TLG 5015 002 :: SCHOLIA IN ARISTOTELEM :: Scholia in Aristotelis sophisticos elenchos (scholia recentiora) SCHOLIA IN ARISTOTELEM Schol. Scholia in Aristotelis sophisticos elenchos (scholia recentiora) Citation: Scholion — (line) | ||
t | SCHOLIA MISCELLANEA IN SSOPHISTICOS ELENCHOS. | |
1(t) | PROLEGOMENA. | |
1A(l) | Codd. 24: 199r, 222: 219v (Comm. IV). | |
1 | Ἔστι δὲ ὁ ἐριστικὸς λόγος ὁ αὐτὸς τῷ σοφιστικῷ ἐλέγχῳ. “Σοφιστικοὶ” δὲ “Ἔλεγχοι” ἐπιγράφονται οὐχ ὅτι τοὺς σοφιστὰς ἐλέγχουσιν, ἀλλ’ ὅτι διά 〈τινοσ〉 τῶν τρόπων, ὧν μέλλει παραδώσειν, δοκοῦσιν ἐλέγχειν τοὺς τῆς συλλο‐ | |
---|---|---|
5 | γιστικῆς μεθόδου ἀπείρους. | |
1B(l) | Codd. 24: 199r, 222: 219v (Comm. IV). | |
1 | Σκοπὸς τοῦ παρόντος βιβλίου ἐστὶ τὸ πῶς οἱ παλαιοὶ ἔ‐ πλεκον τὰ σοφίσματα, καὶ πῶς αὐτὰ λύειν θέλουσιν οἱ κατασοφιζόμενοι. | |
1C(l) | Codd. 24: 199r, 222: 219v (Comm. IV). | |
1 | Ἰστέον ὅτι ὅταν μὲν ἀφ’ ἑαυτοῦ ὁ Ἀριστοτέλης γράφῃ καὶ ἐφευρήσῃ τι, ἡ ἐπιγραφὴ γράφεται κατ’ εὐθεῖαν ὡς “Αἱ Δέκα Κατηγορίαι”, ὅταν δὲ περί τινος προσποιηθέντος μέλλῃ γράφειν, γράφεται ἡ ἐπιγραφὴ κατὰ γενικήν. ἡ | |
5 | ἐνταῦθα ἐπιγραφὴ κατὰ γενικήν. | |
2(l1) | 164a20 καὶ | |
l2 | Codd. 24: 199rI, 192: 136rI. | |
1 | ἤτοι | 321 |
3(l) | 164a20 καὶ τῶν φαινομένων | |
3A(l) | Codd. 24: 199rI, 222: 219vI (Comm. IV). | |
1 | Ἐκ παραλλήλου κεῖται. | |
3B(l) | Cod. 192: 135vI. | |
1 | Τὸ γὰρ δοκεῖν ἐλέγχειν ἐστὶ τὸ κυριώτερον τέλος τῶν σοφισμάτων. | |
4(l1) | 164a21 ὄντων δὲ παραλογισμῶν | |
l2 | Codd. 24: 199rI, 222: 219vI (Comm. IV). | |
1 | ἤτοι ἀπάτης ἀλλ’ οὐ κυρίως ἐλέγχων. | |
5(l1) | 164a23 ὅτι μὲν οὖν | |
l2 | Codd. 24: 199r, 222: 219v (Comm. IV). | |
1 | Προθέμενος εἰπεῖν περὶ τῶν σοφιστικῶν ἐλέγχων διαλαμβά‐ νει πρῶτον περὶ τῆς διαιρέσεως αὐτῶν λέγων· τῶν σοφιστι‐ κῶν ἐλέγχων οἱ μέν εἰσι συλλογισμοὶ ἐκ φαινομένων ἐνδό‐ ξων, οἱ δὲ φαινόμενοι συλλογισμοί, οὐκ ὄντες. εἶτα πι‐ | |
5 | στοῦται αὐτὸ τοῦτο δι’ ἐπαγωγῆς· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων, τῶν τῇ αἰσθήσει ὑποπιπτόντων, διά τινος ὁμοιότη‐ τος γίνεται, καὶ ἐπὶ τῶν λόγων, τουτέστι τῶν συλλογισμῶν, ὡσαύτως ἔχει. εἶτα ἀπαριθμεῖται αὐτά. | |
6(l1) | 164a24 ὥσπερ γὰρ | |
l2 | Codd. 24: 199rI, 222: 219vI (Comm. IV). | |
1 | καὶ ἐπὶ τῆς αἰσθήσεως καὶ αἰσθητῶν †ἀνα† Μιχαὴλ τὸν Ἐφέ‐ | |
σιον καὶ Εὐστάθιον τὸν Λαοδικέα φιλόσοφον. | 322 | |
7(l) | 164a24 τοῦτο γίνεται | |
7A(l) | Codd. 24: 199rI, 201: 165rI. | |
1 | τὸ ἀπατᾶσθαι. | |
7B(l) | Cod. 222: 219vI. | |
1 | γίνεται ἡ ἀπάτη. | |
7C(l) | Codd. 24: 199rI, 222: 219vI (Comm. IV). | |
1 | Δοκεῖ γὰρ τῷ μὴ ἀκριβῶς ὁρῶντι ὁ λύκος κύων καὶ ἡ φάττα περιστερά. | |
8(l) | 164a27 φυλετικῶς φυσήσαντες | |
8A(l) | Codd. 24: 199rI, 222: 219vI (Comm. IV). | |
1 | Ἐκ μεταφορᾶς τῶν φυλῶν, ὥσπερ ἐκεῖναι ἐκαλλωπίζοντο τὸ παλαιόν. | |
8B(l) | Cod. 192: 136r. | |
1 | Εἰωθὸς ἦν τοῖς μέλλουσιν ἑορτάζειν τὰ Διονύσια καὶ τὰς λοιπὰς ἑορτὰς συνάγεσθαι κατὰ φυλὰς καὶ γειτονίας καὶ ποιεῖν ἀρχιγείτονα καὶ τὰ πρόβατα φυσᾶν ἵνα φαίνωνται εὐτραφῆ. | |
9(l1) | 165a1 τεθέντων | |
l2 | Codd. 203: 202(192)rI, 241: 228vI, 248: 291vI, 255: | |
l3 | 347vI, 1845: 177rI, 1917: 479vI, 2019: 177rI, 7204: 266vI. | |
1 | ὁμολογουμένων καὶ οὐχ ὑποθετικῶς λαμβανομένων | 323 |
10(l1) | 165a3 οἱ δὲ | |
l2 | Codd. 24: 199v, 222: 220r (Comm. IV). | |
1 | Οἱ δὲ σοφισταὶ τοῦτο οὐ ποιοῦσι, δοκοῦσι δὲ τοῦτο ποι‐ εῖν διὰ πολλὰς αἰτίας, ἤτοι ιγʹ τρόπους, ὧν εἷς ὁ διὰ τῶν ὀνομάτων, 〈λέγων διὰ τῶν ὀνομάτων〉 ἢ τὸν ἐκ τῆς ὁμωνυμίας ἢ τὸν ἐκ τῆς ἀμφιβολίας ἢ καὶ ἀμφοτέρους. | |
5 | καὶ εἷς μὲν εὐκολώτατος καὶ κοινὸς ὁ διὰ τῆς ὁμωνυμίας. εἶτα ἐπάγει τὴν τούτου αἰτίαν· ἐπεὶ γὰρ οὐκ ἔστι, φησί, τὰ πράγματα τὰ τῇ αἰσθήσει ὑποπίπτοντα 〈***〉, εὗρον οἱ ὀνοματοθέται ὀνόματα κατὰ πολλῶν κατηγορούμενα. ἐν γοῦν ταῖς διαλέξεσιν οὐ τοῖς πράγμασι χρώμεθα ἀλλὰ τοῖς ση‐ | |
10 | μαντικοῖς ὀνόμασι τούτων 〈***〉 ὡς τὸ ‘κύων‘ ὄνομα ση‐ μαίνει πολλά. | |
11(l1) | 165a9 καθάπερ ἐπὶ | |
l2 | Cod. 525: 256r. | |
1 | Ὥσπερ οὖν τοὺς λογιστὰς καὶ τὰς ψήφους ἴσμεν συναληθεύοντα καὶ ἐξισάζειν τούτοις τὰ πράγματα (ἐν ὅσοις γὰρ ἐκεῖνοι τὴν ψῆφον προφέρουσι καὶ τὰ ἀριθμηθέντα τοιαῦτα ἐστιν· οἷον εἰ βούλοιτό τις τυχὸν πεντήκοντα ναῦς ἀπὸ τῶν ἑκατὸν ἀριθμῆσαι | |
5 | τοῦ Ἀγαμέμνονος, τοσαῦταί εἰσιν αἱ κατηριθμημέναι ὅσας ὁ λογιζόμενος κατηρίθμησε καὶ οὐ πλείους τῶν πεντήκοντα οὐδ’ ἐλάττους)· οὕτως †δοκῶμεν† ἔχειν καὶ ἐπὶ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων. τὸ δὲ οὐκ ἔστιν ἀλλ’ ἔγνωσται μὲν τῇ φύσει τὰ | |
πράγματα καὶ τούτοις ἐπιμειξία ἐστιν οὐδαμῶς. καὶ τὸ τῶν | 324 | |
10 | λόγων πλῆθος, τουτέστιν αἱ περὶ τῶν πραγμάτων ἔννοιαι καὶ οἱ λόγοι, αὐτὰ λέγω τὰ ὀνόματα καὶ τὰ ῥήματα, τῇ φύσει πεπέρανται. εἰ δὲ καὶ τῇ φύσει τὰ πράγματα ἔγνω‐ σται, ἀλλ’ ἡμῖν ἐστιν ἄγνωστα καὶ ἄπειρα τῷ ἀριθμῷ. διὰ τοῦτο καὶ ἀναγκαῖόν ἐστι μᾶλλον διὰ τῆς ὁμωνυμίας | |
15 | συλλέγειν αὐτὰ καὶ οἷον εἰπεῖν ἐν ἐπιστήμῃ γίνεσθαι τούτων. ἀλλὰ δὴ καὶ τῷ μὴ εὐπορῆσαι τοὺς πάλαι ἓν ἑκά‐ στῳ ὄνομα θεῖναι δι’ ἑνὸς ἐδήλωσαν πλείονα. ἐκ δὴ τού‐ των συμβέβηκε τοῖς ὀνόμασι γίνεσθαι τὴν ἀπάτην. | |
13(l1) | 166b21 τῶν δ’ ἔξω τῆς λέξεως | |
l2 | Cod. 1018: 612v—615r (sic!). | |
1 | εἴδη εἰσὶν ἑπτὰ παραλογισμῶν τῶν ἔξω τῆς λέξεως· εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, ὡς ὅταν τὸ ὑπάρχον τῷ κατηγο‐ ρουμένῳ ἀξιωθῇ ὑπάρχειν καὶ τῷ ὑποκειμένῳ. δεύτερος δὲ παρὰ τὸ πῂ καὶ ἁπλῶς, ὡς ὅταν τὸ πῂ ὑπάρχον καὶ ἁπλῶς | |
5 | ἀξιωθῇ ὑπάρχειν, ὡς εἰ ὁ αἰθίοψ λευκὸς τοὺς ὀδόντας καὶ ἁπλῶς λεχθείη λευκός. τρίτος ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄ‐ γνοιαν, οἷον ‘τὰ δύο διπλάσια‘. τέταρτος ὁ παρὰ τὸ ἑπό‐ μενον, ὡς τὸ ‘ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστι‘. πέμ‐ πτος ὁ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, ὡς ὅταν τὸ ζητούμενον | |
10 | λέγῃ ὡς ὁμολογούμενον, ὡς ‘τὸ ἄφθαρτον ἀθάνατον‘. ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ὡς τὸ εἰπεῖν ‘τὸ ζῷον | |
παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κό‐ ρακι‘. ἕβδομος δὲ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν, ὡς ἐπὶ τῶν δύο Αἰάντων. | 325 | |
14(l1) | 166bσυμβεβηκέναι | |
l2 | Codd. 24: 201v, 35: 404v, 1024: 271v, 7205: 268v | |
1 | ὅτι τὸ ‘ἄνθρωποσ‘ ὄνομα ἕτερον τοῦ Κορίσκου. τὰ γὰρ κύρια ὀνόματα ὑποστάσεως δηλωτικά, τὰ δὲ εἰδικὰ φύσεως. καὶ τὰ κύρια κατὰ συμβεβηκός, κατὰ σχέσιν, κατὰ μνήμην, κατὰ ἐλπίδα· τὰ δὲ εἰδικὰ κατὰ φύσιν. | |
15(l1) | 168b4 ὁμοίως | |
l2 | Cod. 87: 265r (manus vet.). | |
1 | Οὐ περὶ τῶν ἄλλων φησὶ παραλογισμῶν τὸ “ὁμοίως”· οὐ γὰρ ὡσαύτως κἀκεῖνοι εὐθύνονται. ἀλλὰ τὸ “ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων” νοεῖσθαι δεῖ ὅτι καὶ ἐπὶ τῶν ἄλλων πα‐ ραλογισμῶν τῶν παρὰ τὸ συμβεβηκός, καὶ εἴη ἂν σαφέστε‐ | |
5 | ρον †εἰπεῖν τὸ “ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλω픆 ἐλλεῖπον | |
τὸ παράδειγμα τῶν παρὰ τὸ συμβεβηκὸς ἐχόντων τὴν ἀπάτην. | 326 | |
16(l1) | 169a29 τῶν δὲ παρὰ | |
l2 | Codd. 1917: 502r, 2019: 185r. | |
1 | Περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντος παρα‐ λογισμοῦ τὸν λόγον ποιῶν ἔτι περὶ τοῦ αὐτοῦ τούτου διέξεισι καί φησιν ὅτι μάλιστα δὲ συμβαίνει ἡμᾶς ἀπα‐ τᾶσθαι διὰ τὴν ὁμοιοσχημοσύνην ταὐτὸν εἶναι τὸν καθό‐ | |
5 | λου ἄνθρωπον καὶ τὸν μερικόν, τὸν Σωκράτη· ἐπεὶ γὰρ κἀκεῖνος, ὁ καθόλου, ‘ἄνθρωποσ‘ λέγεται, καὶ οὗτος, ὁ μερικός, ‘ἄνθρωποσ‘, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁ‐ μοιόσχημον. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· ὡς γὰρ ἐν ταῖς Κατηγορίαις εἴρηται, τῷ μὲν ἑνὶ καὶ τῇ πρώτῃ οὐσίᾳ τὸ | |
10 | τόδε τι ἁρμόττει, ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμε‐ νόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅ‐ σον τῷ σχήματι τῆς προσηγορίας ὅτι τόδε τι σημαίνει, | |
οὐ μὴν ἀληθές. | 327 | |
17(l1) | 169b25 ἔστι δ’ ἡ πειραστική | |
l2 | Cod. 1917: 503v—504r. | |
1 | Κοινωνεῖ ἡ πειραστικὴ τῇ διαλεκτικῇ καθόσον καὶ ἀμφό‐ τεραι ἐκ τῶν δοκούντων συλλογίζονται, διαφέρουσι δὲ ὅτι ἡ μὲν διαλεκτικὴ ἐκ τῶν πᾶσι δοκούντων συλλογίζε‐ ται ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, ἡ δὲ πειραστικὴ | |
5 | καὶ οὐκ ἐκ τῶν δοκούντων πᾶσιν ἢ τοῖς σοφοῖς ἢ τοῖς πλείστοις, ἀλλ’ ἐκ τῶν δοκούντων μὲν ἐκείνῳ μόνῳ πρὸς ὃν συνίστησι τὴν διάλεξιν καὶ ὃν βούλεται †πειρᾶται† ἐ‐ λέγξαι. διαφέρουσι δὲ καὶ ἀμφότεραι τῆς σοφιστικῆς ὅ‐ τι ἡ μὲν διαλεκτικὴ καὶ ἡ πειραστικὴ εἰς ἀντίφασιν | |
10 | περιάγουσαι τὸν προσδιαλεγόμενον ἐλέγχουσιν αὐτὸν ὡς ἀγνοοῦντα καὶ τὸ ψεῦδος ἐμφανίζουσιν, ἡ δὲ σοφιστικὴ οὐδαμοῦ τὸν προσδιαλεγόμενον ὡς ἀγνοοῦντα ἐλέγχει ἢ τὸ ψεῦδος ἐμφανίζειν δύναται· ἐξ ὁμωνύμων γὰρ καὶ ἀμ‐ φιβόλων πλέκουσα τὸν συλλογισμόν, ἄδηλον γίνεται εἰ | |
15 | ἐλέγχεται ὁ προσδιαλεγόμενος ἢ ἀγνοεῖ. | |
18(l1) | 171a37 ἔστι δ’ ἐναντία | |
l2 | Codd. 24: 207v, 124: 254r, 255: 359rI, 1024: 281r, | |
l3 | 7204: 276r. | |
1 | Ἐναντία τὸ ψεῦδος καὶ τὸ ἀληθές. ἀλλὰ τὸ μὲν ἀληθὲς γνωστόν, τὸ δὲ ψεῦδος ἄγνωστον ἐπιστήμῃ· τοῦ γὰρ ψευ‐ δοῦς ἐπιστήμη οὐκ ἔστι καθ’ αὑτό, ἐπεὶ ἡ ἐπιστήμη τῶν ὄντων, τὸ δὲ ψεῦδος μὴ ὄν. ἐναντίον δὲ καὶ τὸ πεπερα‐ | |
5 | σμένον τῷ ἀπείρῳ, καὶ τὸ μὲν πεπερασμένον γνωστόν, τὸ δὲ ἄπειρον ἄγνωστον. | 328 |
19(l) | 173a19 ἀμφοτέρως | |
19A(l) | Cod. 24: 209vI. | |
1 | Ἀμφοτέρως γὰρ ἡ φύσις καὶ ὁ νόμος συναγορεύει. | |
19B(l) | Cod. 7203: 138v. | |
1 | Τὸ “ἀμφοτέρως” τινὲς πρὸς τὸ κατὰ φύσιν καὶ κατὰ νόμον εἰσλαμβάνουσι. ὁ δὲ Ἐφέσιος οὐχ οὕτως, ἀλλ’ ὅτι ὃ ἂν ὁ ἀποκρινόμενος φῇ, διὰ τοῦ ἑτέρου ἐλέγχεται ἄδοξα λέ‐ γων. | |
20(l1) | 178a4 Δῆλον δὲ | |
l2 | Cod. 87: 279r (manus vetus). | |
1 | Δῆλον δέ, φησί, καὶ τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως σοφίσμασι πῶς ἀπαντητέον. | |
21(l1) | 178b36 ὃ μὲν ἅπαν | |
l2 | Cod. 87: 280r (manus vetus). | |
1 | Τουτέστιν ὅτι δυνατόν ἐστιν ἐπὶ μέν τινος μαθήματος ἄπαν εἰπεῖν, οἷον ὅτι καὶ εὗρον ἐγὼ καὶ ἔμαθον παρὰ ἄλλου, ἐπὶ δέ τινος οὐχ ἅπαν, ἀλλ’ ἢ τὸ εὑρεῖν μόνον | |
ἢ τὸ μαθεῖν παρὰ ἄλλου. | 329 | |
22(l1) | 181b22 φανερὸν | |
l2 | Codd. 87: 284r (manus vetus), 1971: 134v (m. rec.). | |
1 | Φανερόν, φησίν, ὅτι ἐὰν ὁ ἐρωτώμενος 〈πλείω〉 ἐρωτηθεὶς φήσῃ καὶ ἀποφήσῃ κατ’ αὐτῶν, οὐ λέγει ἀδύνατον· οὐδὲν γὰρ κωλύει, ἐπεὶ πλείω ἐρωτήθη, ἐπὶ μέν τινων ἁρμόζειν τὴν φάσιν ἐπὶ δέ τινων τὴν ἀπόφασιν· τοῦτο δὲ οὔτε ἔ‐ | |
5 | λεγχος οὔτε ἀδύνατον· ὁ γὰρ ἔλεγχος τὸ αὐτὸ κατὰ τοῦ | |
αὐτοῦ φάσκει καὶ ἀποφάσκει. | 330 |