TLG 5019 002 :: SCHOLIA IN DIONYSIUM PERIEGETAM :: Scholia in Dionysii periegetae orbis descriptionem (scholia vetera)

SCHOLIA IN DIONYSIUM PERIEGETAM Schol.
(Varia)

Scholia in Dionysii periegetae orbis descriptionem (scholia vetera)

Source: Ludwich, A. (ed.), Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, vol. 2. Leipzig: Teubner, 1885 (repr. Hildesheim: Olms, 1971): 575–587.

  • Vita Dionysii: pp. 575–576
  • Scholia: pp. 576–587
  • Dup. partim 5019 001

Citation: Vita-scholion — (line)

vita

Περιηγητοῦ Διονυσίου [βίος]. L. Διονύσιος. ὁ Περιηγη‐ τὴς γέγονεν υἱὸς Διονυσίου Ἀλεξανδρεύς. ABLV. γέγονε δὲ ἐπὶ τῶν Ῥωμαϊκῶν χρόνων μετὰ Αὔγουστον Καίσαρα ἢ ἐπὶ αὐτοῦ. ALV. (ἐπὶ τῶν Ῥωμαϊκῶν σκήπτρων ὢν μετὰ Αὐγού‐
5στου Καίσαρος ἢ ἐπ’ αὐτοῦ. B.) φέρονται δὲ αὐτοῦ καὶ ἄλλα συγγράμματα· Λιθιακά, Ὀρνιθιακά, Βασσαρικά. ABLV. τοῦτο δὲ λέγεται εἶναι γνήσιον αὐτοῦ ποίημα καὶ τὰ Λιθιακά. LV.
(λέγεται δὲ αὐτοῦ γνήσιον τοῦτο καὶ τὰ Λιθιακά. B.) διαφέρει δὲ γεωγραφία χωρογραφίας· ὅτι ἐν μὲν τῇ γεω‐575
10γραφίᾳ τὰ καθόλου λέγεται, οὐκέτι δὲ τὰ μερικά· οἷον λέγει περὶ τῆς Αἰγύπτου, οὐκέτι δὲ μέμνηται καὶ τῶν κατὰ μέρος τόπων, οἷον πάσης πόλεως καὶ παντὸς ποταμοῦ· ἐν δὲ τῇ χωρογραφίᾳ πάντων μέμνηται τῶν πόλεων καὶ τῶν ποτα‐ μῶν. BLV.
15ὁ γοῦν Διονύσιος οὗτος ἐγένετο κατὰ Νέρωνα τὸν τῶν Ῥωμαίων βασιλέα. ἄδηλον δὲ πόθεν γέγονε καὶ τίνων γο‐ νέων. CV. ἄνεμοι εἰσὶ ιβʹ· ἀπὸ μὲν τῆς ἀνατολῆς Ἀπηλιώτης, ἀπὸ δὲ δύσεως Ζέφυρος, ἀπὸ ἄρκτου Ἀπαρκτίας, ἀπὸ μεσημβρίας
20δὲ Νότος, μέσον δὲ ἀνατολῆς καὶ μεσημβρίας Εὖρος [καὶ Εὐ‐ ρόνοτος], ἀπὸ ἀνατολῆς ἐπὶ ἄρκτον Καικίας καὶ Βορρᾶς, ἀπὸ ἄρκτου ἐπὶ δύσιν Θρασκίας καὶ Ἰάπυξ, ἀπὸ δὲ μεσημβρίας ἐπὶ δύσιν Λιβόνοτος καὶ Λίψ. BV. (ἰστέον δὲ ὅτι ἄνεμοί εἰσι δώ‐ δεκα, ἐγείρονται δὲ ἐκ τῶν τεσσάρων περάτων, ἀνατολῆς,
25δυσμοῦ, ἄρκτου καὶ μεσημβρίας· πρῶτος Ἀπηλιώτης, [δεύτερος] Καικίας, τρίτος Βορρᾶς ὁ καὶ Θρᾷξ, τέταρτος Ἀπαρκτίας, πέμ‐ πτος Θρασκίας, ἕκτος Ἰάπυξ, ἕβδομος Ζέφυρος, ὄγδοος Λίψ, ἔννατος Λιβόνοτος, δέκατος Νότος, ἑνδέκατος Εὐρόνοτος δωδέ‐ κατος Εὖρος. L.)
30Ἐξήγησις εἰς τὴν τοῦ Διονυσίου οἰκουμένης περιήγησιν εἰδικῶς γραφεῖσα. B.

1

ἀρχόμενος: (ἀρετῆς καὶ σπουδῆς ὁ παλαιὸς ἐπιμελού‐
μενος) θεοῦ μὲν ποιητικοῦ παρῃτήσατο νῦν ἐπίκλησιν ἐπειγό‐ μενος συναποδημῆσαι τῷ λόγῳ. (ἐν τῷ προοιμίῳ δὲ τὴν ἑαυτοῦ ἀρετὴν ἐπιδείκνυσι κεφαλαιωδῶς διὰ βραχέος καὶ τὸν σκοπὸν576
5αὐτοῦ ἐκδιδάσκων καὶ τὸν ἀκροατὴν διὰ τούτων προθυμότερον ἐργαζόμενος.) μετ’ οὐ πολὺ δὲ προϊὼν συμπεριλαμβάνει τὰς Μούσας εὔνοιαν ἐπισπώμενος τῇ τέχνῃ· φησὶ γάρ· ὑμεῖς, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους [62]. προθέμενος γὰρ θάλασσαν καὶ ποταμοὺς ᾄδειν, οἰκείως προτίθησιν ὠκεανοῖο, ὃς γένεσίς
10ἐστι τῶν στοιχείων· κατὰ γὰρ Ἡράκλειτον πάντα ἐκ ῥοῆς καὶ στάσεώς ἐστιν. ABCV. τάξις τῆς περιηγήσεως, ἢ περὶ ὁρισμῶν, περὶ ὠκεανοῦ, περὶ Εὐρώπης, περὶ κόλπων, περὶ νήσων, περὶ Λιβύης, περὶ Ἀσίας. A. ἀρχόμενος γαῖάν τε: περιέχει ἡ γῆ μὲν πόλεις, ὠκεανὸς
15δὲ τοὺς ποταμοὺς καὶ θαλάσσας. εὔλογον οὖν ἡγήσατο ἀπὸ τοῦ περιέχοντος τὴν γῆν ποιήσασθαι τὴν ἀρχήν, τουτέστιν ὠκεανοῦ. ABCV. διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς δύο, εἰς Ἀσίαν καὶ Εὐρώπην, ὑποδιαιροῦσιν δὲ Εὐρώπην εἰς Λιβύην,
ὡς Διονύσιος. ABCV. (ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ577
20τοῦ ὠκεανοῦ ὡς περιέχοντος) τὴν γῆν διαλαμβάνει, ἔπειτα περὶ τῶν πελαγῶν, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης, ἐπεὶ καὶ αὐτῆς θέσεως ἐστιν· εἴγε καὶ πρότερον εἰς Ἀσίαν καὶ Εὐρώπην διῄρουν τὴν πᾶσαν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες. εἶτα τῶν νήσων μνημονεύσας
25ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. ABC.

2

τριχῶς ἡ γραφὴ τοῦ πόλιας· κοινῶς μὲν μετὰ ι, Ἰωνι‐ κῶς δὲ η, κατὰ παλαιὰν δὲ Ἰωνικὴν διάλεκτον ὀξύτονον. V. ἄκριτα] τὰ διὰ τὸ πλῆθος κρίνεσθαι ἤγουν χωρίζεσθαι μὴ δυνάμενα. D.

3

ὠκεανοῖο] τοῦ περιέχοντος πάντα. A il (d.i. inter lineas). ἐν γὰρ ἐκείνῳ] ὑπ’ ἐκείνου ἢ δι’ ἐκείνου. A il.

4

πᾶσα χθών: ἤτοι χθὼν ἐστεφάνωνται τῷ ὠκεανῷ, ἢ ὑπὸ τοῦ ὠκεανοῦ ἐστεφάνωται· κατὰ γὰρ Πτολεμαῖον καὶ Ἵπ‐ παρχον ἄμφω τῶν νοτίων [so] ὠκεανὸς καταρρέων δι’ ἀμφοτέ‐ ρων παύεται. A.
5πᾶσα χθὼν ἅτε νῆσος ἀπείριτος ἐστεφάνωται: οὐ σὺν τῇ ἀοικήτῳ ἀκουστέον· οἰκουμενικὸν γὰρ τὸ σύνταγμα. ABC. Ἐρατοσθένους δὲ ὢν ζηλωτὴς κύκλῳ περιέχεσθαι τὴν γῆν φησιν ὑπὸ τοῦ ὠκεανοῦ. BC. ὥσπερ νῆσος ἐστεφάνωται. A il.

5

οὐ μὲν πᾶσα: οὐ πᾶσα ἡ γῆ διόλου κυκλοτερής, ἀλλὰ
κατά τι μέρος, ὀξυτέρα δὲ πρὸς ἑκατέραν ὁδόν, δυτικήν τε καὶ ἀνατολικήν. ABCV. οἱ δὲ γράφουσιν εὐρυτέρη, ἵνα ᾖ τὸ διαμ‐ φὶς εὐρυτέρη ἀντὶ τοῦ εἰς νότια καὶ βόρεια. ACV. πρὸς δὲ578
5τὸ ἠελίοιο κελεύθους σφενδόνῃ εἰοικυῖα, ἵνα τοὺς πόδας τῆς σφενδόνης, τὴν ἕω καὶ δύσιν, ἐκλαμβάνωμεν, τὰ δὲ μέσα καὶ πλάγια τῆς σφενδόνης τὰ νότια καὶ βόρεια μέρη. οἱ δὲ κυκλοτερῆ διόλου· φασὶ γὰρ σφαιροειδῆ εἶναι τὴν γῆν. ACV. διαπρὸ] διόλου. A il. περίδρομος] στρογγύλη. A il.
10διαπρὸ περίδρομος: οὐ περὶ δρόμου διόλου, ἀλλ’ ἀμφο‐ τέρωθεν πλατεῖα οὖσα, ἤτοι πρὸς βορρᾶν καὶ νότον, ὀξυτέρα ἐστὶ πρὸς ἀνατολὴν καὶ δύσιν, σφενδόνῃ ὁμοία. BC. διαμφὶς] ἀμφοτέρωθεν. A il.

6

ὡς ἑκατέρωθεν ἐκ τῶν ἀνατολῶν καὶ δυσμῶν εἰς ὀξὺ κωνοειδῶς λήγειν. A il. ὀξυτέρη: ἡ ἐπιπολάζουσα γραφὴ καὶ ἐν πᾶσιν ὡς εἰπεῖν εὑρισκομένη τοῖς ἀντιγράφοις εὐρυτέρη ἐστίν, ἥτις ἐναντία
5παντελῶς καὶ τῷ σφενδόνῃ (ἐστὶν) ἐοικυῖα. ACV. ὀξυτέρη βε‐ βαυῖα ἀντὶ τοῦ βαίνουσα καὶ προερχομένη. BC.

7

σφενδόνῃ εἰοικυῖα] κωνοειδής. A il. ἑ] ταύτην. A il. μίαν δέ ἑ καίπερ ἐοῦσαν: τρισσῶς καὶ τοπικῶς διενεί‐
ματο τρισσῶν ἠπείρων ὀνομασίας αὐτῇ διατιθέμενος. BC.579

8

ἠπείροισι] γαίαις A il.

10

ἀλλ’ ἤτοι Λιβύη μέν: ἡ μὲν Λιβύη, φησίν, ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ὑπὸ τῆς Εὐρώ‐ πης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ὑπὸ τῆς Ἀσίας. ἄποθεν δέ
5φησι τῆς Εὐρώπης διὰ τὸ ὁρίζειν τὰ διὰ μέσου πελάγη, ἅπερ ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. BV. π’ Εὐρώπης ἔχει οὖρον: ἄποθεν τῆς Εὐρώπης, κατὰ μηδὲν μέρος συνάπτουσα τῇ Εὐρώπῃ. BCV. π’ Εὐρώπης] ἄποθεν· λέγει δὲ τὰ ἐν μεσοπελάγει. A il.
10ἔχει οὖρον] ὅρισμα, διαχώρισμα λοξόν. A il.

11

λοξὸν] κυρτοειδῆ, κυκλούμενον. A il. λοξὸν δέ, ὅτι τραπέζιόν ἐστι τὸ σχῆμα τῆς Λιβύης. BCV. ἢ διὰ τὸ τὸν Νεῖ‐ λον χωρίζειν τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν ἐξ αὐτῶν τῶν Γαδείρων, λήγουσαν δὲ παρὰ τὸ Ἡρακλεωτικὸν
5στόμα. Λιβύη δὲ ἐκλήθη διὰ τὸ κατάξηρον, οἱονεὶ λιφύη τις οὖσα καὶ λιβύη· Εὐρώπη δὲ διὰ τὸ εὖρος, ἤγουν τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ἄσις γὰρ λέγεται ἡ ὑγρασία. BC. γραμμῇσι] διατυπώσεσι. A il. λοξὸν ἐπὶ γραμμῇσιν: ἡ Λιβύη, φησίν, ἄποθεν ἔχει τῆς
10Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου.
λοξὸν ἐπὶ ταῖς γραμμαῖς, ἀντὶ τοῦ τὴν πλευρὰν τὴν μεταξὺ τῶν δύο ἄκρων ἀπολαμβανομένην λοξὴν ἔχουσα, τουτέστι τὴν ἀπὸ Γαδείρων μέχρι τοῦ Νείλου. λοξὸν δὲ διὰ τὸ κατὰ πολλὰ μέρη οἷον κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι καὶ περιάγνυ‐580
15σθαι τῷ σχήματι. V. παροιμία· ὄνυχι τὴν ὑπ’ οὐρανὸν περιγράφειν καὶ κέγχρῳ τὸν οὐρανὸν παραβύειν. V. Γάδειρά τε καὶ στόμα Νείλου: ὅτε ἐπανῆκε φέρων τὰ χρύσεα μῆλα ὁ Ἡρακλῆς, πεζὸς διέβη τὴν Λιβύην, ὅπως τε
20αὐτὴν καὶ πᾶσαν τὴν Ἀσίαν θεάσαιτο. εἰς Ἄμμωνος δὲ ναὸν ἧκε καὶ ἐκεῖσε μεγαλοπρεπῶς ἔθυσε τῷ δαίμονι. κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφ’ οὗ τὸ στόμα Ἡράκλειον καλεῖται. BC.

12

ἔνθα βορειότατος: τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου. γρ. δὲ καὶ θερειότατος· τὸ αὐτὸ δὲ σημαίνει· τῷ γὰρ θέρει τὰ βόρεια μέρη παροδεύει ὁ ἥλιος, ὥστε καὶ διὰ τοῦ θερειοτά‐ του τὸ βορειότατον σημαίνεται. BCV.
5βορειότατος] βορεινός. A il. μυχὸς] τὰ ἔσχατα μέρη. A il. μυχὸν γάρ φησιν ἐνταῦθα τὴν ἐκβολὴν καὶ τὸ στόμα τοῦ Νείλου. καὶ οὐκ ἄτοπον· τὸ γὰρ αὐτὸ πρὸς διάφορον σχέσιν ἄλλοτε ἄλλως νοοῖτο, ὥστε καὶ τοῦτο πρὸς τὰ νότια εἶναι. BCV.

13

τέμενος] σιτοφόρος γῆ. A il. περίπυστον] ἐξάκουστον. A il.
Ἀμυκλαίοιο] ἐξ Ἀμύκλης πόλεως D.581

14

Εὐρώπην δ’ Ἀσίης: δείξας τῆς Λιβύης τοὺς ὅρους ἄνεισιν ἐπὶ τὰς ἄλλας ἀποδιαιρῶν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώ‐ πης. καὶ τούτου αἴτιόν φησι τὸν Τάναϊν, ὃς παρὰ τοῖς ἐνοι‐ κοῦσι Σίλις λέγεται. εἴρηται δὲ καὶ Τάναϊς διὰ τὸ τεταμένως
5ῥεῖν. Ἀρτεμίδωρος δέ φησι τὰ δύο στόμια τοῦ Τανάϊδος διέχειν αὐτὸν σταδίους ζʹ. BCV. τὸ μὲν γὰρ αὐτοῦ εἰς Μαιώτιδα λίμ‐ νην ἐκρεῖ, τὸ δὲ εἰς Σκυθίαν. τὸ δὲ νότιον μέρος ὅριόν ἐστιν ὁ Ἑλλήσποντος· τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην τελευ‐
10ταῖον εἰς τὸν Νεῖλον. V. Τάναϊς] διὰ τὸ τεταμένως [ῥεῖν]. A il.

15

ὅς ῥά θ’ ἑλισσόμενος: ἀναφέρεται εἰς Σκυθίαν πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια ὁρίζοντος αὐ‐ τοῦ. V.

17

τὸ μὲν γὰρ πρὸς βορέην ἤτοι πρὸς τὰ βόρεια μέρη τῆς Εὐρώπης, ὧν ὁ ποταμὸς ἢ ὅριον ὑποτίθεται τὸν Ἑλλήσ‐ ποντον, νοτιώτερον δὲ κεῖσθαι τὸν Νεῖλον· ἀντίκεινται γὰρ ἀλλήλοις οἱ ποταμοί. ὁ μὲν γὰρ Τάναϊς ἐκ βορείου φερόμενος
5ἐπιβάλλει τῇ λίμνῃ, ὁ δὲ Νεῖλος ἀπὸ νότου φυλάττει τῇ χώρᾳ τὴν πίστιν τοῦ ῥεύματος. B. νότιον δὲ μεσούριον: τὸ δὲ νοτιώτερον μέρος ὅριόν ἐστιν ὁ Ἑλλήσποντος· τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώ‐
10πην τελευταῖον εἰς τὸν Νεῖλον. ἄλλως· τὸ μέσον ὅριον, οἱονεὶ τὸ διαχώρισμα. B. μεσούριον] τῆς Εὐρώπης μέσον ὅριον Ἑλλήσποντος· τὸ
Ἡρακλεωτικὸν στόμιον. A il.582

18

σῆμα] σημεῖον. A il. ὑπερτέταται] ὑπερεκτείνε‐ ται. A il. ἐς στόμα Νείλου] ὁ Νεῖλος τε σλ. so A il.

19

νοσφίζουσιν] χωρίζουσιν. A il.

20

ἰσθμὸς] στενὴ γῆ μεταξὺ δύο θαλασσῶν. A il. τὸν ἰσθμὸν οἱ μὲν τὸν Καύκασον, οἱ δὲ τὴν ἑῴαν Ἰβηρίαν φασίν· ἄμεινον δὲ αὐτὴν ἀκούειν ἢ μεταξὺ Κόλχων καὶ τῆς Ἀλβανίας διαιροῦσα τὸν Εὔξεινον καὶ τὴν Ὑρκανίαν θάλασσαν. τοῦτον
5τὸν ἰσθμόν φησι τὸν μεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου πελάγους διαιρεῖν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, λή‐ γοντα εἰς Ἀραβίαν καὶ εἰς τὴν Αἴγυπτον. BV.

22

κεῖνον] ἐκεῖνον. A. ηὐδάξαντο] εἶπον. A il.

23

ἄλλος] λείπει τὸ ἰσθμός. A.

29

ἄλλως· ἤτοι ὁ μὲν Λοκροῖο: τρεῖς εἰσι Λοκρίδες· ἡ τῶν Ἐπικνημιδίων, ὅθεν ἦν Αἴας, ἡ τῶν Ὀζολῶν καὶ ἡ τῶν Ἐπιζεφυρίων μέρος οὖσα τῆς Ἰταλίας χώρας. νῦν οὖν ἐπιθετι‐ κῶς ἐπὶ τοῦ ἀνέμου ἔλαβεν αὐτὸ παρ’ ἐσχατιὴν τοῦ Ἰταλικοῦ·
5εἰσὶ γὰρ ἐν τῇ Ἰταλίᾳ οἱ Ἐπιζεφύριοι Λοκροί, μεταξὺ τοῦ ζε‐ φύρου καὶ τοῦ ποταμοῦ Λογγιβάρδων. V. ἤτοι ὁ μὲν Λοκροῖο: ὅτι τὸ πρὸς ζέφυρον Ἀτλαντικὸν πέλαγος ὠκεανόν φησι καλεῖσθαι. ὥσπερ οὖν τὸν Θρηΐκιον βορρᾶν, οὕτω καὶ Λοκρὸν τὸν ζέφυρον κλητέον. B.

32

ἄλλως· εἰς τὸ πεπηγότα τε Κρόνιόν τε: τὸν πρὸς βορέην Κρόνιον κόλπον καλοῦσι· καὶ ἴσως ὅτι ὁ Κρόνος εἰς τὸ ψυχρὸν λαμβάνεται, ἢ διὰ τὴν ψύξιν· Κρόνῳ γὰρ τὸ ψυχρὸν
ἀνατίθεται. Κρόνιον δὲ διὰ τὸ ἐρρῖφθαι τὰ αἰδοῖα τοῦ Κρόνου.583
5ἄμεινον δὲ διὰ τὴν ἄγαν ψύξιν· ψυχρὸν γὰρ τὸν Κρόνον οἱ ἀποτελεσματικοί φασι. δικαίως δὲ κατέψυκται ὁ ὑπερβόρειος ὠκεανός, μὴ παραμυθούμενος τῇ ἀγχιστείᾳ τοῦ ζωδιακοῦ κύκλου. ἡ δὲ παρ’ Ἀπολλωνίῳ [Arg. IV 327 u. 7o.] Κρονία θάλασσα περὶ τοῦ ἐσωτάτου ἐστὶν Ἰονίου κόλπου, ἀπὸ Κρονίου κόλπου
10ἤτοι νήσου οὕτω καλουμένη. πολὺ γάρ ἐστι τὸ ἔξαλμα τῆς σφαίρας, καὶ ἐν χειμῶνι μεταξύ ἐστιν ὑπὸ γῆς κύκλος. BV. καὶ ὀλιγόωρος τότε ἐστὶν ἡ ἡμέρα. καὶ ἐν θέρει δὲ συννεφής ἐστιν ὁ ἀὴρ καὶ πόρρω ἐστὶ τοῦ ζωδιακοῦ ὁ ἀρκτικὸς κύκλος, τοῦτ’ ἔστιν ἡ καθ’ ἡμᾶς λέξις, ἥτις μεταξύ ἐστι πασῶν δυτικῶν ὡς
15καὶ τῶν ἀνατολικῶν· ἄρχεσθαι γὰρ ἀπὸ δύσεως. διότι οὐ ζωο‐ γονεῖ διὰ τὴν πολλὴν ψύξιν. V. εἰσὶν ὁμοῦ τὰ πελάγη· Ἀτλαντικόν, Λιγυστικόν, Τυρρηνι‐ κόν, Λιβυκόν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰ‐ γαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὔξεινος πόντος, Κασπία,
20Ἐρυθρά· ὁμοῦ πάντα ιγʹ. BLOV.

33

ἄλλοι δ’ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυ‐ ροῦ: ἀμφότερα διὰ τὸ ψυχρὸν τῶν τόπων· πήγνυται γάρ. καὶ λέγεται Κρόνιος πόντος, ὡς μέν τινές φασι, διὰ τὸ τὸν Κρό‐ νον εἰς τὴν ψύξιν ἀλληγορεῖσθαι· νεκρὸν δὲ διὰ τὴν ἀπόστασιν
5τοῦ ἡλίου καὶ τὸ προσκεχωρηκέναι πρὸς τὰ νότια μέρη· τῇ γὰρ ἀπουσίᾳ τοῦ θερμοῦ τὰ ζωογονούμενα παύεται· ἢ λέγει, ὅτι διὰ τὸ ἀσθενὲς ἐκεῖ προσβάλλειν τὸν ἥλιον. διὰ πολλοῦ γὰρ χρόνου ὑπὲρ τὴν θάλασσαν ἐκείνην γίνεται, τουτέστι πλησιάζει. λάμπει μὲν γὰρ καθ’ ἑκάστην ἀδιαλείπτως διὰ τὸν πλεῖστον
10χρόνον. BV.584

38

ἄγχι δ’ Ἐρυθραῖόν τε: ἴσως διὰ τὸ πυροῦσθαι μᾶλ‐ λον ὑπὸ τοῦ ἡλίου τὸ κλίμα. ἀμέλει καὶ Αἰθίοπες κατοικοῦσιν, ὅτι τὸ πρὸς νότιον μέρος ἐρυθραῖον. καὶ διατοῦτο ἔθνος Αἰ‐ θιοπικόν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. BV.
5λέγει δὲ τὴν διακεκαυμένην. V.

39

αὐλὼν ἐκτέταται: ἡ ἐπέκτασις καὶ τὸ ἅπλωμα τῆς διακεκαυμένης ζώνης· εὐθὺς γὰρ πρὸς τὰ νότια δέχεται. BV.

43

ἄλλως· κόλπους δ’ ἔνθα: ἐκ τούτου δῆλον, ὡς ἀμφί‐ δοξόν ἐστι τὸ σχῆμα· τὸ γὰρ ὧδε κἀκεῖσε πρὸς διαφόρους ἑαυ‐ τὸν ἀφιέναι κόλπους οὐκ ἀλλότριον ἡγοῦμαι τοῦ κύκλου· καὶ τὸ πολλοὺς μὲν εἶναι τοὺς ἐλάττονας, ἐξαιρέτους δὲ καὶ ὑπερ‐
5βάλλοντας δʹ. ὧν τὸν μὲν πρῶτον ἐκ δύσεως ὁρμῶντα προσά‐ γεσθαι τῇ γῇ καὶ περατοῦσθαι τῇ Παμφυλίᾳ· δεύτερον δὲ τὸν Ὑρκάνιον ἐκ τοῦ Κρονικοῦ κόλπου πληρούμενον. ἔστι δὲ καὶ περὶ τούτου πάλιν ἀμφίβολος ἡ δόξα· τὴν γὰρ Κασπίαν ὁ Πτολεμαῖος ἐναποκλείων ἠπείρῳ νήσου φύσιν ἐξεναντίας τὴν
10φύσιν ὥριζε. καὶ ἴσως οἱ εἰσβάλλοντες ἐκεῖ ποταμοὶ θαλατ‐ τεύουσι διὰ τὴν ὕλην, ἀξενίᾳ τόπου μεταποιήσαντες ἀνάγκῃ τὸ πότιμον. ἢ τάχα διὰ τῶν ἀδήλων τόπων ὁ Κρόνιος ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι πόρρω τὸν Ὑρκάνιον. BV. δύο δὲ νοτίους ἥττονας ἔχειν μὲν γένεσιν θαλάσσης Ἰνδικῆς, ὀνομάζεσθαι δὲ
15Περσικὸν καὶ Ἀραβικόν. V.

46

συρόμενος Λιβύηθεν: ὅτι ἀπὸ Γαδείρων ἀρχόμενος παύεται τῷ πρὸς τῇ Κιλικίᾳ κόλπῳ. BV. συρόμενος διὰ τῆς
Λιβύης μέχρι τῆς Παμφυλίας. λέγει δὲ κατὰ τὸ εὐθύ. V. παρα‐ κλίνεται γὰρ καὶ ποιεῖ τὸν Ἰόνιον κόλπον καὶ τὸ Αἰγαῖον πέ‐585
5λαγος μέχρι τοῦ Εὐξείνου πόντου. BV.

47

ἄλλως· ὀλίγος μέν, φησι, συρόμενος, ὅμως δὲ κρείττων τῶν ἄλλων. λέγει δὲ κατὰ τὸ σφοδρὸν τῶν ἄλλων τοῦ ῥεύμα‐ τος, ὡς καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ φησί· τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος [721]. BV. ἄλλως· ὡς πρὸς σύγκρισιν τῶν
5Γαδείρων μικρότερος εἴρηται, μείζων δὲ ὡς πρὸς τὸν Περσικὸν καὶ Ἀραβικὸν κόλπον. ἔστι δὲ καὶ Ὑρκάνιος, ἐκ τοῦ Κρονίου κόλπου πληρούμενος. BV. ἴσως δι’ ἀδήλων πόρων ἡ Κασπία ἐπὶ τὰ βόρεια ὀφείλει τετάχθαι ἐπὶ Σκυθίᾳ, ὡς καὶ Ἀπολλώ‐ νιος [Arg. III 859] περὶ Μηδείας „Κασπίῃ ἐνὶ κόχλῳ ἀμή‐
10σατο“. Πτολεμαῖος δὲ δίκην νήσου περιέχεσθαι αὐτὴν τῇ γῇ φησι. BD.

51

τῶν δ’ ἄλλων: περὶ τοῦ Περσικοῦ κόλπου φησὶ καὶ τοῦ Ἰβηρικοῦ, ἐπεὶ ἀμφότεροί εἰσι νότιοι· εἷς μὲν ἀνατολικώ‐ τερός ἐστιν ὁ Περσικός, ὁ δὲ Ἀραβικὸς καὶ Ἐρυθραῖος ὡς πρὸς σύγκρισιν τοῦ Περσικοῦ νοτιώτερος εἴρηται. B.

54

ἄλλος δ’ Ἀράβιος: ὁ Ἐρυθραῖος ὡς πρὸς σύγκρισιν νοτιώτερος εἴρηται τοῦ Περσικοῦ καὶ τῆς Κασπίας ἐναντίων ἑαυτοῖς καὶ κατορθῶς κειμένων· ἐν ᾗ πρὸς βορρᾶν εἰκὸς τὸ Ἐρυθραῖον νότιον καὶ τὸ Εὔξεινον νοτιώτερον. ἀμφοτέρων
5οὖν τούτων νοτιώτερος ὁ Ἀραβικός, ὃς καὶ Ἐρυθραῖος καλεῖται·
πρὸς γὰρ τῇ διακεκαυμένῃ γῇ κεῖται ἐν τῷ νοτίῳ. B. ἐγγύθι κόλπος: ἤτοι πρὸς δύσιν. μεταξὺ φέρεται τοῦ Ἀραβικοῦ ὄρους, ὡς κατὰ διάτρησιν. ἐνταῦθα τὸ ὕδωρ ἐπέρχεται διὰ παντὸς τοῦ χρόνου, καὶ ἀνακρουόμενον κατὰ παλίρροιαν586
10αὖθις ὑποστρέφει, ὡς Ἡρόδοτός φησιν. ὅθεν Κλύσμα λέγεται. B.

55

Εὐξείνου πόντου νοτιώτερον: ἀντὶ τοῦ κατὰ νότιον μέρος ἐξ ἐναντία τοῦ Εὐξείνου πόντου. εἴπομεν γὰρ τὴν ἑσπε‐ ρίαν θάλασσαν περιτρεπομένην εἰς βορρᾶν μέχρι τοῦ Εὐξείνου πόντου διϊκνεῖσθαι, ὡς αὐτὸς λέγει. ὁ Ἀράβιος οὖν νοτιώτερος
5ὢν ἐναντίον τοῦ Εὐξείνου κεῖται. B.

56

περὶ τῆς ἀπὸ Γαδείρων ἕως Παμφυλίας θαλάσσης· ἔχει γὰρ εὐθὺς ἐκ τῶν δυτικῶν μερῶν ῥέουσα ἔνθεν μὲν Λιβύην, ἐκεῖθεν δὲ Εὐρώπην, εἶτα ἡ Ἀσία διαδέχεται μέχρι τοῦ Ἰωνικοῦ κόλπου. περὶ πελαγῶν· εἰσὶ γὰρ ὁμοῦ τὰ πελάγη ὅσα προεγρά‐
5φησαν. B. Vgl. S. 584, 13 ff.

65

ἑστᾶσι μέγα θαῦμα: ἕξω τῶν Ἡρακλείων στηλῶν νῆσός ἐστι Γάδειρα. μέγα δέ φησι θαῦμα αὐτὰς τὰς Ἡρακλείας στήλας u. x. w. V.

67

τὸ δὲ ἀνέδραμε ποιητικῶς, ὡς τὸ „ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖαν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν“ [Od. α 53]
CLOV.587