TLG 5016 024 :: SCHOLIA IN CALLIMACHUM :: Scholia in Hymnos (scholia vetera) (scholia ψ ex archetypo) SCHOLIA IN CALLIMACHUM Schol. Scholia in Hymnos (scholia vetera) (scholia ψ ex archetypo) Source: Pfeiffer, R. (ed.), Callimachus, vol. 2. Oxford: Clarendon Press, 1953: 41–46, 49–53, 58–79. Citation: Hymn — scholion — (line) | ||
11a | Πότερον Ζηνὸς σπονδῇσιν ἢ Ζηνὸς τί λώϊον ἀείδειν; | |
11b | 〈ἔοι:〉 εἴη. | |
11c | 〈ἔοι τί κεν ἄλλο:〉 ἤγουν τί ἔοικεν (sic) ἄλλο. | |
1.3 | 〈Πηλαγόνων:〉 τῶν γιγάντων· παρὰ τὸ ἐκ πηλοῦ γενέσθαι, τουτέστι τῆς γῆς. | |
14a | Δικταῖον ὄρος Κρήτης, Λύκαιον δὲ τῆς Ἀρκαδίας. | |
14b | Δικταῖον δὲ ὄρος Κρήτης καὶ Λυκαῖον τὸν ἐξ ὄρους Ἀρκαδίας ὄντα. | |
14c | Δικταῖον: Κρῆτα· Δίκτη γὰρ ὄρος Κρήτης. Λυκαῖον: Ἀρκάδα· Λύκαιον Ἀρκαδίας ὄρος. | |
1.5 | ἀμφήριστον: ἀντὶ τοῦ ἀμφίλογον. | |
1.6 | Ἴδη ὄρος Κρήτης καὶ Τροίας· νῦν δὲ τὸ Κρήτης φησι. | |
1.7 | ἐν ἤθει ἀναγνωστέον τὸ πότεροι. | |
18a | παροιμία ἐστὶ ‘κρητίζειν‘ ἐπὶ τοῦ ψεύδεσθαι, ἀπὸ Ἰδομενέως τοῦ Κρητὸς ῥηθεῖσα, ὃς λαχὼν μερίσαι τοῖς Ἕλλησι τὰ λάφυρα τῆς Ἰλίου τὰ κρείσσω ἑαυτῷ περιεποιήσατο. | 41 |
18b | 〈τάφον:〉 ἐν Κρήτῃ ἐπὶ τῷ τάφῳ τοῦ Μίνωος ἐπεγέγραπτο ‘Μίνωος τοῦ Διὸς τάφοσ‘· τῷ χρόνῳ δὲ τὸ ‘Μίνωος τοῦ‘ ἀπηλείφθη ὥστε περιλειφθῆναι ‘Διὸς τάφοσ‘. ἐκ τούτου οὖν λέγουσι Κρῆτες τὸν τάφον τοῦ Διός. ἢ ὅτι Κορύβαντες λαβόντες αὐτὸν ἐπὶ τῷ κρύψαι διὰ | |
5 | τὸν Κρόνον προσεποιήσαντο τάφον αὐτῷ ποιεῖν. | |
---|---|---|
110a | ὄρος Ἀρκαδίας ὁ Παρνασός. | |
110b | ὄρος Ἀρκαδίας τὸ Παρράσιον ἀπὸ Παρ〈ρ〉άσου τοῦ Λυκάονος. | |
1.12 | Εἰλειθυίης ἤγουν γεννήσεως. | |
112-13 | οὔτε ἑρπετὸν οὔτε γυνὴ χρῄζουσα τοῦ τεκεῖν ἐπιμίσγεται. ἢ οὕτως †οἷον χρῄζειν† Εἰλειθυίας τουτέστι γεννήσεως. ὅτι πᾶν ζῷον εἰσιὸν ἐκεῖ μεμολυσμένον ἄγονον ἐγίνετο καὶ σκιὰν τὸ σῶμα αὐτοῦ οὐκέτι ἐποίει. | |
1.14 | 〈Ἀπιδανῆες:〉 οἱ ἀρχαῖοι Ἀρκάδες. | |
117-18 | λύματα: καθάρματα· τὸ δὲ χυτλώσαιτο ἀντὶ τοῦ ἀπο‐ λούσαιτο· Ἐρύμανθος δὲ ποταμὸς Ἀρκαδίας. | |
1.21 | ὕστερον μετὰ τὸ τεκεῖν τὴν Ῥέαν. | |
122-3 | 〈σαρωνίδας:〉 δρῦς· παρὰ τὸ σεσηρότα καὶ συνεστραμμένον τὸν φλοιὸν ἔχειν. τὸ δὲ ἤειρεν καὶ ὤκχησεν ἀντὶ τοῦ ἐβάστασεν. | |
124-5a | 〈Καρίωνος:〉 λείπει ἡ ὑπέρ· πολλὰ δ’ ὑπὲρ τοῦ Καρίωνος κινώπετα ἤγουν ἑρπετά, παρὰ τὸ ἐν τῷ πέδῳ κινεῖσθαι, ἐβάλοντο ἰλυοὺς ἤτοι φωλεούς. | |
124-5b | λείπει—Καρίωνος ἑρπετὰ τοὺς φωλεοὺς ἐποίησαν. τὰ θηρία, οἱονεὶ κινώπεδα, παρὰ τὸ ἐν τῷ ἐδάφει κινεῖσθαι· τὸ δὲ νίσσετο ἀντὶ τοῦ ἤρχετο, ἐπορεύετο. | |
124-5c | κινώπετα: τὰ ἐν τῷ πέδῳ κινούμενα θηρία. | |
1.25 | 〈ἰλυούς:〉 καταδύσεις. | 42 |
1.26 | Κρᾶθις ποταμὸς Ἀρκαδίας καὶ ἡ Μετώπη· τὸ δὲ πολύστειον πολύψηφον καὶ πολυπάτητον. | |
132-3 | τὸν σὸν χρῶτα, ὦ ἄνα, σπείρωσε φαιδρύνασα. | |
133a | 〈ὦνα:〉 ἴσ(ως) ὦ ἄνα (sic). | |
133b | 〈σπείρωσε:〉 εἵλιξε· παρὰ τὸ σπειρόω, τὸ εἱλίσσω· ὅθεν σπείρημα, τὸ σπαρτί(ον). | |
133c | 〈Νέδῃ:〉 ὄνομα νύμφης Ὠκεανίνης θρεψαμένης τὸν Δία. | |
1.34 | 〈κευθμόν:〉 σπήλαιον. | |
1.35 | 〈μαιώσαντο:〉 ἔθρεψαν. | |
1.36 | 〈Φιλύρην:〉 μητέρα Χείρωνος τοῦ Κενταύρου. | |
1.37 | 〈τὸ χεῦμα:〉 τὸ ἐν Ἀρκαδίᾳ. | |
1.38 | 〈τὸ μέν:〉 τὸ χεῦμα. | |
1.39 | ὄρος Ἀρκάδων ὁ Καύκων. Λέπριον δὲ ἀπὸ Λεπρέα τοῦ Ποσειδῶνος, ὃς προκαλεσάμενος εἰς ἀδηφαγίαν Ἡρακλέα καὶ ὑπ’ ἐκείνου ἡττηθεὶς ἐφονεύθη. | |
1.40 | 〈Νηρῆι:〉 τῇ θαλάσσῃ. | |
1.41 | 〈Λυκαονίης ἄρκτοιο:〉 τῆς πρῴην λεγομένης Καλλιστοῦς, Λυκάονος θυγατρός· ἐξ ἧς καὶ Διὸς μεταβληθέντος εἰς Ἄρτεμιν γεννᾶται ὁ Ἀρκάς, ἀφ’ οὗ οἱ Ἀρκάδες. | |
142a | 〈εὖτε:〉 ὅτε. | |
142b | Θενάς: πόλις καὶ ἄλσος. | |
144a | 〈τουτάκι:〉 τὸ τηνικαῦτα. | |
144b | 〈τουτάκι:〉 ἤγουν τότε. | |
1.45 | 〈Κύδωνες:〉 ἔθνος Κρήτης. | |
146a | 〈ἑτάραι:〉 φίλαι. | |
146b | 〈προσεπηχύναντο:〉 ἤγουν εἰς τοὺς πήχεις ἔλαβον. | 43 |
147a | 〈μελίαι:〉 νύμφαι. | |
147b | 〈Ἀδρήστεια:〉 ἡ Νέμεσις. | |
147c | 〈Ἀδρήστεια:〉 ἀδελφὴ Κουρήτων. | |
1.48 | λίκνον ἢ τὸ κόσκινον· τὸ γὰρ παλαιὸν ἐν κοσκίνῳ κατεκοίμιζον τὰ βρέφη πλοῦτον καὶ καρποὺς οἰωνιζόμενοι· ἢ τὸ κουνίον, ἐν ᾧ τὰ παιδία τιθέασιν. | |
149a | 〈Ἀμαλθείης:〉 οὕτως ἐκαλεῖτο ἡ αἲξ ἡ τὸν Δία θρέψασα· λέγεται δὲ ἀπὸ μὲν τοῦ ἑνὸς κέρατος ἀμβροσίαν ῥεῖν, ἀπὸ δὲ τοῦ ἄλλου νέκταρ. | |
149b | 〈ἔβρως:〉 ἔφαγες. | |
150a | 〈ἐξαπιναῖα:〉 τουτέστιν ἐγένετο ἐξαίφνης ἡ Ἴδη πλέα μέλιτος. | |
150b | Πανακρίδος δὲ μελίσσης ἤγουν τῆς τὰ ἄκρα τῶν βοτανῶν δρεπομένης ἅπαντα, ἢ ἀπὸ Πανάκρου, ὄρους Κρήτης. | |
152a | 〈οὖλα:〉 †κατὰ κλῆρον, ὑγιῶς. | |
152b | 〈πρύλιν:〉 ἐνόπλιον. | |
1.55 | 〈καλά:〉 ἀντὶ τοῦ καλῶς. | |
1.57 | 〈παιδνός:〉 παῖς νέος. | |
1.59 | 〈ἐπιδαίσιον:〉 οὐ μεμερισμένον. | |
1.60 | 〈δηναιοί:〉 παλαιοί. | |
162-3a | τίς δ’ ἂν φρονῶν ἐπὶ τῷ Ὀλύμπῳ καὶ τῷ Ἅιδῃ κληρωθῆναι ἠνέσχετο; | |
162-3b | νενίηλος: ὁ ματαιόφρων, ὁ ἐστερημένος τοῦ αἰόλλειν καὶ κινεῖν τὸν νοῦν. | |
163-4 | ὁ κλῆρος ἐπ’ ἴσων πραγμάτων χωρεῖ· ὁ οὐρανὸς δὲ καὶ ὁ ᾅδης | |
τοσοῦτον διαφέρουσιν ὅσον καὶ διεστήκασιν. | 44 | |
165a | λείπει ‘λέγων‘. | |
165b | 〈πεπίθοιεν:〉 πείσειαν. | |
166a | ἐσσὴν κυρίως ὁ βασιλεὺς τῶν μελισσῶν, νῦν δὲ ὁ τῶν ἀνδρῶν. | |
166b | 〈ἐσσῆνα:〉 θεόν. | |
1.67 | τὸ κράτος πλησίον ἵδρυσας τοῦ δίφρου. | |
1.68 | 〈οἰωνόν:〉 τὸν ἀετόν. | |
1.70 | 〈αἰζηῶν:〉 νῦν καθόλου λέγει τῶν ἀνθρώπων. | |
1.71 | 〈ἐμπεράμους:〉 τοὺς ἐμπείρους. | |
1.72 | 〈ὀλίζοσιν:〉 μικροῖς. | |
1.74 | 〈γεωμόρος:〉 γεωργός. | |
176a | 〈ὑδείομεν:〉 λέγομεν. | |
176b | ὑμνοῦμεν. | |
177a | 〈ἐπακτῆρας:〉 κυνηγέτας. | |
177b | Νηλεὺς ὁ Κόδρου ἀποικίαν θέμενος ἀπὸ Ἀθηνῶν ἔλαβε χρησμὸν ἐγεῖραι ξόανον τῇ Ἀρτέμιδι ἀπὸ παγκάρπων ξύλων. καὶ δήποτε ἑορτῆς τελουμένης τῇ Ἀρτέμιδι ἐν τῇ Χιτώνῃ (ἔστι δὲ δῆμος τῆς Ἀττικῆς) ἀπελθὼν εὗρε δρῦν πάμπολυν καὶ διάφορον ἔχουσαν ἠρτημένον καρπόν. | |
5 | καὶ ἐκ τούτου ἐποίησεν ἄγαλμα τῇ θεᾷ καὶ οὕτω μετῴκησεν ἐν Μιλήτῳ. ἀπὸ τοῦ δήμου οὖν ἔσχε τὴν ὀνομασίαν ἡ Ἄρτεμις· ἢ ὅτι τικτομένων τῶν βρεφῶν ἀνετίθεσαν τὰ ἱμάτια τῇ Ἀρτέμιδι. | |
1.80 | 〈λάξιν:〉 λαχμόν, κλήρωσιν. | |
1.81 | ἐν ταῖς ἀκροπόλεσι καθέζῃ ὁρῶν τὰ δίκαια. | |
1.84 | ῥυηφενίην ἤγουν πλοῦτον· σύγκειται δὲ ἡ λέξις παρὰ τὸ ῥύδην καὶ ἄφενος, τουτέστι τὴν τοῦ πλούτου ῥύσιν. | |
1.86 | περὶ τοῦ Πτολεμαίου ταῦτα λέγει. | |
1.87 | 〈κεῖνος:〉 ὁ Πτολεμαῖος. | |
189a | 〈οἱ δέ:〉 οἱ ἄλλοι βασιλεῖς δηλονότι. | |
189b | 〈πλειῶνι:〉 τῷ ἐνιαυτῷ. | |
190a | 〈αὐτός:〉 ὦ Πτολεμαῖε. | |
190b | 〈αὐτός:〉 ὦ Ζεῦ. | |
190c | 〈ἄνην:〉 ἤγουν ἄνυσιν, τελείωσιν. | 45 |
1.95 | καὶ Ὅμηρος· ‘πλούτῳ δ’ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ‘, καὶ Ἡσίοδος (Op. 313), | καὶ Σαπφώ (fr. 92 D.2). ‘ὁ πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀγαθὸς | |
σύνοικος, ἡ δ’ ἐξ ἀμφοτέρων κρᾶσισ‘. | 46 | |
2.1 | Οἷον: ἀντὶ τοῦ οἵως, ὅπως. ἔστι δὲ θειασμός. λέγεται δὲ τῶν μαντευομένων θεῶν τὰ θεῖα καὶ ἐπιδημεῖν καὶ ἀποδημεῖν. καὶ ὅταν μὲν ἐπιδημῶσι, τὰς μαντείας ἀληθεῖς εἶναι· ὅταν δὲ ἀποδημῶσι, ψευδεῖς. ὡς γοῦν ἐπιδημοῦντος τοῦ θεοῦ ταῦτά φησιν ὁ Καλλίμαχος. | |
2.4 | 〈φοῖνιξ:〉 δεικτικῶς λέγεται, ὅτι παρὰ τῷ δένδρῳ τούτῳ ἐγέννησεν ἡ Λητὼ τὸν Ἀπόλλω. | |
2.5 | ἱερὸν ὄρνεον Ἀπόλλωνός ἐστιν ὁ κύκνος. | |
26a | 〈αὐτοί:〉 ἀντὶ τοῦ αὐτόματοι. | |
26b | 〈ἀνακλίνεσθε:〉 Ὅμηρος (Ε 751)· ‘ἠμὲν ἀνακλῖναι πυκινὸν νέφοσ‘. | |
2.7 | 〈αὐταί:〉 αὐτόματοι. | |
2.8 | 〈νέοι:〉 ὡς τῶν νέων καθιερωμένων τῷ Ἀπόλλωνι. | |
2.14 | εἰ μέλλουσι καὶ γάμου ἐντὸς (?) γενέσθαι καὶ πολιᾶσαι· καὶ γὰρ ἀκειρεκόμης ὁ Ἀπόλλων. | |
2.15 | 〈ἑστήξειν:〉 ἀπὸ τοῦ ἵστημι παρακείμενος ἕστηκα. ἀπὸ τούτου ποιοῦσιν οἱ Συρακούσιοι ἐνεστῶτα ἑστήκω, οὗ ὁ μέλλων ἑστήξω, καὶ τὸ ἀπαρέμφατον ἑστήξειν. | |
2.16 | 〈χέλυς:〉 ἡ κιθάρα. | 49 |
218a | 〈εὐφημεῖ:〉 ἡσυχάζει, γαληνιᾷ. | |
218b | 〈κλείουσιν:〉 ὑμνοῦσιν. | |
2.19 | 〈Λυκωρέος:〉 τοῦ Ἀπόλλωνος. | |
220a | 〈κινύρεται:〉 κλαίει, θρηνεῖ. | |
220b | 〈αἴλινα:〉 ἤτοι θρηνητικά. | |
2.21 | 〈ἱὴ παιῆον:〉 πρόσφθεγμα καταφρ̣ο̣νοῦντος. | |
222a | 〈ἀναβάλλεται:〉 ὑπερτίθεται. | |
222b | 〈πέτρος:〉 τῆς Νιόβης. | |
2.26 | 〈βασιλῆι:〉 τῷ Πτολεμαίῳ τῷ Εὐεργέτῃ· διὰ δὲ τὸ φιλόλογον αὐτὸν εἶναι ὡς θεὸν τιμᾷ (v. ad test. I). | |
2.32 | ἐνδυτόν: τὸ ἱμάτιον· ἐπιπορπὶς δὲ ἡ περόνη, ἡ λεγομένη φίβλα. | |
2.33 | ἄεμμα: ἡ νευρά· παρὰ τὸ ἑκατέρωθεν δεδέσθαι. Λύκτος δέ ἐστι πόλις Κρήτης. | |
2.35 | 〈Πυθῶνί:〉 Ὅμηρος (Ι 404)· ‘οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει | Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι‘. | |
237a | 〈θηλείαις:〉 ἁπαλαῖς. | |
237b | 〈χνόος:〉 ψόφος, ξυσμός. | |
2.38 | 〈ἔλαια:〉 ση(μείωσαι), ὅτι τὰ ἔλαια πληθυντικῶς παρ’ οὐδενὶ ἄλλῳ εὕρηται. | |
2.40 | 〈πανάκειαν:〉 τὴν ἴασιν. | |
2.41 | πρῶκες: δρόσοι σταγόνες· ἀκήρια δέ, ἀσθενῆ τὰ νοσήματα ἢ | |
μᾶλλον ἄνοσα καὶ ἄφθαρτα πάντα γίνεται. | 50 | |
242a | τέχνῃ δ’ ἀμφιλαφής: ἔστι γὰρ τοξότης, ἀοιδός, μάντις, ἰατρὸς καὶ ποιμήν. | |
242b | 〈ἀμφιλαφής:〉 πλούσιος. | |
242c | 〈ἀμφιλαφής:〉 βοηθός. | |
2.45 | 〈θριαί:〉 μαντικαὶ ψῆφοί εἰσιν αἱ θριαί. λέγεται δὲ αὐτὰς εὑρῆσθαι ὑπό τινων τριῶν νυμφῶν. διὰ τοῦτο καὶ θριαὶ ὠνομάσθησαν οἱονεὶ τριαί. | |
2.48 | 〈ἐπ’ Ἀμφρυσσῷ:〉 Ἀμφρυσσὸν οἱ μὲν ποταμὸν Θεσσαλίας, οἱ δὲ πόλιν· ζευγίτιδας δὲ τὰς ὑπὸ ζυγὸν ἀγομένας. | |
2.49 | 〈ἠϊθέου:〉 ἀγάμου, ἄπαιδος. | |
250a | βουβόσιον: ὁ τόπος ἔνθα οἱ βόες νέμονται. τὸ δ’ ἐπιμηλάδες ἀντὶ τοῦ αἱ μετὰ τῶν μήλων νεμόμεναι· καὶ γὰρ καὶ τὰς αἶγας μῆλα λέγουσιν, ὡς Ὅμηρος (i 184) ἐπεξηγούμενος τί εἰσι μῆλά φησι· ‘μῆλ’ ὄιές τε καὶ αἶγεσ‘. ἂν δὲ ἐμμηλάδες γράφηται, ἀντὶ τοῦ θήλειαι ἐστίν. | |
250b | 〈ἐπιμηλάδες:〉 αἱ γόνιμοι. | |
2.53 | ἄκυθοι: ἤγουν ἄγονοι· κεῦθος γὰρ λέγεται τὸ κύημα. | |
2.59 | 〈ἐν Ὀρτυγίῃ περιηγέος:〉 κυκλοτεροῦς. οὕτω γὰρ στρογγύλη λίμνη ἐν Ὀρτυγίᾳ καλεῖται. Ὀρτυγία δὲ ἡ Δῆλος ἀπὸ τοῦ τὴν Λητὼ εἰς ὄρτυγα μεταβληθεῖσαν εἰς τὴν Δῆλον ἐλθεῖν φεύγουσαν τὴν Ἥραν. | |
2.61 | 〈Κυνθιάδων:〉 Κύνθος ὄρος τῆς Δήλου. | |
2.65 | λέγεται ὅτι ὁ Βάττος οὗτος ἄφωνος ἦν. ἀπῆλθεν οὖν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐπὶ τῷ τὸν θεὸν ἐρωτῆσαι περὶ τῆς φωνῆς. ὁ δὲ ἔχρησεν αὐτῷ οὐκέτι περὶ φωνῆς, ἀλλὰ περὶ μετοικίας. καὶ ὁ Βάττος πεισθεὶς τῷ χρησμῷ ἦλθεν εἰς τὴν Λιβύην. λέγεται δὲ εἶναι πολλοὺς λέοντας ἐν τῇ | |
5 | χώρᾳ ταύτῃ. ἐπιδημήσας οὖν ὁ Βάττος, καὶ λέοντα αἰφνηδὸν θεασάμενος τῇ τοῦ φόβου ἀνάγκῃ βιασθεὶς φθέγξασθαι διέρρηξε τὴν φλέβα, ἥτις τὴν ἐκείνου φωνὴν ἐπεῖχε, καὶ οὕτω φωνήεις ἐγένετο καὶ τὴν Κυρήνην ἔκτισεν, ὅθεν ἐστὶν ὁ Καλλίμαχος. | 51 |
2.66 | 〈κόραξ:〉 ὡς ἀνακείμενος τῷ Ἀπόλλωνι ὁ κόραξ. | |
2.68 | 〈ἡμετέροις βασιλεῦσι:〉 τῷ Πτολεμαίῳ. | |
2.69 | 〈Βοηδρόμιον:〉 πολέμου ἐπελθόντος τοῖς Ἀθηναίοις ἔχρησεν αὐτοῖς ὁ θεός, μετὰ βοῆς ἐπιθέσθαι τοῖς πολεμίοις· οἱ δὲ τοῦτο ποιήσαντες ἐνίκησαν, ὅθεν Βοηδρόμιος Ἀπόλλων. | |
2.70 | 〈Κλάριον:〉 μαντικόν (?). | |
2.71 | 〈Καρνεῖον:〉 ἀπὸ Κάρνου τοῦ μάντεως τοῦ ἀναιρεθέντος ὑπὸ Ἀλήτου, ὃς ἦν τῶν Ἡρακλειδῶν. ὀργισθεὶς οὖν ὁ Ἀπόλλων λοιμὸν ἐνέβαλλεν. | |
2.74 | 〈Οἰδιπόδαο:〉 Οἰδίποδος μὲν Πολυνείκης, οὖ Θέρσανδρος, οὗ Τισαμενός, οὗ Αὐτεσίων, οὗ Θήρας, ὃς ἀπῴκησεν εἰς Θήραν τὴν νῆσον τὴν νῦν οὕτω κληθεῖσαν. | |
2.76 | 〈Ἀριστοτέλης:〉 ὁ αὐτὸς καὶ Βάττος λέγεται. οὖλος δὲ ὁ ὑγιής, ὡς πρὸς τὴν φωνήν. καὶ γὰρ ὁ δοθεὶς αὐτῷ χρησμὸς τοῦτο παρεμφαίνει· ‘Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος ἀνώγει | ἐς Λιβύην ἐλθεῖν μηλοτρόφον οἰκιστῆρα.‘ Ἀσβυστίδα δὲ τὴν λευκὴν λέγει παρὰ τὴν | |
5 | ἄσβεστον. τοιαύτη γὰρ ἡ Λιβύη λευκόγειος. | |
2.78 | 〈τελεσφορίην:〉 ἑορτήν, θυσίαν. | |
2.83 | κρόκος τὸ ἄνθος παρὰ τὸ ἐν κρύει θάλλειν. | |
2.85 | 〈ζωστῆρες:〉 περιφραστικῶς οἱ πολεμικοί. | |
2.86 | ὡς ἐπιτελούντων καὶ ἐν τῇ Λιβύῃ ἑορτὴν Καρνείῳ Ἀπόλλωνι. | |
2.87 | 〈τέθμιαι:〉 νόμιμοι, ὡρισμέναι. | |
288sq | 〈Κυρῆς:〉 κρήνη ἐν Κυρήνῃ. Δωριέας δὲ τοὺς Ἡρακλείδας λέγει τοὺς ἀπὸ Σπάρτης μετοικήσαντας εἰς Θήραν καὶ ἀπὸ Θήρας εἰς Κυρήνην. | 52 |
2.89 | 〈Ἄζιλιν:〉 ὄρος καὶ ποταμὸς Λιβύης. | |
290a | 〈ἄναξ:〉 ἤγουν ὁ Ἀπόλλων. | |
290b | 〈νύμφῃ:〉 τῇ Κυρήνῃ. | |
2.91 | ἐπὶ Μυρτούσσης: ὄρος Λιβύης· κερατώδεος δὲ τῆς κέρατα ἐχούσης ἤτοι ἀκρωρείας. φαίνεται δὲ ἡ Κυρήνη ὡς φονεύσασα ἐν τῇ Λιβύῃ λέοντά τινα βλάπτοντα τὰς βοῦς τοῦ Εὐρυπύλου· ἦν δὲ αὕτη κυνηγέτις, θυγάτηρ Ὑψέως. | |
2.92 | 〈Ὑψηΐς:〉 ἡ Κυρήνη. | |
2.94 | 〈τόσσα:〉 ὅσσα. | |
2.95 | 〈ἁρπακτύος:〉 τῇ Κυρήνῃ κυνηγετούσῃ ἐν τῷ ὄρει τῷ Πηλίῳ τῆς Θεσσαλίας συνεκαθεύδησεν Ἀπόλλων, ἐξ ἧς τίκτεται ὁ Ἀρισταῖος. | |
2.106 | ἐγκαλεῖ διὰ τούτων τοὺς σκώπτοντας αὐτὸν μὴ δύνασθαι ποιῆσαι μέγα ποίημα, ὅθεν ἠναγκάσθη ποιῆσαι τὴν Ἑκάλην. | |
2.108 | 〈Ἀσσυρίου ποταμοῖο:〉 τὸν τῶν Περσῶν λέγει τὸν καλούμενον | |
Εὐφράτην. | 53 | |
3.1 | Τὸ ἑξῆς· Ἄρτεμιν ὑμνοῦμεν ἀρχόμενοι. | |
3.3 | ἑψιάασθαι: διατρίβειν, παίζειν. | |
3.4 | Ὅμηρος (Ε 408)· ‘οὐδέ τί μιν παῖδες ποτὶ γούνασιν‘. | |
3.8 | 〈ἔα:〉 τὸ εα δασυνόμενον μὲν καὶ ὀξυνόμενον τὰ ἴδια ἢ τὰ ἀγαθὰ δηλοῖ, ψιλούμενον δὲ καὶ παροξυνόμενον τὸ συγχώρει καὶ δίδου· καὶ τὸ ὑπῆρχον δέ, ‘εἰ τότε κοῦρος ἔα‘ (Δ 321). | |
3.10 | 〈ἄεμμα:〉 ἡ νευρά. | |
3.11 | φαεσφορίην: ἢ ὅτι λαμπαδοῦχος (ἡ αὐτὴ γὰρ τῇ Ἑκάτῃ) ἢ ὅτι τοὺς μαιευομένους προάγει εἰς φῶς. | |
3.12 | λεγνωτόν: τὸ ἔχον ᾤαν, τουτέστι τὸ ἀπολῆγον τοῦ ἱματίου. λέγναι γὰρ αἱ ᾦαι, τὰ λώματα, οἱ κροσσοί, ἅπερ Ὅμηρος (Β 448) θυσάνους | |
καλεῖ· ‘τῆς ἑκατὸν θύσανοι‘. | 58 | |
3.14 | 〈ἀμίτρους:〉 ἀζώστους, μὴ διαπεπαρθενευμένας. μίτρας γὰρ ἐζώννυντο, ἃς ἔλυον ὅταν ἔμελλον διαπαρθενεύεσθαι, ἢ ὅτι οἱ ἄγαμοι γυμνοὶ ἐβάδιζον. | |
3.15 | 〈Ἀμνισίδας:〉 Κρητικάς. Ἀμνισὸς γὰρ ποταμὸς Κρήτης. | |
316a | 〈ἐνδρομίδας:〉 τὰ ὑποδήματα. | |
316b | τὸ δὲ ἑξῆς· αἵτε μοι, ὁπότε δὴ μὴ λύγκας 〈βάλλοιμι〉, ἐνδρομίδας τε καὶ θοοὺς κύνας εὖ κομέοιεν. | |
3.18 | 〈ἥντινα:〉 περιττὸν τὸ ἥν. | |
319a | λῇς ἀντὶ τοῦ θέλῃς κατὰ ἀποβολὴν τῆς θε συλλαβῆς. κέχρηται πολλαχοῦ τῇ λέξει καὶ ὁ Θεόκριτος (Ι 12)· ‘λῇς ποτὶ τᾶν νυμφᾶν, λῇς, αἰπόλε;‘ | |
319b | 〈σπαρνόν:〉 σπάνιον. | |
3.21 | 〈ὠδίνεσσι:〉 ἡ αὐτὴ γάρ ἐστι τῇ Εἰλειθυίᾳ. | |
3.28 | 〈μέχρις ἵνα:〉 περιττὸν τὸ μέχρις. | |
3.30 | 〈τυτθόν:〉 ἀντὶ τοῦ οὐδὲ τυτθόν. | |
3.35 | 〈καὶ Ἀρτέμιδος καλέεσθαι:〉 ἀπὸ κοινοῦ τὸ εἴσεται. | |
3.36 | 〈πολλὰς δὲ ξυνῇ:〉 ἀπὸ κοινοῦ τὸ ὀπάσω σοι, μετὰ τὰς λʹ· κοινῇ δέ σοι καὶ τῷ Ἀπόλλωνι πολλάς. | |
3.40 | 〈ἐπεκρήηνε καρήατι:〉 Ὅμηρος (Α 527)· ‘ὅ τι κεν κεφαλῇ κατανεύσω‘. | |
3.41 | 〈Λευκόν:〉 ὄρος Κρήτης. ἑνικῶς οὕτως εἴρηκε, Λευκὰ δὲ ὄρη λέγονται πληθυντικῶς. | |
3.44 | 〈Καίρατος:〉 ποταμὸς Κρήτης καὶ πόλις ἡ κερατοφόρος οὕτω λεγομένη. | |
345a | ἀμορβούς: ἤγουν ἀκολούθους· παρὰ τὸ ἅμα πορεύεσθαι. | |
345b | ὀπαδούς· ἐκ τοῦ ἅμα ὀρούεσθαι. | 59 |
346sqq | τὸ ἑξῆς· τοὺς μὲν ἔτετμεν ἐπ’ ἄκμοσιν Ἡφαίστοιο. | |
3.47 | νῆσός ἐστιν ἡ Λιπάρη πλησίον Σικελίας, ἔνθα ἦν τὰ χαλκεῖα Ἡφαίστου. ἔστι δὲ μία τῶν Αἰολίδων. λέγεται δέ, ὅτι σίδηρα διάφορα θέντες ἐν αὐτῇ ναῦται ἕωθεν εὑρήκασιν αὐτὰ ἐκ τῆς ἀναδόσεως τοῦ πυρὸς ἀναλιπανθέντα. καὶ διὰ τοῦτο ἐκλήθη ἡ νῆσος Λιπάρα· 〈...〉 διὰ τὸ | |
5 | αὐτὰ διάφορα ὄντα ἓν γενέσθαι (?). | |
3.49 | μύδρον: τὸν πεπυρακτωμένον σίδηρον, παρὰ τὸ μύρεσθαι καὶ διαρρεῖν. | |
3.52 | 〈πρηόσιν Ὀσσαίοισιν:〉 Ὄσσα ὄρος Θεσσαλίας. | |
3.53 | 〈φάεα μουνόγληνα:〉 καὶ Ἡσίοδος (Theog. 145)· ‘κυκλοτερὴς ὀφθαλμὸς ἕεισ‘. | |
3.54 | ὑπογλαύσσοντα: ἤγουν ὑποβλέποντα, ὅθεν καὶ γλαύκ〈ι〉ος. | |
356a | 〈βαρὺν στόνον:〉 ἀπὸ κοινοῦ τὸ αἱ νύμφαι ἔδεισαν. | |
356b | 〈Αἴτνη:〉 ὄρος Σικελίας. | |
3.58 | 〈Κύρνος:〉 νῆσος πρὸ τῆς Σικελίας ἡ Κύρνος ἐστίν. | |
3.59 | 〈εὖθ’ οἵ γε ῥαιστῆρας:〉 τὸ ἑξῆς· ἐπεὶ μέγα πολύ τ’ ἄημα, εὖθ’ οἵ γε ῥαιστῆρας. λέγει δὲ τὰς σφύρας ῥαιστῆρας παρὰ τὸ ῥαίειν καὶ φθείρειν τὰ ὑποπίπτοντα. | |
3.61 | 〈ἀμβολαδίς:〉 ἐκ διαδοχῆς. | |
362a | 〈ἐτάλασσαν:〉 ἔτλησαν. | |
362b | 〈ἀκηδέες:〉 ἄφοβοι. | |
3.67 | 〈καλιστρεῖ:〉 καλεῖ. | 60 |
3.69 | 〈αἰθῇ:〉 τῇ κεκαυμένῃ, τῇ μελαίνῃ. | |
3.70 | 〈μορμύσσεται:〉 ἐκφοβεῖ. | |
3.74 | ὀπτήρια: τὰ ὑπὲρ τοῦ ἰδεῖν δῶρα. | |
3.77 | ὤλοψας: ἤτοι ἀπέτιλας, ἐλέπισας. | |
3.79 | ἀλώπηξ: πάθος περὶ τὴν κεφαλὴν γινόμενον, ἀπὸ μεταφορᾶς τοῦ ζῴου· †τὸ γὰρ ζῷον τοῦτο λέγεται† ἔνθα ἂν οὐρήσῃ, ἄγονος ὁ τόπος τῷ ἔτει ἐκείνῳ γίνεται. | |
3.81 | Κυδώνιον: ἔθνος Κρήτης, ἀφ’ οὗ Κρητικόν. | |
3.82 | 〈κατακληῖδα:〉 τὴν φαρέτραν. | |
3.84 | 〈μονιὸν δάκος:〉 μονιὸν τὸ κατὰ μόνας νεμόμενον· δάκος δὲ τὸ θηρίον. | |
3.88 | 〈λυγκός:〉 εἶδος θηρίου ὁ λύγξ, οὗ τὸ οὖρον πήγνυται, ὃ καλοῦσι λυγκούριον. | |
3.89 | 〈Μαιναλίης:〉 ὄρος Ἀρκαδίας. | |
3.90 | 〈πηγούς:〉 λευκούς. καὶ Ὅμηρος (Γ 197) ‘πηγεσιμάλλῳ‘. | |
3.94 | 〈Κυνοσουρίδας:〉 τὰς ἀπὸ κυνῶν καὶ ἀλωπέκων τικτομένας κύνας, ἢ τὰς Λακωνικάς. Κυνοσουρὶς γὰρ τόπος Λακωνικός. | |
3.95 | 〈λαγωόν:〉 ὁ γὰρ λαγωὸς καὶ ἐν τῷ κοιμᾶσθαι οὐ μύει. | |
3.96 | 〈ὕστριχος:〉 ὕστριξ θηρίον τι τραχύτατον. | |
3.98 | 〈ἀπερχομένῃ:〉 σοὶ τῇ Ἀρτέμιδι. | |
399a | 〈προμολῇς’:〉 ταῖς διεξόδοις. | |
399b | 〈Παρρασίοιο:〉 ὄρος Ἀρκαδίας. | |
3.101 | 〈Ἀναύρου:〉 ποταμὸς Θεσσαλίας ὁ Ἄναυρος. | 61 |
3.102 | 〈κεράων:〉 σημείωσαι ὅτι τὰς θηλείας ἐλάφους κερατοφόρους εἶπεν. | |
3.107 | 〈Κελάδοντος:〉 ποταμὸς Ἀρκαδίας. | |
3.109 | 〈Κερύνειος:〉 λόφος Ἀρκαδίας. | |
3.110 | 〈Τιτυοκτόνε:〉 Τιτυὸς βιασάμενος Λητὼ ἀνῃρέθη ὑπὸ Ἀπόλ‐ λωνος καὶ Ἀρτέμιδος. | |
3.112 | 〈κεμάδεσσι:〉 ἐλάφοις. | |
3114a | 〈Αἵμῳ:〉 ὄρος Θρᾴκης. | |
3114b | κατᾶιξ δὲ ἡ λεγομένη καταιγίς. | |
3114c | 〈κατᾶιξ:〉 λαῖλαψ. | |
3.117 | 〈Μυσῷ:〉 ἔστι γὰρ καὶ ἄλλος Μακεδονίας. | |
3.124 | 〈ἐμμάξεαι:〉 ἐμβάλῃς. | |
3.125 | φιν: χωρὶς τοῦ ς διὰ τὸ μέτρον. | |
3.127 | ἢ βληταί: ἤγ(ουν) βεβλημέναι ὑπὸ τῆς Ἀρτέμιδος. | |
3.133 | 〈τρώει:〉 τρύχει, φθείρει. | |
3.134 | 〈θυωρόν:〉 θυωρὸς ἡ φιλικὴ τράπεζα, κυρίως δὲ ἡ θεοῖς ἀνα‐ τιθεμένη. τὸ δὲ ἑξῆς· περὶ μίαν θυωρὸν τὰ δίφρα τίθενται αἱ εἰνάτερες καὶ αἱ γαλόῳ. | |
3136sq | εἴη μοι φίλος ὅστις ὑπὸ σοῦ προνοεῖται, εἴην δὲ καὶ αὐτός. | |
3.140 | 〈ἄντυγες:〉 ἀπὸ τῆς ἄντυγος τὸ ὅλον ἅρμα σημαίνει. | |
3.143 | Ἀκακήσιος: ἀπὸ ὄρους Ἀρκαδίας, ἢ ὁ μηδενὸς κακοῦ παραίτιος ὤν. | |
3.146 | 〈Τιρύνθιος ἄκμων:〉 ὁ μὴ καμὼν ἐπὶ τοῖς ἄθλοις Ἡρακλῆς. | |
3.149 | 〈πενθερή:〉 ἡ Ἥρα. | |
3.152 | πινύσκει: σωφρονίζει, κολακεύει ὁ Ἡρακλῆς. | 62 |
3154a | 〈ἔα πρόκας:〉 διὰ τὴν ἀδηφαγίαν τὰ μείζω τῶν ζῴων αὐτὴν κελεύει ἀγρεύειν. [b] 〈πρόκας:〉 νεβρούς. | |
3.158 | 〈περὶ θῆρα πονεῖτο:〉 ἐσθίων | |
3.159 | 〈Φρυγίῃ:〉 Φρυγία ὄρος Τραχῖνος, ἔνθα ἐκάη ὁ Ἡρακλῆς. | |
3.161 | 〈Θειοδάμαντι:〉 βασιλεὺς Δρυόπων ὁ Θειοδάμας. | |
3.165 | 〈ὠκύθοον τριπέτηλον:〉 ταχέως ἀνατέλλον τρίφυλλον. | |
3.166 | 〈ὑποληνίδας:〉 πυέλους, ποτίστρας. | |
3170sqq | τὸ ἑξῆς· ἡνίκα αἱ νύμφαι—, μὴ νειὸν τημοῦτος. | |
3.171 | 〈Ἰνωποῖο:〉 Ἰνωπὸς ποταμὸς Δήλου. Αἰγύπτιος δὲ διὰ τὸν Νεῖλον, ὅτι καὶ αὐτὸς †ἐκεῖ† πλημυρεῖ. ἢ ὅτι λέγεται ἐκ τοῦ ὕδατος τοῦ Νείλου μετέχειν λαθραίως. | |
3172a | 〈Πιτάνῃ:〉 πόλις Λακεδαιμονίας. | |
3172b | 〈Λίμναις:〉 Λίμναι δῆμος Ἀττικῆς, ἔνθα τιμᾶται ἡ Ἄρτεμις. | |
3.173 | 〈Ἀλὰς Ἀραφηνίδας:〉 δύο Ἀλαὶ δῆμοι τῆς Ἀττικῆς, Ἀλαὶ Ἀραφηνίδες καὶ Ἀλαὶ Αἰξωνίδες. | |
3.174 | τέθμια Ταύρων: τὰ νόμιμα τῶν Σκυθῶν ἤγουν τὸ θύειν τοὺς ξένους. | |
3.175 | 〈τημοῦτος:〉 τηνικαῦτα. | |
3176sqq | τὸ ἑξῆς· ἡνίκα αἱ νύμφαι τὴν Ἄρτεμιν τῷ χορῷ κυκλώσονται, μὴ γένοιτο τὰς ἐμὰς βοῦς ἐπ’ ἀλλοτρίῳ μισθῷ ἐργάζεσθαι· καὶ γὰρ ὁ ἥλιος ἐπέχει τὸν ἑαυτοῦ δρόμον καὶ αὐτὸς ἐφορῶν τὸν χορὸν τῶν νυμφῶν, ὥστε εἶναι πολὺ τὸ τῆς ἡμέρας διάστημα. | |
3.177 | 〈γυιαί:〉 χωλαί. | 63 |
3178a | 〈κόπρον:〉 τὴν ἔπαυλιν. | |
3178b | 〈Στυμφαιΐδες:〉 Ἠπειρωτικαί· Στύμφαι γὰρ χωρίον τῆς Ἠπείρου· λέγεται δὲ καλὰς βοῦς ἔχειν τὴν Ἤπειρον. | |
3.179 | κεραελκέες: διὰ τὸ τοῖς κέρασιν ἕλκειν τὸ ἄροτρον. | |
3.187 | 〈Πέργη:〉 μητρόπολις Παμφυλίας. | |
3188a | 〈Τηΰγετον:〉 ὄρος Λακεδαίμονος. | |
3188b | 〈Εὐρίποιο:〉 ὁ μεταξὺ Εὐβοίας καὶ Βοιωτίας ῥοῦς. καλεῖται δὲ οὕτως ἡ Εὔβοια· λέγεται δὲ καὶ Μάκρις διὰ τὸ ἐπὶ μῆκος αὐτὴν κεῖσθαι. | |
3.189 | 〈Γορτυνίδα:〉 Κρητικήν, ἀπὸ τόπου. | |
3190a | 〈ἐλλοφόνον:〉 νεβροκτόνον. | |
3190b | 〈Βριτόμαρτιν:〉 Βριτόμαρτις ὄνομα κύριον τῆς νύμφης, ἀφ’ ἧς καὶ ἡ Ἄρτεμις ἐν Κρήτῃ Βριτόμαρτις τιμᾶται, ὡς Διογενιανός (fr. XX) | |
3.194 | 〈παίπαλα:〉 τόπους τραχεῖς. | |
3.204 | 〈Οὖπι:〉 Οὖπις ἐπίθετον Ἀρτέμιδος· ἢ παρὰ τὸ ὀπίζεσθαι τὰς τικτούσας αὐτήν, ἢ παρὰ τὴν θρέψασαν αὐτὴν Οὖπιν ἢ διὰ τὰς Ὑπερ‐ βορέους κόρας, Οὖπιν, Ἑκαέργην, Λοξώ, ἃς ἐτίμησεν Ἀπόλλων καὶ Ἄρτεμις· καὶ ἀπὸ μὲν τῆς μιᾶς Οὖπις ἡ Ἄρτεμις, Λοξίας δὲ καὶ Ἑκάεργος | |
5 | ἐκ τῶν λοιπῶν ὁ Ἀπόλλων. | 64 |
3208a | 〈Ὑψηίς:〉 ἡ Κυρήνη. | |
3208b | τύμβον Ἰώλκιον: τὸν τοῦ Πελίου· ἐν Ἰωλκῷ γὰρ ὁ Πελίας. | |
3.209 | 〈Κεφάλου ξανθὴν ἄλοχον:〉 τὴν Πρόκριν. | |
3.211 | 〈Ἀντίκλειαν:〉 ἢ τὴν μητέρα Ὀδυσσέως ἢ ἄλλην τινά. | |
3.215 | 〈ποδορρώρην:〉 τὴν τοῖς ποσὶν ὀρούουσαν καὶ ὁρμῶσαν. | |
3.221 | 〈Ὑλαῖον:〉 Ὑλαῖος καὶ Ῥοῖκος Κένταυροι περὶ Ἀρκαδίαν, οὓς ἀνεῖλεν Ἀταλάντη βιασαμένους αὐτήν. | |
3224a | 〈τάων:〉 τῶν λαγόνων τῶν Κενταύρων. | |
3224b | 〈Μαιναλίη:〉 ὄρος Ἀρκαδίας. | |
3224c | νᾶεν: ἔσταξεν, ἔβρεξεν, ὅθεν καὶ νᾶμα καὶ νασμός. | |
3.228 | Χησιάς: 〈Χήσιον〉 ἀκρωτήριον τῆς Σάμου καὶ Ἴμβρασος ποταμὸς Σάμου. | |
3.232 | 〈Ῥαμνουσίδι:〉 Ῥαμνοῦς δῆμος Ἀττικῆς, ἔνθα τῇ Νεμέσει ὁ Ζεὺς συνεκαθεύδησεν, ἥτις ἔτεκεν ᾠόν, ὅπερ εὑροῦσα ἡ Λήδα ἐθέρμανε καὶ ἐξέβαλε τοὺς Διοσκούρους καὶ τὴν Ἑλένην. | |
3235a | 〈Ἀζήνια:〉 ὄρος Ἀρκαδίας. | |
3235b | 〈ἐνὶ Λούσοις:〉 ἡ εὐθεῖα τὰ Λοῦσα οὐδετέρως, ὡς Ἡρωδιανός. | |
3.236 | 〈θυμὸν ἀπ’ ἄγριον εἵλεο παίδων:〉 τοῦ Προίτου μανεῖσαι αἱ τρεῖς θυγατέρες πάλιν διὰ τῆς Ἀρτέμιδος ἡμερώθησαν. ὁ δὲ κτίζει ἱερὰ δύο, ἓν μὲν Κορίης, ἓν δὲ Ἡμέρης, διότι τὰς κόρας ἡμέρωσεν. | |
3.238 | 〈παρραλίῃ Ἐφέσῳ:〉 τῇ παραθαλασσίῃ. | |
3.239 | Ἱππώ: μία τῶν Ἀμαζόνων. | 65 |
3.245 | 〈ἔργον Ἀθηναίης:〉 Ἀθηνᾶ γὰρ ἔφορος πάσης τέχνης. | |
3246a | 〈Σάρδιας:〉 πόλις Λυδίας. | |
3246b | Βερεκύνθιον: μεταξὺ Λυδίας καὶ Φρυγίας. | |
3.250 | Ὅμηρος (Ι 404)· ‘οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτοροσ‘. | |
3.251 | 〈ἠλαίνων:〉 μωραίνων. | |
3.253 | 〈Κιμμερίων:〉 Σκυθῶν. | |
3.254 | 〈βοὸς πόρον Ἰναχιώνης:〉 τῆς Ἰοῦς τῆς εἰς βοῦν μεταμορφω‐ θείσης. Βόσποροι δὲ εἰσὶ δύο, ὅ τε Βυζάντιος καὶ ὁ Κιμμέριος. | |
3.259 | Μουνιχίη: ἤτοι Ἀττική· Μουνιχία γάρ ἐστι μέρος τοῦ Πειραιῶς τοῦ λιμένος τῶν Ἀθηνῶν. | |
4.1 | 〈Τίνα:〉 κατὰ τίνα. | |
4.7 | 〈Πίμπλειαν:〉 ὄρος Θρᾴκης ἱερὸν Μουσῶν. | |
411a | ἄτροπος: ἤγουν ἀκίνητος καὶ ἄσειστος· ἡ γὰρ Δῆλος οὐδέποτε σειομένη τινάσσεται. φησὶ δὲ καὶ Θουκυδίδης (ΙΙ 8, 3), ὅτι σεισμὸς γενόμενος τοσοῦτον ἦν μέγας ὡς καὶ τὴν Δῆλον νῆσον σεισθῆναι. | |
411b | ἄλλως. ἄτροπος: ἤγουν ἀγεώργητος· μὴ τρεπομένη καὶ μεταβαλλομένη ἐν τῷ ἀροῦσθαι· τραχεῖα γάρ. | |
411c | ἁλιπλὴξ δὲ ὑπὸ τῆς ἁλὸς πληττομένη. | |
4.12 | 〈αἰθυίῃς:〉 λάροις. | |
414a | 〈ἀπομάσσεται:〉 ἀπορρίπτει. | |
414b | 〈ἄχνην:〉 ἀφρόν. | 66 |
4.18 | οὐχ ὅτι αἱ νῆσοι ἀθροίζονται, ἀλλ’ οἱ ἔξαρχοι θεοί. | |
4.19 | 〈Κύρνος:〉 ἡ νῦν †Τύρος† καλουμένη. | |
420a | 〈Μάκρις Ἀβαντιάς:〉 ἡ Εὔβοια. | |
420b | 〈Ἐλλοπιήων:〉 τῶν Εὐβοέων. | |
4.21 | 〈ἣν ἐπενήξατο Κύπρις:〉 ἡ Κύπρος. | |
4.22 | 〈σαοῖ:〉 σώζει. | |
4.23 | 〈ἐρυμναί:〉 ἠσφαλισμέναι. | |
4.26 | 〈Στρυμονίου:〉 Στρυμὼν ποταμός ἐστι καὶ πόλις Θρᾴκης. | |
4.28 | 〈πολέες:〉 αἱ Πινδάρου καὶ Βακχυλίδου. ἔδει δὲ εἰπεῖν πολλαί. | |
4.30 | λέγεται γὰρ ὅτι ὁ Ποσειδῶν τῇ τριαίνῃ ἀποσπῶν τὰς νήσους ἐποίει. | |
4.31 | 〈ἄορι τριγλώχινι:〉 τῇ τριαίνῃ. | |
4.41 | 〈ἀπὸ Ξάνθοιο πολίχνης:〉 ἀπό τινος Ξάνθου βασιλεύσαντος Τροιζῆνος. | |
4.46 | 〈Χαλκιδικῆς:〉 Χαλκὶς πόλις Εὐβοίας. | |
4.47 | Σούνιον: ἀκρωτήριον τῆς Ἀττικῆς. | |
448a | 〈νήσοιο ... Παρθενίης:〉 τῆς Σάμου. | |
448b | 〈διάβροχον:〉 τὸν γόνιμον. | |
4.50 | 〈Ἀγκαίου:〉 Ἀγκαῖος βασιλεὺς Σάμου. | |
4.57 | 〈διακριδόν:〉 κατ’ ἐξοχήν, μεγάλως. | |
4.60 | 〈σπερχομένη:〉 ὀργιζομένη. | |
4.61 | 〈εἵατο:〉 ἐκαθέζοντο. | |
4.63 | 〈Αἵμου:〉 ὄρος Θρᾴκης ὁ Αἷμος. | |
4.65 | 〈ἑπτάμυχον:〉 πολύμυχον. | |
4.66 | 〈νησάων:〉 παραλόγως ἔχει τὴν διαίρεσιν νησάων. οὐ γὰρ ἀπὸ | |
τῶν εἰς αι ἐστίν. | 67 | |
467a | 〈κόρη:〉 ἡ Ἶρις. | |
467b | 〈Μίμαντι:〉 ὄρος 〈ἀντικρὺ〉 Χίου. | |
471a | 〈Παρθένιον:〉 ὄρος Ἀρκαδίας τὸ Παρθένιον, ἔνθα τὴν Αὔγην τοῦ Ἀλεοῦ τὴν θυγατέρα, ἱέρειαν τῆς Ἀθηνᾶς, ἔφθειρεν Ἡρακλῆς. | |
471b | 〈Φενειός:〉 πόλις Ἀρκαδίας ἀρχαία. | |
473a | 〈ἔμπλην:〉 χωρίς. | |
473b | 〈Αἰγιαλοῦ:〉 Ὅμηρος (Β 575)· ‘Αἰγιαλόν τ’ ἀνὰ πάντα‘. | |
4.75 | 〈Ἀονίη:〉 Ἀονίαν τὰς Θήβας λέγει. | |
4.76 | 〈Δίρκη τε Στροφίη τε:〉 κρῆναι ἐν Θήβαις ταῖς Βοιωτίαις. | |
4.77 | 〈Ἰσμηνοῦ:〉 Ἰσμηνὸς ποταμὸς Θηβῶν καὶ Ἀσωπός. | |
4.78 | 〈ἐπεὶ πεπάλακτο κεραυνῷ:〉 ἐπεὶ τὴν θυγατέρα αὐτοῦ Αἴγιναν ἁρπαγεῖσαν ὑπὸ Διὸς ἀπήγγειλε Σίσυφος, ὁ δὲ ἤρξατο καταδιώκειν αὐτόν, Ζεὺς δὲ ὀργισθεὶς ἐκεραύνωσεν αὐτόν. | |
4.79 | 〈ὑποδινηθεῖσα:〉 ὑπότρομος γενομένη. | |
4.80 | 〈μελίη:〉 τὸ ἑξῆς 〈...〉 οὐκ ἔστι κύριον, ἀλλὰ ἁπλῶς εἴρηται περὶ πάσης μελίας. | |
4.82 | 〈Ἑλικῶνος:〉 ὄρος Βοιωτίας. | |
4.86 | 〈ταῖς μέν:〉 ταῖς μὴ δεξαμέναις δηλαδὴ τὴν Λητώ. | |
4.88 | τὸ ἑξῆς· ὦ Θήβη, τί αὐτίκα ἐλέγχεις τὸν ἐσόμενόν σοι πότμον; | |
4.91 | 〈ὄφις μέγας:〉 ὁ Δελφύνης. | |
4.92 | 〈ἀπὸ Πλειστοῖο:〉 Πλειστὸς ποταμὸς Φωκίδος παρὰ τὸν Παρ‐ νασὸν ῥέων, ὅς ἐστιν ὄρος Φωκίδος. | |
4.94 | 〈τομώτερον:〉 σαφέστερον, ὀξύτερον. | |
4.96 | 〈κακογλώσσοιο:〉 τῆς Νιόβης· ἐν Θήβαις γὰρ κατῴκει. | 68 |
4.97 | 〈Κιθαιρών:〉 ὄρος Θηβῶν. | |
4.101 | 〈Ἑλίκη:〉 πόλις Ἀχαΐας. | |
4.102 | 〈Βοῦρά τε Δεξαμενοῖο:〉 Βοῦρα πόλις Ἀχαΐας· ᾤκησε δὲ αὐτὴν Δεξαμενὸς ὁ Κένταυρος. ἐκεῖ δὲ αὐτοῦ τὰ βουστάσια ἐφυλάττετο· διὸ καὶ Βοῦρα ὠνομάσθη. | |
4104a | 〈Λάρισα:〉 πόλις Θεσσαλίας. | |
4104b | Χειρωνίδες ἄκραι: τὸ Πήλιον ὄρος Θεσσαλίας, διὰ τὸ τὸν Χείρωνα ἐκεῖσε οἰκῆσαι. | |
4105a | 〈Πηνειός:〉 ποταμὸς Θεσσαλίας. | |
4105b | 〈Τεμπέων:〉 ὄρη Θεσσαλίας. | |
4105c | 〈Τεμπέων:〉 ὄρη Κιλικίας πλησίον Θεσσαλίας. | |
4105d | 〈Τεμπέων:〉 Τέμπη αἱ στενώταται διεκβολαὶ τῶν Θεσσαλίας ὀρῶν. | |
4.109 | 〈Θεσσαλίδες:〉 αἱ παρὰ τὸν Πηνειόν. | |
4.112 | 〈ἀνέμοισιν ἐρίζεις:〉 ἐν τῷ τρέχειν. | |
4.115 | 〈πεποίησαι:〉 προσπεποίησαι τὸ ὀξέως τρέχειν. | |
4.118 | 〈Φιλύρης νυμφήϊον:〉 ἐν τῷ Πηλίῳ γὰρ ὁ Κρόνος τῇ Φιλύρᾳ μιγεὶς ποιεῖ τὸν Χείρωνα. | |
4.122 | 〈Ἀναγκαίη:〉 τὸ τοῦ ποιητοῦ (Ζ 85 = τ 73)· ‘ἀναγκαίη γὰρ ἐπείγει‘. ἡ γὰρ Ἀνάγκη μεγάλη θεός ἐστι. | |
4.125 | 〈ἀπαύγασαι:〉 θέασαι. | |
4.126 | τὸν Ἄρην λέγει. | 69 |
4.130 | 〈διψαλέην ἄμπωτιν:〉 ξηρασίαν. | |
4.132 | 〈τί περισσά:〉 φθέγγομαι δηλονότι. | |
4.134 | 〈Παγγαίου:〉 Πάγγαιον ὄρος Θρᾴκης. | |
4.137 | 〈Ὄσσης:〉 ὄρος Θεσσαλίας. | |
4.139 | 〈Πίνδοιο:〉 ὄρος Περραιβικόν. | |
4.143 | 〈Βριαρῆος:〉 οἱ μέν φασι Βριαρέως, οἱ δὲ Τυφωέως, οἱ δὲ Ἐγκελάδου. | |
4.144 | 〈θερμάστραι:〉 αἱ κάμινοι. | |
4.150 | 〈Κοιηΐς:〉 Κοίου γὰρ καὶ Φοίβης ἡ Λητώ. | |
4.156 | 〈Κέρκυρα:〉 ἡ Φαιακία. | |
4160-1 | 〈Κόων Μεροπηΐδα νῆσον | ... Χαλκιόπης ἱερὸν μυχόν:〉 ἢ ὅτι ὑπὸ Μέροπος ἐβασιλεύθη, ἢ ὅτι Μέροπες αὐτὴν ᾤκησαν· θυγάτηρ δ’ Εὐρυπύλου βασιλέως 〈τῆσ〉 Κῶ (sc. ἡ Χαλκιόπη). | |
4.165 | 〈ἐκ Μοιρέων:〉 διὰ τὸ ἐκεῖσε ἀνατραφῆναι τὸν Φιλάδελφον Πτολεμαῖον ἐν τῇ Κῷ. | |
4.166 | 〈ὑπὸ μίτρην:〉 ὑπὸ τὴν βασιλείαν, ὑπὸ τὴν ἀρχήν. | |
4.167 | 〈Μακηδόνι:〉 τῷ Φιλαδέλφῳ Πτολεμαίῳ. | |
4.170 | 〈πατρός:〉 τοῦ Σωτῆρος. | |
4174a | Τιτῆνες: διὰ τὸ ἐπιχείρημα. | |
4174b | 〈ἑσπέρου:〉 τῆς δύσεως. | |
4175-87 | Βρέννος ὁ τῶν Γάλλων βασιλεὺς συλλαβὼν τοὺς Κελτοὺς ἦλθεν ἐπὶ Πυθῶνα βουλόμενος τὰ χρήματα αὐτῆς ἁρπάσαι. πλησίον δὲ | |
γενομένου αὐτοῦ ὁ Ἀπόλλων χαλάζῃ χρησάμενος ἀπώλεσε τοὺς πλείους αὐτῶν. ὀλίγων οὖν παραλειφθέντων Ἀντίγονός τις φίλος τοῦ Φιλαδέλφου | 70 | |
5 | Πτολεμαίου προξενεῖ αὐτοὺς αὐτῷ ὥστε ἐπὶ μισθῷ στρατεύεσθαι. καὶ γὰρ ἔχρῃζεν ὁ Πτολεμαῖος τούτου τοῦ στρατεύματος. οἱ δὲ ὁμοίως ἠβουλή‐ θησαν καὶ τοῦ Πτολεμαίου ἁρπάσαι τὰ χρήματα. γνοὺς οὖν λαμβάνει αὐτοὺς καὶ ἀπάγει πρὸς τὸ στόμιον τοῦ Νείλου τὸ λεγόμενον Σεβεννυτικὸν καὶ κατέκαυσεν αὐτοὺς ἐκεῖσε. ταῦτα οὖν, φησί, ξυνὸν ἀγῶνα ἔσεσθαι. | |
4.184 | 〈Γαλάτῃσιν:〉 τοῖς Γάλλοις. | |
4.185 | 〈τέων:〉 ὧντινων ἀσπίδων αἱ μὲν ἐμοὶ εἰς γέρας, αἱ δὲ τῷ Πτολεμαίῳ δοθήσονται. | |
4191a | 〈διειδομένη:〉 φαινομένη. | |
4191b | 〈ἀραιή:〉 λεπτή. | |
4.193 | ἀνθέρικός ἐστιν ὁ τοῦ ἀσφοδέλου καρπός. | |
4.199 | 〈Γεραίστιον:〉 Γέραιστος ἀκρωτήριον Εὐβοίας. | |
4.204 | 〈ἐφύλαξα:〉 ἀντὶ τοῦ φυλάξω. | |
4.210 | 〈φοίνικος ποτὶ πρέμνον:〉 καὶ Ὅμηρος (ζ 162 sq.)· ‘Δήλῳ δὴ τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνον ἀνερχόμενον‘. | |
4.212 | ἀλυσθμαίνουσα: ἤτοι πνευστιῶσα, ἀσθμαίνουσα. | |
4.215 | 〈νύμφα Διός:〉 πρὸς τὴν Ἥραν ὁ λόγος. | |
4.225 | σάρον: τὸ κάλλυντρον. | |
4.234 | ληθαῖον: τὸ λήθην τῶν κακῶν ἐμποιοῦν. | |
4.235 | 〈ποτὶ γλωχῖνα:〉 πρὸς τὴν γωνίαν τοῦ θρόνου. | 71 |
4.236 | 〈λέχριος:〉 πλαγίως. | |
4.238 | ἐνδρομίδας: κυρίως τῶν κυνηγῶν τὰ ὑποδήματα. | |
4.242 | ἀλετρίδες: αἱ θεράπαιναι αἱ ἀλήθουσαι. | |
4.246 | καίτοι περ κακῶς τῇ Λητοῖ ἐχαρίσατο. | |
4.250 | 〈Μῃόνιον Πακτωλόν:〉 ποταμὸς Λυδίας χρυσοῦ ψήγματα φέρων. | |
4.251 | 〈ἑβδομάκις:〉 ἑπταμηνιαῖος γὰρ ἐτέχθη ὁ Ἀπόλλων. | |
4.256 | 〈ποταμοῦ γένος ἀρχαίοιο:〉 τοῦ Ἰνωποῦ. | |
4.258 | 〈ὀλολυγήν:〉 τὴν μετὰ εὐφημίας λέγει εὐχήν. | |
4.261 | 〈τροχόεσσα ... λίμνη:〉 ἡ θάλασσα διὰ τὸ περιτρέχειν κύκλῳ τὴν νῆσον, ἢ λίμνη τις ἐν Δήλῳ περιφερής. | |
4.266 | 〈ὦ μεγάλη πολύβωμε:〉 πρὸς τὴν γῆν λέγει πᾶσαν. | |
4.271 | Κερχνὶς καὶ Λέχαιον· ἀκρωτήριά εἰσιν, ἔνθα ὁ Ποσειδῶν τιμᾶται. | |
4.275 | 〈νησάων:〉 παραλόγως τὸ νησάων. | |
4.280 | 〈ἀνὰ μέσσην:〉 ἐν μεσημβρίᾳ. | |
4281sq a | 〈οἳ καθύπερθε βορείης οἰκία θινὸς ἔχουσι:〉 οἱ Ὑπερβόρεοι. | |
4281sq b | θῖνα νῦν τὴν ζώνην λέγει ὠκεανοῦ. | |
4283-5 | λέγεται ὅτι οἱ Ὑπερβόρεοι δῶρα πέμπουσι τῷ Ἀπόλλωνι, ἅτινα δέχονται πρῶτοι οἱ Δωδωναῖοι. | |
4286a | γηλεχέες: οὓς Ὅμηρός (Π 235) φησι χαμαιεύνας. | |
4286b | 〈ἀσιγήτοιο λέβητος:〉 ὅθεν Δωδωναῖον χαλκεῖον. | |
4.287 | 〈Μηλίδος:〉 Μηλὶς πόλις Τραχῖνος. | 72 |
4.289 | ἐν Εὐβοίᾳ πεδίον Ληλάντιον ἀπὸ Ληλάντου βασιλέως. | |
4.291 | 〈Ἀριμασπῶν:〉 ἔθνος τῶν Ὑπερβορέων. | |
4292a | 〈Οὖπίς τε:〉 αἱ τρεῖς κόραι τῶν Ὑπερβορέων Σκυθῶν· | |
4292b | εὐαίων δὲ ἡ μακαρία. | |
4.295 | †〈εὔμοιροι:〉 εὔφημοι†. | |
4.296 | 〈ὑμέναιος:〉 καιρὸς τοῦ γάμου. | |
4.298 | 〈παρθενικαί:〉 ἀπὸ κοινοῦ τὸ φορέουσιν. | |
4.299 | 〈ἄρσενες:〉 οἱ καθαροί. | |
4.302 | 〈οὖλος ἐθείραις:〉 ὁ ὁλόκληρος ταῖς θριξί, τουτέστιν ὁ λαμπρὸς ταῖς ἀκτῖσιν. | |
4.305 | Ὠλὴν γάρ τις Λύκιος εὗρε τὸν ὕμνον τοῦτον. | |
4.308 | 〈ἄγαλμα | Κύπριδος ἀρχαίησ〉 ἀριήκοον: Ἀφροδίτης ἱερὸν ἐν Δήλῳ ὅπερ Θησεὺς ἔκτισε διὰ τὸ εὐχερῶς τὴν Ἀριάδνην ὀλισθῆσαι εἰς πόθον τὸν Θησέως καὶ χειρώσασθαι τὸν Μινώταυρον. | |
4314sq a | τοῦτο καὶ Πλάτων ἔφη ἐν τῷ Φαίδωνι (58 Α—Β). | |
4314sq b | τὸ ἑξῆς· θεωρίδος νηός, νῦν τῆς τὰ ἱερὰ φερούσης· κυρίως δὲ θεωρὸς ὁ τὰ τοῦ θεοῦ ὠρῶν ὅ ἐστι φυλάσσων, ἐκ δὲ τούτου ὁ ἱερεύς. | |
4314sq c | ἱερὰ τριήρης. | |
4.315 | τοπήια: ὅπλα νεώς, Λάκωνες· σχοινία, κάλοι. | |
4.316 | 〈τίς δέ σε:〉 ἀντὶ τοῦ οὐδείς. | |
4321-3 | ἐν Δήλῳ περὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος ἔθος ἦν τρέχειν καὶ | |
τύπτειν τὸν βωμὸν μάστιγι καὶ ἀποδάκνειν ἐξηγκωνισμένους ἐκ τῆς ἐλαίας. | 73 | |
4322a | 〈ῥησσόμενον:〉 πλησσόμενον. | |
4322b | 〈ὀδακτάσαι:〉 δράξασθαι, δακεῖν. | |
4325a | 〈ἱστίη ὦ νήσων:〉 ἑστία ἐστὶ μέντοι κυρίως ὁ βωμὸς ὁ ἐν μέσῳ τῷ δόμῳ ἑστώς· ἐπειδὴ οὖν ἡ Δῆλος ἐν μέσῳ τῶν Κυκλάδων ἕστηκε, δοκεῖ ὥσπερ ἑστία τις καὶ βωμὸς εἶναι. | |
4325b | 〈εὐέστιε:〉 εὔοικε. | |
5.1 | Ἔν τινι ἡμέρᾳ ὡρισμένῃ ἔθος εἶχον αἱ Ἀργεῖαι γυναῖκες λαμβάνειν τὸ ἄγαλμα τῆς Ἀθηνᾶς καὶ Διομήδους καὶ ἄγειν ἐπὶ τὸν Ἴναχον ποταμὸν κἀκεῖσε ἀπολούειν· ὃ δὴ καὶ λουτρὰ ὠνομάζετο τῆς Παλλάδος. | |
5.2 | φρυασσομενᾶν ἤτοι ποιὸν ἦχον ἀποτελουσῶν. | |
5.4 | σοῦσθε: ὁρμᾶτε, ἀπὸ τοῦ σεύω. | |
5.5 | 〈πάχεις:〉 ἀπὸ μέρους τὸ ὅλον. | |
5.8 | 〈γηγενέων:〉 τῶν γιγάντων. | |
5.11 | 〈ἐφοίβασεν:〉 ἐκάθηρεν. | |
513-17 | ἀπὸ κοινοῦ τὸ οἴσετε. | |
5.14 | 〈συρίγγων:〉 τῶν χοινικίδων. | |
5.15 | 〈ἀλαβάστρως:〉 τὰς μυροθήκας. | |
524a | 〈παρ’ Εὐρώτᾳ:〉 ποταμὸς Λακεδαιμονίας. | |
524b | 〈τοὶ Λακεδαιμόνιοι | ἀστέρες:〉 οἱ Διόσκουροι. | |
525a | 〈ἐμπεράμως:〉 ἐμπείρους. | |
525b | λιτά: ἀσκεύαστα, ἄμεικτα. | |
5.28 | 〈σίβδας:〉 ῥοιᾶς. | |
5.29 | ἄρσεν ἤτοι καθαρόν, ἄμεικτον. | |
5.32 | 〈σμασαμένα:〉 σμηξαμένη. | 74 |
5.33 | ἴλα: ἡ τῶν νυμφῶν φρατρία καὶ ἄθροισις. | |
5.34 | 〈Ἀρεστοριδᾶν:〉 Ἀρεστορίδαι φυλὴ ἐπίσημος ἐν Ἄργει. | |
5.37 | 〈Εὐμήδης:〉 ποτὲ τῶν Ἡρακλειδῶν ἐλθόντων κατὰ τῶν Ὀρεστει‐ δῶν Εὐμήδης, ἱερεὺς τῆς Ἀθηνᾶς, ὑπενοήθη ὑπὸ τῶν Ἀργείων ὡς βουλό‐ μενος προδοῦναι τὸ Παλλάδιον τοῖς Ἡρακλείδαις· φοβηθεὶς οὖν ὁ Εὐμήδης ἔλαβε τὸ Παλλάδιον καὶ παρεγένετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἴφειον. | |
5.40 | 〈Κρεῖον:〉 ὄρος Ἄργους. | |
5.41 | 〈ἀπορρώγεσσιν:〉 ἐν πέτραις ἐρρηγμέναις. | |
5.42 | 〈Παλλατίδες:〉 οὕτω γὰρ καλοῦνται ἀπὸ τῆς Παλλάδος. | |
5.45 | 〈Ἄργος:〉 τουτέστιν ὦ Ἀργεῖοι. | |
547sq | 〈ἢ ’ς Φυσάδειαν | ἢ ἐς Ἀμυμώναν:〉 Φυσάδεια καὶ Ἀμυμώνη θυγατέρες Δαναοῦ, ὅθεν τὴν ὀνομασίαν ἔσχον αἱ κρῆναι. | |
5.57 | 〈νύμφαν μίαν:〉 τὴν Χαρικλώ, μητέρα Τειρεσίου τοῦ μάν‐ τεως. | |
560-3 | Θέσπεια, Κορώνεια, Ἁλίαρτος πόλεις Βοιωτίας. | |
5.64 | 〈Κουραλίῳ:〉 ποταμὸς Βοιωτίας. | |
5.71 | 〈ἵππω ἐπὶ κράνᾳ:〉 οὕτω καλεῖται Ἵππου κρήνη ἐν Ἑλικῶνι, ἣν ὁ Πήγασος τῇ ὁπλῇ πλήξας ἐποίησεν. | |
5.72 | 〈λῶντο:〉 ἐλούοντο. | |
576a | περκάζων ἤτοι μελαινόμενος ὑπὸ τῆς ἐκφύσεως τῶν τριχῶν. | |
576b | μελανίζων. | |
5.81 | 〈ὦ Εὐηρείδα:〉 Εὐήρους υἱὸς ὁ Τειρεσίας. | |
5.87 | 〈ἄλαστε:〉 ἤτοι ἀνεπίληστα ὑπομείνας. | |
5.90 | 〈παριτέ:〉 παραβατέ, παροδεύσιμε. | |
5.97 | 〈μετὰ πάντα βαλεῦ:〉 τὸ ἑξῆς· μεταβαλεῦ. | 75 |
5.106 | 〈τέλθοσ〉: χρέος. | |
5108-15 | Ἀκταίων υἱὸς Ἀρισταίου καὶ Αὐτονόης. οὗτος ὑπὸ τῶν ἰδίων κυνῶν ἐσπαράχθη διὰ τὸ τὴν Ἄρτεμιν ἰδεῖν γυμνήν. | |
5.109 | 〈ἁβατάν:〉 ἡβητήν. | |
5.115 | 〈τουτάκι:〉 τηνικαῦτα. | |
5120a | 〈τεῦ:〉 σοῦ. | |
5120b | 〈μενεῦντι:〉 μενοῦσι. | |
5.124 | 〈ἤλιθα:〉 μάτην. | |
5.126 | 〈Λαβδακίδαις:〉 τοῖς περὶ Οἰδίποδα καὶ Ἰοκάστην. | |
5.130 | 〈Ἀγεσίλᾳ:〉 τῷ Ἅιδῃ, τῷ Πλούτωνι. | |
5.139 | 〈ὀλολυγαῖς:〉 εὐχαῖς. | |
5.140 | 〈κάδευ:〉 κήδου. | 76 |
6.1 | Ὁ Φιλάδελφος Πτολεμαῖος κατὰ μίμησιν τῶν Ἀθηνῶν ἔθη τινὰ ἵδρυσεν ἐν Ἀλεξανδρείᾳ, ἐν οἷς καὶ τὴν τοῦ καλάθου πρόοδον. ἔθος γὰρ ἦν ἐν Ἀθήναις ἐν ὡρισμένῃ ἡμέρᾳ ἐπὶ ὀχήματος φέρεσθαι κάλαθον εἰς τιμὴν τῆς Δήμητρος. | |
6.5 | 〈μηδ’ ἃ κατεχεύατο χαίταν:〉 μηδ’ ἥτις ἄγαμός ἐστιν. | |
6.6 | μηδὲ ὅταν ἐκ τῶν αὑαλέων χειλέων τοῦ στόματος πτύωμεν ἄπαστοι, τουτέστι μετὰ τὸ δεῖπνον· τότε γὰρ οὐ μεταλαμβάνομεν σιτίων. | |
67-9 | Ἕσπερος μόνος ἐθεάσατο τὸν κάλαθον ὅστις ἔπεισε τὴν Δήμητραν μεταλαβεῖν σιτίων μετὰ τὸ παύσασθαι ζητοῦσαν τὴν κόρην. | |
611a | 〈τὼς μέλανας:〉 τοὺς Αἰθίοπας. | |
611b | 〈ὅπα τὰ χρύσεα μᾶλα:〉 ἐπὶ τὴν Λιβύην. | |
6.12 | 〈λοέσσα:〉 ἀντὶ τοῦ ἐλούσω. | |
6.13 | 〈Ἀχελώϊον:〉 ποταμὸς Αἰτωλίας. | |
6.15 | 〈Καλλιχόρῳ:〉 Καλλίχορον φρέαρ ἐκαλεῖτο ἐν Ἐλευσῖνι (ἔστι δὲ καὶ δῆμος Ἀττικῆς). | |
6.21 | 〈Τριπτόλεμος:〉 Τριπτόλεμον λέγουσιν υἱὸν Κελεοῦ ὃν Δημήτηρ | |
ἐδίδαξεν σιτουργίαν. | 77 | |
6.22 | τὸ ἑξῆς· κάλλιον τὰ δράγματα †ἐδειν† ἵνα καί τις ὑπερβασίας ἀλέηται. | |
6.24 | 〈Δώτιον:〉 χώρα Θεσσαλίας. | |
6.28 | ἀλέκτρινον ὕδωρ: τὸ διαυγές· παρὰ τὸ ἤλεκτρον. | |
6.29 | ἐξ ἀμαρᾶν: Ὅμηρος (Φ 259)· ‘ἀμάρης ἐξ ἔχματα βάλλων‘. εἰσὶ δὲ ἀμάραι αἱ ὑδρορρόαι. | |
6.30 | Ἐλευσὶς †καὶ Ἔννα† δῆμοι τῆς Ἀττικῆς. | |
6.38 | 〈ποτὶ τὤνδιον ἑψιόωντο:〉 περὶ τὸ ἔνδιον ἤγουν περὶ τὸ μεσημβρινὸν ἑψιόωντο καὶ ἔπαιζον. | |
6.43 | 〈ἐείσατο:〉 ὡμοιώθη. | |
6.44 | 〈ἔχε κλᾷδα:〉 εἶχε κλεῖδα ὡς ἱέρεια. | |
6.46 | 〈ἀνειμένα:〉 ἀνακείμενα. | |
6.47 | 〈πολύθεστε:〉 πολυπόθητε. | |
6.73 | 〈προχάνα:〉 πρόφασις. | |
674sq | 〈Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ’ ἄεθλα | Ὀρμενίδαι καλέοντες:〉 Ἰτὼν πόλις Θεσσαλίας, ἔνθα τιμᾶται Ἀθηνᾶ. γένος δὲ ἐπίσημον οἱ Ὀρμενίδαι. | |
6.76 | 〈Κραννῶνα:〉 πόλις Θεσσαλίας. | |
6.77 | 〈Πολυξώ:〉 ἐπίσημος αὕτη. | |
6.79 | 〈υἱέα:〉 τὸν Ἐρυσίχθονα. | |
6.81 | 〈νεῖται:〉 ἔρχεται. | |
6.84 | εἰ ἑστιῶν φίλους τις ἦν, ἐζητεῖτο δὲ Ἐρυσίχθων, ἔλεγεν ἡ μήτηρ· ‘ἐν ἀλλοτρίοις οἰκήμασίν ἐστιν‘. | |
6.86 | 〈ἀμ.....:〉 ἀριθμεῖ. | 78 |
6.88 | ἐξάλλετο: ηὐξάνετο ἐπὶ τῷ ἐσθίειν. | |
6.90 | 〈ἀλεμάτως:〉 ματαίως. | |
6.91 | πλαγγών: ἡ κήρινος νύμφη. | |
6.95 | 〈χὠ μαστὸς τὸν τὸν ἔπωνε:〉 καὶ ὁ μαστὸς ὃν ἔπινεν, ἤγουν ἡ τροφός. | |
6.97 | 〈καλιστρέων:〉 καλῶν. | |
6.99 | 〈Αἰολίδος Κανάκης γένος:〉 ἡ Κανάκη μήτηρ Τριόπα, θυγάτηρ Αἰόλου. | |
6.108 | 〈τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ:〉 ἥντινα ἔτρεφεν ἡ αὐτοῦ μήτηρ τῇ Ἑστίᾳ. | |
6110a | 〈τὰν αἴλουρον:〉 τὸν ἰδιωτικῶς λεγόμενον κάττον. | |
6110b | 〈θηρία μικκά:〉 οἱ μύες. | |
6.113 | 〈ἀνεξήραινον:〉 ἔρημον ἐποίουν. | |
6.115 | 〈ἀκόλως:〉 ἄρτους. | |
6.122 | 〈λευκόν:〉 λαμπρόν. | |
6.125 | 〈παναπηρέας:〉 ἀβλαβεῖς. | |
6.126 | 〈χρυσῶ πλέα λίκνα:〉 ἢ χρυσοῦ πεπληρωμένα ἢ ὅτι περιεχρύσουν αὐτὰ δι’ εὐπρέπειαν. | |
6.127 | 〈πασεύμεθα:〉 κτησόμεθα. | |
6128-32 | τὰς μὲν ἀμυήτους κελεύω μέχρι τοῦ πρυτανείου παρα‐ γενέσθαι· αἵτινες δέ εἰσιν ἑξήκοντα ἐνιαυτῶν ἢ καὶ πλειόνων, ταύτας κελεύω κατὰ τὸ δυνατὸν ἀκολουθῆσαι τῷ καλάθῳ. | |
6132sq | ταῖς ἐλθούσαις καὶ ταῖς μὴ ἐλθούσαις ἴσον μισθὸν δώσει ἡ | |
Δημήτηρ. | 79 |