TLG 5014 023 :: SCHOLIA IN ARISTOPHANEM :: Commentarium in ranas (scholia recentiora Tzetzae) (cod. Ambrosianus gr. C 222 inf.) SCHOLIA IN ARISTOPHANEM Schol. Commentarium in ranas (scholia recentiora Tzetzae) (cod. Ambrosianus gr. C 222 inf.)
Cf. et 5014 018 Citation: Dramatis personae-scholion — verse — (line) | |||
ind per rant | ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ | ||
ind per ran1 | Ξανθίας οἰκέτης, ὃς καὶ προλογίζει τῷ ἀναφόρῳ τὸν ὦμον θλιβόμενος· | ||
Διόνυσος· χορὸς μυστῶν· νεκρός· Χάρων· Αἰακός· χορὸς βατράχων· | |||
5 | πανπανδοκεύτρια· Εὐριπίδης· ἑτέρα παν‐ δοκεύτρια· Αἰσχύλος· Πλούτων· | ||
---|---|---|---|
Ἡρακλῆς. | |||
sch ran8 | τἀνάφορον] ἀλλακτόν. | ||
sch ran27 | οὔκουν] οὐχί | ||
sch ran67 | Εὐριπίδου καὶ ταῦτα: οἱ πλείους τοὺς τρεῖς στίχους καὶ τὸ ἡμιστίχιον ἀπὸ τοῦ “τοιουτοσὶ τοίνυν με” μέχρι τοῦ “μὂὐκ | ||
5 | ἐλθεῖν ἐπ’ ἐκεῖνον” ἑνὸς προσ‐ ώπου φασὶ τοῦ Διονύσου· τινὲς δὲ μέχρι τοῦ “Εὐριπίδου καὶ ταῦ‐ τα”· εἶτα τὸ “τοῦ τεθνηκότος”. λέγουσιν, Ἡρακλῆς φησιν, καὶ πάλιν | ||
10 | αὐτοῦ Διονύσου τὸ “κοὐδείς γέ | ||
μ’ ἂν”. | |||
sch ran76 | πρότερον] ἢ τῇ ἡλικίᾳ, ἢ | ||
τιμιώτερον. | |||
sch ran82 | εὔκολος] ἁπλοῦς. | ||
sch ran266 | (v.l.) | τὸ] τῷ. | |
sch ran277 | νῷν] ἡμῖν. | ||
sch ran279 | ἐκεῖνος] ὁ Ἡρακλῆς. | ||
sch ran283 | τινι] θηρίῳ. | ||
sch ran293(12) | ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει· ἐπάλμενος ὀξέϊ δουρί· “μεθαρμοζόμενος” | ||
15 | νήϊά τε ξύλα πολλά, τά τ’ ἄρμενα νηυσὶ πέλονται· | ||
sch ran308 | ὁδὶ] ὁ ἱερεύς. | ||
sch ran311 | χρόνου πόδα] ἤγουν τὸν | ||
Εὐριπίδην. | |||
sch ran330a | , ἀλλὰ καὶ κισσίνῳ· κἂν τοῖς συμ‐ ποσίοις τὸ παλαιὸν μυρσίναις ἐστέ‐ | ||
φοντο. | |||
sch ran364 | Ἐπίδαυρον] πόλιν λακω‐ | ||
νικήν. | |||
sch ran366a | Κινησίαν δ’, ὡς πρὶν εἴπομεν, τὸν | ||
διθυραμβοποιὸν κωμῳδεῖ. | |||
sch ran377 | ἔμβα] χόρευε. | ||
sch ran418 | φράτορας] συγγενεῖς. | ||
sch ran452 | (v.l.) | ἣν] ὃν. | |
sch ran474a | πλευμόνων: τῶν πνευ‐ μόνων· δωρικῶς ἀντὶ τοῦ λ, ν γράφουσι· | ||
ἦνθον τοι ποιμένες, τοι βουκόλοι. | |||
5 | οὕτω Δωριεῖς ἀντὶ τοῦ λ, ν γράφου‐ σιν, Ἀττικοὶ δὲ ἀντὶ τοῦ ν, λ. | ||
sch ran474b | (v.l.) | πλευμόνων] πνευμό‐ | |
νων. | |||
sch ran482 | (v.l. | οἶσε] οἶσαι. | |
sch ran485 | εἰς τὴν κάτω μου κοι‐ | ||
λίαν: εἰς τὴν περὶ τὰ παιδοσπόρα. | |||
sch ran507 | κολλάβους] ἄρτους. | ||
sch ran508 | ἐπαινῶ] παραιτοῦμαι. | ||
sch ran513/14 | ἤδ’ ἔνδον: ἤδη ἔνδον | ||
ἐστὶ καὶ αὐλητρίς. οὐ γὰρ “ἥδε” καὶ αὕτη, φησίν, ἡ αὐλητρίς· ἐκθλίβεται | |||
γὰρ τὸ η τὸ μακρόν. | |||
sch ran518 | εἰσῄρετο ἡ τράπεζα: | ||
εἰσήγετο. | |||
sch ran540 | Θηραμένους] τοῦ. | ||
sch ran548b | ἐξέκοψε τοὺς χοροὺς: | ||
sch ran558 | τάριχος: | ||
κρέας ἁλιστὸν εἴτε καὶ ἰχθὺν νόει. | |||
sch ran574 | , ἐν ᾧ οἱ κακοῦργοι ἐρρίπτοντο καὶ ἀνῃροῦντο. | ||
sch ran575 | τὸν λάρυγγα: ἓν δοκοῦσιν εἶναι πολλοῖς ἡ φάρυγξ καὶ ὁ λάρυξ· | ||
δύο δέ εἰσιν ἔνδον | |||
sch ran603 | ὀρίγανον] δριμύ. | ||
sch ran606 | ἀνύετον] σπεύδετον. | ||
sch ran615a | ποήσω] ποιήσω. | ||
sch ran615b | εὐγενές. | ||
sch ran618/19 | ἐν κλίμακι: ὁ σοφὸς σχολιογράφος ἐνθάδε τι λέγειν οὐκ ἔχων λαλεῖν οὐκ αἰσχύνεται, ἀλλ’, ἡδύσματος ἕνεκα λόγου, καὶ ἅ φησι κατὰ ῥητὸν | ||
5 | ἐγγραπτέον μοι. “τὸ “ἐν” πρὸς τὸ “δήσας”· ποία δέ τις ἐγένετο λύμη, σοφώτατε, εἰ τὸ μὲν νοηθείη, ὥσπερ καὶ ἔχει, “ἐν κλίμακι δήσας”, ἐκεῖνο δὲ | ||
10 | “κάππεσον ἐν Λήμνῳ”; ἀλλὰ δεξιοῦ καὶ πυκνοῦ τὰς φρένας ἀνδρός ἐστιν ἐφερμηνεύειν, ὅτι τὸ “ποτνιᾶται” | ||
πρὸς τὸ “ὑποποτνιᾶται” σημαίνει. | |||
sch ran621a | πλὴν] ἄνευ. | ||
sch ran621b | πράσῳ] ἐν. | ||
sch ran628 | τινὶ] ἤγουν σοί. | ||
sch ran632 | ἀπὸ κοινοῦ τὸ “φημί” λάμ‐ | ||
βανε εἰς τὸ “τοῦτον δὲ δοῦλον”. | |||
sch ran646a | καὶ πῶς οὐκ ἔπταρον, ἤτοι πῶς οὐδέ, ὡς οἱ νυττόμενοι λεπτῷ ξυλαρίῳ τὴν | ||
ῥῖνα, τυπτόμενος ἐγὼ ἔπταρον; | |||
sch ran659b | Πυθῶν’] τήν. | ||
sch ran659c | Δῆλον] τήν. | ||
sch ran662 | σπόδει: τύπτε, δαῖρε. | ||
sch ran711a | ψευδονίτρου] τῆς. | ||
sch ran711b | κονίας] τέφρας καὶ γῆς. | ||
sch ran712 | κιμωλίας] λευκῆς. | ||
sch ran745b | φησί· “μῦσται μὲν λέγονται οἱ πρώτως μυηθέντες καὶ τὰ μυστήρια γνόντες· οἱ δὲ τοῖς μετὰ ταῦτα ἐνιαυτοῖς ταῦτα ὁρῶντες ἐποπτεύον‐ | ||
5 | τες λέγονται, οὐκέτι δὲ μῦσται | ||
καλοῦνται”. | |||
sch ran791 | , ἔμελλεν ὁ Σοφοκλῆς ἔφεδρος καθε‐ δεῖσθαι καὶ ἐν τῷ τόπῳ τῆς καθέ‐ δρας, ἐν ᾗ ἐτάχθη, καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ | ||
5 | χώραν, τουτέστι κ[αρτερῆ]σαι καὶ μεῖναι τῇ καθέδρᾳ, ἣν ἔλαβεν αὐτὸς | ||
Σοφοκλῆς· εἰ δὲ μὴ κρατεῖ καὶ νικᾷ ὁ Αἰσχύλος, περὶ τῆς τέχνης πρὸς Εὐριπίδην ὁ Σοφοκλῆς ἔλεγε τότε | |||
10 | διαμαχεῖσθαι. | ||
Τζέτζης μὲν οὕτω ταῦτά σοι σαφῶς λέγει. | |||
sch ran797 | σταθμήσεται] ζυγοσταθμή‐ | ||
σεται. | |||
sch ran807b | συνέβαιν’] ἤρεσκεν. | ||
sch ran813 | ἐσπουδακόσι (sic)] τοῖς δού‐ λοις. | ||
sch ran814 | ἦ που δεινὸν ἐριβρε‐ μέτας: ὄντως, φησίν, ὁ βροντολόγος | ||
Αἰσχύλος καὶ ὑψηλαῖς χρώμενος λέξεσι. χόλον ἔνδοθεν ἕξει, ἤτοι | |||
5 | πρὸς μέγαν θυμὸν κινηθείη, τοῦ (815) περικαρδίου ζέσαντος αἵματος, ἡνίκα ἂν τὸν ὀξυλάλον ἴδῃ, τὸν Εὐριπίδην, τὸν ὀξέα καὶ μεγάλα ἢ πολλὰ λαλοῦντα καὶ φλυαροῦντα. | ||
10 | οὕτω δὲ συντακτέον· ἡνίκα τὸν (816) Εὐριπίδην θεάσηται, μανίας ὑπὸ δεινῆς ὄμματα στροβήσεται, ἤ‐ τοι ὑπὸ τῆς μανίας—νῦν τοῦ θυμοῦ· οὐ γὰρ Αἰσχύλος ἐμάνη— | ||
15 | τὰ ὄμματα στροβήσεται καὶ στρέψει ἐπὶ τὸ θυμικόν τε καὶ ἄγριον ἀπὸ τοῦ καθεστηκότος καὶ προσηνοῦς βλέμματος. πῶς δὲ τοὺς ὀφθαλμοὺς στρέψει ἐπὶ τὸ ὁρᾶν ἄγριον; θήγοντος | ||
20 | καὶ ἀκονῶντος τοῦ ἀντιτέχνου ἤτοι τοῦ Εὐριπίδου ὀδόντα. τροπικῶς εἶπεν, ὡς ἐπὶ μάχης χοίρων ἀγρίων θηγόντων κατ’ ἀλλήλων ὀδόντας, δέον εἰπεῖν· τοῦ Εὐριπίδου ἐναντιου‐ | ||
25 | μένου αὐτῷ λόγοις καὶ ἀντιπίπτοντος. | ||
sch ran818 | ἔσται δ’ ἱππολόφων τε | ||
λόγων: κινηθήσονται δὲ καὶ ἀναρ‐ ραγῶσι τῶν μετεώρων καὶ ὑψηλῶν λόγων τοῦ Αἰσχύλου κορυθαιόλα | |||
5 | ἤτοι ὑψηλοποίκιλα νείκη καὶ σκινδα‐ λάμων καὶ λεπτῶν καλαμοξεσμάτων ἤτοι λόγων εὐτελῶν εὐριπιδείων παραξόνια καὶ παραξέσματα· οὐ τὰ περὶ τοὺς ἄξονας, ἀλλ’ ὡς ἀπὸ τοῦ | ||
10 | “φέρω”, “φόριον”, τὸ φερόμενον, οὕτως ἀπὸ τοῦ “ξέω”, “ξόϊον”, καὶ διὰ τὴν εὐφωνίαν προσθέσει τοῦ νῦ· | ||
“ξόνιον” καὶ “παραξόνιον”. ὅτι δὲ δι’ εὐφωνίαν τὸ νῦ πολλάκις εὑρί‐ | |||
15 | σκεται πίπτον, ἔχεις τὸ “ἀάργυροι”, “ἀνάργυροι”, καὶ ἕτερα δὲ μυρία. | ||
sch ran819 | σμιλεύματά τε ἔργων: λεπτολογίας ἐνθυμημάτων βαναύ‐ σους, ἀπὸ τῶν ὑπὸ σμίλης ξεομένων εὐτελῶν καὶ ῥυπαρῶν καὶ ὀδωδότων | ||
5 | ἐκ δερμάτων ξεσμάτων. ἡ δὲ τοῦ λόγου συνέπεια οὑτωσί· ἔσται δὲ | ||
ἱππολόφων τε λόγων κορυθαιόλα νείκη. εἶτα ἐφερμηνευτικὸν “ῥήματα ἱπποβάμονα, σκινδαλάμῶν τε παρα‐ | |||
10 | ξόνια σμιλεύματά τ’ ἔργων”. δι’ ἣν δὲ αἰτίαν ἔσται τὰ νείκη; ἀμυνομένου καὶ ἐναντιουμένου μὲν Εὐριπίδῃ, ἑαυτῷ δὲ βοηθοῦντος, ἤτοι συνιστῶν‐ τος τὰ οἰκεῖα, τοῦ Αἰσχύλου· τοῦ | ||
15 | φωτὸς λέγω, τοῦ φρενοτέκτονος ἀνδρός, τοῦ νοῦν κατασκευάζοντος καὶ φρόνησιν ἀπογεννῶντος ἐν τοῖς συγγράμμασιν. | ||
sch ran822a | φρίξας δ’ αὐτοκόμου λοφιᾶς: τριῶν εἰκόνων εἰκάσματα εἰς ἓν συνάψας ζωγραφεῖ τὸν Αἰσχύ‐ λον· συὸς ἀγρίου, λέοντος καὶ τυφω‐ | ||
5 | νικοῦ πνεύματος· καί φησι· φρίξας δὲ καὶ πυκνώσας καὶ ὀρθὴν ἄρας τὴν χαίτην τῆς λοφιᾶς καὶ ῥάχεως, τῆς αὐτοκόμου καὶ φύσει κομώσης— τῆς λοφιᾶς καὶ ῥάχεως ποίαν κόμην; | ||
10 | τὴν λασίαν περὶ τὸν αὐχένα—ὡς λέων συνάγων καὶ συνδέων τὸ δει‐ νὸν ἐπισκύνιον καὶ σαρκῶδες τῶν ὀφρύων, βρυχώόμενος ἥσει καὶ πέμψει ῥήματα γομφοπαγῆ, καλῶς καὶ ἀρί‐ | ||
15 | στως προσηλωμένα καὶ ἀπαράθραυ‐ στα. “βρυχώμενος” οὐκ οἶδα, τί | ||
παθόντες οἱ παλαιοὶ μικρὸν γράφου‐ σιν· ἐγὼ δὲ “βρύκχω”, “βρυκχόμενος” ὁ ἐσθιόμενος, μικρογραφῶ· “βρυ‐ | |||
20 | χώμενος” δὲ ὁ βοὴν προπέμπων λεόντειον, διὰ τῆς τοῦ ω μεγάλου ἐκφέρω γραφῆς, ὡς ἐκ τοῦ “βρυ‐ χάω”, “βρυχῶ”. | ||
sch ran822b | φρίξας] πυκνώσας. | ||
sch ran822c | αὐτοκόμου] τῆς. | ||
sch ran822d | λοφιᾶς] ῥάχεως. | ||
sch ran823a | ἐπισκύνιον] σαρκῶδες. | ||
sch ran823b | ἥσει] πέμψει. | ||
sch ran824a | γομφοπαγῆ] ἀκριβέστατα. | ||
sch ran824b | πινακηδὸν ἀποσπῶν: ἡ βρυχή με τοῦ λέοντος τῆς συνεπείας ἀπέσπασεν· ἀλλ’ ἀνθεκτέον πάλιν αὐτῆς. φρίξας, φησίν, ὡς σῦς τὸν | ||
5 | αὐχένα καὶ συνάξας τὰς ὀφρῦς ὥσπερ λέων καὶ βρυχησάμενος πέμψει ῥή‐ ματα στερρά, πινακηδὸν ἀποσπῶν ἐν γηγενεῖ καὶ γιγαντικῷ καὶ τυφωνικῷ φυσήματι καὶ πνεύματι· ἀποσπῶν | ||
10 | καὶ ἀνασπῶν πινακηδόν, ὁλοκληρο‐ πλοιαρπάστως, ὡς τὸ τυφωνικὸν πνεῦμα πνεῦσαν ὅλας ἀνασπᾷ τὰς πλεούσας ὁλκάδας. πίνακες δὲ οὐχ αἱ μεγάλαι σανίδες καλοῦνται, ὡς οἱ | ||
15 | πρὸ ἡμῶν ἐτόλμησαν ἑρμηνεύειν, ὡς κἂν τοῖς λοιποῖς ἅπασιν, ἀλλὰ καθ’ ἡμᾶς πίνακες αὐτὰ τὰ σκάφη τῶν πλοίων εἰσίν, ἤτοι αὐτὰ τὰ πλοῖα ὁλόκληρα. | ||
sch ran826a | ἔνθε δὴ στοματουργός: | ||
ἐντεῦθεν ὁ Εὐριπίδης, ἡ γλῶσσα ἡ στοματουργὸς καὶ στωμύλους ἐργα‐ ζομένη καὶ γράφουσα λόγους, ἡ | |||
5 | λίσπη, ἡ λεπτοτάτη καὶ ἄχρι κυμίνου διεξιοῦσα—λίσποι οἱ τετριμμένοι ἀστράγαλοι, ἐξ ὧν καὶ οἱ τὰ ἰσχία λεπτοὶ λίσποι λέγονται· οἱ δέ· λίσπη, φασί, θηρίον ἐστὶ πάνυ λεπτότατον— | ||
10 | ἡ βασανίστρια καὶ πολυπράγμων, ἀνελισσομένη καὶ στρεφομένη, φθο‐ νεροὺς κινοῦσα χαλινούς, ἐκ φθόνου κινοῦσα λόγους ἀλόγου φρενός, τὰ ῥήματα καὶ τοὺς Αἰσχύλου λόγους | ||
15 | δαιομένη καὶ διαιροῦσα καὶ τέμ‐ νουσα, καταλεπτολογήσει καὶ ἄχρι τῶν τυχόντων καὶ τῶν λεπτῶν | ||
πολυπραγμονήσει τὸν πολὺν πόνον τῶν πλευμόνων καὶ πνευμόνων, ἤτοι | |||
20 | τῶν συγγραμμάτων Αἰσχύλου, ἃ πρῶτον τῷ νῷ λογισάμενος καὶ τε‐ κὼν εἶτα διὰ τοῦ πνεύμονος ἀνα‐ γαγὼν τῇ γλώσσῃ καὶ διαρθρώσας τῆς χειρὸς αὐτοῦ ὑπηρετησάσης τῇ | ||
25 | γλώττῃ τῷ γραφικῷ συνετάξατο δό‐ νακι. | ||
sch ran826b | λίσπη] καὶ λεπτοτάτη. | ||
sch ran827 | γλῶσσα] τοῦ Εὐριπίδου. | ||
sch ran830a | οὐκ ἂν μεθείμην τοῦ θρόνου: οὐκ ἄν, φησὶν Εὐριπίδης, μεθείμην καὶ κατάλειψιν ποιησαίμην τοῦ θρόνου, ἤτοι οὐκ ἂν ἐάσω τὸ | ||
5 | διαμάχεσθαι Αἰσχύλῳ περὶ θρόνου καὶ προεδρίας· μὴ νουθέτει, μὴ | ||
συμβούλευε μηδὲ παραίνει. τὸ σχῆμα δὲ τοῦτο καὶ ὁ ποιητικὸς τρόπος παρεπιγραφὴ λέγεται· φαίνεται γὰρ | |||
10 | ἀνανεύων ὁ Διόνυσος καὶ κωλύων τάχα αὐτὸν τοῦ ἐπιχειρεῖν πρὸς Αἰσχύλον διαγωνίζεσθαι. | ||
sch ran830b | πρὸς Αἰσχύλον Εὐρι‐ πίδης. | ||
sch ran830c | τοῦ] περὶ τοῦ. | ||
sch ran830d | θρόνου] ἤγουν τῆς προε‐ δρίας. | ||
sch ran833 | ἀποσεμνυνεῖται πρῶτον: ἀλαζονείαν πρῶτον καὶ ὄγκον τῇ σιωπῇ ἐπιδείξεται, ὅπερ ἐποίει καὶ ἐν τῇ σκηνῇ τοῦ θεάτρου τὰς | ||
5 | τραγῳδίας διδάσκων. καὶ ὁ Διόνυσος ἐπιτιμῶν Εὐριπίδῃ φησίν· ὦ δαιμόνιε καὶ ἀθλιώτατε, σίγα καὶ μὴ λέγε λίαν μεγάλα· μέγα γὰρ ὄντως λίαν ἐστὶ τὸ σὲ κατὰ τοιούτου οῦδε ἀνδρὸς | ||
10 | τολμᾶν λέγειν. | ||
sch ran836 | ἐγᾦδα τοῦτον: ἐγὼ οἶδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἤτοι διασκεψάμενος καὶ πολυπραγμονήσας καὶ κρίνας λογιστικῇ κρίσει εὗρον | ||
5 | καὶ ἔγνων αὐτὸν ὄντα ἄνθρωπον ἀγριωπὸν ἢ καὶ ἀγριοποιόν, ἤτοι τὰ πρόσωπα τῶν ὑποκριτῶν ποιοῦντα δεινὰ καὶ ἀπροσόμιλα, καὶ ταῖς προσ‐ αγορεύσεσι καὶ προσλαλιαῖς μὴ εὐ‐ | ||
10 | πρόσιτα. ἀλλὰ τὴν συνέπειαν πρῶτον, εἶτα δέον φράζειν με καὶ τὰς λέξεις. ἐγώ, φησίν, οἶδα τοῦτον ὄντα ἀγριο‐ ποιόν, αὐθαδόστομον, ἀπεριλάλητον, κομποφακελορρήμονα, ἔχοντα ἀχά‐ | ||
15 | λινον, ἀκρατές, ἀπύλωτον στόμα. αὐθαδοστόμους τοὺς ἀναιδεῖς καὶ | ||
φλυάρους φαμέν. μῶν δὲ καὶ τὸν Αἰσχύλον αὐθαδόστομον οὕτω καλεῖ; ἄπαγε· ἀλλὰ τὸν ἔχοντα στόμα φθεγ‐ | |||
20 | γόμενον καινότερα καὶ αὐτῷ μόνῳ ἀρέσκοντα· καινοτέραις γὰρ ὁ Αἰσχύ‐ λος κέχρηται λέξεσι. τὸ αὐτὸ δὲ δηλοῦσι καὶ τὸ “ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα”· οὐ δεσμεῖ γάρ, | ||
25 | φησί, τὸ στόμα οὐδὲ κρατεῖ καὶ κατέχει, οὐδὲ πύλην αὐτῷ περιοχῆς περιτίθησιν, ὡς ὅσα μὲν δεῖ, φθέγ‐ γεσθαι, ἃ δὲ οὐ δεῖ, σιωπᾶν, ἀλλ’ ὅσα ἂν καινότερα θελήσῃ καὶ πλάσῃ, | ||
30 | ταῦτα καὶ φθέγγεται. αὐθάδης γὰρ λέγεται ὁ αὐτὸς τοῖς λόγοις ἢ πράγμασιν, οἷς λέγει ἢ πράττει, ἑαδὼς καὶ ἀρεσκόμενος. τὸ κομπο‐ φακελορρήμονα εἶναι λέγειν Αἰσχύ‐ | ||
35 | λον, ἐφερμηνευτικόν ἐστι τῶν τεσσά‐ ρων λέξεων, τοῦ “αὐθαδόστομον, ἀχάλινον, ἀκρατές, ἀπύλωτον στό‐ μα”. σημείωσαι δὲ τὸ “κομποφακε‐ | ||
λορρήμονα”, τὸν κομπώδεσι καὶ | |||
40 | ἀλαζονικοῖς χρώμενον ῥήμασι καὶ συνδεδεμένοις, ἢ νοῦν συνθολοῦν δυναμένοις· φάκελοι γὰρ αἱ κώμυθές τε καὶ δέσμαι τῶν ξύλων ἢ καὶ καλάμων ἢ ἄλλων τινῶν οὕτως εἰς ἓν | ||
45 | συντεθέντων καὶ δεθέντων καλοῦν‐ ται· ὅθεν καὶ φάκελος λέγεται τὸ περὶ τὰς τῶν γυναικῶν κεφαλὰς καὶ ἀνδρῶν ἀρχικῶν ἐν ἑορταῖς βασιλεῖ παρεστώτων διάδημα· πολυέλικτον | ||
sch ran836(50) | γάρ, ὡς ἴστε, κἀκεῖνο καὶ πολυ‐ σύστροφον. καὶ φάκελος μὲν τὸ | ||
συμπεπλεγμένον οὕτω· σφάκελος δὲ τὸ δύσνουν καὶ σκοτεινόν, ἀπὸ πάθους τινὸς γεγονότος περὶ τὸν | |||
55 | ἐγκέφαλον. | ||
sch ran839 | ἀπεριλάλητον: ἀπεριλάλη‐ τός ἐστιν ὁ μὴ περιττὰ λέγων. πῶς οὖν τὸν Αἰσχύλον εἰπὼν αὐθαδόστο‐ μον, ἔχοντα στόμα ἀχάλινον, ἀκρα‐ | ||
5 | τές, ἀπύλωτον, νῦν τἀναντία φησὶν εἶναι αὐτὸν ἀπεριλάλητον ἤτοι μὴ περιττὰ λέγοντα; προλαβὼν εἶπον, ὅτι αἱ τέσσαρες λέξεις, τὸ “αὐθαδό‐ στομον, ἀχάλινον, ἀκρατές, ἀπύλωτον | ||
10 | στόμα” τὸ “ξενωτέρας λέξεις φθεγ‐ γόμενον” δηλοῖ, ὡς καὶ τὸ “κομπο‐ φακελορρήμονα” τοῦτο δείκνυσι. τὸ ὅλον δὲ τοιοῦτον όνδε ἐστίν· ἐγὼ οἶδα | ||
τοῦτον τοιόνδε καὶ τοιόνδε καὶ | |||
15 | ξενωτέραις χρώμενον λέξεσιν, ἀπερι‐ λάλητον δὲ καὶ μὴ λέγοντα περιττὰ μηδὲ εὐτραπελίαν ἔχοντα λόγων. ταῦτα μὲν παραδρομῇ καὶ οὐχ ὡς Τζέτζης σοι γράφω διὰ μυρία τὰ | ||
20 | αἴτια· τοῖς παλαιοῖς δὲ κότζια κόσσια μαθήσῃ προσέχων. | ||
sch ran840 | ἄληθες, ὦ παῖ τῆς ἀρου‐ ραίας θεοῦ: ἀρουραία θεὸς ἡ | ||
Δημήτηρ, τουτέστιν ἡ γῆ· νῦν δὲ ὁ Αἰσχύλος θυμωθεὶς Ἀριστοφάνει | |||
5 | παράγεται καὶ διαλοιδορεῖται τὸν Εὐριπίδην λέγων· ἄληθες καὶ ἀληθῶς λέγεις τοιαῦτα γράφειν ἐμέ, ὦ παῖ τῆς ἀρουραίας θεοῦ, ἤτοι τῆς λαχα‐ νοπώλιδος υἱέ; τὰ λάχανα γὰρ ἐκ | ||
10 | γῆς φύεται. ὁ Εὐριπίδης δὲ υἱὸς ἦν Μνησάρχου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος λάχανά τε ἄλλα καὶ σκάνδικας πιπρασκούσης· οἱ δὲ σκάνδικες ἄγρια λάχανα. παιδίον | ||
15 | ἔτι δὲ ὢν Εὐριπίδης ἐν σάκκῳ ταῦτα νωτοφορῶν ἐς τὴν ἀγορὰν τῇ | ||
μητρὶ ἀπεκόμιζεν· ὁ Αἰσχύλος δὲ γένους ἦν πρώτου τῶν Ἀθηναίων καὶ τοὺς πρὸς γένους εἶχε λόγοις καὶ | |||
20 | στρατηγίαις κομῶντας. | ||
sch ran841 | στωμυλιοσυλλεκτάδη: φλυάρους λόγους καὶ λάλους συλλέ‐ γων καὶ γράφων. | ||
sch ran842 | πτωχοποιὲ καὶ ῥακιο‐ συρραπτάδη: ταυτὶ τῶν δήλων καὶ πασιγνώτων ἐστίν, ὡς Εὐριπίδης ἄρχουσι. στρατηγοῖς, βασιλίσσαις | ||
5 | καὶ βασιλεῦσιν, ἠθικὸν τούτων μὴ φυλάττων ἀξίωμα, πτωχικά τε ῥάκια προσάπτει καὶ πήρας καὶ σκολιοῖς σκίπωσιν ἐπερειδομένους εἰσάγει. | ||
sch ran843a | ἀλλ’ οὔ τι χαίρων αὐτ`’ | ||
ἐρεῖς: “αὐτὰ” τὸ ἐντελὲς ἦν, καὶ πάλιν εἰς τὸ “τ`’ἐρεῖς” ποίησον εἰς τὸ ταῦ τὴν βαρεῖαν, καὶ ἅμα τὴν | |||
5 | ἀπόστροφόν τε καὶ ψιλήν. εἰ δὲ τὸ “αὐτὰ” “αὗτα” βούλει λέγειν ἀττι‐ κῶς καὶ προπερισπᾶν, δάσυνε καὶ τὴν αὗ συλλαβήν. διὰ τὴν περὶ ἡμᾶς ὑμῶν ἀχάριστον | ||
10 | γνώμην καὶ τὸ μὴ ἐξ[αρκεῖν] τ̣οὺς χάρτας εἰς ἐπεξήγησιν κ̣α̣ὶ̣ ἕτερα δὲ μυρία, καὶ ὅτι τοιαύτας κατατετμη‐ μένας ἐννοίας καί, εἰ μὴ φορτικὸν εἰπεῖν, φλυάρους ἐπεξηγεῖσθαι οὐ | ||
15 | βούλομαι τζετζικῶς, ὡ̣ς̣ εἰ Ὅμηρον ν̣ῦ̣ν̣ ἦν ἐξηγούμενος ἢ κἂν ἔπη Ἐμπεδοκλέους· ἐῶ δὲ πάμπολλα. μειδιῶ δὲ τὰ τῶν παλαιῶν βλέπων, καὶ τῷ μηδὲν ὁρᾶ̣ν ἐπάξιον συγγρα‐ | ||
20 | φῆς ἀνθρώπων σοφῶν φημι· “ἆρα | ||
τοιοῦτοι καὶ τοσοῦτοι ἄνδρες σοφοὶ κοιμώμενοι τοῦτον ἐπεξηγοῦντο;” σὺ δὲ ὁ γενναιότατος, ὁ καὶ παρ’ ἄλλοις ἐφευρηκέναι λέγων τὰ ἐμοὶ ἐν | |||
25 | ἑβραϊκοῖς καὶ ἄλλοις συγγράμμασιν ἐπεξηγημένα, ἃ οὔτε Ἑβραῖος οὔτε ἄλλος ἀλλογενὴς ἐν βίβλοις οἰκειεθνέ‐ σιν οὐδὲ “δαίμων ὀρθῶς ἂν ἴσχυσεν ἐξειπεῖν”, αὐτὸς δὲ μόνος δαιμονίως | ||
30 | ἐξηγησάμην, πολλῷ μᾶλλον ἐν τοιού‐ τοις συγγράμμασιν οὖσι πανδήμου καὶ κατημαξευμένης ἐννοίας εὑρή‐ σεται. καὶ ἀνεκτὰ μὲν ἴσως ταυτί· τοῦτο | ||
35 | δὲ ποίων γελώτων οὐκ ἔστιν ἐπάξιον; τίς γὰρ ἄνθρωπος ἐμβριθὴς οὕτω, στυγνὸς καὶ ἀγέλαστος, Τελαμών, Ἀγλαϊτάδας, Πυθαγόρας, Παμβώ, καὶ εἴ τις ἕτερος εἶναι τοιοῦτος | ||
40 | ἱστόρηται, ὃς οὐκ ἂν διάρρυτον καὶ κεχυμένον καὶ ἀκρατὲς ἐξεγέλασεν ἀκηκοώς, ὅτι λόγον παραμυθητικὸν καὶ παρήγορον ὑπαναγινώσκοντός ποτε Τζέτζου, θελχθεὶς σὺ τούτου | ||
45 | κόμμασι μηδὲν μὲν ἔχουσι νόημα, τροπικαῖς δὲ 〈καὶ〉 ἀνθηραῖς μόνον περιπεπλεγμένοις ταῖς λέξεσι, καὶ ὑφελέσθαι καὶ σφετερίσασθαι ταῦτα γεγονὼς κατεπίθυμος, πρὸς ἡμᾶς | ||
sch ran843a(50) | ἀπεφθέγξω ἠρέμα, “ὑπαὶ δὲ ἴδεσκες” τὸ σεμνὸν ἐκεῖνο καὶ ἰθακήσιον “ζάκοτον, κατὰ χθονὸς ὄμματα πήξας”· “οὕτω τοῦτο κἀγὼ ποιῶν ἐμαῖς γραφαῖς ἐξεθέμην αὐτολεξεί”. | ||
55 | οἶμαι δὲ τῇ δευτέρᾳ ἀναγνοὺς ἀνα‐ γραφῇ ἐξέθου τὸν λόγον, ὃν φής, καὶ λέξεις ἐμὰς τὰς περιηνθισμένας ἐκεί‐ νας καὶ τροπικάς, ἢ μᾶλλον τὰς σάς, | ||
ἃς ὁ Τζέτζης ἀναιδῶς ἐσφετερίσατο | |||
60 | καὶ ἐσύλησεν. “ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ” καὶ “ῥήξατε τὰ ὄρη φωνήν”, εἰ τοιούτους εἰκὸς εὐεργε‐ τεῖν ἀφθόνως, ὡς πρίν, ἐστίν. καὶ γὰρ πείθομαι πρώτοις ἀνδράσι καὶ | ||
65 | βίῳ καὶ λόγῳ, πολλάκις αἰτιασαμέ‐ νοις καὶ λέγουσιν ἐμοὶ “ἐξονομακλή‐ δην”· “χαλεπὸν διαπράττῃ πρᾶγμα, ὦ βέλτιστε, ἀπονητὶ λυσιτελῶν εἰς πολλὰ σοῖς τοῖς συγγράμμασιν”. ἡ | ||
70 | δὲ τῶν σοφῶν ἐκείνων αἰτίασις αἴτησις ἦν οὐ μετρία, ὡς τὸ κατηφές τε τοῦ προσώπου καὶ τὸ ἠρεμοῦν τῆς τούτων φωνῆς ὑπεσήμαινεν· ὄντως γὰρ οἱ ἄνδρες ἦσαν σοφοὶ καὶ | ||
75 | τῶν μελλόντων προΐστορες. πόσων γὰρ τοῖς ἐμοῖς ὠφελημένων συγ‐ γράμμασι, πάρεξ δύο τινῶν ἢ τριῶν | ||
εὐγενῶν τῇ ψυχῇ, οἱ πάντες ἐμοὶ ἀγνωμονέστατοι καὶ ἀχάριστοι. ὁ | |||
80 | μὲν γὰρ τῷ εἰπεῖν τι τῶν ἐμῶν εὐδοκιμηκὼς Τζέτζου ἢ τζετζικῶν συγγραφῶν σχεῖν τοῦτο εἰπεῖν οὐκ ἐθέλει, φησὶ δέ πῃ εὑρηκέναι· οἱ μετριώτεροι δὲ εἰς θείου αὐτῶν | ||
85 | συγγραφὰς εὑρεῖν τοῦτο λέγουσιν· ἡ θεία δὲ τότε σύνοιδε φύσις, τίνα θεῖον οὗτοι καλοῦσι. καὶ ταῦτα μὲν “υἱοὶ ἀλλότριοι”· οὓς δὲ “ἐγέννησα καὶ ὕψωσα” τοιαῦτά μου κατα‐ | ||
90 | φλυαροῦσιν. ἀλλ’ ἕνεκα τούτων ἵλεως εἴη τούτοις Θεός· ἐγὼ δὲ τῆς τοσαύτης δυστροπίας αὐτῶν οὔτε κατὰ Τζέτζην οὔτε ἄλλως ἐπεξηγή‐ σομαί τι· ἀρκεῖ δέ μοι καὶ μόνον | ||
95 | ἀνακαθᾶραι τῶν ἑξήκοντα συγγε‐ γραμμένων μοι βίβλων τὰς ἔτι | ||
ἀμυδρὰς οὔσας ἐν σχεδαρίοις. | |||
sch ran843b | τοῦτο προσφυὲς ἦν τῷ πρωτοτύ‐ | ||
πῳ τετραδίῳ· ἐν τούτῳ δὲ πυκνώσαντες τὴν γραφὴν καὶ τὸ γράμμα λεπτύναντες | |||
περιελάβομεν πᾶν. | |||
sch ran846a | τὸν χωλοποιὸν: νῦν μόνα τὰ τῶν παλαιῶν σοι λεκτέον, ἵνα τά τε ἀπολελειμμένα σχόλια τοῦ πρὸ τοῦδε τετραδίου καὶ τὰ τῆσδε σελλί‐ | ||
5 | δος ἐνταῦθα συμπερικλείσωμεν. | ||
sch ran846b | τὸν χωλοποιὸν: διὰ τοὺς τρεῖς· Βελλεροφόντην, Φιλοκτήτην, | ||
Τήλεφον. | |||
sch ran849 | ὦ κρητικὰς μὲν συλλέ‐ γων μονῳδίας: τὰ τῶν παλαιῶν | ||
ἀκούων, ὡς κἂν τῷ ῥηθέντι περὶ τοῦ Τυφῶνος σχολίῳ, ἐξερᾶν βούλομαι· | |||
5 | ῥητέον δὲ καθ’ ἡμᾶς πάνυ βραχέως. ὦ κρητικὰς πράξεις αἰσχρὰς συλλέ‐ γων καὶ γράφων, ἀξίας οὔσας μονῳ‐ διῶν καὶ θρήνων, τῆς Πασιφάης τὴν πρὸς ταῦρον μίξιν, τῆς Ἀριάδνης, | ||
10 | τῆς Φαίδρας, τὰ ἕτερα. | ||
sch ran852a | χαλαζῶν: νῦν τῶν κατα‐ φορικῶν λόγων. | ||
sch ran852b | ἀπὸ τῶν χαλαζῶν] ἀπὸ τῶν | ||
σφοδρῶν λόγων, συνεχῶν. | |||
sch ran854 | ἵνα μὴ κεφαλαίῳ: ἁδρῷ καὶ μεγάλῳ ῥήματι θένων καὶ τύ‐ πτων ὑπὸ ὀργῆς καὶ θυμοῦ. τῷ μὲν φαινομένῳ φησίν· ἐκχέῃ καὶ διατα‐ | ||
5 | ράξῃ καὶ καταρρήξῃ τὸ δρᾶμα τὸν Τήλεφον, τὸ τῷ δ’ ἐν σχήματι· ἵνα μή σου τὸν ἐγκέφαλον ἐκχέῃ. | ||
sch ran856 | πραόνως] καὶ πραέως. | ||
sch ran859 | ὥσπερ πρῖνος: ὅτι ὁ πρῖ‐ | ||
νος καιόμενος ψόφον ποιεῖ. | |||
sch ran868 | ὅτι ἡ ποίησις οὐχὶ συν‐ τεθνηκέ μοι: Εὐριπίδῃ γὰρ τε‐ θνηκότι συναπέθανε καὶ τὰ δράματα καὶ ἡ ποίησις αὐτοῦ· οὐκέτι γὰρ | ||
5 | ἐν θεάτρῳ ἀνεγινώσκετο· τὰ δὲ | ||
Αἰσχύλου καὶ μετὰ θάνατον ἐψηφί‐ σαντο ᾄδεσθαι. φησὶ δὲ δῆθεν Αἰσχύ‐ λος, ὅτι αὐτῷ συναπέθανε καὶ ἡ ποίησις καὶ σύνεστιν αὐτῷ κἂν τῷ | |||
10 | Ἅιδῃ, καὶ ἕξει καὶ δυνηθείη λέγειν, ἔχων αὐτὴν δηλονότι σύμμαχον. | ||
sch ran874 | ὑμεῖς δὲ ταῖς Μούσαις: πρὸς τὸν χορόν φησιν ὁ Διόνυσος· ὑμεῖς δὲ ταῖς Μούσαις ᾄσατε. | ||
sch ran875 | παρθένοι] ἀντὶ τοῦ “θυγα‐ τέρες.” | ||
sch ran877a | ὅταν εἰς ἔριν ἔλθωσιν ἀντι‐ | ||
λογοῦντες ἐν στρεβλοῖσι παλαίσμασιν ὀξυμερίμνοις, τοῖς ὀξείας καὶ τμη‐ τικὰς καὶ ἐπιπόνους ὀδύνας ἔχουσι· | |||
5 | πικρὰ γὰρ τῆς παιδείας ἡ ῥίζα, κα‐ θὼς Ἰσοκράτης ἐγνωμολόγησεν. | ||
sch ran877b | ἀνδρῶν γνωμοτύπων] τῶν ταῖς γνώμαις ἀλλήλους τυπτόντων. | ||
sch ran879a | ἔλθετ’ ἐποψόμεναι δύ‐ ναμιν: ἔλθετε, ὦ Μοῦσαι, ἐποψό‐ μεναι καὶ μέλλουσαι γνῶναι δύναμιν δεινῶν καὶ δεξιῶν καὶ σοφῶν στο‐ | ||
5 | μάτων, τοῦ Αἰσχύλου δηλονότι καὶ Εὐριπίδου. τὸ δὲ “ὀψόμεναι” ἀντὶ τοῦ “γνῶναι μέλλουσαι” μετάληψίς ἐστι· “νοῦς” γὰρ “ὁρῇ καὶ νοὺς ἀκούει”, ὥς φησιν ὁ Ἐπίχαρμος. | ||
sch ran880 | ἔλθετε, ὦ Μοῦσαι, πορίσασθε | ||
ἢ πορίσατε καὶ παράσχετε ῥήματα μὲν καὶ ὑψηλοὺς λόγους, τῷ Αἰσχύλῳ δηλονότι· παραπρίσματα δὲ ἐπῶν καὶ | |||
5 | λεπτεπιλέπτους εὐτελεῖς καὶ ἀχρη‐ σίμους λόγους τῷ Εὐριπίδῃ. τὸ “πορίσασθαι” ἢ οὕτως ἀντὶ τοῦ “πορίσατε”, ἢ πορίσασθε, δέξασθε, λάβετε ἐξ ἑκατέρου τούτων, ἃ | ||
10 | ἔφημεν. | ||
sch ran881 | παραπρίσματ’] λεπτά. | ||
sch ran886 | Δήμητερ, ἡ θρέψασα τὴν ἐμὴν φρένα: Ἐλευσίνιος ὢν τῶν δήμων ὁ Αἰσχύλος οὕτως εὐλόγως φησίν· ἐτιμᾶτο γὰρ ἡ Δημήτηρ ἐν | ||
5 | Ἐλευσῖνι. ὁ δὲ νοῦς· ὦ Δήμητερ, ἡ θρέψασα τὴν ἐμὴν φρένα, ἤτοι ἧς τῷ φίλῳ τεμένει καὶ κλήρῳ τῇ Ἐλευσῖνι ἐγεννήθην, ἐτράφην καὶ ἐπαιδεύθην τὴν λόγων παιδείαν, | ||
10 | εἶναί με τῶν σῶν ἄξιον μυστηρίων· ἐλλιπῶς ἀττικῶς ἀντὶ τοῦ “ποίησον” ἢ “δὸς” ἢ “φύλαξον” ἤ τι τοιουτό‐ τροπον ἄλλο. | ||
sch ran888a | καλῶς: ἢ ὡς τοῦ Διονύσου εἰπόντος· ἐπίθες καὶ σύ, Εὐριπίδη, λιβανωτόν, καὶ ἀρώσας καὶ θυμιάσας, ὡς νόμιμον, πρόσευξαι τοῖς θεοῖς, | ||
5 | φησὶ τὸ “καλῶς”, λέγεις δηλονότι· ἢ τὸ “καλῶς” εἶπεν, ἤγουν καλῶς ηὔξατο ὁ Αἰσχύλος, εἰρωνευόμενος καὶ ἀποπεμπόμενος τὴν πρὸς τὴν Δήμητραν προσευχήν, ὅπερ καὶ σα‐ | ||
10 | φέστερον ὁ παρακατιὼν στίχος ἡμῖν ὑποδείκνυσιν. ὅτι δὲ οἱ παραιτού‐ μενοί τι καὶ μὴ θέλοντες τὸ “καλῶς” | ||
ἔλεγον, ἥκουσας ὄπισθεν, οὗ τὸν Ξανθίαν φέρει “καλῶς” εἰπόντα | |||
15 | τῇ θεραπαίνῃ τῆς Περσεφόνης τῇ πρὸς ἑστίασιν τοῦτον καλούσῃ, ἀντὶ τοῦ “οὐ βούλομαι” “οὐκ εἰσέρχο‐ μαι”. νῦν δέ· οὐ θύω καὶ προσεύχο‐ μαι τῇ Δήμητρι· ἑτέροις γὰρ εὔχομαι | ||
20 | θεοῖς. | ||
sch ran888b | λιβανωτὸν] τὸν καρπόν. | ||
sch ran889 | ἕτεροι γάρ εἰσιν: τοῖς τῶν ἀλιτηρίων ἐβουλόμην τρόποις μόνα τὰ τῶν παλαιῶν γράφειν καὶ ὡς ἐκεῖνοι αὐτὰ γράφουσιν· Ἕκτωρ δ’ | ||
5 | ἂν εἶπεν | ||
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλός. “ἕτεροι γάρ εἰσιν: ᾇτε δὴ Σωκρατικός”, φασὶν οἱ παλαιοί, “καινὰ δαιμόνια ἔπλασεν”. | |||
10 | οἱ παλαιοὶ οὗτοι τριακοσίους τριά‐ κοντα ὅλους ἐνιαυτοὺς Εὐριπίδου μὴ ὑστερίζοντες Ἀναξαγόρου μαθητὴν ὄντα τὸν Εὐριπίδην καὶ μιᾷ γενεᾷ Σωκράτους ὄντα πρεσβύτερον, κἂν | ||
15 | οὐκ ἦν λειτουργῶν τῇ ἐκκλησίᾳ Σωκράτους, μαθητὴν Σωκράτους νομίζουσι καὶ τοιαῦτά φασιν· ἡμεῖς δέ, ὧν τὰ καινότερα ὁ σοφὸς οὗτος εὑρίσκει παρ’ ἑτέροις λεγόμενα, οἶμαι | ||
20 | πολλῷ πολὺ δὲ ταῦτα τὰ γνωριμώ‐ τερα, κἂν τούτους διέλαθε, φαμέν, ὅτι ὡς ἰδιώτην τὸν Εὐριπίδην κωμῳ‐ δῆσαι θέλων ὁ κωμικὸς προκαταστά‐ | ||
σει χρῆται λεγούσῃ· ἕτεροί εἰσιν, οἷς | |||
25 | εὔχομαι θεοῖς ἐπεὶ δὲ τὸ κεχωρισμέ‐ νον καὶ ξενώτερον τοῦ κοινῶς πρατ‐ τομένου ἢ λεγομένου ἴδιόν φαμεν καὶ ἰδιωτικόν, πρῶτόν φησι πρὸς αὐτόν· ἴδιοί τινές σοι, κόμμα καὶ | ||
30 | χάραγμα καὶ νόμισμα καινὸν καὶ ξενώτερον· προσεύχου λοιπὸν τοῖς ἰδιώταις θεοῖς σου. | ||
sch ran892 | αἰθὴρ ἐμὸν βόσκημα: οἱ παλαιοὶ πάλιν, οἷα καὶ ἀνωτέρω, φασίν· ἡμεῖς δὲ κακεντρεχῶς λέγο‐ μεν τὸν ἀλιτήριον κωμικὸν ἐπεμβαί‐ | ||
5 | νειν τῷ ἀθλίῳ Εὐριπίδῃ καὶ θέλοντα δεῖξαι τὸν ἄνθρωπον πάνυ ἰδιωτικώ‐ τατα γράφοντα συνθεῖναι τὸ ἀσυμ‐ βίβαστον τοῦτο μίγμα τοῦ λόγου, τὸ “ὦ αἰθήρ, ἐμὸν βόσκημα” καὶ | ||
10 | τροφεῦ, ἐκ τοῦ “βοσκῶ” περισπω‐ μένου ῥήματος, καὶ “στρόφιγξ” καὶ | ||
συστροφὴ τῆς γλώττης ἤτοι εὑρεσι‐ έπεια, καὶ φρόνησις, καὶ ῥὶν ὀσφραι‐ νομένη—λείπει τὸ “ποιήσατε”— | |||
15 | ὀρθῶς μ’ ἐλέγχειν, ὧν ἅπτομαι λόγων. | ||
sch ran897a | ἐμμέλειαν: οἱ παλαιοὶ μὲν “καταχρηστικῶς νῦν τὴν εὐρυθμίαν. κυρίως δὲ ἡ μετὰ μέλους ὄρχησις | ||
τραγική· οἱ δὲ ἡ πρὸς τὰς ῥήσεις | |||
5 | ὑπόρχησις”. κατάχρησιν μὲν τοῦτο καλοῦσι καὶ τὰ τοιαῦτα τοιοῦτοι πύρινοι ἄνδρες καὶ οἱ προγενέστεροι τούτων οἱ τὰ τοῦ θείου Ὁμήρου σχολιογραφήσαντες λεξιγραφήσαντες καὶ πάντες οἱ ἀπ’ | ||
10 | αἰῶνος σχεδόν· ἡμεῖς δὲ τὰ τοιαῦτα πάντα τὰ παρὰ τὴν συνήθειάν τισι χρώμενα παραχρήσεις φαμέν, κατα‐ χρήσεις δὲ λέγομεν τὸ κατακόρως τινὰ καὶ πλειστάκις χρῆσθαί τισιν | ||
15 | ἢ λόγοις ἢ πράγμασιν. ἡμεῖς μὲν ἁπανταχοῦ μυρία τοιαῦ‐ τα τῶν παλαιῶν ἐπανορθοῦμέν τε καὶ ἐπεξηγούμεθα, ἃ καὶ ὑμεῖς, δοκῶ, οἴδετε, ὡς παρά τισιν ἑτέροις πλὴν | ||
20 | ἡμῶν οὐκ ἐρρήθησαν· μόνος δ’ οὗτος τὰ τοιαῦτα εὑρίσκει παρ’ ἑτέροις | ||
λεγόμενα καί τις ἕτερος τουτῳῒ ὁμοιότροπος, οὗ καὶ βραχύ τι ἐνόρ‐ κως διηγητέον μοι τῷ μὴ δοκεῖν | |||
25 | ὑμᾶς ἐμὲ τοῦτο λέγειν ἀστεϊζόμενον. Ἀριστοφάνους βίβλον μιᾷ φωνῇ πολλοῖς ἐφηρμήνευον· καὶ τὰ μὲν ἄλλα ἐῶ· λέγων δέ τι τῶν καθαρῶς καὶ ἰδίως ἐμῶν τοῖς ἀκροωμένοις· | ||
30 | “τοῦτο ἐμόν ἐστιν” ἔλεγον. εἷς δέ τις αὐτῶν οὕτως εἶπεν ἔχειν καὶ τὴν αὐτοῦ βίβλον· καὶ ἅπαξ μὲν καὶ δὶς ἀκούσας αὐτὸ οὐ μικρῶς ἠνιάθην, εἰ Τζέτζης λέγων ὡς ἑαυτοῦ τὰ ἀλλό‐ | ||
35 | τρια οὐ συνίησιν. ὡς δὲ σύμπαντα καθεξῆς τὰ κεχωρισμένα καὶ ὄντως ἐμὰ ἔλεγε τὴν βίβλον ἔχειν τὴν ἑαυτοῦ, νομίσας τινὰ τῶν ἐμῶν γράψαι ταυτὶ τῷ βιβλίῳ ζητῶ καὶ | ||
40 | λαμβάνω τοῦτο εἰς χεῖρας· καὶ μὰ | ||
τὴν τοῦ Θεοῦ ἀψευδεστάτην ἀλή‐ θειαν, Ἀριστοφάνους οὐκ ἦν τοῦτο βιβλίον, Εὐριπίδου δὲ ἢ Ὀππιανοῦ. ὡς δ’ ἀποστοματίζειν ἄρχομαι τὰ | |||
45 | ἐκεῖ γεγραμμένα, τοῖς μὲν ὁμιληταῖς “ἄσβεστος ὦρτο” γέλως, ἐγὼ δὲ “τῆς κακομηχανίας ἐμυσάχθην” τὸ κάθαρμα πολλῷ πλέον, ἤπερ ὁ Φάλαρις τὸν Περίλαον, ὁπότε οἱ τὸν | ||
sch ran897a(50) | ταῦρον ὑπέδειξεν ὑπέθετό τε, πῶς ἀνθρώπους ἐν αὐτῷ χρὴ πυρακτοῦν, ὀδυνηρὸν δὲ βοώντων ἐκείνων αὐλεῖν μὲν διὰ τῶν μυκτήρων τὸν ταῦρον, “αὐτὸν δὲ τέρπεσθαι καταυλούμε‐ | ||
55 | νον”. τοιαῦτα ἡμῖν εἰσι παρὰ τῶν εὐεργετημένων αἱ ἀμοιβαί· ὧν ἕνεκα καὶ τοῦ μὴ φροντίδα νῦν εἶναι λόγων γενναίων, μυρίας βίβλους συγγεγρα‐ | ||
60 | φέναι δυνάμενος, μόλις ἑξήκοντα καταλείπω, εἰ τὰς σχεδίους τέως ἀνακαθάραιμι, πανδήμου τε Μούσης καὶ ἰαμβίδος, καὶ ἡρωΐδα μίαν καταλογάδην τε ἐξηγήσεις βραχείας. | ||
sch ran897b | δαΐαν ὁδόν: ἀγωνιστικήν, ἔμπειρον, ἀπὸ τοῦ “δαῆναι”· ἢ φιλόνεικον. | ||
sch ran901 | ἀστεῖον: πολιτικόν, δημῶ‐ δες. “καὶ κατερρινημένον: ἐξε‐ σμένον· ῥίνη γὰρ ἐργαλεῖον τεκτονι‐ κόν, ᾧ ῥινοῦσιν· ἢ εὐτελές, ὅτι | ||
5 | ἐξευτελίζομεν τῇ ῥίνῃ”. | ||
sch ran902 | “αὐτοπρέμνοις: δυσκό‐ λοις, προρρίζοις· ἢ μεγάλοις”. | ||
ταῦτα κατὰ ῥητόν εἰσι τῶν πα‐ λαιῶν· διὰ τοῦτο καὶ ἐκτὸς τὰς | |||
5 | κορωνίδας παρεγγράφω· καὶ τὰ λοιπὰ ἐκ τῶν παλαιῶν νόει. μάταιος γὰρ ἂν εἴην καὶ ἀνάλγητος ἄνθρωπος, εἴπερ αὐτὸς μὲν ἱδρῶσι καὶ πόνοις γράφω πολλὰ συντελῆ καὶ λυσιτελέ‐ | ||
10 | στατα, ὡς κἂν βραχείας ἐπιτυχὴς γινοίμην εὐχαριστίας, σὺ δὲ πολύ μοι | ||
ἐναντίας ἀντιδίδως τὰς ἀμοιβάς. τὰ παραλειφθέντα τούτοις καὶ ἅ φασι, σὺ νοεῖς. | |||
sch ran911a | κάθισεν ἐγκαλύψας: πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, φησὶν ὁ Ἀσκραῖος· ἡμεῖς δὲ διὰ σοφοῦ ἀβελτηρίαν ἑνὸς οὐκ ἐάσαιμεν | ||
5 | πάντῃ τὸν ἕρπητα τοῦ κακοῦ καὶ εἰς ἀναιτίους ἑτέρους ἐγκατασκῆψαι, ἐκ μέρους δέ, καὶ οὐ τζετζικώτερον, | ||
ὡς οἷόν τε τούτοις βοηθητέον. | |||
sch ran911b | κάθισεν ἐγκαλύψας: Εὐριπίδης κατηγορῶν δῆθεν ὡς ἀλαζόνος Αἰσχύλου φησίν· ἐκάθισεν ἄν τινα τῶν ὑποκρινομένων Ἀχιλέα | ||
5 | ἢ Νιόβην εἰς πρόσχημα καὶ μίμημα καὶ τύπον τραγῳδίας· ἐκάθισε δὲ κεκαλυμμένους καὶ κεκρυμμένους τὰ πρόσωπα, γρύζοντας καὶ φθεγγο‐ μένους οὐδὲ τουτί—ἢ τοῦτο τὸ | ||
10 | λεγόμενον γρῦ, ἢ συνάξας τῆς χειρὸς τοὺς δακτύλους—οὐδὲ τουτί, φησίν, οὐδὲ τοῦτο τὸ μικρὸν ἤτοι οὐδόλως φθεγγομένους. νῦν δὲ σαφεστάτου | ||
πάνυ τοῦ κειμένου τελοῦντος, ὅτι | |||
15 | ἐκάθισεν ὁ Αἰσχύλος Ἀχιλέα ἢ Νιό‐ βην μηδὲν φθεγγομένους, οἱ παλαιοὶ παρέχοντες τὰ ἑρμηνείας δεόμενα ἐφερμηνεύουσι μᾶλλον ἑρμηνείαν συμπεφυρμένην καὶ θόλωσιν, ἣν ταῖς | ||
20 | αὐτῶν παρεγγραπτέον μοι λέξεσιν. “ἐγκαλύψας: ὡς αὐτοῦ εἰσφέ‐ ροντος ἐν δράμασί τινα κεκαλυμμέ‐ νον· καὶ Ἀχιλεὺς καθήμενός ἐστι καὶ οὐκ ἀποκρινόμενος παρ’ Αἰσχύλῳ ἐν | ||
25 | δράματι ἐπιγραφομένῳ Φρυξὶν ἢ Ἕκτορος λουτροῖσ”—ἐμοὶ δὲ δοκεῖ “λύτροισ”— ”· οὐδὲν δὲ ὁ Ἀχιλεὺς φθέγγεται. ἄλλως: εἰκὸς τὸν ἐν Φρυξὶν | ||
30 | Ἀχιλέα ἢ Ἕκτορος λουτροῖς, λύτροις ἢ τὸν ἐν Μυρμιδόσιν, ὃς μέχρι τριῶν ἡμερῶν | ||
οὐδὲν φθέγγεται”. τοιαῦτα οἱ παλαιοί, οὗ χρεὼν σιωπᾶν, φθέγγονται, σιωπῶσι δ’, | |||
35 | οὗ λέγειν χρεών· καὶ οὗ λέγειν χρεών, ἃ λέγουσιν, ὁράτω τις καὶ κρινέτω. | ||
sch ran914 | μὰ τὸν Δι’ οὐ δῆτα: Εὐριπίδου εἰπόντος μηδὲ τὸ σμικρὸν φθέγγεσθαι τοὺς ὑπ’ Αἰσχύλου ἱδρυθέντας εἰς Ἀχιλέως τύπον ἢ | ||
5 | καὶ Νιόβης, φησὶν ὁ Διόνυσος αὐτῷ συνομολογῶν· οὔ μὰ τὸν Δία, οὐ δῆτα καὶ οὐ δὴ ἐφθέγγοντό τι. καὶ πάλιν ὁ Εὐριπίδης· ὁ δὲ χορὸς ἂν ἐφεξῆς στάσεις μελῶν | ||
10 | ὑπορχηματικῶν εἶπε τέσσαρας· οἱ δ’ ἐσιγῶν, Ἀχιλεῖς ἢ Νιόβαι. καὶ ὁ Διόνυσος πάλιν· ἐγὼ δ’ ἔχαιρον τῇ τούτου σιωπῇ καὶ ἦν τοῦτό με τέρπον, ἢ νῦν οἱ λαλοῦντες, ἤτοι | ||
15 | παρὸ σὺ νῦν φλυαρῶν. | ||
sch ran917 | ἠλίθιος γὰρ καὶ ἀνόητος, φησίν, ὑπῆρχες· καὶ ὁ Διόνυσος· καὶ ἐμαυτῷ δοκῶ, ἤτοι κἀγὼ ἐμαυτὸν εἶναι τοιοῦτον νομίζω. τί δὲ ταῦτ’ | ||
5 | ἔδρασεν ὁ δεῖνα, ἤτοι ὁ Αἰσχύλος; | ||
sch ran921 | ὦ παμπόνηρος: ὁ Αἰσχύ‐ λος, οἷα καὶ πῶς ἐφενακιζόμην καὶ ἠπατώμην. | ||
sch ran922 | τί σκορδινιᾷ: θυμοῦται δῆθεν ὁ Αἰσχύλος καὶ ἀκουσίως ἐκτείνει τὰς χεῖρας καὶ ὑποτρύζει τοὺς ὀδόντας ἀκούσας ἐκεῖνα. τοῦτο | ||
5 | γάρ ἐστιν, ὅ φαμεν σκορδινιᾶσθαι. | ||
sch ran924 | βόεια: μεγάλα, ἀπὸ τοῦ “βοός”. | ||
sch ran925 | ὀφρῦς ἔχοντα καὶ λόφους: δεινὰ καὶ καταπλήττοντα. μορμο‐ ρωπά: φοβερά. | ||
sch ran926a | ἄγνωτα τοῖς θεωμένοις: ἀπὸ τοῦ “ἄγνωτος”· οὐ γὰρ παρα‐ σχηματίζεται ἀπὸ τοῦ “ἀγνώς” εἰς οὐδέτερον γένος, ὥς φησιν Ἡρω‐ | ||
5 | διανός. | ||
sch ran926b | τοῖς θεωμένοις: τοῖς ἐν τῷ θεάτρῳ, τοῖς θεαταῖς, ὧν τινες καὶ ἀκουσταὶ τῶν λεγομένων ἐγίνοντο. | ||
sch ran927 | μὴ πρίε τοὺς ὀδόντας: παρεπιγραφὴ τὸ σχῆμα· πλάττεται γὰρ ὁ Αἰσχύλος ὀργιζόμενος καὶ πρίων τοὺς ὀδόντας, ἐφ’ οἷς παρ’ | ||
5 | Εὐριπίδου ἀκούει. πρίω δὲ τὸ “συγ‐ κρούω τοὺς ὀδόντας” ἀπὸ τοῦ “πρίω” τὸ “πριονίζω”. | ||
sch ran928a | ἀλλ’ ἢ Σκαμάνδρους ἢ τάφρους: τοιαῦτα γὰρ ὁ Αἰσχύλος γράφει ταῖς τραγῳδίαις· ὄρη, ποτα‐ μούς, λόφους, χαράδρας, ταφρείας. | ||
sch ran928b | ἢ ’π’ ἀσπίδων ἐπόντας γρυπαιέτους: ἢ ἐπὶ τῶν ἀσπίδων ὄντας γρυπαιέτους ἐλατοὺς ἐκ χαλ‐ κοῦ. γρυπαιέτους δὲ ἢ “γρυποὺς | ||
5 | ἀετούς”, ἐπικαμπῆ τὰ ῥάμφη ἔχον‐ τας, ἢ “γρῦπας ἢ ἀετούς”· οὐ μὴν δὲ “γρῦπας ἀετούς”. | ||
sch ran929 | ῥήμαθ’ ἱππόκρημνα: με‐ γαλόκρημνα καὶ πολλὴν ἀσάφειαν ἔχοντα, παρακεκινδυνευμένα καὶ | ||
δυσνόητα. | |||
sch ran931 | ἐν μακρῷ χρόνῳ νυκτὸς: ἐν ταῖς μακραῖς χειμερίαις νυξὶ διηγρύπνησα ζητῶν καὶ θέλων νοῆ‐ σαι τὸν ξουθὸν ἱππαλεκτρυόνα, τίς | ||
5 | καὶ ὁποῖος ὄρνις ἐστίν. ἐν νυξὶ δὲ καὶ οὐκ ἐν ἡμέραις σκοπεῖ, ὅτι διὰ τὴν τῶν θορύβων ἐν νυξὶν ἠρεμίαν αἱ ψυχικαὶ δυνάμεις ὀξύτεραι πρὸς νοη‐ τῶν ἀντιλήψεις· ὅθεν ἀρίστως καὶ | ||
10 | Φωκυλίδης φησὶ νυκτὸς βουλεύειν, νυκτὸς δέ τοι ὀξυτέρη φρήν· ξουθὸν δὲ τὸν ξανθόν, ἀντιβολῶ μηδένα νοῆσαι ἢ λέγειν ποτέ, ἀλ‐ | ||
λὰ κυρίως ξουθὸν τὸν ἐξιανθὸν | |||
15 | καὶ ἐπὶ τὰ ἄνθη ἐξερχόμενον, ἐκ μεταφορᾶς τῶν μελισσῶν. | ||
sch ran934 | ἐγὼ δὲ τὸν Φιλοξένου: Ἔρυξίν τινα υἱὸν Φιλοξένου διαβάλ‐ λει ὡς τερατόμορφον καὶ ἀσυμμελῆ. καὶ φέρει τὸν Διόνυσον λέγοντα· | ||
5 | ἐγὼ δὲ ἀκούων ἱππαλεκτρυόνα τὸν Ἔρυξιν ἐνόουν. | ||
sch ran935 | “κ`ὀλεκτρυόνα” γράφουσι τὸ ο μικρόν· ἐγὼ δὲ “κ`ὠᾳλεκτρυόνα” γράφω κιρνῶν τὰ βʹ α εἰς ἄλφα μακρὸν καὶ τὸ ι προσγράφων ἢ | ||
5 | “κ`ὠλεκτρυόνα” διὰ τοῦ ω μεγάλου. | ||
sch ran938 | ἐν τοῖς παραπετάσμασι τοῖς μηδικοῖς: παραπετάσματα μηδικὰ καὶ περσικὰ ὑφάσματά εἰσιν ὑφαπλούμενα πρὸ τῶν ἀρχικῶν θυ‐ | ||
5 | ρῶν καὶ ταύτας ἐπικαλύπτοντα, ἔχον‐ τα μορφὰς ξενοφυῶν ζῴων καὶ ἐκτραπέλων, πολλὰς δὲ καὶ συν‐ θέτου φύσεως. | ||
sch ran939 | ἀλλ’ ὡς παρέλαβον τὴν τέχνην: τὴν τραγῳδικὴν δηλονότι, οἰδοῦσαν καὶ ἐπηρμένην ὑπὸ κομπα‐ σμάτων καὶ τύφου καὶ ῥημάτων φορ‐ | ||
5 | τικῶν, ἴσχανα καὶ ἐλέπτυνα αὐτήν. ἰατρικωτέρᾳ ὁ ἀλιτήριος χρᾶται τροπῇ καί φησι· νοσοῦσαν αὐτὴν καὶ ὑδεριᾶσαι τρόπον τινὰ κινδυνεύουσαν καὶ ἐξωγκωμένην, ἴσχανα καὶ ἐλέ‐ | ||
10 | πτυνα πρῶτον τρόπον τινὰ λεπταῖς διαίταις, λογυδρίοις, ἤτοι λόγοις | ||
εὐτελέσι καὶ ἀγοραίοις, καὶ περιπά‐ τοις, διατριβαῖς καὶ γυμνασίοις τάχα, μικροῖς. ὡς ἐπὶ νόσου μὲν ταῦτα· | |||
15 | πρὸς πρᾶγμα δὲ οὕτως· οὐκ ἐῶν ἀμετακινήτους καθῆσθαι τοὺς μι‐ μουμένους Ἀχιλέα, Νιόβην, ἢ ἕτερον ἴσχανα τοῖσδε καὶ τοῖς τευτλίοις καὶ ἁπλῶς λαχάνοις λευκοῖς. διασύρει δὲ | ||
20 | αὐτὸν ὡς ὄντα παῖδα λαχανοπώλιδος | ||
καὶ στωμύλον καὶ φλύαρα λέγοντα. | |||
sch ran944a | εἶτ’ ἀνέτρεφον Κηφισο‐ φῶντα: κωμῳδεῖ τὸν Εὐριπίδην καὶ ὡς ἀδικούμενον ἐπὶ τῇ γυναικὶ παρὰ Κηφισοφῶντος, ὃς Κηφισοφῶν δοῦ‐ | ||
5 | λος ἦν Εὐριπίδῃ, διπλῆν δὲ αὐτῷ συνεποίει τὴν τραγῳδίαν, μάλιστα δὲ τὰ μέλη. | ||
sch ran944b | εἶτ’ ἀνέτρεφον: εἶτα ἀνέτρεφον, φησί, τὸν Κηφισοφῶντα μιγνὺς αὐτὸν καὶ συγκοινωνὸν ἐμοὶ ποιούμενος ἐν ταῖς μονῳδίαις. | ||
sch ran945 | ἔφυρον: καὶ τὸν Αἰσχύλον ὁ ἀλιτήριος λάθρᾳ κωμῳδεῖ ὡς τὰς ὑποθέσεις φύροντα τῶν δραμάτων. | ||
sch ran946 | ἀλλ’ οὑξιὼν: ὁ ἀφηγούμε‐ | ||
νος τὴν ὑπόθεσιν. | |||
sch ran947 | κρεῖττον γὰρ ἦν σοι: εἰπόντος Εὐριπίδου· ἀλλ’ ὁ ἐξιὼν καὶ ἀφηγούμενος πρώτιστα τοῦ δράμα‐ τος, ἤτοι πρὸ τῆς ὑποθέσεως τοῦ | ||
5 | δράματος, εὐθὺς ἂν εἶπε τὸ γένος, φησὶν ὁ Αἰσχύλος· νὴ τὸν Δία, καλῶς ἐποίεις λέγων τὰ ἀλλότρια γένη· κρεῖττον γὰρ ἦν σοι ταῦτα λέγειν ἢ τὸ σαυτοῦ. Εὐριπίδης γὰρ | ||
10 | παῖς ἦν Μνησάρχου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος· Αἰσχύλος δὲ γένους ἦν πρώτου. | ||
sch ran948 | ἔπειτ’ ἀπὸ τῶν πρώτων ἐπῶν: παραχρηστικῶς καὶ τὰ ἰαμ‐ βεῖα ἔπη καλοῦνται. | ||
sch ran949 | ἀλλ’ ἔλεγεν ἡ γυνή: τού‐ του ἕνεκα κωμῳδεῖται δικαίως ὁ Εὐριπίδης ὡς προσώποις τισὶν ἀνοι‐ κείους λόγους περιτιθείς. | ||
sch ran950 | εἶτα δῆτα: πρὸς ταῦτά φησιν Αἰσχύλος· εἶτα δῆτα καὶ οὐκ ἐχρῆν σε ἀποθανεῖν δὴ ταῦτα τολ‐ | ||
μῶντα—λείπει “ποιεῖν” ἢ “λέ‐ | |||
5 | γειν”—; τὸ “δῆτα” δὲ καὶ “δή” ταὐτὸ δηλοῦν οὐκ αἰτιατέον· ἔστι γὰρ ἀττικόν, ὡς τὸ “οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν”. | ||
sch ran951 | μὰ τὸν Ἀπόλλω, φησὶν Εὐριπίδης, ἤτοι οὔ μὰ τὸν Ἀπόλλω, οὐκ ἔδει με θανεῖν. δημοτικὸν γὰρ αὐτὸ ἔδρων, τὸ πάντας λέγειν ἐπίσης· | ||
5 | δημοτικὸν γὰρ ἡ ἰσότης. | ||
sch ran952 | τοῦτο μὲν ἔασον, ὦ τάν: τοῦτο, φησὶν ὁ Διόνυσος, τὸ λέγειν | ||
σε, ὅτι δημοκρατικὸν τοῦτο ποιεῖς, ἔα· οὐ καλῶς γὰρ βαδίζεις περὶ | |||
5 | τούτου, ἤτοι οὐ καλῶς ἀποκρίνῃ περὶ τούτου καὶ ὀρθοδρομεῖς, ἀλλὰ χω‐ λεύεις ταῖς ἀποκρίσεσιν. ἐν λογικαῖς γὰρ ὑποθέσεσιν ἀνοικειοπροσώπως δημοκρατικῶς οὐ χρὴ τοὺς λόγους | ||
10 | εἰσφέρειν, ὡς οὐδ’ ὁ γεννάδας ἐκεῖνος Ἀρμένιος, ὦ Εὐριπίδη, ὁ ἑκατὸν πληγὰς συνθέμενος χρυσῷ στατῆρι λαβεῖν, ὀδυνηθεὶς δὲ ταῖς πεντήκοντα καὶ κεκραγὼς καὶ βοῶν· “σημισίου | ||
15 | θέλειμες”· ἤκουσε γὰρ κἀκεῖνος· “σημισίου, Ἀρμένιε, ἐνταῦθα οὐ κρούουσιν”. | ||
sch ran956 | ἐπῶν τε γωνιασμούς: συστροφὰς καὶ καμπὰς λογυδρίων. | ||
sch ran957 | νοεῖν: ἀφ’ ἑαυτῶν νοοῦντάς τι πράττειν. ὁρᾶν: ἐρευνᾶν, πολυ‐ πραγμονεῖν. ξυνιέναι: τὰ παρ’ | ||
ἑτέρων ἢ λεγόμενα ἢ πραττόμενα | |||
5 | νοεῖν. στρέφειν: ἀνατρέπειν τὰ λεγόμενα. ἐρᾶν: ἐρωτικὰ γεγρα‐ φέναι. τεχνάζειν: πανουργεῖν, ἢ τὰ πρὸς ἔρωτας τεχνικῶς λέγειν, ὡς ἐν Φαίδρᾳ. | ||
sch ran958 | καχ`’ ὑποτοπεῖσθαι: μὴ ἁπλοϊκὴν ἔχειν τὴν φύσιν, ἀλλὰ κακοϋπονοήτους περὶ τοὺς πλείονας εἶναι καὶ μὴ ῥᾳδίως πιστεύειν τινί. | ||
5 | περινοεῖν: πανουργότατα καὶ βα‐ θέως πάντα νοεῖν. | ||
sch ran959 | οἰκεῖα πράγματ’ εἰσά‐ γων: συνήθη καὶ γνώριμα λέγων, ἐξ ὧν ἂν καὶ παρὰ τοῦ τυχόντος ῥᾳδίως ἠλεγχόμην, εἴ τι ἄρα ταῖς | ||
5 | τραγῳδίαις γράφων διήμαρτον. | ||
sch ran961 | ἀλλ’ οὐκ ἐκομπολάκουν: οὐ βαρυβρέμονας καὶ κομπῶδες ἠχού‐ | ||
σας ἔγραφον λέξεις, ἐκ τοῦ φρονεῖν τε καὶ νοεῖν ἀποσπάσας, ἤτοι πόρρω | |||
5 | τοῦ νοουμένου καὶ τοῦ σαφοῦς ταύτας ποιῶν. | ||
sch ran963a | Κύκνον· τὸν Ποσειδῶνος. Μέμνονα· τὸν Τιθωνοῦ καὶ Ἡμέρας. | ||
sch ran963b | καὶ κωδωνοφαλαροπώ‐ λους: τὸν Τυδέα καὶ ἑτέρους παράγει ἐπὶ τῶν φαλάρων καὶ προμετωπιδίων τῶν ἵππων κώδωνας ἔχοντας. | ||
sch ran964 | ἑκατέρους μαθητάς: Φορ‐ μίσιον καὶ Μεγαίνετον τοὺς Αἰσχύλου μακρογενείους ὄντας, καὶ τοὺς ἐμούς, Κλειτοφῶντα καὶ Θηραμένη τὸν | ||
5 | κόθορνον· ἢ “ἑκατέρου μαθητάς”, τοῦ Αἰσχύλου κἀμοῦ. Φορμίσιος μαθητὴς Αἰσχύλου κο‐ μήτης, φοβερὸς τῇ θέᾳ, καθιέμενον εἰς βάθος τὸν πώγωνα φέρων. ἦν δὲ | ||
10 | καὶ δωροδόκος. Μανᾶς τοὺς δούλους ἐκάλουν, ὡς καὶ Πυρρίας καὶ Τιβίους, | ||
ἀπό τινων φαυλοτάτων δούλων κλή‐ σεις λαχόντων τοιαύτας. τὸν Μεγαί‐ νετον δὲ οὐχ ὡς δοῦλον, ἀλλ’ ὡς | |||
15 | ἀναίσθητον Μανῆν κέκληκεν· ἦν δὲ οὗτος θρασύς, αὐθάδης καὶ στρατη‐ | ||
γιῶν. | |||
sch ran966a | σαλπιγγολογχυπηνά‐ δαι: βυκανοδορατογένειοι, τουτέστιν ἄγαν καθειμένας ἔχοντες καὶ μακρὰς γενειάδας. | ||
sch ran966b | σαρκασμοπιτυοκάμ‐ πται: ἔα παλαιούς, καρδία σοφωτάτη, ἄλλοις, ἐφευρίσκουσα τοὺς Τζέτζου λόγους, | ||
5 | ἄκουε δ’ ἡμῶν, τί τοδὶ δηλοῦν θέλει· ὀδοντοδεῖκται, Σίννιδες πεφυκότες, | ||
κεχηνότες τάχα τε καὶ τῶν ἀφρόνων, μιμούμενοι δὲ τοὺς κραταιοὺς ἰσχύϊ, λῃστὴς ὁποῖος Σίννις ἦν κράτει πάλαι, | |||
10 | σχοίνοις ὃς εἰς γῆν δένδρα συγκλίνων πίτυς ἄνδρας ἐδέσμει δυστυχεῖς, τρισαθλίους, καμπῆς δ’ ἐκείνας ἐξαφεικὼς ἀθρόως ἐσφενδόνα βίαιον εἰς τὸν αἰθέρα. τὸ δὲ “σαρκασμοπιτυοκάμπται” | ||
15 | οὕτω νοεῖται· οἱ μωροὶ δὲ καὶ ἀκουσίως κεχηνότες καὶ δεικνύοντες αὐτῶν τοὺς ὀδόντας, οἰόμενοι δέ τινες εἶναι μεγάλοι καὶ φοβεροί, ὁποῖος ἦν ὁ Σίννις ἐκεῖνος ὁ πιτυοκάμπτης | ||
20 | τοὐπίκλην. ἀλλὰ τίς μὲν ὁ Σίννις, ἐπέγνως· νῦν δὲ καὶ τί τὸ “σάρ‐ κασμα” μάνθανε. “σαρκάζειν” ἐστὶ τὸ ἄκοντά τινα τοὺς ὀδόντας δεικνύειν, “σκαρδάσ‐ | ||
25 | σειν” κινεῖν τὰς ὀφρῦς, τὸ “σκαρδα‐ μύσσειν” ὀφθαλμοὺς ὑποτρέμειν, “σκορδινᾶσθαι” τὸ μετὰ χάσμης τείνειν τὰς χεῖρας. ἄρτι διοῖσον τῶνδε τεσσάρων μάθε, | ||
30 | τοῦ “σκορδινᾶσθαι” καὶ “σκαρδαμύσσειν” λέγω, καὶ δή γε “σκαρδάδας” τε “σαρκάζειν” ἅμα. | ||
sch ran967 | ὁ Κλειτοφῶν καὶ ὁ Θηραμέ‐ νης, Εὐριπίδου μαθηταί, πανουργό‐ τατοι καὶ ἀλλοπρόσαλλοι. πολλάκις δὲ περὶ Θηραμένους εἴπομεν· καὶ νῦν | ||
5 | δὲ βραχέα ἐροῦμέν τινα. | ||
sch ran969 | ὃς ἢν κακοῖς που περιπέ‐ | ||
σῃ: ὃς Θηραμένης περιπεσὼν δυσχε‐ ρέσιν καὶ πλησίον παραστὰς συμ‐ | |||
φορῶν, ἔξω τῶν κακῶν ἐκπίπτει καὶ | |||
5 | σῴζεται πανουργεύμασιν, “οὐ Χῖος. ἀλλὰ Κῖος”, ἤτοι κατὰ τὴν παροι‐ μίαν. ἐάν τι ἀνιαρὸν καὶ ἐχθρὸν παρά τινων ἀπήντα τοῖς Χίοις, τῶν Χίων οἱ δραστικώτεροι, ὡς Χῖοι κρατού‐ | ||
10 | μενοι, λέγοντες ὑπάρχειν οὐ Χῖοι, ἀλλὰ Κῖοι, ὡσαύτως δὲ καὶ οἱ Κῖοι, τὴν δυσχέρειαν ἀπεδίδρασκον. εἰ δ’ ἀγαθόν τι τοῖς Χίοις συνέτρεχε, καὶ οἱ Κῖοι Χῖοι ἔλεγον εἶναι, οὐ | ||
15 | Κῖοι· πολλῷ δὲ μᾶλλον οἱ Χῖοι. | ||
sch ran972a | εἰσηγησάμην: ἐδίδαξα. λογισμόν: ἀκρίβειαν, πολυπραγμο‐ σύνην. | ||
sch ran973 | τῇ τέχνῃ: τῇ τραγικῇ. | ||
sch ran974a | σκέψιν: φροντίδα, οἰκονο‐ μίαν. | ||
sch ran974b | σκέψιν] φροντίδα οἰκονόμον. | ||
sch ran976/77 | καὶ τὰς οἰκίας οἰκεῖν ἄμεινον: ἤτοι οἰκονομικωτέρους αὐτοὺς ἐποιησάμην. | ||
sch ran978 | κἀνασκοπεῖν: ἀνακρίνειν | ||
ἀνερευνᾶν. | |||
sch ran984 | ἀπεδήδοκε] καταβέβρωκε. | ||
sch ran984/85 | τίς τῆς μαινίδος: ἡ μαινὶς εἶδός ἐστιν ἰχθύος ὅμοιον ταῖς πλατείαις σμαρίσιν, οὐ μέντοι αὐτὴ ἡ σμαρίς, ὡς οἱ τοῖς σχέδεσι βαρ‐ | ||
5 | βαρούμενοι τοῦτο νομίζουσιν. | ||
sch ran985 | “τρύβλιον” καὶ “τρυβλίον”. τέθνηκέ μοι τὸ τρυβλίον: κατεά‐ γη, ἐρράγη. ἀγγεῖον δὲ κοῖλον τὸ τρυβλίον | ||
5 | νομίζεται τοῖς πολλοῖς, εἰς ὃ τὰ ὄψα χύτραθε κενοῦντες καὶ θέντες ἐν τῇ τραπέζῃ ἐσθίομεν. καὶ Ἀριστο‐ φάνης νῦν τοιοῦτο τοῦτό φησιν· ἡ βασιλὶς δὲ Κλεοπάτρα καὶ Διοσκορί‐ | ||
10 | δης ὁ Ναζαρβεὺς Ἀφρικανός τε καὶ ὅσοι περὶ μέτρων συνέγραψαν καὶ σταθμῶν, τὸν ὀξύβαφον, τὸν ξέστην, τὸ τρύβλίον, τὸ κεράμιον καὶ ἕτερα εἴδη μυρία σταθμῶν ὑγρῶν ποσὰ | ||
15 | ταῦτα λέγουσιν, ἃ εἰς σπουδαίου τινὸς καὶ ἀξιοζήλου συγγράμματος ἔδει με γράφειν, οὐκ εἰς θυμελικὴν | ||
ἐπεξήγησιν. | |||
sch ran988a | τίς τῆς ἐλάας παρέτρα‐ γε: “τίς ἔφαγεν ἄρτων”, “τίς ἔπινεν οἴνων”, ἀττικῶς μετὰ γενικῆς συν‐ τάσσονται. | ||
sch ran988b | ἐλάας] τῆς ἐλαίας. | ||
sch ran989 | τέως δὲ: μέχρι δὲ τότε, ἤτοι μέχρις ἐμοῦ, ἀβελτερώτατοι, ἀσυνετώτατοι, ἀμήχανοι, μὴ δυνά‐ μενοι ἀνῦσαι, ὃ βούλεσθε· ἀπὸ | ||
5 | μεταφορᾶς ἀφυῶν τοξοτῶν· οἱ βέλτε‐ ροι γὰρ καὶ περιδέξια βάλλοντες ἐπιτυγχάνουσι τοῦ σκοποῦ, οἱ δ’ ἀφυεῖς καὶ σκαιοὶ καὶ ἀβέλτεροι | ||
ἀποτυγχάνουσιν. | |||
sch ran992 | τάδε μὲν λεύσεις, φαί‐ διμ’ Ἀχιλεῦ: ἀρχὴ Μυρμιδόνων Αἰσχύλου· οὕτω δὲ τὸν Αἰσχύλον ὁ χορὸς καλεῖ. | ||
sch ran993 | μόνον: λείπει τὸ “πρόςςχες”, | ||
ἵν’ ᾖ· “μόνον πρόςςχες, ὅπως καὶ πῶς”· ἢ “ὅπως μή σε ὁ θυμὸς ἁρπάσας ἐκτὸς οἴσει τῶν ἐλαῶν”, | |||
5 | ἤτοι τοῦ καθεστηκότος καὶ ἐλαιώ‐ | ||
δους καὶ λείου. | |||
sch ran996 | κατηγόρηκεν: ἀττικῶς οὐ “κεκατηγόρηκεν”. ἀλλ’ ὅπως καὶ πῶς, ὦ γεννάδα, ἀντιλέξεις μὴ πρὸς ὀργήν. οὕτως ἡ συνέπεια· μὴ | ||
5 | (993) ἁρπάσῃ σε ὁ θυμὸς ἔξω τοῦ δέοντος, ἀλλὰ πρόςςχες, ὦ γενναῖε, πῶς ἀντιλέξεις μὴ χρώμενος ἄκροισι καὶ ὅλοις τοῖς ἱστίοις—ἀπὸ τῶν εὐπλοουσῶν ὁλκάδων πνεύμασιν εὐη‐ | ||
10 | νέμοις—, (999) ἀλλὰ συστείλας καὶ περισφίγξας. τὰ λαίφη τοῦ θυμοῦ, εἶτα πλέον καὶ πλέον ἄξεις σεαυτὸν εἰς τὸ λέγειν, ἡνίκα ἂν τὸ τοῦ θυμοῦ πνεῦμα λωφήσῃ. | ||
sch ran1002 | φυλάξεις] τὸ τῆς ἀντιλογίας. | ||
sch ran1003 | καθεστηκὸς] σύμμετρον. | ||
sch ran1004a | ἀλλ’ ὦ πρῶτος: ἀλλ’, ὦ Αἰσχύλε, πρῶτος καὶ πρῶτε ἀπὸ τῶν Ἑλλήνων πυργώσας καὶ ἐπιστη‐ ρίξας καὶ ὑψώσας τὰ σεμνὰ καὶ | ||
5 | κόσμια καὶ διηρμένα ῥήματα, τὰ τῶν ἡρώων δηλονότι, τὰ ἐν ταῖς τραγῳ‐ δίαις φερόμενα, καὶ κοσμήσας τὸν τραγικὸν λῆρον καὶ εἰς κοσμιότητα ἐξ ἀκοσμίας ἀγοραίας μεταγαγὼν | ||
10 | τὸν τραγικὸν λῆρον καὶ τὴν χύσιν τῆς εὑρεσιλογίας τῆς τραγικῆς— “λῆροι” γὰρ οἱ χειροποίητοι κρουνοὶ λέγονται· ἴσως δὲ νῦν ἐσχηματισ‐ μένως δύναιτο λέγειν Ἀριστοφάνης, | ||
15 | καὶ “λῆρον” φλυαρίαν τραγικήν— θαρρῶν ἀφίει τὸν κρουνόν, ἤτοι πρόπεμπε σοὺς λόγους ὡς δωδεκά‐ κρουνον νᾶμα. | ||
sch ran1004b | πυργώσας] ἐπιστηρίξας. | ||
sch ran1006a | θυμοῦμαι μὲν τῇ ξυν‐ τυχίᾳ: ἤτοι ἐπὶ τῷ νῦν συμβάντι, τῷ πρὸς Εὐριπίδην ἀντιλέγειν ἐμέ. | ||
sch ran1006b | καί μου τὰ σπλάγχνα ἀγανακτεῖ: ἤτοι ἐμοὶ τὰ ἐντόσθια φλέγεται τοῦ περικαρδίου ζέσαντος αἵματος. ἵνα μὴ φάσκῃ δ’ ἀπορεῖν | ||
5 | ἐμέ: λείπει τὸ “ἀντιλέξω”· καὶ αὐτίκα Εὐριπίδην ἐρωτᾷ· κἀκεῖνος αὐτῷ ἀποκρίνεται. | ||
sch ran1009 | δεξιότητος: εὐφυΐας, ἐπι‐ τηδειότητος. νουθεσίας: παραινέ‐ σεως, διδασκαλίας, παιδεύσεως. | ||
sch ran1011a | ἐκ χρηστῶν καὶ γεν‐ ναίων: ἀγαθῶν, εὐγενῶν, ἀνδρειο‐ ψύχων. μοχθηροτάτους: φαυλο‐ | ||
τάτους, ἀχρήστους. | |||
sch ran1011b | χρηστῶν] εὐγενῶν, ἀνδρει‐ οψύχων. | ||
sch ran1011c | μοχθηροτάτους] φαυλοτά‐ τους. | ||
sch ran1012 | τεθνάναι: “ζῶσαι” μὲν ἐχρῆν τὸν νεκρὸν φάναι “πάλιν”. ἐπεὶ δὲ τὸν Εὐριπίδην παράγει ζωῆς ἐφιέμενον, ὡς περὶ τὸ τέλος τοῦ | ||
5 | δράματος δείξει σαφέστατα, τεθνάναι δεύτερον θάνατον τοῦτόν φησιν, εἰ καὶ τέθνηκεν ὅμως, καὶ πρὸς Ἅιδην ἐξ Ἅιδου μεταπεσεῖν δεύτερον. ἤ· ὅτ’ ἔζη, εἰ, ὥσπερ φής, τὴν τραγῳ‐ | ||
10 | δίαν οὑτωσὶ ἐλυμήνατο. | ||
sch ran1014 | γενναίους καὶ τετραπή‐ χεις: εὐγενεῖς, φησί, καὶ “τετρα‐ πήχεις”, γίγαντας ἥρωας, τοὺς ἐν Ἀθήναις ἀνθρώπους οὗτος λαβὼν | ||
5 | παρ’ ἐμοῦ, τουτέστιν ἐκ τῶν ἐμῶν διδαγμάτων, καὶ μὴ “διαδρασι‐ πολίτας”, ἤγουν πολίτας δειλοὺς | ||
καὶ ἀποδιδράσκοντας πόλεμον—ἢ διαδρασιπολίτας καὶ τὰ τῆς πολι‐ | |||
10 | τείας ἐκφεύγοντας πράττειν—, “ἀγοραίους” εἰργάσατο καὶ “κο‐ βάλους” καὶ μίμους, καὶ “πανούρ‐ γους”, δολίους καὶ βδελυρούς. | ||
sch ran1016 | ἀλλὰ πνέοντας τὸ καὶ τό: πνέοντας δηλοῖ πολέμους καὶ θυμοὺς αἰαντείους. | ||
sch ran1017 | πήληκας] περικεφαλαίας. | ||
sch ran1018 | καὶ δὴ χωρεῖ τουτὶ τὸ | ||
κακόν: ὅ, φησὶν Εὐριπίδης, ἔλεγον κακόν, ἤδη τοῦτο χωρεῖ. καὶ ὁ Διόνυσος ὑψηλολεκτῶν φησιν· ὁ | |||
5 | Αἰσχύλος καὶ κράνη λέγων καὶ τρυφαλείας καὶ πήληκας συντρίψει με. | ||
sch ran1020 | μηδ’ αὐθαδῶς σεμνυνό‐ μενος χαλέπαινε: μηδ’ ἀλαζονι‐ κῶς κενοδοξῶν ὀργίζου. | ||
sch ran1021 | δρᾶμα ποιήσας Ἄρεος ως μεστόν: τοὺς Ἑπτ`’ ἐπὶ Θήβας. γενναίως γὰρ καὶ στρατηγικῶς ἐκεῖ καὶ βασιλικῶς ὁ Ἐτεοκλῆς καὶ | ||
5 | στρατηγεῖ καὶ βουλεύεται καὶ κατα‐ σκόπους ἐκπέμπει καὶ τάσσει τοὺς λόχους καὶ τἄλλα πάντα ποιεῖ, ὁπόσα ἐχρῆν βασιλέα καὶ στρατηγὸν δεξιώ‐ τατον. | ||
sch ran1023 | τουτὶ μέν σοι κακὸν εἴργασται: μὴ ἔχοντα δῆθε τὸν | ||
Εὐριπίδην τι τοῦ δράματος αἰτιᾶσθαι φέρει ληροῦντα ταυτί, καὶ συλληροῦ‐ | |||
5 | σιν ἀμφότεροι. τουτὶ γάρ, φησί, σοὶ κακὸν εἴργασται καὶ τούτου ἕνεκα τύπτου, ὅτι Θηβαίους Ἀργείων εἰς πόλεμον ἀνδρειοτέρους πεποίηκας. “ἀνδρεία”, πολλάκις εἴπομεν, ἐπὶ | ||
10 | ψυχῆς λέγεται, “ῥώμη” δὲ ἐπὶ σώματος. | ||
sch ran1025 | ἀλλ’ ὑμῖν τοῖς μετ’ ἐμὲ ποιηταῖς, σοί τε, τῷ Εὐριπίδῃ, καὶ ἄλλοις, ἐξῆν τοῦτο· εὐλογίαν δ’ οὐκ ἠθελήσατε καὶ ἀφῃρέθη ἀφ’ ὑμῶν. | ||
sch ran1026 | εἶτα διδάξας Πέρσας: τὸ | ||
“εἶτα” μὴ τακτικόν τις νοείτω, ὥστε δοκεῖν πρῶτον διδαχθῆναι τὸ δρᾶμα τοὺς Ἑπτὰ ἐπὶ Θήβας, εἶτα | |||
5 | τοὺς Πέρσας—προτέρους γὰρ τοὺς Πέρσας φασὶ διδαχθῆναι, δευτέρως δὲ τοὺς Ἑπτὰ ἐπὶ Θήβας—, ἀλλ’ οὕτω λεγέτω τε καὶ νοείτω· δρᾶμα ποιήσας τοὺς Ἑπτὰ ἐπὶ Θήβας, εἶτα | ||
10 | διδάξας Πέρσας, ἀντὶ τοῦ “καὶ ἕτερον ποιήσας, τοὺς Πέρσας”. | ||
sch ran1027 | κοσμήσας ἔργον ἄρι‐ στον: τὸ μεγαλοπρεπὲς καὶ ἄριστον ἔργον τῶν Ἀθηναίων, τουτέστι τὸν πόλεμον, ὃν κατὰ γῆν τε καὶ | ||
5 | θάλασσαν συμβαλόντες τοῖς Πέρσαις λαμπρῶς νενικήκασι, καλλύνας λόγοις προσφόροις καὶ δράματι πρέποντι. | ||
sch ran1028 | ἐχάρην γοῦν, ἡνίκ’ ἤκου‐ | ||
σα περὶ Δαρείου τηθνεῶτος: ἡδύνθην γοῦν καὶ ηὐφράνθην. ἐσχη‐ ματισμένως δὲ δύναται νοηθῆναι καὶ | |||
5 | “ἐγέλασα διασύρων ὡς κατάμομφον, ὁπότε ἤκουσα περὶ τοῦ τηθνεῶτος Δαρείου, ὅτε τὸ εἴδωλον αὐτοῦ πρὸς τὰς χοὰς ἀνελθὸν Ἀτόσσῃ τε διαλέ‐ γεται καὶ τοῖς γεραιτέροις Περσῶν, | ||
10 | καὶ ἀκηκοότες οἱ γέροντες περσιστὶ κατοδύρονται”. | ||
sch ran1029 | ὡδὶ συγκρούσας: κατὰ τοῦτον τὸν τρόπον. συνάψας γὰρ τὰς βʹ χεῖρας αὑτοῦ καὶ συγκρούσας | ||
πρακτικῶς τοῦτο δείκνυσιν. | |||
sch ran1032 | Ὀρφεὺς μὲν γὰρ: Ὀρφεὺς ὁ μέγας, Θρᾷξ ὢν τῷ γένει, Οἰάγρου παῖς καὶ Μενίππης, ἀλληγορικῶς δὲ Καλλιόπης τῆς Μούσης, τελετὰς καὶ | ||
5 | μυστήρια καὶ σεβασμοὺς θεῶν πρῶ‐ τος ἔδειξεν, ὅθεν εἴρηται καὶ “θρη‐ σκεύειν” τὸ θεοὺς τιμᾶν· Θρᾷξ γὰρ ὢν ὁ Ὀρφεύς, ὥσπερ εἶπον, τοῦτο | ||
ἔφευρεν. | |||
sch ran1033 | Φιλόχορος τὸν Μουσαῖον Σελήνης υἱόν φησι καὶ Εὐμόλπου. | ||
sch ran1036a | τάξεις: παρατάξεις στρα‐ τιωτικάς. ἀρετάς: πολεμικὰς καὶ γενναιότητος· ἀλλὰ καὶ ἀρετὰς φρο‐ νήσεως, δικαιοσύνης, σωφροσύνης | ||
5 | καὶ κοσμιότητος. | ||
sch ran1036b | καὶ μὴν οὐ Παντακλέα: διαβάλλει Παντακλέα ὡς ἄπειρον | ||
ὁπλίσεως. | |||
sch ran1037a | σκαιότατον: χωριτικόν, μανδροτραφῆ, σηκαιότατόν τινα ὄν‐ τα· ἀφυῆ καὶ ἐπαρίστερον. | ||
sch ran1037b | πρώην γοῦν, ἡνίκ’ ἔπεμπεν: ἡ πόλις, ἢ αὐτὸς ἑαυτόν, ἐπ’ ἐκστρατείαν, τὸ κράνος καὶ τὴν περικεφαλαίαν πρῶτον περιδησά‐ | ||
5 | μενος καὶ περὶ τὸν ἀνθερεῶνα δήσας ἔμελλεν ἐπιδήσειν καὶ ἔπειτα δήσειν τὸν λόφον. λόφος δέ ἐστι τὸ τῆς περικεφαλαίας αὐλοειδὲς ἐπανάστη‐ μα, ἐν ᾧ αἱ ἵππειαι τρίχες εἰς | ||
10 | κόσμον καὶ φόβον ἐμβάλλονται. | ||
sch ran1039 | Λάμαχος: γενναῖος καὶ φιλοπόλεμος στρατηγὸς Ἀθηναίων. | ||
sch ran1040 | ὅθεν: ἐξ Ὁμήρου ἡ ἐμὴ φρὴν ἀπομαξαμένη, ἤτοι ἐγὼ μιμησά‐ μενος, πολλὰς ἀρετὰς στρατιωτικὰς ἐποίησα καὶ τῇ ἐμῇ ποιήσει συνεγρα‐ | ||
5 | ψάμην Πατρόκλων, Τεύκρων λεοντο‐ ψύχων ἤτοι γενναίων καὶ ἰσχυρῶν ἐν ταῖς μάχαις, ἵνα τοὺς ἐμοὺς πολίτας ἀναπτερῶ μιμητὰς τούτων γίνεσθαι τοῖς πολέμοις. | ||
sch ran1043 | Φαίδρας: Φαίδρα τοῦ Εὐριπίδου δρᾶμά ἐστιν. Σθενέ‐ βοια: ἡ παρ’ Ὁμήρῳ λεγομένη Ἄντεια· καὶ τ̣αύτης δύο δράματα | ||
5 | Εὐριπίδου, τὸ μὲν Βελλεροφόντης καλούμενον, τὸ δὲ Σθενέβοια· γρά‐ φουσι δὲ τὸν Σθενεβοίας ἔρωτα πρὸς Βελλεροφόντην. | ||
sch ran1045 | ἐνῆν τῆς Ἀφροδίτης οὐδέν σοι: οὐχ ὡς ἀμόρφου καὶ ἀηδοῦς, ἀλλ’ ὡς στρυφνοῦ καὶ συνεστηκότος τὸ ἦθος ὄντος Αἰσχύ‐ | ||
5 | λου καὶ μὴ ἐκλύτου καὶ ζῶντος βίον διάρρυτον τοῦτό φησιν. | ||
sch ran1046 | ἐπὶ σοὶ καὶ τοῖς σοῖς πολλὴ καὶ διὰ πολλοῦ χρόνου ἡ Ἀφροδίτη ἤτοι τὰ μοιχικὰ εἴθε ἐπικάθοιτο καὶ | ||
ἐστηριγμένα εἴη μὴ ἀφιστάμενά τε | |||
5 | καὶ ἀποτρέχοντα. ἐμφαίνει δὲ τὴν πρὸς Κηφισοφῶντα μοιχείαν Μελι‐ τοῦς ἢ Χοιρίλλης, γυναικὸς Εὐρι‐ πίδου. | ||
sch ran1051 | κώνεια πίνειν: πολλαὶ γὰρ | ||
τῶν ὑπερόχων γυναῖκες ὡς ἡ Σθενέ‐ βοια ἐρασθεῖσαί τινων καὶ τῶν | |||
ἐρωμένων οὐχὶ τυχοῦσαι φαρμάκοις | |||
5 | αὑτὰς διεχρήσαντο. ἡ δὲ Σθενέβοια μετὰ τὰ τρόπαια τὰ κατὰ Λυκίαν νικητοῦ Βελλεροφόντου ὑποστραφέν‐ τος καὶ Προῖτον αἰτιωμένου, ὡς κατ’ αὐτοῦ μελετήσαντος ἄδικον θάνατον, | ||
10 | ἀναιρεῖται τρόπῳ τοιούτῳ. προσποι‐ εῖται Βελλεροφόντης ταύτης ἐρᾶν· ἡ δὲ νικωμένη τῷ ἔρωτι, ἀφεῖσα τὸν οἶκον τοῦ Προίτου, ἔξεισι λάθρᾳ, καὶ κατὰ νώτου Πηγάσου συνεποχεῖται | ||
15 | Βελλεροφόντῃ, ὃς διαέριος μέσῳ πελάγους φερόμενος τῶν νώτων τοῦ ἵππου ἀποσφαιρίσας αὐτὴν τοῖς ὕδα‐ σιν ἀπέπνιξεν. | ||
sch ran1053 | μὰ Δί’ ἀλλ’ ὄντα: οὔ μὰ Δία, οὐκ εἶπας ψευδῆ λόγον, ἀλλ’ ὄντα καὶ γεγονότα καὶ ἀληθῆ· ἀλλὰ χρὴ τὸν ποιητὴν τὰ πονηρὰ κρύπτειν | ||
5 | καὶ μὴ παράγειν καὶ φέρειν καὶ | ||
φανεροῦν. τοῖς παιδαρίοις γὰρ δι‐ δάσκαλοι οἱ γραμματισταί· οἱ ποιη‐ ταὶ δὲ τῶν τελείων νουθετηταὶ γινό‐ μεθα καὶ διδάσκαλοι. | |||
sch ran1056 | ἦν οὖν σὺ λέγῃς: πρὸς ταῦτα ὁ Εὐριπίδης φησί· τὰ μὲν ἐμά, ὡς φής, ἀσυντελῆ καὶ πλέον ἐπιβλα‐ βῆ· ἐὰν δὲ σὺ λέγῃς Σπερχειούς, | ||
5 | Λυκαβηττοὺς ἢ Παρνασσοὺς ἢ Καυ‐ κάσους ἢ ἄλλα τοιαῦτά τινα, ἢ λέξεις τοιαύτας τινὰς ἐξηρμένας, ὀρεσκῴους καὶ ὑψικρήμνους καὶ ἀποκρότους καὶ ὑπερόφρυας, τοῦτο | ||
10 | ἔστι χρηστὸν δίδαγμα, ὅντινά σε ἔδει φράζειν ἀνθρωπείως ἤτοι κεχρη‐ μένον λέξεσι μέσαις, ἡμεροφώνοις τε καὶ ἠπίαις καὶ προσηνέσι καὶ λείαις ταῖς ἀκοαῖς; καὶ ὁ Αἰσχύλος· ἀλλ’, | ||
15 | ὦ κακόδαιμον, τῶν ὑψηλῶν νοημά‐ | ||
των καὶ ὑποθέσεων καὶ πραγμάτων μεγάλους καὶ ὑψηλοὺς καὶ τοὺς λόγους δέον συντίθεσθαι· ἄλλως τε δὲ τὰ ἡμέτερα συγγράμματα περὶ | |||
20 | ἡρώων καὶ ἡμιθέων διδάσκουσιν· εἶκος δὲ τοὺς ἥρωας, ὡς ἡμῶν πολὺ μείζοσι καὶ σεμνοτέροις χρῶνται τοῖς ἱματίοις, οὕτω δὴ χρῆσθαι καὶ λόγοις ὑψηλοτέροις· ἃ σὺ ἐλυμήνω | ||
25 | ἐμοῦ περὶ τούτων καλλίστως διδά‐ ξαντος. | ||
sch ran1063 | ῥάκι’ ἀμπίσχων: ἀμφιεν‐ νὺς ῥάκια· δι’ Οἰνέα καὶ Τήλεφον καὶ τοὺς ἑτέρους· πτωχοποιὸς γὰρ | ||
ὁ Εὐριπίδης ἀεί. | |||
sch ran1066 | περιιλλόμενος: κρυπτό‐ μενος, σκεπόμενος· ἤτοι ἔξωθεν ἐνδεδυμένος πενιχρὰ ἱμάτια κλαίει καὶ ἄπορος εἶναί φησιν. | ||
sch ran1067 | οὔλων ἐρίων: μαλακῶν μαλλῶν, νημάτων· μετάξης. | ||
sch ran1068 | κἂν ταῦτα λέγων: κἂν λέγων πένης εἶναι ἐξαπατήσῃ τοὺς | ||
συνωθοῦντας ⸤συνήθεισ⸥ αὐτὸν τριη‐ ραρχεῖν δηλονότι, παρὰ τοὺς ἰχθῦς | |||
5 | καὶ τὰ ἰχθυοπώλια ἀνέκυψεν, ἤτοι ὠνούμενος τοὺς τιμαλφεῖς τῶν ἰχθύ‐ ων τρυφᾷ. τὸ δὲ λέγειν “ἰχθῦς” καὶ “μύρα” καὶ “τυρούς” καὶ τὰ τοιαῦτα ἀπεμπολούμενα ἀντὶ τῶν πωλητη‐ | ||
10 | ρίων, καὶ τὰ περιεχόμενα ἀντὶ τῶν περιεχόντων καὶ τὰ μέρη ἀντὶ τῶν ὅλων καὶ τὸ ἔμπαλιν, ὡς τὸ “ἐλέφαν‐ τα” τὸ “ἐλεφάντινον ὀστοῦν”, “κεφαλὴν Τηλεμάχου” ἀντὶ τοῦ | ||
15 | “Τηλέμαχον” καὶ “πόλις” ἀντὶ τοῦ “οἱ πολῖται” καὶ “Αἴγυπτος” ἀντὶ τοῦ “οἱ Αἰγύπτιοι” καὶ τὰ ὅμοια, ἀττικόν ἐστιν. | ||
sch ran1069a | λαλιὰν: φλυαρίαν, πολυ‐ λογίαν· “λέγειν” γὰρ τὸ τὰ δέοντα φθέγγεσθαι συντεταγμένως, “λα‐ λεῖν” δὲ ποτὲ τὸ φλυαρεῖν, ἀπὸ τῆς | ||
5 | τῶν λάρων φωνῆς τοῦ λα, ποτὲ τὸ βοᾶν καὶ θορυβεῖν, ποτὲ δὲ τὸ ἁπλῶς φθέγγεσθαι, μὴ λόγου κεκαλ‐ λωπισμένῃ συνθήκῃ. | ||
sch ran1069b | στωμυλία: πολυλογία εὐτράπελος· ἣ στωμυλία ἐξεκένωσε τὰς παλαίστρας καὶ τὰ γυμνάσια, ἤτοι ἀγυμνάστους μὲν πολεμικῶν καὶ | ||
5 | καλῶν ἔργων τοὺς ἀνθρώπους ἐποίη‐ σε, τὰς πυγὰς δὲ καὶ τὰς καθέδρας τῶν μειρακίων ἐξέτριψε στωμυλλο‐ | ||
μένων καὶ εὑρησιλογούντων. | |||
sch ran1071 | καὶ τοὺς παράλους ἀνέ‐ πεισεν: τοὺς τριηρίτας ναύτας ἀνέ‐ πεισεν ἀντιλέγειν τοῖς τριηράρχαις τριηράρχοις· καίτοι, φησὶν ὁ Αἰσχύλος, τότε, ὅτ’ | ||
5 | ἔζων ἐγώ, οὐκ ἠπίσταντο οἱ ναυτιλ‐ λόμενοι ἄλλο τι εἰπεῖν ἢ “μάζαν” καὶ “μὴ ἄζαν”, ἀλλὰ νεοφύρατον ἀρτί‐ | ||
διον, καὶ πίτταν καὶ πιττάριον· βαρβαρίσαι γὰρ διὰ τοὺς βαρβάρους | |||
10 | οὐκ ἀπεικός ἐστιν, ἵνα καὶ τούτους κερδήσωμεν. τοῦτο μόνον τότε ὁ ναυτικὸς ἠπίστατο λέγειν καὶ “ῥυπ‐ παπαῖ”, ναυτικὸν ἐπίφθεγμα κινη‐ τικὸν καὶ διεγερτικὸν πρὸς κωπηλα‐ | ||
15 | σίαν, καὶ προσπαρδεῖν ἐς τὸ στόμα τῷ θαλάμακι. τρεῖς τάξεις τῶν ἐρεσσόντων ἦσαν ἐν ταῖς τριήρεσι· θαλάμακες οἱ ἐν τῷ κάτω μέρει τῆς τριήρους ἔγγιστα τοῦ | ||
20 | ὕδατος, οἳ καὶ κολοβαῖς καὶ βραχείαις ἐχρῶντο κώπαις καὶ τὸν μισθὸν ἐλάτ‐ τω ἐλάμβανον. οἱ μέσοι δὲ ἐλατῆρες ἐκαλοῦντο ζυγῖται· οἱ δὲ ἄνω θρανῖ‐ ται. συνέβαινεν οὖν τὸν μὲν ζυγίτην | ||
25 | ἀποπαρδοῦντα κατ’ ἶσον ἀποπαρδεῖν τοῦ στόματος τοῦ θαλάμακος, τὸν | ||
δὲ θρανίτην ἐς τὸ στόμα τοῦ ζυγίτου. (1075) ταῦτα τότε ἠπίστατο καὶ μινθῶσαι, νῦν ὀσμῆς ἀναπλῆσαι, τὸν | |||
30 | σύσσιτον. νῦν δ’ ἀντιλέγει τῷ ἄρχοντι καὶ οὐκ ἐλαύνει, πλεῖ δὲ κἀκεῖσε κἀνταῦθα. ταῦτα καὶ περὶ τούτων οὕτως εἰπέ· μὴ εἴπῃς δέ, ὡς ἔτι κοιμώμενος ἢ | ||
35 | κοτζοπαικτῶν· θρανίτης ὁ πρὸς τὴν πρύμναν, θαλάμιος ὁ πρὸς τὴν | ||
πρῴραν, μηδὲ εἴπῃς· κυρίως Πάρα‐ λος καὶ Σαλαμινία τριήρεις εἰρη‐ ναρχικαί, ἀλλὰ κατὰ Τζέτζην αὐτὴν | |||
40 | μὲν τὴν Σαλαμινίαν τὴν εἰς δικαστή‐ ριον ἄγουσαν τοὺς ἐκ περαίας, Πάραλον δὲ τὴν ἱεράς ποι θυσίας ἀπάγουσαν μετὰ φανῶν, θαλῶν καὶ λαμπάδων καὶ ἀνδρῶν λευκοφόρων | ||
45 | ἱεροθυτῶν ἐστεφανωμένων. ὅρα, γενναία ψυχή, τὰ τῶν παλαιῶν | ||
μέχρι καὶ αὐτῶν τῶν στιγμῶν. | |||
sch ran1080 | τικτούσας ἐν τοῖς ἱε‐ ροῖς: Αὔγη, ἡ Ἀλέου θυγάτηρ, ἱέρεια δὲ Ἀθηνᾶς, ἐν τῷ ἱερῷ γεννᾷ Τήλεφον. | ||
sch ran1081 | μιγνυμένας ἀδελφοῖς: Κανάκην, τὴν Αἰόλου, Μακαρεῖ τῷ αὐτῆς ἀδελφῷ. | ||
sch ran1082 | οὐ ζῆν τὸ ζῆν: ἢ διὰ τὰ ἐν Φρίξῳ εἰρημένα· τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, | ||
τὸ κατθανεῖν δὲ ζῆν; | |||
5 | ἢ διὰ τὸ ὑπὸ τῆς τροφοῦ ἐν Ἱππολύ‐ τῳ λεγόμενον ἄλλο τι φίλτερον ἄλλο κατὰ γᾶς. | ||
sch ran1084 | ἀνεμεστώθη: ἀνεπληρώ‐ θη τῶν γραμματεύειν βουλομένων καὶ μὴ στρατεύεσθαι. γραμματεύειν δὲ νῦν φησι τὸ δικαστικὰ γράφειν | ||
5 | ψηφίσματα. | ||
sch ran1085a | βωμολόχων: λάλων, φλυάρων, πολυλόγων. | ||
sch ran1085b | δημοπιθήκων: αὐτὸς ἐφερμηνεύει λέγων “ἐξαπατών‐ | ||
των τὸν δῆμον”. | |||
sch ran1087 | λαμπάδα δ’ οὐδεὶς: οἷός τε καὶ δυνατός ἐστι φέρειν καὶ βαστά‐ ζειν ὑπ’ ἀγυμνασίας καὶ ἀπειρίας. τρὶς γὰρ τοῦ ἔτους λαμπαδουχικὸς | ||
5 | ἀγὼν ἐν ταῖς Ἀθήναις ἐτελεῖτο· τοῖς Παναθηναίοις, τοῖς Προμηθείοις καὶ Ἡφαιστείοις. ἐτελεῖτο δὲ ὁ λαμ‐ παδικὸς οὗτος ἀγὼν ἐν τῷ Κεραμει‐ κῷ· τόπος δὲ ὁ Κεραμεικὸς ἦν | ||
10 | Ἀθήναζε, καὶ οἱ τὸν δρόμον τοῦτον ποιούμενοι φωσφορούσας λαμπάδας κατέχοντες ἔτρεχον. | ||
sch ran1089 | μὰ Δία: οὔ μὰ Δία, φησὶν | ||
ὁ Διόνυσος, οὐδείς ἐστιν οἷος καὶ δυνατὸς φέρειν λαμπάδα, ὥστε τῇ τῶν Παναθηναίων ἑορτῇ ἀπαφαυάν‐ | |||
5 | θην, ἐξηράνθην, ἐτηθνήκειν γελῶν, ὅτε τις ἔθει καὶ ἔτρεχεν ἄνθρωπος λευκός, πίων, βραδὺς καὶ ὑπολειπό‐ μενος τοῦ τῷ δρόμου (δρόμῳ)· ἔτρεχε δὲ κύψας καὶ δεινὰ ποιῶν, | ||
10 | βρονταῖς κροτῶν κάτωθεν ἐντεροκρότοις. | ||
sch ran1093 | κᾆθ’ οἱ Κεραμῆς: καὶ εἶτα οἱ Κεραμῆς, ἤτοι μετὰ ταῦτα | ||
καὶ εἶτα οἱ Κεραμῆς. τὸ “μῆς”, ὅτι ἀττικόν ἐστιν· ἅπαντα δὲ τὰ τοιαῦτα | |||
5 | “η” γράφουσιν· ἱππῆς, εὐγενῆς, βασιλῆς, καὶ τὰ ὅμοια· τὰ κύρια δὲ δίφθογγα· Τυδεῖς, Ἀχιλεῖς, Δημο‐ σθένεις, Ἀριστοφάνεις, καὶ τὰ ὅμοια. οὕτω δεινὰ ποιῶν ἔτρεχεν, ὃν εἶπον, | ||
10 | “ὑστέρῳ ποδί”· καὶ εἶτα οἱ Κεραμῆς ἐν ταῖς πύλαις παίουσι καὶ ἔπαιον αὐτοῦ τὴν γαστέρα καὶ τὰ λοιπὰ πλατείαις χερσὶν ἢ μάστιξιν· ἢ οὕ‐ τως ἁπλῶς λεγομέναις κεραμεικαῖς | ||
15 | πλατείαις πληγαῖς, ἐμοὶ δοκεῖ, ἢ | ||
μεγάλαις, ἢ ταῖς διὰ πλατείας καὶ λεωφόρου τοῦ δρόμου γινομέναις. οὗτος δὲ ταῖς πλατείαις τῶν Κερα‐ μέων τυπτόμενος, | |||
20 | ποιῶν ἄκων ψόφους τε, φυσσῶν λαμπάδα, βραδύς περ ὢν ἔφευγε λαιψηρῷ δρόμῳ. | ||
sch ran1099 | μέγα: μέγα τὸ πρᾶγμα, πολὺς καὶ ἁδρὸς καὶ στιβαρὸς ὁ πόλεμος ἔρχεται· χαλεπὸν οὖν καὶ δυσχερὲς καὶ δύσκολον διαιρεῖν καὶ | ||
5 | διαχωρίζειν αὐτοὺς ἀπὸ τῆς ἔχθρας καὶ ἄγειν αὐτοὺς ἐς συμμεταβάσεις, ὅταν ὁ μὲν βίαια λέγῃ, ὥσπερ τις ἄνεμος πνέων σφοδρῶς, ὁ δὲ ἀνθ‐ ίστασθαι τορῶς, τρανῶς, ἰσχυρῶς, | ||
10 | ἀληθῶς δύναται καὶ ἀνατρέπειν τὰ | ||
τούτου. | |||
sch ran1103 | ἀλλὰ μὴ ’ν ταὐτῷ κάθη‐ σθον: ἀλλὰ χωρίσθητε ἀπ’ ἀλλήλων μηκέτι ταὐτῷ τόπῳ καθήμενοι. ἤ· ἀλλὰ μὴ μέχρι τοῦ ἑνὸς ἀντιλογή‐ | ||
5 | ματος τούτου κάθησθε καὶ ἵστασθε· ἐσβολαὶ γὰρ καὶ νοήματα καὶ ἐν‐ θυμήματα καὶ ἕτερά εἰσι σοφῶν εὑρημάτων. κατὰ ὁτιοῦν φιλονεικεῖν | ||
ἔχετε ὑπόθεσιν, λέγετε τοῦτο. | |||
sch ran1106a | ἔπιτον: ἐπέρχεσθε τοῦτο καὶ ἀφηγεῖσθε. | ||
sch ran1106b | ἀναδέρετον: ἐκδέρετε, ἀπογυμνοῦτε, φανεροῦτε τά τε πα‐ λαιὰ καὶ τὰ νέα. | ||
sch ran1108 | κἀποκινδυνεύετον: καὶ κινδύνοις καὶ πόνοις παραβαλόντες ἑαυτοὺς καὶ σκοπήσαντες λέγετε λεπτόν τι καὶ σοφόν, μὴ κοινὸν μηδὲ | ||
5 | δημωδέστερον. εἰ δὲ δειλιᾶτε τῶν θεατῶν στοχαζόμενοι, μὴ ἀμαθές τι τῶν λεγομένων αὐτοῖς καὶ βαθὺ δόξῃ καὶ σκοτεινόν, τούτου ἕνεκα μηδὲν ὀρρωδεῖτε· οὐ γὰρ οὕτως ἔχει | ||
10 | τὰ πράγματα. | ||
sch ran1113 | ἐστρατευμένοι γάρ εἰσι: ἔμπειροι, γεγυμνασμένοι. ἡ μεταφορὰ ἀπὸ τῶν ἐμπείρων στρατιωτῶν. ἔμ‐ πειροι μὲν οὖν εἰσι τῶν πραγμάτων, | ||
5 | ἀλλὰ καὶ βίβλους ἑλίσσοντες αὐτῶν ἕκαστος μανθάνει τὰ δεξιὰ καὶ τὰ κάλλιστα, ἄλλως τε δὲ καὶ αἱ φύσεις αὐτῶν δεξιαί εἰσιν, ἤτοι εὐφυεῖς, | ||
ὀξεῖαι καὶ ἄρισται. | |||
sch ran1116 | νῦν δὲ καὶ παρηκόνην‐ ται: ὀξύτεροι καὶ ἐντριβέστεροι γε‐ γόνασι· μηδὲν οὖν δείσητε, ὡς οὐ νοηθῇ, ἄν τι λεπτὸν εἴπητε, ἀλλὰ | ||
5 | πᾶν ἐπεξέρχεσθε καὶ διέρχεσθε καὶ ἀφηγεῖσθε, λέγοντες ὡς ὄντων σο‐ φῶν τῶν περιεστώτων ὑμᾶς θεατῶν καὶ ἀκροατῶν. μικρὸν δέ τι παραφέ‐ ρεται, καὶ ἀλιτήριος ὤν, ὁ Ἀριστο‐ | ||
10 | φάνης καὶ οἴεται τὸν χορὸν ἐν Ἀθήναις εἶναι καὶ οὐκ ἐν Ἅιδου· εἰ γὰρ ἐν Ἅιδου νῦν ἀκριβῶς ἔγνω | ||
τὸν χορὸν πεφυκέναι, οὐκ ἂν οὕτω τὸν λόγον προήνεγκεν, ὄντων ἐκεῖσε | |||
15 | Λίνου, Θαμύριδος, Ὀρφέως, Ὁμή‐ ρου, Ἡσιόδου, Μουσαίου, Ἀναξα‐ γόρου, Ἐμπεδοκλέους, τῶν ἄλλων ἁπάντων, “ὧν ὁ κόσμος οὐκ ἔστιν ἀντάξιος”. | ||
sch ran1119 | καὶ μὴν ἐπ’ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι: ὁρμήσω πρῶτον ἐπὶ τοὺς προλόγους σου, 〈ὁ Εὐριπίδησ〉 λέγει· εἶτά φησι | ||
5 | τὸν λόγον ἀποστρέφων πρὸς τὸν Διόνυσον καὶ τὸ παρεστὸς ἀκροώ‐ μενον· ὅπως πρώτιστον τὸ πρῶτον μέρος τῆς τραγῳδίας βασανιῶ, πολυ‐ πραγμονήσω καὶ ἐξετάσω τοῦ δεξιοῦ | ||
10 | καὶ σοφοῦ Αἰσχύλου· ἀσαφῶς γὰρ φέρεται γράφων. καὶ ποῖον πρόλογον βασανιεῖς; ὁ Διόνυσος λέγει. καὶ ὁ Εὐριπίδης· πολλοὺς πάνυ· πρῶτον δέ, ὦ Αἰσχύλε δηλονότι, τὸν πρό‐ | ||
15 | λογον τὸν ἐξ Ὀρεστίας λέγε. | ||
sch ran1126 | Ἑρμῆ χθόνιε: ὁ Ἑρμῆς καὶ οὐράνιος καὶ ἐπίγειός ἐστι καὶ καταχθόνιος. νῦν δέ φησιν· ὦ Ἑρμῆ καταχθόνιε καὶ ψυχοπομπέ, ἐπο‐ | ||
5 | πτεύων καὶ ἐπιτηρῶν τὰ κράτη τὰ πατρῷα καὶ τὴν ἀρχὴν τὴν καταχθό‐ νιον καὶ ψυχοπομπικήν, ἣν ὁ Ζεὺς ὁ πατήρ σοι δεδώρηται, σωτὴρ γενοῦ (1128) μοι. ἥκω γὰρ εἰς γῆν | ||
10 | τήνδε καὶ κατέρχομαι: ἐκ πα‐ ραλλήλου ταὐτόν ἐστι τὸ σχῆμα. | ||
sch ran1129 | πλεῖν ἢ δώδεκα: “πλέ‐ | ||
ον” “πλεῖν” ἀττικῶς. πλεῖν καὶ πλέον ἢ καὶ παρὸ δώδεκα· ἀπὸ κοινοῦ τὸ “ἔχω ψέγειν”. | |||
sch ran1130 | ἀλλ’ οὐδὲ πάντα ταῦτ’ ἐστί: δηλονότι δώδεκα· ἀλλ’ ἢ τρία ἰάμβεια μέτρα. | ||
sch ran1131a | εἴκοσί γ’ ἁμαρτίας: μομφάς, αἰτιάματα, πταίσματα. | ||
sch ran1131b | ἁμαρτίας] αἰτιάματα. | ||
sch ran1133 | πρὸς τρισὶν ἰαμβείοις: ἡ “πρός” ἀττικῶς παρέλκει. ὁ νοῦς δέ· παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή, πεισθεὶς ἐμοί, τρισὶν ἰαμβείοις ὀφεί‐ | ||
5 | λων φανῇ αἰτίας καὶ μώμους. | ||
sch ran1135 | οὐράνιόν γ’ ὅσον: ἀττικῶς ἓν τῶν δύο πλεονάζει, ἢ τὸ “ὅσον”, ἢ τὸ “οὐράνιον”· ἓν γὰρ τῶν δύο ἀρκεῖ. | ||
sch ran1136a | ὁρᾷς ὅτι ληρεῖς;: τῷ Διονύσῳ Αἰσχύλος φησίν· ὁρᾷς, ὅπως πεισθεὶς Εὐριπίδῃ ληρεῖς; | ||
sch ran1136b | ἀλλ’ ὀλίγον γέ μοι μέλει: ὁ “ἀλλά” παρέλκει. ὀλίγον ἐμοί, φησί, μέλει καὶ φροντίς ἐστι τῆς σῆς ὕβρεως. ἓν δὲ τὸ λάμβδα. | ||
sch ran1137 | πῶς φῇς μ’ ἁμαρτεῖν;: πρὸς Εὐριπίδην λέγει. τὸ “φῇς” βαρύνων ἢ περισπῶν μὴ πτοοῦ μωμοσκόπους· “φῶ” “φῇς” περισπᾷς· εἰς δὲ τοῦ | ||
5 | “φημὶ” “φὴς” βαρεῖαν τιθεῖς, οὐ μὴν καὶ προσγράφεις. | ||
sch ran1144a | οὐ δῆτ’ ἐκεῖνον, ἀλλὰ τὸν ἐριούνιον: τὸ παρὸν δρᾶμα | ||
ὅλον, ὡς καὶ προλαβὼν εἶπον, ὁ κωμικὸς ἢ κοιμώμενος ἢ μεθύων | |||
5 | συνετάξατο· πλὴν γὰρ τῆς ἐννοίας καὶ τοῦ ζητεῖν ἐξισῶσαι τοὺς πολίτας καὶ εἰρηνεῖν τοῖς λοιποῖς τοῖς κατὰ μέρος ἅπασιν, ὡς καὶ νῦν, φλυαρεῖ, καὶ μέχρι τέλους τοῦτο ποιεῖ. τί γὰρ τοῦ‐ | ||
10 | τό φησιν· “οὐ δῆτα ἐκεῖνον, ἤτοι τὸν Ἑρμῆν, ἀλλὰ τὸν ἐριούνιον”, ἢ “τὸν ἐριούνιον Ἑρμῆν χθόνιον προσεῖπε”; καὶ μὴν ἐριούνιος καὶ μεγαλωφελὴς Ἑρμῆς ἢ ὁ οὐράνιος ἢ ὁ ἐπίγειος, οὐ | ||
15 | μὴν ὁ καταχθόνιος λέγεται. θαυμά‐ σιον ἀστεῖον πίνεις οἶνον, θαυμάσιον. | ||
sch ran1144b | τὸν ἐριούνιον] τὸν μεγαλω‐ | ||
φελῆ. | |||
sch ran1150 | ἀνθοσμίαν] εὐώδη. | ||
sch ran1152 | “αἰτῶ” ἐπὶ ἀναποδότων καὶ μὴ ἀντιστρεφομένων λέγεται, “αἰ‐ τοῦμαι” δὲ ἐπὶ ἀντιστρεφομένων, ὡς τὸ | ||
5 | οὐ πῦρ αἰτῷ οὐδὲ λοπάδ’ αἰτοῦμαι. νῦν δὲ παραχρηστικῶς εἶπεν ἅμα καὶ ἀττικῶς “αἰτουμένῳ” ἀντὶ τοῦ “αἰτοῦντι”. | ||
sch ran1154 | δὶς ταὐτόν: θαυμαστὰ τὰ σύμπαντα καὶ βλησκουνάτα, | ||
ἀνηθοσκορδόπαστα κανναβουράτα. | |||
sch ran1159a | χρῆσον: πρὸς χρείαν πάρασχε, δός. διαφέρουσι δὲ “ὑπο‐ θήκη” καὶ “παραθήκη”, “δάνειον” καὶ “χρῆσις”· ὑποθήκη μὲν τὸ | ||
5 | ἐνέχυρον λέγεται καὶ ἡ συμβουλή, παραθήκη καὶ παρακαταθήκη τὸ δοθέν τινι πρὸς συντήρησιν καὶ φυλακήν, δάνειον λαβεῖν ἀργύριον ἔκ τινος ἐπὶ τόκῳ, ἢ καὶ ἄνευ τόκου, | ||
10 | εἰ ὁ δανείζων φιλάνθρωπος ἢ παντ‐ επόπτης, χρῆσις δὲ καὶ κίχρησις τὸ ζητῆσαι παρά τινος πρὸς βραχὺ ἱμάτιον ἢ ἀργυρώματα ἀφικέσθαι πρὸς γαμηλίαν τυχὸν ἢ καὶ ἄλλην | ||
15 | ἑστίασιν, ἢ Ζητῆσαι ἵππον ἢ καὶ | ||
ἄλλο τι τοιουτοτρόπως. | |||
sch ran1159b | μάκτρα καὶ κάρδοπος ἐκ παραλλήλου ταὐτό· λέγεται δὲ ἡ σκάφη, ᾗ ζυμοῦνται τὰ ἄλευρα. | ||
sch ran1160a | οὐ δῆτα: ἤτοι οὐ ταὐτόν ἐστιν. εἰπόντος δῆθεν Εὐριπίδου· ἥκειν δὲ ταὐτόν ἐστι τῷ κατ‐ έρχομαι, οὐ δῆτα, φησὶν ὁ Αἰσχύ‐ | ||
5 | λος, ὦ στωμύλε ἄνθρωπε, οὐ ταὐτόν ἐστιν. ἢ μᾶλλον· οὐ δῆτα τοῦτο, ὦ στωμύλε ἄνθρωπε, ταύτῃ καὶ οὕτως ἔχον ἐστίν, ἤτοι ὡς φῇς, ταὐτόν ἐστιν, ἀλλ’ ἔστιν ἄριστα καὶ ἀρίστως | ||
10 | ἔχον τῶν ἐπῶν. εἰ δέ τις τὸ “ταύτ’ | ||
ἔστι” “ταύτῃ ἐστίν” ἀκούων κατα‐ μομφάζει καὶ αἰτιᾶται, τρισπροσκυ‐ νεῖ τοῦτον ὁ Τζέτζης ὡς πανσοφώ‐ τατον σχεδογράφον, βίβλους δὲ μήτε | |||
15 | ἀνεγνωκότα μήτε ἑωρακότα. | ||
sch ran1160b | οὐ δῆτα τοῦτό γ’] ἤτοι οὐ ταὐτόν ἐστιν. | ||
sch ran1168 | οὐ πιθῶν: ἀττικῶς ἀντὶ τοῦ “πείθων”. κυρίους δὲ τοὺς τὸ κῦρος καὶ τὴν ἐξουσίαν ἔχοντας, ἢ τοὺς κρατοῦντας, ἢ τοὺς δικαστάς, | ||
5 | ἢ τοὺς περὶ Τυνδάρεων. | ||
sch ran1169 | εὖ νὴ τὸν Ἑρμῆν: ὁ Διόνυσος πρὸς Εὐριπίδην φησί· κα‐ λῶς, μὰ τὸν Ἑρμῆν, Αἰσχύλῳ ἀντιβαίνεις ἀντιλογῶν· τί δὲ τὸ παρὰ | ||
5 | σοῦ λεγόμενον, οὐ νοῶ. | ||
sch ran1170a | Εὐριπίδης πέραινε τοίνυν ἕτερον: λέγων τι ἕτερον, Αἰσχύλε, εἰς πέρας τοῦτο ἄγε καὶ τελείου. καὶ ὁ Διόνυσος· ἀνύσας, | ||
5 | φησί, καὶ σπεύσας, Αἰσχύλε, πέραινε τι λέγων· σὺ δ’, Εὐριπίδη, ἐς τὸ κακὸν ἀπόβλεπε. τὸ μὲν φαινόμενον· | ||
σὺ δὲ τὸ αἰτίαμα τῶν λεγομένων βλέπε, τὸ δ’ ἐν σχήματι· σὺ δ’, | |||
10 | Εὐριπίδη, ἐς τὸ κακὸν βλέπε, ἤτοι ὅλος ἔσο κακία καὶ ἀτεχνία ποιητική. | ||
sch ran1170b | πέραινε] λέγων τι τελείου. | ||
sch ran1172 | ὄχθῳ: τῷ τάφῳ, τῷ τύμ‐ | ||
βῳ, τῷ ἀναχώματι. | |||
sch ran1220 | ††σφοδροῖς ἀνέμοις πλεόν‐ των, ἤτοι ὑποταγῆναί μοι καὶ ὑπο‐ πεσεῖν δοκεῖς τῷ Αἰσχύλῳ. τὸ ληκύθιον γὰρ τοῦτο λιβὸς δίκην | ||
5 | ἀνέμου πνευσεῖται πολὺ παρ’ Αἰσχύ‐ λῳ, ἤτοι, δοκεῖ μοι, οὐκ ἐάσει τοῦτο Αἰσχύλος προφέρων. | ||
sch ran1223 | ἐκκεκόψεται: ἐκκρουσθῇ, ἀποκοπῇ, ἐπισχηθήσεται, παυθείη. | ||
sch ran1225 | σιδώνιόν ποτ’ ἄστυ: δευ‐ τέρου Φρίξου τοῦτό τινες ἀρχὴν εἶναι | ||
λέγουσι· ψεύδονται δέ. τοῦ γὰρ πρώτου Φρίξου τοῦτο ἔστιν ἀρχή· | |||
5 | δευτέρου δὲ Φρίξου ἀρχή· εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν. κἂν οὐδὲν τούτων τῶν ψυχρῶς ἐνθαδὶ τηθειμένων ἐγίνωσκον, τίς ἡ λύμη; | ||
10 | κἀγώ, εἰ μὴ τυχαίως προεσχεδίασα ταῦτα, οὐδὲν ἂν ἐγίνωσκον τούτων, καίτοι σχεδὸν τὰ λοιπὰ τῶν λόγου ἀξίων εἰδὼς ἐπὶ στόματος. τέως τοῦτο ἀρχὴ τοῦ πρώτου | ||
15 | Φρίξου ἐστί· σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπών, Ἀγήνορος παῖς, ἦλθε θηβαίαν χθόνα, | ||
Φοίνιξ πεφυκώς· ἐκ δ’ ἀμείβεται γένος ἑλληνικόν, διρκαῖον οἰκήσας πέδον. | |||
20 | ᾗ δ’ ἦλθεν ἀνάγκῃ πεδία Φοινίκης λιπών, λέγοιμ’ ἄν. ἦσαν τρεῖς Ἀγήνορος κόροι. πρώτου μὲν Φρίξου τοῦτο ἀρχή· τοῦ δὲ δευτέρου Φρίξου ἀρχὴ αὕτη· εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ | ||
25 | καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν. καὶ τί δεῖ μακρηγορεῖν πολλάκις; τῇδε ὁ κωμικὸς φλυαρεῖ μέχρι τέλους. | ||
sch ran1227 | ὦ δαιμόνιε: ἀθλιώτατε. ἀποπρίω: ὤνησαι. μὴ διακναίσῃ: | ||
κόψῃ, θλίψῃ, λυπήσῃ. διὰ τὸ τί, φησὶν Εὐριπίδης, ἐγὼ ὠνήσομαι | |||
5 | λήκυθον τῷδε τῷ Αἰσχύλῳ, ἤτοι ἕνεκα τοῦδε; | ||
sch ran1231 | προσάψαι: προσαρτῆσαι, | ||
προσαρμόσαι, κολλῆσαι. | |||
sch ran1233 | θοαῖς ἵπποις: “Οἰνο‐ μάου γαμεῖ κόρην.” | ||
sch ran1234 | προσῆψεν αὖθις: προσήρ‐ μοσε, προσεκόλλησεν. | ||
sch ran1235 | ἀπόδος: τί μέν φησιν οὗτος καὶ οἱ ἀστραγαλοπαικτοῦντες, μᾶλλον δὲ κοτζοπαικτοῦντες τούτου δῆθεν ἐξηγηταί, οὐ συνίημι. τὸ μὲν | ||
5 | γὰρ “ἀπόδος” “τὸ ὃ ἔλαβες δός” σημαίνει κοινοτέρως· ἀττικωτέρῳ δὲ λόγῳ “ἀπόδος” τὸ “ἀπεμπόλησον” | ||
λέγεται. οὗτος δὲ νῦν σκοτεινότερον μὲν καὶ οὐκ ἀριδήλως καὶ ἐμφανῶς, | |||
10 | τέως δὲ οὕτω δοκεῖ τὸ “ἀπόδος” λαμβάνειν, ἀντὶ τοῦ “ὤνησαι”· ἀπό‐ δος γάρ, φησί, πάσῃ τέχνῃ καὶ παντὶ | ||
τρόπῳ, ἤτοι πάντως ὤνησαι, παν‐ τοιοτρόπως, ὡς τὸ ἐπαγόμενον δηλοῖ, | |||
15 | τὸ “λήψεῖ γὰρ καὶ λάβῃς καὶ ὠνήσῃ δι’ ὀβολοῦ πάνυ καλὴν καὶ ἀγαθὴν λήκυθον”. | ||
sch ran1238 | Οἰνεύς ποτ’ ἐκ γῆς: δράματος Μελεάγρου. ἐγὼ δὲ ὑπὸ τῆς τοσαύτης ἀηδίας καὶ φλυαρίας τῆς ἀπεραντολόγου καὶ μὴ ἐχούσης τι | ||
5 | κάρπιμον ἢ ἀστεῖόν τινα γέλωτα, ἐσκοτοδινίασα καὶ καρηβαρῶ καὶ ἐμίσησα ἐμαυτόν, ὅτι τοῦτον ἐπεί‐ σθην ἐπεξηγήσασθαι. | ||
sch ran1240 | πολύμετρον λαβὼν στά‐ χυν: πολυφορήσας τῶν σίτων τοῖς γεωργήμασι καὶ καρπῶν ἑτέρων τῆς γῆς “θύων ἀπαρχὰς τοῖς θεοῖς”. | ||
5 | ἀπαρχαὶ θυσίαι εἰσί, τὸ ἐκ πάντων τῆς γῆς τῶν καρπῶν τὰ πρῶτα θεοῖς ἀνατίθεσθαι, ἐκ μὲν σίτων ἱεροὺς ἄρτους ποιοῦντας, ἐκ τῶν πρώτων βοτρύων σπονδάς, ἐκ τῶν ὀσπρίων τὰ | ||
10 | ἔτνη, τὰς ἀθάρας καὶ τοὺς πελάνους, ἐκ τῶν εὐωδῶν ἀνθέων ὀσφράδια. | ||
sch ran1243 | πρὸς τοδὶ γὰρ εἰπάτω: ἀπὸ τοῦ “εἰπέ” προστακτικῶς “εἰπέτω”, ὡς “λεγέτω”· ἀπὸ δὲ τοῦ “εἶπον” “εἰπάτω”, ὡς “γρα‐ | ||
5 | ψάτω.” | ||
sch ran1247 | σῦκον πάθος ἑλκῶδές ἐστι τοῖς ὀφθαλμοῖς εἰωθὸς ἐπιφύεσθαι, ὃ παρὰ τῶν ἰατρῶν σύκωμα καλεῖται. φησὶν οὖν ὁ Διόνυσος Εὐριπίδῃ, | ||
5 | ὅτι, ὃν τρόπον τὸ ἕλκος τὸ καλού‐ μενον σύκωμα εἴωθεν ἐπιφύεσθαι ὀφθαλμοῖς, οὕτω καὶ τὸ ληκύθιον εἴωθεν ἐπιφύεσθαι, ἤτοι προσφυῶς τίθεσθαι, σοῦ τοῖς προλόγοις. | ||
sch ran1248 | ἀλλ’ ἐς τὰ μέλη αὐτοῦ: ἤτοι τὰς μελοποιίας καὶ τὰ μελῳδικὰ ὑπορχήματα τράπηθι. | ||
sch ran1249 | καὶ μὴν ἔχω γ’ ὡς αὐτὸν | ||
ἀποδείξω κακόν: καὶ μὴν ἔχω, φησὶν ὁ Εὐριπίδης, καὶ δύναμαι, ὡς αὐτὸν ἀποδείξω κακὸν μελοποιὸν | |||
5 | ὄντα καὶ ποιοῦντα ταῦτ’ ἀεί, τὰ μέλη δηλονότι· ἀπὸ κοινοῦ τὸ “κα‐ κῶς”. | ||
sch ran1251 | τί ποτε πρᾶγμα γενήσε‐ ται;: ὁ χορὸς ἀκηκοὼς παράγεται δῆθεν περὶ τοῦ Αἰσχύλου φροντίζων καὶ λέγων· τί ἄρα πρᾶγμα—οὐ τὸ | ||
5 | δυσχερὲς νῦν, ἀλλὰ τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον—τί πρᾶγμα γενήσεται; φροντίζω γάρ, ποίαν μέμψιν Εὐριπί‐ δης ἐπάξει τοιούτῳ ἀνδρί, τῷ πλεῖστα δὴ καὶ κάλλιστα μέλη ποιήσαντι τῶν | ||
10 | ἔτι νῦν ὄντων· τῷ Αἰσχύλῳ, τῷ ποιήσαντι πλεῖστα καὶ κάλλιστα καὶ καλλιστότερα μέλη καὶ ᾄσματα, ἢ τῶν ᾀσμάτων τῶν ἔτι νῦν ὄντων, ἢ τῶν ποιητῶν. τὸ “κάλλιστα” ὑπερ‐ | ||
15 | θετικὸν ἀντὶ συγκριτικοῦ, τοῦ “καλ‐ | ||
λιστότερα”· τὰ γὰρ ὑπερθετικὰ σύγ‐ κρισιν οὐκ ἐπιδέχεται, ἀλλ’ αὐτὰ καθ’ ἑαυτὰ λέγονται· ἄριστα, κάλ‐ λιστα, σοφώτατα· οὐ μὴν “τὰ | |||
20 | Φειδίου ἄριστα Δαιδάλου” λέγεις, ἢ “κάλλιστα” ἢ “σοφώτατα τὰ γρα‐ φέντα τῷ δεῖνι τοῦ δεῖνος”. | ||
sch ran1259 | τὸν βακχεῖον ἄνακτα: τὸν Αἰσχύλον, τὸν βακχεῖον καὶ διονυσιακὸν ἄνακτα, θεόν, βασιλέα ὑπερέχοντα. Βάκχος γὰρ ὁ Διόνυσος | ||
5 | ἐλέγετο, ἀπὸ τοῦ βακχεύειν καὶ ἐνθουσιᾶν τοὺς ἑπομένους αὐτῷ βάκ‐ χους καὶ βάκχας σειληνούς τε καὶ σατύρους· καὶ οἱ κωμικοὶ δὲ καὶ οἱ τραγικοὶ εἰς τιμὴν Διονύσου ἐν τοῖς | ||
10 | Διονυσίοις, ἃ ἐτελεῖτο ἐν ἔαρι, τὰ ἑαυτῶν διδάσκοντες ἦσαν συγγράμ‐ ματα. | ||
sch ran1262 | εἰς ἓν γὰρ αὐτοῦ: ἑνὶ γὰρ λόγῳ, ὅ φασιν, ἤτοι παντελῶς καὶ συντόμως πάντα συντεμῶ καὶ συγκό‐ ψω τὰ μέλη αὐτοῦ· ἤ, ὡς οἱ παλαιοὶ | ||
5 | δῆθεν δοκοῦσιν, εἰς τὸ “ἰήκοπον.” | ||
sch ran1263 | καὶ μὴν λογιοῦμαι: ἀπα‐ ριθμήσω, ψηφίσω διὰ τῶν ψήφων | ||
ταῦτα λαβὼν καὶ γνούς. | |||
sch ran1264 | Φθιῶτ’ Ἀχιλεῦ. “διαύ‐ λιον προσαυλεῖ τις: διαύλιον δὲ λέγεται, ὅταν ἡσυχίας πάντων γε‐ νομένης ἔνδον αὐλητὴς ᾄσῃ· ἔστι δὲ | ||
5 | τὸ σχῆμα παρεπιγραφή”. τὰ δὲ ῥητὰ Μυρμιδόνων Αἰσχύλου. | ||
sch ran1265 | ἰήκοπον: ὡς ἐφυμνίῳ | ||
τούτῳ, φασί, χρῆται· Τζέτζης δέ φησι τὴν διὰ ἰῶν καὶ βελῶν κοπῆς ἔχουσαν τὴν βοήθειαν. | |||
sch ran1266 | Ἑρμᾶν μὲν πρόγονον: ἐκ τῶν Αἰσχύλου Ψυχαγωγῶν· προφέ‐ ρεται δὲ οὐ καθεξῆς οὐκ ἐφεξῆς τὰ μέλη, ἀλλ’ ὡς ἔτυχεν ἄλλο ἄλλοθεν, καὶ ἐπιλέ‐ | ||
5 | γει τὸ “ἰήκοπον”. ὡσαύτως εὕρῃς τοῦτο τοῖς ἔμπροσθε κἂν τοῖς εὐριπι‐ δείοις ποιοῦντα καὶ ἄλλο ἄλλοθε φύροντα καὶ πεφυρμένως λέγοντα καὶ μεταπεφρασμένως τὰ πλείω· καὶ | ||
10 | μήτε πόθεν εἰσὶ τὰ ῥητὰ ζήτει, μήτε τίνα νοῦν ἔχουσιν. ἀφεὶς γὰρ εἶναι ὁ ἄνθρωπος, οἷος ἦν ἔν τε τῷ Πλούτῳ καὶ ἐν Νεφέλαις, στερρός, σοφός, συνετός, δεξιός, ἐπεσβολώτατος, δε‐ | ||
15 | ξιὸς μετὰ τοῦ κοσμίου, εἰς ἀγοραῖον ἀθρόως ἐξεκυλίσθη καὶ κάπηλον, ἢ πλέον εἰπεῖν ληροῦντά τινα μεμεθυσ‐ μένα τε καὶ παράφορα. | ||
sch ran1269 | κύδιστ’ Ἀχαιῶν, Ἀτρέ‐ ως: Τιμαχίδας ἐκ Τηλέφου τοῦτό φησιν Αἰσχύλου, Ἀσκληπιάδης δὲ ἐξ Ἰφιγενείας. | ||
sch ran1273 | μελισσονόμοι: οἱ παλαιοί φασιν· “οἱ διανέμοντες τὰ τῆς πόλεως, ἢ οἱ οἰκοῦντες ἐν τῇ πόλει”. ἐγὼ δ’ ἐφ’ οἷς οὐκ οἶδα λέγειν, | ||
5 | σιωπᾶν οὐκ αἰδοῦμαι. | ||
sch ran1276 | κύριός εἰμι θροεῖν: ἐξ Ἀγαμέμνονος Αἰσχύλου. | ||
sch ran1280 | τὼ νεφρὼ βουβωνιῶ: βουβώνων πεπλήρωμαι. βουβῶνες δέ εἰσι φύματα ὀγκώδη ἐκ κόπων ἢ καὶ ὕλης μοχθηρᾶς εἰωθότα φύεσθαι τοῖς | ||
5 | κοίλοις μηρῶν μέρεσι καὶ ἀγκάλαις· εἰ δὲ καὶ νεφροῖς ἐπιφύονται, οὐ συνίημι. | ||
sch ran1281 | στάσιν μελῶν: στάσιμον μέλος, ὃ ᾄδουσιν ἱστάμενοι οἱ χο‐ ρευταί. | ||
sch ran1282 | “ἐκ τῶν κιθαρῳδικῶν νόμων: Τιμαχίδας γράφει· ὡς τῷ ὀρθίῳ νόμῳ κεχρημένου τοῦ Αἰσχύ‐ | ||
λου καὶ ἀνατεταμένῳ.” | |||
5 | οὐδὲν νῦν ἐμὸν γράφω οὐδὲ γράψω, εἰ μή που ἄρα τι εὕροιμι λόγου ἐχόμενον. | ||
sch ran1284 | “ὅπως Ἀχαιῶν: Εὐριπί‐ δης ὁμοίως τὰ Αἰσχύλου χορικὰ μέλη διεσπαρμένα λέγει ἐξ ἄλλων καὶ ἄλλων δραμάτων.” | ||
sch ran1286 | “τὸ φλαττόθρατ: τοῦτο λέγει χλευάζων ὡς ἀσυνετοποιόν· τινὲς δὲ σημειοῦνται αὐτό, ὅτι τῶν διορθωτῶν τινες περιεῖλον τὰς τοιαύ‐ | ||
5 | τας ἐν τοῖς μέλεσι προσθέσεις.” | ||
sch ran1291 | κυρεῖν] ἐπιτυχεῖν. | ||
sch ran1292 | ἰταμαῖς] ταχείαις, πικραῖς, | ||
σκληραῖς. | |||
sch ran1294 | τὸ συγκλινές] ἐκ Θρῃσσῶν. | ||
sch ran1296 | τὸ φλαττόθρατ τοῦτ’ ἐστίν; ἐκ Μαραθῶνος: τὸ φλέως ἔνυδρος βοτάνη παπυρώδης· ἐπεὶ δὲ ἐν τῷ Μαραθῶνι ἑλώδει ὄντι πολὺς ὁ πολὺ τὸ | ||
5 | φλέως ἐστίν, παίζων πρὸς τὴν ταυτό‐ τητα τῆς ἀπηχήσεως τοῦ “φλέω” καὶ τοῦ “φλαττόθρατ” φησί· μὴ | ||
φλέως ἐστὶν ἐκ Μαραθῶνος; τοῦτο δὲ καθ’ ἡμᾶς μίμημα κρούματος | |||
10 | κιθάρας ἐστίν, ὡς καὶ τὸ “βλίτυρι” καὶ “θρεττανελό” καὶ ἕτερα. | ||
sch ran1297 | ἱμονιὰ τὸ τῶν ἀντλημάτων σχοινίον, καὶ τὸ ᾆσμα, ὃ ᾄδουσιν οἱ ἀντληταί, ἱμαῖον. Καλλίμαχος· ἀείδει καί πού τις ἀνὴρ ὑδατηγὸς | ||
5 | ἱμαῖον. | ||
sch ran1298 | ἀλλ’ οὖν ἐγὼ μὲν: ἐγὼ μὲν ἐκ τοῦ καλοῦ καὶ δεξιοῦ ποιητοῦ Φρυνίχου, ἢ ἐκ τοῦ καλοῦ, ἤτοι τοῦ | ||
κιθαρῳδικοῦ νόμου, ἐς τὸ καλὸν | |||
5 | καὶ τὸ τεχνικὸν τὸ τῆς τραγῳδίας ἤνεγκα, ἤνεγκον, ἵνα μὴ φαινοίμην ταὐτὰ λέγων Φρυνίχῳ. | ||
sch ran1301 | οὗτος δ’ ἀπὸ πάντων: οὗτος δ’ ὁ Εὐριπίδης τὰ χορικὰ μέλη αὐτοῦ φέρει ἀπὸ θρήνων χορείων καὶ χοροστατικῶν—θρήνων δὲ τίνων; | ||
5 | πορνιδίων—ἐκ τῶν σκολιῶν, καρι‐ | ||
κῶν αὐλημάτων θρηνητικῶν, τοῦ τραγικοῦ ποιητοῦ Μελίτου, ψυχροτά‐ του περὶ τὴν ποίησιν. οἱ δὲ νομίζοντες τοῦτον εἶναι τὸν κατὰ Σωκράτους | |||
10 | ἐκθέμενον ἀσεβείας γραφὴν ἁμαρτά‐ νουσιν· Εὐριπίδης γὰρ μιᾷ γενεᾷ ἦν Σωκράτους καὶ τοῦ Μελίτου ἐκείνου ἀνώτερος. πῶς οὖν ἐζήλου τοὺς μέλλοντας γενέσθαι; | ||
15 | σκολιὰ δὲ λέγονται τὰ παροίνια ᾄσματα· τὰ δὲ καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἐστίν. | ||
sch ran1305 | ποῦ ’στιν ἡ τοῖς ὀστρά‐ | ||
κοις: Αἰσχύλος λύραν λαβεῖν ἔμελλε καὶ πρὸς αὐτὴν ᾆσαί τινα μέλη τοῦ Εὐριπίδου· συνεὶς δέ, ὡς ᾄδεσθαι | |||
5 | πρὸς λύραν ἀνάξια ταῦτά εἰσι· ποῦ ’στιν, φησίν, ἡ τοῖς ὀστράκοις αὕτη κροτοῦσα καὶ κροτουμένη Μοῦσα τοῦ Εὐριπίδου; δεῦρο καὶ ἐλθέ· ἢ δεῦρο καὶ ἐνταῦθα, δηλονότι ἐλθέ, λείπει | ||
10 | δὲ ἀττικῶς τὸ “ἐλθέ.” πρὸς ἣν ὀστρακοκρότητον Μοῦσάν ἐστι τὰ μέλη τάδε ἐπιτήδεια ᾄδειν ἤτοι ᾄδεσθαι. | ||
sch ran1306 | κροτοῦσα] κροτουμένη. | ||
sch ran1308 | “αὕτη ποθ’ ἡ Μοῦς’ οὐκ ἐλεσβίαζε;: λεσβιάζειν τὸ παρανό‐ μως πλησιάζειν· διεβάλλοντο γὰρ ἐπὶ τούτῳ οἱ Λέσβιοι· καὶ ἐν τῷ εἰς | ||
5 | Φερεκράτην ἀναφερομένῳ Χείρωνι· δώσει δέ τοι γυναῖκας ἑπτὰ Λεσβίδας. | ||
καλὸν τὸ δῶρον, ἕπτ’ ἔχειν λαικαστρίας.” | |||
sch ran1309 | “ἀλκυόνες, αἳ παρ’ ἀενάοις: χαρακτηρίζουσι τὰ Εὐρι‐ πίδου μέλη ὡς ἐκλελυμένα”. | ||
sch ran1310 | “κύμασι στωμύλλετε: πάλιν εἰς αὐτὸν παίζει· ἐξ ἄλλων δὲ καὶ ἄλλων Εὐριπίδου δραμάτων κόμματα συντίθησι καὶ οὐδὲν κατὰ | ||
5 | τὸ ἑξῆς λέγει μέλος. ἔστι δὲ τὸ προκείμενον ἐξ Ἰφιγενείας τῆς ἐν | ||
Αὐλίδι”. | |||
sch ran1311 | “τέγγουσαι πτεροῖς: τὸ ἑξῆς· νοτίαις ῥανίσι πτερύγων χρόα δροσιζόμεναι.” | ||
sch ran1315 | ἱστότονα: τὰ ἐν τοῖς ἱστοῖς τεινόμενα καὶ ἐξαπλούμενα. πηνίσματα: κλώσματα καὶ ὑφάσ‐ | ||
ματα· ἐκ τοῦ “πένω” τὸ “ἐνεργῶ”. | |||
sch ran1318 | πρῴραις κυανεμβόλοις: ἐκ Τρῳάδων, πλέον δ’ οἶμαι ἐξ Ἀνδρομάχης· πρῷραι ναῶν ὠκεῖαι | ||
5 | δι’ ἅλα πορφυροειδέα καὶ λιμένας Ἑλλάδος· καὶ 〈μετά〉 τι βραχύ· πλεκτὰν Αἰγύπτου παιδείαν ἐξηρτήσασθε· | ||
10 | αἶ αἶ τὰν Μενελάου μετανισσόμεναι στυγνὰν ἄλοχον, Κάστορι λώβαν τῷ τ’ Εὐρώτᾳ δύσκλειαν· καὶ εἰ γράφειν ἔμελλον ἀπὸ στήθους | ||
15 | ταυτὶ λέγων, ἐμέστωσα ἂν τὴν | ||
παροῦσαν σελλίδα. | |||
sch ran1320 | οἰνάνθας γάνος: οἱ παλαι‐ οὶ παρὰ τὰ ἐξ Ὑψιπύλης Εὐριπίδου· οἰνάνθας τρέφει τὸν ἱερὸν βότρυν. δοκῶ δὲ προσφυέστερον καὶ πλησιαί‐ | ||
5 | τερον εἶναι τὸ ἐν Φοινίσσαις· οἴνα θ’, ἃ καθαμ̣[έριο]ν στάζεις τὸν πολύκ[αρπο]ν οἰ]νάνθας *** | ||
sch ran1322 | περίβαλ’, ὦ τέκνον, | ||
ὠλένας: ἐκ Φοινισσῶν ταῦτα παρα‐ πεποίηται, ἐξ ὧν Ἰοκάστη πρὸς Πολυνείκην εἶπεν. | |||
sch ran1323 | ὁρᾷς τὸν πόδα τοῦτον;: φασὶν οἱ παλαιοί· “ὡς καὶ τοιαῦτα ἀμοιβαῖα ἐν τοῖς μέλεσιν ἐπιτηδεύον‐ τος Εὐριπίδου.” | ||
sch ran1328 | Κυρήνης μελοποιῶν: Κυρήνη τις ἑταίρα ἐπίσημος, δωδε‐ καμήχανος ἐπικαλουμένη διὰ τὸ τοσαῦτα σχήματα ἐν τῇ συνουσίᾳ | ||
5 | ποιεῖν. ἐστὶ δὲ παρὰ τὰ ἐξ Ὑψιπύλης Εὐριπίδου· ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον. ἐμοὶ δὲ νῦν θαυμάζειν ἔπεισι | ||
πάνυ, πῶς οἱ σχολιογράφοι οὗτοι οἱ | |||
10 | παλαιοὶ ὄπισθεν ἐν λόγοις σπουδαίοις καὶ ἀξιεξηγήτοις τῷ ὄντι, βραχύ τι φθεγξάμενοι ἢ καὶ οὐδέν, νῦν, ὅτε τράγον οὗτος ἀμέλγει, ὑποτιθέασιν οὗτοι κόσκινα, τὸ ἐκ τοῦ τράγου | ||
15 | ἀμελχθησόμενον γάλα συνέξοντες, καὶ βοῶσι καὶ παταγοῦσι διδάσκον‐ τες, πῶς δεῖ τοῦτο ταλάροις τισὶ καὶ θρέψαι καὶ ἐκτυρῶσαι. ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι, | ||
20 | ἀλιτηρίῳ ἀνθρώπῳ εἰκαῖα ληροῦντι πείθεσθε καὶ συμπεριφέρεσθε; νὴ τὴν ἀλήθειαν, εἰ μέλη παρεθέμην | ||
θρηνώδη τινὰ Εὐριπίδου, εἰς δάκρυα ἂν ὑμᾶς παρεκίνησα. καὶ τῆς σαφη‐ | |||
25 | νείας ὁ ἄνθρωπος καὶ τῆς δεξιωτάτης ἑνὸς ἑκάστου δράματος ἀφηγήσεως καὶ προοιμίων καὶ τῶν λοιπῶν μερῶν οὐ μόνον ἐστὶν οὐ κατάμομφος, ἀλλὰ καὶ ἀξιεπαίνετος· ὁ Αἰσχύλος δὲ καὶ | ||
30 | ὑπέρευγε, πλὴν μέντοι τοῦ κρημνο‐ λεκτεῖν καὶ χαίρειν ἄγαν τῇ ἀσαφείᾳ. ὁ δ’ Εὐριπίδης τὸ ἀνοικειοπρόσωπον ἔχει ἐπίληπτον καὶ τὸ ἐναντιοῦσθαι αὐτὸς ἑαυτῷ ἐν πολλοῖς καὶ ἄλλα | ||
35 | ἅττα βραχέα, ἅπερ εἰ θέλοι τις ἀκριβῶς γνῶναι, ἀναλεξάσθω βίβλον | ||
ἐμήν, ἐν ᾗ παντοίων σοφῶν πραγμα‐ τείας ὑπέβαλον λογισμοῖς, Εὐριπίδου μὲν δράματα πεντήκοντα δύο, καὶ | |||
40 | ἑτέρων παντοίας τέχνης σοφῶν βί‐ βλους ἑκατὸν ἐννεακαίδεκα· ὧν πα‐ σῶν λογισμοὺς βίβλος μία ἐμοῦ περιέχει στίχοις ἰάμβοις τοῖς πλείο‐ σιν, οὐκ ὀλίγοις δὲ καὶ μέτρων | ||
45 | ἑτέρων· καὶ ἕτεραι δὲ βίβλοι σπορά‐ δην ἐμοὺς ἔχουσιν ἑτέρων σοφῶν λογισμούς, οὐ μάτην καὶ ἀναιτίως οὐδὲ κατ’ ἔχθραν ἐπεμβαίνοντός μού τινων, ἀλλά τινας μὲν ἐλέγχοντος | ||
sch ran1328(50) | τοῦ περὶ τὴν τέχνην ἕνεκα πλημ‐ | ||
μελοῦς καὶ τοῦ διαμαρτάνειν πραγ‐ μάτων ἢ χρόνων, ἢ αὐτοὺς λέγειν ἑαυτοῖς ἐναντία, οὐκ ὀλίγους δέ, ὥσπερ τὸν Σταγειρόθεν καὶ Γαληνὸν | |||
55 | καὶ τὸν Πλούταρχον καὶ οὐ βραχεῖς ἑτέρους τοιούτους, ὅτι τε κατὰ πυρπνόων ἀνδρῶν εὐεργετῶν καὶ σφῶν διδασκάλων ἐξοιστρηκότες, κριοί τινες κατεφάνησαν ἀντιτετι‐ | ||
60 | κότες τροφεῖα, καὶ ὅτι, ὅσα τοξεύ‐ ματα δι’ ἄκραν δυσμένειαν, ὡς ἐλέγχει τὰ πράγματα, κατὰ τῶν θείων ἐκείνων ἀνδρῶν κατετόξευσαν, κατὰ τῶν ἑαυτῶν “κεφαλῶν ῥήϊστα | ||
65 | φέρονται”· “λάκκους” γὰρ “ὤρυξαν | ||
καὶ ἀνέσκαψαν αὐτούς, καὶ ἐμπεσοῦν‐ ται εἰς βόθρους, οὓς εἰργάσαντο”, φησὶν ὁ προφήτης· “συνελήφθησαν οἱ ἁμαρτωλοὶ ἐν τοῖς ἔργοις τῶν | |||
70 | χειρῶν αὐτῶν”· “ἐν παγίδι, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν”, “καὶ ἐπὶ κορυφὴν αὐτῶν ἡ ἀδικία αὐτῶν καταβήσεται”. ταύτην ἐμοῦ τὴν βίβλον ἀναλεξά‐ | ||
75 | μενος, ὅστις ἄν γε βούλοιτο, Αἰσχύ‐ λου τε εὕροι καὶ Εὐριπίδου καὶ ἄλλων πολλῶν αἰτιάματα, πλημμελείᾳ τῇ περὶ τὴν τέχνην καὶ τὴν ἀλήθειαν ὑποπεπτωκότας τοῖς λογισμοῖς, οὐ | ||
80 | μέντοι διὰ ψευδοῦς γελοιάζουσαν κωμῳδίαν οὐδὲ δυσμένειαν. ad l. ca. 50) σημείωσαι· ἀνέγνων δὲ νζʹ βίβλους καὶ τὸν νοῦν πάντα συνοπτικῶς | ||
ἔγραφον πανδήμοις στίχοις. | |||
sch ran1331 | “ὦ Νυκτὸς: Ἀσκληπιά‐ δης· παρὰ τὰ ἐξ Ἑκάβης Εὐριπίδου, ἐν μιμήσει δηλονότι· ὦ στεροπὰ Διός, ὦ σκοτία Νύξ.” | ||
sch ran1339 | κάλπισί τ’ ἐκ ποταμῶν: πρὸς τὰ ἐν Ἱππολύτῳ· “βαπτὰν κάλπισι”. τί δὲ ἀγοραίαν ἀτερπῆ | ||
στωμυλίαν δέον ἐστὶ γράφειν; | |||
sch ran1340 | ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω: οἱ πρῷ σιωπηλοὶ νῦν λαλεῖν οὐκ αἰσχύνονται· φασὶ γὰρ καὶ τοῦτο μιμεῖσθαι Αἰσχύλου· “τοῦτο | ||
5 | δὲ λέγει, παρόσον ἀποδιοπομπεῖσθαι εἰώθασι τοὺς χαλεπωτάτους τῶν ὀνείρων.” ὁρᾷς, ὅπως μὲν οὗτος εἰς ἀμολγὴν κατέχει τὸν τράγον, οὗτοι δ’ ὑποτι‐ | ||
10 | θέασι νῦν κόσκινα καὶ βοῶσι τούτοις τὸ τράγειον γάλα κατασχεῖν θέλον‐ τες; ὦ γενναῖοι, τούτοις πᾶσιν οὐκ Αἰσχύλον, ἀλλ’ Εὐριπίδην διασύρει· καὶ ἔστι τοῦτο μεταποιηθὲν ἐξ | ||
15 | Ἑκάβης· ποῦ ποτε θείαν Ἑλένου ψυχὰν καὶ Κασσάνδρας ἐσίδω, Τρῳάδες, ὥς μοι κρίνως’ ὀνείρους; καὶ τὸ | ||
20 | ἀπ’ ἐμᾶς οὖν, ἀπ’ ἐμᾶς τόδε παιδὸς πέμψατε, δαίμονες, ἱκετεύω. (mrg. Αἰσχύλου ⸓) ἢ τοῦτο ὄν· “ἀπο‐ μιμεῖται Αἰσχύλος”, ὁ βιβλογράφος “Αἰ‐ σχύλου” γράψας τὸ ὅλον ἠχρείωσεν. | ||
sch ran1341a | ἰώ, πόντιε δαῖμον: κυανέαις ἵπποισι διφρεύ‐ ων ἅλιον πέλαγος· Τρῳάδων Εὐριπίδου· καὶ εἴ μέ τις | ||
5 | ἑώρα, πῶς ταῦτα γράφω, ἐνέπλησα ἂν πάντας τοὺς χάρτας. οὐκ ἔδει ληροῦντος ἐνθάδε τἀν‐ δρὸς ὑμᾶς φθέγγεσθαί τι· μᾶλλον δὲ πρῴην σιγῶντες νῦν ἀθυρογλωτ‐ | ||
10 | τεῖτε. | ||
sch ran1341b | τοῦτ’ ἐκεῖνο: τοῦτο ἐξ Ὀρέστου Εὐριπίδου μεταπεποιη‐ μένον ἐστίν· οἴμοι, προσῆλθεν ἐλπίς, ἣν φοβουμένη | ||
5 | πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις. | ||
sch ran1350 | ἀποδοίμαν] πωλήσαιμι. | ||
sch ran1354 | δάκρυα δάκρυα: νῦν γυργαθῶντα τουτονὶ λαλεῖν ἄφες· οὐδὲν γὰρ ἀληθείας φησὶν ἢ τά‐ ξεως ἐχόμενον, ἀλλὰ παρασπάσμα‐ | ||
5 | τά τινα καὶ πλάσματα. ταῦτα δέ, δοκῶ, πρὸς τὰ ἐξ Ὀρέστου φησὶ τάδε· ὅθι δάκρυα δάκρυσι συνέπεσεν ἔπεσεν [ἀμφὶ] τὰς Σκαμάνδρου δίνας· | ||
10 | καὶ δακτύλους ἔβαλεν ἔβαλεν ἐς κόμας. | ||
sch ran1356 | Κρῆτες, Ἴδας τέκνα: ἔστι γ̣ὰ̣ρ̣ [Ἴδ]η [ὄρος ἐν] τῇ Κρήτῃ. | ||
sch ran1358 | τὰ κῶλα πάλλετε: τοὺς μηρούς, τοὺς πόδας· ἤτοι κινεῖσθε, βαδίζετε, τρέχετε. | ||
sch ran1359 | Δίκτυννα: ἐπίθετον Ἀρ‐ τέμιδος, ἐξ αἰτίας τοιᾶσδε. Βριτό‐ | ||
μαρτις συγκυνηγὸς ἦν Ἀρτέμιδος, ἧς ἐρασθεὶς Μίνως κατεδίωκεν. ἡ δὲ | |||
5 | διωκομένη ἔκ τινος ἀκρωτηρίου αὑτὴν ἀπεώσατο εἰς θάλασσαν· βοηθησά‐ σης δὲ τῆς Ἀρτέμιδος δικτύοις ἁλιέων ἐσώθη κατασχεθεῖσα· καὶ Δίκτυννα οὕτως ἐκλήθη ἡ Ἄρτεμις. | ||
sch ran1362 | ἡ Ἑκάτη ἡ αὐτὴ τῇ Σελήνῃ ἐστίν. τινὲς δὲ δαίμονα ταύτην εἶναί φασι πελωρίαν καὶ καταπλήττουσαν. | ||
sch ran1363 | φωράσω] κατασκοπήσω, | ||
ἐρευνήσω. | |||
sch ran1366a | νῷν: ὑμῶν. δευτέρου φησὶ προσώπου καὶ Διονύσιος ἐν τῇ γραμματικῇ τέχνῃ· ὁ δὲ τεχνογράφος πᾶσιν λόγων ἀφορμὰς καὶ βαθρεύματα | ||
5 | τέχνης διδούς, μὴ κυριολογῶν μὲν τὸ “σφῶε” ἐπὶ δευτέρου καὶ τρίτου δέχεται προσώ‐ που, κυριολογῶν δὲ τὸ μὲν “νῶε” “νῶϊ” πρώτου προσώπου δέχεται, τὸ δὲ | ||
10 | “σφώ” δευτέρου, ὡς ἐν τῇ Λάμβδα ῥαψῳδίᾳ φησὶ Νέστωρ πρὸς Πάτρο‐ κλον· ὦ πέπον, ἦ μὲν σοί γε Μενοίτιος ὧδ’ ἐπέτελλεν ἤματι τῷ, ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· | ||
15 | νῶϊ δ’ ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς, πάντα μάλ’ ἐν μεγάροισιν ἀκουέμεν ὡς ἐπέτελλεν· καὶ κατωτέρω· σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ’ ἔπειτα στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ’ ἀνόρουσεν Ἀχιλεύς· | ||
20 | καὶ κατωτέρω· ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι· | ||
σφὼ δὲ μάλ’ ἠθέλετον, τὼ δ’ ἄμφω πόλλ’ ἐπέτελλον. | |||
sch ran1366b | (v.l.) | ὅπερ] ὅσπερ. | |
sch ran1367 | βασανιεῖ] κρινεῖ. | ||
sch ran1369 | τυροπωλῆσαι: τυροπω‐ λικῶς κρῖναι· οἱ γὰρ τυροπρατοῦντες | ||
σταθμῷ τὸν τυρὸν πιπράσκουσιν. | |||
sch ran1374 | μὰ τόν: τὸ ἐλλειπτικῶς ὀμνύειν, μὴ τιθέντας ὄνομα τοῦ ὀμνυμένου, ἀλλὰ μόνον λέγειν “μὰ τόν”, ἀττικῆς διαλέκτου. | ||
sch ran1375 | τῶν ἐπιτυχόντων: τῶν παρόντων ἐκεῖσε καὶ θεατῶν γεγο‐ νότων τοῦ πράγματος. | ||
sch ran1376/77 | ἀλλ’ ᾠόμην ἂν ἑαυτὸν: λείπει ἡ “εἰς”, ἤτοι εἰς ἑαυτόν. ἤ· | ||
ἀλλ’ ᾠόμην ἂν ἑαυτὸν καὶ αὐτὸν τὸν λέγοντα, κἂν Ἡρωδιανός φησιν· | |||
5 | “ἑαυτὸν πρώτου προσώπου οὐ δεῖ λέγειν· τὸ γὰρ “ἕ” τρίτου προσώπου ἐστίν”· τὸν ὃν ἐκεῖσε πλατυγραφήσας ἐξήλεγξα. | ||
sch ran1378 | τὼ πλάστιγγε: πλάστιγ‐ γές εἰσι τοῦ ζυγοῦ τὰ πεταλώδη πινάκια, ἐν οἷς αἱ ὁλκαὶ καὶ τὰ σταθμώμενα τίθενται. | ||
sch ran1379 | καὶ λαβομένω: καὶ ἐπιλα‐ βόμενοι δηλονότι τῆς πλάστιγγος ἑκάτερος, εἷς εἷς ἐκ τῶν δύο, εἴπατον τὸ ῥῆμα. | ||
sch ran1380 | καὶ μὴ μεθεῖσθον: καὶ | ||
κατάλειψιν ποιεῖσθε τῆς πλάστιγγος, ἔστ’ ἂν ἐγὼ κοκκύσω καὶ “κόκκυ,” ὡς οἱ ἀλεκτρυόνες, βοήσω. | |||
sch ran1381 | “τὸ ἔπος”, “τὸὔπος”, καὶ “τὸ ἔργον”, “τὸὔργον”, καὶ τὰ ὅμοια ὄξυνε, μὴ περίσπα· “τοὖ´πους” δὲ καὶ “τοὖ´ργου” περίσπα μὲν τὰ | ||
5 | “του” καὶ ὄξυνε δὲ “ἔπος”, “ἔργον”· ἀλλὰ καὶ “τοὖ´πος εἰπόντος” καὶ “τοὖ´ργον πράξαντος”, νοῶν “τοῦ εἰπόντος” καὶ “τοῦ πράξαντος” λέγειν, περίσπα καὶ ὄξυνε. | ||
sch ran1383 | βούνομοί τ’ ἐπιστροφαί: αἱ ἐπιστροφαὶ καὶ πεδιάδες, ἃς ἐπιστρεφόμενος περιρρέει ὁ Σπερ‐ | ||
χειός. βούνομοι δὲ αἱ ὑπὸ βοῶν | |||
5 | νεμόμεναι, ἤτοι βοοτρόφοι. ἤ· αἱ νεμόμεναι καὶ μοιραζόμεναι καὶ σχι‐ ζόμεναι ἀρότροις ὑπὸ βοῶν, ἤτοι γεωργούμεναι. | ||
sch ran1386 | ἐριοπωλικῶς: οἱ τὰ ἔρια γὰρ πιπράσκοντες ταῦτα ἰκμαίνουσιν ὕδασιν, ὡς ἂν πρὸς ὁλκὴν καὶ σταθμὸν βριθυρεπέστερα γίνοιντο. | ||
sch ran1391 | οὐκ ἔστι Πειθοῦς: Ἀν‐ | ||
τιγόνης Εὐριπίδου. | |||
sch ran1392 | μόνος θεῶν Θάνατος: ἐκ Νιόβης Αἰσχύλου. | ||
sch ran1400 | βέβληκ’ Ἀχιλεὺς: Ἀρί‐ | ||
σταρχός φησιν ἀδεσπότως τοῦτο προφέρεσθαι, ὡς Εὐριπίδου τοῦτο | |||
πεποιηκότος. | |||
sch ran1402 | σιδηροβριθές: ἐκ Μελεά‐ γρου. | ||
sch ran1403a | ἐφ’ ἅρματι: ἐκ Γλαύκου | ||
Ποτνιέως—τοπικόν—Αἰσχύλου. | |||
sch ran1403b | (v.l.) | ἅρματι] ἅρματος. | |
sch ran1406 | οὐδ’ ἑκατὸν Αἰγύπτιοι: Αἰγύπτιοι καὶ Φοίνικες πάλαι βίον ἐμπορικὸν μετιόντες, μεγάλαις ναυσὶ φορτία βαρύτατα τῇδε κἀκεῖσε μετα‐ | ||
5 | κομίζοντες διεπίπρασκον. | ||
sch ran1408 | Ὁ Κηφισοφῶν πολλάκις | ||
ἐρρήθη. | |||
sch ran1411 | ἄνδρες σοφοί: οἱ ἄνδρες, φησί, σοφοὶ ὑπάρχουσιν. | ||
sch ran1413a | τὸν μὲν ἡγοῦμαι σο‐ φόν: τὸν Αἰσχύλον. | ||
sch ran1413b | τῷ δ’ ἥδομαι: τῷ Εὐριπί‐ δῃ. καὶ τῷ μὲν φαινομένῳ “τοῦ δὲ Εὐριπίδου τοῖς λόγοις εὐφραίνομαι ὡς γλυκέσι,” τῷ δὲ ἐν σχήματι “τῷ | ||
5 | δὲ γελῶ, ἤτοι τὸν Εὐριπίδην ὡς | ||
ἰδιωτικὰ γράφοντα γελῶ.” | |||
sch ran1422 | τέσσαρες Ἀλκιβιάδαι γε‐ γόνασιν· οὗτος δέ, περὶ οὗ νῦν φησι, πρῶτον μὲν ὑπ’ Ἀθηναίων ἐφυγα‐ δεύθη· πρὸ ἑνὸς δὲ ἐνιαυτοῦ τῆς | ||
5 | διδασκαλίας τοῦδε τοῦ δράματος τῶν Βατράχων κατελθών, διὰ δὲ τὸ πιστεῦσαι τὸ ναυτικὸν Ἀντιόχῳ τῷ κυβερνήτῃ καὶ ἡττηθῆναι ὑπὸ Λυσάν‐ δρου δυσχερανθεὶς ὑπ’ Ἀθηναίων, | ||
10 | δεύτερον τοῦτο ἑκοντὶ πρὸς Λακε‐ | ||
δαιμονίους ἀποκεχωρηκώς, ἔπεισεν αὐτούς· καὶ Ἀθηναίοις Δεκέλειαν ἐπετείχισαν· ἀπετείχισαν· καὶ τελέως πταῖσαι | |||
15 | τοὺς Ἀθηναίους οὕτως ἐποίησεν. | ||
sch ran1423 | ἡ πόλις γὰρ δυστοκεῖ: ἢ μεγάλας ἀλγηδόνας ἔχει ἕνεκα τούτου, ὥσπερ γυνή τις δυστοκοῦσα ὀδύνας ἔχει βαρείας· καὶ τὸ μὲν | ||
5 | ἄριστον τοῦτο· τὸ δ’ ἐν σχήματι καὶ ἀστεῖον τοιοῦτον. λέγεται ὡραῖος ὢν ὁ Ἀλκιβιάδης καὶ περιμάχητος γυναιξὶν οὐ μόνον πολλὰς διαφθεῖραι τῶν Ἀθηναίων, ἀλλὰ καὶ Λακεδαι‐ | ||
10 | μονίων γυναῖκας. ἕνεκα οὖν τοῦ γελοίου καὶ περὶ τούτου φησίν, ὡς τὴν πόλιν δῆθεν καὶ οὕτω ποιήσαντος | ||
δυστοκεῖν. | |||
sch ran1425 | “ποθεῖ μέν, ἐχθαίρει δέ: παρὰ τὰ ἐκ τῶν Ἴωνος Φρουρῶν, ὅπου ἡ Ἑλένη πρὸς τὸν Ὀδυσσέα φησί· | ||
5 | σιγᾷ μέν, ἐχθαίρει δέ, ὡς τύραννον.” | ||
sch ran1427 | μισῶ πολίτην: Εὐριπίδης μηδόλως φησὶν Ἀλκιβιάδην παρα‐ | ||
δέχεσθαι. | |||
sch ran1430 | ὦ Πόσειδον: οἶμαι, ταῦτά εἰσιν ἐκ Ποσειδῶνος δράματος Εὐρι‐ πίδου. | ||
sch ran1431 | οὐ χρὴ λέοντος: ὁ μὲν | ||
Εὐριπίδης μηδόλως εἶπε δέξασθαι τοῦτον· ὁ δὲ Αἰσχύλος φησί· καλὸν μὲν μὴ δέξασθαι τύραννον, ἢ κατα‐ | |||
5 | δεξαμένους θεραπεύειν. | ||
sch ran1437 | “εἴ τις πτερώσας Κλεό‐ κριτον Κινησίᾳ: ὁ Κινησίας λε‐ πτὸς ἦν· ὁ δὲ Κλεόκριτος μοχθηρός. φησὶν οὖν, ὅτι, εἴ τις ἀντὶ πτερῶν | ||
5 | Κλεοκρίτῳ Κινησίαν παραβάλοι, | ||
ὥστε φέρεσθαι μεταρσίοις, συμβή‐ σεται αὐτοὺς ὀλέσθαι αὐροφορήτους γινομένους.” οὐ γυργαθῶντός τ’ αὐτοῦ καὶ μεμηνότος, | |||
10 | τίς νοῦς ἐν αὐτοῖς, ἡδονὴ τίς, ἢ γέλως, εἰς ἀκροατὰς κοσμίους καὶ σώφρονας; | ||
sch ran1440 | ὀξίδας: ὀξυβάφους κατέ‐ χοντες ῥαίνοιεν ὄξει τοὺς πολεμίους. ὀξίδες δὲ κεράμια σμικρά· ἢ εἶδος λοπάδος ἡ ὀξίς. “ταῦτα δὲ ἠθετη‐ | ||
5 | μένα οὐ μετρίως νομίσειεν ἄν τις ἐνδιασκευάσθαι· καὶ γάρ ἐστι φορτι‐ κά. τὰ δὲ ἑξῆς κείμενα πρέποντα καὶ | ||
τῷ ποιητῇ καὶ τῇ ὑποθέσει.” ὁρᾷς, ὅτι καὶ οἱ παλαιοὶ οὗτοι νῦν | |||
10 | ἀποθέμενοι τὸν εἰς ἐξηγήσεις ἐκ ῥᾳθυμίας γινόμενον ὕπνον, τζετζι‐ κώτερον μικρὸν ὅσον ἐγρηγορότες ἐφάνησαν, γνόντες ταυτὶ οὐ μετρίως ἠθετημένα καὶ φορτικά, κἂν ὁπωσ‐ | ||
15 | δήποτε νυσταλέαν καὶ κάθυπνον τὴν φύσιν λαχόντες, πάλιν καρωτικὸν καὶ κωματιζ〈όμεν〉ον ναρ〈κω〉τικώτερον, ὡς ὁρᾷς, ἤρξαντο καταφέρεσθαι, ὑπνοδεσμήτοις τοῖς ὀφθαλμοῖς καὶ | ||
20 | τῇ γλώττῃ φθεγγόμενοι· “τὰ δὲ ἑξῆς κείμενα πρέποντα καὶ τῷ ποιη‐ τῇ καὶ τῇ ὑποθέσει.” ἀλλ’, ὦ παλαιοὶ καὶ κριταὶ συγ‐ γραμμάτων, ποῖα ἑξῆς εἰσι πρέποντα | ||
25 | ποιητῇ, καὶ ὑποθέσει δὲ ποίᾳ; εἰ μὴ ἄρα πρέποντα ταῦτα τῷ Ἀριστοφά‐ νει φατὲ καὶ τῇ ὑποθέσει αὐτοῦ. Τζέτζης ἢ πα〈ντάπασι〉 τὸ δρᾶμα ταύτης τῆς κωμῳδίας φησὶ διαγρά‐ | ||
30 | φειν ὡς Ἀριστοφάνους ἀνάξιον, ἢ συγκεχωρηκότας οἰκεῖον εἶναι αὐτοῦ, κοιμώμενον λέγειν ἢ πυρέττοντα ἢ μεθύοντα ἢ μεμηνότα τοῦτο συγ‐ γράψασθαι. ἄλλως δὲ οὐκ ἐᾷ τοῦτο | ||
35 | Ἀριστοφάνους λογίζεσθαι, ἀνδρὸς πυκνοῦ καὶ συνεστηκότος καὶ ἀεὶ συνορῶντος, ἃ γράφων ἐστίν. | ||
sch ran1445 | “ἀμαθέστερόν πως· ἀπαιδευτότερον, ἢ κοινότερον· παρὰ τὴν παροιμίαν σαφέστερόν μοι κἀμαθέστερον φράσον.” | ||
5 | τῷ φαινομένῳ μὲν οὕτως· ἐσχη‐ ματισμένως δὲ ἀμαθῆ τὸν Εὐριπίδην | ||
φησίν. | |||
sch ran1448 | σωθείημεν] συνίζησις. | ||
sch ran1451 | “εὖ γ’, ὦ Παλάμηδες: πρὸς τὸν Εὐριπίδην, ὅτι εἰκὸς ἐκ Παλαμήδους πεπλάσθαι ταῦτα.” | ||
sch ran1452 | “ταυτὶ πότερον αὐτὸς εὗρες: συναθετεῖται τοῖς ἄνω πέντε στίχοις καὶ οὗτος, τοῖς ἀπὸ τοῦ “εἴ τις πτερώσας” μέχρι καὶ ὅλου | ||
5 | τοῦ “ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων”. μένων γὰρ ἀκυροῖ | ||
τὴν ἐκείνων ἀθέτησιν.” | |||
sch ran1453 | “τὰς δ’ ὀξίδας Κηφι‐ σοφῶν: Τιμόθεος ὡς ἐκ λαχανο‐ πώλιδος ὄντα τὸν Εὐριπίδην φησὶν εἰπεῖν τὰς ὀξίδας”. | ||
sch ran1455 | “πόθεν: ἀντὶ τοῦ οὐδα‐ μῶς.” | ||
sch ran1459 | χλαῖνα: παχὺ ἱμάτιον ὑφαντόν, θερμαίνειν δυνάμενον. σι‐ σύρα δὲ τὸ ἐκ δερμάτων ἐντρίχων, | ||
σισύρνα τὸ ἐκ δερμάτων ἀτρίχων· | |||
5 | σίσυς δὲ πᾶν εὐτελέστατον ἱμάτιον. ὁ δὲ νοῦς· ᾗτινι πόλει οὐκ ἀρέσκων ἐστὶν οὔτ’ ἀγαθός τις οὔτε πονηρός. | ||
sch ran1462 | ἀνίει: ἀνάπεμπε· ἤτοι ἐν‐ θένδε καὶ ἀπὸ τῶν ἐνταῦθα τὴν συμβουλὴν λέγε. | ||
sch ran1463 | τὴν γῆν ὅταν νομίσωσι: τὴν Περικλέους γνώμην λέγει, ὃς τεμνομένης τοῖς Λάκωσιν Ἀττικῆς αὐτὸς συνεβούλευσεν αὐτῆς μὴ φρον‐ | ||
5 | τίσαι, τὴν τῶν Λακώνων δὲ περι‐ πλεῦσαι καὶ ταύτην διαφθείρειν τε καὶ πορθεῖν. | ||
sch ran1465 | πόρον δὲ τὰς ναῦς: ἡ αὐτὴ πάλιν ἱστορία. “καὶ ἄλλως: πόρον δὲ καὶ πορισμὸν εἶναι χρημάτων τὸ ναῦς ὡς | ||
5 | πλείστας ἔχειν, τὸν δὲ ἄλλον πόρον, ὃς ἂν ἔξω γῆς ἦν, τοῦτον ἀπορίαν νομίζειν, οἷον τὰ θεωρικὰ ἢ δικαστι‐ κὰ ἢ ἐκκλησιαστικά. συμβουλεύει οὖν πᾶσαν τὴν ἐν τούτοις γινομένην | ||
10 | δαπάνην ταῖς ναυσὶν ἀφορίσαι. πρὸς ταύτην δὲ τὴν ἔννοιαν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον. φησὶ γὰρ | ||
ὁ Διόνυσος· “πλήν γ’ ὁ δικαστὴς αὐτὰ [καταπίνει μόνος”, ὡς | |||
15 | πο]λλῶν ὄν̣των τῶν δαπανωμένων εἰς τὸν δικαστικὸν μισθόν.” | ||
sch ran1475 | “τί δ’ αἰσχρόν: παρὰ τὰ ἐξ Αἰόλου [Εὐριπίδου· τί δ’ αἰσχρόν, ἢν μὴ] τ̣ο̣ῖσι χρωμένοισ{ι} δοκῇ;” | ||
sch ran1478 | “τὸ πνεῖν δὲ δειπνεῖν: | ||
παρὰ τὰ ἐκ Φρίξου Εὐριπίδου· τὸ δὲ κῴδιον προσέθηκεν, ἐπειδὴ καθεύ‐ δειν ἔφη.” | |||
sch ran1479 | τί δαί: ἀντὶ τοῦ “τίνος ἕνεκα.” | ||
sch ran1481 | νὴ Δία: καλῶς, φησὶν ὁ Διόνυσος, λέγεις, μὰ τὸν Δία· οὐ γὰρ ἄχθομαι τῷ ξενίζεσθαι καὶ τρυφᾶν. ἐν ἤθει ὁ λόγος, ἀντὶ τοῦ “χαίρω | ||
5 | τούτοις.” | ||
sch ran1491 | “χάριεν: Παναίτιος πάντα ταῦτα περὶ ἑτέρου Σωκράτους φησὶ λέγεσθαι, τῶν περὶ σκηνὰς φλυάρων, ὡς Εὐριπίδης.” | ||
5 | Τζέτζης δ’ οὔ φησιν ἕτερον λέγειν, ἀλλὰ τὸν Σωφρονίσκου. οἱ σκαρι‐ φησμοὶ γὰρ καὶ αἱ σκιαγραφίαι τὰ σχήματα δηλοῦσιν, ἃ διαγράφουσιν | ||
ὀστράκῳ τετριμμένῳ φιλόσοφοι. | |||
sch ran1496 | σεμνοῖσι] ἀλαζόσι. | ||
sch ran1497 | λήρων: τὸ σκαριφησμοῖς καὶ σχήμασι λήρων πραγμάτων | ||
διατριβὴν καὶ φροντίδα ποιεῖσθαι ἀργὸν καὶ ἀργὴν ἀττικῶς, παρα‐ | |||
5 | φρονοῦντος ἀνδρός· λείπει τὸ “ἐστί.” | ||
sch ran1498 | ἀργὸν] ἀργήν. | ||
sch ran1504 | καὶ δὸς τουτὶ Κλεοφῶν‐ τι: ἴσως σχοινίον δίδωσιν αὐτῷ ὁ Πλούτων πρὸς ἀγχόνην, ἤ τι τοιοῦτο σύμβολον θανάτου. ὡς ξένος δὲ ὁ | ||
5 | Κλεοφῶν κωμῳδεῖται. | ||
sch ran1505 | καὶ τουτοῒ τοῖσι πορι‐ σταῖς: τοῖς περὶ πόρων χρημάτων εἰσηγουμένοις· εἴη δ’ ἂν ξίφος, ὃ | ||
ἐπιδίδωσιν αὐτοῖς. Μύρμηξ δὲ καὶ | |||
5 | Νικόμαχος ὀνόματα κύρια τῶν πορι‐ στῶν. | ||
sch ran1507 | τόδε δ’ Ἀρχενόμῳ: φάρ‐ μακον δίδωσι τούτῳ. | ||
sch ran1511/12 | στίξας αὐτοὺς καὶ συμποδίσας: μαστίξας καὶ δεσμή‐ σας τούτων τοὺς πόδας. | ||
sch ran1513 | Ἀδείμαντος, υἱὸς Λευκο‐ λόφου, στρατηγὸς τοῦ ναυτικοῦ. | ||
κωμῳδεῖται δὲ ὡς ξένος. | |||
sch ran1528 | εὐοδίαν: παρὰ τὰ ἐν Γλαύκῳ Ποτνιεῖ Αἰσχύλου· | ||
εὐωδίαν μὲν πρῶτον ἀπὸ στομάτων χέομεν. | |||
sch ran1532a | ἀργαλέων ἐν ὅπλοις συνόδων: χαλεπῶν ἐν ὅπλοις συνό‐ δων καὶ ἐπελεύσεων, ἤτοι συρραγῶν πολεμικῶν. | ||
sch ran1532b | “Κλεοφῶν δὲ μαχέ‐ σθω: παρόσον, ὡς Ἀριστοτέλης φη‐ σί, μετὰ τὴν ἐν Ἀργιννούσαις ναυμα‐ χίαν Λακεδαιμονίων βουλομένων βουλευομένων ἐκ | ||
5 | Δεκελείας ἀπιέναι, ἐφ’ οἷς ἔχουσιν | ||
ἑκάτεροι, καὶ εἰρήνην ἄγειν, ἐπὶ Καλλίου, Κλεοφῶν ἔπεισε τὸν δῆμον μὴ προσδέξασθαι, ἐλθὼν εἰς τὴν ἐκκλησίαν μεθύων καὶ θώρακα ἐνδε‐ | |||
10 | δυκώς, οὐ φάσκων ἐπιτρέψειν, ἐὰν μὴ πάσας ἀφῶσι τὰς πόλεις οἱ Λακεδαιμόνιοι. οὗτος δὲ ὁ Κλεοφῶν ὡς ξένος κωμῳδεῖται. μαχέσθω οὖν, φησί, Κλεοφῶν, καὶ | ||
15 | ἄλλοι, ὅσοι τούτῳ ὅμοιοί εἰσιν, ἐν | ||
ταῖς πατρίσιν αὑτῶν, καὶ μὴ ἐν τῇ Ἀττικῇ κινείτωσαν πολέμους· οὐ γάρ ἐστιν αὐτῶν πατρὶς αὕτη.” | |||
sch ran1533 | “πατρίοις ἐν ἀρούραις: ἐν ταῖς ἑαυτῶν ἀρούραις· κωμῳδεῖ | ||
δὲ αὐτοὺς ὡς ξένους.” |