TLG 5016 014 :: SCHOLIA IN CALLIMACHUM :: Diegeseis in Hecalam (scholia vetera)

SCHOLIA IN CALLIMACHUM Schol.
(Varia)

Diegeseis in Hecalam (scholia vetera)

Source: Pfeiffer, R. (ed.), Callimachus, vol. 1. Oxford: Clarendon Press, 1949: 227.

Citation: Fragment — column — (line)

230

col10

(18)

Ἑκάλης Ἀκταίη τις ἔναιεν Ἐρεχθέος ἔν ποτε γουνῷ
20Θησεὺς φυγὼν τὴν ἐκ Μηδείης ἐπιβου‐ λὴν διὰ πάσης ἦν φυλακῆς τῷ πατρὶ Αἰγεῖ, ἅτ’ αἰφνίδιον ἀνακομισθὲν ἐκ Τροιζῆνος μειράκιον αὐτῷ οὐ προσδοκήσαντι. βουλό‐ μενος δ’ ἐπὶ τὸν λυμαινόμενον τὰ πε‐
25ρὶ Μαραθῶνα ταῦρον ἐξελθεῖν ὅπως χειρώσαιτο, καὶ εἰργόμενος, κρύφα τῆς οἰκίας ἐξελθὼν περὶ ἑσπέραν ἀ‐ πῆρεν. αἰφνίδιον δὲ ὑετοῦ ῥαγέντος κατ’ ἐσχατιὰν οἰκίδιον θεασάμενος
30Ἑκάλης τινὸς πρεσβύτιδος ἐνταῦθα ἐξενοδοκήθη. πρὸς δὲ τὴν ἕω ἀνα‐ στὰς ἐξῄε̣ι ἐπὶ τὴν χώραν, χειρωσάμε‐ νος δὲ τὸν ταῦρον ἐπανῄει ὡς τὴν Ἑκά‐

230

col11

λην· αἰφνίδιο̣ν̣ δὲ̣ ταύτην εὑρὼν τεθνηκυῖ‐ αν ἐπιστε[νάξ]ας ὡς ἐψευσμένος τῆς προσδο̣‐ κίας, ὃ ἐφ[....]εν μετὰ θάνατον εἰς ἀμοιβὴν τῆς ξενίας τ̣α̣ύ̣τῃ παρασχέσθαι, τοῦτο ἐπε‐
5τέλεσεν δ[ῆ]μ̣ον συνστησάμενος ὃν̣ ἀ̣π’ αὐ‐ τῆς ὠνόμα̣[σ]εν, καὶ τέμενος ἱδρύσατο
Ἑκαλείου Δι̣[ό]ς.227