TLG 5014 019 :: SCHOLIA IN ARISTOPHANEM :: Argumentum in equites (argumentum Tzetzianum) SCHOLIA IN ARISTOPHANEM Schol. Argumentum in equites (argumentum Tzetzianum)
Citation: Argumentum-dramatis personae — (line) | ||
arg eq(t) | ΥΠΟΘΕΣΙΣ ΔΡΑΜΑΤΟΣ ΙΠΠΕΩΝ ΑΡΙΣΤΟΦΑΝΟΥΣ | |
3 | Τὸ παρὸν τῶν Ἱππέων δρᾶμα ὁ ποιητὴς οὗτος κατὰ Κλέωνος τοῦ δημαγωγοῦ τῶν Ἀθηναίων ἐξέθετο, τοῦ πυρπνόυ τε ῥήτορος καὶ ἀπαραμίλλου στρατιώτου | |
---|---|---|
5 | καὶ στρατηγοῦ, ὃς τὸν ἁπανταχοῦ θρυλλούμενον περιβόητον στρατηγὸν Βρα‐ σίδαν ἐκεῖνον τὸν Λάκωνα ἱππομαχίᾳ τῇ κατὰ πρόσωπον ἀντεξελάσας ἀπέ‐ κτεινε καὶ τοὺς ἐπὶ τῇ τότε νίκῃ τῶν Λακεδαιμονίων ᾀδομένους παιᾶνας εἰς ἥττης σχῆμα βαρείας μετέστρεψεν. αἱ γὰρ διὰ τὸν Βρασίδαν Λακώνων οἰμωγαὶ καὶ τὰ δάκρυα τὴν νίκην τὴν τότε συμβᾶσαν πρὸς πένθος μετέτρεψαν, κἂν ὁ | |
10 | φλύαρος οὗτος—καὶ τί γὰρ τοῦ φλυαρεῖν εὐκοπώτερον; —τοιαῦτα κατὰ τοιούτου ἀνδρὸς ἐξελήρησεν, θυμελικὸς ἀντὶ ποιητοῦ γεγονὼς καὶ τὸ Κλέωνος ὑποκρινάμενος πρόσωπον. τέως τοιοῦτον εἰσφέρει τὸ πλάσμα τοῦ δράματος. Ἀθηναῖοι τοῖς Λάκωσι πολεμοῦντες Πύλον καὶ Σφακτηρίαν καὶ Κορυφάσιον, χωρία ὄντα Λακωνικά, | |
15 | διὰ τῶν στρατηγῶν ἐπόρθουν Νικίου καὶ Δημοσθένους, υἱοῦ Ἀλκισθένους. χρονοτριβουμένης δὲ τῆς πορθήσεως καὶ Ἀθηναίων δυσχεραινόντων, ὁ Κλέων ἐπ’ ἐκκλησίας ὑπέσχετο, εἰ γένοιτο στρατηγός, ἐνδότερον εἴκοσιν ἡμερῶν τοὺς ἐναντίους δεσμίους ἐπαγαγεῖν· ὃ καὶ πεποίηκεν. πλάττει οὖν οὗτος ὁ ἀλιτήριος τὴν μὲν πόλιν τῶν Ἀθηναίων ὡς οἰκίαν τινά, | |
20 | τὸν ἀττικὸν δὲ δῆμον δεσπότην ὑπόκωφον γέροντα, Νικίαν δὲ καὶ Δημοσθένην τοὺς στρατηγοὺς ὡς ξένους δούλους πρὸ χρόνων ἐωνημένους, τὸν Κλέωνα δὲ δοῦλον νεώνητον Παφλαγόνα, πανοῦργόν τινα ὄντα καὶ ἀπατῶντα τὸν γέροντα δεσπότην τὸν Δῆμον, κακοῦντα δὲ τοὺς ὁμοδούλους. ἐφ’ οἷς ἀγανακτήσαντες Νικίας καὶ Δημοσθένης, οἱ καὶ προλογίζοντες, πρῶτα μὲν βουλεύονται δρασμὸν | |
25 | ἢ ἀναίρεσιν ἑαυτῶν, εἶτα ἐκ χρησμῶν εὑρόντες, ὡς ὑπὸ χείρονος Κλέων τὴν στρατηγίαν ἀφαιρεθείη, εὑρίσκουσιν ἀλλαντοπώλην τινὰ χορδάς τε ἀπεμπολοῦν‐ τα καὶ ἀλλάντας, ὅ ἐστι χοίρεια ἔντερα χοιρείων ἐγκάτων ἐμπεπλησμένα, καὶ τοῦτον καὶ τοὺς στρατιώτας ἱππέας ἀντιπαρεξάγουσι Κλέωνι. καὶ ἡττᾷ μὲν ὁ ἀλλαντοπώλης οὗτος ὁ κεκλημένος καὶ Ἀγοράκριτος, καὶ ἀντὶ τοῦ Κλέωνος | |
30 | Ἀθηναίων γίνεται στρατηγός· Κλέων δὲ ἡττηθεὶς ἀναλαμβάνει τὴν τοῦ | |
ἀλλαντοπώλου στολὴν καὶ πρὸς τὴν ἀγορὰν ἀλλαντοπωλεῖν ἔξεισιν. | 1121 | |
ind per eq(t) | ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ | |
1 | Δημοσθένης. Νικίας. Ἀγοράκριτος ὁ καὶ ἀλλαντοπώλης. χορὸς ἱππέων. | |
Κλέων. Δῆμος. | 1122 |