TLG 5014 017 :: SCHOLIA IN ARISTOPHANEM :: Commentarium in nubes (scholia recentiora Tzetzae)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Commentarium in nubes (scholia recentiora Tzetzae)

Source: Holwerda, D. (ed.), Jo. Tzetzae commentarii in Aristophanem [Scholia in Aristophanem 4.2] Groningen: Bouma, 1960: 367–689.

  • Argumenta: pp. 367–373
  • Dramatis personae: p. 374
  • Scholia et glossae: pp. 374–689

Citation: Argumentum-dramatis personae-scholion — verse-column — (line)

arg nub

t

ARGUMENTA

arg nub

1

(1t)

ὙΠΟΘΕΣΙΣ
2tἈΡΙΣΤΟΦΑΝΟΥΣ ΝΕΦΕΛΩΝ.
1τὸ δρᾶμα τῶν Νεφελῶν κατὰ Σω‐ κράτους γέγραπται τοῦ φιλοσόφου ἐπίτηδες ὡς κακοδιδασκαλοῦντος τοὺς νέους Ἀθήνησι τῶν κωμικῶν
5πρὸς τοὺς φιλοσόφους ἐχόντων τινὰ ἀντιλογίαν· οὐχ, ὥς τινες, δι’ Ἀρ‐ χέλαον τὸν Μακεδόνων βασιλέα, ὅτι προὔκρινεν Ἀριστοφάνους. ὁ χορὸς δὲ ὁ κωμικὸς εἰσήγετο ἐν
10τῇ ὀρχήστρᾳ τῷ νῦν λεγομένῳ λογείῳ. καὶ ὅτε μὲν πρὸς τοὺς ὑποκριτὰς διελέγετο, εἰς τὴν σκηνὴν ἑώρα· ὅτε δὲ ἀπελθόντων τῶν ὑπο‐ κριτῶν τοὺς ἀναπαίστους διεξῄει,
15πρὸς τὸν δῆμον ἀπεστρέφετο, καὶ
τοῦτο ἐκαλεῖτο στροφή, ἦν δὲ τὰ ἰαμβεῖα τετράμετρα· εἶτα τὴν ἀντί‐ μετρον ἤγουν τὴν ἀντίστροφον προσ‐ ᾴδοντες πάλιν τὰ τετράμετρα ἐπέ‐
20λεγον, ἦν δὲ ἐπὶ πλεῖστον ιϛʹ. ἐκαλεῖτο δὲ ταῦτα ἐπιρρήματα. ἡ δὲ ὅλη πάροδος τοῦ χοροῦ ἐκαλεῖτο παράβασις. Ἀριστοφάνης ἐν Ἱππεῦ‐ σιν
25ἦν μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδιδασκάλων, ὃς ἡμᾶς ἠνάγκαζε λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι.

arg nub

2

πρεσβύτης τις Στρεψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖται αὐτοῦ φοιτήσαντος πρὸς Σωκράτην μαθεῖν
5τὸν ἥττονα λόγον. μὴ πειθομένου δὲ τοῦ μειρακίου αὐτὸς ἐλθὼν μανθάνει μαθητὴν τοῦ Σωκράτους ἐκκαλέσας.

arg nub

3

ἄλλως: πατὴρ τὸν υἱὸν σωκρατίζειν [προτρέπεται. καὶ τῆς περὶ αὐτὸν ψυχρολογίας διατριβὴ ἱκανὴ λόγων τ’ ἀπόνοια πρὸς τοὐναντίον. χορὸς δὲ Νεφελῶν ὡς ἐπωφελῆ λέγων
5καὶ τὴν ἀσέβειαν Σωκράτους διεξιών· ἄλλαι θ’ ὑπ’ ἀνδρὸς κατηγορίαι πικραὶ καὶ τῶν μαθητῶν εἷς πατραλοίας ἐκτόπως. εἶτ’ ἐμπυρισμὸς τῆς σχολῆς τοῦ Σωκράτους. τὸ δὲ δρᾶμα τοῦτο τῆς ὅλης ποι‐
10ήσεως κάλλιστον εἶναί φασι καὶ τεχνικώτατον.

arg nub

4

ἄλλως: πρεσβύτης τις Στρε‐ ψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖ‐ ται τούτου φοιτήσαντος εἰς τὸν
5Σωκράτην μαθεῖν τὸν ἥττονα λόγον, εἴ πως δύναιτο τὰ ἄδικα λέγων ἐν τῷ δικαστηρίῳ τοὺς χρήστας νικᾶν καὶ μηδενὶ τῶν δανειστῶν μηδὲν ἀποδοῦ‐ ναι. μὴ βουλομένου δὲ τοῦ μειρακί‐
10σκου διαγνοὺς αὐτὸς ἐλθὼν μανθά‐ νειν μαθητὴν τοῦ Σωκράτους ἐκκα‐ λέσας τινὰ διαλέγεται. ἐκλυθείσης δὲ τῆς διατριβῆς οἵ τε μαθηταὶ κύκλῳ καθήμενοι πιναροὶ συνορῶνται, καὶ
15αὐτὸς ὁ Σωκράτης ἐπὶ κρεμάθρας αἰωρούμενος καὶ ἀποσκοπῶν τὰ μετέωρα θεωρεῖται. μετὰ ταῦτα τελεῖν παραλαβὼν τὸν πρεσβύτην καὶ τοὺς νομιζομένους παρ’ αὐτοῦ θεούς,
20Ἀέρα, Αἰθέρα καὶ Νεφέλας ἀνακα‐ λεῖται. πρὸς δὲ τὴν εὐχὴν εἰσέρχονται
Νεφέλαι ἐν σχήματι χοροῦ· καὶ φυσιολογήσαντος οὐκ ἀπιθάνως τοῦ Σωκράτους ἀποκαταστᾶσαι πρὸς
25τοὺς θεατὰς περὶ πλειόνων διαλέγον‐ ται. μετὰ δὲ ταῦτα ὁ μὲν πρεσβύτης διδασκόμενος ἐν τῷ φανερῷ τινα τῶν μαθημάτων γελωτοποιεῖ. καὶ ἐπειδὴ διὰ τὴν ἀμαθίαν ἐκ τοῦ φροντιστη‐
30ρίου ἐκβάλλεται, ἄγων πρὸς βίαν τὸν υἱὸν συνίστησι τῷ Σωκράτει. τούτου δὲ ἐξαγαγόντος αὐτῷ ἐν τῷ θεάτρῳ τὸν ἄδικον καὶ τὸν δίκαιον λόγον, παραλαβὼν αὐτὸν ὁ ἄδικος λόγος
35ἐκδιδάσκει. κομισάμενος δὲ αὐτὸν ὁ πατὴρ ἐκπεπονημένον ἐπηρεάζει τοῖς χρήσταις· καὶ ὡς κατωρθωκότος εὐωχεῖ παραλαβών. γενομένης δὲ ἀντιλογίας περὶ τὴν εὐωχίαν πληγὰς
40λαβὼν ὑπὸ τοῦ παιδὸς βοὴν ἵστησι· καὶ καταλαλούμενος ὑπὸ τοῦ παιδός, ὅτι δίκαιον τοὺς πατέρας ὑπὸ τῶν υἱῶν ἀντιτύπτεσθαι, ὑπεραλγῶν διὰ τὴν πρὸς τὸν υἱὸν σύγκρισιν ὁ γέρων
45κατασκάπτει καὶ ἐμπίπρησι τὸ φρον‐ τιστήριον τῶν σωκρατικῶν. τὸ δὲ δρᾶμα τῶν πάνυ δυνατῶς πεποιη‐
μένων.

arg nub

5

τὴν κωμῳδίαν καθῆκε κατὰ Σωκράτους ὡς τοιαῦτα νομίζοντος καὶ Νεφέλας καὶ Ἀέρα καὶ τί γὰρ ἄλλ’ ἢ ξένους εἰσάγοντος δαίμονας.
5χορῷ δὲ ἐχρήσατο Νεφελῶν πρὸς τὴν τοῦ ἀνδρὸς κατηγορίαν· διὰ τοῦτο οὕτως ἐπεγράφη. διτταὶ δὲ φέρονται Νεφέλαι. οἱ δὲ κατηγορήσαντες τοῦ Σωκράτους Μέλητος καὶ Ἄνυτος.

arg nub

6

Μέλητος καὶ Ἄνυτος εἶχον κατὰ Σωκράτους· διήχθρευσε γὰρ Σωκράτης κατὰ Μελήτου καὶ Ἀνύ‐ του. καὶ δόντες ἀργύριον τῷ Ἀριστο‐
5φάνει παρεκίνησαν αὐτὸν κατ’ ἐκείνου γράψαι τὴν τῶν Νεφελῶν κωμῳδίαν· οὐκ ἠδύναντο γὰρ κατ’ ἐκείνου λέγειν διὰ τὸ μέγαν νομίζεσθαι αὐτόν.

arg nub

7

ὁ Στρεψιάδης ἄρχεται τοῦ μαν[θάνειν· μὴ μανθάνων δ’ ἔπεισεν υἱὸν μανθάνειν τὴν ἐξ ἐκείνου δυσφορῶν ἀγροικίαν. ὁ δ’ αὖ μαθὼν ἄριστα τοὺς χρήστας λόγῳ
5τύπτει πρὸς ὄψιν εἰς φυγὴν ἀπεκτρέπων. τῷ δ’ αὖ πατρὶ πρόσεισι καὶ νικῶν πάλιν
ἔτυψε τοῦτον ἐνδίκως, καὶ Σωκράτους πιμπρᾷ τὸ δῶμα, καὶ νενικηκὼς τρέχει
χαίρων μάλιστα καὶ χρεῶν φυγὼν βάρη.

arg nub

1,col 2

(t)

ὙΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ.
1Ἀριστοφάνης ὁ κωμικὸς ἠξιωμέ‐ νος Ἀνύτῳ τε καὶ Μελήτῳ κατὰ Σωκράτους τοῦ φιλοσόφου τὸ δρᾶμα τῶν Νεφελῶν συνετάξατο.
5ὁ Ἄνυτος δὲ καὶ Μέλητος δικαίως Σωκράτει διήχθρευσαν· ἀκράχολος γὰρ ἦν, ἄσεμνός τε καὶ ἄκοσμος, καὶ τὸ ἦθος πάντη ἀρρύθμιστος, εἰ καὶ μόνην ἐλέγετο μετιέναι φιλο‐
10σοφίαν τὴν ἠθικήν. τί δ’ ἂν ἠθικόν τε καὶ κόσμιον παιδεύσειεν ἄνθρω‐ πος, ὃς μηδ’ ἐφημεροβιότου τροφῆς εὐμοιρῶν λιμοῦ ἂν ἐγένετο παρανά‐ λωμα, εἰ μήπερ ὁ Κρίτων ἐκείνῳ
15ὄστρακον κοῖλον χαλκιδικὸν μεστὸν
ὁτὲ μὲν κρεῶν, ὁτὲ δὲ ἰχθύων, λεῖμ‐ μα τῆς ἐκείνου τραπέζης, ἐκπέμ‐ ψειεν; ὅμως δὲ καὶ τοσαύτῃ συζῶν ἀπορίᾳ δύο γυναῖκας ἔχων ἐν ταὐτῷ
20οἰκιδίῳ συνούσας αὐτῷ, Ξανθίππην τε καὶ Μυρτώ, τὴν μὲν ἑταιρίστριαν, τὴν δέ οἱ ζυγεῖσαν ἐκ νόμων, καὶ ταύτας διαπληκτιζομένας ἀλλήλαις ὁρῶν γελᾷ διάρρυτον γέλωτα. τοιοῦ‐
25τος ὢν ὁ Σωκράτης—παρίημι γὰρ τὰ λοιπά—καὶ τοὺς ῥηθέντας ἄνδρας ἀεὶ ταῖς αὐτοῦ διδασκαλίαις ἦν διασύρων. ἔλεγε γάρ· περὶ δερμά‐ των μὲν ἀρετῆς εἴ τις ἐθέλοι μαθεῖν,
30τὸν τούτων ἐρωτάτω πατέρα, τῶνδε δὲ περὶ τοῦδε. οἳ παρὰ τῶν υἱέων ταῦτα μαθόντες πειρώμενοι παύειν
τῆς ἀκολάστου γλώσσης ἐκεῖνον· οὐ καλῶς, ἔφαν, ποιεῖς, ὦ φιλόσοφε,
35ταῖς σαῖς διδασκαλίαις ἡμᾶς συρμα‐ τίζων. ὡς δ’ οὐκ ἐδυσωπεῖτο ἢ ἐνουθετεῖτο, ἀλλ’ ἔτι ἦν ὁ αὐτὸς ἀθεράπευτος, κινοῦσι δίκην· ὅτι διαφθείρει τοὺς νέους καταφρονεῖν
40τούτους διδάσκων νόμων τε τῶν κειμένων καὶ πρεσβυτέρων καὶ τῶν γονέων. ταῦτα Σωκράτους κατηγορήσαν‐ τες Ἄνυτός τε καὶ Μέλητος ἔπεισαν
45τοὺς περὶ Κριτίαν ψήφισμα θεῖναι Σωκράτην τοῖς νέοις μὴ διαλέγεσθαι·
εἶτα δεσμωτηρίῳ τοῦτον εἰργνύουσιν. ὡς δ’ ἐξαγαγόντες ἐκ τῆς φρουρᾶς τῷ δικαστηρίῳ παρέστησαν δοῦναι

arg nub

1,col 2

(50)

λόγους τῶν σφῶν διδαγμάτων ἑβδο‐ μηκονταετὲς ἄθλιον ὁρῶντες γερόν‐ τιον συναιρομένων πολλῶν οἱ δι‐ κασταὶ κατοικτείραντες ἔμελλον ἀφιέναι τῆς δίκης. ὡς δ’ ἠρώτησαν·
55τίνος ἄξιος εἴης τοιαῦτα διδάσκων; ὁ δέ· τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως, εἶπεν, ἀγανακτήσαντες αὖθις αὐτὸν ἀξιοῦσι τῆς τοῦ δεσμωτηρίου ἐνείρ‐ ξεως, μετὰ βραχὺ δὲ καὶ τοῦ φαρ‐
60μάκου τῆς πόσεως, καὶ τότε συνωθη‐ κότες αὐτὸν αὐτὸ ἐξωνήσασθαι διὰ τὸ τετριμμένον τότε μὴ ἔχειν τὸν δημόσιον φάρμακον. ἀλλὰ ταῦτα μὲν ὕστερον· πρὸ δὲ τῆς τελευτῆς τούτου
65Ἀριστοφάνης τοῦτο τὸ δρᾶμα τῶν Νεφελῶν συνετάξατο, οὗπερ ἡ δια‐ σκευὴ καὶ ὁ νοῦς τοιόσδε καθέστη‐
κεν.

arg nub

2,col 2

(t)

ὙΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ.
1 πλάττεταί τις Στρεψιάδης τῷ ποιητῇ ἀγροικικῷ πλούτῳ πολύολβος ζυγεὶς πρὸς γάμον ἀττικῇ ἀστικῇ γυναικί, ἀδελφιδῇ Μεγακλέους, πρώ‐
5της οἰκίας τελούσῃ καὶ γένους Ἀλκ‐ μαιονιδῶν ὀλυμπιονικῶν τεθριππο‐ τρόφων. ἧς πρῶτα ταῖς ἀστικαῖς τρυφαῖς καὶ τοῖς ἀναλώμασι τὸ ὑπερχειλὲς τούτου τῆς περιουσίας
10καὶ περιττὸν ἐγένετο ἐπιχειλὲς καὶ ὑπόκενον· ὡς δὲ καὶ υἱὸς Φειδιππίδης τούτοις ἐγένετο ζήλῳ τῶν πρὸς μητρὸς γεννητόρων ἁρματηλάτης καὶ ἱπποτρόφος, ἵππους καὶ ἅρματα ἐξω‐
15νούμενος τούτῳ καὶ περιπεσὼν μυ‐ ρίοις τοῖς χρέεσιν ἐν ἀπόρῳ ἦν, ὅ τι καὶ δράσειεν. ὅθεν οὐδ’ ἐν νυκτὶ καθεύδειν δυνάμενος ἀνάψας λύχνον ἀπαριθμεῖται ποσά τε τῶν χρεῶν καὶ
20τοὺς τόκους. μόλις οὖν πολλὰ συστρέ‐ φων καὶ συσκοπούμενος λύσιν μίαν ἐδόκησε τῶν χρεῶν, εἰ τὸν υἱὸν ἀναπείσει τὴν ἱππικὴν παρεικότα
προσφοιτῆσαι Σωκράτει καὶ μαθεῖν
25τὸν ἥττονα λόγον. μὴ πειθομένου δὲ τοῦ υἱοῦ αὐτὸς ἀφικνεῖται πρὸς τὸ σωκρατικὸν φροντιστήριον. καὶ πολ‐ λὰ μὲν ὑπὸ γήρως δῆθεν καὶ ἀγροικίας ἀστεῖά τινα κινεῖν δυνά‐
30μενα γέλωτα φθέγγεται πρὸς τὸν Σωκράτην διαλεγόμενος· τέλος δὲ χορὸς Νεφελῶν ἐν εἴδει φανεὶς γυναικῶν αὐτῷ συμβουλεύει, καὶ ἀνθ’ αὑτοῦ τὸν υἱὸν μόλις πείσας
35ἄγει Σωκράτει. καὶ μεμαθηκότα τὸν ἥττονα λόγον καὶ ἀντιλέγοντα τοῖς δανεισταῖς χαίρει τοῦτον ἀπολαβὼν μηδὲν αὐτοῖς διδοὺς τῶν χρεῶν, ἀλλὰ καὶ θεοὺς λέγων ὀμνύειν, ὡς οὐδὲν
40αὐτοῖς χρεωστοίη· ὡς δὲ συμπόσιον ἐπ’ εὐτυχίαις τοιαῖσδε πεποιηκὼς Στρεψιάδης ἑστιῶν ἦν τὸν υἱόν, καὶ ἀντιλέγων ἐκείνῳ ἱκανῶς ἐπατρο‐ τυπτήθη, ἀπεδείκνυ δὲ Φειδιππίδης,
45ὅτι καὶ δίκαιόν ἐστι παρὰ τῶν υἱῶν τὸν πατέρα τύπτεσθαι, προσεπι‐ τούτοις δὲ καὶ τὴν μητέρα δικαίως ἔλεγε τύψαι πρὸς παρηγόρημα τοῦ
πατρός, ἀγανακτήσας ὁ γέρων μετὰ

arg nub

2,col 2

(50)

τῶν σὺν αὐτῷ ὁμοῦ πιμπρᾷ καὶ καταβάλλει δικέλλαις τὸ σωκρατικὸν φροντιστήριον.

arg nub

3,col 2

τὸ δρᾶμα δὲ τῶν πάνυ γεν‐ ναίων ἐστί, μὴ συντεθὲν ἀχαρίστως
εἰς τερατείαν φιλόσοφον.

ind per nub

t

INDEX PERSONARUM ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

ind per nub

1

Στρεψιάδης· μαθητὴς Σωκράτους· δοῦλος Στρεψιάδου· χορὸς Νεφε‐ λῶν· Φειδιππίδης, υἱὸς Στρεψιάδου· δίκαιος λόγος· Σωκράτης· ἄδικος
5λόγος· Πασίας δανειστής· μάρτυς.

ind per nub

1,col 2

Στρεψιάδης· δοῦλος Στρεψιάδου· Φειδιππίδης· Σωκράτης· μαθητὴς Σωκράτους· χορὸς Νεφελῶν· δίκαιος λόγος· ἄδικος λόγος· Πασίας δα‐
5νειστής· μάρτυς.

sch nub

1

ἰοὺ ἰο: ἰαμβικὸς μονόμετρος ὁ στίχος. σχετλιάζει δὲ ὁ Στρεψιάδης ἐπα‐ γρυπνῶν διὰ τὰ χρέα, καὶ διὰ τὸ οὕτως ἐπαγρυπνεῖν καὶ τὴν νύκτα μακρὰν λογιζόμενος.

sch nub

2a

ὦ Ζεῦ βασιλε: μὴ πείθου τοῖς λαλοῦσιν, ἀλλὰ τοῖς λέγουσιν. πατὴρ γὰρ ἀνδρῶν καὶ θεῶν καὶ βασιλεὺς βασιλέων ὁ Ζεὺς τοῖς Ἕλλησιν ἐνομίζετο καὶ ἐλέγετο, ὡς τὸ πατὴρ ἀνδρῶν τε θεῶν τε
5καὶ ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων.

sch nub

2b

τὸ χρῆμα τῶν νυκτῶν: ἡ ὕπαρξις νῦν τῶν νυκτῶν, οὐ πρᾶγμα οὐδὲ τὸ νόμισμα.

sch nub

2c

τὸ χρῆμα] ἡ ὕπαρξις, τὸ μέγεθος.

sch nub

3a

ἀπέρατον καὶ ἀπέραντον τὸ μέγα καὶ μακρόν. ἀπέρατον μὲν τὸ ἀδιόδευτον ἐκ τοῦ περάω, περῶ, ὡς ἐπὶ ποταμοῦ ἢ πελάγους. ἀπέραντον δὲ τὸ ἀτελείωτον ἐκ τοῦ περαίνω, τὸ τελειῶ, ὡς ἐπὶ ἔργου. οὕτω νόει μοι, τοὺς σχολιογράφους δ’ ἔα. ἐαρινοῦ δὲ τοῦ καιροῦ πεφυκότος γεγονότος μακραὶ τούτῳ λογίζονται αἱ νύκτες
5ὡς ἀγρυπνοῦντι διὰ τὰ χρέα καὶ μὴ καθεύδοντι.

sch nub

3b

ἀπέραντον] ἀτελείωτον.

sch nub

4

ἀλεκτρυόνος] τοῦ.

sch nub

5a

οἱ δ’ οἰκέται ῥέγκουσιν: βαθέως ὑπνώττουσιν ἀμεριμνοῦντες. οἰκέται δὲ ἀλλαχοῦ μὲν πάντες οἱ κατὰ τὸν οἶκον ὑπάρχοντες λέγονται, ὡς τὸ οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. νῦν δὲ οἰκέτας μᾶλλον νόει τοὺς δούλους ἐναντίως οἷς λέγουσιν οἱ σχολιογράφοι.
5καὶ τοῦτο ἐκ τοῦ κατωτέρου σαφέστερον δείκνυται. φησὶ γὰρ ὅτ’ οὐδὲ κολάσαι ἔξεστί μοι τοὺς οἰκέτας. ῥέγκουσι δὲ ἀντὶ τοῦ ῥέγχουσιν ἀττικῶς. εἰ γὰρ καὶ δασυνταὶ δασυντικοὶ οἱ Ἀττικοὶ καθεστήκασιν, ὅμως ἐνιαχοῦ καὶ ψιλωταὶ ψιλωτικοὶ γίνονται κατὰ Ἴωνάς τε καὶ Αἰολέας, ὡς τὸ πανδοχεῖον καλεῖν πανδοκεῖον καὶ τὸ ῥέγχουσι ῥέγκουσι καὶ
10ἕτερα ἄττα βραχέα.

sch nub

5b

ῥέγκουσιν] ἀττικόν· ἔστι δὲ ποιὰ φωνή· λέγεται δὲ παρὰ Λατίνοις ῥούφλου.

sch nub

5c

πρὸ τοῦ] ἔρεγχον.

sch nub

6a

ἀπόλοιο δῆτ’ ὦ πόλεμε: ὁ δαιμόνιος οὑτοσὶ ῥήτωρ Ἀριστοφάνης δαιμονίᾳ μεθόδῳ δεινότητος χρώμενος ἐν τῷ δοκεῖν γελοιάζειν καὶ παίζειν τοιαῦτα συμβουλεύει τοῖς Ἀθηναίοις, μᾶλλον δὲ πλέον προτρέπει ἀπέχεσθαι πολέμου καὶ εἰρηνεῖν ἐπάγων ἐν παραλείψεως σχήματι τὰ ὅσα δυσχερῆ καθεστή‐
5κασι τοῦ πολέμου, καὶ ὅτι οὐδὲ τοὺς οἰκέτας ἔξεστι τιμωρεῖν δρῶντας ὅ τι καὶ βούλονται. ἤν τις γὰρ αὐτοὺς τιμωρήσειε, ῥᾷστα πολεμίοις οὖσι τοῖς Λακεδαι‐ μονίοις αὐτομολήσειαν. τὸ αὐτὸ δὲ δρᾷ καὶ ἐν Ἀχαρνεῦσι καὶ Λυσιστράτῃ κἀν τῆς Εἰρήνης τῷ δράματι. οὗ καὶ τὴν δοκοῦσαν αἰσχρορρημοσύνην τῶν λέξεων ὡς πρώτην σεμνότητα κατασπάζομαι διά τε τὸ χρηστὸν τὸ τῆς συμβουλῆς
10καὶ τὸ τῆς ἐννοίας σεμνόν. ταῦτα περί τε πολέμου νόει συντόμως, καὶ περὶ τοῦ μὴ τολμᾶν κολάζειν τοὺς δούλους, ἔα δὲ σχολιογραφούντων τὰς ἐκ γαστρὸς αὐτῶν συγγραφὰς τὰς ἀργιννούσας καὶ φλυαρούσας. τότε γὰρ ἐν Ἀργιννούσαις οἱ Ἀθηναῖοι λαμπρῶς μᾶλλον τοὺς Λακεδαιμονίους ἐνίκησαν, καὶ τὴν Μιτυλήνην κατασχόντες κατεκληρούχησαν, κἂν τοὺς ἐν τῇ ναυμαχίᾳ πεσόντας αὐτῶν
15ἀνελέσθαι διὰ τὸν χειμῶνα οὐκ ἴσχυσαν. οὗτος δὲ ὁ νῦν μνημονευόμενος πόλεμος ἄλλος ἐστίν.

sch nub

6b

ἀπόλοιο] καὶ φθαρείης.

sch nub

8a

ὁ χρηστὸς οὑτοσ: εἰρωνικῶς τὸν Φειδιππίδην φησίν.

sch nub

8b

ὁ ... νεανίας] Φειδιππίδης.

sch nub

8c

χρηστὸς] κατ’ εἰρωνείαν.

sch nub

9a

ἐγείρεται τῆς νυκτός: ἤτοι οὐκ ἐγείρεται δι’ ὅλης τῆς νυκτός, ἀλλὰ καθεύδει καὶ κάτωθεν ἀναπνεῖ. τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ.

sch nub

9b

τῆς νυκτός] δι’ ὅλης, κατὰ τὴν νύκτα, ἐν τῷ καιρῷ. ἔστι δὲ τὸ σχῆμα ἀττικόν.

sch nub

10a

ἐν πέντε σισύραις: μαλλωτοῖς ἐπιβλήμασι πέντε. ἐγκεκορδυλη‐ μένος: σκεπασθείς, εἰληθείς, συγκρυβείς. διαφέρει δὲ σίσυς, σισύρνα καὶ σισύρα. σίσυς πᾶν εὐτελὲς καὶ ῥακῶδες περίβλημα. σισύρνα δέρμα ἄτριχον πολλοῖς τισι, μᾶλλον δὲ μονασταῖς μοναχοῖς φορούμενον ὡς ἱμάτιον. σισύρα δὲ μαλλωτὰ
5ἐπιβλήματα στρωμναῖς χρησιμεύοντα. ἐγκεκορδυλημένος δὲ ὁ συγκρυβεὶς καὶ σκεπασθείς· ἀπὸ τῆς κορδύλης καὶ τοῦ κονδύλου καὶ συσφιγμοῦ τῶν δακτύλων
τῆς χειρός. τινὲς δὲ ἀπὸ τῆς σκεπούσης τὴν κεφαλὴν τῶν ἀνδρῶν κορδύλης, ἥτις καὶ τιάρα καὶ κίδαρις καὶ καυσία καὶ κυνῆ καὶ στεφάνη καὶ περικεφαλαία καὶ ἐπικρατὶς καὶ καμαλαύχιον καυμελαύκιον λέγεται.

sch nub

10b

τὸ κεφαλοδέσμιον ἡ κορδύλη· ἀπὸ τοῦ τὴν κάραν δέειν καὶ δεσμεῖν.

sch nub

10c

ἐγκεκορδυλημένος] ἐντετυ‐ λιγμένος. κορδύλη τὸ κεφαλοδέσμιον.

sch nub

11a

ἀλλ’ εἰ δοκεῖ ῥέγκωμεν: συγκρύπτεται καὶ ὁ Στρεψιάδης ἐν τῇ στρωμνῇ μιμήσασθαι βουλόμενος τὸν υἱόν, πῶς ἐγκεκορδυλημένος καθεύδει. οὐ δύναται δὲ ἀφυπνῶσαι ταῖς μερίμναις τοῦ βίου χρέους δακνόμενος.

sch nub

11b

ῥέγκωμεν] καὶ ἡμεῖς.

sch nub

12

δείλαιος] ὁ.

sch nub

13a

δαπάνης: ἀναλωμάτων, ἐξόδων. φάτνης: τῶν ἵππων· ἐκ τοῦ πε‐ ριέχοντος τὸ περιεχόμενον. καὶ τῶν χρεῶν: καὶ δανείων.

sch nub

13b

τῆς δαπάνης] παρ’ ὑπόνοιαν·
τῶν ἐξόδων.

sch nub

13c

φάτνης] ἐξόδ〈ου τρο〉φῆς τῶν ἵππων.

sch nub

14a

(15) ὁ δὲ κόμην ἔχων: ἦσαν γὰρ οἱ ἱππεῖς καρηκομόωντες. ἱππάζεται: κελητίζει, ἵππῳ ἑνὶ ἐποχεῖται. ξυνωρικεύεται: ἐπὶ δίφρου δύο ἵππους ἔχοντος ἐποχούμενος ἐλαύνει. διαφέρει γὰρ κέλης, ἅμαξα, ἀπήνη, ξυνωρίς, ἅρμα. κέλης ὁ μόνιππος ἵππος, ἅμαξα ἡ ἐκ δύο βοῶν, ἀπήνη ἡ ἐξ ἡμιόνων
5δύο, ξυνωρὶς 〈ἡ〉 ἐκ δύο ἵππων, ἅρμα τὸ ἐκ τεσσάρων ἵππων. ξυνωρὶς καὶ πᾶν τὸ ἐκ δύο τινῶν συνεστώς.

sch nub

14b

κόμην] ἐπιμέλειαν.

sch nub

15a

ἱππάζεται] ἐπὶ ἑνὶ ἵππῳ ἐπο‐ χεῖται.

sch nub

15b

ξυνωρικεύεται p. i. m.] ἐξ ἡμισείας ἁρματηλατεῖ, ξυνωρίδι ἵπ‐
πων χρῆται.

sch nub

16a

ὀνειροπολεῖ θ’ ἵππους: καὶ καθεύδων, κἀν τοῖς ὀνείροις ἱππεύειν δοκεῖ. καὶ ὀνειροπολεῖν μέν ἐστιν ὀνείρους βλέπειν, ὁρᾶν, ὀνειρώττειν δὲ τὸ καθ’ ὕπνους δοκεῖν συνδυάζειν καὶ ἀκουσίως γονορρυεῖν.

sch nub

16b

ὀνειροπολεῖ] φαντάζεται καθ’ ὕπνους.

sch nub

17

ὁρῶν ἄγουσαν: ἐγὼ δ’ ἀπόλλυμαι, φησίν, ὁρῶν τὴν σελήνην, ὅταν ἤδη κʹ ἐστὶν ἡμερῶν, συστρέφων πρὸς νοῦν, ὅτι ἡ τριακοστὴ αὐτῆς ἐγγίζει ἤδη καὶ μέλλω τοὺς τόκους ἀποδιδόναι.

sch nub

18a

ἅπτε πα: παῖς κυρίως ὁ δοῦλος ὡς τῇδε καὶ ἐν τῇ παλαιᾷ βίβλῳ, ὡς τὸ “ζῇ, κύριε, ὁ παῖς σου ὁ πατὴρ ἡμῶν”. οὕτω παῖς μὲν ὁ δοῦλος κυρίως λέγεται, λέγεται δὲ καὶ ὁ υἱός. τὸ δὲ παιδίον ἀεὶ ἐπὶ τέκνου λέγεται, οὐκ ἐπὶ δούλου· κἂν παιδίον γὰρ εἴπῃς δούλης, παιδίον ἐκείνης νοεῖς.

sch nub

18b

χωροῦσιν] προβαίνουσιν εἰς τὸ ἔμπροσθεν.

sch nub

18c

χωροῦσιν] αὔξουσιν.

sch nub

18d

παῖ] δοῦλε.

sch nub

19a

γραμματεῖον ὁ χάρτης, γραμμάτιον δὲ τὸ γράμμα.

sch nub

19b

τὸ γραμματεῖον] κατάστιχον, τὸ ἔγγραφον.

sch nub

20

λογίσωμαι] λογαριάσω, ἀνα‐ ψηφίσω.

sch nub

21a

φέρ’ ἴδω, τί ὀφείλω: παρεπιγραφὴ τὸ σχῆμα. δηλοῦται γὰρ ἐκ τοῦ τὸν Στρεψιάδην τάχα τὸν χάρτην λαβεῖν καὶ λέγειν ἃ λέγει, ὅτι πάντα τὰ κελευσθέντα πεποίηκεν ὁ οἰκέτης, αὐτὸς δὲ τὸν χάρτην λαβὼν καὶ πρὸς τὸν λύχνον ὁρῶν φησιν ἅ φησιν.

sch nub

21b

ὁ Πασίας δὲ δανειστὴς ἦν. οἱ σχολιογράφοι δὲ αὐτὸν ἱπποτρόφον φασὶν ἀποβαλόντα τὴν περιουσίαν ἱπποτροφοῦντα.

sch nub

21c

μνᾶν δὲ μὴ κατὰ τοὺς ἀλογίστους τὰ ἑβδομηκονταδύο νομίσματα νόει, ἀλλὰ τὰς ἑκατὸν δραχμάς. περιττὸν δὲ ἐν τούτοις περὶ τοιούτων πραγμάτων λεπτολογεῖν.

sch nub

21d

δραχμὴ ἓξ ὀβολοί· μνᾶς ἑκατὸν δραχμαί· τάλαντον ξʹ μναί.

sch nub

21e

φέρ’ ἴδω] παρεπιγραφή.

sch nub

22a

τί ἐχρησάμην: εἰς τί ἐχρησάμην ταῖς δώδεκα μναῖς, ἢ τί χρῆμα καὶ πρᾶγμα ὠνησάμην αὐταῖς; ἢ ἀντιπτωτικῶς ἀττικῶς· τί καὶ ἐν τίνι πράγματι
(23) ἐχρησάμην; εἶτα δῆθεν συνεικώς φησι· συνῆκα, ἐδανεισάμην ταύτας, ὅτ’ ἐπριάμην τὸν κοππατίαν. κοππατίας δὲ ἵππους οἱ σχολιογράφοι τοὺς τὸ κ
5στοιχεῖον ἐσφραγισμένον ἐν αὐτοῖς ἔχοντας, ὡς καὶ σαπφόρας τοὺς τὸ ς στοιχεῖον ἔχοντας ἐσφραγισμένον, καὶ πολλὰ κατοφρυῶνται τῶν καλλίστως λεγόντων. ἐγὼ δὲ σαπφόρας μὲν τοὺς σειραφόρους καὶ παρηόρους φημί, ἀλλ’ οὐ τοὺς ζυγίους καὶ μέσους. κοππατίας δὲ ἵππους κατὰ τοὺς εἰπόντας καλῶς ἐπικρίνω καλεῖν τοὺς γαύρους καὶ παίζοντας καὶ ταῖς ὁπλαῖς τὸ ἔδαφος πλήττοντας.
10οἱ δὲ σχολιογράφοι ψυχρῶς λεγέτωσαν τῇδε καὶ “Βουκέφαλον” “Βουκεφάλαν” καὶ “Ἀλεξάν‐ δρειαν”.

sch nub

22b

τοῦ] τίνος χάριν ὀφείλω.

sch nub

22c

τοῦ] ἕνεκα τίνος.

sch nub

22d

τί ἐχρησάμην] εἰς τί ἐδανει‐ σάμην, ἢ τί ἠγόρασα.

sch nub

23a

κοππατίας δὲ ἀπὸ τοῦ κό‐ πτειν τὸν πάτον ἤγουν τὸ ἔδαφος.

sch nub

23b

ὅτ’] συνῆκα.Column end

sch nub

23b,col 2

συνῆχ’.Column end

sch nub

23c

κοππατίαν] ὄνομα ἵππου. παρήχησις τὸ σχῆμα.

sch nub

23d

κοππατίαν] ἵππον.

sch nub

24a

εἴθ’ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθ: εἴθε, φησί, λίθῳ
βληθεὶς ἔκ τινος ἐξεκόπην καὶ ἐξεβλήθην τὸν ὀφθαλμὸν ἢ ὠνήσασθαι κοππατίαν ἵππον ἐπὶ δανείῳ καὶ τόκοις. τοῦτο δὲ παίζων εἶπε σχῆμα ποιήσας παρήχησιν, τὸ “κοππατίας καὶ “ἐξεκόπην”.

sch nub

24b

ἐξεκόπην πρὸς “τὸν κοπ‐ πατίαν τὸ “ἐξεκόπην”.

sch nub

25a

Φίλων ἀδικεῖς: ὁ Φειδιππίδης οὕτω διακαῶς περὶ τὴν ἱππικὴν καὶ διφρευτικὴν διακείμενος κἀν ὀνείροις μετά τινος Φίλωνος ἡλικιώτου δοκεῖ συνδιφρεύειν καὶ αὐτῷ αἰτιᾶσθαι ὡς δῆθεν αὐτοῦ προδιφρεύοντι καὶ τὴν ὁδὸν τῶν τούτου ἵππων κωλύοντι.

sch nub

25b

Φίλων] ὦ.

sch nub

25c

Φίλων ... δρόμον] ὀνειρο‐ πολῶν λέγει ταῦτα.

sch nub

26

τοῦτ’ ἔστι τοῦτο τὸ κακὸν: ὁ Στρεψιάδης δυσφορῶν ἐπὶ τοῖς δανείοις καὶ τόκοις καὶ τὸν υἱὸν κἀν ὀνείροις ἀκούων τοιαῦτα ληροῦντα· τοῦτο, φησί, τὸ ἱππεύειν αὐτὸν καὶ διφρεύειν, ἐστὶν ὅ με ἀπώλεσεν.

sch nub

28a

πόσους δρόμους: ὡς ἐν ὀνείροις ὁ νεανίας, ἀλλ’ οὐκ ἐγρηγορὼς οὐδὲ ἔξυπνος, ταῦτα φθεγγόμενος τοῦ ἀληθοῦς παρασυρόμενος σφάλλεται. δέον γὰρ εἰπεῖν· πόσους ἐλαύνουσι τὰ ἁμιλλητήρια; τὰ πολεμιστήρια, εἶπε, πόσους
ἐλαύνουσιν; ἕνα γὰρ τὰ πολεμιστήρια δρόμον ἐλαύνουσιν, ὃν εὗρε Θησεύς,
5ὡς οὗτοί φασιν, ἐμοὶ μὲν οὐ καλῶς λέγειν δοκοῦντες, ἑτέροις δὲ ἴσως ἂν καὶ παγκάλως. πολεμιστήρια δὲ αὐτὸς τὰ πολεμικά φημι λέγειν τὸν νεανίαν, ἐν οἷς πολεμοῦντες ἐν τοῖς πολέμοις τινὲς ἢ ἀναιροῦσι τοὺς ἐναντίους ἢ ἀναιροῦνται. οὕτω δέ φημι τὸν νεανίαν εἰπεῖν ἐν ὀνείροις παρασφαλέντα καὶ γλώττῃ καὶ λογισμῷ. οὐδὲ γὰρ εἰπεῖν ἀνέχομαι κἂν τὸν ὁπλίτην δρόμον πολεμιστήριον,
10ὃν οὗτοι Θησέα φασὶν ἐφευρεῖν. ὁ γὰρ ὁπλίτης δρόμος πεζῶν ὑπῆρχεν, οὐ διφρευτῶν. ἀκουέτω γοῦν παρ’ ἡμῶν ὃς ἐθέλει καὶ περὶ δρόμων. τρεῖς μὲν ἦσαν δρόμοι πεζῶν· ὁ ὁπλίτης, ὁ δίαυλος καὶ ὁ δόλιχος. καὶ οἱ μὲν τὸν ὁπλίτην τρέχοντες δρόμον, ὃς ἐκαλεῖτο καὶ σταδιαῖος, πανοπλίας ἐνδεδυμένοι ἀπὸ τῆς ἀφετηρίας ἔτρεχον καὶ μέχρι μόνου καμπτῆρος. οἱ δὲ τὸν δίαυλον θέοντες
15οὐ πανοπλίας ἐνδεδυμένοι, μόνας δὲ ἀσπίδας καὶ περικεφαλαίας καὶ δόρυ κατέχοντες, ἀπὸ βαλβίδος μέχρι καμπτῆρος ἀνῄεσαν κἀκ τοῦ καμπτῆρος πάλιν εἰς τὴν ἀφετηρίαν κατέθεον. οἱ δολιχοδρομοῦντες δὲ ψιλῶς ἑπτάδρομον ἐποιοῦντο τὸν δρόμον, τρὶς μὲν ἀνιόντες, τρὶς δὲ κατιόντες, καὶ πρὸς τὸν καμπτῆρα τὸν ἕβδομον δρόμον ἐκτερματοῦντες. οἱ δίφροι δὲ καὶ τὰ ἅρματα
20δωδεκάκις τοὺς καμπτῆρας τὰς καμπτηρίας ἐποίουν. πολεμίζω δὲ ἀττικῶς καὶ πολεμιστήριον.

sch nub

28b

ἐλᾷ] ἐλαύνουσι.

sch nub

28c

τὰ πολεμιστήρια] τὰ ἁμιλλη‐ τήρια.

sch nub

28d

τὰ πολεμιστήρια] ὤφειλεν εἰπεῖν· τὰ ἁμιλλητήρια· ἀλλὰ διότι
κοιμᾶται.

sch nub

29

πολλοὺς] εἰς.

sch nub

30

ἔβα με] ἔβη, προῆλθεν, ηὔ‐ ξησεν εἰς ἐμέ.

sch nub

31a

ἔβα καὶ ἐπῆλθεν εἰς ἐμὲ μετὰ τὸν Πασίαν ἕτερον χρέος, τρεῖς μναῖ ἕνεκα δίφρου ἤγουν περιφερείας ἅρματος, καὶ ἕνεκα τροχῶν ἤτοι ἕνεκα ὅλου ἅρματος, δοθεῖσαι τῷ Ἀμυνίᾳ. καὶ οὗτος ὁ Ἀμυνίας εἷς ἦν τῶν διφρηλασίαις καὶ ἱππικῇ τῆς περιουσίας ἐστερημένων. νῦν δὲ οὐκ αὐτόν, ὥς φασιν, ἀλλ’
5Ἀμινίαν τὸν ἄρχοντα κωμῳδῆσαι βουλόμενος, δεδιὼς αὐτόν τε τὸν ἄρχοντα καὶ τὸν τοῖς κωμῳδοῖς κείμενον νόμον, τὸ μὴ κωμῳδεῖν ἀνεπικαλύπτως τοὺς ἄρχοντας, μεθ’ ὑποστολῆς καὶ λαθραίως παραγραμματίσας καὶ τὸ ἰῶτα τρέψας εἰς υ Ἀμυνίᾳ εἶπε, καὶ οὐκ Ἀμινίᾳ.

sch nub

31b

τρεῖς] τρῖς.

sch nub

31c

μναῖ] λίτραι.

sch nub

31d

διφρίσκου] ἕνεκα μικροῦ ἅρ‐ ματος.

sch nub

31e

Ἀμυνίᾳ] δοθεῖσαι τῷ Ἀμυ‐ νίᾳ.

sch nub

32a

ἄπαγε τὸν ἵππον ἐξαλίσας: ἔτι καθεύδων καὶ ὀνειροπολῶν Φειδιπ‐ πίδης δοκεῖ οἴεται πληρῶσαι τὸν δρόμον τὸν ἱππικὸν καὶ κελεύει δῆθεν τῶν ὑπουρ‐
γούντων τινὶ πρὸς κόνεως κυλίστραν τὸν ἵππον ἐξαγαγεῖν κυλισθῆναι.

sch nub

32b

ἄπαγε] ὦ δοῦλε.

sch nub

32c

ἐξαλίσας] κυλισθῆναι ποιή‐ σας. ἀλινδήθρα ἡ κυλίστρα.

sch nub

33a

ἀλλ’ ὦ μέλε’ ἐξήλικας: πρὸς ταῦτα ὁ Στρεψιάδης φησίν· ἀλλ’ ὦ μέλεε, ἄθλιε καὶ μὴ ἐλέους τυχεῖν ἄξιε, σὺ μὲν ἐμὲ ἐξήλικας, καὶ ἐξεκύλισας ἐκ τῶν ἐμῶν ἤτοι τῆς περιουσίας με ἀπεστέρησας.

sch nub

33b

ἐξήλικας] ἐξεκύλισας, ἔφθει‐ ρας, ἐξέβαλες.

sch nub

34a

ὅτε καὶ δίκας ὤφληκα: ἤτοι πρὸς τῷ ζημιωθῆναί με τοῖς σοῖς ὑποψύχροις ἱππεύμασι τόσοις περιπεσόντα τοῖς χρέεσι καὶ εἰς δικαστήριον ἕλκομαί τισι δανεισταῖς, ἑτέροις δὲ καὶ ἀπαιτοῦμαι ὑπὲρ τόκων αὐτοῖς ἐνεχυρά‐ σασθαι ἤτοι ἕτερα δοῦναι τούτοις ἐνέχυρα.

sch nub

34b

τόκου] ἕνεκεν.

sch nub

35a

ἐτεόν, ὦ πάτερ: ταῦτα ὁ Φειδιππίδης οὐκέτι καθεύδων, ἀλλ’ ἐγρηγορὼς ἀλλὰ γρηγορῶν λέγει ἀκηκοὼς ἀγανακτοῦντος αὐτοῦ τοῦ πατρός.

sch nub

35b

ἢ λαβεῖν ἐμὲ ὡς ἐνέχυρον.

sch nub

35c

ἐνεχυράσασθαί] ἐνέχυρα λα‐ βεῖν.

sch nub

36a

τί δυσκολαίνεις: δυσφορεῖς, θλίβῃ, καὶ στρέφομαι, στρέφει ἀττικῶς, μὴ ἠρεμῶν ἐν τῇ κλίνῃ.

sch nub

36b

δυσκολαίνεις] δυσχεραίνεις.

sch nub

36c

τὴν νύχθ’] κατά.

sch nub

37a

δάκνει μέ τις δήμαρχος: οὐ ψύλλαν οὐδὲ κόριν νῦν φησιν, ὥς τινες οἴονται τὸν δήμαρχον λέγειν, ἀλλὰ τὴν τῶν χρεῶν ἕνεκα μέριμναν τὴν μὴ ἐῶσαν αὐτὸν ἀφυπνοῦν, ὥσπερ οἱ δήμαρχοι ἀπογραφάς τε ποιούμενοι τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων καὶ πάντα λεπτῶς ἀκριβολογούμενοι καὶ μηδὲν παρεῶντες
5ἀνεπιτήρητον.

sch nub

37b

διασύρει τοὺς δημάρχους ὡς καταφρονοῦντας τῶν Ἀθηναίων.

sch nub

37c

δήμαρχός τις] ἤγουν ἡ μέρι‐
μνα τῶν χρεῶν.

sch nub

38a

καταδαρθεῖν: κυρίως καταδαρθεῖν τὸ ἐν δέρμασι κοιμηθῆναι, νῦν δὲ τὸ ἁπλῶς κοιμηθῆναι. Ἀττικοὶ δὲ οὐ γράφουσι περισπωμένως “καταδαρ‐ θεῖν”, ἀλλὰ βαρυτόνως “καταδάρθειν”. ταῦτα εἰπὼν ὁ Φειδιππίδης πάλιν αὖθις (39) κοιμᾶται συγκαλυψάμενος. διὸ καὶ ὁ Στρεψιάδης φησί· σὺ κάθευδε, τὰ δὲ
5χρέα ταῦτα, γίνωσκε, εἰς τὴν σὴν κεφαλὴν τραπήσονται, ἤτοι εἰς σὲ τείνει ἡ τούτων ζημία. ἂν γὰρ ἐνδεὴς ἐγὼ θάνοιμι, πολλῷ σὺ ἐνδεέστερος περιλειφθήσῃ καὶ ὡς κληρονόμον οἱ δανεισταὶ σὲ ἑλκύσουσιν ἀποδοῦναι τὸ ὄφλημα.

sch nub

38b

καταδαρθεῖν] κυρίως ἐπὶ
δερμάτων κοιμᾶσθαι.Column end

sch nub

38b,col 2

δαιμόνιε: ἀθλιώτατε.Column end

sch nub

40a

40] ἤγουν ἀποθανόντος ἐμοῦ.

sch nub

40b

τρέψεται] τραπήσεται.

sch nub

41a

φε: ἐν μνείᾳ γενόμενος ὁ Στρεψιάδης τῆς πρὶν ἀγροδιαίτου περιουσίας αὐτοῦ καὶ τῆς μετὰ τὸν ἀστικὸν γάμον δαπάνης καὶ τῆς ἐνδείας καὶ τῶν χρεῶν τὸ “φε ἀναφθέγγεται καὶ τῇ προμνηστρίᾳ τῶν γάμων ἀρᾶται.

sch nub

41b

προμνήστρι’] ἡ λεγομένη
προξενήτρια, μαυλίστρια.Column end

sch nub

41b,col 2

προμνήστρια: ἡ προξε‐
νήτρια.

sch nub

42

ἐπῆρε] ἐκίνησε.Column end

sch nub

42,col 2

ἐπῆρε: ἀνέπεισε, ἀνεπτέρωσε.

sch nub

43,col 2

ἀγρότης βίος: ἡ περιουσία.Column end

sch nub

44a

εὐρωτιῶν: σηπόμενος τῷ εἰκῇ καὶ μάτην κεῖσθαι. ἀκορήτως: καταπεφρονημένως, ἀφροντίστως.

sch nub

44b

εὐρωτιῶν] σεσηπωμένος.

sch nub

44c

ἀκόρητος p.i.m.] ἀνεπιμέ‐ λητος, ἀκαλλώπιστος, ἀτημέλητος· ἀπὸ μεταφορᾶς τῆς κόρης τῆς μὴ καλλωπιζομένης.

sch nub

45a

βρύων μελίτταις: ἤτοι πλήρης ὢν μελισσῶν καὶ προβάτων, ἐλαίου καὶ οἴνου καὶ πάντων ἁπλῶς τῶν εἰς βίον χρησίμων. στέμφυλα δὲ λέγονται τὰ
τῶν ἐλαιῶν καὶ τῶν σταφυλῶν δέρματα, γίγαρτα δὲ οἱ τῶν σταφυλῶν κόκκοι.

sch nub

45b

στεμφύλοις] δέρμασι σταφυ‐ λῶν, ἐλαιῶν.

sch nub

46a

Μεγακλέους τοῦ Μεγακλέους: ἐδιπλασίασε τὸ ὄνομα, καθ’ ἡμᾶς ἵν’ ὄγκον καὶ ὕψος ἐπιθείη τῷ γένει τῷ Μεγακλέους. ἦν γὰρ ὁ Μεγακλῆς οὗτος τοῦ γένους τῶν Ἀλκμαιονιδῶν τεθριπποτρόφων ὀλυμπιονικῶν πλουσίων ἀνδρῶν, ὧν Ἀλκμαίονα πρόγονον ὑπέρπλουτον ὁ Κροῖσος ἐποίησε. λέγεται
5δὲ παῖς ὑπάρχειν ὁ Μεγακλῆς Κοισύρας πλούτῳ καὶ γένει τὰς ἐρετριακὰς ὑπερτρεχούσης γυναῖκας, ἀφ’ ἧς ἔλεγον Ἐρετριεῖς ἐγκεκοισυρῶσθαι τὸ μέγα φρονεῖν· τινὲς δὲ δοῦλον εἶναι τοῦτόν φασιν.

sch nub

46b

Μεγακλέους τοῦ Μεγακλέους κατ’ ἐπίτασιν.

sch nub

47a

ἀδελφιδὴν: ἀδελφῆς ἢ ἀδελφοῦ θυγατέρα, ἣν οἱ ἰδιῶται καλοῦσιν ἀνεψιάν. ἀνεψιοὶ γὰρ κυρίως οἱ ἀδελφῶν λέγονται παῖδες, ὥσπερ ἄλλοι φασὶ
περιττοὶ καὶ ὁ Δημοσθένης Ὅμηρός τε ἡ κορυφὴ τῶν ἁπάντων σοφῶν.

sch nub

47b

ἄγροικος ὢν ἐξ ἄστεος: ἀγροδίαιτος ἤτοι ἀγρότης ὢν ἔγημα ἐξ ἄστεος ἤτοι πολίτιδα γυναῖκα τὴν ἣν ἔφην. ἄγροικος προπαροξυτόνως ὁ ἀνόητος καὶ βάρβαρος καὶ ἀπαίδευτος, ἀγροῖκος δὲ ὁ ἐν ἀγροῖς οἰκῶν καὶ χωρίοις. Ἀττικοὶ δὲ καὶ τὸν ἄγροικον ἀγροῖκον λέγουσι προπερισπωμένως,
5ὡς τὸ τρόπαιον τροπαῖον καὶ τὰ ὅμοια.

sch nub

47c

ἀδελφιδὴν] ἀνεψιάν.

sch nub

47d

ἐξ ἄστεος] ἔγημα.

sch nub

48a

σεμνήν: ὑπερήφανον, ὑψηλήν, ἐπηρμένην, ἀλαζόνα. ἐγκεκοισυρω‐ μένην: τὰ Κοισύρας φρονοῦσαν, κομπαστικήν, φρυάγματος πλήρη, μεγαλόφρονα κατὰ τὴν Κοισύραν τὴν πρόγονον ταύτης.

sch nub

48b

σεμνήν] ἐπηρμένην.

sch nub

48c

ἐγκεκοισυρωμένην p.i.m.]
τὰ Κοισύρας φρονοῦσαν· ἐξ οὗ καὶ “κοισυροῦταί τις”, ὁ κατὰ τὴν Κοισύραν καλλωπιζόμενος καὶ κομ‐
5πάζων· ἤγουν κομπαστικήν.

sch nub

49a

ταύτην ὅτ’ ἐγάμουν: ὅτε ἠγαγόμην εἰς γυναῖκα καὶ τὴν τῆς γαμηλίας ἡμέραν ἑώρταζον. τοῦτο γάρ ἐστι τὸ γαμεῖν. ὃ δέ φασιν οἱ ἀσελγεῖς καὶ αἰσχρόστομοι τὴν φύσει σεμνὴν λέξιν εἰς αἰσχρὰν αὐτῶν τῷ νῷ μετα‐ τρέψαντες, οὐ γάμος καλεῖται, ἀλλ’ ὁμιλία, συνάφεια, μίξις, συνδυασμός,
5συγκατάκλισις καὶ ἕτερα μυρία τοιαῦτα ὀνόματα. συγκατεκλινόμην: ἐζευγνύμην, ἐμιγνυόμην.

sch nub

49b

ἐγάμουν] εἰς γάμον ἠγόμην.

sch nub

50a

ὄζων τρυγός: ἁπλῶς εἰπεῖν πλουτῶν πᾶσι πράγμασι τοῖς ἐξ ἀγρῶν τῷ βίῳ χρησίμοις. ὁ δὲ τροπικῶς εἶπεν ἠθικωτέρως· ὄζων καὶ ἀποπνέων ἀγροικικῆς δυσοσμίας· τρυγὸς καὶ οἴνου· τρασιᾶς, ἐρίων καὶ μαλλῶν προβάτων, ἤτοι προβάτων· περιουσίας, θησαυροῦ θησαυρισμοῦ πραγμάτων καὶ ἀποθέσεως διὰ
5περιττότητα. τοῦτο γὰρ ἡ περιουσία, περιττότης τις καὶ ἀπόθεσις τῶν εἰς οὐσίαν καὶ ὕπαρξιν χρησίμων. τρασιὰ ταρσιὰ δέ ἐστι πᾶν ξηραντήριον σταφυλῶν,
σύκων, τυρῶν, κρεῶν, ἰχθύων, πάντων τῶν τοιούτων ἁπλῶς ξηραντήριον.

sch nub

50b

ὄζων] ἀποπνέων.

sch nub

50c

τρυγός] οἴνου.

sch nub

50d

τρασιᾶς] ὀσμῆς.

sch nub

51a

δ’ αὖ μύρου, κρόκου: ἐγὼ μέν, φησίν, ὅτε συγκατεκλινόμην αὐτῇ, τοιαύτης ὦζον ὀσμῆς, ἡ δὲ γυνὴ ὦζε μύρου, κρόκου καὶ ἀρωμάτων ἑτέρων. καταγλωττισμο: καθ’ ἑτέρους εἴδους αἰσχρῶν φιλημάτων, κατὰ δ’ ἡμᾶς σειρηνικῆς περιεπείας καὶ ὁμιλίας λόγων εὐτραπέλων καὶ κωτιλότητος·
5αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα ἐμὴν κενοῦσα καλιήν. (52) δαπάνης: ἀναλωμάτων, ἐξόδου, καινοτομίας. λαφυγμο: καταβρώ‐ σεως καὶ ἐκκενώσεως πραγμάτων. Κωλιάδος, Γενετυλλίδος: ἀφροδισίων καὶ συνουσίας· Κωλιὰς γὰρ καὶ Γενετυλλὶς Ἀφροδίτης ἐπίθετα. Γενετυλλὶς μὲν γὰρ λέγεται ὡς γενέσεως ἔφορος. Κωλιὰς δὲ ὀνομάζεται οὕτως· οἱ μέν
10φασιν ἀττικὸν νεανίαν τινὰ κατασχεθέντα λῃσταῖς ἢ τυράννῳ δεθῆναι τῶν
κώλων ἤγουν ἐκ τῶν μηρῶν ἢ τῶν βραχιόνων. τὴν ἀρχιλῃστοῦ δὲ θυγατέρα ἢ τοῦ τυράννου—τινὲς δὲ τὴν γυναῖκα, οὐ τὴν θυγατέρα φασίν—ἐρασθεῖσαν λῦσαι τὸν νέον· ὃς Ἀθήναζε ἀφικόμενος χαριστήρια τῇ Ἀφροδίτῃ ναὸν ᾠκο‐ δόμησε Κωλιάδος αὐτὸν ὀνομάσας ὡς ῥυσαμένης αὐτὸν δεδεμένον τῶν κώλων.
15οἱ δὲ ταύτην τὴν Ἀφροδίτην φασὶ Κωλιάδα καλεῖσθαι, ὅτι ὁ τόπος, ἔνθα τιμᾶται, ἀνδρὸς κώλοις ἔοικεν. ἕτεροι δέ φασιν· Ἴωνος ἐκεῖ θύοντος κόραξ καταπτὰς ἀφήρπασε τὴν κωλὴν καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἀπέθετο. καὶ οὕτως ἀπὸ τοῦ τόπου καὶ τοῦ συμβάματος ἡ Ἀφροδίτη ἐκλήθη.

sch nub

51b

καταγλωττισμάτων] εὐτρα‐ πέλων λόγων, ἤγουν γλυκέων.

sch nub

52a

λαφυγμοῦ] ἐκκενώσεως.

sch nub

52b

Κωλιάδος] ἀφροδισίας.

sch nub

52c

Γενετυλλίδος] αἰτία γεννή‐ σεως.

sch nub

53a

ἀλλ’ ἐσπάθα: οὐ μὴν ἐρῶ καὶ εἴποιμι, ὡς ἀργὸς καὶ ἀργὴ ἦν ἡ γυνή— ἀττικὸν δὲ τουτί ἀττικῶς—ἀλλ’ ἐσπάθα, λίαν ἐτρύφα τὴν περιουσίαν ἐμοῦ ἐξαντλοῦσα
θοίναισιν ὄλβον ἐκχέουσα τλήμονος. σπαθᾶν δὲ τὸ λίαν τρυφᾶν εἴρηται ἀπὸ τῶν γυναικῶν τῶν πάνυ σπουδαίων
5εἰς τὸ ἐργάζεσθαι, καὶ σπαθᾶν καὶ συντονωτέρως κινεῖν τὰς ὑφαντικὰς σπάθας
εἰς τὸ ἐργάζεσθαι.

sch nub

53b

ἐρῶ] εἴπω.

sch nub

53c

ἐσπάθα] κατήσθιεν.

sch nub

54

ἐγὼ δ’ ἂν αὐτῇ πρόφασιν: ἐγὼ δὲ αὐτῇ τὸ ἄγροικόν μου τόδε ἱμάτιον δεικνὺς προφάσει πενίας ἔλεγον· ὦ γύναι, λίαν σπαθᾷς.

sch nub

55

σπαθᾷς] τρυφᾷς.

sch nub

57a

πότην λύχνον: ἢ τὸ ὄστρακον αὐτὸ καὶ αὐτὸν τὸν λύχνον πότην φησί· πολλὰ γάρ εἰσιν ὄστρακα ὑπόσομφα καὶ πίνουσι ῥᾳδίως τὸ ἔλαιον· ἢ τὸ ἐλλύχνιον (59) λέγει· τὰ παχέα γὰρ τῶν ἐλλυχνίων ἀναλίσκει ῥᾳδίως τὸ ἔλαιον. θρυαλλίδες δὲ οἱ τοῦ πυρὸς σπινθῆρες κυρίως καλοῦνται, καταχρηστικῶς παραχρηστικῶς δὲ νῦν τὸ
5ἐλλύχνιον λέγει. ἔα δὲ τοὺς σχολιγράφους λέγειν “κυρίως θρυαλλίδας τὰ ἐλλύχνια, ὅτι ἀπὸ τοῦ θρύου ἦν πάλαι τὰ ἐλλύχνια”.

sch nub

57b

τὸν πότην] τὸν καταναλί‐ σκοντα τὸ ἔλαιον συντόμως ἤγουν τὸν σομφώδη.

sch nub

59

θρυαλλίδων] ἀπό.

sch nub

60a

μετὰ ταῦθ’ ὅπως: μετὰ τὰ πρὸς τὸν δοῦλον λεχθέντα πάλιν τῆς διηγήσεως ἅπτεται καί φησιν· ὡς δ’ ἡμῖν ἐγεννήθη υἱός, ἐμοί τε καὶ τῇ ἀγαθῇ γυναικί, εἰρωνικῶς, ἐλοιδορούμεθα καὶ ἀπεμαχόμεθα, ποίαν κλῆσιν θείημεν (63) τούτῳ. ἡ μὲν γὰρ ἵππον προσετίθει, σύνθετον ὄνομα ἐξ ἵππου συντεθειμένον
5ἐβούλετο θεῖναι κλῆσιν τῷ υἱῷ, Ξάνθιππον ἢ Χάριππον. ὁ Ξάνθιππος πατὴρ ἦν ἐκείνου τοῦ Περικλέους, ὃς ἦν τοῦ Ἀλκμαιονιδῶν γένους, ἐφ’ οἷς τὸ γύναιον ἐσεμνύνετο καὶ μᾶλλον ἐπὶ Μεγακλεῖ υἱῷ τελοῦντι Ἀλκμαίονος, ὃν Κροῖσος ὑπερεπλούτισεν. ὃς Μεγακλῆς ἱπποτροφῶν τρισσάκις Ὀλύμπια ταῖς αὐταῖς ἵπποις ἐνίκησε καὶ τεθνηκυίας ταφῆς κατηξίωσεν. ἀλλὰ τὰ τῆς τῶν ἵππων
10ταφῆς ὕστερα. ὁ αὐτὸς Μεγακλῆς καὶ ὑπὸ Πεισιστράτου ἐξοστρακισθεὶς πάλιν ὑπ’ αὐτοῦ ἀνεκλήθη, ὅτι νενικηκὼς ἅρματι τεθρίππῳ ἐν Ὀλυμπίᾳ οὐχ ἑαυτῷ τῆς νίκης τὸ κήρυγμα, ἀλλὰ τῷ Πεισιστράτῳ ἀνέθετο.

sch nub

60b

ὅπως] ἡνίκα· ἢ ἀντὶ τοῦ “ὡς”.

sch nub

61

ἀγαθῇ] εἰρωνεία.

sch nub

62a

ταῦτ’] οὕτως.

sch nub

62b

ἐλοιδορούμεθα] ἐφιλονεικοῦ‐ μεν.

sch nub

65

τοῦ πάππου: ἀντὶ τοῦ “ἐκ τοῦ πάππου” ἤγουν τοῦ ἐμοῦ πατρὸς Φείδωνος κλῆσιν ἐτιθέμην τῷ υἱῷ Φειδωνίδην.

sch nub

66a

τέως μὲν οὖν: μέχρι μὲν οὖν χρόνου τινὸς ἐκρινόμεθα καὶ διεμαχόμεθα καὶ ἠμφισβητοῦμεν περὶ τῆς κλήσεως. εἶτα κοινῇ καὶ κοινῶς συνέβημεν καὶ ὡμογνωμονήσαμεν καὶ Φειδιππίδην ἐθέμεθα.

sch nub

66b

ἐκρινόμεθ’] ἐμαχόμεθα.

sch nub

67

ξυνέβημεν] ὡμογνωμονήσα‐ μεν.

sch nub

68a

ἐκορίζετο: ὡς κορίδιον ἤτοι κόριον, μικρὸν βρεφύλλιον ὁτὲ μὲν ταῖς ἀγκάλαις περιφέρουσα, ὁτὲ δὲ ταῖς χερσὶ μικρὸν ἀναπάλλουσα, ἔλεγε δῆθεν (69) εἰς εὐμοιρίαν τινὰ συμβησόμενα τῷ παιδί· ὅταν σὺ μέγας ὢν ἤτοι ἀνὴρ γενόμενος, ἢ μᾶλλον εὔμοιρός τις καὶ περίβλεπτος ἐφ’ ἅρματος ὀλυμπιονίκης
5(70) ἢ θριαμβονίκης ἐλαύνων πρὸς πόλιν καὶ τὴν ἀκρόπολιν, ξύστιδα καὶ πορφυροῦν ἐνδεδυμένος ἱμάτιον, ἢ ξυστίδα ὡς πορφυρίδα ὑποκοριστικῶς.

sch nub

68b

ἢ λαμβάνους’ ἐκορίζετο.

sch nub

68c

λαβοῦς’] ἡ γυνή.

sch nub

68d

ἐκορίζετο] ἐκολάκευε.

sch nub

69

ὅταν] ποτέ.

sch nub

70

ξυστίδ’ ἔχων] πορφυροῦν ἱμά‐
τιον φορῶν.Column end

sch nub

70,col 2

ξυστίδ’] πορφυρίδα.Column end

sch nub

71a

τὰς αἶγας ἐκ τοῦ φελλέως: Φελλεύς τις καλούμενος τόπος ἐν ταῖς Ἀθήναις ὑπῆρχεν. ἀλλὰ καὶ περὶ τὸν Διόνυσον ἦν τις ἑορτὴ Φελλὸς καλουμένη, ἥτις ἀρχομένων τῶν Διονυσίων ἐγίνετο. ἄλλως: Φελλεὺς τόπος ἐστὶν ἐν τῇ Ἀττικῇ κισσηρώδης, τραχὺς καὶ λιθώδης, ὅθεν καὶ Φελλεὺς ἐπεκλήθη·
5Δωριεῖς γὰρ φελλεάτας καλοῦσι τοὺς τραχυτάτους τόπους. καὶ αἱ αἶγες δὲ τοὺς παρακρήμνους τόπους διώκουσιν.

sch nub

71b

ὅταν] ποτέ.

sch nub

71c

τοῦ φελλέως] ὄνομα τόπου.

sch nub

71d

ἐκ τοῦ φελλέως] ἐξάγῃς.

sch nub

72a

διφθέραν ἐνημμένος: οὐχ ὑφαντὸν ἐνδεδυμένος ἱμάτιον, προβάτου
δὲ δέρμα, ποιμενικὸν ἄμφιον.

sch nub

72b

ἐνημμένος] ἐνδεδυμένος.

sch nub

74a

ἵππερόν: ἀλλὰ κατέχεέ μου, φησί, τῶν χρημάτων ὥσπερ νόσον τινὰ ἴκτερον τὸν ἵππερον, καὶ τὴν ἐπιθυμίαν τὴν ἱππικήν, νόσον ὀδυνηράν τινα καὶ δαπανηρὰν καὶ τὰ χρήματά μου ἐξαναλοῦν δυναμένην.

sch nub

74b

ἵππερόν] ἵππουρον.

sch nub

74c

ἵππερόν] ἱππικὸν ἔρωτα καὶ ἱππικὴν νόσον· παρ’ ὑπόνοιαν οἱονεὶ ἴκτερον.

sch nub

75a

νῦν οὖν ὅλην τὴν νύκτα: νῦν οὖν, φησίν, ὅλην τὴν νύκτα ἐπαγρυπνῶν τε καὶ βουλευόμενος βουλὴν ἀμυδρὰν καὶ παραίνεσιν μίαν σωτήριον εὕρηκα ἐμοί τε καὶ τοῖς ἐμοῖς χρήμασιν, ἥτις ἐστὶ τὸ Φειδιππίδην πεῖσαι παρὰ Σωκράτει φοιτᾶν, ὅπερ εἰ γένοιτο, σῴζομαι. οὗτός ἐστιν ὁ νοῦς τοῦ παρόντος χωρίου, ὁ
5(76) δὲ ῥητορικῶς εἶπε τροπικωτέρως ὡς ἐπὶ ὁδοῦ· “ἀτραπόν καὶ πάνυ στενώτατον μονοπάτιον.

sch nub

75b

ὁδοῦ] μεθόδου.

sch nub

76a

ἀτραπὸς ἀπὸ τοῦ α στερη‐ τικοῦ καὶ τοῦ τρέπω, τὸ λεγόμενον μονοπάτιον.

sch nub

76b

ἀταρπὸν] πρόφασιν, βουλήν.

sch nub

76c

ὑπερφυᾶ] συνετήν.

sch nub

77a

ἣν] εἰς.

sch nub

77b

ἀναπείσω] μετελθεῖν.

sch nub

77c

τουτονί] τὸν παῖδα.

sch nub

77d

τουτονί] ἐλθεῖν.

sch nub

78

ἀλλ’ ἐξεγεῖραι: ὅλην τὴν νύκτα φροντίζων ὁ Στρεψιάδης καὶ βου‐ λευόμενος, πῶς τὸν υἱὸν ἀποπαύσει τῆς ἱππικῆς καὶ ἑαυτῷ σωτήριος γένοιτο, (79) ἐφεῦρε μόλις τὸ πεῖσαι τοῦτον παρὰ Σωκράτει φοιτᾶν. νῦν οὖν σκοπεῖ καὶ τοῦτο μετὰ τῶν ἄλλων, ὅπως ἂν αὐτὸν ἀλύπως ἐξεγείρῃ κοιμώμενον καὶ
5τὴν συμβουλήν τε καὶ παραίνεσιν εἴπῃ, ἵνα μὴ ἀηδῶς ὁ νέος τὰ περὶ τῆς εἰς (80) τὸν Σωκράτην ἀφίξεως δέξηται, καὶ ὑποκορίζων αὐτὸν καλεῖ φιλικῶς τε καὶ κολακικώτερον· Φειδιππίδη, Φειδιππίδιον. ὁ δέ· τί, ὦ πάτερ; φησίν. (81) καὶ ὁ Στρεψιάδης· φίλησόν με τοῖς χείλεσι καὶ δός μοι τὴν χεῖρα τὴν δεξιὰν εἰς πίστωσιν δῆθεν, ὡς ποιήσειας, ἅ σοι ἐρῶ, καὶ οὐκ ἀτελῆ ταῦτα
10ἐάσειας.

sch nub

81a

κῦσόν] φίλησον.

sch nub

81b

τὴν ... δεξιάν] εἰς πίστωσιν
δῆθεν ἅ σοι ἐρῶ.

sch nub

82a

ἰδοὺ τί ἐστιν: ἃ ὁ πατὴρ ἐνετείλατο ποιήσας ὁ Φειδιππίδης φησίν· ἰδού, ἅ μοι ἐκέλευσας πεποιηκέναι, πεποίηκα. τί ἐστι τοῦ λοιποῦ καὶ εἰς τίνα σκοπὸν ταυτὶ ἀποβλέπει; τὸ δὲ “ἰδοὺ τί ἐστιν παρεπιγραφὴ καλεῖται τὸ σχῆμα. ἃ γὰρ ἀνωτέρω
5οὐκ ἔγραψεν ὅτι πεποίηκεν ὁ νεανίας, τὸ φιλῆσαι δηλονότι τὸν πατέρα καὶ δοῦναι τούτῳ τὴν δεξιάν, ἐν τῷ εἰπεῖν νῦν· ἰδοὺ τί ἐστιν, παρεπιγράφει καὶ τῇ γραφῇ τῇδε δείκνυσιν, ὅτι πεποίηκεν. “ἰδού” δὲ εἰς τὸ “δού” ὀξεῖα ἢ βαρεῖα πρὸς τὴν συνέπειαν, οὐ μὴν δὲ περι‐ σπωμένη, ὅτι πᾶσα δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα
10τὸν τόνον περισπᾶται πλὴν τοῦ “ἰού” ἀντὶ τοῦ “φεῦ”, “ἰδού” ἀντὶ τοῦ “ἄρτι” καὶ “οὔ” ἀπαγορευτικόν.

sch nub

82b

ἰδοὺ] παρεπιγραφή.

sch nub

83

νὴ τὸν Ποσειδῶ τὸν ἵππιον: ἱππικῆς ἔφορον λέγουσι τὸν Ποσειδῶνα, (84) καὶ ὁ Φειδιππίδης ὡς ἱππικὸς αὐτὸν ὄμνυσιν. ὁ Στρεψιάδης δὲ καὶ ἵππου ἀκούειν ὄνομα βδελυττόμενος, ἀνθ’ ὧν ἱππεύοντι τούτῳ πολλὰ τῆς ἱππικῆς ἐξωνούμενος τὸν βίον καὶ τὴν περιουσίαν ἀνήλωσε· μή μοι, φησί, τὸν ἱππικὸν
5(86—88) ὄμνυ θεὸν, ἀλλ’ εἰ ἐγκαρδίως ἐμὲ φιλεῖς, πιθοῦ μοι καὶ ἔκστρεψον
τοὺς σαυτοῦ τρόπους ἤτοι πάρες τὸ φιλεῖν ἱππικήν. δείκνυσι δ’ ἐκ τοῦ περιφαινο‐ μένου τῆς οἰκίας καὶ μετεώρου καὶ τὸ σωκρατικὸν οἰκίδιον, καὶ δεῖται αὐτοῦ ἐκεῖσε παρὰ τοῖς φιλοσόφοις ἀπέρχεσθαι καὶ μαθεῖν τὸν ἥττονα λόγον.

sch nub

84a

ἵππιον p.i.m.] τὸν τῆς ἱπ‐ πικῆς ἔφορον. ἵππειος δὲ δρόμος, ὁ ἱππικός, δίφθογγος.

sch nub

85

αἴτιός] ἐγένετο.

sch nub

88

ἔκτρεψον (sic)] μετάβαλε.

sch nub

89a

ἃν ἐγ: δασυντέον τὸ “ν”· “ἅτινα” γὰρ “ν ἐστιν.

sch nub

89b

παραινέσω] σε.

sch nub

91

δεῦρο νῦν ἀπόβλεπε: τὸ “δεῦρο” παρ’ Ὁμήρῳ καὶ πᾶσι τοῖς παλαιοῖς ἀντὶ τοῦ “ἐνταῦθα” λαμβάνεται·
δεῦρο πάροιθ’ ἐλθοῦσα, φίλον τέκος, ἵζευ ἐμεῖο, ὡς καὶ ὁ κωμικὸς οὗτος αὐτὸ ἐνταυθοῖ δέχεται. οἱ δὲ νεώτεροι ἀντὶ τοῦ
5“ἐλθέ” τοῦτο δέχονται·
δεῦρό μοι ἐς φιλότητα· τί δὴ ῥοθίων ἀλεγίζεις;

sch nub

92

ὁρᾷς τὸ θυρίδιον: τὸ θυρίδιον, ὁ Τζέτζης φησί, γράψον καὶ τὸ οἰκίδιον,
ἀλλὰ μὴ τᾠκίδιον. ἰαμβικὸς γάρ, φησίν, ὁ στίχος ἐστὶν οὕτω μετρούμενος· ὁρᾷς/ τὸ θυρί/διον τοῦ/, συνίζησις, τὸ καὶ/ τὸ οἰ/κίδιον/, χορεῖος. εἰ δ’ οὐχ οὕτω μετρήσεις ἢ τᾠκίδιον γράψεις, ἄμετρον ποιεῖς τὸν στίχον.

sch nub

93

τί οὖν, φησὶ Φειδιππίδης, ἐτεὸν καὶ ἀληθῶς, τοῦτ’ ἔστιν, ὦ πάτερ; καὶ (94) ὁ Στρεψιάδης· ψυχῶν σοφῶν, λέγει, φροντιστήριον. μάτην ληροῦσιν μακρηγοροῦσιν ἐνταῦθα οἱ σχολιογράφοι. τοῦτο, φησίν, ἐστὶ φροντιστήριον καὶ τόπος, ᾧ καθήμενοι οἱ σοφοὶ φροντίζουσι περὶ ψυχῶν ἤτοι φιλοσοφοῦσιν. φιλοσοφία γάρ
5ἐστι μελέτη θανάτου, γνῶσις τῶν ὄντων καὶ τὰ λοιπά.

sch nub

96a

πνιγεὺς ἡ τῶν ἀνθράκων ἐστὶ κάμινος. διασύρων δὲ τὴν τῶν λεγόντων δόξαν, ὅτι πῦρ μὲν εἰς ἅπαν διελήλυθεν, ὧν ὕστερος ὢν καὶ ὁ Πλάτων ταὐτά (97) φησι, τούτοις παρηκολουθηκὼς παίζων φησὶ καὶ χλευάζων· “ἡμεῖς δὲ ἄνθρακες”. εἰ γὰρ κυκλοτερῶς κατ’ ἐκείνους τὸν πάντα κόσμον πῦρ περισφίγ‐
5γει, ἡμεῖς δ’ ἐν μέσῳ τῷ περιπύρῳ κόσμῳ διάγομεν, ἄρα ἐσμὲν ἄνθρακες.

sch nub

96b

ἀναπείθουσιν] δεικνύουσιν.

sch nub

96c

πνιγεύς] κάμινος τῶν ἀν‐
θράκων.

sch nub

97

περὶ] τὴν κύκλῳ σχέσιν δηλοῖ ἡ περί.

sch nub

98a

ἀργύριον ἤν τις διδ: κακοηθείᾳ καὶ τρόπῳ διαβόλῳ κατὰ Σωκρά‐ τους Ἀριστοφάνης ταῦτά φησιν. οὐδεὶς γὰρ τῶν παλαιῶν οὔτ’ ἔγραφεν οὔτ’ ἐπαίδευε πρὸς ἀργύριον, πρῶτος δὲ Σιμωνίδης ἤρξατο μισθοῦ γράφειν καὶ Θεόδωρος ὁ καλούμενος ἄθεος ἀργυρίῳ παιδεύειν. Σωκράτης δὲ καὶ Ἱπποκράτης
5καὶ μετὰ τὸ μισθοῦ ἑτέρους γενέσθαι συγγραφομένους τε καὶ παιδεύοντας αὐτοὶ ἐλάμβανον οὐδὲν τούτων ἕνεκα, ἀλλ’ ὁ μὲν Σωκράτης δύο πίθους εἶχεν ἐν τῇ οἰκίᾳ, τὸν μὲν σίτου, οἴνου δὲ ἅτερον. ἐπικένου δέ τινος αὐτῶν γεγονότος τοῖς μαθηταῖς ἐκέλευε τοῦτον ἀναπληροῦν φάσκων· “ἀργύριον τηρεῖν οὐκ ἄγω σχολήν”. Ἱπποκράτης δὲ Ἀβδηρίταις μετακαλούμενος ἀργυρίου δέκα
10ταλάντοις θεραπεῦσαι δῆθεν Δημόκριτον· “ἐλεύσομαι”, εἶπεν, “ἀργύριον δὲ ἐμοὶ ἐρχομένῳ οὔτ’ ἂν φύσις οὔτε θεὸς πόροι, ὥστε μηδ’ ὑμεῖς. ἐᾶτε δὲ ἐλευθέρης τέχνης ἐλεύθερα τὰ μαθήματα· οἱ δὲ μισθαρνέοντες δουλοῦσι τὰς ἐπιστήμας”.

sch nub

98b

διδῷ] αὐτοῖς.

sch nub

99a

διασύρει τὸν Σωκράτην.

sch nub

99b

νικᾶν] ἐκεῖνον.Column end

sch nub

100,col 2

ἐκκλίνει εἰπεῖν· φιλόσοφοι.

sch nub

101,col 2

μεριμνοφροντισταὶ] πολυ‐
πραγμονοζητηταί.

sch nub

102a

αἰβο: σχετλιαστικὸν ἐπίρρημα. σχετλιάζει δὲ ὁ Φειδιππίδης ἀκηκοὼς παρὰ τοῦ πατρός, ὅτι δεῖ τὸν ἱππικώτατον καὶ τρυφερὸν καὶ αὐτῷ ἐράσμιον βίον μεταμεῖψαι εἰς βίον φιλόσοφον, ἄθλιον, ἐνδεῆ, ῥυπαρόν, σκληρὸν καὶ ἐπίπονον.

sch nub

102b

πόνηροι: ἐπίπονοι, ἄθλιοι, ταλαίπωροι· πονηροὶ δὲ δόλιοι.

sch nub

102c

ἀλαζὼν λέγεται ὁ ἄλῃ καὶ πλάνῃ ζῶν καὶ βίῳ ἀστάτῳ, ὡς οἱ φιλόσοφοι περὶ ἡλίου, σελήνης, ἀστέρων τε τῶν λοιπῶν καὶ πάντων ἁπλῶς ψυχρομύ‐ θους λόγους πλατύνοντες ἐναντίους καὶ μαχομένους ἀλλήλοις καὶ αὐτοὺς ἑαυτοῖς, μεγέθη τε τούτων καὶ ἀπὸ γῆς ἀποστάσεις καὶ οὐσίας καὶ φύσεις καὶ
5θέσεις καὶ σχήματα καὶ ἄλλα μυρία λαλοῦντες.

sch nub

102d

αἰβοῖ] φεῦ· σχετλιαστικὸν ἐπίρρημα.

sch nub

102e

πόνηροί] ἄθλιοι.

sch nub

102f

ἀλαζόνας] τοὺς ἐν ἄλῃ καὶ πλάνῃ ζῶντας.

sch nub

104a

Σωκράτης καὶ Χαιρεφῶν: Σωκράτης ὁ Ἀθηναῖος φιλόσοφος Σωφρονίσκου λιθοξόου ὑπῆρχεν υἱός, τῶν δήμων Ἀλωπεκήσιος, καὶ αὐτὸς
πρὶν λιθοξόος καὶ ἑρμογλύφος ἔργα μαρμάρου πεποιηκὼς εἰκόνας Χαρίτων, ὕστερον δὲ φιλοσοφίας φροντίσας πολλοὺς ἔσχεν ὁμιλητάς, ὧν πρῶτος ἦν
5Χαιρεφῶν, ὃς νυκτερὶς ἐκαλεῖτο καὶ πύξινος διὰ τὸ μέλας εἶναι καὶ ἰσχνόφωνος καὶ ὠχρός.

sch nub

104b

ὧν] ἔξαρχός ἐστιν.

sch nub

105a

νήπιον τὸ βρέφος, παρὰ τὸ “νοῦν ἥπιον ἔχειν”. νήπιος δὲ ὁ μωρός, παρὰ τὸ “νοῦ ἄπο πεφυκέναι”.

sch nub

105b

ἢ ἢ] φεῦ.

sch nub

105c

νήπιον] μωρόν.

sch nub

106a

ἀλλ’ εἴ τι κήδει: εἰ τῶν πατρῴων ἀλφίτων καὶ τῆς περιουσίας καὶ τῶν χρημάτων κήδει καὶ φροντίζεις καὶ φείδῃ, ἀποσχασάμενος καὶ ἀποδραμὼν τῆς ἱππικῆς τούτων γενοῦ μοι ἤτοι πρόσσχες ὁλοσχερῶς τούτοις καὶ φιλοσοφίαν διδάχθητι καὶ μᾶλλον τὸν ἥττονα λόγον αὐτόν. καὶ μὴν οὐδὲ ὁ ἥττων λόγος
5Σωκράτους, εὕρεμα εὕρημα δ’ ἦν Πρωταγόρου καὶ δίδαγμα.

sch nub

106b

τῶν ... ἀλφίτων] τῆς πα‐ τρικῆς περιουσίας.

sch nub

107a

τούτων] ἀπό.

sch nub

107b

τούτων] τῶν φιλοσόφων.

sch nub

107c

γενοῦ μοι] εἷς, μαθητής.

sch nub

107d

σχασάμενος p.i.m.] ῥίψας, παύσας· ἀπὸ μεταφορᾶς τῶν κωπη‐ λατῶν τῶν κρατούντων τὴν κώπην ἀργὴν κατὰ τὸ κωπηλατῆσαι.

sch nub

108

οὐκ ἂν μὰ τὸν Διόνυσον: δυσχεράναντος Στρεψιάδου, ἀνθ’ οὗ Φειδιππίδης πρὶν Ποσειδῶ ἵππιον ὤμοσε, νῦν ὀμνύει Διόνυσον, καὶ ὅτι χαρμο‐ νῶν καὶ τρυφῶν ὁ Διόνυσος αἴτιος καὶ ἱππεῖς δὲ καὶ διφρεύοντες καὶ μυρίοι ἑτέρων τινῶν ἐπιτηδευμάτων τοιούτων ἠγωνίζοντο καιρῷ τῶν Διονυσίων,
5ὥσπερ οἱ τραγικοὶ ποιηταὶ καὶ κωμικοὶ καὶ ἕτεροι. τὰ δὲ Διονύσια ἐτελεῖτο παυομένου χειμῶνος, ἀρχομένου δὲ ἔαρος.

sch nub

109a

φασιανούς, οὓς τρέφει Λεωγόρας: Λεωγόρας Ἀθηναῖος ἀνὴρ ἦν τρυφερός, ἱππικός τε καὶ ὀρνεοτροφῶν, καὶ πατὴρ Ἀνδοκίδου τοῦ ῥήτορος, ὡς τοῖς σχολιογράφοις τέως δοκεῖ. ἐμοὶ δὲ ἕτερός τις δοκεῖ πλούσιος καὶ ἱπποτρόφος φασιανοὺς καὶ κολχικοὺς ἵππους καλλίστους ἐκτρέφων. Φασιανοὶ
5δὲ οἱ Κόλχοι ἀπὸ τοῦ τὸν ποταμὸν Φάσιν περιρρέειν τὴν Κολχικήν.

sch nub

109b

φασιανοὶ δὲ λέγονται τὰ ζῷα, διότι ἐν τῷ Φάσιδι ποταμῷ εὑρέθησαν πρῶτον. ὁμοίως καὶ ὄρ‐ τυγες, διότι εὑρέθησαν ἐν τῇ Ὀρτυ‐
5γίᾳ νήσῳ.

sch nub

109c

διασύρει τὸν Λεωγόραν, διότι ἦν ὀκνηρὸς ἐλθεῖν εἰς τὸν πόλεμον, ἔτρεφε δὲ μόνον ἵππους.

sch nub

109d

τοὺς φασιανούς] τοὺς ἵππους τοὺς κολχικούς.

sch nub

110

θ’ ἀντιβολ: σαφῆ τὰ πάντα· τίς κενῶν χρεία λόγων; ἴθι δέομαί σου, καὶ διδάσκου παρὰ Σωκράτους τὸν ἥττονα λόγον, ὃς ἥττων λόγος καὶ ἀδικώτερα λέγων νικᾷ. τοῦτον οὖν εἰ μάθῃς τὸν ἥττονα λόγον,
5ἀντιλέγων τοῖς δανεισταῖς καὶ ἀντιδικῶν ἀφαρπάσῃ ἄν με τοῦ βάρους τοῦ τῶν χρεῶν, ἅπερ διὰ σὲ παρ’ αὐτῶν ἐδανεισάμην. ἀντιδικοῦντος γὰρ σοῦ καὶ ἡττῶντος αὐτοὺς διὰ τοῦ ἥττονος λόγου, οὐδενὶ αὐτῶν οὐδ’ ἄχρις ὀβολοῦ ἀποδοίην. ψεύδεται δὲ κἀνταῦθα ὁ κωμικὸς καὶ τοῦτο διαβολῇ τοῦ Σωκράτους εἰπών. ὡς γὰρ ἔφην καὶ προλαβών, ὁ ἥττων λόγος οὐχὶ Σωκράτους ἐστίν,
10ἀλλ’ εὕρεμά εὕρημά τε καὶ δίδαγμα Πρωταγόρου τοῦ Ἀβδηρίτου.

sch nub

111

σοι] ἕνεκα, λόγῳ σου.

sch nub

112

τὼ λόγω] τοὺς λόγους.

sch nub

113a

τὸν κρείττον’] ἤγουν τὸν δίκαιον.

sch nub

113b

ὅστις] οἷος.

sch nub

113c

ὅστις ἐστί] οὐκ οἶδα.

sch nub

113d

τὸν ἥττονα] τὸν ἄδικον.

sch nub

119

οὐκ ἂν πιθοίμην: τὸ “πι” ἰῶτα, ἐκ τοῦ πιθῶ περισπωμένου ῥήματος ἀττικοῦ. ὁ δὲ νοῦς· οὐκ ἄν σοι πεισθείην, ὦ πάτερ, ἀπελθεῖν παρὰ τοῖς γλισχρο‐ βίοις καὶ ῥυπαροῖς καὶ ὠχριῶσι καὶ αὐχμῶσι φιλοσόφοις, ὥστε τι διδάσκεσθαι παρ’ αὐτῶν. εἰ γενοίμην γὰρ τῆς φιλοσόφων διαγωγῆς, οὐκ ἀνασχοίμην ἂν
5τοὺς ἡλικιώτας ἱππέας ἰδεῖν οὐδαμῶς διακεκναισμένος τὸ χρῶμα, ἤτοι ὠχρὸς γεγονὼς καὶ ῥυπώδης καὶ αὐχμῶν καὶ κατάξηρος, ὁποῖοι ἐκεῖνοι.

sch nub

120a

τοὺς ἱππέας] τοὺς συνηλι‐ κιώτας.

sch nub

120b

διακεκναισμένος] τεταλαι‐ πωρημένος διὰ τὸ φιλοσόφως ζῆν.

sch nub

121a

οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ’ ἐμῶν ἔδει: οὐκ ἄρα, μὰ τὴν εὑρέτιν καὶ χορηγὸν ἁπάντων καρπῶν Δήμητραν, ἔδει καὶ φάγῃς καὶ διατραφείης
ἀπὸ τῶν ἐμῶν οἴκων ἢ χρημάτων, οὔτε σὺ οὔτε ὁ σὸς ζύγιος ἵππος, μέσος δεξιὸς καὶ μέσος ἀριστερός, οὔτε ὁ σαπφόρας καὶ σειραφόρος καὶ οἱονεὶ παρήορος,
5καὶ ἀκραῖος δεξιὸς καὶ ἀκραῖος ἀριστερός, ἀλλ’ ἐξελῶ σε θύραζε καὶ ἐκτὸς τῆς ἐμῆς οἰκίας ἐς κόρακας, μακρὰν εἰς ἐρημίαν καὶ ἀπροόπτους τινὰς τόπους, οὗ διάγουσι κόρακες, ἢ εἰς κατάβρωμά σε παρεάσω κοράκων ὀρνέων, ἢ εἰς τὸν τόπον σε τῆς Ἀττικῆς ἐκβαλῶ τὸν καλούμενον Κόρακας, οὗ τοὺς κακουργοὺς ἐτιμωροῦντο, ἢ ἐκβαλῶ σε περινοστεῖν τόπον ἐκ τόπου ἐπ’ ἀνελπίστοις ἐλπίσι
10τρεφόμενον, ὥσπερ ποτὲ Βοιωτοὶ Θρᾳξὶ γεγονότες ἀνάστατοι καὶ περὶ ἀποικίας χρησάμενοι καὶ ἀκηκοότες ἐκεῖ κατοικῆσαι, οὗ ἂν λευκοὺς ἴδωσι κόρακας, περιενόστουν ἐπ’ ἀνελπίστοις τῇδε κἀκεῖσε περιπλανώμενοι, ἕως ἐν Θετταλίᾳ γενόμενοι περὶ κόλπον τὸν παγασιτικὸν ἐθεάσαντο ξενωτέρας τύχης συμβάματι ἡλίου κόρακας ἱεροὺς περιιπταμένους λευκοὺς γεγονότας ἐν περιχρίσει τῇ
15γύψου τῇ μέθῃ τῶν παιδαρίων τῶν ἱερέων καὶ ἀφεθέντας ἐκεῖ περιίπτασθαι· οὗ τότε οἱ ἄνδρες κατῴκησαν.

sch nub

121b

τῶν γ’ ἐμῶν ἔδῃ] ἀπὸ τῶν ἐμῶν ἔδει καὶ φάγῃς.

sch nub

122a

ὀνόματα ἵππων· λέγει δὲ τὰ ὑπόσελλα.

sch nub

122b

αὐτὸς] σύ.

sch nub

122c

ὁ ζύγιος] ἵππος.

sch nub

122d

ὁ σαπφόρας] ἵππος.

sch nub

123

ἐξελῶ] ἐξελάσω.

sch nub

124a

ἀλλ’ οὐ περιόψεταί με ὁ θεῖος Μεγακλῆς ἄνιππον: ἀλλ’ οὐ
παραβλέψεταί με ὁ θεῖος Μεγακλῆς ἄνιππον ὁρῶν με Ἀλκμαίονα τὸν τούτου (125) πατέρα ζηλοῦντα τὸν τρισολυμπιονίκην τεθρίππῳ γενόμενον. ἀλλ’ εἰσελεύσομαι τῇ οἰκίᾳ, ἐξ ἧς ἐμὲ τῇδε πρὸς τὴν αἴθουσαν καὶ τὸ ὕπαιθρον καὶ
5τὸ ἡλιακὸν ταύτης μέρος ἐξήγαγες γενησόμενον ἐντεῦθεν κατόπτην οἰκιδίου ὑποψύχρων οἰκτροβίων ἀνθρώπων ἀλούτων καὶ αὐχμηρῶν.

sch nub

124b

περιόψεταί] ἴδῃ.

sch nub

125a

ἄνιππον] μὴ ἔχοντα ἵππον.

sch nub

125b

εἴσειμι] εἰσελεύσομαι.

sch nub

126a

ἀλλ’ οὐδ’ ἐγὼ μέντοι: σὺ μὲν οὐ φροντιεῖν ἐμοῦ λέγεις, ἀλλ’ οὐδ’ ἐγὼ κείσομαι καὶ ἀργὸς ἔσομαι, πεσὼν ἤτοι κατερρᾳθυμηκώς, ἀλλ’ εὐξάμενος θεοῖς διδάξομαι ἤτοι δώσω ἐμαυτὸν διδαχθῆναι. τὸ “διδάξω” ἐνεργητικὸν καὶ τὸ “διδάξομαι” παθητικὸν καὶ τὸ μέσον ἀμφοτέρων, τοῦ τε
5ἐνεργητικοῦ καὶ τοῦ παθητικοῦ, ὡς τὸ “ἐποιησάμην, ἐγραψάμην”, τῶν πασι‐ δήλων εἰσίν. ἄλλως: περὶ τούτων δὲ νῦν ἀκουστέον. Ἀττικοὶ τὴν “διδάξω” φωνὴ τοῖς διδασκάλοις λέγειν προσάπτουσι, πατράσι δὲ καὶ δεσπόταις τὴν “διδάξομαι”· διδάξομαι τὸν παῖδα, διδάξομαι τὸν δοῦλον, ἤτοι δώσω διδαχθῆ‐ ναι. καὶ τοῦτο δὲ τῆς μέσης ἐστὶ διαθέσεως. χρῶνται γὰρ αὐτῇ ὡς ἐπιπολὺ
10Ἀττικοί.

sch nub

126b

πεσών] ἀθυμήσας.

sch nub

126c

κείσομαι] ἀργὸς ἔσομαι.

sch nub

127

διδάξομαι] διδαχθῶ.

sch nub

128

εἰς τὸ φροντιστήριον] εἰς τὸ
σχολεῖον τὸ τῶν φιλοσόφων.

sch nub

129a

γέρων ὢν κἀπιλήσμων καὶ βραδύς: πῶς οὖν, φησί, γέρων ὢν καὶ διὰ τὴν ἐκ γήρως ψυχρότητα ἐπιλήσμων, ἔτι δὲ καὶ τὴν φύσιν οὐκ εὐφυὴς καὶ ταχύς, ἀλλὰ βραδὺς καὶ βραδύνους ὑπάρχων καὶ ἀφυής, πῶς μαθήσομαι καὶ νοήσω σκινδαλμοὺς σκινδαλάμους καὶ περιλογίας λεπτῶν λόγων καὶ ἀκριβῶν; ἀκριβῶν δὲ
5οὐ δυσχερῶν καὶ δυσκόλων, ἀλλ’ ἄχρι βαιοῦ καὶ τοῦ σμικροτάτου πολυπραγμο‐ σύνην ἐχόντων. σκινδαλμὸς σκινδάλαμος δὲ ἡ λεπτολογία, ἀπὸ τῶν πάνυ λεπτοτάτων ξυσμάτων ξύλων τε καὶ καλάμων. ἀλλ’ ἐνόρκως ὑμῶν, ἀκροαταί, δέομαι μὴ κατὰ τοὺς παλαιοὺς
10σχολιογράφους τῆς βίβλου τὴν εὐθεῖ‐ αν “σκινδαλμός” γράφοιτε ὀξυτό‐ νως, τὰς δὲ λοιπὰς τῶν πτώσεων βαρυτόνως, ἀλλ’ ἢ τὰς πτώσεις ἁπάσας βαρυτόνους ἢ πάσας ἐπὶ
15τέλους ἐχούσας τὸν τόνον. εἰ δ’ οὔ, κατ’ αὐτοὺς καὶ τὸ “βροτολοιγούς” καὶ τὰ ὅμοια “βροτολοίγους” γρά‐ φετε· ὃ μὴ συμβαίη ποτὲ γεγονέναι Τζέτζου ἀκροαταῖς καὶ ἀτρεκείας
20κανόνων φροντίζουσιν.Column end

sch nub

129a,col 2

ἀλλὰ μὴ γράφοιτε “σκινδαλαμός” ὀξυτόνως κατὰ τοὺς παλαιοὺς σχο‐
λιογράφους, ἀλλὰ προπαροξυτόνως.

sch nub

129b

ταῦτα πορευόμενος πρὸς τὸν Σωκράτην φησὶν ἐν ἑαυτῷ.

sch nub

130a

ἀκριβῶν] λεπτῶν.

sch nub

130b

σκινδαλαμοὺς] λεπτολογίας·
κυρίως τὰ ξύσματα τῶν καλάμων.Column end

sch nub

130b,col 2

σκινδαλάμους] λεπτολογίας.Column end

sch nub

131a

ἰτητέον: πορευτέον, βαδιστέον πρὸς τὸ σωκρατικὸν δηλονότι φροντι‐ στήριον. ἰτητέον δὲ ἐκ τοῦ ἴω, τὸ πορεύομαι, ἀττικῇ παραγωγῇ ἴτω καὶ ἰτῶ περισπωμένως, ὡς τύπτω, τυπτῶ, καὶ ἐξ αὐτοῦ ἰτητέον.

sch nub

131b

(132) στραγγεύομαι: ταλαιπωροῦμαι, ναρκῶ, βραδύνω· ἀλλ’ οὐ κόπτω καὶ κρούω, τὴν θύραν, ὥστε τὴν σωκρατικὴν οἰκίαν ἀνοιχθῆναί μοι. ταῦτα εἰπὼν ἅμα κόπτει τὴν θύραν καὶ καλεῖ· παῖ, παῖ· νῦν οὐ δοῦλε, ἀλλὰ
παιδίον.

sch nub

131c

ἐκ μεταφορᾶς τῶν ἀγγείων τῶν κατὰ στράγγα ῥεόντων. ἰστέον δέ, ὅτι οὐκ ἔστι συλλαβὴ ἑτέρα, ἵνα ἔχῃ γράμματα πλέα παρὸ ἡ στράγξ.

sch nub

131d

ἰτητέον] πορευτέον.

sch nub

131e

ἔχων] διανοούμενος, κα‐
κοπαθῶν.Column end

sch nub

131c,col 2

ἔχων] κακοπαθῶν.Column end

sch nub

131f

στραγγεύομαι] βραδύνω,
διατρίβω, ἀναβάλλομαι.Column end

sch nub

131d,col 2

στραγεύομαι] ἀναβάλλομαι.Column end

sch nub

132a

κόπτω] καὶ κρούω.Column end

sch nub

132a,col 2

ἀλλ’] καί.Column end

sch nub

132b

παῖ] ὦ.

sch nub

133a

βάλλ’ ἐς κόρακας: ἀγροικικώτερον τοῦ Στρεψιάδου τὴν σωκρατικὴν θύραν κόψαντος δυσχεράνας φησὶν ὁ μαθητής· βάλλ’ ἐς κόρακας, ἤτοι ἄπελθε εἰς ὄλεθρον καὶ φθοράν. περὶ δὲ τῆς “ἐς κόρακας” παροι‐
5μίας πλατυτέρως ἐγραψάμην ἀνωτέ‐ ρω. καὶ διαφορὰν τοῦ κόπτειν, ψοφεῖν καὶ κλαυσιᾶν ἐν τῷ δράματι
τοῦ Πλούτου προειρήκη.Column end

sch nub

133a,col 2

καὶ προεγράφη πλατικώτερον ἡ παροιμία αὕτη ἀνωτέρω. καὶ διαφο‐ ρὰν τοῦ κόπτειν καὶ κλαυσιᾶν καὶ ψοφεῖν ἐν τῷ δράματι τοῦ Πλούτου
5προειρήκειμεν.

sch nub

133b

βάλλ’ ἐς κόρακας] ἄπελθε.

sch nub

134a

Κικυννόθεν: Κίκυννα δῆμος ἦν Ἀθηναίων τῆς Ἀκαμαντίδος φυλῆς, ὅθεν ἦν ὁ Στρεψιάδης.

sch nub

134b

Κικυννόθεν] δῆμος τῆς Ἀττικῆς.

sch nub

134c

Κικυννόθεν] τῆς φυλῆς.

sch nub

135a

ἀμαθής: ἀπαίδευτος, βάρβαρος τὸν τρόπον, ἄκοσμος καὶ ἀρύθμιστος.

sch nub

135b

ὅστις] εἶ.

sch nub

136a

ἀπεριμερίμνως: ἀφροντίστως καὶ ἀπροσκόπως, ὡς μὴ ἐς φιλοσόφου, ἀλλ’ ἐς πανδοκεῖον ἐλθὼν τὴν θύραν λελάκτικας, ἤτοι ἔκρουσας ἀπαιδεύτως, ὥσπερ ὄνος λακτίσματι.

sch nub

136b

ἀπεριμερίμνως] ἀμαθῶς, ἀπείρως.

sch nub

137a

καὶ ἐξήμβλωκας καὶ ἀτελὲς γενέσθαι πεποίηκας τὸ νοηθῆναι φροντιζό‐ μενον ἡμῖν νόημα. ἐξαμβλοῦν δὲ κυρίως ἐστὶ τὸ τὰς ἐν γαστρὶ ἐχούσας γυναῖκας
ἀτελῆ ἐκτιτρώσκειν τὰ ἔμβρυα. ἐπίτηδες δὲ ὁ κωμικὸς ἠθικῶς φιλοσόφους ὀγκηρολέκτας ἀπομιμούμενος ὑψηλαῖς καὶ τροπικωτέραις ἐχρήσατο λέξεσιν.
5ἀλλὰ κἀνταῦθα τοῦ ἤθους πολὺ τοῦ Σωκράτους διήμαρτε (πάνυ γὰρ ἀφελῶς καὶ ἰδιωτικώτερον Σωκράτης ἐποιεῖτο τὰς ὁμιλίας), εἰ μή που ἄρα τοὺς σωκρατικοὺς μαθητὰς διαπαίζων καὶ τὸ τῶν νέων μωρόσοφον οὕτως εἰρήκει.

sch nub

137b

οἱονεὶ ἔγκυος ἦν καὶ ἠφάνι‐ σεν αὐτὸν καὶ οὐκ ἐγέννησεν.

sch nub

137c

φροντίδ’] ἤτοι νόημα, θεώ‐ ρημα, σκέψιν.

sch nub

137d

ἐξήμβλωκας] ἀτελῆ ἐποίη‐ σας.

sch nub

137e

ἐξευρημένην] ἐπινενοημέ‐ νην.

sch nub

138a

σύγγνωθί μοι: συγγνώ‐
μων γενοῦ μοι καὶ πραότερος,Column end

sch nub

138a,col 2

σύγγνωθί μοι: συγγνώ‐
μων καὶ πραότερος ἐμοὶ γενοῦ,Column end

sch nub

138a

(3)

κἄν τι πλημμελὲς καὶ ἐπταισμένον διεπραξάμην· τηλοῦ γὰρ οἰκ: ἤτοι ἐπὶ τῶν ἀγρῶν, τουτέστιν ἀγρότης εἰμὶ καὶ χωρικὸς χωριτικὸς ἄνθρωπος καὶ τῶν
5(139) ἀστικῶν ἐθῶν ἄπειρος. ἀλλ’ εἰπέ μοι τὸ ἐξαμβλωθὲν καὶ διαφθαρὲν παρ’ ἐμοῦ πρᾶγμα, ἤγουν τί ἐστιν ὅπερ διέφθειρα καὶ ἠφάνισα.

sch nub

138b

τῶν] ἐπί.

sch nub

138c

ἀγρῶν] ἀγρόν.

sch nub

139

τοὐξημβλωμένον] διεφθαρ‐
μένον, ἀτελές.

sch nub

140a

ἀλλ’ οὐ θέμις: οὐ νόμιμον, φησί, τοῖς φιλοσόφοις ἡμῖν ἐστι λέγειν ταῦτα ἀλλοτρίοις πλὴν μόνοις τοῖς μαθηταῖς. κἀνταῦθα ὡς φθονεροὺς διαβάλλει (141) τοὺς φιλοσόφους. καὶ ὁ Στρεψιάδης πρὸς τὸν μαθητὴν τοῦ Σωκράτους φησί· κἀμοὶ τὸ λοιπὸν ὡς ἑνὶ τῶν σωκρατικῶν διαλέγου καὶ λέγε περὶ τοῦ
5(142) πράγματος καὶ μὴ ὡς ἀλλοτρίῳ ἀνθρώπῳ· ἐγὼ γὰρ ἐνταυθοῖ ὡς γενοίμην (143) σωκρατικὸς μαθητὴς παραγέγονα. καὶ ὁ μαθητής· θαρρήσας, φησί, λέξω, σὺ δὲ ὥσπερ μυστήρια ἔχε ταῦτα παρ’ ἑαυτῷ ἀνέκφορα καὶ ἐχεμυθούμενα (144) καὶ μηδενὶ ἀλλοτρίῳ λέγων αὐτά. εἶτα τοῦ λόγου κατάρχεται καί φησιν· (145) ἠρώτησεν ὁ Σωκράτης τὸν αὐτοῦ μαθητὴν Χαιρεφῶντα διὰ ψύλλαν τὸ
10(146) ζωΰφιον, ζωΰλλιον, πόσα ἑαυτῆς ἰχνόποδα ἅλλεται. δακοῦσα γὰρ ἡ ψύλλα τὴν (147) ὀφρῦν τοῦ Χαιρεφῶντος ἐπὶ τὴν κεφαλὴν ἀπεπήδησε Σωκράτους. ἀστείως ὁ κωμικὸς τοιαῦτα μικροπρεπῆ καὶ ὑπόψυχρα τῶν φιλοσόφων ζητήματα διαπαίζει. διασύρει δὲ καὶ τὸ δασύοφρυ Χαιρεφῶντος καὶ τὸ φαλακρὸν Σωκράτους. τοιοῦτοι γὰρ ἦσαν. ὁ δὲ Χαιρεφῶν πρὸς τῷ δασύοφρυς εἶναι καὶ
15ὠχρὸς ὑπῆρχε καὶ μέλας, ὅθεν καὶ νυκτερὶς ἐκαλεῖτο καὶ πύξινος. ἀδελφοῦ δὲ τοῦ Χαιρεφῶντος νῦν ἔχθραν οἱ παλαιοί φασιν ἐξηγηταὶ καὶ χρησμοὺς ὑπο‐ ψύχρους καὶ περὶ χρησμῶν μακρηγορίαν ψευδῆ καὶ ἀπρόσφορον.

sch nub

140b

ἀλλ’ ... λέγειν] κατασυρ‐ μὸς τῶν μαθητῶν Σωκράτους.

sch nub

144a

ἀνήρετ’] ἠρώτησεν.

sch nub

144b

Σωκράτης] ὁ.

sch nub

145a

ψύλλαν] περὶ τήν.

sch nub

145b

ὁπόσους ... πόδας] πόσα ἑαυτῆς ἴχνη ἅλλεται.

sch nub

146

διασύρει τούτους, διότι ἦν ὁ Χαιρεφῶν δάσοφρυς καὶ ὁ Σωκράτης
φαλακρός.

sch nub

147

ἀφήλατο] ἐπήδησεν.

sch nub

148a

πῶς δῆτα, φησί, διεμέτρησεν ὁ Σωκράτης τὸ μεταξὺ χωρίον, τὸ ἀπὸ τῆς ὀφρύος Χαιρεφῶντος μέχρι τῆς ἑαυτοῦ φαλάκρας; καί φησιν ὁ μαθητής· δεξιώτατα, ἤτοι περιδεξίως καὶ εὐφυῶς καὶ σοφῶς. καὶ τὸ “δεξιώτατακατὰ μίμησιν ὑψηγορίας φησὶ φιλοσόφων καὶ τὸ “ἐνέβαψεν καὶ τὰς λοιπὰς
5ἅς φησι λέξεις, πῇ μὲν ὑψηγόρως ἁπλῶς, πῇ δὲ τοῖς τροπικοῖς ὑψουμένας. (149) ὁ δὲ νοῦς· κηρὸν διατήξας, δεψήσας, λεάνας, μαλάξας, μαλθάξας, εἶτα κρατήσας τὴν (150) ψύλλαν ἐνέβαψε καὶ προσεκόλλησε τῷ κηρῷ τὼ πόδε καὶ τοὺς πόδας αὐτῆς. (151) καὶ εἶτα ψυγείσῃ καὶ ἀποξηρανθείσῃ τῇ ψύλλῃ περιέφυσαν καὶ ἐφάνησαν καὶ ἐνετυπώθησαν περσικαί, νῦν ἴχνη τῆς ψύλλης. εἰσὶ δὲ αἱ περσικαὶ εἶδος
10ὑποδήματος καὶ εἶδος δένδρου ὁμοίως, ὅθεν καὶ παίζει ὁ κωμικὸς τὸ μὲν (152) “περιέφυσαν ὡς ἐπὶ δένδρου εἰπὼν ἀντὶ τοῦ “ἐφάνησαν”, τὸ δὲ “ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον ὡς ἐπὶ ὑποδημάτων ὑπολυομέ‐ νων. ὁ δὲ νοῦς· τὸν κηρὸν τὸν ὑποδεξάμενον τὸν τῆς ψύλλης ποδῶν τύπον τεμὼν τούτῳ χρώμενος ὥσπερ πήχει ἢ μέτρῳ ἑτέρῳ τινὶ ἀνεμέτρει τὸ χωρίον.
15(146) ἃ δὲ οἱ πρὸ ἡμῶν ἐξηγηταὶ τῇδέ φασι, διδακτέον σοι. ἐκ τοῦ “δακοῦσα (147) τὴν ὀφρῦν Χαιρεφῶντος καὶ “τὴν κεφαλὴν τοῦ Σωκράτουςγράφουσιν· “ἰστέον, ὅτι αὐτοπροσώπως εἰσῆγον τοὺς κωμῳδουμένους”. οὐκ ἔστι δὲ οὕτως ἔχον, ὡς οἱ ἄνδρες φασίν. αὐτοπρόσωπον δὲ κωμῴδημα γίνωσκε εἶναι τὸ τὸν κωμῳδούμενον αὐτοπρόσωπον ἄγεσθαι εἰς τὸ θέατρον καὶ δείκνυσθαι
20τοῖς θεαταῖς καὶ τῆς καθ’ ἑαυτοῦ κωμῳδίας κατήκοον γίνεσθαι, ὡς ὅταν δημεύοιντο οἱ πιπράσκοντες φαύλως τι τῶν ὠνίων, τῶν κηρύκων βοώντων τὰς κατ’ αὐτῶν δυσφημίας. τὸ δὲ κατά τινων ἀπόντων λέγειν κωμῴδημα οὐκ ἔστιν αὐτοπρόσωπος κωμῳδία, κἂν καὶ κατὰ λεπτομέρειαν ἐκφραστικῶς τίς τινας
κωμῳδήσειε.
25(150) καὶ τοῦτο δὲ οἱ ἄνδρες φασίν· ὅτι “δυικὸν “τὼ πόδε ἐπὶ τῆς ψύλλης κακῶς λέγεται· ἓξ γὰρ ἔχει πόδας”. καὶ τάχα τῇδέ τι φαίνονται λέγειν. ἀλλ’ ἀκροατέον νῦν καὶ ἡμῶν. ἢ δύο, φημί, τῆς ψύλλης πόδας ἐκόλλησεν, ἢ ἀττικῶς τὸ πληθυντικὸν δυικῶς εἶπεν. οὕτω γὰρ Ἀττικοὶ λέγουσιν·
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ
30
ἆσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
Ξάνθε τε καὶ σύ, Πόδαργε, καὶ Αἴθων Λάμπε τε δῖε,
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, καὶ
ὦ Λύκιοι, πόσε φεύγετον;
35τί χρὴ μακρηγορεῖν; ἐνώπιον τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται. (152) καὶ εἰς τὸ “ταύτας ὑπολύσας πάνυ παιδιωδῶς ψυχρολογοῦσιν οἱ ἄνθρωποι “ἀδύνατον” λέγοντες “ψύλλαν ὑποδήματα φορέσαι” καὶ ὅσα ἄλλα τῷ μὴ συνιέναι ψυχρεύονται, περὶ ὧν ἡμεῖς πάνυ σαφεστάτως ἐγρά‐ ψαμεν.

sch nub

148b

διεμέτρησε] τὸ χωρίον.

sch nub

148c

δεξιώτατα] ἐπιτηδειότατα.

sch nub

149

διατήξας] μαλάξας.

sch nub

151a

ἤγουν τὰ ἴχνη τῆς ψύλλης, ἢ ὑποδήματα· οἱ γὰρ παλαιοὶ τὰ μεγάλα ἴχνη ἐκάλουν περσικά.

sch nub

151b

περιέφυσαν] ἐνετυπώθησαν, ἐφάνησαν.

sch nub

151c

περσικαί] εἶδος ὑποδήματος.

sch nub

152

τὸ χωρίον] τὸ διάστημα.

sch nub

153a

λεπτότητος: λεπτογνωμοσύνης, σοφίας, φρονήσεως.

sch nub

153b

τῆς λεπτότητος] ἔξωθεν κατὰ τοὺς Ἀττικοὺς ἐπινοεῖται τὸ “φεῦ”.

sch nub

154a

εἰ πύθοιο Σωκράτους: εἰ ἀκούσειας, μάθοις.

sch nub

154b

τί δῆτ’ ἄν] εἴποις.

sch nub

154c

πύθοιο] μάθοις.

sch nub

155a

φρόντισμα: φροντίδα, ἐφεύρεσιν.

sch nub

155b

(v.l.) φρόντισμα] γρ. σό‐ φισμα.

sch nub

156a

Σφήττιοι δῆμος Ἀκαμαντίδος φυλῆς. τὸ δὲ “ὁπότερα ὁποτέρως καὶ πῶς. τὴν γνώμην ἔχει: ἤγουν νομίζει τὰς ἐμπίδας διὰ τοῦ στόματος φθέγγεσθαι ἢ διὰ τοῦ οὐρο[πυγίου] καὶ τοῦ πρ̣ω̣κτοῦ. ἐμπὶς δέ ἐστι ζωΰφιον κωνωπῶδες λευκὴν ζώνην ἔχον, διάγει δὲ τόποις *** κ̣αὶ ἑλώδεσιν. τὰ δὲ τοιαῦ‐
5τα πάντα ζωΰλλια, ὡς κώνωπες, μυῖαι, μέ[λισσαι] *** [ἐγ]κέλαδοι, τέττιγες, καὶ εἴτι ἕτερον τοιουτότροπον, στόματι μὲν ἐσθίουσιν, *** ῥάχεως φθέγγονται ὀπῆς τινος φυσικῆς ὑπαρχούσης ἐν αὐτοῖς. οὗτ̣[ος] δ̣ὲ̣ ὁ̣ *** ἐπὶ τὸ ἀστεῖον καὶ γελοιότερον τὸν λόγον παράγων οὐ τῇ ῥάχει, τῷ δὲ οὐροπυγίῳ *** οὐροπύ‐ γιον δέ ἐστιν ὁ πρωκτὸς ἤτοι τὸ μακρὸν τῶν σπειρόντων ὀργάνων. κ[αλεῖται
10δὲ] τ̣ὰ̣ τοιαῦτα [ζωΰφια] ἔντομά τε καὶ βομβύκια. ἔντομα μὲν διὰ τὴν ἐν τῇ ῥάχει αὐτῶν ἐντομὴν καὶ ὀπ̣ήν, δ̣ι̣’ ἧς φθέγγονται, βομβύκια δὲ διὰ τὸ βομβεῖν. μᾶλλον δὲ βομβύκια κυρίως καλ̣ε̣ῖ̣τ̣α̣ι̣ κώνωψ καὶ μυῖα καὶ μέλισσα, σφὴξ καὶ ὅσα βομβεῖ, ἔντομον δὲ ὁ τέττιξ.

sch nub

156b

ὁ Σφήττιος: δηλονότι
πικρὸς δῆμος τῶν Ἀθηναίων.

sch nub

156c

αὐτὸν] τὸν Σωκράτην.

sch nub

156d

Χαιρεφῶν] ὁ.

sch nub

156e

ὁ Σφήττιος] ἀπὸ τῆς σφητ‐ τίας χώρας.

sch nub

157a

ὁπότερα ... ἔχει] πῶς διανοεῖται καὶ διαλογίζεται.

sch nub

157b

ἐμπίδας] εἶδος κώνωπος.

sch nub

158a

γράφεται καὶ μετὰ τῶν δύο ρρ, ἵν’ ᾖ ὀρροπύγιον.

sch nub

158b

οὐρροπύγιον κυρίως ὁ κῶλος τῆς ὄρνιθος.

sch nub

158c

κατὰ τὸ στόμ’] διὰ στό‐ ματος.

sch nub

159

ἐμπίδος] κώνωπος.

sch nub

160

ἔφασκεν εἶναι τοὔντερον: ψυχροφυσικεύεται διαπαίζων τοὺς φιλοσόφους, πῶς αἱ ἐμπίδες διὰ τοῦ πρωκτοῦ φθέγγονται, καί φησι· στενόν ἐστι τοὔντερον τῆς ἐμπίδος καὶ διάλεπτον. διαλέπτου δὲ ὄντος αὐτοῦ ἡ πνοὴ χωρεῖ πρὸς τὸ οὐροπύγιον ἤτοι τὸν πρωκτόν. τοῦτον δὲ κοῖλον καὶ στενὸν
5πεφυκότα ἠχεῖν βιαζομένου τοῦ πνεύματος πρὸς τὴν ἐκφορὰν τῇ τοῦ πρωκτοῦ
στενότητι καὶ κοιλότητι.

sch nub

161

αὐτοῦ] τοῦ ἐντέρου.

sch nub

162

εὐθὺ] ἐξ ἴσου.

sch nub

163a

κοῖλον] τὸν πρωκτόν.

sch nub

163b

κοῖλον] ὄντα.

sch nub

163c

στενῷ] τῷ ἐντέρῳ.

sch nub

166a

ὦ τρισμακάριος: καταγελῶν τῶν φιλοσόφων τὰ ἐπὶ τοιούτοις τισὶ ψυχρὰ φυσικεύματα διαπαίζει καί φησι τῷ δοκεῖν· ὦ τρισμακάριος ἕνεκα τῆς διεντερεύσεως καὶ φυσιολογίας τῆς περὶ τῶν ἐντέρων τῶν τῶν ἐμπίδων. ὁ γὰρ τοιαῦτα λεπτὰ ἐρευνῶν πῶς οὐκ ἂν τῷ βίῳ γένοιτο χρήσιμος; καὶ δικαστηρίῳ
5εἰ τύχοι κρινόμενος, πῶς οὐκ ἂν καταδίκην ἐκφύγοι, εἰ χρῷτο λεπτολογίαις τοιαῖσδε; τοιάδε μὲν ἡ εἰρωνεία καὶ τὰ ἐν σχήματι, τὸ φῶς δὲ τοῦ λόγου καὶ ἡ ἀλήθεια· ὦ τρισάθλιος ἕνεκα τοῦ περὶ τοιούτων ἀσυντελῶν τῷ βίῳ καὶ ὑποψύχρων διερευνᾶν αὐτόν τε καὶ τοὺς λοιποὺς φιλοσόφους, ἑσπέρας δὲ γενομένης μηδ’ ἄρτου τρύφος ἔχειν φαγεῖν.

sch nub

166b

ὦ] ὡς.

sch nub

166c

τοῦ διεντερεύματος] παρ’ ὑπόνοιαν· τοῦ ἐπινοήματος.

sch nub

167a

φεύγων ὁ κατηγορούμενος, διώκων ὁ κατηγορῶν.

sch nub

167b

ἦ] ὄντως.

sch nub

167c

φεύγων] κατηγορούμενος.

sch nub

168

δίοιδεν] ἀκριβῶς γινώσκει.

sch nub

169a

γνώμην μεγάλην: διάνοιαν περὶ φυσιολογίας μεγίστην ἀπώλεσεν ἐμποδισθεὶς ἀσκαλαβώτῃ. ἀσκαλαβώτης δὲ κυρίως ἐστὶ ζωΰφιον ὅμοιον μὲν σαύρᾳ, σμικρότερον δὲ καὶ σποδοειδές, ἀσκαλαβώτης καλούμενον παρὰ τὸ ἀναρριχᾶσθαι καὶ ἀνερπύζειν καὶ περιτρέχειν καὶ βαίνειν τοὺς τοίχους ῥᾳδίως
5καὶ ἀσκελῶς. τουτὶ τὸ ζωΰλλιον ἀσκαλαβώτης κυρίως καὶ λέγεται καὶ ἔστιν· νῦν δὲ οὗτος ἀσκαλαβώτην φησὶ τὴν μικρὰν καὶ πυρρὰν ἀγρίαν γαλῆν, οὐ τὸν αἴλουρον οὐδὲ τὴν ἥμερον γαλῆν, ἥτις ἐστὶν ἡ κτὶς καὶ ἡ κατίς, περὶ ἧς καὶ Ὅμηρος λέγει·
κρατὶ δ’ ἔπι κτιδέην κυνέην εὔτυκτον ἔθηκεν.
10ἀσκελῶς δὲ καὶ ἡ ἀγρία γαλῆ ἀναρριχᾶται καὶ περιτρέχει τοὺς τοίχους.

sch nub

169b

γνώμην] θεώρημα.

sch nub

169c

ἀφῃρέθη] ὑστερήθη.

sch nub

170

ἀσκαλαβώτου] ἀπὸ τοῦ ἀσκε‐
λ〈ῶς βαίνειν τοὺς τοίχουσ〉.Column end

sch nub

170,col 2

ἀσκαλαβώτου] γαλῆς.Column end

sch nub

171

τῆς σελήνης τὰς ὁδοὺς: ζητοῦντος καὶ ἀνασκοπουμένου φυσικεύ‐ σασθαι περὶ αὐξιμειώσεων καὶ δρόμων σεληναίων κατέχεσε τοῦ στόματος αὐτοῦ γαλεώτης ἐκ τῆς ὀροφῆς
ἄνω βλέποντος τοῦ σοφοῦ κεχηνότως.

sch nub

174

ἥσθην] ἐχάρην.

sch nub

175

ἐχθὲς δέ γ’ ἡμῖν: ἀναλογώτερόν ἐστι τοῦ “χθές” τὸ “ἐχθές”· τὸ “χθές” γὰρ ἀφαιρέσει τοῦ ε γέγονεν, “ἐχθές” ὂν καὶ “χθές” γεγονός, “ἐχθές” δὲ λέγεται παρὰ τὸ ἐχθεῦσαι καὶ ἐκδραμεῖν τὴν χθὲς ἡμέραν. Ἀττικοὶ δὲ ἀντὶ τῶν ψιλῶν δασέα τιθέασιν· ἐκθὲς ἐχθές, ἐπίσης ἐφίσης, τάχιον τᾶσσον θᾶσσον,
5καὶ τὰ ὅμοια. τὴν ἑσπέραν δάσυνε· πέρας γὰρ τῆς ἕω καὶ τῆς ἡμέρας ἐστίν. ἐντεῦθεν σημειοῦ καὶ ἡμερόνυκτον λέγειν, καὶ μὴ νυχθήμερον, βοώσης αὐτῆς καὶ λαλούσης τῆς ἑσπέρας· ὅτι πέρας καὶ τελευτὴ καὶ ὑστέρα τῆς ἕω καὶ τῆς ἡμέρας εἰμί.

sch nub

176a

εἶεν τί οὖν πρὸς ἄλφιτα: “τοῦτο”, φασὶν οἱ παλαιοὶ σχολιογράφοι, “καλεῖται ἀπόθεσις”. ἐγὼ δὲ παραπληρωματικὸν τοῦτο σύνδεσμον λέγω εἰς ἐπικόσμησιν τιθέμενον τοῦ λόγου τῆς φράσεως. ἀντὶ τοῦ “ἄγε, φέρε, ὑπαρχέτωσαν.” τί δ’ ἐπαλαμήσατο καὶ διεπράξατο πρὸς τἄλφιτα, τουτέστι
5πρὸς τὸ εὑρεῖν ἄρτον καὶ βεβρωκέναι, ὡς μὴ πεινῴη. οὕτως ἐγὼ παραπληρω‐ ματικὸν σύνδεσμον λέγω τοῦτο. ἀπόθεσις δέ ἐστι τὸ ἀπὸ ἐννοίας εἰς ἔννοιαν μεταβαίνοντα λέγειν· ἀλλὰ ταῦτα μὲν οὕτως ἔχουσιν, εἴποιμεν δὲ περὶ τῶνδε· ἢ ἐατέον ταυτί, μεταβατέον δ’ εἰς τά.

sch nub

176b

διεπράξατο. ἁρμοδία ἡ λέ‐
ξις πρὸς τὰ ἄλφιτα, ὥς που τις ἅγιός φησιν· “οἰκείαις χερσὶν ὁ Θεὸς ἐπαλαμήσατο τὸν ἄνθρωπον”,
5ἤγουν ἔπλασεν.

sch nub

176c

εἶεν] ἄγε, φέρε.

sch nub

176d

ἐπαλαμήσατο] ἠγωνίσατο, ἐμηχανήσατο.

sch nub

177

κατὰ τῆς τραπέζης: στακτὴν λεπτήν, φησίν, ἐκ πυρὸς κατὰ τῆς τραπέζης πάσας, ὡς οἱ φιλόσοφοι εἰώθασι ποιεῖν ἐπ’ ὀστράκου λεπτίστατα κατατριβέντος σχηματογραφεῖν, οὕτω δεδρακὼς καὶ Σωκράτης καὶ χέας τὴν τέφραν κατὰ τῆς τραπέζης, καὶ κάμψας καὶ κυρτώσας ὀβελίσκον εἰς ἅρπαγος
5δίκην, εἶτα λαβὼν διαβήτην, τὴν πυράγραν, τὸ ἐργαλεῖον, ᾧ τοὺς κύκλους διαγράφομεν, ἔδει εἰπεῖν· διαιρέσεις ἐποίει, ὡς οἱ φιλόσοφοι ἐπὶ τοῦ οὗ εἶπον τετριμμένου ὀστράκου, ἢ ἐσχηματογράφει, ὡς φιλόσοφοι ἅμα καὶ γεωμέτραι ποιοῦσι, καὶ τούτοις ἠσχολημένοι τῆς πείνης καὶ τοῦ λιμοῦ παραψυχὴν μικρὰν ἐλαμβάνομεν· οὕτως εἰπεῖν ἔδει, ὁ δὲ παρ’ ὑπόνοιαν ἕνεκα τοῦ γελοίου φησί·
10καταπάσας τῆς τραπέζης τέφραν Σωκράτης εἶτα κυρτώσας ὀβελίσκον ἐκ τῆς παλαίστρας δι’ αὐτοῦ ἥρπασε τὸ ἱμάτιον. κωμῳδεῖ δὲ τὸν Σωκράτην, ὡς φιλόνεον καὶ περὶ παλαίστρας διατρίβοντα. κλεπτικὴ δὲ Σωκράτους πολὺ ἀποδέει, ἕνεκα δὲ τοῦ γελοίου καὶ τὴν κλοπὴν ἱματίου τῇ κωμῳδίᾳ προσήρμοσεν.

sch nub

178a

διότι, ὡς λέγουσιν, ὃς τελεῖ‐ ται τὰ γεωμετρικά, οὐκ ἔχει ὄρεξιν τοῦ φαγεῖν.

sch nub

178b

διαβήτην] διαδέτην.

sch nub

179a

179] παρ’ ὑπόνοιαν.

sch nub

179b

ὑφείλετο] ἔκλεψε.

sch nub

180a

τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν: ἐνταῦθα μηδὲν προσφυὲς εἰπεῖν ἔχοντες οἱ γράψαντες πρὸ ἐμοῦ φασιν ἅπερ φασίν. σὺ δὲ σαφῶς τε ὁμοῦ καὶ συντόμως καὶ προσφυῶς τῇ ἐννοίᾳ νῦν ἄκουε. ὁ Θαλῆς οὗτος σοφὸς Μιλήσιος ἦν ἰσόχρονος τῇ τῶν σοφῶν ἑπτάδι τῇ κατὰ Σόλωνα. καὶ πρῶτος Ἑλλήνων
5σελήνης ἔκλειψιν, μᾶλλον δὲ ὑποσκίασιν μέλλουσαν γεγονέναι τοῖς περὶ Ἀλυ‐ άττην προεῖπεν. καὶ τὸν Κροῖσον δὲ μὴ περαιωθέντα τὸν Ἅλυν πεπερακέναι πεποίηκε μηνοειδέσιν 〈ἡμι〉κυκλίοις μηνισκοκύκλοις τῶν τάφρων ὀρύγμασιν. ὡς οὖν κἀνταῦθα ὁ Στρεψιάδης τὸ περὶ τῆς ἐνδείας καὶ τῆς τοῦ ἱματίου κλοπῆς μηχάνημα τὸ γεγονὸς τάχα παρὰ τοῦ Σωκράτους κατήκουσεν, ἐκπλήττεται καί φησι·
10τί δῆτα τὸν Θαλῆν ἐκεῖνον θαυμάζομεν τοιαῦτα ἐπὶ τοῦ Κροίσου μηχανη‐ σάμενον, νῦν τοῦ Σωκράτους μηχανωμένου τοιαῦτα; ἰστέον δέ σοι, ὅτι διττῶς γράφεται· Θάλης Θάλητος, καὶ Θαλῆς Θαλοῦ.

sch nub

180b

τί δῆτ’] ἔκλειψιν ὅλην.

sch nub

181a

ἀνύσας] σπεύσας.Column end

sch nub

181b,col 2

τὸ φροντιστήριον] τὴν σχο‐
λήν.Column end

sch nub

183a

μαθητιῶ γάρ: ἐπιθυμῶ γὰρ μαθητὴς γεγονέναι, δηλονότι Σωκρά‐ τους.

sch nub

183b

μαθητιῶ] μαθεῖν ἐπιθυμῶ.

sch nub

184a

ὦ Ἡράκλεις: ὦ ἀλεξίκακε Ἥρακλες. ἀνεῴξαντος τοῦ μαθητοῦ εἰσ‐ ελθὼν Στρεψιάδης καὶ ἰδὼν τοὺς ἐκεῖ καθημένους μαθητὰς ὠχροὺς καὶ ἀμόρφους καὶ ἄντικρυς ἀνθρώπων σκιὰς ῥυπαρούς τε καὶ τἄλλα ἀνεβόησεν (185) ἐκπλαγείς· ποδαπὰ τὰ θηρία καὶ ζωΐδια ταῦτά εἰσιν; καὶ ὁ μαθητής· τί
5(186) ἐθαύμασας; τίνι σοι ὅμοιοι δοκοῦσιν; καὶ ὁ Στρεψιάδης· ὅμοιοί μοι δοκοῦσι τοῖς τριακοσίοις Λάκωσιν αἰχμαλώτοις τοῖς ἐκ Πύλου, οὓς Κλέων πολιορκῶν πρῶτα μὲν λιμῷ εἷλεν, εἶτα καὶ εἱρκτὴ κατασχοῦσα ὡς εἴδωλα ἀνθρώπων πεποίηκε φαίνεσθαι.
οἱ πρὸ ἐμοῦ δὲ καὶ τὴν Πύλον κακῶς λέγουσι τρεῖς ἐπωνυμίας ἔχειν, Πύλον
10καὶ Κορυφάσιον καὶ Σφακτηρίαν. σὺ δὲ τὴν μὲν Σφακτηρίαν νῆσόν μοι γίνωσκε, πόλεις δὲ τὸ Κορυφάσιον καὶ τὴν Πύλον.

sch nub

184b

ὦ Ἡράκλεις] φεῦ.

sch nub

184c

ποδαπὰ τὰ θηρία] εἶδε γὰρ τοὺς μαθητὰς ὠχρούς.

sch nub

185

τῷ] τίσι.

sch nub

186

ἱστορία: ἡ Πύλος ἦν ὑπό‐ φορος τοῖς Λάκωσι, μετὰ δὲ ταῦτα ἀπεσκίρτησεν. πέμψαντες οὖν τὸν Κλέωνα οἱ 〈Ἀθηναῖοι τοὺσ〉 Λά‐
5κωνας ἐκράτησαν τοὺς ἐν τῇ Πύλῳ ὄντας καὶ ἐμάστιξαν καὶ ἐν τῇ φυλακῇ ἐνέβαλον. ταῦτα δὲ πάσχον‐
τες ἐγένοντο ὅσα καὶ νεκροί.

sch nub

187

ἀτὰρ τί ποτε: ὁ ἀτάρ παραπληρωματικὸς ἀντὶ τοῦ “δή”· τί δή‐ ποτε, φησὶν ὁ Στρεψιάδης ἰδὼν τούτους, οὗτοι συννοίᾳ πρὸς γῆν βλέπουσιν; εἰπόντος δὲ τοῦ μαθητοῦ, ὅτι ζητοῦσι τὰ κατὰ γῆς ἤτοι σκοποῦσιν ἐφευρεῖν φυσιολογίας τῶν ὑπογέων, νομίσας δῆθεν ὡς ἀγρότης περὶ βολβῶν τούτους
5σκοπεῖν· μὴ νῦν, φησί, περὶ βολβῶν σκοπεῖτε καὶ φροντίζετε. ἐγὼ γὰρ οἶδα, ποῦ καλοὶ καὶ μεγάλοι βολβοὶ φύονται. βολβοὶ δέ εἰσιν εἶδός τι κρομμυῶδες παρεμφερὲς πάνυ κρομμύοις σμικροῖς, οὓς πολλοὶ τῶν ἀπόρων ἀνερευνῶντες ἐσθίουσιν. τινὲς δὲ οὐκ ὀρθῶς ἐνόμισαν βολβοὺς τὰ οἶδνα καλεῖσθαι, ἅ τινες μὲν ἐκ τοῦ ὕω, τὸ βρέχω, διὰ τοῦ υ ψιλοῦ γράφουσι, Τζέτζης δὲ διὰ τῆς οι
10διφθόγγου, ἐκ τοῦ οἰδαίνω· οἰδαίνοντα γὰρ καὶ ἐξογκούμενα ταῦτα σχίζει τὴν γῆν καὶ ἐξέρχεται. τῷ Δημοκρίτῳ δὲ κεφαλοβαρῆ ταῦτα καλεῖται, ἑτέροις δὲ βασσάραι. βασσάραι δὲ σὺν αὐτοῖς λέγονται καὶ αἱ πόρναι καὶ αἱ ἀλώπεκες.

sch nub

188

βολβοὺς] τὰ λεγόμενα οἶδνα ἢ κρόμμυα.

sch nub

190

ἵν’ εἰσὶ] ὅπου φύονται.

sch nub

191a

οἱ σφόδρ’ ἐγκεκυφότες: ἑτέρους τῶν μαθητῶν πάνυ ἐγκεκυφότας (192) εἰς τὴν γῆν συννοίᾳ ὁρῶν· οὗτοι δέ, φησί, τί δρῶσιν; καὶ ὁ μαθητὴς λέγει· οὗτοι τὰ ὑπὸ τὸ ἔρεβος καὶ τὸν ὑπὸ τὴν ἔραν καὶ τὴν γῆν τόπον ἤτοι τὰ περὶ τῶν ὑπογέων καὶ τοῦ Ταρτάρου διφῶσι καὶ ἀνερευνῶσι τῇ διανοίᾳ ὡς φυσιο‐
5λογήσαιέν (193) τι περὶ τούτων. ἐπεὶ δὲ ὁ πρωκτὸς τῶν κάτω κεκυφότων πρὸς τὸ ἄναντες εἴωθε φέρεσθαι· ὁ πρωκτὸς αὐτῶν τί, φησί, πρὸς τὸν οὐρανὸν (194) βλέπει; καὶ ὁ μαθητὴς ἕνεκεν τοῦ γελοίου παράγεται λέγων· αὐτοδιδάκτως (195) ἀστρονομίαν μανθάνει. εἶτ’ ἐπιστραφεὶς τοῖς συμφοιτῶσί φησι τοῖς ἔξω διὰ τὸν Στρεψιάδην βραχὺ ἐξελθοῦσιν· ἀλλ’ εἴσιτε καὶ εἰσέλθετε, ἵνα μὴ
10ἐκεῖνος ἤγουν ὁ Σωκράτης ἐνταῦθα ἡμῖν ἐπιτύχῃ. τὸ δὲ “ἐκεῖνος σεβασμοῦ (196/7) καὶ ὑπεροχῆς νῦν καὶ τιμῆς. καὶ ὁ Στρεψιάδης· μήπω εἰσελθέτωσαν, μικρὸν δέ τι καρτερησάτωσαν, ἵν’ αὐτοῖς κοινώσω καὶ κοινῶς εἴπω πραγμάτιον ἐμὸν καὶ ὑπόθεσιν. πραγματίον παροξυτόνως ἀττικῇ
15διαλέκτῳ.Column end

sch nub

191a,col 2

πραγμάτιον προπαροξυτόνως ἀτ‐ τικῇ διαλέκτῳ, πραγματίον δὲ παρο‐
ξύνεται τῷ καθόλου κανόνι.Column end

sch nub

191b

οἵδε] οἱ ἄλλοι.

sch nub

191c

οἱ σφόδρ’ ἐγκεκυφότες] οἱ φιλόσοφοι.

sch nub

192

ἐρεβοδιφῶσιν ... Τάρταρον] ψηλαφῶσι τὰ περὶ τοῦ Χάους.

sch nub

195a

ὁ μαθητὴς πρὸς μαθητὰς
λέγει.

sch nub

195b

εἴσιθ’] εἴσιτε. πρὸς τοὺς μαθητάς.

sch nub

195c

’κεῖνος] ὁ Σωκράτης.

sch nub

197

αὐτοῖσι] ὑμῖν.

sch nub

198a

ἀλλ’ οὐχ οἷον καὶ οὐ δυνατὸν ἤτοι οὐ συγκεχώρηται ἡμῖν ἔξω διάγειν πολὺν χρόνον. εἶτα ὁ Στρεψιάδης ἑωρακὼς σφαῖραν ἐζωγραφημένην εἰς μίμημα οὐρανοῦ, καὶ γεωμετρικὸν καὶ περιηγήσεως πίνακα καὶ περὶ τούτων ἐρωτᾷ καὶ ἀκούει, καὶ πολλὰ ὡς ἀγρότης δῆθέν φησιν οὐκ ἄπωθεν γελοιαζούσης καὶ
5κωμικῆς χάριτος. περὶ γὰρ τοῦ πίνακος τοῦ τῆς γεωμετρίας ἐν τῷ ἐρωτῆσαι ἀκούσας, ὅτι γεωμετρία ἐστί, χρησιμεύει δὲ εἰς ἀναμέτρησιν γῆς, ἐρωτᾷ· μῶν τῆς κληρουχικῆς καὶ ἐξ ἀναγραφῆς διανεμηθείσης τισί; καὶ ἀκούσας, ὅτι χρησιμεύει πρὸς πάσης γῆς ἀναμέτρησιν, οὐχὶ τῆς κληρουχικῆς· ἀστεῖον, φησί, καὶ χάριεν καὶ πολιτείᾳ πρέπον τοῦτο τὸ δίδαγμα ὡς πρᾶγμα σοφόν.
10εἶτα τοῦ μαθητοῦ καὶ περὶ τοῦ τῆς περιηγήσεως λέγοντος πίνακος καὶ χειρὶ παραδεικνύοντος ἕκαστα καί· αἵδε μέν, λέγοντος, Ἀθῆναί εἰσιν, ἐπεὶ δικαστὰς οὐχ ὁρᾷ ταῖς ἐζωγραφημέναις Ἀθήναις· οὐ πείθομαι, φησί, ταύτας εἶναι Ἀθήνας, ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους, τῷ οὕτω λέγειν τοὺς Ἀθηναίους διαβάλλων ὡς φιλοδίκους. ἐνισταμένου δὲ τοῦ μαθητοῦ καὶ λέγοντος· ὡς
15ἀληθῶς οὗτος ὁ τόπος Ἀθῆναί εἰσι, πάλιν ὁ Στρεψιάδης ἐρωτᾷ ψευδῆ τὸν μαθητὴν δῆθεν ἐλέγχων· καὶ ποῦ Κικυννεῖς εἰσιν οἱ ἐμοὶ δημόται, οἱ συναγρόται, οἱ γείτονες; οὕτω ταῦτα ἔχειν μοι νόει, καὶ μὴ ἐκ τοῦ “αἵδε μὲν Ἀθῆναι” μέχρι τοῦ “Κικυννεῖς οὑμοὶ δημόται” τοῦ Στρεψιάδου εἶναί μοι λέγε, καθώς τινες ὑπετόπασαν.

sch nub

198b

αὐτοῖσι] ἡμῖν.

sch nub

201a

αὑτηΐ] σφαῖραν δείκνυσιν.

sch nub

201b

αὑτηΐ] ἐπέκτασις.

sch nub

202

τοῦτ’] ἤγουν ἡ γεωμετρία.

sch nub

204

ἀστεῖον] καλόν, χάριεν.

sch nub

205

δημοτικὸν] καὶ πρέπον τῇ πολιτείᾳ.

sch nub

206a

αὕτη] χωρογραφίαν δείκνυ‐ σιν.

sch nub

206b

γῆς] τῆς.

sch nub

206c

περίοδος] ἡ.

sch nub

206d

περίοδος] ἤγουν ἡ περιήγη‐ σις.

sch nub

208

208] διασύρει τοὺς Ἀθηναί‐ ους, διότι συνίστων πάντοτε δι‐ καστήρια.

sch nub

209

ὡς] γίνωσκε.

sch nub

211a

ἐνταῦθ’ ἔνεισιν: ἐνταῦθα, φησὶν ὁ μαθητής, ὑπάρχουσι καὶ οἱ Κικυννεῖς. ἡ δέ γε Εὔβοια ἤτοι ὁ Εὔριπος παρατεταμένη καὶ μακρά ἐστι τῷ σχήματι τῆς ζωγραφίας πόρρω πάνυ τῶν Ἀθηνῶν οὖσα, ὅθεν διὰ τὸ ἐπιμήκης εἶναι καὶ ἡ παρ’ αὐτῇ Μάκρις Μάκρις ἐκλήθη. καὶ ὁ Στρεψιάδης τὸ “παρατε‐
5ταμένη” δῆθεν οὐ νοήσας ἐπὶ τοῦ μακροῦ σχήματος τῆς ζωγραφίας εἰρῆσθαι, ἀλλ’ ἐπὶ τῆς τάσεως καὶ αὐξήσεως τῶν φόρων καὶ τῶν τελῶν· οἶδα, φησίν, ὅτι παρατεταμένη καὶ βαρυνθεῖσά ἐστι τοῖς φόροις· ὑφ’ ἡμῶν γὰρ καὶ τοῦ Περικλέους ἐβαρύνθη τοῖς τέλεσιν. κατασχόντος γὰρ Περικλέους πολέμῳ τοὺς
Ἄβαντας βαρεῖς αὐτοῖς ἐθέμεθα φόρους.

sch nub

211b

ἡ νῦν καλουμένη Μάκρις.

sch nub

211c

Εὔβοι’] Εὔριπος.

sch nub

212a

ἡδὶ] καὶ αὕτη.

sch nub

212b

παρατέταται] ἐξήπλωται.

sch nub

213

ἡμῶν] Ἀθηναίων.

sch nub

214a

ἀλλ’ ἡ Λακεδαίμων, φησί, ποῦ ἐστι; τοῦ μαθητοῦ δὲ εἰπόντος· ἐρωτᾷς· ὅτι ποῦ ἐστι; καὶ δακτυλοδεικτήσαντος, ὅτι αὕτη ἐστὶν αὑτηΐ ἐστιν ἡ Λακεδαίμων, (215) ὁ Στρεψιάδης ἰδὼν ἔγγιστα τῇ ζωγραφίᾳ—μακρὰν γὰρ ἀπέχουσιν ἀλλή‐ λων τῷ τῆς ὁδοῦ διαστήματι—· λίαν ἐγγὺς ἡμῶν ἐστιν, ἔφη· φροντίζετε δὲ καὶ
5(216/’17) σκέψιν ποιήσασθε ταύτην μακρὰν πάνυ ἀφ’ ἡμῶν ἀπαγαγεῖν. ἀλλ’ οὐ δυνατόν ἐστιν, εἰπόντος τοῦ μαθητοῦ, τοῦτο ποιῆσαι καὶ παρασπάσαι δῆθεν τὴν ζωγραφίαν, πάλιν ὁ Στρεψιάδης φησὶ πρὸς ἣν αὐτὸς διάνοιαν λέγων· ἐὰν τοῦτο οὐ δράσητε, βαρέως ἄρα οἰμώξετε. αἰνῶ δὲ αὐτὸς καθ’ ὑπερβολὴν τοῦ κωμικοῦ τὸ εἰρηναῖόν τε καὶ εὐσύμβουλον
10τὸ μετὰ μεθόδου δεινότητος· ἀστείοις γὰρ λόγοις καὶ παιγνιώδεσι νουθετεῖ τοὺς βαρεῖς Ἀθηναίους, οἷς οὐδεὶς ἐτόλμα περὶ εἰρήνης λόγους εἰπεῖν, καί φησιν ἐν μὲν τῷ λέγειν·
δικαστὰς οὐχ’ ὁρῶ καθημένους, ἀπέχεσθαι πρὸς τοὺς συμπολιτευομένους μὲν καὶ ἰδίους ἐπηρειῶν καὶ δικῶν
15καὶ θορύβων, πρὸς δὲ τοὺς ἀλλοτρίους πολέμων ἐμφυλίων τε καὶ βαρβά‐ ρων, ἐν τῷ νῦν μὲν λέγειν μακρὰν ἀποστῆσαι τῆς Ἀττικῆς Λακεδαίμονα ἤτοι τὸν λακεδαιμονιακὸν πόλεμον, ἐν τῷ εἰρηνεῦσαι δηλονότι· εἰ δ’ οὔ, βαρέως
οἰμώξεσθε· ἀλλαχοῦ δὲ πολλαχοῦ, ἐν οἷς τε φέρει τὰς τριήρεις περὶ πολέμου καρχηδονικοῦ διαλεγομένας, καὶ οἷς φησι τὰς ἀφύας εὐώνους εἶναι, καὶ λέγει
20
ἑρπέτω ὁ πόλεμος, καὶ ἐν Εἰρήνῃ καὶ Ἀχαρνεῦσι καὶ σχεδὸν αὐτοῦ πᾶσι δράμασιν. εἰρήνην γὰρ ἐν ἅπασι τούτοις καὶ πρὸς βαρβάρους ἔχειν φησὶν αἱρετώτερον ἢ πόλεμον ὀϊζυρὸν καὶ ἐπίπονον.

sch nub

214b

αὑτηΐ] δεικτικῶς.

sch nub

215a

ὡς] λίαν.

sch nub

215b

φροντίζετε] πρὸς τοὺς Ἀ‐ θηναίους· βουλεύεσθε.

sch nub

218a

φέρε: ἄγε· παραπληρωματικὸς σύνδεσμος περιττῶς κείμενος, ὥσπερ νῦν καὶ ὁ “γάρ περιττῶς κεῖται. τίς οὗτος οὑ ’πὶ τῆς κρεμάθρας: εἰσελθὼν ὁ Στρεψιάδης ὁρᾷ τὸν Σωκράτην ἐκκρεμῆ καθήμενον ἐπὶ καλαθίσκου μετέωρον, ὥσπερ τι κρεᾴδιον τραπέζης ἀπόλειμμα διὰ τὰς μύας αἰωρηθὲν
5μεριδοκρύπτῃ καλάθῳ, ἵν’ ἑστίαμα ἐπιδείπνιον γένοιτο, καὶ ἰδὼν αὐτὸν οὕτω κρεμάμενον· τίς ἐστιν, ἐρωτᾷ, ὁ ἐπὶ τῆς κρεμάθρας; τὰ δὲ λοιπὰ σαφῆ, κατάδηλα. καὶ μὴ πείθου ψευδεῖ μακρηγορίᾳ τινῶν.

sch nub

218b

φέρε] ἄγε.

sch nub

219

αὐτός] κατ’ ἐξοχὴν ὁ Σω‐ κράτης.

sch nub

220

οὗτος] ὦ.

sch nub

223a

’φήμερε: βραχυχρόνιε, ἄνθρωπε, θνητέ, καὶ περὶ θνητῶν καὶ γηΐνων φροντίζων.

sch nub

223b

’φήμερε] ἄνθρωπε.

sch nub

224a

κάτειπ: κυρίως κατειπεῖν ἐστι τὸ “κατά τινος εἰπεῖν”. νῦν δὲ ἀττικῶς “κάτειπε ἀντὶ τοῦ “εἰπέ”. μετὰ γὰρ προθέσεων Ἀττικοὶ λέγουσι· δίειπε, κάτειπε καὶ ἔξειπε καὶ τὰ ὅμοια.

sch nub

224b

κάτειπέ] ἀττικόν.

sch nub

225a

ἀεροβατ: μετέωρος καὶ ἐκκρεμὴς ἐν τῷ ἀέρι φέρομαι· καὶ περι‐ φρονῶ τὸν ἥλιον: ἢ ἀντίπτωσις ἀττικὴ ἤτοι περὶ τοῦ ἡλίου φρονῶ καὶ λογίζομαι καὶ σκοπῶ, ἢ περιφρονῶ καὶ σκοπῶ καὶ περιεργάζομαι τὸν ἥλιον. εἰσάγει δὲ τὴν λέξιν ὁ κωμικὸς νῦν ἐπαμφοτερίζουσαν ἐσχηματισμένως αὐτὸν
5διασύρων εἰς ἀσέβειαν, ὡς νοεῖσθαι τὸ “περιφρονῶ”, ὅτι καταφρονῶ τοῦ ἡλίου, ὅπερ ἀσεβές ἐστιν. ὁ Σωκράτης δέ, ὥσπερ προεῖπον, εἰρήκει, ὅτι τὰ (226) περὶ τοῦ ἡλίου σκοπῶ. καὶ ὁ Στρεψιάδης ἀκούσας τῆς λέξεως τῆς “περι‐ φρον πρὸς τὸ ἀσεβὲς τοῦτο δεξάμενός φησιν· ἔπειτα—περισσῶς κεῖται— ἀπὸ τοῦ ταρροῦ καὶ καλαθίσκου καταφρονητὴς γίνῃ σὺ τῶν θεῶν, ἀλλ’ οὐκ ἀπὸ
10(227) τῆς γῆς, εἴπερ—ἐλλειπτικῶς ἀττικῶς—καταφρονητὴς ἔμελλες εἶναι εἰς αὐτοὺς καὶ ἀσεβής; ὁ Σωκράτης δὲ πάλιν αὐτῷ ἀποκρίνεται πρὸς τὰ ἐφ’ οἷς
ἐκεῖνος σκοπῶν εἶπε τὴν λέξιν, οὐ πρὸς τὸν λόγον τοῦ Στρεψιάδου· οὐ γάρ ποτ’ (228—’30) ἄν, λέγων, ἀπὸ γῆς ἐσκόπησα περὶ τῶν τοιούτων ἄριστα, εἰ μὴ εἰς τὸν ἀέρα μετέωρος ἐγενόμην. τοὺς χαμερπεῖς γὰρ ἡ γῆ καὶ κάτω πεφυρμένους οὐκ
15ἐᾷ σοφόν τι νοῆσαι παρασπῶσα καὶ συνθολοῦσα τοῖς γεηροῖς τὰ νοήματα. οὕτως ἔχει ταυτί· τοῖς παλαιοῖς δὲ καὶ πρὸ ἡμῶν γράψασιν ἀσυντελῆ τῇδε καὶ μακρὰ λέγειν πάρες.

sch nub

225b

περιφρονῶ] περιεργάζομαι, λογίζομαι.

sch nub

225c

περιφρονῶ τὸν ἥλιον] ἤγουν τὰ τοῦ ἡλίου ἐξετάζω.

sch nub

225d

τὸν] τοῦ.

sch nub

226a

ἔπειτ’] παρέλκον.

sch nub

226b

ταρροῦ] ταλάρου, καλαθί‐ σκου.

sch nub

226c

ὑπερφρονεῖς] καταφρονεῖς.

sch nub

227

εἴπερ p.i.m.] ἤθελες, ἐβούλου ὑπερφρονεῖν τῶν θεῶν.

sch nub

229

κρεμάσας] τὸν ἑαυτόν μου.

sch nub

230

λεπτὴν] τήν.

sch nub

231a

εἰ δ’ ὢν χαμα: εἰ δ’ ὤν, φησί, προσγειότερος περὶ τῶν μετεώρων (232) καὶ θείων ἐσκόπουν, οὐκ ἄν ποτε εὗρον τὸ ἀληθές· οὐ γάρ, ἤτοι οὔκουν, (233) ἀλλ’ ἡ γῆ βί: ὁ “ἀλλά” ἀντὶ τοῦ “γάρ”· ἡ γῆ γὰρ τὴν ἰκμάδα καὶ τὸ
(234) ποριμώτατον τῆς φροντίδος καὶ τοῦ νοήματος ἕλκει πρὸς ἑαυτήν. πάσχει
5δὲ τοῦτο καὶ τὰ κάρδαμα: ἢ τὰ παρ’ ἡμῖν γνώριμα ἢ περσικὴ βοτάνη ἀγρία κάρδαμον καλουμένη. νῦν δὲ τὴν σκάφον γνώριμον βοτάνην φησίν, ἥτις πλησίον ἑτέρων λαχάνων φυεῖσα ἑλκτικὴν ὑγρότητος ἔχουσα δύναμιν ἐπισπᾶται τὴν τῶν ἐγγὺς λαχάνων ἰκμάδα καὶ ἀποξηραίνει αὐτά, ἐκείνη δὲ θαλερῶς ἐπαυξάνει. ἕνεκα δὲ τοῦ γελοίου τὸ τῶν καρδάμων παράδειγμα ἔφερε. καὶ ὁ Στρεψιάδης
10(236) ἀκούσας, ὅτι ἡ γῆ ἕλκει τὴν ἰκμάδα καὶ τὸ λεπτὸν καὶ ποριμώτατον τοῦ νοήματος πρὸς ἑαυτήν—τοῦτο δὲ ποιεῖ καὶ τὰ κάρδαμα, ὡς εἴπομεν, ἕλκοντα πρὸς ἑαυτὰ τὴν ὑγρότητα τῶν γειτνιώντων λαχάνων—καὶ θέλων εἰπεῖν, ὅτι καὶ τὰ κάρδαμα ἕλκουσι τὴν ἰκμάδα πρὸς ἑαυτά, ὡς δῆθεν ἀγρότης καὶ ἀμαθὴς διεφθαρμένως ἀνερωτᾷ οὕτως· ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ’ εἰς τὰ κάρδαμα;

sch nub

231b

κάτωθεν] ἀπὸ τῆς γῆς.

sch nub

232a

οὐ γάρ] οὐδαμῶς.

sch nub

232b

ἀλλ’] γάρ.

sch nub

232c

βίᾳ] ἐν.

sch nub

234a

ἀπὸ τοῦ τὴν καρδίαν ἀμύσ‐ σειν· καρδίαν δὲ λάβε τὸν στόμαχον, ἐξ οὗ καὶ καρδιωγμός, ἡ τοῦ στομά‐ χου ὀδύνη.

sch nub

234b

πάσχει] ἐνεργεῖ.

sch nub

234c

ταὐτὸ] τοῦτο.

sch nub

236

ἕλκει] ἀδιανόητον.

sch nub

239a

ἦλθες δὲ κατὰ τ: ἐκ τῆς κρεμάθρας κατελθὼν ὁ Σωκράτης ἐρωτᾷ Στρεψιάδην· κατὰ τί ἤγουν διὰ ποίαν ἦλθες αἰτίαν; καὶ ὁ Στρεψιάδης· (240) βουλόμενος μαθεῖν λέγειν ἤτοι ἀντιλέγειν καὶ δικάζεσθαι· ὑπὸ γὰρ τόκων (241) καὶ χρήστων—νῦν καταχρηστικῶς παραχρηστικῶς δανειστῶν—ἄγομαι καὶ ἕλκομαι
5εἰς δικαστήρια, φέρομαι καὶ ἀνάρπαστος βαστάζομαι καὶ εἰς ἐνέχυρα ἀκουσίως τὰ χρήματα ἐμοῦ ἀφαιροῦμαι. χρήστης καὶ δανειστὴς διαφέρει· καὶ δανειστὴς μὲν ὁ πρὸς τὸ λαβεῖν τόκους ἢ καὶ ἄνευ τόκων διδοὺς δάνεια, χρήστης δὲ ὁ διδοὺς ἱμάτιά τινι ἢ ἀργυρώματα ἢ καὶ τοιαῦτά τινα πρὸς χρῆσιν βραχεῖαν, ἵνα πάλιν ἀπολάβῃ ταῦτα συντόμως.
10νῦν δὲ καταχρηστικῶς παραχρηστικῶς χρήστας τοὺς δανειστὰς εἶπεν. οὕτω γίνωσκε ταῦτα παραλιμπάνων τοὺς παλαιούς. τὸ ἄγομαι φαμὲν ἐπὶ τῶν ἑλκομένων αἰχμαλώτων ἢ ἑλκομένων εἰς δικαστή‐ ριον. τὸ δὲ φέρομαι ἐπὶ τῶν μετεώρων βασταζομένων.

sch nub

239b

διασύρει αὐτόν, διότι οὐκ ἠπίστατο ἀντιλέγειν ὡς οἱ ῥήτορες.

sch nub

239c

λέγειν] τὸν λόγον, ἀντιλέ‐ γειν.

sch nub

241a

ἄγομαι] ἕλκομαι.

sch nub

241b

τὰ χρήματ’] διά.

sch nub

241c

ἐνεχυράζομαι] εἰς ἐνέχυρα ἀφαιροῦμαι.

sch nub

242

πόθεν δ’ ὑπόχρεως: ὥσπερ τις ἰατρὸς ἐρωτᾷ νοσοῦντά τινα· πῶς ἔλαθες σαυτὸν ἐς τόδε τὸ νόσημα περιπεσών; κἀκεῖνος αὐτῷ ἀποκρίνεται, οὕτω καὶ νῦν ὁ Σωκράτης ἐρωτᾷ Στρεψιάδην, πῶς ἔλαθεν ἑαυτὸν ὑπόχρεως (243) γενόμενος. καὶ ὁ Στρεψιάδης ὡς νοσῶν ἀποκρίνεται· νόσος, λέγων, ἱππική
5με ἐπέτριψεν ἤγουν συνέτριψεν, ἀπώλεσε δεινὴ εἰς τὸ φαγεῖν καὶ καταδαπανῆσαι (244—’46) πράγματα. ἀλλὰ δίδαξόν με τὸν ἥττονα λόγον τὸν μηδὲν ἀποδιδόν‐ τα, τουτέστιν ὃς τὰ χρέα οὐκ ἀποδίδωσιν, ἀλλ’ ὅμως νικᾷ· μισθὸν δ’ ὅντινα πράττῃ καὶ ἀπαιτεῖς με ὀμοῦμαι καὶ ὀμνύω τοὺς θεοὺς καταθεῖναι καὶ δοῦναί σοι. πολὺ δὲ νῦν ἁμαρτάνει τοῦ ἤθους Σωκράτους καταψευδόμενος. ὁ Ἱππο‐
10κράτης γὰρ καὶ ὁ Σωκράτης μισθὸν παρ’ οὐδένος οὐδένα ἐλάμβανον, πλὴν ὁ Σωκράτης μόνον σῖτον καὶ οἶνον ἐλάμβανεν ἐκ τῶν αὐτοῦ φοιτητῶν. Σιμωνίδης δὲ πρὸ αὐτῶν πρῶτος ἀργυρίου ἀπήρξατο πᾶν καὶ πράττειν καὶ φθέγγεσθαι, ὅπερ ὁ ἄθεος Θεόδωρος διεδέξατο. Κόρακι δὲ τῷ ῥήτορι τοῦτο εἶπε Τισίας μισθὸν ῥητορικοῦ διδάγματος ἀπαιτούμενος· ὄμνυμι θεοὺς ἀποδοῦναί σοι
15μετὰ τὸ μαθεῖν, ὃν ἂν ἀπαιτῇς με μισθόν. οἰκονομικῶς δὲ νῦν ἐπὶ Σωκράτους τοῦτό φησιν ὁ Ἀριστοφάνης ἀσεβῆ τοῦτον ἀποδεῖξαι βουλόμενος. ὀμνῦντος γὰρ Στρεψιάδου θεοὺς μετὰ τὸ μαθεῖν λέγειν καταθεῖναι αὐτῷ τὸν ταχθέντα (247—’49) μισθὸν ὁ Σωκράτης φησίν· ἡμῖν νόμισμα καὶ νομιζόμενον οὔκ εἰσι θεοί. καὶ ὁ Στρεψιάδης ὡς ἀγρότης πάλιν καὶ ἀμαθὴς εἰσάγεται γελοῖα φθεγγό‐
20μενος πρὸς τὴν νόμισμα φωνὴν λέγων· ὦ Σώκρατες, ἆρα τὸ νόμισμα οἱ φιλόσοφοι δοκεῖτε θεὸν καὶ τούτῳ ὀμνύετε ἢ σιδηροῖς νομίσμασιν, ὥσπερ ἐν Βυζαν‐ τίῳ; σιδαρέοισιν: τὸ “δα μακρόν· καὶ ἔστιν ὁ στίχος τροχαϊκός. πρῴην
οἱ Βυζάντιοι σιδηρῷ, φασίν, ἐχρῶντο νομίσματι. ὁ νοῦς δέ, ὃν φθείρουσιν, οὗτός ἐστι· φησὶ Στρεψιάδης· τῷ νομίσματι, Σώκρατες, ὄμνυτε οἱ φιλόσοφοι;
25ἢ ἐν “σιδηρέοις λέβησι” δέον εἰπεῖν, “ὥσπερ οἱ Σκύθαι” ἐν τῷ ὀργεμπαίῳ, ὅστις σιδηρᾶ λεκάνη ἐστίν, εἶπεν· “ὥσπερ ἐν Βυζαντίῳ”. ἰστέον δέ, ὡς Βυζάντιος μόνον κύριον ὄνομα καὶ Βυζάντιον, τὸ Βυζαντίδιον ὑποκοριστικῶς, ι, τἄλλα δὲ πάντα δίφθογγα γράφεται, Τζέτζης βυζάντειος, βυζάντειον πόλισμα καὶ Βυζάντειον ἄνευ τοῦ τεθῆναι πόλισμα. διὰ δὲ τὴν
30ἀμαθεστάτην μιαρὰν κουστωδίαν γράφω ποτὲ καὶ αὐτὸς κατ’ αὐτούς.

sch nub

243

δεινὴ φαγεῖν] ἤγουν πολυ‐ δάπανος.

sch nub

244

τοῖν σοῖν λόγοιν] τῶν σῶν λόγων.

sch nub

246a

πράττῃ] εἰσπράττῃ.

sch nub

246b

πράττῃ] ἀπαιτεῖς.

sch nub

246c

καταθήσειν] παρασχεῖν.

sch nub

248a

νόμισμ’] νομιζόμενον, φρόν‐ τισμα.

sch nub

248b

τῷ] τίνι.

sch nub

249a

ἢ] ὄντως.

sch nub

249b

σιδαρέοισιν] νομίσμασιν.

sch nub

249c

ἐν Βυζαντίῳ] ὤμνυον.Column end

sch nub

249c,col 2

Βυζαντίῳ] Βυζαντείῳ.

sch nub

250

βούλει τὰ θεῖα πράγματα: πάρες τὰ τῶν προτέρων, ἡμῶν δὲ νῦν ἄκουε. πεποίηται νῦν ὁ Σωκράτης τῷ κωμικῷ ἀπὸ τοῦ εὐσεβεῖν μετάγων εἰς ἀσέβειαν Στρεψιάδην· βούλει, λέγων, εἰδέναι τὰ θεῖα καὶ ἃ ὀρθῶς καὶ ἀληθῶς θεῖά εἰσι καὶ ξυγγενέσθαι καὶ εἰς ὁμιλίαν καὶ γνῶσιν ἐλθεῖν τῶν λόγων τῶν
5ἡμετέρων θεῶν, Νεφελῶν; καὶ ὁ Στρεψιάδης συγκατατίθεται καί· μάλιστά γε, φησί, θέλω. καθίζει τοίνυν αὐτὸν ἐπὶ σωκρατικοῦ σκίμποδος ἤγουν κλινιδίου ἢ ὀκλαδίου καὶ σκαμβόποδος θρόνου, οἷοι πολλοὶ παρά τε Θρᾳξὶ καὶ Βουλγάροις εἰσίν. ὁ σκίμπους δ’ οὗτος μεστὸς κόρεων, ἐφ’ οὗ τοῦτον ἱδρύσας αὐτῷ περιτίθησι στέφανον. εἶτα λαβὼν ὄστρακα τῆς κεφαλῆς ἀνωτέρω τοῦ Στρεψιάδου πρὸς
10ἄλληλα προστρίβων αὐτὰ τῷ ἀποπίπτοντι τούτων λεπτῷ δίκην παιπάλης καταπάττει αὐτὸν καὶ προτελειοῖ πρὸς ἀσέβειαν, εὐχήν τινα λέγων καὶ ἀνα‐ καλούμενος ὡς θεοὺς ἀέρα, αἰθέρα, καὶ τὰς νεφέλας πλέον αὐτῶν, ἐλθεῖν ἐπ’ αὐτόν. τὰ δὲ ὡραῖα γελοῖα κατὰ λεπτὸν τοῦ δαιμονίου Ἀριστοφάνους τίς διηγήσεται; τὰ κομματικὰ γὰρ τῶν προσώπων ὡς Τζέτζη διηγεῖσθαί με
15οὐκ ἐᾷ.

sch nub

251a

νὴ Δί’] θέλω.

sch nub

251b

ἔστι] ἀληθῆ.

sch nub

254

φασὶ σκίμποδα εἶναι τὸ χω‐ λὸν κραββάτιον· σκιμπάζειν γὰρ τὸ χωλαίνειν παρὰ τοῖς παλαιοῖς. εἴρηται παρὰ τὸ σκαμβοὺς ἔχειν
5τοὺς πόδας.

sch nub

255

τουτονὶ τοίνυν λαβ: “λαβέ” ἀντὶ τοῦ “λάβε” ἀττικῶς. παρεπιγρα‐ φὴν δὲ τοῦτο κακῶς οἱ πρὸ ἡμῶν λέγουσιν. καὶ πῶς γὰρ οὐ κακῶς τοῦ Σω‐ κράτους λέγοντος περὶ τοῦ στεφάνου· λαβὲ τουτονὶ τὸν στέφανον, οὐ μὴν δ’ ἐκ τῶν κάτωθεν λεγομένων νοουμένου καὶ τοῦ στεφάνου, ὥσπερ ἐν τῷ
5
λέξω τὰ πάντα νητρεκῶς, ἅ μ’ ἱστορεῖς. ἐκεῖ γὰρ μηδὲν ἐρωτῶν ὁ Πρίαμος ἐκ τοῦ “ἅ μ’ ἱστορεῖς” φαίνεται, ὅτι προη‐ ρώτησε, καὶ ἔστιν ἐκεῖνο ποιητικὴ παρεπιγραφή. τοῦτο δὲ παραγραφὴ καὶ ὀβέλισμα γραμματικῶν, τουτέστιν ἀνθρώπων κριτικωτάτων κρίνειν εἰδότων γράμματα, τουτέστι συγγράμματα γραμματικῶν, ῥητόρων, ἰατρῶν, φιλοσόφων,
10μηχανικῶν, ἀστρολόγων, γεομετρῶν καὶ πάντων ἁπλῶς τῶν ὅσοι λογικὰ συγ‐ γράμματα συνετάξαντο. τοιοῦτον γάρ, εἰ παράγει πῇ καὶ ἐτράφη, γραμματικὸν Τζέτζης φησίν. ὃς τοιοῦτος γραμματικὸς πολλῷ φιλοσόφων ὑπέρτερος· οἱ μὲν γὰρ ἐπικαλοῦνται φιλόσοφοι ὡς φιλοῦντες σοφίαν, οὐχ ὡς εἰδότες· ὁ δὲ τοιοῦτος, ὃν εἴπομεν, καλεῖται γραμματικὸς οὐχ ὡς φιλῶν, ἀλλ’ ὡς εἰδὼς
15κρίνειν γράμματα καὶ συγγράμματα.

sch nub

256a

ἐπὶ τί στέφανον: στεφανωθεὶς Στρεψιάδης παρὰ Σωκράτους ὡς προτελούμενος φιλοσοφίας τὰ ὄργια καὶ ἀσέβειαν δεδιὼς δῆθέν φησιν· ἐπὶ τί καὶ διὰ τί στέφανον ἐμοὶ δίδως, ὦ Σώκρατες; οἴμοι ἵνα ἐμὲ θύσητε, θύσετε, ἰωνικῶς, ὅπως καὶ ὥσπερ τὸν Ἀθάμαντα. τοῦ δὲ “μὴ θύσητε θύσετε τὸ “μ περιττῶς
5κεῖται, ὡς τὸ
ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας. ἡ δὲ ἱστορία τοιάδε. ἱστορία: ἀνθ’ ὧν Ἀθάμας πεισθεὶς τῇ αὐτοῦ δευτέρᾳ συ‐
ζύγῳ Ἰνοῖ Φρίξον ἐκείνου τὸν παῖδα τὸν ἐκ Νεφέλης τῆς πρὶν αὐτοῦ γυναικὸς δι’ ἀκαρπίαν ὡς ἱερεῖον θεοῖς τυθῆναι παρέσχε κἀν νεφέλῃ αὐτὸν ἡ μήτηρ ἀφήρπαξέ
10τε καὶ ἔσωσε, στεφανωθεὶς ἀντ’ ἐκείνου τῷ βωμῷ τοῦ Διὸς παρίστατο τυθησό‐ μενος. ἐπιφανεὶς δὲ Ἡρακλῆς τῆς σφαγῆς τοῦτον ἐκσῴζει· Φρίξος, εἰπών, ζῇ.

sch nub

256b

ἐπὶ ... Σώκρατες] δεδιώς, μὴ πέσῃ εἰς ἀσέβειαν, δειλιᾷ.

sch nub

257a

μοι (sic)] φοβοῦμαι.

sch nub

257b

ὅπως] ὅρα.

sch nub

257c

μὴ] τὸ “μ περισσόν.

sch nub

258a

οὔκ, ἀλλὰ ταῦτα πάντα: οὐχ ὅπως σε θύσωμεν, ὁ Σωκράτης φησί, διδόαμέν σοι στέφανον, ἀλλὰ πάντα ταῦτα τοῖς νεήλυσι δρῶμεν ἡμῶν μαθηταῖς φιλοσοφίας ἀρχὴν ὡς ἑορτῆς καὶ μυστηρίων προτέλειά τε καὶ προδιδάγματα. (259/’60) εἶτα δὴ τί κερδανῶ; φησὶ Στρεψιάδης. καὶ Σωκράτους εἰπόντος·
5λέγειν γενήσῃ τρίμμα καὶ ἐντριβής, κρόταλον καὶ εὔστομα στωμυλλόμενος καὶ περίκροτα, ὥσπερ τὸ κρόταλον, ὃ κατὰ τούτους ὁ ἐσχισμένος λέγεται κάλαμος, καθ’ ἡμᾶς δὲ τὰ χαλκεῖα χειροκύμβαλα, παιπάλη, οὐ κατὰ τούτους τραχύτατος, ἀλλὰ λεπτολόγος καὶ ζητητικὸς καὶ τῶν πάνυ διαλανθανόντων σμικρῶν καὶ ἀφανεστάτων—παιπάλη δὲ τὸ λεπτίστατόν ἐστι τοῦ ἀλεύρου—ταῦτα εἰπόντος
10Σωκράτους καὶ τῇ προστρίψει τῶν ὧν εἶπον ὀστράκων αὐτὸν καταπάττοντος·
(261/’62) οὐ ψεύσῃ με, Σώκρατες, λέγει, τῷ λεπτῷ γὰρ τῶν ὀστράκων (263) παιπάλη γενήσομαι. ὁ δὲ εὐφημεῖν καὶ σιωπᾶν εἰπὼν Στρεψιάδην κατάρ‐ χεται τῆς εὐχῆς ὡς θεοὺς ὑμνῶν ἀέρα, αἰθέρα καὶ τὰς νεφέλας, ἃς καὶ καλεῖ θεαθῆναι.

sch nub

258b

τοὺς μέλλοντας διδάσκε‐ σθαι· ὥσπερ λέγομεν· τελεῖται τὴν ῥητορικήν, τελεῖται τὰ φιλόσοφα, ἤγουν διδάσκεται.

sch nub

258c

τοὺς τελουμένους] ἤγουν τοὺς νεήλυδας μαθητάς.

sch nub

260a

λεπτολόγος καὶ τῶν λεπτῶν ζητητής.

sch nub

260b

λέγειν] εἰς τό.

sch nub

260c

τρίμμα] ἐντριβής.

sch nub

260d

κρόταλον] εὔστομος, εὔ‐ γλωττος, ἠχητικός.

sch nub

261

ἀτρέμας] ἡσύχως.

sch nub

262

καταπαττόμενος] καταπα‐ τούμενος.

sch nub

263

εὐφημεῖν] σιωπᾶν.

sch nub

264

ἀμέτρητ’ Ἀήρ: ὅτι κυκλοτερῶς καὶ σφαιρικῶς τὴν γῆν περιέχει.
ὃς ἔχεις τὴν γῆν μετέωρον: τὴν γῆν τινες δοξάζουσιν εἶναι πλατεῖαν πε‐ ταλοειδῆ (265) ὀχουμένην τῷ ἀέρι. λαμπρός τ’ Αἰθήρ: ἢ ὁ ἥλιος ἢ ὁ μετὰ τὸν ἀέρα τόπος, ἐν ᾧ οἱ ἀστέρες, ὅς ἐστι καθαρὸς καὶ οὐ νεφελώδης, ὡς ὁ ἀήρ.
5βροντησικέραυνοι: τῷ βάρει γὰρ τοῦ ὕδατος ἀλλήλαις κροτοῦσαι βροντὴν ἀπεργάζονται, κεραυνὸν δὲ τὸν ἐν αὐταῖς λεπτὸν ἀέρα προστρίψει ἐκπυρακτοῦσαι. (266) ἄρθητε δὲ μετέωροι εἰπόντος ῥάκος τι ὁ Στρεψιάδης ἑλίσσεται καί (267) φησι· μήπω γε ταύτας κάλει, πρὶν ἂν τουτὶ προσπτύξωμαι, μὴ καταβραχῶ. προσπτύξομαι δὲ ἀντὶ τοῦ “σκεπασθῶ” ἀπὸ τῶν πτυχῶν εἴρηται τῶν ἢ
10ζωόφυτον ἢ ἕτερόν τι σκεπόντων.

sch nub

266

τῷ φροντιστῇ] ἐμοί.

sch nub

267

πτύξωμαι] ἐντυλιχθῶ τὸ τρι‐ βώνιον· ἐκ μεταφορᾶς τῶν ὀστρέων.

sch nub

268a

τὸ δὲ μὴ κυνῆν: ἐλλιπὴς ἡ διάνοια, ἔστι δὲ αὕτη· τὸ δὲ ἐλθεῖν ἐμὲ (269) οἴκοθεν μηδὲ κυνῆν καὶ σκιάδειον ἔχοντα. λείπει τὸ “οὐ μάταιον ἦν;”. εἰς ἐπίδειξιν: προφανῶς.

sch nub

268b

κυνήν] περικεφαλαίαν, σκιά‐ δειον.

sch nub

268c

ἔχοντα] φοροῦντα.

sch nub

268d

268] οὐ δεινὸν οὐδὲ μάταιόν ἐστιν; εἰς ἐπίδειξιν.

sch nub

269

τῷδ’] τῷ πρεσβύτῃ.

sch nub

270a

χιονοβλήτους τὰς κορυφάς φησι τοῦ Ὀλύμπου, ὅτι τὰ ἄκρα τῶν ὀρῶν χιονόβλητα,(.) κἂν ὁ ἑσπέριος ὅλως τοῦτο οὐκ ἔχῃ.

sch nub

270b

Ὀλύμπου] ὄρος Μυσίας.

sch nub

270c

χιονοβλήτοισι] τὰ γὰρ ὑψη‐ λὰ χιονόβλητα.

sch nub

271a

Ὠκεανοῦ κήπους τὰς τούτου πηγὰς λέγει, Νύμφας δὲ τὰ ὕδατα. συγχορεύουσι δὲ τοῖς ὕδασιν αἱ νεφέλαι, ὅτι καὶ αὗται καθύγρου οὐσίας εἰσίν. (272) χρυσέαις ἀρύεσθε προχόοις: ταῖς χρυσαυγέσιν ἡλίου ἀκτῖσιν ἀνιμώμεναι τὸ ὑγρὸν δίκην προχόων χρυσέων ἤτοι ξεστῶν. καὶ πρόχοοι μὲν
5οἱ ξέσται καὶ πᾶν ἀγγεῖον ἔχον ὑγρὸν καὶ προχέον αὐτό, προχοαὶ δὲ αἱ ἐκχύσεις (273) τῶν ποταμῶν. Μαιῶτις λίμνη Σκυθίας. Μίμας δὲ ὄρος ὑψηλὸν ἔγγιστα (274) Χίου. χαρεῖσαι: τερφθεῖσαι.

sch nub

271b

ἱερὸν] εἰς.

sch nub

271c

ἵστατε] συνιστῶντες.

sch nub

271d

νύμφαις] σύν.

sch nub

271e

νύμφαις] ταῖς πηγαῖς.

sch nub

273

Μίμαντος] ὄρος ὑψηλὸν τῆς
Χίου.

sch nub

274a

ἀένναοι Νεφέλαι: ἀεὶ οὖσαι ἢ ἀεὶ νάουσαι καὶ ῥέουσαι. ὑπακούσασαι δῆθεν εὐχῆς τῆς Σωκράτους παρακελεύονται ἀλλήλαις ἐξ Ὠκεανοῦ σφῶν πατρὸς τοῦ βαρέως ἠχοῦντος ἀρθῆναι ἐφ’ ὑψηλῶν ὀρέων δενδροφύτων κορυφάς, ἵν’ ὑψηλοὺς τόπους θεάσωνται, καρπούς, γῆν, ποταμούς, θάλασσαν. τὸ ὄμμα
5γὰρ καὶ ὁ ὀφθαλμὸς τοῦ αἰθέρος, ὁ ἥλιος, λαμπρὸν ὑπαυγάζει. ἀλλὰ τὸ ὄμβριμον ὄμβριον νέφος καὶ τὴν φύσιν τῶν νεφελῶν, φασίν, ἀποθέμεναι ἀθανάταις μορφαῖς τὴν γῆν θεασώμεθα. καὶ αὐτίκα χορὸς ἑταιρίδων εἰσέρχεται ἐσκευασμέ‐ νος εἰς σχῆμα τῶν νεφελῶν. (276) ἀλλὰ καί τινας ἀναπτυκτέον τῶν λέξεων. δροσερὰν φύσιν: ὅτι
10μετέχουσιν αἱ νεφέλαι ὑγρότητος. εὐάγητον: τὴν καλῶς κινουμένην καὶ (277) φερομένην. Ὠκεανοῦ βαρυαχέος: ἀκαλαρρείτης Ὁμήρῳ καὶ ἥσυχα ῥέων ὁ Ὠκεανὸς λέγεται· πῶς δ’ οὗτος βαρυηχέα τοῦτόν φησιν; ὅτι ἐκ τούτου πάντες ποταμοὶ καὶ πᾶσαι θάλασσαι καὶ φρείατα μακρὰ νάουσιν. ἐπεὶ δὲ τὸ ὕδωρ ἠχητικὸν καὶ τοὺς ποταμοὺς οἱ ζωγράφοι ζωγραφοῦσι ταυροκεφάλους
15καὶ ὅτι καὶ βροντῶν κρότος ἐκ καθύδρων τῶν νεφελῶν γίνεται, διὰ τοῦτο βαρυ‐ ηχέα (289) τοῦτόν φησιν. ἀθανάταις ἰδέαις: νῦν ἀνθρωπομόρφοις, ὥσπερ ὁ Ζεύς, Ἥρα καὶ οἱ λοιποὶ θεοί. ἐπιδώμεθα: καὶ θεασώμεθα τὴν γῆν τῷ τηλεσκόπῳ καὶ πόρρωθεν βλέποντι ἡμῶν ὄμματι.

sch nub

274b

ἱεροῖσι] θύμασι.

sch nub

275

ἀένναοι] ἢ ἀεὶ ῥέουσαι ἢ ἀεὶ
οὖσαι.

sch nub

276

φανεραὶ] ἄνευ ὕδατος, κα‐ θαραί.

sch nub

277a

εὐάγητον: καλῶς ἀγομέ‐ νην. τὸ γὰρ ὕδωρ, ὅπῃ τις θέλει, στρέφει καὶ ἄγει, τὰ δὲ ἄλλα στοιχεῖα, τὸ πῦρ, τὴν γῆν, οὐδαμῶς.

sch nub

277b

δροσερὰν φύσιν] τήν.

sch nub

277c

δροσερὰν φύσιν] αἱ ἔχουσαι ἢ δείξασαι.

sch nub

277d

εὐάγητον] καθαρὰν καὶ λάμ‐ πουσαν.

sch nub

278

βαρυηχέος διὰ τί εἶπε; καὶ μὴν ὁ Ὠκεανὸς ἥσυχος καὶ ἀκαλαρρείτης ὡς κυκλῶν πᾶσαν τὴν γῆν. ἀλλὰ διότι ἐξ ἐκείνου ῥέουσι
5καὶ αἱ πηγαὶ καὶ οἱ ποταμοί, εἴρηται βαρυηχής.

sch nub

281

ἀφορώμεθα] βλέπομεν.

sch nub

282

ἱερὰν] μεγάλην.

sch nub

284

βαρύβρομον] ἐπιθετικῷ ὀνό‐ ματι.

sch nub

285

ὄμμα ... αἰθέρος] ὁ ἥλιος.

sch nub

286a

ἀκάματον] μὴ κοπιῶν.

sch nub

286b

σελαγεῖται] λάμπει.

sch nub

287a

μαρμαρέαις] λαμπραῖς.

sch nub

287b

αὐγαῖς] λαμπηδόσι.

sch nub

288

ἀποσεισάμεναι] ἀπορρίψασαι.

sch nub

289a

ἐπιδώμεθα] ἄς.

sch nub

289b

ἐπιδώμεθα] φανῶμεν, θεα‐ σώμεθα.

sch nub

291a

ὦ μέγα σεμναὶ Νεφέλαι: τῶν Νεφελῶν φανεισῶν τῷ ὑπακοῦσαι δῆθεν τῆς εὐχῆς τοῦ Σωκράτους εὐχαριστεῖ αὐταῖς ὁ σοφὸς λέγων· ὦ μέγα καὶ μεγάλως σεμναὶ καὶ τίμιαι Νεφέλαι, ἠκούσατέ μου φανερῶς. ὑποστραφεὶς (292) δὲ εἶτα τῷ Στρεψιάδῃ φησίν· αἴσθησιν ἔσχες τῆς φωνῆς τῶν Νεφελῶν
5τῆς θεοσέπτου καὶ ἅμα τῇ τούτων φωνῇ καὶ βροντῆς μυκησαμένης, τροπικωτέ‐ ρως (293—’95) ἀντὶ τοῦ ἠχησάσης; καὶ ὁ Στρεψιάδης τρέμων δῆθεν ἐσχημα‐ τισμένως καὶ πτοούμενος τὰς βροντὰς λέγει· καὶ σέβομαι καὶ βούλομαι ἀντα‐ ποπαρδεῖν πρὸς τὰς βροντάς· καὶ εἰ θέμις ἐστὶ καὶ εὐσεβές ἐστιν εἰπεῖν ἢ μὴ εὐσεβές, ἤδη τῷ δέει χεσείω· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι. εἶτα
10(296) ἐπιφωνήματι καὶ ὑστερολογίᾳ φησίν· ὦ πολυτίμητοι. καὶ ὁ Σωκράτης ἐπιτιμῶν αὐτῷ καὶ μεμφόμενος καὶ τῆς δειλίας ἐξαιρῶν· οὔ, φησί, δεῖ σε δειλιᾶν πρὸς τοὺς κτύπους τῶν βροντῶν μηδὲ σκώψῃς καὶ ὑπὸ τοῦ δέους σκωπτικὰ λέγε τοιαῦτα καὶ ἄσεμνα, ὥσπερ οἱ τρυγοδαίμονες καὶ οἱ κωμικοί, οἱ τῷ δαίμονι καὶ τῇ τύχῃ δυσμοίρῳ διὰ τρύγα ἤτοι οἶνον καὶ τράγον ληρολε‐
15σχοῦντες (297) τοιαῦτα· ἀλλ’ εὐφήμους πρόπεμπε λόγους· μέγα γάρ—νῦν ἀντὶ τοῦ “πολύ”—σμῆνος καὶ πλῆθος τῶν νεφελῶν κεκίνηται ταῖς ἐμαῖς ἀοιδαῖς καὶ εὐχαῖς ἢ κινεῖται αὐτὸ ᾆδον καὶ ψάλλον. τὸ δὲ “οὗτοι ἀντὶ
τοῦ “οἱ παρ’ ἡμῖν” κωμικοί. ὁ νοῦς μὲν οὗτός ἐστι τοῦ παρόντος χωρίου καὶ ἡ συνέπεια τοῦ λόγου καὶ
20σύνταξις. τὸ δὲ “ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς παρεπιγραφή ἐστιν, ὁ ποιητικὸς τρόπος. δηλοῖ γὰρ ὁ ποιητὴς διὰ τοῦ νῦν εἰπεῖν· καὶ βροντῆς, ὅτι, ὅτε ἐφθέγξαντο αἱ νεφέλαι, ἅμα καὶ τὸ ἠχεῖον ἐπεκρότησε εἰς τύπον βροντῆς. τὸ δὲ ἠχεῖον καὶ βροντεῖον ἐλέγετο. καὶ πῇ μὲν τὸ βροντεῖον τοιοῦτον ὑπῆρχεν. ἅρματι ἐπέκειντο λέβητες ἐπιξήροις βύρσαις ἐσκεπασμένοι. ἁρματηλασίας δὲ
25γενομένης βρονταῖς ἐμφερεῖς οἱ κτύποι ἐγίνοντο. ὁτὲ δὲ ἠχεῖον καὶ βύκινον κατέχων τις σαλπιγκτὴς ἔνδον ἐπιμήκους ἑλικοειδοῦς εὐχάλκου χαλκίου ὑπήχει καὶ ὁ ἦχος ἐδόκει βροντή. οἱ δὲ πρὸ ἡμῶν τὰ τοῦ κωμικοῦ ἐπεξηγησά‐ μενοί φασιν· “ἦν ἀμφορεὺς ἔχων ψηφῖδας θαλασσίους, ἦν δὲ καὶ λέβης χαλ‐ κοῦς, εἰς ὃν αἱ ψηφῖδες κατήρχοντο καὶ κυλιόμεναι ἦχον ἀπετέλουν.”

sch nub

291b

μέγα] μεγάλως.

sch nub

292a

ᾔσθου] πρὸς τὸν Στρεψι‐ άδην.

sch nub

292b

μυκησαμένης] ἠχησάσης.

sch nub

292c

θεοσέπτου] θεοκινήτου.

sch nub

293

ἀνταποπαρδεῖν] ἠχεῖν.

sch nub

295

χεσείω] ἐφετικόν.

sch nub

296a

ἢ τοὺς τραγικοὺς ποιητὰς ἢ τοὺς μεθύσους. οἱ γὰρ τραγικοὶ ποιηταὶ λέγοντες τὰ αὐτῶν συγ‐
γράμματα ἢ τράγον ἐλάμβανον ἢ
5τρύγα, τουτέστι νέον οἶνον, ἐχρίοντο. ἠδολέσχουν γὰρ καὶ ἐν τοῖς ἑαυτῶν ποιήμασιν.

sch nub

296b

τρυγοδαίμονες] κωμικοὶ ἤγουν οἱ μεθύοντες.

sch nub

296c

κατηγορεῖ τῶν τραγικῶν ὡς μὴ πιστευόντων θεοῖς.

sch nub

297a

ἀλλὰ προνόει.

sch nub

297b

ἢ ἐν ταῖς παρακλήσεσιν ἐμοῦ ἢ ἐν μολπαῖς ἐρχόμεναι ἤγουν τραγῳδοῦσαι.

sch nub

297c

εὐφήμει] εἰπὲ “ἀντηχεῖν” εὐφήμως.

sch nub

297d

εὐφήμει] ἔχε ἡσύχως.

sch nub

297e

ἀοιδαῖς] ἐμαῖς.

sch nub

299

παρθένοι ὀμβροφόροι: παρακελεύονται ἀλλήλαις αἱ Νεφέλαι πρὸς
τὴν χθόνα Παλλάδος καὶ Ἀθηνᾶς καὶ γῆν Κέκροπος ἤτοι τὰς Ἀθήνας ἐλθεῖν, καί φασιν· ὦ παρθένοι ὀμβροφόροι ἤτοι ὄμβρων ποιητικαί, “ἀποσεισάμεναι νέφος ὄμβριμον, ὄμβριον, ὡς ὄπισθεν εἶπεν, ἔλθωμεν καθαραὶ καὶ ἄνομβροι νῦν
5ἐς χθόνα Παλλάδος τῆς Ἀθηνᾶς—μή, ὥς τινές φασιν ἀσκεπτότεροι, ὀμβρο‐ φόροι ἔλθωμεν ἐς χθόνα Παλλάδος—ἔλθωμεν ἄνομβροι ἐς τὴν λιπαρὰν καὶ πλουσίαν χθόνα—μεταφορικῶς, ὡς τὸ ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα— Παλλάδος, τῆς Ἀθηνᾶς. ὅθεν δὲ Παλλὰς λέγεται, καὶ ὅτι Κέκροψ
10(300) Ἀθηνῶν ἦν βασιλεύς, τοῦτο πασίγνωστον. καὶ λίθοις ἐστὶν εὐεπίγνωστον. εὔανδρον γῆν τὰς Ἀθήνας καλεῖ θωπεύων ἅμα τοὺς Ἀθηναίους καὶ λέγων καὶ τὸ ἀληθές· πολλοὺς γὰρ πεπολεμηκότες πολέμους βαρβαρικούς τε καὶ ἐμφυλίους ἀεὶ (301) τὴν νικῶσαν ἐλάμβανον. πολυήρατον: ἐπιθυμητήν, διά τε τὴν παρ’ (302) αὐτῇ σοφίαν ἀνθοῦσαν καὶ τὰ πολεμικὰ τρόπαια. οὗ σέβας ἀρρήτων
15ἱερῶν: οὗ, ἤγουν ταῖς Ἀθήναις, τελεῖται ἡ μυστηριώδης καὶ ἄρρητος ἑορτὴ (303) τῆς τε Κόρης καὶ τῆς Δήμητρος. ἵνα μυστοδόκος δόμος δῆμος ἐκ παραλ‐ λήλου τὸ αὐτό· ταὐτόν· ἤγουν ὅπου ἐστὶν ὁ μυστοδόκος δόμος καὶ ὁ ναὸς ἤγουν ἡ Ἐλευσίς, ἐν ᾗ τὰ μυστήρια ἐγίνετο· ἢ δῆμος καὶ ὄχλος μυστοδόκος ὁ ἐλευσίνιος.

sch nub

300a

γᾶν] ἤγουν τὰς Ἀθήνας.

sch nub

300b

γᾶν] γαῖαν.

sch nub

301a

πολυήρατον] τήν.

sch nub

301b

πολυήρατον] διὰ τὸ ἀνθηρὸν τοῦ λόγου.

sch nub

302

ἵνα] ὅπου.

sch nub

303a

ὁ δεχόμενος τὰ μυστήρια.

sch nub

303b

μυστοδόκος] ἤγουν ἐλευ‐ σίνιος.

sch nub

303c

(v.l.) δόμος] δῆμος.

sch nub

304

(305) τελεταῖς ἁγίαις: ἑορταῖς σεβασταῖς. οὐρανίοις τε θεοῖς δωρήματα: Διί, Ἥρᾳ, Ἀθηνᾷ καὶ λοιποῖς· ἡ Δημήτηρ γὰρ καὶ Κόρη οὐ (306) τῶν οὐρανίων ἦσαν θεῶν. ὑψηρεφεῖς: ὑψηλοστεγεῖς· ἐρέφω γὰρ τὸ στεγάζω, ὅθεν καὶ ὄροφος. ἀγάλματα: εἰκόνες, ἀνδριάντες, ἀλλὰ καὶ καλλώ‐
5πισμα πᾶν.

sch nub

305a

οὐρανίοις] ὅπου.Column end

sch nub

305a,col 2

δωρήματα] λείπει τὸ “δω‐
ροῦνται”.Column end

sch nub

305b

οὐρανίοις] πρὸς ἀντιδιαστο‐ λὴν τῶν καταχθονίων.

sch nub

306

ναοί] ὅπου.

sch nub

307

πρόσοδοι] αἱ θυσίαι.Column end

sch nub

307,col 2

προσελεύσεις ἀνθρώπων εἰς
τοὺς ναοὺς ἢ πρόσοδοι χρημάτων.Column end

sch nub

308

εὐστέφανοί] ἐκόσμουν γὰρ
καὶ ἐστεφάνουν τοὺς ναούς.Column end

sch nub

308,col 2

εὐστέφανοί] ἐστεφανοῦντο
γὰρ θύοντες.Column end

sch nub

309

θαλίαι] ἑορταί.Column end

sch nub

309,col 2

θυσίαι θαλίαι τε] λείπει τὸ
“γίνονται”.Column end

sch nub

311a

ἦρί τ’ ἐπερχομέν: ἦρί τε καὶ ἔαρος ἐπερχομένου ἡ βρομία καὶ
ἡ διονυσιακή, χάρις γίνεται ἤτοι αὐτὰ τὰ Διονύσια, ἐν οἷς ἠγωνίζοντο κωμικοί τε καὶ τραγικοὶ καὶ ἕτεροι ποιηταί, —Βρόμιος δὲ ὁ Διόνυσος λέγεται, ὅτι μετὰ τυμπάνων καὶ βρόμων καὶ ἤχων ἐν ὄρεσι σὺν Βάκχαις ἐφέρετο καὶ Σατύροις
5καὶ Σειληνοῖς, ἢ ὅτι βρόμῳ καὶ ἤχῳ βροντῆς καὶ κεραυνοῦ βληθεῖσα Σεμέλη ἔγκυος οὖσα τοῦτον ἐξήνεγκεν. ἐτελεῖτο δ’ ἡ ἑορτὴ τῶν Διονυσίων χειμῶνος (312) μὲν παυομένου, ἀρχομένου δὲ ἔαρος—εὐκελάδων τε καὶ εὐήχων, ἐρέ‐ θισμα χορῶν—αὐλοῖς γὰρ καὶ λύραις καὶ μουσικοῖς ἑτέροις ὀργάνοις (313) ἠρεθίζοντο καὶ παρώρμων χορεύειν—καὶ μοῦσα καὶ μουσικὸν μέλος,
10τῶν αὐλῶν βαρύβρομος καὶ ἠχητική. κεκινδύνευται δὲ τουτοῒ τῷ τζουρίχῳ· ποῦ γὰρ ὁ αὐλὸς βαρύβρομος, ὥσπερ τὰ ἠχεῖά εἰσιν ἢ τὰ τύμπανα;

sch nub

311b

Βρόμιος ὁ Διόνυσος ἐκλήθη, ἢ διότι ἐκεραυνώθη μετὰ βροντῶν καὶ ἀστραπῶν ἡ Σεμέλη καὶ ἔκτοτε ἐξῆλθεν ἀπ’ ἐκείνης, ἢ διότι μετὰ
5βρόμων καὶ ἤχων παρὰ τῶν μαινά‐ δων καὶ τῶν θυρσοφόρων ὑμνεῖτο, ἢ διότι βρόμων καὶ ἤχων αἴτιος γίνεται ὁ οἶνος, ἐν οἷς ἂν πολὺς ἐπεισρεύσῃ.

sch nub

311c

βρομία] διονυσιακή.

sch nub

311d

βρομία χάρις] ἤγουν τελοῦν‐ ται τὰ Διονύσια.

sch nub

312a

ἐρεθίσματα ὄργανα μουσικά.

sch nub

312b

ἐρεθίσματα] κινήματα.

sch nub

313a

μοῦσα] μελῳδία.

sch nub

313b

αὐλῶν] λείπει γίνεται.

sch nub

314a

πρὸς τοῦ Διὸς ἀντιβολῶ σε: ὁ Στρεψιάδης τῆς φωνῆς ἀκούσας τῶν Νεφελῶν δεῖται Σωκράτους θέλων μαθεῖν, τίνες εἰσί, καί φησι· μῶν (316) ἡρῷναι καὶ ἡρωῖναι καὶ ἡρώων γυναῖκές εἰσιν; ὁ Σωκράτης δέ· ἥκιστα, ἤτοι οὐδαμῶς, λέγει, εἰσὶν ἡρωῖναι, ἀλλὰ νεφέλαι οὐράνιαι, θεαὶ μεγάλαι
5ἀνθρώπων ἀργῶν. ἀλλὰ τὰ τῶν παλαιῶν πρῶτον. περὶ δὲ τῶν στίχων ῥητέον μοι· εἶτα καὶ ὃ τοῦ κειμένου χρῄζει σαφηνείας, διασαφήσομεν. “ἀπὸ τοῦ πρὸς τοῦ Διὸςρκεʹ εἰσὶ στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί”. εἴτε δὲ καλῶς φασιν, εἴτε μή, τί με χρὴ λέγειν ἢ πονεῖν εἰς κενόν;

sch nub

314b

πρὸς] διά.

sch nub

315

ἡρῷναί] ἡρωϊκαί, ἡρώων γυναῖκες.

sch nub

316a

οὔκ, ἀλλ’ οὐράνιαι: οὐχ ἡρωῖναι, φησὶν ὁ Σωκράτης, εἰσίν, ἀλλὰ Νεφέλαι, μεγάλαι θεαὶ ἀνθρώπων ἀργῶν. οἱ φιλόσοφοι γὰρ ἀργὸν βίον βιοῦντες φιλοσοφοῦσι καὶ φυσιολογοῦσι περὶ αὐτῶν. ὁμοίως δὲ καὶ λοιποὶ δι’ αὐτῶν διατρέφονται.

sch nub

316b

ἀνδράσιν ἀργοῖς] ἤγουν τοῖς
φιλοσόφοις.

sch nub

317a

γνώμην: τὰ νῦν σύνεσιν, αἵρεσιν, δόξαν. ὁ μὲν γὰρ τόδε φησὶ ταύτας, ὁ δὲ τόδε. διάλεξιν: συλλογισμοὺς καὶ διαλεκτικὰς μεθόδους. νοῦν: διανοή‐ ματα (318), λεπτογνωμοσύνας. τερατείαν: ἀλαζονείαν, παρὰ φύσιν λέγειν καὶ ψευδῆ. περίλεξιν: μακρηγορίαν, πολυλογίαν. κροῦσιν: ἢ τὸν κεκροτη‐
5μένον νῦν φησι λόγον καὶ δίαρμα ἔχοντα, ἢ κροῦσιν τὴν παράκρουσιν, τὴν ἀπάτην καὶ τὸν παραλογισμόν. καὶ κατάληψιν: γνῶσιν ἠκριβωμένην.

sch nub

317b

ἀπόφασιν καὶ ἐνθυμήματα, ἐνθυμηματικὸν συλλογισμόν.

sch nub

317c

γνώμην] σύνεσιν.

sch nub

317d

νοῦν] νόημα.

sch nub

317e

νοῦν] τὴν ἀποδεικτικήν· ἐκ γὰρ τοῦ νοὸς ἡ ἀπόδειξις.

sch nub

318a

τερατείαν] ἀλαζονείαν.

sch nub

318b

τερατείαν] ψευδολογίαν.

sch nub

318c

περίλεξιν] εὐτραπελίαν, πε‐
ρισσὴν φράσιν.Column end

sch nub

318c,col 2

περίλεξιν] περισσολογίαν.Column end

sch nub

318d

κροῦσιν] ἀπάτην.

sch nub

318e

κατάληψιν] γνῶσιν.

sch nub

319a

ταῦτ’ ἄρ’ ἀκούσας’ αὐτῶν: διὰ ταῦτα, φησὶ Στρεψιάδης, ἡ ψυχή μου ἀκούσασα αὐτῶν ἀνεπτερώθη καὶ ἐπήρθη καὶ πεπότηται καὶ μετέωρος ἤρθη καὶ ἀναπέταται καὶ λεπτολογεῖν ἐθέλει καὶ στενολεσχεῖν καὶ μικρολο‐ γεῖσθαι καὶ φλυαρεῖν, φυσικευομένη περὶ καπνοῦ καὶ τοῦ μηδέν.

sch nub

319b

ταῦτ’] διὰ τοῦτο.

sch nub

319c

πεπότηται] κεκούφισται.

sch nub

320a

περὶ καπνοῦ] καὶ ὑπὲρ τοῦ μηδενός.

sch nub

320b

στενολεσχεῖν] λεπτὰ λέγειν.

sch nub

321a

καὶ γνωμιδί: καὶ νοήματι νόημα νύξας καὶ πλήξας καὶ τρώσας. νῦν δὲ ἀντιθεὶς νόημα νοήματι ἐθέλω ἑτέρῳ λόγῳ ἀντειπεῖν.

sch nub

321b

ἐμπαίζει τοὺς φιλοσόφους, διότι, ὅπερ νόημα ἔλεγέ τις, ἀντέλε‐ γεν ἕτερος.

sch nub

321c

γνωμιδίῳ] νοήματι.

sch nub

321d

γνωμιδίῳ ... νύξας] 〈ἀν〉‐
τιθεὶς νόημα νοήμασιν.

sch nub

321e

νύξας] τρώσας.

sch nub

321f

ἀντιλογῆσαι] λείπει ἐθέλει.

sch nub

321g

ἀντιλογῆσαι] ζητεῖ.

sch nub

321h

ἀντιλογῆσαι] ἀντειπεῖν.

sch nub

323a

βλέπε νῦν δευρ: Στρεψιάδου εἰπόντος· ἐπιθυμῶ ἰδεῖν αὐτάς, εἰ δυνατόν ἐστι, δείκνυσιν αὐτῷ ταύτας κατερχομένας περὶ τὴν Πάρνηθα. ὄρος δὲ Ἀθηνῶν ἐστιν ὁ Ὑμηττὸς καὶ ἡ Πάρνης. καὶ ἐν τῇ κωμικῇ δὲ σκηνῇ αἱ Νεφέλαι δῆθεν κατέρχονται ἀπό τινος μηχανήματος εἰς τύπον ὄρους
5(325) ἐξειργασμένου. ἤδη γάρ, φησὶν ὁ Σωκράτης, αὐτὰς ὁρῶ κατιούσας. διὰ τῶν κοίλων καὶ τῶν δασέων: διὰ τῶν κοιλάδων καὶ δενδρωδῶν περὶ (326) τὰ ἡμῶν πλάγια. τί τὸ χρῆμα; ὡς οὐ καθορ: πάλιν ὁ Στρεψιάδης σχήματι διαπορουμένου περὶ τὴν ὅρασιν τούτων τιθεὶς τὴν χεῖρα πρὸ ὀφθαλ‐ μῶν ὥσπερ ἀπειρκτικὴν ἡλίου βολῶν καὶ ποτὲ μὲν ἐπιστηρίζων οὕτω τοὺς
10ὀφθαλμούς, ποτὲ δὲ τῇδε κἀκεῖσε περιστρέφων αὐτούς· τί, φησί, τὸ χρῆμα καὶ τὸ πρᾶγμά ἐστιν, ὅτι αὐτὰς οὐχ ὁρῶ; τοῦ Σωκράτους δὲ εἰπόντος χωρεῖν αὐτὰς παρὰ τὴν εἴσοδον καὶ τὴν εἰσβολὴν τῆς ὁδοῦ τῆς πρὸς τούτους· νῦν, (327) φησὶν ὁ Στρεψιάδης, αὐτὰς μόλις ὁρῶ. καὶ ὁ Σωκράτης· εἰ μὴ κολο‐ κύνταις, φησί, λημᾷς καὶ μεγάλως ἀμβλυωπεῖς ἰσομεγέθεις κολοκύνταις ἔχων
15(328) τὰς λήμας, δοκῶ ἤδη ταύτας ὁρᾷς. ὁ δὲ πάλιν· νὴ τὸν Δία, ἔγωγε ὁρῶ. εἶτα ἐπιφώνημα θειαστικὸν πρὸς τὰς Νεφέλας, τὸ “ὦ πολυτίμητοι”.

sch nub

323b

Πάρνηθ’] ὄρος ἐν Ἀθήναις. ἡ εὐθεῖα ἡ Πάρνης.

sch nub

324a

ἥσυχος] βλέπε σύ.

sch nub

324b

ποῦ] νῦν.

sch nub

325a

αὗται] ἕτεραι.

sch nub

325b

πλάγιαι] περὶ τὰ πλάγια.

sch nub

325c

τὸ τί χρῆμα (sic)] καὶ τὸ πρᾶγμα.

sch nub

326a

πρὸς τὴν εἴσοδον] παρὰ τὴν θύραν.

sch nub

326b

εἴσοδον] κλεισεῖραν.

sch nub

327

λημᾷς] ἔχων λήμας ἴσας.

sch nub

328a

νὴ Δί’] εἶδον, βλέπω.

sch nub

328b

πολυτίμητοι] ἐπιφώνημα θειαστικόν.

sch nub

328c

πάντα] τόπον.

sch nub

329

ἐνόμιζες] ἢ ὑπόληψιν 〈εἶχεσ〉 ἢ κατὰ νόμους ἐτίμας.

sch nub

330

μὰ Δί’] οὔ.

sch nub

331

οὐ γὰρ μὰ Δ’ οἶσθα: εἰπόντος Στρεψιάδου· ὡς οὐδαμῶς ἐνόμιζον ταύτας θεάς, ἀλλ’ ὀμίχλην καὶ δρόσον καὶ σκιάν, πάλιν φησὶν ὁ Σωκράτης· καλῶς ταύτας οὐ νομίζεις θεάς· οὐ γὰρ οἶσθα καὶ γινώσκεις μὰ τὸν Δία, ἤτοι οὐ μὰ τὸν Δία, ὅτι πολλοὺς τρέφουσιν αὗται σοφιστάς. σοφιστὰς δὲ νῦν
5λέγει τοὺς περὶ τῶν μεταρσίων ληρολεσχοῦντας.

sch nub

332a

θουριομάντεις: Σύβαρις περὶ Σικελίαν πόλις ἦν ἑλληνίς, ὑπὸ Κροτωνιατῶν ἧς ἁλούσης ἐμελανοφόρησαν ἐμελανηφόρησαν πάντες Μιλήσιοι καὶ ἐκείραντο, κἂν ὕστερον ἁλούσης τοῖς Πέρσαις Μιλήτου οὐδὲν τοιουτότροπον οὐδ’ ἔγγιστα τούτου οἱ Συβαρῖται διέπραξαν. ταύτης οὖν τῆς Συβάρεως τότε ἁλούσης παρ’ Ἰταλῶν
5τῶν ῥηθέντων οἱ Ἀθηναῖοι πρὸς τὴν ταύτης ἀνάκτισιν ἄνδρας ἀπεστάλκασι ἀπέστειλαν δέκα, ὧν εἷς ὁ Λάμπων ὁ μάντις ἄστρων ὡροσκοπίαις καὶ μαντικῇ τὴν ταύτης ἀνάκτισιν ποιησόμενος ἦν, ὃν νῦν κωμῳδεῖ. ἀνακτισθείσης δέ, φασί, πάλιν τῆς πόλεως οὐκέτι Συβαρῖται οἱ ἄνδρες, ἀπὸ δὲ λίμνης Θουρίας Θούριοι ἐπεκλή‐ θησαν.
10ἀπορία: πῶς δ’ αἱ νεφέλαι τρέφουσι τοὺς τοιούτους; λύσις: ὡς ἀστρονόμων ἀστρηγόρων μὲν καὶ σημειοσκόπων καὶ μάντεων οὐρανὸν καὶ ἀστέρας σκοπούντων καὶ τὰ περὶ τὸν ἀέρα καὶ τὰς νεφέλας συμβάματα, φιλοσόφων δὲ ὡς μετεωρολεσχούντων περὶ τοιούτων, ἰατρῶν δὲ ὡς τὰ καταστήματα τῶν ἀέρων σκοπούντων— διεχθρεῦσαι γὰρ οὗτος καὶ ἰατροῖς φαίνεται, ὡς κἀν τῷ δράματι τοῦ Πλούτου
15προεῖπον—τῶν δὲ λοιπῶν, ὧνπέρ φησι, μᾶλλον δὲ τῶν λυρικῶν, ὧν ἡ τῆς τραπέζης τιμὴ τὸν ἀλιτήριον ἔκνιζεν, ὡς τροπικαῖς λέξεσι χρωμένων ἐκ νεφελῶν· οὓς διαπαίζων καὶ τὰς συνθέτους ταύτας λέξεις φησίν—τὸ δὲ “σφραγι‐ δωνυχαργοκομήτας ἀντὶ τοῦ ἀργοὺς κόμας ἔχοντας καὶ δακτυλίους ἐν τοῖς δακτύλοις ἐσφραγισμένους φοροῦντας, καὶ ἀργοὺς καὶ λευκοὺς καὶ
20ἐξεσμένους διὰ βλακείας ὑπερβολὴν τοὺς ὄνυχας ἔχοντας—καὶ τοὺς κυκλικοὺς (333) δὲ σὺν αὐτοῖς. ᾀσματοκάμπτας δὲ τούτους καλεῖ διὰ τὸ πολυσυνθέτοις τούτους κεχρῆσθαι ταῖς λέξεσιν. ἀλλ’, ὦ ἀλιτήριε κωμικέ, αἱ πολυσύνθετοι λέξεις ἀλλαχοῦ μὲν ἢ πολλαχοῦ παικτέαι καὶ γελαστέαι, πανὺ δὲ προσφυεῖς καὶ ἁρμόδιαι κυκλικοῖς ποιουμένοις τὰς τῶν μελῶν ἐκφωνήσεις πρὸς τὰς τῶν
25τῆς λύρας κρουμάτων καμπάς.

sch nub

332b

Θουρία ἦν πηγή τις, ἐξ ἧς πίνοντες ὕδωρ ἐμαντεύοντο.

sch nub

332c

ἐπεὶ καὶ ἰατροί τινες ἔ〈γρα‐ ψαν περὶ ἀέρων καὶ ὕδατοσ〉.

sch nub

332d

διασύρει τοὺς σύνθετα ὀνό‐ ματα λέγοντας.

sch nub

332e

τοὺς ἔχοντας δακτυλίους ἐν τοῖς δακτύλοις.

sch nub

332f

θουριομάντεις] μαντικούς.

sch nub

332g

ἰατροτέχνας] διότι βλέπου‐ σιν εἰς τὸν ἀέρα.

sch nub

333a

διασύρει τοὺς λυρικούς.

sch nub

333b

ᾀσματοκάμπτας] τοὺς λυρι‐ κοὺς τοὺς κάμπτοντας τὰς ποιήσεις.

sch nub

333c

μετεωροφένακας] φιλοσό‐ φους.

sch nub

334a

ὅτι ταύτας μουσοποιοῦσιν: ὅτι περὶ νεφελῶν λέγουσι καὶ τροπικω‐ τέραις ἐκεῖθεν χρῶνται ταῖς λέξεσιν.

sch nub

334b

μουσοποιοῦσιν] ὑμνοῦσι τοῖς μέλεσιν.

sch nub

335a

ὑγρᾶν νεφελᾶν: ὑγρῶν νεφελῶν. εἰς Πίνδαρον ἀποτείνεται καὶ λοιπούς. στρεπταίγλαν: ἀντιστροφὴν τῆς αἴγλης, τουτέστιν ἡλιακῶν ἀκτίνων (336) ἀντανάκλασιν. τοῦτο δὲ Φιλοξένου εἶναί φασιν. ἑκατογκεφάλα Τυφ:
Πινδάρου ἐστί, κἄν τινες ληρῶσιν. ὁ Πίνδαρος γὰρ οὕτω πώς φησιν· “ὃς
5Αἴτναν ἵππον ἔχεις ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου”. πρημαινούσας: καυστι‐ κάς (337)· ἐκ τοῦ πρῶ, τὸ καίω, πρήθω καὶ πρημαίνω. εἶτ’ ἀερίας: εἰπόντος Σωκράτους· οὐκ ἐγίνωσκες ταύτας θεάς· οὐ γάρ, μὰ τὸν Δί’, ἐγίνωσκες, ὅτι τρέφουσιν οὓς εἶπεν ἀργοὺς ἄνδρας, πρὸς ὃ πάλιν ὁ Στρεψιάδης· διὰ ταῦτ’ ἄρ’ ἐποίουν καὶ ἐν ταῖς ποιήσεσιν αὐτῶν ἔγραφον· ὑγρᾶν νεφελᾶν τὸ καὶ τό, εἴτε
10ἀερίας, διεράς, γαμψούς, οὗ ὁ νοῦς· εἴτε ἐποίουν καὶ ἐν τῇ ποιήσει αὐτῶν ἔλεγον αὐτάς, τὰς νεφέλας, ἀερίους ὑγρὰς ὄρνιθα̣ς̣ ἀερονηχεῖς, νηχομένας καὶ κολυμβώσας ἐν τῷ ἀέρι—ἀλλ’ οὐ πλεούσας· πλέειν γάρ ἐστι τὸ μετὰ πλοίων (338/’39) ἐμπορεύεσθαι ἢ περαιοῦσθαι—εἶτα ἀντὶ αὐτῶν, ὧν ἔλεγον εἰς τὰς νεφέλας, κατέπινον καὶ ἔτρωγον κεστρέων, ἰχθύων, μεγάλων ἀγαθῶν
15τεμάχη καὶ κόμματα, κρέα τε ὀρνίθεια κιχηλῶν, ἀντὶ τοῦ “κιχλῶν”, εἶτα ἐπιβεβαιοῖ τὸν αὐτοῦ λόγον καί φησι· διὰ ταύτας ἀδίκως ἐσθίουσι ταῦτα. διὰ τὰς τοιαύτας ὑποδοχὰς τῶν ἀνδρῶν καὶ τὴν εἰς αὐτοὺς τῶν τραπεζῶν πολυ‐ τέλειαν, τὴν σὴν δὲ τροφὴν καὶ τὸν ἄθλιον τράγον κωμῳδήσεις αὐτούς·
πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει.
20πρῆξαι δ’ οὔ τι δυνήσεαι.

sch nub

335b

διασύρει τὸν Πίνδαρον ὁ
ἀλιτήριος Ἀριστοφάνης—κατέκνιζε γὰρ αὐτὸν ἡ πολυτελὴς τράπεζα ἐκείνου—, διότι ἐκάλει τὴν ἀκτῖνα
5τοῦ ἡλίου τὴν ὄπισθεν ἀντιπαλλο‐ μένην στρεπταίγλαν.

sch nub

335c

ἢ τὸν Φιλόξενον.

sch nub

335d

ταῦτ’] διά.

sch nub

335e

ἐποίουν] ποιητικῶς ἔγρα‐ φον.

sch nub

335f

ἐποίουν] ἐποίουν: ἔγραφον ἐν τῇ ποιήσει αὐτῶν.

sch nub

335g

στρεπταίγλαν ... ὁρμάν] καὶ ἀντανάκλασιν κινητικήν.

sch nub

336

πρημαινούσας] λάβρως και‐ ούσας· πρημαίνω τὸ καίω.

sch nub

337a

337] διασύρει τὸν Ἕρμιπ‐ πον.

sch nub

337b

ἀερονηχεῖς] ἐν τῷ ἀέρι νηχομένας.

sch nub

338a

δροσερᾶν νεφελᾶν] δροσερῶν νεφελῶν.

sch nub

338b

κατέπινον] κατήσθιον.

sch nub

339a

κεστρᾶν] κεστρῶν.

sch nub

339b

κεστρᾶν] κεφάλων· εἶδος ἰχθύος.

sch nub

339c

τεμάχη] κόμματα.

sch nub

339d

μεγάλαν] μεγάλων.

sch nub

339e

κρέατ’] κρέατά ἐστιν, οὐ κρέα.

sch nub

339f

κιχηλᾶν] κιχηλῶν.Column end

sch nub

339f,col 2

κιχηλᾶν] κιχλῶν.Column end

sch nub

340

τάσδ’] τὰς λέξεις.Column end

sch nub

340,col 2

δή μοι] νῦν μοι.Column end

sch nub

341a

θνηταῖς εἴξασι γυναιξίν: ὡμοίωνται αἱ νεφέλαι θνηταῖς γυναι‐ ξίν (342)—πορνῶν γὰρ χορὸς ὡς νεφέλαι εἰσήχθη ἐν τῇ σκηνῇ—αἱ νεφέλαι δέ, φησί, τοιαῦται οὔκ εἰσιν. καὶ ὁ Σωκράτης πρὸς αὐτόν· φέρε: ἄγε· παρολκὴ (343) τὸ “φέρε”. ποῖαι γὰρ καὶ ποδαπαί εἰσιν αἱ νεφέλαι; καὶ ὅς· οὐκ οἶδα σαφῶς
5καὶ ἀκριβῶς. τέως δ’ οὖν εἴξασι καὶ ὡμοίωνται αἱ νεφέλαι ἐρίοις πεπταμένοις (344) καὶ ἐξαμμένοις, οὐ γυναιξὶ κατ’ οὐδ’ ὁτιοῦν καὶ κατ’ οὐδέν, οὔ μὰ τὸν Δία. αὗται δὲ αἱ τοῦ χοροῦ ῥῖνας ἔχουσιν. εἰσήχθησαν γὰρ καὶ οἱ ὑποκριταὶ καὶ οἱ μιμούμενοι τὰς νεφέλας, εἴτε πόρναι ἦσαν, εἴτε ἄνδρες γυναῖκας μι‐ μησάμενοι, μεγάλας ῥῖνας περιθεμένοι καὶ γελοίας.

sch nub

341b

εἴξασι p.i.m.] παρατατι‐ κὸς βοιωτικός· ἐοίκασιν ἀπὸ τοῦ “εἴκω”, τὸ “ὁμοιῶ”. εἴκω, ὁ μέλλων εἴξω, ὁ παρατατικὸς εἶκα,
5καὶ κατὰ Βοιωτεῖς εἶξα, εἶξας, εἶξε· τὸ πληθυντικὸν τὸ πρῶτον εἴξαμεν, τὸ τρίτον εἴξασιν. ἢ οὕτως· εἴδω, ὁ
μέλλων εἴσω.Column end

sch nub

341b,col 2

εἴξασι] ὡμοίωνται.

sch nub

342a

φέρε] κατὰ παρολκήν.

sch nub

342b

ποῖαι] ποταπαί.

sch nub

343

πεπταμένοισιν] ξαινομένοις.Column end

sch nub

343,col 2

ἐρίοισι] μαλλίοις.Column end

sch nub

344

ῥῖνας ἔχουσιν p.i.m.] διασύρει τοὺς γράψαντας εἰς τὰ ποιήματα αὐτῶν τὰς νεφέλας ἐχούσας ῥῖνας ὁμοίας γυναιξίν.

sch nub

345

ἀπόκριναι νῦν: πρὸς τὸν Στρεψιάδου λόγον, ὅτι οὔκ εἰσι γυναῖκες αἱ νεφέλαι, φησὶν ὁ Σωκράτης· τί καινόν, εἰ γυναῖκες οὔκ εἰσιν αἱ νεφέλαι, (346/’47) νῦν δ’ αὐτὰς ὡς γυναῖκας ὁρᾷς; οὐκ ἐθεάσω ποτὲ νεφέλην ἐν τῷ ἀέρι ἐκτυπουμένην εἰς μορφὴν κενταύρου, παρδάλεως ἢ λύκου; γίνονται
5(348—’52) πάντα, ὅσα βούλονται· καὶ εἶτα, εἰ μὲν ἴδωσι κομήτην τινὰ καὶ λάσιον καὶ δασύτριχα, ἄγριον, ἤτοι φιλόνεον, οἷός ἐστιν ὁ Κλειτὸς ἢ ὁ Ξενο‐ φάντου Ἱερώνυμος, κενταυρόμορφοι φαίνονται. ἂν δὲ Σίμωνα ἴδωσιν, ἅρπαγα δημοσίων, γίνονται λύκοι.

sch nub

346

φασὶ περὶ τοῦ κενταύρου· τὰ μὲν ἄνω ἔχει ἀνθρώπου, τὰ δὲ κάτω ἵππου.

sch nub

347

ἔγωγ’] οἶδα.

sch nub

348

κομήτην] δασύμαλλον.

sch nub

349

τὸν Ξενοφάντου] υἱὸν δηλο‐ νότι.

sch nub

350

τὴν μανίαν] τὴν ἀκολασίαν.

sch nub

351

Σίμωνα] ὃς ἐν πολλοῖς κω‐ μῳδεῖται.

sch nub

352a

ἀποφαίνουσαι τὴν φύσιν αὐτο: ἤτοι τὴν γνώμην καὶ τὴν προαί‐ ρεσιν τούτου καὶ τὸν ἁρπακτικὸν τρόπον.

sch nub

352b

ἀποφαίνουσαι] δεικνύουσαι.

sch nub

353a

ταῦτ’ ἄρα: καὶ διὰ τοῦτο ἄρα καὶ Κλεώνυμον τὸν δειλὸν χθὲς ἰδοῦ‐ σαι τῷ πολέμῳ ῥίψαντα τὴν ἀσπίδα καὶ φυγόντα ἔλαφοι ἐγένοντο. τὸ “ναί” (355) παρῆκεν εἰπεῖν ὁ Σωκράτης, νοεῖται δὲ ὡς ἐλλιπές· ναί, καὶ διὰ τοῦτο νῦν ἐγένοντο γυναῖκες, ὡς ὁρᾷς, ὅτι Κλεισθένην εἶδον. κωμῳδήσας εἰς ἃ κεκωμῴ‐
5δηκεν, οὓς προειρήκειμεν, νῦν κωμῳδεῖ καὶ Κλεισθένην τὸν Σιβυρτίου ὡραῖον ὄντα καὶ ἀγένειον ὡς γυναικώδη καὶ πασχητίαν.

sch nub

353b

Κλεώνυμον] στρατηγὸς Ἀθηναίων.

sch nub

353c

ἰδοῦσαι] θεασάμεναι.

sch nub

354

ἔλαφοι] δειλότατον γὰρ τὸ
ζῷον.

sch nub

355

Κλεισθένην] διότι ἦν γυναι‐ κώδης.

sch nub

356a

χαίρετε τοίνυν δέσποιναι: ταῦτα ἀκηκοὼς Στρεψιάδης παρὰ (357) Σωκράτους· χαίρετε, φησίν, ὦ Νεφέλαι παμβασίλειαι, καὶ νῦν ῥήξατε καὶ δότε κἀμοὶ φωνὴν μεγίστην, εἴπερ καὶ ἄλλῳ τινί, ἤτοι τῷ Σωκράτει.

sch nub

356b

κἄλλῳ] ἤγουν τῷ Σωκράτει.

sch nub

358a

χαῖρ’ ὦ πρεσβύτα: ὑπακούσασαι αἱ Νεφέλαι προσφωνοῦσι καὶ αὐτῷ λέγουσαι· χαῖρε, ὦ πρεσβύτα, μακροχρόνιε θηρατὰ καὶ ζητητὰ σοφῶν (359) λόγων. σύ τε, ὦ Σώκρατες, ἱερεῦ καὶ ὑπηρέτα λεπτοτάτων λήρων καὶ φλυάρου, λεπτῆς ληρολεσχίας καὶ ζητήσεως, οἷον πόθεν ἡ ἐμπὶς φθέγγεται
5καὶ τίς ὁ ἐπίπλους τοῦ κώνωπος καὶ ἕτερα τοιαῦτα, φράζε πρὸς ἡμᾶς, ὅ τι (360/’61) θέλεις· οὐ γὰρ ἄλλῳ τῶν νῦν σοφῶν ὑπακούσαιμεν ἢ σοὶ καὶ Προδίκῳ τῷ Χίῳ, Προδίκῳ μὲν ἕνεκα σοφίας καὶ γνώμης καὶ γνώσεως ἀληθοῦς, σοὶ (362) δέ, ὅτι βρενθύῃ καὶ σοβαρὸν βλέπεις ταυρηδὸν τὰ τῶν ὀφρύων σαρκώδη ἐπιχαλῶν, καὶ τὼ ’φθαλμὼ παραβάλλῃ καὶ τῇδε κἀκεῖσε στρέφεις τοὺς ὀφθαλ‐
10μούς (363), καὶ ἀνυποδητεῖς καὶ ψῦχος ὑπομένεις ἐν τῷ χειμῶνι, καὶ ἐφ’ ἡμῖν καὶ περὶ ἡμῶν ληρολεσχεῖς σεμνῷ καὶ ἀλαζονικῷ τῷ προσώπῳ. ὥστε τὸν Σωκράτην ὁ κωμικὸς κενόσοφον δείκνυσι, Πρόδικον δὲ τῷ ὄντι σοφόν. οὗτος
ὁ Πρόδικος μετὰ πολλῶν αὐτοῦ συγγραμμάτων ἐξέθετο καὶ λόγον, ᾧ κλῆσις Πεντηκοντάδραχμος, ἐν ᾧ εἰσάγει τὸν Ἡρακλέα ἐντυγχάνοντα τῇ Ἀρετῇ καὶ
15Κακίᾳ, ὧν ἑκατέρας αὐτὸν καλούσης πρὸς ἑαυτὴν πρὸς τὴν Ἀρετὴν ὁ Ἡρακλῆς ἀποκλίνει προτιμῶν τοὺς ἐκείνης ἱδρῶτας τῶν τῆς Κακίας ἡδονῶν τῶν προσκαί‐ ρων. ὡς Εὐριπίδης δὲ καὶ οὗτος ὁ Πρόδικος Θηραμένους τοῦ ἐπικαλουμένου κοθόρνου διδάσκαλος γέγονεν ἑνὸς τῶν λʹ τυράννων γεγονότος.

sch nub

358b

παλαιογενές] γηραιέ, μωρέ, ἀρχαῖε.

sch nub

359a

σύ] Σώκρατες.

sch nub

359b

λήρων] λόγων.

sch nub

359c

ἱερεῦ] μυσταγωγέ, ὑπουργέ, διδάσκαλε.

sch nub

359d

ὅ τι χρῄζεις] ἀττικὸν συν‐ τάσσεται αἰτιατικῇ.

sch nub

360

τῶν] ἀπό.

sch nub

361

Προδίκῳ] τῷ Χίῳ.

sch nub

362a

βρενθύει] ἀλαζονεύει.

sch nub

362b

τὼ ... παραβάλλεις] ἐπηρ‐
μένως ὁρᾷς.

sch nub

362c

(v.l.) παραβάλλεις] παρα‐ βάλλει.

sch nub

363

ἀνυπόδητος] ὤν.

sch nub

364a

ὦ γῆ τοῦ φθέγματος: θειάζει τὰς νεφελὰς τὴν φωνὴν τῶν νεφελῶν ὁ Σω‐ κράτης (365) καὶ αὐτὰς ταύτας μόνας λέγει θεὰς εἶναι, τἄλλα δὲ πάντα φλυαρίαν. (366) ὧν Στρεψιάδης ἀκούσας γελοίως λέγει· ὁ Ζεὺς δὲ ἡμῖν καὶ ἡμῶν ὁ ὀλύμ‐ πιος καὶ οὐράνιος οὐ θεός ἐστιν; πρὸς τῆς γῆς: τὴν γῆν δὲ ὄμνυσιν ὡς τοῦ
5Διὸς ἐκφυλλοφορουμένου θεότητος. καὶ ὁ Σωκράτης ἐξ ὧν ἀποδείκνυσιν ἐλέγχει μὴ εἶναι τὸν Δία θεόν.

sch nub

364b

ὦ γῆ] ὡς γεωργὸς ὀμνύει τὴν γῆν.

sch nub

364c

τοῦ φθέγματος] φεῦ ἐλ‐ λειπτικῶς ἀττικόν.

sch nub

364d

ἱερὸν] μέγα.

sch nub

364e

(v.l.) τερπνὸν] γρ. σεμνόν.

sch nub

365

διασύρει τοὺς φιλοσόφους, ὅτι ἐθεοποίουν τὰς νεφέλας καὶ τὸ χάος καὶ τὸν ἀέρα, τὸν δὲ Δία οὐδαμῶς.

sch nub

366a

ἡμῖν] ἐν.

sch nub

366b

φέρε] εἰπέ.

sch nub

366c

πρὸς] ἕνεκα.

sch nub

370

ὕοντ’] τὸν Δία.

sch nub

371a

καίτοι χρῆν: φησὶν ὁ Σωκράτης· εἰ Ζεὺς ὑπῆρχε θεός, ἐχρῆν καὶ ἁρμόδιον ἦν αἰθρίῳ τῷ καταστήματι, ἀπουσίᾳ τῶν νεφελῶν, γίνεσθαι ὑετούς. (372) τοῦτο ἀκηκοὼς ὁ βεστίτζης Στρεψιάδης εἰς ὀξυγάλακτος γάστραν βαπτίζεται ὡς δῆθεν μισόζευς καὶ πιστονέφελος, καί φησι· νὴ τὸν Ἀπόλλω,
5τοῦτό γε, ὃ περὶ τῶν νεφελῶν εἴρηκας, καλῶς τῷ νῦν κατασκευασθέντι σοι (373) λόγῳ προσήρμοσας. καίτοι πρότερον ἐδόκουν τὸν ὑετὸν γίνεσθαι τοῦ Διὸς οὐροῦντος κοσκίνῳ. ἀλλ’, ὦ παντζουριχώτατε κωμικέ, οὐ μόνον ὁ καθαρώτατος ἀὴρ Ζεὺς λέγεται, ἀλλὰ καὶ ὁ νεφελώδης, καὶ ὁ ὑετὸς δὲ αὐτὸς σὺν ἑτέροις ἄλλοις μυρίοις.

sch nub

371b

αἰθρίας] λείπει οὔσης.

sch nub

372a

τοῦτο] τὸ〈ν〉 λόγον.

sch nub

372b

προσέφυσας] προσήρμοσας.

sch nub

374

ἀλλ’ ὅστις ὁ βροντῶν ἐστι: πεισθεὶς Στρεψιάδης, ὡς οἱ ὄμβροι οὐ γίνονται ἐκ Διός, μεταβαίνει εἰς τοὺς περὶ κεραυνῶν καὶ βροντῶν λόγους νομίζων τούτοις ἐξελέγξαι Σωκράτην, ὡς ὁ Ζεὺς ἀστράπτει καὶ κεραυνοῖ. φυσικοῖς δὲ λόγοις καὶ τούτων ἀποκρουσθεὶς τελέως τῆς σωκρατικῆς θρησκείας
5ἐπιλαμβάνεται καὶ αἱ Νεφέλαι αὐτῷ λέγουσι μεγάλως εὐδαιμονῆσαι, εἰ μνήμων εἶ καὶ φροντιστικός.
ἀλλ’ ἤδη καὶ τῶν κατὰ μέρος ῥητέον τινά μοι.

sch nub

375a

τῷ τρόπ: τίνι τρόπῳ βροντῶσιν αὗται αἱ Νεφέλαι, ὦ Σώκρατες τολμῶν λέγειν τοιαῦτα; καὶ ὁ Σωκράτης φυσικευόμενος διηγεῖται, πῶς βροντὴ (376—’78) γίνεται. ὕδατος πλησθεῖσαι, φησί, κινούμεναι δὲ τῷ ἀέρι τῷ βάρει τοῦ ὕδατος βαρυνόμεναι ἀλλήλαις ἐμπίπτουσι καὶ κρότον ἀποτελοῦσιν, ὅς
5ἐστιν ἡ βροντή.

sch nub

375b

τῷ] καὶ τίνι.

sch nub

375c

τολμῶν] λέγειν.

sch nub

376

φέρεσθαι] εἰς τό.

sch nub

377a

κρημνάμεναι: ἐπικρημνιζόμεναι καὶ φερόμεναι πρὸς ἀλλήλας· (379) ἐκ τοῦ κρήμνημι. ὁ δ’ ἀναγκάζων ταύτας φέρεσθαι οὐχ ὁ Ζεύς ἐστιν; (380) ἥκιστα, οὐδαμῶς, φησὶν ὁ Σωκράτης, ἀλλὰ δῖνος καὶ συστροφὴ αἰθερία. ὁ Στρεψιάδης δὲ τὸ “δῖνος ἀκούσας οὔτε τὴν συστροφὴν ἐνόησεν οὔτε κλῆσιν
5κυρίαν, ἀλλὰ ποτήριόν τι κεραμεοῦν καλούμενον δῖνος, καὶ τοῦτο νομίζει ὡς ἄγροικος τὴν Διὸς λαβεῖν βασιλείαν, ἕνεκα τοῦ γελοίου.

sch nub

377b

κρημνάμεναι] κρημνιζόμε‐ ναι, πρὸς ἀλλήλας φερόμεναι.

sch nub

378

(v.l.) ἐμπίπτουσαι] ἐμπί‐ πτουσι.

sch nub

380a

κεραμεοῦν σκεῦος ἐν τῇ Ἀττικῇ.

sch nub

380b

ἥκιστ’] οὐδαμῶς.

sch nub

380c

αἰθέριος δῖνος] ἡ κίνησις
τοῦ παντός, συστροφή, ἄνεμος.Column end

sch nub

381,col i

(v.l.) βασιλεύων] βασιλεύει.Column end

sch nub

386

Παναθηναίοις: τὰ Παναθήναια μεγίστη τῶν ἐν Ἀθήναις ἦν ἑορτῶν καὶ δημοθοινία οἵα ἐγίνετο ἐν αὐτοῖς πασῶν τῶν ἀποικισθεισῶν ἀπ’ Ἀθηνῶν πόλεων πεμπουσῶν ἑκάστης ἀνὰ βοῦν εἰς τὴν θυσίαν καὶ ἕτερα ἱερεῖα. καὶ οἱ τῶν ἄνω μὲν εἱστιῶντο τότε λαμπρῶς, οἱ δὲ πένητες ζωμοῦ μετελάμβανον
5μόλις σὺν τρύφει ἄρτου βραχεῖ.

sch nub

387a

διεκορκορύγησεν: ἐθορύβησεν, ἐκίνησε ψόφους καὶ κρότους ἀπο‐ τελεῖν (388—’90). ναί, φησὶν ὁ Στρεψιάδης, νὴ τὸν Ἀπόλλω, καὶ δεῖνα ποεῖ καὶ κακῶς με ἔχειν διατίθησι, καὶ τετάρακται, καὶ ὥσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ, πρῶτον παπάξ, ἔπειτα
5παπαπαπαπὰξ 〈ἢ παπαπάξ〉· τὸ ἓν γὰρ τῶν ἀντιγράφων βιβλίων πέντε παπα 〈εἶχε〉, τὸ δὲ ἕτερον τρία. 〈νῦν
δὲ ἑπτὰ παπα γράφε〉,Column end

sch nub

387a,col 2

(5)

παπαπαπαπαπαπάξ.
8ἑπτὰ παπα νῦν,

sch nub

387a

(9)

μήτε πέντε μήτε τρία· ἄμετρος ὁ στίχος γὰρ τῶν ἑπτὰ δίχα.

sch nub

387b

διεκορκορύγησεν] καὶ ἐθορύ‐ βησε καὶ ἠχῆσαι ἐποίησεν. κυρίως
ἐπὶ τῶν ἐντέρων.Column end

sch nub

391,col 2

κομιδῇ] λίαν.Column end

sch nub

392a

σκέψαι τοίνυν: συγκαταθέντος Στρεψιάδου καὶ εἰπόντος πρὸς Σωκράτην οὕτω ταῦτα ἔχειν καὶ αὐτῷ οὕτω συμβῆναι πολλάκις ὁ Σωκράτης πάλιν φησὶ πρὸς αὐτόν· σκέψαι καὶ ἀναλόγισαι τοίνυν, Στρεψιάδη, εἰ ἀπὸ γαστριδίου τυννουτουὶ ἤγουν σμικροῦ—σφίγξας τοὺς δακτύλους δείκνυσι—
5τοιαῦτα πέπορδας, τὸν τοσοῦτον ἀέρα πῶς οὐκ εἰκὸς μεγάλα βροντᾶν. βροντὴ (394) καὶ πορδ: πρὸς τὸ πάρισον παίζει.

sch nub

392b

σκέψαι] ἀναλόγισαι.

sch nub

392c

τυννουτουὶ] μικροῦ.Column end

sch nub

392b,col 2

τυννουτουὶ] σμικροῦ.Column end

sch nub

396a

καταφρύγει: ἕξ εἰσιν εἴδη τῶν κεραυνῶν· ψολόεντες, πυρόεντες, σκηπτοί, ἑλικίαι, ἀργῆτες καὶ καταιβάται, ὧν οἱ μὲν φρύγουσι καὶ ἀποτεφροῦσι βάλλοντες, οἱ δὲ περιφλύουσι καὶ ἀσβολοῦσιν ἤτοι μελαίνουσιν, ἄλλοι δὲ ἡμιφλέκτους δρῶσι τοὺς βεβλημένους.

sch nub

396b

τοὺς οἷον νεκροὺς διὰ τὸ φιλοσόφως ζῆν.

sch nub

396c

(v.l.) βάλλων] γρ. μᾶλλον.

sch nub

396d

τοὺς δὲ] τινὰς δέ.

sch nub

396e

περιφλύει] μελαίνει.

sch nub

397

ἐπὶ τοὺς ἐπιόρκους] κατὰ τῶν ἐπιόρκων.

sch nub

398a

μῶρε καὶ Κρονίων ὄζων: τὸ σχῆμα ἐκ παραλλήλου τὸ αὐτό, ταὐτόν, ἀντὶ τοῦ “ὦ μωρὲ καὶ ἀφρονέστατε”. μῶρος δὲ ὁ μωρὸς ἀττικῶς. Κρονίων ὄζων: πάλιν μωρέ φησιν ἤτοι· ὦ ἀποπνέων καὶ ἐμφαίνων Κρονίων καὶ τῶν ἐπὶ Κρό‐ νου ἀνθρώπων ἀπραγμοσύνην καὶ εὐήθειαν. τοιοῦτοι γὰρ εἶναι λέγονται οἱ
5ἐπὶ Κρόνου. καὶ τὸ “βεκκεσέληνε πάλιν μωρέ φησιν ἀπὸ ἱστορίας διπλῆς. ἱστορία: ἐπὶ Ψαμμιτίχου βασιλέως Αἰγύπτου Αἰγύπτιοι καὶ Φρύγες—τινὲς δὲ καὶ ἑτέρους φασί—φιλονεικοῦντες περὶ ἀρχαιότητος ἦσαν. Ψαμμίτιχος δὲ οὕτως αὐτοὺς ἔκρινε· λαβὼν δύο γυναῖκας ἐπίτοκας βασιλικαῖς οἰκονομίαις τὰ τέκνα
10τεκεῖν καὶ θηλάζειν ἀφώνως πεποίηκε καὶ τὴν πᾶσαν τελεῖν τῶν βρεφῶν θεραπείαν εἰσαγομένας τοῖς τεταγμένοις εἰς τοῦτο καὶ πάλιν ἐξαγομένας. οὐ μὴν ἐγλωσσοτόμησε καθ’ Ἡρόδοτον· ἀπάνθρωπον γὰρ τοῦτο. τουτοΐ. οὐδὲ προβάτοις τὰ βρέφη ἐνέκλεισεν· εἰ γὰρ προβάτοις ἦσαν συγκεκλεισμένα καὶ βὲκ εἶπον, οὐ φυσικὴν αὐτοδίδακτον ἀρχαίαν εἶπον, ἀλλὰ προβάτων φωνὴν
15ἐκ τούτων αὐτὴν διδαχθέντα τῷ συνεῖναι αὐτοῖς· βὲκ γάρ φασι καὶ τὰ πρόβατα. ἀλλ’, ὡς εἶπον, αὐτὸς οὕτως ἀνήγετο τὰ βρεφύλλια ταῖς μητράσιν ἀφώνως εἰσαγομέναις ἐξαγομέναις τε τοῖς φυλάσσουσι πολλῇ προσοχῇ. τρίτῳ δὲ ἢ τετάρτῳ ἐκ τοῦ τοκετοῦ ἔτει τὰ βρεφύλλια ὑπανοιχθείσης τῆς θύρας τοῦ
δώματος δωματίου προσελθόντα τοῖς φύλαξι χεῖρας ὑφήπλου καὶ βὲκ ἔλεγε συνεχῶς.
20ἀκουσθέντος δὲ τούτου συναγαγὼν πᾶν ἔθνος Ψαμμίτιχος ἠρώτησε καὶ εὗρε τὸν ἄρτον παρὰ Φρυξὶ βὲκ καὶ βέκκος καλούμενον· καὶ οὕτω πάντων ἀρχαιοτέ‐ ρους ἔκρινε Φρύγας. ἔχεις τὴν βὲκ ἱστορίαν. ἱστορία ἑτέρα: τὴν ἑτέραν ἤδη μάνθανε. τοὺς Ἀρκάδας προσελήνους ἐκά‐ λουν, οἱ μὲν ὡς ὑβριστάς—προσελοῦν γὰρ τὸ ὑβρίζειν—, οἱ δέ, ὅτι οἱ Ἀρ‐
25κάδες, φασίν, ἔλεγον πρότεροι τῆς σελήνης ὑπάρχειν. τὸ οὖν “βεκκεσέληνετὰς δύο μίξαν ἱστορίας, ἃς ἔφην, δηλοῖ τὸ “μωρέ”, ὡς οἱ ἐρευνῶντες περὶ τοῦ “βέκ” καὶ οἱ Ἀρκάδες ἐκεῖνοι οἱ τῆς σελήνης εἶναι πρότεροι λέγοντες. ἐγὼ δὲ προσελήνους τοὺς Ἀρκάδας φημὶ ὡς πρώτους ἁπάντων ἀνθρώπων αὐξιμειώσεις καὶ πάθη σελήνης ἐπιτηρήσαντας, καὶ ὅτι καὶ πρὸ μιᾶς ἡμέρας
30τοῦ μέλλειν γεννᾶσθαι σελήνην ὀπτῶντες πυρὶ βαλάνους κατήσθιον. (399—401) Σίμων, Κλεώνυμος, Θέωρος ἐπίορκοι. Σούνιον: ἀκρωτήριον
Ἀθηνῶν. οὐκ ἔχει τι περινενοημένον καὶ ἀσαφὲς τουτὶ τὸ χωρίον τοῦ λόγου.

sch nub

398b

Κρονίων] τῶν ἀνθρώπων τῶν ἐπὶ τοῦ Κρόνου ὡς μωρῶν.

sch nub

398c

βεκκεσέληνε] μωρέ.

sch nub

402a

παθών] βουλόμενος.Column end

sch nub

402a,col 2

(v.l.) παθών] μαθών.Column end

sch nub

402b

(v.l.) ἐπιορκεῖ] ἐπίορκοι.

sch nub

404a

ἄνεμος ξηρὸς: φησὶ φυσιολογῶν νῦν· καὶ πῶς ὁ κεραυνὸς γίνεται; ὅτι, ὅταν ξηρὸς ἄνεμος εἰς αὐτὰς ἐγκλεισθῇ λεπτυνθεὶς τῇ κινήσει, φυσσᾷ καὶ ἐξογκοῖ καὶ ἀνοιδαίνειν ταύτας ποιεῖ ὥσπερ κύστιν καὶ φύσκαν, ἥπερ τροπῇ τοῦ κ εἰς ἕτερον ς φύσσα λέγεται. εἶτα, φησί, ῥήξας αὐτὰς τῇ βίᾳ καὶ
5τῆς κινήσεως τῇ σφοδρότητι σοβαρὸς καὶ σευόμενος ἤτοι ὁρμῶν ῥᾳδίως ἐξέρχε‐ ται αὐτὸς ἑαυτὸν ἐκπυρῶν καὶ ἐκκαίων τῇ πυκνότητι τῇ τῶν νεφελῶν καὶ τῇ ῥύμῃ τῇ ἑαυτοῦ ἤγουν τῇ σφοδροτάτῃ καὶ οὐ μετρίᾳ φορᾷ καὶ κινήσει.

sch nub

404b

ἄνεμος ξηρὸς] θερμὴ ἀνα‐ θυμίασις.

sch nub

405

κῦστιν (sic)] φύσκαν.

sch nub

406

σοβαρὸς] σφόδρα ὁρμῶν, βαρέως σευόμενος.

sch nub

407

τοῦ ῥοίβδου] τοῦ ἤχου.

sch nub

408a

Διασίοισιν: ἐν τῇ ἑορτῇ τοῦ Διός.

sch nub

408b

νῦν οὐ δεῖται παραδείγματος Στρεψιάδης, αὐτὸς δέ φησιν, ὃ ἐπεπόνθει ἐν τῷ μὴ κατασχᾶν τὴν γαστέρα παράδειγμα.

sch nub

408c

ἀτεχνῶς] φανερῶς.Column end

sch nub

408c,col 2

Διασίοισιν] ἑορτῇ τοῦ Διός.Column end

sch nub

408d

Διασίοισιν] ἐν ἑορταῖς τοῦ Διὸς τοῦ Μειλιχίου.

sch nub

409

ἔσχων] ἔσχασα.Column end

sch nub

409,col 2

γαστέρα] κοιλίαν.Column end

sch nub

410a

λακίσασα: διαρραγεῖσα· λακῶ λακήσω, ἀττικὸν δὲ λακίζω φησὶ παραγώγως.

sch nub

410b

διαλακίσασα] διαρραγεῖσα.Column end

sch nub

410b,col 2

(v.l.?) διαλακήσασα] διαλα‐
κίσασα.Column end

sch nub

410c

διαλακίσασα] ἀττικῶς.

sch nub

411

προσετίλησεν: θερμὸν ὑγρὸν ἐξηκόντισεν, ἐτζίλησεν.

sch nub

412

παρ’ ἡμῶν] τῆς.

sch nub

414

ταλαίπωρον] κοπηρόν, ὑπο‐
μονητικόν.Column end

sch nub

414,col 2

ταλαίπωρον] ὑπομονικόν.

sch nub

415,col 2

μὴ] οὐ.

sch nub

416a

ἄχθει] ἄχθῃ.

sch nub

416b

ἄχθει] βαρύνῃ καὶ θλίβῃ.

sch nub

416c

ἀριστᾶν] τρώγειν.

sch nub

417a

οἴνου τ’ ἀπέχει: αἱ Νεφέλαι δῆθεν ζητητὴν τοιούτων πραγμάτων ὁρῶσαι Στρεψιάδην φασὶ πρὸς αὐτόν· ὦ ἐπιθυμητὰ μεγάλης σοφίας τῆς παρ’ ἡμῶν, εὐδαίμων ἔσῃ, εἰ ταλαιπωρεῖς καὶ γυμνιτεύεις χειμάζων τρίβωνι μόνῳ, ὡς οἱ φιλόσοφοι, καὶ ῥιγῶν οὐκ ἄχθῃ καὶ βαρύνῃ καὶ θλίβῃ λίαν, οὐδ’ ἀριστᾶν,
5νῦν τρυφᾶν, ἐπιθυμεῖς οἴνου τε ἀπέχῃ καὶ τῶν ἄλλων ἀνοήτων, πάντων ἡδέων καὶ τρυφαῖς ἀνηκόντων φησίν. δυσχέρειά τις οὐκ ἔστιν ἐνταυθοῖ νοημάτων. (420—’22) φησὶ δὲ ὁ Στρεψιάδης πρὸς ταῦτα· ἀλλ’ ἕνεκά γε καρτερικῆς ψυχῆς καὶ στερεᾶς, μερίμνης τε καὶ φροντίδος, τοῦ κακοκοιτεῖν ἐπὶ κλίνης
κόρεων μεστῆς,Column end

sch nub

417a,col 2

(10)

ἢ χόρτῳ βραχεῖ ἢ τροχμαλίῳ καὶ
προδουλείῳ, καὶ μερίμνης φειδωλοῦ,Column end

sch nub

417a

(12)

καὶ γαστρὸς τρυχούσης καὶ δαμαζούσης τὸν βίον καὶ τὴν ζωήν, καὶ
θύμβρους θύμβρα ἐσθιούσης—ἔστι δὲ θύμβρος τὸ θρύμβον βοτάνη ἀγρία—θαρρῶν ἕνεκα τούτων, ἤτοι τοῦ γενέσθαι σοφός, ἐπιχαλκεύειν παρέχοιμ’ ἂν ἤτοι δίδωμι
15ἐμαυτὸν ὑπομένειν πᾶσαν κακοπάθειαν, ὥσπερ τις ἄκμων τὰς πληγὰς τῶν χαλκέων. τὸ δὲ “ἀμέλει περιττῶς κεῖται.

sch nub

417b

ἀνονήτων (sic)] ἤγουν τῶν.

sch nub

418

ἄνδρα] νομίζειν.

sch nub

419

νικᾶν] ἔσῃ δεξιός.

sch nub

421a

τρυχούσης τὸν βίον.

sch nub

421b

τρυσιβίου] τρυχούσης.

sch nub

421c

θρυμβεπιδείπνου (sic) p.i.m.] εὐτελῆ ἐσθιούσης· θύμβρος εἶδος βοτάνης.

sch nub

422a

ἀμέλει] παρέλκον, ἢ ἀφρον‐ τίστει.

sch nub

422b

ἐπιχαλκεύειν ... ἄν] δίδω‐ μι ἑαυτὸν ὑπομένειν πᾶσαν κακοπά‐
θειαν, ὥσπερ ὁ ἄκμων.

sch nub

423a

ἀλλ’ ὅτι δῆτ’ οὖν νομιεῖς: καὶ ὁ Σωκράτης· οὐ ταῦτα τοσοῦτον ἐγὼ θέλω, ἀλλ’ ὅτι οὖν, καὶ δή, νομιεῖς θεῶν οὐδένα, ἢ ἀλλ’ ὅτι οὐ νομιεῖς εἶναι θεὸν οὐδένα, ἢ ἀπὸ τῶν θεῶν οὐδένα, πλὴν ἅπερ ἡμεῖς ἡγούμεθα θεούς. καὶ ὁ Στρεψιάδης ἐνστατικώτερον ὑπισχνεῖται ταῦτα φυλάξαι λέγων τοῖς
5ἄλλως δοξάζουσι παρὰ τὰ σοὶ δεδογμένα οὐδ’ ἂν ἀπαντῶν ἀτεχνῶς καὶ φανερῶς ἐν ταῖς ὁδοῖς διαλεχθείην ἤτοι οὐκ ἂν προσαγορεύσαιμι.

sch nub

423b

οὐ θέλω τοιαῦτα μόνον σε ποιεῖν.

sch nub

423c

ἀλλ’ ὅτι] σκόπει, ὅπως.

sch nub

423d

ἡμεῖς] διδάσκομεν.

sch nub

424a

τὸ Χάος] ἤγουν τὸν ἀέρα·
ἀπὸ τοῦ διαχεῖσθαι.Column end

sch nub

424a,col 2

τὸ Χάος] τὸν ἀέρα.Column end

sch nub

424b

τὴν γλῶτταν] καὶ τὴν διδα‐ χήν· ἤγουν τὸ ὄργανον, δι’ ὅ τι δημη‐ γορεῖ καὶ βουλεύει.

sch nub

425

ἀτεχνῶς] διόλου.

sch nub

426a

λιβανωτόν: λίβανος ὄνομα ὄρους καὶ δένδρου, λιβανωτὸς δὲ τὸ
δάκρυον τούτου, τὸ θυμίαμα.

sch nub

426b

θυσία ἐπὶ τῶν ξηρῶν, σπον‐ δὴ ἐπὶ τῶν ὑγρῶν.

sch nub

427a

ὅ τι] καὶ τί.

sch nub

427b

ὡς] ὅτι.

sch nub

427c

οὐκ ἀτυχήσεις] οὐκ ἀπο‐ τεύξῃ.

sch nub

428

δεξίος: ἀλλαχοῦ μὲν περιδέξιος, εὐφυής, νῦν δὲ σοφός.

sch nub

429a

ὦ δέσποιναι δέομαι: ὁ Στρεψιάδης πρὸς τὰς Νεφέλας φησί· δέομαι ὑμῶν τοῦτο μικρὸν πάνυ, εἶναι καὶ ὑπάρχειν ἐμὲ εἰς τὸ λέγειν ἄριστον καὶ ἀριστότερον τῶν Ἑλλήνων ἑκατὸν σταδίοις, ἢ δέομαι ὑμῶν—λείπει τὸ “ποιήσα‐ τε”—εἶναί με λέγειν ἀριστότερον τῶν Ἑλλήνων ρʹ σταδίοις. τὸ “δέομαι”
5γενικῇ συντάσσεται τῇ κοινῇ συνηθείᾳ, διαλέκτῳ, ἀττικῶς δὲ αἰτιατικῇ, ὡς νῦν. τὸ
ἄριστον ἀριστότερον, ὑπερθετικὸν ἀντὶ συγκριτικοῦ.Column end

sch nub

429b,col 2

πάνυ μικρόν] ἀστεῖον τοῦτο.Column end

sch nub

430a

ἑκατὸν σταδίοισιν: δέον εἰπεῖν· ποιήσατέ με ὑπερφέρειν πολλῷ τῶν Ἑλλήνων ἐν τῷ λέγειν, ὡς ὢν γεωργικὸς γεωργικῇ χρῆται τροπῇ καί φησι· ποιήσατέ με ὑπερφέρειν ἐν τῷ λέγειν τῶν Ἑλλήνων ἑκατὸν σταδίοισιν. οἱ ἑπτὰ δὲ καὶ ἥμισυς στάδιος ποιοῦσι μίλιον ἕν. εἰ δὲ σαφέστερον βούλει
5μαθεῖν, τετρακόσιοι πήχεις ἐστὶν τὸ στάδιον. ὁ στάδιος.

sch nub

430b

τὸ μίλιον ποδῶν ͵δχʹ, τὸ στάδιον ποδῶν χʹ, τὸ βῆμα ποδῶν εʹ ἡμίσεος, ὁ ποὺς δακτύλων ιϛʹ.

sch nub

430c

λέγειν] εἰς τό.

sch nub

430d

ἄριστον] ἀριστότερον.

sch nub

431a

ἀλλ’ ἔσται σοι τοῦτο: ὁ ἀλλ περιττὸς τῇδε κεῖται. ὁ δὲ νοῦς· ὑπισχνοῦνται πάντα τούτῳ πληροῦν αἱ Νεφέλαι καί φασιν· ἔσται σοι τοῦτο παρ’ ἡμῶν, ὅπερ θέλεις, καὶ οὐδεὶς ἀπὸ τοῦ νῦν χρόνου νικήσει 〈σε〉 ἐν τῷ δήμῳ εἰς γνώμας καὶ συμβουλὰς περὶ μεγάλων ὑποθέσεων λεγομένας.
5(433/’34) καὶ ὁ Στρεψιάδης· οὐ γνωμῶν συμβουλευτικῶν μεγάλων τοιούτων ἐπιθυμῶ, ἀλλ’ ἐπιθυμῶ λέγειν ὅσα ἐμοὶ συναρεῖται παρατρέψαι τὰς δίκας καὶ τοὺς χρήστας καὶ δανειστὰς πεφευγέναι.

sch nub

431b

τοῦδε] καιροῦ.

sch nub

432a

γνώμας] λέγων.

sch nub

432b

γνώμας] συμβουλάς.

sch nub

432c

γνώμας] λείπει λέγων.

sch nub

433a

μή] ποιήσητε.

sch nub

433b

γνώμας] συμβουλάς.Column end

sch nub

433,col 2

γνώμας] γνώμας ἔλεγον καὶ
τὰς δημηγορίας.

sch nub

434a

στρεψοδικῆσαι: παρατρέψαι τὰς δίκας, ὅθεν ὁ γέρων καὶ Στρε‐ ψιάδης ἐκλήθη. χρήστης καὶ δανειστὴς πρὶν τί διαφέρουσιν εἶπον. νῦν δὲ παραχρη‐
5στικῶς—λέγε, μὴ καταχρηστικῶς—
χρήστας καλεῖ τοὺς δανείζοντας.Column end

sch nub

434a,col 2

χρήστας καλεῖ τοὺς δανείζοντας
παραχρηστικῶς.Column end

sch nub

434b

διολισθεῖν: ἐκφυγεῖν, ἀποδράναι παραλογιζόμενος τοὺς ἀντιδίκους εὑρεσιλογήμασιν εὐστόμοις καὶ ὀλισθαίνουσιν.

sch nub

434c

ἐμαυτῷ στρεψοδικῆσαι] καὶ στρέψαι τὰς δίκας ἐν ἐμαυτῷ.

sch nub

434d

διολισθεῖν] καὶ ἐκφυγεῖν. πρὸς ταύτην τὴν λέξιν πεποίηται τῷ γέροντι τὸ ὄνομα.

sch nub

436a

ἡμετέροις προπόλοισι: δούλοις, ὑπηρέταις, προφήταις, ἡμῶν
προοδεύουσι· νῦν δὲ τὸν Σωκράτην φησὶ καὶ τοὺς σὺν αὐτῷ.

sch nub

436b

τοῖς ... προπόλοισι] ἤγουν
τῷ Σωκράτει καὶ τοῖς σὺν αὐτῷ.Column end

sch nub

436b,col 2

τοῖς ... προπόλοισι] ἤτοι
τοῖς φιλοσόφοις.Column end

sch nub

437a

δράσω τοῦτο, φησὶν ὁ Στρεψιάδης, ἡ γὰρ ἀνάγκη καὶ βία πιέζει με (438) καὶ θλίβει διὰ τοὺς ἵππους καὶ τὸν γάμον ἤγουν διὰ τὴν ἱπποτροφίαν τοῦ ἐμοῦ παιδὸς καὶ τὴν ὑπερήφανον ἣν ἔγημα γυναῖκα, ἥ με συνέτριψε τὰ μὲν τοῦ ἐμοῦ βίου ταῖς τρυφαῖς αὐτῆς ἀναλοῦσα, τὰ δὲ συνωθοῦσα εἰς ἵππων
5ὠνὴν τῷ παιδὶ καταβάλλειν.

sch nub

437b

πιέζει] στενοχωρεῖ.

sch nub

439a

νῦν οὖν οἱ περὶ Σωκράτην φιλόσοφοι χρήσθων καὶ χρήσθωσαν— ἀττικῶς τοῦτο—τὸ ἐμὸν σῶμα εἰς ὅ τι βούλονται—τὸ “χρῶμαι” δὲ ἀττικῶς αἰτιατικῇ—ἢ χρήσθων ὅ τι βούλονται· τοῦτο τὸ ἐμὸν σῶμα παρέχω αὐτοῖς (442) εἰς τὸ καὶ τό· αὐχμοῦν: καὶ ἀλουτεῖν, ῥιγοῦν: ψύχος ὑπομένειν, ῥιγεῖν
5δὲ φοβεῖσθαι, ἀσκὸν δέρειν: δέρειν καὶ ἐκδέρειν ὡς ἀσκὸν ἢ δαίρειν καὶ (443) τύπτειν ὡς ἀσκὸν καὶ ἀναίσθητον δέρμα, εἴπερ ἐκφυγεῖν μέλλω τὰ χρέα. παραμιγνύει δὲ τοῖς σπουδαίοις καὶ ἀναγκαίοις καὶ τὰ γελοῖα. ὡς εἴ τις εἴποι· εἰ μέλλω τυχεῖν τινος ἀγαθοῦ καὶ τοῖς ἀνθρώποις ἄγεσθαι δι’ αἴνου, πάντα τὰ δυσχερῆ ἕτοιμός εἰμι καρτερεῖν, οὕτω καὶ οὗτος ἕνεκα τοῦ γελοίου
10φησίν· ὑπομενῶ τὰ καὶ τά, εἰ μέλλω ἐκφυγεῖν τὰ χρέα καὶ εἰ τοῖς ἀνθρώποις (445) νομίζεσθαι μέλλω θρασύς: ἀκατάστατος, ἀλόγιστος. ἴτης: νῦν ἰταμός,
(446/447) ὠμός, σκληρός. βδελυρός: μισούμενος ἢ αἱμοπότης. περίτριμμα (448) δικῶν: ἐντριβὴς ἐν ταῖς δίκαις, φιλοδικώτατος. κύρβις: ἐρευνητὴς παντὸς πράγματος, ἐρευνόβιος· κύρβις γὰρ σανὶς ἦν γεγραμμένα τινὰ δημόσια
15ἔχουσα. κρόταλον: λάλος, περιηχητικός, θορυβώδης· ἀπὸ τοῦ χαλκοῦ κρο‐ τάλου, ὅπερ φαμὲν χειροκύμβαλον. κίναδος: πόρνος, πανοῦργος· ἀπὸ τῆς ἀλώπεκος, ἥπερ κίναδος λέγεται. τρύμη: ἡ ὀπή· νῦν δὲ ἀνατρυπητὴς καὶ (449) ζητητὴς καὶ ἀναμοχλευτὴς λεπτοτάτων πραγμάτων. μάσθλης: ὁ μεμαλαγμένος ἐλαίῳ λῶρος· νῦν δὲ ἐντριβὴς καὶ μεμαλαγμένος καὶ ἔμπειρος
20θορύβων ἀγοραίων. εἴρων: ὑποκριτής, ἄλλος φαινόμενος, ἄλλος δὲ τὸν τρόπον ὑπάρχων. γλοιός: ῥυπαρός· γλοιὸς γὰρ ἡ τρὺξ καὶ ὁ ῥύπος τοῦ ἐλαίου. (450) ἀλαζών: ἄλῃ καὶ πλάνῃ ζῶν καὶ μηδὲν ὀρθὸν ἔχων βίῳ. κέντρων: ἔμπικρος, ὡς τὰ κέντρα σκορπίων. στρόφις: ἀναστρέφων πράγματα, θο‐ ρυβώδης ἢ κατά τινας εὐτράπελος καὶ εὔστρεπτος, τῇδε κἀκεῖσε περιστρε‐
25φόμενος· ἀπὸ τῶν στροφίγγων τῶν ἐν ταῖς πύλαις ἢ ἀπὸ τῶν ὑδραγω‐
γικῶν στροφίγγων ἤτοι ἐπιτονίων. ἀργαλέος: χαλεπός, ἐργώδης, πικρός. (451) ματιολοιχός: φειδωλότατος, ὑπὸ φειδωλίας καὶ τὸν ὀβολὸν περι‐ λείχων· μάτιον γὰρ χαλκοῦν εὐτελέστατον νόμισμα.

sch nub

439b

χρήσθων] χρήσθωσαν· ἀτ‐ τικῶς.

sch nub

442a

αὐχμεῖν] ἀλουτεῖν.Column end

sch nub

442a,col 2

(v.l.) αὐχμοῦν] αὐχμεῖν.Column end

sch nub

442b

ἀσκὸν δαίρειν] ὡς παροιμία
ἐπὶ τῶν πολλὰ τυπτομένων.Column end

sch nub

442b,col 2

(v.l.) δέρειν] δαίρειν.Column end

sch nub

444

δόξω] εἴπερ.

sch nub

445

ἴτης] ἰταμός, ὀξύς.

sch nub

446

βδελυρός] μισούμενος.

sch nub

447a

εὑρησιεπής] εὑρησιλόγος.

sch nub

447b

περίτριμμα δικῶν] ἐντριβὴς
ἐν ταῖς δίκαις.Column end

sch nub

447b,col 2

περίτριμμα δικῶν] πανοῦρ‐
γος εἰς δίκας.Column end

sch nub

448a

κύρβις σανίς, ἐν ᾗ ἔγραφον
τοὺς νόμους καὶ τὰ δημόσια· ἀπὸ τοῦ κεκορυφῶσθαι τὰ ἄνωθεν καὶ κάτω‐ θεν κύρφις καὶ κύρβις.

sch nub

448b

ἀντὶ τοῦ “εὔλαλος ὡς τὸ κρόταλον”.

sch nub

448c

πανοῦργος· ἐκ μεταφορᾶς τῆς ἀλώπεκος.

sch nub

448d

τρυπάνιον, ἀναμοχλευτὴς τῶν πραγμάτων.

sch nub

448e

κύρβις] ἔμπειρος τῶν νόμων,
δικολόγος.Column end

sch nub

448e,col 2

κύρβις] περίεργος.Column end

sch nub

448f

κρόταλον] εὔστομος, στω‐ μύλος.

sch nub

448g

κίναιδος] εἶδος ἀλώπεκος.

sch nub

448h

τρύμη] †τα†.

sch nub

449

εἴρων] κόλαξ, ἐπιτήδειος καὶ
ἔμπειρος πραγμάτων.Column end

sch nub

449a,col 2

γλοιός] ῥυπαρός.

sch nub

449b

ἀλαζών] πλάνος.Column end

sch nub

450

κέντρων] ποικίλος, ἔμπικρος.Column end

sch nub

450,col 2

κέντρων: πικρός, κάκιστος, ὥσπερ σκορπίος. κέντρον καλεῖται
καὶ τὸ σάγμα τῶν ὄνων.

sch nub

451a

φειδωλότατος· μάτιον γὰρ νόμισμα εὐτελέστατον ὀνομάζουσιν.

sch nub

451b

στρόφις] σκανδαλοποιός.

sch nub

451c

ἀργαλέος] λυπηρός.

sch nub

451d

ματιολοιχός] ἀπὸ τοῦ λεί‐ χειν οἱονεὶ τὸ μάτιον ἤγουν τὸ
νόμισμα.Column end

sch nub

451d,col 2

ματιολοιχός] ματαιολόγος.Column end

sch nub

452a

ταῦτ’ εἴ με καλοῦς’ ἀπαντῶντες: εἰ συναντῶντες ἐμὲ τοιούτοις (453) καλεῖν βελτίστοις ὀνόμασι μέλλουσι, ποιείτωσαν ἀτεχνῶς καὶ φανερῶς (454/455) καὶ καθόλου, ὃ χρῄζουσι, καὶ εἰ βούλονται, νὴ τὴν Δήμητραν, καὶ (456) χορδὴν καὶ ἔντερον ἐμόν—δηλοῖ δὲ τὸ κοπραγωγόν—παραθέντων καὶ
5παραθέτωσαν τοῖς φροντισταῖς καὶ διδασκάλοις τοῖς περὶ Σωκράτη(ν). ταυτὶ μὲν τὰ τῆς εἰρωνείας καὶ τὰ κρυπτόμενα, τὸ φῶς δὲ τοῦ λόγου· φησί· τίνος ἕνεκα, ὦ τρισάθλιοι φιλόσοφοι τοσούτοις πόνοις καὶ ἀνιαρῷ καὶ σκληρῷ βίῳ ἐγκαρτερεῖτε, ἢ ἵνα τοιούτων κατήκοοι γίνοισθε κλήσεων, οἵας νῦν εἶπον αὐτός, καὶ αὐτοὶ δὲ ταύτας παρὰ πάντων καλεῖσθαι 〈ἴστε〉; πῶς δ’ ἂν ἐγὼ
10φρονῶν τὴν ὑμετέραν σκληρὰν διαγωγὴν ὑπομείναιμι, ἢ ἕνεκα τίνος; τοῦ λαβεῖν ὄνομα γλοιός, ἀλαζών, μιαρὸς καὶ τοιαῦτα; ὡς εὖγε τοῦ σκληροβίου ὑμῶν καὶ τῆς ἀμοιβῆς τούτου τῆς ἐπαξίας τῶν κλήσεων. ἀπὸ δὲ τοῦ “νῦν οὖν χρήσθων μέχρι τοῦ “τοῖς φροντισταῖς παρα‐ θέντων ὀκτωκαίδεκά εἰσι κῶλα ἀναπαιστικά,
15ἅπερ διαρθροῦν οὐ χρεὼν εἰς βαρβάρους.

sch nub

452b

(v.l.) ἀπαντῶντες] γρ. ἅπαν‐
τες.Column end

sch nub

453,col 2

δρώντων] δράτωσαν οἱ φιλό‐
σοφοι.Column end

sch nub

455a

ἐκ μοῦ (sic)] ἐξ 〈ἐ–〉.

sch nub

455b

χορδὴν] τὸ ἔντερον τὸ κο‐ πραγωγόν.

sch nub

456

φροντισταῖς] διδασκάλοις.

sch nub

457a

λῆμα μὲν πάρεστι: λῆμα τὸ φρόνημα δι’ ἑνὸς μῦ· λῶ τὸ “θέλω”, καὶ ἐξ αὐτοῦ λῆμα. λῆμμα δὲ ἡ λῆψις καὶ τὸ δῶρον διὰ δύο μῦ· ἐκ τοῦ “λήβω, λήψω”. τί δὲ χρὴ λέγειν ἢ κατὰ τούτους ἢ καθ’ ἡμᾶς τὰ μέτρα, πόνοις μὲν τὰ πλημ‐
5μελῆ τούτων ὀρθοῦντας,
ὠσὶν δ’ ὄνων δοκοῦντας ἐγκρούειν λύραν; οἱ παλαιοί φασιν· “ἡ περίοδος ἑνδεκάκωλος, ὧν τὸ μὲν πρῶτον τροχαϊκὸν δίμετρον καταληκτικόν”· ἔστι δὲ καθ’ ἡμᾶς δίμετρον ἀκατάληκτον.
τὸ δεύτερον βέβρωτο τοῖς βιβλογράφοις
10τρίμετρον τροχαϊκὸν καταληκτικὸν καθ’ ἡμᾶς ὄν. “τὸ γʹ πενθημιμερὲς δακτυλικόν. τὸ δʹ ἀναπαιστικὸν πενθημιμερές. τὸ εʹ “ἐν βροτοῖσιν ἕξωνφερεκράτειον ἀτελές. τὸ ϛʹ ἰαμβικὴ βάσις” ἤτοι μονόμετρον ἰαμβικόν. “τὸ ζʹ ἀναπαιστικὴ προσοδιακὴ περίοδος δωδεκάσημος. τὸ ηʹ ὅμοιον τῷ ζʹ. τὸ θʹ” ἰαμβικὸν πενθημιμερὲς ὂν “δακτυλικὸν” λέγουσι. καὶ πρὸ τούτου ἕτερα τοιαῦτά
15τινα. “τὸ ιʹ δισύλλαβόν” φασι “κατὰ πόδα κρητικόν”· ὁ Τζέτζης δέ, ὡς ἔοικε, οὔτε ποιητικὰ μέτρα εἰδώς, οὔτε δὲ συλλαβῶν ἀριθμόν, φησὶ τρίμετρον εἶναι δακτυλικὸν καταληκτικὸν καὶ ὀκτασύλλαβον οἴεται τοῦτο, καὶ οὐ δισύλλαβον. “τὸ ιαʹ”, τὸ “ὄψομαι”, “τρισύλλαβον” ἐκεῖνοί φασι· καὶ κατά γε τοῦτο ἀλη‐ θεύουσιν, ὁποῖον δὲ τὸ μέτρον ἐστίν, οὔ φασιν. ὁ Τζέτζης δέ φησιν· εἰ τὸ “μαι
20βραχὺ δέξῃ, δακτυλικὸν ὑπάρχει μονόμετρον, εἰ δ’ ὡς μακρὸν δέξῃ τὸ “μαι”, γίνωσκε τοῦτο τροχαϊκὸν καταληκτικὸν κατὰ διποδίαν μονόμετρον. ἀλλὰ μάταιος, ὡς ἔφην, ἂν εἴην, εἰ κἀν τοιούτοις ἀκερδεῖς πόνους ὑφίσταμαι μηδὲ κἂν ψιλὴν καὶ λόγοις μόνοις ἔχοντας χάριν, ἀλλὰ πολλοῖς πολλάκις ὠφελημένοις ἡμῶν τοῖς συγγράμμασι καὶ φθόνον, ἐνίοτε δὲ καὶ λαθραίας τιμωρίας ἀντ’ ἀμοιβῶν.

sch nub

457b

ἀλλ’ ἤδη καὶ τὴν διάνοιαν ἡμῖν λεκτέον τῶν λέξεων. πρὸς τὰ εἰρημένα τῷ Στρεψιάδῃ φησὶν ὁ Σωκράτης· φρόνημα μὲν καὶ σύνεσις—ἀλλαχοῦ γὰρ καὶ ἡ κενοδοξία—τῷδε τῷ γέροντι τολμηρὸν καὶ καρτερικόν ἐστι καὶ (458—’64) πρόθυμον. εἶτ’ ἀποστρέψας τὸν λόγον φησὶ πρὸς αὐτόν· ἴσθι δὲ καὶ
5νόει, ὡς ταῦτα μαθὼν παρ’ ἐμοῦ τὸν πάντα χρόνον μετ’ ἐμοῦ ζηλωτότατον
καὶ μακαριώτατον βίον καὶ ζωήν, ἀνθρώπων διάξεις ἐν βροτοῖσιν ἕξων κλέος οὐρανόμηκες. “οὐράνιον” ὀφείλων εἰπεῖν κατὰ τὸ ὁμηρικόν, ἤγουν πολὺ καὶ μέγα καὶ οὐρανοῦ μέχρις ἱκνούμενον, κεκινδυνευμένως “οὐρανόμηκεςεἶπεν ὁ ἀβλιβότυρος. τὸ “οὐρανόμηκες” γὰρ οὔ φησι τὸ οὐρανοϋψὲς ἢ μέχρις
10οὐρανοῦ ἐξικνούμενον, ἀλλὰ τὸ ἶσον τῷ μεγέθει τοῦ οὐρανοῦ. ἔχεις τὸν νοῦν τοῦ λόγου, καὶ τούτου δὲ τὴν συνέπειαν, ἀλλὰ καὶ κρίσιν βραχεῖαν τοῦ ποιητοῦ. (461) τὸ δὲ “τί πείσομαι ὑποβολικὸν σχῆμά ἐστιν. πρινὴ γὰρ τὸν Σω‐ κράτην προενεγκεῖν εἰς τέλος τὸν λόγον, ὡς ἐγώ σοι παρέδειξα, ὑπέβαλεν ὁ Στρεψιάδης τὸν ἑαυτοῦ λόγον καὶ διατεμὼν τὸν Σωκράτους ἐποίησε τῇ
15συνεπείᾳ τὸν θόρυβον.

sch nub

457c

πάρεστι] καὶ ἔνεστι.Column end

sch nub

457c,col 2

λῆμα] φρόνησις.

sch nub

458,col 2

ἕτοιμον] τολμηρόν.Column end

sch nub

459

οὐρανόμηκες] μέγα.

sch nub

460

ἕξεις] ἢ διάξεις.Column end

sch nub

460,col 2

(v.l.) ἕξων] ἕξεις.Column end

sch nub

461a

τί πείσομαι] ἐμπαράβολον.

sch nub

461b

πείσομαι] πάθω.

sch nub

465a

ἆρά γε: διαπορεῖ τὸ γερόντιον ταῦτα ἀκοῦσαν καί φησιν· ἆρα ἐγὼ
τοῦτο θεάσομαι; καὶ εἴποι ἄν τις κεκινδυνεῦσθαι καὶ τοῦτο τῷ ποιητῇ. ὤφειλε γὰρ εἰπεῖν ὁ γέρων· ἆρά ποτε γενοίμην τοιοῦτος; οὐ μήν· ὄψομαι τοῦτο. ἐγὼ δὲ τοῦτο καλῶς ἔχειν φημί. ἔστι γὰρ τοῦτο σχῆμα ὃ καλεῖται· πρὸς τὸ σημαι‐
5νόμενον. κλέος μὲν γὰρ καὶ φήμην οὐδεὶς ὁρᾷ, τοὺς δοξάζοντας δὲ καὶ τὴν δόξαν καὶ τὴν ἀξίαν, δι’ ἣν κλείζεται, δέδορκεν. καλεῖται δὲ καὶ μετάληψις.

sch nub

465b

τοῦτ’] τὸ ζῆσαι βίον ζη‐ λωτόν.

sch nub

470

ἀνακοινοῦσθαι] λέγειν τὰς ὑποθέσεις αὐτῶν.

sch nub

471a

πράγματα κἀντιγραφάς: ὑποθέσεις μεγάλας καὶ γραφῶν ἀντιλογί‐ ας. οὐδὲν δύσνουν ἐνταῦθα.

sch nub

476a

ἀλλ’ ἐγχείρει: ἀλλ’ ἐπιχείρει καὶ ἀπάρχου τοῦ πράγματος ἐκείνου, ὅτιπερ καὶ ὅπερ μέλλεις προδιδάσκειν καὶ διδάσκειν τὸν πρεσβύτην. ἡ “προ” δὲ περισσῶς ἀττικῶς κεῖται, ὥσπερ τὸ
προΐαψε
5καὶ
νῆάς τε προπάσας. καὶ ἁπλῶς Ἀττικοὶ μετὰ προθέσεων τὰ πλείω φασὶ καὶ συνάρθρως δὲ πόσα. καὶ ἀλλαχοῦ πάλιν ἐπὶ τῶν γνωρίμων ἀφαιροῦσι τὰ ἄρθρα, ὡς τὸ ἄνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει,
10ἀσύναρθρον ἀντὶ συνάρθρου, καὶ ἕτερα μυρία τοιαῦτα.

sch nub

476b

ἐγχείρει] κατάρχου τοῦ
πράγματος.

sch nub

477a

καὶ διακίνει τὸν νοῦν αὐτο: καὶ τὴν διάνοιαν αὐτοῦ κίνει καὶ ὀξυτέραν ποίει ταῖς ἐρωτήσεσι καὶ τῆς γνώμης καὶ τοῦ τρόπου τούτου ἀποπειρῶ, εἰ βαθυγνώμων ἐστὶ καὶ περίεργος ἢ ἀφελὴς καὶ ἁπλόης κρονικῆς ἀποπνέων. (478) ὁ δὲ καὶ ὁ Σωκράτης εὐθὺς αὐτὸν ἐρωτᾷ· ἄγε σὺ κάτειπέ μοι, καὶ εἰπὲ νῦν
5σύ, τὸν σαυτοῦ τρόπον—τὸ “κάτειπε” γὰρ κυρίως τὸ “κατά τινος εἰπέ” (479/480) σημαίνει—, ἵνα γνοὺς τὸν τρόπον τῆς διανοίας σου προσφέρω σοι προσφυεστάτους τοὺς λόγους, ὥσπερ καινάς τινας μηχανάς. ὁ ἀλιτήριος δὲ οὑτοσὶ κωμικὸς οἰκονομίᾳ καὶ μεθόδῳ δεινότητος ῥήτορος τροπικωτέραις ἐχρήσατο λέξεσι, πορθητηρίοις, τῇ “μηχανάς φημι καὶ τῇ “προσφέρω”,
10ἵνα κἀν ταύταις ταῖς λέξεσι βαθέως ὁμοῦ καὶ πικρῶς καὶ γελοίως λοιδορήσῃ Σωκράτη(ν) τῷ ἐσχηματισμένῳ καὶ τροπικῷ τῶν λέξεων ἄγαν σεμνῶς ἀντεπι‐ κρύπτων (481) τὴν ἄγαν αἰσχρότητα. φέρει γὰρ εὐθὺς Στρεψιάδην ἀκηκοότα “μηχανάς καὶ “προσφέρω λέγοντα· τί δέ; φοβῇ τοὺς θεούς, τειχομαχεῖν μοι διανοῇ; τί δ: τὸ “δ ψιλὸν γράψον, μὴ διφθογγίσῃς· ἐπταισμένος γὰρ
15ὁ στίχος εὑρίσκεται τοῦ “δ γραφέντος διφθόγγου.Column end

sch nub

477a,col 2

τριακονταδύο γὰρ ἐκ τοῦ “τί δέ;στίχοι ἰαμβικοί εἰσι τραγικοὶ ἔκ τε δακτύλων καὶ ἀναπαίστων καὶ ἑτέρων συγκείμενοι τῶν ποδῶν, οἳ
5προσφυῶς ἔχουσι κεῖσθαι στίχοις
ἰαμβικοῖς τραγικοῖς.

sch nub

477b

διακλίνει] ὀξύτερον ποίει.

sch nub

477c

(v.l.) διακλίνει] γρ. διακίνει.

sch nub

477d

γνώμης] διανοίας.

sch nub

478

ἄγε] φέρε.

sch nub

479a

ὅστις] ὁποῖος.

sch nub

479b

μηχανὰς] μαθήσεις ὑψηλάς.

sch nub

482a

οὐχὶ τειχομαχεῖν διανοοῦμαι, φησὶν ὁ Σωκράτης, ἀλλ’ ὡς φιλόσοφος τροπικωτέραις καὶ ὑψηλαῖς ἐχρησάμην ταῖς λέξεσι τὴν παρ’ ἐμοῦ διάπειραν τοῦ σοῦ λογισμοῦ οὕτως εἰπών. οὐ τειχομαχεῖν οὖν θέλω, ἀλλὰ βραχέα πυ‐ θέσθαι καὶ μαθεῖν ἀπὸ σοῦ βούλομαι, εἰ μνήμων καὶ εὐφυὴς εἶ. πυθέσθαι
5γράψον, μὴ πύθεσθαι. πύθεσθαι γὰρ μακρὸν τὸ “πυ” γίνωσκε, τὸ δὲ πυθέσθαι βραχύ· καὶ δύναται πίπτειν εἰς τετάρτην χώραν ἰαμβικοῦ, τὸ δὲ πύθεσθαι τὸ “πυ” μακρὸν ὂν εἰς τετάρτην οὐ πίπτει.

sch nub

482b

σοῦ (sic) πυθέσθαι] μαθεῖν ἀπὸ σοῦ.

sch nub

483a

εἰπόντος οὖν Σωκράτους· πυθέσθαι σου βούλομαι, εἰ μνημονικὸς εἶ, γελοίως καὶ χαριέντως ἀποκρίνεται Στρεψιάδης καί φησιν· δύο τρόπω εἰμί, νὴ τὸν Δία, καὶ μνήμων καὶ εὐφυὴς πάνυ καὶ ὁμοίως ἀφυὴς καὶ πάνυ ἐπιλήσμων· εἰ μὲν ὀφείλεται καὶ χρεωστεῖταί μοι τι, εὐφυής εἰμι πάνυ καὶ μνήμων, εἰ
5δ’ ὁ ταλαίπωρός τινί τι χρεωστῶ, ἀφυὴς πάνυ καὶ ἐπιλήσμων.

sch nub

483b

νὴ τὸν Δία] μνημονεύω.

sch nub

485

σχέτλιος] χαλεπός.

sch nub

486a

ἔνεστι δῆτά σοι λέγειν: πάλιν ὁ Σωκράτης αὐτὸν ἐρωτᾷ· ἔχεις (487) φυσικὴν εὐστομίαν εἰς τὸ λέγειν; καὶ ὅς· λέγειν μὲν εὐφυὴς οὔκ εἰμι, (488) ἀποστερεῖν δέ, εἰ παρά τινος λάβω τι, πάνυ δεξιώτατος. πῶς οὖν δυνήσῃ μαθεῖν; καὶ ὁ Στρεψιάδης λέγει· καλῶς. τὸ “ἀμέλει δὲ περισσῶς κεῖται.

sch nub

486b

ἢ φυσικὴν εὐστομίαν ἔχεις.

sch nub

486c

486] ἤγουν εὐφυῶς ἔχεις διαλέγεσθαι.

sch nub

487a

ἔνεστ’] ἐμοί.

sch nub

487b

ἀποστερεῖν] τὰ πράγματα.

sch nub

488

ἀμέλει] ἀφρο〈ν〉τίστει· ἢ παρέλκον.

sch nub

489a

(490) ἄγε νῦν: φέρε νῦν, ἂν εἴπω τί σοι σοφὸν περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσεις, καὶ νοήσεις ταχέως; ἐπεὶ δὲ τὸ ἁρπάζειν ἐπὶ κυνῶν λέγεται, (491) ὁ Στρεψιάδης γελοίως φησί· τί δέ; ὡς οἱ κύνες μέλλω τὴν σοφίαν σιτεῖσθαι; “τί δα ἂν γραφῇ, καλῶς ἔχει.

sch nub

489b

προβάλωμαι] εἴπω.

sch nub

489c

σοφὸν] νόημα.

sch nub

490

καλῶς τὸ “ὑφαρπάσεις”, ἐπεὶ λέγουσι καὶ οἱ φιλόσοφοι· ὅτι
θήρασαι τὸ νόημα.

sch nub

491

κυνηδὸν p.i.m.] ἔπαιξε πρὸς τὸ “ὑφαρπάσεις αἰνιττόμενος τὴν κυνικὴν φιλοσοφίαν. ἴσως δὲ ἔλαβε τὸ “κυνηδόν κἀκεῖνος ἀπὸ
5τῶν κυνικῶν φιλοσόφων.Column end

sch nub

491,col 2

(v.l.) δέ] δαί.Column end

sch nub

492

ἄνθρωπος ἀμαθὴς: ὁ ἄνθρωπος οὗτος ἀμαθής ἐστιν. εἶτα ὑποστρέψας φησί· πτοοῦμαί σε, γέρον, μὴ τύπτεσθαι μέλλῃς διὰ τὴν σὴν ἀφυΐαν.

sch nub

494a

τί δρᾷς: τί δράσεις, ἄν τις σε τύπτῃ; καὶ ὁ Στρεψιάδης· εἴπω πρῶτον· (495) ὅτι τύπτομαι, ἔπειτα καρτερήσας ὀλίγον ἐκμάρτυρον τοῦτο ποιήσομαι, (496) εἶτα αὖθις καὶ πάλιν, ἀκαρῆ καὶ βράχιστον μέρος χρόνου, λιπὼν δικα‐ ζοίμην. ἀκαρῆ δὲ τὸ βραχύ· ἀπὸ τῆς βραχυτάτης πάνυ τοῦ χρόνου ῥοπῆς,
5ἐν ᾗ οὐδὲ κεῖραί τις ἂν ἰσχύσειε τρίχα.

sch nub

494b

τύπτομαι] εἴπω.

sch nub

495a

ἐπισχὼν] καρτερήσας.

sch nub

495b

μαρτύρομαι] μάρτυρας κα‐ λῶ.

sch nub

496a

ἀκαρῆ] ὀλίγον χρόνον.

sch nub

496b

δικάζομαι] εἰς δικαστήριον ἕλκω.

sch nub

497a

ἴθι νῦν κατάθου: ἴθι νῦν, φησὶν ὁ Σωκράτης, ἀπόδυσαί σου τὸ ἱμάτιον κατὰ τὸ ἔθος τῶν τότε φιλοσοφούντων· χιτωνίῳ γὰρ μόνῳ ἡμίγυμνοι ἐφιδρυμένοι ἐφιλοσόφουν. κατὰ οὖν τοῦτο τὸ ἔθος τῷ Στρεψιάδῃ· ἀπόδυσαι, εἶπεν ὁ Σωκράτης. ὁ Στρεψιάδης δὲ ὑπολαβών, ὅτι ἀποδυθῆναι τοῦτον κελεύει,
5ἢ ἵνα τὸ ἱμάτιον τούτου δῆθεν ὑφέληται ἢ καὶ γυμνωθέντα τοῦτον ἱμάσι τυπ‐ τήσῃ· ἠδίκηκα, φησί, τὶ καὶ ἀφαιρεῖσθαι βούλει ἐμοῦ τὸ ἱμάτιον ἢ καὶ τυπτῆσαί με; οὐχί, φησὶν ὁ Σωκράτης, οὔτε ἠδίκηκας οὔτε τι ἐγὼ τοιοῦτον βούλομαι διαπράξασθαι, ἀλλὰ νομίζεται καὶ νόμιμόν ἐστι φιλοσόφοις εἰς τὸ φροντιστή‐ ριον γυμνοὺς εἰσιέναι.

sch nub

497b

κατάθου] ῥῖψον.

sch nub

498

νομίζεται p.i.m.] νόμιμόν ἐστι.

sch nub

499a

ἀλλ’ οὐχὶ φωράσων: ἀλλ’ ἔγωγε, φησὶ Στρεψιάδης, οὐκ εἰσέρχομαι
φωράσων καὶ κλέψων, ἵνα τοῖς βουλησομένοις με κατασχεῖν δυσκράτητος ὦ.Column end

sch nub

499a,col 2

(3)

ἢ ἀλλ’ οὐχὶ φωράσων καὶ κα‐ τασκοπήσων δημοσίων θησαυρῶν
5εἰσέρχομαι χρήματα, ἵνα γυμνὸς ὢν μηδὲν ἀποκρύψαιμι περὶ τοὺς κόλ‐
πους καὶ τὰ ἱμάτια.

sch nub

499a

(8)

(500) κατάθου, φησὶν ὁ Σωκράτης, σοῦ τὰ ἱμάτια. τί ληρεῖς ἤγουν χέεις λόγους καὶ πολυλογεῖς; λῆροι γὰρ οἱ ῥέοντες κρουνοὶ λέγονται.

sch nub

499b

ἐπεὶ οἱ κλέπτοντες γυμνοὶ ἔκλεπτον, ἵνα μὴ ἀφαιρεθῶσι τῶν ἱματίων.

sch nub

499c

φωράσων] κλέψων.

sch nub

500

κατάθου] ῥῖψον.

sch nub

501

ὦ] καὶ ὑπάρχω.

sch nub

502a

ἐμφερὴς: ἐρωτᾷ λοιπὸν ὁ Στρεψιάδης· εἰ προθύμως μανθάνω, τίνι ὅμοιος γενήσομαι τῶν σῶν μαθητῶν; εἰπόντος τοῦ Σωκράτους· οὐδὲν διαφέρων ἔσῃ τοῦ Χαιρεφῶντος, δέον τὸν Στρεψιάδην σκιρτᾶν τε καὶ χαίρειν, ὅτι πρὸς σοφίαν ὁμοιωθήσεται τοιούτῳ ἀνδρί, οὗτος τὸ ὁμοιωθῆναι Χαιρεφῶντι κατὰ
5τὴν μορφὴν δῆθεν ὑπολαβὼν σχετλιάζει καὶ ὀδύρεται λέγων· οἴμοι ὁ κακο‐ δαίμων καὶ τρισάθλιος, ἡμιθνὴς καὶ ἡμίνεκρος γενήσομαι. ἦν γὰρ οὗτος ὁ Χαιρεφῶν τὴν ἰδέαν μέλας, ἰσχνὸς καὶ ὠχρός, ὅθεν καὶ νυκτερὶς ἐκαλεῖτο καὶ πύξινος.

sch nub

502b

τῷ] τίνι.

sch nub

502c

ἐμφερὴς] ὅμοιος.

sch nub

503

διοίσεις] διαφορὰν ἕξεις.

sch nub

505a

οὔ μὴ λαλήσῃς: οὔ μὴ λάλει καὶ πολυλόγει, καὶ φλυάρει, ἀλλ’
ἀκολούθει μοι δευρὶ καὶ ἐνταῦθα, θᾶττον καὶ ταχέως, ἀνύσας καὶ σπουδάσας.

sch nub

505b

ἀλλ’ ἀκολουθήσεις] ἀλλὰ ἀκολούθησον.

sch nub

506a

ἐς τὼ χεῖρε νῦν: τὸ ζοφερὸν τῆς οἰκίας τῆς τοῦ φροντιστηρίου ὁ Στρεψιάδης ἰδὼν πτοίᾳ κατέχεται καὶ δῆθεν ζητεῖ μελιτοῦτταν λαβεῖν εἰς τὰς χεῖρας ὡς οἱ καταβαίνοντες εἰς τὸ ἐν Λεβαδείᾳ χάσμα τοῦ Τροφωνίου. ἀλλὰ καὶ τὴν Τροφωνίου λεκτέον νῦν ἱστορίαν σοι. ἱστορία: Ἐπικάστης
5καὶ Ἀπόλλωνος, κατ’ ἄλλους Διὸς καὶ Ἰοκάστης ἢ Ἐργίνου καὶ Ἰοκάστης, γίνεται παῖς Τροφώνιος. ὕστερον δὲ γήμας αὐτὴν Ἀγαμήδης ἄρχων Στυμφάλου πόλεως Ἀρκαδίας γεννᾷ Κερκυόνα. οὗτοι τοὺς πάντας ὑπερελάσαντες τεκτονι‐ καῖς, πλέον δὲ μᾶλλον κλεπτικαῖς εὐτεχνίαις, ναὸν μὲν ἐν Δελφοῖς ἐργάζονται τῷ Ἀπόλλωνι, ἐν Ἤλιδι δὲ Αὐγείᾳ τῷ βασιλεῖ τῶν Ἠλείων ταμεῖον χρυσοῦ
10κατεσκεύασαν ἐκ μονολίθων τῶν λίθων τὰς τῶν τοίχων ἔχον οἰκοδομάς. μίαν δὲ ἁρμογὴν λίθου παρεικότες, ὡς ὑπὸ δύο ἀνδρῶν τὸν λίθον ἐκεῖνον ῥᾳδίως εἰσάγεσθαι καὶ ἐξάγεσθαι, νυκτὸς εἰσιόντες ὁ Ἀγαμήδης, ὁ Κερκυὼν καὶ ὁ Τροφώνιος ἐσύλων οὕτω τοὺς θησαυρούς. Αὐγείας δὲ ταῖς ἀδήλοις κλοπαῖς ἀπορούμενος φεύγοντος Δαιδάλου τὸν Μίνωα κἀκεῖσε ἀφικομένου περὶ τούτου
15δεῖται τούτου Αὐγείας. θηρατικὰς δὲ παγῖδας θέντος Δαιδάλου κρατεῖται Ἀγαμήδης ὁ πατρωὸς Τροφωνίου. Τροφώνιος δὲ τὴν κεφαλὴν τούτου τεμών, μή πως γνωσθεῖεν, ἀποδιδράσκει σὺν Κερκυόνι. καὶ ὁ μὲν Κερκυὼν εἰς Ὀρχο‐
μενὸν φεύγει, ἐκεῖθεν δὲ εἰς Ἀθήνας, ὁ δὲ Τροφώνιος Δαιδάλου κελεύσει ἐξιχνευόμενος ἐκ τῶν ῥανίδων τοῦ τῆς κεφαλῆς αἵματος περὶ Λεβάδειαν
20τῆς Βοιωτίας εἰς ὄρυγμα γῆς καταδύεται κἀκεῖ τελευτᾷ. λιμοῦ δὲ Βοιωτεῖς Βοιωτοὺς κατασχόντος χρησμὸς ἐδόθη παῦσιν λιμοῦ γεγονέναι, εἰ ὡς ἥρωα τοῦ λοιποῦ τιμῶσι Τροφώνιον. ἀπορούμενοι δέ, ποῦ ἂν εἴη τὸ μνῆμα αὐτοῦ, ἐντυχόντες μελισσῶν σμήνει ἀνιόντι ἀπὸ τοῦ χάσματος ἔγνωσαν τοῦτον εἶναι τὸν τόπον τοῦ μνήματος. καὶ πρῶτος πάντων Ἁρμάτιος ἐς Τροφωνίου κατέδυ. ἔκτοτε
25δὲ οἱ ἐς Τροφωνίου μαντεύσασθαι κατερχόμενοι ἐκ μελισσείου κηρία καὶ πλακοῦντας κατεῖχον διὰ τὰς ἃς ἔφην μελίσσας, ἐξ ὧν καὶ ἐγνωρίσθη τὸ μνῆμα τοῦ ἥρωος. οἱ ἐκεῖσε δὲ κατερχόμενοι ἀγέλαστοι τοῦ λοιποῦ διετέλουν, ὅθεν ἐπὶ σκυθρωπαζόντων καὶ κατηφιώντων παροιμία τις φέρεται λέγουσα· “ἐς Τροφωνίου μεμάντευσαι”.

sch nub

506a,col 2

(30)

τούτῳ τῷ Τροφωνίῳ τότε θανόντι
Ἄλκανδρος κλῆσιν υἱὸς κατελείφθη.Column end

sch nub

506b

ἀνύσας] σπεύσας.

sch nub

506c

τι] λίαν.

sch nub

507

μελιτοῦτταν] μάζαν τῷ μέλιτι δεδευμένην.

sch nub

509a

χώρει: δειλιῶντος τοῦ Στρεψιάδου διὰ τὸ τοῦ φροντιστηρίου ζοφῶδες καὶ ὑποκύπτοντος· χώρει, φησὶν ὁ Σωκράτης, τί κυπτάζεις; τὸ δὲ “ἔχωνἀττικῷ τρόπῳ περιττῶς κεῖται.

sch nub

509b

ἐρινάζειν ἐστὶ τὸ ὀλύνθους κρεμᾶν ταῖς συκαῖς.

sch nub

509c

ἔχων] περισσόν.

sch nub

509d

ἔχων] διαλογιζόμενος.

sch nub

510

ἀλλ’ ἴθι: παράβασις χοροῦ. ἀλλ’ ἴθι χαίρων: ὁ ἀλλ σύνδεσμος περισσῶς κεῖται· ἴθι χαίρων. ἕνεκα δὲ τῆς ἀνδρείας καὶ τῆς τόλμης ταύτης εὐτυχία σοι γένοιτο, ὅτι βαθεῖ γήρει χρωματίζεις, καὶ χρώζεις καὶ μορφάζεις,
σαυτὸν εἰς νεωτέρων φύσιν καὶ τὴν φιλοσοφίαν ἐπασκεῖς.Column end

sch nub

510,col 2

(5)

περὶ δὲ τῆς παραβάσεως εἶπον ἐν τῇ καταρχῇ τῆς ἐξηγήσεως τὰ παρὰ
τῶν παλαιῶν εἰρημένα καὶ τἀμά.Column end

sch nub

512

γένοιτο] εἴθε.

sch nub

513a

τἀνθρώπῳ] σοὶ τῷ.

sch nub

513b

προήκων] προβιβασθείς.

sch nub

514

προήκων ... ἡλικίας] ἤγουν
γηράσας.

sch nub

516a

μεταμείβει.

sch nub

516b

χρωτίζεται] μιγνύει καὶ μορφάζει.

sch nub

517

ἐπασκεῖ] μανθάνει.

sch nub

518a

ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς: ἐν τοῖς χοροῖς πᾶσι, μᾶλλον δὲ τοῖς ἐν παραβάσεσιν ἔλεγον οἱ κωμικοὶ ποιηταί, ἃ ἔχρῃζον γενέσθαι αὐτοῖς, ὡς οἰκείοις προσώποις τοῖς τῶν χορῶν κεχρημένοι, ὅπερ καὶ νῦν οὗτος ποιεῖ, καί φησιν· —ἀλλὰ πρῶτον τὸ ἔθος τῶν Ἀθηναίων, μᾶλλον δὲ τὸν νόμον αὐτῶν
5μοι ῥητέον καὶ τὰ προσυμβεβηκότα τῷ ποιητῇ, καὶ ταῦτα ῥᾳδίως εὐεπίγνωστα γένοιτο. νόμος ἦν Ἀθηναίοις μὴ τεσσαρακονταετῆ τινα γεγονότα μήτε δικηγορεῖν μήτε δημηγορεῖν, ἀλλὰ μηδὲ δράματα ὑπαναγινώσκειν ἐς θέατρον. τούτῳ τῷ νόμῳ καὶ ὁ κωμικὸς οὗτος εἰργόμενος πρότερον διὰ τὸ μὴ τεσσαρακονταετὴς τεσσαρακοντούτης
10ἔτι ὑπάρχειν τὰ ἑαυτοῦ τῶν κωμῳδιῶν δράματα διὰ Φιλωνίδου καὶ Καλλιστράτου τῶν ὕστερον οἰκείων ὑποκριτῶν ἀνεγίνωσκεν εἰς τὸ θέατρον. καὶ δὴ σὺν δράμασιν
ἑτέρων κωμῳδιῶν καὶ τοὺς Δαιταλεῖς δρᾶμα ἐδίδαξε δι’ αὐτῶν, ἐν ᾧ δράματι δύο εἰσήγαγε μειράκια, σῶφρον καὶ αἰσχρὸν λέγοντά τινα. καὶ πολλοῖς τῶν θεατῶν τοῦτο τὸ δρᾶμα ἐπῃνέθη ἕνεκα τοῦ νοήματος τῶν δύο τούτων μειρακίων.
15οὐ μέντοι καὶ νενίκηκεν ἐν τούτῳ ὁ ποιητής, ἀλλ’ ἡττήθη. ἐπιβὰς δὲ τοῦ τεσσαρακονταετοῦς ἔτους καὶ τοῦτο τὸ δρᾶμα τῶν Νεφελῶν δι’ ἑαυτοῦ διδάσκων ἐν τῷ θεάτρῳ, ἃ παρὰ τῶν θεατῶν αἰτεῖ αὑτῷ γεγονέναι, ἤγουν τὸ νικῆσαι, φησὶ πρὸς αὐτοὺς διὰ τοῦ χοροῦ δῆθεν τῶν Νεφελῶν αὐταῖς ὡς οἰκείῳ χρώμενος στόματι καὶ λέγων· ὦ θεαταί, πρὸς ὑμᾶς ἐλευθέρως εἴπω τἀληθῆ
20ναὶ μὰ τὸν Διόνυσον, δι’ ὃν ἐκτρέφονται καὶ γίνονται κωμῳδίαι καὶ τραγῳδίαι. εἶτα ὑποστροφῇ καὶ μεσεμβολήματι χρᾶται, ἐν ᾧ ζητεῖ, ὃ θέλει, τὸ γενέσθαι νικητὴς ἐν τῷ τῶν Νεφελῶν τῷδε τούτῳ δράματι καὶ λέγει· οὕτω νικήσαιμ’ ἐγὼ καὶ νομιζοίμην σοφός, ὡς ὑπάρχω νομίζων ὑμᾶς δεξιούς, εὐφυεῖς καὶ σοφούς. καὶ ὡς ἡγούμενος καὶ νομίζων καὶ ταύτην τὴν τῶν Νεφελῶν κωμῳδίαν δεξιώτατα
25ἔχειν καὶ δεξιωτάτως, ἀπὸ τῶν ἐμῶν κωμῳδιῶν, ἠξίωσα πρώτους ὑμᾶς ἀνα‐ γεῦσαι καὶ δοῦναι φαγεῖν, ἤτοι ἀναγνῶναι καὶ διδάξαι, ἐν ᾗ κωμῳδίᾳ πολλὴν (524) ὑπέστην δυσχέρειαν, δηλονότι καὶ ἐν ταῖς πρίν. εἶτ’ ἀνεχώρουν καὶ ὑπέστρεφον οἴκαδε κριταῖς φορτικοῖς καὶ ἀσκόποις ἡττηθεὶς οὐκ ἄξιος ὢν οὐδὲ τότε ἡττηθῆναι. ταῦτα ὑμῖν τοῖς σοφοῖς αἰτιῶμαι, ὧν ἕνεκα ἔγραφον τὰ
30τοιαῦτα. ἀλλὰ καίπερ ἡττηθεὶς τότε τοῖς Δαιταλεῦσιν ὅμως ἑκουσίως οὐ καταφρονητὴς γενοίμην τῶν σοφῶν ὑμῶν ἀκροατῶν, παρ’ ὧν ἐπῃνέθη τῆς τότε κωμῳδίας τὸ νόημα, τὸ σῶφρον μειράκιον καὶ αἰσχρόν, ὅτε παρθένος ἤμην ἐγώ, ἤτοι ὅτε εἰργόμην ἐκ νόμου ἐν τῷ θεάτρῳ κωμῳδεῖν, ἐξεθέμην δὲ τὴν τότε κωμῳδίαν ὥσπερ βρέφος, ὡς νεᾶνις δὲ ἑτέρα Φιλωνίδης καὶ Καλλίστρα‐
35τος ἀνέλαβον, ὑμεῖς δὲ τοῖς ῥηθεῖσιν ἐπαίνοις γενναίως ἐθρέψατε καὶ ἐπαιδεύσα‐ τε. ἐξ ἐκείνου τοῦ καιροῦ ἀραρότως, οὐ δισταγμῷ, ἐπίσταμαι ὑμᾶς δεξιοὺς
καὶ μεγαλογνώμονας.

sch nub

518b

ἐν τοῖς χοροῖς, μᾶλλον δὲ ταῖς παραβάσεσιν ἐξέφαινον οἱ ποιη‐ ταί, ἃ ἠβούλοντο, διὰ στόματος τοῦ χοροῦ.

sch nub

518c

προοίμιον.

sch nub

518d

παράβασις [τὸ] σχῆμα.

sch nub

518e

518 sqq.] παράβασις. ἐξ εὐνοίας.

sch nub

518f

κατερῶ] λίαν ἐρωτήσω.

sch nub

518g

ἐλευθέρως] ἀληθῶς.

sch nub

519

διότι ἐτελοῦντο τὰ ποιήματα αὐτοῦ ἐν ταῖς ἑορταῖς τοῦ Διονύσου.

sch nub

520

νομιζοίμην] νομισθῶ.

sch nub

521a

ἡγούμενος] νομίζων.

sch nub

521b

θεατὰς] ἀκροατάς.

sch nub

522a

ταύτην] τὴν κωμῳδίαν.

sch nub

522b

σοφώτατ’] σοφῶς.

sch nub

522c

τῶν] ἀπό.

sch nub

523a

ἠξίως’] ἄξιον ἔκρινα.

sch nub

523b

ἀναγεῦς’] ἀναδιδάξαι, ἀνα‐ μνῆσαι.

sch nub

524a

ἔργον] κόπον.

sch nub

524b

ἔργον] ἤγουν δυσπραγίαν.

sch nub

524c

εἶτ’] τότε.

sch nub

524d

ἀνεχώρουν] αἰνίττεται ὅτε ἐποίησε τὸ δρᾶμα τῶν Δαιταλέων.

sch nub

524e

ἀνδρῶν φορτικῶν] κριτῶν φθονερῶν.

sch nub

525a

ἄξιος ὤν] ἡττηθῆναι.

sch nub

525b

ταῦτ’] διά.

sch nub

526

οὕνεκ’] χάριν.

sch nub

527a

ὣς] οὕτως.

sch nub

527b

ὑμῶν ... προδώσω] καὶ κατ’ αὐτὸν τὸν τρόπον φαυλίσω.

sch nub

528a

οἷς] ἤγουν σοφοῖς.

sch nub

528b

καὶ λέγειν] καὶ τὸ ἐπαινεῖν.

sch nub

529a

ἐν τῷ δράματι τῶν Δαιτα‐ λέων παρήγαγε μειράκια δύο σῶφρόν
τε καὶ αἰσχρόν.Column end

sch nub

529a,col 2

χ’ ὡ (sic) καταπύγων] ὁ
μάχλος.Column end

sch nub

529b

καταπύγων] πόρνος, αἰσχρός.Column end

sch nub

529b,col 2

ἠκουσάτην] ηὐδοκίμησαν.Column end

sch nub

529c

ἄριστ’] ἀρίστως.

sch nub

529d

ἠκουσάτην] ἐπῃνέθησαν.Column end

sch nub

530,col 2

(v.l.) τυχεῖν] τεκεῖν.Column end

sch nub

530a

παρθένος] νέος.

sch nub

530b

530] νόμος ἦν μὴ εἰσελ‐ θεῖν τινα καὶ εἰπεῖν μήπω πληρώσαν‐ τα μʹ ἔτη.

sch nub

531a

ἐξέθηκα] ἐξέπεμψα.

sch nub

531b

παῖς δ’ ἑτέρα] ἄλλος ἄνθρω‐ πος ἤγουν ὁ Φιλωνίδης καὶ ὁ Καλ‐
λίστρατος.

sch nub

531c

ἀνείλετο] ἐκ μεταφορᾶς τῶν ἐκριπτομένων βρεφῶν.

sch nub

532

γενναίως] τοῖς ἐπαίνοις.Column end

sch nub

532,col 2

ἐξεθρέψατε] τὴν ποίησιν·
ἀλληγορικῶς.Column end

sch nub

533a

πιστὰ] φίλα.

sch nub

533b

ὅρκια] ἀσφάλεια ἀγάπης καὶ τὰ ἀσφαλίσματα.

sch nub

534a

νῦν οὖν Ἠλέκτρα: Σοφοκλῆς ἐν Ἠλέκτρᾳ δράματι Ἰσμήνην παράγει χοὰς ἐνεγκοῦσαν Ἀγαμέμνονος τάφῳ κείμενον πλόκαμον ἐκεῖσε γνωρίσαι Ὀρέστου. Αἰσχύλος δ’ ἐν δράματι Χοηφόροις Ἠλέκτραν φησὶ γνωρίσαι Ὀρέστου τὸν πλόκαμον. καὶ Ἀριστοφάνης δὲ νῦν λέγει πρὸς τοὺς ἐπαινέσαντας
5θεατὰς τὸ δρᾶμα τῶν Δαιταλέων· οἱ Δαιταλεῖς καὶ αἱ Νεφέλαι τὰ δράματα ἀμφότερα τέκνα ἐμά εἰσιν, ἀλλ’ οἱ μὲν Δαιταλεῖς ἐοίκασι τῷ Ὀρέστῃ τῷ ψευδῶς φημισθέντι θανεῖν, ἡ δὲ τῶν Νεφελῶν αὕτη κωμῳδία Ἠλέκτρᾳ. νῦν οὖν ἦλθε καὶ αὐτὴ ἐν τῷ θεάτρῳ κατ’ ἐκείνην τὴν Ἀγαμέμνονος Ἠλέκτραν. καὶ ὡς ἐκείνη ἐν τῷ τάφῳ Ἀγαμέμνονος Ὀρέστου τοῦ ἀδελφοῦ ἐγνώρισε τὸν
10πλόκαμον, οὕτω καὶ ἡ ἐμὴ Ἠλέκτρα, αἱ Νεφέλαι, ἦλθεν ἐν τῷ θεάτρῳ ζητοῦσα ἐφευρεῖν θεατὰς σοφούς, οἵτινες πλόκαμος καὶ κόσμος ἦσαν καὶ ἐπαινέται τοῦ τῶν Δαιταλέων δράματος, ὃ δρᾶμα Δαιταλέων Ὀρέστης ἦν αὐτῆς ἀδελφός. γνώσεται δὲ ῥᾳδίως, εἰ ἴδοι τὸν βόστρυχον καὶ τοὺς ἐπαινέτας τοῦ ἀδελφοῦ.

sch nub

534b

ἐκείνην] τὴν Ἠλέκτραν.

sch nub

535

θεαταῖς] ἀκροαταῖς.

sch nub

536

τὸν βόστρυχον] ἤγουν τοὺς ἐπαινέτας· τῆς κεφαλῆς γὰρ ἡ εὐ‐
πρέπεια οἱ βόστρυχοι.

sch nub

537a

ὡς δὲ σώφρων: ὅτι δὲ σώφρων ἐστὶ φύσει ἡ κωμῳδία τῶν ἐμῶν Νεφελῶν, Ἠλέκτρα, καὶ οὐ κατὰ τὰς τῶν ἑτέρων φλύαρος, σκέψασθε καὶ σκοπήσατε. πρῶτα μὲν γὰρ οὐκ εἰσῆλθε δέρμα ἐρυθρὸν ῥαψαμένη κεχαλασμένον καὶ μακρόν, ἐξ ἀκροῦ καὶ ἐν τῷ ἄκρῳ παχύ, εἰς τύπον παιδοσπόρου μορίου,
5ὅπως γελῶσι τὰ τοῦτο θεώμενα παιδάρια. τούτοις δὲ Ἕρμιππον τὸν κωμικὸν διασύρει καὶ Σιμέρμωνα τὸν ὑποκριτήν.

sch nub

537b

ὡς] πῶς.

sch nub

537c

ἐστὶ] ἡ κωμῳδία.

sch nub

538a

διασύρει τὸν Ἕρμιππον καὶ τὸν Σιμέρμωνα.

sch nub

538b

σκύτινον] αἰδοῖον.

sch nub

538c

καθειμένον] μακρόν.

sch nub

540a

οὐδ’ ἔσκωψε τοὺς φαλακρούς: νῦν Εὔπολιν λέγει τὸν κωμικόν. φησὶ γὰρ ὁ Εὔπολις δράματι Βάπταις· “καὶ συνεποίησα τοὺς Ἱππέας κἀδωρη‐ σάμην τῷ φαλακρῷ”.

sch nub

540b

οὐδὲ κόρδαχ’ εἵλκυσεν: τρία εἴδη ὀρχήσεων, ἐμμέλεια τραγική, σίκιννις σατυρική, ἡ κόρδαξ δὲ κωμικὴ αἰσχρῶς περιδινοῦσα τὴν ὀσφῦν.

sch nub

540c

κόρδαχ’] ἤγουν ἀπρεπῆ ὄρ‐
χησιν.

sch nub

541a

οὐδὲ πρεσβύτης: Σιμέρμων ὁ ὑποκριτὴς ἕνεκα τοῦ γελᾶν τοὺς θεωμένους τοὺς ἐγγὺς ἑστῶτας ἔτυπτε τῇ βακτηρίᾳ.

sch nub

541b

πρεσβύτης] ἤγουν ὁ Σι‐ μέρμων.

sch nub

541c

τἄπη] τῆς κωμῳδίας.

sch nub

542a

ἀφανίζων πονηρὰ σκώμματα: ἤτοι ἐν τῷ πλήττειν τοὺς παρεστῶ‐ τας ἀφανίζων καὶ συγκρύπτων τὰ φαῦλα καὶ ἀξιόσκωπτα πλημμελήματα τῶν ποιητῶν, ὧν ὑπῆρχεν ὑποκριτής.

sch nub

542b

ἀφανίζων] περικαλύπτων.

sch nub

543a

οὐδ’ εἰσῆξε δᾷδας ἔχουσα: τὸ “ἔχουσα περιττῶς. οὐδ’ ἰοὺ ἰοὺ βο, ἀλλ’ αὑτῇ καὶ τοῖς ἔπεσιν: ἀλλὰ θαρροῦσα ἑαυτῇ ἤτοι τοῖς εὐμεθόδοις νοήμασι καὶ τῇ κωμικῇ εὐτεχνίᾳ καὶ τοῖς μέτροις ἐλήλυθεν. οἱ πρὸ ἡμῶν δέ φασιν· ὅτι “πάντα, ὅσα λέγει, εἰς ἑαυτὸν τείνει. τοὺς μὲν γὰρ
5φάλητας εἰσήγαγεν ἐν τῇ Λυσιστράτῃ, τὸν δὲ κόρδακα ἐν τοῖς Σφηξί, τοὺς
δὲ φαλακροὺς ἐν Εἰρήνῃ, τὸν δὲ πρεσβύτην ἐν Ὄρνισι, τὰς δὲ δᾷδας καὶ τὸ “ἰοὺ ἰού” ἐν Νεφέλαις τῷ πρώτῳ”. οὕτω φασὶν οἱ πρὸ ἡμῶν, καὶ τάχα καλῶς. Πλὴν ἰστέον ὑμῖν, ὅτι πάντα ταῦτα καὶ οὗτος εἰσῆγεν, ἀλλὰ τὰ πλείω λόγοις μόνοις, τινὰ δὲ καὶ σχήμασι μέχρι τοῦ μετρίου προήκουσιν, οὐ μὴν δὲ δερμάτινα
10μόρια ἔχοντα, οὐδὲ δινοῦντας αἰσχρῶς τὴν ὀσφῦν, οὐδὲ δᾳσὶν ἡμμέναις τινὰ πυρακτοῦντας, οὐδὲ ἐς πολὺ θρηνῳδίας χωροῦντας ἐν τῷ λέγειν τὸ “ἰοὺ ἰού”, κἂν καὶ οὗτος πολλὰ πολλαχοῦ καταψεύδηται.

sch nub

543b

εἰσῇξε] ἡ κωμῳδία μου.

sch nub

544a

κἀγὼ μὲν: καὶ ἐγὼ μέν, φησί, τοιοῦτος ὢν ποιητὴς ἤτοι τεχνικώτατα καὶ λελογισμένα καὶ κόσμια γράφων οὐ κομῶ καὶ ἐπαίρομαι. οὐκ εἶπε δέ· οὐ κομπάζω, οὐδὲ ἁβρύνομαι, ἀλλά· οὐ κομῶ, ἵνα καὶ γέλωτα τοῖς ἀκροω‐ μένοις κινήσῃ· ἦν γὰρ φαλακρός.

sch nub

544b

αὑτῇ] ἐν ἑαυτῇ.

sch nub

544c

καὶ ... πιστεύους’] καὶ τοῖς εὐμεθόδοις θαρροῦσα νοήμασιν.

sch nub

545a

ἐπαίρομαι· ἕνεκα τοῦ γε‐ λοίου, φαλακρὸς γὰρ ἦν.

sch nub

545b

κομῶ] ἀλαζονεύομαι.

sch nub

546

οὐδ’ ὑμᾶς ζητῶ ’ξαπατᾶν: οὐδὲ ζητῶ καὶ σπεύδω ὑμᾶς ἐξαπατᾶν δὶς καὶ τρὶς τὰς αὐτὰς γράφων ἐννοίας, ἀεὶ δὲ σοφίζομαι καὶ σοφὸν πρᾶγμα
ποιῶ καινὰς ἀεὶ καὶ ξενωτέρας εἰσφέρων ἐννοίας καὶ πάσας δεξιάς.

sch nub

547a

εἰσφέρων] εἰσάγων.

sch nub

547b

σοφίζομαι] ἐκσοφίζομαι ἢ σοφὸς φαίνομαι.

sch nub

548

δεξιάς] ἐπιτηδείους.

sch nub

549a

ὃς μέγιστον ὄντα Κλέωνα: ὁ Κλέων καὶ στρατηγὸς ἄριστος ἦν καὶ γενναιότατος στρατιώτης καὶ ἱππεὺς περιδέξιος καὶ τὸν θρυλλούμενον στρατηγὸν Βρασίδαν τὸν Λάκωνα ἱππομαχίᾳ ἀντεξελάσας ἀπέκτεινεν. ἦν δὲ καὶ ῥήτωρ ὁ ἀνὴρ πυρὸς ἀποπνέων. τὸ θυμελικὸν δὲ κάθαρμα τοῦτο διεχθρεῦ‐
5σαν τοιούτῳ ἀνδρὶ τοὺς Ἱππέας τὸ δρᾶμα συνέγραψε κατ’ αὐτοῦ, οὗ καὶ νῦν μνημονεύει. μέγιστον ὄντα Κλέων’ ἔπαις’ ἐς τὴν γαστέρα: ὃς μέγαν στρατηγὸν ὄντα τὸν Κλέωνα ἐλάκτισα κατὰ τῆς γαστρός, τουτέστι γράψας κατ’ αὐτοῦ τὴν τῶν Ἱππέων κωμῳδίαν ἐποίησα πέντε ταλάντοις αὐτὸν ζημι‐ ωθῆναι, ἀνθ’ ὧν τὰ δημόσια κατήσθιε πράγματα, καὶ καταβαλὼν αὐτὸν
10οὐκέτι πάλιν ἐμπεπήδηκα αὐτῷ καὶ λελάκτικα, τουτέστι κωμῳδίαν πάλιν ἔγραψα ἑτέραν. οὗτοι δὲ οἱ λοιποὶ κωμικοὶ ἅπαξ δραξάμενοι τῆς κατὰ Ὑπερ‐ βόλου τοῦ στρατηγοῦ ἀφορμῆς τὸν δείλαιον κολετρῶσιν ἀεὶ καὶ τὴν τούτου μητέρα. τὸ “κολετρῶσιν οἱ πρὸ ἡμῶν
15λέγουσι “κατὰ τοῦ κώλου τύπτου‐
σιν”,Column end

sch nub

549a,col 2

(14)

κολετρῶσιν: οἱ πρὸ ἡμῶν τὸ
15κολετρῶσιν ἀντὶ τοῦ “κατὰ
τοῦ κώλου τύπτουσιν” λέγουσι,

sch nub

549a

(17)

καὶ ἕτερα ὅσα κενῶς μακρηγοροῦσιν· ὤφειλε γὰρ οὕτω τὸ “κω” γράφειν μέγα. ἡμεῖς δέ φαμεν· κολετρῶσι καὶ κολοβοποιοῦσι καὶ εὐτελίζουσι καὶ τρῶσι καὶ τιτρώσκουσι καὶ ὀδυνῶσι καὶ θλίβουσι ταῖς κωμῳδίαις. κῶλον γάρ, τὸ ὀστοῦν,
20μέγα· κόλον δέ, τὸ κολοβόν, μικρόν, ὡς τὸ
πῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ.

sch nub

549b

ἤγουν ἔγραψα κωμῳδίαν κατ’ ἐκείνου τὴν τῶν Ἱππέων.

sch nub

549c

Κλέων’] τόν.

sch nub

549d

εἰς τὴν γαστέρα] ὡς ἅρπαγα καὶ λαίμαργον.

sch nub

550

ἐσαῦθις] πάλιν, δισσῶς.

sch nub

551a

οὗτοι] ἕτεροι κωμικοί.

sch nub

551b

ἅπαξ] ποτέ.

sch nub

551c

Ὑπέρβολος] στρατηγὸς Ἀ‐ θηναίων.

sch nub

552a

τοῦ] χάριν.

sch nub

552b

κολετρῶς’] κολοβοποιοῦσι, ὑβρίζουσι, τιτρώσκουσι, εὐτελίζουσι.

sch nub

552c

τὴν μητέρα] ὡς ἀρτοπώλισ‐
σαν.

sch nub

553a

Εὔπολις μὲν τὸν Μαρικᾶν: ὁ Εὔπολις μὲν γάρ, φησί, τὸν Μαρικᾶν δρᾶμα παρείλκυσεν, παρέσυρεν, εἵλκυσεν, ἔγραψεν καθ’ Ὑπερβόλου ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας, ἤτοι τὸ νόημα τοῦ ἐμοῦ δράματος τῶν Ἱππέων, τὸ περὶ τῶν ἐγχέλεων, τό, ὅτι οἱ μέλλοντες ἐγχέλεις θηρᾶσαι, εἰ μὴ ταράξουσι τὸν
5ποταμόν, λαβεῖν αὐτὰς οὐκ ἰσχύουσιν.

sch nub

553b

Εὔπολις ... Μαρικᾶν] ποιη‐ τὴς κωμικὸς καὶ τὸ ποίημα.

sch nub

553c

Μαρικᾶν] ὄνομα δράματος.

sch nub

553d

παρείλκυσεν] παρήγαγεν.

sch nub

554a

ἐκστρέψας] μεταλλάξας.Column end

sch nub

554a,col 2

ἐκστρέψας] συλήσας, μετα‐
βαλών.Column end

sch nub

554b

κακὸς] ὤν.

sch nub

554c

κακῶς] δράσας.

sch nub

555a

προσθεὶς αὐτ: ὁ Εὔπολις, φησί, καθ’ Ὑπερβόλου τὸν Μαρικᾶν ἔγραψε μεταστρέψας μετατρέψας τὸ νόημα τῶν ἐμῶν ἐγχέλεων τῶν ἐν τοῖς Ἱππεῦσι καὶ προσθεὶς αὐτῷ, τῷ Μαρικᾷ δράματι, γραῦν μεθύσην, τὴν μητέρα δῆθεν Ὑπερβόλου, ἣν ἔλεγον ἀρτοπώλιδα εἶναι.

sch nub

555b

αὐτῷ] ἐν.

sch nub

555c

τοῦ κόρδακος] τοῦ γελοίου.

sch nub

556a

ἣν Φρύνιχος: ἣν γραῦν ὁ κωμικὸς Φρύνιχος προεποίησεν εἰς τύπον Ἀνδρομέδας παρὰ τοῦ κήτους ἐσθιομένην. γραῦν δὲ Ἀνδρομέδαν ἐποίησε Φρύνιχος ἕνεκα τοῦ κωμικοῦ γέλωτος, ὡς καὶ οὗτός φησι· τοῦ κόρδακος οὕνεκα καὶ τῆς γελοίας ὀρχήσεως. τὸ δὲ ὅλον τοιοῦτον· ὁ Εὔπολις ἐν τῷ Μαρικᾷ
5δράματι μεταστρέψας μετατρέψας τὸ ἐμὸν νόημα τῶν Ἱππέων ἐχρήσατο τούτῳ, προσέθετο δὲ καὶ γραῦν μεθύσην σφετερισάμενος ταύτην ἐκ δράματος Φρυνίχου. (557) εἶτα, φησί, καὶ ὁ Ἕρμιππος καὶ ἕτεροι κωμικοὶ ἐρείδουσι καὶ ἤρεισαν καὶ ἐπεστήριξαν λόγους καὶ κωμῳδίας κατὰ Ὑπερβόλου τὰς εἰκοῦς καὶ εἰκόνας καὶ τὰ νοήματα μιμούμενοι τῶν ἐμῶν ἐγχέλεων. ἃ δὲ λέγουσιν οἱ σχολιογράφοι
10περί τε τοῦ Μαρικᾶ δράματος καὶ τῶν Νεφελῶν καὶ χρόνου τελευτῆς Κλέωνος, κενολογίαι εἰσίν. ἐν τῷ εἰπεῖν γὰρ Ἀριστοφάνης· “κειμένῳ τῷ Κλέωνι”, καὶ “ἐκπεπτωκότι” δηλοῖ “τῆς ἀρχῆς” καὶ “τεθνηκότι”, καὶ οὐ μέμνηται, ὥς φασιν οὗτοι, τούτου ὡς ζῶντος, ἀλλ’ ὡς τεθνηκότος καὶ λοιπὸν λέλυται ἡ πανήγυρις καὶ ἡ πᾶσα τούτων μακρηγορία. τὸ δὲ “ὡς ξυνοίσει καὶ συμφέρει,
15ἢν Κλέωνα 〈...〉 δώρων ἑλόντες καὶ κλοπῆς 〈...〉 φιμώσετε τού‐ του ξύλῳ τὸν αὐχένα, διδάξομαι πανηγυρικῆς ἰδέας ἐστίν, ἣ χρᾶται τοῖς ἐνεστῶσι καὶ μέλλουσιν ἀντὶ χρόνων παρῳχημένων.

sch nub

556b

κωμῳδοποιητὴς ὁ Φρύνι‐ χος. εἰσῆγε δὲ γραῦν τινά ποτε ἐν κωμῳδίᾳ.

sch nub

558

ἐρείδουσιν] ἤρεισαν, ἐπεστή‐ ριξαν καὶ κωμῳδίαν ἔγραψαν κατὰ
τοῦ Ὑπερβόλου.

sch nub

559a

ἐμνήσθη γὰρ ἐν τοῖς Ἱππεῦ‐ σι τῶν ἐγχέλεων. αἱ ἐγχέλυς γάρ, ὅταν μέλλωσι πιεῖν, ταράσσουσι τὸ ὕδωρ καὶ ἔπειτα πίνουσιν. δηλονότι
5ἐποίησαν καὶ ἐμὲ ἐκεῖνοι οὕτως· ἐτάραξαν τὰ ἐμὰ ποιήματα κλέπτον‐ τες ἀπ’ ἐκείνων τὰς ἐννοίας.

sch nub

559b

εἰκοῦς] εἰκόνας.

sch nub

560a

ὅστις οὖν τούτοισι γελ: ὃς οὖν τοῖς τούτων ποιήμασιν ὡς δεξιοῖς εὐφραίνεται, τοῖς ἐμοῖς μὴ χαιρέτω· ἢν δ’ ἐμοὶ καὶ τοῖς ἐμοῖς εὑρήμασι καὶ νοήμασιν εὐφραίνησθε, εἰς τοὺς μετὰ ταῦτα ἐνιαυτοὺς λογισθείητε φρονοῦντες ἤτοι οὐ διαβληθείητε διαβληθήσεσθε ἐμοὶ κωμῳδούμενοι.

sch nub

560b

560] ὡραῖον.

sch nub

560c

τούτοισι] τοῖς ποιηταῖς.

sch nub

560d

γελᾷ] εὐφραίνεται.

sch nub

561

εὑρήμασιν] ποιήμασιν.

sch nub

562

ὥρας] πανηγύρεις.

sch nub

563a

ὑψιμέδοντα μὲν θεῶν: οἱ μὲν χοροῦ μέλος τοῦτό φασιν, οἱ δὲ ἐπίρρημα· ἐμοὶ δὲ περὶ τούτων ἐν τῷ προοιμίῳ ἐρρέθη ὡς οἶμαι οἴομαι σαφῶς, πλατέως, περιληπτικῇ συντομίᾳ καὶ κάλλιστα τὰ Διονυσίῳ καὶ Κράτητι καὶ Εὐκλείδῃ περὶ τούτων ῥηθέντα εἰκαῖα ἐλέγξαντι.
5ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω. περὶ δὲ τῶν τῇδε μέτρων πολλάκις ἔφην, ὡς οὐκ ἀνασχοίμην ἐπ’ αὐτοῖς πόνων ματαίων ἀνορθῶν ταῦτα, ὡς οὐ λύραν ὄνων ὠτίοις κρουσαίμην. ὁ νοῦς δὲ σύμπας τοῦ παρόντος χωρίου ἐστὶν οὗτος· ὁ χορὸς τῶν Νεφελῶν πρῶτα μὲν ἐν εὐχῆς μέρει εἰς πρὸς βοήθειαν ἐλθεῖν ἑαυτοῦ ἐπικαλεῖται Δία, Ποσειδῶνα,
10Ἀέρα, Ἥλιον. εἶτα στραφεὶς τοῖς θεαταῖς διαλέγεται περὶ ὧν βούλεται. μέλος δὲ χοροῦ λέγουσι τοῦτο οἱ παλαιοὶ στίχων κώλων δεκατριῶν, τὰ δὲ ἐπιρρή‐ ματα ἀνὰ στίχων εἴκοσι τροχαϊκῶν τετραμέτρων καταληκτικῶν. ἀλλὰ φέρε, καὶ εἴ τι κατὰ λέξιν ἢ νοῦν δυσχερές ἐστιν ἐνταυθοῖ, σαφηνίσωμεν.

sch nub

563b

ᾠδὴ καὶ στροφή.Column end

sch nub

563b,col 2

ἐπίρρημα 〈ἢ〉 μέλος χοροῦ.Column end

sch nub

563c

μέλος.

sch nub

566a

μεγασθενῆ τριαίνης ταμίαν: τὸν μεγαλοδύναμον ταμίαν, φύλακα καὶ ἐξουσιαστὴν τῆς τριαίνης καὶ τῶν τρικυμιῶν, Ποσειδῶνα, τὸν μοχλευτὴν καὶ κινητὴν γῆς καὶ θαλάσσης. οἱ σεισμοὶ γὰρ κατὰ τὴν τῶν πλειόνων σοφῶν δόξαν ἐκ τοῦ ὕδατος γίνονται. καὶ οἱ λέγοντες τοὺς σεισμοὺς ἐκ πνεύματος
5γίνεσθαι καὶ οἱ ἄλλο τι τοιοῦτο φυσικευόμενοι ἐκ τοῦ ὕδατος ὁμολογοῦσι καὶ ἄκοντες τούτους γίνεσθαι· καὶ ὁ ἀὴρ γὰρ ὕδωρ ἀραιωθέν ἐστιν. κἂν κατασπάσει γῆς μερῶν τῶν ἐν ταῖς κοιλάσιν αὐτῆς, πάλιν ὕδωρ φασίν· ὑγρότητι γὰρ βαρυνθέντα τὰ κοῖλα τῆς γῆς κατασπᾷ. ἐῶ τὰ λοιπά.

sch nub

566b

τρίαινά ἐστιν ἀήρ, πνεῦμα ζωτικὸν διὰ πάσης χωρητικὸν οὐσίας.

sch nub

566c

566] τὸν Ποσειδῶνα.

sch nub

566d

τριαίνης] ἀλληγορικῶς τῶν τρικυμιῶν.

sch nub

566e

ταμίαν] φύλακα.

sch nub

568

μοχλευτήν] κινητήν.

sch nub

569

μεγαλώνυμον ἡμέτερον πατέρα: μεγαλώνυμον τὸν ἀέρα φασὶν
ὡς πᾶσι περιθρυλλούμενον ἢ ὅτι καὶ αἱ φωναὶ πλήξει ἀέρος γίνονται.

sch nub

570a

Αἰθέρα: καταχρηστικῶς παραχρηστικῶς νῦν τὸν ἀέρα. σεμνότατον: τίμιον. βιο‐ θρέμμονα: ὅτι καὶ τὰ ἐκ γῆς φυόμενα καὶ πᾶν γένος ζῴων ἀναπνεόντων τρέφεταί τε καὶ ζῇ εἰσπνέον ἀέρα. πατὴρ δὲ νεφελῶν ὁ ἀήρ, ὅτι παχυνθεὶς εἰς νέφος μετατρέπεται.

sch nub

570b

Αἰθέρα] καταχρηστικῶς τὸν ἀέρα.

sch nub

571a

τόν θ’ ἱππονώμαν: καλῶς φησιν ὁ χορὸς νεφελῶν τὸν Δία, Ποσει‐ δῶνα, Ἀέρα καὶ τὸν ἱππονώμαν καὶ διφρευτὴν ἵππων, Ἥλιον, ὃς ὑπερλάμπροις ἀκτῖσι κατέχει τὸ πέδον τῆς γῆς, ἤγουν τὴν γῆν περιφραστικῶς, μέγας ὑπάρχων δαίμων καὶ θεός, ἔν τε θεοῖς καὶ στοιχείοις, καὶ ἐν ἀνθρώποις καὶ
5τοῖς ἀνθρωπίνοις πράγμασιν. ἱππονώμαν δὲ τὸν ἥλιον λέγει, ὅτι διὰ τὸ τάχος αὐτὸν μὲν ἵππων ἐμπύρων διφρευτὴν ζωγραφοῦσιν, ἵππων διὰ τὸ τάχος, ἐμπύρων διὰ τὸ ἔμπυρον τῆς αὐτοῦ φύσεως. τὴν δὲ σελήνην ὡς τούτου βραδυτέραν τὴν κίνησιν ἔχουσαν καὶ ὡς συνεργὸν γεωργοῖς διὰ τὴν ὑγρότητα ζωγραφοῦσιν ἐπὶ βοῶν ὀχουμένην.

sch nub

571b

βιοθρέμμονα] τὸν τρέφοντα τοὺς καρπούς.

sch nub

572a

τόν θ’ ἱππονώμαν] ἤγουν τὸν ἥλιον.Column end

sch nub

572b,col 2

ἱππονώμαν] ἔμπυρον.

sch nub

573

γῆς πέδον] ἀττικὴ περίφρασις. τοιοῦτόν ἐστι καὶ τὸ λέγω λόγον.

sch nub

575a

ὦ σοφώτατοι θεατα: μετὰ τὴν εὐχὴν στραφεὶς ὁ χορὸς πρὸς τοὺς θεατὰς λέγει· ὦ σοφώτατοι θεαταί, δεῦρο καὶ ἐνταῦθα, προσέχετε καὶ προσκολλᾶτε, τὸν ὑμέτερον νοῦν, ἤτοι προσέχετε τοῖς ἡμετέροις λόγοις. ἠδικη‐ μέναι γὰρ ὑμῖν καὶ παρ’ ὑμῶν, μεμφόμεθα καί φαμεν, ἐναντίον καὶ φανερῶς
5καὶ κατὰ πρόσωπον ὑμῶν, τὰ δι’ ἃ μεμφόμεθα ὑμῖν. οὐ θύετε γὰρ καὶ σφα‐ γιάζετε, ἡμῖν ζῷα, οὐδὲ σπένδετε καὶ ἐπιχέετε, οἶνον, μόναις ἐκ τῶν λοιπῶν θεαινῶν, αἵτινες ἡμεῖς πλεῖστα τῶν ἄλλων πάντων θεῶν ὠφελοῦμεν ὑμῖν καὶ τῇ πόλει καὶ φυλάσσομεν ὑμᾶς. ἢν γὰρ ᾖ καὶ ὑπάρχῃ καὶ γίνηται, τὶς ἔξοδος καὶ δαπάνη (ἢ ἔξοδος καὶ ἐκστρατεία), μηδενὶ ξὺν νῷ, ἤτοι μὴ μετὰ
10συνέσεως καὶ σκοποῦ, τότ’ ἢ βροντῶμεν ἢ ψεκάζομεν.

sch nub

575b

ἐπίρρημα.Column end

sch nub

575b,col 2

στροφὴ 〈ἢ〉 ἐπίρρημα οἵδε.Column end

sch nub

575c

θεαταί] ἀκροαταί.

sch nub

575d

δεῦρο ... προσέχετε] πρὸς τοῖς εἰρημένοις κέκτησθε τὸν νοῦν.

sch nub

576a

ὑμῖν] παρ’ ὑμῶν.

sch nub

576b

ἐναντίον] φανερῶς.

sch nub

578a

δαιμόνων] ἀπὸ τῶν.

sch nub

578b

σπένδετε] θυσιάζετε.

sch nub

579

ἔξοδος] δαπάνη ἢ ἐκστρατεία.

sch nub

580

μηδενὶ ξὺν νῷ] μὴ μετὰ συνέσεως καὶ σκοποῦ ἢ ἀβούλως καὶ
ἀσυνέτως.

sch nub

581a

εἶτα τὸν θεοῖσιν ἐχθρὸν: τὸ “εἶτα νῦν οὐ “μετὰ ταῦτα”, ἀργῶς δὲ ὡς παραπληρωματικὸς κεῖται σύνδεσμος. ὁ νοῦς δὲ τοῦ ἐνταῦθα χωρίου οὗτός ἐστιν· ὁπότε ᾑρεῖσθε καὶ προεκρίνετε καὶ ἐλαμβάνετε, στρατηγὸν τὸν Κλέωνα, τὸν θεοῖς ἐχθρὸν βυρσοδέψην, ἤτοι σκυτέα τὸν δεψοῦντα καὶ μαλάσσον‐
5τα καὶ ἐργαζόμενον τὰς βύρσας, τὸν Παφλαγόνα καὶ παφλάζοντα καὶ λαῦρα τῇ γλώττῃ στωμυλλόμενον, οὐκ ἀνεχόμεναι τοῦτο βλέπειν ἡμεῖς τὰς ὀφρῦς συνήγομεν, ἤτοι ἐσκυθρωπάζομεν καὶ συννεφῆ τὸν οὐρανὸν ἐποιοῦμεν, βρονταὶ δὲ καὶ ἀστραπαὶ κατερρήγνυντο καὶ ὁ ἥλιος τοῖς νέφεσι τὰς ἀκτῖνας ἀπέκρυψεν, ἡ σελήνη δ’ ἐξέλιπεν, ἤτοι πέπονθεν ὑποσκίασιν. ἀλλ’ ὅμως ὑμεῖς τοῦτον
10εἵλεσθε στρατηγόν. οὗτος μέν ἐστιν ὁ νοῦς. λεκτέον δ’ ἡμῖν καὶ λέξεις καὶ ἱστορίας τινάς. ἐχθρῶς διακειμένοις ἀλλήλοις Ἀθηναίοις καὶ Λάκωσιν ὁ Ἀλκισθένους υἱὸς Δημοσθένης καὶ Νικίας οἱ στρατηγοὶ Λακεδαιμονίων χωρία πολιορκοῦντες, Πύλον, Κορυφάσιον καὶ Σφακτηρίαν, οὐδὲν ἤνυον. ἤνυττον. Κλέων δ’ ὑπέσχετο
15Ἀθηναίοις, εἰ αἱρεθῇ στρατηγὸς εἰς τοῦτον τὸν πόλεμον, εἴσω τριάκοντα ἡμερῶν δουλαγωγῆσαι τῇ Ἀττικῇ Λάκωνας τοὺς ἐν οἷς ἔφην χωρίοις οἰκοῦντας καὶ πόλεσιν ἐκεῖνα πεπορθηκώς. ὃ καὶ πεποίηκεν ὁ γενναιότατος στρατηγός. οὗτος δὲ δυσμεναίνων τοιούτῳ ἀνδρὶ σχεδιάζει βροντὰς γεγονέναι καὶ ἀστραπὰς καὶ σεληναίαν δὲ ὑποσκίασιν τῇ χειροτονίᾳ τῆς στρατηγίας τοῦ Κλέωνος
20οἱονεὶ δῆθεν καὶ τῶν στοιχείων ἀγανακτούντων ἐπὶ τῇ τούτου εἰς στρατηγίαν προκρίσει. (587) ὅμως, φησί, τὰ δύσβουλα τῆς πόλεως Ἀθηναίων εἰς ἀποτέλεσμα εὔβουλον τρέπουσιν οἱ θεοί. ἀλλὰ πρότερον τοῦτο φραστέον μοι. ὁ μεμψιμοιρῶν ἄλλοις καὶ λέγων ἐκείνους μὲν ἀεὶ λέγειν καὶ γράφειν, καθ’ οὗ ἅπαξ συμβῇ
25τούτοις εἰπεῖν, ὥσπερ ἐποίησαν οὓς εἶπεν εἰς τὸν Ὑπέρβολον, ἐγὼ δὲ εἰς ἅπαξ
τοῦτο ποιῶ, πῶς τοσαῦτα τοσαυταχοῦ ληρεῖ κατὰ Κλέωνος; πρῶτα τοῦτο ῥητέον μοι, εἶτα ἔπειτα τὴν ἱστορίαν τῆς δυσβουλίας. ἐκείνους ὁ ἀλιτήριος ἴσως λέγει κατά τινων ὅλας κωμῳδίας πολλάκις ἐκτίθεσθαι, οὗτος δὲ ἅπαξ ἐκτίθησι κατά τινος κωμῳδίαν. δευτέραν δὲ ὅλην κατ’ αὐτοῦ κωμῳδίαν οὐκ ἐκτίθεται,
30ἐκείνου δὲ βραχυλογίαις τισὶ μνημονεύει πολλάκις. νῦν δὲ καὶ περὶ τῆς δυσβου‐ λίας λεκτέον μοι.

sch nub

581b

διασύρει τὸν Κλέωνα ἀπὸ τοῦ παφλάζειν καὶ λαῦρα στωμυ‐ λευόμενον.

sch nub

581c

εἶτα] ἀργὸν ὡς παραπλη‐ ρωματικὸς σύνδεσμος.

sch nub

581d

βυρσοδέψην] δεψῶ τὸ μα‐ λάσσω.

sch nub

582a

ᾑρεῖσθε] προεκρίνετε.

sch nub

582b

τὰς ... συνήγομεν] ἐστυ‐ γνάζομεν.

sch nub

583

ἐρράγη] ἐξεφωνήθη.Column end

sch nub

583,col 2

βροντὴ ... ἀστραπῆς] πνεῦμα γὰρ κινεῖ τὰς νεφέλας, ὃ τῇ τριβῇ
ἀστραπὴ γίνεται.

sch nub

585a

τὴν θρυαλλίδ’] ἤγουν τὸ φῶς,
τὴν ἀκτῖνα.Column end

sch nub

585a,col 2

τὴν θρυαλλίδ’] νῦν τὴν
ἀκτῖνα.Column end

sch nub

585b

ξυνελκύσας] συνάξας.

sch nub

586a

φανεῖν] λάμψειν.

sch nub

586b

Κλέων] ὁ.

sch nub

587a

φασὶ γὰρ 〈...〉 τῇ πόλει: ἄριστος ῥήτωρ ὢν ὁ μιαρώτατος οὗτος καὶ προτείνας, ὅτι τότε πόλλα σημεῖα γέγονε καὶ ἀπαίσια, καὶ ὥσπερ σκυθρωπά‐ ζοντα ἔλεγεν ἀγλώσσῳ τῷ λόγῳ· οὐ χρὴ Κλέωνα στρατηγὸν γεγονέναι—ἔδει δὲ τῇ προτάσει καὶ τὴν ἀπόδοσιν προσφυᾶ γεγονέναι, τὸ ἡττηθῆναι Κλέωνα
5καὶ τὰς Ἀθήνας αἰσχύνῃ περιβαλεῖν, γέγονε δὲ πᾶν τοὐναντίον—δεδιώς, μή πως τις αὐτῷ ἀπαντήσοι νέος ἢ παλαιὸς λέγων· ὦ ἀλιτήριε, εἰ σημεῖα ταῦτα ἦν τοῦ κακῶς βουλεύσασθαι Ἀθηναίους καὶ ἑλέσθαι στρατηγὸν Κλέωνα, ὤφειλε Κλέων μὲν ἡττηθῆναι κακῶς στρατηγήσας, ἀτιμία δὲ καὶ αἰσχύνη γενέσθαι τῇ πόλει τῇ τοῦτον στρατηγεῖν ἑλομένῃ, τοῦτο γοῦν δαιμονίως τὸ
10ἀντιπίπτον ὁ ἀλιτήριος λύει ἀφ’ ἱστορίας τοιᾶσδε. ἱστορία: Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρίνοντο, τίς αὐτῶν ἄρξει τῆς Ἀττικῆς. ἡττηθεὶς οὖν Ποσειδῶν ἐποίησε βουλεύεσθαι κακῶς Ἀθηναίους, Ἀθηνᾶ δὲ τούτοις χαριζομένη τὰς δυσβουλίας τούτων μετέστρεψε βέλτιστον ἔχειν τὸ ἀποτέλεσμα.

sch nub

587b

εἵλεσθε] στρατηγόν.

sch nub

587c

φασὶ] μυθεύονται.

sch nub

588a

ταῦτα] διὰ τοῦτο.

sch nub

588b

τοὺς θεοὺς] εὐχόμεθα.

sch nub

590a

ὡς] πῶς.

sch nub

590b

ξυνοίσει] καὶ ὠφελήσει.

sch nub

591a

ἢν Κλέωνα τὸν λάρον: βορόν, φάγον· ὁ λάρος γὰρ ὁλοκλήρους ἰχθύας καταβροχθίζει. εἰ τοῦτον οὖν ἑλόντες καὶ κατασχόντες, δωροληψιῶν, καὶ φιμὸν καὶ δεσμὸν ξύλινον, ἐπιβάλητε τῷ αὐχένι αὐτοῦ καὶ τῇ χειρί, ἐπὶ τὸ βέλτιον πάλιν ἡ πόλις καταστῇ.

sch nub

591b

λάρον] ἅρπαγα.

sch nub

591c

δώρων] διά.

sch nub

592

ξύλῳ] κύφωνι.

sch nub

594

ξυνοίσεται] ἀποβήσεται.Column end

sch nub

594,col 2

συνοίσεται] εἰσαχθῇ.Column end

sch nub

595a

ἀμφί μοι αὖτε Φοῖβε: ὁ χορὸς τῇ ἐπικλήσει τῶν θεῶν κατέληξεν εἰς τὸν ἥλιον. εἶτα μεταστραφείς, ἃ εἶπεν, εἶπε τοῖς θεαταῖς. νῦν οὖν πάλιν ἐπανακάμπτει καί φησι πρὸς τὸν ἥλιον τὸν αὐτὸν λεγόμενον καὶ Ἀπόλλωνα, ὡς καὶ τὴν σελήνην Ἄρτεμιν· ὦ Ἥλιε, Δήλιε ἄναξ καὶ θεέ, Φοῖβε φῶς βίου,
5ὁ ἔχων καὶ κατοικῶν, τὴν ὑψικέρατα καὶ ὑψικέρατον καὶ ὑψηλήν, πέτραν τῆς
Κύνθου ἤτοι τὴν Κύνθον αὐτήν—ἡ δὲ Κύνθος ὄρος τῆς Δήλου ἐστίν—, ἀμφί μοι ἀντὶ τοῦ “ἀμφὶ ἐμοί” ἤτοι παρ’ ἐμοί, ἵστασο καὶ βοήθει μοι. ἡ Ἄρτεμίς τε καὶ ἡ σελήνη, ἡ μάκαιρα καὶ μακαρία, ἥτις ἐν Ἐφέσῳ ἔχεις καὶ οἰκεῖς, πάγχρυσον ἤτοι πολύχρυσον, οἶκον καὶ ναόν, ἐν ᾧ ναῷ σε τιμῶσιν αἱ λυδικαὶ κόραι ἤτοι
10παρθένοι. οὐ Λυδίας ἡ Ἔφεσος ἦν. Κροίσου δὲ πολιορκεῖν αὐτὴν μέλλοντος Ἐφέσιοι σπαρτίον ἐξάψαντες ἀπὸ τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος μέχρι τῆς πόλεως ἱκανοὺς σταδίους ἀπέχοντος τὴν πόλιν ἀνέθεντο τῇ Ἀρτέμιδι. καὶ οὕτω Κροῖσος μετὰ Λυδῶν ἀπέστη πολιορκίας Ἐφέσου. ἔκτοτε δὲ μετ’ Ἐφεσίων κοινῇ Λυδοὶ
15καὶ Λυδαὶ ὁλοκαυστώμασι, σπονδαῖς, θυηλαῖς καὶ λοιποῖς ἐτίμων τὴν Ἄρτεμιν.

sch nub

595b

ἀντιστροφή.

sch nub

595c

μέλος.

sch nub

595d

ἀμφί μοι] περιΐστασο καὶ βοήθει μοι.

sch nub

595e

ἄναξ] ὦ.

sch nub

596a

Δήλιε] ὦ.

sch nub

596b

Κυνθίαν] ὄρος Δήλου.

sch nub

596c

ἔχων] ὁ.

sch nub

597a

ὑψικέρατα] ὑψικέρατον.

sch nub

597b

πέτραν] τήν.

sch nub

598a

ἥ τ’] ἥτις.

sch nub

598b

μάκαιρα] ἡ Ἄρτεμις ἤγουν
ἡ σελήνη.

sch nub

599

ἐν ᾧ] ἐν τῷ οἴκῳ.

sch nub

600

σέβουσιν] τιμῶσιν.

sch nub

601

τ’ ἐπιχώριος: οὐδὲν ἐνταῦθα περινενοημένον οὐδὲ βαθύ, τὸ πᾶν δὲ λίαν σαφέστατον. ἥ τ’ ἐπιχώριος ἡμῶν θεὸς Ἀθηνᾶ, ἡ πολιοῦχος καὶ συνέχουσα καὶ φρουροῦσα τὴν πόλιν, ἡ ἡνίοχος τῆς αἰγίδος ἡ περιστρέφουσα καὶ κινοῦσα τὸ τοῦ Διὸς ὅπλον, τὴν αἰγίδα. ἀπὸ κοινοῦ τὸ “παρίστασο” καὶ
5βοήθει ἡμῖν.

sch nub

602

ἡνίοχος] ὁ κυβερνήτης.

sch nub

603

ὁ Διόνυσός τε ὁ τοὺς κώμους καὶ τὰ συμπόσια ποιῶν, ὃς οἰκῶν τὴν παρνασίαν πέτραν ἤτοι τὸν Παρνασόν—ὁ δὲ Παρνασὸς ὄρος Φωκίδος ἐστί—σὺν πεύκαις καὶ δᾳσὶ σελαγεῖ καὶ λαμπρὸν φῶς ὑπανάπτει ἐμπρέπων καὶ διαπρεπῶς καὶ λαμπρῶς ὁρώμενος ταῖς δελφικαῖς Βάκχαις ταῖς οὔσαις ἐκ Παρνασοῦ καὶ
5Δελφῶν καὶ Φωκίδος.

sch nub

605

Βάκχαις] δούλαις.

sch nub

607a

ἡνίχ’ ἡμεῖς: πάλιν πρὸς τοὺς θεατάς φησιν ὁ χορός· ἡνίκα παρε‐ σκευάσμεθα ἐνταῦθα ἐλθεῖν, ἡ σελήνη συναντήσασα ἡμῖν ἐπέστειλε καὶ ἐπέτειλε καὶ ἐνετείλατο, φράσαι καὶ εἰπεῖν, πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις, εἶτα ὀργίζεσθαι ἔφασκεν ὑμῖν. λυσιτελοῦσαν γὰρ εἰς πολλὰ καὶ
5ὠφελοῦσαν ὑμᾶς βλάπτεσθαι ταύτην παρ’ ὑμῶν μὴ τηρούντων τὰς σεληναίας ἡμέρας, ἀλλὰ συγχεόντων, ἐξ ἧς συγχύσεως ἡμερῶν μὴ λαμβάνοντες οἱ θεοὶ τὰς θυσίας ἐν ταῖς προσφόροις αὐτῶν ἑορταῖς ἀγανακτοῦσι κατ’ αὐτῆς. καὶ ὅταν
θύειν ἁρμόδιον, ὑμεῖς στρεβλοῦτε καὶ δικάζετε. τὰς τοιαύτας δαιμονίας τοῦ δαιμονίου τούτου σὺν παιγνίοις παραινέσεις ὑπερθειάζω καὶ ὑπεράγαμαι. ἡ
10τῇδε διάνοια πᾶσα ἐρρέθη μοι σχεδὸν καὶ αἱ λέξεις, ῥητέον δ’ ἡμῖν ὅ τι εἴ τι παραλέλειπται.

sch nub

607b

παράβασις.Column end

sch nub

607b,col 2

ἀντεπίρρημα.Column end

sch nub

607c

δεῦρ’ ἀφορμᾶσθαι] ἐνταῦθα ἐλθεῖν.

sch nub

608a

συντυχοῦς’] συναντήσασα.

sch nub

608b

ἐπέστειλε] ὥρισε καὶ προσ‐ έταξε.

sch nub

609

πρῶτα μὲν χαίρειν: ἀρχαῖον ἔθος ἦν ταῖς ἐπιστολαῖς τὸ “χαίρειν” προτάσσειν Κλέωνος μετὰ τὴν πόρθησιν Πύλου, Κορυφασίου καὶ Σφακτηρίας οὕτω γράψαντος πρώτου· Κλέων χαίρειν Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις, μᾶλλον δέ· Κλέων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.

sch nub

610

πεπονθέναι] παρ’ ὑμῶν τῶν Ἀθηναίων.

sch nub

611a

ὠφελοῦς’] ἡ σελήνη.

sch nub

611b

ἐμφανῶς] ἐμπράκτως.

sch nub

612a

δραχμήν: δραχμή ἐστιν ἓξ ὀβολοὶ ἤτοι σταθμὸς κερατίων ὀκτωκαί‐
δεκα· ὁ ὀβολὸς γὰρ σταθμῷ ἐστι τρία κεράτια.

sch nub

612b

μὲν] οὖν.

sch nub

612c

δραχμήν] ἀνηλίσκετο.

sch nub

614a

μὴ πρί: μὴ ὠνήσῃ. “μὴ ἀγοράσῃς” δὲ τεχνικῶς καὶ κυρίως “μὴ ἐν ἀγορᾷ διατρίψῃς” φησίν.

sch nub

614b

πρίῃ] ἀγόρασαι.

sch nub

614c

παῖ] ὦ.

sch nub

615a

ἄλλα τ’ εὖ δρᾶν φησιν ὑμᾶς: καὶ ἄλλα μυρία ἀγαθά φησιν ἡ σελήνη ποιεῖν ὑμᾶς καὶ ὑμῖν ἢ εἰς ὑμᾶς, καὶ οὐκ ἄγειν καὶ ἀριθμεῖν, ὑμᾶς τὰς ἡμέρας ὀρθῶς κατ’ οὐδέν, ἀλλ’ ἄνω καὶ κάτω ἤτοι πεφυρμένως, κυδοιδοπᾶν καὶ θορυβεῖν καὶ κύδους καὶ λοιδορίας, ὄπα καὶ φωνήν, λέγειν· καὶ διπλασιασμῷ
5ἀττικῷ κυδοιδοπᾶν.

sch nub

615b

ὑμᾶς] εἰς.

sch nub

615c

ὑμᾶς] ὑμῖν.

sch nub

615d

τὰς ἡμέρας] τῆς σελήνης.

sch nub

616a

[τὴν] τοῦ κύδους καὶ λοι[δο]‐ ρίας, ὄπα καὶ φωνήν, [λέ]γειν· καὶ
διπλα[σια]σμῷ ἀττικῷ κυδοιδοπᾶν.

sch nub

616b

ὥσπερ λέγεται ὁ ὕμνος ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ, οὕτω καὶ τὸ κῦδος. ἔστι δὲ ἐνταῦθα κυδοπᾶν καὶ συγχέειν· τὸ δὲ “δοι” πλεονάζει.

sch nub

616c

ἄνω τε καὶ κάτω] πεφυρ‐ μένως.

sch nub

616d

κυδοιδοπᾶν] θορυβεῖν, πα‐ λάσσειν.

sch nub

617

ὥστ’ ἀπειλεῖν 〈...〉 αὐτῇ τοὺς θεοὺς ἑκάστοτε: σαφῆ τὰ πάντα· ὥστε, φησὶν ἡ σελήνη, ἑκάστοτε καθ’ ἑκάστην, νῦν δὲ συνεχέστερον, αὐτῇ ἀπειλεῖν τοὺς θεούς, ἂν ψευσθῶσι καὶ ἀπατηθῶσι, μὴ τυχόντες δείπνου καὶ θυσίας, καὶ ἀπίωσιν οἴκαδε νήστεις τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον καὶ
5τάξιν, τῶν ἡμερῶν ἐν τῷ ψευδῶς ὑμᾶς συγχέειν καὶ μὴ ἀκριβῶς ἀριθμεῖν καὶ εἰδέναι καλῶς, τὰς ἡμέρας τῶν ἑορτῶν.

sch nub

618

ψευσθῶσι] ἀποτύχωσι.

sch nub

619

λόγον] ἀριθμόν, μέτρον, τάξιν.

sch nub

620a

δέῃ] χρεία ὑπάρχει.

sch nub

620b

δέῃ] δέον.

sch nub

620c

στρεβλοῦτε καὶ δικάζετε]
πρωθύστερον.

sch nub

621a

πολλάκις δ’ ἡμῶν: πολλάκις δὲ ἡμῶν τῶν θεῶν ἀπαστίαν καὶ νηστείαν ἀγόντων ἐν τῷ πενθεῖν Μέμνονα τὸν τῆς Ἠοῦς παῖδα βασιλέα ὄντα Αἰθιόπων, ὃν Ἀχιλλεὺς ἀνεῖλε συμμαχοῦντα Πριάμῳ, ἢ τὸν Σαρπηδόνα· ὁ Σαρπηδὼν τῆς θυγατρὸς Βελλεροφόντου Λαοδαμείας καὶ Διὸς παῖς ὑπῆρχεν,
5οὗ ὑπὸ Πατρόκλου ἀνῃρημένου αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.

sch nub

621b

ἀπαστία ἀπὸ τοῦ α στε‐ ρητικοῦ μορίου καὶ τοῦ σπῶ, τὸ μεταλαμβάνω. δι’ εὐφωνίαν δὲ ἔγρα‐ ψεν ἀπαστίαν.

sch nub

621c

ἀπαστίαν] νηστείαν.

sch nub

622

Μέμνον’] τὸν Τιθωνοῦ καὶ Ἡμέρας υἱόν, ὃν ἔκτεινεν Ἀχιλλεύς.

sch nub

623

ἀνθ’ ὧν λαχὼν Ὑπέρβολος τῆτες: Πυλαία τόπος ἐστὶν ἐν Δελφοῖς, ὅτι ἐκεῖ, φασί, πρῶτος Πυλάδης ἐκρίθη ὡς συμμετασχὼν Ὀρέστῃ τοῦ φόνου τῆς Κλυταιμνήστρας. ἔπεμπον δὲ εἰς Δελφοὺς Ἀθηναῖοι καὶ εἰς
τὴν Πυλαίαν πυλαγόρας πυλαγόρους καὶ ἱερομνήμονας ἐπισκόπους τῶν ἀναλισκομένων
5ἐν ταῖς θυσίαις. λαχὼν δὲ καὶ Ὑπέρβολος εἰς τὴν σύνοδον τῶν Ἀμφικτυόνων πεμφθῆναι εἰς τὴν Πυλαίαν ἢ τὰ τῶν θυσιῶν οὐ καλῶς ἐπεσκόπει ἢ τῆς ἀρχῆς καὶ τῆς δημαγωγίας ἐκπέπτωκεν, ὅθεν οὗτός φησιν· ἀνθ’ ὧν λαχὼν Ὑπέρβολος τῆτες καὶ πρὸ μικροῦ, ἱερομνημονεῖν ἀφῃρέθη παρ’ ἡμῶν τὸν στέφανον τῆς ἱερομνημοσύνης.

sch nub

624a

πρὸ μικροῦ.

sch nub

624b

[ἐπε]ὶ εἰς ἡμᾶς τοῦτο [τ]ὸ ὀφφίκιον.

sch nub

624c

τῆτες ἱερομνημονεῖν] ἰστέον, ὅτι ἐκ τούτων ἐπεραιώθη.

sch nub

624d

κἄπειθ’] περισσόν.

sch nub

625

εἴσεται] γνωρίσῃ.

sch nub

626

ὡς] ὅπως.

sch nub

627a

μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα: ἀγανακτῶν ὁ Σωκράτης εἰσάγεται διὰ τὴν ἀφυΐαν τοῦ Στρεψιάδου, καὶ ὀμνύει Ἀναπνοήν, Ἀέρα καὶ Χάος, ἃ δὴ καὶ θεοὺς ἐνόμιζεν εἶναι κατὰ τοῦτον τὸν ἀλιτή‐ ριον, μὴ ἰδεῖν πώποτε ἀφυέστερόν τινα Στρεψιάδου μηδ’ ἐπιλησμονέστερον.
5(628) ἄγροικον: ἀμαθῆ· ἀγροῖκον δὲ τὸν χωριτικῷ βίῳ ζῶντα. χρᾶται δὲ καὶ
(629) λέξεσι πάνυ φιλοσόφοις ἀλαζόσι πρεπούσαις. ἄπορον: ἀφυῆ. σκαιὸν: (630—’33) ἀνεπιτήδειον. σκαλαθυρμάτια: σκαλεύματα, παίγνια. ὅμως καλῶ καὶ καλέσω, αὐτὸν ἔξω, δεῦρο καὶ ἐνταῦθα, πρὸς τὸ φῶς. ποῦ Στρε‐ ψιάδης; ἔξει καὶ ἔξελθε, τὸν ἀσκάντην καὶ τὸν σκαμβόποδα θρόνον, λαβών.
10(634) Στρεψιάδης δέ· ἀλλ’ οὐκ ἐῶσί με, φησίν, ἐξενεγκεῖν τοῦτον οἱ κόρεις· πεπληρωμένος γάρ ἐστι κόρεων.

sch nub

627b

Χάος] σκότος.Column end

sch nub

627b,col 2

ἴαμβοι.Column end

sch nub

629

σκαιὸν] ἀμαθῆ.

sch nub

630a

σκαλίσματα, εὐτελῆ παί‐ γνια, ἤγουν εὐτελῆ μαθήματα.

sch nub

630b

σκαλαθυρμάτι’] εὐτελῆ νοή‐ ματα.

sch nub

630c

ἄττα] τινά.

sch nub

631

ταῦτ’] τούτων· ἀττικόν.

sch nub

633a

ἔξει] ἔξελθε.

sch nub

633b

τὸν ἀσκάντην] τὸν σκαμβό‐ ποδα θρόνον.

sch nub

634

οἱ κόρεις] ἡ εὔθεια ἡ κόρις, ὡς ὄφις.

sch nub

635a

ἀνύσας κατάθου: σπουδάσας θὲς τοῦτον τὸν ἀσκάντην. καὶ ὁ
Στρεψιάδης αὐτὸν τεθεικώς φησιν· ἰδοὺ καὶ ἄρτι, σοὶ πεισθεὶς τοῦτον τέ‐ θεικα. “ἰδού” τὸ “ἄρτι” καὶ νῦν, βαρύνεται ἢ ὀξύνεται πρὸς τὴν τοῦ λόγου συνέπειαν, “ἰδοῦ” δὲ ἀντὶ τοῦ “ἴδε” ἀττικῶς περισπᾶται, ὡς τὸ
5ἰδοῦ με κἀνάθρησον, οἷ’ ἔχω κακά.

sch nub

635b

ἀνύσας] σπεύσας.

sch nub

635c

κατάθου] θὲς τὸν ἀσκάντην.

sch nub

636

ἄγε δ, τί βούλει: τοῦ κοριῶντος θρόνου τεθέντος ἐρωτᾷ τὸν Στρεψιά‐ δην Σωκράτης, τί βούλεται μαθεῖν, περὶ μέτρων ἢ ἐπῶν ἢ ῥυθμῶν. βαττο‐ λογοῦσιν ἐνταῦθα οἱ πρὸ ἡμῶν, ἡμῖν δὲ μάθε σαφῶς καὶ συντόμως διδάσκουσιν. μέτρα μὲν πάντα τὰ εἴδη καλεῖται τῶν στίχων, ἔπη δὲ τὰ ἡρωϊκά, ῥυθμὸς δέ
5ἐστιν ἡ εὐρυθμία καὶ τοῦ λόγου τὸ δίαρμα. διαβάλλει δέ, μᾶλλον δὲ κωμῳδεῖ, κἀνταῦθα τοὺς φιλοσόφους ὡς φθονεροὺς καὶ ὑπερθέτας καὶ μελλητάς, ἔτι δὲ καὶ ὑποσχομένους διδάσκειν ἅπερ οὐκ ἴσασιν. ποῦ γὰρ ὁ Σωκράτης ἢ μετρικὸς ἢ ἐποποιὸς ὑπῆρχεν ἢ πρὸς λύραν τινὰ μέτρα λέγειν εἰδώς; ἐγὼ δέ, εἰ μὴ καὶ Ἀριστοφάνης κατωτέρω ἐφαίνετο οὕτω ταῦτα νοῶν, ἠβουλόμην οὕτω ἑρμηνεῦ‐
10σαι αὐτά· περὶ μέτρων καὶ γεωμετρίας βούλει μαθεῖν ἢ περὶ ἐπῶν, εὑρεσιεπείας
ῥητορικῆς, ἢ ῥυθμικῆς καὶ μουσικῆς; ἀλλὰ τὰ κατωτέρω κείμενα τῆς γραφῆς οὐκ ἐᾷ ταῦτα οὕτω νοεῖσθαι, ἀλλ’, ὡς προεῖπον, εἶπον, ἔπη καὶ μέτρα καὶ ῥυθμοὺς ποιητικούς.

sch nub

638a

μέτρων] ἰαμβείων.

sch nub

638b

ῥυθμῶν ἢ ἐπῶν] ἡρωϊκῶν
τῶν ἀμφοτέρων.Column end

sch nub

638b,col 2

ῥυθμῶν] εὐρυθμίας λόγου.Column end

sch nub

639a

περὶ τῶν μέτρων ἔγωγε: περὶ μέτρων ἀκούσας ὁ Στρεψιάδης ὡς ἄγροικος τάχα καὶ ἄπειρος μέτρων ποιητικῶν, σιτομετρούντων δὲ μετέ‐ χων καὶ τοιούτων μέτρων, ἀρταβῶν, μεδίμνων, χοινίκων· περὶ τῶν μέτρων, φησί, βεστίτζη Σώκρατες ἀνιπτόπου, μαθεῖν βούλομαι· ἔναγχος γὰρ καὶ
5πρὸ βραχέος καὶ πρὸ μικροῦ, ἀλευροπράτῃ ἀνθρώπῳ ἠπατήθην καὶ παρε‐ μετρήθην ἄλευρα ὠνούμενος διχοινίκῳ, ἤτοι εἰκοστῷ τετάρτῳ τοῦ μεδίμνου· ὁ μέδιμνος γὰρ χοίνικας ἔχει μηʹ.

sch nub

639b

639/40] ἐμπαίζει τοὺς φι‐ λοσόφους ὡς μὴ τοιαῦτα μέτρα γινώσκοντας.

sch nub

640a

ἀλφιταμοιβοῦ] ἀλευροπρά‐
του ἤγουν σιτοπώλου.Column end

sch nub

640a,col 2

ἀλφιταμοιβοῦ] μετρητοῦ.Column end

sch nub

640b

παρεκόπην διχοινίκῳ] παρ‐
εκρούσθην, ἠδικήθην δύο ταγάρια.Column end

sch nub

640b,col 2

παρεκόπην] ἐζημιώθην.

sch nub

641

οὐ τοῦτ’ ἐρωτῶ σε· οὐ περὶ τοιούτων μέτρων ἐρωτῶ σε, ἀποκρίνεται Σωκράτης, ἀλλ’ ὅπερ νομίζεις κάλλιστον μέτρον, τὸ τρίμετρον ἢ τὸ τετράμετρον. τρίμετρον μέτρον τὸ τρεῖς πόδας ἔχον ἢ κατὰ μονοποδίαν ἢ διποδίαν μεμετρη‐ μένους, τετράμετρον δὲ τὸ τέσσαρας.
5(643) πάλιν ὁ Στρεψιάδης τῶν γεωργικῶν μέτρων ἔμπειρος ὤν, ποιητικὸν δὲ μὴ γινώσκων μέτρον γελοιωδῶς ἀποκρίνεται· οὐδὲν νομίζω πρότερον καὶ τιμιώτερον καὶ κάλλιστον, ἀφ’ ὧν μοι λέγεις μέτρων, ἀλλὰ τὸ ἡμιεκτέον (644) ἤγουν τὸ τετραχοίνικον κάλλιστον δοκῶ. καὶ ὁ Σωκράτης μέτρον ἡμιεκ‐ τέον ἀκούσας σιτομετρικὸν βάρβαρον· οὐδέν, φησίν, ὦ ἄνθρωπε, λέγεις περὶ
10ὧν μέτρων ἐγὼ λέγω, ἀλλὰ δηλονότι φλυαρεῖς. καὶ ὃς πάλιν γελοίως παραλογί‐ ζεται Σωκράτη(ν) λέγων· λέγεις με λέγειν οὐδέν, μηδέν, ὦ Σώκρατες, ἀλλὰ φλυαρεῖν. περιδοῦ νῦν ἐμοί, ῥήτραν καὶ συνθήκην καὶ συμφωνίαν μετ’ ἐμοῦ ποίησον καὶ ἀποδώσω τὸ συμφωνηθὲν πρόστιμον, εἰ μὴ τὸ τετράμετρόν ἐστιν ἡμιεκτέον. πῶς δὲ ὁ Στρεψιάδης λέγει· τὸ τετράμετρόν ἐστιν ἡμιεκτέον, ἤγουν τὸ τετρα‐
15χοίνικον, νῦν ἄκουε. ἔφην τεσσαράκοντα ὀκτὼ χοινίκων εἶναι τὸν μέδιμνον. οἱ ὀκτὼ χοίνικες ἕκτον εἰσὶ μεδίμνου· τῶν ὀκτὼ χοινίκων ἤτοι τοῦ ἕκτου τοῦ με‐ δίμνου 〈ἥμισυ ἤτοι〉 ἡμιεκτέον ἐστὶ τὸ τετράμετρον, τουτέστι τὸ τετραχοίνικον. (646) ἀκούσας δὲ Σωκράτης τὸ τετράμετρον εἶναι ἡμιεκτέον δυσφορεῖ κατὰ Στρε‐ ψιάδου καί· ἐς κόρακας καὶ ἐς ἀφανισμὸν ἄπιθι, φησίν, ὅτι ἄγροικος καὶ βάρ‐
20βαρος, εἶ καὶ δυσμαθής. καὶ κατειρωνευόμενος λέγει· τάχυ γ’ ἂν σὺ δυνηθῇς (648) περὶ εὐρυθμίας λόγου μαθεῖν. καὶ ὅς· τί δέ με ὠφελήσουσι ταῦτα πρὸς τὰ (649) ἄλευρα ἤτοι πρὸς τὸ ἔχειν ἄρτον καὶ ζῆν; πάλιν δὲ ὁ Σωκράτης· πρῶτόν
σε ὠφελήσουσιν οἱ ῥυθμοὶ εἶναι κομψὸν καὶ σοφὸν καὶ ὑψηλόν, ἐν συνουσίαις (650/’51) καὶ ὁμιλίαις καὶ ταῖς μετ’ ἄλλων συλλαλιαῖς. εἶτα γινώσκειν, ποῖος
25ῥυθμός ἐστι κατ’ ἐνόπλιον, ποῖός τε κατὰ δάκτυλον. κατ’ ἐνόπλιον ῥυθμὸς δύο δάκτυλοι καὶ σπονδεῖος· οἷς δὲ νῦν Ἀριστοφάνης φησί, φαίνεται λέγων τὸ πυρριχιακὸν τὸ ἀπὸ Πύρρου κληθέν, ὃ σὺν ὅπλοις κινούμενοι ἔλεγον. ἐπάγει γὰρ “χ’ὡποῖος κατὰ δάκτυλον”. σῴζει δὲ καὶ πρὸς τὸ πρότερον· εἰ γὰρ κἀκεῖνο δακτύλους ἔχει, ἀλλ’ ὅμως ἔχει καὶ σπονδεῖον
30σὺν αὐτοῖς· κατὰ δάκτυλον δέ φησι τὸν καθαρῶς δακτυλικόν. (652) καὶ πάλιν παράγεται Στρεψιάδης ἀκούσας τὸ “κατὰ δάκτυλονὡς ἄγροικος γελοῖα λέγων καὶ βάρβαρα. νομίζων γὰρ τὸν λόγον περὶ δακτύλων χειρός· νὴ τὸν Δία, φησίν, ἀλλ’ οἶδα τὸν δάκτυλον καὶ οὐ βούλομαι μαθεῖν (653) περὶ τούτου. καὶ ὁ Σωκράτης θυμῷ δείξας τὸν τῆς χειρὸς αὐτοῦ δάκτυλον·
35(654) σύ, φησίν, ἄλλον ἐπίστασαι δάκτυλον ἄνευ τοῦδε; καὶ ὁ Στρεψιάδης πρὸς ταῦτα· ὅτε παῖς ἤμην καὶ νῦν ἐγήρασα, αὐτὸς ἐλέγετο δάκτυλος.

sch nub

642a

τὸ τρίμετρον] τὸ ἰαμβεῖον δὶς τρίς.

sch nub

642b

τὸ τετράμετρον] τὸ δι‐ ιαμβικὸν δὶς δίς.

sch nub

643a

ὁ μέδιμνος ἔχει χοίνικας μηʹ. τούτων δὲ τὸ ϛʹ τὰ ηʹ· τὸ ἥμισυ τοῦ ϛʹ, τουτέστι τῶν ηʹ, τὰ δʹ, ὃ κα‐ λεῖται τετράμετρον. ὁ γοῦν ἡμιεκτέος
5τέσσαρας ἔχει χοίνικας.

sch nub

643b

πρότερον] τιμιώτερον, καλ‐ λιώτερον.

sch nub

643c

ἡμιεκτέου] χρῄζω μαθεῖν· ἢ τοῦ τετραχοινίκου.

sch nub

644a

οὐδὲν λέγεις] ἀλλὰ φλυαρεῖς.

sch nub

644b

περιδοῦ ... ἐμοί] συμφω‐ νίαν μετ’ ἐμοῦ ποίησον.

sch nub

645

ἡμιεκτέον] τὸ τετραχοίνικον.

sch nub

646a

ἐς κόρακας] βάλε.

sch nub

646b

ὡς] λίαν.

sch nub

647

ταχύ] εἰρωνεία.Column end

sch nub

647,col 2

ταχύ] ἐν εἰρωνείᾳ.Column end

sch nub

649a

κομψὸν] δημηγόρον.

sch nub

649b

συνουσίᾳ] ὁμιλίᾳ.

sch nub

650

ἐπαΐειν] ἀκούειν.

sch nub

651

ἐνόπλιον] πυρρίχιον.

sch nub

654a

654] οὗτος ἦν ὁ δάκτυλος, ὃν εἶχον καὶ πρῴην παῖς ὢν καὶ νῦν γέρων ὤν.

sch nub

654b

οὑτοσί] ὁ δάκτυλος.

sch nub

655a

οὐ γάρ, ὦζυρέ, καὶ ὀϊζυρὲ καὶ ταλαίπωρε Σώκρατες βεστίτζη χεζοβράκη, τούτων χρῄζω μαθεῖν οὐδέν. ὁ Σωκράτης πάλιν· τί δαὶ θέλεις μαθεῖν; καὶ πάλιν ὁ Στρεψιάδης ἀγανακτῶν· ἐκεῖνο ἐκεῖνο, φησί, θέλω μαθεῖν, ὅπερ σοι πολλάκις εἶπον, τὸν ἀδικώτατον λόγον. καὶ πάλιν ὁ Σωκράτης φθονερῷ
5καὶ ὑπερθετικῷ τρόπῳ φιλοσοφούντων φησίν· ἀλλ’ ἕτερα δεῖ σε πρὸ τοῦ ἀδίκου λόγου μαθεῖν, τίνα τῶν τετραπόδων ἐστὶν ἄρρενα ὀρθῶς, ἀκριβῶς, ἀληθῶς, καὶ μὴ ὀνόματι μόνον. ὁ θρόνος γὰρ καὶ ἡ θύρα καὶ τὸ δένδρον οὐδέ‐ τερα τοῖς φιλοσόφοις καλοῦνται πρὸς τὸ σημαινόμενον· ξύλα γάρ εἰσι, κἂν ὁ θρόνος ἀρσενικὸν ὄνομα τῇ κλήσει ἐστίν, ἡ δὲ θύρα θηλυκόν. ἢ καὶ ἄλλως·
10ὀρθῶς ἄρρενα εἶπεν ὁ βδελυρὸς κωμικὸς τὰ μὴ ἀνδρικῇ κλήσει τισὶ τιθέμενα, οὖσι δὲ δειλοῖς καὶ ἀπολέμοις τρόπῳ γυναικῶν ἢ καὶ ἑτέρως· κωμῳδῆσαι γὰρ τοιούτους ὁ βδελυρὸς βούλεται.

sch nub

655b

ἀγρεῖος] ἀγρότης.Column end

sch nub

655b,col 2

ἀγρεῖος] ἄγροικος.Column end

sch nub

655c

σκαιός] ἀμαθής.Column end

sch nub

655c,col 2

σκαιός] ἀπαίδευτος.Column end

sch nub

655d

ὦζυρέ] ἐπίπονε, ταλαίπωρε.

sch nub

656

δαί] ἄρα.

sch nub

658

δεῖ] πρέπει.

sch nub

659a

ἅττ’] ὁποῖα.

sch nub

659b

ὀρθῶς] κατ’ ἀλήθειαν.

sch nub

660a

καὶ ὁ Στρεψιάδης· ἀλλ’ οἶδα
ἐγὼ τἄρρενα,Column end

sch nub

660a,col 2

ἀλλ’ οἶδ’ ἐγὼ τἄρρενα,
φησὶν ὁ Στρεψιάδης,Column end

sch nub

660a

(3)

εἰ μὴ ἔξω φρενῶν εἰμι· κριός, ταῦρος, τράγος, ἀλεκτρυών. οὐχ ὡς οἱ παλαιοὶ δέ φασι τοῦ γέλωτος ἕνεκα τὸν ἀλεκτρυόνα τοῖς τετράποσι κατέμιξε, δεινότητι
5δὲ καὶ οἰκονομίᾳ τοῦ κωμικοῦ τούτου ῥήτορος πρὸς τὸ “ὀρθῶς ἄρρεναἀπήντησε, καὶ δείξας εἰπὼν ἄρρενα ὀνόματα τετραπόδων νῦν περιουσιαστικῶς, ἐν συντομίᾳ τοῦ λέγειν ἄρρεν ὄνομα, καὶ δίποδα δεικνύων εἶπεν· ἀλεκτρυών, τρόπον τινὰ λέγων Σωκράτει· ἄρρενά με ὀνόματα εἰπεῖν ἐν τετράποσιν ἠνάγ‐ κασας, ἐγὼ δ’ ἐν τετράποσιν εἰπὼν περιουσιαστικῶς εἶπον καὶ ἐκ διπόδων
10ἕν, ὅτι ἄρρεν καὶ ἐν δίποσιν, ὁ ἀλεκτρυών, ἵνα μὴ μακρηγορῶ. τοῦτο δὲ τῆς οἰκονομίας ἦν πάντως τοῦ κωμικοῦ καὶ μεθόδου δεινότητος. ὕστερον τὸν ἀλεκτρυόνα ἐτήρησεν, ἵνα προφάσεις καὶ ἀφορμὰς ἐντεῦθεν πάλιν εὑρὼν ἀναβλύσῃ νοήματα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά.
15αὐτίκα γὰρ τοῦ “ἀλεκτρυών” ῥήματος ἐπιλαβόμενός φησιν ὁ Σωκράτης· ὁρᾷς, ἃ πάσχεις; τὸ ἄρσεν καὶ θῆλυ τούτων τῶν ζῴων ὁμοίως λέγεις ἀλεκτρυών. καὶ ὁ Στρεψιάδης· ναὶ μὰ τὸν Ποσειδῶνα, φησίν, οὕτω καλῶ ταῦτα. εἰ δ’ ἐπται‐ σμένως καὶ πλημμελῶς ταῦτα καλῶ, νῦν δίδαξόν μοι, πῶς χρή με ταῦτα καλεῖν. καὶ ὁ Σωκράτης· τὴν θήλειαν κάλει ἀλεκτρύαιναν, τὸν ἄρρενα δὲ ἀλέκτορα.
20πάλιν ὁ Στρεψιάδης· τὴν θήλειαν ἀλεκτρύαιναν δεῖ καλεῖν; εὖγε, νὴ τὸν Ἀέρα. ὁρᾷς, ὅπως πῶς ὁ ἀλεκτρυὼν οὗτος νοημάτων βλύειν ἤρξατο χύσεις, ἤπερ χύσεις ὑδάτων ὁ ἀλεκτρυὼν ὁ ἐν τῷ τοῦ Ἀρεοβίνδου λουτρῶνι ἑστώς; εἶπε γὰρ εὐθὺ Στρεψιάδης· ἀλεκτρύαιναν δεῖ χρὴ καλεῖν; εὖ γε, νὴ τὸν Ἀέρα, ὥστε ἀντὶ τοῦ μαθεῖν με τοῦτο μόνον, ὅτι τὴν θήλειαν χρὴ καλεῖν ἀλεκτρύαιναν, διαλφιτώσω
25καὶ ἀλεύρου πληρώσω, τὴν κάρδοπον ἤτοι τὴν ἀλευροδόχον σκάφην. τὸ δὲ “κύκλ περισσόν. ἔχεις ἐκ τοῦ ἀλεκτρυόνος ἐκρεῦσαν νῦν ἓν νόημα διπλοφυὲς κενταυρόμορφον. γελᾷ γὰρ πρώτως τὴν περὶ ὀνόματα τῶν φιλοσόφων ἀκρίβειαν, τὴν περὶ τὸ θεῖόν τε καταφρόνησιν τούτων, καὶ τρίτως αὐτῶν τὸ σκληρόβιον καὶ τὸ μηδ’ ἄρτου κἂν αὐτοὺς εὐπορεῖν, μονονοὺ φάσκων· κατωφρυωμένα καὶ
30ὑπότυφα ἀνθρωπάρια, οὐ πολλῷ κρεῖττον ἦν τοῦ ἀλεκτρύαιναν λέγειν καὶ σκαλαθυρμάτια καὶ ἃ ἕτερα ὁμοίως ληρεῖτε, καὶ τοῦ ἀσεβεῖν εἰς τὸ θεῖον, καὶ μηδ’ ἄρτου κορέννυσθαι, φρονεῖν μετριώτερα καὶ ἔχειν τὰ ζωαρκῆ; τόσα μὲν
ὁ ἀλεκτρυὼν ἔβλυσε τὰ νοήματα τῷ παραγαγεῖν τὴν ἀλεκτρύαιναν, ὥσπερ ἤκουσας· ἡ παραγωγὴ ταύτης τὸν Ἀέρα δυσσεβῶς ἐπομνύμενον καὶ τὰ ἄλφιτα,
35τὰ ἄλφιτα δὲ τὴν κάρδοπον, ἡ κάρδοπος δὲ τὸν Κλεώνυμον παρήγαγεν. καὶ ἄλλο ἐξ ἄλλου νοήματος οὑτωσὶ πλημμυρεῖ. οὐ μὴν δὲ κατὰ τοὺς πρὸ ἡμῶν ἕνεκα τοῦ γελοίου ὁ ἀλεκτρυὼν κατετάγη τετράποσιν.

sch nub

660b

μαίνομαι] δαιμονίζομαι.

sch nub

663

κατ’ αὐτὸ] ὁμοίως.

sch nub

664a

ἀλεκτρυὼν] ὁ.

sch nub

664b

κἀλεκτρυών] καὶ ἡ.

sch nub

665

νὴ] ναί.

sch nub

669a

διαλφιτώσω] ἄλευρα γεμίσω.

sch nub

669b

τὸν κάρδοπον] τὴν σκάφην.

sch nub

670a

τὴν κάρδοπον: ἐπιλαμβάνεται πάλιν Σωκράτης τοῦ Στρεψιάδου εἰπόντος· τὴν κάρδοπον, καὶ ἀρσενικῶς αὐτὴν λέγει καλέσαι κάρδοπον, ὡς Κλεώνυμον. καὶ ὁ Στρεψιάδης· πῶς λέγεις τὴν κάρδοπον ἄρρενα; καί φησιν ὁ Σωκράτης· τὸ αὐτὸ δύναταί σοι ἡ κάρδοπος τῷ Κλεωνύμῳ; τί ἐστι “τὸ
5αὐτὸ δύναται”; ἤτοι ἀμφότερα εἰς –ος λήγουσι καί εἰσιν ὁμοιοκατάληκτα Κλεώνυμος, κάρδοπος· ἢ καὶ οὕτως ἔστι νοῆσαι· “ταὐτὸ δύναταί σοι κάρδοπος καὶ Κλεώνυμος” ἤτοι ἀμφότερα ἐναντίας ἔχουσιν αὐτὰ ἑαυτοῖς τὰς κλήσεις, ὡς σὺ τέως αὐτὰ ὀνομάζεις· θήλειαν γὰρ οὖσαν τὴν κάρδοπον ἀρσενικῶς ταύτην καλεῖς καὶ τὸν Κλεώνυμον ὁμοίως οὐδὲν διαφέροντα γυναικῶν ἄρρενα
10καλεῖς. διαβάλλει δὲ τὸν Κλεώνυμον ἢ κωμῳδεῖ, ἕνα τῶν τῆς πολιτείας ὄντα, ὡς γυναικώδη ἤτοι ῥιψάσπιδα καὶ δειλόν, ἢ ὡς γυναικιζόμενον καὶ κίναιδον καὶ ἀδδηφάγον καὶ παράσιτον καὶ ἠπορημένον τοσοῦτον καὶ ἐνδεῆ, ὡς μηδὲ
μάκτραν ἢ κάρδοπον ἔχειν, ἀλλ’ ἐν θυείᾳ πέττειν καὶ ζυμοῦν τὰ ἑαυτοῦ ἄλευρα καὶ ὅσα οὗτος καὶ οἱ ἕτεροι δὲ ἀλιτήριοι βούλονται. μάκτρα δὲ καὶ κάρδοπος τὸ
15αὐτό· κενολογοῦσι γὰρ περὶ τούτων οἱ παλαιοί. τὴν μεγάλην γὰρ σκάφην, ἐν ᾗ ζυμοῦσι τὰ ἄλευρα, δηλοῦσιν ἀμφότερα. θυεία δὲ κυρίως ἡ ἴγδη καλεῖται, καὶ πᾶν ᾧ χρήσεταί τις ἀντὶ θυείας.

sch nub

670b

ἕτερον] πταῖσμα.

sch nub

671

τῷ] ἐν τίνι.

sch nub

673

φράσον] εἰπέ.

sch nub

674

ταὐτὸν] ὅμοιον.

sch nub

675a

ἀλλ’ ὦγάθ’ οὐδ’ ἦν κάρδοπος Κλεωνύμ: ἀλλ’, ὦ ἀγαθὲ Σώκρατες, οὐδ’ ἦν κάρδοπος καὶ μάκτρα καὶ μεγίστη ἀλεύρων σκάφη, τῷ Κλεωνύμῳ, ἀλλ’ ἐν στρογγύλῃ θυείᾳ, ἴγδῃ καὶ τριπτηρίᾳ, ἀνεμάττετο καὶ ἐζύμου, τὰ ἄλευρα. ὁρᾷς ἀλλεπάλληλον χύσιν τῶν νοημάτων ἐκ τοῦ ἀλεκτρυών.

sch nub

675b

675] σκώπτει τὸν Κλεώ‐ νυμον ὡς φειδωλόν.

sch nub

675c

Κλεωνύμῳ] τῷ.

sch nub

676a

θυείᾳ] ἴγδῃ ξυλίνῃ.

sch nub

676b

ἀνεμάττετο] ἐζύμου.

sch nub

677a

ἀτάρ] δέ.

sch nub

677b

τὸ λοιπὸν] μετὰ ταῦτα.

sch nub

678

Σωστράτην] διαβάλλεται ὡς γυναικώδης.

sch nub

679

ὀρθότερον λέγεις: πάνυ ἠθικώτατος καὶ ἀστεῖος ὁ λόγος, τὸ φέρειν ἄνθρωπον ἄγροικον φιλοσόφῳ λέγοντα· ὀρθότερον λέγεις ἐμοῦ σὺ τὸ τῆς λέξεως ὄνομα. νῦν γὰρ τὸ “ὀρθότερον συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ ἀττι‐ κῶς οὐκ ἐρρήθη, ἤτοι ὀρθόν.

sch nub

680a

ἐκεῖνο δ’ ἦν ἄν: ἐκεῖνο δὲ τὸ ῥῆμα πάλιν ἂν ἦν ἰσοκατάληκτον, εἰ εἶπον· καρδόπη, Κλεωνύμη. πάλιν σύρει τὸν Κλεώνυμον, καὶ Σώστρατον δέ τινα Σωστράτην λέγων. τὰ τῶν λοιπῶν ὀνομάτων σαφῆ.

sch nub

680b

αὖ ἂν] καλέσῃς.

sch nub

680c

καρδόπη, Κλεωνύμη] ἰσοκα‐ τάληκτον.

sch nub

680d

Κλεωνύμη] ὥσπερ.

sch nub

689a

πῶς ἂν καλέσῃς: πῶς κατὰ κλητικὴν πτῶσιν καλέσεις Ἀμυνίαν; καὶ ὁ Στρεψιάδης· ἐρωτᾷς, πῶς ὅπως ἂν καλέσω κατὰ κλητικὴν Ἀμυνίαν; ὡδὶ καὶ οὕτω· δεῦρο δεῦρο Ἀμυνία, ἤτοι ἐλθέ. καὶ ὁ Σωκράτης πρὸς τὴν κατάληξιν τοῦ ὀνόματος· ὁρᾷς, φησί, γυναῖκα τὴν Ἀμυνίαν καλεῖς; καὶ ὁ Στρεψιάδης·
5δικαίως γυναῖκα τὸν Ἀμυνίαν καλῶ, ἄνθρωπον δειλὸν καὶ μὴ στρατευόμενον. οὗτος μὲν ὡς δειλὸν τὸν ἄνδρα διαβάλλει, ἄλλοι δ’ Κρατῖνος δὲ ὡς ἀλαζόνα καὶ κόλακα
καὶ συκοφάντην, Εὔπολις δὲ ὡς παραπρεσβευτήν.

sch nub

689a,col 2

(8)

τὸ “δεῦρο” δὲ ἴσθι, ὡς παρ’ Ὁμήρῳ καὶ πᾶσι τοῖς παλαιοῖς, καὶ
10τῷ Ἀριστοφάνει δὲ τουτωὶ ἀντὶ τοῦ “ἐνταῦθα” λαμβάνεται, παρὰ δὲ τοῖς νεωτέροις ἀντὶ τοῦ “ἐλθέ”, ὡς παρὰ τῷ νεωτέρῳ Μουσαίῳ. καὶ νῦν δὲ καὶ οὗτος ἀντὶ τοῦ “ἐλθέ”
15νῦν ἐχρήσατο, οὐκ οἶδα πῶς φάναι, δοκῶ δὲ κατ’ ἔλλειψιν ἀττι‐ κήν· δεῦρο δεῦρο Ἀμυνία, ἀντὶ τοῦ “ἐνταῦθα” ἐλλείψει τοῦ “ἐλ‐ θέ”. ὡς καὶ ἡμεῖς ποτέ φαμεν κοι‐
20νοτέρως· ὡδὶ ὡδὶ ὦ ἀγαθέ, τὸ
“ἐλθέ” παρεῶντες.Column end

sch nub

689b

Ἀμυνίᾳ] τῇ γυνῇ.

sch nub

690

ὡδί] οὕτως.Column end

sch nub

692,col 2

ὅστις] ὁ Ἀμυνίας.Column end

sch nub

693

ἀτὰρ] δέ.

sch nub

694a

οὐδὲν μὰ Δία: ὁ Σωκράτης· Στρεψιάδη, φησίν, οὐδέν, οὔ μὰ τὸν Δία, δράσεις ἑστώς, ἀλλὰ κατακλινεὶς καὶ κατακλιθείς, δευρὶ καὶ ἐνταῦθα, τί ποιήσω; φησὶ Στρεψιάδης. καὶ πάλιν ἀμείβεται ὁ Σωκράτης· φρόντισόν τι
περὶ τῶν σεαυτοῦ πραγμάτων. ἀλλ’ εἰπόντες περὶ τοῦ “κατακλινείς”, ἵνα μὴ
5τῆς τῶν παλαιῶν λύμης μετάσχητε, χωρήσομεν ἐπὶ τοὔμπροσθεν. τὸ “κλιθείς”
κοινόν, “κλινθείς” ἰωνικόν, “κλινείς” ἀττικόν.Column end

sch nub

694a,col 2

οὕτω γίνωσκέ μοι ταυτί.Column end

sch nub

694b

οὐδέν] γινώσκεις.

sch nub

694c

κατακλινεὶς] ἀττικόν.

sch nub

694d

δευρί] ἐν τῷ ἀσκάντῃ.

sch nub

695a

τι] εἰς.

sch nub

695b

τῶν] ἀπό.

sch nub

696a

μὴ δῆθ’ ἱκετεύω ς’ ἐνθάδε: εἰρηκότος Στρεψιάδῃ Σωκράτους· οὐδὲν δράσεις ἑστώς, ἀλλὰ κατακλιθεὶς ἐν τῷ ἀσκάντῃ καὶ σκαμβόποδι θρόνῳ, φρόντισον περὶ πραγμάτων τῶν σῶν, πεισθεὶς ἐπέκλινεν ἑαυτὸν εἰς τὸ ἱδρυθῆναι. ἱδρυνθῆναι. εὐθέως δὲ μεστωθεὶς κόρεων δεῖται Σωκράτους, ὡς ἂν μὴ ἐν τῷ κοριῶντι
5σωκρατικῷ θρόνῳ, ἀλλ’ ἐν τῇ γῇ καθήμενος φροντίσῃ. Σωκράτους δὲ οὐκ ἐῶντος, ἐν δὲ τῷ θρόνῳ φροντίζειν κελεύοντος δεινοπαθεῖ Στρεψιάδης καὶ σχετλιάζει ὡς ἤδη μέλλων ἀπολωλέναι ὑπὸ τῶν κόρεων. ὁ δὲ ἐφεστὼς αὐτῷ φησι· φρόντιζε καὶ διάθρει καὶ σκόπει τῷ νῷ, καὶ πάντα τρόπον σαυτὸν στρόβει καὶ μετακίνει, πυκνώσας ἐν νοήμασιν· ἀπορήσας δὲ νοήματός τινος εἰς ἄλλο
10νόημα μεταπήδα καὶ μετατρέπου, καὶ μὴ κάθευδε. ἐπιτεταμενώτερον δὲ τῶν
κόρεων ἐπιθεμένων καὶ κατεσθιόντων αὐτὸν σχετλιάζει καὶ βοᾷ μέγα· ἰατταταῖ, ἰατταταῖ. ἐρωτῶντος δὲ Σωκράτους· τί πάσχεις; ἀπόλλυμαι, φησίν· ἐκ τοῦ θρόνου σου ἐξέρποντες γὰρ καὶ ἐξερχόμενοι, δάκνουσί με οἱ Κορίνθιοι καὶ οἱ κόρεις, παίζων. ἔοικε δὲ καὶ τοῖς τότε καιροῖς τοὺς Κορινθίους ἐχθρῶς
15ἔχειν τοῖς Ἀθηναίοις.

sch nub

696b

ἐνταῦθ’] καθίσω.

sch nub

696c

χρή] καθίσαι.

sch nub

698

ταῦτ’] ἅπερ σοι λέγω.

sch nub

699

δίκην] τιμωρίαν.

sch nub

700a

φρόντιζε] ἐρεύνα.

sch nub

700b

ἄθρει] βλέπε.

sch nub

702a

στρόβει] καὶ διέγειρε.

sch nub

702b

πυκνώσας] ἐν τοῖς νοή‐ μασιν

sch nub

703a

ταχὺς] ἔσο.

sch nub

703b

ἄπορον] νόημα δηλονότι.

sch nub

705

ὀμμάτων] ἀπό.

sch nub

706

706] ὑπὸ τῶν κόρεων δακνό‐ μενος στενάζει.

sch nub

710

710 p.i.m.] ἅμα μὲν παίζει καὶ πρὸς τὰς κόρεις λέγων τὸ “Κορίν‐ θιοι”, ἅμα δὲ καὶ ὅτι ἐπέκειντο τοῖς Ἀθηναίοις οἱ Κορίνθιοι πολεμοῦντες
5αὐτοὺς τῷ τότε.

sch nub

711a

καὶ τὰς πλευρὰς δαρδάπτουσι: καὶ κατεσθίουσιν. γίνεται δὲ τὸ δαρδάπτειν ἀπὸ τοῦ δεροδαπτεῖν καὶ ἐσθίειν τὸ δέρμα, ἢ ἀπὸ τοῦ δαίρειν καὶ τύπτειν καὶ δάπτειν καὶ κατεσθίειν.

sch nub

711b

δαρδάπτουσι] κατεσθίουσι.

sch nub

712a

καὶ τὴν ψυχὴν ἐκπίνουσιν: οἱ θνητὴν δοξάζοντες τὴν ψυχὴν αἷμα αὐτὴν οἴονται εἶναι, ὡς Μάρκος ὁ βασιλεὺς ἡμῖν ὑποδείκνυσιν ἐμφανῶς οὕτω γράφων· “τὸ δὲ ψυχάριόν ἐστιν ἀναθυμίασις ἀφ’ αἵματος”.

sch nub

712b

καὶ τὴν ψυχὴν ἐκπίνου‐ σιν: ἤτοι τὸ αἷμα. οἱ γὰρ δοξάζοντες τὴν ψυχὴν θνητὴν ψυχὴν τὸ αἷμα λέγουσιν.

sch nub

712c

τὴν ψυχὴν] τὸ αἷμα· διασύ‐ ρει τοὺς φιλοσόφους ὡς δοξάζοντας τὴν ψυχὴν αἷμα.

sch nub

713

καὶ τοὺς ὄρχεις ἐξέλκουσιν: οἰκειότατα πάνυ ταῖς προτάσεσι τὰς ἀποδόσεις εἰσφέρει. καὶ προτάσεις μέν εἰσιν ἐνταυθοῖ τὰ προτεθέντα πράγματα, πλευρά, ψυχή, ὄρχεις, πρωκτός· ἀποδόσεις δὲ τὰ ἑκάστῳ τούτων συμβάντα, ἐκδαρῆναι μὲν καὶ καταβρωθῆναι πλευράς, ποθῆναι δὲ τὴν ψυχήν—ἔφην γὰρ
5αὐτὴν αἷμα τοῖς τεθνηψύχοις δοξάζεσθαι—, ἕλκονται δὲ οἱ ὄρχεις, ὁ δὲ πρωκτὸς
ἔχων ὀπὴν ἐξορύττεται.

sch nub

713,col 2

(7)

τοῦτο τὸ σχῆμα, ὡς ἔφην, ἀπό‐ δοσις καλεῖται, ἀλλὰ καὶ ἀντίθετον καλεῖται. οὐχ οἷον ἐν ταῖς Εὑρέσεσί
10φησιν Ἑρμογένης παραληρῶν· “εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα”, ἀλλ’ οἷον ἐν τῷ Περὶ μεθόδου δεινότητος ἀνανή‐ ψας φησίν· “ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων”, οὕτω τὸ σχῆμα
15ἀπόδοσίς τε καὶ ἀντίθετον καλεῖται· ἀποδίδωσι γὰρ ἑκάστῳ τῶν προτε‐ θέντων καί, ὥσπερ εἶπον, ἀντιτίθησι τὰ οἰκεῖα καὶ πρόσφορα. τὰ τοιαῦτα δὲ σχήματα ἀγωνιστικὰ καὶ δικανι‐
20κώτατα.Column end

sch nub

714

διορύττουσι] κοιλαίνουσι.

sch nub

716

μὴ νῦν βαρέως ἄλγει: σαφῆ τὰ πάντα. φροῦδα τὰ χρήματα: ἠφανισμένα τῇ ἱππικῇ τοῦ υἱοῦ, οὐ μὴν ὡς Σωκράτει δοθέντα. φρούδη χροι: ὅτι καὶ αὐτὸς ὠχρὸς γέγονεν ὡς φιλόσοφος φροντίζων. φρούδη ψυχ: ἀφανισθήσεται ἡ ψυχή μου ὡς αἷμα ποθεῖσα τοῖς κόρεσιν. Σωκράτης δὲ ἀθάνα‐
5τον ἐδόξαζε τὴν ψυχήν. φρούδη δ’ ἐμβάς: ἀφανῆ τὰ ὑποδήματα γέγονεν
ἀποβληθέντα αὐτῷ ἀφανισθέντα αὐτῷ ἤγουν ἀποβληθέντα τῷ ζοφερῷ δῆθεν τῷ τῆς σχολῆς.

sch nub

717

ἀναπαιστικὸν μονόμετρον.

sch nub

718

φροῦδα] ἀφανῆ.Column end

sch nub

718,col 2

δίμετρον.Column end

sch nub

719a

τὸ ὑπόδημα. τοῦτο εἶπεν ὡς ὅτι ἀπεδύετο τὰς ἐμβάδας εἰσερχό‐
μενος εἰς τὸ φροντιστήριον.Column end

sch nub

719a,col 2

ὅμοιον.Column end

sch nub

719b

ψυχή] τὸ αἷμα.

sch nub

720

δίμετρον ὑπερκατάληκτον.

sch nub

721a

φρουρᾶς ᾄδων: ἐπαγρυπνῶν καὶ λαλῶν ὡς οἱ ᾄδοντες ἐπὶ τῆς φρουρᾶς. φρουροὶ γὰρ καὶ φύλακες, ἵνα μὴ καθευδήσωσι καὶ λάθωσιν εἰσιόντες οἱ πολέμιοι, ᾄδουσιν.

sch nub

721b

παροιμία “ἐπὶ φρουρᾶς ᾄδειν”· εἰώθασι γὰρ οἱ καθήμενοι ἐπὶ φυλακῆς πρὸς παρηγορίαν λέγειν τι. ἢ ᾄδων ἐπὶ φρουρᾶς ὥσπερ οἱ
5βιγλάτορες.Column end

sch nub

721b,col 2

μονόμετρον.Column end

sch nub

721c

φρουρᾶς] ὡς ἐπί.

sch nub

721d

ᾄδων] ψάλλων.

sch nub

722a

ὀλίγου φροῦδος γεγένημαι: παραμικρὸν ἀφανὴς ἐγενόμην.

sch nub

722b

ὀλίγου] μικροῦ δεῖν.Column end

sch nub

722b,col 2

δίμετρον καταληκτικόν.Column end

sch nub

722c

φροῦδος] ἀφανής.

sch nub

722d

γεγένημαι] γενήσομαι.

sch nub

723a

τοῦ Σωκράτους δ’ εἰπόντος; οὐ φροντίζεις; ὁ Στρεψιάδης· ἐγώ, φησί, νὴ τὸν Ποσειδῶνα, ἐφρόντισα. κἀκείνου πάλιν εἰπόντος· καὶ τί ἐφρόντισας; ὁ Στρεψιάδης λέγει· εἰ μέλος ἢ μέρος ἐμοῦ τι περιλειφθῇ μὴ καταβρωθὲν ὑπὸ τῶν κόρεων τῶν τοῦ θρόνου σου. καὶ πάλιν ὁ Σωκράτης ἀντὶ τοῦ “μαστιχθήσῃ
5δεινῶς”· ἀπολεῖ κάκιστα, εἶπεν. καὶ ὁ Στρεψιάδης δὲ πρὸς αὐτόν· οὐ ψεύδῃ ὦ ’γαθέ· ἀπόλωλα γὰρ ὑπὸ τῶν κόρεων. καὶ ὁ Σωκράτης· οὐ μαλθακιστέα, οὐ δεῖ χαυνότητος καὶ τρυφῆς, περικάλυψον δὲ σαυτὸν καὶ εὑρὲ διάνοιαν καὶ ἀπαιόλημα, συστροφὴν καὶ παραλογισμὸν ἀποστερητικὸν τῶν δανείων. ἀχθό‐ μενος δὲ Στρεψιάδης τῷ μὴ εὑρίσκειν ἀποστερητικὴν γνώμην· οἴμοι, φησί, τίς
10ἀρνητικὴν καὶ στερητικὴν γνώμην ἐπιβάλῃ μοι ὡς ἱμάτιον ἐκ δορᾶς ἀρνῶν; καὶ πάλιν ὁ Σωκράτης δῆθεν περιδραμεῖν μέλλων καὶ τοὺς μαθητὰς ἐπισκέ‐ ψασθαι ἐκ τούτου κατάρχεται καί φησι· τί καθεύδεις; ὁ δέ· οὔ, φησίν, οὔ μὰ τὸν Ἀπόλλωνα· τίς γὰρ δύναιτό κ’ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθῆναι; τίς Σωκράτους δὲ τοῖς βεβήλοις σκαμνίοις;

sch nub

723b

οὗτος] ὦ.

sch nub

723c

ἐγώ] φροντίζω.

sch nub

725

περιλειφθήσεται] ὅπερ οὐκ
ἔφαγον.

sch nub

726

ἀπολεῖ] ἀντὶ τοῦ “μαστιχθή‐ σῃ”, τύψειν σε θέλω.

sch nub

728a

ἐξευρετέος] †πορημώτατος†.

sch nub

728b

ἀποστερητικὸς] τῶν δα‐ νείων.

sch nub

729a

κἀπαιόλημ’] συστροφήν.

sch nub

729b

κἀπαιόλημ’] πανούργημα.

sch nub

729c

κἀπαιόλημ’] ἔστι σοι.

sch nub

729d

ἐπιβάλοι] ἐπενδύσῃ.

sch nub

730

ἀρνακὶς λέγεται τὸ τοῦ ἀρνὸς κῴδιον. ἀντὶ γοῦν τοῦ εἰπεῖν· σισύ‐ ρας, εἶπεν· ἀρνακίδας, ὥστε ἀρνεῖ‐ σθαι καὶ ἀποστερεῖν τοὺς δανειστάς.

sch nub

731a

νῦν] δή.

sch nub

731b

ἀθρήσω] ἴδω.

sch nub

732

οὗτος] ὦ.

sch nub

733a

ἔχεις τι: ἐφίσταται αὐτῷ πάλιν ὁ Σωκράτης καί φησιν· ἔχεις τι; ὡς ἐπὶ ἰχθυοθηρῶν ἢ ἰξευτῶν, ἀντὶ τοῦ “ἐνόησάς τι;” τροπικωτέρως εἰπών· ἐκράτησας. ὁ δὲ ὑπ’ ἀμηχανίας καὶ συννοίας τοῦ μὴ δύνασθαι ἀποστερητικὸν νόημα ἐνθυμηθῆναι παράγεται τῷ ἀλιτηρίῳ τὸ ἑαυτοῦ κατέχειν αἰδοῖον καὶ
5ἀκηκοὼς τὸ “ἔχεις τι; εἶπεν· οὔ. ὡς δὲ πάλιν αὐτὸν ἤρετο· παντελῶς οὐδὲν ἔχεις; φησίν· οὐδέν γε πλὴν μόνον κατέχω τῇ δεξιᾷ χειρὶ τὸ αἰδοῖον.

sch nub

733b

ἔχεις τι] ἐνόησάς τι.

sch nub

734

τὸ πέος] τὸν ὄρχιν.

sch nub

735

οὐκ ἐγκαλυψάμενος: οὐ συστείλας καὶ ἀπασχολήσας σεαυτὸν τοῦ τῇδε κἀκεῖσε ὁρᾶν φροντίσεις ταχέως, ἀποστερητικόν τι νοῆσαι δηλονότι; μὴ εἰπόντος δὲ τοῦ Σωκράτους τὸ “ἀποστερητικόν τι νοῆσαι”, ἀλλὰ μόνον· οὐ φροντίσεις; Στρεψιάδης φησί· περὶ τίνος φροντίσω; σύ μοι εἰπὲ τοῦτο,
5Σώκρατες. οὐδὲν δυσχερές ἐστιν οὐδὲ τῷ παρόντι χωρίῳ. καὶ ὁ Σωκράτης πάλιν αὐτῷ· αὐτὸς ὅ τι βούλει πρῶτον ἐξευρεῖν λέγε. καὶ ὁ Στρεψιάδης· εἶπον, ὦ Σώκρατες, εἶπόν σοι μυριάκις, ὅτι βούλομαι μήτε τόκους ἀποδοῦναι οἷς χρεωστῶ, ἀλλὰ μηδὲ χρέα.

sch nub

736

τοῦ] καὶ τίνος.

sch nub

740a

ἴθι νῦν καλύπτου: σύστελλε μὲν σεαυτὸν ἀπὸ τοῦ τῇδε κἀκεῖσε ὁρᾶν καὶ γενοῦ ἐν συννοίᾳ τοῦ περὶ οὗ σκοπεῖς. καὶ σχάσας, ἀλλαχοῦ μὲν κατα‐ σχών, νῦν δὲ λύσας, χαλάσας καὶ ἀφείς, τὴν φροντίδα καὶ τὸ νόημα, λεπτὸν περιφρόνει ἤτοι φρόνει καὶ σκόπει καὶ κρίνε καὶ νόει, τὰ πράγματα. καὶ ὁ
5Στρεψιάδης διὰ τὸ μηδὲν ῥᾳδίως δύνασθαι ἐφευρεῖν· οἴμοι, φησὶ σχετλιάζων. καὶ ὁ Σωκράτης· ἔχε καὶ φέρε, ἀτρέμα καὶ ἡσύχως, καὶ ἀπορῶν εἴς τι νόημα ἀφεὶς αὐτὸ ἄπελθε καὶ ἀποπήδησον, ἀπ’ αὐτοῦ· καὶ εἶτα κατὰ τὴν σὴν γνώμην καὶ διάνοιαν, κίνησον καὶ πείρασον καὶ ζήτησον, πάλιν αὐτὸ καὶ ζυγώθρισον καὶ ζυγοστάτησον αὐτὸ ταῖς τοῦ νοὸς πλάστιγξιν ἠκριβωμένως.

sch nub

740b

σχάσας] ἁπλώσας, πυκνώ‐ σας, κρατήσας.

sch nub

741

περιφρόνει] περιεργάζου,
σκόπει.Column end

sch nub

741a,col 2

λεπτὴν] ἀκριβῆ.

sch nub

741b,col 2

περιφρόνει] ἐρεύνα.Column end

sch nub

743

ἔχ’ ἀτρέμα] φέρε ἥσυχος.

sch nub

744

τὴν γνώμην] τὴν βουλήν.

sch nub

745

ζυγώθρισον] στάθμησον, ζυ‐ γοστάτησον ταῖς τοῦ νοὸς πλά‐ στιγξιν.

sch nub

746

ὦ Σωκρατίδιον: πεποίηται τῷ ἀλιτηρίῳ ὁ Στρεψιάδης γελοίως νενοηκὼς νόημα χρεῶν καὶ τόκων ἀποστερητικὸν καὶ ἄνεισι χαίρων καί φησι τῷ Σωκράτει· ἔχω καὶ νενόηκα, γνώμην καὶ διανόημα, ἀποστερητικὸν τόκου. καὶ ὁ Σωκράτης· ἐπίδειξόν μοι καὶ εἰπὲ καὶ φανέρωσον, τὸ τί πρᾶγμά ἐστιν
5ἡ σὴ γνώμη καὶ τὸ ἐννόημα. καὶ ὁ Στρεψιάδης φησίν· εἰ ὠνησάμενος γυναῖκα φαρμακίδα ἐκ Θετταλίας γοήτων καὶ μάγων ἔργα ἐπιτελοῦσαν—αἱ Θετταλαὶ γὰρ τοιαῦται διεβάλλοντο εἶναι, ὡς οἱ Θετταλοὶ ἀνδραποδισταί—καθέλοιμι καὶ καταβιβάσαιμι, δι’ αὐτῆς τὴν σελήνην καὶ ἔχοιμι καὶ φυλάττοιμι, εἴρξας καὶ ἐγκλείσας καὶ ἐμβαλών, αὐτὴν ἐς λοφεῖον καὶ θήκην κατόπτρου, ὡς κάτοπ‐
10τρον διὰ τὸ κατοπτροειδῆ τὴν σελήνην ὁλόκυκλον φαίνεσθαι. ταῦτα μὲν οὕτω. ῥητέον δ’ ὑμῖν καὶ ἅπερ αὐτὸς οὐκ οἶδα, οἱ δὲ πρὸ ἡμῶν ἐξηγηταὶ γράφουσιν. φασίν· ὅτι “οἱ Ἀττικοὶ τὴν Θετταλὴν βαρυτόνως Θεττάλην φασίν, ὡς Δαιδάλην.” καὶ τοῦτο δὲ οὐκ ἐμόν, ἀλλὰ
15τούτων ἐστίν. “εἶναί” φασι “τοῦ
Πυθαγόρου παίγνιονColumn end

sch nub

746,col 2

φασὶ δὲ καὶ “τοῦ Πυθαγόρου
παίγνιον εἶναιColumn end

sch nub

746

(17)

διὰ κατόπτρου τοιοῦτον· πληροσελήνου τῆς σελήνης οὔσης εἴ τις εἰς ἔσοπτρον ἐπιγράψειεν αἵματι ὅσα βούλοιτο, καὶ προειπὼν ἑτέρῳ, σταίη κατόπιν αὐτοῦ, δείκνυσι πρὸς τὴν σελήνην τὰ γράμματα, κἀκεῖνος πλησίον ἀτενίσας εἰς τὸν
20τῆς σελήνης κύκλον ἀναγνοίη πάντα τὰ ἐν τῷ κατόπτρῳ γεγραμμένα ὡς τῇ σελήνῃ ἐγγεγραμμένα.” πάντα τὰ τῇδε, οἷα ἂν καὶ ὦσι, τῶν παλαιῶν εἰσιν αὐταῖς λέξεσιν. ἔπεισι
δέ μοι διαπορεῖν καὶ θαυμάζειν, εἰ
25Πυθαγόρας αἵματι ἔγραψεν, ὃς καὶ κυάμων ἀπείχετο ὡς ὄντων γεννητι‐ κῶν αἵματος.

sch nub

747a

ἔχω] ἐνόησα.

sch nub

747b

γνώμην] νόημα.

sch nub

748

τί] εὗρες.

sch nub

750

καθέλοιμι] καταβιβάσω.

sch nub

751a

λοφεῖον: λοφεῖον λέγεται καὶ ἡ θήκη τῆς περικεφαλαίας καὶ ἡ θήκη τῶν κατόπτρων.

sch nub

751b

ταύτην] τὴν σελήνην.

sch nub

751c

λοφεῖον] θήκην κατόπτρου.

sch nub

751d

λοφεῖον] λοφία τὰ ἔχοντα τοὺς λόφους.

sch nub

752

τηροίην] φυλάσσοιμι.

sch nub

753a

τί δῆτ’ ἂν ὠφελήσειέ σε: οὐδὲν ἐν τῇδε τῇ σελίδι ὑψήγορον καὶ
δύσνουν ἐστίν, ἀλλὰ πάντα σαφῆ. ῥητέον δὲ τούτων τὸν νοῦν. τί δή σοι ὄφελος γένοιτο, φησὶν ὁ Σωκράτης, κατασχόντι καὶ κρύψαντι τὴν σελήνην ἐν θήκῃ κα‐ τόπτρου; καὶ ὁ Στρεψιάδης φησίν· ὅτι σελήνης μὴ ἀνατελλούσης μηδὲ φαινο‐
5μένης οὐκ ἂν ἀποδοίην, οὐ χρέα, ἀλλ’ οὐδὲ τόκους· οἶδας γάρ, ὅτι κατὰ μῆνα τῆς σελήνης καὶ δανειζόμεθα καὶ τοὺς τόκους τοὺς τῶν δανείων ἀποτιννύομεν. καὶ ὁ Σωκράτης ἀρεσκόμενος τούτῳ τῷ νοήματι· εὖ γε, φησί, καὶ καλῶς, τοῦτο ἐσκόπησας. ἕτερον δέ σοι προβαλῶ καὶ πρόβλημα καὶ ζήτημα προθήσω καὶ ἐρωτήσω, δεξιὸν καὶ κάλλιστον. εἴ σοι γράφοιτο, εἰ κατὰ σοῦ γραφὴ καὶ
10κατηγορία δοθῇ καὶ λίβελλος, πεντετάλαντος ἀττικῶς, πεντατάλαντος δὲ κοινῶς, πῶς τοῦτον ἀφανίσειας ἤτοι μηδὲν λέγοντα καὶ ἄκυρον δείξειας, εἰπέ μοι. καὶ ὁ Στρεψιάδης φησίν· ἐρωτᾷς, ὅπως ἀφανίσω, ὅπως καὶ πῶς τοῦτο ποιήσω; οὐκ οἶδα· ἀτὰρ καὶ δή, ζητητέον καὶ σκοπητέον μοι. καὶ ἅμα συννοίᾳ κατασχεθέντος καὶ σκοπουμένου Σωκράτης φησὶ θαρσύνων αὐτόν·
15μὴ νῦν ἴλλε καὶ σύγκλειε καὶ σύσφιγγε, τὴν γνώμην καὶ τὴν διάνοιαν, περὶ σεαυτὸν ἤτοι μὴ δειλία, ἀλλ’ ἀποχάλα τὴν φροντίδα καὶ τὸ νόημα, εἰς τὸν ἀέρα, ὥσπερ οἱ παῖδες τὴν μηλολόνθην ἤτοι τὸν χρυσοκάνθαρον, δεσμοῦντες ἐκ τοῦ ποδὸς ἐν τῷ παίζειν ἀφιᾶσιν εἰς τὸν ἀέρα· ἤτοι μὴ δειλία καὶ περὶ σεαυτὸν σφίγγε τὸ νόημα, ἀλλ’ εὐθαρσῶς ἄλλο ἐπ’ ἄλλῳ προπέμπων νόημα λογίζου.
20καὶ ὁ Στρεψιάδης σκοπήσας, ὡς, εἰ ὠνήσαιτο ὕαλον τὴν κρύσταλον καλουμένην, στὰς πρὸς τὸν ἥλιον καὶ τὴν ἐκείνου ἀκτῖνα δεξάμενος ἐν αὐτῇ οὕτως ἀνυπόπτως πυρπολήσει τὸν λίβελλον καὶ τὴν κατ’ αὐτοῦ πεντετάλαντον δίκην διαδρασκά‐ σειεν, ἀνίσταται δῆθεν τεθαρρηκὼς καὶ τῷ διδασκάλῳ χαίρων φησίν· εὕρηκα,
διδάσκαλε Σώκρατες, ἐπίνοιαν σοφωτάτην, ἐν ᾗ ῥᾳδίως ἀφανίσω τὴν πεντετά‐
25λαντον δίκην, ὥστε οὐδὲ σὺ αὐτός μοι ἀντιτείνεις, διδάσκαλε, λέγων αὐτὴν μὴ εἶναι σοφωτάτην ἐπίνοιαν. καὶ ἐρωτήσαντος Σωκράτους ἀμοιβαίως κομματικῶς τὴν περὶ τοῦ κρυστάλου ἣν εἶπον ὑπόθεσιν λέγουσιν.

sch nub

753b

ὅ τι] καὶ κατὰ τί.

sch nub

755

τίη τί δή] διὰ τί.

sch nub

756

δανείζεται] αὐξάνει.

sch nub

757a

εὖ γ’] τοῦ ἐνθυμήματος.

sch nub

757b

προβαλῶ] πρόβλημα καὶ ζήτημα παρεισάξω.

sch nub

758a

γράφοιτο] κατηγοροίη.

sch nub

758b

δίκη] κρίσις, τιμωρία.

sch nub

761

εἵλλε (sic)] στρέφε, σύγκλειε, σύσφιγγε.

sch nub

762

ἀποχάλα] ἔνδιδε.Column end

sch nub

762,col 2

ἀποχάλα] δίδου.Column end

sch nub

763a

λινόδετον] ὥσπερ ποιοῦσιν οἱ παῖδες.

sch nub

763b

μηλονόνθην (sic) p.i.fast.] χρυσοκάνθαρον· ἀπὸ τοῦ “μήλῳ ὁμοίαν ποιεῖν τὴν ὄνθον” ἤγουν τὴν κόπρον. ἢ ἀπὸ τοῦ μῆλον, ὅ ἐστι τὸ
5πρόβατον, καὶ τοῦ ὄνθη, ἡ κόπρος· ἡ ποιοῦσα τὰς τῶν προβάτων κόπρους
σφαίρας.

sch nub

765a

ὁμολογῶ τὸ φανερῶ καὶ τὸ συναινῶ, ἀπὸ τοῦ ὁμοῦ λέγειν.

sch nub

765b

ὁμολογεῖν] συγκατατίθε‐ σθαι, συναινεῖν.

sch nub

766a

φαρμακοπώλαις: φαρμακοπῶλαι κυρίως οἱ τὰ φάρμακα πιπράσκον‐ τες τά τε λυσιτελοῦντα καὶ τὰ θανάσιμα, τοῖς παλαιοῖς δὲ καὶ οἱ τοὺς τιμαλφεῖς λίθους πιπράσκοντες φαρμακοπῶλαι ἐλέγοντο· οὐδεὶς γὰρ τῶν τοιούτων
λίθων ὃς οὐκ ἔχει ξενωτέρας δυνάμεις.Column end

sch nub

766b,col 2

τὴν λίθον] τὴν κρύσταλον.Column end

sch nub

768

φ’ ἧς τὸ πῦρ ἅπτουσι: τὴν κρύσταλον λέγει, ἣ προσβαλλούσης ἀκτῖνος ἡλίου πρῶτα μὲν προπέμπει καπνόν. περὶ ταύτης Ὀρφεύς τε φησὶ καὶ τὰ πράγματα σαφέστερον δείκνυσιν.

sch nub

769a

τί δῆτ’ ἄν: ἐλλιπῶς ἀττικῶς φησιν ὁ Σωκράτης· τί δῆτ’ ἄν σοι λυσιτελὴς ἡ κρύσταλος γένοιτο; καὶ ὅς· ταύτῃ φλέξαιμι τὸν λίβελλον οὕτω· καὶ σχῆμα μέλλει δεικνύειν ἐκ τῶν ἀκτίνων ἀνάπτοντος κρύσταλον καὶ τὸν
λίβελλον φλέγοντος.

sch nub

769b

ἔγωγε] ναί.

sch nub

769c

τί δῆτ’ ἄν] σοὶ λυσιτελὴς ἡ κρύσταλος.

sch nub

770

δίκην] ἀπόφασιν.

sch nub

771

ἀπωτέρω] ἐναντίον.

sch nub

772

ἐκτήξαιμι] ἀφανίσαιμι.

sch nub

773a

σοφῶς γε, νὴ τὰς Χάριτας: τῷ μὲν φαινομένῳ ἀρεσθεὶς ὁ Σω‐ κράτης δεικνύεται τῷ τοῦ Στρεψιάδου ἐπινοήματι καὶ ὄμνυσι τὰς Χάριτας, ὅτι σοφῶς τοῦτο τὸ νόημα ἐπενόησε τὸ τῆς τοῦ χάρτου τεφρώσεως· Χαρίτων γὰρ δῶρα καθέστηκε καὶ ἔργων σοφία καὶ νοημάτων καὶ λόγων καὶ ἐφευρέσεων.
5ἐσχηματισμένως δὲ καὶ τοῦ Σωκράτους καθάπτεται καὶ κωμῳδεῖ τοῦτον ὡς λιθοξόον. Σωφρονίσκου γὰρ λιθοξόου υἱὸς ὢν ὢν υἱὸς ὁ Σωκράτης καὶ τῆς λαξευτικῆς τῶν λίθων μετέσχηκε τέχνης καὶ ἀνδριάντας λιθίνους ἐλάξευε· καὶ ἀγάλματα δὲ τῶν τριῶν Χαρίτων εἰργάσατο, Πειθοῦς, Ἀγλαΐας, Θαλείας, ἃ ἦσαν ὄπισθεν ὄπισθε τῆς Ἀθηνᾶς ἐγγεγλυμμένα τῷ τοίχῳ. ἐγὼ δέ φημι·
10ἔργον 〈δ’〉 οὐδὲν ὄνειδος, ἀεργίη δέ τ’ ὄνειδος.

sch nub

773b

οἴμοι, φησὶν ὁ Στρεψιάδης χαίρων, ὅτι διαγέγραπταί μοι καὶ ἐξεκόπη καὶ κατεφλέγη, χάρτης καὶ λίβελλος πεντεταλάντου μοι δίκης. καὶ τοῦτο δὲ
ἀστεϊζόμενος πρὸς γέλωτα οὗτος γράφει τῶν φιλοσόφων μονονοὺ καὶ τοῦτο λέγων αὐτοῖς· ἆρα, ὦ μάταιοι, ἐκ τοῦ εἰδέναι ὑμᾶς διεντέρευμα ψύλλης ἢ κώνω‐
5πος ἢ περί τε ἀστραπῆς καὶ βροντῆς ψυχροφυσικεύεσθαι καὶ τοῦ εἰδέναι, ὡς ἡ κρύσταλος ὕελος ἀκτῖσιν ἡλίου βληθεῖσα προΐησι φλόγα, καὶ ἕτερα ἅττα τοιαῦτα, σχοίητε ἂν ἢ τροφῶν εὐπορίαν, εὐερμίαν, ὡς γραμματεῖς, ἰατροί, γεωμέτραι ἐκ τεχνῶν οἰκείων τρεφόμενοι, ἢ χρέα ἢ δίκην ἂν ἀποφύγοιτε, ὥσπερ πολλάκις δρῶσιν εὐγλωττοῦντες οἱ ῥήτορες;

sch nub

773c

οἴμ’ p.i.m.] οὐ θρηνητικὸν τὸ “οἴμοι”, 〈ἀλλ’〉 ἐκπληκτικόν.

sch nub

774

διαγέγραπταί] ἠφάνισται, δια‐
κεχώρισται.Column end

sch nub

774,col 2

διαγέγραπταί] ἀντὶ τοῦ
κατέξεσται.Column end

sch nub

775

συνάρπασον] ἀπὸ μεταφορᾶς τῶν κυνῶν. ἐμπαίζει δὲ φιλοσόφους λέγοντας· ἅρπασον τὸ νόημα, θή‐ ρασαι.

sch nub

776a

ἀντιδικῶν: κατηγορῶν καὶ ἐναντιούμενος. τοῖς γὰρ γραψαμένοις καὶ μὴ ἀποδεικνύουσιν ἐπεβάλλετο χρηματικὴ ζημία, καὶ εἰ μὴ κατὰ τὸ ὡρι‐ σμένον ἐξέτισεν, ὑπερήμερος ἀπεδίδου τετραπλοῦν, οἱ δὲ μὴ ἔχοντες τῖσαι καθείργνυντο εἰς τὸ δεσμωτήριον. πολλοὶ δὲ τοῦτο πεπόνθασι καὶ ὁ τοῦ ῥήτορος
5τοῦ Ἀριστογείτονος πατήρ.

sch nub

776b

ὅπως] πῶς.

sch nub

776c

ἀντιδικῶν] ἀντιδικάζων, κα‐
τηγορῶν δικαστικῶς.

sch nub

777a

μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων: τὸ “μ καθ’ ἡμᾶς περιττὸν ἀττικῶς, ὡς τὸ
ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας. εἰ γὰρ μὴ παρῆσαν μάρτυρες, οὐ δυσχερὲς ἦν ἀποτρέψαι τὴν δίκην.

sch nub

777b

μὴ] περισσόν.

sch nub

777c

μὴ] παρέλκον.

sch nub

778a

φαυλότατα καὶ ῥᾷστα: συντόμως καὶ ῥᾳδίως, φησίν, ἀποστρέψω τοιαύτην δίκην, πρὸς τὸν ἐρωτήσαντα Σωκράτη ὁ Στρεψιάδης. εἰπόντος δὲ Σωκράτους· εἰπέ, πῶς ἀποστρέψῃς; ἕνεκα τοῦ γελοίου φησὶ χαριέντως· πρὸ μιᾶς δίκης τοῦ κληθῆναί με δικασθῆναι δραμὼν ταχέως καὶ σχοῖνον
5προσάψας μου τῷ τραχήλῳ ἀγχόνῃ ἐμαυτὸν παραδοίημι. καὶ ὁ Σωκράτης· οὐδὲν λέγεις πρὸς τὴν ὑπόθεσιν. καὶ οὗτος πρὸς αὐτὸν πάλιν· νὴ τοὺς θεοὺς ἔγωγε, φησί, λέγω, καὶ πάνυ κάλλιστα λέγω· οὐδεὶς γὰρ κατ’ ἐμοῦ τεθνηκότος κινήσει δίκην.

sch nub

778b

φαυλότατα] δύο σημαίνει τὸ φαῦλον, τὸ αἰσχρὸν καὶ τὸ βραχύ.

sch nub

779

μιᾶς] ἡμέρας.

sch nub

780a

τὴν ἐμὴν] δίκην.

sch nub

780b

ἀπαγξαίμην] πνίξομαι.

sch nub

782

δίκην] τιμωρίαν.

sch nub

783a

ὑθλεῖς: φλυαρεῖς, φησὶν ὁ Σωκράτης· ἄπερρε καὶ φθείρου καὶ (784) ἀπότρεχε· οὐκέτι διδαχθῇς παρ’ ἐμοῦ. ὁτιὴ τ: διὰ τί, ναὶ Σώκρατες, δί‐ δαξον (785). ἀλλ’ εὐθὺς ἐπιλήθῃ ἐκείνων ὧν μεμάθηκας. ἐπεὶ εἰ μὴ ἐπιλήσμων εἶ, εἰπέ, τί νῦν ἐδιδάσκου. λέγει δὲ περὶ τῆς καρδόπου. καὶ αὐτίκα πρόεισι
5τέλειος βεστίτζης ὁ Στρεψιάδης παιδάριον γραμματικὸν ἐκμιμούμενος ἀποστη‐ θίζον ἐπαγγελίαν τινὰ καὶ ἐπιλαθόμενόν τινων ῥήσεων καὶ δυσφοροῦν ἐπὶ (787) τῇ ἀνευρέσει αὐτῶν. καί φησι· φέρ’ ἴδω, τί ἦν; καὶ ὅσα ὁ δαιμόνιος δαιμονίως μιμούμενος λέγοντα τοῦτον παρεισάγει. παράγει.

sch nub

783b

ἄπερρ’] φθείρου.

sch nub

784

Σώκρατες] δίδαξον.

sch nub

787

787] λέγει περὶ τῆς καρδόπης.

sch nub

789a

οὐκ ... ἀποφθερεῖ] οὐκ ἀποδράμῃ.

sch nub

789b

(v.l.) ἀποφθερεῖ] ἀποφθερῇ.

sch nub

790a

ἐπιλησμότατον 〈...〉 γερόντιον: ἐπὶ τούτοις εἰσάγεται καὶ Σωκράτης δυσφορῶν ἐπὶ τῇ ἀφυΐᾳ τοῦ γέροντος, κἀκ τοῦ φροντιστηρίου αὐτὸν ἀπελαύνων. φησὶ γάρ· οὐκ ἐς κόρακας καὶ ἐρημίας καὶ χάη ἀποφθερῇ ἤτοι πόρρω γεγονὼς ἡμῶν τῆς σχολῆς ἀπορραγῇς τῶν τῇδε ἐπιλησμότατον καὶ
5σκαιότατον γερόντιον. οὔτε δὲ βεστίτζης τις οὕτως ἂν αὐτὸς ἑαυτὸν ἐμιμήσατο
οὔτε φιλοσοφίδιόν τι κομψολεξιφόρητον αὐτὸ ἑαυτό, ὡς προσφυέστατα οὗτος ὁ ἀλιτήριος ἀπομιμεῖται, ὃ ἂν θελήσῃ μιμεῖσθαι. ἐπιλησμότατον μὲν λέγεται ἀπὸ τοῦ “ἐπιλήσμη”, ἐπιλησμονέστατον δὲ ἀπὸ τοῦ “ἐπιλήσμων”.

sch nub

790b

σκαιότατον] ἀμαθέστατον.

sch nub

791

οἴμοι: σχετλιάζει καὶ δεινοπαθεῖ τὸ γερόντιον ἐπὶ τῇ εἰς αὐτὸν δικαίᾳ καταμομφῇ τοῦ Σωκράτους, καί φησιν· οἴμοι, ὁ κακοδαίμων καὶ δυστυχής, τί πάθω; ἀπολωλέναι γὰρ μέλλω διὰ τὰ χρέα ἐξ ἄλλου ἄλλῳ τῶν δανειστῶν καθελκόμενος. τοῦτο δέ μοι συμβήσεται πάντως διὰ τὸ μὴ εὐφυᾶ με καὶ
5εὔγλωττον εἶναι. ἀλλ’ ὦ Νεφέλαι, συμβουλεύσατέ μοι τι χρηστόν. αἵ φασι πρὸς αὐτόν· εἰ ἔχεις υἱόν, ἀνθ’ αὑτοῦ μαθησόμενον τοῦτον ἄγε πρὸς Σω‐ κράτην. ὁ δὲ Στρεψιάδης· ἔστι μοι, φησίν, υἱός, ὁ δέ· υἱός ἐστί μοι, ἀλλ’ οὐ θέλει μανθάνειν. καὶ αἱ Νεφέλαι δὲ αὖθις πρὸς Στρεψιάδη(ν)· σὺ δ’ ἐπιτρέπεις, παραχωρεῖς, ἐᾷς αὐτὸν μὴ μανθάνειν; καὶ ὁ Στρεψιάδης ἐλλειπτικῶς· ναί, φησίν, ἐῶ πτοούμενος,
10μὴ παρακελευσάμενος μανθάνειν οὐ θέλοντι τυπτηθῶ παρ’ αὐτοῦ. εὐσωματεῖ γὰρ καὶ σφριγᾷ ἤτοι εὔρωστος καὶ νεάζων ἐστίν. τὰ ἐλλειπτικὰ δὲ τῶν σχημά‐ των ἰδέας εἰσὶ συντομίας. εὐσωματεῖ γὰρ καὶ σφριγᾷ, φησί, καὶ ἔστιν ἐκ γυναικῶν εὐπτέρων καὶ εὐγενῶν, τῶν ἀπὸ τῆς πλειστάκις ῥηθείσης Κοισύρας, ὑψηλῆς γυναικός, τὸ
15γένος καταγουσῶν. αἱ τροπικαὶ δὲ καὶ μεταφορικαὶ λέξεις τοῦ ὕψους εἰσὶ καὶ μεγέθους καὶ ἀξιώματος, ποτὲ δὲ καὶ τοῦ ἤθους, ἂν τοῦ ἤθους τῶν λεγόντων
στοχάζοιντο καὶ προσφυέας τοῖς λέγουσι ταύτας εἰσφέρωσιν, ἐνίοτε μὲν φιλοσό‐ φοις, ἄλλοις δὲ ἀλλαχοῦ, ὡς νῦν τῷ Στρεψιάδῃ ἡ λέξις ἡ τῶν εὐπτέρων. ἢ γὰρ ὡς μιμητὴς φιλοσόφων χρᾶται αὐτῇ τροπικῇ οὔσῃ καὶ ὑψηλῇ, ἢ ὡς ἀγρότης
20ἀπὸ φασιανῶν ἢ ταώνων ὀρνέων λέγων αὐτὴν διὰ τὸ συνήθη καὶ γνώριμα τὰ ὄρνεα ταῦτα ὑπάρχειν ἀγρόταις, μονονοὺ λέγων (ἀντὶ τοῦ εἰπεῖν· εὐγενοῦς μητρός)· φασιανοπτέρου ἢ ταωνοπτέρου ἐστὶ καὶ καθελκουσῶν τὴν γένους σειρὰν ἐκ Κοισύρας.

sch nub

792

γλωττοστροφεῖν] καὶ μνη‐ μονεύειν, ὧντινων ἔμαθον.

sch nub

793

συμβουλεύσατε] μοι.

sch nub

795

ἐκτεθραμμένος] ἀνατεθραμ‐ μένος.

sch nub

799a

ἐπιτρέπεις] ἐᾷς αὐτὸν μὴ μανθάνειν· ἢ ἐπιτρέπεις καὶ οὐκ ἀκούει σου.

sch nub

799b

εὐσωματεῖ ... σφριγᾷ] εὔρωστος καὶ νεάζων ἐστὶ καὶ ἀ‐ κμάζει.

sch nub

800a

εὐπτέρων] εὐγενῶν.

sch nub

800b

τῶν] τὸ γένος καταγουσῶν.

sch nub

800c

Κοισύρας] ὑψηλῆς γυναικός.

sch nub

800d

Κοισύρας] τῆς.

sch nub

801a

ἀτὰρ καὶ δή, μέτειμι αὐτόν, μετὰ αὐτὸν καὶ εἰς αὐτὸν εἶμι καὶ πορεύο‐ μαι. λείπει “καὶ παραινέσω μανθάνειν ἀντ’ ἐμοῦ”. ἢν δὲ μὴ θέλῃ, οὐκ ἔστιν ὡς οὐ διώξω αὐτὸν ἐκ τῆς οἰκίας. ἀλλ’ ὀλίγον χρόνον εἰσελθών, Σώκρατες, ἀνάμεινόν με καὶ ἄξω σοι αὐτόν. ταῦτα εἰπὼν ἄπεισι πρὸς τὸ τὸν υἱὸν ἀγαγεῖν.

sch nub

801b

ἀτὰρ] δέ.

sch nub

801c

μέτειμί] μετέρχομαι εἰς.

sch nub

802

ἐξελῶ] ἐκβάλω.

sch nub

803a

803] ταῦτα εἰπὼν ἄπεισι πρὸς τὸν υἱόν.

sch nub

803b

εἰσελθὼν] †ὥστε†.

sch nub

804a

αἱ Νεφέλαι δὲ Σωκράτει φασίν· ἆρα νοεῖς, ὡς ἕξεις δι’ ἡμᾶς νῦν ἀγαθά; ἕτοιμος γὰρ οὗτος πάντα ποιεῖν, ἃ λέγεις. σὺ δὲ ἀπολάψεις καὶ κερδή‐ σεις, ἀπὸ ἀνδρὸς ἐκπεπληγμένου καί σε θαυμάζοντος, καὶ φανερῶς ἐπηρμένου καὶ ἀνεπτερωμένου εἰς σὸν σέβας καὶ τῆς σῆς στοργῆς ἐξεχομένου. ἀπολάψεις
5δὲ καὶ κερδήσεις ταχέως, γνοὺς καὶ νοήσας αὐτόν· δύνασαι γὰρ ὅτι πλεῖστον ἀντὶ τοῦ λίαν. ἢ ἀπολάψεις ταχέως ὅτι πλεῖστον· δύνασαι γάρ.

sch nub

804b

αἰσθάνει] γνωρίζεις. αἱ Νε‐
φέλαι δὲ πρὸς τὸν Σωκράτην φασίν.

sch nub

805a

ἕξων] μέλλων λαβεῖν.

sch nub

805b

θεῶν] ἀπό.

sch nub

809a

ἀνδρὸς] ἀπό.

sch nub

809b

ἐκπεπληγμένου] καὶ σὲ θαυ‐ μάζοντος.

sch nub

810

ἐπηρμένου p.i.m.] ἀνεπτερω‐ μένου εἰς σὸν σέβας καὶ τῆς σῆς στοργῆς ἐξεχομένου.

sch nub

811a

ἀπολάψεις] κερδήσεις.

sch nub

811b

ὅτι πλεῖστον] λίαν.

sch nub

812a

φιλεῖ γάρ πως: φιλεῖ γὰρ καὶ φίλον ἥγηται, τὰ τοιαῦτα τρέπεσθαι εἰς ἕτερα ἢ ἑτέρᾳ καὶ ἑτέρως τρέπεσθαι. ὁ δὲ νοῦς τοιοῦτος, ὃν οὐκ ἐνόησαν οἱ παλαιοί· τὰ δὲ τοιαῦτα ἤτοι τὰ τῶν ἐρώντων καὶ ποθούντων ὁπωσδήποτε κινοῦνται καὶ μεταφέρονται εἰς τοὺς ἐρωμένους καὶ ὧν πόθον ἔχουσιν. ἕτεροι
5δὲ οἱ ἐρώμενοι καὶ ἕτεροι οἱ ἐρῶντες.

sch nub

812b

φιλεῖ] ἔθος ἔχει.

sch nub

812c

τὰ τοιαῦθ’] ἤθη.

sch nub

813a

ἕτερα] εἰς.

sch nub

813b

ἕτερα] ἄλλως.

sch nub

814

οὔ τοι μὰ τὴν Ὀμίχλην: πεφθακὼς Στρεψιάδης ὁ βεστίτζης πρὸς τὴν οἰκίαν τὴν ἑαυτοῦ ὡς ἐκ Σωκράτους ἤδη μετατραπεὶς εἰς ἀσέβειαν ὄμνυσιν τῷ υἱῷ οὐκέτι κατὰ Διὸς ἢ ἑτέρου θεοῦ, ἀλλὰ κατὰ τῆς ὀμίχλης, ὥσπερ φι‐ λόσοφος, λέγων· οὐκέτι μενεῖς ἐνταυθοῖ, οὔ μὰ τὴν Ὀμίχλην, ἀλλ’ ἔσθι
5ἐλθὼν τοὺς Μεγακλέους κίονας: ἀλλ’ εἰσελθὼν εἰς τὴν αὐλὴν τοῦ πρὸς μητρός σοι θείου Μεγακλέους κατέσθιε τοὺς κίονας αὐτῆς, οὓς ἐκεῖνος μόνους καταλέλοιπε καταβεβρωκὼς ἅπαντα τἄλλα. καὶ ὁ υἱὸς ἀκηκοὼς θεὰν ξενω‐ τέραν ὀμνυμένην τῷ πατρὶ νομίσας αὐτὸν παρανοεῖν ἐξεστηκότα τῶν φρενῶν· ὦ δαιμόνιε, φησίν, ὦ πάτερ δαίμοσιν ἀλιτηρίοις κατάσχετε, τί χρῆμα πάσχεις;
10τίνα νόσον νοσεῖς; οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν ὀλύμπιον. καὶ ὁ βεστίτζης ὡς ἤδη φιλοσοφοδίδακτος γεγονὼς καὶ γνοὺς ἀπὸ φυσικῶν καὶ συλλογισμῶν καὶ ἀποδεικτικῶν λόγων Δία μὴ εἶναι—τέσσαρα γάρ εἰσι τῆς θυραίας φιλοσο‐ φίας ταῦτα διδάγματα· ψεῦδος, τῦφος, πατραλοιότης, ἀσέβεια—· ἰδοὺ ἰδού, φησί, Δία ὀλύμπιον. λείπει τὸ “ὤμοσας”.

sch nub

815

ἐξηνάλωσε γὰρ καὶ αὐτὸς τὴν περιουσίαν αὐτοῦ καὶ ἀπέμειναν μόνοι οἱ κίονες.

sch nub

816

δαιμόνιε] ἄθλιε.

sch nub

818a

τῆς μωρίας: καὶ τοῦτο ἐλλιπῶς ἀττικῶς· φεῦ τῆς μωρίας, τὸν
Δία νομίζειν δηλονότι θεόν, ἢ ὅτι ἔτι βασιλεύει θεῶν.

sch nub

818b

Δί’ ὀλύμπιον] λείπει ὀ‐ μνύεις.

sch nub

818c

τῆς μωρίας] φεῦ.

sch nub

819a

ὄντα σε τηλικουτον: ἤτοι πεφθακότα σε πρὸς ἡλικίαν τελείου ἀνδρός. τί δέ, φησὶ Φειδιππίδης, διὰ τοῦτο ἐγέλασας ἐτεὸν καὶ ἀληθές, εἰπέ. ὅτι παιδάριον, φησίν, ὑπάρχεις καὶ φρονεῖς ἀρχαϊκά. οὐκ ἐπαινετῶς κατ’ Αἰσχύλον τοῦτόν φησι
5γέροντα τὸν νοῦν, σάρκα δ’ ἡβῶσαν φύσει, ἀλλ’ οὕτω φησίν· ὅτι ὢν παιδάριον, νῦν νέος σφριγῶν καὶ ἀκμάζων, φρονεῖς ἀρχαϊκὰ καὶ μωρά· ἀρχαῖοι γὰρ οἱ μωροὶ ἐκαλοῦντο ἀπὸ τῶν ἐπὶ τοῦ Κρόνου ἐκείνων ἀρχαίων ἀπραγμόνων ἀνδρῶν. ὅμως ἐλθέ, ἵνα σοι φράσω πρᾶγμα, ὃ μαθὼν ἀνὴρ ἔσῃ ἤτοι στερρόνους καὶ ἔμφρων.

sch nub

819b

τὸν Δία] θεόν.

sch nub

819c

νομίζειν] τό.

sch nub

819d

νομίζειν] σε.

sch nub

819e

τηλικουτονί] τουτέστι μέγαν.

sch nub

820a

τί δὲ] εἰς.

sch nub

820b

ἐγέλασας] διέσυρας.

sch nub

820c

ἐτεόν] κατὰ ἀλήθειαν.

sch nub

821

ἀρχαϊκά] μωρά.

sch nub

822

εἰδῇς] γνωρίσῃς.

sch nub

823

ἔσει] ὑπάρξῃ.

sch nub

824a

ὅπως δὲ τοῦτο μὴ διδάξῃς μηδένα: λείπει τὸ “ἐθέλω δέ”, ὅπως τοῦτο μὴ διδάξῃς μηδένα, ἢ “οὕτω δέ σοι λέγω”, ὅπως τοῦτο μὴ διδάξῃς μηδένα. ἀπομιμεῖται τὸ φθονερὸν καὶ οὗτος δῆθεν τῶν φιλοσόφων καὶ τὸν υἱὸν διδάσκει μηδενὶ ταῦτα λέγειν. ὁ δὲ υἱὸς Φειδιππίδης πλησίον στὰς τούτου· τί,
5φησί, πάτερ, ἰδοὺ ἐγώ. καὶ ὁ βεστίτζης Στρεψιάδης φιλοσόφως· ὁρᾷς, ὦ τέκνον, οἷον ἀγαθὸν τὸ μανθάνειν; οὐκ ἔστι, Φειδιππίδη, Ζεύς, ὁ Δῖνος δὲ καὶ τὸ ὀστρακοῦν ποτήριον, νῦν βασιλεύει τὸν Δία τῆς ἀρχῆς ἐξελάσας.

sch nub

824b

ὅπως] ὅρα.

sch nub

824c

τοῦτο] μαθών.

sch nub

824d

διδάξεις] διδάξῃς.

sch nub

826a

ἔγωγ’] ναί.

sch nub

826b

ὡς] ὅτι.

sch nub

828

ἐξεληλακώς] ἀποδιώξας.

sch nub

829a

πρὸς ταῦτα σχετλιάζων Φειδιππίδης· αἰβοῖ, φησί, τί ληρεῖς, πάτερ; τίς ταυτὶ λέγει; καὶ ὁ Στρεψιάδης· Σωκράτης ὁ Μήλιος λέγει ταῦτα, καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη, ἤτοι σοφοὶ ἄνδρες (εἰρωνικῶς) καὶ περὶ πάντων λεπτῶς φυσιολογοῦντες μέχρι καὶ αὐτῶν τῶν ἰχνῶν τῶν ψυλλῶν.
5Ἀθηναῖον δὲ ὄντα Σωκράτη(ν) τοιῶσδε Μήλιον λέγει· ὡς ἄθεον ἀπὸ Διαγόρου τοῦ Μηλίου, ὃς πρότερον θεοσεβὴς ὢν ἀποστερηθεὶς παρακαταθήκης ὑπό τινος
ὀμωμοκότος θεοὺς καὶ δυσχερὲς μηδὲν πεπονθότος εἰς ἐσχάτην ἐτράπη ἀσέβειαν· ὃς καὶ εἰσελθὼν εἰς πανδοκεῖόν ποτε καὶ φακὸν ἕψειν μέλλων, ὡς ξύλα οὐχ εὕρισκε, ξύλινον ἀνδριάντα τοῦ Ἡρακλέος εὑρὼν ἀξίνῃ τοῦτον λεπτοτομήσας ἐλεπτοτόμησε
10καὶ ὑποκάτω εἰς τὸ κάτω τῆς χύτρας τῆς τοῦ φακοῦ εἰς τὸ πῦρ ἐμβαλών· δώδεκα, εἶπεν, ἄθλους, ὦ Ἥρακλες, ἐξετέλεσας, νῦν δὲ καὶ τρισκαιδέκατον ἐπιτέλεσον ἆθλον καὶ ἕψησον τὸν φακόν. δι’ ὃν Ἀθηναῖοι τὴν Μῆλον πολέμῳ κατέσχον καὶ ψήφισμα ἔγραψαν ἐν στήλῃ λευκῇ· χαλκῇ· ὃς ἀνέλῃ Διαγόραν τὸν Μήλιον, λαμ‐ βανέτω ἀργυρίου τάλαντον, δύο δὲ τάλαντα ἀργυρίου, ὃς Ἀθηναίοις ἀγάγῃ
15τουτονὶ ζῶντα. ηὐτέλιζε γὰρ καὶ τὰ τῆς Δήμητρος μυστήρια καὶ τούτων κατε‐ γέλα πρὸς ἀμυήτους ἐκφέρων αὐτά. οὕτω Μήλιον νῦν τὸν Σωκράτην καλεῖ. ἐνταῦθα οἱ παλαιοὶ μακρηγοροῦντες λέγουσι μήλια μιλίων πολλῶν· ἢ ὅτι δασὺς ἦν ὁ Σωκράτης, ὡς τὰ μῆλα καὶ πρόβατα· ἢ ὅτι ἡμέρου τὰς ψυχάς, καὶ ἕτερα τοιαῦτα μυρία.

sch nub

829b

αἰβοῖ] φεῦ.

sch nub

830a

Ἀρισταγόρας ὁ Μήλιος ἄ‐ θεος ἦν. ἀντὶ γοῦν τοῦ εἰπεῖν· ἄθεος, Μήλιος λέγει.

sch nub

830b

Μήλιος] ἄθεος.

sch nub

832

σὺ δ’ εἰς τοσοῦτον 〈τῶν〉 μανιῶν ἐλήλυθας: σὺ δὲ εἰς τοσοῦτον, ὦ πάτερ, μανιῶν ἐλήλυθας, ὡς πείθεσθαι ἀνδράσι μελαγχολῶσι καὶ μαινο‐ μένοις; “μανιῶν ἀντὶ τοῦ “τῆς μανίας” ἀττικῶς τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ. καὶ τὰ ἑνικὰ δὲ ἀντὶ πληθυντικῶν, ὡς τὸ “παίζει τὰ παιδία”,(.)
5τῶν Ἀττικῶν ἐστι. καὶ ὡς ἀμφότερα
διαλέκτου εἰσὶν ἀττικῆς,Column end

sch nub

832,col 2

καὶ ὡς ἀμφότερα τῶν Ἀττικῶν εἰσι, καὶ ἀμφότερα ῥητορικῆς ἰδέας εἰσὶ μεγέθους καὶ ἀξιώματος· ἐνιαχοῦ δὲ καὶ ἤθους ἂν γένοιτο, εἰ τεχνικὸς ῥήτωρ ὁ γράφων ἐστὶ καὶ τεχνικῶς αὐτὰ μεθο‐ δεύσειεν.Column end

sch nub

833a

εὐστόμει, φησὶν ὁ Στρεψιάδης, καὶ μηδὲν εἴπῃς φλαῦρον καὶ φαῦλον καὶ βλάσφημον εἰς ἄνδρας δεξιοὺς καὶ σοφούς.

sch nub

833b

πείθει] καταπειθὴς γένῃ.

sch nub

833c

χολῶσιν] μαινομένοις.

sch nub

833d

εὐστόμει] καλῶς λέγε.

sch nub

834a

φλαῦρον] ἄτοπον.

sch nub

834b

ἄνδρας] εἰς.

sch nub

835a

ὧν ὑπὸ τῆς φειδωλίας: ἕνεκα τοῦ γελοίου ταῦτά φησιν· ὧν οὐδεὶς ἀπὸ φειδωλίας οὔτε ἐκείρατο οὔτε ἐλαίῳ ἠλείψατο, οὔτε λουτροῖς προσωμίλησε,
δέον εἰπεῖν· ὧν οὐδεὶς δι’ ἀρετὴν οὐδὲν τοιοῦτον ἐποίησεν. πεποίηκεν.

sch nub

835b

τῆς ταπεινώσεως· ὑπὸ τῆς εὐλαβείας ὤφειλεν εἰπεῖν.

sch nub

835c

νοῦν] φρόνησιν.

sch nub

835d

ὧν] ἀφ’.

sch nub

835e

φειδωλίας] φιλοσοφίας· παρ’ ὑπόνοιαν.

sch nub

837

σὺ δὲ ὥσπερ τεθνεῶτος καταλούει μου τὸν βίον: σὺ δὲ ὥσπερ τεθνεῶτος ἐμοῦ ἐξαντλεῖς μου τὴν περιουσίαν εἰς λουτρὰ καὶ τρυφὰς καὶ δαπάνας ἑτέρας. εἰώθασι γὰρ οἱ πλείους τῶν νέων τεθνηκότων αὐτοῖς τῶν γονέων ἀναλίσκειν ἀσώτως τὰς περιουσίας τοιούτοις. ἢ ὅτι, καθά τινες ἀγνοοῦν‐
5τές φασι, μετὰ τὴν ἐκφορὰν τοῦ νεκροῦ οἱ κατὰ τὴν οἰκίαν ἐλούοντο καθαρμοῦ χάριν· οὐ γὰρ ἐλούοντο, πρὸ τῶν θυρῶν δὲ χερνίβων ἑστώτων ἀποθριξάμενοι βραχύ τι τῆς κόμης τὰς χεῖρας ἀπένιζον, ὡς καὶ ἐν Ἀλκήστιδί πως Εὐριπίδης φησί· “χαίτας τ’ οὔτις ἐπὶ προθύροις τομαῖος βόστρυχος χέρνιβα θ’ ὡς νομί‐ ζεται”.

sch nub

838a

ἔθος γὰρ ἦν ἀποθανόντων τῶν γονέων καταναλίσκειν τὰ πράγ‐
ματα τοὺς κληρονόμους τῷ λούεσθαι καὶ σπαταλᾶν. ἐδήλωσε δὲ ἐν ταὐτῷ
5δύο ἐννοίας.

sch nub

838b

καταλούει] ἐξαντλεῖς, κα‐ ταναλίσκεις.

sch nub

839

ὑπὲρ] ἀντί.

sch nub

841

ἄληθες] εἰρωνεία.

sch nub

842a

γνώσει δὲ σαυτὸν: νοήσεις δὲ σαυτόν, ὦ Φειδιππίδη, ὡς εἰ ἀμαθής. ἀλλὰ καρτέρησον μικρὸν χρόνον. ταῦτα εἰπὼν ὁ Στρεψιάδης εἰς τὴν οἰκίαν ἀπέρχεται, εἰσέρχεται, ἵνα ἐξαγάγῃ ἀλεκτρυόνα καὶ ἀλεκτρύαιναν, καὶ δείξας ταῦτα ἐρωτήσῃ τὸν υἱὸν τὰς κλήσεις αὐτῶν, καὶ μὴ εἰπόντα αὐτὰς προσφυῶς τῷ
5ὄντι δείξῃ αὐτὸν ἀμαθῆ καὶ παχύν. εἰσερχομένου δὲ πρὸς τὴν οἰκίαν τοῦ γέροντος ἐκτὸς ὁ Φειδιππίδης ἑστὼς καὶ παραφρονεῖν τὸν πατέρα οἰόμενος· οἴμοι, φησί, τί δράσω; τοῖς σοροπηγοῖς εἴπω νεκροφόρον τούτῳ κατασκευάσαι γλωσσόκομον; ἔοικε γὰρ ἐπιθανατίου παραφροσύνης ῥήματα φθέγγεσθαι. ἢ παραφρονοῦντα μὲν τοῦτον, οὐκ ἐπιθανάτια δέ, ἑλκύσω πρὸς δικαστήριον
10καὶ νικήσω αὐτόν; τὸ παλαιὸν γὰρ κατὰ πατρὸς οὐκ ἐξῆν κινεῖν δικαστήριον,
12εἰ μὴ παρὰ τῶν δικαστῶν ὁ κινῶν
αἰτήσει συγγνώμην.Column end

sch nub

842a,col 2

πλὴν παρανοίας μόνης.Column end

sch nub

842b

παχύς] τὸν νοῦν δηλονότι.

sch nub

845a

παρανοίας] ἕνεκα.

sch nub

845b

εἰσαγαγὼν] εἰς δικαστήριον.

sch nub

845c

ἕλω] νικήσω, κρατήσω.

sch nub

846

σοροπηγοῖς] νεκροθάπταις, τοῖς ποιοῦσι κιβώτια.

sch nub

847

φέρ’ ἴδω, σὺ τουτονὶ τίνα νομίζεις: τοιαῦτα λέγοντος Φειδιππίδου ἐξέρχεται Στρεψιάδης χερσὶ κατέχων ἀλεκτρύαινάν τε καὶ ἀλέκτορα, καὶ δείξας πρότερον τὸν ἀλέκτορα ἐρωτᾷ, πῶς τοῦτον καλεῖ. καὶ εἰπόντος· ἀλέκτορα, καλῶς εἶπας, φησί, περὶ τούτου. εἰπόντος δὲ καὶ τὴν ἀλεκτορίδα ἀλέκτορα·
5καταγέλαστος εἶ, φησί, καὶ ἀμαθής· ἀλλὰ διδάχθητι παρ’ ἐμοῦ ἔκ γε τοῦ νῦν χρόνου ταύτην καλεῖν ἀλεκτρύαιναν, τουτονὶ δὲ ἀλέκτορα. τοῦ Φειδιππίδου δὲ εἰπόντος· ἀλεκτρύαιναν δεῖ με ταύτην καλεῖν; ταῦτα ἔμαθες τὰ δεξιὰ καὶ σοφά, παρὰ τοῖς γηγενέσιν ἢ τοῖς δίκην μυρμήκων ἐν καταγέοις κατωγέοις οὖσιν ἢ τοῖς ὠχροῖς καὶ νεκρόχρωσιν—ὅμοιοι γὰρ νεκροῖς οἱ περὶ Σωκράτη(ν)—ἢ τοῖς
10θεομάχοις, ὡς οἱ Γίγαντες;

sch nub

853a

ἤτοι θεομάχους· οἱ γὰρ Γίγαντες πόλεμον κατὰ θεῶν ἦραν.

sch nub

853b

γηγενεῖς] φιλοσόφως ζῶν‐ τας.

sch nub

854a

χ’ ἅτερά γε πολλ: καὶ ἕτερα πολλά, φησὶ Στρεψιάδης, ἔμαθον,
ἐπελανθανόμην δὲ τῷ γήρει. ὄντα δὲ αὐτὸν καὶ ἀνυπόδετον καὶ γυμνὸν ἰδὼν ὁ υἱὸς λέγει· διὰ ταῦτα, διὰ τὸ μαθεῖν δύο ἢ καὶ τρεῖς λέξεις ἀθλίας, ἀλέκτορα καὶ ἀλεκτρύαιναν, καὶ τὸ ἱμάτιόν σου ἀπώλεσας; ὁ δέ· οὐκ ἀπώλεσα, φησίν,
5ἀλλὰ καταπεφρόντικα καὶ τοῖς φροντισταῖς καὶ διδασκάλοις κατέλειψα.

sch nub

854b

γε] ναί.

sch nub

854c

μάθοιμ’] ἂν ἔμαθον.

sch nub

856a

διὰ ταῦτα] διὰ τὴν μάθησιν.

sch nub

856b

ἀπώλεσας] κατηνάλωσας.

sch nub

857

καταπεφρόντικα] τοῖς φρον‐ τισταῖς κατέλειψα.

sch nub

858a

τὰς δ’ ἐμβάδας καὶ τὰ ὑποδήματα, ποῖ τέτροφας, παρέτρεψας, ἀπέρ‐ ριψας, καταλέλοιπας, ὦ ἀνόητε; καὶ ὁ Στρεψιάδης· ὥσπερ Περικλῆς εἰς τὸ δέον ἀνήλωσα. Περικλῆς ὁ Ἀθηναίων ῥήτωρ καὶ στρατηγὸς λογισμοὺς τῶν χρημάτων
5ἀπαιτούμενος, ὧν διῴκησε τήν τε χρυσῆν Ἀθηνᾶν διὰ Φειδίου πεποιηκὼς καὶ ὧν εἰς τὸν πόλεμον ἀνήλωσε, τῶν μὲν δέδωκεν ἔδωκεν ἀπολόγους· ἐπεὶ δὲ καὶ αὐτὸς
πολλὰ ἐσφετερίσατο καὶ οὐκ ἠδύνατο ἢ οὐκ ἐβούλετο ταῦτα καταβαλεῖν, ἔγραψεν εἰς τὸ δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα. ἔκτοτε δὲ ἐπὶ τῶν πράγματα καταβιβρωσκόντων καὶ μὴ εὐλόγους ἐχόντων αἰτίας εἰπεῖν παροιμία λέγεται
10τὸ “εἰς τὸ δέον ἀνηλωκέναι”.

sch nub

858b

τέτροφας] κατέφαγες, ἔρρι‐
ψας.Column end

sch nub

858b,col 2

τέτροφας] ἔφαγες.Column end

sch nub

859a

859 p.i.m.] παροιμία “εἰς δέον ἀνήλωσα νʹ τάλαντα”.

sch nub

859b

εἰς τὸ δέον] εἰς τὸ διδα‐ σκαλεῖον.

sch nub

859c

ἀπώλεσα p.i.m.] ἠνάλωσα· παρ’ ὑπόνοιαν ἀντὶ τοῦ “καταπε‐ φρόνηκα ὑπὸ φιλοσοφίας, εἰς τοὺς φροντιστὰς ἠνάλωσα” λέγει.

sch nub

860a

ἀλλ’ ἴθι: ἀλλ’ ἐλθέ, βάδιζε, ὦ Φειδιππίδη, ἴωμεν παρὰ τὸ σωκρατικὸν φροντιστήριον. κακῶς φῆς λέγειν ἐμέ. πείσθητί μοι, πατρί σοι ὄντι, καὶ ἅμαρτε ἤτοι ποίησον τὸ ὃ ἐγώ σοι λέγω κακὸν καὶ πλημμελὲς καὶ ἐπταισμένον.

sch nub

860b

ἴωμεν] εἰσίωμεν.

sch nub

861a

κἀγώ τοι ποτ: κἀγὼ οἶδα καὶ γινώσκω, ὅτι ποτὲ ἥμαρτον πειθόμενός σοι ἑξαετεῖ ὄντι καὶ ἤδη τὴν βρεφικὴν ἡλικίαν παρατρέχοντι, καὶ τραυλίσαντι καὶ ὑποψέλλως καὶ παιδαριωδῶς αἰτοῦντι ὃν πρῶτον ἔλαβον ὀβολὸν ἡλιαστικὸν ἐκ τοῦ τῆς ἡλιαίας δικαστηρίου. τριώβολον γὰρ ἐν ὁδῷ δικαστηρίου τῷ δικαστηρίῳ ἑστῶτες
5οἱ γέροντες ἐλάμβανον. διὰ τούτου τοῦ ὀβολοῦ ἤτοι δοὺς αὐτόν, ὠνησάμην σοι ἁμαξίδα ἐκ τῆς πανηγύρεως τῆς ἐν τοῖς Διασίοις, τῇ ἑορτῇ τοῦ Διός, γινομένης. καὶ ἁμαξίδα τινὲς λέγουσιν εἶδος εἶναι πλακοῦντος, οἱ δέ, οἷς κἀγὼ συντίθεμαι, τὸ μικρὸν ἁμαξίδιον, ὃ Ῥωμαίοις καροῦχα καλεῖται.

sch nub

861b

ἐξάμαρτε] ἔξω ἁμαρτίας γίνου.

sch nub

861c

τοι] δήτοι.

sch nub

862a

ἑξέτει] καὶ ἓξ ἐτῶν ὄντι.

sch nub

862b

τραυλίσαντι] παιδαριωδῶς αἰτοῦντι.

sch nub

863

ἡλιαστικόν] δικαστήριον τῶν Ἀθηνῶν ἡ ἡλιαία.

sch nub

864a

τούτου] διά.

sch nub

864b

πριάμην (sic)] ἐπριάμην.

sch nub

864c

Διασίοις] ἐν τῇ ἑορτῇ τοῦ
Διός.

sch nub

864d

ἁμαξίδα] καροῦχαν καὶ εἶδος πλακοῦντος.

sch nub

865a

ἦ μὴν σ: πείθεται τῷ πατρὶ Φειδιππίδης ἀπελθεῖν, προαναφωνεῖ δὲ τῷ πατρὶ τὰ συμβησόμενα.

sch nub

865b

ἦ μὴν] προαναφώνησις.

sch nub

865c

ἀχθέσει] λυπηθῇς.

sch nub

866a

εὖ γ’ ὅτι ἐπείσθης: ἐπαινεῖ τὸν υἱὸν ὁ Στρεψιάδης αὐτῷ πεπεισμένον, καὶ ἀπαγαγὼν τοῦτον εἰς τὸ σωκρατικὸν φροντιστήριον περιχαρῶς καλεῖ τῷ Σωκράτει· τὸν Σωκράτη· δεῦρο, δεῦρο καὶ ἐνταῦθα ἔξελθε, Σώκρατες, λέγων· ἀναπείσας γὰρ αὐτὸν ἤγουν τὸν υἱὸν τὸν υἱὸν ἤγαγον. καὶ ὁ Σωκράτης ἰδὼν Φειδιππίδην ὑψηλο‐
5λεκτῶν πρὸς κατάπληξιν λέγει· ἔτι νηπύτιος καὶ νήπιος, ἐστὶ καὶ οὐ τρίβων καὶ ἀτριβής, τῶν ἐνθάδε κρεμαθρῶν.

sch nub

866b

εὖ γ’] εὖ σοι γένοιτο.

sch nub

866c

δεῦρο ... Σώκρατες] παρε‐
πιγραφή.Column end

sch nub

868a,col 2

νηπύτιος: ἄφρων, ἀνόη‐ τος· παρὰ τὸ “νη” στερητικὸν καὶ τὸ “πινυτόν” γέγονε “νηπινύτιος” καὶ
συγκοπῇ τοῦ ἰῶτα καὶ ν “νηπύτιος”·

sch nub

868b

πῶς δὲ ἔτι νήπιος εἶναι λέγεται, ὃν προεῖπεν ἱππέα εἶναι καὶ διφρευ‐ τὴν ὁ ἀλιτήριος οὗτος; βαθύς ἐστι καὶ δεινῶς περιδέξιος καὶ δυσχερῶς καὶ μόλις καὶ Τζέτζῃ χειρούμενος. νηπύτιον δὲ καὶ νήπιον τοῦτον ἐνταῦθα καλεῖ ἐνταῦθα καλεῖ τοῦτον οὐχὶ βρεφώδη τῇ ἡλικίᾳ, ὡς δῆθεν δὲ ἄφρονα. τὸ “νήπιος” γάρ, ὥσπερ τὸ
5“πέπων” καὶ τὸ “δαιμόνιος” καὶ “ἀντίθεος” σὺν πολλοῖς πόσοις ἑτέροις λέξις τῶν μέσων ἐστί, καὶ ὁτὲ μὲν νήπιος λέγεται ὁ νεαροῦ ἡλικίαν ἔχων παιδός, παρὰ τὸ νοῦν καὶ φρένας ἥπιον ἔχειν—πρᾳότατα γὰρ τὰ βρεφώδη παιδάρια—, ὁτὲ δὲ νήπιος ὁ ἄφρων ὡς νοῦ ἄπο ἰὼν καὶ
10πορευόμενος.Column end

sch nub

868b,col 2

ὡς νοῦ ἄπο ἰὼν καὶ πορευόμενος,
ἤγουν ὁ ἄφρων.Column end

sch nub

868c

ἄκοντ’] μὴ βουλόμενον.

sch nub

868d

νηπύτιος] μικρός.

sch nub

868e

νηπύτιος ... ἔτι] κατὰ φρόνησιν· πινυτὸν γὰρ ἔλεγον τὸν φρόνιμον.

sch nub

869a

τῶν κρεμαθρῶν] τῶν δια‐ γωγῶν.

sch nub

869b

τρίβων] ἐντριβής, ἔμπειρος.

sch nub

870a

ἀλλὰ σὺ αὐτός: πρὸς τὸ “οὐ τρίβων Φειδιππίδης φησὶ πρὸς
Σωκράτην· ἀλλ’ αὐτὸς καὶ σύ, ὦ Σώκρατες, τρίβων καὶ ἔμπειρος ἂν εἴης τῶν κρεμαθρῶν, εἰ οὕτω κρέμαιό γε καὶ συντριβείης ἂν οὕτω κρεμάμενος. καὶ ὁ Στρεψιάδης ἐπιτιμᾷ τῷ υἱῷ καί· οὐκ ἐς κόρακας, φησί, καὶ διαφθορὰν γενήσῃ
5καὶ χάος; καταρᾷ τῷ διδασκάλῳ, ἤτοι ἀνταίρῃ καὶ ἀντιλέγεις αὐτῷ;

sch nub

870b

τρίβων] ἔμπειρος.

sch nub

870c

τρίβων] τετριμμένος ὡσανεὶ ἐκ τῶν κρεμαθρῶν.

sch nub

872a

ἰδοὺ κρέμαιό γε: διασύρει Σωκράτης δῆθεν τὸ τοῦ “κρέμαιοἐκφώνημα Φειδιππίδου, ὅτι μὴ λαμυρὰν εἶχεν ἐκφώνησιν κορακίζουσάν τε καὶ ὑποστομφάζουσαν, ἀνειμένοις δὲ καὶ διερρυηκόσιν καὶ χαύνοις ἐλέχθη τοῖς χείλεσιν. καὶ ἀπομιμούμενος καὶ αὐτὸς τὴν τοιαύτην ἐκφώνησίν φησι· πῶς ἂν
5ὁ οὕτως ἠνεῳγμένῳ τῷ στόματι καὶ χαυνοχειλῶς χαυνοχείλως τὴν προφορὰν τοῦ λόγου ποιούμενος μάθοι ἄν ποτε ἀπόφευξιν δίκης ἤτοι συλλογισμοῖς ἢ παραλογισμοῖς καὶ πιθανολογίαις ἀποσοβῆσαι καὶ ἀποκρούσασθαι τὸν ἀντίδικον;

sch nub

872b

ὡς] λίαν.

sch nub

873

διερρυηκόσιν] ἠνεῳγμένοις.

sch nub

874

ἀπόφευξιν δίκης] ἀποφυγὴν καταδίκης.

sch nub

875a

ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν: κλῆσιν μὴ νόει τὴν μαρτυρίαν, ἀλλά· πῶς ἂν γνοίη ὁ τοιόσδε, φησί, τὸ ἢ τό, ἢ κλῆσιν δίκης,
ὡς ἡ μὲν στοχασμός ἐστιν, ἡ δὲ ὅρος ἢ οἱαδήτις στάσις ἑτέρα;

sch nub

875b

χαύνωσιν ἀναπειστηρίαν: χαυνοῦν καὶ ἀποστομίζειν πιθανολογίαις, ὡς ἔφην, τὸν ἀντιλέγοντα. ἰστέον δέ, ὡς κἀν ταῖς λέξεσι ταύταις ὁ ἀλιτήριος, ὡς καὶ τοῖς λοιποῖς ἅπασιν, ἁπλῶς μὲν καθόλου φιλόσοφον ἀρίστως ἀπεμιμήσατο, τοῦ σωκρατικοῦ
5δὲ ἤθους πολὺ διημάρτηκεν. Σωκράτης γὰρ καὶ ἠριθμημένοι τινὲς φιλόσοφοι ἕτεροι, ὡς καὶ ὕστερον ὁ Πλωτῖνος, οὐ συμπεφορημέναις καὶ ἀνθηραῖς καὶ διηρμέναις ὁμιλοῦντες ἐχρῶντο ταῖς λέξεσιν, ἀλλὰ πάνυ πεζαῖς καὶ κοιναῖς καὶ ἀγυρτίσι ἀγυρτρίσι καὶ ἰδιώτισιν.

sch nub

875c

κλῆσιν στάσεως, ἢ ἀντίληψιν ἢ μετάστασιν ἢ ἄλλην ἀπὸ τῶν δεκατριῶν στάσεων.

sch nub

875d

κλῆσιν ὀνομασίαν δίκης. πολλὰ γὰρ τὰ τῶν δικῶν ὀνόματα, ὡς τὰ τῶν στάσεων. χαυνοῦν δὲ καὶ ἀναπείθειν τοὺς ἀντιδίκους. καὶ τὸν
5Ὑπέρβολον δὲ διασύρει.

sch nub

875e

κλῆσιν] μαρτυρίαν ἢ ὅρον.

sch nub

875f

χαύνωσιν] λύσιν τοῖς ὅρκοις.

sch nub

875g

ἀναπειστηρίαν] ἀναπείθου‐
σαν.

sch nub

876a

καίτοι ταλάντου τοῦτ’ ἔμαθεν Ὑπέρβολος: οὐχ ὡς σοφὸν νῦν καὶ πιθανὸν σοφίᾳ παρεισφρεῖ τὸν Ὑπέρβολον, ἀλλὰ κωμῳδῶν ἐκεῖνον ὥς τινας ἄκοντας πείθοντα χρήματα τούτῳ διδόναι.

sch nub

876b

ταλάντου] διά.

sch nub

876c

876] διασύρει τὸν Ὑπέρ‐ βολον.

sch nub

877a

ἀμέλει δίδασκε: τὸ “ἀμέλει περισσῶς καὶ παρολκή. δίδασκε, φησί, μὴ πρὸς τὸ χαῦνον τῆς τούτου φωνῆς ἀπιδών· θυμόσοφος γάρ ἐστι φύσει καὶ ἐκ φύσεως ἔχει σοφίαν, νῦν ἐπιτηδειότητα. καὶ εὐθὺς καταλέγει ἃ Φειδιππίδης κατεσκεύαζε παιδάριον ὄν.

sch nub

877b

παρέλκον· ἀφροντίστει.

sch nub

877c

ἐκ φύσεως δέχεται τὰ μα‐ θήματα, ἐκ φύσεως ἔχει τὴν σοφίαν, οὐκ ἐκ διδαχῆς.

sch nub

878

τυννουτο: σμικρότατον τοιοῦτον· συσφίγξας τοὺς τῆς χειρὸς δακτύ‐
λους ὑποδείκνυσιν.

sch nub

879,col 2

ἔπλαττεν ... οἰκίας] ἀντὶ τοῦ
“οἰκίας ἐποίει”.Column end

sch nub

881a

κἀκ τῶν σιδίων: σίδια τὰ λέπυρα καὶ ἔλυτρα καὶ καλύμματα τῶν ῥοιῶν. σιδίων δ’ οὐκ οἶδα τὸ “σι πῶς βραχὺ οὕτως ἐδέξατο.
5τὸ “πῶς δοκεῖς θαυμαστικὸν τῆς εὐφυΐας τοῦ Φειδιππίδου.

sch nub

881b

σίδιον ὁ τοῦ καρποῦ τῆς ῥοιᾶς φλοιός.

sch nub

881c

σιδίων] φλοιῶν τοῦ ῥοϊδίου.

sch nub

881d

πῶς δοκεῖς] θαυμαστικόν· σκόπει, πῶς δὴ δοκεῖς.

sch nub

882a

ὅπως δ’ ἐκείνω καὶ ἐκείνους τοὺς λόγους, νομίζεις, μαθήσεται, τὸν κρείττονα καὶ τὸν ἥττονα. καὶ ὁ Σωκράτης πρὸς ταῦτα· αὐτὸς ὁ Φειδιππίδης, φησί, μαθήσεται παρ’ αὐτοῖν τοῖν λόγοιν ἤτοι ἀκούσας ἀμφοτέρων αὐτῶν ἀντιλεγόντων.

sch nub

882b

τὼ λόγω] τοὺς λόγους.

sch nub

885

ἐὰν δὲ μή] εἰ μὴ μάθῃ τὸν δίκαιον.

sch nub

886

αὐτὸς μαθήσεται: τοὺς παρόντας τρεῖς στίχους τινές φασι πάντας τὸν Σωκράτην λέγειν. ἀμέλει καὶ τὸ “μέμνησο ἐσχηματισμένον
5πρὸς τὸν Στρεψιάδην, ὅτι ποτὲ μα‐ θὼν ὁ υἱός σου καὶ ἀντιλέγων τυπτή‐ σει σε.

sch nub

887a

ἐγὼ δ’ ἀπέσομαι: καὶ πόρρω ἐσοίμην τοῦ διδάσκειν αὐτὸν ἀρκούντων τῶν λόγων αὐτῶν διδασκάλων αὐτῷ γεγονέναι. τοῦτο γοῦν μέμνησο, ὅπως καὶ ὅτι, πρὸς πᾶν δίκαιον ἀντιλέγειν δυνήσεται. τοῦτο ἔστιν ἐσχηματισμένη προκατάστασις· προκαθιστᾷ γὰρ καὶ προλέγει Στρεψιάδῃ· ὅτι πρόσσχες, ὦ
5Στρεψίαδες, Στρεψιάδη, ἐπιθυμητὰ ἀδικίας, μὴ καὶ πρὸς σέ ποτε ἀντιλέγων ὁ υἱὸς τυπτήσῃ σε. καὶ εὐθὺς ἐκ τῆς ἠθοποιΐας, ἐν ᾗ μεμίμηται Σωκράτην, Στρεψιάδην καὶ Φειδιππίδην, εἰσέβαλεν εἰς προσωποποιΐαν καὶ ὡς πρόσωπά τινα τοὺς δύο λόγους εἰσάγει ἀντιλέγοντας ἀλλήλοις. δίκην δὲ περδίκων οἱ λόγοι προκεί‐ μενοι τῆς σκηνῆς μέσον ἐν οἰκιδίοις πλεκτοῖς ἀντιλέγουσιν ἀλλήλοις. τοῦ δὲ
10χοροῦ τὸ πρόσωπον ἐκλέλοιπεν, ἐπιγραφὴ δὲ φέρεται χοροῦ.

sch nub

887b

ἀπέσομαι] ἀπέρχομαι. προ‐ κατάστασις· ἔμελλε καὶ ὕστερον τυπτῆσαι τὸν πατέρα ὁ Φειδιππίδης.

sch nub

888

ἐπιγραφὴ δ’ ἐνταῦθα φέρεται χοροῦ· ἐκλέλοιπε μέντοι.

sch nub

891a

ἴθι ὅποι χρῄζεις: τῶν παλαιῶν τοῦτ’, οὐκ ἐμόν· “ἐκ Τηλέφου Εὐριπίδου ἴθι ὅποι χρῄζεις, οὐκ ἀπολοῦμαι τῆς σῆς Ἑλένης οὕνεκα.”

sch nub

891b

τοῦτο ἐκ τοῦ Τηλέφου Εὐριπίδου· ἴθ’ ὅποι χρῄζεις, οὐκ ἀπολοῦμαι τῆς σῆς Ἑλένης οὕνεκα.

sch nub

891c

ἴθ’] πρὸς τὸν δίκαιον.

sch nub

891d

πολὺ] κατά.

sch nub

892a

τοῖς πολλοῖσι] θεαταῖς χυ‐ δαίοις.

sch nub

892b

ἀπολῶ] ἐγώ.Column end

sch nub

895,col 2

σοφὸν] δίκαιον.Column end

sch nub

896a

γνώμας καινὰς ἐφευρίσκων καὶ ἐνθυμήματα καινότερα νικῶ σε. καὶ
ὁ δίκαιος πρὸς ταῦτα· ταῦτα γάρ, ἤτοι αἱ εὑρεσιλογίαι αἱ κεναί καιναί τε καὶ καιναί, κεναί, ἀνθοῦσι καὶ πληθύνουσι, πλήθουσι, διὰ τουτουσὶ τοὺς ἀνοήτους. καπήλους τινὰς καὶ χυδαῖον δῆμον ὑποδεικνὺς “διὰ τούτους φησὶ “τοὺς ἀνοήτους”,
5οὐ μὴν δὲ ἅπαντας Ἀθηναίους ὡς παραβάτας ὄντας τοῦ δικαίου, ὥς τινες ᾠήθησαν, καὶ διὰ τοῦτο ἐνόμισαν καὶ μωροὺς αὐτοὺς λέγειν.

sch nub

896b

γνώμας] ὑπολήψεις.

sch nub

897a

ταῦτα] αἱ καιναὶ γνῶμαι.

sch nub

897b

γὰρ] ναί.

sch nub

897c

διὰ ... ἀνοήτους] διασύρει τοὺς ἀνοήτους Ἀθηναίους.

sch nub

901a

(v.l.) ἀναστρέψω] γρ. ἀντι‐ στρέψω.

sch nub

901b

ἀναστρέψω] ἀφανίσω.

sch nub

902a

οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην: ἤτοι δίκαιον.

sch nub

902b

δίκην] δικαιοσύνην, δίκαιον.Column end

sch nub

902b,col 2

δίκην] δίκαιον.Column end

sch nub

903a

δίκαια] εἶναι.

sch nub

903b

ποὔστιν] τὸ δίκαιον.

sch nub

904

παρὰ ... θεοῖς] ἐπιχείρημα ἀπὸ τοῦ μείζονος.

sch nub

905a

ἀπόλωλεν] ἐφθάρη.

sch nub

905b

τὸν πατέρ’] τὸν Κρόνον.

sch nub

906

δήσας: ὅτι παιδοκτόνος ὁ Κρόνος καὶ Οὐρανοῦ τοῦ σφοῦ πατρὸς τὰ παιδογόνα ἐξέτεμεν.

sch nub

907a

λέβητα, χέρνιβα, ἵνα ἐμέσῃ τεταραγμένος τῶν λόγων τῇ ναυτίᾳ.

sch nub

907b

ὡς ναυτιῶν ὑπὸ τῆς ἐκείνου ψυχρολογίας τοῦτό φησιν.

sch nub

907c

χωρεῖ] χώραν καὶ ὁρμὴν ἔχει.

sch nub

907d

λεκάνην] ἵνα ἐμέσω.

sch nub

908a

τυφογέρων: ἀλαζὼν ὑπάρχεις καὶ ἀνάρμοστος, ἄρρυθμος, οὐκ εὐπερίστροφος.

sch nub

908b

v.l. γρ. κουφογέρων.

sch nub

908c

τυφογέρων] ἀλαζών.

sch nub

908d

κἀνάρμοστος] μωρός.

sch nub

909a

καταπύγων: αἰσχρός. ῥόδα μ’ εἴρηκας: τοῖς αἰσχροῖς γὰρ αἱ ὕβρεις ῥόδα δοκοῦσιν.

sch nub

909b

καταπύγων] πόρνος καὶ
αἰσχρός.

sch nub

910a

βωμολόχος: λάλος, φλύαρος· ἀπὸ τῶν παίδων τῶν τοῖς βωμοῖς ἐκ τῶν σχολῶν δραπετευόντων, ἵνα ἐκ τῶν θυσιῶν τι λαμβάνοντες τρέφοιντο. ἢ ἀπὸ τῶν ὀρνέων τῶν ἐν βωμοῖς διαγόντων καὶ θορυβούντων.

sch nub

910b

βωμολόχος ἐκαλεῖτο παρὰ τοῖς παλαιοῖς ὁ ἐκ τοῦ ναοῦ ἀφαιρῶν τι, νῦν δὲ βωμολόχον καλοῦμεν τὸν παραφράζοντα τὰ ἱερὰ λόγια καὶ ἐν
5αἰσχρῷ τιθέμενον.

sch nub

910c

βωμολόχος] κακοῦργος, ἱερόσυλος.

sch nub

911a

κρίνεσιν: ἀπὸ εὐθείας εἶπε νῦν τῆς μὴ λεγούσης τὸ κρίνον, ἀλλὰ τὸ κρίνος.

sch nub

911b

μεταπλασμὸς τὸ “κρίνε‐ σι”· “κρίνοις” γὰρ ἔδει.

sch nub

911c

κρίνεσι] ἡ εὐθεῖα· τὸ κρῖνος, ὡς τὸ τεῖχος.

sch nub

911d

στεφανοῖς] ἐμέ.

sch nub

912

πάττων] ποικίλλων.

sch nub

913a

μολίβδῳ καὶ ἀτιμίᾳ ὡς νυνὶ μᾶλλον τῶν κακῶν ἀνθούντων.

sch nub

913b

πρὸ τοῦ γ’] ἔπαττον ἐν χρυσῷ.

sch nub

913c

μολίβδῳ] ἐν.

sch nub

913d

μολίβδῳ] καὶ ἀτιμίᾳ.

sch nub

914

τοῦτ’] τὸ πάττειν μολίβδῳ.

sch nub

915a

πολλοῦ] πάνυ, κατὰ πολύ.

sch nub

915b

ἀρχαῖος] μωρός.

sch nub

916a

διὰ σὲ φοιτᾶν: διὰ τὴν διὰ σὲ κρατήσασαν τῶν κακῶν φαύλην συνήθειαν οὐδεὶς ἐθέλει φοιτᾶν ἐς τὰ χρήσιμα μαθήματα. “οὐδὲν” δὲ “τῶν μειρακίων” ὀφείλων εἰπεῖν “οὐδεὶς τῶν μειρακίων” ἀττικῶς πρὸς τὸ σημαινό‐ μενον εἶπεν, ἤτοι οὐδεὶς τῶν νεωτέρων· οἱ νεώτεροι γὰρ μειράκια. τοῖς δὲ
5μὴ εἰδόσι τοῦ γαληνοῦ καὶ ἀκαλαρρείτου ποταμοῦ τούτου τὰ βάθη βάρβαρον ἂν νομισθῇ.

sch nub

916b

σὲ] ὦ ἄδικε.

sch nub

916c

φοιτᾶν] εἰς τὸ διδασκαλεῖον.

sch nub

917

μειρακίων] ἀπό.

sch nub

920a

αὐχμεῖς αἰσχρῶς: ὡς τῶν δικαίων καὶ στενουμένων τοῖς
πράγμασι καὶ αὐχμηρῶν ὄντων. σὺ δέ γε εὖ πράττεις, ἄδικε, ἐκ τοὐναντίου. τοῦ ἐναντίου. καίτοι πρότερόν γ’ ἐπτώχευες: ὅτε τὰ δίκαια τιμιώτερα τῶν φαύλων ἐνομίζετο. φάσκων εἶναι Μυσὸς Τήλεφος: ἤτοι οὕτως ἐπτώχευες, οἷον
5πτωχὸν Εὐριπίδης συσκευάζει τὸν Τήλεφον στρατηγὸν ὄντα Μυσίας μετὰ πηριδίου ἐλθόντα προσαίτην εἰς τὴν Ἑλλάδα καὶ τῆς Ἀγαμέμνονος αὐλῆς μόλις ποτὲ πυλωρὸν γεγονότα· δι’ ὃν καὶ κωμῳδεῖται.

sch nub

920b

αὐχμεῖς] ξηραίνεσαι ἤγουν πένης εἶ.

sch nub

921

πρότερόν] ὅτε ἐπολιτεύετο τὸ δίκαιον.

sch nub

923

πηριδίου] σακουλίου.

sch nub

924a

γνώμας τρώγων πανδελετίους: ἤτοι διαζῶν ἐκ συκοφαντιῶν, ὥσπερ ὁ ἐν Ἀθήναις ῥήτωρ Πανδελέτιος πένης ὢν καὶ συκοφαντῶν καὶ ψηφίσματα γράφων καὶ οὕτω διατρεφόμενος.

sch nub

924b

ζῶν ἐκ συκοφαντίας, ὡς ὁ Πανδέλετος.

sch nub

924c

πανδελετίους: ἤτοι ζῶν ἀπὸ συκοφαντιῶν· Πανδέλετος γὰρ ῥήτωρ ἀθηναῖος καὶ συκοφάντης.

sch nub

925

ὤ μοι] φεῦ.

sch nub

928a

λυμαινόμενον τοῖς μειρακίοις: λυμαίνοντα τὰ μειράκια, ἀττικῶς, τοῖς ἀδίκοις, ἀτέχνοις, ψευδέσι διδάγμασιν.

sch nub

928b

λυμαινόμενον] τουτέστι λυ‐ μεῶνα, ἢ ἀττικῶς τὸ λυμαίνω.

sch nub

929a

Κρόνος ὢν: παλαιός, εὐήθης, μωρός, ἄφρων.

sch nub

929b

τοῦτον] τὸν Φειδιππίδην.

sch nub

929c

Κρόνος] μωρός.

sch nub

930a

εἴπερ αὐτὸν σωθῆναι χρ: εἰ τέως αὐτῷ ποθητὸν σωτηριώδεις πόλεως λόγους μαθεῖν, τεχνικούς τε καὶ σώφρονας, ἀλλὰ μὴ φλυαρίαν καὶ στωμυλίαν εἰκαίαν τέχνας καὶ ἤθη καὶ πόλεις ὀλλύουσαν.

sch nub

930b

930] διδάξω.

sch nub

931a

λαλιὰν] φλυαρίαν, τὸ λέγειν.

sch nub

931b

ἀσκῆσαι] μαθεῖν.

sch nub

933

κλαύσει] λυπηθῇς.

sch nub

935a

σαφῆ τὰ πάντα· τί κενῶς γράφειν θέλω; σύ τε: δίκαιε. ὁ χορός φησιν, οὐχ ὁ Στρεψιάδης, ταῦτα. ὅπως 〈...〉 κρίνας φοιτ: ὁ Φειδιππίδης· οὐ φοιτᾶν ποιήσω, ὥς φασιν οἱ παλαιοί.

sch nub

935b

ἀλλ’ ἐπίδειξαι] πρὸς τὸν δίκαιον.

sch nub

936a

σύ τε] πρὸς τὸν ἄδικον.

sch nub

936b

τὴν καινὴν] τῷ ἀδίκῳ.

sch nub

937a

ἀκούσας] ὁ νεανίας.

sch nub

937b

σφῶϊν] ὑμῶν.

sch nub

938

φοιτᾷ] φοιτήσει ἀττικῶς.

sch nub

940

πρότερος] πρότερον.

sch nub

941

δώσω] ἐπιτρέψω.

sch nub

944

κατατοξεύσω] καταβάλω.

sch nub

947a

ἀνθρήνη: οἱ μὲν εἶδος μελίσσης σφηκὶ ὅμοιόν φασιν εἶναι τὴν ἀν‐ θρήνην, οἱ δὲ τὴν μέλισσαν αὐτὴν λέγουσιν.

sch nub

947b

Ἀριστοτέλης συγγενῆ τὴν
ἀνθρήνην τῇ μελίσσῃ φησίν, ὁμοίαν σφηκί. κοινοτέρως δὲ ἐπὶ τῶν με‐ λισσῶν.

sch nub

947c

ἀνθρήνων] μελισσῶν. ἀν‐ θρήν, ἀνθρῆνος, ἀπὸ τοῦ ἐρᾶν τῶν ἀνθέων.

sch nub

949a

νῦν δείξετον καὶ δείξουσιν οἱ δύο λόγοι, φησὶν ὁ χορός, ἐν λόγοις προφορικοῖς καὶ συλλαβαῖς καὶ λέξεσι μετρουμένοις καὶ μερίμναις ἀποτυπούσαις γνώμας καὶ διανοίας, ἢ τυπτούσαις καὶ πληττούσαις ἐν διανοίαις, ὁποῖος αὐτῶν κρείττων φανήσεται.
5(954) νῦν γὰρ ἀνεῖται καὶ καταλέλειπται πᾶς κίνδυνος τῆς σοφίας ἐνθάδε, ἤτοι νῦν ἐστιν ὁ ἔσχατος καὶ κριτὴς σοφίας ἀγών· περὶ ἧς σοφίας ἐστὶ μεγίστη φροντὶς τοῖς ἐμοῖς φίλοις, ἢ τοῖς δυσὶ τούτοις προσωποποιηθεῖσι λόγοις, φησί, τῷ κρείττονι καὶ τῷ ἥττονι· φίλοι γὰρ τοῖς Ἀττικοῖς οἱ λόγοι καὶ τὰ νοήματα. ἢ αἱ Νεφέλαι φίλους καλοῦσι τοὺς τῶν νοημάτων κριτικοὺς θεατάς,
10οὓς καὶ βόστρυχον ὄπισθεν εἶπεν Ὀρέστου. ἢ φίλους καλοῦσι Σωκράτην καὶ Στρεψιάδη(ν).

sch nub

949b

νῦν δείξετον: τῆς στρο‐ φῆς ταύτης μέχρι τοῦ “ἀγὼν μέγιστος ἀντίστροφός ἐστι τὸ “ὦ καλλίπυργον μέχρι τοῦ
5εὐδοκίμησεν ἀνήρ”.

sch nub

949c

δείξετον] δείξουσι.

sch nub

949d

δείξετον] δείξετε.

sch nub

949e

τὼ πισύνω] οἱ θαρροῦντες.Column end

sch nub

949b,col 2

τὼ πισύνω: ἀντὶ τοῦ
“θαρροῦντες”.Column end

sch nub

950

περιδεξίοισι] ἐπιτηδείοις.

sch nub

953

αὐτοῖν] ὑμῶν.

sch nub

955

κίνδυνος] πόλεμος.

sch nub

956

ἀνεῖται] ἀνάκειται, ἐξήπλω‐ ται, δέδοται, φαίνεται.

sch nub

959a

ἀλλ’ ὦ πολλοῖς: ἐντεῦθεν τετράμετρα ἀναπαιστικὰ καταλη‐ κτικά, ἃ καλεῖται καὶ ἀριστοφάνεια, ὅτι τούτοις αὐτὸς εὐδοκίμησεν.

sch nub

959b

959] πρὸς τὸν δίκαιον.

sch nub

960a

οὐδὲ τῇ ἐννοίᾳ ἢ τῇ συνεπείᾳ τοῦ λόγου ἐστί τι δυσχερὲς πάρεξ βραχί‐ στων τινῶν. “ᾗ τινι περίσπα, μὴ ὄξυνε· δύο γὰρ μέρη λόγου εἰσίν, “ᾗ” καὶ “τινί”.

sch nub

960b

καλῶς τὸ “ῥῆξον”, διότι ὁ τοῦ δικαίου λόγος ἔοικε βροντῇ.

sch nub

960c

ῥῆξον φωνὴν] βόησον.

sch nub

961a

διέκειτο: ἀντὶ τοῦ “ἦν, ἐγίνετο”.

sch nub

961b

(v.l.) παιδείαν] γρ. σοφίαν.

sch nub

961c

ὡς διέκειτο] κατάστασιν.

sch nub

962

ἤνθουν] ἤκμαζον.

sch nub

964a

εἰς κιθαριστο: καὶ ἐς κιθαριστοῦ. καὶ ἁπλῶς ἡ ἐς πρόθεσις μετὰ γενικῆς συντάσσεται ἀττικῶς· ἐλλειπτικῶς γὰρ λέγεται· ἐς τὰ δώματα τοῦδε καὶ τοῦδε.

sch nub

964b

βαδίζειν] ἔδει.

sch nub

964c

κιθαριστοῦ] τὰ δώματα.

sch nub

965a

τοὺς κωμήτας: κωμῆται ἀλλαχοῦ μὲν οἱ ἀπὸ τοῦ αὐτοῦ χωρίου, νῦν δὲ οἱ ἐκ τῆς αὐτῆς ἀμφόδου καὶ τοῦ αὐτοῦ ῥεγεῶνος, οἱ γείτονες. ἅθρουν “ὁμοῦ” δάσυνε, τὸ “θροὸς δ’ ἄνευ” ψιλῶν ἁμάρτῃς οὐδαμῶς τέχνης λόγων.
5τοὺς βουβάλους δ’ ἔασον ἀσκόπως γράφειν.

sch nub

965b

κεἰ κριμνώδη κατανίφοι: μέγιστα καὶ παχέα, δίκην κριθῶν.
οἱ δὲ κρίμνον φασὶ τὸ παχύτερον τῶν ἀλεύρων. καὶ πάλιν εἰς τὴν κυρὰν ἐκκλησίαν ὑπάγομεν· τὰ παχύτερα γὰρ τῶν
5ἀλεύρων πιτυρώδη καὶ κριθώδη.Column end

sch nub

965b,col 2

ὃ πιτυρῶδες καὶ κριθῶδές ἐστιν.Column end

sch nub

965b

(6)

σπουδαζόμενον δὲ πρὶν ὑπῆρχε κιθαρῳδεῖν Ἀττικοῖς.

sch nub

965c

κωμῆται ἢ οἱ ἀπὸ τῆς αὐτῆς κώμης, ὅτι τὸ παλαιὸν κατὰ κώμας ᾤκουν Ἀθηναῖοι· ἢ καὶ ἀπὸ τῆς αὐτῆς ἀμφόδου.
5ἐσπούδαζον δὲ οἱ Ἀθηναῖοι περὶ κιθαρῳδίαν.

sch nub

965d

ἁθρόον ἀντὶ τοῦ “ὁμοῦ”
δασύνεται, ἀθρόον δὲ ἀντὶ τοῦ “ἐξαίφνης” ψιλοῦται. ἀπὸ α στερητι‐ κοῦ καὶ τοῦ “θεωρῶ”· ὁμοίως καὶ
5τὸ “αἴφνης” οἱονεὶ “ἀφανές”.

sch nub

965e

ἁθρόως ὁμοῦ, ἀθρόως ἐξαί‐ φνης.

sch nub

965f

κριμνώδη: μέγιστα καὶ παχέα, δίκην κριθῶν. οἱ δὲ κρίμνον φασὶ τὸ παχύτερον τῶν ἀλεύρων· τὰ παχύτερα γὰρ τῶν ἀλεύρων πιτυρώδη
5καὶ κριθώδη.

sch nub

965g

κωμήτας] πολίτας.

sch nub

965h

τοὺς κωμήτας] τοὺς γείτο‐ νας.

sch nub

965i

ἁθρόους] ὁμοῦ.

sch nub

965k

κριμνώδη] πολλά.

sch nub

965l

κατανίφοι] βρέχοι.

sch nub

966a

τὼ μηρὼ μὴ ξυνέχοντας: ἀνειμένους καὶ ἀφέτους καὶ μέσως διεστῶτας καὶ μὴ ξυνεστῶτας καὶ συνεσφιγμένους ἔχοντας τοὺς μηροὺς καὶ συνθλίβοντας τὰ μόρια. ἐδίδασκε δὲ αὐτοὺς ὁ κιθαριστὴς ᾆσμα καὶ ᾠδάριον καὶ ψαλμῳδίαν, οὐ
5κάπηλον, ἀγοραῖον, ἀσωτίας καὶ ἀναιδείας ἀνάμεστόν τε καὶ βάρβαρον
τὰ χέρια τοῦ κλωστομάλλου νὰ θάψουν τὴν τζερδέλαν, ἀλλ’ οἷον τὸ Λαμπροκλέους τοῦ ἀθλητοῦ, υἱοῦ Μίδωνος
Παλλάδα περσέπολιν κλῄζω πολεμαδόκον ἁγνὰν
παῖδα Διὸς μεγάλου δαμάσιππον ἄϊστον 〈Ἀθάναν〉
10
παρθένον ἢ οἷον τὸ
τηλέπορον βόαμα λύρας, ὃ ἦν Κυδίδου ἢ Κυδίππου Ἑρμιονέως. τηλέπορον δὲ τὸ ἐξάκουστον.

sch nub

966b

τὼ μηρὼ ἀνειμένους, διεστῶ‐ τας πρὸς τὸ μὴ θλίβειν τὸ μόριον.

sch nub

966c

εἶτ’ αὖ] ὅτε ἔδει.

sch nub

966d

ἐδίδασκεν] ὁ κιθαριστής.

sch nub

966e

τὼ μηρὼ] τοὺς μηρούς.

sch nub

966f

ξυνέχοντας] συσφίγγοντας.

sch nub

967a

ᾆσμα ἦν Λαμπροκλέους τοῦ
Μίδωνος Παλλάδα περσέπολιν κλῄζω πολε‐ μαδόκον ἁγνὰν
5παῖδα Διὸς μεγάλου δαμάσιππον ἄϊστον Ἀθάναν.

sch nub

967b

τὸ δὲ τηλέπορον βόαμα λύρας ἤτοι ἐξάκουστον, Κυδίππου ἦν ᾆσμα Ἑρμιονέως.

sch nub

967c

διασύρει τὸν Κύδιππον.

sch nub

967d

τὴν ἀνδρείαν.

sch nub

967e

τηλέπορον ... βόημα] καὶ ὧδε τὸν Στρατοκλῆν.

sch nub

967f

τηλέπορον] ἐξάκουστον.

sch nub

968a

ἐντειναμένους] ἁρμόσαντας ἤγουν σύντονον μέλος ᾄδοντας.

sch nub

968b

τὴν ἁρμονίαν] ἤγουν τὴν
μουσικήν.

sch nub

969a

βωμολοχεύσαιτο: φλυαρήσειεν· ἀπὸ τῶν ἐν βωμοῖς λάλων ὀρνέων.

sch nub

969b

ἢ πολυσύστρεπτον ᾆσμα ᾄσειεν, ὡς οἱ περὶ Φρῦνιν.

sch nub

969c

βωμολοχεύσαιτο: ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς βωμοῖς λο‐ χώντων ἤτοι καθημένων, ὡς ἐκεῖθεν ἁρπάζοιέν τι, καὶ φλυαρούντων πολ‐
5λά.

sch nub

969d

ὅταν ψάλλῃ τις καλῶς καὶ ἀναβαίνῃ ἡ φωνὴ αὐτοῦ, τότε λέγεται εὐθεῖα· ὅταν δὲ ἀνακόπτῃ καὶ συν‐ τρίβῃ, τότε λέγεται κάμπτειν τὴν
5φωνήν.

sch nub

969e

βωμολοχεύσαιτο] φλυαρή‐ σειε.

sch nub

969f

κάμψειέν] φθείρει〈εν〉 ἢ κλάσειεν.

sch nub

969g

καμπήν] ἁρμονίαν.Column end

sch nub

969c,col 2

καμπήν] κεκλασμένην φω‐
νήν.Column end

sch nub

971a

Φρῦνις κιθαρῳδὸς μιτυλη‐ ναῖος ὃς πρότερον αὐλητὴς ὢν ὕστε‐ ρον κιθαρῳδὸς γέγονε, πρῶτος και‐ νουργήσας καὶ κλάσας τὴν ᾠδὴν ἐπὶ
5τὸ μαλθακώτερον. ἦν δὲ γύννις καὶ
ψυχρός.

sch nub

971b

Φρῦνιν] τὸν ποιητήν.

sch nub

972a

ἐπετρίβετο καὶ κατεξαίνετο τὸ σαρκίον, τυπτόμενος πολλὰς πληγὰς ὡς τὰς Μούσας καὶ τὴν μουσικὴν εὐτεχνίαν, ἀφανίζων καὶ καταισχύνων. ἦν δὲ ὁ Φρῦνις κιθαρῳδὸς τῷ γένει μιτυληναῖος, ὃς πρῶτος δοκεῖ Παναθηναί‐ οις κιθαρῳδίᾳ νικῆσαι ἄρχοντος Καλλίου. αὐλητὴν δὲ πρότερον τοῦτον ὄντα τοῦτον ὄντα τὸν Φρῦνιν πρότερον
5Ἀριστόκλειτος κιθαρῳδὸς λέσβιος ἀπὸ Τερπάνδρου τὸ γένος κατάγων ἐν τῇ Ἑλλάδι κατὰ τοὺς μηδικοὺς χρόνους ἀκμάζων μαθητὴν ἔσχε καὶ ἀντ’ αὐλητοῦ τοῦτον κιθαρῳδὸν ἐπαίδευσεν.

sch nub

972b

ἐπετρίβετο] ἐξαίνετο τὸ σαρκίον.

sch nub

972c

πολλὰς] μάστιγας.

sch nub

972d

τὰς Μούσας] τὴν μουσικὴν εὐτεχνίαν.

sch nub

973a

ἐν παιδοτρίβου δὲ καθίζοντας: κἀν τῇ παρούσῃ δὲ σελίδι βραχέα εἰσὶν ἃ δεῖται ἐπεξηγήσεως ὡσ· χρὴ δὲ καὶ ταῦτα ἐπιδρομάδην ἐρεῖν. ἐν δώμασι δὲ παιδοτρίβου ἔδει τοὺς παῖδας καθημένους ὑφαπλοῦν τοὺς μηροὺς καὶ τὰ ἱμάτια, ἵνα μὴ τοῖς ἔξωθεν δείξειάν τι ἀπηνές. νῦν ἀπηνὲς οὐ τὸ ἄγριον,
5ἀλλ’ αἰσχυντηλόν, ἀπρεπές, οἷον οὐ δεῖ καὶ ἄπο τοῦ αἴνου. καὶ πάλιν ἀνισταμένους ἔδει συμψῆσαι, περιστεῖλαι, συσφίγξαι τὰ ἱμάτια καὶ τοὺς πόδας περιστεῖλαι κοσμίως καὶ προνοῆσαι καὶ φροντίσαι, εἴδωλον καὶ τύπον, τῆς ἥβης καὶ τοῦ
μορίου, ἐν τῇ συσφίγξει τῶν ἱματίων μὴ καταλείπειν τοῖς ἐρασταῖς.

sch nub

973b

προβαλέσθαι: ἀντὶ τοῦ “πρόβλημα θεῖναι τῶν μηρῶν”, ὡς ἂν μὴ τὰ τοῦ παιδὸς μόρια φαίνηται. (974) ἀπηνὲς δὲ νῦν τὸ αἰσχρόν,
5τὸ “ἄπο αἴνου”.

sch nub

973c

ἐν παιδοτρίβου] τῇ σχολῇ.

sch nub

973d

καθίζοντας] βαδίζοντας.

sch nub

973e

προβαλέσθαι] καλύψαι, ὑφα‐ πλῶσαι.

sch nub

974a

ἀπηνές] ἀναίσχυντον, αἰ‐ σχυντηλόν.

sch nub

975a

συμψῆσαι: συγχέαι τὴν κόνιν, ὡς μὴ σημεῖον ἢ τύπον ἀπολεί‐ πεσθαι ταῖς καθέδραις. ἐν γὰρ ψάμ‐ μῳ λεπτοτάτῃ καθήμενοι ἐγυμνά‐
5ζοντο.

sch nub

975b

συμψῆσαι] ἀφανίσαι τὴν κόνιν.

sch nub

975c

συμψῆσαι] περιστεῖλαι τὰ ἱμάτια.

sch nub

976a

εἴδωλον] λείψανον, τύπον, φαντασίαν.

sch nub

976b

τῆς ἥβης] τοῦ μορίου.

sch nub

977a

ἠλείψατο δ’ ἂν: ἐκ τῶν ἄνωθεν δὲ μερῶν μέχρι τοῦ ὀμφαλοῦ ἐλαίῳ οἱ παῖδες ἠλείφοντο, οὐ κατωτέρω.

sch nub

977b

ὑπένερθεν] κάτωθεν.

sch nub

978a

χνοῦς ἐπήνθει: ὥσπερ μήλοις—νῦν μήλοις κυδωνίοις—χνοῦς ἐπίκειται, τοῖς ἀθιγέσιν.

sch nub

978b

μήλοις: τοῖς κυδωνίοις, ὅταν ἀθιγῆ ὦσιν ἔτι.

sch nub

978c

μήλοισιν] ὀπώραις, κυδω‐ νίοις.

sch nub

979a

μαλακὴν φυρασάμενος φωνὴν: ἐς τὸ θηλυπρεπὲς καὶ χαῦνον καὶ μαλακὸν φυρασάμενος καὶ μαλάξας καὶ μεταποιήσας αὐτήν.

sch nub

979b

μαλακὴν ... φωνὴν] θηλυ‐ πρεπῆ πλάσας τὴν φωνήν, μαλάξας, συγκεράσας.

sch nub

980

προαγωγεύων] μαυλίζων· προαγωγὸς γὰρ ὁ μαυλιστής.

sch nub

981a

οὐδ’ ἀνελέσθαι: οὐδὲ δειπνοῦντα καὶ συνεσθίοντα νέον γέρουσιν, ἐξῆν τῷ νέῳ ἀναιδεύεσθαι καὶ ἁρπάζειν μηδὲ τὸ τυχὸν ἐκ τῶν γερόντων ἢ
κεφάλαιον ῥαφανίδος ἢ ἄνηθον ἢ σέλινον. ἐκ δὲ τοῦ λέγειν· κεφάλαιον ῥαφανίδος, δείκνυσιν, ὅτι πρώην κυκλικῶς
5ἔτεμνον τὰς ῥαφανίδας, καὶ τὸ πρὸς τοῖς φύλλοις ἐκάλουν κεφάλαιον.

sch nub

981b

δειπνοῦντα: ἤτοι συν‐ δειπνοῦντα τοῖς γέρουσιν. κεφάλαιον δὲ τὸ μετὰ τῶν φύλλων τμῆμα τῆς ῥαφανίδος. οὐκ ἤσθιον δὲ τοῦτο οἱ
5νέοι διὰ τὸ θερμὸν εἶναι καὶ κινη‐ τικὸν πρὸς ἀφροδίσια.

sch nub

981c

κεφάλαιον] ἰστέον, ὅτι ἡ κεφαλὴ τῆς ῥαφανίδος θερμή.

sch nub

982

ἄνηθον] ἀπὸ τοῦ “ἄνω θέειν”.

sch nub

983a

οὐδ’ ὀψοφαγεῖν: τρυφᾶν τραπέζαις ἁβρὰ ὄψα ἐχούσαις.

sch nub

983b

κιχλίζειν: κίχλας ἐσθίειν ἢ γελᾶν ἀτάκτως.

sch nub

983c

ἴσχειν τὼ πόδε ἐναλλάξ: σταυρικῶς περιπλέκειν.

sch nub

983d

ὀψοφαγεῖν τὸ τρυφᾶν. κιχλί‐
ζειν δὲ ἀτάκτως γελᾶν.

sch nub

983e

ὀψοφαγεῖν] καὶ λιπαροὺς ὄρτυγας ἐσθίειν.

sch nub

983f

κιχλίζειν] καὶ ἀτάκτως γελᾶν.

sch nub

983g

ἴσχειν ... ἐναλλάξ] ἤγουν ἔχειν ἕνα ἐπάνω τοῦ ἄλλου.

sch nub

984a

ἀρχαῖα καὶ διϊπολιώδη: ἀρχαῖα ἦσαν τὸ μὴ τρυφᾶν, μὴ κιχλίζειν καὶ τὰ τοιαῦτα. ἀρχαῖα καὶ διϊπολιώδη: τὰ Διϊπόλια γὰρ ἦν ἑορτὴ τοῦ Διὸς ἀρχαία. ἀρχαιοτάτη. καὶ τεττίγων ἀνάμεστα: οἱ τέττιγες αὐτόχθονές εἰσι καὶ γῆς παῖδες. τὸ παλαιὸν δὲ οἱ Ἀθηναῖοι τῶν εὐγενῶν παίδων τὰς κόμας
5ἀνέπλεκον χρυσοῦν τοῖς πλεκτῆρσιν ἐπιτιθέντες τὸν τέττιγα δεικνύντες, ὅτι αὐτόχθονες.

sch nub

984b

Διϊπόλια ἑορτὴ τοῦ Διὸς ἀρχαία. οἱ τέττιγες δὲ αὐτόχθονες καὶ γῆς παῖδες. τὸ παλαιὸν δὲ Ἀθηναῖοι τῶν εὐγενῶν παίδων τὰς
5κόμας ἀνέπλεκον ἐπιτιθέντες τοὺς τέττιγας δεικνύντες, ὅτι καὶ αὐτοὶ αὐτόχθονές εἰσιν.

sch nub

984c

οἱ Ἀθηναῖοι πλέκοντες τοὺς
πλοκάμους τῶν παίδων αὐτῶν ἐκρέ‐ μων χρυσοῦς τέττιγας, ἵνα ἐκ τούτων φαίνονται, ὅτι αὐτόχθονές εἰσιν.

sch nub

984d

ἀρχαῖα] μωρά.

sch nub

984e

διϊπολιώδη] καὶ παλαιὰ καὶ μωρά.

sch nub

985a

καὶ Κηκείδου καὶ Βουφονίων: ἀρχαῖος ἦν διθυραμβοποιὸς ὁ Κηκείδης. τὰ Βουφόνια ἑορτὴ παλαιὰ ἐν Βράβρωνι τῆς Ἀττικῆς γινομένη ἐξ αἰτίας τοιᾶσδε· τὸ πόπανον γὰρ τὸ πρὸς τὴν τότε θυσίαν παρεσκευασμένον κατέφαγε βοῦς. Βράβρων δέ τις παρατυχὼν ἐκεῖ τότε σὺν πελέκει ἑστὼς πλήξας
5ἐκεῖνον ἀνεῖλεν,Column end

sch nub

985a,col 2

ὡς Ἀνδροτίων φησίν.Column end

sch nub

985b

ἀλλ’ οὖν ταῦτ’ ἐστὶν ἐκεῖνα: πρὸς τὸ “ἀρχαῖα καὶ διιπολιώδηὁ δίκαιος λόγος φησίν· ἀλλ’ οὖν τὰ ἀρχαῖα ταῦτά εἰσι τὰ παιδεύσαντα καὶ ποιήσαντα καὶ ἐκθρέψαντα ἄνδρας μαραθωνομάχους, μαραθωνομάχας, οἳ ἐννακισχίλιοι ὄντες συμμαχησάντων αὐτοῖς καὶ Πλαταιέων χιλίων τριακοσίας χιλιάδας ἐτρέψαντο
5καὶ ἀνεῖλον Περσῶν.

sch nub

985c

Κηκείδης ἀρχαῖος διθυραμ‐ βοποιός, οὗ μέμνηται Κρατῖνος ἐν
Πανόπταις.

sch nub

985d

Βουφόνια δὲ παλαία ἑορτή, ἣν ἦγον μετὰ τὰ μυστήρια, ὅτε καὶ βοῦν ἔθυον εἰς ὑπόμνησιν τοῦ φονευ‐ θέντος βοὸς ἐν Ἀκροπόλει ἁψαμένου
5τοῦ πελάνου ἐν τῇ ἑορτῇ τῶν Διονυσίων.

sch nub

985e

τὶς ἄνθρωπος ὄνομα Βρά‐ βρων ἔθηκε πόπανα εἰς τὸν βωμόν. ἐλθὼν δὲ ὁ βοῦς ἐγεύσατο τούτων. εἰσελθὼν δὲ ὁ ἄνθρωπος ἐκεῖνος
5ἀνεῖλε αὐτὸν καὶ ἔκτοτε ἐκλήθησαν Βουφόνια.

sch nub

985f

Κηκείδου] διθυραμβοποιοῦ.

sch nub

986a

μαραθωνομάχους: Ἀθη‐ ναῖοι ἐν Μαραθῶνι ͵θ ὄντες συμμα‐ χησάντων αὐτοῖς καὶ Πλαταιέων ͵α τριακοσίας χιλιάδας ἐτρέψαντο Περ‐
5σῶν.

sch nub

986b

μαραθωνομάχους] Μαρα‐ θὼν τόπος Ἀττικῆς.

sch nub

988

ὅταν ὀρχεῖσθαι: ὠρχοῦντο γὰρ τοῖς Παναθηναίοις πυρρίχην, ἐνόπλιον ὄρχησιν.

sch nub

989a

τὴν ἀσπίδα τῆς Τριττογενείας: Τριτογενείης: τῆς Ἀθηνᾶς, προέχων τῆς κωλῆς: νῦν τοῦ μακροῦ αἰδοίου, ἵνα μὴ φαίνοιτο, ἀμελ: τῆς ὀρχήσεως. ἢ ὅταν προέχων τὴν ἀσπίδα τῆς κωλῆς ἀμελῇ τῆς Τριττογενείας Τριτογενείης καὶ Ἀθηνᾶς, ἤγουν τῆς παναθηναϊκῆς πυρρίχης. οὐ γὰρ κατεῖχον τῆς θεοῦ τὴν ἀσπίδα.

sch nub

989b

κωλῆς νῦν τοῦ μακροῦ αἰ‐ δοίου. Τριττογενείας δὲ τῆς ἐπὶ τῇ Ἀθηνᾷ πυρρίχης ὀρχήσεως. ἐν γὰρ τοῖς Παναθηναίοις ἐν ὅπλοις ὠρ‐
5χοῦντο οἱ παῖδες, διὰ δὲ τὸ ἀπρεπὲς προΐσχοντο τῶν αἰδοίων τὴν ἀσπίδα.

sch nub

989c

τῆς παναθηναϊκῆς πυρρίχης.

sch nub

989d

κωλῆς] γαστρός.

sch nub

989e

προέχων] ἐξέχων.

sch nub

989f

προέχων] τις.

sch nub

989g

Τριτογενείας] ὀρχήσεως.

sch nub

991

κἀπιστήσει] μαθήσῃ ἀκρι‐ βῶς.

sch nub

992a

σκώπ〈τ〉ῃ] ὑβρίζῃ.

sch nub

992b

φλέγεσθαι] ἐρυθριᾶν ἀπὸ
τῆς αἰδοῦς.Column end

sch nub

993,col 2

τῶν] ἀπό.Column end

sch nub

994a

παρὰ τοὺς ἑαυτοῦ γονέας: παρὰ τὰς τῶν σῶν προγόνων ἀρετάς.

sch nub

994b

περὶ ... γονέας] παρὰ τὴν γνώμην τῶν γονέων.

sch nub

995a

ὅτι τῆς αἰδοῦς: ὅτι ὡς ἄριστος ἀνδριαντουργὸς μέλλεις σεαυτὸν εἰκόνα καὶ ἀνδριάντα κοσμιότητος ἀναπλήσειν, πληρῶσαι καὶ ἐργάσασθαι.

sch nub

995b

ὅτι σεαυτὸν ὥσπερ ἄγαλμα καὶ στήλην τῆς αἰδοῦς καὶ κοσμιότη‐ τος ἀναστήσεις.

sch nub

995c

μέλλεις] τηρήσας ταῦτα.

sch nub

995d

μέλλεις] σαυτόν.

sch nub

995e

ἀναπλήσειν] ἀναπληρώσειν, ἐργάσασθαι.

sch nub

996a

μηδ’ εἰς οἰκίαν ὀρχηστρίδος εἰσάγειν σαυτόν, ἵνα μὴ μήλῳ βληθεὶς ἐκ‐ πέσῃς τῆς εὐκλείας, ἵνα μὴ διαβληθεὶς ἐρωτικῶς πορνείοις διάγων κωμῳδῇ.

sch nub

996b

εἰς ὀρχηστρίδος] οἰκίαν.

sch nub

996c

εἰσιέναι] σεαυτόν.

sch nub

997a

ἢ μήλῳ ἢ ἔρωτι. ἔστι δὲ καὶ τὸ μῆλον ἱερὸν Ἀφροδίτης.

sch nub

997b

μήλῳ] καὶ τῷ ἔρωτι.

sch nub

997c

βληθεὶς] ἤγουν δελεασθείς.

sch nub

997d

ἀποθραυσθῇς] ἀποτύχῃς.

sch nub

998a

μηδ’ ἀντιλογεῖν κατὰ μηδὲν
τῷ πατρί.Column end

sch nub

998a,col 2

μηδ’ ἀντιλογεῖν τῷ πατρὶ
μηδέν, ἀντὶ τοῦ “κατὰ μηδέν”.Column end

sch nub

998b

μηδ’ Ἰαπετὸν καλές’ αὐτὸν: παλαιόν, Κρόνον· Ἰαπετὸν τυμβο‐ γέροντα, ἐσχατόγηρων.

sch nub

998c

ἀρχαῖον, μωρόν· ἀπό τινος
Ἰαπετοῦ.Column end

sch nub

998c,col 2

Ἰαπετὸν] λῆρον.Column end

sch nub

998d

Ἰαπετὸν] ἐσχατόγηρων.

sch nub

998e

καλέσαντα] τὸν πατέρα.

sch nub

998f

καλέσαντα] σέ.

sch nub

999a

μνησικακῆσαι τὴν ἡλικίαν: μὴ ἐπὶ κακῷ καὶ ὕβρει καὶ λοιδορίᾳ μνησθῆναι τῆς γηραιᾶς πατρικῆς ἡλικίας, ἀλλ’ ἐπὶ θειασμῷ καὶ τιμῇ καὶ
σεβάσματι.

sch nub

999b

ἐπὶ κακῷ μνησθῆναι τῆς ἡλικίας.

sch nub

999c

μνησικακῆσαι τὴν ἡλικίαν] ἐπὶ κακῷ μνησθῆναι τῆς γεροντικῆς
ἡλικίας.Column end

sch nub

999b,col 2

ἐνεοτροφήθης (sic)] ἐτράφης.Column end

sch nub

1000a

εἰ ταῦτ’, ὦ μειράκιον: ὁ ἄδικος λόγος ἀντιτείνων πρὸς ταῦτά φησιν· εἰ τούτῳ πείσῃ, εἴξεις καὶ ὅμοιος γενήσῃ, τοῖς Ἱπποκράτους παισὶ καί σε ἂν καλῶσι βλιτομάμμαν, ἤτοι μωρόν. τρεῖς δὲ Ἱπποκράτει Ἀθηναίῳ τινί, οὐ τῷ ἰατρῷ, παῖδες ἦσαν οἵδε· Τελέσιππος, Δημοφῶν, Περικλῆς, διαβαλ‐
5λόμενοι ὡς συώδεις καὶ ἀνόητοι. βλιτομάμμας δὲ ὁ μωρὸς, ἀπὸ “βλίτου” εὐτελοῦς λαχάνου καὶ “μαμμάν”, ὁ ἄρτος.

sch nub

1000b

ταῦτ’] εἰς.

sch nub

1000c

τούτῳ] τῷ δικαίῳ.

sch nub

1001a

Ἱπποκράτει τινὶ Ἀθη‐ ναίῳ τρεῖς ἦσαν υἱοὶ συώδεις καὶ ἀνόητοι. βλιτομάμμαν δὲ ἤτοι ἀνόη‐
τον ἀπὸ τοῦ “βλίτου”, λαχάνου εὐτε‐
5λοῦς, καὶ τοῦ “μαμμᾶν”, ὃ δηλοῖ τὸν ἄρτον. καὶ Εὔπολις ἐν Δήμοις· Ἱπποκράτους παῖδες ἐμβόλιμοί τινες, βληχητὰ τέκνα καὶ οὐδαμῶς τοῦ
10τρόπου.

sch nub

1001b

εἴξαις (sic)] ἤγουν γένῃ καὶ σὺ μωρός, ὥσπερ ἐκεῖνοι.

sch nub

1001c

εἴξαις] ὁμοιωθῇς.

sch nub

1001d

βλιτομάμμαν] ἀπὸ τοῦ “βλίτου” καὶ τοῦ “μαμμάν”, ὁ ἄρτος.

sch nub

1002a

ἀλλ’ οὖν λιπαρός γε: πρὸς ταῦτα ὁ δίκαιος λόγος· εὐτραπελίαν μὲν καὶ στωμυλίαν καὶ φλυαρίαν, ἣν οὗτός φησιν, οὐκ ἀσκήσεις, ἀλλ’ οὖν λιπαρὸς καὶ κατάλειπτος ἐλαίῳ ἤτοι παλαιστὴς καὶ ἀγωνιζόμενος ἐν γυμνασίοις διατριβὴν ποιήσῃ καὶ διάξεις οὐ φλυαρῶν κατὰ τὴν ἀγορὰν καὶ κατὰ τὰ τῶν
5ὠνίων πρατήρια, κατατετριμμένα, ἐκτράπελα καὶ ἔξω τοῦ πρέποντος λόγια.

sch nub

1002b

λιπαρός] κατάλειπ〈τ〉ος ἐλαίῳ, παλαιστής.

sch nub

1003a

δίκην τριβόλων κεντοῦντα, πικρὰ καὶ ἐκτράπελα, ἄσεμνα ἤτοι ἔξω τοῦ δέοντος τετραμμένα.

sch nub

1003b

στωμύλλων] φλυαρῶν.

sch nub

1003c

τριβολεκτράπελ’] σκληρά, ἀπόβλητα, τετριμμένα, ἔξω τοῦ πρέ‐ ποντος τραπέντα.

sch nub

1004a

οὐδ’ ἑλκόμενος: οὐδὲ ἔσῃ ἑλκόμενος περὶ πράγματος γλίσχρου καὶ φευκτέου, ἀντιλογίαν ἐπίτριπτον καὶ βδελυρὰν ἔχοντος, καὶ ἀξίου ἀξίαν ἐπιτρι‐ βῆς καὶ ἀπωλείας.

sch nub

1004b

γλίσχρου καὶ φειδωλοῦ καὶ ἀντιλογίαν ἐπίτριπτον καὶ ἀξίαν ὀλέθρου ἔχοντος.

sch nub

1004c

οὐδ’] οὐδ’ ἔσῃ.

sch nub

1004d

γλισχραντιλογεξεπιτρί‐ πτου] ἀξίου ἐπιτρίψεως.

sch nub

1004e

γλισχραντιλογεξεπιτρί‐
πτου] ἐπιτριβῆς καὶ ἀπωλείας ἀξίαν.

sch nub

1005a

ἀλλ’ εἰς Ἀκαδημίαν: Ἀκαδημία γυμνάσιον ἦν ἐν ταῖς Ἀθήναις ἀπὸ Ἀκαδήμου τὴν κλῆσιν λαβόν, ὃς κατέλειψε τὴν κτῆσιν αὐτοῦ εἰς τὴν τοῦ γυμνασίου οἰκοδομήν. περὶ δὲ τὴν Ἀκαδημίαν αὐτὴν καὶ αἱ ἱεραὶ ἦσαν ἐλαῖαι, μορίαι καλούμεναι, ἐξ ὧν ἦν τῶν Παναθηναίων τὸ ἔλαιον. μορίας δὲ τὰς ἐλαίας
5ταύτας ἐκάλουν, ἀνθ’ ὧν ἐκεῖ Ἁλιρρόθιος ὁ Ποσειδῶνος υἱὸς ἀνῃρέθη πελέκει ὑπ’ Ἄρεος ὡς φθείρας Ἀλκίππην τὴν θυγατέρα τοῦ Ἄρεος, ὅθεν ἐκεῖ καὶ πρώτως οὗτοι ἐκρίθησαν οἱ δύο θεοί, ὁ Ποσειδῶν καὶ ὁ Ἄρης.

sch nub

1005b

Ἀκαδημία γυμνάσιον Ἀ‐ θήνησιν, ἔνθα καὶ ἱεραὶ ἦσαν ἐλαῖαι, μορίαι καλούμεναι διὰ τὸ ἐκεῖ γεγο‐ νέναι Ἁλιρροθίου μόρον, ἐξ ὧν ἦν
5τῶν Παναθηναίων τὸ ἔλαιον.

sch nub

1005c

μορίαις] ἐλαῖαι οὕτω κα‐ λούμεναι.

sch nub

1005d

ὑποθρέξει] δράμῃς, πη‐
δήσῃς.

sch nub

1006

καλάμῳ λευκ: καλάμῳ λευκῷ, φησί, στεφανωθήσῃ, ἁπλῷ στεφάνῳ, ὄζων: καὶ μῦρον καὶ εὐωδίαν ἀπραγμοσύνης ἐκπνέων. ἢ ὅτι καὶ οἱ Διόσκουροι καλάμῳ ἐστέφοντο διὰ τὸ ὑπερβάλλον τῆς δικαιότητος, ἄνακτες ἤτοι θεοὶ καὶ σωτῆρες τοῖς Ἀθηναίοις κληθέντες.
5ἁρπαγείσης γὰρ ἑπταετοῦς τῆς Ἑλένης ὑπὸ Θησέως μετά τινα καιρὸν κατ’ Ἀθηναίων στρατεύσαντες ἐν Ἀφίδναις τῆς Ἀττικῆς, ἐπεὶ τὸν Θησέα ἔτυχεν ἐκεῖ μὴ παρεῖναι, Ἑλένην λαβόντες τὴν ἑαυτῶν ἀδελφὴν καὶ μόνην τὴν Θησέως μητέρα Αἴθραν αἰχμάλωτον, ἕτερον δὲ μηδαμῇ μηδαμοῦ τῶν Ἀθηναίων μηδένα κακοποιήσαντες ὑπέστρεψαν οἴκαδε πᾶσι τῆς τόσης φιλανθρωπίας καὶ δικαιό‐
10τητος κηρυττόμενοι.

sch nub

1007a

ἥντινα βάλλουσιν αἱ γυ‐ ναῖκες ἐν τῇ μαστίχῃ.

sch nub

1007b

ἀπραγμοσύνη φυτόν, ὡς Ἀριστοφάνης φησὶν ὁ γραμματικός, ἐν Ἀκαδημίᾳ φυόμενον· ἢ ἀντὶ τοῦ “οὐ πολυπραγμοσύνης”.

sch nub

1007c

σημείωσαι, ὅτι τὰ μὲν τῶν
δένδρων εἰσὶ φυλλοβόλα, τὰ δὲ ἀειθαλῆ, τὰ δὲ κρυψίφυλλα. φυλλο‐ βόλα μὲν οἷον συκῆ, ῥοία, καρέα καὶ
5ἕτερα, ἀειθαλῆ δὲ οἷον μυρσίνη, δάφνη καὶ ἕτερα. κρυψίφυλλα δὲ οἷον ἐλαία, φοίνιξ, κυπάριττος καὶ τὰ τούτοις ὅμοια.

sch nub

1007d

μίλακος] εἶδος βοτάνης κοκκίνης.

sch nub

1007e

λεύκης p.i.m.] ἔοικεν ἡ λεύκη πλατάνῳ, μεταφυτευθεῖσα ὑπὸ Ἡρακλέος ἀπὸ τοῦ Ἅιδου εἰς τὰ
Ὀλύμπια.Column end

sch nub

1007a,col 2

ἡ λεύκη ὁμοία πλατάνῳ.Column end

sch nub

1012a

στῆθος λιπαρόν: ἀθλητοῦ ἀνδρὸς ἀγῶσιν ἀεὶ διάγοντος καὶ ἀγωνιζομένου καὶ τὸ στῆθος ἐλαίῳ κεχρισμένου, ὡς διολισθάνοι τοὺς ἀντιπάλους, οὐ μὴν δὲ ἀνδρὸς ἀργοῦ διάγοντος ἐν ταῖς ἀγοραῖς καὶ πορνείοις, οἳ καὶ λιπαρώ‐ τερον τῶν συνεχῶν λουτρῶν ταῖς ἐλαιοχρισίαις ἐλαιοχυσίαις τῶν ἀθλητῶν στῆθος ἔχουσιν.

sch nub

1012b

χροιὰν λαμπρὰν: ἢ χαίρων ταῖς νίκαις τῶν ἀγώνων, ἢ ὅτι ἁπλῶς ἔργον μετέρχῃ, ἢ ὅτι τὰ γυμνάσια πέττει τὰ περιττὰ καὶ εὔχρουν καὶ κόσμιον
καὶ εὔρρωστον τὸ σῶμα ποιεῖ, ἀργία δὲ πᾶν τοὐναντίον.

sch nub

1013a

ὤμους μεγάλους: τοιοῦτοι γὰρ οἱ τῶν ἀθλητῶν.

sch nub

1013b

γλῶτταν βαιάν: βραχυλογίαν, σημεῖον σωφροσύνης καὶ κοσμι‐ ότητος. τὰ μέτρα, εἰ βούλει, γράφε ὡς κεῖται τοῖς παλαιοῖς. ἀλλὰ νῦν τίς χρεία μέτρων, εἴτε ἐκείνων εἴτε τῶν ἐμῶν; ἅ φησιν οὗτος, ταῦτα † καὶ νῦν καὶ
5χρειώδη μέτρα καθέστηκεν ἕτερα †. καὶ πάντα, ὅσα ὁ δίκαιος λόγος νῦν φησιν, ἄριστα· πᾶν δὲ ἢ τέχνης ἐχόμενον ἢ ἀρετῆς ἢ κοσμιότητος νομίζεται καὶ ἄρτι λῆρός τε καὶ οὐδέν.

sch nub

1013c

βαιάν: βραχυλόγον.Column end

sch nub

1013c,col 2

μικράν, ὥς γε μὴ φλυαρεῖν.Column end

sch nub

1013d

μεγάλους] οἷοι τῶν γυμνα‐ ζομένων.

sch nub

1013e

βαιάν] βραχυλόγον, σώ‐ φρονα λαλοῦσαν.

sch nub

1014a

πυγὴν μεγάλην: τὰ ἑδραῖα νῦν μέρη. οὕτω δέ φησιν ἢ ἕνεκα τοῦ κινῆσαι γέλωτα ἢ ὅτι οἱ ἀθληταὶ διὰ τὴν εὐτροφίαν καὶ εὐεξῆ εὐαξῆ καὶ γενναῖα τὰ σώματα ἔχουσιν. εἴποι δ’ ἄν τις· πῶς οὐ μεγίστην καὶ τὴν ποσθήν; ὅτι τὰ γυμναζόμενα μέρη λαμβάνει τὴν αὔξησιν, αὔξην, τὰ δὲ τοιαῦτα μέρη τούτοις ἀγύμναστα
5ἔργων γυμνασίων καὶ σωφροσύνης μεμελημένοις· τοὐναντίον δὲ τοῖς κιναίδοις
καὶ ἀργοῖς καὶ ἀπράκτοις.

sch nub

1014b

πόσθην] μόριον, αἰδοῖον.

sch nub

1015a

οἱ νῦν] ἄνθρωποι.

sch nub

1015b

ἐπιτηδεύῃς] πράττῃς.

sch nub

1016

χροιὰν ὠχράν: τοιοῦτοι γὰρ οἱ ἀργοὶ καὶ ἀδηφάγοι καὶ ἀγύμναστοι ὡς τῆς τροφῆς πέπανσιν καὶ πέψιν μὴ λαβούσης τῇ ἀργίᾳ.

sch nub

1018

γλῶτταν μεγάλην: πολυλογίαν, φλυαρίαν.

sch nub

1019a

κωλὴν μεγάλην: ἣν εἶπε ποσθήν, νῦν κωλὴν λέγει.

sch nub

1019b

ψήφισμα μακρὸν: μακρὰ γράψεις ψηφίσματα, ὡς οἱ ἐν Ἀθήναις οὗτοι ἡμέτεροι ῥήτορες.

sch nub

1019c

ψήφισμα] κατηγορίαν.

sch nub

1022a

τῆς Ἀντιμάχου καταπυγοσύνης: βδελυρίας, αἰσχρότητος. πέντε δὲ ἦσαν Ἀντίμαχοι, νῦν δὲ τὸν ἱστοριογράφον ποιητὴν λέγει ὡραίαν ἔχοντα τὴν μορφήν.

sch nub

1022b

ὁ Ἀντίμαχος οὗτος 〈ὡσ〉 κίναιδος καὶ εὔμορφος καὶ θηλυμα‐ νὴς κωμῳδεῖται· δεύτερος ὁ ἐπὶ
πονηρίᾳ κωμῳδούμενος· τρίτος ὁ
5δάκτυλος λεγόμενος· τέταρτος ὁ τραπεζίτης· πέμπτος ὁ ἱστοριογρά‐ φος, τάχα δὲ ὁ αὐτός ἐστι τῷ εὐ‐ μόρφῳ. ? μωρῶν παλαιῶν ἔργα καὶ
10κλήσεις τάδε. Μακκὼ καὶ Μαργίτης τις καὶ Μελιτίδης καὶ Κόρυβος, σὺν οἷς καὶ Μαμμάκουθος καὶ Βουταλίων μωροί,
15〈ὁ〉 Ὀρέστης τε ὁ παῖς τοῦ Ἑρμο‐ κράτους υἱεῖς Ἱπποκράτους τε ἄλλοι τε πλείονες. Μακκὼ τῷ κατόπτρῳ μὲν
20τῷ ἑαυτῆς διελέγετο. Μαργίτης ἠρώτα τε· τίς ὁ γεννήσας ἐμέ; Μελιτίδης δὲ συζύγῳ τῇ ἰδίᾳ οὐδόλως ἐμίγνυτο ὡς πενθερόφοβος.
25ἐάσθω μοι Κόρυβος, ὅστις ἠρίθμει τὰ κύματα, ἕν, δύο καὶ τρία τε καταριθμῶν δεξιῶς, καὶ συγχέων δὲ ἀρχῆθεν ἀπηρίθμει.
30ἐάσθων καὶ ξύμπαντες, οὓς προειρή‐ καμεν.

sch nub

1024a

ὦ καλλίπυργον σοφίαν: ὁ χορὸς τῶν Νεφελῶν τῷ δικαίῳ φησὶ λόγῳ· ὦ ἐπασκῶν καὶ μετερχόμενος, ἢ ἄλλοις διδάσκων, τὴν καλλίπυργον κλεινοτάτην σοφίαν. καλλίπυργον δὲ τὴν καλλίστως πυργοῦσαν καὶ ὑψοῦσαν τοὺς ταύτην μετερχομένους. αἰωνία γάρ ἐστιν ἡ ἐκ σοφίας ὕψωσις καὶ δόξα.
5παραμένει γὰρ καὶ μετὰ τὴν ἐνθένδε μετάβασιν καὶ οὐκ ἔστιν ἀκαριαία καὶ εὐμετάτρεπτος, ὡς ἡ χρηματικὴ καὶ τυχαία, ἧς καὶ ἐνταῦθα πολλῷ ὑπερτέρα ἡ ἐκ σοφίας τοῖς τέως ὀρθῶς τὰ πράγματα κρίνουσιν. καὶ πῶς γὰρ οὔ, ὅταν μὲν οὖν βούληται, ἀνδριάντας ἢ ξυλίνους ἢ ἐκ χαλκῆς ὕλης ἢ ἄλλης κεκοινω‐ μένους καὶ φθεγγομένους ποιοῦσα, καὶ βάθη καὶ μήκη πελαγῶν ἐκμετροῦσα
10τοῖς μηχανήμασι, καὶ κινοῦσα βάρη ἀλλόκοτα, ὡς καὶ τὴν γῆν πᾶσάν τινας μετόχους αὐτῆς ὑπισχνεῖσθαι κινεῖν, εἰ δοθῇ τις αὐτοῖς ἕτερος τόπος ἔξω τῆς γῆς, ἐν ᾧ τὴν βαρυουλκὸν μηχανὴν ἐπιστήσεται; τὸ περαιοῦσθαι ποταμοὺς
πρὸς ἀνάρρουν, τομῇ ῥυθμιζόμενα πλοῖα τεκταίνεσθαι, τὸ δὲ μυριάδας στρατῶν ὑπερτρεχούσας ἀριθμοὺς τῶν δακτύλων διά τε γῆς καὶ θαλάσσης ἐστρατευ‐
15μένους ἑνὸς ἀνθρωπαρίου γηρανδραρίου ἡττᾶσθαι τοῖς μηχανήμασιν, οἷος ἦν ὁ ἡμέτερος καὶ πάντων, ὧν εἴπω, πρεσβύτερος, ὁ βυζάντιος Φίλων, Ἀρχιμήδης καὶ Σώστρατος, Ἥρων καὶ Πάππος καὶ μυριάδες λοιπαί.

sch nub

1024b

χορὸς πρὸς τὸν δίκαιον.

sch nub

1024c

καλλίπυργον] μεγάλην.

sch nub

1024d

ἐπασκῶν] διδάσκων.

sch nub

1025

(v.l.) σῶφρον] γρ. σοφόν.

sch nub

1026a

τότ’] ὅτε ἐδίδασκες τὰ τοιαῦτα.

sch nub

1026b

ἐπὶ τῶν προτέρων] χρόνων.

sch nub

1030a

ὦ κομψοπρεπ:
ὦ λόγε ἀδικώτατε καὶ ἥττων κεκλημένε
πανούργοις τοῖς κομψεύμασιν ἐπιμορφῶν τὴν μοῦσαν.

sch nub

1030b

πρὸς τὸν ἄδικον.

sch nub

1030c

ὦ] ἄδικε λόγε.

sch nub

1030d

κομψοπρεπῆ] ὑπερήφανον.

sch nub

1030e

ἔχων] ὁ.

sch nub

1031a

ὡς] ὅτι.

sch nub

1031b

ἀνήρ] ἤγουν ὁ δίκαιος.

sch nub

1034a

ἐντεῦθέν εἰσιν ἀμβικὰ τε‐ τράμετρα καταληκτικὰ μέχρι τοῦ “εὐρύπρωκτος εἶναι”.

sch nub

1034b

ἔοικε δεῖν] δέον ἐστί.

sch nub

1034c

δεῖν] χρείαν ὑπάρχει〈ν〉.

sch nub

1035a

ὑπερβαλεῖ] νικήσεις.

sch nub

1035b

γέλωτ’ ὀφλήσεις] ἤγουν γελασθῇς.

sch nub

1035c

ὀφλήσεις] ἀποδώσεις.

sch nub

1036a

καὶ μὴν πάλαι ἔγωγε ἐπνιγόμην: καὶ μὴν ἐγὼ πάλαι ἐπνιγόμην καὶ ἐβιαζόμην τὰ ἐντὸς καὶ ἐστενοχωρούμην καὶ ἔχρῃζον ταῦτα πάντα, τὰ τοῦ δικαίου δηλονότι λόγου, συνταράξαι καὶ ἀνατρέψαι, ἐναντίαις γνώμαις καὶ ἀντιλογήμασιν ἑτέρων ἐννοιῶν.

sch nub

1036b

ἐπνιγόμην] ἐφλεγόμην.

sch nub

1037

συνταράξαι] ἀνατρέψαι.

sch nub

1038

ἥττων] ὁ ἄδικος.

sch nub

1039a

ἐν τοῖσι φροντισταῖσιν: τοῖς ἐρευνηταῖς τοῖς περὶ πάντων φροντίζουσιν. παίζων δὲ τοὺς φιλοσόφους λέγει.

sch nub

1039b

φροντισταῖσιν] φιλοσόφοις.

sch nub

1041a

καὶ τοῦτο: τὸ ἀντιλέγειν τοῖς δικαίοις καὶ νικᾶν, πλεῖν καὶ πλέον, ἢ μυρίων στατήρων, ἀντὶ τοῦ πλέον ὑπὲρ μυρίους στατῆρας καὶ νομίσματα, ἐστὶν ἄξιον. κἀνταῦθα τοῦ ἤθους Σωκράτους διεψεύσθη, Πρωταγόραν δὲ τὸν Ἀβδηρίτην μιμεῖται. οὗτος γὰρ σύγχρονος ὢν Σωκράτους πρῶτος εὑρεῖν
5λέγεται μελέτην τοῦ ἥττονος λόγου, καίτοι πρὸ πόσων ἐτῶν Ὁμήρου μελετήσαν‐ τος τοῦτον τοῦ μηδὲν περί τινος λέγειν δοκοῦντος, λέγοντος δὲ περὶ πάντων;

sch nub

1041b

τοῦτο] τό τινα λαβόντα δίκην τῷ ἀδίκῳ λόγῳ νικᾶν.

sch nub

1041c

πλεῖν] πλέον.

sch nub

1043

πέποιθεν] θαρρεῖ ὁ δίκαιος.

sch nub

1044

λοῦσθαι] λούεσθαι.

sch nub

1045

γνώμην] ἔννοιαν.

sch nub

1046

ὅτι κάκιστόν ἐστι: τὸ θερμὸν λουτρόν· ἐκλύει ἀραιοῦν τοὺς ἀδήλους πόρους καὶ χαῦνον καὶ δειλὸν ποιεῖ τὸν ἄνθρωπον, ὥς που καὶ Πίνδαρος γράφει· “οὐδὲ θερμόν γε τόσσον ὕδωρ γυῖα μαλθακὰ τεύχει, τόσσον εὐλογία”. καὶ γῆρας δὲ συντόμως ἐπάγειν φασί, τινὲς δὲ καὶ θάνατον, ὡς ἐξ Ἀπολλωνίου
5Φιλόστρατος ἐν τῷ τοῦ Ἀπολλωνίου βίῳ φησίν. κλεῖσαι τοὺς ἐν Ἀντιοχείᾳ λέγει λουτρῶνας δι’ οἰκητόρων †† καὶ περὶ τῆς κλῄσεως τῶν λουτρώνων λεγόν‐
των εἶπεν· “ὁ βασιλεὺς ὑμῖν κακοῖς οὖσι μακροχρονίαν χαρίζεται.”

sch nub

1047a

μέσον ἔχω σε λαβὼν: ἀπὸ τῶν ἐν παλαίστρᾳ κρατησάντων τὸν ἀντίπαλον ἐκ μέσου καὶ μὴ ἐώντων ἔξω φευκτεῖν.

sch nub

1047b

μέσον ... ἄφυκτον] ἡ με‐ ταφορὰ ἀπὸ τῶν παλαιόντων.

sch nub

1048

τῶν] ἀπό.

sch nub

1049

ψυχὴν] κατ’ ἀνδρείαν.

sch nub

1051a

ποῦ ψυχρ: τὰ θερμὰ λουτρὰ ἡράκλεια οὕτω λέγονται· Ἡρακλεῖ πεπονηκότι πολλὰ τῷ γῆν καθαίρειν καὶ θάλασσαν Ἀθηνᾶ χαριζομένη θερμὰ λουτρὰ ἐν Θερμοπύλαις ἀνέδωκεν, ὥς φησι Πείσανδρος τῷ δ’ ἐν Θερμοπύλῃσι θεὰ γλαυκῶπις Ἀθήνη
5ποιεῖ θερμὰ λοετρὰ παρὰ ῥηγμῖνι θαλάσσης.

sch nub

1051b

Ἴβυκός φησι τὸν Ἥφαι‐ στον κατὰ δωρεὰν ἀναδοῦναι ἡρά‐ κλεια λουτρὰ θερμῶν ὑδάτων, ἐξ ὧν τὰ θερμά τινές φασιν ἡράκλεια λέ‐
5γεσθαι. οἱ δέ φασιν, ὅτι τῷ Ἡρακλεῖ πολλὰ μογήσαντι Ἀθηνᾶ λουτρὰ
θερμὰ ἐπαφῆκεν, ὡς Πείσανδρος τῷ δ’ ἐν Θερμοπύλῃσι θεὰ γλαυ‐ κῶπις Ἀθήνη
10ποιεῖ θερμὰ λοετρὰ παρὰ ῥηγμῖνι θαλάσσης.

sch nub

1052a

ἀνδρειότερος εἶπεν, οὐ “ῥωμαλεώτερος”, κάλλιστα τὴν ἀπόδοσιν ἐπαγαγὼν πρὸς τὸ “δειλότατον”. ψυχῆς τὸ τολμᾶν, ἡ δὲ ῥώμη σωμάτων.

sch nub

1052b

ταῦτ’ ἐστ, ταῦτ’ ἐκεῖνα: ὁ δίκαιός φησι λόγος τούτων τῶν γελοίων ἀκούσας εὑρεσιλογιῶν (διὰ γὰρ πόνους ἀμέτρους καὶ νόσον ἅπαξ ἢ δὶς ὁ Ἡρακλῆς ἐφάνη χρησάμενος τοῖς θερμοῖς τούτοις λουτροῖς)· ταῦτ’ ἐστὶν ἃ καθ’ ἑκάστην ἡμέραν φλυαρούντων τῶν νέων τὰ βαλανεῖα μεστὰ βοῆς
5γίνονται καὶ θορύβων, κενοῦνται δὲ αἱ παλαῖστραι καὶ οὐ σεμνόν τι διδάσκεται δίδαγμα.

sch nub

1052c

ἀνδρειότερος] ἀνδρειότα‐ τος.

sch nub

1053

δι’ ἡμέρας] ὅλην τὴν ἡμέραν.

sch nub

1055a

εἶτα ἐν ἀγορᾷ, φησὶν ὁ ἄδικος λόγος, ψέγεις διάγειν· ἐγὼ δὲ καὶ Ὅμηρος ἐπαινῶ ἀγορητὴν καλῶν τὸν Νέστορα καὶ ἑτέρους. ἀστείως καὶ χαριέντως παρὰ τὴν ὁμωνυμίαν τῆς ἀγορᾶς κατασοφίζεσθαι καὶ παραλογίζεσθαι βούλεται.

sch nub

1055b

ἀγορᾷ] συναθροίσει.

sch nub

1056

ἐποίει] ποιητικῶς ἔγραφε.

sch nub

1057

ἀγορητὴν] δημηγόρον.

sch nub

1058a

ἄνειμι δὴ ἐντεῦθεν ἐπὶ τὴν γλῶτταν: ἕνεκα τοῦ γελοίου ταῦτα πάντα πάντα ταῦτα προφέρει πραγματικωτέρως δεικνύων, ὅτι πᾶς ἀλιτήριος, ἀγο‐ ραῖος, ἀκόλαστος, ἄρρυθμος καὶ κίναιδος ἄνθρωπος ἐπίπροσθέν εἰσι πόσῳ τῶν κοσμίων καὶ συνετῶν.

sch nub

1058b

ὁδὶ] ἤγουν ὁ δίκαιος.

sch nub

1059a

(v.l.) νέους] γρ. νεανίσκους.

sch nub

1059b

φημι] καλὸν εἶναι μαν‐ θάνειν.

sch nub

1060

χρῆναι] τοῖς νέοις.

sch nub

1061a

ὁ ἄδικός φησι λόγος· διὰ σωφροσύνην τίνι ποτὲ εἶδες γενόμενον ἀγαθόν; καὶ ὁ δίκαιος· πολλοῖς εἶδον ἀγαθὰ γεγονότα διὰ τὸ σωφρονεῖν. ὁ γοῦν Πηλεύς, φησί, διὰ τοῦτο τὴν μάχαιραν ἔλαβεν. (1064) ὁ ἄδικος λόγος τὴν μάχαι‐
5ραν ἐπαναλαμβάνων φησί· μάχαιραν ἔλαβεν ὁ τρισάθλιος; ἀστεῖον καὶ θαυμαστὸν κέρδος· Ὑπέρβολος δὲ λυχνοπράτης ὢν οὐ διὰ μοχθηρίαν ἔλαβε τάλαντα πολλά, ἀλλ’ οὐ μάχαιραν; Τζέτζης δέ· νῦν τὸ πλεῖν καὶ πλέον, εἰ μὴ περισσῶς ἀττικῶς κεῖται, λέγει,
οὐ μικρῶς αἰτιῶμαι.

sch nub

1061b

τῷ] ἐν τίνι.

sch nub

1063a

ὁ Πηλεὺς ἐγένετο σωφρονέ‐ στατος. καί ποτε Ἱππολύτης τῆς Ἀκάστου γαμετῆς ἐρασθείσης αὐτοῦ καὶ μὴ δυνηθείσης πεῖσαι καὶ δὴ
5διαβολῇ χρησαμένης, ὡς ἐπεχείρει βιάσασθαι αὐτήν, Ἄκαστος τοῦτο μαθὼν καὶ λαβὼν εἰς ἐρημίαν καὶ τῶν ὅπλων γυμνώσας ἀφεὶς αὐτὸν ἀνεχώρησεν εἰπών· εἰ δίκαιος εἶ,
10σωθήσῃ. ὡς δὲ ἔμελλεν ὑπὸ θηρίων διαφθείρεσθαι, οἱ θεοὶ μάχαιραν ἡφαιστότευκτον αὐτῷ ἐχαρίσαντο δι’ Ἑρμοῦ καὶ οὕτως ἔφυγε τὸν κίνδυνον. οἱ δέ φασιν, ὡς Ἄκαστος τὴν Πηλέ‐
15ως μάχαιραν ὑπὸ κόπρον βοῶν ἔκρυ‐ ψεν, Χείρων δὲ ταύτην εὑρὼν δίδωσιν
αὐτῷ.

sch nub

1063b

πολλοῖς] ἐν.

sch nub

1063c

πολλοῖς] ἀνθρώποις.

sch nub

1063d

διὰ τοῦτο] διὰ τὸ σωφρο‐ νεῖν.

sch nub

1065

πλεῖν] πλέον.

sch nub

1066

εἴληφε] κέρδος.

sch nub

1067a

καὶ τὴν Θέτιν ἔγημε: ὑποβολικὸς ὁ λόγος ἐγένετο νῦν. τοῦ δικαίου γὰρ λέγοντος, ὡς ὁ Πηλεὺς διὰ τὸ σωφρονεῖν μάχαιραν ἔλαβε, μέλλοντος εἰπεῖν· καὶ τὴν Θέτιν ἔγημεν, ὑπολαβὼν καὶ μεταξυλογήσας καὶ εἰπὼν τὸν ἴδιον λόγον τὸν περὶ τοῦ Ὑπερβόλου ὁ ἄδικος ἐπέσχεν αὐτὸν εἰπεῖν καὶ τὸ
5περὶ τοῦ γάμου τῆς Θέτιδος. αἱ δὲ ὑποβολαὶ ἤθους ἰδέας εἰσίν. νῦν δὲ τοῦ δικαίου ἐπενεγκόντος· καὶ τὴν Θέτιν ἔγημε διὰ σωφροσύνην, πάλιν, ἵνα τὸ ἠθικὸν ἀγωνιστικώτερον γένηται, καὶ πρὸς τοῦτο ἐπάγει ἀντίθετον ὑπερβαλ‐ λούσης χάριτος καὶ γλυκύτητος. καὶ τοιούτοις παικτέοις ὁ ἀλιτήριος παρα‐ δείκνυσι τῷ Τζέτζῃ ῥήτορος δύναμιν ὑπὲρ δύναμιν. εἰπόντος γὰρ τοῦ
10δικαίου· “καὶ τὴν Θέτιν ἔγημε διὰ τὸ σωφρονεῖν”, αὐτὸς γελοίως χάριεν καὶ εὐσθενέστατον ἐπάγει ἀντίθετον λέγων· καὶ εἶτα ἡ Θέτις αὐτὸν ὡς σώφρονα μισήσασα ἀπολιποῦς’ ἀπολιποῦσα καὶ ὡς σώφρονα μισήσασα ᾤχετο. σωφρονῶν γὰρ οὐκ ἠδύνατο παννυχί‐ ζειν καὶ τελεῖν ἑορτὴν στρώμασι πρόσφορον· γυνὴ γὰρ χαίρει τοιούτοις. ἔπεισι δέ μοι θαυμάζειν, πῶς κἀνταῦθα ὁ ἀλιτήριος οὐκ ἐμνήσθη παλαιοῦ ὄντος τοῦ
15Τουλίου Σερβίου καὶ εἶπε· τὸν Τούλιον δὲ Σέρβιον γεγονότα δοῦλον αἰχμάλωτον ἡ Ταρκυνίου γυνὴ τοῦ βασιλέως Ῥωμαίων ὡς ἀσελγέστατον καὶ ἡδὺν παννυχί‐ ζειν οὐ μόνον οὐκ ἀπέλιπεν, ἀπολέλοιπεν, ἀλλὰ καὶ βασιλέα Ῥώμης πεποίηκεν. σὺ δέ, ὦ ἥλιε, ἠνέσχου ταῦτα ὁρᾶν. ταῦτα κἀκεῖνος, εἰ καὶ δοκεῖ γελοιάζειν, ὀδυνωμένῃ
καρδίᾳ φησίν, ἵνα μὴ μακρηγορῶ, ὁρῶν ὅτι ἀεὶ
20
τὰ χερείονα νικᾷ καὶ
ῥεῖ τὰ χρηστά, Μίνδαρος δ’ ἀπερρύ[η]. ἀλλὰ καὶ ἱστορίας καὶ λέξεις τὰς ἐαθείσας ῥητέον μοι. αἱ ἐαθεῖσαι ἱστορίαι εἰσὶν αὗται. ἱστορία: Πηλεὺς ὢν Αἰακοῦ καὶ Αἰγίνης
25υἱὸς σὺν Τελαμῶνι ὁμομητρίῳ Φῶκον τὸν ἐκ Ψαμάθης τῆς Νηρηΐδος ἀνεῖλον αὑτῶν ἀδελφόν. ὧν ὁ Πηλεὺς εἰς Φθίαν ἐλθὼν καθαίρεται ὑπὸ Εὐρύτου τοῦ Ἄκτορος. ἐν τῇ τοῦ καλυδωνίου δὲ κάπρου θηρεύσει ἀνελὼν ἄκων καὶ αὐτὸν τὸν καθήραντα Εὔρυτον εἰς Ἰωλκὸν φεύγει ἐκ Φθίας καὶ καθαίρεται ὑπ’ Ἀκάστου. Ἱππολύτη δὲ ἢ Ἱπποδάμεια ἡ Ἀκάστου γυνὴ ἐρασθεῖσα αὐτοῦ
30καὶ μὴ πεισθέντος κατεῖπε μᾶλλον αὐτοῦ ψευδῶς πρὸς τὸν Ἄκαστον. ὁ δὲ ὃν ἐκάθηρε κτεῖναι μὴ λογισάμενος ὅσιον ὡς ἐπὶ θήραν ἀγαγὼν εἰς τὸ Πήλιον καθεύδοντα τοῦτον κατέλειψε κρύψας τούτου τὴν μάχαιραν, ὡς ὑπὸ τῶν Κενταύρων ἀναιρεθῇ. Χείρων δὲ σῴζει τοῦτον ἐπιφανείς, εὑρὼν δὲ καὶ τὴν τούτου μάχαιραν δίδωσιν.
35(1068) κᾆτ’ ἀπολιποῦσά γ’ αὐτὸν: ἡ Θέτις τοὺς γεννωμένους παῖδας αὐτῇ ἐκ Πηλέως εἰς τὸ πῦρ βάλλουσα ἠθανάτου. ὡς δὲ καὶ τὸν Ἀχιλλέα τεκοῦσα ἐπέθηκεν εἰς τὸ πῦρ, ἰδὼν ὁ Πηλεὺς ἐβόησεν. καὶ Θέτις μὲν δια‐ ζευχθεῖσα Πηλέως πρὸς θάλασσαν ἐς τὰς ἀδελφὰς ἄπεισι Νηρηΐδας. Ἀχιλλέα δὲ οὕτω συνέβη παῖδα καταλειφθῆναι Πηλεῖ
40ἀφ’ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων
μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν. (1070) σιναμωρουμένη: ἀνδρὶ πλησιάζουσα· σῖνος γὰρ τὸ αἰδοῖον. κρόνιππος: μωρὸς μέγιστος. τὸ “Κρόνος” γὰρ μωρός, τὸ “ἵππος” δὲ μέγιστος.

sch nub

1067b

Θέτιν] ἡ ἰδέα τοῦ ἤθους.

sch nub

1068

ὑβριστὴς λάγνος.

sch nub

1069a

ἐν τοῖς στρώμασιν] συν‐ ουσιαστής.

sch nub

1069b

τὴν] κατά.

sch nub

1069c

παννυχίζειν] ὥστε ἀγρυ‐ πνεῖν.

sch nub

1070a

ὡραῖον.

sch nub

1070b

γυνὴ] ἡ.

sch nub

1070c

σιναμωρουμένη] συνουσι‐ αζομένη.

sch nub

1070d

κρόνιππος] ἀρχαῖος.

sch nub

1071

ἅπαντα] τὰ κακά.

sch nub

1072a

ἄνεστιν (sic)] ἃ ἔνεστιν.

sch nub

1072b

ἀποστερεῖσθαι] εἰ σω‐ φρονεῖς.

sch nub

1073a

κότταβος εἶδος παιγνίου συμποσιαστικοῦ τοιόνδε· ὄρθιον ἵστατο
ξύλον ἐν τῷ κωμαστηρίῳ ζυγὸν ἔχον ἐπικείμενον ῥᾳδίως καταφερόμενον. περὶ δὲ πλάστιγγα τοῦ ζυγοῦ ἑκατέραν ἵστατο λεκανίσκη ἀνδριαντάριον ἔχουσα μέσον αὐτῆς προσφυές. βραχὺ δὲ τῶν πλαστίγγων αἱ κεφαλαὶ τῶν ἀνδριανταρίων
5ἦσαν κατώτεραι, ὡς καταρρεψάσας τὰς πλάστιγγας ταῖς κεφαλαῖς τούτων προσκρούειν καὶ ἦχον ἀποτελεῖν. πληροῦντες οὖν οἴνου τὸ στόμα οἱ κωμασταὶ ἐξαπέπτυον εἰς τὴν πλάστιγγα καὶ αὕτη πληγεῖσα τοῦ οἴνου τῷ βάρει, ὃ ὑγρὸν καὶ λατάγην ἐκάλουν, ὡς καὶ τὸ ταύτης ἐκτίναγμα, ἐς κορυφὴν ἔπαιε τὸ ζῳδάριον. καὶ τοῖς κωμασταῖς νικητὴς ὁ τοιοῦτος εἶναι ἐκρίνετο.

sch nub

1073b

κοττάβων] ἤχων.

sch nub

1075a

εἶεν] ἔστωσαν.

sch nub

1075b

πάρειμ’] ἔρχομαι.

sch nub

1077

λέγειν] εἰς τό.

sch nub

1080a

ὡς] ὅτι.

sch nub

1080b

ἐπανενεγκεῖν] τὴν αἰτίαν.

sch nub

1081

ὡς] ὅτι.

sch nub

1082a

ἐργασία ἀπὸ μείζονος.

sch nub

1082b

μεῖζον] εἶναι.

sch nub

1083a

τί δ’ ἢν ῥαφανιδωθ: μοιχοὶ πρὶν οἱ πλούσιοι ἁλισκόμενοι ἀπελύον‐ το χρήμασι, τοὺς πένητας δὲ πανδήμως τιθέμενοι μέσον τῆς ἀγορᾶς τὰς τῶν διδύμων τρίχας ἀνέσπων ἐκ πυρὸς θερμὴν στακτὴν ἐπιπάττοντες καὶ ῥαφανίδων οὐραῖα ἐνέβαλλον εἰς τὰς ὀπὰς τῶν πρωκτῶν ἄλλα πολλὰ προτιμωρησάμενοι.

sch nub

1083b

σοι] τινι.

sch nub

1083c

τιλθῇ] κατασπασθῇ.

sch nub

1084

γνώμην] διάνοιαν.

sch nub

1086

μεῖζον] κακόν.

sch nub

1087

τοῦτο] εἰς.

sch nub

1088a

ἄλλο] εἴπω.

sch nub

1088b

φράσον] συνηγοροῦσιν ἐκ τίνων;

sch nub

1095

οὐδὲν] ἀγαθόν.

sch nub

1096

τῶν] ἀπό.

sch nub

1101

τουτονί] τὸν Σωκράτην.

sch nub

1102a

τί δῆτ’ ἐρεῖς: τί δῆτα, φησίν, εἴπῃς, ἐὰν εἰς τοῦτο νικηθῇς ὑπ’ ἐμοῦ; ἐκ τῶν παλαιῶν, εἰ θέλεις, γράφε τῇδε τὰ μέτρα.

sch nub

1102b

ἡττήμεθ’ ὦ κινούμενοι: ἄδηλον οἱ παλαιοί φασι τοῦτο, τίνος ἐστίν, ἢ τοῦ κρείττονος λόγου ἢ Φειδιππίδου. Τζέτζης δὲ τὸ μὲν “ἡττήμεθατοῦ κρείττονος λόγου φησὶν εἶναι, τὸ δὲ “ὦ κινούμενοι τῷ Φειδιππίδῃ προσάπτει. κινουμένους δὲ νοεῖν λέγει τοὺς προφερομένους ἐκ τοῦ ἥττονος
5λόγους ὡς εὐτραπέλους τῷ ὄντι καὶ εὐκινήτους.

sch nub

1102c

κινούμενοι] χορέ.

sch nub

1103

δέξασθέ] †δεύα†.

sch nub

1105a

τί δῆτα; πότερον: οὐδεμία δυσχέρεια ἐνταυθοῖ, ἐπιδρομάδην δέ
μοι λεκτέον ἃ χρή. τί δῆτα, δή; βούλει λαβών σου τὸν υἱὸν ἐπάγεσθαι οἴκαδε, ἢ διδάσκω λέγειν; καὶ ὁ Στρεψιάδης· δίδασκε καὶ κόλαζε καὶ παίδευε καὶ μέμνησο, ὅπως στομώσῃς, ἢ ὅπως καὶ πῶς στομώσεις καὶ εὔστομον αὐτὸν
5ποιήσειας, τὴν μὲν ἑτέραν καὶ μίαν, αὐτοῦ γνάθον καὶ σιαγόνα καὶ παρειάν, οἵαν καὶ ὁποίαν ἢ δυνατήν, ἐν ταῖς σμικραῖς δίκαις, τὴν δὲ ἑτέραν ἐς τὰ μείζονα ἤτοι ἐς πολιτικὰς καὶ δημοσίας ὑποθέσεις.

sch nub

1105

(8)

τὸ δὲ “στομώσεις”, ὀξυνεῖς, πάν‐ τες παλαιοί τε καὶ νέοι μεταφορικήν
10φασινColumn end

sch nub

1105a,col 2

τὸ “στομώσεις ἀντὶ τοῦ “ὀξυ‐ νεῖς” πάντες παλαιοί τε καὶ νέοι
φασί, μεταφορικὴν λέγοντεςColumn end

sch nub

1105a

(11)

εἶναι τὴν λέξιν ἀπὸ τῶν ὀξειῶν μαχαιρῶν. Τζέτζης δὲ πᾶσι τοὐναντίον φησὶν ἀπὸ στομάτων μᾶλλον ἀνθρώπων ἢ καὶ θηρίων μαχαίρας λέγεσθαι στόμα.

sch nub

1105b

πότερον] ἆρα.

sch nub

1106

βούλει] θέλεις.

sch nub

1107

ὅπως] καὶ πῶς.

sch nub

1108a

εὖ μοι στομώσεις] εὔστο‐ μον αὐτὸν ποιήσειας.

sch nub

1108b

ἐπὶ μὲν θατέραν] τὴν μὲν μίαν γνάθον.

sch nub

1109a

οἵαν] δυνατήν.

sch nub

1109b

δικιδίοις] μικραῖς δίκαις.

sch nub

1110a

οἵαν] δυνατήν.

sch nub

1110b

τὰ μείζω πράγματα] πολι‐
τικὰς καὶ δημοσιακὰς δίκας.

sch nub

1111a

παρέλκει τὸ “ἀμέλει”. δεξιὸν λάβῃς τοῦτον σοφιστήν. σοφιστὴν ἢ σοφὸν ἁπλῶς ἢ παραλογιστὴν καὶ κατασοφιζόμενον τοὺς ἀντιλέγοντας. (1112) πρὸς ταῦτα ὁ Φειδιππίδης· κομιεῖται μὲν οἶμαι οὐ σοφόν, ὠχρὸν δέ, οἷος καὶ ὁ Χαιρεφῶν, καὶ τρισάθλιον.

sch nub

1111b

ἀμέλει] ἀφροντίστει.

sch nub

1111c

κομιεῖ] λάβῃς.

sch nub

1111d

δεξιόν] ἐπιτήδειον.

sch nub

1112

κακοδαίμονα] λάβῃς.

sch nub

1114

ταῦτα] εἰς.

sch nub

1115a

τοὺς κριτὰς ἃ κερδανοῦσιν: ὁ χορὸς τῶν Νεφελῶν φησι πρὸς τοὺς θεατάς· διὰ τοὺς κριτὰς βουλόμεθα ὑμῖν φράσαι, ἃ κερδανοῦσιν ἐκ τῶν δικαίων, ἢ βουλόμεθα ὑμῖν τοῖς θεαταῖς φράσαι, ἃ τοὺς κριτὰς καὶ οἱ κριταὶ κερδανοῦσιν ἐκ τῶν δικαίων, ἤν τι τόνδε τὸν χορὸν ὠφελῶσιν.
5ὁ νοῦς τοῦ παρόντος χωρίου τοιοῦτός ἐστιν· ἃ βούλονται οἱ ποιηταὶ αὐτοῖς γίνεσθαι, ὑπεμφαίνουσι καὶ λέγουσι τοῖς χοροῖς αὐτοῖς χρώμενοι ὡς οἰκείοις προσώποις. νῦν οὖν ὁ Ἀριστοφάνης ἐφιέμενος νίκης διὰ τοῦ χοροῦ φησι πρὸς τοὺς θεατάς· βουλόμεθα ὑμῖν φράσαι, ὅσα κερδανοῦσιν οἱ κρινοῦντες ἡμᾶς τῶν ἀκροατῶν νίκης ἀξίους. πρῶτα γὰρ ἐὰν ἐν καιρῷ τοῦ ἀρότρου ἀροτριᾶτε,
10πρώτοις ὑμῖν ὕσομεν, καὶ ὅσα φησὶ τροπικῶς γεωργικῶς. τὸ δὲ φανερὸν τῆς
ἐννοίας καὶ ἀσχημάτιστον τοιοῦτόν ἐστιν· οἳ ἐμὲ τῶν ἀκροατῶν ἄξιον νίκης ἐροῦσι τῇ παρούσῃ κρίσει, κἀγὼ αὐτῶν ποτε ὑπερλαλήσω μυρία, εἴτε δημοσίαν ἀρχὴν μέλλουσιν ἐγχειρίζεσθαι ἢ ἐπιγαμίας ποιεῖν. κἂν κατ’ αὐτῶν τις χολᾷ, ἐγὼ ἐκείνῳ ἀντιπεσοῦμαι καὶ ὑπερμαχήσω αὐτοῦ. ἢν δ’ ἀτιμάσῃ ἐμὲ καὶ
15ἡττηθῆναι ποιήσῃ, διαβαλῶ αὐτὸν κωμῳδῶν, ὡς μήτ’ ἀρχῆς ἐπαξίας μήτε γάμου προσφόρου τυχεῖν. ὁ νοῦς οὗτος σύμπας ἐστίν, ἵνα μὴ μακρηγορῶ.

sch nub

1115b

τοὺς] διά.

sch nub

1115c

τοὺς κριτὰς] οἱ κριταί.

sch nub

1115d

1115] παράβασις.

sch nub

1116a

ἐκ τῶν δικαίων] κατὰ τὸν
τοῦ δικαίου λόγον.Column end

sch nub

1116a,col 2

ὑμεῖς] ἡμεῖς.Column end

sch nub

1116b

τῶν δικαίων] τοῦ δικαίου.

sch nub

1120a

πιέζειν] ἀφανίζειν.

sch nub

1120b

ἐπομβρίαν] ὥστε πιέζειν τοὺς ἀγρούς.

sch nub

1122

οἷα] ὁποῖα πάθη.

sch nub

1125a

ἀποκεκόψονται] ἀποθραυ‐ σθήσονται.

sch nub

1125b

σφενδόναις] στρογγυλαῖς χαλάζαις.

sch nub

1127

χαλάζαις] διαλέξεσι, ὑβρί‐ σεσι.

sch nub

1129a

ὕσομεν τὴν νύκτα πᾶσαν: ἀεὶ λαθραίως κατ’ αὐτοῦ λέγοιμεν.

sch nub

1129b

ὕσομεν τὴν νύκτα] ἤγουν ὕβρεις ἐπάγειν αὐτῷ λαθραίως.

sch nub

1130a

τυχεῖν ὢν: ἀντὶ τοῦ “εἶναι”· παρέλκον.

sch nub

1130b

ἐν Αἰγύπτῳ] διότι οὐ βρέχει, ἢ ὅτι ἔχει λῃστάς.

sch nub

1130c

τυχεῖν ὢν] ἀντὶ τοῦ “εἶ‐ ναι”.

sch nub

1131a

πέμπτη, τετράς, τρίτη: ἐντεῦθεν μετὰ τοὺς τετραμέτρους ἰαμβικὰ τρίμετρα κγʹ. ὁ Στρεψιάδης δὲ τοὺς δανειστὰς πτοούμενος καὶ τὴν καταβολὴν τῶν χρεῶν καὶ τῶν τόκων, ἀριθμεῖ τὰς τῆς σελήνης ἡμέρας καὶ σκοπεῖ, πότε αὐτῆς ἡ τριακοστὴ ἐπισταίη, ἡ καὶ ἕνη καὶ νέα καλουμένη, ὅτε εἰς δικαστήρια
5τοὺς χρεώστας εἷλκον οἱ τότε δανείζοντες, καί φησιν ἀριθμῶν· ἡ δεῖνα καὶ δεῖνα καὶ δεῖνα ἡμέρα, εἶτα ἡ ἕνη τε καὶ νέα τῆς σελήνης, ἣν καὶ πτοοῦμαι καὶ μισῶ. τότε γὰρ οἱ τοκογλύφοι καὶ δανεισταὶ κινοῦντες δικαστήρια ἕλκουσι καὶ ἀπολέσαι με ἀπειλοῦσιν. ἐμοῦ δὲ μικρὰ καὶ δίκαια αἰτουμένου, εἰς τὰ μὲν βραχὺν ἀναμεῖναι, τὸ δὲ λαβεῖν, τὸ δὲ συγχωρῆσαι, οὐ θέλουσιν, οὐδὲ πείθονται,
10ἀλλὰ λοιδοροῦσί με ὡς ἄδικον. νῦν οὖν δικαζέσθωσαν, εἰ Φειδιππίδης μεμάθηκεν. καὶ ταῦτα εἰπὼν ἄπεισιν ἐς τοῦ Σωκράτους σάκκον ἀλεύρου ἐκείνῳ κομίσας, καὶ μεμαθηκότα τὸν υἱὸν λαβὼν ὑποστρέφει σκιρτῶν. οὗτος ὁ σύμπας νοῦς
τοῦ παρόντος χωρίου λόγου ἐστίν.

sch nub

1131b

οὕτω ἠρίθμουν οἱ Ἀθη‐ ναῖοι. τὰς μὲν ἀπὸ νεομηνίας ὁμοίως ἡμῖν ἀριθμοῦσιν· αʹ, βʹ, γʹ, δʹ καὶ καθεξῆς ἕως δεκάτης, εἶτα ιαʹ, ιβʹ,
5ιγʹ ἕως εἰκάδος, εἶτα, ἣν ἡμεῖς καʹ, θʹ φθίνοντος αὐτοί φασιν, εἶτα ηʹ ἕως ἕνης τε καὶ νέας. τὴν δὲ κβʹ Ἀθηναῖοι θʹ φθίνοντος ἐκάλουν καὶ τὴν εἰκοστὴν τρίτην ηʹ
10φθίνοντος καὶ τὴν κδʹ ζʹ καὶ 〈τὴν〉 κεʹ ϛʹ καὶ τὴν κϛʹ εʹ καὶ τὴν κζʹ δʹ φθίνοντος καὶ τὴν κηʹ γʹ καὶ τὴν κθʹ βʹ φθίνοντος, εἶτα τὴν τριακο‐
στὴν ἕνην τε καὶ νέαν.Column end

sch nub

1131b,col 2

νῦν δὲ τὸ περὶ τῶν ἡμερῶν τῆς σελήνης σαφηνιστέον μοι. πέμπτη, τετράς: Ἀθηναῖοι τὰς σεληναίας ἡμέρας εἰς τρεῖς δεκάδας διῄρουν.
5καὶ τὰς μέχρι μὲν τῆς πρώτης δεκάδος οὕτως ἠρίθμουν, ὥσπερ ἡμεῖς, ἢ πρώτη ἱσταμένου καὶ κα‐ θεξῆς, πρώτη, βʹ, τριάς, ἕως δεκά‐ της, ἣν πρώτην δεκάδα καὶ δεκάτην
10ἱσταμένου ἐκάλουν. ἐντεῦθεν δὲ μέχρι τῆς εἰκοστῆς, ἥτις ἐστὶ καὶ δευτέρα δεκάς, οὕτω· τὴν ἑνδεκάτην λέγοντες πρώτη ἐπὶ δέκα ἢ πρώτη ἐπὶ δεκάδι,
δευτέρα ἐπὶ δεκάδι, τρίτη ἐπὶ δέκα,
15τετάρτη ἐπὶ δέκα, εʹ ἐπὶ δέκα, καὶ τὴν ἑκκαιδεκαταίαν μέχρι τῆς ἐν‐ νεακαιδεκάτης, ἢ ϛʹ, ζʹ, ηʹ, θʹ πρὸς δέκα. ἢ τὴν ἑκκαιδεκαταίαν μὲν ἕκτην δευτέραν, τὴν ιζʹ ἑβδόμην
20δευτέραν, ὀγδόην δευτέραν, θʹ δευτέ‐ ραν. τὴν δὲ εἰκοστὴν μεγάλην εἰκάδα καὶ δεκάδα φθίνοντος. ἐκ δὲ τῆς καʹ μέχρι τῆς κθʹ οὕτως ἔλεγον καὶ ἠρίθμουν· ἐννάτη φθίνοντος ἡ εἰκο‐
25στὴ πρώτη, ὀγδόη φθίνοντος, ζʹ φθίνοντος, ϛʹ φθίνοντος, εʹ φθίνοντος, δʹ φθίνοντος, γʹ φθίνοντος, βʹ φθί‐ νοντος, πρώτη φθίνοντος ἡ εἰκοστὴ ἐννάτη, ἕνη δὲ καὶ νέα ἡ λʹ.
30ταῦτα μὲν εἶπον, ὡς οἱ πρίν· νῦν δὲ καὶ τοῦτο τζετζικώτερον διδακ‐ τέον μοι. Ἀθηναῖοι τὰς τῆς σελήνης ἡμέρας εἰς τρεῖς δεκάδας διῄρουν, πρώτην,
35δευτέραν καὶ τρίτην. καὶ ἀπὸ μονά‐ δος αὐτῆς μέχρι δεκάδος πάντας τρισσῶς τοὺς ἀριθμοὺς ἔλεγον· πρώ‐ τη μονὰς, δευτέρα μονὰς ἡ ἑνδεκάτη, τρίτη μονὰς ἡ καʹ· πρώτη δυὰς ἡ
40δευτεραία τῆς σελήνης, δευτέρα δυὰς ἢ μέση δυὰς ἡ δωδεκάτη, τρίτη δυὰς
ἡ εἰκοστὴ δευτέρα. οὕτω καὶ πάντας τοὺς ἀριθμοὺς μέχρι τῶν δέκα τριπλῶς ἠρίθμουν. ἢ πρώτας, δευτέ‐
45ρας καὶ τρίτας μονάδας, δυάδας, τριάδας καὶ τὰ λοιπὰ λέγοντες, ὡς καὶ πρώτην δεκάδα, δευτέραν δεκάδα τὴν κʹ, τρίτην δεκάδα τὴν τριακοστήν, ἤτοι τὴν ἕνην καὶ νέαν. ἢ τὰς ἀπὸ

sch nub

1131b,col 2

(50)

τῆς πρώτης μονάδος μέχρι καὶ ὅλης αὐτῆς τῆς πρώτης δεκάδος πρώτας μονάδας, δυάδας, τριάδας, δεκάδας ἢ ἱσταμένου ἔλεγον. τὰς ἀπὸ ἕνδεκα δὲ καὶ μέχρι τέλους αὐτῆς κʹ ἢ ὡς
55καὶ ἡμεῖς ταύτας ἐκάλουν· πρώτη ἐπὶ δέκα, βʹ ἐπὶ δέκα, ἐννάτη ἐπὶ δέκα, ἢ δευτέρας ἢ μέσας μονάδας, ἐννάδας, ὡς καὶ τὰς εἰκάδας αὐτῆς ἢ δευτέρας ἢ μέσας δεκάδας ἢ μεγάλας
60εἰκάδας ἢ δεκάδας φθίνοντος. ἀπὸ γὰρ ἑκκαιδεκαταίας μέχρι καὶ κθʹ τὸ “φθίνοντος” προσετίθουν. τὴν κʹ οὖν, ὡς ἔφην, ἢ μεγάλην εἰκάδα ἐκάλουν ἢ δευτέραν δεκάδα ἢ μέσην
65δεκάδα ἢ δεκάδα φθίνοντος. τὴν καʹ δὲ οὐχὶ ἐννάτ〈ην〉 φθίνοντος, ὡς οὗτοι εἰπεῖν ἠπατήθησαν ἐκ τοῦ πέμπτη, τετράς, γʹ, βʹ, ἕνη, καὶ τὰς λοιπὰς ἐντεῦθεν, ὥσπερ ἐνόμισαν·
70ἀλλὰ πρώτης ἱσταμένου λεγομένης τῆς πρώτης καὶ τῆς ιαʹ, τὴν καʹ πρώτην φθίνοντος, τὴν κβʹ δευτέραν φθίνοντος καὶ καθεξῆς, ὡς καὶ τὴν κθʹ ἐννάτην φθίνοντος ἔλεγον, τὴν
75δὲ τριακοστὴν ἔννην καὶ νέαν, ἔνην ὡς πάλιν πρώτην μονάδα, νέαν ὡς ἀρχηγὸν ἑτέρου κύκλου σελήνης, οὕνεκεν ὀλλυμένη περ ἀέλπτως γίνεται αὖθις,
80ὡς Ὀρφεὺς ἐν Ἐφημερίσι φησίν. ὃ δέ φησι Στρεψιάδης, καὶ αὐτοὺς ἀπατῆσαν τοιαῦτα εἰπεῖν καὶ ἡμᾶς φλυαρῆσαι μακρηγοροῦντας, τοιοῦ‐ τόν ἐστιν. εἰς κϛʹ σελήνης παράγεται
85τῷ κωμικῷ Στρεψιάδης λέγων ταυτί· πέμπτη, τετρὰς καὶ τὰ λοιπά. ἤτοι ἐκ τῆσδε τῆς σεληναίας εἰκοστῆς ἕκτης, ἀριθμουμένης καὶ αὐτῆς, μέχρι τῆς λʹ, τῆς καὶ ἕνης καὶ νέας,
90ἀπολείπονταί μοι πέντε ἡμέραι, ἐκ τῆς αὔριον δὲ τέσσαρες, εἶτα τρεῖς, δύο καὶ ἡ ἕνη, ἣν καὶ πέφρικα καὶ βδελύττομαι. οὕτως ἡ ἀλήθεια ἐξη‐
γηθῆναι καὶ σαφὴς ἦν καὶ σύντομος.Column end

sch nub

1131c

πέμπτη] κϛʹ.

sch nub

1131d

τετράς] κζʹ.

sch nub

1131e

τρίτη] κηʹ.

sch nub

1131f

δευτέρα] κθʹ.

sch nub

1131g

δευτέρα] †εἶναι†.

sch nub

1133

βδελύττομαι] μισῶ.

sch nub

1134

ἕνη τε καὶ νέα] ἤγουν ἡ τριακοστή.

sch nub

1135

οἷς] ἀπ’ ἐκείνων.

sch nub

1136a

πρυτανεῖα: ἐκβιβαστήρια δίκης. ἐλάμβανον δὲ ταῦτα οἱ πρυτάνεις. ὁ δὲ νοῦς· λέγει· ἐκβιβαστήρια δίκης ποιήσει με δοῦναι τοῖς πρυτάνεσι βαρύτατα.

sch nub

1136b

θήσειν (sic)] κινήσας.

sch nub

1136c

πρυτανεῖ’] δημόσια ἢ πα‐
λάτια.

sch nub

1138

τὸ μέν τι] τοῦ χρέους.

sch nub

1145a

(v.l.) ἠμί] γρ. φημὶ ἠμί πως.

sch nub

1145b

Στρεψιάδην ἀσπάζομαι] φιλόσοφος χαιρετισμός.

sch nub

1146a

τουτον: θύλακον ἀλεύρου μεστὸν δίδωσι τῷ Σωκράτει. λαβ: λάβε· ἀττικῶς.

sch nub

1146b

τουτονὶ] τὸν θύλακα μεστὸν ἀλεύρου.

sch nub

1147a

χρὴ γὰρ ἐπιθαυμάζειν τὸν διδάσκαλον: ἤτοι θαυμάζοντα αὐτὸν καὶ διδόναι τι.

sch nub

1147b

ἐπιθαυμάζειν τι] μεταδι‐ δόναι τι.

sch nub

1149

ὃν ἀρτίως: ἀττικῶς ἄρτι ἀντὶ τοῦ “νῦν”, ἀρτίως δὲ ἀντὶ τοῦ “πρὸ μικροῦ”. ἡμεῖς δὲ ἄρτι κυρίως τὸ “νῦν” φαμεν, ἀρτίως δὲ τὸ “ὑγιῶς καὶ
ὁλοκλήρως”.

sch nub

1150a

ὦ παμβασίλεια: δαίμονά τινα Ἀπαιόλην ἤτοι παραλογιστικὴν καὶ ἀπατητικὴν ὁ Στρεψιάδης πλάττει καὶ ταύτῃ χαίρει θαρρῶν καὶ τὰς ἐλπίδας ἀνατιθείς.

sch nub

1150b

ἀδικία· ἀπὸ τοῦ “ἀπαι‐ ολεῖν” καὶ κινεῖν καὶ στερεῖν.

sch nub

1150c

παραλογισμός.

sch nub

1150d

Ἀπαιόλη] ἀπάτη.

sch nub

1153

παρῆσαν] παρῶσι.

sch nub

1154a

τὰν] τήν.

sch nub

1154b

ὑπέρτονον] μεγαλόηχον, τὴν ὑπὲρ τὸν ἐμὸν τόνον.

sch nub

1155

ὀβολοστάται] καμπανισταί.

sch nub

1156a

ἀρχεῖα: χάρται, λίβελλοι, δικαστήρια. καὶ τόκοι τόκων: ὑπερηυ‐ ξημένων γὰρ τῶν τόκων καὶ πολλῶν γινομένων καὶ ὑπὲρ τούτων οἱ δανεισταὶ καὶ ἐνέχυρα καὶ τόκους ἀπῄτουν.

sch nub

1156b

ἀρχεῖα] χάρται καὶ λίβελλοι.

sch nub

1160a

ἀμφήκει γλώττ: ἀμφοτερόγλωσσος, εὔστομος, περιδέξιος
(1161) γεγονώς. πρόβολος: προεστώς, βοηθὸς ἐμοῦ, πύργος, ἀσφάλεια. (1162) λυσανίας: λύων θλίψεις πολλῶν δυσχερῶν πατρικῶν. τὰ δὲ τοιαῦτα δριμέα γελαστά εἰσι καὶ ψυχρὰ καὶ καταφοραῖς καὶ σφοδρότησι πρέποντα καὶ
5γελοιώδεσι καὶ κωμικοῖς λόγοις. ἀλλαχοῦ δὲ πανταχοῦ ἀθυρματώδη τε καὶ γελοῖα, οὗτος δὲ τὰ Σοφοκλέους διασύρων ταῦτά φησιν. λέγει γὰρ Σοφοκλῆς· “Ζεὺς ἄνοστος ἄγοιτο νικομάχαν καὶ παυσανίαν καὶ Ἀτρείδαν”.

sch nub

1160b

ἀμφήκει] ἀμφοτέρωθεν ἠκονημένῃ.

sch nub

1161

πρόβολος] βοηθός.

sch nub

1162

λυσανίας] λύων τὰς ἀνίας.

sch nub

1165

ὦ τέκνον: ὡς χρειώδη νῦν τῷ καιρῷ τὰ τοῦ Εὐριπίδου παραλαμβάνει, ἅμα καὶ διασύρων αὐτὰ εἰς εὐτέλειαν.

sch nub

1166

ἄϊε] ἄκουε.

sch nub

1170a

ἰοῦ ἰο: ἐπὶ χαρᾶς περισπᾶται, σχετλιαστικὸν δὲ ὀξύνεται. πᾶσα
γὰρ δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶ‐ ται. σεσημείωται τρία ταῦτα· τὸ “ἰδού” ἀντὶ τοῦ “ἄρτι”, τὸ “ἰού” σχε‐ τλιαστικόν, τὸ “οὔ” ἀπαγορευτικόν. ἐκεῖνα δὲ ὀξύνεται πρὸς ἀντιδιαστολὴν
5τούτων· τοῦ “ἰδοῦ” ἀντὶ τοῦ “θέασαι” ἀττικῶς, “ἰοῦ” τοῦ βέλους καὶ τῆς ἰώσεως, καὶ “ἰοῦ” τοῦ “ἑνός”, καὶ “ἰοῦ”, ὡς νῦν, χαρμοσύνου ἐπιρρήματος, καὶ “οὗ” τοῦ “οὕτινος”.

sch nub

1170b

ἰοῦ p.i.m.] τὸ “ἰοῦ” ἐπὶ χαρᾶς περισπᾶται, [τὸ] δὲ σχετλια‐ στικὸν [ὀ]ξύνεται.

sch nub

1171

τὴν χροιὰν ἰδών: θεασάμενός σε ὠχρὸν ὡς φιλόσοφον. τὰ διὰ τοῦ οια καθαρὰ δισύλλαβα θηλυκὰ διφθόγγῳ μὲν παραληγόμενα ὀξύνεται· χροιά, ῥοιά, ποιὰ καὶ τὰ ὅμοια, μονοφθόγγῳ δὲ βαρύνεται· χρόα, ῥόα, πόα. Ἀττικοὶ δὲ καὶ τὰ διφθόγγῳ παραληγόμενα βαρύνουσιν ἤτοι παροξύνουσι·
5χροία γὰρ καὶ ῥοία καὶ ποία φασίν.

sch nub

1172a

ἰδεῖν] κατὰ τὸ εἶδος.

sch nub

1172b

ἐξαρνητικὸς] ἀρνεῖσθαι δυ‐ νάμενος.

sch nub

1173

καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς καὶ φανερῶς, ἐπανθεῖ καὶ ἐπιφαίνεται, τῇ χροιᾷ σου, ἤτοι ἐκ τῆς χροιᾶς σου καὶ φιλοσόφου ὠχρότητος φαίνῃ, ὅτι
ἐξαρνητικὸς καὶ ἀποστερητικὸς γέγονας καὶ πρὸς τοὺς δόντας σοί τι μέλλεις ἀπαρνούμενος καὶ ἀποτρέπων αὐτοὺς καὶ ἀποσοβῶν προσποιεῖσθαι αὐτοὺς
5μὴ γινώσκειν καὶ τῷ καθενὶ αὐτῶν λέγειν· τί λέγεις σύ; ὅπερ ἐπιχωριάζει καὶ γίνεται πολὺ ἐν ταῖς Ἀθήναις.

sch nub

1174a

ἀτεχνῶς] ἀκριβῶς.

sch nub

1174b

ἐπανθεῖ] ἀκμάζει.

sch nub

1175

(v.l.) κακουργοῦντ’ οἶδ’] γρ. κακουργοῦνθ’ οἷα.

sch nub

1176a

ἀττικὸν βλέπος: ἔνεστι δὲ καὶ τῷ προσώπῳ σου βλέπος καὶ βλέμμα, ἀττικὸν καὶ ἀθηναῖον, ἤτοι πανοῦργον. τὸ “βλέπος δέ, τὸ βλέμμα, μεταπλασμός· πάντες δὲ οἱ μεταπλασμοὶ ἀττικῆς εἰσι διαλέκτου.

sch nub

1176b

[δι]ασύρει τοὺς [Ἀτ]τι‐ κοὺς ὡς πανούργους.

sch nub

1176c

προσώπου] σου.

sch nub

1176d

ἀττικὸν βλέπος] πανοῦρ‐ γον βλέμμα.

sch nub

1177a

νῦν οὖν ὅπως σώσεις με: νῦν οὖν—ἀττικῶς λείπει τὸ “φρόντι‐
σον”—ὅπως καὶ ἵνα σώσεις με, σώσῃς με ἀντὶ τοῦ “ἵνα σώσῃς με”, ἢ φρόντισον, ὅπως καὶ πῶς σώσεις ἐμέ, ἐπεὶ καὶ ἀπώλεσας. διὰ σὲ γὰρ πρὶν ἁρματηλατοῦντα τόσοις περιπέπτωκα χρέεσιν.

sch nub

1177b

ὅπως] φρόντιζε.

sch nub

1177c

κἀπώλεσας] σύ.

sch nub

1178

φοβεῖ δὲ δὴ τ: καὶ ὁ Στρεψιάδης· “τὴν ἕνην τε καὶ νέαν”. καὶ (1179) ὁ Φειδιππίδης· ἔστι τις ἡμέρα διττοῖς ὀνόμασι καλουμένη; παραγράφεται τὴν ἡμέραν ἐκ τῆς διπλῆς αὐτῆς κλήσεως λέγων· τί φής, ὦ πάτερ; ἔστι τις ἡμέρα διοκλητιανὴ καὶ κλήσεις ἔχουσα δύο, ἵνα καὶ Τζέτζης, ὡς Παῦλος τοῖς
5Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς Ἕλλησιν ὡς Ἕλλην, τοῖς παίζουσιν ὡς παίζων καὶ τοῖς κωμικοῖς ὡς κωμικὸς φαίνοιτο γράφων. καὶ ὁ Στρεψιάδης ἐλλιπῶς (1180) διὰ συντομίαν φησὶν ἀττικῶς· ναὶ τέκνον, ἔστιν ἡμέρα ἕνη καὶ νέα, εἰς ἥν γε θήσειν λέγουσί μοι πρυτανεῖα, χάρτας, δικαστήρια, μᾶλλον δέ, ὡς πρὸ βραχέος εἰρήκειν, εἰς ἣν οἱ δικασταὶ ἀπειλοῦσί μοι, ὡς μέλλω δοῦναι βαρύτατα
10σπόρτουλα, ἤτοι τῆς δίκης ἐκβιβαστήρια, τοῖς πρυτάνεσιν· οἵτινες πρυτάνεις (1181) τῷ τότε δημοσίου τύπον καὶ τόπον ἐπεῖχον. ἀπολοῦνται, φησὶν ὁ Στρεψιάδης, καὶ ζημιωθήσονται, αὐτοὶ θέντες καὶ κινήσαντες τὰ τοιαῦτα, ἢ ἀπολοῦνται καὶ ζημιωθήσονται, αὐτοὶ οἱ ταῦτα κινήσαντες.

sch nub

1180a

ἥν] ἤγουν τὴν ἕνην τε καὶ νέαν.

sch nub

1180b

γε] ναί.

sch nub

1180c

τὰ πρυτανεῖά] τοὺς χάρτας.

sch nub

1180d

τὰ πρυτανεῖά] καὶ εἰς τὰ
δημόσια.

sch nub

1181a

ἀπολοῦντ’] ζημιωθήσονται.

sch nub

1181b

αὖθ’] αὐτά.

sch nub

1181c

(v.l.) θέντες] θέντε: τὸ δυϊκὸν ἀντὶ πληθυντικοῦ.

sch nub

1184

γυνή] ἡ.

sch nub

1185a

καὶ μὴν νενόμισται: ὁ Στρεψιάδης εἰπόντος τοῦ Φειδιππίδου μὴ δύνασθαι εἶναι μίαν ἡμέραν δύο, ὥσπερ οὐ δύναται ἡ αὐτὴ καὶ μία γυνὴ γραῦς τε εἶναι καὶ νέα, φησί· καὶ μὴν νενόμισται εἶναι ἕνην καὶ νέαν. καὶ πάλιν ὁ Φειδιππίδης τῷ ἀλιτηρίῳ ἄριστα μεμιμημένος ῥήτορα δικηγόρον φησίν· οὐ
5γὰρ ἴσασιν ὀρθῶς, ὅ τι νοεῖ, ἤγουν οὐ γινώσκουσιν ὀρθῶς, ὅ τι σημαίνει, ἀντὶ τοῦ “τί σημαίνει”. καὶ ὁ Στρεψιάδης· νοεῖ δὲ καὶ σημαίνει τί; κἀκεῖνος πάλιν, ὡς οἱ ῥήτορες οἱ τὰ νομοθετῶν μόνα εἰδότες ὀνόματα, τοὺς νόμους δὲ οὐδαμοῦ, κομψεύεται καὶ λαμυρῷ λαβράζει τῷ στόματι λέγων πρὸς τοὺς ἀκούοντας· “ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν”.
10(1188) τὸ “οὐδὲν πρὸς τὴν ἕνην ὑποβολὴ Στρεψιάδου ἐστὶ λέγοντος· οὐδὲν ὃ λέγεις λυσιτελεῖ πρὸς τὴν ἕνην καὶ νέαν. οὕτω δ’ εἶχεν ἀνυποβλήτως ἡ τοῦ λόγου συνέπεια· ὁ Σόλων ὁ παλαιὸς ἦν τό· ἐκεῖνος οὖν τὴν ἕνην καὶ νέαν τῇ μιᾷ τέθεικεν ἡμέρᾳ, ἵνα αἱ θέσεις τῶν δικῶν καὶ τὰ δικαστήρια γίνοιντο τῇ νουμηνίᾳ. βούλεται γὰρ δύο ἡμέρας ταῦτα δεῖξαι ὄντα, οὐ μίαν, ἕνην μὲν
15τὴν τριακοστήν, νέαν δὲ τὴν νουμηνίαν.

sch nub

1185b

νενόμισταί] τοῖς νόμοις δοκεῖ.

sch nub

1185c

οἶμαι] ὑπολαμβάνω.

sch nub

1186a

ὀρθῶς] κατὰ ἀλήθειαν.

sch nub

1186b

νοεῖ (pr.)] νοεῖν δίδωσι.

sch nub

1186c

νοεῖ (alt.)] σημαίνει.

sch nub

1187

τὴν φύσιν] κατά.

sch nub

1188a

τουτὶ] τοῦτο.

sch nub

1188b

πω] ὁποῖον.

sch nub

1188c

πρὸς] ἁρμόζει.

sch nub

1191a

αἱ θέσεις] αἱ καταβολαί, τὰ δικαστήρια.

sch nub

1191b

τῇ] ἐν.

sch nub

1192

ἵνα δὴ τί τὴν ἕνην προσέθηκεν· ὁ Στρεψιάδης· ἵνα τί δή, διὰ τί, φησί, τὴν ἕνην προσέθηκεν; καὶ Φειδιππίδης· ἵνα, ὦ μάταιε, παρόντες καὶ παραστάντες, οἱ φεύγοντες καὶ κατηγορούμενοι, ἐν τῷ δικαστηρίῳ ἡμέρᾳ μιᾷ πρότερον καὶ πρὸ μιᾶς ἡμέρας, ἤτοι τῇ τριακοστῇ, συμβάσεσιν ἑκουσίαις
5διαλύοιντο, εἰ δὲ μή, τῇ νουμηνίᾳ νεομηνίᾳ δικαζόμενοι βιαίως ἀπαιτούμενοι ἀποδιδοῖεν ἃ κεχρεωστήκασιν.

sch nub

1193a

παρόντες] ὑπάρχοντες.

sch nub

1193b

οἱ φεύγοντες] οἱ κατηγο‐ ρούμενοι.

sch nub

1195a

ἕωθεν] συνήθεια ἦν.

sch nub

1195b

ὑπανιῷντο] θλίβοιντο.

sch nub

1195c

τῇ] ἐν.

sch nub

1196a

πῶς οὐ δέχονται τὰ πρυτανεῖα, φησί, τῇ νουμηνίᾳ, ἀλλὰ τῇ ἕνῃ καὶ νέᾳ, ἤτοι τῇ τριακοστῇ; τουτέστι πῶς τὸ ἔθος ἐκεῖνο τὸ παλαιόν, μᾶλλον δὲ ὁ νόμος ἐκεῖνος, οὐ κρατεῖ νῦν καὶ πρὸ μιᾶς ἡμέρας τῆς νουμηνίας ἤτοι τῇ τριακοστῇ ἑκόντες ἀλλήλοις συνέρχονται καὶ ἢ διαλύονται ἢ τῇ ἐπαύριον ἤτοι
5τῇ νουμηνίᾳ ἕλκονται καὶ ἀποδιδοῦσι τὰ ὀφειλόμενα, ἀλλ’ εὐθέως ἐν μιᾷ ἡμέρᾳ, τῇ τριακοστῇ, πάντα γίνονται;

sch nub

1196b

τῇ] ἐν.

sch nub

1197a

ἕνην λέγει τὴν λʹ, νέαν δὲ τὴν νουμηνίαν.

sch nub

1197b

ἀρχαὶ] καὶ ἐξουσίαι.

sch nub

1197c

πρυτανεῖ’] διδόμενα.

sch nub

1197d

ἕνῃ τε καὶ νέᾳ] ἤγουν τῇ λʹ.

sch nub

1198a

καὶ πάλιν πρὸς αὐτό φησι Φειδιππίδης· δοκοῦσί μοι παθεῖν ὅπερ οἱ προτένθαι. ὁ “γάρ σύνδεσμος περιττός. προτένθαι δὲ λέγονται οἱ γαστρί‐ μαργοι καὶ ὀξυπεινεῖς. οὕτω, φησί, καὶ οἱ νῦν δικασταὶ τοὺς προτένθας τούτους μιμούμενοι καὶ θέλοντες τὰ πρυτανεῖα καὶ τὰ διδόμενα ὑπὲρ δικῶν ἐκβιβάσεως
5τάχιον λαμβάνειν καὶ πρὸ τοῦ νενομισμένου καιροῦ προὐτένθευσαν καὶ ὥσπερ προελαιμάργησαν καὶ προεζήτησαν καὶ προζητοῦσιν ἀεὶ ταῦτα καὶ προαρπά‐ ζουσιν, ἡμέρᾳ μιᾷ ἤτοι τῇ ἕνῃ τῇ καὶ τριακοστῇ μὴ καρτεροῦντες ἐνστῆναι
τὴν νουμηνίαν.

sch nub

1198b

ὅπερ] ποιοῦσιν.

sch nub

1198c

δοκοῦσί] φαίνονται.

sch nub

1198d

παθεῖν] ποιεῖν.

sch nub

1199a

πρυτανεῖ’] διδόμενα.

sch nub

1199b

ὑφελοίατο] κλέπτοιεν.

sch nub

1200

προὐτένθευσαν] ἐλαιμάρ‐ γησαν.

sch nub

1201a

εὖ γ’ ὦ κακοδαίμονες: ὁ Στρεψιάδης τῆς εὐστομίας καὶ τῶν λαμυρῶν λόγων ἀκηκοὼς Φειδιππίδου εὐδαιμονίζει μὲν ἑαυτόν, ταλανίζει δὲ τοὺς δεδανεικότας αὐτῷ καί φησιν· εὖγε καὶ καλῶς, ἐμοὶ δηλονότι. εἶτα καὶ πρὸς τοὺς δανειστὰς ἀπόντας ὡς πρὸς παρόντας διαλεγόμενος, ὃ τοῦ ἤθους
5ἐστί, λέγει· τί κάθησθε ἀβέλτεροι, ἀπαίδευτοι, ἀμαθεῖς, ἀφυεῖς, ἀνεπιτήδειοι, μὴ τοῦ σκοποῦ ἐπιτυγχάνοντες ὡς οἱ καλῶς βάλλοντες τοξόται, ἀλλὰ πόρρω, μηδ’ ἴκταρ σκοποῦ τὰς ἐπαφέσεις τῶν τοξευμάτων ποιούμενοι, τί κάθησθε καὶ οὐ συγκροτεῖτε καθ’ ἡμῶν δικαστήρια;

sch nub

1201b

εὖ γ’] καλῶς ὑπάρχει ἐμοί.

sch nub

1201c

κακοδαίμονες] πρὸς τοὺς δανειστάς.

sch nub

1201d

ἀβέλτεροι] ἀνόητοι.

sch nub

1202a

ἡμέτερα κέρδη τῶν σοφῶν: οἵτινες εἰς κέρδος ἐμοὶ δεδανείκατε τὰ ὑμέτερα πράγματα. τῇ γὰρ σοφίᾳ καὶ λόγων ταῖς πιθανότησι τοῦ ἐμοῦ υἱοῦ Φειδιππίδου κέρδος ἐμὸν ταῦτα πάντα ποιήσομαι μηδὲν τῶν χρεῶν ὑμῖν ἀποδούς.

sch nub

1202b

ὄντες ὄντε τῷ ἀριθμῷ μόνον ἄνθρωποι, Πασίας, Ἀμυνίας καὶ ἕτεραι κλήσεις, νοῦν δὲ ἀνθρώπων μὴ ἔχοντες, ἀλλὰ κτήνη, πρόβατα, ἀμφορεῖς καὶ κέραμοι οἴνου μεστοί, λίθοι. τὰ μέτρα χρῄζων γράφε, ὡς οἱ πρὸ ἡμῶν γράφοντες.

sch nub

1202c

ἡμέτερα κέρδη] οἵτινες εἰς κέρδη ἐμοὶ δεδανείκατε.

sch nub

1202d

τῶν σοφῶν] ἡμῶν.

sch nub

1202e

ὄντες] ὦ.

sch nub

1203a

ἀριθμός p.i.m.] μόνον τῷ ἀριθμῷ ἄνθρωποι, νοῦν δὲ ἀνθρώπων μὴ ἔχοντες.

sch nub

1203b

v.l. ἄλλως] γρ. ἄλως.

sch nub

1203c

ἀμφορεῖς] ἀμφορῆς.

sch nub

1203d

ἀμφορεῖς νενησμένοι] κέρα‐ μοι οἴνου μεστοί.

sch nub

1204

ὥστ’ εἰς ἐμαυτὸν: ὥστε ἐγκώμιον δεῖ με ᾆσαι ἐμαυτῷ καὶ τῷ
(1211) υἱῷ μου. ἡνίκα, ὦ τέκνον, τοῖς δανεισταῖς ἀντιλέγων δικαστηρίοις ἐν εὐγλωττίαις καὶ πιθανότησι λόγων τὰς δίκας νικᾷς, ζηλοῦντες ἐμὲ οἱ δημόται, γείτονες καὶ φίλοι, ἢ ζηλοῦντες καὶ φθονοῦντες καταχρηστικῶς, παραχρηστικῶς, ἢ κυρίως
5ζηλοῦντες καὶ μιμούμενοι, ἢ θαυμάζοντες φήσουσι καὶ εἴπωσιν· ὦ Στρεψίαδες, ἀντὶ τοῦ “ὦ Στρεψιάδη”· οὐ γὰρ ἦν ἡ γενικὴ εἰς ους, Στρεψιάδους, ὡς τὴν κλητικὴν εἶναι Στρεψίαδες, ἀλλὰ τῆς γενικῆς εἰς ου ληγούσης—Στρεψιάδου γὰρ κλίνεται—ἡ κλητικὴ “ὦ Στρεψιάδη” ἐστίν. οὗτος δὲ μεταπλασμῷ οὕτως ἔκλινεν, ὡς ἀπὸ περισπωμένης εὐθείας τῆς Στρεψιαδέης Στρεψιαδῆς, ὡς
10Ἡρακλέης Ἡρακλῆς, Στρεψίαδες καὶ Ἥρακλες.

sch nub

1205a

ᾀστέον] ἡδύ, θαυμαστόν.

sch nub

1205b

ᾀστέον] δεῖ με ᾆσαι ἐμαυ‐ τῷ καὶ τῷ υἱῷ μου.

sch nub

1205c

(v.l.) μοὐγκώμιον] γρ. μοι.

sch nub

1205d

μοὐγκώμιον] ἐγκώμιον.

sch nub

1206a

μάκαρ] ὦ.

sch nub

1206b

ὦ] ὑπερβατόν.

sch nub

1207a

ἔφυς] ὑπάρχεις.

sch nub

1207b

ὡς] λίαν.

sch nub

1208

οἷον] ποταπόν.

sch nub

1209

φήσουσι] εἴπωσι.

sch nub

1212

ἀλλ’ εἰσαγαγὼν πρῶτον ἑστιάσω σε ἤτοι ἑστιάσει καὶ λαμπρᾷ τραπέζῃ
ὑποδέξομαι.

sch nub

1214a

εἶτ’ ἄνδρα: Πασίας ἢ Ἀμυνίας ὁ δανειστὴς μετὰ μάρτυρος ἐς Στρεψιάδου ἐλθών φησι πρὸς τὸν μάρτυρα· εἶτα—περισσῶς ἀττικῶς—χρὴ ἄνθρωπον προϊέναι καὶ διδόναι καὶ δανείζειν τι τῶν ἑαυτοῦ; καὶ πάλιν μόνος φησίν· οὐδέποτε, ἀλλὰ κρεῖττον ἦν τότε μὴ αἰδεσθῆναι, ἀλλ’ ἀποπέμψασθαι
5αὐτὸν καὶ μὴ δανεῖσαι ἢ νῦν ἔχειν πράγματα καὶ θορύβους, καὶ σὲ ἄγειν τοῦτον καλέσοντα εἰς δικαστήριον καὶ γενέσθαι με καὶ ἐχθρὸν ἀνδρὶ φίλῳ καὶ συμπολίτῃ καὶ γείτονι. ἀλλὰ καλοῦμαι εἰς δικαστήριον Στρεψιάδη(ν) εἰς τὴν ἕνην τε καὶ νέαν. (1222) καὶ ὁ Στρεψιάδης· μαρτύρομαι καὶ μάρτυρας καλῶ, ἵνα καὶ οὗτοι καταγνοῖεν τῆς ἀμαθίας τοῦτον καὶ τῆς ἀβελτερίας, ὅτι ἐς δύο ἡμέρας εἶπεν
10ἤτοι τὴν μίαν δύο καλεῖ. (1223) τοῦ χρήματος: βαβαὶ τῆς ἀμαθίας. ταῦτα δὲ ἦν, ἃ μεμάθηκεν ἐκ τοῦ Φειδιππίδου.

sch nub

1214b

εἶτ’] περισσόν.

sch nub

1214c

τῶν] ἀπό.

sch nub

1214d

1214] δανειστὴς πρὸς τὸν μάρτυρα.

sch nub

1214e

προϊέναι] δανεῖσαι.

sch nub

1215

1215] καὶ πάλιν μόνος εἰς ἑαυτόν φησιν.

sch nub

1216a

καὶ σὲ ἄγειν τοῦτον καλέ‐ σοντα εἰς δικαστήριον καὶ γενέσθαι με ἐχθρὸν ἀνδρὶ δημότῃ.

sch nub

1216b

ἀπερυθριᾶσαι] ἀποπέμ‐ ψασθαι.

sch nub

1216c

πράγματα] ὀχλήσεις.

sch nub

1218

κλητεύσοντα] μαρτυρήσοντα.

sch nub

1219a

πρὸς] σύν.

sch nub

1219b

δημότῃ] συμπολίτῃ.

sch nub

1220a

ἀτὰρ] δέ.

sch nub

1222a

τὴν ... νέαν] ἤγουν τὴν λʹ.

sch nub

1222b

μαρτύρομαι] ἐκμάρτυρα ποιῶ.

sch nub

1223a

τοῦ χρήματος εἴπομεν ἀντὶ τοῦ “βαβαὶ τοῦ χρήματος” καὶ τοῦ πράγματος, ὅτι τὴν μίαν ἡμέραν δύο ἐκάλεσεν. ἢ οὕτω συντακτέον· Πασίου τοῦ δανειστοῦ εἰπόντος αὐτὸν ἐς τὴν ἕνην καὶ νέαν ἐλθεῖν ἐς τὸ δικαστήριον οὗτός φησι· τοῦ χρήματος; ἀντὶ τοῦ “ἕνεκα τίνος πράγματος;” καὶ ὁ Πασίας·
5ἕνεκα τῶν δώδεκα μνῶν. ἡ μνᾶ ἑκατόν εἰσι δραχμαί, ἑκάστη δὲ δραχμὴ ὀβολοὶ ἕξ, ὁ ὀβολὸς δὲ κεράτια τρία.

sch nub

1223b

ἡμέρας] καλεῖν.

sch nub

1223c

τοῦ χρήματος] φεῦ.

sch nub

1224

τῶν] περί.

sch nub

1225a

ψαρὸν: ἢ ὁ ταχύς· ψαυρὸς καὶ ψαρὸς ὁ ψαίρων ψαύων καὶ πλησιάζων καὶ ἰσοδρομῶν τῷ τάχει ταῖς αὔραις καὶ ταῖς πνοαῖς. ἢ ὁ ποικίλος τὴν χροιάν, ὥσπερ οἱ ψᾶρες.

sch nub

1225b

τὸν ταχύν, ἀπὸ τοῦ ψαί‐ ρειν· ἢ τὸν χρῶμα τοιοῦτον ἔχοντα.

sch nub

1227a

καὶ νὴ Δία: τοῦ Στρεψιάδου λέγοντος· οὐκ ἀκούετε; ἵππον ὠνησάμην ἐγώ; φησὶν ὁ Πασίας· ναί, καὶ μὰ τὸν Δία ὤμνυες τοὺς θεοὺς ἀποδοῦναί μοι τὸ δάνειον. καὶ ὁ Στρεψιάδης· οὔ, φησί, μὰ τὸν Δία. οὔπω γὰρ ὁ Φειδιππίδης
τὸν ἥττονα ἀκατάβλητον ἤγουν τὸν ἀνίκητον λόγον μεμάθηκεν.

sch nub

1227b

ὄμνυμι, καὶ ὁ παρατατικὸς ὤμνυν, ὤμνυς.

sch nub

1227c

ἀποδώσειν] τὸ χρέος.

sch nub

1229

τὸν ἀκατάβλητον] τὸν μη‐ δενὶ κατακλώμενον ἤγουν τὸν ἀήττη‐ τον.

sch nub

1230

ἔξαρνος: ἀρνητικός. τί γὰρ ἀπολαύσαιμι καὶ κερδήσαιμι ἐκ τοῦ μαθήματος Φειδιππίδου τοῦ υἱοῦ μου;

sch nub

1232a

καὶ ταῦτ’ ἐθελήσει: καὶ ὁ δανειστής· καὶ διὰ ταῦτα ἂν ὑπακούσῃς ἐμοὶ καὶ ὀμόσῃς τοὺς θεούς, ὅπου γ’ ἂν αὐτὸς εἴπω σοι; καὶ ὁ Στρεψιάδης φησί· ποίους θεοὺς θέλεις ἐπομόσαι σοι; κἀκείνου εἰπόντος· τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ, πάλιν ὁ Στρεψιάδης φησί· νὴ τὸν Δία, ὀμόσω καὶ τρεῖς ἂν ἀποδώ‐
5σω σοι ὀβολοὺς ἕνεκα τοῦ ὀμόσαι. Ζεὺς γὰρ οὐκ ἔστιν οὐδ’ ἄλλοι θεοί, Δῖνος δὲ βασιλεύει. καὶ ὁ Πασίας· ἀπόλοιο ἔτι καὶ νῦν ἕνεκα τῆς εἰς τοὺς θεοὺς τόσης ἀναιδείας καὶ ἀσεβείας.

sch nub

1232b

ἀπομόσαι] τό.

sch nub

1235a

ὥσπερ ἔχω ζημιωθῆναι τριώβολον, οὕτως ἔχω καὶ τὸ ὀμόσαι· κατ’ οὐδὲν ἥγημαι τοῦτο. ἢ οὕτως· νὴ τὸν Δία, ὀμόσω καὶ τρεῖς ἂν
5ἀποδώσω σοι ὀβολοὺς ἕνεκα τοῦ
ὀμόσαι.

sch nub

1235b

προσκαταθείην] ζημιω‐ θείην.

sch nub

1236

ἔτι] πλέον.

sch nub

1237a

ἁλσὶ διασμηχθεὶς: τοῦ δανειστοῦ ὡς ἀσεβῆ καὶ καταφρονητὴν τῶν θεῶν αἰτιωμένου τὸν Στρεψιάδην ὁ Στρεψιάδης ὡς ἄφρονα καὶ ἀνόητον ἢ παχύδερμον ἢ μεθύοντα τοῦτον διαπαίζων, ὅτι οἴεται εἶναι θεοὺς καὶ ὅτι χρέα δοκεῖ λαβεῖν ἐξ αὐτοῦ· ἁλσί, φησί, καὶ ἐλαίῳ οὗτος περιχρισθεὶς ὄναιτο ἂν καὶ
5ὠφεληθείη. τουτέστιν εἰ ἐμβροχὴ γένοιτο περὶ τὴν κεφαλὴν αὐτοῦ, τῆς μέθης καὶ τῆς καταφορᾶς καὶ τοῦ κώματος καὶ τῆς παρακοπῆς ἂν τῶν φρενῶν μικρόν τι ἀνασφήλειεν. οὕτω γὰρ ποιοῦντές ποτε τοὺς καταφορικοὺς ἀνακτῶνται. (1238) καὶ τοῦ Πασίου τοῦ δανειστοῦ πρὸς ταῦτα εἰπόντος· οἴμοι ὅτι καταγελᾷς, πάλιν ὁ Στρεψιάδης αὐτὸν διαπαίζων καὶ ἢ ὅλον τὸ σῶμα αὐτοῦ
10ἀσκῷ παραβάλλων καὶ ὁμοιῶν ἢ μόνην τὴν κεφαλὴν τούτου αὐτοῦ ἀμφορεῖ ὀστρακίνῳ φησίν· ἓξ χοὰς χόας ὅλος οὗτος ὁ ἀσκὸς χωρήσεται. ἢ ἡ κεφαλὴ τούτου ἴδε ὁπόση ἐστίν· ὥσπερ κεραμεοῦς ἀμφορεὺς εὐμεγέθης ἓξ χοὰς χόας χωρήσεται. ὁ δὲ χοῦς
εἶδος μέτρου ἐστίν, ὡς Διοσκουρίδης ὁ Ἀναζαρβεὺς καὶ μυρίοι ἕτεροι γράφουσιν.

sch nub

1237b

διασμηχθεὶς] καθαρθείς.

sch nub

1237c

οὑτοσί] οὗτος.

sch nub

1238a

ἓξ ... χωρήσεται] πάλιν χλευάζει· ἐπὶ ἀμφορέως γὰρ τοῦτο.

sch nub

1238b

χοὰς] μέτρα.

sch nub

1238c

χωρήσεται] ἡ κεφαλὴ ἢ τὸ σῶμα τούτου.

sch nub

1240a

καταπροΐξει: ἐκφύγῃς, παραδράμῃς, ἀποδρασκάσεις ἄνευ τιμωριῶν καὶ ποινῶν δικαστικῶν. τὸ δὲ “προΐξει”, τὸ “ἐκφύγῃς”, λέγεται ἀπὸ τῶν προϊόντων καὶ προτρεχόντων τιμῶν. καὶ ἡ γαμικὴ δὲ προὶξ προῖξ ἀπὸ τοῦ πρὸ τῶν γάμων ἰέναι καὶ προπορεύεσθαι καὶ δίδοσθαι προὶξ προῖξ λέγεται.

sch nub

1240b

θαυμασίως ἥσθην θεοῖς: τοῦ δανειστοῦ ἐν τῷ ἐπομνύειν εἰπόντος· μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεούς, ὁ Στρεψιάδης ὡς μαθὼν ἐκ Σωκράτους μὴ εἶναι Δία, ἀλλὰ τὸν Δῖνον αἴτιον κεραυνοῦ καὶ βροντῆς ἀνακαγχάζει διάτο‐ ρον. καὶ τοῦ δανειστοῦ ὡς κομιδῇ ἀμαθεστάτου καὶ ἀνουστάτου καταγελῶν
5οἰομένου Δία καὶ τοὺς λοιποὺς εἶναι θεοὺς καὶ ὀμνῦντος αὐτούς φησι· “θαυ‐ μασίως”· λείπει τὸ “ὤμοσας”. εἶτα “ἥσθην θεοῖς”, ἤτοι ηὐφράνθην ἐπὶ
τοῖς σοι ὀμωμοσμένοις θεοῖς ἀνοήτως, ὦ ἀναίσθητε ἀγοραῖε καὶ βαναυσότατε. εἶτα πάλιν· καὶ ὁ Ζεὺς ὀμνύμενος γελοῖός ἐστι τοῖς εἰδόσιν, ὅτι Ζεὺς οὐκ ἔστι, Δῖνος δὲ βασιλεύει. δηλονότι καὶ σὺ γελοῖος· ὁ γὰρ “καί” σύνδεσμος
10δηλωτικός ἐστι καὶ ἑτέρων. (1242) καὶ ὁ δανειστὴς πρὸς μὲν τὰ ἀσεβῆ φησι Στρεψιάδου ληρήματα· ὄντως δὴ σὺ τῆς ἀσεβείας τούτων δώσεις ἐκ θεῶν τιμωρίαν. ἀποκριθεὶς δὲ ἐμοί, εἴτε δώσεις τὸ δάνειον εἴτε μή, ἀπόπεμψον. καὶ ὁ Στρεψιάδης εἰπών· ἔχε καὶ καρτέρει ἥσυχος καὶ ἀποκρινοῦμαί σοι αὐτίκα, εἴσεισιν εἰς τὴν οἰκίαν,
15(1246) ἵνα καρδόπην ἤτοι σκάφην ἐξάγῃ. εἰσελθόντος οὖν οὕτω τοῦ Στρεψιάδου ἐρωτᾷ ὁ δανειστὴς ὃν ἔφερε, μᾶλλον δ’ ἤγαγε, μάρτυρα καὶ κλήτορα· τί, δοκεῖς, μέλλει ποιῆσαι; καὶ ὁ μάρτυς δοκεῖ· ἀποδώσειν μέλλει σοι τὰ χρέα. ταῦτα μὲν οὗτοι. (1247) εἶτα ἔξεισι Στρεψιάδης φέρων καρδόπην καί φησι· ποῦ ἐστιν ὁ
20ἀπαιτῶν με χρήματα; εἰπέ, τουτὶ τί ἐστιν; (1248) ὡς δὲ ὁ δανειστής· κάρδοπός ἐστιν, ἀπεκρίνατο, πάλιν ὁ Στρεψιάδης φησίν· ἔπειτα—περισσὸς κεῖται ὁ “ἔπειτα—τοιοῦτος ἀμαθέστατος ὢν καὶ βάρβαρος ἀπαιτεῖς χρέα καὶ τόκους; οὐκ ἂν ἀποδοίην οὐδέν, ὅστις κάρδοπον καλεῖ τὴν καρδόπην. τούτοις δὲ πᾶσι διαπαίζει τῶν φιλοσόφων τὸ ἀσυντελὲς
25εἰς βιωφελῆ καὶ ἀχρήσιμον καὶ ἐπὶ τούτοις τὸ ἀκροκόρυφον τούτων κεφάλαιον, τὴν ἀσέβειαν.

sch nub

1240c

ἀποφύγῃς, καταφύγῃς. ἀπὸ τοῦ προΐημι.

sch nub

1240d

ἐμοῦ] ἀπ’.

sch nub

1240e

καταπροΐξει] ἐκφύγῃς.

sch nub

1240f

θαυμασίως] ὤμοσας.

sch nub

1241

τοῖς εἰδόσιν] παρὰ τοῖς φιλοσόφοις.

sch nub

1242

ἤγουν βλασφημίας.

sch nub

1246a

δοκεῖ (pr.)] φαίνεται.

sch nub

1246b

δράσειν] πράξειν.

sch nub

1246c

ἀποδώσειν] τὸ χρέος.

sch nub

1248

τουτὶ] δεικνύει τὴν καρ‐ δόπην.

sch nub

1250

οὐδενί] ἀνθρώπῳ.

sch nub

1252

οὐκ ἄρ ἀποδώσεις: εἰπόντος τοῦ δανειστοῦ· λέγεις μοι, Στρεψιάδη, ὅτι οὐκ ἀποδώσεις τὰ χρέα; ὁ Στρεψιάδης φησίν· οὐκ ἀποδώσω, ὅσον γέ με εἰδέναι, ἤτοι τέως, ὡς ἐγὼ νοῶ.

sch nub

1253a

εἶτά φησιν· οὐ ταχέως ἀπολιταργιεῖς καὶ ἀποδράμῃς καὶ ἐκστῇς ἐκ τῆς θύρας; λιταργιεῖν δὲ τὸ ταχέως ὑποχωρεῖν, ἀπὸ τοῦ λίαν καὶ ἀργῶς καὶ ταχέως ᾄττειν, λιατταργιεῖν καὶ λιτταργεῖν.

sch nub

1253b

λιταργισμοὺς ἐκάλουν τὰ σκιρτήματα.

sch nub

1253c

ἀνύσας] σπεύσας.

sch nub

1253d

ἀπολιταργιεῖς] ἀπὸ τοῦ “λίαν ᾄττειν ἀργῶς” καὶ ταχέως, ἢ “ὀργᾶν” καὶ ὁρμᾶν.

sch nub

1253e

ἀπολιταργιεῖς] ἀποφύγῃς, ἀποχωρήσεις.

sch nub

1254

ἄπειμι, πρὸς ταῦτα ὁ δανειστὴς λέγει, τοῦτο δὲ ἴσθι, ὅτι οὐκ ἂν ζῴην, εἰ μὴ θείην εἰς τὰ πρυτανεῖα γραφὴν καὶ κατηγορίαν κατὰ σοῦ ἀδικίας, ἢ εἰ μὴ θείην πρυτανεῖα ἤτοι σπόρτουλα καὶ ἐκβιβαστήρια δίκης βαρύτατα, ἃ ἐδίδοντο τοῖς πρυτάνεσιν, οὗ ἕνεκα καὶ πρυτανεῖα ἐλέγοντο.

sch nub

1255a

θήσω] γραφήν.

sch nub

1255b

πρυτανεῖ’] εἰς τά.

sch nub

1255c

μηκέτι ζῴην] εἴθε.

sch nub

1256a

καὶ πάλιν ὁ Στρεψιάδης· ἀπολεῖς ἄρα πρὸς ταῖς δώδεκα μναῖς καὶ τὰ ἐν τοῖς πρυτανείοις δοθησόμενα τῆς δίκης ἐκβιβαστήρια. καίτοι, μὰ τὴν ἀλήθειαν, οὐ βούλομαι τοῦτό σε παθεῖν, ὅτι ἁπλοῦν καὶ ἀμαθὲς ἀνθρώπιον εἶ καὶ τὴν καρδόπην εὐηθικῶς καὶ ἀφελῶς καὶ βαρβάρως καὶ ἀνοήτως, ἐκά‐
5λεσας κάρδοπον.

sch nub

1256b

προσαποβαλεῖς] ζημιωθῇς.

sch nub

1256c

πρὸς] σύν.

sch nub

1257

οὐχὶ] περισσὸν τὸ “οὐχί”.

sch nub

1259a

ἰώ μοι μοι: ἕτερος δανειστὴς πρόσεισιν Ἀμυνίας καὶ ἠνωτισμένος, ὁπόσα ἔλαβεν ὁ πρὸ αὐτοῦ ἐλθὼν δανειστής, συμφοράζει καὶ βοᾷ καὶ ὁ Στρε‐ ψιάδης πρὸς τοὺς τούτου σχετλιασμοὺς ἐκπλαγείς· ἔα, βοᾷ ἐκπληκτικὸν ἐπίρρημα λέγων, τίς ὁ θρηνῶν ἐστιν; ἆρα τῶν Καρκίνου δαιμόνων τις ἐφθέγξατο;
5Καρκίνου δαιμόνων ἀντὶ τοῦ “παίδων”.

sch nub

1259b

1259] ἕτερος.

sch nub

1260

οὔ τι που] ἆρα.

sch nub

1261a

τοῦ Καρκίνου τρεῖς ἦσαν παῖδες, Ξενοκλῆς, Ξενότιμος καὶ Δημότιμος. ὧν ὁ μὲν Ξενοκλῆς τραγῳδιῶν ἦν ποιητής, οἱ δὲ ἀδελφοὶ ὑποκριταὶ τούτου ὀξυφωνότατοι. ἐπεὶ δὲ καὶ ὁ δανειστὴς τραγικώτερον ὀξυφώνως τὸ “οἴμοι” ἐβόησε, τούτου ἕνεκα ἔφη ὁ Στρεψιάδης· ἆρα Καρκίνου παῖς ὁ βοήσας ἐστὶν
5ὀξυφωνότατος ὑποκριτὴς τραγῳδίας; καὶ ὁ δανειστής· τί δὲ βούλεσθε εἰδέναι, ὅστις εἰμί; εἶτα λέγει· ἀνὴρ κακοδαίμων. τοῦτο δέ φησιν ὡς ἀκηκοώς, ὅτι Στρεψιάδης ἀποστερεῖ τῶν δανείων τοὺς δανειστάς, καὶ εἰδώς, ὡς οὐδ’ αὐτὸς λήψεταί τι. εἰπόντος δὲ τοῦ δανειστοῦ, ὡς ἔστιν ἀνὴρ κακοδαίμων, ὁ Στρεψιάδης φησίν· εἰ κακοδαίμων εἶς, κατὰ σαυτὸν καὶ εἰς τὴν σὴν κεφαλὴν τρέπου, ἡμῖν
10δ’ εἴη βίος εὐδαίμων.

sch nub

1261b

διασύρει τὸν Καρκίνον. ἦν δὲ τραγῳδίας ποιητὴς καὶ εἶχεν υἱοὺς τρεῖς. ὁ μὲν Φιλόδημος καὶ αὐτὸς τραγῳδίας ποιητής, οἱ δὲ
5ἕτεροι ἀδελφοὶ αὐτοῦ ἦσαν ὑποκριταὶ αὐτοῦ.

sch nub

1261c

δαιμόνων] ἀπό.

sch nub

1261d

δαιμόνων] παιδῶν· τῶν υἱῶν ὤφειλεν εἰπεῖν.

sch nub

1263

σαυτὸν] σαυτοῦ.

sch nub

1264

ὦ σκληρὲ δαῖμον: τοῦτο ἐκ Τληπολέμου δράματος Ξενοκλέους, ᾧ ἀνεῖλε Τληπόλεμος Λικύμνιον τὸν ἀδελφὸν Ἀλκμήνης τῆς αὐτοῦ πατρομή‐ τορος. ὅθεν εἶπε καὶ τὸ “τί σε Τληπόλεμος εἴργασται κακόν;

sch nub

1265a

Παλλάς] ἡ Ἀθηνᾶ.

sch nub

1265b

ὥς] λίαν.

sch nub

1269

κακῶς πεπραγότι: δυστυχοῦντι.

sch nub

1271

κακῶς ἄρα εἶχες: εἰπόντος τοῦ δανειστοῦ· κέλευσον τὸν υἱόν σου ἀποδοῦναί μοι τὰ χρήματα ἄλλως τε καὶ κακῶς ἔχοντι, ἤτοι δυστυχοῦντι,
ἐρωτήσας ὁ Στρεψιάδης· ποῖα χρήματα; καὶ ἀκούσας· ὅτι ἃ ἐδανείσατο ὁ σὸς υἱός· ὄντως, φησί, κακῶς εἶχες. οὐχ ὡς ἐκεῖνος εἶπε τὸ κακῶς ἔχειν ἐπὶ τοῦ
5δυστυχεῖν, ἀλλά· ὄντως κακῶς εἶχες καὶ παρεφρόνεις, ὅτι τῷ ἐμῷ υἱῷ Φειδιππίδῃ χρήματα ἐδάνειζες.

sch nub

1272a

ἵππους γ’ ἐλαύνων ἐξέπεσον: Στρεψιάδου εἰπόντος τῷ δανειστῇ ἔχειν κακῶς καὶ σεσεῖσθαι τὰς φρένας φησὶν ὁ δανειστὴς εἰρωνικῶς πρὸς αὐτόν· ἀληθῶς, φησίν, ἵππους ἐλαύνων ἐξέπεσον, καὶ τῇ σφοδρᾷ δῆθεν ῥύμῃ τῇ δρόμου βιαίας περὶ τὴν κεφαλὴν πληγῆς γεγονυίας οὐκ οἶδα, τί φθέγγομαι·
5ἢ ἱππηλάταις δανείζων ἐμὰ χρήματα ἐξέπεσον τούτων, ἤτοι ἐστέρημαι αὐτῶν.

sch nub

1272b

ἐξέπεσον] τούτων, ἤγουν τῶν χρημάτων.

sch nub

1273a

τί δῆτα ληρεῖς: εἰ ἐλαύνων ἵππους, φησὶ Στρεψιάδης, ἐκπέπτωκας, τί δὴ παραληρεῖς καὶ παραπαίεις καὶ φλυαρεῖς, ὥσπερ λέγονται παραληρεῖν καὶ φλυαρεῖν καὶ παραφρονεῖν οἱ πεσόντες ἀπ’ ὄνου; λέγεται γὰρ ἡ πτῶσις ἡ ἀπὸ ὄνων γίνεσθαι βαρυτάτη, καὶ μᾶλλον εἰ συμβῇ τινι τῶν πεσόντων πληγῆναι
5τὴν κεφαλήν. τινὲς δὲ περισπῶσι λέγοντες· ὥσπερ καταπεσὼν ἀπὸ νοῦ.

sch nub

1273b

ἀπ’ ὄνου καταπεσών p.i.m.] διασύρει τὸν Πλάτωνα· λέγουσι γὰρ αὐτὸν ἀπ’ ὄνου πεσεῖν καὶ τελευτῆσαι.

sch nub

1275

τί δαί] οὐχ ὑγιαίνω.

sch nub

1276

τὸν ἐγκέφαλον ὅπως: ὅπως καὶ πῶς δοκεῖς μοι τὸν ἐγκέφαλον
σεσεῖσθαι, ἤτοι μὴ φρονεῖν.

sch nub

1277a

σὺ δὲ νὴ τὸν Ἑρμῆν: ὁ δανειστὴς λέγει· δοκεῖς μοι κεκλήσεσθαι, ἤτοι ὑπὸ κλητόρων καὶ μανδατώρων ἀχθῆναι εἰς δικαστήριον καὶ ἄκων ἀποτίσαι τὰ ὀφειλόμενα, ἢ τοῖς δεσμοφύλαξι τῷ ἀναγκαίῳ εἰρχθεὶς βαρυτέραν λήψῃ τὴν τιμωρίαν.

sch nub

1277b

προσκεκλήσεσθαί] δοκεῖς.

sch nub

1277c

προσκεκλήσεσθαί] καλέσαι εἰς δικαστήριον.

sch nub

1278

κάτειπε νῦν: ὁ Στρεψιάδης φιλοσόφως τὸν δανειστὴν τοῦτον καὶ συλλογίσασθαι καὶ παραλογίσασθαι βούλεται, ὅτι οὐ δεῖ τόκους λαμβάνειν ἐπὶ τοῖς χρέεσι, καί φησι· κάτειπε καὶ εἰπέ νῦν, ἆρα νομίζεις ἀεὶ τὸν Δία καινότερον ὕδωρ ὕειν, ἢ τὸν ἥλιον τὸ αὐτὸ ὕδωρ κάτωθεν ἀνάγοντα ὕειν; καὶ
5ὁ δανειστής· οὐκ οἶδα, φησί, περὶ τούτων, οὐδὲ τούτων ἔχω φροντίδα. καὶ ὁ Στρεψιάδης διλημμάτως ἐρωτήσας ἀποκριθέντος τοῦ δανειστοῦ πρὸς τὸ ἕν· πῶς οὖν ἄξιος εἶ λαβεῖν, φησί, χρέα, εἰ μηδὲν τοιοῦτο φυσικὸν οὐδὲ μετέωρον οἶδας; καὶ ὁ δανειστής· ἀλλ’ εἰ σπανίζεις—ὁ “ἀλλ περισσός—εἰ σπανίζεις καὶ ἐνδεὴς εἶ ἀργυρίου, ἤτοι τοῦ κεφαλαίου τοῦ χρέους, κἂν τὸν τόκον μοι
10(1286) πάρασχε. τί δὲ θηρίον καὶ ζῷόν ἐστιν ὁ τόκος; τοῦ Στρεψιάδου εἰπόν‐ τος, καὶ ἀνταποκρινομένου τοῦ δανειστοῦ· ἡ αὔξησις τοῦ ἀργυρίου, ἤτοι τῶν νομισμάτων τοῦ χρέους, τοῦτό ἐστιν ὁ τόκος· ἀεὶ γὰρ καθ’ ἑκάστην ἡμέραν αὔ‐ ξεται (1289) καὶ κατὰ μῆνα, καλῶς λέγεις: συλλογισμῷ τοῦτον ὁ Στρεψιάδης ἀποπαῦσαι πειρᾶται καὶ δεῖξαι ληροῦντα καί φησι πρὸς αὐτόν—πυρπνόου
15γὰρ ἀλιτηρίου τυγχάνει ῥήτορος τάδε—πρῶτα μὲν θετικῶς συντρέχων αὐτῷ καὶ οὐκ ἐναντιούμενος· καλῶς λέγεις. εἶτα ἐρωτᾷ τοῦτον, καὶ συλλογισμῷ πείσας αὐτὸν ὁμολογῆσαι ὃ ἐκεῖνος ἐζήτει, ἔπειτα χρᾶται τῇ ἄρσει καὶ ἀναιρέσει, καὶ φανερῶς ἀντιπίπτων ἐκείνῳ καὶ ἀπορράψας τὸ στόμα αὐτοῦ ὡς κἀκεῖνον ὁμολογεῖν, ὅτι οὐ δίκαιόν ἐστι τόκους ζητεῖν, τέλος σφοδρότερον καὶ ἐπιπληκτι‐
20κώτερον αὐτὸν ἐκ τῆς οἰκίας ἐκβάλλει.

sch nub

1279

πότερα] πῶς.

sch nub

1283

ἀπολαβεῖν] ζητεῖς.

sch nub

1284

οἶσθα] γινώσκεις.

sch nub

1285a

σπανίζεις] καὶ σπάνιν ἔχεις.

sch nub

1285b

ἀργυρίου] τινός.

sch nub

1289

ὑπορρέοντος] παρερχομένου.

sch nub

1291

πρὸ τοῦ] καὶ πρὸ τούτου.

sch nub

1292

πλείον’] περισσοτέραν νῦν.

sch nub

1293

οὐδὲν] κατ’ οὐδέν.

sch nub

1294

πλείων] περισσοτέρα.

sch nub

1296

1296] πρὸς τὸν ἵππον τοῦ δανειστοῦ.

sch nub

1297a

φέρε μοι τὸ κέντρον: ἀποσοβῶν ἐκ τῆς θύρας ὁ Στρεψιάδης τὸν δανειστὴν ζητεῖ καὶ ἱππικὸν κέντρον καὶ ὥσπερ ἵππον τούτῳ κεντρίζει αὐτόν. καί φησιν· ὕπαγε, τί βραδύνεις; οὐκ ἐλαύνεις, οὐ τρέχεις, ὦ σαπφόρα; ὁ δανειστὴς δὲ μάρτυράς τε ἀνακαλεῖται πρὸς ταῦτα καὶ δεινοπαθεῖ.

sch nub

1297b

φέρε ... κέντρον] πρὸς τὸν δοῦλον.

sch nub

1298a

ἐλᾷς] ἐλαύνεις αὐτόν.

sch nub

1298b

σαμπφόρα] μωρέ.Column end

sch nub

1298b,col 2

σαπφόρα] ὄνομα δούλου.

sch nub

1299a

ἄξεις ἐπὶ ἅλω: παίζων νῦν ὁ Στρεψιάδης τὸν δανειστὴν ὥσπερ ἵππον ἀπελαύνει καί φησιν· ἄξεις καὶ ἀπάξεις καὶ ἀποκομίσεις σαυτὸν ἐπὶ ἅλω καὶ ἅλωνα καὶ μύλωνα, ὥς φασιν, ἵν’ ἐκεῖθεν ἔχῃς διατραφῆναι· ἐντεῦθεν γὰρ λήψῃ οὐδέν. ἓν τοῦτο ἀπᾷδον ἐμοί. δεύτερον ἄλλο, ὃ συμπεφυρμένως αὐτῶν
5λεγόντων διαρθρώσω. ἄξεις καὶ ἀπάξεις σαυτὸν ἐντεῦθεν. εἰ οὐκ ἀποστῇς, ἐπιαλῶ τὸ κέντρον. τρίτον πεφυρμένως καὶ τὸ “ἀλῶ” φασιν “ἐλάσω, διώξω”. ταῦτά εἰσιν ἅ φασιν οὗτοι. ἡμεῖς δὲ οὕτως· ἄξεις καὶ ἀποδιώξεις ἐνταῦθα σαυτὸν ἤτοι διώχθητι καὶ ἀπόδραμε, ἐπεὶ εἰ μὴ τοῦτο ποιήσεις, ἀλῶ καὶ συντρίψω σε τὸν σειραφόρον κεντῶν ὑπὸ τὸν πρωκτόν. δευτέρως δὲ οὕτω
10φαμέν· ἄξεις καὶ ἄξον σὲ αὐτὸν τὸν σειραφόρον ἐπὶ ἄλω καὶ κυλίστραν κόνεως. ἄξον δέ πως κεντῶν ὑπὸ τὸν πρωκτόν. εἰώθασι γὰρ οἱ ἱππεῖς καὶ ἁρματηλάται μετὰ τὸν δρόμον ἄγειν τοὺς ἵππους εἰς κόνεως τόπον καὶ ἀπολύειν κυλίεσθαι. οὕτω καὶ νῦν ὁ Στρεψιάδης τὸν δανειστὴν ὡς πολλὰ δραμόντα καὶ κοπιάσαντα κελεύει καὶ εἰς κονίστραν ἀποδραμόντα κυλίεσθαι.

sch nub

1299b

ἀλῶ καὶ συντρίψω καὶ καταβαλῶ.

sch nub

1299c

ἄξεις] ἄξον.

sch nub

1299d

(v.l.) ἐπὶ ἅλω] γρ. ἐπεὶ ἀλῶ.

sch nub

1299e

ἅλω] ἅλωνα.

sch nub

1300

σειραφόρον] ἵππον.

sch nub

1301a

ἐπιβάλλων σοι τὴν μάστιγα καὶ δαίρων τὸν πρωκτὸν ἄξω σε.

sch nub

1301b

κινήσειν] καταβαλεῖν.

sch nub

1302

αὐτοῖς] σύν.

sch nub

1303a

οἷον τὸ πραγμάτων ἐρᾶν: τῶν ὑποκριτῶν ὑποχωρησάντων ὁ χορὸς τῶν Νεφελῶν ἐν τῇ σκηνῇ ὢν ταῦτά φησι περὶ τοῦ Στρεψιάδου καὶ προαναφωνεῖ ὅσα μέλλει τούτῳ συμβῆναι, ἐραστῇ κακῶν γενομένῳ, ὑπὸ τοῦ υἱοῦ.

sch nub

1303b

οἷον] ὁποῖον, ποταπόν.

sch nub

1303c

φλαύρων] ἀδίκων.

sch nub

1307

τήμερον] σήμερον.

sch nub

1308

ὃ] ὅπερ.Column end

sch nub

1309,col 2

τὸν σοφιστήν] τὸν παραλο‐
γιστήν, τὸν πανοῦργον.Column end

sch nub

1310

ὧν] ἀνθ’ ὧν, ἕνεκα.

sch nub

1313

οἱ] αὐτοῦ.

sch nub

1314

λέγειν] ὥστε ἀντιλέγειν.

sch nub

1317

ξυγγένηται] ὁμιλήσῃ, ἀν‐ τιλέξῃ.

sch nub

1319a

ἴσως ἴσως: ὁ χορός φησιν· ὁ Στρεψιάδης χαίρει τοῦ υἱοῦ αὐτοῦ
πᾶσι δικαίοις ἀντιλέγοντος κἀκ τούτου μανθάνων καὶ αὐτὸς κακοτροπεῖν ἀποστερεῖ τοὺς δανειστὰς τῶν χρεῶν. ἀλλ’ ἴσως ἴσως, τάχα τάχα, τοιοῦτόν τι πρᾶγμα συμβαίη αὐτῷ ὑπὸ τοῦ υἱοῦ, ὥστε πολὺ αἱρετώτερον ἂν αὐτῷ νομι‐
5σθῆ〈ναι〉 τοῦ πᾶσι δικαίοις ἀντιλέγειν τὸ παντελῶς ἄφωνον αὐτὸν εἶναι.

sch nub

1319b

βουλήσεται] θελήσει.

sch nub

1320a

τὸν υἱὸν αὐτοῦ.

sch nub

1320b

αὐτὸν] τὸν Φειδιππίδην.

sch nub

1321a

ἰοὺ ἰο: τυπτόμενος ὑπὸ τοῦ υἱοῦ ἔξεισιν ὁ Στρεψιάδης καὶ βοᾷ. “ταῦτα δὲ πάντα” φασὶν οἱ παλαιοὶ “πεπλάσθαι τῷ κωμικῷ πρὸς διαβολὴν τοῦ Σωκράτους δεικνῦναι διὰ τούτων φιλοτιμουμένῳ, ὅτι μηδὲν χρηστὸν διδάσκει τοὺς νέους, ἀλλὰ τοὐναντίον πονηρούς, ὁπότε καὶ περὶ τοὺς γεγεννη‐
5κότας τοιοῦτοι γίνονται, 〈καθίστησιν〉.” γίνωσκε δέ, ὡς δʹ εἰσὶ τῆς ἐκτὸς φιλοσοφίας τὰ διδάγματα· ψεῦδος, τῦφος, πατραλοιότης καὶ τέταρτον, ὁ κολοφὼν αὐτῆς, τὸ ἀκροκόρυφον, ἡ ἀσέβεια.

sch nub

1321b

ἰοὺ ἰού] προαναφώνησις.

sch nub

1323a

πάσῃ τέχν: παντὶ τρόπῳ ἀμυνάθετέ μοι καὶ ἀμύνατε καὶ βοηθεῖτε.

sch nub

1323b

ἀμυνάθετέ] βοηθήσατε.Column end

sch nub

1323b,col 2

ἀμυνάθετέ μοι] ἀμύνασθέ
μοι.Column end

sch nub

1323c

πάσῃ τέχνῃ] ἐν παντὶ
τρόπῳ.

sch nub

1324

τῆς] ἕνεκεν.

sch nub

1326

καὶ μάλα] λίαν τύπτω.

sch nub

1330

λακκόπρωκτε: ἀπερραφανιδωμένε καὶ ἐκ τῆς αἰτίας ταύτης εὐρύπρωκτε.

sch nub

1331

κἀποφανῶ] εἴπω.

sch nub

1332

ὡς] ὅτι.

sch nub

1335

πολύ] κατά.

sch nub

1336a

ὁπότερον] ποῖον.

sch nub

1336b

τοῖν] ἀπό.

sch nub

1336c

λόγοιν] λόγων.

sch nub

1338a

ἐδιδαξάμην σε: ἐδίδαξα· παθητικὸν ἀντὶ ἐνεργητικοῦ. δύναται δὲ εἶναι καὶ μεσότητος ἀντὶ τοῦ “ἐξεπαίδευσα”.

sch nub

1338b

ἐδιδαξάμην] ἀντὶ τοῦ “ἐδί‐ δαξα”.

sch nub

1339

εἶτ’ (sic)] εἰς.

sch nub

1341

1341] οὐκ αἰσχρόν ἐστιν; ἀναπόδοτον.

sch nub

1343

ἀκροασάμενος] ἀκούσας.

sch nub

1344

ὅτι] ὅπερ.

sch nub

1345a

σὸν ἔργον: σοὶ πρέπον ἐστί, Στρεψιάδη, μεγάλῃ σκέψασθαι φροντίδι, ὅπως νικήσειας τὸν υἱόν σου. οὗτος γάρ, εἰ μή τινι μεγάλως ἐθάρρει, οὐκ ἂν
ἦν οὕτως ἀκόλαστος καὶ θρασύς. ἀλλ’ ἔστι τι πρᾶγμα, ἐν ὅτῳ θρασύνεται. δῆλον τὸ λῆμα καὶ τὸ φρόνημα, νῦν ἡ ἀλαζονεία, ἐστὶ τἀνθρώπου· ἤτοι δῆλόν
5ἐστι τὸ φρόνημα καὶ ὁ τῦφος αὐτοῦ, ὅτι ἔν τινι θαρρῶν θρασύνεται. ἀλλ’ ἐξ ὅτου καὶ ἐκ ποίας ἀφορμῆς, διαπληκτίζεσθαι ἤρξασθε, λέγειν ἁρμόδιον.

sch nub

1345b

ὅπῃ] ποίῳ τρόπῳ.

sch nub

1346

κρατήσεις] νικήσεις.

sch nub

1347a

ὡς] ὅτι.

sch nub

1347b

τῳ] καί τινι.

sch nub

1347c

πεποίθει] ἐθάρρει.

sch nub

1348

ἀκόλαστος] θρασύς.

sch nub

1349

ὅτῳ] ἐν.

sch nub

1350

λῆμ’] φρόνημα καὶ ὁ τῦφος.

sch nub

1351

ἐξ ὅτου] ἐκ τίνος.

sch nub

1354a

εἱστιώμεθα: ἐπεί, φησίν, εἱστιώμεθα καὶ ἀνακείμενοι τῇ τραπέζῃ ἐτρεφόμεθα, εἶπον αὐτῷ λαβόντι λύραν ᾆσαι Σιμωνίδου ᾆσμα, τὸν Κριόν. λύραν κελεύει τοῦτον λαβεῖν, ὅτι λυρικὸς ἦν ὁ Σιμωνίδης, τὰ δὲ τῶν λυρικῶν πρὸς λύραν ἐλέγοντο. ὁ δὲ Κριὸς ἦν Αἰγινήτης παλαιστὴς διάσημος, οὗ νικήσαν‐
5τος ἐν Ὀλυμπίᾳ γράφει ᾆσμα ὁ Σιμωνίδης, καὶ ὡς ἐπὶ μήλου κριοῦ τὰς τρίχας πλακέντος ἐν δένδρῳ, οὕτω τῷ ᾄσματι τούτῳ τὴν ἐν Ὀλυμπίᾳ συμπλοκὴν τῆς παλαίστρας Κριοῦ τοῦ παλαιστοῦ λέγει· ἐπέξαθ’ ὁ Κριὸς οὐκ ἀεικέως
ἐλθὼν εἰς δένδρον ἀγλαόν, Διὸς τέμενος.

sch nub

1354b

ἑστιώμεθα (sic)] ἐτρεφό‐ μεθα.

sch nub

1356a

διασύρει τὸν Σιμωνίδην καὶ τὸν Κριόν.

sch nub

1356b

ἐπλέχθη καὶ ὡς παίγνιον ἐγένετο.

sch nub

1356c

τὸν] εἰς.

sch nub

1356d

τὸν Κριὸν] ὁ Κριός.

sch nub

1356e

ὡς] πῶς.

sch nub

1356f

(v.l.) ἐπέχθη] ἐπαίχθη.

sch nub

1357a

ἀρχαῖον: μωρόν, τὸ κιθαρίζειν ἐπὶ τραπέζης καὶ ᾄδειν πίνοντας, ὡς γυναῖκα ἀλοῦσαν καὶ ἀλήθουσαν κάγχρυς καὶ κριθάς, ἢ ὡς τέττιγα μεμε‐ θυσμένον ἀκτῖσιν ἡλιακαῖς.

sch nub

1357b

ἀρχαῖον] μωρόν.

sch nub

1358a

κάγχρυς: κριθὰς πεφρυγ‐ μένας. κάγχρυς κάγχρυος ἡ κριθή, ἐξ
οὗ καὶ καγχρυδίας, ἄρτος ὁ κρίθινος.

sch nub

1358b

ᾄδειν] μωρὸν τὸ ψάλλειν.

sch nub

1358c

πίνονθ’] τινά.

sch nub

1358d

κάγχρος] κάγχρυς.

sch nub

1358e

κάγχρος] πίσον ἢ κριθάς.

sch nub

1358f

ἀλοῦσαν] ἀλήθουσαν.

sch nub

1359a

χρῆν] ἔπρεπε.

sch nub

1359b

τύπτεσθαι] τύπτειν.

sch nub

1360a

ᾄδειν] ψάλλειν.

sch nub

1360b

ἑστιῶντα] με.

sch nub

1363a

ἠνεσχόμην] καὶ ὑπέμεινα.

sch nub

1363b

τὸ πρῶτον] κατὰ.

sch nub

1364a

ἀλλὰ μυρρίνην λαβόντα: κἂν μυρρίνην λαβόντα τῶν Αἰσχύλου τι λέξαι. μυρρίνης γὰρ κλάδον κατέχοντες ᾖδον τὰ Αἰσχύλου. καὶ ὅτι παλαιὸν ἔθος ἦν τοὺς ᾄδοντας ἐν συμποσίῳ κλῶνα δάφνης ἢ μυρρίνης κατέχοντας ᾄδειν.

sch nub

1364b

οἱ λέγοντες τὰ τοῦ Αἰ‐ σχύλου ἐκράτουν καὶ μυρσίνην.

sch nub

1364c

ἀλλὰ] κἄν.

sch nub

1365a

κᾆθ’ οὗτος: καὶ εἶτα οὗτος εὐθέως εἶπεν· ἐγὼ γάρ—ὁ “γάρπεριττός—ἐγὼ νομίζω τὸν Αἰσχύλον τὸν πρῶτον ἐν ποιηταῖς
ψόφου πλέων: γέμοντα τῶν κομπασμάτων.

sch nub

1365b

τῶν] ἀπό.

sch nub

1367a

ἀξύστατον:
πεφυρμένον, τὰς ἐννοίας δι’ ὅλου μὴ τηροῦντα.

sch nub

1367b

στόμφακα:
στομφαστήν, λαρυγγιῶντα τῷ κρότῳ τῶν ῥημάτων.

sch nub

1367c

κρημνοποιόν: κεχρημένον κρημνώδεσι λέξεσι καὶ διηρμέναις.

sch nub

1367d

κρημνώδεσι λέξεσι χρώ‐ μενον, μετέωρον.

sch nub

1367e

ψόφου] κενοῦ κτύπου.

sch nub

1367f

πλέων] πεπληρώμενον.

sch nub

1367g

ἀξύστατον] πεφυρμένον.

sch nub

1367h

στόμφακα] λαρυγγιῶντα.

sch nub

1368a

ὀρεχθεῖν: σφαδάζειν, κινεῖσθαι, θυμοῦσθαι. ὅμως τὸν θυμὸν δακὼν καὶ κεντήσας ἔφην· σὺ δέ—ἔλλειψις, σχῆμα δὲ συντομίας—ἐπεὶ τούτων οὐ βούλει τι ᾆσαι, ἀλλὰ ἤτοι κἄν, λέξον τι τούτων τῶν νεωτέρων, ἅττα καὶ ἅτινά ἐστι τὰ σοφὰ ταῦτα.

sch nub

1368b

κἀνταῦθα] ὅτε ἔψεγεν Αἰσχύλον.

sch nub

1368c

ὀρεχθεῖν] κινεῖσθαι.

sch nub

1369a

δακὼν] κρατήσας.

sch nub

1369b

τούτων] ἀπό.

sch nub

1371a

δ’ εὐθὺς ᾖσεν Εὐριπίδου ῥῆσιν: Αἰόλος δρᾶμά ἐστιν Εὐριπίδου, ἐν ᾧ φέρονται οἱ ἓξ τούτου υἱοὶ τὰς ἓξ αὐτῶν ἀδελφὰς ὡς νομίμους σχόντες συζύγους, ὡς καὶ Ὅμηρος περὶ τούτων ἐν Ὀδυσσείᾳ οὕτω πως λέγει· “ἔνθ’ ὅ γ’ υἱᾶς θυγατράσιν πόρεν εἶναι ἀκοίτας”. Εὐριπίδης δὲ οὕτω διασκευάζει
5τούτων γενέσθαι τὸν γάμον· φησὶ τὸν Μακαρέα προφθείραντα Κανάκην τὴν ἀδελφὴν συμβουλῇ πεῖσαι τὸν πατέρα Αἰόλον συζεῦξαι αὐτόν τε καὶ τοὺς λοιποὺς ἀδελφοὺς ταῖς ἀδελφαῖς ταῖς οἰκείαις. τοῦτο οὖν, φησὶν ὁ Στρεψιάδης, τὸ δρᾶμα τὸ βδελυρὸν ἀναλεξάμενος Φειδιππίδης ἤρξατο ᾄδειν ῥῆσιν ἐκείνου, ὅπως ἔτι πρὸ γάμων λαθραίως ἦν φθείρων τὴν Κανάκην ὁ Μακαρεύς.

sch nub

1371b

ἐκίνει: διεπαρθένευε συνουσίᾳ λαθραίᾳ καὶ ἔφθειρεν.

sch nub

1371c

ὀψὲ καὶ μόλις ὁ ἀλιτήριος εἶπεν εὔφημον λέξιν.

sch nub

1371d

τὸ “ς ἀντὶ τοῦ “ὅπως”.

sch nub

1371e

ἐκίνει] ἐμοίχευεν, ἐμίγνυτο.

sch nub

1372a

’λεξίκακε: σχετλιάζων ἐπ’ ἀρρητουργίᾳ τοιᾷδε καὶ ἐπ’ αἰσχρότητι ἀνακαλεῖται καὶ μέγα βοᾷ· ὦ Ἄπολλον, ἢ ὦ Ἥρακλες, ἀλεξίκακε, ἐλατήριοι καὶ ἀποδιῶκται παντοίων κακῶν καὶ αἰσχρῶν, μακρὰν ἀφ’ ἡμῶν τοιαύτην ἀρρητουργίαν ἀποσοβήσατε καὶ ἐλάσατε. καὶ τότε “ἀδελφὴν ὁμομητρίαν
5ἐκίνει”· φιλόσοφοι μὲν τὴν ἐκ πατρὸς ἀδελφότητα μεγίστην οἴονται εἶναι καπνοὺς ἐρευγόμενοι. οὗτος δὲ νῦν καὶ πᾶς ὁ φρονῶν καὶ τὰ πράγματα διαιρῶν
κριτικώτατά τε καὶ ἀκριβέστατα, καὶ πειθόμενος τῷ ἀδαεῖ γέροντι, παντὸς καὶ λόγου καὶ ἔργου καὶ πράγματος τὴν κατὰ μητέρα μεγίστην φησὶν ἀδελφότητα, ὥσπερ ἐκεῖνος οὑτωσὶ λέγων·
10μή με κτεῖναι, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.

sch nub

1372b

ὦ ’λεξίκακε] ὦ Ἄπολλον.

sch nub

1373a

ἐξαράττω: πλήττω, λοιδορῶ, βάλλω.

sch nub

1373b

ἠνεσχόμην] ὑπέμεινα.

sch nub

1373c

v.l. εὐθὺς] γρ. εὐθέως.

sch nub

1373d

ἐξαράττω] λοιδορῶ.

sch nub

1374a

πολλοῖς] ἐν.

sch nub

1374b

οἷον] ὥσπερ.

sch nub

1375

ἠρειδόμεθα: ἐφιλονεικοῦμεν—ἐγὼ δὲ ἠρειδόμεθα τὸ ρει δίφθογγον γράφω—ἤτοι ἐπεστηριζόμεθα τοῖς οἰκείοις λόγοις, καὶ ἐνιστάμεθα καὶ ἀντετείνομεν ἀλλήλοις. καὶ δύναται ταὐτὸν τῷ ἠριδόμεθα τῷ ρι ἰῶτα.

sch nub

1376a

ἔφθλα: ἔθλα ἀττικῶς. κἀσπόδει: καὶ ἔτυπτε καὶ σποδιᾷ καὶ
κόνει προσεκύλιε.

sch nub

1376b

ἔφλα] συνέτριβε.

sch nub

1377

δικαίως] ἐτύπ〈τ〉ου.

sch nub

1381a

τραυλίζοντος: νηπίως ὑποψελλίζοντος καὶ λαλοῦντος σοῦ, ὡς λαλεῖ τὰ παιδάρια. βρῦν:
οἶνον κατὰ τὴν νηπίων παίδων φωνήν.
5 μαμμᾶν: τὸν ἄρτον παιδικῶς πάλιν νόει. κακκᾶν: ἐκτὸς κενῶσαι κοπρίαν τὴν ἐντέρων. προυσχόμην: κατεῖχον ἐκκρίνειν σε καὶ προϊσχόμην
10μακρὰν ἐντείνων τὰς ἐμὰς χεῖρας τότε, μὴ Στρεψιάδην πως λαθὼν τὸν σὸν χέσῃς.

sch nub

1381b

(v.l.) γρ. αἰσθόμενος.

sch nub

1381c

αἰσθανόμενος] ἀκούων.

sch nub

1381d

νοοίης] ἐν τῷ νῷ ἔχοις.

sch nub

1382a

βρῦν] οἶνον κατὰ τὴν παι‐ δαριώδη φωνήν.

sch nub

1382b

ἐπέσχον] παρεῖχον, ἔδιδον.

sch nub

1383a

αἰτήσαντος] σοῦ.

sch nub

1383b

ἧκόν] ἦλθον.

sch nub

1385a

προὐσχόμην] ἔξω τῶν χειρῶν εἶχον.

sch nub

1385b

ἀπάγχων] πνίγων.

sch nub

1391a

οἶμαί γε τῶν νεωτέρων: τὸ σφριγῶν καὶ νέον 〈τὸ〉 τῶν νεωτέρων αἷμα τὸ θερμὸν τῆς ταλαίνης καρδίας κινῆσαν ἀνάψαν τε τὸν θυμὸν πλέον
5πρὸς τὰς ἀμύνας ἐξεγείρει καὶ λόγους.

sch nub

1391b

νεωτέρων] ἀκροατῶν.

sch nub

1392

ὅ τι] εἰς.

sch nub

1393

οὗτος] ὁ υἱός.

sch nub

1395a

τὸ δέρμα: ὁ χορὸς τῶν Νεφελῶν πρὸς Στρεψιάδη φησίν· εἰ τοιαῦτα ἐξειργασμένος ὁ Φειδιππίδης ἤτοι πατροτυπτήσας σε λαλῶν καὶ πολυλογῶν ἀναπείσει, ὅτι δίκαιόν ἐστι πατροτυπτεῖν, καὶ τὴν δορὰν τῶν γερόντων λάβοιμεν ἂν ἐκδείραντες αὐτούς.

sch nub

1395b

λάβοιμεν] ἅψοιμεν.

sch nub

1396a

ἀλλ’ οὐδ’ ἐρεβίνθου: ἀλλ’ οὐδέ—τοῦ δέρματος λείπει—τοῦ ἐρεβίνθου, νῦν τοῦ αἰδοίου φησί, φεισαίμεθα ἄν, ἀλλὰ κἀκεῖνο ἐκδείραιμεν.
ὁ “ἀλλά” παρέλκει.

sch nub

1396b

ἐρεβίνθου] τῶν αἰδοίων φεισόμεθα.

sch nub

1397a

σὸν ἔργον: σοὶ πρέπει, ὦ γέρον ζητητὰ καὶ ἐπιθυμητὰ καινοτέρων πραγμάτων, πιθανόν τι εὑρήσειν εἰς ἀποσόβησιν τῶν τοιούτων κακῶν.

sch nub

1397b

κινητὰ] ὦ ἐρευνητά.

sch nub

1398

δόξεις] νομισθῇς.

sch nub

1399a

ὡς ἡδ: χαίρει ὁ Φειδιππίδης ὡς πατροτυπτήσας καὶ δυνάμενος περιουσίᾳ τῶν λόγων γεγονὸς δεῖξαι τοῦτο καὶ καλῶς καὶ δικαίως, καὶ ἐπαινεῖ δῆθεν φιλοσοφίαν λέγων· γλυκὺ λίαν ἐστὶ καινοῖς πράγμασι καὶ σοφοῖς ὁμιλεῖν, καὶ τῶν καθεστώτων καὶ κειμένων καὶ ἐστηριγμένων, νόμων ὑπερφρονεῖν.
5ἐγὼ γὰρ ἱππεὺς ὢν πρινὴ μετῆλθον φιλοσοφίαν δύο ἢ τρία ῥήματα ἀβαρβάρως καὶ μὴ διεφθαρμένως εἰπεῖν οὐκ ἴσχυον.

sch nub

1399b

ὡς] λίαν.

sch nub

1399c

ἡδὺ] γλυκύ.

sch nub

1400a

καθεστώτων] ὡρισμένων διὰ τοῦ λόγου.

sch nub

1400b

ὑπερφρονεῖν] καταφρονεῖν.

sch nub

1400c

δύνασθαι] τό.

sch nub

1402

οἷος] δυνατός.

sch nub

1403

τούτων] ἀπό.

sch nub

1404a

γνώμαις λεπταῖς: λεπτογνωμοσύναις καὶ λόγοις φιλοσόφοις.

sch nub

1404b

ξύνειμι] συνυπάρχω.

sch nub

1407a

ἐπιτριβῆναι: συντριβῆναι, ἀπολωλέναι, ἀποθανεῖν.

sch nub

1407b

(v.l.) ἵππων] ἵππον.

sch nub

1407c

τυπτόμενον] ἐμέ.

sch nub

1407d

ἐπιτριβῆναι] ἀφανισθῆναι.

sch nub

1408a

ἐκεῖσε δ’ ὅθεν: ἐκεῖσε καὶ ἐκεῖθε μέτειμι καὶ κατάρχομαι τοῦ λόγου, ὅθεν με ἀπέσχισας, ἀπεκώλυσας, ἀπέσπασας, ἐξήγαγες· παῖδά μ’ ὄντα ἔτυπτες; καὶ ὁ Στρεψιάδης· ναί, φησίν, ἐγώ σε ἔτυπτον, εὐνοῶν. καὶ ὁ Φειδιππίδης· καὶ οὐ δίκαιόν ἐστι κἀμὲ εὐνοεῖν τύπτειν τε σέ; ἐπεὶ κατὰ σὲ
5τὸ τύπτειν ἐστὶν εὐνοεῖν.

sch nub

1408b

ἀπέσχισας] ἀπέκοψας.

sch nub

1410a

ἔγωγέ] ναί.

sch nub

1410b

ς’] σοῦ.

sch nub

1410c

κηδόμενος] φροντίζων.

sch nub

1412

εὐν〈ο〉εῖν] τό.

sch nub

1413

ἀθῷον] ἀμέτοχον.

sch nub

1414

ἔφυν] ἐγεννήθην.

sch nub

1415a

κλάουσι παῖδες: ἤτοι δαιρόμενοι παρὰ τῶν πατέρων καὶ διδασκά‐
λων κλαίουσιν οἱ παῖδες, τοὺς πατέρας δὲ οὐ δοκεῖς ἁρμόδιον κλάειν; λύσις τοῦ ἀντιπίπτοντος. φήσεις νομίζεσθαι καὶ νόμιμον εἶναι τοῦτο τὸ ἔργον, ἤτοι τὸ τύπτεσθαι, παιδός. ἐγὼ δὲ ἀντιλέγω, ὡς δὶς παῖδες οἱ γέροντες· εἰκὸς
5δὲ τούτους μᾶλλόν ἐστι κλάειν παρόπερ τοὺς παῖδας, καθ’ ὅσον οὐδαμῶς ἔδει τοὺς γέροντας ἁμαρτάνειν ἐμπειρίαν σχόντας πολλὴν τῶν πραγμάτων, καὶ ὅμως ἁμαρτάνοντας ἐπίσης παισὶ τοῖς μὴ σχοῦσι πεῖραν πραγμάτων καὶ ἁμαρ‐ τάνουσι καὶ ὅμως ἀδίκως τυπτομένοις καὶ κλαίουσι συγγνώμης οὖσιν ἀξίοις. τὸ δὲ “κλάουσι παῖδες πατέρα δ’ οὐ κλάειν δοκεῖς παρῳδηθέν ἐστιν
10ἐξ Εὐριπίδου Ἀλκήστιδος. ἐκεῖσε γὰρ ὁ Φέρης φησὶν Ἀδμήτῳ τῷ υἱῷ αὐτοῦ χαίρεις ὁρῶν φῶς, πατέρα δ’ οὐ χαίρειν δοκεῖς;

sch nub

1415b

τίη δή (sic)] διὰ τί.

sch nub

1416

τοῦτο τοὖργον (sic)] τὸ πάθος, τὸ τύπτεσθαι.

sch nub

1419a

ἧττον] οὐδαμῶς.

sch nub

1419b

δίκαιον] ἐστίν.

sch nub

1419c

αὐτούς] τοὺς γέροντας.

sch nub

1420a

ἀλλ’ οὐδαμο: οὐδόλως, φησὶ Στρεψιάδης, νομίζεται καὶ τοῖς νόμοις δοκεῖ, δίκαιον τὸν πατέρα τοῦτο πάσχειν, τὸ κλαίειν τυπτόμενον. καὶ ὁ Φειδιππίδης· οὐκ ἀνὴρ ἦν καὶ ἄνθρωπος ὁ πρῶτον θεὶς τοῦτον τὸν νόμον, τὸ κλαίειν τοὺς παῖδας ἐν τῷ δαίρεσθαι, εἴ που τι ἁμάρτοιεν; ἧττον δή τι
5ἔξεστι κἀμοὶ τοῦ νομοθέτου τοῦ παλαιοῦ τοῦ θέντος τὸν νόμον ἐκεῖνον;

sch nub

1420b

νομίζεται] νενομισμένον
ἐστί.

sch nub

1423a

τὸ δὲ “ἧττον μικρόν τι, καινότερον νόμον θεῖναι τοῦτο αὐτό, τὸ τοὺς πατέρας ἀντιτύπτεσθαι ὑπὸ τῶν υἱέων.

sch nub

1423b

ἧττον] οὐδέν.

sch nub

1425

τὸν νόμον] τὸν νῦν.

sch nub

1427a

σκέψαι δὲ τοὺς ἀλεκτρυόνας: τοῦτο ἔστιν ἐργασία ἀπὸ παρα‐ βολῆς. θεὶς γὰρ τὸ κεφάλαιον ἐπήγαγεν ἐπιχείρημα, καὶ τῷ ἐπιχειρήματι νῦν ἐπήνεγκεν ἐργασίαν ἀπὸ παραβολῆς. τὸ γὰρ ῥητορικὸν κεφάλαιον οὕτω τέλειον γίνεται, ἂν αὐτῷ μὲν ἐπενεχθῇ ἐπιχείρημα, ἐργασία δὲ τῷ ἐπιχειρήματι, τῇ
5ἐργασίᾳ δὲ ἂν ἐπενεχθῇ τι ἐνθύμημα. τὸ ἐνθύμημα δὲ οὗτος ἑκουσίως παρῆκεν· οὐ γὰρ τοσοῦτον ἐνθάδε ῥητορεύειν αὐτῷ σκοπὸς ἦν τεχνικώτατα, ὅσον κινεῖν τοὺς ἀκούοντας γελᾶν εὐτερπέστερον.

sch nub

1427b

βοτ: τὰ βοσκόμενα.

sch nub

1427c

ἐργασία ἀπὸ παραβολῆς· θεὶς γὰρ τὸ κεφάλαιον ἐπήγαγεν ἐπιχείρημα.

sch nub

1427d

ἡ παραβολὴ ἀπὸ τοῦ ἐλάτ‐
τονος.

sch nub

1429

πλήν γ’ ὅτι ψηφίσματα οὐ γράφουσιν: οὐ κροτοῦσι καὶ συνιστῶσι δικαστήρια. διασύρει δὲ τῶν Ἀθηναίων τὸ φιλόδικον
συνωθῶν τούτους καὶ ἄκοντας εἰρανεῖν.

sch nub

1431a

οὐκ ἐσθίουσι τῶν κόπρων: “οὐ πίνουσιν οἴνων”, “οὐ τρώγουσιν ἄρτων” γενικὰ ἀττικῶς. κἀμοὶ δοκοῦσι κυριώτερα· ἀπὸ τῆς κόπρου γὰρ ἐσθί‐ ουσιν, οὐ πᾶσαν τὴν κόπρον, καὶ πίνουσιν οἴνου ὁμοίως, καὶ ἐπὶ τῶν λοιπῶν.

sch nub

1431b

τὸν] τήν.

sch nub

1432a

οὐ ταυτόν, ὦ τᾶν: οἱ μαθηταὶ Πυθαγόρου, ἂν ἐρωτώμενοι φυσικήν τινα αἰτίαν οὐκ εἶχον εἰπεῖν, προεῖπε δὲ περὶ ταύτης ὁ Πυθαγόρας τι ἀνα‐ πόδεικτον, αὐτοὶ καταφεύγοντες εἰς τὸ τοῦ διδασκάλου ἀξίωμα· αὐτὸς ἔφατο, ἔλεγον. ἀπορηθεὶς νῦν καὶ ὁ Φειδιππίδης, πῶς, ἐπεὶ ἀλεκτρυόνας μιμεῖται,
5οὐχὶ καὶ κόπρου ἐσθίει κἀπὶ ξύλου κάθηται ἢ καθεύδει, τὰ ὅμοια τοῖς Πυθαγο‐ ρείοις μικρόν τι παρατρέπων φησίν· οὐ ταυτόν ἐστιν, ὦ τᾶν, καὶ ὦ φίλος, οὐδ’ ἂν τῷ Σωκράτει δοκοίη.

sch nub

1432b

τᾶν· εἰς τὸ “ταν” κἄν τε ὀξεῖαν θείη τις κἄν τε περισπωμένην, οὐχ ἁμαρτάνει. ὀξεῖαν μὲν διὰ τὸ “τὰ εἰς αν καὶ ὀξύνεται καὶ μακρὸν ἔχει τὸ α”· περισπωμένην, ὅτι πᾶν ὄνομα μονοσύλλαβον πλὴν τοῦ “τίς” μακρόν ἐστι καὶ
περισπᾶται πλὴν τῶν γινομένων ἀπὸ μελλόντων δισυλλάβων.

sch nub

1433

πρὸς ταῦτα μὴ τύπτε: οἱ παλαιοὶ τὸν ἔχοντα στίχον, τὸν “οὐ ταυτόν”, καὶ τὸν “πρὸς ταῦτα μὴ τύπτε με τῷ Φειδιππίδῃ προσάπτουσι, τὸν δὲ “καὶ πῶς ὅλον τῷ Στρεψιάδῃ. ὅπως δ’ ὁ Τζέτζης φησίν, ἄκουε. Φει‐ διππίδου φαμένου· τὸ ἐσθίειν κόπρου κἀπὶ ξύλου καθεύδειν οὐκ ἂν Σωκράτει
5δοκοίη, φησὶ Στρεψιάδης· πρὸς ταῦτα μὴ τύπτε. εἰ κατὰ τοὺς ἀλεκτρυόνας πατροτυπτεῖν θέλεις, κάθευδε κἀπὶ ξύλου καὶ τῆς κόπρου ἔσθιε κατ’ αὐτούς. πρὸς ταῦτα, ἃ λέγω, μὴ τύπτε τριτημόριον ὢν ἀλεκτρυόνος καὶ οὐχ ὁλόκληρος ἀλεκτρυών. εἰ δὲ μή, σαυτόν ποτε αἰτιάσῃ ἤτοι σωφρονισθήσῃ, ὡς οἱ πατραλοῖαι. καὶ πάλιν κατὰ τὸν Τζέτζην τὸ “καὶ πῶς μόνον φησὶν ὁ Φειδιππίδης, ὁ
10Στρεψιάδης δέ· ἐπεὶ σὲ μὲν δίκαιός εἰμ’ ἐγὼ κολάζειν, σὺ δὲ κολάσεις τὸν υἱόν, ἢν γένηταί σοι. οὕτω γράφων ὁ Τζέτζης ὀρθοῖ καὶ τὰ πρόσωπα καὶ νοῦν τὸν τοῦ λόγου.

sch nub

1436a

ἐγχανὼν: γελάσας.

sch nub

1436b

ἐγχανὼν] καταγελάσας.

sch nub

1438

συγχωρεῖν δοκεῖ τὰ ἐπιεικ: ἐᾶν δοκεῖ μοι τοὺς παῖδας τὰ ἐπιεικῆ καὶ μέτρια καὶ δίκαια δρᾶν καὶ τύπτειν τοὺς πατέρας ἁμαρτάνοντας.

sch nub

1452

ταυτὶ δι’ ὑμᾶς: ὁ Στρεψιάδης τὰς Νεφέλας ὑπαιτίους ποιεῖται τῆς παρὰ τοῦ παιδὸς αὑτοῦ Φειδιππίδου πατροτυψίας, καὶ τῆς ἀσεβείας, ἣν ἠσέβη‐ σεν εἰς θεοὺς πιστεύσας αὐταῖς ὡς μόναις οὔσαις θεαῖς. αἱ δὲ τὸν τρόπον αὐτοῦ αὐτῷ ὑπαίτιον τῶν κακῶν φασι γεγονέναι σκαιότητος ὄντα καὶ κακουργίας
5μεστόν. καὶ πάλιν οὑτοσὶ πρὸς αὐτάς· τί δέ μοι, φησί, τοῦτο οὐ προηγορεύετε, ἀλλ’ ἀγροδίαιτον ἄνδρα καὶ γέροντα ἀνεπείσατε καὶ ἀνεπτερώσατε εἴς τε ἀδικίαν τοσαύτην καὶ εἰς ἀσέβειαν, καὶ τέλος εἰς ἀχανὲς συμφορῶν κατεσείσατε βάραθρον; αἱ δέ· ἡ σὴ τροφός, γερόντιον, οὐ προεῖπε καταμυθολογοῦσά σοι, πόσα ὁ δαίμων σανδάλια ὑποπέζια, περιβαρίδας, ἁπλᾶς, καλτίους, πέδιλα
10καὶ ἄλλα εἴδη ἐμβάδων περιρρηγνύει, ὡς τοὺς φίλους αὐτῷ εἰς τὸ δίκρουν ξύλον μετεωρήσειεν; οὕτω καὶ ἡμεῖς δρῶμεν τοὺς πονηρούς, ὦ Στρεψιάδη, βεστίτζη καλέ.

sch nub

1457

ἐπήρατε] ἀνεπείσατε καὶ
ἀνεπτερώσατε.Column end

sch nub

1457,col 2

ἐπήρατε] ἐπλανήσατε διὰ
τὸν λόγον.Column end

sch nub

1458

ἀεὶ] ἡμεῖς.

sch nub

1462

πονηρά] λυπηρά.

sch nub

1464a

νῦν οὖν ὅπως: μετατρέπει τὸν λόγον πρὸς Φειδιππίδην καί φησι· νῦν οὖν, ὦ φίλτατε—λείπει τὸ “φρόντισον”—ὅπως καὶ πῶς ἀπολεῖς μετ’ ἐμοῦ Σωκράτην καὶ Χαιρεφῶντα.

sch nub

1464b

ὅπως] φρόντισον.

sch nub

1468

πατρῷον Δία: τινὲς μακρηγορήματι πόσῳ πατρῷον Ἀπόλλω καὶ Δία φασὶν ἐν ταῖς Ἀθήναις τιμᾶσθαι. ἡμεῖς δὲ συντόμως φαμέν· ναὶ ναί, καταιδέσθητι τὸν πατρῷον Δία καὶ τὴν πατρῴαν παράκλησιν. ὁ Ζεὺς γὰρ πολλοῖς τιμᾶται ὀνόμασιν ἄλλοις, καὶ μυρία δὲ ὀνόματα ἕτερα πρὸς τὰς
5παρακλήσεις ἔχει ὀνόματα, πατρῷος, ὁμόγνιος, φίλιος καὶ τὰ ὅμοια. Δῖνος καὶ τἄλλα σαφῆ· ἃ γὰρ Φειδιππίδην πρὶν αὐτὸς ἐδίδασκεν ὡς σπουδαῖα, νῦν
γελοίως ἀκούει.

sch nub

1474a

χυτραιοῦν ὄντα: χύτρα χυτραιοῦς. τὸν δῖνον λέγει τὸν ὀστρακοῦν ποτῆρα. Σωκράτους γὰρ τήν τε βροντὴν καὶ τὸν κεραυνὸν ἐκ δίνου καὶ συστρο‐ φῆς, ἀλλ’ οὐ Διός, διδάσκοντος αὐτῷ γίνεσθαι οὐ Δῖνόν τινα κλῆσιν ὁ Στρε‐ ψιάδης ἐκβάλλειν τὸν Δία τῆς ἀρχῆς ὑπετόπασε καὶ ἀντὶ Διὸς ἄρχειν ἐκεῖνον,
5ἀλλ’ ἀγροικικώτερον ἕνεκα τοῦ πλείονος γέλωτος ποτῆρά τινα κεραμεοῦν καὶ ὀστράκινον.

sch nub

1474b

ἤγουν πήλινον· πρὸς τὸν δῖνον ταῦτα λέγει.

sch nub

1474c

χυτρεοῦν] πήλινον· ἀπὸ χύτρας.

sch nub

1480a

ἀδολεσχί: φλυαρίᾳ· ἀπὸ τοῦ ἄδην καὶ αὐτάρκως, ἠθροισμένων ἀπόρων καὶ προσαιτῶν ἐν λέσχαις καὶ πτωχοδόκοις οἴκοις ἐμπύροις.

sch nub

1480b

ἀδολεσχία σημαίνει δʹ· ἡ φιλοσοφία, ἡ ὀλιγωρία, ἡ φλυαρία
καὶ τὸ παίγνιον.

sch nub

1481a

(v.l.?) μου] μοι.

sch nub

1481b

γραφὴν] τιμωρίαν.

sch nub

1482a

διωκάθω] διώξω.

sch nub

1482b

γραψάμενος] κατηγορήσας.

sch nub

1483a

ὀρθῶς παραινεῖς: ὡς δῆθεν ἀνανεύσαντος τοῦ ὑποκριτοῦ τοῦ εἰς τύπον ὄντος εἰδώλου Ἑρμοῦ.

sch nub

1483b

1483] πρὸς ἑαυτὸν λέγει ταῦτα.

sch nub

1485

ἀδολεσχῶν: ἀπὸ εὐθείας τῆς “ὁ ἀδολέσχης”· ὁ ἀδόλεσχος δὲ “ἀδολέσχων”.

sch nub

1486a

σμινύην: δίκελλαν.

sch nub

1486b

σμινύδα (sic)] ἀξίνην.

sch nub

1489a

ἕως] ὅπως.

sch nub

1489b

αὐτοῖς] αὐτῶν.

sch nub

1489c

ἐμβάλῃς] ῥίψῃς.

sch nub

1490a

δᾷδα: πῶς ὄπισθεν αἰτιώμενος τὸ εἰσάγειν δᾷδας καὶ λέγειν· ἰου ἰού, νῦν αὐτὸς λέγει ταῦτα; ὅτι καὶ δᾳσὶν ἐκεῖνοι ἐμπύροις τινὰ ἐνεπίμπρων καὶ ἐπὶ πολὺ τὸ “ἰου ἰού” εἰς θρηνῳδίαν παρέτεινον καὶ ἀτερπῆ σύγχυσιν, οὗτος δὲ λόγοις φησὶ ταῦτα ἢ καὶ δρᾷ μετρίῳ καὶ σώφρονι, οὐκ ἀγοραίῳ
5μιμήματι.

sch nub

1490b

ἡμμένην] ἁπτομένην.

sch nub

1496

1496] ὡς καὶ Σωκράτης ἔφη.

sch nub

1498

ἐκεῖνος] ἐστίν.

sch nub

1500

1500] εἰ οὐ συντριβῇ ἡ
ἀξίνη.Column end

sch nub

1500,col 2

μὴ ... ἐλπίδας] μὴ κλασθῇ.Column end

sch nub

1502

ἐτεόν] ἀληθῶς.

sch nub

1506

ὑβρίζετον] ὑβρίζετε.

sch nub

1507

καὶ τῆς σελήνης τὴν ἕδραν: τὸν στηριγμόν, ἤτοι ἐν ποίᾳ σφαίρᾳ ἐστί·
χάριν γέλωτος, τὴν πυγὴν δ’ οὗτος λέγει.Column end

sch nub

1509,col 2

ὡς] ὅτι.Column end

sch nub

1510a

ἡγεῖσθ’ ἔξω: τοῦτο ἔστιν ἡ καλουμένη ἔξοδος τοῦ χοροῦ. παρακε‐ λευόμενοι δὲ ἀλλήλους οἱ τοῦ χοροῦ, ὡσαύτως δὲ καὶ τοὺς θεατάς, φασίν· ἤδη ἔξω πορεύεσθε· σήμερον γὰρ συμμέτρως κωμῳδήσαντες ἐχορεύσαμεν.

sch nub

1510b

1510] ἔξοδος τοῦ χοροῦ.