TLG 5014 018 :: SCHOLIA IN ARISTOPHANEM :: Commentarium in ranas (scholia recentiora Tzetzae)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Commentarium in ranas (scholia recentiora Tzetzae)

Source: Koster, W.J.W. (ed.), Jo. Tzetzae commentarii in Aristophanem [Scholia in Aristophanem 4.3] Groningen: Bouma, 1962: 691–918, 920–929, 931, 939–947, 950–951, 955–957, 961–978, 980, 983–985, 987–1000, 1002–1012, 1014–1015, 1018–1041, 1043–1051, 1053–1066, 1068–1069, 1071–1074, 1080–1081, 1083–1086, 1088–1104, 1106–1107, 1109–1118, 1120.

  • Argumenta: pp. 691–702
  • Dramatis personae: pp. 703–704
  • Scholia et glossae: pp. 704–1120

Cf. et 5014 023

Citation: Argumentum-dramatis personae-scholion — verse — (line)

arg ran 1

t

ΥΠΟΘΕΣΙΣ ΔΡΑΜΑΤΟΣ ΒΑΤΡΑΧΩΝ ΑΡΙΣΤΟΦΑΝΟΥΣ

arg ran 1

1

(3)

ὁ παρὼν ποιητής, ὡς ἐν τῷ δράματι τοῦ Πλούτου τῷ τότε τῶν Ἀθηνῶν ἄρχοντι ὁπωσδήποτε χαριζόμενος, τότε τὸν Πλοῦτον ἀναβλέψαι φησὶ καὶ
5πλουτίσαι τοὺς ἀγαθούς, τῶν Νεφελῶν δὲ τὸ δρᾶμα τῷ φαινομένῳ γράψας
κατὰ Σωκράτους, κατὰ παντὸς συνετάξατο φιλοσόφου μεταρσιολέσχου καὶ φυσικοῦ—Σωκράτης γὰρ μετερχόμενος τὴν ἠθικὴν φιλοσοφίαν, εἰ ἄρα κἂν ταύτην, κατεγέλα μεταρσιολογίας καὶ φυσικῆς, ὡς γράφει καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασι, θεολογίας δὲ ὡς ἀκαταλήπτου πάντῃ ἀπείχετο—ὡς691
10οὖν τὸ δρᾶμα τοῦ Πλούτου ὑπὲρ τοῦ τότε ἄρχοντος Ἀθηνῶν ἀσυμφανῶς συνετάξατο, κατὰ παντὸς δὲ φιλοσόφου μεταρσιολέσχου καὶ ψευδοτύφου τὸ δρᾶμα τῶν Νεφελῶν, οὕτω καὶ τήνδε τὴν κωμῳδίαν τὴν τῶν Βατράχων κατὰ παντὸς ὑποψύχρου καὶ ὑψηγόρου καὶ ὑποξύλου καὶ ἀφυοῦς καὶ ἀτεχνότατα
γράφοντος, τῷ μεμηνέναι δ’ οὐ συνιέντος αὑτὸν ὄντα βάρβαρον, οἰομένου δὲ692
15μὴ μόνον ἰσοῦσθαι, ἀλλὰ καὶ τὰ κρείττονα φέρεσθαί τινων αἰθερίων ἀνθρώπων, ὡς τῷ ὑπὲρ φύσιν Ὁμήρῳ τις ἀνώνυμος ἤριζε Σάτυρος, Ἡσιόδῳ δὲ Κέρκωψ, ἢ πλέον εἰπεῖν, Εὔρυτος μὲν τοξικῇ, Μαρσύας δὲ μουσικῇ τῷ Ἀπόλλωνι, Σειρῆνες δὲ Μούσαις καὶ Θάμυρις ὁ μαινόμενος, ἢ ὡς ὁ Αἰγύπτιος Σῶφις καὶ ὁ Θετταλὸς Σαλμωνεὺς ταῖς οὐρανίοις λήρως ἀντιπαταγοῦντες βρονταῖς
20καὶ τοῖς κεραυνοῖς δῆθεν ἀνταπαστράπτοντες. κατὰ τοιούτου παντὸς μὴ συνιέντος αὑτόν, ἐξυμνουμένου δὲ φιληταῖς ἀλογίστοις καθάρμασι, δίκην βατράχων βοῶσι θορυβωδέστατα, τὸ τοιοῦτον ὁ ποιητὴς δρᾶμα ἐξέθετο. ἡ διασκευὴ δὲ καὶ ἡ ἔκθεσις τοιάδε τοῦ δράματος. πλάττεται τῷ ποιητῇ δυσφορῶν ὁ Διόνυσος διὰ τὸ ἐν τοῖς Διονυσίοις μὴ
25εἶναι ἢ τραγικὸν ἢ κωμικὸν δεξιὸν ποιητήν. ὅθεν καὶ βουληθεὶς κατιέναι εἰς Ἅιδου, ὡς Εὐριπίδην ἐκεῖθεν ἀνάξειεν, ἐπὶ διονυσιακοῖς τοῖς κοθόρνοις, καὶ λεοντὴν καὶ ῥόπαλον ἔχων τρόπῳ τοῦ Ἡρακλέους, μετὰ Ξανθίου οἰκέτου, ὄνῳ ἐποχουμένου, τοῖς ὤμοις δὲ ἀνάφορον φέροντος, ὃ ἀλλακτὸν δημωδεστέρως καλεῖται, ἐς Θήβας ἢ Τίρυνθα, πόλιν τοῦ Ἄργους, ἀφικνεῖται πρὸς Ἡρακλέα,693
30ὁδοὺς τὰς εἰς Ἅιδου ἀγούσας χρῄζων μαθεῖν ἐξ αὐτοῦ καὶ πανδοχεῖα καὶ ἐκτροπάς, ᾇτε τοῦ Ἡρακλέους εἰς Ἅιδου πρὶν κατελθόντος ἐπ’ ἀναγωγῇ τοῦ Κερβέρου, εἰ καὶ δυσὶ γενεαῖς προγενέστερος Ἡρακλέους ἦν ὁ Διόνυσος. παρ’ οὗ μαθών, ὅσον ἔχρῃζεν, ἀπάρχεται τῆς πορείας. παρὰ τὴν λίμνην δὲ πεφθακὼς τὴν Ἀχερουσίαν, αὐτὸς μὲν ὁ Διόνυσος δυσὶν ὀβολοῖς περαιοῦται
35τῷ Χάρωνι, Ξανθίας δ’, ἀνθ’ ὧν τῇ περὶ Ἀργιννούσαις οὐκ ἐναυμάχησε ναυμαχίᾳ, τῷ Χάρωνι μὴ ἀναληφθεὶς πεζῇ τὴν λίμνην κύκλῳ περιπορεύεται. καὶ τί δεῖ λεπτολογεῖν τὸ πᾶν τοῦ συγγράμματος; τέλος ὁ Διόνυσος ξενίζεται Περσεφόνῃ καὶ Πλούτωνι, καὶ κρίσιν ποιησάμενος ποιητῶν, Εὐριπίδου τε καὶ Αἰσχύλου, καὶ ἄριστον τῷ ὄντι Αἰσχύλον νομίσας καὶ παρὰ προσδοκίαν τοῦτον
40λαβών, ἀλλ’ οὐκ Εὐριπίδην, αὖθις ἐς τοὺς ζῶντας ἀνέρχεται. τοῖς δὲ γελοίοις τούτοις ὁ κωμικὸς μεθόδῳ δεινότητος ἀνύει πάνυ γενναῖα καὶ σπουδαιότατα. τῇ γὰρ ἐξ Ἅιδου μετ’ Αἰσχύλου πρὸς τοὺς ζῶντας ἀναφορᾷ, φησίν, παραπεμπό‐
μενος ὁ Διόνυσος ἐντολὴν ἔσχε Πλούτωνος καὶ Περσεφόνης καὶ τοῦ χοροῦ τῶν μυστῶν, ὅπως τὴν Ἀθηναίων πολιτείαν ἰσώσῃ καὶ διαλύσῃ τὰς ἔχθρας καὶ694
45τοὺς διὰ τὴν ἐν Ἀργιννούσαις μὴ γενομένην ἀναίρεσιν τῶν νεκρῶν γενομένους φυγάδας τε καὶ ἀτίμους αὖθις πολίτας τε καὶ ἐντίμους ποιήσειεν.

arg ran 2

t

ΥΠΟΘΕΣΙΣ ΒΑΤΡΑΧΩΝ

arg ran 2

1

(3)

μαθὼν παρ’ Ἡρακλέους Διόνυσος τὴν ὁδὸν
πρὸς τοὺς κατοιχομένους πορεύεται λαβὼν695
5τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων Εὐριπίδην. λίμνην δὲ διέβαινεν κάτω καὶ τῶν βατράχων ἀνέκραξεν εὔφημος χορός. ἔπειτα μυστῶν ἐκδοχή· Πλούτων δ’ ἰδὼν ὡς Ἡρακλεῖ προσέκοπτε διὰ τὸν Κέρβερον.
10ὡς δ’ ἀνεφάνη, τίθεται τραγῳδίας ἀγών· καὶ δὴ στεφανοῦταί 〈γ’〉 Αἰσχύλος. τοῦτον δ’ ἄγει
Διόνυσος ἐς φῶς, οὐχὶ μὰ Δί’ Εὐριπίδην.696

arg ran 3

t

ΒΑΤΡΑΧΩΝ ΥΠΟΘΕΣΙΣ

arg ran 3

1

(3)

Διόνυσός ἐστι μετὰ θεράποντος Ξανθίου κατ’ Εὐριπίδου πόθον εἰς
5Ἅιδου κατιών· ἔχει δὲ λεοντὴν καὶ ῥόπαλον πρὸς τὸ τοῖς ἐντυγχάνουσιν ἔκπληξιν παρέχειν. ἐλθὼν δ’ εἰς τὸν
Ἡρακλέα πρότερον, ἵνα ἐξετάσῃ τὰ κατὰ τὰς ὁδούς, δι’ ὧν καὶ αὐτὸς ἐπὶ697
10τὸν Κέρβερον ᾤχετο, καὶ ὀλίγα περὶ τῶν τραγικῶν διαλεχθεὶς ὁρμᾷ πρὸς τὸ προκείμενον. ἐπεὶ δὲ πρὸς τῇ Ἀχερουσίᾳ λίμνῃ γίνεται, ὁ μὲν Ξανθίας διὰ τὸ μὴ συννεναυμαχηκέ‐
15ναι τὴν περὶ Ἀργινούσας ὑπὸ τοῦ Χάρωνος οὐκ ἀναληφθεὶς πεζῇ τὴν κύκλῳ πορεύεται· ὁ δὲ Διόνυσος δύο
ὀβολῶν περαιοῦται προσπαίζων ἅμα τοῖς κατὰ τὸν πόρον ᾄδουσι βατρά‐698
20χοις καὶ γελωτοποιῶν. μετὰ ταῦτα ἐν Ἅιδου τῶν πραγμάτων ἤδη χειριζομένων οἵ τε μύσται χορεύον‐ τες ἐν τῷ προφανεῖ καὶ τὸν Ἴακχον ᾄδοντες ἐν χοροῦ σχήματι καθορῶν‐
25ται ὅ τε Διόνυσος μετὰ τοῦ θεράπον‐ τος εἰς ταὐτὸν ἔρχεται τούτοις. τῶν δὲ προηδικημένων ὑπὸ Ἡρακλέους
προσπλεκομένων τῷ Διονύσῳ διὰ τὴν ἐκ τῆς σκευῆς ἄγνοιαν, μέχρι699
30μὲν οὖν τινος οὐκ ἀγελοίως χειμάζον‐ ται, εἶτα μέντοι γε ὡς τὸν Πλούτωνα καὶ τὴν Περσεφόνην παραχθέντες ἀλεωρῆς τυγχάνουσιν. ἐν δὲ τούτῳ ὁ μὲν τῶν μυστῶν χορὸς περὶ τοῦ τὴν
35πολιτείαν ἐξισῶσαι καὶ τοὺς ἀτίμους ἐντίμους ποιῆσαι χἀτέρων τινῶν πρὸς τὴν τῶν Ἀθηναίων πόλιν διαλέγεται.
τὰ δὲ λοιπὰ τοῦ δράματος μονόκωλα, ἄλλως δὲ τερπνὴν καὶ φιλόλογον700
40λαμβάνει σύστασιν. παρεισάγεται γὰρ Εὐριπίδης Αἰσχύλῳ περὶ τῆς τραγικῆς διαφερόμενος, τὸ μὲν ἔμ‐ προσθεν Αἰσχύλου παρὰ τῷ Ἅιδῃ βραβεῖον ἔχοντος καὶ τὸν τραγῳδικὸν
45θρόνον, τότε δὲ Εὐριπίδου τῆς τιμῆς ἀντιποιησαμένου. συστήσαντος δὲ τοῦ Πλούτωνος αὐτοῖς τὸν Διόνυσον
διακούειν, ἑκάτερος αὐτῶν λόγους πολλοὺς καὶ ποικίλους ποιεῖται, καὶ701

arg ran 3

1

(50)

τέλος πάντα ἔλεγχον καὶ πᾶσαν βάσανον οὐκ ἀπιθάνως ἑκατέρου κατὰ τῆς θατέρου ποιήσεως προσάγοντος, κρίνας παρὰ προσδοκίαν ὁ Διόνυσος τὸν Αἰσχύλον νικᾶν, ἔχων αὐτὸν ὡς
55τοὺς ζῶντας ἀνέρχεται. τὸ δὲ δρᾶμα τῶν εὖ πάνυ καὶ φιλολόγως πεποιη‐ μένων. ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ Ἀντιγένη διὰ Φιλωνίδου εἰς Ληναῖα.
60πρῶτος ἦν· 〈δεύτεροσ〉 Φρύνιχος Μούσαις· Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμάσθη τὸ δρᾶμα διὰ τὴν ἐν αὐτῷ παράβασιν, ὥστε καὶ
ἀνεδιδάχθη, ὡς ἔφη Δικαίαρχος.702

ind per ran

t

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

ind per ran

1

Ξανθίας· πανδοκεύτριαι δύο· Διό‐ νυσος· ἑτέρα Πλαθάνη· Ἡρακλῆς·
Αἰσχύλος· νεκρός· Εὐριπίδης· Χά‐ ρων· μυστῶν χορός· Αἰακός· χορὸς703
5βατράχων παραχορήγημα· θεράπαινα Περσεφόνης.

sch ran

1a

εἴπω τι τῶν εἰωθότων: ὁ Διόνυσος μέλλων ἀφικέσθαι πρὸς τὴν Ἡρακλέους οἰκίαν, ἵν’ ἐξ αὐτοῦ τὰ πρὸς τὴν Ἅιδου κάθοδον πάντα γνοίη
σαφῶς, ἕνεκα τοῦ γελοίου τῷ ποιητῇ πλάττεται αὐτὸς μὲν αὐτοποδίᾳ βαδίζων, οἰκέτην δὲ μεθ’ ἑαυτοῦ ἔχων Ξανθίαν, συμπορευόμενον ὄνῳ μὲν ἔποχον,704
5ἑαυτοῦ δὲ τοῖς ὤμοις στρώματα καὶ ἀνάφορον ἔχοντα καὶ δυσφοροῦντα τῷ βάρει· ὃς τὸ λεγόμενον τῷ βάρει τοῦ φόρτου τὸν τῆς γαστρὸς φόρτον κινδυνεύων ἐκκρίνειν βούλεται μὲν ἀριδήλως καὶ προφανῶς τῷ Διονύσῳ τοῦτο εἰπεῖν, ἐκκλίνων δὲ ὡς φορτικὸν συμφανῶς τοῦτο εἰπεῖν, περιπλοκῆς δὲ σχήματι οὕτω φησίν· εἴπω τι τῶν ἐν τῇ κοινῇ συνηθείᾳ λεγομένων, ὦ δέσποτα, ἤ· τῶν
10εἰωθότων λέγεσθαί τε καὶ πράττεσθαι τοῖς ὑποκριταῖς τῶν νῦν κωμικῶν, (2) “φ’ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι ἤτοι οἱ θεαταί; εὐθύς, ὅ φασιν, ἐκ πρώτης βαλβίδος τοὺς κωμικοὺς ποιητὰς διαβάλλει, Φρύνιχον, Λύκιν καὶ Ἀμειψίαν, ὡς στρώματα φέροντας ἐν ταῖς κωμῳδίαις καὶ τοῖς δι’ αὐτὰ πιεσμοῖς φορτικὰ γελοιώδη λαλοῦντας, κινεῖν δὲ δυνάμενα πρὸς γέλωτα τοὺς ἀκροω‐
15μένους καὶ θεατάς. ἀπορία: ἐρεῖ δέ τις ἴσως· πῶς αὐτὸς ταῦτα ποιεῖ τοὺς ἄλλους αἰτιώμενος; διὰ ταῦτα, ὅτι αὐτὸς σχήματι μόνῳ ταῦτα ποιεῖ καὶ τὰ φορτικὰ τεθεραπευμένως καὶ μετριωτέρως φησίν, ἐκεῖνοι δὲ φορτηφοροῦσί τε βαρέως καὶ τὰ φορτικὰ φορτικῶς, καὶ πολλάκις ὡς γελῷεν οἱ ὀχλωδέστεροι
φθέγγονται. ταῦτα μὲν οὕτως· ἐμοὶ δὲ τὸ μὲν δρᾶμα τοῦ Πλούτου καὶ αἱ705
20Νεφέλαι καὶ ὅλα καὶ κατὰ μέρος ἐννοίαις καὶ εἰσβολαῖς καὶ ἐπιχειρήμασι καὶ ὅσοις ἄλλοις κωμῳδία συντίθεται, πάνυ δοκοῦσιν ἔχειν ἀρίστως, τὸ τῶν Νεφελῶν δὲ καὶ δαιμόνιον καὶ ἀμίμητον οἷον. τὸ νῦν δὲ τῶν Βατράχων οὔτε τῆς ἐννοίας, πλὴν μόνης τῆς περὶ τῶν πολιτῶν ἰσώσεως, αἰνῶ καὶ τὰς εἰσβολὰς καὶ πάντα οὐχὶ προσίεμαι, ἀγοραίας δὲ θυμέλης πάντα μακρηγορούσης δοκῶ,
25κινούσης βάναυσον γέλωτα, οὐ μὴν σοφῆς καὶ γονίμου κωμῳδίας κυήματα.

sch ran

1b

τῶν εἰωθότων] τῶν κατὰ συνήθειαν λεγομένων.

sch ran

2

οἱ θεώμενοι] οἱ θεαταί· ἀττι‐ κὸν τὸ λαμβάνειν τὰς μετοχὰς ἀντὶ ὀνομάτων.

sch ran

3a

νὴ τὸν Δ’ ὅτι βούλει: λέγει τῷ Ξανθίᾳ Διόνυσος· λέγει, πλὴν τοῦτο μὴ εἴπῃς, ὅτι “πιέζομαι”· τοῦτο δὲ τὸ “πιέζομαι” φύλαξαι καὶ πρόσ(σ)χες μὴ λέγειν συνεχῶς—τὸ “πάνυ γὰρ καὶ “πολύ” καὶ “συνεχές” ἐστίν—, ἢ ἔσται ἤδη χολὴ ἤτοι κινεῖ χολήν. ἤ· πάνυ γὰρ χολὴ καὶ ὀργή ἐστιν ἐμοὶ τὸ λέγειν706
5σέ, ὅτι “πιέζομαι”.

sch ran

3b

πλὴν] τοῦ.

sch ran

4a

φύλαξαι] τὸ μὴ εἰπεῖν, ὅτι.

sch ran

4b

γὰρ ... χολή] ἐν σοί, ἐὰν εἴπῃς, ὅτι “πιέζομαι.”

sch ran

5a

μηδ’ ἕτερον ἀστεῖον: ὁ Ξανθίας φησίν· μηδ’ ἕτερον γελοιῶδες εἴπω; καὶ ὁ Διόνυσός φησιν ἐλλιπῶς· ναί, πάντα λέγε, πλὴν μόνον γέ μοι τὸ “ὡς θλίβομαι”. καὶ πάλιν ὁ Ξανθίας· τί δαί; τὸ πάνυ γελοιότατον εἴπω; καὶ ὁ (6) Διόνυσός φησιν· ναὶ μὰ τὸν Δία, θαρρῶν γε—λείπει τὸ “λέγε”—μόνον
5ἐκεῖνο ὅπως καὶ πῶς μὴ ’ρεῖς καὶ ἐρεῖς. καὶ ὁ Ξανθίας· τὸ τί μὴ ἐρῶ; καὶ (8) πάλιν ὁ Διόνυσος· ὅτι χεζητιᾷς καὶ μέλλεις ἀποπατεῖν μεταβαλλόμενος
καὶ μεταφέρων ἀεὶ καὶ μεταλλάσσων ἐξ ὤμου εἰς ὦμον τὸ ἀνάφορον καὶ ἄνω (9) τῶν ὤμων βασταζόμενον. πρὸς ὃ Ξανθίας· μηδὲ τοῦτο ἐρῶ, ὅτι τόσον βάρος βαστάζων ἐπὶ τῶν ὤμων, εἰ μὴ καθαιρήσει καὶ καταβάλῃ καὶ ῥίψει τις,707
10
τυφωνικὸν πνεύσαιμι τῶν ἐγγαστρίων; ὁρᾷς εἰσβολὴν ἀγοραίαν δράματος καὶ φλυαρίαν, εἴ που ἑτέρωσε τοῦτο εὗρον· αὐτὸς δὲ οὐ συνόλως εἶναι Ἀριστοφάνους ἂν ὑπετόπασα, οὐδ’ ἴκταρ βαίνειν Ἀριστοφάνους μιμήσεως, πολὺ δέ, πολὺ αὐτῆς ἀποτρέχειν.

sch ran

5b

ὡς θλίβομαι] εἴ τι βούλει.

sch ran

7

ὅπως] σκόπει.

sch ran

8a

μεταβαλλόμενος] μεταθείς, μεταφέρων, μεταλλάσσων.

sch ran

8b

τἀνάφορον] τὸ βασταζόμενον ἄνω τῶν ὤμων ἀλλακτόν.

sch ran

8c

ἐφετικὰ ῥήματα.

sch ran

9

μηδ’ ... τοσοῦτον] μηδὲ τοῦτο ἐρῶ.

sch ran

10

καθαιρήσει] καταβιβάσει.708

sch ran

11a

μὴ δῆθ’, ἱκετεύω: μὴ δῆτα ἐρεῖς, δέομαι, αὐτὸ τοῦτο, ὃ εἴρηκας, μή πως ἀκούσας ἀηδισθεὶς ἐμέσω, ἀλλ’ ὅτε χρείαν ἔχω ἐμέτου, τότε μοι τοῦτο λέγε.

sch ran

11b

δῆθ’] ἐρεῖς.

sch ran

11c

πλήν ... ἐξεμεῖν] χρείαν ἔχω τοῦ ἐμέσαι ἀηδισθείς.

sch ran

13

ὧνπερ Φρύνιχος: Φρύνιχος ἦν πρὸ Αἰσχύλου τραγῳδίας ποιητὴς ἄριστος· νῦν δὲ τὸν κωμικὸν κωμῳδεῖ Φρύνιχον, καὶ Λύκιν καὶ Ἀμειψίαν, περὶ ὧν ἔφθασα προειπεῖν. ἦν δὲ ὁ Φρύνιχος οὗτος πατρὸς Εὐνομίδου, κω‐ μῳδεῖται δὲ ὡς ξένος καὶ ποιητὴς φαῦλος καὶ ὡς ἀλλότρια λέγων καὶ κακο‐
5νούστατα. εἰσὶ δὲ καὶ ἕτεροι Φρύνιχοι δύο.

sch ran

15a

σκευηφοροῦσι: τριχῶς τουτὶ γράφεται· “σκευοφοροῦσι”, “σκεύη φοροῦσι”, “σκεύη φέρουσι”. ὁ δὲ νοῦς· οὗτοι ἄνδρας φορτηφοροῦντας εἰσφέρουσι ταῖς κωμῳδίαις.709

sch ran

15b

σκεύη] οἵ.

sch ran

15c

ἐν κωμῳδίᾳ] ἤγουν τῇ σκηνῇ.

sch ran

16

μὴ νῦν ποιήσῃς, ὡς ἐγὼ θεώμενος: μὴ καὶ σὺ κατ’ ἐκείνους ποιήσῃς, ὃ λέγεις ἐκ τοῦ δῆθεν φορτηφορεῖν, ὡς οἱ ἐκείνων ὑποκριταί· ὡς ἐγὼ (17) θεώμενος καὶ ὁρῶν, ὅταν ἴδω τι τούτων τῶν σοφισμάτων, ἢ τῶν σοφῶν μιμημάτων εἰρωνικῶς, ἢ τῶν σοφισμάτων καὶ ἀπατηλῶν τούτων ποιημάτων,
5(18) πλεῖν καὶ πλέον ἢ ἐνιαυτῷ πρεσβύτερος ἀπέρχομαι, ἤτοι τῇ αὐτῇ ἡμέρᾳ καὶ μιᾷ πλέον γηρῶν ἐξ ἀγανακτήσεως, παρὸ ἔμελλον γηράσαι ὁλοκλήρῳ ἐνιαυτῷ.

sch ran

17

τῶν σοφισμάτων] καὶ ἀπατη‐ λῶν ποιημάτων.

sch ran

18

πλεῖν] πλέον.710

sch ran

19

ὦ τρισκακόδαιμον: οὗτος μέν, ὥς φησι, τῇ τούτων ἀηδίᾳ μιᾷ ἡμέρᾳ γῆρας γηράσκων πλεῖον ὁλοκλήρου ἐνιαυτοῦ ἀπέρχεται· ἐγὼ δὲ νῦν τῇ τούτου ψυχρολογίᾳ, καίπερ καὶ ταῖς διαίταις καὶ τοῖς ποτοῖς καὶ πᾶσιν ἄλλοις τοιούτοις φιλοψυχρότατος ὢν καὶ ταῦτα γράφων περὶ τὸ διακαέστατον τῶν καιρῶν,
5τὴν μέσην ὥραν φημὶ τὴν τῆς ἐπιτολῆς τοῦ Κυνός, ὡς περὶ μέσην ὥραν χειμέριον περὶ Μαιῶτιν ὁδεύων καὶ τοῦ σκυθίου Ταύρου τοὺς “κρυσταλλόπηγας” πρόποδας, αἷμα τὸ περικάρδιον ἤδη ἐναποψύχομαι καὶ κρυσταλωθέντες οἱ δάκτυλοι γράφειν μοι ἐπεσχέθησαν· τοσοῦτον ἐνταῦθα τὸ περιὸν τῷ ἀνδρὶ τῆς ψυχρότητος οὐ συνίημί τι πεπονθότι. ἀλλὰ τὸ “ὦ τρισκακόδαιμον πάλιν ἀναληπτέον μοι.
10νῦν σχετλιάζει δυσφορῶν ὁ Ξανθίας, καί· ἆρα ὁ τράχηλος οὑτοσί, φησί, θλίβεται τοῖς φορτίοις, ἤτοι ἐγώ, οὐκ ἐρεῖ δὲ τὸ γελοῖον;

sch ran

20a

τὸ δὲ] ἔστω.711

sch ran

20b

ἐρεῖ] ἵν’ εἴπῃ.

sch ran

21a

καὶ ὁ Διόνυσος· εἶτ’ οὐχ ὕβρις, τουτέστι καὶ ἀλαζονεία, φησί, καὶ πολλὴ τρυφὴ καὶ ἅπερ πάνυ μειρακιώδη καὶ ἀγοραῖα καὶ κάπηλα καὶ ψυχρό‐ τατα (22) τάδε, φησίν, ὅτι ἐγὼ ὁ Διόνυσος, υἱὸς Σταμνίου ὤν, ὡς οἶνος καὶ περιεχόμενος τῷ σταμνίῳ, αὐτὸς βαδίζω αὐτοποδίᾳ καὶ πονῶ καὶ κόπους
5(23) ὑφίσταμαι, τοῦτον δὲ ὀχῶ καὶ ἐποχούμενον, ὄνῳ φερόμενον, ἄγω, ἵνα μὴ ταλαιπωροῖτο καὶ κοπιᾷ μηδ’ ἄχθος μηδὲ φορτίον φέροι;

sch ran

21b

ὕβρις] ἀλαζονεία.

sch ran

21c

τρυφή] ἔπαρσις.

sch ran

23

ὀχῶ] καβαλλάριον ποιῶ.

sch ran

24

ταλαιπωροῖτο] ἤγουν κοπιᾷ.

sch ran

25a

οὐ γὰρ φέρω ’γώ;: τοῦ Διονύσου εἰπόντος· ἐπ’ ὄνου ὀχούμενον ἄγω τοῦτον, ἵνα μὴ ταλαιπωροῖτο μηδὲ φορτίον μηδ’ ἄχθος φέροι, φησὶν ὁ Ξανθίας, ἐπ’ ὄνου
μὲν ἐποχούμενος, τοῖς ὤμοις δὲ φέρων τὰ σκεύη· οὐ γὰρ φέρω ἐγώ; καὶ ὁ Διόνυσος· πῶς φέρεις καὶ βαστάζεις, ὅστις ὀχῇ καὶ βαστάζῃ ὑπὸ τοῦ712
5(26) ὄνου; καὶ ὁ Ξανθίας· πῶς φέρω, λέγεις; ὡς φέρων καὶ βαστάζων ταῦτα. τίνα τρόπον, φησί, βαστάζεις ταῦτα, ἤτοι ἐποχούμενος ὄνῳ πῶς βαστάζεις (27) αὐτά; καὶ ὁ Ξανθίας· βαρέως πάνυ. καὶ ὁ Διόνυσος· οὔκουν καὶ οὐχὶ τὸ βάρος, ὅπερ φέρεις σὺ καὶ βαστάζεις, φέρει ὁ ὄνος, ὡς βαστάζων σέ; καὶ ἅμα τῷ φαινομένῳ φησί· τὰ στρώματα, ἃ βαστάζεις σύ, καὶ τὸ τούτων βάρος,
10ἐσχηματισμένως δὲ τὸ βάρος τῶν διδύμων· ἤτοι τὸ βάρος τῶν στρωμάτων (28) καὶ τῶν σῶν διδύμων τὸ βάρος οὐ φέρει καὶ βαστάζει ὁ ὄνος; καὶ ὁ Ξανθίας· οὔ μὰ τὸν Δία, πρὸς ἀμφοτέραν φησὶ τὴν διάνοιαν· οὐχὶ ὁ ὄνος φέρει, ὃ ἐγὼ φέρω βάρος.
νῦν οἱ παλαιοί φασι καὶ καλῶς ἄρα·
15(29) “τινὲς εἰς τὸ “φέρω” δύο στιγμὰς ποιοῦσι”. πῶς γὰρ φέρεις, φησὶν ὁ Διόνυσος, ὃς ὑφ’ ἑτέρου φέρει; ὁρᾷς ἄκαιρον φλυαρίαν· καὶ ἀνωτέρω γὰρ ἄνωθεν τοῦτο εἶπε· “πῶς φέρεις, ὅς γ’ ὀχεῖ”; τέως γοῦν τοῦ Διονύσου εἰπόντος· (30) πῶς λέγεις φέρειν φερόμενος ὑφ’ ἑτέρου; οὐκ οἶδα, φησὶν ὁ Ξανθίας· (31) ὁ δ’ ὦμος οὑτοσὶ πιέζεται. καὶ πάλιν πρὸς αὐτὸν ὁ Διόνυσος· ἐπεὶ λέγεις
20(32) μὴ ὠφελεῖν σε τὸν ὄνον, ἐν τῷ μέρει καὶ ἐκ μέρους καὶ ἀκαριαίᾳ χρόνου (33) ῥοπῇ ἄρας σὺ τὸν ὄνον βάσταξον. καὶ ὁ Ξανθίας φησίν· οἴμοι ὁ κακοδαίμων,
ὅτι δύο μεθύσοις ἐνέτυχον παραληροῦσι νυνί, Διονύσῳ καὶ κωμικῷ ποιητῇ. τί γὰρ οὐκ ἐναυμάχουν; εἰ γὰρ ἐναυμάχησα, ἢ κατὰ τοὺς παλαιοὺς ἐν τῇ περὶ Ἀργιννούσαις κατὰ Λακώνων ναυμαχίᾳ, ἢ κατὰ Τζέτζην περὶ τὴν Σαλαμῖνα713
25κατὰ Περσῶν, ἐλευθερωθεὶς γάρ, ὡς καὶ πάντες οἱ Ἀθηναίοις συνναυμαχήσαν‐ τες (34) δοῦλοι, ἦ τἂν καὶ ὄντως ἂν ἐκέλευον σὲ μακρὰ καὶ μεγάλα κωκύειν Σαλαμῖνι περιών, καὶ παραληροῦντί σοι τόσῳ οὐκ ἂν οὔτ’ ἠχθηφόρουν ἄχθος καταγέλαστον καὶ ἀγοραῖον οὔτ’ ἂν συνόλως ἐπείσθην σοι.

sch ran

25b

φέρω] βαστάζω.

sch ran

25c

ὀχεῖ] ἱππεύεις.

sch ran

26a

τίνα] κατά.

sch ran

26b

τίνα τρόπον] λέγεις βαστά‐ ζειν.

sch ran

27

ἐσχηματισμένως τῶν σῶν δι‐ δύμων καὶ τῶν στρωμάτων.

sch ran

28

οὐ] φέρει ὁ ὄνος.

sch ran

33

ἐν ταῖς περὶ Ἀργινούσαις
κατὰ Λακώνων ναυμαχίᾳ ἢ περὶ Σαλαμῖνα κατὰ Περσῶν οἱ ναυμαχή‐ σαντες πάντες δοῦλοι ἐλεύθεροι.714

sch ran

34a

ἦ] ὄντως.

sch ran

34b

μακρά] μεγάλα.

sch ran

35a

κατάβα πανοῦργε: “κατάβηθι” λέγεται. τὸ χ δὲ γράφεται, ὅτι οὗτος ξενοτέρως ἀντὶ τοῦ “κατάβηθι” “κατάβα εἶπεν. ὁ δὲ Τζέτζης δωρικῶς φησι “κατάβαθι”· οἱ γὰρ Δωριεῖς “κατάβαθι” λέγουσι καὶ ἀποκοπῇ “κατάβα”·
5ὥσπερ ὁ Βελλεροφῶν Πελοποννασαστὶ λαλεῦμες.

sch ran

35b

κατάβα] δωρικῶς.

sch ran

37a

παιδίον, πα, ἠμ, πα: ὁ Διόνυσος κόπτει καὶ πλήττει τὴν θύραν Ἡρακλέος καὶ καλεῖ τινα δοῦλον ἐξελθεῖν Ἡρακλέα· παῖς γὰρ καὶ ὁ υἱός, κυριωτέρως δὲ ὁ δοῦλος. ἀσυντηρήτου δὲ τῆς πληγῆς γεγονυίας Ἡρακλῆς
(38) εἰθισμένος γίγασι πολεμεῖν καὶ κενταύροις· κενταυρικῶς τις, φησί, τὴν715
5θύραν ἐπάταξεν ἀκόσμως. ὁ Διόνυσος δ’ ἔτι ἑστὼς ἔξω ἀκούσας τοῦδε τοῦ (40) ῥήματός φησι τῷ Ξανθίᾳ· ὁ παῖς—ἀντὶ τοῦ “ὦ παῖ Ξανθία”—, ἐνεθυ‐ μήθης καὶ νενόηκας, ὡς πάνυ ἐμὲ ὁ Ἡρακλῆς ἐπτοήθη; καὶ ὁ Ξανθίας ἢ (41) ἐπιτιμῶν αὐτῷ φησι· σίγα, μὴ μαίνοιο, ἤ· ἐφοβήθη σε, μὴ ἄρα μανικῷ κατάσχετος εἶ τῷ νοσήματι. ἐξιὼν δὲ ὁ Ἡρακλῆς καὶ οὕτως ἰδὼν ἐστολισμένον
10(42) δάκνει τὰ χείλη, μὴ γελᾶν δ’ οὐκ ἰσχύει.

sch ran

37b

τραπέσθαι] ἐλθεῖν.

sch ran

38

κενταυρικῶς] ἰσχυρῶς.

sch ran

39

ὅστις] ὑπάρχεις.

sch ran

40a

ὁ παῖς] “ὦ παῖ” ἀττικῶς.

sch ran

40b

οὐκ ἐνεθυμήθης] οὐκ ἤκου‐ σας.

sch ran

41a

σφόδρα μ’ ἔδεισε] ἐφοβήθη
ὁ Ἡρακλῆς.716

sch ran

41b

μὴ μαίνοιό γε] μὴ μαίνου.

sch ran

41c

Δία] τόν.

sch ran

43

δάκνω] κρατῶ.

sch ran

44a

δαιμόνιε] εὐτυχέστατε.

sch ran

44b

τί] κατά.

sch ran

45a

οἷος] δυνατός.

sch ran

45b

εἶμ’] εἰμί.

sch ran

46a

ὁρῶν λεοντὴν ἐπὶ κροκωτ: ὁ Διόνυσος ὡς μέλλων ἐς Ἅιδου κατεληλυθέναι κατὰ μίμησιν Ἡρακλέους ἐνδύεται μὲν λεοντήν, λαμβάνει καὶ ῥόπαλον, φορεῖ δὲ καὶ στολὴν τὴν διονυσιακὴν τὴν θηλυπρεπῆ τε καὶ ἔκλυτον, κροκωτόν, ποικίλον ἱμάτιον, οὐ στρατιώταις οἰκεῖον, ἀργοῖς δὲ καὶ τρυφῶσι
5καὶ πλέον γυναιξίν, ἀνειμένον, καὶ κόθορνον, ἀμφοτεροδέξιον ἐπαμφοτερίζον ὑπόδημα καὶ προσφυέστατον ἀμφοτέροις ποσίν, ὁποῖα νῦν ἱερουργοῦντες οἱ κοσμιώτεροι θυηπόλοι ὑποδιδύσκονται· ὅθεν καὶ Θηραμένης, εἷς τῶν τυράννων ὢν τῶν τριάκοντα, μαθητὴς δὲ γεγονὼς Εὐριπίδου, ἐλέγετο κόθορνος, ὡς ἀναρριπίζων κατὰ τοῦ δήμου μὲν τοὺς τριάκοντα, κατὰ τούτων δὲ τῶν τυράννων τὸν δῆμον.717

sch ran

46b

λεοντῆν] τήν.

sch ran

46c

κροκωτῷ] ποικίλῳ ἱματίῳ ἐπάνω κοκκίνῳ.

sch ran

46d

κροκωτῷ] τῷ.

sch ran

47a

κόθορνος ἀπὸ τοῦ κεῖσθαι ὀρθῶς ἀμφοτέροις τοῖς ποσίν.

sch ran

47b

τίς ὁ νοῦς: ἤτοι ποίᾳ διανοίᾳ καὶ τί βουλευόμενος τὴν σύνθετον ἔσχες ταύτην στολὴν τὴν διονυσοηράκλειον, μᾶλλον δὲ τὴν ἱματιοκένταυρον;

sch ran

47c

καὶ ῥόπαλον] καὶ τό.

sch ran

47d

ξυνηλθέτην] συνῆλθον.718

sch ran

48a

ἐπεβάτευον Κλεισθένει: ὁ Κλεισθένης οὗτος ἦν υἱὸς Σιβυρτίου λεῖον τὸ γένειον ἔχων, λεῖος τὸ γένειον, ἐπ’ αἰσχρότητι καὶ πασχητίᾳ κωμῳδούμενος. νῦν οὖν εἰς τοῦτο τὸν ἄνθρωπον λοιδορεῖν κωμῳδεῖν θέλων ἐπαμφοτεριζούσας εἰσφέρει εἰσφορεῖ καὶ τὰς λέξεις· νεωστὶ γὰρ αὐτοῦ στρατηγήσαντος καὶ ναυμαχίᾳ νικήσαντος
5εἰσφέρει τὸν Διόνυσον τῷ μὲν φαινομένῳ πρὸς Ἡρακλέα ταδὶ λέγοντα· στρατη‐ γοῦντος Κλεισθένους τῇ κατὰ στόλον μάχῃ κἀγὼ ἐπεβάτευον αὐτῷ ἤγουν (49) τῶν ἐπιβατῶν εἷς ἦν, καὶ νενικήκαμεν τῇ ναυμαχίᾳ ἢ δώδεκα ἢ τρισκαίδεκα (52) τῶν ἐναντίων βυθίσαντες ναῦς. ἐν τῇ τριήρει γοῦν ἀναγινώσκοντί μοι τὴν Ἀνδρομέδαν κατέσχε με πόθος ἄρρητος Εὐριπίδου, καὶ κατεπίθυμος
10ἐκείνου τόσον γενόμενος κατελθεῖν ἐθέλω πρὸς Ἅιδην καὶ τοῦτον ἀνενεγκεῖν. (71) δέομαι γὰρ δεξιοῦ ποιητοῦ· οἱ μὲν γὰρ τεθνήκασιν, οἱ δὲ ζῶντες νῦν ὄντες φαυλότατοι. οὗτος ὁ νοῦς τοῦ λόγου ἐστὶν ὁ μὴ κρυπτόμενος ἤτοι ὁ νῦν φαινόμενος· τὸ δὲ κρυπτόμενον, τῷ σχήματι δὲ δηλούμενον, νοεῖν ἐστιν αἰσχρῶς τὸ ἐπιβατεύειν,
15ὃ λέγεται μεταφορικῶς ἀπὸ τῶν ἀλόγων, ἃ συνουσιάζει ἐπαναβαίνοντα. οὗτος μέν ἐστιν ὁ τοῦ λόγου πᾶς νοῦς· ἤδη δὲ καὶ τῶν κατὰ μέρος λεκτέον μοι τὰ
κεχρημένα ἐπεξηγήσεως.719

sch ran

48b

ἐπεβάτευον] ἔπλεον. συνεγε‐ νόμην.

sch ran

48c

Κλεισθένει] σὺν τῷ ἢ διὰ τοῦ.

sch ran

51a

σφῶ σφῶε καὶ ὑμεῖς, φησὶν ὁ Ἡρακλῆς, κατεδύσατε τριήρεις πολεμίων; καὶ ὁ Διόνυσος· νὴ τὸν Ἀπόλλω. καὶ πάλιν ὁ Ἡρακλῆς· κᾆτ’ ἔγωγ’ ἐξεγειρόμην ἐξηγρόμην διαγελῶν δῆθεν, ὅτι νενικήκασι ναυμαχίᾳ. ὡσεὶ ὀνείροις τοῦτο εἶδον, φησίν· ὑμεῖς
μὲν ὀνείροις νενικήκατε ναυμαχοῦντες, καὶ ἔγωγε ἀνιστάμην τοῦ ὕπνου.720

sch ran

51b

σφῷ] ὑμεῖς τὸ ποιήσατε;

sch ran

51c

ἐξηγρόμην] ἀπὸ τοῦ ὕπνου.

sch ran

52

ἀναγινώσκοντί] ἀναμιμνῃ‐ σκομένῳ.

sch ran

54a

ἐπάταξε] ἐκίνησε.

sch ran

54b

πῶς οἴει] θαυμαστικόν.

sch ran

55a

σμικρὸς ἡλίκος Μόλων: δύο Μόλωνες ἦσαν, ὁ λωποδύτης τὸ σῶμα βραχύς, καὶ ὁ ὑποκριτής, περὶ οὗ φησι νῦν· ἦν γὰρ πάνυ μέγας τῇ ἡλικίᾳ.

sch ran

55b

ἡλίκος] οἷος.

sch ran

57

ἰατατα: ἰαττατα: ἀκούσας ὁ Διόνυσος ἐρωτώμενος, εἰ ἀνδρὸς ἠράσθη, σχετλιάζων οὕτω φησί. καὶ ὁ Ἡρακλῆς πάλιν· ἆρα συνεγένου τῷ Κλεισθένει; “συγγενέσθαι” τὸ σεμνὸν “συνδιάγειν, συλλαλεῖν”.

sch ran

58

οὐ γὰρ ἀλλ’ ἔχω κακῶς: ἀντὶ τοῦ “καὶ γὰρ ἔχω κακῶς”. ὁ δὲ
“ἀλλά” παρέλκει ἀττικῶς.721

sch ran

59

διαλυμαίνεται] βλάπτει.

sch ran

62a

ἐπεθύμησας ἐξαίφνης ἔτνους: δι’ αἰνίγματος δῆθεν ἐμφαίνει τὸ περιττὸν τοῦ πόθου. “ἔτνος” δὲ αὐτός—οὐκ ἀποκρύψω ὑμῖν—τοὺς ἐρεικτοὺς κυάμους εἶναι ἐδόκουν· νῦν δὲ ἐφεῦρον, ὡς ἔτνος καλεῖται τὸ πισσινοῦν ὄσπριον. εἰ δέ τις καὶ τί ὁ πίσσος τὸ ὄσπριον ἐθέλει μαθεῖν, ἴστω τουτὶ ὡς τὸ
5παρ’ ἰδιώταις καλούμενον “αὖχος” ἐστί, καὶ οὐχ, ὥσπερ ἐγὼ καὶ περὶ τούτου φαύλως ἐνόμιζον, πίσσον καλῶν τὴν γυμνὴν καὶ τετριμμένην κέγχρον. τὴν μέχρι δὲ καὶ νῦν ἀγοραίαν καὶ φλύαρον ἀπεραντολογίαν τοῦ κωμικοῦ οὐχ οἷος ἔτι φέρειν εἰμί.

sch ran

62b

ἔτνους] ὁ λεγόμενος ὦχος ἤτοι πίσσος.

sch ran

64a

ρ’ ἐκδιδάσκω τὸ σαφὲς: ἆρα, φησὶ τῷ Ἡρακλεῖ ὁ Διόνυσος,
ἔγνως σαφῶς ἐκ τοῦ αἰνίγματος, οὗ παρεθέμην σοι, τὸ διάπυρον οὗ ἔχω πόθου;722

sch ran

64b

ἐκδιδάσκω] λέγω τοῦτο, παρ‐ ιστάνω.

sch ran

65

μανθάνω] γινώσκω.

sch ran

68a

πείσειεν] πείσει.

sch ran

68b

οὐκ] ἀττικὸν παρέλκον.

sch ran

69

ἐπ’] εἰς.

sch ran

72a

οὐκέτ’ εἰσὶν] θάνον οἱ ἀγαθοί.

sch ran

72b

ὄντες κακοί] ἐνταυθοῖ εἰσιν
ἀμαθέστατοι.723

sch ran

73a

τοῦτο γάρ τοι καὶ μόνον: ὁ Ἰοφῶν οὗτος υἱὸς ὢν Σοφοκλέους ἠγωνίσατο καὶ ἐνίκησεν λαμπρῶς ἔτι ζῶντος τοῦ πατρὸς αὐτοῦ· διὸ ὑποπτεύει, μὴ ἄρα Σοφοκλέους ἦν τὸ ἀγωνισθέν. ἀναγνωσθέν.

sch ran

73b

υἱὸς ἦν Σοφοκλέους, ὃς δό‐ κησιν παρεῖχεν, ὅτι τοῖς τοῦ πατρὸς ἐχρῆτο ποιήμασιν ὡς οἰκείοις.

sch ran

74a

λοιπὸν] ἐπίλοιπον.

sch ran

74b

τοῦτ’ ἄρα] ἀμφίβολον.

sch ran

76a

Σοφοκλέα] τόν.

sch ran

76b

Εὐριπίδου] τοῦ.

sch ran

77

ἄγειν] τινὰ ποιητήν.

sch ran

78a

ο, πρίν γ’ ἂν Ἰοφῶντα: εἰπόντος Διονύσῳ τοῦ Ἡρακλέους· εἴπερ ἐκεῖθεν ἐκεῖθε καὶ ἀπὸ τοῦ Ἅιδου δεῖ καὶ χρεία ἐστὶν ἀγαγεῖν τῶν τεθνηκότων τινὰ ποιητῶν, πῶς οὐ μέλλεις ἀνάγειν τὸν Σοφοκλέα; φησὶν ὁ Διόνυσος· οὐκ
ἀνάξω τὸν Σοφοκλέα, πρὶν ἄνευ Σοφοκλέους Ἰοφῶντα τὸν υἱὸν αὐτοῦ μόνον724
5κωδωνίσω καὶ δοκιμάσω, εἰ τὰ ποιήματα, ἃ διδάσκει, αὐτοῦ εἰσι καὶ οὐχὶ τοῦ πατρὸς αὐτοῦ Σοφοκλέους. ὑπωπτεύετο γὰρ οὗτος τὰ τοῦ πατρὸς λέγειν· ἦν δὲ τῇ ἡλικίᾳ μακρὸς καὶ τὴν φύσιν ὑπόψυχρος. τὸ “κωδωνίσω δὲ τὸ “δοκιμάσω” μεταφορικῶς ἢ ἀπὸ τῶν κεραμεῶν ἀγγείων, ἃ δοκιμαζόμενα τῷ κρούεσθαι ὑγιᾶ πεφυκότα ἠχεῖ δίκην κώδωνος, ἢ ἀπό τινων ὀρνέων καὶ
10ἵππων δοκιμαζομένων ἤχῳ κωδώνων· τὰ μὲν γὰρ τούτων γενναῖα γενναίως φέρει τοὺς ἤχους, τὰ δὲ δειλὰ καὶ πτοιαλέα πεφρίκασιν. καὶ ταῦτα μὲν ἰδιωτικώτερά τε καὶ γνωριμώτερα· τὸ δ’ ἀληθὲς καὶ κατὰ τὴν φύσιν τοῦ πράγματος τὸ “κωδωνίσω” λέξις ἐστὶ στρατηγικὴ τροπική· οἱ στρατηγοὶ γὰρ καὶ στρατοπεδείαις ὑπαίθροις καὶ ταῖς φρουραῖς δὲ τῶν
15πόλεων κώδωνας ἐξαρτῶσι λεπτοῖς μίτοις ἀπῃωρημένους ἐκ διαστήματος, καὶ οὕτω θηρῶσιν ἐπ’ ἀμφοτέρων κατασκόπους πολεμίων ἢ καὶ προδότας, ἐν μὲν ταῖς ὑπαίθροις στρατοπεδείαις ἡμέρας ἔτι τελούσης διὰ κηρύκων πάσῃ προμαρτυρόμενοι στρατιᾷ ὑπηρετικῇ τε καὶ μαχίμῳ· “πᾶς ἢ τροφῆς ὑποζυγίων
ἢ ἑτέρου χρείαν ἔχων τινὸς ἔτι οὔσης ἡμέρας καὶ χόρτον συλλεξάτω καὶ τὰ725
20χρειώδη· ὃς δ’ ἂν περὶ τὴν νῦν ἑσπέραν ἁλῷ τὸν χάρακα περιπορευόμενος τὴν κεφαλὴν τῷ ξίφει ἀποτμηθήσεται”. οὕτω λοιπὸν ἠρεμούσης τῆς στρατιᾶς πάσης, ἄν τις ἐπέλθῃ κατάσκοπος, προσκρούει τοῖς κώδωσι καὶ γεγονότος ἤχου κατέχεται τοῖς φρουροῖς· κἀπὶ τοῦ τείχους τῆς πόλεως εἴ τις ἐπαναβαίη λαθών, οὕτως ἁλίσκεται, κἂν καὶ τῶν τῆς πόλεώς τινες συνήργουν αὐτοῖς εἰς προδοσίαν
25τῆς πόλεως.

sch ran

78b

Ἰοφῶντ’] τόν.

sch ran

78c

ἀπολαβὼν] κρατήσας.

sch ran

79

κωδωνίσω] δοκιμάσω.

sch ran

82a

ὁ δ’] Σοφοκλῆς.

sch ran

82b

εὔκολος] ἄπλαστος· ἁπλοῦς.

sch ran

83a

Ἀγάθων δὲ ποῦ ἐστιν: ὁ Ἀγάθων οὗτος ἦν δεξιὸς ποιητὴς κωμῳ‐ δίας, ἀγαθὸς τὸν τρόπον καὶ Σωκράτους διδάσκαλος, ἀνὴρ λαμπροτράπεζος. λέγεται δέ, ὅτι καὶ Πλάτωνος ὁ συμποσιακὸς λόγος ἐπὶ τῇ ἑστιάσει τῇ τούτου ἐγράφη, αὐτοῦ τε καὶ πολλῶν φιλοσόφων συνεστιαθέντων τῷ Πλάτωνι.

sch ran

83b

Ἀγάθων] ὁ.726

sch ran

85

ἐς μακάρων εὐωχίαν: ἤτοι τεθνηκὼς περὶ τὰς μακάρων ἐστὶ νήσους, ἃς Ἕλληνες περὶ χώραν Βρεττίαν εἶναι νομίζουσι κειμένας περὶ τὰ βόρεια τοῦ ἑσπερίου ὠκεανοῦ. ὑπεμφαίνει δὲ καὶ τὸ ἁβροεύωχον τοῦ ἀνδρός· ἢ ὅτι Ἀρχελάῳ τῷ βασιλεῖ Μακεδόνων μετ’ ἄλλων πολλῶν μέχρι καὶ τέλους συνῆν εὐωχούμενος.

sch ran

86a

Ξενοκλῆς: ὁ Ξενοκλῆς οὗτος υἱὸς ἦν Καρκίνου, τραγῳδίας ποιητής· ἀδελφοὶ δὲ αὐτοῦ Ξενότιμος καὶ Δημότιμος, ὑποκριταὶ ὀξυφωνότατοι, οἳ καὶ
Καρκίνου δαίμονες ἐλέγοντο. ὁ ῥηθεὶς δὲ αὐτῶν ἀδελφὸς Ξενοκλῆς λέγεται ἀλληγορικῶς καὶ ἀνήδυντος εἶναι περὶ τὴν ποίησιν. οἱ μνημονευόμενοι δὲ τρεῖς727
5ἦσαν Ξενοκλεῖς, δύο μὲν τραγικοί, ἕτερος δὲ πολιτικός τε καὶ ῥήτωρ, Φαΰλλου υἱὸς Χολαργεὺς τὸν δῆμον. τῶν δήμων.

sch ran

86b

86 p.i.m.] υἱὸς ἦν Καρκίνου, τραγῳδίας ποιητής· ἀδελφὸς δὲ Ξε‐ νοτίμου καὶ Δημοτίμου, οἳ δαίμονες Καρκίνου ἐλέγοντο.

sch ran

87a

Πυθάγγελος: οὗτος τραγῳδίας ἦν ποιητὴς φαῦλος καὶ ἄσημος.

sch ran

87b

ἐμοῦ ... λόγος] ὡς δοῦλον οὐκ ἀπολογοῦνται.

sch ran

89

οὐκοῦν] περισσόν.

sch ran

90

ποιοῦντα] ποιήσεις γράφοντα.

sch ran

91a

Εὐριπίδου πλεῖν: λαλίστερα καὶ φλυαρώτερα καὶ στωμυλώτερα
Εὐριπίδου πλεῖν καὶ πλέον ἢ σταδίῳ καὶ τετρακοσίων πηχῶν.728

sch ran

91b

Εὐριπίδου] τοῦ.

sch ran

91c

σταδίου] σταδίῳ.
(v.l.) σταδίῳ] σταδίου.

sch ran

91d

σταδίου ] στάδιον. σταδίῳ

sch ran

91e

λαλίστερα] ἀφυέστερα, φλυα‐ ρώτερα.

sch ran

92a

ἐπιφυλλίδες: ἐπιφυλλίδες εἰσὶ τὰ μικρότατα πάνυ τῶν σταφυλῶν βοτρυδίσκια, ὡς δυνάμενα ῥᾳδίως φύλλοις καλύπτεσθαι· ἢ τὰ πρὸς αὐτοῖς τοῖς φύλλοις κρεμάμενα.

sch ran

92b

στωμύλματα] φλυαρήματα.

sch ran

93a

χελιδόνων μουσεῖα: βάρβαρα καὶ στωμύλα, ὀχλώδη, πολύγλωσσα, ἀτερπῆ Μοῦσαν ἔχοντα καὶ συγγραφὰς λόγων, ὡς ἀτερπεῖς καὶ θορυβώδεις εἰσὶν αἱ τῶν χελιδόνων φωναί, οὐ κατὰ κύκνον δὲ ἢ ἀηδόνα φθεγγόμεναι τερπνὰ
μέλη καὶ γλυκύτατα ἢ λιγυρώτατα.729

sch ran

93b

λωβηταὶ τέχνης: διαφθορεῖς καὶ ἀφανισταὶ τῶν τεχνῶν· λέγει δὲ τῆς τραγῳδίας καὶ κωμικῆς.

sch ran

93c

μουσεῖα] ὀχλήσεις.

sch ran

93d

λωβηταὶ] ἀφανισταί, φθο‐ ρεῖς.

sch ran

94a

ἃ φροῦδα θᾶττον: ἃ μειρακύλλια νῦν τὴν ποιητικὴν μετιόντα φροῦδα καὶ ἀφανῆ θᾶττον—λείπει τὸ “γίνεται”—ἅπαξ προσουρήσαντα καὶ εὐθυδρομήσαντα τῇ τραγῳδίᾳ.

sch ran

94b

ἢν μόνον χορὸν λάβ: ἐὰν μόνον τραγῳδίας κληθῶσι διδάσκαλοι καὶ χορευτὰς λάβωσιν.

sch ran

94c

θᾶττον] γίνεται.

sch ran

94d

μόνον] ἕνα.

sch ran

94e

λάβῃ] λάβωσιν.

sch ran

95a

ἅπαξ προσουρήσαντα] εὐ‐ θυδρομήσαντα, εὐδοκιμήσαντα.

sch ran

95b

τῇ τραγῳδίᾳ] ἐν τῇ σκηνῇ.730

sch ran

96a

γόνιμον: γενναῖον καὶ πόριμον καὶ στερρὸν ποιητὴν οὐκ ἂν εὕροις ζητῶν, ὅστις ἂν λάκοι καὶ εἴποι ῥῆμα γενναῖον.

sch ran

96b

γόνιμον] ἔντονον, φυσικόν.

sch ran

97a

λάκοι: τὸ “λάκοι” πρὸς διασυρμόν φησιν Εὐριπίδου· ἐν Ὀρέστῃ γάρ φησιν Εὐριπίδης· ἔλακεν ἔλακεν.

sch ran

97b

(v.l.) λάκοι] ἢ λάβοι.

sch ran

99a

παρακεκινδυνευμένον: κινδύνῳ καὶ πολλῷ τῷ πόνῳ ἐφευρημένον· ἤτοι ξενοπρεπές.

sch ran

99b

παρακεκινδυνευμένον] ὑψη‐
λόν.731

sch ran

100a

κἀνταῦθα διασύρει μάτην τὸν Εὐριπίδην, οὐχ ὡς ἡμεῖς τοῖς τῶν σοφῶν λογισμοῖς δικαίως ἐκεῖνον ἐλέγξαμεν, οἷσπερ ἐχρῆν· τί γὰρ μωμητὸν οἶκον Διὸς τὸν αἰθέρα καλεῖν ἢ χρόνου πόδα τὴν χρονικὴν κίνησιν; εἰ δ’ ὅτι “δωμάτιον” τὸν τοσοῦτον αἰθέρα ἐκάλεσεν, ἴστω, ὡς καὶ τοῦτο καλῶς ἔχον
5ἐστί· πρὸς γὰρ δύναμιν θείαν ἁπανταχοῦ παροῦσαν καὶ πληροῦσαν τὸ πᾶν καὶ ὁ αἰθὴρ δωμάτιον καὶ οὐ δόμος. ᾧ δὲ πυργοῖ—πρὸς σὲ γὰρ νῦν μεταφέρομαι—καὶ μετεωρότερα τοῦ Καπανέως φρονεῖς, ἀλιτήριε, διαγελῶν τὸν ἄνδρα ὡς πάνυ ἀφρόνως καὶ ἀμαθῶς καὶ νηπίως εἰπόντα· “γλῶσσαν ἐπιορκήσασαν ἄνευ φρενός”, καθ’ αὑτὸν
10συλλογιζόμενος, ὡς αἱ φωναὶ ὑπηρέτιδες νοημάτων εἰσίν, ἡ γλῶσσα δὲ τῶν φωνῶν, πῶς δ’ ἂν γλῶσσά τι λέξειεν ἄνευ φρενός, τρισαλιτήριε, μάνθανε. τὴν φωνὴν οὕτω φυσικῶς γινομένην Εὐριπίδης πολλῷ σοῦ κρειττόνως ἐγίνωσκε· νῦν δὲ τῆς γραὸς λεγούσης· “Ἱππόλυτε, ὤμοσας· μὴ διαφθείρῃς τοὺς ὅρκους μηδὲ προδῷς με”, “ὦ μιαρά”, φησὶν ἐπίσης τῷ κωμικῷ τῷ διασύροντι μάτην
15τὸν ἄθλιον, “ἐπ’ ἐξαπάτῃ σοι ὤμοσα, ὅπως θηρεύσω σε προειπὼν καὶ λογισά‐ μενος τῇ φρενί, ὅτι κἂν τῇ γλώσσῃ ὀμόσω σοι, οὐ συγκατατιθεμένην ἕξω καὶ τὴν διάνοιαν τοῖς ὀμωμοσμένοις τῇ γλώττῃ, ἀλλ’ ἐναντίαν.” οὕτω, τρισαλιτήριε, πάνυ καλῶς καὶ ἀνεπιμόμφως ἔχει τοδί. ἕτερα δὲ μυρία κατάμομφα τοῦ Εὐριπίδου τε καὶ ἄλλων οὐ συνορᾶτε τῷ νῷ, ὧν ἐγὼ μυρία τοῖς λογισμοῖς732
20καθυπέβαλον τῇ βίβλῳ τῶν ἐμῶν Λογισμῶν, οὐ καθ’ ὑμᾶς φθόνῳ φερόμενος, ἀλλὰ πρὸς ἀλήθειαν.

sch ran

100b

χρόνου πόδα] τὴν χρονικὴν κίνησιν.

sch ran

102

(v.l.) ἰδίᾳ] γρ. ἄνευ.

sch ran

103a

σὲ δὲ ταῦτ’ ἀρέσκει: σοὶ δὲ ταῦτα ἀρέσκει ἀττικῶς. καὶ μάλα, φησί, πλεῖν καὶ πλέον με ἀρέσκει ἤτοι ὑπεραρέσκει μοι.

sch ran

103b

μαίνομαι] ὑπεραρέσκει μοι.733

sch ran

104

κόβαλα: πανοῦργα, μιμηλότατα· ἀπὸ τῶν σατυροπιθήκων ἤτοι ἀρκοϊζιανῶν, οἳ πάνυ μιμηλότατοί εἰσιν.

sch ran

105

μὴ τὸν ἐμὸν οἴκει νοῦν: εἰπόντος Ἡρακλέους· Ἡρακλέος· ὡς καὶ σοὶ δοκεῖ, φησὶ Διόνυσος· μὴ τὸν ἐμὸν οἴκει νοῦν, ἤτοι οὐκ εἶ ἐν τῷ ἐμῷ λογισμῷ, ὥστε νοεῖν σε καὶ ἃ ἐγὼ βούλομαί τε καὶ νοῶ. πάλιν δὲ εἰπόντος τοῦ Ἡρακλέους· καὶ (106) μὴν ἀτεχνῶς καὶ παντελῶς καὶ καθάπαξ παμπόνηρα φαίνεται, ὁ Διόνυσος,
5ὡσανεὶ διασύρει τὸν Ἡρακλέα ὡς ἀνεπιστήμονα μὲν ποιητικῆς τέχνης, κωμῳδίας φημί τε καὶ τραγῳδίας καὶ τῆς ἄλλης ποιητικῆς, στρατιωτικῶν δὲ ἀγώνων καὶ πόνων εἰδὼς ἐμπειρότατον καὶ βουθοίναν βορὸν ἱκανῶς—ἅπαξ γὰρ καὶ δὶς ὁλοκλή‐ ρους βόας κατεθοινήσατο—, φησὶ πρὸς αὐτόν· περὶ μὲν ποιητῶν, ὦ ἄριστε Ἥρακλες, ἐμοὶ λέγειν τι πάρες, ἀρίστῳ κριτῇ τῶν τοιούτων τελοῦντι καὶ
10(107) ἐπιγνώμονι, δειπνεῖν δέ με δίδασκε· τῶν τοιούτων γὰρ πάνυ ἐμπείρως ἔχεις αὐτός.

sch ran

107

δειπνεῖν με δίδασκε] ὡς βουθοίναν αὐτὸν διασύρει.

sch ran

108a

ἀλλ’ ὧνπερ ἕνεκα: καὶ ταῦτα δέ, φησιν, ἔασον· οὐδὲ γὰρ οὐδὲ περὶ τούτων νῦν χρῄζω μανθάνειν, μαθεῖν, ἀλλὰ περὶ τούτων, ὧν ἕνεκα τήνδε τὴν σκευὴν ἔχων κατὰ σὴν μίμησιν ἦλθον, ἵνα μοι τοὺς σοὺς φίλους φράσειας, οὓς ἔσχες φίλους, ὁπότε κατῆλθες ἐκεῖσε πρὸς ἀναγωγὴν τοῦ Κερβέρου.734

sch ran

108b

ἀλλ’] ἀλλὰ σκόπησον.

sch ran

108c

ἔχων] ἐνδεδυμένος.

sch ran

109

ξένους] φίλους.

sch ran

110

εἰ δεοίμην] ἐπειδὴ δέομαι.

sch ran

113a

ἐκτροπάς: παρόδους, ἀποφυγὰς δυσχερῶν συναντημάτων τινῶν.

sch ran

113b

πορνεῖ’] τά.

sch ran

113c

ἀναπαύλας] τάς.

sch ran

113d

ἐκτροπάς] τὰς ἐξόδους.

sch ran

116

ἰέναι] ἐλθεῖν.

sch ran

117a

μηδὲν ἔτι πρὸς ταῦτα: Ἡρακλέος εἰπόντος· τολμήσεις κατελθεῖν εἰς Ἅιδου καὶ σύ; φησὶν ὁ Διόνυσος· ἔτι καὶ νῦν μηδέν—λείπει τὸ “λέγε”—περὶ
τούτων· τῶν τοιούτων· ἀλλ’ εἰπὲ τῶν ὁδῶν τὴν καλλίστην, ὅπως ταχέως κατέλθω, καὶ (119) μήτε θερμὴν ἄγαν μήτ’ ἄγαν ψυχρὰν εἴπῃς, ἀλλ’ ὁδὸν εὐκράτῳ καταπνεο‐735
5μένην ἀέρι. πρὸς ταῦτα παίζων ὁ Ἡρακλῆς ἀναλογίζεται δῆθεν καὶ σκοπεῖ, ποίαν ὁδὸν ἐφερμηνεύσει τούτῳ καλλίστην, καὶ παίζων φησίν, ὡς ἐφευρὼν (121) ὁδούς, καὶ λέγει· μία μὲν ὁδὸς δῆθεν ἡ ἀπὸ κάλω καὶ θρανίου, τουτέστι κρεμάσαι αὑτὸν σχοίνῳ ἐκ τοῦ τραχήλου καὶ λακτίσαι ποσὶ τὸ ὑποπόδιον καὶ (122) ἀπορρίψαι καὶ πνιγῆναι· ὃ γνοὺς καὶ ὁ Διόνυσός φησιν· αὕτη πνιγηρὰ
10ὁδός ἐστιν, κατὰ μὲν τὸ ἐσχηματισμένον ἀδιάπνευστος καὶ θερμή, τὸ δ’ ἀληθὲς λέγεις πνιγῆναί με.

sch ran

117b

ταῦτ’] λέγεις.

sch ran

117c

τῶν ὁδῶν] ἀπό.

sch ran

118

ἀφίξομ’] παραγένωμαι.

sch ran

119a

ψυχρὰν] ὁδόν.

sch ran

119b

φράσῃς] ἀλλὰ τὴν εὔκρατον.

sch ran

120a

φέρε δὴ] εἶπε.

sch ran

120b

αὐτῶν] ἀπό.

sch ran

122

λέγεις] ὁδόν.

sch ran

123

ἀλλ’ ἔστιν ἄτραπος σύντομος τετριμμένη: πάλιν ὡς ἐπὶ ὁδοῦ
συντόμου τετριμμένης καὶ ἁμαξήρους ἀμαξήρους τὸν διὰ φαρμάκου πόσεως θάνατον παίζων λέγει· τρίβεται γὰρ τὸ κώνειον καὶ τῇ ψυχρότητι ἀναιρεῖ· ὃ καὶ ὁ Διόνυσος γνούς· ψυχρά ἐστι καὶ δυσχείμερος ἡ ὁδὸς αὕτη, φησίν.736

sch ran

124

διὰ θυείας] τῆς.

sch ran

126a

ἐμπαίζει τὸν Πλάτωνα ὡς τοιαῦτα δοξάζοντα.

sch ran

126b

ἀντικνήμια: τὰ τοῦ σκέλους παχυσαρκώτερα μέρη, τὰ ὄπισθεν ὄπισθε καὶ κατωτέρω τοῦ γόνατος κείμενα, ἃ καὶ γαστροκνημίαι καλοῦνται. πήγνυται δὲ καὶ ἀποψύχεται καὶ ταῦτα τὰ μέρη καὶ τὰ ἕτερα τετελευτηκότος τοῦ ζῴου.

sch ran

126c

ἀποπήγνυσι] ξηραίνει.

sch ran

127a

βούλει ταχεῖαν· καὶ ταύτην θέλεις, φησί, ταχεῖαν ὁδὸν καὶ κατα‐ φορικὴν καὶ κρημνοὺς καὶ λόφους μὴ ἔχουσαν καὶ ὕλας συναγκείας δασείας; ναί, (128) φησὶν ὁ Διόνυσος, ὅτι βαδιστικὸς καὶ ὁδοιποριστικὸς ὁδοιπορικὸς οὔκ εἰμι.737

sch ran

127b

κατάντη] καταφορικήν.

sch ran

128a

νὴ τὸν Δί’] αὐτὴν θέλω.

sch ran

128b

μὴ βαδιστικοῦ] καὶ μὴ εἰω‐ θότος πορεύεσθαι ἐμοῦ.

sch ran

129

καθέρπυσον: ὁ Ἡρακλῆς φησι· νῦν βάδισον εἰς τὸν Κεραμεικὸν καὶ (131) ἀναβὰς ἐπὶ τὸν πῦργον πύργον τὸν ὑψηλὸν θεῶ καὶ ὅρα τὴν λαμπάδα ἀφιεμένην (132) ἐκ τοῦ πύργου, ἤτοι μέλλουσαν ἐκ τοῦ πύργου ῥίπτεσθαι· καὶ ὅταν οἱ θεώμενοι καὶ οἱ θεαταὶ εἴπωσι τῷ ἀφιέντι τὴν λαμπάδα—εἴπωσι τί; “εἷναι
5καὶ ἕς, ταύτην δηλονότι τὴν λαμπάδα, —τότε εἷναι καὶ ἓς καὶ ῥίψον καὶ σὺ (134) σαυτὸν κάτω. καὶ ὁ Διόνυσος· ἀλλ’ εἰ ἀπὸ τοῦ πύργου ἐμαυτὸν οὕτω
ῥίψω, ἀπολέσω ἂν ἐκ τοῦ ἐμοῦ ἐγκεφάλου τοσοῦτον, ὅσος ἂν ἐξήρκεσε θρία ποιῆσαι δύο, ἤτοι τὰ ἀγοραίως καλούμενα λελέγγια, μᾶλλον δὲ μαλακτά, ὅτι ἡ ζύμη τοῦ ἀλεύρου αὐτῶν πλάσιν εἶχε θρίου καὶ ὑμένος ἐγκεφάλου.738

sch ran

133a

ἵημι, ὁ μέλλων ἥσω, ὁ βʹ ἀόριστος ἧν, ἡ μετοχὴ εἳς καὶ τὸ 〈ἀπαρέμφατον εἷναι〉.

sch ran

133b

εἷναι (prius)] ἄφες.

sch ran

133c

εἷναι (alt.)] πέμψαι.

sch ran

134a

ἐγκεφάλου] ἀπὸ τοῦ.

sch ran

134b

δύω] ὑμένας δύο τοῦ ἐγ‐ κεφάλου.

sch ran

135a

οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην: ἀλλὰ συνοπτικώτερον εἰπόντες τὸν νοῦν καὶ ὅσα χρὴ ἐπιδράμωμεν· καὶ πρῶτον ῥητέον ἡμῖν περὶ
τοῦ Κεραμεικοῦ καὶ τῆς ἀφιεμένης λαμπάδος. ἐν τῷ Κεραμεικῷ—τόπος δὲ ὁ Κεραμεικὸς ἦν ἐν Ἀθήναις—τρισσάκις τοῦ ἔτους λαμπαδικὸς ἀγὼν ἐτελεῖτο·739
5Ἀθηνᾶς, Ἡφαίστου καὶ Προμηθέως. οὕτω δὲ ὁ λαμπαδικὸς ἐγίνετο δρόμος· ἐν τῷ Κεραμεικῷ τούτῳ πῦργος πύργος τις ἦν ὑψηλός, ἐν ᾧ τις ἀνήρχετο ἡμμένην λαμπάδα κατέχων. οἱ θεαταὶ δὲ καὶ οἱ μετὰ λαμπάδων δραμεῖν μέλλοντες κάτωθεν ἑστῶτες ἐβόων· “ἄφες, ἄφες”. ἀφεικότος δὲ ἄνωθεν αὐτοῦ τὴν
λαμπάδα, ἰδόντες καὶ οὗτοι τοῦ λαμπαδούχου δρόμου τότε τούτου κατήρχοντο.740
10ἤδη δὲ περὶ ἐγκεφάλου καὶ τοῦ θρίου ῥητέον μοι, κἂν ἰδιωτικωτέρως τοῦτο εἶπον σαφέστατα. θρία τὰ φύλλα τῆς συκῆς λέγονται καὶ ὑμένες τοῦ ἐγκεφάλου, καὶ θρία εἶδος ἐδέσματος κατασκευαζόμενον οὕτως· στέαρ, ἐγκέφαλον, μέλι, ᾠὰ καὶ σεμίδαλιν φύραντες καὶ τὴν ζύμην λεπτὴν συνθέντες ὡς θρία καὶ ὑμένας ἐγκεφάλου, ὤπτων ἰπνῷ ἢ †π̣ίγκω†· εἶτα δὲ περιείλουν φύλλοις συκῆς καὶ
15ἀπέστελλον, οἷσπερ ἐβούλοντο.

sch ran

135b

οὐκ ἂν βαδίσαιμι: εἰπόντος τοῦ Ἡρακλέους τοιαύτας γελοίας ὁδούς· οὐκ ἄν, φησὶν ὁ Διόνυσος, βαδίσαιμι τοιαύτην· ἀλλ’ εἰπέ μοι, ἣν σὺ τότε (136) κατῆλθες. καί φησιν· ἀλλ’ ὁ πλοῦς πολύς· εὐθὺς εὐθὺ γὰρ ἐπὶ λίμνην ἥξεις
πάνυ ἄβυσσον καὶ ὑπερβαθυτάτην, καὶ περαιώσει σε ὁ Χάρων.741

sch ran

138

ἄβυσσον] βαθυτάτην.

sch ran

139a

ἐν τυννουτῳῒ πλοιαρί: τοιούτῳ σμικροτάτῳ· σφίγγων δὲ τοὺς τῆς χειρὸς δακτύλους καὶ δεικνὺς αὐτῷ οὕτω λέγει.

sch ran

139b

γέρων] ὁ Χάρων.

sch ran

140a

δ’ ὀβολὼ μισθὸν λαβών: τοῦτό φησι διὰ τὸ παλαιὸν ἔθος· εἰς τὸ στόμα γὰρ τοῦ νεκροῦ δύο ὀβολοὺς ἔβαλλον. ἀδωροδόκητος γὰρ δὲ ὁ Χάρων.

sch ran

140b

140 p.i.m.] ἔθος ἦν παλαιὸν βάλλειν εἰς τὸ τοῦ νεκροῦ στόμα δύο ὀβολοὺς διὰ τὸ ἀδωροδόκητον τοῦ Χάρωνος.

sch ran

141a

ὡς μέγα δύνασθον πανταχοῦ τὼ δ’ ὀβολ: τοῦτο εἶπεν, ὅτι
καὶ ἐν Ἀθήναις δικαστικὸς ἦν ὁ μισθὸς δικαστικὸς μισθὸς ἦν τριώβολον.742

sch ran

141b

δύνασθον] δύνανται.

sch ran

142a

Θησεὺς ἤγαγε: Θησεὺς καὶ Πειρίθους συνέθεντο τὴν Ἅιδου θυγατέρα Κόρην ἁρπάσαι ἔρωτα σχόντος αὐτῆς τοῦ Πειρίθου. κατιόντες οὖν κατεσχέθησαν· καὶ ὁ μὲν ὡς ἅρπαξ τῷ Κερβέρῳ κατάβρωμα γίνεται· δίδοται· Θησεὺς δὲ ὡς συνεργός, ἀλλ’ οὐχ ἅρπαξ, ἐδέθη κατασχεθείς. ὕστερον ὑστέρως δὲ Ἡρακλεῖ
5κατελθόντι κατιόντι διὰ τὸν Κέρβερον πάντα Θησεὺς τὰ ἐκεῖ αὐτῷ ἀκριβέστατα ὑποτίθη‐
σιν, ὡς Εὐριπίδης (αὐτὰ) διδάσκει τοῖς δράμασιν (ἑαυτοῦ.)743

sch ran

142b

διὰ τὸ θητεύειν τὸν Χάρω‐ να πορθμεύοντα.

sch ran

142c

ἠλθέτην] ἦλθες.

sch ran

143

(v.l.) τοῦτ’] ταῦτ’.

sch ran

146a

καὶ σκῶρ ἀεὶ νῶν: καὶ κόπρον ὑγρὰν ὡσπερεί τινα λίμνην οὖσαν ἀείρρουν μηδαμοῦ πεπηγμένην.

sch ran

146b

νῶν] ῥέων.

sch ran

146c

κειμένους] ἴδῃς.

sch ran

148a

(v.l.) κινῶν] γρ. καὶ κοινὸν.

sch ran

148b

κινῶν] συνουσιάζων.

sch ran

149

ἠλοίησεν] ἔτυψεν.744

sch ran

151a

Μορσίπου Μορσίμου ῥῆσιν ἐξεγράψατο: ἢ ὅστις τι ἔγραψε τῶν ψυχρῶν τραγῳδιῶν τοῦ Μορσίπου. Μορσίμου.Μόρσιπος Μόρσιμος οὗτος υἱὸς ἦν Φιλοκλέους, ψυχρὸς μὲν ποιητὴς τραγῳδίας, ἀγαθὸς δὲ ἦν ἰατρός, τὴν ἡλικίαν βραχύς. ἔσχε δὲ υἱὸν Ἀμφιδάμαντα· Τζέτζης δέ φησιν Ἀστυδάμαντα.

sch ran

151b?

παροιμία· “σαυτὸν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας”.

sch ran

151c

(v.l.) Μορσίμου] Μορσίπου.

sch ran

151d

ἐξεγράψατο] ἐξέγραψε.

sch ran

152

τούτοισι] εἶναι.

sch ran

153a

τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου: ὁ Κινησίας οὗτος ἦν τῷ γένει Θηβαῖος, διθυραμβικῶν μελῶν ποιητής. οὗτος αὑτοῦ συμβουλαῖς τε καὶ μέλεσιν ἔπεισε τὴν βουλὴν Ἀθηναίων ἐπισχεῖν τὰ εἰς χορηγίαν διδόμενα κωμικοῖς ἐπεσβόλοις, ὅθεν τινὲς λέγουσι κατ’ αὐτοῦ, ὅτι δοκεῖ μιγῆναι τῷ τῆς745
5Ἑκάτης ἀγάλματι· καὶ κάκιστος μελοποιὸς ἦν κἀν τοῖς χοροῖς ἐχρᾶτο πολλῇ τῇ κινήσει, ἣν καὶ πυρρίχην ἐκάλουν διὰ τὸ εἶναι μακράν· πυρρίχη γὰρ κυρίως ἡ ἐνόπλιος ὄρχησις. ἦν δὲ ὁ Κινησίας οὗτος τὸ μὲν σῶμα ὀκνηρός, πιθανώτατος δέ τι κατασκευάσαι.

sch ran

153b

πυρρίχην] εἶδος ὀρχήσεως.

sch ran

154

περίεισι] περιέρχεται, πε‐
ριέλθῃ.746

sch ran

158

οἱ μεμυημένοι] οἱ τὰ μυστή‐ ρια τελοῦντες.

sch ran

159

ὄνος ἄγων μυστήρια: μακρηγορούντων Ἡρακλέους καὶ Διονύσου θλιβόμενος ὁ Ξανθίας τῷ βάρει τῶν στρωματίων τῶν παρ’ αὐτοῦ φερομένων, ἀκηκοὼς λεγόντων αὐτῶν καὶ περὶ τῶν μεμυημένων ἤτοι τῶν τελεσθέντων τὰ τῆς Κόρης καὶ Δήμητρος ὄργια, τουτέστι τὰς ἑορτάς, ἐπεὶ ᾔδει, ὅτι ἐν τοῖς
5μυστηρίοις τῆς Δήμητρος τῶν Ἀθηναίων ἐκ τῆς πόλεως εἰς Ἐλευσῖνα ἐξερχομένων, οἱ ὄνοι βαρέως ἐθλίβοντο φορτηγοῦντες—ἐνωτοφόρουν γὰρ τὰ ἐκείνοις χρειώδη, διατροφάς τε καὶ στρώματα—, φησὶν αὐτὸς ὄνος εἶναι ἄγων μυστήρια ἤτοι τὰ πρὸς τὴν τῶν μυστηρίων τελετὴν χρήσιμα τοῖς ἀφικνουμένοις τῇ πανηγύρει τῆς ἑορτῆς. ὡς γὰρ ἐκεῖσε οἱ ὄνοι βαρέως, ὡς εἶπον, ἐθλίβοντο,
10οὕτω καὶ αὐτὸς νῦν ὁ Ξανθίας φέρων τοῖς ὤμοις τοῦ Διονύσου τὰ στρώματα.

sch ran

160a

ἀτὰρ οὐ καθέξω ταῦτα: ταῦτα εἰπὼν ἐπιχειρεῖ ἀποφορτισάμενος ταῦτα καταθεῖναι. πρινὴ δὲ προσεγγίσαι θεῖναι αὐτά—οὐ κατετίθεντο— (165) ἕνεκα τοῦ γελοίου Διόνυσος λέγει· σὺ δ’ αὖθις τὰ στρώματα λάμβανε.

sch ran

160b

καθέξω] καὶ βαστάσω.747

sch ran

164a

καὶ χαῖρ’, ὦδελφίδιον, πολλά.

sch ran

164b

νὴ Δία καὶ σύ γε:
τὸ “νὴ Δία λήρημα κἀνταυθοῖ νόει·
λόγος γάρ ἐστιν, ὃν λέγουσι καρδάριν.
ὤφειλεν εἰπεῖν “εἴθε χαίροις καὶ σύ μοι”,
5ὡς πρὸς τὸ χαίρειν δ’ οὗτος εἰπὼν “νὴ Δία” σαπρόξυλον τέτευχε καρδάριν λόγον, οὐ βαρβαρίζων, ἀλλ’ ἑκουσίῳ τρόπῳ. ὅταν γελᾷ μᾶλλον δὲ παικτέοις λόγοις, οὐ βαρβαριστὴς οὐδαμῶς ἢ παικτέος,
10ἀνὴρ δὲ ῥήτωρ ἀκριβῶς εἰδὼς γράφειν, χαλῶν δὲ νευρὰς τεχνικῶς Μούσης λόγου,
μήπως ῥαγῶσι τῇ τάσει τῇ συντόνῳ.748

sch ran

166

καὶ ταχέως μέντοι πάνυ: Ξανθίας τοῖς ὤμοις φέρων τὰ στρώματα, ὡς μακρηγοροῦντας Ἡρακλέα καὶ Διόνυσον ὥρα, μέλλων ἤδη αὐτὰ καταθέσθαι, (165) ἀκηκοὼς Διονύσου λέγοντος· σὺ δὲ τὰ στρώματα στρώμαθ’ αὖθις λάμβανε, φησί· πρὶν καὶ καταθέσθαι; ὡς δὲ “πάνυ ταχέως λάμβανε αὐτὰ” εἶπεν ἐλλιπῶς,
5(167) ὁ Ξανθίας δεῖται αὐτοῦ καί φησι· μὴ δῆτά μοι λέγε ταῦτα λαβεῖν πάλιν, ἀλλὰ μίσθωσαί τινα τῶν ἐκφερομένων, ἐξαγομένων ἢ νεκρῶν, ὅστις ἐπὶ τοῦτο (169) ἔρχεται, ἤγουν εἰς τοῦτο, εἰς τὸ κατελθεῖν εἰς Ἅιδου. ἐὰν δὲ μὴ εὕρω, μηὕρω, φησὶν ὁ Διόνυσος, τινὰ ἐκεῖσε κατερχόμενον—οὐκ ἀργῶς φλυαρεῖ οὐδὲ παπού‐ τζια—, τότε με ἄγειν καὶ ἄγε, φησὶν ὁ Ξανθίας.

sch ran

168

τῶν ἐκφερομένων] τῶν νε‐ κρῶν.

sch ran

169

τότε μ’ ἄγειν] ταῦτα τὰ στρώματα.

sch ran

173a

πός’ ἅττα· ὁ νεκρὸς ταῦτα δῆθέν δῆθέ φησιν ἀσθενεστάτῃ ἀσθενεῖ πάνυ καὶ
λεπτοτάτῃ φωνῇ· πόσα τινὰ σκεύη ἔχετε; καὶ ἰδὼν ταῦτα μισθὸν τοῦ φορταγω‐ γῆσαι ταυτὶ δύο δραχμὰς ἀπαιτεῖ ἤτοι ὀβολοὺς δυόδεκα—ἡ γὰρ δραχμὴ ὀβολῶν ἐστιν ἕξ—ἔλαττον δὲ τοῦ Διονύσου κατατιθεμένου, ἢ Ξανθίᾳ καὶ Διονύσῳ749
5(174) φησὶν ὁ νεκρός· ὑπάγετε ὑμεῖς διὰ τῆς ὁδοῦ, ἤ, ὃ καὶ κρεῖττόν ἐστι, τοῖς νεκροφοροῦσιν αὐτόν.

sch ran

173b

τελ[εῖς]] διδοῖς.

sch ran

174

ὑπάγεθ’ ... ὁδοῦ] πρὸς τοὺς βαστάζοντας ἐκεῖνον· ἢ πρὸς τὸν Διόνυσον καὶ τὸν Ξανθίαν.

sch ran

175a

ἵνα ξυμβῶ τί σοι: ἀνάμεινον, φησὶν ὁ Διόνυσος, ἵνα συμβῶ καὶ συμβιβασθῶ σοι κατά τι.

sch ran

175b

ξυμβῶ] συμβιβάσω.

sch ran

176

ἤγουν δώδεκα ὀβολούς.

sch ran

177a

λάβ’ ἐνν’ ὀβολούς· ὁ Διόνυσος· ἐννέα ὀβολούς, φησί, λάβε, ἤτοι μίαν δραχμὴν καὶ ἡμίσειαν. καὶ ὁ νεκρὸς ἕνεκα τοῦ γελοίου ἐναντίως τοῖς
ζῶσιν ὀμνύει λέγων· ἀναβιῴην καὶ ἀναζήσαιμι πάλιν, εἰ λάβω ἐννέα ἐννέ’ ὀβολούς.750

sch ran

177b

ἀναβιῴην ... πάλιν] ἀνα‐ ζήσαιμι, ἐὰν ἐπάρω γε ταῦ[τα].

sch ran

178a

ὡς σεμνὸς ὁ κατάρατος: ὁ Ξανθίας τὸ ἐνστατικὸν δῆθεν ἀκηκοὼς τοῦ νεκροῦ φησίν· ὡς σεμνός—νῦν ἀλαζονικὸς καὶ ἐπηρμένος— ἐστὶν ὁ κατάρατος. οὐκ οἰμώξεται καὶ κλαύσει; ἐγὼ βαδιοῦμαι. καὶ πάλιν ἀκολουθεῖ καὶ βαστάζει βαστάζων τὰ στρώματα.

sch ran

178b

σεμνὸς] ἐπηρμένος.

sch ran

178c

οἰμώξεται] πορεύσεται.

sch ran

180a

ὦ ὄπ. παραβαλο: πλησιάζουσι τῇ λίμνῃ καὶ ἀκούουσι τοῦ Χάρωνος βοῶντος τὸ “ὦ ὄπ καὶ τὸ “παραβαλοῦ”, ὧν τὸ μὲν “ὦ ὄπναυτῶν ἐλαυνόντων ἐστὶν ἐπιφώνημα, τὸ δὲ “παραβαλοῦ” πλησίον καὶ ἔγγιστα τῆς γῆς ἄγε τὴν ναῦν.

sch ran

180b

ὢ (sic) ὄπ] ἐπιφώνημα
ναυτῶν.751

sch ran

181

τοῦτο; λίμην νὴ Δία: τοῦτο οἱ μὲν Διονύσου φασὶν εἶναι, ἕτεροι δὲ τοῦ Ξανθίου. ἰστέον δέ, ὡς τῆς λίμνης καὶ τοῦ πλοίου φανέντος μετέβη καὶ ἡ σκηνὴ καὶ ἦν κατὰ τὴν Ἀχερουσίαν λίμνην, οὐκέτι δὲ ἐν Ἅιδου.

sch ran

184

χαῖρ’ ὦ Χάρων: τὸ “χαῖρ’ ὦ Χάρων” Ἀχαιοῦ τοῦ τραγικοῦ ἐστιν.

sch ran

185

τίς εἰς ἀναπαύλας: ὁ Χάρων τόπους ὡς πορθμεὺς καταριθμεῖται, οὗ μέλλει καταίρειν, καὶ λέγει τοῖς μέλλουσι πλεῖν· τίς θέλει πλεῦσαι εἰς ἀναπαύσεις ἐκ θορύβων καὶ δυσχερειῶν, ἢ εἰς τὸ πεδίον τῆς λησμοσύνης, ἢ εἰς ὄνου πόκας ἤτοι εἰς τὸ μηδέν;
5
ποῦ γὰρ “ὄνων κείρουσιν” εἶπέ τις “πόκας”; ἢ εἰς Κερβερίους ἢ οὗ ὁ Κέρβερός ἐστιν, ἤγουν εἰς ψυχῶν βάρος καὶ θλίψιν;
Κέρβερος γὰρ ὁ τὸ κέαρ καὶ τὴν ψυχὴν βαρύνων. ἐπεὶ δὲ ἀθάνατος ἡ ψυχὴ— ψυχὴ γὰρ λέγεται παρὰ τὸ “ψύχω” τὸ “ζωογονῶ”, ὁ θάνατος δὲ τῇ ἀθανασίᾳ ἀντίθετος—, εἰκότως τὰ τοῦ θανάτου πάντα βαρύνουσι τὴν ψυχήν.752

sch ran

186a

παροιμία ἐπὶ τῶν ἀφελῶν πραγμάτων· ποῦ γὰρ “ὄνων κείρουσιν” εἶπέ τις “πόκας”;

sch ran

186b

εἰς ὄνου πόκας] ἤτοι εἰς τὸ μηδέν.

sch ran

186c

πόκας] τάς.

sch ran

187a

’πὶ κόρακας· ἢ εἰς ἀφανισμὸν καὶ ἀδηλίαν, ὅτι καὶ οἱ κόρακες
ἀφανεῖς ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι καὶ ἐν ἐρημίαις διάγουσιν, ἢ ὅτι τὰ νεκρὰ σώματα ἐσθίουσιν, ἢ ὅτι οἱ ῥιφέντες εἰς τοὺς κόρακας, ὡς καὶ οἱ εἰς τὸ βάραθρον,753
τοὺς τιμωρητικούς φημι τόπους, ἠφανίζοντο.754

sch ran

187b

ἢ ἐπὶ Ταίναρον: τὸ Ταίναρον ἀκρωτήριόν ἐστι τῆς Λακωνικῆς ἔχον δύο τινὰ χάσματα, ἃ Ἅιδου πύλαι καλοῦνται καὶ στόματα.

sch ran

187c

’πὶ Ταίναρον] ἔλθῃ.

sch ran

188

ποῦ σχήσειν δοκεῖς;: τὸν Χάρωνα ὁ Διόνυσος ἐρωτᾷ· μέχρι ποῦ ἄρα δυνηθῇς καταπλεῦσαι; ἆρα ἐς κόρακας; καὶ ὁ Χάρων χαριζόμενος Διονύσῳ· ἕνεκα σοῦ ἐπισπεύσας, φησί, κατάρω ἐς κόρακας.

sch ran

190

ἔμβαινε ἔσβαινε δ: ὁ Χάρων φησὶν ἐπιβαίνειν τῷ πλοίῳ τοὺς μέλλοντας ἀποπλεῖν· Διονύσου δὲ τὸν Ξανθίαν καλοῦντος ἐμβαίνειν, ὁ Χάρων οὐκ ἐᾷ λέγων· δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκεν ἢ περὶ τῶν νεκρῶν ἢ περὶ τῶν κρεῶν. καὶ εἰ μὲν “τῶν κρεῶν” ἔχει, δηλοῖ τὴν ἐπὶ Σαλαμῖνι καθ’ ἡμᾶς κατὰ
5Περσῶν ναυμαχίαν, ὅτε καὶ οἱ δοῦλοι ὑπὲρ τῶν κρεῶν καὶ τῶν οἰκείων σωμάτων ναυμαχήσαντες καὶ τοὺς Πέρασας ἐνίκησαν καὶ παρὰ τῆς βουλῆς τῶν Ἀθηναίων τῆς δουλείας ἠλευθερώθησαν. εἰ δὲ λέγει “περὶ τῶν νεκρῶν”, ὅπερ ἐμοὶ οὐκ ἀρέσκει, περὶ τῆς ναυμαχίας φησὶ τῆς ἐν Ἀργιννούσαις, ἐν ᾗ τοὺς Λακεδαιμονίους ἐνίκησαν οἱ Ἀθηναῖοι, μὴ δυνηθέντες δὲ διὰ χειμῶνα θαλάσσης ἀνελέσθαι755
10τῶν πεσόντων Ἀθηναίων τὰ σώματα, μιᾷ ψήφῳ τοὺς δέκα στρατηγοὺς ἀπέκτειναν πλὴν μόνων δύο στρατηγῶν πεφευγότων· ἀνεῖλον δὲ τοὺς ἄνδρας βουλῇ Καλλιξένου καὶ Διομέδοντος Χολαργέως. ὕστερον δὲ μετάμελοι γεγονότες οἱ Ἀθηναῖοι καὶ τῷ Τζέτζῃ παραψυχήν τινα μερικὴν χαριζόμενοι τῆς διὰ τοὺς ἄνδρας ἀνίας, ἀναιροῦσι καὶ τὸν μιαρὸν Χολαργέα καὶ τὸν Καλλίξενον.
15ἃ δέ φασιν οἱ πρὸ ἡμῶν, ὁρᾶτε τὰς βίβλους αὐτῶν· τίς γὰρ ἂν ἢ πάντα ἢ τὰ πλείω ἢ τὰ πλεῖστα τούτων ἢ γράφειν ἢ λέγειν ἰσχύσει; ὃ λέγουσι δὲ καὶ εἰς τὸ “εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν νεκρῶν”, ὃ αὐτός, ὡς ἔφην, οὐ παραδέχομαι,
καίπερ ὅμως μὴ παραδεχόμενος, ἀλλὰ περὶ τῶν κρεῶν ἐγὼ λέγων καὶ περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας τῆς πρὸς τοὺς Πέρσας, ἐπιλύσω αὐτοῖς, εἰς τὴν ἐν756
20Ἀργιννούσαις ναυμαχίαν κατὰ ῥητὸν προσθεὶς τὰ αὐτῶν. “τοιοῦτόν τι λέγει· δοῦλον οὐκ ἄγω, εἰ μὴ ἀνῄρηται τοὺς ἐκ τῆς θαλάσσης νεκρούς. οὐκ ἔχει δὲ νοῦν,” φασί, “τὸ λεγόμενον· ναυμαχίας γὰρ οὐδεμιᾶς ἔδει πρὸς τὴν ἀναίρεσιν· χειμῶνι δὲ ἐκωλύθησαν”. ταῦτα μέν εἰσιν, ἅ φασιν οὗτοι. ἂν οὖν καθ’ ἡμᾶς “περὶ τῶν κρεῶν” εἴπῃς καὶ
25τὴν τῆς Σαλαμῖνος ναυμαχίαν λέγειν νοήσῃς, λέλυκας καὶ τὰς ψυχρὰς ἀπορίας καὶ τὴν ἱστορίαν τὴν ἀληθῆ ὡς ἔχει νοήσεις. εἰ δὲ βουλητὸν καὶ ἐπὶ ταῖς Ἀργιννούσαις ταῦτα δὴ λύειν με, ὁμοῦ καὶ χειμὼν ἦν, ὦ γενναῖοι, καὶ ναυμαχία. εἰ δ’ αὖ χαρίζομαι ὑμῖν καὶ ναυμαχίαν λέγω τότε μὴ εἶναι, τὸ “εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν νεκρῶν” τῶν Ἀθηναίων φημὶ τῶν τότε κακῶς ἐχόντων τοῖς
30πράγμασι βούλεσθαι. καὶ ἑτέρως τοῦτο ἀκούσεται, δεινὸν δὲ καὶ τοῦτο καὶ
γλαφυρώτατον· εἰ μὴ νεναυμάχηκε τὴν ναυμαχίαν τὴν περὶ τῶν νεκρῶν, εἰ μὴ νεναυμάχηκε τὴν καθ’ ὑμᾶς ναυμαχίαν τὴν ἐν Ἀργιννούσαις τὴν περὶ τῶν νεκρῶν, ἤτοι τὴν θρυλλουμένην περὶ τῶν νεκρῶν, δι’ οὓς νεκροὺς οἱ μὲν τῶν δέκα στρατηγῶν αὐτοφυγάδες ἐγένοντο, οἱ δὲ ἀνῃρέθησαν. οὕτως ἡμεῖς ἐπὶ757
35ψευδέσι καὶ ἀσυμφόροις κενὰ κενοῖς μακρηγοροῦντες καὶ ἀτερπέστατα.

sch ran

191

νεκρῶν] γρ. κρεῶν.

sch ran

193

οὐκοῦν καὶ λοιπὸν περιθρέξῃ καὶ πηδήσεις καὶ περιδράμῃς τὴν
λίμνην κύκλῳ πεζός.758

sch ran

194a

παρὰ τὸν αὐαίνου λίθον: ἤτοι τὸν τῆς ξηρασίας λίθον παρὰ ταῖς ἀναπαύσεσιν.

sch ran

194b

αὐαίνου] ξηρασίας.

sch ran

196a

οἴμοι κακοδαίμων: δυσφορῶν ὁ Ξανθίας ἐφ’ οἷς ἀνιαροῖς ἐντε‐ τύχηκε· τίνι κακίστῳ, φησίν, οἰωνῷ ἐντετύχηκα σήμερον πρώτως ἐκ τῆς οἰκίας ἐξιών;

sch ran

196b

τῷ ξυνέτυχον] οἰωνῷ συν‐ ήντησα.

sch ran

196c

ἐξιών] ἀπὸ τῆς οἰκίας.

sch ran

199a

ἵζω ἐπὶ κώπην: εἰπόντος Χάρωνος· εἴ τις σπεύδει πλεῖν ἡμᾶς, καθιζέτω ἐξ κώπην ἤτοι κρατησάτω κώπην καὶ ἐλαυνέτω, ἀκούσας τοῦτο ὁ Διόνυσος ἄνω τῆς κώπης καθέζεται, καί· τί ποιεῖς; τοῦ Χάρωνος λέγοντος, (200) καθίζω, φησίν, ἐπὶ κώπην, ὡς ἐκέλευσας. εἶτα πάλιν ὁ Χάρων· ὦ γάστρων
5(201) καὶ γαστρίμαργε, φάγε καὶ πότα, οὐ καθεδῇ τοιῶσδε, οὐ κατάσχῃς τὴν κώπην ταῖς χερσὶ καὶ κατέχεις; οὐχ ὑφαπλοῖς αὐτὰς καὶ οὐκ ἐλαύνεις; (202) οὐκ ἀντιβὰς καὶ ἐπιστηρίξας τὸν πόδα τῷ ἑδωλίῳ ἐλαύνεις προθύμως;759

sch ran

199b

ᾗπερ] ὅπου.

sch ran

200a

καθεδεῖ] καθευδοίη.

sch ran

200b

γάστρων] ὦ γαστρίμαργε.

sch ran

202a

φλυαρήσεις] ἀμελῶς δια‐ τεθῇς.

sch ran

202b

ἀντιβὰς] ἐπιστηρίξεις τῷ ἑδωλίῳ κρατῶν τὴν κώπην.

sch ran

203

ἐλᾷς] ἐλαύνεις.

sch ran

204

ἄπειρος, ἀθαλάττευτος, ἀθαλάττωτος, ἀσαλαμίνιος: μὴ ἔμπειρος ὢν ἔργων
θαλασσίων καὶ ναυτικῶν, μηδὲ νεναυμαχηκὼς τῇ ναυμαχίᾳ τῇ περὶ Σαλαμῖνα. ἡ δὲ τοῦ λόγου συνέπεια· κᾆτα πῶς δυνήσομαι ἐλαύνειν ἄπειρος, ἀθαλάττευτος, ἀθαλάττωτος, ἀσαλαμίνιος ὤν; τὸ δὲ “εἶτα” παρέλκει. τὴν Σαλαμινίαν δὲ ναῦν καὶ τὴν760
5Πάραλον τῶν παλαιῶν νῦν ἔασον·
μίνας σαλῆς λέγουσιν ἄρτι γὰρ λόγους.

sch ran

205

εἶτ’] παρέλκον.

sch ran

207

θαυμαστά] μέλη.

sch ran

211a

λιμναῖα κρηνῶν τέκνα: εἷς ἕκαστος τοῦ χοροῦ τῶν βατράχων πρὸς τοὺς ἑτέρους λέγει βοὴν ὑμνητήριον βοᾶν. τὰ τοιαῦτα δὲ παραχορηγήματα καλοῦνται· οὔτε γὰρ οἱ βάτραχοι οὔτε ὁ χορὸς τῶν μυστῶν ἐν τῷ θεάτρῳ
ὁρῶνται, ἀλλ’ ἔσωθεν μιμοῦνται τοὺς βατράχους.761

sch ran

211b

λιμναῖα κρηνῶν τέκνα: λείπει ὁ “καί”· ἀντὶ τοῦ “λιμνῶν καὶ κρηνῶν τέκνα”, φθεγξώμεθα ἀοιδήν.

sch ran

211c

λιμναῖα κρηνῶν] ἀντὶ τοῦ “λιμνῶν καὶ τῶν”.

sch ran

212

ξύναυλον] ξυνῳδόν.

sch ran

214a

ἀοιδάν] ἀοιδῶν.

sch ran

214b

κοὰξ] λέγω τό.

sch ran

215a

ἣν ἀμφὶ Νυσήϊον: ἣν ἀοιδὴν ἐφθεγξάμεθα περὶ τὸν Διὸς παῖδα Διόνυσον, τὸν Νυσήϊον, τὸν τιμώμενον ἐν Νύσῃ—ἑπτὰ δὲ Νύσαι εἰσίν—, ἥν, ὦ λιμναῖα καὶ ὑδάτων τέκνα βάτραχοι, ἐφθεγξάμεθα τιμῶντες τὸν ῥηθέντα Διόνυσον· οὐκ ἐν λίμναις ὑδατηραῖς, ἀλλ’ ἐν Λίμναις χωρίῳ τῆς Ἀττικῆς
5οὕτω καλουμένῳ, ἐν ᾧ ἦν Διονύσου ἱερὸν μεγάλως τιμώμενον καὶ ἁγιστευόμενον.762

sch ran

215b

Νυσήϊον] τὸν τιμώμενον ἐν Νύσῃ.

sch ran

215c

ἀμφὶ ... Διὸς] περὶ τὸν παῖδα.

sch ran

217

Λίμναι χωρίον τῆς Ἀττικῆς οὕτω καλούμενον, ἐν ᾧ ἐτιμᾶτο ὁ Διόνυσος ἐν τῷ ἱερῷ αὐτοῦ.

sch ran

218a

ἡνίχ’ ὁ κραιπαλόκωμος: κραιπαλοκῶμος: ἐπανάλαβε πάλιν καὶ λέγε· ἣν ἀοιδὴν ᾔσαμεν περὶ τὸν Διόνυσον ἐν Λίμναις τῆς Ἀττικῆς ποτε, ἡνίκα χωρεῖ ὁ ὄχλος καὶ τὸ θορυβῶδες τοῦ λαοῦ, ὁ ὄχλος ὁ κραιπαλόκωμος, κραιπαλοκῶμος, ὁ κραιπαλῶν καὶ μεθυσκόμενος ἐν κώμοις καὶ πότοις μετ’ ᾠδῶν καὶ ᾀσμάτων γινομένοις, ὅτε
5χωρεῖ ὁ τοιοῦτος ὄχλος κατὰ τὸ ἐμὸν τέμενος τὸ ἐν Λίμναις τῆς Ἀττικῆς. ἐπεὶ τοῦ λόγου τὸν νοῦν καὶ τὴν συνέπειαν εἶπον, ἐρῶ καὶ κανόνα σοι. “κραιπαλοκῶμος” ὁ κωμάζων, ἐνεργητικὸν προπερισπᾶται, “κραιπαλόκωμος” δὲ παθητικόν, ὁ κωμαζόμενος, προπαροξύνεται.763

sch ran

218b

Χύτροισι: Χύτροι ὄνομα ἑορτῆς ἐν Θήβαις, ἐν ᾗ ἐρχομένων τῶν λαῶν καὶ ὁ Διόνυσος ὑμνεῖτο· οἱ Χύτροι γὰρ ἡ ἑορτὴ οὐκ ἦν ἀνειμένη τῷ Διονύσῳ. οὕτω δὲ ἤγετο· μετὰ τὸ σωθῆναι τοὺς ἐν τῷ κατακλυσμῷ ἐκ τοῦ κατακλυσμοῦ πεφευγότας ἀνθρώπους, ᾗ ἡμέρᾳ πρώτως ἐθάρρησαν χύτραν τῷ πυρὶ ἐπιθεῖναι ἐπιστῆσαι καὶ ἐν
5αὐτῇ ἐπιστῆσαι καὶ ἀφεψῆσαι ἀφεψῆσαι τὰ ἐμβληθέντα, καὶ τὴν ἡμέραν καὶ ἑορτὴν κατ’ αὐτὴν τὴν ἡμέραν ποιήσαντες Χύτρους ἐκάλεσαν. ἔθυον δὲ ἐν αὐτῇ οὐδενὶ τῶν ὀλυμπίων θεῶν, Ἑρμῇ δὲ χθονίῳ ὑπὲρ τῶν τεθνεώτων, καὶ τῆς ἑψομένης χύτρας ἑνὶ ἑκάστῳ τῶν ἐν τῇ πόλει οὐδεὶς τῶν ἱερέων ἐγεύετο· οἱ δὲ κατ’ ἐκείνην τὴν ἡμέραν ἐκεῖσε παραγενόμενοι παραγινόμενοι ἐγεύοντό τε τῶν χυτρῶν καὶ ὑπὲρ τῶν764
10τεθνεώτων τὸν Ἑρμῆν ἐξιλάσκοντο. ἡμέρᾳ δὲ τὰς χύτρας ἐκείνας ἦσαν ἑψοῦντες ἑψοῦντες ἦσαν
καὶ οὐ νυκτί· ἤγοντο δὲ καὶ ἀγῶνες ἐκεῖσε οἱ χύτριοι χύτρῖνοι καλούμενοι.765

sch ran

218c

ὁ κραιπαλόκωμος] ὁ μεθυ‐ σκόμενος ἐν κώμοις καὶ μέθαις, πότοις.

sch ran

219

ἐμὸν τέμενος] τὴν Λίμνην.

sch ran

221

ἐγὼ δέ τ’ ἀλγεῖν ἄρχομαι τὸν ὄρρον: τῇ συνεχείᾳ τῆς εἰρεσίας ἠρξάμην, φησὶν ὁ Διόνυσος, ὀδυνᾶσθαί μου τὸν ταῦρον. ὁ δὲ ταῦρος οὗτος μέρος ἐστὶ τοῦ σώματος ὑποκάτω τῶν διδύμων.

sch ran

222

τὸν ὄρρον] τὸν ταῦρον.

sch ran

224a

ὑμῖν] τοῖς βατράχοις.

sch ran

224b

ἴσως] τάχα.

sch ran

224c

μέλει] διὰ φροντίδος.

sch ran

226a

ἀλλ’ ἐξόλοισθ’ αὐτῷ κόαξ: κοὰξ: ἀλλ’ ἐξόλοισθε σὺν αὐτῷ τῷ κόαξ”, κοὰξ”, ὁ Διόνυσος λέγει μισήσας τὴν ἀτερπῆ φλυαρίαν τοῦδε καὶ τὴν ἀθεότητα.

sch ran

226b

αὐτῷ] σὺν αὐτῷ.766

sch ran

228a

εἰκότως γ’, ὦ πολλὰ πράττων: εἰκότως, οἱ βάτραχοι λέγουσιν, ἀλγεῖς, Διόνυσε, τὸν ὄρρον· πολυπραγμονῶν γὰρ καὶ τὰ ἐν Ἅιδου θέλεις μαθεῖν. ἀλλὰ κατὰ ῥητὸν τὰ τούτων λεκτέον. “εἰκότως οὐδὲν ἄλλο ἐσμὲν ἢ κόαξ κόαξ, κοὰξ κοὰξ, ἤ· εἰκότως ἀλγεῖς τὸν ὄρρον·
5πολυπραγμονεῖς γάρ”. ταῦτα τὰ τῶν σοφῶν. ἄλλως. οὕτως οἱ παλαιοί φασιν· ἡμεῖς δὲ λέγομεν· εἰκότως, ὦ πολλὰ πράττων Διόνυσε, πολυπράγμων πολυπρᾶγμον καὶ θέλων γνῶναι καὶ τὰ ἐν Ἅιδου, ἤ· εἰκότως, ὦ Διόνυσε, μέγιστε θεέ, πολλὰ πράττων καὶ μυρία παρέχων ἀνθρώποις χρηστά, τὸ κόαξ κοὰξ συνεχῶς (229) λέγω καὶ ᾄδω, ὅτι με στέργουσι Μοῦσαι αἱ πρὸς λύραν καὶ ὁ Πὰν ὁ
10κεροβάτης, ὁ τοῖς ποσὶ χηλὰς ἔχων προβάσεις κερατίνας· 〈κεράτιν〉αι γὰρ 〈αἱ〉 προβάτων· κεράτινοι δὲ αἱ χηλαὶ τῶν προβάτων—ὁ Πὰν ποῖος; ὁ καλάμοις παίζων· ἢ ὁ σύριγγι καλαμίνῃ χρώμενος—καὶ ὁ Ἀπόλλων ὁ φορμικτὴς καὶ βυκανιστὴς καὶ κιθαριστής. φορμιγκτὴς καὶ κιθαριστής.767

sch ran

228b

εἰκότως] ἀλγεῖς τὸν ὄρρον.

sch ran

230

κεροβάτας] προβάσεις κερατίνας ἔχων τὰς χηλάς.

sch ran

231

καλαμόφθογγα] καλάμοις.

sch ran

232

φορμικτὰς] κιθαριστής.

sch ran

233

ἕνεκα δόνακος, ὃν ὑπολύριον τρέφω: ὑπολύριόν φησι τὸν δόνακα, ὅτι οὐ μόνον λυρικοὶ πρὸς λύραν ᾖδον καὶ αὐλόν, ἀλλὰ καὶ τραγικοὶ καὶ κωμικοὶ
ἐν τοῖς μέλεσιν οὕτως ᾖδον.768

sch ran

236a

φλυκταίνας: φωΐδας, σμώδηκας, σμώδιγγας, αἱμοσταλαγίδας, αἳ γίνονται ταῖς ἁπαλαῖς καὶ ἀτρίπτοις χερσὶν ἐπὶ πολὺ κρατούσαις σκληρόν τι καὶ ἀντίτυπον.

sch ran

236b

φλυκταίνας] λείπει χερσίν.

sch ran

237a

πρωκτὸς τὸ μακρὸν τῶν σπερόντων ὀργάνων· οὗτος παραχρήσει δὲ νῦν τοῖς ἐνθάδε αὐτὴν ἕδραν δείκνυσι καὶ τράμιν λέγειν.

sch ran

237b

πρωκτὸς τὸ μακρὸν τῶν αἰδοίων· νῦν δὲ κατὰ παράχρησιν τὴν ἕδραν.

sch ran

240

ἀλλ’ ὦ φιλῳδὸν] ἀξίωσις.

sch ran

242a

εὐηλίοις ἐν ἡμέραις: ὁ χορὸς τῶν βατράχων φησὶ πρὸς τὸν Διόνυσον· μᾶλλον μὲν οὖν φθεγξαίμεθα, καὶ οὐ σιωπήσαιμεν, εἴ ποτε ἐν (243) εὐηλίοις ἡμέραις ἤτοι ἐαριναῖς, θεριναῖς, φθινοπωριναῖς φθινοπωρίσιν ἡλάμεθα,
ἐσκιρτήσαμεν, ἐπηδήσαμεν διὰ κυπείρου καὶ φλέω. εἴδη δὲ βοτανῶν καὶ φυτῶν769
5εἰσι τό τε κύπειρον καὶ ὁ φλέως· κύπειρον μὲν ἡ σχοῖνος, τὸ “βρύλλον” καλού‐ μενον ἰδιώταις· φλέως δὲ τὸ ἐν ποταμοῖς φυόμενον παπυρῶδες.

sch ran

242b

εὐηλίοις] ἐαριναῖς, θερι‐ ναῖς, φθινοπωριναῖς.

sch ran

243a

ἡλάμεθα] ἐσκιρτήσαμεν.

sch ran

243b

κυπείρου] σχοίνου.

sch ran

244

φλέω] παπύρου.

sch ran

246a

ἢ Διὸς φεύγοντες ὄμβρον: ἢ τὴν οὐράνιον βροχὴν πεφευγότες· πεφρίκασι γὰρ τοὺς ὄμβρους οἱ βάτραχοι καὶ κρύπτονται θαλάμοις καὶ τῷ βυθῷ καὶ τοῖς τέλμασι, καὶ ὅταν καταρρυῆναι μέλλωσιν ὄμβροι, προσημαίνοντες τοῦτο βοῶσι καὶ κρύπτονται.

sch ran

246b

Διὸς ... ὄμβρον] τὴν
οὐράνιον βροχήν.770

sch ran

249a

πομφολυγγοπαφλάσματα δέ φησι τὰς ἐκ βυθοῦ τῶν βατράχων ἀνιεμένας φωνάς· παφλάζει γὰρ καὶ ἀναφέρεται τότε τὸ ὕδωρ ταῖς τούτων φωναῖς ἀνωθούμενον, ὡς ὑπὸ τοῦ πυρὸς πυρὸς τὸ ὕδωρ τοῦ λέβητος, καὶ πομφόλυγγες ἤτοι φύσκαι μικραὶ καὶ λεπταὶ γίνονται ἀραιώμεναι καὶ κούφως τοῖς ὕδασιν
5ἐπιφερόμεναι. ἐπινήχονται.

sch ran

249b

πομφόλυξ ἀπὸ τοῦ πέμ‐ πειν φολίδας. γίνεται δὲ ἡ πομφόλυξ οὕτως· κατερχομένης τῆς ψεκάδος καὶ μεμιγμένης μετὰ τοῦ πνεύματος
5τὸ μὲν ὕδωρ κατωφερὲς μένει κάτω, τὸ δὲ πνεῦμα ὡς κοῦφον ζητεῖ τὴν ἄνω φοράν, καὶ ἐκ τούτου γίνονται
αἱ πομφόλυγγες τῷ λόγῳ τῷ φυσικῷ.771

sch ran

251

τουτὶ] τὸ ἀγαθόν.

sch ran

254a

ἔγωγ’] πείσομαι.

sch ran

254b

ἐλαύνων] τὴν κώπην.

sch ran

255

εἰ] ἐπειδή.

sch ran

257a

οἰμώζετ’ ἄρα: παίζων νῦν ὁ Διόνυσος οἰμωγήν φησι τὴν ᾠδὴν τῶν βατράχων.

sch ran

257b

τὴν ᾠδὴν τῶν βατρά‐ χων λέγει.

sch ran

259a

ὁπόσον γ’ ἡ φάρυγξ ἡμῶν: σημείωσαι, ὅτι ἐν τοῖς πλείοσι “φάρυξ ἄνευ τοῦ γ γράφεται, ἐν εὐαρίθμοις δὲ πάνυ καὶ “φάρυγξ σὺν τῷ γ. τὰ δὲ τῆς κουστωδίας γλαντία μὴ εἰδότα λόγων κανόνας, εἴ τις τῶν
ἐμῶν τοιοῦτόν τι γράψειεν, σύρουσιν αὐτὸν καὶ γελῶσιν· ἀλλ’ οἳ καὶ ὀστράκοις,772
5πλὴν εἰς Γραφάς, ὡς δέλτοις ἐχρῶντο, καὶ ὧν ἡ Μοῦσα μέχρι καὶ νῦν ὀστρακο‐ κρότητον ᾄδει τὸ μέλος,
ἀλλ’ οὐ πρὸς αὐλὸν καὶ λύραν καὶ βάρβιτον.

sch ran

259b

“λάρυγξ” ἀνωτέρω μέρος· “φάρυγξ” ὁ κάτωθεν, ὁ καὶ οἰσο‐ φάγος καλούμενος. εἰσὶ δὲ δύο αὐλοί· ὁ μὲν εἷς λαμβάνει τὰς τροφάς, ὁ δὲ
5ἕτερος ἀναπνευστικός, ὅστις καλεῖται καὶ τραχεῖα ἀρτηρία, ἀπὸ τοῦ τηρεῖν τὸν ἀέρα ἤτοι τὸ πνεῦμα· ἐπάνω δὲ τούτου κεῖται ἡ λεγομένη σταφυλή. ὅταν οὖν εἰσέλθῃ ἐκεῖσε τροφή, πά‐773
10σχει πνιγμονὴν ὁ ἄνθρωπος· γίνεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τῶν νηπίων διὰ τὸ βορὸν αὐτῶν.

sch ran

265a

κεκράξομαι δι’ ἡμέρας: ᾄσω, βοήσω δι’ ὅλης ἡμέρας, πανημερίως, ἕως ἂν ὑμῶν ἐπικρατήσω καὶ κατάσχω καὶ παύσω τὸ “κόαξ”· “κοάξ”· κρατῶ γὰρ ἀττικῶς αἰτιατικῇ, ὡς μυριάκις ἐδείξαμεν καὶ ἕτερα μυρία. οὐκ οἶδα δέ, τί παθόντες
οἱ παλαιοὶ “ἐπικρατήσω τὸ κώαξ τῷ κοάξ τὸ “κω” “τῷ” μέγα γράφουσιν.774

sch ran

265b

κἄν με] καὶ ἐγώ.

sch ran

266

ἐπικρατήσω] κατάσχω.

sch ran

268

ἔμελλον ἄρα παύσειν ποθ’ ὑμᾶς τοῦ κόαξ: κοάξ: νῦν δῆλον, ὡς οἱ μιμητικοὶ τῶν βατράχων ὑποκριταὶ οὐκ ἐν τῷ φαινομένῳ εἰσίν, ἀλλ’ ὑπὸ τὴν σκηνὴν κεκρυμμένοι, ὡς ὑπὸ λίμνην οἱ βάτραχοι. ἡ μέντοι φωνὴ αὐτῶν ἐξακούε‐ ται, ὥσπερ κἀκείνων, κἂν ἐκ βυθοῦ φθέγγωνται. μετὰ δὲ τὸ τοὺς βατράχους
5σιωπῆσαι σιγῆσαι χορὸς εἰσέρχεται τῶν μυστῶν, ὡς καὶ πρότερον εἴπομεν.

sch ran

269a

παῦε, παῦε, φησὶν ὁ Χάρων, τῆς κωπηλασίας, παραβαλο, πλησίασον τῇ γῇ τοῦ Ἅιδου· τὼ κωπίω καὶ τὰ κωπία· λείπει “πρόσ(σ)χες, μὴ κατάξειας” κατάξεις”. νῦν δὲ πᾶσα ἡ σκηνὴ ἡ σκηνὴ πᾶσα καὶ ὁ χορευτὴς οἱ χορευταὶ μετέβησαν καὶ ἐν τῷ
Ἅιδῃ δῆθέν εἰσιν.775

sch ran

269b

παῦε] λείπει πρόσχες, μὴ κατάξειας.

sch ran

269c

παραβαλοῦ κτλ. p.i.m.] παράθες· ἢ πλησίασον τῇ γῇ τοῦ Ἅιδου. νῦν δὲ πᾶσα ἡ σκηνὴ καὶ ὁ χορευτὴς μετέβησαν καὶ ἐν τῷ
5Ἅιδῃ δῆθέν εἰσιν.

sch ran

269d

τὼ κωπίω] τὰ κωπία.

sch ran

270a

τὸν ναῦλον ἀρσενικῶς, ὡς Καλλίστρατος γράφει· σὺ δὲ τοῖς τρισὶ γένεσι γράφε πεπεισμένος ἡμῖν· τὸ ναῦλον, τὴν τὸν ναῦλον καὶ τὸν τὴν ναῦλον.

sch ran

270b

ὁ ναῦλος, ἡ ναῦλος, τὸ
ναῦλον.776

sch ran

271a

ὁ Ξανθίας. ποῦ Ξανθίας; Ξανθίας: ἐστὶ δηλονότι ποῦ; καὶ ὁ Ξανθίας ἀποκρίνεται δουλικῶς· “ἰαῦ”, ἰαύω· ἢ “ἰάπτω” βαρβάρως, ἤτοι “διατρίβω”, “πάρειμι”.

sch ran

271b

ἦ] ἆρα.

sch ran

271c

Ξανθίας] ἐστὶ ποῦ;

sch ran

273

(v.l.) ταυταθοῖ (sic)] γρ. τἀνταῦθα.

sch ran

275a

οὓς ἔλεγεν ἡμῖν: ὁ Ἡρακλῆς δηλονότι.

sch ran

275b

σὺ δ’ ο: σὺ δὲ οὔ, φησὶν ὁ Ξανθίας τῷ Διονύσῳ· ἤτοι οὐκ ἐθεάσω. καὶ ὁ Διόνυσος· νὴ τὸν Ποσειδῶ, φησίν, ἐθεασάμην· καὶ νυνί γε ὁρῶ τοὺς ἐπιόρκους. παίζων δὲ τῷ δοκεῖν λέγειν ὁρᾶν τοὺς ἐν τῷ Ἅιδῃ ἐπιόρκους περὶ τῶν ζώντων καὶ μετὰ τῶν θεατῶν ἑστηκότων ἐπιόρκων φησίν.

sch ran

275c

ἔλεγεν ἡμῖν] ὁ Ἡρακλῆς.777

sch ran

277a

προϊέναι βέλτιστα νῷν: βέλτιστα καὶ ἤτοι βέλτιον καὶ ἄριστον νῷν καὶ νῶϊν καὶ ἡμῖν, προϊέναι καὶ ἐπὶ τὰ ἔμπροσθεν προχωρεῖν καὶ πορεύεσθαι, ὅτι οὗτός ἐστιν ὁ τόπος, οὗ τὰ δεινὰ θηρία εἶναι ἔλεγεν ὁ Ἡρακλῆς. Ἡρακλῆς. καὶ ὁ Διόνυσός Διόνυσός φησιν· ὡς οἰμώξεται· “ς καὶ “ὅτι” οἰμώξεται, ἢ “ς καὶ “λίαν”. τὸ δὲ
5οἰμώξεται ἢ ὁ Ἡρακλῆς ὁ πτοῶν ἐκπτοῶν με, ἢ τὰ θηρία.

sch ran

277b

προϊέναι ... νῶϊν] ὡς ἐπὶ τὰ ἔμπροσθεν ἐλθεῖν ἡμᾶς.

sch ran

278

οὗ] ὅπου.

sch ran

279a

ὡς] λίαν.

sch ran

279b

οἰμώξεται] ὁ Ἡρακλῆς ὁ
πτοῶν με.778

sch ran

281

φιλοτιμούμενος: φιλοδοξῶν καὶ μόνος ἐθέλων ἀπολαύειν δόξης, ὡς μόνος ὢν καὶ γενναῖος καὶ μάχιμος, πάντας δὲ ἄλλους δειλούς, ἀνάνδρους, ἀπειροπολέμους καὶ ἀπομάχους οἰόμενος, καὶ οὕτω μορμολυττόμενος τῷ (282) λέγειν τοιαῦτά τινα πρὸς ἐκπτόησιν· οὐδὲν γὰρ ζῷον οὕτω ἀλαζονικόν,
5(283) ὡς Ἡρακλῆς. ἐγὼ δ’ εὔχομαι ἐντυχεῖν τοιούτῳ τινὶ καὶ λαβεῖν ἀγώνισμα καὶ νικητήριον ἐπάξιον τῆς ὁδοῦ ἤτοι τοῦ πόνου, ὃν ἐκοπίασα τοσαύτην ὁδοιπορήσας ὁδόν, ἵνα μὴ κενά μοι ἀμφότερα γένοιτο, ὅ τε πόνος καὶ ἡ ὁδός.

sch ran

282a

γαῦρόν] ἐπηρμένον πρᾶγμα.

sch ran

282b

ὡς] ὥσπερ.

sch ran

284a

ἀγώνισμα τὸ ἀπὸ τοῦ ἀ‐ γῶνος διδόμενον δῶρον, ὥσπερ καὶ ἆθλον τὸ ἀπὸ τοῦ ἄθλου.

sch ran

284b

ἀγώνισμ’] νικητήριον.

sch ran

284c

ἄξιόν] ἐπάξιον.

sch ran

284d

τῆς ὁδοῦ] τοῦ πόνου.

sch ran

285

νὴ τὸν Δία: πρὸς ταῦτά φησιν ὁ Ξανθίας πρὸς τὸν Διόνυσον· καὶ
μὴν αἰσθάνομαι ψόφου τινός, μὰ τὸν Δία, ἤτοι ἐντελὴς γέγονεν ἡ εὐχή σου· ὁ ψόφος γὰρ οὗτος δοκεῖ τινος θηρὸς εἶναι δεινοῦ καὶ μαχίμου· καὶ κτεῖνε αὐτὸ καὶ ἄξιον λάμβανε τὸ ἀγώνισμα. τὰ δὲ λοιπὰ σαφῆ καὶ ἀγοραῖον ἔχοντα779
5γέλωτα.

sch ran

290

ὀρεύς: ἡμίονος.

sch ran

292

ἀλλ’ ἤδη κύων: καὶ τοῦτο τὸ χαριέστερον γέλωτος σύρφακος καὶ ἀγοραίου.

sch ran

293

Ἔμπουσα τοίνυν ἐστὶν: ἐστ: τὴν Ἔμπουσαν οἱ μὲν αὐτὴν τὴν Ἑκάτην οἴονται εἶναι, οἱ δὲ φάντασμα δαιμονιῶδες ὑπὸ τῆς Ἑκάτης πεμπόμενον καὶ τὰς μορφὰς ἐναλλάττον, καὶ μεσημβρίαις πολλάκις ἐμφαίνεσθαι, ὅταν τοῖς τεθνηκόσιν ἐνήγιζον. καὶ οἱ μέν φασι μονόπουν αὐτὸ εἶναι, καὶ ἐτυμολογοῦσιν
5αὐτὸ ἀπὸ τοῦ ἕνα ἔχειν πόδα· Ἑνίπουσαν καὶ Ἔμπουσαν καὶ Ἑνισκελίδα δὲ ὀνομάζουσιν· ἕτεροι δὲ αὐτὴν ὄνου σκέλος λέγουσιν ἔχειν, ὅθεν ἐκεῖνοι Ὀνοσκελίδα, Ὀνόκωλον καὶ Ὀνοκωλίδα Ὀνοκωλαίαν καλοῦσιν. ἰστέον δέ, ὅτι τὸ “Ἔμπουσα”, κἂν ἀπὸ τοῦ “ἕν” γίνεται γέγονε καὶ τοῦ “πούς”, ψιλοῦσθαι ὀφείλει καὶ οὐ δασύνεσθαι κατὰ τὸν κανόνα τὸν τεχνικόν· τὰ τοιαῦτα780
10γὰρ ἐντελῆ μὲν ὄντα δασύνεται, συγκοπέντα δὲ αἰολικῶς ψιλοῦται· αἱ συγκοπαὶ γὰρ τῶν Αἰολέων εἰσίν. εἰς μαρτυρίαν δὲ καὶ τῶν παραδειγμάτων κατάκουε· “ἱερεύς”, “ἰρεύς”· “ἱέραξ”, “ἴρηξ”, καὶ ἕτερα μυρία. σὺν ἑτέροις μυρίοις. οὕτω καὶ τὸ “Ἑνόπουσα” μὲν ἐντελὲς ὂν δασύνεται, τὸ δὲ “Ἔμπουσα” συγκοπὲν αἰολικῶς
ψιλοῦται. ἐγὼ δὲ τοῦτο δασύνω πάνυ μεγίστην δασεῖαν δι’ ὠφέλειαν ἀκροατῶν781
15καὶ θεατῶν ἀμαθῶν, μὴ φροντίζων, εἰ περὶ κανόνα ἑκουσίως μικρόν τι ἁμαρτάνω δι’ ἀμαθῶν λυσιτέλειαν. ὁ γὰρ ἑωρακὼς εἰς τὸ “Ἕμπουσαν” κειμένην δασεῖαν εὐθέως γνοίη, ὅτι ἀπὸ τοῦ “ἑνός” “Ἑνόπουσα” καὶ “Ἔμπουσα” γέγονεν. τὰ καθ’ ἡμῶν δὲ βλάσφημα οὐ δέδια στόματα· εἴπερ γὰρ κάρτα με
κακὸν καὶ ἀνάλκιδα φήσει
20ἀνδράσιν εὖ φρονέουσι (ἡρώεσσι) γέλων ἀλίαστον ὀρίνει.

sch ran

295

βολίτινον: βόλιτος ἡ τῶν βοῶν κόπρος· ἤγουν κόπρινον.

sch ran

297

ἱερε, διαφύλαξόν με: ἤδη μυηθεὶς ὁ Διόνυσος ἐν τῇ σκηνῇ δεῖται τοῦ ἀκολουθοῦντος ἱερέως διαφυλάξαι αὐτόν. ἦν δὲ ὁ ἱερεύς, ὡς προϊὼν δείξει,
πάνυ πυρρὰς καὶ ἐρυθρὰς τὰς τρίχας ἔχων. κεκτημένος.782

sch ran

298a

ἀπολούμεθ’, ὦναξ Ἡράκλεις: εἰπόντος Ξανθίου φησὶν ὁ Διόνυσος· ἱκετεύω σε, ὦ ἄνθρωπε, μὴ καλεῖς καλῇς με, δηλονότι Ἡρακλέα· εἰπόντος (300) δὲ τοῦ Ξανθίου· Διόνυσε δή, φησὶν ὁ Διόνυσος· τοῦτο ἧττον τοῦ ἑτέρου, τοῦ καλεῖν με Ἡρακλέα, τουτέστιν οὕτω καλούμενος ἡττόνως τιμωρηθείην
5ἢ βλαβείην, Ἡρακλῆς δὲ καλούμενος μειζόνως διὰ τὰ ἐκείνῳ τῇδε πεπραγμένα. τὰ δὲ βουβάλια τὸ “ἧττον θατέρου” τὸ χεῖρόν φασιν. ταῦτα μὲν οὕτω· σοὶ δὲ τί ἂν εἴποιμι, ἀλιτήριε κωμικέ, Διονύσῳ τοσαύτην ἀπειρομαχίαν συνάπτοντι καὶ δειλίαν δειλοτέραν λαγωῶν ἢ βατράχων, ἀνδρί, ὃς Ἰνδοῖς ἐπολέμησεν, Ἄραψιν, Αἰγυπτίοις καὶ Ἀσσυρίοις φόρους ἐπέθηκε,
10πᾶσαν Ἀσίαν διέδραμεν, ἐδουλαγώγησε Σκύθας, τὴν ἄρκτον πᾶσαν παρήλασε, τοῖς Ἀγαθύρσοις οὖσιν ὑπερβορέοις
ὄργια δεξαμένοισιν ἑῶν πόρεν οὔνομα θύρσων,
ὃς οὐ τὴν ἑῷαν Ἑλλάδα παρεῖδεν οὐδὲ τὴν ἑσπέραν, καὶ ταῦτα πάντα εἰργάσατο διτταῖς γενεαῖς ὑπάρχων ἀνώτερος, οὗ προφέρεις νῦν Ἡρακλέος; ἐπὶ τῇ783
15τοσαύτῃ γε ἀπροσκέπτῳ γραφῇ ἀπορῶ, τί καὶ λέξαιμι· ἔπεισι δέ μοι λέγειν, ὃ καὶ προεγράφη, ὅτι μεθύων, ὡς ἔοικε, τόδε τὸ δρᾶμα ἐξέθου καὶ ἀγοραίοις καὶ σύρφαξι χαριζόμενος ὅλως διόλου ἀγοραῖον τοῦτο πεποίηκας.

sch ran

298b

οὐ μὴ καλεῖς μ’] δηλονότι Ἡρακλέα.

sch ran

300

οὕτω καλῶν με, ἡττόνως τιμωρηθήσομαι ἢ βλαβήσομαι, Ἡρακλῆς δὲ καλούμενος μειζόνως.

sch ran

301a

θ’ ᾗπερ ἔρχει: δεῖ νοεῖν, ὅτι διὰ δειλίαν ὄπισθεν ὁ Διόνυσος ἔρχεται, προπορεύονται δὲ τούτου ὁ ἱερεὺς καὶ ὁ Ξανθίας· καί φησι πρὸς αὐτὸν ὁ Ξανθίας· “δεῦρο δεῦρο”, ἐνταῦθα ἐνταῦθα· λείπει τὸ “βάδιζε”, πορεύου.

sch ran

301b

ᾗπερ] ὅπου.784

sch ran

303a

ἔξεστι δ’ ὥσπερ Ἠγέλοχος: Ἠγέλοχος ὑποκριτὴς τῶν δραμάτων ἦν Εὐριπίδου, τῷ ἐν Ὀρέστῃ δὲ δράματι τόνδε τὸν στίχον λέγων
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν’ ὁρῶ, ὑγροῦ πολλοῦ ἐπιδραμόντος τῷ στόματι, ἀποπνιγῆναι κινδυνεύων ὁ ἄνθρωπος
5ἔστη εἰς τὸ “γαλῆν”· χρόνου δὲ ἱκανοῦ διελθόντος ἐξεφώνησε τὸ “ὁρῶ”· καὶ Πλάτωνι τῷ κωμικῷ καὶ τούτοις πᾶσιν ἐκωμῳδήθη, ὅτι οὕτω παρακεκομμένως ἐποιήσατο τὴν ἐκφώνησιν καὶ οὐκ ἀπεπνίγη λάροις καὶ μωροῖς χαριζόμενος. νῦν δὲ οὗτος οὐ κωμῳδεῖ αὐτόν· ἔστι δὲ προσφόρως ἡμῖν, φησίν, εἰπεῖν τὸ Ὀρέστου ὑπὸ Ἠγελόχου λεχθέν, ὅτι ἐκ πόνων καὶ συμφορῶν ἐγαληνιάσαμεν
10καὶ ἀγαθοῖς τισι προσεκύρσαμεν.

sch ran

303b

Ἠγέλοχος] ἦν δὲ ὑποκρι‐ τὴς Εὐριπίδου.

sch ran

305

τὸ “κατόμοσον” καὶ τὰ τοιαῦτα ἀγυρτικὰ γελοῖα καὶ κάπηλα, οὐχ
οἷα ἐκεῖνα τῶν Νεφελῶν τὰ θεσπέσια.785

sch ran

307

ἐκ τοῦ φόβου ὠχρίασις, ἐκ δὲ τῆς αἰδοῦς ἐρυθρίασις γίνεται.

sch ran

308a

ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ μου: φησὶν ὁ Διόνυσος· ἐγὼ μὲν ὠχρίασα ἰδὼν τὴν Ἔμπουσαν, ὁδὶ δὲ δείσας ὑπερεπυρρίασε. πρῶτόν φημι· ἐκ φόβου ὠχρίασις ὠχρίανσις γίνεται, ἐξ αἰδοῦς δὲ ἐρυθρίασις· ἀγοραῖον δὲ γέλωτα καὶ οὐ σώφρονα κινῶν οὗτός φησιν· ὁ ἱερεὺς δὲ δείσας ὑπερεπυρρίασεν· ἦν γάρ,
5ὡς φθάσας εἰρήκειν, τοιοῦτος τὸ χρῶμα ὁ ἱερεύς. ἢ τὸν Ξανθίαν φησὶν ὁ Ἀρίσταρχος λέγων· “διὰ γὰρ τὸ εἶναι πυρρὸν καὶ Ξανθίαν κληθῆναι”. Τζέτζης δέ φησιν· ὦ Ἀρίσταρχε, εἰ διὰ τὸν Ξανθίαν εἶπε τουτὶ καὶ οὐ διὰ τὸν ἱερέα ἢ ἕτερόν τινα τῶν συνακολουθούντων μυστῶν, οὐκ ἂν εἶπεν “οὗτος”, ἀλλὰ “σὺ ὑπερεπυρρίασας”. πρὸς γὰρ τοῦτον ὁ Διόνυσος ποιεῖται τὸν λόγον· εἰπόντος
10γὰρ Ξανθίου αὐτῷ· ἡ Ἔμπουσα φρούδη, νὴ τὸν Δία, οὗτός φησι πρὸς αὐτόν·
ἐγὼ μὲν ἰδὼν αὐτὴν ὠχρίασα, οὗτος δὲ ὑπερεπυρρίασεν.786

sch ran

308b

οὗτος ὁ ἱερεὺς ἦν γάρ, ὡς εἴρηται, τοιοῦτος τὸ χρῶμα.

sch ran

310a

τίν’ αἰτιάσομαι θεῶν: περισσῶς καὶ μάτην νῦν κεῖται τὸ “θεῶν”· εἰ γὰρ οὐκ ἔκειτο μάτην, τὸ ἐπαγόμενον τοιοῦτον ἂν ἦν· Ποσειδῶνα, Ἀπόλλωνα ἤ τινα ἕτερον. νῦν δέ φησι τὸν Εὐριπίδην, τὸν εἰπόντα τὸ “αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα”, δι’ ὃν Εὐριπίδην εἰς Ἅιδου κατελθὼν πάσχω τάδε.

sch ran

310b

ἀπολλύναι] εἰς τό.

sch ran

312

“αὐλεῖ τις ἔνδον” λέγει τὸ “οὗτος”.

sch ran

313

ἔγωγε] ἀκούω.

sch ran

314

μυστικωτάτη] λεπτοτάτη.

sch ran

315

(v.l.) ἠρεμεὶ] ἠρέμα.787

sch ran

316

Ἴακχε: τὸν Ἴακχον οἱ μὲν τὸν ὕμνον ὕμνον οἴονται εἶναι τῇ εἰκάδι τῶν μυστηρίων ᾀδόμενον Κόρῃ καὶ Δήμητρι· συνίδρυται δὲ τῇ Δήμητρι τῇ ἑορτῇ καὶ Διόνυσος, ἀνθ’ ὧν ἡ μὲν ξηρῶν καρπῶν δότειρα, ὁ δὲ τῶν ὑγρῶν. ἄλλοι δὲ τὸν Ἴακχον υἱὸν Περσεφόνης φασίν· οἱ δὲ τοῦτόν φασι συγγενέσθαι τῇ
5Δήμητρι· οἱ δὲ ἕτερον Διόνυσον εἶναι τὸν Ἴακχον, οἱ δὲ τὸν αὐτόν.

sch ran

319a

παίζουσιν] ὑμνοῦσιν.

sch ran

319b

ἔφραζε νῶϊν] ἡμῖν ὁ Ἡρα‐ κλῆς.

sch ran

320a

ᾄδουσι γοῦν τὸν Ἴακχον: καὶ τὸν ὕμνον· παρ’ ὑπόνοιαν δέ φησιν· ὅνπερ Διαγόρας ὁ ἄθεος ὁ ἐκ Μήλου, περὶ οὗ προεγράφομεν· ὃς Τηλεκλύτου μὲν
ἦν παῖς, σύγχρονος δὲ Σιμωνίδῃ καὶ Πινδάρῳ. καὶ οὕτω μὲν ἔχει τὸ ἀληθές· ἕνεκα τοῦ γέλωτος, ἀγάμενος δὲ καὶ τὸ εὐφυὲς παρατίθημι, ὅ φησιν Ἀπολλό‐788
5δωρος ὁ Ταρσεύς· “ᾄδουσι γοῦν”, φησίν, “τὸν Ἴακχον, ὅνπερ ᾄδουσιν οἱ μύσται μῦσται ἐκ τοῦ ἄστεος διὰ τῆς ἀγορᾶς ἐξιόντες εἰς Ἐλευσῖνα”.

sch ran

320b

Ἴακχον κτλ. p.i.m.] παρ’ ὑπόνοιαν· διὰ τῆς ἀγορᾶς ὤφειλεν εἰπεῖν. διασύρει δὲ τὸν Διαγόραν τὸν ἐκ Μήλου, τὸν ἄθεον.

sch ran

320c

Διαγόρας] ᾖδεν.

sch ran

321

ἄγειν] ἡμᾶς.

sch ran

323sq

πολυτιμήτοις δ’ ἐν ἕδραις: ὅτι Κόρη τότε καὶ Δημήτηρ τιμᾶται, καὶ τῇ Δήμητρι, ὡς ἔφην, συνεδρεύει καὶ ὁ Διόνυσος.

sch ran

326

ἐλθὲ τόνδ’ ἀνὰ λειμῶνα χορεύσων: διὰ τὰ ἄνθη γὰρ εἰς λειμωνίας ἐν λειμῶσι
ἐχόρευον προφανῶς.789

sch ran

327

ὁσίους] λαμπρούς.

sch ran

329

καὶ αἰτιατικῇ καὶ γενικῇ.

sch ran

330a

στέφανον μύρτων: μυρσίνῳ μυρσινίνῳ γὰρ ἐστεφανοῦντο στεφάνῳ, στεφάνῳ, οὐχὶ κισσίνῳ οἱ ἐστεφανοῦντο οἱ μεμυημένοι, κἂν τοῖς Θεσμοφορίοις ὁμοίως τοιούτῳ στεφάνῳ ἐστέφοντο, ὅτι Δημήτηρ οἰκείως εἶχε πρὸς τὸ τῆς μυρσίνης φυτὸν καὶ ὅτι τοῖς χθονίοις ἱέρωτο. καὶ τοῖς Διονυσιακοῖς ὁμοίως μυρσίνῳ μυρσινίνῳ στεφάνῳ ἐστέφοντο
5διὰ τὸ ἀειθαλές.790

sch ran

330b

μύρτος κυρίως τὸ μυρσι‐ νόκοκκον.

sch ran

330c

θρασεῖ δ’ ἐγκατακρούων ποδ: ἐν τολμηρῷ ποδὶ σκιρτῶν καὶ ὀρχούμενος καὶ χορεύων—λείπει τὸ “ποίει” ἢ “πλήρου” ἢ “γέραιρε”—τὴν ἀκόλαστον καὶ μὴ ἀξίαν κολάσεως ἢ μέμψεως, ἀλλὰ σεβασμοῦ καὶ τιμῆς, ἁγνήν, ἱερὰν χορείαν τοῖς ὁσίοισι μύσταις, τὴν χορείαν καὶ χόρευσιν, αὐτὴν τὴν
5τιμὴν τὴν εἰς τοὺς τὰς θεούς, τὴν φιλοπαίγμονα, χαρίτων πλεῖστον ἔχουσαν μέρος, τὴν ἡδονῆς πλείστης καὶ εὐφροσύνης μετέχουσαν.

sch ran

330d

θρασεῖ] τολμηρῷ.

sch ran

330e

ἐγκατακρούων] σκιρτῶν, χορεύων.

sch ran

331/32

τὰν ... τιμήν] τὴν μὴ κολαζομένην, τὴν μὴ ἀξίαν κολάσεως
ἢ μέμψεως, σεβασμοῦ δὲ καὶ τιμῆς.791

sch ran

332

τιμήν] γέραιρε.

sch ran

338a

ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν: ἐν ταῖς τῆς Δήμητρος γὰρ ἑορταῖς χοίρους ἔθυον καὶ ἐκρεωφάγουν τοῖς Θεσμοφορίοις καὶ τὸ ζῷον ἔθυον τῇ τε Κόρῃ καὶ τῇ Δήμητρι. ἔθυον δὲ τὸν χοῖρον καὶ ἐν τοῖς μυστηρίοις Διονύσῳ καὶ τῇ Δήμητρι, ὅτι καὶ τῆς Δήμητρος τὰ λήϊα καὶ
5Διονύσου λυμαίνεται τοῖς φυτοῖς.

sch ran

338b

ἐν ταῖς τῆς Δήμητρος ἑορταῖς χοίρους ἔθυον τῇ Κόρῃ καὶ τῇ Δήμητρι.

sch ran

339a

ἤν τι καὶ χορδῆς λάβῃς: οὐκ ἠρεμήσειας οὖν, φησίν, εἰ καὶ ἐντέρου τι λάβῃς βραχύτατον;

sch ran

339b

ἀτρέμ’] πῶς.

sch ran

339c

χορδῆς] ἐντέρου.792

sch ran

340a

ἔγειρε φλεγέας: ἔγειρε φλεγέας φλογέας λαμπάδας ἐν χερσὶ τινάσσων· ἥκεις γὰρ νυκτέρου τελετῆς φωσφόρος ἀστήρ. τὸ μυστηριακὸν πῦρ φωσφόρον ἐκάλουν ἀστέρα, ὅτι νυκτὶ τὰ μυστήρια ἐγίνοντο. τὸν δὲ λόγον κολοβὸν μηδεὶς ὑπολάβοι εἶναι, ὥς τις εἶπε τῶν παλαιῶν, “εἰ μὴ τὸ “τινάσσων” ἀντὶ τοῦ
5“τινασσόμενος” λαμβάνεται”· εἰπὲ δὲ καὶ νεκρῷ κειμένῳ τῷ παλαιῷ· “ἄριστά φησιν ὁ Τζέτζης ἔχειν τὸν λόγον καὶ μὴ εἶναι κατὰ σὲ κολοβόν”. εἰ δὲ βούλει, καὶ παιδιωδῶς διὰ σὲ τὴν τοῦδε πᾶσαν συνέπειαν εἴποιμεν. ὦ Ἴακχε, Ἴακχε, ἔγειρε τοὺς θιασώτας δηλονότι, φλεγέας φλογέας καὶ πυρώδεις καὶ ἀνημμένας λαμπάδας τινάσσων ἐν χερσίν· ἥκεις γὰρ καὶ παραγέγονας τῆς νυκτέρου τελετῆς
10(344) φωσφόρος ἀστήρ· ἐν φλογὶ δὲ τῶν λαμπάδων φλέγεται—νῦν λαμπρύ‐
νεται—ὁ λειμών.793

sch ran

340b

(v.l.) φλογέας] φλεγέας.

sch ran

341

τινάσσων] τινασσόμενος.

sch ran

343

νυκτέρου τελετῆς] νυκτερι‐ νῆς· τὸ κτητικὸν ἀντὶ ἁπλοῦ.

sch ran

344a

φλογὶ] ἐν.

sch ran

344b

φλογὶ φλέγεται] τῶν λαμ‐ πάδων.

sch ran

344c

λειμών] ὁ.

sch ran

345

γόνυ πάλλεται γερόντων: ὑπὸ δὲ τῆς ἱερᾶς τιμῆς ἀποσείονται τὰς (347) λύπας τῶν χρονίων τε ἐτῶν, τοὺς παλαιοὺς ἐνιαυτούς, ἤτοι ὑπὸ τῆς ἱερᾶς τιμῆς ἐπιλανθάνονται καὶ θλίψεως καὶ γήρως.

sch ran

351a

σὺ δὲ λαμπάδι φλέγων: καὶ φωσφορῶν, ὦ μάκαρ, προβάδην καὶ προπορευόμενος ἔξαγε ἐπ’ ἀνθηρὸν ἕλειον δάπεδον τὴν χοροποιὸν χαροποιὸν ἥβην ἤτοι
τοὺς θιασώτας καὶ χορευτάς· ἢ ἔξαγε πάνθηρον ἕλειον δάπεδον.794

sch ran

351b

φλέγων] φωσφορῶν.

sch ran

352

προβάδην] καὶ προπορευό‐ μενος.

sch ran

353a

χαροποιὸν] τήν.

sch ran

353b

μάκαρ] ὦ.

sch ran

354a

ἀναπαιστικὰ τετράμετρα καταληκτικά. παράβασις.

sch ran

354b

εὐφημεῖν χρ: εὐφημίαν γενέσθαι χρεών, φησὶν ὁ χορὸς τῶν μυστῶν, ἤτοι δέον κατάρχεσθαι περὶ θεῶν λόγων εὐφήμων καὶ ἱερῶν, ἐξίστασθαι δὲ καὶ ὑποχωρεῖν τοῖς ἡμετέροις χοροῖς ἤτοι ἀπὸ τῶν ἡμετέρων χορῶν ἐκεῖνον, (355) ὃς ἄπειρος τοιῶνδε λόγων μυστηριωδῶν, ἢ μὴ καθαρός ἐστι τῇ γνώμῃ
5(356) καὶ διανοίᾳ, ἢ γενναίων ὄργια Μουσῶν καὶ μυστήρια οὐκ ἴδε καὶ ἐθεάσατο· ἰωνικῶς ι. ὁ δὲ νοῦς· ὃς οὐδὲ ποιητικῆς καὶ σοφίας βάθους μετέσχηκεν ἤτοι σοφὸς καὶ ἔμπειρός ἐστι ποιητικῆς παντοίας καὶ ἑτέρας σοφίας.

sch ran

354c

εὐφημεῖν ... ἐξίστασθαι] εὐφημίαν χρὴ γενέσθαι περὶ θεῶν
καὶ ὑποχωρεῖν ἐκεῖνον.795

sch ran

355a

τοιῶνδε] μυστηριωδῶν.

sch ran

355b

γνώμῃ] διανοίᾳ.

sch ran

356a

εὐγενῶν.

sch ran

356b

ὃς οὐδὲ ποιητικῆς καὶ σοφίας βάθους μετέσχηκεν ἤτοι σοφὸς καὶ ἔμπειρός ἐστι ποιητικῆς παντοίας καὶ ἑτέρας σοφίας.

sch ran

357a

μηδὲ Κρατίνου τοῦ ταυροφάγου: παρ’ ὑπόνοιαν τὸ σχῆμα τοῦ λόγου· δέον γὰρ εἰπεῖν· ἐξίτω κἀκεῖνος τῶν ἡμετέρων μυστηρίων, ὃς μὴ τὸ καὶ τὸ ἔγνω μηδὲ ἐτελέσθη τὰ βακχεῖα καὶ τοὺς ἐνθουσιασμοὺς τοῦ ταυροφάγου καὶ Διονύσου, τοὺς μετὰ τῶν βακχῶν αὐτῷ γινομένους ἐν ὄρεσι καὶ ἐρημίαις
5ἀβάτοις—ταυροφάγον δὲ τὸν Διόνυσον λέγει, ἔλεγεν, ὡς καὶ Σοφοκλῆς φησιν ἐν δράματι Τυροῦς—οὕτω δέον εἰπεῖν οὗτος ὁ ποιητὴς οὕτω παρ’ ὑπόνοιάν φησι· κἀκεῖνος ἐξίτω, ὃς μὴ ἐτελέσθη καὶ ἔγνω καὶ μεμάθηκε τὰ βακχεῖα τῆς γλώττης Κρατίνου τοῦ ταυροφάγου. καὶ βακχεῖα μὲν γλώττης φησὶν ἢ εἰρωνι‐ κῶς θειασμοὺς καὶ ἐνθέους λόγους τοὺς τοῦ Κρατίνου λόγους καλῶν, ἢ λόγια796
10πεφυρμένα ἡμιμέθυσα, μᾶλλον δὲ κάτοινά τε καὶ ὑποβάκχεια. ταυροφάγον δὲ αὐτὸν εἶπεν, “ὅτι ταῦρος ἦν αὐτοῖς ἔπαθλον”, ὡς πολλοί τε ἄλλοι φασὶ καὶ ὁ μέγας Ἀρίσταρχος· Τζέτζης δὲ διθυραμβικοῖς καὶ λυρικοῖς φησιν ἔπαθλον δίδοσθαι ταῦρον, οὐ μέντοιγε τραγικοῖς ἢ κωμῳδιῶν διδασκάλοις· κωμικὸς δὲ καὶ ὁ Κρατῖνος τελῶν, πῶς ἂν ταῦρον ἐλάμβανε; διὰ δὲ τὸ ὑψηλὸν τῶν τούτου
15ἐπῶν καὶ βροντόφωνον ταυροφάγον οὗτος τοῦτον καλεῖ· φησὶ γάρ πῃ ὁ ἀνήρ·
ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων.
καναχῶσι πηγαί, δωδεκάκρουνον στόμα,
Ἰλισσὸς ἐν φάρυγγι· τί ἂν εἴποιμι; τούτων ἕνεκα σύρει τὸν ἄνδρα καὶ Διονύσου ἐπιθέτῳ τοῦτον ἐκάλεσε ταυροφάγον,
797
20ἢ ὅτι φίλοινος ἦν.

sch ran

357b

τοῦ ταυροφάγου] τὸν Διό‐ νυσον λέγει.

sch ran

358a

ἢ βωμολόχοις ἔπεσι χαίρει: ἢ πολυλογίαις φλυάροις χαίρει μὴ ἐν καιρῷ τοῦτο ποιοῦσι, τὸ βωμολοχεῖν, κατὰ δὲ αὑτοῦ νῦν ὁ κωμικός, ὡς ὁ Βελλεροφόντης, φέρει τὸ γράμμα· φλυαρῶν γὰρ νῦν αὐτὸς σχεδὸν ἐν ὅλῳ τούτῳ τῷ δράματι φλυάρους ἀποκαλῶν τοὺς ἑτέρους κωμικούς φησιν οὕτω—
5τὸ “ἐξίτω” δὲ ἁπανταχοῦ ἀπὸ κοινοῦ—· καὶ ὃς χαίρει φλυάροις πολυλογίαις
κωμικῶν ἐγκαίρως οὐ γινομέναις, ἐξίτω τῶν ἡμετέρων μυστηρίων.798

sch ran

358b

βωμολόχοις] φλυάροις.

sch ran

359a

ἢ στάσιν ἐχθρὰν μὴ καταλύει:
〈ἐ〉κ λαυρέων 〈τε〉 καὶ δυσόδμου κοπρίης
αὖρά τις εἰσέπνευσε μυστικωτάτη. καὶ ὅς, φησί, στάσεις καὶ ταραχὰς ἐμφυλίους οὐ καταλύει, ἀλλ’ ἕνεκα κερδῶν
5(361) οἰκείων μᾶλλον ἀνεγείρει ταῦτα τὰ τοιαῦτα καὶ ἀναρριπίζει, ἢ τῆς πόλεως χειμαζομένης ἤτοι συμφοραῖς κατεχομένης καὶ περιστάσεσιν, ἄρχων καὶ (363) ἀρχηγὸς ὤν, δῶρα λαμβάνει, ἢ ἐάν τις Θωρυκίων Αἰγινεὺς εἰκοστολόγος κακοδαίμων καὶ ἄθλιος ἢ προδίδωσι φρούριον ἢ ναῦς ἢ τὸ καὶ τὸ δρᾷ, τούτοις
(369) πᾶσιν ἀπαυδῶ καὶ αὐδῶ—τοῦτο προαναφώνημά ἐστι τῶν δᾳδούχων799
10καὶ τῶν ἱεροφάντων μελλόντων τῶν μυστηρίων κατάρχεσθαι, ὡς καὶ ὁ μέγας ἐκεῖνος Ὀρφεὺς ἐν τῷ Ὀργαστηρίῳ φησίν·
φθέγξομαι, οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι— (370) ἐξίστασθαι τῶν ἡμετέρων μυστικῶν χορειῶν. ἤδη δὲ καὶ τὰ κατὰ μέρος ῥητέον μοι.

sch ran

359b

στάσιν ἐχθρὰν μὴ καταλύει: διὰ τὸν Θωρυκίωνα, περὶ οὗ μετὰ βραχὺ ἐρῶ, φαίνεται λέγων ταυτί· αἰνίττεται δὲ καὶ Διομέδοντα καὶ Καλλίξενον, οἳ τὴν τοιαύτην ἀνερρίπισαν ἐμφύλιον συμφορὰν παρασκευάσαντες τὴν βουλὴν τοὺς δέκα στρατηγοὺς ἀναιρεῖν. ἀνελεῖν.

sch ran

359c

359 p.i.m.] καὶ ταραχὴν ἐμφύλιον. διὰ τὸν Θωρυκίωνα· αἰνίτ‐ τεται δὲ καὶ τὸν Διομέδοντα καὶ Καλλίξενον, οἳ ἀνερρίπισαν τὴν συμ‐
5φορὰν ἐν τῇ πόλει ἀναπείσαντες ἀναι‐ ρεθῆναι τοὺς στρατηγούς.

sch ran

360

ῥιπίζει] τὴν πόλιν.

sch ran

361a

ἢ τῆς πόλεως χειμαζομένης: μέχρι τοῦ “ναυσὶν παρέχειν τινὰ
πείθει πάντα κατὰ Θωρυκίωνός φησιν. ὁ Θωρυκίων οὗτος Αἰγινεὺς ὢν τῷ γένει ἐν τοῖς Πελοποννησιακοῖς ταξίαρχος τῶν Ἀθηναίων ἐγένετο, εἰκοστολόγος πρὶν καὶ τελώνης ὑπάρχων καὶ μοίρας τῆς κάτω. οἱ τελῶναι γὰρ πρότερον μὲν δὲ πρότερον800
5πεντηκοστὴν μοῖραν τῶν τελουμένων τελωνουμένων καὶ κομμερκευομένων πραγμάτων ἐλάμβανον καὶ πεντηκοστολόγοι πεντηκοστολόγους ἐντεῦθεν ἐκαλοῦντο, τούτους ἐκάλουν, εἶτα εἰκοστολόγοι, εἰκοστολόγους, μετέπειτα δὲ δεκατηλόγοι· δεκατηλόγους· νῦν δὲ οὗτοι καὶ κατωτέρω προβεβήκασιν. οὗτος ὁ Θωρυκίων Αἴγιναν τὴν ἑαυτοῦ πατρίδα Πελοποννησίοις καὶ ναῦς προδιδοὺς γνωρισθεὶς ἐκωμῳδήθη.

sch ran

361b

πάντα κατὰ Θωρυκίωνός φησιν ἀπὸ τοῦ “τῆς πόλεως χει‐ μαζομένης μέχρι τοῦ “ναυσὶν παρέχειν ἀναπείθει”.

sch ran

361c

χειμαζομένης] συμφοραῖς κατεχομένης.

sch ran

361d

ἄρχων] ἀρχηγός.801

sch ran

362

ἢ τἀπόρρητ’ ἀποπέμπει: ἢ ἐξ Ἀθηνῶν ἀποπέμπει τοῖς Λακεδαι‐ μονίοις (363) τὰ ἀπόρρητα καὶ ἀπαγορευθέντα πέμπεσθαι αὐτοῖς. ὅστις οὖν τοιοῦτος ἐξ Αἰγίνης ὑπάρχων τελώνης, εἶτα γενόμενος ταξίαρχος Ἀθηναίων ἐξ Ἀθηνῶν πέμπει πρὸς αὐτοὺς—Λάκωνας—εἰς Ἐπίδαυρον τὰ ἀπαγορευθέν‐
5τα (364/65) πέμπεσθαι, πίσσαν καὶ ἀσκώματα εἰς ναυπηγίαν καὶ τἄλλα, ἢ χρήματά τινα πείθει διδόναι ναυτικῷ τῶν Λακώνων—ἀσκώματα δέ εἰσι δέρματα ἐρραμμένα εἰς τύπον μέρους ἱματίου, ὅπερ τὰς χεῖρας ἡμῶν μέχρι τῶν καρπῶν περισκέπει· ταῦτα τὰ ἀσκώματα προσηλωμένα τριήρεσιν ἀντὶ λώρου τροποῦ ταῖς κώπαις εἰσὶ χρήσιμα—ὃς τὰ τοιαῦτα ἀπόρρητα πέμπει τοῖς
10πολεμίοις, ὡς τὰ θεῖα μυστήρια τοῖς ἀμυήτοις οἱ κάκιστοι τῶν μεμυημένων.

sch ran

363

εἰκοστολόγος] τελώνης.

sch ran

364

ἀσκώματα κτλ. p.i.m.] αἱ λεγόμεναι χειροπάλλαι, ἅτινα ταῖς κώπαις χρήσιμά εἰσιν ἀντὶ λώρου
προσηλωμένα ταῖς τροπαῖς.802

sch ran

366a

ἢ ὃς κατατιλλᾷ κατατιλᾷ τῶν Ἑκαταίων: τῶν τῆς Ἑκάτης ἀγαλμάτων. “κατατιλλᾷ” “κατατιλᾷ” λέγεται τὸ κόπρον διάρρυτον ἐκκρίνειν· νῦν δὲ τὸ ἀποσπερμαίνειν τῶν τῆς Ἑκάτης ἀγαλμάτων μιγνύμενος αὐτοῖς.

sch ran

366b

κατατιλλᾷ τῶν Ἑκαταίων] ἀφοδεύει· ἢ ἀποσπερμαίνει μιγνύ‐ μενος αὐτοῖς. διασύρει δὲ τὸν Δια‐ γόραν.

sch ran

366c

τῶν Ἑκαταίων] τῶν τῆς Ἑκάτης ἀγαλμάτων.

sch ran

367a

ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ’ ἀποτρώγει: Ἀρχῖνον αἰνίττεται καὶ Ἀργύριον· οὗτοι γὰρ προϊστάμενοι τῆς δημοσίας
τραπέζης, κωμῳδηθέντες ἠλάττωσαν τὸν τῶν κωμῳδιοδιδασκάλων μισθόν.803

sch ran

367b

Ἀρχῖνον αἰνίττεται καὶ Ἀργύριον, οἵτινες προϊστάμενοι τῆς δημοσίας τραπέζης ἠλάττωσαν τὸν τῶν κωμῳδιοδιδασκάλων μισθὸν καὶ
5διὰ τοῦτο ἐκωμῳδήθησαν.

sch ran

369

τούτοις ἀπαυδ: κατὰ τὴν τοῦ ἱεροφάντου καὶ τοῦ δᾳδούχου τοῦτο πρόρρησιν λέγει· οἱ γὰρ ἱεροφάνται καὶ οἱ δᾳδοῦχοι τῶν μυστηρίων κατάρχεσθαι μέλλοντες οὕτω προανεφώνουν· εἴ τις ἀμύητος σεμνῶν ἐστι τελετῶν ἢ ἄθεος ἢ μὴ καθαρεύων τῇ γνώμῃ, καὶ ἄλλα ἄττα, ὅσα ἠπίσταντο οἱ τοιαῦτα ταῦτα μεμυημένοι,
5ἐξίτω τῶν ἱερῶν, ὡς καὶ ὁ μέγας ἐκεῖνος Ὀρφεὺς ἐν τῷ Ὀργαστηρίῳ φησίν·
φθέγξομαι, οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι.

sch ran

372a

χώρει δὴ πᾶς: οἱ τοῦ χοροῦ μύσται ἀλλήλοις παρακελεύονται.

sch ran

372b

σπονδειακά.804

sch ran

374a

ἐγκρούων:
ἤτοι βαίνων ποδῶν ἐϋρρυθμῷ κρούσει.

sch ran

374b

ἐγκρούων] χορεύων.

sch ran

375

σκώπτων] τοὺς κακούς.

sch ran

376a

ἠρίστηται δ’ ἐξαρκούντως: ἀντὶ τοῦ “εἱστιάθημεν”, “ἠριστή‐ σαμεν”.

sch ran

376b

ἠρίστηται] εὐώχηται.

sch ran

377a

ἀλλ’ ἔμβα χὤπως: ἤγουν κατάρχου τῆς χορείας, ὅπως ὑψώσεις τοῖς αἴνοις τὴν Δήμητραν.

sch ran

377b

ἔμβα] ἔμβαινε.

sch ran

378a

ἔστι γὰρ παρ’ Ἀθήνησιν Ἀθηνᾶ Σώτειρα λεγομένη, ᾗ καὶ
θύουσιν.805

sch ran

378b

χὤπως] ὅρα.

sch ran

378c

αἴρεις τὴν Σώτειραν] ὑψώ‐ σεις ἐν τοῖς ἐπαίνοις Δήμητραν.

sch ran

379

μολπάζων: ὑμνῶν.

sch ran

380a

(v.l.) ἣ] γρ. ἣν.

sch ran

380b

(v.l.) φῆς’] φᾶς’.

sch ran

381a

Θωρυκίων] ὁ.

sch ran

381b

Θωρυκίων μὴ βούληται] ὁ γὰρ πόλεμος αὐτῷ ἐλυσιτέλει.

sch ran

382a

ἀναπαιστικὰ τετράμετρα.

sch ran

382b

ἑτέραν] κατά.

sch ran

384a

Δήμητερ ἁγνῶν: ταῦτα δίμετρα καταληκτικὰ ἰαμβικά, ὡς τὸ
τίς σὰς παρήειρε φρένας; Τζέτζης δὲ ἀκατάληκτα μᾶλλόν φησιν.

sch ran

384b

ἰαμβικὰ δίμετρα ἀκατά‐ ληκτα.

sch ran

387

μ’ ἀσφαλῶς] ἀξίωσον.806

sch ran

390

σπουδαῖα] ἀρετῆς ἐχόμενα.

sch ran

394a

ἀσυνάρτητα ἐξ ἰαμβικῶν καὶ τροχαϊκῶν.

sch ran

394b

ὡραῖον θεὸν: τὸν Διόνυσον, τὸν τρυφῆς καὶ συμποσίων αἴτιον, τὸν δοτῆρα ὡραίων καρπῶν· ἢ τὸν κατὰ καιρὸν φαινόμενον· ἢ τὸν διὰ καιροῦ καὶ χρόνου μακροῦ φαινόμενον· τριετηρικῶς γὰρ ἐφαίνετο.

sch ran

398

ἰαμβικά.

sch ran

399

συνακολούθει: ἐπειδὴ ἐν ταῖς τῆς Δήμητρος τελεταῖς οἱ Ἀθη‐ ναῖοι ἐκ τοῦ Κεραμεικοῦ πρὸς τὴν Ἐλευσῖνα ἐχώρουν προπέμποντες τὸν
Διόνυσον.807

sch ran

403

μέλος χοροῦ.

sch ran

404

κατεσχίσω: ἐσχισμένα καὶ παρερρωγότα χιτώνια πεποίηκας ἀμφιέννυσθαι.

sch ran

405a

καὶ ἐπ’ εὐτελείᾳ καὶ φαυλότητι, σμικρότητι καὶ ταπεινώσει τόνδε τὸν σανδαλίσκον καὶ τὸ ὑπόδημα, καὶ τὸ ῥάκος καὶ τὸ τριβώνιον· πάλιν ἀπὸ κοινοῦ τὸ “πεποίηκας ἀμφιέννυσθαι”.

sch ran

405b

κἀπ’ εὐτελείᾳ] εὐδαιμονίᾳ
πρὸς τὸ εὖ τελεῖν.808

sch ran

406a

καὶ ἐξεῦρες, ὥστε παίζειν καὶ χορεύειν ἀζημίους ἀζημίως ἤτοι μὴ ζημίαν ἐπιφέροντας τῷ δημοσίῳ. βαρέως ταῦτά φησιν οὐκέτι τολμῶν κωμῳδῆσαι Ἀρχῖνον καὶ Ἀργύριον, οἳ κωμῳδηθέντες τοὺς μισθοὺς τούτων ἠλάττωσαν· ὧν ἕνεκα ταῦτά φησιν οὐ μετρίᾳ δήξει καρδίας. οὐκ οἶδα δέ, οἱ παλαιοὶ τί
5νοοῦντες τὸ “κατεσχίσω ἐπιμερισθῆναί φασιν, τὸ δὲ “π’ εὐτελεί“ἐπ’ εὐδαιμονίᾳ πρὸς τὸ εὖ τελεῖν”.

sch ran

406b

καὶ τὸ ῥάκος] πεποίηκας ἀμφιέννυσθαι.

sch ran

408

πρόπεμπέ με: ἀπ’ ἄστεος δῆθεν εἰς Ἐλευσῖνα· τότε δὲ τοῖς ἀνδράσι καὶ γυναῖκες συνεχόρευον.

sch ran

409a

παραβλέψας: ἐπιτηρήσας.

sch ran

409b

γὰρ] ἤδη.

sch ran

412

τιτθίον: μαστόν.809

sch ran

414

ἰαμβικὰ κατὰ δύο δίμετρα καταληκτικὰ καὶ ἓν τρίμετρον ἀκα‐ τάληκτον.

sch ran

418a

ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτορας: συγγενεῖς. τὸ σχῆμα παρ’ ὑπόνοιαν· ἀντὶ γὰρ τοῦ εἰπεῖν “ὃς ἑπτέτης ἑπταετὴς ὢν ὀδόντας οὐκ ἔφυσεν”, ὡς παροιμία, εἶπεν “ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτορας”· οἱ παῖδες γὰρ ἑπταετεῖς γεγονότες ἔχουσι πάντας τοὺς ὀδόντας. καὶ ὁ Ἀρχέδημος δὲ οὗτος
5ὡς ξένος καὶ μέτοικος διαβάλλεται· χρονίσας γὰρ ἐν ταῖς Ἀθήναις ἀναγραφῆναι εἰς τοὺς πολίτας οὐκ ἠδυνήθη. Ἀθηναῖοι δὲ καὶ τὰ ἴδια τέκνα τριετῆ γεγονότα ἐς τοὺς φράτορας ἦγον ἦγον εἰς τοὺς φράτορας καὶ ἐπολιτογράφουν αὐτά, ὡς γαμικὰς ἑστιάσεις ποιούμενοι.

sch ran

418b

χρονίσας γὰρ ἐν Ἀθήναις οὐκ ἐπολιτογραφήθη· Ἀθηναῖοι δὲ
τὰ τέκνα καὶ τριετῆ.810

sch ran

418c

ἔφυσε φράτορας] παρ’ ὑπό‐ νοιαν· ὀδόντας, τοὺς κριτάς.

sch ran

419

δημαγωγεῖ] ὁ Ἀρχέδημος.

sch ran

420a

νυνὶ δὲ δημαγωγε: ἡ τοῦ λόγου συνέπεια· ὃς Ἀρχέδημος ξένος ὢν οὐδὲ κἂν ἐπολιτογραφήθη ἐν ταῖς Ἀθήναις· νυνὶ δὲ δημαγωγεῖ καὶ δημα‐ γωγός ἐστι τῶν ἄνω νεκρῶν, ἤτοι τῶν Ἀθηναίων· τότε γὰρ τὰ πράγματα τοῖς Ἀθηναίοις εἶχε πολλαχῶς δυστυχῶς. ὡς ὢν δὲ ὁ χορὸς οὗτος δῆθεν ἐν Ἅιδου
5καὶ τοῖς κάτω νεκροῖς, ἄνω νεκροὺς ὀνομάζει τοὺς Ἀθηναίους διὰ τὰς κατεχού‐
σας αὐτοὺς συμφοράς. εἶεν· ὁ παλαιὸς δὲ βλισκούνιος ὁ ἐκ τοῦ κειμένου τοῦδε τοῦ “ἐν τοῖς ἄνω νεκροῖς λέγων· “οὐχ ὡς Ἀπολλώνιος πρὸς τὴν ἐξήγησιν τὴν
εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν νεκρῶν”, κρεῶν”,
811
10καὶ αἰτιώμενος τὸν ἄνδρα περὶ τῶν κρεῶν, “νεκρῶν” δὴ λέγοντα γράφειν ἐκεῖσε—νῦν γὰρ τάχα τὸ κείμενον δείκνυσιν, ὅτι 〈οὐ περὶ κρεῶν,〉 ἀλλὰ περὶ νεκρῶν—ἴτω, ὅτι βλισκούνιός ἐστιν. ἐκεῖ γὰρ οὐ μέμνηται τῆς ναυμαχίας 〈τῆς ἐν Ἀργιννούσαισ〉· περὶ κρεῶν καὶ τῶν οἰκείων σωμάτων ὁ λόγος ἐστίν, ὡς ὄπισθεν οὐκ ἀναποδείκτως ἐξηγησάμην εἰπὼν καὶ περὶ τῶν κρεῶν καὶ τοῖς γε
15νοῦν ἔχουσι σαφῆ παραστησάμενος τὴν ἀλήθειαν καὶ τὸ 〈“κρεῶν” τοῦ〉 “νεκρῶν” ἐκεῖσε προσφυέστερον δείξας. νῦν δὲ ἐν Ἅιδου ὢν ὁ χορὸς καὶ παρὰ τοῖς κάτω νεκροῖς, ἄνω 〈νεκροὺσ〉 οὖν διὰ τὰς δυσπραγίας τοὺς Ἀθηναίους καλεῖ. ἀλλ’ ἀρίστως ἡ παροιμία φησίν·
πολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι
20καὶ
πολλοὶ βουκένται, παῦροι δέ τε γῆς ἀροτῆρες.

sch ran

420b

ὡς δῆθεν ὁ χορὸς ὢν ἐν νεκροῖς κάτω· ἄνω νεκροὺς διὰ τὰς δυσπραγίας τῶν Ἀθηναίων φησίν.

sch ran

420c

νεκροῖσι] τοῖς Ἀθηναίοις.812

sch ran

421a

κἄστι τὰ πρῶτα: ὡς ἐπὶ αἴνου τιθέναι εἰώθαμεν “καὶ ἔστι τὰ πρῶτα τῶν ἐκεῖ πολιτῶν”, οὕτω νῦν αὔξων αὐτῷ τῇ κωμῳδίᾳ τὸν ψόγον· καὶ ἔστιν, φησί, τὰ πρῶτα τῆς ἐν Ἀθήναις μοχθηρίας, ἤτοι πολλοὶ μὲν καὶ ἄλλοι ἐν ταῖς Ἀθήναις οἱ λυμεῶνες καὶ μοχθηρότατοι, οὗτος δὲ ὑπερηκόντισε πάντας
5καὶ τὰ πρωτεῖα τῆς ἐκεῖ μοχθηρίας ἀπείληφεν. εἰ γὰρ κἂν τοῖς τοιούτοις ἀντιτείνειν ἐθέλω τοῖς παλαιοῖς καὶ πᾶν ἀποδεικνύειν σαφῶς καὶ ἀσάφειαν τῶν ἐριστικῶν μήκει τοῦ λόγου ποιήσω, καὶ τοὺς χάρτας καταναλώσαιμι καὶ πολλὰ τοῦ κειμένου δεόμενα ἐξηγήσεως ἀληθῶς ἐάσαιμι ἀνεξήγητα καὶ τοῖς εὖ φρονοῦσιν ἀκροαταῖς λάλος καὶ φλύαρος καὶ ἀκαιρομακρήγορος δόξω καὶ
10περιττός, ὅπῃ μὲν βραχυλογώτερος τῆς τῶν σοφῶν ἑπτάδος ἐκείνης γινόμενος, πῇ δὲ ὑπερλαλῶν Λοκροὺς Αἰθαλίων καὶ μακρότερα τῆς Ἰλιάδος φθεγγόμενος·
τὸν εὐγενῆ γὰρ χρὴ
σιγᾶν, ὅπῃ χρή, καὶ λέγειν, ἵν’ ἀσφαλές.

sch ran

421b

τὰ πρῶτα] ἀντὶ τοῦ “πρῶ‐ τος”.

sch ran

422

τὸν Κλεισθένους δ’ ἀκούω: τὸ κείμενον οὕτως ἔχει, καὶ οὐδεὶς
ἀντέτεινε τῶν ἐξηγητῶν· ἐγὼ δέ φημι· “τὸν Κλεισθένη δ’ ἀκούω”. περὶ τοῦ Κλεισθένους δὲ προείπομεν, δὲ τοῦ Κλεισθένους τούτου εἴπομεν, ὅτι υἱὸς ἦν Σιβυρτίου καὶ ναυτικοῦ στόλου τῶν Ἀθηναίων κατάρξας ναυμαχίᾳ νενίκηκεν. εἶχε δὲ τρίχας μὲν λείας ἦν δὲ λεῖος μὲν813
5τὸ γένειον ὅδε αὐτὸς ξυρῶν. αἰσχρῶς δὲ νῦν οὗτος αὐτὸν διασύρων φυλάττει τὴν τροπὴν ἀπὸ τῶν περὶ νεκροὺς γινομένων· εἰπὼν γὰρ ἄνω νεκροὺς τοὺς Ἀθηναίους ταφὰς καλεῖ ἀκολούθως τοὺς τόπους, ἐν οἷς τελοῦσι διάγοντες, αὐτάς τε Ἀθήνας καὶ κατὰ μέρος τόπους αὐτῆς, καί φησιν· ἀκούω δὲ καὶ τὸν Κλεισθένην ἐν ταῖς ταφαῖς, αἷς ἔφημεν δηλονότι, τίλλειν τὸν πρωκτὸν καὶ
10σπαράττειν τὰς γνάθους. οἱ γὰρ πενθοῦντες νεκροὺς κόμας κεφαλῆς τίλλουσι, σπαράττουσι γνάθους καὶ κόπτονται καὶ θρηνοῦσι κεκυφότες πρὸς γῆν, καὶ ἀνακαλεῖσθαι εἰώθασι φίλους τινὰς κλαίοντες. τοιαῦτα μὲν τοῖς θρηνοῦσι νεκρούς· ὁ δὲ μιαρὸς οὗτος καὶ τῷ ὄντι βδελυρώτατος ὅλως διόλου τῇ τροπῇ
ταύτῃ ἐπὶ διηγήσει χρῆται αἰσχροπραξίας αὑτῷ προσφυοῦς.814

sch ran

423

ἐν ταῖς ταφαῖσι] τοῖς κακοῖς τρόποις ἑαυτοῦ.

sch ran

427a

Σεβῖνον: παρὰ τὸ βινεῖν καὶ συνουσιάζειν.

sch ran

427b

Ἀναφλύστιος: παρὰ τὸ ἀναφλᾶν καὶ γυμνοῦν τὸ δέρμα τοῦ μορίου. ἔστι δὲ καὶ Ἀνάφλυστος δῆμος Ἀττικῆς.

sch ran

428a

καὶ Καλλίαν γέ φασι τοῦτον τὸν Ἱπποβίνου: τὸ σχῆμα παραγραμματισμός. ὁ Καλλίας γὰρ Ἱππονίκου υἱὸς ἦν· οὗτος δὲ Ἱπποβίνου τοῦτον παραγραμματίζων φησὶν ἱπποβίνου ἤτοι μεγάλως πορνεύοντος· ἵππος γὰρ ἐπὶ μεγάλου λαμβάνεται. τὸ δὲ “βινεῖν” “συνουσιάζειν”.

sch ran

428b

υἱὸς ἦν Ἱππονίκου.

sch ran

429

429 p.i.m.] μεγάλως πορνεύ‐ οντος· ἵππος γὰρ ἐπὶ μεγάλου.

sch ran

430a

κύσθου λεοντὴν: δορὰν γυναικείου μορίου ἐνημμένον.815

sch ran

430b

(v.l.) κύσθου] γρ. κυάθου.

sch ran

431

ἔχοιτ’ ἂν οὖν φράσαι νῶϊν: νῷν: Διόνυσος καὶ Ξανθίας ἐρωτῶσι παρ’ Ἅιδῃ, ποῦ ὁ Πλούτων οἰκεῖ, ξένοι λέγοντες εἶναι ἀρτίως καὶ πρὸ μικροῦ πεφθακότες· “ἄρτι” γὰρ τὸ “νῦν” σημαίνει, “ἀρτίως” δὲ τὸ “πρὸ μικροῦ” ἀττικῶς· κοινῶς δὲ “ἄρτι” “νῦν”, “ἀρτίως” δὲ “ὑγιῶς, ἀκεραίως”.

sch ran

433

ἀρτίως] πρὸ μικροῦ.

sch ran

436a

ἀλλ’ ἴσθ’ ἐπ’ αὐτὴν τὴν θύραν: ἀλλ’ ἴσθι καὶ γίνωσκε—λείπει τὸ “ὅτι ὑπάρχεισ”—ἐπ’ αὐτὴν τὴν θύραν ἀφιγμένος. “ἀφιγμένος δὲ εἶπεν καὶ οὐκ “ἀφιγμένοι”, ὅτι, εἰ καὶ Ξανθίας καὶ Διόνυσος ἤστην, ἀλλ’ εἷς ἐξ ἀμφοῖν ὑπὲρ ἀμφοῖν ἠρώτα.

sch ran

436b

ἀφιγμένος] ὑπάρχεις.

sch ran

438

ἦν] ἐστί· ὁ παρῳχημένος
ἀντὶ ἐνεστῶτος.816

sch ran

439

Διὸς Κόρινθος ἐν τοῖς στρώμασι: τοῦτο παροιμία ἐστὶ λεγομένη ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων πολλάκις. υἱὸς Διός, Κόρινθος κλήσει, ἀφ’ ἑαυτοῦ τὴν Κόρινθον ὠνόμασε Κόρινθον, κτίσας αὐτὴν καὶ βασιλεύσας ἐν αὐτῇ. αὐτῆς. ἄποικοι δὲ οἱ Μεγαρεῖς γενόμενοι Κοριν‐
5θίων καὶ μὴ φέροντες τὸ τῶν ἐπιταγμάτων τούτων βαρύτατον—μέχρι γὰρ καὶ κηδείας αὐτῆς τῶν νεκρῶν ἐκέλευον ἀνάγειν καὶ ἀναφέρειν αὐτοῖς—ἀπέστησαν ἀπ’ αὐτῶν. κῆρυξ δέ τις ἐκ Κορινθίων ἀπεσταλμένος μέλλων ἐξ ἀποστάσεως πρὸς τὴν Κορινθίων αὖθις αὐτοὺς μεταβιβάσαι ὁμόνοιαν, ὡς πολλάκις τὸ “οὐκ ἀνέξεται ὁ Διὸς Κόρινθος” ἔλεγε καὶ οὐδὲν ἕτερον, οἱ Μεγαρεῖς σικχανθέντες
10ξύλοις καὶ ῥάβδοις συγκόπτοντες ἐξήλαυνον, “παῖε, παῖε τὸν Διὸς Κόρινθον” λέγοντες. ἐπεὶ δὲ καὶ Διόνυσος νῦν καὶ νῦν ὁ Διόνυσος ἀεὶ μνείαν τῶν στρωμάτων ποιεῖται,
εἰκότως ὁ Ξανθίας φησί· “Διὸς Κόρινθος ἐν τοῖς στρώμασι”.817

sch ran

440a

χωρεῖτε νῦν: οἱ τοῦ χοροῦ ἀλλήλοις παρακελεύονται, χωρεῖτε, λέγοντες, ἀνὰ τὸν ἱερὸν κύκλον καὶ χορὸν τῆς θεᾶς, Δήμητρος ἢ Κόρης, παίζον‐ τες ἀνὰ τὸ ἀνθοφόρον ἄλσος, ἤτοι τὸν βοτανώδη καὶ ἔνυδρον καὶ κατάφυτον τόπον.

sch ran

440b

χωρεῖτε νῦν] οἱ τοῦ χοροῦ ἀλλήλοις παρακελεύονται.

sch ran

440c

θεᾶς] Δημήτρας.

sch ran

442a

οἷς μετουσία θεοφιλοῦς ἑορτῆς: ὅσοις θεοφιλοῦς μετοχή ἐστιν εὐσεβείας· μᾶλλον δὲ ἀπὸ τῶν εὐσεβῶν, ὅσοι μεμύησθε καὶ ἐτελέσθητε τὰ μυστήρια τῆς θεοφιλοῦς ἑορτῆς τῆς τε Κόρης καὶ Δήμητρος.

sch ran

442b

οἷς μετουσία] ἐκείνους λέγω.

sch ran

445a

εἶμι δὲ καὶ ἔρχομαι, τί ποιήσων; φέγγος καὶ φῶς ἱερὸν οἴσων ταῖς θεαῖς.

sch ran

445b

εἶμι] ἔρχομαι.818

sch ran

446a

οὗ παννυχίζουσι θεα: οὗ ἡ Κόρη καὶ ἡ Δημήτηρ χορεύουσι, χαίρουσι, παίζουσι, παννύχιον ᾄδουσιν· ἢ ὅπου παρὰ τῶν μυστῶν ὑμνοῦνται παννυχίως ᾀδόντων.

sch ran

446b

παννυχίζουσι] ἀγρυπνοῦσι, χαίρουσι, παίζουσι· ἢ ὑμνοῦνται.

sch ran

446c

θεαὶ] ἡ Κόρη καὶ ἡ Δη‐ μήτηρ.

sch ran

447

οἴσων p.i.m.] μέλλων. κο‐ μίσων ταῖς θεαῖς.

sch ran

450a

τὸν ἡμέτερον τρόπον: ἀντὶ τοῦ “κατὰ τὸν ἡμέτερον τρόπον”· ὡς ἔθος ἔχομεν παίζοντες.

sch ran

450b

ἤγουν κατὰ τὴν συνή‐ θειαν παίζοντες. “ἡμᾶς” περιφραστι‐ κῶς.

sch ran

452a

ὃν ὄλβιαι Μοῖραι ξυνάγουσιν: ὃν ἡμέτερον καλλιχορώτατον
τρόπον ὄλβιαι καὶ μακάριαι καὶ εὐτυχεῖς, ἢ πλέον εὐδαίμονες Μοῖραι συνάγουσιν· ἡμέτερον δὲ τρόπον, “ἡμᾶς” περιφραστικῶς. οὕτω μέν, εἰ ἔστιν ἐν τῷ ἐδάφει τοῦ κειμένου λόγου γεγραμμένον τὸ “ν. εἰ δὲ “ν ἐστὶ γεγραμμένον, τοῦτον819
5ἔχει τὸν νοῦν· ἣν ἑορτὴν αἱ ὄλβιαι Μοῖραι συνάγουσιν. εἶπε γὰρ ἀνωτέρω· “οἷς μετουσία θεοφιλοῦς ἑορτῆς

sch ran

452b

(v.l.) ὃν] γρ. ἣν· ἣν ἑορτήν.

sch ran

452c

ὄλβιαι] εὐδαίμονες.

sch ran

456a

ὅσοι μεμυήμεθα: ἐτελέσθημεν τὰ μυστήρια τῆς ἑορτῆς, τουτέστιν ἐπέγνωμεν τὰ μυστικὰ καὶ ἀπόρρητα καὶ πρὸς ἀμυήτους ἀνέκφορα. μυστήρια γὰρ λέγεται διὰ τοῦτο, διὰ τὸ μύειν καὶ κλείειν τὸ στόμα τοὺς μεμυημένους καὶ μηδενὶ τῶν ἀμυήτων λέγειν αὐτά.

sch ran

456b

ὅσοι μεμυήμεθ’] ἐτελέσθη‐ μεν τὰ μυστήρια.

sch ran

457

διήγομεν] ἐζῶμεν.820

sch ran

459a

καὶ τοὺς ἰδιώτας: ἰδιώτας νῦν τοὺς ἰδίους, τοὺς πολίτας· καὶ σημειωτέον ἐντεῦθεν, ὅτι τὸ ἰδιωτικὸν τέσσαρα σημαίνει· ἰδοὺ γάρ, νῦν ἰδιώτας καλεῖ τοὺς ἰδίους, τοὺς συγγενεῖς, τοὺς συμπολίτας. πολίτας. ἰδοὺ ἓν σημαινόμενον τοῦ ἰδιωτικοῦ. ἰδιώτης κατὰ δεύτερον λόγον ὁ ἀμαθής. ἰδιωτικὰ τρίτῳ λόγῳ
5καλοῦνται καὶ τὰ ἀντιδιαστελλόμενα πρὸς τὰ θεῖα, ἤτοι τὰ ἀνθρώπινα, ὡς ὅταν φῶμεν θεῖα χρήματα καὶ ἰδιωτικὰ χρήματα. ἰδιωτικὰ τετάρτως καὶ τὰ δημοτικά, ὡς ὅταν τις λέγῃ χρήματα βασιλικὰ ἢ δημόσια καὶ χρήματα ἰδιωτικά. ἕτερον δὲ δημόσιον καὶ ἄλλο ἕτερον δημοτικόν.

sch ran

459b

ὡς λέγομεν θεῖα χρήματα καὶ ἰδιωτικά.

sch ran

459c

ἰδιώτας] συμπολίτας.

sch ran

460

ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;: τρία εἴδη ἀστεϊσμῶν
καὶ χαριεντισμάτων εἰσὶ κατὰ Τζέτζην. ἓν μὲν τὸ ὑψηλὸν καὶ σεμνόν, ὃ τέρπει λεγόμενον σοφοὺς καὶ σεμνοὺς ἀκροατάς, ὡς τὰ ἐν ταῖς Νεφέλαις περὶ βροντῶν καὶ κεραυνῶν ἀπομιμήματα φιλοσόφων καὶ περὶ ἑτέρων φυσικῶν καὶ ἄλλων,821
5ἢ πάντων ἁπλῶς, ὧν ἐκεῖ ἀπομιμεῖται, μέχρι καὶ ἀπομιμήσεως ἐκφωνημάτων φιλοσόφων, ὡς τὸ
μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα, “σκαλαθυρμάτια”, ἐπιλησμότατον γερόντιον”, καὶ ὅσα ἐκεῖ ἕτερα φθέγγεται,
10
ἃ δαίμων
καὶ οὐδεὶς ἀνδρῶν ἐδίδαξεν. ἓν εἶδος χαριεντίσματος τοῦτο τὸ ὑψηλὸν καὶ σεμνόν· δεύτερον τὸ ἀγοραῖον καὶ βάναυσον καὶ αἰσχρόν, ἔχον προσφόρους καὶ τοὺς αὐτῷ τερπομένους, ὡς νῦν ἡ καταρχὴ πᾶσα τῶν Βατράχων καὶ ἡ ἐκεῖ φλυαρία Ξανθίου καὶ ἀνάφορον
15καὶ εἰ μή τις ἀφέλοιτο αὐτό, οἷα ποιήσειε, καὶ πρὸς αὐτοῖς τὰ αἰσχρά, ἃ ῥήτορα διηγεῖσθαι εἵργνυσι νόμος, εἰ μὴ κωμῳδὸς ὁ ῥήτωρ ἐστίν. τρίτον δὲ εἶδος χαριεντίσματος τὸ μέσον, ὃ πάντας ἐπίσης τέρπειν ἰσχύει, ὥσπερ ἔχει τοῦ
Διονύσου τοδί, τὸ “τίνα τρόπον τὴν θύραν κόψω; ἆρα γὰρ οὐ μέσης χάριτος τοῦτο, σεμνοὺς καὶ σοφούς, αἰσχροὺς καὶ ἀγοραίους, καὶ μέσους822
20τέρπειν ἰσχύον, ἀκούσαντάς τινος λέγοντος “τίνι τρόπῳ κρούσω τὴν θύραν, καὶ πῶς οἱ ἐγχώριοι ἐνθαδὶ κρούουσι τὰς θύρας;” ἢ εἴπερ ἠρώτα· “πῶς ἄρα περὶ τὰ θεῖα διάγουσιν οἱ ἐγχώριοι; ποίοις χρῶνται τοῖς νόμοις;” ἢ ἁπλῶς περί τινος πράγματος τῶν πάντῃ ἀδήλων, ἢ μέσων;

sch ran

461

κόπτουσι] τὰς θύρας.

sch ran

462

διατρίψῃς] βραδύνῃς.

sch ran

463

λῆμμα ἡ ἀνδρεία, λῆμμα τὸ
δῶρον, καὶ λῆμα τὸ φρόνημα.823

sch ran

465

ὦ βδελυρὲ] ἐπὶ σώματος.

sch ran

468

κἀπήξας] καὶ ἀπεκόμισας.

sch ran

469a

ἔχει μέσος: δίκην παλαιστῶν κατεσχέθης.

sch ran

469b

ἀλλὰ ... μέσος] ἡ μεταφο‐ ρὰ ἀπὸ τῶν ἀθλητῶν.

sch ran

469c

ἔχῃ] συνέχει.

sch ran

470a

μελανοκάρδιος: μέλαινα, ἢ ἡ μελαίνουσα τὰς καρδίας· ἢ ἔμψυχον τὸν λόγον ποιεῖ καρδίαν λέγων ἔχειν τὴν πέτραν
τοῖς μορμολυγμοῖς ἐκταράσσων εἰς πλέον.

sch ran

470b

τοῖα] λείπει “ἁμαρτή‐
ματα”.824

sch ran

471

αἱματοσταγὴς] ὅστις βαδί‐ ζει ἐκεῖσε, στάζει αἷμα.

sch ran

472a

Κωκυτοῦ τε περίδρομοι κύνες: ὁ Ἀχέρων καὶ ὁ Κωκυτὸς μυθικῶς ποταμοὶ ἐν Ἅιδου λέγονται εἶναι, περίδρομοι δὲ Κωκυτοῦ κύνες πανταχοῦ περιτρέχουσαι αἱ Ἐριννύες. Ἐρινῦς.

sch ran

472b

Κωκυτοῦ] ποταμοῦ.

sch ran

472c

περίδρομοι] ταχεῖς.

sch ran

473

Ἔχιδν: δαίμονά τινα πλάττουσιν ἄνω μὲν μορφὴν ἔχουσαν γυναικός,
τὰ κάτω δὲ σπείρημα μυρίων ὄφεων ἔχουσαν.825

sch ran

475a

ταρτησία μύραινα: Ταρτησὸς πόλις μεγάλη, βασίλειον τῆς ἰσπανικῆς Ἰβηρίας, ἔγγιστα τοῦ ἑσπερίου ὠκεανοῦ, μυραίνας, ἰχθῦς μεγίστας, ἔχουσα· νῦν δὲ παρ’ ὑπόνοιαν τῆς χάριτος ἕνεκεν ἀντὶ τοῦ εἰπεῖν “ἔχιδναν”
“μύραιναν” εἶπεν.826

sch ran

475b

ταρτησσία μύραινα] πόλις Ἰβηρίας· παρ’ ὑπόνοιαν· “ἔχιδναν” ὤφειλεν εἰπεῖν.

sch ran

477

τιθράσιαι: Τίθρας υἱὸς Πανδίονος, ἀφ’ οὗ δῆμος Ἀττικῆς εἰσιν οἱ Τιθράσιοι τῆς Αἰγηίδος Αἰγηῖδος φυλῆς, πάνυ δὲ πικρότατοι· ὅθεν εἶπε “Γοργόνες τιθράσιαι”. τίς ἀγνοεῖ δὲ τὰ τῶν Γοργόνων;

sch ran

479a

οὗτος, τί δέδρακας;: παρεπιγραφὴ τὸ σχῆμα. Διόνυσος γὰρ πλάττεται διὰ τὸ δέος τῶν ῥημάτων ἐξιδικὼς καὶ κατατετιληκὼς τὰ ἱμάτια· ἰδὼν δὲ τοῦτο ὁ Ξανθίας ἐρωτᾷ· τί πεποίηκας; καὶ ὁ Διόνυσος λέγει τὸ πεπραγ‐ μένον· πρὸς ὃ γελῶν ὁ Ξανθίας λέγει “κάλει θεόν”, ἤτοι τὸν τοσούτῳ
5δειλότατον καὶ ἐξ ἀπειλῆς μόνης ἀποπατήσαντα ὀνόμαζέ τις θεόν· ἢ ὅτι ἐν τοῖς
ληναϊκοῖς ἀγῶσι τοῦ Διονύσου ὁ δᾳδοῦχος κατέχων λαμπάδα λέγει· “καλεῖτε θεόν” καὶ οἱ ὑπακούοντες βοῶσι “Σεμελήιε Ἴακχε πλουτοδότα”· ἢ πρὸς τὸ ἐν ταῖς θυσίαις ἐπιλεγόμενον· ἐπειδὰν γὰρ σπονδοποιήσωνται καὶ ἐκχῆται ὁ οἶνος, λέγουσι “κάλει θεόν”. ἐπεὶ δὲ καὶ νῦν οὑτοσὶ κάτω χέει σπονδὴν ἑαυτῷ827
10προσφυᾶ τήν, ἣν ἔφην, καλῶς εἰσφορεῖται Ξανθίας καλῶν ἐκεῖνον τὸν τοδὶ δεδρακότα σπονδῆς μετασχεῖν ὡς θεὸν τῆς, οἵα πρέπει.

sch ran

479b

ἐγκέχοδα] ἔχεσα.

sch ran

480

ἀναστήσῃ] ἐγερθῇς· ὁ ἐνερ‐ γητικὸς ἀντὶ παθητικοῦ.

sch ran

481a

ἀλλ’ ὡρακι: πτοοῦμαι, δειλιῶ· ὡρακία γὰρ δὲ κυρίως ἡ ὠχρίασις, ὡς
οὖσα τῆς ὥρας ἤτοι τῆς νῦν καὶ μορφῆς αἰκία καὶ ἀλλοίωσις.828

sch ran

481b

ὡρακιῶ] δειλιῶ.

sch ran

483a

λαβ: ἀντὶ τοῦ “λάβε” ἀττικῶς.

sch ran

483b

ἰδοὺ λαβ: λειποθυμῶν ἐκ τοῦ δέους Διόνυσος Ξανθίᾳ παρακελεύε‐ ται κομίσαι αὐτῷ σπογγιὰν μεστὴν ὕδατος θερμοῦ· καὶ ὁ Ξανθίας φέρων τὴν σπογγιάν· λαβὲ αὐτήν, τῷ Διονύσῳ φησίν. φησί· καὶ ὁ Διόνυσος δὲ χειρὶ χειρὶ τὴν χεῖρα Ξανθίου λαβών, ἀντὶ τοῦ περὶ τὸν τόπον τῆς καρδίας θεῖναι, τίθησι περὶ τὰ
5παιδοσπόρα, καί φησι· πρόσθου τὴν σπογγιάν. καὶ ὁ Ξανθίας πρὸς ταῦτα γελῶν· γελῶν φησι· ὦ χρυσοῖ θεοί, φησίν· θεοί· εἶτα ἀποστροφῆς σχήματι τῷ Διονύσῳ λέγει
ἐνταῦθ’ ἔχεις τὴν καρδίαν σου; καρδίαν;829

sch ran

483c

ἰδοὺ λάβε] ἀττικόν.

sch ran

487

πῶς δειλὸς: ὀνειδίσαντος αὐτὸν Ξανθίου καὶ δειλὸν ἀποκαλέσαντος· πῶς, φησίν, ἐγὼ δειλός εἰμι, ὅστις ἐζήτησά σοι σπογγιάν; ἄλλος ἀνὴρ οὐκ ἂν τοῦτο ἐποίησεν. ἀλλὰ τί ἂν ἐποίησεν; φησὶν ὁ Ξανθίας. καὶ ὁ Διόνυσος· κατέκειτο ἂν ὀσφραινόμενος. “ὀσφραινόμενος” νῦν ἢ ἀντὶ τοῦ “ἐκπνευστιῶν”, ἢ ὅτι
5πολλάκις καὶ ὡς ὀσφραινόμενοι κινοῦσι τὴν ῥῖνα οἱ δειλαινόμενοι καὶ ὡσπερεὶ δι’ αὐτῆς πνευστιῶσιν.

sch ran

490a

ἀπεψησάμην: ἀπελυμηνάμην, ἀπεκαθηράμην τὸν ῥύπον, ἀπεσπογγι‐ σάμην.

sch ran

490b

ἀπεψησάμην] ἀπεσπογγι‐ σάμην.

sch ran

491a

ἀνδρεῖά γ’, ὦ Πόσειδον: εἰπόντος τοῦ Διονύσου· οὐ τὸ καὶ τὸ δέδρακα, φησὶν ὁ Ξανθίας· ἀνδρεῖα καὶ τολμηρά, δηλονότι πεποίηκας πράγματα· εἰρωνευόμενος δέ φησι τοῦτο. καὶ ὁ Διόνυσος· οἶμαι νὴ Δία, ἀντὶ τοῦ “μὰ τὸν
Δία, ταῦτα, ἃ πεποίηκα, οἶμαι, ἀνδρεῖά εἰσιν.”830

sch ran

491b

ἀνδρεῖα] πράγματα.

sch ran

492

σὺ δ’ οὐκ] ἀνδρεῖα.

sch ran

494a

ἴθι νῦν, ἐπειδὴ ληματιᾷς κἀνδρεῖος ε: ὁ Διόνυσος πρὸς Ξανθίαν ταῦτά φησι λέγοντα μὴ δεδειλιακέναι. ὁ δὲ νοῦς τούτων· ἐπειδὴ ληματιᾷς καὶ ἀλαζονεύῃ καὶ λήματος καὶ φρονήματος—νῦν τύφου καὶ κενοδο‐ ξίας—ἀνάμεστος εἶ· ἢ ἐπεὶ ληματίας καὶ φρονηματίας ὑπάρχεις, φέρε ὑπαλ‐
5λάξωμεν ἀλλήλων τὸ σχῆμα τὰ σχήματα τῆς στολῆς, καὶ σὺ μὲν γενοῦ εἰς τύπον ἐμόν, ἤτοι οἷον Διονυσοηρακλῆς, ἐγὼ δὲ Ξανθίας· καὶ μεταμείβουσιν εὐθὺς τὰ ἀλλήλων καὶ ὁ Διόνυσος μὲν γίνεται δῆθεν Ξανθίας καὶ τοῖς ὤμοις αἴρει τὰ στρώματα, ὁ δὲ Ξανθίας Ἡρακλῆς· ὃν ὁ Διόνυσος, ἀντὶ τοῦ ἐκ Μελίτης εἰπεῖν Ἡρακλέα, (501) παίζων ἐκ Μελίτης μαστιγίαν καλεῖ. ὅμως εἰς ἀγαθὸν τῶν πραγμάτων
10(503) ἀποβαινόντων τῷ Ξανθίᾳ καὶ θεραπαινίδων τῆς Περσεφόνης καλουσῶν αὐτὸν πρὸς τὴν Περσεφόνην φιλοφροσύνῃ μεγίστῃ, Διόνυσος τὴν τούτου εὐκληρίαν οὐκ ἐνεγκὼν πάλιν τὸν σχηματισμὸν ὑπαλλάττει· καὶ πάλιν αὐτῷ δυσχερῆ συναντήματα. ἀλλὰ καὶ τὰς λέξεις νῦν μετιτέον μοι. (494) ἀνδρεῖος: τολμηρός· ἐπὶ ψυχῆς δὲ λέγεται ἀνδρεία, ῥώμη δὲ καὶ
15(496) ἰσχὺς καὶ εὐσθένεια ἐπὶ σώματος. ἀφοβόσπλαγχνος: καρδίαν ἄφοβον
(497) ἔχων· θρασυκάρδιος. σκευοφόρος ἐν τῷ μέρει: ἐν τῷ μέρει καὶ ἐκ (498) μέρους σκευοφόρος, ὑπηρέτης καὶ τὰ στρώματα βαστάζων. φέρε δὴ καὶ βάσταζε ταχέως αὐτά τῷ Διονύσῳ φησὶν ὁ Ξανθίας. οὐ γὰρ ἀλλ: τὸ “οὐ γὰρ ἀντὶ τοῦ “καὶ γάρ”· ὁ “ἀλλά” δὲ παρέλκει.831

sch ran

494b

λημματιᾷς (sic)] κενοδοξεῖς.

sch ran

496

ἀφοβόσπλαγχνος] θρασυ‐ κάρδιος.

sch ran

498a

αὖτ’] δειλιάσω.

sch ran

498b

πειστέον] ἄξιον πεισθῆναί σοι.

sch ran

501a

οὑκ Μελίτης μαστιγίας: Μελίτη δῆμος Ἀττικῆς ἀπό τινος νύμφης σχοῦσα κλῆσιν, ᾗ ἐμίγη Ἡρακλῆς· καὶ τὰ μικρὰ μυστήρια ἐκεῖ ἐμυήθη. ἔστι δὲ ἐκεῖ καὶ Ἡρακλέος ἱερὸν ἐπιφανέστατον καὶ ἄγαλμα Ἡρακλέος, ἔργον
Γελάδου τοῦ Ἀργείου, ὃς ἦν Φειδίου διδάσκαλος.832
5εἰπόντος οὖν Ξανθίου· βλέψον εἰς ἐμέ, εἰ δειλὸς ἔσομαι κατὰ σέ, δέον εἰπεῖν· οὔ μὰ Δία, ἀλλὰ ὑπάρχεις ὁ ἐκ Μελίτης Ἡρακλῆς, παρ’ ὑπόνοιαν εἶπεν· ὁ ἐκ Μελίτης μαστιγίας, ἤτοι δοῦλος ὁ κατάστικτος καὶ κατάγραπτος σιδήρῳ, ὡς πολλοὺς ἔξεστιν ἰδεῖν τῶν περὶ τὴν ἑῴαν σιδήρῳ στικτὰ γράμματα ταῖς χερσὶν ἔχοντας· οὕτω γὰρ πρὶν ἔστιζον τοὺς οἰκέτας καταχρηστικῶς παραχρηστικῶς δὲ πᾶν εἶδος
10μαστίξεως στίγματα μαστίγματος στίγμα καλοῦσιν, ὡς τὸ στίγματα, Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας.

sch ran

501b

λέγει δὲ παρ’ ὑπόνοιαν.

sch ran

501c

μὰ] οὔ.

sch ran

501d

οὑκ Μελίτης μαστιγίας] “Ἡρακλῆς” ὤφειλεν εἰπεῖν.

sch ran

502

φέρε—παρέλκει—τὰ στρώματα αἴρομαι ταδ.833

sch ran

504a

ἡ γὰρ θεὸς: ἡ Περσεφόνη, ὡς ἐπύθετο καὶ ἔμαθε καὶ ἤκουσε περὶ σοῦ· καὶ σημείωσαι διὰ τοὺς λέγοντας διαφορὰν πεύσεως καὶ ἐρωτήσεως, οἰομένους τὴν πεῦσιν ἐρώτησιν ἀεὶ σημαίνειν, μᾶλλον κυρίως μάθησιν καὶ ἀκρόασιν σημαίνουσαν.

sch ran

504b

ἡ γὰρ θεὸς] ἡ Περσεφόνη.

sch ran

504c

ἐπύθετ’] ἔμαθε.

sch ran

505a

ἔπεττεν: ἐζύμου. κατερεικτο: ἔτνους ἀληλεσμένου κυάμου, ὡς ἐγίνωσκον· ὄπισθεν ὄπισθε δὲ μικρὸν εὗρον· ἔτνους τοῦ πίσσου ἤτοι τοῦ καλουμένου αὔχους.

sch ran

505b

ἔπεττεν] ἐζύμου.

sch ran

505c

κατερεικτῶν] κυάμων.

sch ran

506a

ἀπηνθράκιζε: σταθευτόν, ὀπτὸν τὸν βοῦν ὅλον ἐποίει.

sch ran

506b

ἀπηνθράκιζ’ ὅλον] ὀπτὸν
ἐποίει ὅλον τὸν βοῦν.834

sch ran

507a

πλακοῦντας: μελίπηκτα παντοῖα. κολλάβους: ἐξ ἄρτων, μᾶλλον δ’ ἐκ ζύμης ποικίλματα, εἰς θέσιν κολλάβων, πασσαλίσκων κιθάρας, τυπούμενα, οὓς νῦν καλοῦσι σιλιγνίας καὶ σησαμοῦντας, κἂν μιαρός τις ἡμᾶς καὶ τούτου ἕνεκα διασύρει, ὅτι τῆς τῶν ἀκροατῶν ἕνεκα ὠφελείας καὶ ἐπιγνώσεως τὸ πᾶν
5σαφηνίζομεν, ὡς εἰς τὴν Λυκόφρονος φάλλαιναν· ἐπεξηγησαμένου γάρ μου καὶ εἰπόντος ἐκεῖ· “φάλλαινα μέν ἐστι ζωΰφιον ταῖς λυχνίαις ἐπιπετόμενον καὶ σβεννύον αὐτάς, ὃ καὶ ψώρα καὶ ψύχη καὶ πυραυστούμορος λέγεται, ὃ κανδηλο‐ σβέστρα παρ’ ἰδιώταις καλεῖται· ἔστι δὲ φάλλαινα καὶ ἰχθύς, περὶ ἧς ὁ Λυκόφρων φησίν,” ἀλλ’, ὦ διασύρων ταῦτα τράγου υἱέ, σεληνιαζόμενε, δαιμονῶν καὶ
10ἐπίληπτε, ὁ φάλλαιναν εἰπὼν τὸ αὐτὸ καὶ ψύχην καὶ ψώραν καὶ πυραυστούμορον, εἶτα ἐπενεγκὼν τὸ “κανδηλοσβέστρα”, οὐκ ἀδαημοσύνῃ τοῦτο καὶ ἀπορίᾳ
λέξεων εἴρηκα, ἀλλ’ ἐφιέμενος σαφῶς γράφειν καὶ ὠφελεῖν καὶ τὴν τυχοῦσαν δύσνουν ἐφερμηνεύων τῶν λέξεων. εἰ δὲ κομπηραῖς, μετεώροις καὶ ξενωτέραις ἐβούλετο κεχρῆσθαι ταῖς λέξεσι, πάντως οἱ τῆς ὑμῶν κουστωδίας ὁμοῦ συνελ‐835
15θόντες συνιέναι μίαν τῶν τζετζικῶν λέξεων οὐκ ἂν ἐδυνήθησαν· τοῦτο δέ ποτε καὶ πεπόνθασι τὰ ἀκροκόρυφα ὑμῶν καὶ πρωτόλεια ἑνὶ παιγνιώδει χωλῷ ἰάμβῳ ἐμῷ μηδεμίαν λέξιν νοήσαντες, πεπλασμένας δ’ εἶναι ταύτας ὑποτο‐ πάσαντες, ὡς μάρτυς τοῦ λόγου ὁ νῦν δρουγγάριος τούτοις συνεθισθεὶς ἐρωτῆσαι περὶ τῶν λέξεων, αἳ ἦσαν αἵδε·
20
πίσυγγε, τέμνε τὰς λαιθάργους ἀρβύλας,
ἡρωϊκὴν Μοῦσαν δὲ μὴ καταισχύνῃς. ἀλλ’ ἔτι πρὸς τὸν ἀλιτήριον καὶ παλαμναίῳ κατάσχετον δαίμονι· τῆς κανδη‐ λοσβέστρας τὸ τί αἰτιᾷ; τὸ “κανδήλαν” ἢ τὸ “σβεστραν”; ἀλλ’, οἴομαι, σέ τε καὶ τὴν σὴν κουστωδίαν τοῦτο μόνον διέλαθεν ἀνεγνωκέναι Τεῦκρον τὸν
25Χαλδαῖον καὶ Βαβυλώνιον καὶ τὴν ἐκείνῳ συντεταγμένην Σφαῖραν τὴν Βάρβαρον, ἐν ᾗ περὶ τῶν παρανατελλόντων ἄστρων ζῳδίοις διδάσκει, τούτων δῆθεν λέγων ἀποτέλεσμα· ἐκεῖσε γάρ φησιν οὑτωσί· “ἐκ μοίρας ιηʹ μέχρις καὶ κʹ ὅλης ὁ φέρων τὰ λίνα ποιεῖ κανδηλάπτας καὶ λαμπαδαρίους.”
ἰδού, τὰ νῦν σοι τῷ σκοτεινῷ τὰς φρένας
30κανδήλας εἰσήνεγκα πρὸς φῶς τοῦ λόγου· σβεστηρίους δὲ μηχανὰς ὑπερτρέχειν εὕροις ἐν αὐτοῖς τοῖς λόγοις Φιλοστράτου
ἔλαιον, οὗ σκώληκας ἐξ Ἰνδῶν λέγει. κἂν κοινὴ πάνυ καὶ βάρβαρος ἦν ἡ λέξις λυσιτελοῦντος ἕνεκα τεθειμένη, οὐκ
836
35ἔδει λαθραίως ἡμῶν καταφλυαρεῖν. “δαιμόνιοι, μαίνεσθε”· ἐᾶτε ἡμᾶς ἠρέμους διάγειν τῷ θόλῳ· ὑμεῖς συμμορίας καὶ κουστωδίας συνεπαγόμενοι ἄλλος ἄλλῳ ὑμῶν ἀντερίζετε καὶ ἕκαστος ἑκάστου καταληρεῖτε. ἀλλά μοι πάλιν τὸν λόγον προσαρμοστέον, ὅθεν ἀπέσπασα.

sch ran

507b

πλακοῦντας] μελίπηκτα.

sch ran

507c

κολλάβους] σησαμοῦντας.

sch ran

508a

κάλλιστ’, ἐπαιν: τῇ θεραπαίνῃ τῆς Περσεφόνης ὡς Ἡρακλῆς ὁ Ξανθίας φησί· κάλλιστα, ἃ λέγεις, εἰσίν, ἐπαινῶ αὐτά· λείπει δὲ τὸ “ἐγὼ δ’ οὐκ εἰσελεύσομαι”· ἢ τὸ “ἐπαιν ἀντὶ τοῦ “παραιτοῦμαι”, ὡς τὸ
νῆ’ ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ ἐνὶ φορτία θέσθαι.

sch ran

508b

κάλλιστ’, ἐπαινῶ] 〈οὐκ〉 ἀποδέχομαι, παραιτοῦμαι.

sch ran

508/9

οὐ μὴ περιόψομαι: οὐ παρίδω, παραβλέψομαι, παραδράμω, ἐάσω.837

sch ran

510a

ἀνέβραττεν: ἑψοῦσα ἦν καὶ ἀναβράζειν αὐτὰ ταῖς χύτραις ἐποίει.

sch ran

510b

τραγήματα: ἀρτίδια διάφορα, τὰ μὲν ἡδύσμασι συμπεφυρμένα καὶ πεφρυγμένα, τὰ δὲ πολυελίκτῳ ζύμῃ ποικιλίᾳ ζύμης συμπεπλεγμένα καὶ οὕτω φρυγόμενα, ὡς ἐσθιόμενα εἶεν ξηρότερά τε καὶ ἐπίκροτα.

sch ran

510c

τραγήματα] ἀρτίδια διά‐ φορα.

sch ran

511

κᾦνον: καὶ οἶνον.

sch ran

512a

πάνυ καλῶς: πάλιν ὁ Ξανθίας παραιτεῖται τὴν εἰσέλευσιν. τὸ δὲ “ληρεῖς ἔχων”, τὸ “ἔχων” περισσόν.

sch ran

512b

ἔχων] περισσόν.

sch ran

513

οὐ γάρ ς’ ἀφήσω: τοῦτο ὅλον φασί τινες τῆς θεραπαίνης εἶναι, τὶς δὲ τὸ “ληρεῖς ἔχων μέχρι τοῦ “οὐ γάρ ς’ ἀφήσω Διονύσου εἶναι λέγει
κατέχοντος χειρὶ τὸν Ξανθίαν καὶ οὐκ ἐῶντος σὺν τῇ θεραπαίνῃ αὐτὸν εἰσελθεῖν, τὸ δὲ “καὶ γὰρ αὐλητρὶς πάλιν τῆς θεραπαίνης. ἀλλ’ ἰστέον, ὡς ὅλος ὁ838
5λόγος τῆς θεραπαίνης ἐστίν, κἂν ἀντὶ τοῦ λέγειν τὴν θεράπαιναν “ληρεῖς”, Διονύσου τὸν λόγον ἐνόμισεν εἶναι, ἀνοίκειον οἰηθεὶς τὸν λόγον τῆς θεραπαίνης τῷ δῆθεν Ἡρακλεῖ, ὅτι “ληρεῖς”. ἀλλ’ ἴστω, ὅτι, εἰ καὶ τὸ “ληρεῖς” “φλυα‐ ρεῖς” ἐνοεῖτο καὶ ὕβρις, ὡς νῦν πᾶσι νομίζεται, οὐκ ἦν ἀπεικὸς συμπαίζουσαν τὴν θεράπαιναν Ἡρακλεῖ, ὡς ὄντι ἀστείῳ, τοῦτο εἰπεῖν, ὅπου γε τὸ “ληρεῖς”
10κυρίως τὸ “πολυλογεῖς” λέγει, ἀπὸ τῶν ἀειρρόων λήρων ἤτοι κρουνῶν. ὁ Διόνυσος δὲ κατωτέρω μικρὸν τοῦτό φησι τὸ “ἐπίσχες οὗτος”.

sch ran

513/14

αὐλητρὶς ἥδ’ ἔνδον
ἐστ: 〈ἥδε ἔνδον ἐστὶ〉 καὶ αὐλητρίς. τοῖς σχεδεκδόταις καὶ λυμεῶσι τε‐ χνῶν λογικῶν μὴ δοίης 〈“ἤδη” καὶ〉839
5αὐτίκα, ὡς τὰ μακρὰ οὐκ ἐκθλίβε‐ σθαι μετὰ μυρίων παραδειγμάτων πολλάκις ἔδειξα.

sch ran

516a

ἡβυλλιῶσαι: νεάνιδες ἡβῶσαι.

sch ran

516b

κἄρτι παρατετιλμέναι: νεοξυρεῖς τὸν δορίαλον, τὸν μύρτον, τὸν χοῖρον, τὸν κύσθον, καὶ ὅσα τοιαῦτα ὁ Σώφρων καὶ ὁ Ἱππῶναξ καὶ ἕτεροι λέγουσι.

sch ran

516c

ἡβυλλιῶσαι] ἡβῶσαι, ἀκμά‐ ζουσαι.

sch ran

516d

παρατετιλμέναι] ἐξυρισμέ‐
ναι.840

sch ran

517a

τεμμάχη: τεμάχη: τὰ τμήματα, τὰ κόμματα, τὰς μερίδας. ἔα δὲ τοὺς κενο‐ λογοῦντας καὶ κρέας μὲν τὴν κρεώδη μοῖραν σημαίνειν φαμένους, τέμμαχος δὲ τὸ τμῆμα τὸ τῶν ἰχθύων, ἠπατημένους δὲ ἐκ Πλούτου τῷ τὸν κωμικὸν ἐκεῖ φάσκειν·
5
〈πολὺ〉 χρῆμα τεμμαχῶν καὶ κρεῶν ὠπτημένων. ἐκεῖ γάρ φησιν ἢ κρέα ὁλόκληρα ὀπτᾶσθαι, ὡς ἄρνας, λαγωούς, χοιρίσκους, καὶ τεμμάχη ἤτοι τμήματα μεγάλων ἰχθύων, οἳ καὶ ἰχθῦς τεμμαχῖται καλοῦνται, ἢ καὶ μερίδας κρεῶν ἐκεῖσε εἶπεν ὀπτᾶσθαι· καὶ ἰχθύας εἰ εἶπεν ἁπλῶς, ἔδοξεν ἂν περὶ τῶν σμικρῶν ἰχθύων λέγειν καὶ τῶν τυχόντων· διὰ δὲ τοῦ εἰπεῖν τεμ‐
10μάχη ἔδειξεν, ὅτι μεγάλους φησὶ καὶ τεμμαχίτας ἰχθύας.

sch ran

517b

γράφεται καὶ ἐπὶ τῶν μι‐ κρῶν, γράφεται καὶ ἐπὶ τῶν μεγάλων.

sch ran

518

εἰσῄρετο] προσεφέρετο.

sch ran

521

ὁ παῖς: ὁ δοῦλος, ἀντὶ τοῦ “ὦ δοῦλε”. ὁ Ξανθίας τῷ Διονύσῳ λέγει
ὡς δούλῳ ἀκολουθεῖν. καὶ ὁ Διόνυσος· ἐπίσχες, Ξανθία.841

sch ran

522a

οὔ τί που πω σπουδὴν ποιεῖς: ἀντὶ τοῦ “ἀληθῶς τοῦτο ποιεῖς”, ὅτι παίζων ἐποίησά σε Ἡρακλέα;

sch ran

522b

σπουδὴν ποιεῖς] σπουδαῖον ἔργον, κατὰ τὸ πρέπον.

sch ran

524

ἔχων] παρέλκει.

sch ran

525

ἀράμενος οἴσεις τὰ στρώματα: ἀντὶ τοῦ “οἶσον”.

sch ran

526a

οὐ δήπου μ’ ἀφελέσθαι: καὶ καὶ ἀφελεῖν καὶ ἀπ’ ἐμοῦ ταῦτα λαβεῖν, (527) Διόνυσε, φησὶν ὁ Ξανθίας, νοεῖς; καὶ ὁ Διόνυσος· οὐ διανοοῦμαι, Ξαν‐ θία, ταῦτα ἀφελέσθαι, ἀλλ’ ἤδη ἐκ σοῦ ἀφαιροῦμαι αὐτά. καὶ ὁ Ξανθίας· (528) ἀφαιρῇ, ἀφαιρεῖς, φησίν, ἀπ’ ἐμοῦ, Διόνυσε; μαρτύρομαι καὶ μάρτυρας δίδωμι, ἢ
5(532) ἀνακαλοῦμαι τοὺς θεούς, ὡς συντόμως ἂν ἐμοῦ δεηθείης, ἂν ὁ θεός— νῦν ἡ εἱμαρμένη καὶ τύχη—θέλοι.

sch ran

526b

δήπου] ἆρα.

sch ran

527

οὐ τάχ’] διανοοῦμαι.842

sch ran

529

ἐπιτρέπω] ἀνατίθημι.

sch ran

531

ἔσῃ] υἱός.

sch ran

533

εἰ ... θέλοι] ἐκ παραλλήλου τὸ αὐτό.

sch ran

534a

τροχαϊκά.

sch ran

534b

ταῦτα μὲν πρὸς ἀνδρός ἐστιν: ὁ χορὸς ἑωρακὼς τὸν Διόνυσον, ὅτι, ὅτε μὲν κατεβροντήθη τῷ φόβῳ τῶν Αἰακοῦ λόγων, γέγονε δοῦλος, Ξανθίαν δὲ μετεσκεύασεν εἰς δεσπότην, νῦν δὲ ἀπηντηκότος εὐτυχήματος τῷ Ξανθίᾳ καὶ ὡς Ἡρακλεῖ καλουμένῳ παρὰ τῆς Περσεφόνης ἑστιαθῆναι λαμπρῶς,
5πάλιν ἀντήλλαξε τὴν σκευὴν καὶ ἑαυτὸν μὲν δεσπότην ἐποίησε, τὸν δὲ Ξανθίαν δοῦλον, φησί· δεξιοῦ πρὸς ἀνδρὸς—ἡ “πρός” περισσή—δεξιοῦ καὶ περιδεξίου καὶ φρονοῦντος ἀνθρώπου ἐστὶ καὶ πολλὰ πεπλευκότος ἤτοι πολλὴν ἐμπειρίαν πραγμάτων ἔχοντος μετακυλίνδειν καὶ μετάγειν ἑαυτὸν πρὸς τὸ εὐτυχέστερον· (536) πρὸς δὲ τὸν εὖ πράττοντα τοῖχον εἶπεν ἀπὸ τῶν τυχόντων ἀνθρώπων
10κινδυνεύειν ἐν πλοίῳ, ὧν οἱ μὲν ἀδρανέστεροι βυθιζόμενον τὸ πλοῖον ὁρῶντες ἢ δακρύουσιν, ἢ τὴν ἐκ τῆς τύχης ῥοπὴν ἀναμένουσιν, οἱ δὲ δραστηριώτεροι καὶ παράβολοι καὶ ὀξεῖς μεταπηδῶσιν ἐκ τοῦ βυθιζομένου τοῦ πλοίου μέρους πρὸς τὸ ἔτι σῳζόμενον.

sch ran

534/35

καὶ πολλὰ περιπεπλευκό‐ τος] καὶ πολλὴν πεῖραν πραγμάτων
ἔχοντος.843

sch ran

536

μετακυλίνδειν αὐτὸν ἀεὶ] μεταφέρειν ἑαυτὸν ἀεί.

sch ran

537/38

ἢ γεγραμμένην εἰκόνα ἑστάναι: περιδεξίου ἀνδρός ἐστι τὸ μετατρέπειν ἑαυτὸν πρὸς τὸ εὐτυχέστερον ἢ καὶ παρὸ ἑστάναι καὶ ἵστασθαι, ὡς γεγραμμένην καὶ ἐζωγραφημένην εἰκόνα, ἓν σχῆμα λαβόντα, ἢ ἑστῶτα τῇ ζωγραφίᾳ ἢ καθήμενον, ἢ ἐγρηγοροῦντα ἐγρηγορότα ἢ κοιμώμενον, εἰς ἕτερον δὲ σχῆμα
5μετατραπῆναι μὴ δύνασθαι ἢ τό, εἰς ὃ ἐζωγράφηται. τοιοῦτοι δέ εἰσιν οἱ χαῦνοι καὶ ἀπράγμονες ἄνθρωποι.

sch ran

538/39

τὸ δὲ μεταστρέφεσθαι μεταστρέφειν πρὸς τὸ μαλθακώτερον: τὸ δὲ πρὸς τὸ ἡδύτερον καὶ ἁπαλὸν καὶ μαλακώτερον καὶ τρυφηλὸν μετατρέπεσθαι περιδεξίου καὶ εὐπεριστρέπτου ἀνδρός ἐστι καὶ φύσει Θηραμένους καὶ φυσικῶς ἐκμιμουμέ‐ νου τὸν Θηραμένην, τὸν καλούμενον διὰ τὸ εὐπερίστρεπτον κόθορνον. προεί‐
5πομεν δέ, ὅτι ὁ κόθορνος ὑπόδημά ἐστι προσφυὲς καὶ ἀνδράσι καὶ γυναιξίν, ἢ ἐπαμφοτερίζον καὶ κατάλληλον ὂν δεξιῷ ποδὶ καὶ ἀριστερῷ, οἷά εἰσι μέχρι καὶ
νῦν τὰ ἱερατικὰ ὑποδήματα. τίς δὲ ὁ Θηραμένης, ῥητέον μοι. Ἄγνωνος ἦν παῖς, Στηριεὺς τὸν δῆμον, τῶν δήμων, ἢ κατά τινας ἐκ Κέω τῆς νήσου, υἱὸς ποιητὸς τῷ Ἄγνωνι, Θουκυδίδῃ τῷ844
10ἱστορικῷ ἐπαινούμενος. οὗτος ὁ Θηραμένης Εὐριπίδου μαθητὴς ἦν, διδάσκαλος δὲ γέγονεν Ἰσοκράτους τοῦ ῥήτορος· ὃς διὰ τὸ πανοῦργον αὐτοῦ καὶ δραστήριον καὶ τὸ σκολιὸν τῆς γνώμης ἀμφοτεροπρόσωπόν τε καὶ οὐχ ἁπλοῦν καὶ κόθορνος, ὡς εἶπον, καλούμενος ἦν. στρατηγὸς γὰρ γεγονὼς σὺν τοῖς τριάκοντα τοῖς τυραννήσασιν Ἀθηναίων ἰδίᾳ μὲν τὸν δῆμον τῶν Ἀθηναίων κατὰ τῶν τυράννων
15ἠρέθιζε, ἰδίᾳ δὲ τούτοις κοινολογούμενος κατὰ τοῦ δήμου τῶν Ἀθηναίων αὐτοὺς ἀνερρίπιζεν. οὗτος καὶ μετὰ Διομέδοντος τοῦ Χολαργέως καὶ Καλλιξένου τοὺς δέκα στρατηγοὺς τοὺς ἐν Ἀργιννούσαις ἑλκύσας εἰς δικαστήριον ἔπεισεν ἀναιρεθῆναι ψήφῳ μιᾷ δύο μόνον τινῶν πεφευγότων. εὕρατο δὲ καὶ αὐτὸς τῆς αὑτοῦ γνώμης τέλος ἐπάξιον ἀναιρεθεὶς ὑπὸ τῶν τριάκοντα. κακοτροποῦντα σκαιοτροποῦντα
20γὰρ γνόντες καὶ δολορραφῆσαι δολορραφεῖν κατ’ αὐτῶν οὐ παυόμενον φαρμάκου πόσει ἀνεῖλον κεκρικότος οὕτω Κριτίου· ὃς Κριτίας, ὡς φέρεται λόγος, καὶ παιδικὰ ἦν Θηραμένει· πίνων δὲ τὴν κύλικα τοῦ φαρμάκου ὁ ἀλιτήριος εἰς τὸν ἀέρα βραχύ τι ἐκ τούτου ἀπεκοττάβησε “τῷ καλῷ Κριτίᾳ” εἰπὼν καὶ εὐθέως ἀπέψυξεν.845

sch ran

540a

ἐστι] εἰσίν.

sch ran

540b

καὶ ... Θηραμένους] καὶ φυσικῶς ἐκμιμουμένου τὸν Θηρα‐ μένην.

sch ran

541

τροχαϊκὰ ἰαμβικοῖς ἀναμε‐ μιγμένα.

sch ran

542a

ἐν στρώμασι) μιλησίοις: τὸ παλαιὸν ἐν Μιλήτῳ εἰργάζοντο ἄριστα καὶ ἁπαλὰ στρωμνῶν ἐπιβλήματα.

sch ran

542b

μιλησίοις] μαλακοῖς.

sch ran

543a

κινῶν: κυνῶν: φιλῶν ὀρχηστρίδα.846

sch ran

543b

ἀνατετραμμένος] κείμενος.

sch ran

543c

κινῶν] συνουσιάζων.

sch ran

544

ἀμίδα] κλωκίον.

sch ran

545a

ῥεβίνθου: τοῦ αἰδοίου τοῦ οἰκείου δραττόμην καὶ ἡπτόμην.

sch ran

545b

τοὐρεβίνθου] τοῦ αἰδοίου.

sch ran

545c

δραττόμην] ἡπτόμην.

sch ran

548a

πὺξ πατάξας:
ὅλῃ χειρί γε δακτύλων ἐσφιγμένων,
ὃ κόνδυλον λέγουσιν, ἄλλοι γογγύλην.

sch ran

548b

ἔκοψε γὰρ ἐκ τοῦ χοροῦ τοὺς προσθίους. νῦν τοὺς ὀδόντας τοὺς τομεῖς, τοὺς προσθίους·
τὸ σχῆμα τουτὶ δὲ “παρ’ ὑπόνοιαν” μοι κάλει.847

sch ran

548c

ὅτι δίκην χοροῦ εἰσιν· ὤφειλεν εἰπεῖν τοῦτο πρός τινας τοὺς τὸν ἴδιον χορὸν ἐκκόψαντας. οὕτως εἶπε παρ’ ὑπόνοιαν.

sch ran

549

Πλαθάνη: πλαθάνη κυρίως ἐστὶν ἡ πλατεῖα σανίς, ἐν ᾗ φύραντες τοὺς ἄρτους τιθέασι· νῦν δὲ ὄνομα δῆθεν μιᾶς τῶν ἐν Ἅιδῃ πανδοκευτριῶν, ἣν ἑτέρα πανδοκεύτρια καλεῖ, ὡς ἂν κατάσχωσιν ὡς Ἡρακλέα δῆθεν τὸν Διόνυσον καὶ δῷ τιμωρίαν, ὧν ἐζημίωσεν αὐτὰς εἰς τὰ ὤνια, προῖκα ταῦτα καταφαγών, ὅτε
5κατῆλθεν ἐπ’ ἀναγωγῇ τοῦ Κερβέρου.

sch ran

550a

πανδοκεῖον: πανδοχεῖον. ἀττικῶς· ἃ δὲ ἡμεῖς ψιλοῦμεν, ἐκεῖνοι δασύνουσιν.

sch ran

550b

πανδοκεῖον] ἀττικόν.848

sch ran

553a

καὶ κρέα πρὸς τούτοισιν ἀνάβραστα: καὶ ἀναβράζοντα, ζέοντα. θερμά· ἢ ἡμίωμα, ἔτι ἄβραστα.

sch ran

553b

ἀνάβραστ’] λίαν βεβρασμένα.

sch ran

554a

ἀνημιωβολιμαῖα: ἕκαστον ἡμιωβόλῳ ἀπεμπολούμενον.
τούτοις ὁ Ξανθίας γελᾷ καί φησιν· ἥκει τινὶ κακὸν καὶ δώσει τις δίκην, ἤτοι ὁ Διόνυσος κατεσχέθη Διόνυσε, κατεσχέθης καὶ δώσει δώσεις δίκην.

sch ran

554b

ἀνημιωβολιμαῖα] ἀνὰ ἥμισυ ὀβολοῦ πωλούμενα.

sch ran

556

οὐ μὲν οὖν με προσεδόκας: ὅτι νῦν κοθόρνους καὶ θηλυπρεπῆ
φορεῖς ὑποδήματα καὶ οὐχὶ ἡράκλεια, οὐκ ἐδόκεις ἐμὲ ἔτι γνωρίσαι σε;849

sch ran

557a

ὁτιὴ] ἐπειδή.

sch ran

557b

εἶχες] ἔχεις· ὁ παρατατικὸς ἀντὶ ἐνεστῶτος.

sch ran

558a

τάριχος: τοιοῦτον εἶναι πᾶν τάριχος σὺ νόει, κρέας ἁλιστὸν εἴτε μὴν καὶ ἰχθύας· καὶ δὴ χοβὲρ τάριχος ἐς πλέον νόει.

sch ran

558b

τάριχος] βερζίτικον.

sch ran

559

τάλαν] ὦ.

sch ran

560a

αὐτοῖς ταλάροις: τάλαροι καὶ ταρσοὶ καὶ ταρροὶ λέγονται οἱ ἐκ σχοίνων πλακέντες μικροὶ καλαθίσκοι, ἐν οἷς τοὺς χλωροὺς τυροὺς ἐντιθέντες ξηραίνουσιν ἢ καὶ πιπράσκουσιν.

sch ran

560b

αὐτοῖς] σύν.

sch ran

561a

τἀργύριον ἐπραττόμην: τὸ νόμισμα τῶν αὐτῷ βεβρωμένων
ἀπῄτουν.850

sch ran

561b

ἐπραττόμην] ἐζήτουν.

sch ran

562

κἀμυκᾶτό τε: γε: καὶ κλείσας τὸ στόμα ἐπαπειλῶν μοι μυκηθμὸν ἤτοι ταύρου βοὸς βοὴν ἄσημον ἔπεμπε διά τε μυκτήρων αὐτῶν καὶ κεκλεισμένου τοῦ στόματος.

sch ran

563

τούτου πάνυ τὸ ἔργον: ὁ Ξανθίας ταῦτά φησιν ὑπανάπτων κατὰ Διονύσου πλέον αὐτάς. ὁ δὲ νοῦς τούτου πάνυ σαφέστατος· τούτου πάνυ τὸ ἔργον τὸ κατεσθίειν τὰ ἀλλότρια πράγματα. οὗτος ὁ τρόπος αὐτοῦ, ἤτοι τὸ κατεσθίειν αὐτὰ προῖκα καὶ ἄνευ ὠνῆς.

sch ran

564a

καὶ τὸ ξίφος δ’ ἐσπᾶτο μαίνεσθαι δοκῶν: καὶ τὸ ξίφος ἐσπᾶτο καὶ ἀνέσπα καὶ ἀνεῖλκεν εἷλκεν ἐκ τοῦ κουλεοῦ καὶ τῆς ξιφοθήκης, ὥσπερ οὐ σωφρονῶν καὶ ὑγιαίνων τὰς φρένας, ἀλλὰ μαινόμενος καὶ οὐκ εἰδώς, ὅ τι καὶ δρᾷ.

sch ran

564b

ἐσπᾶτο] ἀνεῖλκε.

sch ran

565a

νὴ Δία: φησὶν ὁ Ξανθίας πρὸς τὴν πανδοκεύτριαν, ὅτι, ναὶ μὰ τὸν
Δία, αὐτὸς οὕτω δρᾷ πανταχοῦ. εἶτα ὡς συναλγυνόμενος αὐτῇ, ἵνα μᾶλλον ἀνάψῃ πρὸς πλείονα τὸν θυμόν, φησὶν ἀναφωνῶν· ὦ τάλαινα, οἷα πέπονθας δηλονότι. κἀκείνη πρὸς τὸν Ξανθίαν ὡς ἐπιμελέστερον αὐτῆς ἀκροώμενον λέγει·851
5νῶ νὼ δὲ καὶ ἡμεῖς δείσασαι ἐπὶ τὴν κατήλιφα εὐθὺς ἀνεπηδήσαμεν καὶ ἀπεδρα‐ σκάσαμεν ἐπὶ τὴν κατήλιφα καὶ τὴν φλιάν, φλοιάν, ἤτοι ὑπερπηδήσασαι τὴν φλιὰν φλοιὰν εἰς τὸ ἐνδότερον τῆς οἰκίας ἀπεκρύφημεν· ἀπεκρύβημεν· ἢ ἐπὶ τὴν κλίμακα. ὁ δέ, ἐξαγαγὼν τὰς ψιάθους τοῦ πανδοκείου δηλονότι, λαβὼν αὐτὰς ᾤχετο.

sch ran

565b

ναί, ἀληθῆ λέγετε.

sch ran

565c

(v.l.) δείσασα] δείσασαι.

sch ran

566a

ἢ τὴν φλιάν, ἢ τὴν σκάλαν.

sch ran

566b

κατήλιφ’] κατήλιφα.

sch ran

566c

κατήλιφ’] φλιάν. μεσόδμην.852

sch ran

568a

ἀλλ’ ἐχρῆν τι δρᾶν: ἤτοι χρεὼν νῦν αὐτὸν τιμωρῆσαι.

sch ran

568b

ἐχρῆν] ὑμᾶς.

sch ran

569/70

κάλεσον Κλέωνα τὸν προστάτην. σὺ δὲ Ὑπέρβολον: ὡς πικροὺς μάτην διασύρει ὁ ἀλιτήριος τὸν τοιοῦτον καὶ ῥήτορα καὶ στρατηγὸν Κλέωνα καὶ τὸν Ὑπέρβολον, εἰς ὃν Εὔπολις ἔγραψε τὸν Μαρικᾶν. τότε γὰρ τεθνηκὼς ἦν ὁ Κλέων· ἀλλὰ καὶ Ὑπέρβολος ὑπὸ Σαμίων ἀνῄρητο ναυμαχῶν
5πρὸς αὐτούς. Ὑπέρβολος μὲν νῦν ὄνομα κύριόν ἐστι στρατηγοῦ· ὑπέρβολος δέ ἐστι καὶ μέγιστος λίθος, τίσι χρήσιμος οὐκ ἐπίσταμαι, ψεύδεσθαι δὲ οὐ μεμάθη‐ κα· καὶ ἴσως ἐπὶ τοῦ λίθου τοῦ τοιούτου νῦν τις τὸ “ὑπέρβολον” δεξάμενος οὐχ ἁμάρτῃ εἰπὼν οὕτω· σὺ δέ, ἐὰν ἐπιτύχῃς καὶ τυχαίως εὕρῃς λίθον τοιοῦτον, οὐ κάλεσον, ἀλλὰ κόμισον, ὡς τοὺς ὀδόντας τούτου συντρίψῃ τοὺς φαγόντας
10αὐτῆς τὰ φορτία.

sch ran

570

ὑπέρβολον] λίθον μέγαν.

sch ran

571

φάρυγξ] λάρυγξ.853

sch ran

572

γομφίους: τοὺς μυλίτας ὀδόντας.

sch ran

573a

κόπτοιμι: συνθλῴην, συνθραύοιμι.

sch ran

573b

τὰ φορτία] τὴν ἐνθήκην.

sch ran

574

βάραθρον: ὄρυγμα φρεατῶδες Ἀθήνησιν, οὗ τοὺς κατακρίτους καὶ τοὺς κακούργους ῥιπτοῦντες ἀνῄρουν.

sch ran

575

σημειωτέον περὶ φάρυγγος καὶ λάρυγγος. τὸν λάρυγγα ἕνα δοκοῦσιν οἱ πολλοὶ εἶναι καὶ τὸν φάρυγγα· δύο δέ εἰσιν ἔσω
5τοῦ τραχήλου τροφῆς καὶ πόσεως ὄργανα.854

sch ran

576a

κώλικας: ἄρτους ἢ ἔντερα. ᾧ λάρυγγι τοὺς κώλικας κατέσπασας καὶ καταβέβρωκας.

sch ran

576b

ᾧ] τῷ λάρυγγι.

sch ran

576c

κόλικας] ἔντερα ἢ ἄρτους.

sch ran

576d

κατέσπασας] κατέφαγες.

sch ran

577

αὐτοῦ] ὑπ’ αὐτοῦ.

sch ran

578a

ἐκπηνιεῖται: ἐξελκύσει, ἐκβάλῃ αὐτὰ προσκαλούμενος αὐτὸν εἰς δικαστήριον δηλονότι· πηνιεῖται δὲ τὸ “ἑλκύσει”, ἀπὸ μεταφορᾶς τῶν ἐριουργου‐ σῶν γυναικῶν, αἳ ἐν τῷ πένεσθαι καὶ ἐργάζεσθαι σύρουσαι ἐκ τῆς ἠλακάτης τὸ ἔριον νήθουσιν.

sch ran

578b

πηνίον τὸ νῆμα τῆς ἀρά‐
χνης· ὥσπερ γοῦν ἐκεῖνο τὸ πηνίον ἐκ τοῦ στόματος ἐκείνης ἐξέρχεται, οὕτω, φησί, καὶ ὁ Κλέων ἐκπηνιεῖται855
5ἤτοι ὡς πηνίον ἐξελκύσεται ἐκ τοῦ στόματος αὐτοῦ τὰ καταβροχθέντα φορτία.

sch ran

578c

πηνίον τὸ τῆς ἀράχνης νῆμα, ἢ ἡ μέταξα.

sch ran

578d

ἐκπηνιεῖται] ἐξάξει, ἐκβά‐
λῃ, ἐξελκύσει.856

sch ran

578e

προσκαλούμενος] αὐτὸν εἰς δικαστήριον.

sch ran

579

κάκιστ’ ἀπωλόμην: εἰ μὴ φιλῶ, φησί, τὸν Ξανθίαν, ὁ Διόνυσος, κάκιστα ἀπωλόμην, ἀντὶ τοῦ “ἀπολοίμην”, φιλοποιούμενος πάλιν αὐτὸν ὡς πτοηθείς. ὁ δὲ Ξανθίας· οἶδα, φησί, τὸν νοῦν σου καὶ τὸν σκοπόν, καὶ σιώπα.

sch ran

581

οὐκ ἂν γενοίμην Ἡρακλῆς τοῦ λοιποῦ· πῶς γὰρ ἂν δοῦλος ὢν καὶ θνητὸς Ἡρακλῆς γενοίμην, Διὸς υἱὸς καὶ Ἀλκμήνης;

sch ran

584a

θυμοῖ] θυμαίνῃ.

sch ran

584b

θυμοῖ] η.

sch ran

585

κἂν εἴ με τύπτῃς: ἀττικῶς· κἂν εἴ με, κἂν ἐάν με τύπτῃς, οὐκ ἀντιλέξω σοι, ἀλλ’ ἤν σε τοῦ λοιποῦ χρόνου ἀφέλωμαι δηλονότι τὴν Ἡρακλέους (587) σκευήν, πρόρριζος καὶ πανωλεθρίᾳ ἀπολοίμην αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ (588) παιδία, καὶ ὁ γλάμων καὶ ὁ βδελυρὸς Ἀρχέδημος· ἢ γλάμων ὁ λήμης
5μεμεστωμένος τοὺς ὀφθαλμούς. κωμῳδεῖ δὲ νῦν Ἀρχέδημον, ἕνα τινὰ τῶν Ἀθηναίων, ὁ βδελυρὸς μηδὲν ἔχων, ὡς ἔοικεν, ἄλλο εἰπεῖν κατ’ αὐτοῦ, ἢ ὅτι μόνον λήμας εἶχε τοῖς ὀφθαλμοῖς. ἀλλ’ εὖ γε ὑμῖν γένοιτο, Ἀρχῖνέ τε καὶ Ἀργύριε, ὅτι τοὺς μισθοὺς τουτωνὶ τῶν φλυάρων ἐμειώσατε, τοὺς λυρικοὺς δὲ καὶ τοὺς μετιόντας διθύραμβον, ὅτι857
10θεοὺς ὕμνουν καὶ ἀθλητὰς ἄνδρας ἱεροὺς ἀγῶνας νικῶντας, τιμῶντες ἅτε δικαίως τῇ ἐν πρυτανείῳ σιτήσει.

sch ran

587

πρόρριζος] καὶ ῥιζόθεν.

sch ran

588a

γλάμων ὁ λήμης μεμεστω‐ μένος τοὺς ὀφθαλμούς.

sch ran

588b

γλάμων] βδελυρός.

sch ran

590

τροχαϊκά.

sch ran

593a

τοῦ θεοῦ μεμνημένον: τοῦ θεοῦ τοῦ Ἡρακλέος βλέπειν σε δεῖ τὸ δεινὸν καὶ καταπληκτικόν.

sch ran

593b

δεινὸν] καταπληκτικόν.

sch ran

593c

μεμνημένον] σε τοῦ Ἡρα‐
κλέος καὶ μνείαν ποιοῦντα.858

sch ran

594a

ᾧπερ εἰκάζεις σεαυτόν: ᾧ Ἡρακλεῖ νῦν ὁμοιοῖς σεαυτὸν λεοντὴν καὶ ῥόπαλον ἔχων καὶ πᾶσαν τούτου σκευήν, διονυσιακοὺς δὲ μόνον κοθόρνους.

sch ran

594b

ᾧπερ] τῷ Ἡρακλεῖ.

sch ran

595a

βάλῃς τι μαλθακόν: εἰσενέγκῃς, δείξῃς χαῦνον.

sch ran

595b

βάλῃς] ῥίψῃς, εἴπῃς.

sch ran

595c

μαλθακόν] ἀσθενές.

sch ran

599

συννοούμενος] ἤγουν συν‐ νοοῦμαι.

sch ran

600

ᾖ τι] ἐπέλθῃ μοι.

sch ran

601a

πειράσεται] ὁ Διόνυσος.

sch ran

601b

ὅτι] παρέλκον.

sch ran

602

παρέξω] παραστήσω.

sch ran

603a

ἀνδρεῖον τὸ λῆμα: παράσχω ἐμαυτόν, φησὶν ὁ Ξανθίας, ἀνδρεῖον καὶ γενναῖον καὶ τολμηρὸν κατὰ τὸ λῆμα καὶ τὸ φρόνημα, καὶ βλέποντα ὀρίγανον,
δριμύ, σοβαρόν, ἐπηρμένον καὶ ἄγριον.859

sch ran

603b

παροιμία ἐπὶ ἀγρίων· “βλέπει νάπυ”.

sch ran

603c

ὀρίγανον] δριμύ. ὁρᾶν γα‐ νῶς καὶ λαμπρῶς.

sch ran

604a

δεῖν δ’ ἔοικεν: ἔοικε δὲ καὶ φαίνεται δεῖν καὶ ἁρμόδιον τὸ μετασκευά‐ σαι με εἰς οἷον εἰρήκειν, ὡς καὶ ὅτι ἀκούω τῆς θύρας δὴ ψόφον.

sch ran

604b

δεῖν] φοβεῖσθαι.

sch ran

604c

ὡς] ὅτι.

sch ran

604d

καὶ δὴ] παρέλκον.

sch ran

604e

ψόφον] τόν.

sch ran

605

τὸν κυνοκλόπον: ὡς Ἡρακλέα κλέψαντα τὸν Κέρβερον παρακελεύε‐
ται τοῖς οἰκέταις αὐτοῦ Αἰακὸς δεσμεῖν τὸν Ξανθίαν.860

sch ran

606a

ἥκει τῷ κακόν: ἐπεισέφρησε καὶ εἰσῆλθεν, ἐπιγίνεται κακόν τινι, ἤτοι τῷ Ξανθίᾳ ἐπιγέγονε νῦν συμφορά, καὶ κατασχεθεὶς τιμωρίαν ὑπόσχῃ. ταῦτα δὲ ὁ Διόνυσος λέγει μειδιῶν κατασχεθέντος Ξανθίου. τοῦτο γὰρ καὶ Ξανθίας προλαβὼν ἔπραξε Διονύσου πολυπραγμονουμένου.

sch ran

606b

τῷ] τινί.

sch ran

607a

οὐκ ἐς κόρακας;: οὐκ εἰς ὄλεθρον καὶ ἀφανισμὸν ἀπορραγείητε; μὴ πρόσιτον: μὴ προσέλθετε, μὴ πλησιάσητε, ὡς δύο τινῶν προσερχομένων καὶ κατασχεῖν μελλόντων αὐτόν. ἄλλως τε καὶ ἐπὶ πληθυντικῶν δυϊκῶς φασιν Ἀττικοί, ὡς τὸ
5
ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ
ἆσσον ἰόντε, καὶ τὸ
ὦ Λύκιοι, πόσε φεύγετον; νῦν θοοὶ ἔστον.

sch ran

607b

εἶεν: παρολκή. καὶ μάχομαι, μάχει, φησὶν Αἰακός, ἤτοι ἀντιτείνεις
τοῖς σε κατασχεῖν θέλουσιν; καὶ καλεῖ ἅμα πλείονας οἰκέτας τοῦτον κατα‐ σχεῖν (608), Διτύλαν, Σκεβλύαν, Παρδόκαν. καὶ ὁ Διόνυσος ἐπιγαννύμενος καὶ (610) σκιρτῶν τούτοις φησίν· οὐχὶ δεινὰ ταῦτα, τὸ “τοῦτον τύπτειν κλέπτοντα861
5τὰ ἀλλότρια;” τὸ δὲ “εἶτα” παρέλκει. καὶ ὁ Ξανθίας πρὸς τὸ “οὐκ εἰσὶ δεινὰ (611) τὸ τύπτεσθαι τοῦτον”; καὶ μάλα, φησίν, εἰσὶν ὑπερφυᾶ καὶ μέγιστα δεινά. (612) καὶ ὁ Αἰακός φησι· σχέτλια μὲν οὖν εἰσι καὶ δεινά, ἤτοι ἃ εἰργάσω καὶ ἃ πάσχεις νῦν. τὸν δὲ συναλοιφὴν τὸ “μ’ἀλλά” φά‐
10σκοντα ἔα, ποίοις κεραυνοῖς ἀνὴρ ἐκεῖνος ἐβόσκετο.

sch ran

607c

εἶεν καὶ] παρέλκει.

sch ran

608

ὀνόματα δούλων.862

sch ran

611a

πρὸς] συν–.

sch ran

611b

μάλ’ ὑπερφυᾶ] εἰσὶ μεγάλα.

sch ran

612

σχέτλια ... δεινά] ἃ εἰργά‐ σω καὶ ἃ πάσχεις νῦν.

sch ran

616a

βασάνιζε τὸν παῖδα: ἔταζε, πολυπραγμόνει, ἀνάκρινε, μαστίγου τὸν δοῦλον ἐμοῦ. βάσανός ἐστι λυδικὴ λίθος, ἥτις ἡρακλεία λέγεται, ἢ ἀπὸ τῆς Ἡρακλείας πόλεως, ἢ ἀπὸ τοῦ Ἡρακλέος, ὡς ἰσχυρὰ καὶ αὕτη ὡσεὶ ἐκεῖνος, ᾗ προστριβόμενον διακρίνεται τὸ χρυσίον, εἰ καθαρόν ἐστιν εἴτε κίβδηλον.
5ἐκ ταύτης οὖν τῆς βασάνου λέγεται βασανίζειν τὸ “ἀνακρίνειν” καὶ “πολυπραγ‐
μονεῖν” ὁπωσδήποτε, ἢ λόγοις ἢ μάστιξιν.863

sch ran

616b

βασάνιζε] ἔταζε, ἀνάκρινε.

sch ran

617

κἄν ποτέ μ’ ἕλῃς ἀδικοῦντα, ἀπόκτεινε: ἐὰν ὁ δοῦλός μου ἐταζόμενος ὑπαίτιον ἀποφήνῃ με τῶν, ὧν με καταιτιᾷ, κτεῖνόν με.

sch ran

618/19

ἐν κλίμακι δήσας: ἐνδήσας κλίμακι, ἀντὶ τοῦ “εἰς τὴν “εἰς κλίμακα”, ὡς καὶ ὡς Ὅμηρος·
κάππεσον ἐν Λήμνῳ ἀντὶ τοῦ “εἰς τὴν Λῆμνον”.

sch ran

619a

ὑστριχίδι: ὑστριχὶς μάστιξ τίς ἐστιν ἐκ χοιρείων τριχῶν πεπλεγμένη.864

sch ran

619b

δέρων: ἐκδέρων, ἐξ οὗ καὶ δορά· δαίρων δὲ ὁ τύπτων, ἐξ οὗ λέγομεν “ἔδαρον”.

sch ran

621a

πλίνθους ἐπιτιθεὶς: πλατείας σανίδας καὶ πλίνθους καὶ βάρη τινὰ κατὰ γαστρὸς τῶν ἐταζομένων ἐτίθουν θέντες αὐτοὺς κατὰ γῆς, ὅπως τῷ τούτων βάρει καὶ ἄκοντες ὁμολογοῖεν, εἴ τι συνειδότες ὑπάρχοιεν. οὕτω δὲ πολλάκις πολλοὶ πιεζόμενοί τινες ἐξεκενώθησαν τὰ σπλάγχνα διαρραγείσης τῆς
5σφῶν γαστρός.

sch ran

621b

πλίνθους ... πάντα] πλα‐ τείας σανίδας καὶ πλίνθους καὶ βάρη.

sch ran

621/22

πλὴν πράσῳ μὴ τύπτε μηδὲ γητεί: πάλαι μὲν Ἀθηναίων οἱ παῖδες καὶ οἱ Ἀθήναζε πάντες ἐλεύθεροι, εἴ τι πλημμελήσαντες ἑαλώκεσαν
μέτριον, καυλοῖς ἐμαστιγοῦντο σκορόδων, πράσων, γητείων· τούτους δὲ μαστίζεσθαι μάστιξιν ἑτέραις οὐ συγκεχώρητο. νῦν οὖν ἠθικώτερον καὶ865
5γελοίως φησὶν ὁ Ξανθίας· παντὶ τρόπῳ τοῦτον τὸν Διόνυσον τιμώρει, ἄνευ μέντοι τῶν βαρειῶν τιμωριῶν τουτωνί, τοῦ καυλοῖς τε μαστίζειν αὐτὸν πράσων καὶ τῶν γητείων, ἃ τὴν ἀμπελοπράσων νῦν εἴληχε κλῆσιν· ἢ οὖν οὕτως ἐν ἤθει καὶ εἰρωνικῶς εἶπε· παντοίως αὐτὸν ἔταζε, μόνον ἐν πράσῳ καὶ γητείῳ μὴ τύπτε· βαρεῖαι γὰρ αὗταί εἰσιν αἱ πληγαί. ἢ ὀρθῶς οὕτω φησὶ δραστηρίως
10καὶ ἀνηλεῶς· πασῶν εἴδη κολάσεων τοῦτον τιμώρει μηδὲ παιγνιώδεσι ταῖς πληγαῖς, καθὰ τὰ ἑαυτῶν μαστιγοῦσιν Ἀθηναῖοι παιδάρια, φύλλοις γητείων καὶ πράσων· κἂν ὁμολογήσῃ με τούτων τι δεδρακέναι, λαβὼν σύ με ἀπόκτεινον.

sch ran

622

γητείῳ] καυλῷ σκορόδων.

sch ran

623a

δίκαιος ὁ λόγος· πρὸς ταῦτά ταυτί φησιν Αἰακός· δίκαια λέγεις, κἄν τι μέλος ἢ μέρος τοῦ σώματος τὸν σὸν οἰκέτην λυμανθῆναι συμβῇ, τὸ ἀργύριον τῆς τούτου διατιμήσεως παρ’ ἐμοῦ σοι κείσεται καὶ δοθήσεται. καὶ ὁ Ξανθίας
(625) ἕνεκα τοῦ γελοίου φησί· μὴ δῆτα ἐμοὶ ἀργύριον ὑπὲρ αὐτοῦ καταβάλῃς,866
5(626) κἂν πηρωθῇ τι μέρος τοῦ σώματος· βασάνιζε δὲ λαβὼν αὐτόν, κατ’ ὀφθαλμοὺς καὶ ἐνώπιον τῶν ἐμῶν ὀφθαλμῶν, ἤτοι ὁρῶντος ἐμοῦ.

sch ran

623b

πηρώσω] βλάψω.

sch ran

624

κείσεται] παρ’ ἐμοῦ ἀποδο‐ θήσεται.

sch ran

625

ἐμέ γε] πηρώσῃς.

sch ran

626

αὐτὸν] τὸν Διόνυσον.

sch ran

627a

κατάθου ταχέως: ἀπειλητικῶς καὶ ὀργίλως Αἰακὸς Διονύσῳ παρακελεύεται καταθέσθαι τὰ στρώματα, ἵνα παραδῷ τοῦτον τοῖς βασανίζουσιν.

sch ran

627b

χὤπως ἐρεῖς: λείπει “καὶ φρόντισον”, πῶς μηδὲν ψεῦδος ἐνταῦθα ἐρεῖς, ἤτοι ἐνώπιον ἐμοῦ ἢ ἐν τῷ Ἅιδῃ.

sch ran

627c

χὤπως] ὅρα.867

sch ran

628

ἀγορεύω τιν: ἀντὶ τοῦ “σοί, Αἰακέ”.

sch ran

630

σεαυτὸν αἰτιῶ] ἀττικὸν αἰ‐ τιατικῇ.

sch ran

631

Διός p.i.m.] υἱός· ἢ Διός, ὡς τὸ “ἡ Ἀθηνᾶ τοῦ Διός” καὶ “ἡ †νεαρ† (lac.) τοῦ δεῖνος.”

sch ran

632

τοῦτον δὲ δοῦλον: ἀπὸ κοινοῦ δὲ τὸ “φημί”.

sch ran

633

καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος: μὴ ὥς τις κοιμώμενος σχολιογράφος εἴπῃς καὶ σύ· “τοῦτό φησι τῷ Ξανθίᾳ· ἀντὶ τοῦ “ὄντως εἶ δοῦλος;” ”, ἀλλὰ τῇ χρήσει τοῦ ἐπιφερομένου κειμένου χειραγωγούμενος χώρει πρὸς τὴν ἀλήθειαν λέγων· ταυτὶ Ξανθίας φησὶν Αἰακῷ διὰ τὸν Διόνυσον·
5λέγει σοὶ οὗτος, ὦ Αἰακέ, ὡς ἔστι θεὸς καὶ οὐ δεῖ μαστίζεσθαι. καὶ πολύ γε μᾶλλον ἄξιος μαστίγων ἐστίν· εἰ γὰρ θεός ἐστιν, αἴσθησιν οὐ σχῇ τῶν πόνων
τετυμμένος.868

sch ran

635

τί δῆτ’ ἐπειδ: τί δῆτα, φησὶν ὁ Διόνυσος, ὦ Ξανθία, οὐ τύπτομαι, τύπτει—ἀττικῶς δίφθογγον—καὶ σὺ τὰς ἴσας πληγὰς ἐμοί, ἐπεὶ καὶ σὺ λέγεις εἶναι θεός;
ὅλον γέλως βάναυσος, οὐκ αἰσχρὸς τόδε·
5οὐδ’ αὖ σοφοῖς πέφυκε προσφυὴς γέλως.

sch ran

637

χὠπότερον ἂν νῶϊν: νῷν: καὶ ὁποῖον ἂν νῶϊν νῷν καὶ νῶϊν καὶ ἡμῖν ἤτοι ἡμῶν τυπτόμενον ἴδῃς κλαύσαντα ἢ προτιμήσαντα καὶ φροντίσαντα συνόλως, τοῦτον ἡγοῦ μὴ θεόν.

sch ran

638

προτιμήσαντά] φροντίσαντα τῶν πληγῶν.

sch ran

642

δικαίως] ἐξ ἴσου.

sch ran

644a

σκόπει νῦν: σκόπει, φησὶν ὁ Ξανθίας, ὦ Αἰακέ, ἐὰν τυπτόμενον ἴδῃς ἐμὲ παρακινήσαντα, ἀντὶ τοῦ παρακινηθέντα, μετατραπέντα, ἢ τοπικῶς ἀπὸ τόπου εἰς τόπον μεταστάντα, ἢ μεταμείψαντα τὴν χροιὰν ταῖς ὀδύναις ταῖς
ἐκ τῶν πληγῶν, ἢ δακρύσαντα. καὶ δὴ πατάξαντος αὐτὸν Αἰακοῦ ἐρωτᾷ·869
5(645) ἤδη ἐπάταξας, ἐμὲ δηλονότι; προσποιούμενος δὲ γενναιότατα καὶ ὅτι οὐδὲ συνόλως οὐδὲ συναίσθησιν ἔσχεν ὀδύνης, ὀδύνης ὅλως, οὕτως Αἰακὸν ἐρωτᾷ. ὁ δέ· οὔ μὰ Δία, φησὶ μειδιῶν, οὐκ ἐπάταξα, ἤτοι· εἰ σὺ λαβὼν τὴν πληγὴν ἐρωτᾷς, ὡς μὴ φροντίσας αὐτῆς, εἰ ἐπατάχθης, οὐδ’ ἐγώ φημι, ὅτι ἐπάταξά σε.

sch ran

644b

ὑποκινήσαντ’] παρασαλευ‐ θέντα, παραλαλήσαντα.

sch ran

646a

πηνίκα: πληγῇ παρ’ Αἰακοῦ παταχθεὶς καὶ ὁ Διόνυσος λέγει· πηνίκα καὶ πότε δηλονότι πατάξεις; ταῦτα δὲ καὶ οὗτός φησι τὸ γενναῖον
ὑποκρινόμενος καὶ ἀνάλγητον. καὶ ὁ Αἰακός· ἐπάταξά σε, φησί. καὶ ὁ Διόνυσος· εἶτα πῶς οὐκ ἐπτάρην, ἤγουν οὐκ870
5ᾐσθόμην; ὁ γὰρ πταρμὸς κεφαλῆς ἐστιν αἴσθησις. ἢ ἐπειδὴ οἱ θίγοντες τοῦ μυκτῆρος λεπτῷ κάρφει εἰς πταρμὸν κινοῦνται. φησὶν οὖν· ἥψατό μου ἡ πληγή, ὃν τρόπον ἅπτεται
10κάρφος τοῦ μυκτῆρος.

sch ran

646b

πηνίκα;] καὶ πότε πατάξεις ἐμέ;

sch ran

647

οὐκ ἔπταρον] οὐκ ᾐσθόμην.

sch ran

649a

οὔκουν ἀνύσεις;: ἀνύσαις;: οὐκ ἀνύσεις, οὐ σπεύσεις τύπτειν ἐμέ; ὁ Ξανθίας γενναῖον καὶ ἀνδρικόν τι ἐνδεικνύμενος Αἰακῷ παρακελεύεται σπουδαιότερον τύπτειν αὐτόν· πληγεὶς δὲ καὶ ὀδυνηθεὶς τῇ πληγῇ “ἰατταταί” “ἰατταταῖ” βοᾷ. ἐρωτήσαντος (650) δὲ τοῦ Αἰακοῦ· τί τὸ “ἀτταταί” “ἀτταταῖ” ἐστίν; μῶν ὠδυνήθης καὶ βοᾷς; ὀδύνης βοή; οὔ, φησὶν
5ὁ Ξανθίας, τὸ ὃ νῦν ἐγὼ ἀνεβόησα “ἀτταταί”, “ἀτταταῖ”, βοὴ ἄλγους καὶ ὀδύνης ἐστίν, (651) ἀλλὰ θαυμασμοῦ καὶ θειασμοῦ· ἐνεθυμήθην γάρ, ὁπότε γίνεται τὰ Ἡράκλεια καὶ ἡ ἑορτὴ Ἡρακλέος ἡ διὰ τὸν Δίομον ἐρώμενον ὄντα Ἡρακλέος, ἃ γίνεται ἐν τοῖς Διομείοις, δήμῳ Αἰγηίδος φυλῆς, ἀπὸ Διόμου τοῦ νῦν ῥηθέντος λαβοῦσι τὴν κλῆσιν. περὶ τῶν Ἡρακλείων οὖν ἐνθυμηθεὶς τούτων τῶν τελουμέ‐871
10νων διὰ τὸν Δίομον ἐθείασα καὶ εἶπον τὸ “ἀτταταί”, “ἀτταταῖ”, οὐχ’ ὡς ὀδυνώμενος. τὸ “ἀτταταί” “ἀτταταῖ” γὰρ λέξις τῶν μέσων μέση ἐστὶν ἐπί τε βοῆς ὀδύνης λαμβανομένη καὶ θαυμασμοῦ. τὰ τῇδε γελοῖα βάναυσα πάντα καὶ ἀγοραῖα.

sch ran

649b

οὐκ ὀδύνης, ἀλλὰ θαυμα‐ σμοῦ βοὴ καὶ θειασμοῦ τὸ “ἰαττα‐ ταί”, ὁ Ξανθίας φησίν.

sch ran

649c

οὔκουν ἀνύσεις;] οὐ σπεύ‐ σεις τύπτειν ἐμέ;

sch ran

649d

ἰατταταὶ] φεῦ· καὶ ἐπὶ
ἐκπλήξεως.872

sch ran

650

ἐφρόντισα] ἐνεθυμήθην.

sch ran

651

Διομείοις] διὰ τὸν Δίομον.

sch ran

652

ἄνθρωπος οὗτος ἱερός: μειδιῶν τοῦτό φησιν Αἰακὸς τὸ τοῦ Ξανθίου δῆθεν καρτερικὸν καὶ γενναῖον, ὅτι τῷ τύπτεσθαι ἀλγῶν καὶ “ἰατταταί” “ἰατταταῖ” βοῶν, μὴ ἀλγῶν λέγει τοῦτο βοᾶν, ἀλλ’ ἐνθυμούμενος ἑορτῶν.

sch ran

653

ἰοὺ ἰο: ὁμοίως ἐπὶ θρήνου καὶ θαυμασμοῦ λέγεται.

sch ran

655a

προτιμᾷς οὐδέν: οὐ φροντίζεις οὐδόλως.

sch ran

655b

προτιμᾷς] φροντίζεις.

sch ran

657

“οἴμοι” βοήσαντος Ξανθίου ἐρωτᾷ Αἰακός, τί ἐστιν· καὶ Ξανθίας ἀνατείνας τὸν πόδα ὡς πατήσας ἄκανθαν καὶ διὰ τοῦτο δῆθεν βοήσας δείκνυσι
τὴν πτέρναν καὶ ἐξελεῖν τὴν ἄκανθαν λέγει.873

sch ran

659a

Ἄπολλον, ὅς που Δῆλον: ὀδυνηθεὶς τῇ πληγῇ ὁ Διόνυσος· “Ἄπολλον βοᾷ· ἵνα μὴ δὲ ἐξ ὀδύνης νομισθῇ λέγειν τὸ “Ἄπολλον”, εἰς ᾠδὴν τοῦτο μετέτρεψεν ἐκ στίχων συντεθειμένην Ἀνανίου ἰαμβογράφου, ἥτις ἐστὶν αὕτη·
5
Ἄπολλον, ὅς που Δῆλον ἢ Πυθῶν’ ἔχεις,
ἢ Νάξον ἢ Μίλητον ἢ θείαν Κλάρον
ἵκου καθ’ ἱερῶν, ἢ Σκύθας ἀφίξεαι. ἴαμβον δὲ Ἱππώνακτος τὸν Ἀνανίου λέγει συγχυθεὶς δῆθεν ὑπὸ τῆς ὀδύνης τῶν πληγῶν.

sch ran

659b

ἔχεις] κατοικεῖς.

sch ran

661

ἀνεμιμνῃσκόμην] αἰτιατικῇ
κατὰ Ἀττικούς.874

sch ran

662

σπόδει] κάθαιρε· ἢ σποδιὰν ποίει.

sch ran

664a

Πόσειδον, ὃς Αἰγαίου μέδεις πρῶνας: ἐκ Λαοκόωντος τοῦτο Σοφοκλέους·
Πόσειδον, ὃς Αἰγαίου μέδεις πρῶνας,
ἢ γλαυκᾶς μεδέεις εὐανέμου λίμνας.
5καὶ Διόνυσος ὀδυνηθεὶς καὶ βοήσας “Πόσειδον”, οὕτω προσθεὶς καὶ τὰ λοιπὰ τοῦ “Πόσειδον” ἐκ Σοφοκλέους, ἐκφεύγειν δοκεῖ τὸ δι’ ἄλγος ἀναβοῆσαι τὸ “Πόσειδον”. πᾶς ὁ γέλως τοῦ παρόντος δράματος πῇ μὲν ἀσέμνοις ἀνδράσι, τὸ δὲ πλεῖον ἀγοραίοις καὶ φλυάροις ἀνεῖται.

sch ran

664b

Πόσειδον] ὦ.

sch ran

666a

γλαυκᾶς] γλαυκῆς.

sch ran

666b

γλαυκᾶς] μελανιζούσης.

sch ran

669

εἴω, ἴον, ἴες, ἴε. τὸ δυϊκὸν τὸ πρῶτον οὐ ποιεῖ· τὸ δεύτερον “ἴτον”
καὶ “εἴσιτον”.875

sch ran

674a

Μοῦσα, χορῶν ἱερῶν ἐπίβηθι: ᾠδὴν χοροῦ τοῦτό φασιν οἱ παλαιοί, ὥστε καὶ μέρος παραβάσεως· ἐγὼ δὲ τῇ καταρχῇ τῆς ἐμῆς ἐξηγήσεως ἐν τῷ προοιμίῳ περὶ παραβάσεως καὶ λοιπῶν ἔγραφον καὶ ἐξήλεγξα εἰκαίως πολλὰ γεγραμμένα. ᾧ γοῦν ὑμῖν αἱρετόν, πείθεσθε.
5παρακελευόμενοι νῦν ἕκαστος ἑκάστῳ τῶν τοῦ χοροῦ ᾆσαί τι μέλος ἀλληγορι‐ κωτέρως φασίν· ὦ Μοῦσα, τὴν μουσικὴν συμφώνων μελῶν καὶ ᾀσμάτων ἐπίβηθι, πορεύθητι, καὶ ἐλθὲ εἰς τέρψιν τῆς ἐμῆς ἀοιδῆς ὀψομένη τὸν πολὺν ὄχλον τῶν λαῶν, ἤτοι τὸ σύστημα καὶ πλῆθος τοῦ λαοῦ, ἢ τὴν ὀχλώδη, ἑορταῖον δὲ βοὴν τοῦ λαοῦ, σχήματι παραφράσεως ἀντὶ τοῦ “λαόν”, ἢ σχήματι μετα‐
10λήψεως ὀψομένη τὴν βοήν· οὐκ ὀπτάνεται γὰρ ἡ βοή, ἀλλ’ ἀκούεται, ὡς καὶ Αἰσχύλος φησὶ μεταληπτικῶς
κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.

sch ran

674b

δακτυλικὰ καὶ καθαρὰ καὶ λογαοιδικά, καὶ ἀναπαιστικά.

sch ran

676a

οὗ σοφίαι: ὅπου, ἐν Ἀθήναις καὶ Ἐλευσῖνι, ἢ δῆθεν ἐν τῷ Ἅιδῃ, μυρί‐ αι κάθηνται φιλοτιμότεραι, φιλοδοξότεραι, ἐπιδεικτικώτεραι Κλεοφῶντος. οὗτος ὁ Κλεοφῶν στρατηγὸς ἦν ἀθηναῖος καὶ ἀντεποιεῖτο τῶν πρωτείων τῆς πόλεως· ἐκαλεῖτο δὲ τυροποιός. κωμῳδεῖ οὖν τοῦτον οὗτός τε καὶ Πλάτων
5ὁ κωμικὸς ὡς ὄντα Θρῄσσης μητρός, ξένον, δυσγενῆ, ἀμαθῆ καὶ φλύαρον.876

sch ran

676b

σοφίαι] τινές.

sch ran

678a

φιλοτιμότεραι] φιλοδοξό‐ τεραι.

sch ran

678b

Κλεοφῶντος] Θρῄσσης μη‐ τρὸς ἦν.

sch ran

679a

(679/680) ἀμφιλάλοις: μακρολόγοις, μακρηγόροις, πολυλόγοις. ἐπιβρέμεται: (681/82) ἠχεῖ, λαλεῖ. θρηϊκία χελιδὼν: βάρβαρος, πολυλόγος. ἐπὶ βάρβαρον ἑζομένη πέταλον: βαρβάρου γάρ ἐστι, φησί, γενεᾶς.

sch ran

679b

ἀμφιλάλοις] πολυλόγοις, μακρολόγοις.

sch ran

680

ἐπιβρέμεται] ἠχεῖ.

sch ran

681a

σκώπτει δὲ αὐτὸν ὡς Θρᾷ‐ κα καὶ βάρβαρον· ἡ γὰρ χελιδὼν θρᾳκικὴ ἤτοι βάρβαρος.

sch ran

681b

θρηϊκία χελιδὼν] ἀπαιδευ‐ σία. βάρβαρος, πολυλόγος.

sch ran

682

βαρβάρου γάρ ἐστι
γενεᾶς.877

sch ran

683a

κελαδεῖ δ’ ἐπίκλαυτον ἀηδόνιον νόμον: ὡς ἡ ἀηδὼν δέ, κἂν ᾄδῃ, δοκεῖ ὅμως θρηνώδη πέμπειν βοήν, ὡς ὀδυρομένη τὸν Ἴτυν, οὕτω καὶ αὐτὸς ὅσον οὔπω κἂν πολλὰ καὶ φλύαρα φθέγγηται, ὅμως πεσεῖται τῆς ἀρχῆς καὶ θρηνήσει.

sch ran

683b

κελαδεῖ δ’ ἐπίκλαυτον] θρη‐ νώδη πέμπει φωνήν.

sch ran

684

νόμον] κατά.

sch ran

685a

κἂν ἶσαι γένωνται: αἱ γνῶμαι δηλονότι, ἤτοι κἂν οὐ κατάδικος γένηται. νόμος γὰρ ἦν Ἀθήναζε ἴσων τῶν ψήφων γεγονυιῶν ἀπολύεσθαι τὸν κατηγορούμενον, ἐφ’ ᾗ ἂν αἰτίᾳ καὶ κρίνοιτο. οὗτος δέ, φησίν, ἀπολεῖται, κἂν καὶ αἱ ψῆφοι γένωνται γένοιντο ἶσαι.

sch ran

685b

λείπει αἱ ψῆφοι, αἱ
γνῶμαι.878

sch ran

686a

τὸν ἱερὸν χορὸν: αὐτὸς μὲν ἐν τῷ προοιμίῳ περὶ παραβάσεως καὶ λοιπῶν ἐδίδαξα καὶ ἤλεγξα· νῦν δὲ οἱ παλαιοί φασι· “τὸ τοιοῦτον τοιοῦτο παράβασις καλεῖται, ἅπερ ἔλεγον ἐπιστρέφοντες πρὸς τοὺς θεωμένους· ἔστι δὲ ὁ τρόπος, ὅταν καταλιπὼν τὰ ἑξῆς τοῦ δράματος ὁ ποιητὴς
5συμβουλεύῃ τοῖς θεωμένοις ἢ ἄλλο τι ἐκτὸς λέγῃ τῆς ὑποθέσεως”.

sch ran

686b

τροχαϊκὰ τετράμετρα κατα‐ ληκτικά.

sch ran

688a

ἐξισῶσαι τοὺς πολίτας: ὁ νοῦς καὶ ἡ συνέπεια τούτου τοῦ λόγου ἀρίστου καὶ σώφρονος ποιητοῦ συμβουλὴν ἔχει. συμβουλεύει γὰρ τοὺς δύο τοὺς ἐκ τῶν δέκα στρατηγῶν τῶν διὰ τὰ ἐν Ἀργιννούσαις ἀνῃρημένων φυγῇ
τὴν σωτηρίαν πορισαμένους συγγνώμης τε ἀξιῶσαι καὶ κατενεγκεῖν εἰς τὴν879
5πόλιν καὶ ἰσοτίμους ποιῆσαι τοῖς λοιποῖς. ὁ νοῦς μὲν οὗτος· λεκτέον δέ μοι καὶ τὴν συνέπειαν. πρῶτα μὲν οὖν ἡμῖν δοκεῖ ἐξισῶσαι τοὺς πολίτας καὶ ἀφελεῖν καὶ ἐκβαλεῖν τὰ δείματα καὶ τοὺς φόβους· καὶ ἐάν τις ἥμαρτε σφαλεὶς ἐν παλαίσμασι Φρυνίχου, ἤτοι περιπετείαις τύχης τροπικῶς, τροπικώτερον, φημὶ χρῆναι καὶ ἁρμόδιον εἶναι λῦσαι τὰς προτέρας πρότερον ἁμαρτίας τοῖς ὀλισθοῦσι καὶ πεσοῦσι καὶ πταίσασι
10τότε, ἐκθεῖσιν αἰτίαν ἤτοι δοῦσιν ἀπόκρισιν καὶ ἀπολογίαν, ποίῳ τρόπῳ ἐκ τῆς θαλάττης οὐκ ἀνείλαντο ἀνείλοντο τῶν τότε πεπτωκότων τὰ σώματα. τὰς τῶν πραγμάτων δὲ περιπετεῖς δυσχερείας παλαίσματα Φρυνίχου ἐκάλεσεν, ὅτι ὁ τραγικὸς Φρύνιχος Ἀνταίῳ τῷ αὐτοῦ δράματι γράφει τούτου τε Ἀνταίου τοῦ Λίβυος καὶ Ἡρακλέος παλαίσματα.

sch ran

688b

ἐξισῶσαι] ἀξιῶσαι συγγνώ‐ μης.

sch ran

688c

κἀφελεῖν] καὶ ἐκβαλεῖν.

sch ran

688d

δείματα] φόβους.880

sch ran

689a

Φρυνίχου παλαίσμασιν] ἤτοι περιπετείαις τύχης.

sch ran

689b

Φρυνίχου] τοῦ.

sch ran

689c

παλαίσμασιν] ἐν ταῖς κατη‐ γορίαις.

sch ran

690a

συγγενὴς γενέσθαι.

sch ran

690b

ἐκγενέσθαι] φιλιωθῆναι.

sch ran

690c

χρῆναι] ἁρμόδιον εἶναι, πρέπον.

sch ran

690d

ὀλισθοῦσιν] πέσουσιν, πταί‐ σασιν.

sch ran

691a

αἰτίαν] ἀπολογίαν, ἀπόκρι‐ σιν.

sch ran

691b

ἐκθεῖσι] δοῦσι.

sch ran

692a

εἶτ’ ἄτιμόν φημι: εἶτα, τουτέστι δευτέρῳ λόγῳ, φημί, φησὶν ὁ χορός, ἄτιμον μηδένα εἶναι ἐν τῇ πόλει· αἰσχρὸν γάρ ἐστι τοῦτο, εἰ τοὺς δούλους ἡμῶν τοὺς μίαν καὶ ἅπαξ ἐν Πλαταιαῖς κατὰ Περσῶν ναυμαχήσαντας καὶ
Πλαταιᾶς εὐθὺς εὐθὺ κληθῆναι καὶ ἀντὶ δούλων δεσπότας ἤτοι ἐλευθέρους· οὐ γὰρ881
5τῶν σφῶν ἐδέσποσαν δεσποτῶν· ἢ δεσπότας εἶπεν, ὡς μετὰ τὴν ἐλευθερίαν ἐπικτησαμένους καὶ δούλους. αἰσχρὸν μὲν οὖν, φησίν, ἐστίν, εἰ τοὺς δούλους ἡμῶν μίαν ναυμαχήσαντας ἠλευθερώσαμεν καὶ συμπολίτας, Ἀθηναίους καὶ Πλαταιᾶς, ἐκαλέσαμεν· καὶ οὐδὲ τοῦτο ἔχοιμι ἂν εἰπεῖν, ὡς οὐ καλῶς ἐγένετο, ἀλλ’ ἐπαινῶ.

sch ran

692b

εἶτ’] κατὰ δεύτερον λόγον.

sch ran

693a

ναυμαχήσαντας] κατὰ Περ‐ σῶν.

sch ran

693b

μίαν] ἅπαξ.

sch ran

694a

αὐτοὺς κληθῆναι Πλαται‐ έας ἤγουν ἐλευθέρους.

sch ran

694b

Πλαταιέας] εἰς.

sch ran

694c

δεσπότας] γενέσθαι.

sch ran

696

μόνα γὰρ αὐτ: μόνον γὰρ τοῦτο ἐχεφρονέστατον πεποιήκατε· δεῖ
δὲ ὑμᾶς καὶ τοῖς συμπολίταις καὶ στρατηγοῖς, ὧν πολλὰ πολλάκις οἱ πατέρες μεθ’ ὑμῶν ἐναυμάχησαν καὶ ὑμῖν εἰσι συγγενεῖς, ἐπταικόσι δὲ ἅπαξ αἰτουμένοις συγγνῶναι τὴν συμφοράν.882

sch ran

699a

τὴν μίαν] ἤτοι ἅπαξ ἐ‐ πταικόσι.

sch ran

699b

παρεῖναι] ἀφεῖναι, συγχωρῆ‐ σαι, συγγνῶναι.

sch ran

700a

ἀλλὰ τῆς ὀργῆς: ὁ “ἀλλά” περισσός· τῆς ὀργῆς παυθέντες, ὦ σοφώτατοι, ἔχοιμεν πάντας καὶ συγγενεῖς καὶ πολίτας. εἰ δ’ ὑπερηφανευσόμεθα (704) τούτοις, καὶ ταῦτα τῆς πόλεως ἐν κλύδωνι συμφορῶν οὔσης, ὑστέρῳ χρόνῳ κακόβουλοι δόξαιμεν, ἤτοι προσεκτέον, μὴ ἐντεῦθεν ἡμῖν κακόν τι
5συμβαίη.

sch ran

700b

τῆς ὀργῆς] ἀπό.

sch ran

700c

ἀνέντες] ἐνδόντες.

sch ran

700d

φύσει] κατὰ ἀλήθειαν.

sch ran

702

κἀπιτίμους] ἐντίμους.

sch ran

703a

ὀγκωσόμεσθα] ἐπαρθῶ‐ μεν, ὑπερηφανευσόμεθα.

sch ran

703b

κἀποσεμνυνούμεθα] ἀλαζο‐
νευθῶμεν.883

sch ran

704a

τὴν πόλιν] ἡμῶν.

sch ran

704b

κυμάτων ἐν ἀγκάλαις] ἐν κλύδωνι συμφορῶν.

sch ran

705

εὖ φρονεῖν οὐ] κακόβουλοι.

sch ran

706a

εἰ δ’ ἐγὼ ὀρθὸς ἰδεῖν: εἰ δ’ ἐγώ, φησὶν ὁ χορὸς ἤτοι ὁ ποιητής— ὃ γὰρ ὁ ποιητὴς ἤθελε γίνεσθαι, τὸν χορὸν παρεῖχε παρῆγε λέγοντα τοῦτο—φησὶν οὖν ὁ χορὸς ὡς ἀπὸ τοῦ ποιητοῦ πάλιν χωροῦντος εἰς κωμῳδίαν δημαγωγοῦ, Κλειγένους τινὸς βραχυήλικος· εἰ δὲ ἐγὼ ὀρθός εἰμι ἰδεῖν καὶ νοῆσαι καὶ κρῖναι
5βίον καὶ τρόπον καὶ γνώμην ἀνέρος καὶ ἀνθρώπου, ὅστις οἰμώξεται ἤτοι ὃς μέλλει περιπεσεῖν συμφοραῖς, οὐ πολὺν χρόνον οὐδ’ ὁ Κλειγένης ὁ τοῖος καὶ τοῖος ἐνδιατρίψει, τῇ δημαγωγίᾳ δηλονότι καὶ τῇ ἀρχῇ, ἀλλὰ βραχέος χρόνου καιροῦ ἐκπεσεῖται. τὴν δὲ περὶ τῶν ἐν Σαλαμῖνι ναυμαχησάντων καὶ τὴν τῶν δέκα στρατηγῶν
10τῶν ἐν Ἀργιννούσαις τῆς Λέσβου ναυμαχίαν καὶ νίκην αὐτῶν κατὰ τῶν Λακώ‐ νων, βαρυσυμφορωτέραν ἥττης τῆς οἱασδήποτε γεγονυῖαν αὐτοῖς τοῖς νικήσασιν, οἱ πρὸ ἡμῶν σχολιογράφοι, ὥς τινες ἐξ ἀγορᾶς βαναυσότατοι ἄνθρωποι, μυριαχῶς καὶ φύρουσι καὶ συγχέουσιν, ὡς μήτε ἱστορίαν συνόλως εἰδότες μήτε
μετασχόντες γραμμάτων τῶν στοιχειωδῶν κἂν καὶ πρώτων.884

sch ran

706b

ἀσυνάρτητοι ἐξ ἰαμβικῶν καὶ δακτυλικῶν καὶ ἀναπαιστικῶν καὶ τροχαϊκῶν.

sch ran

706c

εἰ] ἀντῳδή.

sch ran

706d

ὀρθὸς ἰδεῖν] δυνατός εἰμι νοῆσαι, κρῖναι.

sch ran

706e

βίον] γνώμην.

sch ran

706f

τρόπον] γνώμην.

sch ran

707

οἰμώξεται] ὃς μέλλει περιπε‐ σεῖν συμφοραῖς.

sch ran

708

πολὺν] χρόνον.

sch ran

709

Κλειγενὴς ὁ μικρὸς] ἐνδια‐ τρίψει τῇ δημαγωγίᾳ δηλονότι καὶ τῇ ἀρχῇ.

sch ran

710a

βαλανεὺς: ὡς βαλανέα τὸν Κλειγένην κωμῳδεῖ, καί φησιν· ὁ πονηρότατος οὗτος βαλανεὺς τῶν βαλανέων πάντων, ὁπόσοι κρατοῦσι κονίας καὶ γῆς κυκησιτέφρου καὶ ψευδονίτρου καὶ κιμωλίας γῆς ἤτοι λευκῆς καὶ
νιτρώδους. οἱ βαλανεῖς γὰρ κυκῶσιν ἤτοι ταράσσουσι καὶ μιγνύουσι τὴν τέφραν885
5ἐλαίῳ καὶ λοιποῖς εἴδεσι γῆς καὶ ποιοῦσι τὸ μίγμα τῶν λουομένων. καὶ τὰ ψευδόνιτρα δὲ καὶ νίτρα ῥυπτικὰ καὶ καθαρτικά εἰσι· Κίμωλος δὲ νῆσός ἐστι μία τῶν Κυκλάδων νιτροποιός.

sch ran

710b

βαλανεὺς ὁπόσοι] ἀπὸ τῶν βαλανέων πάντων.

sch ran

711

κυκησιτέφρου] νίτρου.

sch ran

712

κιμωλίας γῆς] λευκῆς· ἢ πηλοῦ.

sch ran

713

ἐνδιατρίψει] δημαγωγίᾳ.

sch ran

714a

εἰδὼς δὲ τάδε: ἀντὶ τοῦ τόδε. ποῖον τόδε; ὅτι οὐ πολὺν χρόνον ἐνδιατρίψει, οὐκ εἰρηνικός ἐστι βαδίζων ἄνευ ξύλου, ἵνα μή ποτε ἀποδυθῇ μεθύων.

sch ran

714b

γνώρισμα τηρῶν Κλειγένης στρατηγίας ἀνὴρ κατεῖχεν ἀρχικὴν βακτηρίαν. οὗτος δ’ ὁ μῖμος κωμικὸς σιλλογράφος
καὶ τοῦτο σύρει πρὸς τὸ τούτῳ συμφέρον.886

sch ran

714c

οὐκ εἰρηνικὸς: οὐχ ἥσυ‐ χος, ἀλλ’ οἷον ἔνοπλος. εἰδὼς δὲ ταῦτα προσεποιεῖτο πρόφασιν ἢ μα‐ νίαν, εἰδώς, ὅτι μισεῖται παρὰ τῶν
5πολιτῶν· διὸ καὶ βακτηρίαν ἔχων περιῄει, δι’ ἧς ἠμύνετο τοὺς ἐπερχο‐ μένους αὐτῷ.

sch ran

714d

εἰδὼς δὲ τάδ’] γινώσκων, ὅτι μισεῖται παρὰ τῆς πόλεως.

sch ran

714e

οὐκ εἰρηνικὸς] οὐχ ἥσυχος,
ἀλλ’ ἔνοπλος.887

sch ran

718a

πολλάκις ἡμῖν: πολλάκις, φησίν, ἡ πόλις ἡμῶν ἤτοι αἱ Ἀθῆναι ἔδοξε καὶ ἐνομίσθη ταὐτὰ πάσχειν εἰς τοὺς ἀγαθοὺς πολίτας καὶ τὰ παλαιὰ (721) καὶ κάλλιστα χρύσινα νομίσματα· οὔτε γὰρ τοῖς ἐκ καλλίστου χρυσοῦ κεχαραγμένοις παλαιοῖς νομίσμασι χρώμεθα, ἀλλὰ τοῖς νέοις καὶ ὑποχάλκοις,
5(730) οὔτε τοῖς εὐγενέσι καὶ ἀγαθοῖς καὶ σώφροσι πολίταις, ἀλλὰ τοῖς δυσγενέσι καὶ πονηροῖς καὶ οἷς πρότερον ἡ πόλις οὐδ’ ἂν εἰς καθαρμὸν ἐχρήσατο, οὖσι
καὶ γένει καὶ τρόπῳ καὶ τῇ μορφῇ ὑπὲρ πᾶν αὐτοκάθαρμα.888

sch ran

718b

ἀντεπίρρημα.

sch ran

718c

ἔδοξεν] ἐνομίσθη.

sch ran

718d

ἡ πόλις] αἱ Ἀθῆναι.

sch ran

718e

πεπονθέναι] παθεῖν.

sch ran

719

ταὐτὸν] ὅμοιον.

sch ran

721

κεκιβδηλευμένοις: ἀχρήστοις, ἀποβλήτοις· ἡ μεταφορὰ ἀπὸ τῶν Χίων, οἵτινες ἐξ ἀνυπερβλήτου στοργῆς ἐς τοσοῦτον ἔχθος Ἀθηναίοις μετέπε‐ σον, ὡς Ἀθηναίους χίβδηλον πᾶν μὴ μόνον τὸ βδελυκτὸν καλεῖν, ἀλλὰ καὶ πάντας ἀνθρώπους ἀπὸ τοῦ βδελύσσεσθαι τοῖς Ἀθηναίοις τοὺς Χίους καὶ τὸ
5χιῶσαι καὶ ἀπαλεῖψαι καὶ συγκρύψαι ὁμοίως καλεῖν· οὕτω χίβδηλον καὶ κίβδηλον. ἢ κίβδηλον τὸ σεσηπὸς καὶ ἄχρηστον· ἡ μεταφορὰ ἀπὸ τῶν σεσηπότων ξύλων ἐστὶ καὶ ὑπὸ κιὸς καὶ σκώληκος δεδηλημένων καὶ βεβλαμμένων.

sch ran

723a

ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις: ὀρθῶς χαραχθεῖσι καὶ
εὐήχοις νομίσμασιν.889

sch ran

723b

κοπεῖσι] χαραχθεῖσι.

sch ran

723c

κεκωδωνισμένοις] δεδοκι‐ μασμένοις.

sch ran

725

χαλκίαι λέγονται κυρίως οἱ χάλκεοι ἀνδριάντες· νῦν δὲ χαλκία καλεῖ τὰ χάλκεα ἢ χαλκεπίχρυσα νομίσματα.

sch ran

726a

χθές τε καὶ πρώην: χθὲς καὶ πρὸ βραχέος τινὸς τὸ χάραγμα καὶ τὸν τύπον τοῦ σφραγιστῆρος λαβοῦσι κακίστῳ χαράγματι καὶ τυπώματι.

sch ran

726b

χθές τε] πρὸ βραχέος.

sch ran

726c

κόμματι] χαράγματι.

sch ran

727

τοὺς πολίτας τε ὁμοίως τοὺς εὐγενεῖς καὶ μετόχους παντοίων καλῶν προσελοῦμεν καὶ ὑβρίζομεν, ἤτοι ἀτιμοῦμεν καὶ παρορῶμεν καὶ καταφρονηταὶ τούτων γινόμεθα.

sch ran

730a

προσελοῦμεν: ὑβρίζομεν. χαλκοῖς: ἀδοκίμοις, βδελυροῖς τὸν
τρόπον· “χαλκοῖς” δὲ εἶπεν ὡς ἐπὶ φαύλων νομισμάτων.890

sch ran

730b

προσελοῦμεν] ὑβρίζομεν.

sch ran

730c

χαλκοῖς] βδελυροῖς, ἀδοκί‐ μοις.

sch ran

730d

Πυρρίαις: δούλοις· ὀνόματα γὰρ τότε τοῖς δούλοις ἐτίθεντο Πυρρίαι, Τίβιοι, Καρίωνες, Μαναῖ, Σκεβλύαι, Διτύλαι, Παρδόκαι καὶ ἕτερα.

sch ran

730e

Πυρρίαις] δούλοις.

sch ran

733a

φαρμακοῖσι: τοῖς καλουμένοις καθάρμασι. τὰ καθάρματα δὲ
τοιαδί· συμφορᾶς οἱασδήτινος κατασχούσης πόλιν τινὰ δυσμορφότερον πάντων καὶ ἀηδέστερον ξύλοις ἀκάρποις ὑπὲρ τῆς πόλεως τῆς θεηλατουμένης ἐκείνης κατέφλεγον καὶ τὴν τέφραν ἁπανταχοῦ ὡς καθάρσιον ἐξελίκμων καὶ ἀπερράν‐891
5τιζον.

sch ran

733b

φαρμακοῖσιν] καθάρμασιν.

sch ran

734

ὦνόητοι: καὶ νῦν, ὦ ἀνόητοι, μεταμείψαντες τοὺς ὑμῶν τρόπους πάλιν χρῆσθε δημαγωγοῖς καὶ ἄρχουσι τοῖς χρηστοῖς, καὶ κατορθώσασιν ὑμῖν εὔλογον καὶ εὐάφορμον καὶ τὸ πρᾶγμα καλὴν ἔχον τὴν ἀπολογίαν φανεῖται, (736) καὶ σφαλεῖσι δὲ καὶ ἀποτυχοῦσι τοῦ σκοποῦ ἐν τῷ χειροτονήσασθαι καὶ
5προστήσασθαι ἡμῶν εὐγενεῖς δημαγωγούς, ἐάν τι πάσχητε βλαβερὸν τοῖς τοιούτοις, ἐξ ἀξίου δοκήσετε πάσχειν, ἀλλ’ οὐκ ἀναξίου τοῦ ξύλου. τοῦτο δὲ
παροιμία ἐστὶ προσφυὴς λέγεσθαι τοῖς ἀπάγχειν ἑαυτοὺς βουλομένοις· “ἀπὸ ξύλου καλλίστου κἂν ἀπαγξαίμην”. πῶς δὲ τοὺς βουλευτὰς ὁ κωμικὸς οὕτω τραχείαις ταῖς ὕβρεσι βάλλων καὶ πῇ μέν, ὡς νῦν, ἀνοήτους καλῶν, πῇ δὲ892
10βαρύτερα ἕτερα, οὐ τὴν προσήκουσαν δέδωκεν;

sch ran

736a

παροιμία· “ἀπὸ ξύλου καλ‐ λίστου κἂν ἀπαγξαίμην”.

sch ran

736b

εὔλογον] καὶ καλὴν ἀφορμὴν ἔχον φανεῖται.

sch ran

736c

σφαλῆτ’] ἀποτυχῆτε τοῦ σκοποῦ.

sch ran

740a

βινεῖν: συνουσιάζειν. βινεῖν δὲ εἴρηται ἀπὸ τοῦ ἐν τῷ βίῳ νεῖν καὶ νήχεσθαι· ἄνετον γὰρ βίον πρὸ τοῦ γάμου ζῶντες οἱ ἄνθρωποι, ἀφ’ οὗ συνδεθῶσι τοῖς γάμοις,
ταῖς συμφοραῖς νήχονται καὶ βίου τοῖς κύμασιν.893

sch ran

740b

βινεῖν ἀπὸ τοῦ ἐν τῷ βίῳ νεῖν καὶ νήχεσθαι.

sch ran

741

τὸ δὲ μὴ πατάξαι σε: ἐλλείψεως τὸ σχῆμα, οἷον· τὸ δὲ μὴ πατάξαι σε ἐκεῖνον ἐλέγξαντά σε ἄντικρυς δοῦλον οὐ χρηστοῦ δεσπότου ἐστί; καὶ ὁ Ξανθίας (743) τὸν δουλικὸν τρόπον μιμούμενος φάσκει· εἰ ἐπάταξέ με, οἴμωζεν ἂν οἴμωξεν ἄν ἀντὶ τοῦ “ᾤμωξεν”—ἰωνικὸν δὲ τοῦτο, οὐκ ἀττικόν—. —οὐκ ἀττικὸν τὸ “οἴμωζεν”, ἰωνικὸν δέ—. πῶς δὲ ἂν οἴμωξε οἴμωζε καὶ ᾤμωξε ᾤμωζε
5καὶ ἐδυσφόρει; πεφευγότος ἐμοῦ.

sch ran

742a

θαυμάζω, ὅτι οὐ χρηστοῦ
δεσπότου ἐστίν.894

sch ran

742b

ὢν] δοῦλος.

sch ran

742c

εἶναι δεσπότης] θαυμάζω.

sch ran

743

οἴμωζε μέντἄν] εἰ ἐπάταξε πεφευγότος ἐμοῦ.

sch ran

744

πεποίηκας] ὅτι δοῦλος.

sch ran

745a

ἱκετεύω καὶ ἀποδέχομαί σε, ἐπείπερ καὶ σὺ τοῦτο ποιεῖς.

sch ran

745b

χαίρεις, ἱκετεύω, φησὶν ὁ Ξανθίας τῷ Αἰακοῦ δούλῳ. κἀκεῖνος·
μὴ χαίρειν ἁπλῶς με νόμιζε τότε, ἀλλ’ ἐποπτεύειν δοκῶ, ἤτοι ὑπερχαίρειν, ὡς οἱ γεγονότες ἐπόπται τῶν μυστηρίων. Σύμμαχος δὲ περὶ μυστῶν καὶ ἐποπτευόν‐ των895
5φησίν, ὅτι πρῶτον οἱ μεμυημένοι ἐδιδάσκοντο τὰ μυστήρια καὶ ἔπειτα ἐγένοντο ἐπόπται.
1ἐποπτεύειν δοκῶ] θεωρίας βλέπειν.

sch ran

747a

τί δὲ] χαίρεις.

sch ran

747b

τονθορύζων] ψιθυρίζων.

sch ran

748

ἀπῇς θύραζε] καὶ ἀπέρχεσαι ἔξω τῆς θύρας.

sch ran

749a

τί δὲ] χαίρεις.

sch ran

749b

πράττων] πταίων.

sch ran

749c

οἶδ’ ἐγώ] ὁπόσα εὐφραίνομαι.896

sch ran

750a

ὁμόγνιε Ζε: πολλαὶ κλήσεις τῷ Διὶ προσαρμόττουσι· καλεῖται γὰρ φίλιος, ξένιος, ἑταιρεῖος, ὁμόγνιος, καὶ ἑτέρας κλήσεις μυρίας προσφυεῖς τοῖς χρωμένοις. ἐπεὶ δὲ καὶ ὁ Ξανθίας καὶ ὁ δοῦλος τοῦ Πλούτωνος ὡς δοῦλοι συγγενεῖς λέγονται, Δία ὁμόγνιον καὶ συγγενικὸν ἀνακαλεῖται χαίρων καί
5φησιν· ὦ Ζεῦ, συναγαγὼν νῦν ἡμᾶς, τοὺς ὁμογενεῖς λέγω καὶ ὁμοδούλους. εἶτα πάλιν ἐρωτᾷ τὸν Πλούτωνος δοῦλον· καὶ παρακούων καὶ κρυφῇ ἀκροώμενός σου τῶν δεσποτῶν· ἀπὸ κοινοῦ τὸ “χαίρεις;” κἀκεῖνος· καὶ μάλα πλεῖν καὶ πλέον χαίρω· εἰ δὲ μὴ χαίρω τοῦτο ποιῶν, μαίνομαι καὶ ἐξεστηκώς εἰμι φρενῶν.

sch ran

750b

ὁμόγνιε] συγγενικέ.

sch ran

750c

καὶ ... δεσποτῶν] καὶ κρυφῇ ἀκροώμενος τῶν δεσποτῶν.

sch ran

751a

ἅττ’ ἂν] εὖτ’ ἄν.

sch ran

751b

λαλῶσι] χαίρεις.

sch ran

751c

μάλα ... μαίνομαι p.i.m.] πλέον χαίρω· εἰ δὲ μὴ χαίρω, μαίνο‐ μαι καὶ ἐξεστηκώς εἰμι φρενός.

sch ran

752a

τί δὲ τοῖς θύρασι καὶ τοῖς ἐκτὸς καὶ ξένοις ταῦτα καταλαλῶν; ἢ ἀντὶ
τοῦ “λαλῶν” ἁπλῶς ἢ κατὰ τῶν δεσποτῶν ταῦτα λαλῶν. κἀκεῖνος· ἔγωγε, φησί, ὅταν δρῶ τοῦτο—ὁ “ἀλλά” περισσός—καὶ ἐκμιαίνομαι ἤτοι ἡδύνομαι, ὥσπερ οἱ ἐν συνουσίαις ἀποκρίνοντες τὸν θορόν. ἀλλά σοι μηδὲ τὸ “θύρασιν”897
5εἰπεῖν παραδράμωμεν. θύρασιν εἴπομεν, ὅτι ἡ λέξις τοῖς ἐκτὸς καὶ ξένοις φησίν. ἰστέον δέ, ὅτι ἀπὸ εὐθείας τῆς “ὁ θύρας” ἔκλινεν, ὡς Αἴας, Αἴαντος, Αἴασιν.

sch ran

752b

θύραζε] θύρασι.

sch ran

752c

καταλαλῶν] λέγων.

sch ran

753

κἀκμιαίνομαι] ἤτοι ἡδύνομαι.

sch ran

754

ὦ Φοῖβ’ Ἄπολλον: ὁ Ξανθίας τοῦτό φησι θαυμάσας, ὅτι τοῦ αὐτοῦ τούτῳ τρόπου καὶ ὁ τοῦ Πλούτωνος δοῦλός ἐστι· καὶ περιβάλλουσιν ἀλλήλους καὶ κατασπάζονται. εἶτα ἀπὸ τῶν ἔνδοθεν ἔνδοθεν ἐκτὸς ἐξερχομένου θορύβου (756) τε καὶ βοῆς αἰσθόμενος ὁ Ξανθίας τὸν Πλούτωνος δοῦλον τὸν δοῦλον τὸν Πλούτωνος ἐρωτᾷ· πρὸς
5τοῦ Διός, ὃς ἡμῖν ἐστιν ἡμᾶς τοὺς ὁμομαστιγίας καὶ ἤτοι ὁμοδούλους ἡμᾶς ὄντας εἰς ταὐτὸ (758) συνήγαγε τήμερον, σήμερον, τίς ἐστιν ὁ θόρυβος καὶ ἡ παροῦσα βοή; καὶ ὅς· Αἰσχύ‐ λου (761) καὶ Εὐριπίδου, φησί· νόμος γάρ τίς ἐστιν ἐν τῷ Ἅιδῃ τὸν ἄριστον τῶν ὁμοτέχνων τῶν καλλίστων τεχνῶν προεδρίαν ἔχειν τῶν ἄλλων, ἔγγιστα τοῦ Πλούτωνος καθεζόμενον.898

sch ran

755

κύσαι] φιλῆσαι.

sch ran

761

ἐκ τοῦ;] πράγματος.

sch ran

764a

σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν: οἱ ἄριστοι τῶν δημαγω‐ γῶν καὶ τῶν στρατηγῶν, ὡς καὶ σοφοί τινες, ὡς οἱ λυρικοί, Ἀθήναζε σίτησιν εἶχον ἐν τῷ πρυτανείῳ· ἀπὸ γοῦν τῶν ἐν Ἀθήναις ἐθίμων μεταφέρει ταῦτα εἰς τὰ ἐν Ἅιδου.

sch ran

764b

πρυτανείῳ] δημοσίῳ.

sch ran

765a

θρόνον τε τοῦ Πλούτωνος ἑξῆς: ἤτοι μετὰ τὸν Πλούτωνα δευτερευούσῃ τάξει. μανθάνω, φησὶν ὁ Ξανθίας, ἤτοι νοῶ.

sch ran

765b

ἑξῆς] ἐγγύς.

sch ran

765c

μανθάνω] νοῶ.899

sch ran

767a

τότε δὲ παραχωρεῖν ἔδει: τότε δέ, ὅταν σοφώτερος ἔλθοι, παραχωρεῖν ἔδει, ἀντὶ τοῦ “δεῖ παραχωρεῖν”, ἐκείνῳ τοῦ θρόνου καὶ ὑπείκειν.

sch ran

767b

ἔδει] δεῖ.

sch ran

771a

ἐπεδείκνυτο: ἐκόμπαζεν, ὕψου ἑαυτὸν καὶ ἐθεάτριζε τοῖς λωποδύ‐ ταις, τοῖς ἀποδύουσι τὰ ἱμάτια ἔκ τε ζώντων καὶ ἐκ νεκρῶν.

sch ran

771b

ἐπεδείκνυτο] ἐπιδεικτικῶς ἔλεγε.

sch ran

772a

βαλαντιοτόμοι εἰσὶν οἱ λάθρᾳ τε καὶ κρυφίως τέμνοντές τε καὶ
ἀφαιρούμενοι ἔκ τινων τὰ νομισματοδόχα φασκώλια.900

sch ran

772b

τοῖς βαλλαντιοτόμοις] τοῖς κλέπτουσι τὰ βαλάντια.

sch ran

775a

τῶν ἀντιλογιῶν: τῶν σοφιστικῶν ἀντιθέσεων· μᾶλλον δὲ τῶν ἐπιφερομένων αὐτῷ ἀτέχνων καὶ ἀσκόπων καὶ ἀνηθικεύτων ἀντιλογιῶν, ἐν αἷς ἀντιλέγοντας δείκνυσι δούλους δεσπόταις, ἄρχουσιν ἀρχομένους, στρατευομένους τοῖς στρατηγοῖς, τοῖς τριηραρχοῦσι τοὺς ἐπιβάτας, καὶ ἁπλῶς οὗ ποιεῖ μιξανάρ‐
5ρουν πραγμάτων καὶ σύγχυσιν.

sch ran

775b

ἀντιλογιῶν] ἀντιρρήσεων.

sch ran

775c

λυγισμῶν καὶ στροφῶν: καμπῶν καὶ εὐστρόφων εὑρεσιλογιῶν.

sch ran

776a

ὑπερεμάνησαν: πόθον ἐμμανῆ καὶ ἐρωτικὸν ἔσχον αὐτοῦ καὶ τῆς
στοργῆς τῆς τούτου ἐξαρτώμενοι ἐφαίνοντο.901

sch ran

776b

ὑπερεμάνησαν] ὑπερεχάρη‐ σαν.

sch ran

777

σημαίνει δύο, τὸ “περιποιοῦ‐ μαι” καὶ “βοηθῶ.”

sch ran

778a

κοὐκ ἐβάλλετο;: ἐν λίθοις δηλονότι ὁ Εὐριπίδης.

sch ran

778b

κοὐκ ἐβάλλετο;] ἐν λίθοις ὁ Εὐριπίδης.

sch ran

780

ὁπότερος] ὁποῖος.

sch ran

781a

νὴ Δ’ οὐράνιόν γ’ ὅσον: ἐρωτήσαντος Ξανθίου ὁ τῶν πανούργων δῆμος ἐβόα, φησὶν ὁ τοῦ Πλούτωνος οἰκέτης, “οὐράνιόν γ’ ὅσον”, ἤτοι· ναί, ὁ τῶν πανούργων δῆμος ἐβόα ἢ “οὐράνιον” ἤτοι μέγα, ἢ “ὅσον”· ὁ δὲ τοῦ γελοίου ἕνεκα τὰ δύο μίξας εἰρήκει. ἡμάρτηται δὲ τῷ κωμικῷ ἀπροσεκτήσαντι
5ἀνωτέρω μικρὸν οὗ εἶπεν· “ὅπερ ἔστ’ ἐν Ἅιδου πλῆθος”· καὶ μετὰ τὸ
νὴ Δ’ οὐράνιόν γ’ ὅσον μετὰ στίχον ἕνα τὸ αὐτὸ ἁμάρτημα πάλιν ἁμαρτάνει λέγων “ὀλίγον ἐστὶ τὸ χρηστόν, ὥσπερ ἐνθάδε”, ἀπροσεκτήσας, ὅτι δῆθεν ὁ χορὸς ἐν τῷ Ἅιδῃ ὢν ταῦτα λέγει. ὤφειλεν οὖν εἰπεῖν ἐκεῖ μὲν “ὅπερ ἐστὶν ἐνθάδε πλῆθος”, οὐ μὴν “ἐν Ἅιδου”· οἷς δὲ μέλλει εἰπεῖν “ὥσπερ902
10ἐνθάδε”, ὤφειλεν εἰπεῖν “ὥσπερ ἐν τῷ βίῳ” ἢ “ὥσπερ ἐν Ἀθήναις”.

sch ran

781b

νὴ] ναί.

sch ran

783

ἐνθάδε] ἐκεῖ.

sch ran

787

ὅμοιον.

sch ran

788

μὰ Δ’ οὐκ ἐκεῖνος: οὔ μὰ Δία, φησίν, οὐ Σοφοκλῆς ἀντελάβετο καὶ ἤρισε καὶ ἀντέτεινε περὶ τοῦ θρόνου, ἀλλ’ ἔκυσε μὲν τὸν Αἰσχύλον, ἠσπάσατο χείλεσιν, ἢ καὶ προσεκύνησεν, ὅτε κατῆλθεν ὁ Σοφοκλῆς δηλονότι τεθνηκώς.

sch ran

789

κἀνέβαλε τὴν δεξιὰν: ἤτοι καὶ αὐτὸς ὁ Σοφοκλῆς ἀνέτεινεν εἰς ὕψος τὴν δεξιὰν καὶ ἐχειροτόνησε καὶ ὥσπερ ἐπεψηφίσατο καὶ ἐπεκύρωσεν ἄξιον εἶναι τῆς προεδρίας Αἰσχύλον. τοῦτο γὰρ ἦν ἡ παλαιὰ χειροτονία, τὸ ἐπὶ τοῖς προβεβλημένοις εἰς ἀρχὴν οἱανδήτινα ἀρεσκόμενον τὸν δῆμον εἰς ὕψος
5ἀνατείνειν τὰς δεξιάς, μὴ ἀρεσκόμενον δὲ τῷ κατεστῶτι σχήματι καὶ κατὰ
χώραν ἔχειν τὰς χεῖρας.903

sch ran

790a

κἀκεῖνος μὲν ὑπεχώρησεν: καὶ ὁ Σοφοκλῆς μὲν ὑπεχώρησε καὶ μακρὰν ἀπέδραμε τοῦ ἐρίζειν Αἰσχύλῳ περὶ τοῦ θρόνου αἰδεσθεὶς τὸ ἀξιογέρα‐ στον τοῦ ἀνδρός.

sch ran

790b

ὑπεχώρησεν] παρεχώρησεν.

sch ran

791

νυνὶ δ, ὡς ἔφη Κλειδημίδης: υἱὸς ἢ κατά τινας ὑποκριτὴς Σοφο‐ κλέους ὁ Κλειδημίδης.

sch ran

793a

ἐάσειν οὕτως, ὡς εὗρεν,
Αἰσχύλον καθέζεσθαι.904

sch ran

792

ἔφεδρος] συγκάθεδρος.

sch ran

793b

ἕξειν κατὰ χώραν] ἡσυχά‐ σειν.

sch ran

795a

τί χρῆμ’ ἄρ’ ἔσται;: τί χρῆμα καὶ πρᾶγμα μέλλει γενέσθαι, διερωτᾷ ὁ Ξανθίας· ὁ δὲ τοῦ Πλούτωνος οἰκέτης φησί· νὴ τὸν Δία, μετὰ βραχεῖαν πάνυ χρόνου ῥοπὴν κἀνταῦθα ἤτοι καὶ ἐν τῷ Ἅιδῃ τὰ δεινὰ κινηθήσεται ἤτοι δεινὰ (797) καὶ χαλεπὰ πράγματα γενήσεται. καὶ γὰρ ἡ μουσικὴ καὶ λογικὴ καὶ
5ποιητικὴ τέχνη ταλάντῳ καὶ ζυγῷ σταθμήσεται ἤτοι ζυγοσταθμήσεται ζυγοσταθμηθήσεται τὰ
ἔπη τῶν ποιητῶν, ὡς ἐν τῷ βίῳ ταῖς ἀγοραῖς τὰ κρέα σταθμᾶται καὶ ὁ τυρός.905

sch ran

795b

νὴ ... ὕστερον] μετὰ βρα‐ χεῖαν χρόνου παραδρομήν.

sch ran

796

κἀνταῦθα] ἐν τῷ Ἅιδῃ.

sch ran

797

ταλάντῳ] ζυγῷ, καμπανῷ.

sch ran

798a

τί δ; μειαγωγήσουσι: τῶν παλαιῶν· “εἰώθασιν οἱ Ἀθη‐ ναῖοι προσφέρειν εἰς τοὺς φράτορας γραφόμενοι πρόβατον· καὶ οἱ ἱστά‐
5μενοι ἔλεγον “μεῖον μεῖον”· καὶ τὸν εἰσάγοντα μειαγωγὸν ἐκάλουν”.
ἅπερ γράφουσιν οἱ πάλαι μακρηγόροι,
ἐκεῖθεν αὐτὸς ἐξερευνῶν μοι μάθε· εἰ δ’ αὖ ἀκόμψως καὶ σαφῶς καὶ συντόμως906
10καὶ πρὸς φύσιν μαθεῖν δὲ πραγμάτων θέλεις, ἄκουσον ἡμῶν καὶ φρενῶν δέλτοις τύπου. τὸ μειαγωγεῖν τὸ ζυγῷ σταθμᾶν νόει, ὡς τὰ κρέα τυρούς τε τοῖς πρατηρίοις, συχνῶς ἐν οἷς βοῶσιν ἐξωνηκότες·
15
“μεῖον πρὸς ὁλκὴν καὶ ῥοπὴν ζυγουλκίας,
ὅ μοι πιπράσκεις, καὶ βραχὺ πρόσθες μέρος”.
λέγει.
Τζέτζης μὲν οὕτω τουτοΐ σοι νῦν γράφει. ἄκουσον δέ, εἴπερ ἐθέλεις μαθεῖν καὶ τὰ τῶν παλαιῶν, ὄντως ἀπατούρια, πλὴν
20οὐ κατ’ αὐτοὺς πεφυρμένα, τὰ Τζέτζη δὲ κοσμήματα, ὃς Ἀπατούριά φησιν ἑορτὴν Ἀθήναζε εἶναι ἐκ τοῦ Μέλανθον τὸν ἐκ Κόδρου Ἀθηνῶν τὴν βασιλείαν λαβόντα ἐπὶ τῷ μονομαχῆσαι Ξανθίᾳ τῷ Βοιωτῷ ἀπατῇ αὐτὸν ἀνελεῖν εἰπόντα· “ἑνὶ μόνῳ συνεθέμην μονομαχῆσαι· τίς δ’ οὗτος ὁ σὺν σοὶ ἐμοὶ βουλόμενος
μάχεσθαι;” πρὸς γὰρ τὸν λόγον στραφέντα τὸν ἄνθρωπον οὗτος ἀπέκτεινεν.907
25ἔγνως, πῶς πρὸς τὸ “μεῖον μεῖον” τὰ Ἀπατούριά εἰσιν ἀπατούρια; τὸ πλῆθος δὲ τούτων τὸ πεφυρμένον βραχυλογήματι περισχεῖν οὐκ ἐξόν,
ἄλλην ἐπ’ ἄλλῃ συμφορὰν δεδεγμένον, τέως, ὃ τάχα λέγειν δοκοῦσι, τοιοῦτόν ἐστιν. οἱ Ἀθηναῖοι τοὺς παῖδας αὐτῶν πολιτογραφοῦντες εἰς τοὺς φράτορας ἦγον μετά τινα χρόνον τῆς τῶν παίδων
30γεννήσεως· καὶ καθ’ ἡμᾶς λαμπρὰν καὶ γαμικὴν ἐποίουν δοχήν, κατὰ δὲ τούτους ἱερεῖον πρὸς σταθμὸν ἐδίδουν τοῖς φράτορσιν· ἐκεῖνοι δὲ “μεῖον μεῖον” ἔλεγον θέλοντες μείζους μερίδας λαμβάνειν. καὶ τὰ τούτων τζετζικωτέρως εἶπον ὑμῖν ἐάσας ἀβυδηνά τινα μυρία ἐπιφορήματα.

sch ran

798b

μειαγωγήσουσι] ζυγοστατή‐
σουσι, σταθμήσουσι.908

sch ran

799a

κανόνας: τεκτονικὰ ἐργαλεῖα καὶ πήχεις μετρικῶν λόγων.

sch ran

799b

ἐξοίσουσι] κομίσουσι.

sch ran

800a

καὶ πλαίσια σύμπτυκτα: πλινθουργικὰ ἐργαλεῖα ἐκ σανίδων συνεπτυγμένα καὶ συνεσφιγμένα καὶ συντεθέντα εἰς ἐπίμηκες σχῆμα τετράγωνον, ὃ καὶ πλινθίον καλεῖται.

sch ran

800b

πλαίσια] τυπάρια πλίνθων.

sch ran

801a

καὶ διαμέτρους καὶ σφῆνας: ἐξορκίζω ὑμᾶς πρὸς τῆς ἀληθείας
αὐτῆς· τοὺς τὰς (τοὺς) διαμέτρους μηδεὶς διαβήτας νοήσειεν, ἀλλὰ σπαρτία δῆθεν γεω‐ μετρικά, οἷς μετροῦμεν καὶ τὰ διάμετρα, εἰ καὶ τὸ σκέλος ποτέ φαμεν τοῦ διαβήτου ἀνεῳγὸς εἰς διάμετρον. νῦν δὲ διαμέτρους λέγει γεωμετρικῇ τῇ909
5τροπῇ τὴν πᾶσαν τῶν δραμάτων διάνοιαν, σφῆνας δὲ τὰ τῶν συλλαβῶν καὶ τὰ τῶν μετρικῶν ποδῶν ὑπερείσματα καὶ πᾶσαν λόγου τὴν κατάλεπτον ἁρμογήν.

sch ran

801b

διαμέτρους] σπαρτία γεω‐ μετρικά.

sch ran

802

κατ’ ἔπος βασανιεῖν: κατὰ λεπτὸν ἐξετάσαι, πολυπραγμονῆσαι.

sch ran

803

ἦ που] ὄντως.

sch ran

804

ἔβλεψε γοῦν ταυρηδὸν: χαρακτηρίζει τὸ στρυφνὸν καὶ αὐστηρὸν τοῦ Αἰσχύλου, καὶ ζωγραφεῖ δὲ τοῦτον, οἷος ἦν ὀργιζόμενος.

sch ran

805

τοῦτ’ ἦν δύσκολον: ἀντὶ τοῦ “τοῦτο ἔστι δύσκολον”.910

sch ran

807a

οὔτε γὰρ Ἀθηναίοις συνέβαιν’ Αἰσχύλος: ἤτοι οὐχ ὑπέπιπτε καὶ φίλως εἶχε τοῖς Ἀθηναίοις. εἰ δὲ σοφόν τι μαθεῖν ἐθέλεις, πρόσ(σ)χες τοῖς παλαιοῖς.

sch ran

807b

συνέβαιν’] καὶ ἐφιλιοῦτο.

sch ran

808a

πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους: ὁ Αἰσχύλος, φησὶν ὁ Ξανθίας· καὶ διὰ τοῦτο δηλονότι οὐ συνέβαινε καὶ ἐφιλιοῦτο αὐτοῖς. καὶ πρὸς αὐτὸν ὁ οἰκέτης τοῦ Πλούτωνος λέγει· ναί, πολλοὺς ἐνόμιζε τοιχωρύχους. τοὺς τοιούτους ἐνόμιζεν.

sch ran

808b

πολλούς] ναί.911

sch ran

809a

λῆρόν τε τἄλλ’ ἡγεῖτο: πάντα δὲ τὰ ἄλλα φλυαρίαν ἐνόμιζε καὶ ἐν παρέργῳ καὶ δεύτερα ἐνόμιζε καὶ ἐτίθετο τοῦ γινώσκειν φύσεις ποιητῶν, ἤτοι τοῦ γράφειν ὀρθῶς καὶ συντιθέναι τὰ δράματα ὡς οἱ γενναῖοι καὶ ἄριστοι ποιηταί. εἰ δὲ μαθεῖν ἐθέλεις κομψοπρεπές τι καὶ ἥδυσμα λόγου,
5Τζέτζην παρεικὼς μὴ γράφοντα προσφόρως ἀρχῆς ἀπ’ ἄκρης μέχρι τέρματος βίβλου τὰ τῶν παλαιῶν ἠκριβωμένως σκόπει.

sch ran

809b

λῆρον] φλυαρίαν.

sch ran

809c

τἆλλ’] πάντα τὰ ἄλλα.

sch ran

809d

ἡγεῖτο] ἐν παρέργῳ ἐτίθετο.

sch ran

809e

πέρι] περι.

sch ran

810

εἶτα τῷ σῷ δεσπότ: ἤτοι τῷ Διονύσῳ ἐπέτρεψαν καὶ ἀνέθεντο
δηλονότι τὴν κρίσιν Εὐριπίδου τε καὶ Αἰσχύλου, ὅτι τῆς τέχνης ἔμπειρος ἦν καὶ ἔστιν. ἔμπειρον δὲ τὸν Διόνυσον τῆς ποιητικῆς εἶναί φησιν, ὅτι καθ’ ἕκαστον ἔτος ἐν τοῖς Διονυσίοις, ἃ ἐτελεῖτο ἔαρος ἀρχομένου, παυομένου δὲ τοῦ χειμῶνος,912
5οἱ τραγικοί τε καὶ κωμικοὶ ποιηταὶ ἠγωνίζοντο.

sch ran

811

ἐπέτρεψαν] ἀνέθεντο τὴν κρίσιν.

sch ran

812

ἄλλ’ εἰσίωμεν: ὅτι, ὅταν οἱ δεσπόται ἐσπουδάκωσιν ἤτοι φροντίδα σπουδαίων καὶ ἀναγκαίων ἔχωσιν ἔργων, κλαύματα ἡμῖν γίνεται, ἤτοι μαστιζό‐ μενοι οἱ οἰκέται δακρύομεν.

sch ran

813a

ἐσπουδάκωσι] φροντίδα σπουδαίων ἔχωσι.

sch ran

813b

κλαύμαθ’ ἡμῖν] ἤτοι δα‐ κρύομεν.

sch ran

814a

ἦ που] ὄντως.

sch ran

814b

ἐριβρεμέτας] ὁ Αἰσχύλος,
διὰ τὸ βροντῶδες τῶν ῥημάτων.913

sch ran

815

ὀξύλαλόν] τό.914

sch ran

816

ἀντιτέχνου] τοῦ Εὐριπίδου.

sch ran

818a

ὑψιλόφων τε λόγων] μεγά‐
λων τῶν τοῦ Αἰσχύλου.915

sch ran

818b

κορυθαίολα] ποικίλα.

sch ran

819a

σκινδαλμὸς κυρίως τὸ περὶ τὸν φλοιὸν τοῦ καλάμου ξέσμα· παραξόνια δέ, οἷον κινδυνώδη καὶ παράβουλα, περὶ τὸν τροχὸν ἑλκό‐
5μενα.

sch ran

819b

παραξόνια] παραξέσματα.916

sch ran

819c

σμιλεύματά] ἀποτρίμματα
ξύλων.917

sch ran

820

φρενοτέκτονος] τοῦ Αἰσχύ‐ λου.

sch ran

821

ἱπποβάμονα] κενόδοξα.

sch ran

822a

φρίξας: ὁ Αἰσχύλος ὀργι‐ σθείς, ὥσπερ σῦς.

sch ran

822b

φρίξας] συνάξας.918

sch ran

824a

γομφοπαγῆ] ἰσχυρά.

sch ran

824b

ἀποσπῶν τὰ ῥήματα, ὥσπερ πίνακας ἀπὸ πλοίων· πινακίδες δὲ αἱ
μεγάλαι σανίδες τῶν πλοίων.920

sch ran

826a

λίσπη: λίαν ἐκτετριμμένη
καὶ ὀλισθηρὰ γλῶσσα, διὰ τὸ ἐν τοῖς λόγοις εὐαπόφυγον. ἄλλως. λίσπους καλοῦσι τοὺς ὑφ’ ἡμῶν καλουμένους921
5στρυφνοὺς ἀστραγάλους· οἱ τοιοῦτοι δὲ δυστροπικοί εἰσιν ἐν τῷ παίζειν.

sch ran

826b

στοματουργός] γλῶσσα.

sch ran

826c

λίσπη] εὔστροφος, λεπτή.922

sch ran

828a

δαιομένη] μερίζουσα.

sch ran

828b

τὴν τοῦ Αἰσχύλου λεπτο‐ λογίαν καταλεπτολογήσει ὁ Εὐρι‐
πίδης.923

sch ran

830

οὐκ ἂν μεθείμην] παρεπι‐ γραφή.

sch ran

832

αἰσθάνει] ἀκούεις.

sch ran

833a

ἀποσεμνυνεῖται: ὅπερ ἐποίει σιωπῶν· σεμνότητος γὰρ ἕνεκα ἐπὶ πολὺ ἐσιώπα Αἰσχύλος ἐν τοῖς θεάτροις εἰσιών.

sch ran

833b

ἀποσεμνυνεῖται] ἐπαίρεται.924

sch ran

834

ἐτερατεύετο] ἠλαζονεύετο.

sch ran

835

λίαν λέγε] κατὰ τοῦ Αἰσχύ‐ λου.

sch ran

836

διέσκεμμαι] διανενόηκα.

sch ran

837

διασύρει τὸν Αἰσχύλον, διότι ἄγρια πρόσωπα εἰσῆγεν ἐν τοῖς δράμασιν.

sch ran

838

ἀπύλωτον: ἀθύρωτον· ἢ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον. μὴ
χαλιναγωγούμενον, μὴ κρατούμενον.925

sch ran

839a

ἀπεριλάλητον: οὐκ εἰδότα
λαλεῖν. κομποφακελορρήμονα δέ, βαρυρρήμονα· φάκελοι γὰρ τὰ βαρέα φορτία τῶν ξύλων.926

sch ran

839b

ἀπεριλάλητον] μὴ δυνάμενον λαλῆσαι.

sch ran

839c

κομποφακελορρήμονα] βα‐
ρυρρήμονα.927

sch ran

839d

αἱ τέσσαρες λέξεις, τὸ “αὐθαδόστομον”, τὸ “ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα” τὸ “ξε‐ νοτέρας λέξεις φθεγγόμενον” δηλοῖ,
5ὡς καὶ τὸ “κομποφακελορρήμονα”
τοῦτο δείκνυσι.928

sch ran

840a

ἄληθες] κατ’ εἰρωνείαν.

sch ran

840b

παῖ ... θεοῦ] τῆς Δήμη‐
τρος, ἤτοι τῆς λαχανοπώλιδος.929

sch ran

841

σὺ δὴ] λέγεις.

sch ran

842a

διὰ τὴν Ἑκάβην, διότι ἐποίησεν αὐτὴν βασίλισσαν οὖσαν πένησσαν.

sch ran

842b

ἔθος τοῖς ῥήτορσι πλάττειν ὀνόματα, ὡς καὶ ὁ θεολόγος· “Εἰδω‐ λιανέ, καυσίταυρε”, καὶ ὁ Δημοσθέ‐
νης· “γραμματοκύφων”.931

sch ran

844

θερμήνῃς] ἀνάψῃς.

sch ran

847

ἄρνα μέλανα: ὡς τοιαύτης γινομένης θυσίας τῷ Τυφῶνι ἐν τῷ λῆξαι τὰς καταιγίδας.
ἢ ὅτι τοῖς ἀνέμοις τοῖς σκότος ποιοῦ‐ σιν ἔθυον ἄρνα μέλαιναν, τοῖς δὲ μὴ939
5τοιούτοις λευκήν.

sch ran

848

τυφὼς: διὰ τὰ ἐν τῷ τοῦ Προμηθέως δράματι γραφέντα περὶ τὸν Τυφῶνα· τυφὼς δὲ καλοῦσι τὰς καταιγίδας τῶν ἀνέμων.

sch ran

849

ὁ Αἰόλος ἦν ἀπὸ τῆς Κρήτης, ὃς εἶχε παῖδας δύο, τὴν Δανάην καὶ
τὸν Μεγαρέα, οἵτινες ἐποίησαν παῖ‐ δας καὶ συνέζευξαν αὐτοὺς ἀλλήλοις.940

sch ran

850a

Δανάης καὶ Μεγαρέως τῶν ἀδελφῶν· ἐδοκεῖ γὰρ τοῖς παλαιοῖς πάνυ ἐναγὲς τὸ ἀδελφοῖς μίγνυσθαι.

sch ran

850b

γάμους δ’ ἀνοσίους] Δανάης καὶ Μεγαρέως τῶν ἀδελφῶν.

sch ran

852

πόνηρ’] πολύπονε.941

sch ran

854

κεφαλαίῳ] μεγάλῳ, ἁδρῷ.

sch ran

855a

τὸν Τήλεφον] ἐγκέφαλον παρ’ ὑπόνοιαν.

sch ran

855b

ἰδιαίτατα δὲ τὸν Τήλεφον κωμῳδεῖ.

sch ran

858

ἀρτοπώλιδας] γυναῖκας.

sch ran

859a

ὡς κάθυγρος ὢν τὰ πολλὰ ἡ δάφνη καὶ ὁ πρῖνος φωνοῦσι τῶν
ἄλλων δένδρων τῷ καίεσθαι.942

sch ran

859b

σὺ δ’] ὦ Αἰσχύλε.

sch ran

859c

ὥσπερ ... βοᾷς] ὅτι ὁ πρῖνος καιόμενος ψόφον ποιεῖ.

sch ran

862

τὰ νεῦρα] τοὺς εἱρμούς.

sch ran

863

δράματά εἰσι ταῦτα.

sch ran

864

κἄτι μάλα τὸν Τήλεφον: ὡς εἰ ἔλεγε· καὶ ὃν κωμῳδεῖς Τήλεφον, εἰς μέσον φέρε. φέρω vel φέρων.

sch ran

867

τί] διὰ τί.943

sch ran

869

ἕξει] δύναται.

sch ran

873

μουσικώτατα] ἐντέχνως.

sch ran

874

ὑμεῖς δὲ] πρὸς τὸν χορόν.

sch ran

876

λεπτολόγους]
περὶ Αἰσχύλου. καθορᾶτε]

sch ran

877a

τῶν διὰ τῶν γνωμῶν τυπτο‐
μένων.944

sch ran

877b

τοῖς μετὰ σκέψεως εὑρισκο‐ μένοις.

sch ran

878

στρεβλοῖσι] ἀσαφέσι.

sch ran

879(b)

ἐποψόμεναι] περὶ Εὐριπίδου.945

sch ran

881

τὰ μὲν ῥήματα πρὸς τὸν Αἰσχύλον, τὰ δὲ παραπρίσματα πρὸς τὸν Εὐριπίδην λεπτολογοῦντα.

sch ran

886

ὁ Αἰσχύλος Ἐλευσίνιος·
ἐτιμᾶτο δὲ ἐκεῖ ἡ Δήμητρα.946

sch ran

887a

σχῆμα γοργότητος.

sch ran

887b

εἶναί με] ποίησον.

sch ran

888a

λιβανωτὸν] θῦσον.

sch ran

888b

καλῶς] εἰρωνικῶς.947

sch ran

891

ἰδιώταις] ἰδίοις.

sch ran

892a

καὶ Σωκράτης ἐν Νεφέλαις·
μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα. χαρακτηρίζει δὲ Εὐριπίδην εὐεπίφο‐ ρον ὄντα ἐπὶ τὸ αἰθέρα ὀνομάζειν.
5στρόφιγξ δὲ ἀπὸ τοῦ στρέφειν αὐτὸν καὶ πανουργεύεσθαι.

sch ran

892b

βόσκημα] πλὴν ἰχθύων· οἱ
γὰρ ἰχθύες οὐ χρῄζουσι τοῦ ἀέρος.950

sch ran

893

σκόπει τὸν Εὐριπίδην ὡς θεοποιοῦντα τὴν σύνεσιν.

sch ran

894

ὀρθῶς μ’ ἐλέγχειν] δότε, ποιήσατε.

sch ran

896

σοφοῖν ἀνδροῖν] τὰ δυϊκὰ καλλύνουσι τὴν γραφήν.

sch ran

897a

ἐμμέλειαν] ἁρμονίαν.

sch ran

897b

ἐπί τε] ἐλθεῖν.951

sch ran

897c

δαΐαν: ἀγωνιστικήν, πολε‐ μικήν· ἢ ἔμπειρον, ἀπὸ τοῦ “δαῆναι”.

sch ran

897d

δαΐαν] ἀγωνιστικήν, ὁρμη‐ τικήν.

sch ran

899

ἄτολμον] ἀσθενές, ἀδύνατον.

sch ran

901a

ἐξεσμένον· ῥίνη γὰρ ἐργα‐ λεῖον τεκτονικόν.

sch ran

901b

κατερρινημένον] ἐξεσμένον.

sch ran

902a

τὸν δ’] τὸν Αἰσχύλον.

sch ran

902b

αὐτοπρέμνοις] δυσκόλοις,
προρρίζοις, μεγάλοις.955

sch ran

904a

συσκεδᾶν] κινεῖν.

sch ran

904b

ἁλινδήθρας ἐπῶν] συστρο‐ φάς, τύπους, χαρακτῆρας ἄλλων ποιητῶν.

sch ran

905a

ἰαμβικὰ τετράμετρα κατα‐ ληκτικά.

sch ran

905b

ὅπως] ὁρᾶτε.

sch ran

905c

ἐρεῖτον] εἴπητε.

sch ran

906

εἰκόνας] αἰνίγματα.956

sch ran

910(a)

παρὰ Φρυνίχ: ἀπατεὼν γάρ, ὡς ἀφελέστερος ὁ Φρύνιχος. νῦν δὲ Φρύνιχον λέγει λέγουσι τὸν τραγῳδίας ποιητήν· τοῦτον δὲ ἐπαινοῦσιν εἰς τὴν μελοποιίαν. νῦν νυνὶ δὲ ὡς ἀφελοῦς αὐτοῦ μνημονεύει ὁ Ἀριστοφάνης· Ἀριστοφάνης· ἦν δὲ πρὸ Αἰσχύλου”.

sch ran

910b

Φρυνίχῳ] ἀφελεῖ.957

sch ran

914a

οὐ δῆθ’] ἔλεγον.

sch ran

914b

ἤρειδεν] ἐφ’ ἑτέρῳ ἕτερον προσετίθει.

sch ran

915a

μελῶν] τραγῳδιῶν.

sch ran

915b

οἱ δ’] οἱ ἄλλοι.

sch ran

917a

διασύρει τοὺς ἀθηναίους ῥήτορας.

sch ran

917b

ἠλίθιος ... ἦσθα] ὅτι ἔχαι‐ ρες ἐν τῇ σιωπῇ.

sch ran

918a

τὸ “ὁδεῖνα” ἐλάμβανον ἐπὶ τῶν παρόντων οἱ παλαιοὶ ἀντὶ τοῦ 〈“ὅδε”〉 ἐπιδεικτικῶς, οἱ δὲ νεώτεροι ἐπὶ τῶν ἀπόντων ἀντὶ
5ἀντωνυμίας.961

sch ran

918b

κἀμαυτῷ] ὅτι μωρὸς ἤμην.

sch ran

918c

ὁ δεῖνα] Αἰσχύλος.

sch ran

919a

προσδοκῶν] περιμένων.

sch ran

919b

καθῆτο] καθίσῃ.

sch ran

922a

οὕτως ἔλεγον τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν· “σκορδινᾶσθαι”. τινὲς 〈δὲ〉 περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτεί‐
5νοιεν τὰ μέλη, ὅπερ συμβαίνει καὶ περὶ τοὺς ἄλλως πως βασανιζομέ‐ νους καὶ διαστρεφομένους τὰ μέλη.962

sch ran

922b

σκορδινᾷ] ἀποταυρίζῃ.

sch ran

924a

μεσοίη] μεσάζοι.

sch ran

924b

βόεια] μεγάλα.

sch ran

925

μουρμουρωπά] ὑψηλά, ὑπερή‐ φανα.

sch ran

926

ἀγνῶτα] μὴ καθαρά.963

sch ran

927

πρῖε] ἀκόνει.

sch ran

928a

χαρακτηριστικῶς καὶ τοῦτο, ὅτι πολὺς Αἰσχύλος ἐν τῷ ποταμοὺς καὶ ὄρη λέγειν.

sch ran

928b

Σκαμάνδρους] ποταμούς.

sch ran

928c

ἐπόντας] ἱστορημένους.

sch ran

929

γρυπαιέτους: ἐπίσημον ἀσπίδος ἀλλόκοτον. εἰώθασι γὰρ ζωγραφεῖν εἰς τὰς ἀσπίδας αἰετοὺς
καὶ ἄλλα τινά.964

sch ran

930

ξυμβαλεῖν] νοηθῆναι.

sch ran

931a

τὸ “ἤδη” λαμβάνεται ἐπὶ τῶν τριῶν χρόνων· παρεληλυθότος, ἐνεστῶτος καὶ ἐπὶ μέλλοντος.

sch ran

931b

ἤδη ποτ’] παράλληλον.965

sch ran

932a

τὸν ... ἱππαλεκτρυόνα] διασύρει τινὰ ξανθόν.

sch ran

932b

ὄρνις] πετεινόν.

sch ran

932c

τίς] ποῖος.

sch ran

933

ὦμαθέστατ’] ἤγουν κέπφος.

sch ran

934a

τὸν Φιλοξένου] τὸν υἱὸν τοῦ.

sch ran

934b

τὸν Φιλοξένου] διασύρει τοῦτον.

sch ran

935

(v.l.) γρ. κολεκτρυόνα.966

sch ran

938

παραπετάσμασι] ἐν τοῖς περ‐
σικοῖς βήλοις.967

sch ran

940a

οἰδοῦσαν] καὶ ἐξωγκωμένην.

sch ran

940b

ἐπαχθῶν] ὀγκηρῶν.

sch ran

941

πρώτιστον] εὐθύς.

sch ran

942a

ἐπυλλίοισι] μικροῖς λόγοις
διυλίζων.968

sch ran

942b

περιπάτοις] ὁδοῖς.

sch ran

944

Κηφισοφῶν: ὅτι ἐδόκει δοῦλος ὢν συμπονεῖν αὐτῷ ὁ Κηφισο‐ φῶν, καὶ μάλιστα τὰ μέλη· ὃν καὶ συνεῖναι τῇ γυναικὶ αὐτοῦ κωμῳ‐
5δοῦσιν. ἕτερος δέ ἐστι Κηφισοφῶν, ὁ καὶ τὸ ψήφισμα εἰσενεγκὼν ὑπὲρ τοῦ
εἰρχθῆναι τῆς ἐν πρυτανείῳ σιτήσεως.969

sch ran

947

λέγειν ἄλλο ἢ τὸ σόν. δυσγε‐ νὴς γὰρ ἦν.

sch ran

948

παρῆκ’] κατέλειψα.970

sch ran

951

τολμῶντα] λέγειν.

sch ran

952a

τὰ περὶ δημοκρατίας καὶ ἰσότητος· εἰς τὴν τοῦ δήμου ὠφέ‐
λειαν.971

sch ran

952b

δημοκρατικὸν γὰρ αὖτ’ ἔδρων: τὰ περὶ δημοκρατίας καὶ ἰσότητος. φησὶν οὖν πρὸς ταῦτα ὁ Διόνυσος· ἔασον· ἐμὸν γάρ ἐστιν
5ἐμπεριπατῆσαι περὶ τούτου, οὐ σόν, παρόσον ἡσυχίας καὶ εἰρήνης ὁ θεὸς αἴτιος.

sch ran

952e

ἀποκρίνεται ὁ Διόνυσος πρὸς τὸ “δημοκρατικόν”, καί φησιν· οὐκ ἔστι σοι ἄδεια τοῦ λέγειν περὶ τού‐ του· ἐμὸν γάρ ἐστι τὸ κρατεῖν τοῦ
5δήμου.972

sch ran

952d

ἔασον οὖν, ὦ τᾶν· ὀρθῶς γάρ σου κατηγορεῖ ἐπὶ τῇ πάντων ἀδολεσχίᾳ ὁ Αἰσχύλος· οὐκ ἂν ἔχοις ἐμπεριπατῆσαι οὐδὲ ἐπαινέσαι σεαυ‐
5τὸν ἐπὶ τούτῳ.

sch ran

953a

ὁδὸς εἰς τοὔμπροσθεν τοῦ φροντίζειν τῆς ὠφελείας τοῦ δήμου.

sch ran

953b

οὐ ... κάλλιστα] ἐμὸν γάρ ἐστιν ἐμπεριπατῆσαι περὶ τούτου, οὐ σόν.

sch ran

954a

τουτουσὶ] τούτους· τοὺς Ἀθηναίους.

sch ran

954b

φημὶ κἀγώ] κατ’ εἰρωνείαν.

sch ran

956a

εἰσβολὰς] μαθήσεις.

sch ran

956b

γωνιασμούς] σχηματισμούς.

sch ran

957

ἐρᾶν] ἐρωτᾶν.973

sch ran

958a

κάχ’] τὰ κακά.

sch ran

958b

ὑποτοπεῖσθαι] ὑπονοεῖν.

sch ran

958c

περινοεῖν] περιεργάζεσθαι.

sch ran

959

οἰκεῖα] λεπτά.

sch ran

960a

(v.l.) ἂν] γρ. ἄρ’

sch ran

960b

ἐξηλεγχόμην] κατὰ τὴν τέχνην.

sch ran

961a

τὴν τέχνην] κατά.

sch ran

961b

ἐκομπολάκουν] κενοὺς οὐκ
ἐποίουν 〈ψόφουσ〉.974

sch ran

962a

ἀποσπάσας] τοὺς Ἀθηναί‐ ους.

sch ran

962b

ἐξέπληττον] ἐξεδειμάτουν.

sch ran

964a

γνώσει] πρὸς τὸν Διόνυσον.975

sch ran

964b

(v.l.) ἑατέρου ους] ἑκατέρους.976

sch ran

965a

Μεγαίνετος ὁ Μανῆς: ὅτι οὐ πάντως βάρβαρος, ἀλλ’ ἀναί‐ σθητος καὶ οὐκ ἀστεῖος. αὐθάδης δὲ οὗτος καὶ τῶν στρατηγιώντων·
5ὑπῆρχε δὲ καὶ θρασύς.

sch ran

965b

τούτου μὲν οὖν] τοῦ Αἰσχύ‐ λου.

sch ran

965c

Μεγαίνετός θ’ ὁ Μάνης] ὁ
βάρβαρος, τουτέστιν ὁ Σθλάβος.977

sch ran

966a

σάλπιγγας καὶ λόγχας καὶ ὑπήνας ἔχοντες· τοῦτο δὲ εἰς τὸν Φορμίσιον ἀποτείνει, ὡς μέγαν πώ‐ γωνα ἔχοντα.

sch ran

966b

σαλπιγγολογχυπηνάδαι] ἤ‐ τοι ἔχοντες γένεια εἰς ὀξὺ λήγοντα, ὥσπερ ἡ σάλπιγξ.

sch ran

966c

σαρκασμοπιτυοκάμπται] ὡς σαρκάζοντας καὶ προσποιουμένους
τὰ πολεμικά.978

sch ran

967a

Θηραμένης: ἀστεῖος καὶ πιθανός· Κλειτοφῶν δὲ ὡς ἀργὸς ἐκωμῳδεῖτο· νῦν δὲ ὡς παλίμβολον καὶ πανοῦργον βούλεται τοῦτον ἀ‐
5ποδεικνύναι καὶ παραπλήσιον Θη‐ ραμένει.

sch ran

967b

οὑμοὶ δὲ] μαθηταί.

sch ran

968

σοφός γ’ ἀνὴρ] κατ’ εἰρωνείαν.980

sch ran

970a

ἐκ τῆς παροιμίας “οὐ Χῖος, ἀλλὰ Κεῖος”, παρόσον ποικίλος τις ὢν καὶ ἀγχίστροφος καθωμίλει τοὺς καιρούς, πρὸς τὸ κρεῖττον μέρος
5διδοὺς ἑαυτόν. ἄλλως: οἱ Ἀθηναῖοι ἐχθρωδῶς διακείμενοι πρὸς τοὺς Χίους, εἴ ποτε ἐκρατήθη παρ’ αὐτῶν τις ἀπὸ τῆς Χίου καὶ ἔμελλε τύπτεσθαι, ἀπεβόα·
10οὐ Χῖος, ἀλλὰ Κεῖος.983

sch ran

970b

οὐ Χῖος] παροιμία.

sch ran

970c

οὐ Χῖος] τὶ λέγων.

sch ran

971

ἰαμβικὰ δίμετρα καταλη‐ κτικά.

sch ran

972(b)

εἰσηγησάμην] ἐδίδαξα.

sch ran

973

λογισμὸν] γνῶσιν.

sch ran

974a

σκέψιν] σύνεσιν.

sch ran

974b

νοεῖν] διαγινώσκειν.

sch ran

975

διειδέναι p.i.m.] ἀκριβῶς ἐπίστασθαι, ἵνα προσέχωσι ταῖς οἰκί‐ αις καὶ μὴ τοῖς πολέμοις.

sch ran

977

οἰκεῖν] φυλάσσειν.

sch ran

980/81

Ἀθηναίων] ἀπό.

sch ran

981

ἅπας τις εἰσιὼν] γραμματι‐
κῶν καὶ οὐ φιλοσόφων.984

sch ran

982

πρὸς τοὺς οἰκέτας] εἰς τὴν οἰκίαν.

sch ran

984a

ἐδῶ, ἐδώσω, ἤδωκα· γρ. καὶ ἐδῶ, ἐδέσω, ἐδεστόν.

sch ran

984b

τίς ... ἀπεδήδοκεν;] τίς τὰ λείψανα τῆς τραπέζης ἔφαγεν;

sch ran

985

τὸ τρυβλίον] τὸ ἀγγεῖον.985

sch ran

986a

περυσινὸν] περσινόν.

sch ran

986b

τέθνηκέ] ἤγουν κέκλασται.

sch ran

988a

περισσεύουσι ταῦτα οἱ Ἀττικοί, ὡς τὸ “ἔπιε τοῦ ποταμοῦ”.

sch ran

988b

παρέτραγε] παρέφαγε.

sch ran

989a

βέλτερος ὁ εὔστοχος καὶ εὔσκοπος, ἀπὸ τοῦ “βάλλω”· ἀβέλ‐ τερος δὲ ὁ μωρὸς καὶ ἄσκοπος καὶ ἄστοχος.

sch ran

989b

ἀβελτερώτατοι] ἀσυνετώτα‐
τοι.987

sch ran

990a

Μαμμάκουθος καὶ Μελιτί‐ δης ἐπὶ μωρίᾳ διεβάλλοντο, καθάπερ καὶ ὁ Βουταλίων καὶ ὁ Κόροιβος. μελιτίδην δὲ τὸν εὐήθη, παρὰ τὸ
5μέλι· ἢ καὶ γέγονέ τις οὕτω μωρός. ἢ ὥσπερ οἱ Μαμμάκουθοι καὶ οἱ Μελιτίδαι· ἦσαν γάρ, ὥς φασιν, ἕτεροι ἄνδρες πονηροὶ καὶ τῇ ἀργίᾳ
ἐμμένοντες καὶ βλέποντες εἰς τὸ988
10βλάπτειν καὶ διαβάλλειν τινάς. σκώ‐ πτει διὰ τούτου τοὺς Ἀθηναίους ὁ ἀλιτήριος.

sch ran

990(b)

Μαμμάκουθοι: κυθοι
πρὸς τὸ “ἀνοίξω τὸ στόμα μου”.
μωρῶν παλαιῶν ἔργα καὶ κλήσεις τάδε.
Μακκὼ καὶ Μαργίτης τις.
5καὶ Μελιτίδης· καὶ Κόροιβος·
σὺν οἷς καὶ Μαμμάκουθος. καὶ Βουταλίων, μωροί· ὁ Ὀρέστης τε, ὁ παῖς τοῦ Ἑρμοκράτους· υἱεῖς Ἱπποκράτους τε· ἄλλοι τε πλείονες: —989
10Μακκώ, τῷ κατόπτρῳ μεν. τῷ ἑαυτῆς διελέγετο· Μαργίτης ἠρώτα δε, τίς ὁ γεννήσας ἐμέ· Μελιτίδης δέ, συζύγῳ τῇ οἰκείᾳ,
15οὐδόλως ἐμίγνυτο. ὡς πενθερόφοβος: — ἐάσθω μοι Κόροιβος. ὅστις ἠρίθμει τὰ κύματα·
ἕν, δύο καὶ τρία δε καταριθμῶν δεξιῶς·990
20καὶ συγχέων δε, ἀρχῆθεν ἀπηρίθμει: ἐάσθων καὶ σύμπαντες, οὕσπερ προέφημεν: —

sch ran

990c

κεχηνότες Μαμμάκυθοι] εἰς τὴν κακίαν, ὥσπερ οἱ.

sch ran

991

μελιτίδης· εὐήθης, παρὰ τὸ μέλι.

sch ran

992a

παρ’ ὑπόνοιαν· ἤγουν “ὦ Αἰσχύλε”. λοιδορεῖ δὲ τοῦτον· ἐν τῇ ἀρχῇ γὰρ τοῦ δράματος εἶχε τοῦτον τὸν στίχον.

sch ran

992b

λεύσσεις] βλέπεις.

sch ran

992c

Ἀχιλλεῦ] παρ’ ὑπόνοιαν.

sch ran

993a

λέξεις] Αἰσχύλε.

sch ran

993b

ὅπως] ὅρα.991

sch ran

995a

ἀντὶ τοῦ “ἐκτὸς τῶν ὡρισ‐ μένων λόγων”· ἐμφαίνει δέ τι ὡρισ‐ μένον λέγειν, καὶ μάλιστα ὡς ἐπ’ ἄκρου ἱπποδρόμου ἐλαῖαι ἦσαν, καθ’
5ἃς ἐξεφέροντο οἱ ὑποπίπτοντες κατὰ τὸν δρόμον· θέλει δὲ εἰπεῖν “ἐκτὸς τοῦ προκειμένου”. ἢ ἐπεὶ εἶπεν ὁ Διόνυσος·
τίς τῆς ἐλαίας παρέτραγε;
10παρὰ τὸ “παρέτραγε” παίζων ὁ χορὸς τοῦτό φησιν·
μή ς’ ὁ θυμὸς ἁρπάσας
ἐκτὸς οἴσει τῶν ἐλαιῶν.

sch ran

995b

ἐκ μεταφορᾶς.

sch ran

995c

τῶν ἐλαιῶν] τῶν ὡρισμένων
λόγων.992

sch ran

996

κατηγόρηκεν] ἀναύξητον, ὡς τὸ “ἥβηκεν”.

sch ran

997

ὅπως] ὅρα.

sch ran

998

πρὸς ὀργὴν] καὶ ὀργίλως, ὡς τὸ “πρὸς χάριν” καὶ “χαριέντως”.

sch ran

999a

συστείλας] τὴν ὀργήν.

sch ran

999b

ἄκροισι] ὀλίγοις.

sch ran

1001

ἄξεις] προσάξεις.

sch ran

1003

] καθεστηκὸς] κατὰ χώραν
μένον.993

sch ran

1004a

ἀναπαιστικὰ τετράμετρα καταληκτικά.

sch ran

1004b

πυργώσας] αὐξήσας.994

sch ran

1005

ἀφίει] ἄφες.

sch ran

1006a

τῇ πρὸς Εὐριπίδην.

sch ran

1006b

τῇ ξυντυχίᾳ] τῇ συναντήσει.

sch ran

1008

ἀπόκριναι] ἀπόκρισιν δός.

sch ran

1009

δεξιότητος] ἕνεκα.995

sch ran

1012

τεθνάναι] γελοίου χάριν· ἀπέθανε γάρ.

sch ran

1014a

ἰσχυρούς· πᾶν γὰρ τὸ τετράγωνον στερεόν. μεγάλους.

sch ran

1014b

εἰ] ἐπειδή.

sch ran

1014c

τετραπήχεις] τετραγώνους.

sch ran

1014d

διαδρασιπολίτας] διαδιδρά‐
σκοντας τοὺς πολίτας· δειλούς.996

sch ran

1015a

ἀγοραίους] χυδαίους.

sch ran

1015b

κοβάλους] πανούργους. ἀπὸ τοῦ “βάλλειν τὰ ὦτα.”

sch ran

1016

πνέοντας δόρυ] θυμοῦ.

sch ran

1017

ἑπταβοείους] μεγάλους, ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος τοῦ Αἴαντος.

sch ran

1018a

καὶ δὴ ... κακὸν] ἤτοι
ἄρχεται θυμοῦσθαι ὁ Αἰσχύλος.997

sch ran

1018b

κρανοποιῶν] ἀλγῶν τὴν κεφαλήν.

sch ran

1018c

(v.l.) ἐπιτρίψει] ἐπιτρίψεις.

sch ran

1021

τοὺς] τό.998

sch ran

1025a

ὑμῖν] τοῖς Ἀθηναίοις.

sch ran

1025b

ἐπὶ τοῦτ’] ἐπὶ τὸ πολεμεῖν.

sch ran

1026

Πέρσας] τὸ τῶν Περσῶν
δρᾶμα.999

sch ran

1027

κοσμήσας] μετὰ κόσμου
ποιήσας.1000

sch ran

1030

ἀσκεῖν] ἐπιτηδεύεσθαι.

sch ran

1031

ὡς] πῶς.1002

sch ran

1033a

τὸν Μουσαῖον παῖδα Σελή‐ νης καὶ Εὐμόλπου Φιλόχορός φησιν. οὗτος δὲ παραλύσεις καὶ τελετὰς καὶ καθαρμοὺς συνέθηκεν· ὁ δὲ Σοφο‐
5κλῆς χρησμολόγον αὐτόν φησιν.

sch ran

1033b

ἐξακέσεις] θεραπείας.

sch ran

1035

τοῦ] τίνος.

sch ran

1036a

(v l.) ΔΙΟ.] Εὐριπίδης.

sch ran

1036b

καὶ μὴν οὐ Παντακλέα: διαβάλλει τὸν Παντακλέα ὡς ἀμαθῆ
ἐν τῷ ὁπλίζεσθαι.1003

sch ran

1037

ἔπεμπεν] ἐπέμφθη.

sch ran

1038

τὸ κράνος πρῶτον: δέον ἐπιδήσαντα τὸν λόφον ἔπειτα περι‐
θέσθαι τὸ κράνος.1004

sch ran

1039

ἀγαθούς] ἀρίστους ἐποίησεν Ὅμηρος.

sch ran

1040

ἀπομαξαμένη] ἐκμιμη〈σα‐ μένη〉· λαβοῦσα.

sch ran

1041

ἐπαίροιμ’] διεγείροιμι.

sch ran

1042

ἀντεκτείνειν] ἰσοποιεῖν.

sch ran

1043

ἀλλ’ ... Φαίδρας] διὰ τὸ
τοῦ Ἱππολύτου δρᾶμα.1005

sch ran

1044a

ἐρῶσαν] ἄνδρα.

sch ran

1044b

ἐποίησα] ποιητικῶς ἔγρα‐ ψα.

sch ran

1045

μήδε γ’] εἴθε.

sch ran

1046a

τοῖς σοῖς] δράμασιν.

sch ran

1046b

πολλοῦ] διὰ χρόνου.1006

sch ran

1047a

(v.l.) κάτ’ οὖν ἔβαλεν] γρ. κάτω ’νέβαλεν.

sch ran

1047b

τοῦτο] ἔπαθες.

sch ran

1051a

ὅτι πληθυντικῶς εἶπε κώ‐
νεια ἕνεκεν τοῦ πολλὰ εἶναι· ἦν δὲ καὶ ἑνικῶς εἰπεῖν. τάχα μέντοι μᾶλ‐1007
λον πρὸς τὸ περὶ γυναικῶν ἱστορού‐1008
5μενον· ἀλλὰ τὴν Σθενέβοιαν μεμιση‐ μέναι πιοῦσαι κώνειον ἐτελεύτησαν.

sch ran

1051b

Βελλεροφόντας] τοὺς πόρ‐ νους.

sch ran

1052

ὄντα] ἀληθῆ.1009

sch ran

1054

παράγειν] εἰσφέρειν.

sch ran

1055a

φράζει] διδάσκει.

sch ran

1055b

ἡβῶσι] γέρουσι.

sch ran

1056

Λυκαβῆτας: ὄρος Φωκί‐
δος· οἷον ῥήματα παραπλήσια ὄρεσιν.1010

sch ran

1057

Παρνασῶν] ὄρος Ἀθηναίων.

sch ran

1058a

ἐνθύμημα.

sch ran

1058b

ἀνάγκη] τὸν λέγοντα.

sch ran

1060a

ἐνθύμημα.

sch ran

1060b

κἄλλως] λέγειν.

sch ran

1060c

τοὺς ἡμιθέους ... χρῆ‐ σθαι] τοῦ Κάστορος καὶ Πολυδεύ‐ κους ἐποίησε δρᾶμα.

sch ran

1063

ἀμπίσχων] ἀλλοπαθές·
“ἀμπίσχομαι” δὲ ταὐτοπαθές.1011

sch ran

1067a

οὔλων ἐρίων: ὁ Διόνυσός φησιν· ἦν ἐνδεδυμένος ἐρίων χιτῶνα· περιείληπται γὰρ ῥάκη προσποιού‐ μενος εἶναι πένης.

sch ran

1067b

οὔλων] συνεστραμμένων.

sch ran

1068a

περὶ τοὺς] εἶτα.

sch ran

1068b

ἀνέκυψεν] ἤγρευεν.1012

sch ran

1070

τὰς πυγὰς] τὰς καθέδρας.1014

sch ran

1071a

τῶν μειρακίων: ἄπειροι οὗτοι ἐκκλησίας. φησὶν οὖν ὑπὸ Εὐ‐ ριπίδου διαστραφέντας ἐπὶ τὸ λέγειν ὁρμῆσαι. παράλους δὲ τοὺς κωπη‐
5λάτας.

sch ran

1071b

τοὺς παράλους] θαλασ‐
σίους· οὐδαμινοὺς ναύτας.1015

sch ran

1072

ἀνταγορεύειν] ἐναντιοῦσθαι.

sch ran

1073

ῥυππαπαὶ] ἐπίφθεγμα ναυτι‐ κόν, παρασκευαστικὸν κωπηλασίας.

sch ran

1074a

τῷ θαλάμακι: τῷ κωπη‐ λατοῦντι ἐν τῷ κάτω μέρει τῆς τριήρους. οἱ δὲ θαλάμακες ὀλίγον μισθὸν εἶχον διὰ τὸ κολοβαῖς χρῆσθαι
5κώπαις. ἦσαν δὲ τρεῖς τάξεις τῶν ἐρετῶν· καὶ οἱ μὲν κάτω ἐλέγοντο θαλαμῖται, οἱ δὲ μέσοι ζυγῖται, οἱ
δὲ ἄνω θρανῖται. θρανίτης οὖν ὁ περὶ τὴν πρύμνην, ζυγίτης ὁ μέσος, θαλά‐1018
10μιος ὁ πρὸς τὴν πρῴραν. καὶ θαλαμία ὀπή, δι’ ἧς ἐξέρχεται ἡ κώπη.

sch ran

1074b

τῷ θαλάμακι] τῷ κωπηλα‐ τοῦντι.

sch ran

1075a

μινθῶσαι: διοσφρᾶναι, δυσοσμίας ἀναπλῆσαι, μιᾶναι, ῥυπῶ‐ σαι. μίνθον δὲ τὸ παρ’ ἡμῖν ἡδύοσμον· οἱ δὲ τὸν θύμον.

sch ran

1075b

μινθῶσαι] διοσφρᾶναι.

sch ran

1075c

λωποδυτῆσαι] “κωπηλα‐ τῆσαι” ἔδει εἰπεῖν.

sch ran

1078

αἴτιός ἐστιν] οὑτοσί.

sch ran

1079

προαγωγοὺς] μαυλιστάς.1019

sch ran

1080

τικτούσας] ὡς ἡ Αὔγη.

sch ran

1081

μιγνυμένας τοῖσιν ἀδελφοῖς] ὡς αἱ τοῦ Αἰόλου θυγατέρες.

sch ran

1082

καὶ φασκούσας ... τὸ ζῆν] πρὶν ἂν ποιήσῃ πορνείαν μετὰ τοῦ
ἀδελφοῦ.1020

sch ran

1084

ὑπογραμματέων: τῶν γραμματεύειν βουλομένων καὶ μὴ στρατεύεσθαι. ἐπὶ κακοπραγμοσύνῃ δὲ διαβάλλει τοὺς γραμματεῖς.

sch ran

1085

βωμολόχων δημοπιθήκων] ἀπατώντων τοὺς δήμους δίκην πι‐
θήκων.1021

sch ran

1086

ἐξαπατώντων] ἐφερμηνευτι‐ κόν.

sch ran

1087

λαμπάδ’ οὐδεὶς: ἔδει γὰρ λαμπαδουχεῖν ἐν Ἡφαιστίοις καὶ Παναθηναίοις. ἐν Ἀθήναις δέ ἐστι γυμνάσιον, ἐν ᾧ ἐλαμπαδηφόρουν οἱ
5γυμνάζοντες. ὁ τῆς λαμπάδος δὲ ἀγὼν τρίτον Ἀθήνησιν ἤγετο· Προ‐ μήθεια, Ἡφαίστεια, Παναθήναια.

sch ran

1088

ἀγυμνασίας] ἀπειρίας.

sch ran

1089a

(v.l.) ὥστ’ ἀπεφανάνθην]
γρ. ὥστ’ ἀπαυάνθην.1022

sch ran

1089b

ἀπεφανάνθην] ἐξηράνθην ὑπὸ τοῦ γέλωτος.

sch ran

1091

ἔθει] ἔθεε.

sch ran

1092

ὑπολειπόμενος] τοῦ δρόμου.

sch ran

1093

κᾆθ’ οἱ Κεραμεῖς: οἱ τὸ Κεραμεικὸν οἰκοῦντες· δῆμος δὲ
Ἀθηναίων. ἐκεῖ γὰρ ὁ ἀγὼν ἤγετο. τοὺς γοῦν ὑστάτους τρέχοντας ἀπὸ1023
5τῶν ἀγοραίων τύπτεσθαι πλατείαις ὑπὸ τῶν νεανίσκων χερσί· καὶ λέγον‐
ται αἱ τοιαῦται κεραμεικαὶ πληγαί.1024

sch ran

1094

πύλαις] τοῦ ἀγῶνος.

sch ran

1096

πλατείαις] χερσὶ ἢ μάστιξι.

sch ran

1098

φυσῶν] σβέσας.1025

sch ran

1100

διαιρεῖν] διακρίνειν.

sch ran

1101a

ὁ μὲν] ὁ Αἰσχύλος.

sch ran

1101b

τείνῃ βιαίως] φιλονεικήσῃ. τὸν ἑαυτοῦ λόγον.

sch ran

1102a

ὁ δ’] ὁ Εὐριπίδης.

sch ran

1102b

κἀπερείδεσθαι] τοῖς οἰκεί‐ οις λόγοις.

sch ran

1102c

τορῶς] σαφῶς, ἀκριβῶς.

sch ran

1103a

ἀφ’ οὗ παροιμία. μὴ ἐν ταὐτῷ κάθησθον καὶ ἑνὶ λόγῳ τὰς ἀντιλογίας ποιεῖτε.

sch ran

1103b

μὴ ... κάθηστον] ἀφ’ οὗ παροιμία.

sch ran

1104

ἐσβολαὶ] ἀφορμαί, μάχαι.1026

sch ran

1106a

〈ἔπιτον]〉 ἐπέρχεσθον.

sch ran

1106b

ἀναδέρετον] ἀνακινοῦτε, ἀπογυμνοῦτε.

sch ran

1108

κἀποκινδυνεύετον] τολμῶν‐
τες λέγετε.1027

sch ran

1111a

(v.l.) λέγοντες] γρ. λεγόν‐ τοιν.

sch ran

1111b

λέγοντες] ὑμεῖς.

sch ran

1113a

ἐστρατευμένοι γάρ εἰσι: δεξιοὺς νομίζουσι τοὺς ἐστρα‐ τευμένους καὶ ἀξίους ἐπαίνου, τοὺς δὲ διαδιδράσκοντας τὰς στρατείας
5φιλοδίκους εἶναι καὶ συκοφάντας.

sch ran

1113b

ἐστρατευμένοι γάρ εἰσι] εἰς τὴν στρατείαν τοῦ Ἑρμοῦ, τοῦ
λόγου· ἤγουν λόγιοι.1028

sch ran

1114a

ἔχων] ἁπτόμενος.

sch ran

1114b

δεξιά] ἄριστα. εἰρωνικῶς.

sch ran

1115

κράτισται] λαμπραί.

sch ran

1116

παρηκόνηνται] ἠκονημέναι
τὸ ἀκούειν.1029

sch ran

1119

τοὺς προλόγους] εἰς τὰ
προοίμια.1030

sch ran

1120

πρῶτον] ἐν πρώτοις.

sch ran

1121a

πρώτιστον] ἐξαίρετον.

sch ran

1121b

τοῦ δεξιοῦ] εἰρωνεία.

sch ran

1122

φράσει] ἐκθέσει, διηγήσει.

sch ran

1123

πολλοὺς] λόγους.

sch ran

1124

λέγε] λόγον.

sch ran

1126a

τοῦτο “Ἑρμῆ χθόνιε” ἦν τοῦ Αἰσχύλου δράματος τῷ Ὀρέστῃ λεγόμενον κατὰ τὴν ἀρχήν.

sch ran

1126b

ἐποπτεύων] ἐπιτηρῶν.

sch ran

1128

γῆν τήνδε] τὴν Φωκίδα.

sch ran

1129a

τούτων] ἀπὸ τούτων, ὧν
εἶπεν.1031

sch ran

1129b

ἔχεις] δύνασαι.

sch ran

1129c

δώδεκα] πταίσματα.

sch ran

1130

πάντα γ’ ἐστὶν] δώδεκα.

sch ran

1133a

ἰαμβίοισι] στίχοις.

sch ran

1133b

προσοφείλων] πίπτων,
χρεωστῶν, ὑπ’ αἰτίαν ὤν.1032

sch ran

1134

ἐγὼ ... τῷδ’] ἐγὼ νὰ σιωπήσω ἐν τούτῳ τῷ Εὐριπίδῃ.

sch ran

1135

ὅσον] μέγα, πόλυ.

sch ran

1136

ὁρᾷς, ὅτι ληρεῖς;: ὁ Αἰ‐ σχύλος πρὸς τὸν Διόνυσον, ὡς ἀπα‐ τώμενον ὑπὸ Εὐριπίδου. διὸ ἐπιφέρει ὁ Διόνυσος· ἀλλ’ ὀλίγον γέ μοι μέλει.
5οὐ μέλει μοι ὑβριζομένῳ, ἀλλὰ κατα‐ φρονῶ σου. οὐ φροντίζω, φησί, κἂν
λέγῃς, ὅτι ἥμαρτεν.1033

sch ran

1140

οὐκ ἄλλως] ναί.

sch ran

1141

πότερ’] ἆρα.

sch ran

1144a

ἢ τὸν Ἑρμῆν ἀπὸ τοῦ ἄγαν ὀνεῖν, ἢ τὸν καταχθόνιον ἀπὸ τοῦ ἐν
τῇ ἔρᾳ ναίειν.1034

sch ran

1144b

(1) ἔλεγεν ἐπιτηρεῖν ἐκεῖ‐ νον τὸν Ἀγαμέμνονα ὁ Ὀρέστης τὸν Ἑρμῆν, ἀλλὰ τὸν ἐπιτηροῦντα τὰ πατρικὰ αὐτοῦ κράτη ἤγουν τὰ τοῦ
5Διός. (2) οὐ δῆτ’ ἐκεῖνον] ἤγουν τὸν Ἀγαμέμνονα ἔλεγεν ἐπιτηρεῖν.

sch ran

1146

τοῦτο ... γέρας] τὸ ἐπο‐
πτεύειν καὶ εἶναι ἐριούνιον.1035

sch ran

1150a

οἶνον οὐκ ἀνθοσμίαν: οἷον κραιπαλᾷς ἱκανῶς καὶ ληρεῖς σκληρὸν οἶνον πιών, ἀλλ’ οὐχ ἡδὺν οὐδὲ ἁπαλόν· οἷον μεθύεις. “ἀνθο‐
5σμίας δὲ ὁ εὐώδης, ἐγκειμένου τοῦ ἄνθους καὶ τῆς ὀσμῆς· καὶ γέγονε παραγώγως “ἀνθόσμιος” καὶ “ἀνθ‐ οσμίας”.

sch ran

1150b

οἶνον ... ἀνθοσμίαν] κακῶς λέγεις ἐν τῷ μεθύειν σε.

sch ran

1151

βλάβος] σφάλμα.1036

sch ran

1159a

μάκτραν, εἰ δὲ βούλει, κάρδοπον: εἴρηται ἐν τοῖς ἔμπρο‐ σθεν, ὅτι τοῦτο ἀρχαιότερόν ἐστι τὸ τὰς μεταλήψεις τῶν λέξεων τῶν
5ἰσοδυναμουσῶν ἐπιτηδεύειν.

sch ran

1159b

χρῆσον] δάνεισον.

sch ran

1159c

μάκτραν] σκαφίδιον.1037

sch ran

1160

κατεστωμυλμένε] φλύαρε.1038

sch ran

1161a

ταῦτ’] οὕτως.

sch ran

1161b

ἐπῶν] ἀπό.

sch ran

1161c

ἔχειν] διακείμενον.

sch ran

1162a

καθ’ ὅτι] κατὰ ποῖον τρόπον.

sch ran

1162b

λέγεις] ταῦτα.

sch ran

1163a

ἐλθεῖν μὲν εἰς γῆν: ὅταν μετῇ τινι τῆς πατρίδος· ὅταν δὲ φυγὰς ἔλθῃ, τότε καὶ κατέρχεται. ἰδίως δὲ ἐπὶ τῶν φυγάδων χρῶνται
5τῷ “κατέρχεσθαι”.

sch ran

1163b

μετῇ] μετουσία ὑπάρχῃ.

sch ran

1165

φεύγων] διωκόμενος.

sch ran

1168a

πιθὼν] καταπείσας.1039

sch ran

1168b

τοὺς κυρίους] τῆς πατρίδος
αὐτοῦ.1040

sch ran

1171a

κακὸν] ἐπίψογον.

sch ran

1171b

εἰς ... ἀπόβλεπε] ἀντὶ τοῦ
“παρατήρει τὸ κακῶς λεγόμενον.”1041

sch ran

1174a

ταὐτὸν] ὅμοιον.

sch ran

1174b

σαφέστατα] καὶ σαφές.

sch ran

1175

μόχθηρε] ἄθλιε.

sch ran

1176

ἐξικνούμεθα] εἰσακουσθη‐ σόμεθα.

sch ran

1178a

ἢ στοιβὴν ἴδῃς: κἄν τι ἐλάχιστον ῥῆμα ἢ περισσὸν εὕρῃς καὶ παρέλκον ἐν τῷ λόγῳ· ἀπὸ τῆς στοιβῆς τῶν φορτίων.

sch ran

1178b

στοιβὴν] σύνθεσιν.

sch ran

1179

τοῦ λόγου] τοῦ πρέποντος.

sch ran

1183

φύσει] τῇ ἀληθείᾳ.

sch ran

1185

ἀποκτενεῖν τὸν πατέρα: παρὰ τὰ Εὐριπίδου ἐν Φοινίσσαις εἰρημένα περὶ Οἰδίποδος καὶ Λαΐου·
καὶ ὁ χρησμὸς δὲ οὕτως ἔχει.1043

sch ran

1186

λέγει γὰρ ὁ Ἀριστοτέλης· “ὁ δὲ οὐκ ἦν, πάντως οὐδὲ γέγονεν”.

sch ran

1187

ἀθλιώτατος βροτῶν] ἐγένετο ἐπὶ καταπαύσει τινὸς πράγματος.

sch ran

1190a

ἐξέθεσαν: τοῦτο ἔχει διασκευὴν παρ’ αὐτῷ, τὸ “χειμῶ‐ νος ὄντος”. τὸ δὲ “ἐν ὀστράκῳ”, ἐπεὶ ἐν χύτραις ἐξετίθεσαν τὰ παιδία·
5διὸ καὶ χυτρίζειν ἔλεγον.

sch ran

1190b

ἐξέθεσαν] ἐξώρισαν.

sch ran

1192a

ἤρρησεν: μετὰ φθορᾶς εἰσῆλθεν· ἀπὸ τοῦ “ῥῶ”, “ῥάσσω.”

sch ran

1192b

ἤρρησεν] ἦλθεν.

sch ran

1192c

οἰδῶν] ἐξογκούμενος.1044

sch ran

1196

Ἐρασινίδης εἷς τῶν περὶ Ἀργίνουσαν στρατηγησάντων δυσ‐ τυχῶς. ἀπέθανε δὲ δημοσίᾳ οὗτός τε καὶ οἱ ὑπομείναντες Θράσυλος,
5Περικλῆς, Ἀριστοκράτης, Διομέ‐ δων.

sch ran

1198a

κατ’ ἔπος] κατὰ στίχον.

sch ran

1198b

κνίσω] κόψω.

sch ran

1200

ἤγουν ἀπὸ ἑνὸς λόγου ἀναιρήσω.

sch ran

1201

ἑνὸς] ναί, ἀπό.

sch ran

1202

ποιεῖς γὰρ: οὕτω γὰρ τοὺς λόγους ποιεῖς, ὡς πάντα προσ‐ δέχεσθαι.

sch ran

1203a

ὅτι μικροπρεπὲς τὸ κῳδά‐ ριον· οὐχ οὕτω ἐστὶ “θύλακον”, ἀλλ’ ἐάν τις ποιήσῃ “θυλάκιον”, ἐγ‐ χωρεῖ.1045

sch ran

1203b

κῳδάριον] μικρὸν δέρμα.

sch ran

1207a

ναυτίλῳ] ναυτικῇ.

sch ran

1207b

πλάτῃ] κώπῃ.

sch ran

1209

κλαύσεται] συντριβῇ.

sch ran

1211

θύρσοισι] κλάδοις.

sch ran

1212a

καθαπτὸς] ἐνδεδυμένος.

sch ran

1212b

Παρνασὸν] ὄρος.

sch ran

1216a

ἕξει] δυνηθῇ.

sch ran

1216b

προσάψαι] εἰπεῖν.

sch ran

1217

πάντ’] κατά.

sch ran

1218

ἐσθλὸς] εὐγενής.1046

sch ran

1219a

διαβάλλει τοῦτο καὶ λέγει τὸ “ληκύθιον”.

sch ran

1219b

“ἢ δυσγενὴς ὢν πλουσίαν ἄροι πλάκα”, ἤγουν γυναῖκα.

sch ran

1219c

ληκύθιον ἀπώλεσεν p.i.m.] διαβάλλει τὴν ὁμοειδίαν τῶν εἰσβο‐ λῶν τῶν δραμάτων.

sch ran

1220

ὑφέσθαι] ὑποχωρῆσαι.

sch ran

1221

πνευσεῖται πολύ] βαρέως κατὰ σοῦ.

sch ran

1223

ἐκκεκόψεται] τὸ προσφέρειν
τὸ ληκύθιον.1047

sch ran

1227a

ἀποπρίω τὴν λήκυθον: ἤτοι πρὸς Εὐριπίδην ὁ λόγος, ὅτι
ἀγόρασον παρ’ Αἰσχύλου τὴν λήκυ‐ θον, ἢ πρὸς Αἰσχύλον, ὥστε πωλῆσαι,1048
5ὡς εἰ εἶπεν· ὤνησαι αὐτὴν καὶ ἀπόδος ἀντὶ τῆς ἀπολωλυίας· τὸ δὲ “πρίω” ἐν ἴσῳ τῷ “ὤνησαι”.

sch ran

1227b

ὦ δαιμόνι’] ὦ Εὐριπίδη.

sch ran

1227c

ἀποπρίω] ἀγόρασαι.

sch ran

1228

διακναίσῃ] ἀποκόψῃ.

sch ran

1229a

ἐγὼ πρίωμαι: ἀντὶ τοῦ “ἀγοράσω τὴν λήκυθον καὶ ἀποδώσω τὴν ἀπολωλυῖαν;” δῆλον γέγονεν, ὅτι τὸ “ἀποπρίω” ἀντὶ τοῦ “ἐξώνη‐
5σαι”. λέγει δὲ τοῦτο, ἐπειδὴ συνεχῶς ἐκεῖνος ληκύθιον ἀπώλεσεν.

sch ran

1229b

πρίωμαι] ἀγοράσω.

sch ran

1229c

ἐὰν ... ἐμοί] ποίησον, ὅπερ σοι λέγω.

sch ran

1230

ἕξω] δυνηθῶ.

sch ran

1231

προσάψαι] εἰπεῖν.1049

sch ran

1233

τὸ λοιπὸν τοῦ ἰάμβου· “Οἰνομάου γαμεῖ κόρην.”

sch ran

1235a

λήκυθον ἀπόδος ἀντὶ τῆς ἀπολομένης· ἐπιλέγει γὰρ “λήψῃ
ὀβολῷ πάνυ καλήν”.1050

sch ran

1235b

ἀπόδος] ἀντὶ τῆς ἀπολω‐ λυίας.

sch ran

1237a

οὔπω γ’] ἀγοράσω.

sch ran

1237b

συχνοί] πρόλογοι.1051

sch ran

1242a

ὅπερ οἱ κοινοὶ λέγουσιν “ὅσον”, τοῦτο οἱ Ἀττικοὶ “μεταξύ.”

sch ran

1242b

καὶ ... ὑφείλετο] ἀπώλεσε τὸ ληκύθιον.

sch ran

1243a

(v.l.) ἔα] ἔασον.

sch ran

1243b

πρὸς τοδὶ] ὃ μέλλω εἰπεῖν.

sch ran

1243c

εἰπάτω] εἴπῃ.1053

sch ran

1247a

πάθη περὶ τοὺς ὀφθαλμοὺς δυσαπόσπαστα ὥσπερ τὰ σῦκα, τὰ ὑπὸ τῶν ἰατρῶν συκώματα λεγόμενα, σῦκα ἔφη. ἢ ἕλκος γενόμενον ἐπὶ τοῖς
5ὀφθαλμοῖς σῦκον λεγόμενον.

sch ran

1247b

σῦκ’] λῆμαι.

sch ran

1249

(v.l.) ἔχω γ’ ὡς] γρ. ἔγωγ’
ὡς.1054

sch ran

1250

ταὖτ’] ὅμοια.1055

sch ran

1253

μέμψιν] ὕβριν.

sch ran

1259

τὸν βακχεῖον ἄνακτα: οἷον τὸν ἄριστον μελοποιόν, τὸν ὥσπερ ἐκβακχεύοντα ἐν τῇ ποιήσει. ὁ γὰρ Εὐριπίδης ἔρχεται ἐπὶ τὰ μέλη
5αὐτοῦ.1056

sch ran

1262a

εἰς ἓν] ὁμοῦ.

sch ran

1262b

ξυντεμῶ] ἐγώ.

sch ran

1263a

λογιοῦμαι] ἀπαριθμήσω.

sch ran

1263b

ταῦτα] τὰ μέλη.

sch ran

1263c

τῶν ψήφων] διά.1057

sch ran

1263bis

διαύλιον προσαυλεῖ τις] ὥσπερ τὸ διάψαλμα λέγεται, οὕτω καὶ τοῦτο.

sch ran

1263bit

ἀνδροδάϊκτον] κατάκοπον.

sch ran

1263biu

ἰήκοπον] διὰ βελῶν κό‐
πτουσαν.1058

sch ran

1266a

γένος] τό.

sch ran

1266b

οἱ περὶ λίμναν] οἱ περὶ
θάλασσαν· νησιῶται.1059

sch ran

1268

τούτω] οὗτοι.

sch ran

1270

μου] ἀπ’.

sch ran

1271

ἰήκοπον] διὰ βελῶν κόπτου‐ σαν.

sch ran

1272

οὗτος] ἐπάγει.

sch ran

1273

εὐφαμεῖτε μελισσονόμοι] “ὦ πολῖται”. τὸ γὰρ παλαιὸν περὶ
πολλοῦ εἶχον τὰς μελίσσας.1060

sch ran

1276a

θροεῖν] λέγειν.

sch ran

1276b

ὅσιον] δίκαιον.

sch ran

1276c

αἴσιον] τὸ πρέπον.

sch ran

1280a

τὼ] εἰς.

sch ran

1280b

βουβωνιῶ] ἀλγῶ τῷ τῶν βουβώνων πάθει, τῷ τῶν πανου‐
κλῶν.1061

sch ran

1287a

δυσαμερίαν] κακήν.

sch ran

1287b

πρύτανιν] χορηγόν.

sch ran

1289

θούριος ὄρνις] ἢ ὁ Ὀρέστης ἢ ὁ Οἰδίπους.

sch ran

1291

κυρεῖν] ἐμπεσεῖν.

sch ran

1292

κυσὶν] τοῖς γυψίν.1062

sch ran

1294

τὸ συγκλινές τ’] ἀνάρμοστον τοῦτο.

sch ran

1296

ἐκ Μαραθῶνος: ἐπεὶ ὁ φλέως ἄνθος ἐν Μαραθῶνι· διὰ τὸ ἔχειν ἐν ἀρχῇ τὸ παρόμοιον τῷ φλέῳ, τὸ “φλαττο”. ὡς ἐν Μαραθῶνι οὖν
5τοῦ φλέω πολλοῦ ὄντος· ἑλώδης
γὰρ ὁ τόπος.1063

sch ran

1297

ἱμονιοστρόφου μέλη: οἷον σχοινιοστρόφου μέλη· ἱμονιὰ γὰρ καλεῖται τὸ τῶν ἀντλημάτων σχοινίον, καὶ τὸ ᾆσμα, ὃ ᾄδουσιν οἱ
5ἀντληταί, ἱμαῖον.

sch ran

1298

ἤγουν εἰς τὸ κάλλιον· ἐκ τοῦ κιθαρῳδικοῦ καλοῦ ὄντος εἰς τὸ
τραγικὸν μετήνεγκα.1064

sch ran

1299a

τὸν αὐτὸν Φρυνίχ: ἵνα μὴ τὰ αὐτὰ τῷ Φρυνίχῳ μελοποιῶ· ἦν δὲ οὗτος ἡδὺς ἐν τοῖς μέλεσιν ὁ Φρύνιχος.

sch ran

1299b

αὖθ’] καὶ αὐτά.

sch ran

1299c

τὸν αὐτὸν] ὅμοιον.

sch ran

1300

δρέπων] δρεπόμενος.

sch ran

1301a

οὗτος] ὁ Εὐριπίδης.

sch ran

1301b

πορνιδίων] μέλη.1065

sch ran

1302a

Μελήτου: προείρηται, ὅτι τραγικὸς ποιητὴς ὁ Μέλητος. οὗτος δέ ἐστιν, ὅντινα Σωκράτης γράφει· κωμῳδεῖται δὲ καὶ ὡς ψυχρὸς ἐν τῇ
5ποιήσει καὶ ὡς πονηρὸς τὸν τρόπον.

sch ran

1302b

καρικῶν] βαρβαρικῶν· οἱ Κᾶρες γὰρ “βαρβαρόφωνοι”.

sch ran

1304a

τὸ λύριον] τὴν λύραν.

sch ran

1304b

τί δεῖ] χρεία ᾖ.

sch ran

1305

ὀστράκοις: ὅτι εἰώθασιν
ἀντὶ λύρας κογχύλια καὶ ὀστράκια κρούοντες εὐρύθμως τινὰ ἦχον ἀπο‐ τελεῖν τοῖς ὀρχουμένοις.1066

sch ran

1306

δεῦρο] ἐλθέ.

sch ran

1308

αὕτη ... ἐλεσβίαζεν] παρα‐ νόμους γάμους ἐποίει, ὡς οἱ ἐν
Λέσβῳ.1068

sch ran

1314

φάλαγγες: ἀράχνιόν τι ἡ φάλαγξ· λέγουσι δὲ καὶ τῶν δακτύλων τὰ ἄκρα φάλαγγας, ἅπερ νῦν μᾶλλον —ψευδῶς— λέγει. ἡ δὲ ἐπέκτασις τοῦ εἱειει ειειειειλίσσετε κατὰ μίμησιν τῆς μελοποιίας.

sch ran

1315a

ἀπὸ τοῦ “πένω” τὸ “ἐνεργῶ”.

sch ran

1315b

πηνίσματα] ἔργα.1069

sch ran

1316

μελέτας] διά.1071

sch ran

1320

οἰνάνθας] τῆς πρώτης ἐκ‐ φύσεως τῆς ἀμπέλου.

sch ran

1322

περίβαλλ’] περίπλεξον.1072

sch ran

1324

ὁρᾷς] πόδα.

sch ran

1328a

Κυρήνη τις ἑταίρα ἐπί‐ σημος, δωδεκαμήχανος ἐπικαλου‐ μένη διὰ τὸ τοσαῦτα σχήματα ἐν τῇ συνουσίᾳ ποιεῖν.

sch ran

1328b

Κυρήνης] πόρνης.

sch ran

1328c

μελοποιῶν] ὁ.1073

sch ran

1330

(v.l.) τρόπον] πόνον.

sch ran

1331a

ὦ Νυκτὸς: παρὰ τὰ ἐξ Ἑκάβης Εὐριπίδου, ἐν μιμήσει δη‐ λονότι· οὕτω γὰρ παραγέγραπται· ὦ στεροπὰ Διός, ὦ σκοτία Νύξ.

sch ran

1331b

κελαινοφαὴς] ἡ μέλαινα φαινομένη.

sch ran

1333

πρόμολον] προελθόντα.

sch ran

1334a

ἔχοντα] τὸν ὄνειρον.

sch ran

1334b

μελαίνας] τῆς.

sch ran

1335

παῖδα] τόν.

sch ran

1339

ἀπὸ τοῦ χαλᾶσθαι ἐν τῇ
πίδακι. ἤγουν τὸ ἀγγεῖον.1074

sch ran

1340

ἀποκλύσω: καὶ τοῦτο μι‐ μεῖται Αἰσχύλος. τοῦτο δὲ λέγει, παρόσον ἀποδιοπομπεῖσθαι εἰώθασι
τοὺς χαλεπωτέρους τῶν ὀνείρων.1080

sch ran

1344a

φρούδη] γέγονεν.

sch ran

1344b

Γλύκη] ἡ.

sch ran

1344c

αἱ ἔχουσαι ἐξ ὄρους τὴν γονήν.

sch ran

1345

ξύλλαβε] βοήθησον.

sch ran

1349

κνεφαῖος] σκοτεινή.

sch ran

1350

ἀποδοίμαν] ἀποδώσαιμι.

sch ran

1351

ὁ δ’] ὁ ὄνειρος· ἢ ὁ ἀλέκτωρ.

sch ran

1352

ἀκμαῖς] ὀξύτησιν.1081

sch ran

1356

Ἴδας] τῆς.

sch ran

1357

ἐπαμύνατε] βοηθήσατε.

sch ran

1359

Δίκτυννα] ἡ ἀπὸ ὄρους
Δικτύνου.1083

sch ran

1360

κυνίσκας] μικρὰ σκυλάκια.

sch ran

1361

ἀνέχουσα] κρατοῦσα.

sch ran

1362a

χεροῖν] ἐν.

sch ran

1362b

Ἑκάτα] ὦ Σελήνη.

sch ran

1362c

παράφηνον] δεῖξον.

sch ran

1362d

ἐς Γλύκης] τὸν οἶκον τῆς.

sch ran

1363

φωράσω] κλέψω.

sch ran

1364

κἄμοιγ’ ἅλις] αὐτάρκως ἔχει.1084

sch ran

1365a

σταθμὸν] ζυγόν.

sch ran

1365b

ἀγαγεῖν] ὑμᾶς.

sch ran

1366a

(v.l.) μόνων] γρ. μόνον.

sch ran

1366b

μόνων] πῶς.1085

sch ran

1367a

βάρος] σταθμός.

sch ran

1367b

νῶ] ὑμῶν.

sch ran

1367c

βασανιεῖ] δοκιμάσει ὁ σταθμός.

sch ran

1368

τοῦτό με] ποιῆσαι.

sch ran

1369

τυροπωλῆσαι] καμπανίσαι.

sch ran

1370a

ἐπίπονοί] κοπηροί.

sch ran

1370b

δεξιοί] καὶ ποιηταί· ἢ οἱ ἄνθρωποι.

sch ran

1372a

νεοχμόν] νέον.

sch ran

1372b

ἀτοπίας πλέων] θαύματος
πεπληρωμένον.1086

sch ran

1373

ὅστις] καὶ τίς.

sch ran

1374a

ἐλλειπτικῶς ὀμνύει· καὶ οὕτως ἔθος ἐστὶ τοῖς ἀρχαίοις ἐνίοτε μὴ προστιθέναι τὸν θεόν· εἰώθεισαν δὲ τοῖς τοιούτοις ὅρκοις χρῆσθαι
5ἐπευφημιζόμενοι, ὥστε εἰπεῖν μὲν “μὰ τόν”, ὄνομα δὲ μηκέτι προσθεῖ‐ ναι.

sch ran

1374b

μὰ τόν] Διόνυσον· ἀττικῶς ἐλλείπει.

sch ran

1376

(v.l.) ᾠόμην] γρ. ᾤμην.1088

sch ran

1377

αὐτὰ] κατὰ τά.

sch ran

1378

ἴθι] ἄγε.

sch ran

1379a

λαβομένω] τοῦ ζυγοῦ.

sch ran

1379b

λαβομένω] λαβόμενοι.

sch ran

1380

κοκκύσω] συρίσω, σύνθημα
δῶ.1089

sch ran

1381

σταθμόν] καμπανόν.

sch ran

1382

διαπτᾶσθαι] διαπετάσαι.

sch ran

1383a

Σπερχειὲ] ὦ.

sch ran

1383b

βούνομοί] ὑπὸ βοῶν κατα‐
νεμόμεναι.1090

sch ran

1385a

τὸ τοῦδε] Αἰσχύλου λόγιον.

sch ran

1385b

ταἴτιον] ὅτι χωρεῖ.

sch ran

1386

ἐριοπωλικῶς: ὡς οἱ τὰ ἔρια πωλοῦντες βρέχουσιν αὐτά, ἵνα βαρύνωσιν ἐν τῷ σταθμῷ.

sch ran

1387

τἄρια] μαλία.

sch ran

1389a

εἰπάτω] ὁ Αἰσχύλος.

sch ran

1389b

κἀντιστησάτω] τῷ ἐμῷ ῥητῷ.

sch ran

1390

ἠνὶ ἀντὶ τοῦ “ἰδού”.

sch ran

1391a

ἢ χρυσὸς ἤ τι ἄλλο.

sch ran

1391b

(v.l.) ἄλλο] γρ. οὐδέν.1091

sch ran

1392

θεῶν] ἀπὸ τῶν.

sch ran

1393

ῥέπει p.i.m.] κατωφερὲς εἶσι καὶ κλίνεται. ἐξ οὗ καὶ “ῥοπή” ἡ βοήθεια.

sch ran

1395

πείθω] εἶπα τήν.

sch ran

1396a

διασύρει τοὺς Ἀθηναίους διὰ τὸ καταπείθεσθαι ὑπὸ ῥητόρων αὐτούς.

sch ran

1396b

πειθὼ δὲ] μετάληψις.

sch ran

1398a

σοι] ἐν.

sch ran

1398b

καθέλξει] καταβιβασθείη.

sch ran

1399

μοὐστί] ἤγουν ἐμοί.

sch ran

1400a

Ἀρίσταρχός φησιν ἀδεσπό‐
τως τοῦτο παραφέρεσθαι, ὡς Εὐρι‐ πίδου πεποιηκότος κυβεύοντας ἐν τῷ Τηλέφῳ, οὓς καὶ περιεῖλε· μήποτ’ οὖν1092
5ἐκεῖθεν ἦν. μᾶλλον δὲ ἐσχεδιακὼς ἂν εἴη ὁ Ἀριστοφάνης· οὐδὲ γὰρ τὸν Εὐριπίδην 〈τοῦτο〉 προφερόμενον, ἀλλὰ τὸν Διόνυσον χλευάζοντα. τινὲς δέ, ὅτι ἐν τῷ Φιλοκτήτῃ ἦν ὁ τόπος·
10οἱ δὲ ἐν τῇ Ἰφιγενείᾳ τῇ 〈ἐν〉 Αὐλίδι. ἐμφαίνει δὲ καὶ Εὔπολις τοῦτο εἰδώς· ἀποφθαρεὶς δὲ δύο κύβω καὶ τέτ‐
[ταρα. τοῦτο δὲ Διόνυσος ὑποβάλλει αὐτῷ1093
15χλευάζων.

sch ran

1400b

βέβληκ’] ἔβαλεν.

sch ran

1401a

σφῷν] ὑμῶν.

sch ran

1401b

(v.l.) φράσις] γρ. στάσις.

sch ran

1401c

στάσις] ἤγουν στάθμη.

sch ran

1402

δεξιᾷ] ἐν τῇ.

sch ran

1403

(v.l.) νεκρῷ] νεκρὸν.1094

sch ran

1408

καὶ ἡ γυν, Κηφισο‐ φῶν: διὰ τούτου δηλοῖ σχεδόν τι τὸ συναμφότερον, ὡς Κηφισοφῶν συνε‐ ποίει τὰ δράματα καὶ τὴν γυναῖκα
5αὐτοῦ εἶχεν.
ἄλλως: οὐχ ὡς μόνον συμποι‐ οῦντος αὐτῷ τοῦ Κηφισοφῶντος τὰ δράματα, ἀλλὰ καὶ ὡς συνόντος αὐτοῦ τῇ γυναικί.1095

sch ran

1413a

σοφὸν μὲν Εὐριπίδην λέγει, ἥδεσθαι δὲ τῷ Αἰσχύλῳ. οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ τοὐναντίον, καὶ ἑκατέρῳ συνηγορεῖν, καὶ μάλιστα,
5ὅτι ἥδεται Εὐριπίδῃ, ὡς καὶ ἐν ἀρχῇ
προεῖπεν.1096

sch ran

1413b

τῷ δ’ ἥδομαι p.i.m.] Εὐριπίδῃ· ἤγουν γελῶ αὐτόν, ὅσπερ γράφει ἰδιωτικῶς.

sch ran

1415a

κρίνω;] ἀμφοτέρους.

sch ran

1415b

ὡς τὸ “ἔξει”, οὕτω καὶ τὸ “ἄπει”.

sch ran

1415c

ἄπει] καὶ ἄπελθε.

sch ran

1416

κρίνῃς] δοκιμάσῃς.

sch ran

1417a

εὐδαιμονοίης] ὦ Πλοῦτε.

sch ran

1417b

πύθεσθέ] δοτικῇ καὶ αἰτια‐ τικῇ.

sch ran

1417c

ταδί] εἰς.

sch ran

1418

ἐπὶ] διά.

sch ran

1419a

σωθεῖσα] εἰς τὴν ἀρχαίαν
εὐταξίαν ἐλθοῦσα.1097

sch ran

1419b

ἄγῃ] ἐπιτελῇ.

sch ran

1420

ὁπότερος] ὁποῖος.

sch ran

1422

περὶ Ἀλκιβιάδου: περὶ τῆς δευτέρας αὐτοῦ λέγει ἀποχωρή‐ σεως, ἣν ἑκὼν ἔφυγε, κατελθὼν μὲν ἐπὶ Ἀντιγένους πρὸς ἐνιαυτοῦ τῶν
5Βατράχων, διὰ δὲ τὸ πιστεῦσαι Ἀντιόχῳ τῷ κυβερνήτῃ τὸ ναυτικὸν καὶ ἡττηθῆναι ὑπὸ Λυσάνδρου δυσχε‐ ρανθεὶς ὑπὸ Ἀθηναίων. Ἄνδρων δὲ διαφέρεται πρὸς Ξενοφῶντα περὶ τῆς
10καθόδου. Καλλίστρατος δέ φησι ††,
καθ’ ὃν ἐκπεσὼν ἐν Λακεδαίμονι δια‐ τρίβων ἔπεισε Λακεδαιμονίους Ἀθη‐ ναίοις Δεκέλειαν ἐπιτειχίσαι· τελέως δὲ πταίουσι. γεγόνασι δὲ Ἀλκιβιάδαι1098
15τέσσαρες.1099

sch ran

1424

ἔχει] ἡ πόλις.

sch ran

1425

ποθεῖ μὲν: παρὰ τὰ ἐκ τῶν Ἴωνος Φρουρῶν, ὅπου ἡ Ἑλένη πρὸς τὸν Ὀδυσσέα φησί·
σιγᾷ μέν, ἐχθαίρει δέ· βούλεταί γε μήν.
5ὁ δὲ λόγος· ποθεῖ μὲν ὡς δραστήριον, ἐχθαίρει δὲ ὡς τυραννικόν.

sch ran

1427a

μισῶ πολίτην: αὕτη Εὐριπίδου ἡ γνώμη, μὴ καταδέχεσθαι καθάπαξ Ἀλκιβιάδην· χαρακτηρίζει δὲ αὐτὸν ἅμα. ταῦτα δέ φησιν
5Εὐριπίδης περὶ Ἀλκιβιάδου ὡς ὄντος αὐτοῦ τοιούτου, βραδέως μὲν ὠφε‐ λοῦντος τὴν πατρίδα, ταχέως δὲ βλάπτοντος.

sch ran

1427b

ὠφελεῖν] εἰς τό.

sch ran

1428

βλάπτειν] εἰς τό.1100

sch ran

1430

εὖ γ’, ὦ Πόσειδον] ἢ ἐπὶ ἐκπλήξεως· ἢ ὡς ὢν οὗτος ὁ στίχος
Εὐριπίδου.1101

sch ran

1432

ὑπηρετεῖν] χρή.

sch ran

1433

δυσκρίτως γ’ ἔχω] διάκειμαι εἰπεῖν, ὅπερ ἐστὶ κρεῖττον.

sch ran

1434a

ὁ μὲν] ὁ Αἰσχύλος.

sch ran

1434b

σαφῶς] ἰδιωτικῶς.

sch ran

1437a

εἰ μὲν ὅλον τοῦ Εὐριπίδου, παρ’ ὑπόνοιαν· εἰ δ’ ἕτερον πρόσω‐ πον τὸ “αἴροιεν”, ἄνευ ὑπονοίας ἐστὶ καὶ τὸ πρόσωπον ὁ Διόνυσος.

sch ran

1437b

Κινησίᾳ] τῷ.1102

sch ran

1438a

αὖραι] αἱ.

sch ran

1438b

αὖραι] αἱ πνοαί.1103

sch ran

1445

ἀμαθέστερόν πως] μὴ δεό‐
μενον μαθήσεως καὶ ἑρμηνείας.1104

sch ran

1446

τῶν] ἀπό.

sch ran

1448

ἴσως] γρ. ἴσθι.

sch ran

1449a

ἐπιχείρημα ἐκ τοῦ ἐναν‐ τίου.

sch ran

1449b

τούτοισι] τοῖς νῦν δημαγω‐ γοῖς.

sch ran

1451

εἰκὸς ἦν πεπλάσθαι ὑπὸ τοῦ
Παλαμήδους.1106

sch ran

1453

Κηφισοφῶν] εὗρεν ὁ.

sch ran

1455

πόθεν] ἴσον τοῦτο τῷ “οὐδαμῶς.”

sch ran

1459a

χλαῖνα: εἶδος εὐτελές, οἷον ἐξωμὶς ἢ ἐπωμὶς ἤ τι τοιοῦτον. ὁ δὲ νοῦς· μήτε χρηστὸν μήτε φαῦλον.
ἡ δὲ σισύρα δοκεῖ βαπτὴ εἶναι, ἐκ1107
5δερμάτων αἰγείων, ἡ δὲ χλαῖνα ἀπὸ ἐρίων.

sch ran

1459b

μήτε ... σισύρα] ἤτοι μήτ’ ἀγαθὸν μήτε κακόν.

sch ran

1459c

ξυμφερεῖ] ὠφελεῖ.

sch ran

1460a

εὕρισκε] γνώμην.

sch ran

1460b

εἴπερ ἀναδύσει] θέλεις ὅτι.

sch ran

1460c

πάλιν] εἰς τὴν πόλιν.

sch ran

1462

ἀνίει] ἀνάδος, πέμπε.

sch ran

1463a

εἰ τὴν μὲν Ἀττικὴν ὡς πολεμίαν ἐάσουσι τέμνεσθαι, ἢ καὶ οὐ τεμοῦσι, τὴν δὲ Λακωνικὴν περι‐ πλεύσουσιν.
5καὶ ἄλλως: ἐπὶ τὴν Περικλέους φέρεται γνώμην, ὃς συνεβούλευσε περιπλεῖν τὴν πολεμίαν, μὴ μάχεσθαι δὲ τεμνομένης τῆς Ἀττικῆς.1109

sch ran

1463b

νομίσωσι] οἱ Ἀθηναῖοι.

sch ran

1465

καὶ τοῦτο κατὰ τὴν τοῦ Πε‐ ρικλέους γνώμην, ὃς ἐκέλευσεν Ἀθη‐ ναίοις ἐμβαλόντων μὲν Λακεδαιμονί‐ ων εἰς τὴν Ἀττικὴν μὴ ἐπεξιέναι,
5ἀλλ’ ἔσω τοῦ τείχους μένειν αὐτούς, διὰ δὲ τῶν πλοίων ἐπιέναι τῇ Λακω‐ νικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖσθαι, τὸν δὲ διὰ θαλάσσης, τοῦτον ἡγεῖσθαι πόρον. ἢ καὶ οὕτως·
10ἕνα μὲν πόρον ἡγεῖσθαι χρημάτων τὸ ναῦς ὡς πλείστας ἔχειν, τὸν δὲ ἄλλον πόρον, ὃς ἔξω τῆς γῆς ἦν, τοῦτον
ἀπορίαν νομίζειν, οἷον τὰ θεωρικὰ ἢ δικαστικὰ ἢ ἐκκλησιαστικά. πρὸς1110
15ταύτην δὲ τὴν ἔννοιάν φησιν ὁ Διόνυσος· “πλήν γ’ ὁ δικαστής”, ὡς πολλῶν δαπανωμένων εἰς τὸν δικαστικὸν μισθόν.

sch ran

1466

εὖ] καλῶς λέγεις.

sch ran

1467a

ἢ σφῶϊν καὶ ὑμῖν.

sch ran

1467b

κρίνοις ἄν] καὶ κρῖνε.

sch ran

1467c

σφῷν] καὶ ὑμῶν.

sch ran

1470

τοὺς φίλους] ἤγουν ἐμὲ τὸν φίλον.

sch ran

1475

τοῖς θεωμένοις] τοῖς ἀκροα‐ ταῖς.

sch ran

1477

τὸ ζῆν] σε.

sch ran

1478

τὸ πνεῖν δὲ δειπνεῖν] διὰ τὴν
παρήχησιν γελᾷ αὐτόν.1111

sch ran

1491

χάριεν] κρεῖττον, εὐφρόσυ‐
νον.1112

sch ran

1492a

παρακαθήμενον] τινά.

sch ran

1492b

λαλεῖν] φλυαρεῖν.

sch ran

1493

μουσικὴν] ἤγουν τὴν ποιητι‐ κὴν καὶ λογικὴν τέχνην.

sch ran

1496a

δ’] γάρ.

sch ran

1496b

σεμνοῖσι] ἐπηρμένοις.

sch ran

1496c

λόγοισι] φιλοσόφοις.

sch ran

1497a

σκάριφος δὲ τὸ κονδύλιον.

sch ran

1497b

σκαριφισμοῖσι] ζωγραφί‐
αις, ταῖς διατυπώσεσιν.1113

sch ran

1500

ἀναπαιστικὰ δίμετρα ἀκατά‐ ληκτα.

sch ran

1504

τουτὶ] ἢ σχοινίον ἢ σημεῖόν τι.

sch ran

1505

πορισταῖς] φιλολόγοις.1114

sch ran

1511

στίξας] μαστίξας.

sch ran

1512

ξυμποδίσας] τετραποδίσας.

sch ran

1513

τοῦ Λευκολόφου] τοῦ υἱοῦ.1115

sch ran

1515

σὺ δὲ] ὦ Πλούτων.

sch ran

1520

ὁ πανοῦργος ἀνὴρ] ἤγουν ὁ Εὐριπίδης.

sch ran

1523

μηδ’ ἄκων] ὑπερβολικόν.

sch ran

1526

μέλεσι] ἐν τοῖς.

sch ran

1528

ἡρωϊκὰ ἑξάμετρα.1116

sch ran

1529

ὀρνυμένῳ] κινουμένῳ.

sch ran

1530

ἐπινοίας] βουλάς.

sch ran

1532

ξυνόδων] συνελεύσεων.1117

sch ran

1533a

τούτων] ἀπὸ τούτων.

sch ran

1533b

πατρίοις ἐν ἀρούραις] κω‐
μῳδεῖ ὡς ξένον τὸν Κλεοφῶντα.1118