TLG 5014 021 :: SCHOLIA IN ARISTOPHANEM :: Commentarium in plutum (recensio 2) (scholia recentiora Tzetzae) SCHOLIA IN ARISTOPHANEM Schol. Commentarium in plutum (recensio 2) (scholia recentiora Tzetzae)
Cf. et 5014 015 Citation: Argumentum-dramatis personae-scholion — verse — (line) | ||
arg plut1(t1) | ἈΡΙΣΤΟΦΑΝΕΙΟΥ ΠΛΟΥΤΟΥ | |
t2 | ὙΠΟΘΕΣΙΣ. | |
---|---|---|
1 | Χρεμύλος τις ἀνὴρ δίκαιος, ᾧ ἦν καὶ υἱός, ἐπεὶ δικαίως ζῶν αὐτὸς μὲν ἐνδεῶς εἶχεν ὡς καὶ οἱ λοιποὶ τῶν χρηστῶν, εὐτύχουν δὲ σκαιοὶ | |
5 | καὶ κακότροποι ἄνθρωποι, μετὰ Καρίωνος δούλου ἀφικνεῖται χρησό‐ μενος πῶς τὸν υἱὸν ἐκπαιδεύσοι, ἆρα κοσμίως ὥσπερ ἐκεῖνος ἢ κακοτρό‐ πως, ὡς εὐτυχοίη. ἐχρήσθη δὲ αὐτῷ | |
10 | οὐδὲν περὶ τοῦ υἱοῦ, ἀκολουθεῖν δὲ ᾧ ἐντύχῃ πρώτως ἐξιὼν τοῦ ναοῦ. τυφλῷ δὲ γέροντι ἐντυχών—ἦν δ’ οὗτος ὁ Πλοῦτος—ἠκολούθει αὐτῷ· ἐρωτήσας δὲ καὶ γνοὺς ὡς ὁ | |
15 | Πλοῦτός ἐστιν, πείθει αὐτὸν ὡς ἀποκομίσοι εἰς Ἀσκληπιοῦ, συνερ‐ γοῦντος αὐτῷ καὶ χοροῦ γεωργῶν, ὧν εἷς καὶ Βλεψίδημος. βουλευομέ‐ νων δὲ τούτων τὰ περὶ τῆς τοῦ | |
20 | Πλούτου ἰάσεως, ἔπεισιν ἡ Πενία | |
καὶ εἴργει τοῦτο ποιεῖν, ἀποδεικνῦσα ῥητορικῶς δαιμονίως πλοῦτον τὴν πενίαν ὑπάρχειν καὶ δότειραν παντὸς ἀγαθοῦ, καὶ συμφέρον εἶναι ταύτην | 1 | |
25 | ὑπάρχειν τῷ βίῳ. οἱ δὲ μὴ φροντίσαν‐ τες ταύτης ἄγουσιν εἰς Ἀσκληπιοῦ τὸν Πλοῦτον. οὗ καὶ βλέψαντος, πάντες μὲν χρηστοὶ καὶ δίκαιοι χαίρουσι, σὺν οἷς καὶ νέος τις πένης, | |
30 | μᾶλλον δὲ ἐνδεής, χρηστὸς μὲν τὸν τρόπον, διὰ δὲ τὴν ἔνδειαν ὑπουργῶν ὑπουργίαν νυκτερινὴν τριπεμπέλῳ γραΐ. οὗτος καὶ σύμπαντες οἱ χρηστοὶ χαίρουσι καὶ τῷ Πλούτῳ ἀναθήματα | |
35 | φέρουσιν, οἱ πονηροὶ δὲ καὶ συκο‐ φάνται, μεθ’ ὧν καὶ ἡ γραῦς, ἀλγύνονται καὶ κατηγοροῦσι. καὶ τέλος εἰς τὸν τῆς Ἀθηνᾶς ὀπισθόδο‐ μον εἰκόνισμα τοῦ Πλούτου ἀφιε‐ | |
40 | ροῦσι μετὰ φανῶν καὶ λαμπάδων καὶ λαμπροτάτης πομπῆς, τῆς γραὸς ἐπὶ τῆς ἑαυτῆς κορυφῆς τὴν καθιερωτι‐ κὴν χύτραν φερούσης, ὡς ὑποσχο‐ μένου Χρεμύλου καὶ τῶν λοιπῶν, | |
45 | 〈ὡς,〉 εἰ δράσειε ταῦτα, ὁ νεανίας αὐτῇ πάλιν δρομήσοι ἑσπέριος. οὗτος μὲν ὁ νοῦς ὁ τοῦ δράματος. προλογί‐ ζει δὲ ὁ δοῦλος Καρίων μετ’ ἐξέλευ‐ σιν τὴν ἐκ τοῦ μαντείου τὸν δεσπότην | |
arg plut1(50) | ὁρῶν ἀκολουθοῦντα τυφλῷ καὶ ὁδη‐ γῷ κεχρημένον ἐκείνῳ καὶ δυσφορῶν διὰ τοῦτο καὶ ταλανίζων τὸ δοῦλον | |
γενέσθαι. | 2 | |
ind per plut1(t) | ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ. | |
1 | Καρίων οἰκέτης. Χρεμύλος δεσπότης. Πλοῦτος. Χορὸς ἀγροίκων. Βλεψίδη‐ μος. Πενία. Γυνὴ Χρεμύλου. Ἀνὴρ δίκαιος. Ἕτερος ἀνήρ. Συκοφάντης. Γραῦς ἡ φίλη τοῦ μειρακίου. Νεανίας. Ἑρμῆς θεός. Ἱερεὺς Διός. | |
sch plut1a | ὡς ἀργαλέον ((πρᾶγμ’ ἐστὶν)): ὁ θεράπων δυσφορεῖ, τοῦ δεσπότου ἑπομένου τυφλῷ ἀνδρί. τὸ “ὡς” πολλὰ σημαίνει· νῦν δὲ ἀντὶ | |
5 | τοῦ “λίαν” κεῖται, ἀλλαχοῦ παρα‐ βολὴν καὶ ὁμοίωσιν δηλοῖ· καὶ ἕτερα τριάκοντα ἔχει σημαινόμενα. | |
sch plut1b | ἀργαλέον: ((τὸ)) ἐργῶδες | |
καὶ χαλεπόν· ἔργον γὰρ παρὰ τοῖς πάλαι τὸ δυσχερὲς ἐκαλεῖτο. ἢ “ἀργαλέον” τὸ λυπηρόν· ἀπὸ τοῦ | 3 | |
5 | ἄλγος “ἀλγαλέον” τροπῇ τοῦ λ εἰς τὸ ρ. | |
sch plut1c | πρᾶγμα: ἀλλαχοῦ μὲν καὶ αὐτὸ ὥσπερ τὸ ἔργον τὴν δυσχέρειαν σημαίνει, νῦν δὲ τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ὑπάρχον πρᾶγμα καὶ τὴν | |
5 | ἐργασίαν αὐτοῦ. | |
sch plut1d | ὦ Ζεῦ καὶ θεοί: τὸ σχῆμα τοῦτο καὶ ὁ ποιητικὸς τρόπος καλεῖ‐ ται ὑπεροχὴ καὶ ἐξοχὴ καὶ εἴ τι τοιοῦτον. σὺν γὰρ τοῖς λοιποῖς θεοῖς | |
5 | καὶ τὸν τούτων φησὶν ὑπερέχοντα Δία, ὡς Ὅμηρος· “Πατρόκλῳ καὶ οἷς ἑτάροισι”, “πάντων Δαναῶν καὶ Ἀγαμέμνονος”, “Τρῶάς τε καὶ Ἕκτορα”, | |
10 | καὶ τὰ θεῖα δὲ Λόγια· “εἴπατε τοῖς μαθηταῖς καὶ τῷ Πέτρῳ”· ἀλλ’ ἐνταῦθα ὁ Πέτρος καὶ ὡς ὑπέροχος τῶν μαθητῶν παρελήφθη τῇ ῥήσει, | |
καὶ ἵνα μὴ ἀνιῷτο ὡς ἀπαρνησά‐ | 4 | |
15 | μενος εἰ οὐκ ἐμνήσθη αὐτοῦ. οὐδὲν δὲ ἐπιλείψιμον ἢ δυσχερὲς ἢ ἀσαφὲς τὸ παρὸν ἔχει δρᾶμα, εἰ μή που αὐτὸ βούλει πάνυ σαφηνίζειν ἐμὲ καί τινα μὲν ψευδῆ τῶν σχολιογράφων ἐκξέειν | |
20 | ἢ ἄκαιρα, τινὰ δὲ καὶ τῆς ἐμῆς Πολυμνίας τιθέναι σοι καὶ νοῦν καὶ μέτρα γράφειν καὶ σύνταξιν καὶ πλέον τὴν τῶν βιβλογράφων καθαί‐ ρειν φαυλίαν. | |
sch plut2 | δοῦλον γενέσθαι: δυσφορῶν ὁ δοῦλος Καρίων τῷ βλέπειν τὸν ἑαυτοῦ δεσπότην Χρεμύλον τυφλῷ ἀκολουθοῦντα, ὃς ὑπῆρχεν ὁ Πλοῦ‐ | |
5 | τος, “χαλεπόν, φησίν, ἐστὶ τὸ δοῦλον γενέσθαι, ἐς πλέον δὲ τὸ γενέσθαι δοῦλον δεσπότου ἀφραίνον‐ τος. εἰπὼν γὰρ τὰ συμφέροντα, ἢν μὴ καὶ τῷ δεσπότῃ αὐτοῦ δόξωσιν | |
10 | ἀρεστά, μαστιγοῦται. ἡ τύχη γὰρ οὐκ ἐᾷ τοὺς δούλους δεσπόζειν τῶν οἰκείων σωμάτων καὶ ἑαυτῶν, τῷ δὲ δεσπότῃ δέδωκε τὴν ἐξουσίαν τῶν | |
δούλων σωμάτων”. | 5 | |
sch plut3a | θεράπων: παραχρηστικῶς νῦν ὁ δοῦλος· κυρίως γὰρ θεράπων ὁ κόλαξ καὶ πᾶς θεραπεύων· δοῦλος δὲ λέγεται ὅτι μετὰ δέους λάει καὶ | |
5 | βλέπει, δεσπότης ὡς δέους ποιητικός. | |
sch plut3b | λέξας τύχῃ: ἀντὶ τοῦ “λέξῃ” ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ ταῖς μετοχαῖς ἀντὶ ῥημάτων χρῶνται, ὡς τὸ | |
5 | “κρύψαντες γὰρ ἔχουσι” ἀντὶ τοῦ “κεκρύφασιν”, καὶ μέρη λόγου κατὰ περίσσειαν τιθέασιν, ὡς ((ἐν)) τούτοις καὶ ((ἐν)) τῷ “παίζεις ἔχων”, “οὐ μὰ τοὺς θεούς” | |
10 | καὶ ἑτέροις μυρίοις. | 6 |
sch plut6 | ((τοῦ σώματος γὰρ οὐκ ἐᾷ)) τὸν κύριον: σώματος κύριον νῦν τὸν δοῦλόν φησιν· αὐτὸς γὰρ ἕκαστος ἔχει τὸ οἰκεῖον σῶμα καὶ | |
5 | ἔστι δεσπότης ἑαυτοῦ, οἱ δοῦλοι δὲ τῶν ἑαυτῶν σωμάτων κῦρος καὶ ἐξουσίαν οὐκ ἔχουσιν ἀλλ’ οἱ ἐωνη‐ μένοι ἤγουν οἱ δεσπόται οἱ αὐτοὺς (7) πριάμενοι καὶ ὠνησάμενοι. “ἠγο‐ | |
10 | ρακότες” δὲ οὐκ ἔστι· τὸ ἀγοράζειν γὰρ οὐ σημαίνει τὸ ὠνεῖσθαι ἀλλὰ τὸ διατρίβειν ἐπ’ ἀγορᾶς· ἰδιωτικῶς λέγεται καὶ ἀγοράζειν τὸ ὠνεῖσθαι. | |
sch plut8a | καὶ ταῦτα μὲν δὴ ταῦτα: ἀπόθεσις τὸ σχῆμα. ὁ δὲ νοῦς οὕτως· “ἐγὼ δὲ τῷ Ἀπόλλωνι μέμφομαι ὅτι μετὰ τῶν ἄλλων καὶ | |
5 | ἰατρικῆς ἔφορος ὤν, ἀντὶ τοῦ τὸν ἐμὸν δεσπότην ἰάσασθαι, μᾶλλον ἐξεστηκότα ((καὶ)) φρενῶν καὶ μελαγ‐ χολῶντα ἀπέπεμψεν. ἦ γὰρ οὐκ ἔστι | |
μελαγχολία τυφλῷ ἀκολουθεῖν βλέ‐ | 7 | |
10 | ποντα καὶ ὑπ’ αὐτοῦ ὁδηγεῖσθαι;” ἀλλὰ τί τοῖς πάνυ σαφέσι μακρη‐ γοροίημεν καὶ τὸν νοῦν αὐτῶν ἀνα‐ πτύσσειν ἐθέλοντες; | |
sch plut8b | ((τῷ δὲ Λοξίᾳ:)) Λοξίας πραγματικῶς ὁ Ἀπόλλων ὡς λοξὴν ἰὰν καὶ φωνὴν πέμπων ἤτοι λοξῶς μαντευόμενος, ὡς· | |
5 | “Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει” καὶ “τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς” καὶ “ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν” | |
10 | κἄλλα μυρία, ὧν ἀποτρέχω διὰ μυρί‐ ας αἰτίας. ἀλληγορικῶς δὲ Ἀπόλλων ὁ ἥλιος ὢν Λοξίας καλεῖται, ὅτι ἐξ ἑῴας εἰς δύσιν οὐκ εὐθυδρομεῖ καὶ ὀρθίως ἀλλὰ λοξῶς ἴεται καὶ | |
15 | πορεύεται. | 8 |
sch plut9 | ((ὃς)) θεσπιῳδεῖ: ((ἀντὶ τοῦ)) χρησμολογεῖ, θεσμολογεῖ. τρίπους ἀνάκειται τῷ Ἀπόλλωνι ὡς εἰδότι ((τὰ τῶν τριῶν χρόνων,)) | |
5 | “τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα”. χρυσοῦς δὲ τρίπους ἀφ’ ἱστορίας τῆσδε· ἁλιεῖς Μιλήσιοι βόλον ἐκ θαλάσσης ἐξεῖλκον ἰχθύων, Κῷοι δὲ διερχόμενοι τὸ ἀναχθησόμενον | |
10 | ὠνοῦνται εἰς τύχην. ἀνήχθη ((δὲ)) χρυσοῦς τρίπους ἀλλ’ οὐκ ἰχθύες. οὗ φανέντος καὶ φιλονεικούντων Κῴων καὶ Μιλησίων περὶ αὐτοῦ, βαρὺν ἡ Μίλητος συρρήγνυσι πόλε‐ | |
15 | μον—ἁρμοδιαίτατον γὰρ ἦν τοῦτο— καὶ ἡ Κῶς· παίζειν χρεὼν γὰρ καὶ γελᾶν γενειάδας | |
σχεδεκδοτούντων καὶ στυγούντων τὰς βίβλους. τρυχόμενοι δὲ τῷ πολέμῳ Κῷοί τε | 9 | |
20 | καὶ Μιλήσιοι ἄμφω τινὰς στείλαντες τοῦτον ἀκούουσι τὸν χρησμόν· “μὴ πρότερον λήξειν νεῖκος Μερόπων καὶ Ἰώνων, πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος βάλε πόντῳ, ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται, | |
25 | ὃς δεδάηκε τά τ’ ὄντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα”. πάλιν δ’ ἐρωτήσασι Μιλησίοις τίνι ὁ τρίπους δοθείη, ἐχρήσθη ταδί· “ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς, τίς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδ’ αὐδῶ”. | |
30 | πρώτως οὖν ((ὁ τρίπους)) ἐδόθη Θαλῇ· ἐκείνου δὲ σοφώτερον ἕτερον εἶναι λέγοντος ἑαυτοῦ, κἀκείνου δὲ ἕτερον, διὰ τῶν ἑπτὰ σοφῶν ὁ τρίπους περιστρεφόμενος πάλιν εἰς | |
35 | τὸν Θαλῆν δευτέρως ἀνέκαμψεν· ὁ δὲ | |
τοῦτον ἀνέθετο τῷ Διδυμαίῳ Ἀπόλ‐ λωνι, ἐπιγράψας τούσδε τοὺς χωλιάμ‐ βους· “Θαλῆς με τῷ μεδεῦντι Νείλεω δήμου | 10 | |
40 | δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον”. οὕτω χρυσοῦς τρίπους ἦν τῷ Ἀπόλ‐ λωνι. | |
sch plut10 | μέμψιν δικαίαν: νέμεσις καὶ μέμψις διαφέρει· νέμεσις ((γὰρ)) ἡ δικαία αἰτίασις, μέμψις δέ ποτε καὶ ἡ ἄδικος. διὰ τοῦτο προσέθετο τὸ “δικαίαν”. | |
sch plut11 | ἰατρὸς καὶ μάντις, ὅτι τέσσαρες τέχναι ἀνάκεινται τῷ Ἀπόλλωνι, τοξικὴ μουσικὴ ἰατρικὴ μαντική· τῇ μουσικῇ δὲ ἥ τε ποιητικὴ | |
5 | καὶ πᾶσαι λογικαὶ καὶ θυμελικαὶ περιέχονται τέχναι. πρὸς δὲ τὸ νῦν χρήσιμον τῇ κωμῳδίᾳ καὶ τὸ γε‐ λοῖον ἰατρικὴν καὶ μαντικὴν παρέ‐ λαβεν, ἵνα διαβάλῃ δῆθε τὸν Ἀπόλ‐ | |
10 | λωνα ἐναντίως ἐπὶ Χρεμύλῳ χρησά‐ μενον τῇ μαντικῇ τε καὶ ((τῇ)) ἰατρικῇ, διὰ μὲν τοῦ μαντεύματος ποιήσας Χρεμύλον μὴ μόνον οὐκ ἐγνωκέναι τὸ μέλλον ἀλλὰ μηδὲ | |
15 | ἐνεστώς τε καὶ φαινόμενον, οἷον τὸν | |
τυφλὸν ᾧ συλλαλεῖ, διὰ δὲ τῆς ἰατρικῆς, ὅτι ὀφείλων καὶ νοσοῦντα αὐτὸν ἰατρεῦσαι, ὡς ὢν ἰατρός, μᾶλλον οὗτος ἐρρωμένον πεφυκότα | 11 | |
20 | καὶ ὑγιᾶ μελαγχολῶντα καὶ ἄφρονα ἀντὶ φρονοῦντος ἀπέπεμψεν. ἦ γὰρ οὐκ ἔστιν ἀφροσύνης ἐσχάτης ὑπὸ μὴ βλέποντος ὁδηγεῖσθαι τὸν βλέποντα; διὸ καὶ διστακτικῶς εἶπεν “ὥς | |
25 | φασιν”, ἤτοι “οἱ μὲν ἄλλοι σοφὸν αὐτὸν λέγουσιν, ἐγὼ δὲ ἀπ’ ἔργων ὧν βλέπω κρίνω τοῦτον καὶ ἄτεχνον μάντιν καὶ ἄτεχνον ἰατρόν”. | |
sch plut14 | ((ἢ)) προσῆκ’ αὐτῷ ποεῖν: καὶ “ποιεῖν” εἰ ἔστιν, ἄπταιστόν ἐστιν· ὡς κεχηνὸς γὰρ βραχύνεται, ὡς τὸ | |
5 | “Ἴστρος τοιαύτας παρθένους λοχεύεται”. | |
sch plut15a | συντακτέον· “οἱ γὰρ βλέ‐ ποντες ἡμεῖς τί πάσχομεν; ἡγού‐ μεθα καὶ ἡγεμονευόμεθα τοῖς τυ‐ φλοῖς, δηλονότι ὁδηγούμεθα ὑπὸ | |
5 | τῶν τυφλῶν· οὐ μόνον δὲ οὗτος ἀκολουθεῖ ἀλλὰ καὶ ἐμὲ προσβιά‐ ζεται”. ἢ ἄλλως, καθολικῷ λόγῳ· “οἱ γὰρ βλέποντες ἡγούμεθα ἢ ἡγεμόνες γινόμεθα τοῖς τυφλοῖς, | 12 |
10 | οὗτος δὲ νῦν ἀκολουθεῖ τῷ τυφλῷ κἀμὲ προσβιάζεται”. | |
sch plut15b | τοῖς τυφλοῖς ἡγούμεθα: ὁδηγοὶ καὶ ἡγεμόνες γινόμεθα τῶν τυφλῶν. ἀντίπτωσις δὲ ὁ ποιητικὸς οὗτος τρόπος, ὡς τὸ | |
5 | “Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν” ἀντὶ τοῦ “Αἴαντος”. ἔστι δὲ ἀττικῶς. | |
sch plut16 | κἀμὲ προσβιάζεται: τὸ σχῆμα τοῦτο καὶ ὁ ποιητικὸς τρόπος καλεῖται ἀπὸ κοινοῦ· ἀκολούθως γάρ φησι “κἀμὲ προσβιάζεται”· | |
5 | τὸ δὲ “ἀκολουθεῖν” λείπει, ἀπὸ κοινοῦ δὲ λαμβάνεται συννοούμενον. | |
sch plut17 | γρῦ: βραχύ τι, ἀπὸ τοῦ ἐν | |
τοῖς ὄνυξι ῥύπου, ὃς γρῦ λέγεται· ἢ ἀπὸ τῆς τῶν χοίρων φωνῆς ἢ ἀπὸ τῶν γρυτῶν· γρῦται δὲ λέγεται τὰ | 13 | |
5 | μικρὰ ὀστρακᾶ σκευάρια, οἷαι τῶν ἀκανθυλλίδων αἱ ποτιστρίδες καὶ τὰ τῶν χρυσοχόων χωνάρια. | |
sch plut21 | στέφανον ἔχοντά γε: ἐστε‐ φανηφόρουν οἱ εἰς θεωρίαν θεῶν ἀπιόντες καὶ μαντεύματα, ἀστοὶ ξένοι ἐλεύθεροι δοῦλοι, καὶ οὐκ ἐξῆν | |
5 | τινα στεφανηφόρον τοιόνδε τύψαι τῷ τότε ἢ ἄλλως θλίψαι· μεγάλη γὰρ τοῦτο ἐδόκει παράβασις θείων. | |
sch plut22 | μὰ Δί’ ((ἀλλ’ ἀφελὼν)): οὐ μὰ Δία· τὸ “μά” γὰρ μόριον ἀπωμοτικόν, τὸ δὲ “νή” κατωμο‐ τικόν. ὁ δὲ νοῦς· οὐ μὰ τὸν Δία οὔ | |
5 | σε τύψω φοροῦντα τὸν στέφα‐ νον, ἤν με λυπῇς τι, ἀλλ’ ἀφελὼν αὐτόν, ὅπως πλέον ἀλγῇς τῆς στε‐ φάνου τιμῆς ἐστερημένος καὶ ἀφῃ‐ ρημένος καὶ ὀδυνωδεστέρας τὰς πλη‐ | |
10 | γὰς δεχόμενος κατὰ γυμνῆς κεφαλῆς. | |
sch plut23 | λῆρος· ((οὐ γὰρ)): ἐσχημα‐ τισμένως εἰπὼν καὶ ὑβρίζων τὸν δεσπότην κωμικῶς καὶ γελοίως καὶ λέγων αὐτὸν “ὦ λῆρος” καὶ “ὦ λῆρε | 14 |
5 | καὶ φλύαρε”, οὐ δοκεῖ ταῦτα λέγειν ἐκείνῳ ὁ Καρίων, ἀλλ’ ἑαυτῷ. | |
sch plut25 | πάνυ σφόδρα: ἐκ παραλλή‐ λου ταὐτὸν τοῦτο τὸ σχῆμα καλεῖται. | |
sch plut27 | καὶ κλεπτίστατον: τὸ σχῆ‐ μα παρ’ ὑπόνοιαν. ἀκούσας γὰρ ὁ οἰκέτης εἰπόντος τοῦ δεσπότου αὐτὸν ((τὸν)) πιστότατον, ὑπενόει καὶ τὴν | |
5 | δευτέραν ῥῆσιν ἀγαθὴν εἶναι καὶ ἐπαί‐ νου ἀξίαν, οἷον ἦν τὸ “πιστότατον”. ὁ δὲ καὶ “κλεπτίστατον” εἶπε, παρ’ ὃ ὑπενόει ὁ δοῦλος· οὕτω δὲ εἶπεν ὡς θέλων τοὺς θεατὰς κινῆσαι πρὸς | |
10 | γέλωτα· τοῦτο γὰρ σπουδὴ ταῖς κωμῳδίαις ἐστίν. ἐατέον δὲ νῦν νοεῖν τὸ “κλεπτίστατον” “συνε‐ τόν” ἢ “μυστηριακόν”. | |
sch plut30 | ἱερόσυλοι ῥήτορες καὶ συκοφάνται: κἂν διῃρημένως τὰ τρία ἐρεῖς, κἂν ἱεροσύλους τοὺς ῥήτορας καὶ δημαγωγοὺς εἴπῃς, τῇ | |
5 | ἐννοίᾳ οὐδεμία γίνεται βλάβη. | 15 |
sch plut31a | πόθε λέγεται συκοφάντης; πόθε δὲ συκοφάντης λέγεται, μάν‐ θανε· ὁ σχολιογράφος γὰρ οὐ καλῶς τοῦτό φησιν. ὁ Σόλων νομογραφῶν | |
5 | ἐν Ἀθήναις περὶ πολλῶν θεσμοὺς ἔθετο, καὶ τοῦτο δὲ σὺν ἄλλοις ἐνομοθέτησε σῦκα ἐξ Ἀθηνῶν μὴ ἐκφέρεσθαι καὶ πιπράσκεσθαι διὰ τὸ σπάνια καὶ ὡραῖα παρ’ αὐτοῖς γίνε‐ | |
10 | σθαι σῦκα. ὃς δ’ οὖν τινας ἤλεγχε σῦκα πιπράσκοντας, συκοφάντης ἐλέγετο. ὕστερον δὲ παραχρηστικῶς ἐξ αὐτοῦ πᾶς ψευδῶς λέγων κατά τινων συκοφάντης καλεῖται. | |
sch plut31b | ((καὶ πονηροί:)) “πονηρός” ὁ δόλιος καὶ πανοῦργος, “πόνηρος” δὲ ὁ πονῶν καὶ νοσῶν καὶ πᾶς κεκο‐ πιακὼς καὶ ἄρρωστος. ἀττικῶς δὲ καὶ | |
5 | τὸν δόλιον καὶ πανοῦργον “πόνηρον” φαμέν. | |
sch plut31c | πείθομαι: οὐκ ἐναντιοῦμαί σοι, φησί, πρὸς τοῦτο, ἀλλὰ πείθο‐ μαι καὶ ἡττῶμαι εἰδὼς ((ἀκριβῶς)) ὅτι τῷ βίῳ πλείους τοιοῦτοι πλου‐ | |
5 | τοῦσιν. | |
sch plut32 | ἐπερησόμενος ((οὖν ᾠχό‐ μην)): ἐρωτήσων οὖν ἐπορεύθην πρὸς τὸν θεὸν ἤγουν τὸν Ἀπόλλωνα, τὸν ἐμὸν μὲν βίον ἤδη καὶ ἄρτι | 16 |
5 | νομίζων ἐκτετοξεῦσθαι καὶ ὑπὸ τῶν τόξων τῆς εἱμαρμένης ἀναιρε‐ θῆναι ἤτοι εἰς τὸ μηδὲν ἐλθεῖν· ἢ τὸν ἐμὸν βίον καὶ τὸν τῆς ἐμῆς ζωῆς χρόνον νομίζων ἤδη πληροῦσθαι | |
10 | καὶ ἐγγίζειν τῇ τελευτῇ. | |
sch plut33 | ταλαίπωρον δὲ τὸν ἠλεη‐ μένον καὶ ἄθλιον οἱ πάντες φασίν, ἀπὸ τοῦ δύνασθαι τλῆναι καὶ πῶρον ὅ ἐστι πάθος, ὡς καὶ Ἀντίμαχος· | |
5 | “πῶρόν τ’ εἰν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἔθεντο”. ἐγὼ δὲ τὸν ((ἐν)) ταῖς τληπαθείαις ἐνεὸν καὶ πῶρον τρόπον τινὰ γεγονότα ὡς ἡ Νιόβη μυθεύεται· οὐδὲ γὰρ οὐδ’ ἐκείνη λίθος ἐγένετο· πῶς γάρ ἐστι δυνατόν; | |
10 | ἀλλ’ ἀπηνεώθη καὶ ὥσπερ ἀπελιθώθη τῷ τῶν συμφορῶν ὑπερβάλλοντι. | |
sch plut34 | ἐκτετοξεῦσθαι δὲ τὸ “πλη‐ ρωθῆναι”, ἀπὸ μεταφορᾶς τῶν τοξο‐ τῶν· ὧν τοξευόντων τινάς, πάντα κενωθῶσιν ἐκ φαρετρῶν τὰ τοξεύ‐ | |
5 | ματα, τουτέστι τὰ βέλη. | 17 |
sch plut35 | τὸν δ’ υἱόν: ἢ “διὰ τὸν υἱόν” ἐλλείψει τῆς “διά”, ἢ ἀντιπτώσει “τὸν υἱόν” ἀντὶ τοῦ “περὶ τοῦ υἱοῦ”. καὶ ἡ ἔλλειψις δὲ καὶ ἡ | |
5 | ἀντίπτωσις ἀττικῆς εἰσὶ διαλέκτου. τὸ δὲ ἀκόλουθον τῆς διανοίας οὕτως· “ἀπῆλθον χρηστηριασθησόμενος οὐ περὶ ἐμοῦ, περὶ δὲ τοῦ ὃν μόνον ἔχω υἱόν, εἰ δεῖ τοῦτον μεταβαλόντα τοὺς | |
10 | σεμνοὺς τρόπους, οἷσπερ ἀνήχθη, γενέσθαι ἀλιτήριον, ἵνα συντόμως ἐρῶ, ὅτι λυσιτελέστατον τὸ εἶναί τινα τοιοῦτον τῷ βίῳ”. τὸ δὲ πανοῦργον εἰπεῖν παρὰ τοῖς παλαιοῖς πασῶν | |
15 | τῶν ὕβρεων ἦν βαρύτατόν τε καὶ ἀφόρητον. | |
sch plut39a | τί δῆθ’ ὁ Φοῖβος: Φοῖβος ὁ Ἀπόλλων μαμμωνυμικῶς· ἡ γὰρ Ἀπόλλωνος μήτηρ Λητὼ Κοίου καὶ Φοίβης θυγάτηρ· ἀλληγορικῶς δὲ | |
5 | ὁ ἥλιος φάος ὢν βίου. | 18 |
sch plut39b | ἔλακεν: ἔχρησεν, ἐμαντεύ‐ σατο. τοῦτο δὲ τὸ κωμῴδημα εἰς Εὐριπίδην ὁρᾷ εἰπόντα ((ἐν)) Ὀρέστῃ “ἃν ὁ Φοῖβος | |
5 | ἔλακεν ἔλακεν.” τὸ γὰρ λακεῖν ἐπὶ λάρων φωνῆς λέγεται. | |
sch plut39c | ἐκ τῶν στεμμάτων: ὅτι καὶ ὁ μαντικὸς τρίπους καὶ ἡ ἱέρεια δάφναις ἦσαν κατάστεπτοι. | |
sch plut40 | πεύσει: ἀκούσεις, μάθῃς. τὰ δεύτερα δὲ πρόσωπα τῶν παθητι‐ κῶν διὰ διφθόγγου γράφουσιν οἱ Ἀττικοὶ ἄνευ μέντοι τῶν μετὰ | |
5 | ὑποτακτικοῦ κειμένων, ἐκεῖνα δὲ ἦτα γράφουσιν. σημειωτέον δ’ ἐκ τοιούτων πολλῶν ὅτι πεῦσις καὶ ἡ ἀκρόασις καὶ ἡ μάθησις λέγεται καὶ ἡ ἐρώτησις, εἴτε διὰ μακρηγορίας | |
10 | ἔχει τὴν ἀπόκρισιν, ἣν καὶ ἐρώτησίν φασιν οἱ κομψοί, εἴτε βραχεῖαν, ὡς τὸ | |
“ναί” ἢ “οὔ”, ὃ πεῦσιν ὀνομάζουσιν. ὁ νοῦς δέ· “εἶπέ μοι, ἐκέλευσε σαφῶς ὁ Ἀπόλλων τῷ χρησμῳδή‐ | 19 | |
15 | ματι ᾧτινι τύχω ἐξελθὼν τοῦ ναοῦ, τούτου μὴ ἀπολιμπάνεσθαι, πείθειν δέ μοι ἑπόμενον εἰς τὴν ἐμὴν ἱκέσθαι οἰκίαν”. | |
sch plut44 | τουτῳί: τὸ τω βραχύ ἐστι διὰ τὸ κεχηνός, ὡς τὸ “Ἴστρος τοιαύτας παρθένους λοχεύεται”. | |
sch plut45 | εἶτ’ οὐ ξυνίης ((τὴν ἐπί‐ νοιαν)): “οὐ νοεῖς τὸν σκοπὸν τῆς χρησμῳδίας λέγοντά σοι παιδεύειν τὸν υἱὸν κατὰ τὸν ἐπιχώριον | |
5 | τρόπον, ὦ μάταιε, ἄφρον καὶ ἀπαί‐ δευτε;” ταῦτα δὲ γελοῖα καὶ κωμικά· καὶ πῶς γὰρ οὐ γελοῖον λέγειν τοιαῦτα δεσπότῃ τὸν δοῦλον; σκώ‐ πτει δὲ τοὺς Ἀθηναίους ὡς δῆθε | |
10 | κακοῖς κεχρημένους τοῖς ἄρχουσι καὶ | |
δημαγωγοῖς καὶ οὐ σεμνοῦ βίου. | 20 | |
sch plut48 | τῷ τοῦτο ((κρίνεις)): “ποίῳ χρώμενος τεκμηρίῳ λέγεις μοι ταῦτα δηλοῦν τὸν χρησμόν;” καί φησιν ὁ Καρίων· “φανερὸν τοῦτο καὶ τυφλῷ | |
5 | καὶ ἀνοήτῳ ἀνθρώπῳ τὰς φρένας ἢ τυφλῷ τοὺς ὀφθαλμοὺς νοῆσαι ὅτι συμφέρει τῷ νῦν μηδὲν ἀγαθὸν μετέρχεσθαι”. ἢ “ὅτι καὶ ἐκ τῆς κληδόνος καὶ τοῦ φανέντος σημείου | |
10 | σοι τοῦ τυφλοῦ τούτου καὶ μὴ βλέποντός τινος ἢ ἀγαθοῦ καὶ ἐπιτερ‐ ποῦς ἄλλου χρήματός τινος ἢ πράγ‐ ματος.” ὁ τυφλὸς γὰρ οὔτε βλέπειν οὔτε βαδίζειν ὀρθῶς δύναται. ἡ δὲ | |
15 | σύνταξις· “δῆλον δοκεῖ καὶ νομίζε‐ ται εἰς τὸ γνῶναι καὶ γνωσθῆναι καὶ τῷ τυφλῷ καὶ ἀνοήτῳ ὅτι σφόδρα συμφέρει νῦν τὸ μηδὲν ἀγαθὸν μετέρχεσθαι”. | |
sch plut51 | οὐκ ἔσθ’ ὅπως ὁ χρησμὸς: | |
οὐκ ἔστιν ὅπως καὶ ὡς ὁ χρησμὸς ῥέπει καὶ ἔχει τὴν διάνοιαν ἀποκλί‐ νουσαν εἰς ὃ λέγεις σύ, ἀλλ’ εἰς | 21 | |
5 | ἕτερον. | |
sch plut53 | τὸ “χάριν” ἐπὶ ἐμψύχου καὶ φίλου λαμβάνεται· “χάριν σοῦ, λέ‐ γεις, ἦλθον” ἀντὶ τοῦ “χάριτας καὶ ἡδονήν σοι ποιῶν”· ἐχθρῷ δὲ εἰπὼν | |
5 | “χάριν σου ἦλθον” ἢ ἐπὶ ἀψύχου τούτῳ χρησάμενος “χάριν τοῦ κτίσαι ((τὸν)) οἶκον”, “χάριν τοῦ πολε‐ μῆσαι”, παραχρηστικῶς λέγεις ἀντὶ τοῦ “ἕνεκα”· οὔτε γὰρ οἶκος οὔτε | |
10 | πόλεμος οὔτ’ ἄλλο τι ἄψυχον αἰσθά‐ νεται χάριτος. τὸ δὲ “ἕνεκα” ἐπὶ πάντων κυρίως λέγεται, ἐπὶ ἐμψύ‐ χων, φίλων καὶ ἐχθρῶν, καὶ ἐπὶ πάντων δὲ τῶν ἀψύχων. | |
sch plut56 | ἄγε δὴ σὺ: ἀπειλητικῶς ὁ Καρίων τῷ Πλούτῳ παρακελεύεται λέγειν τίς ᾖ, “ἐλθέ, λέγων, εἰπὲ πρότερον περὶ σαυτοῦ τίς ὑπάρχεις, | |
5 | καὶ τἀπὶ τούτοις δρῶ”, τουτέστιν “ἢ μαστίξω σε ἢ καὶ ἄλλως συντρί‐ ψω”· παρέπεται γάρ, εἰ ἐρωτᾶταί τις ἀσθενέστερος παρ’ ἰσχυροτέρου καὶ μὴ ἀποκρίνοιτο, τύπτεσθαι ἢ καὶ | |
10 | ἑτέρως κακοῦσθαι. | 22 |
sch plut57 | οἱ μὲν ἐξηγηταὶ καὶ τὸ “λέγειν χρή” τοῦ Καρίωνός φασιν, ἐγὼ δὲ Χρεμύλου τοῦτό φημι συνω‐ θοῦντος τὸν Πλοῦτον πεισθῆναι καὶ | |
5 | εἰπεῖν τῷ Καρίωνι· εἶτα τοῦ Πλούτου εἰπόντος τὴν ἀπὸ Σκυθῶν ῥῆσιν τὸ (58) “οἰμώζειν”—τοῦτο γὰρ καὶ Σκῦθαι τῷ Δαρείῳ μεμηνύκασι— πάλιν γελῶν ὁ Καρίων πρὸς τὴν | |
10 | “οἴμωζε” ἀπόκρισίν φησι τῷ Χρε‐ μύλῳ· “ἔγνως ὅστις ἄρα ἐστὶν ἐκ τῆς αὐτοῦ ἀποκρίσεως· τοῦτο γὰρ ἔφα‐ σκες ἀνωτέρω γνῶναι αὐτὸν εἰ (59) ἐρωτηθεὶς ἀποκριθείη”. καὶ ὁ | |
15 | Χρεμύλος· “σοὶ ταῦτα, φησίν, οὐκ ἐμοὶ λέγει”. ἐκ τούτου δὲ δῆλον ὅτι Χρεμύλου ἐστὶ τὸ “λέγειν χρή”· εἰ γάρ, μόνου τοῦ Καρίωνος ἐρω‐ τήσαντος, ὁ Πλοῦτος “οἴμωζε” | |
20 | εἶπεν, οὐκ εἶχεν ἂν εἰπεῖν ὁ Καρίων ὅτι “νοεῖς τίς ἐστιν;” καὶ Χρεμύλος πάλιν ὅτι “σοὶ τοῦτο λέγει”. | |
sch plut60 | σκαιῶς γὰρ αὐτοῦ: “ἀπαι‐ δεύτως γὰρ καὶ χαλεπῶς καὶ ἀγρίως ἀπ’ αὐτοῦ πυνθάνῃ, καὶ πύστιν καὶ μάθησιν καὶ ἀπόκρισιν ἐξαιτεῖς”. | |
5 | τὸ δὲ “πυνθάνει” καὶ πᾶν δεύτερον πρόσωπον παθητικὸν ἐν τοῖς στίχοις Ἀριστοφάνους δίφθογγον γράφεται· εἰ δὲ μετὰ ὑποτακτικοῦ μορίου εὑρεθῇ, η. καὶ ἰστέον καὶ καλῶς | |
10 | σημειωτέον ὅτι τὰς ἀπὸ τῶν εἰς ευς εὐθειῶν εἰς εις εὐθείας τῶν πληθυν‐ τικῶν καὶ αἰτιατικὰς τῶν πληθυντι‐ κῶν οἱ Ἀττικοὶ καὶ ὁ Ἀριστοφάνης ἀττικῶς γράφων τὰς μὲν τῶν ἐπιθέ‐ | 23 |
15 | των η γράφουσιν—ἱππεὺς οἱ ἱππῆς τοὺς ἱππῆς, τοὺς βασιλῆς καὶ τὰ ὅμοια—ἀλλὰ καὶ τὰς ἀπὸ τῶν εἰς ης εὐθειῶν—ὁ εὐγενὴς οἱ εὐγενῆς τοὺς εὐγενῆς καὶ πάντα τὰ ὅμοια—· τὰ | |
20 | δὲ κύρια μόνα διφθόγγῳ, κἄν τε ἀπὸ τῶν εἰς ευς εὐθειῶν κἄν τε ἀπὸ τῶν εἰς ης εἴη, ὡς Ἀχιλλεῖς Εὐρυσθεῖς Δημοσθένεις Ἀριστοφάνεις· οὕτω ταῦτα γίνωσκε γράφεσθαι καὶ τὰς | |
25 | κλῇδας ἀττικῶς δι’ ἦτα καὶ ἕτερα μυρία ἄλλως. | |
sch plut63 | δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν: τοῦ Πλούτου καὶ τῷ Χρεμύ‐ λῳ κλαίειν εἰπόντος, γελῶν ὁ Καρίων φησί· “δέχου τὴν κληδόνα καὶ τὸ | |
5 | μάντευμα τοῦ θεοῦ καὶ τὸ σύμ‐ βολον”. καὶ ἄνδρα μὲν τὸν Πλοῦτον καλεῖ διὰ τὸ ἀνθρωπόμορφον φαίνε‐ σθαι, ὄρνιν δὲ ὡς δοθέντα αὐτῷ τῷ Χρεμύλῳ ἐκ τοῦ χρησμοῦ αὐτόν. | |
10 | μάντευμα δὲ καὶ σύμβολον καὶ κληδὼν καὶ οἰωνὸς καὶ ὄρνις καὶ σημεῖον καὶ ἕτερα καλεῖται τὸ αὐτό. καὶ ὁ πταρμὸς δὲ καὶ τὸ συνάντημα καὶ προσφώνημα ἀγαθὸν ἢ φαῦλον | |
15 | καὶ ἔγκυρμα ὁμοίως ἢ ἀγαθὸν ἢ | |
φαῦλον καὶ ἕτερα μυρία ὄρνις καὶ μαντεύματα καλοῦνται. καὶ ἄλλως. ἄνδρα καὶ ὄρνιν φησὶν ὡς κτηνώδη τοῦτον δῆθεν ἀποκαλῶν. | 24 | |
sch plut64 | Δημήτερα καὶ Δήμητρα συγ‐ κοπῇ Αἰολέων. | |
sch plut65 | “εἰ μὴ φράσεις γάρ, ἀπολῶ σε κακῶς τὸν κακόν”. καλεῖται δὲ τὸ σχῆμα κατὰ συστροφήν. | |
sch plut66a | ὦ τάν: ὦ τάνες καὶ ὦ φίλοι· τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ· ἢ “ὦ τᾶν” καὶ ὦ ἑταῖρε πρὸς τὸν ἕνα εἰρήκει, εἶτα τὸ “ἀπαλλάχθητον” | |
5 | πρὸς τοὺς δύο. | |
sch plut66b | πώμαλα: οὐδαμῶς, ἀττικῶς. ἔστι δὲ τοῦτο τοῦ Χρεμύλου, τοῦ Καρίωνος δὲ τὸ “καὶ μὴν ὃ λέγω”. οὐ γὰρ ἐγώ φημι τοῦτο προσώπου | |
5 | ἑνός. | |
sch plut69 | ὁ δὲ νοῦς· “ἀναείρας καὶ θεὶς καὶ στήσας αὐτὸν ἐπὶ κρημνὸν καὶ | |
εἰς κρημνόν, ἀπελεύσομαι”. | 25 | |
sch plut71 | ἀλλ’ αἶρε ταχέως: ὁ “ἀλλά” περισσῶς κεῖται ἀττικῶς· “αἶρε γάρ, φησί, ταχέως”. καὶ ὁ Πλοῦτός φησι· “μηδαμῶς ἀρεῖς”. | |
5 | Χρεμύλος δέ φησι· “λοιπὸν ἐρεῖς;” πάλιν δ’ ὁ Πλοῦτος· “ἀλλ’ ἢν μάθητε ὅστις εἰμὶ ἤγουν Πλοῦτος, οἶδ’ ὅτι κατάσχητε ἄν με καὶ οὐκ ἀφήσετον”. καὶ ὁ Χρεμύλος· “μὰ | |
10 | τοὺς θεοὺς ἡμεῖς γε”—ἀπὸ κοινοῦ τὸ “ἀφήσομεν”—“εἰ σὺ θέλεις”· καὶ πάλιν ὁ Πλοῦτος· “μέθεσθε”—ἢ “μεθέσθε” ἀττι‐ κῶς—“καὶ κατάλειψιν ἐμοῦ ποιή‐ | |
15 | σασθε”. | |
sch plut75 | ἤν, μεθίεμεν: τοῦ Πλούτου | |
εἰπόντος “ἐάσατέ με”, φησὶν ὁ Χρεμύλος “ἢν ἐάσωμεν, εἴπῃς;” κατ’ ἔλλειψιν ἀττικῶς· ἢ κρατοῦντες | 26 | |
5 | αὐτὸν ταῖς χερσὶν ἀφῆκαν, καί φησιν “ἠνὶ καὶ ἰδοὺ μεθίεμεν”· καὶ ὁ Πλοῦτος “ἀκούετε” φησίν· “ὡς ἔοικε γὰρ δεῖ λέγειν ἃ ἐσκόπουν ἀποκρύπτειν”. 〈εἰ〉 θέλεις δέ, “ἦν” | |
10 | καὶ ὑπῆρχον γράψον μετὰ τοῦ ν, καὶ ἔστι τῶν τεσσάρων διαλέκτων· εἰ βούλει δέ, γράψον “ἦ” καὶ ὑπῆρχον, ὅπερ τῆς Ἰάδος ἐστίν. | |
sch plut79a | ἀνδρῶν ἁπάντων: πρὸς τὸν φαινόμενον γὰρ ἀνθρωπόμορφον Πλοῦτόν φησι ταῦτα, ἀλλ’ οὐ πρὸς περιουσίαν καὶ χρήματα. | |
sch plut79b | εἶτ’ ἐσίγας Πλοῦτος ὤν: τὸ “εἶτα” περισσῶς ἀττικῶς κεῖται. ὡς δὲ τὸν Πλοῦτον τοῦτον ἑώρα εἰκονίζοντα ἄνθρωπον ῥυπαρόν, ἄλου‐ | |
5 | τον, τοῖς πᾶσιν ἀθλιώτατον, ἀθλιο‐ θέατον, οἷοι ὡς ἐπὶ τὸ πλεῖστον οἱ τοκογλύφοι εἰσί, καταπλαγής φησι γεγονώς· “σὺ Πλοῦτος;” | |
sch plut81 | “ὦ τῆς Φοίβης ἔκγονε Ἄπολ‐ λον” ἢ “ὦ ἥλιε φωσφόρον σέλας τοῦ βίου”. οὐδὲν δὲ δυσχερὲς ἐνταῦ‐ θα τῷ κειμένῳ ἐστὶν εἰ μὴ ἄρα καὶ | |
5 | πισύγγοις αὐτὰ ἐθέλεις δηλοποιεῖν | |
με. | 27 | |
sch plut82 | τὸ “τί φῇς” περισπῶν ἢ βαρύνων ὡς θέλεις, λαβὰς πτοηθῇς μηδαμῶς μωμοσκόπων· φῶ φῇς περισπᾷς καί γε προσγράφεις ἅμα, —πᾶν δεύτερον δίφθογγον εἰς ω ῥημάτων—, | |
5 | φημὶ δὲ καὶ φῂς καὶ βαρύνεις μοι τότε. | |
sch plut83 | αὐτότατος: ἕνεκα τοῦ γε‐ λοίου τῆς κωμῳδίας παικτέως ἐρ‐ ρήθη· τὰ γὰρ ἀόριστα καὶ αἱ ἀντω‐ νυμίαι οὐκ ἐπεκτείνονται. | |
sch plut84 | ὁ Πατροκλῆς πλούσιος σφόδρα ἦν ἀθηναῖος, ῥυπαρός, φιλοχρή‐ ματος, τῶν γλισχροβίων, καὶ μηδέ‐ ποτε μηδένα ἐῶν εἰσέρχεσθαι εἰς | |
5 | τὴν οἰκίαν αὐτοῦ φόβῳ τῶν ἑαυτοῦ | |
χρημάτων. | 28 | |
sch plut86 | τουτὶ δὲ τὸ κακόν, τὴν τύφλωσιν, πῶς ἔπαθες εἰπέ μοι· “κάτειπε” δὲ εἶπεν ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ πῇ μὲν ἐλλείψεσι πῇ δὲ | |
5 | πλεονασμοῖς χρῶνται· ὡς τῇδε τὸ “κάτειπε” θεὶς ἀντὶ τοῦ “εἰπέ”· τὸ “κάτειπε” γὰρ κυρίως “λοιδό‐ ρησον” σημαίνει καὶ “κατηγόρησον”. | |
sch plut87 | ὁ Ζεύς με ταῦτα: “ταῦτα” ἀντὶ τοῦ “τοῦτο” ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ καὶ πληθυντικοῖς ἀντὶ ἑνι‐ κοῖς χρῶνται καὶ ἑνικοῖς ἀντὶ τῶν | |
5 | πληθυντικῶν· τὸ δὲ “ἀνθρώποις φθονῶν” ἐπὶ τοῦ καθ’ ἱστορίαν Διὸς ἕνεκα τοῦ γελοιασμοῦ τῆς κωμῳδίας, ὅτι φθονερός ἐστιν ὁ Ζεὺς τοῖς ἀνθρώποις· ἀλληγορικῶς | |
10 | δὲ ἐπὶ τῆς εἱμαρμένης καὶ τύχης, ὅτι φθονερά ἐστιν ἡ τύχη τοῖς ἀνθρώποις καὶ οὐκ ἐᾷ τοὺς ἀξίους πλουτεῖν, ἀλλ’ ἐτύφλωσεν ὥσπερ τὸν Πλοῦτον· πλουτίζει γὰρ ὡς ἐπὶ τὸ πλεῖστον | |
15 | πονηρούς, ἀλιτηρίους καὶ συκοφάν‐ | |
τας, τοὺς ἀξίους δὲ πλουτισμοῦ παρατρέχει. τυφλὸν δὲ τὸν Πλοῦτόν φησιν ἐξ Ἱππώνακτος τοῦτο σφετε‐ ρισάμενος· φησὶ γὰρ οὕτως Ἱππώναξ· | 29 | |
20 | “ἐμοὶ δὲ Πλοῦτος—ἔστι γὰρ λίαν τυφλός— ἐς τᾠκί’ ἐλθὼν οὐδάμ’ εἶπεν· Ἱππώναξ, δίδωμί τοι μνᾶς ἀργυρίου τριήκοντα καὶ πόλλ’ ἔτ’ ἄλλα· δείλαιος γὰρ τὰς φρένας”. | |
sch plut88 | ἐγὼ γὰρ ὢν μειράκιον: προσωποποιεῖ τὸν Πλοῦτον ποιητι‐ κῶς ταῦτα λέγοντα, ὀφείλων εἰπεῖν ῥητορικῶς· εἰ ἦν αἴσθησις τῷ Πλού‐ | |
5 | τῳ, οὐκ ἂν τοὺς χρηστοὺς ἐκλιμ‐ πάνων προσερρύετο πονηροῖς. | |
sch plut90a | πῶς δὲ τυφλοῖ τὸν Πλοῦτον ὁ Ζεὺς τοῖς ἀγαθοῖς, ἐπὶ τοῦ κλήρου Διὸς καὶ τῆς εἱμαρμένης εἰρήκειμεν· εἰ δὲ τὴν συνεκτικὴν δύναμιν τοῦ | |
5 | παντὸς Δία νοήσεις, τυφλοῖ τὸν Πλοῦτον οὐχὶ φθονῶν τοῖς χρηστοῖς, ἵνα μὴ τούτου μετάσχοιεν, ἀλλ’ ὡς τοῖς κακίστοις ἀλληνάλλως ὁρῶντες τοῦτον μεταπηδῶντα καὶ πόσα τὰ | |
10 | δεινὰ ἐργαζόμενον, μόνοι τούτου ἐκτρέποιντο, φροντίζοιεν δὲ ἀρετῆς. | |
καὶ ἄλλως. τυφλὸν τὸν Πλοῦτον ποιεῖ περιφερόμενον πρὸς ἀνοσίους τε καὶ κακούργους, τῶν δὲ χρηστῶν | 30 | |
15 | ἀποτρέχοντα, ὅτι κακοῦργοι καὶ νηλεεῖς ἄνθρωποι πάντα τρόπον κι‐ νοῦσιν ὅπως πλούτου μετάσχοιεν διαβάλλοντες, συκοφαντοῦντες, στρε‐ βλοῦντες, ἐτάζοντες καὶ ἁπλῶς πᾶν | |
20 | εἶδος δρῶντες κακότητος ὅλοις ὀ‐ φθαλμοῖς πρὸς τὸ πλουτεῖν ἀποβλέ‐ πουσι. τοῖς ἀρετὴν δὲ μετιοῦσι τὸ θεῖον τυφλὸν τὸν Πλοῦτον ποιεῖ, τουτέστιν ἡ ἐνάρετος αὐτοὺς μᾶλλον | |
25 | ἀποτυφλοῖ καὶ θεία φρόντισις ἐνορᾶν πλούτῳ ἐπιμελουμένους δικαίου καὶ ἀρετῆς, τούτου δὲ καταφρονητὰς γινομένους, ὡς οὐκ ἀρετῆς, κακίας δὲ παραιτίου· ὅθε καὶ Ἡράκλειτος | |
30 | ὁ Ἐφέσιος, ἀρώμενος Ἐφεσίοις οὐκ ἐπευχόμενος, “μὴ ἐπιλίποι ὑμᾶς πλοῦτος, ἔφη, Ἐφέσιοι, ἵν’ ἐξελέγ‐ χοισθε πονηρευόμενοι”. | |
sch plut90b | τυφλόν: τυφλοποιὸν τῶν χρηστῶν, ἀττικῶς· τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ, ὡς τὸ “Κρέοντ’ ἐμαυτοῦ γαμβρόν” | |
5 | ἀντὶ τοῦ “γαμβροποιόν”, καὶ ἡ | |
Παλαιά· “Ἰοθὸρ τὸν Μωσέως γαμ‐ βρόν”. οὕτω καὶ ἐνταῦθα “τυφλόν” τὸν τυφλοποιόν· οὐ γὰρ ὁ Πλοῦτος οὐχ ὁρᾷ τοὺς δικαίους, ἐκεῖνοι δὲ | 31 | |
10 | αὐτὸν οὐχ ὁρῶσιν, οὐδὲ τούτου φρον‐ τίζουσιν, ἀρετῆς δέ. καὶ ἄλλως. “τυφλόν”· ἀπροόρατον, ἀπροσκό‐ πητον, ὡς καὶ ὁ Φαίστιος περὶ τῆς Μουνυχίας εἶπεν Ἐπιμενίδης· “τυ‐ | |
15 | φλὸν τοῦ μέλλοντος ἄνθρωπος· εἰ γὰρ ᾔδεσαν Ἀθηναῖοι ὅσα τὴν πόλιν αὐτῶν τουτοὶ τὸ χωρίον λυμήνηται, κατέφαγον [[γὰρ]] ἂν αὐτὸ τοῖς ὀδοῦσι.” κἀνταῦθα οὖν τυφλὸν καὶ | |
20 | ἀπροσκόπητον τοῖς δικαίοις. | |
sch plut98 | πολλοῦ γὰρ ((αὐτοὺς οὐχ ἑώρακα χρόνου)): “διὰ πολλοῦ γὰρ αὐτοὺς οὐκ εἶδον χρόνου”. καὶ ὁ Χρεμύλος· ”((καινὸν καὶ)) | |
5 | θαυμαστὸν οὐδέν, εἰ σὺ τυφλὸς ὤν, ὦ Πλοῦτε, διὰ μακροῦ χρόνου ἀγαθοὺς ἀνθρώπους οὐχ ἑώρακας, ἐπεὶ κἀγὼ ὁρῶν οὐ δύναμαι τοιού‐ τους ἰδεῖν”. ταῦτα δὲ λέγων δείκνυ‐ | |
10 | σιν ὅτι οἱ πονηροὶ πλείους ἐν τῷ βίῳ. ὁ δὲ “καί” σύνδεσμος πλεονά‐ ζει ἀττικῶς. | |
sch plut100 | ἄφετόν ((με νῦν)): “ἐάσατε λοιπόν, φησίν, ἐμὲ ἀπόλυτον· ἔγνωτε γὰρ ἤδη καὶ ἠκούσατε τὰ ἀπ’ ἐμοῦ”. καὶ ὁ Χρεμύλος· “οὐ μὰ | 32 |
5 | τὸν Δία, οὐκ ἀφήσομέν σε, ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου καὶ ἁψόμεθα καὶ κρατοίημεν”. ἰστέον δὲ ὅτι τὸ “μά” ἀπωμοτικὸν μόριόν ἐστι δηλοῦν τὸ “οὐ μὰ τόν”· τὸ δὲ | |
10 | “νή” κατωμοτικὸν ἀντὶ τοῦ “ναί”. εἰ δὲ “ναί” πρῶτόν ἐστι, εἶτα τὸ “μά”, ὡς τὸ “ναὶ μὰ τόδε”, κατω‐ μοτικὸν γίνεται τότε τὸ “μά”. “ἑξόμεσθά σου” μετὰ τοῦ ς· ἔστι | |
15 | δὲ ἀρχαϊσμὸς καὶ ἰωνικόν. καὶ ὁ Πλοῦτος· “οὐ προὔλεγον ὅτι πράγ‐ ματα καὶ θορύβους μοι μέλλετε παρασχεῖν;” | |
sch plut103 | καὶ σύ γ’ ((ἀντιβολῶ)): πλεονάζει ((ὡς καὶ πρὶν εἶπον)) ὁ “καί” σύνδεσμος· ὁ δὲ νοῦς “ἀντιβολῶ· παρακαλῶ, δέομαι”. | |
5 | “πιθοῦ” ἀττικῶς “πείσθητι”· οἱ Ἀττικοὶ γὰρ τὰ βαρύτονα ῥήματα περισπῶσι, τὸ τύπτω “τυπτῶ” | |
λέγοντες, “μολῶ, θελῶ, πιθῶ”. | 33 | |
sch plut104 | ((καὶ μή μ’ ἀπολίποις:)) καὶ μή μ’ ἀπολείψῃς ἔτι καὶ ἀπὸ τοῦ νῦν, κἂν πρώην ἠμέλεις ἐμοῦ· ζητῶν γὰρ καὶ πολυπραγμονῶν καὶ | |
5 | ἀνερευνῶν οὐκ ἂν εὕρῃς ἄνθρωπον ἐμοῦ βελτίονα κατὰ τοὺς τρό‐ πους. | |
sch plut106 | μὰ Δία καὶ “οὐ μὰ τὸν Δία”· ἄλλος γὰρ οὐκ ἔστιν ὁ κρείττων ἢ ἐγώ. | |
sch plut109 | ἀτεχνῶς ((ὑπερβάλλου‐ σι)): “ἀτέχνως” βαρυτόνως “ἄνευ τέχνης, ἀμαθῶς”· “ἀτεχνῶς” δὲ περισπωμένως “ἀληθῶς, παντελῶς | |
5 | καὶ καθάπαξ καὶ ἑνὶ λόγῳ”. | |
sch plut111 | οἰμώξει ((μακρά: τὰ δεύ‐ τερα πρόσωπα τῶν παθητικῶν δι‐ φθόγγῳ γράφουσιν Ἀττικοὶ ἄνευ | |
τῶν μετὰ ὑποτακτικῶν κειμένων.)) | 34 | |
5 | ὁ δὲ νοῦς· “κλαύσῃ μακρὰ καὶ μεγάλα, μὴ πειθόμενός μοι δηλονότι, ληρῶν δὲ τοιαῦτα.” | |
sch plut113 | σὺ δὲ πρόσεχε, προσκόλλα καὶ συνάρμοττε τὸν σὸν νοῦν τοῖς λεγομένοις, ἵνα πύθῃ καὶ νοήσειας ὅσα σοι ἀγαθὰ γένοιτο, εἰ μενεῖς | |
5 | παρ’ ἡμῖν. | |
sch plut114 | “οἶμαι γάρ, οἶμαι, σὺν δὲ θεῷ τουτὶ λέγω, ἀπαλλάξω σε τῆς ὀφθαλμίας”. ἡ ὀφθαλμία δὲ κυρίως νόσημά ἐστιν ὀφθαλμῶν· νῦν | |
5 | δὲ τὴν τύφλωσιν λέγει. | |
sch plut116 | βλέψαι ποιήσας: κἂν “ποιήσας” κἂν “ποήσας” τις γράψῃ, οὐ λυμαίνεται τῷ στίχῳ· καὶ “ποιήσας” γὰρ τὸ ποι βραχὺ γίνεται | |
5 | διὰ τὸ κεχηνός, ὡς τὸ “Ἴστρος τοιαύτας ((παρθένους))” καὶ ἐν Εὐμενίσιν Ἀθηνᾶ φησι· “ἦ καὶ τοιαύτας τῷδ’ ἐπιρροιζεῖν φυγάς” | |
καὶ ((ὁ)) Σοφοκλῆς ((ἐν)) Οἰδίποδι | 35 | |
10 | τῷ ἐν Κολωνῷ Πολυνείκην λέγοντα φέρει· “ἀλλ’ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις αὖ πάλιν”. | |
sch plut118 | ἄνθρωπος ((οὗτος)): ἀκού‐ σας τοῦ Πλούτου Χρεμύλος εἰπόντος μὴ θέλειν βλέψαι, φησίν· “ὁ ἄνθρω‐ πος οὗτος ἄθλιός ἐστιν, τοιούτου | |
5 | καλοῦ μὴ θέλων τυχεῖν”, ἢ “οὗτος ἄνθρωπός ἐστιν ἄθλιος”. | |
sch plut119 | ((ὁ Ζεὺς μὲν οὖν εἰδὼς:)) “ὁ Ζεὺς εἰδώς, φησί, τὰ τούτων, τουτέστι τῶν ἀνθρώπων, μῶρα καὶ μωρὰ ἀττικῶς, εἰ πύθοιτο καὶ | |
5 | μάθοι ἐμὲ ἀναβλέψαντα, συντρίψῃ ἄν με ἐσχάτως”. τὰ “τούτων” δὲ εἶπε καὶ οὐχ “ὑμῶν” μεθόδῳ δεινότητος, ἵνα καὶ τὸν Χρεμύλον ὑβρίζων σὺν τοῖς λοιποῖς μὴ δόξῃ ὑβρίζειν. ὁ δὲ | |
10 | στίχος οὗτος περαιούμενος εἰς τὸ “ἔμ’ εἰ” ἐπίληπτός ἐστιν, ὡς τὸ | |
“ἦ μέγ’ Ἀθηναίοις γένετο φόως ἡνίκ’ Ἀριστο‐ γείτων Ἵππαρχον πέφνε καὶ Ἁρμόδιος,” καὶ ἕτερα μυρία ἠπατημένοις Ὁμήρῳ, | 36 | |
15 | ὥσπερ νομίζω, εἰπόντι· “εἴπερ γάρ κ’ ἐθέλοιμεν ὅσοι Δαναοῖσιν ἀρωγοί, Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆ‐ ν’ αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος οἷος ἐν Ἴδῃ.” ἀλλὰ πάντα τὰ τοῦ θεσπεσίου ἐκείνου | |
20 | ἀνδρὸς δαιμόνια ὑπερφυᾶ καὶ ἀμίμη‐ τα, ἄνευ μέντοι τινῶν νοθευθέντων· οὐ μόνον γὰρ οὐκ ἐπιλήψιμα τὰ ἐκεί‐ νου ἀλλὰ καὶ νοῦ πλήρεα λεπτοτάτου καὶ ῥητόρων δεινότητος καὶ ἀρετῆς· | |
25 | μιμήσει γὰρ γυναικὸς θυμουμένης εἰσάγει τὴν Ἥραν οὑτωσὶ λέγουσαν ὥσπερ τοῦ πνεύματος ἐκκοπέντος θυμῷ καὶ μὴ ἀπαρτίσαντος. | |
sch plut120 | νῦν δ’ οὐ τοῦτο δρᾷ: ((νῦν δὲ)) οὐ τοῦτο ποιεῖ, τουτέστιν οὐ συντρίβει σε, ἐῶν τῇδε κἀκεῖ σε προσκρούειν περιπλανώμενον διὰ τὸ | |
5 | μὴ βλέπειν; | 37 |
sch plut122 | καί φησιν ὁ Πλοῦτος· “οὐκ οἶδα· ἐγὼ δ’ ἐκεῖνον ὀρρωδῶ καὶ πεφόβημαι πάνυ”. τὸ δὲ φοβεῖσθαι “ὀρρωδεῖν” λέγεται ἀπὸ τοῦ ὄρρου | |
5 | καὶ μεσοπυγίου τῆς περιστερᾶς· τρομερὸν γάρ φασι τοῦτο τὸ μέρος· ἢ ἀπὸ τῶν ἀλόγων, ἵππων λέγω καὶ τοιούτων, ἃ ἐν τῷ δέει σείει τὴν οὐρὰν ἢ ἐγκρύπτει αὐτὴν ὑπὸ τὰ | |
10 | αἰδοῖα· ἢ ὅτι τῶν φοβουμένων φασὶ πρῶτον τὸν ὄρρον ἱδροῦν. ἡμεῖς δέ φαμεν ((ὡς)) αἰολικῶς διὰ δύο ρρ γράφεται καὶ ψιλοῦται, δι’ ἑνός τε τοῦ ρ καὶ δασείας κατὰ τὴν Ἀττικὴν | |
15 | καὶ κοινὴν ὀφεῖλον γράφεσθαι. δέει γὰρ ὁ φόβος καὶ ἡ ὁρωδία τὴν ὅρασιν· ὅθε καὶ δοῦλος ὁ μετὰ δέους λεύσσων—κἂν νῦν ἀναιδῶς βλέπωσι—, καὶ δεσπότης ὁ δέους | |
20 | ποιητικός· οὕτως ὁρωδία ὁ φόβος ἀπὸ τοῦ δέειν τὴν ὅρασιν λέγεται, ὡς ὡρακιᾶν τὸ φοβεῖσθαι καὶ ὠχριᾶν διὰ μεγάλου τοῦ ω ἀπὸ τοῦ ὥρας καὶ τῆς μορφῆς εἶναι αἰκία καὶ τιμωρία | |
25 | ἤγουν ὠχρίασις. | 38 |
sch plut123 | ((ἄληθες ὦ δειλότατε:)) “ἀληθές” ὄνομα, “ἄληθες” δὲ ἐπίρ‐ ρημα ἀντὶ τοῦ “ἀληθῶς”· νῦν δὲ τὸ “ἄληθες” εἰρωνικῶς εἴρηται· “ἀλη‐ | |
5 | θῶς γὰρ καὶ πρεπόντως, φησί, δειλιᾷς· μὴ πάθῃς τὴν ἀφόρητον συμφορὰν ταύτην καὶ ἀναβλέψῃς”. δειλότατον δὲ δαιμόνων τὸν Πλοῦτον φησίν, οὐ πρὸς αὐτὸν τὸν ἀνθρωποει‐ | |
10 | δῆ ἀποτείνων τὸν λόγον, ἀλλὰ πρὸς τὸ καθόλου καὶ τὴν πλουσιότητα· ὅτι οἱ πλούσιοι δειλοὶ πρός τε θάνατον καὶ τὰ ἕτερα διὰ τὸν πλοῦτον καὶ τὴν τρυφὴν καὶ ὅτι τὰ χρήματα συγκρύ‐ | |
15 | πτουσι δεδιότες μὴ ἀπολέσωσιν. | |
sch plut124 | τὴν τυραννίδα τὸ κράτος νῦν φησι καὶ τὴν βασιλείαν, ὅτι δημοκρατούμενοι Ἀθηναῖοι τυράν‐ νους ἐκάλουν τοὺς ὁπωσδήποτε μο‐ | |
5 | ναρχοῦντας. σαφῆ τὰ λοιπά. | |
sch plut127 | ((μὴ λέγ’, ὦ πόνηρε:)) “πονηρός” ὁ πανοῦργος καὶ δόλιος· “πόνηρος” δὲ ὁ νοσῶν καὶ ὁ κοπιῶν καὶ ((ὁ)) πονῶν· καὶ ὁ Χρεμύλος δὲ | |
5 | τῆς κάτω τύχης καὶ ἀσθενοῦς γεωρ‐ γὸς καὶ πονῶν ἦν ἄνθρωπος. ἢ “πό‐ νηρε” καὶ πονηρὲ ἀττικῶς· πῶς γὰρ οὐ πονηροῦ καὶ βαθύνου τὸ ὑπισχνεῖ‐ σθαι ποιῆσαι βλέψαι τυφλόν; καὶ ὁ | 39 |
10 | Χρεμύλος· “ἔχε καὶ ἔσο, φησίν, ἥσυχος”· ἢ “ἔχε καὶ κράτει σαυ‐ τὸν ἐν ἡσυχίᾳ καὶ μὴ θορυβοῦ· (128) ἐγὼ γὰρ ἀποδείξω σε πολλῷ μεῖζον τοῦ Διὸς δυνάμενον”. | |
15 | τοῦ Πλούτου δὲ εἰπόντος· “σὺ ἐμὲ δείξεις τοῦ Διὸς μεῖζον δυνάμενον;” φησὶν ὁ Χρεμύλος· “νὴ τὸν οὐρα‐ νόν”, ὡς ἤδη ὄντα τὸν Δία οὐδὲν λο‐ γιζόμενος, καὶ τὰς ἀποδείξεις ἐπάγει, | |
20 | αὐτὸς μὲν ἐρωτῶν, τὸν δὲ Καρίωνα τύπῳ μάρτυρος ἔχων ἀποκρινόμενον καὶ ἅπερ αὐτὸς λέγει πιστούμενον. | |
sch plut133 | ((θύουσι δ’ αὐτῷ:)) θύουσι δὲ τῷ Διὶ διὰ τοῦτον, ἢ ἐν τῷ ἔχειν τοῦτον ἤγουν πλοῦτον, ἢ διὰ τοῦτον τουτέστιν ἵνα πλουτήσωσιν. | |
sch plut134 | ἄντικρυς: φανερῶς· “ἀντι‐ κρύ” δὲ ἐξ ἐναντίας. | |
sch plut135 | οὐκοῦν ((ὅδ’ ἐστὶν)): καὶ λοιπὸν ὅδε καὶ οὗτος ὁ Πλοῦτός ἐστιν αἴτιος τοῦ τοὺς ἀνθρώπους θύειν τῷ Διί· καὶ βουληθεὶς ἂν τοῦτο | |
5 | παύσῃ ῥᾳδίως. | 40 |
sch plut137 | οὐ((δ’ ἂν εἷς)) θύσειεν: οὐ θυμιῶν ἢ βοῦν ἐπισφάξειεν ἢ ψαιστὸν καὶ λάγανον, ὅ ἐστιν ἄρτον ἐλαίῳ βεβρεγμένον, καθαγίσειεν οὐκ ἄλλο | |
5 | δὲ οὐδὲ ἓν σοῦ μὴ βουλομένου ἤτοι Πλούτου καὶ χρημάτων μὴ πα‐ ρόντων. ((Ἐβουλόμην μὲν ἐξανορθοῦν εἰς πλάτος, γράφειν τε πάντα προσφυῶς Τζέτζου τρόποις· | |
10 | ἐπεὶ δ’ ὃς ἡμᾶς ἦν συνωθήσας γράφειν, πρῶτον παλαιὰν οὐκ ἐφεῦρέ μοι βίβλον (5) ἢ κἂν δύ’ ἢ τρεῖς ἔκ γε τῶν νεογράφων, ὡς ἄλλον ἐξ ἄλλης ἀνορθοίην στίχον· βίβλους ἐφευρὼν τῶν νεογράφων δύο, | |
15 | ὧν ἡ μὲν ἦν ἑνοῦσα τοὺς δύο στίχους, ἄλλη δέ, τετράμετρος εἴπερ ἦν στίχος, (10) τομαῖς διῄρει τοῦτον εἰς δύο στίχους, εἰς τρεῖς τινάς, ἄλλους 〈δὲ〉 καὶ περαιτέρω, ὤρθουν μὲν ὤρθουν τὸ σκάφος τὸ τοῦ λόγου | |
20 | ἕως βραχὺ τὸ κῦμα τῆς ἀτεχνίας· ἐπεὶ [δὲ] πυκνὴ συμμιγὴς τρικυμία (15) ἐρροχθίαζε καὶ κατέκαμπτε ζέον, τὰ πηδὰ δ’ οὐκ ἦν δεξιῶς ἐμοὶ στρέφειν, στείλας τὰ λαίφη καὶ παρεὶς τοὺς αὐχένας, | 41 |
25 | πρὸς κῦμα χωρῶ βαρβαρόγραφα πνέον, ὅπερ βέβηλοι δυσμαθεῖς βιβλογράφοι (20) γραφεῖς ἁπασῶν εἰσφοροῦσι τῶν βίβλων. οὕτω τὰ μέτρα τὸ νῦν ἐάσω συγγράφειν λέξας τινὰ βράχιστα τῇ φύρσει βίβλων· | |
30 | οὐκ ἀγνοεῖ γὰρ καὶ μετρικοὺς Τζέτζης λόγους, ὁ σφαῖς διδάξας συγγραφαῖς ἅπαν μέτρον. (25) ἀνθ’ ὧν περιττὰς οὐκ ἔχει δὲ βιβλίδας, ἄλλην ἀπ’ ἄλλης ὡς ἀνορθοίη μέτροις, τὸ πᾶν γὰρ ἄλλο πλὴν γραφῆς τοῦ κειμένου | |
35 | Τζέτζῃ μελήσει καὶ γραφῆς ἄτερ βίβλων· τὸ παντελὲς δὲ τοῦ σαφοῦς μηδεὶς λάρος (30) μωμοσκοπείτω συρματίζων ἀφρόνως· οὕτω γὰρ ἠξίωσεν ᾧ ταῦτα γράφω χρῄζων νοεῖσθαι καὶ τυχοῦσι ῥᾳδίως, | |
40 | οἷς εἶπον οὕτω νῦν σαφέστατα γράφω. | |
οὕτως ἐᾶν μέλλω τε μετρικοὺς λόγους (35) καὶ πάντα τἄλλα τεχνικῶς λεπτῶς γράφειν. τί γάρ τις ἂν γράψειε πᾶν τέχνης λόγῳ εἰς θατεριστὰς καί γε μισοδιχρόνους | 42 | |
45 | καὶ ῥητόρων στυγοῦντας ἐντέχνους λόγους ἄλλων τε τεχνῶν αἵπερ εἰσὶν ἐν λόγοις, (40) εἰς παγκαπήλων ὁρμαθὸν πεφυρμένον, οἷς ἓν δοκοῦσι πάντως κουτρουβιτζίως, τὰ τεχνικά τε καὶ τὰ βάρβαρα λέγω, | |
sch plut137(50) | μᾶλλον δὲ χείρω τεχνικὰ τῶν βαρβάρων, οἷς καὶ φρυαγμὸς ἱππικῶν φρυαγμάτων (45) κρεῖττον δοκεῖ τι μουσικῆς τῆς Ὀρφέως; ὅπου δὲ [[καὶ]] νῦν κάθαρμα φαρμακοῦ θέα, τί ψωριῶν εἴδωλον ἀλλ’ Ἐριννύων, | |
55 | σκιᾶς ἀμυδρᾶς ἀχλυώδης οὐσία, ψώρᾳ καμήλου πᾶν κατωστρακωμένον, (50) αἰλουροειδὲς ὀμματέγγραυλον τέρας φωνήν τινος κλαίοντος εὐνούχου φέρον, εἴτ’ οὖν Ἐρεμβῶν εἴτε νυκτερηγόνων, | |
60 | ἡμᾶς τε σύρει τήν θ’ ὁμηρείαν φύσιν ἀλλοπροσάλλως διχρόνοις χρῆσθαι λέγει, | |
(55) τὸ Ἆρες Ἄρες πανταχοῦ βοῶν μέγα, Βρεντησίου Μένδητος ὦ πατρὸς τέκνον. ταῦτα σοφοῖς ἔγραψα τοπρὶν ἀνδράσι, | 43 | |
65 | χοιροκράνοις δὲ βαρβάροις οὐχὶ γράφω, τοῖς οἷς ἔνεστιν οὔτις ἐν λόγοις λόγος, (60) οὔτ’ οὖν ἀριθμὸς ἐν γοναῖς βροτησίαις. τῶν παγκαπήλων πᾶς χορὸς δέ μοι λέγε, οἷσπερ στυγητόν εἰσιν οἱ τεχνῶν λόγοι, | |
70 | εἰ δίχρονοι γράφοιντο συμπεφυρμένως καὶ ῥητόρων λόγοι δὲ τῆς τέχνης ἄνευ, (65) ἄλλαι 〈τε〉 τέχναι τῶν τελουσῶν ἐν λόγῳ πεφυρμένως λέγοιντο μηδὲ πρὸς τέχνην, τί μὴ καθ’ ὑμᾶς πάντα φύρομεν μάτην | |
75 | Τζέτζην λαθραίοις σκερβολοῦντας ἐν λόγοις, ἀνθ’ ὧν ἅπαντα τεχνικῶς φησι γράφειν; (70) τί ταῖς ἑλίκτραις καρτεροῦμεν τῶν βίβλων ἄλλαις μὲν ἄλλους ἐκμαθεῖν τεχνῶν λόγους, ταῖς μετρικαῖς μέτρα δὲ καὶ τὰς διχρόνους; | |
80 | ὡς νῦν τὸ “καλόν” “ἀργυριδίου” μέτα πῶς τὸν μακρὸν φέρουσιν ἐν γραφῇ χρόνον; (75) κανὼν γάρ ἐστι τεχνικώτατα λέγων· τὰ εἰς λος ὀξὺν τὸν τόνον κεκτημένα, δισυλλαβούντων οὐ τρισυλλάβων λέγω, | |
85 | πρὸ τοῦ τέλους ἔχοντά τι τῶν διχρόνων, οὐχὶ βραχύ, μακρὸν δὲ τουτοῒ φέρει· | |
(80) “καλός” τε “θαλός” “ψιλός” ὡς “χιλός” λέγω σὺν μυρίοις ἄλλοις μὲν ἃ παρατρέχω· ὅσα δ’ ἀπ’ αὐτῶν τὸν βαρὺν ἔχει τόνον, | 44 | |
90 | τρισυλλαβεῖ τε καὶ περαιτέρω τρέχει, βαρυχρονοῦσι—τί μακρὰ γράφειν θέλω; — (85) “κάλος” “θάλος” τε καὶ “φίλος” δὲ καὶ “κτίλος” καὶ “ἀκαλός” “αἰγιαλός”, ἅμα τοῖς δὲ μυρία. οὕτω τὸ “καλόν” τῶν μακρῶν εἶναι νόει, | |
95 | —κἂν νῦν πάνυ βράχιστόν ἐστιν ἐν βίῳ—. οἱ κωμικοὶ δὲ καὶ τραγῳδῶν τὰ γένη (90) τὸ “καλόν” αὐτὸ καὶ τὸ “ἶσον”, σοὶ λέγω, μακρὸν δέχονται καὶ βραχὺ πλὴν ἐντέχνως. λόγον δὲ νῦν ἄκουσον “ἀργυριδίου”. | |
sch plut137(100) | τὸ ριδιόν τι τῶν μακρῶν ἐστι φύσει· ἀλλ’ ἔστι μακρός, οὗ βραχὺ φράσω μέρος, (95) μὴ συμπεράνω πάντα τὸν χάρτην γράφων. τὸ ιδιόν τε καὶ τὸ ραδιον γράφων, γίνωσκε μακρὰς τὰς τρίτας τὰς ἐκ τέλους, | |
105 | —κἂν ἴδιόν τι τεχνικῶς ἄλλο γράφῃς καὶ μὴ βαναύσως, μισοδιχρόνων τρόπῳ—. (100) τὰς ἐκ τέλους μὲν συλλαβὰς τούτων τρίτας, ἄνπερ περιττεύωσι συλλαβὴν μίαν ἐκ πρωτοτύπου, μακρὰς ἁπάσας νόει, | |
110 | ἐξ ἀργυρίου μὲν “ἀργυρίδιον” λέγων, | |
ἐκ βότρυος δὲ τὸ “βοτρύδιον” πάλιν, (105) ὡς “μύδιόν” τε καὶ τὸ “σύδιον” γράφεις· ἐκ τοῦ μυὸς γὰρ καὶ συός φαμεν τάδε. εἰ δ’ αὖ περιττεύουσι συλλαβὰς δύο, | 45 | |
115 | τὰς ἐκ τέλους βράχυνε τῷ τότε τρίτας, ἐκ τῆς γραφῆς γνώμης τε καὶ ψυχῆς λέγων (110) τό τε “γραφίδιον” καὶ “γνωμίδιον” καὶ “ψυχίδιον”. οὗτος κανὼν πέφυκε μακρὸς εἰσάγαν· ἐγὼ δ’ ἑκοντὶ τουτονὶ παρατρέχω, | |
120 | τέλει τε χάρτου καὶ νοῶν ὅτι γράφω ἀγνωμονοῦσι καὶ θεέχθροις βαρβάροις (115) λάθρα καθ’ ἡμῶν σκερβολοῦσι μυρία, ἀνθ’ ὧν ἅπασι τεχνικῶς φαμεν γράφειν καὶ μὴ κατ’ αὐτοὺς βαρβαροῦν λόγων τέχνας.)) | |
sch plut147 | ((ἔγωγέ τοι διὰ μικρὸν:)) ἡ “ἔγωγε” ἀντωνυμία τῆς ἀττικῆς ἐστι διαλέκτου, ἡ δὲ “ἐγώ” τῆς κοινῆς· ἄμφω δὲ καὶ καταρχαῖς καὶ | |
5 | μεταξὺ τίθενται. | 46 |
sch plut149 | ((καὶ τάς γ’)) ἑταίρας κορινθίας: κωμῳδεῖ τοὺς Κοριν‐ θίους ὡς πορνοτρόφους. πόρναι δὲ ἦσαν περιώνυμοι τῇ Κορίνθῳ Λαΐς, | |
5 | Κυρήνη, Λέαινα, Πυρίνη, Σικυώνη καὶ Σινώπη δὲ σὺν αὐταῖς. | |
sch plut150a | ((αὐτάς τις πένης:)) “πέ‐ νης” κυρίως ὁ διὰ χειρῶν ἐργαζόμε‐ | |
νος καὶ ζῶν, “πτωχός” δὲ ὁ ἐκ πλουσίων ἐκπεπτωκὼς τοῦ ἔχειν, | 47 | |
5 | “ἐνδεής” δὲ ἅπας μὴ ἔχων, “προσαί‐ της” δὲ ὁ ἀρτοζήτης. | |
sch plut150b | πειρῶν ((τύχῃ)): βιάζων, ἐρωτικῶς διακείμενος πρὸς αὐτάς. | |
sch plut152 | ((τὸν πρωκτὸν εὐθὺς)): “πρωκτός” τὸ ἄρρεν αἰδοῖον· νῦν δὲ παραχρηστικῶς τὸ θῆλυ μόριόν φησι, τὰς πόρνας λέγων τρέπειν καὶ | |
5 | στρέφειν αὐτὸ πρὸς τοὺς πλουσίους, ἤτοι προχείρως παρέχειν αὐτὸ τοῖς πλουσίοις. | |
sch plut156 | ((ἐπεὶ αἰτοῦσιν:)) “αἰτῶ” ἐπὶ τῶν ἀναποδότων καὶ χαριζομένων λέγεται, “αἰτοῦμαι” δὲ ἐπὶ τῶν πρὸς χρῆσιν διδομένων καὶ πάλιν ἀντι‐ | |
5 | στρεφομένων τοῖς δεδωκόσιν, ὡς τὸ | |
“οὐ πῦρ αἰτῶ οὐδὲ λοπάδ’ αἰτοῦμαι”. | 48 | |
1 | τί δαί: σύνδεσμος ἐρωτημα‐ τικός· ἀττικῶς δὲ ἐκτείνεται καὶ διφθογγογραφεῖται. | |
sch plut157 | ἵππον ἀγαθόν: ἢ κάλλιστον καὶ ἠσκημένον ἀρεταῖς ἵππων ἄλλαις ἢ ἄγαν θέοντα, ταχύν. | |
sch plut158 | ((αἰτεῖν ἴσως:)) τὸ “ἴσως” καὶ τὸ “καλῶς” παρὰ τοῖς ἄλλοις ἅπασι ποιηταῖς μακρὰ δέχονται ((κατὰ τὸν κανόνα, ὃν προφθάσας | |
5 | ἐδίδαξα))· οἱ τραγῳδοὶ δὲ καὶ οἱ κωμῳδοὶ βραχέα τε καὶ μακρὰ δέχον‐ ται ταῦτα ((πλὴν οὐ βαρβάρως ἀλλὰ καὶ οὗτοι)) κανόσι τεχνικωτάτοις. | |
sch plut159 | ὀνόματι περιπέττουσι ((τὴν)): ἐν τῷ ζητεῖν χαρισθῆναι αὐτοῖς ἵππον ἢ κύνας, ὀνόματι τῶν ἵππων καὶ τῶν κυνῶν τὴν μοχθηρί‐ | |
5 | αν συγκρύπτουσι καὶ δοκοῦσιν αἰτεῖν οὐκ ἀργύριον, ἀλλὰ καὶ ἵπποι καὶ | |
κύνες ἀργυρίου ὠνοῦνται. τὸ δὲ “περιπέττουσι” καὶ συγκρύπτουσιν οὔτε ἀπὸ τῶν γυναικείων προσθέτων | 49 | |
10 | κομῶν, ἅπερ φενάκαι καλοῦνται, ὁ Τζέτζης ἀκούειν ἀνέχεται λέγεσθαι, οὔτε ἀπὸ τῶν παραπετασμάτων καὶ βήλων, ἀπὸ δέ τινων ἄρτων πεττο‐ μένων καὶ ζυμωμένων καὶ ἔκτοσθε | |
15 | μὲν ἄρτων ὁρωμένων τῷ ὄντι, ἔσω δὲ διάφορα συγκρυπτόντων ἡδύσμα‐ τά τε καὶ βρώματα. | |
sch plut160 | τέχναι δὲ ((πᾶσαι)): “πᾶσαι δὲ πανουργίαι καὶ αἱ κοινῶς καλούμεναι τέχναι καὶ σοφίσματα καὶ μηχαναὶ διὰ σέ, Πλοῦτε, ἡμῖν | |
5 | τοῖς ἀνθρώποις εὑρέθησαν· ἕνεκα γὰρ τοῦ ἔχειν χρυσίον τε καὶ ἀργύ‐ ριον ἅπαντα πράττομεν ἄνθρωποι”. τὸ “τέχνη” δὲ δύο σημαίνει, τὴν μεταχείρισίν τινος ἐργασίας καὶ τὸ | |
10 | πανούργευμα. | |
sch plut162 | ὁ μὲν γὰρ αὐτῶν: Ἀριστο‐ φάνης οὕτως εἰπὼν δοκεῖ ἐξωθεῖν ἑαυτὸν τοῦ ἄνθρωπον εἶναι· ὅθεν ὁ Τζέτζης “ὁ μὲν γὰρ ἡμῶν, φησί, | |
5 | σκυτοτομεῖ”. | 50 |
sch plut163 | τεκταίνεται: οἰκοδομεῖ. ἢ διὰ ξύλων κιβώτια καὶ θρόνους καὶ τὰ τοιαῦτα ἐργάζεται. | |
sch plut164 | χρυσίον παρὰ σοῦ ((λα‐ βών)): καλῶς εἶπεν· εἰ μὴ γὰρ εὔπορός ἐστι καὶ πλουτῶν ὁπωσδή‐ ποτε, πόθεν ἂν σχοίη χρυσίον; | |
sch plut165 | λωποδυτεῖ: τὰς λώπας καὶ τὰ ἱμάτια τῶν νύκτωρ πορευομένων ἀφαιρεῖται ἀποδύων αὐτούς. | |
sch plut166a | ((κναφεύει:)) “κναφεύει” καὶ “γναφεύει” φασὶν ἀμφότερα τὸ δευσοποιεῖν καὶ βάπτειν σημαίνειν· καὶ τὸ μὲν διὰ τοῦ κ φασὶν ἀττικῶς, | |
5 | κοινὸν δὲ τὸ διὰ τοῦ γ. Τζέτζης δέ φησι τὸ διὰ τοῦ γ τὸ βάπτειν σημαίνειν, τὸ δὲ διὰ τοῦ κ ξέειν καὶ πλύνειν, ἀποσπιλοῦν καὶ καλλύνειν | |
τὰ ἐρρυπωμένα καὶ παλαιά. | 51 | |
sch plut166b | ((κῴδια:)) “κῶς” τὸ πρό‐ βατον καρικῶς, καὶ ἡ νῆσος, ὡς πολυπρόβατος τότε, Κῶς ἐπεκλήθη. ἐκ τοῦ “κῶς” οὖν τοῦ σημαίνοντος | |
5 | τὸ πρόβατον “κωίδιον” τὸ δέρμα τοῦ προβάτου καὶ “κῴδιον” λέγεται τὸ ι ἔχον προσγεγραμμένον. | |
sch plut167 | ((βυρσοδεψεῖ:)) δεψεῖ καὶ μαλάττει καὶ ἁπαλύνει καὶ κατερ‐ γάζεται τὰς βύρσας ἤτοι πετζία ποιεῖ. | |
sch plut168 | ὁ δ’ ἁλούς γε μοιχὸς: οἱ πλούσιοι πρὶν ἐν Ἀθήναις, ἄνπερ μοιχεύοντες ἡλίσκοντο, χρήματα παρέχοντες ἀπελύοντο· οἱ πένητες | |
5 | δὲ καὶ οἱ ἄποροι μὴ ἔχοντες χρήματα παρασχεῖν δημοσίως ἀπερραφανι‐ δοῦντο καὶ παρετίλλοντο καὶ ἔκτοτε ἐκαλοῦντο εὐρύπρωκτοι. τίς δὲ ὁ παρατιλμὸς καὶ ἡ ἀποραφανίδωσις, | |
10 | ἄκουε· ὁ ἄπορος ὁ ἡλωκὼς τῇ | |
μοιχείᾳ, τεθεὶς ἐν μέσῃ τῇ ἀγορᾷ καὶ σποδιᾷ ἐμπύρῳ θερμῇ τὸ παι‐ δοσπόρον καταπασσόμενος, τούτου τὰς τρίχας ἐτίλλετο, εἶτα ῥαφανίδος | 52 | |
15 | οὐραῖον τῇ ὀπῇ τοῦ μορίου ἐνέβαλ‐ λον, καὶ οὕτως ηὐρύνετο. | |
sch plut170 | μέγας δὲ βασιλεὺς: τότε τοὺς τῶν Περσῶν βασιλεῖς μεγάλους ἐκάλουν διὰ τὸ πολλῶν ἄρχειν βαρ‐ βάρων ἐθνῶν καὶ Ἑλλήνων. “ὁ | |
5 | Περσῶν δέ, φησί, βασιλεὺς οὐ διὰ τοῦτον, ἤγουν οὐ διὰ τὸ πλουτεῖν, κομᾷ καὶ ἐπηρμένος ἐστίν;” εἴρηται δὲ τὸ κομᾶν ἀπὸ τῶν ἐπηρμένων ταῖς κόμαις αὐτῶν. | |
sch plut171 | ἐκκλησία: τὰς ἐκκλησίας καὶ συνελεύσεις ποιούμεθα καὶ τὰ δικαστήρια, ἵνα ἢ ἀλλοτρίους πλού‐ τους κερδήσωμεν ἢ τὰς οἰκείας | |
5 | περιουσίας φυλάξωμεν. | |
sch plut172 | τί δέ; τὰς τριήρεις: οἱ πλουτοῦντες Ἀθήνησιν ἐτριηράρ‐ χουν καὶ ναυτικὸν ἔτρεφον, οἱ δὲ πένητες οὔ. ἐμοὶ δὲ τοῦτο λαθραία | |
5 | παραίνεσις πᾶσι τοῖς Ἀθηναίοις δοκεῖ· φάσκει γὰρ μονονοὺ πρὸς τούτους ὁ ποιητής· “εἰ μὴ πλοῦτος ὑμῖν ἐνῆν περιττός, ὦ Ἀθηναῖοι, οὐκ ἂν εἰς τριήρεις καὶ διατροφὰς | 53 |
10 | ξενικῶν στρατευμάτων ἐπ’ ἀνηνύτοις πολέμοις μᾶλλον δὲ μάχαις τοσού‐ τους μάτην ἐχεῖτε τοὺς θησαυρούς”. | |
sch plut173 | τὸ δ’ ἐν Κορίνθῳ ξενικὸν: Ἀθηναῖοι ἑτέραις τε μάχαις καὶ ἐν τῷ πρὸς Κορινθίους πολέμῳ, ἵνα μὴ αὐτοὶ κινδυνεύωσι, ξενικὰ τούτοις | |
5 | ἀντεξῆγον στρατεύματα καὶ αὐτοὶ ταῦτα ἔτρεφον. ἢ μᾶλλον ὅτι ἀεὶ οἱ Κορίνθιοι δυνάμεις ἔτρεφον ξενικάς, ὡς αὐτοῖς συμμαχοῖεν ὑφορώμενοι Ἀθηναίους· μετὰ γὰρ τὸν πελοπον‐ | |
10 | νησιακὸν πόλεμον οἱ σύμμαχοι τῶν Λακεδαιμονίων κατὰ Λακεδαιμο‐ νίων ἐκίνησαν πόλεμον, καὶ Ἀθη‐ ναῖοι συνεπιθέμενοι ἔσχον τὴν Κόριν‐ | |
θον ὁρμητήριον, εἰς ἣν ἔπεμψαν | 54 | |
15 | Ἰφικράτη τὸν στρατηγὸν μετὰ στρα‐ τεύματος ξενικοῦ, ὅπερ ἔτρεφον Ἀθηναῖοι. τινὲς δέ φασι Κορινθίοις ὑπὸ Λακεδαιμονίων ἀδικουμένοις Ἀθηναίους μετὰ Κόνωνος στρατη‐ | |
20 | γοῦ πέμψαι δυνάμεις συμμαχικὰς ξενικάς, ἃς Κόνων καθελὼν Λακε‐ δαιμονίους κατέστησεν ἐν Κορίνθῳ, ὅπως αὐτῶν φυλάττῃ τὴν ἔφοδον· τὰς δὲ ξενικὰς ταύτας δυνάμεις | |
25 | Κορίνθιοι ἔτρεφον. | |
sch plut174 | ὁ Πάμφιλος δὲ ((οὐχὶ)): ὁ Πάμφιλος καὶ ὁ Βελονοπώλης δὲ σὺν αὐτῷ πλούσιοι Ἀθήναζε ἦσαν καὶ δανεισταί. τὸ “οὐχὶ διὰ τοῦ‐ | |
5 | τον” δὲ “κλαύσεται;” παρ’ ὑπό‐ νοιαν εἶπεν ἀντὶ τοῦ “οὐ χαίρουσι διὰ τὸ πλουτεῖν”, ἢ καὶ ὀρθῶς τοῦτο οὕτως εἶπεν οὐ παρ’ ὑπόνοιαν, ((ἀντὶ τοῦ)) “οὐ κλαύσονται διὰ τὸ | |
10 | πλουτεῖν;” παθόντες ὅσα ἐρῶ. ὁ Πάμφιλος ((δὲ)) οὗτος δημαγωγὸς ἦν ἅμα καὶ συκοφάντης, καὶ ἔκλεπτε | |
τὰ τοῦ δήμου, ὁ δὲ Βελονοπώλης ἦν παράσιτος τούτου. ἁλόντος οὖν τοῦ | 55 | |
15 | Παμφίλου κλοπῆς δημοσίων χρη‐ μάτων καὶ δημευθείσης τῆς τούτου περιουσίας καὶ ἀθρόως τοῦ δημαγω‐ γεῖν ἐκπεσόντος καὶ δυστυχοῦντος, εἰκὸς συνδυστυχεῖν ἦν καὶ κλάειν | |
20 | καὶ τὸν τούτου παράσιτον. | |
sch plut176 | Ἀγύρριος δὲ: ὁ Ἀγύρριος ὑπερπλουτῶν ἦν καὶ ἔκλυτος ταῖς τρυφαῖς, ὡς καὶ ἀνακείμενος τῇ τραπέζῃ ἐναποπέρδεσθαι. | |
sch plut177 | ((Φιλέψιος δὲ:)) ὁ δὲ Φιλέψιος ἦν ἐνδεὴς ὁμοῦ τε καὶ λάλος· καὶ διὰ πενίαν μύθους καὶ ἱστορίας λέγων μόλις διέζη. | |
sch plut178 | ἡ ξυμμαχία δ’ ((οὐχὶ)): ἅπερ οἱ πρώην γράφουσιν ἐνθάδε σχολιο‐ γράφοι, ἐκεῖθεν ὁ θέλων ἀναλεγέσθω καὶ τὸν Ἄμασιν πρότερον τοῦ | |
5 | Ψαμμητίχου δοκείτω καὶ τὸν Ψαμ‐ μήτιχον τύραννον Αἰγυπτίων ὑπερ‐ ηκοντικότα σκαιότητι Βούσιριν. Τζέτζης δὲ τὸν Ἡρόδοτόν φησιν | |
ἱστορεῖν μετὰ Σέθωνα τὸν βασιλέα | 56 | |
10 | Αἰγύπτου δώδεκά τινας τὴν βασι‐ λείαν λαβεῖν, ὧν εἷς ὁ Ψαμμήτιχος. χρησμοῦ δὲ δοθέντος ὡς ὅστις ἂν ἐκ τῶν δώδεκα οἶνον ἐνσπείσῃ πρῶτος φιάλῃ χαλκῇ, βασιλεύσει πάσης Αἰ‐ | |
15 | γύπτου, ἐπεὶ πρὸς τὸ Ἡφαιστεῖον οἱ δώδεκα θύσοντες παρεγένοντο, ὁ ἀρχιερεὺς δὲ διαμαρτήσας τοῦ ἀρι‐ θμοῦ ἕνδεκα χρυσᾶς φιάλας ἐξήνεγκε καὶ ἔδωκε τοῖς ἕνδεκα βασιλεῦσιν ὡς | |
20 | σπείσωσι, περιελείφθη δὲ ὁ Ψαμ‐ μήτιχος, ἀφελόμενος δ’ ἐκ τῆς ἑαυτοῦ κεφαλῆς ἣν ἐφόρει κυνῆν, ὥσπερ φοροῦντες ἦσαν κἀκεῖνοι, οἶνον βαλὼν ἐν αὐτῇ, τὴν σπονδὴν ἐποι‐ | |
25 | ήσατο. οἱ δὲ λοιποὶ κατιδόντες καὶ τὸν χρησμὸν συνιέντες, ψιλώσαντες τῆς δυνάμεως, εἰς ἕλη ἐλαύνουσιν. ἐκεῖ‐ θε δὲ στείλας καὶ ἀκούσας ἐκ χρηστηρίου ὡς ἀπὸ θαλάσσης χεὶρ | |
30 | καὶ συμμαχία τούτῳ φανείη ἀνδρῶν σιδηρῶν, ἐν τῷ παντελεῖ τῆς ἀπελ‐ πιστίας ἐγένετο. χρόνῳ τινὶ δὲ ὕστερον Ἴωνες καὶ Κᾶρες λῃστεύον‐ τες τριήρεσι κατῆραν εἰς Αἴγυπτον | |
35 | καὶ ἀποθορόντες ἔνοπλοι τῶν ὁλκά‐ δων τὰς ἀγροικίας ἐλήϊζον, οὓς ἀπειροπόλεμός τις ἀγρότης ἰδὼν περιτρέχων ἐβόα σιδηροῦς ἄνδρας ληΐζεσθαι τοὺς Αἰγυπτίων ἀγρούς. | |
40 | ὅπερ ἀκηκοὼς ὁ Ψαμμήτιχος φίλους ἐκείνους πεποιηκὼς καὶ συμμάχους, καθαιρεῖ τοὺς ἕνδεκα καὶ μοναρχεῖ | |
τῆς Αἰγύπτου, τοὺς Κᾶρας δὲ καὶ τοὺς Ἴωνας οὐ μετρίως τετίμηκε, | 57 | |
45 | δέδωκέ τε χώρας αὐτοῖς κατοικεῖν καὶ μυρίον τὸν ὄλβον, καὶ φιλέλλην τοσοῦτον ἐγένετο ὡς καὶ παῖδας αἰγυπτίους αὐτοῖς παραδοῦναι δι‐ δάξαι φωνὴν τὴν ἑλλάδα. | |
sch plut179 | ἐρᾷ δὲ Λαῒς: κἀνταῦθα κενῶς μακρηγοροῦσιν οἱ παλαιοὶ σχολιογράφοι, δέον τουτὶ βραχέως εἰπεῖν· ὡς ἡ Λαῒς Ἐπιμάνδρας ἢ | |
5 | Πημάνδρας ὑπῆρχε θυγάτηρ ἐκ σικελικῆς πολίχνης Καρῶν καλου‐ μένης, ἤχθη δὲ εἰς τὴν Κόρινθον ἢ ὠνηθεῖσα παρά τινος κορινθίου ὅτε Νικίας ὁ ἀθηναῖος τὴν Καρῶν | |
10 | πολίχνην ἐπόρθησεν, ἑπταετὴς δὲ ἐωνημένη, παρὰ τοῦ ταύτην ἐωνη‐ μένου δῶρον ἀπαίσιον ἐστάλη τῇ αὐτοῦ γυναικί. ἢ γοῦν οὕτω· τῇ Κορίνθῳ ἡ Λαῒς ἐπεφοίτησεν, ἢ ἐκ | |
15 | Διονυσίου τῆς Σικελίας τυράννου κεχαρισμένη Φιλοξένῳ τῷ κυθηρίῳ καὶ συναπελθοῦσα εἰς Κόρινθον, | |
ἐκεῖ πᾶσιν ἐφιλήθη καὶ πόρνη περι‐ βόητος γέγονε. Φιλωνίδου δέ τινος | 58 | |
20 | κορινθίου πλουσίου διὰ τὸν πλοῦτον αὐτοῦ προσεποιεῖτο ἐρᾶν, οὐ τοῦ ποιητοῦ Φιλωνίδου ἢ τοῦ βοώδους καὶ ἀπαιδεύτου Φιλωνίδου τοῦ Με‐ λιτέως. ἀποδημήσασα δὲ καὶ εἰς | |
25 | Θετταλίαν κἀκεῖ πολλοῖς φιληθεῖσα, φθόνῳ ταῖς θετταλαῖς γυναιξὶν ἀναι‐ ρεῖται ξυλίνοις ῥοπάλοις ἐν αὐτῷ τῷ ἱερῷ Ἀφροδίτης, πανηγύρεως οὔσης, ἐν ᾗ ἄνδρες οὐ παρεγίνοντο. | |
sch plut180a | ὁ Τιμοθέου δὲ πύργος: ὁ Τιμόθεος στρατηγὸς Ἀθηναίων, πλούσιος ὤν, πύργον μέγιστον κα‐ τεσκεύασεν ἐκ τῶν χρημάτων, ἅπερ | |
5 | αὐτῷ ἐκ πολέμων καὶ συνεχῶν τρο‐ παίων ἐγίνοντο. ὧν ἕνεκά τινες τὸν | |
ἄνδρα φθονοῦντες αὐτὸν μὲν κοιμώ‐ μενον ἐζωγράφουν, τὴν δὲ Τύχην αὐτῷ τὰς πόλεις προσφέρουσαν ἡλω‐ | 59 | |
10 | κυίας δικτύοις ὥσπερ ἰχθύας· ὅ ποτε θεασάμενος αὐτὸς ἐπέγραψέ τε καὶ εἶπεν· “εἰ καθεύδων τοιαῦτα ἵστημι τρόπαια, τί με οἴεσθε ποιήσειν ἐγρηγορότα;” χρόνῳ δὲ ὕστερον ἐς | |
15 | ἀπορίαν ἐσχάτην ὁ τοιοῦτος ἀνὴρ συνηλάθη. | |
sch plut180b | ἐμπέσοι γέ σοι: τὸ σχῆμα παρ’ ὑπόνοιαν· ἀντὶ γὰρ τοῦ εἰπεῖν “εἴθε καί σοι τόσων ὑπῆρχε χρη‐ μάτων σωρός”, οὕτως εἶπεν. | |
sch plut190 | ἔρωτος. ἄρτων: ἕνεκα τοῦ | |
γέλωτος τῆς κωμῳδίας, τοῦ δεσπό‐ του περὶ σπουδαίων πραγμάτων διαλαμβάνοντος, ὁ δοῦλος τὰ περὶ | 60 | |
5 | βρωμάτων φησίν. | |
sch plut199 | ((πλὴν)) ἓν μόνον δέδοικα: ((ἓν μόνον δέδοικα·)) πῶς, φησί, γενήσομαι κύριος τῆς ἧς λέγετέ μοι προσεῖναι δυνάμεως; | |
sch plut202 | νὴ Δί’ ((ἀλλὰ καὶ λέγουσι)): μὰ τὸν Δία, γενήσῃ δηλονότι δεσπό‐ της τῆς δυνάμεως, ἧς σοι φαμέν· ἀλλὰ καλῶς φασι πάντες ὅτι δειλὸς | |
5 | ὁ πλοῦτός ἐστιν· ἀγωνιῶντες γὰρ οἱ πλούσιοι περὶ τῶν χρημάτων, πολλῇ φυλακῇ ταῦτα συγκρύπτουσι· καὶ πρὸς μάχας δὲ καὶ πολέμους φιλοζω‐ οῦντες διὰ τὸν πλοῦτον καὶ τὴν | |
10 | τρυφὴν πολλῷ τῶν ἐνδεῶν δειλότεροι καθεστήκασι. καὶ Εὐριπίδης· “δειλὸν δ’ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν”. | |
ἐκ δὲ τοῦ ἐναντίου ἔφη τις Συβα‐ ρίτης πρὸς τὸ τῶν Λακώνων σκλη‐ | 61 | |
15 | ρόβιον ἀπιδών· “οὐ μέγα τὸ θανατᾶν πολέμοις τοὺς Λάκωνας ἐπιθυμοῦντας ῥᾷον ἀπαλλαγῆναι τῆς σκληροβίου διαγωγῆς”. δειλὸν καὶ τὸν πλοῦτον αὐτὸν καὶ τοὺς θησαυ‐ | |
20 | ροὺς λέγουσιν, ἀνθ’ ὧν εἱρκταῖς τε φρουροῦνται καὶ κατὰ γῆς κατορύτ‐ τονται· ὅθε καί τις σοφός “διὰ τί ὠχρόν ἐστι τὸ χρυσίον;” ἐρωτηθείς, “ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύον‐ | |
25 | τας” ἀπεκρίνατο. | |
sch plut208 | μὴ νῦν μελέτω σοι μηδέν: ἀντιπτωτικῶς κατὰ τοὺς Ἀττικοὺς ἀντὶ τοῦ “μηδενός”. | |
sch plut209a | ἀνὴρ πρόθυμος: οὕτως εἶπεν, ὅτι ἀνθρωπόμορφον τὸν Πλοῦ‐ τον ἑώρα. | |
sch plut209b | “πράγματα” δὲ ἀττικῶς μὲν τὰ ἀνιῶντα καὶ δυσχερῆ λέγονται, νῦν δὲ τὰς ἐργασίας φησὶ καὶ τὴν | |
ὑπόθεσιν περὶ ἧς βουλεύονται, του‐ | 62 | |
5 | τέστι τὸ εἰς Ἀσκληπιοῦ τοῦτον ἀπαγαγεῖν καὶ ἰάσασθαι. | |
sch plut210 | ὀξύτερον Λυγκέως: “λὺγξ λυγγός” ὄνομα πάθους, ὃ πάνυ παχέως καὶ ἀμαθῶς κλόξος καλεῖται, καὶ “λὺγξ λυγγός” ὄνομα θηρίου διὰ δύο | |
5 | γράφεται γάμμα· “Λυγκέως” δὲ γράφεται διὰ γ καὶ κ. διάφοροι δὲ γεγόνασιν οἱ Λυγκεῖς, ὁ τοῦ Αἰγύ‐ πτου παῖς καὶ ὁ τοῦ Ἀφαρέως τοῦ λάκωνος, ὢν καὶ οὗτος ὀξυδερκέστα‐ | |
10 | τος καὶ σὺν ἑτέροις Λυγκεῦσιν ὁ τὰ ὑπὸ γῆν κεκρυμμένα βλέπειν λεγό‐ μενος μυθικῶς, ἀλληγορικῶς δὲ ὁ πρώτως ἐπινοήσας χρυσόν, ἄργυρον, σίδηρον, μόλιβδον καὶ πᾶν μέταλλον | |
15 | ἐκ γῆς ἀνορύττειν. | |
sch plut213 | Πυθικὴν ((σείσας)) δάφνην: | |
“Πύθων” ὄνομα κύριον· “Πυθών” δὲ φωκικῆς πόλεως ὄνομα, ἔνθα ἦν τὸ μαντεῖον Ἀπόλλωνος, Πυθὼν δὲ | 63 | |
5 | ἐκλήθη ἢ ἀπὸ τοῦ πύθω, τὸ σήπω· ἐκεῖ γὰρ Ἀπόλλωνι τοξευθεῖσα ἡ Δελφύνη δράκαινα βιαζομένη καὶ δειματοῦσα Λητὼ ἔκειτο πυθομένη· ἢ ὅτι ἐκεῖσε πολλοὶ ἀφικνούμενοι | |
10 | ἐπυνθάνοντο τῶν χρησμῶν· περὶ γὰρ τὸν Παρνασὸν τὸ ὄρος τὸ τῆς Φωκίδος χάσμα τι πρότερον ἦν, ἐξ οὗ ἀνεφέρετο πνεῦμα θεῖον δαιμόνιον· αἲξ δὲ καὶ πρόβατον τῶν ἐκεῖσε τὴν | |
15 | νομὴν ποιουμένων, ὡσαύτως δὲ καὶ ὁ ποιμὴν ὕστερον ἐπικύψας τῷ χάσματι μανικόν τι μαντικὸν ἐφθέγ‐ γοντο μέλος καὶ ἔνθεον, μᾶλλον δὲ ὁ ποιμὴν δι’ ἐπῶν ἑξατόνων· ὑστέρῳ | |
20 | δὲ χρόνῳ ναὸν 〈εἰσ〉 τὸν τόπον δειμά‐ μενοι καὶ τὸ χάσμα διαφανέσι μαρ‐ μάροις καλύψαντες, ὡς ἰσθμίον καὶ στόμα φρέατος παρεικότες ἀνεπικά‐ λυπτον, αὐτὸ ἐπικρύπτοντα ἔστησαν | |
25 | τρίποδα μαντικόν, παρ’ ᾧ παρι‐ δρυμέναι παρθένοι προφήτιδες δαφνί‐ νοις ἐστεμμέναι τοῖς στέμμασιν ἐκ τοῦ ἐκεῖ πνεύματος τοῦ ἐκ τοῦ χάους ἀναφερομένου διὰ τοῦ τρίποδος ἐθε‐ | |
30 | σπιῴδουν τοῖς πυθομένοις τὰ μέλλον‐ τα. ἀξιῶ γοῦν ὑμᾶς μὴ κατ’ ἀμαθεῖς τινας καὶ βαρβάρους λέγειν περί τινος, ὡς Πύθωνος πνεῦμα ἔχει ἀλλὰ Πυθῶνος, ὡς ὁ Τζέτζης ἤδη ἐδίδαξεν. | 64 |
sch plut220a | παπαῖ ((πονήρους)): νῦν σχετλιαστικόν, ἐκπληκτικὸν δὲ ἀλ‐ λαχοῦ καὶ θαυμαστικὸν ἐπίρρημα. | |
sch plut220b | πονήρους δὲ ἀσθενεῖς, κατακόπους· πρὸς ἃ Χρεμύλος φησίν· “οὐκ ἀσθενεῖς ἔσονται, εἰ αὖθις πλουτήσουσιν”. | |
sch plut223 | ((τοὺς)) ξυγγεώργους: ὡς τὸ “συστρατήγους” βαρυτόνως δεῖ γράφειν. | |
sch plut224 | ((ταλαιπωρουμένους: κο‐ πιῶντας, πονοῦντας.)) | |
sch plut225 | ((τὸ “ἴσον” οἱ κωμικοὶ καὶ οἱ τραγικοὶ βραχὺ καὶ μακρὸν δέχον‐ ται ὡς τὸ “καλόν”)). | 65 |
sch plut227 | τὸ κρεάδιον ἢ μοῖραν ἐκ τῶν τῆς θυσίας κρεάτων, ἣν ἔφερον δοῦναι τοῖς κατ’ οἶκον, ὡς καὶ Πρία‐ μος ((παρ’ Ὁμήρῳ)) τῇ γάμμα | |
5 | ῥαψῳδίᾳ ποιεῖ—φησὶ γάρ· “ἄρνας θέτο ἰσόθεος φώσ”—, ἤτοι τὴν ἐξ ἀρνῶν μερίδα κρεῶν· οὕτω κἀνταῦθα τὸ κρεάδιον νοητέον ἢ τὸ τῆς θυσίας λεβητάριον. κρεῖον | |
10 | γὰρ καὶ κρέον τὸ κρεωδόχον ἀγγεῖον, ὥς φησι καὶ Ὅμηρος· “αὐτὰρ ὅ γε κρεῖον μέγαν ἔμβαλεν ἐν πυρὸς αὐγῇ”. | |
sch plut229 | ἐμοὶ μελήσει: εἰρηκότος ((τοῦ)) Καρίωνος “ἐγὼ μὲν βαδίζω, τὸ δὲ κρεάδιον φροντισάτω τις τῶν ἔνδον εἰσενεγκεῖν”, φησὶν ὁ Χρε‐ | |
5 | μύλος “ἐμοὶ περὶ τούτου φροντιστέ‐ ον· σὺ δὲ ἀλλὰ σπεύδων τρέχε”, εἶτά φησι καὶ τῷ Πλούτῳ ἅ, δοκῶ, νοοῦσιν ὡς εὔληπτα πάνυ καὶ πέτραι (230) ἀναίσθητοι· “σὺ δέ, Πλοῦ‐ | |
10 | τε κράτιστε πάντων θεῶν, δεῦρο καὶ ἐνταῦθα εἴσιθι μετ’ ἐμοῦ· (232) αὕτη γάρ μού ἐστιν ἡ οἰκία, ἣν σὲ δέον ἐστὶ σήμερον | |
μεστὴν ποιῆσαι χρημάτων καὶ | 66 | |
15 | δικαίως καὶ ἀδίκως”. οὕτω δὲ εἶπεν ἢ χάριν τοῦ κωμικοῦ γέλωτος ἢ ἀττικῶς· οἱ Ἀττικοὶ γὰρ “δικαίως καὶ ἀδίκως” φασὶν ἀντὶ τοῦ “παντὶ τρόπῳ” καὶ “πάσῃ τέχνῃ”. κράτι‐ | |
20 | στον δὲ πάντων θεῶν καλῶς εἶπε τὸν Πλοῦτον· καὶ ῥώμη γὰρ καὶ ἀνδρεία καὶ σοφία καὶ κάλλος καὶ φρόνησις καὶ ἕτερα τοιαῦτα μυρία θεοὶ λέγον‐ ται· πάντα δὲ τοῦ πλουτεῖν ὑπήκοα | |
25 | καθεστήκασιν. | |
sch plut234 | ((ἀλλ’ ἄχθομαι:)) σημειω‐ τέον ὅτι τῷ “μά” ἀπωμοτικῷ ὄντι μορίῳ, νῦν, ὡς ἡ κοινὴ λέγει συνή‐ θεια, κατωμοτικῶς τούτῳ ἐχρήσατο, | |
5 | καί φησιν “ἀλλὰ βαρύνομαι πάνυ καὶ φορτικὸν ἥγημαι ἀεὶ εἰσερχόμε‐ νος ἀπ’ ἄλλης εἰς ἄλλην οἰκίαν”. | |
sch plut237 | ((ἢν μὲν γὰρ εἰς)) φειδω‐ λὸν: φειδωδός τις ὤν· φασὶ καὶ “φειδωλός” τροπῇ τοῦ δ εἰς λ. ἐγὼ δέ φημι· ὁ φειδόμενος λίαν καὶ | |
5 | σκνιφός. | |
sch plut241 | ἔξαρνός ((ἐστι)): ἀπαρνού‐ μενος, λέγων μηδ’ ἰδεῖν μέ ποτε, τουτέστι λέγων μηδὲ βραχὺ ἔχειν | |
τι πλούτου χρῆμα. | 67 | |
sch plut242a | ((ἢν δ’ ὡς παραπλῆγ’:)) παραπλήξ· ὁ πάρεσιν καὶ ἡμιπληξίαν νοσήσας, φθοροποιοῦ τινος χυμοῦ πλεονάσαντος. καὶ οἱ καύσοις πυρε‐ | |
5 | τοῖς παρακόπτοντες, μᾶλλον δὲ οἱ ὁπωσδήποτε τὰς φρένας ἀποβαλόντες ἢ καινοτέροις θεάμασιν ἢ κεραυνοῖς ἢ κρότοις ῥαγδαίων βροντῶν, οἳ καὶ ἐμβρόντητοι λέγονται, οἱ τοιοῦτοι | |
10 | κυρίως παραπλῆγες καλοῦνται. νῦν δὲ παραχρηστικῶς τὸν ἀνόητον καὶ ἀπαίδευτον “παραπλῆγα” φησίν. | |
sch plut242b | “εἰσελθὼν” δὲ “τύχω” ἀντὶ τοῦ “εἰσέλθω”· οἱ γὰρ Ἀττικοὶ ταῖς μετοχαῖς ἀντὶ ῥημάτων χρῶνται, καὶ κατὰ παρολκὴν δὲ καὶ περίσσειάν | |
5 | τινα προστιθέασιν “ἔχω” ἢ “τύχω” καὶ ἕτερα, ὡς τὸ “παίζεις ἔχων”, μᾶλλον δὲ τὸ “κρύψαντες γὰρ ἔχου‐ σι” καὶ “εἰσελθὼν τύχω”. | |
sch plut243 | πόρναισι καὶ κύβοισι παραβεβλημένος καὶ ῥιφείς, πόρ‐ ναισι καὶ κύβοισι καὶ πεσσοῖς, ἐν ἀκαρεῖ καὶ βραχεῖ χρόνῳ, θύραζε | 68 |
5 | καὶ ἐκτὸς ἐκπίπτω γυμνός· του‐ τέστιν ἐὰν ἄφρων πλουτήσῃ, ταχέως ἐνδεὴς καὶ γυμνὸς γίνεται, τὰ χρή‐ ματα καὶ τὴν χάριν τοῦ πλούτου πόρναις ἀναλίσκων καὶ κύβοις. ἀκα‐ | |
10 | ρεῖ δὲ χρόνῳ, τῷ βραχυτάτῳ, ἢ ἀκαρεῖ καὶ πρὸ ὥρας, ἢ ἀπὸ τοῦ τῷ συντόμῳ μηδὲ τρίχα δύνασθαι κεῖραι. | |
sch plut245 | μετρίου ((γὰρ)): συμμέτρου τοῦ μήτε φειδωλοῦ μήτε ἀσώτου· τὸ “πῶ ποτε” ((δὲ)) περίσπα καὶ μὴ ὄξυνε· δύο γὰρ λέξεις εἰσὶ τό τε | |
5 | “πῶ” καὶ τὸ “ποτέ”, ἀλλ’ οὐ μία πρὸ δύο συλλαβῶν ἔχουσα τὸν τόνον καὶ ἀπαιτοῦσα ὀξεῖαν. | |
sch plut246 | ((ἐγὼ δὲ τούτου τοῦ τρόπου:)) “ἐγὼ δὲ τούτου τοῦ | |
τρόπου τοῦ συμμέτρου πως ὑπάρχω ἀεί”. τὸ “πως” οὐ θαυμαστικόν, | 69 | |
5 | ἀλλὰ “πως” καὶ διὰ τρόπον τινά, ἤτοι· “δι’ οἰκονομίαν σύμμετρός εἰμι ἀεί. χαίρω γὰρ φειδόμενος, οὗ δέον ἐστὶ φείδεσθαι, καὶ πάλιν ἀναλῶν, οὗ πρεπῶδες τὸ ἀναλίσκειν”. | |
sch plut249 | ((ἀλλ’ εἰσίωμεν:)) “ἀλλ’ εἰσέλθωμεν εἰς τὴν οἰκίαν, ἵνα σὲ καὶ ἡ γυνὴ καὶ ὁ υἱός μου θεάσηται· ὅντινα υἱόν μου φιλῶ μετὰ σέ, | |
5 | ἤτοι πρῶτον φιλῶ τὸ πλουτεῖν, δευτέρως δὲ μετὰ τὸ πλουτεῖν τὸν υἱόν”. καὶ ὁ Πλοῦτός φησι· “πείθο‐ μαι, ((ἤτοι)) πεισθείς σου τοῖς λόγοις εἰσέρχομαι”, ἢ χάριν τοῦ | |
10 | γελοιώδους φησί· “πείθομαί σου τοῖς λόγοις” τουτέστι “πιστεύω σοι, ὅτι πρώτως ἐμὲ φιλεῖς, δευτέρως δέ σου τὸν υἱόν”. πρὸς ὃ πάλιν καὶ ὁ Χρε‐ μύλος (252) φησί· “τί γὰρ ἄν τις”, | |
15 | ἤτοι διατί γάρ τις οὐ λέγοι ἂν πρὸς σὲ τἀληθῆ; τὸ δὲ “τις” νῦν ἀντὶ τοῦ “πᾶς” ἢ ἀντὶ τοῦ “ἐγώ”. | |
sch plut253a | ((ὦ πολλὰ δὴ τῷ δεσπό‐ τῃ:)) χοροῦ μέρος ἢ ὁ Καρίων θερά‐ πων. οὗ μέχρι χωρίου ἦσαν ἰαμβικοὶ | |
στίχοι τρίμετροι· ἐντεῦθε δὲ τε‐ | 70 | |
5 | τράμετροι, οὓς οἱ διδάξαντες περὶ κωμῳδίας, ὁ ἐξ Ἀλικαρνασσοῦ τε Διονύσιος, Εὐκλείδης τε καὶ ὁ Κράτης, ἀναπαιστικούς φασιν, ἐγὼ δὲ ἀντισπαστικούς τε καὶ παιωνικούς. | |
10 | ((ἀλλ’ εἰς θατεριστὰς ἀχαρίστους ἀδιαφοροδιχρόνους κουτρουβιτζίως ἓν πάντα ταῖς λογικαῖς τέχναις δοκοῦν‐ τας τὰ τεχνικά τε καὶ τὰ βάρβαρα, μᾶλλον πολλῷ τε τὰ βάρβαρα προτι‐ | |
15 | θεμένους τῶν τεχνικῶν, τίς ἂν τίς μάτην ψογοίη λεπτολογῶν τὸ καθ’ ἕκαστον;)) | |
sch plut253b | ταὐτὸν θύμον: ὁ Καρίων ἐς τοὺς ἀγροὺς πεφθακὼς μετακαλεῖ‐ ται τοὺς γεωργοὺς καί φησιν· “ὦ γεωργοὶ δίκαιοι πένητες ἄνθρωποι, | |
5 | τὸ ἓν καὶ αὐτὸ εὐτελὲς λάχανον πολ‐ λάκις τῷ ἐμῷ συμφαγόντες δεσπό‐ τῃ, πορεύεσθε, σπεύδετε, ((καὶ)) ἐγκονεῖτε καὶ κονιορτὸν ἀνεγείρετε τῷ εὐτόνῳ τῷ τοῦ βαδίσματος· οὐ | |
10 | γὰρ καιρός ἐστι νῦν βραδυτῆτος, ἀλλ’ ἐπ’ αὐτῆς τῆς ἀκμῆς, τοῦ μέσου ἢ τῆς ὀξύτητος, ἐν ᾗ δεῖ παρόντας ὑμᾶς βοηθεῖν”. οὗτος μὲν ὁ νοῦς ἐστι πάνυ εὐτελῶς ἀνεπτυγ‐ | |
15 | μένος, ὡς πρὸς τὸ σοὶ θελητόν. | |
sch plut253c | “ταὐτόν” μετὰ τοῦ ν ὡς | |
καὶ τὸ “τοιοῦτον”· πᾶν γὰρ οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον· ἀτ‐ τικῶς δὲ “ταὐτό” καὶ “τοιοῦτο” | 71 | |
5 | φαμὲν δίχα τοῦ ν. | |
sch plut253d | ((ταὐτὸν θύμον φαγόν‐ τες:)) θύμβρον καὶ θύμβρα εἶδος ἡδύσματος· θύμος δὲ φύτρον θα‐ μνῶδες, οὗ κόρυμβοι μὲν τὸ καλού‐ | |
5 | μενον ἐπίθυμον, τὰ δὲ κάτω φρυ‐ γάνων δίκην συλλέγεται ἀττικοῖς πένησι χρησιμεύοντα ἕψειν τροφὴν εὐτελῆ. εἰ δὲ καὶ ἐσθίεσθαι πέφυκεν, ὡς οὗτός φησιν, οὐ συνίημι. “θύμον” | |
10 | δὲ καὶ “θύμος” βαρύνεται καὶ συστέλλεται· τὸ δὲ “θυμός” ὀξύ‐ νεται καὶ μακρὸν ἔχει τὸ θυ· τὰ γὰρ εἰς μος ἀρσενικὰ δισύλλαβα ὀξύτονα μακρῷ θέλει παραλήγεσθαι, “ζω‐ | |
15 | μός, βωμός, ὠμός, χυμός, θυμός” καὶ τὰ ὅμοια· τῶν δὲ βαρυτόνων τινὰ συστέλλεται, “νόμος, γόμος, δόμος, θύμος”, τινὰ δὲ ἐκτείνεται· καὶ τὸ “ψυχή” ((δὲ)) καὶ τὸ “ψύχη” | |
20 | ὁμοίως τῷ “θυμός” καὶ “θύμος”· τὰ εἰς χη γὰρ θηλυκὰ δισύλλαβα | |
ὀξυτονούμενα μὲν ἐκτείνει τὴν παρα‐ λήγουσαν, οἷον “βρυχή, ψυχή”, βαρυνόμενα δὲ συστέλλει αὐτὴν οἷον | 72 | |
25 | “ψύχη” καὶ εἴ τι ὅμοιον. ἡ δὲ ψύχη ζῳύλλιόν ἐστι πετόμενον, θή‐ ραμα παιδίων καὶ παιδιά· ψύχαι δέ εἰσιν αἱ μὲν ἐρυθροποικιλόπτεροι, αἱ δὲ λευκόπτεροι βαμβυκίνῳ χάρτῃ | |
30 | ὅμοιαι τὰ πτερά. ((οὕτω τεχνικῶς εἰσι πάντα τὰ πάλαι γεγραμμένα καὶ πρὸς κανόνων ἀκρίβειαν, κἂν τοῖς θατερισταῖς μι‐ χαηλάτοις τε καὶ βλασφημακάτοις | |
35 | κανόνες λογικῶν τεχνῶν ἀκριβέστα‐ τοι, καὶ ὁ Τζέτζης ἐστύγηται· ὅθε πρὸς ἀχαρίστους καὶ ἀδαήμονας λέγειν κανόνας ἐπιστημῶν καὶ τεχνῶν λογικῶν παρεάσει· ἔστωσαν δὲ καὶ | |
40 | ἡγείσθωσαν τούτοις πάντα ταὐτόν)). | 73 |
sch plut257 | ((οὐκοῦν ὁρᾷς ἡμᾶς:)) “οὐκοῦν, καὶ λοιπόν, ὁρᾷς ἡμᾶς, φασίν, ὁρμωμένους προθύμως πάλαι”. οἱ δὲ τὸ “πάλαι” φασὶ | |
5 | “συντόμως” σημαίνειν. “ὁρᾷς οὖν ἡμᾶς” φασὶ “πάλαι ὁρμωμένους, ἀφ’ οὗ ἄγγελος ἡμῖν παραγέγονας· (259) σὺ δ’ ἀξιοῖς γέροντας ἄνδρας σοι βαδίζειν ἐπίσης”· καὶ ὁ Καρίων | |
10 | μὴ προειπών τι πρὸς αὐτούς, διαγε‐ λῶν δῆθεν ὡς γέροντας καὶ κωφούς, (262) “πάλαι” φησὶν “εἶπον ὑμῖν ὡς ὁ ἐμὸς δεσπότης ὑμᾶς ζῆσαί φησι γλυκεῖαν ζωὴν ἀπαλλαγέντας | |
15 | ψυχροῦ βίου καὶ ἐπιπόνου, ὑμεῖς δὲ τοῖς ὠσὶ κωφοὶ ὄντες οὐκ ἀκού‐ | |
ετε”. | 74 | |
sch plut266 | ῥυπῶντα, ((κυφόν)): ῥυπα‐ ρόν, ἄλουτον. κυφόν· κυρτόν. ἄ‐ θλιον· ἐνηθληκότα μὴ καρτερήσαντα πολλὰ δυσχερῆ. ῥυσσόν· ἐρρυτιδω‐ | |
5 | μένον, γεροντόδερμον· ῥυσσοῦται γὰρ τῶν γερόντων τὸ δέρμα καὶ ὡς ταφρείας ποιεῖ καὶ σκληρύνεται καὶ οὐκ ἔστι λεῖον καὶ ἁπαλὸν καθάπερ τὸ νεοτήσιον. μαδῶντα· κόμας μὴ | |
10 | ἔχοντα, ἄτριχα. νωδὸν δέ, ὀδόντας (267) μὴ ἔχοντα. ψωλόν: ἢ περίμη‐ κες τὸ σπερμογόνον μόριον ἔχοντα ἢ τοὺς διδύμους κατεσπασμένους. | |
sch plut268 | ὦ χρυσὸν ἀγγείλας ((ἐπῶν)): συνεικότες οἱ γέροντες ὡς πολύπειροι ἐξ ὧν εἶπεν αὐτοῖς ὁ Καρίων, ὅτι πεπλούτηκε Χρεμύλος | |
5 | ὁ τούτου δεσπότης, φασίν· “ὦ χρυ‐ σὸν καὶ τίμιον λόγον ἢ πλοῦτον ἀγγείλας ἐξ ὧν λέγεις, πῶς λέγεις εἰπέ μοι· δηλοῖς γὰρ ἡμῖν τὸν σὸν δεσπότην ἐφευρηκέναι χρημάτων | |
10 | σωρόν”. “σωρός” ἀρσενικῶς τὸ πλῆθος, διὰ τοῦ ω μεγάλου, ἐκ τοῦ σώω σῶ τὸ σωρεύω τὰ ῥέοντα καὶ ὀλισθαίνοντα καὶ σμικρά, κέγχρον κριθὴν σῖτον ὄρυζαν κάνναβιν ὄσπρια. | 75 |
15 | ἡ “σορός” δὲ ὁ τάφος θηλυκῶς καὶ μικρόν. οἱ γὰρ ἐν τάφοις τεθέντες εἰς ῥοὴν καὶ φθορὰν σεύονται καὶ ὁρ‐ μῶσιν. | |
sch plut270 | πρεσβυτικῶν ((μὲν οὖν)) κακῶν: ταυτὶ μὲν ἐκ πείρας εἶπον οἱ γέροντες στοχαζόμενοι ὡς πλοῦτον Χρεμύλος ἐφεύρηκεν. ὁ δὲ Καρίων | |
5 | τὸν φανέντα αὐτοῖς ἀνθρωπόμορφον Πλοῦτον τυφλόν τε εἰδὼς ἀκριβῶς καὶ γεροντικὰ μυρία κεκτημένον τὰ δυσχερῆ, φησὶ πρὸς αὐτούς· “δηλῶ μὲν οὖν αὐτὸν γεροντικῶν κακῶν | |
10 | ἔχοντα σωρόν, οὐ μὴν χρημάτων”. | |
sch plut271a | μῶν ἀξιοῖς: πάλιν δὲ οἱ γέροντες πρὸς αὐτόν· “μὴ οὖν ἄξιον νομίζεις φενακίσας καὶ ἀπατήσας ἡμᾶς ἀπαλλαγῆναι ἀζήμιος | |
5 | ἤτοι ἄνευ πληγῶν καὶ τιμωρίας, καὶ τότε βακτηρίαν ἐμοῦ κατέχοντος, ἐν ᾗ καὶ στηρίζομαι;” | |
sch plut271b | φενάκη δὲ ἡ ἀπάτη, ἀπὸ τῆς ἐπιθέτου καὶ ξένης κόμης, ἣν αἱ | |
γυναῖκες περιτιθέμεναι ἀπατῶσιν, αὑταῖς δι’ αὐτῆς ἐπίθετον θηρώμεναι | 76 | |
5 | καλλονήν. | |
sch plut272a | ζημία· ζωῆς μείωσις ἢ διὰ τιμωριῶν ἢ ἀφαιρέσεως χρημάτων. | |
sch plut272b | βακτηρία δὲ ᾗ τις βαδίζων ἐπερείδεται· ῥᾷβδος δὲ ἡ ῥαπίζουσα· ῥάπις ῥάπιδος καὶ ἀπὸ τῆς ῥᾷβδος. | |
sch plut273 | πάντως γὰρ ἄνθρωπον: | |
τὸ πάντως περισσῶς κεῖται καὶ ὁ νοῦς οὐκ ἔχει δυσχέρειαν· “εἰς τὰ πάντα ψευδολογεῖν με νομίζετε καὶ | 77 | |
5 | μηδὲν ὑγιὲς λέγειν καὶ ἀληθές”. (275) καὶ ὁ Χορός· “ὡς σεμνὸς ἀντὶ τοῦ καὶ λίαν σεμνὸς καὶ ἀλαζο‐ νικός ἐστιν ὁ Καρίων καὶ ἐπηρμένος, ὁ ἐπιτριβόμενος ἀεὶ ταῖς πληγαῖς ὡς | |
10 | δοῦλος μαστιγίας, ἢ ὁ ἄξιος ἐπιτρι‐ βῆναι”. σεμνὸς λέγεται ἀλλαχοῦ καὶ ὁ σεβασμοῦ ἄξιος, ὡς τὸ “βίου σεμνοῦ ἄνθρωπος”. αἱ κνῆμαι, τὰ πρὸς τοὺς πόδας μέσα τῶν σκελῶν. | |
15 | “χοῖνιξ” πᾶν περιφερές, καὶ ὁ μέδι‐ μνος δὲ χοῖνιξ καλεῖται. νῦν δὲ χοί‐ νικας τὰς ποδοπέδας φησίν. | |
sch plut277 | ἐν τῇ σορῷ νυνὶ: παίζων ὁ Καρίων καὶ πρὸς τοὺς γέροντας ἀστεϊζόμενος, δέον εἰπεῖν ὅτι “ὅσον οὐκ ἤδη γενήσεσθε δικασταὶ καὶ τοῖς | |
5 | δέκα τῶν Ἀθηναίων δικαστηρίοις λαγχάνοντες κλήροις γραμμάτων δι‐ κάσετε, ὁτὲ μὲν περὶ τὴν Ἡλιαίαν, ὁτὲ δὲ περὶ τὸν Ἄρειον πάγον ἢ τὸ ἐν Φρεαττοῖ δικαστήριον ἢ περὶ | |
10 | ἕτερον τῶν δικαστηρίων, τῶν κηρύ‐ | |
κων ὑμῖν ἐκεῖ διδόντων τὰ σύμβολα, τὸ δικαστικὸν πινακίδιον καὶ τὴν βακτηρίαν”, οὕτω παίζων ((ὡς)) πρὸς ((τοὺς)) γέροντας λέγει· “τὸ | 78 | |
15 | γράμμα τοῦ σοῦ κλήρου δικάζειν ἔλαχεν ἐν τῷ τάφῳ, καὶ ὁ Χάρων ἀντὶ κήρυκος τὸ σύμβολόν σοι τὸ δικαστικὸν δίδωσι· σὺ δὲ βραδύνεις καὶ οὐ βαδίζεις;” ἀλλὰ καὶ | |
20 | καθ’ ἱστορίαν λεκτέον μοι· δέκα μὲν ἦσαν τὸ πρὶν ἐν ταῖς Ἀθήναις φυλαὶ καὶ ἰσάριθμα ταύταις ((τὰ)) δικαστήρια καὶ δέκα δὲ δικασταί, εἷς ἀφ’ ἑκάστης φυλῆς, καὶ ἕκαστον τῶν | |
25 | δέκα δικαστηρίων περὶ τὰ πρόθυρα γεγραμμένον πυρρῷ χρώματι τοῦ οἰκείου ὀνόματος εἶχε τὸ πρῶτον στοιχεῖον, οἷον ἄλφα ὁ Ἄρειος πά‐ γος, ἦτα ἡ Ἡλιαία, τὸ ἐν Φρεαττοῖ | |
30 | φῖ καὶ τὰ λοιπὰ δὲ ὁμοίως. οἱ δέκα γοῦν δικασταὶ ἀνὰ ἕκαστον τῶν δέκα δικαστηρίων καὶ ῥᾷβδον εἶχον ἔχου‐ σαν τὸ πρῶτον στοιχεῖον ἐγγεγραμ‐ μένον τοῦ τε ὀνόματος τοῦ δικαστη‐ | |
35 | ρίου καὶ τοῦ δικαστοῦ. ἵνα δὲ μὴ εἰδότες ἐν ποίῳ μέλλουσι τῶν δικαστηρίων δικάζειν δικάζοντες τὰς κρίσεις λυμαίνοιντο, ὅτε καιρὸς ἦν | |
τοῦ δικάζειν, συνήρχοντο πάντες καὶ | 79 | |
40 | ἐκληροῦντο ἐν μέσῃ τῇ ἀγορᾷ καὶ κατὰ τὸν ἐκβάντα κλῆρον τοῦ γράμ‐ ματος τοῦ δικαστηρίου καὶ ἑαυτοῦ ἕκαστος ἀπερχόμενος ἐλάμβανε παρὰ τοῦ κήρυκος τοῦ ἐκεῖ ἑαυτοῦ τε | |
45 | τὴν βακτηρίαν καὶ τὸ πινακίδιον ἤγουν δελτάριον καὶ οὕτως ἐδίκαζεν. | |
sch plut279 | ((ὡς μόθων εἶ καὶ φύσει:)) μόθων· εἶδος αἰσχρᾶς ὀρχήσεως καὶ δουλοπρεποῦς· ἢ ἄτιμος, φλύαρος, ἀπὸ τῶν δούλων· τοὺς γὰρ συντρεφο‐ | |
5 | μένους οἰκογενεῖς τοῖς ἐλευθέροις παισὶν οἱ Λάκωνες μόθωνας ἐκά‐ λουν. ἢ ὅτι Ἀθηναῖοι μόθωνας | |
χειρωσάμενοι, φασίν, εἰς ἄτιμον δουλικὴν τύχην περιέστησαν καὶ | 80 | |
10 | ἄλλα δέ τινα κρουνοχυτρόληρά φασι τοιάδε, ὥσπερ καὶ κοβάλους δαί‐ μονάς τινας σκληροὺς εἶναι λέγουσι περὶ τὸν Διόνυσον. Τζέτζης δέ φησι πρὸς ταυτί· “νεώτερος ἤμην καὶ γὰρ | |
15 | ἐγήρασα, καὶ ἱστοριῶν βίβλους διῆλ‐ θον ὁπόσας λέγειν ἐῶ· οὐκ ἤκουσα δὲ περὶ τὸν Διόνυσόν τινας δαίμονας καλουμένους κοβάλους, ἀλλὰ κοβά‐ λους ζῷα μιμηλότατα οἶδα καλού‐ | |
20 | μενα, ἃ γένους πιθήκων εἰσίν, οὐ τὰς μιμοὺς λέγω, ἀλλ’ αὐτοὺς τοὺς σατύρους ((τοὺς)) καὶ ἀρκοϊζιανούς· μιμηλότατον γὰρ τοῦτο τὸ ζῷόν ἐστιν”. | |
sch plut287 | Μίδας μὲν οὖν, ((ἢν ὦτ’ ὄνου)): τοῦ Χοροῦ τῶν γερόντων εἰπόντος· “ἔξεστιν ἡμῖν πᾶσι πλου‐ τῆσαι;”, φησὶν ὁ Καρίων· “ἰσόπλου‐ | |
5 | τοι Μίδᾳ τῷ Φρυγῶν γενήσεσθε βασιλεῖ· μόνον δέον ὑμᾶς κατ’ ἐκεῖνον σχεῖν ὄνου ὠτία”. ἀλλὰ καὶ τὴν ἱστορίαν καὶ τὴν ἀλληγορίαν ῥητέον μοι. οὗτος ὁ Μίδας εὔξασθαι | |
10 | λέγεται τοῖς θεοῖς, οὗπερ ἂν ἅψαιτο μεταμείβεσθαι πρὸς χρυσόν, ἐκ‐ | |
χρυσουμένων δὲ τούτῳ καὶ τῶν βρωμάτων, λιμῷ χρυσῇ τεθνηκέναι. λέγεται δὲ οὗτος καὶ ὄνου ἔχειν ὠτία, | 81 | |
15 | ἀλλ’ ἤδη ταῦτα καὶ ἀλληγορητέον μοι· ἐρασιχρήματος ἄκρως ἦν ὁ ἀνὴρ καὶ πάντα πιπράσκων ὡς καὶ τὰ εἰς βρῶσιν αὐτῷ κομιζόμενα ἐστένου τὴν γαστέρα κατανομιστεύ‐ | |
20 | ων καὶ ἐξαργυριζόμενος καὶ πάντα ἀποχρυσῶν· ὅθε καὶ λιμῷ ἐκμε‐ τρῆσαι τὸν βίον ἐνεμυθεύσαντο· ἀλλὰ ταυτὶ πλατέως ταῖς ἐμαῖς ἐκτέθειται Ἱστορίαις. ἔχειν δὲ ὦτα | |
25 | λέγεται ὄνου, ἢ τῷ μακρὰ ἔχειν ὠτία ἢ τῷ ὀξυήκοος εἶναι—ὀξυη‐ κοώτατον γὰρ ὁ ὄνος—, ἢ τῷ πολ‐ λοὺς ὠτακουστὰς ἔχειν, ἢ ὅτι κώμην Φρυγῶν Ὦτα ὄνου καλουμένην λῃ‐ | |
30 | στὰς ἔχουσαν ἔσχε καὶ ἀνεῖλεν | |
ἄρδην αὐτούς. | 82 | |
sch plut290 | καὶ μὲν ἐγὼ ((βουλήσο‐ μαι)): “ὑμεῖς μὲν” ὁ Καρίων “βού‐ λεσθε” φησὶ “χορεύειν· ἐγὼ δὲ μιμούμενος τὸν παρὰ Φιλοξένῳ τῷ | |
5 | Κυθηρίῳ θρεττανελὸ καὶ κιθαρι‐ στὴν Κύκλωπα καὶ οὕτω τύπτων ὑμᾶς τοῖς ἐμοῖς ποσὶ παρὰ τὰς πυγὰς ἤτοι ῥοθοπυγίζων ἄγειν θελήσω πρὸς τὸν δεσπότην μου”. τὰ δὲ πρὸς τὸν | |
10 | Φιλόξενον τοιαδί· μὴ γὰρ πεισθείης τοῖς παλαιοῖς σχολιογράφοις. οὗτος διθυραμβικὸς τελῶν ποιητὴς τῷ γένει Κυθήριος, ἐν Σικελίᾳ διάγων, μεγάλως παρὰ τοῦ τυράννου Διονυ‐ | |
15 | σίου ἐστέργετο πολυμαθείας τε καὶ δεξιότητος φύσεως. σύγγραμμα δὲ οἰκεῖόν ποτε δόντος αὐτῷ τοῦ Διονυ‐ σίου καὶ εἰρηκότος “Φιλόξενε, δίελθέ μου καὶ ἐπανόρθου τὸ σύγγραμμα | |
20 | καὶ χίου δὲ εἰ πλημμελές τι εὑρή‐ σειας ἐν αὐτῷ”, ἀρχῆς ἀπ’ αὐτῆς μέχρι καὶ τέρματος τὸ πᾶν κατεχίω‐ | |
σεν, ἐφ’ ᾧ δυσχεράνας ὁ τύραννος εἰς τὰς λατομίας τοῦτον ἀπέσταλκε, | 83 | |
25 | κἂν εὐθέως ἐκεῖθεν αὐτὸν μετεπέμ‐ ψατο· σφόδρα γὰρ ἐφίλει τὸν ἄνδρα. οὗτος δὲ δρᾶμα ἐξέθετο κατ’ αὐτοῦ ἐσχηματισμένον διὰ τὸ σκαρδαμύτ‐ τειν καὶ ἀμβλυωπεῖν Διονύσιον, πα‐ | |
30 | ράγων αὐτὸν ὥσπερ ἐκεῖνον τὸν Κύκλωπα τὸν Πολύφημον ἐρῶντα ((τῆς)) Γαλατείας τῆς Νηρηΐδος καὶ κιθαρίζοντα καὶ μίμημα κρούματος τῆς κιθάρας, τὸ θρεττανελό, λέγοντα· | |
35 | ὃ θρεττανελὸ ((ὁ)) Ἀριστοφάνης νῦν φαίνεται κωμῳδῶν. | |
sch plut292 | ἀλλ’ εἴα τέκνα: γελοίως τοὺς γέροντας τέκνα καλεῖ, καί φησιν “ἀλλ’ ἄγε, ὦ παιδάρια”, ἐπεὶ αὐτὸς μιμεῖσθαι βούλομαι τὸν ποιμένα | |
5 | (293) κιθαριστὴν Κύκλωπα, ὑμεῖς βληχώμενοι καὶ βοῶντες ὥσπερ τὰ προβάτια καὶ μέλη καὶ βοὴν αἰγῶν ἀρρένων ἤτοι χιμάρων καὶ τράγων (294) κιναβρώντων καὶ ὀζόντων | |
10 | (295) τραγεῖαν ὀσμήν, ἐμοὶ ἕπεσθε ἀπεψωλημένοι καὶ δεικνύοντες τὴν | |
αἰδῶ, καὶ ἀκρατιεῖσθε καὶ λείχετε τὰ αἰδοῖα ἐξ ἀκρασίας καὶ ἄκρας λαγνείας, ὥσπερ οἱ τράγοι μετὰ τὴν | 84 | |
15 | συνουσίαν. | |
sch plut296 | ἡμεῖς δέ γ’ αὖ: καὶ ὁ Χορὸς πρὸς αὐτὸν πάλιν τὸν Καρίωνα λέγει· “ἡμεῖς δέ ((γε)) οἱ βληχώμενοι, ὥσπερ σὺ λέγεις, σὲ τοῦτον τὸν | |
5 | Κύκλωπα τὸν κιθαριστὴν ἡγού‐ μενον ἡμῶν ζητήσομεν ἐκτυ‐ φλῶσαι μέγαν λαβόντες ἡμ‐ μένον καὶ πεπυρακτωμένον σφη‐ κίσκον ἤτοι ξύλον εἰς ὀξὺ ἀπεξε‐ | |
10 | σμένον. πῶς δέ σε τυφλώσομεν; εὑρόντες εἰκῇ που κατακοιμηθέντα (298) καὶ κραιπαλῶντα καὶ σε‐ σεισμένον τὴν κεφαλήν, πεινῶντα καὶ φαγόντα λάχανα ἄγρια δρο‐ | |
15 | σερά, ἔχοντα αὐτὰ ἐν τῇ πήρᾳ”. οὕτω δέ φασιν ὅτι καὶ οἱ μετ’ Ὀδυσσέως τὸν Κύκλωπα μετὰ τρο‐ φὴν ἀφυπνώσαντα ὀξύναντες ξύλον καὶ πυρακτώσαντες, μᾶλλον δὲ τοῦτο | |
20 | τῇ τοῦ πυρὸς θέρμῃ στερροποιήσαν‐ | |
τες, ἀπετύφλωσαν. | 85 | |
sch plut302 | ἐγὼ δὲ τὴν Κίρκην: καὶ πάλιν ὁ Καρίων τοῖς γέρουσιν· “ἐγὼ δὲ μιμήσομαι κατὰ πάντας τρό‐ πους τὴν Κίρκην, οὐκ ἐκείνην | |
5 | φημὶ τὴν Ἰταλικὴν τὴν ἀποχοιρώ‐ σασαν τοὺς Ὀδυσσέως ἑταίρους, ἀλλὰ τὴν ἐν Κορίνθῳ πόρνην Λαΐδα, ἣ τοὺς ἑταίρους ((τοῦ)) Φιλωνίδου δηλονότι καὶ αὐτὸν | |
10 | σκῶρ καὶ κόπρον ὥσπερ χοίρους ἔπειθεν ἐσθίειν. ὑμεῖς δ’ ἕπεσθε | |
τῇ μητρί, χοῖροι, γρυλλίζοντες καὶ ὡς χοῖροι βοῶντες ὑπὸ φιλη‐ δίας ἤτοι ἀναισθησίας”. τὴν Λαΐδα | 86 | |
15 | δὲ ὡς Κίρκην παρέλαβε καὶ παρήγα‐ γε νῦν, ὡς Φιλωνίδην κωμῳδῆσαι θελήσας. | |
sch plut305 | σκῶρ: ἡ κόπρος· τινὲς λέγουσιν· “ἑτερόκλιτόν ἐστι· σκῶρ γὰρ ἡ εὐθεῖα, κλίνεται δὲ σκατός”· ἡμεῖς δὲ σκῶρ σκωρὸς κλίνομεν. | |
sch plut308 | τὸ δὲ “ἕπεσθε μητρί, χοῖροι” παροιμία, ἐπὶ τῶν ἀπαιδεύ‐ των λεγομένη, ἤτοι ὅμοιοι ὁμοίοις παῖδες γονεῦσι καὶ μαθηταὶ διδα‐ | |
5 | σκάλοις. | |
sch plut309 | οὐκοῦν σε τὴν Κίρκην ((τὴν τὰ φάρμακα)): λοιπὸν ἡμεῖς σε τὸν Καρίωνα τὸν εἰς τύπον Κίρκης ἀποχοιροῦντα τοὺς φίλους | |
5 | κρεμάσομεν ἐκ τῶν ὄρχεων μι‐ μούμενοι τὸν Λαερτίου ἤτοι κατὰ μίμησιν καὶ τρόπον ὃν Ὀδυσ‐ σεὺς ἐν τῇ ἐρινεῷ ἀπεκρεμάσθη τῇ | |
ἐν Χαρύβδει. | 87 | |
sch plut313 | μινθώσομέν θ’ ὥσπερ τράγου τὴν ῥῖνα: νῦν κόπρῳ ἀνθρωπείᾳ τὴν ῥῖνά σου ἐπιχρίσο‐ μεν, ὥσπερ ποιμένες τε καὶ αἰπόλοι | |
5 | τὰς ῥῖνας τῶν τράγων τε καὶ προ‐ βάτων τῶν κρύει κατεψυγμένων ἐπιχρίοντες ἢ ἀνθρωπίνῃ ἢ καὶ αἰγείᾳ κόπρῳ ἰῶνται τοῦ πάθους, πταρμὸν τοῖς ζῴοις τῇ δυσωδίᾳ κι‐ | |
10 | νοῦντες. μίνθον δέ φασί τινες τὸ ἡδύοσμον. κυρίως δὲ μίνθη ἡ λεγο‐ μένη καλαμίνθη ἐστί· καὶ ἄμφω δὲ μίνθαι καλοῦνται, τὸ μὲν ἡδύοσμον κηπεύσιμος μίνθη, ἡ καλαμίνθη δὲ | |
15 | μίνθη ἀγρία. μίνθος λέγεται καὶ ἡ κόπρος ἡ τῶν αἰγῶν· νῦν δὲ “μιν‐ θῶσαι” τὸ ἀνθρωπείᾳ περιχρίσαι κόπρῳ φησίν. | |
sch plut314 | σὺ δ’ ((ὡς)) Ἀρίστυλλος: | |
σὺ δέ, ὦ Καρίων ὑποχάσκων τῷ στόματι, ὥσπερ ὁ αἰσχρὸς ποιητὴς Ἀρίστυλλος, ἐρεῖς “ἕπεσθε | 88 | |
5 | μητρὶ χοῖροι”. | |
sch plut315 | μητρὶ χοῖροι: ἀντὶ τοῦ “ἔμοιγε τῷ Καρίωνι”. | |
sch plut316 | εἴα: ἄγε δὴ τῶν σκωμ‐ μάτων πεπαυμένοι ὑμεῖς μὲν ἄλλο τι ποιεῖτε, ἐγὼ δὲ λαβὼν λάθρα τοῦ δεσπότου ἄρτον καὶ κρέας | |
5 | καὶ ἐσθίων, θελήσω οὕτω τι ἐρ‐ γάζεσθαι. | |
sch plut322 | χαίρειν μὲν ὑμᾶς ἐστιν: Κλέων, ἑλὼν Κορυφάσιον, Πύλον καὶ Σφακτηρίαν, πρῶτος ἁπάντων ἔγραψε τοῖς Ἀθηναίοις· “Κλέων τῇ | |
5 | βουλῇ καὶ τῷ δήμῳ χαίρειν”. κἀκ τούτου ἔθος ἐκράτησε ταῖς ἐπιστο‐ λαῖς γράφειν “ὁ δεῖνα τῷ δεῖνι χαίρειν”. ὁ γοῦν ἀλιτήριος οὗτος Ἀριστοφάνης καὶ τοῦτο εἰς κωμῳ‐ | |
10 | δίαν τοῦ Κλέωνος διασύρων, καὶ τὸν Χρεμύλον νῦν ἐκ ταλαιπώρου καὶ | |
οἰζυρᾶς τύχης εἰς εὐτυχῆ βίον μετα‐ πεσόντα ποιεῖ καὶ τὸ λέγειν “χαί‐ ρειν” μετατρέποντα καὶ λέγοντα | 89 | |
15 | ἀντὶ τοῦ χαίρειν “ἀσπάζεσθαι”. φησὶ γὰρ πρὸς τοὺς συνδημότας καὶ γεωργοὺς πρὸς αὐτὸν μεταπέμπτους ἀφικομένους “ὦ ἄνδρες δημόται, τὸ μὲν προσαγορεύειν χαίρειν ὑ‐ | |
20 | μᾶς ἐστιν ἤδη παλαιὸν καὶ σα‐ πρόν· καινοτομῶ δὲ κἀγώ τι τοῖς ῥήμασι νῦν εἰς εὐτυχῆ βίον μετα‐ πεσών· καὶ ὥσπερ ποτὲ Κλέων πολέμῳ εὐτυχηκὼς ἔγραψε “χαί‐ | |
25 | ρειν”, οὕτω κἀγώ, τὸ “χαίρειν” (324) παρεὶς ὡς ἤδη παλαιωθέν, ἀντὶ τοῦ χαίρειν “ἀσπάζομαι” λέγω, (325) ὅτι προθύμως παρεγεγόνειτε καὶ συντεταγμένως καὶ συγκε‐ | |
30 | κροτημένως, ὡσπερεὶ πρὸς παράτα‐ ξιν ηὐτρεπισμένοι πολέμου, ἀλλ’ οὐ κατεβλακευμένως καὶ τρυφερῶς σχολαίῳ χωροῦντες καὶ βραδυτάτῳ βαδίσματι”. οἱ γὰρ βλάκες καὶ ὑπε‐ | |
35 | ρόπται καὶ τρυφηλοὶ κἀκ τοῦ σχο‐ λαίῳ βαίνειν βαδίσματι σεμνότητα καὶ ὄγκον καὶ τύφον ἑαυτοῖς ταμιεύουσιν. | |
sch plut326 | ὅπως δέ μοι καὶ τἄλλα: λείπει τὸ “φροντιστέον”, ἵν’ ᾖ | |
“φροντιστέον δὲ ὅπως καὶ κατὰ τἄλλα μοι ἕπεσθε” ἢ “ἔσεσθε | 90 | |
5 | σὺν ἐμοὶ παραστάται καὶ βοηθοὶ καὶ σωτῆρες τοῦ Πλούτου θεοῦ”. καὶ τοῦτο ἕνεκα τοῦ γέλωτος τῆς κωμῳ‐ δίας εἰρήκει, θεοῦ ἀνθρώπους σωτῆ‐ ρας γενέσθαι. τὸ δὲ “ὅπως ἕπε‐ | |
10 | σθε” ἢ “ἔσεσθε” ἀντὶ τοῦ “πῶς” ἀττικῶς, ὡς καὶ μυρία ἕτερα προϊὼν τοιαῦτα εὑρήσειας. | |
sch plut328 | ((θάρρει· βλέπειν γὰρ:)) “θάρρει” φησὶν ὁ Χορός· “εἰ δέει με ὑπερμαχεῖν τοῦ θεοῦ, πάντως ἄντικρυς καὶ φανερῶς δόξεις ἐμὲ | |
5 | ὁρᾶν αὐτὸν τὸν Ἄρην. δεινὸν γὰρ καὶ παγχάλεπον, εἰ ἕνεκα τοῦ λαβεῖν τινας ἀφ’ ἡμῶν μισθὸν τὸν τριώ‐ βολον (330) ὠστιζόμεθα καθ’ ἑκά‐ στην ἐν τῇ δικαστικῇ ἐκκλησίᾳ καὶ | |
10 | πλήθει καὶ τῷ ἀθροίσματι, αὐτὸν δὲ τὸν Πλοῦτον παραχωρήσαιμι λαβεῖν ἄλλῳ τινί”. ἀλλὰ καὶ περὶ τοῦ δικαστικοῦ τριωβόλου λεκτέον μοι· ἐν δικαστηρίοις τοῖς ἐν Ἀθήνη‐ | |
15 | σιν οὐκ ἐξῆν δικάζειν τινά, εἰ μὴ | |
ἑξήκοντα ἐπέβη ἐνιαυτῶν, ἀφῆλιξ δὲ οὐδεὶς εἰς τὴν ἐκκλησίαν εἰσήρ‐ χετο, ὥσπερ οὐδὲ γυνή· ὅσοι δὲ τελείαν ἦγον τὴν ἡλικίαν εἰσήρχοντο | 91 | |
20 | μὲν εἰς τὴν ἐκκλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους οὖν τοὺς ἐκκλησιαστὰς καὶ μᾶλλον τοὺς γέροντας ἀπὸ τῶν προσόδων τῆς πόλεως οἱ δημαγωγοὶ πείσαντες τὸν δῆμον ἐποίησαν μισθὸν | |
25 | λαμβάνειν τινά· Κλέων δὲ εἰς ὡρι‐ σμένον τριώβολον αὐτὸν περιέστησεν. | |
sch plut332 | καὶ μὴν ὁρῶ καὶ Βλεψί‐ δημον ((τουτονὶ)): ὁ Χορὸς ((καὶ)) ἕτερόν τινα δίκαιον ὁρῶν θέοντα πρὸς αὐτούς, ᾧ κλῆσις Βλεψίδημος | |
5 | ἀπὸ τοῦ βλέπειν καὶ σκοπεῖν τὰ συμφέροντα τῷ δήμῳ τουτέστι φιλο‐ δημότατον, “ὁρῶ, φησίν, ἐρχόμενον (333) καὶ Βλεψίδημον· δῆλος δ’ ἐστὶν ἐκ τοῦ τάχους καὶ τῆς βαδίσεως | |
10 | ὅτι τοῦ πράγματος ᾔσθετο”. εἶτά φησιν αὐτὸς ὁ Βλεψίδημος· “πλούσιος ἀθρόως γέγονεν ὁ Χρε‐ μύλος; (337) οὐ πείθομαι. καίτοι λόγος πολὺς ἠκούετο παρὰ τῶν | |
15 | ἀργῶς καθημένων ἐν τοῖς κου‐ | |
ρείοις καὶ λεσχαζόντων καὶ θορυ‐ βούντων καὶ λόγους ἀναλούντων μα‐ κρούς, ὅτι πεπλούτηκε”. ταῦτα δὲ λέγων διαβάλλει τοὺς πολλοὺς τῶν | 92 | |
20 | Ἀθηναίων ὡς ἀργούς, ἐρευνοβίους καὶ θορυβώδεις, ἀλλὰ καὶ φθονερούς, (342) ἐξ ὧν παρακατιών φησιν· “οὔ‐ κουν ἐπιχώριον πρᾶγμα ἐρ‐ γάζεται, ὅτι πλουτῶν τοὺς φίλους | |
25 | μεταπέμπεται καὶ καλεῖ τοῦ πλούτου συμμετασχεῖν. οὐ γὰρ ἐπιχωριάζει τοῦτο δηλονότι τοῖς Ἀθηναίοις”. ((τἄλλα πάνυ σαφῆ.)) | |
sch plut343 | μὰ τοὺς θεούς: ἀπωμοτικὸν ἀντὶ τοῦ “οὐ μὰ τοὺς θεούς”· τὸ δὲ “νὴ τοὺς θεούς” κατωμοτικόν ἐστι μόριον· καὶ τὸ “μά” δὲ κατωμοτικὸν | |
5 | γίνεται μόριον, ἐὰν τὸ “ναί” πρὸ τοῦ “μά” τεθῇ, ὡς τὸ “ναὶ μὰ τόδε σκῆπτρον”. | |
sch plut344 | ἄμεινον ἢ χθὲς ((πράτ‐ τομεν)): ἠθικώτατον τοῦτο καὶ χάριεν ἕνεκα τοῦ γελοίου παραλη‐ φθέν· πῶς γὰρ οὐκ ἂν ἄμεινον εἴη | |
5 | ἐξ ὑπερενδεοῦς εἰς ὑπέρπλουτον βίον μεταπεσεῖν; ὥσπερ ἄν τις ἐρεῖ· τοῦ ἀρρωστεῖν καὶ πάσχειν μυρία δεινὰ κρεῖττον ((ἐστὶ)) τὸ ἑστιάμασι καὶ | |
δοχαῖς ἢ θυμηδίαις γάμων καλεῖσθαι. | 93 | |
sch plut345 | ὥστε μετέχειν ἔξεστιν: ὥστε ἔξεστι καὶ ὑπάρχει καί σε μετέχειν τῆς ἀμείνονος ἡμῶν εὐ‐ πραγίας ἤτοι τοῦ πλούτου· εἶ γὰρ | |
5 | τῶν φίλων. | |
sch plut347 | ἔσομαι μὲν οὖν αὐτίκα: γενήσομαι συντόμως, ἐὰν ὁ θεὸς ἤγουν ἡ Τύχη ἢ ὁ Πλοῦτος θελήσῃ· (348) ἔστι γὰρ κίνδυνος ἐν τῇ | |
5 | ὑποθέσει ᾗ ἐπιχειροῦμεν, ἣν νῦν καλεῖ πρᾶγμα, οὐ μὴν τὸ δυσχερὲς (350) ἀττικῶς. ἢν μὲν κατορθώ‐ σωμεν δηλονότι δεδορκότα ποιῆσαι τὸν Πλοῦτον, εὐπραγεῖν ἀεί· εἰ | |
10 | δὲ σφαλείημεν τοῦ σκοποῦ, ἐς παν‐ τελῆ συντριβὴν περιπεσεῖν καὶ ἀπώ‐ λειαν. | |
sch plut352 | τουτὶ πονηρὸν φαίνεται ((τὸ φορτίον)): ὁ φορτικὸς οὗτος λόγος καὶ οὐκ εὐθὴς πονηρόν τι καὶ δόλιον πρᾶγμα νομίζεται καὶ οὐκ | |
5 | ἀρεστὸν ἐμοὶ φαίνεται. τὸ γὰρ ποτὲ μὲν ἀποφαίνεσθαί τινα καὶ λέγειν ὡς ὑπερπλουτεῖ καὶ ἄλλους πλουτί‐ σειεν, (355) ὁτὲ δὲ δεδιέναι, ἀνδρός ἐστι δολίου καὶ σκολιοῦ καὶ οὐδὲν | |
10 | ὑγιὲς εἰργασμένου καὶ ἀληθές. | |
τὸ δὲ “πρὸς ἀνδρός” ἀντὶ τοῦ “ἀνδρός”· ἀττικῶς δὲ παρέλκει καὶ περισσῶς κεῖται ἡ “πρός”. | 94 | |
sch plut356 | πῶς οὐδὲν ὑγιές: “πῶς”, φησὶν ὁ Χρεμύλος, “οὐδὲν ὑγιὲς λέγεις με εἰργάσθαι;” καὶ ὁ Βλεψίδη‐ μος· “νὴ Δία καλῶς τοῦτό φημι· ἐὰν | |
5 | ἥκεις καὶ παραγέγονας ἐκεῖθε καὶ (357) ποθὲ κεκλοφὼς ἀργύριον ἢ χρυσίον παρὰ τοῦ θεοῦ Πλού‐ του, ἢ ἐκεῖθεν ἐκ τοῦ ὀπισθοδόμου τῆς Ἀθηνᾶς, οὗ αἱ τῶν χρημάτων | |
10 | ἀπέκειντο γάζαι καὶ ((οἱ)) θησαυροί, ἀπεσύλησας παρὰ τοῦ θεοῦ Πλούτου τοῦ ἐκεῖ ἀποκειμένου, εἶτά σοι μεταμέλει καὶ μετάμελος γίνεται περὶ τούτου”. ἀργύριον δὲ καὶ | |
15 | χρυσίον καὶ χαλκίον τὸ νόμισμα τὸ ἐκ τοιούτων ὑλῶν· ἄργυρος δὲ καὶ χρυσὸς καὶ χαλκὸς αἱ ὕλαι αὐταί· ἀργυροῦς δὲ καὶ χρυσοῦς καὶ χαλ‐ κοῦς τὰ ἐξ αὐτῶν εἰργασμένα εἴδη, | |
20 | ἀνδριὰς ἢ λέβης ἢ ἕτερόν τι. καὶ ὁ Χρεμύλος πάλιν πρὸς τάδε· “ὦ Ἄπολλον ἀποτρόπαιε καὶ διώ‐ κτα τῶν δυσχερῶν, μακρὰν ἀπ’ ἐμοῦ δηλονότι ποίησον τὰ φαῦλα καὶ | |
25 | ἀπευκταῖα καὶ μέχρι δοκήσεως”. | |
εἶτα πρὸς τὸν Βλεψίδημον ἀποστροφῇ κεχρημένος φησίν· “οὐ μὰ τὸν Δία, ἐγὼ τοιοῦτον οὐδὲν εἰργασά‐ μην”. | 95 | |
sch plut359 | πῶς δὲ ἀποτρόπαιος ὅ τε Ἀπόλλων καὶ Ἡρακλῆς λέγονται; ὅτι ὁ μὲν ἰατρὸς ὢν καὶ μάντις νόσους ἰᾶτο καὶ χρησμοῖς ἐδήλου τί δρᾶν | |
5 | δέον ἐστίν, ὡς ἀποδρασκάζειν τῶν δυσχερῶν· Ἡρακλῆς δὲ κακίαν ἐξέ‐ κοπτεν, ἀναιρῶν θηρία λυμαντικά, κακούργους τε καὶ τυράννους καὶ πᾶσαν ἁπλῶς τοῦ βίου τὴν περιπέ‐ | |
10 | τειαν. ἢ ὅτι ὁ Ἀπόλλων, ἥλιος ὤν, αὐγάζων ἀκτίσι φωτὸς γλυκεραῖς, τὸ σκότος ἐκτρέπει τὸ ἀμειδές, ἀπελαύ‐ νει δὲ καὶ πᾶν νυκτερήσιον φάν‐ τασμα. | |
sch plut361 | ((σὺ μηδὲν εἰς ἔμ’ ὑπο‐ νόει:)) τοιοῦτον μετὰ τοῦ ν δέον ἐστὶ γράφεσθαι ((τῷ κανόνι ᾧπερ ὄπισθεν εἴρηκα))· ἀττικῶς δὲ ((“τοι‐ | |
5 | οῦτο” γράφεται)) δίχα τοῦ ν. | |
sch plut362 | ἀτεχνῶς: περισπωμένως· ὀρθῶς ἀληθῶς ὑγιῶς καὶ ἄνευ τοῦ ἐπιτεχνᾶσθαι καὶ πανουργεῖν. “ἀτέ‐ χνως” δὲ βαρυτόνως· παρεφθαρμένως | |
5 | καὶ ἀμαθῶς καὶ ἄνευ τεχνικοῦ ἢ | |
λόγου ἢ ἔργου. | 96 | |
sch plut363 | τοῦ κέρδους ἅπαντες ἥττονες: ἤγουν κερδαίνειν βουλό‐ μενοι οὐδέν τί φασιν ἢ δρῶσιν ὀρθόν. καί φησιν ὁ Χρεμύλος· “οὔτοι μὰ | |
5 | τὴν Δήμητρ’ ἢ μὰ τὴν Δήμητραν ὑγιαίνειν μοι δοκεῖς”. ἀλλ’ ἂν “Δήμητραν” γράψῃς, μακρὸς ὁ στί‐ χος ἐστί. τὴν Δήμητραν δὲ ὡς γεωργὸς ὄμνυσι. τὸ δὲ “ὑγιαίνειν” | |
10 | νῦν “μὴ μελαγχολᾶν”. | |
sch plut365 | ὡς πολὺ μεθέστηκεν: ἀντὶ τοῦ “μετηλλάγη τῷ τρόπῳ”. | |
sch plut367 | ἀλλ’ οὐδὲ τὸ βλέμμα: ἀλλ’ οὐδὲ αὐτῷ τῷ Χρεμύλῳ κατὰ χώραν καὶ τάξιν ἔχει τὸ βλέμμα, καὶ οὐδὲ αὐτὸ τὸ βλέμμα ἔχει ὁ | |
5 | Χρεμύλος τεταγμένον, ἀλλ’ ἔστιν ἐπίδηλον καὶ ἐμφαντικὸν ὥς τι δολιευσαμένῳ αὐτῷ. ἢ ἀλλ’ ἔστι δεικτικὸν πανουργήσαντος ἀνθρώ‐ που τι. | |
sch plut369 | ((ὡς ἐμοῦ τι κεκλοφό‐ τος:)) κλέπτης ἐστὶ κυρίως ὁ λάθρα τι ὑφαιρούμενος· ἅρπαξ ὁ φανερῶς· ἀποστερητὴς ὁ τὴν παρακαταθήκην | |
5 | μὴ διδοὺς τῷ παραθεμένῳ. | |
sch plut374 | ὦ Ἡράκλεις: ὦ Ἥρακλες ἀποδιώκτα τῶν κακῶν. καὶ σημειοῦ | |
ἐνταῦθα ὅτι, ὡς τὸ “Ἥρακλες”, καὶ τὸ “Ἡράκλεις” καὶ ἐπὶ κλητικῆς | 97 | |
5 | λέγεται. πολλαὶ γάρ εἰσιν εὐθεῖαι τοῦ “Ἡρακλῆς” καὶ κλητικαὶ δὲ ἀνάλο‐ γοι ταύταις. ψευδοκομψοπρεπεῖς δέ εἰσιν οἵπερ φασίν· “τὸ μὲν Ἥρακλες κλητική ἐστιν ὀνόματος πτῶσις, τὸ | |
10 | δὲ Ἡράκλεις ἐπίρρημα θαυμαστικόν, ἀντὶ τοῦ φεῦ ἢ βαβαί, καὶ ἀποτρε‐ πτικόν, ἀντὶ τοῦ ἐρρέτω, ἀπέστω, μὴ γένοιτο”. οὕτω φασὶ μὴ σκοπήσαντες καὶ κατακριβώσαντες ὅτι τὰ ὀνόματα | |
15 | ταῦτα, τὸ Ἄπολλον Ἥλιε καὶ Ἥρακλες, ὡς ὀνόματά τε ἅμα καὶ ὡς ἀποτρεπτικὰ λέγονται. | |
sch plut377 | ὦ τᾶν ((ἐγώ σοι: ὦ τᾶν καὶ)) ὦ ἑταῖρε, ἐγὼ τὸ πᾶν διαπράξο‐ μαι καὶ οἰκονομήσας ἐργάσομαι, βραχεῖ μέρει νομίσματος τὰ στόματα | |
5 | τῶν ῥητόρων καὶ δικηγόρων ἐμ‐ φράξας, πρὶν ἢ τὸν δῆμον πάντα τῆς πόλεως ταῦτα πυθέσθαι τε καὶ μαθεῖν. τὸ δὲ “πυθέσθαι” μὴ προπαροξύνῃς ἀλλὰ παρόξυνε, καὶ | |
10 | τοῦ πυ ἄνωθε τὸ τῆς βραχείας σημεῖον παρέγγραψον. “πύθεσθαι” γὰρ ἀπὸ βαρυτόνου τοῦ “πύθω” ἐστὶ καὶ μακρὸν ἔχει τὸ πυ, καὶ | |
πταῖσμα τῷ στίχῳ ποιεῖ. τὸ δὲ | 98 | |
15 | “πυθέσθαι”, ἀπὸ τοῦ “πυθῶ” πε‐ ρισπωμένου ἀττικοῦ ῥήματος γεγο‐ νός—θελῶ γὰρ καὶ βουλῶ καὶ τυπτῶ καὶ βοσκῶ καὶ πυθῶ φασὶν Ἀττικοί—, βραχὺ τὸ πυ ἔχει καὶ | |
20 | οὐ μακρόν ((, κἂν τοῖς σοφωτάτοις μου ἀδιαφοροδιχρόνοις ταυτὶ οὐκ ἀρέσκωσιν, οἵπερ τὰ κομψὰ ταῦτά φασιν, ὡς αἱ αὐταὶ δίχρονοι ὁτὲ μὲν μακραὶ ὁτὲ δὲ βραχεῖαι λογίζονται. | |
25 | ἀβάσκανον δὲ τοῦτο αὐτοῖς γένοιτο τοιαύτην τῷ βίῳ προσπορίζουσι λυσιτέλειαν τὸ ἄνευ μεθόδων κανόνων τε λογικῶν καὶ παρατηρημάτων ματαίων, οἵων ὁ Τζέτζης φησίν, ἃ | |
30 | χρόνου δεῖται μακροῦ, ῥᾳδίως ἀκαρι‐ αίως οὕτω καὶ εὐμαρῶς πᾶσαν τέχνην τῶν λόγων μανθάνειν τε καὶ μετέρχεσθαι)). | |
sch plut380 | καὶ μὴν φίλως γ’ ἄν μοι δοκεῖς: καὶ μὴν δοκεῖς ἐμοί, νὴ τοὺς θεούς, φίλως καὶ προσφιλῶς σοι ἀναλώσας μνᾶς τρεῖς λογίσα‐ | |
5 | σθαι καὶ ἐκ συλλογισμῶν εἰπεῖν ὅτι δώδεκα μνᾶς ἠνάλωσας. ἡ μνᾶ δὲ δραχμαὶ ἑκατόν. | |
sch plut382 | ὁρῶ τιν’ ((ἐπὶ τοῦ βή‐ ματος καθεδούμενον)): φησὶν ὁ Βλεψίδημος· “ὁρῶ τινα μετὰ τῶν | |
παιδίων καὶ τῆς γυναικὸς ἐπὶ | 99 | |
5 | τοῦ δικαστικοῦ βήματος καθή‐ μενον ἱκετηρίαν κατέχοντα καὶ οὐ διαφέροντα κατ’ οὐδὲν τῆς εἰκόνος τῶν Ἡρακλειδῶν τῶν δεομένων τῶν Ἀθηναίων βοηθῆσαι αὐτοῖς ὑπ’ | |
10 | Εὐρυσθέως διωκομένοις· ἣν εἰκόνα ζωγράφος Πάμφιλος ἐζωγράφησεν· ὥστε καλέσωμεν κἀκεῖνον τῶν παρ’ ἡμῖν καλῶν μετασχεῖν”. καὶ ὁ Χρε‐ μύλος· “οὐκ, ὦ ἄθλιε, τοὺς πονη‐ | |
15 | ρούς, τοὺς δὲ χρηστοὺς ἀπαρτὶ καὶ ἱκανῶς καὶ τελέως πλουτῆσαι ποιήσω”. | |
sch plut383a | παιδίων: ἐπὶ τῶν τέκνων λέγομεν μόνων, “παίδων” δὲ ἐπ’ αὐτῶν τῶν παίδων ὁμοίως καὶ δούλων. | |
sch plut383b | ἱκετηρία· δέησις ἐν ᾗ ὁ δεό‐ μενος ἢ θαλὸν δένδρου ἢ λαμπάδα ἡμμένην κατέχει ἢ ἱερὸν εἰκόνισμα ἢ ἕτερόν τι τοιοῦτον ἢ χάρτην | |
5 | ἐγγεγραμμένην τὴν δέησιν ἔχοντα. ἱκετεία δὲ ἡ ἐκ λόγου ψιλοῦ δέησις. | |
sch plut384 | ἄντικρυς: φανερῶς. “ἀντι‐ | |
κρύ”· ἐξ ἐναντίας. | 100 | |
sch plut388 | ἀπαρτὶ: πεπληρωμένως, παντελῶς. “ἀπάρτι” δὲ “νῦν”, ὡς καὶ τὸ “ἀρτίως”, “ὑγιῶς, κυρίως”· τὸ δὲ “ἄρτι” “νῦν”. | |
sch plut390 | ἀπολεῖς: νῦν “ὀχλεῖς, κω‐ λύεις, συγχέεις ((καὶ)) θορυβεῖς”. | |
sch plut391a | ((οὐ δῆτ’ ἐπειδὴ:)) οὐ δῆτα, ὦ μόχθηρε, συγχέω ἐμαυ‐ τόν· ἃ δέ φημι, πάνυ ὀρθῶς φημι καὶ καλῶς· ἔχω γὰρ τὸν Πλοῦτον | |
5 | αὐτόν. | |
sch plut391b | ((ὦ μόχθηρε)): μόχθηρε καὶ πόνηρε, πολυπονώτατε καὶ ταλαί‐ πωρε· πονηρὲ δὲ καὶ μοχθηρέ, πανοῦργε καὶ δόλιε. Ἀττικοὶ δὲ καὶ | |
5 | τὸν πανοῦργον μόχθηρον καὶ πόνη‐ | |
ρον λέγουσιν. | 101 | |
sch plut394 | ((οὐκ)) ἐς κόρακας: εἰς ἀφανισμόν, εἰς χάος, εἰς ἐρημίας ὥσπερ οἱ κόρακες· ἢ εἰς φθορὰν καὶ βρῶσιν κοράκων· ἢ εἰς δυσεύρετόν | |
5 | τι, ὡς εἶπεν ἡ χρησμῳδία τοῖς Μεγαρεῦσι περὶ ἀποικίας μαντευο‐ μένοις ἐκεῖ κτίσαι, οὗ λευκοὺς ἴδωσι κόρακας, οὓς καὶ εἶδον ἐν Θετταλίᾳ, μεθυσθέντων τῶν παίδων τῶν ἱερέων | |
10 | καὶ σκίρρῳ ἤτοι γύψῳ χρισάντων τοὺς ἱεροὺς κόρακας καὶ πέτεσθαι ἀφεικότων. | |
sch plut395 | πρὸς τῆς Ἑστίας: Ἑστία θεὰ Κρόνου καὶ Ῥέας ἀδελφῆς, ἣ λέγεται πρώτη καὶ ἑστίας ἤτοι οἰκίας κατασκευὴν εὑρηκέναι καὶ | |
5 | ἑστίαν πυρός. | |
sch plut396 | Ποσειδῶ τὸν θαλάσσιον λέγεις: χάρις τοῦτο τὸ σχῆμα. | |
sch plut401 | βλέψαι ποιῆσαι νώ: δεῖ γὰρ πρῶτον νὼ καὶ ἡμᾶς ποιῆσαι βλέποντα τὸν Πλοῦτον. | |
sch plut402 | ἑνί γέ τῳ τρόπῳ: ἀντὶ τοῦ “παντί” ἢ “ὁμοθύμῳ μιᾷ | |
προθυμίᾳ”. | 102 | |
sch plut404 | ((οὐκ ἐτὸς ἄρ’ ὡς ἔμ’ ἦλθε:)) “οὐκ ἐτὸς ἂρ καὶ μά‐ την. οὐκ ἐτὸς ἄρα ὡς ἐμέ, καὶ πρὸς ἐμὲ ἀττικῶς, ὁ Πλοῦτος οὐκ | |
5 | ἦλθεν, ἐπεί, ὡς φῄς, τυφλός ἐστι καὶ οὐ διαγινώσκει τοὺς ἀγαθούς”. ἡ “πρός” πρόθεσις ἐπὶ ἐμψύχων λέγεται, ἡ δὲ “εἰς” ἐπὶ ἀψύχων· καὶ ἡ Γραφὴ δὲ τούτῳ καλλίστως χρω‐ | |
10 | μένη φησίν· “ἦλθεν ὁ Θωμᾶς πρὸς τὸν Λουκᾶν” καὶ “εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων ἔλεγεν”. Ἀττι‐ κοὶ δὲ καὶ τὴν “εἰς” καὶ ἐπὶ ἐμψύχων λαμβάνουσι, καὶ ἀντὶ “εἰς” | |
15 | “ὡς” αὐτὴν λέγουσιν· | |
“ὡς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ”, καὶ νῦν “ὡς ἐμέ” ἢ “ἔμε” ἀττικῶς. καὶ γὰρ τὰ ὀξύτονα ἢ βαρύνουσιν ἢ προπερισπῶσιν ἢ προπαροξύνουσι, | 103 | |
20 | τὸ “σοφός” “Σόφος” λέγοντες, τὸ “μωρός” “μῶρος”, τὸ “ἀληθές” “ἄληθες”, καὶ προπαροξύτονα δὲ τὰ μακρὰν ἔχοντα τὴν παραλήγουσαν προπερισπῶσιν, ὥσπερ λέγουσι τὸ | |
25 | “τρόπαιον” “τροπαῖον”. | |
sch plut407 | τίς δῆτ’ ἰατρός: κωμῳδεῖ καὶ τὴν ἰατρικὴν ὡς μηδὲν οὖσαν, καὶ τὸν μισθὸν τὸν αὐτῇ λαμβανό‐ μενον σμικρόν φησιν εἶναι καὶ εὐτελῆ· | |
5 | οἶμαι δέ, διεχθρεύσας τινὶ ἰατρῷ τοῦτό φησιν· οὐδεὶς γὰρ τῶν ἐν λόγοις Ὁμήρου ἀμύητος, ὃς ἀγνοεῖ τοὺς ἰατροὺς Ποδαλείριον καὶ Μαχά‐ ονα, οἳ τριάκοντα τριήρεων ἦσαν | |
10 | ναύαρχοι. Φαλάριδι δὲ τῷ τυράννῳ πόσον μισθὸν εἴληφε Πολύκλειτος ὁ Μεσσήνιος; Ἡρόδοτος δὲ διδασκέτω τοῖς θέλουσι Δημοκήδην τὸν ἐκ Κρότωνος ἰατρόν, οἵων καὶ ὅσων | |
15 | παρὰ Δαρείου τετύχηκε δωρεῶν ἰασάμενος ἀστραγαλισθέντα τοῦτον κυνηγεσίῳ τὸν πόδα. ἐῶ μυρίους | |
ἑτέρους ὁμοίως παρεισφορεῖν ἰα‐ τρούς· αἰδεσθῆναι τοῦτον ἐχρῆν | 104 | |
20 | αἰδεσθῆναι τὴν σάλπιγγα τὴν χρυσῆν τῆς Καλλιόπης ((καὶ)) βοῶσαν διά‐ τορον· “ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων” | |
sch plut410 | μὰ Δί’ ἀλλ’ ὅπερ: οὐκ ἔστιν ἰατρός, οὐ μὰ τὸν Δία, ὡς εἰσαγαγεῖν τοῦτον ἡμᾶς εἰς ἰατρείαν τοῦ Πλούτου, ἀλλὰ κράτιστόν | |
5 | ἐστιν ὅπερ ἐσκόπουν πάλαι, κατα‐ κλινεῖν ἐς Ἀσκληπιοῦ τοῦτον. “κατακλινεῖν” βράχυνε, τὸ “κατα‐ κλίνειν” μηκύνων, κἂν οὐκ ἀρέσκῃ βαρβάροις τοῖς ἐν λόγοις | |
10 | τοῖς θατερισταῖς μισοδιχρονωτάτοις. | |
sch plut412 | ((πολὺ μὲν οὖν νὴ τοὺς θεούς:)) πολὺ κράτιστόν ἐστιν, νὴ τοὺς θεούς, τὸ εἰς Ἀσκληπιοῦ κατακλῖναι· μὴ διάτριβε δὲ καὶ | |
5 | βράδυνε, ἀλλ’ ἄνυε καὶ σπεῦδε καὶ τελείου πράττων ἕν γέ τι ἤτοι πᾶν ὃ τῶν συμφόρων. | |
sch plut415 | θερμὸν ἔργον: τολμηρόν, παράβολον, ῥιψοκίνδυνον, νεωτερι‐ | |
στικόν, ἐπίβουλον. | 105 | |
sch plut417 | Ἡράκλεις: φεῦ. ἢ “ὦ Ἥρακλες”· πάλιν ((δὲ)) ταὐτό ἐστι· βοηθὸς ἡμῖν γενοῦ ἢ τὴν μιαρὰν ταύτην σύντριψον. | |
sch plut422 | ὠχρὰ μὲν: ὠχροὶ ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἐνδεεῖς εἰσι καὶ οἱ πένητες διὰ πολλὰς τὰς αἰτίας· ὃ χρῶμα πενήτων νῦν τῇ Πενίᾳ προσ‐ | |
5 | άπτει ὁ κωμικός. | |
sch plut423 | ἴσως Ἐριννύς ἐστιν: οἱ τραγῳδοὶ τῇ σκηνῇ τὰ ἑαυτῶν διδά‐ σκοντες δράματα μετὰ δᾴδων εἰσῆγον πυρφορούσας τὰς Ἐρινῦς πρὸς κατά‐ | |
5 | πληξιν. ἐπεὶ δὲ καὶ οὗτοι ὅ τε | |
Χρεμύλος καὶ ὁ Βλεψίδημος παίζον‐ τες τὴν Πενίαν δοκοῦσι μίαν τῶν Ἐρινύων, τοῦ Βλεψιδήμου εἰπόντος “ἀλλὰ γὰρ δᾷδας οὐκ ἔχει”, | 106 | |
10 | φησὶν ὁ Χρεμύλος “οὐκοῦν καὶ λοιπὸν κλαύσεται”, τουτέστιν “ἐπεὶ οὐ παντελής, ἀτελὴς δ’ ἐστὶν Ἐρινὺς ἄδᾳς τε καὶ ἀπύρφορος, ταύτην οὐ πτοηθήσομαι οὐδὲ δειματώσει με, | |
15 | ἀλλὰ τοὐναντίον καὶ κλαύσεται, ἐμοῦ αὐτῇ ἐπεμβαίνοντος καὶ ταῖς πλη‐ γαῖς δηλονότι συγκόπτοντος”. | |
sch plut426 | πανδοκεύτριαν: Ἰώνων μὲν καὶ Αἰολέων ἐστὶ τὸ τὰ δασέα ψιλῶς ἐκφωνεῖν, Ἀττικοὶ δὲ τοὐναν‐ τίον ποιοῦσι· τὰ ψιλὰ γὰρ δασέως | |
5 | ἐκφέρουσιν. ἀλλ’ ὅμως καὶ οὗτοι πανδοκέα διὰ ψιλοῦ ἐκφωνοῦσι τοῦ κ, οὐ((χὶ)) διὰ δασέος τοῦ χ· πανδοκέα γὰρ καὶ πανδοκεύτριαν λέγουσι. παν‐ δοκεύτρια δὲ παραχρηστικῶς μὲν | |
10 | λέγεται καὶ ἡ κάπηλις· νῦν δὲ τὴν ἐν τῇ συνηθείᾳ καλουμένην ξενο‐ δόχον φησίν. | |
sch plut427 | λεκιθόπωλιν: τὸ τοῦ ᾠοῦ | |
χρυσίζον κυρίως λέκιθος λέγεται. νῦν δὲ λεκιθόπωλιν τὴν κατερεικτά φησιν ἤτοι ἀληλεσμένα πιπράσκουσαν ὄσ‐ | 107 | |
5 | πρια. λεκίθῳ γὰρ ᾠοῦ ὅμοιον καὶ τὸ χρῶμα τῶν ἀληλεσμένων κυάμων. λεκιθόπωλις οὖν νῦν ἡ ὀσπριοπρᾶτις. εἰ δ’ ἦν ληκυθόπωλις, ἐδήλου ἂν τὴν πιπράσκουσαν ἐλαιοδόχα ἀγγείδια. | |
sch plut428 | ἐνέκραγες ((ἡμῖν)): ἡμῖν ἐνεβόησας. σημειωτέον δ’ ἐντεῦθε καὶ ἐξ ἑτέρων δὲ βίβλων μυρίων ὡς τὸ κραυγάζειν ἢ μακρηγορεῖν ἄκαιρα | |
5 | καπήλων καὶ ἀγοραίων ἀνδρῶν, μᾶλ‐ λον δὲ καπηλίδων ἐστίν· ἀρχικῶν δὲ καὶ κοσμίων ἀνθρώπων βραχυλόγη‐ μα καὶ ἠρεμαία φωνή. | |
sch plut431 | ((τὸ)) βάραθρόν ((σοι: τὸ βάραθρον)) ἐν ταῖς Ἀθήναις ὑπῆρχεν ὄρυγμά τι βαθύτατον, φρέατος δίκην, ξιφῶν εἴδη παντοῖα φέρον ἐμπε‐ | |
5 | πηγμένα τοῖς τοίχοις αὐτοῦ. ἐκεῖσε δὲ οἱ κακοῦργοι ῥιπτούμενοι τοῖς ξίφεσι κατετέμνοντο· ὃ φρέαρ ὑστέ‐ ρως ἔχωσαν Ἀθηναῖοι. πρόσπολον γάρ τινα Φρύγα τῆς Ῥέας ἐκεῖσε | |
10 | βαλόντες ἀνεῖλον ὥσπερ μαινόμενον· ἀνθ’ ὧν αὐτοῖς προφοιβάζων, ἔλεγεν | |
ὡς ἔρχεται Δημήτηρ εἰς τὰς Ἀθήνας ζητοῦσα τὴν Κόρην. λιμοῦ δ’ ἐξ ἀκαρπίας αὐτοῖς κατασκήψαντος, | 108 | |
15 | θυσίαις μὲν ἱλεοῦνται τὴν Δήμητραν χρησμοῖς τὸ πᾶν ἐγνωκότες, ἀνέχω‐ σαν δὲ κἀκεῖνο τὸ βάραθρον. | |
sch plut435 | κάπηλις: ἡ κακύνουσα τὸν πηλὸν ἤτοι τὸν οἶνον, ὡς καὶ ἄμπελος ἡ ἔμπηλος οὖσα καὶ ἔνοινος. ὅτι δὲ ὁ οἶνος χάλις τε καὶ ἕρπις | |
5 | λέγεται καὶ πηλός, Ἱππώναξ μέν φησιν· “ὀλίγα φρονοῦσιν οἱ χάλιν πεπωκότες”, καὶ ἀλλαχοῦ· “ὅκου τὸν ἕρπιν ὁ σκότος καπηλεύει”. | |
10 | Τρυφιόδωρος δ’ ἐν τῇ Ἁλώσει γράφει· “γαῖαν κατεκνίσσωσαν χυτὴν εὐώδει πηλῷ”. | |
“κάπηλις” δὲ προπαροξυτόνως νῦν γράψον· “καπηλίς” γὰρ ὀξυτόνως | 109 | |
15 | ἡ μικρὰ τῆς καπήλιδος παῖς, καὶ ὑποκοριστικῶς δέ, εἰ γράφεις ἁπλῶς. | |
sch plut436 | κοτύλαις: ἡ κοτύλη πλεῖστα σημαίνει· τὸ κοίλως συσφίγξαι τὴν χεῖρα, τὸ κοῖλον ὀστέον τοῦ ἰσχίου, εἶδος ποτηρίου, νῦν δὲ οὐ κυρίως | |
5 | ἀλλὰ παραχρηστικῶς τὰ παρ’ ἰδι‐ ώταις καλούμενα μίνας τε καὶ μικράς, ὥσπερ παραχρηστικῶς καὶ πᾶν ἀγ‐ γεῖον κεραμεοῦν κεράμιον λέγεται, καὶ μυρία δὲ ἕτερα, ὥσπερ νῦν καὶ ἡ | |
10 | κοτύλη, περὶ ὧν φησιν ἡ ((νῦν)) τοῦ Τζέτζου γραφὴ καὶ ἐξήγησις· οὐκ εἰσὶ ταῦτα κυρίως λεγόμενα, παρα‐ χρηστικῶς δέ, ἥ τε κοτύλη καὶ τὸ τρυβλίον καὶ κεράμιον καὶ οὖρνα καὶ | |
15 | ((ἕτερα μυρία)) περὶ ὧν ἡ βασιλὶς Κλεοπάτρα διδάσκει, Ἀφρικανός τε καὶ Διοσκουρίδης ὁ Ἀναζαρβεὺς καὶ μυρίοι δὲ σὺν αὐτοῖς ἄλλοι. ((πολλὰ δὲ καὶ περὶ τούτων καὶ περὶ τῶν | |
20 | λοιπῶν ἐξηγήσει γράφειν ἠδυνάμην, ἀλλὰ τὴν σελίδα ταύτην τοῦ χάρτου τερματωθεῖσαν ὁρῶ, καὶ ὀκνηρῶς δὲ ὑμῖν γράφω καὶ τὰ βραχέα ταυτί· τὰ πολλὰ γὰρ ἐκεῖνα βαστάζειν οὐ | 110 |
25 | δύνασθε, ὅτι μού φησιν ἡ Γραφή· “μεμισήκατε καὶ ἐμὲ καὶ τὸν πατέρα μου”)). | |
sch plut443 | ζῷον ἐξωλέστερον: γε‐ λοίως ἀντὶ τοῦ εἰπεῖν “πρᾶγμα ἀπόλλειν δυνάμενον ἢ ἄξιον ἀπο‐ λέσθαι”. | |
sch plut445a | καὶ μὴν λέγω: οὐδὲν ἐνθαδὶ γλαφυρὸν οὐδὲ περινενοη‐ μένον οὐδ’ ὑπομύχιον καὶ ἐμβάθιον, ἐπιπόλαιον δὲ τὸ πᾶν καὶ ἀνεπηλύ‐ | |
5 | γαστον καὶ σαφὲς καὶ οὐ δεῖται τοῦ ἐπεξηγησομένου καὶ ἀναπτύξοντος. ((καὶ δέον ἦν στέργειν ἡμᾶς τὸν οὕτως ἀρίστως γράφοντα νόμον· τὸν δ’ ἀγενῆ χρὴ σιγᾶν ὅπου χρὴ καὶ | |
10 | λέγειν ἵν’ ἀσφαλές, καὶ “γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης”, καὶ γλῶσσα δὲ στάθμην ἔχοι. ἐπεὶ δέ | |
σοί τε βουλητὸν καὶ τὰ σαφῆ πάνυ | 111 | |
15 | καὶ ὑπτιάζοντα γράφειν ἡμᾶς, καὶ αἱ ὦαι δὲ τῆς παρούσης σελίδος εἴτ’ οὖν εἰπεῖν ἄντυγές τε καὶ περιφέρειαι κεναὶ πάντῃ παρεαθῆναι καὶ ἄγραφοι κινδυνεύουσαι γράφειν οὐ μεῖον σοῦ | |
20 | συνωθοῦσιν, εἰ καί τινα καὶ περὶ τούτων φθεγξαίμεθα ὅσα εἰς ἐξάρ‐ κειαν ἱκανὰ τῆς τοῦ χάρτου ἀνα‐ πληρώσεως, καὶ δὴ ἐμοὶ μὲν λεκτέον, ἀκροατέον δὲ σοί.)) | |
sch plut445b | καὶ μὴν λέγω, πολὺ δεινότατον ἔργον καὶ δυσχέρειαν ἐργασόμεθα πάντων τῶν ἔργων καὶ δυσχερῶν, εἰ τὸν Πλοῦτον | |
5 | ἔρημον καὶ μεμονωμένον ἀπολιπόν‐ τες (447) ποι φευξούμεθα καὶ οὐ διαπολεμήσομεν ὑπὲρ αὐτοῦ, τηνδὶ δεδιότες τουτέστι τὴν Πενίαν. | |
sch plut445c | παρὰ πολὺ: ἡ “παρά” νῦν ἀττικῶς παρέλκει καὶ περιττεύει. | |
sch plut447 | ((ἔρημον ἀπολιπόντες:)) ἔρημος λέγεται ἔρα καὶ γῆ μεμονω‐ μένη μὴ ζῷα μὴ δένδρα μηδ’ ἄλλο μηδὲν χρήσιμον ἔχουσα. καὶ ἄνθρω‐ | |
5 | πος δὲ ἢ ἕτερον ζῷον ἐν ἔρᾳ καί τινι γῇ διάγον μεμονωμένον, ἔρημον λέ‐ γεται. | |
sch plut449 | ((ποίοισιν ὅπλοις:)) ποί‐ | |
οισιν ὅπλοις, φησὶν ὁ Βλεψίδημος, ἢ δυνάμει θαρροῦντες διαπολεμή‐ σομεν πρὸς τὴν Πενίαν; ποῖον γὰρ | 112 | |
5 | (451) ὅπλον ἢ ποίαν ἀσπίδα οὐκ ἐνέχυρον τίθησιν; ὡς τῆς πενίας ἀναγκαζούσης ἐνίοτε καὶ τὰ σω‐ τήρια ὅπλα τιθέναι ἐνέχυρα, ποτὲ δὲ καὶ πιπράσκειν. | |
sch plut451 | φαίνεται ἀπηγορευμένον εἶναι τὸ θεῖναι τὰ ὅπλα ἐνέχυρα. λέγει οὖν ὅτι αὕτη τῇ ἑαυτῆς βίᾳ ἀναγκάζει καὶ τοὺς νόμους παραβαίνειν τοὺς | |
5 | θεσπίσαντας ὅπλα ἐνέχυρα μὴ θεῖναι. | |
sch plut452 | ((θάρρει· μόνος γὰρ οὗ‐ τος:)) “θάρρει, φησὶν ὁ Χρεμύλος, ὁ θεὸς γὰρ μόνος, ἤγουν ὁ Πλοῦ‐ τος, τροπαῖον, ἤτοι τρόπαιον ἀττι‐ | |
5 | κῶς, στήσει κατ’ αὐτῆς”. πρὸς ταῦτα ((δὲ)) ἡ Πενία· “γρύζειν δὲ καὶ μικρόν τι τολμᾶτε φθέγγεσθαι, ὦ καθάρματα, ἑαλωκότες ἐπ’ αὐτῇ τῇ φωρᾷ, τῇ κλοπῇ”. νῦν δὲ αἰτία· | |
10 | “ἐργαζόμενοι δεινά”. | |
sch plut454a | γρύζειν δὲ τὸ βραχύ τι ἢ φλύαρον φθέγγεσθαι, ἀπὸ τοῦ γρυλ‐ λισμοῦ δὲ εἴρηται καὶ τῆς τῶν χοίρων φωνῆς. | 113 |
sch plut454b | οἱ φαρμακοὶ δὲ καὶ πρὸς θεραπείαν θυόμενοι πόλεων ἐκαλοῦν‐ το καθάρματα. οὕτω δὲ ἡ τοιαύτη θυσία ἐγίνετο· ἐνσκηψάσης τινὶ πόλει | |
5 | δεινῆς συμφορᾶς, κρατήσαντες ἢ τὸν δυσειδέστατον πάντων ἢ ᾧ μηδεὶς συγγενής, τῇ χειρί τε δόντες ἰσχάδας, μάζαν καὶ τυρόν, ἐς τὸ αἰδοῖόν τε ἑπτάκις ῥαπίσαντες σκίλλαις τε καὶ | |
10 | ἀγρίαις συκαῖς, καὶ μέσῃ τῇ ἀγορᾷ πυρὰν ὑπανάψαντες ξύλοις ἀγρίοις τε καὶ ἀκάρποις, καὶ τοῦτον ὁλοκαυτώ‐ σαντες, τὴν τέφραν εἰς ἀποτρόπαιον πάσῃ τῇ πόλει περιερράντιζον. | |
sch plut458 | οὐδὲν γάρ, ὦ: λείπει τὸ “ὑμεῖς” ἀττικῶς· “οὐδὲν γὰρ ὦ ὑμεῖς νομίζετε πρὸς τῶν θεῶν (459) ἀδικεῖν με, πειρώμενοι ποιῆ‐ | |
5 | σαι βλέψαι τὸν Πλοῦτον.” | |
sch plut462 | ((ὅ τι σὲ:)) “ὅ τι καὶ τί | |
ἀγαθὸν εὕροιμεν; σὲ ((πρῶτον)) ἐκβαλόντες καὶ ἐκβαλεῖν ἐκ τῆς Ἑλλάδος”. μετοχὴ ἀντὶ ῥήματος | 114 | |
5 | ἀττικῶς, ὡς τὸ “κρύψαντες” ἀντὶ τοῦ “κεκρύφασιν”. | |
sch plut467 | ((καὶ μὴν περὶ τούτων σφῶιν ἐθέλω δοῦναι δίκην:)) φησὶν ἡ Πενία· “καὶ μὴν τὸ πρῶ‐ τον ὑμῖν περὶ τούτου αὐτοῦ | |
5 | διαλεχθήσομαι, τοῦ ὅτι, εἰ ἐμὲ ἐξ Ἑλλάδος ἐλαστρήσετε, οὐδὲν ἂν μεῖζον κακὸν τοῖς ἀνθρώποις ἐργάσε‐ σθε· (469) κἂν μὲν ἀντιλέγουσα πρὸς ὑμᾶς ἐμὲ ἀποδείξω ὑμῖν οὖσαν | |
10 | ἁπάντων ((τῶν)) ἀγαθῶν αἴτιον καὶ δι’ ἐμὲ ζῶντας ὑμᾶς”. ἐλλει‐ πτικῶς ἀττικῶς νοητέον τὸ “ἐάσατε ἐπιχειρεῖν βλέποντα ποιῆσαι τὸν Πλοῦτον· εἰ δὲ μή, δρᾶτον ὃ | |
15 | βούλεσθε”. | |
sch plut470 | ***ως καὶ αὐτ*· ὅμοιον δὲ τὸ σχῆμα τῷ | |
“ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί”. | 115 | |
sch plut474 | ((ἅπανθ’ ἁμαρτάνοντας:)) “ἅπανθ’ ἁμαρτάνοντά σε ((δεί‐ ξειν))” δεῖ γράφειν, μὴ “ἁμαρτά‐ νοντας δείξειν”· ἄνω γὰρ εἶπε “καὶ | |
5 | σὺ διδάσκου” καὶ πάλιν μετὰ τὸ “ἁμαρτάνοντά σε” φησὶν “εἰ τοὺς δικαίους φῂς ποιήσειν”· οὕτως “ἁμαρτάνοντά σε” τῇδε δεῖ γράφειν, οὐχ “ἁμαρτάνοντας”, διὰ τὰ ἑκατέ‐ | |
10 | ρωθεν ἑνικά, τὸ “σὺ διδάσκου” καὶ τὸ “φῂς ποιήσειν”. εἰ δ’ οὐκ ἐπήγαγε τὸ “φῂς ποιήσειν”, εἶπε δὲ μόνον οὕτω “καὶ σὺ διδάσκου”, εἶτα “ἅπανθ’ ἁμαρτάνοντας ἀπο‐ | |
15 | δείξειν” καλῶς ἂν εἶχε καὶ ἀττικῶς ἡ γραφὴ σχήματι τῷ καλουμένῳ μεταβάσει ῥηθεῖσα. | |
sch plut476 | ὦ τύμπανα: ἕνεκα τοῦ γελοίου καὶ ἡδονῆς τῶν ἀκροωμένων καὶ χάριτος ὁ ποιητὴς καλεῖ πρὸς βοήθειαν ὥσπερ ἔμψυχα τὰ τύμπανα | |
5 | καὶ τοὺς κύφωνας, ἅπερ εἰσὶ τιμωρη‐ τικὰ ὄργανα. ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ πένητες τιμωροῦνται, οἱ μὲν καὶ ἄνευ αἰτίας, οἱ δὲ δι’ ἀπορίαν τι κακουργοῦντες· τύμπανα δὲ τισὶ μὲν | |
10 | δοκοῦσιν οἱ σταυροὶ καὶ τὰ ἰκρία, ἤτοι τὰ ὄρθια ξύλα τὰ δίκροα, ἐν οἷς τοὺς κακούργους μετεωρίζουσιν, ἄλλοις δὲ πᾶν τυπτήριον ὄργανον, κύφωνες δὲ οἱ κλοιοὶ καὶ πάντες | 116 |
15 | δεσμοὶ σιδηροῖ τε καὶ ἀλλοῖοι τιθέ‐ μενοι περί τινος τράχηλον καὶ κεκυ‐ φέναι τοῦτον καταναγκάζοντες. | |
sch plut480 | ((τί δῆτά σοι τίμημ’ ἐπιγράψω τῇ δίκῃ:)) τίμημα· τιμωρίαν. “ἐὰν ἁλῷς καὶ ἡττηθῇς”, φησὶ τῇ Πενίᾳ, “τί τίμημα καὶ | |
5 | τιμωρίαν καὶ πρόστιμον ἐπιγράψω τῇ δίκῃ καὶ καταδίκῃ;” ἔθος γὰρ ἦν τοῖς δικαζομένοις συμφωνεῖν πρὸς τοὺς ἀντιδίκους μετὰ τὴν ἥτταν καὶ πρόστιμον, οἷον· “ἐάν σε ἡττήσω, | |
10 | πάντα μοι καταβαλεῖς περὶ ὧν δικαζόμεθα καὶ τυχὸν καὶ ἕτερα τόσα | |
νομίσματα”. | 117 | |
sch plut484 | ταύτῃ γε· ((νῶιν: ταύτῃ γε)) τῇ Πενίᾳ οἱ εἴκοσιν ἐξαρκέσουσι θάνατοι, ἡμῖν δὲ δύο μόνοι ἀρκοῦσιν. | |
sch plut485 | οὐκ ἂν φθάνοιτε τοῦτο πράττοντες καὶ πάσχοντες ἤτοι συντόμως λοιπὸν θάνητε· τί ἔτι γὰρ δίκαιον ἂν ἔχοι τις ἀντειπεῖν, | |
5 | ἡττημένος δηλονότι; καὶ τὸ “οὐκ ἂν φθάνοιτε ἀποθνήσκειν” γέλωτα ποιοῦν ἐστι καὶ ἀστεῖον· ὡς εἴ τις γὰρ εἴποι τινὶ “οὐκ ἂν φθάνοις ἐς τὴν σὴν οἰκίαν ἱκέσθαι καὶ τόδε γενήσεται”, | |
10 | οὕτω καὶ νῦν γελοιάζων εἶπεν· “ἂν ἡτ‐ τηθέντες μέλλητε ἀποθνήσκειν, οὐκ ἂν φθάνοιτε τοῦτο παθόντες”, τὸ ἀποθανεῖν δηλονότι—οὕτω γὰρ δηλοῖ ὅτι “οὐκ ἂν ἀποθάνοιτε”—· εἰ | |
15 | δὲ μὴ γέλωτος ἕνεκα γράφειν ἠβού‐ λετο, “ταχέως ἂν ἀποθάνοιτε” εἶπεν. | |
sch plut487 | ((ἀλλ’ ἤδη χρῆν τι λέ‐ γειν:)) ἀλλ’ ἤδη χρὴ λέγειν σοφόν τι ᾧ νικήσετε τὴν Πενίαν ἀντιλέγοντες, μαλακὸν δὲ καὶ | |
5 | χαῦνον μὴ δώσετε μηδέν. | |
sch plut489 | φανερὸν μὲν ἔγωγε οἶμαι εἶναι τοῦτο εἰς τὸ γνῶναι καὶ | |
γνωσθῆναι πᾶσιν ὁμοίως, ὅτι τοὺς χρηστοὺς εὖ πράττειν δίκαιον, | 118 | |
5 | τοὺς δὲ πονηροὺς τἀναντία. | |
sch plut492 | τοῦτο οὖν ἡμεῖς: τοῦτο οὖν ποθοῦντες ἡμεῖς τὸ τοὺς χρηστοὺς ((μὲν)) εὐπραγεῖν, τοὺς δὲ πονηροὺς τἀναντία, μόλις ἐφεύρομεν | |
5 | ὥστε γενέσθαι λυσιτελὲς βούλη‐ μα καὶ ἀναβλέψαι τὸν Πλοῦτον καὶ δι’ αὐτοῦ δεδορκότος καὶ μηκέτι τυ‐ φλώττοντος ταῦτα πάντα γενέσθαι· οὗ τίς ἂν ἄμεινον ἐξεύροι τῷ βίῳ ποτέ; | |
sch plut493 | “βούλημα” δὲ καὶ “βούλευ‐ μα” διαφέρειν φασὶν οἱ παλαιοὶ τοῦ ἀνδρὸς σχολιογράφοι, “βούλευμα” μὲν τὴν ἑνὸς ἑκάστου καὶ ἰδικὴν | |
5 | βουλὴν λέγοντες, “βούλημα” δὲ τὴν κοινὴ καὶ δημόσιον. ἡμεῖς δὲ ταῦτα ἀλλήλων οὐδὲν διαφέρειν φαμέν, ἀλλ’ ἐκ μὲν τοῦ βουλεύω τὸ “βούλευ‐ μα” γενέσθαι, ἐκ τοῦ βουλῶ δὲ | |
10 | περισπωμένου ῥήματος ἀττικῶς “βούλημα”, ὡς ἀπὸ τοῦ τυπτῶ τύπτημα· εἰ γὰρ ἦν ἀπὸ βαρυτόνου τοῦ βούλω, βοῦλμα ἂν ἦν, ὡς ἀπὸ τοῦ τύπτω τύμμα. | |
sch plut494 | ((περινοστῇ:)) περινοστεῖν | |
ἐστι τὸ ἀπὸ τόπου τόπον πεπλανη‐ μένως περιπορεύεσθαι καὶ προσ‐ κρούειν, ὥσπερ οἵ τε τυφλοὶ καὶ οἱ | 119 | |
5 | βαδίζοντες ἐν βαθείᾳ καὶ ἀσελήνῳ νυκτί. | |
sch plut500a | ((ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις:)) ὡς μὲν γὰρ νῦν τοῖς ἀνθρώποις ἡμῖν ὁ βίος ἤτοι τὰ ἐν τῷ κόσμῳ | |
5 | ἢ τὰ ἐν τῇ νῦν ἡμετέρᾳ ζωῇ διάκει‐ ται πράγματα καὶ διατίθεται καὶ εἰσί, τίς ἂν οὐχὶ μανίαν, κακο‐ δαιμονίαν δὲ πλέον καὶ δυστυχίαν νομίσοι; πολλοὶ γὰρ φαῦλοι πλου‐ | |
10 | τοῦσι, πολλοὶ δὲ πάνυ χρηστοὶ δυσπραγοῦσι καὶ πεινῶσι μετὰ σοῦ τε σύνεισι τῆς Πενίας ἤτοι πένονται. τοῦτο δὲ ὁμοῦ τε σεμνόν ἐστι καὶ δεινὸν καὶ γλυκύτατον. τὸ | |
15 | γὰρ ἀντὶ ῥήματος μὲν ὀνόματι χρή‐ σασθαι, ὡς ἀντὶ τοῦ “πένεσθαι” “μετὰ σοῦ σύνεισι”, σεμνοῦ λό‐ γου. τὸ δὲ “σύνεισι” καὶ συμβιοῦσιν ὥσπερ ζώσῃ τινὶ ἔμψυχος λόγος | |
20 | ἐστὶ καὶ γλυκύς. ἄμφω δὲ ταῦτα οἰκονομηθέντα εἰς δέον τεθῆναι, μεθόδου δεινότητος. ((ἀλλὰ τί πρὸς ἀχαρίστους περὶ ἁπάντων λεπτολο‐ γοίημεν, δέον ἡμᾶς γράφειν ὡς πρὸς | |
25 | παρέργως ἀκούοντας;)) | |
sch plut500b | βίος ϛʹ σημαίνει· τὸν παρόντα κόσμον, τὸν χρόνον τῆς | |
ἑκάστου ζωῆς, τὴν ζωὴν αὐτὴν ἤτοι τὰ πρὸς τὸ ζῆν χρήσιμα, τὴν περιου‐ | 120 | |
5 | σίαν ἑκάστου, τὴν τέχνην καὶ τὸ ἐπιτήδευμα, ὡς τὸ “σεμνοῦ ἢ ἀσέ‐ μνου βίου ἄνθρωπος”. | |
sch plut501 | ((τίς ἂν οὐχ ἡγεῖται μανίαν:)) παρακοπή, μανία καὶ ἔκστασις διαφέρουσι· παρακοπὴ ὡς ἐπὶ πυρεττόντων βραχεῖα παραφορὰ | |
5 | τοῦ λογιστικοῦ· μανία δὲ ἐκτροπὴ τούτου τελεία, λόγους εἰκαίους καὶ πεφυρμένους ἐπάγουσα· ἔκστασις δὲ τὸ καὶ λίθοις ἐκ τῆς μανίας βάλλειν τινὰς ἢ ξίφεσι πλήττειν ἑτέρους ἢ | |
10 | καὶ αὑτὸν καὶ σάρκας πολλάκις ἰδίας ἐσθίειν· καὶ ἄλλα ἄττα πολλά εἰσι διαφέροντα. | |
sch plut505 | οὐκοῦν εἶναί φημι: πρῶτα μὲν ἰστέον ὅτι οἱ παλαιοὶ τοῦ ποιητοῦ σχολιογράφοι τὸ “οὐκοῦν” ἀποφατικόν φασιν εἶναι· ὃ οὐδὲ | |
5 | βαναύσῳ ἀνδρὶ λέγειν ἂν παρεχώρη‐ σα. ἡμῶν δὲ ἀκροατέον τοῖς θέλουσι· τὸ “οὐκοῦν” περισπωμένως συμ‐ περασματικὸν καὶ συλλογιστικὸν καὶ ἀποδεικτικόν ἐστι, τὸ δὲ “οὔκουν” | |
10 | βαρυτόνως ἀρνητικὸν καὶ ἀποφα‐ | |
τικόν, οὐκ ἀποφαντικόν· τὸ δ’ ἀπο‐ φατικὸν τοῦ βιβλογράφου ἴσως ἂν ἦν. δευτέρως φασὶ καὶ τὸν στίχον τοῦτον κακόμετρον ἢ καὶ ἄμετρον· | 121 | |
15 | ἡμεῖς δέ φαμεν τετράμετρον κάλ‐ λιστον ἀναπαιστικὸν εἶναι· καὶ πᾶν μέτρον ὡς καὶ λοιπὸν ἅπαν μέχρι σχεδὸν καὶ νυγμῆς καὶ γραμμάτων κεραίας ἠκριβολογημένως ἂν ἔγρα‐ | |
20 | φον, εἰ χάρις τις καὶ τοῦ καλοῦ διάκρισις ἦν ((, μὴ ἀδιαφοροδιχρο‐ νισταὶ δὲ καὶ θατερισταὶ ὑπῆρχον οἱ ἀκροώμενοι καὶ βόρβορον δυσώδη καὶ ἀποπνίγουσαν ᾑρετισμένοι, μὴ | |
25 | ἄρτον δὲ τρώγειν ἀγγέλων)). ἀλλὰ καὶ τὴν συνέπειαν τοῦ λόγου λεκτέον μοι· “οὐκοῦν καὶ λοιπόν φημι εἶναι ὁδὸν ἥντινα βαδίσας ὁ Πλοῦ‐ τος, ἢν βλέψῃ ποτέ, παύσει ταῦτα | |
30 | τὰ ἀτοπήματα καὶ τοῖς ἀνθρώποις ἂν ἀγαθὰ μείζω πορίσειεν”. ἀσυνδέτως δὲ οὕτως ἀττικῶς εἶπε παραλείψας τὸν “καί” σύνδεσμον. | |
sch plut507 | ((ἀλλ’ ὦ πάντων ῥᾷστ’ ἀνθρώπων ἀναπεισθέντ’ οὐχ | |
ὑγιαίνειν δύω πρεσβύτα:)) ἀλλ’ ὦ δύο πρεσβύτα ἐκ πάντων | 122 | |
5 | ἀνθρώπων ῥᾳδίως ἀναπεισθέντες οὐχ ὑγιαίνειν ἤτοι παραφρονεῖν καὶ μωραίνειν—πόθε δὲ ἀναπει‐ σθέντες μωραίνειν; ἐκ τῆς βουλῆς δηλονότι ᾗ βουλεύεσθε βλέποντα | |
10 | ποιῆσαι τὸν Πλοῦτον—· εἰ γὰρ ἀναβλέψει καὶ διανεμηθῇ πᾶσιν ἐπί‐ σης, οὐδεὶς ἂν οὐδεμίαν ἐθελήσῃ τέχνην μετέρχεσθαι· ἠφανισμένων δὲ τῶν τεχνῶν, τί ἂν συμβαίη τῷ | |
15 | βίῳ ἐλεεινότερόν τε καὶ χαλεπώτερον; ἀλλ’ ὁ μὲν νοῦς τοῦ τοιούτου χωρίου τοιοῦτος· λεκτέον δέ μοι βραχέα τινὰ καὶ τὴν τοῦ λόγου συνέπειαν. | |
sch plut508 | δύο πρεσβύτα: τὸ ο ἢ μικρὸν κατὰ τὴν ((τῶν)) Ἰώνων καὶ τὰς λοιπὰς διαλέκτους ὡς κἀνταῦθα —βραχὺ γὰρ νῦν τὸ μέτρον εἶναι | |
5 | αὐτὸ ἀπαιτεῖ—, ἤ ποτε καὶ διὰ μεγάλου τοῦ ω γράφεται ἀττικῶς· μή τις δὲ ((τῶν ἡμετέρων ἀκροατῶν, ὡς τὰ νέα σοφὰ τοῦ βίου καθάρμα‐ τα,)) ὡς δυϊκὸν γράφεσθαι μέγα | |
10 | τολμήσοι εἰπεῖν. ((ἐᾶτε τὰ θατε‐ ριστῶν τοῖς θατερισταῖς,)) ἐπιστη‐ μονικοῖς δὲ κανόσιν ((οἱ ἡμέτεροι)) | |
χρώμενοι λέγετε· πᾶσα λέξις ἐν μιᾷ φωνῇ τὰ τρία γένη σημαίνουσα | 123 | |
15 | ἄκλιτός ἐστιν, ὡς καὶ τὸ δύο, τρία, πέντε καὶ ἕτεροι ἀριθμοί· μιᾷ γὰρ φωνῇ τὰ τρία γένη δηλοῦμεν “δύο” εἰπόντες· δύο γὰρ καὶ ἄνδρας φαμὲν καὶ δύο γυναῖκας καὶ δύο παιδάρια. | |
20 | ποῦ γοῦν ἀκλίτου τοῦ “δύο” τελοῦν‐ τος, εὑρέθη δυϊκὸν ἐν αὐτῷ, ὡς διὰ τοῦτό ποτε καὶ διὰ μεγάλου τοῦ ω γράφεσθαι, ἀττικῇ δὲ τῇ ἐκτάσει τότε λέγειν τοῦτο γράφεσθαι μέγα; | |
25 | ἡ δὲ τοῦ λόγου τοιαύτη συνέ‐ πεια· “ἀλλ’ ὦ δύο πρεσβύτα συγ‐ χορευταὶ καὶ συμπαίστορες φλυα‐ ρίας καὶ φρενῶν παρακοπῆς, ἀνα‐ πεπεισμένοι ῥᾳδίως οὐχ ὑγιαίνειν | |
30 | ἤτοι μωραίνειν, εἰ τοῦτο ὃ ποθεῖτε ὑμεῖς γένοιτο καὶ βλέψοι ὁ Πλοῦ‐ τος, οὐ λυσιτελήσει ὑμῖν”. | |
sch plut511 | ((οὔτε τέχνην ἂν τῶν ἀν‐ θρώπων:)) τέχνην καλεῖ νῦν τὸ πᾶν τῶν βαναύσων τεχνῶν σύστημα, | |
σοφίαν δὲ τὰς λογικὰς τέχνας καὶ ἐπι‐ | 124 | |
5 | στήμας. ἄμφω δὲ τούτων ἠφανισμέ‐ νων, ἐθελήσοι ἂν τίς ἐργάζεσθαί τι, χαλκεύειν, ναυπηγεῖν, ῥάπτειν, τροχοποιεῖν ἤτοι ἁμαξουργεῖν, ἢ πλινθουργεῖν, καὶ πλίνθους ἐργά‐ | |
10 | ζεσθαι, οἰκοδομῆς ἕνεκα ἢ πέδιλα καὶ καλτίους κατασκευάζειν ἀπὸ σκυτῶν καὶ δερμάτων ἢ σκυτο‐ δεψεῖν καὶ βυρσεύειν—δεψῶ γὰρ τὸ μαλάττω καὶ ἁπαλύνω—; | |
sch plut515 | ἢ γῆς ἀρότροις: ἢ ἀροτριᾶν γῆν καὶ στάχυν θερίσασθαι. ἡ δὲ συνέπεια· “ἢ θελήσει, γῆς δάπεδον ῥήξας ἀρότροις, Δηοῦς καρπὸν | |
5 | ἤτοι στάχυν θερίσαι”. | |
sch plut517 | λῆρον ληρεῖς: ἀδολεσχία μὲν ἀλλαχοῦ ὁ τοιοῦτός ἐστι διπλα‐ σιασμός· νῦν δὲ προσφυῶς ἀττικῶς ἕνεκα γέλωτος τῆς κωμῳδίας παρεί‐ | |
5 | ληπται. | 125 |
sch plut521a | ((ἔμπορος ἥκων:)) ἔμπο‐ ρος κυρίως ὁ διὰ θαλάσσης περῶν καὶ μεταβιβάζων τινὰ χρειώδη καὶ ἐμπολῶν. νῦν δὲ τὸν πράτην ἁπλῶς | |
5 | καὶ καταχρηστικῶς ἔμπορον λέγει. | |
sch plut521b | παρὰ πλείστων ἀνδρα‐ ποδιστῶν: ἀπὸ τῶν πολλῶν ἥκων ἀνδραποδιστῶν ἤτοι ἐκ Θετταλίας, οὗ πολλοί εἰσιν οἱ ἀνδραποδισταί. | |
5 | διαβάλλονται δὲ οἱ Θετταλοὶ ὡς ἀνδραποδισταὶ καὶ πανοῦργοι ἀπό τε Ἰάσονος ἀφηρπακότος τὴν Μή‐ δειαν καὶ Διοτίμου τοῦ Θετταλοῦ ὑποσχεθέντος, εἰ νικήσει πολέμῳ, | |
10 | θῦσαι θυσίαν θεοῖς, μετὰ τὴν νίκην δὲ ψευσαμένου, κἀκ τῶν λοιπῶν Θετταλῶν ὅσα Φωκεῦσι καὶ Ἀθη‐ ναίοις καὶ πρὸ τῶν χρόνων τοῦ Ξέρξου καὶ τούτου τοῖς χρόνοις καὶ | |
15 | μετὰ τοῦτον ἐσκαιωρήκεσαν. “ἀνδρα‐ ποδιστής” δὲ ὡς ἀποδιδοὺς καὶ | |
πιπράσκων ἀνδράποδα λέγεται, καὶ “ἀνδράποδον” δὲ ὅτι ἀνὴρ καὶ ἄνθρωπός τίς ἐστι πιπρασκόμενος. | 126 | |
sch plut525 | ὡστ’ αὐτὸς ἀροῦν: “ὥστε ἀναγκαζόμενος αὐτὸς καὶ σὺ δι’ ἑαυτοῦ σκάπτειν καὶ τἄλλα ποιεῖν, ὀδυνηρότερον πολὺ διατρίψεις καὶ | |
5 | διάξεις καὶ διαζήσεις βίον τοῦ νῦν οὗ φῂς ὀδυνηροῦ βίου σοι”. καὶ ὁ Χρεμύλος τοῦτο ἀκούσας φησὶ τῇ Πενίᾳ· “ἐς σὲ καὶ ἐς τὴν σὴν κεφα‐ λὴν τραπείη ὁ ὀδυνηρότερος βίος οὗ | |
10 | ζῶ”. τὸ σχῆμα δὲ τοῦτο ἀπόπεμψις καὶ ἀποπόμπησις καλεῖται. | |
sch plut527 | οὐ γὰρ ἔσονται οἱ ταῦτα ἐργαζόμενοι. | |
sch plut528 | ((ἔτι οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν· οὐ γὰρ ἔ‐ σονται·)) οὔτε τάπησιν: οὐχ ἕξεις ἐν κλίνῃ καταδαρθεῖν καὶ | |
5 | κοιμηθῆναι οὔτε τάπησι. τάπητες οὐχὶ τὰ μαλλωτά, ὥς φασί τινες, ἀλλὰ πάντα τὰ ὑποστρώματα, ὡς Ὅμηρος δείκνυσι λέγων· | |
„χλαινάων τ’ ἀνεμοσκεπέων οὔλων τε ταπήτων“. | 127 | |
10 | καὶ τάπητες μὲν πάντα τὰ ὑφαντὰ περιστρώματα· δάπιδες δὲ τὰ ἐκ δερμάτων γινόμενα, οἷα ἐν Κύπρῳ ποιοῦσιν ἃ καὶ θύραις ναῶν προσαρ‐ τῶνται κἀν τῷ θέρει ταῖς κλίναις | |
15 | ὑφαπλοῦνται. | |
sch plut529 | ((οὔτε)) μύροισι μυρίσαι στακτοῖς: τῶν μύρων τὰ μέν εἰσι στακτὰ ἤτοι ὑγρά, ὡς τὸ ῥόδων καλούμενον στάγμα καὶ ἕτερα· τὰ δὲ | |
5 | χριστά, οἷς αἱ ἁβρότεραι τῶν γυναι‐ κῶν περιχρίονται· τὰ δὲ ἀρωματικά, ὑποκαιόμενα πυρὸς ἄνθραξι καὶ εὐω‐ διάζοντα. ὁ δὲ νοῦς· “οὔθ’ ὅταν νύμφην νυμφαγωγῆτε προόδοις ταῖς | |
10 | νυμφικαῖς, ἕξεις εὐωδιάσαι ταύτην μύροις ὑγροῖς δηλονότι οὐδὲ ἑτέροις, οὔτε κοσμῆσαι ταύτην ἀναλώμασι (530) καὶ ἐξόδοις βαπτῶν ἱματίων ποικιλομόρφων”· ἃ πλουμαρικὰ | |
15 | καὶ ποικιλτικὰ καὶ βλαττία καλεῖται, καὶ οἱ ταῦτα δὲ ἐργαζόμενοι ποικιλταί. | |
sch plut535a | σὺ γὰρ ἂν ((πορίσαι)): τῆς Πενίας εἰπούσης ὅτι παντὸς ἀγαθοῦ γίνεται δι’ αὐτῆς εὐπορία τοὺς χειροτέχνας ἀναγκαζούσης πάν‐ | |
5 | τα ἐργάζεσθαι, φησὶν ὁ Χρεμύλος· “σὺ δυνηθείης ἀγαθόν τι πορίσαι πλὴν φῴδων καὶ φλυκταινῶν καὶ φλοίδων καὶ ἐκκαυμάτων ἐκ βαλα‐ νείου καὶ παιδαρίων πεινώντων | 128 |
10 | καὶ κλαυθμυριζομένων διὰ τροφὴν καὶ γραϊδίων κολοσυρτὸν ἤτοι θόρυβον καὶ φθειρῶν ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν; αἳ ψύλλαι περὶ τὴν κεφαλὴν καὶ τὰ | |
15 | ὠτία εἰσδῦσαι βόμβον ἐμποιοῦσαι ἀνιῶσι καὶ θλίβουσιν ἐπεγείρουσαι καὶ λέγουσαι· πεινήσεις εἰ καθεύ‐ δεις δηλονότι, ἀλλ’ ἐπανίστασο”. γλυκὺς δὲ καὶ ἔμψυχος ὁ λόγος ἐστίν· | |
20 | ὀφείλων γὰρ οὕτω ῥητορικῶς εἰπεῖν πιθανῶς καὶ κεκολασμένως “ἐπε‐ γείρουσαι” καὶ μονονοὺ “φράζου‐ σαι· πεινήσεις”, ἀφεὶς πιθανῶς καὶ ῥητορικῶς οὕτως εἰπεῖν, ποι‐ | |
25 | ητικωτέρως ἐμψύχως εἰρήκει τὸν λόγον ἡδύτερον ἐργαζόμενος. ταῦτα δὲ εἶπε Χρεμύλος ἀπὸ τῶν συμβαι‐ νόντων τοῖς ἐνδεέσι τε καὶ πτωχοῖς. | |
sch plut535b | φῴδων: τῶν ἐκ πυρὸς ἐκ‐ | |
καυμάτων· φῲς φωῒς φωΐδων καὶ φῴδων, μένοντος τοῦ ἰῶτα προσγε‐ γραμμένου. λέγονται φωῗδες καὶ φῷ‐ | 129 | |
5 | δες καὶ τὰ ἐκ ψύχους ἐκκαύματα, ὡς καὶ Ἱππώναξ φησί· “πρὸς τὴν μαρίλλαν τὰς φωῗδας θερμαίνων”. μαρίλη δ’ ἐστὶ τὰ λεπτὰ τῶν ἀνθράκων. βαλανεῖον παρὰ τὸ ἐκ‐ | |
10 | βάλλειν φησὶ τὰς ἀνίας. | |
sch plut536 | ((κολοσυρτόν:)) κολοσυρ‐ τὸς ὁ θόρυβος καθ’ ἡμᾶς ἀπὸ τῶν κόλων καὶ κολοβῶν ἤτοι τμηθέντων ἐν τοῖς ὄρεσι ξύλων καὶ συρομένων | |
5 | ἐν ὕλῃ βαθείᾳ καὶ ποιούντων ὀρυγ‐ μαδὸν καὶ συγκλάσεις. | |
sch plut537 | ὁ φθεὶρ καὶ ὁ κώνωψ καὶ ὁ κόρις ἀρσενικά. ἡ ψύλλα δὲ τῶν ψυλλῶν τὸ μὲν ζῳύφιον θηλυκῶς λέγεται· Ψύλλοι δὲ ((καὶ)) Ψύλλων | |
5 | ἀρσενικῶς ἔθνος λιβυκόν. καὶ ἡ φθεὶρ δὲ καὶ ἡ κώνωψ καὶ ἡ κόρις, εἰ βουλη‐ | |
θείη τις, καὶ θηλυκῶς ἀττικῶς εἴπῃ, κἂν καὶ ὁ μέγας Ὀρφεὺς ἐν ταῖς Δωδεκαετηρίσιν ἀρσενικῶς κόριας | 130 | |
10 | λέγῃ· “καὶ κόριες μιαροὶ καὶ ἔσχατοι ἀμφαφάασθαι”. | |
sch plut541 | ἣ τοὺς εὕδοντας: ἥτις στιβὰς οὐχὶ ἡ κόρις—“ὁ κόρις” γὰρ ἔφην—· ἥτις στιβὰς ἡ ἐκ σχοίνων ἤγουν βρούλλων ἐγείρει | |
5 | τοὺς εὕδοντας τῷ πλήρης κόρεων εἶναι. | |
sch plut542 | φορμὸν: κοφινίσιον, σπυ‐ ρίδα. | |
sch plut543 | ((σιτεῖσθαι δὲ)) ἀντὶ μὲν ἄρτων: ἄρτος ὁ ἄρτιος καὶ οἱονεὶ τέλειος καὶ μέγας καὶ ὁλόκληρος ψωμός· μάζα δὲ οὐ τὸ παρὰ Ἀλεξαν‐ | |
5 | δρέων ἐφευρεθὲν εἰς διαμονὴν πυρὶ πεφρυγμένον ἀρτίδιον, ὡς τέως οἱ | |
σοφοὶ γράφουσι βούβαλοι μηδὲ τὴν μάζαν βοῶσαν αἰδούμενοι μὴ ἄζαν καὶ ξηρὰν εἶναί τινα ἢ μάζαν καὶ | 131 | |
10 | τρυφεράν. ἔστι γὰρ ἡ μάζα λεπτόν τι ἀρτίδιον ἢ ἐλαίῳ τηγάνῳ ἑψόμενον ἢ καὶ καμίνῳ ἐλαίῳ κεχρισμένον ἢ ἄνευ ἐλαίου, ποτὲ δὲ καὶ ἡδύσματα ἔνδον ἔχον μυρία, ὃ καὶ κυρίως μάζα | |
15 | καλεῖται. ((“ἀλλ’ οὐ δυνατὸν τοὺς ἀνοήτους τούτων γνώμας προδιδάσκειν”.)) | |
sch plut544a | ἰσχνῶν: λεπτῶν. | |
sch plut544b | ῥαφανὶς ἡ ῥέπανος· ῥάφανος δὲ ἡ κράμβη. | |
sch plut545a | θράνους: ὑποποδίου, θρό‐ νου. | |
sch plut545b | μάκτρας: ζυμωτικῆς σκά‐ φης. | |
sch plut546a | πιθάκνης: πίθου. | |
sch plut546b | ἐρρωγυῖαν: κατερρηγμέ‐ | |
νην. | 132 | |
sch plut548 | τὸν τῶν πτωχῶν δ’ ὑπε‐ κρούσω: “οἷς εἶπας οὐ πενίαν ὑπεκρούσω καὶ ἔπληξας καὶ ἐμω‐ μοσκόπησας, ἀλλὰ πτωχείαν”. δια‐ | |
5 | φέρει γὰρ προσαίτης, ἐνδεής, ἄπορος, πτωχός, πένης καὶ ἕτερα· προσαίτης γὰρ ὁ διατροφὴν αἰτῶν, ἐνδεὴς ὅ τινος στερισκόμενος, ἄπορος ὁ μὴ ἐκ τρόπου τινὸς πόρον ἔχων τῶν ζωαρ‐ | |
10 | κῶν, πτωχὸς δὲ ὁ πρώην μὲν ἔχων, εἶτα τοῦ ἔχειν ἐκπεπτωκώς, κἄν τινες ἀπὸ τοῦ πτώσσειν τοῦτό φασι, πένης δὲ ὁ χειροεργάτης καὶ τέχνης τινὸς ἔμπειρος λέγεται, ἀπὸ τοῦ τὰ | |
15 | ζωαρκῆ ἔχειν ἐκ τοῦ πονεῖν καὶ πένεσθαι καὶ ἐργάζεσθαι. | |
sch plut550 | ὑμεῖς ((γ’ οἵπερ καὶ Θρασυβούλῳ)): ὑμεῖς γε, φησί, τὴν πενίαν καὶ πτωχείαν ἀδελφὰς νομίζετε εἶναι ἤτοι ἓν ὑπάρχειν, | |
5 | οἵτινες καὶ τοὺς τυραννοκτόνους, ὡς Θρασύβουλον τὸν ἐν Ἀθήναις τοὺς τριάκοντα τυράννους καθελόντα, καὶ | |
τοὺς τυράννους, ὡς τὸν Σικελίας τύραννον Διονύσιον, ὁμοίους εἶναί | 133 | |
10 | φατε. | |
sch plut555 | ὡς μακαρίτην ((ὦ Δάμα‐ τερ)): λίαν αὐτοῦ τοῦ πένητος μα‐ καρίτην καὶ νεκρόβιον εἶναι λέγεις τὸν βίον καὶ τὴν ζωήν, εἰ πονῶν καὶ | |
5 | φειδόμενος οὐδὲ ((τὰ)) πρὸς ἐνταφια‐ σμὸν καταλείψει. “μάκαρ” καὶ “μακάριος” ὁ ζῶν καὶ εὐδαίμων· “μακαρίτης” δὲ ὁ τεθνηκώς. τὸ δὲ “ὦ Δάματερ” ὡς γεωργικὸς ὢν | |
10 | καθ’ ἡμᾶς ὄμνυσιν, ἀλλ’ οὐ κατά τινας καταμωκώμενος Δωριέων ὡς ((καὶ)) οὕτω δῆθεν ὀμνύντων. τὸ δὲ “μάκαρ” καὶ “μακάριος” ἐτυμολογεῖν μὲν οὐ δύναμαι, οὐδέ γε τοῖς ταῦτα κακῶς | |
15 | ἐτυμολογοῦσι βούλομαι πείθεσθαι· εἰ γὰρ ἀπὸ τοῦ “μὴ 〈Κῆρεσ〉” μήκηρες | |
ἠτυμολογοῦντο καὶ μάκαρες, μα‐ κρὸν ἂν τὸ μα καὶ οὐ βραχὺ τεχνικω‐ τάτοις ἀνδράσιν ἐδέχετο. | 134 | |
sch plut559 | ((καὶ γαστρώδεις καὶ παχύκνημοι)) παρ’ αὐτῷ μὲν γὰρ: παρὰ τῷ Πλούτῳ γὰρ ἤτοι τοῖς πλουσίοις πάθη τοιαῦτα συμ‐ | |
5 | βαίνουσι, καὶ ὑπερσαρκώσεις καὶ πλημμελεῖς πιμελαί, διά τε τὸ ἀδδη‐ φαγεῖν καὶ ἐπ’ ἀκατεργάστοις ἐνίοτε. | |
sch plut560a | τὸ δὲ “ἀσελγῶς” ἀσώτως, αἰσχρῶς. | |
sch plut560b | εἴρηται δὲ τὸ “ἀσελγῶς” ἀπὸ τῶν ἐν Σέλγῃ πόλει τῆς Πισιδίας κατά τινας μὲν σεμνῶς βιοῦν οἰομένων· “ἀσελγῶς” “μὴ σεμνῶς”, ὁμοίως τάχα τοῖς Σελγαίοις, ἀλλ’ αἰσχρῶς. κατὰ δὲ τοὺς ἐπισκεπτικώτερον τὸ ἔθνος εἰδότας Κίλιξι καὶ Ἀρμενίοις ὅμορον ὂν καὶ ὁμότροπον, “ἀσελγῶς” “αἰσχρῶς” | |
5 | ἐπιτατικώτερον, ὡς οἱ τῆς Σέλγης οἰκήτορες. | |
sch plut561 | ((παρ’ ἐμοὶ δ’ ἰσχνοὶ:)) παρ’ ἐμοὶ δ’ ἰσχνοὶ καὶ κατάλεπτοι καὶ κατάξηροι, σφηκώδεις τε καὶ ὑπόλεπτοι· ὁ σφὴξ γὰρ κατὰ τὰ μέσα | |
5 | πάνυ διάλεπτος καὶ πρὸς φυγὴν ὠθεῖ καὶ ἀνθρώπους ἀντιταττόμενος· τοι‐ | |
οῦτοι δὲ καὶ οἱ πένητες τῇ μορφῇ. | 135 | |
sch plut563 | ((περανῶ σφῶϊν:)) “περα‐ νῶ” βραχύ, “περάνω” μακρὸν ((ἀ‐ διαφοροδίχρονοι))· ἐνταῦθα δὲ βραχὺ ὁ στίχος αὐτὸ ἀπαιτεῖ. | |
sch plut564a | κοσμιότης: σεμνότης, κα‐ τάστασις. | |
sch plut564b | τοῦ Πλούτου δ’ ἐστὶν ὑβρίζειν: ἀλαζονεύεσθαι, ὑπερη‐ φανεύεσθαι. | |
sch plut565 | πάνυ γοῦν κλέπτειν: ἐπεὶ συμβαίνει κἀκεῖνα τοῖς πένησι καὶ τὸ κλέπτειν δὲ καὶ τοιχωρυχεῖν πενήτων ἐστίν, ἕνεκα τοῦ γελοίου Χρεμύλος | |
5 | καὶ ταῦτα ἐπάγει ἀστεϊζόμενος. | |
sch plut567 | τοὺς ῥήτορας: τοὺς δημα‐ γωγούς, τοὺς νομοθέτας· ῥήτορας γὰρ δημαγωγοὺς ἐν ταῖς Ἀθήναις καθίστων. | |
sch plut571 | ((σφόδρα βάσκανος οὖ‐ σα:)) βάσκανος· πικρά, φθονερά. κατὰ μὲν ἄλλους φάσκανος καὶ | |
βάσκανος ἡ καίνουσα δῆθε φθονερῷ | 136 | |
5 | βλέμματι· κατὰ δ’ ἡμᾶς ἡ ἐπιβλαβὲς πρόσφθεγμα ἔχουσα, ἡ ἐν τῷ βάζειν καὶ βάσκειν καίνουσα. | |
sch plut572 | μηδὲν ταύτῃ γε κοσμή‐ σῃς: μηδὲν ταύτῃ καὶ οὕτως ἐπικοσμήσῃς, καλλύνῃς, κατασκευά‐ σῃς τοὺς λόγους δηλονότι, ὅτι ζητεῖς | |
5 | δεῖξαι πενίαν τοῦ πλούτου καλλίω. | |
sch plut575 | φλυαρεῖς: μάτην λέγεις· ἀπὸ τῶν φλυόντων καὶ ἀναβραζόντων ἐν λέβησιν ὑδάτων. “πτερυγίζεις” δὲ ἀδυνάτοις κατασκευαῖς ἐπιχειρεῖς· | |
5 | ἀπὸ τῶν ἔτι ἀτελῆ πτερὰ ἐχόντων ὀρνιθαρίων καὶ κινούντων αὐτὰ ὡς δῆθε πρὸς πτῆσιν. | |
sch plut576 | ((ὅτι)) βελτίους ((αὐτοὺς)) ποῶ: δαιμονία τοῦ ἀλιτηρίου κατα‐ σκευὴ κατασκευάζοντος “πῶς φεύ‐ γομεν τὴν Πενίαν;” λεγούσης αὐτῆς· | |
5 | “διὰ τὸ βελτίους ποιεῖν ἡμᾶς, κἀκ τῶν παίδων δὲ τοῦτο ἂν γνοίη τις· τοὺς γὰρ πατέρας φεύγουσι τὰ | |
ἄριστα φρονοῦντας αὐτοῖς”. | 137 | |
sch plut580 | ταύτην: ἤγουν σὲ ἢ τὴν ἐκ σοῦ πεμπομένην πενίαν. | |
sch plut581 | Κρονικαῖς γνώμαις: ἀρ‐ χαίοις μωροῖς διανοήμασι τὸ τοῦ νοὸς σιφλιῶντες ὄμμα καὶ μὴ ὀρθῶς βλέποντες ἤτοι νοοῦντες. | |
sch plut582 | ὁ Ζεὺς δήπου πένεται: παραχρηστικῶς “ἐνδεής ἐστι καὶ πτωχός”. καὶ γελοίως τοῦτο κατα‐ σκευάζει ἐκ τοῦ τοὺς Ὀλυμπιονίκας | |
5 | θαλῷ ἐλαίας στεφανοῦσθαι· οὐ γὰρ δωρίτης καὶ χρηματίτης ἦν ὁ ἀγών. “δι’ ἔτους” δὲ “πέμπτου” εἶπεν, ἐπεὶ τεσσάρων παραδραμόντων ἐνιαυτῶν ὁ ὀλυμπιακὸς ἐτελεῖτο | |
10 | ἀγών, εἷς μὲν διὰ μθʹ μηνῶν, ἕτερος δὲ διὰ μηνῶν νʹ, καὶ ἀεὶ οὕτως ἀμοι‐ βαίως ἐγίνοντο αἱ Ὀλυμπιάδες τεσ‐ σαρακονταεννεάμηνοι καὶ πεντηκον‐ τάμηνοι· τοῦτο ἐξ ἀνθρώπου γράφειν | 138 |
15 | ἠκριβωμένως εἰδότος ἀλλὰ μὴ ἐκ γαστρὸς φθεγγομένου σημείωσαι. | |
sch plut586 | κοτίνῳ στεφάνῳ: κοτινίνῳ καὶ ἀγριελαίου στεφάνῳ. παραχρη‐ στικῶς δὲ ἢ μᾶλλον, ἀτρεκεστέρως με φάναι, ἐψευσμένως εἶπε “κοτίνῳ”. | |
5 | καλλιελαίου γὰρ ἐλαίας στεφάνῳ ἐστεφανοῦντο οἱ Ὀλυμπίᾳ νικῶντες, ἀλλ’ οὐ κοτίνῳ ἤτοι ἀγριελαίου ἐλαίας. οὐκ ἦν δ’ ἀναγκαῖον καὶ περὶ τῆς καλλιελαίου εἰπεῖν· ἐπεὶ δὲ | |
10 | πεφυρμένως οἱ παλαιοὶ περὶ ταύτης φασὶ σχολιογράφοι, πῇ μὲν λέγοντες ὡς ἐν Ἀθήναις παρὰ τὸν Ἰλισσὸν ποταμὸν πεφυτευμένη ἐστὶ περιῳ‐ κοδομημένη καὶ ζημία μεγάλη ἐστὶ | |
15 | τῷ θίγοντι ταύτης, ἐκ ταύτης οἱ Ἠλεῖοι τοὺς ἐν Ὀλυμπίᾳ στεφάνους τοῖς ἀθληταῖς ἔφερον, καὶ ὅτι Ἡρα‐ | |
κλῆς φέρων ἐκ τοῦ καρποῦ ταύτης ἐν Ὀλυμπίᾳ ἐφύτευσε, δέον καὶ | 139 | |
20 | τοῦτο δηλῶσαι τοῖς χρῄζουσιν· ἐν Ὀλυμπίᾳ τὸ πρὶν οὐκ ἦν ἐλαίας θαλός· ἡλιοθερὴς δὲ καὶ ἄδενδρος ὑπῆρχεν ὁ τόπος, ὥς φησι Πίνδαρος· Ἡρακλῆς δὲ ἐπὶ Σκυθίαν σταλεὶς | |
25 | τὴν Ταϋγέτης ἀποκομίσαι χρυσόκε‐ ρων ἔλαφον τὴν ἀνατεθειμένην τῇ Ὀρθωσίᾳ ἤτοι Ἀρτέμιδι, ἐκεῖθε τὰς καλλιελαίους εὑρὼν ἐς Ὀλυμ‐ πίαν ἀποκομίσας ἐφύτευσε. φησὶ γὰρ | |
30 | οὑτωσί πως· “Ἴστρου τάν ποτε σκιερᾶν ἐκ παγᾶν ἔνεικεν Ἀμφιτρυωνίδας μνᾶμ’ ἔμμεναι Ὀλυμπίᾳ”. ὅτι δ’ ἐν ὑπερβορέοις Σκύθαις | |
35 | ἐλαῖαι, μὴ διαπόρει· ἐγὼ γὰρ πρὶν τοῦτο διαπορῶν, μόλις ἐπέγνων ἐκ Ζηνοθέμιδός τε καὶ λοιπῶν τῶν περιοδευσάντων τοὺς τόπους. | |
sch plut589 | λήροις ἀναδῶν: ἀναδέων | |
καὶ ἀναδῶν καὶ δεσμῶν καὶ στεφα‐ νῶν τοὺς νικῶντας ἐν λήροις καὶ φύλλοις καὶ φλυαρίαις. ἢ λείροις καὶ | 140 | |
5 | λειρίοις, τοῖς παρά τισι μὲν κρίνοις καλουμένοις, τοῖς δὲ φροντισταῖς ἀτρεκείας τοῖς ἐκ τῆς γῆς πᾶσιν ἄνθεσιν, ὡς ἀκριβέστερον πάντων τὰ ὑποψελλίζοντα διδάσκει παιδάρια, | |
10 | κἂν ἐκφωνοῦντα ταυτὶ τὸ ῥῶ πρὸς λάμβδα μετάγωσιν. | |
sch plut590 | περιάψαι: προσάψαι, περι‐ θεῖναι. | |
sch plut591 | ἀνελεύθερός ((ἐσθ’ οὑ‐ τωσὶ)): ἀγεννής, φειδωλός, ἀκριβής, γλίσχρος. τὸ δὲ “ἀκριβής” ἐπὶ αἴνου πλέον λαμβάνεται, “ἀκριβὴς τοξό‐ | |
5 | της, ἀκριβὴς ῥήτωρ”. καὶ τἄλλα, τουτέστιν ὁ ἠκριβωμένος περὶ τὴν τέχνην καὶ ἀμεμφής. | |
sch plut593 | τὸ γὰρ ἀντιλέγειν ((τολ‐ μᾶν ὑμᾶς)): “τοιαῦτα—φησὶν ἡ Πενία—ληρεῖτε ἀστεῖα καὶ γελοιώ‐ δη· τὸ γὰρ τολμᾶν ἀντιλέγειν | |
5 | ὑμᾶς ὅτι πάντα τὰ ἀγαθὰ ὑμῖν ἐστι διὰ τὴν Πενίαν”. λείπει τὸ “οὐκ ἔστιν”, ἤτοι “οὐ γὰρ δύνασθε | |
πρὸς τοῦτο ἀντιλέγειν”. | 141 | |
sch plut594 | ((παρὰ τῆς Ἑκάτης ἔξε‐ στιν: Ἑκάτη,)) Ἄρτεμις καὶ Σελή‐ νη ἡ αὐτή ((ἐστι))· τὴν δὲ τῆς Ἑκάτης ἱστορίαν ἐν τῷ κειμένῳ | |
5 | λέγει ὁ κωμικός, ὅτι κατὰ σελήνην οἱ μὲν πλούσιοι δεῖπνα τῇ Ἑκάτη ἐν ταῖς τριόδοις ἐτίθουν, οἱ δὲ προσαῖται καὶ ἐνδεεῖς ταῦτα πεινῶντες ἀφήρ‐ παζον καὶ κατήσθιον. | |
sch plut600 | οὐ γὰρ πείσεις ἡμᾶς ὡς πενία καὶ τὸ πεινῆν κρεῖττον τοῦ πλουτεῖν καὶ τρυφᾶν. λέγεται δὲ ἡ παροιμία τὸ “οὐ πείσεις οὐδ’ ἢν | |
5 | πείσῃς” ἐπὶ τῶν ἠκριβωμένως τι | |
εἰδότων. | 142 | |
sch plut601 | ὦ πόλις Ἄργους: ἐκ Τηλέφου Εὐριπίδου τοῦτο· σχετλιά‐ ζουσαν δὲ τὴν Πενίαν φέρει τρα‐ γικῶς τοῦτο λέγουσαν. | |
sch plut602 | ((Παύσωνα κάλει:)) Παύ‐ σων ζωγράφος ἦν πένης, ὃν διὰ τὸ πένητα εἶναι σύντροφον Πενίας καλεῖ. | |
sch plut604 | ἔρρ’ ἐς κόρακας: φθείρου βᾶσά ποι πρὸς τόπους ἐρήμους· ἢ ἐς κόρακας ἀπελθοῦσα τούτοις κατα‐ βρώθητι. | |
sch plut606 | ἐς τὸν κύφωνα ἀλλ’ οὐ μέλλειν: κύφων δὲ δεσμὸς βαρύνων τοὺς τραχήλους τῶν δεσμουμένων. | |
sch plut609 | μεταπέμψεσθον: “στεί‐ λαντές τινά με καλέσετε πρὸς ὑμᾶς ἐλθεῖν”. τοῦτο γάρ ἐστι κυρίως τὸ “μεταπέμψεσθον”. | |
sch plut611 | κρεῖττον γάρ μοι: τοῦτο ἠθικώτατον ἀστεῖον· ἀντὶ τοῦ “ἀ‐ συγκρίτως ἐμοὶ τὸ πλουτεῖν κρεῖττόν ἐστιν”. | |
sch plut612 | σὲ δ’ ἐᾶν κλάειν μακρὰ καὶ μεγάλα. “τὴν κεφαλήν” δὲ | |
περιττῶς ἀττικῶς κεῖται· οὐχὶ “κλά‐ ειν ἐς τὴν κεφαλήν”· οὔτε ἔξωθε | 143 | |
5 | νοητέον “τύπτουσαν μακρὰ τὴν κε‐ φαλήν”· ἀλλ’ οὕτω περιττῶς ((ὡς)) ἔθος πολλὰ τιθέναι τοῖς Ἀττικοῖς, ὡς τὸ “παίζεις ἔχων”—τὸ “ἔχων” περιττῶς κεῖται—, “οὐράνιόν γ’ | |
10 | ὅσον”—τὸ “ὅσον” περιττῶς—, καὶ ἕτερα μυρία, ὡς καὶ τὸ “κλάειν μακρὰ τὴν κεφαλήν”. καὶ ὁ Βλεψίδημος, συμμαρτυρῶν τῷ Χρε‐ μύλῳ (613), ἠθικωτάτως φησί· “νὴ | |
15 | τὸν Δία”, ἔγωγε βούλομαι πλουτῶν χαίρειν, τρυφῶν μετὰ τῶν παίδων (615) καὶ τῆς γυναικός, καὶ λου‐ σάμενος λιπαρὸς καὶ κατάχριστος (617) ἐλαίῳ χωρῶν καὶ ὑποστρέφων | |
20 | ἐκ βαλανείου, καθ’ Ἡρόδοτον ἀποματαΐσαι καὶ κάτωθε πνεύματα (618) πέμψαι καὶ καταπαρδεῖν τῶν χειροτεχνῶν καὶ τῆς Πενίας. | |
sch plut619 | ἡπίτριπτος: ἡ πολλοὺς ἐπιτρίβουσα καὶ δαπανῶσα Πενία· ἢ ἡ ἀξία ἐπιτριβῆναι καὶ ἀπολέσθαι. ταῦτα δέ φησιν ὡς τῆς Πενίας | |
5 | ὑποχωρησάσης. | |
sch plut620 | ((ὡς τάχιστα)) τὸν θεὸν: τὸν Πλοῦτον. ἐγκατακλινεῖν δὲ θεὸν εἶπεν ἐς Ἀσκληπιοῦ τοῦ τῆς κωμῳ‐ δίας ἕνεκα γέλωτος· πῶς γὰρ οὐ | 144 |
5 | γελοῖον ἀκοῦσαι θεὸν θεραπείας δεό‐ μενον καὶ ἰατρείῳ ἀνακλινόμενον; ὁ Ἀσκληπιὸς δὲ θεῶν ἰατρός. | |
sch plut623 | τι τῶν προὔργου ποιεῖν: μή τις πάλιν ἐλθὼν διακωλύσῃ ἡμᾶς ποιεῖν τι τῶν προὔργου, ἤτοι τι τῶν πρὸ τοῦ σπουδαζομένου | |
5 | ἡμῖν ἔργου, ἤτοι τοῦ ἀναβλέψαι τὸν Πλοῦτον. | |
sch plut624 | ἐκφέρειν ἐχρῆν: ἔκφερε, ἔξαγε. | |
sch plut625a | ἄγειν: ἄγε. | |
sch plut625b | ὡς νομίζεται: ὡς νόμιμον, νῦν ὡς ἔθος ἐστίν. | |
sch plut626 | καὶ τἄλλ’ ὅσα: καὶ τὰ ὅσα ἐστὶν ηὐτρεπισμένα πρὸς θυσίαν. | |
sch plut627 | ((ὦ πλεῖστα Θησείοις:)) Χοροῦ μέρος ἢ Καρίων. ἀναβλέψαν‐ τος ἐς Ἀσκληπιοῦ τοῦ Πλούτου, τὶς τοῦ χοροῦ, μᾶλλον δὲ ὁ Καρίων | 145 |
5 | ἄγγελος τῷ Χορῷ γίνεται ταύτης τῆς ἀγαθῆς συμφορᾶς, καί φησιν· “ὦ γέροντες ἄνδρες, πλεῖστα καὶ πολλάκις ἐν τοῖς Θησείοις καὶ τῇ ἑορτῇ τῇ τῷ Θησεῖ τελουμένῃ | |
10 | μεμυστιλημένοι καὶ ῥοφοῦντες ζωμὸν ἐπ’ ὀλιγίστοις ἀλφίτοις καὶ ἄρτοις, ἤτοι πένητες, κοίλῳ βραχεῖ ἄρτῳ πρὶν ἐν τοῖς Θησείοις ἀρυόμενοι καὶ ἐσθίοντες ζωμόν, ὡς | |
15 | (629) καὶ λίαν εὐτυχεῖτε, λίαν μακαρίως πράττετε, ἄλλοι τε πάντες ἀγαθοί”. ἡ δὲ τῶν Θησείων ἱστορία τοιάδε· Θησεὺς ὁ Αἰγέως παρὰ τοῦ πατρὸς τὴν βασιλείαν Ἀ‐ | |
20 | θηναίων διαδεξάμενος ἑκοντί, ὥσπερ καὶ Διοκλητιανὸς ὕστερον, τοῦ βασι‐ λεύειν ἀπέστη καὶ τὴν βασιλείαν τῶν Ἀθηναίων δημοκρατίαν ἐποίησε. Λύκῳ δέ τινι κατηγορηθεὶς ἢ ὅτι | |
25 | τοὺς Παλλαντίδας ἀνεῖλε συγγενεῖς ὄντας καὶ αὐτῷ πρὸς τῆς βασιλείας ἐπιβουλεύσαντας, ἢ ὅτι τὴν Ἑλένην ἁρπάσας τοὺς Διοσκόρους στρατεῦ‐ σαι καὶ πορθῆσαι τὰς Ἀθήνας | 146 |
30 | ἐκίνησεν, ἢ καὶ διὰ τὰ ἀμφότερα κατηγορηθεὶς Λύκῳ τῷ Ἀθηναίῳ ἐκείνῳ καὶ ὀστρακισθεὶς ἐν Σκύρῳ νήσῳ Δολόπων ἀναιρεῖται ἢ δόλῳ τοῦ Λυκομήδους, ὃς ἦν δυναστεύων | |
35 | Σκύρου, ἢ μόνος ὀλισθήσας καὶ πεσὼν ἐκ κρημνοῦ. ὕστερον δὲ λιμοῦ καὶ λοιμοῦ κατασχόντος Ἀθήνας, χρησμῷ τὰ ὀστᾶ τούτου μόλις εὑρόντες ἐπὶ Κίμωνος τοῦ στρατηγοῦ | |
40 | Ἀθήναζε μετατίθενται· καὶ ναὸν τούτῳ δειμάμενοι, ἐτησίως τὰ Θη‐ σεῖα ἑώρταζον ἐν ἰσοθέοις τιμαῖς ἐν ὀγδόαις μηνὸς ἤτοι τῆς σελήνης καὶ εὐωχίας ἐποίουν δημοτελεῖς, ἐν αἷς | |
45 | οἱ μὲν τῆς ἄνω μοίρας ἐτρύφων, οἱ δὲ πένητες μόλις καὶ ζωμοῦ κοίλῳ | |
ἄρτῳ ἠρύοντο. | 147 | |
sch plut632 | φαίνει γὰρ ἥκειν ἄγ‐ γελος: φάσις καὶ ἀγγελία διαφέρει παρὰ τοῖς ἀστρολόγοις· φάσιν μὲν γὰρ οὗτοί φασι τὸ περὶ τῶν ζώντων | |
5 | μήνυμα, ἀγγελίαν δὲ τὸ περὶ τεθνη‐ κότων. Ὅμηρος δ’ ἐπ’ ἀμφοτέρων τοῦτο λαμβάνει· “ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα”, καὶ πάλιν· | |
10 | “δάκρυα θερμὰ χέων φάτο δ’ ἀγγελίην ἀλεγεινήν”. καὶ νῦν δὲ ὁ κωμικός· “φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος”. | |
sch plut635 | ἐξωμμάτωται ((καὶ λε‐ λάμπρυνται)): ἀντὶ τοῦ “πάνυ | |
ὁρατικώτατος γέγονε καὶ ἐφαιδρύν‐ θη”. οἱ Ἀττικοὶ δὲ τὰ πληθυντικὰ | 148 | |
5 | ἑνικῶς ἐκφωνοῦσιν, ὡς τὸ “παίζει τὰ παιδία”, καὶ τὰ ἑνικὰ πληθυντι‐ κῶς, ὡς νῦν τὸ “καὶ λελάμπρυν‐ ται ὁ Πλοῦτος”. τῷ δὲ σπουδαίῳ καὶ γελοῖον ἐσχηματισμένον παρέ‐ | |
10 | μιξεν, ἵνα τὸ μὲν φαινόμενον νοοῖτο, “ὠμματώθη καὶ ἐλαμπρύνθη τὰς κόρας”, τὸ δ’ ἐν σχήματι καὶ γε‐ λοῖον, “ἐξωμμάτωται καὶ ἐστέρη‐ ται ὀφθαλμῶν καὶ τὰς κόρας ἐλαμ‐ | |
15 | πρύνθη, τοῦ Ἀσκληπιοῦ παιῶ‐ νος καὶ παυστικοῦ νόσων ἤτοι ἰατροῦ εὐμενοῦς τυχών”. | |
sch plut637 | λέγεις ἐμοὶ χαράν, ((λέ‐ γεις ἐμοὶ βοάν)): ἰαμβικὸς τρί‐ μετρος ἀκατάληκτος. εἰ δ’ ἐστί· “λέγεις μοι χαράν, ((λέγεις μοι | |
5 | βοάν))”, ἕτερός τις αὐτὸν μετρη‐ σάτω. | |
sch plut638 | ἤν τε βούλησθ’ ἤν τε μή: ἀντὶ τοῦ “παντὶ τρόπῳ” ἀττικῶς. | |
sch plut639 | τὸν εὔπαιδα ((καὶ μέγα βροτοῖσι φέγγος)): “ὑμνήσω | |
βοαῖς γεραίρων τὸν εὔπαιδα καὶ βροτοῖς μέγα φέγγος καὶ σωτη‐ | 149 | |
5 | ρίαν Ἀσκληπιόν”. Ἀσκληπιὸς λέ‐ γεται παρὰ τὸ μὴ ἐᾶν σκέλλεσθαι καὶ νεκροῦσθαι τοὺς ἀνθρώπους· εὔπαιδα δὲ τοῦτόν φησιν ἢ ὡς καλοὺς παῖδας ἔχοντα ἢ τὸν καλὸν | |
10 | παῖδα Ἀπόλλωνος Ἀσκληπιόν. ᾧ Ἀσκληπιῷ παῖδες καλαὶ Ἰασώ, Πανάκεια καὶ Ὑγεία· Ἰασὼ μὲν παρὰ τὸ ἰᾶσθαι, Πανάκεια δὲ παρὰ τὸ πάντα ἀκεῖσθαι, Ὑγεία δὲ παρὰ | |
15 | τὸ ὑγείαν παρέχειν. τὸ δὲ “εὔπαις” καὶ τὰ ὅμοια τριχῶς· εὔπαις, αὐτὸς ὁ καλὸς παῖς, ((καὶ)) ὁ καλοῦ πατρὸς παῖς καὶ ὁ καλοὺς παῖδας τεκών. | |
sch plut644 | ταχέως ((ταχέως)): ὁ Κα‐ ρίων δουλικῷ τῷ τρόπῳ τῆς ἀγαθῆς ἀγγελίας μισθὸν παρὰ τῆς δεσποίνης σπουδαστικώτερον οἶνον πιεῖν ἐξαι‐ | |
5 | τεῖ. ἅμα δὲ ὁ ποιητὴς ἐν ταὐτῷ τούς τε δούλους καὶ τὰς γυναῖκας εἰς τὸ φίλοινον κωμῳδεῖ. | |
sch plut648 | πέραινε τοίνυν: τελείου, πλήρου τὸν λόγον. “περαίνειν” δὲ καὶ τὸ συνουσιάζειν δηλοῖ· “πειρήν” γὰρ πολλὰ μὲν ἄλλα σημαίνει, ἀλλὰ | |
5 | καὶ τὸ αἰδοῖον. | 150 |
sch plut649 | “τὰ πράγματα—νῦν τὰ πραχθέντα φησί—καὶ τὴν ὑπόθεσιν (650) ἐκ ποδῶν καὶ ἀπ’ ἀρχῆς ἐς κεφαλὴν καὶ μέχρι τέλους πάντα | |
5 | ἐρῶ σοι”, φησὶν ὁ Καρίων. ἐπεὶ δὲ παρὰ τοῖς Ἀττικοῖς πράγματα κα‐ λοῦνται τὰ δυσχερῆ, τὸ δὲ “ἐς κεφαλήν” λέγειν ἔταττον ὡς εἶδος ἀρᾶς, ἕνεκα τοῦ γελοίου ὁ κωμικὸς | |
10 | τὸν Καρίωνα πλάσας οὕτως εἰπόντα ἐπιφέρει τὴν τοῦ Καρίωνος δέ‐ σποιναν, τὴν γυναῖκα Χρεμύλου, λέ‐ γουσαν· (651) “μὴ δῆτά μοι ἐς τὴν κεφαλὴν τὰ πράγματα ἤτοι | |
15 | τὰ δυσχερῆ”. καὶ ὁ Καρίων πάλιν φησί· “μὴ τἀγαθὰ πράγματα ἃ γέγονε νῦν ἐς κεφαλὴν καὶ ἐς τέλος ἐρῶ σοι;” καὶ ἡ γυνή· “τὰ ἀγαθὰ πράγματα ναὶ λέξον· μὴ μὲν οὖν | |
20 | ἁπλῶς τὰ πράγματα” ἤτοι τὰ δυσχερῆ. καὶ ὁ Καρίων ἄρχεται (653) λέγειν· “ὡς γὰρ τάχιστ’ ἀφικόμεθα”. ὁ “γάρ” περισσός· “ἀφικόμεθα” γράψον ἄνευ τοῦ ς· | |
25 | εἰ δ’ “ἀφικόμεσθα” γράψεις, ἐπται‐ σμένος ὁ στίχος ἐστίν. ((οἱ παλαιοὶ δὲ οὐχ ὡς ἔτυχε καὶ ἀδιαφόρως | |
ὥσπερ νῦν οἱ θατερισταὶ τά τε μέτρα καὶ λόγους συνέταττον, ἀλλὰ | 151 | |
30 | πρὸς λογικῶν κανόνων ἄκραν ἀκρί‐ βειαν. “τὰ πρὶν δὲ πελώρια νῦν ἀϊστοῦται”, ἐπιτράχηλος δὲ καὶ ῥοθοπυγιζομένη ὠθεῖται ἡ τεχνικὴ τῶν λόγων ἀκρίβεια· | |
35 | “τῶν γὰρ βαναύσων πανταχοῦ κράτος μέγα”.)) | |
sch plut654 | ((ἄγοντες ἄνδρα:)) ἄνδρα νῦν τὸν ((Πλοῦτον)) λιτὸν καὶ ἄθλιόν φησιν, ὅτι ἀνδρόμορφος ἦν καὶ τυφλός. ((οὐδὲν ἐνταῦθά ἐστι βαθύ τε καὶ | |
5 | δύσνουν· σαφηνιστέον δὲ βραχέα τινά.)) | |
sch plut657a | ἔπειτ’ ἐλοῦμεν: ἐλούομεν κατὰ συγκοπήν. | |
sch plut657b | νὴ Δί’ εὐδαίμων: εἰρωνι‐ κῶς νῦν ἀντὶ τοῦ “δυσδαίμων” καὶ ἄθλιος ἀνὴρ γέρων ψυχροφυὴς ψυχρᾷ θαλάττῃ λουόμενος. | |
sch plut659 | ((ἔπειτα πρὸς τὸ τέ‐ μενος:)) ναός, βωμός, τέμενος, | |
ἄδυτον διαφέρουσιν ((, ὡς πολλαχοῦ πολλάκις ὑμῖν ἐδιδάξαμεν)). τέμενος | 152 | |
5 | νῦν ὁ ναός· βωμὸς δὲ τὸ θυσια‐ στήριον. | |
sch plut660a | πόπανα: ἄρτοι τινὲς ἐλαίῳ δεδευμένοι οἱ καὶ λάγανα καλούμενοι καὶ ψαιστά, καί τινα δὲ μελίπηκτα. ὁ δὲ νοῦς τοῦ τῇδε χωρίου τοῦ | |
5 | (661) λόγου· “ἐπεὶ δὲ τῇ φλογὶ τοῦ Ἡφαίστου καὶ τῷ πυρὶ καθω‐ σιώθη καὶ ἥγνισται τὰ προθύμα‐ τα”, ἡ καταρχὴ τῆς θυσίας, τὰ πρώτως θυόμενα, τὰ πόπανα καὶ ὁ | |
10 | (662) πέλανος. ἀσυνδέτως δὲ εἶπεν “κατεκλίνομεν τὸν Πλοῦτον, (663) ὥσπερ εἰκὸς ἦν, καὶ ἡμῶν ἕκαστος στιβάδα καὶ στρωμνίδιον παρεκαττύετο”, καὶ ἐκ τῶν τυ‐ | |
15 | χόντων ῥακίων ἢ χόρτων ἐπεσώ‐ ρευεν. “ἐκαττύετο” δὲ εἶπεν ἀπὸ τῶν ῥιπτομένων παλαιῶν δερματι‐ δίων τῶν πεδίλων, ἃ σκυτέες κατ‐ | |
τύματα καλοῦσιν. | 153 | |
sch plut660b | προθύματα: ἡ καταρχὴ τῆς θυσίας ἢ θυμίαμα ἢ τὰ κανᾶ τῶν κριθῶν ἢ ζειαὶ καὶ ὄλυραι. τί τὰ πόπανα προειρήκειμεν. | |
sch plut661 | πέλανος: εἶδος ὀσπρίου, μᾶλλον δὲ ὀσπρίου ἀληλεσμένου χύτρα. | |
sch plut666 | ὑπερηκόντισεν: ὑπερενί‐ κησεν· ἐκ μεταφορᾶς τῶν ἀκοντι‐ στῶν· ὡς γὰρ δισκευταὶ καὶ τοξόται, οὕτω καὶ ἀκοντισταὶ ἀκοντισταῖς | |
5 | ἀντερίζοντες, οἱ μὲν ἥττηνται, οἱ δὲ ὑπερδισκεύουσιν ἢ ὑπερτοξεύουσιν ἢ ὑπερακοντίζουσιν. ἀκόντιον δέ ἐστιν οὐ τὸ μακρὸν δόρυ ἀλλὰ τὸ καλούμενον ῥιπτάριον, περὶ οὗ καὶ | |
10 | Ὀδυσσεὺς ἐν Ὀδυσσείᾳ φησί· “δουρὶ δ’ ἀκοντίζω, ὅσον οὐκ ἄλλος ὀϊστῷ”. ὁ δὲ Νεοκλείδης ῥήτωρ ἦν τὰ δημόσια κλέπτων, καὶ ὡς ξένιος κωμῳδεῖται καὶ τὰς ὄψεις οὐχ | 154 |
15 | ὑγιής. | |
sch plut670 | ((ὁ πρόπολος:)) ὁ πρόσπο‐ λος ἢ ὁ πρόπολος· ὁ συμπολῶν καὶ σὺν τῷ Ἀσκληπιῷ πολῶν καὶ ἀνα‐ στρεφόμενος ἢ προπολῶν καὶ προπο‐ | |
5 | ρευόμενος αὐτοῦ· λέγει δὲ τὸν ἱερέα. | |
sch plut673a | ἀθάρης: σεμιδάλεως ἑφθῆς. | |
sch plut673b | ἐξέπληττεν: ἐθορύβει, ἠνία. | |
sch plut674 | γραιδίου: σὺν τοῖς ἄλλοις νοσοῦσιν ἦν ἐκεῖ καὶ γραΐδιον. συνί‐ | |
ζησις δὲ γίνεται. | 155 | |
sch plut675 | ἐφ’ ἣν σεμίδαλιν ἐπεθύμουν ὁρμῆσαι δαιμονίως καὶ εὐφυῶς. | |
sch plut677a | ((τοὺς)) φθοῖς ((ἀφαρπά‐ ζοντα)): φθόϊας φθοῖς τοὺς πλα‐ κοῦντας, οἵπερ εἰσὶν ἐξ ἄρτων ποι‐ κίλα κατασκευάσματα. | |
sch plut677b | ((καὶ τὰς ἰσχάδας:)) ἰσχά‐ δας ((δὲ)) καὶ τρωγάλια πρώην ἀκηκοὼς ἔγνως· καὶ νῦν δὲ περὶ τούτων ἐροῦμεν ((, ἵνα τὸν ὑπολειπό‐ | |
5 | μενον ἀγραφῆ χάρτην τῆς τῇδε σελίδος ἀναπληρώσαιμεν)). ἔθος ἦν πάλαι κρατοῦν Ἀττικοῖς τοῖς νεω‐ νήτοις τε δούλοις καὶ παισὶν ἄρτι ὀδοντοφυοῦσι καὶ τοῖς ἤδη συλλαβὰς | |
10 | γραμμάτων ἀναγινώσκουσιν—ὃ καὶ παρ’ ἡμῖν πολλοῖς γίνεται—κἀν ταῖς ἐπιστασίαις τῶν παίδων ἰσχάδας τρωγάλιά τε καὶ κάρυα καὶ λοιπὰς ὀπωρῶν καταχεῖν, τοὺς δὲ παρευ‐ | |
15 | ρημένους ἐκεῖ ταῦτα ἁρπάζειν· κἀν ταῖς ἱεραῖς δὲ τραπέζαις ἐν τοῖς | |
προθύμασιν Ἕλληνες ἐπὶ κανῶν ταῦτα ἐτίθεσαν, ὡς ἐπὶ νεκροῖς νῦν ἡμεῖς, ἐνίοτε δὲ καὶ ἁγίοις ἀνδράσιν. | 156 | |
sch plut681 | ((ταῦθ’)) ἥγγιζεν: ἀστείως βούλεται λέγειν ὅτι ἡγίαζεν ὁ ἱερεὺς τὰ πόπανα. εἶπε δὲ “ἥγγιζε” καὶ ὡς εἰς ἄγγος ἐνέβαλλεν “εἰς σά‐ | |
5 | κταν” καὶ σάκκον τινά· ὅθε καὶ τὸν σάκκον διὰ δύο γράφομεν κάππα, ὡς τοῦ τ τραπέντος εἰς κ· ὡς καὶ τοῦ μυρσίνη μυρρίνη, ἄρσην ἄρρην, τὰ ς ἐτράπησαν εἰς ρ, καὶ διὰ δύο ρρ | |
10 | τὰ τοιαῦτα γράφομεν καὶ ἕτερα τοιαῦτα ὁμοίως. | |
sch plut682 | ((κἀγὼ νομίσας:)) ἰδών, φησί, τὸν ἱερέα τὰ πόπανα εἰς τὴν σάκταν ἁγιάσαντα, ἤδη νομίσας καὶ ἡμῖν ὅσιον εἶναι μεταλαβεῖν | |
5 | τούτων, οὐδὲ ἀνόσιον, ἐπὶ τὴν χύτραν τῆς σεμιδάλεως ἀνίστα‐ μαι. ἰστέον δὲ ὡς διαφέρει εὐσεβὲς καὶ δίκαιον καὶ ὅσιον κατὰ κυριο‐ λογίαν· τὸ εὐσεβὲς γὰρ πρὸς θεὸν | |
10 | λέγεται, τὸ δὲ δίκαιον πρὸς ζῶντας ἀνθρώπους, πρὸς τοὺς τεθνηκότας δὲ ὅσιον· ὅθε καὶ ὁσίας φαμὲν τὰς ταφὰς καὶ τοὺς ἐνταφιασμούς. νῦν δὲ ὁσίαν παραχρηστικῶς ἀλλ’ οὐ | 157 |
15 | καταχρηστικῶς ((, ὡς οἱ ἄλλοι φασὶ τὸ ἤδη ἡγιασμένον καὶ δίκαιον, ὥστε μετασχεθῆναι καὶ ἰδιώταις)). αὕτη διαφορά ἐστιν εὐσεβοῦς, δικαίου καὶ ὁσίου, κἄνπερ ὁ Πλάτων, ἔτι δὲ καὶ | |
20 | ὁ πολὺς Ἀριστοτέλης διαφορὰν ὁσίου μόνου φασὶ καὶ δικαίου, τὸ ὅσιον ἐπὶ θεῶν λέγοντες, τὸ δὲ δί‐ καιον ἐπ’ ἀνθρώπων. ((ἐγὼ δ’ ἀνατλῶν εἰμι καρτεροὺς πόνους | |
25 | τοῖς σοῖς βεβήλοις *** μηδὲν χαράττειν κἂν γραφὴν ἐξισχύων· ὦ δαῖμον ἡμᾶς εἰσάγων *** οἵους παρεισφρεῖς φορτικοῖς ἐπιστάταις.)) | |
sch plut685 | νὴ τοὺς θεοὺς ((ἔγωγε)): ναὶ μὰ τοὺς θεούς, φησίν, ἐδεδοίκειν ἐγὼ μὴ στεφανηφορῶν ὁ Ἀσκληπιὸς προλάβῃ με ἐπὶ τὴν χύτραν ἐλ‐ | |
5 | θὼν καὶ καταφάγῃ τὴν σεμίδαλιν· ἐκ τοῦ ἱερέως αὐτοῦ γὰρ καὶ αὐτὸν ἐπεγνώκειν περισπερχέστατον εἶναι | |
καὶ κλεπτίστατον. | 158 | |
sch plut688 | τὸ “ᾔσθετο” μετὰ γενικῆς συντάσσεται, ἀττικῶς δὲ νῦν μετὰ αἰτιατικῆς. καὶ νοεῖται ἀντὶ τοῦ | |
“ἔγνω”. | 159 | |
sch plut689 | ((τὴν χεῖρ’)) ὑφῄρει· ὑφή‐ πλου, ἐξέτεινεν ὡς ἀπείρξουσα μὴ φαγεῖν τὴν ἀθάραν· εἶτα συρίξας ἐγὼ ὀδὰξ τοῖς ὀδοῦσι καὶ δακτικῶς | |
5 | ἐλαβόμην καὶ ἡψάμην τῆς χειρὸς ἐκείνης ὡς παρείας ὢν ὄφις. λύσις ἐστὶ τοῦ ἀντιπίπτοντος· εἶπε γὰρ ἄν τις· “ἐπέγνω ἂν ὄφεως μὴ εἶναι τὸ δῆγμα ἐκ τοῦ μὴ φαρμαχθῆ‐ | |
10 | ναι”· διὰ τοῦτο εἶπεν “ὡς παρείας ὄφις”. ὁ γὰρ παρείας ὄφις ἢ οὐ δάκνει ἢ καὶ δακὼν οὐ φαρμάσσει. παρείας δὲ λέγεται ὡς ἐξωγκωμένας ἔχων τὰς παρειάς. | |
sch plut691 | ἀνέσπασεν: ἔσυρε, συνέ‐ στειλεν, ἔκρυψεν. | |
sch plut693 | δριμύτερον γαλῆς· δύο γένη τελοῦσι γαλῶν, τό τε ἄγριον— ὅπερ διττόν ἐστιν· ὅ τε καλούμενος αἴλουρος καὶ σμικρὸν ζῷον ἕτερον | |
5 | πυρρὰν ἔχον τὴν χρόαν—καὶ τὸ ἥμερον. ἥμερον δέ ἐστιν ἡ παρ’ | |
Ὁμήρῳ μὲν κτὶς καλουμένη, κοινῶς δὲ κατίς. ἔστι δὲ τούτου ἡ ἄφοδος δυσοσμότατος, ὅθε καὶ ἀποπατοῦν | 160 | |
10 | καὶ ἐκκρῖνον τὸ ζῷον κόνιν ἐπιβάλλει καὶ περικαλύπτει τὰ ἐκκρινόμενα. καὶ τοῦτο δέ σοι ἰστέον ὡς καὶ τὸ “κτίς” τὴν παρ’ Ὁμήρῳ λέξιν αὐτῆς οἱ τοῦ θείου ἐκείνου ἀνδρὸς | |
15 | λεξιγράφοι μὴ συνιέντες, ὅτι συγκο‐ πὴ τοῦ “κατίς” ἐστι, ζῷον τοῦτό φασιν εἶναι ὀρνιθοφάγον καὶ πανοῦρ‐ γον κακῶς ἤτοι αἴλουρον. | |
sch plut694 | ἔφλων: ἔθλων τοῖς ὀδοῦσιν ἤτοι ἔφαγον, ἀττικῶς, ὡς “φηρσί” τοῖς θηρσί· τρέπουσι γὰρ τὸ θ εἰς φ. | |
sch plut696 | ὁ δὲ θεὸς ((ὑμῖν οὐ προσῄειν)): ὁ δὲ Ἀσκληπιὸς ὑμῖν “οὐ προσῄειν” ἀντὶ τοῦ “οὐ προσῄει”, ὡς ((καὶ)) παρ’ Ὁμήρῳ | |
5 | “ἤσκειν—καὶ ἤσκει—εἴρια καλά”. | |
ἰωνικῆς δὲ διαλέκτου ἐστίν. | 161 | |
sch plut700 | ἦ πού σε: ἆρά που καὶ δή σε διὰ τοῦτο ἐβδελύττετο καὶ ἐμίσει. ἀστείως δὲ καὶ χαριέντως ((καὶ)) τὸ βδελύττεσθαι τὸ μισεῖν | |
5 | παρετυμολογεῖ παρὰ τὸ ἐκ τῶν βδεόντων λύττεσθαι ἀττικῶς καὶ λύεσθαι καὶ ὑποχωρεῖν τοὺς παρευ‐ ρημένους. | |
sch plut701 | Ἰασὼ δὲ καὶ Πανάκεια καὶ Ὑγεία εἶπον ὅτι Ἀσκληπιοῦ θυγα‐ τέρες. | |
sch plut703a | τὴν ῥῖν’ ἐπιλαβοῦσα: κατασχοῦσα, κρατήσασα. | |
sch plut703b | οὐ γὰρ λιβανωτὸν βδέω: λίβανος εἶδος δένδρου, λιβανωτὸς δὲ | |
ὁ τούτου καρπός, τὸ ὀσφράδιον. | 162 | |
sch plut704 | οὐ μὰ Δί’ οὐδ’ ἐφρόντισε: νῦν οὐκ ᾔσθετο οὐδ’ ἐνόησεν. | |
sch plut705 | ((λέγεις ἄγροικον ἄρα:)) “λέγεις ἄρα σὺ τὸν θεὸν εἶναι ἄγροικον καὶ ἀνόητον;” φησὶν ἡ Χρεμύλου γυνή. Καρίων δὲ πρὸς | |
5 | αὐτήν· “οὐ μὰ τὸν Δία, οὐκ ἔγωγε λέγω αὐτὸν ἄγροικον καὶ ἀνόητον, ἀλλὰ σκατοφάγον”. σκατοφάγον δὲ αὐτὸν εἶπεν ὡς ἰατρὸν καὶ περὶ ἕλκη καὶ κόπρους καταγόμενον κἀν‐ | |
10 | τεῦθε τρεφόμενον τῷ θεραπεύειν αὐτά. “ἄγροικος” προπαροξυτόνως ὁ ἀνόητος, “ἀγροῖκος” δὲ προπε‐ ρισπωμένως ὁ ἐν ἀγροῖς οἰκῶν· Ἀττικοὶ δὲ καὶ τὸν ἀνόητον ἀγροῖκόν | |
15 | φασιν· οὗτοι γὰρ τὰ προπαροξύτονα τὰ μακρὰν ἔχοντα τὴν παραλή‐ γουσαν προπερισπῶσιν· ἄγροικος ἀγροῖκος, τρόπαιον τροπαῖον. | |
sch plut707 | ἐνεκαλυψάμην: ἢ ᾐδέσθην ἢ συνεκρύβην ἐν τῇ στρωμνῇ, τισὶ περικαλύμμασιν. | |
sch plut709a | περιῄειν: περιήϊε, περι‐ ήρχετο. | |
sch plut709b | κοσμίως: τάξει, ῥυθμῷ, | |
εὐκόσμως. | 163 | |
sch plut710 | ἔπειτα παῖς ((αὐτῷ λίθι‐ νον θυείδιον)): “εἶτα, φησί, παῖς αὐτῷ παρέθηκε θυείδιον λίθι‐ νον ἤτοι ἴγδην λιθίνην καὶ δοίδυ‐ | |
5 | κα”, οὐ κοχλιάριον νῦν ἀλλ’ ὕπερον, ἀλετρίβανον, λάκτιν, σάκτην, ναγέα, τριβέα, κόπανον καὶ κιβώτιον λίθινον καὶ ἀρκλίδιον. ἐπεὶ δὲ μὴ σκοπῶν, συναρπαγεὶς δέ, εἶπε “λίθινον”, | |
10 | ἐπανορθούμενος τὸ ὀλίσθημα, ἐνόρ‐ κως φησίν· “οὐχί, μὰ τὸν Δία, τό γε κιβώτιον λίθινον ἦν, ἀλλ’ ἡ θυεία καὶ ἴγδη δηλονότι”. | |
sch plut713 | ((σὺ δὲ πῶς ἑώρας:)) “σὺ δὲ πῶς ἑώρας, φησίν, ὦ οἰκτίστῳ θανάτῳ ἄξιε ἀπολέσθαι, ὃς λέγεις ἐγκεκρυμμένος κεῖσθαι;” καὶ ὁ Κα‐ | |
5 | ρίων· “διὰ τοῦ τριβωνίου ἑώρων” φησίν· “ὀπὰς γὰρ οὐκ ὀλίγας ἔχει, οὐ μὰ τὸν Δία”. νῦν δὲ τριβώνιον λέγει τὸ παλαιὸν καὶ κατατετριμμένον ἱμάτιον, κυρίως δὲ | |
10 | τριβώνιον μελεμβαφές, ἐπίσημον φι‐ | |
λοσόφων ἱμάτιον. | 164 | |
sch plut716 | ((πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ:)) πρῶτον δὲ πάν‐ των τῷ Νεοκλείδῃ ἐνεχείρησε τρίβειν φάρμακον κατάπλαστον. | |
5 | Ἀττικοὶ δὲ οὐκ ἀναβιβάζουσιν, ἀλλὰ “καταπλαστόν” φασίν. τρία δὲ εἴδη φαρμάκων ἤτοι βοηθημάτων εἰσί· πλαστά, ὡς τὰ δι’ ἐμπλά‐ στρων· χριστά, ὡς τὰ χριόμενα, | |
10 | ῥόδινον ἔλαιον, ἀνήθινον· ποτὰ καὶ πιστὰ τὰ αὐτά, ὡς ἀγαρικοῦ πόσις, ὀξυφοινίκου, θηριακῆς· εἰσὶ δὲ καὶ τρωκτά, ὡς ἑλίγματα, ὁ καλούμενος ξηρός, τὸ διὰ πρασίου τοῦ Φίλωνος | |
15 | καὶ ἄλλ’ ἄττα μυρία. τῷ δὲ Νεοκλεί‐ δῃ ὁ Ἀσκληπιὸς κατάπλαστον φάρ‐ μακον ἀπήρξατο τρίβειν ἐμβαλὼν τρεῖς κεφαλὰς σκορόδων δρι‐ μυτάτων ἐκ Τήνου νήσου μιᾶς τῶν | |
20 | Κυκλάδων πάνυ δριμύτατα σκό‐ ροδα (718) ἐχούσης. ἔπειτα ἔφλα καὶ ἔθλα ταῦτα ἐν τῇ ἴγδῃ—τοῦτο γὰρ ἡ θύεια—μιγνύων τούτοις καὶ | |
(720) ὀπὸν κυρηναϊκὸν καὶ σχῖνον. | 165 | |
25 | κακῶς δέ τινες τὴν σχῖνον νομίζουσιν εἶναι τὴν σκίλλαν· ἡ σκίλλα γάρ τι κρομμυοειδές, ἡ δὲ σχῖνος δένδρον ἐξ οὗ γίνεται ἡ μαστίχη ((, παραχρη‐ στικῶς δὲ καὶ αὐτὴ ἡ μαστίχη))· | |
30 | δηκτικὰ δὲ ταῦτα πάντα καὶ δριμέα· εἶτα ὄξει σφηττίῳ καὶ δριμυτάτῳ, ἀπὸ δήμου πικροτάτου τῶν Ἀθη‐ ναίων, οὗ ἡ κλῆσις Σφηττώ, διέ‐ μενος καὶ ὑγράνας ἐκεῖνα τὰ εἴδη | |
35 | (721) καὶ καλῶς τρίψας καὶ λειώσας κατέπλασε τὰ βλέφαρα τοῦ Νεοκλείδου ἐκστρέψας αὐτά, ἵνα (722) μᾶλλον ὀδυνῷτο ὡς κατὰ τοῦ σαρκώδους καὶ εὐπαθοῦς τῶν | |
40 | φαρμάκων δραστηριωτέραν καὶ δρι‐ μυτέραν ἐνδεικνυμένων τὴν δύναμιν. | |
sch plut725 | ἵν’ ἐπομνύμενον παύσω σε ((τὰς ἐκκλησίας)): ἵνα σε παύσω εἰς τὰς ἐκκλησίας καὶ συνελεύσεις καὶ τὰ δικαστήρια ἐπο‐ | |
5 | μνύειν. ἐπωμοσία δὲ γενικῶς μὲν καὶ καθολικῶς τὸ ὀμνύειν, κυρίως δὲ ἐπωμοσία τὸ ψευδῶς διά τινα τρόπον κακουργίας ὀμνύειν. τινὲς γὰρ ὑπὸ τοῦ δήμου τῶν Ἀθηναίων εἰς δημο‐ | |
10 | σίας λατρείας ἀποστελλόμενοι, συκο‐ | |
φάνται τινὲς ὄντες καὶ πονηροὶ κἀκ τοῦ συκοφαντεῖν ἐν Ἀθήναις μυρία συλλέγοντες καὶ μὴ βουλόμενοι πρὸς τὰς τοιαύτας ἀπαίρειν λατρείας, | 166 | |
15 | ἐπώμνυον μὴ ἐμπείρως ἔχειν τοιού‐ των πραγμάτων μηδὲ δύνασθαι τοι‐ αῦτα ἀνύειν. εἶτ’ οὖν τισί ποτε καὶ συνδικαζόμενοι καὶ τὴν δίκην ῥέπουσαν ἤδη ὁρῶντες πρὸς κατα‐ | |
20 | δίκην αὑτῶν, ἐπώμνυον ἔχειν ἀρρώ‐ στως καὶ μὴ σθένειν δικάζεσθαι, καὶ οὕτω τὰς δίκας ἐξέκρουον καὶ ὑπερ‐ θέσεις ἐποίουν καὶ μετὰ καιρόν τινα πάλιν ἀρχῆθε τοῦ δικαστηρίου κα‐ | |
25 | τήρχοντο. | |
sch plut729 | ἡμιτύβιον: ἡμιφάριον, ((ἡμισουδάριον,)) ἡμιφάκελον, ἁπλῶς ἐπίμηκες στενὸν ὕφασμα, ᾧ ἀπέψησε καὶ ἐκάθηρε τὰ βλέφαρα τοῦ Πλού‐ | |
5 | του. | |
sch plut731 | φοινικίδι: τὴν φοινικίδα ἐρυθρὸν καὶ κοκκοβαφὲς καὶ χρῶμα καὶ ὕφασμα νομίζουσιν οἱ πολλοί. φοινικοῦν δὲ χρῶμά ἐστιν, ὡς ὁ | |
5 | παντοδαὴς θεῖος ((γέρων)) Ὅμηρος λέγει, τὸ βαθύχρουν πυρρὸν ἤτοι | |
κιτρόχρουν τὸ ἔγγιστα ἐρυθροῦ. | 167 | |
sch plut732 | ((ἐπόππυσεν:)) ποππύζειν ἐστὶ τὸ ποιᾶς τοιᾶσδε φωνῆς ἀπηχή‐ ματι ἢ ζῷόν τι συγκαλεῖν, ὥσπερ τὰς ἡμέρους καλοῦμεν γαλᾶς, ἢ βρέ‐ | |
5 | φος ἢ καὶ ἵππον ποτὲ ἡμεροῦν. οὕτω καὶ ὁ Ἀσκληπιός, φησίν, ἐπόπ‐ πυσεν ἤτοι τοιᾶσδε φωνῆς ἐφθέγξα‐ το ἀπηχήματι· καὶ δύο δράκοντες ὑπερμεγέθεις ἐξέδραμον τοῦ νεὼ | |
10 | (735) καὶ ὑπελθόντες τὴν φοινικίδα ἐκείνην τὴν περὶ τὴν κεφαλὴν οὖσαν (736) τοῦ Πλούτου, τὰ βλέφαρα τούτου, ὡς ἐμοὶ δοκεῖ, περιέλειχον (737) οὑτωσί, ἡσυχῇ· καὶ πρίν σε | |
15 | κοτύλας καί τινα εἴδη μέτρων οἰνηρῶν δέκα πιεῖν, ἀναβλέψας ὁ Πλοῦτος ἀνέστη. | |
sch plut733 | δράκων εἶδος ὄφεώς ἐστι· μὴ γὰρ νομίσῃς τινὰς γραῶν φλυα‐ ρίας. ((εἰ δ’ ἐπεξηγούμενος ἦν γραφὰς ὁμηρείας ἀνδρὸς ἐν ἅπασι λόγοις | |
5 | ἑνός, ῥήτορος φιλοσόφου γεωμε‐ τροῦντος νομογραφοῦντος ἀστρολο‐ γοῦντος ἰατρεύοντος αἰγυπτιάζοντος χαλδαΐζοντος συμβολογραφοῦντος, ἁπαξαπλῶς ἐν ἅπασιν εἴδεσι λόγων | |
10 | ὑπερτεροῦντος ἁπάντων ὅσσους ἑώ‐ ρακεν ἥλιος, τῷ δὲ βριθεῖ καὶ | |
στερρῷ τοῦ νοὸς αὐτοδαιμονίου τινὸς τελοῦντος καὶ αὐτονοῦ, μετὰ καὶ ἁπλοῦ καὶ ἀτύφου τοῦ ἤθους καὶ | 168 | |
15 | παντοίαις κεκοσμημένου ταῖς χάρισι, καὶ πάντα μέχρι καὶ τραχυτάτης νυγμῆς λογικοῖς τε κανόσι καὶ ἐμπειρίᾳ λεπτῇ πραγμάτων ἀπακρι‐ βοῦντος, μὴ μέντοι γε, οἷοί τινές | |
20 | εἰσί τε καὶ δοκοῦσι φιλόσοφοι, ληροῦντες δὲ οἷα ληροῦσι καὶ ἑαυτοὺς ἀνατρέποντες τῷ πρὸς τῷ τοῦ λογι‐ σμοῦ σεσεισμένῳ καὶ ἀστηρίκτῳ μηδὲ εἰδέναι ἐνιαχοῦ ὅ τι καὶ φθέγγονται | |
25 | καὶ ὡς πολλαχοῦ ἑαυτοὺς ἀνατρέ‐ πουσιν, εἰ τοιούτου ἀνδρὸς συγγρα‐ φὰς ἐπεξηγούμενος ἦν, αἷς τὸ γραφό‐ μενον ἅπαν καὶ μέχρι στιγμῆς τῆς ἐσχάτης καὶ λογικῶν τεχνῶν καὶ | |
30 | πραγματικῆς ἐμπειρίας ἁπάσης κα‐ νών ἐστιν ἀπαράθραυστος, οὗ πύλαι Ἄιδου οὐ κατισχύουσι, πλὴν μέντοι τῶν ἅ τισιν ἐνοθεύθη, εἰ τοιούτοις ἐπεξηγούμενος ἦν, μὴ μέντοι ληρή‐ | |
35 | μασι κωμῳδίας, εἶχες ἂν ἐκμανθά‐ νειν σαφέστατα καὶ περὶ δρακόντων καὶ τῶν ἄλλων ἁπάντων εἰς πλάτος πολὺ καὶ χρειῶδες ἀλλ’ οὐκ ἀχρή‐ σιμον περί τε χρωμάτων καὶ αὐτῆς | |
40 | 〈τῆσ〉 φοινικίδος καὶ διὰ τί “ἡσυχῇ” καὶ οὐκ “ἡσύχως” φαμέν, καὶ περὶ μέτρων δὲ καὶ σταθμῶν ἠκριβω‐ μένως τί κοτύλη ἐστὶ καὶ τί μῖνα, κεράμιόν τε καὶ χοῦς καὶ ξέστης καὶ | |
45 | οὖρνα καὶ κόγκιον, καὶ ἁπλῶς τεχνι‐ κῶς ἂν λογικῶς καὶ πραγματικῶς | |
πρὸς ἀκρίβειαν τὸ πᾶν ἐξεμάνθανες. νῦν δὲ μάταιον ἂν λογιζοίμην φρονοῦ‐ σιν ἀνδράσιν, εἰ παρ’ ὑποψύχροις | 169 | |
sch plut733(50) | τοιούτοις πάνυ σπουδαίων πραγμά‐ των καὶ λόγων τοὺς διειδεστάτους μεταμαρεύοιμι ῥύακας καὶ βασιλικῆς γάζης μαργάρους τῶν τιμαλφῶν καὶ λίθους διαφανεῖς δυσόσμοις βορβό‐ | |
55 | ροις ἐναπορρίπτοιμι καὶ τότε καὶ τοιούτοις πανυπερμιαρωτάτοις ἐκ τοῦ προχείρου χάρταις ἐγγράφων, οἷς ἐννεάκις τε καὶ δεκάκις τὸν ὑπογρα‐ φέα μοι κάλαμον ὡς οὐ συγγραφεὺς | |
60 | ὁμοῦ καὶ γραφεύς, ἀλλ’ ὡς ἀροτρεὺς ἄροτρον ἕλκων ὥσπερ εἰς χέρσον τινὰ γῆν ξηρὰν καὶ δυσπαίπαλον, μόλις ἀπεντυπῶ μου τοὺς τύπους τῶν φαυλογράφων γραμμάτων γινο‐ | |
65 | μένους οὕτω φαυλεπιφαυλοτέρους ὁρᾶν.)) | |
sch plut740 | ὁ θεὸς δ’ εὐθέως: ὁ δ’ Ἀσκληπιὸς ἠφάνισε καὶ ἀπέκρυψεν ἑαυτὸν εἰς τὸν νεὼν οἱ ὄφεις τε δράκοντες. | |
sch plut745 | πάνυ σφόδρα: τὸ σχῆμα ἐκ παραλλήλου ταὐτόν. τὰ δὲ τοιαῦτα | |
πάντα ἀττικά. | 170 | |
sch plut750a | ἀλλ’ ἦν: ἀλλ’ ἔστι περὶ αὐτόν, κύκλῳ αὐτοῦ. καὶ ὁ παρελη‐ λυθὼς ὡς ἐνεστὼς ἀττικῶς λέγεται. | |
sch plut750b | ὑπερφυὴς ὅσος: περιττῶς ἀττικῶς. | |
sch plut753 | ἐδεξιοῦντο: ἢ δεξιαῖς χερ‐ σὶν ἢ τῆς δεξιᾶς τούτου ἐπελαμβά‐ νοντο, ἢ δεξιοῖς καὶ φιλόφροσι λόγοις τοῦτον ἐτίμων. | |
sch plut754 | οὐσίαν: περιουσίαν, πλοῦ‐ τον. | |
sch plut758 | ἐκτυπεῖτο δὲ ἡ ἐμβὰς ((τῶν γερόντων)), ὁ σαμβαλίσκος, ὁ καλτίος, τὸ πέδιλον. | |
sch plut759 | προβήμασι καὶ βηματι‐ σμοῖς καὶ βαδίσει καὶ περιπάτοις εὐρύθμοις, εὐκόσμοις, εὐτάκτοις, οὐκ ἀπρεπέσιν. | |
sch plut760 | ἀλλ’ εἶ’ ἁπαξάπαντες: ἀλλ’ εἶα ἄγε καὶ φέρε περιττῶς, ἁπλῶς ἅπαντες ἑνὶ λόγῳ εἰπεῖν ἤτοι περιληπτικῷ ἢ καὶ συντόμῳ, ὀρ‐ | |
5 | χεῖσθε καὶ σκιρτᾶτε καὶ ἅλλε‐ σθε τῷ τῆς χαρᾶς ὑπερβάλλοντι· οὐδεὶς γὰρ ἔτι ἑκάστῳ ὑμῶν εἰς τὴν ἰδίαν οἰκίαν εἰσερχομένῳ ἐρεῖ, (763) ὥσπερ πρότερον, ὅτι ἄλφιτα | |
10 | οὐκ ἔστιν ἐν τῷ θυλάκῳ ἤτοι τῷ | |
δερματίνῳ σάκκῳ. ἰστέον δὲ ὡς ἄλια καὶ ἄλευρα κυρίως τὰ ἐκ τοῦ σίτου λέγεται, ἄλφιτα δὲ τὰ ἐκ κριθῶν, κἂν οἱ ὑποδρηστεύοντες | 171 | |
15 | ἰατρείοις καὶ τὰ καλούμενα κυρήβια ἤτοι πίτυρα ἄλφιτα ὀνομάζωσιν. ἄλφιτα δέ, οὐκ ἄλευρα ὁ κωμικὸς εἶπε διασύρων τῆς Ἀττικῆς τὸ λυπρόγεων καὶ πρὸς σιτουργίαν ἀνε‐ | |
20 | πιτήδειον, καὶ ὅτι διὰ τοῦτο Ἀθη‐ ναῖοι κριθοφαγοῦσιν. | |
sch plut764 | νὴ τὴν Ἑκάτην: “μὰ τὴν Ἑκάτην”, φησὶ τῷ Καρίωνι ἡ τοῦ Χρεμύλου γυνή, “κἀγώ σε ἀναδῆ‐ σαι καὶ στεφανῶσαι βούλομαι | |
5 | (765) ἐν ὁρμαθῷ καὶ δέσμῃ καὶ στεφάνῳ ἐκ κριβανωτῶν ἄρτων καὶ ὁλοκλήρων, οἳ ἐν κριβάνῳ καὶ καμίνῳ τῶν ἄρτων ὀπτῶνται· τού‐ τοις σε βούλομαι στεφανῶσαι εὐ‐ | |
10 | αγγέλια καὶ μηνύματα τοιαῦτα χαρμονῆς ἀπαγγείλαντα”. Ἑκάτη δὲ ((καὶ)) Ἄρτεμις καὶ Σελήνη ἡ αὐτή ἐστι· πλάττουσι δὲ καὶ δαίμονά τινα φοβερὰν τὴν Ἑκάτην ἐν ταῖς τριό‐ | |
15 | δοις φαντάζουσαν. ἐνταῦθα δ’ ὡς ἔφην ἀρκεῖ βράχιστα λέγειν. κρίβανος δὲ ἡ κάμινος λέγεται ᾖ τοὺς ἄρτους ὀπτῶμεν, οἱονεὶ βαῦνος καὶ κάμινος τῶν ἐκ κριθῶν καὶ τῶν ἐκ σίτου | |
20 | γινομένων οὖσα. | 172 |
sch plut768 | τίνα τὰ καταχύσματα προλα‐ βὼν ἔφην. | |
sch plut769 | ((ὥσπερ νεωνήτοισιν:)) ὡς νεωνήτοις δὲ δούλοις τοῖς νεωστὶ βλέψασιν ὀφθαλμοῖς τοῦ Πλούτου ἤτοι τῷ Πλούτῳ αὐτῷ ταῦτα βούλε‐ | |
5 | ται καταχέαι. | |
sch plut770 | ((ἐγὼ δ’ ἀπαντῆσαί γ’ ἐκείνοις:)) ἀπαντῆσαι κυρίως τὸ λόγοις ἀντιπεσεῖν καὶ ἐναντιωθῆναι καὶ ἔργοις, ὑπαντῆσαι δὲ τὸ συναν‐ | |
5 | τῆσαι. νῦν δὲ παραχρηστικῶς εἶπεν. | 173 |
sch plut772a | σεμνῆς ((Παλλάδος)): ὑψηλῆς, ἐπηρμένης, μεγάλης καὶ θαυμαστῆς. | |
sch plut772b | Παλλάδος: τῆς ἀνελούσης Πάλλαντα ἢ κινούσης τὰ ὅπλα, πολεμικῆς. | |
sch plut773 | χώραν τε Κέκροπος: τὰς Ἀθήνας. ὃς Κέκροψ ἐκ Σάεως τῆς Αἰγύπτου ἐλθών—Σάϊς δὲ ἡ Ἀθηνᾶ αἰγυπτίως καλεῖται—κτίζει | |
5 | τὰς Ἀθήνας εἰς ὄνομα Σάεως καὶ νόμους ἐξεῦρε σεμνοὺς καὶ μυρία χρηστὰ τοῖς Ἀττικοῖς προσεπόρισεν. ὅτι δὲ δράκων καὶ ἄνθρωπος ὁ Κέκροψ καὶ πάντα τἄλλα τίς χρεία | |
10 | γράφειν ἐνθάδε κενῶς; | 174 |
sch plut781 | ἐνεδίδουν: “ἐνδιδόναι” κυ‐ ρίως ἐστὶ τὸ περί τι πρᾶγμά τινα ἀναπεπτωκότα καὶ ῥάθυμον καὶ ὑπόνωθρον καὶ ἔγχαυνον γίνεσθαι. | |
5 | νῦν δὲ “ἐνεδίδουν” ἀντὶ τοῦ “ἐδίδουν” κεῖται, τῆς “ἐν” προθέ‐ σεως παρελκούσης ἀττικῶς. | |
sch plut782 | βάλλ’ ἐς κόρακας: βάλλε καὶ ἀπόρριπτε ἐς κόρακας καὶ ἐρημίας καὶ βάραθρα τοὺς παρα‐ χρῆμα ((ἐμ))φαινομένους φίλους | |
5 | ὅταν τις εὐτυχῇ, ἤτοι τοὺς ψευδοφί‐ λους καὶ κόλακας καὶ τοὺς καιροὺς θεραπεύοντας. ἢ βάλλε καὶ βαλ‐ λέσθωσαν ἐς κόρακας οἱ τοιοίδε φίλοι, ὅτι χαλεπόν εἰσιν· λείπει | |
10 | ((τὸ)) “πρᾶγμα”. | |
sch plut784 | νύττουσι γὰρ. ((νύττουσι γὰρ καὶ)) τιτρώσκουσι ((καὶ)) φλῶσι καὶ θλῶσι καὶ συντρίβουσι τἀντι‐ κνήμια, εὐνοίας δῆθε τρόπῳ τοῖς | |
5 | εὐτυχοῦσι πλησιάζοντες. ἀντικνήμια δέ εἰσι τὰ ὄπισθε τοῦ σκέλους μετὰ τὸ γόνυ ὅπου τὸ παχὺ καὶ σαρκῶδές | |
ἐστιν. | 175 | |
sch plut787 | ((ἐν)) ἀγορᾷ: πολλά εἰσι τὰ τῆς ἀγορᾶς σημαινόμενα· νῦν δὲ ἀγοράν φησιν ἔνθα πωλεῖται τὰ ὤνια. | |
sch plut788 | ὦ φίλτατ’ ἀνδρῶν ((καὶ σὺ καὶ σὺ χαίρετε)): ἡ γυνὴ Χρεμύλου πρώτῳ τῷ Πλούτῳ φησὶν ὅτι “ὦ φίλτατε ἀνδρῶν”— | |
5 | ἀνθρωπόμορφος γὰρ ὡρᾶτο—, εἶτά φησι· “καὶ σύ, ὦ ἄνερ Χρεμύλε, καὶ σύ, Βλεψίδημε, χαίρετε”. πρώ‐ τῳ δὲ τῷ Πλούτῳ προσφωνοῦσαν αὐτὴν παρεισάγει, εἶτα συζύγῳ τῷ | |
10 | σφῷ καὶ τῷ Βλεψιδήμῳ, δεικνὺς τὸ περὶ τὴν φιλοπλουτίαν ἀνθρώπων διακαέστατον καὶ ὅτι τὸν πλοῦτον ἁπάντων ὑπερτιθέαμεν ἄνθρωποι καὶ γνησίων καὶ συγγενῶν ἄνευ ἠριθμη‐ | |
15 | μένων τινῶν καὶ πάνυ βραχίστων· πολλοὶ δὲ καὶ τοὺς γνησίους χρη‐ μάτων ἕνεκα διεχρήσαντο, οἱ μὲν λάθρα καὶ δόλοις, οἱ δὲ ἀπαρακαλύ‐ πτως καὶ φανερῶς. | |
sch plut789 | τὰ καταχύσματα οἶδας τίνα τε ἦσαν καὶ ὅπως ἐγίνετο. καί | |
(790) φησιν ὁ Πλοῦτος· “οὐ δέξομαι τὰ καταχύσματα· τίνι δὲ τρόπῳ οὐ | 176 | |
5 | βούλομαι ταῦτα καταχεθῆναί μου; ὅτι τὰ καταχύσματα ἑτέροις ἁρπά‐ ζονται καὶ ἐσθίονται ἐκφορούμενα τῆς οἰκίας τοῦ καταχέοντος· ἐμοῦ δὲ τοῦ Πλούτου νῦν εἰσιόντος εἰς | |
10 | τὴν οἰκίαν πρώτως καὶ ἀναβλέψαν‐ τος, οὐκ ἔστι πρεπῶδές τι ἐκφο‐ ρεῖν, ἀλλὰ μᾶλλον εἰσφέρειν”. (794) εἰπούσης δὲ τῆς γυναικός· “καὶ οὐ δέξῃ τὰ καταχύσματα;” | |
15 | ὑποχαλῶν καὶ ἐνδιδοὺς αὐτῇ λέγει· “δέξομαι ἔνδον τῆς ἑστίας καὶ τῆς οἰκίας καὶ οὗ τὸ πῦρ ὑπανάπτεται, (796) ὡς νόμος ἐστίν· ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν, ἤτοι | |
20 | τὸ φορτικὸν τῶν λοιπῶν κωμικῶν, οἵτινες ἐκτὸς πρὸς ἐπίδειξίν τε καὶ γέλωτα θεατῶν τὰ καταχύσματα χέουσιν. | |
sch plut797 | οὐ γὰρ: ἐμοὶ τῷ διδασκά‐ λῳ. φαίνεται μὲν Ἀριστοφάνης ὡς ἀπὸ τοῦ Πλούτου λέγων ταυτί· λέγει δὲ ταῦτα περὶ ἑαυτοῦ· οὐ | |
5 | πρέπει γὰρ ἐμοὶ τῷ Ἀριστοφάνει κωμῳδιοδιδασκάλῳ τελοῦντι χύσει καταχυσμάτων τοὺς θεατὰς κατα‐ ναγκάζειν γελᾶν τρόπῳ τῶν λοιπῶν | |
κωμῳδῶν. | 177 | |
sch plut800 | ὁ Δεξίνικος ὡς πένης κωμῳ‐ δεῖται. | |
sch plut802 | ((ὡς ἡδὺ πράττειν, ὦν‐ δρες:)) Καρίων ἢ μέρος Χοροῦ λέγει· “ἡδὺ πρᾶγμα, ὦ ἄνδρες, ἐστὶν εὐτυχεῖν καὶ πλουτεῖν, καὶ | |
5 | (803) τότε μηδὲν μηδ’ ἄχρι καταχυ‐ σμάτων ἐξενεγκόντα τινά· ἡμῖν (805) γὰρ ἐπεισπέπαικεν, εἰσέτυ‐ ψεν, ἔκρουσεν, ἐρράγη εἰς τὴν οἰκί‐ αν σωρὸς ἀγαθῶν οὐχ ὥσπερ τοῖς | |
10 | πολλοῖς ἐξ ἀδικίας”. ἢ χάριν τοῦ γελοίου φησὶν εἰρωνικῶς ἠθικῶς (804) “σωρὸς ἡμῖν ἀγαθῶν ἐπε‐ γένετο οὐδὲν ἠδικηκόσιν”, οἷον εἰπεῖν “τί πταίσασιν ἡμῖν τοῦτο | |
15 | γέγονεν;” ὡς ἐπὶ συμφορῶν τις λέγει. | |
sch plut805 | οὕτω τὸ πλουτεῖν: ἡδὺ πρᾶγμά ἐστι τὸ πλουτεῖν οὕτω ἤτοι μηδὲν ἐξενεγκόντα οἴκοθεν· ἢ τὸ πλουτεῖν ἡδύ ἐστιν οὕτω | |
5 | οἷς ἐρεῖν μέλλω. ἡ μὲν σιπύη καὶ ἀρτοθήκη μεστή ἐστι λευκῶν ἀλεύρων ἤτοι ἄρτων· οἱ δ’ ἀμφορέες | |
(807) καὶ ἀμφορῆς—ἀττικῶς ἦτα· ἀμφορῆς δὲ οἱ μεγαρικοὶ λάγυνοι— | 178 | |
10 | οἴνου μέλανος εὐώδους, ἀπὸ κοι‐ νοῦ, εἰσὶ μεστοί· ἅπαντα δὲ ἡμῖν (809) τὰ σκευάρια πλήρη χρημά‐ των· (810) τὸ δὲ φρέαρ ἐλαίου με‐ στόν· αἱ δὲ λήκυθοι καὶ τὰ ἐλαιο‐ | |
15 | δόχα (811) ἀγγεῖα μύρου εὐωδεστά‐ του γέμουσι, τὸ δ’ ὑπερῷον καὶ ἀνώγεων ἰσχάδων καὶ ὀπωρῶν· (812) ὀξὶς δὲ καὶ ὄξους δεκτικὸν πρότερον ὂν πᾶν ἀγγεῖον ἡμέτερον | |
20 | καὶ λοπάδιον—εἶδος δὲ ἀγγείου τὸ λοπάδιον εἰς ὀξὺ λῆγον—καὶ χύτρα χαλκᾶ γέγονε· τοὺς πίνακας δὲ οἷς ἰχθύας πρὶν παρατιθέαμεν ἀργυ‐ ροῦς ἔστι βλέπειν. | |
sch plut815 | ((ὁ δ’ ἰπνὸς ἡμῖν:)) ὁ δ’ ἰπνὸς νῦν καὶ τὸ τοῦ κριβάνου πτύον, μεθ’ οὗ τοὺς ζέοντας ἄνθρακας ἐκφοροῦσι τοῦ κριβάνου, γέγονεν | |
5 | ἐλεφάντινος. ἀλλαχοῦ δὲ ὁ ἰπνὸς σημαίνει καὶ μαγειρεῖον καὶ φανὸν καὶ τὴν κάμινον· κἀνταῦθα νῦν καὶ ἐπὶ τοῦ φανοῦ δύναται νοηθῆναι· “ἀντὶ ξυλίνου πτύου—γάρ φησιν— | |
10 | ἢ ξυλίνου φανοῦ ἐλεφαντίνοις νῦν | |
χρώμεθα”. | 179 | |
sch plut816 | στατῆρσι δὲ καὶ νομίσμασι χρυσοῖς οἱ θεράποντες ἀρτιά‐ ζομεν καὶ παίζομεν παιδιὰν τοιανδί· ἐπικρύπτοντες τὰ νομίσματα τῷ τῆς | |
5 | χειρὸς σφίγματι τὸν συμπαίστορα ἐρωτῶμεν· “ἄρτιά εἰσιν ἢ περιττά, ἃ τῇ χειρί μου καλύπτω;”· κἂν μὲν εἰπὼν τύχῃ, ἀφαιρεῖται αὐτά· εἰ δ’ ἀποτύχῃ, καταβάλλει τοσάδε. | |
sch plut817 | ἀποψώμεσθα δὲ: μετὰ δὲ τὴν διαχώρησιν τῶν κάτω τῆς γαστρὸς περιττωμάτων οὐ λίθοις ὡς πρότερον ἐκμασσόμεθα καὶ σπογ‐ | |
5 | γιζόμεθα ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς καὶ ἀλαζονείας· ἢ τρυφῶν‐ τες νῦν καὶ τρυφηλὸν ζῶντες βίον, οὐ λίθοις ἀλλὰ σκοροδίοις καθαιρό‐ μεθα τὰ ἐκκριτικὰ μόρια. “σκορο‐ | |
10 | δίοις” δὲ εἶπεν ἢ τοῦ γελοίου χάριν διὰ τὸ καυστικὸν καὶ δακνῶδες, ἢ ὅτι οἷς πρώην διὰ πενίαν ἐχρώμεθα ὡς συβαριτικῆς τραπέζης τροφῇ, τούτοις νῦν ἀπομακτηρίοις κεχρή‐ | |
15 | μεθα ὀργάνων κοπραγωγῶν, καὶ ἁπλῶς ὅσα εἰρήκειν, πλουτοῦντες | |
—φησί—δῆθε καὶ ὠνούμενοι τὰ μὲν τῶν σκευῶν μεταποιοῦμεν εἰς χαλκᾶ καὶ ἀργύρεα, ἃ δὲ πληροῦμεν | 180 | |
20 | οἴνων καὶ μύρων, ὡς καὶ τὸ φρέαρ, εἰ θέλοιμεν, ἐλαίου πλῆρες ποιήσαι‐ μεν. (819) καὶ νῦν ὁ δεσπότης ἔνδον βουθυτεῖ τελείαν θυσίαν, (820) χοῖρον καὶ τράγον καὶ | |
25 | κριόν· ἐγὼ δὲ τὸν καπνὸν οὐχ οἷος ἂν ὑποφέρειν ἐξῆλθον· ἕνεκα τοῦ γελοίου τῆς κωμῳδίας τῇ πάντων τῶν τότε μετατροπῇ καὶ τοῦτο μεταλ‐ λαγῆναί φησι, τὸ τὸν δεσπότην οἷον | |
30 | γενέσθαι τὴν τοῦ καπνοῦ στέγειν δριμύτητα, τὸν δοῦλον δὲ μᾶλλον ἀκρατῆ ((τοῦ)) καπνοῦ γεγονότα ἐξωθεῖσθαί τε καὶ ἐλαύνεσθαι ὑπ’ αὐτοῦ. | |
sch plut823 | ἕπου μετ’ ἐμοῦ παιδά‐ ριον: δίκαιός τις ἀνὴρ τῶν πρὶν ἐνδεῶν μετὰ παιδαρίου φέροντος τριβώνιον ῥάκος αὐτοῦ παλαιὸν καὶ | |
5 | διερρυηκυίας ((ὁμοίως)) ἐμβάδας ἤτοι πέδιλα καὶ σανδάλια οἷς ἐχρῆτο | |
πενόμενος, ἔρχεται νῦν ἀνθήσων ταῦτα τῷ Πλούτῳ· ὡς ἕνεκα τοῦ γελοίου ἀναπλάττει ταῦτα ὁ ἀλιτή‐ | 181 | |
10 | ριος. | |
sch plut832 | ἦ πού σε ((ταχέως)): ὄντως δή σε ταχέως ἀπέλειψε τὰ χρήματα, εἰ τοῖς δεομένοις ἐπήρ‐ κεις καὶ ταχὺ τῶν ἐνδεῶν ἐγεγόνεις. | |
5 | καί φησιν ὁ δίκαιος· “κομιδῇ μὲν οὖν με καὶ λίαν ταχέως ταῦτα ἀπέλειψεν ἤτοι ῥᾳδίως ἐξεκενώ‐ θησάν μοι”. | |
sch plut833a | ((κομιδῇ μὲν οὖν:)) τὸ “ᾖ” δὲ ἀντὶ τοῦ “ὄντως”, καὶ “κομιδῇ” τὸ ”δη” καὶ περίσπα καὶ πρόσγρα‐ φε· τὰ εἰς η γὰρ καθαρὰ ἐπιρρήματα | |
5 | ἐπὶ τέλους ἔχοντα τὸν τόνον περι‐ σπᾶται καὶ προσγεγραμμένον ἔχει τὸ ἰῶτα· “ᾖ” ὄντως, “κομιδῇ” λίαν, “ἡσυχῇ” ἡσύχως, καὶ τὰ ὅμοια. καὶ ἁπλῶς τὰ εἰς η καθαρὸν λήγοντα | |
10 | ἐπιρρήματα προσγεγραμμένον ἔχει τὸ ἰῶτα· “πάντῃ”, “ἄλλῃ”, “ταύτῃ” ἀντὶ τοῦ “οὕτω” καὶ τὰ ὅμοια πλὴν τοῦ “μή”, “νή”, “δή”, φασί τινες καὶ “δηλαδή”. ἡμεῖς δέ φαμεν τὸ | |
15 | μὲν “μή”, “νή” καὶ τὸ “δή” μὴ ἐπιρρήματα εἶναι, ἀλλὰ τὸ μὲν “μή” ἀρνήσεως μόριον, τὸ δὲ “νή” | |
κατωμόσεως, τὸ “δή” δὲ σύνδεσμον· τὸ δὲ “δηλαδή” ἐπίρρημα μέν, ἀλλ’, | 182 | |
20 | ὡς ἐκ τοῦ “δῆλα” καὶ τοῦ “δή” γεγονός, κἀν τῇ συνθέσει τὸν ἁπλοῦν τε τόνον φυλάττει καί, ὡς τοῦ συνδέσμου φυλάττον γνώρισμα, οὐδὲ προσγράφεται. | |
sch plut833b | ᾖσθ’ ἄθλιος: ἦς καὶ ὑπῆρχες ἐλεεινός· ἀθέλιός τις ὢν ὁ λυπηρὰ καὶ ἀθελῆ καρτερῶν καὶ ὑπομένων· οὐ γὰρ ἐκ τοῦ “ἀθλῶ” | |
5 | τοῦτο φαίην. “ᾖσθα” δὲ προσγρά‐ ψεις, ὅτι δεύτερον πρόσωπόν ἐστι, καὶ ὀφείλει δίφθογγον γράφεσθαι· “ὦ”, τὸ δεύτερον “εἶς” καὶ ἰωνικῶς “ἔης”· “ἦς” καὶ ὑπῆρχες ἀττικῶς | |
10 | ὁμοῦ καὶ δωρικῶς. ((οὐκ ἂν δὲ οὐ ταῦτα νῦν παρενέγραφον, εἰ μὴ ἑώρων ἄγραφον κινδυνεύοντα τὸν χάρτην ἀπολειφθῆναι διὰ τὸ μὴ δεῖσθαι τὸ τῇδε χωρίον σχολίων.)) | |
sch plut837 | ἐξετρέποντο: ἐν ταῖς ὁδοῖς συναντῶντές με, μὴ δοκοῦντες ὁρᾶν με, ἄλλην ἐβάδιζον. | |
sch plut839 | αὐχμὸς γὰρ ὢν: γεωργοῦ βίον τελῶν ὁ παρὼν δίκαιος γεωργι‐ κῶς ἐπάγει καὶ τὰς λέξεις· δέον γὰρ εἰπεῖν “τὰ πάντα μου καταβέβρωκα | |
5 | χρήματα καὶ σκευάρια”, εἶπε γεωργι‐ | |
κῶς· αὐχμὸς γὰρ εἰ γένοιτο καὶ ἀνομβρία, ἀφορίαν ἐπάγων καρπῶν, ὀλλύει τοὺς γεωργούς. | 183 | |
sch plut840 | ἀνθ’ ὧν ((ἐγὼ πρὸς τὸν θεὸν)): ἀντὶ οὖν ὧν λέγεις σὺ ὅτι οὐκέτι χρημάτων καὶ σκευαρίων ἔσομαι ἐνδεής, ἔρχομαι προσευξό‐ | |
5 | μενος τῷ Πλούτῳ. | |
sch plut842 | “τὸ δὲ τριβώνιον καὶ τὸ παλαιὸν ῥάκος τουτὶ καὶ ἱμάτιον τίνα νοῦν ἔχει ἤτοι τί διανοούμενος τοῦτο κομίζεις ἐνταῦθα ὑπὸ τοῦ | |
5 | παιδαρίου βασταζόμενον;” τοῦτο γὰρ σημαίνει τὸ “τί δύναται”. καί φη‐ σιν· “ἀνάθημα τοῦτο φέρω τῷ θεῷ”. καὶ ὁ Χρεμύλος πρὸς τὸ ῥυπῶδες τοῦ τριβωνίου καὶ διερρικνωμένον ὁρῶν | |
10 | καὶ κατάσχιστόν φησι μειδιῶν· “μὴ οὖν ἐμυήθης ἐν αὐτῷ τὰ μεγάλα μυστήρια;” λεκτέον περὶ τῶν μυστη‐ ρίων δέ· δύο μυστηρίων ἑορταὶ τῇ Δήμητρι καὶ Κόρῃ τοῖς Ἀθηναίοις | |
15 | ἐτελοῦντο ἐν Ἐλευσῖνι, τὰ μικρά | |
τε καλούμενα καὶ τὰ μεγάλα. καὶ τὰ μικρὰ μέν, ὡς οἱ τούτου σχολιογρά‐ φοι φασίν, ἦσαν ὥσπερ προκάθαρσις καὶ προάγνευσις τῶν μεγάλων· ἡμῖν | 184 | |
20 | δ’ ὃς ἐθέλει μαθεῖν τὴν τούτων ἐνάργειαν νῦν ἀκουέτω. Εὔμολπος ὁ Ποσειδῶνος ὁ θεὶς Ἀθηναίοις τὰ μεγάλα μυστήρια νόμον τέθεικε μὴ μυεῖν καὶ τοὺς ξένους· οἱ δὲ μυηθέν‐ | |
25 | τες τὰ μεγάλα ταυτὶ ὥσπερ καὶ οἱ ἐς Τροφωνίου καταβαίνοντες ἢ μέχρι τελευτῆς ἑαυτῶν ἢ μέχρι τοῦ διαρ‐ ραγῆναι τελέως οὐκ ἀπεδύοντο τὰ ἱμάτια οἷς ἐμυήθησαν. ταῦτα περὶ | |
30 | τῶν μεγάλων μυστηρίων καὶ τοῦ παλαιοῦ ῥάκους. μικρὰ δὲ μυστήρια δι’ Ἡρακλέους ἐγένετο· ἐλθὼν γὰρ Ἡρακλῆς ἐν Ἐλευσῖνι ἐδεῖτο μυηθῆ‐ ναι· τοῦ νόμου δ’ εἴργοντος ξένους | |
35 | μυεῖν, τοιοῦτον δὲ κοινὸν εὐεργέτην ἀνοσίου δοκοῦντος ἀπελαθῆναι ἀμύη‐ τον, ἕνεκα τούτου τὰ μικρὰ καλούμε‐ να μυστήρια συνεστήσαντο. | |
sch plut846 | ((ἀλλ’ ἐνερρίγως’ ἔτη:)) | |
“ῥιγόω ῥιγῶ ῥιγώσω ἐρρίγωσα” ἐπί τε τοῦ ψύχους φαμὲν καὶ τοῦ νοσήματος· “ῥιγῶ ῥιγήσω ἐρρίγησα” | 185 | |
5 | ἐπὶ δειλίας ψυχῆς. | |
sch plut849 | χαρίεντα: εἰρωνικῶς “ἀ‐ στεῖα καὶ θαυμάσια”, ὀρθῶς δὲ ἀντὶ τοῦ “ῥυπῶντα, ὀδωδότα, διερ‐ ρωγότα, παλαιότατα”. | |
sch plut850 | οἴμοι κακοδαίμων: ὁ συκοφάντης ὁρῶν ἐκείνους πεπλουτη‐ κότας σχετλιάζει καὶ βοᾷ· οἴμοι ὁ κακοδαίμων καὶ πολλάκις καὶ | |
5 | (853) οὐχ ἅπαξ κακοδαίμων· οὕτω γὰρ συγκέκραμαι δαίμονι πο‐ λυφόρῳ πρὸς δυστυχίαν”. καὶ οὗτος δὲ γεωργικῶς λέγει τὸ “πολυφό‐ ρῳ” ἀπὸ τῶν χρησαμένων γεωργῶν | |
10 | εὐφορίαις καρπῶν, σίτου καὶ ἄλλων καὶ πολυφορώτατον εἰς τριάκοντα καὶ ἑκατὸν συγκομιζομένων γεώρ‐ γιον. | |
sch plut859 | ἤνπερ μὴ λίπωσιν ((αἱ δίκαι)): “διὰ τὸν θεόν, φησί, τοῦτον, ἤγουν τὸν Πλοῦτον, τὸν ἐσόμενον πάλιν τυφλόν, ἢν μὴ τὰ | |
5 | δικαστήρια ἐκλείψῃ ἐν ταῖς Ἀθήναις, πέπονθα σχέτλια καὶ ἐλεεινὰ ἀπολέσας πάντα μου τὰ ἐκ τῆς | |
οἰκίας”· ὁρῶν γὰρ τοὺς περὶ Χρεμύ‐ λου πεπλουτηκότας, συκοφαντῶν λέ‐ | 186 | |
10 | γει πλουτῆσαι αὐτοὺς ἀποσυλήσαν‐ τας τὰ αὐτοῦ πράγματα. “ἢν μὴ λίπωσι” δὲ “τὰ δικαστήρια” εἶπε διασύρων Ἀθηναίους ὡς φιλοδίκους, θορυβώδεις καὶ φιλοπράγμονας. | |
sch plut862a | “πονηρὸν κόμμα” καλεῖται τὸ φαῦλον καὶ παραχαραγὲν νόμι‐ σμα. νῦν δὲ μεταφορικῶς εἶπεν ἀντὶ τοῦ “δοκεῖ μοι ὑπάρχειν τῆς τῶν | |
5 | συκοφαντῶν καὶ κακοτρόπων μερί‐ δος”. | |
sch plut862b | “πονηρός” ὁ κακὸς καὶ δόλιος· “πόνηρος” δὲ ὁ κατάκοπός τε καὶ ὁ νοσώδης. | |
sch plut870 | ὑγιὲς: ὀρθῶς ἐξ ὑγιοῦς καὶ μὴ δολίου τρόπου ὑμῖν κτηθέν· καὶ οὐκ ἔστιν ὡς οὐχ ὑφείλεσθέ μου τὰ χρήματα. | |
sch plut872 | ((ὡς)) σοβαρός: ἀλαζονικὸς ἐπηρμένος καὶ γαῦρος ἦλθε καθ’ ἡμᾶς· ἢ ἀλαζονικῶς καὶ ἐπηρμένως ((καὶ γαύρως)) χωρῶν καθ’ ἡμᾶς. | |
5 | (873) “συκοφάντης” δὲ νῦν παρα‐ χρηστικῶς πᾶς καλεῖται διαβολεύς· | |
κυρίως δέ, μάνθανε. ὁ ἀθηναῖος Σόλων ὁ νομοθέτης πολλοὺς ἐν Ἀθήναις ἐξέθετο νόμους, ὧν εἷς ἦν | 187 | |
10 | καὶ ὃς ἐθεσμοθέτει σῦκα ἐξ Ἀθηνῶν μὴ ἐξάγειν μηδὲ πιπράσκειν ἑτέρωσε διὰ τὸ ὡραῖον καὶ σπάνιον τοῦ καρποῦ· ὃς οὖν ἥλω σῦκα πιπράσκων ἐκτὸς Ἀττικῆς, ἐκ τοῦ νόμου κειμένην | |
15 | τιμωρίαν ὑφίστατο καὶ ὁ τοῦτον φαίνων πιπράσκοντα σῦκα συκοφάν‐ της ἐλέγετο· νῦν δέ, ὡς εἶπον, παρα‐ χρηστικῶς πάντα διαβολέα συκοφάν‐ την καλοῦσιν. | |
sch plut873 | βουλιμιᾶν δὲ τὸ μεγάλως λιμώττειν καὶ βούλιμος δὲ πάθος ἐστὶν ἐκ τοῦ λιμοῦ τοῖς ὁδεύουσιν ἐν χειμῶνι γινόμενον καὶ μᾶλλον | |
5 | στρατεύμασι, καὶ οἱ κατασχεθέντες βουλίμῳ πίπτουσιν ὥσπερ νεκροί, καὶ πολλοὶ διαφθείρονται καὶ σχεδὸν ὅλα στρατεύματα, εἰ μὴ στρατηγὸς ἐμπειρίαν πραγμάτων ἀσκῶν, θαυ‐ | |
10 | ματοποιὸς φανείς, αὐτοὺς ἀναστή‐ σειε· θέρμῃ γὰρ μετρίᾳ καὶ βραχείας βρώσεως παροχῇ εὐθέως ὡς ἐκ νεκάδων ἀνίστανται· εἰ δ’ ἀλόγιστος οἷοι πολλοὶ καὶ ἀνούστατός ἐστι | |
15 | στρατηγός, οἱ βουλιμιάσαντες οὐκέτι δοκοῦσι ψευδόνεκροι, ἀληθῶς δὲ τὸν | |
Ἅιδην ἀλλάσσονται. | 188 | |
sch plut874 | ((σὺ μὲν)) εἰς ἀγορὰν: πρὸς τὸν Καρίωνα ὁ συκοφάντης φη‐ σίν· “εἰς ἀγορὰν καὶ τὸ πρατήριον τῶν ὠνίων ἐπὶ τροχοῦ τιμωρού‐ | |
5 | μενος καὶ στρεβλούμενος ἐρεῖς ἃ πανούργως καὶ μιαρῶς ἥρπασας”. | |
sch plut875 | ((σημείωσαι δὲ ὅτι τροχός τις ἦν ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο. τοῦτο δὲ λέγει ὁ ἄδικος | |
πρὸς τὸν θεράποντα.)) | 189 | |
sch plut880 | οἴμοι τάλας: καὶ πρὸς τὸν δίκαιον ὁ συκοφάντης φησί· “μὴ οὖν ἆρα καὶ σὺ τῆς πανουργίας τῆς τούτων μετέχων καταγελᾷς μου; | |
5 | (881) ἐπεὶ πόθεν ἔσχες θοἰ‐ μάτιον καὶ τὸ ἱμάτιον τοδί; ἐχ‐ θὲς δὲ εἶδόν σε ῥάκος φοροῦντα παλαιόν”. τὸ δὲ “ἐχθές” παρὰ τὸ ἐκθεῦσαι καὶ ἐκδραμεῖν τροπῇ τοῦ | |
10 | κ εἰς χ· καὶ ἔστιν ἀναλογώτερον τοῦ “χθές”· τὸ δὲ “χθές” ἰωνικόν ἐστιν ἀφαιρέσει τῆς ε. | |
sch plut883 | οὐδὲν προτιμῶ σου: “οὐ φροντίζω σου, φησί, φορῶ γὰρ τὸν δακτύλιον τοῦτον ἐωνημένος παρὰ τοῦ τελεστοῦ φιλοσόφου καὶ | |
5 | φαρμακοπώλου Εὐδάμου, τετελε‐ σμένον εἰς ἀντιπάθειαν πάσης μαγείας | |
καὶ φαρμάκου παντός”. ὁ γὰρ Εὔδα‐ μος οὗτος, φιλόσοφος ὢν τελεστής τε καὶ μάγος, ἐπαοιδαῖς καὶ τέχναις | 190 | |
10 | τισὶ δακτυλίους ἀντιφαρμάκους εἰρ‐ γάζετο καὶ ἐπίπρασκεν. | |
sch plut885 | ἀλλ’ οὐκ ἔνεστιν: ὁ Καρίων φησίν· “ἀλλὰ τῷ δακτυλίῳ τῷ τοῦ Εὐδάμου, ὃν φέρεις σου τῷ δακτύλῳ, οὐκ ἔνεστι καὶ δύναμις ἐλατήριος | |
5 | συκοφάντου δήγματος ἤτοι συ‐ κοφαντίας, ἀλλ’ ἀντιφάρμακον μόνον γοητειῶν ἐστι καὶ δήγματος ὄφεων”. | |
sch plut886 | ὕβρις δὲ νῦν ἡ ὑπερηφανία καὶ ἀλαζονεία. | |
sch plut889 | μὰ τὸν Δία οὔκουν γε τῷ σῷ: οἱ δίκαιοί φασι πρὸς τὸν συκο‐ φάντην· “οὐ μὰ τὸν Δία οὐκ ἐπὶ τῷ σῷ ἀγαθῷ ἐσμεν ἐνταῦθα, τοῦτο | |
5 | σαφῶς ἴσθι”. καὶ πάλιν ὁ συκοφάν‐ της· “ἀπὸ τῶν ἐμῶν πραγμάτων δηλονότι, φησί, δειπνήσετον ἤτοι τρυφήσετον ἢ τρυφᾶτον”. τὸ δὲ κωμικώτερον· ἀπὸ τῶν ἐκείνου τρυ‐ | |
10 | φήσουσιν ἐκκριμάτων καὶ ὑποχωρη‐ μάτων δηλονότι. | |
sch plut891 | “σὺ μετὰ τοῦ μάρτυρος, φησί, διαρραγείης, μηδενός γε ἐμπλησμένος καὶ κορεννύμενος ἀτ‐ τικῶς, ἤτοι μὴ ἔχων φαγεῖν, συνάμα | |
5 | τῷ μάρτυρι καὶ κλήτορι ὃν ἐπηγάγου | |
ἡμᾶς συκοφαντικῶς βουλόμενος δῆ‐ θεν ἕλκειν εἰς δικαστήριον”. “ἐμ‐ πλησμένος” δὲ καὶ μὴ “ἐμπεπλη‐ σμένος” ἐνταῦθα γράψεις· οὕτω γὰρ | 191 | |
10 | γράφουσιν Ἀττικοὶ καὶ οὐ διπλα‐ σιοῦσιν. | |
sch plut894a | τεμαχῶν καὶ κρεῶν: τέμαχος πᾶν κόμμα καλεῖται· ἰδικῶς δὲ τέμαχος λέγουσιν, ὥσπερ καὶ νῦν, ἅπαν τὸ κόμμα τῶν μεγίστων ἰχθύων | |
5 | καὶ τεμαχίτην ἰχθῦν τὸν μέγαν καὶ εἰς τεμάχη δυνάμενον τοιαῦτα διαι‐ ρεῖσθαι. | |
sch plut894b | ὠπτημένων: σταθευτῶν ἐπ’ ἀνθράκων ἑψηθέντων, ἑφθῶν δὲ τῶν χύτραις καὶ ζωμοῖς τισιν ἕψησιν λαβόντων. | |
sch plut895 | “ὀσφραίνομαί τινος”· Ἀττι‐ κοὶ δὲ αἰτιατικῇ συντάσσουσιν· “ὀσφραίνει τι”. τὸ δὲ ὓ ὗ ὄσφρημά ἐστι τῆς κνίσσης τῶν ὀπτωμένων, | |
5 | ὀσμῆς τε τῶν ἡδυσμάτων τοῦ ζωμοῦ, τῶν ἑφθημένων. | |
sch plut896 | τοῦ ψύχους ἴσως: ἐπεὶ καὶ ζῷα, βόες καὶ ἕτερα τῶν ἀλόγων εἴδη ὀσφραινόμενα ψῦχός τε ἐπερχό‐ μενον καὶ αἴθριον προγινώσκουσι | |
5 | κατάστημα. | 192 |
sch plut898 | ταῦτ’ οὖν ἀνασχετὰ: στερ‐ κτέα ταῦτα καὶ ὑπομονῆς ἄξια, ὦ Ζεῦ καὶ θεοί, τούτους ὑβρίζειν εἰς ἐμέ, ἤγουν σκώπτειν ἢ ἀλαζο‐ | |
5 | νεύεσθαι; οἴμοι ὅτι ἄχθομαι. | |
sch plut903 | γεωργὸς εἶ: μελαγχολᾶν με δοκεῖς· ἐν ἐρημίᾳ γὰρ οἱ μελαγχο‐ λῶντες φεύγουσι “ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες”, ὥς φησιν | |
5 | Ἱπποκράτης· καὶ οἱ γεωργοὶ δὲ περὶ ἀγροὺς καὶ ἐρημίας διάγουσιν. | |
sch plut904 | ἀλλ’ ἔμπορος: οἱ ἔμποροι ἀτελεῖς ἐκστρατείας ὑπῆρχον ὡς τὰ χρειώδη ταῖς πόλεσιν ἐπιφέροντες. συκοφάνται δὲ καὶ πονηροί τινες | |
5 | ἄνθρωποι πρὸς ἐκστρατείαν ἑλκό‐ μενοι προεφασίζοντο ἔμποροι εἶναι, ὡς ἄνετοι ἀφεθεῖεν αὐτῆς. | |
sch plut905 | τί δέ: καὶ ψιλὸν ὂν τὸ δε ὡς μέρος λόγου μηκύνεται καὶ ἀττικῶς ἐκτείνεται, ὥς τινές φασι, καὶ δι‐ φθογγογραφεῖται. | |
sch plut907 | τῶν τῆς πόλεως ἤτοι τῶν κοινῶν πραγμάτων καὶ τῶν ἰδίων καὶ ἰδιωτικῶν καὶ μερικῶν πραγ‐ μάτων ἐπιμελητής εἰμι καὶ φρον‐ | |
5 | τιστής. καὶ κοινὰ μὲν πράγματα, δημαγωγίαι, στρατηγίαι, τριηραρ‐ χίαι, χορηγίαι καὶ ἕτερ’ ἄττα μυρία τοιαῦτα· ἴδια δὲ καὶ ἰδιωτικὰ καὶ μερικά, οἷον εἴ τις ποιήσειε φόνον ἢ | 193 |
10 | νυκτιποροίη τις ἢ λωποδυτεῖ ἢ μεθύων ὕβρεις κατά τινος καταχεῖ καὶ ἐπεσβολήματα καὶ εἴ τι τοιοῦτον μερικὸν ἕτερον. | |
sch plut910a | εἴ σοι προσῆκον μηδὲν: πῶς οὖν, τοιχωρύχε, σὺ χρη‐ στὸς εἶ, εἴ σοι μηδὲν σεμνὸν ὄνομα προσήκει, ὥστε ἢ ἔμπορον | |
5 | καλεῖσθαί σε ἢ γεωργὸν ἢ τέχνης ἑτέρας σεμνῆς κλῆσιν. | |
sch plut910b | “ἀπεχθάνομαι” δὲ καὶ “ἀπεχθάνει”· τὸ παθητικὸν ἐνερ‐ γητικῶς ἀντὶ τοῦ “ἐχθρὸς γίνῃ ἀνθρώποις δικαίοις καὶ σώφροσιν”. | |
sch plut912 | κέπφε: μωρέ, ἐλαφρέ. κέπ‐ φος γὰρ ὄρνεον θαλάσσιον ἀφρο‐ νέστατον, ἀφρὸν θαλάσσιον ἐσθίον καὶ αὐτῷ ἁλισκόμενον. οἱ ἁλιέων | |
5 | γὰρ παῖδες χειρὶ λαβόντες ἐξ ἀφροῦ θαλασσίου ῥιπτοῦσι μακρὰν ἐν τοῖς ὕδασιν, εἶτα ἐγγύτερον, καὶ καθί‐ πτανται οἱ κέπφοι τοῦτον ἐσθίοντες, εἶτα χειρὶ τοῦτον κατέχοντες καὶ | |
10 | ἐπὶ τὴν αὐτῶν χεῖρα καταπτάντας ἐκείνους κρατοῦσιν. | |
sch plut913 | εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν: τὸ βοηθεῖν μὲν οὖν τοῖς νόμοις τοῖς κει‐ μένοις δηλονότι ἐστὶ τὸ εὐεργετεῖν, | |
5 | οὐ τὸ πολυπραγμονεῖν. | 194 |
sch plut916 | οὔκουν ἐξεπίτηδες: οὐ‐ κοῦν καὶ δὴ ἡ πόλις καθίστησι δικαστὰς ἐξεπίτηδες καὶ τέχνης καὶ δοκιμῆς. συλλογιστικῶς δὲ ὁ | |
5 | συκοφάντης ἀποδείκνυσιν ὅτι λοιπὸν (919) εἰς αὐτὸν ἥκει τὰ τῆς πόλεως πράγματα, καὶ εὐεργέτης οὕτως αὐτὸς ὑπάρχει τῆς πόλεως, ὡς γελωτοποιῶν Ἀριστοφάνης | |
10 | δεικνύει. | |
sch plut922 | ἀλλὰ προβατίου: κτηνώ‐ δους καὶ ἀνοήτου ζωὴν λέγεις, εἰ μὴ φανεῖται διατριβὴ καὶ περι‐ σπέρχειά τις καὶ σπουδὴ ἐν τῷ | |
5 | βίῳ καὶ τῷ παρόντι κόσμῳ. | |
sch plut924 | οὐδ’ ἂν μεταμάθοις: “οὐκ ἂν ἐάσῃς τὸ συκοφαντεῖν καὶ ἀπο‐ μάθοις αὐτό;” “οὔκουν”, φησί, οὐδὲ ἐὰν τὸν Πλοῦτον αὐτὸν δοίης | |
5 | μοι καὶ τὸ παρὰ Κυρηναίων προσα‐ χθὲν δῶρον Βάττῳ τῷ αὐτῶν βασιλεῖ φυτὸν τὸ πολυτιμότατον, ᾧπερ ἡ κλῆσις ἦν σίλφιον. | |
sch plut925 | οὗτος ὁ Βάττος θηραῖος ἦν, ἡ δὲ Θήρα καὶ Θηρασία νῆσοι ἔγγιστα Κρήτης εἰσίν. οὗτος ὁ | |
θηραῖος Βάττος Ἀριστοτέλης κα‐ | 195 | |
5 | λούμενος ἦν, διὰ δὲ τὸ τῆς φωνῆς ὑποκεκομμένον βατταρίζον τε καὶ παρατεθραυσμένον Βάττος ἐκαλεῖτο· τούτῳ μαντευομένῳ περὶ φωνῆς ἐχρήσθη ταδί· | |
10 | “Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα”. κατὰ τοῦτον οὖν τὸν χρησμὸν ἐς Λιβύην πεπλευκὼς κτίζει Κυρήνην. οἱ Λίβυες δὲ Κυρηναῖοι αὐτὸν ἀμει‐ | |
15 | βόμενοι, τὸ πολυτιμότατον αὐτῷ δωρεὰν προσφέρουσι σίλφιον· καὶ ὃς πάλιν ὁ Βάττος, τῆς εὐχαριστίας αὐτοὺς ἀμειβόμενος, τῷ ἑνὶ μέρει τοῦ αὐτοῦ νομίσματος ἐγχαράττει Κυρή‐ | |
20 | νην ὥσπερ μητέρα μετὰ τῶν Κυρη‐ ναίων καὶ παίδων αὐτῆς τῷ βασιλεῖ τὸ σίλφιον φέρουσαν, θατέρῳ δὲ τοῦ νομίσματος μέρει ἑαυτὸν ἐνετύπωσε. τοῦ δὲ ῥηθέντος σιλφίου ἥ τε ῥίζα | |
25 | καὶ ὁ καυλὸς καὶ τὸ φύλλον καὶ ὁ ὀπὸς καὶ ἁπλῶς εἰπεῖν ἅπαν πολυτι‐ μότατόν ἐστι. καὶ εἰς Δελφοὺς δὲ Ἀπόλλωνι Λίβυες καυλὸν σιλφίου ἀνέθεσαν. | |
sch plut927 | ἔπειθ’ ὑπόλυσαι: λῦσαι | |
καὶ ἀπόδυθι καὶ ἔκβαλε τὰ πέδιλα. | 196 | |
sch plut929 | οὐκοῦν ἐκεῖνός εἰμ’ ἐγώ: ὁ Καρίων ἕνεκα τοῦ γελοίου παράγε‐ ται τῷ κωμικῷ λέγων ἅπερ πρώην ὁ συκοφάντης ἐφθέγγετο, καὶ ἅμα | |
5 | λέγων ἀποδύει αὐτόν. καὶ ὅς φησιν· “οἴμοι τάλας ἀποδύομαι μεθ’ ἡμέραν” ἀντὶ τοῦ “ἐν ἡμέρᾳ καὶ στα‐ θηρᾷ μεσημβρίᾳ” ἀττικῶς· κυρίως γὰρ “μεθ’ ἡμέραν” τὸ “ἐν νυκτί” | |
10 | σημαίνει. | |
sch plut931 | σὺ γὰρ ἀξιοῖς: οὕτω συν‐ τακτέον· σὺ γὰρ ἀξιοῖς καὶ ἄξιον νομίζεις τἀλλότρια ἐσθίειν πράτ‐ των, ἤτοι πανουργότατος καὶ δρα‐ | |
5 | στήριος εἰς πράγματα καὶ δυσχερείας γινόμενος. | |
sch plut932 | μαρτύρομαι: ἐκμάρτυρα καὶ κατάδηλα ταῦτα ποιῶ, τοῦτον δηλονότι θεατὴν ἔχων τῶν εἰς ἐμὲ γινομένων. | |
sch plut933 | ἀλλ’ οἴχεται φεύγων: ὡς τοῦ μάρτυρος πεφευγότος ταῦτά φησι· “περιείλημμαι, κατεσχέθην καὶ κεκράτημαι μόνος”. | |
sch plut935 | δὸς σύ μοι τὸ τριβώνιον: τὸ παλαιὸν ῥάκος ἐκ τοῦ δικαίου ζητεῖ ἵν’ ἐπενδύσῃ τούτῳ τὸν συκο‐ φάντην ὁ Καρίων. ὁ δὲ δίκαιος | |
5 | πρῶτα μὲν ἀντιτείνει, μὴ διδοὺς | |
αὐτό. | 197 | |
sch plut937 | ἱερὸν: καὶ ἀφιερωθὲν καὶ κυρωθέν· πάλαι ἀφιερωθῆναι καὶ ἀνατεθῆναι τῷ Πλούτῳ λέγων, πει‐ σθεὶς δὲ τῷ Καρίωνι δίδωσι τὸ | |
5 | τριβώνιον, καὶ ὁ συκοφάντης παρὰ τοῦ Καρίωνος τοῦτο ἐνδύεται. γε‐ λῶσι (941) δὲ καὶ περὶ τῶν παλαιῶν ἐμβαδίων, λέγοντες ὡς ἐχρῆν καὶ ταῦτα πασσάλῳ τινὶ προσηλῶσαι | |
10 | πρὸς τῷ τοῦ συκοφάντου μετώπῳ, (943) ὥσπερ εἰς κότινον δένδρον ἤτοι τὴν ἀγριέλαιον ἢ ἄλλο τῶν δένδρων προσηλοῦσιν οἱ ἀνατιθέντες τοῖς θεοῖς τὰ ἀνατεθειμένα, Ἄρει δὲ μᾶλλον καὶ | |
15 | κυνηγεσίας ἐφόροις θεοῖς, Ἀρτέμιδί τε καὶ ἑτέροις, ὡς καὶ οἱ Ἀρκάδες Πανί. | |
sch plut943 | τουτῳί: τὸ τω βραχὺ διὰ τὸ κεχηνός, ὡς παρ’ Αἰσχύλῳ τὸ “Ἴστρος τοιαύτας παρθένους λοχεύεται”. μυρία δὲ μᾶλλον παρὰ τῷ κωμικῷ | |
5 | τούτῳ τοιαῦτα εὕρῃς ζητῶν. | |
sch plut946 | σύκινον: συσσυκοφάντην. σημείωσαι δὲ ὅτι τοῦ “ἰσχυρός” τὸ σχυ μακρὸν ὂν βραχὺ οὗτος ἐδέξατο, πλὴν οὐκ ἀδιαφόρως ἀλλ’ ἀκριβείᾳ | |
5 | τεχνικωτάτων λόγων. πάντα γὰρ τὰ | |
ἐκ τοῦ υω γινόμενα καὶ μακρὸν καὶ βραχὺ τὸ υ ἔχουσι καὶ μᾶλλον τὰ ἐκ μακροῦ τοῦ υω, οἷον “ἰσχυρός” ἐκ τοῦ “ἰσχύω”, “ὕδωρ” ἐκ τοῦ “ὕω”, | 198 | |
10 | “θύτης” ἐκ τοῦ “θύω” καὶ τὰ ὅμοια. “φύσις” δὲ καὶ “χύσις” καὶ “ῥύσις” βραχέα ὄντα οὐ δέχονται καὶ μακρά, ἀλλὰ μόνον βραχέα· εἰ δέ τις καὶ μακρὰ ταῦτα διὰ τὸ υω | |
15 | δέξαιτο, οὐκ αἰτιατέος τοσοῦτον· τὸ δὲ “ἰσχυρός” μακρὸν ὂν καὶ τὰ ὅμοια ὡς ἐκ τοῦ υω μακροῦ γεγονότα βραχύνεται κατὰ κοινὴν συλλαβήν, ὡς τὸ | |
20 | “Ἴστρος τοιαύτας” καὶ τὸ “τουτῳί” καὶ ὅσα τοιάδε. μακρὰ γάρ εἰσι, διὰ δὲ τὴν χασμωδίαν κοιναὶ συλλαβαὶ γεγονότα συστέλ‐ λονται· καὶ φύσει μὲν ἔχουσι τὸ μα‐ | |
25 | κρόν, τῇ θέσει δὲ τῇ ἐκ τῆς χασμωδίας βραχύνονται· τὸ δὲ μόνως βραχὺ ὂν βραχὺ πάλιν μένει· ἡ χασμωδία γὰρ βραχύνειν μᾶλλον τὰ μακρὰ εἴωθεν, οὐ μέντοι τὰ βραχέα μη‐ | |
30 | κύνειν. | |
sch plut948 | περιφανῶς: λαμπρῶς, ὑπε‐ ρηφάνως δὲ ἀλαζονικῶς· ὅμως νῦν τὸ “περιφανῶς” τὸ ὑπερφαινο‐ μένως καὶ ἐπηρμένως καὶ ἀλαζονι‐ | |
5 | κῶς δηλοῖ καὶ τυραννικῶς. | 199 |
sch plut949 | “πιθῶν” ἀττικῶς, “πείθων” κοινῶς. ”“πιθῶν” βράχυνε μηδὲ μακρύνειν θέλε. “βουλήν” νόει μοι τοὺς κατ’ Ἄρεος πάγον· | |
5 | (950) “ἐκκλησίαν” δὲ βῆμα πᾶν δικασπόλων καὶ πᾶν ὃ συρρέει δὲ πλῆθος εἰς δίκας.” | |
sch plut951 | “ἐπειδή”, φησὶν ὁ δίκαιος, “ὦ συκοφάντα, τὴν ἐμὴν πανο‐ πλίαν ἐνεδύθης, ἤτοι τὸ ἐμὸν παλαιὸν ῥάκος, τρέχων εἰς τὸ | |
5 | (953) βαλανεῖον καὶ ἑστὼς κορυ‐ φαῖος καὶ πρῶτος ἐν τῇ τοῦ βαλα‐ νείου καμίνῳ θέρου καὶ θερμαίνου· (954) κἀγὼ γάρ, ὅτε πένης ἤμην, πρῶτος ἐκεῖσε ἑστὼς ἐθερμαινό‐ | |
10 | μην”· τὸ πρὶν γὰρ ἄθυρον καὶ ἠνεῳγμένον ἦν πᾶν ἐργαστήριον πῦρ ἔχον καὶ οἱ πένητες καιρῷ χειμῶνος ἐκεῖσε εἰσφρηκότες ἐθερ‐ μαίνοντο. (955) “ἀλλ’ ὁ βαλανεὺς | |
15 | ἐκ τῶν ὀρχιπέδων καὶ τῶν ῥιζῶν καὶ θεμελίων τῶν ὄρχεων ἐξέλκων, ἐκτὸς αὐτὸν ἐκβαλεῖ, μή τι ἐκεῖθε δηλονότι ὑφέληται· ἰδὼν (957) γὰρ αὐτὸν γνοίη ὅτι τῶν | |
20 | κακούργων ἐστίν”. εἶπε δὲ τοῦτο | |
τροπικῶς ὡς ἐπὶ νομισμάτων· “ἰδὼν γὰρ αὐτὸν γνωρίσει ὡς τοῦ κόμ‐ ματος καὶ τοῦ νομίσματος τοῦ πονηροῦ καὶ τοῦ παρακεχαραγ‐ | 200 | |
25 | μένου ἐστί”. ταῦτα εἰπὼν ὁ Καρίων ἕνεκα τοῦ συκοφάντου, ἀποστρέψας τὸν λόγον καὶ πρὸς τὸν δίκαιόν φησι· (958) “νὼ δὲ καὶ ἡμεῖς εἰσίωμεν πρὸς τὸν θεὸν ἵνα εὔξῃ”. | |
sch plut959 | ἆρ’ ὦ φίλοι γέροντες: μετὰ τῶν συκοφαντῶν καὶ γραῦς τις πλουσία πρόσεισι κατηγοροῦσά τινος μειρακίου, ὃ πενιχρὸν μὲν ὂν καὶ | |
5 | ἄπορον ταύτῃ συνῆν, πλουτῆσαν δὲ αὐτῆς ἀπεσκίρτησεν· ἦν γὰρ τῶν δικαίων. ὁ Χορός φησι πρὸς τὴν (962) γραῦν· “ἀλλ’ ἴσθι, ὦ μειρα‐ κίσκη”—ὁ “ἀλλά” σύνδεσμος | |
10 | περισσὸς κεῖται ἀττικῶς—. “ἴσθι, φησὶν ὁ Χορός, ὦ μειρακίσκη” καὶ νεᾶνι, —εἰρωνικῶς δὲ καὶ χλευάζον‐ τες τὴν γραῦν οὕτω καλοῦσιν— “ὡς ὑπάρχεις—ἐλλειπτικῶς— | |
15 | [[πρὸς]] ἐπ’ αὐτὰς τὰς θύρας ἀφιγμένη” τοῦ Πλούτου δηλονότι. πυνθάνομαι γὰρ “πυνθάνει” καὶ ἐρωτᾷς “ὡρικῶς” καὶ νεωτερικῶς καὶ ὥσπερ τις νεᾶνις ὥραν καὶ | |
20 | καιρὸν ἀκμῆς ἔχουσα. | 201 |
sch plut969 | ἀβίωτον εἶναί μοι: “ἀφ’ οὗ γὰρ χρόνου ὁ Πλοῦτος ἤρξατο βλέπειν, πεποίηκεν εἶναί μοι τὸν βίον ἀβίωτον” ἤτοι μισητόν, | |
5 | μὴ δοκοῦντα εἶναι βιωτὸν καὶ ἄξιον [[τοῦ]] ὡς εἶναι καὶ ζῆν τινα ἐν αὐτῷ. | |
sch plut970 | “τί δ’ ἐστίν; —φησὶν ὁ Χρεμύλος—ἆρα, ὥσπερ οἱ νῦν ἐνο‐ χλοῦντες ἡμῖν συκοφάνται, καὶ σὺ συκοφάντρια ὑπάρχεις γυνή;” | |
5 | “μὰ Δία” δὲ καὶ “οὐ μὰ τὸν Δία” εἰπούσης ἐκείνης, τουτέστιν “οὔκ εἰμι συκοφάντρια”, φησὶν ὁ Χρε‐ μύλος· “ἀλλὰ συκοφάντρια μέν, ὡς λέγεις, οὔ” τουτέστιν “οὐχ | |
10 | ὑπάρχεις”. δέον δὲ εἰπεῖν “ἀλλ’ ἀρχική τις γυνὴ καὶ ὑψηλή”, εἶπεν· (972) “ἀλλὰ λαχοῦσα ἔπινες ἐν τῷ γράμματι;” τουτέστιν “ἀλλ’ ἆρα πίνουσα καὶ μεθύουσα εἶ, λαχοῦ‐ | |
15 | σα τοῦτο ἐκ φύσεως, ὡς ἀπὸ τοῦ κλήρου οἱ ἐν Ἀθήναις δικάζοντες ἐλάγχανον ἐν ποίῳ ἔμελλον γράμματι καὶ δικαστηρίῳ δικάσαι, τῷ α, τῷ β ἢ τοῖς λοιποῖς;” περὶ δὲ τοῦ | |
20 | γράμματος καὶ τῶν ἐν Ἀθήναις δικαστηρίων πλατέως ἐρρήθη μοι πρότερον· τοῦτο δὲ νῦν σοι ἰστέον ὅτι οὐ μόνον οὐκ ἐδίκαζον ἐν ταῖς | |
Ἀθήναις γυναῖκες ὡς οὐδὲ πολλα‐ | 202 | |
25 | χοῦ, ἀλλ’ οὐδὲ συνόλως ἐξεχωρεῖτο γυναιξὶν ἐς δικαστήριον εἰσιέναι ἢ θέατρον. μόναι δὲ γυναικῶν ἁπα‐ σῶν, ὁπόσας ἑώρακεν ἥλιος, Ἀριστο‐ πάτειρα μὲν τὸν ὀλυμπικὸν ἀγῶνα | |
30 | εἰσέδυ ταῖς ἀρεταῖς τῶν πρὸς γένος αὐτῆς, ἡττημένου τοῦ Ἑλλανοδίκου καὶ παρακεχωρηκότος ταύτῃ τὴν εἴσοδον, καὶ Κλεοπάτρα ἡ βασιλὶς παρὰ τὸ δικαστήριον ἐδικάσατο Γαίου | |
35 | Ἰουλίου τοῦ Καίσαρος μετὰ πολέμου τοῦ βασιλέως καὶ ἑαυτῆς ἀδελφοῦ, προδηλώσασα Καίσαρι ὡς αὐτοπρο‐ σώπως δι’ ἑαυτοὺς ἐθέλοι παρὰ τὸ βῆμα τὸ τούτου δικάσασθαι, ἅτε | |
40 | τῶν δικηγόρων αὐτῆς προδιδόντων τὴν δίκην. ἐν Αἰγύπτῳ δὲ πρὶν γυναῖκες ἐδίκαζον· εἰ δὲ καὶ νῦν, οὐ συνίημι. | |
sch plut973 | κατακέκνισμαι: λελύπη‐ μαι, θλίβομαι, κόπτομαι ἡ δειλά‐ κρα καὶ τρισαθλία ἤτοι ἡ ἄκρως δειλαία. “κατακέκνισμαι” δὲ τὸ | |
5 | “κόπτομαι καὶ θλίβομαι”, κοινῶς μὲν η ἐκ τοῦ “κνῶ κνήσω”, ἐκ τοῦ “κνίζω” δὲ παραγώγως ἀττικῶς ἰῶτα. | |
sch plut981 | ἐκνομίως: μεγάλως, ὑπερ‐ φυῶς με ᾐσχύνετο· νῦν ἀντὶ τοῦ “ᾐδεῖτο”. | 203 |
sch plut982a | δραχμή ἐστιν ἓξ ὀβολῶν ποσότης· εἰσὶ δὲ ταῦτα μέτρα καὶ εἴδη σταθμῶν, ἃ τοιούτοις περιττὸν ἐμοὶ γράφειν ἐστί· νῦν δὲ ἁπλῶς καὶ | |
5 | παραχρηστικῶς οὗτος εἴδη νομι‐ σμάτων ταῦτά φησιν. | |
sch plut982b | εἴκοσιν: εἰ φωνῆεν ἔμ‐ προσθεν ἐπιφέρεται, μετὰ τοῦ ν γράφουσιν Ἀττικοί. | |
sch plut984a | ἀγοράσαι καὶ θερίσαι κυρίως τὸ ἐν ἀγορᾷ καὶ πωλητηρίῳ διατρίβειν· θερίζειν δὲ τὸ ἔν τινι τόπῳ τὸν καιρὸν τοῦ θέρους διαβι‐ | |
5 | βάζειν· ἰδιωτικῶς δὲ ὡς νῦν ἐρρήθη τὸ ἀγοράσαι διὰ τὸ γυναῖκα εἶναι ἴσως τὴν λέγουσαν καὶ διὰ τὴν τοῦ ἤθους ἀφέλειαν. θερίσαι δὲ πάλιν ἰδιωτικῶς τὸ τοὺς στάχυας κόπτειν. | |
sch plut984b | χιτώνιον καὶ ὁ κάτω ὑπεν‐ δύτης ὃν πρώτως ἐνδυόμεθα ψαύοντα τῆς σαρκὸς ἡμῶν. ἀλλὰ καὶ τὰ λοιπὰ ἱμάτια χιτῶνες καλοῦνται. | |
sch plut986 | μεδίμνων: μέτρον σίτου ἐστὶν ὁ μέδιμνος. | |
sch plut989 | μισητίας: μίξεως, συνα‐ φείας· ἐκ τοῦ “μίσγω” μισγητία | |
καὶ μισητία. | 204 | |
sch plut990 | αἰτεῖν με: αἰτῶ ἐπὶ τῶν ἀναποδότων λέγεται· αἰτεῖσθαι δὲ ἐπὶ τῶν ἀνταποδιδομένων, ὡς τὸ “οὐ πῦρ αἰτῶ οὐδὲ λοπάδ’ αἰτοῦμαι”. | |
sch plut991 | ἵνα μεμνῷτό μου: ἵνα μνείαν ἐμοῦ ἔχοι. | |
sch plut992 | ἐκνομιώτατα: ὑπὲρ φύσιν, διακαῶς, μεγάλως. | |
sch plut995 | τὸν πλακοῦντα: πλακοῦν‐ τές εἰσι σκευάσματά τινα μελίπηκτα· τραγήματα δὲ ἐξ ἄρτων ποικίλα κατασκευάσματα· ἄμητες δὲ γαλα‐ | |
5 | κτοπηγῆ κατασκευάσματα, τὰ μὲν συναφεψηθέντα μέλιτι, τὰ δ’ οὔ. | |
sch plut997 | ὑπειπούσης θ’ ὅτι: μηνυ‐ σάσης, δηλωσάσης ὅτι παραγενοίμην (999) πρὸς αὐτὸν ἑσπέρας, ἄμητα ἀπέσταλκέ μοι τόνδε ἐπὶ τῷ μηκέτι | |
5 | ἐμὲ τοῦ λοιποῦ αὐτομολῆσαι πρὸς αὐτόν. | |
sch plut1002 | πάλαι ποτ’ ἦσαν: λέγεται αὕτη ἡ παροιμία ἐπὶ τῶν πρὶν μὲν | |
εὐπραγούντων, ὑστέρως δὲ δυσκλη‐ ρούντων, καὶ ἐπὶ τῶν πρότερον μὲν | 205 | |
5 | χρωμένων τισὶν ὁπωσδήποτε, ὕστε‐ ρον δὲ μὴ φροντιζόντων αὐτῶν, ὡς νῦν ὁ νέος μεμήνυκε τῇ γραΐ· “πάλαι ποτέ μοι καὶ ἄκοντι χρησίμη ὑπῆρχες διὰ τὴν ἔνδειαν, νῦν δ’ οὐκέτι σου | |
10 | φροντίδα ποιοῦμαι”. ὃς δὲ τὰ Μιλη‐ σίων ἐθέλει σαφῶς μαθεῖν, ἐάτω τῶν σχολιογράφων τὸν Πολυκράτη, ἐάτω Κᾶρας καὶ Ἀμπρακιώτας τοὺς νῦν καλουμένους Νικοπολίτας γείτο‐ | |
15 | νας λέγειν, —Κᾶρας δὲ καὶ Μιλησί‐ ους γείτονας λέγειν ἁρμόδιον, — ἐάτω δὲ Δήμωνα, ὅν φασιν οὗτοι λέγειν ταυτί, καὶ τἄλλα ὅσα τῷ τῇδε χωρίῳ τοῦ λόγου ἐγγράφουσι· προσ‐ | |
20 | εχέτω δ’ εἰδήμονι Τζέτζῃ πρὸς τὸ μὴ ψευδὲς γράφειν τι. πᾶς ἱστοριῶν ἔμπειρος οἶδεν ὡς πᾶν ἔθνος, πρό‐ τερον μάχην συνάπτον ἑτέρῳ, δι’ ἑαυτοῦ τὸν πόλεμον ἀνερρήγνυ, ἑτέ‐ | |
25 | ρῳ ἔθνει πρὸς συμμαχίαν μὴ χρώ‐ μενον. πρῶτοι δὲ Κᾶρες καὶ Μιλήσιοι μισθοῦ συμμαχεῖν ἤρξαντο, καὶ εἴ που πόλεμος ἀνερρήγνυτο, τοὺς ἄν‐ | |
δρας συμμάχους μισθῷ μετεπέμ‐ | 206 | |
30 | ποντο, καὶ πρώτους ἁπάντων αὐτοὺς ταῖς συρραγαῖς τῶν πολέμων τοῖς πολεμοῦσιν ἀντέταττον, καὶ εἴ τι δυσχερὲς ἐκ τοῦ πολέμου συγκύρσειε, πρώτοις αὐτοῖς ἐγινώσκετο· ὅθε | |
35 | φασὶ καὶ τὸ “τίω δέ μιν ἐν Καρὸς αἴσῃ”. τοιοῦτοι μὲν ἦσαν πρὶν οἱ Κᾶρες καὶ οἱ Μιλήσιοι· ἐπὶ Δαρείου δὲ τοῦ Ὑστάσπεως, ὡς ἱστορεῖ καὶ Ἡρόδο‐ | |
40 | τος, παρ’ Ἱστιαίου καὶ Ἀρισταγόρου τῶν Μιλησίων ἀναπεισθέντες οὐ μόνον ἐκστῆναι Περσῶν ἀλλὰ καὶ πολέμοις ἀντᾶραι, ἄρδην ὑπὸ τῶν Περσῶν κατεκόπησαν, καὶ κατεσκά‐ | |
45 | φη ἡ Μίλητος, καὶ οἱ περιλειφθέντες αὐτῶν γυναιξὶν ὁμοῦ καὶ παισὶν ἀχθέντες εἰς τὴν Περσίδα αἰχμά‐ λωτοι, περὶ τὴν Ἐρυθρὰν θάλασσαν μετῳκίσθησαν παρά τινα πόλιν Περ‐ | |
sch plut1002(50) | σῶν Ἄμβην τῇ κλήσει, χρησμοῦ πρὸ τῆς Μιλήτου ἁλώσεως δοθέντος τοῖς Μιλησίοις· “καὶ τότε δὴ Μίλητε κακῶν ἐπιμήχανε σε ἔργων” | |
καὶ τὰ λοιπὰ τοῦ χρησμοῦ. οὕτω | 207 | |
55 | πάλαι μὲν ἦσαν ἄλκιμοι Κᾶρες καὶ οἱ Μιλήσιοι, οὕτως ὑστέρως ἀφανι‐ σμῷ παντελεῖ περιέπεσον, ὡς Μιλη‐ σίων τινὰς καὶ Καρῶν καὶ πάντας ἁπλῶς τὴν παροιμίαν ταύτην προσ‐ | |
60 | φθέγγεσθαι, ὁπόσοι τῆς τοιαύτης τῶν πραγμάτων μεταβολῆς ἢ ἵστορες ἢ καὶ ἀκροαταὶ κατεφάνησαν. | |
sch plut1004 | φακῇ: εὐτελεῖ πράγματι· νῦν δὲ γραΐ. | |
sch plut1006 | νὴ τὼ θεὼ: μὰ τοὺς θεοὺς Ἀπόλλωνα καὶ Ἀθηνᾶν. | |
sch plut1008 | ἐπ’ ἐκφορᾷ: ἢ ἐπ’ ἐκφοράν· ἐπὶ ἐκφορᾷ καὶ ἐκβολῇ. ἢ ἤρχετο εἰς ἐκφοράν, νῦν εἰς τὸ λαβεῖν τι ἀπὸ σοῦ καὶ ἐξενεγκεῖν. | |
sch plut1011 | νιττάριον καὶ βάτιον: οὐκ οἶδα τί τούτοις ἐρῶ. εἰ γὰρ κατὰ Δίδυμον τὸ “νιττάριον” νεωτάριον καὶ κοράσιον ἐδήλου, δι’ ἦτα ἂν καὶ ἑνὸς | |
5 | τ ἐγράφετο, ὡς ἐγὼ βούλομαι τοῦτο γράφεσθαι, οὐ μηδὲ δι’ ἰῶτα καὶ δύο ττ. ἐπεὶ δὲ πλὴν τοῦ δι’ ἦτα καὶ ἑνὸς ταῦ οὐκ ἔχω τί λέγειν, τὰ τῶν | |
σχολιογράφων ἐρῶ, ἀλλ’ οὐ μόνον | 208 | |
10 | αἰδοῦμαι ἀλλὰ καὶ αἰσχύνομαι γρά‐ φειν αὐτά· οὐ μόχθηρος κακότροπος. | |
sch plut1013 | μυστηρίοις δὲ τοῖς με‐ γάλοις: περὶ τῶν μυστηρίων εἶπον πρὶν τῶν μεγάλων καὶ τῶν μικρῶν· τοῦτο δὲ νῦν ῥητέον μοι. ἐπ’ ἀμαξῶν | |
5 | αἱ τῶν Ἀθηναίων γυναῖκες χωροῦσαι εἰς τὰ μυστήρια ἀλλήλαις ἐλοιδο‐ ροῦντο, καὶ ἐκαλοῦντο αἱ ὕβρεις αὗται ἐξ ἀμάξης. ὕβριζον δὲ ἀλλήλας, ὅτι πρὸς Ἐλευσῖνα πρώτως ἐλθοῦσαν | |
10 | τὴν Δήμητρα διζημένην τὴν Κόρην καὶ περίλυπον ἰοῦσαν Ἰάμβη ἡ Κελεοῦ καὶ Μετανείρης θεράπαινα ὕβρεσι ταύτην βαλοῦσα μειδιάσαι πεποίηκε καὶ μετασχεῖν καὶ τροφῆς ἥτις ἦν | |
15 | κυκεών, ἤτοι ἄλευρον ἀραιὸν καὶ ὑδατῶδες ἀφεψηθέν. | |
sch plut1021 | εἰ Θάσιον ἐνέχεις: εἰ ἐκίρνας αὐτῷ θάσιον οἶνον. | |
sch plut1024a | γραὸς καπρώσης: ὀρ‐ γώσης ἐρωτικῶς. | |
sch plut1024b | ἐφόδια· νῦν τὰ χρήματα, τὴν περιουσίαν· κυρίως δὲ ἐφόδια τὰ πρὸς ὁδὸν χρήσιμα, τὰ εἰς | |
δαπάνην ἐν τῇ ὁδῷ ἐπιτήδεια. | 209 | |
sch plut1033 | “ἔρωτα νεκροὺς ἐξανιστῶντα βλέπω· καὶ θαῦμα τοῦτο, πῶς πάλιν ἄλλον βίον δίδωσι νεκροῖς καὶ τρόπους ἄλλους νέους. τί γὰρ διοίσει τὴν ἀτάσθαλον λάπαν | |
5 | τὴν βυρσοδερμάτινον τὴν ῥυσσουμένην νεκρὰν προσειπεῖν ὡς πολιὰν ἐκτόπως; ταύτην ὁ πικρότατος ἄδικος ἔρως πείθει τὸ γῆρας προσαμείβειν τὸ νέον. ἐρᾷ τὸ λοιπὸν μείρακος νέου πάνυ | |
10 | καὶ τήκεται, φεῦ, ἡ ταλαίπωρος ἄγαν, γέλων καταχέοντος αὐτῆς τοῦ νέου. ἀλλὰ τὸ πικρὸν τοῦ πάθους ἰωμένη ἥκει Χρεμύλον τὸν νέον αἰτουμένη.” | |
sch plut1036 | διὰ δακτυλίου: εἰπούσης τῆς γραὸς ὅτι “ὑπὸ τοῦ ἄλγους ἐτάκην” καὶ τοῦ Χρεμύλου φάντος αὐτῇ “κατασέσηπας, ὡς ἐμοὶ | |
5 | δοκεῖς, ἀλλ’ οὐ κατετάκης”, φησὶ πάλιν ἡ γραῦς· “διὰ ὀπῆς δακτυ‐ | |
λίου ἐμὲ ἂν ἑλκύσῃς καὶ ἕλκων διαβιβάσειας”· καὶ ὁ Χρεμύλος δὲ πάλιν· “ἑλκυσθείης ἂν καὶ διαβι‐ | 210 | |
10 | βασθείης διὰ δακτυλίου, εἰ ἡ ὀπὴ καὶ ὁ κύκλος τοῦ δακτυλίου ἐστὶ τηλία”. καὶ οἱ μὲν τηλίαν ἐνόμισαν πλατεῖαν σανίδα τὴν καὶ τράφηκα καλουμένην, ᾗ τοὺς ἄρτους ἀνόπτους | |
15 | τιθέντες ὀπτῆσαι ἀποκομίζουσιν, ἄλ‐ λοι δὲ σανίδα πλατεῖαν ᾗ τιθέντες οἱ ἀρτοκόποι τοὺς ἄρτους ξηραίνουσιν, οἱ δὲ τῆς καπνοδόκης τὸ πῶμα, ἕτεροι τὸν κύκλον τοῦ κοσκίνου· καὶ τοῦτο | |
20 | δὲ τῶν σφόδρα ἂν ἦν θαυμασίων, εἰ καὶ διὰ κύκλου κοσκίνου διελθεῖν ἠδυνήθη γραῦς σαπρὰ καὶ ἀκίνητος, οὐ παχεῖα, καθὼς νοοῦσιν οἱ σχολιο‐ γράφοι· εἰς ὃν κύκλον κοσκίνου | |
25 | καὶ γεγυμνασμένοι θυμέλης ἄνδρες κυβιστητῆρες, ὡς δρῶντές τι θαυμά‐ σιον, μόλις διέρχονται. ἀλλὰ τηλίαν νῦν φασι τόπον πάνυ εὐρύτατον ἐν τῇ ἀγορᾷ καὶ ὑπόκυκλον, περιπεφραγ‐ | |
30 | μένον δρυφάκτοις, ἐν ᾧ οἵ τε ἀλφιταμοιβοὶ ἐπίπρασκον ἄλφιτα καὶ οἱ ὀρτυγοκόποι ὀρτυγομαχίας τε καὶ περδικομαχίας καὶ ἀλεκτορομαχίας | |
συνίστων καὶ οἱ πεττεύοντες τὰ τῆς | 211 | |
35 | τηλίας μετήρχοντο, ὡς καὶ Εὐριπίδης περὶ Κορινθίων φησί· “πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ.” τοιοῦτος ἦν καὶ ἐν Ἀθήναις τόπος | |
40 | κύκλου τοσούτου ἀφωρισμένος οἷς ἔφην καὶ τοῖς πεττεύουσι. περὶ τούτου τοῦ κύκλου καὶ ὁ Χρεμύλος φησὶ τῇ γραΐ· “διὰ κύκλου, ὡς φῄς, δακτυλίου διέλθῃς, εἴ ἐστιν ὁ κύκλος | |
45 | τοῦ δακτυλίου ὅσος ἐστὶν ὁ κύκλος ἧς ἔφημεν ἀγορᾶς”. | |
sch plut1040 | κῶμος· τὸ συμπόσιον. | |
sch plut1042 | “ἀρχαία φίλη καὶ πο‐ λιὰ γεγένησαι” καὶ τὰ λοιπὰ οὐδὲν ἔχει περινενοημένον· διὰ τοῦ εἰπεῖν αὐτὴν ἀρχαίαν φίλην καὶ | |
5 | πολιὰν γενέσθαι ὁ νεανίας φαίνεται ὡς γεγηρακυῖαν ὑβρίζων αὐτήν. διὸ καὶ ἡ γραῦς ἀγανακτεῖ· καί φησιν ὁ (1045) Χρεμύλος· “ἴσως διὰ πολ‐ λοῦ χρόνου σε οὐχ ἑώρακε· καὶ | |
10 | διὰ τοῦτο ‘ἀρχαία φίλη‘ φησί”· καὶ ἡ γραῦς πρὸς αὐτόν· “ποίου λέγεις μακροῦ χρόνου; χθὲς ἦν | |
παρ’ ἐμοί”. | 212 | |
sch plut1049 | ἀκόλαστοι λέγονται οἱ λά‐ γνοι καὶ ἀσελγεῖς· νῦν δὲ ἀκόλαστον καὶ ἀπαίδευτόν φησι κολάσεως καὶ τιμωρίας δεόμενον τὸν νέον. | |
sch plut1050 | Ποντοπόσειδον, πόντιε Ποσειδῶν, καὶ θεοὶ πρεσβυτικοί: ἐπικαλεῖται Ποσειδῶ καὶ τοὺς λοι‐ ποὺς παλαιοὺς θεούς, ὅτι περὶ γραὸς | |
5 | καὶ πρὸς γραῦν ὁ λόγος αὐτῷ. καί φησιν ἰδὼν αὐτήν· “ὅσας ἔχει τῶν ῥυτίδων ἐν τῷ προσώπῳ”. ῥυτὶς δέ ἐστι τὸ διὰ γῆρας διπλωθὲν καὶ χαραδρωθὲν καὶ σκληρυνθὲν δέρμα | |
10 | ὑπόκενον σαρκῶν γεγονός. | |
sch plut1053 | σπινθὴρ: θρυαλλίς, λε‐ | |
πτότης τῶν ἀνθράκων. | 213 | |
sch plut1054 | ὡς παλαιὰν εἰρεσιώνην: ὡς παλαιὰν φρυγανίδα καὶ ὡς εἰπεῖν καὶ ὡς παλαιὸν βαΐον. λιμοῦ γάρ ποτε κατασχόντος πολλὰ τῆς γῆς μέρη, | |
5 | χρησμὸς Ἀθηναίοις ἐδόθη ὑπὲρ ἁπάντων εὔξασθαι καὶ ἀποτρόπαια τοῦ λιμοῦ εἰρεσιώνας πρὸ τῶν προθύρων τιθέναι. τίς δὲ ἡ εἰρεσιώνη, ῥητέον. θαλλὸς ἦν ἐλαίας ἐρίῳ | |
10 | πεπλεγμένος, πλακοῦντας ἔχων καὶ πᾶν ὡραῖον ἐκκρεμὲς ἐξ αὐτοῦ καὶ κολλύραν ἄρτου καὶ κοτύλην οἴνου καὶ μέλιτος καὶ ἄλλην ἐλαίου καὶ κύλικα οἴνου καὶ ὅσα ὡραῖα τρωκτά | |
15 | τε καὶ πλακούντια. παῖς δὲ ἀμφιθα‐ λής, ἤτοι ἐκ πρωτογάμων ἀμφοτέ‐ ρων πεφυκὼς καὶ ἔτι ζώντων ἀμ‐ φοτέρων αὐτῷ τῶν γονέων, τὴν εἰρεσιώνην κατέχων, προπομπῆς | |
20 | λαμπρᾶς γενομένης, ἐβόα· “εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀποψήσασθαι | |
καὶ κύλικ’ εὔζωρον, ὡς ἂν μεθύων καθεύδοις.” εἶτα τὰς εἰρεσιώνας ταύτας πρὸ τῶν | 214 | |
25 | προθύρων εἰς ἀμυντήριον ἵστασαν· καὶ τῷ ἐπερχομένῳ πάλιν ἐνιαυτῷ τὰς πρώην ἀφῃρηκότες ἀνετίθουν τὰς νεωτέρας. | |
sch plut1055a | βούλει πρός με παῖσαι καὶ παῖξαι; | |
sch plut1055b | “ποῖ, φησί, τάλαν;” παιδιὰν αἰσχρὰν ἡ γραῦς λέγειν νομίσασα τὸ μειράκιον, φησί· “ποῦ;” δέον ἐστὶ τὸν Τζέτζην φλυαρίας | |
5 | τοιαύτας ἐπεξηγεῖσθαι. ὅπου εἰ καὶ μὴ φλυαρίαι ἦσαν, ὅμως τὸ κομμα‐ τικὸν ἐκκόπτει τὴν ἁρμονίαν τοῦ λόγου τῶν ἐξηγήσεων. | |
sch plut1056 | αὐτοῦ, λαβοῦσα κάρυα: “αὐτοῦ καὶ ἐνταῦθα παῖξαι μετ’ ἐμοῦ, λαβοῦσα κάρυα.” ἡ δέ φησι· “παιδιὰν τίνα;” ὁ δὲ λέγει παρ’ | |
5 | ὑπόνοιαν· “πόσους ἔχεις ὀδόν‐ τας.” παιδιαὶ γὰρ ἦσαν διάφοροι, σὺν αἷς καὶ ὁ ἀρτιασμός, ᾧ ἠρώτα τις· “ἄρτια κάρυα” ἢ νομίσματα ἢ ἄλλο τι εἶδος “ἐπικρύπτω μου τῇ | |
10 | χειρὶ ἢ περιττά;” ἦν δὲ καὶ νῦν, φημί, ἑτέρα παιδιά, ὁμοία τῷ ἀρ‐ τιασμῷ, οὐκ ἠρώτα δέ 〈τισ〉 ἐν αὐτῇ “ἄρτια κρύπτω ἢ περιττὰ τῇ | |
χειρί;” ἀλλὰ “πόσον κρύπτω;” “πο‐ | 215 | |
15 | σόν”. καὶ εἰ μὲν εὗρεν ὁ ἐρωτώμενος τὸ ποσόν, ἀφῄρει αὐτά· εἰ δ’ οὔ, ἀντεδίδου τόσον ποσόν. νῦν δὲ ἀντὶ τοῦ εἰπεῖν ὁ μεῖραξ “πόσα κάρυα τῇ χειρὶ ἐπικρύπτεις”, παρ’ ὑπόνοιαν | |
20 | εἶπε· “πόσους ὀδόντας ἔχεις”· καὶ (1058) ὁ Χρεμύλος φησὶ πρὸς αὐτόν· “κἀγὼ περὶ τούτου ἐρῶ. φέρει γὰρ ἴσως τρεῖς ἢ δʹ ὀδόντας”. ὁ δὲ μεῖραξ ὡς ἡμαρτηκότι τοῦ ἀριθμοῦ | |
25 | τῶν ὀδόντων ὡς ἐπὶ καρύων “ἀπό‐ δος” φησίν· “ἕνα γὰρ μόνον φορεῖ καὶ ἔχει ὀδόντα γομφίον”, τὸν καὶ μύλην καὶ κραντῆρα καὶ γνώμονα καὶ σωφρονιστῆρα καλού‐ | |
30 | μενον. | |
sch plut1061 | πλυνόν με ποιῶν: ἐφύ‐ βριστον. | |
sch plut1062 | ἐκπλύνειέ σε: ἐπὶ συνου‐ σίας τοῦτο εἶπεν. | |
sch plut1063 | καπηλικῶς: δεδολιευμέ‐ νως, χρωμένη φύκει καὶ ψιμυθίῳ καὶ συγκαλύπτουσα τὰς τοῦ γήρως ῥυτί‐ δας· ὡς οἱ κάπηλοι τρυγὶ καλλίστου | |
5 | οἴνου καὶ μίξει δὲ βραχίστου οἴνου τοιούτου δρῶσι τὸν φαῦλον οἶνον | |
δοκεῖν ἄριστον. | 216 | |
sch plut1066 | οὐχ ὑγιαίνειν: οὐ φρονεῖν. | |
sch plut1067 | πειρᾷ: βιάζει. ἢ πειρᾶταί σου εἰ πεισθείης αὐτῷ. | |
sch plut1069 | οὐ μὰ τὴν Ἀφροδίτην, ὦ βδελυρὲ σύ, οὐκ ἐφάπτεταί μου τῶν μαστῶν. | |
sch plut1070 | μὰ τὴν Ἑκάτην: οὐ μὰ τὴν Ἑκάτην τὴν καὶ Σελήνην καὶ Ἄρτεμιν· μαινοίμην γὰρ ἂν καὶ παραφρονοίην εἰ ἐφαπτοίμην αὐτῆς. | |
sch plut1073 | “κατηγορεῖ γέ σου.” “τί κατηγορεῖ;”: σημείωσαι ἀτ‐ τικῆς διαλέκτου τὸ ταὐτὸ καὶ ἓν ἐν ταὐτῷ καὶ ἑνὶ τόπῳ ὡς γενικὴν ἅμα | |
5 | καὶ αἰτιατικὴν δεχόμενον, ὡς τοῦτο τὸ “κατηγορεῖ γέ σου.” “τί κατηγορεῖ;” καὶ τὸ “καταφρονεῖ μου καὶ Θήβας ὅδε” | |
10 | καὶ πᾶν τοιουτότροπον. | |
sch plut1074 | εἶναί ς’ ὑβριστήν φησι: ἀλαζόνα καταφρονητὴν ἑαυτῆς. | |
sch plut1076 | “ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι”, τοῦ μείρακος εἰπόντος, ὁ Χρεμύλος φησί· “διὰ τὸ τί οὐ μαχέσῃ ἐμοί;” ὁ δέ φησι· | |
5 | “διὰ τὸ τί καὶ τὴν συνουσίαν λέγεις | |
ἐμοὶ μὴ μαχέσεσθαι;” | 217 | |
sch plut1078 | τοῦτο ἐπέτρεπον ποεῖν: τὸ συνουσιάζειν. | |
sch plut1081 | ὁ δ’ ἐπιτρέψων ἐστὶ τίς: ὁ παραχωρήσων σε ἐᾶσαι αὐτὴν τίς ἐστι; ἤτοι ἐγὼ οὐ συγχωρῶ σοι αὐτὴν ἐᾶσαι. | |
sch plut1082 | διεσπεκλωμένῃ: τινὲς φλυαρίας τινάς φασι, λέγοντες σπε‐ κλοῦν τὸ συνουσιάζειν· ἔστι δὲ τὸ “ἐσπεκλωμένῃ” δηλοῦν ὑπὸ μυρί‐ | |
5 | ων ἐτῶν καὶ τρισχιλίων γεγηρα‐ κυίᾳ, σαπείσῃ, διαλυθείσῃ ἀπὸ τῶν σεσηπότων καὶ διεσπλεκωμένων καὶ διαλυθέντων τῆς πλοκῆς σχοίνων. μεταθετικῶς δὲ τὸ “ἐσπλεκωμένῃ” | |
10 | εἶπεν “ἐσπεκλωμένῃ”, ὡς τὸ “τέ‐ τρατον” καὶ “κραδίη”· εἶπε δὲ “ἐσπεκλωμένῃ” ὡς ἀπὸ τοῦ σπε‐ | |
κλόω σπεκλῶ. | 218 | |
sch plut1085 | τρύγα: τὴν ὑπόστασιν τοῦ οἴνου. | |
sch plut1087 | τρύγοιπος: ὑλιστὴρ τῶν οἴνων, σακελλιστήριον. “οὐκοῦν καὶ λοιπόν, φησίν, εἰ τῇ γραῒ τρύξ ἐστι σαπρά, ὁ σακελλιστὴς ταῦτα | |
5 | θεραπεύσει”. | |
sch plut1088 | “εἴσιτε εἴσω, φησὶν ὁ νεανίας, τῷ θεῷ γὰρ ἤτοι τῷ Πλούτῳ βούλομαι ἀναθεῖναι τούσδε τοὺς στεφάνους”. λεγού‐ | |
5 | σης (1090) δὲ καὶ τῆς γραὸς ὅτι “κἀγὼ βούλομαι εἰσελθεῖν καὶ αὐτῷ φράσαι τι”, καὶ τοῦ μείρακος πάλιν εἰπόντος· “ἐγὼ δὲ οὐκ εἴσειμι”, “θάρρει”, τούτῳ φησὶν | |
10 | (1092) ὁ Χρεμύλος, “οὐ γάρ σε βιασέται ἡ γραῦς ᾧ τρόπῳ μᾶλλον ἄνδρες γυναῖκας βιάζονται”. | |
sch plut1093 | ἱκανὸν γὰρ καὶ πολὺν χρόνον αὐτὴν ὑπεπίττουν καὶ ὑπεπίσσουν ὥσπερ παλαιὰν καὶ σαπρὰν ναῦν. εἶπε δὲ ἐκ τοῦ πιττόω | |
5 | πιττῶ. τὸ δὲ “ὑπεπίττουν” νῦν τροπικωτέρως ἀντὶ τοῦ “ἐφίλουν, συνῆν, ἐμιγνύμην αὐτῇ”. | |
sch plut1094 | βάδιζ’· ἐγὼ δέ σου: τοῦ | |
νεανίου εἰσελθεῖν ὡρμημένου, κατα‐ σχοῦσα τοῦτον ἡ γραῦς γενναίως ἀντέχεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν· | 219 | |
5 | πρὸς ἣν τοῦ νεανίου γενναίαν κατά‐ σχεσιν τῆς γραός φησιν ὁ Χρεμύλος· (1095) “ὡς εὐτόνως, ὦ Ζεῦ βασιλεῦ, τὸ γραΐδιον τῷ μειρα‐ κίῳ προσείχετο καὶ κεκόλλητο, | |
10 | ὥσπερ λεπὰς ταῖς πέτραις”. λεπὰς δὲ εἶδος ἐστι ὀστρειῶδες, ἓν μόνον ὄστρακον ἔχον τὸ πρὸς τὰ ἐκτὸς νεῦον. ἀντὶ δὲ τοῦ ἐντὸς ὀστράκου ἡ θαλασσία ἐκείνη πέτρα ἐστὶν | |
15 | ἐξαρκοῦσα ἐν ᾗπερ φύεται ἡ ῥη‐ θεῖσα λεπάς. | |
sch plut1097 | τίς ἔσθ’ ὁ κόπτων τὴν θύραν: Ἑρμῆς ὁ τῶν θεῶν κῆρυξ, πλουτησάν‐ των ἁπάντων καὶ μηδενὸς ἔτι θύοντος τοῖς θεοῖς, καταλιπὼν τὴν μετὰ τούτων διατριβὴν κάτεισι πρὸς τὴν Χρεμύλου οἰκίαν ὡς τούτοις συνεσόμενος ἐς ἀεί. ψοφησάσης δὲ τῆς θύρας πρὸ τοῦ τὸν Ἑρμῆν κόψαι αὐτήν, ἔξεισιν ὁ Καρίων | |
5 | δοκῶν παρά τινος κεκόφθαι αὐτήν· γνοὺς δὲ ὡς μόνη κλαυσιᾷ καὶ ψοφεῖ, ἔμελλεν αὖθις ((εἰς)) τὴν οἰκίαν ἐσιέναι· συγκαλεῖ δὲ αὐτὸν ὁ Ἑρμῆς καὶ πρῶτα μὲν γελοῖά τινα φθέγγεται, εἶτα δεῖται τούτοις ὑποδεχθῆναι καὶ πολλὰς εὑρεσι‐ λογίας εἰπὼν ὀνομάτων ἑρμαϊκῶν, τέλος ὡς διακονικὸς εἴσεισι. καὶ πρὸς τὸ | |
φρέαρ τὰς κοιλίας πλύνειν κελεύεται. | 220 | |
sch plut1098 | τὸ θύριον φθεγγόμενον: τὸ “φθεγγόμενον” καὶ “κλαυ‐ σιᾷ” τροπική ἐστι λέξις καὶ ἅμα ὑψηλὴ καὶ γλυκεῖα· | |
5 | ἐπὶ γὰρ τῶν ἐχόντων αἴσθησιν καὶ μᾶλλον ἀνθρώπων λέγεται. οὗτος δ’ ἐπὶ ξύλου ἀψύχου ((καὶ)) τῆς θύρας τὸ κινεῖσθαι μὲν “φθέγγεσθαι” εἶπε, τὸ ψοφεῖν δὲ καὶ τρύζειν ((καὶ)) “κλαυσιᾶν”. διαφέρει δὲ τὸ κόπτειν ψοφεῖν τε καὶ κλαυσιᾶν· κόπτειν γὰρ κυρίως λέγεται, ὅταν τις εἰς οἰκίαν εἰσιέναι μέλλων τὴν θύραν ἔξωθε πλήττῃ· ἂν δ’ ἐξερχόμενος αὐτὴν ὑπανοίγῃ, ὁ τῆς ὑπανοίξεως | |
10 | κτύπος ψόφος καλεῖται· ὅταν δὲ ὑπ’ ἀνέμου ((ἡ)) θύρα κινουμένη μόνη κινῆται καὶ τρύζῃ, κλαυθμυρισμὸς ὁ τοιοῦτος τρυσμὸς λέγεται. “θύριον” δὲ καὶ οὐ | |
“θυρίον” φαμέν, ὅτι κανών ἐστιν ὁ λέγων ((ὅτι)) τὰ εἰς ιον ὑποκοριστικὰ ἀπὸ βραχέος ἀρχόμενα προ‐ | 221 | |
15 | παροξύνεται, ἀπὸ δὲ μακροῦ παροξύνεται· “ψωμίον, σταυρίον, ἠρίον, σακκίον” καὶ τὰ ὅμοια, “ἔριον” δὲ καὶ “σάκιον”—ἡ ἀσπίς—“πόδιον, ὅριον, ὄρειον” καὶ τὰ ὅμοια. οὕτω καὶ “θύριον” καὶ “πύλιον” φαμὲν καὶ “θύμιον” τὸ ἐπίθυμον καὶ “ψύχιον” τὸ ζῳύλλιον, ὃ θηρῶντα παίζει τὰ παιδάρια, καὶ πᾶν ὅμοιον, “θυ‐ μίον” δὲ τὸν θυμὸν καὶ “ψυχίον” τὴν ψυχὴν καὶ πάντα τὰ ὅμοια. “τρύβλιον” | |
20 | δὲ καὶ “τρυβλίον” καὶ “ἴκριον” καὶ “ἰκρίον” φαμὲν καὶ εἴ τι τοιοῦτον. | |
ταῦτα δὲ καὶ μακρὰ καὶ βραχέα εἰσὶ καὶ ἀμφοτερίζοντα, ὡς τὸ “τρύβλίον, ἴκρίον” καὶ τὰ τοιαῦτα. | 223 | |
sch plut1102 | ἀνέῳξάς μ’ ἔφθασας: τὸ σχῆμα ἀντιστροφὴ περὶ τὰς λέξεις, ἤτοι “ἔμελλον μὲν κόπτειν τὰς θύρας, σὺ δὲ φθάσας καὶ | |
5 | προκαταλαβὼν ἀνέῳξας”. | |
sch plut1108 | τρύβλιον καὶ τρυβλίον· οὗτος ἴγδην ἢ ἀγγεῖόν τί φησιν, ἔστι δὲ κυρίως ποσὸν μέτρον ὑγροῦ. | |
sch plut1109 | βάραθρον: ἦν ὄρυγμα γῇ τῆς Ἀτθίδος πρὸς τὰς κακούργων, ὡς εἴρηκα, τιμωρίας. | |
sch plut1110 | ἡ γλῶττα τῷ κήρυκι: αἱ γλῶτται τῶν θυομένων ἐθύοντο τῷ Ἑρμῇ. λέγει οὖν ἐνταῦθα οὕτως· “ἡ γλῶττα τῷ κήρυκι τῶν τοιούτων | |
5 | τέμνεται” ἤτοι “οὐ ματαίως θύομεν αὐτῷ τὰς γλώσσας τοιαῦτα κηρύσ‐ σοντι”, ἢ “κοπείη ἡ γλῶσσα τοῦ ὃς ἡμῖν τοιαῦτα κηρύσσει”. | |
sch plut1119 | σωφρονεῖς: ἤτοι καλῶς λέγεις περὶ τῶν ἄλλων μὴ φροντίζειν θεῶν. | 224 |
sch plut1120a | “καπήλισι” γράψον δέ, μὴ “καπηλίσι”. | |
sch plut1120b | “κάπηλις” ἡ τελεία οἰνοπῶλις γυνή, καὶ ἁπλῷ τῷ τρόπῳ λέγεται· “καπηλίς” δὲ ἡ παῖς καπήλιδος ἢ καὶ ὑποκοριστικῶς καὶ ἡ τελείας ἡλικίας κάπηλις. | |
sch plut1121 | οἰνοῦτταν: πλακοῦς ἐστιν ἐκ γλεύκους καὶ ἀλφίτων συντεθειμένος καί τινων ἡδυσμάτων. | |
sch plut1123a | ἀναβάδην: ἄνω τοὺς πόδας ἔχων τῇ κλίνῃ ἐν τῷ καθεύδειν, τὴν κεφαλὴν δὲ κατωτέρω, ὥσπερ καὶ οἱ ἡμεροδρόμοι δρῶσι καὶ δρομοκήρυκες ἕνεκα τοῦ μὴ κατασπάσαι τὴν ὕλην περὶ τοὺς πόδας, λεπτῇ δέ τε χειρὶ παχὺν πόδα πιέζειν. | |
sch plut1123b | βαρβαρισμός ἐστι τὸ περὶ χρόνους, τόνους καὶ πνεύματα ἁμαρ‐ τάνειν, σολοικισμὸς δὲ τὸ περὶ τὴν σύνταξιν τὴν λογικήν. | |
sch plut1124 | οὐκοῦν δικαίως ταῦτα πάσχεις, ὃς καὶ ζημιοῦσθαι πολλάκις ἐποίεις τοὺς ((τὰ)) τοιαῦτά σοι παρέχοντας. | |
sch plut1126 | τετράδι: τοῦ καθ’ ἑκάστην τετράδα τοῦ μηνὸς πεπεμμένου νῦν | |
στελλομένου πλακοῦντός μοι. ἑκάστη γὰρ μηνὸς νουμηνία καὶ ἡ ἑβδόμη ἱέρωτο τῷ Ἀπόλλωνι, ἡ δὲ τετάρτη Ἑρμῇ, ἡ ((δὲ)) ἕκτη Ἀρτέμιδι, ἡ ((δὲ)) ὀγδόη Θησεῖ καὶ αἱ λοιπαὶ τοῦ μηνὸς ἄλλοις θεοῖς τε καὶ ἥρωσιν. | 225 | |
sch plut1127 | ποθεῖς τὸν οὐ παρόντα: παροιμία· τοῦτό ἐστι λεγόμενον ἐπὶ τῶν ἤδη παρῳχηκότων ἢ καὶ παντελῶς ἠφανισμένων. εἴρηται δὲ ἀφ’ ἱστορίας τοι‐ αύτης· ((ὁ)) Ἡρακλῆς συμπλέων τοῖς Ἀργοναύταις ἐπὶ τὸ χρύσειον κῶας, ὡς ἀφίκοντο περὶ Κίον περί τινα κρήνην, στέλλει τὸν Ὕλαν ὑδρεύσασθαι. | |
5 | Νηρηΐδες δὲ τὸν νεανίαν λαβοῦσαι τοῖς ὕδασιν ἀπεθέωσαν· Ἡρακλῆς δέ, μηκέτι τοῦ μείρακος ὑποστρέφοντος, πᾶσαν ὕλην, ἁπάσας τὰς κρήνας, τὴν ὀρεινὴν περιτρέχων, τὸν οὐ παρόντα ζητῶν κατεφαίνετο· ὡς καὶ Θεόκριτος ὁ Σικε‐ λός ((, οὐ λέγω τὸν Χῖον,)) περὶ τούτου φησί· “κᾤχεθ’ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων”. | |
sch plut1128 | οἴμοι δὲ κωλῆς: κωλὴν δὲ τὸν βραχίονα νόει ἤγουν τὴν ὠμοπλάτην. τὰ γὰρ ἐμπρόσθια μέρη τῶν ἱερείων ἤτοι οἱ βραχίονες καὶ | |
5 | ὠμοπλάται ἀφιεροῦντο Ἑρμῇ. καὶ κωλὴ μὲν ἡ ὠμοπλάτη ἐστί, κώληψ δὲ τὸ ὄπισθε τοῦ γόνατος, τὸ ἀντζίον, ὡς Ὅμηρος ἐν τῇ πάλῃ δι‐ δάσκει τῇ Ὀδυσσέως καὶ Αἴαντος | |
10 | εἰπών· | |
“κόψ’ ὀπίσω κώληπα τυχών”. | 226 | |
sch plut1129 | ((ἀσκωλίαζε:)) ἀσκώλια καθ’ ἱστορίαν ἦν τις ἑορτὴ Διονύσου, ἐν ᾗ‐ περ, ἀσκῶν πεφυσημένων κειμένων ἐν μέσῳ τῷ θεάτρῳ, τινὲς ἥλλοντο ἐπ’ αὐτοὺς ἢ ἑνὶ τῷ ποδὶ ἢ καὶ ((ἐν)) δυσὶ καὶ ἐκίνουν γέλωτα τοῖς θεωμένοις καταπίπτοντες τῷ φυσήματι τῶν ἀσκῶν. εἰς τιμὴν δέ, ὡς ἔφην, τοῦ Διονύσου | |
5 | ταῦτα ἐδρῶντο. ὁ γὰρ ἀσκὸς δέρμα τοῦ τράγου ἐστίν· ὁ δὲ τράγος, τὸ ζῷον, πολέμιός ἐστι ταῖς ἀμπέλοις αὐτὰς κατεσθίων, καὶ ἐπίγραμμά ((τι)) φέρεται τῆς ἀμπέλου πρὸς τὸν τράγον οὑτωσὶ λέγον· “κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω, ὅσον ἐπιλεῖψαί σοι, τράγε, θυομένῳ.” | |
10 | “ἀσκωλιάζειν” μὲν καθ’ ἱστορίαν τοῦτο σημαίνει τὸ ἅλλεσθαι τοῖς ἀσκοῖς ᾧ τρόπῳ εἰρήκειμεν· νῦν δὲ ἐσχηματισμένως καὶ δριμέως φησὶ πρὸς τὸν Ἑρμῆν· εἰπόντος γὰρ “οἴμοι τῆς κωλῆς καὶ τῆς ὠμοπλάτης”, 〈φησίν〉· “ἀσκω‐ λίαζε καὶ ἐστερημένος τῆς κωλῆς καὶ πεινῶν ἐνταῦθα πρὸς τὴν αἰθρίαν καὶ τὸν ἥλιον δίαγε.” | |
sch plut1130 | σπλάγχνων τε θερμῶν: τῷ Ἑρμῇ τῶν ἱερείων ἡ ὠμοπλάτη ἱέρωτο· ἔθυον δὲ αὐτῷ καὶ σπλάγχνα ἤτοι ἐντόσθια θερμά, ὀπτά τε καὶ | |
5 | περίεφθα· καὶ τοῖς ἄλλοις θεοῖς ἄκρατον σπένδοντες τὴν σπονδήν, ἢ ὕδωρ μόνον, ὡς Ἐρινύσιν, ἢ μόνον οἶνον, ὡς πᾶσι τοῖς ἄλλοις θεοῖς, τῷ | |
Ἑρμῇ κεκραμένον ἔσπενδον οἶνον ἢ | 227 | |
10 | ψυχρῷ εἴτ’ οὖν εὐζέοντι ὕδατι. μεμνημένου γοῦν τοῦ Ἑρμοῦ τούτων καὶ τῇ στερήσει ὀδυνωμένου, πρὸς ἓν ἕκαστον τῶν παρ’ Ἑρμοῦ λεγο‐ μένων ὀδυνηρῶν φέρει γελοῖά τινα | |
15 | προσφυῆ τὸν Καρίωνα λέγοντα, ὡς τὸ “ὀδύνη σου τὰ σπλάγχνα κατέχει, Ἑρμῆ, ὅτι νῦν ἐστερήθης ἐκείνης τῆς προσαγομένης σοι τῶν σπλάγχνων θυσίας”. πρὸς δὲ τὸ | |
20 | “κύλικος ἶσον ἴσῳ κεκραμένης” “τὴν ἐκ τῆς κάτω κύλικος ἐξερχο‐ μένην—ὁ Καρίων φησίν—ὦ Ἑρμῆ πιὼν οὐκ ἂν φθάνοις ὑποχωρῶν;” | |
sch plut1134 | τὸν σαυτοῦ φίλον: πολλαὶ τέχναι ἀνάκεινται τῷ Ἑρμῇ· μία δὲ τούτων καὶ ἡ κλεπτῶν· ἐπεὶ δὲ κλέπται καὶ οἱ οἰκέται, τούτου ἕνεκεν ὁ Ἑρμῆς ἑαυτὸν φίλον τῷ Καρίωνι ὀνομάζει. | |
sch plut1136 | ἄρτον τιν’ εὖ πεπεμένον: ἐπταισμένον ὁ Τζέτζης καὶ ἄμετρον τοῦτον τὸν στίχον φησί· διὰ δύο γὰρ μῦ οὐκ ἀνέχεται γράφειν, λέγων μὴ | |
5 | νῦν ἁρμόδιον εἶναι νοεῖσθαι ἐκ τοῦ πέμπω πέμψω, ἐκ δὲ τοῦ πέττω πέσω πεπεμένον τὸν ἐζυμωμένον· καὶ | |
ἔστι λοιπὸν ἄμετρος. | 228 | |
sch plut1138 | ἀλλ’ οὐκ ἔκφορά εἰσι καὶ ἔξω διδόμενα τὰ κρέα· ἢ ἀλλ’ οὐκ ἐκφορὰ καὶ ἐκβολὴ γίνεται τούτων τοῖς ἔξω· ἐκέλευσε γὰρ ὁ Πλοῦτος | |
5 | μηδὲν τούτων ἔξω ἐκβαλεῖν καὶ ἐξενεγκεῖν. | |
sch plut1139 | “καὶ μήν, ὅτε τι σκευάριον καὶ ἀγγεῖον τοῦ δεσπότου ἦς κλέψας, ἐγὼ ἐποίουν λανθάνειν, ὡς κλεπτικῆς δηλονότι ἔφορος”. καὶ ὁ Καρίων πρὸς ταῦτα· “διὰ τὸ συμμετασχεῖν καὶ αὐτὸς μέρους τοῦ κλέμματος”. | |
sch plut1142 | ἧκεν γὰρ ἄν σοι ναστὸς καὶ ἄρτος εὐζύμωτος. ἧκεν· τὸ κεν μακρόν. τὸ δὲ “πεπεμμένος” καὶ διὰ δύο μ γεγραμμένον καὶ δι’ ἑνὸς | |
5 | πλημμελῆ καὶ ἐπταισμένον τὸν στί‐ χον ποιεῖ. τέως πρὸς τὸν Καρίωνος λόγον τὸν ὅτι “ἐστέλλετό σοι ἄρτος εὐζύμωτος”, φησὶν ὁ Ἑρμῆς· “πάλιν δὲ αὐτὸς αὐτὸν ἤσθιες”, καὶ ὁ | |
10 | (1144) Καρίων δὲ πρὸς αὐτόν· “εὐ‐ | |
λόγως αὐτὸν ἐγὼ ἤσθιον, ὅτι καὶ εἰ πανουργήσας ἤτοι κλέψας τι κατεσχέθην ποτέ, ἐγὼ μόνος ἐμαστιζόμην, καὶ οὐ μετεῖχες καὶ σὺ τὰς ἴσας πληγὰς ἐμοί” ἤτοι “τῶν ἴσων ((ἐμοὶ)) πληγῶν” ἀττικῶς. | 229 | |
sch plut1146 | μὴ μνησικακήσῃς: Ἀθηναῖοι καὶ Λάκωνες πολλὰς κατ’ ἀλλήλων τὰς μάχας ἐρρήγνυντο· τέλος περιγεγονότες οἱ Λάκωνες ἐπέστησαν τοῖς Ἀθηναίοις τυράννους τριάκοντα, Ἀθηναίους καὶ αὐτοὺς ὄντας, οἳ τοὺς ὁμοφύ‐ λους παντοίως ἐκάκουν συντρίβοντες. τέλος Θρασύβουλός τις ἀθηναῖος | |
5 | φιλόπατρίς τε καὶ μισοτύραννος Φυλήν τινα τόπον ((ποτὲ)) καταλαβὼν Ἀττικῆς μετὰ καί τινων μισοτυράννων ἑτέρων, συνηργηκότος οὐ μετρίως αὐτοῖς καὶ Κεφάλου τοῦ πατρὸς Λυσίου τοῦ ῥήτορος ὀκτακοσίας ἀσπίδας χαρισαμένου πρὸς συμμαχίαν, περὶ τὸν Πειραιᾶ συμβαλόντες, κατὰ κράτος ἥττησαν τοὺς λʹ καὶ τοὺς σὺν αὐτοῖς. ἐπεὶ δὲ ὅτε ἦρχον οἱ τύραννοι, οὓς μὲν ἐκάκουν τῶν | |
10 | πολιτῶν, οἷς δὲ φιλίως ἐχρῶντο, μετὰ τὴν τούτων κατάλυσιν, Εὐκλείδου δημαγωγήσαντος, ψήφισμα ἔθεντο μὴ ἀλλήλοις μνησικακεῖν καὶ τὰ πρὸ Εὐκλείδου ἄκυρα εἶναι. τὰ μὲν τῆς ἱστορίας τοιάδε. τὰ δὲ παροιμιώδη ((τάδε)) τοιόνδε τὸν νοῦν ἔχουσιν· “εἰ ((δὲ)) καὶ ὑμεῖς, ὦ Καρίων, πλουτήσαντες νῦν ἐδοξάσθητε, ὡς οἱ μετὰ ((τοῦ)) Θρασυβούλου τότε κρατήσαντες τὴν Φυλὴν | |
15 | καὶ τοὺς ἐν τῷ Πειραιεῖ τυράννους ἡττήσαντες, μὴ μνησικακήσῃς ἐπὶ τοῖς πρώην ἐμοί, ὡς οὐδ’ ἐκεῖνοι τοῖς ὁμοφύλοις”. | |
sch plut1150 | ταὐτομολεῖν: τὸ αὐτομολεῖν καὶ ἐνταῦθα διατρίβειν ἀστεῖον καὶ ἡδύ σοι νῦν φαίνεται. | |
sch plut1153 | παρὰ τὴν θύραν στροφαῖον: πολλά εἰσιν ἀντώνυμα τῷ Ἑρμῇ. νῦν δὲ τὰ πρόσφορα πρὸς τὴν παροῦσαν ὑπόθεσιν τιθεὶς παίζει ἀγωνιστικῶς λύων αὐτά· τέλος εὑρόντος τοῦ Ἑρμοῦ κλῆσιν ἑρμαϊκὴν πρόσφορον τοῖς πλου‐ | |
τοῦσι καὶ εἰσαχθέντος ὡς διακονικοῦ καὶ ὑπηρετοῦντος πλύνειν κοιλίας, φησὶν | 230 | |
5 | ὁ Καρίων· “οὐ μάτην ἄρα οὐδ’ οἱ ἐν Ἀθήναις δικάζοντες πολλοῖς δικαστη‐ ρίοις ἐγγράφεσθαι σπεύδουσι”. καὶ αἱ πολλαὶ δὲ κλήσεις αἱ τοῦ Ἑρμοῦ τού‐ των ἕνεκα τῷ ἀλιτηρίῳ προελήφθησαν, ἵνα τό τε τῶν Ἀθηναίων κωμῳδήσῃ φιλόδικον καὶ τὸ τῶν δικαστῶν μοχθηρότατον. στροφαῖος λέγεται καὶ ἡ τῶν πυλῶν στρόφιγξ καὶ πᾶς πανοῦργος καὶ πράγματα μετατρέπων. καὶ τὸν Ἑρμῆν | |
10 | δὲ περὶ τὰς τῶν πυλῶν ἵδρυον στρόφιγγας, ἢ ἵνα τοὺς κλέπτοντας εἴργοι πρὸς τὰς οἰκίας εἰσδύεσθαι, ἢ ὅτι ταῖς οἰκίαις καὶ πόλεσι φρονήσεως χρεία καὶ πανουργίας, ((καὶ)) ἐν τοῖς ἀγροῖς δὲ καὶ τοῖς ἔξω πολέμοις, διὸ τοῖς μὲν ἀγροῖς Ἄρεος ἵστασαν εἴδωλον, τῆς Ἀθηνᾶς δὲ ταῖς πύλαις τῶν πόλεων, Ἑρμοῦ δέ, ὡς ἔφημεν, εἴδωλον ὄπισθε τῆς πύλης τῶν οἰκιῶν. | |
sch plut1155 | “ἐμπολαῖον” ((δὲ)) πρατήριον, ἀγοραῖον. | |
sch plut1156 | ἔγνως παλιγκάπηλον οἷς πρώην ἔφην. | |
sch plut1159a | ἀλλ’ ἡγεμόνιον: ὅτι ((ὁ)) Ἑρμῆς καὶ ὁ λόγος καὶ λογικῶν τεχνῶν ἡγεμονεύει καὶ πρακτικῶν, ὑποτιθεὶς ἑκάστῃ καὶ ἐφευρέσεις καὶ πανουργίας καὶ ἀφορμάς. ἡγεμόνιος δὲ λέγεται καὶ ὁ ὁδηγὸς τῶν τυφλῶν· διὰ τοῦτό φησιν “ἀλλ’ ὁ Πλοῦτος βλέπει”. | |
sch plut1159b | μεθόδους καὶ τέχνας ὁ λόγος ἐργάζεται. | |
sch plut1162 | οἱ παλαιοὶ οὕτως, [οἱ δ]ὲ | |
νεώτεροι μετὰ τοῦ ν. | 231 | |
sch plut1163 | μουσικοὶ ἀγῶνες οἱ δι’ ὀργάνων θυμέλης γινόμενοι καὶ οἱ λογικοί· γυμνικοὶ δὲ οἱ δι’ ἀλκῆς σώματος, ὥσπερ δρόμος, παλαίστρα, πυγμή, παγκρά‐ τιον, δίσκος, ἅλμα, ἀκόντισμα καὶ ἕτερα εἴδη μυρία. | |
sch plut1166 | οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες: οὐ ματαίως ἄρα ((τε)) οἱ ἐν ταῖς Ἀθήναις, φησί, δικάζοντες σπεύδουσι πολλοῖς ἐγγεγράφθαι γράμμασιν ἤτοι δικαστηρίοις. περὶ δὲ τῶν γραμμάτων καὶ τῶν δικαστηρίων τῶν ἐν Ἀθήναις καὶ περὶ τῶν δικαστῶν δὲ ὡσαύτως ἀνωτέρω φθάσας πλατυτέ‐ | |
5 | ρως ἐδίδαξα, ὅτι τῷ Ἀρείου πάγου δικαστηρίῳ πρὸ τῶν προθύρων ἄλφα στοιχεῖον ἐγέγραπτο, τῇ Ἡλιαίᾳ δὲ η, τῷ ἐν Φρεαττοῖ φ, καὶ ἐπὶ τῶν λοιπῶν δὲ ((δικαστηρίων)) ὡσαύτως. | |
sch plut1171 | τίς ἂν φράσειε: ὁ τοῦ ἐν ἄστει τιμωμένου σωτῆρος Διὸς ἱερεύς, μηδενὸς ἔτι θύοντος Διί τε καὶ τοῖς ἄλλοις θεοῖς, ἔρχεται παρὰ τὴν ((τοῦ)) Χρεμύλου οἰκίαν βουλόμενος τοῦ λοιποῦ συνεῖναι αὐτοῖς. | |
sch plut1184 | ἀποπατησόμενοι: ἐκκρινοῦντες, ἀφοδεύσοντες πλεῖν καὶ πλείους ἢ ((καὶ)) μύριοι. πόθε δὲ ἀπόπατος ἡ ἔκκρισις εἴρηται, μάνθανε. πάτος μὲν λέγεται καὶ ἡ κατατετριμμένη ὁδὸς ἀπὸ τοῦ πατεῖσθαι, περὶ ἧς καὶ ((ὁ)) Ὅμηρος λέγει· | |
5 | “ὃν θυμὸν κατέδων πάτον ἀνθρώπων ἀλεείνων”. πάτος λέγεται καὶ ἡ τροφή, ὅθε καὶ πάσασθαι τὸ φαγεῖν· καὶ ἐξ αὐτοῦ ἀπόπατος ἡ ἔκκρισις καὶ τὸ ἀποσκυβάλισμα τοῦ πάτου καὶ τῆς τροφῆς. | |
sch plut1185 | οὐκοῦν κἀκ τούτων τὰ νομιζόμενα, φησί, λαμβάνεις καὶ ἐκ τοῦ ἀποπάτου τῶν εἰσιόντων ἔχεις λοιπὸν τὴν ἀπονενεμημένην καὶ εἰωθυῖαν μοῖραν | |
τοῖς ἱερεῦσιν ἀπολιμπάνεσθαι. | 232 | |
sch plut1187 | χαίρειν ἐάσας: ἀντίφρασις καὶ εὐφημία τὸ σχῆμα· ἤτοι ἀδημονεῖν καὶ λυπεῖσθαι, ὅθε λέγεται καὶ Χάρων, ὁ μὴ χαρᾶς ἀλλὰ θλίψεως αἴτιος. | |
sch plut1191 | ἱδρυσόμεσθα ((τὸν θεόν))· ἱδρύσασθαι καὶ ἀφιερῶσαι τὸν θεὸν ἤτοι τὸν Πλοῦτον βούλονται ἀπαγαγόντες αὐτὸν ἐν τῇ ἀκροπόλει τῶν Ἀθηνῶν εἰς τὸν ὀπισθόδομον Ἀθηνᾶς, ἔνθα τὸ ταμιεῖον ὑπῆρχε. τοῦτο δὲ δῆθε ποιοῦσι καὶ ἐκεῖ βούλονται τὸν Πλοῦτον ἱδρύσαι, ὅτι ἐκεῖσε ἀπέκειτο ἀργυρίου ἐπισήμου | |
5 | ἤτοι κεχαραγμένου ἑξακισχίλια τάλαντα πάρεξ μόνον τριακοσίων. | |
sch plut1197 | τὰς χύτρας ((αἷς τὸν θεὸν)): οἱ ἀφιεροῦντες ναοὺς ἢ ((καὶ)) θυσίας χύτρας ἀθάρας καὶ σεμιδάλεως ἢ πελάνων καὶ ὀσπρίων ἀληλεσμένων καὶ λοιπὰ δὲ ἡδύσματα προπομπεύοντα ἔθος εἶχον εἰσάγειν φερόμενα γυναικῶν κεφαλαῖς εὐπαρύφων. καὶ νῦν δὲ τὴν γραῦν τὴν ἐρωμένην τοῦ μείρακος φέρειν | |
5 | ἐπὶ τῆς κεφαλῆς πείσαντες τὰς ἱερὰς ταύτας χύτρας, τὸν ἀφρὸν τὸν τοῖς ἑψομέ‐ νοις γίνεσθαι εἰωθότα, ὃν ἀφρὸν καὶ γραῦν ὀνομάζουσιν, ὁρῶντες ἄνω τῆς χύτρας ἐπιπολάζοντα, γελῶντές φασιν· “αἱ χύτραι αὗται, ἃς ἡ γραῦς ἐπὶ κεφαλῆς φέρει, τἀναντία δρῶσι χύτραις ταῖς ἄλλαις· ἐν ἐκείναις μὲν γὰρ ἡ γραῦς ἤτοι τὸ ἄφρισμα ἔπεστιν ἄνω, τούτων δὲ τῶν χυτρῶν ἡ γραῦς αὕτη | |
10 | γυνὴ τυγχάνει πολλῷ κατωτέρα”. | 233 |