TLG 5015 003 :: SCHOLIA IN ARISTOTELEM :: Scholia in Aristotelis ethica Nicomachea (scholia vetera et recentiora) (e cod. Paris. gr. 1854)

SCHOLIA IN ARISTOTELEM Schol.
(Varia)

Cf. et ANONYMI IN ARISTOTELIS ARTEM RHETORICAM (4026)
Cf. et ANONYMI IN ARISTOTELIS CATEGORIAS (4027)
Cf. et ANONYMI IN ARISTOTELIS ETHICA NICOMACHEA (4033)
Cf. et ANONYMI IN ARISTOTELIS LIBRUM DE INTERPRETATIONE (4165)
Cf. et ANONYMI IN ARISTOTELIS SOPHISTICOS ELENCHOS (4193)
Cf. et LEO MAGENTINUS Phil. (4187)

Scholia in Aristotelis ethica Nicomachea (scholia vetera et recentiora) (e cod. Paris. gr. 1854)

Source: Cramer, J.A. (ed.), Anecdota Graeca e codd. manuscriptis bibliothecae regiae Parisiensis, vol. 1. Oxford: Oxford University Press, 1839 (repr. Hildesheim: Olms, 1967): 180–244.

Citation: Bekker page — (line)

t

ΣΧΟΛΙΑ ΕΙΣ ΤΑ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ.

1094A,1

Πᾶσα τέχνη] Τριχῶς ἡ τέχνη λέγεται· καὶ γὰρ τὸ γένος τῶν τεχνῶν ἁπασῶν τε...ροῦσι τὰς τέχνας, λέγοντες τὰς μὲν ποιητικὰς, τὰς ........... ..................
5...ρικὴ δὲ καὶ διαλεκτικὴ ὁμοίως ἔχουσι πρὸς τὰ ἀντικεί‐ μενα· ἐπεὶ δὲ τὴν πολιτικὴν καὶ ἠθικὴν μέθοδον ὀνομάτων, οὐ μόνον τὴν ῥητορικ... ἔνιοι ἔφασαν μέθοδον ὀνομάζεσθαι, πᾶσαν δύναμιν ἢ ἕξιν τῶν ....... ἐοίκασι δὲ καὶ οὗτοι ἀπολελεῖφθαι τῆς τοῦ ὀνόματος χρήσεως ......... τὴν πρώτην φιλοσοφίαν,
10καὶ τὴν περὶ ἀποδείξεως ἐπιστήμην· εἶπεν οὖν ....... εἶναι ἕξιν θεωρητικὴν τῶν ὑπ’ αὐτὴν, μετὰ λόγου ἐπακτικοῦ, ....... τικοῦ......σα δὲ πᾶσα .....τη μέθοδος ..... ὁδὸς γὰρ .....λλο.....γωγῆς .....με.....αλη..... τὴν [πρ]ᾶξιν ἔνιοι ..... ἐπέδοσαν .....τειαν λογι..... κατὰ
15τοῦτο .... καὶ ἡ θεωρι.... [πρ]ᾶξις ἐνέρ.... γὰρ λογική. λέγεται δὲ πρᾶξις ... ἡ κατὰ πρα..... ἐπιστήμην ἐνέργεια· πρακτικαὶ δὲ λέγονται ....νῶς πᾶσαι ..... μὴ ἐστὶ ποιη... ἄλλο περὶ τὴν πρᾶξιν· οἷον ...χαστικὴ καὶ αὐλητικὴ ἰδίως δὲ,
εἴτε πολιτικὴ καὶ ἠθικὴ πρακτικαὶ λέγονται.180
20Προαίρεσις δέ ἐστιν ὄρεξις βου[λευτι]κὴ· ἐπειδὰν γὰρ βουλευ‐ σάμενός τις ἕληται, καὶ ἡ ὄρεξις ἐπακολου..... τῷ λογισμῷ, ἢ ἀνάπαλιν ὀρεχθεὶς καὶ βουλευσάμενος ἕληται· προαίρεσις δὲ τοιοῦτον ἐστίν.

1094B,14

δημιουργουμένοις] Τοιαύτην τὴν ἐπαριστᾶ το... ὅτι πρὸς τὴν ὑποκειμένην ὕλην τῶν πραγμά‐ των δεῖ ποιεῖσθαι, καὶ τοὺς περὶ τούτων λόγους, ἀναληροῦντας. εἰ γάρ τις ἐπιτάττει ἐν διαφόροις ὕλαις πλασθῆναι αὐτῷ ἀνθρώπειαν
5μορφήν· οἷον ἐν κηρῷ καὶ μολίβδῳ καὶ σιδήρῳ καὶ λίθῳ· οὐ τὴν αὐτῶν πάντως ἀκρίβειαν ἀπαιτήσει, τόν τε ἐν λίθῳ, καὶ τὸν ἐν κηρῷ πλάττοντα, ἀλλ’ ἐν μὲν κηρῷ διὰ τὸ εὔεικτον τῆς ὕλης, ζη, τὴν ἀκρίβειαν ... ἐν δὲ λίθῳ ο... ἀγαπητὸν γὰρ ... λίθῳ καὶ ἀμυδρὰν εἰκόνα ἀνθρώπου ἐντυπωθῆναι, διὰ τὸ τῆς ὕλης ἀνύ‐
10πεικτον.

1094B,25

Γένος] Γένος τὸ ὑποκείμενον κἀνταῦθα φησί. Κατὰ γὰρ τὸ λογικὸν εἶναι τῶν ἄλλων ζώων ἄνθρωπος ...... διαφέρειν λεχθ... οὐδὲ γὰρ ὄρεξις ἡ τοῦ ἀνθρώπου ἧ ἀ......
5ἔργον αὐτοῦ ἐστίν.

1094B,5

διττῶς] Τῆς μὲν δυνάμεως τῆς δι’ ἐνέργειαν, τὴν κατ’ ἐνέργειαν θετέον· μὴ γὰρ ἐνδέχεσθαι τὸν ἔχοντα τὴν ἀρετὴν ἀνενέρ... εἶναι· ἐπεὶ καὶ ἕπεται τῷ εἰδέναι καὶ ἔχειν τὸ ἐνεργεῖν.
5Ἀντὶ τοῦ ἐν ἑκάστῳ δὲ εὖ, τὸ ἐν ἑκάστῳ τέλειον.

1094B,18

Τοῦτο λέγειν βούλεται, διὰ τούτου· ὅτι οὐχ οἷόν τε διὰ μιᾶς ἐνεργείας χρηστῆς τὸν εὐδαί‐ μονα βίον χαρακτηρίσαι. κέχρηται δὲ τῇ παροιμίᾳ Κρατῖνος, ἐν Δηλιάσι.

1094B,23

Περιγραφὴν φησὶ τὴν ὑπο‐ τύπωσιν καὶ μερικὴν πρόληψιν. 2a manu.

1094B,1

Ὡς ἐπὶ μέλιτος, ὅτι γλυκὺ, καὶ ἐπὶ ἀψίνθου, ὅτι πικρόν· τὸ γὰρ, διότι οὐκ εὔπονον ἀποδοῦναι· οὐ γὰρ ζητοῦμεν, φέρε ἐπὶ τοῦ σημείου, διατί ἀμερές· ἀρχῆς γὰρ
ἀρχήν ἐστι πολυπραγμονεῖν.181

1094B,7

Ὥσπερ τὸ ἐὰν ἴσως ἶσα προσ‐ τεθῆ· τὰ ὅλα ἐστὶν ἶσα· καὶ ὅτι πᾶς ἄνθρωπος λογικὸς, διὰ τῶν κατὰ μέρος ἀνθρώπων θεωρεῖται· αἰσθήσει δὲ, ὡς τὸ μέλι γλυκύ· ἐθισμῷ δὲ, ὡς αἱ ἀρεταί· ἐκ γὰρ τοῦ ἐθίζεσθαι τὰ σωφρονικὰ
5πράπτειν, ὅτι καλὰ γινώσκομεν τὰ σωφρονικά· ἔστι δὲ καὶ ἐμπει‐ ρίᾳ γνῶναι τινὰ ὠφέλιμα, ὡς ἀπό τινος πόας διαφόρως ὑγιασάσης, καὶ ὠφελίμου φανείσης.

1094B,18 bis

Ὀρθῶς, φησὶν ὁ Ἀριστοτέλης, λέγονται παρὰ τῶν παλαιῶν πράξεις καὶ ἐνέργειαι, τὸ τέλος πάν‐ των τῶν πρακτῶν· διὰ τὸ καὶ τὴν αὐτοῦ δόξαν ταῖς ...... συν .... εἶναι· καὶ γὰρ καὶ αὐτὸς τὴν τῆς ψυχῆς κατ’ ἀρετὴν ἐνέρ‐
5γειαν, εὐδαιμονίαν ἔφησεν, ἥτις ἐστὶ τέλος πάντων τῶν πρακτῶν· Hoc Schol. 2a manu. Τοῦτο γὰρ συνάγεται ἐκ τῶν κατασκευαστικῶν αυτ.... πρό‐ τερον· οἷον, ὅτι εὐζωΐα τίς ἡ εὐδαιμονία, ὅτι αὐτάρκης· δείκνυται γὰρ ἐκ τούτων ἀγαθόν· ἀπὸ δὲ τῶν περὶ αὐτῆς λεγομένων, ὅτι τὸ
10τέλος ἐν πᾶσι ἐν τῷ ἔργῳ τῷ οἰκείῳ ἐστὶ προσλαβόντι τὸ εὖ· ταῦτα γὰρ καὶ αἱ κοιναὶ ἔννοιαι συνῳδά ἐστι τῇ ἀληθείᾳ τοῦ δεικνυμένου, καὶ ὡς φύσις καὶ προλήψεις. δόξαν] Τὴν λέγουσαν τὴν εὐδαιμονίαν ψυχῆς ἐνέργειαν ..... Τῶν φιλοσοφούντων τὰ τῆς ψυχῆς ἀγαθὰ κυριώτατα εἶναι·
15καὶ μάλιστα τῶν ἄλλων ἀγαθῶν· ταῦτα δέ εἰσιν αἱ πράξεις· αἱ γὰρ πράξεις ψυχῆς ἐνέργειαι.

1094B,25

Διὰ τούτων ὡς συμπληρωτι‐ κὸν αὐτὴν δείκνυσι τῆς εὐδαιμονίας οὖσαν, ἤγουν τὴν ἡδονήν. τὸ δὲ “ἢ οὐκ ἄνευ ἡδονῆς,” βούλεται λόγον τῆς ἡδονῆς παριστᾶν· οἷον εἰπεῖν ἐπὶ τῶν ἁγίων μαρτύρων. οὗτοι γὰρ τεμνόμενοι ἤλγουν,
5καὶ ἡδονὴν οὐκ εἶχον· ἐπεὶ δὲ τὸ ὑπὲρ Χριστοῦ πάσχειν ἀπεδέ‐ χοντο, οὐκ ἄνευ ἡδονῆς ἔπασχον. Εὐδαιμονία γάρ ἐστι καὶ τὸ μίαν τῶν ῥηθεισῶν ψυχικῶν ἀρε‐ τῶν ἔχειν· μεθ’ ἡδονῆς τῆς ἐν τοῖς ἐκτὸς ἀγαθοῖς θεωρουμένοις, ἤγουν τοῖς καθόλου εὐημερίαν εὐπραξίαν καὶ τοῖς ὁμοίοις· ἢ οὐκ
10ἄνευ ἡδονῆς, τῆς μερικῆς φησὶ, τοῖς ἐν μιᾷ τῶν ψυχικῶν ἀρετῶν
θεωρουμένοις· ἢ οὐκ ἄνευ ἡδονῆς ...... αὐτὸς καὶ συμπληρωτικὸν ......... τῆς εὐδαιμονίας, ἀλλ’ ὡς παρακολουθ.........ση...... (manu recentiori.)182

1099A,8

Ὧν γάρ ἐστιν ἡ αἴσθησις, τούτων καὶ ἡδονὴ παρακολουθεῖ καὶ λύπη, ὡς ἐν τῷ περὶ ψυχῆς ὁ αὐτὸς οὗτος φησί.

1099A,11

Οὗτοι ἐπὶ διαφόροις καὶ μαχομένοις ἥδονται.

1098B,30

Οὕτως δοκεῖ τῷ Ἀριστοτέλει συνᾴδειν τὸν λόγον αὐτοῦ ταῖς δόξαις τῶν παλαιῶν. οἱ μὲν γὰρ εὐδαιμονίαν εἶπον πᾶσαν ἀρετὴν ἢ μίαν τούτων· ὁ δὲ εἶπεν, εὐδαι‐ μονία ἐστὶ ψυχῆς ἐνέργεια κατ’ ἀρετήν. κατασκευάζων οὖν πῶς
5συνᾴδει ταῖς δόξαις τῶν παλαιῶν ὁ οἰκεῖος λόγος φησί· ταύτης γὰρ τῆς ψυχῆς δηλαδὴ ἐστὶν ἡ καθ’ αὐτὴν, ἤγουν τὴν ἀρετὴν, ἐνέρ‐ γεια, ψυχῆς ἐστὶν ἐνέργεια, καὶ ἡ τῆς ψυχῆς κατ’ ἀρετὴν ἐνέρ‐ γεια, ἀρετή ἐστιν. (manu recentiori.)

1098B,12

Ἅτε μὲν κόρον λύπης γινό‐ μενον αἴτιον, ἢ ὅτι ὁ μὲν ἐστὶ φίλος, ὁ δὲ φιλογλυκής· καὶ ὁ μὲν φιλοθεάμων, ὁ δὲ φιλακροάμων. (man. rec.) περιάπτον φησὶ τὸ ξένον.

1098A,25

Δῆλος ἐστὶν ὄνομα νήσου. (2a manu.)

1098B,2

τηθώμενοι] στενούμενοι. (2a manu.)

1098B,11

Οἱ περὶ θεοῦ καὶ τῆς τούτου προνοίας λόγοι· φυσικῆς τινὸς ἢ μετὰ τὰ φυσικὰ θεωρίας ἤρτην‐ ται· δεῖ γὰρ πρῶτον εἰπεῖν τίς ἡ τοῦ θεοῦ οὐσία, καὶ πῶς ἀπ’ αὐτοῦ ἡ πρόνοια ἥκει· καὶ πῶς αἴτιος τῆς εὐδαιμονίας καὶ δοτὴρ
5ἐστί· ἢ οὐ περὶ τούτου νῦν λέγει τοῦτο· τουτέστιν ὅτι θεόσδο‐ τόν τι χρῆμα ἐστὶ ἡ εὐδαιμονία· ἀλλὰ καθόλου περὶ τοῦ τίνα τρόπον περιγίνεται· προϊὼν γὰρ περὶ τούτου διαλήψεται καὶ εὐθυ‐ σόν γε ἐν τῷ δευτέρῳ ζητήσει, πῶς αἱ ἀρεταὶ περιγίνονται.

1098B,18

Τὰ πολύκοινα τῶν ἀγαθῶν, δυνατὸν ὑπάρξαι παντὶ πολιτικῷ· θεῖον γάρ τι τοῦτο ἡ ἀρετὴ φησίν· οὐ πολύκοινον δὲ κα...... τελοῦντος· ἀρχ...νῖκαι, μέγε‐ θος ἃ τῆς τυχηρᾶς ... ἤρτηντο συστοιχίας.

1098B,19

πεπηρωμένοις] τετυφλωμένοις. (2a m.)183

1099B,29

τοῖς ἐν ἀρχῇ] ἤγουν τοῖς ἄνωθεν εἰρημένοις.

1100A,1

τοιαύτης ἐνεργείας] δηλαδὴ τῆς κατ’ ἀρετὴν ψυχικῆς ἐνεργείας. (2a m.)

1100A,17

Δοκεῖ γὰρ προσεῖναί τι τῷ τεθνεῶτι, καὶ κακὸν καὶ ἀγαθόν· κακὸν μὲν ἡ ἀπραξία, ὡς τῶν καλῶν τοῦ βίου ἀπηλλαγμένῳ καὶ ἀναισθήτως ἔχοντι· ἀγαθὸν δὲ, ὡς ἐκτὸς γεγονότι τῶν τοῦ βίου κλυδωνισμάτων, καὶ ἐν ἀσφαλῇ
5ὄντι καταστάσει.

1100A,24

κοινοτέρῳ λόγῳ γονεῖς τοὺς προγόνους καλεῖ. συνικνεῖσθαι] συνέρχεσθαι καὶ συνακολουθεῖν. (2a m.)

1100A,35

τὸ ὑπάρχον] δηλαδὴ τὴν εὐ‐ δαιμονίαν. (2a m.) εὐμετάβολον] εἰ γὰρ καὶ ἕξεις αἱ ἀρεταὶ, καὶ μόνιμοι διὰ τοῦτο· ἀλλ’ οὖν οὐχὶ καὶ πάντη ἀμετάβλητοι· δυσαπόβλητοι μέντοι,
5ἀλλ’ οὐχ ὡς αἱ τύχαι εὐμετάβολοι.

1100B,8

Οὐ γὰρ τῶν τυχηρῶν ἀγαθῶν ἤρτηται τὸ εὐδαιμονεῖν· ἀλλὰ τῆς κατ’ ἀρετὴν ἐνεργείας· προσδεῖ‐ ταί φησι τούτων, ὡς ὑλικῶν ἢ ὀργανικῶν αἰτίων.

1100B,13

Αἱ γὰρ ἐπιστῆμαι ἰδιά‐ ζουσαν ἔχουσιν ὕλην· ἧς μὴ παρούσης, οὐχ οἷόν τε ταύτας ἐνερ‐ γεῖν ἡ δ’ ἀρετὴ ἀεὶ πάρεστι· περὶ γὰρ τὸ ζῆν τοῦ ἀνθρώπου ἀεί.

1100B,11

μαρτυρεῖ δὲ] εἰς ἀπόδειξιν τοῦ, ὅτι αἱ κατ’ ἀρετὴν ἐνέργειαι ὡς ἀμετάβλητοι κύριαι τῆς εὐδαιμονίας εἰσὶ, καὶ οὐχὶ αἱ τύχαι ὡς εὐμετάβλητοι, φησί· μαρ‐ τυρεῖ δὲ τῷ ἐμῷ λόγῳ καὶ ἡ προρρηθεῖσα ἀπορία, ἐν ᾗ μόνιμον τὴν
5εὐδαιμονίαν λέγει, καὶ μηδαμῶς εὐμετάβολον. (2a m.)

1100B,21

τετράγωνος] τετράγωνον τὸν ἑδραῖον φησὶ καὶ ἀμετακίνητον· ὃν οὐδὲν μεθίστησι τῶν τυχαίων· ὁ γὰρ ψεγόμενος τοὐναντίον μεθαρμόζεται, καὶ συμμεταβάλλεται ἀεὶ τοῖς ἐπικρατοῦσι συμμεθαρμοζόμενος· οἷον φασὶ Θηραμένην
5τὸν ἕνα τῶν τριάκοντα, ὃς διὰ τοῦτο καὶ Κόθορνος ἐκλήθη.

1101A,7

Μακάριος ἐκεῖνός ἐστιν ἐν
τοῖς πᾶσιν. ὁ κατὰ πᾶν εἶδος τῶν ἀγαθῶν εὐθυνούμενος. (2a m.)184

1101A,28

Συνικνεῖσθαι φησὶ καὶ τὰς τῶν ἀπογόνων ἀτυχίας πρὸς τὰς τῶν θανόντων πρᾶ... εὐδαιμονίας· καὶ βλάπτειν αὐτὰς, πλὴν οὐ τοσοῦτον βλάπτειν· ἀνεπαίσθητον γὰρ τοῖς τεθνεῶσι ἡ τῶν ζώντων δυσπραγία, καὶ διὰ τοῦτο μικρὰ τὸ
5μακάριον λυμαινομένη· τοσοῦτον δὲ διαφέρει τὸ ζῶντας βλέπειν τὰς τῶν ἀπογόνων ἀτυχίας τοὺς πατέρας, ὅσον ἐν ταῖς τραγῳδίαις τὸ δοκεῖν ἤδη τὴν ἅλωσιν ὁρᾷν τῆς Ἰλίου, τοῦ διὰ τῆς ἱστορίας ἀκούειν.

1101A,31

Διαφέρει φησὶ τὸ ζῶντας τινὰς δυστυχεῖν ἢ τεθνηκότας· εἰ μὲν γὰρ ζῶντες δυστυχοῦσι, ἂν ὦσιν εὐδαίμονες, τῇ δυστυχίᾳ τὸ μακάριον τούτοις καταρυπαίνεται. ἂν δὲ μετὰ θάνατον, διὰ τῆς τῶν ἀπογόνων καὶ φίλων δυστυχίας
5τὸ δυστυχὲς εἰς αὐτοὺς ἀναφέρηται, οὐχ οὕτως αὐτῶν ἡ εὐδαιμονία θλίβεται καὶ ῥυπαίνεται. (2a m.)

1101B,27

Ἔλεγε γὰρ τὴν ἡδονὴν ἐπέ‐ κεινα εἶναι πάντων τῶν ἀγαθῶν· καὶ διὰ τοῦτο ἀπένεμεν αὐτῇ ὁ Εὔδοξος τὰ ἀριστεῖα, ἤγουν τὰς νίκας καὶ τὰ τρόπαια. (2a m.) Οὗτος γὰρ λαμβάνων τὴν ἡδονὴν ἀγαθὸν εἶναι· ἀπό τε τοῦ
5κατὰ φύσιν καὶ τοῦ ἐναργοῦς· πάντα γὰρ αὐτῆς ἐφίεται καὶ αἱρεῖ‐ ται αὐτήν· τὸ δὲ αἱρετὸν, τίμιον· ἐδείκνυε διὰ τοῦ αἱρετὴν αὐτὴν εἶναι καὶ ἀγαθὴν, μὴ οὖσαν τῶν ἐπαινετῶν, ἀλλὰ τῶν τιμίων.

1101B,33

τὰ δὲ ἐγκώμια] Διενήνοχεν ἔπαινος ἐγκωμίου· διὰ τὸ τὸν μὲν ἔπαινον εἶναι τῶν ἀγαθῶν ἕξεων, δηλαδὴ τῶν ἀρετῶν· τὸ δὲ ἐγκώμιον, αὐτὰ τὰ ἔργα καὶ τὰς πρά‐ ξεις ἐγκωμιάζειν, ἃς ὁ ἐγκωμιαζόμενος διαπράττεται. (2a m.)

1103A,14

Τῶν ἀρετῶν αἱ μὲν εἰσὶ τοῦ λογικοῦ μέρους τῆς ψυχῆς· οἷον ἡ φρόνησις, ἡ σύνεσις, καὶ αἱ τοι‐ αῦται· αἱ δὲ τοῦ ἐπιθυμητικοῦ καὶ θυμικοῦ, αἵτινες καὶ πρακτικαὶ καὶ ἠθικαὶ λέγονται.
5διανοητική] τὸ πλεῖον προσέθηκεν ἐνταῦθα, ὅτι οὐκ ἔχει τὸ πᾶν ἐκ μαθημάτων καὶ ἀναγνώσεων ἡ φρόνησις, ἀλλὰ δεῖ αὐτῇ καὶ
φυσικῆς ἐπιτηδειότητος. τὸ πλεῖον] δεῖται γὰρ καὶ φυσικῆς ἐπιδεξιότητος. (2a m.) ἡ γὰρ πεῖρα ...... καλεῖν καὶ ἡ ......... ὡς τὰ ἀστρονομικά·185
10πλειόν’ καὶ μ... ἡ φρόνησις. (2a m.) ἐξε...θα. γὰρ αἱ τῆς ἀλόγου ψυχῆς ἀρεταί. (2a m.)

1103A,24

οὔτ’ ἄρα φύσει] περὶ τοῦ φύσει, τί ἐστὶ, καὶ ὅτι ἄλλο τὸ φύσει, καὶ ἄλλο τὸ κατὰ φύσιν, καὶ τὰ τοιαῦτα, ἐν ἑτέρᾳ πραγματείᾳ ὁ Ἀριστοτέλης διαλαμβάνει ἀκριβέστερον· ἐνταῦθα δὲ μόνον μνημονευτέον ἡμῖν τῶν συντεινόν‐
5των εἰς τὸ προκείμενον· ἔστι γὰρ φύσει καὶ τὸ ἀναπόβλητον καὶ ἀεὶ ὡσαύτως ἔχον· οἷον τῷ πυρὶ, τὸ ἄνω φέρεσθαι· ἀεὶ γὰρ τὴν ἄνω φορὰν τὸ πῦρ κέκτηται καὶ οὐκ ἀποβάλλει αὐτὴν, ὥσπερ οὐδὲ ὁ λίθος τὸ βαρὺ καὶ κατωφερές· λέγεται φύσει καὶ τὸ ἐπιγινό‐ μενον ἡμῖν ποτὲ, μηδὲν ἡμῶν εἰς αὐτὸ συμβαλλομένων, ὡς τὸ ἐν
10καιρῷ γενειάζειν· λεγόμεθα καὶ ἁπλῶς οἱ ἄνθρωποι φύσει δεκτικοὶ εἶναι ὑγείας καὶ νόσου· ἀλλὰ τῆς μὲν ὑγείας φύσει· καὶ γὰρ οὕτω παρὰ τοῦ δημιουργοῦ κατ’ ἀρχὰς κατήχθημεν, τῶν στοι‐ χείων ἐξ ὧν συντεθείμεθα, εὐκράτως ἐχόντων· τῆς δὲ νόσου γινό‐ μεθα δεκτικοὶ, τῶν στοιχείων τὴν οἰκείαν τάξιν μὴ φυλαξάντων,
15ἀλλ’ εἰς τὸ παρὰ φύσιν μετενεχθέντων· οὔτε οὖν φύσει ἡμῖν ἐγγίνονται αἱ ἀρεταὶ, ὡς τὸ πυρὶ τὸ ἀνωφερές· πάντες γὰρ ἂν ὑπῆρχον ἐνάρετοι, οὔτε παρὰ φύσιν, ὡς ἐπὶ τῆς νόσου.

1103B,1

Ἰστέον ὅτι τῶν φυσικῶν πάν‐ των αἱ δυνάμεις καὶ ἕξεις προηγοῦνται τῶν ἐνεργειῶν· ἐπὶ δὲ τῶν τεχνητῶν, τὸ ἀνάπαλιν ἐκ τῶν ἐνεργειῶν αἱ ἕξεις περιγίνονται.

1103B,4

Τοῦτο παρίστησιν ἐνταύθα ὅτι περὶ ἡδονὰς καὶ λύπας καταγίνεται πᾶσα ἀρετὴ καὶ ταύτας ἔχει ὑποκείμενα· ἐπεὶ δὲ διαφέρει ἡδονὴ ἡδονῆς, ἡ μὲν γὰρ ἐπαινεῖται, ἡ δὲ ψέγεται, τὸ ἐκ τῶν αὐτῶν ὅς ω νοήσεις, τῶν αὐτῶν τῷ γένει·
5ἡ ἡδονὴ γὰρ ἐπίσης κατηγορεῖται ὡς Γ εʹ· καὶ τῆς τοῦ σώφρονος καὶ τῆς τοῦ ἀκολάστου ἡδονῆς· οὐ μὴν τῶν αὐτῶν τῷ εἴδει καὶ τῇ ποιότητι. Ἡ ἕξις ἀεὶ ἐν ταυτότητι ἔστηκε, καὶ οὐ φθείρεται, οὐδὲ εἰς τὸ ἐναντίον περιτρέπεται· λοιπὸν τὸ φθείρεται ἀντὶ τοῦ ἐμποδίζεται
10ληπτέον.186

1103B,21

ἐκ τῶν ὁμοίων] τὸ “ἐκ τῶν “ὁμοίων ἐνεργειῶν” οὐκ ἀπολύτως νοητέον· οἷον ἀπὸ τῶν αὐτῶν ἐνεργειῶν καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν γίνεσθαι· ἀλλὰ ἀπὸ τῶν ὁμοίων ἑκάστη ἕξει.

1103B,32

Ὡς ἐν τῷ ἕκτῳ ὅπου περὶ φρονήσεως λέγει· ὁ γὰρ ὀρθὸς λόγος ἀπὸ φρονήσεως ὢν, ὁρίζει τὰς πράξεις τὰς κατὰ τὰς ἠθικὰς ἀρετὰς, καὶ τὸ μέτρον αὐταῖς ἐπιτίθησιν· ἀναμιμνήσκει δὲ ἡμᾶς καὶ τοῦ κατ’ ἀρχὰς παραγ‐
5γέλματος, ὅτι οὐ δεῖ τὸ ἀκριβὲς ἐπιζητεῖν, ἐν ταῖς κατὰ τὰς ἀρετὰς καὶ τὰ ἤθη πράξεσιν· οὐδὲ γὰρ ἔχουσιν ὡρισμένον τί· ἀλλὰ πρὸς τὰς ὕλας καὶ τοὺς καιροὺς καὶ τὰς ἡλικίας ταῦτα μεταπίπτει· καὶ ἄλλοτε ἀλλοῖα γίνεται, ὥσπερ καὶ τὰ ὑγιεινά· οὐδὲ γὰρ ἐπὶ τούτων ἐστὶν ἀκριβῶς εἰπεῖν, πόσος περίπατος ὑγιει‐
10νός· ἢ τὰ πόσα σιτία· πρὸς γὰρ τὴν δύναμιν τοῦ κάμνοντος τὴν πεπτικὴν καὶ τὴν ἡλικίαν ταῦτα κρίνεται· οὐκ ἔχων γὰρ ἐν τοῖς τοιούτοις ἀκριβὲς τί εἰπεῖν διὰ τὸ εὐμετάβολον τῶν πραγμάτων· ὁ γὰρ αὐτὸς ἄνθρωπος οὐ μένει ὁ αὐτὸς καθ’ ἕξιν τὴν τοῦ σώματος, οὐ δὲ ἀκαριαῖον χρόνον· προσέθηκε τύπῳ καὶ οὐκ ἀκριβῶς.

1104B,7

Τὸ “ἢ μὴ λυπόμενος” προσέ‐ θηκε διὰ τοὺς κρατουμένους περὶ τῶν πολεμίων καὶ μεληδὸν κοπτομένους, διὰ τὸ μὴ βούλεσθαι δεῖξαι αὐτοῖς τὴν πηγὴν τοῦ ὕδατος, ὅθεν ἡ πόλις αὐτῶν ὑδρεύεται· οἱ γὰρ τοιοῦτοι πῶς ἂν
5χαίροιεν τεμνόμενοι, μὴ λυπεῖσθαι δὲ δύνανται, ὅσον τὸ ἐφ’ ἑαυ‐ τοῖς, τὴν πατρίδα σώσαντες.

1104B,16

Ἀπόδοσιν ποιεῖται τοῦ περὶ ἡδονὰς καταγίνεσθαι καὶ λύπας τὰς ἀρετὰς, τοὺς κολαζομένους ἐν ἁμαρτήματι· τοὺς γὰρ τοιούτους αἱ βάσανοι περὶ τὰς ἡδονὰς σφαλλομένους εἰς τὸ ἐναντίον περιωθοῦσι τὸ λυπεῖσθαι.

1104B,24

Τῶν γὰρ ἡμαρτημένων ἡδονῶν ἐστὶν ἤγουν παθῶν, ἀπαθής τις ἡ ἀρετή· ἡμαρτημέναι δὲ αἱ κακίαι εἰσὶν, αἱ ἐν ἀμετρίᾳ ἡδονῶν καὶ λυπῶν· αἱ δὲ ἀρεταὶ ἐν τῷ μεμε‐ τρημένῳ καὶ ὡρισμένῳ.

1105A,3

Οἱ πολλοὶ, φησὶ, μᾶλλον ἐν τούτῳ κανονίζουσι τὰς πράξεις· τὰ γὰρ ἡδέα καὶ ὅσα μεθ’ ἡδονῆς,
πράττουσι· τὰ δὲ λυπηρὰ, ἀποστρέφονται· οἱ δὲ ἀγαθοὶ ἧττον· τῷ λόγῳ γὰρ πειθόμενοι ἑτοιμώτερον πράττουσιν ἃ δεῖ, κἂν ἀηδῆ187
5αὐτὰ δοκῇ.

1105A,10

ὥστε καὶ διὰ τοῦτο] ἐν τῷ ἐν ἀρετῇ γίνεσθαι καὶ τέχνη ἢ ἀτέχνως καὶ χωρὶς ἀρετῆς.

1105A,9

περὶ δὲ τὸ χαλεπώτερον] περὶ τὸ χαλεπώτερά, φησιν, ἀεὶ ἐξετάζονται αἱ τέχναι· περὶ γὰρ τὰ δυσαρμοστότερα τῶν ξύλων ἡ τεκτονικὴ κρίνεται· τὸ γὰρ ἐν τούτοις εὖ, βέλτιον καὶ τεχνιχώτερον· καὶ ὅσα δυσιατώτερα τῶν
5παθῶν, ἰατρικὴ ἐπισκέψεται, οὕτω δὲ καὶ αἱ ἀρεταὶ περὶ τὰ χαλε‐ πώτερα ἂν εἶεν· χαλεπώτατον δὲ καὶ δυσμαχότατον πάθος ἡ ἡδονὴ, ὥστε περὶ ταύτην ἂν εὐλόγως θείη μὲν οὖν τὴν ἀρετήν· ἡδονῆς γὰρ χαλεπώτερον κρατεῖν. Χρὴ γινώσκειν ὅτι ἐπιστήμη ἐστὶν ἕξις ἀποδείξεως γνωστική.

1105B,32

Ἕξεις εἰσὶ καθ’ ἃς πρὸς τὰ πάθη ἔχομεν, εὖ ἢ κακῶς· εὖ μὲν, εἰ μέσως ἔχοιμεν πρὸς ταῦτα· ὅπερ ἐστὶν ἀρετῆς· κακῶς δὲ, εἰ ὑπερβάλλοιμεν περὶ αὐτὰ, ἢ ἐλ‐ λείποιμεν, ὃ κακίας ἴδιόν ἐστιν.

1106B,8

Ἐκ τοῦ ἥττονος ἐνταῦθα ἐπι‐ χειρεῖ· εἰ γὰρ ἡ τέχνη, φησὶν, ἥττων οὖσα κατὰ τοῦτο εὖ τὸ ἑαυτῆς ἔργον ἀποτελεῖ, πολλῷ μᾶλλον ἢ ἀρετή. Τοῦτο διὰ τὰς θεωρήτας προστέθεικεν, αἳ οὕτω μέσῳ χαρακτη‐
5ρίζονται· τῷ ὑπερβάλλοντες δὲ, ὡς ἐπὶ τῆς κατὰ τὰ μαθήματα ἐντρεχείας καὶ ὀξύτητος.

1106B,28

Οἱ Πυθαγόρειοι ἐν τῇ τῶν κακῶν μὲν συστοίχων τὰ πολλὰ καὶ τὸ ἄπειρον ἔταττον· ἐν δὲ τῇ τῶν ἀγαθῶν, τό τε ἓν, καὶ τὸ πεπερασμένον.

1107A,6

Μέσον ἔστι τὸ κατὰ πρᾶγμα, τὸ ἶσον τῶν περάτων ἀπέχον· τοῦτο δὲ τὸ μέσον, οὐκ ἐστὶ περὶ ὃ ἡ ἀρετή· ἀλλ’ ἔστι τε τὸ πρὸς ἡμᾶς μέσον· οὐ γὰρ τῶν περάτων τὸ μέσον ἡ ἀρετὴ ζητεῖ, ἀλλὰ τῶν ἐκτροπῶν τῶν ἐπὶ τὰ πέρατα·
5τὸ δὲ ἐν ἀρετῇ μέσον κατὰ μίξιν τῶν ἄκρων λέγεται, ὡς ἔχει τὸ φαίον· οὐ γὰρ πάντα τὰ μέσα τινῶν ἐν μίξει τῶν ὧν ἐστὶ μέσα,
τὸ εἶναι ἔχει· ἐπὶ γὰρ τῶν τεχνῶν εὐθὺς, οὐ μίξει, ἀλλ’ ἀφαιρέ‐ σει καὶ προσθέσει γίνεται τὸ μέσον· οὕτω δὲ ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἐπὶ τὸ μέσον ἀγαθοῦ τε καὶ κακοῦ, οὐκ ἐκ μίξεως ἀγαθοῦ188
10καὶ κακοῦ ἐστιν· ἀλλ’ οὐδὲ ὁ ϛʹ ἀριθμὸς, ἐκ μίξεως τῶν ι καὶ τῶν δύο γίνεται· ἀλλ’ οὐδὲ ἐν τοῖς συνέχεσι σώμασι τὸ μέσον μίξει τῶν ἄκρων ἐστὶ, ἀλλ’ οὐδὲ τοῦ κύκλου τὸ κέντρον ἐκ μίξεως τῆς περιφερείας ἐστίν.

1105A,22

Τοῦτο λέγει, ὅτι ἡ σωφρο‐ σύνη οὐκ ἔστιν ὑπερβάλλουσα καὶ ἐλλείπουσα· εἰ γὰρ δοθείη τοῦτο, ἔσται τὸ αὐτὸ ἀρετὴ καὶ κακία· εἴγε ἡ μὲν ἀρετὴ μεσότης τίς ἐστιν· ἡ δὲ ὑπερβολὴ κακία.

1108A,4

Οὐχ ὅτι αὐτὸς ἐφεῦρε τὸ ὄνομα τῆς πραότητος τοῦτο λέγει· κεῖται γὰρ καὶ παρὰ Πλάτωνι καὶ ἑτέροις παλαιοτέροις τὸ τῆς πραότητος, ἀλλ’ ὅτι ἐφ’ ἑτέρων κείμενον, αὐτὸς ἐπὶ τῆς νῦν ἔλαττον τοῦτο διαφέρον· κεῖται γὰρ
5ἡ πραότης ἐπὶ τοῦ ἡσύχου· ὡσαύτως καὶ τὸ ὀργίλος ἐφ’ ἑτέρων λαμβανόμενον, αὐτὸς ἐπὶ τὴν ὑπερβολὴν τοῦτο μετήνεγκε, τὴν δὲ ἀοργησίαν μόνην ἐκαινοτόμησε.

1108A,51

Ἡ ἐν προσποιήσει ἀληθείας ψευδοσύνη· ἡ μὲν πρὸς ὑπερβολὴν ἀλαζονεία· λέγει γὰρ ὁ πρὸς ὑπερβολὴν ψευδόμενος· καὶ τὰ μὴ προσόντα αὐτῷ καλὰ προσεῖ‐ ναι· ἡ δὲ ἐπὶ τὸ ἔλαττον εἰρωνεία· ὁ γὰρ εἴρων καὶ τὰ προσόντα
5αὐτῷ κρύπτει καὶ μειοῖ· τοιοῦτοι γὰρ οἱ εἴρωνες.

1109A,30

Δοκεῖ ταῦτα τὰ ἔπη ἡ Κίρκη μᾶλλον παρὰ τῇ ποιητῇ, ἀλλ’ οὐχ ἡ Καλυψὼ λέγειν. καπνῷ δὲ καὶ κύματι ἀπείκασται τὸ τοιοῦτον ἄκρον, τὸ φευκτὸν αὐτοῦ δεικ‐ νὺς ὁ φιλόσοφος· ἁμαρτωλότερον δέ φησι τὸ μᾶλλον ἐναντίον τῷ
5μέσῳ καὶ ἀνομοιότερον.

1110B,11

τούτων γὰρ] τῶν ἡδέων καὶ τῶν λυπηρῶν.

1111A,3

Τίς ὁ πράττων τὸ δὲ τί καὶ
περὶ τί, ὡς περὶ ὑποκειμένου λέγεται τὰ ἀμφότερα· ὡσαύτως δὲ καὶ τὸ ἐν τίνι, ἤγουν ἐν υἱῷ γέγονεν ἡ πρᾶξις ἐν πατρί· ἐνοικεία ἐν ἀλλοτρίῳ.189

1111A,10

Ἡ Μερόπη ἐπεβούλευσε Κρεσφόντῃ τῷ υἱῷ ὡς πολεμίῳ, δι’ ἄγνοιαν· καὶ ἔστι τὸ δρᾶμα παρ’ Εὐριπίδῃ. Ἀκροχειρίζεσθαί ἐστι τὸ πυκτεύειν ἢ παγκρατιάζειν πρὸς
5ἕτερον ἄνευ συμπλοκῆς, ἢ ὅλως ἄκραις ταῖς χερσὶ μετ’ ἀλλήλων γυμνάζεσθαι.

1111A,18

Διατί κυριώτατα; ἐπειδὴ μάλιστα οἱ τῇ τούτων ἀγνοίᾳ ποιήσαντές τι ἀκουσίως ποιοῦσι· τὸ δὲ ἐν οἷς ἡ πρᾶξις, τὸ πρόσωπον παριστᾷ, εἰς ὃ γέγονε τὸ πραχθέν· οἷον, εἰς υἱὸν, εἰς πατέρα· καὶ τὸ τίνος δὲ ἕνεκεν ἔπραξέ τις· οἷον,
5χάριν σωτηρίας, ἢ ἕνεκεν διδαχῆς, καὶ τὰ τοιαῦτα. μεγάλως συμ‐ βάλλεται πρὸς τὸ ἀκούσιον, εἰ καὶ τὸ χάριν σωτηρίας γινόμενον εἰς τοὐναντίον ἀπέβη, καὶ ἔφθειρεν· ὡς ἐπὶ τῶν διδομένων φαρμά‐ κων, πολλάκις γίνεται.

1111A,29

Διὰ τοῦ εἰπεῖν “ἴσως οὐ “καλῶς λέγεται,” δοκεῖ ὅτι τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν γινόμενα ἐμπεριείληπται τῷ τοῦ ἑκουσίῳ λόγῳ· οἱ γὰρ διὰ ταῦτα ἁμαρ‐ τάνοντες, ἐν ἑαυτοῖς τοῦ πράσσειν τὴν ἀρχὴν ἔχουσιν.

1111B,1

Ἐν τοῖς κατὰ λογισμὸν ἁμαρ‐ τανομένοι ἐξ ἀφροσύνης, τὰ φευκτὰ ἀκολουθεῖ· διὸ καὶ τὸ ἑκού‐ σιον.

1111B,9

Οἷον, ἦλθεν αἴφνης φίλος ἀπό‐ δημος ἐν χρόνῳ πολλῷ. ἡ ἄφιξις τούτου ἑκούσιος μέν ἐστι, κατὰ προαίρεσιν δ’ οὐκ ἔστιν.

1112B,1

Ἀκριβεῖς καὶ αὐτάρκεις λέγει τὰς ἀποδεικτικὰς, οἵα ἐστὶν ἡ γεωμετρία· αὐτάρκεις δέ εἰσιν, αἱ μὴ δεόμεναι βοηθείᾳ ἔξωθεν, ἀλλ’ ὡρισμέναι καὶ ἑαυταῖς αὐταρ‐ κοῦσαι.

1112B,19

Εὕρεσιν τὴν ἀνάλυσιν λέγει· ἐκεῖ γὰρ, ἤγουν ἐν τῇ ἀναλύσει, εὑρίσκεται καὶ φαίνεται ἔσχατον τὸ πρῶτον αἴτιον· διάγραμμα δὲ εἶπεν, ἐπεὶ οἱ γεωμέτραι τοῦτον τὸν τρόπον τὴν ἀνάλυσιν ἐπὶ τῶν διαγραμμάτων ποιοῦνται· λα‐
5βόντες γὰρ τὸ συμπέρασμα τῆς δείξεως· πρῶτον μὲν τὰ προσεχῆ τούτων, δι’ ὧν ἐδείχθη, ταῦτα καὶ οὕτως ἀεὶ ποιοῦντες, καὶ λαμβά‐ νοντες τὰ τῶν δεικτικῶν δεικτικὰ, ἀνίασιν ἐπὶ τὴν ἀρχήν.190

1111B,28

Ὅταν δὲ τὸ ὄργανον ᾖ ὡρισμένον, οἷον σμίλα, ἡ χρεῖα· οἷον, ἐπὶ πόσον τέμνοντα δεῖ προϊέναι· καὶ ἴ...... φαρμάκου δὲ ὡσαύτως· ποῖον καὶ πόσον δοτέον, καὶ πότε καὶ πῶς ἔχοντι, καὶ διὰ τίνος τρόπου.

1111B,33

Οὐ δὲ τὰ ὑπὸ τὴν αἴσθησιν ἡμῶν κείμενα καὶ ὁρώμενα ἔστι βουλευτὰ, οἷον, εἰ ἄρτος τοῦτο· ὁρῶμεν γὰρ αὐτὸν τοῖς ὀφθαλμοῖς.

1113A,3

Εἰ γὰρ μηδὲν εἴη αὐτόθι γνώ‐ ριμον, ἀλλ’ ἀεὶ πᾶν τὸ λαμβανόμενον δι’ ἄλλου τὴν πίστιν λαμ‐ βάνουσιν· εἰς ἄπειρον ἂν προίοι ἡ βουλὴ, ἀεὶ ἄλλου δι’ ἄλλου πιστουμένου.

1113A,7

Οὗτοι γὰρ ἐν τοῖς οὕτως ἀρ‐ χομένοις ἡγούμενοί εἰσιν· ὥσπερ καὶ ἡμῶν ὁ νοῦς· ὡς ὁ δῆμος δὲ τοῖς κριθεῖσιν ἐπιψηφίζεται, οὕτως ἐνταῦθα ἡ ὄρεξις ἐπιψηφίζεται τῷ νῷ, καὶ συνεξορμᾷ ἐπὶ τὴν πρᾶξιν.

1113A,9

Τὸ “κατὰ τὴν βούλησιν” δοκεῖ μὲν ὡς παρέλκον ἐνταῦθα κεῖσθαι, οὐκ ἔστι δέ· ὀρεγόμεθα μὲν γὰρ καὶ κατὰ θυμὸν καὶ κατὰ ἐπιθυμίαν· ἀλλ’ ἐκεῖ μὲν ἄλλων ὀρεγόμεθα· ἡ δὲ κατὰ βούλησιν ὄρεξις, μονοῦ τοῦ ἀγαθοῦ.
5Τὸ “τύπῳ” προσέθηκε, οὐχ ὡς μὴ ἀποδεδωκὼς τὸν ὅρον τῆς προαιρέσεως· ἀλλ’ ἀντὶ τοῦ καθόλου εἰρήσθω· τὸ δὲ περὶ ποῖα, ἤτοι τὰ βουλευτὰ ἐμφαίνει.

1113A,21

Τοῖς μὲν γὰρ πόνος ἀγαθὸν φαίνεται· ὡς τῷ λέγοντι,
ἐκ τῶν πόνων τοι τ’ ἀγαθὰ αὔξεται βροτοῖς· καὶ τῷ
5
:τῶν πόνων
πωλοῦσιν ἡμῖν πάντα τὰ ἀγαθὰ οἱ θεοί. τοῖς δὲ, ἡδονή· ὥσπερ Καλλικλεῖ τῷ παρὰ Πλάτωνι λέγοντι “πάντα δεῖ πράττειν ὑπὲρ ἡδονῆς·” οὕτω τὲ ἔσται τὸ Πρωταγό‐ ρειον δόγμα· “τὸ μηδὲν οὖν αὐτὸ καθ’ ἑαυτό· τοιοῦτον δ’ ἕκαστον
10“εἶναι, οἷον δοκεῖ τινὶ καὶ φαίνεται.” Ἤγουν τὴν ὁρατικὴν, τὴν γευστικὴν, τὴν ἀκουστικήν· ὁμοίως
δὲ καὶ ἐπὶ τῶν ἄλλων.191

1114B,20

Χρὴ εἰδέναι ὅτι ἡ λέξις ἐπὶ πλέον τῆς μεσότητος· ἡ γὰρ αἰδὼς καὶ ἡ νέμεσις μεσότητες μὲν εἰσὶν, ἕξεις δὲ οὔ. Τὸ “καθ’ αὑτὰς” πρόκειται, ὅτι πράξει μὲν καὶ τὰ ἀνδρεῖα ὁ
5σώφρων· ἀλλ’ οὐχ ᾖ σώφρων, ἀλλὰ κατὰ συμβεβηκὸς, τῷ ἅμα καὶ ἀνδρεῖος εἶναι καὶ σώφρων.

1115A,2

Τὸ “τίνες” δηλαδὴ τὴν οὐ‐ σίαν, καὶ περὶ τίνα ὑποκείμενα· ἤγουν περὶ πράξεις καὶ πάθη· πῶς δὲ, ἐν τῷ τὸ μέσον αἰρεῖσθαι, φεύγειν δὲ τὰς ὑπερβολὰς καὶ ἐλλείψεις.

1115A,6

Διατί περὶ ἀνδρείας πρῶτον εἴρηκεν; μᾶλλον γὰρ τῶν ἄλλων ἐπαινετὴ, διὰ τὸ ἐπίπονα καὶ ἐπί‐ λυπα ὑπομένειν· χαλεπώτερον γὰρ τὸ τὰ ἐπίπονα φέρειν, τοῦ τῶν ἡδέων ἀπέχεσθαι.

1115A,17

Τὸ “ἴσως” προσέθηκε, ὅτι δεῖ μὲν αὐτὰ ἐκκλίνειν ποτὲ, εἰ μὴ μέλλοι τινὸς ἡμῖν αἰσχροῦ ἡ ἔκκλισις αὐτῶν αἰτία γίνεσθαι· οὐ μὴν φοβεῖσθαι· οὐ γὰρ ἡ οὑτι‐ νοσοῦν ἔκκλισις, καὶ ὁπωσοῦν φόβος, ἢ διὰ φόβον· ἃ γὰρ ἐν τῷ
5βουλεύεσθαι ἐκκλίνομεν ἀποδοκιμάζοντες, ἐκκλίνομεν μὲν καὶ οὐ πράττομεν, οὐ μὴν καὶ φοβούμεθα.

1115A,27

Ὁ γὰρ θανὼν οὐκ ἔχει τινὸς αἴσθησιν.

1115A,30

Κάλλιστον εἶπε τὸν κίνδυνον, ὡς ὑπὲρ πατρίδος καὶ σωτηρίας τῶν οἰκείων γινόμενον· ὁμολογοῦσι δὲ τοῦτο, ὅτι κάλλιστοι εἰσὶ κίνδυνοι οἱ τοιοῦτοι καὶ αἱ τιμαί· αἱ ὑπὸ τῶν νόμων ὁριζόμεναι καὶ διδόμεναι περὶ τῶν μονάρχων, τοῖς
5οὕτως προκινδυνεύουσιν. Ἅμα δὲ καὶ ἀνδρίζονται οἱ ἀνδρεῖοι.

1115B,4

Ἤγουν ἐν τοῖς κατὰ θάλασ‐ σαν ἢ τοῖς ἀπὸ νόσων θανάτοις· οὔτε καλόν ἐστι, ὅτε τις πράξις καὶ ἐνέργεια ἀπὸ ἀνδρείας γίνεται.

1115B,8

Φοβερὰ δηλονότι, ἃ οὐ πᾶσιν ὁμοίως ἐστὶ φοβερὰ ἀλλὰ διάφορα· καὶ γὰρ μεγέθει ἄλλα ἄλλων διαφέρει.

1115B,20

Ἤγουν καθ’ ἑκάστην ἕξιν καὶ ἀρετήν· τέλος ἐστὶ τὸ κατ’ αὐτὴν ἡ κατ’ αὐτὴν ἐνέργεια· ἤγουν τῷ μὲν ἀνδρείῳ, ἡ κατὰ τὴν ἀνδρείαν ἐνέργεια· τῷ δὲ σώ‐ φρονι, ἡ κατὰ τὴν σωφροσύνην ἐνέργεια.192

1116A,17

Ἡ πολιτικὴ ἀνδρεία. Ἤγουν πρόστιμα καὶ ὀνείδη, καὶ τὰς διδομένας τιμάς.

1116A,22

Ἕκτορος ταῦτα. Λείπει τὸ “φοβεύμενος ἵκετο νῆας,” ἤγουν διωκόμενος.

1116A,28

“Ἀρετὴν” ἐνταῦθα τὴν αἰδῶ λέγει.

1116A,36

Ὡς παρ’ Ἡροδότῳ Πέρσαι· ὑπὸ γὰρ τοιούτοις ἐπιστάταις ἐν Θερμοπύλαις τοῖς Ἕλλησιν ἐμάχοντο.

1116B,4

Οἷα ἡ ἐπὶ τῶν θαλαττίων, ὥσπερ προέφη· καὶ ὥσπερ ἐπὶ τῶν νόσων οἱ ἰατροὶ, μὴ ἀπογινώ‐ σκοντες τὸν δοκοῦντα θνήσκειν διὰ τὴν πεῖραν.

1116B,19

Τόπος ἐστὶ τὸ Ἕρμαιον ἐν Κορωνείᾳ τῆς Βοιωτίας.

1117A,9

ἔχουσί τι] τὸ ὁμόσε τοῖς κινδύνοις χωρεῖν· ὑφ’ οὗ δοκοῦσι καὶ οὗτοι ἀνδρεῖοι εἶναι.

1117B,2

τῶν κύκλῳ] τῶν τραυμάτων.

1120B,18

τὸ μὴ πλουτεῖν δηλονότι ῥάδιον.

1121A,7

Σιμονίδην τὸν μελοποιὸν λέ‐ γει· τοῦ γὰρ ὡς φιλαργύρου μέμνηνται ἄλλοι τὲ καὶ Θεόφρα‐ στος ἐν τοῖς περὶ ἠθῶν.

1121A,12

τὴν δαπάνην] Τοῦτο εἶπεν ἐπὶ τὸν ἄσωτον οἶδεν οὐ τοσοῦτον εἰς τὴν δόσιν ἀναλίσκοντα, ὅσον εἰς τὰς μὴ προσηκούσας δαπάνας. Ἡ ἀνελευθρία καὶ εἰς τὴν λῆψιν φησὶ τῶν ἐλαχιστοτάτων
5κατάγεται. Ὁ ἄσωτος δηλονότι.193

1121A,20

Οἱ γὰρ νέοι ὡς ἐπὶ τὸ πλεῖ‐ στον ἀσωτεύονται· ἐὰν δὲ εἰς ἡλικίαν προκόψωσιν ἢ καὶ ἀπορή‐ σωσιν, ῥᾷον ἔρχονται ἐπὶ τὴν ἐλευθεριότητα.

1121A,29

Ὁ γὰρ ἀνελεύθερος καὶ ἑαυ‐ τὸν κακουχεῖ. Κίμβικες] Κίμβιξ ἐστὶν ὁ μικρὰ προϊέμενος καὶ διδούς· γλί‐ σχρος ὁ μικρὰ καὶ μόγις διδούς· μικρολόγος δὲ ὁ μετὰ διατά‐
5ξεως καὶ ὀργῆς διδούς· φειδωλὸς δὲ ὁ ἀκριβῶς φυλάσσων καὶ μηδενὶ διδούς.

1121B,34

Καὶ ἀντὶ τῶν μικρῶν μέ‐ γαλα λαμβάνουσιν.

1122A,21

περὶ πάσας] Ἀντὶ τοῦ κατὰ τὰς πλείστας λέγει καὶ κοινάς.

1122A,25

Ἀρχιθεωρῶ] Ἀρχιθεωροὺς ἔλε‐ γον τοὺς πεμπομένους δημοσία εἰς τὰς πανηγύρεις· ἢ εἰς θεοὺς χρησομένους· ἄλλο γὰρ δαπάνημα τῷ γυμνασιαρχοῦντι, καὶ ἄλλο τῷ τειχίζοντι τὴν πατρίδα.

1122B,24

Ὥσπερ εὐγενῆ τοῦτον κα‐ λοῦμεν, τὸν ἀπὸ πατέρων εὖ γεγονότα· οὕτω καὶ τὸ μεγαλοπρεπὲς ἔχειν δεῖ τὸν πράττοντα, πλούτῳ καὶ γένει τὸ μακάριον ἐπι‐ φαίνοντα.

1123A,22

Τὸ “λαμπρύνεται παρὰ “μέλος” παροιμία ἐστὶν ἐπὶ τῶν μὴ προσφόρως τί ποιούντων. οἱ Μεγαρεῖς] οἱ Μεγαρεῖς ὡς τῆς κωμωδίας ἐφευρεταὶ δια‐ βάλλονται, καὶ πορφυρίδι χρώμενοι ἐν τῇ παρόδῳ.

1123B,8

Οὐ πᾶς, φησὶν, ὁ μειζόνων ἢ ἄξιός ἐστιν ἀξιῶν ἑαυτὸν, διὰ χαυνότητα τοῦτο ποιεῖ· χαῦνον γὰρ φησὶ τὸν ἠλίθιον· ἀλλ’ ἴσως καὶ δι’ ἐπιβουλὴν, καὶ μνώμενός τι μεῖζον, διὰ τοῦτο μειζόνων ἑαυτὸν ἀξιοῖ, ὑποκρινόμενος καὶ προσ‐
5ποιούμενος διὰ πανουργίαν. Δηλονότι τὸ μέγιστον.
Ἡ ἀξία δὲ λέγεται, καθὸ ἀξιούντων τινῶν γίνεται.194

1123B,30

Ὥστε εἴη ἂν μεγαλοψυχία τελειότης πασῶν τῶν ἀρετῶν· καὶ μεγαλόψυχος, ὁ πάσας τὰς ἀρετὰς ἔχων μετὰ μεγέθους. Καλοκαγαθίαν γὰρ λέγουσι τὴν σύμπασαν ἀρετήν.

1123B,6

Ὁ πολλὰ τιμῶν, ὑπὲρ πολ‐ λῶν κινδυνεύειν αἱρεῖται· ὁ δὲ ὀλίγα τιμῶν ὑπὲρ ὀλίγων καὶ κιν‐ δυνεύει· οἷός ἐστιν ὁ μεγαλόψυχος. Τὰ γὰρ τῷ ὄντι μέγαλα καὶ τιμῆς ἄξια, καὶ τίμια· καὶ ὑπὲρ αὐτῶν δὲ κινδυνεύει· ὀλίγα δὲ
5τὰ ὄντως τίμια.

1123B,18

Ὑπηρετεῖν τοῖς δεομένοις αὐτοῦ.

1123B,24

Καὶ ἐν μὲν ἄλλοις ἀργὸν εἶναι, καὶ μὴ ὀξυκίνητον. εὐκίνητον δὲ ἐφ’ οἷς μεγάλαι αἱ τιμαὶ, καὶ ὅπου μέγα τὸ προκείμενον ἔργον.

1123B,29

Καταφρονηταὶ τῆς περὶ τῶν πολλῶν δόξης. Ἀντὶ τοῦ οὐκ ἐξαγγελτικὸς πρὸς τοὺς πολλοὺς καὶ τυχόντας, τῶν προσόντων αὐτῷ· τῷ καταφρονεῖν αὐτῶν, καὶ μὴ ἀξίους αὐ‐
5τοὺς ἡγεῖσθαι τοῦ εἰδέναι τὰ κατ’ αὐτόν.

1125A,3

Ἤγουν ἄλλῳ συμπεριφέ‐ ρεσθαι.

1125A,5

Ἀνθρωπολόγος ὁ ἑαυτὸν ἐπαι‐ νῶν καὶ ἄλλον ψέγων. Εἰ μὴ ἐξυβρίζοιεν καὶ τότε, παρόντας κακολογεῖ· ἅπαντας δὲ οὔ.

1125A,16

Ἀντὶ τοῦ διὰ ταῦτα· διά τε τὸ σπουδάζειν καὶ διὰ τὸ μέγα ἡγεῖσθαι τοῦτο, ὑπὲρ οὗ ἐπι‐ ταχύνει τε, καὶ ὀξείᾳ χρῆται τῇ φωνῇ. Τουτέστι δριμεῖς καὶ ἐπινοητικοί· τὸ νοεροὶ προσέθηκε· χείρο‐
5νας γάρ φησιν αὐτοὺς τῶν χαύνων εἶναι, καὶ μᾶλλον ἀντικεῖσθαι τοῖς μεγαλοψύχοις· τὸ δὲ “ἡ τοιαύτη δόξα” ἀντὶ τοῦ ἡ τοιαύτη ὑπόληψις, ἣν ἔχουσι περὶ ἑαυτῶν οἱ μικρόψυχοι.

1125A,33

Καὶ γὰρ ἡ μικροψυχία σύμ‐ φυτος δοκεῖ τοῖς ἀνθρώποις, καὶ δυσαπονιπτοτέρα· πάντες γὰρ φυσικῶς.195

1125B,1

Ἤγουν ἡ φιλοτιμία.

1125B,22

Αἱ γὰρ μέσαι οὖσαι πρὸς μὲν τόδε συγκρινόμεναι τὴν ὑπερβολὴν ὑποδύονται· πρὸς δὲ τόδε, τὴν ἔλλειψιν ὑποκρίνονται.

1125B,29

Ὀργιλότητα δὲ λέγει τὴν δύναμιν καὶ τὴν πρὸς ὀργὴν ἐπιτηδειότητα. Ἀντὶ τοῦ ἀποκλίνειν.

1126A,9

Κατὰ πολλοὺς τρόπους γίνε‐ ται, φησὶν, ἡ ὑπερβολή· οἱ μὲν γάρ εἰσιν ὀργίλοι, οἱ δὲ πικροί· οἱ δὲ ἀκρόχολοι· διαφέροντες τῷ βραδέως καὶ ταχέως διαλύεσθαι· οὐ μὴν ἅπαντες οἱ τρόποι τῷ αὐτῷ καὶ ἑνὶ δύνανται ὑπάρχειν· οἱ
5γὰρ ὀργίλοι ἐν τῷ ταχέως παύειν τῆς ὀργῆς λεγόμενοι, οὐ δύναν‐ ται εἶναι καὶ πικροὶ, ἐπὶ πολὺν χρόνον φυλάσσοντες τὴν ὀργὴν, καὶ δυσδιάλυτοι ὄντες.

1126A,31

Εἶπεν ἐν τοῖς ἔμπροσθεν ὅτι περὶ πρακτῶν τύπῳ τὲ λέγειν καὶ καθόλου δυνατόν· διορίσαι δὲ περὶ τινὸς τῶν καθέκαστα τῷ λόγῳ, πότε, καὶ πῶς, καὶ πόσον, καὶ μέχρι τίνος γενέσθαι δέοι, τοῦτο μηδαμῶς ῥᾴδιον εἶναι.
5Τοῦτο τὸ ὄνομα δηλωτικόν ἐστι, τοῦ αὐτὸ ἕκαστον ὁποῖόν ἐστι, λέγειν καὶ δεικνύναι.

1126A,26

Ταῦτα περί τε τῶν ἀληθευ‐ όντων, καὶ περὶ τῶν προσποιουμένων τὲ καὶ ψευδομένων λέγει· καὶ γὰρ ἀληθεύειν καὶ ψεύδεσθαι γίνεται· καὶ ἕνεκά τινος, καὶ διὰ τὴν ἕξιν, ἣν ἔχει τίς· δύναται γάρ τις, καὶ μὴ ἀληθευτικὸς τὴν
5ἕξιν, ἀληθεῦσαι διά τι· ὡς οἱ διὰ συνθήκας καὶ ζημίας ἀληθεύον‐ τες· ὡσαύτως καὶ ὁ μὴ ψευδὴς, ψεύσασθαι· ἐνταῦθα δὲ ὁ λόγος, περὶ τῶν διὰ τὴν ἕξιν ἀληθευόντων ἢ ψευδομένων, ὅτι εἰσὶ τοιοῦτοι.

1126B,1

Οἷον μήτε συνθήκης καὶ ὁμολογίας μεσολαβούσης μήτ’ ἄλλου τινός. Ἤγουν μή ἔστι συνθήκη καὶ ὁμολογία. Εἴτουν ἐπὶ τῶν συνθηκῶν καὶ τῶν συναλλαγμάτων.

1126B,7

Ἔστι δέ τινα καὶ ψευσά‐
μενον, μὴ αἰσχρὸν φανῆναι· εἰ διὰ σωτηρίαν τινὸς ψεύσαιτο· λέγει δὲ τὸν τοιοῦτον ἐπαινετὸν ἐπὶ τὸ ἔλαττον· διὰ τὸ αὐτὸν μᾶλλον ἀποκλίνειν ἐπὶ τὸ ἔλαττον τοῦ ἀληθοῦς· τοῦτο γὰρ ἐμμε‐196
5λέστερον. φυλάξεται δὲ ὁ τοιοῦτος τὰς ὑπερβολὰς τοῦ ψεύδους διὰ τὸ φορτικὰς εἶναι. ἢ κακὸς] Οὐ γὰρ μετ’ ἐπιβουλῆς τοῦτο ποιεῖ.

1126B,28

Οὐκ ἐν τῷ δύνασθαι προσ‐ ποιήσασθαι τὰ μείζω καὶ μὴ προσόντα αὐτῷ, τοῦτο γὰρ παντός· ἀλλὰ τῷ ἕξιν ἔχειν τοιαύτην, καὶ προαιρεῖσθαι ταῦτα· οὐ γὰρ αἱ δυνάμεις αἴτιαι τοῦ τοίους εἶναι, ἀλλ’ αἱ προαιρέσεις· αἱ γὰρ
5δυνάμεις τῶν ἀντικειμένων εἰσί· ψεύστης δέ ἐστιν οὐχ ὁ δυνάμενος ψεύσασθαι, ἀλλ’ ὁ προαιρούμενος καὶ ψευδόμενος, τῷ χαίρειν τῷ ψεύδει.

1126B,17

Δόξης χάριν οἱ ἐπὶ τοῖς ἐκ φύσεως ἢ τύχης προσγινομένοις προσποιούμενοι· οἷον καλοὶ εἶναι ἢ ἰσχυροὶ, ἢ πλούσιοι· κέρδους δὲ, οἱ μαντικὴν, καὶ ἰατρικὴν καὶ σοφίαν ἔχειν ὑποκρινόμενοι.
5Ἤγουν δόξαν, ἀπόλαυσιν, κέρδη, καὶ τὸ λανθάνειν.

1126B,27

Εἴτουν σεμνοπανοῦργοι· βαῦκον δὲ ἔλεγον οἱ παλαιοὶ, τὸ μαλακὸν καὶ τρυφερόν· ἔοικε δὲ μετενηνέχθαι τὸ ὄνομα ἀπὸ τῶν βαυκίδων, ὅ ἐστι εἶδος ὑποδη‐ μάτων Ἰωνικῶν, οἷς αἱ Ἰάδες χρῶνται.

1126B,32

Χείρων γὰρ ὁ ἀλαζὼν τοῦ εἴρωνος· τὸ γὰρ τὰ μὴ προσόντα, καὶ ἃ μὴ ἔχει τίς, προσποιεῖσθαι ἔχειν, χεῖρον, τοῦ μᾶλλον καὶ ἃ ἔχει ἐλαττοῦν, ἢ ἀρνεῖσθαι· τὸ μὲν γὰρ μετρίου, τὸ δὲ ὑπερβάλλοντός ἐστι.

1128A,3

Περὶ τὸ ἡδὺ τὸ ἐν λόγοις καὶ πράξεσιν εἰπὼν εἶναι τρεῖς διαφοράς· καὶ τούτων τὴν μὲν εἰπὼν ἀλήθειαν, τὴν δὲ φιλίαν· νυνὶ περὶ τῆς λοιπῆς λέγει, ἣν εὐτρα‐ πελίαν ὀνομάζει· καὶ διατί οὕτως αὐτὴν ὀνομάζει τὴν αἰτίαν λέγει·
5ἡ μὲν φιλία περὶ λόγους καὶ πράξεις τὰς κατὰ τὸν βίον, τὸ χρειῶδες δεικνύει· ἡ δὲ ἀλήθεια περὶ λόγους· αὕτη δὲ τὸ ἐν παιδιᾷ ἡδὺ αἱρεῖται· δεῖ γὰρ τῷ σπουδαίῳ καὶ ἀναπαύσεως, ὡς ἂν μὴ διαπαντὸς κάμνουσα αὐτῷ ἡ διάνοια, ἄχρηστος γίνεται· τῷ ἀεὶ
ἐντετᾶσθαι κατὰ τὰ τόξα.197

1128A,4

Βωμολόχα λέγεται, τὰ τῶν ὀρνίθων λίχνα καὶ ἀδδηφάγα· ἃ διὰ τὴν τούτων λιχνείαν, περιί‐ στανται τοὺς βωμοὺς, τὸ περιττεῦον τῶν θυσιῶν λιχμώμενα (et supra 2a manu ἤγουν λείχοντα).
5Ἐκ γὰρ τῶν κινήσεων φαίνεται τὰ εὔρυθμα, καὶ τὰ ἄρρυθμα, καὶ τὰ ὑγιεινὰ, καὶ νοσώδη. οὕτω καὶ τὰ ἤθη κρίνεται, ἀπὸ τῶν κινήσεων τῆς ψυχῆς.

1128A,16

Διότι οἱ μὲν τοῦ μέσου στοχάζονται· οἱ δὲ καθ’ ὑπερβολὴν αὐτῷ χρῶνται. Τοῦ ἀπρεποῦς.

1128A,28

Ἀντὶ τῶν τοιούτων ἀνέξεται εἰς αὐτὸν λεγομένων σκωμμάτων, οἵοις αὐτὸς κέχρηται.

1128B,4

Τρεῖς αἱ ἐν τῷ βίῳ μεσό‐ τητες, ἀλήθεια, ἑκατέρωθεν αὐτῆς ἔχουσα ἀλαζόνειαν καὶ εἰρώ‐ νειαν· καὶ ἑτέραι δύο περὶ τὸ ἡδύ· ἡ μὲν εὐτραπελία ἑκατέρωθεν ἔχουσα βωμωλόχον καὶ ἀγριότητα· ἡ δὲ φιλία ἑκατέρωθεν ἔχου‐
5σα ἀρέσκειαν καὶ δυσκολίαν.

1128B,23

Κατ’ ἀλήθειαν αἰσχρὸν ἡ ἀκολασία· κατὰ δὲ δόξαν αἰσχρὸν τὸ ἐν ἀγορᾷ ἐσθίειν. Φαύλου φησίν ἐστι καὶ τὸ καταδέξασθαι τῶν αἰσχρῶν. ἄτοπον γὰρ τὸ ἐπιεικῆ ἡγεῖσθαι τὸν αἰδήμονα, καθόσον οὕτω διάκειται·
5ὡς εἰ πράξει τί τῶν αἰσχρῶν, αἰσχύνεσθαι· ἡ γὰρ αἰδὼς ἐπὶ τοῖς ἑκουσίως γινομένοις· οὐδεὶς δὲ ἐπιεικὴς ἑκὼν πράττει τὰ αἰσχρά.

1128B,32

Εἴη δ’ ἂν ἡ αἰδὼς ἐξ ὑποθέ‐ σεως ἐπιεικὲς πάθος· καὶ οὐχ ἁπλῶς· εἰ γὰρ πράξει ἐπιεικὴς τοιοῦτόν τι, αἰσχύνοιτ’ ἄν· οὐ μὴν πράξῃ ἄν ποτε τοιοῦτόν τι· ὥστε, οὐδ’ ἂν αἰσχύνοιτο.

1129A,3

Εἴρηκεν ἤδη πολλάκις ὅτι τὴν ἀκρίβειαν τὴν ἀποδεικτικὴν οἱ τοιοῦτοι τῶν λόγων οὐκ ἐπιδέχονται· οὗ καὶ νῦν ἡμᾶς ὑπομιμνήσκει.

1129A,14

Ἕξιν ἐνταῦθα τὴν ἀρετὴν λέγει· λέγονται γὰρ καὶ αἱ ἐπιστῆμαι ἕξεις· ἀλλὰ νῦν περὶ τῶν ἀρετῶν τὸ τῆς ἕξεως ὄνομα ληπτέον καὶ τῶν κακιῶν.198

1129A,23

Πάνυ ἀκριβῶς προσέθηκε τὸ “ὡς ἐπὶ τὸ πολύ·” ἔστι γὰρ ἐφ’ ὧν οὐχ οὕτως ἔχει. τοῦ γοῦν φι‐ λεῖν πολλαχῶς λεγομένου, τὸ μισεῖν ἐναντίον ὂν, οὐ λέγεται πολ‐ λαχῶς· ὡσαύτως δὲ καὶ τοῦ ἀκουσίου πολλαχῶς λεγομένου· λέγεται
5γὰρ ἀκούσιον καὶ τὸ κατὰ βίαν καὶ τὸ κατὰ ἄγνοιαν· τὸ ἑκούσιον οὐ λέγεται πολλαχῶς.

1129A,34

Εἰ ὁ ἄδικος πλεονέκτης, ὁ δὲ πλεονέκτης ἄνισος· καὶ γὰρ τὸ πλέον καὶ ἔλαττον ἄνισα· συμ‐ πέραινε· ὁ ἄδικος ἄνισος, ἐπεὶ καὶ πλεονέκτης.

1129B,5

Τοῖς μὴ εἰδόσιν αὐτοῖς χρῆ‐ σθαι πρὸς ἃ πεφύκασι, πολλάκις πρὸς κακοῦ γίνονται.

1129B,6

Ὁ ἄδικος λέγεται πλεονέκτης, ὡς τῶν ἀγαθῶν τὸ πλέον εἰς ἑαυτὸν ἕλκων· διατί οὖν μὴ καὶ μειο‐ νέκτης καλεῖται, ὡς ἐν τοῖς κακοῖς τὸ μεῖον αἱρούμενος; ὅτι δοκεῖ καὶ τὸ ἐν τοῖς κακοῖς ἔλαττον, πλεονεξία τίς ἀγαθῶν εἶναι, ὡς
5εἴρηται· ἡ δὲ πλεονεξία, τοῦ ἀγαθοῦ λέγεται· τέως γοῦν ἄνισος ἐστὶν ὁ ἄδικος, ὡς πλεονέκτης· τὸ γὰρ ἄνισον, ὡς γενικὸν ὄνομα καὶ κοινὸν, περιέχει τὴν ἐν τοῖς ἀγαθοῖς πλεονεξίαν, καὶ τὴν ἐν τοῖς κακοῖς μειονεξίαν.

1129B,12

Τὸ πῶς προσέθηκεν, ὅτι μὴ κατὰ τὴν ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια, ἀλλὰ κατὰ τὴν κοινῶς· αὐτὰ γὰρ καθ’ αὑτὰ, ἢ ἀνδρεῖα ἐστὶν ἢ σωφρονικὰ, ἢ ἐξ οἵας ἂν καὶ εἴη ἀρετῆς.

1129B,16

Κυρίως κατ’ ἀρετὴν ἢ κατ’ ἄλλον τρόπον, τοὺς κρατοῦντας καὶ ἄρχοντας· ἢ ἐξ ἐπικρίσεως τοῦ δήμου διὰ τὴν αὐτῶν ἀρετὴν, ἢ ὡς ὁ νόμος τῆς βασιλείας, ἢ κατὰ ἀνταρσίαν καὶ τυραννίδα.
5Μόρια εὐδαιμονίας λέγει τὰς ἐνεργείας πασῶν τῶν ψυχικῶν καὶ τῶν σωματικῶν ἀρετῶν.

1129B,33

Τὸ “τῇ πολιτικῇ κοινωνίᾳ” πρόσκειται, ὅτι οἱ νόμοι περὶ τῶν κατὰ τὰς ἀρετὰς διαγορεύουσιν οὐχ ἁπλῶς, ἀλλὰ στοχαζόμενοι τοῦ ἐν τῇ κοινωνίᾳ συμφέροντος,
καὶ ἐπ’ ἐκεῖνο τὴν ἀναφορὰν ποιούμενοι.199
5Ὁ μὴ μετ’ ἐπιστασίας καὶ ἐξετάσεως. Εἷς τῶν ἑπτὰ σοφῶν ὁ Βίας. Τὸ γὰρ πρὸς αὐτὸν χρῆσθαι τῇ ἀρετῇ καὶ πρὸς τοὺς φίλους, τὸ αὐτό ἐστιν· εἴγε τὰ τῶν φίλων ἴδια τοῦ φιλοῦντος ἐστίν· ἴδιον δὲ τῆς δικαιοσύνης γνώρισμα· τὸ πρὸς ἕτερον μὴ φίλον χρῆσθαι
10τῇ ἀρετῇ.

1130A,12

Ὅρος ἀρετῆς· ἀρετή ἐστιν, ἕξις ψυχῆς λογικῆς ἀρίστη· δικαιοσύνη δέ ἐστιν, χρῆσις τῆς τοιαύτης ἕξεως πρὸς ἕτερον· ὥστε τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι· κατὰ δὲ τὸν λόγον καὶ τὸ εἶναι διαφέρει.

1130A,20

Καλῶς τὸ πολλάκις πρόσ‐ κειται· οὐ γὰρ εἰ ἅπαξ πλεονεκτῇ, πλεονέκτης ἔστιν. Ἀλλὰ μηδὲ κατὰ πάσας ἅμα τὰς κακίας. Ψέγομεν γὰρ τοὺς τοιούτους καὶ λέγομεν ἀδίκους τοὺς καὶ κατὰ
5ἀδικίαν τοῦτο ποιοῦντας.

1130A,24

Ἡ δευτέρα ἐπιχείρησις, ἐπὶ τῆς αὐτῆς πράξεως γυμνάσῃ τὸν λόγον, ἤγουν μοιχείας· καὶ λέγει, ἐὰν ἡ μοιχεία διὰ μὲν κέρδος καὶ πλεονεξίαν γινομένη δι’ ἀδικίαν γίνεται, διὰ δὲ ἐπιθυμίαν, δι’ ἀκολασίαν, ἄλλη δηλονότι
5ἐστὶν, καὶ ἄλλη ἀδικία διὰ κέρδος. ἀμφότεραι δὲ τῆς κοινῆς ἀδι‐ κίας διαφέρουσιν· ὅτι ἐκείνη μὲν κατ’ ἀμφοτέρων λέγεται· τούτων δὲ οὐδετέρα κατὰ τῆς ἑτέρας. τὸ δὲ δῆλον, ὅτι διὰ τὸ κερδαίνειν, ἶσον ἐστὶ τῷ ὡς εἰ ἔλεγε· δῆλον ἔστιν ὅτι διὰ τὸ κερδαίνειν ὁ ἄδικος ἄδικος, ἀλλ’ οὐ δι’ ἀκολασίαν. ἄλλως ἔστιν ἄδικον τὸ κερ‐
10δαίνειν, καὶ ἄλλως ἄδικον τὸ ἀκολασταίνειν. Ἡ ἐν μέρει, φησὶν, ἀδικία ἡ κατὰ πλεονεξίαν, περὶ τιμὴν φησὶν ἔστι ἢ χρήματα· εἴη δ’ ἂν λέγων, τὰ τυχηρὰ τῶν ἀγαθῶν (seq. adjecit 2a manus.) ἐν οἷς δι’ ἡδονὴν τὴν ἀπὸ κέρδους ἡ πλεονεξία.
15Δείκνυσιν ἐνταῦθα, ὅτι τοῦτο τὸ ἶσον τὸ μέσον τοῦ ἀδίκου, δίκαιόν ἐστι· ἡ δὲ δεῖξις διὰ τοῦτό που τοῦ λέγοντος ἐὰν δύο ἐναντιώσεων οὐσῶν· τῷ ἑτέρῳ τῆς ἑτέρας ἐναντιώσεως ἕπηται τὸ ἕτερον τῶν τῆς ἑτέρας ἐναντιώσεως, τῷ τῆς ἑτέρας καταλειπομένῳ·
οἷον, ἔστω μία ἐναντίωσις ἀδικίας καὶ δικαιοσύνης, καὶ ἕτερα, ἀνι‐200
20σότης καὶ ἰσότης· εἰ οὖν ἕποιτο ἡ ἀνισότης τῇ ἀδικίᾳ, ἀναγκαίως ἀκολουθήσει καὶ ἰσότης τῇ δικαιοσύνῃ.

1130A,18

Τὸ γὰρ ἶσον ἴσῳ ἐστὶν ἶσον· Γράφεται καὶ τισίν.

1130A,30

Μοναδικὸν ἀριθμὸν λέγει, τὸν ἐκ μονάδων συγκείμενον, καὶ ἀναριθμοῦντα· οὐ μόνον γάρ φησιν ἐστὶ τούτου τοῦ ἀριθμοῦντος ἀριθμοῦ ἀναλογία, ἀλλὰ καὶ τοῦ ἀριθμητοῦ, ἤγουν τῶν ἀριθμουμένων ζώων τυχὸν, ἢ καὶ ἄλλων
5πραγμάτων. Ἀντὶ τοῦ φανερῶς.

1130A,25

Καὶ ἐνταῦθα τὸ αὐτὸ φησὶν ὅτι δεῖ πρῶτον ἰσάζειν τά τε πρόσωπα καὶ τὰ πράγματα, καὶ τότε ἀντιδιδόναι· εἰ γὰρ οὕτως, ἔσται τὸ ἀντιπεπονθός. Εἰς σχῆμα] Μεθὸ φησὶν ἀλλάξονται· καὶ ὁ μὲν σκυτοτόμος
5τὸ ἔργον ἀπολάβῃ τοῦ οἰκοδόμου· ὁ δὲ οἰκοδόμος τοῦ σκυτοτόμου. οὐ δεῖ ἄγειν ἐπ’ αὐτοὺς τὴν ἀναλογίαν· καὶ λέγειν, ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτοτόμον, οὕτως τὸ ἔργον τοῦ οἰκοδόμου, πρὸς τὸ τοῦ σκυτοτόμου· εἰ γὰρ ἄξεις εἰς σχῆμα ἀναλογίας, ἑκάτερον ἄκρον τὴν ὑπερβολὴν ἕξει καὶ τὴν ἔλλειψιν· ὁ γὰρ οἰκοδόμος ἧ οἰκοδό‐
10μος, ἔχει τὴν ὑπεροχήν· ἧ δὲ τὸ ἔργον ἔχει τοῦ σκυτοτόμου, ἔχει τὴν ἔλλειψιν· καὶ ὁ σκυτοτόμος ὁμοίως.

1130B,13

Πάσχει μὲν οὖν] Ὅπέρ φησιν ἐπὶ τῆς χρείας, τοῦτο καὶ ἐπὶ τοῦ νομίσματος ἄντις κατίδοι γινόμενον· ὡς γὰρ ἐπ’ ἐκείνοις οὐκ ἀεὶ ὁμοίως δεόμεσθα, καὶ ἐν χρείᾳ τῶν ἀλλοτρίων ἐσμὲν, οὕτως οὐδὲ τὸ νόμισμα ἀεὶ
5ἶσον δύναται, ἀλλὰ μεταπίπτει· καὶ τὸ πρότερον πλείω δυνάμενον, ὕστερον ἢ ἔλαττον, ἢ οὐδὲν ἰσχύει, πλὴν μᾶλλον γὰρ τοῦτο δια‐ μένει· καὶ δεῖ μέτρῳ αὐτῷ τῶν ἀλλασσομένων χρῆσθαι, καὶ πάν‐ των προέχειν καὶ τιμᾶσθαι, τὸ νόμισμα.

1130B,38

Αὐτὸν δὲ τρόπον] Διότι οὐκ ἔστι μεσότης δύο κακῶν κατ’ ἐκείνας· τὸ γὰρ ἀδικεῖσθαι, κάκιον οὐ πέφυκε.

1134A,7

Ὅτι ἡ ἀδικία τὰ δύο ἄκρα ἐστὶν, ὑπερβολή τε καὶ ἔλλειψις· ὑπερβολὴ μὲν οὖσα, ἐπὶ τῶν
ἁπλῶς ἀγαθῶν· ἔλλειψις δὲ, ἐπὶ τῶν ἁπλῶς κακῶν.201

1134A,19

Πολλάκις γάρ τις κλέπτει μὲν, οὐκ ἀδίκει δέ· ὡς ὁ τὴν τοῦ μαινομένου κεκλοφλὼς μάχαιραν· ὁμοίως δὲ καὶ μοιχεύει μὲν, μοιχὸς δὲ οὐκ ἔστιν· ὡς ὁ τὴν τοῦ τυράννου μοιχεύων, ἵνα ἀνέλῃ τὸν τύραννον.

1134A,24

Ὅτι τὸ πολιτικὸν δίκαιον, ἢ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν ἐστὶ, καὶ γίνεται τὸ νεμητικόν· ἢ κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, καὶ γίνεται τὸ διορθωτικόν. Τὸ κατὰ ἀναλογίαν, ὡς ἐπὶ τῆς ὀλιγαρχίας· τὸ κατὰ ἀριθμὸν,
5ὡς ἐπὶ τῆς δημοκρατίας. Οὐ πᾶσιν ἀδικία] Ὅταν γάρ τις χρήματα ἀφέληται τῶν ἐκ τῆς πόλεως, ταῦτα ἀφελομένων, ὡς τοῖς πολεμίοις παράσχωνται, λῃστεύει μέν· λῃστὴς δὲ οὐκ ἔστιν.

1134A,35

Ἄρχειν ἄνθρωπον·] Ἄνθρω‐ πον φησὶ, τὸν μὴ μετὰ λόγου ἄρχοντα· λόγον δὲ φησὶ, τὸν μετὰ λόγου ἄρχοντα.

1134B,5

Ἔθος ἦν κατὰ καιρὸν ἄρ‐ χοντα προβάλλεσθαι· ὃ δ’ οὐ παρὰ τοῦ αὐτοῦ πάντοτε συστή‐ ματος προὐβάλλετο· ἀλλὰ νῦν μὲν, περὶ τοῦδε τοῦ συστήματος· ἐν ἄλλῳ δὲ καιρῷ παρὰ ἄλλου. ἐδόκουν οὖν τρόπον τινὰ κατάρ‐
5χειν, οἱ τὸν ἄρχοντα προκρίναντες, καὶ διὰ τοῦτο φησὶν ἔχειν ἰσότητα τοῦ ἄρχειν καὶ ἄρχεσθαι· ἢ καὶ ἄλλως· ὅτι ἐν δημο‐ κρατίᾳ, τῆς αὐτῆς πάντες λογίζονται τάξεως· καὶ οὐχ ὁ μὲν τοῦ ἄρχειν, ὁ δὲ τοῦ ἄρχεσθαι· ἀλλὰ τῆς ἴσης μερίδος ἅπαντες· ἅπαντες γὰρ οἱ τοῦ δήμου διοικοῦσιν ὁμοῦ τὰ ἑαυτῶν.
10Ὅτι τὸ πολιτικὸν δίκαιον οὐ κεῖται πατράσιν πρὸς τέκνα καὶ δεσπόταις πρὸς δούλους, (κατὰ νόμον γὰρ τὸ πολιτικὸν δίκαιον,) ἀλλὰ τοῖς πολίταις· οἱ ποτὲ μὲν ἄρχουσιν, ποτὲ δὲ ἄρχονται.

1134B,22

Ἀθηναῖοι νόμον εἶχον διὰ μιᾶς λίτρας ὠνεῖσθαι τοὺς αἰχμαλώτους.

1134B,19

Φημὶ δὲ τὸ τὰ φύσει ἀκίνητα εἶναι· τῇ μὲν γὰρ αὐτῶν φύσει ἀκίνητά εἰσι· ἀλλὰ μὴν καὶ τοῖς κατὰ φύσιν ἔχουσι ἀκίνητα· ὥσπερ τὸ μέλι καὶ τῇ αὐτοῦ φύσει γλυκύ· καὶ τοῖς ὑγιῶς ἔχουσι οὕτω δοκεῖ· ἀναφέ‐
5ρεται δὲ τοῦτο πρὸς τὸ, ὅτι τὸ μὲν φύσει ἀκίνητον, ὅτι τὸ φύσει
οὐκ ἔστι κινούμενον· κινεῖται δὲ τρόπον τινά· οἷον τὸ μέλι τῇ μὲν ἑαυτοῦ φύσει, γλυκύ ἐστι, καὶ οὐδέποτε τῆς οἰκείας ἐξίσταται φύσεως· δοκεῖ δέ ποτε πικρὸν τοῖς ἰκτεριῶσι γάρ.202

1135B,11

Ἀκουσίου βιαίου καὶ οὐχ ἑκουσίου.

1135B,16

Ὁ γὰρ ἐν ὄρει εἰ τύχῃ τοξεύων ἢ ἐρημίαις, ἐὰν φονεύσῃ τινὰ, ἀπροσδοκήτως ἐγένετο τοῦτο· οὐ γὰρ ἤλπισε πώποτε διατρίβειν τινὰ ἐκεῖσε· ὁ δέ γε ἐν διατρι‐ βαῖς ἢ ἐν ὁδοῖς τοξεύων, ἔνθα εἰκὸς πολλοὺς εἶναι τοὺς παροδεύ‐
5οντας, ἐὰν τινὰ φονεύσῃ, ἄνευ δὲ κακίας καὶ ἄκων ἁμαρτάνει· ἐκεῖ μὲν γὰρ ἔξωθεν περὶ τοῦ τόπου τὸ ἀτύχημα γέγονε· καὶ διὰ τοῦτο τοιαύτης τετύχηκε καὶ τῆς κλήσεως· ὧδε δὲ, ἐν αὐτῷ ἡ ἀρχὴ τῆς αἰτίας· ἤδει γὰρ τοῦτον τὸν τόπον πορευτόν.

1135B,27

Τὸ δὲ ἀναγκαῖον εἶπεν· οἷον ἐπὶ τοῦ λιμώττοντος, καὶ εὑρόντος ἄρτον· καὶ λάθρα τοῦτον ἀφελομένου ἀπὸ τοῦ ἔχοντος καὶ φαγόντος· τὸ οὖν κλέψαι τὸν ἄρτον ἀδίκημα μέν ἐστι, ἄδικος δὲ ὁ ποιήσας τοῦτο οὐκ ἔστι· ἡ
5γὰρ ἀνάγκη τοῦτον ἠνάγκασε τῆς φύσεως· ὁποῖόν ἐστι, καὶ τὸ ὑπὸ τῆς φύσεως βιαζόμενόν τινα, καὶ εὑρόντα γυναῖκα, ταύτην μοιχεῦσαι.

1136A,8

Μὴ φυσικὸν μὲν, ὡς εἴτις βρῶμα ποίησας πολυτελὲς, καὶ ἁρτύματα μὴ ἔχων, κλέψει ταῦτα· μὴ ἀνδρικὸν δὲ, τὸ εἰς ἄνδρα πεσεῖν.

1136B,32

Ἔτι εἰ μὲν ἀγνοῶν] Εἰ κεῖται φησὶ νόμος παράνομος· καὶ κατὰ τὸν τοιοῦτον κρίνει τις ἀγνοῶν, οὐκ ἀδικεῖ, οὐδὲ ἡ κρίσις ἄδικός ἐστιν.

1137A,5

Οἱ δὲ ἄνθρωποι ἐφ’ ἑαυ‐ τοῖς] Τοῦτο λέγει, ὅτε οἱ ἄνθρωποι οἴονται εὔκολοι εἶναι καὶ παρ’ ἑαυτοῖς, τότε ἀδίκους εἶναι καὶ δικαίους· ἀλλ’ οὐκ ἔστι φησὶ τοῦτο· πολλὰ γὰρ ἐκάμομεν ὥστε εὑρεῖν τό τε δίκαιον καὶ τὸ
5ἄδικον. Ὅτι οἱ θεοὶ ἐπίσης εἰσὶ δίκαιοι καὶ ἀγαθοί· καὶ οὐκ ἔστιν ὁ μὲν αὐτῶν πλέον ἀγαθὸς, ὃ δ’ ἔλαττον.

1137A,28

“Διὰ ταῦτα” ποῖα; ἤγουν τό τε λέγειν τὸ δίκαιον ἐπιεικές· καὶ τὸ μεταφέρειν τὸ ἐπιεικὲς, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν· λέγομεν γὰρ ἐπιεικῆ καὶ
τὸν σώφρονα καὶ τὸν φρόνιμον· καὶ ἁπλῶς, πάντας τοὺς ἐναρέτους·203
5ἄπορον γάρ φησι, εἰ τὸ δίκαιον ἐπιεικὲς λέγοντες, μεταφέρομεν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν· εἰ γὰρ τὸ δίκαιον ἐπιεικὲς, οὐ δεῖ μεταφέρειν· καὶ ἐπὶ τῶν ἄλλων· οὕτως γὰρ ἔσται ἄλλο τὸ ἐπιεικὲς περὶ τὸν δίκαιον κοινῶς κατηγορούμενον κατὰ πασῶν τῶν ἀρετῶν· εἰ δὲ μὴ μεταφέρομεν καὶ ἐπὶ τῶν ἄλλων, ἔσται ταυτὸν
10τό τε δίκαιον καὶ τὸ ἐπιεικές· ἀλλ’ ἄπορον λέγομεν γὰρ τοῦτο καὶ μεταφέρομεν καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν· ὥστε ἕτερον. λύων οὖν τοῦτο φησὶν, ὅτι καὶ ταυτὸν καὶ ἕτερον. ἧ μὲν γὰρ δίκαιον, καὶ οὐκ ἄλλης τινὸς φύσεως, ταυτόν· ἧ δὲ τινὸς δικαίου, τουτέστι τοῦ κατὰ τὸν νόμον ἐπανόρθωμα, καθὸ λείπει ἀπὸ τοῦ καθόλου, ἕτερον·
15ἐπανορθοῖ γὰρ τινὰ νόμον καθόλου κείμενον· οἷον τὸν λέγοντα, ξένος ἀνιὼν ἐπὶ τὸ τεῖχος, φονεύεσθω· διαπίπτει γὰρ οὗτος ὁ νόμος· ἀνελθὼν γάρ τις, ἠρίστευσεν· οὐ δεῖ οὖν φησιν ὁ ἐπιεικὴς τοῦτον φονεῦσαι· τὸ τοιοῦτον δέ, φησιν, εἶπεν ἂν καὶ ὁ νομοθέτης, καὶ διωρθώσατο εἴπερ παρῆν, καὶ τὸν ἀνελθόντα ξένον, ἐθεάσατο
20ἀριστεύσαντα.

1137B,14

Περὶ ἐνίων] Ὅπερ ὁ νόμος φησὶ καὶ ὁ νομοθέτης· οὐκ ἀγνοοῦσιν, ὅτι διαπεσεῖται ἔν τινι ὁ καθόλου κείμενος νόμος· ἀλλ’ ὅμως οὗτοι τὸ ὡς ἐπὶ πλέον λαμ‐ βάνουσι.

1137B,27

Τοῦτο γὰρ] Τοῦτο γὰρ αἴτιον· τοῦτο, ποῖον; τὸ ἐλλείπειν δηλονότι· διότι γὰρ ἐλλείπει, καὶ οὐκ ἔστι δυνατὸν καθόλου ἀποφαίνεσθαι· οἷον δεῖ φιλίαν ἔχειν μετὰ πάντων τῶν Λατίνων· εὑρίσκεται δέ τις ἐχθρὸς, δεό‐
5μεθα φησὶ τῶν ψηφισμάτων· καὶ μεταψηφιζόμεθα. Ἀόριστός φησιν ὕλη τῶν πρακτῶν, καὶ διὰ τοῦτο ἀόριστοι καὶ διαπίπτον‐ τες καὶ οἱ περὶ ταῦτα νόμοι.

1138A,4

Βούλεται ἐνταῦθα δεῖξαι ὁ φιλόσοφος, ὡς οὔτε κατὰ τὴν μερικὴν ἀδικίαν, οὔτε κατὰ τὴν καθόλου ἀδικεῖ τις ἑαυτόν· καὶ ἐνταῦθα μὲν δείκνυσι, πῶς ἀδύνατα τὰ καθόλου, παρακατιὼν δὲ δείκνυσι, πῶς οὐ κατὰ τὴν μερικήν.
5Σκόπει ἐνταῦθα πῶς δείκνυσι, μηδὲ κατὰ τὴν μερικὴν ἀδικίαν ἀδικεῖν τινα ἑαυτόν.
Ὁ ἀδικῶν φησι τινὰ ἀδικεῖ· ἀδικεῖ δὲ πάντως, διδοὺς ἑαυτῷ τὸ πλέον, τὸ ἔλαττον δὲ ἑτέρῳ· εἰ οὖν ἀδικεῖ τις αὐτὸς ἑαυτὸν, ὁ αὐτὸς ἕξει τὸ πλέον καὶ τὸ ἔλαττον· καὶ προσκείσεται τῷ αὐτῷ204
10ἀνθρώπῳ τὸ πλέον καὶ τὸ ἔλαττον, καὶ ἀφαιρεθήσεται ἀπ’ αὐτοῦ, ὅπερ ἄτοπον· ἀλλ’ ἀεὶ ἐν δυσὶ γίνεται τὸ τοιοῦτον. Ὡς εἴτις ἀδικηθεὶς παρά τινος, καὶ τὴν ἐκείνου βουληθεὶς ἐμ‐ πρῆσαι οἰκίαν, ἐνέπρησε κατὰ συμβεβηκὸς τὴν πόλιν ἅπασαν.

1138B,6

Τοῦτο εἴρηται πρὸς τοὺς κατασκευάζοντας ἀδικεῖν τινὰ ἑαυτὸν, ἐκ τοῦ κατὰ ψυχὴν παρα‐ δείγματος· ἔφασκον γὰρ ἀντιτιθέντες πρὸς τὸν Ἀριστοτέλη, ὅτι ὅταν μὴ ἡ κατὰ φύσιν ἀρχὴ ἐν τῇ ψυχῇ γίνηται, ἀλλὰ τὰ
5χερείονα νικᾷ, ἀδικεῖ τις ἑκὼν ἑαυτόν. τοῦτο οὖν ἀναιρῶν ὁ φιλό‐ σοφος, φησὶ, ἄλλο εἶναι τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς, καὶ τὸ ἄλογον, καὶ ἀντικεῖσθαι πρὸς ἄλληλα, ὡς δοῦλος καὶ δεσπότης· ὥσπερ οὖν ἄρχοντι καὶ ἀρχομένῳ δίκαιόν τι, δηλονότι τὸ δεσποτι‐ κὸν, οὕτω καὶ τούτῳ.

1138B

Εἰπὼν περὶ τῶν ἠθικῶν ἀρετῶν, ἀν‐ δρείας φημὶ καὶ σωφροσύνης, αἵτινες ἀπὸ τῶν δύο μερῶν τῆς ψυχῆς γίνονται, τοῦ τε θυμικοῦ καὶ ἐπιθυμητικοῦ, νῦν προτί‐ θεται εἰπεῖν, καὶ περὶ τῶν διανοητικῶν ἀρετῶν, αἵτινες γίνονται
5κατὰ τὸ λογικὸν τῆς ψυχῆς μέρος. ἐπεὶ δὲ τὴν ἠθικὴν ἀρετὴν ὁριζόμενος, ἔφη ταύτην εἶναι ἕξιν προαιρετικὴν, ἐν μεσότητι τῇ πρὸς ἡμᾶς, ὡρισμένην λόγῳ, καὶ ὡς ἂν ὁρίσειεν ὁ ὀρθὸς λόγος, ζητεῖ πρότερον τίς ἐστιν ὁ ὀρθὸς λόγος, ὥστε ἀκολούθως μετάγει τὸν λόγον καὶ ἐπὶ τὰς διανοητικὰς ἀρετὰς, καὶ διδάσκει καὶ περὶ
10τούτων.

1138B,21

Ὅτι ὅταν ἐπὶ τῇ τοῦ λόγου κρίσει καὶ καταφάσει ἢ ἀποφάσει γίνηται, προαίρεσις γίνεται, ἥτις ἐστὶν ἀρχὴ τῶν πράξεων, καὶ ὅτι ἀρχὴ πράξεως νοῦς καὶ ὄρεξις· ὅτι εἰ θέλει, φησὶν, εἶναι ἡ ἀρετὴ σπουδαία, οὕτω ποιητέον.

1139A,17

Οὕτω συντακτέον· τῆς δὲ θεωρητικῆς διανοίας, καὶ μὴ πρακτικῆς μηδὲ ποιητικῆς, ἡ ἀλήθεια καὶ τὸ ψεῦδος ἐστὶ, τὸ εὖ καὶ κακῶς, ἤγουν ἀρετή ἐστι τῆς δια‐
νοητικῆς ἀρετῆς ἡ ἀλήθεια, κακία δὲ τὸ ψεῦδος.205

1139A,2

Ὅτι οἰκείως ἔχει ὁ νοῦς, ἤγουν τὸ ἐπιστημονικὸν τῆς ψυχῆς μέρος πρὸς τὰ ἀναγκαῖα ὡς ἄϋλος· καὶ αὖ τὸ λογιστικὸν πρὸς τὰ ἐνδεχόμενα καὶ μὴ ὡσαύτως ἔχοντα.

1139A,10

Καθ’ ὁμοιότητα καὶ οἰκειό‐ τητα φησὶ, τῶν πραγμάτων γίνεσθαι τὴν γνῶσιν. εἰ μὴ γὰρ ὁ νοῦς ὁμοιωθῇ, καὶ ὅλως γένηται ἐκεῖνα ἃ ἐπιχειρεῖ καταλαμβάνειν καὶ νοεῖν, οὐ γνώσεται ταῦτα.

1139A,17

Ὅ ἐστι τὸ ἑκάστου εὖ καὶ ἀκρότης, ὅτι ἡ αἴσθησις κυρία ἐστὶ πράξεως, μετὰ τοῦ νοῦ καὶ τῆς ὀρέξεως ἐνεργοῦσα, μόνη δὲ οὐχὶ, ἀλλ’ ἐν τοῖς ἀλόγοις ἐνεργεῖ οὕτως, ἤγουν χωρὶς λόγου καὶ διανοίας.

1139A,28

Διαφέρει ποιητικὴ πρακτι‐ κῆς· ἡ μὲν γὰρ ποιητικὴ ἐπ’ ἐκείνων λέγεται τῶν πραγμάτων, ἐφ’ ὧν μὴ παραλαμβάνεται ἡ προαίρεσις· οὐδεῖς γὰρ βουλεύεται καὶ προαιρεῖται οἰκίαν ποιῶν, τὴν ὀροφὴν θεῖναι πρότερον, καὶ
5ἀπαρτίσαι αὐτήν· (ἡ γὰρ προαίρεσις οὐκ ἔστι τοῦ τέλους, ἀλλὰ τῶν πρὸς τὸ τέλος,) ἀλλὰ τῇ τέχνῃ ἀκολουθεῖ· κατασκευάζει αὐτὴν, ὡς ἡ τέχνη δίδωσιν· ἡ δὲ πρακτικὴ ἐπ’ ἐκείνων ἐστὶ καὶ λέγεται, ἐφ’ ὧν παραλαμβάνεται ἡ προαίρεσις· οἷον ἐπὶ τοῦ βαδίσαι. καὶ οὕτω συντακτέον· προαίρεσις μὲν οὖν ἐστι πράξεως
10ἀρχὴ, ὅθεν ἡ κίνησις· ἐπεὶ δὲ ἡ ἀρχὴ τετραχῶς, ἢ γὰρ ὑλικὴ, ἢ εἰδικὴ πάντως, ἢ ποιητικὴ, ἢ τελική· λέγεται καὶ ποταπὴ ἡ ἀρχὴ, καὶ φησὶν ὅτι ποιητικὴ, ἀλλ’ οὐχ οὗ ἕνεκα, ἤτοι τελική.

1139A,28 bis

Οὐκ ἄνευ φησὶ τῆς ἠθικῆς ἀρετῆς εἶναι τὴν προαίρεσιν τὴν ὀρθήν. πῶς γὰρ ἂν προαιρήσαιτό τις ἡδονῆς ἀπέχεσθαι, εἰ μὴ τὴν ἠθικὴν ἀρωτὴν, φημὶ δὴ τὴν σωφροσύνην, σύνοικον κέκτηται. ἀλλὰ μὴν οὐδ’ ἡ ἐναντία προαί‐
5ρεσις ἄνευ τῆς τοιαύτης ἐστὶν ἕξεως· πῶς γὰρ ἂν ἕλοιτό τις πόρ‐ ναις συνομιλεῖν, μὴ τὴν ἀκολασίαν ἔχων συγκάτοικον; Οὐκ ἐνεργεῖ μετὰ προαιρέσεως, ἄρχει δὲ πῶς, ὡς μετὰ προαι‐ ρέσεως ἐνεργοῦσα. Τὸ πρακτικὸν εἶναί φησι κυρίως τέλος, οὐ τὸ ποιητόν· ἡ γὰρ
10οἰκία τοῦ ποιητοῦ μέν ἐστι τέλος, οὐχ ἁπλῶς δὲ τέλος· ἕνεκα γὰρ
ἀνθρώπου κατοικήσεως ᾠκοδόμηται. Ὅτι ποιητικὴ καὶ ποίησις λέγεται ἐνέργεια ἄνευ προαιρέσεως, πρακτικὴ δὲ καὶ πρᾶξις, ἐνέργεια μετὰ προαιρέσεως.206

1139B,5

Ἄνθρωπος, φησίν, ἐστιν ἡ τοι‐ αύτη ἀρχὴ, ὡς τῶν κατὰ προαίρεσιν πράξεων τυγχάνων ἄρχων, ὅθεν καὶ αἴτιος, καὶ πρῶτον αἴτιον τῶν πράξεών ἐστιν ὁ ἄνθρωπος.

1139B,19

Τουτέστιν ἰδεῖν τὸν ἀκριβῆ λόγον περὶ ταύτης ἐπιτείνων, καὶ μὴ ἀκολουθεῖν ταῖς ὁμοιότησι, καὶ φάσκειν καὶ τὰς τέχνας ἐπιστήμας, διὰ τὸ ἔχειν τινὰ πρὸς αὐτὰς ὁμοιότητα.

1139B,19 bis

Ἡ ἄμεσος πρότασις, οἷον ὡς ὅταν βουληθῶμεν ἀποδεῖξαι, ὅτι πᾶν ζῶον τὴν κάτω γένυν κινεῖ, ἐπαγωγῇ χρησόμεθα. Τοῦτο λέγει, ὅταν ἡ ἐπαγωγὴ ἐπὶ προτάσεως λαμβάνεται
5οὔσης ἀρχῆς· καὶ ἥντινα μὴ ἔχομεν ἀποδεῖξαι διὰ μέσου ὅρου, ἀλλ’ ἢ μόνον δι’ ἐπαγωγῆς· ὥστε ἡ ἐπαγωγὴ τοιαύτης ἐστὶ προ‐ τάσεως καὶ τοῦ καθόλου.

1140A,1

Τοῦτο λέγει, ὅτι τῶν ἐνδεχο‐ μένων τὰ μέν ἐστι ποιητὰ, τὰ δὲ πρακτά. Τουτέστι περὶ ποίησιν, ἀντὶ ταύτης γὰρ ἡ γένεσις εἴληπται.

1140A,18

Ὅτι περὶ τὰ αὐτὰ κατα‐ γίνεται τύχη καὶ τέχνη· πολλάκις γὰρ ἡ τύχη ποιεῖ ἐν τῇ τέχνῃ, ὅπερ οὐκ ἴσχυσεν ἡ τέχνη ποιῆσαι· πλὴν ἡ τέχνη τῶν ὡς ἐπὶ τὸ πολὺ, ἡ δὲ τύχη τῶν ὡς ἐπ’ ἔλαττον.

1140A,27

Οἷον, τοῦ μὲν φλεβοτομῆσαι ἔχομεν τέχνην, τοῦ δὲ ἀπόνως τοῦτο ποιῆσαι οὐκ ἔχομεν· ὁ δὲ φρόνιμος ἐπινοήσαιτ’ ἄν.

1140A,31

Ποιήσεως μὲν γὰρ, ἥτις δὴ καὶ τέχνη ὀνομάζεται, ἔστι τί τὸ τέλος, μετὰ τὴν ἐνέργειαν, οἷον τυχὸν σκάμνος, καὶ εἴτι ἄλλο τεχνητόν· πράξεως δὲ οὐκ ἔστιν, ἀλλ’ αὕτη ἐστὶ τέλος, εὐπραξία γὰρ ὡς καὶ αὐτὸς λέγει.

1140B,13

Ἰστέον ὡς οὐ πᾶσαν ὑπό‐ ληψιν σώζει ἡ σωφροσύνη, ἀλλ’ ἐκείνην ἣν ἡ ἡδονὴ διαφθείρει· οἷον ἐπὶ παραδείγματος, ἀναιρούσης τῆς ἡδονὴς τὴν ὑπόληψιν τὴν λέγουσαν καλὸν εἶναι τὸ τῶν ἡδονῶν ἀπέχεσθαι, συντηρεῖ καὶ σώζει
5ταύτην ἡ σωφροσύνη· οὐ γὰρ πᾶσαν ὑπόληψιν διαφθείρει· τὴν γὰρ ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας ὑπόληψιν, ἢ τὴν ὅτι τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσὶν, οὐδέποτε ἀναιρήσειεν. Ὅτι αἱ ἀρχαὶ τρόπον τινὰ τέλη εἰσὶν, καὶ ἐξ ἀνάγκης τοῦ207
10τέλους ἅπτονται· τίς γὰρ ἂν θεμέλιον καταβάλοιτο, εἰ μὴ βού‐ λοιτο ποιῆσαι σκέπασμα κωλυτικὼν ὄμβρων, καὶ πρώτιστα τὸ τέλος ὑπόθοιτο.

1140B,22

Ἀρχῆς τῆς ὡς τέλους καὶ σκοποῦ.

1140B,31

Εἰπὼν περὶ τέχνης φρονή‐ σεως καὶ ἐπιστήμης, καὶ δείξας ἑκάστην περὶ ἃ καταγίνεται, διαστείλας τε τὴν φρόνησιν ἀπὸ τῶν δύο, νῦν προτίθεται εἰπεῖν καὶ περὶ νοῦ καὶ σοφίας, καὶ πρῶτόν γε περὶ νοῦ καὶ περὶ τὶ κατα‐
5γίνεται, ὅτι περὶ τὰς ἀρχάς φησι. Τέχνη δηλονότι καὶ φρόνησις.

1141A,13

Εὐλόγως εἴρηται, κεφα‐ λὴν ἔχουσα ἡ σοφία· εἰ γὰρ ἐπίσταται οὐ μόνον τὰ ἀπὸ τῶν ἀρχῶν, ἀλλὰ δὴ καὶ αὐτὰς τὰς ἀρχὰς, καὶ αὕτη μόνη ἀποδείκνυσι τὰς αὐτῆς ἀρχὰς καὶ τῶν ἄλλων ἐπιστημῶν ἥτις καὶ ἀνυπόθετος
5ὀνομάζεται σοφία, ὡς μηδὲν ὑποτιθεμένη, καὶ ὁμολογούμενον λαμ‐ βάνουσα, ἀλλὰ πάντα ἀποδεικνῦσα, εἰκότως εἴρηται ἔχουσα κεφα‐ λὴν, ὡς ἀνωτέρω πασῶν τῶν ἐπιστημῶν. Οὕτως γράφει· ἄτοπον γὰρ εἴ τις τὴν πολιτικὴν ἐπιστήμην σπουδαιοτάτην οἴεται εἶναι ἢ τὴν φρόνησιν.

1141A,25

Ὅτι οὐκ ἔστι μία σοφία καὶ τέχνη περὶ τὸ ἀγαθὸν ἁπάντων τῶν ζώων, ὥσπερ οὐδ’ ἰατρικὴ μία περὶ πάντων τῶν ὄντων. ἄλλῳ γὰρ ἄλλο ἀγαθὸν, ὥσπερ καὶ ἡ ἐν ἐμοὶ ἰάτρευσις ἄλλη παρὰ τὴν προσφερομένην τῷ ἰκτεριῶντι,
5ἢ ἄλλῳ τινὶ κακῶς ἔχοντι. τοῦτο δὲ ἔσται, καὶ σοφίαι πολλαὶ ἔσονται, εἰ δώσομεν τὴν σοφίαν εἶναι τὴν αὐτὴν τῇ πολιτικῇ, καὶ ἐὰν εἴπωμεν σοφίαν τὴν περὶ τὰ ὠφέλιμα τὰ ἡμῖν.

1141B,17

Τὰ καθόλου δηλαδὴ, μὴ γινώσκοντες δὲ τὰ μερικά.

1141B,21

Καὶ τὴν τῶν καθόλου γνῶσιν
καὶ τὴν τῶν μερικῶν, ἢ μᾶλλον τὴν τῶν μερικῶν. Δηλονότι ἐπιτάττουσα καὶ μὴ αὐτὴ πράττουσα. τοιαύτη δ’ ἂν εἴη ἡ τὸ καθόλου γνωρίζουσα· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἡ τεκτο‐208
5νικὴ τοιαύτη ὡς αὐτὸς λέγει.

1142A,2

φιλοπράγμονες γρ. καὶ πολυ‐ πράγμονες. Λείπει τὸ οὐκ ὤετο φρονίμους. Τῆς τοῦ Εὐριπίδου δηλονότι. τοῦτο γὰρ κατεσκεύαζε διὰ τῶν
5εἰρημένων, εἰπῶν τὸν φρόνιμον ἐκεῖνον εἶναι, τὸν τὰ αὑτῷ σκοποῦντα καὶ ζητοῦντα ἀγαθά. [Σημεῖον δ’ ἐστὶ τοῦ εἰρημένου] πρὸς τὸ ἄνω τοῦτο συντακτέον, ἔνθ’ ἔφη, ὅτι δεῖ μὴ τὰ καθόλου μόνον εἰδέναι, ἀλλὰ καὶ τὰ καθ’ ἕκαστα. οὐ γάρ ἐστιν ἡ φρόνησις τῶν καθόλου, ἀλλὰ δεῖ καὶ τὰ
10καθέκαστα γνωρίζειν.

1142A,20

Καὶ τοῦτο κατασκευαστικὸν τοῦ δεῖν εἰδέναι καὶ τὸ καθόλου καὶ τὰ καθέκαστα.

1142A,27

Αἴσθησιν ἐνταῦθα τὸν πρα‐ κτικὸν νοῦν φησι, τὸν ἐκ τῆς τῶν καθ’ ἕκαστα πείρας συναγόμενον, αἴσθησιν δὲ τῶν ἰδίων φησὶ, τὴν μερικὴν αἴσθησιν, ὁρατικήν φησι καὶ ἀκουστικὴν καὶ τὰς λοιπάς· ἑκάστη γὰρ τῶν ἰδίων ἀντιλαμ‐
5βάνεται ἡ ὁρατικὴ τῶν ὁρατῶν, ἡ ἀκουστικὴ τῶν ἀκουστῶν, ἡ ὀσφραντικὴ τῶν ὀσφραντῶν, καὶ αἱ ἄλλαι ὁμοίως. Συνεξάκουε τὸ κοινῶς, ἵν’ ᾖ τὸ ὅλον οὕτως, ἀλλ’ οἵα κοινῶς αἰσθανόμεθα. τὸ δὲ “στήσεται γὰρ κακεῖ,” πρὸς τὴν τῶν ἰδίων αἴσθησιν ἀποτείνει, καὶ φησὶν ὅτι στήσεται κακεῖ. οἷον εἰ τύχῃ
10ἡ ὄψις ὁρῶσα λόγου χάριν τόδε τὸ λευκὸν, σταθήσεται εἰς τὸ τούτου γένος ἀνιοῦσα. τόδε γάρ φησι λευκὸν, τὸ λευκὸν χρῶμα, τὸ χρῶμα ποιόν.

1142B,5

Ἀγχίνοιά ἐστιν εὐστοχία ἐν ἀσκέπτῳ χρόνῳ τοῦ μέσου. διαφέρει δὲ ἡ εὐβουλία τῆς τε ἀγχι‐ νοίας καὶ εὐστοχίας καὶ αὖ ἐπιστήμης.

1142B,14

Οὐκ ἀμφιβάλλεται ἀλλὰ ὥρισται εἰς τὸ ἐνεργηθῆναι· ἡ δ’ εὐβουλία τὴν ἀμφιβολίαν οὐκ ἐκφεύγει.

1142B,18

Ὁ γὰρ κλέπτης περὶ τῆς
εἰς τὴν οἰκίαν εἰσελεύσεως βουλευόμενος, εἰ τόδε τὸ μέρος τῆς οἰκίας διὰ τῆς βουλῆς ἐξορύξαι συγκατάθοιτο· εἶτα ποιήσας οὕτως, τῆς εἰσόδου ἐπιτύχοιεν, ὀρθῶς μὲν κατὰ τὸν αὐτοῦ σκοπὸν209
5ἐβουλεύσατο, τοῦ γὰρ θελητοῦ διὰ βουλῆς τετύχηκεν· εἰ κρατη‐ θείη δὲ ἔνδοθεν ὢν, καὶ τὴν οἰκίαν ἀποσυλῶν, μεγάλας ὑφέξει τιμω‐ ρίας· ὥστε οὐ πᾶσα βουλῆς ὀρθότης ἤδη καὶ εὐβουλία.

1142B,21

Ἔστι φησὶ καὶ τοῦ ἀγα‐ θοῦ ψευδεῖ συλλογισμῷ τυχεῖν. ὁ γὰρ φιλοσοφεῖν εἰ τύχοι βουληθεὶς, ἔπειτα χρημάτων μέσων πρὸς τοῦτο δεηθεὶς, εἰ μὴ δι’ ἀγαθοῦ πόρου ταῦτα κτήσαιτο, ἀλλὰ δι’ ἁρπαγῆς, τοῦ μὲν τέλους
5ἔτυχεν ἀγαθοῦ, οὐ δι’ οὗ δὲ δεῖ μέσου πρὸς τοῦτο ἐλήλυθε.

1142B,28

Ὅρος ἐντελὴς τῆς εὐβου‐ λίας, τουτέστι δι’ οὗ δεῖ μέσου.

1142B,33

Οὗ τινος βουλευομένου δηλονότι.

1143A,1

Ὅτι ἡ σύνεσις οὐκ ἔστι ταυτὸν οὔτε τῇ καθόλου ἐπιστήμῃ· πάντες γὰρ ἂν ἦσαν οἱ ἐπι‐ στήμονες συνετοί· οὔτε τῇ τινὶ, οἱ γὰρ περὶ τὴν σκυτοτομικὴν ἦσαν ἂν ἅπαντες συνετοὶ, ἢ οἱ περὶ τὴν ἰατρικήν· ἀλλ’ οὔτε τινι
5ἐπιστήμῃ περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα καταγινομένῃ, οἷον τῇ γεωμετρίᾳ.

1143A,9

Σημείωσαι, ὅτι κρίνει ὁ συν‐ ετὸς τὸν φρόνιμον.

1143A,11

Ὅτι ἡ σύνεσις οὔτε ὡς ὁ ἔχων τὴν ἐπιστήμην καὶ τὴν ἕξιν ἐστὶ καὶ μὴ χρώμενος ταύτῃ, οὔτε ὡς ὁ μηδὲν μηδαμῶς ἔχων ἐπιστήμην, λαμβάνων δὲ ἐν τῷ μαν‐ θάνειν, ἀλλ’ ὡς ὁ ἔχων μὲν, ἐν τῷ χρῆσθαι δὲ ταύτῃ ἄριστα ξυνιείς.
5Οὕτως ἀναγνωστέον, ὥσπερ τὸ ξυνιέναι μανθάνειν λέγεται. Τουτέστιν ἐπιτάττοντος· τοῦ γὰρ Θεμιστοκλέους διὰ νηῶν ἐπιτάξαντος πολεμῆσαι τοῖς ἀντιπάλοις οἷα φρονίμου, κρινεῖ καλὸν εἶναι τὸ πρᾶγμα ὁ συνετὸς, καὶ ἐπαινέσει μάλιστα. Ὅτι τὸ μανθάνειν διττῶς λέγεται· τότε γὰρ μὴ εἰδότα μαν‐
10θάνειν, καὶ τὸ εἰδότα μὲν, ἀμνημονήσαντα δὲ, πάλιν συνιέναι.

1143A,35

Νοῦν φησιν ἐνταῦθα τόν τε τῶν ἀρχῶν ἀμέσως ἐπιλαμβανόμενον, καὶ τὸν ἐξ ἐμπειρίας
συναγόμενον· ὁ μὲν γὰρ ἐπιστάτης τῶν ἀρχῶν, ὁ δὲ περὶ τὰ καθέκαστά ἐστιν, ἃ δὴ ἀμφότερα, αἵτε ἀρχαί φησι καὶ τὰ καθ’210
5ἕκαστα, ἔσχατά εἰσιν.

1143B,10

Ἀρχὴ μὲν ὡς ἀντιληπτι‐ κὸς τῶν πρώτων, ἤγουν τῶν ἀρχῶν· τέλος δὲ, ὡς ἀντιλαμβανόμενος τῶν ἐσχάτων καὶ αἰσθητῶν.

1143B,15

Τὸ “ἑκατέρα τυγχάνει “οὖσα,” οὐ πρὸς τὴν φρόνησιν καὶ τὴν σύνεσιν συντακτέον, ἀλλὰ πρὸς τὰς ἠθικὰς καὶ πρὸς ταύτας· αἱ μὲν γὰρ, δηλονότι αἱ ἠθικαὶ, τοῦ ἐπιθυμητικοῦ μέρους εἰσὶ τῆς ψυχῆς, καὶ τοῦ θυμικοῦ, αἱ δὲ,
5ἄλλου μέρους.

1143B,23

Ἀγαθὸν ἄνδρα τὸν κατὰ τὰς ἠθικὰς ἀρετὰς ζῶντα φησίν. “Ἡ φρόνησίς ἐστι περὶ τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ,” καὶ ποιεῖ τὸν ἔχοντα ταύτην ἐνεργεῖν τά τε δίκαια καὶ τὰ ἀγαθά· ἀλλ’
5ὁ ἔχων φησὶ τὴν ἕξιν τῆς δικαιοσύνης καὶ τῶν ἄλλων, τί δεῖται τῆς φρονήσεως, οὐδὲ γὰρ πρακτικώτεροι ἐσμὲν τῷ εἰδέναι τὰ δί‐ καια, εἴπερ ἔχομεν τὴν ἕξιν· ἀρκεῖ γὰρ ἡμῖν ἡ ἕξις εἰς τὸ εἶναι καὶ ὀνομάζεσθαι δικαίους, ὥσπερ οὐδὲ τὰ ὑγιεινὰ χρῄζομεν εἰδέναι, εἰς τὸ εἶναι ἡμᾶς εὐεκτικωτέρους· τὴν ἕξιν γὰρ ἔχοντες, ἤτοι τὴν
10εὐεξίαν, οὐ χρῄζομεν εἰδέναι τὰ ἀπὸ τῆς εὐεξίας εὐεκτικὰ, ὥστε εἶναι εὐεκτικώτερα.

1144A,10

οὐδὲ γὰρ] γρ. καὶ οὐδὲν γὰρ ἐν αὐτῷ πράττειν, ἢ μὴ πράττειν. Λείπει τὸ λέγομεν.

1144A,17

Δηλαδὴ μετὰ φρονήσεως καὶ ἀρετῆς· ὥστε ἡ μὲν ἀρετὴ ἵνα σκοπῇ τὸ τέλος, ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος.

1144A,27

Τουτέστιν “ἡ δεινότης.” εἶτα “ἀλλ’ οὐκ ἄνευ τῆς δυνάμεως ταύτης,” τουτέστι τῆς φρονή‐ σεως ἔστιν ἡ δεινότης.

1144A,35

Φησὶν, ὡς ἔχει ἡ φρόνησις πρὸς τὴν δεινότητα· ἡ μὲν γὰρ ἄνεσις ἐστὶν ἡ φρόνησις, ἡ δ’ ἐπίτα‐ σις ἡ δεινότης· οὕτως ἔχει καὶ ἡ φυσικὴ ἀρετὴ πρὸς τὴν ἠθικήν.

1144B,26

γρ. καὶ οὕτως, “ἔστι γὰρ οὐ μόνον ἡ κατὰ τὸν ὀρθὸν
“λόγον.”211

1144B,28

γρ. καὶ ᾤετο.

1145A,2

Ἐνταῦθα πάλιν πρὸς τὴν τῆς ἄνωθεν ἀπορίας λύσιν ἀνέδραμεν.

1145A,6

Ἐνταῦθα λύει καὶ ὃ ἐπόρει, ὅτι ἐὰν ἡ φρόνησις περὶ ἕκαστον ἐπιτάττῃ, κυριωτέρα τῆς σοφίας ἔσται· λύει οὖν τοῦτο, καί φησιν ὅτι οὐχὶ, οὐδὲ γὰρ ἐπιτάττει τῇ σοφίᾳ, ἀλλὰ τῆς σοφίας ἕνεκεν πάντα ποιεῖ.

1145A,11

Ἀντιτίθησι τῇ θηριωδίᾳ ὡς ὑπερβολικῇ οὔσῃ κακίᾳ, καὶ οὐ κατὰ ἄνθρωπον, τὴν ὑπερβολικὴν ἀρετὴν καὶ θείαν, ἥτις ἐξ ἀνθρώπων γίνεται δι’ ἀρετῆς ὑπερβολήν. Τοῦτο δοκεῖ ἀντιτιθέναι πρὸς τοὺς λέγοντας ἀντικεῖσθαι τῇ θηριω‐
5δίᾳ, μὴ τὴν ἡρωϊκὴν ἀρετὴν, ἀλλὰ τὴν τοῦ θεοῦ· φησὶ γὰρ ὅτι ὁ θεὸς ὑπὲρ ἀρετήν ἐστι, καὶ θεοῦ ἀρετὴ οὐκ ἔστιν.

1145B,2

Τὸ ἑκατέραν περὶ τῆς ἐγκρα‐ τείας καὶ καρτερίας· καὶ γὰρ οὔτε ἐν ἀρεταῖς τίθεται αὐτὰς, οὔτε ἐν κακίαις, καὶ τοὺς αἰτίους αὐτὸς ὁ Ἀριστοτέλης λέγει. Ἐὰν γάρ φησι λύσωμεν μὲν τὰ δυσχερῆ, καὶ ἅ τινα οὐ πᾶσι
5δοκεῖ ἐνστάσεως εἶδος ἔχοντα, καταλείψωμεν δὲ μόνα τὰ πᾶσι δοκοῦντα, δεδειγμένον ἂν εἴη τὸ ζητούμενον.

1145B,11

“Ἐκστατικὸς τοῦ λογισ‐ “μοῦ” οὐχ ὅτι μαίνεται, ἀλλ’ ὅτι οὐ μένει εἰς ὃ ἐβουλεύσατο, ἀλλ’ ἐκ τούτου εἰς ἕτερον μεταφέρεται. Δηλονότι τὸν ἐγκρατῆ καὶ καρτερικὸν, οἱ μὲν σώφρονα λέγου‐
5σιν οὐ καλῶς, οἱ δὲ οὐ λέγουσι καλῶς· μάχεται γὰρ καὶ ἔτι ὁ ἐγκρατὴς, καὶ οὐκ οἴδαμεν ὅπη καταχθῇ.

1145B,22

Ὅτι ὁ Σωκράτης ἔλεγεν οὐδένα ἐπιστάμενον ἀκρατέεσθαι, ἀλλὰ δι’ ἄγνοιαν πράττειν. καὶ ὅτι ὅλως πρὸς τὸν λόγον ἐμάχετο· ἔλεγε γὰρ μηδὲν ἀκρατέεσθαι ποτὲ τινὰ, ὃ γὰρ φησί τις ποιεῖ, οὐχ ὡς κακὸν πράττει, ἀλλ’ ὡς
5καλόν· φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι οὗτος ὁ λόγος ἀμφισβη‐ τεῖ καὶ μάχεται τοῖς πᾶσι δήλοις· τίς γὰρ οὐκ οἶδεν, ὅτι τὸ
πορνεύειν κακόν ἐστι πρὶν ἄρξεται τοῦτο πράττειν.212

1145B,31

Τοῦτο λέγει, ὅτι τινὲς οὐχ ὁμολογοῦσι τὸ μήτινα πράττειν ἔξω τοῦ βουλευθέντος αὐτῷ βελ‐ τίστου, ἀλλ’ ὃ δόξει αὐτῷ βέλτιστον, τοῦτο καὶ πράττειν, ὅπέρ ἐστι ψεῦδος· τὰ γὰρ δίκαια πάντες δοκοῦμεν καλὰ, ἀλλ’ οὐ πράτ‐
5τομεν αὐτά· οἱ οὖν ἀκρατεῖς μὴ ἔχοντες δόξαν ἢ ἐπιστήμην, οὐ πράττουσι τὸ καλὸν, ἀλλ’ ὑπὸ τῶν ἡδονῶν ἡττῶνται.

1146A,3

Ὅτι τῷ οὕτως ἔχοντι, καὶ οὕτως πράττοντι, ἀνεπιστημόνως δηλονότι, συγγνωμονεῖν δεῖ, τῷ δὲ πραττομένῳ, ἤγουν τῇ πράξει, οὐ συγγνωμονητέον.

1146A,9

Ταῦτα φησὶν ἐπιστομίζων τοὺς τὸν ἐγκρατῆ σώφρονα φάσκοντας.

1146A,11

Ὁ σώφρων ἐγκρατοῦς μὲν ἄνευ οὐκ ἔστιν, οὐδὲ λέγεται ἐγκρατής· ὅτι ὁ ἐγκρατὴς ἐπιθυμίας ἔχει φαύλας.

1146A,13

Ταῦτα πρὸς ἀνατροπὴν τοῦ ἐπὶ παντὸς εἶναι ἐμμενετικὸν τὸν ἐγκρατῆ φάσκειν. Ἐνταῦθα διὰ τῶν ἑξῆς τριῶν ἐπιχειρημάτων δείκνυσιν, ὅτι οὐ πᾶσα ἐγκράτεια σπουδαία· ἐπειδὴ τὸ ἐναντίον ἐδόκει τισίν.

1146A,19

Καὶ τοῦτο φησὶν ἀναιρῶν τὸ φάσκειν τοὺς ἐγκρατεῖς ἐμμενετικούς.

1146A,24

Παράδοξον τί ἐνταῦθα ὁ Ἀριστοτέλης λέγει· φησὶ γὰρ ὅτι ὁ ἄφρων ἔχων καὶ ἀκρασίαν πράξει τὰ καλά. ὁ μὲν γὰρ ἄφρων ἡγήσεται τὸ καλὸν ὡς κακὸν, ᾗ δὲ ἔχων τὴν ἀκρασίαν ὁρμήσει πρὸς τὴν τοῦ καλοῦ πρᾶξιν.

1146B,14

Ἐν τοῖς ἀντιγράφοις οὕτως εὕρομεν γεγραμμένον “πότερον τῷ περὶ ταδὶ εἶναι μόνον ἀκρατὴς, “ἢ οὔ. ἀλλὰ τὸ ὣς, ἢ οὐδὲ τῷ ὥς· ἀλλὰ τῷ ἐξ ἀμφοῖν· ἔπειτα “εἰ περὶ πάντα ἐστὶν ἀκρασία καὶ ἡ ἐγκράτεια ἢ οὔ.” τοῦτο δέ
5φησιν ὁ σοφὸς, πότερον ὁ ἐγκρατὴς καὶ ἀκρατὴς, ἤτοι τοῖς ὑπο‐ κειμένοις ἔχουσι τὴν διαφοράν. τοῦ ἐγκρατοῦς ἄλλα τὰ ὑποκεί‐ μενα ἔχοντος, καὶ τοῦ ἀκρατοῦς ἕτερα· ἢ τὰ μὲν ὑποκείμενα ἔχουσι τὰ αὐτὰ, διαφέρουσι δὲ τὸ πῶς, ἤτοι τῷ τρόπῳ· καὶ ταῦτα μὲν οὕτως φησὶν ἀπορῶν· ἰστέον δὲ ὅτι ὑποκείμενα ἔχουσι τὰ αὐτά·
10περὶ ἡδονὰς γὰρ καὶ λύπας ἀμφότερα, τῷ τρόπῳ δὲ διαφέρουσιν.

1147A,3

Τοῦτο τοῦ καθόλου τοῦ ἐπὶ τοῦ πράγματος παράδειγμα. οὕτως δὲ νοητέον τὸ ἢ ὅτι ξηρὸν τὸ τοιόνδε· ἀντὶ τοῦ πᾶν ξηρὸν τὸ τοιόνδε. “Ὥστε δοκεῖν οὕτω μὲν εἶναι μηδὲν ἄτοπον,” ἐὰν ἔχῃ μὲν, μὴ213
5θεωρεῖ δὲ, ἄλλως δὲ θαυμαστὸν, τουτέστι χαλεπὸν ἐὰν ἔχων καὶ θεωρῶν ἁμαρτάνῃ.

1147A,12

γρ. καὶ διαφέρειν. Κατὰ τὸ ἐναντίον ἐκ τοῦ αὐτοῦ παραδείγματος δείκνυσι· φημὶ δὴ τὸ ἁμαρτάνειν τινὰ δι’ ἐπιθυμίαν, ἔχοντα καὶ τὴν καθόλου καὶ τὴν μερικὴν δόξαν.

1147A,35

γρ. καὶ ἑκάτερον.

1147B,6

γρ. καὶ γίνεται.

1148A,2

Σημείωσαι δὲ ὅτι ἄλλο ἐστὶν ἡ μετὰ προσθέσεως καὶ ἡ ἁπλῶς λεγομένη ἀκρασία.

1148A,15

Δηλονότι ὁ ἐγκρατὴς καὶ ὁ σώφρων καὶ ὁ ἀκρατὴς καὶ ἀκόλαστος.

1148A,34

Ὁ γὰρ Σάτυρος τεθνηκότι τῷ πατρὶ ἀποκαρτερήσας ἀπέθανεν.

1148B,11

Ἤγουν περὶ τὰ αὐτὰ ὑπο‐ κειμένα· περὶ γὰρ τὰς δι’ ἁφὴν καὶ γεῦσιν ἡδονὰς εἰσίν. Τινὰ δὲ ἔχουσι κακία καὶ ἀφροσύνη.

1150A,16

Οὕτω συντακτέον. ἐπεὶ δ’ ἔνιαι τῶν ἡδονῶν ἀναγκαῖαι εἰσὶ μέχρι τινὸς, αἱ δὲ οὔ.

1150A,27

Τὸ διαφέρειν ἀλλήλων συν‐ τακτέον μὲν καὶ πρὸς τὴν ἐγγὺς ἀκολουθίαν· συντακτέον δὲ καὶ πρὸς τὴν ἄνωθεν, ἤτοι τὸν ἀκρατῆ καὶ καρτερικὸν, ἵν’ ᾖ οὕτως, ὥστε διαφέρειν ἀλλήλων, ὅτε ἐγκρατὴς καὶ καρτερικός· ὁ μὲν
5ἐγκρατὴς τότε λέγεται ἐγκρατὴς, ὅταν ἤδη νικήσῃ· ὁ δὲ καρτε‐ ρικὸς, τῷ ἔτι μάχεσθαι λέγεται καρτερικός.

1150A,36

Τοῦτο φησὶν ἐνταῦθα, ὅτι καὶ ὁ ἀκρατὴς μαλακίας εἶδος ἐστί· καταχαυνοῦται γάρ πως καὶ οὗτος κατὰ τὸν μαλακὸν, καὶ οὐκ ἀντέχει μέχρι τέλους.

1150B,14

Εἰσὶ γάρ τινες φύσει θηλυ‐ δρίαι καὶ γυναικώδεις κατὰ γένος, ἢ καὶ διὰ νόσον.

1150B,22

Φησὶν ὅτι τινὲς ἐθισθέντες
προγαργαλίζεσθαι, οὐ γαργαλίζονται· ὡς οὖν οὗτοι ποιοῦσι καὶ οὐδὲν ἡττῶνται γαργαλιζόμενοι, οὕτω καὶ οἱ προαισθόμενοι τοῦ πάθους, καὶ φέρειν ἑτοιμασάμενοι, οὐχ ἡττῶνται ὑπὸ τοῦ214
5πάθους. Εἰς δύο διαιρεῖ τὴν προπέτειαν, εἰς τοὺς ὀξεῖς καὶ εἰς τοὺς με‐ λαγχολικούς.

1150B,30

Ἔλεγε γὰρ ἄνωθεν ἀπορῶν· μήποτε ὁ ἀκρατὴς ὁ αὐτός ἐστι τῶν ἀκολάστων. Ἤγουν ἡ ἀκολασία τὸν ἔχοντα.

1151A,2

Ὁ γὰρ λόγος ὁ ὀρθὸς ὁ ἐν αὐτοῖς οἷον προλεαίνει τὸ πάθος καὶ ἐλαττοῖ.

1151A,5

Οὐκ ἔστι φησὶν ἡ ἀκρασία τοιαύτη κακία, ὡς ἡ ἀκολασία, ἀλλὰ μερική τις, ὥσπερ ἡ ἐν τῷ Αἰθίοπι λευκότης, περὶ τοὺς ὀδόντας γάρ.

1151A,17

Τὰς ἀρχὰς λέγει τῶν ἐπι‐ στημῶν καὶ τὰ δεδομένα. οἷον τὸ σημεῖον ἐστὶν οὗ μέρος οὐδέν· οὐκ ἀπαιτεῖται γὰρ ὁ μαθηματικὸς ἀποδεῖξαι τοῦτο.

1151A,28

Κατὰ συμβεβηκὸς λέγε‐ ταί τις ἐγκρατὴς καὶ ἐμμενετικὸς, ὅταν τῇ ψευδεῖ δόξῃ ὡς ἀληθεῖ οὔσῃ ἐμμένῃ· ὡς ὅταν, εἰ τύχοι, ἐμμένῃ τίς τῇ δόξῃ τῇ λεγούσῃ καλὸν εἶναι, τὸ τῶν ἡδονῶν μὴ ἀπέχεσθαι· ταύτην γὰρ ἀσπά‐
5ζεται, δίοτι ἀληθῆ εἶναι ὑπολαμβάνει· κατὰ συμβεβηκὸς οὖν ἀσπάζεται, ὥσπερ ὁ αἱρούμενος τὸ νόμισμα διὰ τὸν οἶνον· καθ’ αὑτὸ μὲν γὰρ τὸν οἶνον φιλεῖ· κατὰ συμβεβηκὸς δὲ τὸ νόμισμα.

1151B,19

Ταχέως ὁ ἐγκρατὴς πεισθή‐ σεται, καὶ τῆς ψευδοῦς δόξης ἐκσταίη, εἰ τὸν μετὰ ἀποδείξεως πείθοντα σχοίη.

1151B,12

Ὁ δὲ ἰσχυρογνώμων, οὐχ’ ὑπὸ λόγου πιστεύει τῇ δόξῃ, ἀλλὰ ἀλόγως ἐμμένει Διότι ἄγονται καὶ ἡττῶνται ὑπὸ τῶν ἡδονῶν οἱ ἰσχυρογνώ‐ μονες, διὰ τοῦτο παρεικάζει αὐτοὺς τῷ ἀκρατεῖ.

1151B,17

Πεποίηται τῷ Σοφοκλεῖ Νεοπτόλεμος ἀναπειθόμενος ὑπὸ τοῦ Ὀδυσσέως· ὥστε παραγενέ‐ σθαι, καὶ δι’ ἀπάτης ἀφελέσθαι τοῦ Φιλοκτήτου τὰ ὅπλα· καὶ αὖ τὴν ἀπάτην ὑπὸ ἀκρασίας καλῆς ὁ Νεοπτόλεμος ἀναγγέλλων
5τῷ Φιλοκτήτῃ.215

1151B,25

Ὅρα ὅπως ποιεῖ τὸν ἐγκρατῆ μέσον τοῦτο ἀνωνύμου καὶ τοῦ ἀκρατοῦς. Δι’ ἕτερον δηλαδὴ ἢ τὸ μᾶλλον τί, ἢ τὸ ἧττον τί.

1151B,33

Τοῦτο λέγει λύων τὰς ἄνωθεν καὶ πρὸ πολλοῦ λεχθείσας ἀπορίας· ὅτι καθ’ ὁμοιότητα λέγομεν πολλάκις καὶ τὸν σώφρονα ἐγκρατῆ, καὶ τὸν ἐγκρατῆ σώφρονα.

1152A,10

Τουτέστι δύναμιν ἔχων τοῦ ἐπιθυμεῖν. Δεινὸν τὸν κατὰ τὴν πανουργίαν δηλαδὴ εἰρημένον· διήρησε γὰρ προλαβὼν τὴν δεινότητα, εἴς τε τὴν ἐπίτασιν τῆς φρονήσεως, καὶ εἰς τὴν πανουργίαν.
5Καθὸ καὶ ἡ φρόνησις καὶ ἡ δεινότης τῶν πρὸς τὸ τέλος εὑ‐ ρετική. Οὐ μετὰ βουλῆς φησίν· ἡ γὰρ σφοδρότης τῆς ἐπιθυμίας, οὐκ ἐᾷ αὐτὸν βουλεύεσθαι, ἢ τὸ ἐπίβουλον, ὡς ἄνωθεν καὶ πρὸ πολλοῦ εἴρηται, ὅτι οἱ ἐπιβουλότεροι ἀδικώτεροι.

1152A,31

Πολυχρόνιον μελέτην τὸ ἔθος λέγει.

1152B,6

Καὶ τὴν εὐδαιμονίαν] εὐδαι‐ μονία ἐστὶ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν ἐν βίῳ τελείῳ, προστιθέναι δὲ καὶ τὸ μεθ’ ἡδονῆς, ἢ οὐκ ἄνευ ἡδονῆς. Ἐξ ὧν ἦν καὶ ὁ λέγων ἐκεῖνον· “τὸ μανείην ἢ αἰσθείην.”

1152B,12

Ὅλως μὲν οὖν] Ἐνταῦθα φησὶ πῶς κατεσκεύαζον μηδεμίαν ἡδονὴν εἶναι ἀγαθόν· γένεσιν δέ φησιν τὴν ἡδονὴν, ἀντὶ τοῦ ἀναπλήρωσιν· τὸ δὲ “εἰς φύσιν “αἰσθητὴ” προσέθηκε, ἀντὶ τῆς μετὰ αἰσθήσεως· ἡ γὰρ ἐν τῇ τῶν
5βρωμάτων μεταλήψει γινομένη ἡμῖν ἡδονὴ, ἀναπλήρωσις ἐστὶ μετὰ αἰσθήσεως· αἰσθανόμεθα γάρ· ἔτι τὸ “αἰσθητὴ” πρὸς ἀντι‐ διαστολὴν ἔθηκε τῆς αὐξητικῆς δυνάμεως· καὶ γὰρ αὐξάνομεν μὴ αἰσθανόμενοι. Τὸ ἄλυπον] Τοῦτο ἔλεγεν ἐνταῦθα, ὅτι ἡ ἡδονὴ κίνησις τίς
10ἐστι, τὸ δὲ ἄλυπον ἠρεμία· κινήσει δὲ ἠρεμία ἐναντίον· εἰ οὖν ὁ φρόνιμος τὸ ἄλυπον διώκει καὶ τὴν ἠρεμοῦσαν κατάστασιν ἀγα‐ θὸν οὖσαν, λείπεται τὴν ἡδονὴν κίνησιν οὖσαν, μὴ ἀγαθὸν εἶναι·
ταύτην γὰρ διώκει ὁ ἀκόλαστος.216

1152B,22

Φύσεις καὶ ἕξεις τὰς φυ‐ σικὰς ἐπιθυμίας καλεῖ. Αἱ ἀναπληρώσεις. Ἁπλῶς φαῦλαι ὡς αἱ νόσοι· τινὶ δ’ οὐκ εἰσὶ φαῦλαι, ὡς τῷ
5ἀκρατεῖ· ἔνιαι δὲ, οὐδὲ τῷδε· ὡς ἡ τομὴ καὶ ἡ καῦσις, τῷ νο‐ σοῦντι· ἀλλά ποτε καὶ ὀλίγον χρόνον.

1152B,30

Ἕξιν καὶ φύσιν ἐνταῦθα τὴν θρεπτικὴν λέγει· ἥντινα δὴ καὶ ἀπομένειν φησὶ, τῶν σαρκῶν ὑπὸ λιμοῦ ῥυισκομένων. Οἷον αἱ τῶν ψωριώντων.

1152B,34

Ἐνταῦθα ἀναιρεῖ τὸ εἶναι τὴν ἡδονὴν γένεσιν· εἰ καὶ ἐν τῷ πρὸ τούτου ἐπιχειρήματι δέχε‐ ται· ἀποφαίνεται δὲ αὐτὴν ἐνέργειαν καὶ καθαὑτὸ ἡδεῖαν· τὰς ἀποκαταστάσεις δὲ, ἤγουν γενέσεις, κατὰ συμβεβηκὸς ἡδείας· διὰ
5γὰρ τὸ τὴν ἐνέργειαν, ἤτοι τὴν ἡδονὴν ἡδεῖαν· καὶ καθαὑτὸ ἡδεῖαν εἶναι, συμβαίνει καὶ τὰς ἀποκαταστάσεις ἡδείας εἶναι. Δηλονότι τοῦ μὴ εἶναι τὰς ἡδονὰς γενέσεις, ἤτοι ἀναπληρώσεις. Τὸ “γινομένων,” ἀντὶ τοῦ ἀναπληρουμένων ἡμῖν ληπτέον. Οὐ πασῶν φησι τῶν γενέσεων ἕτερον τὸ τέλος, ἀλλὰ τῶν ἀγο‐
10μένων εἰς τὴν τελείωσιν· οἷον ἐπὶ τῆς βρώσεως, ἡ βρῶσις οὐκ ἔστι τέλος, οὐδὲ ἡδονή· ἀλλὰ μᾶλλον κατ’ ἔνδειαν τῆς φύσεως καὶ λύπην γίνεται ἠδὲ ἀπὸ τῆς πληρώσεως ἡδονὴ τὸ τέλος. Οὕτως συντακτέον τὸ χωρίον· δοκεῖ δὲ γένεσις τίς εἶναι· τὴν γὰρ ἐνέργειαν γένεσιν ὤοντο εἶναι· ἀντὶ τοῦ ταυτὸν ὤοντο τὴν
15ἐνέργειαν τῇ γενέσει· τὸ δὲ “ὅτι κυρίως ἀγαθὸν,” πρὸς τὴν ἐνέρ‐ γειαν συντακτέον· ἵν’ ᾖ τὸ ὅλον, οὕτως δοκεῖ δὲ γένεσις εἶναι· τὴν γὰρ ἐνέργειαν γένεσιν οἴονται εἶναι· ὅτι κυρίως ἀγαθόν· ἀντὶ τοῦ ἐπεὶ κυρίως ἀγαθὸν, δηλονότι ἡ ἐνέργεια. Τοῦτο λέγει, ὅτι ἀπὸ τοῦ σωφρονεῖν ἡδονὴ
20ἡ προγινομένη τῷ σώφρονι οὐκ ἐμποδίζει τῇ σωφροσύνῃ, ἀλλ’ ἡ ἀλλοτρία, ἤγουν ἡ τῆς ἀκολασίας. Δυνάμεις λέγει τὰς ἕξεις· ὅτι ἐφ’ ὅσον ἀπρακτεῖ ὁ ἔχων τὴν ἕξιν, δυνάμει δοκεῖ ἔχειν ταύτην· καθὸ καὶ
τὸ παιδίον δυνάμει λέγομεν γραμματικόν· ἀλλὰ ἐπὶ μὲν τοῦ217
25παιδίου, ἡ δύναμις πόρρω ἐστὶ πρὸς τὴν ἐνέργειαν· ἐπὶ δὲ τοῦ ἕξιν ἔχοντος καὶ ἀπρακτοῦντος, οὐχ οὕτως· ἀλλ’ ὅτε θελήσει ὁ τοιοῦτος πράττει. Τὸ δὲ “τῷ αὐτῷ λύονται·” τοῦτο δηλοῖ, ὅτι τῶν ἡδονῶν αἱ μὲν ἁπλῶς φαῦλαι, τινὶ δὲ οὐ· ἔνιαι δὲ οὐδὲ
30τῷδε· καὶ ἐκ τούτου λύεται πάντα. Ἤγουν ὁ φρόνιμος διώκει τὸ μὴ λυπεῖσθαι ἐν τῇ τούτων τῶν ἡδονῶν ἀποχῇ, ἃς διώκει τὰ παιδία καὶ τὰ θηρία· ἔτι δὲ καὶ ὁ ἀκόλαστος. Ὅτι ἡ λύπη καθὸ λύπη, αὐτὴ καθ’ αὑτὴν κακόν· ἔστι δὲ καί
35τις λύπη οὐχ ἁπλῶς κακὸν, ἀλλὰ πῆ· οἷον ἡ ἐπὶ θανάτῳ παίδων ἢ γυναικὸς λύπη οὐκ ἔστιν ἁπλῶς κακόν· ἐνδέχεται γὰρ λυπεῖ‐ σθαι ἐπὶ τοιούτοις· θηριωδίας γὰρ τὸ μὴ λυπεῖσθαι· πῆ δὲ κακὸν, ἤτοι κατὰ τοῦτο καθὸ οὐκ ἔστι πενθεῖν καὶ γεωμετρεῖν φασί. πρὸς γὰρ γνώσεως ἀρετὴν ἐμποδίζει ἡ λύπη.

1152B,5

Ὁ Σπεύσιππος ἔλεγε τὴν λύπην καὶ τὴν ἡδονὴν ἐναντία κακὰ εἶναι· μέσον δὲ κατάστημα τὴν ἀλυπίαν· ἐλέγχεται δὲ κακῶς λέγων· οὐ γὰρ πᾶσα εὑρίσκεται ἡδονὴ φαύλη, ἀλλ’ εἰσὶ καὶ ἡδοναὶ ἀγαθαὶ, οἷον αἱ τῶν σωφρόνων·
5οὐδὲ πανταχοῦ· ἢ πάντα ἔμμεσά εἰσι· ἵνα τῇ φυγῇ τῶν ἄκρων τὸ μέσον προκρίνωμεν.

1152B,9

Τὸ “ἴσως δὲ καὶ ἀναγκαῖον” καὶ τὰ ἐφεξῆς κείμενα, τοῦτο ἐμφαίνει· ὅτι καὶ ἀναγκαῖον τὸ ζητούμενον ἄριστον εἶναι τὴν ἡδονήν· εἰ γὰρ ἡ ἡδονὴ κατὰ τὸν ἀποδοθέντα ταύτης ὁρισμένη κοινωνεῖ τῇ εὐδαιμονίᾳ· ἐνεργείᾳ
5οὔσῃ ἀνεμποδίστῳ κατὰ πᾶσαν ἀρετήν· ἔστι δὲ ἡ εὐδαιμονία τὸ ἄριστον, ἔσται πάντως καὶ ἡ κυρίως ἡδονὴ τὸ ἄριστον.

1152B,17

Τύχη ἐστὶ ῥοπὴ θεοῦ πρὸς ἀνθρώπους, καθ’ Ἕλληνας. Ἄνευ γὰρ τῆς περὶ τοῦ θεοῦ ῥοπῆς, καὶ τὰ ἐκτὸς ἀγαθὰ οὐδὲν ἐνεργεῖ.

1152B,20

Ἡ εὐτυχία πρὸς τὴν εὐδαιμονίαν ὁρίζεται· ἐφ’ ὅσον συνιστᾷ αὐτὴν, ὥστε μὴ ἐμποδί‐ ζεσθαι· εἰ δὲ ἐπὶ πλέον ἐκταθῇ, ταχά κεν καὶ εἰς ἐπιθυμίας
ἀτόπους ἄξει τὸν ἔχοντα.218

1152B,25

Τὸ “πῶς” προσέθηκεν, ὅτι πάντα τὰ ζῶα τὴν ὄντως ἡδονὴν ἐκείνην διώκει· ὡσαύτως καὶ οἱ ἄνθρωποι, κἂν εἰς τὴν ψευδῆ κατολισθαίνωσιν ἡδονήν· εἰ δέ τινι ἀνθρώπῳ γένοιτο κατορθῶσαι τὴν πρώτην, ἔσται αὕτη τὸ ἄριστον.
5Τὸ “οὐχ ἣν οἴονται, οὐδ’ ἣν ἂν φαῖεν·” τοῖον ἔχει τὸν σκοπόν· ὅτι διώκουσι τὴν ἡδονὴν τὴν ἔχουσαν τὰς ὑπερβολάς· ἤτοι τὴν σωμάτων νομίζονται ταύτην εἶναι τὴν κυρίως ἡδονήν. Τὸ δὲ “φύσει ἔχει τὶ θεῖον καὶ τὰ ζῶα,”
10τοιοῦτόν ἐστι, ὅτι τὸ συνιστὰν τὴν ἰδίαν οὐσίαν, θεῖόν ἐστι, καὶ τὸ προνοεῖσθαι αὐτῆς· καὶ θεοῦ γὰρ αὐτοῦ τοῦτο δέδοται.

1154A,i

Ἄλλην δόξαν ἀνατρέπει τὴν λέγουσαν, ὅτι ἡ ἡδονὴ οὔτε ἀγαθὸν, οὔτε κακόν· ὁμοίως οὐδὲ ἡ λύπη. Ἐναντίον ποιεῖ ὁ φαῦλος, δηλονότι ἐπὶ τῆς λύπης· ἐν γὰρ ταῖς
5ἡδοναῖς τὰς ὑπερβολὰς αἱρούμενος, ἐν ταῖς λύπαις οὐχὶ τὰς ὑπερβαλλούσας φεύγει, ἀλλὰ καὶ τὰς τυχούσας καὶ ἐλαχίστας λύπας. Αἱρετὰς σφόδρα ἡδονὰς καλεῖ, οἷον τὰς τῆς γνώσεως καὶ τῶν ἄλλων ἀρετῶν.

1154A,10

Τὸ “διατί αἱ ἐναντίαι “λύπαι μοχθηραὶ,” πρὸς τὰς σωματικὰς ἀπέδωκεν ἡδονὰς, λέγων ὅτι ἓν ἑνὶ ὀφείλει ἀντικεῖσθαι, ἐπὶ δὲ τῶν σωματικῶν ἡδονῶν, πῶς καὶ αὗται μοχθηραὶ αἱ ἡδοναὶ, καὶ αἱ ἐναντίαι λύπαι ταύταις
5μοχθηραί· εἶτα ἐπάγει λύσιν, μίαν μὲν, ὅτι αἱ σωματικαὶ ἡδοναὶ ἀναγκαῖαι εἰσίν· οἷον, ἀναγκαῖον τὸ φαγεῖν τὸ ζῶον καὶ πιεῖν· ἄνευ γὰρ τούτων, οὐ ζήσεται, τὸ δ’ ἀναγκαῖον, ἀγαθὸν, καθὸ ἀναγκαῖον· ἢ καὶ τοιοῦτον ἀγαθὸν, οἷόν ἐστι τὸ μὴ κακόν. κἂν γὰρ μὴ κυρίως ἀγαθὸν φησί τίς τοῦτο εἶναι, ἀλλά γε τέως, οὐδὲ κακόν· τὸ δὲ
10μὴ κακὸν ἀγαθόν ἐστι, καὶ ἀντίκειται ταύτῃ καλῶς ἡ λύπη. Οἷον ἡ τῶν σωφρόνων ἡδονὴ, καὶ ἡ μέχρι τινὸς, κυρίως ἀγαθὴ, οἷον τῶν ἕξεων καὶ κινήσεων. Τοῦτο προτίθησιν, ὅτι τῆς ἕξεως τῆς κατὰ γνῶσιν, καὶ τῆς κατ’ αὐτὴν κινήσεως, ἤγουν ἐνεργείας, οὐκ ἔστιν ὑπερβολή· ἡ γὰρ
15ὑπερβολὴ κακιζόμενον ἐστὶν, ὡς ἐπὶ τῶν ἡδονῶν, καὶ ἐφ’ ὅσων ἕξεων, οὐκ ἔστιν ὑπερβολὴ τοῦ βελτίονος, οὐδὲ τῆς κατ’ αὐτὰς ἡδονῆς ἐστιν ὑπερβολὴ, ἤγουν ψόγος. θεωρῶν γάρ τις ὑψηλὰ θεωρή‐ ματα, καὶ ἐπ’ αὐτοῖς ἀμέτρως εὐφραινόμενος, οὐ κακιστέος. Οὗτος ὁ νοῦς τοῦ χωρίου· ὅτι ὥσπερ ἐστὶ παρὰ τῷ φαύλῳ ἡ219
20ὑπερβολὴ τῶν ἡδονῶν, οὐκ ἔστι παρ’ αὐτῷ καὶ λύπη ὑπερβολὴν ἀντικειμένη τῇ ὑπερβαλλούσῃ ἡδονῇ τοῦ φαύλου, ἀλλ’ ἢ ἐκείνη ἡ λύπη ἐστὶν ἐναντία τῇ ὑπερβολῇ τῶν ἡδονῶν, ἡ ἐλαχίστη καὶ μικρά.

1154A,28

Τῇ γὰρ παρουσίᾳ τῆς δίψης ἐπεισελθούσα ἡ τοῦ πίνειν ἡδονὴ, ἡδυτέρα, παρ’ ὃ πέφυκε, δοκεῖ. Εἰπὼν ἄνωθεν διατί αἱ σωματικαὶ ἡδοναὶ δοκοῦσι μὴ οὖσαι
5τοιαῦται, καὶ ἐπεμβαλὼν μεταξὺ διατί δοκοῦσιν οὐ σπουδαῖαι, νῦν πάλιν φησὶ διατί ἀγαθαὶ φαίνονται καὶ διώκονται.

1154B,13

Ἥτε ἐναντία, ὡς ἡ ἀπὸ τοῦ πίνειν ἡδονὴ τὴν ἀπὸ τοῦ διψῆν ἐξελαύνει λύπην· ἡ δὲ τυχοῦ‐ σα ἡδονὴ διώκει τὴν λύπην· ὡς ἡ ἐκ μελῶν ἡδονὴ πολλάκις καὶ μεγίστας ἐκκρούει λύπας.

1154B,15

Δηλονότι ἕξεις καὶ κι‐ νήσεις. Οἷον φύσει ἡδὺ, τὸ ὁρᾷν, τὸ ἀκούειν. Ὑπομένον τὴν θρεπτικὴν δύναμιν φησίν.

1154B,32

Τὴν τοῦ νοεῖν ἑαυτόν. τὸ “οὐ γὰρ μόνον κινήσεώς ἐστιν ἐνέργεια,” φησὶν, “ἀλλὰ καὶ ἀκινη‐ “σίας,” ὥσπερ τινὸς ἀντιλέγοντος μὴ ἥδεσθαι τὸν θεόν· ἐν ἀκινη‐ σίᾳ γὰρ εἶναι, τὴν δ’ ἡδονὴν ἐν κινήσει τυγχάνειν. τοῦτο οὖν λύειν
5ἐπιχειρῶν ταῦτα φησίν. Ἡ τοῦ θεοῦ ἡδονὴ ἐν τῷ ἀναλλοιώτῳ τῆς αὐτοῦ οὐσίας θεωρεῖ‐ ται, ἢ ἐν κινήσει καὶ μεταβολῇ· μεταβολὴ δὲ πάντων τῶν κακῶν δηλονότι, γλυκύ.

1155A

Ἀρετὴ μὲν ὡς μέση οὖσα θηριωδίας τῆς καλουμένης ἀνωνύμου, καὶ τῆς κολακείας· μετ’ ἀρετῆς δὲ, ὅτι
τῶν σπουδαίων μάλιστα πέφυκεν ἡ φιλία εἶναι, τῶν φαύλων δὲ οὐδαμῶς· ὁ γὰρ φαῦλος οὔτε πρὸς ἑαυτὸν φίλος, οὔτε πρὸς220
5ἄλλον.

1155A,5

Ὅτι ἡ φιλία ὑπὸ τὴν δικαιο‐ σύνην ἀνάγεται ὡς γινομένη ὑπ’ αὐτῆς. Ὅτι οἱ νομοθέται περὶ ὁμονοίας μὲν λέγουσι, περὶ φιλίας δὲ οὔ· ἀλλ’ εἰ περὶ ὁμονοίας, τάχα δὴ καὶ περὶ φιλίας. ἡ γὰρ
5ὁμόνοια ὁμοιόν τι τῇ φιλίᾳ ἔοικεν εἶναι. Τὸ τοῦ ἴσου νεμητικὸν καὶ ἐπανορθωτικόν. Ἤγουν, οἱ δὲ κατὰ ἐναντίωσιν λέγουσι τὴν φιλίαν συνίστασθαι, ὡς τὸ “ἐρᾶν ὄμβρου γαῖαν ξηρανθεῖσαν· ἐρᾶν δὲ οὐρανὸν πληρού‐ “μενον ὄμβρου πεσεῖν εἰς γαῖαν.”

1155B,12

“Πότερον ἓν εἶδος τῆς φιλίας·” τουτέστι συνωνύμως κατηγορεῖται ἡ φιλία τῶν ὑπ’ αὐτὴν, ἢ πλείω ἀντὶ τοῦ ὁμωνύμως. Ἔλεγον τινὲς, συνωνύμως κατηγορεῖν τὴν φιλίαν τῶν ὑπ’ αὐτὴν, διὰ τὸ δέχεσθαι τὰ ὑπ’ αὐτὴν εἴδη τὸ
5μᾶλλον καὶ τὸ ἧττον· ὥσπερ καὶ τὸ χρῶμα συνωνύμως κατὰ λευκοῦ καὶ μέλανος κατηγορεῖται, ἅτινα ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἀναιροῦνται δὲ οἱ ταῦτα φάσκοντες διὰ τῆς τοῦ ὄντος κατηγορίας. ἐκεῖνο γὰρ κατὰ οὐσίας καὶ ποιοῦ καὶ ποσοῦ, καὶ τῶν λοιπῶν κατηγορούμενον, ἅτινα μᾶλλον καὶ ἧττον εἰσὶν
10ὄντα, ὅμως τὸ ὂν ὁμωνύμως κατ’ αὐτῶν κατηγορεῖται.

1156A,4

Ἤγουν διὰ τὸ ἀγαθὸν, διὰ τὸ χρήσιμον, διὰ τὸ ἡδύ. Τὰς φιλήσεις ὡς ἕξεις οὐ λαμβάνουσιν, ἀλλ’ ὡς πάθη. Ταύτῃ τῇ φιλήσει.

1156A,23

Ἡ διὰ τὸ χρήσιμον· οἱ γὰρ γέροντες χρῄζουσι χειραγωγίας καὶ τοῦ δίδοσθαι αὐτοῖς τὰ χρειώδη· καὶ ἀπὸ τῶν ἀκμαζόντων δὲ καὶ νέων ἐκείνοις δοκεῖ ἡ τοιαύτη φιλία γίνεσθαι. ὅσοι μὴ τὸ ἡδὺ ἀλλὰ τὸ ὠφέλιμον διώ‐
5κουσι καὶ συμφέρον. Ἤγουν ὅσοι τὴν διὰ τὸ χρήσιμον φιλίαν.

1156B,11

Οὗ διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον δηλαδὴ ἢ ἄλλό τι. εἰ γάρ τις δι’ ἓν τούτων τὸν φίλον αὐτοῦ ἀγαπᾷ, οὐ καθ’ αὑτὸ φιλεῖ, ἀλλὰ κατὰ συμβεβηκός.

1156B,17

Τῶν ἀγαθῶν καὶ σπουδαίων ἡ φιλία συνάπτει ἐν αὑτῇ πάντα ὅσα τοῖς φίλοις δεῖ ὑπάρχειν. εἶεν δ’ ἂν ταῦτα· τό τε ὠφέλιμον καὶ τὸ χρήσιμον καὶ τὸ ἡδύ· καὶ διὰ τοῦτο καὶ τελεία ἐστιν.221

1156B,31

Τοῦτο λέγει, ὅτι οὐκ εἰσὶ φίλοι, εἰ μὴ πρότερον γένωνται φιλητοὶ, καὶ ἀλλήλους εἰδή‐ σουσιν. Ὅτι καθ’ ὁμοιότητα τῆς τελείας φιλίας λέγονται καὶ αἱ διὰ
5τὸ ἡδὺ καὶ τὸ χρήσιμον φιλίαι. διότι γὰρ ἁπλῶς καὶ καθ’ αὑτὸ ἔχει τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἡ τελεία φιλία· ἔχουσι δὲ καὶ αὗται ταῦτα· διὰ τοῦτο ὀνομάζονται φιλίαι.

1156A,3

Ὅτι τότε μένουσιν αἱ φιλίαι αἱ περὶ τὴν τελείαν, ὅταν γίνηται παρ’ ἀλλήλων ἡ ἡδονή· ἤγουν μὴ ἀπὸ τοῦ ἑνὸς, ἀλλὰ καὶ ἀπὸ τοῦ ἑτέρου· καὶ μὴ γίνηται ὡς ἐραστοῦ καὶ ἐρωμένου· οὐχ ὁμοία γάρ ἐστιν ἐν τούτοις ἡ ἡδονή·
5ἀλλ’ ὡς ἐρώντων ἀμφοτέρων, ἢ ἀλλήλων, ἢ τοῦ αὐτοῦ. τηνικαῦτα γὰρ διαμένει ἡ φιλία.

1156A,25

Δευτέραν αἰτίαν λέγει, ὅτου χάριν τοὺς δι’ ἡδονὴν ἢ τὸ χρήσιμον λέγομεν φίλους. Διαφοραὶ δὲ τῆς φιλίας πλείω· οὐ γάρ ἐστιν ἡ φιλία συνω‐ νύμως κατηγορουμένη ἐν τοῖς τοιούτοις, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ
5πρὸς ἕν. τοῦτο δὲ καὶ ἐν τοῖς προλαβοῦσιν ἔδειξε, καὶ ὅτι ἐν οἷς τὸ πρῶτον καὶ τὸ δεύτερον.

1156A

Τοῦτο φησὶν ἐνταῦθα, ὡς οὐ πάνυ δια‐ μένουσιν αἱ φιλίαι, αἱ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἔχουσαι, ὥσπερ τοῦ ἐραστοῦ καὶ ἐρωμένου, οὐ γὰρ τὸ αὐτὸ ἀντιδιδόασιν ἀμφό‐ τεροι· ἀλλ’ ὁ μὲν ἐρώμενος ἡδονὴν τῷ ἐραστῇ δίδωσι τὴν ἀπὸ τοῦ
5οἰκείου εἴδους· ὁ δ’ ἐραστὴς αὐτῷ χρυσὸν ἀντιδίδωσιν· αἱ δ’ αὖ τὸ χρήσιμον μόνως παρ’ ἑκατέρων ἔχουσαι, καὶ αὖ τὸ ἡδὺ μόνως, παραμόνιμοι εἰσίν· ἢ καὶ οὕτως· “οὐ πάνυ αὗται συνάπτουσιν” ἀντὶ τοῦ αἱ τοιαῦται φιλίαι οὐκ ἔχουσιν ἐν ἑαυταῖς ὁμοῦ τὸ ἡδὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀγαθὸν, ὥσπερ ἡ τελεία.

1156B,4

Στρυφνοὺς φασὶ, τοὺς παρ’ ἡμῖν ξηροὺς λεγομένους, ἢ μᾶλλον εἰπεῖν ἀγρίους.

1156B,23

Ἑταιρικήν φησι τὴν τῶν παί‐
δων φιλίαν. φιλοῦσι γὰρ συνδιάγειν μετ’ ἀλλήλων οἱ παῖδες, τοῦτο δὲ πρὸς τὸ ἄνω συντακτέον, τὸ οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων, ὡς τὸ συζῆν.222

1156B,28

Διά τε τὸ χρήσιμον ὁμοῦ καὶ τὸ ἡδὺ, καὶ τὸ ἁπλῶς ἀγαθόν· καὶ τὸ ἀλλήλους εὐεργετεῖν καθ’ αὐτὸ, καὶ οὐ κατὰ συμβεβηκός. Ἔφησε καὶ ἐν τοῖς προλαβοῦσιν, ὅτι φίλησις ὑπάρχει ἐν τῷ
5οἴνῳ, φιλία δ’ οὔ· ἡ γὰρ φιλία φησὶν ἐν ἀντιπεπονθόσιν ἐστίν.

1158A,24

Οὐ μόνον τὸ λυπηρὸν οὐδεὶς ἂν ὑπενέγκοι συνεχῶς βλαβερὸν δοκοῦν, ἀλλ’ οὐδ’ ἂν ἀγαθὸν εἴη τὸ τοιοῦτον, καὶ λυπῇ ὑπομείνεί τις. ἔτι καὶ ἑτέρως φησὶν, ὅτι οὐδὲ τὴν εὐδαιμονίαν ἤνεγκεν ὁ μακάριος, εἴπερ λυπηρά τις ἦν.
5Ἐν ἐξουσίαις δὲ τοὺς βασιλεῖς λέγει καὶ τυράννους.

1158A,32

Ἀλλὰ τῷ ὑπερέχοντι καὶ πλουσίῳ οὐ γίνεται ὁ σπουδαῖος φίλος, ἔχοντι τῷ πλουσίῳ καὶ τὴν ἐπ’ ἀρετῇ ὑπεροχὴν, ἂν μὴ ὑπερέχηται καὶ νικᾶται ὁ πλούσιος παρὰ τοῦ σπουδαίου τῇ ἀρετῇ, ἀνάλογον ὑπερεχόμενος ὁ αὐτὸς πλού‐
5σιος, ὅσον ὑπερέχει τοῦ σπουδαίου τῷ πλούτῳ· ἂν δὲ μὴ, οὐκ ἰσάζει. Δηλονότι αἱ διὰ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, ἐν ἰσότητι τῆς κυρίως φιλίας· ἐμφέρειαν γάρ τινα πρὸς ἐκείνην κέκτηνται.

1159B,19

Εἰπὼν ὅτι ἐξ ἐναντίων δοκεῖ γίνεσθαι ἡ φιλία, νῦν λύει τὸ τοιοῦτον, καὶ φησὶν ὅτι οὐ καθ’ αὑτὸ ἐφίεται τὸ ἐναντίον τοῦ ἐναντίου, ὥστε γενέσθαι φιλίαν, ἀλλ’ ὀρεγόμενον τοῦ μέσου, ὥστε κατὰ συμβεβηκὸς ἐφίεται τὸ ἐναν‐
5τίον τοῦ ἐναντίου.

1159B,31

Τοῖς γὰρ ἐμπορευομένοις οὐ πάντα κοινά· οὐ γὰρ εἰ ὁ μὲν εἰσενέγκοι τρεῖς μνᾶς, ὁ δὲ δέκα, ὁμοίως τύχῃ ἐν ταῖς διανομαῖς, ἀλλὰ κατὰ ἀναλογίαν· ὁμοίως δὲ καὶ ἐπ’ ἄλλων.

1160A,18

Αἱ γὰρ τῶν πλωτήρων καὶ συστρατιωτῶν καὶ λοιπῶν φιλίαι, τοῦ ἐπὶ τοῦ παρόντος συμφέρον‐ τος μόνου ἐφίενται· οὐ γὰρ ἀεὶ τοῦ ἀλλήλοις συμφέροντος ἐπι‐ θυμοῦσιν, ἀλλ’ ἄχρις οὗ συμπλέουσιν, ἢ συμπολεμοῦσι.
5Ἣν ἕκαστος ὠνεῖται διὰ χρημάτων, οἷά ἐστι τὸ κομμέρκιον,
καὶ τὰ λοιπά.223

1160B,29

Ὥσπερ γὰρ διαφέρει ὁ πατὴρ τοῦ δεσπότου, οὕτω διαφέρει καὶ ἡ τοῦ πατρὸς ἀρχὴ ἡ πρὸς υἱὸν, καὶ τῆς τοῦ δεσπότου πρὸς δοῦλον.

1160B,34

Τοῦτο λέγει, ὅτι ἐὰν ἐπιχει‐ ρήσῃ ὁ ἀνὴρ καὶ τοῦ τυχόντος κυριεύειν καὶ τῶν ἐφειμένων τῇ γυναικὶ, διέφθειρε τὴν οἰκείαν ἀρχήν· καὶ ὥσπερ ἐξ ἀριστοκρατίας τρόπον τινὰ εἰς ὀλιγαρχίαν καθίστησιν ἄρχων κακῶς.
5Πολὺν κλῆρον ἢ προῖκα πολλὴν ἀγαγοῦσαι τοῖς ἀνδράσι.

1160A,21

Οἷον δίκαιον ἔχει ὁ πατὴρ πρὸς τὸν υἱὸν τοῦ τρέφειν αὐτὸν καὶ ἐνδύειν καὶ διδάσκειν, οὐ τὸ αὐτὸ δὲ καὶ ὁ υἱὸς, ἀλλὰ τὸ ὑποτάσσεσθαι τῷ πατρὶ, τὸ τιμᾶν αὐτόν.
5Τῇ τῶν ἀδελφῶν φιλίᾳ.

1160A,28

Τοῦτο λέγει ἐνταῦθα, ὅτι καὶ μικρόν τι παρεκβαίνει τὸ κατ’ αὐτὸν δίκαιον, οἷον εἰ ἀπαιτοίη τιμᾶσθαι, μικρόν τι πλέον ἀπαιτήσει τοῦτο γίνεσθαι. Διὰ τὸ ἀγαθὸν, διὰ τὸ ἡδὺ, καὶ διὰ τὸ χρήσιμον.

1160B,6

Τὸ “ἢ μάλιστα” προσέθηκεν, ὅτι καὶ ἐν τῇ διὰ τὸ ἡδὺ φιλίᾳ γίνονται ἐγκλήματα, ὅτι ἧττον με εὔφρανας τοῦ δέοντος.

1160B,13

“Οὐ πάνυ δὲ,” οὐδὲ ἐπὶ τοῖς δι’ ἡδονὴν φιλοῦσι γίνεται ἐγκλήματα.

1160B,20

Ἄγραφον λέγει τὸ φυσικὸν, τὸ δὲ κατὰ νόμον τὸ ἐν νομιμότητι. Γίνεσθαι δέ φησι τὰ ἐγκλήματα, ὅταν μὴ κατὰ τὸν αὐτὸν σκοπὸν συναλλάξωσι καὶ διαλύωνται· εἰ γὰρ ὁ μὲν, ἤτοι ὁ δοὺς, ὡς
5δανείσας τῷ λαβόντι δέδωκε· ὁ δὲ δῶρον λαβεῖν παρ’ ἐκείνου ὑπείληφε, καὶ μὴ ἀντιδίδωσιν, ἐγκλήματα αὐτοῖς εἰκότως ἐφέπον‐ ται. τοῦτο δὲ συμβαίνει γίνεσθαι ἐν ταῖς μὴ καθ’ ὁμολογίαν δόσεσι.

1163A,16

Τοῦτο δὲ συμβαίνει τὸ μὴ καθ’ ὁμολογίαν ποιεῖσθαι τὰς δόσεις, διὰ τὸ βούλεσθαι τοὺς διδόντας δοκεῖν τοῖς πολλοῖς, ὡς οὐ δανείζουσιν, ἀλλὰ δωροῦνται
τοῖς φίλοις· βούλονται γὰρ οὕτω δοκεῖν τοῖς πολλοῖς, καὶ καλὸν224
5μέγα τὴν τῶν πολλῶν νομίζουσι· ἀλλὰ καὶ οὕτως προαιροῦνται τὰ αὐτοῖς ὠφέλιμα, καὶ ἀντιλαμβάνειν σπουδάζουσιν.

1163B,9

Τοῦτο πρὸς τὸ ἄνω ἀποδοτέον, ἤγουν πρὸς τὸ τῷ ὑπερέχοντι τιμῆς δεῖν πλέον νέμειν. οὐ γὰρ τὸ ἔλαττόν τις ἐν ἅπασιν ὑπομένει. ὁ γὰρ ἐν τῷ διδόναι χρήματα τὸ ἔλαττον ἔχων, ὀφείλει τὸ πλέον ἔχειν ἐν τῇ τιμῇ.
5Πολλὰ ἐμποδίζει τῷ νοήματι ἡ τῆς δοτικῆς χρῆσις. τοῦτο γὰρ παριστᾷ τὸ νόημα. ὅτι ἐπὶ τῶν φίλων τῶν ἀνίσων, τὸν εἰς χρήματα ὠφελούμενον καὶ μὴ εἰς ἀρετὴν, δεῖ ἀνταποδιδόναι τιμὴν ἀντὶ τῶν χρημάτων, τῷ ὠφελοῦντι καὶ διδόντι τὰ χρήματα. ὥσπερ δέ τινος ἐπαγαγόντος, καὶ ποία τιμὴ τῆς ἀρετῆς ἀξία καθέστηκεν;
10λέγει, εἰ καὶ μὴ δυνατὸν τὴν ἀξίαν ἀποδιδόναι τιμὴν, ἀλλ’ οὖν τὴν κατὰ δύναμιν ἀποδοτέον.

1163B,19

Τὸν χρεωστοῦντα γὰρ υἱὸν δεῖ ἀποδιδόναι τῷ πατρί. Τοῦ υἱοῦ δηλαδή.

1163B,32

Ταῖς μὴ ἓν ἐχούσαις τὸ ζη‐ τούμενον, ἀλλὰ ἄλλο καὶ ἄλλο. ὡς τοῦ μὲν δι’ ἡδονὴν φιλοῦντος, τοῦ δὲ διὰ τὰ χρήματα. Τὸ ὑπερβολικὸν ὑπισχνεῖσθαι.
5Συμφωνία. Τοῖς τὰ φιλόσοφα διδάσκουσι. Ἤγουν συμπεφωνημένης ἢ ἐπὶ δόσει. Τὸν πρῶτον λαμβάνοντα καὶ ἔχοντα τὴν ὠφέλειαν, ἢ τὴν ἡδονήν.
10Εὐθύνας. Καθὸ δηλαδὴ χρησιμεύουσιν. Ὥστε καὶ τοῖς πᾶσι δοκεῖν τοιοῦτος. Προκόψας ἐν ἀρετῇ καὶ τῶν τελεωτέρων θεωρημάτων κατα‐ τρυφήσας.

1166A,1

Τοῦτο παρίστησι ἐνταῦθα,
ὅτι τὰ φιλικὰ καὶ οἷς χαρακτηρίζεται φιλία, εἴη δ’ ἂν φιλικὸν τὸ ἀγαπᾷν τὸν φίλον, ζῆν καὶ χαίρειν καὶ πλουτεῖν, καὶ εὐθηνεῖ‐ σθαι τοῖς ἀγαθοῖς, ἐκ τῶν πρὸς ἑαυτὸν ἐληλυθέναι ἔοικε· καὶ225
5ἐξ ὧν θέλει τις ἑαυτὸν, ἤγουν τὴν ἑαυτοῦ ψυχήν. ἃ γὰρ εἰς ἑαυτόν τις θέλει, ταῦτα καὶ εἰς τὸν φίλον, εἴπερ ἄλλος αὐτὸς ὁ φίλος. Τοῖς δὲ μὴ κυρίως φίλοις. Ἐὰν δὲ “προσκεκρουκότες” εἴπῃς δίχα τοῦ μὴ, οὕτω νοητέον. οἱ προσκεκρουκότες διελύσαντο τὴν φιλίαν ἀναγκαίως· δεῖ δὲ
10καθὼς ἀνωτέρω εἴρηται, καὶ τῆς παλαιᾶς μνημονεύειν συνηθείας καὶ ἀπονέμειν τὶ αὐτῇ. ἔσται δὲ τοῦτο, τὸ ἐθέλειν ζῆν αὐτοὺς ἁπλῶς.

1166A,20

Ἀλλοιωθεὶς δὲ καὶ ἢ ἀπο‐ κτεινωθεὶς, φέρε εἰπεῖν, ἢ δένδρον γενόμενος, οὐδεὶς αἱρεῖται ἔχειν τὰ ἀγαθά. τὸ “μάλιστα” εἶπε, ἐπεὶ ὁ ἄνθρωπος οὐ φαίνεται ἐν ψυχῇ μόνος, ἀλλὰ καὶ ἐν σώματι καὶ ἄλλοις.
5Συναλγεῖ τοῦ καλοῦ διαμαρτάνων.

1166A,35

Δύο κατὰ τὰ ὑποκείμενα, ἢ καὶ πλείω. καὶ γὰρ ἐν μέσῳ δύο τὸ ἐλάχιστον τοῦτε φιλοῦντος καὶ τοῦ φιλουμένου τεθεώρηται ἡ φιλία.

1166B,10

Οἷον τοῦ βοηθῆσαι τῇ πα‐ τρίδι ἀγαθοῦ νομιζομένου αὐτοῖς.

1167A,24

Ἧ ὁμογνωμονοῦντας, ὡς γένος δοκεῖ ὁμονοίας καὶ ὁμοδοξίας. Ἐκ πονηροῦ καταγομένους (sic). Ἐπευφραίνεσθαι τῷ εὐεργετουμένῳ.
5Τοῖς ὑπερνικῶσι κατὰ τὸ εὐεργετεῖν.

1167A,33

Τὸ “οὐδὲν ἀφ’ ἑαυτοῦ” οὕτω νοητέον· ὅτι οὐκ ἄπο ἀλλὰ δι’ ἑαυτόν· τοῦτο ἐνταῦθα παρίστησιν, ὅτι ἐπὶ τῆς προτεθείσης ἀπορίας περὶ τοῦ δεῖν φιλεῖν ἑαυτὸν, διαφωνεῖ τὰ ἔργα τοῖς λόγοις. βλέπομεν γὰρ καὶ τὸν ἐπιεικῆ καὶ
5τὸν φαῦλον ἑαυτοὺς ἀγαπῶντας. ἀλλ’ ὁ μὲν ἐπιεικὴς πάντα πράττει διὰ τὸ καλὸν, ὁ δὲ φαῦλος διὰ τὰς σωματικὰς ἡδονὰς, καὶ τοιαῦτα ἕτερα. Ταῦτα ἕως τοῦ “ἀπορεῖται δ’ εἰκότως,” κατασκευὴ ἐστὶν, ὅτι δεῖ φιλεῖν ἑαυτὸν, ἐπειδὴ καὶ τὸν φίλον. φίλος δὲ μάλιστα αὐτὸς
10ἑαυτῷ τίς τυγχάνει.226

1167B,11

Διττῶν ὄντων τῶν λόγων· καὶ τοῦ μὲν λέγοντος δεῖν φιλεῖν ἑαυτὸν, τοῦ δὲ τὸν φίλαυτον διαβάλ‐ λοντος, ποτέρῳ ἀκολουθητέον;

1167B,22

Ὀνειδιστικῶς τὸ φίλαυτον ἐπιλέγεται. Τῷ λογιστικῷ δηλονότι, ὅπερ ὁ ἄνθρωπος κυρίως. θυμὸς γὰρ καὶ ἐπιθυμία κοινὰ καὶ τοῖς ἀλόγοις.

1169A,2

Ὅτι οἱ μετὰ λόγου πράττον‐ τας, οὗτοι πράττουσιν ἑκουσίως. οἱ δὲ τοῦ δίχα, οὐχ ἑκου‐ σίως. οὐδὲ γὰρ κατὰ ἄνθρωπον πράττουσιν.

1169A,10

Τοῦτο λέγει ἐνταῦθα, ὅτι τὰ δέοντα πάντες κοινῶς ἀποδέχονται, καὶ φαῦλοι καὶ ἀγαθοί· ἰδίᾳ δὲ ἑκάστῳ τῷ κατορθοῦντι καὶ πράττοντι αὐτὰ τὰ μέγιστα δοκεῖ τῶν ἀγαθῶν.

1169A,11

Ὅτι τὸν σπουδαῖον τὸν οὕτως φίλαυτον, δεῖ καλεῖν φίλαυτον, τὸν δὲ μοχθηρὸν οὐχί.

1169A,18

Ὁ μὲν οὖν μοχθηρὸς ἐπαινεῖ μὲν τὴν σωφροσύνην, ἀκολασταίνει δὲ, ὁ δ’ ἐπιεικὴς ἃ ἐπαινεῖ ταῦτα καὶ πράττει.

1169A,25

Ποῖον συμβαίνει τὸ κατα‐ φρονεῖν χρημάτων καὶ τιμῶν μερικῶν καὶ τῶν λοιπῶν, ἃ εἶπε τὴν κοινὴν τιμήν.

1169A,26

Καὶ χρήματα ὑπὲρ τῆς πατρίδος πρόοιντο. ὥστε φυλαχθῆναι αὐτὴν ἀχείρωτον τοῖς πολε‐ μίοις, καὶ ἔχειν τοὺς φίλους πλείονα, ἤτοι τὰ ἑαυτῶν καὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας.

1169B,15

Δῆλον ὡς ἐν ἀτυχίαις. Ἤγουν χωρὶς φίλων.

1169B,22

Οἱ λέγοντες τὸν εὐδαίμονα μὴ εἶναι ἐν χρείᾳ φίλων.

1169B,29

Ὅτι ἡ ἐνέργεια γίνεται. κίνησις γάρ τις ἐστὶ, καὶ ἐν τῷ ἀεὶ γίνεσθαι ἔχει τὸ εἶναι, οὐκ ἐν τῷ ἁπλῶς ὑπάρχειν.

1169B,32

Ὅτι τὸν οἰκεῖον τῶν γλυκυ‐ τάτων· ὁ δὲ φίλος οἰκεῖον· ἡδὺς ἄρα ὁ φίλος, καὶ διὰ τοῦτο δεῖ φίλων τῷ εὐδαίμονι· πάντα γὰρ τὰ ἡδέα ὁ εὐδαίμων ἔχει.227

1170A,12

Ὅτι φησὶν ὁ Θεόγνις, Ἐσθλὰ μὲν ἀπ’ ἐσθλῶν μαθήσεαι· ἢν δὲ κακοῖσι συμμιγῇς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.

1170A,16

Φύσει δὲ αἱρετὰ τὰ τοῖς πᾶσιν ἐπίσης δοκοῦντα ἀγαθά· οἷον, ἡ ἀρετὴ, ὁ σπουδαῖος ἀνήρ.

1170A,21

Τέλειον γὰρ καὶ πεπερασ‐ μένον. Ὁ γὰρ μοχθηρὸς μεταμελημένος ἐστὶ, καὶ ποτὲ μὲν τοῦτο κρίνει ἀγαθὸν, ποτὲ δ’ ἐκεῖνο. πεπλανημένη καὶ εὐτελής.

1170A,25

Ἰστέον ὅτι δύο ἔχομεν οἱ ἄν‐ θρωποι πνεύματα, τὸ ζωτικὸν, ὃ καὶ ἐν τῇ καρδίᾳ ἐστὶν, κἀκεῖθεν εἰς ἅπαν διαχεῖται τὸ σῶμα· καὶ τὸ αἰσθητικὸν, ὃ ἐν τῷ ἐγκεφάλῳ πέφυκε. τοῦτο οὖν τὸ αἰσθητικὸν πνεῦμα τοῖς μυκτῆρσι χρώμενον,
5τὴν ὄσφρησιν ποιεῖ, τῷ σκολιῷ πόρῳ τὴν ἀκοὴν, τοῖς ὀφθαλμοῖς τὴν ὅρασιν, καὶ καθεξῆς. περὶ αὐτοῦ γοῦν τοῦ αἰσθητοῦ πνεύματος λέγει ἐνταῦθα, ὅτι ἔστι τὶ τὸ αἰσθανόμενον, ὅτι ἐνεργοῦμεν. τινὲς δὲ καθόλου αἴσθησιν τὸ τοιοῦτον αἰσθητικὸν πνεῦμα ὀνομάζουσιν.

1170B,8

Διὰ τὴν τῆς ὑποστάσεως ἑτερότητα. Χρῄζουσι δηλαδή.

1170B,17

Ἱκανῶς κωλυτικοὶ τῷ σπου‐ δαίῳ τῶν συνήθων αὐτῷ ἔργων.

1171A,1

Σαφηνίζει τὸ πλῆθος τῶν φίλων, λέγων “μεθ’ ὧν ἂν δύναιτό τις συζῆν.”

1171A,11

Ὁ ἔρως.

1171A,14

Ἑταιρικὴν λέγει τὴν ἐκ τῆς αὐτῆς διατριβῆς γινομένην, ἢ ἐκ τοῦ αὐτοῦ τάγματος. Ὡς οἰκείοις.

1171A,17

Τὸ “καοῦσιν ἀρέσκους” πρὸς τοὺς πολυφίλους ἀποδοτέον.

1171A,34

Τοῦτο δὲ συμβαίνει, ὅτι κου‐ φίζονται οἱ λυπούμενοι τῇ παρουσίᾳ τῶν φίλων.

1171A,35

Ἐπιμιξίαν ποιεῖ ἐν ταῖς λύπαις καὶ τοῦ ἡδέος· τοῦτο δὲ ἀμβλύνει πάντως τὸ ἄκρατον τῆς λύπης.228

1171B,22

Οὐ γὰρ καλὸν τὸ μᾶλλον σπεύδειν τὸν φίλον εἰς τὰ ἐκ τοῦ φίλου κέρδη.

1171B,25

Ἐν τῷ συχνάκις τοῖς φί‐ λοις παραβάλλειν.

1172A,25

Ὑπὲρ οὗ δὲ προαιροῦνται οἱ πολλοὶ τὰ ἡδέα, καὶ τὰ λυπηρὰ φεύγουσιν, οὐκ ἐνδέχεται κατα‐ λιπεῖν ἀνεξέταστον τὸν περὶ τῶν ἡδέων καὶ τῆς ἡδονῆς λόγον.

1172A,29

Οἰόμενοι ἐν τῷ λέγειν τὴν ἡδονὴν τῶν φαύλων εἶναι, ἀπάξειν τοὺς πολλοὺς τῆς πρὸς αὐτὴν προσπαθείας, καὶ ἀπὸ τοῦ ἀπλήστως αὐτῆς ἔχεσθαι ἕλξειν εἰς τὸ μέσον.

1172A,32

Ἀλλ’ οὐκ ἔστι τῶν πολλῶν τὸ ἀποφαίνεσθαι περὶ τῶν πραγμάτων, τῶν δὲ σοφῶν. Καὶ πρὸς τὴν πρᾶξιν.

1172B,3

Ἔοικεν ὁ μὲν Εὔδοξος κατα‐ σκευάζειν οὕτως ἐπιχειρῶν, ὅτι ἡ ἡδονὴ ἀγαθὸν, διότι ᾧ ἂν προσ‐ τεθῇ, ἀγαθώτερον ποιεῖ. ὁ δὲ Πλάτων ἀνασκευάζειν, ὅτι ἡ ἡδονὴ οὐκ ἀγαθὸν, ὅτι αἱρετωτέρα γίνεται προστεθείσης αὐτῇ φρονήσεως. τὸ
5γὰρ καθ’ αὑτὸ ἀγαθὸν, φαίη ἂν ὁ Πλάτων, οὔτε προσθήκην λαμβά‐ νον γίνεται ἀγαθώτερον· οὔτε ἄλλῳ τινὶ προστιθέμενον, τῇ συνθέσει λαμβάνει τὸ ἀγαθόν· τὸ γὰρ καθ’ αὑτὸ οὐ τοιοῦτον.

1172B,26

Φαίνεται φησὶν οὗτος ὁ λόγος ὁ τοῦ Εὐδόξου κατασκευάζειν τὴν ἡδονὴν ἀπὸ τῶν καθ’ αὑτὸ ἀγαθῶν, καὶ οὐκ ἀπὸ τῶν γινομένων ἀγαθῶν, ἐν τῷ προστίθεσθαι ἑτέροις. τοῦτο γὰρ δηλοῖ τὸ “καὶ οὐδὲν μᾶλλον ἑτέρου.” ἄλλως
5τε, κἂν μεθ’ ἑτέρου μιγείη τί, οὐ μειώσει δὲ τῇ ἐπιμιξίᾳ. Τὴν οἰκείαν ἀρετὴν, αἱρετώτερον ἢ μονούμενον. Ἀντὶ τοῦ καθ’ αὑτὸ ἀγαθὸν καὶ κυρίως. Ἀγαθὸν καθ’ αὑτὸ δηλαδὴ ἐστὶν ἡ ἡδονὴ, οὗ κοινωνοῦμεν οἱ
ἄνθρωποι.229

1172B,32

Ὁ γὰρ τὰ πᾶσι δοκοῦντα ἀναιρῶν, πάντως τε ἐρεῖ τὰ μὴ πᾶσι δοκοῦντα, ὅθεν οὐδὲ πιστευ‐ τέος. Ὅτι καὶ ἐν τοῖς φαύλοις τῶν ζώων ἔστι τι φυσικὸν ἀγαθὸν,
5ἤγουν ἡ φαντασία, καθ’ ἣν ὀρέγεται ἕκαστον τοῦ οἰκείου ἀγαθοῦ. Τὸ δὲ “κρεῖττον ἢ καθ’ αὑτὰ” περὶ τῆς φαντασίας φησί· νοῦ γάρ τις ἔλλαμψις δοκεῖ ὡσανεὶ αὕτη τοῖς ζώοις.

1172A,2

Κακὸν κακῷ ἀντικεῖσθαι τῇ ὑπερβολῇ τὴν ἔλλειψιν, καὶ ἄμφω τῷ μηδέτερα, ὡς τὸ λευκὸν καὶ μέλαν τῷ φαιῷ.

1172A,18

Εὐδαιμονία ἐστὶν ἐνέργεια ψυχῆς κατ’ ἀρετήν. Ἡ ἐν τῷ ὁρισμῷ τῆς ὑγείας λαμβανομένη. Καὶ εἰ πρὸς ἄλλων συγκρίνοιτο κίνησιν.
5Ἀντὶ τοῦ μεταβάλλειν ταχέως ἐστίν. Ἡ ἀπλανὴς σφαῖρα διὰ μιᾶς ἡμέρας τὴν οἰκείαν περίοδον διέξεισιν, αἱ δ’ ἄλλαι σφαῖραι διὰ πολλοῦ χρόνου.

1173B,12

Ἔτι ἀγωνίζεται ἀποδεῖξαι, ὅτι οὐκ ἔστι γένεσις ἡ ἡδονὴ, οὐδὲ ἀτελής· τὸ γὰρ γινόμενον ἔτι ἀτελές ἐστιν ἐν τῷ γίνεσθαι· ἡ δὲ ἡδονὴ τελεία αὐτίκα, καὶ λέγει τοῦτο· καὶ ὅτι ἐξ ὧν γίνεταί τι, εἰς ταῦτα καὶ διαλύεται. τοῦτο
5γὰρ ἴδιον γενέσεως· οἷον, ὁ ἄνθρωπος, ἤτοι τὸ ἀνθρώπινον σῶμα, ἐκ τεσσάρων στοιχείων συνέστηκε, εἰς αὐτὰ καὶ διαλύεται.

1173B,20

Εἶτα ἐπιφέρει, ὅτι οἱ λέ‐ γοντες γένεσιν τὴν ἡδονὴν, λέγουσιν ἐξ ἐνδείας γίνεσθαι τὴν ἀνα‐ πλήρωσιν, ἤγουν ἐκ λύπης τὴν ἡδονήν. λύει δὲ τοῦτο ὁ Ἀριστοτέ‐ λης, λέγων ὅτι ἡ ἔνδεια καὶ ἡ ἀναπλήρωσις τοῦ σώματός εἰσι, καὶ
5σωματικά ἐστιν· ἡ δὲ ἡδονὴ ἀσώματόν τι ἐστὶ, καὶ ἡ ψυχὴ ἥδε‐ ται, οὐ μὴν τὸ σῶμα.

1174A,10

Τὸ “ἢ ἀφ’ ὧν,” τοῦτο δηλοῖ· ὅτι διαφέρουσιν αἱ ἡδοναὶ ἀλλήλων τῷ εἴδει, ἤγουν αἱ ἀγαθαὶ τῶν αἰσχρῶν, πλέον παρ’ ὃ αἱ ἕξεις ἀφ’ ὧν γεγόνασιν· οἷον ἡ τοῦ σώφρονος ἡδονὴ ἀπὸ τῆς σωφροσύνης ἔσχε τὴν γένεσιν· καὶ
5ἡ τοῦ ἀκολάστου ἀπὸ ἀκολασίας· πλέον οὖν διαφέρουσιν αἱ ἀπὸ
τούτων ἡδοναὶ, παρὸ ἡ σωφροσύνη διαφέρει τῆς ἀκολασίας.230

1174A,22

Πᾶν πρᾶγμα ἐξ ὕλης καὶ εἴδους ἐστί· καὶ τὸ εἶδός ἐστι τὸ κρεῖττον καὶ τελειοποιὸν αὐτοῦ.

1174B,6

Ὡς ἕτεραι] Ἡ κίνησις δη‐ λαδὴ καὶ ἡ ἡδονή. Τὸ μὴ εἶναι τὴν ἡδονὴν γένεσιν ἢ κίνησιν. Τουτέστιν ἀμεριστί.
5Ἡ κίνησις καὶ ἡ γένεσις δηλαδή.

1174B,14

Ἡ γὰρ αἴσθησις τότε ἐνεργεῖ καλῶς, ὅταν αὐτὴ τὲ ἀνεμποδίστως ἔχῃ, καὶ τὸ ὑποκείμενον αὐτῇ ἔχῃ κάλλιστον. κάλλιστον δὲ, ἐνταῦθα, οὐ τὸ εὐειδὲς φησὶν, ἀλλὰ τὸ ἐπιτηδείως ἔχον, δέξασθαι τὴν τῆς αἰσθήσεως ἐνέργειαν. καὶ μήτε δὲ ἀπό‐
5στασιν ἄμετρον τὴν κατὰ τόπον, μήτε διὰ ἄγαν βραχύτητα, τὴν τῆς αἰσθήσεως οὐκ ἐπιδεχόμενα ἐνέργειαν.

1174B,23

Οὐχ ὁμοίως τελεῖοι τὴν ἐνέρ‐ γειαν τῆς αἰσθήσεως ἥτε ἡδονὴ, καὶ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις.

1174B,27

ἀλλ’ ἡ μὲν ἡδονὴ ὡς μὴ συμπεφυκυῖα, ἀλλ’ ἔξωθεν ἐπιγινομένη· τὸ δὲ αἰσθητὸν καὶ ἡ αἴσθησις, ὡς οὐκ ἔξωθεν ὄντα, ἀλλὰ ὥσπερ καὶ σύμπαν ὑγεί. ** ἀλλ’ ὡς ἀχρόνως ἐπιγινομένη· καὶ ἐν τῷ νῦν ὥσπερ εἴρηται·
5τέλος δὲ λέγει ἐνταῦθα τὴν παῦσιν τῆς ἐνεργείας. Ἀκμαῖα λέγονται σώματα, τὰ σύμμετρα, καὶ μήτε ἄγαν μέ‐ γαλα, μήτε ἄγαν μικρά. Ἐν γὰρ τῷ καθεύδειν τὰ αἰσθητήρια οὐκ ἐνεργεῖ· ὥς τε οὐκ ἔστι συνεχῶς ἐνεργεῖν.

1174A,6

Τὸ “διὰ ταῦτα” ἢ διὰ τὸ κάμνειν ἡμᾶς, ἢ διὰ τὸ ἐκ τῆς συνηθείας καὶ τῆς προσκοροῦς ὡσ‐ ανεὶ θέας, μὴ δοκεῖν τοιαῦτα οἷα τὸ πρότερον. Οἱ ἐκ πάθους ἀποβαλόντι τὴν ὄψιν· εἶτα πρῶτον ἐμβλέψαντι·
5ἢ οὕτω νοητέον τοῦτο· οἷον, ὅτι πάντα τὰ καινὰ τέρπει ἐπὶ πάσης αἰσθήσεως· καὶ πρῶτον μὲν ὡς ἐφ’ ὅλων τῶν αἰσθήσεων φέρει τὸν λόγον· εἶτα ὡς ἐπὶ παραδείγματος τῆς ὄψεως μόνης. ὃ προέθετο δείκνυσι. Αἵ τε ἐνέργειαι καὶ αἱ ἡδοναί.

1174A,23

Ἄλλην γὰρ ἡδονὴν φέρει ὁρώμενον τὸ γεγραμμένον ζῶον, καὶ ἄλλην τὸ ἔμψυχον, καὶ ἄλλην τὸ ἄγαλμα, καὶ ἡ οἰκία καὶ τὸ σκεῦος.231

1174A,28

Τοῦτο λέγει ἐνταῦθα, ὅτι ἡ ἡδονὴ τὴν ἐνέργειαν τελεῖοι· καὶ ἡ συγγενὴς καὶ οἰκεία ἡδονὴ τὴν συγγενῆ ἐνέργειαν. οὐ γὰρ τὴν περὶ λόγον ἐνέργειαν ἡ περὶ ἁφὴν ἡδονὴ τελειοῖ· ἀλλ’ ἡ ἀπὸ τῶν λόγων ἡδονή.

1174B,16

Σχεδὸν γὰρ] Εἶπεν ἄνωθεν ὅτι αἱ ἀλλότριαι ἡδοναὶ φθείρουσι τὴν μὴ συγγενῆ οὔσαν, ὁμοίως τῇ οἰκείᾳ λύπῃ· ἐνταῦθα δὲ λέγει, ὅτι αἱ δὲ οἰκεῖαι ἡδοναὶ καὶ λύπαι τὸ ἐναντίον ποιοῦσι· καὶ ἡ μὲν οἰκεία ἡδονὴ συνιστᾷ τὴν
5οἰκείαν ἐνέργειαν, τῆς ἀλλοτρίας ἡδονῆς διαχεούσης ἐπὶ πλέον καὶ φθειρούσης αὐτὴν, ὡς εἴρηται· ἡ δὲ οἰκεία λύπη φθείρει μὲν καὶ αὐτὴν τὴν οἰκείαν ἐνέργειαν ὁμοίως τῇ ἀλλοτρίᾳ ἡδονῇ· ἀλλ’ ἐκείνη μὲν ἡ ἀλλοτρία ἡδονὴ φθείρει, ἐὰν ἡδίων ὑπάρχῃ κατὰ πολὺ καὶ ὑπερβάλλουσα. ἡ δὲ οἰκεία λύπη τοὐναντίον, ἀμαυροῦσα τὴν ἐν‐
10έργειαν, καὶ σύμπτυξιν ὥσπερ καὶ συστολὴν τῆς ἐκ τῆς ἐνέργειας ἡδονῆς ποιοῦσαν.

1174B,30

Οἰκειότεραι δὲ] Σημαίνει ὅτι οἰκειότεραί εἰσι αἱ ἡδοναὶ ταῖς ἐνεργείαις παρὸ αἱ ὀρέξεις· διότι αἱ μὲν ἡδοναὶ, συνειλημμέναι πῶς εἰσὶ ταῖς ἐνεργείαις· αἱ δὲ ὀρέξεις προηγοῦνται τούτων· καὶ αἱ μὲν ὀρέξεις εἰσὶ καὶ τῆς
5ἐνεργείας μὴ προβάσης. Αἱ δὲ ἡδοναὶ ταῖς ἐνεργείαις εὐθὺς καὶ ἀχρόνως ἐπιγίνονται. Δοκεῖ μὲν τισὶ φησὶ ταυτὸν εἶναι ἐνέργεια καὶ ἡδονὴ, οὐκ ἔστι δέ· οὐ γὰρ τὸ διανοεῖσθαι καὶ ἥδεσθαι ταυτόν· οὐδ’ αἴσθησις. αἴσθησιν ἐνταῦθα τὴν τῆς αἰσθήσεως ἐνέργειαν φησίν.

1174B,36

Καὶ τῶν ἡδονῶν τῶν οἰκείων ταῖς αἰσθήσεσι διαφέρουσιν αἱ περὶ τὴν διάνοιαν ἡδοναί. ὅτι αἱ μὲν, ἄνευ ὀργάνων γίνονται, αἱ κατὰ νοῦν καὶ ἐνέργειαι καὶ ἡδοναὶ, καὶ εἰσὶν ἀνεμπόδιστοι· αἱ δὲ, οὐκ ἄνευ ὀργάνων.
5Αἱ μὲν οὖν τῶν ἵππων ἡδοναὶ διαφέρουσι τῷ εἴδει πρὸς τὰς ἡδονὰς τῶν κυνῶν.
Πρῶτον ἐπὶ τῆς ὁράσεως δείκνυσι τοῦτο τῶν ἀνθρώπων.232

1174A,16

Σημαίνει ὅτι τὸ φαινόμενον τῷ σπουδαίῳ ἡδὺ ἐκεῖνο ἐστὶν ἀληθῶς ἡδύ· καὶ οὐχὶ τὸ τῷ πυρέτ‐ τοντι ἢ ἄλλως κάμνοντι. Τὰ τοῖς φαύλοις ἡδέα δηλαδή.
5Εἰσὶν ἀγαθαὶ ἡδοναὶ καὶ αἰσχραὶ, ὡς εἴρηται· καὶ τῶν μὲν αἰσχρῶν, οὐδένα θετέον λόγον· τῶν δὲ ἀγαθῶν ἡδονῶν, αἱ μὲν εἰσὶ σωματικαὶ, αἱ δὲ ἀσώματοι.

1174A,30

Καὶ νοεραὶ, ὡς αἱ τῶν μαθηματικῶν. τίνα οὖν φατέον ἡδονὴν κυρίως εἶναι τοῦ ἀνθρώπου ἧ ἄνθρωπος, ἢ δηλαδὴ τὴν ἀσώματον καὶ νοεράν; τὸ γὰρ τέλος τοῦ ἀνθρώπου ἐν τῷ νοεῖν ἐστὶ καὶ κατὰ λόγον ἐνεργεῖν.

1174B,3

Ὡς αἱ ἐνέργειαι τῆς δικαιο‐ σύνης ἀναγκαῖαι εἰσὶ καὶ δι’ ἕτερον αἱρεταί· πρὸς γὰρ ἕτερόν τι τέλος τὰς ἀρετὰς ὁ ἔχων ἀφορᾷ τὴν εὐδαιμονίαν.

1174B,11

Περὶ τούτου καὶ ἐν τῷ πρώτῳ διέξεισι λέγων· “οἱ μὲν οὖν πολλοὶ, παντελῶς ἀνδραποδώδεις φαίνονται, βοσκη‐ “μάτων βίον προαιρούμενοι· τυγχάνει δὲ λόγος, διὰ τὸ τοὺς πολ‐ “λοὺς τῶν ἐν ἐξουσίαις, ὁμοιοπαθεῖν Σαρδαναπάλῳ.”

1174B,28

Παιδιὰν λέγει, τὴν τρυφὴν καὶ δυναστείαν. Τὴν θεωρητόν. Τὰ γὰρ ἄριστα καὶ κρείττονα ἄρχει καὶ ἡγεῖται τῶν ὑποδε‐
5εστέρων.

1174A,21

Θεωρεῖν τὲ γὰρ δυνάμεσθα ἀνεμποδίστως ἢ πράττειν· ἐν μὲν γὰρ τῷ πράττειν κατὰ τὰς ἠθικὰς ἀρετὰς ὀργάνων δεόμεθα· οἷον, ὁ ἐλευθέρος δέεται χρημάτων πρὸς τὸ ἐνεργεῖν· καὶ τῶν πρὸς οὓς προήσεται τὰ χρήματα· ὡσαύ‐
5τως δὲ καὶ ὁ ἀνδρεῖος χρῄζει καιροῦ ἀνάγκης καὶ πολιορκίας, καθ’ ὃν τὴν οἰκείαν ἀρετὴν ἐπιδείξεται, προκινδυνεύων τῆς πατρίδος· ταῦτα δ’ ἀεὶ οὐκ εἰσὶν, ἀλλὰ καὶ τὰ χρήματα ποτὲ ἐπιλείπει· καὶ ἀεὶ οὐκ ἔστι πολιορκία· διὸ οὐδὲ συνεχῶς δυνάμεθα κατ’ αὐτὰς ἐνεργεῖν· κατὰ νοῦν δὲ ἐνεργεῖν συνεχῶς οὐδὲν ἐμποδίζει· ἐν γὰρ
10τῷ θεωρεῖν οὐ δεόμεσθα ὀργάνων τοιούτων οἵων εἴπομεν· ἀλλ’ ἀμέ‐ σως ἐνεργοῦμεν.
Ἀλλὰ καὶ οἱ τὸ τέλος φθάσαντες τῶν ἔτι ἀγνοούντων τὸ τέλος καὶ ζητούντων αὐτὸ, ἡδίω τὴν διαγωγὴν ἔχουσιν. τοιοῦτοι δ’ ἂν εἶεν οἱ θεωρητικοὶ φιλόσοφοι.233
15Ἀπὸ μὲν τῆς τεκτονικῆς καὶ τῆς κατ’ αὐτὴν ἐνεργείας κατα‐ σκευάζεται κιβώτιον, ἢ ἄλλό τι σκεῦος· ὡς εἶναι ἕτεραν αὐτῆς τὴν ἐνέργειαν, καὶ ἄλλο τὸ τέλος· οἷον, τὸ κατασκευασθὲν ὑπὸ τοῦ τέκτονος εἶδος· ἐν δὲ τῇ θεωρητικῇ φιλοσοφίᾳ οὐκ ἔστιν ἄλλη ἡ ἐνέργεια, καὶ ἄλλο τὸ τέλος· ἀλλ’ αὐτὴ ἡ θεωρία ἐστὶ τὸ τέλος
20αὐτῆς. Ὁ γὰρ κυρίως εὐδαίμων ὑπὲρ ἄνθρωπον ζῆν, τῶν σωματικῶν πασῶν ἡδονῶν καταφρονῶν, καὶ σχολάζων ἀεὶ ταῖς κατὰ νοῦν θεω‐ ρίαις, καὶ ἐνηδόμενος αὐταῖς. Κέντρῳ γὰρ αὐτὸν κύκλου ἀπεικάζει ὁ φιλόσοφος.

1178A,14

Τὰ πλείω δὲ τῶν ἠθικῶν, συμβαίνειν ἀπὸ τοῦ σώματος δοκεῖ· οἷον, ἀνδρεία ἀπὸ τοῦ θυμικοῦ· ὁ δὲ θυμὸς ζέσις ἐστὶ τοῦ περὶ καρδίαν αἵματος· ἡ δὲ καρδία σῶμα· ὥστε καλῶς εἴρηται, ὅτι ἀπὸ τοῦ σώματος συμβαίνειν
5δοκεῖ· ὡσαύτως δὲ καὶ ἡ σωφροσύνη ἀπὸ τοῦ ἐπιθυμικοῦ. Τῶν ἀρετῶν αἱ μὲν εἰσὶν ἡθικαί· αἱ δὲ τῆς διανοίας, οἷον ἡ φρόνησις, ἡ σύνεσις· δέονται οὖν ἀλλήλων· οἷον αἱ ἠθικαὶ ἀρεταὶ τῶν ἀρετῶν τῆς διανοίας τῶν ἠθικῶν, καὶ συνιστῶσιν ἀλλήλων· οἷον, φέρε εἰπεῖν· χρῄζει ἡ φρόνησις τῆς σωφροσύνης ἠθικῆς οὔσης,
10ἵνα ἡ νοερὰ εὐδαιμονία, ἡ καὶ κυρίως λεγομένη, πρῶτον ἐθισθῆ ὁ ἄνθρωπος ἐν αὐτῇ· εἶτα καὶ ἡ σωφροσύνη χρῄζει τῆς φρονήσεως, ἐπειδὴ γὰρ μεσότητός εἰσιν ἀρεταί. καὶ σώφρων ἀρεταῖς, ὁ μήτε πασῶν ἡττόμενος ἡδονῶν, μήτε πασῶν καταφρονῶν. ἡ φρόνησις εὑρίσκει, τίνων ἡδονῶν δεῖ ἀπέχεσθαι, καὶ τίνων ἔχεσθαι· ὥστε
15αἱ μὲν ἡθικαὶ ἀρεταὶ εὑρίσκουσι τὸ τέλος· τὸ δὲ πρὸς τὸ τέλος, αἱ διανοητικαὶ, καὶ συζεύγνυνται ἀλλήλαις, μὴ διαρούμεναι.

1178A,29

Τοῦτο λέγει, ὅτι ἡ ἀρετὴ χρῄζει καὶ τῆς πράξεως· ἤγουν τοῦ ἐνεργεῖν κατ’ αὐτὴν τὸν ταύ‐ την ἔχοντα, καὶ τοῦ προαιρεῖσθαι αὐτὴν καὶ ἀποδέχεσθαι. τὸ γὰρ, καὶ μὴ βουλόμενόν τινα σωφρονεῖν, οὐκ ἔστιν ἀρετή· εἶτα ζητεῖ
5ποῖόν ἐστι κυριώτερον, ἡ προαίρεσις, ἢ αἱ πράξεις· καὶ λέγει, ὅτι
ἀμφοτέρων ἡ χρεία.234

1178B,30

Τὸ “οὐ κατὰ συμβεβηκὸς” προσέθηκε διὰ τὴν πολιτικὴν εὐδαιμονίαν· ὁ γὰρ πολιτικὸς εὐερ‐ γετῶν, ἢ νομοθετῶν, ἢ ἄλλως δικαιοπραγῶν, εὐδαιμονίζεται ὑπὸ τῶν τῆς ἰδίας ἀρετῆς παραπολαυόντων, οὐκ ὢν κυρίως εὐδαίμων.
5Οὐδὲ ἡ κρίσις ἢ ἡ πρᾶξις τοῦ καλοῦ πολλῶν δέεται. Τουτέστι τοῖς λεχθεῖσι, τὸ δ’ ἀληθὲς ἐκ τῶν πραγμάτων αὐτῶν δείκνυται.

1178A,31

ὥστε καὶ οὕτως.

1180A,4

ἐπεὶ οὖν οὕτως ἔχει.

1180A,15

γρ. καὶ δοκεῖ.

1180A,18

νοῦν νομικὸν δηλαδὴ ἢ τὸν τῆς φρονήσεως.

1180B,10

πυκτικὸν λέγει τὸν προ‐ εστῶτα τοῦ τοιούτου ἀγῶνος.

1180B,30

Ὅτι οἱ πολιτικοί, φησι, διδάσκουσι περὶ νομο‐ θετικῆς.

1180B,35

Τοῦτο λέγει, ὅτι οἱ μὲν πολιτικοὶ διδάσκουσι περὶ νομοθετικῆς· οἱ δὲ σοφισταὶ ἐπαγγέλ‐ λονται μὲν, οὐ πράττουσι δέ.

1181A,24

Ἃ γὰρ πράττουσιν οἱ πολιτικοὶ, ταῦτα οἱ νόμοι διορίζονται.

1096B,5

Ἀσυνάρμοστον μὲν πρὸς τὸ τῶν Πλατωνικῶν τὸ παρὸν φαίνεται· πλὴν ἴσθι ὅτι τὰς ἰδέας δογματίζων ὁ Πλάτων, τὸ ἓν ἐτίμα παρὰ τὰ πολλὰ, ἄλλο τὶ λέγων εἶναι τὸ τούτων συνεκτικὸν, δηλαδὴ τὸ ἕν. πρὸς γοῦν
5τοῦτο τὸ τιμᾶν τὸ ἓν, τί σοι χρεία ἰδεῶν; κρεῖττον γὰρ ἐποίουν οἱ Πυθαγόρειοι τὰς συστοιχίας ποιοῦντες τῶν τε ἀγαθῶν καὶ τῶν οὐκ ἀγαθῶν, καὶ ἐν τῇ ἀγαθῶν τάξει τὸ ἓν τάττοντες, καὶ οὕτω τιμῶν‐ τες αὐτό.

1199A,9

Οὕτως δοκεῖ τῷ Ἀριστοτέλει συνᾴδειν τὸν λόγον αὐτοῦ ταῖς δόξαις τῶν παλαιῶν· οἱ μὲν γὰρ εὐδαιμονίαν εἶπον πᾶσαν ἀρετὴν ἢ μίαν τούτων. ὁ δὲ εἶπεν, εὐδαιμονία ἐστὶ ψυχῆς
ἐνέργεια κατ’ ἀρετήν· κατασκευάζων οὖν πῶς συνᾴδει ταῖς δόξαις235
5τῶν παλαιῶν ὁ οἰκεῖος λόγος, φησὶ, ταύτης γὰρ τῆς ψυχῆς δηλαδή ἐστιν ἡ κατ’ αὐτὴν, ἤγουν τὴν ἀρετὴν, ἐνέργεια· καὶ γὰρ καὶ ἡ ἀρετὴ ψυχῆς ἐστιν ἐνέργεια, καὶ ἡ τῆς ψυχῆς κατ’ ἀρετὴν ἐνέρ‐ γεια ἀρετή ἐστιν.

1112A,11

Περὶ τούτων ἀμφισβη‐ τήσειεν ἄν τις· οὐ γὰρ πάντες προαιροῦνται ἃ μὲν ἴσασιν ἀγαθὰ, ἀλλ’ ἔνιοι ἠπάτηνται· οἱ γοῦν κακοὶ οὐκ ἴσασι κακὰ ἃ προαιροῦν‐ ται· ἄρ’ οὖν τὸ λεγόμενον ἐστὶν, ὅτι οἱ ἄνθρωποι ἃ οἴονται μάλιστα
5εἰδέναι ἀγαθὰ ὄντα, ταῦτα προαιροῦνται, δοξάζουσι δὲ ἃ οὐ πάνυ ἴσασι· περὶ πολλῶν γοῦν δόξας ἔχουσιν ἄνθρωποι, ὁμολογοῦντες μὴ ἀκριβῶς εἰδέναι. καὶ φαμὲν δοξάζειν μέχρι νῦν οὕτως, καὶ ἂν ἄλ‐ λως φανῇ, μεταθήσειν τὴν δόξαν.

1114A,12

Ἐνταῦθα ἄδικον καὶ ἀκόλαστον φησὶν οὐχὶ τὸν ἄκοντα καὶ ἀγνοοῦντα ποιοῦντα τί τούτων, ἀλλὰ τὸν ἑκουσίως κα‐ κουργοῦντα· καὶ ἀκολασταίνοντα τὸν ἑκουσίως τοῦτο δρῶντα.

1115A,24

Ὁ μὲν γὰρ ἀφόβως ἔχων πρὸς θάνατον ἐκ πολλοῦ προσδοκωμένου, οὐδὲν ἴσως πράττει μέγα· ἐκλύεται γὰρ πρὸς τὸ δέος τῷ χρόνῳ· ὁ δὲ πρὸς τὸν ἐξ ὑπογυίου θάνατον ἀδεῶς ἔχων τοῦ καλοῦ χάριν, ἀφ’ ἕξεως ἔχει τὴν
5ἀφοβίαν. προηγουμένως μὲν οὖν ὁ ἀνδρεῖος πρὸς τὸν καλὸν θάνατον ἀδεῶς ἔχει· ἕπεται δὲ αὐτῷ τὸ καὶ ἐν θανάτῳ καὶ ἐν νόσοις ἀδεὴς εἶναι, διὰ τὴν τῆς ψυχῆς παρασκευήν. Κατὰ ταῦτα λέγεται ἀν‐ δρεῖος ὁ ἐν θανάτῳ ἀδεής· οὐ γὰρ κατὰ τὴν αὐτὴν αἰτίαν ἄφοβός ἐστι, δι’ ἣν οἱ θαλάττιοι.

1115B,31

Ἐν οἷς οὖν δύναται, μιμεῖται τὸν ἀνδρεῖον ἁμαρτάνων· θρασύνεται γὰρ πρὸ τῶν δεινῶν, ἐν δ’ αὐτοῖς γενόμενος οὐχ ὑπομένει. Παράδειγμα δὲ τῶν τοιούτων, καὶ Ὅμηρος πεποίηκε τοὺς βαρ‐
5βάρους εἰπὼν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἶσαν· θρασυνομένων γὰρ ὁ πρὸ καιροῦ θόρυβος· οἱ δ’ ἀνδρεῖοι πρὸ τῶν δεινῶν ἡσύχιοι ὄντες, ὅταν ἐν τοῖς δεινοῖς γένωνται, τὸ θάρρος ἐν‐ δείκνυνται· παράδειγμα δὲ τούτων οἱ Ἕλληνες,
10οἳ δ’ ἄρ’ ἶσαν σιγῇ μένεα πνεόντες.

1116B,19

Τόπος ἐν Κορωνείᾳ τῆς Βοιωτίας ὁ Ἑρμαῖος λεγόμενος, ὃς μόνος πεδινός ἐστιν ἐν αὐτῇ, τῶν ἄλλων ἀνωμάλων ὄντων· ἐν ᾧ παρατεταγμένων ποτὲ Κο‐ ρωναίων, σὺν τοῖς βοηθήσασιν αὐτοῖς στρατιώταις εἰς μετατοίχιον236
5μετὰ τῶν Βοιωταρχῶν· ὅτε τὴν πόλιν κατέλαβεν καὶ τὴν ἀκρόπολιν εἶχεν καθ’ αὐτὸν Ὀνόμαρχος Φωκεὺς προδοθεῖσαν αὐτοῖς· αὐτοὶ μὲν μείναντες ἀπέθανον ὑπὸ τῶν ἀμφὶ τὸν Ὀνόμαρχον ἀποκλείσαντες τὰς πύλας, ἵνα αὐτοῖς μηδὲ βουληθεῖσιν ἐξῇ φυγεῖν καὶ καταλι‐ πεῖν τὴν πατρίδα· οἱ δὲ τῶν Βοιωτῶν βοηθήσαντες αὐτοῖς στρα‐
10τιῶται πρῶτα ἐκ τοῦ μετατοίχου ἔφυγον εὐθὺς ἐν ἀρχῇ τῆς μάχης, αἰσθόμενοι ἕνα τεθνηκότα τῶν Βοιωταρχῶν, Χάρωνα.

1120A,16

Ἔτι ἡ ἀρετὴ ἐν τῷ χαλεπωτέρῳ καὶ δυσκολωτέρῳ. ἔστι δὲ χαλεπώτερον τὸ προΐεσθαι τὸ οἰκεῖον τοῦ μὴ λαμβάνειν τὸ ἀλλότριον, ὥστε ἡ ἐλευθεριότης φαίνεται μᾶλλον περὶ τὴν δόσιν ἢ περὶ τὸ μὴ λαμβάνειν.
5Οἱ μὲν γὰρ δίκαιοι ἐνίοτε φθονοῦνται καὶ οἱ φρόνιμοι καὶ οἱ σοφοί· καὶ τοὺς σώφρονας δὲ ἔνιοι φορτικὸν νομίζουσι καὶ προσ‐ ποιητικόν· οἱ δὲ ἐλευθέριοι διαφερόντως φιλοῦνται· χαίρουσι γὰρ οἱ ἄνθρωποι λαμβάνοντες, διὸ καὶ τοὺς ἐπὶ πλέον δαπανηροὺς, καί‐ περ οὐκ ὄντας ἐλευθερίους, ὅμως φιλοῦσι, διότι ὅμοιόν τι ἔχουσι
10τοῖς ἐλευθερίοις.

1121A,30

Οἱ πολλοὶ οὐκ ἔχουσι ἄμφω τὰ εἰρημένα, λέγω δὲ τό τε διδόναι καὶ μὴ λαμβάνειν, ἀλλὰ συμφέρουσι καὶ μιγνύουσιν εἰς ταυτὸν ἀσωτίαν καὶ ἀνελευ‐ θερίαν· λαμβάνουσι γὰρ ὅθεν μὴ δεῖ συνεχῶς, ἵνα ἀναλίσκειν ἔχω‐
5σιν εὐχερῶς· ἅμα δὲ καὶ τοῦ καλοῦ μηδὲν φροντίζοντες οὐκ ὀκνοῦ‐ σιν αἰσχρῶς πορίζειν, διόπερ οὐδ’ ἐλευθέρια αὐτῶν αἱ δόσεις· οὔτε γὰρ τοῦ καλοῦ ἕνεκα διδόασι, ὥσπερ σκοπός ἐστι πᾶσι τοῖς ἐναρέτοις, οὔτε οὓς δεῖ εὐποιοῦσιν· ἀλλὰ τοὺς κόλακας ἢ τοὺς ἄλλην τινὰ ἡδονὴν πορίζοντας· διὸ οἱ πολλοὶ αὐτῶν ἀκόλαστοί
10εἰσι, τὸ δαπανηρὸν αὐτῶν ἐπάγοντες εἰς τὰς ἡδονάς.

1121B,4

Οἱ γὰρ ἀσθενέστεροι τὰ σώματα καὶ ἀδύνατοι τὰ πολλὰ καὶ ἀνελεύθεροι γίνονται, διὰ τὸ νομίζειν πολλῶν δεῖσθαι ἔτι δὲ καὶ διὰ τὸ νομίζειν συμφυεστέραν εἶναι τοῖς ἀνθρώποις τὴν
ἀνελευθεριότητα, δυσιατώτερόν ἐστιν· ἐλέχθη γὰρ ὅτι ἐφ’ ἃ ἀπο‐237
5κλίνομεν οἱ ἄνθρωποι, καὶ πρὸς ἅπερ ἁλώσιμοι ἐσμὲν, ταῦτα δυσί‐ ατα. ἀποκλίνουσι δὲ οἱ πλεῖστοι ἐπὶ φιλοχρηματίαν μᾶλλον.

1122A,34

Ἢ ἐπιστήμονα λέγει τὸν τεχνίτην· παντὸς γὰρ τεχνίτου τί πρέπον θεωρῆσαι ἑκάστου ἔργου· οἷον, σκυτοτόμου τὸ ποδὶ ἁρμόσαι ὑπόδημα, καὶ ἄλλου ἄλλο.

1123B,30

Ὥσπερ γὰρ ἐλέγο‐ μεν, ἑκάστη μὲν ἀρετὴ εἰδοποιεῖται τοῖς ὑποκειμένοις αὐτῇ· τὸ δὲ μεγέθος ἑκάστῃ ἐπιθετέον ἐν τῇ μεγαλοψυχίᾳ· μεγέθος γάρ τι τῇ ψυχῇ παραγίνεται σὺν τῇ ἕξει ταύτῃ· αὕτη δὲ παραγίνεται τε‐
5λειωθεισῶν τῶν ἀρετῶν πασῶν· καὶ προελθὼν λέγει κόσμον τινὰ εἶναι τῶν ἀρετῶν τὴν μεγαλοψυχίαν· μείζους γὰρ αὐτὰς ποιεῖ· πῶς δὲ μείζους, διότι μέγεθός τι προσγίνεται τῇ ψυχῇ τῶν ἐναρέ‐ των, καὶ ἐφ’ ἑκάστῃ λοιπὸν μέγα φρονεῖ ὁ σπουδαῖος, θεωρῶν τὴν ὑγείαν καὶ τὸ κάλλος αὐτοῦ τῆς ψυχῆς. διὰ τοῦτο χαλεπὸν τῇ
10ἀληθείᾳ μεγαλόψυχον εἶναι· δεῖ γὰρ τὴν τελείαν ἔχειν καὶ καλο‐ καγαθίαν, τοῦτο δὲ χαλεπόν.

1124A,15

Ὁ γὰρ εἰθισμένος τῶν μεγίστων αὐτὸν ἀξιοῦν, τῶν ἄλλων ἀγαθῶν καὶ κακῶν κρείτ‐ των ἐστιν· οἷον πλούτου, πενίας, δόξης, ἀδοξίας· ἁπλῶς τῶν περὶ τὸ σῶμα καὶ ἐκτὸς ἀγαθῶν καὶ κακῶν· μάλιστα γὰρ ἀγαθὰ
5ἡγεῖται τὰ περὶ ψυχὴν, ὧν ὑπαρχόντων αὐτῷ, ὑπ’ οὐδενὸς αὐτῶν οὐτ’ ἐπαίρεται, οὔτε καταπίπτει· οὐδὲ γὰρ πρὸς τὴν τιμὴν οὗτως ἔχει, ὥστε ἐξεπάχθεσθαι ὑπ’ αὐτῆς· ἀλλὰ τῆς μὲν παρὰ τῶν πολ‐ λῶν καὶ παντελὼς καταφρονεῖ, τὴν δὲ παρὰ τῶν σπουδαίων ἀποδέ‐ χεται μὲν εἰ γένοιτο, γινομένην δὲ, οὐ διὰ τοῦτο λανθάνει μὴ
10συμβαίνειν. Δύναται δὲ ἐν τῷ καταφρονεῖν τῶν πολλῶν, οὐκ ἐν τῷ κατ’ ἀρετὴν πράττειν· καταφρονεῖ δὲ τῶν πολλῶν, οὐχ ὥστε ὑβρίζειν, ἀλλ’ ὥστε μὴ θαυμάζειν τὰς παρ’ αὐτῶν τιμάς.

1124B,16

Τῶν Θηβαίων εἰσ‐ βαλόντων εἰς τὴν Λακωνικὴν, ἀπέστειλαν πρέσβεις οἱ Λάκωνες πρὸς Ἀθηναίους, ζητοῦντες συμμαχίαν· οἳ καταστάντες ἐν ταῖς Ἀθήναις, τὰ μὲν παρ’ αὐτῶν τοῖς Ἀθηναίοις γενόμενα ἀγαθὰ, οὐ
5λέγουσιν, ἵνα μὴ δόξωσιν ὀνειδίζειν, ἃ δὲ ἔπαθον ὑπ’ Ἀθηναίων καλὰ, ἀναμιμνησκόμενοι φράζουσι, προτρέποντες καὶ πάλιν τὰ ὅμοια παθεῖν.238

1125A,11

Ἀναγκαῖα ἐστὶ τὰ εἰς ἀναγκαίας χρείας τείνοντα· οὐκ ὀδυρεῖται δὲ τούτων στερού‐ μενος, ἀλλ’ οἴσει μετρίως· ὅθεν οὐ δεήσει ῥαδίως ὥστε τυγχάνειν αὐτῶν· τὸ γὰρ ὀλοφύρεσθαι περὶ τούτων ἢ δεῖσθαι ῥαδίως τοῦ
5σπουδάζοντος περὶ αὐτὰ καὶ ἡγουμένου μέγα ἀγαθὸν εἶναι τὴν κτῆσιν αὐτῶν· ὁ δὲ περιποιήσεται μὲν αὐτῷ τὰ ἀναγκαῖα ἀλλ’ οὐ μετὰ μεγάλης σπουδῆς, ἀλλ’ ἀποθανεῖν μᾶλλον αἱρήσεται ἢ αἰσχρῶς εὐπορεῖν αὐτῶν.

1125B,26

Ἦν μὲν γὰρ τὸ ὄνομα τῆς πρᾳότητος καὶ τοῦ πρᾴου παρὰ τοῖς πρὸ αὐτοῦ φιλο‐ σόφοις, ἀλλ’ ἐπὶ τὸν ἡσύχιον καὶ ἀόργητον .......... τοῦτο τὸ ὄνομα, τὸν δὲ ὅτε δεῖ, καὶ ὡς δεῖ τῇ ὀργῇ χρωμένον οὐ πάνυ τι
5πρᾷον ὠνόμαζον· ἀλλ’ ὁ Πλάτων πρᾷον ἅμα καὶ μ.......... ἠξίου λέγειν. ἐν γὰρ ταῖς κ. τ. λ. vix legi potest.

1126A,25

Οὗτοι ἐναντίοι εἰσὶ τοῖς ἰδίως καλουμένοις ὀργίλοις καὶ ἀκροχόλοις, ὥστε οὐ ῥάδιον ἅμα ἄμφω ἐν τοῖς αὐτοῖς γίνεσθαι ὅπερ εἶπεν. οἱ δὲ χαλεποὶ τὰ μὲν ἄλλα ἐοίκασι τοῖς πικροῖσι, ἐπὶ πολὺ γὰρ καὶ αὐτοὶ φυλάσσουσι
5τὴν ὀργὴν, καὶ τιμωροῦνται χαλεπῶς, καὶ δυσδιάλλακτοί εἰσι· δια‐ φέρουσι δὲ ὅτι φανερωτέραν ἔχουσι τὴν ὀργήν.

1127B,28

Φασὶ δὲ καὶ τοὺς Λακεδαιμονίους τῇ σφόδρα εὐτελείᾳ τῆς ἐσθῆτος ἀλαζονεύεσθαι. καὶ γὰρ εἰς τὸ πέρα τοῦ δέοντος εὐτελὲς ἄγαν, ἀλαζονικόν. μέχρι γὰρ τῶν γονάτων καὶ τῶν ἀγκώνων διήκουσα ἦν.

1131B,5

Ἐναλλὰξ κατὰ τοὺς γεωμέτρας ἐστὶ λόγος, λῆψις τοῦ ἡγουμένου ὡς ἑπόμενον πρὸς τὸ ἡγούμενον, καὶ τοῦ ἑπομένου ὡς ἡγούμενον πρὸς τὸ ἑπόμενον.

1131B,25

Ἰστέον ὅτι συναλλάγματα οἱ παλαιοὶ ἐκάλουν, οὐ μόνον ἃ ἑκόντες συνετίθεντο πρὸς ἀλλήλους ποιεῖν, ἀλλὰ καὶ τὰ ὑπὸ τῶν νόμων διηγορευμένα τε καὶ κελευό‐ μενα χρῄζειν τε καὶ συναλλάσσειν. καὶ τάχα δὲ κατὰ τοῦτο
5συναλλάγματα λέγεται, καθὸ πρὸς ἕτερον ἔχει τὴν ὕπαρξιν οὐ κατὰ τὸ ἑκούσιον· οὐδεὶς γὰρ μοιχεύει κατὰ συνάλλαγμα τοῦ τῆς μοιχευομένης ἀνδρὸς, οὐδ’ ὁ ἱεροσυλῶν ἱεροσυλεῖ κατὰ συνάλλαγμα, ἢ ὁ ὑβρίζων ὑβρίζει.239

1134A

Τὸ μὲν γὰρ καθόλου καὶ ὡρισμένον καὶ τεταγμένον τῷ λόγῳ· οἷον τὸ μὴ κλέψῃς ἄδικον ἐστὶν, ὅταν δὲ ἐν πράξει πρός τινος γένηται, ἀδίκημα ἐστὶν ὂν ἐν τοῖς καθέκαστα. ὁμοίως δὲ δίκαιον τὸ καθόλου καὶ ὡρισμένον,
5δικαίωμα δὲ, ὅταν πραχθῇ. Ἐπεὶ τὸ ἀδικεῖν ἅπαν ἑκάστου, καὶ τὸ δικαιοπραγεῖν ἅπαν ὡσαύτως, ὁμοίως ἀδικεῖσθαι δεῖ περὶ ἑκάτερον τούτων, τό τε ἀδι‐ κεῖσθαι καὶ τὸ δικαιοῦσθαι. ἢ γὰρ ἑκάτερον τούτων ἅπαν ἑκούσιον ἐστὶν, ἢ ἅπαν ἀκούσιον· ἢ τὸ μὲν ἑκούσιον τὸ δ’ ἀκούσιον. οὕτω
10γὰρ ἔχει τὸ πλῆρες τῆς διαιρέσεως. οὕτως οὖν ἀπορήσας πρὸς ἑκάτερον, λύει παρακατιὼν ἐπαπορῶν καὶ ἐπ’ αὐταῖς ταῖς **** καὶ λέγει, ὅτι ὥσπερ ἐπὶ τοῦ ἀδικεῖν καὶ δικαιοπραγεῖν ἐστὶ τὸ μέν τι καθ’ αὑτὸ, τὸ δὲ κατὰ συμβεβηκὸς, οὕτω δὴ καὶ τὸ ἀδι‐ κεῖσθαι καὶ δικαιοῦσθαι, τὸ μὲν καθ’ αὑτὸ, τὸ δὲ κατὰ συμβε‐
15βηκός. ὡς γὰρ ἐπὶ τοῦ ποιεῖν, οὕτω καὶ ἐπὶ τοῦ πάσχειν. ὡς γὰρ ποιεῖ τὸ ποιοῦν, οὕτω πάσχει τὸ πάσχον· ἑκάτερον γὰρ τῶν πρός τι. ὥστε εἰ ἔστιν ἄρα τό τε ἀδικεῖν καὶ τὸ δικαιοπραγεῖν, τὸ μὲν ἑκούσιον καθ’ αὑτὸ, τὸ δ’ ἀκούσιον καὶ κατὰ συμβεβηκός. καὶ ἡ μὲν ὅλη τοῦ τοιούτου θεωρήματος ἀγωγὴ τοιαύτη. τὰ δὲ παρα‐
20δείγματα ἐξ αὐτῆς ἀναλεκτέον τῆς Ἀριστοτέλους λέξεως.

1134A bis

ἀόριστος καὶ ὁ κάνων ἐστιν] Τὸ δὲ τῶν ἀορίστων τοὺς κανόνας ἀορίστως ἔχειν, καὶ συμμεταβάλλειν τοῖς ὁριζομένοις, σημείωσιν παρέθετο τὸν μολίβδινον κανόνα τῆς Λεσβίας οἰκοδομῆς. οὐ γὰρ ἐκ λείων λίθων καὶ ἴσως συντεθειμένων
5καὶ ἀπηυθισμένων ἡ καλουμένη Λέσβιος οἰκοδομὴ ᾠκοδόμητο. Λεσβία δὲ λέγεται οἰκοδομὴ, ὅτι ἐκείνοις ἦν σύνηθες τοῦτο εἰσ‐ οχὴν καὶ ἐξοχὴν ἔχοντας τοὺς λίθους ᾠκοδόμουν. ὡς οὖν ἐκεῖνος ὁ μολίβδινος κανὼν ἐσχηματίζετο ταῖς τῶν οἰκοδομουμένων λίθων ἀνωμαλίαις, οὕτω δὴ καὶ τὰ ψηφίσματα ταῖς τῶν πραγμάτων
10ἄλλοτε ἄλλως χρείαις συμμεταβάλλεται. Ad fin. lib. vi. Τὸ λογικὸν διττῶς λαμβάνεται ἐν τῷ ἀνθρώπῳ· τὸ μὲν ὡς λόγον ἔχον καὶ χρώμενον, τὸ δὲ ὡς λόγῳ ἐπιπειθὲς, ἅτε μὴ ἔχον αὐτὸ λόγον οἰκεῖον, καὶ διὰ τοῦτο οὐδὲ χρῆσθαι λόγῳ δυνάμενον. πῶς γὰρ τὸ χεῖρον τῷ κρείττονι χρήσεται, καὶ διὰ240
15τοῦτο οὐ λογικὸν καὶ ἄλογον ὁ ἄνθρωπος λέγεται, ἀλλ’ ἁπλῶς λογικόν· τὸ μὲν κατὰ θατέρου τῶν τρόπων, τὸ δὲ κατὰ θατέρου. ἀρετή ἐστι τέχνης] Καθόσον τοῦ ἀκριβοῦς ἐφάπτεται ἐν τῷ ὑποκειμένῳ αὐτῇ πράγματι, ἀνδριάντα, φέρε, ποιοῦσα, ἢ οἰκίαν ἢ τοιοῦτόν τι τεχνητόν.
20Ἤτοι οὐ κατὰ τήνδε ἢ τήνδε τὴν ὕλην, ἀλλ’ ἁπλῶς καὶ καθόλου.

1134A ter

περὶ τὰ αὐτὰ τῇ μὲν φρονήσει] Ἡ φρόνησις καὶ ἡ σύνεσις καὶ κατὰ χρόνον διαφέρουσιν· ἡ μὲν γὰρ πρὸ τῆς πράξεως καὶ τοῦ τέλους ἡ φρόνησις, ἡ δὲ μετὰ τὴν πρᾶξιν καὶ τὸ τέλος.

1134A quat

τῶν ἠθῶν ὑπάρχειν] Ὅτι, φησὶν, ἄλλη ἐστὶν ἡ φυσικὴ ἀρετὴ, καὶ ἄλλη ἡ κυρία, δῆλον ἐκ τῆς κοινῆς ὑπολήψεως τῶν πολλῶν. Πᾶσι γὰρ δοκεῖ ἕκαστα τῶν ἠθῶν ὑπάρχειν φύσει πῶς. ἤθη δὲ λέγομεν τὰ ἐκ φύσεως ἑπόμενα
5ταῖς ψυχαῖς ἰδιώματα· οὐ μόνον ἐπὶ τῶν λογικῶν ἀλλὰ καὶ τῶν ἀλόγων ζώων.

1134A quin

ὅταν τὸ ὕδωρ πνίγῃ] Λέγεται αὕτη ἡ παροιμία ἐπὶ τῶν ἀνθρώπων τῶν βλαπτομένων ἀφ’ ὧν οἴονται ὠφεληθῆναι. εἰ γὰρ ἀπὸ τῶν ὠφελίμων πραγμάτων βλάπτονται, τί ἂν οὗτοι πάθωσιν ὑπὸ τῶν μὴ δυναμένων ὠφελεῖν πραγμάτων
5ἀλλὰ βλάπτειν;

1134A sex

Σωκράτης συμβαίνειν] Ὃ γὰρ Σω‐ κράτης ἔλεγε, ἀδύνατον εἶναι τινὰ ἔχοντα ἐπιστήμην περισφάλ‐ λεσθαι κατὰ τὴν οἰκείαν ἐπιστήμην ἣν ἔχει, τοῦτο συμβαίνει κἀνταῦθα. ὁ γὰρ ἀκρατὴς οὐ σφάλλεται περὶ τὰ καθόλου, ὧν καὶ
5τὴν ἐπιστήμην ἔχει, ἀλλὰ περὶ τὰ μερικὰ, ὧν οὐκ ἔστιν ἐπιστήμη. οὐ γὰρ τῆς ἐπιστήμης παρούσης, ἣ κυρίως πάντων ἐστὶ καὶ κρα‐ τοῦσα, γίνεται τὸ πάθος, ἤτοι ἡττᾶται ὁ ἀκρατὴς ὑπὸ τοῦ πάθους· οὐδὲ ἡ αὐτὴ ἐπιστήμη ἕλκεται καὶ σύρεται ὑπὸ τῆς ἐπιθυμίας,
ἀλλ’ ἡ αἰσθητικὴ, ἤτοι ἡ μερικὴ δόξα, ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας.241
10περὶ γὰρ ταύτην σφάλλεται ὁ ἀκρατὴς, καὶ ταύτης τῆς μερικῆς δόξης κρατούσης, ἡττᾶται ὑπὸ τοῦ πάθους. τὸν γὰρ λόγον τὸν καθόλου λέγει μόνον, καὶ τῷ ἀέρι διαλύεται.

1148A,34

“Ὁ γὰρ Σάτυρος “τεθνηκότι τῷ πατρὶ ἀποκαρτερήσας ἀπέθανε.” Ἐρῶν γὰρ κόρης τινὸς, καὶ πρὸς τὴν μοιχείαν τὸν πατέρα εὑρὼν συνεργοῦντα, τοσοῦτον ἔκτοτε τὸν πατέρα ἐφίλησεν, ὥστε καὶ τοῦ πατρὸς τελευ‐
5τήσαντος, ἑαυτὸν κατεκρήμνισε. Ὁ τὴν μητέρα καθιερήσας καὶ φαγὼν] Ὁ Ξέρξης μανείς.

1148B

Ὁ μελαγχολικὸς χυμὸς κεκαυμένον ἐστὶν αἷμα, ὃ ταυτόν πως ἐστὶ τῷ ἐσβεσμένῳ ἄνθρακι, ὃν κάρβονον ὀνομάζουσιν· ἐφ’ ᾧ καὶ οἱ τὸν τοιοῦτον χυμὸν πλεο‐ νάζοντα ἔχοντες, ὁμοίως τούτῳ ὀρέγονται, ὥσπερ καὶ οἱ ὀξώδους
5χυμοῦ πλήρεις τῶν ὀξέων.

1150B,9

Θεοδέκτης τραγικὸς ἦν, καὶ παράγει τὴν χεῖρα δεδηγμένον τὸν Φιλοκτήτην ὑπὸ ὄφεως, καὶ μέχρι μὲν πολλοῦ, ἀντέτεινε πρὸς τὰς λύπας καὶ τοὺς πόνους, ὕστερον δὲ ἡττήθη καὶ ἐβόα, κόψατε τὴν ἐμὴν χεῖρα.
5οὗτος οὖν οὐ ῥηθήσεται μαλακὸς, διότι ἡττήθη ὑπὸ τῶν λυπῷν. μεγάλαι γὰρ ἦσαν αὗται· ἀλλὰ συγγνωμονικόν ἐστι. καὶ ὁ Καρ‐ κῖνος τραγικὸς ἦν. ὁ δὲ Κερκύων εἶχε θυγατέρα τὴν Ἀλόπην· μαθὼν δὲ ὅτι ἐμοιχεύθη ἡ αὑτοῦ θυγάτηρ Ἀλόπη, ἠρώτησεν αὐτὴν τίς ὁ μοιχεύσας, λέγων, εἴ μοι τοῦτον εἰποῖς, οὐδόλως ἂν λυπηθῇς
10εἶτα εἰπούσης τῆς Ἀλόπης τὸν αὐτὴν μοιχεύσαντα, οὐκέτι ὁ Κερ‐ κύων ὑπὸ τῆς λύπης ἔφερε ζῆν, ἀλλὰ τὸ ζῆν ἀπελέγετο. οἷον καὶ ὁ Κερκύων, ὁ ὑπὸ τοῦ Καρκίνου παραγόμενος ἡττηθεὶς ὑπὸ τῶν λυπῶν, οὐ μαλακὸς ῥηθῆ. ὥσπερ καὶ ὁ πειρώμενος κατέχειν τὸν γέλωτα, εἶτα ἀθρόον ἐγκαγχάζει, τοιοῦτος καὶ ὁ Κερκύων, μέχρι
15μὲν πολλοῦ πρὸς τὴν λύπην ἀντέτεινεν, εἶτα ἡττήθη, ὥσπερ καὶ ὁ Ξενοφάντης.

1153A

Πάλιν ἐδόξαζόν τινες, ὅτι ἐπεὶ τὸ ἡδὺ μισεῖ ὁ σώφρων, καὶ ἐπεὶ ὁ φρόνιμος τὸ ἄλυπον διώκει καὶ ζητεῖ, καὶ τὰ παιδία καὶ τὰ θηρία τὸ ἡδὺ ζητεῖ, λοιπὸν ἡ ἡδονὴ οὐκ ἔστιν ἀγα‐
θόν. πειρᾶται οὖν λύειν τὰς τοιαύτας δόξας.242

1160A

Ὁ γὰρ κλῆρος τοῦ κληροῦντος ἐστὶ κλῆρος, καὶ ἴδιος ἐστὶ τοῦ λαμβάνοντος· ἐξ οὗ καὶ κλῆρος λέγεται πατρικὸς ὁ ἴδιος τινὸς τῶν παίδων γενόμενος. ὁ οὖν ἰδιοποιούμενος τὰ τῆς πολιτείας, οὐκ ἂν κληθείη κυρίως βασιλεὺς, ἀλλὰ κληρωτὸς
5βασιλεύς· ὥσπερ ἂν εἴτις εἴπῃ κίβδηλον δραχμὴν, τὴν παρα‐ κεχαραγμένην. Ὅπερ ἐστὶ τὸ ἐκ τοῦ σώματος καὶ τῆς ἐντελεχείας, ἥτις ἐντελέχεια ἐστὶν ἡ ἄλογος καὶ ἀχώριστος τοῦ σώματος ζωὴ, καὶ σὺν αὐτῷ φθειρομένη.
10Οἱ Ἐπικούρειοι καί τινες τῶν ὕστερον Στωϊκῶν μετεδίδοσαν καὶ τοῖς ἀλόγοις εὐδαιμονίας. Τῶν πολλῶν καὶ μεγάλων εὐποροῦντα, ἀλλὰ τὸν ἐν ἀμφοτέροις ὄντα, τῷ τε μέτρια κεκτῆσθαι, καὶ τῷ πράττειν τὰ κάλλιστα. Κακοδαίμονα τὸν Ἀναξαγόραν οἱ πολλοὶ ἐκάλουν, διὰ τὸ μὴ
15πολλῶν εὐπορεῖν, καίτοι πλουσιώτατον ὄντα τὴν θεωρίαν, καὶ τῷ ὄντι εὐδαιμονέστατον. Ὃ λέγει τοιοῦτον ἐστίν· οὐ χρεία νόμων ἐστὶν ἐκείνων μόνων τῶν διακελευομένων περὶ τῆς τῶν παίδων ἀγωγῆς, ἀλλὰ καὶ ἑτέρων ἄλλων τῶν διαγορευόντων τίνα δεῖ ἐπιτηδεύειν ἀνδρωθέντας.
20δῆλον δὲ ὡς ἄλλα μέν ἐστιν ἐπιτηδευτέον τοῖς νέοις, καὶ ἄλλα τοῖς ἀνδράσι, καὶ ἕτερα τοῖς παρακμάσασι. τοιούτων τε χρεία
νόμων, καὶ ἔτι τοῦ πῶς τὸν ἅπαντα βίον διοδευτέον.243