TLG 5016 012 :: SCHOLIA IN CALLIMACHUM :: Diegeseis in Iambos (scholia vetera)

SCHOLIA IN CALLIMACHUM Schol.
(Varia)

Diegeseis in Iambos (scholia vetera)

Source: Pfeiffer, R. (ed.), Callimachus, vol. 1. Oxford: Clarendon Press, 1949: 163, 172, 174, 177, 185, 189, 193, 195–196, 198–200, 205.

Citation: Fragment — column — (line)

191

col5

Ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω Ὑποτίθεται φθιτὸν Ἱππώνακτα συγκαλοῦν‐ τα τοὺς φιλολόγους εἰς τὸ Παρ‐ μενίωνος καλούμενον Σαραπίδειον· ἥκου‐
5σι δ’ αὐτοῖς κατ’ εἴλας ἀπαγορεύει φθονεῖν ἀλλήλοις, λέγων ὡς Βαθυκλῆς Ἀρκὰς τελευ‐ τῶν τήν τε ἄλλην οὐσίαν διέθετο καὶ δὴ χρυσοῦν ἔκπωμα τῷ μέσῳ τῶν υἱῶν Ἀμφάλκῃ ἐνεχείρισεν, ὅπως δῷ τῷ ἀρίστῳ
10τῶν ἑπτὰ σοφῶν. ὁ δὲ ἐλθὼν εἰς Μίλητον ἐδίδου τοῦτο Θάλητι ὡς διαφέρ[ο]ντι τῶν ἄλλων, ὁ δὲ ἀπέπεμψε πρὸς Βίαντα τὸν Πριηνέα, ὁ δὲ πρὸς Περίανδρον τὸν Κορίνθιον, ὁ δὲ ὡς Σό‐ λωνα τὸν Ἀθηναῖον, ὁ [δ]ὲ πρὸ[ς] [Χίλωνα τὸν]
15Λ[α]κεδαι[μό]νιον, ὁ δὲ πρὸς Π[ιτ]τακὸν τὸν Μι‐ τυλη[ναῖον, ὁδ]ὲ πρὸς [Κ]λ̣εύ[βο]υ̣λ̣[ο]ν τὸν Λί[ν‐] δ̣ι̣[ο]ν. [τὸ δὲ ἔκπωμα] ὑπὸ τούτου [π]ε̣μφθ̣ὲν [ἦλ‐] [θε πάλιν εἰς Θάλητα· ὁ] δὲ ἀνατίθ̣η̣[σι] τ̣ῷ [Δ]ιδυμ[εῖ] [Ἀ]πόλ[λωνι δὶς λαβ]ὼν ἀριστε[ῖο]ν. τοιγαρ[οῦν]
20ἔφη .[...........]αιο.[........] ἀλλήλων̣
κρ.τ[..........]ι̣ο̣ι̣σ̣τ̣[..... ἐ]ρίζεσθε.163

192

col6

(22)

Ἦν κεῖνος ονιαυτός, ᾧ τό τε πτηνόν Τἆλ‐ λ̣[α] ζῷα ὡμοφώνει ἀν̣[θ]ρώποις, μέχρι κ̣ατὰ λύσιν γήρως ἐπ[ρέ]σ̣βευσεν ὁ κύ‐
25κνος πρὸς τοὺς θεοὺς καὶ ἀλώπηξ τὸν Δία ἐτόλμησεν μὴ δικαίως ἄρχειν φά‐ ναι. ἔκτοτε δὲ εἰς ἀνθρώπους μετήνεγ‐ κεν αὐτῶν τὴν φωνήν, καὶ λάλοι ἐγέ‐ νοντο· Εὔδημος δέ, φησίν, τὴν κυνὸς
30ἔσχε, Φίλτων δὲ ὄνου, παρεπικόπτων τούτους, ἴσως δὲ καὶ Σαρδιανὸν εἶπε
τὸν Αἴσωπον.172

193

col6

(33)

Εἴθ’ ἦν, ἄναξ ὤπολλον, ἡνίκ’ οὐκ ἦα Καταμέμφεται τὸν καιρὸν ὡς πλούτου
35μᾶλλον ἢ ἀρετῆς ὄντα, τὸν δὲ πρὸ αὐτοῦ ἀποδέχεται ὃς τῆς ἐναν‐ τίας ἦν τούτων γνώμης· παρεπι‐ κόπτει δὲ καὶ Εὐθύδημόν τινα, ὡς κεχρημένον τῇ ὥρᾳ πορισμῷ, ὑ‐
40πὸ τῆς μητρὸς πλουσίῳ συσταθέντα.174

194

col7

Εἶς—οὐ γάρ; —ἡμέων παῖ Χαριτάδεω καὶ σύ Διεφέρετο ὁ ποιητὴς πρός τινα τῶν ἐφα‐ μίλλων· Σῖμος δέ τις παρατυχὼν παρυπέ‐ κρουεν ἄμφω παρενδεικνύμενος ἴσος εἶ‐
5ναι. Θρᾷκα δέ φησιν αὐτὸν καθεστά‐ ναι 〈—〉 παιδοκλέπτης ἐστί. καὶ γὰρ τὸν αἶνον παρατίθεται ἀκόλουθον, ὡς ἐν Τμώ‐ λῳ 〈δάφνη καὶ〉 ἐλαία διεφέροντο ὑπὲρ πρωτείων (παρεπεφύκεσαν δ’ ἀλλήλαις̣), διεξῄε‐
10σαν δὲ τὰ προσόντα ἑαυταῖς χρήσιμα. ἐπὶ πλεῖον δὲ διαφερομένων ὑπο‐ τυχοῦσα βάτος παλαιά· ‘πέπαυθε πρὶν εἰ μὴ ἐ[π]ίχαρτοι 〈τοῖ〉ς δυσ[μ]ενέσι γε‐ νώμεθα‘ (π[αρ]επεφύκ̣[ει δ’ αὐ]τ̣αῖς).
15[πρ]ὸς ἣν ἀποβλέψασα [.........] ἡ δά‐ [φν]η ‘ὦ κακὴ λώβη‘, φη[σίν], ‘ὡς δὴ μί‘ ἡ‐ μέων καὶ σύ; ...]σεικο[......]σ̣υε
[..]ινητ̣[...]α̣τωδ̣ρα[......]εισεις177

195

col7

(19)

Ὦ ξεῖνε—συμβουλὴ γ[ὰ]ρ̣ ἕν τι τῶν ἱρῶν—
20Γραμματο[δ]ι̣δάσκαλ[ο]ν, ὄνομα Ἀπολλώνι‐ ον, οἱ δὲ Κλέωνά τινα, ἰαμβίζει ὡς τοὺς ἰδίους μαθητὰς καταισχύνον‐ τα, ἐν ἤθει εὐνοίας ἀπαγ[ο]ρεύων τού‐
τῳ δρᾶν, μὴ ἁλῷ.185

196

col7

(25)

Ἀλεῖος ὁ Ζεύς, ἁ τέχνα δὲ Φειδία Γνω‐ ρίμῳ αὐτοῦ ἀποπλέοντι κατὰ θέαν τοῦ Ὀλυμπίου Διὸς εἰς Ἦλιν διηγεῖται μῆκος ὕψος πλάτος βάσεως θρόνου ὑποποδίου αὐτοῦ τοῦ θεοῦ καὶ ὅση ἡ
30δαπάνη, δημιουργὸν δὲ Φειδίαν Χαρμί‐
δου Ἀθηναῖον.189

197

col7

(32)

Ἑρμᾶς ὁ Περφεραῖος Αἰνίων θεός Περφεραῖος Ἑρμῆς ἐν Αἴνῳ τῇ πόλει τῆς Θρᾴκης τιμᾶται ἐντεῦ‐

197

col8

θεν· Ἐπειὸς πρὸ τοῦ δουρείου ἵππου ἐδημι‐ ούργησεν Ἑρμᾶν, ὃν ὁ Σκάμανδρος πολὺς ἐνεχθεὶς κατέσυρεν· ὁ δ’ ἐντεῦθεν προση‐ νέχθη εἰς τὴν πρὸς Αἴνῳ θάλασσαν, ἀφ’ ἧς
5ἁλιευόμενοί τινες ἀνείλκυσαν αὐτὸν τῇ σαγήνῃ. ὅτε ἐθεάσαντο αὐτόν, καταμεμψά‐ μενοι τὸν βόλον πρὸς ἀλέαν σχίζειν τε αὐ‐ τὸν καὶ παρακαίειν αὑτοῖς ἐπεχείρουν, οὐδὲν δὲ ἧττον (?) ἔφθασαν ἢ τὸν ὦμον παί‐
10σαντες τραύματος τύπον ἐργάσασθαι, διαμ‐ περὲς δὲ ἠσθένησαν· καὶ ὅλον αὐτὸν καίειν ἐπεχείρουν, τὸ δὲ πῦρ αὐτῷ περιέρρει· ἀπει‐ πόντες κατέρριψαν αὐτὸν εἰς τὴν θάλασ‐ σαν. ἐπεὶ δὲ αὖτις ἐδικτυούλκησαν, θεὸν νο‐
15μίσαντες εἶναι ἢ θεῷ προσήκοντα κα‐ θιδρύσαντο ἐπὶ τοῦ αἰγιαλοῦ ἱερὸν αὐτοῦ, ἀπήρξαντό τε τῆς ἄγρας ἄλλος παρ’ ἄλλου αὐτὸ̣ν̣ πε̣[ριφέρω]ν. τοῦ δὲ Ἀπόλλωνος χρή‐ σαντος εἰ[σεδέξαν]το τῇ πόλει καὶ [π]αρα‐
20πλησίως τ[οῖς θεοῖς] ἐτίμων.193

198

col8

(21)

ργώ κοτ’ ἐμπν̣οντος ἤκαλον ν̣ότου Ἐπίνι‐ κος Πολυκλεῖ Αἰγινήτῃ νικήσαντι διαύ‐ λῳ Ἀμφορίτῃ ἐν τῇ πατρίδι. τὸ δ̣’ ἀ‐ γώνισμ̣α τοῦτο· πρὸς τῷ τέρματι τοῦ
25σταδίου κεῖται ἀμφορεὺς πλήρης ὕδα‐ τος, ἐφ’ ὃν δραμὼν κενὸς ὁ ἀγωνιζόμε‐ νος ἀναλαβὼν τὸν ἀμφορέα ἀνακάμ‐ πτει, προφθάσας δὲ νικᾷ. κατήχθησαν δὲ ἐντεῦθεν οἱ Ἀργοναῦται ἐπιβάντες
30τῆς Αἰγίνης, ἡμίλλησαν δὲ ἀλλήλοις ὑ‐ δρευόμενοι ὑπὲρ τοῦ θᾶττον· ὁ δ’ ἀγὼν
Ὑδροφόρια καλεῖται.195

199

col8

(33)

Ἑρμᾶ τί τοι τὸ νεῦρον ὦ Γενειόλα Φιλη‐ τάδου παιδὸς εὐπρεποῦς ἐραστὴς ἰδὼν
35Ἑρμοῦ ἄγαλμα ἐν παλαιστριδίῳ ἐντε‐ ταμένον, πυνθάνεται μὴ διὰ τὸν Φιλη‐ τάδαν. ὁ δέ φησιν ἄνωθεν εἶναι Τυρση‐ νὸς καὶ κατὰ μυστικὸν λόγον ἐντε‐ τάσθαι, ἐπὶ κακῷ δὲ αὐτὸν φιλεῖν τὸν
40Φιλητάδαν196

200

col8

(41)

Τὰς Ἀφροδίτας—ἡ θεὸς γὰρ οὐ μία— Ἐν Ἀ‐

200

col9

σπένδῳ τῆς Παμφυλίας τῇ Καστνίῃ Ἀ‐ φροδίτῃ ὗς ἱερουργεῖται ἐντεῦθεν· Μόψος ἀρχηγὸς τῶν Παμφυλίων ἐπὶ θήραν ἐξιὼν εὔξατο αὐτῇ εὐβολήσας ὃ ἂν λά‐
5βοι πρῶτον καλλιερήσειν. καὶ δὴ θηράσας κάπρον ἐτέλεσε τὴν ἐπαγγελίαν. ἀφ’ οὗ καὶ Παμφύλιοι μέχρι νῦν τοῦτο ποιοῦ‐ σιν· εἰ μὴ γὰρ ἥδετο ἡ θεός, οὐκ ἂν ὁ Μό‐ ψος ἐκυνήγησεν τοῦτο. ἐπαινεῖ δὲ καὶ
10τὴν Ἐρετριέων Ἄρτεμιν, ὅτι πᾶν τὸ
θυόμενον οὐκ ἀποσείεται.198

201

col9

(12)

Ἀλλ’ οὐ τὸν Ὑψ̣ᾶν, ὃς τὸ σᾶμά μευ Διημαρ‐ τημένως λέγεται παροιμία ‘ἁρπα‐ γὰ τὰ Κοννάρου‘· ‘Κοννίδα‘ γὰρ χρὴ λέγειν.
15ἐντεῦθεν γὰρ παρῆλθεν· Κοννίδας μέτοικος ἐν Σελινοῦντι πλουτήσας ἐκ πορνοβοσκίας παρὰ μὲν τὸν ἄλλον χρόνον .εν ἐφήμιζεν, ὡς τὴν οὐσίαν τῇ τε Ἀφροδίτῃ καὶ τοῖς φίλοις δια‐
20νεμεῖν. τελευτήσαντος δὲ αὐτοῦ ἡ δι‐ αθήκη εὑρέθη περιέχουσα ‘ἁρπαγὰ τὰ Κοννίδα‘· ὅθεν ὁ δῆμος ἐξελθὼν τοῦ θεάτρου ἥρπασεν τὰ Κοννίδα.
Σελινοῦς δὲ πόλις Σικελίας.199

202

col9

(25)

Ἄρτεμι Κρηταῖον Ἀμνίσου πέδον Τοῦ‐ το γέγραπται εἰς ἕβδομα θυγατρίου γεννηθέντος Λέοντι γνωρίμῳ τοῦ ποιητοῦ, ἐν ᾧ φησιν διενεγκεῖν τῶν †δεμυηθεντων τῇ Ἥβῃ ὑπὸ
30τῶν ἄλλων θεῶν τὸν ᾀσθέντα ὑπὸ
τοῦ Ἀπόλλωνος ὕμνον.200

203

col9

(32)

Μοῦσαι καλαὶ κἄπολλον, οἷς ἐγὼ σπένδω· Ἐν τούτῳ πρὸς τοὺς καταμεμφομέ‐ νους αὐτὸν ἐπὶ τῇ πολυειδείᾳ ὧν
35γράφει ποιημάτων ἀπαντῶν φησιν ὅτι Ἴωνα μιμεῖται τὸν τραγικόν· ἀλλ’ οὐδὲ τὸν τέκτονά τις μέμφεται πολυειδῆ
σκεύη τεκταινόμενον.205