ‐ θεῖν καὶ ἐπὶ θήρας πόθον ὥρμας καὶ κυνηγεσίων· πάλιν δὲ νῦν ἐν σταδίοις πώλων δρόμου ἐπιθυμεῖς καὶ 〈τοῦ〉 ἐπὶ ταύταις ὀχεῖσθαι γυμνα‐ στικῶς. τινὲς γράφουσι καὶ πόθον, δηλοῦντες ὅτι τὸν πόθον εἰς | |
5 | θήρας καὶ κυνηγέσια ἠφίεις: —MNAB | |
sch Hipp235 | ἐπ’ ἀκυμάντοις πώλων: ταῖς μὴ θαλασσίαις, ἀλλ’ ἠπει‐ ρωτικαῖς, τουτέστιν τοῖς σταδίοις. ἢ τοῖς ἀνηνέμοις αἰγιαλοῖς, ἔνθα καὶ στάδια πολλάκις εἰσίν: —MB | |
sch Hipp237 | ὅστις σε θεῶν: τοῦ καλῶς ἔχοντος ἀνθέλκει. ἀπὸ μετα‐ φορᾶς τῶν ταῖς σειραῖς ἀνακρουομένων ἵππων καὶ τοῦ εὐθέος δρόμου παρεκβαλλομένων: —MNAB ἄλλως: ἀνασειράζει: ἀνορούειν ποιεῖ ἀνερεθίζει. μεταφέρει δὲ | |
5 | ἀπὸ τῶν ἵππων, οἳ, ὅταν ἐπισπάσωνται τὰς ἡνίας, ἀναπηδῶσι καὶ κω‐ λύονται τοῦ κατ’ εὐθεῖαν δρόμου: —MNABi | |
sch Hipp238 | καὶ παρακόπτει φρένας: ἀντὶ τοῦ ἐλαττοῖ. ἀπὸ μετα‐ φορᾶς τῶν παρακοπτομένων τὰ πτερὰ ὀρνέων, ἅπερ ἅμα τῇ τῶν πτερῶν τμήσει τὴν ἰσχὺν ἀποβάλλει καὶ παντελῶς ἀσθενῆ γίνεται: — MAB | |
sch Hipp240 | ποῖ παρεπλάγχθην γνώμας: πάλιν καταστᾶσα 〈ἐκ〉 τῆς | |
μανίας καὶ ἔμφρων γινομένη αἰσθάνεται ἑαυτὴν παραπαίσασαν καὶ μανιώδη φθεγγομένην. τὸ γὰρ τοῦ ἔρωτος ἐνδιδὸν τῇ ἡδονῇ τῶν λόγων καὶ ἐρεθιζόμενον ὥσπερ εἰς θέαν τῶν ἐπιθυμουμένων τῇ | 35 in vol. 2 | |
5 | λεπτολογίᾳ εἰς τοῦτο μανίας ἐξήρχετο καὶ πάλιν εἰς ἔννοιαν καθι‐ σταμένη τῶν ῥηθέντων ἐσωφρόνει καὶ ἐπὶ τοῖς ῥηθεῖσιν ὠδυνᾶτο: — MNAB | |
sch Hipp243 | σκέπασον: —Mg | |
sch Hipp245 | διὰ τὰ λελεγμένα πρώην ὑπ’ ἐμοῦ δάκρυα προσέρχεται τοῖς ὀφθαλμοῖς μου: —MNABi | |
sch Hipp247 | τὸ γὰρ μετὰ τὴν μανίαν ὀρθοῦσθαι τὴν γνώμην ὀδυνᾷ λυπου‐ μένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν: —MNAB ἄλλως: τὸ γὰρ ὀρθοῦσθαι ἐκ τῆς μανίας ὀδυνᾷ μεταμελουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν. ὡς ἐν τῷ καθεστηκότι δίκας πρὸ | |
5 | αἰσθήσεως διδόναι: —NAB τὸ ἐπιλογιζόμενον λυπεῖ: —Mi | |
sch Hipp248 | τὸ δὲ μαινόμενον κακόν: αὐτὸ τὸ μανιῶδες κακὸν μὲν, ὅτι ἃ μὴ βούλεται φθέγγεται, κρατεῖ δὲ καὶ ὑπερέχει τὸ μὴ αἰσθανό‐ μενον ἀλλ’ ἐν τῇ μανίᾳ ἀπολέσθαι. οὔτε γὰρ τῶν ἁμαρτημάτων ἐν τῇ μανίᾳ αἰσθάνεται οὔτε τοῦ θανάτου τὴν ἀλγηδόνα λογίζεται τῶν τοῦ | |
5 | βίου τερπνῶν ἀποστάς: —NAB ἄλλως: ἀντὶ τοῦ· κακὸν μὲν τὸ μαίνεσθαι, ἀλλὰ κρατεῖ, τουτέστι κρεῖσσόν ἐστι καὶ ὑπερέχει, τοῦ μετὰ συνειδήσεως ἀποθανεῖν. ὡς εἴ τις λέγοι· λυσιτελές ἐστι μὴ γινώσκοντα ἀπολέσθαι, ὡς κρεῖσσον ὂν τοῦ τοιούτου βίου: —NAB | |
sch Hipp250 | κρύπτω· τὸ δ’ ἐμὸν πότε: ἐγὼ μὲν, φησὶ, τὴν σὴν κε‐ φαλὴν αἰδουμένη ἐπὶ τοῖς εἰρημένοις σκεπάζω, πότε δὲ καὶ τὸ ἐμὸν σῶμα ὀδυνηρῶς ἔχον πρὸς τὸν βίον ὁ θάνατος κρύψει: —MiAB | 36 in vol. 2 |
sch Hipp252 | οὐ γὰρ μόνη ἡ σοφία διδάσκει, ἀλλὰ καὶ ἡ πολυπειρία τῶν πραγμάτων: —MBi 〈ὁ〉 μακρὸς χρόνος καὶ τὸ γῆρας: —Mi | |
sch Hipp253 | ἔδει, φησὶν, τοὺς ἀνθρώπους μεμετρημένως φιλεῖν καὶ μὴ εἰς ἄκρον ἐξέρχεσθαι τοῦ στέργειν, ἀλλ’ ὥστε εὐκόλως ἐκβάλλειν τὸ τῆς ὀρέξεως φίλτρον καὶ πάλιν ἐπαυξῆσαι. ὥστε ποτὲ μὲν ἐλασσοῦν, ποτὲ δὲ αὔξειν τὰ φίλτρα τῆς ψυχῆς. οἱ γὰρ ἄγαν στέργοντες διπλα‐ | |
5 | σίως κάμνουσιν, ὑπέρ τε τῆς ἑαυτῶν σωτηρίας καὶ τῆς τῶν φίλων φροντίζοντες: —MNAB | |
sch Hipp254 | ἀναμιγνύναι: —MgAg | |
sch Hipp255 | καὶ μὴ πρὸς ἄκρον: τὸν ἐσώτατον τόπον. τροπικῶς δὲ εἶπεν ὡς ἐπὶ σώματος καὶ ὀστέου τὸ βάθος τῆς ψυχῆς. παραινεῖ δὲ μὴ πρὸς ἄκρον ποιεῖσθαι τὰς φιλίας, ἵνα καὶ πρὸς ἀπόστασιν εὐλύτως ἔχωμεν. στέργηθρα δὲ τὰς φιλίας, τὰς ἀγάπας: —NAB | |
sch Hipp256 | εὐκόλως λύεσθαι δυνάμενα: —MgAg | |
sch Hipp257 | τὴν ἀπό πρόθεσιν πρὸς τὸ ὤσασθαι: —NA καὶ ἀπώσασθαι τὰς ἀγάπας καὶ φίλον εἶναι: —Mi | |
sch Hipp258 | τὸ δ’ ὑπὲρ δισσῶν: χαλεπόν ἐστι, φησὶ, τὸ μίαν ψυχὴν λυπεῖσθαι ὑπὲρ δύο: —MgNABi | |
sch Hipp260 | ὑπὲρ ταύτης λυποῦμαι: —MiAg | |
sch Hipp261 | βιότου δ’ ἀτρεκεῖς: τὸ δὲ τῶν κατὰ τὸν βίον τι πραγμάτων ἀκριβῶς καὶ πρὸς ἀκρίβειαν ἐπιτηδεύειν οὐκ ἀσφαλές. ἀντὶ τοῦ· | |
εἰ ἐπιτηδεύεται πρᾶγμα ὁτιοῦν ὑπεράγαν, πάντως ἐπιλήψιμόν τι ἐν αὐτῷ εὑρίσκεται. ἐπιτηδεύσεις δέ φησιν τὰς τῇ ὑπερβολῇ τῆς | 37 in vol. 2 | |
5 | συνηθείας ἀνενδεεῖς. καθόλου δὲ τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαι‐ νούσας τῆς ἀληθείας μελέτας [ἐπιτηδεύσεις] φασὶν οἱ σοφοὶ μὴ μόνον σφάλλειν, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐμποδίζειν: —MNAB ἀτρεκεῖς ἐπιτηδεύσεις: ἀντὶ τοῦ· λίαν βλαβερὰς εἶναι. ὡς εἴ τις ἐπιμελείᾳ καὶ διηνεκεῖ ἀσκήσει χρῷτο λόγων ὡς κατὰ μηδὲν ὑπεί‐ | |
10 | κειν, οὗτος εἰς ἄλογόν τι ἐκπίπτει ἐν τῷ λόγῳ καὶ εἴς τι μανιῶδες· ἀλλὰ καὶ τῷ σώματι [καὶ τὸ σῶμα] εἰς νόσον κατακλίνεσθαι φέρει τὸ ἀεὶ τῆς ἀσκήσεως χάριν τὰ αὐτὰ ποιεῖν: —NAB ἄλλως: φασὶ δὲ τὸ πᾶν ἐν τῷ βίῳ πρᾶγμα ἀληθῶς καὶ ἀκριβῶς ἐπιτηδεύειν βλάπτειν μᾶλλον ἢ ὠφελεῖν. δεῖ γάρ τι καὶ καθυποκρίνα‐ | |
15 | σθαι: —NA ἀτρεκεῖς: ἀνενδεεῖς τελείας. ἐχρῆν γὰρ, φησὶ, τοὺς ἀνθρώ‐ πους συμμέτρως ἀλλήλους φιλεῖν καὶ μὴ ἄγαν, ὥστε καὶ 〈τὸ〉 σῶμα κατατήκειν καὶ μὴ δύνασθαι διαλῦσαι τὴν φιλίαν: —NB | |
sch Hipp264 | οὕτω τὸ λίαν ἧσσον: ἀντὶ τοῦ· οὐδὲ ὅλως οὕτω τὸ λίαν ἐπιτηδεύειν ἐπαινῶ, ὡς τὸ μηδὲν ἄγαν, τουτέστι μὴ λίαν, ἐπιτηδεύειν· καὶ συγκαταθήσονταί μοι πάντες οἱ σοφοί: —NAB ἄλλως: οὕτω τὸ λίαν ἔλαττον ἐπαινῶ τοῦ μηδὲν ἄγαν καὶ μεμε‐ | |
5 | τρημένου, καὶ μάρτυρες ἔσονται οἱ σοφοί, εἴπερ ἑνὸς τῶν ἑπτὰ σοφῶν | |
ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κριτίας. καὶ Πίνδαρος [frg. 216]· ‘σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶσ‘: —MNAB τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς | 38 in vol. 2 | |
10 | Κριτίας [frg. 13], οἱ δὲ Σωδάμῳ, ὡς τὸ ἐν Τεγέᾳ ἐπίγραμμα δηλοῖ· ταῦτα ἔλεγεν Σώδαμος Ἐπηράτου, ὅς μ’ ἀνέθηκεν· μηδὲν ἄγαν, καιρῷ πάντα πρόσεστι καλά. ὁ δὲ Θεόφραστος· ‘ὡς τὰ Σισύφου λεγόμενα καὶ Πιτθέως, οἷον μηδὲν ἄγαν, μηδὲ δίκαν δικάσῃσ‘: —MNAB | |
15 | † ἄλλως: προτιμῶ τὸ μηδὲν ἄγαν. ἢ ἀντὶ τοῦ ἔλαττον, οἷον· πλεῖον ἐπαινῶ τὸ μηδὲν ἄγαν παρὰ τὸ ἄγαν: —A | |
sch Hipp266 | Χίλωνος γάρ ἐστι τὸ μηδὲν ἄγαν: —MiAg συμμαρτυρήσουσι: —MiAg | |
sch Hipp267 | γύναι γεραιά: διὰ τούτου ἔδειξεν ὅτι ὤφειλε θαρρηθῆναι τὰ κατὰ τὴν Φαίδραν, γυναῖκα αὐτὴν ἀποκαλέσασα (γυναιξὶ γὰρ μᾶλλον αἱ γυναῖκες θαρροῦσιν τὰ καθ’ ἑαυτὰς) ἄλλως τε καὶ γηραιὰν καὶ πιστὴν τροφόν: —B | |
5 | βασιλίσσης: —MgAg | |
sch Hipp269 | ἄσημον, οἷον ἄγνωστον. οὕτω δ’ εἰώθασι χρῆσθαι Ἀττικοὶ πληθυντικοῖς· ὡς καὶ Θουκυδίδης [1, 125] ‘ἀδύνατα ἦν‘, ἀντὶ τοῦ ἀδύ‐ | |
νατον: —MAB ἀνεπίγνωστα ἀσαφῆ: —Mg | 39 in vol. 2 | |
sch Hipp271 | οὐκ οἶδ’ ἐλέγχους’: ὑπερβολὴν σπουδῆς ἐνέφηνε τὸ ἐλέγ‐ χουσα· τὴν γὰρ ἐπίμονον ἐρώτησιν ἔλεγχον ὠνόμασεν: —MiNA ἐρωτῶσα ἐρευνῶσα ἀνακρίνουσα, ὅπερ ἐστὶν ὑπερβολὴ ἐρωτή‐ σεως: —MNAB | |
sch Hipp273 | εἰς ταὐτὸν ἥκεις: εἰς ταὐτό μοι ἀγνοίας ** ἥκει ὅτι οὐκ ἀποκρίνεται οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος: —NA ἐὰν μὲν ἥκει, πρὸς τὴν ἀρχὴν ἐστὶν ὁ λόγος, ὅ ἐστιν· εἰς ταὐτὸν ἥκει ἡ ἀρχὴ τῷ τέλει. ὥσπερ γὰρ τὸ τέλος οὐχ ὁμολογεῖ, οὕτως οὐδὲ | |
5 | τὴν ἀρχήν. εἰ δὲ ἥκεις, πρὸς τὸν χορόν· ἐμοὶ εἰς ταὐτὸν τῆς ἀγνοίας ἥκεις: —MiNAB πάντα γὰρ σιγᾷ: ἀντὶ τοῦ· οὐκ ἀποκρίνεται οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος: —NAB | |
sch Hipp274 | ἀντὶ τοῦ· κατετάκη τὸ σῶμα. οὐκ ὀφείλει γὰρ κατατα‐ κῆναι; διὰ τοῦτο οὐκ ἐσθίει ἵνα ἀποθάνῃ: —MB λελέπτυνται: —Mg | |
sch Hipp276 | ἆρά γε ἰσχύουσα φαγεῖν οὐ τρώγει διὰ τὸ θέλειν ἀποθανεῖν, ἢ κἂν βούληται, οὐ δύναται ὑπὸ τῆς νόσου: —A βλάβης παραφροσύνης. ἢ τῆς ὀδύνης τῆς κακώσεως: —MA | |
sch Hipp278 | ἀντὶ τοῦ εὐδοκεῖ ἀρέσκει. ὁ δὲ λόγος· εἰ ταῦτα ἀρέσκει τῷ ἀνδρὶ αὐτῆς: —MA | |
sch Hipp281 | εἰς Πυθίαν ἦν θεωρός: —MgAgBi | |
sch Hipp283 | ἀντὶ τοῦ ἔκστασιν: —MiAg | |
sch Hipp284 | πολλοὺς ἐμηχανησάμην τρόπους καὶ οὐκ ἠδυνήθην μα‐ | |
θεῖν: —MAgBi | 40 in vol. 2 | |
sch Hipp285 | γράφεται τὴν ἐμὴν προθυμίαν: —Bg | |
sch Hipp288 | ἄγ’, ὦ φίλη παῖ: ἀπέτεινε πάλιν τὸν λόγον πρὸς τὴν Φαί‐ δραν, ἄλλο δῆθεν εἶδος μετιοῦσα νουθεσίας. τὸ γὰρ παραινέσει πείθειν βέλτιον ἢ ἐπαχθέσι ῥήμασιν * εἰπεῖν τὴν πρόφασιν: —NAB ἄλλως: ἄγε οὖν, ὦ φίλη παῖ, ἀμφότεραι ὅπως ἐπιλαθώμεθα τῶν | |
5 | προειρημένων, καὶ σύ τε ἡδίων καὶ πρᾳοτέρα γενήσῃ καὶ δέξῃ τὴν παραίνεσιν ἐγώ τε, ὅπου ἔδοξα τὸ πρὶν ἐπαχθής τις εἶναι, [ἕως] τούτου τοῦ μέρους ἀποστᾶσα ἐπ’ ἄλλην πορεύσομαι κρείττω νουθεσίαν: —NAB | |
sch Hipp290 | τὴν συνηγμένην καὶ σκυθρωπάζουσαν: —MNABi τουτέστι· τὴν στυγνότητα τοῦ προσώπου ἄφελε καὶ τῆς χαλεπῆς γνώμης ἐκείνης παῦσαι: —MNAB τὴν στυγνὴν τῆς ἀφροσύνης: —MB | |
sch Hipp291 | ἐγώ θ’ ὅπῃ: ὅπου οὐ καλῶς ἠκολούθουν σοι τῇ παραινέσει, ἀποστᾶσα ἀπὸ τούτου ἐπὶ νουθεσίαν πραεῖαν μετέρχομαι: —MNAB εἴ τι, φησὶ, τὸ πρότερον ἐλύπουν σε τῷ συνεχεῖ τῆς ἐρωτήσεως, τὰ νῦν ἐπὶ τὸ κολακεύειν σε τραπήσομαι: —NAB | |
sch Hipp294 | συνδιοικήσουσιν ἀποκαταστήσουσι θεραπεύσουσι τὴν μοι‐ χείαν: —MNAB συμπράξουσι συνεργήσουσι. γυναῖκες γὰρ οὖσαι ἐν ταῖς τοιαύταις συμβάλλονται νόσοις, αἱ μὲν πειραθεῖσαι, αἱ δὲ προσδοκῶσαι πείσεσθαι. | |
5 | καὶ γὰρ εὐεπίβατον ἄγαν εἰς τὰ τοιαῦτα τὸ τῶν γυναικῶν γένος. ἔοικε δὲ λέγειν ἔρωτας ἢ τοιοῦτον ἀπόρρητον. ἢ οὕτως· μὴ ἐρᾷς τινος καὶ οὐ θέλεις εἰδέναι τινά: —MNAB | |
sch Hipp295 | ἀντὶ τοῦ ἀνακοινωτέος. εἰ ἡ νόσος σώματος ἦν ᾗ ἐνόσεις: —M | |
εἰ δὲ δύνανται καὶ ἄρρενες ἀκοῦσαι τὴν συμφοράν: —MiB | 41 in vol. 2 | |
sch Hipp299 | πείθεσθαι, συντρέχειν, εἰς τὸ αὐτὸ χωρεῖν, συνῳδὰ τοῖς λό‐ γοις μου πράττειν: —M | |
sch Hipp300 | δεῦρ’ ἄθρησον: δεῦρο εἰς ἐμὲ βλέψον, ἵνα κἂν διὰ τῆς ὄψεως αἰδεσθῇς με· εἶτα ὡς ἐκείνης μὴ ἐνατενιζούσης μηδὲ πραϋνο‐ μένης τῇ παραινέσει φησὶ πρὸς τὸν χορόν· μάτην, ὦ γυναῖκες, μοχθοῦ‐ μεν πείθειν ταύτην πειρώμεναι: —MNAB | |
sch Hipp302 | εἰς δὲ τὸ πείθειν ὁμοίως ἄπεσμεν τοῖς πρὶν ῥήμασιν. ὥσπερ γὰρ δι’ ἐκείνων οὐδὲν ἠνύσαμεν, οὕτως οὐδὲ διὰ τούτων: —MNAB | |
sch Hipp303 | ἐχαυνοῦτο ἐμαλάσσετο. τὰ γὰρ βρεχόμενα μαλάσσεται. ἡ μεταφορὰ ἐκ τούτου. γράφεται δὲ τριχῶς· λόγοις ἐπείθετο, λόγοις ἐθέλγετο, λόγοις ἐτέγγετο: —MiNABi | |
sch Hipp304 | λοιπὸν ἀπεγνωκυῖα τὴν κολακείαν κνηστικοῖς αὐτὴν λόγοις ἐρεθίζει, φάσκουσα· ἴσθι ὅτι, ἐὰν θάνῃς μὴ ἀξιώσασα λόγου τὸν σὸν ἄνδρα, προδώσεις τοὺς σοὺς παῖδας. ἐκβληθήσονται γὰρ τῶν οἴκων. λοι‐ πὸν πρὶν ἀποπληρῶσαι τὸν λόγον διὰ μέσου φησὶ πρὸς τάδ’ αὐθαδε‐ | |
5 | στέρα γίγνου θαλάσσης: —MNAB ἀλλ’ ἴσθι μέντοι: γίνωσκε προδιδοῦσα τοὺς σοὺς παῖδας, εἰ θανῇ: —MiNAB | |
sch Hipp305 | εἰ ἀποθάνοις: —MiAg | |
sch Hipp306 | μὴ μετέχοντας καὶ δεσπόζοντας τῶν οἴκων: —MiNABi | |
sch Hipp307 | ἔσθ’ ὅτε ἠθικῶς ὀμνύομεν κατὰ τῶν ἐχθρῶν, οὐ σεμνύναι αὐτοὺς βουλόμενοι, ἀλλ’ εἰρωνευόμενοι. ἢ πρὸς πλείονα ἐρεθισμὸν κατ’ ἐκείνης ὄμνυσιν, ἢ ἐπεὶ εἰώθασιν εἰρωνευόμενοι κατὰ τῶν ἐχθρῶν | |
ὀμνύναι· ὡς καὶ Σοφοκλῆς ἐν Μυκηναίαις [frg. 136]· ‘μὰ τὴν ἐκείνου | 42 in vol. 2 | |
5 | δειλίαν, ᾗ βόσκεται, θῆλυς μὲν αὐτὸς, ἄρσενας δ’ ἐχθροὺς ἔχων‘: — MNAB τὴν Ἀντιόπην λέγει: —MgAg | |
sch Hipp309 | νόθον φρονοῦντα γνήσι’: καθὸ φιλοσοφίαν ἤσκει, ὅπερ ἐστὶν ἐλευθέρων. τὸ δὲ οἶσθά νιν καλῶς ** προσέθηκε· πρὸς πλείονα γὰρ ὀδύνην αὐτὴν ἐκίνησεν, οὐκ ἀμφίβολον αὐτῇ τὴν γνῶσιν τούτου εἶναι λέγουσα: —MiNAB | |
sch Hipp310 | οἴμοι: ἀκούσασα ἡ Φαίδρα τοῦ ἐρωμένου τὸ ὄνομα θρηνη‐ τικὸν ἐπίφθεγμα εἶπεν: —MiNABi θιγγάνει σέθεν τόδε: καθήψατό σου, φησὶ, τῆς ψυχῆς καὶ λόγῳ μόνον εἰρημένον τὸ περὶ ὀρφανίας τῶν παίδων: —NAB | |
sch Hipp312 | λίσσομαι σιγᾶν: τὸ ἑξῆς· καί σε πρὸς θεῶν λίσσομαι τὸ αὖθις, ὅ ἐστι τὸ μετὰ ταῦτα, περὶ 〈τούτου〉 τοῦ ἀνδρὸς μηδὲν φθέγγε‐ σθαι: —MNABi | |
sch Hipp313 | ὁρᾷς: διὰ τὸ μηδὲ λόγῳ ἀνέχεσθαι ἀκούειν ἀδικουμένους ὑπὸ τοῦ νόθου τοὺς παῖδας οὕτως ἤκουσεν ἡ τροφός: —NABi | |
sch Hipp314 | Ἀκάμας καὶ Δημοφῶν τέκνα Φαίδρας καὶ Θησέως: —MNB | |
sch Hipp316 | ἁγνὰς μέν, ὦ παῖ: οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσας, διὰ τὸ εἰρηκέναι ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι: —NAB | |
sch Hipp318 | διὰ φαρμακείας γεγενημένη. ἐπακτή γὰρ πημονή ἡ ἔξωθεν ἐπαγομένη γοητεία παρὰ τῶν ἐχθρῶν: —MNAB μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν ἐπάγει τι λύπης ἄξιον. ἆρά | |
τινος ἐχθρῶν ἐπαγωγὴν μηχανησαμένου σοι; εἰώθασι γὰρ οἱ ἐχθροὶ | 43 in vol. 2 | |
5 | ἐπαγωγάς τινας δαιμονίων ποιεῖσθαι ἐπὶ τὰς οἰκίας. ἢ οὕτως· μή τίς σε οὖν τῶν ἐχθρῶν ἐφάρμαξε, διὰ τὸ εἰρηκέναι φρὴν δ’ ἔχει μίασμά τι: —NAB | |
sch Hipp319 | φίλος μ’ ἀπόλλυς’: τὸ μὲν φίλος πρὸς ἀντιδιαστολὴν ἐχθρῶν τινος, τὸ δὲ οὐχ ἑκών, ἐπεὶ οὐκ ἐκ προνοίας αὐτοῦ ὁ ἔρως: —NAB | |
sch Hipp320 | ἐπειδὴ εἶπεν φίλος, λέγει· μήτι ἄρα ὁ Θησεὺς εἰς σὲ ἥμαρ‐ τεν: —MNAB | |
sch Hipp321 | μὴ δρῶς’ ἔγωγ’ ἐκεῖνον: εἴθε, φησὶν, ἐγὼ μὴ ὀφθείην ἀδικοῦσα αὐτὸν, ὡς ἐκεῖνος ἐμὲ οὐδὲν ἀδικεῖ: —NABi | |
sch Hipp324 | οὐ δῆθ’ ἑκουσά γ’, ἐν δὲ σοὶ λελείψομαι: ἀντὶ τοῦ· ἐνιζανοῦμαί σοι. ἢ οὕτως· ἐν σοὶ καταλειφθήσομαι: —NABi ἐξαρτηθήσομαί σου τῇ ἱκεσίᾳ. ἢ ἐν σοὶ τὸν βίον λείψω. εἰ μὴ ἄρα, φησὶ, μετά τινος ἀνάγκης, οὐ συγχωρήσω οὐδὲ ἀπολύσω: — | |
5 | MNAB | |
sch Hipp327 | κάκ’ ὦ τάλαινα: πρὸς ἀνατροπὴν τοῦ πυθέσθαι ἐπάγει δεύτερον τὸ κακά· κακόν ἐστί σοι, εἰ πεύσῃ τὰ σιωπώμενα κακά: — NAB | |
sch Hipp329 | ὀλῇ: ἀπολῇ ἀκούσασα τὸ πάθος. οὕτως γὰρ δεινόν ἐστιν ὡς καὶ τοὺς ἀκούοντας φίλους διαφθείρειν: —NA ὀλῇ· τὸ μέντοι: ἀπολῇ, φησὶν, εἰ ἀναγκάσεις με λέγειν. ἐμοὶ δὲ | |
τοῦτο, 〈τὸ〉 σιωπᾶν, τιμὴν ἀπονέμει, καθὸ οὐκ ἔκφορος εἰς πολλοὺς ἡ νόσος, | 44 in vol. 2 | |
5 | ἀλλὰ συγκαταθάψω ἐμαυτῇ τὸ τῆς σωφροσύνης ὄνομα μέλλουσα ἐν σω‐ φροσύνῃ τελευτᾶν: —MNAB | |
sch Hipp330 | κἄπειτα κρύπτεις· ἐὰν μὴ ᾖ στιγμὴ εἰς τὸ χρηστά, ἐστὶν ὁ λόγος· κρύπτεις τὰ καλὰ, ἐμοῦ παρακαλούσης σε λέγειν αὐτά, τουτέστιν· ἐμοὶ τὰ τιμῆς σοι αἴτια ἐσόμενα οὐκ ἀξιοῖς ἀνακοινώσασθαι. ἢ οὕτως· κρύπτεις με, ἐμοῦ χρηστὰ ἱκετευούσης καὶ χρησίμως ἀξιούσης | |
5 | ἀνακοινοῦσθαί μοι καὶ ἐπὶ χρηστῷ: —NAB | |
sch Hipp331 | ἐκ τῶν γὰρ ἐσθλῶν: ἐὰν εἴπω τὸ ἀγαθόν, εἰς αἰσχρόν μοι καθίσταται: —NA εἰκότως κρύπτω, ἃ ἀπαιτεῖς με λέγειν. μέλλω γὰρ ἐκ τούτων τῶν ἐσθλῶν, δηλαδὴ τῆς ἐγκρατείας, εἰς αἰσχρὰ μεταβαίνειν, ὅ ἐστι φονεύειν | |
5 | ἐμαυτήν. ἐὰν μέντοι ᾖ λέγουσα ἡ γραῦς· χρηστά μου ἀναγκαζούσης λέγειν κρύπτεις με, ἀναλόγως ἐπιφέρει ὅτι ἐκ γὰρ τῶν ἀγαθῶν τούτων ὧν λέγεις, ὅ ἐστι τοῦ φανερῶσαι τὸ πάθος, ἐγὼ εἰς αἰσχρὰν ἐμπεσοῦμαι φήμην ἢ καὶ πορνεύειν ἀναγκασθήσομαι: —MNAB ἄλλως: γράφεται ἐκ τῶν γὰρ αἰσχρῶν 〈ἐσθλά〉, ὅ ἐστι· πει‐ | |
10 | ρῶμαι γὰρ ἀπὸ πορνείας ἐκφυγεῖν, εἰς σωφροσύνην δὲ πηδῆσαι, διὸ ἐν σιωπῇ βούλομαι ἀποθανεῖν. καὶ ἔστιν αὕτη ἡ γραφὴ ἁρμοζομένη τῷ ἑξῆς· εἰ γὰρ κρύφα, φησὶν, ἐξ αἰσχρῶν μηχανήσασθαι βουλεύῃ ἐσθλά, πόσῳ μᾶλλον θαυμασθήσῃ αὐτὴν τὴν βουλὴν σαφῶς διεξελθοῦσα. κα‐ | |
θόλου γὰρ ἡ σαφὴς ἐπίδειξίς ἐστιν ἰσχυροτέρα. διὸ καὶ ἀπορήσασα | 45 in vol. 2 | |
15 | ἀντειπεῖν φησιν ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες. ὅμως γε μὴν ἡ προτέρα γραφὴ βελτίων: —NAB | |
sch Hipp332 | οὐκοῦν λέγουσα: σεβασμιωτέρα ἐμοὶ φανῇ τὰ ἀπόρρητα μοι θαρροῦσα. ἢ σοφωτέρα, ὡς φίλοις θαρροῦσα τὴν συμφορὰν καὶ μὴ κρυπτῷ πάθει πολιορκουμένη. κατὰ γὰρ Μένανδρον σοφῶν ἀνδρῶν ἐστι τὸ τοῖς φίλοις λέγειν τὰ ἀναγκαῖα, ἐν οἷς φησι [frg. 925] ‘λανθάνει τὰ | |
5 | πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοισ‘ καὶ τὰ ἑξῆς: —NAB | |
sch Hipp334 | δῶρον οὐ δίδως ὃ χρῆν: ὃ ζητῶ, οὐ δίδως μοι. λέγει δὲ τοῦτο, ἐπεὶ οὐκ ἀνέχεται ὁμολογῆσαι αὐτῇ τί ἔχει: —M | |
sch Hipp335 | ὀκνῶ τὴν σὴν ἱκεσίαν καὶ τὴν ἐκ ταύτης ὀργήν: —MBi | |
sch Hipp336 | σιγῷμ’ ἂν ἤδη: τὸ τέλειον σιγῷμι· ἤδη σιγῶ, λοιπὸν ὀφεί‐ λεις σὺ λέγειν: —MNBi | |
sch Hipp337 | ὦ τλῆμον: αἰνιγματικῶς θέλει φράσαι τὸν ἔρωτα. πι‐ θανώτατα δὲ ἅμα τῷ αἰνιγμῷ καὶ τὴν συγγνώμην ᾐτήσατο ὡς προγονικὸν κεκτημένη τὸ πάθος καὶ οὐκ ἰδίας φύσεως ἁμάρτημα: — MNAB | |
sch Hipp338 | ὃν ἔσχε ταύρου: ἀντὶ τοῦ· ὃν εἰς τὸν ταῦρον ἔσχεν: — NAgBi | |
sch Hipp339 | σύ τ’ ὦ τάλαιν’: Θησέως γὰρ ἠράσθη ἡ Ἀριάδνη, ἡ ἀδελφὴ Φαίδρας: —MAg | |
sch Hipp340 | συγγόνους κακορροθεῖς: κακολογεῖς λοιδορεῖς. ἐνόμιζε γὰρ αὐτὴν ὀνειδίζειν αὐταῖς τὰς νόσους: —M | |
sch Hipp343 | ἐκεῖθεν ἡμεῖς: ἐκ τῆς καταγωγῆς τοῦ γένους δυστυχοῦμεν τὴν νόσον τοῦ ἔρωτος, ἀντὶ τοῦ· προγονικήν τινα δυστυχίαν δυστυχοῦντες | |
τοῦτο πάσχομεν: —MNAB γράφεται καὶ νεωστί, ἵν’ ᾖ· καὶ ἐκεῖθεν καὶ νεωστὶ δυστυχοῦ‐ | 46 in vol. 2 | |
5 | μεν: —MNABi | |
sch Hipp344 | 〈οὐδέν τι〉 μᾶλλον: οὐ μᾶλλον οἶδα. τὸ δὲ οὐδέν παρέλ‐ κει: —MBi οὐδὲν πλέον, σου ἐπεξεργαζομένης, ἔχω γνῶναι, ὃ βούλομαι ἀκοῦσαι, τουτέστι 〈τὴν〉 πρόφασιν τῆς νόσου. οὐδὲν μᾶλλον οἶδα ὃ βούλομαι | |
5 | ἀκούειν: —MNAB | |
sch Hipp345 | πῶς ἂν σύ μοι λέξειας: ἐπεὶ παχυτέρα τὸν νοῦν οὖσα ἡ γραῦς τοῖς τοσούτοις αἰνιγμοῖς οὐ συνῆκε τὸ λεγόμενον ὑπὸ τῆς Φαίδρας, ἀγανακτοῦσα ἡ Φαίδρα φησί· πῶς ἂν δυνηθείης εἰπεῖν μοι ταῦτα ἃ ἔδει ἐμὲ ἀποκρίνασθαι καὶ πῶς μοι λέξεις ἃ μέλλω λέγειν. ἐπεὶ γὰρ | |
5 | πολυμερῶς αἰνιξαμένης 〈αὐτῆσ〉 τὸ παχύτερον τοῦ λογισμοῦ τῆς γραὸς οὐκ ἐδυνήθη συμβαλεῖν, ἐρυθριῶσα τὸ πάθος ἐξειπεῖν εἰς τοῦτο ἀπο‐ ρίας ἦλθεν, ὥστε ἐρωτᾶν ἅπερ αὐτὴν ἔδει λέγειν. τοῦτο δὲ καὶ τὸ αἰσχυντικὸν τοῦ γυναίου ὑποδηλοῖ καὶ τὸ κομματικὸν τῶν νοσούντων: — MNAB | |
10 | κεκωμῴδηται [δὲ] ὁ στίχος ὑπὸ Ἀριστοφάνους [equ. 16] καὶ εἰς παροιμίαν μετῆκται: —B | |
sch Hipp347 | τί τοῦθ’ ὃ δὴ λέγουσιν: ἀγνοούσης δι’ αἰνιγμῶν συμβάλ‐ | |
λειν αὐτῆς λοιπὸν ἐρωτᾷ τὴν τοῦ ἔρωτος φύσιν, δηλοῦσα ὅτι ἔκ τινος θείας ὀργῆς τοῦτο νοσεῖ, οὔκουν ἐκ μελέτης καὶ κακῆς φύσεως, ὅπου γε καὶ τὴν ἰδέαν ἀγνοεῖ τοῦ πάθους: —NAB | 47 in vol. 2 | |
sch Hipp348 | ἥδιστον, ὦ παῖ ............. ἄλλος: —M | |
sch Hipp349 | ἡμεῖς ἂν εἶμεν: τῷ ἑτέρῳ εἴδει τοῦ ἔρωτος, δηλαδὴ τῷ ἀλγεινῷ, ὡς δηλοῖ ἡ νόσος: —NABi | |
sch Hipp351 | ὅστις ποθ’ οὗτος: πιθανώτατα παρέδραμε τὸ ὄνομα, ἤτοι αἰδουμένη, ἢ διὰ τούτου σημᾶναι θέλουσα ὡς οὐκ ἐξ εἰδήσεως οὐδὲ ἀπὸ τρυφῆς καὶ συνεχοῦς θέας αὐτοῦ ἐρᾷ, ἀλλὰ χόλῳ τῆς Ἀφροδίτης, οὐ τῷ κάλλει τοῦ νέου: —MNAB | |
sch Hipp352 | σοῦ τάδ’, οὐκ ἐμοῦ: σεαυτῆς ταῦτα κλύεις, οὐκ ἐμοῦ, ἀντὶ τοῦ· σὺ εἶπας, οὐκ ἐγώ. ἄριστα δὲ καὶ ἡ ἄρνησις μετὰ τὴν ὁμολογίαν: —NAB | |
sch Hipp353 | οἴμοι τί λέξεις: σαφῶς ἀκούσασα τὸν ἔρωτα, λοιπὸν σχε‐ τλιάζει τὴν ὑπερβολὴν τοῦ πάθους. κομματικὴ δὲ ἡ διάνοια, ὡσὰν ἐκ‐ πεπληγμένης τῷ θαύματι: —NAB | |
sch Hipp358 | οἱ σώφρονες γάρ: οὐχὶ θέλοντες κακῶν ἐρῶσιν, ἀλλ’ ἀναγ‐ καζόμενοι: —NABBi | |
sch Hipp359 | Κύπρις οὐκ ἄρ’ ἦν θεός: θεὸν γὰρ κυρίως φασὶ τὸν μετὰ τοῦ δυνατοῦ καὶ τὸ προνοητικὸν ἔχοντα τῶν δυναστευομένων. μείζονα οὖν αὐτήν φησι θεοῦ, καθὸ μόνον 〈τῷ〉 ἐνδείξασθαι δύναμιν ἐγκαταγί‐ νεται, οὐ τῷ προνοεῖσθαι: —NAB | |
sch Hipp362 | ἄιες ὦ: οἰκειότατα μέσον κατεπάγει ἐπίρρημα σχετλιαστι‐ κὸν, ὡς ἂν τῇ λύπῃ κωλυομένη ἀπαρτίσαι τὴν διάνοιαν. ἀνή‐ κουστα δὲ τὰ μὴ ἀκοῆς ἄξια, τὰ ἀπόρρητα. ἐκπλαγεὶς δὲ ὁ χορὸς τὴν ὑπερβολὴν τοῦ πάθους σχετλιάζει οἰκτείρων ἅμα καὶ | 48 in vol. 2 |
5 | θρηνῶν τὸ συμβάν. καὶ τὸ σχετλιαστικὸν ὦ διὰ μέσου κείμενον οἰ‐ κείως [ἐν] λυπουμένοις οὐκ εὐαπάρτιστον ἀποτελεῖ τὸ σχῆμα τοῦ λόγου, διαφόροις τε ῥήμασιν αὐτὸ κατεπάγει τὸ τῶν λυπουμένων ἦθος μιμού‐ μενος, οἳ τὰ αὐτὰ κατεπάγουσι πρὸς πλείονα ἐνθύμησιν τῶν ἑαυτῶν κακῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ἤκουσας, φησὶ, τῆς τυράννου | |
10 | τὰ ἀνήκουστα καὶ δυστυχῆ πάθη θροούσης καὶ λεγούσης. πρὸς ἀλλήλας δέ φασιν, οὐχ ὡς ἀγνοοῦσαι τὰ λεχθέντα, ἀλλὰ πρὸς πλείονα σύστασιν καὶ ἐνθύμησιν τοῦ πάθους: —NAB | |
sch Hipp363 | ὀλοίμαν ἔγωγε: ἀπολοίμην πρίν σε ἀποθανοῦσαν ἰδεῖν καὶ πληρῶσαι τὴν σὴν φιλίαν. τὸ γὰρ κατανύσαι ἀντὶ τοῦ πληρῶσαι, παρὰ τὴν νύσσαν. οἱ δὲ, πρὶν λῆξιν λαβεῖν σου τὰς προσφιλεῖς φρέ‐ νας: —MNABi | |
sch Hipp364 | στερηθῆναι: —Mg † ἢ πρὶν σὲ τὴν φιλτάτην καταλῦσαι τὴν σωφροσύνην· ταύτην γὰρ φρένας ὠνόμασεν: —Ag | |
sch Hipp366 | πόνοι: ἐν οἷς τρέφονται οἱ βροτοί· ἐπεὶ ἐν πόνοις διατελοῦ‐ μεν: —MNABi οἱ συναυξανόμενοι: —Mi | |
sch Hipp368 | τίς ἄρα σε χρόνος καὶ ποῖος ἐκ πασῶν τῶν ἡμερῶν οὗτος | |
ἐξεδέχετο ᾧ τὰ τοῦ ἔρωτος νοσήματα ἐξέφηνας. παναμέριος δὲ ὁ ἐκ πασῶν τῶν ἡμερῶν εἰς ταύτην συναφθείς. ἢ οὕτως· ἐκ τίνος ἄρα χρόνου καὶ ποίας αἰτίας αὕτη ἡ δυστυχὴς ἡμέρα ἐξεδέχετό σε: — | 49 in vol. 2 | |
5 | MNAB | |
sch Hipp370 | ἄδηλα καὶ ἄγνωστα: —Mg ὅπου ἀποβήσεται, τέλος 〈σχήσει〉: —Mg ἄσημα δ’ οὐκέτ’ ἔστιν οἷ φθίνει τύχα: ὅπου μέλλει τελεῖσθαι ἡ τύχη τῆς Κύπριδος. τὸ γὰρ οἷ φθίνει ὅπου χωρεῖ καὶ τέλος | |
5 | ἴσχει, ἀποβαίνει: —NABi | |
sch Hipp372 | Τροιζήνιαι γυναῖκες: ἔσχατον γάρ ἐστι μέρος τῆς Πελο‐ ποννήσου ἡ Τροιζὴν παρὰ θάλασσαν κατ’ ἀντικρὺ τῆς Ἀττικῆς κει‐ μένη. ἤδη δὲ λοιπὸν ἐγνωσμένου τοῦ πάθους, ἀφεμένη τῶν ὑπ’ αἰδοῦς αἰνιγματωδῶν διανοιῶν, ἀπολογεῖσθαι διαρρήδην ἄρχεται ὡς 〈οὐ〉 | |
5 | κατὰ φύσιν νοσήσασα τὸν ἔρωτα καὶ βουλομένη ἐγκρατῶς ἑαυτὴν ἀνελεῖν. οἰκείως δὲ τοῖς ἀπολογουμένοις πολλῷ τῷ γνωμικῷ χρῆται: —NAB | |
sch Hipp373 | πρόθυρον. κατὰ 〈πρόσωπον〉 γὰρ τῆς Πελοποννήσου ἐστὶν ἡ Τροιζὴν πρὸς ἀνατολάς: —MAB τὸ κατὰ πρόσωπον κείμενον: —Mg | |
sch Hipp374 | ἤδη ποτ’ ἄλλως: πολλάκις, φησὶ, διαγρυπνήσασα ἐν νυκτὶ ἐσκόπησα πῶς διέφθαρται ὁ ἀνθρώπινος βίος, ἆρα ἐκ φύσεως ἐχόντων τῶν ἀνθρώπων τὸ ἁμαρτάνειν ἢ ἐκ ῥᾳθυμίας· καὶ κρίνασα ἔγνων ὅτι οὐκ ἐκ φύσεως πρόσεστιν ἡμῖν ἡ κακία. καὶ ἐκ τούτου δῆλον· τὰ | |
5 | φυσικὰ πάντα καθόλου πᾶσι παρέπεται, οἷον τὸ γελαστικὸν, τὸ πτύειν, τὸ διαχωρίζειν, καὶ οὐκ ἄν τινα εὕροις χωρὶς τούτων· εἰ δὲ εὑρίσκεις παρὰ πολλοῖς ἀνθρώποις τὸ εὖ φρονεῖν καὶ δικαιοπραγεῖν, δῆλον ὅτι οὐ φύσει πρόσεστιν ἡμῖν τὸ φαῦλον. οὐ γὰρ ἂν ηὑρίσκοντο πολλοὶ καὶ ἀγαθοί: —NAB | 50 in vol. 2 |
10 | ἄλλως: ἤδη ποτ’ ἄλλως: χωρὶς νόσου τυγχάνουσα. πιθανῶς δὲ ἐν νυκτί φησιν ἐνθυμηθῆναι, ὁπότε πάσης τῆς τῶν αἰσθήσεων ἀπηλ‐ λαγμένη ὀχλήσεως ἡ ψυχὴ φιλοσοφωτέροις ἐγκαταγίνεται ζητήμασι. πιθανὸν δὲ καὶ τὸ ἠρέμα νοσηλευομένην αὐτὴν ἐνθυμεῖσθαι τοιαῦτα. παρὰ γὰρ τὰς συμφορὰς γνωμικώτεροι γινόμεθα, τῆς φύσεως ἡμᾶς διὰ | |
15 | τοῦ πάθους ἐκπαιδευούσης: —NAB λίαν: —Mg | |
sch Hipp375 | ὄντως: —Mg πῶς: —Mg | |
sch Hipp376 | οὐκ ἀγνοίᾳ μοι δοκοῦσιν οἱ ἄνθρωποι ἐκπίπτειν εἰς τὰ ἁμαρ‐ τήματα, ὅπου γε πολλοὶ καὶ εὖ φρονοῦντες καὶ αἰσθανόμενοι κακῶν τε καὶ ἀγαθῶν ἐκπίπτουσιν εἰς τὸ κακόν. ἐπειδὴ τοίνυν οὐκ ἀγνοίᾳ, ἀλλὰ γινώσκοντες ἁμαρτάνομεν, ταύτῃ σκοπητέον τοῦ βίου τὴν λύμην τίς | |
5 | ἐστιν: —MNAB οὐ κατὰ γνώμης: τῆς γνώσεως. οὐχ ἁμαρτίᾳ δὲ τῆς γνωστικῆς φύσεως ἁμαρτάνουσιν, ὅπου γε πολλοὶ αἰσθανόμενοι τὸ ἀγαθὸν προ‐ κρίνουσιν αὐτοῦ τὸ κακόν: —AB τὴν προαίρεσιν: —Mg | |
sch Hipp377 | πολλοῖς ὑπάρχει φρόνησις: —Mg | |
sch Hipp378 | οὕτως δή: —Mg | |
sch Hipp379 | τὰ χρήστ’ ἐπιστάμεσθα: δεῖξαι βούλεται τοῦτο ὅτι οὐκ ἀγνοίᾳ τοῦ καλοῦ τὸ κακὸν πράττομεν. ἅτινα μὲν οὖν χρηστὰ καὶ χρήσιμα τῷ βίῳ καθέστηκεν ἴσμεν, ἐκπονεῖν δὲ αὐτὰ οὐ θέλομεν δια‐ | |
φόροις ἡδοναῖς ἡττώμενοι. οἱ μὲν ἀπό τινος ἀργίας καὶ ὄκνου τοῦ ἐκ‐ | 51 in vol. 2 | |
5 | πονεῖν τὰ καλὰ, τὰ κακὰ μετέρχονται. ὅσῳ γὰρ δυσάλωτός ἐστιν ἡ ἀρετὴ, τοσούτῳ ἡ κακία εὐάλωτος. καὶ Ἡσίοδος [opp. 287. 289]· ‘τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἐστὶν ἑλέσθαι, τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν‘: —NAB | |
sch Hipp380 | οὐ τελειοῦμεν: —Mg ὑπὸ τοῦ ἔρωτος: —Mg | |
sch Hipp381 | οἱ δ’ ἡδονὴν προθέντες: καλῶς τὰς αἰσχρὰς ἡδονὰς ἀπε‐ σιώπησεν, ὡς ἤδη διὰ τούτων κἀκείνας σημάνασα. αὗται γὰρ ἐκείνων εἰσὶ τικτικαί. σχολὴ γὰρ καὶ ὁμιλία περισσὴ πεφύκασιν εἰς ἀπορρήτους ἡδονὰς προκαλεῖσθαι τὴν φύσιν. οὐ γὰρ δὴ μία, ἀλλὰ διάφοροι | |
5 | ἡδοναί εἰσιν. εἶτα μεταξὺ διηγεῖται τὰς ἀρχὰς τῶν κακῶν ἡδονῶν: — NAB προτιμήσαντες: —MgAgBg | |
sch Hipp383 | πολυλογίαι: —Mg ὁμιλίαι φλυαρίαι: —Ag ἡ σχολὴ ἡδεῖα μὲν τῇ ἀναπαύσει, ἐπιβλαβὴς δὲ τῷ ἐπιζημίῳ καὶ ἀργῷ τοῦ σώματος, διὸ καὶ τερπνὸν κακὸν εἶπεν: —MNAB | |
sch Hipp384 | αἰδώς τε· δισσαί: ταῖς αἰσχραῖς ἡδοναῖς συγκατηρίθμησε τὴν αἰσχρὰν αἰδῶ. διαφθείρει γὰρ τοὺς κεκτημένους, ὥσπερ κἀκεῖναι τοὺς ἐμπιστεύσαντας αὐταῖς ἑαυτοὺς ἀπολλύουσιν: —NAB | |
sch Hipp385 | ἡ δ’ ἄχθος οἴκων: τί φὴς, Εὐριπίδη, κακὴ ἡ αἰδώς; ναί φησιν ἔσθ’ ὅτε κακή. δισσαὶ γάρ εἰσιν αἰδοῖ. εἰ δὲ ᾔδειμεν εὐκαίρως | |
αἰδεῖσθαι, οὐκ ἂν δύο ἦσαν ἑνὶ ὀνόματι καλούμεναι. ἴσως δὲ τὸ Ὁμη‐ ρικὸν ἀνέγνω Εὐριπίδης [Ω 45]· ‘ἥ τ’ ἄνδρας μέγα σίνεται, ἣ δ’ ὀνί‐ | 52 in vol. 2 | |
5 | νησιν‘: —NAB ἄλλως: εἰ δ’ ὁ καιρὸς ἦν σαφής: ἐπεί φησιν Ὅμηρος μίαν μὲν εἶναι τὴν αἰδῶ, δισσὴν δὲ δύναμιν ἔχειν ‘αἰδὼς, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι‘, τὴν διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ διπλῆ διάνοια παρὰ τὴν ἡμετέραν γίνεται ἄγνοιαν. ἡμεῖς γὰρ οὐ κατὰ και‐ | |
10 | ρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδῶ. τὸ δὲ ταὔτ’ ἔχοντε γράμματα, οἷον· ἑνὶ ὀνόματι τόνῳ καὶ φθόγγῳ προσαγορευομένα: —NAB ἀκριβὴς φανερός: —Mg | |
sch Hipp386 | τὴν αὐτὴν ἐπωνυμίαν: —Mg | |
sch Hipp387 | ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω: ἐπειδὴ τοίνυν τὴν φύσιν ἑκάστου πράγματος ἐτύγχανον γινώσκουσα καὶ πόθεν οἱ ἄνθρωποι τὸν βίον ἑαυτῶν διαφθείρουσιν, ἐνόμιζον τοῦτο ὅτι οὐκ ἔστιν μοι οὐδεμία πρόφασις οὕτως ἰσχυρὰ οὐδὲ δέλεαρ τοιοῦτον, ὅπερ ἐκ τῶν φρενῶν καὶ | |
5 | τῆς τοσαύτης σωφροσύνης μεταστήσει ἐμὲ εἰς πορνείαν. οὐκ ἀπεικότως δὲ τοῦτό φησιν, ἀλλὰ πρὸς πλείονα δεῖξιν τοῦ μὴ μόνον οὐ κατὰ φύσιν, ἀλλὰ καὶ παρ’ ἐλπίδα νοσεῖν ἔρωτα: —NAB τὴν εὐσχημοσύνην φρονοῦσα: —Mi | |
sch Hipp388 | † οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ: οὐκ ἔστι, φάρμακον δηλονότι, ὁποίῳ φθαρῆναι ἐδόκουν. οὐκ ἦν ἰσχυρὸν δέλεαρ, ὅπερ ἔμελλε μετα‐ βάλλειν τὴν σωφροσύνην: —B | |
sch Hipp389 | τὸ ἐναντίον: —Mg | |
sch Hipp391 | ἐπεί μ’ ἔρως ἔτρωσεν: τὸ λοιπὸν καταστατικώτερον αὐτὴν τὴν διοίκησιν τῆς νόσου διηγεῖται. ἠρξάμην μὲν οὖν, φησὶν, ἐκ τοῦδε, σιγᾶν, ἵνα διὰ τῆς ἡσυχίας λήθη μοι γένηται: —B | 53 in vol. 2 |
sch Hipp394 | γλώσσῃ γὰρ οὐδὲν πιστόν: ἔοικε τὸ συμβαῖνον ἐκ τῆς γλώσσης δι’ ἄλλων τῇ γλώσσῃ προστεθεικέναι, καθὸ πολλάκις τῶν ἀκουόντων ἀπίστων γινομένων αὕτη τῆς προδοσίας αἰτία νομίζεται. ἄμεινον, φησὶν, ἡγησάμην τὸ σιωπᾶν, εὐλαβουμένη μὴ γλῶσσαν κτή‐ | |
5 | σωμαι σύμβουλον, λόγῳ μὲν ἐπαινοῦσαν τὰς ἀρετὰς, ἔργῳ δὲ ἀκόλαστον. δάκνει γὰρ τὸ παραινούμενον, ὅταν τις ‘ἕτερον κεύθῃ ἐνὶ φρενὶ, ἄλλο δὲ εἴπῃ [Ι 313]‘: —NAB | |
sch Hipp397 | τὴν πορνείαν, ἐπεὶ καὶ τὸ ἐναντίον σωφροσύνη καλεῖται ἐν ᾗ σῴζομεν τὰς φρένας: —MB τὸν ἔρωτα: —Mg | |
sch Hipp399 | τρίτον δ’ ἐπειδή: ἐπειδὴ τοῖς δύο τρόποις οὐδὲν ἤνυον πρὸς ἐγκράτειαν τοῦ ἔρωτος οὔτε τῇ σιωπῇ οὔτε τῇ σωφροσύνῃ, ἔδοξέ μοι ἀποθανεῖν: —MNAB | |
sch Hipp401 | κράτιστον, οὐδεὶς ἀντερεῖ: ὡς οὐ καλῶς βουλευθεῖσιν οἷς ἐσκεψάμην, σιωπᾶν καὶ σωφρονεῖν ἢ ἀποθανεῖν: —NAB ἀντιλέξει: —MgAg | |
sch Hipp402 | Καλλίμαχος [frg. 422]· ‘ἄγνωτον μηδὲν ἔχοιμι καλόν‘: —A m. recentiss. | |
sch Hipp404 | τὸν ἔρωτα: —Mg | |
sch Hipp405 | γυνὴ δὲ πρὸς τοῖσδ’ οὖσα: τὸ ἑξῆς· 〈πρὸσ〉 τοῖσδε δὲ οὖσα γυνὴ προσῄδειν τὴν νόσον ταύτην δυσκλεᾶ καὶ τὸ ἔργον τῆς πορνείας | |
μίσημα ὂν παρὰ πᾶσι. τὸ δὲ γυνὴ οὖσα, ἐπειδὴ μάλιστα αἱ γυναῖκες μισεῖν ὀφείλουσι τὴν πορνείαν, αἱ μὲν δι’ αὐτὴν μεμισημέναι ἀνδράσι τε | 54 in vol. 2 | |
5 | καὶ γυναιξὶν, αἱ δὲ φεύγουσαι τὴν ἐξ αὐτῆς αἰσχύνην: —NAB ἐγίγνωσκον: καὶ τοῦτο οὐχ ἁπλῇ γνώσει ἔξωθεν ἠπιστάμην, ἀλλὰ καὶ γυνὴ πεφυκυῖα ἀκριβῶς εἶχον τοῦ μίσους τούτου τὴν γνῶσιν, ὥστε καὶ μέχρι τοῦ νῦν, καίτοι νοσοῦσα καὶ νικωμένη τῷ πάθει, ἡδέως ἂν καταρασαίμην τῇ πρώτῃ πορνευσάσῃ: —NAB | |
sch Hipp406 | μίσημα πᾶσιν: ἀκριβῶς ἔγνω ὁ Εὐριπίδης τὴν ῥίζαν τῆς πορνείας ἄνωθεν ἐξ εὐγενίδων συστᾶσαν τῷ ἐξαπλοῦσθαι εἰς πολλὰς τὸ κακόν. εἰ γὰρ ἐβεβλαστήκει ἐξ εὐτελῶν, ταχέως ἂν ἐξεκέκοπτο καὶ οὐκ ἐζηλοῦτο: —NAB | |
sch Hipp407 | ἥτις πρὸς ἄνδρας: Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ τῷ Περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν [II p. 1] λέγει εἶναι τὰς πρῶτον πορνευσάσας θυγατέρας τοῦ Εὐρυπύλου, οὐ τοῦ Κῴου, ἀλλὰ ἄλλου τινός. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν Μορφὴ καὶ Κλυτή. ὡς φιλόσοφος δὲ | |
5 | συμβάλλει τοῦτο ὅτι εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκαλεῖται, ἀλλὰ καὶ ἐκ τοῦ ἐπιζηλωθῆναι τὸ ἁμάρτημα μὴ ἐξ εὐτελοῦς τινος γινόμενον: —NAB | |
sch Hipp411 | ὅταν γὰρ αἰσχρά: ἐστοχάσατο τὸ τοιοῦτον οὐ μόνον ἀπὸ τῆς κολακείας, ἀλλὰ καὶ ἐκ τῆς τῶν ἁμαρτανόντων ἀξιοπιστίας. ὅταν γὰρ, φησὶν, αἰσχρὰ ποιῶσιν αἱ βέλτισται, πάντως αἱ εὐτελεῖς μιμοῦνται καὶ ἀκολουθοῦσιν ἐκείναις. εἰ γὰρ τοῖς ἀγαθοῖς τὰ αἰσχρὰ νομίζεται | |
5 | καλά, πολλῷ μᾶλλον τοῖς κακοῖς: —MNAB | |
sch Hipp413 | μισῶ δὲ καὶ τὰς σώφρονας: μισῶ δὲ καὶ τὰς λόγῳ μὲν τὴν σωφροσύνην μετιούσας, ἔργῳ δὲ τὰ κακὰ πραττούσας: —NABi | |
sch Hipp415 | αἳ πῶς ποτ’, ὦ δέσποινα: αἵτινες ἆρα πῶς τολμῶσιν ὁρᾶν τοὺς ἄνδρας; μόνον οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων 〈τὸν〉 παρὰ φύσιν ἔλεγχον δεδοικυῖαι. τὴν νύκτα. θεὸς γὰρ οὖσα θεοῖς ἀνάκειται: —NAB | 55 in vol. 2 |
5 | στενακτικὸν καὶ σχετλιαστικόν: —Mg | |
sch Hipp417 | πῶς οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων τὸν παρὰ φύσιν ἔλεγχον δεδοίκασιν: —MNBi | |
sch Hipp418 | τὰ στέγη τῶν οἴκων: —Mg | |
sch Hipp420 | φωραθῶ: —Mg | |
sch Hipp421 | ἀπὸ κοινοῦ τὸ αἰσχύνασα: —M | |
sch Hipp426 | μόνον δὲ τοῦτό φας’: ὁ βίος ἥδεται τοῖς πονηροῖς· ὡς Μένανδρος [frg. 223] ‘πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων· δεύτερα ὁ συκο‐ φάντης, ὁ κακοήθης τρίτα λέγει‘. παλαίει οὖν τῷ βίῳ καὶ ἁμιλλᾶται, ὃς ἂν βούληται δικαιοπραγεῖν, τῷ διαφωνεῖν πρὸς τὴν κοινὴν πολιτείαν. ἢ | |
5 | ἐπειδὴ οἱ φαῦλοι, ὅταν περὶ δικαιοπραγοῦς τινος ἀκούωσι, ζητοῦσιν αὐτὸν παντὶ τρόπῳ ὑποσκελίσαι. παλαίει οὖν τοῖς φαύλοις ὁ ἀγαθός: —NAB ἄλλως: μόνον τοῦτο νικᾷ, φησὶ, τὸν βίον καὶ οὐκ ἀποκαλύπτεται ὑπ’ αὐτοῦ, ἀλλὰ καὶ μετὰ θάνατον λάμπει, τὸ τῆς σωφροσύνης. τοὺς γὰρ ἀκολάστους ἐλέγχει καὶ δειγματίζει ὁ χρόνος, ὡς καὶ παρθένον | |
10 | κάτοπτρον. ὥστε δεῖ με μὴ τοῦ παρόντος μόνον ἀντιποιήσασθαι. ἀλλὰ καὶ τοῦ μετὰ ταῦτα: —NAB ἄλλως: μόνον δὲ τοῦτο: τὸ κεκτῆσθαι διάνοιαν ἀγαθὴν, ὡς εἰ ἔλεγεν ὅτι ἀθάνατόν τέ ἐστι καὶ εἰς ὅλον τὸν βίον μνημονεύεται. δεῖ με οὖν μὴ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοήσασθαι, εἰδυῖαν | |
15 | ὅτι, ὥσπερ τοὺς ἀγαθοὺς ἐπιβεβαιοῖ, τοσοῦτον τοὺς πονηροὺς ἐλέγχει ὁ χρόνος. κατόπτρῳ δὲ παρείκασεν τὰ ἐν τῷ προϊόντι χρόνῳ φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων, καθὸ παρελθόντων τῶν ἔργων αὐτῶν ὥσπερ ἐν κατόπτρῳ τεκμήρια καὶ σκιὰς τῶν παλαιῶν [αὐτῶν] ὁρῶμεν ἁμαρτημάτων: —NAB | 56 in vol. 2 |
20 | παλαίειν ἀνταγωνίζεσθαι: —M | |
sch Hipp427 | γνώμην δικαίαν: θαυμασίως ἄγαν ἀπολύτως ἐχρήσατο ὅτῳ παρῇ, 〈τοῦ δικαίου〉 οὐ διαστολὴν ἐπιδεχομένου πλουσίου καὶ πένητος ἢ εὐγενοῦς καὶ εὐτελοῦς, ἀλλὰ καθολικωτέρου ὑπάρχοντος ἐπὶ πάντων: —NAB | |
sch Hipp428 | κακοὺς δὲ θνητῶν: τινὲς οὕτως τὸ ἑξῆς· τοὺς κακοὺς τῶν θνητῶν ἐλέγχει ὁ χρόνος, ὅταν τύχῃ προθεὶς τὸ κάτοπτρον αὐτοῖς ὡς παρ‐ θένῳ νέᾳ, τουτέστιν ὅταν τύχῃ αὐτοὺς ἐλέγχων καὶ φανεροποιῶν: —MNAB | |
sch Hipp429 | προθεὶς κάτοπτρον: κατόπτρῳ εἰκάζει τὰ ἐν τῷ χρόνῳ προϊόντι φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων. ὥσπερ ἐν κατόπτρῳ τεκμήρια ὁρῶμεν τῆς ἀληθείας: —NA | |
sch Hipp431 | θαυμαστικὸν τὸ φεῦ: —Mi | |
sch Hipp432 | τιμὴν ἀγαθήν: —Mg | |
sch Hipp433 | δέσποιν’, ἐμοί τοι συμφορά: ἐμοὶ, φησὶν, ἀρτίως ἡ σὴ συμφορὰ ἀγγελθεῖσα δεινὸν φόβον ἐνέβαλεν: —NAB ἄλλως: καλῶς ἐμιμήσατο τὸ τῶν γραῶν παλίμβολον· ὑπερφο‐ βοῦνται γὰρ καὶ θρασύνονται ταῖς συμφοραῖς: —NAB | |
sch Hipp435 | νῦν δ’ ἐννοοῦμαι φαῦλος: ἀντὶ τοῦ· μωρὰ οὖσα. νῦν δὲ δεύτερον, εἰ καὶ εὐτελής τίς εἰμι, ἐνεθυμήθην. καθόλου γὰρ [ὅτι] ἀνθρώποις αἱ δεύτεραι [τῶν ἄλλων ἀνθρώπων] βουλαὶ τῶν πρώτων εἰσὶ χρησιμώτεραι: —NA | |
5 | ἄλλως: εἰ καί τις εὐτελὴς τυγχάνω τὴν γνώμην καὶ οὐκ ἀπ’ ἐμαυτῆς ὀφείλουσα στοχάζεσθαι, ὅμως εὗρον ὅτι παρὰ πᾶσιν ἀνθρώποις ἀκριβέστεραί εἰσιν αἱ ἐπισκέψεις καὶ αἱ δεύτεραι γνῶμαι: —NAB λογίζομαι: —Mg ἀσύνετος: —Mg | 57 in vol. 2 |
sch Hipp437 | οὐ γὰρ περισσὸν οὐδέν: ἀντὶ τοῦ παράλογον παράδο‐ ξον: —NABi οὐδὲν ἔπαθες περισσὸν ὧν πάσχομεν πάντες. τοῦτο πρὸς παρα‐ μυθίαν, ὡς μὴ νοσούσης αὐτῆς ἐξ ἰδίας φύσεως τὸν ἔρωτα. μὴ οὖν, φησὶ, | |
5 | διεργάσῃ σαυτὴν, ἀλλὰ συγγίνωσκε τῷ πάθει, βιαζομένη παρὰ τοῦ κρείσ‐ σονος, ἄλλως τε καὶ τῶν πολλῶν ἐκ φύσεως αὐτὸ νοσούντων: —NAB | |
sch Hipp438 | ἀγανακτήσεις: —Mg | |
sch Hipp441 | ....... οὐ λυ〈σιτελεῖ〉 ..................... ἐρῶσι καὶ ὅσοι μέλ〈λουσιν〉 ἐρᾶν εἰ ὁ ἔρως αὐτοῖς θάνατον προξενεῖ: —M τοῦτο ἐκ τοῦ καθολικωτέρου. ὄντως οὐ λυσιτελεῖ, [οὐ χρὴ], οὐ συμφέρει, φησὶ, τοῖς τῶν πλησίον ἐρῶσι καὶ ὅσοι μέλλουσιν ἐρᾶν, εἰ | |
5 | χρεὼν αὐτοῖς ἐστι τοῦ θανεῖν: —B οὐκ ἄρα γ’ οὐ δεῖ: λείπει τὸ ἐρᾶν. ὁ δὲ λόγος· οὔτε τοῖς νῦν ἐρῶσιν οὔτε τοῖς μέλλουσιν ἐρᾶν λυσιτελεῖ τὸ ἐρᾶν, εἴπερ ἀντὶ τῶν ἐρω‐ μένων ἀπολαύσουσι θανάτου, οὐκ ἐπ’ ἀνύσει τοῦ ἔρωτος, ἀλλ’ ἐπὶ θα‐ νάτῳ ἐρῶντες. ἐκ τοῦ καθολικοῦ δὲ πάθους τὸ ἴδιον δυσχερὲς θεραπεύε‐ | |
10 | ται καὶ τῷ ἁπλουστέρῳ ὀνόματι τοῦ ἔρωτος καλύπτει τὸ αἰσχρόν: —A | |
sch Hipp442 | ἐὰν πρὸς θάνατον ἐρῶσιν: —Mg | |
sch Hipp443 | Κύπρις γὰρ οὐ φορητός: ἐπεξηγεῖται πῶς δεῖ φέρειν πολ‐ λὴν ῥεύσασαν τὴν θεὸν, ὑπείκοντα μᾶλλον οὐδὲ ἀνθοπλιζόμενον. οἶδε γὰρ [ἄρα] ὑποχωροῦσιν ὑπείκειν ἡ θεός: —NAB ἄλλως: οὐκ ἔστιν δυνατὸν βαστάσαι τὴν Κύπριν μεγάλως ἐπερχο‐ | |
5 | μένην, ὅτι χρὴ εἴκειν μᾶλλον τῇ Ἀφροδίτῃ ἢ ἀντιμάχεσθαι αὐτῇ: —NAB | 58 in vol. 2 |
sch Hipp446 | ὅσῳ γὰρ ἀρνεῖταί τις τῆς θεοῦ τὴν δυναστείαν, τοσούτῳ μᾶλ‐ λον εἰς αὐτὸν ἐπιδείκνυται τὴν ἀνδραγαθίαν. καὶ στοχάζου μοι τῆς τι‐ μωρίας τὴν ὑπερβολήν. κρείσσων γάρ ἐστι [τῆς τοῦ] λόγου διηγήσεως. τοῦτο γὰρ δηλοῖ τὸ πῶς δοκεῖς: —MNAB | |
5 | λίαν: —Mg | |
sch Hipp447 | φοιτᾷ δ’ ἀν’ αἰθέρα: ἐντεῦθεν ἄρχεται τὸ τῆς Ἀφροδίτης αὐξάνειν μέγεθος. ἐν θαλάσσῃ δὲ αὐτήν φησιν ἤτοι ἐπεὶ ἀφρογενής ἐστιν ἢ ἐπεὶ καὶ τὰ ἐν θαλάσσῃ ἀφροδισιάζει, καὶ ἔοικεν ἐκ τοῦ παρα‐ δόξου σεσημειωκέναι τὸ ὁμολογούμενον, φημὶ δὴ τὸ ἐπὶ γῆς εἶναι τὴν | |
5 | θεόν: —NAB | |
sch Hipp450 | γεννήματα: —Mg | |
sch Hipp452 | ἀντὶ τοῦ μέμνηνται: —MiBi ἐν τοῖς λόγοις τῶν συγγραφέων: —Mg | |
sch Hipp455 | ἡ καλλιφεγγὴς Κέφαλον: Κέφαλος εἷς ἐστι τῶν † ἐξ ἐν‐ δυμίονος ἔγγονος, γαμεῖ δὲ Πρόκριν τὴν Ἀθηναίαν. ὅτι δὲ Κέφαλον ἡ Ἠὼς ἥρπασε διὰ κάλλος, καὶ Ὅμηρος εἴρηκεν [ἦν δὲ ὁ Κέφαλος Δηιο‐ νέως παῖς]: —NAB | |
sch Hipp456 | ἔρωτος οὕνεκ’: ταῦτα δυσωπητικῶς λέγει. ἤδη μὲν γὰρ ἐκ τοῦ μείζονος προκατεσκεύασεν εἰποῦσα καὶ θεοὺς ἐρᾶν. λοιπὸν δὲ καὶ τὸ δύσφορον καὶ τὸ μωρὸν αὐτῆς ἐλέγχει: —NAB | |
sch Hipp457 | ναίουσι κοὐ φεύγουσιν: οὐκ ἀφίστανται καὶ πρὸς τοὺς οἰκείους παραγίνονται, ἀλλὰ σὺν τοῖς θεοῖς διατρίβουσιν. ἢ ἐπὶ τῶν ἐρώντων θεῶν· καὶ οὐ φεύγουσι τὴν δίαιταν τὴν μετὰ τῶν ἄλλων θεῶν αἰδούμενοι ὅτι | |
ἐρῶσι. κοινὸν γὰρ κατὰ πάντων συμβαίνει τὸ τοῦ ἔρωτος πάθος: —NAB | 59 in vol. 2 | |
5 | πορρωτάτω: —Mg | |
sch Hipp459 | σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν ς’: ἐπὶ συνθήκαις. ἐχρῆν τὸν πατέρα σου γεννῆσαί σε ἐπὶ ὡρισμένοις, ἢ ἐπ’ ἄλλοις δεσπόταις θεοῖς: —NAB ὁμολογίαις: —Mg | |
sch Hipp461 | † εἰ μὴ τούσδε γε στέρξεις νόμους: εἰ μὴ ἔμελλες καὶ αὐτὴ κατὰ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους ὑποκεῖσθαι καὶ δουλεύειν τοῖς θεοῖς πᾶσιν ἐπίσης [δηλαδὴ πᾶσιν ἀνθρώποις], ἐχρῆν τὸν γεννῶντά σε πατέρα ἐπὶ ὡρισμένοις τισί σε προαγαγεῖν καὶ μὴ κατὰ τὸ κοινὸν τῶν | |
5 | ἀνθρώπων, οἷον· οὕτω σε γεννῆσαι ὥστε ὡρίσθαι σε τοῖσδε μὲν ὑποκει‐ μένην θεοῖς ἢ καὶ πάθεσιν ἀνθρωπίνοις, τοῖσδε δὲ μή: —A ὑπομενεῖς: —Mg | |
sch Hipp462 | πόσους δοκεῖς: ἕως τοῦ εὖ φρονεῖν καὶ οὐχ ὑπ’ ἀγνοίας ἀνεξικακοῦντας, ἵνα μὴ τοῦτο ἀντιθῇς: —NAB | |
sch Hipp463 | νοσοῦνθ’ ὁρῶντας: μὴ δοκεῖν ὁρᾶν τὰ πταίσματα, τῇ κοινῇ δυναστείᾳ τοῦ ἔρωτος συγγινώσκοντας: —NAB | |
sch Hipp464 | πόσους δὲ παισὶ πατέρας: πόσους δὲ οἴει πατέρας τοῖς παισὶν ἡμαρτηκόσι δι’ ἔρωτα συμβαστάζειν [αὐτοῖς] τὴν παρὰ τῆς Ἀφρο‐ δίτης νόσον καὶ τοσοῦτον ἀπέχειν τοῦ μέμφεσθαι ὥστε καὶ συγκάμνειν εἰς τοὺς ἔρωτας αὐτοῖς. τὸ γὰρ ἐλέγχειν τὰ τοιαῦτα οὐδὲν 〈ἕτερόν〉 | |
5 | ἐστιν ἢ συμφορὰν ὀνειδίζειν: —NAB | |
sch Hipp465 | τὸ γνωμικὸν ἐπήνεγκεν πρὸς τὸ μὴ δοκεῖν ὁρᾶν: καὶ 〈κατὰ〉 τοῦτο πολλοὶ ὁρῶντες τὰ λέχη νοσοῦντα οὐκ ἐξελέγχουσι, νομίζοντες συμ‐ | |
φορὰν 〈ἂν〉 ὀνειδίζειν. τὸ δὲ τῆς στιγμῆς ἀμφιβόλως ἔχει· ἤτοι γὰρ ἐπὶ τοῦ θνητῶν ὑποστικτέον, ἵν’ ᾖ· ἓν γὰρ τῶν σοφῶν τοῦ ἀνθρώπου τοῦτό | 60 in vol. 2 | |
5 | ἐστι, τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι τοῦ πλησίον τὰ μὴ καλά, 〈τὰ〉 ἁμαρτήματα· τὸ γὰρ ἐξελέγχειν τὰ τοιαῦτά 〈ἐστιν〉 ἄντικρυς ὀνειδίζειν συμφοράν. ἢ ἐπὶ τοῦ ἐστί ὑποστικτέον, 〈ἵν’ ᾖ〉 ὁ νοῦς· ἐν γὰρ τοῖς σοφοῖς ἔνεστι τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι θνητῶν τὰ μὴ καλά. βελτίων δὲ ἡ προκειμένη ἐξήγησις: —N | |
sch Hipp467 | οὐδ’ ἐκπονεῖν τοι χρή: οὐδὲ καταπονεῖσθαι δεῖ πάνυ τοὺς ἀνθρώπους ἀντέχοντας πρὸς τὸν ἔρωτα: —NAB † ἄλλως: ἐνταῦθα τὸ ἐκπονεῖν λίαν τὸν βίον τοιοῦτόν ἐστιν ὡς οὐ χρὴ τὸν ἄνθρωπον βιάζειν ἑαυτὸν ὥστε ὑπερανέχειν τήν τε ἀναγκά‐ | |
5 | ζουσαν φύσιν καὶ τὰ συμπίπτοντα 〈πάθη〉. τὸ γὰρ ἐκπονεῖν τοιαύτην ἔχει σημασίαν, τὸ λίαν 〈πονοῦντα〉 σπεύδειν κερδαίνειν. δεῖ γὰρ ποτὲ μὲν ἐκτείνειν πόνοις τὸ σῶμα, ποτὲ δὲ ἀνιέναι. τὸ δ’ ἐκπονεῖν ἤτοι ἀεὶ ἐθέλειν πονεῖν οὐ πρὸς καλοῦ τοῖς ἀνθρώποις: —A | |
sch Hipp468 | οὐδὲ στέγην γάρ: οὐδὲ στέγην γὰρ ὑφ’ ἧς οἱ δόμοι κατηρε‐ φεῖς γίνονται, καλῶς ἀκριβώσειαν, ἀντὶ τοῦ· 〈οὐδ’ ἂν〉 τέκτονες τὸ μέτρον τοῦ διαστήματος τῶν δοκῶν φυλάξειαν ὡς μήτε ἐκείνην πολὺ ἀπέχειν μήτε τὴν ἄλλην πλησιάζειν. εἶτα πρὸς μὲν ξύλων συνθέσεις καὶ κανόνας | |
5 | εὐσυνθέτους οὐκ ἐφίκετο τῆς ἀκριβείας ἡ τέχνη· σὺ δὲ τηλικαύτην συμ‐ φορὰν ἀπταίστως βούλει παραδραμεῖν: —NAB | |
sch Hipp469 | εἰς δὲ τὴν τύχην: εἰς δὲ πέλαγος ἄδηλον τῆς τύχης εἰσ‐ | |
πεσοῦσα πῶς δοκεῖς ἐκκολυμβῆσαι; οἰκειότατα δὲ τῇ λέξει κέχρηται ὡς ἐπὶ πελάγους καὶ χειμῶνος. ἀκολούθως δὲ καὶ τῷ πεσοῦσα πρὸς τὴν μεταφορὰν ἐχρήσατο: —NAB | 61 in vol. 2 | |
sch Hipp470 | πολλήν: —Mg ζῆσαι: —Mg | |
sch Hipp471 | ἀλλ’ εἰ τὰ πλείω: ἀλλ’ ἐὰν ἔχῃς περισσότερα καλὰ καὶ ὀλι‐ γώτερα κακά, ἄνθρωπος οὖσα καλῶς πράξειας ἄν: —NAB | |
sch Hipp473 | ἀλλ’ ὦ φίλη παῖ: τῶν δυσφορουσῶν καὶ ὑπὲρ φύσιν φθεγ‐ γομένων καὶ ἐπ’ ἔρωτι θάνατον μηχανωμένων. τὸ γὰρ ἀρχόμενόν τινα δυσφορεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ κρείσσονα ἑαυτὸν νοεῖν τοῦ κρατοῦντος καὶ τὴν δεσποτείαν ἄδικον εἶναι λέγειν: —NAB | |
sch Hipp475 | τάδ’ ἐστὶ, κρείσσω: ἢ καθὸ μὴ βούλεται ὑποκεῖσθαι τῇ Ἀφροδίτῃ, ἢ ἐπεὶ καὶ οἱ θεοὶ πολλάκις ἐρῶσιν, ὡς καὶ ἡ γραῦς ἔφη. διὰ τούτου δὲ θεραπεύει τὴν ὑποψίαν τῆς αἰσχρότητος, εἰς θειοτέραν ἀνάγκην τὸ ἀκούσιον τῆς γνώμης ἀναφέρουσα: —NAB | |
sch Hipp476 | ὑπόμενε: —Mg | |
sch Hipp477 | νοσοῦσα δ’ εὖ πως: καλῶς σαυτὴν διάθες καὶ γενναίως φέρε αὐτήν. οἷον· μὴ ἡττῶ τῇ νόσῳ, ἀλλὰ γενναίαζε: —NAB ἄλλως: καλῶς πως σαυτὴν διάθες. ἢ καλῶς διατίθει τὴν νόσον καὶ ὑπόταττε σαυτήν. οἷον· μὴ ἡττῶ τῆς νόσου, ἀλλὰ γενναίως | |
5 | φέρε καὶ ἐπὶ πέρας ἄγε αὐτήν: —NAB | |
sch Hipp478 | ἐπᾴσματα: —Mg | |
sch Hipp480 | ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες: βραδέως ἂν οἱ ἄνδρες διανοη‐ θεῖεν περί τινος, εἰ μὴ ἡμεῖς αἱ γυναῖκες μηχανὰς εὑρήσομεν. εἰ γὰρ αἱ γυναῖκες ἀπορήσομεν πανουργιῶν, πόσῳ μᾶλλον οὐκ εἰς ἔσχα‐ | |
τον ἀμηχανίας περιπεσοῦνται οἱ ἄνδρες; ὥσπερ γὰρ τὸ νοῦν ἔχειν δέ‐ | 62 in vol. 2 | |
5 | δοται τοῖς ἀνδράσιν, οὕτως τὸ πανουργεῖν καὶ μηχανὰς ἐξευρίσκειν ταῖς γυναιξί: —NAB ὄντως γάρ. οὐδόλως οὐδέποτε: —M | |
sch Hipp482 | Φαίδρα, λέγει μέν: πρὸς μὲν τὴν παροῦσαν, φησὶ, συμφορὰν τοῦ ἔρωτος χρησιμώτερά σου λέγει ἡ τροφὸς, ᾗ σὺ μὲν ἐκβάλλεις σαυτὴν ζωῆς, ἡ δὲ τὸ ζῆν σοι προξενεῖ. σὲ δὲ, φησὶν, ὅμως ἐπαινῶ τῆς σωφροσύνης. συγκριτικῶς δὲ εἶπε τὸ | |
5 | δυστυχέστερος, ὡς ἂν ἀμφοτέρων τῶν λόγων τὸ δυστυχὲς κεκτη‐ μένων, τοῦ μὲν διὰ τὴν αἰσχύνην, τοῦ δὲ διὰ τὸν θάνατον. ἐμφαντικώτερον δὲ καὶ ἀλγίονα εἶπεν 〈τὸν〉 ἔπαινον τὸν οὐχ ἡδονὴν κατὰ τοὺς ἄλλους ἐπαίνους, ἀλλὰ θάνατον προξενοῦντα τοῖς ἀκούου‐ σιν: —NAB | |
10 | τὴν μὲν αἰνεῖ τὴν δὲ θαυμάζει ...... ἕνεκεν τῆς σωφροσύνης ὁ ................ 〈σω〉φροσύνης: —M Φαίδρα: τὴν μὲν αἰνεῖ διὰ τὸ χρήσιμον καὶ πιθανὸν τῆς γνώμης, τὴν δὲ θαυμάζει διὰ τὸ βέβαιον τῆς σωφροσύνης: —NBi | |
sch Hipp484 | ὁ δ’ αἶνος οὗτος: ἴσθι μέντοι τοῦτο ὅτι ὁ ἔπαινος τῆς σωφροσύνης ὁ παρ’ ἐμοῦ λεγόμενος, εἰ καὶ καλλίων ἐστὶ τῶν ταύ‐ της λόγων, ἀλλ’ οὖν γε δυστυχέστερος αὐτῶν, καθὸ θάνατόν σοι προξενεῖ. διὰ τοῦτο εἰκότως 〈ἂν〉 εἴη σοι λυπηρὸς ἀκούειν, εἰς ἀπώ‐ | |
5 | λειάν σε προτρεπόμενος. ἀλγίονα δὲ ἔφη τὸν ἔπαινον ὡς ἂν μη‐ δὲ ἐπαίνου φύσιν εἰληχότα. οἱ γὰρ ἔπαινοι ἥδουσι τοὺς ἐπαινουμέ‐ νους: —NAB | |
sch Hipp486 | τοῦτ’ ἔσθ’ ὃ θνητῶν: μάλιστα τὰς πολιτείας τοῦτο ἀπόλ‐ λυσι, τὸ τὰ κεχαρισμένα τῷ δήμῳ λέγειν πρὸς τὴν ἰδίαν σύστασιν. ὅταν γὰρ ἁμαρτάνοντί τινι μὴ πρὸς σωτηρίαν, ἀλλὰ πρὸς αὔξησιν τῆς | |
ἁμαρτίας συμβουλεύῃ τις, οὗτος διὰ τῶν ἡδέων λόγων ἀπόλλυσι τὸν | 63 in vol. 2 | |
5 | ἁμαρτάνοντα. οἱ ἡδεῖς γὰρ λόγοι καὶ πλανητικοὶ ἀπολλύουσι τὰς καλῶς οἰκουμένας πόλεις καὶ τοὺς οἴκους: —NAB | |
sch Hipp488 | διαβάλλει τὴν φύσιν τῶν ἡδέων ὡς ἄχρι τῆς ἀκοῆς τὸ χρή‐ σιμον ἐχόντων. οὐ γὰρ τὰ πρὸς ἡδονὴν δεῖ λέγειν, ἀλλὰ τὰ πρὸς δόξαν: —NAgBi | |
sch Hipp490 | ἀλαζονεύεις: —Mg οὐ χρεία ἐστὶν εὐσχημο〈σύνησ〉, ἀλλ’ ἀνδρός: —M | |
sch Hipp491 | ὡς τάχος διϊστέον: διαγνωστέον πειρατέον. ὁ δὲ νοῦς· ἀλλὰ πειρατέον τῆς γνώμης τοῦ Ἱππολύτου, ποῖος ἔσται πρὸς τὰ λεγό‐ μενα: —NAB | |
sch Hipp492 | τὸν εὐθὺν ἐξειπόντας: ἐκ γὰρ τῆς συντόμου ὁμιλίας ἐλεή‐ σειεν ἂν τὸ τῆς φύσεως αἰφνίδιον νόσημα καὶ οὐκ ἂν ἐκ τοῦ ποικίλου τῆς ἀπαγγελίας ὡς ἐθάδα σε τῆς νόσου μισήσειεν: —NAB τὸν ἁπλοῦν κα〈ὶ σύντομον καὶ ἀ〉ληθινόν: —M | |
sch Hipp496 | πρὸς τ〈ὴν εὐν〉ήν: —M | |
sch Hipp497 | οὐκ ἐπίφθονον: σῶσαι βίον: —N οὐκ ἐπίφθονον τόδε: ἀντὶ τοῦ· 〈οὐ〉 νεμεσητὸν οὐδὲ μεμπτὸν τὸ σῶσαι τὸν βίον διὰ τῆς ἐκπληρώσεως τοῦ ἔρωτος, εἴγε δεύτερα πάντα τῆς σωτηρίας ἡγούμεθα: —NABi | |
sch Hipp499 | καὶ μὴ μεθήσεις: ἀπειρηκυῖα τοῖς σοφίσμασι τῆς γραὸς παρακαλεῖ μηκέτι περὶ τοιούτων γυμνάζειν μηδὲ λέγειν ὅτι καλῶς καὶ μετρίως ὑπείργασται αὐτὴν ὁ ἔρως ** οὐ παράλογος οὐδὲ ἄξιος θα‐ νάτου: —NAB | |
sch Hipp500 | αἰσχρὰ μὲν τὰ λεχθέντα: —M αἴσχρ’ ἀλλ’ ἀμείνω: παρὰ μὲν ἑτέρῳ τινὶ μὴ ἐρῶντι αἰσχρὰ 〈ἂν〉 νομισθείη, παρὰ σοὶ δὲ βελτίω εἰσὶ τῶν παρὰ σοῦ καλῶς λεγομένων, καθὸ τὰ μὲν θάνατον, τὰ δὲ σωτηρίαν σοι περιποιεῖ. πρὸς πλείονα δὲ | 64 in vol. 2 |
5 | πειθὼ τὸ μὲν ἔργον, τὸ δὲ ὄνομα ἐκάλεσεν, ὡς τοῦ μὲν τῇ ἀληθείᾳ σωτηρίαν ἔχοντος, τοῦ δὲ τὸ ἐπάγγελμα ἐν φήμῃ καὶ ἀμφιβολίᾳ τοῖς ἔξωθεν: —NAB ἄλλως: τὰ δοκοῦντά σοι αἰσχρὰ εἶναι τῶν καλῶν λόγων κρείσσονά εἰσιν. ἢ αἰσχρὰ μὲν τὰ λεχθέντα τῷ προστυχόντι, σοὶ μέντοι νο‐ | |
10 | σούσῃ τὸν ἔρωτα βελτίονα: —NAB | |
sch Hipp501 | τὸ αἰσχρὸν ἔργον: —Mg | |
sch Hipp502 | ἀλαζονευομένη: —Mg | |
sch Hipp503 | εὖ λέγεις γάρ: καλῶς μὲν λέγεις καὶ πιθανῶς, αἰσχρὰ δέ ἐστι τῇ φύσει τὰ λεγόμενα καὶ μή γε πρὸς θεῶν πέρα προβῇς τι τῶν λόγων τούτων μηδὲ σοφιζομένη λέγε, ὅτι καλῶς ὑπείργασμαι καὶ ὑπο‐ θάλπομαι τὴν ψυχὴν, καὶ καρτερῶ τῷ ἔρωτι, καὶ οὐδὲν ἡμᾶς ἔβλαψεν | |
5 | ἄξιον θανάτου: —NAB διὰ μέσου: —Mg | |
sch Hipp505 | τὰ αἰσχρὰ δ’ ἢν λέγῃς: ὅταν δὲ τὰ αἰσχρὰ πιθανῶς λέ‐ γῃς, τῇ δεινότητι διαφθαρήσομαι ἐγὼ καὶ ἐμπέσω εἰς ὃ φεύγω, τουτέστι τὴν ὁμιλίαν καὶ συνουσίαν τοῦ ἐρωμένου: —NAB | |
sch Hipp506 | πεσοῦμαι ἡττηθήσομαι: —Mg | |
sch Hipp507 | εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσα· ὅμως κἂν ταύτην ἥσσονά μοι χάριν δός. τινὲς δὲ οὕτως· εἰ δοκεῖ σοι μὴ πείθεσθαι εἰς τοῦτο, ἐχρῆν μὲν οὖν σε μὴ σφάλλεσθαι ἀπειθοῦσαν· εἰ 〈δὲ〉 δέδοκταί σοι τὸ μὴ πεισθῆναι, 〈κἂν δευτέραν〉 καὶ | |
5 | ἥσσονά μοι χάριν δός: —M | |
μὴ δυνηθεῖσα τοῖς σοφισμοῖς περιγενέσθαι, δευτέραν εἰσηγεῖται γνώμην ἡ γραῦς καὶ ὑπισχνεῖται ἀντιτρώσειν κἀκεῖνον φαρμάκοις τισὶν, ὅπως ἂν θαρσαλεώτεραι αὐτῷ τὸν ἔρωτα μηνύσωσιν ὡς πάντως πείσουσαι. εἰ τοίνυν, φησὶ, δοκεῖ σοι τὸ μὴ συνελθεῖν τῷ ἐρωμένῳ, ἔδει σε | 65 in vol. 2 | |
10 | μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσαν. καὶ εἰ τὸ σωφρονεῖν σοι δέδοκται, ἔδει μηδ’ ὅλως ἁλῶναι τῷ ἔρωτι. κἂν δευτέραν χάριν μοι δὸς, δευτέρω τρόπῳ πεισθεῖσα, τῷ τῶν φαρμάκων. ἔστι δέ μοι, φησὶν, ἐν τῇ οἰκίᾳ φάρμακα ἐρωτικὰ, ἃ δύναται παῦσαί 〈σε〉 τῆς νόσου καὶ τελέσαι τὸν ἔρωτα, ἀντιτρώσαντα τὸν ἐρώμενον. εἰ | |
15 | δὲ πάλιν σὺ ἀπειθήσασα οὐκ ἐάσεις με τοῦτο ποιῆσαι, βλάβη σοι γενή‐ σεται: —NAB ἄλλως: τινὲς οὕτως· εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδέν μοι λέγειν· εἰ δὲ δέδοκταί σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι χάριν δός: —NAB | |
20 | ἔπρεπεν οὖν σε μηδαμῶς ἁμαρτάνειν: —Mi | |
sch Hipp511 | πάντως γὰρ κἀκείνου ἐρῶντος οὐκ ἂν ἀποτυχοῦσα τῆς κοινω‐ νίας ᾐσχυνθείης: —MNAB τῶν ἐννοιῶν: —Mg | |
sch Hipp512 | παύσει νόσου τῆσδ’: τὸν ἔρωτα ὑποληπτέον. ἅτινα φίλτρα οὔτε δύσκλειαν πορνείας σοι προσθέντα οὔτε ἀπατήσαντά σε σοφισμοῖς παύσει: —NB | |
sch Hipp513 | τοῦ Ἱππολύτου δηλονότι: —Mg | |
sch Hipp514 | σημεῖον ἢ λόγον: δεῖ, φησὶν, ἐν τῇ φαρμάξει ἐκ τοῦ Ἱππο‐ λύτου σημεῖόν τι λαβεῖν, ἢ λόγου μνημόνευμα ἢ κρασπέδου ἀπόσπασμα· καὶ τὸν μὲν λόγον αὐτοῦ τῷ λόγῳ τῆς Φαίδρας συνάψαντας ἐπᾴδειν, τὸ δὲ ἀπόσπασμα τῆς ἐσθῆτος πάλιν ἐπαοιδῇ ἀποσπάσματι τῆς ἐσθῆ‐ | 66 in vol. 2 |
5 | τος Φαίδρας συνάπτειν, ἵν’, ἐὰν τοῦ διὰ λόγου ἀποτύχωμεν, τῷ δι’ ἐσθῆτος χρησώμεθα. συνάψαντες γὰρ ἄμφω τοὺς λόγους ἢ τὰ ἀπο‐ σπάσματα τῶν ἱματίων, οὕτως ἐπᾴδουσιν, οἷον· Ἱππόλυτος ὁ τόδε εἰπὼν ἐρασθείη Φαίδρας τῆς τόδε εἰπούσης. μερικῶς δὲ καὶ τὸ φυσιολογικὸν μᾶλλον διήγημα εἶπε συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν. διὰ γὰρ φυ‐ | |
10 | σιολογιῶν τινῶν ἄμφω τὰς φύσεις εἰς ἕνα συνάγουσιν ἔρωτα. ἄριστα δὲ καὶ ἐνταῦθα ἡ διοίκησις· τὴν μὲν ὅλην φάρμαξιν οὐκ ἐπὶ σκηνῆς, ἀλλ’ ἔνδον ποιῆσαι μέλλουσα, πιθανῶς ἤδη τὸ κεφάλαιον ὑπέθετο τῆς φαρ‐ μάξεως. ἔδοξε γὰρ ἂν ἐνοχλεῖν διηγουμένη φανερῶς: —NAB | |
sch Hipp516 | ἆρα χριόμενον ἢ πινόμενον τὸ φάρμακον: —N | |
sch Hipp517 | διδάσκει πῶς δεῖ τοῖς ἀναγκαίοις χρῆσθαι, εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν. τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν ἐπιθυμία καὶ διηνεκὴς τῆς κακουργίας ἀπόλαυσις. δεῖ οὖν πρὸς τὸ λυσιτελοῦν ἀπολαύοντας τῶν | |
5 | τοιούτων καταρρᾳθυμεῖν τῶν διηνεκῶν εἰδήσεων. ὠφεληθῆναι, φησὶ, βούλου μόνον, ἀλλὰ μὴ μαθεῖν τῆς ὠφελείας τὴν φύσιν: —NAB | |
sch Hipp518 | δέδοιχ’ ὅπως: ἐπειδὴ μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλ‐ λειψις καὶ ἡ μὲν μεσότης ἐστὶ φρόνησις ἡ δὲ ἔλλειψις ἀφροσύνη ἡ δὲ ὑπερβολὴ πονηρία, διὰ τοῦτο εἶπε δέδοικα μὴ λίαν φανῇς σοφή, | |
ἤτοι πονηρά. τὸ λίαν γὰρ ἐπαυξητικόν ἐστι τοῦ 〈μέσου〉, καὶ λοιπὸν | 67 in vol. 2 | |
5 | ἐκ τῆς πονηρίας βλάψεις μᾶλλον ἢ ὠφελήσεις. τῆς γὰρ φρονήσεως, ἤτοι τῆς μεσότητος, λειπούσης ἐξ ἀνάγκης ἄμφω αἱ κακίαι, ἤτοι ἡ πονηρία καὶ ἡ ἀφροσύνη, βλάπτουσι: —A δέδοικα, φησὶ, μὴ 〈λόγῳ〉 μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς τὴν νόσον: —NAgB | |
sch Hipp519 | εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ, πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν: —NAB | |
sch Hipp520 | φοβοῦμαι μὴ ἐπ’ ἐμοὶ σφόδρα τις πανοῦργος ἀποδειχθῇς μη‐ νύουσα τῷ Ἱππολύτῳ τὸν πρὸς αὐτὸν ἀπ’ ἐμοῦ ἔρωτα: —NB | |
sch Hipp521 | οἰκονομικώτατα οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀντέθηκεν καίτοι αὐτὴ ἐρωτήσασα τὴν Φαίδραν διὰ τί φοβοῖτο, ἀλλὰ μόνον φησὶν ‘ἐγὼ ταῦτα θήσω καλῶσ‘, οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς φωρᾶσθαι. τὴν Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις περιερ‐ | |
5 | γίαις: —NAB | |
sch Hipp524 | τοῖς ἔνδον ἡμῖν: φίλον ὀνομάζει τὸν Ἱππόλυτον καθ’ ἡδονὴν ἡ γραῦς, προλαμβάνουσα ταῖς ἐλπίσι: —NAB ἄλλως: τὰ δὲ ἄλλα, ἃ φρονῶ, ἀρκέσει τοῖς ἔνδον διηγήσασθαι φίλοις, ὁποῖά ἐστι, καὶ μὴ ἐπὶ πάντων καὶ ἐπὶ τοῦ θεάτρου ταῦτα ἐκ‐ | |
5 | φέρειν: —NAB ἄλλως: οὐ βούλομαι παρρησιάζεσθαι τὰ τῆς γοητείας, ἀρκεσθή‐ σομαι γὰρ τοῖς ἔνδον εἰπεῖν: —AgB συμβουλεύσασθαι: —Mg | |
sch Hipp525 | λοιπὸν ὁ χορὸς ἐκτείνεται πρὸς τὸν Ἔρωτα λέγων· ὦ Ἔρως, ὅστις διὰ τῶν ὀμμάτων τῶν ἀνθρώπων στάζεις τὸν πόθον, διὰ τούτου εἰσάγων ταῖς ψυχαῖς τὴν γλυκεῖαν ἡδονὴν, καθ’ ὧν ἂν ἐπιστρατεύσῃ τῷ ἐρωτικῷ τόξῳ καὶ ἐρᾶν ποιήσῃς. τὸ δὲ ἑξῆς οὕτως· ὦ Ἔρως, ὃς | |
5 | κατὰ τῶν ὀμμάτων τῶν ἐρωμένων ἡδονὴν καὶ ἐπιθυμίαν ἐπιχέεις, διὰ τούτου ταῖς ψυχαῖς ἐκείνων εἰσάγων γλυκεῖάν τινα ἡδονὴν, καθ’ ὧν ἂν ἐπιστρατεύσῃ τοῖς ἐρωτικοῖς βέλεσιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ὅτε ἐπαναγκάσεις τινὰ ἐρᾶν. τῷ ἐρωμένῳ γλυκεῖαν ἐπιτίθης ταῖς ὄψεσιν ἡδονὴν, ὅπως τοὺς ἐρῶντας αὐτοπροαιρέτῳ καθυποτάξῃς ἀνάγκῃ διὰ τῆς | 68 in vol. 2 |
10 | ἡδονῆς. τὸ δὲ ἑξῆς· ὦ Ἔρως Ἔρως, ὃς κατ’ ὀμμάτων στάζεις πόθον, μή μοι ποτὲ σὺν κακῷ φανείης: —NAB ὃ ἀντὶ τοῦ ὅς: —N | |
sch Hipp527 | ψυχᾷ χάριν: ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη. ἔδει γάρ, εἰσάγων ψυχῇ χάριν ᾗ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. | |
5 | εἰσὶ δὲ τὰ ὀνόματα οἰκεῖα ἔρωτι: —A | |
sch Hipp528 | οὐ πάντη ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσὶν ἔρωτες: —MNAB | |
sch Hipp529 | μηδ’ ἄρρυθμος ἔλθοις: μηδὲ ἄμετρός τις καὶ ἄτακτος ἔλ‐ θοις. ῥυθμὸς γάρ ἐστιν ἡ μουσικὴ τάξις. πᾶς δέ τις ἔρως μεμετρη‐ μένος ἔχει μετὰ τῆς τάξεως τὸ χάριεν ἅμα καὶ ἀβλαβές: —NAB | |
sch Hipp530 | οὔτε γὰρ πυρός: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν οἷον ἵησιν ἐκ χειρῶν ὁ Ἔρως ὁ Διὸς παῖς. εἶτα, ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης, ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν | |
5 | ἄστρων: —NAB ἄλλως: ἡ μὲν τοῦ πυρὸς βολὴ 〈πρὸσ〉 τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων, τὸ δὲ ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ | |
δὲ πρὸς τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων | 69 in vol. 2 | |
10 | τῶν τὰς χειμασίας ἐμποιούντων τὸ βέλος κρεῖσσόν ἐστι τοῦ σοῦ βέ‐ λους: —NAB | |
sch Hipp535 | παρά τ’ Ἀλφεῷ: τουτέστιν· ἐν Ὀλυμπίᾳ ἡ Ἑλλὰς αὔξει θυσίας μὴ τιμῶσα τὸν Ἔρωτα: —NBi μάτην θύομεν Διῒ Ὀλυμπίῳ καὶ Ἀπόλλωνι Πυθίῳ, μὴ τι‐ μῶντες τὸν Ἔρωτα, τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ | |
5 | τῶν ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέ‐ χοντα καὶ παντὸς κακοῦ πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ: —NAB | |
sch Hipp536 | ἐν τοῖς οἰκήμασι τοῖς Πυθικοῖς τοῦ Ἀπόλλωνος: —Mi | |
sch Hipp537 | τὴν διὰ βοῶν θυσίαν: —MAg αὐξήσει: —Mg | |
sch Hipp538 | τύραννον ἀνδρῶν: καλῶς οὐ βασιλέα, ἀλλὰ τύραννον αὐτόν φησιν, ἐπειδὴ μὴ προνοεῖται τῆς τῶν ἀρχομένων ὠφελείας, μόνον δὲ 〈τὰ〉 λυσιτελοῦντα τῇ ἑαυτοῦ προαιρέσει κατεργάζεται ἐπίδειξιν τῆς δυ‐ ναστείας ποιούμενος: —NAB | |
sch Hipp541 | κλῃδοῦχον οὐ σεβίζομεν: τὸν φύλακα τῶν οἴκων τῆς Ἀφροδίτης οὐ τιμῶμεν. φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων· δι’ ἔρωτος γὰρ ἀφροδισιάζομεν καὶ τότε κατ’ αὐτῶν ὁρμῶ‐ μεν, ὁπόταν ἐκεῖνος τὴν ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ: —NAB | |
sch Hipp542 | πορθοῦντα ἡμᾶς τοῖς ἔρωσι καὶ [διὰ] παντὸς κακοῦ ποιοῦντα πειραθῆναι τοὺς ἀνθρώπους ὅταν πρὸς αὐτοὺς ἔλθῃ: —N | |
sch Hipp545 | περὶ τῆς Ἰόλης ὁ λόγος ὅτι ὁ ταύτης ἔρως τὴν Οἰχαλίαν ἐπόρθησεν. ἔνιοι μὲν οὖν φασιν ἀτιμασθέντα Ἡρακλέα ὑπὸ Εὐρύτου καὶ τῶν ἀδελφῶν αὐτῆς (οὐ γὰρ δεδωκέναι αὐτῷ τὴν κόρην) πορθῆσαι τὴν Οἰχαλίαν. Ἡρόδωρος [frg. 33] δέ φησιν ὅτι τοῦ τῆς Ἰόλης | 70 in vol. 2 |
5 | γάμου προκειμένου τοξείας ἐπάθλου Ἡρακλέα νικήσαντα ἀπαξιοῦσθαι τοῦ γάμου. διὸ καὶ κατὰ κράτος ἑλεῖν τὴν Οἰχαλίαν καὶ τοὺς ἀδελ‐ φοὺς αὐτῆς ἀνελεῖν, Εὔρυτον δὲ φυγεῖν εἰς Εὔβοιαν. Λυσίμαχος δέ φησιν ἐν τοῖς Θηβαϊκοῖς παραδόξοις [frg. 8] τριάκοντα ἀργυρίου τά‐ λαντα ἀπαιτούντων ποινὴν ἐπὶ Ἰφίτῳ, οὕτως ἐπ’ αὐτοὺς Ἡρακλέα στρα‐ | |
10 | τεῦσαι: —NAB | |
τὴν Ἰόλην λέγει τὴν Εὐρύτου θυγατέρα, ἣν ἆθλον ἐπὶ τοξείᾳ θεὶς ὁ Εὔρυτος νικηθεὶς ὑφ’ Ἡρακλέους καὶ μὴ ἀποδιδοὺς παρεσκεύασεν Ἡρακλέα καὶ τὴν πόλιν πορθῆσαι καὶ ταύτην λαβεῖν: —Ag τὴν μὲν νεάνιδα: —Mg | 71 in vol. 2 | |
sch Hipp546 | πῶλον ἄζυγα: ἄπειρον γάμου, καθαράν. πῶλον δὲ παρθένον. πώλῳ διὰ τὸ ἀκμαῖον αὐτῆς εἴκασεν. λέγει δὲ τὴν Ἰόλην τὴν παῖδα τοῦ Εὐρύτου, ἣν ἔλεγε διδόναι τῷ νικῶντι αὐτὸν κατὰ τὴν τοξικήν. ἐλθὼν δὲ ὁ Ἡρακλῆς ἐνίκησε τοῦτον. ὁ δὲ Εὔρυτος παρῃ‐ | |
5 | τήσατο δοῦναι αὐτὴν, καὶ ἕνεκεν τῆς παραβασίας ὁ Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν καὶ αὐτὴν ἔλαβε πρὸς γάμον: —NAB ἄζευκτον καὶ ἄπειρον λέκτρων: —Mg | |
sch Hipp549 | ζεύξας’ ἀπειρεσίαν: ἀποζεύξασα ἀποχωρίσασα τῶν οἴκων. ὁ δὲ νοῦς· τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον ἄνανδρον ἄνυμφον οὖσαν τὸ πρότερον τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ ἐπὶ φόνοις καὶ πορθήσει τῆς πατρίδος ἐπέδωκεν: —NAB | |
5 | ἄπειρον οὖσαν: —Mi | |
sch Hipp550 | ἀντὶ τοῦ νύμφην. δηλοῖ ἐξ ἐπιθέτου τὸ προσηγορικόν: — NAB γράφεται μαινάδα: —Bg | |
sch Hipp551 | παρόσον σὺν αἵματι καὶ καύσει τῆς πατρίδος [αἰτία] γέγο‐ νεν. παρόσον ὁ γάμος αὐτῆς πρόξενος τούτων ὅλων ἐγένετο· ὡς Σοφοκλῆς ἐν Τραχινίαις [352] ‘ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυ‐ τόν θ’ ἕλοι‘: —NAB | |
sch Hipp552 | φονικοῖς γάμοις: —Mg | |
sch Hipp553 | Ἀλκμήνας τόκῳ: τὸ ἑξῆς· ναΐδα ὅπως τε βάκχαν Ἀλκμή‐ νης τόκῳ Κύπρις ἔδωκεν: —NAB | |
sch Hipp554 | ἀθλία: —Mg τῶν γάμων ἕνεκα τῶν σῶν: —Mg | 72 in vol. 2 |
sch Hipp555 | ὦ Θήβας: διὰ μέσου τοῦτο ἐσχετλίασται· εἶτα τὸ τῆς ἑτέρας ἱστορίας ἐπισυνῆπται: —NAgBi δεύτερον διήγημα τῆς δυνάμεως τῆς Ἀφροδίτης, δηλαδὴ τὸ κατὰ τὴν Σεμέλην καὶ τὴν ταύτης κύησιν: —NAgBi | |
sch Hipp557 | συνείπαιτ’: συμμαρτυρήσαιτ’ ἂν οἷον ἐπέρχεται σοβαρῶς ἡ θεός: —NAgBi | |
sch Hipp559 | βροντᾷ γάρ: τῇ Ἀφροδίτῃ ἀνατίθησι τὴν Σεμέλης κεραύ‐ νωσιν, ἤτοι καθὸ ὁ Ζεὺς ἀπρονόητος γενόμενος τῷ ἔρωτι ἐπείσθη τῇ Σεμέλῃ τὸ τῶν ἐραστῶν ἀναδεξάμενος πάθος, ἢ καθὸ ἐν τῇ μίξει καὶ τῷ ἀφροδισιασμῷ ἀπώλετο. διαπέπλασται δὲ τὰ τοῦ μύθου, καθὸ ῥιζο‐ | |
5 | βολεῖν ἀρχόμεναι πολλάκις 〈αἱ〉 ἄμπελοι τῇ καύσει τῶν νότων ἐκκόπτον‐ ται: —NAB ἀμφιπύρῳ: τῇ πεπυρωμένῃ, ὡς εἰ ἔλεγε τῇ μετὰ ἀστραπῆς βροντῇ. τὴν γὰρ μητέρα τοῦ Βάκχου Σεμέλην, συγκοιμηθεῖσαν οὐ τῷ Διῒ, ἀλλὰ βροντῇ ἀμφιπύρῳ, πότμῳ φονίῳ κατεύνασεν, ὅ | |
10 | ἐστι κατεκοίμισεν, εὐφήμως ἀντὶ τοῦ ἀνεῖλεν, ἡ Ἀφροδίτη δηλονότι: — NAB τοῦ Βάκχου γεννήτριαν: —Mg | |
sch Hipp560 | γράφεται καὶ διγόνοιο καθὸ καὶ διθύραμβος λέγεται τῷ δισ‐ σῶς τεχθῆναι: —Bi | |
sch Hipp561 | συγκεκοιμημένην: —Mg | |
sch Hipp563 | δεινὰ γὰρ πάντᾳ: ἀπὸ θαυμαστικοῦ ἀρξάμενος καὶ εἰς θαυ‐ μαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται. δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης προσίπταται, τὰ | |
κάλλιστα τῶν σωμάτων μαραίνουσα: —NAB | 73 in vol. 2 | |
5 | οἵα τις: λείπει ἡ πρός καὶ συνακουστέον τὸ κεντοῦσα: —AgBi | |
sch Hipp565 | σιγήσατ’ ὦ γυναῖκες: ἔξεισιν ἡ Φαίδρα ταραχώδης, τὴν ἀπάτην τῆς γραὸς αἰσθηθεῖσα. σιγὴν δὲ αἰτεῖ, πρὸς ἀκρίβειαν πυθέσθαι βουλομένη καὶ αὐτὰς ἀκοῦσαι προτρεπομένη τὰ λεγόμενα πρὸς Ἱππολύ‐ του: —AB | |
5 | ἀνῃρήμεθα πεφονεύμεθα: —Mg | |
sch Hipp566 | τί δ’ ἔστι, Φαίδρα: περὶ τὴν τῆς Φαίδρας ἀγωνίαν κατα‐ γινόμενος ὁ χορὸς οὐκ ἐπαισθάνεται τῶν τοῦ Ἱππολύτου λόγων, καὶ τοῦτο εἰκότως φυλάξαντος τοῦ τραγικοῦ· περιπαθέστερον γάρ ἐστι ὑπὸ Φαίδρας λεγόμενον: —NAB | |
sch Hipp567 | πρὸς τὰς τοῦ χοροῦ, ἵνα μὴ ἀκούσῃ ὁ Ἱππόλυτος ἔσω‐ θεν: —A | |
sch Hipp568 | τὸ προοίμιόν σου τῶν λόγων κακῶν ἐμφαντικόν ἐστιν: —MBi | |
sch Hipp569 | ἰώ μοι, αἰαῖ: πρὸς ὀλίγον ἐν τῇ σκηνῇ σιωπῆς γενομένης, ἀκούσασα τὰ λεγόμενα ἡ Φαίδρα καὶ μὴ ἐνεγκοῦσα τὸ πάθος ἀνέκρα‐ γεν. [ἢ] οἰκονομικῶς γὰρ οὐκ ἐξέβαλεν Ἱππόλυτον, ἀλλὰ προτετραγῴ‐ δηκε τῆς Φαίδρας τὴν ἀγωνίαν: —NAB | |
5 | φεῦ ἐμοί: —Mg | |
sch Hipp573 | ἔννεπε τίς φοβεῖ: εἰπὲ, ὦ γύναι, ποῖος οὗτος λόγος εἰσελ‐ θὼν εἰς τὰ ὦτά σου ἐπτόησέν σε. ἢ οὕτως· εἰπέ μοι ποία φήμη καὶ βοὴ ἐφορμήσασα ἐκφοβεῖ σου τὰς φρένας. στικτέον δὲ ἢ εἰς τὸ φρένας ἢ συναπτέον αὐτῷ τὸ ἐπίσσυτος. ἑκατέρως γὰρ δύναται | |
5 | ὑποστίζεσθαι: —NAB | |
sch Hipp574 | ἐφορμῶσα: —Mg | |
sch Hipp576 | ἐπέρχεται: —Mg | |
sch Hipp577 | σὺ παρὰ κλῇθρα: παραιτεῖται τὴν ἀκοὴν πολλάκις, ἐπεὶ | |
ἔμελλε διαδιδόναι αὐτῇ ἃ ἤκουσεν καὶ ἐκ τούτου πρόξενος αὐτῇ τῆς λύπης γίνεσθαι. ὁ δὲ νοῦς· σὺ παρὰ κλῆθρα ἵστασο· σοὶ γὰρ μέλει ἡ ἐκ τῶν οἴκων πεμπομένη βοή: —NAB | 74 in vol. 2 | |
5 | ἐπειδὴ γὰρ καὶ σόν ἐστι τὸ πάθος, σοὶ ἐν φροντίδι ἔστω ἡ πεμπο‐ μένη φήμη ἐκ τῶν οἴκων: —NABi | |
sch Hipp582 | ὁ τῆς φιλίππου παῖς: ὁ Ἱππόλυτος ὁ τῆς Ἀμαζόνος παῖς τῆς φιλούσης τοὺς ἵππους βοᾷ ὑβρίζων τὴν δούλην, ἤτοι τὴν τρο‐ φόν: —NAB | |
sch Hipp585 | ἰαχὰν μὲν κλύω: φωνὴν μὲν ἀκούω, αὐτὰ δὲ τὰ λεγόμενα οὐκ ἔχω σαφῶς εἰπεῖν. τὸ δὲ ὅπᾳ ἀντὶ τοῦ· ὁπόθεν καὶ ἐκ τίνος εἴη [ἡ βοή]. διὰ τὸ μὴ ἀκούειν τὸν λόγον [τὸ πῶς], οὐδὲ εἰπεῖν δύναται τίς ἐστιν ἡ αἰτία. παραιτεῖται πάλιν 〈τὴν ἀκοὴν〉 οὐ θέ‐ | |
5 | λουσα μαρτυρεῖν τῇ δυστυχίᾳ διὰ τῆς αἰσθήσεως τῶν λεγομένων. γράφεται ἰωάν, ἀντὶ τοῦ φωνήν, παρὰ τὸ ἰέναι καὶ ἀναπέμπε‐ σθαι: —NBg | |
sch Hipp586 | γεγωνεῖν ὅπᾳ: γράφεται ὅπα χωρὶς τοῦ ι καί φασι συναί‐ ρεσιν εἶναι τοῦ ὁποία: —NBi | |
sch Hipp589 | ἑρμηνεύτριαν: —MgB | |
sch Hipp592 | τί σοι μήσομαι: βουλεύσομαι μηχανήσομαι: —NAgBg κομματικὴ ἡ διάνοια ὡς ἐν σχετλιάζοντι προσώπῳ λεγομένη: — | |
NAgBi | 75 in vol. 2 | |
sch Hipp593 | τὸ ἑξῆς· διὰ δ’ ὄλλυσαι πρόδοτος ἐκ φίλων: —AgBi | |
sch Hipp595 | προδοθεῖσα παρὰ τῶν φίλων: —M | |
sch Hipp597 | φίλως μὲν, καλῶς δ’ οὔ: προσφιλῶς μὲν ἐμοὶ πρᾶξαι βου‐ λομένη καὶ παντὶ τρόπῳ τοῦτο σκοποῦσα, οὐ μέντοι καλῶς, ἐπεὶ οὐκ ἐστοχάσατο τοῦ μέλλοντος [τὸ τέλος]. μετ’ εὐνοίας μέν, φησὶ, καὶ οὐκ ἐξ ἐπιβουλῆς, ἀσκόπως δὲ καὶ ἀτυχῶς. καὶ ἔστιν ὅμοιον τῇ | |
5 | παροιμίᾳ ‘εὔνοια ἄκαιρος οὐδὲν διαλλάσσει ἔχθρασ‘: —NAB | |
sch Hipp598 | τὰ χαλεπά: —Mg | |
sch Hipp599 | οὐκ οἶδα πλὴν ἕν: τὸ ἑξῆς· οὐκ οἶδα τῶν νῦν παρόντων πημάτων ἄκος, πλὴν ἓν μόνον, τὸ κατθανεῖν ὅσον τάχος: —NAB | |
sch Hipp601 | ὦ γαῖα μῆτερ: ὡς φιλόσοφος τὴν γῆν καὶ τὸν ἥλιον ἐπι‐ καλεῖται προσμαρτυροῦντας χάριν τῶν εἰρημένων. ἤδη δὲ προτραγῳ‐ δήσας ἱκανῶς, [ἐπὶ] τὴν ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται, πρότερον ἀρξάμενος ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς | |
5 | Ἱππολύτου, τὴν δὲ ἐξ ἀρχῆς ἀδολεσχίαν τῆς γραὸς καὶ τὸν ὅρκον ἀπο‐ κρυψάμενος. ὡς φιλόσοφος γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ Ἡσίοδον [theog. 45. 106. 421. 644], ἥλιος δ’, ἐπεὶ ‘πάντ’ ἐφορᾷ καὶ παντ’ ἐπακούει‘ [λ 109 μ 323]. [Ἀναξα‐ γόρας οὖν τὸν ἥλιον μύδρον ἔφησε καὶ ἐξ αὐτοῦ πάντα γίγνεσθαι, ᾧ ἀκο‐ | |
10 | λουθήσας ὁ Εὐριπίδης [Or. 983] χρυσέαν βῶλον αὐτὸν εἴρηκεν]: —NAB ἡλίου τ’ ἀναπτυχαί: ὦ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι καὶ ἡμῖν δηλοῦσι τὰ πάντα διὰ τοῦ φωτός: —NAgB | |
sch Hipp602 | οἵων λόγων ἄρρητον: οὐκ ἀξίαν τοῦ ῥηθῆναι καὶ ὀνομα‐ | |
σθῆναι, ἣν οὐδὲ λόγῳ διεξιέναι καλόν: —NAB | 76 in vol. 2 | |
sch Hipp605 | ναὶ πρὸς σέ: ναὶ σίγησον, λίσσομαί σε πρὸς τῆς σῆς δεξιᾶς τῆς καλὸν βραχίονα ἐχούσης: —NAB | |
sch Hipp606 | οὐ μὴ προσοίσεις χεῖρα: ὡς μυσαττόμενος καὶ τὴν δε‐ ξιὰν αὐτῆς τοῦτό φησιν ἢ μᾶλλον φοβούμενος ἁλῶναι ταῖς ἱκεσίαις: — NAB | |
sch Hipp607 | φονεύσῃς: —MMgAg | |
sch Hipp608 | τί δ’, εἴπερ ὡς φής: τί δὲ σιωπῆσαί με θέλεις, εἴπερ ἐκ τῆς 〈σῆσ〉 διανοίας οὐδὲν εἴρηκας κακόν: —NAB ἄλλως: ὁρᾷς, φησὶν, ὅτι σκέπεις τῶν εἰρημένων τὴν κακίαν τῇ σιωπῇ, ἐπεὶ εἰ καλόν ἐστι, τί με κωλύεις βοῶντα; ἔστι δὲ ὁ λόγος | |
5 | ἐν ἤθει ἐκ τοῦ ἀντικειμένου· εἰ δὴ μηδὲν εἴρηκας κακὸν, οὐδὲ σὲ ποιῶ κακὸν, ἂν εἴπω: —NAB διὰ τί: —Mg | |
sch Hipp609 | ὁ μῦθος ὦ παῖ: παραλογίζεται τὸν νέον τῇ μεταθέσει τῶν ὀνομάτων κλέπτουσα τὴν ἀκρόασιν. δέον γὰρ εἰπεῖν οὐ κακὸς, φησὶν οὐ κοινὸς, οὐ πᾶσιν ὀφείλων ἀνακοινωθῆναι. εἶναι γὰρ μέχρι τινὸς καὶ καλὰ σιωπώμενα: —NAB | |
5 | ὁ μῦθος ὦ παῖ: ὁ περὶ γάμων μῦθος οὐκ ὀφείλει λεχθῆναι πᾶσιν: —NAgB καθολικός: —Mg | |
sch Hipp610 | τά τοι κάλ’ ἐν πολλοῖσι: δεινότερον αὐτῆς ἀνεῖλε τὴν ἐκ τῶν ὀνομάτων ἀπάτην. εἰ γὰρ οὐ κοινά, δῆλον ὡς οὐδὲ καλά. τῷ γὰρ δημοτελεῖ τῆς ἐπιδείξεως πλέον δοξάζεται τὸ χρηστόν: —NAB | |
sch Hipp612 | ἡ γλῶσς’ ὀμώμοχ’: οἷον· οὐκ εἰδὼς ὤμοσα. οὐ γὰρ γνοὺς περὶ τίνος ὀμνύω, ὤμοσα, τὰ δὲ κατὰ ἄγνοιαν τῶν ὅρκων γινόμενα συγ‐ γνώμης τυγχάνει παρὰ τῶν θεῶν. οὐ καθολικῶς δὲ τὸ τοιοῦτον, | |
ἀλλὰ νῦν, ἐπείπερ ἡ γραῦς, πρὶν εἰπεῖν τὸ πάθος αὐτῷ καὶ πρὶν εἰς | 77 in vol. 2 | |
5 | ἔννοιαν ἐλθεῖν αὐτὸν τοῦ ῥηθησομένου, ὅρκον ᾔτησεν τῆς σιωπῆς καὶ τῆς διανοίας μὴ προειδυίας ἐφ’ ᾧ ὤμοσεν, ὤμοσε, φησὶν, ἡ γλῶσσα προπετέστερον καὶ παρὰ γνώμην τῆς φρενός. Ἀριστοφάνης [Ran. 102] καθολικώτερον νοήσας φησὶ τὸν Εὐριπίδην ὑβρίζειν 〈διὰ〉 τῆς γλώσσης τὴν διάνοιαν, ὡς ἂν μὴ τὰ δόξαντα τῇ διανοίᾳ φθεγγομένης. ἄλλως | |
10 | τε φαίνεται διὰ τῶν ἑξῆς τὸ εὐσεβὲς αὐτοῦ φυλάττων φησὶ γὰρ [657] εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφρακτος ηὑρέθην, ὥστε μηδὲ δόκησιν αὐτῷ ἐπιορκίας προσάπτειν: —NAB | |
sch Hipp615 | σύγγνωθι, φησὶν, ἐπὶ τῇ ἀνομίᾳ τοῦ λόγου. εἰκὸς γὰρ ἀν‐ θρώπους ὄντας ἁμαρτάνειν, καὶ πέφυκε τὸ τῆς θνητῆς φύσεως ἁλίσκεσθαι τοῖς ἁμαρτήμασιν: —NAB ἄλλως: διὰ τῆς κοινῆς προπετείας ἀπολύεται τῶν ἰδίων πλημμε‐ | |
5 | λημάτων τὴν ἀκολασίαν: —NAB | |
sch Hipp616 | ὦ Ζεῦ: λοιπὸν καταστατικώτερον τὴν γυναικείαν διαβάλλει φύσιν, ἀναφέρων τὸ προοίμιον ἐπὶ τὴν τοῦ κρείσσονος † νόσον. φιλο‐ σοφώτερον δὲ τὴν ἀντίθεσιν λύει, τὴν ἀρχὴν ἀξιῶν μὴ ὑπὸ ἀφροδι‐ σιασμῶν παῖδας γίνεσθαι. ὁ δὲ νοῦς· διὰ τὶ, φησὶν, εἰς τὸ φῶς | |
5 | τοῦ ἡλίου τὰς γυναῖκας ἀδόκιμον κακὸν τοῖς ἀνθρώποις κατῴκισας. κίβδηλον τὸ μηδὲ δοκιμασίας δεόμενον, ἀλλὰ προφανῶς δεινόν: — | |
τὸ ἄχρηστον καὶ κακόν: —Mg | 78 in vol. 2 | |
sch Hipp618 | εἰ γὰρ βρότειον: εἰ γὰρ ἤθελες εἶναι γένος τοῖς ἀνθρώποις, ὤφειλες ποιῆσαι μὴ ἀπὸ γυναικῶν αὐτὸ εἶναι, ἀλλ’ ἕκαστον διδόναι ἢ χρυσὸν ἢ χαλκὸν ἐν τοῖς ναοῖς καὶ οὕτως ἀγοράζειν: —NAB | |
sch Hipp620 | ἀλλ’ ἀντιθέντας: ἤτοι ἀνατιθέντας, εἰς σημεῖον τοῦ γενέ‐ σθαι τὴν αἴτησιν. ἀτόπως δὲ ταῦτα. οἱ γὰρ πένητες οὐκ ἂν ἐκτήσαντο παῖδας: —NAB | |
sch Hipp623 | τῆς, ἀξίας ἕκαστον: ἄμεινον τὴν ἀξίαν ἐπὶ τῆς φύσεως ἀκούειν, ὅπως χρηστός τις ὢν χρηστοῦ τύχῃ καὶ πάλιν τοὐναντίον, ἵνα τὸ μὲν ἀνάθημα τῆς αἰτήσεως ἕνεκα διδῷτο, τὸ δὲ βρέφος πρὸς τὴν φύσιν τοῦ αἰτοῦντος. τινὲς δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀναθήματος καὶ τιμή‐ | |
5 | ματος. βέλτιον δὲ τὸ πρῶτον, οἷον· ἐάν τις ᾖ ἀγαθὸς τοῖς τρόποις καὶ τοῖς ἐπιτηδεύμασιν, ἵνα καὶ τοῦ υἱοῦ ἀξίου τῶν ἔργων καὶ ὁμοίου μετα‐ λάβοι, καὶ πάλιν τοὐναντίον, ἐὰν ὑπάρχῃ χείρων, ἀξίου καὶ τοῦ παιδὸς τύχοι: —NAB οἰκειοτάτη τῷ προσώπῳ ἡ γυμνασία, πῶς [γὰρ] ἂν ἀφροδισιασμῶν | |
10 | χωρὶς ἡ φύσις συνίσταιτο: —NABi | |
sch Hipp624 | ναίειν ἐλευθέροισιν: χαριέστατα τὸν εὐτυχοῦντα τῆς ἀπου‐ σίας τῶν γυναικῶν οἶκον ἐλεύθερον εἶπεν: —ABi | |
sch Hipp625 | νῦν δ’ ἐς δόμους μέν: ἕδνα παρέχοντες δαπάνην ἀγοράζο‐ μεν. ἕδνα ὑπὲρ τῆς μνηστείας καὶ πρὸ τῆς πείρας τοῦ κακοῦ κατατιθέμεθα ὥσπερ αὐθαίρετον τὸ κακὸν ἐπισπώμενοι. δύναται δὲ τὸ πρῶτον καὶ ὡς ἐν τάξει διηγήσεως λαμβάνεσθαι· πρῶτον μὲν τὴν οὐ‐ | |
5 | σίαν ὑπὲρ κακοῦ δίδομεν. προκατασκευάσας δὲ λογισμὸν οἰκειότα‐ | |
τον τῷ προσώπῳ, λοιπὸν κατατρέχει καὶ [ἐπὶ τὴν διαβολὴν] τῆς γυναι‐ κείας φύσεως. ἔδει γὰρ πρῶτον λογισμῷ τινι ἀναιρῆσαι τὸ εἶναι αὐτὰς, εἶθ’ οὕτως ἄρξασθαι τῶν διαβολῶν. τὸ δὲ ἑξῆς ἄριστα ὡς ἐκ συγκρί‐ σεως ἐπιφέρεται: —NAB | 79 in vol. 2 | |
sch Hipp626 | ἀποδίδομεν παρέχομεν: —Mg | |
sch Hipp627 | τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα: δηλονότι ἐν τῷ τὸν πατέρα φερνὰς διδόναι πρὸς τὸ ἀπατῆσαί τινα. ἀτηρόν δὲ ἐπιζήμιον, ἐπιβλαβὲς, ἀπάτης τοῖς ἀνθρώποις παραίτιον: —N | |
sch Hipp628 | προσθεὶς γὰρ ὁ σπείρας: ὁ δὲ τεκὼν αὐτὴν καὶ ἀναθρέψας προσδίδωσι προῖκα ὥστε ἀπαλλαγῆναι αὐτὸν τοῦ κακοῦ καὶ οὐδὲ τὴν φύσιν τῆς παιδοποιΐας εἰς αὐτὴν σῴζει ὁ πατὴρ τὴν ἀπαλλαγὴν ἀντὶ τῆς φιλοστοργίας τῆς παιδὸς ἀντικαταλλασσόμενος: —AB | |
sch Hipp629 | προῖκα: —Mg | |
sch Hipp630 | γράφεται ἀτηρὸν ἐν δόμοις κακόν: —Mg ἐπιζήμιον ἐπιβλαβές. ἄτης, ἢ βλάβης, παρεκτικόν: —Bi | |
sch Hipp631 | ὡς ἀνδριάντι ἀναυδήτῳ κόσμον περιβαλών: —M προστιθεὶς ἀγάλματι: πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. ἀγάλλεται δὲ καὶ ὁ ἀνὴρ ἐπὶ τῷ γάμῳ. ὡς ἀνδριάντι ἀναισθήτῳ τιμὰς περιάπτων. λείπει δὲ τὸ ὡς, ὡς ἀγάλματι: —NAB | |
sch Hipp632 | καλὸν κακίστῳ: τουτέστι τὸν χρυσὸν τῷ κακίστῳ γυναικείῳ φυτῷ προστιθεὶς ὡς ἀγάλματι χαίρει: —AB | |
sch Hipp634 | ἔχει δ’ ἀνάγκην: ταῦτα διεξέρχεται πάντη τὸ περὶ τὴν γυναῖκα μοχθηρὸν ἀποδεικνὺς, ὡς μὴ μόνον τὸ πρὸς ταύτην σκοπεῖν, ἀλλὰ καὶ τοὺς γαμβροὺς εἰ καλῶς σχοίη. διπλῆ δέ ἐστι πρὸς τὴν στιγμὴν ἡ ἀνάγνωσις. τινὲς γὰρ οὕτως· εἰ δὲ κακὸν λάβοι τὸ | |
5 | λέχος, γαμβροὺς δὲ χρηστούς, ἀναγκάζεται στέργειν αὐτὴν, ἐκείνοις τὰ κεχαρισμένα πράττειν θέλων. τινὲς δὲ [οὕτως] στίζουσιν εἰς τὸ ἔχει δ’ ἀνάγκην, ἵν’ ᾖ οὕτως· πάντῃ τε καὶ πάντως ὁ γαμήσας ἐλεύθερος εἶναι οὐ δύναται, ἀλλὰ τὸ ἀναγκάζον καὶ καταδουλοῦν αὐτὸν ἔχει. ἐὰν μὲν γὰρ κακῆς τύχῃ γυναικός, ἀναγκάζεται στέργειν αὐτὴν τῶν | 80 in vol. 2 |
10 | γαμβρῶν ἕνεκα καλῶν ὄντων· ἢ δι’ ἐκείνην ἀναγκάζεται ἀπολαύειν γαμβρῶν ἀχρήστων: —NAB | |
sch Hipp635 | σῴζεται πικρὸν λέχος: ἀντὶ τοῦ σῴζει. γαμβροῖς δὲ τοῖς πενθεροῖς λέγει, συγχέων τῆς ὀνομασίας τὸ ἀκριβές. ἐν μέντοι τῷ πενθεροὺς δ’ ἀνωφελεῖς ὑγιῶς κέχρηται: —NAB κομίζεται λαμβάνει: —Mg | |
sch Hipp638 | μᾶλλον δὲ μήτε πενθεροὶ χρηστοὶ μήτε γυνὴ χρηστὴ ἀλλ’ εὐήθης ὑπάρχοι γυνή. τοῦτο γὰρ συμφέρει: —M ῥᾷστον: βέλτιον δὲ μήτε πενθερὸν χρηστὸν μήτε γυναῖκα χρηστὴν ἔχειν: —NAB | |
5 | ἄλλως: ὠφελιμώτερόν ἐστι, φησὶν, ᾧτινι τὸ μηδὲν οὖσα πρὸς σύνεσιν γυνὴ ἀλλ’ ἀνωφελὴς τῇ εὐηθείᾳ ἵδρυται. ὡς ἐπὶ ἀνδριάντος δὲ τὸ ἵδρυται, οὐκ ἔργοις, ἀλλὰ θέᾳ τέρποντος τὸν κεκτημένον: —NAB συμφέρον: —Mg | |
sch Hipp642 | τὸ γὰρ πανοῦργον καὶ φιλάργυρον πρὸς πορνείαν ἐν ταῖς σο‐ φαῖς γυναιξὶ πλεῖον ἡ Κύπρις ἐμφύει. αἱ γὰρ μεγαλόφρονες πολύτολμοι γενόμεναι, εὐέμπτωτοί εἰσιν εἰς τὸ ἁμαρτάνειν, ἡ δὲ ἀποροῦσα καὶ ἀνόητος διὰ τὸ βραχὺ τῆς γνώμης καὶ ἄδολον τὴν πορνείαν ἀφῄρηται, | |
5 | τουτέστιν οὐχ ἁμαρτάνει: —NAB | 81 in vol. 2 |
sch Hipp644 | μωρίαν ἀφῃρέθη: τῆς πορνείας ἀπεστερήθη. μωρίαν. γὰρ τὴν πορνείαν φησίν, ὅθεν καὶ σινάμωρος ὁ πόρνος. αὕτη γὰρ σκέπειν οὐκ ἔχουσα τὸ πλημμέλημα προφάσει κερδαίνει τὴν σωφροσύνην: —NAB | |
sch Hipp645 | χρῆν δ’ εἰς γυναῖκας: ἤδη διεξελθὼν ὡς εἰσὶν αἱ γυναῖκες πάντων πρόξενοι τῶν κακῶν, λοιπὸν ἐπὶ τὴν διοίκησιν καὶ χρῆσιν αὐτῶν μεταβαίνει 〈καὶ〉 τὸ πῶς ἔδει τὴν κακουργίαν αὐτῶν νικᾶν τοὺς ἄνδρας. ἔδει, φησὶ, τοὺς ἄνδρας ἀντὶ διακόνων θηρία αὐταῖς συνοικίζειν, ἵνα κἂν | |
5 | τῇ ἀπορίᾳ τῆς διακονίας νικῶσι τὴν κακίαν τῆς φύσεως. τοῦτο δὲ μά‐ λιστα πρὸς τὸ παράφορον εἴρηκεν. δάκη δὲ ἢ περιφραστικῶς τὰ θηρία ἢ τὰ ἔκγονα τῶν θηρίων: —NAB | |
sch Hipp649 | νῦν δ’ αἱ μὲν ἔνδον: αἱ μὲν δέσποιναι αὐτῶν ἔνδον μηχα‐ νῶνται τὰ κακὰ, αἱ δὲ δοῦλαι σημαίνουσι τοῖς φίλοις αὐτῶν: —AB | |
sch Hipp651 | ὡς καὶ σύ γ’ ἡμῖν: ἀντὶ τοῦ ἐπεί. τὸ ἑξῆς· ὁπότε καὶ σὺ, κάρα κακὸν, τῶν ἀθίκτων λέκτρων τοῦ πατρὸς εἰς συναλλαγὰς ἡμῖν ἦλθες: —NAB γράφεται εἰ καὶ σύ γ’, ἀντὶ τοῦ ἐπεί: —Bi | |
sch Hipp652 | ἀθίκτων: ὧν οὐδένα θιγεῖν ἄξιον, μήτι γε ἡμᾶς τοὺς παῖ‐ δας: —NAgBi | |
sch Hipp653 | ἁγὼ ῥυτοῖς: ἅπερ, ἤτοι τὰ εἰρημένα, ἐγὼ ἀποκαθαρθήσομαι ῥευστικοῖς ὕδασι. ταῦτα γὰρ μάλιστα, 〈ὅτι〉 τῶν ἱσταμένων διαυγέστερα | |
τυγχάνουσιν: —NAB | 82 in vol. 2 | |
sch Hipp654 | εἰς ὦτα κλύζων: ἐκκλυζόμενος τὰ ὦτα, δι’ ὧν μετέλαβον τῆς ἀνομίας. πῶς οὖν μέλλω ἐξαμαρτεῖν πεισθείς σοι: —NAB | |
sch Hipp656 | εὖ δ’ ἴσθι: οὐκ ἔστι φορτικὸς ὁ λόγος, ἀλλὰ μᾶλλον τῆς ὑποψίας τοῦ ἁμαρτήματος θεραπευτικός. ἢ τάχα προτραγῳδεῖ τὸ πάθος, 〈τὸν〉 τοιοῦτον μικρὸν ὕστερον ἐπὶ καταγνώσει μοιχείας ποιῶν κατηγο‐ ρούμενον: —NAB | |
5 | † Ἀριστοτέλης φησὶν δίκαιον καὶ ὅσιον διαφέρειν, δίκαιον λέγων τὸ εἰς ἀνθρώπους, ὅσιον δὲ τὸ εἰς θεούς. Τζέτζης δέ φησιν διαφέρειν ὅσιον δίκαιον εὐσεβές, δίκαιον εἰς ζῶντας ἀνθρώπους, εὐσεβὲς εἰς θεούς, ὅσιον εἰς νεκρούς· ὅθεν καὶ 〈ὁσία〉 ἡ ταφή: —A man. recentiss. | |
sch Hipp657 | εἰ μὴ γὰρ ὅρκοις θεῶν: ἀντὶ τοῦ· εἰ ἐλήφθην [καὶ εὑρέ‐ θην] ἀπεριφύλακτος εἰς τὴν κατὰ σοῦ κόλασιν. τὸ δὲ μή καὶ οὐ μίαν κατάθεσιν ποιοῦσιν ὥστε τὸ ἓν ἐξήρκει εἰπεῖν, ἵν’ ᾖ· οὐκ ἄν ποτε ἀπεσχόμην τοῦ εἰπεῖν: —NAB | |
5 | περιπεφραγμένος συνδεδεμένος: —M | |
sch Hipp658 | γράφεται καὶ πατρί: —M | |
sch Hipp659 | νῦν δ’ ἐκ δόμων: ἤτοι διὰ τὸ μὴ μετασχεῖν τοῦ μύσους αὐταῖς, ἢ διὰ τὸ δεδοικέναι τινὰ ἐξ αὐτῶν ἐπιβουλήν. ἄλλως τε καὶ ὁ ποιητὴς οἰκονομικώτατα ἐξεργάζεται, διὰ τῆς τοῦ Ἱππολύτου ἀπουσίας ἐξουσίαν διδοὺς τῇ Φαίδρᾳ ἐργάσασθαι τὴν ἀγχόνην καὶ τὴν διαβολὴν | |
5 | αὐτοῦ τὴν διὰ τῶν γραμμάτων, ἵνα ἡ δέλτος καὶ ἡ τοῦ Ἱππολύτου ἐρημία πιστώσηται τὴν κατηγορίαν τῆς μοιχείας: —NAB ἕως οὖν ἐστιν ὁ ἐμὸς πατὴρ ἔκδημος, κἀγὼ ἄπειμι, ὅ ἐστιν ὑπο‐ χωρήσω: —M | |
sch Hipp660 | σιγᾷ δ’ ἕξομαι στόμα: τῇ σιγῇ τὸ στόμα καθέξομαι: —NBi | |
sch Hipp661 | θεάσομαι δέ: συνεπιστὰς δὲ τῷ πατρὶ θεάσομαι ποίοις ὄμμασιν αὐτὸν προσβλέψετε ὑπὸ τῆς συνειδήσεως μὴ καταπληττόμε‐ ναι: —NAB | 83 in vol. 2 |
sch Hipp663 | τῆς σῆς δὲ τόλμης: καὶ πάντως τότε τὸ ἀναιδές σου καὶ τολμηρὸν διαγνώσομαι, πεπειραμένος αὐτῆς ἤδη καὶ διὰ τῶν παρόν‐ των: —B πεῖραν λαβὼν γινώσκω σε: —M | |
sch Hipp664 | μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι: οὐδαμῶς χορτασθήσο‐ μαι κακῶς λέγων τὰς γυναῖκας: —NB | |
sch Hipp665 | οὐδ’ ἄν μοι εἴπῃ τις ‘τοῦτ’ ἐστὶν ὀνειδίσαι‘ διὰ τὸ ἀεὶ αὐτὰς λέγειν κακῶς: —M οὐδ’ εἰ φησί τίς μ’: οὐδ’ εἰ λέγοι μέ τις εἶναι κατὰ φύσιν φιλα‐ πεχθήμονα πρὸς αὐτάς. οὐ γὰρ ἐκ παρέργου, φησὶ, τὰς κατηγορίας | |
5 | 〈ποιοῦμαι〉, τῷ συνεχεῖ δὲ τῶν πλημμελημάτων ὑπόθεσις γίνονται τοῖς κατηγόροις: —NAB | |
sch Hipp668 | τάλανες ὦ κακοτυχεῖς: ἀπὸ κοινοῦ πάλιν ἀτυχήματος πειρᾶται παραμυθεῖσθαι τὸ πταῖσμα. ὁ δὲ λόγος· τίνα νῦν ἢ τέχνην ἢ λόγον ἔχομεν πορίσασθαι, δι’ οὗ δυνησόμεθα σφαλεῖσαι τῆς ἐλπίδος τὸν δεσμὸν τῶν ἐγκλημάτων ἀπολύσασθαι τὸν δεθησόμενον καθ’ | |
5 | ἡμῶν ὑπὸ τοῦ Ἱππολύτου, ὅταν ἔλθῃ ὁ Θησεύς: —NAB | |
sch Hipp670 | τίνα νῦν τέχναν: τουτέστι· πῶς καθ’ ἕκαστον δεσμὸν κατη‐ γορίας ἀπολυσόμεθα τὰ ἐγκλήματα τοῦ Ἱππολύτου, σφαλεῖσαι τῆς ἐλπί‐ δος δι’ ἧς προσεδοκῶμεν πεῖσαι αὐτὸν ἐπὶ τὴν ἁμαρτίαν: —NAB | |
sch Hipp671 | καθάμμα λύσειν: παρὰ τὴν παροιμίαν ἥτις ἐστίν· | |
οὐχ ἅμμα λύεις. εἴρηται δὲ ἀπὸ τοιαύτης αἰτίας. τοῖς Φρυξὶ λόγιον ἐδόθη ἐκεῖνον βασιλεύσειν τῆς Ἀσίας, ὃς ἂν τῆς ἀπήνης λύσῃ τὸν δεσμὸν τῆς κομισάσης Μίδαν εἰς Φρυγίαν [ὃς ἦν ἀμπέλινος, ᾧ συνεδέ‐ | 84 in vol. 2 | |
5 | δετο ὁ ζυγὸς καὶ ὁ ῥυμός]. λέγεται δὲ Ἀλέξανδρον διαλῦσαι, ἐξελόντα τὸν ἔμβολον ᾧ κατείχετο ὁ ῥυμὸς, ἢ τῷ ἐγχειριδίῳ ἀποτεμόντα, μετὰ τὴν ἐπὶ Γρανίκῳ μάχην. [γέγονε δὲ ὁ Ἀλέξανδρος μετὰ τοὺς Εὐριπί‐ δους χρόνους]. παροιμιῶδες οὖν ἐστιν ἐπὶ τῶν δύσλυτόν τι ἐπιχειρούντων λῦσαι. ** Μαρσύας δὲ ὁ νεώτερος ἐν τῇ πρώτῃ τῶν Μακεδονι‐ | |
10 | κῶν ἱστοριῶν [frg. 1] φησιν οὕτως· ‘τῆς δὲ ἁμάξης λέγεται τὸν ζυγὸν τῷ ῥυμῷ προσδεδέσθαι κλήματι ἀμπελίνῳ‘. ἔστι δὲ λόγιον· ὃς ἂν τὸν δεσμὸν τοῦτον λύσῃ, βασιλεύσει τῆς Ἀσίας. Ἀλέξανδρον δέ φασι τὸν Μακεδόνων βασιλέα λῦσαι αὐτόν. ὃς διαβὰς 〈εἰσ〉 τὴν Ἀσίαν τὴν ἐπὶ Γρανίκῳ μάχην ἐνίκησε καὶ παρεγένετο ἐπὶ τὸν τόπον. ὡς δὲ οὐκ | |
15 | ἠδύνατο εὑρεῖν τὴν ἀρχὴν τοῦ δεσμοῦ ποῦ κατέκειτο, οἱ μὲν λέγουσι τῷ ἐγχειριδίῳ διακόψαι αὐτὸν τὸν δεσμὸν καὶ ταύτην 〈εἰπεῖν〉 εἶναι τὴν λύσιν· οἱ δὲ ὡς τὸν ἔμβολον ἐξέλοι ᾧ συνείχετο ὁ ζυγὸς πρὸς τῷ | |
ῥυμῷ, περιειλημμένον δὲ εἶναι καὶ τοῦτον κλήματι· τούτου δὲ ἐξαιρε‐ θέντος καὶ τοῦ δεσμοῦ χαλάσαντος, οὕτως λυθῆναι καὶ τὸν δεσμὸν τοῦ | 85 in vol. 2 | |
20 | ῥυμοῦ: —NAB | |
sch Hipp672 | ἐτύχομεν δίκας· ὦ γᾶ: ἀντὶ τοῦ· τιμωρίαν παρὰ θεοῦ ἐλάβομεν. τὸ δὲ κομματικὸν τῆς διανοίας ἐκτόπως ὑπέγραψε τὴν ἀπορίαν τῆς συμφορᾶς: —NBi ἐτύχομεν δίκας: μετάγεται πάλιν ἡ σκηνὴ εἰς θάτερον μέρος, | |
5 | τουτέστιν ἐπὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καὶ τοῦ χοροῦ συμπάθειαν, τραγικώτατα εἰς ἄλλον οἶκτον μετιόντος πάλιν τοῦ ποιητοῦ. ἄριστα δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς μιμεῖται αὐτὸ τὸ πάθος διεξιὼν, ὅπερ εἰώθασι πολλάκις ποιεῖν ἀξίων ἀποροῦντες θρήνων. δικαίως, φησὶν, ἐτιμωρήθημεν καὶ τῆς ἀξίας δίκης ἐτύχομεν. πάλιν δὲ τὴν γῆν καὶ | |
10 | τὸ φῶς ἐπικαλεῖται, ὡς ἂν ἀρχικώτατα στοιχεῖα· καθὼς καὶ ἄνω φησὶν [601] ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί: —NAB | |
sch Hipp673 | 〈πῶς ποτε〉 ἐκφύγω τὰς παρούσας τύχας: —M | |
sch Hipp675 | ἀρωγός: φανείη δηλονότι· τοῦτο γὰρ ἀπὸ κοινοῦ: —Bi | |
sch Hipp678 | παρὸν δυσεκπέρατον: ἢ ἐν ὑπερβατῷ, ἵν’ ᾖ οὕτως· τὸ γὰρ παρόν μοι δυστύχημα τοῦ βίου δυσεκπέρατόν ἐστιν. ἢ οὕτως· τὸ γὰρ νῦν παρὸν πάθος παντὸς τοῦ βίου καὶ τῶν ἐν αὐτῷ συμφορῶν δυσεκφευκτότατον καθέστηκεν. ἢ οὕτως· τὸ γὰρ παρὸν πάθος δυσκό‐ | |
5 | λως ἄν μοι περάσαι τὸν βίον καὶ δυσχερῶς ἂν αὐτὸ φύγοιμι: —MAB | |
sch Hipp680 | φεῦ φεῦ: προϊούσης τῆς τροφοῦ κατηφοῦς ὁ χορός φησι, πάλιν δὲ κομματικός ἐστιν ὁ λόγος. καὶ ἐπὶ τοῦ πέπρακται δεῖ στί‐ ζειν· οὕτω γὰρ ἁρμόσει τοῖς ἑξῆς. τὸ δὲ κοὐ κατώρθωνται τέχναι ἀντὶ τοῦ· οὐδὲν τοῦ πράγματος κατώρθωσαν αἱ τέχναι τῆς δούλης, ἀλλὰ | |
5 | καὶ κατέστρεψαν: —AB | 86 in vol. 2 |
sch Hipp683 | Ζεύς ς’ ὁ γεννήτωρ: Εὐρώπης γὰρ καὶ Διὸς ὁ Μίνως. ὁ Ζεύς σε, φησὶν, ἐκριζώσειε καὶ παντελῶς ἀπολέσειεν: —AB | |
sch Hipp684 | οὐτάσας πυρί: ἀντὶ τοῦ βαλὼν τῷ κεραυνῷ. οἱ δὲ νεώ‐ τεροι οὐκ ἴσασι τὴν διαφορὰν τοῦ οὐτάσαι καὶ βαλεῖν. Ὅμηρος δὲ οὐ‐ τάσαι μὲν τὸ ἐκ χειρὸς καὶ ἐκ τοῦ σύνεγγυς τρῶσαι, βαλεῖν δὲ τὸ πόρ‐ ρωθεν: —AB | |
sch Hipp686 | σιγᾶν ἐφ’ οἷσι νῦν: ἐλεγκτικὸν τὸ ἦθος. τὸ δὲ ἑξῆς οὕτως· οὐκ εἶπον σιγᾶν ἐφ’ οἷς κακῶς διάγω καὶ νοσηλεύομαι, τουτέστι τὸν ἔρωτα; ὁ δὲ νοῦς· οὐχὶ τὸ προπετὲς τῆς διανοίας προνοουμένη ἐκέλευον σιωπᾶν καὶ μὴ ἐκφαίνειν τὴν ἐμὴν ἐρωτικὴν κάκωσιν: —AB | |
sch Hipp687 | διὰ τοῦτο γὰρ οὐκ εὔδοξοι γεγόναμεν· ἐπειδὴ οὐκ ἤκουσάς μου: —Bi | |
sch Hipp688 | ἐπινοιῶν καὶ μηχανημάτων χρεία ἐστίν: —Bi | |
sch Hipp689 | ἠκονημένος ὑπὸ τῆς ὀργῆς: —M ἀντὶ τοῦ ὀργισθείς: —Mg | |
sch Hipp693 | ὄλοιο καὶ σὺ χὥστις: γνωμικώτερόν πως ἐπάγει τὴν κα‐ τάραν. ἀπόλοιο, φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύ‐ | |
5 | της εὐεργεσίας 〈τὸ〉 μὴ καλῶς προσέθηκεν. οὐ γὰρ οἶδε φύσις κἂν ἐξ εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι, εἴγε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι: —AB | |
sch Hipp695 | δέσποιν’, ἔχεις μέν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα οὕτως καὶ αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται. ἑξῆς δὲ | |
πάλιν εἰς εὔνοιαν αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως καθ’ ὃν γεγένηται λέγουσα. τὸ δὲ ἑξῆς οὕτως· ἔχεις μὲν δικαίως τὰ | 87 in vol. 2 | |
5 | ἐμὰ πταίσματα μέμψασθαι. παραιρεῖται γάρ σου τὸ λογιστικὸν ἡ λύπη καὶ τὴν αἰτίαν τοῦ πταίσματος γινώσκειν οὐ συγχωρεῖ σοι. ἀναιτία γὰρ ἐγώ εἰμι τῆς συμφορᾶς. ὁ δὲ νοῦς· ἔχεις μὲν μέμψασθαι τὰ ἐμὰ κακὰ, δέσποινα· τὸ γὰρ λυποῦν σε κρατεῖ, ὅθεν μέμφῃ μοι. εἰ γὰρ μὴ ἐγένετο, οὐκ ἂν ἐμέμφου, ἀλλ’ ἐπῄνεις. ὅθεν ἐπιφέρει πρὸς τὰς | |
10 | τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἡ μὲν κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας δυσχέρεια τῆς τύχης κατη‐ γόρημα: —AB | |
sch Hipp696 | τὸ δάκνον σου τὴν φρένα νικᾷ: —M ἡ γὰρ λύπη τὸ διαλογιστικόν σου νικᾷ: —Bi | |
sch Hipp700 | εἰ δ’ εὖ γ’ ἔπραξα: εἰ καλῶς, φησὶν, ἔπραξα καὶ μὴ ἐσφά‐ λην τῆς ἐλπίδος, ἐθαυμάζετ’ 〈ἂν〉 μου τὸ βούλευμα. οὐκ ἄρα ἡ ἐμή σε βουλὴ ἠδίκησεν, ἀλλ’ ἡ τύχη. εἰ γὰρ καλῶς ἀπέβη τὸ πρᾶγμα, ἔλεγες ἂν ὅτι οὐκ ἔστιν ἄλλη κρείττων τῆς τροφοῦ: —AB | |
sch Hipp701 | πρὸς τὰς ἀποβάσεις τῆς τύχης ἔχομεν τὰς φρένας. ἐν ὀρ〈γῇ ταῦ〉τα λέγει. ἀρνεῖται ............: —M | |
sch Hipp702 | ἦ γὰρ δίκαια ταῦτα: ὀργίζεται καλῶς ἐπὶ τῷ καὶ ἀπολο‐ γίαν ἐθέλειν σοφίσασθαι. ἆρα οὖν, φησὶ, δίκαιόν ἐστι τοῦτο καὶ οὐχὶ φανερῶς ἄτοπον, τὸ καὶ ἐθέλειν σε ἰσολογεῖν μοι καὶ ἐκ τῶν ἴσων ἀμφισβητεῖν, τρώσασάν με. ἐξαρκοῦντα δέ μοί ἐστιν ἤγουν ἱκανὰ | |
5 | πρὸς θεραπείαν τῆς βλάβης: —AB | |
sch Hipp703 | εἰς ταὐτὸ συνιέναι καὶ ἐκ τοῦ ἴσου ἁμιλλᾶσθαι: —Bi | |
sch Hipp704 | μακρηγοροῦμεν: μάτην φλυαροῦμεν καὶ ἐπεκτείνομεν τὸν λόγον ἐπὶ τοῖς ἤδη πραχθεῖσιν: —AB οὐκ ἐσωφρόνουν ἐγώ: ὁμολογεῖ τὸ ἁμάρτημα, ἐπεὶ εἶδεν | |
αὐτὴν πρὸς τὴν ἀπολογίαν δυσχεραίνουσαν. ὁμολογῶ, φησὶ, | 88 in vol. 2 | |
5 | τὸ πρότερον πταῖσμα οὐκ ἐκ τύχης, ἀλλ’ ἐξ ἐμῆς ἀνοίας γεγενημέ‐ νον: —AB | |
sch Hipp710 | ὑμεῖς δὲ παῖδες: μεταστρέφει τὸν λόγον πρὸς τὰς γυναῖκας τοῦ χοροῦ: —AB | |
sch Hipp713 | ὄμνυμι σεμνήν: οἰκονομικῶς ὁ χορὸς σιωπὴν ἐπαγγέλλεται. λύοιτο γὰρ ἂν τὰ τῆς ὑποθέσεως: —NAB | |
sch Hipp715 | ἓν δὲ προτρέπους’ ἐγώ: ζητοῦσα. μετατρέπουσα καὶ πολλὰ δοκιμάζουσα καὶ εἰς πολλὰ μεταφέρουσά μου τὴν γνώμην, ἓν μόνον ἴαμα τῆς συμφορᾶς εὗρον: —NAB ἐρευνῶσα πολυπραγμονοῦσα βουλευομένη: —M | |
sch Hipp717 | περιποιήσασθαι τοῖς ἐμοῖς τέκνοις δόξαν: —Bi | |
sch Hipp719 | οὐ γάρ ποτ’ αἰσχυνῶ γε: ὅτι Μίνως βασιλεὺς τῶν Κρη‐ τῶν ἐγένετο πατὴρ αὐτῆς. καὶ διὰ τοῦτο Κρησίους δόμους λέγει: — NAB | |
sch Hipp721 | αἰσχροῖς ἐπ’ ἔργοις: ἀντιδιασταλτικῶς τὸ μιᾶς εἶπεν· ἐγὼ γὰρ τῆς μιᾶς μου ψυχῆς καταφρονήσασα πολλὰς ἑτέρας διασώσω, τὰς τῶν οἰκείων δηλονότι, ῥυσαμένη τῆς αἰσχύνης. οὐχ ὑπερτιμήσω οὖν τὴν μίαν ψυχὴν τῆς αἰσχύνης τῶν πολλῶν: —NAB | |
sch Hipp724 | καὶ σύ γ’ εὖ με νουθέτει: ἀπειλητικώτερον εἴρηται ὁ λό‐ γος, ὡς εἰ ἔλεγε· μὴ καὶ σὺ ζήλου τῆς τροφοῦ τὴν παραίνεσιν μηδὲ τὰ αὐτὰ ἐκείνῃ νουθετήσῃς με, ἅ ἐστιν ἐπιζήμια καὶ φαῦλα, ἀλλὰ πρὸς τὸ συμφέρον με νουθέτει: —NAB | |
sch Hipp728 | ἀτὰρ κακόν γε χἀτέρῳ: καὶ δὴ ἀποθανοῦσα κακὸν γενή‐ | |
σομαι καὶ ἄλλῳ, ἀντὶ τοῦ τῷ Ἱππολύτῳ, ἵν’ εἰδῇ, κοινῇ ταύτης μοι μετασχὼν τῆς νόσου, μετριάζειν καὶ μὴ ὑψηλοφρονεῖν ἐπὶ ταῖς ἑτέρων δυστυχίαις: —NAB | 89 in vol. 2 | |
sch Hipp732 | ἠλιβάτοις: ἀντὶ τοῦ βαθυτάτοις. ἠλίβατον γὰρ οὐ μόνον τὸ ὑψηλόν, ἀλλὰ καὶ τὸ βαθὺ, οὗ ἐστιν ἀλιτεῖν τῆς βάσεως. κευ‐ θμῶσι δὲ ἐρήμοις τόποις, κεκρυμμένοις, πάσης ξυντυχίας ἀνθρώπων χωρίς. ἀφανισμὸν δὲ καὶ μεταβολὴν τῆς φύσεως ἐπεύχεται ἑαυτῷ | |
5 | ὁ χορὸς ἤτοι πρὸς τὸ ἄπειρος γενέσθαι τῶν ἐπικαταληψομένων συμφο‐ ρῶν ἢ πρὸς τὸ μὴ καταναγκασθῆναι ψευδομαρτυρεῖν κατὰ Ἱππολύτου. ἢ, ὅπερ ἄμεινον, καταγνοῦσα τῆς ἀνθρωπίνης φύσεως καὶ ταῦτα διὰ τῶν παρόντων κακῶν ἄριστα παιδευθεῖσα, ὄρνις εὔχεται εἶναι πρὸς τὸ μηδὲ συντυχίας ἢ θέας ἀπολαύειν ἀνθρώπων. τοῦτο γὰρ τὸ ζῷον κα‐ | |
10 | θαρώτατόν ἐστι παρὰ πάντα· διὸ καὶ ἕκαστον αὐτῶν θεοῖς ἀνάκειται. καὶ τῇ πτήσει μᾶλλον τῶν ἄλλων ζῴων ἐκτοπίζεσθαι τῶν ἀνθρώπων δύναται ὡς καὶ ἐν ἐρημίᾳ ἀνθρώπου ἐπιστάντος ἀνίπτασθαι καὶ νικᾶν τῇ πτήσει τὴν τούτου θέαν: —NAB | |
sch Hipp733 | γενοίμην, φησὶν, ὄρνις, ᾗ εἴη δυνατὸν καὶ πελάγη διίπτασθαι, καὶ ἀρθείην καὶ μετεωρισθείην ἐπὶ τὸ θαλάττιον κῦμα τὸ τῆς Ἀδρίου ἀκτῆς καὶ ἐπὶ τὸ τοῦ Ἠριδανοῦ ὕδωρ: —M ἵνα με πτεροῦσσαν ὄρνιν: πτεροῦσσάν με ὄρνιν θείη θεὸς, ἵνα | 90 in vol. 2 |
5 | γενοίμην ἐν ἠλιβάτοις κευθμῶσι καὶ πλεῖστον ἄποπτος εἴην ἀνθρωπίνου γένους. ὁ χορὸς ἐπὶ τῇ συμβεβηκυίᾳ τύχῃ ἀφανισμὸν καὶ μετα‐ βολὴν τῆς φύσεως ἑαυτοῦ κατεύχεται, ἵνα ἄπειρος τῶν ἐφεξῆς μείνῃ συμφορῶν. ἢ ἐπειδὴ μέλλει συνίστωρ γενέσθαι τῇ Φαίδρᾳ τῆς κατὰ Ἱππολύτου διαβολῆς καὶ [μέλλει] τηλικαύτην ἁμαρτίαν εἰς ἑαυτὸν ἐπι‐ | |
10 | σπᾶσθαι· πρὶν οὖν ἐκεῖνον ἐπιστῆναι αὐτῷ τὸν καιρόν, ἀπαλλαγῆναι τῆς φύσεως ἐπεύχεται. πρὸς τὸν Ἀδρίαν δὲ καὶ τὴν Κελτικὴν ἀρθῆναι εὔχεται οἰκείως τοῖς πεπραγμένοις καὶ ὡς μάλιστα τῶν τόπων τούτων λύπας ἀναδεξαμένων. ἐν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ εἰς βοῦν μεταβληθεῖσα κατὰ βούλησιν Ἥρας διεπέρασε τὸ ἀπ’ αὐτῆς Ἰόνιον πέλαγος κληθέν, ἐν | |
15 | δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες κόραι τὸν Φαέθοντα δακρύουσι μεταβλη‐ θεῖσαι εἰς δένδρα: —NAB | |
sch Hipp736 | κῦμα τᾶς Ἀδριηνᾶς: τὸ πόντιον κῦμα ἀντιδιασταλτικόν ἐστι τοῦ ῥεύματος τοῦ Ἠριδανοῦ. ὁ δὲ Ἀδρίας πέλαγός ἐστι μέγιστον πρὸς τῇ Ἰταλίᾳ, ὁ δὲ Ἠριδανὸς ποταμὸς Κελτικῆς. ἐν τούτοις δὲ ἄρα εὔχεται μάλιστα τοῖς τόποις εἶναι ὡς πειραθεῖσι συμφορῶν (ὁ μὲν γὰρ | |
5 | Ἀδρίας συνέπαθε τῇ βοΐ, ὁ δὲ Ἠριδανὸς τῷ Φαέθοντι), ὅπως ἂν πρό‐ φασιν ἔχουσα τὸν τόπον ἀκαταπαύστως θρηνοίη τοὺς ἀνθρώπους. ἢ, ὅπερ ἄμεινον, εὔχεται μεταβολὴν τῆς φύσεως εἰς τοὺς τόπους ἐκείνους γενέσθαι οἵτινες μάλιστα πεῖραν μετεμψυχώσεως ἐδέξαντο. ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ ἐπλανήθη εἰς βοῦν μεταμορφωθεῖσα, ἐν δὲ τῷ Ἠριδανῷ | |
10 | αἱ Ἡλιάδες εἰς αἰγείρους μετεβλήθησαν: —NAB | |
sch Hipp738 | ἔνθα πορφύρεον: εἰς πορφύρεον οἶδμα τοῦ Ἠριδανοῦ αἱ τοῦ πατρὸς Ἡλίου ἄθλιαι κόραι Ἡλιάδες τῷ οἴκτῳ καὶ θρήνῳ τοῦ Φαέθοντος εἰς δένδρα μεταβληθεῖσαι δακρύουσι τοῦτο τὸ δάκρυον, ὅπερ πηγνύμενον ἐν τῇ ψυχρότητι τοῦ ὕδατος ἀποτελεῖ τὸν ἤλεκτρον: — | 91 in vol. 2 |
5 | NAB | |
sch Hipp739 | εἰς οἶδμα πατρός: πατέρα αὐτῶν τὸν Ἠριδανόν φησι, παρόσον τρέφονται αὐτοῦ τῷ ὕδατι, αἴγειροι οὖσαι: —MNAB | |
sch Hipp740 | κόραι Φαέθοντος: ἐκ γὰρ Ἡλίου βούλεται ὁ μῦθος αὐτὰς εἶναι. διὸ καὶ τὸ δάκρυον αὐτῶν φωτεινοειδὲς λέγεται εἶναι, ἤλεκτρον ὀνομαζόμενον, ἐπεὶ καὶ Ἠλέκτωρ ὁ Ἥλιος καλεῖται: —NAB | |
sch Hipp742 | Ἑσπερίδων: ἔνθα τὰ χρύσεα μῆλα ἐσπάρησαν. Φερε‐ κύδης [frg. 33b] δὲ Διὸς καὶ Θέμιδος εἶναί φησιν αὐτάς, ἔνιοι δὲ τὰς αὐτὰς ταῖς Ἀτλαντίσιν. Ἑσπερίδες δὲ ὀνομάζονται διὰ τὸ ἐν τῇ ἑσπέρᾳ, τουτέστιν ἐν τῇ δύσει, κεῖσθαι. ὁ δὲ νοῦς· ἀνύσαιμι καὶ ἔλθοιμι | |
5 | ἐπὶ τὴν ἀκτὴν τῶν Ἑσπερίδων νυμφῶν τῶν ἀοιδῶν, ἔνθα εἰσὶ χρυσᾶ μῆλα σπαρέντα. πάλιν δὲ ἀκολούθως τοῖς προειρημένοις καὶ ἐνταῦθα εὔχεται γενέσθαι, ἐπειδὴ καὶ αὗται νῦν ἐν θρήνοις εἰσὶν θρηνοῦσαι τὸν δράκοντα τὸν μηλοφύλακα τὸν νεωστὶ ὑφ’ Ἡρακλέους φονευθέντα. διὰ τοῦτο γὰρ καὶ ἀοιδοὺς αὐτὰς λέγει, διὰ τὸ ἐπὶ θρήνοις εἶναι: —NAB | |
sch Hipp743 | παραγενοίμην εἰσέλθοιμι: —M | |
sch Hipp744 | ἵν’ ὁ ποντομέδων: ὅπου ὁ Ποσειδῶν οὐκέτι δίδωσι τοῖς | |
ναύταις διέξοδον [προσεγγίζειν] εἰς τὸν ὠκεανόν. τέρμονα γὰρ οὐ‐ ρανοῦ τὸν ὠκεανόν φησιν, εἰς ὃν δοκεῖ τῇ θέᾳ τῇ ἀνθρωπίνῃ ἀποτερ‐ ματίζεσθαι καὶ καταπίπτειν ὁ οὐρανός. πάλιν δὲ πρὸς τὴν διήγη‐ | 92 in vol. 2 | |
5 | σιν ἐτράπη τῶν τόπων, ἔνθα ὁ Ποσειδῶν τὸν πλοῦν τῆς θαλάσσης τοῖς ναύταις οὐκέτι δίδωσι, καθάπερ καὶ Πίνδαρος [Nem. 4, 69] ‘Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν‘: —NAB | |
sch Hipp745 | πρὸς τὸν ζόφον. ἐκεῖ γάρ φασι τὸν Δία μιχθῆναι τῇ Ἥρᾳ: — MAgBi οὐκέθ’ ὁδόν: μερίζει. διέξοδον δίδωσι. διὰ τὸ τέλος εἶναι ἐκεῖ τοῦ ὠκεανοῦ καὶ τοῦ οὐρανοῦ: —NBi | |
sch Hipp746 | γράφεται κυρῶν: —Ag | |
sch Hipp747 | τὸν Ἄτλας ἔχει: τὸν Ἄτλαντα οἱ μὲν ὄρος εἰρήκασι, μυ‐ θευόμενοι τὸν οὐρανὸν βαστάζειν, ἐπειδὴ πάνυ ὑψηλὸν ὑπάρχει καὶ δοκεῖ ἐπικεῖσθαι αὐτῷ ὁ οὐρανός. ὅθεν καὶ Ἄτλας εἴρηται, διὰ τὸ ἄτλητον ποιῆσαι τὴν εἰς αὐτὸν ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν | |
5 | ἄξονα τοῦ οὐρανοῦ, δι’ οὗ ἡ τοῦ παντὸς κίνησις γίνεται. δῆλον δ’ ἐκ τοῦ Ὁμήρου λέγοντος [α 53] ‘ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν‘. εἰρῆσθαι δὲ Ἄτλαντα, οἱονεὶ πολύτλαν, διὰ τὸ αὐτὸν πάντα βαστάζειν: —NAB | |
sch Hipp748 | κρῆναί τ’ ἀμβρόσιαι: αἱ τοῦ νέκταρος κρῆναι, καθὸ ἡ ἀμβροσία καὶ τὸ νέκταρ ἐκεῖσε φύονται: —NAB ἄλλως: ὑποτίθενται τὴν τῶν Φαιάκων γῆν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμότητος καὶ ἐκ τοῦ ἐπικειμένου πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ τὸν | |
5 | σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν, τῶν οἴκων, τοῦ Διὸς χέονται | |
αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι: —NAB | 93 in vol. 2 | |
sch Hipp750 | ἵν’ ὀλβιόδωρος: πρὸς τῷ πυρίνῳ κύκλῳ καὶ τῇ ζώνῃ τοῦ πυρὸς ἑτέραν [γὰρ] ἐμύθευσαν εἶναι γῆν ἐν ᾗ πλεῖστα καὶ θαυμαστὰ φύονται. ἐν ταύτῃ γὰρ καὶ τὸ Ἠλύσιον πεδίον καὶ τὴν τῶν Φαιάκων γῆν ἐμύθευσαν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμασίας τοῦ ἐπικειμένου | |
5 | πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ συμβαίνει τὰ κάρπιμα φύεσθαι ** καὶ τὸ νέκταρ· φησὶ γοῦν κρήνας μὲν ἀμβροσίας τὰς τοῦ νέκταρος, εὐδαιμονίαν δὲ τὴν ἀμβροσίαν: —NAB ἀντὶ τοῦ φύει βλαστάνει: —M ἡ τὸν βίον διὰ τῆς τροφῆς παρέχουσα: —AgBi | |
sch Hipp751 | τὴν εὐδαιμονίαν τῶν θεῶν. τουτέστιν τῶν μακάρων αἱ νῆσοι: —M | |
sch Hipp752 | ὦ λευκόπτερε Κρησία πορθμίς: λευκὰ πτερά, ὅ ἐστιν ἄρμενα, ἔχουσα Κρητικὴ ναῦ, ἥτις κατὰ τὸ κῦμα τῆς θαλάσσης τὴν δέσποινάν μου Φαίδραν ἐκόμισας νυμφευθεῖσαν Θησεῖ: —NABi | |
sch Hipp754 | κῦμ’ ἁλίκτυπον: ἑτέρα μοῖρα χορικὴ ἤδη καὶ τὰ παρόντα θρηνεῖ ἄνωθεν ἐκ τῆς ἐπιδημίας ὀλοφυρομένη τὴν Φαίδραν. σύ μοι, φησὶ, προοίμιον τῶν θρήνων, ὦ πορθμὶς, ἐπεὶ καὶ τῶν συμφορῶν ὑπό‐ θεσις γεγένησαι: —AB | 94 in vol. 2 |
5 | τὸ ἐν τῇ ἁλὶ κτυποῦν: —M τὸ ἐν τῇ θαλάσσῃ ἠχοῦν: —Mg τῆς θαλάσσης: —Mg | |
sch Hipp757 | κακονυμφοτάταν: νυμφευσαμένην τῷ Θησεῖ νύμφευσιν ἀνόνητον, τουτέστιν εἰς κακὴν ὠφέλειαν τοῦ γάμου, εἰς ἀπόλαυσιν κα‐ κῶν: —ABi | |
sch Hipp758 | ἦ γὰρ ἀπ’ ἀμφοτέρων: ὄντως γὰρ ἀπὸ τῶν δύο, ἀπό τε τῆς Κρήτης καὶ τῆς Ἀττικῆς, κακὰ σημεῖα ἐφάνησαν αὐτῇ. τὸ δὲ ἀμφοτέρων ἀκούουσιν ἔκ τε τοῦ πατρὸς καὶ τῆς μητρός, ἵν’ ᾗ οὕτως· ἐπὶ κακοῖς γὰρ σημείοις ἐκδοθεῖσα 〈ὑπὸ〉 τῶν γονέων ἦλθες εἰς Ἀττικὴν | |
5 | ἀπὸ τῆς Κρήτης. ἐπεὶ δὲ καὶ δύσορνιν αὐτὴν ἔφη, εἶπεν τὸ ἔπτατο, ἀντὶ τοῦ ἦλθεν. Μουνύχιος δὲ λιμὴν Ἀττικῆς. ὁπηνίκα δὲ ἐν τῷ Μουνυχίῳ λιμένι παρέβαλον τὰς ἀρχὰς τῶν σχοινίων καὶ ἔδησαν ἐν αὐτῷ καὶ ἐξέβησαν ἐν τῇ γῇ, τὸ τηνικαῦτα ἡ Ἀφροδίτη κακὸν ἔρωτα ἔπεμψε τῇ ἐμῇ δεσποίνῃ: —NAB | |
10 | τὸ ἤ τὸ δεύτερον ἀντὶ τοῦ καί: —M | |
sch Hipp759 | ἡ κακοτυχίαν ἡμῖν φέρουσα ναῦς: —Mi | |
sch Hipp764 | ἀνθ’ ὧν: ἀντὶ τοῦ ἀφ’ ὧν. ὁ δὲ νοῦς· ἀφ’ ὧν, τῶν κακοσή‐ μων οἰωνῶν, ὑπὸ ἀδίκων ἐρώτων Ἀφροδίτης δεινῇ νόσῳ φρένας κατε‐ κλάσθη: —NABi | |
sch Hipp767 | χαλεπᾷ δ’ ὑπέραντλος: ἐκ μεταφορᾶς τῶν ἐν τῇ νηῒ μη‐ κέτι τῆς ἀντλίας ὑπερέχειν δυναμένων. ἀδυνατοῦσα, φησὶ, πρὸς τὴν συμφορὰν καὶ ὑπερβαρῆ νοσήσασα νόσον τὴν ἀγχόνην ἐβουλεύσατο: — | |
MNAB | 95 in vol. 2 | |
5 | ὑπερπεπλησμένη: —Mg | |
sch Hipp769 | ἀπὸ νυμφιδίων: ἀπὸ τῶν νυμφικῶν στεγῶν σχοινίον ἔδησε μέλλουσα ἀπάγχεσθαι: —NAgBi | |
sch Hipp770 | ἅψεται ἀμφὶ βρόχον: ἡ ἀμφὶ πρὸς τὸ ἅψεται, ἀντὶ τοῦ περιάψεται: —NAgBi | |
sch Hipp772 | δαίμονα στυγνόν: δαίμονα τὴν πορνείαν φησίν: —NAgBi | |
sch Hipp773 | ἀνθαιρουμένα: ἀντὶ τοῦ μεταλαμβομένη: —NAg | |
sch Hipp776 | ἰοὺ ἰού: τινὲς βούλονται τὴν τροφὸν ἔσωθεν ταῦτα λέγειν. ἔνιοι δὲ ἐξάγγελόν φασι. ἐξάγγελος δὲ ὁ τὰ πεπραγμένα ἔνδον τῆς σκηνῆς τῷ χορῷ ἀγγέλλων: —NAB βοηδρομεῖτε: βοηδρομεῖν ἐστι τὸ μετὰ βοῆς τρέχειν, ἵνα διὰ τῆς | |
5 | βοῆς καὶ ἄλλους πρὸς ἐπικουρίαν κινήσωσιν: —MNAB γράφεται δρόμῳ: —Bg | |
sch Hipp778 | πεφόνευται: —Mg ἀντὶ τοῦ· οὐκέτι ζῇ: —AgBi | |
sch Hipp780 | ἀμφιδέξιον: δίστομον, ᾧ ἄν τις πρὸς ἀμφότερα τὰ μέρη δεξιῶς χρήσαιτο. ἐδόκουν γὰρ μετέχειν τοῦ μιάσματος ὅσοι μὴ ἔκοπτον τὰς ἀγχόνας τῶν ἠγχονισμένων: —MNAB | |
sch Hipp783 | ἐξ ἐπισπαστῶν: ἐκ τῶν δεδεμένων: —N | |
sch Hipp785 | τὸ πολλὰ πράττειν: οὐκ ἔστιν ἀσφαλὴς ὁ βίος τῶν ἐμβαλ‐ λόντων ἑαυτοὺς εἰς πολλὰ πράγματα: —AB | |
sch Hipp786 | ὀρθώσατ’ ἐκτείνοντες: ἀνορθώσατε, φησὶν, αὐτῆς τὰ μέλη | |
καὶ κατ’ ὀρθὸν σχηματίσατε: —NAB | 96 in vol. 2 | |
sch Hipp787 | οἰκούρημα: τὸν νεκρὸν, τὸ πικρὸν οἰκούρημα τῶν ἐμῶν δε‐ σποτῶν, ὅ ἐστι· τὸν ἀτυχῆ οἰκουρόν: —NAB οἰκουρὸς λέγεται ἡ γυνή: —Mg | |
sch Hipp790 | γυναῖκες: τὸ ἑξῆς· γυναῖκες, ἠχὼ βαρεῖα προσπόλων ἀφί‐ κετο· ἴστε τίς ποτ’ ἐν δόμοις βοή. ἴστε, φησὶ, τίς ἡ βοὴ ἡ ἐν τοῖς οἴκοις, ὦ γυναῖκες; ἠχὼ γὰρ βαρεῖα πρός με ἀφίκετο: —NAB | |
sch Hipp792 | οὐ γάρ τί μ’ ὡς θεωρόν: ἀντὶ τοῦ ἀπὸ μαντείας. ἔθος γὰρ εἶχον οἱ ἀρχαῖοι τοῦτο· ὅτε ἤρχοντο ἀπὸ μαντείας, ἐστεφανωμένοι ἤρχοντο, καὶ πάντες τοῦ οἴκου προσεκύνουν αὐτούς. τὸ δὲ ἑξῆς· οὐκέτι μοι ὡς θεωρῷ προσφθέγγεται ὁ οἶκός μου ἀγαθὰ, ἀλλὰ φαῦλα· | |
5 | οὐ γὰρ ὡς θεωρόν με ἀξιοῖ προσκυνεῖν, ἀλλ’ ἔχω ἀφελέσθαι τὸν στέ‐ φανον διὰ τὴν βοήν. θεωροὶ δὲ καλοῦνται πάντες οἱ εἰς θεοὺς στελλόμενοι, καὶ ὕστερον ὑποστρέφοντες: —NAB | |
sch Hipp794 | ἀντὶ τοῦ ἀπέθανεν: —Bi | |
sch Hipp795 | πρόσω μὲν ἤδη βίοτος: πόρρω, μακρός. ἀντὶ τοῦ· προβέβηκε τῇ ἡλικίᾳ. ἀντὶ τοῦ· γέρων μὲν ἤδη ἦν, ἀλλ’ ὅμως λυ‐ πηρὸς ἔσται ἀποθανών: —NAB | |
sch Hipp799 | τέκνων μοι μήτι: μὴ ἄρα τῶν τέκνων μου ἡ ζωὴ κλέπτε‐ ται, ἀντὶ τοῦ ἀπέθανον: —NAB | |
sch Hipp800 | ἀντὶ τοῦ· ὅσον ἄλγιστον: —Mg | |
sch Hipp802 | ἀγχόνης: ὥστε ἀπάγξασθαι: —M | |
sch Hipp803 | τῇ λύπῃ κακωθεῖσα. ἡ γὰρ πάχνη πᾶν βλάστημα διαφθεί‐ ρει: —M λύπῃ παχνωθεῖσα: ἀντὶ τοῦ κακωθεῖσα. ἁπάντων γὰρ τῶν φυ‐ τῶν φθαρτική ἐστιν ἡ πάχνη: —NAB | |
5 | 〈ἤ τινα〉 συμφορὰν ἔπαθεν 〈ἐμοῦ ὄντοσ〉 μακράν: —M | |
sch Hipp804 | οἰκονομικῶς ψεύδεται τὰ λοιπὰ μὴ εἰδέναι ὁ χορός: —MNAB | 97 in vol. 2 |
sch Hipp806 | ἀνέστεμμαι κάρα: ἔθος γὰρ ἦν τοὺς ἐξ ἱεροῦ στελλομένους στέφεσθαι. πλεκτοῖς δὲ φύλλοις ἀντὶ τοῦ πλεκτοῖς στεφάνοις: — MNAB | |
sch Hipp808 | χαλᾶτε κλῇθρα: ἀνοίγετε τὰς θύρας. ἁρμούς δὲ ἀντὶ τοῦ δεσμούς: —NB | |
sch Hipp809 | τὴν τύχην: —Mg | |
sch Hipp812 | ἔπαθες εἰργάσω: πέπονθας τὸ τῆς ἀγχόνης κακόν, εἰργάσω εἰς ἑαυτὴν τὸν δι’ ἀγχόνης θάνατον. τὸ δὲ αἰαῖ τόλμας διὰ μέσου ἀναπεφώνηται, καὶ οὕτως τὸ ἑξῆς ἵσταται: —NAB συνταράξαι: —Mg | |
sch Hipp814 | ἀπὸ χειρὸς σαυτῆς: —AgBi | |
sch Hipp815 | λείπει ἡ κατά: —AgBi πάλαισμα μελέας: τὸ κατάπτωμα τῆς ἀγχόνης, ἀπὸ μεταφορᾶς τῶν παλαιόντων, οἳ οἱονεὶ πνίγουσιν ἑαυτοὺς ἐν τῷ τραχήλῳ πιέζον‐ τες: —NAB | |
5 | ἄλλως: ὦ πάλαισμα καὶ κατάπτωμα τῆς σῆς ἀθλίας χει‐ ρός: —A | |
sch Hipp816 | τίς ἄρα: λείπει τὸ δαιμόνων: —NAgB | |
sch Hipp818 | τὰ μάκιστα: ἅπερ μήκιστα καὶ μέγιστα ἦν μοι τῶν κακῶν, ἔπαθον: —NAgBi | |
sch Hipp820 | κηλὶς ἄφραστος: κακὸν ἀπροσδόκητον: —NABi ῥυπαρία μολύνουσα, αἰσχύνη. ἄφραστος δὲ ἀντὶ τοῦ ἀπροό‐ ρατος, ἀ〈προσ〉δόκητος. σπίλος καὶ αἰσχύνη: —NAB | |
sch Hipp821 | κατακονά: ἀντὶ τοῦ καταφθορά. λείπει δὲ τὸ κατέλαβέ με. ὁ δὲ νοῦς· καταφθορὰ μὲν ζωῆς ἀβιωτοποιὸς κατέλαβέ με, κακῶν δὲ ὁ τάλας πέλαγος εἰσορῶ. γράφεται δὲ καὶ τὸ κατακονᾷ ῥῆμα, ἵν’ ᾖ οὕτως· μαραίνει με καὶ καταναλίσκει ἡ δυστυχία τοῦ | 98 in vol. 2 |
5 | βίου: —NAB | |
sch Hipp824 | μηδ’ ἐκπερᾶσαι: ἐκκολυμβῆσαι παρέρπειν, ἐπεὶ καὶ πέλα‐ γος προείρηται. ἐνέμεινε δὲ τῇ μεταφορᾷ: —NAB | |
sch Hipp826 | τίνα τύχαν σέθεν: ἡ πρός πρὸς τὸ σέθεν, ἀντὶ τοῦ παρὰ σοῦ: —NBi | |
sch Hipp828 | ὄρνις γὰρ ὥς τις: ὥσπερ ὄρνις κρατουμένη ὑπό τινος ἀφανὴς γίνεται, οὕτω καὶ σύ: —NAB | |
sch Hipp829 | πήδημ’ ἐς Ἅιδου: ἀντὶ τοῦ· ταχέως πηδήσασα ἐν τῷ Ἅιδῃ: —NB | |
sch Hipp831 | τὴν πόρρωθέν μου καὶ ἀπροσδόκητον: —Mi πρόσωθεν δέ ποθεν: πόθεν συνέβη μοι αὕτη ἡ συμφορά; μὴ ἄρα ἕνεκεν τῶν πρότερον ἡμαρτημένων μοι ἢ ἀπό τινος παλαιᾶς ὀρ‐ γῆς τῶν δαιμόνων; πολλάκις γὰρ πατέρων ἀνομίαι τέκνοις ἀποδίδον‐ | |
5 | ται: —AB | |
sch Hipp833 | ἀμπλακίαισι: ὅ ἐστιν· οὐ δι’ ἐμὸν ἁμάρτημα τιμωροῦμαι, ἀλλὰ διὰ προγονικόν: —NB ἀμπλακίαισι: ταῖς ἁμαρτίαις τῶν προγόνων: —A ἄλλως: μὴ διὰ τὰς ἁμαρτίας τῶν ἀρχαίων μου προγόνων ἐγὼ | |
5 | ἀνακομίζομαι, ἀναλαμβάνω, τοιαύτην δυστυχίαν: —AB | |
sch Hipp834 | οὐ σοὶ τάδ’ ὦναξ: καὶ ἐν τῇ Ἀλκήστιδι [417] ‘οὐ γάρ τι | |
πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακεσ‘: —B | 99 in vol. 2 | |
sch Hipp836 | τὸ κατὰ γᾶς θέλω: οἷον· θέλω τὸ λοιπὸν ἀποθανεῖν: — NAgBi | |
sch Hipp839 | ἀπώλεσας: μᾶλλον ἐμὲ ἀπώλεσας ἢ σεαυτήν: —NAgBi | |
sch Hipp840 | τίνος κλύω: λείπει ἡ παρά, παρὰ τίνος ἀκούσω: —NAgB τίνος κλύω: ἀπὸ τίνος ἀκούσω καὶ μαθήσομαι τὸ συμβάν σοι αἴτιον ὅθεν ἀπώλου: —AB | |
sch Hipp842 | ἦ, ὄντως, τὸ δῶμα μάτην ἔχει θεραπόντων τὸν ὄχλον: —NB στέγει: ἀντὶ τοῦ ἔχει: —N | |
sch Hipp846 | οὐ τλητόν: ὃ οὔτε σιωπᾶν δύναμαι· μέγα γάρ ἐστιν· οὔτε λέγειν· αἰσχύνην γάρ μοι φέρει τὸ παράδοξον τοῦ θανάτου: — NAB ἀπωλόμην: ὁ ἀλλά ἀντὶ τοῦ γάρ: —NAg | |
sch Hipp851 | νυκτὸς ἀστερωπός: καὶ ἡ διὰ νυκτὸς λαμπρὰ σελήνη. ἡ μετὰ ἀστέρων φαινομένη σελήνη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ἐκεῖνος γὰρ κρύπτει πάντων τῶν ἀστέρων τὸ φῶς: —NAB ἄλλως: ἡ μετὰ ἀστέρων φαινομένη, πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· | |
5 | ὁ γὰρ ἥλιος ἅπαντας ἀμαυροῖ τοὺς ἀστέρας ταῖς ἀκτῖσιν αὐτοῦ, οὐχ οὕτω δὲ καὶ ἡ σελήνη, ἀλλὰ μόνους τοὺς πλησιάζοντας: —A | |
sch Hipp852 | γράφεται ἰὼ τάλας: —Mi ἰὼ τάλας: ἀντὶ τοῦ τάλαινα. καὶ γὰρ ταῦτα 〈αἱ〉 τοῦ χοροῦ φα‐ σιν: —NB | |
sch Hipp855 | τὸ δ’ ἐπὶ τῷδε: ἐπὶ πολὺ φρίσσω. διὰ τί γὰρ κακῶς ἀπήγξω; περὶ οὗ φοβοῦμαι μὴ ἕτερόν τι πάθω κακόν: —NAB | |
sch Hipp859 | ἔγραψεν ἡ δύστηνος: 〈ἢ〉 μᾶλλον ἔγραψε παρακλήσεις, ἵνα | |
μὴ ἄλλην γαμήσω, ἢ διὰ τὰ τέκνα: —NAB | 100 in vol. 2 | |
sch Hipp860 | θάρσει: γελοῖον πρὸς νεκρὸν τὸ θάρσει. συγγνωστέον δὲ διὰ τὴν περικειμένην συμφοράν: —NAB λέκτρα γὰρ τὰ Θησέως: ἀντὶ τοῦ· οὐδὲ εἰς τὰ ἐμὰ λέκτρα οὐ‐ δὲ εἰς τὰ δώματα: —A | |
sch Hipp861 | οὐκ ἔστι δώμαθ’: οὐκ ἔστιν ἥτις γυνὴ εἰς τοὺς δόμους εἰσέλθῃ διὰ τὰ λέκτρα τοῦ Θησέως: —A | |
sch Hipp862 | καὶ μὴν τύποι γε: σφενδόνην λέγει τὴν δέσιν, τὸν δεσμόν. τύπον δὲ τὴν ἐπικειμένην σφραγῖδα τῷ δεσμῷ: —NAAgB σφενδόνης: τῆς σφραγῖδος: —N | |
sch Hipp863 | προσσαίνουσί με: ἡδύνουσί με, προτρέπονται, κολακεύου‐ σιν: —NAB | |
sch Hipp864 | λύσας τοὺς δεσμούς. τὰς περιπλοκὰς ἀναλύσας: —N φέρ’ ἐξελίξας: φέρε ἀποκόψας τὸν δεσμὸν τῆς σφραγῖδος: —AB | |
sch Hipp865 | ἴδω τί λέξαι: ἵν’ ἴδω τί θέλει σημᾶναι ἡ δέλτος αὕτη: —NA | |
sch Hipp866 | ἐκδοχαῖς: κατὰ διαδοχὴν νέα κακὰ ὁ θεὸς ἐπιφέρει τούτοις τοῖς οἴκοις: —AB | |
sch Hipp868 | ἀβίωτος βίου τύχα: θάνατος. τύχη ἀβιωτοποιὸς τῆς ζωῆς, ἀντὶ τοῦ· ἡ τύχη τοῦ βίου πρὸς τὸ συμβὰν ἀβίωτός ἐστι: —NB ἀβίωτος: ἀντίπτωσις· ἐμοὶ μὲν οὖν εἴη τυχεῖν, ὦ τύχη, βίου | |
5 | ἀβιώτου πρὸς τὸ κρανθέν, ἤτοι· ἐγὼ μὴ ἐπιζήσαιμι πρὸς τὸ μέλλον γενέσθαι: —A | |
sch Hipp868bis | πρὸς τὸ συμβάν: —N ἀντὶ τοῦ ἀπολοίμην: —NBi | |
sch Hipp870 | ἐμῶν τυράννων δόμους: τὸ ἑξῆς· ὀλομένους δόμους τῶν ἐμῶν δεσποτῶν οὐκέτ’ ὄντας λέγω. τὸ δὲ φεῦ φεῦ διὰ μέ‐ σου: —NB | 101 in vol. 2 |
sch Hipp871 | ἔν τισιν οὐ φέρονται οὗτοι: —Bi | |
sch Hipp872 | πρὸς γάρ τινος: ἡ πρός ἀντὶ τῆς ἀπό, ἀπό τινος τύ‐ χης: —NB πρὸς γάρ τινος: εἰσορῶ γὰρ τὸ δεινὸν τὸ μέλλον ὡς ὁ μάντις παρά τινος τῶν οἰωνῶν καὶ ὀρνέων εἰσορᾷ καὶ μαντεύεται: —A | |
sch Hipp875 | ὦ τάλας: λείπει τὸ εὗρον: —NAgBi | |
sch Hipp876 | εἴ τι μοι λόγου μέτα: εἰ μέτεστί μοι τοῦ λόγου, εἰ μετα‐ δώσεις μοι τοῦ λόγου: —N | |
sch Hipp881 | αἰαῖ κακῶν ἀρχηγόν: ἀντὶ τοῦ· κακοῦ λόγου ἀρχὴν λέ‐ γεις: —NAgB | |
sch Hipp882 | τόδε μὲν οὐκέτι: τὸ ἑξῆς· τόδε μὲν δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις περιφραστικῶς ἐν τῷ στόματι: —NAB ἄλλως: πύλαι στόματος τὰ χείλη. οὐκέτι οὖν, φησὶ, καθέξω τὸν | |
5 | λόγον ἐντὸς τοῦ στόματός μου, τουτέστιν οὐκέτι σιγήσω: —A στόματος ἐν πύλαις: ὁμοίως τῷ Ὁμηρικῷ· ‘ἕρκος ὀδόν‐ των‘: —NA | |
sch Hipp886 | ἀντὶ τοῦ· τὸν πατρῷον Δία ὑβρίσας: —AgB | |
sch Hipp887 | † ἀλλ’ ὦ πάτερ Πόσειδον: ἱστορία. Μίνως ὁ βασιλεὺς τῶν Κρητῶν ἔσχε γυναῖκα τὴν Πασιφάην, ἥτις ἠράσθη ταύρου καὶ μὴ δυναμένη τὸν τοιοῦτον ἐκπληρῶσαι ἔρωτα προσῆλθε Δαιδάλῳ τῷ ἀγαλ‐ ματουργῷ καὶ ἀπήγγειλε αὐτῷ τὸν ἐπὶ τῷ ταύρῳ [ταύτης] ἔρωτα. ὃς | |
5 | δὴ Δαίδαλος θέλων ἐκπληρῶσαι τὴν ταύτης ἔφεσιν κατεσκεύασε ξύλινον ταῦρον συνάψας αὐτῷ καὶ αἰδοῖον καὶ ἐνέδυσεν αὐτὸν δέρμα ταύρου ** ἐν μιᾷ γοῦν τῶν ἡμερῶν κατερχόμενος ὁ ταῦρος ἀπὸ τῆς θήρας πρὸς τὸ οἰκεῖον σπήλαιον ἐφεῦρε τὸν τοιοῦτον τεχνητὸν ταῦρον καὶ εἰς μῖξιν | |
ἄθεσμον ἐκινήθη. ἐξ ἧς δὴ μίξεως συνέλαβεν ἡ Πασιφάη τὸν λεγόμε‐ | 102 in vol. 2 | |
10 | νον Μινώταυρον. φοβηθεὶς δὲ ὁ Δαίδαλος μὴ τὸ πραχθὲν παρ’ αὐτοῦ ἐνωτίσηται ὁ Μίνως καὶ εἰς ὀργὴν αὐτῷ κινηθῇ, περιῆψεν ἑαυτῷ ἀλλὰ δὴ καὶ τῷ υἱῷ αὑτοῦ Ἰκάρῳ πτερὰ κήρινα, καὶ ἀπήρχοντο. ὁ δὲ υἱὸς αὐτοῦ Ἴκαρος, οἷα νέος νεωτερικόν τι φρονήσας, πρὸς τὰ μετεωρότερα τοῦ ἀέρος ἐφέρετο, τῶν δὲ κηρίνων πτερῶν διαλυθέντων ταῖς ἡλιακαῖς | |
15 | ἀκτῖσι πρὸς τὸ παρ’ Ἀσίαν πέλαγος ἐξωλίσθησεν, ὃ δὴ καὶ μέχρι τοῦ νῦν τὴν ἐπωνυμίαν αὐτοῦ κέκληται. ὁ δὲ Δαίδαλος οἷά τις ἐπιτήδειος πρὸς τὰ χθαμαλώτερα μέρη φερόμενος εἰς Ἀθήνας κατήντησεν. ὃ δὴ μαθὼν ὁ Μίνως εἰς Ἀθήνας πρέσβεις ἔστειλε τὸν τοιοῦτον ἀποκομίσοντας πρὸς αὐτόν. τῶν Ἀθηναίων δὲ μὴ πειθομένων πάλιν ὁ τοιοῦτος Μίνως διὰ | |
20 | γραφῆς αὐτοῖς κατήγγειλεν αὐτῷ τὸ κατ’ ἔτος διδόναι αὐτῶν ἕνα ἄν‐ θρωπον ὥστε τρώγειν αὐτὸν τὸν Μινώταυρον. ὃ δὴ καὶ οἱ Ἀθηναῖοι ἠθέλησαν. διαφόρων γοῦν ἀπελθόντων ἐκεῖσε ἐζήτησε καὶ ὁ Θησεὺς ἀπελθὼν ** ἐκεῖσε ἠράσθη παρὰ τῆς θυγατρὸς τῆς Πασιφάης. ἦν γοῦν ὁ τοιοῦτος Μινώταυρος ἀποκεκλεισμένος ἐν πολυθύρῳ καὶ πολυπλόκῳ οἰ‐ | |
25 | κήματι, ὃ δὴ καὶ Λαβύρινθος ἐκαλεῖτο ** Θησεὺς υἱὸς μὲν Αἴθρας καὶ λόγῳ μὲν Αἰγέως, ἔργῳ δὲ Ποσειδῶνος: —A ἀλλ’, ὦ πάτερ: μιᾷ τούτων τῶν καταρῶν κατέργασαι τὸν ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου· τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ ὑποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνα‐ | |
30 | τον: —NAB | |
sch Hipp892 | γνώσῃ γὰρ αὖθις ἀμπλακών: ἔχεις γὰρ γνῶναι ὅτι ἥμαρ‐ τες. καὶ ἐν Ἀλκήστιδι [417] ‘οὐ γάρ 〈τι〉 πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακεσ‘: —NAB | |
sch Hipp893 | καὶ πρός γ’ ἐξελῶ: 〈πρὸς τὸ〉 αὖθις ἀμπλακών, ἀντὶ τοῦ· οὐδαμῶς, ἀλλὰ πρὸς τούτοις ἐκβαλῶ αὐτὸν ἐκ ταύτης τῆς γῆς: —NAB | |
sch Hipp894 | δυοῖν δὲ μοίραιν: μιᾷ τῶν δύο μοιρῶν πληγήσεται: — | |
NAgB | 103 in vol. 2 | |
sch Hipp897 | ἀλώμενος: πλανώμενος: —NAgBg | |
sch Hipp898 | ἀντλήσει: διάξει: —NAgBi | |
sch Hipp906 | μεγίστου θαύματος: τοῦτο τὸ πρᾶγμα μεγίστου θαύματός ἐστιν ἄξιον: —NAgBi | |
sch Hipp908 | οὔπω χρόνον: οὐκ ἐκ πολλοῦ χρόνου, ἀλλ’ ἔναγχος: —NB οὔπω χρόνον: ἀντὶ τοῦ· ἣν ἀρτίως κατέλιπον τὸ φῶς ὁρῶσαν, ἄρτι ἀπέθανεν: —NB | |
sch Hipp911 | σιωπῆς δ’ οὐδὲν ἔργον: ἤγουν ὄφελος. βέλτιον δὲ ἀντὶ τοῦ· ἐν τοῖς κακοῖς οὐδεὶς ὀφείλει σιγᾶν. οὐδὲν κέρδος ἐν τοῖς κα‐ κοῖς ἡ σιωπή: —NAB | |
sch Hipp912 | ἡ γὰρ ποθοῦσα: ἡ γὰρ καρδία ἐπιζητοῦσα πάντα ἀκούειν δαπανᾶται: —NAB | |
sch Hipp913 | ἐπιθυμητικὴ περίεργος ἐφευρίσκεται: —Ag | |
sch Hipp915 | κρύπτειν δίκαιον: οὐ γὰρ ὀφείλεις κρύπτειν τὰς σὰς δυσ‐ τυχίας τοὺς φίλους σου ἢ τοὺς ὑπὲρ τοὺς φίλους σου, τουτέστι τὰ τέκνα σου: —NAB | |
sch Hipp916 | ὦ πόλλ’ ἁμαρτάνοντες: ὦ ἄνθρωποι πολλὰ ἐπιστάμενοι καὶ διδάσκοντες τοὺς ἀνθρώπους πλὴν τούτου, τοῦ διδάσκειν 〈εἶναι〉 συνετοὺς τοὺς ἀσυνέτους: —NAB | |
sch Hipp920 | φρονεῖν διδάσκειν: περιτταὶ οὖν, φασὶν, αἱ παραινέσεις καὶ συμβουλίαι τῶν ποιητῶν, οὐχὶ τὰ δέοντα φρονεῖν διδάσκουσαι τοὺς ἀνθρώπους [αὗται]. λέγομεν δὲ ὅτι τῇ προσθήκῃ τὴν ἀπορίαν ἔλυσεν, εἰπὼν οἷσιν οὐκ ἔνεστι νοῦς· εἰς γὰρ νοῦν ἔχοντα ἄνδρα | |
5 | καταβαλλομένη παραίνεσις καρπὸν φέρει· εἰς δὲ ἄνουν, μάτην ἐκρίπτε‐ | |
ται: —NAB | 104 in vol. 2 | |
sch Hipp921 | δεινὸν σοφιστήν: λογιστὴν ἐξεταστὴν διδάσκαλον. ὁ νοῦς τοιοῦτος· ἀληθῶς καλὸν διδάσκαλον εἶπας τὸν δυνάμενον διδάξαι φρονεῖν τοὺς μὴ φρονοῦντας: —NAB | |
sch Hipp922 | ἱκανός: —Mi | |
sch Hipp924 | δέδοικα μή σου γλῶσσα: φοβοῦμαι μὴ ἐν τοῖς κακοῖς ὑπερβάλλουσά σου ἡ γλῶσσα τὸ εὖ ἔξηχον καὶ παράφρονά σε ποι‐ ήσῃ: —NAB ἄλλως: ἢ ὅτι ἄτοπόν τι φθέγγεται. ὑπὲρ τὸ εὖ: —N | |
sch Hipp927 | ὅστις τ’ ἀληθής ἐστιν: ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων εὑρίσκομεν διάκρισιν εἴτε καλά ἐστιν εἴτε κακά, ὡς ἐπὶ τοῦ χρυ‐ σίου· δοκιμαζομένου γὰρ φαίνεται εἰ καλόν ἐστιν εἴτε κακόν· ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ εὑρίσκομεν. ἐχρῆν οὖν καὶ τοὺς ἀνθρώπους δύο | |
5 | φωνὰς ἔχειν, δικαίαν τε καὶ ἄδικον, ἵνα, εἴπερ ἡ ἄδικος φωνὴ θε‐ λήσειε ψεύσασθαι, ἠλέγχετο ὑπὸ τῆς δικαίας, ἵνα μηδεὶς ἀπατηθῇ: — NAB | |
sch Hipp932 | ἀλλ’ ἦ τις εἰς σόν: μὴ ἄρα τίς με διέβαλεν εἰς τὸ σὸν ὠτίον ἀπὸ τῶν φίλων: —NAB Ἀττικὸν, ἀντὶ τοῦ διέβαλεν· ὡς καὶ Ἡσίοδος [opp. 42] ‘κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν‘, ἀντὶ τοῦ κεκρύφασι: —Ag | |
sch Hipp934 | ἐκ τοι πέπληγμαι: ξένους λόγους ἀκούων παρὰ σοῦ ἐκ‐ πλήσσομαι: —NAB | |
sch Hipp935 | λόγοι παραλλάσσοντες: παρηλλαγμένοι τοῦ καθήκοντος. οἱ γὰρ σοὶ λόγοι οἱ ἐξεδροποιοὶ τῶν φρενῶν παρεξηλλαγμένοι τοῦ | |
καθήκοντος παραπλῆγά με κατεργάζονται: —NAB ἄλλως: ἢ παραλλάσσοντες τοῦ πρέποντος ἤτοι ἔξω τοῦ εἰκότος | 105 in vol. 2 | |
5 | φερόμενοι καὶ ἐκτὸς ὄντες λογισμοῦ: —A ἔξεδροι: οἱ ἐξεδροποιοὶ τῶν φρενῶν μου ἤτοι μαινόμενοι, ἐξεστη‐ κότες, ἄδικοι, παραλογιστικοὶ, μὴ καλῶς λεγόμενοι, ἀλλ’ ἔξω τῆς δια‐ νοίας ὄντες: —NAB | |
sch Hipp937 | τί τέρμα τόλμης: τί ἔσται τὸ τέλος τοῦ θράσους· τὸ θράσος δηλονότι: —NB | |
sch Hipp938 | εἰ γὰρ κατ’ ἀνδρός: εἰ γὰρ ἐπαρθήσεται ἑνὸς ἑκάστου ἀνδρὸς ὁ βίος καὶ ὁ ἐπιγινόμενος χείρων ἔσται τοῦ πρὸ αὐτοῦ, ὀφείλο‐ μεν δεήσεις τοῖς θεοῖς ἀνενεγκεῖν, ἵνα ἄλλην γῆν τινα ἀπομερίσωσιν, ἥτις τοὺς κακοὺς χωρήσει. ἐκ τούτου διαβάλλει τὸν τρόπον τοῦ Ἱππο‐ | |
5 | λύτου: —NAB ἄλλως: εἰ γὰρ κατὰ ζωὴν ἑκάστου ἀνδρὸς ἡ κακουργία αὐξά‐ νεται καὶ ὁ μεταγενέστερος τοῦ προβεβηκότος πανουργότερός ἐστιν, ἐχρῆν τοὺς θεοὺς ἄλλην πόλιν κτίσαι εἰς τὸ χωρῆσαι τοὺς πανούρ‐ γους: —NAB | |
sch Hipp940 | θεοῖσι προσβαλεῖν χθονί: εἰσὶ φύσεις ζῴων πρὸς ἑτέρας φύσεις ζῴων ἐναντίως ἔχουσαι, οἷον ἡ τῶν λεόντων πρὸς τὴν τῶν ἀν‐ θρώπων, ἡ τῶν λύκων πρὸς τὴν τῶν προβάτων. καὶ Ὅμηρος [Χ 262] ‘ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά‘. καὶ τοῖς μὲν θηρίοις | |
5 | δέδοται πρὸς οἴκησιν ἡ ἐρημία, τοῖς δὲ ἀνθρώποις αἱ ἡμερώτεραι τῶν χωρῶν. ὅταν, φησὶν, πρὸς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρήμους; ἀλλ’ ἐκεῖ θῆρες. εἰς τὰ ἥμερα χωρία; ἀλλ’ ἐκεῖ δίκαιοι ἄν‐ θρωποι. λοιπὸν ἀνάγκη ἑτέρας δεῖσθαι γῆς ἥτις χωρήσει τοὺς κα‐ | |
10 | κούς: —NAB | 106 in vol. 2 |
sch Hipp943 | σκέψασθε δ’ εἰς τόνδ’: ἀποβλέπετε εἰς τὸν ἐμὸν υἱὸν, ὅστις ἠθέλησε μιᾶναι τὴν ἐμὴν κοίτην καὶ ἐλέγχεται ὑπὸ τῆς ἀπο‐ θανούσης: —NAB | |
sch Hipp946 | δεῖξον δ’ ἐπειδή γ’ εἰς μίασμ’ ἐλήλυθας: 〈ἐπειδὴ εἰς μίασμα〉 ἐλήλυθας, δεῦρό μοι ἐναντίον στῆθι, ἤγουν ἐπεὶ ὅλως εἰς τὸ μιᾶναί με ἦλθες, δεῖξόν μοι τὸ σὸν πρόσωπον. ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ: —A | |
sch Hipp948 | σὺ δὴ θεοῖσιν: σὺ δὲ εἶ ὁ ὑπὲρ πάντας σοφὸς ὢν καὶ σώφρων καὶ ἀκούων ἀμίαντος τῶν κακῶν; οὐδαμῶς ἐγὼ πείθομαι τοῖς σοῖς ψεύσμασι: —NAB | |
sch Hipp949 | καθαρὸς ἄχραντος: —Bi | |
sch Hipp952 | καὶ δι’ ἀψύχου βορᾶς: τῆς δι’ ὀρνέων τροφῆς: —NBi | |
sch Hipp953 | σίτοις καπήλευ’: ἀντὶ τοῦ· χλεύαζε, ἀποπλάνα τοὺς ἀν‐ θρώπους, ὥστε πορίζειν τροφάς. ἢ ἐν λόγοις ἐμπορεύου, καθάπερ οἱ λογέμποροι λεγόμενοι καὶ μὴ κατὰ φύσιν φιλοσοφοῦντες, ἀλλὰ τοὺς λόγους καπηλεύοντες, καὶ τοῖς σιτίοις τοῖς δι’ ἀψύχου βορᾶς ἀπάτα. | |
5 | ἀντὶ τοῦ· ἅγνευε, ὡς οἱ φιλόσοφοι μηδὲν ἀπὸ τῶν ὀρνέων ἐσθίοντες ἢ ἑτέρων ζῴων, ἀλλὰ σῖτον μόνον καὶ ἔχοντες τὸν Ὀρφέα βασιλέα, ὡς σώφρονα. ἐπεὶ ἔνδοξος ἦν ὁ Πυθαγόρας, ἤδη καὶ πολλοὶ ἐμψύχων ἀπείχοντο. ἀνάγει δὲ τοὺς χρόνους. περὶ ἑαυτοῦ γὰρ αἰνίξασθαι βού‐ λεται ὁ Εὐριπίδης. τοιοῦτος δέ ἐστιν ἀεὶ, τὰ ἡρωϊκὰ πρόσωπα εἰσάγων | |
10 | φιλοσοφοῦντα: —NAB τὸν ἡγεμόνα τῆς σοφίας: —NBi | |
sch Hipp954 | βάκχευε: μεγαλαύχει τὰς μωρίας πολλῶν γραμμάτων ἐπιστά‐ | |
μενος. τὸ γὰρ ληφθῆναί σε σκαιὰν ἐποίησέ σου τὴν ἄσκησιν: —NAB τιμῶν καπνούς: προσποιοῦ ἔνθεος εἶναι: —N | 107 in vol. 2 | |
sch Hipp958 | τέθνηκεν ἥδε: εἰ δὲ νομίζεις τοῦτό σε ἐξελεῖν καὶ λυ‐ τρώσασθαι, τὸ ταύτην ἀποθανεῖν, ἀλλ’ οὖν ἔχεις ἔλεγχον, τὰ γράμ‐ ματα: —N τέθνηκεν ἥδε: εἰ δὲ νομίζεις ἐκφυγεῖν ταύτης ἀποθανούσης, οὐ‐ | |
5 | δαμῶς ἔσται τοῦτο· ἐπεὶ ἔχεις ἔλεγχον, τὰ γράμματα ταῦτα: —AB | |
sch Hipp962 | μισεῖν σε φήσεις: ἀλλ’ ἔχεις εἰπεῖν ὅτι ἐμίσει σε ὡς νόθον ὄντα· ἐπειδὴ οἱ γνήσιοι πολέμιοι εἰσὶ τοῖς νόθοις: —NAB | |
sch Hipp964 | κακὴν ἄρ’ αὐτὴν ἔμπορον: οἱ ἔμποροι τὰ μὲν παρέχουσι, τὰ δὲ λαμβάνουσι, καὶ τοῦτο ἐπ’ ὠφελείᾳ ποιοῦσιν. εἰ οὖν αὕτη τὴν ψυχὴν ἑαυτῆς δέδωκεν, ἵνα σε μισητὸν τῷ πατρὶ καταστήσῃ, ἄφρων ἄρα καθέστηκε τοιαῦτα ἐμπορευομένη. οἱ γὰρ ἔμποροι ἐπὶ κέρδει | |
5 | πραγματεύονται. ἔχεις, φησὶν, εἰπεῖν ὅτι ἐπραγματεύσατο, θέλουσά σε φονεῦσαι διὰ τὸ τὰ τέκνα αὐτῆς κρατῆσαι τῆς πόλεως: —NAB | |
sch Hipp965 | ἑαυτήν: —Mi | |
sch Hipp966 | ἀνδράσιν μὲν οὐκ ἔνι: τὸ ἀκόλαστον ἤτοι πορνικόν: —NBi | |
sch Hipp967 | οἶδ’ ἐγὼ νέους: οἶδα ἐγὼ νεωτέρους οἵτινες, ὁπηνίκα αὐτοὺς ἡ Κύπρις ταράξει, μωρότεροι γίνονται τῶν γυναικῶν: —NAB | |
sch Hipp970 | τὸ δ’ ἄρσεν αὐτούς: συγγνώμην αὐτοῖς παρέχει τὸ εἶναι ἀνδράσιν ἐν ταῖς ἁμαρτίαις, ταῖς γυναιξὶ δὲ οὔ. ἢ τὸ καλεῖσθαι ἄρσενας, ἐπεὶ οὐκ αἰσχύνονται ἐρῶντες, ἢ τὸ θρασὺ καὶ ἀναιδές: — NAB | |
sch Hipp971 | νῦν οὖν τί ταῦτα: τί, φησὶν, ἐναντιούμενος οὖν ἐγὼ νῦν τοῖς σοῖς λόγοις ταῦτα λέγω, ἔχων καὶ σαφῆ μάρτυρα, τὴν νεκρόν: — | |
NAB | 108 in vol. 2 | |
sch Hipp973 | ἔξερρε: φθείρου ἐκ ταύτης τῆς γῆς φυγὰς γεγονὼς καὶ μήτε εἰς τὴν πόλιν ταύτην εἰσέλθῃς. τὴν ἐπὶ Ἀθηνᾷ ᾠκοδομημένην. θεοδμήτους γὰρ τὰς θείως ᾠκοδομημένας· οὐ γὰρ ὑπὸ θεῶν ἐτειχί‐ σθησαν: —NAB | |
sch Hipp974 | † θεοδμήτους μόλῃς: θεοδμήτους οὐ λέγει τὰς Ἀθήνας ὡς ὑπὸ θεῶν τειχισθείσας, ἀλλ’ ὡς ἐπὶ τῇ Ἀθηνᾷ ἀνατεθείσας. αἱ γὰρ Ἀθῆναι πρῶτα κατὰ τὸν μῦθον ἀναφανεῖσαι πολλοὺς τῶν θεῶν εἵλκυσαν εἰς ἔρωτα ἑαυτῶν, ἐξαιρέτως δὲ παρὰ τοὺς λοιποὺς θεοὺς | |
5 | Ἄρης καὶ Ἀθηνᾶ τῆς πόλεως ἤρων καὶ ἀντεποιεῖτο ἑκάτερος. καθι‐ στῶσιν οὖν αὐτοὺς τοὺς πολίτας τοὺς Ἀθηναίους δικαστὰς τίνι ἂν ἡ πόλις προσήκοι μᾶλλον. Ἀθηναῖοι δὲ λέγουσιν [ὡς] τῷ δεδειχότι ση‐ μεῖόν τι ἐν πόλει ἐκείνῳ ἀνατεθῆναι ταύτην. Ἀθηνᾶ οὖν ἐλαίαν ἐν τῇ ἀκροπόλει ἐξέφυσε καὶ οὕτως νικήσασα τὴν πόλιν ἔλαβεν ἑαυτῇ. καὶ | |
10 | διὰ τοῦτο τοῖς νικῶσι θαλλὸς ἐλαίας ἔκτοτε διδόμενος ἦν. ὥστε θεο‐ δμήτους λέγει τὰς Ἀθήνας ὡς ἐπὶ τούτῳ οἰκοδομηθείσας ὥστε ἀνα‐ κεῖσθαι τῇ θεᾷ Ἀθηνᾷ: —A | |
sch Hipp976 | εἰ γὰρ παθών γε: εἰ γὰρ μὴ τιμωρήσομαί σε, οὐδὲ ἃ πρὶν κατώρθωσα, ἔτι ἐμὰ νομισθήσεται, ἀλλὰ μάτην ἂν ἐπαινοίμην ἐπ’ αὐτοῖς: —NAB | |
sch Hipp977 | † οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις: Ἰσθμοῖ Σίνις ἐγένετο, ὅστις εἶχε κράββατον ἀνὰ μέσον τῆς ὁδοῦ καὶ τοὺς παριόντας κρατῶν προσεμέτρει τῷ κραββάτῳ, καὶ εἰ μὲν ἦν μακρὸς, ἀπέκοπτεν ἐκ τῶν ποδῶν αὐτοῦ διὰ τὸ ἰσῶσαι αὐτὸν τῷ κραββάτῳ· εἰ δὲ μικρὸς ἦν, | |
5 | μετὰ σφύρας κατέτυπτε τοὺς πόδας αὐτοῦ ἵνα ἐξισωθῇ τῷ κραββάτῳ. | |
τοῦτον ἐφόνευσεν ὁ Θησεὺς μόνος. λέγει οὖν ὅτι, ἐὰν ὑπὸ σοῦ ἡττη‐ θήσομαι, οὐ μὴ πιστώσῃ ἐκεῖνος ὁ Ἴσθμιος Σίνις ὅτι ἐγὼ αὐτὸν ἐφό‐ νευσα: —NAB Σίνις υἱὸς Πολυπήμονος περὶ τὸν Ἰσθμὸν ξενοκτονῶν, ὃς Πιτυο‐ | 109 in vol. 2 | |
10 | κάμπτης ἐλέγετο: —NAgB | |
sch Hipp978 | ἑαυτόν: δύο ἀντωνυμίαι ἐπάλληλοι, κτείνειν ἓ αὐτόν. 〈ἢ〉 σύνθετον ἀντὶ ἁπλοῦ, τῆς αὐτός: —NBi | |
sch Hipp979 | οὐδ’ αἱ θαλάσσης: ὁ Σκείρων ἦν ἐν Μεγάροις τύραννος ἄξενος, ὃν τῇ χελώνῃ ἔρριψεν ὁ Θησεύς. Σκειρωνίδες δὲ πέτραι καλοῦνται ἀπὸ Σκείρωνος τοῦ τὴν χελώνην τρέφοντος, οὗ μέμνηται Καλλίμαχος [frg. 378]: —NAB | |
5 | ἄλλως: ὁ Σκείρων οὗτος ἠνάγκαζε τοὺς παριόντας νίπτειν τοὺς πόδας αὐτῷ καὶ λακτίζων αὐτοὺς βρῶμα ἐποίει γίνεσθαι χελώνης. Θησεὺς δὲ τοῦτον ὑπεράνω τῆς κεφαλῆς ῥίψας εἰς θάλασσαν, ἐποίησε βρωθῆναι ὑπὸ τῆς χελώνης: —NAB | |
sch Hipp982 | τὰ εὐτυχήματα τοῦ Θησέως: —AgBi | |
sch Hipp983 | πάτερ, μένος: ὦ πάτερ, ἡ μὲν δύναμίς σου μεγάλη ἐστὶ | |
καὶ ἡ διάνοια τῶν σῶν φρενῶν. ἀλλ’ ὅμως, ἐάν τις ἐρευνήσῃ τὸ πρᾶγμα τοῦτο, οὐ καλόν ἐστι. λέγει δὲ ταῦτα διὰ τὸ ἀγνοῆσαι ἐκεῖνον ὅτι ἡ Φαίδρα αὐτοῦ ἠράσθη, καὶ οὐκ αὐτὸς ἐκείνης: —NAB | 110 in vol. 2 | |
5 | ξύστασις: πύκνωσις λύπη. οἱ γὰρ χαίροντες ἐκ τοῦ ἐναντίου δια‐ χέονται: —NAgB | |
sch Hipp984 | τὸ μέντοι πρᾶγμα: τὸ πρᾶγμα, ἐν ὅσῳ μέν σοι ἄδηλόν ἐστιν, ὦ πάτερ, δοκεῖ δικαίους ἔχειν κατ’ ἐμοῦ τοὺς λόγους· εἰ δέ τις αὐτὸ ἐξετάσει, οὐ σχήσει κατ’ ἐμοῦ δικαίαν τὴν μέμψιν: —NAB | |
sch Hipp985 | δοκιμάσειεν ἐρευνήσειεν φανερὸν ποιήσειεν κρίνειεν: —NBi | |
sch Hipp986 | ἄκομψος: ἀπίθανος ἀνίκανος: —NBi ἐγὼ δ’ ἄκομψος: ἐγὼ δὲ ἐν τοῖς μωροῖς ἀνεπιτήδειός εἰμι διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τί ἀκούουσιν· ἐν δὲ τοῖς σοφοῖς λέξω καὶ νι‐ κήσω: —NAB | |
sch Hipp988 | ἔχει δὲ μοῖραν καὶ τόδ’: ἔχει δὲ καὶ τοῦτο λόγον, ὅ ἐστιν· οὐκ ἀλόγως τοῦτο εἶπον ὅτι ἄκομψος μὲν εἰς ὄχλον εἰμὶ, εἰς ἥλικας δὲ σοφώτερος: —NAB οἱ γὰρ ἐν σοφοῖς φαῦλοι: καὶ τοὐναντίον οἱ παρ’ ὄχλῳ φαῦλοι | |
5 | ἐν σοφοῖς μουσικώτεροι λέγειν: —NAB | |
sch Hipp992 | ὅθεν μ’ ὑπῆλθες: ὅθεν με κατέβαλες πρῶτον ὡς διαφθε‐ ρῶν ἀπολογίαν οὐκ ἔχοντα. ὅθεν με, φησὶ, διαφθεῖραι ἔδοξας ὡς ἀπολογίαν μὴ ἔχοντα πρὸς τὰ ἐγκληθέντα: —NAB ἄλλως: θεωρεῖς με ὅτι οὐκ ἀναβλέπω πρὸς σὲ καὶ οὐκ ἀντιλέγω | |
5 | τοῖς λεγομένοις ὑπὸ σοῦ, καὶ θέλεις εἰπεῖν ὅτι ἐγὼ αὐτὴν διέφθειρα: — NAB | |
sch Hipp993 | περισσὸς ὁ καί: —AgBi | |
sch Hipp996 | ἐπίσταμαι γάρ: ἀντὶ τοῦ· φίλος εἰμὶ τῶν δικαίων ἀνθρώ‐ πων. μήτε ἀνταποδιδόναι κακὰ τοῖς χρωμένοις κακῶς, ὅ ἐστι τοῖς μὴ ἀμυνομένοις τοὺς προαδικοῦντας: —NAB ἄλλως: ἐπίσταμαι δὲ κτᾶσθαι φίλους τοιούτους, τοὺς μὴ ἐπιχει‐ | 111 in vol. 2 |
5 | ροῦντας μηδὲ θέλοντας ἀδικεῖν: —NAB | |
sch Hipp998 | ἀλλ’ οἷσιν αἰδώς: ἀλλ’ [ἐν] οἷς πρόσεστιν ἡ αἰσχύνη καὶ μὴ ὁμιλοῦσι κακὰ μηδὲ ἀντὶ κακοῦ ἀποδιδοῦσι. μηδὲ συμπράττειν τοῖς αἰσχροῖς καὶ τοῖς ταῦτα βουλομένοις: —NAB ὡς μήτε συμβουλεύειν καὶ ὑποτιθέναι τὰ χείριστα μήτε συνεργεῖν | |
5 | τοῖς τὰ αἰσχρὰ πράττουσιν: —Ag | |
sch Hipp1000 | οὐκ ἐγγελαστής: οἷον· οὐχ ἕνεκα τοῦ ἐπεγγελᾶν φίλος εἰμὶ, ἀλλ’ ἀρετῆς χάριν: —NAB ἄλλως: οὐδὲ προσγελῶν τοῖς φίλοις μου, ἀλλὰ καὶ τοῖς περὶ ἐμὲ οὖσι καὶ τοῖς ἄποθέν μου οὖσιν ὁ αὐτός εἰμι καὶ τὴν αὐτὴν διάθεσιν | |
5 | ἔχω πρὸς ἀμφοτέρους: —NAB ἄλλως: οὔκ εἰμι ἐγὼ ἐγγελαστὴς, οἷον· οὐκ ἐγγελῶ τοῖς περὶ τὰ τοιαῦτα ἔχουσιν, ἀλλὰ μόνον οὐ σύνειμι αὐτοῖς: —NAB | |
sch Hipp1001 | ἀλλ’ αὐτὸς οὐ παροῦσι: ἀλλ’ ὁμοίως καὶ μὴ παροῦσιν αὐτοῖς φίλοις ἐχρώμην καὶ ἐγγὺς ὤν: —NABi ὁ ὅμοιος: —Ag γράφεται καὶ φίλοις: —Bg | |
sch Hipp1002 | ἑνὸς δ’ ἄθικτος: ἑνὸς δὲ πράγματός εἰμι ἀμίαντος, ἐν ᾧ καὶ νομίζεις με ληφθῆναι. μέχρι γὰρ ταύτης τῆς ἡμέρας ἀμίαντον σῶμα ἔχω καὶ τοῦ λέχους οὐκ οἶδα πρᾶξιν: —NAB | |
sch Hipp1005 | γραφῇ τε λεύσσων: καὶ ἐν τοῖς ἀναγνώσμασιν ὁρῶν· καὶ ὅμως οὐδὲ ἐκεῖνα κατασκοπῶ καλῶς, οὕτως ὢν ἀμίαντος: —NAB | |
sch Hipp1006 | παρθένον: καθαρὰν ἁγνήν: —Bi | 112 in vol. 2 |
sch Hipp1011 | ἔγκληρον εὐνήν: πρὸς τοῖς οἴκοις λαβὼν καὶ τὴν εὔπορόν σου κοίτην: —NAB ἄλλως: μονοκληρονόμον εἰ προσεδόκησα πατρὸς γυναῖκα λαμβάνειν, μάταιος ἄρα ἤμην. οὐδαμοῦ, φησὶ, συνέσεως ἦν ἐγὼ τοιαῦτα ἐν‐ | |
5 | νοούμενος: —NAB | |
sch Hipp1013 | ἀλλ’ ὡς τυραννεῖν ἡδύ: οὐδαμῶς 〈ὁ〉 σώφρων ἐπιθυμεῖ βασιλεύειν, εἰ μὴ ἐκσταίη τῶν φρενῶν. τὸ δὲ ἑξῆς· εἰ μὴ τὰς φρένας διέφθορε τῶν θνητῶν ἡ μοναρχία, οἷς ἁνδάνει ἡ μοναρχία. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ μοναρχία: —NAB | |
sch Hipp1016 | ἐγὼ δ’ ἀγῶνας: ἐγὼ πρῶτος θέλω εἶναι ἐν τῇ κυνηγεσίᾳ καὶ ἐν τῇ φιλοσοφίᾳ, ἐν δὲ τῇ πόλει δεύτερος: —NAB | |
sch Hipp1019 | πράσσειν γὰρ εὖ: ὁ γὰρ ἐν ἀγῶσι τοιοῦτος ὢν καλῶς πράττει καὶ ἀκίνδυνός ἐστιν· ὁ δὲ πόλεως πρῶτος ὢν κίνδυνον ἔχει. οἱ γὰρ βασιλεύοντες 〈ἐν〉 κινδύνοις διάγουσιν: —NAB | |
sch Hipp1022 | εἰ μὲν γὰρ ἦν μοι μάρτυς: εἰ γὰρ, φησὶ, καὶ ἕτερος ἦν καὶ τὰ αὐτά μοι ἔλεγε καὶ ἐμαρτύρει (τοῦτο γὰρ δηλοῖ τὸ οἷός εἰμι ἐγώ) καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς: —NAB ἄλλως: εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι ἐγώ, ὅ ἐστιν· εἰ | |
5 | εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις τρόποις: —NAB | |
sch Hipp1027 | μηδ’ ἂν θελῆσαι: μηδὲ εἰς ἔννοιαν ἐλθεῖν μέ ποτε τοῦ μιᾶναι τὴν σὴν κοίτην, οὐχ ὅτι λέγεις με καὶ φθεῖραι αὐτήν: —NAB | |
sch Hipp1028 | ἦ τἄρ’ ὀλοίμην: διαζευκτικὸς ὁ ἤ· ἢ ὀλοίμην, εἰ κακὸς φανήσομαι: —NB | |
sch Hipp1032 | εἰ δ’ ἥδε δειμαίνους’: εἰ δὲ ἑαυτὴν φοβουμένη ἐφόνευσεν ἵνα μὴ κακὴν δόξαν λάβῃ διὰ τὸ ἐρασθῆναι τοῦ υἱοῦ τοῦ ἀνδρὸς αὐτῆς, οὐκ οἶδα: —NAB | |
sch Hipp1034 | ἐσωφρόνησεν οὐκ ἔχουσα: δύναται ἐν ἐρωτήσει, ἵν’ ᾖ οὕτως· ἡ Φαίδρα, ὡς σὺ φὴς, ἐσωφρόνησεν, καίτοι μὴ φύσει ὑπάρ‐ χουσα τοιαύτη· ἐγὼ δὲ ὁ ἔχων 〈τὸ σωφρονεῖν〉 οὐκ ἐσωφρόνησα, ἀλλ’ ἐβουλήθην αὐτῇ μιγῆναι, αὐτῆς μὴ βουλομένης: —NAB | 113 in vol. 2 |
5 | ἄλλως: τινὲς δὲ κατ’ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν: —A ἄλλως: ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν τοῦ ἔρωτος νικωμένη· ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην | |
10 | οὐ καλῶς ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατ’ αὐτὴν καὶ δηλῶσαί σοι: —A γράφεται οὐχ ἑκοῦσα: —AgBi ἀποθανοῦσα, φησὶ, μὴ δυναμένη βαστάζειν τὸν ἔρωτα: —AgBi | |
sch Hipp1035 | ἡμεῖς δ’ ἔχοντες: ἡμεῖς δὲ σιωπήσαντες οὐ καλῶς ἐποιή‐ σαμεν. τὸ δὲ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην φυλάξαντες: —NAB | |
sch Hipp1036 | ἀρκοῦσαν εἶπας: ἀπολογίαν ἀρκοῦσαν εἶπας τοῦ μὴ φο‐ νεῦσαι σε τὴν Φαίδραν: —NAB | |
sch Hipp1038 | γόης: ἀπατεών, φαρμάκων ἔμπειρος: —NB | |
sch Hipp1039 | εὐοργησίᾳ: πρᾳότητι, ἀνεξικακίᾳ, βαθύτητι. οὕτως Ἀττι‐ κῶς. τινὲς δὲ εὐηθείᾳ: —NAB | |
sch Hipp1041 | καὶ σοῦ γε κάρτα: θαυμάζω σε, ὦ πάτερ, εἰ ταῦτα καρ‐ τερεῖς. εἰ γὰρ ἐγὼ πατήρ σου ἤμην, οὐδαμῶς 〈ἂν〉 ἐφυγάδευόν σε, ἀλλ’ ἐφόνευον, εἰ ὑπελάμβανον διαφθείραντά μου τὴν γυναῖκα: —NAB | |
sch Hipp1047 | ταχὺς γὰρ Ἅιδης ῥᾷστος: ἀντὶ τοῦ ἥδιστος. ταχύς δὲ, ἀντὶ τοῦ ὀξύς. οἱ γὰρ ἄδικοι ταχὺ τὸν θάνατον λαμβάνοντες χαίρουσι διὰ τὸ μὴ κρίνεσθαι αὐτοὺς πολλάκις: —NAB | 114 in vol. 2 |
sch Hipp1050 | μισθὸς γάρ: ἐν πολλοῖς οὐ φέρεται οὗτος ὁ ἴαμβος: —NBi | |
sch Hipp1051 | οὐδὲ μηνυτὴν χρόνον: οὐδὲ περιμενεῖς ὀλίγον χρόνον, ἵνα μάθῃς τὸ ἀσφαλές, ἀλλ’ οὕτως με διώκεις: —NAB | |
sch Hipp1057 | ἡ δέλτος ἥδε: αὕτη ἡ δέλτος οὐκ ἔστιν ἀπὸ μαντείας κατεσκευασμένη, ἀλλὰ κατηγορεῖ σου· ἥνπερ ἐγὼ [πιστεύω] δέχομαι, τοὺς δὲ μάντεις πολλάκις ἐγὼ χαίρειν λέγω, ἀντὶ τοῦ οἰμῴζειν. οὐ παρὰ μάντεων, φησὶ, μαθοῦσα, ἀλλ’ αὐτὴ παθοῦσα καὶ πλέον ἄλλων | |
5 | εἰδυῖα. κλῆρος δέ ἐστι τὸ σημεῖον τὸ διδόμενον τοῖς μαντευομένοις, ἀφ’ ὧν οἱ μάντεις ὁρμώμενοι προφητεύουσι περὶ τῶν μελλόντων. τινὲς δὲ τῶν μάντεων ὄρνισι προσέχουσιν, οἱ δὲ κλήροις. κλῆρον τὴν μαντείαν. εἰσὶ γάρ τινες κλήρῳ μαντευόμενοι, ὅ ἐστι λαχμοῖς: — NAB | |
10 | κλῆροι λέγονται τὰ σημεῖα τῆς πτήσεως τῶν οἰωνῶν, ἐξ ὧν οἱ μάντεις προλέγουσιν: —A | |
sch Hipp1062 | οὐ δῆτα πάντως: ὑφ’ ἓν ἀναγνωστέον καὶ περιττεύει ἡ μία ἄρνησις: —NAB οὐ δῆτα: ἀντὶ τοῦ· οὐδαμῶς [λύσω τὸν ὅρκον] ἐγχωρεῖ μοι πεῖσαί σε καὶ μάτην λύσω τὸν ὅρκον, ὃν ὤμοσα τῇ τροφῷ μηδενὶ | |
5 | εἰπεῖν: —NAB ἄλλως: ἐπεὶ ὅλως, φησὶν, ἂν εἴπω, οὐ πείθω, διὰ τί καὶ τοὺς ὅρκους παραβαίνω: —NAB ἄλλως: οὐ μή ποτε πείσω τοὺς περὶ Θησέα οὕς με δεῖ πεῖσαι, κἂν ἀποκαλύψω τὸν ἔρωτα τῆς Φαίδρας, ὥστε μάτην ἂν συγχέαιμι τοὺς | |
10 | ὅρκους οὓς πρὸς τὴν τροφὸν τῆς Φαίδρας ἐποιησάμην: —A | 115 in vol. 2 |
sch Hipp1065 | οὐκ εἶ πατρῴας ἐκτός: τὸ εἶμι τὸ πορεύομαι, καὶ τὸ εἰμί τὸ ὑπάρχω, ἐν τῇ συνηθείᾳ κατὰ τὸ δεύτερον πρόσωπον ἀποβολὴν πάσχουσι τοῦ ς παραλόγως. φασὶ γὰρ ποῖ ἄπει καὶ ποῦ εἶ: —NB | |
sch Hipp1066 | τίνος ξένων: τίνος τῶν ξένων εἰς τοὺς οἴκους πορεύσομαι· διὰ τοιαύτην αἰτίαν φυγόντα τίς με ἐν οἴκῳ εἰσδέξεται: —B | |
sch Hipp1068 | ὅστις γυναικῶν: ὅστις ἥδεται κομίζων ὡς ξένους λυ‐ μεῶνας τῶν γυναικῶν καὶ συνεργάτας τῶν κακῶν: —NB | |
sch Hipp1074 | ὦ δώματ’ εἴθε: ὦ οἰκήματα, εἴθε φωνὴν ἀφείητε καὶ μαρτυρήσαιτέ μοι, εἰ τοιοῦτος ἀνὴρ γέγονα: —NAB | |
sch Hipp1076 | εἰς τοὺς ἀφώνους: γράφεται σοφῶς, ἵν’ ᾖ σοφιστικῶς καὶ τεχνικῶς. εἰς τὸ φεύγεις ὑποστικτέον, τὸ δὲ λοιπὸν κατὰ ἀπό‐ φασιν· εἰς τοὺς ἀφώνους μάρτυρας 〈φεύγεισ〉, ὅ ἐστιν ἀφώνους μάρτυρας ἐπικαλῇ, τὸ δὲ κατὰ Φαίδραν πρᾶγμα μὴ φθεγγόμενον σαφῶς μηνύει | |
5 | σε κακόν: —NAB | |
sch Hipp1078 | εἴθ’ ἦν ἐμαυτόν: εἴθε δυνατὸν ἦν ἐμαυτὸν ἄλλον γενό‐ μενον προσβλέψαι δακρύοντα καὶ κατιδεῖν ἐν ὁποίοις κακοῖς εἰμι. τοῦτο δὲ λέγει διὰ τὸ μὴ τὸν Θησέα προσβλέποντα αὐτὸν οἰκτείρειν: —NAB | |
sch Hipp1080 | πολλῷ γε μᾶλλον: σαυτὸν ἐμελέτησας μᾶλλον σέβειν ὑπὲρ τοὺς τεκόντας [ἢ καλῶς ποιεῖν]. ὢν δίκαιος, ὡς αὐτὸς λέγεις. μᾶλλον σεαυτὸν ἤσκησας σέβειν: —NAB | |
sch Hipp1082 | Ἀντιόπη: —Bi | |
sch Hipp1084 | οὐχ ἕλξετ’ αὐτὸν δμῶες: οὐ διώκετε αὐτὸν ἐκ ταύτης τῆς γῆς· οὐκ ἐκ πολλοῦ χρόνου εἶπον ὑμῖν: —NB | |
sch Hipp1085 | πάλαι ξενοῦσθαι: ἐπὶ ξένης γῆς διατρίβειν, ξένος ἀντὶ πολίτου γίνεσθαι. οὕτως Ἀττικῶς: —NAB | |
sch Hipp1086 | κλαίων τις αὐτῶν: οὐχ ὡς ἀντιτείνων λέγει, ἀλλ’ ὡς ἐξ | |
ἐλευθέρας χειρὸς ὠθεῖσθαι βουλόμενος. ὄντως, ἐάν μέ τις διώξῃ ἐκ τῶν δούλων, κλαίων ἀναχωρήσει· ἐὰν δὲ θέλῃς, σὺ δίωξόν με ἐκ τῆς γῆς σαυτοῦ: —NAB | 116 in vol. 2 | |
sch Hipp1090 | ἄραρεν: ἀντὶ τοῦ· ἔδοξε κέκριται: —NBi ὦ τάλας ἐγώ: ἐγίνωσκον γὰρ 〈τὰ〉 περὶ ἐμοῦ καὶ Φαίδρας ἐπεγί‐ νωσκον ὥστε μὴ δυνατὸν εἶναι ταῦτα φράζειν. ‘ὅρκοις πεδηθεὶς τῆς τρο‐ φοῦ παρ’ ἀξίαν‘: —A | |
5 | ἄλλως: γινώσκω ταῦτα, γινώσκω δὲ οὐχ οὕτως ὥστε εἰπεῖν, ἀλλὰ κρύψαι: —A | |
sch Hipp1093 | φευξούμεσθα: [εἰς] Ἀττικήν φησι φεύγειν, ὅτι ὑπὸ μίαν βασιλείαν ἦσαν Ἀττική τε καὶ Τροιζήν. καὶ ἑτέραν λέγων, ἑκατέραν ὠνόμασεν: —NAB | |
sch Hipp1095 | καὶ γαῖ’ Ἐρεχθέως: τὸ αὐτὸ λέγει. Ἐρεχθεὺς γὰρ ἐβα‐ σίλευσεν εἰς τὰς Ἀθήνας: —NB | |
sch Hipp1096 | ὡς ἐγκαθηβᾶν: ἐννεάσαι. ἡβητὰς τρέφεις διὰ τὸ ἔχειν τόπους εἰς τὸ ἡβᾶν ἐπιτηδείους. ὅθεν καὶ ἡβητήρια τὰ γυμνά‐ σια: —NAB | |
sch Hipp1102 | ἦ μέγα μοι τὰ θεῶν: γυναῖκες μέν εἰσιν αἱ τοῦ χοροῦ. μεταφέρει δὲ τὸ πρόσωπον ἐφ’ ἑαυτοῦ ὁ ποιητὴς καταλιπὼν τὰ χορικὰ πρόσωπα· μετοχαῖς γὰρ ἀρσενικαῖς κέχρηται. τὸ δὲ μοί ἀντὶ τοῦ μοῦ, ὡς τὸ [β 50] ‘μητέρι μοι μνηστῆρεσ‘. τὸ δὲ ἑξῆς· ὄντως μου | |
5 | τὰς λύπας μεγάλως ἀφανεῖς καθίστησι τὰ περὶ θεῶν μελεδήματα, ὅταν εἰς φρένας ἔλθῃ. ὁρῶν δὲ ὁ χορὸς εὐσεβῆ μὲν ὄντα τὸν Ἱππόλυτον, κακῶς δὲ πράττοντα παρὰ τὸ δίκαιον, θαυμάζει τοῦ βίου τὸ ἀνώμαλον καὶ ταράττεσθαί φησι τὴν διάνοιαν, ὑπονοῶν μὲν τὸ θεῖον προνοεῖσθαι τῶν ἀνθρωπίνων, ὁρῶν δὲ θείας προνοίας μὴ μετέχοντα τῶν ἀνθρώπων | 117 in vol. 2 |
10 | τὰ πράγματα ἐκ τοῦ τοὺς μὲν 〈ἀδίκουσ〉 εὖ πράττειν, τοὺς δὲ δικαίους παρὰ τὴν ἀξίαν πράττειν κακῶς. ὁ δὲ νοῦς· ὅταν, φησὶ, θεοὺς λογίσωμαι, πάσης λύπης ἀπαλλάσσομαι, ἐνθυμούμενος ὅτι ἀδεκάστως τὰ πράγματα κρίνουσι, τὰ πρὸς ἀξίαν ἑκάστῳ παρέχοντες. καὶ δοκῶν κατὰ τοῦτο συνετὸς εἶναι ἄφρων ἐλέγχομαι, ὁρῶν τοῦ βίου τὴν σύγ‐ | |
15 | χυσιν. σύνεσιν γάρ τινα ἐν ταῖς ἐλπίσιν ἔχων, ἐλαττοῦμαι καὶ ἀπο‐ λείπομαι βλέπων ἔν τε ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις, τουτέστιν· ὁπηνίκα ἂν τὰ ἀνθρώπινα ἐννοήσω, ἐλαττοῦμαι καὶ οὐ μέγα φρονῶ: —NAB ἄλλως: ὁπηνίκα μοι τὰ τῶν θεῶν προνοήματα καὶ αἱ διοικήσεις | |
20 | καθ’ ἃς τῶν ἀνθρωπίνων ἐπιστατοῦσι πραγμάτων, περὶ τὴν ἐμὴν διά‐ νοιαν γένωνται καὶ ἀνασκοπήσω αὐτά, μέγα μέρος τῆς λύπης ἀφαιροῦμαι, πρόνοιαν νομίζων εἶναι τὴν δικαίως τὰ ἀνθρώπων οἰκονομοῦσαν. βλέπων δὲ πάλιν εἰς τὰς τῶν ἀνθρώπων τύχας καὶ εἰς τὰς πράξεις αὐτῶν καὶ ὁρῶν τοὺς μὲν κακοὺς εὐτυχοῦντας τοὺς δὲ ἀγαθοὺς ἀτυχοῦντας, λείπομαι | |
25 | κατὰ πολὺ καὶ ἄφρων ἐλέγχομαι καὶ ἀμαθής, κἂν νομίζω καὶ ἐλπίζω ὅτι σύνεσίν τινα καὶ νόησιν τῶν ἀνθρωπίνων ἔχω πραγμάτων: —A ἄλλως: ὁπηνίκα, φησὶν, ἐνθυμηθῶ ὅτι οἱ θεοὶ προνοοῦνται τῶν ἀνθρώπων, μεγάλως τῆς λύπης ἀναχαιτίζομαι: —A | |
sch Hipp1105 | ξύνεσιν δέ τιν’: σοφίαν δέ τινα ἐν τῇ διανοίᾳ ἔχων καθὸ πρόνοιαν θεῶν λογιζόμενος, ἐκπίπτω ταύτης, ἔν τε ταῖς τύχαις τῶν θνητῶν καὶ ἐν τοῖς ἔργμασι βλέπων: —NAB ἄλλως: νόησιν δέ τινα τῶν ἀνθρωπίνων πραγμάτων ἐλπίζων ἔχειν | |
5 | 〈ἐν〉 τῇ διανοίᾳ, ἐλέγχομαι κατὰ πολὺ τῆς ἀληθείας λειπόμενος: —A ἐν ἐλπίδι δὲ, φησὶ, τιθέμενος τὰ πράγματα, ἀπολείπομαι τῆς ἐλπί‐ δος· οὐ γὰρ ἀποβαίνει καθὼς ἐλπίζω: —NAB | 118 in vol. 2 |
sch Hipp1106 | ἔν τε τύχαις: ἐν ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις βλέπων: —N | |
sch Hipp1108 | ἄλλα γὰρ ἄλλοθεν πράγματα ἐναλλάσσεται, οἷον· πολλὴ 〈ἡ〉 μεταβολὴ τῶν ἀνθρωπίνων πραγμάτων: —NAB | |
sch Hipp1109 | μεταβαίνει εἰς πολλά, μεταβάλλεται: —N μετὰ δ’ ἵσταται: μεταβαίνει εἰς πολλὰ πλανώμενος τοῖς ἀν‐ θρώποις ὁ βίος, οἷον· οὐ μένει βέβαιος ὁ αἰὼν, ἀλλὰ μεταβάλλε‐ ται: —AB | |
sch Hipp1110 | πολυπλάνητος: οἷον· τὸ ζῆν ἀεὶ μεταβάλλεται πολυπλά‐ νητον ὂν τοῖς ἀνθρώποις: —AB | |
sch Hipp1114 | ἄλγεσι θυμόν: καὶ ἐν κακοῖς ἄφθαρτον, ἀβλαβῆ τὴν ψυχὴν παράσχοι: —NABi | |
sch Hipp1115 | δόξα δὲ μήτ’ ἀτρεκής: ἀντὶ τοῦ· μὴ σχῶ μεγάλην δόξαν μήτε μικράν, ἀλλὰ μέσην καὶ καλήν: —NAB μήτ’ αὖ παράσημος: ἀντὶ τοῦ ἀδόκιμος, ἀπὸ μεταφορᾶς τῶν κιβδήλων νομισμάτων: —NAB | |
5 | ἄλλως: εἰς ἄκρον τελεία ἐν εὐτυχίᾳ. ἤτοι παρὰ τὸ σημεῖον τοῦ ἀτρεκοῦς. τοῦτο δὲ λέγει ὅτι εἴθε μοι ἐδόθη βίος εὐτυχὴς καὶ ἄλυπος καὶ μήτε βασιλείᾳ ἐτιμήθην· αὕτη γάρ ἐστιν ἡ ἀτρεκὴς καὶ ὑπερφέρουσα δόξα· μήτε κατὰ τὸν βίον πενία ἐσχάτη καὶ ἀτυχία καὶ ἀδοξία καὶ θλῖψις. διὰ τοῦτο γὰρ τῇ παράσημος λέξει ἐ〈χρή〉σατο | |
10 | κατ’ ἐναντίωσιν τοῦ ἀτρεκής, ἤτοι παρὰ τὸ σημεῖον καὶ τὸ σύμβολον τῆς ἀτρεκότητος καὶ τῆς ὑπερφερούσης δόξης: —A | |
sch Hipp1117 | ῥᾴδια δ’ ἤθεα: ἀντὶ τοῦ εὐχερῆ καὶ ἄλυπα ἤθη ἔχουσα, προβαίνουσα εὐτυχοίην ἀεί: —NAB | |
ἄλλως: εὐχερῶς δὲ τὰ ἤθη μεταβάλλουσα τὸν ὀλίγον χρόνον, εὐτυχοίην τὸν βίον. τὸ δὲ ἑξῆς· εὔκολον δὲ ζωὴν εἰς τὸν καθ’ | 119 in vol. 2 | |
5 | ἡμέραν χρόνον ἀεὶ διαδεχομένη σὺν ἄλλοις τὸν βίον εὐτυχοίην. δύναται καὶ ἀντὶ ἐνεργητικοῦ κεῖσθαι, μεταβαλλομένη, ἀντὶ τοῦ μετα‐ βάλλουσα· δύναται πάλιν εἶναι· κατὰ τὰ ἤθη μεταβαλλομένη: —NAB | |
sch Hipp1118 | μεταβαλλομένα: διαδεχομένη, ἡ μοῖρα δηλονότι: —N | |
sch Hipp1119 | βίον συνευτυχοίην: καλῶς ἡ σύν ἔγκειται πρόθεσις, δηλοῦσα ὡς οὐκ ἄκραν εὔχεται εὐδαιμονίαν οὐδὲ πλεονεκτεῖν τῶν ἄλλων, ἀλλὰ σὺν ἄλλοις εὐπραγεῖν κατὰ τὸν βίον: —NAB | |
sch Hipp1120 | οὐκέτι γὰρ καθαράν: ἀντὶ τοῦ οὐκ ἀτάραχον, οὐκ ἄφο‐ βον· διὸ καὶ μετὰ φυλακῆς ηὐξάμην: —NAB ἄλλως: ἄδολον, εἰς θεοὺς δηλονότι. τοῦτο δὲ [ἐν] τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ οὕτως· ἐκπίπτω τοῦ ἀνάγειν εἰς θεοὺς πρόνοιαν τῶν | |
5 | ἀνθρωπίνων πραγμάτων· οὐκέτι γὰρ καθαρὰν φρένα ἔχω, τουτέστιν· οὐκ ἔχω ἀτάραχον φρένα ἐπὶ τῷ παρόντι, ὅτι ἀδίκως ἀπόλλυται ὁ Ἱππόλυτος: —NAB | |
sch Hipp1122 | ἐπεὶ τὸν Ἑλλανίας: ἐπειδὴ τὸν τῆς Ἑλληνικῆς γῆς φα‐ νερώτατον ἀστέρα, καὶ τὰ ἑξῆς. ἀστέρα λέγει τὸν Ἱππόλυτον, διὰ τὸ ἐπιφανὲς τῆς παρθενίας αὐτοῦ: —NAB | |
sch Hipp1123 | φανερώτατον ἀστέρα: τὸν ἐπιφανέστατον τῆς Ἀττικῆς ἀστέρα. καὶ Ὅμηρος [η 80] ‘εὐρυάγυιαν Ἀθήνην‘: —NBi | |
sch Hipp1126 | ὦ ψάμαθοι: ὦ αἰγιαλοὶ τῆς θαλάσσης τῆς λευκῆς, ἔνθα ἐγυμνάζετο: —NABi | |
sch Hipp1127 | ὦ δρυμὸς ὄρειος: ὑπερβατόν· ὅθι μετὰ κυνῶν ἐπέβης ὠκυπόδων, θεᾶς θῆρας ἐναίρων, ὅ ἐστι· τοὺς ὑποτεταγμένους τῇ Ἀρ‐ τέμιδι: —NAB | 120 in vol. 2 |
sch Hipp1129 | θεᾶς μέτα: οἱ μὲν ὑπερβατόν, μετὰ κυνῶν· οἱ δὲ μετὰ τῆς θεᾶς. Ἀρτέμιδος τοὺς θῆρας φονεύων· ἱεροὶ γὰρ αὐτῆς οὗτοι: —NABi | |
sch Hipp1130 | Δίκτυνναν ἀμφὶ σεμνάν: Δίκτυννα ἐκλήθη ἡ Ἄρτεμις διὰ τοιαύτην αἰτίαν. Βριτόμαρτις νύμφη ἐγένετο συγκυνηγέτις τῇ Ἀρ‐ τέμιδι. ταύτης ἠράσθη Μίνως καὶ κατεδίωξεν αὐτὴν μῆνας ἐννέα· καὶ μὴ ὑποφέρουσα ἔτι, ἔρριψεν ἑαυτὴν ἀπὸ τοῦ ὄρους εἰς θάλασσαν | |
5 | καὶ ἐσώθη ἐν τοῖς δικτύοις, καὶ τούτου χάριν ἐκλήθη ἡ Ἄρτεμις Δίκτυννα: —NAB ἄλλως: οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ δέ τινα ἑτέραν, Δίκτυνναν ** παρεπομένην τῇ Ἀρτέμιδι. 〈Ἄρ‐ τεμισ〉 Δίκτυννα τούτῳ τῷ ὀνόματι καλεῖται παρόσον διὰ μεθόδων δικτυ‐ | |
10 | ηρῶν ** οἱ ἐπακτῆρες καὶ κυνηγοὶ τοὺς θῆρας αἱροῦσι, δίκτυον δὲ οἱ ἁλιεῖς οὕτως ἐκάλεσαν τὸ ἀμφίβληστρον διὰ τὸ ὑπὲρ τῆς ** μο‐ λιβδαίνης τοὺς ἰχθῦς μὴ ἐᾶν ἀναπλέειν, ἀλλὰ παρακατέχειν καὶ ἐναπο‐ κλείειν ἔνδον. ἰστέον δὲ ὅτι τὸ ὄνομα τῆς Δικτύννης μᾶλλον τῇ Ἑκάτῃ προσάπτεσθαι δεῖ ὡς πᾶσι μὲν παρεπομένῃ θεοῖς, μάλιστα δὲ | |
15 | τῇ Ἀρτέμιδι· δῆλον δὲ ἐκ τοῦ καὶ αὐτὴν Ἑκάτην ὀνομάζεσθαι: —A | |
sch Hipp1132 | Ἐνέτη πόλις Ἠπείρου ἔνθα γίνονται καλοὶ ἡμίονοι καὶ πῶ‐ | |
λοι: —Bi πώλων Ἐνετᾶν: Παφλαγονικῶν. Ἐνετοὶ γὰρ ἔθνος Παφλαγονίας. εἰ δέ τις εἴποι, ἐκ ποίας πόλεως ὠνομασμένοι, ἴστω ὅτι πολλοὶ βάρ‐ | 121 in vol. 2 | |
5 | βαροι οὐκ ἐκ πόλεως οὐδὲ ἐκ χώρας, ἀλλ’ ἐξ ἔθνους ὀνομάζονται, ὡς Νομάδες, Βλέμυες. ἡ δὲ ἐπί ἀντὶ τοῦ εἰς, οὐκέτι εἰς συζυγίαν Ἐνετῶν πώλων βήσῃ, ὡς τό [Ε 745] ‘ἐς δ’ ὄχεα φλόγεα ποσὶ βή‐ σετο‘: —NAB | |
sch Hipp1133 | τὸν ἀμφὶ Λίμνας: Λίμνη τόπος Τροιζῆνος [Ἀττικῆς], ἔνθα Λιμνᾶτις Ἄρτεμις καλεῖται. περὶ τὸ πεδίον τῆς Λίμνης τὸ τρεχόμενον οὐκέτι τοὺς γυμναστικοὺς ἵππους κατέχων τῷ ποδὶ καὶ γυμνάζων: —NAB | |
sch Hipp1134 | ποδὶ γυμνάδας ἵππους: τοὺς γυμναστικοὺς ἵππους οἱ ἱππαζόμενοι ἀντιβαίνοντες τῷ ποδὶ ἀνακρούουσι τοῖς χαλινοῖς: —NBi | |
sch Hipp1135 | μοῦσα δ’ ἄυπνος: ἡ δὲ ἄυπνος καὶ διηνεκὴς ᾠδὴ τῶν ὑπὸ τῇ ἄντυγι χορδῶν λήξει. τὸν ζυγὸν δὲ τῆς κιθάρας ἄντυγα καλεῖ. ἢ τὸν πῆχυν ὡς κιθαρίζοντος αὐτοῦ: —NB | |
sch Hipp1137 | κόρας: πρὸς τὸ Λατοῦς: —NBi ἀστέφανοι δὲ κόρας: αἱ δὲ ἀναπαῦλαι τῆς θυγατρὸς Λητοῦς, ὅ ἐστι τῆς Ἀρτέμιδος, αἱ κατὰ τὴν βαθεῖαν ὕλην ἀστεφάνωτοι ἔσον‐ ται: —NB | |
5 | ἄλλως: αἱ δὲ ἀναπαύσεις τῶν κορῶν τῶν συγχορευουσῶν περὶ τὸ τῆς Λητοῦς ἱερὸν ἀστέφανοι ἔσονται, τουτέστι λυπηθήσονται ἐπὶ σοὶ αἱ παρθένοι: —NAB | 122 in vol. 2 |
sch Hipp1140 | φυγᾷ σᾷ: διὰ τὴν σὴν φυγὴν οὐκέτι ἁμιλληθήσονται αἱ παρθένοι ὑπὲρ τοῦ γάμου, τίς σοι δοθήσεται γυνή: —NB ἄλλως: φυγάδος σοῦ ὄντος ἡ φιλονικία τῶν παρθένων τῶν ἐπι‐ δοξαζομένων τῷ σῷ γάμῳ ἀπώλετο: —NB | |
sch Hipp1141 | ἅμιλλα κόραις: φιλονικία ἐναντίωσις ἕνεκεν τῶν λέκ‐ τρων: —N | |
sch Hipp1142 | διοίσω: ἐν τοῖς δακρύοις διάξω καὶ ζήσω: —NABi | |
sch Hipp1143 | πότμον ἄποτμον: θάνατον κακοθάνατον: —NABi | |
sch Hipp1145 | ἔτεκες ἀνόνητα: ἐπειδὴ οὐκ ἀπέλαυσεν αὐτοῦ: —NABi | |
sch Hipp1146 | μηνίω: ὀργίζομαι σχετλιάζω: —NABi | |
sch Hipp1147 | ἰὼ ἰὼ συζύγιαι Χάριτες: αἱ συνεζευγμέναι Χάριτες τῷ Ἱππολύτῳ. αἱ συζευγνῦσαι, ὅ ἐστι γαμήλιοι. ἀντὶ τοῦ· ὦ Χάριτες ἔφοροι τῆς συζυγίας: —NAB | |
sch Hipp1149 | οὐδὲν ἄτης: οὐδεμιᾶς βλάβης: —NBi | |
sch Hipp1157 | Θησεῦ, μερίμνης ἄξιον φέρω: οἱ ἀρχαῖοι καὶ ἐξ ὀνό‐ ματος τοὺς δεσπότας ἐκάλουν: —NAB σοὶ καὶ πολίταις: πολίτας φησὶ τοῦ Θησέως Ἀθηναίους καὶ Τροιζηνίους. τούτων γὰρ ἀμφοτέρων πολίτης ἐστὶν, ἐκ μὲν πατρὸς Ἀθη‐ | |
5 | ναίων, ἐκ δὲ μητρὸς Τροιζηνίων: —NAB | |
sch Hipp1159 | ναίουσι καὶ γῆς τέρμονας: περὶ τὰ τέλη τῆς Τροιζῆ‐ | |
νος. τέρμονας Τροιζῆνος τοὺς ὅρους φησίν: —NB | 123 in vol. 2 | |
sch Hipp1161 | δισσὰς κατείληφε: τὰς δύο πόλεις, Τροιζῆνα καὶ Ἀθή‐ νας: —NB | |
sch Hipp1162 | ὡς εἰπεῖν ἔπος: ὡς ἐν συντόμῳ εἰπεῖν: —NAgBi | |
sch Hipp1163 | δέδορκε: ἀντὶ τοῦ· μέλλει ἀποθνῄσκειν: —NBi | |
sch Hipp1164 | πρὸς τοῦ: μή τις ἐχθρὸς ἦν αὐτῷ; μὴ ἆρα γυναῖκά τινος ἔφθειρεν ὡς καὶ τὴν ἐμήν, κἀκεῖνος φονεύει αὐτόν: —NAB | |
sch Hipp1168 | παιδὸς ἠράσω πέρι: ἡ περί ἀντὶ τῆς κατά, κατὰ τοῦ σοῦ παιδός: —NB | |
sch Hipp1169 | ὡς ἄρ’ ἦσθ’ ἐμός: ὦ Πόσειδον, ὄντως ἔμαθον ὅτι ἐμὸς εἶ πατήρ: —NAB | |
sch Hipp1172 | ἔπαισεν αὐτὸν ῥόπτρον: ἡ ῥομφαία, ὅ ἐστιν εἶδος ξίφους, καὶ ἡ πάγη καὶ τὸ ἐπίσπαστρον: —NB ἄλλως: πλῆγμα. κυρίως δὲ [ῥόπτρον τὸ τῆς δίκης] ῥόπα‐ λον: —NB | |
5 | ῥόπτρον: ἡ πάγη. ἀπὸ τοῦ ῥαπίζειν: —B | |
sch Hipp1173 | ἡμεῖς μὲν ἀκτῆς: ἡμεῖς μὲν ἐν τῷ αἰγιαλῷ τῷ δεχομένῳ τὰ κύματα ἐφιλοκαλοῦμεν τοὺς ἵππους, κλαίοντες ἐπὶ τῇ φήμῃ τῆς ἐξορίας τοῦ Ἱππολύτου: —NAB | |
sch Hipp1174 | ψήκτραισιν ἵππων: ἀπὸ τοῦ καταψήχειν ὠνομάσθη ψήκτρα: —NB | |
sch Hipp1176 | ὡς οὐκέτ’ ἐν γῇ: ὅτι ὁ Ἱππόλυτος φεύγει τὴν ἰδίαν γῆν | |
καὶ πόλιν: —NAB | 124 in vol. 2 | |
sch Hipp1178 | δακρύων ἔχων μέλος: στεναγμόν. τουτέστι στενά‐ ζων. ἀντὶ τοῦ θρηνῶν. οὐ περὶ ἄλλων δακρύων, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς: —NA ἀντὶ τοῦ· τὸν αὐτὸν στενάζων στεναγμόν: —B | |
sch Hipp1179 | μυρία δ’ ὀπισθόπους: ἀντὶ τοῦ· πολλὴ προπομπὴ, πολλὴ ἄθροισις ὄπισθεν ἀκολουθοῦσα τοῦ Ἱππολύτου: —NAB | |
sch Hipp1182 | τί ταῦτ’ ἀλύω: δυσφορῶ. λείπει ἡ διά, διά τί ἀδη‐ μονῶ καὶ θρηνῶ· οὐκ ἐγχωρεῖ μὴ πεισθῆναί με τοῖς λόγοις τοῦ πατρός μου καὶ ἀναχωρῆσαι ἐκ ταύτης τῆς γῆς: —NAB | |
sch Hipp1186 | ἐξηρτυμένας: ἡτοιμασμένας. ἀντὶ τοῦ· ταχέως, ἅμα τοῖς λόγοις καὶ πρὸ τοῦ πληρῶσαι αὐτὸν τὸν λόγον, παρεστήσαμεν αὐτῷ τὸ ἅρμα: —NAB | |
sch Hipp1188 | μάρπτει δὲ χερσίν: εἰώθασιν οἱ ἁρματηλάται περιάπτειν τὰ λῶρα τῇ ἄντυγι, ὅπως δοκοῖεν οἱ ἵπποι ὑπό τινος ἄγχεσθαι· ὡς ὁ ποιητής [Ε 262] ‘ἐξ ἄντυγος ἡνία τείνασ‘: —NAB ἄλλως: λαμβάνει τοὺς χαλινοὺς ἐν ταῖς χερσὶ καὶ κρατεῖ ἐκ τοῦ | |
5 | ἅρματος: —NB | |
sch Hipp1189 | αὐταῖσιν ἀρβύλαισιν: ταῖς τοῦ ἅρματος περὶ τὴν ἄντυγα, ἔνθα τὴν στάσιν ἔχει ὁ ἡνίοχος: —NAB | |
sch Hipp1190 | καὶ πρῶτα μὲν θεοῖς: ἀντὶ τοῦ· ηὔξατο τοῖς θεοῖς τὰς χεῖρας ἀνατείνας: —NB | |
sch Hipp1192 | αἴσθοιτο δ’ ἡμᾶς: καὶ μάθοι ὁ πατὴρ ὅτι ἀτιμάζει με. ἑνικῷ πληθυντικὸν ἐπήγαγεν, διὸ τὸ χ: —NAB | |
sch Hipp1194 | ἐπῆγε κέντρον: ἀντὶ τοῦ· τὴν μάστιγα ἐπὶ τοὺς ἵππους | |
μετήνεγκεν: —NBi | 125 in vol. 2 | |
sch Hipp1195 | ἐφ’ ἅρματος: ἀντὶ τοῦ· παρὰ τῷ ἅρματι, ὡς τὸ [Z 273. 303] ‘Ἀθηναίης ἐπὶ γούνασιν‘: —NABi | |
sch Hipp1197 | κἀπιδαυρίας ὁδόν: ἔνθα ἐτιμᾶτο ὁ Ἀσκληπιός. σεση‐ μείωται δὲ ὅτι οὐ λέγουσι τὴν ἐπ’ εὐθείας τοπικῶς: —NBi | |
sch Hipp1200 | ἤδη κειμένη: τὸ ἤδη πρὸς τὸ ἔρημον: —NBi † Σαρωνικόν: Σαρωνικὸς κόλπος ἐστὶ πρὸς τῇ Κορίνθῳ ἱερὸς Ἀρ‐ τέμιδος, ἐν ᾧ φασὶ τὴν Σκύλλαν ὑπὸ Μίνωος ἑλκυσθῆναι. ὄνομα οὖν ἐστι πελάγους, ὀνομασθὲν ἀπό τινος Σάρωνος κυνηγοῦ· οὗτος διώκων | |
5 | ἔλαφον εἰς τὸ πέλαγος κατέπεσεν καὶ ἐκεῖ ἐπνίγη. ἄλλοι δέ φασιν ὅτι ἐκ τῆς Σκύλλης τῆς θυγατρὸς τοῦ Νίσου τοῦ ἀδελφοῦ τοῦ Αἰγέως καὶ Πάλλαντος. οὗτος γὰρ ᾤκησεν εἰς Μέγαρα, ἐάσας τοὺς ἀδελφοὺς μαχο‐ μένους περὶ τῆς βασιλείας. καὶ ἦν εἱμαρτὸν μὴ παραληφθῆναι τὸν τόπον ἐν ᾧ ἦν ὁ Νῖσος, ἕως εἶχε τὸν χρυσοῦν πλόκαμον ἐν τῇ κεφαλῇ αὐτοῦ. | |
10 | ὁ οὖν Μίνως στρατοπεδεύσας κατ’ αὐτοῦ οὐκ ἠδυνήθη παραλαβεῖν [ἕως οὗ εἶχε τὸν χρυσοῦν πλόκαμον]. ἡ δὲ θυγάτηρ αὐτοῦ Σκύλλα θεωρή‐ | |
σασα τὸν Μίνωα ἐφίλησεν αὐτὸν καὶ συνετάξατο αὐτῷ προδοῦναι τὴν πόλιν, εἰ λάβοι αὐτὴν γυναῖκα. ὁ δὲ συνέθετο· καὶ παραγενομένη τέμνει τοῦ τεκόντος τὸν πλόκαμον καὶ τὴν πόλιν προὔδωκε. καὶ μετὰ τὸ παραλα‐ | 126 in vol. 2 | |
15 | βεῖν τὴν πόλιν ἔλαβεν αὐτὴν ἐπάνω τοῦ πλοίου καὶ ἔδησεν αὐτὴν εἰς τὸ πηδάλιον καὶ ἐν τῇ θαλάσσῃ καθῆκεν καὶ ἔμεινε συρομένη ἐν αὐτῇ καὶ διὰ τοῦτο ἐκλήθη Σαρωνικὸν τὸ πέλαγος. ἐκπεσοῦσα δὲ ἐν τῇ θαλάσσῃ καὶ θηρίον γενομένη τὴν οἰκείαν φύσιν μετέβαλεν οὐδαμῶς: —NAB | |
sch Hipp1206 | ἀκτὰς ἀποβλέψαντες: εἰς δὲ τὰς πέτρας τὰς ὑπὸ τῶν κυμάτων κλυζομένας 〈ἀποβλέψαντεσ〉 ἐθεωρήσαμεν τὸ κῦμα μέχρι τοῦ οὐρανοῦ ἀνερχόμενον, καὶ τοσοῦτον ὑψηλὸν ἦν τὸ κῦμα ὥστε μηκέτι καθορᾶν ἡμᾶς τὸ ὄρος τοῦ Σκείρωνος. ἐκ τοῦ ὕψους τοῦ κύματος | |
5 | οὐκέτι ἑωρῶμεν τὴν Σκειρωνίδα ἀκτήν: —NAB ἱερόν: ἀντὶ τοῦ μέγα: —NBi | |
sch Hipp1207 | γειτνιάζον ἐγγίζον: —AgBi | |
sch Hipp1210 | κἄπειτ’ ἀνοιδῆσάν τε: τὸ κῦμα εἰς ὕψος ἠρμένον. ἰσθμὸν δὲ τὴν στενὴν γῆν τὴν κυκλουμένην ὑπὸ τῶν ὑδάτων: —NAB διαφέρει δὲ ἰσθμὸς πορθμοῦ. ἰσθμὸς μὲν γάρ ἐστιν ὁ μεταξὺ δύο | |
θαλασσῶν πορεύσιμος τόπος, πορθμὸς δὲ τὸ ἀνάπαλιν: —A | 127 in vol. 2 | |
5 | καὶ πέριξ ἀφρόν: ἀναφυσηθέν: —N | |
sch Hipp1212 | οὗ τέθριππος ἦν ὄχος: ὅπου τὸ ὄχημα τὸ ἐκ τεσσάρων ἵππων ἐζευγμένον, 〈τὸ〉 τοῦ Ἱππολύτου: —NAB | |
sch Hipp1215 | οὗ πᾶσα μὲν χθών: οὗτινος ταύρου βοῶντος πᾶσα ἡ γῆ φωνῆς ἐπληρώθη: —NBi | |
sch Hipp1216 | φρικῶδες: ἰσχυρόν: —N | |
sch Hipp1217 | κρεῖσσον θέαμα: οἷον· ὑπὲρ θέαν ἦν τὸ ἐκτεθὲν ὡς μη‐ δὲ φέρειν τὴν φωνὴν τὰς ἀκοὰς μηδὲ τὴν θέαν τὰ ὄμματα: —NBi δεργμάτων: ἀποσκοπῆς τῶν ὀφθαλμῶν: —NBi | |
sch Hipp1219 | καὶ δεσπότης μὲν 〈ἱππικοῖσ〉 ἐν ἤθεσι: μελέταις. συνήθειαν πολλὴν ἔχων ἐν τῷ ἱππεύειν: —NB ἄλλως: ὁ μὲν Ἱππόλυτος διὰ τὸ μὴ θροηθῆναι τοὺς ἵππους αὐτοῦ ἐπέπεσεν αὐτοῖς καὶ ἔσφιγξε τοὺς χαλινούς: —NB | |
sch Hipp1220 | ἥρπας’ ἡνίας χεροῖν: ἐκράτησεν ἀνέτεινεν: —NBi | |
sch Hipp1221 | ἕλκει δὲ κώπην: τὸ ἑξῆς· ἕλκει δὲ ἱμᾶσιν εἰς τοὔπισθεν ἀρτήσας δέμας ὡς ναύτης κώπην: —NAB ἄλλως: ὥσπερ δὲ ναύτης ζάλης οὔσης κρατεῖ τὸ πηδάλιον καὶ σῴζει τὴν ναῦν, οὕτω καὶ ὁ Ἱππόλυτος τὰ λῶρα ἐκράτει: —NAB | |
sch Hipp1222 | ἀρτήσας: ἐκκρεμάσας τὸ σῶμα: —NBi | |
sch Hipp1223 | αἱ δ’ ἐνδακοῦσαι: αἱ δὲ πῶλοι ἐνδακοῦσαι καὶ κρατήσασαι τοὺς χαλκοῦς χαλινοὺς τοὺς ἐκ πυρὸς γενομένους ἐν ταῖς σιαγόσιν: —NAB | |
sch Hipp1225 | οὐδ’ ἱπποδέσμων: καὶ μήτε τοῦ ἡνιόχου φροντίδα ποιού‐ μεναι μήτε τῶν χαλινῶν: —NAB | |
οὐ φροντίζουσαι τοῦ εὐκατασκευάστου ἅρματος: —NBi κεἰ μὲν εἰς τὰ μαλθακά: καὶ εἰ μὲν εἰς τὰ ἁπαλὰ καὶ ἰσόπεδα | 128 in vol. 2 | |
5 | τὸν δρόμον ἐποίει, ἐφαίνετο ὁ ταῦρος ἔμπροσθεν τῶν ἵππων καὶ ἐθρόει αὐτούς· εἰ δὲ εἰς τὰ ὄρη ἀπέφερον αὐτὸν οἱ ἵπποι, ὄπισθεν περιεπάτει ὁ ταῦρος: —NAB | |
sch Hipp1231 | σιγῇ πελάζων: προσπελάζων ὁ ταῦρος τῇ περιφερείᾳ συνηκολούθει: —NAB | |
sch Hipp1232 | εἰς τοῦθ’: ἕως, μέχρι τούτου: —N κἀνεχαίτισεν: ἕως οὗ ἔρριψεν αὐτόν: —NAgBg | |
sch Hipp1233 | ἁψῖδα τὸν τροχὸν ἐκάλεσεν: —NBi | |
sch Hipp1234 | σύριγγες: αἱ χοινικίδες, αἱ πλῆμναι: —N | |
sch Hipp1235 | ἐνήλατα: τὰ ἐμβαλλόμενα ταῖς χοινικίσιν: —NABi ἐνήλατα: οἱ πασσαλίσκοι οἱ πρὸς τῷ ἄξονι, τὰ καλούμενα ἁμαξη‐ δόνια. αἱ χνόαι ἢ τὰ ἐμβαλλόμενα [πρὸς] τῷ ἄξονι, ὥστε μὴ ἐξιέναι τὸν τροχόν: —NAB | |
5 | ἄλλως: τὰ μικρὰ ξύλα τὰ ὡσανεὶ ἧλοι πεπηγμένα ἐν τῷ ἄξονι: —A | |
sch Hipp1239 | θραύων δὲ σάρκας: ἀντὶ τοῦ θραυόμενος. συντρι‐ βόμενος τὴν κεφαλὴν ἐν ταῖς πέτραις: —NAB | |
sch Hipp1240 | στῆτ’ ὦ φάτναισι: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμη‐ τικὸν μετέβη: —NABi | |
sch Hipp1242 | σῷσαι: σῴζειν βοηθεῖν: —NBi | |
sch Hipp1247 | ἵπποι δ’ ἔκρυφθεν: οἷον· οἱ δὲ ἵπποι καὶ τὸ σημεῖον τοῦ | |
ταύρου οὐδαμοῦ ἐφάνησαν: —NAB | 129 in vol. 2 | |
sch Hipp1248 | λεπαίας οὐ κάτοιδ’ ὅπου χθονός: κατὰ τὸ ἐξέχον καὶ ὑψηλὸν μέρος τῆς ὀρείας γῆς. τῆς ὀρεινῆς, παρὰ τὸ λελε‐ πίσθαι: —NAB | |
sch Hipp1250 | οὐ δυνήσομαί ποτε: οὐδαμῶς ἔχω πιστεῦσαι ὅτι κακὸς ἐφάνη ὁ ἐμὸς δεσπότης: —NAB | |
sch Hipp1252 | οὐδ’ εἰ γυναικῶν: οὐδὲ ἐὰν καὶ τὸ γένος τῶν γυναικῶν ὅλον ἀποθάνῃ: —NAB | |
sch Hipp1253 | καὶ τὴν ἐν Ἴδῃ: ἄδηλον, ποίαν Ἴδην. ἀντὶ τοῦ· οὐδὲ ἐὰν πληρώσῃς γραμμάτων πάντα τὰ ξύλα τῆς Ἴδης. Ἴδη δὲ ὄρος σύνδενδρον ἐν Τροίᾳ: —NAB | |
sch Hipp1256 | οὐδ’ ἔστι μοίρας: τοῦ δέοντος καὶ μεμοιραμένου καὶ ἀναγκαίου οὐκ ἔστιν ἀπαλλαγή. τὸ δὲ χρεών μετοχή ἐστιν, ἐπιρρηματικὴν σύνταξιν ἔχουσα: —NAB | |
sch Hipp1257 | μίσει μὲν ἀνδρός: τραγῳδεῖ Θησεύς· ἐπειδὴ, φησὶ, μισῶ αὐτὸν, ἐχάρην· ἀλλὰ πάλιν τοὺς θεοὺς αἰσχυνόμενος λυποῦμαι: — NAB | |
sch Hipp1260 | ἐπάχθομαι: λυποῦμαι: —N | |
sch Hipp1261 | πῶς οὖν· κομίζειν ἢ τί χρή: ἀπὸ κοινοῦ τὸ χρή. ὁ δὲ νοῦς· πῶς οὖν κομίζειν χρὴ τὸν ἄθλιον ἢ τί χρὴ δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί: —NAB | |
sch Hipp1263 | σκόπει: —NBg ἐμοῖς δέ: χρώμενος δὲ τοῖς ἐμοῖς βουλεύμασιν οὐδέποτε σκληρὸς γενήσῃ εἰς τὸν σὸν υἱόν: —NB | |
sch Hipp1268 | σὺ τὰν θεῶν ἄκαμπτον: τὴν ἀμετάβλητον ἀκαταγώνιστον | |
μὴ καμπτομένην περιάγεις: —NA ἄλλως: σὺ, φησὶ, τὴν ἀνυπότακτον τῶν θεῶν καὶ ἀνθρώπων φρένα περιάγεις καὶ ὑποτάσσεις, ὦ Ἀφροδίτη, σὺν τῷ Ἔρωτι: — | 130 in vol. 2 | |
5 | NAB | |
sch Hipp1270 | ἀμφιβαλών: περισκεπάσας. σκέπει γὰρ τῶν ἐρώντων τὴν θέαν, ἵνα καὶ τὰ ἄμορφα ἐράσμια ὁρῶμεν: —NB | |
sch Hipp1272 | εὐάχητον: ἀποτελοῦντα μέγαν ἦχον: —NBi | |
sch Hipp1274 | ᾧ μαινομένᾳ: ᾧτινι σὺν τῇ μαινομένῃ καρδίᾳ ἐφορμήσει πτηνὸς ὤν, θέλγει τοῦτον καὶ ἀπατᾷ: —NAg | |
sch Hipp1276 | χρυσοφαής: ὁ Ἔρως ὁ χρυσοφαής, τουτέστιν· ὁ λαμπρὸς ὤν: —NAB ἄλλως: οὐ προσηνὴς ὡς χρυσός, ἀλλὰ τὸ εἶδος χρυσοφαής: —NAB | |
sch Hipp1277 | φύσιν ὀρεσκόων: φύσιν ἔχων θηρός, ἀντὶ τοῦ ἄγριος ὢν τοῖς ποθοῦσιν. καὶ τῶν ἐν θαλάσσῃ θηρίων φύσιν ἔχων καὶ τῶν ἐν τῇ γῇ. ὁ δὲ νοῦς τοιοῦτος· ᾧ ἂν ἐφορμήσῃ ἢ τῶν ὀρείων ἢ τῶν πελαγίων ἢ τῶν ἐν γῇ, ἣν ὁ ἥλιος καταλάμπει: —NAB | |
sch Hipp1279 | τὰν ἅλιος: ταῖς αὐγαῖς ὁ ἥλιος θεωρεῖ: —NBi | |
sch Hipp1280 | ἄνδρας τε: ἀντὶ τοῦ ἀνθρώπους κατ’ ἐξοχὴν εἶπεν: —NB | |
sch Hipp1288 | ψευδέσι μύθοις: εἰργάσω ἀφανῶς καὶ ἀνεξελέγκτως πει‐ σθεὶς τοῖς ψευδέσι λόγοις τῆς σῆς γυναικὸς καὶ τοῦτο ποιήσας φανερὰν ἔσχες βλάβην: —NAB | |
sch Hipp1290 | πῶς οὐχ ὑπὸ γῆς: τὸ πῶς οὐκ ἀπὸ κοινοῦ, ἵν’ ᾖ οὕ‐ τως· πῶς οὐ πτηνὸς ἄνω μετελθὼν τὸν βίον πήματος ἔξω πόδα τόνδ’ ἀνέχεις: —NAB | |
sch Hipp1292 | μεταβὰς βίοτον: μεταβιβάσας, μεταβαλὼν, μεταλλάξας τὴν ζωὴν καὶ ἀλλοιωθεὶς εἰς ὄρνεον: —NAB | |
sch Hipp1293 | ἀνέχεις: ἀναφέρεις: —NBg | 131 in vol. 2 |
sch Hipp1294 | ὡς ἐν ἀγαθοῖς: τοῦτό φησιν· εἰς ἀγαθοὺς ἄνδρας οὐκέτι μετρηθήσεταί σου ὁ βίος: —NAB | |
sch Hipp1298 | ἀλλ’ εἰς τόδ’ ἦλθον: ὁ ἀλλά ἀντὶ τοῦ γάρ. ἀντὶ τοῦ· φανερώσω τὴν σωφροσύνην τοῦ σοῦ παιδός: —NAgB | |
sch Hipp1300 | καὶ σῆς γυναικὸς οἶστρον: ἢ τάχα οὐκ οἶστρον, ἀλλὰ τρόπον τινὰ τὴν ἐγκράτειαν καὶ σωφροσύνην: —NAB γράφεται ψεῦστιν, ἤγουν τὴν ψευδολόγον: —Bi | |
sch Hipp1301 | γενναιότητα: γενναιότητα λέγει τὸ σπουδάσαι κρύψαι τὸν ἔρωτα: —NAB | |
sch Hipp1303 | δηχθεῖσα κέντροις: συσχεθεῖσα τοῖς πόνοις τῆς Ἀφρο‐ δίτης, τῆς ἐχθίστης ἡμῖν τῶν θεῶν, ὁπόσαι εἰσὶν ἐν τῇ παρθενίᾳ, ἠράσθη τοῦ σοῦ υἱοῦ: —NAB | |
sch Hipp1304 | γνώμῃ δὲ νικᾶν: τῷ λογισμῷ τοῦ μὴ θέλειν συγκαθεύ‐ δειν τῷ Ἱππολύτῳ διὰ τὸ μὴ προδοῦναι τὴν εὐνὴν τοῦ ἀνδρός: —NB | |
sch Hipp1306 | ἣ σῷ δι’ ὅρκων: ἥτις τροφὸς τῷ σῷ υἱῷ τὸν ἔρωτα ἐσή‐ μανεν: —NAgB | |
sch Hipp1313 | ἀλλ’ ἔχ’ ἥσυχος: ἀλλ’ ἡσύχαζε, ὡς ἂν οἰμῴζῃς πλέον τὸ μετὰ ταῦτα ἀκούσας: —NAB | |
sch Hipp1316 | ὧν τὴν μίαν παρεῖλες: παρέπεμψας, ἀπώλεσας, ἀφεῖλες. ὧν ἐξεῖλες τὴν μίαν εὐχὴν, ἀπὸ τῶν τριῶν ὧν ἔλαβες ἀπὸ τοῦ πατρὸς, καὶ ἀπώλεσας τὸν υἱόν: —NAB | |
sch Hipp1329 | οὐδεὶς ἀπαντᾶν: ἀντὶ τοῦ ἐμποδίζειν καὶ κωλύειν. οὐδεὶς, φησὶ, βούλεται τῇ προθυμίᾳ τοῦ θέλοντος θεοῦ παρεμποδίζειν: —N | |
sch Hipp1331 | ἐπεὶ σάφ’ ἴσθι: ἐπεὶ προεῖπεν παρὰ θεοῖς εἶναι νόμον τὸ μὴ ἀντιπράττειν ἀλλήλοις, φησὶν ὅτι, εἰ μὴ νόμος ἐκώλυεν, ἔσωσα ἂν αὐτὸν εὐσεβῆ τυγχάνοντα, μὴ εὐλαβουμένη τὸν Δία. ἐν τίνι γὰρ ἤμελ‐ | |
λον αὐτὸν εὐλαβεῖσθαι μηδὲ νόμον λύουσα, ἀλλὰ καὶ εὐσεβῆ ἄνδρα | 132 in vol. 2 | |
5 | σῴζουσα; ὁ γὰρ ἀγαθὰ καὶ ἔννομα διαπραττόμενος ἐξουσίαν οὐ δέ‐ δοικε. καὶ γὰρ, εἰ μὴ νόμος με εἶργε, μὴ κωλυομένη ὑπὸ Διὸς λοιπὸν ἀδεῶς ἐβοήθουν 〈ἂν〉 αὐτῷ: —NB | |
sch Hipp1338 | τάδ’ ἔρρωγεν κακά: συνερράγησαν συνέπεσον. συμ‐ βέβηκεν: —NAB | |
sch Hipp1346 | θεόθεν καταληπτόν: κατέλαβε τὸν οἶκον: —N | |
sch Hipp1348 | δύστηνος ἐγώ: ἐπειδὴ χρησμὸν ἔλαβε παρὰ τοῦ Ἀπόλ‐ λωνος ὁ Θησεὺς ὅτι εἰς ὃ ἂν εὔξηται τῷ Ποσειδῶνι, τρὶς τελειοῦται αὐτῷ. χρησμοῖς δὲ τοῖς αἰτήμασι, ταῖς κατάραις. εἰσὶ δὲ αἱ εὐχαὶ Θησέως πρὸς Ποσειδῶνα τρεῖς· πρῶτον ἀνελθεῖν ἐξ Ἅιδου, δεύ‐ | |
5 | τερον ἐκ Λαβυρίνθου, τρίτον Ἱππολύτου θάνατον: —NAB | |
sch Hipp1352 | σφάκελος: ὁ μετὰ ὀδύνης σπασμός, κατὰ συγγένειαν τοῦ π εἰς φ: —NAgBi | |
sch Hipp1353 | σχές, ἀπειρηκός: ἐπίσχες, ὡς ἄν μου τὸ σῶμα πεπονη‐ κὸς καὶ ἤδη τῷ σπαραγμῷ ἀπεγνωσμένον διαναπαύσω. ἐβαστάζετο γὰρ ὑπὸ τῶν θεραπόντων: —N | |
sch Hipp1355 | στυγνὸν ὄχημα: μεμισημένον. ἀντὶ τοῦ· ὦ ἵπποι μεμισημένοι, ὑπὸ τῆς ἐμῆς ἀνατραφέντες χειρός: —N ὦ στυγνὸν ὄχημα: ἀντὶ τοῦ· ὦ τοῦ μισητοῦ ἱππασμοῦ: —N | |
sch Hipp1360 | τίς ἐφέστηκεν: γράφεται ἐνδέξια χωρὶς τοῦ ι, ὡς τὸ [π 365] ‘ἐνδέξια φῶτα ἕκαστον‘: —NBi | |
sch Hipp1361 | σύντονα δ’ ἕλκετε: ἀντὶ τοῦ συντόνως, ἤγουν ἁρμοδίως καὶ προσεχόντως καὶ συμφώνως, μὴ ὁ μὲν ἄνω, ὁ δὲ κάτω, ἀλλ’ ἐξ ἴσου βαστάζετε. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μουσικῶν τόνων: —NAB | |
sch Hipp1362 | κατάρατον: ἀραῖς ἀπολλύμενον: —NBi | |
sch Hipp1366 | γράφεται κατὰ γᾶς: —Ag | |
sch Hipp1373 | Παιάν: σωτὴρ καὶ ἰατρὸς προσέλθοι ὁ θάνατος: —NBi | |
sch Hipp1375 | τῆς ἀμφοτέρωθεν κοπτούσης. γράφεται καὶ διστό‐ | |
μου: —Bi λόγχας ἔραμαι: ἀντὶ τοῦ ἐπιθυμῶ. λείπει τὸ ὥστε, ὥστε διαμοιρᾶσαι, διατεμεῖν: —N | 133 in vol. 2 | |
sch Hipp1378 | ὦ πατρός: τινὲς τὸ ὦ σχετλιαστικὸν προφέρονται στίζοντες εἰς αὐτὸ, ἵν’ ᾖ ἡ δύστηνος ἀρὰ τοῦ ἐμοῦ πατρὸς ἐπ’ εὐθείας ὡς συν‐ απτόμενον τοῖς ἑξῆς. τινὲς δὲ εἰς τὸ ἀρά τελείαν παρέχουσιν, ἵν’ ᾖ καθ’ ἑαυτὸ τὸ κῶλον καὶ ὁ τὲ σύνδεσμος ὁ ἑξῆς περιττός: —NAB | |
sch Hipp1380 | προγεννητόρων: τὸ τῶν προγόνων κακὸν εἰς ἐμὲ ὁρίζεται καὶ φέρεται καὶ ἐπέρχεται εἰς τιμωρίαν: —NAB ἄλλως: ἀπὸ τοῦ ὅρου ἐκείνων εἰς ἐμὲ ἔρχεται τὸ τῶν προγόνων μύσος, ἀναφέρει δὲ καὶ ἐπὶ τὸν τῶν Παλλαντιδῶν φόνον: —NAB | |
sch Hipp1381 | μέλλει: βραδύνει: —N | |
sch Hipp1383 | τί ποτε τὸν οὐδέν: λείπει ἡ διά, ἵν’ ᾖ· διὰ τί. τὸ δὲ ποτὲ παρέλκει: —NB τὸν οὐδέν: ἀπὸ κοινοῦ τὸ ἐπ’ ἐμέ: —NBi | |
sch Hipp1390 | τὸ δ’ εὐγενές σε: ὅτι μὴ ἠθέλησας χρᾶναι τοῦ πατρὸς τὴν εὐνήν: —NBi | |
sch Hipp1391 | ὦ θεῖον εὐωδίας πνεῦμα: —NBi | |
sch Hipp1397 | οἱ Ἀττικοὶ κυναγὸν τὸν κυνηγὸν λέγουσι: —N | |
sch Hipp1401 | ἐννοῶ τὴν θεὰν, τίς μ’ ἀπώλεσεν: —B | |
sch Hipp1402 | τιμῆς ἐμέμφθης: ὅτι ἐμὲ ἐτίμας, ἐμέμφθης παρ’ αὐτῆς. ἢ ὅτι οὐδὲ ὅλως ἐτίμας αὐτήν: —NAB ἢ οὕτως· ἐμίσησέ σε σωφρονοῦντα διότι ἐμέμφθη ὑπὸ σοῦ καὶ οὐκ ἠξιώθη τιμῆς: —NAB | |
5 | ἄλλως: ἐμέμφθης, φησὶ, τιμῆς χάριν τῆς ἐμῆς, ἀπεχθὴς δέ σοι ἡ Ἀφροδίτη ἐγένετο: —A | |
sch Hipp1413 | τί δ’· ἔκτανες: τί μέμφῃ τὰς κατάρας; ἐφόνευσας γὰρ ἄν | |
με καὶ χωρὶς αὐτῶν, οὕτως ἦσθα ὠργισμένος: —NAB ἄλλως: καὶ ἄνευ τῆς κατάρας ἀπώλεσας ἄν με ἐκ τῆς ὀργῆς. τοῦ λογισμοῦ: —NAB | 134 in vol. 2 | |
sch Hipp1414 | δόξης γάρ: τῆς ὀρθῆς δοκήσεως τοῦ δικαίου, τῆς ἀλη‐ θείας ἠπατημένοι: —NAgB | |
sch Hipp1415 | εἴθ’ ἦν ἀραῖον: εἴθε ἦν καταρᾶσθαι ἄνθρωπον θεῶν, ἵνα ἀμύνηται τὸν Ποσειδῶνα. ὑπὸ καταρῶν τοῖς θεοῖς: —NAB | |
sch Hipp1421 | ὃς ἂν μάλιστα: ἐγὼ γὰρ ἐκ τῆς ἐμῆς χειρὸς σὺν τοῖς ἀφύκτοις βέλεσι τιμωρήσομαι ἄλλον, ὅστις ἂν τύχῃ φίλτατος αὐτῆς, τῆς Ἀφροδίτης, ἀπὸ τῶν ἀνθρώπων. εἰς τὸν Ἄδωνιν δὲ αἰνίττεται, ὥς τινες, λῆρος δὲ τὸ τοιοῦτον. οὐ γὰρ τόξοις Ἀρτέμιδος ἀπώλετο Ἄδωνις, | |
5 | ἀλλ’ ὑπ’ Ἄρεως. ἄδηλον οὖν τίνα φησί: —NAB | |
sch Hipp1424 | ἐν πόλει Τροιζηνίᾳ: ἐν Τροιζῆνι γὰρ ἠρίον Ἱππολύτου ἐν ᾧ ἀποκείρονται αἱ μελλόνυμφοι: —AB | |
sch Hipp1427 | διὰ τοῦ μέλλοντος χρόνου ἀπολαύουσαι πένθη: —B | |
sch Hipp1437 | ἐμοὶ γὰρ οὐ θέμις: καὶ ἐν τῇ Ἀλκήστιδι [22. 23] ὁ Ἀπόλλων ‘ἐγὼ δὲ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην‘: —NB | |
sch Hipp1441 | μακράν: τὴν πολυχρόνιον καὶ παλαιάν: —NBi | |
sch Hipp1442 | χρῃζούσης: βουλομένης σου καὶ κελευούσης: —NBi | |
sch Hipp1445 | κατόρθωσον: ὀρθὸν κατάκλινον, ὅπερ εἰώθασι ποιεῖν ἐπὶ τῶν ἀποθνῃσκόντων: —NAgB | |
sch Hipp1448 | γράφεται φρένα: —Bi | |
sch Hipp1462 | κοινὸν τόδ’ ἄχος: κοινὸν τοῦτο τὸ πάθος πᾶσι τοῖς πο‐ λίταις κατέλαβεν ἀπροσδοκήτως. τοῦτο δὲ ὁ χορὸς ἐπιλέγει Ἱππο‐ | |
λύτου ἀποθανόντος: —NAB | 135 in vol. 2 | |
sch Hipp1464 | πίτυλος: ὁρμὴ φορὰ πλῆθος πλημμύρα. οἱ γὰρ ἀναξίως πάσχοντες θρῆνον ἐμποιοῦσιν: —NAB | |
sch Hipp1465 | τῶν γὰρ μεγάλων: αἱ γὰρ ἀξιοπενθεῖς φῆμαι τῶν λαμπρῶν μᾶλλον ἐπικρατοῦσι: —NB | |
sch Hipp1466 | μᾶλλον κατέχουσιν: ἀντὶ τοῦ μάλιστα, συγκριτικὸν ἀντὶ τοῦ ὑπερθετικοῦ: —NB τινὲς καὶ τούτους τῷ τέλει προσάπτουσι· [Ἱππόλυτος] ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφα‐ | |
5 | νοῦσα: —A man. recentiss. | 136 in vol. 2 |
arg Med1(t) | ΥΠΟΘΕΣΙΣ ΜΗΔΕΙΑΣ | |
1 | Ἰάσων εἰς Κόρινθον ἐλθὼν ἐπαγόμενος καὶ Μήδειαν ἐγγυᾶται καὶ τὴν τοῦ Κρέοντος τοῦ Κορινθίων βασιλέως θυγατέρα Γλαύκην πρὸς γάμον. μέλλουσα δὲ ἡ Μήδεια φυγαδεύεσθαι ὑπὸ Κρέοντος ἐκ τῆς Κορίνθου, παραιτησαμένη εἰς μίαν ἡμέραν μεῖναι καὶ τυχοῦσα, μισθὸν τῆς χάρι‐ | |
5 | τος δῶρα διὰ τῶν παίδων πέμπει τῇ Γλαύκῃ ἐσθῆτα καὶ χρυσοῦν στέ‐ φανον. οἷς ἐκείνη χρησαμένη διαφθείρεται· καὶ ὁ Κρέων δὲ περιπλακεὶς τῇ θυγατρὶ ἀπόλλυται. Μήδεια δὲ τοὺς ἑαυτῆς παῖδας ἀποκτείνασα, ἐπὶ ἅρματος δρακόντων πτερωτῶν, ὃ παρ’ Ἡλίου ἔλαβεν, ἔποχος γενομένη ἀποδιδράσκει εἰς Ἀθήνας κἀκεῖσε Αἰγεῖ τῷ Πανδίονος γαμεῖται. Φερε‐ | |
10 | κύδης [frg. 74] δὲ καὶ Σιμωνίδης [frg. 204] φασὶν ὡς ἡ Μήδεια ἀνεψή‐ σασα τὸν Ἰάσονα νέον ποιήσειε. περὶ δὲ τοῦ πατρὸς αὐτοῦ Αἴσονος ὁ τοὺς Νόστους ποιήσας φησὶν οὕτως [frg. 6]· αὐτίκα δ’ Αἴσονα θῆκε φίλον κόρον ἡβώοντα γῆρας ἀποξύσας’ εἰδυίῃσι πραπίδεσσι | |
15 | φάρμακα πόλλ’ ἕψους’ ἐπὶ χρυσείοισι λέβησιν. Αἰσχύλος δ’ ἐν ταῖς Διονύσου τροφοῖς [frg. 50] ἱστορεῖ ὅτι καὶ τὰς Διονύσου τροφοὺς μετὰ τῶν ἀνδρῶν αὐτῶν ἀνεψήσασα ἐνεοποίησε. Στάφυλος [frg. 5] δέ φησι τὸν Ἰάσονα τρόπον τινὰ ὑπὸ τῆς Μηδείας ἀναιρεθῆναι. ἐγκελεύσασθαι γὰρ αὐτὴν οὕτως ὑπὸ τῇ πρύμνῃ τῆς | 137 in vol. 2 |
20 | Ἀργοῦς αὐτὸν κατακοιμηθῆναι μελλούσης τῆς νεὼς διαλύεσθαι ὑπὸ τοῦ χρόνου. ἐπιπεσούσης γοῦν τῆς πρύμνης τῷ Ἰάσονι τελευτῆσαι αὐτόν: —ABD [= Laur. 31, 15] τὸ δρᾶμα δοκεῖ ὑποβαλέσθαι παρὰ Νεόφρονος διασκευάσας, ὡς Δικαίαρχος ** τοῦ τῆς Ἑλλάδος βίου [frg. 10] καὶ Ἀριστοτέλης ἐν | |
25 | ὑπομνήμασιν [frg. 635]. μέμφονται δὲ αὐτῷ τὸ μὴ πεφυλαχέναι τὴν ὑπόκρισιν τὴν Μήδειαν, ἀλλὰ προπεσεῖν εἰς δάκρυα, ὅτε ἐπεβούλευσεν Ἰάσονι καὶ τῇ γυναικί. ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν καὶ ἡ ἐπεξεργασία ‘μηδ’ ἐν νάπαισι [3]‘ καὶ τὰ ἑξῆς· ὅπερ ἀγνοήσας Τιμαχίδας τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς | |
30 | Ὅμηρος [ε 264]· ‘εἵματα δ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα‘: —AD Pal. 287 Ἀριστοφάνους: Μήδεια διὰ τὴν πρὸς Ἰάσονα ἔχθραν τῷ ἐκεῖνον γεγαμηκέναι τὴν Κρέοντος θυγατέρα ἀπέκτεινε μὲν ταύτην καὶ Κρέοντα καὶ τοὺς ἰδίους υἱούς, ἐχωρίσθη δὲ Ἰάσονος Αἰγεῖ συνοικήσουσα. παρ’ | |
35 | οὐδετέρῳ κεῖται ἡ μυθοποιΐα. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Κορίνθῳ· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν πολιτίδων, προλογίζει δὲ τροφὸς Μηδείας. ἐδιδάχθη ἐπὶ Πυθοδώρου ἄρχοντος ὀλυμπιάδος πζ ἔτει α. πρῶτος Εὐφορίων, δεύτερος Σοφοκλῆς, τρίτος Εὐριπίδης Μηδείᾳ Φιλοκτήτῃ | 138 in vol. 2 |
40 | Δίκτυι Θερισταῖς σατύροις. οὐ σῴζεται: —BD Pal. 287 | 139 in vol. 2 |
sch Medt | ΣΧΟΛΙΑ ΕΙΣ ΜΗΔΕΙΑΝ | |
sch Med1 | τὸ ὤφελε τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ [Call. epigr. 17, 1] ‘ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέεσ‘, ἵν’ ᾖ παράλληλον τὸ σχῆμα τῆς γραὸς συνεχέστερον ἀπευχομένης τῇ ἀφίξει τῆς Ἀργοῦς. ὁ δὲ ποιητὴς ῥῆμα αὐτὸ οἶδεν· ‘οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη [Σ 367]‘· ‘μὴ | |
5 | ὄφελες λίσσεσθαι ἀμύμονα [Ι 698]‘. ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ περιπαθῶς ἄγαν ἔχειν καὶ ταῖς ἐκβολαῖς εὖ κεχρῆσθαι: —B ἄλλως: ἐπαινεῖται ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν, εὖ δὲ καὶ [τὸ] ταῖς ἐκβολαῖς κεχρῆσθαι. πολὺ τὸ τοιοῦτον γένος παρ’ Ὁμήρῳ. ὁ δὲ Τιμαχίδας τὸν τρόπον [τῆς ποιήσεως] ἀγνοήσας ποιητικὸν ὄντα | |
10 | τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος [ε 264]· ‘εἵματα δ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα‘. πρότερον γάρ φησι φῦναι τὰ δένδρα, | |
εἶθ’ οὕτως κατασκευασθῆναι τὴν Ἀργώ. ἢ ἀπὸ Ἄργου 〈τοῦ〉 ναυ‐ πηγήσαντος, οἱ δὲ διότι ἐταχυδρόμει· ἀργὸν γὰρ τὸ ταχύ· ἐντεῦθεν καὶ λήθαργος, ὁ τῇ λήθῃ ταχύς. καὶ πρώτην γε αὐτὴν ναυπηγηθῆναί φα‐ | 140 in vol. 2 | |
15 | σιν, ἄλλοι δὲ τὴν ὑπὸ Δαναοῦ γεγενημένην. ἔστι δὲ ὑπέρθεσις ὁ τρόπος. τὰ γὰρ δεύτερα τῇ τάξει, πρῶτα ὑπέθετο: —B εἴθ’ ὤφελε: περιφραστικῶς ἡ Ἀργώ· οὐκ ὤφειλεν ἡ Ἀργὼ παρελ‐ θοῦσα τὰς Συμπληγάδας εἰς Σκυθίαν ἐλθεῖν. τὸ δὲ εἴθε ἐπίρρημα εὐκτικόν· ‘εἴθ’ ὣς ἡβώοιμι [Η 157]‘· ἀεὶ δὲ προτάσσεται τῆς συντά‐ | |
20 | ξεως· τὸ δὲ ὤφελε ῥῆμα ᾧ ἀπαρέμφατον ἕπεται· ‘ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακός [Γ 173]‘. τὸ δὲ διαπτάσθαι τροπικῶς ὡς ἐπὶ ὀρνέου. ἔδει δὲ εἰπεῖν διαπλεῦσαι: —AB | |
sch Med2 | Κόλχων ἐς Αἶαν: πόλις ἐν Σκυθίᾳ οὕτω καλουμένη. ἐν Κόλχοις. ὀνοματικῶς: —B Συμπληγάδας: τὰς περὶ τὸ στόμα τοῦ Πόντου λέγει, αἳ δι’ ἀπά‐ την τῆς ὄψεως δοκοῦσιν ὧδε κἀκεῖσε φέρεσθαι: —AB | |
5 | ἄλλως: ταύτας ὁ Σιμωνίδης [frg. 22] Συνορμάδας φησίν. εἰσὶ δὲ πέτραι ἐπὶ τῷ στόματι τοῦ Πόντου στεναὶ τὸ διάστημα, δι’ ὧν ἔξεισιν ἡ θάλασσα ἀπὸ τοῦ Πόντου εἰς τὸν Ἑλλήσποντον. Ἐρατοσθένης δ’ ἐν τῷ τρίτῳ τῶν Γεωγραφουμένων φησὶ περὶ αὐτῶν· ‘καλοῦσι δὲ Συμπληγάδας οὕτως. καθ’ ὃν καιρὸν ἄν τις πρὸς τὰ δεξιὰ ἐκκλίνῃ, σφόδρα φαντάζε‐ | |
10 | ται τὰς πέτρας συναγομένας, ὅταν δὲ κατὰ μέσον, ὁρᾷ διισταμένας καὶ ἔμπαλιν εἰς τὰ ἀριστερὰ διαλλάξας ὁρᾷ συντρεχούσασ‘. τούτου δὲ πολ‐ λάκις γενομένου Συμπληγάδας αὐτάς φησι κεκλῆσθαι διὰ τὴν συνδρομὴν 〈καὶ〉 διάστασιν τῆς φαντασίας. οἱ δὲ νεώτεροι τὰς παρ’ Ὁμήρῳ Πλαγκτὰς ὑπενόησαν εἶναι: —A | |
15 | τὰς Συμπληγάδας ὁ Σιμωνίδης Συνορμάδας φησίν. Ἐρατοσθένης δὲ ἐν γ Γεωγραφουμένων φησὶ τὸν πλοῦν στενὸν εἶναι καὶ σκολιὸν, δι’ | |
οὗ φαντάζεσθαι τοὺς πλέοντας τὴν ἀπόκλεισιν τῶν πετρῶν: —B | 141 in vol. 2 | |
sch Med4 | τμηθεῖσα πεύκη: συνεκδοχὴ, ἀπὸ μέρους τὸ πᾶν. ἀπὸ κοι‐ νοῦ δὲ τὸ ὤφελε· 〈ὤφελε〉 μὴ ἐρετμῶσαι ἡ Ἀργὼ τὰς τῶν ἀρίστων χεῖρας: —AB κώπαις καθοπλίσαι τὰς χεῖρας τῶν ἀρίστων ἀνδρῶν: —ABi | |
sch Med5 | οἵτινες ἐπὶ τὸ πάγχρυσον δέρας ἀνῆλθον τοῦ ἀγαγεῖν αὐτὸ τῷ Πελίᾳ: —Bi δέρας: τὸ δέρμα. τοῦτο οἱ μὲν ὁλόχρυσον εἶναί φασιν, οἱ δὲ πορφυροῦν. καὶ Σιμωνίδης ἐν τῷ εἰς Ποσειδῶνα ὕμνῳ [frg. 21] ἀπὸ | |
5 | τῶν ἐν τῇ θαλάττῃ πορφυρῶν κεχρῶσθαι αὐτὸ λέγει: —B | |
sch Med9 | οὐδ’ ἂν κτανεῖν πείσασα: πολυάϊκός τις λόγος φέρεται τῶν φιλοσόφων, ὃν καὶ Παρμενίσκος ἐκτίθησιν, ὡς ἄρα πέντε τάλαντα λαβὼν παρὰ Κορινθίων Εὐριπίδης μεταγάγοι τὴν σφαγὴν τῶν παίδων ἐπὶ τὴν Μήδειαν. ἀποσφαγῆναι γὰρ τοὺς παῖδας Μηδείας ὑπὸ Κορινθίων παρ‐ | |
5 | οξυνθέντων ἐπὶ τῷ βασιλεύειν αὐτὴν θέλειν διὰ τὸ τὴν Κόρινθον πατρῴαν αὐτῆς λῆξιν εἶναι· ὃ μετήγαγεν ἐπὶ Μήδειαν. περὶ δὲ τῆς εἰς Κόρινθον μετοικήσεως Ἵππυς [frg. 3] ἐκτίθεται καὶ Ἑλλάνικος [frg. 34]. ὅτι δὲ βεβασίλευκε τῆς Κορίνθου ἡ Μήδεια, Εὔμηλος [frg. 3] ἱστορεῖ καὶ Σιμω‐ νίδης [frg. 48]· ὅτι δὲ καὶ ἀθάνατος ἦν ἡ Μήδεια, Μουσαῖος ἐν τῷ περὶ | |
10 | Ἰσθμίων [FHG IV p. 518a] ἱστορεῖ, ἅμα καὶ περὶ τῶν τῆς Ἀκραίας Ἥρας ἑορτῶν ἐκτιθείς: —B † οὐδ’ ἂν κτανεῖν: ὅτι ἡ Κόρινθος πατρῷον ἦν αὐτῆς κτῆμα τῷ λόγῳ τούτῳ. Ἀλωεὺς καὶ Αἰήτης ὁ τῆς Μηδείας πατὴρ παῖδες Ἡλίου καὶ Ἀντιόπης γεγόνασι. τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν | |
15 | ὁ μὲν Ἀλωεὺς τὴν ἐν Ἀρκαδίᾳ, τὴν δὲ Κόρινθον ὁ Αἰήτης. οὗτος οὖν μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βουνῷ μέν τινι Ἑρμοῦ παιδὶ παρέδωκε τὴν πόλιν εἰπὼν φυλάσσειν αὐτὴν τοῖς ἐσομένοις ἐξ αὐτοῦ, αὐτὸς δὲ εἰς Κολχίδα ἀφικόμενος τῆς Σκυθίας ᾤκησε βασιλεύων. διδάσκει δὲ τοῦτο καὶ Εὔμηλος ποιητὴς ἱστορικὸς λέγων [frg. 2]· ‘ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ | 142 in vol. 2 |
20 | Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσ‐ σατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱόσ‘ καὶ τὰ ἑξῆς. Βουνὸς δὲ Ἑρμοῦ καὶ νύμφης υἱὸς γέγονεν. ταῦτα δὲ ἀπὸ τοῦ ἀνεπιγράφου ὑπομνήματος τοῦ εἰς Πίνδαρον [ol. 13, 74] ἔγραψα: —AB Πελιάδας κόρας: τὰς Πελίου θυγατέρας ἔπεισεν ἡ Μήδεια τὸν | |
25 | πατέρα σφάξαι καὶ ἑψῆσαι ὡς ἐσόμενον νεώτερον, ἑψήσασα πρότερον κριὸν καὶ ποιήσασα ἄρνα διὰ τῶν φαρμάκων: —AB | |
sch Med11 | ἁνδάνουσα μέν: ἁνδάνουσα ἀντὶ τοῦ ἁνδανούσῃ. τὸ δὲ πολιτῶν ἀντὶ δοτικῆς, τοῖς πολίταις. ἤρεσκε δὲ τοῖς Κορινθίοις, ἐπεὶ λιμώττοντας αὐτοὺς ἐπῳδαῖς τισιν ἰάσατο, καὶ αὐτὴ δὲ ἠρέσκετο τῇ Κορίνθῳ, ἐπεὶ λέγονται καὶ οἱ Κορίνθιοι φαρμακικοὶ εἶναι. τὰ δὲ ὅμοια | |
5 | τοῖς ὁμοίοις φίλα εἶναι καὶ χαίρειν ἀλλήλοις ἴσμεν: —AB τῇ ἀπὸ τῆς Θετταλίας φυγῇ. ἀρεσκομένη τῷ πρὸς τοὺς Κοριν‐ θίους πεφευγέναι. πολιτῶν γὰρ λέγει τῶν Κορινθίων: —Bi | |
sch Med13 | συμφέρουσα ἀντὶ τοῦ συμπράττουσα, ἀπὸ τοῦ συμπεριφέρε‐ σθαι: —A | |
sch Med15 | μὴ διχογνωμῇ. ὅταν γυνὴ εὔνοιαν φυλάττῃ τῷ ἀνδρί: —Bi | |
sch Med16 | ἐχθρὰ πάντα: τὰ εἰς φιλίαν ἄγοντα. τὰ προσφιλῆ δὲ δυστυχεῖ. οὐχ ὑγιαίνει τὰ ἀναγκαῖα καὶ ἡ προτέρα διάθεσις: —A τὰ εἰς φιλίαν ἄγοντα. ἢ τὰ πρὸ τούτου προσφιλῆ: —Bi | |
sch Med19 | αἰσυμνᾷ χθονός: αἰσυμνᾷ ἡγεῖται καὶ ἄρχει. ἰδίως δέ φησιν Ἀριστοτέλης [frg. 524] ὑπὸ Κυμαίων αἰσυμνήτην τὸν ἄρχοντα λέγεσθαι. Ὅμηρος [θ 258]· ‘αἰσυμνῆται δὲ κριτοὶ ἐννέα‘. 〈λέγουσι δὲ καὶ〉 τοὺς 〈κριτὰσ〉 ἄρχοντας τῶν ἀγώνων: —AA1B | 143 in vol. 2 |
5 | αἰσυμνήτης βασιλεὺς ἐπιστάτης ἄρχων· οἱ δὲ, τύραννος βραβευτὴς πάρεδρος: —Bi ὅτι δὲ οἱ μὲν Ἱππότου, οἱ δὲ Κρέοντός φασι παῖδα γαμῆσαι τὸν Ἰάσονα, προείπομεν. περὶ δὲ τῆς Κρέοντος θυγατρὸς οὐχ ὁμοφωνοῦσι [τῷ Εὐριπίδῃ] οἱ συγγραφεῖς. Κλειτόδημος [frg. 10] μὲν γὰρ Κρέουσάν φησι | |
10 | καλεῖσθαι, γήμασθαι δὲ Ξούθῳ· Ἀναξικράτης [frg. 2] δὲ Γλαύκην: —B Μήδειαν ὑπὸ Ἀκάστου ἐκπεσοῦσαν σὺν Ἰάσονι Ἱππότης ὑπε‐ δέξατο Κρέοντος τοῦ Λυκαίθου. ὁ Λύκαιθος γὰρ, ἐπεὶ Βελλεροφόντης ᾤχετο, ἦρξεν ἔτη κζ, ἔπειτα Κρέων λε, εἶτα Ἱππότης. ἐπεὶ δὲ Ἰάσων ἔγημε τὴν Ἱππότου θυγατέρα, τότε δὴ κτείνασα τοὺς παῖδας ἑαυτῆς | |
15 | ἀπαλλάσσεται πρὸς Αἰγέα. ὅτι δὲ καὶ ἐβασίλευσε Κορίνθου, ἱστοροῦσιν Εὔμηλος [frg. 3] καὶ Σιμωνίδης, λέγων οὕτως [frg. 48]· ‘οὐδὲ κάτ’ [εἰς Κόρινθον] οὐ Μαγνησίαν ναῖεν· ἀλόχῳ δὲ Κολχίδι συνάστεος θράνου Λεχαίου τ’ ἄνασσε‘: —B | |
sch Med24 | ἐνδοῦσα ταῖς λύπαις: —Bi | |
sch Med25 | γράφεται καὶ συντείνουσα: —Bi τὸν πάντα συντήκουσα: ἀνενδότως κλαίουσα. ἀντὶ τοῦ· συντηκομένη δὲ τὸν πάντα χρόνον, οἷον· συνεχῶς κλαίουσα καὶ ἄνεσιν οὐ λαμβάνουσα: —AB | |
sch Med27 | οὔτ’ ὄμμ’ ἐπαίρουσα: ἀντὶ τοῦ· σύννους καὶ σκυθρωπὴ οὖσα οὐκ ἀκούει: —ABi | |
sch Med29 | κλύδων: ἡ πολλὴ τοῦ ὕδατος χύσις: —AgBi | 144 in vol. 2 |
sch Med29bis | ἀκούει: ἀντὶ τοῦ· οὐκ ἀκούει ὡς οὐδὲ ταῦτα. τὸ δὲ δέρην ἐὰν μετὰ τοῦ ι, ὀξυτόνως δειρήν· εἰ δὲ χωρὶς τοῦ ι, βαρυ‐ τόνως δέρην: —B | |
sch Med30 | ἐὰν μὴ πολλάκις: —Bi | |
sch Med33 | ὅς σφε: τὸ χ ὅτι κακῶς τῷ σφε ἐχρήσατο· ἔδει γὰρ εἰπεῖν αὐτήν: —Bi ἀτιμάσας ἔχει: Ἀττικῶς, ἀντὶ τοῦ ἠτίμασε. τὸ γὰρ ἔχει ἐκ περισσοῦ. Σοφοκλῆς [frg. 806] ‘παῖδας γὰρ, οὓς ἔφυς’, ἀναλώσας ἔχει‘ | |
5 | καὶ πάλιν [frg. 807] ‘εὐφημίαν μὲν πρῶτα κηρύξας ἔχω‘: —B | |
sch Med35 | οἷον πατρῴας: οἷον ἀγαθὸν τὸ μὴ λείπεσθαι τῆς πατρίδος. καὶ Ὅμηρος [ι 34] ‘ὡς οὐδὲν γλύκιον ἧς πατρίδοσ‘: —AB | |
sch Med38 | βαρουμένη καὶ λυπουμένη: —Bi | |
sch Med39 | ἐγὼ οἶδα οἵα ἐστὶ τὸν νοῦν, εὐλαβοῦμαί τε αὐτήν: —Bi | |
sch Med40 | μὴ θηκτὸν ὤσῃ: ἐπὶ τῶν παίδων ἀκουστέον. καὶ γάρ φησι στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶς’ εὐφραίνεται. δύναται δὲ καὶ ἐπὶ αὐτῆς ἀκούεσθαι: —AB οὐ τοῦ αὑτῆς ἥπατος, ἀλλὰ τῶν παίδων. προεῖπε γὰρ στυγεῖ δὲ | |
5 | παῖδας. ἔθος δέ ἐστιν αὐτῷ προλέγειν τὰ μέλλοντα. ὁμοία δὲ ἡ ἀμφιβολία παρ’ Ὁμήρῳ [Σ 34]· ‘δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σι‐ δήρῳ‘: —AB | |
sch Med41 | εἰς τοὺς ἑαυτῆς δόμους εἰσβᾶσα: —AgBi | |
sch Med42 | τύραννον: τὸν Κρέοντά φησι. τὸ δὲ ἑξῆς· ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ· δεινὴ γάρ. συμφοράν δὲ λάβῃ οἱονεί· μείζονι κακῷ περιπέσῃ πρὸς τῷ ἤδη μεμισῆσθαι ὑπὸ Ἰάσονος: —B θηλυκῶς, τὴν Γλαύκην: —Ag | |
sch Med43 | μείζω συμφοράν: αὐτὴ ἑαυτὴν φονεύσῃ: —A ἄλλως: τῆς νῦν παρούσης δυστυχίας, ἀντὶ 〈τοῦ〉· καὶ τρὺς παῖ‐ δας φονεύσῃ [κἂν τὸν τύραννον]. νῦν γὰρ [κἂν] ἀδίκως μισεῖται ὑπὸ Ἰάσονος: —A | 145 in vol. 2 |
sch Med46 | τῶν γυμνασίων τῶν δρόμων, βαρυτόνως: —Bi ἐκ τρόχων: βαρυτόνως, ὡς νόμων. Ἀριστοφάνης [frg. 637] ‘βαδίζει μοι τὸ μειράκιον ἐξ ἀποτρόχων‘. ὡς ἀπὸ γυμνασίας οὖν ἐλθόντας τοὺς παῖδας. [51] θρεομένη δὲ ἤγουν συννοουμένη, | |
5 | ὁμιλοῦσα. εἴρηται δὲ ἀπὸ τοῦ θροῦ. Ὅμηρος [Δ 437] ‘οὐ γὰρ πάν‐ των ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυσ‘. ἢ διαλεγομένη, παρὰ τὸν θροῦν: —B | |
sch Med48 | ἡ γὰρ τῶν νέων διάνοια πονεῖν ἢ λυπεῖσθαι οὐ φιλεῖ. οἱ γὰρ νέοι ἔξω πάσης φροντίδος καὶ ἀνίας εἰσί: —ABi | |
sch Med49 | ἀντὶ τοῦ παλαιὰ θεράπαινα: —Bi | |
sch Med52 | πῶς σοῦ μόνη: διὰ τί μόνη σου ἡ Μήδεια ἀπολείπεσθαι θέλει: —ABi | |
sch Med53 | ὀπαδὲ πρέσβυ: ὦ πρέσβυ ὀπαδὲ τῶν Ἰάσονος τέκνων, τοῖς χρηστοῖς δούλοις συμφορὰς φέρει καὶ ὀδύνας τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα, ἢ συμβαίνοντα: —A | |
sch Med54 | τοῖς χρηστοῖς δούλοις τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα συμ‐ φορὰν φέρει καὶ ὀδύνας. κακῶς ἐπιπίπτοντα, εἰς κακὸν ἀποβαίνοντα τὰ τῶν δεσποτῶν: —B ὁ στίχος καὶ ἐν Βάκχαις [1028] κεῖται: —Bi | |
sch Med56 | ἐγὼ γὰρ εἰς τοῦτ’ ἐκβέβηκα: οὕτω, φησὶ, πέπληγμαι τὴν ψυχὴν ὑπὸ τῶν κακῶν τῶν κατὰ τὴν Μήδειαν, ὡς ἀφιέναι εἰκῇ λόγους εἴς τε τὴν γῆν καὶ τὸν ἀέρα, ἀποδυρομένη τὰς ἐκείνης τύχας. οὐρανὸν | |
γὰρ λέγει νῦν τὸν ἀέρα. οἱ δὲ στενοχωρούμενοι ὑπὸ τῶν κακῶν τῷ | 146 in vol. 2 | |
5 | οὐρανῷ ἢ τῷ ἡλίῳ ἢ ἄλλῳ τῳ θεῷ ἀφηγοῦνται τὰ καθ’ ἑαυτοὺς πράγματα: —AB | |
sch Med57 | ὥσθ’ ἵμερός μ’: καλῶς ὁ Εὐριπίδης μεμίμηται τοὺς ἐν με‐ γάλαις δυστυχίαις ἐξεταζομένους καὶ μηδενὶ τῶν ἀνθρώπων θαρροῦντας ἀπαγγεῖλαι τὰ δυστυχήματα ἢ διὰ φόβον δεσποτῶν ἢ διά τινα χρείαν συμφέρουσαν τοῖς πράγμασιν. οὗτοι γὰρ σιωπᾶν τὰς συμφορὰς μὴ δυ‐ | |
5 | νάμενοι καὶ λέγειν ἀνθρώποις φοβούμενοι, οὐρανῷ ἢ ἡλίῳ ἢ γῇ ἢ θεοῖς ἄλλοις διηγοῦνται: —AB | |
sch Med58 | λέξαι μολούσῃ: τὸ σχῆμα σολοικοφανὲς διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως. μολούσῃ γὰρ ἀντὶ τοῦ μολοῦσα: —AB | |
sch Med60 | ζηλῶ σε: ἠθικῶς, ὡσεὶ εἶπεν· μακάριος εἶ τοιαύτην διάνοιαν ἔχων: —B ἄλλως: θαυμάζω σε πῶς οὐκ ἔγνωκας· αὖθις γὰρ ἀρχὴν εἴληφε τὸ κακὸν καὶ οὐδὲ εἰς μεσότητα προῆλθε· τοσοῦτον ἀπέχει τοῦ πεπαῦ‐ | |
5 | σθαι τὸ κακόν. ἐν ἤθει δὲ εἴρηται, οἷον· μακάριος εἶ τοιαύτην ἔχων διάνοιαν· τὸ γὰρ κακὸν οὐ μόνον οὐ λήγει, ἀλλ’ οὐδὲ μεσάζει, οἷον ἀκμάζει. τὸ δὲ μεσοῖ τρίτης συζυγίας: —B | |
sch Med61 | λείπει ἡ εἰς, εἰς δεσπότας: —Bi | |
sch Med63 | ἀντὶ τοῦ· ὦ γεραιά, ὡς τὸ [ε 422] ‘κλυτὸς Ἀμφιτρίτη‘: —Bi | |
sch Med64 | λείπει ἡ διά: —Bi | |
sch Med67 | ἤκουσά του λέγοντος: ἤκουσα, φησὶ, τινὸς λέγοντος τῶν ὠτακουστῶν προσποιουμένη μὴ ἀκούειν: —AB πεσσούς δὲ, ἐπεὶ ἀπὸ τῶν ἐν τοῖς τόποις ὠνόμαζον τοὺς τόπους· πεσσούς γὰρ νῦν τοὺς τόπους τῶν κυβευτῶν, ὡς ὄψον καὶ μύρα ἔνθα ταῦτα | |
5 | συνήθως ἐστίν. ὅπου, φησὶν, εἰθισμένοι εἰσὶ πεσσεύειν, προσελθὼν ἤκουσα, ἀντὶ τοῦ προσελθοῦσα. καὶ τὸ οὐ δοκῶν, ἀντὶ τοῦ οὐ δοκοῦσα: —B | |
sch Med69 | καθέζονται: —Bi Πειρήνη, κρήνη ἐν Κορίνθῳ, ἣν Ἀσωπὸς εὗρεν Ὠκεανοῦ παῖς χαριζόμενος Σισύφῳ τῷ Κορινθίῳ σπανίζοντι ὕδατος, ὅτι αὐτῷ Αἰγίνης | |
τῆς θυγατρὸς τὴν ὑπὸ Διὸς ἐμήνυσεν ἁρπαγήν: —AB | 147 in vol. 2 | |
sch Med75 | ἔχθραν: —Bi | |
sch Med76 | λείπεται: ἡττᾶται ἐλαττοῦται: —Bi | |
sch Med77 | κοὐκ ἔστ’ ἐκεῖνος: Ὅμηρος ἐπὶ τῆς γυναικὸς ἔλαβεν [ο 21] ‘κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι‘. ἔξωθεν δὲ τὸ ἔτι· καὶ οὐκ ἔστιν ἐκεῖνος ἔτι φίλος τοῖσδε δώμασιν: —B | |
sch Med78 | παλαιὸν κακὸν τὸ διὰ τὸν Πελίου θάνατον ἐκβεβλῆσθαι Θεττα‐ λίας ὑπὸ Ἀκάστου τοῦ παιδὸς Πελίου ἢ τὸ καταλειφθῆναι αὐτὴν ὑπὸ Ἰάσονος, ὃ καὶ μᾶλλον· νέον δὲ τὸ ἐκβληθῆναι τῆς Κορίνθου. τὸ δὲ ἐξηντληκέναι ἀντὶ τοῦ πεπαῦσθαι· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς | |
5 | πλοίοις ἀντλούντων: —B τὸ ἑξῆς· εἰ πρὸς παλαιῷ: —Bi | |
sch Med81 | τὸ ἑξῆς· ἀτὰρ σύγ’ ἡσύχαζε: —Bi | |
sch Med84 | ἀτὰρ κακὸς ὤν: ἀρκεῖ αὐτῷ τοῦτο πρὸς τιμωρίαν. ἁλίσκεται δὲ, φωρᾶται ἐλέγχεται: —A εὑρίσκεται κακὸς ὢν πρὸς τοὺς φίλους. ἕως τούτου δὲ ἡ πρεσ‐ βῦτις, τὰ ἑξῆς ὁ πρεσβύτης: —Bi | |
5 | οὕτως ἀναγνωστέον τίς δ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπὸ ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδε. διὸ καὶ μετὰ τοῦ ς γραπτέον, οἷον· τίς οὐκ ἔστι κακὸς εἰς φίλους, εἶτα τὸ ἄρτι γινώσκεις τόδε, οἷον· ἄρτι ἔγνωκας ὅτι ἑαυτοὺς μᾶλλον φιλοῦσιν ἢ τοὺς πέλας; οἱ δὲ ὑποκριταὶ [τοῦτο] ἀγνοήσαντες τὸ τῆς ἀντιδιαστολῆς μετατιθέασιν εἰς τὸ | |
10 | τίς δ’ οὐχὶ θνητῶν τοῦτο γινώσκει σαφῶς. τῇ δὲ διανοίᾳ ταύτῃ καὶ ἐν Κρεσφόντῃ κέχρηται οὕτως [frg. 452]· ‘ἐκεῖνο γὰρ πέπονθα ὅπερ πάντες βροτοί· φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι‘: —B τίς δ’ οὐχὶ θνητῶν: τίς τῶν ἀνθρώπων, φησὶ, οὐχὶ μᾶλλον ἑαυτὸν βούλεται εὐπραγεῖν τῶν φίλων; οὐ μόνος οὖν ὁ Ἰάσων τοῦτο | |
15 | πεποίηκε. τίς, φησὶ, τῶν ἀνθρώπων οὐκ ἐστὶ κακὸς περὶ φίλους; εἶτα τὸ ἄρτι γινώσκεις, ἄρτι ἔγνωκας: —A ἄλλως: ἢ τίς οὐ κακὸς περὶ φίλους πρὸς τὸ ἑαυτοῦ συμφέρον. καὶ ἐν Κρεσφόντῃ· ‘φιλῶν μάλισθ’ ἑαυτὸν οὐκ αἰσχύνομαι‘. οὕτω δὲ ἀναγνωστέον· τίς δ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς | |
20 | ἄρτι γινώσκεις τόδε: —A | |
sch Med87 | οἱ μὲν δικαίως: 〈ὅτι〉 περισσῶς ὁ στίχος πρόσκειται, ἐπεξερ‐ γασίαν περιέχων καὶ ὅτι προκειμένου ἑνικοῦ τοῦ τίς ἐπήνεγκε τὸ οἱ μέν. καὶ ὁ πρότερος δὲ σεσημείωται, ὅτι παροιμιώδης. ὁ δὲ νοῦς· πᾶ ἑαυτὸν τοῦ πέλας μᾶλλον φιλεῖ **: —AB | 148 in vol. 2 |
5 | αἰσχροκερδία〈σ〉: —Bi | |
sch Med89 | ἴτ’· εὖ γὰρ ἔσται: τὸ ἑξῆς· ἴτε δωμάτων εἴσω, τέκνα. τὸ δὲ εὖ γὰρ ἔσται εὐχομένη λέγει, τουτέστιν· ἐπὶ καλῷ δὲ ἀποβαίη εἰσελθεῖν ὑμᾶς: —B | |
sch Med90 | χωρίσασα τῆς μητρὸς αὐτοὺς ἀπόκρυψον: —Bi | |
sch Med92 | ἀγριουμένην καὶ διὰ τοῦ βλέμματος τὸ ὀργίλον ἐπιδεικνῦσαν. οἷον· ὡς ταῦρον, θυμικὸν καὶ φοβερὸν ὁρῶσαν, ἄστοργον καὶ οὐχὶ μη‐ τρικόν: —Bi | |
sch Med93 | δρασείουσαν: ἀντὶ τοῦ δράσουσαν· ἔστι δὲ Ἀττικόν. καὶ Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ [585] ‘ὦ δέσποτ’ Αἴας, τί ποτε δρα‐ σείειν δοκεῖσ‘. κατασκῆψαι δὲ, ἀντὶ τοῦ βλάψαι, ἀπὸ τοῦ κεραυνοῦ τοῦ σκηπτοῦ, οἷον κεραυνῶσαι: —B | |
sch Med96 | τάδε λέγει ἡ Μήδεια ἔσω οὖσα, οὐδέπω ἐκκεκυκλημένη: —Bi | |
sch Med97 | ἰώ μοί μοι: ἀσύμφωνα ταῦτά ἐστι τοῖς ὑπὸ τῆς πρεσβύτιδος εἰρημένοις ὅτι ἄφωνος κάθηται. καὶ ἐν αὐτῷ δὲ τῷ προλόγῳ τὸ μαχόμε‐ νόν ἐστι· Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὅρκους [20] καὶ τὸ ἑξῆς, εἶτα μετ’ ὀλίγον [24] κεῖται δ’ ἄσιτος σῶμ’ ὑφεῖς’ | |
5 | ἀλγηδόνι, οὔτ’ ὄμμ’ ἐπαίρους’ οὔτ’ ἀπαλλάσσουσα γῆς πρόσω‐ πον. ταῦτα λέγει ἔνδοθεν καὶ οὐκ ἐν φανερῷ, ἡ δὲ φωνὴ μόνη ἐξάκουστος γίνεται: —AB ἀντὶ τοῦ· ποίῳ τρόπῳ ἐμαυτὴν ἀνέλω: —Bi | |
sch Med98 | τοῦτο ἐκεῖνό ἐστιν, ὃ ἔλεγον: —Bi | |
sch Med105 | πρὸς τοὺς παῖδας: —Bi | |
sch Med106 | δῆλον γάρ ἐστιν ἀπὸ τῆς ἀρχῆς τῆς οἰμωγῆς ὅτι ἀνάψει. ἢ οὕτως· τοῦτο γὰρ τὸ ἐξ ἀρχῆς ἐξαιρόμενον νέφος τῆς οἰμωγῆς δῆλον ὅτι | |
〈μέλλει κεραυνοῦ〉 δίκην ἐγκατασκῆψαι τινὶ καὶ μέγα τι κακὸν κατεργάσα‐ σθαι. ἐὰν δὲ γράφηται ἀνάξει, οἷον· ἐπιπολὺ ἀνάξει τὰ τῆς ὀργῆς, οἷον | 149 in vol. 2 | |
5 | ἄνω ἄξει, εἰς ὕψος ἀνατενεῖ, ὅ ἐστιν αὐξήσει τὸν θυμόν, ἐξ οὗ πάλιν δῆλον, ὡς αὐξανομένη ἐπὶ πολὺ ἡ ὀργὴ πάντως δεινόν τι ἐργάσεται: —B δῆλον δ’ ἀρχῆς: δῆλον ὅτι τὸ ἐξ ἀρχῆς ἐπαιρόμενον πλῆθος τοῦ θρήνου [ὡς] ἀνάψει τι καὶ καύσει: —A ἄλλως: ἀπ’ ἀρχῆς δὲ τὸ νέφος τῆς οἰμωγῆς ἐξαιρόμενον δῆλόν | |
10 | ἐστιν ὅτι ταχέως εἰς μεῖζον κακὸν ἀνάξει καὶ αὐξηθήσεται: —A | |
sch Med107 | τὸ σύστημα τῆς οἰμωγῆς ἀνάγεσθαι καὶ αὔξεσθαι μέλλει: —Bi | |
sch Med110 | λυπηθεῖσα: —Bi | |
sch Med112 | ὦ κατάρατοι παῖδες: ἑωρακυῖα τοὺς παῖδας εἰσιόντας ἅμα τῷ παιδαγωγῷ ἀναβοᾷ· ὦ παῖδες 〈μητρὸσ〉 στυγερὰ δρώσης ὄλοισθε σὺν τῷ πατρί· τοῦτο γάρ ἐστι τὸ ἑξῆς τοῦ λόγου: —A | |
sch Med114 | φθειρέσθω: —Bi | |
sch Med115 | κατὰ τὴν ὑπόθεσιν εἰσῆλθον οἱ παῖδες, ἡ δὲ πρεσβῦτις οὖσα ἔξωθεν ἐπιστενάζει: —Bi ἔξωθεν ἡ τροφὸς ταῦτα καθ’ ἑαυτήν φησι: —Bi | |
sch Med117 | τί τούσδ’ ἔχθεις: τί τούσδε μισεῖς οὐκ ὄντας αἰτίους; λέγει δὲ τοὺς παῖδας, Μέρμερον καὶ Φέρητα: —ABi | |
sch Med119 | τυράννων λήματα: φρονήματα, τῆς ψυχῆς παραστήματα. τὸ δὲ πως παρέλκει. πέφυκε γὰρ ἀεὶ ἡ ἐξουσία ἐπαίρειν τῶν ἀν‐ θρώπων τὸν λογισμόν: —ABi | |
sch Med120 | ὀλίγ’ ἀρχόμενοι: ἀντὶ τοῦ· ἐξ ὀλίγου καὶ βραχέος ἀρχόμενοι τοῦ θυμοῦ καὶ ἐπὶ πολὺ τοῦτον κρατοῦντες. τὸ γὰρ πολλά ἀντὶ τοῦ ἐπὶ πολύ. ἔχομεν δὲ καὶ τὴν ἔννοιαν παρ’ Ὁμήρῳ [Α 81]· ‘εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ‘ καὶ [Β 196]· ‘θυμὸς δὲ μέγας | |
5 | ἐστὶ διοτρεφέων βασιλήων‘. δύναται δὲ τὸ ὀλίγ’ ἀρχόμενοι ἀντὶ τοῦ· οὐδ’ ὅλως ἀρχόμενοι, ἀλλ’ ἐκ τοῦ ἐναντίου αὐτοὶ πολλῶν κρατοῦντες. πέφυκε δ’ 〈ἡ〉 ἐξουσία ἐπαίρειν ἀεὶ τοῖς ἀνθρώποις τὸν λογισμόν: —B ἀρχόμενοι, πολλά: οἱ τύραννοι ἀεὶ εἰωθότες ἀνύειν, ἐὰν λυπη‐ | |
θῶσιν, οὐ παύονται εἰ μὴ ἀνύουσι δι’ ὃ λυποῦνται: —A | 150 in vol. 2 | |
sch Med122 | τὸ γὰρ εἰθίσθαι: ὁ γάρ ἀντὶ τοῦ δέ· τὸ δὲ ζῆν ἐπ’ ἴσοις, ἀντὶ τοῦ μετὰ ἰσότητος καὶ μὴ ἐν τυραννίδι, κρεῖσσον. ἔδει, φησὶ, πάντας ἀνθρώπους μηδένα μηδενὸς ὑπερέχειν [τῆς συμμετρίας] καὶ μὴ πλειόνων ἐπιθυμεῖν· τοῦτο μέγιστον ἀνθρώποις καὶ λυσιτελέστατον. | |
5 | τὸ γὰρ λῷστα ἀντὶ τοῦ λῷστον, ὅ ἐστι βέλτιστον, πληθυντικὸν ἀντὶ ἑνικοῦ. τὸ χρῆσθαι οὖν τῇ συμμετρίᾳ εἰς ὅλον τὸν χρόνον βέλτιον. κἀγὼ οὖν, φησὶ, τῆς μεγάλης καὶ ὑπερβαλλούσης εὐτυχίας τὴν συμμε‐ τρίαν προκρίνω. ἐν ταύτῃ γὰρ [τὸ δὲ εἰ μὴ μεγάλως ἀντὶ τοῦ· εἰ μὴ μεγάλῃ καὶ ὑπερβαλλούσῃ εὐτυχίᾳ] τὸ ἀσφαλέστερον: —B | |
sch Med124 | ἀντὶ τοῦ μετρίως καὶ ἀσφαλῶς, ὡς τῆς συμμετρίας τὸ ἀσφαλὲς τῆς παραμονῆς ἐχούσης, τῆς δὲ ὑπερβολῆς μεγάλας καὶ τὰς ἐκπτώσεις ἐχούσης, ὡς ἐπάγει. ἀμφότερα δὲ λέγεται, καὶ ὀχυρῶς καὶ ἐχυρῶς: —B αἱρετὸν μὲν, φησὶ, τὸ εὐδαιμονεῖν· εἰ δὲ μὴ ἐνδέχεται ἀεὶ καὶ | |
5 | μέχρι γήρως εὐτυχεῖν, κρεῖσσον τὸ ζῆν ἐπ’ ἴσοις, ὅ ἐστιν ἐν μεσότητι τῇ ἴσον ἀπεχούσῃ εὐτυχίας καὶ ἀτυχίας. ὁ τοιοῦτος γὰρ βίος κρείσσων, ὡς μόνιμος: —B | |
sch Med125 | αὐτὸ γὰρ, φησὶ, καθ’ ἑαυτὸ τὸ τῆς συμμετρίας ὄνομα καὶ τῇ προφορᾷ μόνῃ νικᾷ καὶ εὐφημότερόν ἐστι. λέγει δὲ καὶ ὁ σοφός ‘πάν‐ των μέτρον ἄριστον‘, ἐπὶ δ’ ὑπερβολῆς ‘μηδὲν ἄγαν‘: —B | |
sch Med127 | τὰ δ’ ὑπερβάλλοντα: αἱ δ’ ὑπερβολαὶ, φησὶν, ἀσθενεῖς καὶ οὐ βέβαιοι τοῖς ἀνθρώποις, τῇ ἀρχαίᾳ μεταβολῇ οὐδ’, εἰ γεγόνασι τὴν ἀρχήν, νομιζόμεναι. ὁ γὰρ τὴν συμμετρίαν ἔχων, εἰ καὶ 〈ἐκ〉πέσοι ταύτης τρόπον τινὰ, οὐδεμίαν δοκεῖ πεπονθέναι παραλλαγήν. ἔπειτα τῷ | |
5 | μὲν ὑπερβολὴν ἔχοντι φθόνος παρακολουθεῖ, τοῖς δ’ οὐχί. διὸ ἐπὶ πολὺ παραμένει ἡ συμμετρία. τὸ δὲ ὅταν ὀργισθῇ εἰδικώτερον εἴρηκεν· ἔδει γὰρ μᾶλλον εἰπεῖν ὅταν χολωθῇ: —B | |
sch Med131 | χορὸς γυναικῶν ἐκ Κορίνθου: —Bi | |
sch Med133 | οὐδέπω ἤπιος: ἔοικε, φησὶν, ἡ Μήδεια μηδέπω πεπραύν‐ θαι: —AgB | |
sch Med134 | ἐπ’ ἀμφιπύλου: ἀμφίπυλον λέγεται τὸ ἔχον δύο πύλας καὶ | |
εἰσόδους, μίαν μὲν τὴν αὐθεντικὴν, ἑτέραν δὲ, ἣν Ὅμηρος [χ 126. 132. 333] λέγει ὀρσοθύρην. ἐγὼ οὖν, φησὶν, ἐπὶ τοῦ ἀμφιπύλου οὖσα, τουτέστιν ἐπὶ τοῦ πυλῶνος, ἤκουσα φωνῆς ἔσω τοῦ μελάθρου. ἢ | 151 in vol. 2 | |
5 | οὕτως· ἀμφίπυλον ὁ περὶ τὰς θύρας τόπος: —AB | |
sch Med138 | τὸ οἴκημα, λέγει, τετέλεσται ἐμοὶ φίλον, οἷον ὑπάρχει: —B | |
sch Med139 | οὐκ εἰσὶ δόμοι: ἀντὶ τοῦ· ἀνατέτραπται ὁ οἶκος καὶ ἠφά‐ νισται. ἀπὸ δὲ ἀρσενικοῦ εἰς οὐδέτερον μεταβαίνει. φροῦδα γὰρ τάδε τὰ οἰκήματα λέγει: —AB | |
sch Med144 | οἷον· κεραυνωθείην, κεραυνοβοληθείην· φλόγα γὰρ οὐρανίαν τὸν κεραυνὸν λέγει: —B | |
sch Med148 | τὸ ἄϊες ὁ Δίδυμος ὡς πρὸς τὰς τοῦ χοροῦ φησι λέγεσθαι· ἠκούσατε; καὶ οὐ πρὸς τὸν Δία. ἐν ἤθει οὖν τὸ ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς. τοῦτο δὲ Ἀπολλόδωρος τῆς Μηδείας φησίν, ἀπὸ δὲ τοῦ ἰαχάν τοῦ χοροῦ, ἵν’ ἔχῃ λόγον τὸ κἀπιβοᾶται Θέμιν εὐκταίαν Ζῆνά τε, | |
5 | τοὺς δ’ ὑποκριτὰς συγχέειν: —B | |
sch Med151 | τὸ μέγεθος θαυμάζει τοῦ ἔρωτος. τίς ἄρα, φησὶν, οὗτος ὁ ἔρως, ὁ τῆς ἀκορέστου ταύτης κοίτης, ὃς σπεύσει 〈σοι〉 θάνατον ἐπιπέμψαι; ἄπληστον δὲ λέγει τὴν κοίτην, ἐπεὶ δέον καταφρονητικῶς φέρειν καὶ μι‐ σεῖν τὸν Ἰάσονα ἑτέρᾳ συνελθόντα, ἡ δὲ καὶ οὕτως κνίζεται, ὅτι μὴ | |
5 | σύνεστιν αὐτῷ. τὸ δὲ σπεύσει θανάτου τελευτάν, ἀντὶ τοῦ· ἐπείξει καὶ ἐμβαλεῖ σοι θάνατον: —B τί σοι πότε: διὰ τί ποτε, ὦ ματαία, ὁ ἔρως τῆς ἀκορέστου κοίτης σπεύδει σοι θανάτου τελευτὴν ἐμβαλεῖν: —A | |
sch Med154 | μηδὲν τόδε λίσσου: μὴ λίσσου, φησὶν, ὦ Μήδεια, τὸ θα‐ νεῖν. εἰ δὲ ὁ σὸς ἀνὴρ ἠθέτησε τοὺς ὅρκους, ἐκείνῳ γενέσθαι λίσσου τόδε, δηλονότι τὸ κεραυνωθῆναι καὶ ἀποθανεῖν: —AB | |
sch Med157 | κείνῳ τόδε: τουτέστιν· ἐκείνῳ τόδε τὸ ἁμάρτημα μὴ λογίζου καὶ δι’ ἐλπίδος ἔχε τοὺς θεοὺς ἀπαιτήσειν αὐτὸν τιμωρίαν: —AB σὺ, φησὶ, μὴ χαλέπαινε μηδὲ θυμοῦ. συνδικήσει δὲ, ἀντὶ τοῦ | |
σὺν τῷ δικαίῳ ἐπεξελεύσεται: —B | 152 in vol. 2 | |
5 | ἤγουν τῷ Ἰάσονι. ἤγουν τὸ ἁμάρτημα μὴ ὀργίζου, μὴ ἐπι‐ γράφου: —Ag | |
sch Med162 | κατάρατον: τὸν κατευχῶν ἄξιον, τὸν χαλεπώτατον: —Bi | |
sch Med166 | ἀπῳκίσθην: —Bi | |
sch Med167 | Τιμαχίδας ἐπὶ τὰ πρόχειρα πᾶσιν ἐνεχθεὶς τὸν Ἄψυρτόν φησι λέγειν αὐτὴν, τοῦ Εὐριπίδου μήτε ἐνταῦθα μήτε ἐν τῷ Αἰγεῖ δηλώ‐ σαντος ὀνομαστὶ τὸν Ἄψυρτον. ὁ δὲ Φερεκύδης [frg. 73] διὰ τοῦ ξ ὀνομάζει αὐτόν. Δικαιογένης δὲ ἐν τῇ Μηδείᾳ [FTG p. 775] Μετα‐ | |
5 | πόντιον αὐτὸν ὀνομάζει. ἀνῃρῆσθαι δὲ αὐτὸν οἱ μὲν ὑπὸ Μηδείας, οἱ δὲ ὑπὸ τῶν Ἀργοναυτῶν. Λέων δὲ ὁ ῥήτωρ [FHG II p. 331, 5] οὐ σφαγῆναι, ἀλλὰ διαφθαρῆναι αὐτὸν φαρμάκοις: —B Ἄψυρτον λέγει τὸν ἐπιδιώξαντα αὐτὴν κατὰ πρόσταξιν τοῦ Αἰήτου. πέπεικε γὰρ αὐτὸν ἐλθεῖν εἴς τινα νῆσον ὑποβαλοῦσα τῷ Ἰάσονι δόλῳ | |
10 | τινὶ τοῦτον ἀνελεῖν: —Bi | |
sch Med169 | Θέμιν εὐκταίαν: τῶν διαβεβοημένων ἐστὶ ζητημάτων καὶ τοῦτο, πῶς ἡ μὲν Μήδεια τὴν Θέμιν καὶ τὴν Ἄρτεμιν ἐπιβοᾶται, ἡ δὲ πρεσβῦτις ἀντὶ τῆς Ἀρτέμιδος τὸν Δία φησὶν αὐτὴν ἐπιμαρτύρασθαι. Ἀπολλόδωρος μὲν οὖν φησιν ὁ Ταρσεὺς τῆς ἀμφιβολίας αἰτίους εἶναι | |
5 | τοὺς ὑποκριτὰς, συγχέοντας τὰ χορικὰ τοῖς ὑπὸ τῆς Μηδείας λεγομένοις. δεῖν δὲ τὴν διαστολὴν γεγονέναι μὲν ἐκ τοῦ τὴν Μήδειαν ἅπαντα ταῦτα λέγειν αἶ αἶ διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἕως τοῦ ἄιες ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς, τὰ δὲ ἑξῆς τῷ χορῷ προσάψαι. οὕτως γὰρ ἐχούσης τῆς διαστολῆς, [ὡς] αὐτῆς φησάσης τῆς Μηδείας διαρρήδην προσ‐ | |
10 | καλεῖσθαι τὸν Δία, τὰ ἑξῆς τὸν χορὸν λέγειν ἰαχὰν οἵαν ἁ δύστανος μέλπει νύμφα· εἰ δὲ μὴ, γελοῖον δοκεῖν τῆς Μηδείας καταρασαμένης ἑαυτῇ τὸν χορὸν λέγειν ἄιες, ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς. λελύσθαι οὖν τὴν ἀπορίαν ** εἰκότως τὴν πρεσβῦτιν ἔνδοθεν κατηκοῦσθαι τῆς Μηδείας καὶ λέγειν κλύεθ’, οἷα λέγει. ὁ δὲ Δίδυμός φησιν ὅτι διὰ τοῦ λέγειν | |
15 | διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἐπικαλεῖται τὸν Δία. τίς γὰρ | |
εἶχεν αὐτῇ ἐπιπέμψαι τὸν κεραυνὸν, εἰ μὴ ὁ Ζεύς; εἰ δὲ ἡ πρεσβῦτις μὴ πάντων ὧν ἡ Μήδεια ἐπεκαλέσατο ἐμνήσθη, οὐ παράδοξον· ἠρκέσθη γὰρ τοῖς σεμνοτάτοις. οἱ δὲ λείπειν φασὶ τὸ ὄμνυμι Ζῆνα καὶ Θέμιν: —AB | 153 in vol. 2 | |
sch Med171 | λείπει τὸ κακῷ, ἔν τινι μικρῷ κακῷ· ἀλλὰ δηλονότι μέγα καταπραξαμένη κακὸν παύσεται τῆς ὀργῆς: —Bi | |
sch Med173 | πῶς 〈ἂν〉 φησὶ, συντυχοῦσα αὐτῇ διαλεχθείην, καὶ πῶς 〈ἂν〉 τῶν παρ’ ἐμοῦ ῥηθησομένων λόγων τὴν φωνὴν δέξαιτο. ὀμφήν γὰρ νῦν τὴν φωνὴν λέγει ἢ τὴν ὁμιλίαν καὶ οὐχὶ τὴν κληδόνα: —B | |
sch Med174 | αὐδηθησομένων: —Bi | |
sch Med178 | τὸ ἔπαρμα καὶ ἡ ὁρμὴ τῆς διανοίας, τὸ εἰς τοὺς φίλους σπου‐ δαίαν εἶναι μὴ ἀπέστω μου. ἢ οὕτως· ἡ ἐμοὶ παροῦσα προθυμία μὴ ἐκτὸς τῶν φίλων ἀπέστω: —Bi | |
sch Med183 | αὑτὴν λέγει [κακόν τι ποιῆσαι] ἢ τοὺς παῖδας: —Bi | |
sch Med184 | ἀλλ’ εἰ φοβερὸν καὶ δυσχερὲς πεῖσαι τὴν ἐμὴν δέσποιναν θυ‐ μουμένην ἐνταῦθα προελθεῖν, ὅμως ἐγὼ τήνδε σοὶ τὴν χάριν καταθήσω καὶ εἰσελθοῦσα καλέσω αὐτὴν ὑπὲρ τοῦ μὴ μοχθεῖν καὶ ἀδημονεῖν σε ἑστῶσαν καὶ προσδεχομένην: —B | |
sch Med186 | ὑπὲρ τοῦ μόχθου οὗ περὶ ἡμᾶς ἔχεις. τὸ δὲ χάριν κατὰ κοινοῦ: —Bi | |
sch Med187 | καίτοι τοκάδος: λείπει τὸ ἔχουσα. καίτοι, φησὶν, ἡ δέ‐ σποινα δεινὸν ὁρᾷ τοῖς τολμῶσιν αὐτῇ πλησιάζειν ἔχουσα λεαίνης τετο‐ κυίας τὸ βλέμμα, καὶ ὅμως, οὕτως ἐχούσης αὐτῆς θυμοῦ, εἰς σὴν χάριν εἰσελεύσομαι· τοῦτο γὰρ ἀπὸ κοινοῦ: —AB | |
sch Med188 | ἀποταυροῦται: ταυρηδὸν σχηματίζεται τῷ προσώπῳ, ὡς βλέμμα μὲν ἔχειν λεαίνης, σχηματίζεσθαι δὲ τῷ προσώπῳ ὁμοίως ταύρῳ θυμουμένῳ: —AB οὕτως, φησὶν, ἀποβλέπει εἰς ἡμᾶς ὀργίλως, ὡς λέαινα ὀργισθεῖσα | |
5 | ὑπὲρ τῶν τέκνων αὐτῆς: —ABi | |
sch Med190 | ἀνοήτους ἀπαιδεύτους. τοὺς πρόσθε, τοὺς ἀρχαίους: —Bi | |
sch Med192 | θυσίαις. διὸ καὶ σεσημείωται: —Bi | |
sch Med193 | εἰλαπίναις: ἑορταῖς. παρὰ δείπνοις δὲ, τὰ παροίνια | |
φησιν: —Bi | 154 in vol. 2 | |
sch Med197 | ἐξ ὧν, λυπῶν, αἱ δειναὶ συμφοραὶ πταίειν καὶ ἀποτυγχάνειν ποιοῦσι τοὺς οἴκους: —Bi | |
sch Med199 | κέρδος ἀκεῖσθαι: τὴν λύπην θεραπεύειν δι’ ᾠδῶν κέρδος ἐστί. καίτοι τὸ ἀκεῖσθαι καὶ θεραπεύειν τὰς λύπας τῶν ἀνθρώπων κέρδος ἐστὶ καὶ ὠφέλεια. τίς δὲ χρεία ἐν συμποσίοις στρέφειν ὕμνους, ὅπου καὶ χωρὶς τῶν ὕμνων αὐτὴν ἡ παρουσία τῶν συμποτῶν τέρψιν | |
5 | ἔχει: —AB | |
sch Med201 | τίς γὰρ ἐκεῖ χρεία μουσικῆς αὐτῶν τῶν ἀπὸ θοίνης τερπόν‐ των: —τείνουσι δὲ βοήν, ἀντὶ τοῦ ᾄδουσι μετὰ τόνου. ἡ γὰρ εὐωχία ἱκανή ἐστιν εἰς τὸ τέρψαι τοὺς ἀνθρώπους: —Bi | |
sch Med205 | ἀντὶ τοῦ· λιγυρῶς, ὀξέως, τὰ ἄχεα, φησὶν, ἡ μογερὰ Μήδεια βοᾷ: —Bi | |
sch Med208 | τὴν πάρεδρον τῷ Διὶ δικαιοσύνην. ὁρκίαν δὲ αὐτὴν εἶπεν ὡς τῶν ὅρκων ἔφορον καὶ συνθηκῶν πρύτανιν. τὴν θεὸν ἐπικαλεῖται ὡς ἑξῆς ἐπάγει, ὥστε καὶ ἄνω διὰ τῆς Θέμιδος τὸν Δία ἐπικαλεῖσθαι: —A ταῦτα τοῖς ἀξιοῦσιν ὑπὸ τῆς Μηδείας διὰ τῆς Θέμιδος προσει‐ | |
5 | λῆφθαι τὸν Δία συμπράττει. οἱ γοῦν προυπομνηματισάμενοι γράφουσιν οὕτως· ‘δύναται τὸ λέγειν Ζηνὸς ὁρκίαν Θέμιν βοηθῆσαι τοῖς προεκ‐ κειμένοις ὅτι διὰ τῆς Θέμιδος τὸν Δία ἐπεκαλεῖτο, διὰ τὸ εἶναι Διὸς τὴν Θέμιν‘. λέγει οὖν ὅτι τοῖς ταύτης ὅρκοις πιστεύσασα ἔπραξεν ἃ ἔπρα‐ ξεν. ἥτις, Θέμις, αὐτὴν, τὴν Μήδειαν, διαβῆναι πεποίηκεν εἰς τὴν | |
10 | Ἑλλάδα τὴν ἀντίπορον τῆς Σκυθίας. ἀντίπορον δὲ τὴν ἐναντίαν κατὰ τὸν πόρον, ἢ κατὰ τὸν τόπον. ἡ μὲν γὰρ ἐν τοῖς δυτικοῖς κεῖται, ἡ | |
Ἑλλάς, ἡ δὲ Σκυθία ἐν τοῖς ἀνατολικοῖς. πῶς δὲ ἡ Θέμις δια‐ βῆναι ἐποίησε τὴν Μήδειαν; ὅτι τοῖς ὅρκοις πεισθεῖσα ἠκολούθησεν Ἰάσονι: —AB δι’ ἅλα δὲ νύχιον ἐφ’ ἁλμυρὰν πόντου, ἀντὶ | 155 in vol. 2 | |
15 | τοῦ δι’ ἁλὸς ἁλμυρᾶς, περιττευούσης τῆς ἐπί προθέσεως. ἢ τὸ ἁλ‐ μυράν πρὸς τὸ ἑξῆς συναπτέον, τουτέστι· διεβίβασεν αὐτὴν εἰς τὴν Ἑλλάδα δι’ ἁλὸς ἐπὶ τὴν ἁλμυρὰν τοῦ πόντου κληῖδα. λέγει δὲ τὸ στενὸν [ὅθεν καὶ κλεῖδα τὸ στενὸν ἐκεῖνο ὠνόμασε] παρὰ τὸ ὥσπερ κλεῖδα εἶναι τοῦ προκειμένου Πόντου. ἀπὸ γὰρ τοῦ στενοῦ ἐπὶ τὸν | |
20 | Πόντον ἐξίασι. νύχιον δὲ αὐτήν φησι διὰ 〈τὸ〉 νυκτὸς πεφευγέναι: —B | |
sch Med211 | διὰ τὸ νυκτὸς πεφευγέναι, ὡς Ἀπολλώνιος [4, 1 sq.]: —Bi | |
sch Med212 | δυσχερῆ πρὸς τὸ περᾶσαι: —Bi | |
sch Med214 | Κορίνθιαι γυναῖκες: χρὴ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον εἰσελθοῦσα ἡ γραῦς παρεκάλεσε τὴν Μήδειαν ἐξελθεῖν πρὸς τὰς ἀπὸ τοῦ χοροῦ. αὕτη οὖν ἐξελθοῦσά φησιν· ἐξῆλθον πρὸς ὑμᾶς, ὦ γυναῖκες, ἵνα μή μοι τι μέμψησθε ὡς δι’ ὑπερηφανίαν μὴ προελθούσῃ: —AB | |
5 | ἄλλως: ὦ Κορίνθιαι γυναῖκες, ἐξῆλθον ἐκ τῶν δόμων, ἵνα μὴ μέμψησθέ μοι, καίτοι ἐπίσταμαι πολλοὺς τῶν ἀνθρώπων σεμνοὺς γε‐ γῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δ’ ἐν θυραίοις, οἷον· ὑπερ‐ ηφάνους νομιζομένους τοὺς μὲν ἀπὸ τοῦ χωρίζεσθαι καὶ ἄποθεν τῶν ὀμμάτων εἶναι, τοὺς δὲ διὰ τὸ προέρχεσθαι, καὶ συνεχῶς ἐπιφαίνεσθαι· | |
10 | ἐξ οὗ τὸ ἁπανταχόθεν ἐπίφθονον καὶ εὐδιάβολον τῶν ἀνθρώπων συνάγει, ὅτι εἰς μηδὲν ἀρέσκονται. εἶτα πάλιν κατὰ τούτων ἐπιφέρει ὅτι καὶ οἱ ἀφ’ ἡσύχου ποδὸς καὶ ἐν ἐρημίᾳ τὰ ἑαυτῶν πράττοντες δύσκλειαν κτῶνται καὶ ἀργίαν, οἷον· καὶ οὗτοι διαβάλλονται ὑπὲρ τούτου. οὕτως ὁ Εἰρηναῖος. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν: | |
15 | φησὶν ὅτι διὰ τοῦτο προῆλθον πρὸς ὑμᾶς, καίτοι ἐπισταμένη ὅτι καὶ τὸ ἐπιφοιτᾶν ἐπικίνδυνόν ἐστιν, ὅμως δ’ οὖν, ἵνα [μὴ] δι’ ἔργων καὶ ἀπ’ αὐτῆς τῆς διανοίας γνωρίσητέ με ἥτις εἰμί. οὐ γὰρ, φησὶν, ἐν ὀφθαλμοῖς ἀνδρῶν καὶ ἐν τῇ ὄψει μόνῃ περί τινος δίκη καὶ κρίσις ἐστίν, | |
ἤτοι τὸ δίκαιον οὐκ ἀπὸ μόνης τῆς ὄψεως εὑρίσκεται. τὸ δὲ κατάλλη‐ | 156 in vol. 2 | |
20 | λον οὕτως μᾶλλον σαφὲς γίνεται· ὅτι ἡ δίκη οὐκ ἔστιν ἐν ὀφθαλμοῖς βροτῶν, οὐδὲ δίκαιος οὗτος ὃς πρὶν τὸ σπλάγχνον σαφῶς ἐκμαθεῖν τοῦ πέλας, στυγεῖ ἀπὸ τῆς ὄψεώς τινα οὐδὲν ἠδικημένος ὑπ’ αὐτοῦ. οὕτως Εἰρηναῖος: —εἰς δὲ τὸ μή μοι τι μέμφησθε προσληπτέον ἔξω‐ θεν τὸ ὅπως. αἰτίαν γάρ φησι τοῦ ἐξεληλυθέναι, ὅπως μὴ ὑπὸ αἰτίαν | |
25 | πέσῃ: —B | |
sch Med216 | σεμνοὺς γεγῶτας: πολλοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων διὰ τὸ κεχωρίσθαι καὶ μὴ ὁμιλεῖν τισιν ἀλαζόνες καὶ ὑπερήφανοι ἔδοξαν εἶναι. οἱ δὲ ἐκ τῶν ἐναντίων συνεχῶς φαινόμενοι καὶ ἐπιπολάζοντες ὀχληροὶ καὶ ἐπαχθεῖς ἔδοξαν εἶναι. ἔνιοι δ’ αὐτῶν ἡσύχιον βίον ἑλό‐ | |
5 | μενοι καὶ προιόντες μὲν οὐδενὶ δὲ πελάζοντες εὐτελεῖς ἐνομίσθησαν καὶ νωθροί· ῥᾳθυμίαν γὰρ τὴν νωθρότητα λέγει. καὶ νῦν δὲ τὸ σεμνόν ἀντὶ τοῦ ὑπερήφανον ὡς καὶ ἐν Ἱππολύτῳ [92] ‘μισεῖ τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον‘. γεγῶτας δὲ, δοκοῦντας εἶναι: —B ἄλλως: ὀμμάτων ἄπο: ἀντὶ τοῦ· κεχωρισμένους καὶ πόρρωθεν | |
10 | ὄντας. ἢ νοουμένους ἀπὸ τῆς τῶν ὀφθαλμῶν καταστάσεως. τοῦτο δὲ οὐκ οἰκεῖον τοῖς ἐπιφερομένοις: —B μὴ ὁρωμένους: —Bg | |
sch Med217 | οἱ δ’ ἀφ’ ἡσύχου: οἷον ἡσύχιον βίον ἐπανῃρημένοι. ἀντὶ τοῦ· φαινόμενοι, μηδὲν δὲ πράττοντες, ἀλλ’ ἡσυχίαν ἄγοντες. ἄλλοι δὲ ἐπὶ ἡσυχίας ἰδιοπραγμονοῦντες ὑπόνοιαν ἔσχον δυσκολίας καὶ ἀργίας. ῥᾳθυμίαν γὰρ τὴν ἀργίαν: —B | |
5 | οἱ ἡσύχιον βίον ἐπανῃρημένοι δυσκλεεῖς μὲν ἐνομίσθησαν, πρᾷοι δὲ τὴν ψυχήν. τοὺς ἐν θυραίοις δέ φησι [ἀντὶ] τοὺς ἐν τοῖς οἴκοις τῶν ἑτέρων συνεχῶς φαινομένους, παρὰ τὸ Ἰσοκρατικὸν [1, 20] ‘τὰς ἐντεύξεις μὴ ποιοῦ πυκνάσ‘: —Bi | |
sch Med219 | δίκη γὰρ οὐκ ἔνεστιν: διὰ τοῦτο δὲ συμβαίνει τὸ ἄλλοτε ἄλλως τοὺς ἀνθρώπους τὰ ἀλλήλων δοξάζειν, διὰ τὸ μὴ δύνασθαι ἐξ ὄψεως δοκιμάζειν ἑκάστου τὸν τρόπον· ὅπερ πάσχουσιν οἱ πολλοί, οἳ πρὶν τὸν τρόπον σαφῶς κατανοῆσαι, ἁπλῶς ἐκ τῆς τῶν ὀφθαλμῶν προσ‐ | |
5 | βολῆς μισοῦσι τὸν δεῖνα οὐδὲν ἠδικημένοι πρὸς αὐτοῦ: —B | |
sch Med222 | χρὴ δὲ ξένον μέν: προσήκει δὲ πάντα ξένον πρὸς τὰ | |
τῆς πόλεως νόμιμα χωρεῖν καὶ ἁρμόζειν ἑαυτὸν τοῖς ἤθεσι τῶν πο‐ λιτῶν. ὅθεν κἀγὼ πρόειμι πρὸς ὑμᾶς τὸ πρέπον τοῖς ἐπὶ ξένης πράτ‐ τουσα: —AB | 157 in vol. 2 | |
sch Med226 | τὴν ἐν τῷ βίῳ ἡδονήν, περιφραστικῶς αὐτὸ τὸ ζῆν: —B | |
sch Med228 | τοῦτο ἐν ἤθει ἀναπεφώνηται: —B ἐν ᾧ ἦν μοι πάντα, κάκιστος ἀνδρῶν ἐκβέβηκεν. οἱ δ’ ὑποκριταὶ οὐ συμπεριφερόμενοι τῷ τρόπῳ λέγουσι γινώσκειν καλῶς: —B | |
sch Med232 | χρημάτων λέγει τῶν εἰς τὴν φέρνην. τοῦτο δὲ ὁ Εὐριπίδης ἀπὸ τῆς καθ’ αὑτὸν συνηθείας λέγει. οἱ δὲ ἥρωες οὐχ οὕτως ἐποίουν τοὺς γάμους, ἀλλ’ ἐκ τῶν ἐναντίων αὐτοὶ ἐδίδοσαν, καθάπερ καὶ αὐτὸς ἐν ἄλλοις παρίστησι. καὶ Ὅμηρος [Λ 244]· ‘πρῶθ’ ἑκατὸν βοῦς δῶκεν, | |
5 | ἔπειτα δὲ χίλι’ ὑπέστη‘: —B | |
sch Med233 | ἀναχρονισμός· οἱ γὰρ ἥρωες τὸ ἐναντίον παρεῖχον: —B | |
sch Med234 | κακοῦ γὰρ τοῦτ’: κακὸν μὲν τὸ χρημάτων ὑπερβολῇ πρίασθαι, ἀλγεινότερον δὲ κακὸν τὸ καὶ δεσπότην ἄντικρυς λαμβά‐ νειν: —AB | |
sch Med235 | ἢ κακὸν λαβεῖν: ὅτι κἂν κακὸς ᾖ, στέργειν δεῖ. ἀκλεὲς γὰρ γυναικὶ ἀπολιπεῖν τὸν οἰκεῖον ἄνδρα: —AB | |
sch Med238 | εἰς καινὰ δ’ ἤθη: τοῦτο πρῶτόν ἐστι τῇ τάξει τῶν πραγμά‐ των [τοῦ] κατὰ τὸν νόμον τοῦ γάμου. πρότερον γάρ ἐστι τὸ τὴν παρθέ‐ νον ἀπιέναι πρὸς τὸν νυμφίον, εἶθ’ οὕτως πειρᾶσθαι τούτου εἴτε δεξιοῦ ἢ κακοῦ. καινὰ δ’ ἤθη λέγει καὶ νόμους τοὺς παρὰ τῷ ἀνδρί. | |
5 | νόμους δὲ λέγει τοὺς τῆς οἰκίας κανόνας καὶ τύπους: —AB τὰ ἤθη καὶ τοὺς νόμους τῶν ἀνδρῶν: —B | |
sch Med242 | μὴ βίαν ἡγούμενος μηδὲ ἀνάγκην τὴν συμβίωσιν: —B | |
sch Med244 | ὅταν τι τῶν κατ’ οἰκίαν λυπῇ, προελθών που παρεμυθή‐ σατο: —B | |
sch Med247 | τὴν τοῦ ἀνδρός: —Bi | |
sch Med249 | οἱ ἄνδρες: —Bi | 158 in vol. 2 |
sch Med252 | οὐχὶ περὶ σοῦ, φησὶ, ταῦτα 〈ἂν〉 λεχθείη· οὐ γὰρ ὁμοίως ἔχεις ἐμοὶ τύχης: —B | |
sch Med256 | βαρβάρου λελῃσμένη: ἀντὶ τοῦ λεληϊσμένη· συνήλιπται γάρ· καὶ ὥσπερ αἰχμαλωτισθεῖσα. δεινοπαθοῦσα τοῦτό φησιν ὡς προσδοκήσασα μὲν σύνοικον ἕξειν τὸν Ἰάσονα, δεινότερα δὲ αἰχμαλώτου πάσχουσα: —ABi | |
sch Med258 | μεθορμίσασθαι: λείπει τὸ ὥστε, ὥστε μεθορμίσασθαι. τὸ δὲ ἑξῆς· οὐ μητέρα, οὐκ ἀδελφὸν, οὐ συγγενῆ ἔχουσα πρὸς τὸ κατα‐ φυγοῦσαν πρός τινα τούτων ἀπαλλαχθῆναι τῆς συμφορᾶς. ἡ μεταφορὰ ἀπὸ τῶν μεθορμιζόντων εἰς τοὺς εὐδιεινοτέρους τόπους: —AB | |
sch Med263 | ἀντὶ τοῦ δειλοτάτη. ἀπὸ κοινοῦ τὸ τίσασθαι: —Bi | |
sch Med264 | κακὴ δ’ ἐς ἀλκήν: ἀντὶ τοῦ ἀσθενής. ὁ δὲ λόγος· πᾶσα μὲν γυνὴ δειλοτάτη ἐστὶν ἐν τοῖς ἄλλοις ἅπασι καὶ ἀσθενὴς, οὐδὲ ὅσον γυμνὸν ἰδεῖν ξίφος καρτεροῦσα· ὅταν δὲ εἰς κοίτην ἀδικηθῇ, τολμηροτάτη γίνεται: —AB | |
5 | Παρμενίσκος γράφει κατὰ λέξιν οὕτως· ‘ταῖς δὲ Κορινθίαις οὐ βου‐ λομέναις ὑπὸ βαρβάρου καὶ φαρμακίδος γυναικὸς ἄρχεσθαι αὐτῇ τε ἐπι‐ βουλεῦσαι καὶ τὰ τέκνα αὐτῆς ἀνελεῖν, ἑπτὰ μὲν ἄρσενα, ἑπτὰ δὲ θή‐ λεα. [Εὐριπίδης δὲ δυσὶ μόνοις φησὶν αὐτὴν κεχρῆσθαι.] ταῦτα δὲ διωκόμενα καταφυγεῖν εἰς τὸ τῆς Ἀκραίας Ἥρας ἱερὸν καὶ ἐπὶ τὸ ἱερὸν | |
10 | καθίσαι. Κορινθίους δὲ αὐτῶν οὐδὲ οὕτως ἀπέχεσθαι, ἀλλ’ ἐπὶ τοῦ βωμοῦ πάντα ταῦτα ἀποσφάξαι. λοιμοῦ δὲ γενομένου εἰς τὴν πόλιν πολλὰ σώματα ὑπὸ τῆς νόσου διαφθείρεσθαι. μαντευομένοις δὲ αὐτοῖς χρη‐ σμῳδῆσαι τὸν θεὸν ἱλάσκεσθαι τὸ τῶν Μηδείας τέκνων ἄγος. ὅθεν Κο‐ ρινθίοις μέχρι τῶν καιρῶν τῶν καθ’ ἡμᾶς καθ’ ἕκαστον ἐνιαυτὸν ἑπτὰ | |
15 | κούρους καὶ ἑπτὰ κούρας τῶν ἐπισημοτάτων ἀνδρῶν ἐναπενιαυτίζειν ἐν | |
τῷ τῆς θεᾶς τεμένει καὶ μετὰ θυσιῶν ἱλάσκεσθαι τὴν ἐκείνων μῆνιν καὶ τὴν δι’ ἐκείνους γενομένην τῆς θεᾶς ὀργήν‘. Δίδυμος δὲ ἐναντιοῦται τούτῳ καὶ παρατίθεται τὰ Κρεωφύλου ἔχοντα οὕτως· ‘τὴν γὰρ Μήδειαν λέγεται διατρίβουσαν ἐν Κορίνθῳ τὸν ἄρχοντα τότε τῆς πόλεως Κρέοντα | 159 in vol. 2 | |
20 | ἀποκτεῖναι φαρμάκοις. δείσασαν δὲ τοὺς φίλους καὶ τοὺς συγγενεῖς αὐτοῦ φυγεῖν εἰς Ἀθήνας, τοὺς δὲ υἱοὺς, ἐπεὶ νεώτεροι ὄντες οὐκ ἠδύναντο ἀκολουθεῖν, ἐπὶ τὸν βωμὸν τῆς Ἀκραίας Ἥρας καθίσαι νομίσασαν τὸν πατέρα αὐτῶν φροντιεῖν τῆς σωτηρίας αὐτῶν. τοὺς δὲ Κρέοντος οἰκείους ἀποκτείναντας αὐτοὺς διαδοῦναι λόγον ὅτι ἡ Μήδεια οὐ μόνον τὸν | |
25 | Κρέοντα, ἀλλὰ καὶ τοὺς ἑαυτῆς παῖδας ἀπέκτεινε‘. γεγονέναι δὲ παρα‐ πλήσιον μυθεύεται καὶ περὶ τὸν Ἄδωνιν: —B | |
sch Med269 | οὐ θαυμάσω σε ἐπὶ τῷ πενθεῖν τὰς τύχας· δικαίως γὰρ πενθεῖς: —Bi | |
sch Med276 | τῶν τελευταίων τόπων. ἡ δὲ εὐθεῖα τούτου τὰ τέρμονα: —Bi | |
sch Med278 | ἐχθροὶ γὰρ ἐξιᾶσι: οἱ ἐχθροὶ οὐριοδρομοῦσι καθ’ ἡμῶν καὶ ὥρμηνται πάντα τρόπον ἐφ’ ἡμᾶς, ἀπὸ μεταφορᾶς τῶν οὐριοδρο‐ μούντων καὶ χαλώντων πρὸς τὸ πνεῦμα 〈τὰ〉 τοῦ ἀρτέμονος: —B οἷον πᾶσαν μηχανήν: —Bi | |
sch Med279 | εὐεπιβούλευτος καὶ ῥᾳδία πρὸς τὸ διαφυγεῖν ἄτην: —Bi | |
sch Med281 | ἀντὶ τοῦ ἀπείργεις. ἐξεδέξαντο δὲ καὶ κατὰ ἀναστροφὴν, ἀπὸ γῆς στέλλεις: —Bi | |
sch Med282 | δέδοικά ς’, οὐδέν: τὸ ἑξῆς· δέδοικα σε μή μοι τι δράσῃς. παραμπέχειν, ἀντὶ τοῦ περικαλύπτειν. ὁ δὲ νοῦς· εὐσχημόνως οὐ δεῖ τοὺς λόγους λέγειν καὶ περιστέλλειν καὶ περικαλύπτειν, ἀλλ’ ἐκ τοῦ ἐναντίου ἐμφαίνειν καὶ ἄντικρυς λέγειν ὅτι δέδοικά σε. ἡ δὲ μεταφορὰ | |
5 | ἀπὸ τῆς ἀμπεχόνης: —A τὸ ἑξῆς· δέδοικα μή μοί τι δράσῃς παῖδα. παραμπέχειν δὲ, [φυλάσσεσθαι ἤτοι] φυλάσσειν περιστέλλειν ἀποκρύπτειν. καὶ τὸ μαλ‐ θακισθέντα δὲ, ἀντὶ τοῦ ἀμελῶς προσενεχθέντα. ἢ μαλθακισθέντα | |
τοῖς σοῖς λόγοις: —B | 160 in vol. 2 | |
sch Med283 | ἀμήχανον ἀθεράπευτον: —Bi | |
sch Med285 | ἔμπειρος φαρμακὶς καὶ μάγος: —Bi | |
sch Med289 | κακοποιῆσαι: —Bi | |
sch Med293 | ἔβλαψε δόξα: ἀντὶ τοῦ· ἡ δόξα μου βλάπτει με. σὺ γὰρ νομίζων με σοφὴν ἀπελαύνεις με δεδοικώς με: —B ἡ ὑπόνοια τῆς σοφίας: —Bi | |
sch Med295 | συνετοὺς ἄγαν. ὑπερβαλλόντως: —Bi | |
sch Med296 | ἧς ἔχουσιν ἀργίας: τὸ ἧς ἔχουσιν ἀργίας εἶπεν οὐχ ὡς τῷ ὄντι ἀργῶν ὄντων τῶν σοφῶν· προφανὲς γὰρ ὅτι μέγιστος πόνος περὶ τὴν φιλοσοφίαν καὶ σπουδή· Ἡσίοδος [opp. 289]: ‘τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν‘· ἀλλ’ ὡς πολλῶν δοξαζόντων οὐκ ὀρ‐ | |
5 | θῶς ἀργοὺς εἶναι τοὺς σοφούς. οἱ σοφοὶ οὖν, φησὶ, πρὸς τῷ δόξαν ἀργίας ἔχειν καὶ φθονοῦνται ὑπὸ τῶν ἄλλων ἀνθρώπων· ὅθεν, φησὶ, καλῶς ἔχειν κρίνω μὴ χρῆναι εἰς ἄκρον παιδεύσεως ἥκειν τινὰ, ἵνα καὶ τούτων ἐκτὸς ᾖ. τοῦτο δὲ οὐ δογματίζων ὁ ποιητὴς λέγει, ἀλλ’ ἁρμο‐ ζόμενος πρὸς τὸ ὑφεστηκὸς ἦθος, ἐπεὶ δοκεῖ ἡ Μήδεια σοφίας ἔχουσα | |
10 | δόξαν βλάπτεσθαι: —AB | |
sch Med297 | εὑρίσκουσιν, ἀπὸ τοῦ ἄλφα στοιχείου: —Bi | |
sch Med298 | τοῖς ἀπαιδεύτοις, τοῖς ἀνοήτοις: —Bi παράδοξα: —Bg | |
sch Med299 | ἄχρηστος εὐτελής ἀνωφελής: —Bi | |
sch Med300 | ὁ σοφὸς, φησὶ, καθ’ ἑκάτερον ἀδικεῖται· ὑπὸ μὲν γὰρ τῶν ἀπαιδεύτων οὐ σοφὸς εἶναι νομίζεται, τοῖς δὲ ἐλλογίμοις λυπηρὸς εἶναι καταφαίνεται ὅταν κρείττων τούτων νομισθῇ. τὸ δὲ δοκούντων οὐκ ἐπὶ ἀμφιβόλου κεῖται, ἀλλ’ ἐπὶ τῶν τῷ ὄντι ὑπαρχόντων. ἢ δοκούν‐ | |
5 | των [ἢ] πρὸς διαβολὴν τῶν φθονούντων ἐλλογίμων, εἰ καὶ τῇ ἀληθείᾳ ἐλλόγιμοί εἰσι, διὰ τὸ νοσεῖν τὸν φθόνον, ὃς οὐ πρὸς σοφοῦ: —AB | |
τῶν δοκούντων, φησὶν, εἰδέναι τι κρείσσων νομισθεὶς ἐπαχθὴς ἔσῃ. ὥστε συμβαίνει καὶ παρὰ τοῖς ἀπαιδεύτοις ἐπαχθῆ εἶναι διὰ τὸ μὴ προσίεσθαι αὐτούς, καὶ παρὰ τοῖς συνετοῖς ὁμοίως ἕνεκα τοῦ | 161 in vol. 2 | |
10 | διαφέρειν δοκεῖν αὐτῶν ἐπίφθονον καὶ λυπηρὸν γίνεσθαι: —B | |
sch Med302 | ἐγὼ δὲ αὐτή: —Bi | |
sch Med303 | ἐπίφθονος μὲν, ζηλωτὴ τοῖς εἰδόσι, φθονουμένη· ἡσυχαία δὲ, ἀνόητος, ἄχρηστος· τὸ δὲ θατέρου τρόπου ἢ πρὸς τὸ ἡσυχαία, ἵν’ ᾖ συνετή, ἢ πρὸς τὸ τοῖς μέν εἰμ’ ἐπίφθονος, ὅ ἐστιν· ἐπίμεμπτος παρὰ τοῖς ἀπαιδεύτοις. ἢ τὸ θατέρου τρόπου ἀντὶ τοῦ ἐξηλλαγ‐ | |
5 | μένης [τῆς] πολιτείας, ὅ ἐστι φαρμακίς· τοιοῦτοι γὰρ οἱ σοφοὶ παρὰ τοῖς ἀπαιδεύτοις καὶ ἀμαθέσι νομίζονται: —AB | |
sch Med304 | ἀντὶ τοῦ μωρά: — τοῦ ἑτέρου, ὀργίλου. ἤγουν τῆς φαρμακείας: —Bi | |
sch Med305 | ἐναντία εἰμὶ τοῖς ἀπαιδεύτοις καὶ οὐδ’ ἄγαν σοφή: —BBi | |
sch Med318 | τοσῷδε δ’ ἧσσον: τοσούτῳ δὲ, φησὶν, ὅσῳ γλυκεῖα μὲν εἶ τῷ λόγῳ ἄλλα δὲ φρονεῖς, τοσούτῳ μᾶλλον ἀπιστότερος τυγχάνω ἢ πρὶν τῶν λόγων σου τούτων ἀκοῦσαι: —B | |
sch Med319 | γυνὴ γὰρ ὀξύθυμος: πᾶσα γὰρ, φησὶν, ὀξύθυμος γυνὴ, ὁμοίως δὲ καὶ ἀνὴρ, εὐμαρέστερον ἂν φυλαχθείη ἢ ὁ κρύπτων τὴν ὀργήν. τοὺς γὰρ φανερῶς ὀργιζομένους εὐμαρὲς προορώμενον φυλάτ‐ τεσθαι, τοὺς δὲ ἐν ἀφανεῖ κρύπτοντας τὴν μῆνιν οὐχ οἷόν τε διὰ τὸ | |
5 | ἀπρόοπτον. καὶ σὲ οὖν, φησὶ, σιωπηλὴν οὖσαν οὐκ εὐμαρὲς φυλάξα‐ σθαι: —B | |
sch Med320 | ῥᾴων φυλάσσειν: ἀντὶ τοῦ φυλαχθῆναι καὶ τηρηθῆναι, ἐνεργητικὸν ἀντὶ παθητικοῦ. τοῦτο δὲ ἔθος ὡς ἐπὶ τὸ πλεῖστον τοῖς Ἀττικοῖς. λέγεται δὲ καὶ σιωπηρός: —B ἄλλως: ῥᾴων ἐστὶ φυλάττεσθαι, φησὶν, ὀξύθυμος ἀνὴρ, ὡσαύτως | |
5 | δὲ καὶ γυνή· φανεροὶ γάρ εἰσι καὶ πάντα ἐκχέουσιν ὀργιζόμενοι, ὁ δὲ σιωπηλὸς δυσπαραίτητός ἐστιν ἐν ἑαυτῷ κρύπτων καὶ καιροφυλακῶν τὴν ὀργήν: —B | |
sch Med322 | κέκριται: —Bg | |
sch Med324 | μὴ πρός σε: μέμφονται τῷ Εὐριπίδῃ ὅτι πεποίηκε τὴν Μήδειαν ἐξ ὧν λέγει, φανερὰν γινομένην τῷ Κρέοντι ὡς ὑπούλως ἔχει πρὸς τὴν νύμφην: —B | 162 in vol. 2 |
sch Med327 | ὁ ἤ ἀντὶ τοῦ ἀλλά: —Bi | |
sch Med328 | λίαν. ἰσχυρῶς: —Bg | |
sch Med331 | ἐπεὶ καθόλου ἡ Μήδεια τὸν ἔρωτα κακὸν ἀπεφήνατο, ἐπήγα‐ γεν ὁ Κρέων τοῦτο ἀναιρῶν καί φησιν ὅτι ὁ ἔρως οὐκ ἀεὶ κακὸς, ἀλλ’ ὡς ἂν ἄγηται ὑπὸ τῆς τύχης. πολλοὶ γὰρ ἐρασθέντες ἔτυχον. βλασφημεῖ δὲ τὸν ἔρωτα ἡ Μήδεια, ἐπεὶ καὶ ἐρασθεῖσα τοῦ Ἰάσονος | |
5 | ἐψεύσθη τῆς ἐλπίδος· οὗτος δέ φησι· μὴ καταμέμφου τοὺς ἔρωτας· ἔσθ’ ὅτε γὰρ ἀγαθόν τι ποιοῦσιν, ἔσθ’ ὅτε δὲ κακὸν, ὡς ἂν ἡ τύχη παραγένηται: —B ὅπως ἂν ἄγηται ὑπὸ τῆς τύχης καὶ παραστῇ ἡ τύχη πρὸς τὸ ἐρᾶν: —Bi | |
sch Med333 | ἄπιθι: —Bg | |
sch Med334 | πονοῦμεν ἡμεῖς: ἐπεὶ εἶπεν ὁ Κρέων καί μ’ ἀπάλλαξον πόνων, φησί· ποίων πόνων; ἐγὼ γάρ εἰμι 〈ἡ〉 ἐν πόνοις οὖσα καὶ οὐκ ὀφείλω ἄλλους πόνους ἀναδέχεσθαι ἐφ’ οἷς ἔχω: —B ἄλλως: οὐκ ἐν σπάνει κακῶν ἐσμεν· σὺ γὰρ οὐ πονεῖς καὶ ἐν | |
5 | κακοῖς τυγχάνεις. [ἐπεὶ δὲ εἶπεν ὁ Κρέων καί μ’ ἀπάλλαξον πόνων φησί· ποίων πόνων; ἐγὼ γάρ εἰμι ἡ ἐν πόνοις οὖσα καὶ οὐκ ὀφείλω ἄλλους ἀναδέχεσθαι πόνους ἐφ’ οἷς ἔχω] ὥστε μηδὲ ἀπέλαυνέ με τῶν Κορινθίων καὶ τοῦτόν μοι προστίθει τὸν πόνον ἐφ’ οἷς ἔχω. ἱκανοὺς γὰρ ἔχω πόνους τῆς τε πατρίδος ἐστερημένη καὶ νῦν τὸν ἄνδρα ἀπο‐ | |
10 | λέσασα διὰ τὴν σὴν θυγατέρα. [ὥστε] τὸ πονοῦμεν ἡμεῖς δια‐ σταλτικῶς εἶπεν, οἷον· ἐγὼ πονῶ τοιαῦτα δεινὰ πεπονθυῖα, σὺ δὲ οὒ, μηδὲν χαλεπὸν ὑποστάς: —B | |
sch Med337 | ἐνόχλησιν: —Bg | |
sch Med342 | παισίν τ’ ἀφορμήν: ἣν ἡμεῖς προβολὴν καλοῦμεν εἰς τὸ ζῆν, οἱ Ἀττικοὶ ἀφορμὴν λέγουσιν: —B γράφεται παισίν τε φορβήν: —Bi | |
sch Med345 | εἰκός ἐστιν εὔνοιάν 〈σ’〉 ἔχειν: οὐδὲν δὲ, φησὶν, ἀπεικὸς | |
πατέρα σε ὄντα εὔνοιαν καὶ στοργὴν ἔχειν, ἣν ἂν πρέπῃ πατρὶ πρὸς παῖδας. ὅθεν οἴκτειρόν με εἰδὼς αὐτὸς πείρᾳ τὴν πρὸς τὰ φίλτατα διά‐ θεσιν: —B | 163 in vol. 2 | |
sch Med348 | λῆμα: φρόνημα: —Bi τυραννικόν: ὑπερήφανον: —Bi | |
sch Med349 | αἰδούμενος δέ: τουτέστιν· εἴξας τισὶ πολλὰ ἐζημιώθην. αἰσθόμενος δὲ ἑαυτοῦ καταθελγομένου καὶ καταγοητευομένου τοῖς λόγοις αὐτῆς ταῦτά φησιν: —Bi | |
sch Med351 | τοῦ μεῖναι μίαν ἡμέραν: —Bi | |
sch Med356 | οὐ γάρ τι δράσεις: Δίδυμος μετὰ τοῦτον φέρει τὸ σιγῇ δόμους εἰσβᾶς’, ἵν’ ἔστρωται λέχος καὶ μέμφεται τοῖς ὑποκριταῖς ὡς ἀκαίρως αὐτὸν τάσσουσιν: —B | |
sch Med359 | πρόξενοι γὰρ καλοῦνται οἱ ὑποδεχόμενοί τινα: —Bi | |
sch Med364 | κακῶς πέπρακται: ἀντὶ τοῦ· οὕτω φανερῶς καὶ ἐναργῶς δυστυχοῦμεν καὶ ἐν κακοῖς ἐσμεν ὡς μηδένα δύνασθαι ἀντιλέγειν ὅτι οὐχ οὕτως ἔχομεν δυστυχίας: —B | |
sch Med365 | ἀλλ’ οὔτι ταύτῃ: ἀλλ’ οὐχὶ κατὰ τοῦτο τὸ μέρος, φησὶ, κακῶς ἔχει τὸ καθ’ ἡμᾶς, καθὸ πεισθεὶς ἡμῖν ἀπῆλθε Κρέων. τὸ ταύτῃ οὖν ἀντὶ τοῦ· κατὰ ταύτην τὴν ὁδὸν καὶ τοῦτον τὸν τρόπον ταῦτα καλῶς πέπρακται. ἢ τὸ ταὐτά ὀξυτόνως, τουτέστιν· ἀλλὰ κατὰ τοῦτο | |
5 | τὸ μέρος, καθὸ πεισθεὶς ἀπῆλθεν, οὐ ταὐτὰ τὰ πράγματα, ἀλλὰ καλ‐ λίονα. ἀμφότερα δὲ εἰς ταὐτὸ ἀναστρέφουσιν: —B ἄλλως: τὸ ταῦτα πῇ μὲν περισπᾶται. πῇ δὲ ὀξύνεται, ὅ ἐστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς Κρέων ἀπῆλθε, οὐ ταὐτὰ τὰ πράγματά ἐστιν, ἀλλὰ βελτίονα: —B | |
sch Med371 | ἀνοίας: —Bg | |
sch Med375 | πόσιν τ’ ἐμόν: πῶς ἐπαγγειλαμένη τὸν Ἰάσονα ἀνελεῖν οὐκ ἀνεῖλεν; ἢ τάχα ἐπεὶ ἐλθὼν ὁ ἄγγελος μετὰ θάνατον Γλαύκης καὶ Κρέοντος ἐθορύβησεν αὐτὴν λέγων χρῆναι τάχιστα φεύγειν· ἔνθα [1122] καί φησι Μήδεια, φεῦγε, ὅθεν οὐκ ἔσχε σχολὴν τοῦτο ἐργάσασθαι. | |
5 | εὐθὺς οὖν καὶ ὁ Ἰάσων παραγίνεται πρὸς αὐτήν: —B | |
sch Med380 | ὧδε καλῶς κεῖται. Δίδυμος σημειοῦται ὅτι κακῶς οἱ ὑπο‐ κριταὶ τάσσουσιν: —ἐπὶ τῶν δύο τὸ σιγῇ δόμους εἰσβᾶσα· καύσω | |
ἢ σφάξω αὐτούς: —B πρὸς τὸ ἐπελθεῖν αὐτοῖς κοιμωμένοις: —B | 164 in vol. 2 | |
sch Med384 | ᾗ μηχανῇ σοφαί ἐσμεν. ἐν ποίᾳ; ἐν τῇ τῶν φαρμάκων. κράτιστον, φησὶ, φαρμάκοις αὐτοὺς κτανεῖν κατὰ τὴν ὁδὸν ἐν ᾗ σοφαὶ πεφύκαμεν μάλιστα, δηλαδὴ τῇ τῶν φαρμάκων: —B | |
sch Med385 | σοφοῦ ἐστι τὸ τὰ ἀντιπίπτοντα λύειν: —B | |
sch Med388 | ῥύσεται: φυλάξει ἢ σώσει με: —B | |
sch Med389 | οὐκ ἔστι: ἢ προπετῶς πρᾶξαί τι οὐκ ἔστιν ἢ οὐκ ἔστι μοι φίλος οὐδεὶς ὁ μέλλων με ὑποδέχεσθαι καὶ κρύπτειν: —B | |
sch Med390 | πύργος ἀσφαλής: ἀντὶ τοῦ ὀχύρωμα σωτηρίας. καταχρη‐ στικῶς δὲ τὴν σωτηρίαν πύργον ὠνόμασε παρὰ τὸ τοὺς ὑποδεδραμη‐ κότας ὑπὸ πύργον ἐν πολέμῳ σῴζεσθαι: —B ἄλλως: ἐὰν μὲν εὕρω ἐχυρὰν καταφυγήν, σιωπῇ μετέρχομαι φαρ‐ | |
5 | μάκοις τὸν φόνον· ἐὰν δὲ ἐλαύνῃ με ἡ ἐξορία, τότε ξίφος λαβοῦσα κτενῶ σφε φανερῶς, εἰ καὶ ἐμοὶ πρόκειται συναπολέσθαι αὐτοῖς: —B | |
sch Med392 | ἀμήχανος: ὅ ἐστι· μὴ παρέχουσα μηχανὴν πρὸς τὸ κατα‐ γοητεῦσαι τοὺς ἐχθρούς: —B ἀβοήθητος: —Bg | |
sch Med394 | πρὸς τὸ ἰσχυρὸν τῆς τόλμης ἔρχομαι, οἷον τολμῶ: —Bi | |
sch Med397 | ὅταν μὲν ᾖ τριῶν ἡμερῶν, Σελήνη ὀνομάζεται, ὅταν δὲ ἕξ. Ἄρτεμις, ὅταν δὲ δεκαπέντε, Ἑκάτη: —A τῆς πατρίδος ἢ τῆς οἰκίας τῆς ἐμῆς: —Bi | |
sch Med398 | τὸ ἑξῆς· οὐ γὰρ χαίρων τις αὐτῶν: —Bi | |
sch Med400 | ἡ ἐπιγαμβρία: —Bi | |
sch Med401 | ἀλλ’ ἄγε δή, μηδὲν κρύπτε. ταῦτα δὲ πρὸς ἑαυτὴν παρακε‐ λεύεται: —Bi | |
sch Med405 | τοῖς Κορινθίοις, ἀπὸ Σισύφου προπάτορος. λέγει δὲ τῷ Κρέοντι καὶ τῇ τούτου θυγατρὶ Γλαύκῃ: —Bi τοῖς περὶ Ἰάσονα καὶ Γλαύκην: —Bi | |
sch Med407 | ἐπίστασαι δὲ μηχανὰς μέν τινας, δι’ ὧν αὐτοὺς φονεύσεις· εἰ δὲ καὶ μὴ ᾔδεις, ἔχεις αὐτὸ τὸ ἔμφυτον ταῖς γυναιξὶν εὑρεσίκακον: —B ἄλλως: γυναῖκές ἐσμεν, ἀντὶ τοῦ· εἰς μὲν τὰ ἀγαθὰ ἄποροι καὶ οὐχ ἱκαναὶ ἐξευρεῖν [τὸ αἴτιον], εἰς δὲ τὰ κακὰ εὔποροι καὶ ἱκαναὶ καὶ | |
5 | ἐξευρητικαί: —B | 165 in vol. 2 |
sch Med408 | ἀγαθὰ μὴ δυνάμεναι βουλεύσασθαι, κακῶν δὲ πάντων ἐργά‐ στριαι: —Bi | |
sch Med410 | ἄνω ποταμῶν: θέλει εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ δόλιαί εἰσιν αἱ γυναῖκες, ἀλλ’ οἱ ἄνδρες. παροιμία ἐπὶ τῶν εἰς τὸ ἐναντίον καὶ παρὰ τὸ προσῆκον μεταβαλλομένων πραγμάτων, οἷον· ἀντέστραπται τὰ πράγματα, ὥστε δολίους μὲν καὶ ἐπιψόγους φαί‐ | |
5 | νεσθαι τοὺς ἄνδρας, τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. λέγει δὲ ταῦτα διὰ τὸν Ἰάσονα. ἀντεστράφη, φησὶν, ἡ τάξις, καὶ ἄνδρες μὲν δόλιοι καὶ ἄπιστοι γεγόνασι, γυναῖκες δὲ αἱ πρῴην διαβαλλόμεναι ἔνδοξοι καὶ πισταί: —AB ἄλλως: βεβαιῶ, φησὶν, ὅτι τῶν ποταμῶν αἱ πηγαὶ ἄνω χωροῦ‐ | |
10 | σιν: —A | |
sch Med412 | ἀνδράσι μὲν δόλιαι βουλαί: ἀντὶ τοῦ· καὶ τῶν ὅρκων καταφρονοῦσιν οἱ ἄνδρες. ταῦτα δὲ διὰ τὸν Ἰάσονα λέγει, διὰ τὸ παρα‐ βῆναι τὰς συνθήκας τὰς πρὸς τὴν Μήδειαν. εἰς δὲ τὸ τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν μεταβάλλουσιν αἱ φῆμαι, οἷον· ἀντιστρέφουσιν | |
5 | ὥστε τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν. τὸ δὲ ἐμήν κατὰ κοινοῦ εἴρη‐ κεν, οὐ δι’ ἑαυτὴν μόνην: —ABi ἄλλως: λείπει τὸ εἰσί. θέλει δὲ εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ αἱ γυναῖκες δόλιαί εἰσιν: —A | |
sch Med415 | τὸ δὲ ἑξῆς· τὰν δ’ ἐμὰν βιοτάν. ὁ δὲ νοῦς· ὁ λόγος ἀντι‐ στρέφεται, ὅτι ἄπιστοι μὲν οἱ ἄνδρες, πισταὶ δὲ αἱ γυναῖκες, καὶ ἐροῦσι πάντες τὸν ἡμέτερον βίον, τουτέστι τὴν γυναικείαν φύσιν, εὐκλεεστέραν εἶναι: —B | |
5 | τὰν δ’ ἐμὰν εὔκλειαν: ἐκ τῶν κατὰ τὴν Μήδειαν ἀδικημάτων ἐπελεύσονται τιμαὶ τῷ γυναικείῳ γένει, τῶν μὲν ἀνδρῶν ἀδίκων ἀπο‐ δειχθέντων, τῶν δὲ γυναικῶν ἔμπαλιν δικαίων. οὐκέτι γὰρ ῥηθήσε‐ | |
ται τὸ οὐ δεῖ πιστεύειν γυναικί. καθόλου οὖν λέγει ὅτι ἀντέστραπται τὰ πράγματα διὰ τὸ δολίους μὲν καὶ ἐπιψόγους φαίνεσθαι τοὺς ἄνδρας, | 166 in vol. 2 | |
10 | τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. ταῦτα δὲ λέγει διὰ τὸν Ἰάσονα: —B | |
sch Med422 | τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν: ὅτι ἐπὶ κακοῦ τὸ ὑμνεῦσαι. Μοῦσαι δὲ παλαιγενέων, λοιπὸν δὲ, φησὶν, αἱ Μοῦσαι, αἱ τοὺς παλαιγενεῖς ἄνδρας τοὺς σοφοὺς παρορμήσασαι διασῦραι τὸ γυναικεῖον ἔθνος, λήξουσι τῶν ἀοιδῶν τῶν καθ’ ἡμῶν, ἐν αἷς ὡς | |
5 | ἄπιστοι διαβεβλήμεθα. τουτέστιν· οὐκέτι τοῖς ποιηταῖς ἐμπνεύσουσι τὸ καθ’ ἡμῶν τι λέγειν. ἢ Μοῦσαι παλαιγενέων, τὰ ποιήματα τῶν πάλαι σοφῶν ποιητῶν, τουτέστι· τὰ δὲ εἰρημένα τοῖς πάλαι σοφοῖς καθ’ ἡμῶν καὶ ἐν οἷς ποιήμασι διαβεβλήμεθα ὡς ἄπιστοι, ταῦτα σχο‐ λάσει καὶ λῆρος εἶναι νομισθήσεται, ἵν’ ᾖ τὸ λήξουσιν ἀντὶ τοῦ παύ‐ | |
10 | σονται καὶ ἀφανισθήσονται: —B | |
sch Med424 | οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμα: οὐ καθ’ ἡμετέραν, φησὶ, γνώμην οὐδὲ ὡς ἡμῖν, ταῖς γυναιξὶν, ἀρέσκει, ἐδωρήσατο τοῖς ἀνδράσιν ἐξ ἀρχῆς ὁ Ἀπόλλων τὸ δύνασθαι λέγειν. ἔδει γὰρ καὶ τῇ γυναικείᾳ φύσει τοῦτο δεδωρῆσθαι, καὶ τάχα ἂν πολλαὶ ποιήτριαι γενόμεναι | |
5 | ἑαυτὰς μὲν ὑμνήσαμεν, τοὺς ἄνδρας δὲ ἐψέγομεν. ἢ τὸ ἐν ἡμε‐ τέρᾳ γνώμῃ ἀντὶ τοῦ· τῇ γυναικείᾳ φύσει οὐ δέδωκεν ὁ Ἀπόλλων. ἤτοι ἡμῖν ταῖς γυναιξὶν, τὸ δύνασθαι λέγειν. τὸ αὐτὸ δὲ δηλοῦται: —B ἄλλως: οὐ γὰρ ἐν ἡμετέρᾳ γνώμῃ τὴν τῆς λύρας θέσπιν ἀοιδὴν ἐδωρήσατο ὁ Ἀπόλλων, οἷον· οὐ δυναταί ἐσμεν ἡμεῖς αἱ γυναῖκες | |
10 | ποιήματα γράφειν, ἐπεὶ τάχα ἂν αἱ γυναῖκες ἀντεκωμῴδουν τοὺς ἄνδρας, τὴν δὲ ἑαυτῶν φύσιν ἐπῄνουν, κατὰ τὸν τοῦ λέοντος μῦθον [Aesop. 63]. λέων γὰρ ἰδὼν λέοντα ὑπὸ ἀνδρὸς ἀγχόμενον ἐν γραφῇ, εἶπεν· καὶ ἡμεῖς εἰ ᾔδειμεν γράφειν ἢ πλάσσειν, ἔμπαλιν ἂν οἱ ἄνθρωποι ἐτίθεντο ἀγχό‐ μενοι ὑπὸ τῶν λεόντων: —B | |
15 | παρὰ τὸν τοῦ λέοντος μῦθον. θείαν καὶ θαυμαστήν. περιφραστικῶς τὴν ἀοιδήν, παρόσον ἴσως κἂν ἐν λύρᾳ ἐλέγετο μέλη ὄντα: —Bi | |
sch Med426 | ἐπεὶ ἀντάχησαν: ταῦτα εἰς τὰ Ἡσιόδου καὶ Ὁμήρου [opp. 375] ‘ὃς δὲ γυναικὶ πέποιθε‘ καὶ [λ 456] ‘ἐπεὶ οὐκέτι πιστὰ | |
γυναιξί‘. συμβήσεται δὲ 〈ἐν〉 τῷ μετὰ ταῦτα πολλῷ χρόνῳ τάς τε γυναῖκας κατειπεῖν τῶν ἀνδρῶν καὶ τοὺς ἄνδρας κατὰ τῶν γυναικῶν, | 167 in vol. 2 | |
5 | καὶ οὐκέτι μόναι γυναῖκες βλασφημηθήσονται. ἢ οὕτως· οἱ ὕμνοι τῶν μελῶν ἀντήχησαν ἂν πρὸς τοὺς ἄνδρας, ἀντεκωμῴδησάν τε καὶ ἀντι‐ διέβαλον ἂν, εἰ ὁ Ἀπόλλων ἐδωρήσατο ταῖς γυναιξὶ τὸ 〈δύνασθαι〉 λέ‐ γειν: —B | |
sch Med430 | τὴν ἡμῶν μοῖραν καὶ τῶν ἀνδρῶν. μοῖραν δὲ, τὴν με‐ ρίδα: —ἀντὶ τοῦ· συμβαίνει κατ’ ἀλλήλων εἰπεῖν ἄνδρας καὶ γυναῖ‐ κας 〈ἐν〉 τῷ χρόνῳ: —B | |
sch Med432 | ὑπὸ τοῦ ἔρωτος: —Bg | |
sch Med433 | ἀντὶ τοῦ· διαστείλασα καὶ διεξελθοῦσα τὰς Συμπληγάδας. ἤτοι διαπλεύσασα καὶ διελθοῦσα, παρόσον δύο τινῶν ὑποκειμένων ὁ διὰ μέσου γινόμενος ἑκάτερον ὁρίζει. καὶ Ἡρόδοτος ‘δείξειεν δεξιὰ μὲν ὁρίζων‘. ἀεὶ γὰρ ὁ μέσος τινῶν γινόμενος διορίζει τὸν μὲν ἔνθεν, τὸν | |
5 | δὲ ἔνθεν: —B | |
sch Med439 | ἀπόλωλε: —Bg παρὰ τὰ Ἡσιόδου [opp. 198] ‘λευκοῖσιν φαρέεσσι καλυψαμένα Αἰδὼς καὶ Νέμεσις: —B | |
sch Med441 | λείπει τὸ πάρεισιν: —Bg | |
sch Med444 | ἡ Γλαύκη: —Bg | |
sch Med445 | ἐπῆλθε τῷ ἀνδρί. οἴκου γὰρ σύστασις ὁ ἀνήρ: —Bi | |
sch Med447 | σκληρὰν τὴν σὴν ὀργήν: —Bi ἄμαχον: —Bg | |
sch Med449 | ἀνεμπαθῶς εὐχερῶς: —Bg ἀντὶ τοῦ κρατούντων· κρατεῖ γὰρ γυναικὸς ὁ ἀνὴρ καὶ κατὰ τοῦτο κρείττων ἐστὶν ὑποτεταγμένην ἔχων τὴν γυναῖκα. κρειττόνων οὖν, ἀντὶ τοῦ κρείττονος· πληθυντικὸν ἀντὶ ἑνικοῦ, ἐπὶ αὐτοῦ τοῦ Ἰάσο‐ | |
5 | νος: —Bi | |
sch Med451 | κἀμοὶ μὲν, φησὶν, οὐδὲν μέλει περὶ ὧν ἂν λέγῃς κατ’ ἐμοῦ· ὑπὲρ ὧν δὲ κατὰ τοῦ βασιλέως τετόλμηκας εἰπεῖν, ἀγάπα φυγῇ ζημιου‐ μένη καὶ μὴ μείζονι κακῷ περιπίπτουσα. οἷον· ἐπικερδὲς ἡγοῦ τὸ φυγῇ ζημιοῦσθαι μόνον καὶ μὴ μείζονι περιπεσεῖν αἰκίᾳ διὰ τὰ εἰς τοὺς | |
5 | τυράννους εἰρημένα σοι δύσφημα: —B | |
sch Med453 | λείπει ἡ διά: —Bi | |
sch Med459 | ὅμως δὲ, καίπερ σοῦ βλασφημησάσης με καὶ κακῶς διαθεμένης τὰ κατὰ σὲ καὶ μελλούσης ἐκβάλλεσθαι τῆς πόλεως, οὐχ ὑπερηφανῶ, ἀλλ’ ἦλθον πρὸς σὲ, οὐ παντελῶς ἀπεγνωκὼς τὴν πρὸς σὲ φιλίαν: —B οὐκ ἀπαρνούμενος τοὺς φίλους: —Bi | 168 in vol. 2 |
sch Med461 | πένης: —Bg | |
sch Med462 | τινός: —Bg ἐπάγεται ἐπισύρεται: —Bi | |
sch Med465 | ὦ παγκάκιστε: τοῦτο γὰρ εἰπεῖν ἔχω σοι γλώσσῃ μέγιστον κακὸν διὰ τὴν ἀσθένειαν τὴν ἐμήν· γυνὴ γάρ εἰμι καὶ ἀσθενὴς, μὴ δυνα‐ μένη χερσὶν ἐπιτιμωρήσασθαι. διὸ τῇ διὰ τοῦ στόματος κατηγορίᾳ κο‐ λάζω σε. ἡ εἰς ἀντὶ τῆς διά, δι’ ἀνανδρίαν. τοῦτο δέ φησιν ὡς μὴ | |
5 | δυνηθέντος αὐτοῦ χωρὶς αὐτῆς ἀνύσαι τὸν ἆθλον. οὗτος γὰρ, ὁ Ἰάσων, ἀποσταλεὶς παρὰ τοῦ 〈Πελίου〉 ἀνείλετο τὸ χρυσοῦν δέρας ἀπὸ τῶν Κόλ‐ χων διὰ φαρμάκων τινῶν τῆς Μηδείας, ἐρασθείσης αὐτοῦ: —B | |
sch Med466 | ἤτοι ὡς θυμουμένη ἄνανδρον αὐτὸν ἀποκαλεῖ· τῶν γὰρ λοι‐ δορουμένων οἰκεῖον καὶ τὰ μὴ προσόντα πολλάκις προφέρειν. ὀνειδίζει δὲ αὐτῷ ἀσθένειαν ὡς μὴ δυνηθέντι ἄνευ αὐτῆς ἀνύσαι τοὺς ἄθλους: —B | |
sch Med469 | οὐ θράσος ἐστὶ κακῶς φίλους δράσαντα ἐναντίον βλέπειν ἀλλὰ μᾶλλον ἀναίδεια. τινὲς δὲ ἐπιλαμβάνονται Εὐριπίδου, ὡς κακῶς εἰρη‐ κότος· τὸ γὰρ θράσος ἔδει μᾶλλον εἰπεῖν θάρσος. διαφέρει γὰρ ὡς ἀρετὴ κακίας· τὸ μὲν γὰρ ἐπὶ κακοῦ καὶ ῥιψοκινδύνου τάσσεται, τὸ | |
5 | δὲ ἐπὶ ἀγαθοῦ. ὅθεν οἱ παλαιοὶ αὐτὸ διώρισαν οὕτως, ὅτι θάρσος μὲν τὸ τῆς ψυχῆς παράστημα μετὰ λογισμοῦ, θράσος δὲ ἡ ἀλόγιστος ὁρμή: —B | |
sch Med473 | τὸ ἑξῆς· λέξασα κακῶς σε κουφισθήσομαι τὴν ψυχὴν καὶ σὺ ἐπακούων λυπηθήσῃ· ‘οἶδε γάρ‘, φησί τις σοφός, ‘καὶ νεφέλη τὸν ὄμβρον ἀποβαλοῦσα κουφίζεσθαι καὶ ψυχὴ τὰ ἑαυτῆς ἐξηγουμένη κακὰ ἐλαφρύ‐ νεσθαι‘: —Bi | |
sch Med475 | ἐκ τῶν δὲ πρώτων: ἀπὸ τῶν πρώτων δὲ εὐεργεσιῶν προ‐ κατάρξομαι νυνί. πρῶται δὲ εὐεργεσίαι αἱ ἐπὶ Σκυθίᾳ, ὅτε ὁ Ἰάσων παρὰ τοῦ Αἰήτου ἐκτελέσαι τοῦτον τὸν ἆθλον κελευσθεὶς, τὸ σιδηραῖς ζεύγλαις τοὺς πυριπνόους ζεῦξαι βόας καὶ σπεῖραι τοὺς δρακοντείους | |
5 | ὀδόντας, δι’ αὐτῆς τοῦτο ἐξετέλεσεν: —B | |
sch Med476 | ἔσωσά ς’ ὡς ἴσασιν: πλεονάζει ὁ στίχος τῷ ς. ὅθεν καὶ Πλάτων ἐν ταῖς Ἑορταῖς φησιν [frg. 30]· ‘ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου‘. καὶ Εὔβουλος ἐν Διονυσίῳ [frg. 26]· ‘Εὐριπίδου δ’ “ἔσωσά ς’, ὡς ἴσασι〈ν Ἑλλήνων ὅ〉σοι” καὶ “παρθένε εἰ σ〈ώσαιμι σ’〉 ἕξεις μοι | 169 in vol. 2 |
5 | χάριν” καὶ τοῖς ἐμοῖσιν ἐγγελῶσι πήμασι τὰ σῖγμα συλλέξαντες, ὡς αὐτοὶ σοφοί‘: —B | |
sch Med482 | ἀνέτειλά σοι: —Bg | |
sch Med484 | Θεσσαλικήν. Ἰωλκὸς δὲ πατρὶς Ἰάσονος: —Bi Ἰωλκὸς ὄνομα χώρας. εἶπε δὲ Πηλιῶτιν πρὸς ἀντιδιαστολὴν τῆς ἑτέρας Ἰω〈λκοῦ〉 τῆς κατὰ τὴν Λάμψακον: —A man. recentiss. | |
sch Med485 | ἀντὶ τοῦ· ἔρωτι μᾶλλον τῷ πρὸς σὲ νικωμένη ἢ μετὰ λογι‐ σμοῦ τι πράττουσα: —B | |
sch Med487 | πάντα δ’ ἐξεῖλον: ἀντὶ τοῦ ἐπόρθησα. ἐὰν δὲ φόβον γρά‐ φηται, ἐξεῖλον ἀντὶ τοῦ διέφθειρα καὶ ἠφάνισα: —B γράφεται δόμον: —Bi | |
sch Med494 | νόμιμα: —Bg | |
sch Med496 | παρακαλῶν δηλονότι: —Bi | |
sch Med497 | παρεκλήθημεν καταχρωσθέντες καὶ σχεθέντες. οἱ γὰρ ἱκε‐ τεύοντες τῶν γονάτων ἐφάπτονται: —Bi | |
sch Med500 | γράφεται δοκοῦσα μή τι πρός: —Bi ἀντὶ τοῦ· οὐδὲν προσδοκῶσα παρὰ σοῦ πράξειν καλῶς. ταῦτα δὲ ἐν ἤθει προενεκτέον· φέρε, φησὶν, ὡς φίλῳ σοι διαλεχθῶ, καίτοι προσδοκῶσα τί πράξειν καλόν; καὶ διαλεγομένη ὡς οὐδὲν ὠφελήσοντί | |
5 | με, ὅμως ἐρωτήσω. οὕτω γὰρ ἂν πικροτέρως ἐλεγχθείης οὐδὲν ἔχων πρὸς ἔπος ἀποκρίνασθαι. διαστῆσαι δὲ δεῖ κατὰ ἀνάγνωσιν τὸ τί, ἐκ δὲ τῆς ὑποκρίσεως ἐμφαίνειν τὸ οὐδέν [τι]. παθητικὴν δὲ ὑπόκρισιν δηλοῖ τὸ τί· καίτοι γε τί δοκοῦσα πράξειν παρὰ σοῦ: —B | |
sch Med504 | τὰς τοῦ Πελίου θυγατέρας: —Bi | |
sch Med506 | τοῖς συγγενέσι, τῷ πατρὶ καὶ τῇ μητρί: —Bi | |
sch Med514 | κλέος δόξα ἔπαινος: —Bi | 170 in vol. 2 |
sch Med515 | καὶ ἐμὲ ἀλᾶσθαι ἥτις ἔσωσά σε: —Bi | |
sch Med516 | ἀδόκιμος φαῦλος: —Bi | |
sch Med517 | σημεῖα γάρ ἐστι τοῦ καλοῦ καὶ τοῦ κακοῦ χρυσοῦ: —Bi | |
sch Med518 | ὁ χρυσὸς δοκιμάζεται πυρὶ καὶ λίθῳ, τοῖς δὲ ἀνθρώποις οὐδὲν σημεῖον ἐνυπάρχει, ὅθεν ἐπιγνωσθῆναι δύνανται: —Bi διαγνῶναι: —Bg | |
sch Med520 | δεινή τις ὀργή: ἡ διστιχία τοῦ χοροῦ ἐστι. κατὰ δὲ τού‐ τους 〈τοὺς χρόνουσ〉 ἤδη τὰ τῶν χορῶν ἠμαύρωτο. τὰ μὲν γὰρ ἀρχαῖα 〈δράματα〉 διὰ τῶν χορῶν ἐπετελεῖτο. ὅθεν καὶ Εὔπολίς φησι [frg. 363]· ‘τί χορὸς οὗτος κλαίειν εἴπωμεν πυρανιδ** ἵν’ ᾖ κατ’ αὐτὰ ἰαμβεῖα | |
5 | δύο: —B | |
sch Med522 | ἀντὶ τοῦ· 〈οὐκ〉 ἀσθενῆ πρὸς τὸ λέγειν, ἀλλ’ ἐκ τῶν ἐναντίων ῥήτορα καὶ δεινὸν εἰπεῖν: —Bi | |
sch Med523 | συνετόν: —Bg κυβερνήτην: —Bg | |
sch Med524 | περιφραστικῶς εἶπεν ἀντὶ τοῦ παντὶ ἀρμένῳ. ὑπεκδρα‐ μεῖν δὲ, ἤγουν δεῖ με ὑπεκδραμεῖν τὴν σὴν γλωσσαλγίαν, καθάπερ κυβερνήτης τοῖς κρασπέδοις τοῦ λαίφους χρώμενος ἐκφεύγει: —B κράσπεδα καταχρηστικῶς τὰ ἄνω τέλη τοῦ ἀρμένου: —ἄκροις | |
5 | οὖν κρασπέδοις, τοῖς ἀνωτάτω μέρεσι: —Bi | |
sch Med526 | ἀντὶ τοῦ αὔξεις καὶ μεγαλύνεις. χάριν δὲ, λέγει τὸ προ‐ σεσωκέναι αὐτὸν πανταχοῦ: —Bi | |
sch Med527 | Κύπριν νομίζω: ἐγὼ νομίζω, φησὶν, ὑπὸ τῆς Ἀφροδίτης σεσῶσθαι, ἣν μόνην φησὶ μᾶλλον ἀνθρώπων καὶ θεῶν ἰσχύειν πλέον· τοῦτο γὰρ λείπει. μόνην φησὶ τὴν Ἀφροδίτην σεσωκέναι αὐτὸν καὶ οὐδένα ἀνθρώπων οὐδὲ θεῶν. τοῦτο δὲ ψεῦδος· φαίνεται γὰρ τὴν Ἥραν | |
5 | προστάτιν ἐσχηκὼς ἐξ ἀρχῆς διόλου καὶ ὑπὸ ταύτης παρορμηθεὶς εἰς τὸν ἆθλον, ὑφ’ ἧς εἰκὸς αὐτὸν σεσῶσθαι ἵνα τὸν Πελίαν φονεύσῃ ἐχθρὸν ὄντα τῆς Ἥρας. ἔτι δὲ καὶ ἡ Ἀθηνᾶ κινδυνεύουσαν τὴν ναῦν προσ‐ | |
ραγῆναι ταῖς πέτραις ἀνεσώσατο: —B ναυκληρίας δὲ, ἤγουν ἀποδημίας καὶ πλοῦ: —Bi | 171 in vol. 2 | |
sch Med530 | λόγος διελθεῖν: ἀντὶ τοῦ παρελθεῖν καὶ εἰπεῖν. ἐπί‐ φθονος δὲ, ὑπὸ φθόνου κατεχόμενος ὁ λόγος οὗτος, λέγω δὲ 〈τὸ〉 τὸν ἔρωτα σεσωκέναι με. ἐρασθεῖσα γὰρ αὐτοῦ ἡ Μήδεια ἔσωσεν αὐτόν. δύναται δὲ καὶ οὕτως νοηθῆναι· ἀλλ’ ἐπίφθονος ὁ λόγος ῥηθῆναι, τουτ‐ | |
5 | έστι κινεῖ μοι φθόνον ὁ λόγος. ἀλαζονεύσομαι, φησὶν, ὑπὲρ ἐμαυτοῦ ὅτι ὁ ἔρως ὃν ἠράσθης μου σέσωκέν με: —B ἄλλως: ἐμοὶ λόγος, φησὶ, λεπτὸς μὲν, ἐπίφθονος δὲ, τουτέστι· φθονηθησόμενος μὲν, δυνάμενος δὲ διαδῦναι παντὸς τοῦ ἰσχνοῦ. ἐὰν γάρ τις ἀκριβῶς ἐξετάζῃ, ὁ ἔρως σε ἠνάγκασε τόξοις ἀφύκτοις | |
10 | τοὐμὸν ἐκσῶσαι δέμας. οἷον· οὐκ εἰς χάριν τὴν ἐμὴν, ἀλλὰ κατὰ ἀνάγκην ταῦτα ἔπραξας καὶ τῶν ἀφύκτων πόνων ἐξέσωσας τὸ ἐμὸν σῶμα. ἢ οὕτως· καὶ σὺ μὲν, φησὶ, συνορᾷς, ἅτε δὴ λεπτὸν καὶ ὀξὺν ἔχουσα τὸν νοῦν, ὅτι ἡ Ἀφροδίτη με ἔσωσεν, ἀλλ’ ὑπὸ φθόνου ὁ λόγος σοι οὐ προφέρεται, ὅς ἐστιν ἀληθὴς, τὸ σὲ διὰ τὸν ἔρωτά με | |
15 | σεσωκέναι: —B | |
sch Med532 | ἀλλ’ οὐκ ἀκριβῶς: οἷον· οὐκ ἀκριβολογοῦμαι περὶ τούτου, ἀλλὰ δίδωμί σοι τῷ λόγῳ ὠφεληκέναι. κἀγὼ μὲν ὁμολογῶ ὅτι ἔνθα με ὠφέλησας, καλῶς ἔχει: —B | |
sch Med533 | ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει: ἔνθα γὰρ, φησὶν, ὠφέλησας, οὐ κακῶς ἔχει. ἢ οὕτως· οὐκ ὠφέλησας· ὅθεν μεθίημι τὰς ἀποδείξεις τοῦ μηδὲν ὠφελῆσθαι παρὰ σοῦ, τοῦ πράγματος [οὐ] καλῶς ἔχοντος: —B | |
sch Med538 | νόμοις τε χρῆσθαι: ἐπιλαμβάνονται τοῦ ἐπιχειρήματος· ἔδει γὰρ αὐτὸν ταῦτα λέγοντα μηδὲν ποιεῖν ἄδικον. πρὸς γὰρ τὸν λέ‐ γοντα ὅτι νόμοις ἐπίστασαι χρῆσθαι, εἴποι ἄν τις εἰκότως· ἀλλὰ σὺ οὐκ ἐπίστασαι νόμοις χρῆσθαι, ἀλλὰ καὶ τοὺς ὅρκους παραβέβηκας καὶ | |
5 | τὰς δεξιὰς καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα προδέδωκας, ὅπως τὴν τοῦ τυράννου θυγατέρα λάβῃς, τοῦτο δὲ ἕνεκα φιλοδοξίας. καὶ γὰρ ὅτε ἔλεγεν· ἥκω, ὅπως σοι ἐπαρκέσω, καταμωκώμενος ἔλεγεν. ἥκιστα οὖν ἔδει νῦν τὰ τῶν νόμων παραλαμβάνειν μέλλοντα πρόσωπον τοιοῦτον εἰσ‐ άγειν παραβεβηκὸς τοὺς νόμους. ἢ οὕτως· μὴ βίᾳ πράττειν, ἀλλὰ | |
10 | νόμοις χρῆσθαι μὴ πρὸς χάριν κειμένοις, ἀλλ’ ἴσοις καὶ δικαίοις, τουτ‐ | |
έστι· μὴ τὸ κεχαρισμένον τοῖς δυνατοῖς ἔχουσιν, ἀλλὰ τὸ πᾶσι: —B ἄλλως: τὸ χάριν γράφεται θράσει. ἐπιλαμβάνονται δὲ τοῦ χωρίου τούτου· εἴποι γὰρ 〈ἄν〉 τις· ἀλλὰ σὺ οὐκ ἐπίστασαι νόμοις χρῆ‐ σθαι ὅρκους καὶ δεξιὰς παραβαίνων: —B | 172 in vol. 2 | |
15 | περιπετὴς ὁ λόγος κατὰ ῥήτορας· περιπίπτει γὰρ αὑτῷ ὁ λέ‐ γων: —Bi | |
sch Med540 | ἐν τῇ Σκυθίᾳ, ἐν τῇ Κολχίδι λέγει: —Bi | |
sch Med543 | μήτ’ Ὀρφέως: οὔτε τοῦ πλούτου, φησὶν, οὐδὲν ὄφελος οὔτε τῆς θειοτάτης σοφίας, εἰ μὴ καὶ διαβόητοι εἶεν καὶ ἐπισημότατοι οἱ ταῦτα κεκτημένοι, ὅτι πρὸς τὴν εὐδοξίαν ἅπαντα δεῖ πράττειν καὶ μήτε τὸν πλουτοῦντα κρύπτειν τὸν πλοῦτον μήτε τοὺς ἐλλογίμους τὴν ἀρε‐ | |
5 | τήν: —B | |
sch Med546 | σύγκρισιν φιλονεικίαν: —Bi | |
sch Med552 | πολλὰς ἐφέλκων: πολλὰ γὰρ ἐφέλκεται κακὰ 〈ἡ〉 φυγὴ σὺν αὑτῇ. ἀμηχάνους δὲ, διὰ τὸ ἐκβεβλῆσθαι τῆς πατρίδος: —B | |
sch Med554 | διὰ τὸν τοῦ Πελίου φόνον εἰς Κόρινθον ἀφίκετο: —Bi | |
sch Med555 | οὐχ ᾧ τρόπῳ σὺ λυπουμένη νομίζεις ὅτι τὸ μὲν σὸν μισῶν λέχος, ἐκείνης δὲ ἐρῶν ἔγημα αὐτήν: —B | |
sch Med557 | οὐ σπουδάζων πλείονα τέκνα ποιῆσαι: —Bi | |
sch Med564 | ἀντὶ τοῦ· εἰς τὴν αὐτὴν αὐτοῖς τύχην προάξαιμι, ἐξ ἴσης τι‐ μήσαιμι: —Bg συνάψας: —Bg | |
sch Med565 | ἅπαξ ἐχούσῃ τὰ ἐξ ἐμοῦ τίς σοι χρεία ἄλλων τέκνων: —Bi | |
sch Med566 | καὶ ἐμοὶ, φησὶ, λυσιτελεῖ τὸ διὰ τῶν μελλόντων ἐκ ταύτης ἔσεσθαί μοι παίδων ὠφελῆσαι τοὺς ἐκ σοῦ· κοινωνοὶ γὰρ ἔσονται τῆς βασιλείας: —Bi | |
sch Med568 | βεβουλεῦσθαί με κακῶς οὐδ’ ἂν σὺ φαίης: —Bi | |
sch Med569 | ὥστ’ ὀρθουμένης: ἀντὶ τοῦ· ὑγιοῦς οὔσης, ὀρθῶς προχω‐ ρούσης. ἢ ὀρθῆς καὶ ἀμεταβλήτου οὔσης. ὑμεῖς συγκαθεύδουσαι τοῖς ἀνδράσιν εὐδαιμονίαν ἔχειν νομίζετε: —B | |
sch Med573 | καὶ ἐν Ἱππολύτῳ [619] κεῖται οὗτος ὁ νοῦς: —Bi | |
sch Med579 | ἡ πολλὰ πολλοῖς: ὄντως δὴ, φησὶν, ἐγὼ κατὰ πολλὰ πολ‐ λῶν διαφέρω ἀνθρώπων καὶ ἀνόμοιός εἰμι, ἐπεὶ οὐχ, ὥσπερ ἂν ἕτεροι, τοὺς ἀδίκους καὶ δεινοὺς ἐν τῷ λέγειν ἀποδέχομαι, ἀλλ’ ἡγοῦμαι το‐ σούτῳ μᾶλλον ζημίαν μείζονα ἕξειν ὅσῳ περ τὸ δίκαιον καὶ τὸ ἀληθὲς | |
5 | πειρῶνται διακρούεσθαι: —B ἀνόμοιος ἐχθρά: —Bi | 173 in vol. 2 |
sch Med582 | γλώσσῃ γὰρ αὐχῶν: διὰ γὰρ τῆς γλώττης τὰ ἄδικα αὐχῶν περικρύπτειν, πανουργεῖν τολμᾷ: —B αὐχῶν: κομπάζων θαρρῶν σεμνυνόμενος τὰ ἄδικα καλῶς περικα‐ λύψειν: —Bi | |
sch Med584 | μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ: ἀντὶ τοῦ· συσχηματίζων τοὺς λόγους πρὸς τὸ συναρπάζειν ἐμέ. τουτέστι· κόσμιος ἐν τῷ λέγειν. τὸ δὲ μή νυν κατὰ Ἀττικοὺς ἀναπέμπεται: —B | |
sch Med585 | οἷον· εἷς λόγος σε τιμωρεῖται καὶ ἑνὶ λόγῳ ἁλίσκῃ. γράφεται καὶ ἓν γὰρ ἐκτενεῖ ς’ ἔπος, ἀντὶ τοῦ· καταβαλεῖ σε, ἀπὸ μεταφορᾶς τῶν πιπτόντων καὶ ἐκτεινομένων εἰς τὸ ἔδαφος ἀθλητῶν ὑπὸ τῶν ἀντιπάλων: —Bi | |
sch Med591 | οὐ τοῦτό ς’ εἶχεν: ἀντὶ τοῦ· οὐ ταύτην ἔχων τὴν διάνοιαν ἔγημας οὐδὲ ἵνα τοῖς ἐμοῖς παισὶ τὸ ἀνενδεὲς τῶν τροφῶν παράσχῃς καὶ τῆς ἐν τῇ πόλει οἰκήσεως τὸ ἀσφαλὲς, ἀλλ’ αἰσχυνόμενος ἐπὶ τῷ βάρβαρον ἔχειν γυναῖκα. τοῦτο δὲ ἀποδέδωκε πρὸς ἐκεῖνο, ἔνθα φησὶν | |
5 | ὁ Ἰάσων [559] ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς καὶ τὰ ἑξῆς: —B τὸ συνάψαι τοῖς ἐμοῖς τέκνοις τὰ σὰ καὶ τὸ ἐπαρκεῖν αὐτοῖς, ἀλλὰ τὸ βάρβαρόν σε ἔχειν γυναῖκα αἰσχύνην παρέσχεν: —Bi | |
sch Med592 | οὐκ εὔδοξον: οἷον· ἀδοξίαν ἡγοῦ τὸ μέχρι γήρως βαρβάρῳ συνοικῆσαι καὶ ἐσπούδασας Ἑλληνικοῖς γάμοις τὴν προτέραν ἁμαρτίαν καλύψαι. τουτέστιν· ἡ ἐμὴ μέχρι γήρως συμβίωσις ἀδοξίαν σοι προσετρίβετο. οἷον· αἰσχύνην ἡγήσω διὰ τέλους ἀνὴρ βαρβάρου | |
5 | γυναικὸς καλεῖσθαι: —B | |
sch Med596 | ἀδελφούς: —Bi | |
sch Med597 | ἀσφάλισμα τῶν οἴκων: —Bi | |
sch Med598 | λυπρὸς εὐδαίμων: ἀντὶ τοῦ λυπηρός, κατὰ ἔλλειψιν τοῦ η· ὡς καὶ τὸ δοῦλος δύηλος ὤν, παρὰ τὴν δύην, ὃ σημαίνει τὴν ταλαι‐ πωρίαν: —B λυπηρός, κατ’ ἔλλειψιν τοῦ η. μηδὲ εἴην εὐτυχὴς ἐν τῷ λυπεῖν | |
5 | με ἄλλον τινά: —Bi | |
sch Med599 | μηδ’ ὄλβος ὅστις: οὐκ ἂν, φησὶν, εὐξαίμην τοιαύτην μοι εὐδαιμονίαν γενέσθαι, δι’ ἦς ἂν ἕτεροι λυπηθεῖεν, καθάπερ καὶ ὁ σὸς νῦν ὄλβος τὴν ἐμὴν λυπεῖ φρένα. οἷον· οὐ βούλομαι εὐδαιμονίζεσθαι λυπουμένη κατὰ ψυχήν. τοῦτο δὲ εἶπεν πρὸς τὸν Ἰάσονος λόγον ἀντι‐ | 174 in vol. 2 |
5 | τεινομένη, παρόσον αὐτὸς ἔλεγεν ἐπὶ τῷ συμφέροντι αὐτῆς τε καὶ τῶν παίδων εἰς τὸν γάμον προεληλυθέναι τὸν τῆς Γλαύκης: —B | |
sch Med600 | οἶσθ’ ὡς μετεύξῃ: τοῦτο κατὰ ἐρώτησιν. οἶσθα, φησὶν, ὥς σε ἔδει μετεύξασθαι, ἵνα δόξῃς τὴν εὐχὴν φρονίμως ποιεῖσθαι; νῦν γὰρ εὐήθη λόγον εἴρηκας· μήτε τὰ χρηστά σοι λυπηρὰ φαίνεσθαι, μήτε τὴν εὐτυχίαν δυστυχίαν νομίζεσθαι: —B | |
5 | ἄλλως: οἶσθ’ ὡς μετεύξῃ καὶ τοῦτο ποιήσασα σοφωτέρα φαίνῃ; 〈τοῦτο δὲ εἰς τὸ〉 μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος. μέμφεται οὖν αὐτῆς τὴν εὐχὴν καὶ, εἰ θέλεις, φησὶ, σοφωτέρα φανῆναι, μετάθου τὴν προτέραν εὐχὴν καὶ εὔξαι μηδέ ποτε τὸ χρηστὸν λυπηρόν σοι φαί‐ νεσθαι: —B | |
sch Med603 | χλεύαζε. ἀποστροφή δὲ, ἀντὶ τοῦ ἀποφυγή ἀνάπαυ‐ σις: —Bi | |
sch Med606 | γαμοῦσα καὶ προδοῦσα: σεσημείωται τὸ γαμοῦσα. θέλει δὲ εἰπεῖν· ἆρα τοιοῦτον ἔργον ποιοῦσα 〈οἷον σύ〉. οὐ γὰρ ἐφ’ ἑαυτῆς λέγει, ἐπεὶ εἶπεν ἂν γαμουμένη, ἀλλὰ τὸν Ἰάσονος λόγον ἐφ’ ἑαυτῆς μετέστρεψεν. γαμεῖ μὲν γὰρ ὁ ἀνὴρ, γαμεῖται δὲ ἡ γυνή: —B | |
sch Med608 | ἐπικατηραμένη τοῖς σοῖς οἴκοις: —Bi | |
sch Med609 | ὡς οὐ κρινοῦμαι: ἀντὶ τοῦ· ἀποκρινοῦμαι περὶ τῶν τοιού‐ των οὐδὲν πρὸς σέ. ἀντὶ τοῦ· οὐκ ἀκριβολογήσομαί σοι περὶ ἑκάστου σαφῶς. πολλὰ μὲν ἔχω δίκαια λέγειν πρὸς σέ, μεθίημι δὲ τούτων τὰ πολλά: —B | |
sch Med611 | δαπάνην, χρημάτων εὐπορίαν: —Bi | |
sch Med613 | σύμβολα: οἱ ἐπιξενούμενοί τισιν ἀστράγαλον κατατέμνοντες θάτερον μὲν αὐτοὶ κατεῖχον μέρος, θάτερον δὲ κατελίμπανον τοῖς ὑπο‐ δεξαμένοις, ἵνα, εἰ δέοι πάλιν αὐτοὺς ἢ τοὺς ἐκείνων ἐπιξενοῦσθαι πρὸς ἀλλήλους, ἐπαγόμενοι τὸ ἡμιαστραγάλιον ἀνανεοῖντο τὴν ξενίαν. Εὔβουλος | |
5 | Ξούθῳ [frg. 70]· ‘τί ποτ’ ἐστὶν ἅπαντα διαπεπρισμένα ἡμίσε’ ἀκριβῶς | |
ὡσπερεὶ τὰ σύμβολα‘. οὕτως Ἑλλάδιος: —B ἢ γράμματα, ἐπιστόλια: —Bi | 175 in vol. 2 | |
sch Med618 | κακοῦ γὰρ ἀνδρός: παροιμία ἐστίν· ‘ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα‘. μέμνηται Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ [665]: —B | |
sch Med622 | λυπηθήσῃ: —Bi | |
sch Med623 | νεωστὶ γεγαμημένης: —Bi | |
sch Med624 | πορθῇ τῷ ἔρωτι. ἐξώπιος δὲ, ἀντὶ τοῦ ἀφεστηκὼς αὐτῆς, ἔξω τῶν ὀφθαλμῶν τῆς κόρης ὤν: —B | |
sch Med626 | ὥστε μεταμεληθῆναί σε ἐπὶ τῷ γάμῳ: —B | |
sch Med627 | τοῦτο ὁ χορὸς λέγει περὶ τῆς Μηδείας ὡς ἐρώσης τοῦ Ἰάσο‐ νος, εὐχόμενος μὴ τοιοῦτον σχεῖν ἔρωτα. ἐκ γὰρ τῶν τοιούτων ἐρώτων ταραχαὶ τοῖς ἀνθρώποις συμβαίνουσι: —B | |
sch Med629 | σωφροσύνην: —Bg | |
sch Med632 | τὸ ἑξῆς· μηδέποτε, ὦ δέσποινα, ἐκ τῶν χρυσέων τόξων ἐπ’ ἐμοὶ ἐφείης ἄφυκτον ὀϊστὸν ἱμέρῳ χρίσασα. μὴ ποιήσῃς τοιοῦτον ἔρωτα ἐμπεσεῖν εἰς ἐμὲ, ὦ Ἀφροδίτη, οἷον καὶ εἰς Μήδειαν: —B | |
sch Med635 | φιλοίη δέ με ἡ σωφροσύνη: —B | |
sch Med637 | μηδέ ποτ’ ἀμφιλόγους: μηδὲ εἰς νείκη μηδὲ εἰς ὀργὰς καὶ ἐμφιλονείκους λόγους καὶ ὀργῆς κινητικούς: —B | |
sch Med638 | νείκη θυμόν: τὰ νείκη κατ’ εὐθεῖαν πληθυντικὴν εἴρηται. τουτέστι τὰς μάχας, ἢ τὰς φιλονεικίας, ἀκορέστους: —B | |
sch Med639 | ταράξασα: —Bg | |
sch Med640 | προσαγάγοι: —Bg ἀπτολέμους: ἐπὶ τῷ εἶναι ἀπολέμους. σεβίζουσα δὲ, προ‐ κρίνασα προτιμῶσα: —AB ἄλλως: κρίνοι τὰ λέκτρα τῶν γυναικῶν. ἢ οὕτως· σεβίζουσα | |
5 | τὰς ἀπολέμους εὐνὰς, ὅ ἐστι παρασκευάζουσα ἀπολέμους, ἤγουν ἀφιλο‐ νείκους. οἷον· τιμάτω δὲ ἡ Ἀφροδίτη τὰς εὐνὰς τὰς ἀπολέμους καὶ μὴ ἐάτω αὐτὰς στασιάζειν. [ἢ] ὀξύφρονα τὴν Ἀφροδίτην φησὶν, ἐπεὶ ὀξεῖς οἱ ἔρωτες αὐτῆς καὶ ὑπόπτεροι: —B ὀξύφρων: ὀξυτάτους ἔρωτας πέμπουσα εἰς τὴν διάνοιαν τῶν ἀν‐ | |
10 | θρώπων: —A | |
ἄλλως: ὀξείας καὶ μεγάλας ἐπιθυμίας ἔχουσα: —A | 176 in vol. 2 | |
sch Med645 | ἀντὶ τοῦ· ἐν ἀμηχανίᾳ ζῶσα τὸν δυσπέρατον αἰῶνα, ἤτοι δυσαπάλλακτον: —Bi | |
sch Med649 | τῶν μόχθων τῶν ἐν ἀνθρώποις οὐδεὶς ἄλλος μείζων ἢ τὸ στέρεσθαι τῆς πατρίδος. μόχθων δὲ λέγει τῶν συμφορῶν. Ὅμηρος ἐκ τοῦ ἐναντίου [ι 34]· ‘ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων‘: —B ἄλλως: τοῦτο δὲ, τὸ στέρεσθαι τῆς πατρίδος, ὅτι πάνδεινόν ἐστιν, | |
5 | αὐταῖς ὄψεσιν ὁρῶμεν ἐπὶ τῆς Μηδείας καὶ οὐκ ἐξ ἀκοῆς [τοῦτο] μαν‐ θάνομεν: —B | |
sch Med660 | μὴ ἀπὸ πάσης καρδίας καὶ καθαροῦ λογισμοῦ, τουτέστιν ἀνυπούλως. τὸ ἑξῆς· ἀχάριστος ὢν ἐκεῖνος ὄλοιτο ὅστις μὴ τιμᾷ τοὺς φίλους ἐκ ψυχῆς: —Bi | |
sch Med665 | σοφοῦ Πανδίονος: εὐεπίφορός ἐστιν ὁ Εὐριπίδης εἰς τὸ λέγειν σοφός καὶ σοφή πρὸς μηδὲν χρήσιμον παραλαμβάνων τὸ ὄνομα. κατὰ τί γὰρ σοφὸς ὁ Πανδίων λέγεται; οὐ γὰρ δὴ ὠνόμασται τοιοῦτον αὐτοῦ ἔργον, ἀλλ’ οὐδὲ πανουργίας ἐχόμενον, ὥστε διὰ τοῦτο λέγεσθαι | |
5 | αὐτὸν σοφόν· ἀλλ’ ὥσπερ παραπληρώματι χρῆται τῇ λέξει: —B | |
sch Med666 | Αἰγεῦ πόθεν γῆς: λέγουσι τὸν Αἰγέα εἰς Τροιζῆνα ἐληλυ‐ θέναι διὰ τὸ δεδοικέναι πεζῇ ποιεῖσθαι τὴν πορείαν, Σίνιδος κατ’ ἐκείνους τοὺς χώρους ἐπιπολάζοντος. Νεόφρων δὲ εἰς Κόρινθον τὸν Αἰγέα φησὶ παραγενέσθαι πρὸς Μήδειαν ἕνεκα τοῦ σαφηνισθῆναι αὐτῷ τὸν χρησμὸν | |
5 | ὑπ’ αὐτῆς [τῆς Μηδείας], γράφων οὕτω [frg. 1]· ‘καὶ γάρ τιν’ αὐτὸς ἤλυθον λύσιν μαθεῖν σοῦ· Πυθίαν γὰρ ὄσσαν, ἣν ἔχρησέ μοι Φοίβου πρόμαντις, συμβαλεῖν ἀμηχανῶ· σοὶ δ’ εἰς λόγους μολὼν ἂν ἤλπιζον μαθεῖν‘: —B | |
sch Med668 | τὸ μέσον τῆς γῆς καὶ τῆς οἰκουμένης. τὸ μαντικόν. ἐστάλης δὲ, ἐπεδήμησας. [666] ἐνδημεῖς: —B | |
sch Med670 | δεῦρ’ ἀεί: ἀντὶ τοῦ· μέχρι νῦν ἄπαις ὑπάρχεις; τὸ δὲ ἀεί ἀντὶ τοῦ ἕως τοῦ νῦν. σεσημείωται δὲ ἐπεὶ τὸ δεῦρο χρονικὸν εἶπεν. | |
ἢ οὕτως· ἀντὶ τοῦ· ἕως τοῦ χρόνου τούτου ἄπαις τυγχάνεις; τὸ γὰρ ἀεί Εὐριπίδης τάσσει ἀντὶ τοῦ ἕως τοῦ νῦν. δεῦρο δὲ ἐπὶ χρόνου, | 177 in vol. 2 | |
5 | καὶ σεσημείωται: —B | |
sch Med671 | ἐπιβουλῇ: —Bi | |
sch Med673 | οὐκ ἐσμὲν εὐνῆς: πρώτην ἔσχε Μελίτην τὴν Ὅπλητος, δευτέραν Χαλκιόπην τὴν Χαλκώδοντος, τρίτην τὴν Μήδειαν: —B | |
sch Med675 | ἀντὶ τοῦ· σοφὰ ὑπερβαίνοντα καὶ ἄνδρας εἰς τὸ γνῶναι, τὸ δὲ θέμις κατὰ ἐρώτησιν. περισσῶς δὲ ὁ μέν: —Bi | |
sch Med677 | ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός: σοφωτέρας διανοίας χρείαν ἔχει τὰ δὴ λεγόμενα ῥήματα: —B | |
sch Med679 | 〈ὁ〉 χρησμὸς ὁ δοθεὶς τῷ Αἰγεῖ οὗτός ἐστιν· ‘ἀσκοῦ τὸν προὔχοντα ποδάονα, φέρτατε λαῶν, μὴ λύσῃς, πρὶν γουνὸν Ἀθηνάων ἀφικέσθαι‘. ἀσκοῦ οὖν τῆς γαστρός· πόδα δὲ τὸ μόριον, παρόσον ὡς ὁ ποδεὼν τοῦ ἀσκοῦ προέχει. λέγει οὖν ὅτι ἔχρησέ μοι μὴ συνελθεῖν | |
5 | ἑτέρᾳ, πρὶν ἐπιβῆναι τῆς πατρίδος. τοῦτο γὰρ αἰνίττεται, ὅπερ αὐτὸς οὐ συνίησιν. ἀσκὸν τοίνυν λέγει τὸν περὶ τὴν γαστέρα τόπον. Ἀρ‐ χίλοχος [frg. 72] ‘καὶ πεσεῖν δρήστην ἐπ’ ἀσκὸν κἀπὶ γαστρὶ γαστέρα προσβαλεῖν μηρούς τε μηροῖσ‘, δρήστην λέγων, οἷα δράσοντά τι. πο‐ δεῶνα δὲ εἰώθασι λέγειν τὸ τοῦ ἀνδρὸς αἰδοῖον: —B | |
sch Med681 | ἕως 〈ἂν〉 ἐν τῇ πατρίδι γένωμαι. ἐξέχοντα δὲ μάλιστα ἐν σώματι τέσσαρα, κεφαλὴ χεῖρες αἰδοῖον πόδες: —Bi | |
sch Med682 | στέλλεις: —Bg | |
sch Med683 | πόλις Πελοποννήσου πλησίον Ἀθηνῶν: —Bi | |
sch Med686 | τρίβων: εἰς τὰ τοιαῦτα περιτετριμμένος, ἐν τριβῇ ὢν τοῦ τοιαῦτα λέγειν, τουτέστι τοὺς χρησμούς: —B | |
sch Med687 | δορυξένων: οἱ κατὰ τὸν πόλεμον πρὸς ἀλλήλους φιλίαν πε‐ ποιηκότες, ὡς Γλαῦκος καὶ Διομήδης: —B | |
sch Med691 | ὁ Ἰάσων ὁ φίλος σου κάκιστος τυγχάνει: —Bi | |
λύπας: —Bg | 178 in vol. 2 | |
sch Med692 | λείπει ἄτοπον: —Bi | |
sch Med693 | τί χρῆμα δράσας: σεσημείωται ὁ στίχος, ὅτι καὶ ἐν Πε‐ λιάσιν [frg. 602] ἐστὶν, ὧν ἀρχὴ [frg. 601] ‘Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖσ‘: —B ὁποῖον πρᾶγμα δράσας: —Bi | |
sch Med695 | ἀπιστῶν τοῦτο λέγει: —Bi | |
sch Med698 | ἐρασθεὶς δηλονότι: —Bi | |
sch Med699 | ἴτω: ἀντὶ τοῦ ἐρρέτω: —Bi | |
sch Med700 | γάμον συγγένειαν: —Bi | |
sch Med701 | διέρχου: —Bi | |
sch Med703 | συγγνώμην εἶχες λυπουμένη· δικαίως γὰρ λυπῇ. τὸ δὲ ἦν ἀντὶ τοῦ ἐστί, χρόνος ἀντὶ χρόνου: —Bi | |
sch Med708 | καρτερεῖν: ἀντὶ τοῦ κρατεῖν καὶ ἀντέχειν. καὶ τὸν ἐγκρατῆ λέγουσι καρτερόν. Ἀρχίλοχος [frg. 26] ‘ὁ δ’ Ἀσίης τε καρτερὸς μηλο‐ τρόφου‘. φησὶν οὖν ὅτι τῷ λόγῳ μὲν προσποιεῖται, τῷ δὲ ἔργῳ οὐ θέλει κρατεῖν καὶ ἀντέχειν: —B | |
5 | γράφεται καρδίᾳ δὲ βούλεται: —Bi | |
sch Med712 | ἀβοήθητον: —Bi | |
sch Med719 | ἀπὸ κοινοῦ τὸ ἕκατι: —Bi | |
sch Med721 | γενέσεις: —Bi | |
sch Med722 | εἰς τοῦτο γὰρ δὴ φροῦδος: κατὰ γὰρ τοῦτο τὸ μέρος 〈τὸ〉 τῆς παιδοποιΐας ἔρημός εἰμι. ἢ τὸ φροῦδον ἀντὶ τοῦ πρόθυμον [καὶ ἀσαφήνιστον] οὕτως· εἰς τὸ παῖδας ποιῆσαι πάνυ ἐσπούδακα καὶ πρό‐ θυμός εἰμι. ἔστι δὲ κυρίως ὁ προωδευκώς: —B | |
sch Med724 | προίστασθαι ξένης οὔσης. ἴσως ἵνα μὴ λυπήσῃ τὸν Ἰάσονα ἢ ἐπειδὴ ἀπῄει πρὸς Πιτθέα: —Bi | |
sch Med728 | τὸ μή ὑπερβιβαστέον, τουτέστιν· οὐ μή σε μεθῶ τινι: —Bi | |
sch Med730 | ἀναίτιος: ἀντὶ τοῦ ἀνέγκλητος ἄμεμπτος. οὐδὲ γὰρ βούλο‐ μαι, φησὶ, παρὰ τῶν περὶ τὸν Κρέοντα αἰτιαθῆναι, ὡς αὐτός σε ἀπα‐ γαγών: —AB | |
sch Med731 | ὅρκος: —Bg | 179 in vol. 2 |
sch Med733 | οὐ πιστεύεις: —Bg τὸ ἐναντίον: —Bi | |
sch Med734 | Πελίου δ’ ἐχθρός: κατὰ κοινοῦ τὸ ἐχθρός. ὁ δὲ νοῦς· σοὶ μὲν θαρρῶ καὶ πεπίστευκα, ἀλλὰ φοβοῦμαι μὴ ἄρα ὁ τοῦ Πελίου δόμος καὶ ὁ Κρέων ἐχθροί μου ὄντες βιάσωνταί σε καὶ παρὰ προαίρεσιν προέσθαι με ἑαυτοῖς· ὅθεν ὅρκῳ σε [τοῦτο] βούλομαι πιστώσασθαι ὡς | |
5 | οὐκ ἄν με προῇ: —AB | |
sch Med735 | τούτοις δ’ ὁρκίοισι: ἐγκατειλημμένος ἐμπεπλεγμένος. ἀντὶ τοῦ μετὰ βίας ἄγουσιν. τὸ δὲ ἑξῆς· τούτοις ἄγουσιν οὐ μεθεῖο ἄν: —AB τούτοις δ’ ὁρκίοισι μὲν ζυγείς: ὁ νοῦς· τούτοις δὲ, τοῖς | |
5 | ἐχθροῖς, ἄγουσί με καὶ βιαζομένοις οὐκ ἂν ἐκδοίης, ὅρκοις προκατει‐ λημμένος. διὸ βούλομαί σε ὀμνύναι. ἐὰν γὰρ ὀμόσῃς μοι, τοῖς περὶ τὸν Κρέοντα βουλομένοις με ἄγειν ἀπὸ τῆς Ἀττικῆς οὐκ ἂν μεθεῖο, οἷον· ἐξαιτουμένοις οὐκ ἂν δοίης· μὴ ὀμόσας δὲ φίλος γένοιο ἂν αὐτοῖς. διὰ δὲ τοῦ ἐπικηρυκεύματα θέλει εἰπεῖν [ἀντὶ τοῦ] ἐπικηρυκεύμα‐ | |
10 | σιν. λείπει ἡ διά, ἵν’ ᾖ ὁ πᾶς λόγος· πέποιθα μὲν ἐφ’ οἷς λέγεις μοι, ὁ δὲ τοῦ Πελίου δόμος καὶ ὁ τοῦ Κρέοντος ἐχθροί μοι εἰσίν. τού‐ τοις οὖν βουλομένοις ἐξαιτεῖσθαί με οὐκ ἂν ἐκδοίης, ὀμόσας. εἰ δὲ διὰ λόγων μόνων σύνθοιο, ἴσως ἂν ἐκείνων γένοιο φίλος καὶ διὰ τὰ ἐπικηρυκεύματα, ὅ ἐστι τὰς πρεσβείας, ἐξαιτουμένοις με ἐκδοίης ἂν | |
15 | αὐτοῖς: —AB | |
sch Med736 | οὐκ ἐκδοίης: —Bg | 180 in vol. 2 |
sch Med737 | λόγοις δὲ συμβάς: εἰ δὲ, φησὶν, ἔλθοις εἰς σύμβασιν [τῶν ἐμῶν] λόγων καὶ συνθήκας ἐνωμότους ποιήσαιο πρὸς ἐμέ, εὖ οἶδα ὅτι μοι φίλος γένοιο ἂν καὶ ἐπίκουρος ἀσφαλὴς καὶ οὐκ ἂν τὴν πρὸς ἐκείνους φιλίαν προκρίναις. ἐπικηρυκεύματα γάρ ἐστι τὰ διὰ τῶν κηρύκων | |
5 | γινόμενα πρὸς φιλίαν. κεῖται οὖν ἡ λέξις ἐπὶ τῆς φιλίας. τῇ δὲ εὐ‐ θείᾳ ἀντὶ δοτικῆς κέχρηται. ἔδει γὰρ εἰπεῖν· καὶ τοῖς ἐπικηρυκεύμασιν οὐκ ἂν πίθοιο. Δίδυμος δέ φησιν ἐλλείπειν τὴν διά, ἵν’ ᾖ· καὶ διὰ τὰ ἐπικηρυκεύματα: —AB | |
sch Med738 | βοηθός: —Bg λείπει τὸ ἐμοί: —Bg | |
sch Med741 | προβουλίαν σύνεσιν πρόγνωσιν: —AgBi | |
sch Med743 | ἐμοί τε γάρ: καὶ ἐμοὶ, φησὶν, ἀσφαλές ἐστι πρὸς τὸ μηδε‐ μίαν μέμψιν ἔχειν παρ’ αὐτῶν τὸ τὴν σκῆψιν ταύτην προβάλλεσθαι, τὸ φθάσας ὀμωμοκέναι μὴ προδοῦναί σε, καὶ τὸ σεσῶσθαί σε βεβαιότερον ἔσται τὴν σκῆψιν ταύτην προΐσχοντί μοι. σκῆψιν οὖν λέγει τὸ ὀμω‐ | |
5 | μοκέναι αὐτῇ. τὸ δὲ ἐξηγοῦ θεούς ἀντὶ τοῦ· ὀνόμαζε τοὺς θεοὺς οὓς βούλει με ὀμόσαι: —AB | |
sch Med752 | γράφεται Ἡλίου θ’ ἁγνὸν σέβας: —Bi | |
sch Med758 | ἀντὶ τοῦ· ὧν βούλομαι: —Bi | |
sch Med759 | ταῦτα ἔνιοι τῷ χορῷ, ἔνιοι τῇ Μηδείᾳ προσνέμουσιν: —Bi ἀλλά ς’ ὁ Μαίας πομπαῖος: ὁ χορὸς ἐπεύχεται Αἰγεῖ ἐπὶ τῇ ἐπαγγελίᾳ. πομπαῖον δὲ τὸν Ἑρμῆν λέγει, ἐπεὶ παραπόμπιμος ὁ θεὸς καὶ εἰρηνικὸς, οἱ δὲ ὁδεύοντες μάλιστα εἰρήνης δέονται: —AB | |
sch Med761 | πράξειας: καὶ πράξειας ταῦτα ὧν ἔχων ἐπιθυμίαν σπου‐ δάζεις: —ABi | |
sch Med762 | εὐγενής: —AgBg | |
sch Med763 | ἐνομίσθης: —AgBi | |
sch Med764 | ὦ Ζεῦ: τοῦτο μόνον ἡ Μήδεια αὐτὴ καθ’ ἑαυτὴν ἀναφωνεῖ τῇ Δικαιοσύνῃ καὶ τοῖς λοιποῖς θεοῖς ὡς εὐχαριστοῦσα, τὰ δὲ λοιπὰ | |
πρὸς τὸν χορόν: —B | 181 in vol. 2 | |
sch Med765 | ἐχθρῶν, φίλαι: φίλας λέγει τὰς ἀπὸ τοῦ χοροῦ· πρὸς αὐτὰς γὰρ νῦν διαλέγεται. εἰς ὁδόν δὲ, ἀντὶ τοῦ· εἰς τὴν τῆς νίκης ἀρχὴν ἐληλύθαμεν: —AB | |
sch Med768 | ᾗ μάλιστ’ ἐκάμνομεν: καθ’ ὃ μέρος ἐδυστύχουν. οὐκ ἔχουσα πρὸς ὃν καταφύγω, νῦν καθάπερ λιμένι, τούτῳ προσώρμισα: —AB | |
sch Med769 | σωτηρία: —Bi | |
sch Med770 | ἐκ τοῦδ’ ἀναψόμεσθα: παυσόμεθα τῶν ταρασσόντων κακῶν. ὅταν γὰρ ἀπόγεια δεθῇ, παύονται τῶν καμάτων οἱ ναῦται: —AB προσδήσομεν: —Bi | |
sch Med771 | εἰς Ἀθήνας: —Bi | |
sch Med773 | δέχου δὲ μὴ πρὸς ἡδονήν: μὴ νομίσῃς, φησὶν, ἡδέα καὶ προσηνῆ εἶναι τὰ μέλλοντά σοι ῥηθήσεσθαι. ἔστι γὰρ ἀηδῆ μὲν εἰς ἀκοήν, ἀναγκαῖα δὲ ὅμως· ὡσεὶ ἔλεγεν· οὐκ ὤφειλον μὲν ὑμῖν τοιαῦτα ἀπαγγέλλειν οὐδ’ οὕτω πράξειν κακῶς· ὅμως δὲ ἐπειδὴ εἰς τοῦτο τύχης | |
5 | ἤλθομεν, ἀκούσατε τὰ βεβουλευμένα μοι, καίπερ ἀηδῆ ὄντα: —AB | |
sch Med778 | ἀντὶ τοῦ· κατὰ τοὺς γάμους τῶν τυράννων: —Bi | |
sch Med780 | παῖδας δὲ μεῖναι: αἰτήσομαι δὲ, φησὶν, αὐτὸν τοὺς παῖδας ἐᾶσαι ἐνταῦθα μεῖναι καὶ αὐτοὺς, φησὶ, συγκατακτενῶ. ἀλλ’ ἵνα πρό‐ τερον διακονήσωσί μοι πρὸς τὸν τῆς Γλαύκης θάνατον: —AB | |
sch Med785 | γράφεται δῆθεν μὴ φεύγειν χθόνα, ἵν’ ᾖ ἀντὶ τοῦ· ὡς δὴ παραιτησομένους τὴν φυγήν. τιθέασι γὰρ τὸ δῆθεν ἀντὶ τοῦ ὡς δή: —AB | |
sch Med790 | ἐνταῦθα μέντοι: μέχρι μὲν τούτου ἀποτερματίζω σοι καὶ ἵστημι τὸν λόγον σιωπῶσα: —AB | |
sch Med791 | καὶ νῦν προλέγει ὡς εἴωθεν: —Bi | |
sch Med793 | τῆς σφαγῆς δηλονότι: —Bi | |
sch Med796 | ἀντὶ τοῦ δράσασα: —Bi | |
sch Med798 | ἴτω: γινέσθω προχωρείτω τὰ δόξαντα. τί μοι γὰρ ὄφελος | |
ζῆν: —A γινέσθω προχωρείτω. γράφεται δὲ καὶ οὔτε μοι πατήρ: —Bi | 182 in vol. 2 | |
sch Med799 | γράφεται ἀπαλλαγή: —Bg | |
sch Med804 | λείπει ἡ ἀπό, οὔτε ἀπὸ τῆς νεοζύγου, ἤτοι νεογάμου: —Bi | |
sch Med807 | ἀντὶ τοῦ εὐτελῆ ἁπλῆν δειλὴν ἐπιεικῆ. ἡσυχαίαν δὲ ἐνταῦθα ἀντὶ τοῦ ἡσύχιον καὶ ἀνόητον. ἀλλὰ τοῦ ἑτέρου τρόπου, τουτέστι θρασεῖαν: —Bi | |
sch Med811 | ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας: τὸ ἑξῆς· ἐπείπερ ἡμῖν τόνδ’ ἐκοινώνησας λόγον, δρᾶν ς’ ἀπεννέπω τάδε, ἀπεννέπω δὲ καὶ σὲ ὠφελοῦσα καὶ τοῖς νόμοις βοηθοῦσα: —B | |
sch Med814 | τουτέστι· συγγινώσκω σοι ἐφ’ οἷς παραινεῖς: —Bi | |
sch Med819 | γινέσθω τὰ δόξαντα. πρὸς τὴν θεράπαινάν φησιν: —Bi | |
sch Med823 | εἴπερ φρονεῖς εὖ δεσπόταις: δέσποιναν ἑαυτὴν λέγει οὐχ ὡς θεραπαινῶν οὐσῶν τῶν ἀπὸ τοῦ χοροῦ, ὅπου κατ’ ἀρχὴν τοῦ λόγου φίλας αὐτὰς ὀνομάζει, ἀλλὰ τὸ δεσπόταις ἀντὶ τοῦ. τοῖς ἄρχουσι καὶ τοῖς κρατοῦσιν· τὸ δὲ πληθυντικὸν ἀντὶ ἑνικοῦ· θέλει γὰρ εἰπεῖν ἐμοὶ | |
5 | τῇ κρατούσῃ. καὶ γὰρ βασιλέως θυγάτηρ ἐστὶ καὶ γυνὴ βασιλέως, τοῦ Ἰάσονος, καὶ σῴζει τὸ εὐγενὲς φρόνημα. μηδαμῶς δὲ θαυμάσωμεν, εἰ Κορίνθιαι οὖσαι δέον τῷ τοῦ Κρέοντος μέρει προσθέσθαι ταύτῃ αἱροῦν‐ ται συγκρύπτειν. ἐλεύθεραι γὰρ οὖσαι τὸ παριστάμενον αὐταῖς δίκαιον προτιμῶσιν. ἔπειτα καὶ ἀεὶ ὁ χορὸς ἐν προσώπῳ τοῦ ποιητοῦ εἰσάγεται | |
10 | τῷ δικαίῳ προστιθέμενος: —AB παρόσον 〈γυνὴ〉 γυναικὶ πέφυκεν ἐπίκουρος καὶ μάλιστα εἰς εὐνὴν ἀδικουμένῃ: —Bi | |
sch Med824 | Ἐρεχθεῖδαι: μακαρίζει νῦν τοὺς Ἀθηναίους ὡς εὐδαίμονας καὶ σοφίας πάσης ἐπιστήμονας ἱερούς τε καὶ μύστας, ὅτι μέλλει τὰ κατὰ τὴν Μήδειαν ἐπάγειν μιάσματα. τῇ γὰρ παραθέσει βούλεται αὐτὴν ἀποτρέψαι τοῦ κατὰ τῶν παίδων φόνου. οὕτως γὰρ ἐν τοῖς ἑξῆς ἐπάγει | |
5 | ὅτι οὐκ εἰκὸς τοὺς οὕτως ἱεροὺς καὶ σοφοὺς ἄνδρας σὲ μιαιφόνον γενο‐ μένην ὑποδέξεσθαι: —AB Ἐρεχθεῖδαι τὸ παλαιόν: ἱκανὸν ἐγκώμιον ὁ χορὸς καταβάλλε‐ | |
ται τοὺς Ἀθηναίους δικαίους καὶ θεοσεβεῖς ἀποκαλῶν, ἀποτρέπων τῆς πράξεως τὴν Μήδειαν, ὡς οὐκ ἂν οἱ τοιοῦτοι τὴν τοιαῦτα δράσασαν | 183 in vol. 2 | |
10 | δέξαιντο: —AB | |
sch Med825 | καὶ θεῶν παῖδες: ἢ ὡς ἀπὸ τοῦ Ἡφαίστου καταγόμενοι. ὁ γὰρ Ἐρεχθεὺς ἐξ Ἡφαίστου [ἀπὸ γὰρ τοῦ ἐρίου ἐν ᾧ ἡ Ἀθηνᾶ τὸ σπέρμα τοῦ Ἡφαίστου σπογγίσασα ἔρριψε]. λέγεται γὰρ ὡς Ἀθηνᾶς ἠράσθη Ἥφαιστος καὶ ἐδίωκεν αὐτὴν φεύγουσαν καὶ μυσαττομένην αὐτόν. | |
5 | μὴ συγχωρηθεὶς οὖν συγγενέσθαι αὐτῇ ἀπεσπέρμηνε περὶ τὸν μηρὸν αὐτῆς. ἐκείνη δὲ μυσαχθεῖσα τὸ γεγονὸς ἐρίῳ σπογγίσασα τὸν θορὸν εἰς τὴν γῆν ἔρριψε καὶ ἐξ ἐκείνου ἀνέδωκεν ἡ γῆ τὸν Ἐρεχθέα: —A | |
sch Med826 | χώρας ἀπορθήτου: ἡ σύνταξις· ἀπὸ ἀπορθήτου χώρας. ἀπόρθητον δὲ αὐτὴν εἶπεν, διὰ τὰς θρυλουμένας πολλὰς νίκας αὐτῶν. αὐτοὶ γὰρ ἀπόρθητοι καὶ ἀήττητοι διετέλεσαν. τὸ δὲ φερβόμενοι σοφίαν, ἀντὶ τοῦ προσλαμβάνοντες καὶ παιδευόμενοι πᾶσαν σοφίαν. | |
5 | οὕτω δὲ εἶπεν ὡς ἀναγκαίας αὐτοῖς οὔσης τῆς παιδεύσεως, καθάπερ ἄλλοις τροφῆς: —AB καρπούμενοι: —Bi | |
sch Med830 | παρόσον οἱ σοφίας ἐντὸς καθαρώτερον τοῖς τῆς ψυχῆς ὀφθαλ‐ μοῖς τὰ θεῖα φαντάζονται, μονονουχὶ καὶ θεοῖς αὐτοῖς ὁμιλεῖν πιστευό‐ μενοι. ἢ ὡς τοῦ παρ’ αὐτοῖς ἀέρος φύσιν ἔχοντος τρέφειν ἀεὶ σοφοὺς ἄνδρας. τουτέστιν· ἀεὶ βιοτεύουσι λαμπροτάτῃ παιδεύσει, ἁπλῶς | |
5 | καὶ εὐμαρῶς ταύτην μεταχειριζόμενοι ἅτε δὴ τοῦ παρ’ αὐτοῖς ἀέρος εἰς τοῦτο πεφυκότος, ἵνα τὸ μὲν βαίνοντες ἀντὶ τοῦ βιοτεύοντες, τὸ δὲ αἰθέρος ἀντὶ τοῦ ἀέρος ἐκδεξώμεθα: —AB ἔνθα ποθ’ ἁγνάς: ὅπου λέγεται ὑπὸ τῶν Μουσῶν τὴν ἐν μου‐ σικῇ ἁρμονίαν φυτευθῆναι. ὅπου αἱ δυνάμεις τῶν ἐννέα Μου‐ | |
10 | σῶν: —BAg | |
sch Med834 | ξανθὰν Ἁρμονίαν: ἔνιοι λέγουσι τὸν Εὐριπίδην τὰς Μούσας λέγειν Ἁρμονίας θυγατέρας, ἀγνοήσαντες. οὐ γὰρ τοῦτο λέγει, ἀλλ’ ὅτι αἱ Μοῦσαι πρῶτον ἐπὶ τῆς Ἀττικῆς ἐλθοῦσαι τὴν ἁρμονίαν ᾖδον καὶ τὴν μελῳδίαν. διὰ γὰρ τοῦ φυτεῦσαι τοῦτο παρίστησι νῦν. περὶ δὲ | 184 in vol. 2 |
5 | τοῦ τὰς Μούσας ἐν τῇ Ἀττικῇ ἱδρῦσθαι ἀρκεῖ τὰ Παλαιφάτου. ὁ δὲ λόγος· ἔνθα, φησὶν, ἐν ταῖς Ἀθήναις, λέγονται αἱ Μοῦσαι γεννῆσαι καὶ καταστήσασθαι πάσης σοφίας τὴν ἁρμονίαν. λέγει δὲ τὴν παίδευσιν, παρὰ τὸ ἁρμόζεσθαι καὶ ἑνοῦσθαι τῇ ψυχῇ ταύτην. ἢ ὅτι συγκεχυμέ‐ ναις ταῖς ψυχαῖς αὐτὴ ὑπεισελθοῦσα [εἰς] ἁρμονίαν καὶ εὐστάθειαν εἰσάγει | |
10 | σωφρονεῖν παρέχουσα: —AB αὗται τὴν ἁρμονίαν ἐφύτευσαν: —Bi ξανθήν: τὴν εὐανθῆ: —Bi | |
sch Med835 | τοῦ καλλινάου: νῦν τοῦ ἐν Ἀττικῇ μνημονεύει. ἔστι γὰρ καὶ ἕτερος ὁμώνυμος ἐν Βοιωτίᾳ. εἰσὶ δὲ καὶ ἕτεροι, καθά φησι Πο‐ λέμων ἐν τῷ Περὶ ποταμῶν, γράφων οὕτως [frg. 81]· ‘[ἐν] Ἀθήνησί τε Κηφισὸς καὶ ἐν Σικυῶνι καὶ ἐν Ἄργει **: —AB | |
sch Med837 | ἀνιμωμένην ἐπὶ τὴν χώραν καταπνεῦσαι: —Bi ἀπὸ κοινοῦ τὸ κλῄζουσι, τουτέστι· λέγουσι δὲ τὴν Ἀφροδίτην ἀεὶ καὶ διηνεκῶς ἐνταῦθα [ποιεῖν] περιτιθεμένην τοῖς ἑαυτῆς πλοκάμοις πολύν τινα κόσμον καὶ οὕτως δὴ ἐρασμίαν ἑαυτὴν παρασκευάσασαν ἐξ‐ | |
5 | αποστέλλειν τοὺς ἐπὶ πᾶσαν σοφίαν ὁδηγοὺς ἔρωτας. ἐμφαίνει δὲ διὰ τούτων, ὡς ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οἱ Ἀθηναῖοι εἰκότως τὸν κατὰ πάντων ἔχουσι τῆς παιδεύσεως στέφανον. ὡσεὶ ἔλεγεν· ἀεὶ δὲ ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οὗτοι περιτίθενται τὸν πολυανθῆ τῆς παιδεύσεως στέφανον, μόνοι πιστευόμενοι πάντας νικᾶν | |
10 | τῇ παιδεύσει: —AB | |
sch Med840 | ἀεὶ δ’ ἐπιβαλλομέναν: ἀεὶ δὲ λέγουσι τὴν Ἀφροδίτην στεφανοῦσαν τούτους εὐώδει ῥόδων πλόκῳ πέμπειν αὐτοὺς τῇ σοφίᾳ παρέδρους: —AB | 185 in vol. 2 |
sch Med843 | παρέδρους: ἀντὶ τοῦ συνοίκους, παρόσον οὐκ ἐκτός εἰσιν ἔρωτος οἱ περὶ σοφίαν καὶ πᾶσαν ἀρετὴν διακείμενοι: —AB | |
sch Med846 | πῶς οὖν ἱερῶν: πῶς οὖν τὴν τεκνολέτειραν ὑποδέξεται ἡ πόλις τῶν ἱερῶν ποταμῶν 〈ἢ〉 ἡ χώρα τῶν φίλων, τουτέστι τῶν ἡδέων καὶ ἀγαθῶν: —A ἄλλως: ἡ μεταξὺ τῶν ἱερῶν κειμένη ποταμῶν. τῷ προτέρῳ δὲ | |
5 | διαζευκτικῷ συνδέσμῳ, τῷ ἤ, τὸ ἡ ἄρθρον ἔξωθεν προσθετέον, τουτ‐ έστιν· ἢ ἡ πόλις ἢ ἡ χώρα. ὁ δὲ νοῦς· πῶς ἂν οὖν σε δέξαιτο ἡ πόλις αὕτη, ἡ ἱεροὺς ἔχουσα ποταμοὺς καὶ καθαροὺς παντὸς μολύσματος, ἢ ἡ τῶν κατ’ αὐτὴν ἀνδρῶν προσφιλεστάτων ἡμῖν χώρα, παιδοκτόνον γενομένην καὶ ἀνοσίαν τῷ κατὰ τῶν φιλτάτων φόνῳ: —AB | |
sch Med847 | ἢ φίλων: ἀντὶ τοῦ προσφιλεστάτων καὶ φιλοξενωτάτων. οὐκ εἰκῇ δὲ τοῦτο, ἀλλ’ ἵνα αἰνίξηται πρὸς ἀποτροπὴν τὴν ὑπερβάλλουσαν ἀνοσιότητα τοῦ φόνου, ὅτι, καίπερ φιλόξενοι πεφυκότες, πρὸς σὲ τοιαύτην γενομένην ἀξενώτατοι γενήσονται: —AB | |
sch Med848 | πόμπιμος: ἡ τὴν ἐκπεμφθεῖσαν ὑποδεχομένη, οὐκ αὐτὴ πόμπιμος οὖσα: —B | |
sch Med850 | σὲ τὴν 〈μετ’〉 ἄλλων εὐσεβῶν [σὲ] ἀσεβῆ οὖσαν: —Bi | |
sch Med851 | σκέψαι τεκέων πλαγάν: τὴν πληγὴν, φησὶ, τὴν τῶν τέκνων καὶ τὸν φόνον μὴ προπετῶς δράσῃς, ἀλλὰ πρότερον μεθ’ ἡμῶν ἢ ἄλλων τινῶν σκέψαι εἰ τοῦτο χρή σε δρᾶσαι: —AB | |
sch Med856 | πόθεν θράσος: ἀντὶ τοῦ· τίνι λογισμῷ χρησαμένη. τουτέστι· τίς σε τῶν πάντων πείσει τοσοῦτον θράσος ἐνθεῖναι τῇ σαυτῆς ψυχῇ ἢ τῇ δεξιᾷ ὁπλιζομένῃ κατὰ τῶν φιλτάτων παίδων: —AB τὸ ἑξῆς οὕτως· πόθεν θράσος λήψῃ φρενὸς καρδίᾳ ἢ χειρὶ, κατὰ | 186 in vol. 2 |
5 | τῶν τέκνων σου δεινὰν προσάγουσα τόλμαν. λείπει γὰρ ἡ κατά. τὸ δὲ ἢ καρδίᾳ ἢ χειρὶ ἀντὶ τοῦ ἢ ἐννοίᾳ ἢ πράξει: —A | |
sch Med858 | ἀντὶ τοῦ· κατὰ τὴν σαυτῆς καρδίαν καὶ τὸν λογισμόν. προσλήψῃ σχήσεις: —B | |
sch Med861 | τέκνοις ἄδακρυν μοῖραν: μοῖραν τὸν καιρόν. καὶ Ἀρι‐ στοφάνης ‘ὃν ὄλβιαι Μοῖραι ξυνάγουσιν‘ ἐν Βατράχοις [452]: —A | |
sch Med862 | λείπει ἡ εἰς. οὐ καρτερήσεις: —Bg | |
sch Med864 | τέγξαι χεῖρα φόνου: τὸ ἑξῆς· φόνου χεῖρα φονίαν. εὖ οἶδα, φησὶ, ὅτι οὐ καρτερήσεις τὴν ἐργάτιν τοῦ φόνου χεῖρα μολῦναι τῷ αἵματι τῶν παίδων γονυπετούντων σε: —AB | |
sch Med866 | ἥκω κελευσθεὶς: ἥκω, φησὶν, ὑπὸ σοῦ κελευσθεὶς καὶ μεταπεμφθείς. καίτοι γὰρ οἶδα δυσμενῆ σε, ὅμως τούτου οὐκ ἂν ἁμάρ‐ τοις, τοῦ ἐμὲ ἐλθεῖν. ἰδοὺ, φησὶ, καίπερ δυσμενῶς ἔχουσα πρὸς ἐμὲ, τυγχάνεις τῆς ἐμῆς παρουσίας καὶ κελευσάσῃ σοι οὐκ ἠπείθησα: —AB | |
sch Med867 | τοῦ ἐμὲ παρεῖναι: —Bi | |
sch Med869 | Ἰᾶσον, αἰτοῦμαί σε: αἰτοῦμαι, φησὶν, ἃς πεποίημαι πρὸς σὲ μετ’ ὀργῆς ὕβρεις, ῥᾳδίως φέρειν καὶ μὴ μνησικακεῖν, ὑπομιμνῃ‐ σκόμενον τῆς προτέρας ἡμῶν συνηθείας καὶ ὧν ἐπράξαμεν εἰς ἀλλήλους εὐεργεσιῶν: —AB | |
sch Med871 | εἰκός ς’ ἐπεὶ νῷν: ἐπεὶ ἡμῖν τοῖς δυσὶν ὑπείργασται, ἀντὶ τοῦ πέπρακται, πολλὰ προσφιλῆ: —ABi | |
sch Med872 | ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων: ἐγὼ ἐμαυτῇ διὰ λόγων ἐπετί‐ μησα. ὑποκρίνεται δὲ νῦν καὶ μετὰ εἰρωνείας ταῦτα λέγει: —AB | |
sch Med879 | τί κακοπαθεῖν βούλομαι: —Bi | 187 in vol. 2 |
sch Med880 | οὐκ εἰσὶ μέν μοι παῖδες: ταῦτα, φησὶ, πρὸς ἐμαυτὴν διείλεγμαι, ὦ Ἰᾶσον, ὅτι παῖδας ἔχω τοὺς ἐκ σοῦ καὶ οὐ δεῖ με λυ‐ πεῖσθαι τῷ νυνὶ γάμῳ, εἶθ’ ὅτι καὶ φυγάδες ἐσμὲν ἐκβεβλημένοι τῆς Θετταλίας καὶ διὰ τοῦτό με δεήσει τὴν ἐνταῦθα διατριβὴν ἀσπάζεσθαι, | |
5 | ἔρημον οὖσαν φίλων: —AB | |
sch Med886 | συμμετέχειν κοινωνεῖν: —Bi | |
sch Med887 | ἀντὶ τοῦ· συμπεραίνειν σοι γεγαμηκότι καὶ ὑπηρετῆσαί σοι. ἑξῆς δὲ αὐτὰ σαφηνίζει λέγουσα καὶ παρεστάναι λέχει: —Bi | |
sch Med891 | ἀντιφιλονεικεῖν: —Bg | |
sch Med892 | παριέμεσθα: παυόμεθα παραπεμπόμεθα, οἷον· παραιτοῦμαι συγχωρῶ: —B | |
sch Med896 | μεταβλήθητε: —Bg | |
sch Med899 | λάβεσθε χειρός: τοῦτο ἠρέμα καὶ καθ’ ἑαυτὴν, ὡς ἐννοοῦσα τὴν ἀπήνειαν τοῦ φόνου κατὰ τῶν παίδων. φεῦ μοι, φησὶ, τῶν κακῶν, ὡς ἀλγῶ τὴν ψυχὴν, ἐννοοῦσα τὸ κεκρυμμένον ἐν τῇ ἐμῇ ψυχῇ κακόν· λέγει δὲ τὸν τῶν παίδων φόνον. ἀπὸ δὲ τούτου φαίνεται τὸ μὴ κατὰ | |
5 | προαίρεσιν αὐτὴν ὁρμᾶν ἐπὶ τὸν φόνον, ὅπου γε περιαλγεῖ τὴν ψυχὴν τῷ πάθει, ἀλλὰ διὰ τὸ προτεθυμῆσθαι ἀμύνασθαι τὸν Ἰάσονα. δύναται δὲ καὶ εἰς ἐπήκοον τοῦ Ἰάσονος λεγόμενον πρὸς τοῦτον οὕτως· ἀγωνιῶ καὶ πάνυ τετάραγμαι ἐκεῖνο ἐνθυμουμένη τῶν κεκρυμμένων καὶ ἀδήλων ἀνθρώποις πραγμάτων, εἰ ζήσονται οὗτοι σὺν ἡμῖν πολὺν χρόνον· ὡς | |
10 | ἕτερον μὲν αὐτὴν νοεῖν, ὅπερ ἔμελλε δρᾶν, ἑτέρως δὲ ἐκδέχεσθαι τὸν Ἰάσονα, ὅτι ἄρα ἄδηλα τὰ κατὰ ἀνθρώπους καὶ κεκρυμμένα: —AB | |
sch Med900 | ὡς ἐννοοῦμαι: οὐκ ἀναγκαῖον ἦν ταῦτα λέγειν· φαντασίαν γὰρ παρέχει τῷ Ἰάσονι ὡς κακοτεχνοῦσα. ἀλλ’ ἕνεκα τῶν κοινῶν κατ’ ἀνθρώπους κακῶν τὰ τοιαῦτα παρεγχωρεῖ λέγειν: —AB | |
sch Med901 | ἆρ’ ὦ τέκν’: καὶ τοῦτο κατὰ διπλῆν ἔννοιαν, ἥν τε ὁ Ἰάσων | |
ὑπολαμβάνει οὐχ ὑγιῶς καὶ ἣν αὐτὴ κρύπτει ἀληθεύουσα: —AB | 188 in vol. 2 | |
sch Med903 | ὡς ἀρτίδακρυς: ἀντὶ τοῦ ἑτοιμόδακρυς. ἢ προσφάτως δακρύουσα. χρὴ δὲ νοεῖν ὅτι ἐδάκρυσε μὲν ἀλγοῦσα τὴν ψυχὴν, ὅτι πρὸς τοῦτο τῆς τύχης κατήντησε καὶ νῦν ἀναγκάζεται ταῦτα δρᾶν· ὁ δὲ Ἰάσων ᾤετο αὐτὴν δακρύειν οἰκτείρουσαν τοὺς παῖδας ἐπὶ τῷ στέ‐ | |
5 | ρεσθαι τοῦ πατρός: —AB | |
sch Med904 | χρόνῳ δὲ νεῖκος: διὰ πολλοῦ, φησὶ, χρόνου τῆς πρὸς τὸν πατέρα ὑμῶν φιλονεικίας ἀποστᾶσα καὶ νῦν διαλλασσομένη πλήρης γέ‐ γονα δακρύων: —AB | |
sch Med905 | ἁπαλήν: —Bg | |
sch Med906 | ὑγρόν. 〈γράφεται〉 θερμόν: —Bg | |
sch Med909 | εἰκὸς γὰρ ὀργάς: πέφυκε γὰρ, φησὶ, τὸ θῆλυ γένος χαλε‐ πῶς ἔχειν τῷ ἀνδρὶ ἐμπορευομένῳ δευτέρους γάμους, οἷον ἄλλοις χρω‐ μένῳ γάμοις παρὰ τοὺς ὑπάρχοντας: —AB | |
sch Med910 | γάμους παρεμπολῶντος: πιθανῶς κέχρηται τῇ τροπικῇ λέξει, ἐμφαίνων ἑαυτὸν κέρδους ἕνεκα καὶ τοῦ τοὺς ἐκ Μηδείας παῖδας ὠφελῆσαι τοῦτον ὥσπερ πραγματευσάμενον ἑαυτῷ τὸν γάμον. τὸ γὰρ παρεμπολᾶν ἐπὶ τοῦ κερδαίνειν τίθεται. οἷον ἄλλοις γάμοις χρω‐ | |
5 | μένου παρὰ τοὺς ὑπάρχοντας: —AB ἄλλως: προσκτωμένου πορίζοντος. ἀντὶ τοῦ ἐμπολῶντι, γενικὴ ἀντὶ δοτικῆς. ἢ τὸ πόσει ἀντὶ τοῦ πόσιος, δοτικὴ ἀντὶ γενικῆς. παρεμπολῶντος δὲ ἀντὶ τοῦ ὠνουμένου. τουτέστιν· ἄλλοις γάμοις χρωμένου. τοῦ ἀνδρός. ἰδίως δὲ εἴρηκε πόσει ἀντὶ τοῦ πόσιος. | |
10 | οἱ δὲ ὑποκριταὶ ἀγνοήσαντες γράφουσιν ἀντὶ τοῦ πόσει ἐμοῦ, ὅπερ οὐ | |
δεῖ: —AB | 189 in vol. 2 | |
sch Med911 | μεταβέβληται: —Bg | |
sch Med912 | ἀλλὰ τῷ χρόνῳ: ἀλλὰ νῦν ὥσπερ ἐκ μετανοίας τὸ κάλλι‐ στον αὑτῇ βουλεύῃ: —AB ἔγνως δὲ τὴν νικῶσαν: τὸ ἑξῆς· ἔγνως δὲ τῷ χρόνῳ τὴν νι‐ κῶσαν βουλήν. ὁ ἀλλά ἀντὶ τοῦ καί, τουτέστιν· τὴν νικῶσαν βου‐ | |
5 | λὴν καὶ τῷ χρόνῳ ἔγνως. λέγει δὲ τὸ πεπαῦσθαι αὐτὴν τῆς πρὸς αὐτὸν ὀργῆς: —AB τὴν κρατοῦσαν τὴν συμφέρουσαν: —Bi | |
sch Med917 | τὰ πρῶτ’ ἔσεσθαι: ἀντὶ τοῦ· τὰ πρωτεῖα ἀπενέγκασθαι καὶ βασιλεύσειν κατὰ τὴν Κορινθίαν ἅμα τοῖς ἐκ Γλαύκης τικτομένοις ὑμῖν ἀδελφοῖς. τὸ δὲ ἔτι κατ’ ἐπίτασιν, οἷον· ἔτι μᾶλλον ὑμᾶς δια‐ πρέψειν συναπτομένους βασιλικῷ γένει ἢ ὅσης ὑμῖν ἀξίας μετῆν ἐξ ἐμοῦ | |
5 | μόνου: —AB | |
sch Med920 | τὸ τέλειον τῆς ἡλικίας: —Bi | |
sch Med921 | κρείττους: —Bg | |
sch Med922 | αὕτη, τί χλωροῖς: πάλιν εἰς τὴν αὐτὴν ἔννοιαν ταῦτα. ἔδει δὲ αὐτὴν μηδὲ κλαίουσαν εἰσάγεσθαι· οὐ γὰρ οἰκεῖον τῷ προσώπῳ [τοῦτο]· ὠμὸν γὰρ εἰσῆκται τοῦτο. ἀλλ’ ἐκφέρεται τῇ ὀχλικῇ φαντασίᾳ ποιήσας κλαίουσαν καὶ συμπάσχουσαν. ἀπιθάνως γὰρ τὴν τοιαύτην δια‐ | |
5 | χειριζομένην τὰ τέκνα εἰσάγει. ἄμεινον δὲ Ὅμηρος [τ 211]· ‘ὀφθαλμοὶ δ’ ὡσεὶ κέρα ἔστασαν‘: —AB | |
sch Med925 | οὐδὲν τέκνων: δι’ οὐδὲν, φησὶ, δακρύω ἕτερον ἢ ἐννοου‐ μένη πῶς ἕξουσι τύχης οἱ παῖδες ἐμοῦ ἀναχωρησάσης: —AB | |
sch Med927 | δράσω τάδε: ἀντὶ τοῦ· παύσομαι τῶν δακρύων καὶ θαρ‐ | |
σήσω σοι: —ABi | 190 in vol. 2 | |
sch Med928 | τὸ ἑξῆς· γυνὴ δὲ θῆλυ ἔφυ καὶ ἐπὶ δακρύοις ἔφυ, ὅ ἐστι ἐπὶ τῷ δακρύειν καὶ ὀλοφύρασθαι: —A | |
sch Med928bis | γυνὴ δὲ θῆλυ: ἀντὶ τοῦ· ἀσθενὲς τὸ γυναικεῖον γένος πέ‐ φυκε πρὸς τὰς καταλαμβανούσας συμφορὰς καὶ ἕτοιμον εἰς δάκρυα: —AB | |
sch Med930 | ἔτικτον αὐτούς: σύγγνωθί μοι, φησὶ, δακρυούσῃ· ἔτικτον γὰρ αὐτούς. νῦν δὲ ὅτε ἐθάρσουν τοὺς παῖδας τὸ ἀσφαλὲς ἕξειν τοῦ ζῆν εἰς τοῦτο παρελθόντας ἡλικίας καὶ τῆς ἐν βρέφεσιν ἐπισφαλοῦς ἀνατροφῆς ἀπαλλαγέντας καὶ λοιπὸν ἐσεμνυνόμην παῖδας ἐγγὺς ἡβῶντας | |
5 | ἔχειν, τότε δι’ ἕτερον ἀγωνιῶ εἰ τὸ ἀσφαλὲς αὐτοῖς τῆς σωτηρίας ὑπάρξει ὑπὸ μητρυιὰν γενομένοις. τοῦτο γὰρ ἐμφαίνει: —AB | |
sch Med931 | εἰσῆλθέ μ’ οἶκτος: ἐν γὰρ τῇ βραχείᾳ ἡλικίᾳ ἐν πλείονι ἐπισφαλείᾳ ζωῆς εἰσιν οἱ ἄνθρωποι: —AB ἀγωνιῶ, φησὶν, εἰ ζήσονται: —B | |
sch Med935 | κἀμοὶ τάδ’ ἐστὶ λῷστα: ἀντὶ τοῦ· καλῶς ἔχειν κρίνω μετὰ γνώμης ὑμῶν, σοῦ τε καὶ τοῦ Κρέοντος καὶ τῆς τούτου θυγατρὸς, οἰκεῖν τὴν Κόρινθον. ἢ οὕτως· κἀμοὶ αὐτῇ συναρέσκει: —B | |
sch Med942 | σὺ δ’ ἀλλὰ σήν: τὸ ἑξῆς· ἀλλὰ σὺ τὴν γυναῖκα κέλευσον αἰτήσασθαι τοῦτο παρὰ τοῦ πατρὸς, τὸ τοὺς παῖδας μὴ ἀπελαθῆναι τῆς Κορίνθου: —AB | |
sch Med944 | προσδοκῶ. τὸ δὲ σφέ ἀντὶ τοῦ αὐτήν: —Bi | |
sch Med945 | εἴπερ γυναικῶν: ἀντὶ τοῦ τῶν φιλάνδρων, οἷον· εἴπερ φίλανδρός ἐστι, πάντα σοι πεισθήσεται ἡ Γλαύκη: —AB | |
sch Med947 | ἃ καλλιστεύεται: ἅπερ προτιμᾶται καὶ κάλλιστα νομίζεται τῶν νῦν δώρων παρὰ τοῖς ἀνθρώποις. τὸ δὲ πολύ πρὸς τὸ καλλι‐ στεύεται. ἢ πολύ ἀντὶ τοῦ πάνυ: —AB | |
sch Med950 | παῖδας φέροντας: ἀλλ’ ὅσον οὐδέπω, φησὶ, δεήσει τῶν θε‐ ραπόντων τινὰ ἅμα τοῖς παιδίοις ἀποκομίζειν τὰ δῶρα τῇ Γλαύκῃ: —B | |
sch Med955 | πατρὸς πατήρ: ἤτοι ἀντὶ τοῦ γονεῦσιν, ἢ τοῖς ἑαυτοῦ μὲν | |
ἐκγόνοις, τουτέστι παισίν, 〈ἐμαυτῆς δὲ γονεῦσιν〉, ἵνα τοῦτο λείπῃ: —AB | 191 in vol. 2 | |
sch Med956 | φερνάς: φερνὴ ἡ προίξ. λάβετε, φησὶ, τὴν ἐμὴν φερνὴν, ἣν εἰσηνεγκάμην τῷ πατρὶ ὑμῶν, καὶ ἀποκομίζετε τῇ νύμφῃ: —AB | |
sch Med958 | φέροντες· οὔτοι δῶρα: τοῦτο διπλῆν ἔχει τὴν ἔννοιαν, μίαν μὲν, ἣν ὁ Ἰάσων ἐκδέχεται, ὅτι οὐκ ἀπόβλητα αὐτῇ τὰ δῶρα, ἀλλὰ θαυμαστά· ἑτέραν δὲ, ἣν αὐτὴ κρύπτει, ἀντὶ τοῦ· οὐ γελάσει τὸ δῶρον ὡς ἀσθενές· ἀναιρήσει γὰρ αὐτήν: —AB | |
sch Med962 | εἴπερ γὰρ ἡμᾶς: εἴπερ, φησὶ, τῷ ὄντι πᾶσα γυνὴ ἡμᾶς τοὺς ἄνδρας ἀξιοῖ τινὸς λόγου [κρίνειν], προτιμήσει καὶ χρημάτων τὸ πείθεσθαι τῷ ἀνδρί. ἢ ἰδίᾳ νοητέον καὶ ἐπὶ τῆς Γλαύκης, εἴπερ με τῷ ὄντι στέργει ἡ γυνή, καὶ ἄνευ τοῦ λαβεῖν τὰ δῶρα πεισθήσεται: —AB | |
sch Med966 | κείνης ὁ δαίμων: ἀντὶ τοῦ ἡ εὐδαιμονία, τουτέστιν· ἐκείνῃ καιρὸς εὐδαιμονεῖν, ἡμῖν δὲ ταῦτα οὐκ ᾠκείωται ὡς δυστυχοῦσιν: —AB | |
sch Med967 | νέα τυραννεῖ: ἀντὶ τοῦ· ἡ Γλαύκη, φησὶ, νέα οὖσα τὴν ἡλικίαν ἄρχει καὶ κρατεῖ. αἰνιγματωδῶς δὲ τοῦτο, ὡς τοῦ Ἰάσονος διὰ τὸ νέον τῆς ἡλικίας προτετιμηκότος τὴν Γλαύκην: —AB | |
sch Med968 | ψυχῆς ἂν ἀλλαξαίμεθ’: ἀντὶ τοῦ· ἑλοίμην ἂν καὶ ἀπο‐ θανεῖν ὑπὲρ τοῦ μὴ τοὺς παῖδάς μου ἀπελαθῆναι. καὶ τοῦτο δὲ κατ’ εἰρωνείαν: —AB | |
sch Med972 | κόσμον διδόντες: καὶ τοῦτο ἀπιθάνως, τὸ παρεγγυᾶσθαι τοῖς παισὶν ἐντελλομένην ἐκείνῃ αὐτῇ διδόναι, ὑπόληψιν ἔχουσαν φαρ‐ μακίδος: —AB τοῦδε γὰρ μάλιστα: ἕνεκεν τοῦδε, τοῦ μὴ φεύγειν ὑμᾶς, δεῖ | |
5 | αὐτὴν λαβεῖν τὰ δῶρα: —A | |
sch Med976 | νῦν ἐλπίδες: ἐκ τοῦ ἀπελθεῖν τὰ δῶρα πείθεται ὁ χορὸς ὅτι μέγα κακὸν γενήσεται ἐξ οὗ ἀναγκασθήσεται ἡ Μήδεια πάντως φο‐ νεῦσαι τὰ τέκνα: —A παίδων ζωᾶς: ἀντὶ τοῦ· οὐκέτι μοι ἐλπίδες τοῦ ζήσεσθαι τοὺς | |
5 | παῖδας: —AB | 192 in vol. 2 |
sch Med980 | θήσει τὸν Ἅιδα κόσμον: θάνατον, φησὶ, μᾶλλον περιθή‐ σεται ἢ κόσμον: —AB | |
sch Med982 | αὐγά: τὸ ἑξῆς· χάρις ἀμβρόσιός τε αὐγὰ πέπλων πείσει περιθέσθαι χροῒ χρυσότευκτον στέφανον: —AB ἀμβρόσιος: ἀντὶ τοῦ ἀμβροσία θεία. αὐγὴ δὲ, ἡ λαμπηδών, [τοῦ χρυσέου στεφάνου καὶ] τῶν πέπλων πείσει αὐτὴν ταῖς ἰδίαις χερσὶ λα‐ | |
5 | βοῦσαν περιθέσθαι ταῦτα, ἵνα 〈ἐν〉 τῇ τοῦ παντὸς σώματος διακοσμήσει καὶ ἡ κεφαλὴ πρὸς ἀξίαν κοσμῆται: —A | |
sch Med985 | νερτέροις ἤδη: ἀντὶ τοῦ· παρὰ τοῖς νερτέροις καὶ τοῖς κα‐ τοιχομένοις αὐτὴν κοσμήσει ταῦτα τὰ δῶρα. νυμφοκοσμῆσαι δέ ἐστι τὸ τὴν νύμφην κοσμῆσαι. νυμφοκοσμήσει οὖν ἀντὶ τοῦ νυμφευθήσε‐ ται: —AB | |
sch Med986 | τὸν ἄφυκτον ὄλεθρόν φησιν: —Bi | |
sch Med990 | σὺ δ’, ὦ τάλαν: τοῦτο πρὸς τὸν Ἰάσονα ἀποτείνει. κηδεμὼν δὲ παρὰ τὸ κῆδος, ἀντὶ τοῦ γαμβρέ. σὺ δὲ, φησὶν, ὦ ἐπ’ ὀλέθρῳ γενόμενε νυμφίε τῆς Γλαύκης καὶ ἐπιγαμβρίαν οὐκ εὐτυχῆ ταύτην πρὸς τοὺς βασιλεῖς ἐσχηκὼς, ὄλεθρον τοῖς αὑτοῦ παισὶ καὶ τῇ | |
5 | νύμφῃ κατασκευάζεις, οὐ συνεὶς τὸ ἐπ’ ὀλέθρῳ μηχάνημα. βιοτᾷ δὲ παισίν, ἀντὶ τοῦ τῇ ζωῇ τῶν παίδων: —AB ἀντὶ τοῦ· ὦ ἐπὶ κακῷ σου νυμφευσάμενε: —Bi | |
sch Med991 | οὐ γινώσκων τῇ τῶν παίδων βιοτῇ ὄλεθρον προσάγεις: —Bi | |
sch Med995 | μοίρας ὅσον παροίχῃ: μοίρας ἀντὶ τοῦ πρέποντος. καὶ τοῦτο δὲ πρὸς Ἰάσονα ἀποτείνει. τινὲς δὲ πρὸς τὴν Μήδειαν· ἵνα φο‐ νεύσῃς τὰ παιδία σοῦ. τὸ δὲ παροίχῃ, παρελθεῖν πεποίηκας, ὦ Ἰᾶσον, πολὺ μέρος τῆς θανατηφόρου μοίρας τῇ Γλαύκῃ ὡς ἐγγὺς εἶναι | |
5 | τὸν θάνατον αὐτῆς, ἀντὶ τοῦ· τὸν καιρὸν τοῦ θανάτου τῇ Γλαύκῃ συν‐ ήγαγες καὶ πλησίον εἶναι πεποίηκας, συγχωρήσας ὑπ’ ἀγνοίας ἀποκομι‐ σθῆναι τὰ δῶρα. μοίρας δὲ τῆς θανατηφόρου φησίν. τὸ δὲ ὅσον ἀντὶ τοῦ πολύ: —AB ἄλλως: ὦ ταλαίπωρε Ἰᾶσον, ὅσον ἐκπέπτωκας τῆς εὐμοιρίας. | 193 in vol. 2 |
10 | ἢ οὕτως· ὅσον τοῦ καθήκοντος ἐξέδραμες ὡς μὴ συνιέναι ὅτι ἐπὶ φόνον τὰ τέκνα σου ἄγεις: —A | |
sch Med996 | μεταστένομαι δέ: ἡ μετά ἀντὶ τῆς ἐπί καὶ τὸ σόν ἀντὶ τοῦ σοί, τουτέστι· στένω δὲ καὶ ἐπὶ σοὶ καὶ ἄλγος ἔχω. ἢ οὕτως· μεθίσταμαι δὲ καὶ ἐπὶ τὸ σὸν ἄλγος καὶ στένω τὴν σὴν τύ‐ χην, ἐφ’ ᾗ τὴν ψυχὴν ἀλγεῖς. λέγει δὲ τὸ διημαρτηκέναι αὐτὴν τοῦ | |
5 | Ἰάσονος: —AB | |
sch Med1002 | δέσποιν’, ἀφεῖνται παῖδες: ὁ παιδαγωγὸς ἀγαγὼν τοὺς παῖδας διαλεχθέντας τῇ Γλαύκῃ λέγει· συγκεχώρηται τοῖς παισί σου ἐνταῦθα μεῖναι καὶ μὴ ἀπελαθῆναι: —ABi | |
sch Med1005 | συνταραχθεῖσα: —Bg | |
sch Med1008 | οὐ σύμφωνα: —Bg | |
sch Med1009 | μῶν τιν’ ἀγγέλλων: ἡ μὲν Μήδεια ἐννοουμένη τὸν δι’ αὐτῆς ἐσόμενον τοῖς παισὶν αὑτῆς θάνατον ἐστύγναζεν, ὁ δὲ παιδαγωγὸς νομίζων αὐτὴν ἐφ’ οἷς ἀπήγγειλε λυπεῖσθαί φησιν· ἆρ’ οὖν μὴ οὐ χρη‐ στά σοι ἀπήγγειλα, ἀλλὰ ἐσφάλην, νομίσας εὐαγγελίσασθαι πρὸς σὲ | |
5 | ταῦτα: —AB συμφοράν: —Bg | |
sch Med1010 | ὑπολήψεως: —Bg | |
sch Med1012 | κατηφὲς ποιεῖς καὶ καταστυγνάζεις: —Bi | |
sch Med1013 | πολλή μ’ ἀνάγκη: διπλῆ πάλιν ἡ ἔννοια, ὡς μὲν πρὸς τὸν πρέσβυν ὅτι χωρὶς τῶν τέκνων φεύξεται καὶ καταλείψει αὐτά, ὡς δὲ πρὸς τὴν ἀλήθειαν ὅτι φονεύσει αὐτά: —AB πολλή μ’ ἀνάγκη: λείπει τὸ ὀδύρεσθαι· ἀνάγκη, φησὶ, πολλή | 194 in vol. 2 |
5 | μοι ὀδύρεσθαι ἐπὶ τοῖς παροῦσι κακοῖς. ὑπό τε γὰρ τῆς ἐμῆς ἀνοίας καὶ τοῦ παρὰ τῶν θεῶν χόλου τὰ κατ’ ἐμὲ κακῶς διάκειται. ταῦτα δὲ λέγει προπέτειαν ἑαυτῆς καταγινώσκουσα. κατεμέμψατο ἑαυτῇ ἐπὶ τῇ τῶν δώρων ἀποστολῇ. εἰ γὰρ ἔμελλεν ἀποθανεῖν ἡ Γλαύκη, ἀνάγκη ἦν φονεῦσαι τὴν Μήδειαν τὰ ἑαυτῆς τέκνα, ἵνα μὴ ὑπὸ ἄλλων τοῦτο | |
10 | γένηται· ὅπερ αὐτὴ ἐλυπεῖτο μετανοοῦσα, αὐτὸς δὲ ᾤετο αὐτὴν ὀδύρε‐ σθαι, ὅτι φυγὰς ἔμελλε γίνεσθαι: —AB | |
sch Med1015 | θάρσει· κρατεῖς: ἔτι θαρσεῖν ὀφείλεις. καὶ γὰρ εἰ φεύ‐ γειν μέλλεις, ἀλλ’ οὖν τῇ τῶν παίδων ὑποστάσει καὶ ζωῇ πάλιν συμ‐ βιώσῃ. τὸ γὰρ ἔτι τὸ μέλλον δηλοῖ. τὸ δὲ κρατεῖς ἀντὶ τοῦ νενίκη‐ κας: —AB | |
sch Med1016 | ἄλλους κατάξω: τὸν ἐσόμενον τῶν παίδων φόνον πάλιν προοδύρεται, ἀσήμως δὲ, ὑπὲρ τοῦ μὴ συνιέναι τὸν παιδαγωγόν. τὸ μὲν οὖν ἄλλους ἀντὶ τοῦ τούτους, τὸ δὲ κατάξω ἀντὶ τοῦ εἰς Ἅιδου πέμψω: —AB | |
sch Med1017 | οὔτοι μόνη σύ: ἡ μὲν ἔλεγεν ὅτι πρὶν εὐτυχῆσαι ὑπ’ | |
αὐτῶν, ἀλλοτρίους μου γενομένους τοὺς παῖδας πέμψω εἰς Ἅιδην· ὁ δὲ πρέσβυς τὸ κατάξω νοεῖ ὅτι πέμψω πρὸς τὸν Ἰάσονα ἠλλοτριωμένους μου τοὺς παῖδας: —AB | 195 in vol. 2 | |
sch Med1018 | κούφως φέρειν χρή: πάλιν οὐδὲν ἧττον μὴ συνεὶς τὸ εἰρημένον οἴεται αὐτὴν ὀδύρεσθαι τὴν ἑαυτῆς ἐξορίαν: —ABi | |
sch Med1021 | ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι: τοῦ σφῷν τὸ πλῆρες σφῶιν, τουτέστιν ὑμῶν τῶν δύο. τὴν μὲν πόλιν, φησὶν, τήνδε ὑμεῖς οἰκήσετε, ὦ τέκνα, καὶ τὸν οἶκον τοῦτον δι’ αἰῶνος. λέγει δὲ ἀσήμως τὸν Ἅιδην, καὶ πάντα δὲ τὰ ἑξῆς αἰνιγματωδῶς ὁμιλεῖ ὑπὲρ τοῦ μὴ | |
5 | αἰσθέσθαι τὸν παιδαγωγόν. τὸ δὲ ἐν ᾧ πρὸς τὸ οἰκήσετε συν‐ απτέον, τουτέστιν· ἐν ᾧ, τῷ Ἅιδῃ, οἰκήσετε ἀπολιπόντες ἐμέ: —AB | |
sch Med1027 | εὐνὰς ἀγῆλαι: Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι. καὶ παρὰ Ἀριστοφάνει [Pac. 399]· ‘διὰ παντὸς, ὦ δέσποιν’, ἀγαλοῦμεν ἡμεῖς ἀεί‘. καὶ Ἕρμιππος Ἀρτοπώλισι [frg. 8]· ‘φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦς’ ἐγώ‘. δηλοῖ καὶ τὸ τιμῆσαι. ‘ἄγειν γὰρ τὸ τιμᾶν φασιν· ‘ἐν | |
5 | πρώτοις ἄγω‘. καὶ [Soph. OR 775] ‘ἠγόμην δ’ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ‘: —AB ἀγῆλαι ἀντὶ τοῦ παρασκευάσαι καὶ συναγαγεῖν. ἀνασχεθεῖν δὲ ἀνατεῖναι. αὐθαδείας δὲ ἀπονοίας αὐταρεσκείας: —ABi | |
sch Med1029 | ματαίως: —Bg | |
sch Med1030 | κατετάκην ἐφθάρην κατεπονήθην κατεσπαράχθην: —ABi | |
sch Med1034 | κρύψειν ἐνταφιάσειν: —AgBg | |
sch Med1035 | μακαρίαν με οὖσαν παρὰ τοῖς ἀνθρώποις: —AgBi | |
sch Med1039 | ἐς ἄλλο σχῆμ’: ἄλλου βίου λέγει τοῦ κατὰ τὸν Ἅιδην, ὡς κἀν τοῖς κατοιχομένοις οὔσης τινὸς ἑτέρας πολιτείας: —AB | |
sch Med1043 | γυναῖκες, ὄμμα φαιδρόν: πρὸς τὰς τοῦ χοροῦ λέγει· ἀπορῶ τί δεῖ ποιεῖν. θέλει δὲ εἰπεῖν ὅτι τὸν φόνον οὐκέτι μου ἡ ψυχὴ τολμᾷ, ἀλλὰ λύομαι ταῖς τῶν ὀφθαλμῶν χάρισιν, ἀτενιζόντων εἰς ἐμὲ τῶν φιλτάτων: —AB | 196 in vol. 2 |
sch Med1044 | οὐκ ἂν δυναίμην: λείπει τὸ σφάξαι τὰ τέκνα. καὶ ἐρρέτω, φησὶν, ὁ ἐπὶ τὸ σφάξαι με τὰ τέκνα κρατήσας λογισμός: —AB | |
sch Med1046 | τί δεῖ με πατέρα τῶνδε: ἀφίσταμαι, φησὶ, τοῦ φόνου τῶν παίδων· οὐ γὰρ ἵνα τὸν πατέρα τούτων λυπήσω τῷ φόνῳ αὐτῶν, ὀφείλω ἐμαυτῇ διπλασιοῦν τὰ κακά. λέγει δὲ τὴν λύπην τὴν ἐπὶ τοῖς παισίν. ἢ οὕτως· σαφῶς εὔηθές ἐστιν ἐργαζομένην με τὸν θάνατον | |
5 | τοῖς φιλτάτοις ἐπὶ τῷ τὸν πατέρα λυπῆσαι, αὐτὴν διπλασίαν λύπην κτήσασθαι διὰ τῆς τούτων τελευτῆς. δοκοῦσι γὰρ αἱ μητέρες συμ‐ παθέστεραι εἶναι ταῖς τῶν παίδων συμφοραῖς. θαυμάσαι δέ ἐστι τὸν ὑπερβάλλοντα θυμὸν, ὃν ἔχει κατὰ τοῦ Ἰάσονος ἡ Μήδεια, ὅτι καίπερ προσδοκῶσα μειζόνως λυπηθήσεσθαι, ὅμως ὑπὲρ τοῦ λυπῆσαι τὸν Ἰάσονα | |
10 | αἱρεῖται τούτους φονεύειν: —AB | |
sch Med1048 | χαιρέτω βουλεύματα: ἔτι ἐν μετανοίᾳ ἐστίν· οὐκ ἂν ἐγὼ φονεύσαιμι, φησὶν, ἀλλὰ μεθείσθω μοι ὁ κρατήσας με τοῦ φόνου λογισμός. γράφεται δὲ καὶ παύσομαι βουλευμάτων: —AB | |
sch Med1049 | καίτοι τί πάσχω: ἐνταῦθα ὥσπερ ἀναζωπυροῦσα τὸν κατὰ Ἰάσονος θυμὸν λαμβάνεται ἑαυτῆς καὶ φησί· τί δὴ πέπονθα εἰς οἶκτον ἐμπεσοῦσα τῶν παίδων. οὐ γὰρ ἐμὸν καταισχύνειν ἐμαυτὴν ἀφεῖσαν ἀτιμώρητον τὸν πάντων ἐμοὶ πολεμιώτατον Ἰάσονα, ἐξὸν φονεύουσαν | |
5 | τούτους λυπῆσαι τοῦτον. ἐχθρούς οὖν λέγει ἀντὶ τοῦ ἐχθρόν, τὸν Ἰά‐ σονα. τοιοῦτον δὲ καὶ τὸ παρ’ Ὁμήρῳ [Λ 407]· ‘ἀλλὰ τίη μοι ταῦτα φίλοσ‘: —AB | |
sch Med1052 | τὸ καὶ προέσθαι μαλθακούς: τὸ ἐνδοῦναι τῇ φρενί μου μαλθακοὺς λόγους: —A | |
sch Med1053 | ὅτῳ δὲ μὴ θέμις παρεῖναι: ᾧτινι δὲ οὐκ εὐσεβὲς, φη‐ | |
σὶν, φαίνεται τὸ παρεῖναι τῷ φόνῳ τούτῳ καὶ δέχεσθαι τοιαύτας θυσίας, οὗτος ἀπίτω. τοῦτο δὲ εἶπεν ὡς ὄντων τινῶν θεῶν χαιρόντων ἀνδρο‐ φονίαις, οἷον Ἐρινύων, Ἄρεως καί τινων ἑτέρων. Ὅμηρος [Ε 31. 455]· | 197 in vol. 2 | |
5 | ‘Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε‘. τῷ δὲ αὐτῷ μελήσει συναπτέον τὸ μὴ παρεῖναι: —AB | |
sch Med1055 | χεῖρα δ’ οὐ διαφθερῶ: πάλιν ἐνταῦθα λύεται πρὸς οἶκτον. ἔστι γὰρ μίμησις μητρὸς οὐ προαιρέσει ἀνάγκῃ δὲ τοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι τολμώσης φόνον κατὰ τῶν φιλτάτων. οὐκ ἂν οὖν, φησὶν, ἐγὼ μολύναιμι τῷ τῶν ἐξ ἐμοῦ παίδων αἵματι τὴν ἐμαυτῆς χεῖρα: —AB | |
sch Med1058 | ἀντὶ τοῦ ἐν Ἀθήναις: —Bi | |
sch Med1059 | μὰ τοὺς παρ’ Ἅιδη νερτέρους: τοὺς καταχθονίους θεοὺς ἀλάστορας. ἀλάστορας δὲ, οὓς οὐκ ἔστι λαθεῖν. ἐπειδὴ δὲ συνεχῶς ὁρᾷ ἑαυτὴν νικωμένην τῷ πρὸς τοὺς παῖδας οἴκτῳ, ὅρκῳ φρικωδεστάτῳ κατακλείει ἑαυτὴν πρὸς τὸ μηδὲν ἕτερον ἢ τὸν φόνον ἐξ | |
5 | ἅπαντος δρᾶσαι. καὶ οὐκ ἂν, φησὶν, ἐγὼ καταλείψαιμι τοὺς ἐμοὺς παῖδας ὑπὸ τῶν ἐμῶν ἐχθρῶν καθυβρίζεσθαι· λέγει δὲ ὑπὸ τῶν πρὸς γένους τῇ Γλαύκῃ. καθυβρίσαι δὲ λέγει τὸ μετὰ αἰκίας τινὰ ἀνε‐ λεῖν: —AB | |
sch Med1062 | πάντως σφ’ ἀνάγκη: κἂν ἐγὼ, φησὶ, μὴ φονεύσω τούτους, ἀλλ’ οἱ ἐχθροὶ πάντως ἀναιρήσουσιν. εἰ δὲ ἅπαξ χρὴ τούτους ἀποθανεῖν, κάλλιον ὑφ’ ἡμῶν ἀναιρεῖσθαι, ἵνα μὴ δοκοῖεν οἱ ἐχθροὶ τιμωρίαν ταύ‐ την λαμβάνειν παρ’ ἡμῶν. οἶδε δὲ τὸ εἱμαρμένον τοῖς παισὶν, ὡς καὶ | |
5 | τὴν Ἰάσονος μοῖραν, ἐν οἷς φησιν [1387] Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος: —AB | |
sch Med1064 | ἀντὶ τοῦ κέκριται εἵμαρται. 〈γράφεται〉 πέπρωται: —Bi | |
sch Med1065 | καὶ δὴ ’πὶ κρατὶ στέφανος: ταῦτα ἐκ τοῦ χρόνου ἀναλο‐ γιζομένη πρὸς ἑαυτὴν λέγει. καὶ δὴ, φησὶν, ἡ μὲν Γλαύκη, ὡς εἰκὸς, ἐπὶ τῆς κεφαλῆς ἔχει τὸν στέφανον καὶ λοιπὸν ἐγγύς ἐστι τοῦ θανάτου, ἀλλ’ εἶμι, μὴ μέλλωμεν ἥκειν ἐπὶ τὴν δυστυχεστάτην ὁδὸν τοῦ φόνου: —AB | 198 in vol. 2 |
sch Med1068 | τὴν ἐπὶ τὸν Ἅιδην λέγει. τὸ δὲ ἔτι ἀντὶ τοῦ πολὺ μᾶλλον: —ABi | |
sch Med1073 | εὐδαιμονοῖτον μὲν, ἀλλ’ ἐκεῖ. λέγει δὲ εἰς Ἅιδην: —Bi τὰ δ’ ἐνθάδε: τὰ ἐν τοῖς ζῶσι. τουτέστιν· ὁ πατὴρ αἴτιος τοῦ μὴ ζήσεσθαι ὑμᾶς: —AB | |
sch Med1074 | ἡ περίπτυξις. ἢ ἡ πρώτη θέα. ἐν τῷ περιπτύσσε‐ σθαι καὶ καταφιλεῖν ταῦτα λέγει: —AB | |
sch Med1081 | πολλάκις ἤδη: ἀποτρέπων ὁ χορὸς τὴν Μήδειαν τῆς τῶν παίδων ἀναιρέσεως διεξέρχεται τοὺς τῆς παιδοποιίας πόνους: —A | |
sch Med1081bis | πολλάκις ἤδη: πολλάκις, φησὶ, κατ’ ἐμαυτὴν ἐλογισάμην καὶ δι’ ἀκριβεστέρων λογισμῶν προσῆλθον αὐτὴ πρὸς ἐμαυτὴν ἁμιλλω‐ μένη καὶ ζητοῦσα εἰ δυνατὸν καὶ τῇ γυναικείᾳ φύσει ἐρευνᾶν τὰ τοῦ βίου πράγματα καὶ εἰδέναι τί μὲν καλὸν τοῖς ἀνθρώποις, τί δὲ οὔ. καὶ | |
5 | λογισαμένη εὗρον ὅτι μέτεστι μὲν ταῖς γυναιξὶ σοφίας καὶ τῆς τῶν ἀν‐ θρωπίνων πραγμάτων καταλήψεως, οὐ πάσαις δὲ, ἀλλ’ ὀλίγαις. ὧν οὖσα μία καὶ αὐτὴ τυγχάνω καὶ λογίζομαι τῶν ἀνθρώπων τοὺς ἀπείρους παι‐ δοποιίας πολλῷ προφέρειν καὶ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς γεννήσαντας. ὅσοι μὲν γὰρ τῶν κατὰ παιδοποιΐαν μόχθων ἐκτός εἰσιν, εἴτε καλὸν | |
10 | εἴτε λυπηρὸν οἱ παῖδες, οὐκ ἴσασιν· οἱ δ’ ἔχοντες ἀνάγκῃ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας κατατρυχόμενοι διατελοῦσιν, πρῶτον μὲν ὅπως ἀγάγωσι τοὺς παῖδας κοσμίως, σπουδάζοντες, δεύτερον δὲ καὶ πόθεν τούτοις χρημάτων πόρον καταλείψειαν, τρίτον ἐπὶ τούτοις οὐκ εἰδότες | |
πότερον χρηστοῖς οὖσι τοῖς παισὶν ἢ πονηροῖς τὸν τρόπον μοχθοῦσι τὸν | 199 in vol. 2 | |
15 | χρόνον ἅπαντα. οὐ γὰρ εὐμαρὲς συνιέναι τρόπον ἀνθρώπου, ὅπου γε τοὺς νομιζομένους εἶναι χρηστοὺς πονηροὺς πολλάκις ἐξαίφνης εὑρίσκο‐ μεν. ἓν δὲ πάντων τῶν κακῶν τελευταιότατον βούλομαι πᾶσιν ἀνθρώ‐ ποις ἐξειπεῖν· δῶμεν γὰρ ὅτι καὶ βίον αὐτάρκη τοῖς παισὶ κέκτηνται καὶ εἰς ἀκμὴν ἡλικίας προῆλθον οἱ παῖδες καλοί τε κἀγαθοὶ τὸν τρόπον | |
20 | ἐκβεβήκασιν· εἰ [δὲ] δὴ τούτων οὕτως ἐχόντων φθάσας ὁ δαίμων, πρὶν ὄνασθαι τῶν ἀγαθῶν, τούτους ἁρπάσειε, πῶς ἔτι λυσιτελεῖ πρὸς τοῖς ἄλλοις τῶν ἀνθρώπων κακοῖς παῖδας εὔξασθαι τοῖς θεοῖς παρασχεῖν λύπην ἄντικρυς ὄντας: —AB | |
sch Med1082 | σοφῶν καὶ συνετῶν: —Bi | |
sch Med1085 | πλεονάζει ὁ ἀλλά. ἢ ἀντὶ τοῦ δή: —Bi ἀλλὰ γὰρ ἔστι: πλεονάζει ὁ ἀλλά· ἔστι γὰρ μοῦσα καὶ ἡμῖν. μέχρι δὲ τοῦ οὐκ ἀπόμουσον τὸ γυναικῶν ἐν μεσοσυλλαβίᾳ ἐστὶν ὁ λόγος: —A | |
5 | μοῦσα καὶ ἡμῖν: ἀντὶ τοῦ φρόνησις παίδευσις πρὸς τὸ δύνασθαι διακρίνειν τὰ ἀνθρώπινα. καὶ ἡμῖν οὖν, φησὶ, μοῦσα προσομιλεῖ σο‐ φίαν χαριζομένη πρὸς τὸ 〈καὶ〉 ἡμᾶς ἀποφαίνεσθαί τι περὶ τῶν ἀνθρω‐ πίνων: —AB | |
sch Med1089 | ἀπαίδευτον: —Bg | |
sch Med1092 | ἀντὶ τοῦ ὑπερβάλλειν ὑπερφέρειν: —Bi | |
sch Med1093 | τῶν γεννησάντων τῶν φυτευσάντων: —Bi | |
sch Med1094 | οἱ μέν τ’ ἄτεκνοι δι’ ἀπειροσύναν πολλῶν μόχθων ἀπέχον‐ ται οὐχὶ τυχόντες εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν παῖδες: —A | |
sch Med1097 | μακράν εἰσι μὴ πειρασθέντες: —Bi | |
sch Med1098 | οἷσι δὲ τέκνων: τούτους, φησὶν, ὁρῶ τῇ περὶ τοὺς παῖδας ἐπιμελείᾳ συνεχεῖ καταπονουμένους: —AB | |
sch Med1099 | μελέτῃ: ἤγουν τῇ καθημερινῇ ἐπιμελείᾳ: —AB | |
φροντίδι: —Bi | 200 in vol. 2 | |
sch Med1102 | τὰ χρήματα τὴν οὐσίαν: —Bi | |
sch Med1103 | μετὰ ταῦτα δέ: —Bi | |
sch Med1105 | ἓν δὲ τὸ πάντων: δῶμεν γὰρ ὅτι καὶ τὸν βίον αὐτάρκη κέκτηνται καὶ εἰς ἀκμὴν ἡλικίας προῆλθον· εἰ οὖν φθάσας ὁ δαίμων, πρὶν ὄνασθαι τῶν ἀγαθῶν, τούτους ἁρπάσειε, πῶς ἔτι λυσιτελεῖ παῖδας εὔχεσθαι γεννᾶν τοῖς θεοῖς: —A | |
5 | ἀντὶ τοῦ μεῖζον κακόν: —Bi | |
sch Med1107 | ἀρκοῦσαν οὐσίαν: —Bg | |
sch Med1109 | ἀντὶ τοῦ· εἰ κυρήσειεν καὶ τύχοι: —Bi | |
sch Med1110 | τὸ δαίμων τῷ θανάτῳ συναπτέον. δαίμονα γὰρ τὸν θάνα‐ τον ὠνόμασεν. φροῦδος δὲ, ἐπεὶ ἄδηλος ἀνθρώποις ὁ θάνατος: —B | |
sch Med1111 | προπέμπων ἀποκομίζων: —Bi | |
sch Med1112 | πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις: ἡ οὖν συλλαβὴ νῦν σύνδεσμός ἐστι παραπληρωματικὸς ἀντὶ τοῦ δή: —ABi | |
sch Med1114 | παιδοποιίας: —Bg | |
sch Med1115 | προστιθέναι: —Bi | |
sch Med1116 | τὴν τύχην ἀντὶ τοῦ τὴν ἀπόβασιν τοῦ πράγματος: —Bi | |
sch Med1119 | πνεύματ’ ἠρεθισμένον: παρωξυμμένον. οἱ γὰρ πνευμα‐ τιῶντες ὀξέως καὶ συνεχῶς ἀναπνέουσιν: —ABi τὸ ἆσθμα αὐτοῦ τεταραγμένον: —Bi | |
sch Med1122 | μήτε ναΐαν: καταχρηστικῶς τὴν ναῦν ἀπήνην ὠνόμασεν· ἀπήνη γὰρ κυρίως ἡ ἅμαξα. ὄχον δὲ λέγει τὸ ὄχημα. ὁ δὲ νοῦς· εἴτε διὰ νεὼς εἴτε δι’ ὀχήματος εἴθ’ ὁπωσοῦν φεῦγε: —AB | |
sch Med1124 | τί δ’ ἄξιόν μοι: ὑφ’ ἓν ἀναγνωστέον. τινὲς δὲ εἰς τὸ τι δέ στίζουσι, τὸ δὲ λοιπὸν κατ’ ἐρώτησιν: —A | |
sch Med1129 | τί φής, φρονεῖς μέν: πῶς, φησὶν, εἶπας τοῦτο; ὅτι μὲν γὰρ κατὰ φύσιν φρονεῖς καὶ οὐκ ἐξέστηκας, δῆλον· θαυμάζω δὲ πῶς | |
οὐκ ἀγωνιᾷς ἀκούσασα τὸν βασιλικὸν οἶκον διεφθάρθαι ὑπὸ τῶν σῶν φαρμάκων. ἢ κατ’ ἐρώτησιν προενεκτέον τὸν λόγον· πῶς εἶπας τοῦτο; | 201 in vol. 2 | |
5 | οὐχὶ μαίνεσθαί σε καὶ παραφρονεῖν ἄν τις νομίσειεν οὐκ ἀγωνιῶσαν ἐπὶ τούτῳ; ἵνα ὁ μέν παρέλκῃ: —AB | |
sch Med1132 | ἔχω τι κἀγώ: κἀγὼ, φησὶν, ἔχω πρὸς τὰς ἐπενεχθείσας μοι μέμψεις παρὰ σοῦ πρόφασιν εὔλογον ἀντεισάγειν, δι’ ἣν εὐλόγως δοκῶ μοι χαίρειν ἐφ’ οἷς ἀπήγγειλας· ἀλλὰ τέως μὴ σπεῦδε ἐπιχειρεῖν. αἰνίττεται δὲ τὸ καὶ αὐτὴν πρότερον ἀδικεῖσθαι ὑπὸ Ἰάσονος: —AB | |
sch Med1136 | ἐπεὶ τέκνων σῶν: ὡς εἴδομεν, φησὶ, τοὺς σοὺς παῖδας τὰ δῶρα προσφέροντας, ἐχάρημεν ἡμεῖς οἱ θεράποντες, οἵτινες ἐλυπή‐ θημεν πρὸ τούτου ἐννοοῦντες τὴν σὴν σκαιὰν τύχην, λέγει δὲ τὸ ἀπε‐ ζεῦχθαι τοῦ Ἰάσονος. ὡς οὖν, φησὶν, εἴδομεν τὰ δῶρα κομιζόμενα | |
5 | παρὰ σοῦ, εὐφράνθημεν ἐλπίσαντες ὑμᾶς πεπαῦσθαι τῆς ἔχθρας, ἐπεὶ καὶ πολὺς ἦν ὁ λόγος κατὰ τὴν οἰκίαν διαλελύσθαι ὑμᾶς καὶ τὴν προ‐ τέραν φιλονεικίαν εἰς φιλίαν μεταβεβληκέναι: —AB | |
sch Med1138 | οἵτινες ἐλυπούμεθα 〈διὰ〉 τὴν σὴν ἀπόζευξιν: —Bi | |
sch Med1140 | τὴν φιλονεικίαν διαλύσασθαι: —Bi | |
sch Med1143 | στέγας γυναικῶν: τοὺς οἴκους, ἔνθα αἱ γυναῖκες διέτριβον αἱ ταλασιουργοῦσαι, μεθ’ ὧν ἦν καὶ ἡ Γλαύκη ἐπισκοποῦσα τὴν ἐργα‐ σίαν. κἀγὼ οὖν, φησὶν, ὑπὸ πολλῆς χαρᾶς συνεισῆλθον τοῖς σοῖς τέκνοις. λείπει δὲ ἡ εἰς, ἵν’ ᾖ· εἰς στέγας: —AB | |
sch Med1144 | τιμῶμεν: —Bg | |
sch Med1145 | συζυγίαν: —Bg | |
sch Med1146 | πρόθυμον εἶχ’ ὀφθαλμόν: ἀντὶ τοῦ· προθύμως καὶ ἥδι‐ στα ἑώρα τὸν Ἰάσονα. ὡς δὲ εἶδε τοὺς παῖδας, ἀπεστράφη [τὸν Ἰάσονα], τὸ μητρυιᾶς μῖσος εἰς τοὺς προγόνους νοσήσασα: —AB ἱλαρόν: —Bg | |
sch Med1149 | ἀηδισθεῖσα: —Bi | |
sch Med1150 | ὀργὰς ἀφῄρει: ἀντὶ τοῦ· μὴ ὀργίζεσθαι τοῖς παισὶ παρῄνει αὐτῇ μηδὲ βδελύττεσθαι τούτους: —AB | |
sch Med1151 | οὐ μὴ δυσμενής: αἱ δύο ἀρνήσεις ἀντὶ μιᾶς κεῖνται, τουτέστι· μὴ δυσμενὴς ἔσο τοῖς φίλοις, ἀλλὰ παῦσαι τοῦ θυμοῦ καὶ ἐπίστρεψον πρὸς αὐτοὺς τὰς ὄψεις: —AB | 202 in vol. 2 |
sch Med1153 | ἀντὶ τοῦ ἐγώ: —Bg | |
sch Med1154 | παρὰ τοῦ πατρὸς αἰτήσῃ: —Bi | |
sch Med1156 | ἡ δ’ ὡς 〈ἐσ〉εῖδε: ἀντὶ τοῦ· οὐκ ἠνέσχετο ἐν τῇ αὐτῇ κα‐ ταστάσει μεῖναι, ἀλλὰ μετεβλήθη τῆς ἀγριότητος καὶ τοῦ θυμοῦ: —AB | |
sch Med1157 | ἀλλ’ ᾔνες’ ἀνδρί: ἀλλὰ συγκατετίθετο πάντα τῷ ἀν‐ δρί: —ABi | |
sch Med1158 | μακρὰν ἀπεῖναι: οὕτως δὲ περιχαρὴς γέγονε τὸν κόσμον ἰδοῦσα καὶ ἕρμαιον ἡγήσατο τὸ δῶρον, ὡς μὴ ἀναμεῖναι τὴν ἀπουσίαν τοῦ Ἰάσονος, ἀλλ’, ἔτι πλησίον ὄντος τοῦ πατρὸς καὶ τῶν παίδων, εὐθὺς λαβοῦσα περιέθετο τὸν κόσμον. ἴσμεν δὲ ὅτι αἱ γυναῖκες οὐκ ἐπὶ παρου‐ | |
5 | σίᾳ τῶν ἀνδρῶν κοσμοῦνται. αὕτη οὖν, φησὶν, ὑπερησθεῖσα τῷ δώρῳ οὐ παρῃτήσατο καὶ παρόντος τοῦ Ἰάσονος περιθέσθαι τὸν κόσμον: —AB | |
sch Med1161 | ῥυθμίζει συντίθησι καλλωπίζεται: —Bi | |
sch Med1162 | ἄψυχον εἰκώ: ἄψυχον εἰκόνα φησὶ τὴν ἐν τῷ κατόπτρῳ φαινομένην μορφήν. σώματος δὲ λέγει τῆς τῷ ὄντι ὄψεως. τὸ δὲ ἑξῆς· πρὸς τὴν ἄψυχον εἰκὼ τοῦ σώματος γελῶσα, τουτέστι χαίρουσα ἐπὶ τῇ ὑποπιπτούσῃ ἐν τῷ κατόπτρῳ εὐμορφίᾳ: —AB | |
5 | ἄψυχον εἰκώ: γράφεται προσβλέπουσα σώματος: —B | |
sch Med1164 | ἁπαλὸν ἢ ἐπηρμένον: —Bi | |
sch Med1166 | ἀντὶ τοῦ· ὀρθῷ τένοντι: —Bi | |
sch Med1168 | πλαγία: —Bg | |
sch Med1169 | μόλις φθάνει μὴ χαμαὶ πεσεῖν: —Bi | |
sch Med1171 | νομίσασα: —Bg | |
sch Med1172 | ἢ Πανὸς ὀργάς: τοὺς ἐξαίφνης καταπίπτοντες ᾤοντο τὸ πα‐ λαιὸν οἱ ἄνθρωποι ὑπὸ Πανὸς μάλιστα καὶ Ἑκάτης πεπλῆχθαι τὸν νοῦν. ὁ δὲ νοῦς· καὶ τὶς τῶν θεραπαινῶν γεραιὰ πρότερον ἑωρακυῖα κατὰ τὸ στόμα προϊόντα τὸν ἀφρὸν ἐκστρέφουσάν τε τοὺς ὀφθαλμοὺς καὶ νεκρού‐ | |
5 | μενον τὸ λοιπὸν σῶμα, νομίσασα θεοῦ τινος εἶναι χόλον τὸ τοιοῦτον, ηὔξατο σωθῆναι αὐτήν· εἶτα ὡς εὐχομένης ἐπέτεινε τὸ κακόν, θρῆνον ἠφίει ὡς λοιπὸν ἀπολλυμένης αὐτῆς: —AB ἄλλως: τὰ πανικὰ δείματα. τὴν τῶν αἰφνιδίων φόβων καὶ ταραχῶν αἰτίαν τῷ Πανὶ ἀνατιθέασιν: —AB | 203 in vol. 2 |
sch Med1173 | ἀνωλόλυξε: ηὔξατο. Ὅμηρος [Ζ 301]· ‘ὀλολυγῇ πᾶσαι χεῖρασ‘: —A ἀνωλόλυξε δὲ, ἀντὶ τοῦ ηὔξατο, μετ’ εὐχῆς ἐβόησε, πρίν γ’ ὁρᾷ, ἀντὶ τοῦ· ἕως ἐθεάσατο, καὶ τὰ ἑξῆς: —B | |
sch Med1175 | οὐκ ἐνυπάρχον: —Bi | |
sch Med1176 | ἀντίμολπον: ἀντίφθογγον, ἐναντίον τῇ εὐχῇ. οὐ γὰρ ταὐτὸν μολπὴ καὶ θρῆνος: —AB | |
sch Med1177 | εὐθὺς δ’ ἡ μὲν εἰς πατρός: ἡ μὲν τῶν θεραπαινῶν πρὸς τὸν πατέρα ὥρμησε τῆς Γλαύκης ἀπαγγελοῦσα τὸ γεγενημένον· ἡ δὲ πρὸς τὸν Ἰάσονα: —AB | |
sch Med1180 | ἀντὶ τοῦ· θορύβου πλήρης ἦν ὁ οἶκος: —Bi | |
sch Med1181 | ἤδη δ’ ἀνέλκων: ὡς ἐκ παραδείγματος ἔλαβε τὴν ἔννοιαν, δηλῶσαι βουλόμενος τὴν ὀξύτητα τοῦ κακοῦ· οὕτως δὲ ταχέως ἐπενέ‐ μετο αὐτὴν τὸ πῦρ καὶ οὕτως ὀξέως τῶν ὀστῶν αὐτῆς ἀνθήπτετο, ὡς ἂν ὀξύτατος ἵππος ἀνακουφίζων ἑαυτοῦ τὸν πόδα, τουτέστι μεγάλοις καὶ | |
5 | ταχέσι πηδήμασι χρώμενος, [ἵνα] πρὸς τὸ τέλος ἀφίκοιτο τοῦ δρόμου, τουτέστι τὸν καμπτῆρα. τοῦ γὰρ σώματος τὸ τέλος τὰ ὀστᾶ εἰσιν, ὡς τοῦ δρόμου ὁ καμπτήρ: —AB ἄλλως: ἤδη δὲ ὡς ταχὺς βαδιστὴς τὸ ὑπέρμετρον ἑαυτοῦ κῶλον ἀνέλκων τῶν τερμόνων τοῦ δρόμου ἀνθήπτετο, τουτέστιν· ἤδη ἡ ταχεῖα | |
10 | νόσος ὀξὺ καὶ ὑπέρμετρον βαίνουσα τῶν μυελῶν αὐτῆς ἀνθήπτετο. ὁ δὲ νοῦς· ἤδη δὲ τὸ πῦρ τῶν ὀστῶν ἀνθήπτετο, ὡς 〈ἂν〉 ταχὺς βαδι‐ στὴς, ἵππος, ταχέως ἀφίκοιτο εἰς τὸν καμπτῆρα. τέλος δὲ τοῦ σώματος τὰ ὀστᾶ: —AB | |
ἄλλως: ταχὺς βαδιστής: τὸ διάστημα λέγει τὸ γενόμενον αὐτῇ | 204 in vol. 2 | |
15 | ἐξ οὗ ἄναυδος ἦν μέχρις οὗ ἐφθέγξατο. ὅσην γὰρ δύναται ῥοπὴν και‐ ροῦ ἔχειν ταχὺς δρομεὺς ἀπὸ βαλβῖδος ἀφεθεὶς μέχρι καμπτῆρος, τοσοῦτον καὶ αὕτη ἄναυδος ἦν: —AB κῶλον ἔκπλεθρον: πλέθρον ἐστὶ μέτρον γῆς· κῶλον οὖν ἔκ‐ πλεθρον μέγα πήδημα ὡς ὑπερβαίνειν πλέθρον: —AB | |
sch Med1182 | δρομεὺς ἵππος: —Bi | |
sch Med1186 | ὁ στέφανος θαυμαστὴν ῥύσιν τοῦ φθαρτικοῦ πυρὸς ἠφίει: —Bi | |
sch Med1192 | ἀσφαλῶς: —Bi | |
sch Med1193 | τὰς συμπλοκὰς, τὰς συνδέσεις: —Bi | |
sch Med1196 | πλὴν τῷ τεκόντι: λείπει τὸ πᾶσι, τουτέστιν· πᾶσιν ἄλλοις σφόδρα δυσεπίγνωστος ἰδεῖν, πλὴν τῷ τεκόντι. μόνος γὰρ οὗτος ἐπεγί‐ νωσκε τὴν Γλαύκην· μόνος γὰρ ὁ τεκὼν ὀξύτερον κατενόει τὴν κόρην. ‘τὸ γὰρ οἰκεῖον πιέζει πάνθ’ ὅμως· εὐθὺς δ’ ἀπήμων 〈κραδία〉 κᾶδος ἐπ’ | |
5 | ἀλλότριον‘ Πίνδαρος [Nem. 1, 53]: —AB πάνυ δυσεπίγνωστος καὶ δυσκαταμάθητος. ἠγνόει γὰρ ὁ πατὴρ τὸ συμβάν: —Bi | |
sch Med1201 | γναθμοῖς ἀδήλοις: αἱ δὲ σάρκες, φησὶ, τῶν γνάθων κατέρρεον ὑπὸ τῶν ἀδηλοποιῶν φαρμάκων. δοτικὴ δὲ ἀντὶ τῆς γενι‐ κῆς. γράφεται 〈ἀδήλων〉: —AB † τοῦ Τζέτζου: ἐν τοῖς σιαγόσι καὶ τοῖς στόμασι· τινῶν; τῶν | |
5 | φαρμάκων. τὸ σχόλιον δὲ φλυαρεῖ· ὡσανεὶ γὰρ τὰ φάρμακα ὀδόντας εἶχον: —Ag | |
sch Med1203 | τύχην γὰρ εἴχομεν: ἀντὶ τοῦ· ἡ δυστυχία τῆς Γλαύκης καὶ τὸ περὶ ταύτην πάθος ἐπαίδευεν ἡμᾶς καὶ ἀπέτρεπεν: —AB | |
sch Med1204 | συμφορᾶς ἀγνωσίᾳ: ἀγνοῶν ἐκ φαρμακείας εἶναι τὸ πά‐ θος καὶ τὴν εὐμετάδοτον αὐτοῦ φύσιν: —AB | |
sch Med1207 | καταφιλεῖ προσφωνῶν: —Bi | |
sch Med1209 | τίς τὸν γέροντα τύμβον: τὸν πλησίον θανάτου ὄντα, ὠμογέροντα. τύμβους καλοῦσι τοὺς γέροντας παρόσον εἰσὶ πλησίον τοῦ θανάτου καὶ τοῦ τάφου: —AB ἀπεστερημένον σου: —Bi | 205 in vol. 2 |
sch Med1212 | γράφεται πόδα ἢ γόνυ: —Bi | |
sch Med1213 | προσείχεθ’ ὥστε κισσός: προσεκεκόλλητο, περιεπλέκετο τοῖς πέπλοις αὐτῆς, ὥσπερ ὁ κισσὸς περιπλέκεται τοῖς περὶ αὐτὸν τυγχάνουσιν ἔρνεσιν: —AB | |
sch Med1216 | ἡ δ’ ἀντελάζετ’: ἡ δὲ ἀντελαμβάνετο ὡς δὴ προσδοκῶσα ἀπαλλαγῆναι τοῦ κακοῦ: —AB εἰ δὲ πρὸς βίαν ἄγοι: ὅτε δὲ, φησὶν, ἐβούλετο αὐτὸς ἑαυτὸν ἀναστῆσαι βίᾳ, ὁμοῦ καὶ τὰς σάρκας ἀπέσπα: —AB | |
sch Med1218 | χρόνῳ δ’ ἀπέστη: ἡμίφλεκτος δὲ ἀπέστη καὶ ὕστερον ὑπὸ ὀδύνης ἀπέθανεν: —ABi | |
sch Med1219 | ἐπικρατέστερος: —Bg | |
sch Med1221 | ποθεινὴ δακρύοισι: οἷον· συμφορὰ ὄντες ποθεινὴ πρὸς δάκρυα καὶ θρῆνον κεῖνται. ἀντὶ τοῦ ἀξιοδάκρυτος συμφορά. οὓς ἄν τις ἰδὼν ποθήσειε δακρῦσαι, ἐλεεινοὺς ὄντας τῷ θεάματι: —AB | |
sch Med1222 | καί μοι τὸ μὲν σὸν ἐκποδών: τὸ σόν ἀντὶ τοῦ σύ. σὺ〉 αὐτὴ, φησὶ, ὑφ’ οὗ ἤκουσας ἀρτίως λόγου, ἐκποδὼν γενοῦ καὶ φύγε· πειραθήσῃ γὰρ αὐτὴ τιμωρίας. τὸ οὖν λόγου ἀντὶ τοῦ· ὑπὸ τοῦ λόγου καὶ ὧν σοι ἀπήγγειλα, φρούδη γίνου. ζημίας δὲ ἀπο‐ | |
5 | στροφήν τὴν ἀντανάκλασιν τῆς συμφορᾶς ἧς δέδρακας, καταληψομένην σε. ὁ δὲ πᾶς νοῦς οὕτως· καὶ σὺ μὲν αὐτὴ ὑπὸ τοῦ ἐμοῦ λόγου πει‐ σθεῖσα φεῦγε. εἰ γὰρ μὴ φύγοις, τῇ πείρᾳ γνώσῃ ἐπαναστρεφομένην εἰς σὲ τὴν ζημίαν καὶ συμφοράν: —AB ἄλλως: τὸ κατὰ σὲ ἔξω ἔστω τοῦ λόγου, ὅ ἐστι· τὸ κατὰ σὲ οὐκ | |
10 | ἐξεργάσομαι τῷ λόγῳ· αὐτὴ γὰρ γνώσῃ τὰ λοιπὰ ἐκ τῆς εἰς σὲ ἀνακυ‐ | |
κλουμένης ζημίας: —AB | 206 in vol. 2 | |
sch Med1223 | γνώσῃ γὰρ αὐτή: γράφεται γλώσσῃ, οἷον· τῇ ἑαυτῆς γλώσσῃ καὶ φλυαρίᾳ ὄψει καταληψομένην σε τιμωρίαν: —AB | |
sch Med1224 | τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον: τοῦτο εἶπεν, ἐπεὶ τινὲς τῶν σοφῶν μεγάλα δύνασθαι τοὺς ἀνθρώπους ἔφησαν καὶ λογισμῷ δευτέρους εἶναι θεῶν. Ὅμηρος μὲν γὰρ [Β 169. 407 Κ 137] Ὀδυσσέα καλεῖ ‘Διὶ μῆτιν ἀτάλαντον‘, Πίνδαρος δὲ φησὶν οὕτως [Nem. 6, 5]· ‘ἀλλά | |
5 | τι προσφέρομεν ἔμπαν φυὰν ἢ μέγαν νόον ἀθανάτοισ‘. εἰ οὖν, φησὶν, ἔδοξέ τισι μεγάλα περὶ τῶν ἀνθρώπων ὑπονοεῖν, ἀλλ’ οὖν ἐγὼ σκιὰν ἡγοῦμαι: —AB οὐθέν: —Bg | |
sch Med1227 | τιμωρίαν: —Bi | |
sch Med1228 | θνητῶν γὰρ οὐδείς ἐστιν: εὐδαίμονά φησι τὸν ἄχρι τέ‐ λους ἀπείρατον κακῶν: —AB | |
sch Med1229 | ἐπιγενομένου: —Bi | |
sch Med1236 | ὃ προεῖπε περὶ τῶν παίδων: —Bi | |
sch Med1238 | καὶ μὴ σχολὴν ἄγουσαν: διατριβὴν βραδύτητα. πάλιν δὲ τῷ συνήθει σχήματι ἐχρήσατο, καὶ ἔστιν ἀντὶ τοῦ ἀγούσῃ: —AB | |
sch Med1245 | ἕρπε πρὸς βαλβῖδα: βαλβὶς κυρίως ἡ τῶν δρομέων ἄφε‐ σις. ἄγε δὴ οὖν, ὦ Μήδεια, πρὸς ἄφεσιν ὅρμα καὶ ἀρχὴν δυστυχοῦς βίον· λέγει δὲ τῶν τέκνων τὸν φόνον: —AB | |
sch Med1251 | ἰὼ Γᾶ τε καὶ παμφαής: ἰδὼν ὁ χορὸς ὅτι πάντως ἔδοξε | |
τῇ Μηδείᾳ φονεῦσαι τὰ τέκνα καὶ ὅτι δυσχερὲς ἦν αὐτῷ τὸ κωλῦσαι τὸ ἐγχείρημα, ἐπικαλεῖται τοὺς θεοὺς παρακλητικοῖς λόγοις εἰς τὸ κωλῦσαι αὐτήν. καὶ Ἥλιον μὲν ἐπικαλεῖται ὡς πρόγονον Μηδείας καὶ ὅτι [λ 109 | 207 in vol. 2 | |
5 | μ 323] ‘πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει‘, τὴν δὲ Γῆν ὡς μέλλουσαν δέχεσθαι τῆς μιαιφονίας τὸ αἷμα: —AB | |
sch Med1252 | κατίδετε τὰν οὐλομέναν: κατοικτείρατε καὶ ἐλεήσατε ἀποβλέψαντες καὶ προνοήσασθε, δι’ οὗ τρόπου κωλυθῇ τοῦ φόνου τῶν παίδων: —AB | |
sch Med1256 | γονᾶς ἔβλαστε: ἀντὶ τοῦ· ἐβλάστησαν ἔφυσαν. ἐπεὶ ἡ Μήδεια ἔκγονος Ἡλίου, οὗτοι δὲ ἐκ Μηδείας: —AB τὸ γένος. ἐπεὶ οὖν φόβος ἐστὶ τὸ θεῖον αἷμα ὑπὸ ἀνθρώπων πε‐ σεῖν, καὶ σὺ αὐτῇ Ἥλιε τιμώρησαι: —AB | |
sch Med1259 | ἔξελ’ οἴκων φονίαν: τὸ ἑξῆς· ὑπέξελε τῶν οἴκων τὴν φονίαν Ἐρινὺν 〈ὑπὸ〉 τῶν ἀλαστόρων: —AB | |
sch Med1260 | τάλαιναν τ’ Ἐρινύν: αὐτὴν φησὶ τὴν δαίμονα, οὐ τὴν Μήδειαν. ὑπείληπται γὰρ τῶν τοιούτων κακῶν αἰτία εἶναι ἡ Ἐρινύς. τάλαιναν δὲ, τὴν τάλανας ποιοῦσαν: —AB | |
sch Med1261 | μάταν μόχθος: μάτην, φησὶν, ὑπὸ δαιμόνων πονηρῶν ἀπόλλυται τὰ τέκνα μηδὲν ἐπταικότα. μόχθος δὲ τέκνων ὁ μοχ‐ θηρὸς βίος. περιφραστικῶς τὰ 〈τέκνα παρόσον δεῖ δι’ αὐτὰ〉 κακο‐ παθεῖν: —AB | |
sch Med1264 | πετρῶν ἀξενωτάτων: περιφραστικῶς τὴν Προποντίδα, παρόσον οἱ προσβάλλοντες τῷ τόπῳ κακῶς διατίθενται: —AB | |
sch Med1265 | τί δὴ τεθύμωσαι τὴν ψυχήν: —Bi | |
sch Med1266 | προσπελάζει. τοῖς τέκνοις: —Bi | |
sch Med1269 | λείπει τὸ ἔστι: —Bi | 208 in vol. 2 |
sch Med1269bis | αὐτοφόνταις συνῳδά: τοῖς αὐτοχειρίοις σύμφωνα τούτοις καὶ ἄξια παρὰ τῶν θεῶν ἐστι προσπίπτοντα κακά. ὁ δὲ νοῦς· χα‐ λεποὶ οἱ φόνοι τοῖς αὐτοχειρίοις, τουτέστι· χαλεπὸν μίασμα ὁ τῶν ὁμο‐ γενῶν φόνος τῷ τετολμηκότι. τὸ ἑξῆς· ξυνῳδὰ θεόθεν ἐπὶ δόμοις | |
5 | πίτνοντα ἄχη. χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιάσματα ἐπὶ γαῖαν αὐτο‐ φόνταις: —AB | |
sch Med1273 | ἀκούεις βοάν: τοῦτο πρὸς ἀλλήλας αἱ ἀπὸ τοῦ χοροῦ φασι κατ’ ἐρώτησιν· τὸ δὲ ὦ κακοτυχὲς γύναι ἰδίως πρὸς τὴν Μή‐ δειαν ἀναπεφώνηται. τὸ δὲ παρέλθω δόμους πάλιν πρὸς ἀλλήλας κατ’ ἐρώτησιν· τὸ δὲ ἀρῆξαι φόνον δοκεῖ μοι τέκνοις κατὰ ἀπό‐ | |
5 | φασιν: —AB | |
sch Med1278 | τοῦ ἀφύκτου θανάτου. τῶν δικτύων: —Bi | |
sch Med1279 | πετρίνη ἢ σιδηρᾶ: —Bi | |
sch Med1280 | ἅτις τέκνων ὧν ἔτεκες: ἥτις τὸν ἄροτον τῶν τέκνων, ὧν ἔτεκες, αὐτόχειρι θανάτῳ κτενεῖς: —AB | |
sch Med1281 | τὴν γονὴν καὶ τὸ σπέρμα: —ABi | |
sch Med1284 | Ἰνὼ μανεῖσαν: Ἰνὼ κατὰ χόλον τῆς Ἥρας μανεῖσα ἔρριψεν ἑαυτὴν εἰς τὴν θάλασσαν ἅμα τῷ υἱῷ αὑτῆς Μελικέρτῃ. ἐμίσει γὰρ πάντας τοὺς Θηβαίους ἡ Ἥρα, ὅτι παρ’ αὐτοῖς ἐτέχθη ὁ Διόνυσος. καὶ αὐτὸς δὲ ὁ Διόνυσος ἐξέμηνε τὰς τούτων γυναῖκας, μὴ προσιεμένων | |
5 | αὐτὸν ὕστερον τῶν Θηβαίων, ἴσως δὲ καὶ τοῦτο τῆς Ἥρας ἐργασαμένης. οἱ μὲν οὖν ἱστοροῦσι τῷ παιδὶ συγκατενεχθῆναι τὴν Ἰνὼ εἰς τὴν θά‐ λασσαν· Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα τῶν δύο παίδων γενομένην, | |
Λεάρχου καὶ Μελικέρτου, αὑτὴν ὕστερον εἰς τὴν θάλασσαν ῥῖψαι. φασὶ δὲ ἐκβρασθέντας εἰς Κόρινθον αὐτοὺς ἀναληφθῆναι 〈καὶ〉 προστάξει τοῦ | 209 in vol. 2 | |
10 | Σισύφου [ὡς καὶ] ἀγῶνα Ἴσθμιον ἐπὶ Μελικέρτῃ κατὰ χρησμὸν τεθῆναι τοῦτον ἑωρακότος: —AB ἄλλως: κατὰ χόλον τῆς Ἥρας Ἀθάμας κατετόξευσε Λέαρχον, τὸν ἐξ Ἰνοῦς γενόμενον αὑτῷ παῖδα. καὶ αὐτὴ δὲ ἡ Ἰνὼ μανεῖσα ὑπὸ τῆς Ἥρας (ὤργιστο γὰρ αὐτῇ, ὅτι ἐτεθηλάκει τὸν Διόνυσον) τὸν ἕτερον ἑαυ‐ | |
15 | τῆς παῖδα ἐξαρπάσασα Μελικέρτην, ἥλατο σὺν αὐτῷ εἰς τὴν θάλασσαν. Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα γενομένην Λεάρχου καὶ Μελικέρτου, ὕστερον εἰς τὴν θάλασσαν ἁλέσθαι: —AB | |
sch Med1290 | τί δή ποτ’ οὖν: τοῦ χεῖρα ἐπιβαλεῖν τοῖς τέκνοις τί χεῖρον ἂν γένοιτο: —ABi καὶ μέχρι παιδοκτονίας χωρησάσῃ: —ABi | |
sch Med1292 | ὅσα δὴ βροτοῖς: ὅσα τοῖς ἀνδράσι κακὰ εἰργάσω: —ABi | |
sch Med1295 | ἀντὶ τοῦ πέφευγεν: —Bi | |
sch Med1296 | δεῖ γάρ νιν: δεῖ αὐτὴν ἢ καταταρταρωθῆναι ἢ ἀναπτῆναι, εἰ ἄρα πέποιθε μὴ δώσειν δίκην: —AB | |
sch Med1300 | ἀντὶ τοῦ· φεύξεσθαι ἀτιμώρητος: —B | |
sch Med1301 | οὐχ οὕτως ἔχει: —B | |
sch Med1305 | μητρῷον ἐκπράσσοντες: δίκην ἀπαιτοῦντες αὐτοὺς ὑπὲρ οὗ εἰργάσατο φόνου ἡ τούτων μήτηρ: —AB ἐκδικοῦντες: —Bi | |
sch Med1309 | τὸ ἑξῆς· παῖδες σέθεν τεθνᾶσι μητρῴᾳ χειρί: —B | |
sch Med1314 | ῥήξατε τοὺς μοχλοὺς, λύσατε τὴν ἁρμονίαν τῶν θυρῶν: —B | 210 in vol. 2 |
sch Med1316 | τὴν δὲ τίσομαι φόνῳ: λείπει ὁ καί, καὶ τὸ ἴδω ἀπὸ κοινοῦ. καὶ τήνδε τίσομαι, φησίν. διπλοῦν δὲ κακόν ἢ τὸν θάνατόν φησι τῶν δύο τέκνων ἢ 〈καὶ〉 τὴν Μήδειαν: —AB | |
sch Med1317 | ἄνω ἐπὶ ὕψους ἑστῶσα ταῦτα λέγει: —AB | |
sch Med1320 | ἀντὶ τοῦ· οὐ δυνήσῃ κατασχεῖν ἡμᾶς οὐδὲ καταλαβεῖν. ἔχο‐ μεν γὰρ ὄχημα πρὸς ἀποφυγὴν τῶν πολεμίων. ἐπὶ ὕψους γὰρ παρα‐ φαίνεται ἡ Μήδεια, ὀχουμένη δρακοντίνοις ἅρμασι καὶ βαστάζουσα τοὺς παῖδας: —B | |
sch Med1333 | ἀντὶ τοῦ Ἐρινύν: —B ἐπήγαγον: —Bi | |
sch Med1334 | κτανοῦσα γὰρ δὴ σὸν κάσιν: παρὰ τὴν ἑστίαν γὰρ ἀνεῖλε τὸν Ἄψυρτον. ἢ ἐπὶ τῷ βωμῷ τῆς Ἀρτέμιδος, ὡς [καὶ] Ἀπολλώνιός [4, 452 sq.] φησιν, ἢ ἐπ’ οἴκου ἐν τῇ πατρίδι, ὡς Καλλί‐ μαχος [frg. 411]: —AB | |
sch Med1337 | δεικτικῶς ἀντὶ τοῦ ἐμοί· ἑαυτὸν γὰρ δείκνυσι: —B | |
sch Med1339 | οὐκ ἔστιν ἥτις τοῦτ’: διασύρει τὸ βάρβαρον γένος. οὐκ ἂν, φησὶ, τοῦτό τις τῶν Ἑλληνίδων γυναικῶν ἔδρασεν: —AB | |
sch Med1342 | τῆς Τυρσηνίδος: τῆς Σικελικῆς· Τυρσηνὸν γὰρ πέλαγος Σικελίας: —AB ἐκ τούτων φανερός ἐστιν Εὐριπίδης τὴν τοῦ Ὀδυσσέως πλάνην περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν ὑπειληφὼς γεγονέναι: —AB | |
sch Med1346 | ὅτι δοκεῖ τὸν στίχον τοῦτον εἰπὼν Εὐριπίδης ἐκβεβλῆσθαι· διὸ κεχίασται: —B | |
sch Med1351 | μακρὰ[ν] ἂν ἐξέτεινα: μακρὰ ἂν ἐξέτεινα ῥήματα ἐναντία τοῖς σοῖς λόγοις: —ABi | |
sch Med1357 | ἀντὶ τοῦ ἄνευ αἰτίας. ἢ γράφεται καὶ ἀνατί, ἤτοι ἀτιμω‐ ρητὶ καὶ ἄνευ ἄτης: —Bi | |
sch Med1361 | συγκοινωνεῖς μοι τῆς ἀτυχίας: —Bi | 211 in vol. 2 |
sch Med1362 | ἀντὶ τοῦ· λυσιτελεῖ δέ μοι τὸ ἄλγος, ἕως σὺ μὴ ἐγγε‐ λᾷς: —Bi | |
sch Med1364 | τῇ κακίᾳ, ἤτοι τῇ λαγνείᾳ καὶ ἀκρασίᾳ, τοῦ πατρὸς ἀπο‐ λώλατε: —Bi | |
sch Med1366 | νεωστὶ γεγονότες. ἢ οἱ νεωστὶ δαμασθέντες: —Bi | |
sch Med1369 | ἥτις γε σώφρων: ναὶ, φησὶν, ἐκείνῃ ἥτις σώφρων: —AB | |
sch Med1371 | οἵδ’ εἰσὶν, ὤμοι: μεταξὺ ἀναπεφώνηκεν εἰς ὑπόμνησιν τῶν τέκνων ἐλθών: —ABi | |
sch Med1374 | βάξιν νῦν εἴρηκε τὴν ὁμιλίαν: —Bi | |
sch Med1375 | χωρισμοί: —Bi | |
sch Med1377 | συγχώρησον: —Bi | |
sch Med1379 | Ἀκραίας θεοῦ: τῆς ἐν τῇ ἀκροπόλει τιμωμένης. ὡς φαρμακὶς δὲ καὶ λαθεῖν ἠδύνατο πράττουσα: —A Ἀκραῖα πένθιμος ἑορτὴ παρὰ Κορινθίοις. Ἀκραία δὲ εἴρηται παρὰ τὸ ἐν ἀκροπόλει ἱδρῦσθαι: —AB | |
5 | ἄλλως: ἔνθα καὶ ἡ αἲξ εὗρε τὴν μάχαιραν, ἀφ’ ἧς ἡ παροι‐ μία: —A | |
sch Med1381 | ἐκεῖ γὰρ ἐβασίλευεν ὁ Σίσυφος: —A τύμβους ἀνασπῶν: ἀσεβὲς γὰρ τὸ ἀνορύττειν τάφους: —A τῇ Κορίνθῳ λέγει· Σίσυφος γὰρ προπάτωρ Κορινθίων: —Bi | |
sch Med1382 | σεμνὴν ἑορτήν: ἐγὼ, φησὶν, περιποιήσω αὐτοῖς πάνδημον ἑορτὴν ἐν ᾗ πανηγυρίσουσιν οἱ Κορίνθιοι. θύουσι δὲ αὐτοῖς καὶ Ἀργεῖοι κατὰ χρησμόν: —AB καὶ τέλη προσάψομεν: λιμωξάντων Κορινθίων ἔχρησεν ὁ θεὸς | |
5 | τιμῆσαι τοὺς τῆς Μηδείας παῖδας. ἐγὼ οὖν, φησὶ, περιποιήσω αὐτοῖς πάνδημον ἑορτήν: —A | |
sch Med1385 | Αἰγεῖ συνοικήσουσα: λέγεται μετὰ τὸ ἐκβεβλῆσθαι τῆς | |
Κορίνθου σὺν τῷ Αἰγεῖ εἰς Ἀθήνας οἰκῆσαι: —ABi | 212 in vol. 2 | |
sch Med1386 | κακὸς κακῶς: τὸ ἀκροστόλιον γὰρ τῆς Ἀργοῦς ἀνέθηκεν Ἰάσων τῇ Ἥρᾳ. ποτὲ δὲ εἰσιόντος αὐτοῦ εἰς τὸ ἱερὸν, πεσὸν ἀνεῖλεν αὐτόν. λειψάνῳ οὖν φησὶ μέρει τινὶ τῆς Ἀργοῦς: —A ἄλλως: ἱστορεῖται Ἰάσων τέλει τοιούτῳ χρήσασθαι. κοιμώμενον | |
5 | γὰρ αὐτὸν ὑπὸ τὴν Ἀργὼ κατασαπεῖσαν ὑπὸ πολλοῦ χρόνου, μέρος τι ταύτης ἐκπεσὸν κατὰ τῆς κεφαλῆς ἔκρουσεν: —AB ἄλλως: οἱ μὲν λέγουσι κατὰ Μηδείας [χόλον ἢ] κέλευσιν ὑπὸ τῇ πρύμνῇ τῆς Ἀργοῦς καταδαρθέντα τὸν Ἰάσονα τελευτῆσαι, ἐμπεσόν‐ τος αὐτῷ ξύλου. Νεόφρων δὲ ξενικώτερον ἀγχόνῃ φησὶ τελευτῆσαι· | |
10 | τὴν γὰρ Μήδειαν παράγει πρὸς αὐτὸν εἰποῦσαν [frg. 3]· ‘τέλος φθερεῖς γὰρ αὑτὸν αἰσχίστῳ μόρῳ, δέρῃ βροχωτὸν ἀγχόνην ἐπισπάσας. τοία σε μοῖρα σῶν κακῶν ἔργων μένει, δίδαξις ἄλλοις μυρίας ἐφ’ ἡμέρας | |
15 | θεῶν ὕπερθε μήποτ’ αἴρεσθαι βροτούσ‘: —B | |
sch Med1392 | ἀπατήσαντος τὴν ξένην: —Bi | |
sch Med1393 | μιαρά: —Bi | |
sch Med1403 | τοῦ σώματος: —Bi | |
sch Med1404 | μάτην εἶπας τοῦτο: —B | |
sch Med1405 | γράφεται ἰὼ Ζεῦ, τάδ’ ἀκούεις: —B | |
sch Med1408 | καθὸ ἐνδέχεται: —B | |
sch Med1409 | ἐπιφθέγγομαι: —B | |
sch Med1410 | ἀναβοῶν τοὺς θεοὺς καὶ ἐπικαλούμενος: —B | |
sch Med1413 | μὴ γεννήσας: —B | |
sch Med1415 | ταῦτα ὡς ἀπὸ τοῦ χοροῦ ἐστι λεγόμενα: —B πρὸς διάφορα ἀντίγραφα Διονυσίου ὁλοσχερὲς καί τινα τῶν Διδύ‐ | |
μου: —B | 213 in vol. 2 | |
arg Alc1(t) | ΥΠΟΘΕΣΙΣ ΑΛΚΗΣΤΙΔΟΣ | |
1 | Ἀπόλλων ᾐτήσατο παρὰ τῶν Μοιρῶν ὅπως ὁ Ἄδμητος, τελευτᾶν μέλλων, παράσχῃ τὸν ὑπὲρ ἑαυτοῦ ἑκόντα τεθνηξόμενον, ἵνα ἴσον τῷ προτέρῳ χρόνον ζήσῃ. καὶ δὴ Ἄλκηστις ἡ γυνὴ τοῦ Ἀδμήτου ἐπέδω‐ κεν ἑαυτὴν, οὐδετέρου τῶν γονέων θελήσαντος ὑπὲρ τοῦ παιδὸς ἀπο‐ | |
5 | θανεῖν. μετ’ οὐ πολὺ δὲ ταύτης τῆς συμφορᾶς γενομένης Ἡρακλῆς παραγενόμενος καὶ μαθὼν παρά τινος θεράποντος τὰ περὶ τὴν Ἄλκηστιν ἐπορεύθη ἐπὶ τὸν τάφον καὶ τὸν Θάνατον ἀποστῆναι ποιήσας, ἐσθῆτι καλύπτει τὴν γυναῖκα· τὸν δὲ Ἄδμητον ἠξίου λαβόντα αὐτὴν τηρεῖν· εἰληφέναι γὰρ αὐτὴν πάλης ἆθλον ἔλεγε. μὴ βουλομένου δὲ ἐκείνου, | |
10 | ἔδειξεν ἣν ἐπένθει: —AB Ἄλκηστις, ἡ Πελίου θυγάτηρ, ὑπομείνασα ὑπὲρ τοῦ ἰδίου ἀνδρὸς τελευτῆσαι, Ἡρακλέους ἐπιδημήσαντος ἐν τῇ Θετταλίᾳ διασῴζεται, βια‐ σαμένου τοὺς χθονίους θεοὺς καὶ ἀφελομένου τὴν γυναῖκα. παρ’ οὐδε‐ τέρῳ κεῖται ἡ μυθοποιία. | |
15 | τὸ δρᾶμα ἐποιήθη ιζ. ἐδιδάχθη ἐπὶ Γλαυκίνου ἄρχοντος ὀλ〈υμ‐ | |
πιάδος πε ἔτει β〉. πρῶτος ἦν Σοφοκλῆς, δεύτερος Εὐριπίδης Κρήσσαις Ἀλκμέωνι τῷ διὰ Ψωφῖδος Τηλέφῳ Ἀλκήστιδι. εἰσιδ* ἐχορήγει. τὸ δὲ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φεραῖς, μιᾷ πόλει τῆς | 214 in vol. 2 | |
20 | Θετταλίας· ὁ δὲ χορὸς συνέστηκεν ἔκ τινων πρεσβυτῶν ἐντοπίων, οἳ [καὶ] παραγίνονται συμπαθήσοντες ταῖς Ἀλκήστιδος συμφοραῖς. προλογίζει δὲ Ἀπόλλων: —AB τὸ δὲ δρᾶμά ἐστι σατυρικώτερον ὅτι εἰς χαρὰν καὶ ἡδονὴν κατα‐ στρέφει [παρὰ τοῖς τραγικοῖς] 〈καὶ〉 ἐκβάλλεται ὡς ἀνοίκεια τῆς τραγικῆς | |
25 | ποιήσεως ὅ τε Ὀρέστης καὶ ἡ Ἄλκηστις, ὡς ἐκ συμφορᾶς μὲν ἀρχό‐ μενα, εἰς εὐδαιμονίαν 〈δὲ〉 καὶ χαρὰν λήξαντα, 〈ἅ〉 ἐστι μᾶλλον κωμῳ‐ | |
δίας ἐχόμενα. 〈πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τραγικοῖσ〉: —A | 215 in vol. 2 | |
sch Alct | ΣΧΟΛΙΑ ΕΙΣ ΑΛΚΗΣΤΙΝ | |
sch Alc1 | ἐξιὼν ἐκ τοῦ οἴκου τοῦ Ἀδμήτου προλογίζει ὁ Ἀπόλλων ῥητο‐ ρικῶς: —A ὦ δώματ’ Ἀδμήτει’: ἡ διὰ στόματος καὶ δημώδης ἱστορία περὶ τῆς Ἀπόλλωνος θητείας παρ’ Ἀδμήτῳ αὕτη ἐστὶν, ᾗ κέχρηται νῦν | |
5 | Εὐριπίδης· οὕτως δέ φησι καὶ Ἡσίοδος [frg. 112] καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις [frg. 16]. Φερεκύδης [frg. 76] δὲ οὔ φησι τοὺς Κύ‐ κλωπας ὑπὸ Ἀπόλλωνος ἀνῃρῆσθαι, ἀλλὰ τοὺς υἱοὺς αὐτῶν, γράφων οὕτως· ‘παρ’ αὐτόν‘, τὸν Ἄδμητον, ‘ἔρχεται Ἀπόλλων θητεύσων ἐνιαυ‐ τὸν, Διὸς κελεύσαντος, ὅτι κτείνει τοὺς Βρόντεω καὶ Στερόπεω καὶ Ἄρ‐ | |
10 | γεω παῖδας. κτείνει δὲ αὐτοὺς Ἀπόλλων Διὶ μεμφθεὶς, ὅτι κτείνει Ζεὺς Ἀσκληπιὸν τὸν παῖδα αὐτοῦ κεραυνῷ ἐν Πυθῶνι. ἀνίστη γὰρ ἰώμενος τοὺς τεθνεῶτασ‘. Ἀναξανδρίδης δὲ ὁ Δελφός [frg. 5 FHG III p. 107] φησι θητεῦσαι αὐτὸν, διότι τὸν ἐν Πυθοῖ δράκοντα ἀνεῖλεν. Ῥιανὸς [p. 180 Mein.] δέ φησιν ὅτι ἑκὼν ἐδούλευσεν αὐτῷ ἐρῶν τοῦ Ἀδμήτου. | |
15 | καὶ περὶ μὲν τῆς Ἀπόλλωνος θητείας ταῦτα. Ἀπολλόδωρος δέ φησι κεραυνωθῆναι τὸν Ἀσκληπιὸν ἐπὶ τῷ τὸν Ἱππόλυτον ἀναστῆσαι, Ἀμε‐ λησαγόρας [frg. 2] δὲ ὅτι Γλαῦκον, Πανύασσις [frg. 19] 〈δὲ〉 ὅτι Τυν‐ | |
δάρεων, οἱ δὲ Ὀρφικοὶ ὅτι Ὑμέναιον, Στησίχορος [frg. 16] δὲ ἐπὶ Καπανεῖ καὶ Λυκούργῳ, Φερεκύδης δὲ ἐν τῇ η τῶν Ἱστοριῶν [frg. 8] | 216 in vol. 2 | |
20 | 〈διὰ τὸ〉 τοὺς ἐν Δελφοῖς [φησι] θνῄσκοντας αὐτὸν ἀναβιώσκειν, Φύλαρ‐ χος [frg. 17] δὲ διὰ τοὺς Φινείδας, Τελέσαρχος [frg. 1] δὲ δι’ Ὠρίωνα, Πολύαρχος δὲ ὁ Κυρηναῖος [FHG IV p. 479] διὰ τὸ τὰς Προίτου θυ‐ γατέρας αὐτὸν ἰάσασθαι [κεραυνωθῆναί φησιν]: —AB | |
sch Alc2 | θῆσσαν: θητικὴν δίαιταν: —B αἰνέσαι: εὐαρεστῆσαι καταδέξασθαι: —B | |
sch Alc5 | οὗ δὴ χολωθείς: ἀνθ’ οὗ, τοῦ Ἀσκληπιοῦ: —B τέκτονας: τὸν Στερόπην τε καὶ Ἄργην: —B | |
sch Alc7 | εἰς ἐκδικίαν τῶν Κυκλώπων: —B | |
sch Alc8 | ἐβουφόρβουν ξένῳ: ἔνεμον· ἀπὸ τοῦ διαφέροντος ζῴου, τοῦ βοός. Ὅμηρος [Λ 244] ‘πρῶθ’ ἑκατὸν βοῦς δῶκε‘. παρὸ καὶ ἀλφε‐ σιβοίας τὰς γυναῖκας ἔλεγον [Σ 593] ἐκ τοῦ καλλιστεύοντος ζῴου καὶ Βουκολικὰ ἐπιγέγραπται τὰ Θεοκρίτου καὶ τὴν Ἀρκαδίαν βούνομον προ‐ | |
5 | σαγορεύουσι, καίτοι οὐ μόνον αὐτὴν βόες κατενέμοντο. οὕτω δὲ διεῖχε τὸ ζῷον ὥστε καὶ τὸ ἱπποφορβεῖν βουκολεῖν ἔλεγον· ‘τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο‘ [Υ 221]: —AB | |
sch Alc9 | ἐς τόδ’ ἡμέρας: μέχρι τέλους ταύτης τῆς ἡμέρας. μέχρι τοῦ δεῦρο: —B | |
sch Alc10 | προσυπακουστέον τὸ λάτρις ἢ τὸ θής: —B | |
sch Alc12 | Μοίρας δολώσας: Αἰσχύλος Εὐμενίσι [713. 714. 719. 720]· τοιαῦτ’ ἔδρασας καὶ Φέρητος ἐν δόμοις, 〈Μοίρασ〉 ἔπεισας ἀφθίτους θεῖναι βροτούς. σύ τοι παλαιὰς διανομὰς καταφθίσας | |
5 | οἴνῳ παρηπάτησας ἀρχαίας θεάς: —A οἴνῳ γὰρ ταύτας, φασὶ, τῶν λογισμῶν ἀπαγαγὼν ἐξῃτήσατο Ἄδμητον, οὕτω μέντοι ὥστε ἀντιδοῦναι ἑαυτοῦ ἕτερον τῷ Ἅιδῃ: —Laur. 31, 15. 32, 2 | |
sch Alc16 | μήτηρ Ἀδμήτου Κλυμένη: —AgBi | 217 in vol. 2 |
sch Alc20 | ἐγγὺς τοῦ ἀποθανεῖν οὖσα: —AgBi | |
sch Alc22 | ἐγὼ δὲ μὴ μίασμα: τὸ ἑξῆς· ἐγὼ δὲ λείπω μὴ μίασμά με καταλάβῃ. δοκοῦσι μιαίνεσθαι οἱ θεοὶ ὅταν παρῶσι νεκρῷ: —A | |
sch Alc24 | σωματοποεῖ αὐτόν: —AgBi | |
sch Alc26 | συμμέτρως: εὐκαίρως μετρήσας τὴν ἡμέραν ἐν ᾗ πέπρωται αὐτὴν ἀποθανεῖν. οἷον· κατὰ τὸν οἰκεῖον ὅρον, κατὰ τὸ δέον: —AB | |
sch Alc28 | ὁ Θάνατος ὁρᾷ τὸν Ἀπόλλωνα πρὸ θυρῶν καὶ δέδοικε μὴ αὐτὴν ῥύσηται τοῦ θανάτου, ὥσπερ τὸν Ἄδμητον: —AB | |
sch Alc29 | ἡ πρός ἀντὶ τῆς παρά: —Bi | |
sch Alc31 | ἀποσπῶν ἀφορίζων: —Bi | |
sch Alc32 | οὐκ ἤρκεσέ σοι: οὐκ ἤρκεσέν σοι τὰς Μοίρας τῇ δολίῳ τέχνῃ ἀπατήσαντα τὸν μόρον Ἀδμήτου διακωλῦσαι: —AB | |
sch Alc34 | τέχνῃ: μεθύσας γὰρ αὐτὰς ᾔτησε παρ’ αὐτῶν ἀντὶ Ἀδμήτου ἄλλον ἀποθανεῖν: —A ἐπὶ τῇ Ἀλκήστιδι: —AgBi | |
sch Alc36 | ἥτις, Πελίου παῖς: —AgBi | |
sch Alc38 | νῦν οὐκ ἀδικῶ σε· θάρρησον, φησί: —AgBi | |
sch Alc39 | εἰ μετὰ τοῦ δικαίου, φησὶ, φθέγγῃ, τίς ἡ αἰτία τῶν τό‐ ξων: —AgB | |
sch Alc44 | τὸν Ἄδμητον: —Bg | |
sch Alc45 | εἰ οὐκ ἀφείλου αὐτόν, πῶς οὐ τέθνηκεν: —AgBi | |
sch Alc49 | εἰς τοῦτό με δύνῃ πεῖσαι, τὸ φονεύειν ὃν πέπρωται: —AgBi | |
sch Alc50 | τοῖς μέλλουσι θάνατον: τοῖς γεγηρακόσι. τούτους γὰρ λέ‐ γει 〈τῷ〉 μέλλουσι. βραδύνουσιν γὰρ ἐν τῇ ζωῇ: —AB ἄλλως: οὐ χρὴ κτείνειν ὃν πέπρωται, ἀλλὰ μᾶλλον πρὸς ἔλεον ῥέπειν καὶ μόνοις 〈τοῖσ〉 γέρουσι θάνατον ἐπάγειν: —AB | |
5 | ἄλλως: οὐχὶ 〈εἰσ〉 τοῦτό σε θέλω πεῖσαι, τὸ κτείνειν, ὃν ἂν χρῇ | |
(τοῦτο γὰρ ὡμολόγηται), ἀλλ’ εἰς τὸ τοὺς γεγηρακότας ἀναιρεῖν: —AB ἄλλως: οὐχὶ ἐγώ σε λέγω φονεύειν δεῖν ὃν πέπρωται, ἀλλὰ τοῖς γεγηρακόσι θάνατον ἐμβάλλειν: —AB | 218 in vol. 2 | |
sch Alc53 | οὐκ ἔστι· τιμαῖς: ὅταν γὰρ τιμὰς λάβωσιν οἱ νεκροί, ὁ Θά‐ νατος ἥδεται. Ὅμηρος [Π 457. 675]· ‘τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων‘: —AB | |
sch Alc54 | οὔ τοι πλέον γ’: ἐάν τε νῦν αὐτὴν λάβῃς, ἐάν τε γεγηρα‐ κυῖαν, ἔχοις 〈ἄν〉 τι πλέον ἢ μίαν ψυχὴν λαβεῖν: —AB | |
sch Alc55 | νέων φθινόντων: ὁ Θάνατός φησιν ἐπὶ νέων τελευτώντων **, καθὸ ἐν τούτοις αὐτοῦ δείκνυται ἡ ἰσχὺς καὶ ἡ δύναμις, οὐ τῆς φύσεως διὰ γῆρας τούτους καταβαλούσης, ἀλλὰ αὐτοῦ καταπαλαίσαν‐ τος τὴν νεότητα. ἢ καθὸ δείκνυται καθαρὸς καὶ ἀδωροδόκητος ταῖς | |
5 | Μοίραις ὑπηρέτης, ὑπερορῶν δωρεὰς καὶ θυσίας προσφερομένας ὑπὲρ αὐτῶν· ‘μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ [Aeschyl. frg. 161]‘. ἢ καθὸ μέγας ὁ θρῆνος καὶ πολλὰ τὰ δάκρυα καὶ ἀξιοπενθὲς τὸ πάθος καὶ μήκιστος ὁ χρόνος, μὴ μαλάσσων τὴν συμφοράν. ὁ δὲ Ἀπόλλων, καίτοι νοήσας τὸ λεχθὲν, παραλογίζεται τὸν Θάνατον φάσκων ὅτι κἂν | |
10 | γραῦς ὄληται ἡ Ἄλκηστις, ἀξίως ταφήσεται, τὸ μεῖζον γέρας λέγων ἐπὶ πολυτελοῦς ταφῆς· ὅθεν ὁ Θάνατός φησι· νόμον σὺ προβάλλῃ τὸ πλουσίως θάπτεσθαι τοὺς ἔχοντας καὶ τοῦτο νομίζεις γέρας ἐμόν, ἐγὼ δὲ γέρας φημὶ τὸ ἐπὶ νέοις νεανιεύεσθαι: —AB | |
sch Alc56 | ἡ Ἄλκηστις δηλονότι: —AgBi κἂν γραῦς ὄληται: εἰ τιμή σοι γίνεται ἀποθανεῖν τινας δι’ ὧν εἰς αὐτοὺς [τινὲς] τιμὰς ποιοῦσι, 〈τοῦτο〉 καὶ γραυσὶ γίνεται· μᾶλλον 〈οὖν〉 γραῦς φόνευσον. οἷον· ἐὰν γηράσῃ ἡ Ἄλκηστις, τότε φόνευσον | |
5 | αὐτήν· καὶ γὰρ τότε σοι τιμὴ ἔσται: —A | |
sch Alc57 | πρὸς τῶν ἐχόντων, Φοῖβε: ὁ μὲν Ἀπόλλων λέγει ἐπὶ τῆς Ἀλκήστιδος ὅτι ἐὰν γενομένη γραῦς ἀποθάνῃ, πλουσίως θάπτεται· ὁ δὲ καθόλου ἔλαβε καὶ φησί· τὸν νόμον τίθης, ὦ Ἄπολλον, ὑπὲρ τῶν πλουσίων λέγων· ἀγοράσουσι γὰρ οἱ πλούσιοι γέροντας εἰς θάνατον· διὸ | 219 in vol. 2 |
5 | Ἀπόλλων αὐτόν φησιν πανούργως εἰρηκέναι: —AB ἀντὶ τῆς ὑπέρ ἡ πρός: —Bi | |
sch Alc58 | γράφεται πέφυκας: —Ag γράφεται λέληθας ὤν: —Bg | |
sch Alc59 | ὄνοιντ’ ἄν: μέμφοιντο ἂν τὴν ἐμὴν δύναμιν οἱ ἐν γήρᾳ τε‐ λευτῶντες διὰ τὸ αὐτοὺς ἀγοράζειν τὴν ζωήν, τουτέστιν· οὐ γενήσομαι τίμιος. οἱ γὰρ νέοι τελευτῶντες μᾶλλον ἐμοὶ τιμὴν προσνέμουσιν: —A ἄλλως: παρὰ τῶν πολυχρονίων ἀγοράσειαν ἂν οἱ πλούσιοι τὸν | |
5 | ἐκείνων χρόνον ὥστε αὐτοὺς βραδέως ἀποθανεῖν. ἀγοράσειαν ἂν γηραιοὺς οἷς πάρεστι τὸ θανεῖν, ἐὰν τοῦτο συγχωρήσω: —A | |
sch Alc65 | τὸ ἑξῆς· τοῖος ἀνὴρ τοῦ Εὐρυσθέως μεταπέμψαντος τὸ ὄχημα [ἐκ] Θρῄκης ἐκ τόπων: —B | |
sch Alc70 | κοὔθ’ ἡ παρ’ ἡμῶν: καὶ οὔτε ἡμεῖς ἕξομέν σοι χάριν ἀλλὰ καὶ ἃ βουλόμεθα πράξομεν: —ABi | |
sch Alc74 | ὡς κατάρξομαι ξίφει: κατάρξομαι ἀντὶ τοῦ ἀπάρξομαι: —A ἀπαρχὴν τῶν τριχῶν λάβω, ὡς ἔθους ὄντος τὸν Θάνατον τοῦ μέλλον‐ τος ἀποθνῄσκειν τὴν κόμην τέμνειν ξίφει· ὃν οὐκέτι δυνατὸν ἦν ζῆν: —AB | |
sch Alc75 | ἱερὸς γὰρ οὗτος: οὗτος γὰρ ὁ ἄνθρωπος ἀφιερωμένος ἐστὶ τοῖς καταχθονίοις δαίμοσιν, οὗ ἂν τὸ ξίφος μου τὴν τρίχα τέμῃ: —AB | |
sch Alc76 | ὅτου τόδ’ ἔγχος: ἐκεῖνος, φησὶν, οὐκέτι ἐκφεύγει τὸν θά‐ νατον οὗ τὸ ἔγχος κόψῃ τὴν τρίχα. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν θυομένων προβάτων, ἐπειδὴ πρῶτον τοὺς μαλλοὺς κόπτουσιν: —A | |
sch Alc77 | ἐκ γερόντων Φεραίων ὁ χορός. διαιρεῖται δὲ εἰς δύο ἡμιχό‐ ρια: —AgBi | |
sch Alc83 | ἐμοὶ πᾶσί τ’ ἀρίστη: καὶ ἐμοὶ καὶ πᾶσι δόξασα γυνὴ ἀρίστη εἰς τὸν αὑτῆς ἄνδρα γεγενῆσθαι: —A | |
sch Alc88 | γόον ὡς πεπραγμένων: ὡς τοιούτων συντετελεσμένων ἢ γε‐ | |
γονότων κατὰ τὴν Ἄλκηστιν: —ABi | 220 in vol. 2 | |
sch Alc91 | μετακύμιος ἄτας: βοηθὸς παυστικός. ἡ γὰρ μεταφορὰ ἀπὸ τῆς γαλήνης τῆς γινομένης μετὰ τὰ κύματα τῆς θαλάσσης: —A ἄλλως: γαληνὸς, εὐδιεινὸς, μετὰ τὸ κῦμα κατάστασιν παρέ‐ χων: —AB | |
5 | ἄλλως: εἴθε, φησὶν, ὦ Παιὰν, μεταξὺ τοῦ κύματος τῆς ἄτης ταύ‐ της φανείης: —AB ἄλλως: ὥσπερ λέγομεν μεταίχμιον τὸ μεταξὺ δύο στρατευμάτων, οὕτως μετακύμιον τὸ μεταξὺ δύο κυμάτων: —AB | |
sch Alc93 | ἀλλ’ εἰ ἦν, φησὶν, ἀποθανοῦσα, οὐκ ἂν ἐσιώπων ἐν τοῖς οἴ‐ κοις: —AgB | |
sch Alc94 | οὐ δὴ πρὸ τῶν οἴκων ἔλαθεν ἡμᾶς προκομισθεῖσα: —AB | |
sch Alc95 | πόθεν οἶδας ὅτι οὐκ ἐξηνέχθη; οὐ γὰρ ἐγὼ αὐχῶ, ἤτοι θαρρῶ: —AgB | |
sch Alc96 | πῶς ἂν ἔρημον τάφον: οὐκ ἂν, φησὶν, ἔρημον τὸν τάφον καὶ ἥσυχον Ἄδμητος ἐποίησεν ὥστε μηδένα γνῶναι: —AB ἄλλως: πῶς χωρὶς ὄχλου τὴν ἐκφορὰν 〈ἂν〉 ἐποιήσατο Ἄδμητος, ἀγαθῆς γυναικὸς ἐκφορὰν ποιούμενος: —AB | |
sch Alc98 | πυλῶν πάροιθε δ’: ὁπότε τις ἀποθάνοι, πρὸ τῶν πυλῶν γάστρας πληροῦντες ὕδατος ἐτίθεσαν καὶ κλάδους δάφνης, ἵνα οἱ ἐξιόντες περιρραίνοιντο. ἐκάλουν δὲ τὰ τοιαῦτα ὄστρακα Δωριεῖς μὲν κύμβαλα, Ἀθηναῖοι δὲ ἀρδάνια. 〈ἐν〉 ἑνὶ 〈δὲ〉 σημείῳ τε χρῶνται τοῦ συμβεβηκότος | 221 in vol. 2 |
5 | καὶ τοῖς ἐξιοῦσιν ἀφαγνισμὸν εὔλογον πορίζουσιν, ἵνα οἱ παραγενόμενοι τῶν ἐπιτηδείων ἢ διακονήσεως ἢ παραμυθήσεως ἕνεκα περιρραινόμενοι καθαρθῶσι καὶ πρὸς τοὺς ἑαυτῶν ἐπανίωσι μηδενὸς ἐμποδίζοντος: —A | |
sch Alc99 | πηγαῖον: παροξυτόνως τὴν πηγαῖον χερνίβα, τὴν ὕδατος πη‐ γαίου πεπληρωμένην λεκάνην: —AB | |
sch Alc101 | οὔτις ἐπὶ προθύροις: οὐδεὶς δὲ ἐν τοῖς προθύροις ἄνθρω‐ πος τετμημένος ἐστὶ τὴν τρίχα. ἢ θρὶξ πρὸ τῶν θυρῶν οὐκ ἔστι τετμημένη: —AB | |
sch Alc103 | πένθει πιτνεῖ: συμβαίνει εἴθισται, τὸ ἀποκείρεσθαι. ἐπὶ γὰρ πένθει τὸ παλαιὸν ἀπέκειρον τὰς τρίχας: —A νεολαία: ἡ νέα. κυρίως δὲ ὁ ἐκ τῶν νέων ὄχλος· νῦν δὲ τὴν ἀκμάζουσαν καὶ εὔτονον χεῖρα σημαίνει. λέγει δὲ ὅτι οὐδὲ κτύπος ἐστὶ | |
5 | χειρῶν γυναικῶν· νέων δὲ, διὰ τὸ μᾶλλον αὐτῶν ἐξακούεσθαι καὶ ἰσχύειν τὸν κτύπον: —AB | |
sch Alc108 | καθήψω τῶν φρενῶν: —Bi | |
sch Alc109 | διακναιομένων: τῶν ἀγαθῶν φθειρομένων δεῖ πενθεῖν. κνῆστις γὰρ ἡ μάχαιρα: —ABi | |
sch Alc112 | ἀλλ’ οὐδὲ ναυκληρίαν: οὐδ’ 〈ἂν〉 εἰ πλεύσαιμεν ἵνα μαντείαν λάβοιμεν, δυναίμεθ’ αὐτῇ βοηθεῖν: —AB ἄλλως: οὐδὲ ἔστιν ὅποι τις γῆς πέμψας πλοῦν παραλύσειε τῆς δυστήνου Ἀλκήστιδος τὴν ψυχήν. πλησιάζει γὰρ ὁ θάνατος καὶ καιρὸν | |
5 | οὐκ ἔχομεν διακονεῖν τῇ προθυμίᾳ: —AB ἄλλως: ἀλλ’ οὐδὲ πλοῦν [ὃν] ἄν τις στείλας ἢ ἐπὶ τῆς Αἴας, πό‐ λεως Κολχίδος, ἢ ἐπὶ τῆς Λυκίας ἢ ἐπὶ τῆς Ἀμμωνιάδος, τῆς Λιβύης, ἔνθα ἱερὸν τοῦ Διός, δυνήσεται τὸν θάνατον ἀπαλλάξαι τῆς ψυχῆς αὐτῆς: —A | 222 in vol. 2 |
sch Alc115 | ἄνυδρος γὰρ ἡ Ἀμμωνιακή: —AgBi | |
sch Alc117 | παραλύσαι ψυχήν: παραλύσειεν αὐτὴν τῆς δυστήνου ψυχῆς, ἀντὶ τοῦ θανάτου. ἢ γενική ἐστιν ἀντὶ αἰτιατικῆς, ἵν’ ᾖ· τῆς δυστήνου τὴν ψυχὴν σώσειε καὶ παύσειε τῶν κακῶν: —AB | |
sch Alc119 | πλησιάζει γὰρ, καταλαμβάνει: —Bi | |
sch Alc122 | μόνος δ’ ἄν, εἰ φῶς: τουτέστιν· εἰ ἔζη ὁ υἱὸς τοῦ Ἀπόλ‐ λωνος, ὁ Ἀσκληπιός, εἶχεν ἂν καταλιπεῖν τοῦ Ἅιδου τὰς πύλας ἡ Ἄλ‐ κηστις, ἀντὶ τοῦ· εἶχεν αὐτὴν ἂν ζωοποιῆσαι: —A | |
sch Alc132 | ἃ ἔδει ποιεῖν, τετέλεσται τῷ Ἀδμήτῳ· τί δέ; τὸ εὔξασθαι 〈καὶ〉 τὸ θῦσαι τοῖς θεοῖς: —B | |
sch Alc136 | ὅλος λέγει ὁ χορὸς ταῦτα: —Bi | |
sch Alc139 | τὸ μὲν πενθεῖν καὶ πρὸ τοῦ πάθους συγγνώμης ἄξιον· λυ‐ πεῖται γάρ: —Bi | |
sch Alc141 | καὶ ζῶσαν: ψυχορραγεῖ γάρ: —Bi | |
sch Alc143 | προπεπτωκυῖα προνενευκυῖα εἰς θάνατον: —Bi | |
sch Alc148 | ἐπὶ τοῖς εἱμαρμένοις τὰ προσήκοντα ὁ ἀνὴρ ποιεῖ. ἢ ἐπ’ αὐτῇ τῇ Ἀλκήστιδι: —B | |
sch Alc163 | ὡς πρὸς τὴν Ἑστίαν λέγουσαν αὐτὴν 〈παρεισάγει〉. μετέβη δὲ ἐκ τοῦ ἐξηγητικοῦ ἐπὶ τὸ μιμητικόν: —B | |
sch Alc165 | ὀρφανοτροφῆσαι ἐπιτροπεῦσαι. καὶ ὀρφανιστὰς τοὺς ἐπιτρό‐ πους λέγουσιν: —B | |
sch Alc172 | ἀπὸ πτόρθων λαμβάνουσα φόβην μυρσίνης, ὅ ἐστι τὰ φύλλα τῆς μυρσίνης: —B | |
sch Alc173 | οὐδὲ τὸ ἐπιὸν τοῦ φόβου τοῦ θανάτου μετέστησε τὴν εὐειδῆ φύσιν τοῦ χρώματος, ἀντὶ τοῦ· οὐδὲ ὠχρίασεν: —B | |
sch Alc177 | τὰ τῆς παρθενίας κορεῖα, ὅ ἐστιν· ἔνθα κόρη οὖσα ἔλυσα τὴν παρθενίαν: —B | |
τὸ ἑξῆς· ὦ λέκτρον, χαῖρε: —B | 223 in vol. 2 | |
sch Alc182 | ἐμοῦ μὲν οὐ σωφρονεστέρα, εὐτυχὴς δ’ ἴσως: —B | |
sch Alc184 | τῷ πλήθει τῶν δακρύων: —B | |
sch Alc186 | ἔξωθεν τοῦ [προνωπίου] θαλάμου: —B | |
sch Alc195 | προσηγόρευσεν: —Bi ἀντὶ τοῦ· προσηγορεύθη: —Bi | |
sch Alc197 | καὶ εἰ μὲν συνέβη αὐτὸν ἀποθανεῖν, μία 〈ἂν〉 ἦν ἡ λύπη, τὸ θανεῖν [καὶ αὐτόν]· νῦν δὲ ἐκφυγὼν τὸν θάνατον, ἀνεπίληστα ἔχει τὰ κακά: —B | |
sch Alc204 | τὴν ἰσχὺν τῆς χειρὸς παραλελυμένη: —Bi | |
sch Alc210 | παρίστανται μὲν γὰρ πάντες ὡς ὑπήκοοι, οὐκ εὐμενεῖς δέ: —Bi | |
sch Alc213 | τίς ἂν πόρος τῶν κακῶν ἡμῖν γένοιτο ἢ πῶς ἢ ποῦ: —Bi | |
sch Alc215 | ἔξεισί τις ἀγγέλλων αὐτὴν 〈ζῆν〉 ἢ θανοῦσαν ὀδύρωμαι: —Bi | |
sch Alc222 | πόριζε: ἀπὸ κοινοῦ τὸ μηχανάν: —Bi καὶ πρῴην γὰρ τούτου, τοῦ θανάτου, εὗρες μηχανὴν δι’ ἧς τὸν Ἄδμητον ἔσωσας: —B | |
sch Alc228 | ἃ πέπονθας, ἄξια καὶ σφαγῆς ἐστιν: —B | |
sch Alc229 | καὶ μεῖζον τοῦ βρόχῳ ἀποθανεῖν τινα. βρόχῳ δὲ οὐ‐ ρανίῳ ἀντὶ τοῦ μετεώρῳ: —Bi | |
sch Alc233 | οὐκ εὖ· κατὰ γὰρ τὴν ὑπόθεσιν ὡς ἔσω πραττόμενα δεῖ ταῦτα θεωρεῖσθαι: —Bi | |
sch Alc237 | παρὰ τὸν καταχθόνιον Ἅιδην: —Bi | |
sch Alc239 | ἐκ τῶν παλαιῶν τεκμαιρόμενος καὶ τὰ νῦν 〈βλέπων〉: —Bi | |
sch Alc245 | ἀντιστρόφως εἴρηκεν, ἀντὶ τοῦ· οὐράνιαί τε νεφέλαι [διὰ] δίνης δρομαίου, τῆς ἀειδινήτου περιφορᾶς: —B | |
sch Alc247 | τοῦτό φησιν ἀποδεικνύων ὡς τῶν εἰς θεοὺς ἁμαρτανόντων ἐκκοπτομένων: —B | |
sch Alc249 | μαρτυρεῖ καὶ Δοῦρις ἐν τῇ ιϛ τῶν Μακεδονικῶν [frg. 28] ὅτι | |
ἐν Ἰωλκῷ ἐνυμφεύθη. Ἰωλκοῦ γὰρ Πελίας ἐβασίλευσεν: —B | 224 in vol. 2 | |
sch Alc252 | εἰκῆ φασι δεδόσθαι τὰ περὶ τῆς ἐν τῷ Ἀχέροντι πορθ‐ μείας: —B | |
sch Alc254 | καλεῖ με, φησὶν, ὁ Χάρων ταῦτα λέγων· τί μέλλεις; ἐπείγου· σὺ κατέχεις: —Bi | |
sch Alc256 | ταῦτα ἠπειγμένως ἔχων ταχύνει: —Bi | |
sch Alc257 | ἀποδημίαν: —Bi ἐπειδὴ περὶ πλοίου ὁ λόγος: —B | |
sch Alc258 | ὦ ἀθλία Ἄλκηστι: —B | |
sch Alc259 | ἄγει με νεκύων ἐς αὐλὰν πτερωτὸς Ἅιδης: —B | |
sch Alc264 | προβαίνεις εἰς ὁδὸν τοῖς φίλοις οἰκτρὰν, ἐκ δὲ τῶν φίλων ἐμοὶ μάλιστα οἰκτράν: —B | |
sch Alc265 | παῖδες Ἀδμήτου Εὔμηλος καὶ Περιμήλη: —B | |
sch Alc266 | ὡς κατεχομένη ὑπὸ τοῦ Χάρωνος λέγει: —Bi | |
sch Alc267 | ὦ πόσι, οὐκέτι ἀντέχω· ὁ γὰρ Ἅιδης πλησίον: —B | |
sch Alc272 | ὁρῴητε. γένοιτο, φησὶ, χαίροντας ὑμᾶς τόδε φάος ὁρᾶν: —B | |
sch Alc276 | μὴ προδῷς με πρὸς τῶν παίδων, οὓς μέλλεις ὀρφανοὺς κατα‐ λιπεῖν, ἐὰν ἀποθάνῃς: —B | |
sch Alc280 | Ἄδμητε, λέξαι σοι θέλω: —B | |
sch Alc285 | ἀλλ’ ἐξόν μοι σοῦ ἀποθανόντος ἄνδρα ἔχειν μέγιστον τῶν Θεσ‐ σαλῶν, οὐκ ἠθέλησα: —B | |
sch Alc291 | ἀντὶ τοῦ ἥκοντος· ὅ ἐστιν· καιροῦ αὐτοῖς ἥκοντος εἰς τὸ ἀπο‐ θανεῖν ἀπογεγηρακόσιν: —B | |
sch Alc294 | ἀποθανόντος σοῦ οὐδὲ φυτεύειν ἠδύναντο ἕτερα τέκνα: —B γράφεται φιτύσειν: —Bi | |
sch Alc297 | ἐπετρόπευες, τῆς κατὰ τὴν [ὡς] ὀρφανίαν τροφῆς προέστης: —B | |
sch Alc304 | ἀνάγαγε ἀπόδειξον: —Bi | |
sch Alc306 | κακὴ παρ’ ἐμέ: —Bi | |
sch Alc309 | τὸ καθόλου: —Bi | |
sch Alc311 | καὶ περὶ μὲν τοῦ ἄρσενος οὐδὲν ἔχω πλέον λέγειν· ἱκανὸς γάρ ἐστι παῖς ἄρσην ἑαυτῷ βοηθεῖν· παρρησίαν γὰρ ἄγει πρὸς τὸν πα‐ τέρα. σὺ δὲ, θήλεια, πῶς παρθενεύσῃ ἄρα: —B | |
sch Alc315 | φήμην ψόγον: —Bg | |
sch Alc319 | ὅπου, ἐν τῷ τοκετῷ: —Bi | 225 in vol. 2 |
sch Alc320 | οὐκ εἰς τὴν αὔριον τοῦ μηνὸς τούτου οὐδὲ εἰς τὴν μεταύ‐ ριον: —B | |
sch Alc321 | τὸ ἀποθανεῖν: —Bi | |
sch Alc322 | ἐν τοῖς νεκροῖς: —Bi | |
sch Alc324 | γυναῖκ’ ἀρίστην: ἐμέ: —B | |
sch Alc325 | δηλονότι ἀρίστης· ὡς εἴ τις λέγοι· ἀστεῖος ὁ ἀνὴρ καὶ ἡ γυνή, ἀστεία δηλονότι: —B | |
sch Alc326 | ὑπὲρ τούτου: —Bi οὐχ ἅζομαι: οὐκ εὐλαβοῦμαι, οὐκ ἀπέχομαι. καὶ Ὅμηρος [Ε 830]· ‘μηδ’ ἅζεο θοῦρον Ἄρηα‘. ὁ δὲ νοῦς οὕτως· θάρσει, ὅτι ποιήσει πάντα ὁ ἀνὴρ καὶ οὐ γαμήσει ἑτέραν· οὐκ εὐλαβοῦμαι γὰρ ἐγ‐ | |
5 | γυῆσαι αὐτόν: —B | |
sch Alc330 | οὐδεμία ἄλλη γυνὴ ἐρεῖ μοι, ὦ πόσι· οὐ γὰρ λήψομαι: —B | |
sch Alc332 | τινὲς πάνυ, τινὲς δὲ ὁμοίως: —Bi | |
sch Alc334 | διὰ τί γαμῶ ὁπότε παῖδας ἔχω; ἕως τοῦ παίδων δεῖ στίζειν, εἶτα ἀφ’ ἑτέρας ἀρχῆς τὰ ἑξῆς. δηλοῖ δὲ ὅτι οὐ προσδέομαι ἑτέρων παίδων: —B | |
sch Alc336 | οἴσω δὲ πένθος: οὐ μέχρι [ὅλου τοῦ] ἐνιαυτοῦ πενθήσω σε, ἀλλὰ μέχρι ὅλου τοῦ αἰῶνός μου: —B | |
sch Alc338 | μισῶν τὴν μητέρα. αἰωνίως καὶ αὐτὴν μισῶν ὡς καὶ τὸ πένθος αἰώνιον ἔχω: —B | |
sch Alc340 | σὺ δ’ ἀντιδοῦσα: δοῦσα ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὴν σὴν ψυχήν: —B | |
sch Alc343 | παύσω δὲ κώμους: ἀντὶ τοῦ· οὐκέτι κωμάσω σοι: —B | |
sch Alc345 | οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου: εἶδος ὀργάνου μουσικοῦ ὁ βάρβιτος, βαρυτέρας ἔχοντος τὰς χορδάς. καὶ ἔστιν οἱονεὶ βαρύμιτός τις ὤν: —B | |
sch Alc346 | οὔτ’ ἂν φρέν’ ἐξαίροιμι: οὐ πείσαιμ’ ἂν τὴν ἐμὴν φρένα λακεῖν πρὸς Λίβυν αὐλόν· ὅ ἐστιν 〈ᾄδειν πρὸς αὐλόν〉. οἱ γὰρ ἀρχαῖοι | |
καὶ πρὸς αὐλὸν ᾖδον: —B πρὸς Λίβυν λακεῖν: Λίβυν τὸν αὐλόν φησιν· ἐκ γὰρ τῶν ἐν | 226 in vol. 2 | |
5 | Λιβύῃ λωτίνων λεγομένων καλάμων ὁ αὐλὸς γίνεται. ἢ ὅτι ἐπὶ Τρίτωνι, τῷ ποταμῷ τῆς Λιβύης, εὑρέθη: —B | |
sch Alc357 | εἰ δὲ εἶχον τὸ μέλος τοῦ Ὀρφέως πρὸς τὸ σὲ λαβεῖν κηλή‐ σαντα τὴν Κόρην ἢ τὸν Πλούτωνα, καὶ τοῦτο ἂν ἐποίησα: —B εἰ δ’ Ὀρφέως μοι γλῶσσα: Ὀρφέως γυνὴ Εὐριδίκη, ἧς ἀπο‐ θανούσης ὑπὸ ὄφεως κατελθὼν καὶ τῇ μουσικῇ θέλξας τὸν Πλούτωνα | |
5 | καὶ τὴν Κόρην, αὐτὴν ἀνήγαγεν ἐξ Ἅιδου: —B | |
sch Alc365 | ἐντελοῦμαι γὰρ ἐν τοῖς αὐτοῖς σοροῖς σὺν σοὶ ἐμὲ θά‐ ψαι: —B | |
sch Alc369 | τὸ ταύτης πένθος συνοίσω. ἀξία γὰρ αὕτη τοῦ πενθεῖ‐ σθαι: —B | |
sch Alc372 | ἀντὶ τοῦ μὴ γαμήσειν: —Bi | |
sch Alc375 | πρὸς τὸ μὴ εἰσαγαγεῖν ἄλλην τινά: —Bi | |
sch Alc379 | νέα οὖσα δηλονότι: —Bi | |
sch Alc381 | ὁ χρόνος θεραπεύσει σε: —Bi | |
sch Alc385 | ὑπὸ τοῦ θανάτου: —B | |
sch Alc387 | οὕτω 〈ταχέωσ〉 ἀποθανοῦμαι ὥστε μηκέτι με οὖσαν νόμιζε: —B | |
sch Alc389 | οὐχ ἑκοῦσα προλείπω αὐτούς: —B | |
sch Alc391 | ὡς αὐτῆς καταπεσούσης τὸ ἀπωλόμην: —B | |
sch Alc404 | ταύτην καλεῖς τὴν οὔτε κλύουσαν οὔτε ὁρῶσαν: —B ὑμεῖς καὶ ἐγώ· πρὸς τὸν Εὔμηλον καὶ τὴν ἀδελφὴν αὐτοῦ: —B | |
sch Alc406 | νέος καὶ ἔρημος λείπομαι φίλης μητρός: —B | |
sch Alc407 | ἀπὸ μεταφορᾶς τῶν μόνων στελλομένων πλοίων. μονόστο‐ λος οὖν ἀντὶ τοῦ ἔρημος: —B | |
sch Alc409 | ὡσεὶ ἔλεγε· συνόμαιμε συναδελφὲ, τοσαῦτα ἔτλης ὅσα ἐγώ: —B | |
sch Alc412 | εἰς γάμον ἐπὶ ἀνωφελείᾳ συνῆλθες: —Bi | |
sch Alc414 | πρὸ τοῦ δέοντος καιροῦ: —Bi | |
sch Alc416 | ἀνάγκη γὰρ ἀποθανεῖν· ὡς τοῦ Ἀδμήτου ὑπό τε τοῦ πάθους τῆς γυναικὸς καὶ τοῦ θρήνου τῶν παίδων συγχυθέντος πρὸς αὐτὸν 〈τοῦτο λέγει〉: —B | |
sch Alc420 | οὐκ ἐξαίφνης μοι αὕτη ἡ συμφορὰ ἐπῆλθεν, ἀλλὰ προει‐ | |
δότι: —B | 227 in vol. 2 | |
sch Alc423 | ποιήσομαι ἐκφορὰν τοῦ νεκροῦ· [παραμείνατε] διὸ παραμεῖναι ὀφείλετε: —B | |
sch Alc424 | θρῆνον ἐφ’ ᾧ οὐ σπένδουσιν ὥσπερ ἐν τοῖς παιᾶσιν: —B | |
sch Alc426 | κοινωνεῖν: —Bg | |
sch Alc427 | κελεύω αὐτοὺς μετέχειν τοῦ πένθους τῷ κεκάρθαι καὶ μελα‐ νειμονεῖν: —B | |
sch Alc428 | ἀζύγους. κέλητας: —Bg | |
sch Alc438 | τὸν οἶκον τοῦ Ἅιδου: —Bi | |
sch Alc439 | γινωσκέτω ὁ Ἅιδης καὶ ὁ Χάρων, ὃς ἐπὶ τῇ κώπῃ καὶ τῷ πη‐ δαλίῳ ἵζει, ἀρίστην γυναῖκα πορθμεύσας εἰς τὴν Ἀχερουσίαν λίμνην: —B | |
sch Alc447 | χέλυν: τὴν λύραν. ἀπὸ γὰρ χελώνης ὀρεινῆς ἡ λύρα ἐστίν. εἰσὶ δὲ καὶ ἔνυδροι· διὸ ὀρείαν εἶπεν: —B τουτέστι· μετὰ λύρας 〈καὶ ἄνευ λύρασ〉. καὶ παρὰ Σοφοκλεῖ ἐν Αἴαντι Λοκρῷ [frg. 15] ‘καὶ πεζὰ καὶ φορμικτά‘. καὶ πεζαὶ δέ τινες | |
5 | ἑταῖραι λέγονται, αἳ χωρὶς ὀργάνου εἰς τὰ συμπόσια φοιτῶσιν: —B ἑπτάτονος χέλυς λέγεται ἡ ἑπτάχορδος: —B | |
sch Alc449 | περικυκλοῦται· κυκλοειδὴς γὰρ ὁ χρόνος. καὶ Ὅμηρος [Θ 404. 418] ‘περιτελλομένους ἐνιαυτούσ‘: —B | |
sch Alc450 | μετεωριζομένης πλησιφαοῦς τῆς σελήνης, ἐν πανσελήνῳ τῆς ἑορτῆς ἀγομένης: —B καὶ ἄλλως: εὐφυῶς τὴν πλησιφαῆ διὰ τὸ ἀειρομένας παννύ‐ χου ἐδήλωσεν. ὅτε γὰρ πανσέληνόν ἐστι, δι’ ὅλης νυκτὸς φέγγει: —B | |
sch Alc458 | ποταμὸς καθ’ Ἅιδου ὁ Κωκυτός: —Bi | |
sch Alc459 | ἀντὶ τοῦ· διὰ τῆς κώπης ἀνενεγκεῖν σε: —Bi | |
sch Alc463 | εἴη σοι ἡ ἐπικειμένη σποδὸς ἀνώδυνος: —B | |
sch Alc464 | εἰ θελήσειε γαμῆσαι: —Bi | |
sch Alc473 | συμβίου σὺν ἐμοὶ οἰκῆσαι μελλούσης: —Bi | |
sch Alc474 | ἡ τοιαύτη γαμετή: —Bi | |
sch Alc476 | ἐπεὶ εἰς κώμας ἦσαν διῃρημένοι, ὅ ἐστιν εἰς φυλάς: —B | 228 in vol. 2 |
sch Alc479 | εἰπὲ τίς σε χρεία πέμπει προσβῆναι Φεραῖον ἄστυ, πόλιν Θεσσαλῶν: —B | |
sch Alc481 | ὑπηρετῶ: —Bg | |
sch Alc482 | διὰ τί πλανᾶσαι: —Bi | |
sch Alc483 | τέθριππον. ἀντὶ τοῦ τετράορον, ὅταν ὦσιν τέσσαρες ἵπποι ἐζευγμένοι. καὶ συνωρὶς δὲ, ὅταν ἕτερος ἑτέρῳ συνεζευγμένος ᾖ. ἀπὸ τούτου καὶ συνάορος ἡ γυνὴ λέγεται, ἡ συνηρτημένη καὶ συνεζευγ‐ μένη: —B | |
sch Alc488 | ἢ κρατήσεις ἢ κρατηθήσῃ. οὐ γὰρ χωρὶς αἵματος προβήσε‐ ταί σοι ὁ ἀγών: —B | |
sch Alc490 | εἰ συμβῇ σοι κρατῆσαι τοῦ δεσπότου τῶν ἵππων, τί πλέον πράξεις καὶ ὠφεληθήσῃ, ὅπου γε οἱ ἵπποι ἀδάμαστοί εἰσιν: —B | |
sch Alc494 | μαγειρεύουσιν. ἄρταμος γὰρ λέγεται ὁ μάγειρος: —B | |
sch Alc495 | βορὰν λεόντων, οὐχ ἵππων λέγεις: —Bi | |
sch Alc497 | ὁ θρέψας τοὺς ἵππους τίνος ἐστὶν πατρὸς παῖς: —Bi | |
sch Alc498 | ἀπὸ τῶν ὅπλων τοὺς ὁπλίτας φησίν: —B πέλτη ἀσπίς ἐστιν ἴτυν μὴ ἔχουσα: —B | |
sch Alc500 | ὁ δαίμων οὐδέποτέ μοι εὐοδεῖ, ἀλλὰ πρὸς τὸ ἄναντες καὶ δύσκολον ὁδοιπορεῖ. τὰ γὰρ ὑψηλὰ δυσχερῆ ἐστιν: —B | |
sch Alc509 | Περσέως Ἠλεκτρύων, οὗ Ἀλκμήνη, ἧς Ἡρακλῆς: —B | |
sch Alc511 | θέλω μὲν χαίρειν, ἀλλὰ διὰ τὸ συμβὰν οὐ δυνάμεθα χαί‐ ρειν: —B φίλον, βουλόμενόν με χαίρειν: —B | |
sch Alc521 | ζῇ μὲν γὰρ, φησὶ, τῷ δὲ προσδοκᾶν αὑτὴν ἀποθανεῖν οὐ ζῇ: —B | |
sch Alc526 | ἕως οὗ συμβῇ, ὑπέρθου τὰ δάκρυα: —B | |
sch Alc528 | κεχώρισται, φησὶ, τὸ εἶναι τοῦ μηκέτ’ εἶναι καὶ τοῦ ζῆν τὸ τεθνάναι: —Bi | |
sch Alc529 | σὺ λέγεις τὸ μήπω γενόμενον οὐκ ὀφείλειν ὡς ὂν λογίσασθαι· | |
ἐγὼ δὲ τὸ ἐσόμενον ὡς ὂν λογίζομαι: —B | 229 in vol. 2 | |
sch Alc530 | τί 〈δῆτα〉 κλαίεις: ἐπειδὴ ἀορίστως εἶπεν ὁ Ἄδμητος θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ 〈μέλλω〉 νεκρόν, [εἶτα] ἐπήγαγεν ὁ Ἡρακλῆς· μή τι ἡ Ἄλκηστις ἀπέθανεν; 〈εἶτά〉 φησιν ὁ Ἄδμητος ὅτι λυποῦμαι καὶ δι’ ἐκείνην, μέλλουσαν τελευτᾶν. εἶτα ὁ Ἡρακλῆς· μὴ | |
5 | πρόκλαιε τὴν γυναῖκα, τίς δὴ ὄντως ὁ ἀποθανών; εἶτα ὁ Ἄδμητός φησιν ὅτι γυνή τις 〈ἡ〉 τεθνηκυῖα, περὶ ἧς ἔλεγον· θάπτειν τινὰ μέλλω νεκρόν: —B | |
sch Alc531 | γυνή τις τέθνηκε· περὶ γυναικὸς δὲ καὶ ἀρτίως ἐμνημόνευσεν θάπτειν τινὰ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν: —B | |
sch Alc543 | εἰς οὓς εἰσιέναι σε δεῖ: —Bi | |
sch Alc548 | παρακεῖσθαι: —B | |
sch Alc552 | ξένους ὑποδέχεσθαι: —Bg | |
sch Alc554 | οὐκ 〈ἂν〉 ἐπῄνεσάς με: —Bi | |
sch Alc560 | τὴν ἄνυδρον. ἢ πολυπόθητον· ἡ γὰρ δίψα εἶδος ἐπιθυμίας: —B | |
sch Alc568 | θαυμάζων τοῦ ἀνδρὸς τὸ φιλόξενον ταῦτα λέγει: —B | |
sch Alc575 | τῶν πλαγίων καὶ ἀνακεκλιμένων ὀρῶν: —B | |
sch Alc577 | ποιμενικὰς ᾠδὰς δι’ ὧν ἦγεν τὰ βοσκήματα εἰς τὸ ἀλλήλοις μίγνυσθαι: —B | |
sch Alc578 | τῇ τῶν μελέων ἡδονῇ: —B | |
sch Alc588 | τοιγὰρ, ὦ Ἄδμητε, διὰ τὸν Ἀπόλλωνα, ἔχεις ἑστίαν πολυ‐ θρέμμονα: —B | |
sch Alc590 | Θεσσαλίας λίμνη πλησίον Φερῶν. λέγεται δὲ καὶ Νεσσω‐ νίς: —B | |
sch Alc592 | ὅρον τίθεται: —Bi τὸ ἑξῆς· κνεφαῖον αἰθέρα: —B καὶ ἄλλως: κνεφαίαν τὴν δύσιν ὅπου ὁ Ἥλιος κατὰ κνέφας ἵστησι τοὺς ἵππους καὶ καταλύει: —B | |
sch Alc595 | κρατεῖ δὲ καὶ ἐπὶ τὴν Αἰγαίωνα ἀκτὴν τὴν πόντιον καὶ ἀλί‐ μενον: —B | |
sch Alc598 | διύγρῳ διὰ τὰ δάκρυα: —B | 230 in vol. 2 |
sch Alc600 | τὸν νεωστὶ ἐν τοῖς θανοῦσι γενόμενον. τὸν νεκρὸν τῆς φιλίας ἀλόχου, τὸν ἀρτιθανῆ: —B | |
sch Alc602 | πᾶν τὸ τῆς σοφίας ἔργον ἐν τοῖς ἀγαθοῖς ἐστι: —B | |
sch Alc617 | ἀντὶ τοῦ δύσκολον: —Bg | |
sch Alc628 | ἀντὶ τοῦ λυσιτελεῖν: —Bi | |
sch Alc629 | οὔτ’ ἐκάλεσά σε ἐλθεῖν ἐνταῦθα οὔτε τὴν σὴν παρουσίαν ὡς φίλου ἀρνοῦμαι: —B | |
sch Alc640 | ὁποῖος εἶ, ἔδειξας ἐλεγχθείς: —Bi | |
sch Alc641 | ἐμαυτὸν ἀρνοῦμαι σὸν εἶναι παῖδα: —B | |
sch Alc642 | ἀντὶ τοῦ περὶ πάντων, ὡς τὸ [Α 287] ‘ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι‘: —B | |
sch Alc643 | γέρων ὤν: —Bi | |
sch Alc648 | τὸ ἀποθανεῖν ὑπὲρ υἱοῦ: —B | |
sch Alc651 | ἀπὸ τοῦ ζῆμι καὶ ὁ παρακείμενος ἔζην: —Bi | |
sch Alc652 | στερηθείς: —Bg | |
sch Alc653 | διὰ τί οὖν ἐφιλοψύχησας, καίτοι ἀπολαύσας: —B | |
sch Alc655 | οἱ γὰρ διάδοχον μὴ καταλιπόντες λυποῦνται μάλιστα: —B ἀντὶ τοῦ ἤμην: —Bi | |
sch Alc658 | οὐ μὴν ἐρεῖς γε ὡς θανεῖν με προύδωκας ἀτιμάζοντα τὸ σὸν γῆρας. τὸ γὰρ ἀτιμάζων ἀντὶ τοῦ ἀτιμάζοντα: —B | |
sch Alc662 | ἀντὶ τοῦ· οὐ φυτεύσεις· γέρων γὰρ εἶ. ὥστε, εἰ ἀπέθανον ἐγώ, ἄπαις σὺ ἔμελλες εἶναι: —B καὶ ἄλλως: οὐκ ἂν ἀναβάλλοιο σπείρων παῖδας, ἀντὶ τοῦ· σπεῦ‐ σαι ὀφείλεις ταχέως σπεῖραι παῖδας γηροβοσκούς· ἐγὼ γὰρ οὐκέτ’ εἰμὶ | |
5 | ὁ σός. ὃ καὶ ἄμεινον: —B | |
sch Alc666 | τέθνηκα γὰρ δὴ τοὐπί ς’: ὅσον τὸ κατὰ σέ, τέθνηκα: —B | |
sch Alc675 | τίνα αὐχεῖς κακοῖς ἐλαύνειν; πότερον Λυδὸν ἢ Φρύγα ἀργυ‐ ρώνητον σέθεν: —B | |
sch Alc679 | φορτικοὺς λόγους: —Bi | |
sch Alc680 | οὐκ ἄπει βαλὼν ἡμῖν τὰς ὕβρεις, ἀλλὰ καὶ ἀκούσῃ: —B | 231 in vol. 2 |
sch Alc683 | οὐ παρείληφα νόμον παρὰ τοῦ πατρὸς ὥστε ἀντὶ τῶν παίδων ἀποθνῄσκειν: —B | |
sch Alc693 | πρὸς τὸ εἰρημένον ὑπὸ Ἀδμήτου ἀντίθεσις [649] βραχὺς δέ σοι πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος: —B | |
sch Alc696 | ἀτολμίαν: —Bi | |
sch Alc699 | πανούργως: —AgBg | |
sch Alc700 | εἰ τὴν παροῦσαν: εἰ ἃς λήψῃ γυναῖκας, πείσεις ὑπὲρ σοῦ ἀποθνῄσκειν: —AB | |
sch Alc708 | λέγ’ ὡς ἐμοῦ: λέγε ὡς καὶ ἐμοῦ κακῶς λέξαντος, δι’ ὧν οὐκ ἠθέλησας ὑπὲρ ἐμοῦ ἀποθανεῖν: —AB | |
sch Alc710 | σοῦ δἄν: σοῦ δὴ ἄν, καὶ ἐν συναλοιφῇ σοῦ δἄν. ἐκτατέον οὖν τὸν ἄν. ὁ δὲ νοῦς· οὐ νῦν ἁμαρτάνω, ἀλλ’ εἰ ὑπὲρ σοῦ ἀπέθνῃ‐ σκον: —AB | |
sch Alc711 | σὺ πρέσβυς, ἐγὼ νέος: —AgB | |
sch Alc712 | καὶ σὺ μίαν ἔχων ψυχὴν οὐκ ὀφείλεις ὑπὲρ δύο ζῆν: —AgB | |
sch Alc713 | καὶ μὴν Διός γε μείζον’: καὶ ζήσειας μείζονα παρὰ 〈τὸν〉 τοῦ Διὸς χρόνον. ὁ γὰρ μήν καὶ ἄν παρέλκει. ἢ· ἔζησας τοσοῦτον χρόνον ὅσον ἔχει ὁ Ζεύς: —A | |
sch Alc716 | ἀλλ’ οὐ σὺ νεκρόν γ’: σὺ, φησὶν, οὐκ ἤρας τοῦ ζῆν ἑτέραν ἀντὶ σοῦ ἀποστείλας: —A | |
sch Alc717 | δι’ ὧν ἕτερος ἀπέθανεν ὑπὲρ ἐμοῦ, σοῦ μὴ θελήσαντος: —A | |
sch Alc718 | οὐ δυνήσῃ τοῦτο λέγειν ὅτι ὑπὲρ ἡμῶν ἀπέθανεν: —AgB | |
sch Alc719 | εἴθ’ ἀνδρὸς ἔλθοις: εἴθε χρείαν μοῦ ἔσχες ἵνα σοι ὑπη‐ ρετήσω: —A ἐμοῦ, δεικτικῶς: —AgB | |
sch Alc720 | γυναῖκας δηλονότι: —AgB | |
sch Alc721 | τὸ ἑτέρους ὑπὲρ ἐμοῦ ἀποθανεῖν: —AgB | |
sch Alc722 | τοῦ Ἡλίου φησί: —AgBi | |
sch Alc724 | οὐκ ἀποθανοῦμαι ὑπὲρ σοῦ ἵνα σύ με νεκρὸν κομίζων γελά‐ | |
σῃς: —AgB | 232 in vol. 2 | |
sch Alc726 | κακῶς ἀκούειν: κἂν κακῶς με εἴπῃς ἀποθανόντα, οὐ φρον‐ τίζω ἀναίσθητος ὤν: —AB | |
sch Alc728 | τήνδ’ ἐφεῦρες ἄφρονα: τὴν Ἄλκηστιν ἄφρονα εὗρες, διὰ τὸ τεθνηκέναι: —A | |
sch Alc731 | γαμβροῖς: —AgBg | |
sch Alc733 | ἀντὶ τοῦ· ὑπὲρ τοῦ αἵματος: —Bi | |
sch Alc734 | ἔρροις νῦν αὐτός: φθείρου. εἶτα ἐξ ἑτέρας ἀρχῆς· καὶ αὐτὸς καὶ ἡ ξυνοικοῦσά σοι γηράσκετε ἄπαιδες, ὡς ἐστὲ ἄξιοι, καὶ ταῦτα ἐμοῦ ζῶντος. τινὲς δὲ ἔρρων γράφουσι σὺν τῷ ν, ἵνα ᾖ μετοχὴ ἀντὶ ῥήματος τοῦ ἔρρε: —A | |
5 | ἡ γαμετή σου, ἡ μήτηρ Ἀδμήτου: —Bi | |
sch Alc735 | ἐγὼ γὰρ οὐκέτι εἰμὶ παῖς ὑμῶν: —Bi | |
sch Alc737 | εἰ δ’ ἀπειπεῖν χρῆν με: εἰ δὲ δέον καὶ διὰ κηρύκων τὸν σὸν οἶκον ἀπειπεῖν με, καὶ τοῦτο ποιήσω: —AB τουτέστιν ἀπαγορεῦσαι ὑπὸ κηρύκων. ἀπηγόρευον οἷον· ὅδε οὐ βούλεται τοῦδε εἶναι πατήρ: —A | |
sch Alc741 | καρτερικὴ τῆς τόλμης χάριν: —Bi | |
sch Alc746 | τῇ Περσεφόνῃ: —Bi | |
sch Alc747 | πολλοὺς μὲν ἤδη: 〈ὁ〉 θεράπων ὁ πρὸς ὑπηρεσίαν τοῦ Ἡρακλέους ἔξεισι δυσφορῶν ἐφ’ οἷς ὁ Ἡρακλῆς πένθους προκειμένου οὐκ ᾐσχύνετο οὕτως ἀναιδῶς ἐσθίων καὶ στεφανῶν τὴν κεφαλήν: —AB | |
sch Alc752 | ὑπερβῆναι: —B | |
sch Alc753 | οὐκ εὐτάκτως: —Bi | |
sch Alc754 | ᾤετο γὰρ ὁ θεράπων ἐγνωκέναι αὐτὸν τὸν θάνατον τῆς Ἀλ‐ κήστιδος: —AgB | |
sch Alc755 | αὐτὸς ἡμῖν ἐκέλευσε φέρειν τὰ ὄψα. τοῦτο δὲ ἀναιδοῦς ξέ‐ νου: —B | |
sch Alc756 | ποτῆρα δ’: 〈τὸ χ〉 ὅτι ἀρσενικῶς εἴρηται: —A ἄλλως: τὸν ποτῆρα 〈ἀρσενικῶσ〉· διὸ τὸ χ. λέγεται δὲ [καὶ ποτή‐ ριον] ἀρσενικῶς οὐδαμοῦ, ὑποκοριστικῶς δὲ 〈ποτήριον〉. ἐξηγήσατο δὲ τί ἐστι κισσύβιον, εἰπὼν ποτῆρα κίσσινον: —AB | 233 in vol. 2 |
sch Alc757 | τῆς ἀμπέλου: —AgB ὁ γὰρ μέλας οἶνος ἰσχυρότερός ἐστιν: —AgB | |
sch Alc760 | ἄμουσος ὁ Ἡρακλῆς: —AgBg | |
sch Alc762 | οὐδὲν φροντίζων: —Bi | |
sch Alc764 | βρέχοντες: —Bi | |
sch Alc766 | κλέπτην: —AgBg | |
sch Alc768 | οὐδ’ ἐξέτεινα χεῖρ’: σεσημείωται ὅτι καὶ Αἰσχύλος ὡς γι‐ νόμενον τοῦτο συνίστησιν ἐν ταῖς Χοηφόροις, τὸ ἐκτείνειν τὰς χεῖρας. λέγει δὲ Ὀρέστης [frg. 3] ‘οὐ γὰρ παρὼν ᾤμωξα σὸν, πάτερ, μόρον οὐδ’ ἐξέτεινα χεῖρα ἐπ’ ἐκφορᾷ νεκροῦ‘: —A | |
5 | ἄλλως: οὐκ ἐξέτεινα, φησὶ, τὴν χεῖρα ἐν τῷ θρηνεῖν διὰ τὸ ἀσχο‐ ληθῆναι. ἔθος γὰρ ἦν ἐκτεῖναι τὰς χεῖρας ὅταν ἐκφορὰ νεκροῦ γίνη‐ ται: —A | |
sch Alc770 | [καὶ] ὡς μήτηρ: —Bi | |
sch Alc773 | ἀλαζονείας μεστὸν, ἀλαζονικόν: —AB τί σεμνόν: στυγνὸν σκυθρωπόν. οἳ γὰρ φροντίζουσι, σκυθρωπά‐ ζουσιν: —A πεφροντικός: φροντίδων μεστὸν, πολυμέριμνον τὸ βλέμμα καὶ | |
5 | τὸ πρόσωπον ἔχεις: —A | |
sch Alc778 | σπουδὴν ἔχων: σπουδάζων εἰς ἀλλότριον πένθος· ἐνόμιζε γὰρ ὅτι ξένη ἦν ἡ ἀποθανοῦσα: —AB | |
sch Alc779 | καὶ σοφώτερος γένῃ: οὐκ εὐλόγως τὸν Ἡρακλέα εἰσήγαγε φιλοσοφοῦντα ἐν μέθῃ ὃν ἔδει καὶ ἄλλου φιλοσοφοῦντος διαπαίζειν: —AB | |
sch Alc781 | διὰ τὸ εἶναί σε δοῦλον οὐκ οἶδας: —AgBi | |
sch Alc786 | οὔτε διὰ διδαχῆς οὔτε διὰ τέχνης ἔστι μαθεῖν τὸ ἀποβαῖ‐ νον: —AgB | |
sch Alc789 | τὰ ἐπιόντα: —AgBi | 234 in vol. 2 |
sch Alc795 | πίομαι πίῃ, ὡς πλέομαι πλέῃ: —AgB ὑπερβαλὼν τύχας: γράφεται πύλας, ἵν’ ᾖ· ὑπερβὰς τὰς πύλας· εἰ δὲ τύχας, καταφρονήσας: —ABi | |
sch Alc798 | μεθορμιεῖ σε: μεταστήσει σε εἰς ἕτερα ἡ συνεχὴς περιφορὰ καὶ ὁρμὴ τοῦ ποτηρίου. οὐκέτι γὰρ δακρύσεις ἐὰν πίῃς: —AB | |
sch Alc800 | ὡς τοῖς γε σεμνοῖς: τοῖς καταστύγνοις οὐκ ἔστι βίος ὁ βίος, ἀλλὰ λύπη: —A | |
sch Alc801 | ὡς ἐμοὶ καταφαίνεται κρίνοντι: —AB | |
sch Alc803 | νῦν δὲ πράσσομεν: προσυπακουστέον τὸ τοιαῦτα· οὐ νῦν δὲ πράσσομεν τοιαῦτα: —AB | |
sch Alc808 | οὐδεὶς 〈τῶν ἐνταῦθα〉 τέθνηκεν εἰ μὴ ὁ σός με δεσπότης ἐψεύσατο: —B | |
sch Alc810 | κατ’ ἐρώτησιν· οὐ δέον εὐπαθεῖν ὑπὲρ ξένου νεκροῦ: —AgB | |
sch Alc811 | οὐκ ἦν ξένη, ἀλλὰ πάνυ οἰκεία: —AgB | |
sch Alc815 | 〈οὐκ ἂν〉 ἐλυπούμην εἰ μὴ λύπη τις ἦν: —AgB | |
sch Alc816 | ἀπατηθεὶς δηλονότι: —B | |
sch Alc817 | οὐκ ἐν δέοντι ἦλθες καιρῷ: —B | |
sch Alc820 | ἆρα, φησὶν, ἀφανὴς ἐγένετό τις τῶν παίδων ἢ ὁ γέρων πα‐ τὴρ ἀπέθανεν; ταῦτα δὲ τὰ τρία 〈ἰαμβεῖα〉 ἔν τισιν οὐκ ἔγκει‐ ται: —Ag | |
sch Alc824 | ὦ ἄθλιε Ἄδμητε: —AgB | |
sch Alc826 | τοῦ Ἀδμήτου ἰδὼν τὸ ὄμμα δακρῦον: —AgB | |
sch Alc829 | βιασθεὶς δὲ καὶ ἀναγκασθεὶς ὑπ’ ἐκείνου: —AgB | |
sch Alc831 | ἀτυχοῦντος: —AgB | |
sch Alc832 | ἀλλὰ σοῦ τὸ μὴ φράσαι: συντέτμηκε τὴν ἑρμηνείαν. βού‐ λεται γὰρ εἰπεῖν· ἀλλὰ σοῦ τὸ ἁμάρτημα τὸ μὴ εἰπεῖν τὸ ἀληθές: —AB | |
sch Alc834 | ἐπὶ τοῦ θάπτοντος, τοῦ Ἀδμήτου, τὸ νιν: —B | |
sch Alc835 | ὀρθὴν παρ’ οἶμον: πόλις Θεσσαλίας πλησίον Φερῶν. λέγει δέ· ὀρθὴν βαδίζων τὴν ὁδὸν, οἷον παρὰ τὴν ὁδὸν, ὅπου ἐπὶ τὴν Λάρισσαν φέρει, ἐκτὸς τοῦ προαστείου: —A | 235 in vol. 2 |
sch Alc838 | Τιρυνθία: Τίρυνς πόλις Ἄργους. ἡ γὰρ Ἀλκμήνη ἀπὸ Τίρυνθός ἐστιν: —A | |
sch Alc843 | εἰδωλοποιεῖται μελαίνας πτέρυγας ἔχων ὁ Θάνατος: —AgB | |
sch Alc844 | εὑρήσειν δοκῶ πίνοντα: προσδοκῶ αὐτὸν εὑρεῖν πλησίον τοῦ τύμβου πίνοντα ἐκ τῶν προσφαγμάτων: —AB | |
sch Alc846 | λοχήσας αὐτόν: γράφεται λοχαίας. λοχᾶν γὰρ αὐτὸν θέλει ὁ Ἡρακλῆς κρυφθείς: —A | |
sch Alc847 | καὶ περιβαλὼν αὐτῷ κύκλον: —AgB | |
sch Alc849 | κατὰ πλευρὰν μογοῦντα: —AgB | |
sch Alc850 | ἐὰν δὲ μὴ εὕρω αὐτὸν πλησίον τοῦ τάφου πίνοντα τὸ αἷμα: —AgB | |
sch Alc851 | [καὶ] νῦν τὴν ῥύσιν τοῦ αἵματος. τὸν πέλανον δὲ ἐπὶ τῆς θυσίας φασίν: —AgB | |
sch Alc852 | εἰς τοὺς δόμους τῆς Κόρης καὶ τοῦ βασιλέως τῶν κάτω Πλού‐ τωνος: —AgB | |
sch Alc857 | ἔκρυπτε: τὸ πένθος ἔκρυπτε: —AgBi | |
sch Alc859 | τοιγὰρ οὐκ ἐρεῖ κακόν: αὐτὸς ὁ Ἄδμητος εὐγενὴς ὢν οὐ λέξει εὐεργετῆσαι κακὸν καὶ εὐτελῆ ἄνδρα, τουτέστιν ἐμέ. ἀντισάζω γὰρ αὐτῷ τὰς χάριτας τῆς ξενοδοχίας: —A ἀλλ’ οὐκ ἂν εἴποι με ἀγνώμονα ξένον: —Bi | |
sch Alc861 | εἴσοδοι: —AgBg ἔρχεται ὁ Ἄδμητος ἀπὸ τοῦ τύμβου καὶ οὐ τολμᾷ εἰσιέναι: —AgBi | |
sch Alc863 | εἰς τίνα τόπον. ἢ ἐν τίνι τόπῳ: —AgBi | |
sch Alc866 | μακαρίζω: —AgBi | |
sch Alc869 | ἀπὸ κοινοῦ τὸ χαίρω: —AgBi | |
sch Alc870 | τοῖον ὅμηρόν μ’ ἀποσυλήσας: τοιοῦτον ἐνέχυρον ὑπὲρ | |
ἐμοῦ, ἵνα κἀγὼ ἀποθάνω. λυπούμενος γὰρ δι’ αὐτὴν ἀπόλλυμαι: —A ἄλλως: ὅμηρον: ἐνέχυρον. τοῦ δὲ ζῆν φησιν ὅμηρον αὐτῷ γε‐ γονέναι τὴν Ἄλκηστιν· ἀντὶ γὰρ αὐτοῦ δέδοται τῷ Ἅιδῃ: —ABi | 236 in vol. 2 | |
sch Alc878 | ἔμνησας ὅ μου: τούτου με ὑπέμνησας τοῦ ἑλκώσαντος καὶ λυπήσαντος τὴν ψυχήν· λέγει δὲ τῆς γυναικός: —AB | |
sch Alc879 | ἁμαρτεῖν: τὸ ἀποτυχεῖν. ἡ μεταφορὰ ἀπὸ τοῦ ἁμαρτάνειν τοῦ σκοποῦ: —AB | |
sch Alc881 | εὐχῆς σημαντικὸν, ὄφελον: —B | |
sch Alc887 | ἐξὸν εἶναι καὶ ἀγάμους καὶ ἀτέκνους: —AgBi | |
sch Alc888 | σοὶ, ὦ Ἄδμητε, δυσκαταγώνιστος ἀτυχία ἦλθεν: —AgBi | |
sch Alc891 | ἃ μὲν πέπονθας, βαρέα ἐστίν, ὅμως δὲ φέρε: —AgBi | |
sch Alc897 | τί μ’ ἐκώλυσας: διὰ τί με ἐκώλυσας ῥῖψαι ἐμαυτὸν 〈ἐν〉 τῷ τάφῳ τῆς γυναικός; πρὸς τὸν χορόν φησιν· ἦν γὰρ ὁ χορὸς μετ’ αὐτοῦ· δύναται γὰρ ὁ χορὸς ἐξίστασθαι τῆς σκηνῆς, ὡς καὶ ἐν Αἴαντι μαστιγοφόρῳ: —A | |
sch Alc900 | τὴν ἐμὴν ψυχὴν καὶ τὴν ἐκείνης: —AgB | |
sch Alc902 | τὴν Ἄορνόν φησι: —Bi διαβάσας ἔδει εἰπεῖν. πρὸς τὸ σημαινόμενον οὖν ἀπήντησεν: —B | |
sch Alc903 | ἐμοί τις ἦν ἐν γένει: παραμυθεῖται αὐτὸν ὁ χορός· ἐμοί τις ἦν ἐν γένει ᾧ νεανίας ἀπέθανεν ἄξιος τοῦ θρηνεῖσθαι διὰ τὸ μονο‐ γενὴς εἶναι, ἀλλ’ ὅμως ἐκαρτέρει: —A | |
sch Alc907 | παντελῶς ὢν ἄτεκνος: —AgB ἅλις ἄτεκνος ὤν: ἰδίως τὸ ἅλις τέταχεν ἐπὶ τοῦ μετρίως· με‐ τρίως ἔφερε τὸ κακὸν, καίπερ ἄτεκνος ὤν: —AB | |
sch Alc909 | ἤδη προπετὴς ὤν: ἤδη προνενευκὼς ἐπὶ τὰς πολιὰς χαίτας καὶ πρόσω τοῦ βίου ὢν, ὅ ἐστιν ἤδη προβεβηκὼς τῇ ἡλικίᾳ: —ABi ἄλλως: τινὲς εἰς τὸ χαίτας στίζουσιν· τὸ δὲ προπετής πρεσ‐ βύτερος. τῷ ὄντι γὰρ οἱ γέροντες προπετεῖς εἰσιν, ἐπὶ πρόσωπον φερό‐ | |
5 | μενοι: —A | |
sch Alc914 | τὸ διάφορον τῆς νῦν τύχης καὶ τῆς πάλαι: —AgB | 237 in vol. 2 |
sch Alc915 | τότε μὲν πεύκαις: ὑπὸ λαμπάδων ἀπὸ Πηλίου τμηθεισῶν. τότε μὲν, φησὶ, μετὰ γαμικῶν ᾀσμάτων καὶ σὺν λαμπάσι ταῖς ἀπὸ Πη‐ λίου ὄρους τεμνομέναις εἰς τὸν οἶκον ἐπορευόμην τὴν χεῖρα τῆς γαμετῆς κατέχων: —A | |
sch Alc917 | γράφεται πιστῆς: —Ag | |
sch Alc918 | πολυβόητος: —AgBi εἵπετο κῶμος: συνηκολούθει καὶ παιανισμὸς καὶ ἐμακάριζον ἡμᾶς ὡς ἐσμὲν εὐγενεῖς: —A | |
sch Alc920 | ὄντες ἀπ’ ἀμφοτέρων τῶν γονέων εὐπατρίδαι: —AgB | |
sch Alc922 | νῦν δ’ ὑμεναίων: νῦν δὲ ἀντὶ γαμικῶν ᾀσμάτων θρῆνος ἀντικείμενος: —A | |
sch Alc923 | ἀντίπαλος ἀπὸ κοινοῦ: —B | |
sch Alc926 | παρ’ εὐτυχῆ σοι: παρὰ τὸν εὐτυχῆ σοι πότμον τοῦτο τὸ ἄλγος ἦλθεν, ἀντὶ τοῦ· εὐτυχοῦντί σοι τοῦτο συμβέβηκεν: —AB | |
sch Alc930 | ἔθανε δάμαρ: λέγεις, φησὶν, ὅτι ἀπέθανεν ἡ γυνὴ καὶ κα‐ τέλιπε τὴν ἐμὴν φιλίαν· διὸ ἀλγῶ. καὶ τί ξένον; πολλοὶ τὰς γυναῖκας ἀπώλεσαν: —A | |
sch Alc935 | διὰ τὸ τεθνηκέναι: —AgB | |
sch Alc939 | τὸ εἱμαρμένον ὑπερβάς: —AgBi | |
sch Alc942 | τίν’ ἂν προσειπών: ὑπὸ τίνος προσαγορευθείς· ὡς ἔθους ὄντος προσαγορεύειν τὸν εἰσιόντα: —A | |
sch Alc946 | ὅταν [γὰρ] ἐσίδω κενούς, δηλονότι: —B ἀπὸ κοινοῦ τὸ εὖτ’ ἂν εἰσίδω: —AgB | |
sch Alc947 | τοῖς ἐμοῖς γούνασι: —AgB | |
sch Alc948 | οἱ οἰκέται: —AgBi | |
sch Alc951 | οἱ ἔχοντες σύμβιον ἐν ἀσφαλείᾳ σῳζομένην: —AgBi | |
sch Alc957 | δι’ ὧν ὕβρισεν αὑτοῦ τὸν πατέρα: —AgB | |
sch Alc962 | ἐγὼ καὶ διὰ μούσας: ὁ ποιητὴς διὰ τοῦ προσώπου τοῦ χοροῦ βούλεται δεῖξαι ὅσον μετέσχε παιδεύσεως: —AB | |
sch Alc963 | καὶ μετάρσιος ᾖξα: καὶ περὶ μετεώρων ἐφρόντισα, οἷον | |
ἠστρολόγησα καὶ ὁρμὴν ἐπὶ τοῦτο ἔσχον: —AB | 238 in vol. 2 | |
sch Alc965 | ἐπικρατέστερον δυνατώτερον. καὶ Ὅμηρος [Α 80]· ‘κρείσσων γὰρ βασιλεύσ‘: —B | |
sch Alc968 | Ὀρφεία κατέγραψε: καὶ ποιητὴς καὶ μάντις ἦν ὁ Ὀρφεύς. Φιλόχορος ἐν α Περὶ μαντικῆς [frg. 191] ἐκτίθησιν αὐτοῦ ποιήματα ἔχοντα οὕτως· ‘οὔτοι ἀριστερός εἰμι θεοπροπίας ἀποειπεῖν, ἀλλά μοι ἐν στήθεσσιν ἀληθεύουσι μενοιναί‘. ὁ δὲ φυσικὸς Ἡρακλείδης εἶναι ὄντως | |
5 | φησὶ σανίδας τινὰς Ὀρφέως, γράφων οὕτως· ‘τὸ δὲ τοῦ Διονύσου κατε‐ σκεύασται [ἐπὶ] τῆς Θρᾴκης ἐπὶ τοῦ καλουμένου Αἵμου, ὅπου δή τινας ἐν σανίσιν ἀναγραφὰς εἶναί φασιν 〈Ὀρφέωσ〉‘: —AB ἄλλως: πρῶτος Ὀρφεὺς μυστήρια θεῶν παραδέδωκεν· ὅθεν καὶ θρῃσκεία τὸ μυστήριον καλεῖται, ἀπὸ τοῦ Θρᾳκὸς Ὀρφέως: —AB | |
sch Alc970 | οὐδ’ ὅσα Φοῖβος: ἀναγνοὺς δὲ καὶ τὰ τοῦ Φοίβου ἰατρικὰ οὐδὲν Ἀνάγκης μεῖζον εὗρον: —A | |
sch Alc972 | ἀντιτεμών: εὑρών· μεταφορικῶς ἀπὸ τῶν τὰς ῥίζας εὑρι‐ σκόντων καὶ τεμνόντων: —AB | |
sch Alc976 | ἐκ τοῦ περὶ αὐτῆς εἰς τὸ πρὸς αὐτήν: —AgBi | |
sch Alc977 | ἢ τὸ πρὶν ἦλθες, δηλονότι: —Bi | |
sch Alc978 | καὶ γὰρ Ζεὺς ὅ, τι νεύσῃ: τοῦτο ἀναγκαστικώτατα πράτ‐ τει. οἷον καὶ ὁ Ὁμηρικὸς Ζεὺς ὑπόκειται τῷ τῆς Ἀνάγκης ζυγῷ, ἀφ’ οὗ 〈ἂν〉 ἐπινεύσῃ τινί· ‘οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον ὅ, τι κεν κεφαλῇ κατανεύσω‘ [Α 526]: —AB | |
sch Alc980 | ἰσχύεις οὖν μεγάλα: —A Χάλυβες ἔθνος τοῦ Πόντου, ἔνθα σιδηρᾶ μέταλλά ἐστιν: —AgB | |
sch Alc982 | τοῦ σκληροῦ σου φρονήματος: —AgB | |
sch Alc984 | καὶ σοῦ οὖν περιγέγονεν ἡ Ἀνάγκη, ὦ Ἄδμητε, ἐν ἀφύκτοις δεσμοῖς: —AgBi | |
sch Alc989 | σκότιοι: οἱ μὴ γνήσιοι ὄντες τῶν θεῶν παῖδες ἀποθνῄσκου‐ | |
σιν, οἱ μὴ ὄντες ἐξ ἀμφοτέρων θεῶν: —A ἄλλως: σκότιοι λέγονται οἱ λαθραῖοι παῖδες καὶ ἐξ ἀδᾳδουχήτων γάμων γενόμενοι. Ὅμηρος [Ζ 24]· ‘σκότιον δέ ἑ γείνατο μήτηρ‘. τού‐ | 239 in vol. 2 | |
5 | τους δὲ Ῥόδιοι ματροξένους καλοῦσιν. Κρῆτες δὲ τοὺς ἀνήβους σκοτίους λέγουσιν: —AB | |
sch Alc994 | νῦν ἐν τοῖς οἴκοις: —AgBi | |
sch Alc995 | μηδὲ νεκρῶν: μὴ νομιζέσθω ὁ τάφος τῆς σῆς γυναικὸς ὡς τῶν ἀποθανόντων νεκρῶν, ἀλλ’ ἐξ ἴσου τοῖς θεοῖς τιμάσθω: —A τὸ ἐπιχεόμενον τοῖς νεκροῖς· ἀπὸ δὲ τούτου τὸν τάφον φησίν. ὡς οὐ κληθήσεται τάφος, ἀλλὰ θεοῦ τινος ναός: —AB | |
sch Alc999 | ὁδοιπόρων: —Bg | |
sch Alc1000 | ἐκ πλαγίου τοῦ τάφου πορευόμενος: —AgB | |
sch Alc1002 | ὑπὲρ τοῦ ἀνδρὸς ἀπέθανεν: —AgBi | |
sch Alc1009 | Ἄδμητε: ὦ Ἄδμητε, οὐ χρὴ τὸν φίλον πρὸς τοὺς φίλους ἀποκρύπτειν τὰς μέμψεις: —AB | |
sch Alc1011 | ἐγγὺς παρεστώς: ἐγγὺς παρεστὼς τῶν σῶν κακῶν ἄξιον ἐμαυτὸν ἐνόμιζον ἀριθμεῖσθαι τῶν σῶν φίλων: —AB | |
sch Alc1023 | πράξας δ’ ὃ μὴ τύχοιμι: ἐὰν δὲ συμβῇ μοι ἀποθανεῖν (ὅπερ μὴ γένοιτο), δίδωμί σοι ταύτην δούλην: —AB πράξας δέ: λείπει κακῶς: —A ἄλλως: ἐὰν, φησὶν, ἃ μὴ θέλω, πράξω (καὶ γὰρ ἐλπίζω ἐπανελ‐ | |
5 | θεῖν), δίδωμί σοι ταύτην δούλην ἔχειν: —A παθὼν ὃ μή γένοιτο τυχεῖν: —B | |
sch Alc1025 | σὺν πολλῇ ταλαιπωρίᾳ: —B | |
sch Alc1026 | ἀγῶνα 〈γὰρ〉 πάνδημον: αἰνίττεται τὸν εἰς τὸν Θάνατον | |
ἀγῶνα ὃν νικήσας ἀνήγαγε τὴν Ἄλκηστιν: —AB | 240 in vol. 2 | |
sch Alc1029 | τὰ μὲν γὰρ κοῦφα: τὰ μὲν γὰρ κοῦφα ἀγωνίσματα οἷον δρόμοι 〈ἢ〉 ἡνιοχεῖαι, τὰ περὶ ταχύτητος καὶ κουφότητος. ἀντὶ τοῦ· οἱ κούφως ἀγωνιζόμενοι ἵππους ἐλάμβανον: —A | |
sch Alc1030 | τοῖσι δ’ αὖ τὰ μείζονα: τοῖς δὲ νικῶσι τὰ μείζονα, ἢ πυγμὴν ἢ πάλην, ἀγέλη βοῶν ἐδίδοτο καὶ γυνή: —A | |
sch Alc1032 | ἀντὶ τοῦ· βοῦς καὶ γυνή: —Bi εἵπετ’· ἐντυχόντι δέ: ἐπειδὴ ἔτυχον ἐκεῖσε, τὸ μὲν κερδαίνειν αὐτὴν εὐκλεὲς ἡγησάμην, τὸ δὲ ἐᾶσαι αἰσχρόν: —AB | |
sch Alc1033 | παρεῖναι: παραπέμψασθαι. ἵημι ἱέναι καὶ κράσει εἷναι: —A | |
sch Alc1036 | ὅτι ἡ Ἄλκηστίς ἐστιν: —Bi | |
sch Alc1037 | οὔτοι ς’ ἀτιμάζων: οὐ διὰ τοῦτό σε ἔκρυψα τὸ πένθος ἀτιμάσαι σε βουλόμενος: —AB | |
sch Alc1039 | ἀλλ’ ἄλγος ἄλγει: τοῦτο λύπη πρὸς τῇ λύπῃ ἦν, εἰ πρὸς ἄλλον τινὰ ἀπῄεις ξενισθησόμενος: —A | |
sch Alc1041 | ἅλις δὲ κλαίειν: ἤρκει τὸ ἐμὲ κλαίειν τὸ ἐμὸν κακόν· τίς χρεία καὶ σὲ παρόντα: —AB | |
sch Alc1042 | γυναῖκα δ’ εἴ πως: εἰ ἔστι δυνατόν, παρακαλῶ σε· τὴν γυναῖκα ταύτην ἄλλον κέλευσον λαβεῖν Θεσσαλῶν, ὅστις οὐ πέπονθεν οἷα ἐγώ: —AB | |
sch Alc1049 | ποῦ καὶ τρέφοιτ’ ἄν: πῶς δύναται μεταξὺ ὄχλου νέα οὖσα τρέφεσθαι: —A | |
sch Alc1050 | νέα γὰρ, ὡς ἐσθῆτι: καὶ γὰρ νέα φαίνεται ὡς ἐκ τῆς ἐσθῆτος· ἦν γὰρ περικεκαλυμμένη: —A | |
sch Alc1052 | καὶ πῶς ἀκραιφνής: καθαρὰ ἀνδρῶν, οἷον· καὶ πῶς ἂν ἄφθορος ἀνδρῶν εἴη ἐν νέοις στρεφομένη: —AB | |
sch Alc1054 | ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω: ἐγὼ δὲ σοῦ πρόνοιαν ἔχω μή ποτε συμβῇ 〈αὐτῇ〉 τι παθεῖν ὑπὸ τῶν νέων: —A | |
sch Alc1055 | ἀλλ’ ἐρεῖς· εἰς τὸν τῆς τεθνηκυίας θάλαμον εἴσφερε αὐτήν. | |
καὶ πῶς οὐκ ἄτοπον τοῦτο: —AB | 241 in vol. 2 | |
sch Alc1057 | καὶ τῶν δημοτῶν καὶ τῆς γυναικός· οὐκοῦν διπλῆ μέμ‐ ψις: —AB | |
sch Alc1060 | παρ’ ἐμοῦ τιμᾶσθαι ἡ Ἄλκηστις ἀξία ἐστιν: —AgB | |
sch Alc1066 | προσεοικὸς γὰρ ἔχει τὸ αἴθυγμα ἐκείνης τῆς μορφῆς: —B | |
sch Alc1067 | ἐμήν· θολοῖ δέ: οὐκ ἐᾷ καθαρὰν εἶναι τὴν καρδίαν, ἀνα‐ ταράττει καὶ ἀναβάλλει: —A θολοῖ: ταράττει, ἀπὸ τοῦ θολοῦ τῆς σηπίας, ἣ μέλλουσα ἀγρευ‐ θῆναι, τοῦτον προΐεται ὑπὲρ τοῦ σκοτίσαι τοὺς ἀγρεύοντας: —AB | |
sch Alc1070 | οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν: οὐ δύναμαί σοι λέγειν ὅτι εὐτυ‐ χὴς εἶ· βάσταξον 〈δέ〉: —A | |
sch Alc1071 | καρτερεῖν θεοῦ δόσιν: τὴν μοῖραν. τινὲς τὴν διδομένην γυναῖκα παρὰ Ἡρακλέους, οὐ καλῶς: —AB | |
sch Alc1075 | σάφ’ οἶδα: κἀγὼ οἶδα ὅτι ἤθελές με εὐεργετεῖν: —AB | |
sch Alc1077 | μὴ νῦν ὑπέρβαλλ’: μὴ νῦν ὑπερβαλλόντως φέρε, ἀλλ’ ἐναισίμως: —A ἀλλὰ καθηκόντως φέρε: —AB | |
sch Alc1080 | ἃ νῦν ῥᾳδίως παραινεῖς: —AgB τοῦ θρηνεῖν ἔρως: —AgB | |
sch Alc1082 | ἀπώλεσέ με: ὑπερβαλλόντως ἀπώλεσέ με. ὑπερβάλλει πάντα λόγον ἡ ἀτυχία: —AB | |
sch Alc1084 | ἑαυτὸν λέγει δεικτικῶς: —AgB | |
sch Alc1086 | ὁ χρόνος με θεραπεύσει, εἰ χρόνον λέγεις τὸν μέχρι θανά‐ του· μέχρι γὰρ θανάτου λυπηθήσομαι: —B | |
sch Alc1090 | δεικτικῶς, ἐμοί: —AgB | |
sch Alc1094 | ἴσθι μηδέποτε καλέσων με νυμφίον: —AgB | |
sch Alc1096 | θάνοιμ’ ἐκείνην: ἐὰν γαμήσω προδοὺς ἐκείνην καίπερ οὐκ | |
οὖσαν, ἀποθάνοιμι: —AB | 242 in vol. 2 | |
sch Alc1101 | διὰ τὴν Ἄλκηστιν αἰνίττεται: —AgB | |
sch Alc1103 | συμμεταλαμβάνεις τῆς νίκης ἐμοὶ νικῶντι: —AgB | |
sch Alc1104 | ἐνόμισεν διὰ τὴν φιλίαν εἰρηκέναι αὐτὸν μετασχεῖν τῆς νί‐ κης: —AgB | |
sch Alc1105 | εἰ χρή· πρῶτα: εἰ χρὴ ἀπιέναι, σκόπει, μὴ μεταβουλεύσῃ πάλιν: —AB | |
sch Alc1106 | δεῖ, ἀλλὰ μὴ ὀργίζου μοι, ὅ ἐστιν· εἰ μὴ λυπῇ: —A | |
sch Alc1107 | εἰδὼς ὅτι συμφέρει σοι, κἀγὼ ταύτην τὴν σπουδὴν ἔχω: —A | |
sch Alc1108 | κράτει, ὃ θέλεις ποίει: —Bi | |
sch Alc1109 | ὅτε εὑρήσεις αὐτὴν Ἄλκηστιν: —AgB | |
sch Alc1111 | οὐκ ἂν μεθείην: οὐ[κ ἂν] συγχωρήσω τοῖς δούλοις τὴν γυναῖκα ταύτην: —A | |
sch Alc1114 | οὐκ ἂν θίγοιμι: ἔξεστιν αὐτῇ εἰσελθεῖν, οὐ μέντοι δι’ ἐμοῦ: —A | |
sch Alc1118 | καὶ δὴ προτείνω: ἧς τὸ κάρα ἀπετμήθη, ἀπὸ τοῦ καρά‐ τομος. τὸ ἐντελὲς δὲ Γοργόνι· καὶ δὴ προτείνω τὴν χεῖρα ὡς Γορ‐ γόνι ἧς ἡ κεφαλὴ ἀπετμήθη. ταῦτα λέγει ἀπεστραμμένος: —A | |
sch Alc1120 | περὶ ἑαυτοῦ λέγει: —AgB | |
sch Alc1125 | ἆρα, φησὶ, μὴ χλευάζομαι ὑπὸ χαρᾶς: —AgB | |
sch Alc1127 | γράφεται τόδ’ ᾖ: —Ag | |
sch Alc1128 | ὥστε φαντάσματα ποιεῖν καὶ μὴ ἀληθῆ: —AgB οὐ ψυχαγωγόν: ψυχαγωγοὶ τινὲς γόητες ἐν Θετταλίᾳ οὕτω καλού‐ μενοι, οἵτινες καθαρμοῖς τισι καὶ γοητείαις τὰ εἴδωλα ἐπάγουσί τε καὶ ἐξάγουσιν. οὓς καὶ Λάκωνες μετεπέμψαντο, ἡνίκα τὸ Παυσανίου εἴδω‐ | |
5 | λον ἐξετάραξε τοὺς προσιόντας τῷ ναῷ τῆς Χαλκιοίκου, ὡς ἱστορεῖ Πλούταρχος ἐν ταῖς Ὁμηρικαῖς μελέταις: —AB | |
sch Alc1130 | οὐδὲν θαῦμα εἰ ἀπιστεῖς· παρ’ ἐλπίδα γὰρ γέγονεν: —AgB | |
sch Alc1140 | μάχην συνάψας: ἢ τῷ τῶν νεκρῶν κοιράνῳ· φασὶ γὰρ καὶ τοὺς νεκροὺς δαίμονας· ἢ ἐκ τῶν [νεκρῶν] δαιμόνων τῷ ταύτης κυρίῳ: —AB | 243 in vol. 2 |
sch Alc1145 | Πλούτωνι καὶ Περσεφόνῃ: —AgB | |
sch Alc1149 | τὸν τῶν ἵππων Διομήδους: —AgB | |
sch Alc1153 | γράφεται δόμον. γράφεται καὶ ὁδόν: —Bi | |
sch Alc1154 | τετραρχίᾳ: εἰς τέσσαρας διῄρητο ἡ Θεσσαλία πόλεις αἵ‐ τινες ἦσαν ὑποτεταγμέναι Ἀδμήτῳ, ὡς καὶ Ἀριστοτέλης [frg. 497] φη‐ σίν· ὅθεν ἐκαλεῖτο τετραρχία. εἰσὶ δὲ αὗται Φεραὶ Βοίβη Γλαφύραι καὶ Ἰωλκός. καὶ Ὅμηρος [Β 711] | |
5 | ‘οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην, Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν, τῶν ἦρχ’ Ἀδμήτοιο φίλος πάισ‘. ὁμωνύμως δὲ λέγει [καὶ Ὅμηρος καὶ] τὴν λίμνην καὶ τὴν πόλιν: —A ἄλλως: τῇ εἰς τέσσαρα μέρη διαμεριζομένῃ, εἰς ἀνατολὴν, εἰς | |
10 | δύσιν, εἰς ἄρκτον καὶ μεσημβρίαν: —A | 244 in vol. 2 |
arg Andr1(t) | ΥΠΟΘΕΣΙΣ ΑΝΔΡΟΜΑΧΗΣ | |
t | Νεοπτόλεμος ἐν τῇ Τροίᾳ γέρας λαβὼν τὴν Ἀνδρομάχην, τὴν Ἕκ‐ | |
t | τορος γυναῖκα, παῖδα ἔτεκεν ἐξ αὐτῆς. ὕστερον δὲ ἐπέγημεν Ἑρμιόνην, | |
t | τὴν Μενελάου θυγατέρα. δίκας δὲ πρῶτον ᾐτηκὼς τῆς Ἀχιλλέως | |
t | ἀναιρέσεως τὸν ἐν Δελφοῖς Ἀπόλλωνα, πάλιν ἀπῆλθεν ἐπὶ τὸ χρηστή‐ | |
t | ριον μετανοήσας, ἵνα τὸν θεὸν ἐξιλάσηται. ζηλοτύπως δὲ ἔχουσα πρὸς | |
t | τὴν Ἀνδρομάχην ἡ βασιλὶς ἐβουλεύετο κατ’ αὐτῆς θάνατον μεταπεμψα‐ | |
t | μένη τὸν Μενέλαον. ἡ δὲ τὸ παιδίον μὲν ὑπεξέθηκεν, αὐτὴ δὲ κατέφυ‐ | |
t | γεν ἐπὶ τὸ ἱερὸν τῆς Θέτιδος. οἱ δὲ περὶ τὸν Μενέλαον καὶ τὸ παιδίον | |
t | ἀνεῦρον καὶ ἐκείνην ἀπατήσαντες ἤγειραν. καὶ σφάττειν μέλλοντες | |
t | ἀμφοτέρους, ἐκωλύθησαν Πηλέως ἐπιφανέντος. Μενέλαος μὲν οὖν ἀπῆλ‐ | |
t | θεν εἰς Σπάρτην, Ἑρμιόνη δὲ μετενόησεν, εὐλαβηθεῖσα τὴν παρουσίαν | |
t | τοῦ Νεοπτολέμου. παραγενόμενος δὲ ὁ Ὀρέστης ταύτην μὲν ἀπήγαγεν | |
t | πείσας, Νεοπτολέμῳ δὲ ἐπεβούλευσεν. οἳ καὶ φονευθέντα παρῆσαν οἱ | |
t | φέροντες. Πηλεῖ δὲ μέλλοντι τὸν νεκρὸν θρηνεῖν Θέτις ἐπιφανεῖσα | |
t | τοῦτον μὲν ἐπέταξεν ἐν Δελφοῖς θάψαι, τὴν δὲ Ἀνδρομάχην εἰς Μο‐ | |
t | λοσσοὺς ἀποστεῖλαι μετὰ τοῦ παιδὸς, αὐτὸν δὲ ἀθανασίαν προσδέχεσθαι, | |
t | τυχόντα δὲ αὐτῆς [εἰς] μακάρων νήσους οἰκήσειν: —MNA | 245 in vol. 2 |
t | ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φθίᾳ, ὁ δὲ χορὸς συνέστη‐ | |
t | κεν ἐκ Φθιωτίδων γυναικῶν. προλογίζει Ἀνδρομάχη. τὸ δὲ δρᾶμα | |
t | τῶν δευτέρων. ὁ πρόλογος σαφῶς καὶ εὐλόγως εἰρημένος· εὖ δὲ καὶ τὰ | |
t | ἐλεγεῖα τὰ ἐν τῷ θρήνῳ τῆς Ἀνδρομάχης· ἐν τῷ δευτέρῳ μέρει ῥῆσις | |
t | Ἑρμιόνης τὸ βασιλικὸν ἐμφαίνουσα καὶ ὁ πρὸς Ἀνδρομάχην λόγος οὐ κα‐ | |
t | κῶς ἔχων: εὖ δὲ καὶ ὁ Πηλεὺς ὁ τὴν Ἀνδρομάχην ἀφελόμενος: —NA | 246 in vol. 2 |
sch Andrt | ΣΧΟΛΙΑ ΕΙΣ ΑΝΔΡΟΜΑΧΗΝ | |
sch Andr1 | σχῆμα: καλλώπισμα. ἔστι κυρίως τὸ τὴν ποιὰν διάθεσιν ἑκάστου δεικνύον. διὸ καὶ πολλάκις φαμὲν ‘αὕτη ἡ οἰκία σχῆμα οἰκίας οὐκ ἔχει‘ καὶ ἐπὶ πόλεως ‘σχῆμα πόλεως ἐν αὐτῇ ὁρᾶται‘. ὃ δὲ βού‐ λεται εἰπεῖν, τοιοῦτόν ἐστιν· ὦ Θήβη, δι’ ἣν ἡ Ἀσία χώρα ἐνομίζετο, | |
5 | οἷον· ἡ σὴ εὐδαιμονία σχῆμα 〈χώρασ〉 περιετίθει τῇ Ἀσίᾳ καὶ τοὐναν‐ τίον ἡ σὴ ἅλωσις τὸ καὶ καλεῖσθαι τὴν Ἀσίαν χώραν ἀφῄρηται. σχῆμα γὰρ τῶν χωρῶν ἡ πόλις: —MNO καὶ ἄλλως: πρόσχημα κάλλος εὐπρέπεια κόσμος ἀξίωμα: —NOA τὴν ἐν Ἀσίᾳ λέγει Ὑποπλάκιον Θήβην, ἧς Ἠετίων ἐβασίλευσεν. | |
10 | Δικαίαρχός [frg. 11a] φησιν ἐνθάδε ἀπόσπασμά τι τοῦ μετὰ τοῦ Κάδμου στόλου οἰκῆσαι. ἔνιοι δὲ καὶ τὴν Χρύσην καὶ τὴν Λυρνησσὸν ἐν τῷ τῆς Θήβης πεδίῳ τάσσουσιν, ὡς Αἰσχύλος Λυρνησσίδα προσαγορεύσας τὴν Ἀνδρομάχην ἐν τοῖς Φρυξὶν, ἔνθα καὶ ξένως ἱστορεῖ Ἀνδραίμονος αὐτὴν λέγων [frg. 267]· ‘Ἀνδραίμονος γένεθλον * Λυρνησσίου, ὅθενπερ | |
15 | Ἕκτωρ ἄλοχον ἤγαγεν φίλην‘. Φιλέας δὲ καὶ ἐν Θεσσαλίᾳ φησὶν ἐν | |
τῷ Φθιωτικῷ τέλει Θήβας εἶναι. Θεόπομπος δὲ ἐν γ Ἑλληνικῶν [FHG IV p. 643] καὶ περὶ τὴν Μυκάλην ἄλλας εἶναί φησι, ταύτας δὲ Μιλησίους ἀλλάξασθαι πρὸς Σαμίους: —MNO πέντε εἰσὶ Θῆβαι, Ὑποπλάκιοι, Βοιώτιαι, Αἰγύπτιαι καὶ ἐν τῷ | 247 in vol. 2 | |
20 | Φθιωτικῷ μέρει καὶ περὶ Μυκάλην: —MNO | |
sch Andr2 | τῶν ἐν φέρνῃ δώρων: —A τρυφῇ· προικὸς κόσμῳ· ἔστι δὲ παρὰ τὴν χύσιν, οἱονεὶ χύ‐ δην πληθύοντα: —MNOA | |
sch Andr3 | εἰς τὴν βασιλικὴν οἰκίαν: —Mg | |
sch Andr4 | νομίμη, γνησίων παίδων τροφός. οἱ γὰρ σκότιοι παῖδες ἐκ‐ ρίπτονται: —MOA ‘γνησίων ἐπὶ σπορᾷ παίδων‘ [Menandr. frg. 720]: —Mg | |
sch Andr5 | ζηλωτός: ἐπίφθονος, εὐδαίμων, μακαρία. τὸ δὲ ἐν τῷ συναπτέον τῷ χρόνῳ, ἵν’ ᾖ· ἐν τῷ πρότερον χρόνῳ: —MOA | |
sch Andr6 | νῦν δ’ εἴ τις: ** εἶπεν τὸν δεύτερον στίχον περισσὸν ἐκδε‐ χόμενος τὸ νῦν δὲ εἴ τις ἄλλη ἀντὶ τοῦ ὡς οὐδεμία ἄλλη, δυστυ‐ χὴς γυνή. εἰ δέ τις θελήσειεν ἐκδέξασθαι τὸ οὐχ ὑπολαμβάνω, ἵν’ ᾖ οὕτως· νῦν δ’ οὐχ ὑπολαμβάνω εἰ ἄρα τις γυνὴ ἀθλιωτέρα μού ἐστιν, | |
5 | 〈οὐκέτι περιττὸς ἔσται〉: —MOA | |
sch Andr7 | οἱ ὑποκριταὶ τὸν ἴαμβον προσέθηκαν ὑπονοήσαντες εἶναι τὴν γραφὴν δὴ τίς, ἵν’ ᾖ οὕτως· νῦν δὴ τίς ἄλλη καὶ ἀντὶ τοῦ συγκρι‐ τικοῦ τὸ δυστυχεστάτη: —MOA | 248 in vol. 2 |
sch Andr10 | ῥιφέντα πύργων: Λυσανίας κατηγορεῖ Εὐριπίδου κακῶς λέ‐ γων αὐτὸν ἐξειληφέναι τὸ παρ’ Ὁμήρῳ [Ω 735] λεχθέν (‘ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου‘) οὐχ ὡς πάντως γενόμενον, ἀλλ’ εἰκα‐ ζόμενον ὡσεὶ ἔλεγε κατακαυθήσεσθαι τὸν παῖδα ἤ τι ἄλλο. Ξάνθον δὲ | |
5 | τὸν τὰ Λυδιακὰ γράψαντα ** φασὶν ὅτι ** ὁ Εὐριπίδης Ξάνθῳ προσ‐ έχειν περὶ τῶν Τρωικῶν μύθων, τοῖς δὲ χρησιμωτέροις καὶ ἀξιοπιστο‐ τέροις. Στησίχορον [frg. 20] μὲν γὰρ ἱστορεῖν ὅτι τεθνήκοι καὶ τὸν τὴν Πέρσιδα συντεταχότα κυκλικὸν ποιητὴν [frg. 2] ὅτι καὶ ἀπὸ τοῦ τείχους ῥιφθείη· ᾧ ἠκολουθηκέναι Εὐριπίδην. εἰσί γε μὲν οἵ φασιν αὐτὸν καὶ | |
10 | πόλεις οἰκίσαι καὶ βασιλεῦσαι, ὧν τὰς δόξας Λυσίμαχος ἐν τῷ δευτέρῳ τῶν Νόστων ἀνέγραψεν· ‘Διονύσιος δὲ ὁ Χαλκιδεὺς τὸν Ἀκάμαντα παρὰ Ἑλένου καὶ Ἀγχίσου φησὶ 〈διὰ〉 τὴν πρὸς Λαοδίκην οἰκειότητα Σκαμάν‐ δριον τὸν Ἕκτορος εἰληφότα καὶ Ἀσκάνιον τὸν Αἰνείου ἐπιχειρῆσαι μὲν Ἴλιον καὶ Δάρδανον τειχίζειν, τῶν δὲ Ἀθηναίων αὐτὸ παραιτησαμένων, | 249 in vol. 2 |
15 | τηνικαῦτα τῆς ἐπιβολῆς ἀποστάντα τῆς Τρῳάδος Γέργιθα καὶ Περκώτην καὶ Κολωνὰς καὶ Χρύσην καὶ Ὀφρύνιον καὶ Σιδήνην καὶ Ἄστυρα καὶ Σκῆψιν καὶ Πολίχναν καὶ πρὸς τούτοις Δασκύλειον καὶ Ἰλίου κολώνην καὶ Ἀρίσβαν οἰκίσαντα ἀναγορεῦσαι οἰκιστὰς Σκαμάνδριον καὶ Ἀσκά‐ νιον‘: —MOA | |
20 | ὑψηλῶν: —MgAg | |
sch Andr12 | ἐγὼ αὐτή: —Mg ἀντὶ τοῦ· τῶν εὐγενεστάτων γονέων οὖσα δούλη Ἑλλάδ’ εἰσαφικό‐ μην. ἢ εὐγενεστάτους οἴκους φησὶ τοὺς τῶν Αἰακιδῶν: —MOA | |
sch Andr14 | ὅτι ἐν Σκύρῳ ἐτέχθη, ἥτις ἐστὶ νῆσος περὶ τὴν Θεσσαλίαν. Ὅμηρος [Τ 320]· ‘ἠὲ τὸν, ὃς Σκύρῳ μοι ἐνὶ τρέφεται φίλος υἱόσ‘: — MOA δορὸς γέρας: Σιμίας ἐν τῇ Γοργόνι Ἀνδρομάχην φησὶ καὶ Αἰνείαν | |
5 | γέρας δοθῆναι Νεοπτολέμῳ λέγων οὕτως· ‘ἐκ δ’ ἕλετ’ Ἀνδρομάχην ἠύζωνον παράκοιτιν Ἕκτορος, ἥντε οἱ αὐτοὶ ἀριστῆες Παναχαιῶν δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρὶ, αὐτόν τ’ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο | 250 in vol. 2 |
10 | Αἰνείην ἐν νηυσὶν ἐμήσατο ποντοπόροισιν ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων‘: —MO | |
sch Andr16 | Θεσσαλίας πόλεις αὗται: —Mi | |
sch Andr17 | σύγχορτα ναίω πεδί’: πλησιόχωρα, γείτονα, σύνορα. τὰ ὅμορα ὅτι χόρτῳ διέγραφον τὰς πόλεις οἱ ἀρχαῖοι· Ἀλέξανδρος δὲ ἢ ὀσπρίοις ἢ ἀλεύροις. μεταξὺ δὲ τούτων τῶν πόλεων ἐστὶ τὸ Θε‐ τίδειον: —MO | |
5 | ἀντὶ τοῦ· μεταξὺ ὑπάρχοντα: —Mg | |
τοῦτο ἀπὸ ἱστορίας εἴληφεν. αὐτόθι γὰρ αὐτῇ συνῴκησεν Πηλεύς· καὶ ἦν ὑπ’ Ἀχιλλέα τὸ Θετίδειον· ὅπερ ἐστὶ πόλις Θεσσαλίας ὥς φησι Φερεκύδης [frg. 16 FHG 4 p. 638a] καὶ Σουίδας [frg. 5b]. Ὁμη‐ ρικὴ δὲ ἡ σύνταξις [ρ 264. 268]· ‘τὰ δὲ δώματα κάλ’ Ὀδυσῆος· οὐκ | 251 in vol. 2 | |
10 | ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο‘. καὶ ὁ μὲν ποιητὴς πρὸς τὸ σημαι‐ νόμενον ἀπέδωκεν ἀντὶ τοῦ αὐτὸ τὸ οἴκημα, οἱ δὲ νεώτεροι οἰηθέντες τὸν Ὅμηρον κατὰ πληθυντικοῦ τῶν δωμάτων συντάξαι τὴν μιν, καὶ αὐτοὶ οὕτως συνέταξαν· ‘τοιγάρ νιν αὐτὰς ἐξέμηνα‘ [Eur. Bacch. 32. 36] κατὰ πληθυντικοῦ. ἔστιν οὖν ἀπάτη νεωτέρων: —MO | |
15 | αὐτὸ, τὸ πεδίον· Ὁμηρικὸς δὲ 〈ὁ〉 ζῆλος: —O | |
sch Andr22 | καὶ ἡ Φαρσαλία πόλις ἐστὶ τῆς Φθιώτιδος μοίρας. μητρό‐ πολις γάρ ἐστιν ἡ Φθία πλειόνων πόλεων. ὡς ἀπὸ μέρους οὖν τὸ πᾶν, ὡς τὸ ἀργυρόπεζα Θέτις καὶ λευκώλενος Ἥρη: —MOA | |
sch Andr24 | κἀγὼ δόμοις: ἰδίως ἕνα φησὶ παῖδα γενέσθαι τῷ Νεοπτο‐ λέμῳ ἄλλων τρεῖς λεγόντων Πύρρον Μολοσσὸν Αἰακίδην καὶ Τρωάδα. Λυσίμαχος δὲ ἐν τῷ δευτέρῳ τῶν Νόστων [frg. 13] φησὶ Πρόξενον ** [frg. 5a] καὶ τὸν Ἀκάνθιον Νικομήδην ἐν τοῖς Μακεδονικοῖς [frg. 1] | |
5 | ἱστορεῖν ἐκ μὲν Ἀνδρομάχης γενέσθαι τοὺς προειρημένους, ἐκ δὲ Λεω‐ νάσσης τῆς Κλεοδαίου Ἄργον Πέργαμον Πάνδαρον Δωριέα Γένοον δανάην Εὐρύλοχον. φασὶ δὲ Πύρρῳ μὲν ἐγχειρίσαι τὴν βασιλείαν τὸν πατέρα, Μολοσσῷ δὲ τὴν ἐκ τῆς προσηγορίας τιμὴν προστάξαντα τὴν χώραν Μο‐ λοσσίαν ὀνομάζειν ** διὸ τὸν Αἰακίδην ὑπ’ αὐτῆς ὑπεκτεθῆναι 〈τῆσ〉 | 252 in vol. 2 |
10 | Ἀνδρομάχης πρὸς τὸ εἴτι διὰ τὴν ἀπαιδίαν Ἑρμιόνης καὶ τὴν ἑαυτῆς ἀσθένειαν γένοιτο [τι] τοῖς τέκνοις δυσχερές, μὴ ὑποχειρίους πάντας ληφθῆναι: —MO | |
sch Andr25 | συμπελασθεῖσα· ὅθεν καὶ ἡ πάλλαξ: —Mg | |
sch Andr26 | διὰ τὰ πατρίδος κακά: —Mg | |
sch Andr28 | τὴν τοῦ παιδὸς βοήθειαν: —Mg | |
sch Andr29 | ἀφ’ οὗ: —Mg | |
sch Andr30 | ἀπωσάμενος, ἀπωθήσας, ὑβρίσας: —Mg τὸ δουλικόν: —Mg | |
sch Andr31 | ὑπ’ αὐτῆς, τῆς Ἑρμιόνης, διώκομαι: —Mg | |
sch Andr32 | λέγει γάρ: ὁ μὲν Εὐριπίδης ἄπαιδα ἐκ Νεοπτολέμου φησὶν εἶναι τὴν Ἑρμιόνην, ὁ δὲ Λυσίμαχος ταύτην παρ’ αἰνείου οὕτως γράφων [frg. 14]· ‘γήμαντα δ’ Ἑρμιόνην τὴν Μενελάου καὶ Ἑλένης καὶ μετὰ ταῦτα Λεώνασσαν τὴν Κλεοδαίου τοῦ Ὕλλου ** ἐξ ἐκείνης μὲν γενέσθαι | |
5 | Μολοσσόν, ᾧ ὁμώνυμον τὴν χώραν καὶ τοὺς ἄνδρας Μολοσσοὺς κλη‐ θῆναι, ἐκ δὲ τῆς Λεωνάσσης Πάνδαρον Γένοον Δωριέα Πέργαμον Εὐρύ‐ | |
λοχον‘. ταῦτα μὲν Λυσίμαχος οὕτως· Φιλοκλῆς δὲ ὁ τραγῳδοποιὸς [frg. 2] καὶ Θέογνις προεκδοθῆναί φασιν ὑπὸ Τυνδάρεω τὴν Ἑρμιόνην τῷ Ὀρέστῃ καὶ ἤδη ἐγκυμονοῦσαν ὑπὸ Μενελάου δοθῆναι Νεοπτολέμῳ | 253 in vol. 2 | |
10 | καὶ γεννῆσαι Ἀμφικτυόνα· ὕστερον δὲ Διομήδει συνοικῆσαι. Σωσιφάνης δὲ καὶ Ἀσκληπιάδης φασὶν ἐξ αὐτῆς Νεοπτολέμῳ Ἀγχίαλον γενέσθαι, Δεξιὸς δὲ Φθῖον, Ἀλέξανδρος δὲ Πηλέα· Σκληριὰς δὲ ἐκ μὲν Ἀνδρομά‐ χης Μεγαπένθην, ἐκ δὲ Ἑρμιόνης Ἀγέλαον, Μενεσθεὺς δὲ ὁ Ἀθηναῖος ὑπὸ Μήστορος εἰς εἱρκτὴν ἐμβληθῆναι αὐτήν, Μέναιχμος δὲ καὶ Ἀπολ‐ | |
15 | λόδωρος ἑαυτὴν διαχρήσασθαι. Πρόξενος δὲ ἐν τῇ πρώτῃ τῶν Ἠπει‐ ρωτικῶν Νεοπτολέμου μὲν Πίελόν φησι γεγονέναι, τὸν καὶ Πηλέα· οὐ μὴν ὅτι ἐξ Ἑρμιόνης, παραδεδήλωται: —MO κεκρυμμένοις: οἱ φαύλως ὑπομνηματισάμενοι ἐγκαλοῦσι τῷ Εὐρι‐ πίδῃ φάσκοντες ἐπὶ τραγικοῖς προσώποις κωμῳδίαν αὐτὸν διατεθεῖσθαι. | |
20 | γυναικῶν τε γὰρ ὑπονοίας κατ’ ἀλλήλων καὶ ζήλους καὶ λοιδορίας καὶ ἄλλα ὅσα εἰς κωμῳδίαν συντελεῖ, ἐνταῦθα ἁπαξάπαντα τοῦτο τὸ δρᾶμα περιειληφέναι. ἀγνοοῦσιν· ὅσα γὰρ εἰς τραγῳδίαν συντελεῖ, ταῦτα περιέχει ἐν τέλει, τὸν θάνατον τοῦ Νεοπτολέμου καὶ θρῆνον Πηλέως, ἅπερ ἐστὶ τραγικά: —MOA | |
25 | ἄλλως: λαθραίοις. ἱκανῶς δὲ τὰ πάθη τῶν γυναικῶν καὶ τὰ ἤθη ἐν τοῖς ἑξῆς ἐξείργασται, ὑπονοίας, ζήλους, λοιδορίας κατ’ ἀλλή‐ λων: —O | |
sch Andr37 | τὸ ἐκλέλοιπα μέσου παρακειμένου ἐστί. ὡς οὖν τήκω αὐτὸν καὶ τέτηκα ὑπ’ αὐτοῦ, οὕτως ἐκλέλοιπα ὑπ’ αὐτοῦ, ἀντὶ τοῦ κατελεί‐ φθην: —MO | 254 in vol. 2 |
sch Andr40 | συνεργεῖ συμπράττει: —Mg | |
sch Andr43 | τὸ πλησιάζον τοῖς οἴκοις: —Mg | |
sch Andr44 | θάσσω: καθέζομαι διατρίβω παραμένω ἐάν πώς με τοῦ κιν‐ δύνου ἐξέληται: —MA | |
sch Andr46 | ἑρμήνευμα: ὑπόμνησιν ἄγγελον σημεῖον μνημόσυνον τεκμή‐ ριον. ταῦτα σημαίνει τὸ ἑρμήνευμα: —MA τὸ ἐν τῷ Θετιδείῳ ξόανον λέγει ἱερὸν τῆς Θέτιδος· ἐκεῖ γὰρ ᾤκει Πηλεὺς σὺν Θέτιδι. ἑρμήνευμα δὲ λέγει αὐτὸ, ἐπεὶ ἑρμηνεύει καὶ εἰς | |
5 | ὑπόμνησιν ἄγει τοὺς γάμους τῆς Θέτιδος: —MOA | |
sch Andr50 | προσωφελῆσαι: ἐκ παραλλήλου τὸ αὐτό· τοῦτο γὰρ ἀκόλου‐ θον ἦν ἐκείνου, καὶ δι’ ἑκατέρου δηλοῦται· οὔτε ἐμοὶ πάρα προσ‐ ωφελῆσαι οὔτε τῷ παιδί. ἡ δὲ ἀνάγκη τοῦ μέτρου τῆς ταυτολογίας αἰτία: —MOA | |
sch Andr51 | ὁ Νεοπτόλεμος ἐνεκάλει τῷ Ἀπόλλωνι ὑπὲρ τοῦ φόνου τοῦ Ἀχιλλέως, οὗ τιμωρήσασθαι τὸν Ἀπόλλωνα ἐζήτει. ὀργισθέντος οὖν τοῦ θεοῦ παρεγένετο ὁ Νεοπτόλεμος εἰς Δελφοὺς ἐκ δευτέρου ὑπὲρ τῆς τόλμης ταύτης ἐξιλεωσόμενος τὸν θεόν: —M | |
5 | ἔνθα Λοξίᾳ δίκην δίδωσι μανίας: δίκην κόλασιν τιμωρίαν. λέγει δὲ τὴν ἀπολογίαν. ἣν τιμωρίαν ἀπῄτησεν τὸν Ἀπόλλωνα, ὅ ἐστιν· ἀνθ’ ἧς ἀπῄτησε τιμωρίας τὸν θεόν, ἀπολογίαν δίδωσιν: — MOA ἄλλως: τῆς τόλμης ἣν ἐτόλμησε δίκην ὑπὲρ Ἀχιλλέως αἰτήσας | |
10 | τὸν θεόν: —MOA | |
sch Andr53 | ἥντινά ποτε δίκην ᾔτησε Φοῖβον ὑπὲρ πατρὸς ὃν ἔκτεινεν | |
Ἀπόλλων, ἵν’ ᾖ γενικὴ ἀντὶ αἰτιατικῆς, ὥσπερ καὶ τὸ [Δ 357] ‘ὡς γνῶ χωομένοιο‘ καὶ τὸ [Δ 100] ‘ἀλλ’ ἄγ’ ὀίστευσον Μενελάου κυδαλίμοιο‘. γράφεται δὲ οὗ τίνει δίκην, ἵν’ ᾖ· ὅπου, ἐν Πυθοῖ, τιμωρίαν δίδω‐ | 255 in vol. 2 | |
5 | σιν: —MOA ἄλλως: ᾔτησε Φοῖβον: 〈Φερεκύδησ〉 ὑπὸ Μαχαιρέως φησὶ τὸν Νεοπτόλεμον ἀνῃρῆσθαι· οἱ δὲ ὑπὸ Ὀρέστου ὡς Εὐριπίδης καὶ ὀρθαίας καὶ Ξεναγόρας· οἱ δὲ ὑπὸ Φιλοξενίδα, ὡς Σουίδας· ἄλλοι δὲ ὑπὸ Μενε‐ λάου, 〈ἐπεὶ〉 ὑποσχόμενος ἐν Ἰλίῳ τὴν Ἑρμιόνην δώσειν αὐτῷ, αὖθις | |
10 | ἐβούλετο 〈δοῦναι〉 Ὀρέστῃ: —O ἕνεκα τοῦ πατρός: —Mg | |
sch Andr54 | ἐξαιτούμενος: παρακαλῶν ἀξιῶν. τὸ δὲ ἑξῆς· ἀπὼν Δελφῶν κατ’ αἶαν εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος: —MONA | |
sch Andr57 | ἄξιον ἐνόμιζον δέσποινάν σε καλεῖν: —MiAg | |
sch Andr58 | γράφεται τὸ σόν, ἵν’ ᾖ τὸ ἑξῆς· τοὔνομα τὸ σὸν τὸ δεσποτι‐ κόν: —MNO | |
sch Andr60 | καινοτέρους λόγους: —Mi | |
sch Andr61 | μή τις αἴσθηται δεσποτῶν: —MiAg | |
sch Andr63 | ἅ σοι φυλακτέα: ἅτινά σε χρὴ παραφυλάσσεσθαι καὶ προ‐ σκοπεῖν. ἢ ἅτινα μὴ ἐκφήνῃς τινὶ μηδὲ λέξῃς ἐμὲ μηνῦσαί σοι ταῦτα: —A | |
sch Andr65 | τῇ πρότερον δεσποίνῃ: —Mi δεικτικῶς ἑαυτὴν λέγει: —MgNOAg | |
sch Andr70 | ὁ Μενέλαος ἤκουσε: —Mi | |
sch Andr72 | τὸ πόθεν πέπυσται οὐκ οἶδα: —MiAg οὐκ οἶδ’, ἐκείνων: ἐκ τούτου δὲ ταῦτα ἐγὼ νενόηκα ὅτι Μενέ‐ λαος ἀφανὴς καὶ ἔκδημος τῶν οἴκων ἐπ’ αὐτὸν γέγονεν: —A | |
sch Andr73 | ἐκ τῶν οἴκων ἀφανὴς ἔκδημος: —Mg | |
sch Andr77 | οὕτως δυστυχεῖν κακῶς: —MiO λείπει ἡ κατά, ἵν’ ᾖ· κατ’ οὐδέν: —O | 256 in vol. 2 |
sch Andr79 | οὐδ’ ἀμφὶ Πηλέως: οὐδὲ περὶ τοῦ Πηλέως κεκοίνωταί τι ἆρα ἥξοι. ἐν ἐρωτήσει δὲ προενεκτέον τὸν στίχον· οὐδὲ περὶ τοῦ Πηλέως ἀκήκοάς τι ὡς ἐρχομένου: —MOA | |
sch Andr80 | γέρων ἐκεῖνος: ἀντὶ τοῦ νωθὴς βραδύς, οἷον· τὸ γῆρας αὐτὸν ἐμποδίζει ὥστε ταχέως ἐλθεῖν καὶ βοηθῆσαί σοι: —MOA ἄλλως: βραδὺς, φησὶν, ἐκεῖνός ἐστιν ἅτε ὑπὸ τοῦ γήρως ἐμποδι‐ ζόμενος ὥστε ἐλθεῖν καὶ βοηθῆσαί σοι. μᾶλλον δὲ ἁρμόζει ὑπὸ τῆς | |
5 | θεραπαίνης τὰ δύο ταῦτα ἰαμβεῖα λέγεσθαι· πυνθάνεται γὰρ τῆς Ἀνδρο‐ μάχης εἰ ἦλθεν ἡ φήμη ὡς ἥξοντος τοῦ Πηλέως ὃς δυνήσεται παρὼν αὐτῇ βοηθῆσαι, ἵν’ ᾖ τὸ γέρων ἀντὶ τοῦ· ἱκανός ἐστιν ὁ Πηλεὺς ὠφε‐ λεῖν σε. ἢ ὁ χρονίζων πρὸς ὠφέλειαν καὶ παρὼν ἀδύνατος: —MOA | |
sch Andr81 | ἀλλὰ πρὸ πολλοῦ, φησὶν, καὶ ἑτέρους ἀπέστειλα, ἵνα χειραγω‐ γούμενος ἔλθῃ: —MA | |
sch Andr83 | ἀντὶ τοῦ οὐδαμῶς: —Mg | |
sch Andr85 | ἐν οὐ δέοντι γνωμολογεῖ τοσούτων αὐτὴν περιεστώτων κα‐ κῶν: —MNOAg | |
sch Andr87 | λείπει τὸ οὖσι καὶ τὸ βοηθεῖν, ἵν’ ᾖ· ἀπαγορεύεις ἐν κακοῖς οὖσι τοῖς φίλοις βοηθεῖν: —MNOA ἀνανεύεις: —Mg | |
sch Andr89 | τὸ ἑξῆς· εἶμι καὶ εἴ τι μέλλω παθεῖν ἄτοπον: —MNOA οὐ περίβλεπτος: οὐκ ἔνδοξος οὐ περιφανὴς οὐ τίμιος: —MNOA οὐκ ἐπίσημος. κατ’ ἐνίους δὲ γράφεται χωρὶς τοῦ οὐ· καὶ | |
περίβλεπτος, ὥστε ἐν εἰρωνείᾳ τοὐναντίον λέγεσθαι: —MOA | 257 in vol. 2 | |
sch Andr91 | ἄπελθε νῦν: —Mg | |
sch Andr93 | ἐκπέμπομεν. διαλεγόμεθα. τοὺς θρήνους δηλονότι: — MNOAg | |
sch Andr94 | γενικὴ ἀντὶ αἰτιατικῆς, ἀντὶ τοῦ τὰ παρεστῶτα κακά. δύναται δὲ τὸ τέρψις πληθυντικὴ εἶναι αἰτιατικὴ Ἰωνικὴ, ἵν’ ᾖ οὕτως· ἔμφυτον γὰρ ταῖς γυναιξὶν ἐπὶ στόματος ἔχειν τὰς τέρψιας τῶν παρόντων κα‐ κῶν: —MNOA | |
sch Andr98 | στερεὸν χαλεπὸν σκληρόν: —Mg τὴν τύχην: —Mg συνεζεύχθην: —Mg | |
sch Andr99 | τὸ ἑξῆς· εἰς δούλειον ἦμαρ πεσοῦσα ἀναξίως: —MgNOAg | |
sch Andr100 | χρὴ δ’ οὔποτ’ εἰπεῖν: τούτῳ συνᾴδει τὸ ‘τέλος ὅρα μακροῦ βίου‘: —MNOA ἄλλως: ‘μήποτέ τις 〈βροτὸν〉 ἄνδρα πανόλβιον αὐδήσειεν πρίν 〈κεν〉 ἴδῃ πῶς κεῖνος ἔχοι ποτὲ πότμον | |
5 | ἐπισπών‘: —MNOA | |
sch Andr103 | Ἰλίῳ αἰπεινᾷ Πάρις: μονῳδία ἐστὶν ᾠδὴ ἑνὸς προσώπου θρηνοῦντος· ὥστ’ οὔτε τὸ [1] Ἀσιάτιδος γῆς σχῆμα μονῳδία ἐστί· τραγῳδεῖ γὰρ καὶ οὐκ ᾄδει· οὔτε τὰ ἐν Θεοφορουμένῃ [FCG III p. 63] ᾀδόμενα· οὐ θρηνεῖ γάρ: —MNOA | |
5 | ἄλλως: ἐν τῇ Ἰλίῳ τῇ ὑψηλῇ ἠγάγετο εἰς θαλάμους καὶ εὐνὴν νυμφευτικὴν τὴν Ἑλένην ὁ Πάρις, οὐ γάμον, ἐπαγόμενος δηλονότι, ἀλλά τινα βλάβην: —A τὸ μέτρον ἐξ ἐλεγείων· τοῖς γὰρ ἐλεγείοις οὐ μόνον ἐπὶ θρήνων, ἀλλὰ καὶ ἐπὶ ἄλλων ἐχρῶντο: —MiNgA | |
sch Andr104 | σύγκοιτον: —Mi | 258 in vol. 2 |
sch Andr105 | πεπορθημένην: —Mg | |
sch Andr106 | εἷλέ ς’ ὁ χιλιόναυς: τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· εἰσὶν γὰρ αἱ νῆες αρπϛ: —MNOAg πολλὰς νῆας ἔχων: —Mi ὁ Ἑλληνικὸς στρατός: —MiAg | |
sch Andr107 | καὶ τὸν ἐμὸν μελέας πόσιν: ἀπὸ κοινοῦ τὸ εἷλε, καὶ ἔστι τὸ μὲν ἀντὶ τοῦ ἐπόρθησεν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἀνεῖλεν. εἴ‐ ρηται δὲ Ὁμηρικῷ ζήλῳ ὡς τὸ [Λ 328] ‘ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω‘. καὶ Πίνδαρος δὲ ἐχρήσατο ἐν τῷ [Ol. 1, 91] ‘ἕλε δ’ | |
5 | Οἰνομάου βίαν παρθένον τε σύνευνον‘: —MNOA τὸν περὶ τείχη: παρὰ τὴν ἱστορίαν· τρὶς γὰρ περὶ τὸ τεῖχος ἐδιώχθη ὑπὸ Ἀχιλλέως ὁ Ἕκτωρ [Χ 208], νεκρὸς δὲ περὶ τὸ Πατρόκλου σῆμα τρὶς ἐσύρη [Ω 16]: —MNOA παρὰ τὴν ἱστορίαν τοῦτο λέγει. ἐδίωξεν γὰρ αὐτὸν τρὶς περὶ τὸ | |
10 | τεῖχος, περὶ δὲ τὸν τάφον τοῦ Πατρόκλου νεκρὸν 〈τρὶσ〉 ἔσυρεν ὁ Ἀχιλ‐ λεύς: —M | |
sch Andr108 | εἵλκυσε διφρεύων: πρὸς τῷ δίφρῳ δεσμεύσας: —NOAg | |
sch Andr110 | περιβαλοῦσα ἑαυτῇ τὴν δουλείαν. στολισαμένη: —MiNO | |
sch Andr111 | ἀντὶ τοῦ ὀφθαλμῶν: —MAg | |
sch Andr114 | λείπει τὸ γενομένην, οὖσαν: —MgNO | |
sch Andr116 | τήκομαι κατ’ ὀλίγον: —MiA ἀντὶ τοῦ λείβομαι: —MgA ὡς ἀπὸ πέτρας ἐκπηδῶσα σταγών: —MiA [σταγὼν] ὡς λιβὰς πηγὴν ἀπεργαζομένη: —A | |
5 | ἀπὸ γῆς πιδύουσα, ὅ ἐστι πηδῶσα. τὸ δὲ ἑξῆς· τήκομαι ὡς λιβὰς πιδακόεσσα, ἣν πετρίνην εἶπεν διὰ τὸ ἀπὸ πετρῶν ἀναβλύζειν: —MOA | |
sch Andr118 | ἐγκαθεζομένη ἱκετεύεις: —MiAg | 259 in vol. 2 |
sch Andr119 | καίπερ Φθιὰς οὖσα ἐγὼ καὶ Ἑλληνὶς πρὸς σὲ τὴν βάρβαρον ἦλθον: —MOAg | |
sch Andr121 | θεραπείαν τῶν δυσκόλων πόνων εὑρεῖν: —MO ἄλλως: τεμεῖν: ἀπὸ τῶν ῥιζοτομουμένων ἡ μεταφορά. τεμεῖν οὖν ἀντὶ τοῦ εὑρέσθαι: —MO | |
sch Andr122 | οἳ σὲ καὶ Ἑρμιόναν: οἵτινες πόνοι περὶ δύο λέκτρων ἔριδι συνέζευξαν Ἑρμιόνην καὶ σὲ τὴν ἐπίκοινον οὖσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως: —MOA ἐπίκοινον οὖσαν σὲ τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων διδύ‐ | |
5 | μων, ὅ ἐστι· τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων κοινωνὸν σὲ οὖ‐ σαν: —MOA συνέκλῃσαν: συνέβαλον συνέζευξαν: —MO καὶ ἄλλως: οἵτινες πόνοι σὲ καὶ τὴν Ἑρμιόνην συνέζευξαν 〈ἔριδι〉 περὶ δύο λέκτρων, σὲ τὴν ἐπίκοινον ἐοῦσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλ‐ | |
10 | λέως: —MO κοινωνόν: —OAg ἀντὶ τοῦ· κοινωνοῦσαν τῇ Ἑρμιόνῃ τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων: —M | |
sch Andr124 | ἐπίκοινον ἐοῦσαν: περιττὴ ἡ μία ἀμφί, ἐὰν συνάψωμεν ** τὴν στιγμήν· κοινωνὸν οὖσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως τῶν δύο λέκτρων: —MOA | |
sch Andr127 | ἐν ἤθει. τοῖς δεσπόταις φιλονεικεῖς καὶ ἀνθίστασαι: —MA | |
sch Andr128 | ἐγγενέταισι: ἐγγόνοις ἢ πολίταις: —MOAg | |
σύγκρινε ὅτι σὺ μὲν Τρῳάς, αὕτη δὲ Λακεδαιμονία: —MOA | 260 in vol. 2 | |
sch Andr129 | λεῖπε δεξίμηλον: ἄγαλμα λεῖπε τῆς ποντίας θεοῦ [δεξιμή‐ λου]: —MO | |
sch Andr130 | οἷον· τί ὠφελῇ ἐκτήκουσα σαυτὴν δακρύοις καὶ λύπαις καὶ ἐπαναγκάζουσα τοὺς δεσπότας ἀδικεῖν σε: —MOA ἄλλως: τὸ καταφυγεῖν σε ἐπὶ τὸν βωμὸν τῆς Θέτιδος βλάβην καὶ δάκρυα καὶ αἰκισμούς σοι προστρίψεται ἐκ τῆς τῶν δεσποτῶν ἀνάγκης, | |
5 | εἰ μὴ γνωσιμαχήσασα ἀναστήσῃ ἀπὸ τοῦ βωμοῦ καὶ ἐπὶ τὸ κολακεύειν τραπήσῃ: —MOA | |
sch Andr131 | καιρός: ἀντὶ τοῦ ὠφέλεια. ἀτυζομένῃ δὲ αἰκιζομένῃ. ἢ λυπουμένῃ, παρὰ τὴν ἄτην: —MOA ἀπρεπῶς καὶ ἐπιπόνως: —MOAg ἀπρεπῶς κατατήκειν: —Mg | |
sch Andr133 | τὸ κρατοῦν: καταλήψεται, ἀντὶ τοῦ· οἱ δεσπόται κατὰ σοῦ ἐλεύσονται· διὸ ὑποχώρει. γράφεται δὲ σὲ πείσει, οἷον· ἂν ἐμοὶ μὴ πείθῃ, πεισάτωσάν σε οἱ δεσπόται, δυσωπήσει σε τὸ ἀπηνὲς τῶν δεσποτῶν: —MOA | |
sch Andr134 | δούλη οὖσα: —MiO τί κάμνεις οὐδὲν οὖσα· δούλη γὰρ εἶ: —MiOAg | |
sch Andr136 | γνῶθι δ’ οὖσα ἐπὶ ξένης 〈δμωὶσ〉 ἐπ’ ἀλλοτρίας πό‐ λεως: ἐπὶ ξένης εἰσὶν οἱ τὴν πατρίδα ἐάσαντες καὶ ἄλλης πόλεως ἐπι‐ βαίνοντες, ἑκατέρων μέντοι τῶν πόλεων ὑπὸ ἑνὸς βασιλευομένων, ὡς οἱ ἐκ Φαρσαλίας εἰς Φθῖαν μεταβαίνοντες· ἄμφω γὰρ αἱ πόλεις ὑπὸ | |
5 | Πηλέα ἦσαν· ἐπ’ ἀλλοτρίας δέ εἰσιν οἱ ἄλλων πόλεων ἐπιβαίνοντες ὑπὸ | |
διαφόρων βασιλευομένων, ὡς οἱ ἐκ Φθίας εἰς Λακεδαίμονα ἀπιόντες. ἡ μὲν γὰρ ὑπὸ Πηλέα, ἡ δὲ ὑπὸ Μενέλαον. οἱ οὖν ἐπ’ ἀλλοτρίας πό‐ λεως ὄντες πάντως καὶ 〈ἐπὶ〉 ξένης, οὐκέτι δὲ οἱ ἐπὶ ξένης ἐπ’ ἀλλοτρίας. σὺ οὖν, φησὶν, ὦ Ἀνδρομάχη, καὶ ἐπὶ ξένης καὶ ἐπ’ ἀλλοτρίας· ἐκ | 261 in vol. 2 | |
10 | βαρβάρων γὰρ εἰς Ἕλληνας ἦλθες: —MOA | |
sch Andr141 | οἰκτροτάτα γάρ: λείπει ἡ εἰς, οἷον· οἰκτροτάτη οὖσα ἦλθες εἰς τοὺς ἐμοὺς δόμους. ἐπειδὴ εἶπεν ὦ δυστυχεστάτα παντά‐ λαινα νύμφα, ἐπήγαγεν οἰκτροτάτη γάρ, ἀντὶ τοῦ· εἰκότως γὰρ σὲ δυστυχεστάτην εἶπον, διότι οἰκτρὰ καὶ ἐλέους ἄξια παθοῦσα τῇ Θεσσα‐ | |
5 | λίᾳ ἐπέβης. ἢ οὕτως· οἰκτείρω γὰρ σὲ ἀκριβῶς δεινὰ πάσχουσαν, καὶ ἡ ἄφιξίς σου ἡ ἐνταῦθα ἐμοὶ μὲν λύπης πρόξενος γέγονεν: —MOA ἐλέους ἐμοὶ ἀξία: —Mi εἰς τοὺς ἐμοὺς οἴκους: —Mi | |
sch Andr142 | ἐλεῶ σε, φησὶν, 〈ἀλλὰ〉 φοβουμένη τοὺς δεσπότας ἡσυχάζω καὶ οὐκ ἐπιδείκνυμι τὴν εἰς σὲ συμπάθειαν: —A ἀντὶ τοῦ· διὰ τὸν φόβον τῶν ἐμῶν δεσποτῶν σιωπῶμεν τὴν πρὸς σὲ συμπάθειαν ἐνδείξασθαι μὴ δυνάμεναι: —MiMgOA | |
sch Andr143 | ἡσυχίαν ἄγομεν: τὸ ἑξῆς· ἡσυχίαν ἄγομεν μὴ παῖς τᾶς Διὸς κόρας, ἀντὶ τοῦ· δεδοικυῖα μὴ τὴν εἰς σὲ εὔνοιαν αἴσθηται ἡ Ἑρ‐ μιόνη· ἔνδοθέν γε μὲν ἀνιῶμαι περὶ σοῦ: —MOA † οὕτω δὲ σύντασσε· ἀθλιωτάτη σὺ, ὦ Ἰλιὰς γύναι, εἰς τοὺς ἐμοὺς | |
5 | οἴκους, τοὺς Ἑλληνικοὺς δηλονότι, ἔβης· τὸ γὰρ σὸν οἴκτῳ φέρουσα τυγχάνω, δεσποτῶν δὲ ἐμῶν φόβῳ ἡσυχίαν ἄγω μήπως ἡ παῖς **: —A | |
sch Andr145 | τῆς Ἑλένης: —Mg | 262 in vol. 2 |
sch Andr146 | εὐνοοῦσαν: —Mg | |
sch Andr147 | κόσμον μὲν ἀμφὶ κρατί: πρὸς τὸν χορὸν ταῦτά φησι προ‐ κατασκευάζουσα ὅτι πρεπόντως ἐλευθερίως λαλεῖ καὶ ἐξουσιαστικῶς, ὡς οἴκοθεν τὸν πλοῦτον κομίζουσα: —MA κόσμον μὲν τῆς χρυσέας χλιδῆς ἀμφὶ τῷ ἐμῷ κρατί: —OAg | |
5 | πολυτελείας: —Mg τρυφῆς: —MgAg | |
sch Andr148 | τὸν στολισμὸν, τὴν ἐσθῆτα: —MgAg | |
sch Andr150 | οὐκ ἀπαρχὰς, οὐ δωρεὰς, οὐ φερνὰς ἔχουσα. αὐχεῖ δὲ ἐφ’ οἷς τὰ τοῦ πατρὸς φορεῖ. ἐπίτηδες δὲ ὁ Εὐριπίδης τοὺς Λάκωνας κωμῳδῶν ὡς ἐχθροὺς τοῖς Ἀθηναίοις Λακωνικῷ προσώπῳ ἀλαζονικὰ ῥήματα προσάπτει: —MOA | |
sch Andr153 | ἕδνα νῦν ἐκάλεσε τὴν προῖκα καὶ τὰ παρὰ τοῦ πατρὸς κει‐ μήλια. Ὅμηρος οὐχ οὕτως, ἀλλὰ ἐπὶ τῶν παρὰ τοῦ νυμφίου προσφε‐ ρομένων τάσσει τὴν λέξιν [β 53]· ‘Ἰκαρίου ὃς καὐτὸς ἑεδνώσαιτο θύ‐ γατρα‘, ἀντὶ τοῦ· ἕδνα λαβὼν ἐκδοίη: —MOA | |
5 | μετὰ παρρησίας λαλεῖν: —O | |
sch Andr155 | οὐδὲ οἰκογενὴς δούλη, ἀλλ’ αἰχμάλωτος οὖσα: —MiAg ἐν ἤθει: —MiAg | |
sch Andr158 | ἀκύμων: ἄτοκος. ἡ ὑποδεχομένη σπορὰν, μὴ γινομένη δ’ ἔγκυος: —MA | |
sch Andr159 | † δεινὴ γὰρ ἠπειρῶτις: ἡ ἠπειρῶτις ψυχὴ εἴτε Ἀσίας εἴτε Εὐρώπης· τὰς γὰρ ἑκατέρωθι ἠπείρους βάρβαροι οἰκοῦσι, τὰ δὲ παράλια μέρη Ἕλληνες ὡς ἐπὶ τὸ πλεῖστον: —A δεινὴ γὰρ εἰς φαρμακείαν ἡ φύσις τῶν τῆς ἑτέρας ἠπείρου γυναι‐ | |
5 | κῶν. λέγει δὲ τῆς Ἀσίας: —MOA ἀντὶ τοῦ βάρβαρος· τὰς γὰρ ἠπείρους βάρβαροι οἰκοῦσιν: —MOAg | 263 in vol. 2 |
sch Andr160 | φαρμάκων δηλονότι: —MiAg | |
sch Andr163 | ἢν δ’ οὖν βροτῶν: ἀντὶ τοῦ· εἰ δὲ ζήσῃ: —MO ἄλλως: εἰ δέ τις θεῶν ἢ ἀνθρώπων σῶσαι θελήσει σε, ποιήσει σε καταπτῆξαι καὶ ὑποτάξαι σαυτὴν ἐμοί: —MOA | |
sch Andr164 | πλουσίων παρρησιαστικῶν ὑπερηφάνων. τοῦτο γὰρ ταῖς ὀλ‐ βίαις ἁρμόζει τὸ φρόνημα: —MOA | |
sch Andr165 | δουλεῦσαι ὑποπεσεῖν. ταπεινωθεῖσαν φοβηθῆναι: —M | |
sch Andr166 | καταστέλλειν, παρὰ τὸ σάρον, ὡς παρὰ Σώφρονι [frg. 31] ‘τὸ σάρον ἄνελε‘: —MA | |
sch Andr167 | τευχέων: σημαίνει καὶ τὸ πολεμικὸν ὅπλον, σημαίνει δὲ καὶ τὸ ἀγγεῖον: —A ἀντὶ τοῦ ῥαίνουσαν· ὡς γὰρ οἱ σπείροντες ῥίπτουσι τὰ σπέρματα ἐν τῇ γῇ, οὕτως καὶ οἱ ῥαίνοντες τὸ ὕδωρ. Ἀχελῷον δὲ πᾶν πο‐ | |
5 | τάμιον ὕδωρ φασὶν ὡς δρῦν πᾶν δένδρον καὶ ἀκρόδρυα πάντας τοὺς καρ‐ πούς: —MOA | |
sch Andr168 | οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε, οὐ Πρίαμος: ὁ λόγος· νῦν οὔ‐ τε ἐπὶ ἀνδρὶ Ἕκτορι σεμνύνῃ οὔτε ἐπὶ κηδεστῇ Πριάμῳ ὡς βασιλεῖ οὔτε ἐπὶ πλούτῳ, ἀλλὰ δούλη γεγονυῖα τὰ δούλων ὀφείλεις φρονεῖν: —MOA ἐνταῦθα: —Mg | |
sch Andr169 | ἀντὶ τοῦ· Ἑλληνικὴ πόλις: —Mg | |
sch Andr170 | ἀνοίας: —Mg ἀποφατικῶς ἀναγνωστέον: —MgAg | |
sch Andr171 | τῷ Νεοπτολέμῳ τῷ τοῦ Ἀχιλλέως παιδί: —MgAg | |
sch Andr172 | αὐθέντου: ἀντὶ τοῦ αὐτοέντου, τουτέστι φονέως, τοῦ δι’ | |
ἑαυτοῦ ἱέντος τὸ ξίφος: —MNOA | 264 in vol. 2 | |
sch Andr174 | πάντα Περσικὰ ἔθη: —MgAg | |
sch Andr175 | οἱ συγγενεῖς: —MgAg | |
sch Andr176 | ἀντὶ τοῦ ἔρχονται: —Mg ἐπέχει κωλύει, αὐτοὺς δηλονότι: —MiNOAg οὐδεὶς νόμος κωλύει ταῦτα πράττειν: —MiNOAg | |
sch Andr177 | ἐν ἡμῖν πρᾶττε: —Mg τῶν βαρβάρων τὰ ἔργα: —MgAg | |
sch Andr179 | εἰς μίαν δέ· ὁ γὰρ ἀλλά ἀντὶ τοῦ δέ: —M εὐνῆς τέρψιν, σύγκοιτον δηλονότι: —Mg | |
sch Andr181 | ἀντὶ τοῦ γυνή. ἡ τῶν θηλειῶν φρόνησις ἐπίφθονος: —MA ἄλλως: θηλείας φρενός ἀντὶ τοῦ θήλεια φρήν· φθονερόν τι γέ‐ νος ἡ γυναικεία φρήν: —MA ἄλλως: χρῆμα τῆς θηλείας φρενὸς τὸ φθονεῖν: —MA | |
sch Andr182 | ταῖς ὑπὸ τοῦ αὐτοῦ ἀνδρὸς γεγαμημέναις: —M | |
sch Andr184 | διὰ τὴν προπέτειαν κακὸν τὸ νέον. ‘ἡ νεότης ἀσύφηλος ἀεὶ θνητοῖσι τέτυκται· εἰ δὲ δίκην βλάπτοι, πουλὺ χερειοτέρη‘: —MO | |
sch Andr186 | ἀντὶ τοῦ· ὑποχείριόν σοι εἶναί με: —MiAg | |
sch Andr187 | τῆς παρρησίας με διώξεις: —MgAg | |
sch Andr188 | ὑπομείνω ὑποστῶ. κατὰ κοινοῦ δὲ τὸ ταρβῶ. ὁ δὲ λόγος· ἐὰν ἐπιτύχω τῷ λέγειν, πάλιν εὐλαβοῦμαι μὴ μείζονα ἐμαυτῇ βλάβην προσβάλω διὰ τὸ ἐξελέγξαι σε: —MOA | |
sch Andr189 | οἱ μέγα φρονοῦντες βαρέως φέρουσιν ἐπὶ τῷ παρὰ τῶν ἐλασ‐ σόνων δικαιοτέρους λόγους ἀκούειν καὶ ἐλέγχεσθαι: —MOA | |
sch Andr192 | ἀξιοπίστῳ, ἔχοντι ἐν ἑαυτῷ πίστιν. ὁ δὲ νοῦς· τίνι βε‐ | |
βαίῳ λογισμῷ πεισθεῖσα ἐγὼ ἀπωθῶ σε τοῦ γνησίου γάμου: —MOA | 265 in vol. 2 | |
sch Andr193 | θαρρήσασα: —Mg ἀποδιώκω ἐκβάλω: —Mg | |
sch Andr194 | ἐρωτηματικῶς μετὰ ὑποκρίσεως. τούτῳ δὲ ὑπακουστέον τὸ οὐ δήπου γε, ἀντὶ τοῦ· οὐ δήπου γε ἡ Λάκαινα πόλις μείων ἐστὶ τῶν Φρυγῶν. ὁ δὲ νοῦς· [ἀντὶ τοῦ] οὔτε κατὰ πόλεως δόξαν οὔτε κατὰ ἡλικίαν οὔτε κατὰ τύχην σοῦ βελτίων οὖσα πῶς σε ἐξωθῆσαι δύνα‐ | |
5 | μαι: —MOA | |
sch Andr195 | τύχῃ θ’ ὑπερθεῖ: τῇ εὐδαιμονίᾳ ὑπερβάλλει ἡ Φρυγῶν πόλις τὴν Λάκαιναν· ᾧ πάλιν ὑπακουστέον τὸ οὐ δήπου. ἀκολούθως δὲ ἐπάγει κἄμ’ ἐλευθέραν ὁρᾷς, οὐ δήπου αἰχμάλωτον: —MOA εὐτυχίᾳ ὑπερβαίνει: —Mg | |
sch Andr196 | στερρῷ ἀκμάζοντι: —Mg | |
sch Andr197 | ἐπερειδομένη: —Mg | |
sch Andr199 | πρὸς τί χρήσιμον ἀφορῶσα βούλομαί σε ἐκβάλλειν; ἵνα τέκω παῖδας; καὶ τί με ὠφελήσουσι; δοῦλοι γὰρ ἔσονται καὶ αὐτοί: —MOA | |
sch Andr200 | προσθήκην κακῶν βάρους. ἐκ μεταφορᾶς τοῦ μικροῦ πλοίου τοῦ ἐφελκομένου τῷ μεγάλῳ: —MOA | |
sch Andr201 | ἢ τοὺς ἐμούς τις: ἢ ἄρα. διαπορητικὸς δὲ ὁ λόγος· ἢ ἄρα τυράννους ὄντας τοὺς ἐμοὺς παῖδας 〈ἂν〉 ἀνέξαιτό τις: —MOA πιστώσεται καταδέξεται: —Mi | |
sch Andr203 | ὁ πᾶς λόγος ἐν εἰρωνείᾳ ἐστίν· ναὶ, φησὶ, βασιλεύσουσιν οἱ ἐμοὶ παῖδες· φιλοῦσι γάρ με οἱ Ἕλληνες καὶ δι’ ἐμαυτὴν καὶ διὰ τὸν Ἕκτορα, Ἕκτορα μὲν ὡς εὐεργέτην τιμῶντες, ἐμὲ δὲ ὡς μὴ βάρβαρον καὶ οὐ πολεμίαν περιφανῆ αὐτοῖς γενομένην ἐλεοῦντες: —MOA | |
5 | ὅθεν εἰκὸς τοὺς Ἕλληνας νῦν με μισεῖν περιφανῆ πολεμίαν αὐτοῖς | |
γενομένην: —MOA | 266 in vol. 2 | |
sch Andr204 | ἀφανὴς ἄσημος. ἆρα, φησὶν, οὐκ οἶσθα τὴν τύχην ὅτι τύραννος ἦν ἐγὼ τῶν Φρυγῶν καὶ μισοῦμαι ὑπὸ τῶν Ἑλλήνων: —MOA | |
sch Andr206 | ὁ εἰ ἀντὶ τοῦ ἐπεί· ἀλλ’ ἐπεὶ μὴ ἁρμοδία τυγχάνεις εἰς τὸ συνοικεῖν ἀνδρί, διὰ τοῦτο μισῇ: —MOA καταθύμιος ἁρμοδία: —MgAg | |
sch Andr207 | τὸ εἰδέναι πῶς δεῖ συνοικεῖν ἀνδρὶ καὶ δι’ ὧν εἰς στοργὴν καὶ εὔνοιαν αὐτὸν ἐπάγοιο. οὐ γὰρ τὸ κάλλος αἴτιον τοῦ φιλεῖσθαι, ἀλλ’ αἱ ἀρεταί. ἀρετὴ δὲ γυναικὸς ἡ πρὸς τὸν ἄνδρα ὁμόνοια: —MOA τὸ ἐπιτηδείως συνοικεῖν: —Mg | |
sch Andr209 | σὺ δ’ ἄν τι λυπηθῇς, ἀπὸ πατρίδος καὶ πλούτου καὶ τύχης ὑβρίζεις τὸν ἄνδρα σου καὶ τὴν μὲν σαυτῆς πατρίδα τὴν Λακεδαίμονα προφέρεις ὡς εὐτύχημα μέγα, τὴν δὲ Σκῦρον ἐκφαυλίζεις: —MOA | |
sch Andr211 | ἀντὶ τοῦ· πλουτεῖν λέγεις ἐν τοῖς πλοῦτον μὴ ἔχουσιν· ἐπεὶ ἡ Ἑρμιόνη ἔλεξεν ἀνωτέρω [147] τὸν κόσμον καὶ τὴν ἐσθῆτα μὴ ἐκ τοῦ Πηλέως ἔχειν, ἀλλὰ παρὰ τοῦ πατρός. τοῦτο δὲ ἦν ὀνειδίζειν εἰς πενίαν τὸν ἄνδρα: —MA | |
5 | ἄλλως: ἐν μὴ πλουτοῦντι, τῷ Νεοπτολέμῳ. τοῦτο τείνει πρὸς τὰ ἀνωτέρω ῥηθέντα κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς: —A | |
sch Andr214 | φρονήματος ἕνεκεν μὴ ἁμιλλᾶσθαι καὶ στασιάζειν πρὸς τὸν ἄνδρα, οἷον· μὴ θέλειν τῷ εὐγενεστέραν εἶναι ἢ πλουσιωτέραν τοῦ ἀν‐ δρὸς, φρονεῖν μέγα καὶ διὰ τοῦτο παρατετάχθαι τῷ ἀνδρὶ πρὸς ἅμιλ‐ λαν: —MOA | |
sch Andr215 | τὴν χιονιζομένην· δυσχείμερος γὰρ ἡ Θρᾴκη: —MgA | |
sch Andr216 | βάρβαρον ἔθος τὸ ἐπιπαλλακεύεσθαι. ταῦτα δὲ οὐκ ὀρ‐ θῶς· ἔφη γὰρ ἂν ἡ Ἑρμιόνη· ἀλλ’ οὐκ ἐν Θρᾳξὶν οἰκοῦμεν βαρβάροις, ἀλλ’ ἐν τῇ Ἑλλάδι καὶ τοὺς τῶν Ἑλλήνων νόμους σῴζομεν: —MOA | 267 in vol. 2 |
sch Andr217 | ὅπου πολλαῖς γυναιξὶν εἷς ἀνὴρ κοινωνῶν κατὰ διαδοχὴν δί‐ δωσι τὸ λέχος αὐτοῦ: —MOA | |
sch Andr218 | ἀπληστίαν: ἀκολασίαν ἀσέλγειαν: —A | |
sch Andr219 | καὶ πῶς, φησὶν, οὐκ ἔμελλες δόξαν λαγνείας ὑπερβαλλούσης ταῖς γυναιξὶ περιτιθέναι; τὸ δὲ προστιθεῖσα εἶπεν, ὅτι πρὸς τῷ δόξαν ἔχειν αὐτὰς λαγνείας, ἔτι καὶ συνεβεβαίωσας ἂν ἔργῳ τὴν δόξαν: —MOA ἡ πρός ἀντὶ τῆς περί: —Mg | |
sch Andr220 | καίτοι χείρον’: ἐκείνης μελλούσης λέγειν ὅτι [οὐ] δεῖ ἀντι‐ ποιεῖσθαι λέχους, προλαβοῦσα τὴν ἀπολογίαν τῆς Ἑρμιόνης φησὶν· οἶδα ὅτι χεῖρον τῶν ἀρσένων ὀργῶμεν, ἀλλὰ καρτεροῦμεν: —MOA καίτοι, φησὶν, ἡμεῖς αἱ γυναῖκες καταφερέστεραι οὖσαι πρὸς τὰ | |
5 | ἀφροδίσια τῶν ἀνδρῶν, ὅμως καλῶς περιστέλλομεν αὐτὰ καὶ οὐ φανεραὶ γινόμεθα. ἢ οὕτως· ἰσχυροτέραν νόσον νοσοῦμεν, τὴν πρὸς τοὺς ἄνδρας· ἀλλὰ προϊστάμεθα αὐτῆς καρτεροῦσαι καὶ ἐφ’ ἑνὶ μένουσαι. βούλεται δὲ λέγειν ὅτι οὐκ ὀφείλει γυνὴ ἀνδρὸς ἑτέρᾳ γυναικὶ συνομι‐ λοῦντος οὕτως φανερῶς ἀγανακτεῖν ὡς καὶ εἰς μέσον φέρειν αὑτῆς τὸ | |
10 | πάθος, ἀλλὰ μᾶλλον ἰδίᾳ τῷ ἀνδρὶ ἐπιτιμᾶν πειθοῖ τε καὶ κολακείᾳ ἀφιστᾶν αὐτὸν τῆς πρὸς τὰς ἄλλας πτοήσεως. οὕτως γὰρ ἂν πείσειεν τὸν ἄνδρα ἤπερ ἐναντιουμένη: —MOA | |
sch Andr221 | ἀλλὰ περιστέλλομεν τὴν νόσον καταφερέστεραι οὖσαι καὶ λαν‐ θάνομεν τοὺς ἄνδρας: —MgOA | |
sch Andr222 | τὴν σὴν χάριν: λείπει ἡ διά· διὰ τὴν σὴν χάριν καὶ τὸ | |
σοὶ κεχαρισμένον: —OA | 268 in vol. 2 | |
sch Andr223 | σοὶ καὶ ξυνήρων: συνεβαλλόμην σοι εἰς ἔρωτα: —OA | |
sch Andr224 | τοῦτο παρὰ τὴν ἱστορίαν φασὶν εἰρῆσθαι· μὴ γὰρ ἱστορεῖσθαι Ἕκτορι ἐξ ἄλλης γυναικὸς γεγενῆσθαι υἱούς. ἀπερίσκεπτοι δέ εἰσιν οἱ ταῦτα λέγοντες. Ἀναξικράτης γὰρ διὰ τῆς β τῶν Ἀργολικῶν [frg. 1] οὕτως λέγει· ‘οἱ δ’ ἀμφὶ Αἰνείαν καὶ Σκαμάνδριον τὸν Ἕκτορος υἱὸν | |
5 | καὶ παλαίτερον ** ἦσαν δὲ αὐτῷ οὗτος μὲν νόθος, ὃς αὐτοῦ κατελήφθη καὶ ἀπόλλυται ** οὗτοι δὲ διασῴζονται· Σκαμάνδριος γὰρ ἀφικνεῖται εἰς τὰ ἐν Ἴδῃ, Αἰνείας δὲ 〈καὶ Ἀσκάνιος ὁ υἱὸσ〉 καὶ Ἀγχίσης ὁ πατὴρ αὐτοῦ, ἀλλὰ καὶ ἄλλοι τινὲς παῖδες αὐτοῦ καὶ Αἰγέστας οἰκεῖος ὢν τῷ Ἀγχίσῃ [καὶ Αἰνείας] εἰς Δάρδανον μετανί‐ | |
10 | στανται‘. οὐκ ἀτόπως οὖν νῦν Εὐριπίδης νόθους φησὶν αὐτὸν ἐσχη‐ κέναι παῖδας: —MOA καὶ μαστὸν ἤδη πολλάκις: ὁποία ἦν ἡ Θεανὼ ἡ Ἀντήνορος γυνή. Ὅμηρος [Ε 69]· ‘Πηδαῖον δ’ ἂρ ἔπεφνε Μέγης, Ἀντήνορος υἱὸν, | |
15 | ὅς ῥα νόθος μὲν ἔην, πύκα δ’ ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ‘: —MOA | |
sch Andr226 | ἐφιλοποιούμην: —Mg | |
sch Andr227 | ἑωθινῆς. ἢ 〈τῆς ὑπὸ〉 τὸν ἀέρα: —Mg | |
sch Andr229 | μὴ τῷ φιλεῖν τὸν ἄνδρα ζήτει νικᾶν τὴν μητέρα: —MiO τῇ περὶ τοὺς ἄνδρας σπουδῇ· λέγοι δὲ ἂν Θησέα καὶ Μενέλαον καὶ Ἀλέξανδρον καὶ Δηίφοβον. ἔσχεν δὲ μετὰ θάνατον ἢ ἐν ὀνείρῳ Ἀχιλ‐ λέα, ὡς καὶ Λυκόφρων [143]· ‘τῆς πενταλέκτρου θυάδος Πλευρωνίασ‘. | 269 in vol. 2 |
5 | ἢ κατ’ εἰρωνείαν λέγει, ἀντὶ τοῦ μισανδρίᾳ. κἀκείνη γὰρ δοκοῦσα φιλεῖν τὸν Μενέλαον, ὕστερον αὐτὸν καταλέλοιπεν. ὅρα οὖν καὶ σὺ μὴ νῦν δοκοῦσα φίλτρῳ ζηλοτυπεῖν τὸν ἄνδρα, ἐξαίφνης αὐτὸν καταλείπῃς. παρὰ τὰ πρόσωπα δὲ καὶ τοὺς καιροὺς ταῦτα· πῶς γὰρ οὐκ ἔμελλεν εἰς ὀργὴν καταστῆσαι τὴν Ἑρμιόνην κατὰ τῆς μητρὸς δυσφημοῦσα: —MOA | |
sch Andr230 | νικῆσαι: —Mg | |
sch Andr232 | ὅσον σοὶ εὐκόλως καὶ δυνατῶς φαίνεται καὶ παρίσταται, ἀντὶ τοῦ· ὅσον ἐνδέχεται: —MgOA | |
sch Andr233 | φιλιωθῆναι: —Mg | |
sch Andr234 | πιθανολογεῖς, μεγαλορρημονεῖς. ἀντὶ τοῦ· σεμνὴν καὶ ἀξίαν ἐντροπῆς καὶ ἀξιωματικὴν θέλεις σαυτὴν δεικνύναι: —MO μεγάλα λαλεῖς: —Mg | |
sch Andr236 | πρὸς τὸ οὐχί ἐπήγαγεν, τουτέστιν· οὔκουν σώφρων ὑπάρχεις ἐφ’ οἷς νῦν λόγοις λέγεις: —MO λαγνείαν γὰρ αὐχεῖ περικεκαλυμμένην σώφροσι λόγοις: —MgOA | |
sch Andr239 | δι’ ὧν ἔχεις τὸν ἐμὸν ἄνδρα: —MiA | |
sch Andr240 | οὐ καθέξεις καθ’ ἑαυτὴν τὴν κατ’ ἐμὲ ζηλοτυπίαν καὶ σιωπῇ κρύψεις τὸ πάθος: —MgOA οὐκ αὖ σιωπῇ: εἰ καὶ ἀλγεῖς τὴν ψυχὴν περὶ τῆς σῆς συνουσίας, σιωπᾶν ὀφείλεις, ἵνα μὴ δόξῃς διὰ λαγνείαν χαλεπαίνειν: —MA | |
sch Andr241 | τὸ μὴ περιορᾶν τὸν ἄνδρα εἰς ἄλλας γυναῖκας ἀποκλίναντα: — MOA | |
προτετιμημένα περισπούδαστα πρωτεῖα: —MAg | 270 in vol. 2 | |
sch Andr242 | οἷον μετὰ σεμνότητος καὶ ἐπιεικείας, ὡς πρέπει γυναιξίν, οὐ μετὰ τοσαύτης ἀναισχυντίας, ὡς σύ. οἷον· ὅτε δι’ αὐτὸ τὸ καλὸν καὶ τὸ πρέπον ** ἀπείργειν τῶν τοιούτων: —MOA | |
sch Andr243 | Ἑλληνικὸν γὰρ τὸ παντὶ τρόπῳ ἀπείργειν τὸν ἄνδρα τῆς προ‐ τέρας κοινωνίας: —MOA | |
sch Andr245 | κακοῦργος: —Mg | |
sch Andr247 | ναὶ, φησὶν, ὁρῶ τὸ ἄγαλμα οὐκ εἰς ἐμὲ βλέπον, ὡς σὺ φής, ἀλλὰ πολὺ μῖσος ἐμφαῖνον κατὰ τῆς σῆς πατρίδος, ὅτι ἐκεῖ ἀνῃρέθη ὁ Ἀχιλλεύς: —MOA | |
sch Andr249 | ἦ καὶ πρόσω: ἀντὶ τοῦ περαιτέρω καὶ ἐπὶ [τὰ πρόσω] πλέον μοι θέλεις ὀνειδίσαι: —A ὄντως γὰρ τῶν πόρρω καὶ ἀνέκαθέν μου κακῶν ψαύσεις καὶ ὑπο‐ μνήσεις ὀνειδίζουσά μοι; ἀντὶ τοῦ· καὶ τὰ δυστυχηθέντα τῇ μητρί | |
5 | μου εἰς μέσον ἄγεις: —MOA πλέον: —MgAg | |
sch Andr250 | † ἰδοὺ σιωπῶ: τὸ ἰδού ἐπίρρημα ἀπὸ τοῦ ἰδοῦ προστακτικοῦ ῥήματος, τοῦ σημαίνοντος τὸ θέασαι, διενοήθη καὶ προήχθη εἰς χρῆσιν. ἡ δὲ διαφορὰ ἀμφοῖν ὁ τόνος ἐστί. τοῦ γὰρ πρωτοτύπου περισπωμένου, τὸ ἰδού ἐπίρρημα ὀξύνεται πρὸς ἀντιδιαστολήν. τοιοῦτόν ἐστι καὶ τὸ | |
5 | ἰού· καὶ αὐτὸ γὰρ ἀπὸ τοῦ ἰοῦ, ὃ σημαίνει τὸ παραγενοῦ [καὶ ἦλθες] παρήχθη, ἐκεῖνο δὲ ἐκ θέματός ἐστι τοῦ ἴημι. κανονίζονται δὲ ἄμφω οὕτως. εἴδω, ὁ μέλλων εἴσω, ὁ ἀόριστος εἶσα, πάντα ἄχρηστα, ὁ δεύ‐ τερος ἴδον, ὁ μέσος ἰδόμην, τὸ δεύτερον ἴδου καὶ τὸ προστακτικὸν αὐ‐ τοῦ ἰδοῦ ἰδέσθε ἰδέσθωσαν· ἔστι δὲ καὶ χρῆσις παρ’ Εὐριπίδῃ ὡς τὸ | |
10 | [Hec. 808] ‘ἰδοῦ με κἀνάθρησον οἷ’ ἔχω κακά‘. ἐκεῖνο δὲ, ἴημι, ὁ μέλλων ἴσω, ὁ δεύτερος ἀόριστος ἴην, ὁ μέσος ἰόμην ἴου καὶ τὸ προσ‐ τακτικὸν ἰοῦ, ἀντὶ τοῦ ἐλθέ, καὶ ἐντεῦθεν τὸ ἰού τὸ σχετλιαστικόν. ὀξύνονται δὲ κατὰ τὸν κανόνα· πᾶσα δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται πλὴν τοῦ ἰδού καὶ ἰού. | |
15 | οὕτως τὸ μὲν ἰδού καὶ ἰού πρὸς ἀντιδιαστολήν, τὸ δὲ ου οὐ πρὸς ἀντι‐ διαστολὴν τῆς ου ἀντωνυμίας ἢ τοῦ ου ἄρθρου ὑποτακτικοῦ (ἤρκει γὰρ πρὸς [τοῦτο] τὴν ἀντιδιαστολὴν τὸ πνεῦμα· ἐκείνων γὰρ δασυνομένων τοῦτο ψιλοῦται), ἀλλὰ διὰ τὸ μηδὲν σημαίνειν καὶ ἀνυπαρξίας εἶναι δη‐ λωτικὸν τὸ ου 〈οὐχ〉 ὁ τόνος ὁ ἀσθενέστερος ἐπετέθη αὐτῷ, ὁ δυνάμενος | 271 in vol. 2 |
20 | καὶ μεταβάλλεσθαι καὶ παντελῶς ἀποτίθεσθαι. μεταβάλλεται μὲν γὰρ εἰς βαρεῖαν ὡς ἐν τῇ συνεπείᾳ, ἀποτίθεται 〈δὲ〉 παντελῶς ἐν τοῖς ἐγκλι‐ νομένοις, ὡς τὸ ἐγώ εἰμι, ἐγώ φημι· ὀξύνεται δὲ ἀεὶ καὶ οὐδέποτε βα‐ ρύνεται τὸ ου διὰ τὸ σχῆμα καὶ τὴν ἀνάτασιν τῆς κεφαλῆς τοῦ ἀπαρ‐ νουμένου. ὁ μὲν γὰρ κατατιθέμενος καὶ τὸ ναί λέγων διὰ σχήματος | |
25 | τὴν 〈συγ〉κατάθεσιν ποιούμενος κλίνει τὴν κεφαλήν, ὁ δὲ ἀπαρνούμενος πρὸς τὸ ὄρθιον σχηματίζει αὐτήν: —A λαμβάνομαι τὸ στόμα, κλείω κατέχω: —MgAg | |
sch Andr251 | γράφεται ἐστάλην: —Ag οὐ καταλείψω τὸ τέμενος τῆς θεοῦ, εἰ μή ποτε ἀποθάνω καὶ τὸ λείψανον ληφθῇ ἐντεῦθεν, ἐπεὶ οὐ θέμις ἐν ἱερῷ νεκρὸν σῶμα εἶναι. εἰ δὲ μὴ ἀποθάνω, ἀλλ’ ἐν ζῶσι τυγχάνω, οὔποτε τοῦτο λείψω: —MOA | |
sch Andr256 | προεκδώσω ἐμαυτὴν πρὸ τοῦ ἐλθεῖν τὸν Πύρρον: —M ἀλλ’ οὐδ’ ἐγὼ ἐμαυτὴν 〈ἂν〉 ἐκδοίην σοι πρὶν ἐλθεῖν τὸν ἄνδρα σου: —MOA | |
sch Andr257 | πῦρ σοι προσοίσω: ὅτι ἔθος ἦν πῦρ προσφέρειν τοῖς εἰς βωμὸν καταφεύγουσιν: —MNO τὸ σὸν συμφέρον προνοήσω: —MgAg | |
sch Andr260 | ἀντὶ τοῦ αἵμασσε. ὡς χρύσου· ὅτε δὲ περισπᾶται παθη‐ τικόν ἐστιν. 〈ᾑμάτουν〉 ᾑμάτους ᾑμάτου αἱμάτου [δὲ] ὡς ἐχρύσουν ἐχρύσους ἐχρύσου χρύσου: —MNO μετέρχεται: —MgAg | |
sch Andr261 | ὦ βάρβαρε καὶ ἀναιδεστάτη: —MA | |
sch Andr262 | τολμᾷς καὶ φέρεις: —MA | 272 in vol. 2 |
sch Andr264 | ἄγρευμα, ἀπὸ μεταφορᾶς τῶν ἰχθύων: —MgOAg | |
sch Andr266 | ἰσχυρῶς καθιδρυμένη: —MgAg | |
sch Andr267 | τετηγμένος. τοῖς γὰρ ἀνδριᾶσι πρὸς ἀσφάλειαν μόλιβδος περιχέεται: —MOA | |
sch Andr269 | πέποιθα: πέποιθα αὐτῷ: —OA δεινόν ἀντὶ τοῦ δυνατόν· ὁ δὲ νοῦς· δυνατόν ἐστι τῶν θεῶν τινα τῶν μὲν ἀγρίων θηρίων θεραπείαν καταστῆσαι, τῆς δὲ δεινοτέρας γυναι‐ κὸς οὐδεὶς εὑρίσκει θεραπείαν: —MOA | |
5 | ἄλλως: δεινόν ἐστιν τῶν θεῶν τινα τῶν μὲν ἀγρίων θηρίων θερα‐ πείας καταστῆσαι τοῖς ἀνθρώποις, τῆς δὲ γυναικὸς τῆς δεινῆς μὴ εὑρεῖν θεραπείαν: —MO | |
sch Andr271 | χείρονα: —Mg | |
sch Andr272 | γυναικός: ἀντὶ πληθυντικοῦ τοῦ γυναικῶν· ὁ δὲ νοῦς· τῶν δὲ γυναικῶν οὐδεὶς φάρμακα ἐξεύρηκέ πω, ἅπερ γύναιά ἐστιν ἐχίδνης καὶ πυρὸς περαιτέρω: —MA | |
sch Andr274 | ὄντως μεγάλων κακῶν ἐγένετο ἀρχή: —Mg | |
sch Andr277 | ὁ Ἑρμῆς. μέμνηται τῆς ἱστορίας ἐκείνης ἔνθα περὶ τοῦ μήλου ἦλθον κριθησόμεναι Ἥρα καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη παρὰ τῷ Πά‐ ριδι. τοιαῦτά ἐστιν καὶ τὰ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν [frg. 469] ‘ἴδεν δή ποτε μηλοτρόφω ἀγενηλιτὴει τὴν τῆς Ἴδης τριολύμπιον ἅρμα‘· ἔνιοι | |
5 | δὲ ἐψεῦσθαί φασι τὴν κρίσιν τῶν θεῶν, καθάπερ Ἀντικλείδης· ‘τρία γάρ ἐστι τῶν. ἐπιχωρίων γύναια μαχλὰ εἰς τὴν τῆς εὐμορφίας κρίσιν κατα‐ στάντα‘. Χρύσιππος δὲ ἐν Ἠθικῶν ι λογισάμενον τὸν Πάριν τίνος δεῖ μᾶλλον ἀντέχεσθαι, πολεμικῆς ἀσκήσεως ἢ ἐρωτικῆς ἢ βασιλικῆς, νεῦσαι [αὐτὸν] μᾶλλον εἰς τὰ ἐρωτικὰ καὶ οὕτως τὸν τῆς κρίσεως μῦθον συν‐ | 273 in vol. 2 |
10 | τεθῆναι: —MNOA | |
sch Andr278 | τὸ κάλλιστον: —Mg | |
sch Andr279 | τὸ ἑξῆς· ἔριδι εὐμορφίας: —MgO ηὐξημένον: —O | |
sch Andr280 | ἐπὶ τὰς ἐπαύλεις τοῦ βουκόλου Πάριδος καὶ πρὸς αὐτὸν τὸν μονότροπον νεανίαν βουκόλον καὶ πρὸς τὴν αὐλὴν τὴν οἰκουμένην μὲν, ἔρημον δὲ γυναικὸς καὶ παίδων. ἢ τὴν ἐν ἐρημίᾳ οὖσαν: —MOA | |
sch Andr281 | ποιμένα βουκόλον. ἐπὶ τὰς ποιμενικὰς ἐπαύλεις. βουκόλοι δὲ κοινῶς οἱ νομεῖς ἀπὸ τοῦ ἐπιφανεστέρου ζῴου: —Mg | |
sch Andr282 | τὴν ἔπαυλιν τὴν ἔχουσαν ἐν αὑτῇ οἴκησιν. ἢ ἑστίαν ἔχουσαν ἐν 〈αὑτῇ〉, οἰκουμένην. διαφέρει δὲ σταθμὸς καὶ αὐλή· ὁ μὲν γὰρ σταθμὸς οἰκητήριον θρεμμάτων, ἡ δὲ αὐλὴ ἀνδρῶν οἰκη‐ τήριον: —OA | |
sch Andr285 | οὐρείων πιδάκων: παρὰ Ῥοδίῳ ὄντως λουτρὰ δεικνύουσιν ὅπου μυθεύουσι τὰς θεὰς ἀπολούσασθαι. καὶ περὶ τούτων δὲ Ἀντι‐ κλείδης ἱστόρησεν: —O | |
sch Andr287 | ἔβαν δὲ πρὸς τὸν Πριαμίδαν Ἀλέξανδρον ἐπαγγελίαις λόγων βλαπτόντων αὐτὸν καὶ τὴν πόλιν αὐτοῦ ἀπατῶσαι καὶ ἐφελκόμεναι: — MOA λείπει ἡ πρός: —Mg | |
sch Andr288 | τινὲς γράφουσιν δυσφόρων, ἵν’ ᾖ· ὑπερβολαῖς λόγων δυσ‐ φόρων ἑαυτὰς ὑβρίζουσαι, ὡσεὶ ἔλεγεν· ἐριστικοῖς λόγοις διαμαχόμεναι πρὸς ἀλλήλας καὶ οἷον παραβάλλουσαι τὰ κάλλη ἀλλήλων καὶ συγκρί‐ νουσαι ἐν φιλονεικίᾳ: —MOA | 274 in vol. 2 |
5 | βλαπτικῶν: —Mg | |
sch Andr289 | ἀντὶ τοῦ ἐρεθίζουσαι, ὡς ὁ ποιητὴς [Δ 6] ‘παραβλήδην ἀγο‐ ρεύων‘. τινὲς δέ· παραλογιζόμεναι ταῖς ἐπαγγελίαις καὶ ἀφαιρούμεναι αὐτὸν τοῦ φρονεῖν: —MA ἠπάτησεν ἐφειλκύσατο: —Mg | |
sch Andr290 | τέρπειν δυναμένοις: —Mg | |
sch Andr291 | πόρθησιν καὶ ταραχήν. βίου σύγχυσιν τῇ Τροίᾳ κατα‐ σκευάζουσαν: —M | |
sch Andr292 | λείπει τὸ ἔχουσιν: —Mg | |
sch Andr293 | ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλᾶς: κατὰ κεφαλῆς, ἀντὶ τοῦ· εἴθε κατεκρήμνισεν αὐτόν: —O εἴθε ὑπὲρ κεφαλῆς Πάριδος ἔβαλεν θάνατον ἡ τεκοῦσα τὸν Πά‐ ριν: —M | |
5 | ἄλλως: ἀντὶ τοῦ ἀνεῖλεν. κατ’ ὄναρ θεασαμένη ἡ Ἑκάβη ὅτι λαμπάδα ἐγέννησεν ἅμα τῷ τεχθῆναι τὸν Ἀλέξανδρον, ἐδυσφόρει καὶ ἤρετο τοὺς μάντεις. οἱ δὲ ἔφασκον χρῆναι τὸ τεχθὲν φονεύειν· ἡ δὲ ἐξέθηκεν αὐτὸ μὴ τολμῶσα φονεῦσαι, καὶ αὐτὸ λαβὼν ποιμὴν ἐν τῇ πήρᾳ τέθεικεν, ὅπως διατρέφοι· διὸ καὶ Πάρις ὠνομάσθη, ὁ ἐν τῇ | |
10 | πήρᾳ τραφείς: —MA | |
sch Andr296 | ἀντὶ τοῦ· κατέχουσα μαντικὴν δάφνην. τοῦ γὰρ θεοῦ συγ‐ γενέσθαι αὐτῇ βουληθέντος, ἔφη μὴ πρότερον ἑαυτὴν ἐκδώσειν εἰς κοι‐ | |
νωνίαν, εἰ μὴ λάβοι παρ’ αὐτοῦ δῶρον τὴν μαντικήν. τοῦ δὲ θεοῦ χαρισαμένου, ἠρνήσατο τὴν κοινωνίαν. διὸ ἀγανακτήσας ὁ Ἀπόλλων | 275 in vol. 2 | |
5 | τὴν μὲν μαντικὴν ἅπαξ χαρισάμενος οὐκέτι ἀφείλετο, ἀπιστεῖσθαι δὲ αὐτὴν πεποίηκεν· ὅθεν καὶ περὶ τοῦ Πάριδος προειποῦσα ἠπιστήθη: — MOA ἠπιστεῖτο ἡ Κασσάνδρα μαντευομένη, ἐπεὶ ἠπάτηκε τὸν Ἀπόλλωνα περὶ γάμων: —O | |
sch Andr303 | οἰκήσεις τοῦ Νεοπτολέμου. ἐνταῦθα αἰχμαλωτισθεῖσα: — MiAg | |
sch Andr304 | ἔπαυσεν ἀπήλλαξεν: —Mg λυπηρούς: —Mg | |
sch Andr305 | περὶ οὓς πόνους ἐπλανῶντο κατὰ τὴν Τροίαν ἐπὶ δέκα ἔτη: —MiO οὐκ ἂν συνέβη ὁ πόλεμος εἰ ἐφονεύθη ὁ Ἀλέξανδρος: —AO | |
sch Andr308 | ἔρημοι ἄμοιροι: —Mg | |
sch Andr309 | τὸν Μολοττὸν ἄγων ταῦτα λέγει: —Mi | |
sch Andr310 | ἔξω παρέθου: —Mg | |
sch Andr311 | ἔλεγες ἐκόμπαζες ἐνόμιζες: —Mi ἄγαλμα ξόανον: —Mg | |
sch Andr312 | ἀπὸ κοινοῦ τὸ ηὔχεις: —Mg | |
sch Andr313 | ἐμοῦ τοῦ Μενελάου, δεικτικῶς: —MgAg | |
sch Andr315 | φονευθήσεται: —Mg | |
sch Andr316 | σκέψαι: —MgAg | |
sch Andr319 | ὦ φήμη, ὦ ὑπόνοια, ὦ δόκησις. δόξαν γὰρ νῦν τὴν ὑπό‐ νοιάν φησι παρόσον ἡ ὑπόνοια πολλοῖς τῶν ἀνθρώπων ὄγκον περιτίθησιν καὶ μεῖζον ἢ εἰσὶν ὑπολαμβάνειν παρασκευάζει περὶ αὐτῶν: —MNOA | |
sch Andr320 | οὐκ ἐντελέσιν ὑπάρχουσιν: —Mi ὕψωσας: —Mg | |
sch Andr321 | τοὺς μὲν 〈ἀληθῶσ〉 εὐκλεεῖς μακαρίζω, τοὺς δὲ ψευδῆ ἔχοντας | |
ὑπόνοιαν οὐκ ἀξιῶ εὐδαίμονας καλεῖσθαι, τῆς τύχης τούτοις χαρισαμένης ἀκρίτως φρονεῖν μέγα ἐπὶ εὐτυχίᾳ, μὴ ἐπὶ εὐδοξίᾳ. ἡ μὲν γὰρ ἀληθὴς εὐδοξία ἐκ πόνου καὶ ἀρετῆς παραγίνεται, ἡ δὲ ψευδὴς ἀπὸ τύχης: — | 276 in vol. 2 | |
5 | MNO | |
sch Andr322 | μακαρίζω: —Mg ἀντὶ τοῦ· ἀξίους κρίνω θαυμάζεσθαι: —Mi ἀντὶ τοῦ ἔχοντας: —Mi | |
sch Andr324 | ἐπιλέκτοις ἐκκρίτοις: —Mi | |
sch Andr325 | τὴν Τροίαν ἀφείλου τὸν Πρίαμον. σχῆμα δέ ἐστιν Ἀττι‐ κόν: —MgNO | |
sch Andr326 | ἀντὶ τοῦ· μὴ προκοψάσης εἰς ἡλικίαν. καταισχύνει δὲ αὐτὸν ὅτι ὑπὲρ τηλικαύτης [ὑπὲρ βρέφους] ἀδίκως προίσταται: —MNOA παιδικὴν ἡλικίαν ἐχούσης: —Mi | |
sch Andr327 | ἐθυμώθης ἐθρασύνθης ἐπήρθης: —Mg | |
sch Andr329 | οὔτε σὲ τῆς Τροίας ἄξιον νομίζω οὔτε σοῦ τὴν Τροίαν ἀξίαν νομίζω: —MA ὁ νοῦς· οὔτε ἡ Τροία ὑπὸ σοῦ τοιούτου ὄντος ἀξίως ἑάλω οὔτε σὺ ἀξίως αὐτῆς ἀνεῖλες αὐτήν. τῇ τε γὰρ Τροίᾳ ἄδοξόν ἐστιν καθὸ | |
5 | ὑπὸ σοῦ ἀπώλετο, σύ τε οὐκ ἄξιος ἦς τὴν Τροίαν ἀπολέσαι· ὡς εἴ τις ἐκ τοῦ ἐναντίου λέγοι· τῷ Ἀχιλλεῖ ἔνδοξον ἦν τὸν Ἕκτορα ἀποκτεῖναι ὡς καὶ τῷ Ἕκτορι ὑπὸ Ἀχιλλέως ἀναιρεθῆναι. ὡς εἴ τις εἴποι· ἔπρεπεν τῷ Ἡρακλεῖ τὴν Ἴλιον πορθῆσαι καὶ τῇ Ἰλίῳ ὑπὸ Ἡρακλέους ἁλῶναι: —MA | |
sch Andr330 | Δίδυμος μέμφεται τούτοις ὡς παρὰ τὰ καθεστῶτα· σεμνότε‐ ροι γὰρ οἱ λόγοι ἢ κατὰ βάρβαρον γυναῖκα καὶ δυστυχοῦσαν: —A ἐκ τῶν δορυφορούντων: —Mg | |
sch Andr331 | τὰ κατὰ τὴν φρένα καὶ τὴν ψυχὴν ὅμοιοί εἰσιν τοῖς ἀνοή‐ | |
τοις· ὡς καὶ νῦν ὁ Μενέλαος, δοκῶν εἶναι φρόνιμος διὰ τὴν τῆς τύχης ὑπεροχὴν, ἐλέγχεται ὡς ἀνόητος. τοὺς γὰρ φρονίμους περιττοὺς ἐκάλουν οἱ παλαιοί: —MNOA | 277 in vol. 2 | |
sch Andr332 | εἰ μὴ ἄρα πλούτῳ ὑπερέχουσιν: —Mg | |
sch Andr335 | τὸ μίασμα τοῦ φόνου ἀδύνατον αὐτὴν ἐκφυγεῖν· ἐμιάνθη γὰρ ὡς φόνον ποιήσασα. δόξεις δὲ παρὰ πολλοῖς καὶ σὺ τοῦτον τὸν φόνον ἠγωνίσθαι· ἡ γὰρ χρεία τοῦ συνδρᾶσαι τῇ θυγατρὶ ἀναγκάσει σε μὴ ἐκφυγεῖν τὸ μύσος: —MNOA | |
sch Andr336 | μόλυσμα, ἄγος ὑποστήσῃ: —Mg | |
sch Andr337 | φόνον· τὸ συνδρῶν: ὡς γειτνιῶν, οὕτω συνδρῶν καὶ πάντα τὰ τῆς δευτέρας συζυγίας: —NO | |
sch Andr338 | ὑπεξέλθω ἐκδράμω. λείπει δὲ τὸ ὥστε· ὥστε μὴ θανεῖν: —Mg | |
sch Andr341 | ἀντὶ τοῦ ἐκάλει: —Mg | |
sch Andr342 | ἐξελεύσεται ὃν αὐτὸν δεῖ τρόπον. ἀντὶ τοῦ· διαπράξεται ἃ δεῖ καὶ ἐλεύσεται εἰς ἃ πρέπον ἐστίν: —MNOA καὶ ἄλλως: ὁρμήσει πορεύσεται ὡς πρέπει, μετὰ τῆς δεούσης σπουδῆς: —MNOA | |
sch Andr343 | πράττων: —Mg | |
sch Andr344 | πρὸς γάμον διδούς: —Mg | |
sch Andr346 | ψεύσεται ** τινὲς οὕτως· ψευδῆ σε νομίσει ὁ ἀκούων καὶ οὐ πεισθήσεται: —MNO | |
sch Andr347 | τίς ἐθελήσει γυναῖκα λαβεῖν, διὰ ζηλοτυπίαν ἀπερριμμένην; ἀρετὴ γὰρ γυναικὸς μὴ μνησικακεῖν ἀνδρὶ ἔχοντι πρὸς ἄλλην κοινωνίαν καὶ τοιαύτην ἂν εὔξαιντο πολλοὶ γῆμαι· αἰσχύνη δὲ τὸ ζηλοτυπίαν νοσεῖν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ ὀργισθεὶς ὁ Νεοπτόλεμος | |
5 | ἐπὶ τῇ ζηλοτυπίᾳ ταύτῃ ἐκβάλῃ τῶν οἴκων αὐτήν, οὐδεὶς ἐθελήσει | |
αὐτὴν γῆμαι διὰ ζηλοτυπίαν 〈ἀπ〉ερριμμένην: —MNOA | 278 in vol. 2 | |
sch Andr350 | εἰς πόσας παλλακίδας: —MMiNOAg | |
sch Andr351 | τί ἂν βούλοιο; ἆρα πολλοῖς ἀνδράσιν ἐκδοῦναί σου τὴν θυγα‐ τέρα ἢ παθεῖν ἃ λέγω; τινὲς δὲ οὕτως· βέλτιόν ἐστιν ἀνέχεσθαι πολλῶν εὐνῶν, ὅ ἐστι· φέρειν τὸν ἄνδρα εἰ καὶ πολλαῖς παλλακίσι χρῷτο, ἢ ταῦτα ὑποστῆναι ἃ ἐγὼ λέγω: —MNOA | |
sch Andr352 | κινεῖν: —Mg | |
sch Andr354 | θέλει εἰπεῖν ὅτι μὴ ἐξομοιοῦ τῇ θυγατρί σου· ἀναιδὲς γὰρ τὸ γυναικεῖον γένος: —MAg | |
sch Andr356 | ἄγονον καθιστῶμεν, ὡς αὐτὴ λέγει, ἐκτιτρώσκειν ποιοῦμεν: —M | |
sch Andr357 | οὐ γὰρ οἱ βώμιοι πίπτοντες ἑκόντες καὶ οὐκ ἄκοντες ληψόμεθα τὴν τιμωρίαν παρὰ τῆς Θέτιδος; ἐν ἐρωτήσει δὲ ἀναγνωστέον. οὐ δώσομεν, φησὶ, τὴν δίκην ἐν τοῖς σοῖς γαμβροῖς εἰς τοὺς βωμοὺς αὐτῶν καταφεύγοντες: —MNOA | |
5 | τῷ βωμῷ προσπίπτοντες, καταφεύγοντες: —Mg | |
sch Andr358 | ὑποστησόμεθα. ληψόμεθα: —Mg | |
sch Andr359 | τῷ Νεοπτολέμῳ: —Mg οἷσιν οὐκ ἐλάσσονα: ἐν οἷς ἀποδειχθήσομαι οὐχ ἧσσον ἢ εἰς ὑμᾶς ἁμαρτάνουσα καὶ τιμωρηθήσομαι ὑπ’ ἐκείνων τὸ περὶ ἐκείνους παρανενομημένον: —MNOA | |
sch Andr360 | γράφεται ἀπαιδίαν: —Ag ἀνόητος ἐλεγχομένη: —Mg | |
sch Andr361 | οὐ φαρμακεύομεν τὴν σὴν παῖδα: —Mg | |
sch Andr362 | ἕν σου δέδοικα: δέδοικα μὴ διὰ τὴν Ἑρμιόνην με ἀπο‐ λέσῃς, ὥσπερ διὰ τὴν Ἑλένην τὴν Τροίαν: —MNOA Δίδυμος μέμφεται πᾶσι τούτοις ὡς παρὰ τὸν καιρὸν καὶ τὰ πρό‐ | |
σωπα: —NOA | 279 in vol. 2 | |
sch Andr364 | ἀντὶ τοῦ· ἀπηνῶς, ὑπὲρ τὴν τύχην: —Mg ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας: ὡς γυνὴ λόγους ποιου‐ μένη πρὸς ἄρσενας, θρασέως ἔλεξας καί σου ἡ σωφροσύνη τῆς διανοίας ἔξω ἐξέπεσεν· ἀπὸ μεταφορᾶς τῶν τοξευόντων ὑπὲρ τὸν σκοπόν: —A | |
sch Andr365 | καί σου τὸ σῶφρον: καὶ τῆς φρενός σου τὸ σῶφρον ἐξέπεσε τοῦ προσήκοντος, τουτέστιν· παρὰ τὸν δέοντα λογισμὸν ἐφθέγξω λοιδο‐ ρησαμένη ἄγαν θρασέως τῷ Μενελάῳ: —MNOA ἄλλως: ἔξω, φησὶ, τοῦ σκοποῦ ἔβαλες καὶ παρέδραμες καὶ πλέον | |
5 | ἢ κατὰ γυναῖκα ἐπαρρησιάσω: —NOA | |
sch Andr366 | καὶ μοναρχίας οὐκ ἄξια: τὸ κρατῆσαι σοῦ, φησὶν, οὐκ ἔστιν τῆς ἐμῆς στρατηγίας ἄξιον, οὔσης αἰχμαλώτου, ἀλλ’ ἐπειδὴ ὑπὲρ θυγατρὸς κάμνω καὶ τούτου χρείαν ἔχω, μέγα τοῦτο νομίζω: —MNOA | |
sch Andr369 | τοῦτ’ ἔσθ’ ἑκάστῳ: δοκεῖ ἐνταῦθα εὐτελίζων τὸ τῆς Τροίας κατόρθωμα ἐναντιοῦσθαι τῷ ἑξῆς· φησὶ γὰρ [540]· ἐπεὶ πλεῖστον ἀνα‐ λώσας ψυχῆς μόριον Τροίαν εἷλον καὶ μητέρα σήν. ἔστιν οὖν ὁ νοῦς οὕτως· καλῶς ἐγίνωσκον ὅτι ἑκάστῳ ἀνδρὶ ἡ κατεπείγουσα χρεία τιμιω‐ | |
5 | τέρα νομίζεται τοῦ πορθῆσαι τὴν Τροίαν, οὕτως καὶ νῦν ἐμοὶ πολὺ μεῖζον φαίνεται τὸ βοηθῆσαι τῇ θυγατρί μου μᾶλλον ἢ τὸ πορθῆσαι τὴν Τροίαν, ἀντὶ τοῦ· ἀναγκαιότερον τοῦτο ἡγοῦμαι ἢ ἐκεῖνο. μὴ οὖν διὰ τοῦτο κρῖνε ἐμὲ ἀνάξιον τῆς Τροίας, ὅτι συναγωνίζομαι τῇ θυγατρί μου: —MNOA | |
10 | ἄλλως: κἀκεῖνοι γὰρ ἐπεθύμουν πορθῆσαι τὴν Τροίαν καὶ τοῦτο αὐτοῖς ἐφάνη μεῖζον· καὶ νῦν ἐμοὶ τὸ προκείμενον πρᾶγμα μεῖζον ἤπερ ἡ Τροία: —MNOA | |
sch Andr370 | κἀγὼ θυγατρὶ σύμμαχος καθίσταμαι· τὸ γὰρ λέχους στέρε‐ | |
σθαι μέγα κρίνω: —M δοκιμάζω ἡγοῦμαι: —Mg | 280 in vol. 2 | |
sch Andr372 | ὀλίγα: —Mg | |
sch Andr375 | τοὺς ἐμοὺς ἰδίους. τὴν θυγατέρα φησίν: —Mi | |
sch Andr377 | παρὰ τὸ ‘κοινὰ τὰ τῶν φίλων‘: —Mi | |
sch Andr378 | μένων δὲ τοὺς ἀπόντας: ἐπειδὴ εἶπεν ἡ Ἀνδρομάχη ὅτι ἀνάμεινον τὸν Νεοπτόλεμον, λέγει ὅτι ἐξουσίαν ἔχω τῶν [αὐτῶν] δού‐ λων, ὥστε καὶ χωρὶς αὐτοῦ τιμωρεῖσθαι: —MNO | |
sch Andr383 | ἀνάγκη ἐστὶ τῷ ἑτέρῳ ἀποθανεῖν: —MgAg γράφεται δυοῖν [θάτερον] ἀνάγκη θατέρῳ λιπεῖν βίον: —Ag | |
sch Andr384 | κλῆρον ψῆφον: —Mg ἐκλογήν: —Mg | |
sch Andr385 | τὸ ζῆν δηλονότι: —Mi | |
sch Andr386 | καὶ 〈μὴ〉 λαχοῦσα: καὶ λαχοῦσα τὸ ζῆν ἀθλία εἰμὶ διὰ τὸ μέλλειν τὸν παῖδά μου φονεύεσθαι καὶ μὴ λαχοῦσα πάλιν δυστυχῶ ὡς μέλλουσα φονεύεσθαι: —A καὶ μὴ λαχοῦσα: κἄν τε γὰρ ἕλωμαι τὸ ἐμὲ τελευτῆσαι, δεινόν, | |
5 | κἄν τε τὸ ἕτερον, τὸ τὸν παῖδα ἀπολέσθαι, πάνδεινον: —MNOA καὶ ἐὰν τὸ μὴ ζῆν ἐκλέξωμαι, δυστυχὴς ἔσομαι: —MiNO | |
sch Andr391 | ἐρωτηματικῶς: —MiAg | |
sch Andr393 | ἀντὶ τοῦ· ἀλλὰ τὴν ἀρχὴν ἐάσας πρὸς τὴν ἀναίτιον φέ‐ ρῃ: —M ἀλλὰ τὴν ἀρχήν: ἀλλὰ τὴν ἀρχὴν τοῦ πράγματος ἀφεὶς πρὸς τὴν τελευτὴν φέρῃ [πρὸς τὴν] ὑστέραν οὖσαν· τὸ γὰρ τέλος τῆς ἀρχῆς | |
5 | δευτερεύει καὶ ὑστερεῖ: —MNOA | |
sch Andr396 | τὸ ἄχθος ἐπὶ τῷ ἄχθει τῆς δουλείας τὸ καὶ δοῦλον παῖδα τεκεῖν: —M | |
sch Andr397 | ἀτὰρ τί ταῦτ’ ὀδύρομαι: ἐπεὶ εἶπεν τί δέ με καὶ τεκεῖν ἐχρῆν ὡς ἐπιλαβομένη ἑαυτῆς ἐπήγαγεν ἀτὰρ τί ταῦτ’ ὀδύρομαι μικρὰ ὄντα πρὸς σύγκρισιν τῶν παρελθόντων, τῆς τε σφαγῆς Ἕκτορος | |
καὶ τῆς Ἰλίου ἁλώσεως καὶ τοῦ αἰχμάλωτον αὐτὴν ληφθῆναι. τὰ ἐν | 281 in vol. 2 | |
5 | ποσὶν οὖν τὰ περιέχοντα. ὁ δὲ νοῦς οὕτως· περιττὸν ὅλως τὸ θρηνεῖν· βέλτιον γὰρ ἀποθανεῖν ἢ ζῆν τοιαῦτα πεπονθυῖαν: —NOA ἄλλως: ἀτὰρ τί ταῦτ’ ὀδύρομαι: τὰ κατὰ τὴν πατρίδα καὶ τὴν ἐκ πολεμίου παιδοποιΐαν τί ὀδύρομαι λόγοις, ἥτις τούτων τὸ δεινὸν αὐταῖς ὄψεσιν προεθεώρησα, σφαγὰς Ἕκτορος, Ἴλιον πυρπολούμενον, τὴν | |
10 | πεῖραν τῆς αἰχμαλωσίας, τὰ δὲ πλησίον ὄντα κακὰ οὐ δακρύω οὐδὲ ἀναζητῶ; λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου. ἀρχὴν δὲ ποιεῖται τοῦ θρηνεῖν τῷ τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ: —MNOA τὰ πλησίον, τὰ νῦν με περιέχοντα κακά. λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου: —M | |
sch Andr398 | οὐκ ἐξικμάζω: οὐκ ἀναζητῶ. ἀπὸ τῶν θλιβόντων ἡ μετα‐ φορά. ἀντὶ τοῦ· οὐκ ἐρευνῶ καὶ ἀκριβολογοῦμαι: —NOA οὐ δακρύω, παρὰ τὴν ἰκμάδα: —Mg | |
sch Andr399 | τὰς διὰ τῶν τροχῶν γινομένας. ἢ ἑλκυσθείσας: —Mg | |
sch Andr401 | δούλη γενομένη: —Mg | |
sch Andr403 | νυμφευθεῖσα ἦλθον: —Mg | |
sch Andr404 | ἀντὶ τοῦ· περιττὸν τὸ θρηνεῖν· βέλτιον γὰρ τὸ ἀποθανεῖν ἢ ζῆν τοιαῦτα πεπονθυῖαν: —MNA | |
sch Andr408 | οὐ δῆτα τοὐμοῦ γ’: οὐχ ἕνεκα τοῦ ἐμοῦ βίου προήσομαι αὐτὸν ἀποθανεῖν: —MiOA ἄλλως: οὐκ ἐάσω αὐτὸν ἀποθανεῖν ἵνα ἀθλία γένωμαι: —MiNOA | |
sch Andr409 | ἐν τῷδε μὲν γὰρ ἐλπίς: νέος ὢν, φησὶν, οὗτος ἐλπίδα ἔχει καὶ βασιλεύσειν, εἰ σωθείη τοῦ παρόντος κινδύνου: —MNOA | |
sch Andr411 | ἥδε χειρία: ὑπὸ χειρί, ὑπ’ ἐξουσίᾳ: —M ἄλλως: ἰδοὺ ἐγὼ πρὸς τὸ φονεύειν ὑποχείριος γίνομαι: —MA | |
sch Andr412 | κρεμάσαι: —Mg | |
πνῖξαι: —Mi | 282 in vol. 2 | |
sch Andr414 | στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς: ἐὰν ἐκφύγῃς τὰς χεῖρας τῶν περὶ Μενέλαον καὶ ζήσῃς, μέμνησο τῆς σῆς μητρός: — MNOA ἄλλως: ἐὰν προκόψῃς εἰς βίον, ὅ ἐστιν· ἐὰν ἀνδρωθῇς: —MNOA | |
sch Andr417 | περιβάλλων: —Mg | |
sch Andr418 | ὑπέμεινα: —Mg | |
sch Andr419 | ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει: ὅστις δὲ τὰ ὑπ’ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει ἄπειρος ὢν τέκνων καὶ μὴ εἰδὼς τὴν ἐπ’ αὐτοῖς ἀλγηδόνα (διὸ καὶ δυστυχῆ νομίζων τὴν ἀπαιδίαν εὔχεται τέκνων τυχεῖν, ἀγνοῶν ὅτι εὐδαίμων ἐστίν), ἐν ὅσῳ ἄπαις τυγχάνει, δυστυχεῖ, | |
5 | κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ. τινὲς δὲ οὕτως ὅτι τὸ ἧσσον ἀντὶ τοῦ οὐδ’ ὅλως· ὁ ἄπαις, φησὶν, ἀπήλλακται τῆς περὶ τοὺς παῖδας ἀλγηδόνος, δυστυχῶν δὲ δι’ ἀπαιδίαν, εἰ δὴ δυστύχημα, ὥς τινες οἴονται, ἄλλως ἐστὶν εὐδαίμων καὶ μακάριος ἄφροντις ὤν. δύναται δὲ καὶ τὸ δυστυχῶν ἀντὶ τοῦ ἀτυχῶν: — | |
10 | MNOA ἄλλως: ὅστις δὲ τὰ ὑπ’ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει, λέγων ὡς ἰσόψυχα τοῖς ἀνθρώποις οὐκ εἰσὶ τὰ τέκνα, ὁ τοιοῦτος κατὰ μὲν τὸ εἶναι ἄτεκνος δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φρον‐ τίδος εὐδαιμονεῖ: —MNOA | |
sch Andr421 | ἠλέησα: —Mg | |
sch Andr422 | ἀλλότριος: —Mg τύχῃ: —Mg | |
sch Andr425 | περιστρέψαντες περιδήσαντες: —Mg | |
sch Andr428 | ᾧ ς’ ὑπήγαγον: ᾧ λογισμῷ σε ἔπεισα καὶ ἐδελέασα καὶ | |
ἐξηπάτησα καὶ παρετρεψάμην: —MNOA | 283 in vol. 2 | |
sch Andr434 | οὖσα ὑπάρχουσα: —Mg | |
sch Andr435 | ἠπάτησας: —Mg | |
sch Andr437 | ὄντως: —Mg σεσοφισμένα: —Mi | |
sch Andr439 | τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν: τὰ δὲ θεῖα οὐ θεῖα ἡγῇ οὐδὲ ἔχειν αὐτὰ δίκην, ὅ ἐστιν· ἀναιρεῖς τὰ θεῖα καὶ τὸ παρ’ αὐτοῖς δίκαιον: —MNOA | |
sch Andr440 | ὅταν τόδ’ ᾖ, τάδ’ οἴσομεν: ὅταν δοκῇ τῷ θεῷ καὶ ἐνστῇ τὸ τιμωρηθῆναι ἡμᾶς ὡς εἰς αὐτὸν ἀσεβοῦντας, ὑπομενοῦμεν τότε· ἐπὶ μέντοι τοῦ παρόντος οὐδεμία ἀναβολὴ τῆς σῆς ἀναιρέσεως: —MNOA ὑποστησόμεθα: —Mi | |
sch Andr444 | οὔκουν θρασεῖά γ’ αὐτόν: θρήνει αὐτὸν, φησίν· οὐ γὰρ ἀσφαλὴς αὐτῷ ὑπόκειται ἐλπὶς ζωῆς. αἰνίττεται δὲ ὅτι ἡ Ἑρμιόνη αὐτὸν ἀναιρήσει: —MNOA ἄλλως: θαρρεῖν ποιοῦσα, θάρρος ἔχουσα τοῦ ζῆν. οἱ γὰρ ζῶντες | |
5 | θαρσύνονται: —MNOA | |
sch Andr445 | ὦ πᾶσιν ἀνθρώποισιν: ταῦτα ἐπὶ τῷ Ἀνδρομάχης προσχή‐ ματί φησιν Εὐριπίδης λοιδορούμενος τοῖς Σπαρτιάταις διὰ τὸν ἐνεστῶτα πόλεμον. καὶ γὰρ δὴ καὶ παρεσπονδήκεσαν πρὸς Ἀθηναίους, καθάπερ οἱ περὶ τὸν Φιλόχορον [frg. 169a] ἀναγράφουσιν. εἰλικρινῶς δὲ τοὺς | |
5 | τοῦ δράματος χρόνους οὐκ ἔστι λαβεῖν· οὐ δεδίδακται γὰρ Ἀθήνησιν. ὁ δὲ Καλλίμαχος [frg. 100d, 26] ἐπιγραφῆναί φησι τῇ τραγῳδίᾳ Δημοκράτην. ἑξῆς δὲ αὐτοὺς εἴς τε τὰ ἄλλα καὶ φιλοχρηματίαν κα‐ | |
κῶς λέγει. καὶ Ἀριστοτέλης δὲ τοῦτο ἱστορεῖ ἐν τῇ τῶν Λακώνων πολιτείᾳ [frg. 544] καὶ τὸ ὑπὸ θεοῦ αὐτοματισθὲν προστίθησιν ἔπος | 284 in vol. 2 | |
10 | ‘ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δέ γ’ οὐδέν‘. φαίνεται δὲ γε‐ γραμμένον τὸ δρᾶμα ἐν ἀρχαῖς τοῦ Πελοποννησιακοῦ πολέμου: —MNOA | |
sch Andr448 | ἑλικτὰ κοὐδὲν ὑγιές: περικυκλοῦντες ψευδέσι λόγοις τὴν ἀλήθειαν καὶ μὴ κατ’ εὐθεῖαν ἃ φρονεῖτε λέγοντες: —MNO ἑλικτὰ κοὐδὲν ὑγιές: πανοῦργα, οὐχ ἁπλά. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παρὰ γεωμέτραις γραμμῶν: —NOA | |
sch Andr454 | νενόμισται δεδοκίμασται: —Mg | |
sch Andr455 | ἐπορθήθη: —Mg | |
sch Andr456 | ὅς σε πολλάκις δορί: ὅστις σὲ πολλάκις ἀντὶ τοῦ ἐπὶ τῆς παρατάξεως ἑστάναι καὶ πολεμεῖν ναύτην κακὸν ἐποίησεν διωκόμενον. τὸ γὰρ 〈ναύτην〉 κακὸν πρὸς τοῦτο εἶπεν, ὅτι φεύγων τὴν ἐν τῷ πε‐ δίῳ μάχην εἰς τὰς ναῦς κατέφυγεν: —MNOA | |
5 | ἄλλως: εἰς τὰς ναῦς εἱλούμενος καὶ διωκόμενος. ἐκείνων δ’ ἂν εἴη τῶν ἐπῶν μεμνημένος [Ο 653]· ‘εἰσωποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι νῆες, ὅσαι πρῶται εἰρύατο‘: —NOA | |
sch Andr457 | ναύτην ἔθηκεν: ἀντὶ τοῦ ἵστασθαι ἐπὶ τῆς χέρσου καὶ μάχεσθαι ναύτην ἔθηκε κακόν, τουτέστιν· εἰς τὰς ναῦς ἀπεδίωξε τρε‐ ψάμενος: —A ναύμαχον: —Mg | |
5 | πεζομάχου καὶ ἐπιγείου: —Mg | |
sch Andr462 | δυστυχήσω: —Mg | |
sch Andr463 | διὰ τοῦτο μὴ καυχῶ: —Mi | |
sch Andr464 | διπλᾶ: —Mg | |
sch Andr466 | οὐδ’ ἀμφιμάτορας κόρους: τοὺς ἐκ διαφόρων μητέρων, ἐξ ἑνὸς δὲ πατρὸς, οὐδὲ τούτους ἐπαινέσω τοὺς κόρους, λέγω δὲ [τὰς] ἔρι‐ δας τῶν οἴκων: —MNOA | |
sch Andr469 | μίαν μοι στεργέτω πόσις γάμοις: καὶ αὐτὸς μίαν μοι στεργέτω εὐνὴν, τὴν ἐμὴν, καὶ αὐτὴν ἀκοινώνητον ἄλλου ἀνδρὸς, ἀντὶ τοῦ ἄμικτον: —MNOA | 285 in vol. 2 |
sch Andr470 | ἀκοινώνητον ἀνδρὸς εὐνάν: ἀντὶ τοῦ· σώφρονα καὶ μὴ ἐπικοινωνοῦσαν ἑτέρῳ ἀνδρὶ ἢ τῷ γήμαντι μόνῳ νομίμως: —MNOA τὸ ἑξῆς· μίαν εὐνήν: —Mi | |
sch Andr471 | παρὰ τὸ Ὁμηρικὸν [Β 204] ‘οὐκ ἀγαθὸν πολυκοιρανίη‘: — MiNOA | |
sch Andr474 | πρὸς τὸ φέρειν οὐκ εἰσὶ βελτίονες αἱ διπλαῖ τυραννίδες τῆς μιᾶς: —MNOA | |
sch Andr475 | ἡ διπλῆ τυραννὶς δηλονότι. ἐκ γὰρ δύο τυράννων κακὸν ἐπὶ κακῷ γίνεται καὶ παρακολουθεῖ: —MNOA | |
sch Andr476 | καὶ δύο ἐργάταις τέκτοσιν ὕμνων: —Mg τεκτόνοιν θ’ ὕμνοιν: παρὰ τὸ Ἡσιόδου [opp. 26] ‘καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ‘: —MA | |
sch Andr479 | ναυτίλους θοαί: καὶ δύο κυβερνῆται ἐν μιᾷ νηὶ διχοστα‐ τοῦντες κατὰ τῶν πηδαλίων γίνονται καὶ οὐχ ὑπὲρ τῶν πηδαλίων: — MNOA | |
sch Andr480 | τινὲς στίζουσιν εἰς τὸ κατὰ πηδαλίων, φάσκοντες λείπειν τῷ λόγῳ τὸ ἐπιβλαβεῖς εἰσιν: —MNOA δηλονότι τῶν δύο ἢ πλειόνων κυβερνητῶν ἐν τῇ νηΐ: —NO | |
sch Andr481 | σοφῶν τε πλῆθος: τὸ πλῆθος κἂν ᾖ σοφὸν, ἀβουλότερόν ἐστι μιᾶς φρενὸς αὐτοδεσπότου. ὁ δὲ νοῦς· ἐὰν, φησὶ, καὶ φαῦλος ᾖ αὐτοκράτωρ σύμβουλος, κρεῖσσον διοικήσει τὰ πράγματα, εἰ μόνος εἴη, ἤπερ ἐὰν πολλοὶ ὦσιν ἔμπειροι καὶ σοφώτεροι· στασιάζουσι γάρ. βού‐ | |
5 | λεται δὲ ὁρίσασθαι ὅτι ἐν παντὶ πράγματι κρεῖσσόν ἐστιν ὑποτάσσεσθαι ἑνὶ ἢ πολλοῖς: —MNOA | |
sch Andr482 | αὐτοδεσπότου αὐτεξουσίου: —Mg | 286 in vol. 2 |
sch Andr484 | ἰσχυρά ἐστιν: —MgNO | |
sch Andr485 | θέλωσι καιρόν: θέλωσιν αἱ πόλεις, τὰ μέλαθρα. και‐ ρὸν δὲ ἀντὶ τοῦ κέρδος εὐκαιρίαν: —MMiNO καὶ ἄλλως: ἀπὸ τοῦ ἑνικοῦ μετῆλθεν εἰς τὸ πληθυντικόν. ἀντὶ τοῦ· ὅτε ἐπιτυχίας καὶ εὐκαιρίας λαβέσθαι θέλουσιν: —MNOAg | |
5 | καλῶς ῥέειν θέλουσι τὰ πράγματα καὶ φέρεσθαι καλῶς: —NO | |
sch Andr487 | διὰ γὰρ πυρός: ὅ ἐστι· πεπύρωται ὡς πῦρ, θερμῶς. εἶπε γὰρ αὐτῇ [257] πῦρ σοὶ προσοίσω: —MAg | |
sch Andr490 | ἀνοήτου: —Mg | |
sch Andr491 | ἔτι σε πότνια: πρὸς τὴν Ἑρμιόνην, οἷον· ἴσμεν ὅτι μετα‐ νοήσεις, ἐὰν πράξῃς· διὸ βέλτιόν σοι μηδὲν προπετὲς ἐργάσασθαι, ἀλλὰ μᾶλλον φιλανθρώπως διατεθῆναι: —MNOA | |
sch Andr492 | μετατροπή: μεταμέλεια μετάνοια. ἔτι σε, ὦ δέσποινα, ἐγχωρεῖ μεταβουλεύσασθαι: —NOAg | |
sch Andr495 | συγκεκροτημένον συνεζευγμένον: —Mg | |
sch Andr496 | κρίσει θανάτου κατεψηφισμένον: —MiAg | |
sch Andr499 | κοινωνῶν τῆς ἁμαρτίας: —MiAg | |
sch Andr502 | συγκεκλεισμένη συνεχομένη συνδεδεμένη: —Mi | |
sch Andr505 | μεταφορικῶς ἀπὸ τῶν ὀρνίθων, ἀντὶ τοῦ· ὑπὸ τὴν σὴν μα‐ σχάλην: —MNgOAg | |
sch Andr506 | πέμπομαι θῦμα δάιον ὑμῶν μέλλων φονεύεσθαι: —MAg κατακεκομμένον σφάγιον: —MA | |
sch Andr507 | ὦ βασιλεῖς, ὦ ἄρχοντες: —Mi πρὸς τὸν χορόν φησιν: —Mi | |
sch Andr508 | ὦ Νεοπτόλεμε: —Mi ταῦτα 〈τὸ〉 παιδισκάριόν φησιν: —M | |
sch Andr510 | διχῶς δύναται νοεῖσθαι κεῖσο ἤδη καὶ κεῖσε ἤδη: —MAg | |
sch Andr515 | κατ’ ἐρώτησιν ὁ Μενέλαος· τί πάθητε; ἀπέλθετε εἰς Ἅιδου. τὸ δὲ ἴθ’ ἀντὶ τοῦ· ἴτε πορεύεσθε: —MNO | |
sch Andr518 | κρίσις: —Mg | 287 in vol. 2 |
sch Andr519 | ἄνοια, φησὶ, λείψανον ἐᾶσαι τῶν ἐχθρῶν: —M | |
sch Andr527 | ἐκτετραμμένον. παρατρεπτικόν: —MgAg | |
sch Andr529 | λίσσου γούνασι δεσπότου: εἰποῦσα [459] ὡς ἀθώπευ‐ τόν γέ σε γλώσσης ἀφήσω τῆς ἐμῆς αὐτὴ μὲν ἐπιμένει τῷ φρονή‐ ματι, τῷ δὲ παιδὶ τὸ παρακαλεῖν ἐπιτρέπει. διὰ τοῦ παιδὸς εἰς ὑπόμνησιν φιλοστοργίας παίδων ἄγει τὸν Μενέλαον, μονονουχὶ βοῶσα | |
5 | ὅτι καὶ σὺ παίδων πατὴρ πέφυκας: —MNOA | |
sch Andr530 | προσεγγίζων: —Mg | |
sch Andr531 | συγχώρησόν μοι: —MgAg | |
sch Andr532 | τήκομαι: —Mg τοὺς ὀφθαλμούς: —Mg | |
sch Andr533 | λισσάδος ὡς πέτρας: λείας ὁμαλῆς. τουτέστιν· ὡς ἀπὸ λείας πέτρας καταστάζομαι τοὺς ὀφθαλμοὺς τοῖς δακρύοις: —MNO | |
sch Andr534 | λιβὰς ἀνήλιος: ἐγὼ ὡς ἀνήλιος λιβὰς στάζω: —MMiNO ἢ πολυήλιος, ἐν ἡλίῳ οὖσα, ἢ ἥλιον μὴ ὁρῶσα σταγὼν, ἣ οὐ καταλάμπεται ὑπὸ τοῦ ἡλίου. ἢ ἀνήλιον λιβάδα εἶπε τὴν ἐν σπη‐ λαίῳ· αὕτη γὰρ οὐ καταλάμπεται ὑπὸ τοῦ ἡλίου: —MNOA | |
sch Andr535 | τῶν κακῶν ποίαν μηχανὴν ἐξεύρω: —Mi | |
sch Andr539 | ἀντὶ τοῦ· ὑπάρχω τοῖς ἐμοῖς βοηθός: —Mi | |
sch Andr540 | τὸ ἑξῆς· ἐν σοὶ δὲ οὐδὲν ἔχω φίλτρον **: —Mi | |
sch Andr541 | ἀντὶ τοῦ ἐκδαπανηθείς: —Mg μέγ’ ἀναλώσας ψυχῆς μόριον: τὸ τῶν ἐπιστρατευσάντων Τροίᾳ Ἑλλήνων πλῆθος, ἀντὶ τοῦ· πολλὰς ψυχὰς ἀπολέσας ἐν τῷ Ἰλιακῷ πο‐ λέμῳ. θέλει δὲ εἰπεῖν ὅτι πολέμιός μοι ὑπάρχεις, εἴ γε πολλὰ ἔπαθον | |
5 | ἵνα πορθήσω τὴν Τροίαν· οὔκουν οὐδὲ 〈ἐγὼ〉 φείσομαι: —MNOA | |
sch Andr542 | Τροίαν εἷλον: ἐπόρθησαν, ἐπὶ δὲ τῆς Ἀνδρομάχης ᾐχμαλώ‐ τισαν, ὡς τὸ Ὁμηρικόν [Λ 328] ‘ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε *: —A | |
sch Andr543 | μετέχων: —Mg | |
Ὅμηρος [Α 410]· ‘ἐπαύρωνται βασιλῆοσ‘: —M | 288 in vol. 2 | |
sch Andr548 | εἰπὲ πῶς ταῦτα γέγονεν καὶ τί ταῦτα: —Mi διὰ τί αἴτιον: —Mg στασιάζει: —Mg | |
sch Andr552 | ἀλλ’ ἀνηβητηρίαν: ἀνακμαστικὴν ἀνανεάζουσιν νεωτερι‐ κήν: —MNO ἄλλως: ἀντὶ τοῦ ἀνηβῶσαν. ἢ τὴν ἀνά πρὸς τὸ λαμβάνειν συναπτέον, ἵν’ ᾖ· ἀναλαμβάνειν ἀκμαστικὴν ἰσχύν· ὃ καὶ ἄμεινον: — | |
5 | MNOA | |
sch Andr553 | ῥώμην ἐπαινῶ: ἐπαινῶ βούλομαι ἀσπάζομαι, τουτέστιν· ἥδιστ’ ἂν ἡβησαίμην. Ὅμηρος [Ι 446]· ‘γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα‘: —MNOA | |
sch Andr554 | πρῶτον μὲν οὖν κατ’ οὖρον: κατ’ οὔριον ἄνεμον, ὁμοίως οὐρίῳ ἀνέμῳ καὶ πνεύματι: —MNOA ἄλλως: ὃν τρόπον οὔριος ἄνεμος ἱστίοις, οὕτως κἀγὼ ταύτῃ φα‐ νήσομαι, τουτέστι· τοῦ περιέχοντος αὐτὴν χειμῶνος ἀπαλλάξω. ὁ | |
5 | γὰρ οὔριος ἄνεμος ὄπισθεν πνέων εὐκταῖός ἐστι καὶ σωτήριος τοῖς ναυ‐ τιλλομένοις ταραχῆς αὐτοὺς ἀπαλλάσσων: —MNOA | |
sch Andr555 | ἐκ ποίου δικαίου, ποίᾳ δίκῃ καὶ κρίσει: —Mg | |
sch Andr557 | ὕπαρνος γάρ τις: μετὰ τοῦ τέκνου, ὡς ὕπαρνον πρόβα‐ τον: —M | |
sch Andr560 | τί νῦν παλιλλογῶ; ἤδη γὰρ ἤκουσας: —Mg | |
sch Andr561 | φήμης. σπουδῇ μιᾶς κληδόνος: —MgAg | |
sch Andr562 | μετεπεμψάμην μετεστειλάμην: —Mi | |
sch Andr566 | ἣν σὺ θαυμαστὴν σέβεις: γράφεται ἄγεις ἀντὶ τοῦ θαυ‐ μαστὴν ἡγῇ, τουτέστιν· θαυμάζων διατελεῖς, μακαρίζων ἐπ’ αὐτῇ σε‐ | |
αυτόν. ἢ σέβεις τιμᾷς. λείπει δὲ τὸ οὖσαν: —MNOA | 289 in vol. 2 | |
sch Andr567 | οὔτε τῳ δίκῃ: τὸ τῳ, τινὶ, κοινόν ἐστιν τῷ γένει· οὔτε τινὶ δικαιοσύνῃ κρίναντες, ἢ ἐν οὐδεμιᾷ κρίναντες δίκῃ: —MNOA | |
sch Andr570 | κατ’ οὐδὲν ὄντα αἴτιον: —Mg | |
sch Andr573 | χειρὶ δ’ οὐκ ἔξεστί μοι: διὰ τὸ δεδέσθαι: —MNO ἢ οὐ δυνατόν· δέδεμαι γάρ· ἤτοι ἐπεὶ νόμος ἦν τοῖς βαρβάροις μὴ ἅπτεσθαι τοῦ γενείου τοῦ δεσπότου: —MNOA | |
sch Andr577 | λύειν: —MgAg | |
sch Andr582 | οὐχ ἱκανόν ἐστι: —Mg | |
sch Andr586 | τότε σά ἐστι τὰ τοῦ Νεοπτολέμου ὅτε τι καλὸν βούλει ποιεῖν: —NA | |
sch Andr587 | ὄντως: —Mg οὔποτ’ ἐξ ἐμῆς χερός: τοῦτο γνῶθι ὅτι οὕτως ἐστὶ τὰ τοῦ Νεοπτολέμου ἐμὰ ὡς μὴ δύνασθαί σε τήνδ’ ἀπάγειν ἐκ τῆς ἐμῆς χειρός: —MNO | |
sch Andr589 | ἀντιτυπήσω. λείπει δὲ τὸ ἅπαξ: —Mg | |
sch Andr590 | σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε: εἰς τὸ μετ’ ἀνδρῶν στικτέον· ἐν ἤθει δὲ μετ’ ἐκπλήξεως ὁ λόγος καὶ ἔστιν· σὺ γὰρ ἐν ἀν‐ δράσιν ἀριθμῇ; τὸ δὲ ὦ κάκιστε κἀκ κακῶν κατ’ ἰδίαν ὑβριστικῶς ἐπιφωνεῖ: —MNOA | |
sch Andr593 | ἄκλῃστ’ ἄδουλα: ἀνεῳγμένα, μὴ κεκλεισμένα. ἀπο‐ δημοῦντος δὲ εἰς Κρήτην Μενελάου δοκεῖ ἡ ἁρπαγὴ Ἑλένης γεγονέ‐ ναι: —MNOA ἄδουλα: ἀφύλακτα. πολύδουλα μὲν, ἀφύλακτα δὲ ὅμως: — | |
5 | MNOA | |
sch Andr595 | οὐδ’ ἂν εἰ βουλοιτό τις: καὶ ἐὰν θελήσῃ τις τῶν παρ’ ὑμῖν γυναικῶν σωφρονεῖν καὶ φύσεως ᾖ σώφρονος, ἐκτρέπεται εἰς ἀσέλ‐ | |
γειαν διὰ τὸ μετ’ ἀνδρῶν ἐξιέναι εἰς τὰ γυμνάσια: —MNOA | 290 in vol. 2 | |
sch Andr598 | ἀνεσταλμένοις: —Mg | |
sch Andr599 | δρόμους παλαίστρας: οὐκ ἀρεσκούσας οὐκ ἀνεκτάς: —MNO σώματος εὐρωστίας ἀντιποιοῦνται Λάκωνες· διὸ τὰς παρθένους γυμ‐ νάζουσιν, ἵνα γενναίους παῖδας γεννῶσιν: —MNOA ἄλλως: τῆς τοῦ σώματος εὐρωστίας ἐπιμελόμενοι Σπαρτιᾶται τὰς | |
5 | παρθένους εἰς γυμνάσια ἔστελλον, ἵνα γενναίους τίκτωσι παῖδας: —A | |
sch Andr600 | κοινὰς τοῖς ἀνδράσιν: —Mg εἶτα: —Mg | |
sch Andr603 | τὸ χ ὅτι τὸ φίλτρον φίλιον εἶπεν. ἢ λείπει τὸ Δία ἵν’ ᾖ· φίλιον Δία: —MNOA λιποῦσα φίλιον: ἀντὶ τοῦ φίλτρον λιποῦσα φίλιον εἶπεν. ἢ λείπει τὸ Δία, ἵν’ ἦ φίλιον Δία, ὡς ξένιον Δία. θέλει δὲ εἰπεῖν· τὴν | |
5 | πρὸς σὲ διάθεσιν καταλιποῦσα ἐξεβακχεύθη: —MNOA τὸ σὸν λιποῦσα: ἀντὶ τοῦ φίλτρον. γράφεται τὸν σὸν λι‐ ποῦσα φίλιον, ἵν’ ᾖ τὸν φίλιον· λείπει οἶκον: —A ἐξεκώμασε: ἐξεχώρησεν ἐξωρχήσατο ἐξεβακχεύθη. εἰς αἰσχύνην μετετράπη: —MNOA | |
sch Andr607 | ἐκφαυλίσαντα: —Mg πόλεμον: —Mg | |
sch Andr609 | λείπει τὸ ὥστε: —Mg ἐπούρισας: ἔστησας ἐφώρμισας. ἢ ἐστήριξας, ἀπὸ τῶν ὁρίων: —A | |
sch Andr614 | αὐθέντην δέ σε: φονέα μιαιφόνον: —MMgAAgNO | |
sch Andr616 | ὃς οὐδὲ τρωθείς: σημειωτέον ὅτι τρωθεὶς εἶπεν, οὐ βλη‐ | |
θείς· καὶ γὰρ ἐβλήθη ὑπὸ Πανδάρου. διαφέρει δὲ τὸ βληθῆναι τοῦ τρωθῆναι. Ὅμηρος [Λ 659] ‘βέβληται μὲν ὁ Τυδείδης, οὔτασται δ’ Ὀδυσεύσ‘: —MNOA | 291 in vol. 2 | |
5 | καὶ ἄλλως: παρὰ τὴν ἱστορίαν· πρῶτος γὰρ ὑπὸ Πανδάρου τέ‐ τρωται. εἰ μὴ ἄρα ὅτι ηὐτέλιζον τὰ τοξεύματα οἱ παλαιοί [διὸ οὐ λαμπρά γε ταῦτα ἐχόντων], οὐδὲ ἐμνήσθη: —MNOA | |
sch Andr618 | ὅμοι’ ἐκεῖσε: οἱ γὰρ χρώμενοι τισὶ ταχέως αὐτὰ τρίβουσιν. σὺ οὖν, φησὶ, μὴ χρησάμενος τοῖς ὅπλοις ὁποῖα ἔλαβες αὐτὰ, τοιαῦτα καὶ ἐνταῦθα κεκόμικας: —MNOA | |
sch Andr621 | ἐκφέρουσι γὰρ μητρῷ’ ὀνείδη: ἀντὶ τοῦ· κομίζουσιν τὰ μητρῷα βουλεύματα εἰς τοὺς γάμους: —MNOA ἄλλως: μιμοῦνται. τὰ γὰρ ἐκ κακῶν μητέρων τέκνα ἀπομάττον‐ ταί τι τῶν μητρικῶν ὕβρεων: —A | |
sch Andr622 | τοῦτο καὶ σκοπεῖτέ μοι: ἀντὶ τοῦ διὰ τοῦτο. δια‐ λέγεται δὲ πρὸς τὸ θέατρον. ὅσοι οὖν μνηστεύεσθε, λογίζεσθε καλῆς γυναικὸς παῖδα λαβεῖν: —MNOA | |
sch Andr624 | πρὸς τοῖσδε: τῆς κατὰ Ἰφιγένειαν ἱστορίας μέμνηται, ἣν ἐδόκει σφαγιάσαι τῇ Ἀρτέμιδι. σὺ οὖν, φησὶν, ὦ Μενέλαε, πεισθῆναι συνεβούλευσας τῷ ἀδελφῷ: —A | |
sch Andr625 | εὐηθεστάτως ἀνοήτως: —Mg | |
sch Andr626 | οὕτως ἔδεισας: οὕτως, φησὶν, ηὐλαβήθης μὴ στερηθείης τῆς κακῆς γυναικός. τὸ γὰρ μὴ οὐκ ἔχῃς ἀντὶ τοῦ· μὴ οὐκ ἔχειν σε ταύτην τοῦ λοιποῦ συμβῇ: —MNOA ἄλλως: τὸ μὴ οὐ πρὸς τὸ ἔχεις. τινὲς ἐρωτηματικῶς, ἀντὶ | |
5 | τοῦ· ὡς μὴ ἔχων [πρὸς] κακὴν γυναῖκα: —MNOA | |
sch Andr628 | ὑπ’ ἐξουσίαν. ἑτοίμην: —MgAg | 292 in vol. 2 |
sch Andr630 | σαίνων. ἢ κολακεύων. κύνα δὲ ἀντὶ τοῦ ἀναι‐ δῆ: —Mi προδότιν αἰκάλλων κύνα: ἡττηθεὶς τοῖς ἀφροδισίοις. ἄμεινον ᾠκονόμηται τοῖς περὶ Ἴβυκον [frg. 35]· εἰς γὰρ Ἀφροδίτης ναὸν κατα‐ | |
5 | φεύγει ἡ Ἑλένη κἀκεῖθεν διαλέγεται τῷ Μενελάῳ, ὁ δ’ ὑπ’ ἔρωτος ἀφίησι τὸ ξίφος: —MNO τὰ παραπλήσια 〈τούτοις καὶ Ἴβυκος ὁ〉 Ῥηγῖνος ἐν διθυράμβῳ φη‐ σίν: —M | |
sch Andr637 | τὴν κατάρρυτον καὶ κοίλην: —MgAg | |
sch Andr639 | φυγάδευσον ἐκκόμιζε ἄπαγε λάμβανέ σου τὴν θυγατέρα: —MA | |
sch Andr641 | κεκτῆσθαι ἔχειν: —MgAg | |
sch Andr642 | σμικρᾶς ἀπ’ ἀρχῆς: ἐκ μικρᾶς ἀφορμῆς εἰς ἔχθραν με‐ γάλην προελθεῖν: —MNg | |
sch Andr643 | διὰ τοῦτο: —Ng | |
sch Andr644 | ἐξευρίσκειν: —Mg | |
sch Andr645 | κατ’ ἰδίαν τὸ ὡς σοφοί. μετὰ ἐρωτήσεως δὲ καὶ ἤθους προενεκτέον. λείπει δὲ τὸ εἰσίν: —MNOA | |
sch Andr646 | κατὰ κοινοῦ τὸ ὡς σοφοί: —MA | |
sch Andr648 | ἐμοὶ δηλονότι: —MNO | |
sch Andr650 | ὑπὲρ Νείλου ῥοάς: ἀντὶ τοῦ· πόρρω ταύτης τῆς γῆς: — MNA | |
sch Andr651 | ποταμὸς Κολχίδος: —MMgNAg κἀμὲ παρακαλεῖν ἀεί: ὥστε ἐκπέμπειν καὶ ἐκβάλλειν αὐτὴν ἐκ ταύτης τῆς γῆς: —MNA | 293 in vol. 2 |
sch Andr652 | τῆς ἑτέρας ἠπείρου· λέγει δὲ τῆς Ἀσίας: —MAg πτώματα: —Mg | |
sch Andr653 | δορίπληκτα δόρατι ἀνῃρημένα: —Mg | |
sch Andr654 | τοῦ φόνου μετέχουσαν: —Mg | |
sch Andr658 | καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν: ὁμοτράπεζον. μηδ‐ όλως ὤφελες ταύτῃ συνεσθίειν: —MNg | |
sch Andr659 | μεμισημένους: —Mg | |
sch Andr660 | ἀντὶ τοῦ· δι’ ἃ ἐγώ: —Mg προνοούμενος καὶ σοῦ καὶ ἐμαυτοῦ: —M ἁγὼ προνοίᾳ: δι’ ἅτινα πάντα, λέγω δὲ διὰ τὸ εἶναι ταύτην ἠπειρῶτιν καὶ διὰ τὸ εἶναι κοινωνοῦσαν τοῦ φόνου τοῦ σοῦ παιδός, | |
5 | μέλλων ἐγὼ αὐτὴν φονεύειν ἁρπάζομαι αὐτὴν παρὰ σοῦ ἐκ τῶν ἐμῶν χειρῶν: —A | |
sch Andr664 | γεννῶνται: —Mg | |
sch Andr666 | νήφω: —Mg | |
sch Andr668 | κἀκεῖνο νῦν ἄθρησον: πάλιν τῷ συνήθει τῆς φράσεως χρῆται σχήματι. ἦν δ’ ἂν οὕτως λεγόμενον ἁπλούστερον· εἰ δόντος σοῦ τινι τὴν παῖδα τὴν σὴν, ὑπ’ ἐκείνου τοιαῦτα ἔπασχες, ἠρέμεις ἄν; καὶ ἔστιν Ἀττικὴ ἡ σύνταξις. ἢ λείπει τὸ ἐτύγχανες: —MNOA | |
5 | ἴδε: —Mg | |
sch Andr671 | λοιδορεῖς: —MgAg | |
sch Andr672 | ἴσον 〈γ’〉 ἀνήρ τε καὶ γυνὴ σθένει: ταὐτὸ δύναται ἀνήρ τε καὶ γυνὴ πρὸς τὸ ἐγκαλεῖν, γυνὴ ἀδικουμένη πρὸς ἀνδρὸς καὶ ἀνὴρ γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων. πρὸς δὲ τὸ δεύτερον ἀπήντησεν· εἰπὼν γὰρ ἀνήρ τε καὶ γυνή ἐπήγαγεν τὸ γυνὴ ἀδικουμένη πρὸς | |
5 | ἀνδρός: ἀπὸ κοινοῦ γὰρ τὸ γυνή. ὅλως δὲ ὁ νοῦς τοιοῦτος· αἱ ζεύξεις τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας ἐπὶ ἰσότητι γίνονται, οὐχ ἵνα ὁ μὲν ἀνὴρ ἀδικῇ, ἡ δὲ γυνὴ ἀδικῆται καὶ τὸ ἀνάπαλιν. ἴσον ἐστὶ τὸ γυναῖκα ἀδικεῖσθαι ὑπὸ ἀνδρὸς καὶ ἄνδρα ὑπὸ γυναικός: —MA | 294 in vol. 2 |
sch Andr674 | ἀκολασταίνουσαν πορνεύουσαν: —Mg | |
sch Andr675 | οἷός 〈τ’〉 ἐστιν ἀμύνασθαι τὴν γυναῖκα ὁ ἀνήρ· ἡ δὲ γυνὴ διὰ τὴν ἀσθένειαν τοῦ σώματος πρὸς ἄμυναν τοῦ ἀνδρὸς τῇ τῶν γονέων χρῆται προστασίᾳ: —MA | |
sch Andr676 | παραμυθία βοήθεια: —NO | |
sch Andr683 | ἡ συνήθεια ἡ πεῖρα ἡ μελέτη: —MiNOAg | |
sch Andr687 | οὐδ’ ἂν σὲ Φῶκον ἤθελον: ὥσπερ ἐγὼ οὐκ ἐφόνευσα τὴν Ἑλένην, οὕτως οὐδὲ σὺ ὤφελες τὸν Φῶκον ἀνελεῖν. καὶ ὁ τὴν Ἀλκμαιωνίδα πεποιηκώς φησι περὶ τοῦ Φώκου [frg. 1]· ἔνθα μιν ἀντίθεος Τελαμὼν τροχοειδέι δισκῷ | |
5 | πλῆξε κάρη, Πηλεὺς δὲ θοῶς ἐνὶ χειρὶ τινάξας ἀξίνην ἐύχαλκον ἐπεπλήγει μέσα νῶτα: —MNOA ἄλλως: Ζεὺς συνελθὼν Αἰγίνῃ τῇ θυγατρὶ Ἀσωποῦ τοῦ ποταμοῦ γεννᾷ Αἰακόν· Αἰακὸς δὲ λαβὼν γυναῖκα Ἐνδηίδα τὴν Σκίρωνος τεκνοῖ Τελαμῶνα καὶ Πηλέα. εἶτα πάλιν μίγνυται Αἰακὸς Ψαμάθῃ τῇ Νη‐ | |
10 | ρέως εἰς φώκην ἠλλαγμένῃ διὰ τὸ μὴ βούλεσθαι συνελθεῖν αὐτῷ καὶ τεκνοῖ ἐκ ταύτης παῖδα τὸν Φῶκον ὃν ὁ Πηλεὺς ἀνεῖλεν ἐπιβουλεύσας διὰ τὸ ἐν τοῖς ἀγῶσι διαφέροντα αὐτὸν εἶναι Πηλέως καὶ Τελαμῶνος: —A | |
sch Andr688 | διῆλθον εἶπον: —MgAg | |
sch Andr689 | σοὶ μὲν ἡ γλωσσαλγία μείζων: ἡ φλυαρία, τῆς γλώσσης ἄλγημα καὶ νόσημα οὖσα. ἢ παρὰ τὸ ἀλγεῖν ποιεῖν καὶ πτήσσειν τοὺς λοιδορουμένους: —MNOA | 295 in vol. 2 |
sch Andr691 | παύσασθον ἤδη, λῷστα γὰρ μακρῷ τάδε: βέλτιστα συμφέροντα καλά ἐστι τὸ παύσασθαι. τὸ ἑξῆς· παύσασθον ἤδη λόγων ματαίων μακρῷ. ὁ δὲ νοῦς· παύσασθε ματαιολογοῦντες ἐν μακρῷ, τουτέστιν· ἐπὶ πολὺ ἀλλήλους ὑβρίζοντες. τοῦτο γάρ ἐστι λῷ‐ | |
5 | στον καὶ βέλτιστον, τὸ παύσασθαι: —MNOA | |
sch Andr693 | ὡς κακῶς νομίζεται: ὁ νόμος οὗτος ὡς κακῶς νενομοθέ‐ τηται καθ’ Ἑλλάδα. ὅταν γὰρ ὁ στρατὸς νικήσῃ, τότε ὁ στρατηγὸς τὴν δόξαν ἀποφέρεται: —MNOA | |
sch Andr694 | ὅταν τροπαῖα: τροπαῖα ἡ ἀρχαία Ἀτθὶς προπερισπωμέ‐ νως: —MNO | |
sch Andr696 | λαμβάνει: —Mg τῆς νίκης: —Mg | |
sch Andr699 | σεμνοὶ δ’ ἐν ἀρχαῖς: σεμνοπρεπεῖς τίμιοι: —M | |
sch Andr700 | γράφεται οὐδένες: —Mi | |
sch Andr702 | εἰ τόλμα προσγένοιτο: εἰ πόλεμος ἐνσταίη καὶ βουλευτή‐ ριον. ἐλεγχθήσονται γὰρ πολὺ δεύτεροι ὄντες οἱ μέγα φυσῶντες στρα‐ τηγοὶ καὶ [Β 202] οὔτε ἐν πολέμῳ ἐναρίθμιοι οὔτε ἐν βουλῇ: —A εἰ τόλμα προσγένοιτο: εἰ τόλμα καὶ βούλησις γένοιτο πρὸς | |
5 | ἐξέτασιν καὶ σύγκρισιν, πολλοὶ αὐτῶν εἰσι βελτίονες: —MNOA ἄλλως: εἰ πόλεμος ἐνσταίη καὶ βουλευτήριον· τόλμα γὰρ ὁ πόλε‐ μος, βούλευσις τὸ βουλευτήριον: —MNOA τοῦ λέγειν: —Mg | |
sch Andr703 | ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι: μέγα φρο‐ νοῦντες ἐπὶ τῇ Τροίᾳ καὶ τῇ [ἐκεῖ] στρατηγίᾳ ἐκεῖ, ἐν Τροίᾳ, ἐκά‐ θησθε: —MNOA | |
sch Andr704 | ἕνεκα τῶν ἐν Τροίᾳ γεγενημένων: —MNO | 296 in vol. 2 |
sch Andr706 | δείξω δ’ ἐγώ σοι: ἐγώ σε ποιήσω αὐτοῖς ἔργοις γνῶναι μὴ τὸν Ἰδαῖον Πάριν ἥσσονα νομίζειν ἐχθρὸν τοῦ Πηλέως εἶναι. τὸ δὲ μὴ ἥσσονα ἀντὶ τοῦ ἴσον· καὶ ὡς ἐκεῖνον ηὐλαβήθης, οὕτως κἀμὲ εὐλα‐ βηθήσῃ· ἴσος γάρ σοι εἰμὶ τῷ Πάριδι ἐχθρός: —MNOA | |
5 | ἄλλως: παραστήσω δὲ σοὶ ἐγὼ αὐτοῖς ἔργοις μὴ ἐμὲ, τὸν Πηλέα, ἥσσονα ἐχθρὸν νομίζειν τοῦ Ἰδαίου Πάριδος. ἀντίπτωσις γάρ ἐστιν: —A | |
sch Andr709 | ὁ Μολοττός. ἢ ὁ Νεοπτόλεμος: —Mi | |
sch Andr711 | ἣ στερρὸς οὖσα μόσχος: ἀντὶ τοῦ στεῖρα, ὡς [Β 742] ‘κλυτὸς Ἱπποδάμεια‘: —MA | |
sch Andr713 | ἀλλ’ εἰ τὸ κείνης δυστυχεῖ: εἰ ἡ Ἑρμιόνη δυστυχεῖ περὶ παιδοποιΐαν, καὶ ἡμᾶς δεῖ ἄπαιδας εἶναι καὶ μὴ ἐξ ἄλλων γυναικῶν ἔχειν τέκνα: —MNOA | |
sch Andr715 | πρὸς τοὺς οἰκέτας τοὺς κατέχοντας τὴν Ἀνδρομάχην: — MNOAi | |
sch Andr717 | κούφισον αὑτήν: —Mg | |
sch Andr718 | λύσω ἐκκομιοῦμαι ἐκμηρύσομαι: —M | |
sch Andr719 | διέφθειρας: —MgAg | |
sch Andr721 | ἢ ἐφοβήθης μὴ πολεμήσῃ σοι ξίφος λαβοῦσα: —MiNOA τιμωρήσαιτό σε: —Mg | |
sch Andr724 | εἰ δ’ ἀπῆν δορός: εἰ δὲ μὴ κἂν ἐκ δοκήσεως ἐνομίζεσθε πολεμικοί, οὐδὲν ἂν ἦτε ὅλως: —MNOA μακρὰν ἦν: —MgNO ὡς τῶν Λακεδαιμονίων πολεμικῶν ὄντων μὲν οὐδαμῶς, ὑπειλημ‐ | |
5 | μένων δέ: —MNOA | |
sch Andr726 | ἀντὶ τοῦ· οὐκ ἐστὲ φρόνιμοι: —MgNO | |
sch Andr727 | ἀνειμένον τι χρῆμα: ἀδέσποτον, ἄνεσιν ἔχον, μετ’ ἐξουσίας φθεγγόμενον. τὸ γὰρ βιάζεσθαι τὸν νόμον ἔχει μεθ’ ἑαυτοῦ. ἀδέ‐ σποτον τὸν τρόπον: —NOA | 297 in vol. 2 |
sch Andr727bis | ἄλλως: τινὲς πρᾷον καὶ ἡσύχιον. δυσφύλακτον δὲ ἀχαλί‐ νωτον, ὀργῆς κρατεῖν μὴ δυνάμενον. ὁ δὲ νοῦς· γαληνὸν τὸ τῶν γε‐ ρόντων γένος, ὑπὸ ὕβρεως μὴ ταραττόμενον, καὶ, φερόμενον πρὸς ὀργὴν, ἑαυτοῦ κρατεῖν ἀδύνατον: —MNOA | |
sch Andr728 | ἀπρονόητον, ἀδέσποτον, μὴ φυλαττόμενον ὑπ’ ὀργῆς: —MNOA | |
sch Andr729 | εὐκατάφορος ἕτοιμος πρόχειρος. ἢ εὐχερής: —A ἄγαν προνωπής: προπετὴς καὶ εἰς τοὔμπροσθεν φερόμενος. τοῦτο δὲ ὑπὸ πολλῆς ὀργῆς συμβαίνει γίνεσθαι: —MNOA ἄλλως: προνωπής ἀναιδής, παρὰ τὸ ἔμπροσθεν εἶναι τῶν ὠπῶν | |
5 | καὶ μὴ αἰδεῖσθαι τὸν προσδιαλεγόμενον. καὶ Ὅμηρος δὲ [προσ]ἐνώπια καλεῖ τοὺς καταντικρὺ τοίχους τῆς εἰσόδου τῆς οἰκίας: —MNOA | |
sch Andr732 | τὸ ἑξῆς· νῦν μὲν [γὰρ] ἄπειμι: —Mi πολλήν: —Mg | |
sch Andr733 | † ἔστι γάρ τις οὐ πρόσω: τινὲς οὕτως· ἔστι γάρ τις οὐ πρόσω, καὶ πόρρωθεν, τῆς Σπάρτης πόλις ἵνα πλεονάζῃ τὸ ἓν τις. ἕτεροι πάλιν οὕτως· ἔστι γάρ τι σοῦ πρόσω Σπάρτης πόλις τις, ἤγουν· ἔστι γὰρ πόλις τις, τῆς Σπάρτης, πρόσω σοῦ, ἤτοι ἀναγκαιοτέρα σοῦ, | |
5 | πρὸς ἣν ἐπείγομαι: —A | |
sch Andr734 | ἣ πρὸ τοῦ μὲν ἦν φίλη: ἔνιοί φασι 〈τὸν ποιητὴν〉 | |
παρὰ τοὺς χρόνους αἰνίττεσθαι τὰ Πελοποννησιακά. οὐκ ἀναγκαῖον δὲ κατασυκοφαντεῖν τὸν Εὐριπίδην, ἀλλὰ φάσκειν πλάσματι κεχρῆσθαι: — MNOA | 298 in vol. 2 | |
sch Andr741 | σώφρων καθ’ ἡμᾶς: τὸ σῶφρον καὶ παρ’ ἡμῶν ἀντιλάβῃ, καὶ ἀμειφθήσεται σωφρόνως καὶ πρεπόντως. εἰ δὲ θυμὸν ἐνδείξεται καθ’ ἡμῶν, καὶ ἡμᾶς θυμουμένους ἐφεύρῃ: —A | |
sch Andr743 | ἀντὶ τοῦ· σύμφωνα οἷς ποιεῖ: —Mg | |
sch Andr745 | σκιὰ γὰρ ἀντίστοιχος: ἡ ἀντικειμένη τοῖς σώμασιν. ἡ ὁμοία τινί. ἀντὶ τοῦ ἴση: —MNOA ἄλλως: ἀντικειμένη τοῖς σώμασιν. ἐπὶ γὰρ τῶν ἐχόντων σκιὰν ἀεὶ ἡ σκιὰ ἀντικρὺ πίπτει τοῦ σώματος ὅπου ἂν καὶ πέσῃ: —A | |
5 | ἄλλως: ὥσπερ γὰρ σκιὰ οὐ δύναται ἀδικῆσαί τινα κἂν ἐξεικάζηται τοῖς φοβερωτάτοις τῶν σωμάτων, οὕτως οὐδὲ οἱ σοὶ λόγοι κἂν κατα‐ πληκτικοὶ ὦσιν. οἷον· σκιὰν ἡγοῦμαί σε καὶ τὸ μηδέν: —MNOA καὶ ἄλλως: σκιὰ γὰρ ἀντίστοιχος: τὸ ἑξῆς· ἀδύνατος γὰρ ὢν ὡς σκιὰ ἀντίστοιχος φωνὴν ἔχεις εἰς οὐδὲν ἄλλο πλὴν εἰς τὸ φλυα‐ | |
10 | ρεῖν: —MNOA ἄλλως: ἀντὶ τοῦ ἰσόστοιχος καὶ ἰσοσώματος κατὰ τὴν φαντα‐ σίαν: —MNOA | |
sch Andr746 | δυνατὸς δηλονότι: —Mg | |
sch Andr747 | ἡγοῦ: ἐπὶ τοὺς ἡμετέρους οἴκους δηλονότι: —M | |
sch Andr749 | εὐδίους εὐπροσδέκτους: —Mg | |
sch Andr750 | λείπει τέκνοις: —Mg | |
sch Andr752 | μὴ ἡμῖν: —MgAg | |
sch Andr753 | λοχησάμενοι. ἢ ἐκφοβήσαντες: —MgAg | |
sch Andr757 | οὐ μὴ γυναικῶν δειλόν: περιττεύει ἡ οὐ ἄρνησις. ἢ οὕτως· παῦσαι εἰσφέρουσα λόγους δειλίας γέμοντας. τὸ δὲ εἰσ‐ οίσεις ἀντὶ τοῦ εἰσκομίσῃς, εἴπῃς. ἀντὶ τοῦ· μὴ παρείσαγε ἡμῖν θηλυδριώδη λόγον: —MNOA | 299 in vol. 2 |
sch Andr761 | στερεοί: —Mg | |
sch Andr763 | νικητήριον: —Mg | |
sch Andr766 | ἢ μὴ γενοίμαν: εἰς τῶν πάλαι βροτῶν αἰνίττεται. ἢ τὸ γενοίμαν ἀντὶ τοῦ γένοιτό τις: —NO ἢ μὴ γενοίμαν: ταῦτά φησιν ὁ χορὸς ἀποτεινόμενος εἰς τὰ κατὰ τὴν Ἀνδρομάχην ὅτι, εἰ καὶ ἐδυστύχησεν, ὅμως τοῦ βασιλικοῦ γένους | |
5 | 〈οὖσα〉 οὐκ ἠπόρησεν ἐν τῇ δυστυχίᾳ: —MA ἄλλως: οἱ μεγάλοι κἂν δυστυχήσωσιν, ἔχουσι τοὺς συμμαχοῦντας, ὡς καὶ νῦν ἡ Ἀνδρομάχη διὰ τοῦ Πηλέως ἐσώθη: —MA ὁ χορὸς θαυμάζει τὸν Πηλέα: —Mg | |
sch Andr769 | μετέχων κοινωνὸς κληρονόμος: —Mg | |
sch Andr771 | οὐ σπάνις εὐγενέταις: εἰ γάρ τις εὐγενὴς πάσχει τι δεινόν, οὐ σπάνις αὐτῷ βοηθείας. εἰς πληθυντικὸν δὲ μετέβη ἀπὸ ἑνικοῦ: — MNOA ἀντὶ τοῦ· ὁ εὐγενὴς κἂν εἰς ταραχὴν ἔλθῃ, ὅμως εὐτυχεῖ βοη‐ | |
5 | θείας: —MNOA οὐδεμία ἔνδεια οὐδὲ χρεία: —Mg | |
sch Andr772 | φημιζομένων λεγομένων: —Mg ἀντὶ τοῦ ἐπισήμων: —Mg | |
sch Andr773 | λείπει τὸ ἐπακολουθοῦσι: —Mg | |
sch Andr774 | κἂν γέροντες ὦσιν οἱ ἀγαθοὶ, οὐκ ἀμαυροῦνται ὑπὸ τοῦ χρό‐ νου: —MiNOAAg | |
sch Andr775 | ἀφανίζει: —Mg ἡ τιμή: —Mg | |
sch Andr777 | κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον: τοῦτο πρὸς τὴν Ἀν‐ δρομάχην ὅτι δικαίαν καὶ ἔνδοξον κατὰ τῆς Ἑρμιόνης ἀπηνέγκατο νίκην οὐδὲν αὐτὴν ἀδικήσασα. ἡ μέντοι Ἑρμιόνη, εἰ ἐφόνευσεν αὐτὴν, ὥσπερ προέθετο, κακὴν καὶ ἄδοξον νίκην 〈ἂν〉 ἀπεφέρετο, ἥτις δυνάμει καὶ τυ‐ | 300 in vol. 2 |
5 | ραννίδι σφάλλει τὸ δίκαιον, ἀντὶ τοῦ λύει: —MNOA κρεῖσσον δὲ νίκαν: κρεῖσσον, φησὶ, μετὰ δικαιοσύνης νικᾶν ὡς ἡ Ἀνδρομάχη παρ’ ὃ μετὰ φθόνου καὶ δυναστείας, ὡς ἡ Ἑρμιόνη ἐβού‐ λετο: —A | |
sch Andr780 | ξὺν φθόνῳ σφάλλειν: βέλτιον μὴ ἔχειν νίκην μετὰ κακο‐ δοξίας, ἀντὶ τοῦ· βέλτιον δικαίως ἡττᾶσθαι ἤπερ θαρροῦντα βασκανίᾳ καὶ δυνάμει παραλύειν τὸ δίκαιον. τοῦτο δέ φησι διὰ τὸν Μενέλαον ἀδίκως φιλονεικήσαντα πρὸς Πηλέα καὶ αἱρούμενον κακοδοξεῖν βασκαί‐ | |
5 | νοντα ἄντικρυς τῇ Ἀνδρομάχῃ: —MNO παραλύειν: —Mg | |
sch Andr781 | γίνεται τὸ ἄδικον, τὸ ἄδοξον: —Mg ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν: ἡδὺ τὸ νικᾶν οἵῳ δή‐ ποτε τρόπῳ· καὶ τῷ μὲν χρόνῳ αὐτὸ μαραίνεται, τουτέστιν ἡ ἐπ’ αὐτῷ ἡδονή, τὸ δ’ ἐξ αὐτοῦ ὄνειδος τοῖς οἴκοις παραμένει: —MA | |
5 | ἄλλως: ἡ ἐκ τῆς τοιαύτης νίκης ἡδονὴ ἐπ’ ὀλίγον χρόνον φθάνουσα αἰώνιον αἰσχύνην καὶ ἀνεξάλειπτον ὄνειδος τοῖς κτησαμένοις αὐτὴν προσ‐ τρίβεται. οἷον· οὐ δεῖ χαίρειν ἐπὶ τῇ νίκῃ, ἐὰν ἀδίκως γίνη‐ ται: —MA τὸ λύειν τὸ δίκαιον: —M | |
sch Andr784 | ἐπ’ ὀνείδεσι τῶν δόμων. λείπει γὰρ ἡ ἐπί: —Mi | |
sch Andr785 | ταύταν ᾔνεσα: ταύτην ᾔνεσα τὴν βιοτὴν καὶ ἐν ταύτῃ θέλω φέρεσθαι, ἐν ᾗ μηδὲν 〈ἂν〉 ἔξω τοῦ δικαίου φεροίμην: —MA ἄλλως: ταύτην ᾔνεσα βιοτὴν, τὴν μὴ ἔξω δηλονότι τοῦ δικαίου· καὶ ταύτην βαδίζω, ἤγουν κατὰ ταύτην ζῆν θέλω: —A | |
sch Andr788 | μηδὲν δίκας: ἔξω τοῦ δικαίου, παρὰ τὸ δίκαιον. οἷον· κατὰ | |
κράτος δύνασθαι, τουτέστιν ἢ δυναστεύειν ἢ κράτος ἔχειν δυνάσθαι: —M | 301 in vol. 2 | |
sch Andr792 | πολέμῳ συγκοινωνῆσαι, πολεμῆσαι: —Mi | |
sch Andr793 | ἐπὶ τῆς Ἀργοῦς: —Mi | |
sch Andr794 | ἀπὸ κοινοῦ τὸ πείθομαι σέ: —Mi τὰς πέτρας τὰς Συμπληγάδας φησίν: —MgAg | |
sch Andr796 | Ἰλιάδα τε πόλιν: οἱ μὲν πλείους Τελαμῶνά φασι συστρα‐ τεῦσαι τῷ Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον, ὁ δὲ Πίνδαρος καὶ Πηλέα, παρ’ οὗ ἔοικε τὴν ἱστορίαν Εὐριπίδης λαβεῖν. λέγει δὲ ὁ Πίνδαρος οὕτως [frg. 172]. | |
5 | ‘Πηλέος ἀντιθέου μόχθοις νεότας ἐπέλαμψε μυρίοις. πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ Τρώιον ἂμ πεδίον καὶ μετὰ ζωστῆρας Ἀμαζόνος ἦλθε καὶ τὸν Ἰάσονος εὔδοξον πλόον ἐκτελέσας εἷλε Μήδειαν ἐν Κόλχων δόμοισ‘: —MA | |
sch Andr797 | ἶνις ἀμφέβαλλεν φόνῳ: θνητὸν γὰρ ἀντὶ τῶν ἀθανάτων ἵππων λαβὼν παρὰ τοῦ Λαομέδοντος ἐπόρθησε τὴν Ἴλιον: —A | |
sch Andr801 | ἀπὸ κοινοῦ τὸ πείθομαί σε, ὦ Πηλεῦ: —Mi | |
sch Andr803 | ἀμοιβαῖον, γινόμενον ἐκ διαδοχῆς: —MgAg κατασκευάζεται: —Mg | |
sch Andr805 | πατρός τ’ ἐρημωθεῖσα: μετανοίᾳ συνειδήσει φροντίδι λύ‐ πῃ: —MAg ἄλλως: ἐπιλογισμῷ. ὁ δὲ νοῦς οὕτως· καὶ τῷ λογισμῷ, οἷον ἐνθυμουμένη, ὁποῖον ἐβουλεύσατο ἔργον, φονεῦσαι θελήσασα τὴν | |
5 | Ἀνδρομάχην καὶ τὸν παῖδα: —MA | |
sch Andr807 | τὸ βουλεύσασα τῷ συννοίᾳ συναπτέον, ἀντὶ τοῦ· τῇ μετα‐ νοίᾳ βουλευσαμένη: —MA | |
sch Andr811 | ἀναρτῆσαι κρεμάσαι: —M | |
sch Andr812 | οἱ παρ’ ἡμῶν ταχθέντες εἰς τὸ φυλάττειν αὐτήν: —MA | |
sch Andr813 | ἀφαιρούμενοι: —MAg | 302 in vol. 2 |
sch Andr816 | ἀγχόνη τὸ σχοινίον, ἀγχονή δὲ ὀξυτόνως αὐτὸ τὸ πρᾶ‐ γμα: —MA | |
sch Andr817 | εἰσελθοῦσαι πορευθεῖσαι: —Mg | |
sch Andr818 | ἀρχαίων συνήθων. παρόσον τῶν συνήθων φίλων κατα‐ φρονοῦμεν, τοῖς δὲ ἐκ διαστήματος ἐλθοῦσι φίλοις μᾶλλον πειθόμεθα: — MNOA | |
sch Andr819 | μᾶλλον πεῖσαι δυνάμενοι: —M | |
sch Andr820 | ἔοικας, φησὶν, ἀληθῆ λέγειν· ἰδοὺ γὰρ βοῆς ἀκούομεν ἔνδον γινομένης ἐφ’ οἷς ἡμῖν ἀπήγγειλας: —MNOA | |
sch Andr824 | τῇ ἐπιθυμίᾳ τῷ ἔρωτι: —M | |
sch Andr826 | σπάραγμα τῆς κόμης διὰ τῶν χειρῶν θήσομαι καὶ κατάξυσμα διὰ τῶν ὀνύχων: —MA διακοπτικὰ πολέμια ἐχθρά: —M | |
sch Andr827 | ἀμύγματα: χαράγματα ξύσματα, παρὰ τὸ ἀμύσσω. Ὅμηρος [Ε 425]· ‘κατεμύξατο χεῖρα ἀραιήν‘: —MA | |
sch Andr828 | ὑβρίζεις ἀφανίζεις: —MAg | |
sch Andr831 | τὸ κρήδεμνόν φησιν: —MgAg | |
sch Andr839 | ὦ κατάρατος ἐγὼ κατάρατος ἀνθρώποις: ἡ ἐπανάλη‐ ψις τὸ πάθος αὔξει τοῦ πένθους: —MAg | |
sch Andr843 | ἀντίτυπον καιρίαν: —MgAg | |
sch Andr845 | μὴ φρονοῦσαν ὡς θάνῃς: παραφρονοῦσαν, μὴ νήφουσαν. προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι: —MA ἄλλως: ἀλλὰ καλῶς διαπράξομαι, εἴ σε ἀφείην ὡς θάνῃς, παρα‐ φρονοῦσαν: —A | |
sch Andr846 | οἴμοι πότμου: οἴμοι τῆς τύχης. καὶ δύσποτμος ὁ δυστυ‐ χής: —MAg | |
sch Andr849 | κατὰ πόντον ἢ καθ’ ὕλαν: ἵνα θανοῦσα κατὰ πόντον ἢ | |
κατὰ τὴν ὕλην ἐν φροντίδι ὦ τοῖς νεκροῖς, ἀντὶ τοῦ· συναριθμηθείην τοῖς νεκροῖς. τοῦτο δὲ ἐπεὶ εἰσὶ πέτραι καὶ εἰς θάλασσαν νεύουσαι καὶ εἰς ὕλην: —MNOA | 303 in vol. 2 | |
5 | καὶ ἄλλως: ἐν φροντίδι ὦ· οἱ γὰρ νεκροὶ μέλουσι τοῖς νεκροῖς ὡς οἱ ζῶντες τοῖς ζῶσι: —MNOA | |
sch Andr851 | ἄμεινον τῆς τροφοῦ ** εἶναι τὸ πρόσωπον: —MN θεόπεμπτοι: —Mg | |
sch Andr852 | ἀντὶ τοῦ· ἢ ταχὺ ἢ βραδύ: —MN | |
sch Andr854 | ἔλιπες ἔλιπες: λείπει τὸ ναῦν· κατέλιπές με ὥσπερ ναῦν ἐν τῷ αἰγιαλῷ ἐστερημένην πηδαλίου: —MNOAg ἔλιπες ἔλιπες: κατέλιπές με, ὦ πάτερ, 〈ὥσπερ〉 μεμονωμένην ναῦν θαλασσίαν (λείπει γὰρ τὸ ναῦν) ἔρημον οὖσαν τῆς ἐναλίας κώπης, | |
5 | ἤτοι ἐστερημένην τοῦ πηδαλίου: —A | |
sch Andr859 | ὁρμηθῶ. ὁρμήσω: —Mi | |
sch Andr860 | ἢ δούλα δούλας γόνασι προσπέσω: ἆρα, φησὶν, ὡς δούλη προσπέσω τοῖς γόνασι τῆς δούλης, λέγει δὲ τῆς Ἀνδρομάχης: — MNOA | |
sch Andr862 | κυανόπτερος ὄρνις εἴθ’ εἴην: εἴθε μετορνιθωθείην ὡς Πρόκνη καὶ Φιλομήλα (ταύτας γὰρ ἴσως αἰνίττεται), ἢ εἰς τὴν Ἀργὼ μεταβληθείην, ἵνα διαδράσω ταχέως ὅποι βούλομαι, ἔξω τῆς Φθιώτιδος γῆς: —MNOA | |
sch Andr866 | ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπήνεσα: οὔτε ἐκεῖνο τὸ ὑπερβάλλον τῆς ὀργῆς ἐπῄνεσα ὅτε τῇ Ἀνδρομάχῃ πολλὰ παρεσκευάζες κακά, οὔτε νῦν σε ἀποδέχομαι ἄγαν φοβουμένην: —MNOA | |
sch Andr869 | τὴν φιλίαν τὸ φίλτρον: —Mg | |
sch Andr873 | τὸ χ ὅτι τὴν φερνὴν ἕδνα φησίν: —NOA οὐ μέσως: οὐ μετρίως, ἀλλὰ μεγάλως: —MNOA | |
sch Andr879 | ἀλλόμορφος: —Mg ἐξ ἄλλου δήμου: —Mg | 304 in vol. 2 |
sch Andr880 | λείπει ἡ πρό, [γράψον διὰ] πορεύεται πρὸ δωμάτων: —A | |
sch Andr882 | μέλαθρα: κυρίως τὸ ξύλον τὸ μέσον τῆς στέγης τὸ ὑπότονον καλούμενον παρὰ τὸ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. τινὲς δὲ ἅπαντα τὸν ὄροφον ἢ τὸν οἶκον: —A | |
sch Andr885 | ἔρχομαι δὲ πρὸς Διός: ἐκβληθεὶς τοῦ Ἄργους Ὀρέστης ἀπῄει εἰς τὸ ἱερὸν τοῦ Διὸς τὸ ἐν τῇ Δωδώνῃ μαντευσόμενος ποίαν οἰκήσει πόλιν. ἀπιὼν οὖν ἔρχεται εἰς Φθίαν. Δίδυμος δέ φησι ψευδῆ ταῦτα εἶναι καὶ ἄπιστα: —MNOA | |
sch Andr886 | μαντεῖα Δωδωναῖ’: ἐπεὶ ἔστιν ἡ ὁδὸς διὰ τῆς Θεσσαλίας εἰς Δωδώνην: —MA | |
sch Andr889 | τηλοῦ ὄντα [τὰ] πεδία, ὅ ἐστι μακράν, καὶ κεχωρισμένα: — MNiOA | |
sch Andr891 | λείπει τὸ ὡς: —Mg ὦ ναυτίλοισι χείματος: ὦ φανεὶς ἡμῖν τοῖς ναυτιλλομένοις λιμὴν ἐπὶ κλύδωνος. ἢ οὕτως· ὦ Ὀρέστα ὁ φανεὶς ἡμῖν ὡς ὁ λιμὴν τοῖς ναυτίλοις ἐν κλύδωνι: —A | |
sch Andr892 | λείπει τὸ ἱκετεύω: —MiNi | |
sch Andr893 | ἐπισκοπεῖς τύχας: ἐπισκοπεῖς ἐφορᾷς: —M | |
sch Andr894 | στεμμάτων δ’ οὐχ ἥσσονας: ἀντὶ τοῦ· καὶ χωρὶς ἱκετη‐ ριῶν οὖσά σε παρακαλῶ. ἐπεὶ ἔθος τοὺς δεομένους ἐλαίας κλάδους καὶ στέμματα ταῖς χερσὶν ἔχοντας δέεσθαι: —MNOA | |
sch Andr898 | ἥν περ μόνην γε Τυνδαρίς: Λυσίμαχος [frg. 18] καὶ ἄλλοι τινὲς ἱστοροῦσιν γενέσθαι ἐξ Ἑλένης καὶ Νικόστρατον. ὁ δὲ | |
τὰς Κυπριακὰς ἱστορίας συντάξας Πλεισθένην φησὶ, μεθ’ οὗ εἰς Κύ‐ προν ἀφῖχθαι καὶ τὸν ἐξ αὐτῆς τεχθέντα Ἀλεξάνδρῳ Ἄγανον: — | 305 in vol. 2 | |
5 | MNOA | |
sch Andr900 | θεραπευτά: —Mg ὦ Φοῖβ’ ἀκέστορ: γράφεται καὶ ἀκεστῶν, ἀντὶ τοῦ ἀθεραπεύ‐ των ἀνθρώποις, θεραπευτῶν δὲ μόνοις θεοῖς, τουτέστιν· δοίης τούτων λύσιν ἃ οὐκ 〈ἂν〉 ἄνθρωποι θεραπεύσειαν: —MNO | |
sch Andr901 | τί χρῆμα πρὸς θεῶν: τὸ ἑξῆς· τί χρῆμα κακὸν ἢ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων: —MNO | |
sch Andr906 | εἰς τὸ λέχος: —MgAg εὖ μ’ ὑπηγάγου: ὑπέμνησας προεκαλέσω ἠρέθισας ὑπῆλθες. σοφῶς με ὑπήγαγες, φησὶν, εἰς τὸ ὁμολογῆσαί σοι τὸ αἴτιον τῆς ταραχῆς τῶν οἴκων. ἀκριβῶς τὸ κατ’ ἐμὲ ἔγνως πάθος καὶ ἐδελέασας πρὸς | |
5 | τὸ εἰς λόγους σοι ἐλθεῖν καὶ διηγήσασθαι τὰ κατέχοντά με: —MNOA | |
sch Andr910 | τοιαῦτα ταῦτα: ἠθέλησα ἀμύνασθαι. οὐ συνείθισα ἐμαυτὴν εἰς ταῦτα: —A | |
sch Andr911 | ἔρραψας: ἐβουλεύσω κατεσκεύασας: —MN | |
sch Andr912 | καὶ τέκνῳ νοθαγενεῖ: σημειωτέον τὸ ὄνομα. νόθῳ: — MNO ἀπὸ κοινοῦ τὸ ἔρραψας: —MNOA | |
sch Andr921 | ὁμόγνιον: συγγενικόν. ἀντὶ τοῦ· πρὸς ὁμογνίου Διίος. ἀνεψιοὶ γὰρ Ὀρέστης καὶ Ἑρμιόνη: —MNOA ἔφορον τοῦ γένους: —Ni | |
sch Andr922 | πορρωτάτω τῆς χώρας: —mg | |
sch Andr924 | μονονουχὶ φωνὴν ἀφιέντες: —MiNO | |
sch Andr927 | κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν: ἢ αἰσχρῶς ἢ ἐπ’ αἰσχροῖς | |
ἁλοῦσαν: —MNOAg | 306 in vol. 2 | |
sch Andr929 | ἀλλ’, ἐρωτήσει τις, πῶς ταῦτα ἡμάρτανες: —MNOA ἄλλως: λέγοι ἄν τις καὶ ἐρωτήσειεν πῶς ταῦτα ἐξημάρτανες δε‐ δοικυῖα τὸν ἄνδρα, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ οὕτως: —MNOA ἄλλως: ὡς ἄν τις εἴποι, πῶς οὖν ταῦτα ἐξημάρτανες, οὕτως δε‐ | |
5 | δοικυῖα τὸν Νεοπτόλεμον: —MNOA ἄλλως: πῶς οὖν ταῦτα ἐξήμαρτες, ἵν’ οὕτως αὐτὸ ἁμαρτίαν κα‐ λέσω: —A | |
sch Andr930 | τὸ χ ὅτι εἰς παροιμίαν μετήχθη ὁ στίχος: —MNOA | |
sch Andr931 | ἠπάτησαν ἀνεπτέρωσαν, τουτέστιν ἐπῆράν με καὶ ὥσπερ ἐπαφῆκάν με ταύτῃ: —MgNOA | |
sch Andr935 | βλέπουσαν αὐγάς: ἀντὶ τοῦ βλεπούσης, σημαίνει δὲ τὸ ζώσης. ἢ οὕτως· οὐκ ἄν με ζῶσαν ἐκληρονόμει: —MNOA | |
sch Andr938 | ἐξηνεμώθην μωρίᾳ: ἀνεπτερώθην ἀνεκουφίσθην ὑψώθην ἐπήρθην: —MNOA τί γάρ μ’ ἐχρῆν: τί γὰρ ἐφύλαττον τὸν ἄνδρα μου ἑτέρᾳ μὴ συνελθεῖν γυναικὶ, ἔχουσα παρ’ αὐτοῦ τὰ ἐπιτήδεια: —MNOA | |
sch Andr948 | ἡ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει: ἡ δ’ ἁμαρτοῦσα ἀνδρὸς, ὅ ἐστι διαζευχθεῖσα, συννοσεῖν ἀνανδρίαν αὑτῇ βούλεται καὶ τὰς ἄλλας: —MNOA συννοσεῖν αὑτῇ θέλει: συμπάσχειν ἑαυτῇ καὶ τὰς ἄλλας βού‐ | |
5 | λεται, ἵνα μὴ μόνη ἀσχημονῇ: —MNOA | |
sch Andr949 | μαργότητι: ἀπληστίᾳ τοῦ λέχους· οὐ βούλονται μόναι φθεί‐ ρεσθαι, ἀλλὰ καὶ ἑτέρας εἰς τὸ αὐτὸ ἁμάρτημα ἄγειν: —A πολλαὶ δὲ μαργότητι: μανίᾳ, πορνείᾳ, ὅ ἐστιν· πορνεύσασα βού‐ λεται πρὸς ἀπολογίαν αὑτῆς πάσας ἀσχημονεῖν: —MNOA | |
sch Andr954 | εἰς τὸ γυναικεῖον γένος: —MgAg | 307 in vol. 2 |
sch Andr955 | συγγνωστὰ μὲν οὖν σοὶ τάδε: διὰ τὸ ὑπὸ τῆς λύπης νικᾶσθαί σε. ἀλλ’ ὅμως τὰς γυναῖκας ἐνδέχεται περιστέλλειν καὶ κρύπτειν τὰ γυναικῶν ἐλασσώματα: —A | |
sch Andr957 | σοφόν τι χρῆμα: τοῦ δημιουργοῦ, λέγει δὲ τῆς φύσεως. ὁ δὲ νοῦς· σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώ‐ πους ἀκούειν καὶ ἐναντίων πάρα, τῶν ἀντιλεγόντων, ἀντὶ τοῦ· δύ‐ νασθαι κρίνειν τὰ παρὰ τῶν διχοστατούντων λεγόμενα. κἀγὼ γὰρ εἰ‐ | |
5 | δὼς τὴν σύγχυσιν τούτων τῶν οἴκων τὴν ἐκ τῆς διχοστασίας γενομένην ἀνέμενον ἀκοῦσαι τὰ παρὰ σοῦ λεχθησόμενα, εἴτε μενεῖς εἴτε οὐ με‐ νεῖς: —MNOA ἄλλως: σοφὸς ὁ πρῶτος ἐπινενοηκὼς τρόπον τινὰ δι’ οὗ τὰ τῶν ἐχθρῶν γνωρίζεται· δύναται γὰρ ἡ ἐπαγωγὴ τοῦτο δηλοῦν. ἐχθρὸς δὲ | |
10 | ἦν τοῦ Νεοπτολέμου ὁ Ὀρέστης: —MNOA ἄλλως: τοῖς λεγομένοις παρά τινος, φησὶν, οὐ δεῖ ἁπλῶς πιστεύειν πρὶν ἀκούσῃς τι παρ’ αὐτοῦ τοῦ δρῶντος ἢ πάσχοντος. ἢ παρὰ τὴν παροιμίαν· ‘μηδὲ δίκην δικάσῃς πρὶν ἀμφοῖν μῦθον ἀκούσῃσ‘: —MNOA ἄλλως: σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀν‐ | |
15 | θρώπους λόγους ἀκούειν παρὰ τῶν πέλας: —MNOA ἄλλως: σοφὸς ἄρα ἦν ὁ διδάξας μακροθυμεῖν καὶ 〈τὰ〉 ὑπὸ τῶν διαφερομένων 〈λεγόμενα〉 ἀκούειν περὶ ἑκάστου πράγματος: —A | |
sch Andr961 | ἀντὶ τοῦ· ἔμενον ταῦτα φυλάσσων καὶ ἐπιτηρῶν: —MNO | |
sch Andr964 | ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς: ἀπ’ ἐμαυτοῦ ἦλθον ἐνταῦθα προεγνωκὼς ταῦτα, οὐ γράμματά σου δεξάμενος: — | |
MNOAg | 308 in vol. 2 | |
sch Andr965 | εἰ δ’ ἐνδιδοίης: εἰ δὲ θαρσήσειάς μοι σαυτὴν, ὥσπερ καὶ [εἰς] τὸν λόγον: —MNO ἄλλως: εἰ δὲ κἀν πράγμασί μοι θαρσήσειας σαυτὴν, ὥσπερ κἀν λόγοις θαρρεῖς μοι σαυτήν· εἶπε γὰρ ‘πέμψον με ἀπ’ οἴκων τῶνδε‘: — | |
5 | MNOA ἄλλως: εἰ δὲ κἀν πράγμασι σαυτήν μοι ἐνδοίης, ὡς καὶ ἐν λόγοις ὑπέσχου καὶ δέδωκας· εἶπε γὰρ ‘πέμψον μ’ ἀπ’ οἴκων τῶνδε‘: —A | |
sch Andr967 | κακίᾳ: —Mi | |
sch Andr971 | ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν: ἐπεὶ δὲ πορθήσαντι αὐτῷ τὴν Ἴλιον ἐτελείωσε τὴν ὑπόσχεσιν: —M εἰς τὴν Ἑλλάδα δηλονότι: —MiNOA | |
sch Andr972 | σῷ μὲν συνέγνων πατρί: συγγνώμην ἐδίδων διὰ τὴν χρείαν: —NOA συνεχώρησα τοῦτο. δι’ ἀνάγκην γὰρ αὐτῷ ἔδωκεν ἵνα Τροίαν ἕλῃ: —A | |
5 | τὸν δ’ ἐλισσόμην: ταῦτα, φησὶν, ἔλεγον αὐτῷ ὅτι παραχώρησόν μοι τὴν παῖδα, ἐπεὶ οὐκ ἄλλοθεν γυναῖκα προσδοκῶ λαβεῖν ἢ παρὰ συγγενῶν, φυγὰς ὤν: —MNOA | |
sch Andr974 | τὸν τῆς μανίας δαίμονά φησιν: —MiNO | |
sch Andr975 | γήμαιμ’ ἀπ’ ἀνδρῶν: ἐκτὸς τοῦ γένους, τουτέστι ξέ‐ νην: —NOA ἔκτοθεν 〈δ’〉 οὐ ῥᾳδίως: καὶ γὰρ ‘ἀνδρὸς κακῶς πράσσοντος ἐκ‐ ποδὼν φίλοι‘ [Soph. frg. 667], τὸ δὲ συγγενὲς κατὰ φυσικὴν ἀνάγκην | |
5 | φίλον, ὡς καὶ ἐν Δυσκόλῳ φησὶν ὁ Μένανδρος [frg. 135]· ‘οὐκ ἔνεστ’ | |
ἴσως φυγεῖν οἰκειότητα, δᾶερ‘: —MNOA ἄλλως: τὸ ἑξῆς· ὡς φίλων μὲν ἂν γήμαιμ’ ἀπ’ ἀνδρῶν φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς: —MNOA | 309 in vol. 2 | |
sch Andr976 | φεύγων ἀπ’ οἴκων: Μυκηναῖος γὰρ ὢν ὁ Ὀρέστης καὶ γα‐ μῶν συγγενῆ καὶ Σπαρτιάτιδα ἐδύνατο, τὴν πατρίδα φεύγων διὰ τὸν νόμον, εἰς τὸν οἶκον τῆς γαμετῆς, ὅ ἐστιν εἰς τὴν Σπάρτην, φεύγειν καὶ μὴ ἐν ξένοις ἀλᾶσθαι: —MNOA | |
5 | ῥᾷον δέ ἐστι τοῦτο, φησί. φυγὴν γὰρ εὑρεῖν εἰς οἶκον γαμετῆς [ὢν] ῥᾴδιον: —MNOA | |
sch Andr985 | οἷον· οὐκ ἄν τις εὕροι συγγενοῦς χρησιμώτερον ἐν καιρῷ ἀτυχίας: —MNOA ἄλλως: ἀντὶ τοῦ· αὔταρκες καὶ ἱκανὸν εἰς ἐπικουρίαν ἐν ταῖς συμ‐ φοραῖς. τὸ δὲ δεινόν καὶ ὁ ῥήτωρ ἀντὶ τοῦ ἱκανόν τέταχεν [Olynth. 1, 3] | |
5 | ‘δεινὸς πράγμασι χρῆσθαι‘: —MNOA | |
sch Andr986 | οὐκ ἔστιν οὐδέν: ἀντὶ τοῦ συγγενοῦς. καὶ ἐν Βάκχαις [1250] ‘Βρόμιος ἄναξ ἀπώλες’ οἰκεῖος γεγώσ‘: —MNO | |
sch Andr987 | νυμφευμάτων μὲν τῶν ἐμῶν: εἰ [τῶν] πρῴην νυμφευ‐ μάτων 〈τῶν〉 ἐμῶν σε ἐστέρησεν καὶ τούτῳ δέδωκεν ὁ πατὴρ ὁ ἐμός, 〈αὐτὸσ〉 τὴν αἰτίαν ἕξει· οὐ γὰρ ἐμὸν τὸ κρίνειν, οἷον· αὐτός σοι ἀπο‐ λογήσεται: —MNOA | |
5 | ἄλλως: εἰ νυμφευμάτων σε τῶν ἐμῶν ὁ πατὴρ πρὶν ἐστέρησεν, ἐκεῖνος μεριμνάτω καὶ ἀπολογείσθω σοι περὶ τούτου: —A | |
sch Andr993 | θάρσει γέροντος χεῖρα: διὰ τὴν χεῖρα τοῦ γέροντος θάρ‐ σει: —NOAg | |
θάρσει γέροντος χεῖρα: παραινεῖ αὐτῇ μὴ δίκην αἰχμαλώτου φυγεῖν, ἀλλὰ σχολαίτερον, καλῶς τὰ καθ’ ἑαυτὴν διοικήσασαν 〈καὶ〉 λα‐ | 310 in vol. 2 | |
5 | βοῦσαν κόσμον 〈τὸν〉 ἴδιον ἄλλα τε χρήματα θεραπαίνας 〈τε〉 καὶ θερά‐ ποντας οἷς ἐθάρρει: —MNOA | |
sch Andr995 | τοία γὰρ αὐτῷ: ἐμφαίνει ὅτι προδιέθηκε τοὺς Δελφοὺς εἰς τὸν κατὰ τοῦ Νεοπτολέμου φόνον: —MNOA | |
sch Andr997 | πρὶν σκευασθῆναι αὐτῷ καὶ πάθος τι: —A | |
sch Andr998 | Πυθία: —Mg | |
sch Andr999 | τῶν Δελφῶν: —AMg | |
sch Andr1002 | ὑπὲρ τοῦ πατρός: —Mg | |
sch Andr1006 | κακῶς ὀλεῖται: ἀμφότερα, φησὶν, αὐτὸν ἀναιρήσει, πρῶτον αὐτὸς ὁ θεὸς εἰς ὃν ἠσέβησεν, εἶτα καὶ αἱ παρ’ ἐμοῦ διαβολαί. διαβε‐ βλήκει γὰρ αὐτὸν ὡς ἐπὶ πορθήσει τοῦ ναοῦ ἐληλυθότα: —MNOA | |
sch Andr1007 | ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν: φιλεῖ πως ὁ δαίμων ἀνα‐ στρέφειν ἀεὶ τοῖς ἀνθρώποις τὰ πράγματα καὶ τοὺς ἐχθροὺς ποτὲ μέγα φρονοῦντας ὕστερον ταπεινοῦν, ὅπως μηδεὶς μηδενὸς ὑπερφρονοίη. τοῦτο δέ φησι διὰ τὸν Νεπτόλεμον, ὅτι τότε παρακαλούμενος παρα‐ | |
5 | χωρῆσαι τὴν Ἑρμιόνην ὑπερεῖδεν καὶ νῦν αὐτῆς ἀποστερεῖται: — MNOA ἄλλως: τῶν γὰρ ἐχθρῶν αὐτῷ, φησὶν, ὁ θεὸς τὴν μοῖραν, ὅ ἐστι τὴν εὐμοιρίαν, καταστρέφει καὶ μέγα φρονεῖν οὐκ ἐᾷ: —MNOA ἄλλως: τῶν ἐναντιουμένων γὰρ αὐτῷ ἀνθρώπων τὴν μοῖραν ὁ | |
10 | θεὸς εἰς καταστροφὴν ἄγει: —A ταῦτα εἰπὼν ἀπῆλθεν ἔχων τὴν Ἑρμιόνην: —O | |
sch Andr1009 | ἰὼ Φοῖβε: τὸν ὑψηλὸν τόπον πυργώσας καὶ ποιήσας αὐτὸν | |
εὐτειχῆ: —MNO ἄλλως: ἰὼ Φοῖβε πυργώσας: βουλόμενος παραμυθήσασθαι ὁ χορὸς τὴν Ἑρμιόνην μέλλουσαν συνοικεῖν ἑτέρῳ ἀνδρὶ φησὶν ὅτι καὶ | 311 in vol. 2 | |
5 | ἄλλαι τοῦτο πεπόνθασιν Ἑλληνίδες ἐξ αἰτίας τῆς κατασκαφῆς τῆς Τροίας. ἄρχεται τοίνυν ἐκ τοῦ πρώτου αἰτίου, ὅ ἐστι τῆς πορθήσεως τῆς Τροίας: — MNOA ἄλλως: ὁ χορὸς ὥσπερ ἐναντία τὰ πράγματα ὁρῶν θαυμάζει πῶς καὶ ὑπὸ τῶν θεῶν ᾠκοδομήθη ἡ Τροία καὶ ἀτίμως ἑάλω, συμπαθὼν | |
10 | δὲ τῇ Ἀνδρομάχῃ ὀδύρεται τὴν ἅλωσιν τῆς Τροίας: —MNOA | |
sch Andr1011 | κυανέαις ἵπποισι: μελαίναις. ἐπὶ γὰρ ἵππων μελαινῶν λέγουσι τὸν Ποσειδῶνα ὀχεῖσθαι διὰ τὴν χροιὰν τοῦ πελάγους. οὕτως καὶ Ὅμηρος λέγει μέλανα πόντον καὶ κυανοχαίτην εὐλόγως τὸν Ποσει‐ δῶνα λέγει καὶ θύουσιν αὐτῷ παμμέλανας ταύρους [γ 6] διὰ τὴν αὐτὴν | |
5 | αἰτίαν: —A | |
sch Andr1014 | τίνος οὕνεκ’ ἄτιμον ὀργάναν χέρα: τί οὖν ὀργάναν χέρα, ἀντὶ τοῦ ἐργατικὴν χεῖρα **: —MNO ἄλλως: τίνος ἕνεκα τὸ τῆς χειρὸς τῆς ὑμετέρας ἔργον ἀτίμως παραδεδώκατε τῷ Ἄρει: —MNOA | |
5 | ἄτιμον ἔφη ὅτι τὸν μισθὸν οὐκ ἀπέδωκεν ὁ Λαομέδων τῆς τειχο‐ δομίας αὐτοῖς: —MNOA ἄλλως: ὀργάναν χέρα: τινες τὸ χέρα ἀντὶ τοῦ χειρός καὶ τὸ τεκτοσύνας ἀντὶ τοῦ τεκτοσύνην, ἀντὶ τοῦ· ὅσα διὰ χειρῶν ἐτεκτή‐ νασθε: —MNOA | |
10 | τὸ ἔργον τὴν κατασκευήν: —Mg | |
sch Andr1016 | τῷ πάντα διὰ δόρατος μηχανωμένῳ: —MgA | 312 in vol. 2 |
sch Andr1021 | ἔθετ’ ἀστεφάνους: κακοστεφάνους. στέφανος γὰρ τοῖς ἐν πολέμῳ νικήσασι τὸ αἷμα: —MNOAi ἄλλως: αἷς οὐ πρόκειται στέφανος ἐν τοῖς γυμνικοῖς ἀγῶσιν: — MNOAi | |
sch Andr1027 | οἴχεται, διεφθάρη, ὁ Ἀγαμέμνων ταῖς Κλυταιμνήστρας χερ‐ σὶν αὐτή τε ἡ Κλυταιμνήστρα ἀντὶ τοῦ θανάτου τοῦ Ἀγαμέμνονος φό‐ νον ἀλλαξαμένη πρὸς τοῦ Ὀρέστου ἀπέλαυσε τῆς οἰκείας δηλονότι κα‐ κίας: —A | |
sch Andr1029 | φόνον θανάτῳ πρὸς τέκνων ἀπηύρα: ἀλλ’ οὐκ ἀτιμώ‐ ρητος, φησὶν, ἔμεινεν ἡ Κλυταιμνήστρα, ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρε‐ θεῖσα. ἀντιδοῦσα τὸν ἑαυτῆς θάνατον ὑπὲρ τοῦ φόνου τοῦ Ἀγα‐ μέμνονος: —MNOA | |
sch Andr1032 | μαντόσυνον: τὸ μαντικόν: —M λείπει ἤκουσεν. αὐτὸ, τὸ μαντόσυνον κέλευσμα δηλονότι. ἐπίτηδες δὲ παρέλειψε τὸ ἤκουσεν, ἵνα μὴ φανῇ τοιαῦτα πείθων ὁ θεός: —MNOA | |
5 | αὐτὸ, μαντόσυνον κέλευσμα: —Mg | |
sch Andr1036 | ὦ δαῖμον, ὦ Φοῖβε: τὸ ὦ δαῖμον ὁ χορὸς θαυμάζων ἀνεφώνησεν εἰ Ἀπόλλων τοῦτο προσέταξεν: —MNOA πῶς πείθομαι τοῦτο εἰρῆσθαι παρὰ σοῦ: —MNOA | |
sch Andr1038 | πολλαὶ δ’ ἀν’ Ἑλλάνων: ἴδοις ἂν, φησὶ, κατὰ τὴν Ἑλλάδα συνεχεῖς θρήνους γινομένους περὶ τῶν κατὰ τὴν Ἴλιον ἀπολωλότων. θέλει δὲ εἰπεῖν ὅτι μία πρόφασις ὀλέθρου γέγονεν [αἰτία] Ἕλλησί τε καὶ βαρ‐ βάροις: —MNOA | |
5 | ἀνὰ τὰς ἀγορὰς τῶν Ἑλλήνων: —NO ἄλλως: βούλεται εἰπεῖν ὅτι οὐ μόνον ἡ Ἴλιος ἀλλὰ καὶ ἡ Ἑλλὰς | |
ἐδυστύχησεν: —MNOA | 313 in vol. 2 | |
sch Andr1039 | δυστάνων τοκέων ἄλοχοι: τοκέων ἀνδρῶν, νυμφίων, τῶν ἤδη πατέρων γενομένων παρὰ ταῖς ἰδίαις γυναιξί. καὶ αὐτοὶ γοῦν ἀπολοφυρόμενοι τὰς οἰκείας οὐ μόνον γαμετὰς, ἀλλὰ καὶ παῖδας ἐπόθουν, παρὰ τὸ Ὁμηρικὸν [Β 136] ‘αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια | |
5 | τέκνα‘. ἐὰν δὲ ᾖ ἡ γραφὴ τεκέων, λείπει τὸ ἕνεκεν, ἄλοχοι δὲ ἀντὶ τοῦ γυναῖκες ἁπλῶς: —MNOA | |
sch Andr1040 | ἐκ δ’ ἔλειπον οἴκους: ἀπὸ κοινοῦ τὸ πολλαί: —MNOAg καὶ ἄλλως: ἐκ δ’ ἔλειπον οἴκους πολλαὶ καὶ ἄλλους ἐγάμησαν διὰ τὸ τοὺς προτέρους ἄνδρας τεθνηκέναι: —MNOAg | |
sch Andr1041 | οὐ σὺ, φησὶ, μόνη ἐξέπεσες τῆς ἐκ θεῶν εὐτυχίας οὐδὲ μόνοι οἱ συγγενεῖς: —MNO | |
sch Andr1042 | δύσφρονες: αἱ δυσυπομόνητοι ἐπεγένοντο θλίψεις: —A τὸ φίλοις ἀντὶ τοῦ· οὐδὲ μόνοις τοῖς φίλοις σου: —NOA τοῦτο καθ’ ἑαυτὸ ἀπολύτως ἀναγνωστέον: —MNOA | |
sch Andr1044 | μεγάλην, φησὶ, νόσον καὶ ἡ Ἑλλὰς ὑπέμεινεν, τὴν τῆς Ἑλένης λαγνείαν ἥτις διαβᾶσα ἄχρι τῆς Φρυγίας θρήνους καὶ συμφορὰς ἀπειργάσατο: —MNOA | |
sch Andr1048 | οὐκ ἀκριβῆ: —Mg | |
sch Andr1049 | ὅτι τὰ οἰκήματα ἐκλιποῦσα φρούδη γέγονεν ἡ Ἑρμιόνη: —MgA | |
sch Andr1053 | οὐ πρέπει κρύπτειν τὸ συμβὰν ἡμῖν κακόν· λέγει δὲ τὴν φυ‐ γὴν τῆς Ἑρμιόνης: —NOA | |
sch Andr1059 | τῷ φόβῳ τῷ ὑπὲρ τῆς αἰχμαλώτιδος: —NAg | |
sch Andr1068 | καὶ τἀνθάδ’ ὄντα: ἀντὶ τοῦ· Νεοπτολέμῳ ὥστε φυλάξα‐ | |
σθαι: —NOAg | 314 in vol. 2 | |
sch Andr1072 | ὡς ἀεί τι ἡ ψυχὴ προσδοκᾷ: —Mg | |
sch Andr1077 | οὐδέν εἰμ’, ἀπωλόμην: ἐγκαλεῖ Δίδυμος καὶ εὐεπίληπτόν φησι τὸ αὐτὸν ἐν πάθει ὄντα λέγειν οὐδέν εἰμι, φρούδη μὲν αὐδή παρὰ τὸ Ὁμηρικὸν [Ρ 695 δ 704] ‘δὴν δέ μιν ἀμφασίη ἐπέων λάβεν‘. ἀλλ’ ἐκεῖ οὐκ αὐτὸς ὁ πάσχων φησὶν, ἀλλ’ ἕτερος περὶ αὐτοῦ: —NOA | |
sch Andr1078 | φροῦδα δ’ ἄρθρα μου κάτω: ἀντὶ τοῦ· ἀφανής εἰμι καὶ εἰς Ἅιδου βαδίζω: —A κάτω: παρὰ τοῖς κατοιχομένοις: —N | |
sch Andr1080 | χρῄζεις, τὸ πραχθέν: τὸ ἑξῆς· ἄκουσον 〈τὸ〉 πραχθὲν ἀν‐ ορθώσας τὸ σὸν σῶμα, εἴ τι δύνασαι εἰς ἐκδίκησιν αὐτοῦ πρᾶξαι: —NO | |
sch Andr1083 | μόνου παιδός: τοῦ μονογενοῦς ἐμοῦ παιδὸς ὁ μονογενὴς παῖς πῶς ἀπώλετο λέγε: —A | |
sch Andr1086 | τὸ ἑξῆς· τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους ἐξεπίμπλαμεν θεωροῦντες τὰ ἐν τῷ ἱερῷ: —NOA | |
sch Andr1088 | εἰς δὲ συστάσεις: ἀθροίσεις. συστάσεις καὶ κύ‐ κλους ἐκ παραλλήλου τὰ συνέδριά φησιν: —NOA | |
sch Andr1092 | ὁρᾶτε τοῦτον, ὅς: ὁρᾶτε τοῦτον καὶ δεύτερον παρόντα ἐφ’ οἷς καὶ πάρος, ὅ ἐστιν· ὥσπερ ἦλθε πολέμιος τότε, οὕτω καὶ νῦν: —NOA | |
sch Andr1093 | χρυσοῦ γέμοντα: ὡς εἰς ἄσυλον γὰρ [βροτῶν] ἱερὸν ἐκεῖ παρετίθεντο τὰ χρήματα ἑαυτῶν πολλοί: —NOA | |
sch Andr1097 | ἀρχαί τ’ ἐπληροῦντο: τὰ ἀρχεῖα, τινὲς δὲ πλεονάζειν φασὶ τὸ δεύτερον τὲ, ἵν’ ᾖ· τὰ ἀρχεῖα ἐπληροῦντο εἰς τὸ βουλεύ‐ εσθαι: —NOA ἄλλως: οἱ προέχοντες δὲ ἤρχοντο εἰς τοὺς τόπους καθ’ οὓς αἱ | |
5 | βουλαὶ ἐγίνοντο: —A | |
sch Andr1098 | ἰδίᾳ θ’ ὅσοι: καὶ πάλιν ἰδίᾳ καὶ χωρὶς τῶν ἄλλων φρουρὰς | |
ἐτίθεντο καὶ φύλακας οἱ τῶν τοῦ θεοῦ χρημάτων προιστάμενοι: —A | 315 in vol. 2 | |
sch Andr1100 | πόας: —Mg ἡμεῖς δὲ μῆλα: ἐν ταῖς πόαις, ἐν ταῖς βοτάναις: —NO | |
sch Andr1101 | παιδεύματ’: τὰ βουλεύματα τούτων οὐ γινώσκοντες: —A παιδεύματ’ οὐδέν: τινὲς, ἃ πρὸς παίδευσιν ἑαυτῶν καὶ σωφρο‐ νισμὸν ἤγομεν τῷ θεῷ. ἢ τὰ θρέμματα: —NOA | |
sch Andr1103 | σὺν προξένοισι: τοῖς φίλοις. πρόξενοι γάρ εἰσιν οἱ ἐπὶ ξένης φίλοι. ὡς τοῦ Νεοπτολέμου ἀπὸ τῆς πρώτης ἐπιδημίας φίλους ἔχοντος ἐκεῖσε: —NOA | |
sch Andr1105 | θεῷ κατευξώμεσθα: ὡς ἔθος ἔχοντος τοῦ ἱερέως εὔχε‐ σθαι ὑπὲρ τῶν θυομένων: —NO | |
sch Andr1109 | κἀνταῦθ’ Ὀρέστου: ταῦτα φησὶν, εἰπόντος τοῦ δεσπό‐ του οὐδεὶς ἐπίστευσεν, ἀλλ’ ἴσχυσεν ἡ διαβολὴ Ὀρέστου: —NOA | |
sch Andr1111 | ἥκων ἐπ’ αἰσχροῖς: δοὺς τοῖς ἱερεῦσι τὰ ἱερεῖα εἰσῆλθεν εὔξασθαι πρὸ τῶν θυσιῶν: —NOA | |
sch Andr1113 | εὔξαιτο Φοίβῳ: ἔτυχε παρεῖναι τὸν Νεοπτόλεμον θυσίας ἐπιτελούμενον: —NO | |
sch Andr1120 | χωρεῖ δὲ πρύμναν: ὅ ἐστιν· εἰς τοὐπίσω ἀνεπόδισεν μὴ δοὺς τὰ νῶτα, ἀλλὰ πρὸς τοὺς ἐναντίους ὁρῶν. τοῦτο δὲ καὶ Θου‐ κυδίδης φησὶ [1, 50] ‘πρύμναν ἐκρούοντο‘, ὅταν μὴ μεταβαλλόμενοι φεύγωσιν, ἀλλ’ ἀντίοι ὄντες ἀναχωρήσωσιν: —MNOA | |
5 | οὐ γὰρ εἰς καιρὸν τυπείς: ἀντὶ τοῦ· οὐκ ἐν καιρίῳ τόπῳ. Ὅμηρος [Δ 185] ‘οὐκ ἐν καιρίῳ ὀξὺ πάγη‘: —MNOA | |
sch Andr1121 | καὶ παραστάδος κρεμαστὰ τεύχη: παραστάδας λέγει νῦν τοὺς μετὰ τὴν εἴσοδον ἑκατέρωθεν παρισταμένους τοίχους: —MNOA ἄλλως: ἀπὸ τῶν θυρῶν ἢ τοῦ κρεμαστά. ἐν γὰρ ταῖς εἰσόδοις | |
ἐκρέμαντο: —A | 316 in vol. 2 | |
sch Andr1122 | πασσάλων καθαρπάσας: καὶ ἐκ τῶν πασσάλων τῶν τῆς παραστάδος κρεμάμενα ὅπλα ἁρπάσας: —MNOA | |
sch Andr1130 | καὶ φυλάσσετ’ ἐμβολάς: τὰς βολάς. ἢ τὰς ὁρμὰς τῶν βελῶν: —MNO | |
sch Andr1132 | ἀντὶ τοῦ ἤνυεν: —Mg | |
sch Andr1133 | οἰστοὶ, μεσάγκυλ’: εἴδη ἀκοντίων ἐν μέσῳ σπάρτῳ δε‐ δεμένων ἣν κατέχοντες ἠφίεσαν. ἔστιν οὖν ἀντίθετον τῷ ἀμφώβο‐ λοι: —MNOA ἔκλυτοί τ’ ἀμφώβολοι: ὁ νοῦς· ἐρρίπτοντο δὲ πρὸ τῶν ποδῶν | |
5 | αὐτοῦ καὶ 〈ἀμφώβολοι〉 σφαγεῖς βουπόροι, ὅ ἐστιν· ὀβελίσκοι σφάττειν δυνάμενοι, ἑκατέρωθεν ὀξύτατοι. τὸ δὲ ἔκλυτοι ὡς πρὸς τὰ μεσάγ‐ κυλα: —MNOA ἄλλως: ἔκλυτοι: εἴδη ἀκοντίων τριαινοειδῶν. οὕτω δὲ λέγεται ὡς πρὸς τὰ μεσάγκυλα ἃ δέδεται κατὰ μέσον σπάρτῳ: —MNOA | |
sch Andr1134 | σφαγῆς: ἀντὶ τοῦ διὰ σφαγῆς, ὥστε ἐμποιῆσαι σφα‐ γήν: —MNOA | |
sch Andr1135 | πυρρίχας: ὀρχήσεις πολεμικὰς ἐνοπλίους: —MA | |
sch Andr1139 | τὸ Τρωικὸν πήδημα: ὁποῖον ἐν τῇ Τροίᾳ ἐπήδησεν ὁ Ἀχιλλεύς. οἱ γὰρ συντεταχότες τὰ Τρωικὰ λέγουσιν ὡς τόπος ἐστὶν ἐν Τροίᾳ καλούμενος Ἀχιλλέως πήδημα ὅπερ ἀπὸ τῆς νεὼς ἐπήδησεν. | |
οὕτως δὲ, φησὶ, βίᾳ ἥλατο ὡς καὶ ὕδωρ ἀναδοθῆναι: —MNOA | 317 in vol. 2 | |
sch Andr1144 | τὸ ἑξῆς· δύσφημος κραυγή: —A | |
sch Andr1145 | τὸ ἀντήχημα ἐποίει, ὅ ἐστιν· ἐν ταῖς πέτραις ἀντήχησεν: — MgNOA ἐν γαλήνῃ ἔστη: —MgA | |
sch Andr1147 | πρὶν δή τις ἀδύτων: ἕως τὶς. κατὰ τὸ σιωπώμενον σεμνῶς τὸν θεὸν ᾐνίξατο: —MNOAg | |
sch Andr1151 | Μαχαιρέα φασὶν αὐτὸν καλεῖσθαι: —M | |
sch Andr1153 | τίς οὐ πέτρον: τοῦτο 〈παρὰ τὸ〉 Ὁμηρικὸν [Χ 371] ‘οὐδ’ ἄρα οἷ τις ἀνουτητί γε παρέστη‘: —MNO | |
sch Andr1160 | τῷ τάφῳ τῆς γῆς: —M | |
sch Andr1164 | ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακὸς, παλαιὰ νείκη: πρὸς αἰτιατικὴν τὸ ἐμνημόνευσεν ὡς [Ι 527] ‘μέμνημαι τό‐ δε ἔργον‘. καὶ ὁ Ἡσίοδός φησι [opp. 420]· ‘τῆμος ἄρ’ ὑλοτομεῖν με‐ μνημένος ὥριον ἔργον‘ καὶ πολλαχοῦ εὑρήσεις παρὰ ποιηταῖς συντασσό‐ | |
5 | μενον αἰτιατικῇ τὸ μέμνημαι: —MNOA | |
sch Andr1172 | εἰς ἓν μοίρας συνέκυρσας: συνῆλθες, τουτέστι· συνεδυ‐ στύχησας αὐτῷ: —MNOA εἰς ἕν: εἰς ταὐτὸ τῆς κακομοιρίας ἔτυχες: —MNOA ἄλλως: εἰς τὸ αὐτὸ τῆς κακομοιρίας καὶ δυστυχίας συνῆλθες, ἤτοι | |
5 | ἐπ’ ἴσης τῷ Νεοπτολέμῳ τῆς κακομοιρίας πεπείρασαι: —A | |
sch Andr1176 | ὅτι τὴν χώραν πόλιν ὠνόμασεν: —MiNOAg | |
sch Andr1180 | ἀντὶ τοῦ ἀφορῶν: —Mg βαλὼν τέρψομαι: ἀντὶ τοῦ· ὁρῶν τερφθήσομαι: —NO | |
sch Andr1182 | γράφεται ἤπαφε: —Ag | |
sch Andr1184 | οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἂν, γέρον: μειζόνως ἂν ἐδοξάσθη ὡς ἐκ τοιούτων ἀνδρῶν ἀνῃρημένος ἐν παρατάξει σύ τε | |
εὐτυχέστερον ἀπήλλαξας κερδαίνων τὴν εὔκλειαν τοῦ ἐκγόνου: —MNOA | 318 in vol. 2 | |
sch Andr1188 | ὦ παῖ: ὦ ἐμὸν τέκνον, μὴ ὤφελε τὸ δυσώνυμον γένος τῶν σῶν λεχέων, ὅ ἐστι τῆς Ἑρμιόνης, εἰς τέκνα καὶ δόμους ἀμφιβαλέσθαι Ἀίδαν ἐπὶ σοὶ, τουτέστιν παιδοποιίας χάριν ἀποκτεῖναί σε: —MNOA τὸ ὑπερβατὸν οὕτως· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον | |
5 | γένος Ἑρμιόνης ἀμφιβαλέσθαι κατὰ σοῦ Ἀίδην ἕνεκα λεχέων σου: — MNOA ὁ πᾶς λόγος· μὴ ὤφελε τῶν σῶν γάμων χάριν τὸ δυστυχές μου 〈γένοσ〉 ἐπ’ ἐλπίδι παιδοποιίας καὶ οἴκου καταστάσεως ἐνέγκασθαι καὶ ζεῦξαί σοι τὴν Ἑρμιόνην κατὰ σοῦ, ἀντὶ τοῦ ἐπὶ τῷ σῷ κακῷ, οἷον· | |
10 | εἴθε μὴ ἔγημας τὴν Ἑρμιόνην. ὁ γὰρ ταύτης γάμος αἴτιός σοι θανάτου γεγένηται. ἢ οὕτως ἐν ὑπερβατῷ· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης Ἀίδαν ἀμφιβαλέσθαι ἐπὶ σοὶ καὶ ἐπὶ τοὺς δόμους τῶν σῶν λεχέων καὶ ἐπὶ τὰ σὰ τέκνα, ὅ ἐστιν· εἴθε μή σοι ἐγαμήθη ἵνα δόμου σε καὶ τέκνων καὶ λεχέων ἀφέληται καὶ διὰ τοῦ | |
15 | θανάτου στερήσῃ: —MNOA ἄλλως: εἴθε, φησὶ, τὸ ἐμὸν γένος μήποτε τῶν λεχέων τῶν λεχέων τῆς Ἑρ‐ μιόνης ὤφελεν ἐπιδικάσασθαι ὡς τέκνα ἐξ αὐτῆς καὶ γένος δυσώνυμον εἰς τοὺς δόμους καταλιπεῖν, οἷον· μήποτέ σοι ὤφελεν γεγαμῆσθαι ἡ Ἑρμιόνη: —MNOA | |
sch Andr1192 | Ἀίδαν ἐπὶ σοὶ τέκνον: αὐτὴν τὴν Ἑρμιόνην. ἢ τὴν Ἑρμιόνην τὴν ἐπὶ σοὶ Ἀίδην γενομένην, ἐπειδὴ δι’ αὐτὴν ἐπεβουλεύθη | |
ὑπὸ Ὀρέστου: —MNA | 319 in vol. 2 | |
sch Andr1194 | μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ: μηδὲ ὤφελεν ὁ Νεοπτόλεμος ἐπὶ τῇ φονίῳ τοξοσύνῃ τοῦ Ἀπόλλωνος πατρὸς αἷμα εἰς θεὸν ἀνάψαι ἄν‐ θρωπος ὤν, ὅ ἐστιν· ὦ Νεοπτόλεμε ἐκ Διὸς κατάγων τὸ γένος, μὴ ὤφελες ἀναθεῖναι τὴν αἰτίαν τοῦ φόνου τοῦ σοῦ πατρὸς τῷ Ἀπόλλωνι ἵνα τὸ | |
5 | αἷμα καὶ ἐπὶ τοῦ γένους καὶ ἐπὶ τοῦ φόνου ἀκούηται: —MNOA ἄλλως: μηδὲ ἐπὶ τῇ τοξείᾳ τοῦ Φοίβου τῇ φονικῇ τοῦ σοῦ πατρὸς Ἀχιλλέως. ὤφελ’ ἀπὸ κοινοῦ: —A | |
sch Andr1201 | διάδοχα τάλας ἐγώ: κατὰ διαδοχὴν ὁ τάλας δακρύω. μετὰ γὰρ Ἀχιλλέα δακρύει Νεοπτόλεμον: —A | |
sch Andr1210 | ἐμῷ κάρα: οὕτως ἡ γραφή· οὐ γὰρ προσγραπτέον τὸ ι. ἔστι γὰρ ἐξ ἀποκοπῆς τοῦ κάρηνον, ὅπερ κατὰ πᾶσαν πτῶσιν ἀποκόπτε‐ ται, τὸ κάρηνον τὸ κάρα, τοῦ καρήνου τοῦ κάρα, τῷ καρήνῳ τῷ κάρα, τὸ κάρηνον τὸ κάρα, ὦ κάρηνον ὦ κάρα: —MNOA | |
sch Andr1211 | ὦ πόλις διπλῶν τέκνων μ’ ἐστέρησεν: τὴν Ἴλιον οἰω‐ νιζόμενος ἀνακαλεῖ, ἐπεὶ προιστάμενος αὐτῆς Ἀπόλλων Ἀχιλλέα καὶ Νεοπτόλεμον ἀνεῖλεν: —MNOA | |
sch Andr1219 | ἀμπτάμενα: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· ἀμπτάμενα πάντα ἐπάρματι μετεώρῳ πόρρω φροῦδα κεῖται: —MNOA κόμπῳ μεταρσίῳ: ἐπάρματι μετεώρῳ: —MNOAg ἄλλως: ἀνυψωθέντα τὰ περὶ ἐμὲ πρῴην ἐν μεταρσίῳ δόξῃ, φροῦδα | |
5 | νῦν πάντα κεῖται: —A φροῦδα πάντα κεῖται: λείπει τὸ ἐν τῷ παρελθόντι χρόνῳ. θέ‐ λει δὲ εἰπεῖν ὅτι τὰ μὲν τῆς εὐτυχίας παρῆλθεν, τὰ δὲ παρόντα βαρύ‐ νει: —MNOA | |
sch Andr1228 | καὶ Ὅμηρος [Π 365] ‘αἰθέρος ἐκ δίησ‘: —M | |
sch Andr1229 | διοδεύων: —MgAg | 320 in vol. 2 |
sch Andr1240 | θάψον πορεύσας: ὅτι μὲν ἐν Δελφοῖς ὁ Νεοπτόλεμος τέ‐ θαπται, καὶ Φερεκύδης [frg. 98a] ἱστορεῖ· ὅτι δὲ νεκρὸς ἐλθὼν εἰς Φθίαν πάλιν εἰς Δελφοὺς ἐπέμφθη, διέψευσται: —MNOA | |
sch Andr1242 | φόνον βίαιον: ἵνα ὄνειδος τοῖς Δελφοῖς ἀπαγγέλλῃ ὁ τάφος τὸν φόνον τὸν βίαιον: —MNOA | |
sch Andr1245 | Ἑλένῳ συναλλαχθεῖσαν: ἀντὶ τοῦ· πρὸς γάμον συναφθεῖ‐ σαν. ἐν τῇ Τροίᾳ γὰρ αὐτομολήσας Ἕλενος πρὸς τὸν Νεοπτόλεμον συναπῆλθεν αὐτῷ εἰς τὴν Ἑλλάδα: —MNOA εὐναίοις γάμοις: τοῖς νομίμοις. ἀπηνέχθη δὲ εἰς Ἑλλάδα Ἕλενος | |
5 | μετὰ τὴν Ἰλίου πόρθησιν: —MNOA ἴσως ὡς μάντεως φανέντος **: —MNOA | |
sch Andr1247 | ἀπὸ κοινοῦ τὸ Μολοσσίαν γῆν χρὴ κατοικῆσαι: — MNO | |
sch Andr1248 | Μολοσσίαν: ἔστι δὲ ἡ Μολοσσία χώρα 〈τῆς Ἠπεί‐ ρου〉: —Mi | |
sch Andr1254 | θεὰ γεγῶσα: ἐν τοῖς πολλοῖς τῶν ἀντιγράφων οὐ φέρεται ὁ ἴαμβος οὗτος: —MNOAg | |
sch Andr1259 | ξηρὸν ἐκ πόντου πόδα: προνοίας θείας ἐστὶ σημεῖον τὸ διὰ θαλάσσης ὁδεύοντα μὴ τέγγειν τοὺς πόδας: —MNOA | |
sch Andr1262 | Λευκὴν κατ’ ἀκτὴν ἐντός: Λευκὴν νῆσον, ἐν ᾗ διέτριβεν ὁ Ἀχιλλεὺς, μεταξὺ τοῦ Εὐξείνου πόντου· ὅθεν καὶ οἱ Ἀχίλλειοι δρόμοι, περὶ ὧν ἐν Ἰφιγενείᾳ τῇ ἐν Ταύροις [435] εἴρηται: —MNOA | |
sch Andr1265 | ἐλθὼν παλαιᾶς χοιράδος: χοιρὰς πᾶσα πέτρα ἐξέχουσα | |
καὶ περικλυζομένη θαλάσσῃ. πέτραν οὖν φασί τινα σπήλαιον ἔχουσαν ἐν ᾧ εἰώθει διατρίβειν ἐκ θαλάσσης ἀνιοῦσα ἡ Θέτις. Σηπιὰς δὲ τόπος περὶ τὸ σπήλαιον ὅπου τὴν Θέτιν ἥρπασεν ὁ Πηλεὺς εἰς σηπίαν μετα‐ | 321 in vol. 2 | |
5 | βληθεῖσαν: —MNOA ἄλλως: τόπος ὅπου τὴν ἀρχὴν ὁ Πηλεὺς τὴν Θέτιν ἥρπασεν εἰς σηπίαν μεταβληθεῖσαν: —A | |
sch Andr1268 | τὸν ἀποκομιστήν σου, τὸν ἀποκομιοῦντά σε εἰς τὸν βυθὸν ἐπὶ τῷ συνοικεῖν μοι: —MNO | |
sch Andr1273 | ὦ δέσποινα: —Mg ὦ πότνι’ ὦ γενναῖα: τὸ ἑξῆς· ὦ πότνια, Νηρέως γένεθλον, χαῖρε· ὥστε τὸ ὦ γενναῖα συγκοιμήματα κατὰ ἀναφώνησιν ἰδίαν ἐξενήνεκται, ὅ ἐστιν· ὦ εὐγενῆ συγκοιμήματα: —MNOA | |
sch Andr1282 | μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις: τὰ λέκτρα δηλονότι. οἱ ἐξ εὐγενῶν γαμοῦντες οὔποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς: — MNO | |
sch Andr1284 | πολλαὶ μορφαὶ τῶν δαιμονίων: ταῦτα εἴωθεν ὁ ποιητὴς λέγειν διὰ τὰ ἐν τοῖς δράμασιν ἐκ παραδόξου συμβαίνοντα, ὡς καὶ ἐν‐ ταῦθα παράδοξον τὸ Ἑρμιόνην γαμηθῆναι Ὀρέστῃ καὶ εἰς Μολοσσοὺς ἀπελθεῖν Ἀνδρομάχην μέλλουσαν ἀποθανεῖν καὶ Νεοπτόλεμον πρότερον | |
5 | μὲν μὴ ἀποθανεῖν δίκας αἰτοῦντα τὸν θεόν, νῦν δὲ θυσίας ἐπιτελοῦντα | |
ἐπὶ μετανοίᾳ ἐξιλεούμενόν τε τὸν θεὸν ἐπιβουλευθῆναι: —MNOA | 322 in vol. 2 | |
arg Rh1(t) | ΥΠΟΘΕΣΙΣ ΡΗΣΟΥ | |
1 | Ἕκτωρ τοῖς Ἕλλησιν ἐπικοιτῶν ἀκούσας αὐτοὺς δι’ ὅλης 〈νυκτὸσ〉 πυρὰ καίειν εὐλαβήθη μὴ φύγωσιν. ἐξοπλίζειν δὲ διεγνωκὼς τὰς δυνάμεις μετενόησεν, Αἰνείου συμβουλεύσαντος ἡσυχάζειν, κατάσκοπον δὲ πέμ‐ ψαντα δι’ ἐκείνου τὴν ἀλήθειαν ἱστορῆσαι. Δόλωνος δὲ πρὸς τὴν χρείαν | |
5 | ὑπακούσαντος ἐκπέμπεσθαι ** τόπον εἰς τὴν παρεμβολὴν ἀφώρισεν αὐτῷ. ἐπιφανέντες δὲ οἱ περὶ τὸν Ὀδυσσέα, Δόλωνα μὲν ἀνῃρηκότες, ἐπὶ δὲ τὴν Ἕκτορος κατηντηκότες σκηνὴν πάλιν ὑπέστρεφον, οὐχ εὑρόν‐ τες τὸν στρατηγόν. οὓς Ἀθηνᾶ ἐπιφανεῖσα κατέσχεν καὶ τὸν μὲν Ἕκ‐ τορα ἐκέλευσε μὴ ζητεῖν, Ῥῆσον δὲ ἀναιρεῖν ἐπέταξεν· τὸν γὰρ ἐκ τού‐ | |
10 | του κίνδυνον μείζονα ἔσεσθαι τοῖς Ἕλλησιν, ἐὰν βιώσῃ. τούτοις δὲ ἐπι‐ φανεὶς Ἀλέξανδρος ἐπίστασθαί 〈φησι〉 πολεμίων παρουσίαν, ἐξαπατηθεὶς δὲ ὑπὸ Ἀθηνᾶς ὡς δῆθεν ὑπὸ Ἀφροδίτης ἄπρακτος ὑπέστρεψεν. οἱ δὲ περὶ Διομήδην φονεύσαντες Ῥῆσον ἐχωρίσθησαν. καὶ ἡ συμφορὰ τῶν ἀνῃρημένων καθ’ ὅλον ἦλθε τὸ στράτευμα. παραγενομένου δὲ Ἕκτορος | |
15 | ἵνα αὐτὸς πυνθάνηται τῶν πεπραγμένων, τετρωμένος ὁ τοῦ Ῥήσου ἐπι‐ | |
μελητὴς δι’ αὐτοῦ φησιν Ἕκτορος τὸν φόνον γεγενῆσθαι. τοῦ δὲ Ἕκτορος ἀπολογουμένου, τὴν ἀλήθειαν αὐτοῖς ἐμήνυσεν ἡ τοῦ Ῥήσου μήτηρ ἡ 〈Τερψιχόρη〉 Μοῦσα νεκρὸν κομίζουσα τὸ σῶμα. κατοδυρομένη δὲ καὶ τὸν ἐπιπλακέντα αὐτῇ Στρυμόνα διὰ τὸ τοῦ παιδὸς πένθος καὶ τὸν ἐξ | 323 in vol. 2 | |
20 | ἐκείνου γεγενημένον Ῥῆσον, οὐδ’ Ἀχιλλεῖ φησιν ἀδάκρυτον ἔσεσθαι τὴν στρατείαν, τῷ κοινῷ τῶν ἐπιφανῶν θανάτῳ τὴν ἰδίαν παραμυθουμένη λύπην: —AH τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι· τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνειν χαρακτῆρα. ἐν μέντοι ταῖς Διδασκα‐ | |
25 | λίαις ὡς γνήσιον ἀναγέγραπται. καὶ ἡ περὶ τὰ μετάρσια δὲ ἐν αὐτῷ πο‐ λυπραγμοσύνη τὸν Εὐριπίδην ὁμολογεῖ. πρόλογοι δὲ διττοὶ φέρονται. ὁ γοῦν Δικαίαρχος ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει κατὰ λέξιν οὕτως· ** ‘νῦν εὐσέληνον φέγγος ἡ διφρήλατοσ‘ καὶ 〈τ.ἑ.〉 καὶ ἐν ἐνίοις δὲ τῶν ἀντιγράφων ἕτερός τις φέρεται πρόλογος, πεζὸς πάνυ καὶ οὐ πρέπων | |
30 | Εὐριπίδῃ· καὶ τάχα ἄν τινες τῶν ὑποκριτῶν διεσκευακότες εἶεν αὐτόν. ἔχει δὲ οὕτως· ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος, Παλλὰς, τί δρῶμεν; οὐκ ἐχρῆν ἡμᾶς ἔτι μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματι. | |
35 | νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορός. λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι. ἐμοὶ γὰρ οὐδέν ἐστιν ἄλγιον βάρος, ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν | |
κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας | 324 in vol. 2 | |
40 | καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν, εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν Πριάμου, βίᾳ πρόρριζον ἐκτετριμμένην: —AHC Ἀριστοφάνους: Ῥῆσος παῖς μὲν ἦν Στρυμόνος τοῦ ποταμοῦ καὶ Τερψιχόρης Μουσῶν μιᾶς, Θρᾳκῶν δὲ ἡγούμενος εἰς Ἴλιον παραγίνεται | |
45 | νυκτὸς στρατευομένων τῶν Τρώων παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. τοῦ‐ τον Ὀδυσσεὺς καὶ Διομήδης κατάσκοποι ὄντες ἀναιροῦσιν, Ἀθηνᾶς αὐτοῖς ὑποθεμένης· μέγαν γὰρ ἔσεσθαι τοῖς Ἕλλησιν κίνδυνον ἐκ τούτου. Τερ‐ ψιχόρη δὲ ἐπιφανεῖσα τὸ τοῦ παιδὸς σῶμα ἀνείλετο. ὡς ἐν παρόδῳ δὲ διαλαμβάνει καὶ περὶ τοῦ φόνου τοῦ Δόλωνος. | |
arg Rh1(50) | ἡ σκηνὴ τοῦ δράματος ἐν Τροίᾳ. ὁ χορὸς συνέστηκεν ἐκ φυλάκων | |
Τρωικῶν οἳ καὶ προλογίζουσι. περιέχει δὲ τὴν νυκτεγερσίαν: —AHC | 325 in vol. 2 | |
sch Rht | ΣΧΟΛΙΑ ΕΙΣ ΡΗΣΟΝ | |
sch Rh1 | βᾶθι πρὸς εὐνάς: βᾶθι ἀντὶ τοῦ βῶμεν: — βᾶθι πρὸς εὐνάς: ὡς πλησίον γενόμενοι τῶν κοιτῶν τοῦτό φα‐ σιν: — | |
sch Rh2 | τίς ὑπασπιστῶν: ὁ ὑπασπιστὴς ἴδιον ὄνομα, 〈ὁ〉 σύνεγγυς παρασπίζων τοῦ βασιλέως· ὁ γὰρ τευχοφόρος κοινὸν παντὸς ὁπλίτου: — | |
sch Rh5 | οἳ τετράμοιρον: ὅτι οἱ ἀρχαῖοι εἰς τρεῖς φυλακὰς νέμουσι τὴν νύκτα. Ὅμηρος [δὲ] ‘ἀλλ’ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ’ ἄστρα βεβήκει [ξ 483]‘. Στησίχορος [frg. 55] δὲ καὶ Σιμωνίδης [frg. 219a] πενταφύλακόν φασιν [ὑποτίθεσθαι τὴν νύκτα]. διαπορήσει δέ τις | |
5 | ὅπως ** οἳ τετράμοιρον νυκτὸς φυλακήν. πρὸς ὃ ῥητέον ὅτι οὐκ ἐν τῷ καθόλου φησὶ τετραφύλακον, ἀλλὰ τὴν ἐν τῷ παρόντι φυλακὴν, ὡσανεὶ πρώτην ἢ δευτέραν. ὁ δὲ Κράτης δείκνυσιν ὅτι κατὰ τὸν Εὐρι‐ πίδην πενταφύλακον ** ἐκτιθεὶς τὰ ὑπ’ αὐτοῦ εἰρημένα [538] τίς ἐκηρύχθη πρώτην φυλακήν καὶ τὰ ἑξῆς. πρώτους γὰρ τοὺς περὶ | |
10 | Κόροιβόν φησι φυλάττειν, δευτέρους δὲ Παιόνας, τρίτους δὲ Κίλικας, | |
οὓς καὶ Μυσούς φησιν, ὁμοεθνεῖς νομίζων. παραγειτνιᾷ γὰρ ὁ Ἀδρα‐ μυττηνὸς κόλπος τοῖς Μυσοῖς. παρὰ δὲ Μυσῶν αὐτοὺς τοὺς Τρῶας παραλαβεῖν, πέμπτοις δὲ τοῖς Λυκίοις φησὶν ἐπιβάλλειν τὴν φυλακὴν, ὥστε οἱ τὴν τετάρτην μοῖραν φρουροῦντες ἐν ἀρχῇ φασιν οἳ τετρά‐ | 326 in vol. 2 | |
15 | μοιρον νυκτὸς φυλακήν. ὁ δὲ Κράτης εὐχερῶς, [δείκνυσι] τοὺς Μυ‐ σοὺς τοὺς αὐτοὺς τοῖς Κίλιξι φάσκων εἶναι. κεχωρισμένοι γὰρ ἀλλή‐ λων εἰσὶν, ὡς καὶ Ὅμηρός φησι [N 5]· ‘Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν‘. ἡ μὲν γὰρ Κιλικία ἐν τοῖς ἔμπροσθεν μέρεσι τῆς Τροίας κεῖται, ὁ δὲ Ζεὺς ἀπεστραμμένος ὁρᾷ Μυσούς. [οἱ γὰρ τραγικοὶ | |
20 | Κίλικας οὐκ ἴσασι τούτους, ἀλλὰ τοὺς ἐν Ταύρῳ ᾠκηκότας.] πῶς δὲ τῶν δύο ἐθνῶν μία ἦν ἡ φυλακή; ἄμεινον οὖν τὸ νοεῖν ὅτι Παιόνων ὁ Κόροιβος ἦρχεν, οἵτινες τὴν πρώτην φυλακὴν ἔσχον καὶ παραδεδώ‐ κασι τὴν δευτέραν τοῖς Κίλιξιν· ἐξ ὧν 〈δ’〉 ἐπιφέρουσιν οἱ Τρῶες Μυσοὶ δὲ ἡμᾶς δῆλον ὅτι οἱ Μυσοὶ τὴν τρίτην φυλακὴν εἶχον, μεθ’ οὓς οἱ | |
25 | Τρῶες τὴν τετάρτην. διό φασιν οἳ τετράμοιρον νυκτὸς φυλακήν, οἵτινες τοὺς Λυκίους 〈τὴν〉 πέμπτην ἐγείρουσιν: — ἄλλως: τετράμοιρον: τὴν τετάρτην μοῖραν τῶν φυλακῶν οἱ Τρῶες εἶχον. ὁ δὲ πᾶς λόγος τοιοῦτός ἐστι· δεξάσθωσαν παρ’ ἡμῶν, φησὶ, τὴν νέαν καὶ πρόσφατον κληδόνα, οἵτινες φυλάσσοντες τὴν τετάρ‐ | |
30 | την φυλακὴν προκαθήμεθα: — | |
sch Rh8 | λῦσον βλεφάρων: ἀντὶ τοῦ· διυπνίσθητι. γοργωπόν δὲ τὴν φοβερὰν καὶ καταπληκτικήν: — | |
sch Rh29 | ἢ τὸν Εὐρώπας: παρ’ Ὅμηρον ἱστορεῖ Εὐρώπης εἶναι τὸν Σαρπηδόνα. ὁ δὲ Ἡσίοδος [frg. 55] Εὐρώπης μέν φησιν αὐ‐ | |
τόν ** ὡς Ἑλλάνικος. εἰσὶ δὲ οἳ Λυκάστου καὶ Ἴδης τῆς Κορύβαντος γενεαλογοῦσι μετὰ καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καθάπερ Σωκράτης ἐν | 327 in vol. 2 | |
5 | τοῖς Ἀργολικοῖς [frg. 3a]. ἔχει δὲ ὁ λόγος τὸ ἕτερον εἶναι Σαρπη‐ δόνα τὸν ἐπὶ τὴν Ἴλιον στρατεύσαντα καὶ ἄλλον τινὰ Θρᾷκα, ἀφ’ οὗ Σαρπηδονίαν πέτραν φασὶν ὠνομάσθαι. διττὰς δὲ τὰς Εὐρώπας ἀνα‐ γράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα ἀφ’ ἧς καὶ τὸ ἓν μέρος τῆς οἰκου‐ μένης κληθῆναι, καθάπερ Ἀπίων ἐν τῷ * Περὶ ἐπωνύμων καὶ Ἀριστο‐ | |
10 | κλῆς ἐν τῷ πρώτῳ τῆς Θεογονίας, ἑτέραν δὲ Φοίνικος τοῦ Ἀγήνορος, ὡς καὶ Εὐριπίδης καὶ ἄλλοι ἱστοροῦσιν, ἧς τοὺς περὶ τὸν Μίνω γενέσθαι φασίν. ἔνιοι δὲ [εἰσιν οἳ καὶ] παρὰ τὴν αὐτὴν ὠνομάσθαι τὴν ἤπειρον, καθάπερ καὶ Καλλίμαχος [frg. 558], Ζηνόδοτος δὲ ἐξ αὐτοῦ. εἰσὶ δὲ οἳ καὶ τρίτην ἀναγράψαντες **, καθάπερ Ἡγήσιππος ἐν τοῖς Παλλη‐ | |
15 | νιακοῖς [frg. 6] γράφων οὕτως· ‘Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάῃ ἀπῄει περὶ ἀθήνας. καὶ ἐπυνθάνετο Εὐρώπην ἄρχειν ἐν τῇ Θρᾴκῃ καὶ οὕτως ἀφίκετο εἰς τὴν κατ’ ἀντιπέραν ἤπειρον. καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων Εὐρώπη [τοῦ ἀνδρὸς ἀπολειφθεῖσα], οὐχ ἡ Φοίνικος. ἀλλ’ ἐπιχωρία τις γυνὴ 〈τοῦ ἀνδρὸς ἀπολειφθεῖσα〉, οὐχ ἡ | |
20 | ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη κέκληται‘: — | |
sch Rh36 | ἀλλ’ ἦ Κρονίου Πανός: τὸν 〈Πᾶ〉να οἱ μὲν Πηνελόπης φασὶ ** [Καλλιστοῦς καὶ Διὸς παῖδας γενομένους ** ἀφ’ ἧς ὄρος Κυλλήνης] ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης ** ὡς καὶ Εὐφορίων [frg. 164] ** ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι, | 328 in vol. 2 |
5 | τραφέντα παρ’ ἐκείναις. Ἄραιθος δὲ ὁ Τεγεάτης [frg. 5] Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης [frg. 12] δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους ** Μνασέας [frg. 7] δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πᾶνα ** ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν Αἰθέ‐ | |
10 | ρος γενεαλογούμενος, Κρόνους δὲ καὶ Κρονίους τοὺς πάνυ ἀρχαίους ἔλε‐ γον. ἢ παππωνυμικὸν ὅτι Διός, ὡς τὸν Ἀχιλλέα Αἰακίδην. Αἰσχύλος [frg. 35] δὲ δύο Πᾶνας, τὸν μὲν Διὸς [ὃν καὶ δίδυμον], τὸν δὲ Κρόνου. [παρὰ δὲ] τὴν αἰφνιδίων φόβων ταραχὴν ἀνῆψαν Πανὶ διὰ τοὺς ἤχους τοὺς ἐν τοῖς ὄρεσι γενομένους, ἔνθα ὁ Πὰν ἅμα ταῖς Νύμφαις | |
15 | συρίζει, ὡς καὶ Ὀδυσσεύς [ζ 122]· ‘ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτὴ Νυμφάων, αἳ ἔχους’ ὀρέων αἰπεινὰ κάρηνα‘: — ἄλλως: [περὶ] τῶν Πανικῶν λεγομένων κινημάτων Ἀπολλόδωρος τὴν αἰτίαν ἐκτίθησι ταύτην· ‘τὰ ὄρη καὶ αἱ νάπαι καὶ πάντα τὰ ὕπαντρα | |
τῶν ὀρῶν ἐστιν ἠχώδη. ποικίλων 〈οὖν〉 καὶ παντοδαπῶν φωνῶν ἐν τοῖς | 329 in vol. 2 | |
20 | ὄρεσι γινομένων ὑπό τε κυνηγῶν καὶ ζῴων ἡμέρων τε καὶ ἀγρίων ἦχοι 〈ἐκμι〉μητικοὶ γίνονται τούτων. ὅθεν πολλάκις τινὲς τὰ μὲν σώματα τῶν φωνούντων οὐχ ὁρῶντες, αὐτὴν δὲ μόνην τὴν προσπίπτουσαν φωνὴν 〈ἀκροώμενοί〉 φασι Πᾶνα σὺν ταῖς Νύμφαις ἐν τοῖς ἄντροις μετ’ αὐλῶν καὶ συρίγγων φωνεῖν‘: — | |
sch Rh41 | τὸ χ ὅτι συνθέτως ἀναγινώσκεται καὶ ὅτι οὐκ ἔστιν Εὐριπίδειος ὁ στίχος: —mg. int. | |
sch Rh43 | διιπετῆ δὲ νεῶν: τὰ δὲ ναύσταθμα ὡς διιπετῆ ἐστι τοῖς πυρσοῖς· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· αἱ τῶν νεῶν ἐπαύλεις συνεχεῖς ταῖς λαμπάσιν ὥσπερ 〈ὁ〉 ἐκ Διὸς συνεχὴς ὄμβρος: — | |
sch Rh55 | σαίνει μ’ ἔννυχος: εὐθυμεῖν με ποιεῖ ἡ τῶν Ἑλλήνων φρυ‐ κτωρία. φρυκτωρία δὲ ἢ λαμπὰς ἢ λαμπαδηφορία καὶ δᾳδουχία: — | |
sch Rh68 | θυοσκόων: τῶν μάντεων τῶν ἐκ τῶν θυμάτων τὸ μέλλον σκοπούντων: — | |
sch Rh84 | ἁπλοῦς: τὸ ἑξῆς· ἁπλοῦς μῦθος ἐπ’ ἐχθροῖς ὁπλίζειν χέρα: — | |
sch Rh105 | εἴθ’ ἦσθ’ ἀνὴρ εὔβουλος: ἔμπαλιν ὁ Σοφοκλῆς [frg. 810] φησιν· ‘εἴθ’ ἦσθα σώφρων ἔργα τοῖς λόγοις ἴσα‘: — | |
sch Rh109 | ἐξήρθης: ἀνεπτερώθης ἠγέρθης. τὸ ἑξῆς· ὅστις πυρὸς λαμπτῆρας κλύων ἐξήρθης Ἀχαιοὺς φεύγειν καὶ ἐξῆλθες ἐπὶ τὸ στρα‐ τεῦσαι: — | 330 in vol. 2 |
sch Rh177 | ἀποινᾶσθαι θέλεις: ἄποινα λέγεται τὰ λύτρα. Ὅμηρος [Λ 106]· ‘ἔλυσεν ἀποίνων‘. τίνα οὖν, φησὶ, τῶν Ἀχαιῶν λύτρα λαβὼν βούλει ἀπολῦσαι: — | |
sch Rh185 | ἐξ ἀφθίτων γάρ: παρ’ Ὁμήρου ἔλαβε τὴν ἱστορίαν. φησὶ γάρ [Ψ 277]· ‘ἀθάνατοί τε γάρ εἰσιν‘: — | |
sch Rh210 | βάσιν τε χερσί: ἀπίθανον τετραποδίζειν αὐτὸν ὡς τοὺς λύ‐ κους· οὐδὲ γὰρ Ὅμηρος [Κ 334] διὰ τοῦτο τὴν λυκῆν αὐτῷ περιτίθησιν: — | |
sch Rh219 | σωθήσομαί τε: τὸ ἑξῆς· σωθήσομαι καὶ κτανὼν Ὀδυσσέως ἢ Διομήδους κεφαλὴν ἥξω ἄγων: — | |
sch Rh239 | Ἀχαιὸν Ἄρη: ὅτι θηλυκῶς. Ὅμηρος [Π 149] ‘Ξάνθον καὶ Βαλίον‘ καὶ [Ψ 277] ‘Ποσειδάων δὲ πόρ’ αὐτούσ‘. διὸ τὸ χ: — | |
sch Rh245 | τὸ ἑξῆς τοῦ νοῦ· ὄντως σπανία τῶν ἀγαθῶν γίνεται, ὅταν ὡς ἐν πελάγει τὸ τῆς καταστάσεως δυσήλιον ᾖ καὶ ζοφῶδες καὶ σαλεύῃ | |
πόλις: —mg. int. | 331 in vol. 2 | |
sch Rh250 | ἔστι Φρυγῶν τις: ἐπεὶ κωμῳδοῦνται οἱ Φρύγες ὡς δειλοί, φησὶν ὅτι οὐ δεῖ παντελῶς ἀποδοκιμάζειν τοὺς Φρύγας· ἔστι γὰρ ἐν αὐτοῖς θράσος καὶ ἰσχὺς, ὡς ἔδειξεν ὁ Δόλων: — | |
sch Rh251 | ἔνι δὲ θράσος ἐν αἰχμᾷ: τῆς ‘ἔσχατος Μυσῶν ‘παροιμίας μέμνηται Φιλήμων ἐν Σικελικῷ [frg. 77]· ‘τὸ δὴ λεγόμενον τοῦτο, Μυσῶν ἔσχατον ἐνόμιζ’ ὁρᾶν τὸν υἱὸν ἐκπλέονθ’ ὁρῶν‘ καὶ Μένανδρος [frg. 751]· ‘εἰ μὴ γαμεῖς γὰρ, ἔσχατον νόμιζέ με [Φρυγῶν] Μυσῶν‘. κέ‐ | |
5 | χρηται δὲ καὶ νῦν Εὐριπίδης τῇ παροιμίᾳ παρὰ τοὺς χρόνους. Δήμων [frg. 20] γοῦν ἐξηγούμενος [περὶ] αὐτήν φησιν [ὡς] ὕστερον τῶν Τρωι‐ κῶν λοιμοῦ καὶ φθορᾶς καρποῦ περιεληλυθυίας 〈εἰσ〉 τὴν Ἑλλάδα, μαν‐ τευομένων περὶ τῶν παρόντων, χρῆσαι τὴν Πυθίαν τηνικαῦτα παῦλαν αὐτοῖς τῶν δεινῶν, ἐπειδάν τινες τῶν ἀπὸ Ἀγαμέμνονος ἑλκόντων τὸ | |
10 | γένος πλεύσαντες εἰς Τροίαν τὰς πόλεις κτίσωσι καὶ τὰς τῶν θεῶν τι‐ μὰς ἀναλάβωσιν ἃς ἠφανίσθαι συνέβαινεν ὑπὸ τοῦ πολέμου. ταύτην τὴν μαντείαν παραδεξάμενον τὸν Ὀρέστην συνέβη λιπεῖν τὸν βίον. μετὰ δὲ Ὀρέστην Τεισαμενὸν λαβεῖν τὴν ἀρχὴν καὶ μετ’ ἐκεῖνον Κομήτην. ᾧ χρωμένῳ ποῖ δέοι πλεῖν (κατὰ γὰρ εὐλάβειαν καὶ δὶς καὶ τρὶς περὶ τῶν | |
15 | αὐτῶν ἐπανερέσθαι) 〈ὑπὸ〉 τοῦ θεοῦ δοθῆναι χρησμὸν ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. κατολιγωρήσαντας δὲ πολλοὺς τῶν συνηθροισμένων τοῦ χρησμοῦ ἀφίστασθαι καὶ τὸν Κομήτην καταλιπεῖν μικρὸν πεφροντικέναι λέγοντας αὐτοῦ τε καὶ τοῦ Μυσῶν ἐσχάτου. κατὰ 〈δὲ〉 τὴν ἐχομένην γενεὰν 〈Γρᾶ τοῦ Ἐχέλα τοῦ〉 Πενθίλου πάλιν συναγείραντος τὴν στρατιὰν | 332 in vol. 2 |
20 | καὶ τοῦ θεοῦ τὸν αὐτὸν προενέγκαντος χρησμὸν διὰ τὸ παράδοξον εἰς παροιμίαν [διὰ] τοῦτο περιστῆναί φασιν. εἰσὶ δὲ οἳ Τηλέφῳ γενέσθαι τὸν χρησμὸν τοῦτον· μαντευομένῳ γὰρ αὐτῷ περὶ γονέων, ἐπὶ τίνας ἂν τόπους πλανηθεὶς ἐξεύροι τοὺς ἑαυτοῦ γονεῖς, τὸν θεὸν προστάξαι ἐλθεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δὲ εἰς τὴν Τευθρανίαν (νέ‐ | |
25 | μεσθαι γὰρ 〈ταῦτα〉 τὰ χωρία τότε Μυσούς) ἐπιτυχεῖν τῇ μητρί: — | |
sch Rh252 | ὃς ἐμὰν συμμαχίαν: ὁ τὴν ἐμὴν συμμαχίαν ἀτίζων, ὅ ἐστιν εὐτελίζων, πρὸς Μυσῶν, φησὶν, ἐστὶν ἢ ὡς εἰπεῖν ἔσχατος καὶ οὐδενὸς λόγους ἄξιος. οἷον· Μυσός ἐστιν ὁ ἀτιμάζων ἡμᾶς, ἢ ἀδό‐ κιμος παρὰ τὴν παροιμίαν. ἢ οὕτως· ἔστι δὲ θάρσος ἄκρον καὶ ἐκ | |
5 | τῶν Μυσῶν πρὸς τοὺς ἀτιμάζοντας τὴν ἐμὴν συμμαχίαν καὶ εὐτελί‐ ζοντας: — | |
sch Rh294 | πρὶν δὴ δι’ ὤτων: πρὶν ἠκούσαμεν αὐτῶν τὴν βαρβαρικὴν φωνὴν καὶ ἔγνωμεν ὅτι βάρβαροι ἦσαν: — | |
sch Rh306 | ἔλαμπε, Γοργὼν δ’ ὡς: ἡ Γοργὼν ἐπέκειτο τοῖς μετώποις | |
τοῖς ἱππικοῖς προσδεδεμένη μετὰ κωδώνων, ψόφον ἀποτελοῦσα: — | 333 in vol. 2 | |
sch Rh311 | πολλὰ πελταστῶν τέλη: πέλτη ἀσπίς ἐστιν ἴτυν οὐκ ἔχουσα, καθάπερ φησὶν Ἀριστοτέλης ἐν τῇ Θεσσαλῶν πολιτείᾳ γράφων οὕτως [frg. 498]· ‘διελὼν δὲ τὴν πολιτείαν ** Ἀλεύας ἔταξε κατὰ τὸν κλῆρον παρέχειν ἑκάστους ἱππέας μὲν τεσσαράκοντα, πελταστὰς δὲ | |
5 | ὀγδοήκοντα. ἦν δὲ ἡ πέλτη ἀσπὶς ἴτυν οὐκ ἔχουσα 〈οὐδ’〉 ἐπίχαλκος 〈οὐδὲ βοὸς, ἀλλ’ οἰὸς ἢ〉 αἰγὸς δέρματι περιτεταμένη, καὶ τρί’ ἀκόντια καὶ μικρὸν δόρυ πάντες ἐφόρουν ὃ σχέδιον ἐκαλεῖτο‘: — | |
sch Rh318 | ἕρπει κατάντης: κατήφορος, οὐ ταλαίπωρος, καὶ εὐπετής. ὡσανεὶ ἔλεγεν· οὐ προσάντης οὐδὲ δύσβατος: — | |
sch Rh322 | ἡνίκ’ ἐξώστης Ἄρης: ἀπὸ μεταφορᾶς τῶν ἀνέμων τῶν ἐξωθούντων τὰ σκάφη· λέγει δὲ οὕτως τὸ βίαιον. τινὲς δὲ ἐξώστης ἀντὶ τοῦ πρὸ τοῦ ἄστεος καθήμενος: — | |
sch Rh339 | σύ τ’ εὖ παραινεῖς: ἐπεὶ καλῶς παρῄνεσεν ὁ ἄγγελος τὸν Ῥῆσον εἰς συμμαχίαν δέχεσθαι, λοιπὸν ἥξει: — | |
sch Rh342 | Ἀδράστεια μέν: ἰδικῶς τὴν Ἀδράστειαν Διός φησι παῖδα | |
ἄλλων τροφὸν τοῦ Διὸς φασκόντων ** ἔστι δὲ καὶ ἐν τῇ Ἀσίᾳ Ἀδραστείας πεδίον ἀπὸ Ἀδράστου τοῦ βασιλέως, ἀφ’ οὗ καὶ ἡ δαίμων. [ἄλλοι δὲ Μελισσέως μὲν τοῦ Κρητὸς, ἀδελφὴν Κυνοσούρας, Διὸς τρο‐ | 334 in vol. 2 | |
5 | φόν. Καλλίμαχος [hymn. iou. 47]· ‘σὲ δ’ ἐκοίμισεν Ἀδράστεια λίκνῳ ἐνὶ χρυσέῳ.‘] ἔνιοι ἑτέραν μὲν Ἀδράστειάν φασιν, ἑτέραν δὲ Νέμεσιν, 〈ἣν〉 οἱ μὲν Ὠκεανοῦ φασιν εἶναι θυγατέρα, οἱ δὲ Διὸς καὶ Δήμητρος, γεννηθῆναι δὲ ἐν Ῥαμνοῦντι τῆς Ἀττικῆς: — | |
sch Rh346 | ἥκεις, ὦ ποταμοῦ παῖ: οὐκ εἴρηκε τίνος Μουσῶν ὁ Ῥῆσος ἦν παῖς. Κλειοῦς μέντοι λέγουσιν αὐτὸν εἶναι, καθάπερ Μαρσύας ὁ νεώτερος ἐν τῷ * Μακεδονικῶν ἱστοριῶν γράφων οὕτως [frg. 6]· ‘εἰσὶ δὲ οἳ καὶ περὶ τούτου εἶπον [τοῦτον] Κλειὼ τὴν θεὸν ὑπὸ τοῦ Στρυ‐ | |
5 | μόνος ἐκ τοῦ χοροῦ τῶν Μουσῶν 〈ἁρπασθεῖσαν〉 νυμφευθῆναι τεκνῶσαί τε τὸν Ῥῆσον‘ καὶ μετ’ ὀλίγον· ‘ἔστιν ἱερὸν τῆς Κλειοῦς ἐν Ἀμφιπόλει ἱδρυθὲν ἀπέναντι τοῦ Ῥήσου μνημείου ἐπὶ λόφου τινόσ‘. ἔνιοι δὲ Εὐ‐ τέρπης αὐτὸν γενεαλογοῦσιν, καθάπερ Ἡρακλείδης· φησὶ δέ· ‘ἑβδόμη δὲ Καλλιόπη, 〈ἣ〉 ποίησιν εὗρε [πάντων καὶ], συνοικήσασα Οἰάγρῳ γεννᾷ | |
10 | Ὀρφέα τὸν πάντων μέγιστον ἀνθρώπων ἐν τῇ κιθαρῳδικῇ τέχνῃ γενό‐ μενον. πρὸς δὲ καὶ τῆς ἐγκυκλίου μαθήσεως συγκρεματικώτερον· ὀγδόη δ’ Εὐτέρπη, ἣ τὴν κατ’ αὐλοῦ εὗρεν εὐέπειαν, συνοικήσασα Στρυμόνι τεκνοῖ Ῥῆσον ὃς ὑπὸ Ὁδυσσέως καὶ Διομήδους ἀναιρεῖται‘. οἷς καὶ Ἀπολλόδωρος ἐπηκολούθησε γράφων οὕτως· ‘τὰς μὲν Μούσας οἱ μὲν | |
15 | πλεῖστοι παρθένους παραδεδώκασι‘, ἀναγράφει δὲ Οὐρανίας μὲν Λίνον, Καλλιόπης 〈δὲ〉, Ὀρφέα, Μελπομένης δὲ Θάμυριν, Εὐτέρπης δὲ Ῥῆσον, Τερψιχόρης δὲ Σειρῆνας, Κλειοῦς δὲ Ὑμέναιον· τῶν δὲ λοιπῶν Θαλείας Παλαίφατον, ἐκ δὲ Πολυμνίας Τριπτόλεμον. Ἐρατὼ δὲ ἐρασθῆναι μὲν | |
Ὑακίνθου, τελευτήσαντος δὲ αὐτοῦ μηδενός, μηδ’ υἱὸν γενέσθαι αὐτῶν: — | 335 in vol. 2 | |
sch Rh351 | μελῳδοῦ Μούσας: τὸ ὄνομα τῆς Μούσης οὐκ εἴρηκε, φησὶ δὲ ὅτι διαβαίνουσαν διὰ τοῦ Στρυμόνος ὁ ποταμὸς ἔγκυον ἐποίησε. μή‐ ποτε δὲ ἔπλασε τὴν ἱστορίαν: — | |
sch Rh356 | βαλιαῖσιν: οὐ κυρίως νῦν τῇ λέξει κέχρηται· λευκὰς γὰρ εἶχεν, ὡς καὶ ἀνωτέρω [304] αὐτὸς ἔφη. δύναται δὲ ἀντὶ τοῦ ταχείαις: — | |
sch Rh360 | ἆρά ποτ’ αὖθις: ἆρά ποτε, φησὶν, ὑποστρεψάντων τῶν Ἑλλή‐ νων ἡμεῖς μετὰ εὐφροσύνης διάξομεν καὶ δι’ ὅλης ἡμέρας ἄξει καὶ τελέσει ἡ πόλις τοὺς ἐν τοῖς συμποσίοις χοροὺς ταῖς τῶν κυλίκων φιλονικίαις. λέγει δὲ τὰς προπόσεις ἀπὸ τῆς συνεκδοχῆς. οἰνοπλανήτοις δὲ, | |
5 | ταῖς διὰ τοῦ οἴνου παραγούσαις τὸν νοῦν: — | |
sch Rh364 | ὑποδεξίαις: ὑποδεκτικαῖς. ἀπὸ 〈κοινοῦ〉 τὸ κυλίκων: — ἁμίλλαις: φιλονικίαις κυλίκων, οἶον πόσεων: — | |
sch Rh372 | δοχμίαν: πλαγίαν μετεωρίζων τὴν πέλτην παρὰ τὴν σχιστὴν αὐτῆς περιφέρειαν: — | |
sch Rh373 | σχιστὰν παρ’ ἄντυγα: σχιστὴν λέγει παρόσον οἱ πόρπακες σχίζοντες διαβαίνουσιν. ἢ ὅτι ἡ πέλτη τετράγωνός ἐστιν ἐξοχὰς ἔχουσα: — | |
sch Rh379 | φίλτατον ἄχθος οἴσει: ἡδὺ γὰρ αὐτῇ τοὺς πολεμίους παθεῖν: — | |
sch Rh381 | ταῦτα πρὸς τὸν Ῥῆσον ἐπιστρέψαντες λέγουσιν, ὦ μέγα βασι‐ λεῦ, ὁρῶντες ἤδη αὐτόν: — | |
sch Rh393 | παῖ τῆς μελῳδοῦ μητέρος: οἱ μὲν Κλειοῦς, οἱ δὲ Εὐτέρ‐ πης. Ὅμηρος δὲ Ἠϊονέως φησίν [Κ 435]· ‘ἐν δέ σφι Ῥῆσος βα‐ | |
σιλεὺς, παῖς Ἠϊονῆοσ‘: — | 336 in vol. 2 | |
sch Rh405 | Ἕλλησιν ἡμᾶς: ὅσον ἦν ἐπὶ σοὶ, προδέδωκας ἡμᾶς καὶ εἴασας * λείπει ἡ κατὰ, κατὰ τὸ σὸν μέρος: — | |
sch Rh414 | τοῦ εἶναι αὐτοὺς εὔνους ἡμῖν ἀπόδειξίς ἐστι τὸ κεῖσθαι αὐ‐ τοὺς ἐν τῇ πόλει καὶ ταφῆναι: — | |
sch Rh417 | ψυχρὰν ἄησιν: τὸν χειμῶνα: — | |
sch Rh419 | ἄμυστιν: οἱ μὲν ποτηρίου εἶδος ἐπιτηδειότητα ἔχον πρὸς τὰς ἀμυστὶ πόσεις, ὡς ἐν Αὔγῃ [FTG p. 437]· ‘σὺν τῷ βαθείας καὶ πυκνὰς ἕλκουσι τὰς ἀμύστιδασ‘. ἄλλοι δὲ ἐπὶ τῆς ἀπνευστὶ πόσεως τάτ‐ τουσι τὸ ὄνομα ὡς Κρατῖνος [frg. 291]· ‘ἀλλ’ οὖν θεῷ σπείσαντ’ ἄμυ‐ | |
5 | στιν δεῖ πιεῖν‘: — | |
sch Rh427 | μέλλοντι νόστον: ὅτι νόστον ἁπλῶς τὴν ὁδὸν καὶ τὸν πλοῦν ἔφη (καὶ γὰρ ἔπλευσε καὶ ἐπέζευσεν ὡς ἑξῆς ἐρεῖ), οὐ μόνον τὴν εἰς τὴν πατρίδα ὑποστροφήν: — | |
sch Rh430 | ἔνθ’ αἱματηρός: ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου. ἀκύρως δὲ κέχρηται τῷ πέλανος, ἄμεινον δὲ ἑτέρωθι [Or. 220] εἶπεν ἀφρώδη πέλανον διὰ τὴν λευκότητα. κυρίως γὰρ ἔλεγον πελάνους τὰ πόπανα ἀπὸ τοῦ πεπλατύνθαι· ἢ ἀπὸ τῆς παιπάλης, ἀπὸ γὰρ τοῦ | |
5 | λεπτοτάτου κατασκευάζονται ** καὶ Ὅμηρος τὸ λευκᾶναι παλῦναί φησιν | |
[Κ 7]· ‘ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρασ‘: — | 337 in vol. 2 | |
sch Rh474 | εἰ τοῦ παρόντος: πολλὰ 〈ἂν〉 εὐχαριστήσαιμι τοῖς θεοῖς, εἰ τοῦ παρόντος ἀπαλλαγεὶς 〈κακοῦ〉 τὴν παλαιὰν ἀναλάβοιμι κατάστα‐ σιν: — | |
sch Rh479 | οὐ τούσδ’ ἀριστέας: ἐν ἐρωτήσει τοῦτο προενεκτέον· οὐχ οὗτοί εἰσιν οἱ ἄριστοι τῶν Ἑλλήνων οἱ ἐνταῦθα ἐλθόντες: — | |
sch Rh480 | κοὐ μεμφόμεσθά γ’: καὶ οὐκ ἐφαυλίζομεν αὐτούς, ἀλλὰ πάντα κινοῦμεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὁμόσε ἐλαύνομεν αὐτοῖς καὶ πολεμοῦμεν. ἡ δὲ καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάνυ κάμνομεν καὶ ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχό‐ | |
5 | μενοι αὐτοῖς· καὶ Ὅμηρος [ε 290]· ‘ἀλλ’ ἔτι μέν μίν φημι 〈ἄδην〉 ἐλάαν κακότητοσ‘, ὅ ἐστιν ἐμφορηθῆναι: — | |
sch Rh481 | οὐκοῦν κτανόντες: εἰ οὖν τοὺς ἀρίστους αὐτῶν ἀναιρήσο‐ μεν, πάντα διαπεπραξόμεθα· ῥᾴδιον γὰρ καὶ τὸ Ἄργος πορθῆσαι τούτων ἀπολλυμένων: — | |
sch Rh483 | ἀρκεῖν ἔοικεν: ἀντὶ τοῦ· παραιτῇ τὸ παθεῖν, δρᾶσαι δὲ οὐ 〈προαιρῇ〉. ἀντὶ τοῦ· ἡδέως 〈ἂν〉 εἷλες καὶ τὸ πρᾶξαι, εἰ μὴ ηὐλαβοῦ τὸ παθεῖν. πρὸς ὃ Ἕκτωρ [φησὶ]· ναὶ, φησὶ, παραιτοῦμαι τὸ παθεῖν· πολ‐ λῆς γὰρ ἄρχω τυραννίδος, οἷον· τὰ ἐνταῦθα ἀρκεῖ μοι: — | |
5 | ἄλλως: οἷον· τὸ παθεῖν παραιτῇ, πρᾶξαι δέ τι οὐ προαιρῇ: — | 338 in vol. 2 |
sch Rh485 | ἀλλ’ εἴτε λαιόν: ἐν οἵῳ, φησὶ, βούλει μέρει τῆς παρατά‐ ξεως ἔξεστί σοι τὰς πέλτας, τουτέστιν τοὺς σοὺς ὑπηκόους, στῆσαι: — | |
sch Rh494 | ἀλλὰ μηνίων: μηνίων τινές φασιν ὅτι οὐ δύναται ὑφ’ ἓν εἶναι, μηνίων ἀντὶ τοῦ ὀργιζόμενος, ἐπεὶ τὰ εἰς ω καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ ἰῶτα. ἔστι δὲ παρ’ Ὁμήρῳ συστολὴ αὐτοῦ [Α 488]· ‘αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενοσ‘. διὸ καὶ οὕτως ἀναγνῶναι | |
5 | οὐδὲν κωλύει τῆς χρήσεως ὑπαρχούσης: — | |
sch Rh499 | κρότημ’ Ὀδυσσεύς: οἷον συγκρότημα μηχάνημα. καὶ ἱκανῶς τὸ φρόνημα θρασύς: — | |
sch Rh502 | κλέψας ἄγαλμα: παρὰ τοὺς χρόνους· ὕστερον γὰρ τούτων τὸ Παλλάδιον ἔκλεψε. μέμνηται δὲ αὐτοῦ Ὅμηρος [Ζ 92]· ‘θεῖναι Ἀθη‐ ναίης ἐπὶ γούνασιν‘: — | |
sch Rh508 | Θυμβραῖον: παρὰ τὴν ἱστορίαν. ὁ γοῦν Διονυσόδωρος ἐν τοῖς Παρὰ τοῖς τραγικοῖς ἡμαρτημένοις φησὶν οὕτως· ‘ὁ δὲ Εὐριπίδης τὸ τοῦ Ἀπόλλωνος ἄλσος τοῦ Θυμβραίου 〈ὃ〉 στάδια ν ἀπέχει τῆς πό‐ λεως, κατὰ τῶν πυλῶν φησι.‘ 〈δύναται δὲ〉 καὶ στίζεσθαι εἰς τὸ βω‐ | |
5 | μόν· ἢ ἄστεος πέλας· οὐδὲν γὰρ τὸ κωλῦον: — | |
sch Rh509 | κακῷ δὲ μερμέρῳ: μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ τερμέρου, ἵν’ ᾖ παρὰ τὴν παροιμίαν ‘Τερμέρια κακά‘, ὑπὲρ ὧν Φίλιππος ἐν τῷ Περὶ Καρῶν συγγράμματί [frg. 3] φησιν οὕτως· ‘Τέρμερον καὶ Λύκον Λέλεγας γενέσθαι θηριώδεις τὴν φύσιν· τούτων δὲ | |
5 | τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπ’ αὐτοῦ Τέρμερον ὠνομάσθαι. τούτους δέ φασι πρώτους λῃστεῦσαι καὶ οὐ μόνον τὰ περὶ Καρίαν **, | |
ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς Κῶ διαπλεῖν‘: — | 339 in vol. 2 | |
sch Rh521 | ξύνθημα δ’ ἡμῖν Φοῖβος: σημεῖον τοῦ μὴ ξένους καὶ πο‐ λεμίους εἶναι δίδωσιν αὐτῷ τὸ ὄνομα λέγειν τὸ Φοίβου: — | |
sch Rh523 | προταινί: Παρμενίσκος τὴν προταινί λέξιν Βοιωτικήν φησι [καὶ] μετ’ οὐδεμιᾶς πίστεως. σημαίνει δὲ τὸ ἔμπροσθεν: — | |
sch Rh528 | πρῶτα δύεται σημεῖα: Κράτης ἀγνοεῖν φησι τὸν Εὐριπίδην τὴν περὶ τὰ μετέωρα θεωρίαν διὰ τὸ νέον ἔτι εἶναι ὅτε τὸν Ῥῆσον ἐδίδασκε. μὴ γὰρ δύνασθαι Πλειάδων καταδυομένων 〈τὰ〉 τοῦ ἀετοῦ με‐ σουρανεῖν. ὑπὸ γῆν γάρ ἐστι τότε ὁ αἰγόκερως, ἐφ’ οὗ ὁ ἀετὸς ἵδρυται, | |
5 | διότι Πλειάδων δυομένων ὑπὲρ μὲν γῆς εἰσὶ ζῴδια τάδε, ταῦρος δίδυμοι καρκίνος λέων παρθένος ζυγός· ὑπὸ γῆν δὲ τάδε, σκορπίος τοξότης αἰγό‐ κερως ὑδροχόος ἰχθύες κριός. καὶ ταῦτα μὲν ὁ Κράτης. ἔοικε δὲ ὑπὸ τῆς φράσεως ἀμφιβόλου 〈οὔσησ〉 κεκρατῆσθαι· τὰ γὰρ πρῶτα σημεῖα καὶ τὰς Πλειάδας ᾠήθη καταδύεσθαι λέγειν τὸν Εὐριπίδην. τὸ δὲ οὐχ οὕτως | |
10 | ἔχει, ἀλλὰ τὰ μὲν πρῶτα σημεῖα [τῆς φυλακῆς] φησι δύεσθαι, τὰς δὲ Πλειάδας ἀνατέλλειν. πῶς γὰρ 〈ἂν〉 ἐπὶ καταδυομένων εἶπεν αἰθερίας [αὐτάς]; ὥστε τριχόθεν τὸν καιρὸν ὑπὸ 〈τῶν〉 φυλάκων δηλοῦσθαι, ἀπὸ τῆς δύσεως, ἀνατολῆς καὶ μεσουρανήματος. ὁ μὲν οὖν Παρμενίσκος πρῶτα σημεῖα φησὶ λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ | |
15 | ὑπὸ τῶν ἀρχαίων οὕτως αὐτὰς λέγεσθαι, διότι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι. Κλεόστρατον γοῦν τὸν Τενέδιον ἀρχαῖον 〈ὄντα ἀστρολόγον, γράφειν〉 οὕτως· ‘ἀλλ’ ὁπόταν τρίτον ἦμαρ ἐπ’ ὀγδώκοντα πέλῃσι σκορπίου, εἰς ἅλα πίπτει ἅμ’ ἠοῖ φαινομένηφι‘. τοῦτο δὲ παρα‐ δείξας ὁ Παρμενίσκος ὅτι καταδύεται τὰ πρῶτα σημεῖα τοῦ σκορπίου, | |
20 | καὶ τὰ περὶ τῆς Πλειάδων ἐπιτολῆς ἐπέξεισιν· ‘ὅταν γὰρ‘, φησὶν, ‘Εὐρι‐ πίδης λέγῃ καὶ ἑπτάποροι Πλειάδες αἰθέριαι, οὐ 〈λέγει〉 δύεσθαι τότε αὐτὰς, ἀλλ’ ἔμπαλιν ἀνατέλλειν ἐκ τοῦ ὑπὸ 〈γῆν〉 τμήματος εἰς τὸ ὑπὲρ 〈τὸν〉 ὁρίζοντα ἀνιούσας· καὶ τοῦτο εἶναι τὸ καὶ ἑπτάποροι | |
Πλειάδες 〈αἰθέριαι〉, οἷον· εἰς τὸν ὡς πρὸς ἡμᾶς οὐρανὸν ἀφικνού‐ | 340 in vol. 2 | |
25 | μεναι. ταῦτα δὲ καταστησαμένων ὁμολογεῖ, φησὶ, τοῖς Εὐριπίδου τὰ φαινόμενα ** τὰ μὲν πρῶτα σημεῖα [τῆς ὥρας] εἰς δύσιν κεχώ‐ ρηκεν, ἡ δὲ Πλειὰς ἀνατέλλει, ὁ δὲ ἀετὸς πρὸς τὸ μέσον κεχώρηκε. λοιπὸν οὖν τῆς φυλακῆς ὁ καιρός· ἔγρεσθε, τί μέλλετε. ἑπτάπορον δὲ τὴν Πλειάδα, ὅτι ἐξ ἑπτὰ ἀστέρων σύγκεινται αἱ Πλειάδες. ἀετὸς δὲ | |
30 | ὁ τὸ ἧπαρ τοῦ Προμηθέως, ὥς φασί τινες: — ἄλλως: τῶν περὶ τὸν Μενεκράτην ἐν διδύμοις τὸν ἥλιον λεγόντων, ἐν ᾧ τὰ τῆς καταστάσεως τῶν φαινομένων ὅπως εἶχε πρόκειται, εἰσὶν [δὲ] οἵ φασι περὶ τὰς ἐσχάτας μοίρας τοῦ καρκίνου εἶναι τότε τὸν ἥλιον. οὐ γὰρ ἂν μόνως τὴν σελήνην πρὸς ** ἀνατολὴν ἔσεσθαι ** | |
35 | συνάγουσιν οὕτως ἃ βούλονται. εἰ μὲν γὰρ πάλαι τὴν σελήνην ὡς ἐν τρισὶν ἡμέραις τοῦτον ** οἱ φύλακες εὐήθεις ἱκανῶς ἔσονται. εὔλογον γάρ **: — | |
sch Rh540 | Κίλικας Παιών: οἱ μὲν τοὺς Κίλικας καὶ τοὺς [Παιόνας] 〈Μυ‐ σοὺς τοὺσ〉 αὐτοὺς ἤκουσαν· Ἀρίσταρχος δὲ Κόροιβον Παιόνων ἡγεμόνα καὶ τὴν φυλακὴν ποτὲ μὲν ἀπὸ τοῦ ἡγεμόνος, ποτὲ δὲ ἀπὸ τῶν ὑπηκόων: — | |
sch Rh541 | Μυσοὶ δ’ ἡμᾶς: ὡς Μυσῶν διαδεχομένων Κίλικας. Κίλικες γὰρ μετὰ Παιόνας, εἶτα Μυσοὶ, εἶτα Τρῶες, εἶτα πέμπτοι Λύκιοι: — | |
sch Rh547 | κοίτας φονίας: διὰ τὰ τολμηθέντα ἐπὶ τῷ Ἰτύλῳ. λείπει δὲ τὸ ὡς· ὡς ἐπὶ [κοίτης] τοῦ Σιμόεντος ὑμνεῖ τὴν μῖξιν, ἀίω. γράφεται καὶ θρηνεῖ καὶ ἔξωθεν λαμβάνεται ἡ ἐπί καὶ τὸ ὡς· ὡς ἐπὶ τοῦ Σιμόεντος ἑζομένη θρηνεῖ τὰς φονίας κοίτας ἡ ἀηδών: — | |
sch Rh550 | μελοποιὸς ἀηδών: λέγεται γὰρ ἡ Πρόκνη μετὰ τὸ κρεανο‐ μῆσαι Ἴτυν τὸν υἱὸν διὰ τὴν λύπην μεταβληθῆναι εἰς ὄρνιν· καὶ ἡ μὲν Πρόκνη εἰς ἀηδόνα μετεβλήθη ὡς καὶ ἡ Φιλομήλα εἰς χελιδόνα: — | |
sch Rh673 | πρὸς τὰ ναύσταθμα: — | |
sch Rh674 | σκηπτοῦ ’πιόντος: αἰφνιδίως κεραυνοῦ σφοδροῦ ἐπελθόν‐ | |
τος: — | 341 in vol. 2 | |
sch Rh675 | ἔα: ὁ χορὸς λέγει αἴσθησιν λαβὼν τῶν γεγονότων: — | |
sch Rh691 | ἀλλὰ συμμάχους: ἀλλὰ δεινὸν, φησὶ, τοὺς συμμάχους τα‐ ράττειν νυκτὸς οὔσης: — | |
sch Rh716 | τὸ χ ὅτι φαλακρὸν αὐτόν φησιν: —mg. int. | |
sch Rh785 | ἐκ τῶν μυκτήρων ποιὸν ἦχον ἀπετέλουν: — | |
sch Rh789 | μυχθισμὸν νεκρῶν: ποιὸν ἦχον καὶ στεναγμὸν μετὰ πνοῆς γινόμενον: — | |
sch Rh790 | τὸ ἑξῆς· θερμὸς δὲ κρουνὸς αἵματος νέου δεσπότου παρὰ | |
σφαγαῖς δυσθνῄσκοντος βάλλει με: — | 342 in vol. 2 | |
sch Rh852 | τίς δ’ ἂν χαμεύνας: τὸ ἑξῆς· τίς ἂν κατ’ εὐφρόνην τῶν πολεμίων μολὼν Ῥήσου χαμεύνας εὗρεν: — | |
sch Rh859 | ἐν σοὶ δ’ ἂν ἀρχοίμεσθα: ἀρχὴν δηλ〈ονότι〉 τοῦ κακολο‐ γεῖσθαι πρῶτον 〈ἀρχόμεθα〉 ὑπὸ 〈σοῦ, οἷον·〉 σὺ ἡμᾶς πρῶτον ἤρξω κα‐ τηγορεῖν: — | |
sch Rh895 | ἰαλέμῳ: καὶ Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων [frg. 8] 〈εἶναι〉 πλείους τῆς Καλλιόπης λέγει παῖδας ἐν τούτῳ· Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεννῆσαι Λίνον τὸν πρεσβύτατον καὶ τρεῖς μετ’ ἐκεῖνον, Ὑμέναιον 〈Ἰάλεμον〉 Ὀρφέα. τῷ δὲ νεωτάτῳ τὴν μὲν ἐπι‐ | |
5 | θυμίαν 〈τῶν τῆς μητρὸς ἐπιτη〉δευμάτων ἐμπεσεῖν καὶ περὶ τὴν μου‐ σικὴν 〈περιγενέσθ〉αι πάντων· οὐ μὴν τοιοῦτό γε πάθος 〈οἷον λέγεται〉 γενέσθαι: —(v. p. 344) ἄλλως: ἰαλέμῳ: 〈ἱστορεῖται τὸν ἰά〉λεμον παρωνομάσθαι ἐπὶ τιμῇ | |
Ἰαλέμου τοῦ Ἀπόλλωνος καὶ Καλλιόπης, ὥς φησι Πίνδαρος [frg. 139]· | 343 in vol. 2 | |
10 | ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ ὥριαι παιανίδες· ἔντι 〈δὲ καὶ〉 θάλλοντος ἐκ κισσοῦ στεφάνων [ἐκ] Διο〈νύσου〉 〈διθύραμβον μ〉αιόμεναι· τὸ δὲ – ⏑ – ⏑ – .......... ἀποφθιμένων | |
15 | ἃ μὲν ἀχέταν Λίνον αἴλινον ὑμνεῖ, ἃ δ’ Ὑμέναιον, 〈ὃν〉 ἐν γάμοισι χροϊζόμενον 〈Μοῖρα〉 σὺμ πρωτὰ λάβεν ἐσχάτοις ὕμνοισιν· ἃ δ’ Ἰάλεμον ὠμοβόρῳ νούσῳ [ὅτι] πεδα‐ θέντα σθένος, | |
20 | υἱὸν Οἰάγρου 〈δὲ | 345 in vol. 2 |
arg Tr1(t) | ΥΠΟΘΕΣΙΣ ΤΡΩΙΑΔΩΝ | |
1 | Μετὰ τὴν Ἰλίου πόρθησιν ἔδοξεν Ἀθηνᾷ τε καὶ Ποσειδῶνι τὸ τῶν Ἀχαιῶν στράτευμα διαφθεῖραι, τοῦ μὲν εὐνοοῦντος τῇ πόλει διὰ τὴν κτίσιν, τῆς δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αἴαντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν | |
5 | τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ Ἀχιλλεῖ. ταύτην μὲν οὖν ἐπὶ τῆς τοῦ Ἀχιλ‐ λέως ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν ἐνυμ‐ φαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα, τοὺς ἀναιρεθέν‐ | |
10 | τας δὲ κατοδυραμένη καὶ κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν δοθεῖσα: —A Pal. 287 Aelian. uar. hist. 2, 8 κατὰ τὴν πρώτην καὶ ἐνενηκοστὴν Ὀλυμ‐ πιάδα, καθ’ ἣν ἐνίκα Ἐξαίνετος ὁ Ἀκραγαντῖνος στάδιον, .... πρῶτος Ξενοκλῆς ... Οἰδίποδι .. Λυκάονι .. Βάκχαις .. Ἀθάμαντι σατυρικῷ, .. | |
15 | δεύτερος Εὐριπίδης .. Ἀλεξάνδρωι .. Παλαμήδει .. Τρῳάσι .. Σισύφῳ σα‐ | |
τυρικῷ .... | 346 in vol. 2 | |
sch Trt | ΣΧΟΛΙΑ ΕΙΣ ΤΡΩΙΑΔΑΣ | |
sch Tr1 | ἥκω λιπών: ὅλος ἐπὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφο‐ ρῶν τοὺς λόγους νῦν ὁ Ποσειδὼν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα: — | |
sch Tr6 | οὔποτ’ ἐκ φρενῶν: τὸ ἑξῆς· ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ 〈τὸν〉 Ὁμηρικὸν [δὲ] Ποσειδῶνα ταῦτα: — | |
sch Tr9 | ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ 〈τὸ〉 τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος [Β 517]· ‘αὐτὰρ Φω‐ κήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἱέες Ἰφίτου μεγαθύμου Ναυβολί‐ δαο‘, εἶτα [519] ‘οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν‘. παρ’ | |
5 | ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέ‐ λειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων αὖθις, ὡς Θουκυδίδης [1, 112, 5] φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. | |
10 | Φώκου δὲ τοῦ 〈Αἰακοῦ καὶ〉 Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηιονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ Κρῖσαν κτίσας, τοῦ δὲ Πανοπέως Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν: — | |
ἄλλως: ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφοὶ σὺν τοῖς Φωκεῦσιν ἐτάττοντο. ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρ‐ | 347 in vol. 2 | |
15 | νασσόν: — | |
sch Tr14 | δούρειος ἵππος: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπὸ τῶν δοράτων· ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα. Ὅμη‐ ρος [θ 512] ‘δουράτεον‘, ὅ ἐστι ξύλινον: — | |
sch Tr15 | ἔρημα δ’ ἄλση: ἔρημα αὐτά φησιν ὡς τῶν θεῶν ἐκλελοι‐ πότων τὰ ἱερά. αὐτὸς γοῦν ὁ Ποσειδῶν φησι [25] λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ’ ἐμούς: — | |
sch Tr16 | πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ Ἑρκείου Διὸς ἀντὶ τοῦ· ἐπὶ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ Ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες. τρισὶ 〈γὰρ〉 ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν ὡς | |
5 | οἱ περὶ Ἀγίαν καὶ Δερκύλον [frg. 3]. πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλ‐ θόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον: — | |
sch Tr20 | δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν. ἔνθεν καὶ ποίας τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως: — | |
sch Tr27 | νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον· τὰ τῶν θεῶν ἀμελεῖται ὑπὸ τῶν ἀνθρώπων: — | |
sch Tr29 | βοᾷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται ἐν τῷ αὐτὰς βοᾶν: — | |
sch Tr30 | Νεοπτόλεμος καὶ ἄλλοι τινές: — | |
sch Tr31 | ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἧς ἕνεκα αὐτούς φασιν εἰς Τροίαν ἐλθεῖν, Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων: — Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν | 348 in vol. 2 |
5 | εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι [ἐκ] τοὺς περὶ Ἀκάμαντα καὶ Δημο‐ φῶντα ἐκ τῶν λαφύρων ἀλλὰ μόνην τὴν Αἴθραν, δι’ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον, Μενεσθέως ἡγουμένου. Λυσίμαχος [frg. 19] δὲ τὸν τὴν Πέρ‐ σιδα πεποιηκότα φησὶ γράφειν οὕτως [frg. 3]· ‘Θησείδαις δ’ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆι μεγαλήτορι ποιμένι λαῶν‘: — | |
sch Tr32 | Τρῳάδων ὑπὸ στέγαις: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν, ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξῃροῦντο δοθεῖσαι τοῖς πρώτοις, ἐνταῦθα τυγχάνουσιν: — | |
sch Tr36 | τὴν δ’ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παρεισάγε‐ σθαι, ὀδυρομένην τὰ παρόντα. οὕτως γὰρ 〈ἂν〉 ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται: — | |
sch Tr41,42 | ἣν δὲ παρθένον μεθῆκ’ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλ’ εἴασε παρθένον. οἱ γὰρ ἐνθουσιῶντες ἐπιτεταμένοι εἰσὶ τῇ κινήσει: — | |
sch Tr44 | γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει: — | |
sch Tr47 | σεσημείωται ὡς μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου 〈τὸ〉 [Υ 307] ‘νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν | |
ἀνάξει‘: — | 349 in vol. 2 | |
sch Tr61 | ἐκεῖσε πρῶτ’ ἄνελθε: ἀντὶ τοῦ· ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον: — | |
sch Tr89 | Μυκόνου: ἀκτή τις οὕτω καλουμένη: — | |
sch Tr90 | Καφήρειοί τ’ ἄκραι: Καφηρεὺς [δὲ] ἀκρωτήριον Εὐβοίας καταντικρὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς [frg. 36] Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν Διὸς εἰς ὃν Εὐβοιεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθει‐ | |
5 | ράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλ‐ λήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ τὰ τῆς ἱστορίας: — | |
sch Tr96 | τύμβους θ’, ἱερά: λείπει ὁ γάρ, ἵν’ ᾖ· τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται: — | |
sch Tr98 | ἄνα δύσδαιμον: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει· ἀνά‐ στηθι. τὴν κεφαλήν σου ὦ Ἑκάβη. 〈γράφεται δὲ καὶ θεόθεν κεφαλή〉· ὁ δὲ λόγος [ἄνα δυσδαῖμον]· ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμέ‐ | |
5 | νοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμ‐ φορὰς ἐπὶ τοῦ ἐδάφους. καὶ τούτῳ οἰκείως ἐπέζευξε τὸ ἐπάειρε δέρην ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρία‐ μον ὁμοίως κείμενον προυπέστησεν οὕτως [16] πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος. ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν | |
10 | Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖ‐ σθαι: — | |
sch Tr101 | ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρώην εὐδαιμονία οὐδὲ νῦν βασιλεῖς | |
ἐσμεν Τροίας: — | 350 in vol. 2 | |
sch Tr103 | μηδὲ προσίστω: ἀντὶ τοῦ· μὴ ἀντίκεισο τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστιν· μὴ ἀνθίστασο τῷ δαίμομι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ· τοῦτο δὲ | |
5 | ἐναντίον τῷ [Α 483. β 429] ‘ἡ δὲ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέ‐ λευθον‘: — | |
sch Tr108 | ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πολλὴν εὐτυχίαν μεταφο‐ ρικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων: — | |
sch Tr117 | ἄκανθάν τ’ εἰς ἀμφοτέρους: τὴν τῶν μελῶν ἄκανθαν· λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μετα‐ φορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος· πόθος μοί ἐστιν τὴν ῥάχιν ἑλίξαι εἰς τὰ πλευρά: — | |
sch Tr119 | ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι· βού‐ λομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρή‐ νους: — | |
sch Tr120 | Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ Μοῦσα θρηνῳδίας: — | |
sch Tr122 | ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετ’ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰ‐ γύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξηρ‐ τήσασθε τὴν Μενελάου γυναῖκα μετερχόμεναι: — | |
5 | ἄλλως: τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε, τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος· ὦ νῆες, ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τῇ Τροίᾳ προσωρμίσατε. παρόσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς | |
τὰς ναῦς [frg. com. ad. 727]· ‘ἀλλ’, Ἡράκλεις, αὐλεῖ τισ‘: — | 351 in vol. 2 | |
sch Tr132 | Κάστορι λώβαν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτᾳ δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος· κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος: — | |
sch Tr141 | κουρᾷ ξυρήκει: τῇ ξυρήκει κουρᾷ ἐκκαρθεῖσα τὴν πενθί‐ μην κεφαλὴν, ἀντὶ τοῦ· πένθιμον κεφαλὴν ἔχουσα: — | |
sch Tr146 | μάτηρ δ’ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ [κατὰ] τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρξω, ἐξάρξω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην ἢν εἰώθειν εὐτυχοῦσα λέγειν: — | |
sch Tr150 | σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδο‐ μένη ταῖς εὐκόμποις πληγαῖς [Φρύγιαι] τοῦ ἀρχεχόρου ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν: — διερειδομένα: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν | |
5 | καὶ τὴν Πριάμου δυναστείαν: — | |
sch Tr166 | ἔξω κομίζεσθ’ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ: — | |
sch Tr169 | μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι: — | |
sch Tr171 | αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες: — | |
sch Tr182 | ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὦ χορέ. | |
ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων: — | 352 in vol. 2 | |
sch Tr187 | τίς μ’ Ἀργείων: τίς τῶν Θεσσαλῶν. πότερον [ἢ] νησιώ‐ της ἄξει με ἢ Θεσσαλὸς ἢ Ἀργεῖος: — | |
sch Tr192 | δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ καὶ νεκρῶν ἄγαλμα: — | |
sch Tr193 | ἄγαλμ’, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα ἢ παίδων τροφός. ἄγομαι δὲ, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις: — | |
sch Tr197 | ποίοις δ’ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵν’ ᾖ οὕτως· πῶς αὐτάρκως δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι: — | |
sch Tr199 | οὐκ Ἰδαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ᾖδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα: — | |
sch Tr201 | νέα τοι τεκέων: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους, καθὸ αἱ δυναταὶ ἰσχύουσι πᾶν τὸ ἐπι‐ τασσόμενον ποιῆσαι· ἐὰν δὲ καὶ εὔμορφος ᾖ, καὶ ὑβρισθήσεται: — ἄλλως: τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων: — | |
sch Tr204 | ἔρροι νύξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολε‐ μίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι: — | |
sch Tr210 | μὴ γὰρ δὴ δίναν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμι: μὴ ἔλθοιμι, φησὶν, ἐπὶ τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη, ἡ πόλις τῆς Ἑλένης. οἰκητήριόν φασι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι λέγονται ζῶντες, ὡς Ἀλκμάν [frg. 4. 5] | |
5 | φησιν: — | |
sch Tr214 | τὰν Πηνειοῦ σεμνάν: Πηνειοῦ χώραν τὴν Θετταλίαν. τῆς γὰρ Μακεδονίας Ὄλυμπος, ἡ δὲ Μακεδονία τῆς Θετταλίας. αἰνίτ‐ τεται δὲ 〈τὴν〉 τοῦ Νεοπτολέμου. Καλλίμαχος [hymn. in Del. 112]· ‘Πηνειὲ Φθιῶτα‘: — | 353 in vol. 2 |
sch Tr218 | τάδε δεύτερά μοι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως: — | |
sch Tr220 | καὶ τὰν Αἰτναίαν Ἡφαίστου: ὁ λόγος· καὶ τὴν Αἴτνην, τὴν τοῦ Ἡφαίστου χώραν, τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν, μητέρα δὲ τῶν Σι‐ κελῶν ὀρέων, ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι. τὴν Σικελίαν | |
5 | δὲ ὀρέων φησὶ μητέρα, ἐπειδὴ ὀρεινή: — | |
sch Tr221 | Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκεν καὶ τὴν Καρχηδόνα παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σι‐ κελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι· ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης. ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος | |
5 | ὁ Κνίδιός 〈φησιν〉 ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν Ἀζάρου καὶ Καρ‐ χηδόνος ἡγουμένων, ἀφ’ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα πρὸ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου ᾠκίσθαι τὴν Καρ‐ χηδόνα, ἐν οἷς φησι [frg. 545]· ‘Καρχηδόνος δὲ κράσπεδ’ ἀσπάζομαι‘: — | |
10 | ἄλλως: ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα παρόσον τὸ Λιλύβαιον [ἀκρωτήριον τῆς Σικελίας τοῦτο] καταντικρύ ἐστι Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν: — | |
sch Tr224 | τάν τ’ ἀγχιστεύουσαν γᾶν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ, κατὰ κοινοῦ τὸ ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶς. τὴν Ἰταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλα‐ | |
γος τὸ πρὸς τὴν Ἰταλίαν: — | 354 in vol. 2 | |
sch Tr228 | Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Παρμενίσκος φησίν· ὁ μὲν ἐπὶ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας ὃς συμβάλλει καὶ τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ, οὐ σήπεται οὐδὲ ἐὰν ἀπ’ αὐτοῦ ἄρτοι πεφθῶσιν, εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλίᾳ, οὗ | |
5 | νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται, λελιπασμένος ἀνέρχε‐ ται ὡς δοκεῖν ἀληλίφθαι· καὶ τὴν τρίχα ξανθίζει ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ Ξάνθον, ἀφ’ οὗ καὶ ἐπονομά‐ ζεται, Σκάμανδρος καλούμενος· τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδος | |
10 | [φασι] τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουο‐ μένων· οἱ δὲ ἀπὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελο‐ ποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ [αὐτὸ] | |
15 | ὄνομα ἔχοντος τοῦ ἐν Ἀχαΐᾳ ποταμοῦ, ἀλλὰ καὶ τὴν δύναμιν: — | |
sch Tr244 | τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται: — | |
sch Tr250 | ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὗτος δὲ Λακεδαιμόνιος: — | |
sch Tr258 | ἱεροὺς στολμούς: τὰς τῶν στεφανῶν στολὰς ὥσπερ ἔνδυσιν ποιουσῶν αὐτῇ: — | |
sch Tr267 | τί θέσμιον: τίς θεσμὸς, ποῖον θεμιτὸν ἢ νόμος τῶν Ἑλλή‐ | |
νων: — | 355 in vol. 2 | |
sch Tr268 | εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν· οὐ σαφῶς εἶπεν [625]· καὶ 〈πῶσ〉 ἡ Ἑκάβη οὔτε στενάζει οὔτε 〈πυν‐ θάνεται πῶσ〉 ἀπηλλάγη; εἴτε γὰρ οἶδεν, 〈ἔδει〉 οἰκτίσασθαι περὶ θυγα‐ τρός· εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν: — | |
sch Tr275 | ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία: — | |
sch Tr285 | ὃς πάντα 〈τἀ〉κεῖθεν: τὰ μὲν ἐκεῖσε διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖσε πολέμια τίθησιν, δηλονότι τὰ ἐνταῦθα. τοῦτο γὰρ λείπει: — | |
sch Tr296 | εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ: — | |
sch Tr301 | αὑτῶν τ’ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλ‐ λουσαι τῶν οἴκων: — ἄλλως: διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς: — | |
sch Tr304 | μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ σύμφορον ἑαυταῖς φονεύσωσιν ἑαυτὰς καὶ λυπήσωσι τοὺς Ἕλληνας κἀγὼ αἴτιος ὦ: — | |
sch Tr308 | ἄνεχε πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδου‐ χοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ· ἄνεχε καὶ φέρε: — | |
sch Tr310 | ὦ Ὑμὴν Ὑμέναι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλ‐ λειν γαμεῖσθαι. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλ’ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι: — | |
sch Tr315 | ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα πα‐ | |
τέρα δὲ ἐμὸν γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νό‐ μιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων), ἐγὼ τοῦτο ποιήσω ἐμαυτῇ: — | 356 in vol. 2 | |
sch Tr321 | ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε, καὶ σοὶ, ὦ Ἑκάτη, διδοῦσα φῶς ὥσπερ νόμος ἐστὶ ταῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τῶν γάμων: — | |
sch Tr323 | ὦ Ἑκάτα: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετ’ ὀλίγον ἀποθνῄ‐ σκειν· χθονία γὰρ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη: — | |
sch Tr325 | πάλλε πόδ’ αἰθέριον: εἰς τὸν αἰθέρα, χόρευε· 〈ἐπι〉λέγει δὲ Βακχικὰ ἐπιφθέγματα: — εὖ ἂν εὖ οἷ: τὸ εὖ ἂν εὖ οἷ Βακχικὰ ἐπιφθέγματα· εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον [τὰ] δὲ [θειασμοῦ], οἷον· εὖ οἷ εὖ ἄν: — | |
sch Tr330 | ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως· ἡγοῦ σὺ τῆς θυηπόλου: — | |
sch Tr343 | Ἥφαιστε, δᾳδουχεῖς: περιπαθῶς διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλ’ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ: — | |
sch Tr350 | ἐσωφρονήκασι: σώφρονα πεποιήκασι. τὰ κακά σε οὐ πεπαιδεύκασι: — | |
sch Tr351 | δάκρυσί τ’ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς [δὴ] ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε: — | |
sch Tr357 | Ἑλένης γαμεῖ με: προμηνύει ὅτι δι’ αὐτὴν Ἀγαμέμνων | |
ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρήσειν: — | 357 in vol. 2 | |
sch Tr361 | ἄλλα τ’ ἐάσω: τινὰ, φησὶν, ἐάσω. δι’ ὧν δὲ δοκεῖ ἀπο‐ σιωπᾶν, διὰ τούτων λέγει: — | |
sch Tr366 | ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανής, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μανίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν ἀλή‐ θειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γε‐ νήσομαι μανίας ὡς καὶ πιστεύεσθαι: — | |
sch Tr372 | τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντι‐ κῶς λέγει [τέκνων ἀντὶ τοῦ τέκνου] ἀδελφῷ [τὲ], τῷ Μενελάῳ: — | |
sch Tr379 | τὰ δ’ οἴκοι: οἷς εἶπον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέ‐ θνῃσκον μὴ ὁρῶντες τοὺς οἰκείους: — | |
sch Tr381 | οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τάφους: — | |
sch Tr393 | Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τουτέστι τοῦ μεταξὺ τῶν οἰκείων ἀποθνῄσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν, τουτέστιν· τούτων ἐστέ‐ ρηντο: — | |
sch Tr396 | ἷξις ἐξεργάζεται: παρουσία, ἄφιξις, ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἡ ’ρξις, ἵν’ ᾖ [καὶ] ἡ ἔρξις καὶ ἡ πρᾶξις: — | |
sch Tr397 | εἰ δ’ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον: — | |
sch Tr398 | [ἄλλως:] Πάρις τ’ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος ὥσπερ ἡ Ἑλένη. Ὅμηρος [Ζ 357] ‘ὡς καὶ ὀπίσσω ἀνθρώποισι γενώμεθ’ ἀοίδιμοι‘: — | |
sch Tr401 | εἰ δ’ ἐς τόδ’ ἔλθοι: εἰ δὲ εἰς τὸ πολεμεῖν ἔλθοι, οὐκ | |
αἰσχρὸς στέφανος τὸ ἀποθανεῖν 〈καλῶσ〉: — | 358 in vol. 2 | |
sch Tr407 | μέλπεις θ’ ἅ: καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλὰ, οὐ δείξεις ὄντα σαφῶς καλὰ καὶ ἀληθῆ: — | |
sch Tr408 | εἰ μή ς’ Ἀπόλλων: μάταιός ἐστιν ὁ Ταλθύβιος ἐπιπλήσσων καὶ λέγων· εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται: — | |
sch Tr411 | καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ Ἀγαμέμνονος διὰ 〈τὸ〉 ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς εὐτελοῦς: — | |
sch Tr418 | καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τοὺς Τρῶας ὑπὸ σοῦ λελεγμένους ἐῶ ἀνέμῳ φέρεσθαι: — | |
sch Tr424 | τί ποτ’ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι; [426] εἰσὶ δὲ καὶ ἕτεροι κήρυκες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες. Ὅμηρος [cf. I 173. α 146 = γ 338. φ 270]· ‘κήρυκες δ’ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν‘: — | |
5 | ἄλλως: διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτή‐ δειον: — ἄλλως: διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι: — | |
sch Tr430 | τἄλλα δ’ οὐκ ὀνειδιῶ: τὰ λοιπά: ἐν γὰρ Θράκῃ κύων γε‐ νομένη ἀπέθανεν: — | |
sch Tr432 | ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια. παρὰ τὸ Ὁμηρικόν [ε 306]· ‘τρισ‐ μάκαρες Δαναοί‘: — | |
sch Tr435 | οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος· ἐλεύσεται δὲ εἰς τὸν στε‐ νὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον | |
ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως: — | 359 in vol. 2 | |
sch Tr440 | καὶ Ὅμηρος [μ 395]· ‘κρέα δ’ ἀμφ’ ὀβελοῖσι μέμυκεν‘: — | |
sch Tr446 | νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν: — | |
sch Tr448 | κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέου‐ σαι ἀπὸ τῶν ὀρῶν καταφέρουσαι πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με. φονεύσασα γὰρ 〈ἡ Κλυταιμνήστρα τὸν〉 Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν εἰς ὄρος ἔρριψεν. ὑπ’ οὐδενὸς δὲ παραδίδοται ἡ | |
5 | Κασάνδρα ἄταφος ἐκβεβλημένη: — ἄλλως: ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος: — | |
sch Tr451 | ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα. ἀπορρίπτει δὲ τοὺς στεφάνους: — | |
sch Tr453 | σπαραγμοῖς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπ’ ἐμοῦ. ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅσον τὸ κατ’ αὐτὴν ἧκεν, παρθένος ἦν. βίᾳ γὰρ διεκορεύθη: — | |
sch Tr456 | οὐκέτ’ ἂν φθάνοις: κατ’ ἐρώτησίν φησιν· οὐκέτι φθάνεις με καὶ προλαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς· ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος: — | |
sch Tr457 | τριῶν Ἐρινύν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. πεποίηται δὲ τὰ ὀνόματα: — | |
sch Tr460 | οὐ μακράν: λείπει ἡ εἰς· οὐκ εἰς μακράν, ὅ ἐστι μετ’ ὀλί‐ γον: — | |
sch Tr463 | δέσποιναν ὡς ἄναυδος: ὥς τινων αὐτῆς ἐπιμελουμένων πρὸς ἃς ποιεῖται τὸν λόγον: — | |
sch Tr466 | οὔτοι φίλα: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον: — | |
sch Tr467 | κεῖσθαι πεσοῦσαν: τὸ ἑξῆς· ἐᾶτέ με κεῖσθαι πεσοῦσαν: — | |
sch Tr470 | ὅμως δ’ ἔχει: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς: — | |
sch Tr472 | πρῶτον μὲν οὖν μοι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ ὑμνῆσαι· ὅτε γὰρ μετὰ τὸ εἰπεῖν τὰ καλὰ μνημονεύσω τῶν κακῶν, τότε μείζονα οἶκτον κινήσω: — | 360 in vol. 2 |
sch Tr487 | κοὔτ’ ἐξ ἐκείνων: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας: — | |
sch Tr489 | τὸ λοίσθιον δὲ θριγκός: τὸ ἔσχατον πάντων κακῶν. τὸ δοῦλον εἶναι οἱονεὶ τὸ τέλος ἐστί. μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημά‐ των· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον: — | |
sch Tr496 | τὸ ἑξῆς· τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα: — | |
sch Tr501 | ἔλυσας συμφοραῖς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, δέον ἐν εὐτυχίαις: — | |
sch Tr506 | ἄγετε τὸν ἁβρὸν δήποτ’: τὸν ἐμὸν πόδα πρῴην ἁβρὸν ὄντα νῦν δὲ δοῦλον ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια: — | |
sch Tr511 | ἀμφί μοι Ἴλιον: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι· περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι: — | |
sch Tr517 | τετραβάμονος: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον τέσσα‐ ρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ: — | |
sch Tr525 | τόδ’ ἱερόν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες· τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ: — | |
sch Tr534 | ξεστὸν λόχον Ἀργείων: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος: — | |
sch Tr535 | καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος: — | |
sch Tr537 | καὶ χάριν ἄζυγος: καὶ χάριν ἀντὶ τοῦ τέρψιν· ἐπιτερπῶς θεασόμενος τὸν ἵππον: — | |
ἀμβρότα: ὡς ἱππότα, ἵν’ ᾖ ἀμβρότου πώλου: — | 361 in vol. 2 | |
sch Tr538 | κλωστοῦ δ’: καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβό‐ λοις, ὅ ἐστι σχοινίοις, οὕτως [ἐπὶ] τὸν ἵππον ἐπήγαγον: — | |
sch Tr540 | φόνιά τε πατρίδι: ἀντὶ τοῦ φονίως. ἢ τὰ φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει: — | |
sch Tr542 | ἐν δὲ πόνῳ: πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι: — | |
sch Tr547 | ἐνὶ δόμοις δὲ παμφαὲς σέλας: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι· τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ ἔδωκε τὸ πῦρ, ἀντὶ τοῦ· διεδέξατο ἡ νὺξ τὸ πῦρ. σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν. οἷον· ἔτι τῶν λαμπάδων καιομένων ἐκοι‐ | |
5 | μήθησαν. ἰδίως δὲ αἴγλην 〈μέλαιναν〉 εἶπε τῆς νυκτὸς τὸ φῶς: — | |
sch Tr562 | σφαγαὶ δ’ ἀμφιβώμιοι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία πα‐ ρηκολούθει ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος: — | |
sch Tr568 | Ἑκάβη, λεύσσεις: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον: — | |
sch Tr573 | σκύλοις τε Φρυγῶν: τί παρακαθέζῃ τοῖς σκύλοις ὡς καὶ σκύλων ὄντων μετ’ αὐτῆς, ἐν οἷς καὶ τὰ Ἕκτορος ὅπλα: — | |
sch Tr578 | τί παιᾶν’ ἐμόν: ἐπειδὴ εἶπεν οἴμοι, λέγει· διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ [Soph. Trach. 783] ‘ἅπας δ’ ἀνευφήμησεν οἰμωγῇ λεώσ‘: — | |
sch Tr597 | δυσφροσύναις: κακοβουλίαις. καὶ ὁ Πάρις τεχθεὶς | |
δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο: — | 362 in vol. 2 | |
sch Tr605 | δάκρυά τ’ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδο‐ χῆς καὶ δακρύει καὶ θρηνεῖ: — | |
sch Tr618 | ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπεὶ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν: — | |
sch Tr630 | ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχεστέρως ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν: — | |
sch Tr632 | οὐ ταὐτὸν, ὦ παῖ, τῷ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ [frg. 1013]· ‘τὸ μὲν τέθνηκε σώματος, τὸ δ’ αὖ βλέπει‘: — | |
sch Tr634 | ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη 〈τὰ〉 αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα: — | |
sch Tr641 | κείνη δ’ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν: — | |
sch Tr643 | ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν· ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα ἐπὶ τὸν σκοπὸν τῆς εὐδοξίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ οὕτως· ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παρ’ Ὁμήρῳ [ν 87. φ 188] τὸ ἁμαρτεῖν | |
5 | ἐπὶ τοῦ συγκυρῆσαι τίθεται: — | |
sch Tr647 | πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξίν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι: — | 363 in vol. 2 |
sch Tr650 | τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν, ἀντὶ τοῦ· μὴ ἐξερχομένη: — | |
sch Tr655 | ᾔδειν δ’ ἁμὲ χρῆν: εἰς ἃ ἐχρῆν 〈ἐμὲ νικᾶν ἐκεῖνον〉 κἀ‐ κείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν: — | |
sch Tr657 | καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με: — | |
sch Tr658 | ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτό‐ λεμος: — | |
sch Tr660 | αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους καὶ αὐτοέντας τοὺς αὐτό‐ χειρας [λέγουσι]: — | |
sch Tr686 | αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων μὲν ὄντων πόνων ἐλπίδα ἔχουσι σῴζεσθαι, εἰ δὲ βία συμβῇ, ἀπελπίζουσι τῆς ζωῆς, οὕ‐ | |
5 | τως κἀγὼ ἀπήλπισα: — | |
sch Tr709 | μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ’ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλ’ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν: — | |
sch Tr786 | τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν ὅσοι | |
ἀνηλεεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ: — | 364 in vol. 2 | |
sch Tr801 | ὄχθοις ἱεροῖς: πρὸ τῶν ὄχθων 〈τῶν〉 περὶ τὴν πόλιν ἐν ᾗ. πόλει, ἡ Ἀθηνᾶ τὸν γλαυκῆς ἐλαίας κλάδον ἔδειξε, τὸν οὐράνιον στέ‐ φανον: — | |
sch Tr804 | ἔβας ἔβας: ὦ βασιλεῦ Τελαμὼν, ἔβης ὅτε τὸ πρῶτον ὁ Ἡρακλῆς τὸ τῶν Ἑλλήνων ἤγαγεν ἄνθος διὰ τοὺς πώλους λυπούμενος: — | |
sch Tr822 | Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθ’ Ὅμηρον [Ε 265. Υ 231] Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκαιέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. | |
5 | φησὶ δὲ οὕτως [frg. 6]· ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα χρυσείοις φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ’ ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί. | |
10 | καὶ Ἀντιφάνης [frg. 73] Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησί· ‘διὰ τὰς τῶν οἰκιῶν *** ὁρᾷς; ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπ’ ἀρχῆς Λαομέδων καλούμενοσ‘: — | |
sch Tr826 | ἠιόνες δ’ ἅλιαι: τὴν ἁλκυόνα λέγει. οὕτως, φησὶν, ἐβόη‐ σαν οἱ αἰγιαλοὶ ὥσπερ οἰωνὸς, ἤγουν ἡ ἁλκυών, ὑπὲρ τῶν τέκνων: — | |
sch Tr840 | Ἔρως Ἔρως: ὦ Ἔρως, 〈ὡσ〉 μεγάλως τότε τὴν Τροίαν | |
ηὔξησας διὰ τὸ τοὺς θεοὺς ἐρᾶν: — | 365 in vol. 2 | |
sch Tr850 | φέγγος ὀλοόν: τὸ δὲ φέγγος τῆς Ἡμέρας, ὅ ἐστιν αὐτὴ ἡ Ἡμέρα, [πῶς] περιεῖδε τὸν ὀλοὸν τοῦτον ὄλεθρον τὸν κατὰ ταύτην τὴν γῆν ἐπηρμένον καὶ 〈τὸν〉 τῶν Περγάμων, καίτοι ἄνδρα ἔχουσα ἐντεῦθεν τεκνοποιὸν, ὡς καὶ τέκνα ἔχειν, τὸν 〈Ἠμαθίωνα καὶ τὸν〉 Μέμνονα: — | |
sch Tr855 | ὃν ἀστέρων τέθριππος: τὸν Τιθωνὸν λέγει [ἡ Ἡμέρα ἔχουσα]. κατὰ δὲ Ἡσίοδον οὐκ ἔστι ταὐτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει 〈γὰρ〉 ὁτὲ μὲν [Theog. 371]· ‘Θεία δ’ Ἠέλιον τέκετο λαμπράν τε Σελή‐ νην 〈Ἠῶ θ’‘, ὁτὲ δὲ [Theog. 124] ‘Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη | |
5 | ἐξεγένοντο‘〉: — ἄλλως: ὅντινα Τιθωνὸν ὁ τέθριππος ὄχος τῶν ἀστέρων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενον: — | |
sch Tr863 | Μενέλαός εἰμι: περισσὸν τὸ Μενέλαός εἰμι· αὔταρκες γὰρ τὸ δάμαρτα τὴν ἐμὴν χειρώσομαι: — | |
sch Tr884 | ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος· λέγει δὲ τὴν ἀέρα [ὦ συνέχων τὴν γῆν]· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω ὡς τὴν γῆν εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ, εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον. [εἴτε] τὸν νοῦν τοῖς ἀνθρώποις | |
5 | ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντων νοῦς, καὶ μήποτ’ ἐστὶ βέλτιον. καὶ γὰρ ἔνιοί φασιν· ὁ νοῦς ἡμῶν [ὁ] θεός [Eur. frg. 1018]· ὁρμῶνται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων: — ἄλλως: ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. ἢ ὁ διήκων διὰ πάντων νοῦς, ὃ καὶ βέλτιον. εἴτε Ζεὺς ὁ [τοιοῦτος] ἀν‐ | |
10 | θρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄν‐ θρωποι. ἢ τοιούτων μὲν οὐδέν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας | |
ὁ θεός: — | 366 in vol. 2 | |
sch Tr895 | Μενέλαε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου, τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσαγορεύειν: — | |
sch Tr901 | οὐκ εἰς ἀκριβές: ὅ ἐστιν· οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταν‐ τῆσαι: — | |
sch Tr906 | ἄκουσον αὐτῆς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέ‐ σεων· ἡ γὰρ πρότερον λέγουσα· ὅρα μή σε ἕλῃ, νῦν φησιν ἄκουσον αὐτῆς: — | |
sch Tr911 | σχολῆς τὸ δῶρον: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης: — | |
sch Tr916 | ἅ ς’ οἶμαι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω: — | |
sch Tr928 | εἴ σφε κρίνειεν Πάρις: εἰ κρίνειεν αὐτὴν ὁ Πάρις: — | |
sch Tr931 | βελτίονα ταῦτα εἶναι συλλογίζεται λέγουσα ὅτι, εἰ μὴ 〈ἐμὲ〉 εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν 〈ἂν〉 τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο: — | |
sch Tr932 | οἱμοὶ γάμοι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα καθὸ ἐκρά‐ τησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες: — | |
sch Tr934 | οὔτ’ εἰς δόρυ: οὔτε εἰς μάχην σταθέντες οὔτε [ἐν] τυραν‐ νίδι, οἷον· οὐκ ἐτυραννήθησαν. [οἷον] εἰ γὰρ ἡ Ἥρα ἐκράτησεν, τύραννον ἔμελλε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ [εἰς μάχην] **: — | |
sch Tr938 | οὔπω με φήσεις: ἀλλ’ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγ‐ καῖα. ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴ‐ κων: — | |
sch Tr941 | ὁ τῆσδ’ ἀλάστωρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλά‐ στωρ ὁ Ἀλέξανδρος ἦλθε μεθ’ ἑαυτοῦ ἄγων οὐ μικρὰν θεὸν, τὴν Ἀφρο‐ δίτην: — | 367 in vol. 2 |
sch Tr943 | σοῖσιν ἐν δόμοις: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλ’ ἀποδημοῦντος ὁ Ἀλέξανδρος παρεγένετο: — | |
sch Tr951 | ἔνθεν δ’ ἔχοις: τοῦτο καθ’ ἑαυτὸ ἀναγνωστέον. βούλεται γὰρ λέγειν· ἐκ τῶν λέγεσθαι μελλόντων ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον· διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ: — | |
sch Tr975 | ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου. ἔδει γὰρ αὐτὴν ἀνελεῖν ** καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς ἐν Ἰλιάδι στίχους [Ω 29. 30] ἀθετοῦσι τοὺς ‘ὃς νείκεσσε θεάσ‘. δύναται δὲ καὶ καθ’ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι· αἳ παιδιαῖς καὶ | |
5 | τρυφῇ ἦλθον εἰς Ἴδην; [οὐκ ἦλθον] οὐ δῆτα· ὥστε εἶναι πάντων τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει ἀναιρεῖν ἐκεῖνα: — | |
sch Tr983 | Κύπριν δ’ ἔλεξας: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδί, ἅπερ γέλως 〈ἂν〉 εἴη: — | |
sch Tr988 | ὁ σὸς δ’ ἰδών νιν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀνα‐ πλάσσῃ Κύπριν ** ποιοῦσα. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ σὸς νοῦς ἰδὼν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον· ἐμωράνθη καὶ εἰς ἀκολα‐ σίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται: — | |
sch Tr989 | τὰ μῶρα γάρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκό‐ λαστα καὶ κατωφερῆ. καὶ νῦν τοῦτό φησιν ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβῃ· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται: — | |
sch Tr990 | καὶ τοὔνομ’ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν | |
παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ ἀφρὸν ὡς Ἡσίοδος ἐν Θεογονίᾳ [197], οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι [Hipp. 443]· ‘Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ‘, | 368 in vol. 2 | |
5 | οἱ δὲ Ἁβροδίτην, ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα: — | |
sch Tr995 | χρυσῷ ῥέουσαν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν: — | |
sch Tr1006 | ἀνταγωνιστὴν μέγαν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται: — | |
sch Tr1008 | εἰς τὴν τύχην δ’ ὁρῶσα: πρὸς τὴν τύχην ἑκάστου ἐφέ‐ ρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις: — | |
sch Tr1010 | κἄπειτα πλεκταῖς: καθόλου νῦν παρὰ τὸ πρέπον ἡ Ἑκάβη εἰκαιολογεῖ ὥς φησι ** ὁ ποιητής. εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις: — | |
sch Tr1030 | στεφάνωσον Ἑλλάδ’: εὐήθης ἡ Ἑκάβη. ἀπὸ γὰρ τῆς ἐκβολῆς τοῦ ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ [628]· ‘οὐκ ἔκτανες γυναῖκα [σὴν] χειρίαν λαβών‘: — | |
sch Tr1034 | ἀφελοῦ πρὸς Ἑλλάδος: ἀφελοῦ τὸ θῆλυ, τουτέστι· μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου: — | |
sch Tr1036 | ἐμοὶ σὺ συμπέπτωκας: πρὸς τὴν Ἑκάβην φησί· συμφω‐ νεῖς μοι λέγουσα τὰ τοιαῦτα, 〈ταύτην〉 ἑκουσίᾳ γνώμῃ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι: — | |
sch Tr1037 | ἑκουσίως τήνδ’ ἐκ δόμων: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται: — | |
sch Tr1049 | καὶ τοῦτο γέλοιον, γελοιότερον δὲ ὃ ἀντερεῖ: — | |
sch Tr1051 | ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται: — | 369 in vol. 2 |
sch Tr1057 | ῥᾴδιον μὲν οὐ τόδε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστί ποτε σωφρονίσαι γυναῖκα: — | |
sch Tr1059 | κἂν ἀκόλαστοι πάνυ ὦσιν: — | |
sch Tr1064 | σμύρνης αἰθερίας: εἰς τὸν αἰθέρα φθανούσης. ἢ τῆς αἰ‐ θομένης. τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκας: — | |
sch Tr1069 | τέρμονά τε: τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κο‐ ρυφὴν διὰ τὸ τερματίζειν, πρωτοβόλον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον ἀνίσχοντα πρῶτον εἰς αὐτήν: — | |
sch Tr1070 | ζαθέαν θεράπναν: ἔνθα τὸ θεῖον θεραπεύεται. νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ: — | |
sch Tr1075 | Φρυγῶν τε ζάθεοι: ἀμφιβόλως ἔχει πότερον κατ’ ἐνιαυ‐ τὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν ἢ δι’ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα. λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ, σελήνας ** ἱδρύεσθαι. δύναται οὖν λέγειν ἐκ δώ‐ | |
5 | δεκα πεμμάτων θυσίας: — | |
sch Tr1079 | αἰθέρα τε πόλεως: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς. ὁ Δί‐ δυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι: — | |
sch Tr1090 | κατάορα: ἐστεγασμένα πεπυκνωμένα τοῖς δάκρυσι. | |
κατήορα τῇ βοῇ. ἢ βοᾷ, ἵν’ ᾖ ῥῆμα: — | 370 in vol. 2 | |
sch Tr1100 | ἔνθ’ ἀκάτου: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσειεν κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι: — | |
sch Tr1107 | χρύσεα δ’ ἔνοπτρα: φαίνεται ἐπιλελησμένος ὧν προείρη‐ κεν· ἀπῆκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη. ἤτοι οὖν ἐπιλελησμένας αὐτὰς εἰσάγει ἢ καταστοχαζομένας ὅτι πάλιν ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται: — | |
sch Tr1113 | χαλκόπυλόν τε: τινὲς θεᾶς μέλαθρον· ἢ προσυπακου‐ στέον αὐτὸ ἔξωθεν. ἔστι δὲ Χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν: — | |
sch Tr1118 | καινὰ καινῶν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ. τὸ ἑξῆς δέ· λεύσσετε Τρώων ἄλοχοι μέλεαι: — | |
sch Tr1121 | ὃν πύργων δίσκημα: ἀντὶ τοῦ· ἔκτεινον ῥίψαντες καὶ δισ‐ κεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν: — | |
sch Tr1123 | νεὼς μὲν πίτυλος: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κω‐ πηλασία. ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπί‐ δος θάπτεσθαι, διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπ’ αὐτὸ τοῦτο: — | |
sch Tr1126 | αὐτὸς δ’ ἀνῆκται: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλοτέρα εἶναι ἡ θάλασσα τῆς γῆς: — | |
sch Tr1128 | Ἄκαστος ἐκβέβληκεν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων Ἀρχάνδρου καὶ Ἀρχιτέλους κατὰ τὸν καιρὸν ὅτε ἔμελλον Ἕλλη‐ | |
νες ἐξ Ἰλίου ἐπανιέναι, ἐξεληλάσθαι καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεο‐ | 371 in vol. 2 | |
5 | πτολέμῳ προσελθεῖν διὰ χειμῶνα τῇ Κῷ τῇ νήσῳ καὶ ξενισθέντα ὑπὸ Μόλωνός τινος Ἄβαντος ἐκεῖ καταλῦσαι τὸν βίον: — | |
sch Tr1129 | οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέ‐ ρισέ τινα τῇ μονῇ χάριν. οὐ γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλ’ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπό‐ θεσιν μεμηχάνηται ὅπως τὸ ἐπεισόδιον εἰσαγάγῃ τοῦτο τήν τε ἀσπίδα | |
5 | ἐπὶ τῆς σκηνῆς παρεισενέγκῃ καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρο‐ μάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ 〈καὶ〉 ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψῶς δὲ ταῦτα πάντα πεποίηκε, παρῄρηται | |
10 | δὲ τὸ τραγικὸν κατασκεύασμα. εἰ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικαήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν: — | |
sch Tr1133 | καί σφ’ ᾐτήσατο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν: — | |
sch Tr1138 | μή νιν πορεῦσαι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν: — | |
sch Tr1141 | ἀλλ’ ἀντὶ κέδρου: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί. [συνθάπτειν τὴν ἀσπίδα]: — | |
sch Tr1143 | ὡς περιστείλῃς νεκρόν: ἵνα σὺ περιστείλῃς, ἐπεὶδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετο αὐτὴν ὥστε μὴ δι’ ἑαυτὴν θάπτειν τὸν νεκρόν: — | |
sch Tr1152 | ἔλουσα νεκρόν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπέ‐ νιψα: — | |
sch Tr1153 | ἀλλ’ εἶμ’ ὀρυκτόν: ἀλλὰ πορεύομαι ἐπὶ τὸ ὀρύξαι τά‐ φον: — | |
sch Tr1154 | ὡς σύντομ’ ἡμῖν: ἵνα συντόμως δι’ ἐμοῦ καὶ διὰ σοῦ | |
πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν: — | 372 in vol. 2 | |
sch Tr1158 | ὦ μεῖζον ὄγκον δορός: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, τί τοῦτον ἐφοβήθητε: — | |
sch Tr1161 | οὐδὲν ἦτ’ ἄρα: οὐδὲν ἐτυγχάνετε ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε: — | |
sch Tr1175 | ὃν πόλλ’ ἐκήπευς’: κῆπος κουρᾶς εἶδος ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας. οὐ κέχρηται οὖν μεταφορᾷ ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίτ‐ τεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει | |
5 | οὖν· ὅντινα βόστρυχον κῆπον ἔκειρε. ** τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον: — ἄλλως: κατά τινας ἐπιμελείας ἠξίωσεν, ἐθεράπευσεν, ἵν’ ᾖ μετα‐ φορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος. ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης | |
10 | τὸ εἶδος τῆς κουρᾶς λέγει, ὡς καὶ Ἐρατοσθένης: — | |
sch Tr1176 | ἔνθεν ἐκγελᾷ: ἔνθεν, ἀπὸ τῶν βοστρύχων, τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος (φόνον δὲ λέγει τὸν ἐγκέφαλον), ἵνα τὰ 〈οὐκ〉 εἰθισμένα μὴ λέγω. αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον: — | |
sch Tr1178 | ὦ χεῖρες, ὡς εἰκοῦς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ πατρὸς κέκτησθέ τι, οἷον· ὅμοιοι μέν ἐστε τοῦ πατρός, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε: — | |
sch Tr1182 | ὦ μῆτερ, ηὔδας: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμόν σοι κεροῦμαι, καὶ τοῦτο ἔλεγες ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων: — | |
sch Tr1189 | γράψειεν ἄν σε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνῃσκόν‐ των γράφειν τὰ ἀνδραγαθήματα. καὶ σὲ οὖν πῶς 〈ἄν τισ〉 γράψειεν; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων ** αἰσχύνην τοῖς Ἕλλησι δι’ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι: — | |
sch Tr1196 | σὸς κεῖται τύπος: ἤτοι τύπος τοῦ Ἕκτορος συμβέβηκεν εἶναι ἐκ τοῦ ἱδρῶτος ἢ ἁπλῶς ὁ ἱδρὼς κεῖται ὃν ἔσταξεν ὁ Ἕκτωρ ἐκ τοῦ μετώπου 〈ἐν〉 τοῖς περιδρόμοις τῆς ἀσπίδος: — | 373 in vol. 2 |
sch Tr1201 | οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας, ἀντὶ τοῦ· οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πολυτελής: — | |
sch Tr1204 | τοῖς τρόποις γὰρ αἱ τύχαι: αἱ γὰρ τύχαι τοῖς τρό‐ ποις **, ὅ ἐστι· γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος: — | |
sch Tr1207 | καὶ μὴ πρὸ χειρῶν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα Φρυγῶν τῷ τεθνηκότι: — | |
sch Tr1223 | θανῇ γὰρ οὐ θανοῦσα: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ με〈τ’ αὐτοῦ〉: — | |
sch Tr1230 | νεκρὸν Ἴακχον: ἐγὼ στενάζω τὸν νεκρὸν Ἴακχον, τὸν θρῆ‐ νον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν: — | |
sch Tr1233 | τλήμων ἰατρός: κἀγὼ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου: — | |
sch Tr1240 | οὐκ ἦν ἄρ’ ἐν θεοῖσιν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι, οἷον· περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μι‐ σουμένης: — | |
sch Tr1244 | ἀφανεῖς ἂν ὄντες: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν, οὐδ’ 〈ἂν〉 ὑμνούμεθα. τρὶς δὲ τὸ ἄν πα‐ ρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος: — | |
sch Tr1248 | δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῶς καὶ λιτῶς θάπτεσθαι: — | |
sch Tr1250 | κενὸν δὲ γαύρωμ’ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμ‐ πος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει: — | |
sch Tr1253 | νομισθεὶς δὲ εὐδαίμων εἶναι ἅτε δὴ ἀγαθῶν γονέων ὑπάρ‐ | |
χων, νῦν [ἐν] συμφορᾷ δεινῇ περιπέπτωκας: — | 374 in vol. 2 | |
sch Tr1257 | λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἁπτούσας: — | |
sch Tr1260 | αὐδῶ λοχαγοῖς: λέγω, φησὶν, ὑμῖν τοῖς τὸ Ἴλιον ἐπιτε‐ ταγμένοις πιμπράναι, μὴ ἀργεῖν: — | |
sch Tr1266 | χωρεῖτε Τρώων παῖδες: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες, ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ τό τε συμβουλεύειν τοῖς καίουσι καὶ 〈τὸ κε‐ λεύειν〉 ὑμᾶς ἐξιέναι. μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις. ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα δι’ ἑνὸς λόγου δύο πράγματα γίνων‐ | |
5 | ται: — | |
sch Tr1275 | ἀλλ’ ὦ γεραιέ: πούς: πρὸς γὰρ αὐτὸν ὁ λόγος: — | |
sch Tr1282 | ὡσεὶ ἔλεγε· συγκαυθῶ αὐτῇ: — | |
sch Tr1295 | λέλαμπεν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων: — | |
sch Tr1299 | οὐρανίᾳ πεσοῦσα: πεσοῦσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραί‐ νεται τῷ πυρὶ ὡς καπνός: — 〈καταφθίνει γᾶ: ἡ δὲ γῇ, φησὶν, ὑπὸ τοῦ δόρατος φθίνει καὶ ὁ | |
5 | καπνὸς ὥσπερ πτέρυγι χρώμενος οὕτως ἀνίπταται: — | |
sch Tr1304 | ἰαλέμῳ τοὺς θανόντας: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς: — ἄλλως: ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν: — | |
sch Tr1307 | διάδοχόν σοι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε [καὶ] τῷ θρηνεῖν τὸ γόνυ τιθεῖσαν ἐπὶ τῆς γῆς: — | |
sch Tr1310 | τὸ ἑξῆς· ἀγόμεθα δούλειον ὑπὸ μέλαθρον: — | |
sch Tr1316 | θάνατος ὅσιον: ὅτι ἐπὶ 〈τῷ βωμῷ〉 τοῦ ἑρκείου Διὸς ἐσφάγη· τινὲς δὲ διὰ τὸ αὐτὸν μὲν εἶναι ὅσιον, ἀνοσίαν δὲ τὴν σφα‐ | |
γήν: — | 375 in vol. 2 | |
sch Tr1317 | ἰὼ θεῶν μέλαθρα: ἰδίως τοὺς βωμούς. ἢ θεῶν μέλα‐ θρα διὰ τὸ θεόκτιστον εἶναι τὴν πόλιν: — | |
sch Tr1320 | κόνις δ’ ἴσα: ἡ δὲ κόνις καὶ ἡ σποδὸς ὁμοίως τῷ καπνῷ ὡς πτέρυγι χρωμένη ἄιστον καὶ ἀφανῆ τὸν ἐμὸν οἶκον τίθησιν. ἡ δὲ σποδὸς, φησὶ, καθάπερ καπνὸς ἀναπτήσεται πρὸς τὸν αἰθέρα τῶν ἐμῶν οἴκων ἀφανισθέντων πυρί: — | |
sch Tr1325 | ἐμάθετε: ᾐσθάνεσθε, φησὶ, πεσούσης τῆς Τροίας, ὡς | |
τῶν Ἑλλήνων τὰ λείψανα καταρριπτούντων: — | 376 in vol. 2 |