TLG 5016 015 :: SCHOLIA IN CALLIMACHUM :: Diegeseis in Hymnos i et ii (scholia vetera)

SCHOLIA IN CALLIMACHUM Schol.
(Varia)

Diegeseis in Hymnos i et ii (scholia vetera)

Source: Pfeiffer, R. (ed.), Callimachus, vol. 2. Oxford: Clarendon Press, 1953: 41, 46.

Citation: Hymn — column — (line)

Hymn1

col11

(8)

‘Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν‘ | Ἐνταῦθα Ἀρκάδες καὶ Κρῆτες ἀντιποι|οῦνται τῆς Διὸς γενέσεως
10ἑκάτεροι λέ|γοντες παρ’ αὐ̣τ̣ο̣ῖς γεγεννῆσθαι τὸν θε|όν (Κρῆτες δὲ καὶ τάφον αὐτοῦ ἐπ̣ιδει|κνύντες, το[ῦ]τό γε ψευδόμενοι), ἀφορ|μὴν τοιαύτην εἰληφότες· τῆς γὰρ Παρ|ρασίας μοίρας ἔν τινι ὄρει θαμνώδει ἀπο|τεκοῦσα Ῥέα τὸν Δία Νέδῃ μιᾷ τῶν | Ὠκεανίδων εἴσω τῆς Κρήτης φέρειν̣ | ἐνεχείρισεν, ὅπως
15κρύφα τρέφοιτο ἐ|κεῖσε.41

Hymn2

col11

(20)

‘Οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ‘ | Προ‐ τερατευσάμενος ὡς ἐντεθεασμέ|νων καὶ τῶν ἀψύχων ἐπὶ παρουσί|ᾳ τοῦ Ἀπόλλωνος δαφνίνων τε | κλάδων σειομένων καὶ αὐτοῦ τοῦ | τεμένους, ἐπιλέγει̣ δεῖν χορεύειν | τοὺς παῖδας καὶ κιθαρίζειν, γεγαλη|νῶσθαι δὲ καὶ τὸ πέλαγος
25ἐφ’ ὕμνῳ | τοῦ θεοῦ καὶ τοὺς περιπαθεῖς ἀνέχειν | τοῦ θρηνεῖν. προσιστορεῖ δὲ καὶ τὸ πο|λύτεχνον τοῦ θεοῦ ὅτι καὶ τοξότης ἀ|γαθός ἐστι καὶ ἰατρὸς καὶ μάντις | καὶ ἐπόπτης τῆς τροφῆς τῶν θρεμ|μάτων, καὶ ὡς χαίρει πόλεων κτί|σεσιν οὐδ’ ἀρχιτεκτονίας ἀπολείπεται· | ἔτι
30δὲ τετραέτης ὢν ἐν τῇ Δήλῳ | βωμὸν ἐκ κεράτων κατε‐ σκευάσατο. | καὶ εἰδὼς† ὅτι Κυρήνης τὴν κτίσιν | Βάττῳ τῷ Θηραίῳ διεσήμηνε, κόρα|κα παρασχόμενος ἡγεμόνα· ὡς πρῶ|τον μὲν ἐν Σπάρτῃ ἐτετίμητο, | δεύτερον δὲ ἐν

Hymn2

col12

Θήρᾳ, τρί|τον δὲ ἐν Κυρή̣ν̣ῃ̣ μ̣ε̣τὰ τὰς ἀποικία[ς.].| τον
λέοντα ...... Βάττῳ ......|μενον46