TLG 5014 015 :: SCHOLIA IN ARISTOPHANEM :: Commentarium in plutum (recensio 1) (scholia recentiora Tzetzae) SCHOLIA IN ARISTOPHANEM Schol. Commentarium in plutum (recensio 1) (scholia recentiora Tzetzae)
Cf. et 5014 021 Citation: Argumentum-dramatis personae-scholion — verse — (line) | ||
arg plut1(t) | ΥΠΟΘΕΣΙΣ ΠΛΟΥΤΟΥ. | |
1 | Χρεμύλος τις ὢν πρεσβύτης πένης καὶ ἔχων υἱόν, κατανοήσας ὡς οἱ φαῦλοι τῶν ἀνθρώπων τὸ τηνικαῦτα εὖ πράττουσιν, οἱ δὲ χρηστοὶ ἀτυ‐ | |
---|---|---|
5 | χοῦσιν, ἀφικνεῖται ἐς θεοῦ, χρησό‐ μενος πότερον τὸν παῖδα σωφρόνως ἀναθρέψει καὶ ὅμοιον ἑαυτοῦ τοῖς τρόποις διδάξειεν—ἦν γὰρ αὐτὸς χρηστός—ἢ φαῦλον, ὡς τῶν φαύλων | |
10 | τότε εὖ πραττόντων. ἐλθὼν οὖν εἰς τὸ μαντεῖον, περὶ μὲν ὧν ἤρετο οὐδὲν ἤκουσε, προστάττει δὲ αὐτὸν ἐν τῷ ἐξιέναι, ὃν ἂν καθέξει πρῶτον, κα‐ τασχεῖν. ὀπτάνεται γοῦν αὐτῷ Πλοῦ‐ | |
15 | τος τυφλός, καὶ ἀκολουθεῖ τούτῳ, | |
καὶ τὰ λοιπά. | 1 | |
ind per plut1(t) | ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ. | |
t | Καρίων οἰκέτης. Χρεμύλος δεσπότης. Πλοῦτος. Χορὸς ἀγροίκων. Βλεψίδη‐ | |
t | μος. Πενία. Γυνὴ Χρεμύλου. Ἀνὴρ δίκαιος. Ἕτερος ἀνήρ. Συκοφάντης. Γραῦς | |
t | ἡ φίλη τοῦ μειρακίου. Νεανίας. Ἑρμῆς θεός. Ἱερεὺς Διός. | |
sch plut1(t) | ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΤΖΕΤΖΟΥ | |
t | ἘΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ | |
t | ἈΡΙΣΤΟΦΑΝΗΝ. | |
sch plut1a | ὁ θεράπων δυσφορεῖ, τοῦ δεσπότου ἑπομένου τυφλῷ ἀνδρί· οὕτω δὲ 〈τοῦ〉 “ὡς” πέπλεκται ἡ διάνοια· τὸ γὰρ “ὡς” ἐνταῦθα | |
5 | δηλωτικόν ἐστιν ἐπιτάσεως· δύο γὰρ δηλοῖ τὸ “ὡς”, τὸ κατ’ ἐπίτασιν καὶ τὸ θαυμαστικόν. ἅπαν δὲ οὐ διὰ τὴν τύχην, ἀλλὰ διὰ τὸ ἐπαχθὲς τῶν δεσποτῶν. | |
sch plut1b | ἀργαλέον: χαλεπόν, δύσκο‐ | |
λον, δυσάρεστον· εἴρηται δὲ παρὰ τὸ ἄλγος “ἀλγαλέον” καὶ κατὰ τροπὴν τοῦ λ εἰς ρ “ἀργαλέον”· ἢ ἔργον | 3 | |
5 | παρὰ τοῖς παλαιοῖς τὸ δυσχερές, ἐκ τούτου παράγωγον τὸ “ἀργαλέον”, ὡς ἀπὸ τοῦ “ἔπω” “ἀπύω”. | |
sch plut1c | ὦ Ζεῦ: τὸν Δία παρέλαβε κατ’ ἐξοχὴν τῶν ἄλλων θεῶν ὡς τὸ “Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε”. κἀκεῖ γὰρ τὸν Ἕκτορα ὀνομάζων | |
5 | κατ’ ἐξοχὴν παρείληπται. | 4 |
sch plut2a | χαλεποῦ ὄντος τοῦ ὑπηρετεῖν, χαλεπώτερον γίνεται, ἐὰν καὶ ἀνοήτῳ δεσπότῃ τις ὑπηρετῇ. | |
sch plut2b | δοῦλον γενέσθαι: τὸ ὅλον οὐ πρὸς τὴν τύχην ἐστίν· οὐ γὰρ ὅτι δοῦλός ἐστι λυπεῖται, ἀλλὰ πρὸς τὴν διαφορὰν τῶν κεκτημένων ἔθηκε τὸ | |
5 | “παραφρονοῦντος”. | 5 |
sch plut3a | 〈δοῦλοσ〉 ἀπὸ τοῦ μετὰ δέους λάειν ἤγουν βλέπειν· δεσπότης ὁ τοῦ δέους ποιητής. | |
sch plut3b | λέξας τύχῃ: ἀντὶ τοῦ “λέ‐ ξῃ” ἀττικῶς· ἦ τὸ “τύχῃ” ἔχει ἔμφασιν, ἀντὶ τοῦ “τυχαίως πως λέγουσιν οἱ δοῦλοι λόγους καλούς”· | |
5 | οὐ γὰρ ἀπὸ μαθήσεως διδάσκονται τὸ λέγειν καλῶς. | |
sch plut3c | ἢ “ἐὰν γὰρ τύχῃ λέξας τὰ βέλτιστα” ἀντὶ τοῦ “λέξῃ”, ἢ “ἐὰν γὰρ λέξας τὰ βέλτιστα τύχῃ” ἤγουν “τυχαίως”. “βέλτιστος” παρὰ τὸ | |
5 | βέλλω, ὅθεν καὶ βολὴ καὶ βέλος γίνεται· ῥηματικὸν ὄνομα τὸ “βελ‐ τός”, καὶ τὸ συγκριτικὸν “βέλτερος”· “ἀπολέσθαι ἕνα χρόνον βέλτερον ἠὲ βιῶναι”. ὁ δεύτερος τύπος “βελτίων βέλτι‐ | |
10 | στος”. αὐτὸ μὲν τὸ εἶναί τινα δοῦλον λίαν ἐστὶ πικρὸν καὶ ἐπώδυνον· εἰ δὲ καὶ παραφρονοῦντος δεσπότου ἐστί τις δοῦλος, τοῦτο τῶν *** | |
sch plut5 | μετέχειν: πρὸς τὸ ποιητικόν· | |
“ἥμισυ γάρ 〈τ’〉 ἀρετῆς 〈ἀποαίνυται〉 εὐρύοπα Ζεὺς ἀνέρος εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι”. τί γὰρ κακὸν μεῖζον τοῦ τὰ ἐναντία | 6 | |
5 | ἑαυτῷ διαπράττεσθαί τινα, ἐν τῷ μὴ ποιεῖν ἃ βούλεταί τις καὶ τῆς τῶν ἄλλων ἀφροσύνης ἀνέχεσθαι· | |
sch plut8a | καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. ἔστι δὲ τὸ σχῆμα ἀπο‐ | |
θετικὸν τῆς πρώτης ἐννοίας. | 7 | |
sch plut8b | τῷ δὲ Λοξίᾳ: τοῦτο παρα‐ γραφὴ λέγεται· ἤτοι τῷ Ἀπόλλωνι τῷ λοξὴν ἰὰν πέμποντι, λοξῶς γὰρ μαντεύεται ὁ θεός· ἢ τῷ λοξὴν | |
5 | πορείαν ποιουμένῳ, ὁ αὐτὸς γάρ ἐστι τῷ ἡλίῳ. ἄλλως. τῷ δὲ Λοξίᾳ: τῷ Ἀπόλλωνι τῷ λοξῶς ἰάνοντι τουτέ‐ στι φωνοῦντι, λοξῶς γὰρ μαντεύεται ὁ θεός· ἢ τῷ λοξὴν ἴαν τουτέστι | |
10 | πορείαν ποιουμένῳ, ἀπὸ τοῦ ἴημι τὸ ἔρχομαι· λοξῶς δὲ κινεῖται ὁ ἥλιος διὰ τοῦ ζῳδιακοῦ κύκλου· ὁ γὰρ | |
Ἀπόλλων εἰς τὸν ἥλιον ἀλληγορεῖται. | 8 | |
sch plut9a | ὃς θεσπιῳδεῖ: ἐτραγικεύσατο τῇ τέχνῃ. ὁ γὰρ Πύθιος ἐπὶ τρίποδος καθήμενος χρησμῳδεῖ, καλεῖται δὲ τὸ μέρος, ἐν ᾧ κάθηται, ὅλμος. | |
sch plut9b | τρίποδι χρᾶται ὁ Ἀπόλλων μαντευόμενος· διὰ τὰς τρεῖς ταύτας τάξεις φησί, διὰ τὰ ἐόντα, τὰ ἐσόμενα καὶ τὰ μέλλοντα 〈καὶ τὰ πρὸ ἐόντα〉. | |
5 | τριῶν οὐσῶν τῶν τεχνῶν τοῦ θεοῦ, δύο ἐμνήσθη, ἰατρικῆς καὶ μαντικῆς, μουσικῆς δὲ οὔ, ὡς μὴ χρείαν ἐχού‐ σης πρὸς τὸ παρόν. ἄλλως. τρίποδι χρᾶται ὁ Ἀπόλλων μαντευόμενος | |
10 | διὰ τοὺς τρεῖς καιρούς, τὸν ἐνεστῶτα, τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα. τινὲς δέ φασι κτήσασθαι τὸν τρίποδα οὕτως. ἁλιεῖς μισθῷ βῶλον ἔρριπτον ἵνα τὸ ἀναφερόμενον ᾖ τοῦ ἀγοράσαν‐ | |
15 | τος τὸν βῶλον. ἠγόρασαν οὖν τινες· εἶτα ἀνηνέχθη τρίπους χρυσοῦς· ἐφιλονείκουν οὖν περὶ αὐτοῦ καὶ ἔλεγον ὡς “πᾶν τὸ ἀνιὸν ἠγοράσαμεν τῇ αὐτοῦ τύχῃ.” ὥστε οὖν φιλο‐ | 9 |
20 | νεικούντων ἔδοξαν ἐρωτῆσαι τὸν Ἀπόλλωνα, ὁ δὲ διῄτησε δοθῆναι αὐτὸν τῷ σοφῷ. προσήγαγον οὖν αὐτὸν τοῖς ἑπτὰ σοφοῖς· ἕκαστος δὲ τούτων παρῃτεῖτο λέγων σοφὸς μὴ | |
25 | εἶναι. ἔδοξαν οὖν αὐτὸν ἀναθεῖναι τῷ Ἀπόλλωνι ὡς σοφωτάτῳ πάντων· ὅθεν λόγος ἐσχηκέναι αὐτὸν τὸν τρίποδα· ἡ δὲ λέξις τὸ θεσπιῳδεῖν ἐτυμολογεῖται οἱονεὶ θεοεπᾴδειν χρυ‐ | |
30 | σοῦς δέ ἐστιν ὁ τρίπους ὅτι μία ἡ | |
ὕλη καὶ οἱ ᾀδόμενοι χρησμοὶ τίμιοι. | 10 | |
sch plut10 | μέμψιν δικαίαν: νέμεσις καὶ μέμψις διαφέρει· νέμεσις ((γὰρ)) ἡ δικαία αἰτίασις, μέμψις δέ ποτε καὶ ἡ ἄδικος διὰ τοῦτο προσέθετο τὸ “δικαίαν”. | |
sch plut11a | ἰατρὸς: τῶν δυοῖν ἀρετῶν μέμνηται τοῦ θεοῦ κατὰ τὸ παρόν; θεσπιῳδίας τε καὶ τῆς ἰατρικῆς. εὐκαίρως δὲ τὴν μνήμην τούτων | |
5 | ἐποιήσατο· ἰατρικῆς μέν, ὅτι ἀνίατον ἔπεμψε τὸν δεσπότην καὶ τὴν μὴ προσοῦσαν αὐτῷ μελαγχολίαν περι‐ ῆψε, θεσπιῳδίας δὲ διὰ τὸ προσεχὲς τῆς ἐκεῖθεν ἐξόδου. τριῶν δὲ οὐσῶν | |
10 | τεχνῶν ὧν μετεῖχεν ὁ θεός, μέμνηται νῦν τῆς μαντείας καὶ ἰατρικῆς, παρῆ‐ κε δὲ τὴν μουσικὴν ὡς ἐπὶ τοῦ παρόν‐ τος μὴ χρείαν αὐτῆς ἔχων. ἢ διὰ τοῦ εἰπεῖν “σοφός” τὴν μουσικὴν αἰνίτ‐ | |
15 | τεται· πρὸς τὸ χάριεν οὖν διαβάλλει | |
τὸν θεόν, ὅτι τῶν ἄλλων ἰατρὸς ὢν οὐκ ἰάτρευσεν αὐτόν, ἐξέπεμψε δὲ πρὸς τούτῳ καὶ τῆς προσούσης αὐτῷ συνέσεώς τε καὶ σοφίας ἐστέρησεν, | 11 | |
20 | ἐκταράξας τῇ μαντείᾳ· τοῦτο οὖν ἔοικε λέγειν, ὅτι διὰ τῶν ἑαυτοῦ μᾶλλον ἀρετῶν ἔβλαψε τὸν δεσπότην ἤπερ ὠφέλησε, καὶ διὰ μὲν τῆς μαντείας ἐτάραξε, διὰ δὲ τῆς ἰατρι‐ | |
25 | κῆς μελαγχολᾶν ἐποίησε, διὰ δὲ τῆς σοφίας, ὅ ἐστι τῆς φρονήσεως, τοῦ φρονεῖν αὐτὸν ἀφείλατο. ψεύδεται ὁ δοῦλος· οὐ γὰρ ἀλήθειαν λέγει, ἐπεὶ ἐκεῖνος κατὰ πρόσταξιν θεοῦ | |
30 | τοῦτο πεποίηκεν. | |
sch plut11b | διστακτικὸν εἶπεν “ὥς φασιν”: “οἱ μὲν γὰρ ἄλλοι σοφὸν αὐτὸν λέγουσιν, ἐγὼ δὲ ἀπ’ ἔργων ὧν βλέπω κρίνω τοῦτον ἄτεχνον | |
5 | μάντιν καὶ ἄτεχνον ἰατρόν”. | |
sch plut15a | οἱ γὰρ βλέποντες: τὸ εὔηθες καὶ μανικὸν κατηγορεῖ τοῦ δεσπότου ἐκ τοῦ παράπαν ἐναντίου· ἡγεῖσθαι γὰρ προσήκει, οὐχ ἕπεσθαι | |
5 | τυφλῷ. | 12 |
sch plut15b | 〈ἡγούμεθα〉 καὶ ἡγεμονεύ‐ ομεν· ἡγοῦμαι τὸ προπορεύομαι, δοτικῇ· τὸ δὲ ἡγομονεύω, γενικῇ. | |
sch plut17a | “καὶ ταῦτ’ ἀποκρινομέ‐ νου καὶ λαλοῦντος τοῦ τυφλοῦ οὐδὲ γρῦ”. ἔστι γὰρ ὅτε λαμβάνεται τοῖς ποιηταῖς ἡ ἀπόκρισις ἀντὶ ἁπλῆς | |
5 | ὁμιλίας. | |
sch plut17b | γρύ: βραχύ. ἔστι δὲ ὄνυχος | |
ῥύπος· τινὲς δὲ παρὰ τὸν γρυλλισμὸν τουτέστι τὴν φωνὴν τῶν χοίρων· ἢ εἶδος νομίσματος· γρὺ τὸ μικρόν, | 13 | |
5 | ὅθεν καὶ γρύτη, τὰ μικρὰ σκεύη. ἔστι δὲ τὸ σχῆμα παρ’ ὑπόνοιαν. | |
sch plut21 | οὐ γάρ με τυπτήσεις: ἔθος εἰς θεοὺς ἀπιόντα στεφανοῦσθαι καὶ ἀνεύθυνον εἶναι. πρὸς τὸ ἔθος οὖν ἀνακομιζόμενοι ἐκ τοῦ μαντείου | |
5 | ἐστεφανηφόρουν. ἄλλως. ἡ στεφανη‐ φορία τοῖς εἰς θεὸν ἀπιοῦσι δούλοις τε καὶ ἐλευθέροις ἰσοτίμως ἐδίδοτο, οὐδὲν πλεονεκτήματος τεκμήριον ἐλευθέροις δωρουμένη, οὐδὲ μὴν | |
10 | δούλοις ὀνειδίζουσα τὸ τῆς τύχης ὑποδεές, ἔπαιξε δὲ ἅμα χαριέντως καὶ δυσωπητικῶς. | |
sch plut23a | ἵνα μᾶλλον: ἤτοι τῆς τοῦ στεφάνου περιθέσεως στερισκόμενος. | |
sch plut23b | ἵνα μᾶλλον ἀλγῇς: δεχό‐ μενος τὰς τῶν πληγῶν καταγωγὰς διὰ τὸ γυμνῆς καθικνεῖσθαι τῆς κεφαλῆς. | |
sch plut23c | λῆρος: χαριέντως καὶ σκο‐ πὸν ἤνυσε καὶ ὑβρίζειν οὐκ ἔδοξε καίπερ λυπούμενος· ἐπεὶ τὸν δεσπό‐ την ἔμελλεν ὑβρίζειν, εὐστόχως οὐκ | 14 |
5 | εἶπε “ληρεῖς”, ἀλλ’ ἀορίστως “λῆρος”. | |
sch plut25 | πάνυ σφόδρα: ὅτι σύνηθες παρ’ ἀλλήλοις τὰ ἰσοδυναμοῦντα τίθεσθαι· γέγονε δὲ ἐξ ἀμφοτέρων οὕτως καὶ τὸ “τυχὸν ἴσως” | |
sch plut27 | κλεπτίστατον: τὸ σχῆμα παρ’ ὑπόνοιαν. ἀντὶ τοῦ εἰπεῖν “εὐνούστατον”, παίζων κωμικῶς ἅμα καὶ χαριεντιζόμενος διὰ τὸ τῆς | |
5 | κωμῳδίας μειδιαστικόν, ἅμα δὲ καὶ τὸν οἰκέτην ποιεῖ ἀποδοχῆς τυγχά‐ νοντα καὶ χλεύης παρὰ τοῦ δεσπότου· ἦν γὰρ ἐλπὶς τῷ πρώτῳ συμφώνως λεχθήσεσθαι καὶ τὸ δεύτερον. ἢ ἀντὶ | |
10 | τοῦ “κερδαλέον καὶ συνετόν”—καὶ Ὅμηρος “κλέπτε νόῳ”, παραλογί‐ ζου—, ἢ “μυστηριακώτατον”· τὰ γὰρ μυστήρια κρυφίως γίνεται. | |
sch plut29 | οἶδά τοι: οἶδα, φησίν, ὅ τι αἰνίττεται τοῦ δράματος ὁ σκοπός. | |
sch plut30a | ἱερόσυλοι ῥήτορες: ἦ ὡς κλέπτοντες τὸ ἱερόν, ἤγουν τὴν ἀλήθειαν. | |
sch plut30b | ῥήτορες: οἱ συνήγοροι καὶ | |
οἱ τὴν ἰδίαν ἀπεμφαίνοντες γνώμην. | 15 | |
sch plut31a | συκοφάνται: λιμοῦ γενο‐ μένου ἐν τῇ Ἀττικῇ λάθρα τὰς συκᾶς ἀφιερωμένας τοῖς θεοῖς ἐκαρποῦντο, μετὰ δὲ ταῦτα εὐθηνίας γενομένης | |
5 | κατηγόρουν τούτων καὶ ἐκεῖθεν συ‐ κοφάνται λέγονται. | |
sch plut31b | “πονηρός” ὁ κακοῦργος, | |
“πόνηρος” ὁ ἄθλιος. | 16 | |
sch plut33 | ταλαιπώρου: τοῦ τλητικοῦ ἢ τοῦ τετληκότος· “ταλαίπωρος” δὲ παρὰ τὸ τλῆναι. τὸν πῶρον ὅ ἐστι τὸ πάθος· φησὶ καὶ Ἀντίμαχος· | |
5 | “πῶρόν τ’ ἐν ἀλόχοισιν καὶ οἷς τεκέεσσιν ἔθεντο.” λέγονται δὲ ταλαίπωροι οἱ ἐκ τῶν τληπαθειῶν ἐννεοὶ γενόμενοι καὶ οἷον πωρούμενοι κατὰ τὸν τῆς Νιόβης λόγον τὰ γὰρ περὶ αὐτῆς μυθολο‐ | |
10 | γούμενα ἀπίθανά τε καὶ ἀδύνατα. | |
sch plut34a | ἐκτετοξεῦσθαι: ἐκκε‐ νῶσθαι, ἐκ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων 〈τὰ βέλη〉· ἢ ὑπὸ τῶν τόξων τῆς εἱμαρμένης ἀπο‐ | |
5 | λωλέναι. ἄλλως. ἀντὶ τοῦ ἐξοίχεσθαι πρὸς ἀπόληξιν τῆς ἐν αὐτῷ διατριβῆς ἐκπίπτοντα. ἄλλως. ἀπολωλέναι ἀπὸ τῶν τοξευομένων ἢ τὰ βέλη ὅλα ἀφιέντων τοξοτῶν. | 17 |
sch plut34b | ἐκ μεταφορᾶς τῶν τὰς ἰδίας σαρίσσας ἐκτοξευσάντων ἐκκενῶ‐ σθαι καὶ ἀπαντληθῆναι. | |
sch plut37 | ἀπὸ μεταφορᾶς τοῦ σώματος· ὥσπερ γὰρ ἐν τῷ σώματι, ὅταν ὑγιαίνωσι τὰ στοιχεῖα καὶ μένωσιν εἰς τὴν οἰκείαν τάξιν, σῴζεται τὸ | |
5 | σῶμα, οὕτω καὶ ἡ ἀλήθεια ὅταν ἔχῃ τοὺς λόγους ὀρθούς, λέγομεν “ὑγιαί‐ νει”, ὅταν δὲ μὴ οὕτως, λέγομεν “νοσεῖ”. | |
sch plut39 | ἐκ τῶν στεμμάτων: ὅτι στεφάνῳ δάφνης ἔστεπτο ὁ τρίπους, ἐφ’ οὗ καθῆτο ἡ Πυθία χρησμῳ‐ δοῦσα. καλεῖται δὲ τὸ μέρος, ἐν ᾧ | |
5 | κάθηται, ὅλμος. ὁ Ἀπόλλων ἐρα‐ σθεὶς τῆς Δάφνης τῆς θυγατρὸς τοῦ Λάδωνος τοῦ ποταμοῦ καὶ τῆς Γῆς καὶ μὴ δυνηθεὶς περιγενέσθαι αὐτῆς ἅτε καταχωσθείσης τῇ γῇ κἀκεῖθεν | 18 |
10 | δάφνης ἀναδοθείσης, δάφνινον στέ‐ φανον ποιησάμενος, τῷ αὐτῷ τρίποδι | |
ἀπῃώρησεν. | 19 | |
sch plut45a | τὸ “ξυνίεις” ἐπὶ ἐνεστῶτος δίφθογγον· ἐπὶ δὲ παρατατικοῦ η; ξυνίημι καὶ ὁ παρατατικὸς ξυνίην ξυνίης. | |
sch plut45b | ἐπίνοιαν τοῦ θεοῦ: ἔννοια γάρ ἐστιν ἡ γνῶσις· ἐπίνοια δὲ ἡ ἔχουσα ἐν ἑαυτῇ κρύψιν τινά. | |
sch plut46 | ἀπὸ τῶν πυλῶν τῶν ὀνομαζο‐ | |
μένων Σκαιῶν. | 20 | |
sch plut48 | δηλονοτιὴ καὶ τυφλῷ: ἤτοι πρὸς τὸν Πλοῦτον αἰνιττόμενος ἢ παρὰ τὸ πηρὸν τῷ νῷ—“νοῦς” γὰρ “ὁρᾷ καὶ νοῦς ἀκούει”— | |
5 | καθάπερ ὁ τυφλὸς τὴν πορείαν εὐθεῖ‐ αν οὐ ποιεῖται. καὶ τὸ ὁμηρικόν· “καί κ’ ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα”. “τυφλῷ” δὲ οὐχὶ ὀφθαλμὸν ἀλλὰ τὴν καρδίαν, τουτέστιν ἀνοήτῳ. | |
10 | παροιμία· “τυφλῷ δῆλα τὰ μαρτύ‐ ρια”. τὸ δὲ ἑξῆς ὅτι σφόδρα ἐστὶ τοῦτο συμφέρον τὸ μηδὲν ὑγιὲς ἀσκεῖν. | |
sch plut51 | ἀπὸ μεταφορᾶς τῶν ζυγῶν. | 21 |
sch plut57a | ἢ τἀπὶ τούτοις: τὰ ἐπὶ τῇ | |
ἀπειλῇ. | 22 | |
sch plut57b | λέγειν οὖν χρή· “λόγῳ πεισθέντα βέλτιόν σοι ἐξειπεῖν ἢ βιασθέντα”· ἢ “ὡς μὴ λέγοντός σου βίαιόν τι διαπράξομαι”. | |
sch plut58 | ἵπτει γὰρ τὴν ὕβριν πρὸς τὸν | |
δεσπότην. | 23 | |
sch plut61 | τὸ εἶδος ἀντὶ γένους· τὸ ὅρκος εἶδος, τὸ δὲ εὐσέβεια γένος. | |
sch plut63 | ὄρνιν ἐκάλουν οἱ παλαιοὶ πᾶν τὸ ἐπὶ σημείῳ τινὶ καὶ τεκμηρίῳ παραβαλλόμενον· ἐκ μεταφορᾶς τῆς | |
οἰωνοσκοπητικῆς. | 24 | |
sch plut64 | μὰ τὴν Δήμητραν: ἐπικα‐ λεῖται τὴν Δήμητραν ὡς πένης καὶ ὡς χρείαν ἔχων τῶν ἀναγκαίων καὶ τῶν ἀπὸ τῆς γῆς καρπῶν καὶ ἵνα | |
5 | ἐπιδαψιλεύηται αὐτῷ τὰ ἀναγκαῖα δι’ ὧν ἂν ζώῃ. | |
sch plut66a | ὦ τάν: ὅτι οὐ πρὸς ἕνα μόνον τὸ “ὦ τάν” ἀλλὰ καὶ πρὸς δύο καὶ Κρατῖνός φησιν· “ἆρά γε ὦ τὰν ἐθελήσετε,” | |
5 | “τάν” καὶ φίλε, ἀπὸ τοῦ ἔτης, ὁ φίλος, τοῦ ἔτου· ἡ κλητικὴ “ὦ ἔτα” καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ν “τάν”. | |
sch plut66b | πώμαλα: οὐδαμῶς· ἔστι δὲ ἀττικόν· ἐπίρρημα ἀρνήσεως. | |
sch plut69a | ὡς ἐπὶ ἀψύχου τὸ “ἀναθείς” διὰ τὸ τυφλὸν αὐτὸν εἶναι. | |
sch plut69b | οὕτως τὴν αἰτιατικὴν ἀντὶ γενικῆς καὶ ἀντὶ δοτικῆς τὴν αἰτια‐ | |
τικὴν πολλάκις οἱ Ἀττικοὶ λέγουσιν. | 25 | |
sch plut70 | τραχηλιάζειν τὸ ἀλαζονεύε‐ σθαι, τραχηλίζειν τὸ μετὰ φόβου παρίστασθαί τινι· τὸ δὲ “γυμνοὶ καὶ τετραχηλισμένοι”, οἱ μετὰ φόβου | |
5 | καὶ κάτω τὰς κεφαλὰς ἔχοντες, οἱ γυμνοὶ καὶ ἀπερικάλυπτοι, ὑπὸ τῶν ἁμαρτιῶν ἐλεγχόμενοι, ἀπὸ μεταφο‐ ρᾶς τῶν προβάτων τῶν ἐκδερομένων καὶ δεικνύντων τὴν ἔνδον θέσιν. | |
sch plut74 | “ἡμεῖς γ’ ἂν βούλῃ, ἀπολύο‐ μεν”· τοῦτο δέ φασιν ἀπολύσαντες αὐτόν. ἄλλως. “ἐὰν καί σοι δοκῇ” τὸ ἀπολυθῆναι, κατὰ παράλειψιν | |
5 | ἀττικήν, “ἀφήσομεν”. | 26 |
sch plut79a | ἀνδρῶν: πεφυλαγμένως ποι‐ εῖται τὴν πρὸς θεοὺς ὑπέρθεσιν, ἵνα μὴ θεῶν ὑπερτιθεὶς κἀκείνους πάθει προσζεύξῃ ἢ ὅτι ἐν σχήματι ἀνδρὸς | |
5 | ἐφάνη ὁ Πλοῦτος· δεῖ δὲ ἐννοεῖν αὐτὸν ῥυπῶντα καὶ ταπεινὸν τὸ σχῆμα. | |
sch plut79b | διὰ τὸ φανῆναι ἐν σχήματι | |
ἀνδρὸς τὸν Πλοῦτον τοῦτό φησιν. | 27 | |
sch plut83a | τὸ “αὐτότατος” οὐ λέγεταί ποτε· τὰ γὰρ ἀόριστα τῶν πραγμά‐ των ἀνεπίτατα. εἰ οὖν ἀντωνυμία ἐπὶ οὐσίας λαμβάνεται, κατὰ τοῦτο ἐπί‐ | |
5 | τασιν οὐ δέχεται ὡς τὰ ἄλλα μέρη. πέπαικται δὲ τοῦτο κωμικῶς. | |
sch plut83b | παίζων λέγει· αἱ ἀντωνυμίαι οὔθ’ ὑπερθέσεις δέχονται οὔτ’ ἐπιτά‐ σεις. | |
sch plut84a | ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χέω· ὁ μὴ λουόμενος· τὸ δὲ ὗ πλεονάζει. | |
sch plut84b | ἐκ Πατροκλέους: εἷς ἦν τῶν λακωνικὸν βίον ζηλούντων, ἀθηναῖος, πλούσιος μὲν σφόδρα, ὡς κακόβιος δέ τις καὶ φιλοχρήματος | |
5 | καὶ σκνιφὸς κωμῳδεῖται, ὅστις ἕνεκα | |
τῆς φειδωλίας οὐδένα εἴα προσίεσθαι διὰ φυλακὴν τῶν χρημάτων καὶ γλίσχρου βίου. | 28 | |
sch plut87 | ὁ Ζεύς με: παρῴδηται ἐκ τοῦ Ἡσιόδου· “ἔκρυψαν δὲ θεοὶ βίον ἀνθρώποισι”· καὶ γὰρ ἀνόσιος ὁ 〈διὰ〉 τῆς ἀρετῆς | |
5 | πλοῦτος τοῖς δικαίοις εἰ χαυνωθεῖεν ἐκ περιουσίας. ἐνταῦθα ἀπορία ἐστί· πῶς οὖν νοούμενος εἰς τὸ πρῶτον ὁ Ζεὺς αἴτιον καὶ μᾶλλον βουλόμενος τοὺς ἀγαθοὺς εὖ πράττειν, ἐτύφλωσε | |
10 | τὸν Πλοῦτον; λέγομεν οὖν ὅτι, εἰ πᾶσι τοῖς ἀγαθοῖς παρείπετο τὸ πλουτεῖν, πάντες ἂν δι’ αὐτὸ μετῄεσαν τὴν ἀρετήν· οὗτος δὲ βουλόμενος οὐ διά τι χρήσιμον καὶ ἐπωφελὲς μετιέναι | |
15 | ταύτην ἀλλὰ δι’ αὐτὸ τὸ καλόν, | |
ἔσθ’ ὅτε καὶ ἀποτυχίαν χρημάτων τῷ βίῳ δίδωσιν, ἵν’ ἕκαστος ἐφίηται τῆς ἀρετῆς δι’ αὐτὴν τὴν ἀρετὴν καὶ μὴ διὰ τὸ ἐλπίζειν ὅτι πάντως διὰ | 29 | |
20 | τῆς ἀρετῆς εὐπορήσῃ χρημάτων. | |
sch plut88 | ἐγὼ μὲν ὢν μειράκιον: τοῦτό φησιν, ἵνα τὸ προπετὲς τῆς ῥήσεως ἐπὶ τὴν ἡλικίαν ἀνενέγκῃ καὶ ἐπὶ τὸ ἐξημμένον, καὶ δόξῃ συγγνώ‐ | |
5 | μην ἔχειν ἡ ἁμαρτία, ὅτι μειράκιον | |
ὢν ἠπείλησεν. | 30 | |
sch plut92 | φθονέω φθονῶ τὸ ζηλῶ καὶ φθονόω φθονῶ τὸ ἄφθονον ποιῶ· ἔστι δὲ τυχόν τις ἐπίφθονος δι’ ἀρετήν. | |
sch plut98 | ἄχρι τούτου φασὶ διὰ τοὺς Ἀθηναίους· σκώπτει γὰρ αὐτοὺς ὡς | |
πονηρούς. | 32 | |
sch plut103 | ἀντιβολῶ λέγεται τὸ ἐναν‐ τίως βάλλειν ἑαυτόν τις, ἤγουν ἔμπροσθεν τοῦ δεομένου· τινὲς δὲ λέγουσι τὸ ἐναντίον τοῦ βασιλέως | |
5 | πίπτειν. ἔστι δὲ τὸ πρῶτον κρεῖττον. | 33 |
sch plut109 | ἀτεχνῶς: ἀληθῶς· “τέχνη” γὰρ ὁ δόλος παρὰ τοῖς Ἀττικοῖς τὸ δὲ ἄνευ δόλου ἀληθές. ἔστιν “ἀτε‐ χνῶς” οἷον καὶ ἀτενῶς μετὰ περισσοῦ | |
5 | τοῦ χ. ἄλλως. ἁπλῶς, ἄνευ τέχνης· ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν μὴ τέχνῃ νικώντων ἀλλὰ δυνάμει. εἰ δέ τις παρὰ τὴν τέχνην λέγει τι ἢ ποιεῖ, οὐκέτι περισπωμένως ἀλλὰ | |
10 | βαρυτόνως· “ἀτέχνως ποιεῖς, ἀτέ‐ χνως λέγεις”. ὁ γὰρ τόνος διαστέλλει τὸ σημαινόμενον, τήν τε τῆς τέχνης στέρησιν καὶ τὸ ἀδιάφορον τῆς χρή‐ σεως. καὶ ὁ νοῦς· “κἂν φύσει τίς | |
15 | ἐστι χρηστός, ἐπὶ τὸ χεῖρον μεθίστα‐ ται ὑπὸ τῶν χρημάτων”. | |
sch plut111 | δύο μέρη τοῦ λόγου τὸ “ἁπαξάπαντες”, ὑφ’ ἓν δὲ ταττό‐ μενον, ὡς καὶ τὸ “ἁπαξαπλῶς”. | |
“οὐ, φησὶ δέ, πάντες, ἀλλ’ ὁμοῦ | 34 | |
5 | πάντες”. τὸ γὰρ “ἁπαξάπαντες” ἐπιτάσεως χάριν λαμβάνεται. | |
sch plut115 | ὀφθαλμίας: ἤγουν πηρώ‐ σεως. ὀφθαλμία γάρ ἐστι κυρίως ἡ | |
ἐκ πάθους γινομένη πήρωσις. | 35 | |
sch plut121 | περινοστεῖν: κυρίως μὲν νόστος ἡ ἀπὸ ἀλλοδαπῆς οἴκαδε ἄφι‐ ξις, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ τόπου εἰς τόπον μετάβασις καὶ | |
5 | πορεία. | 37 |
sch plut122 | ὀρρωδῶ: ἀπὸ τοῦ ὄρρου ὅ ἐστι μεσοπύγιον τῆς περιστερᾶς· ἔστι γὰρ τρομερὸν τὸ μέρος· καὶ κυρίως μὲν ἐπὶ τοῦ τῶν ἀλόγων | |
5 | δέους λέγεται· πεποίηται δὲ παρὰ τὸ τὴν οὐρὰν δονεῖν ὅ ἐστι σείειν, δηλοῦν δὲ τὸ δέος· ἢ παρὰ τὸ ἐγκρύπτειν τούτῳ τῷ μέρει τὰ αἰδοῖα κατὰ τὴν τοῦ δέους διάθεσιν· | |
10 | ἢ ὅτι τῶν φοβουμένων εἴωθεν ὁ | |
ὄρρος πρῶτον ἱδροῦν. | 38 | |
sch plut123 | ἄληθες: ἐπίρρημα θαυμα‐ στικόν· καὶ προπαροξύνεται ἀτ‐ τικῶς. | |
sch plut125 | καὶ τοὺς κεραυνούς: τὰ μέγιστα ἀμυντήρια τοῦ Διός· ἐκ δὲ τούτων τὴν δύναμιν αὐτοῦ λέγει. | |
sch plut127 | ἆ: ἐπίρρημα τιμητικόν. | 39 |
sch plut137 | ὅτι οὐδ’ ἂν εἷς: ὅτι καὶ ἐπὶ τοῦ θυμιάσαι τὸ θύειν· ἐπὶ μὲν τοῦ βοὸς “σφάξειεν”, ἐπὶ δὲ τοῦ ψαιστοῦ “θυμιάσειεν”. κυρίως δὲ ψαιστὸν | |
5 | ἄλευρον ἐλαίῳ δεδευμένον, καταχρη‐ | |
στικῶς δὲ καὶ τὸ πόπανον. | 41 | |
sch plut138 | ψαιστόν: ἀπὸ τοῦ ψῶ, τὸ λεπτύνω, καὶ τοῦ αἴθω. | |
sch plut146 | οὐδὲν γὰρ ἀνθρώποις ἄνευ ἀργυρίου πράττεται. | |
sch plut147a | ἰστέον ὅτι ἡ “ἔγωγε” ἀν‐ τωνυμία διαφέρει τῆς “ἐγώ” τῷ τὴν μὲν “ἔγωγε” ἐπὶ ἀρχῆς μόνον τίθεσθαι, καὶ ἔστιν ἀττικόν, τὴν δὲ | |
5 | “ἐγώ” ἐπὶ ἀρχῆς καὶ μεταξύ, καὶ ἔστι κοινή. | |
sch plut147b | οὔτε γάρ τοι πολυτίμητοι οὔτε ἀξιόπιστοί εἰσιν οἱ δοῦλοι. ἐξηυτέλισε δὲ ἑαυτὸν πρὸς τὸ ἐπιτυ‐ | |
χεῖν τοῦ σκοποῦ. | 46 | |
sch plut147c | τὸ ἐκφράζειν τινά τι καὶ ἔρχεσθαι καὶ εἰς αὐτὰ τὰ λεπτότατά ἐστι τὸ σχῆμα τῆς ἀφελείας, οἷον λέγειν ἀργυρίδιον καὶ λοιπά. κυ‐ | |
5 | ρίως δὲ ὑποκοριστικά εἰσι τὰ ἀπὸ κορίσκου πρὸς γραῦν ῥήματα. | |
sch plut148 | τὸ πλουτεῖν κατὰ γραμματι‐ κοὺς ῥῆμα, κατὰ δὲ φιλοσόφους μετὰ τοῦ ἄρθρου ὄνομα, τὸ πλουτεῖν καὶ ὁ πλοῦτος, τὸ λέγειν καὶ ὁ λόγος, | |
5 | καὶ ἕτερα. | 47 |
sch plut150 | “πειρᾶν” κυρίως τὸ προσ‐ βάλλειν γυναικὶ περὶ τῆς ἀφροδίτης καὶ λόγους περὶ συνουσίας προσφέ‐ ρειν· καὶ “πειραθῆναι” τὸ ἀκοῦσαι | |
5 | λόγους τοιούτους. | |
sch plut152 | πρὸς τὸ ἐρεθίζειν αὐτούς· ἄτοπον δὲ τὴν γυναῖκα τὸ ἔμπροσθεν μόριον ἐπισείειν· σφόδρα δὲ ἄσημον τὸ βαδίζουσαν ἐγκρούειν τῷ πρωκτῷ. | |
sch plut155 | ὅτι ἀρσενικῶς καὶ θηλυκῶς ὁ | |
πόρνος· ζητείσθω δέ, εἰ καὶ οὐδετέρως. | 48 | |
sch plut156 | δαί: σύνδεσμος ἐρωτηματι‐ κός· διὰ δὲ τὴν ἔκτασιν δίφθογγον γράφεται. | |
sch plut159 | ἤτοι περικαλύπτουσι τὴν ἀσέλγειαν· μοχθηρίαν δέ, 〈τὴν〉 τοῦ ἀργυρίου ἐπιθυμίαν ἢ τὴν αἴτησιν. εἴρηται δὲ τὸ “περι‐ | |
5 | πέττειν” ἢ ἀπὸ τοῦ περιπετάσματος ἢ ἀπὸ τῶν ζύμῃ τὰ ἄλφιτα περιλαμ‐ | |
βανόντων καὶ τούτοις συγκαλυπτόν‐ των αὐτήν· εἰώθασι γὰρ τὰ καταλιμ‐ πανόμενα ἀφ’ ἑκάστου ἄρτου μιγνύν‐ | 49 | |
10 | τες ποιεῖν ἄρτον. φησὶν οὖν κατα‐ χρῆσθαι τῷ ὀνόματι τοῦ ἵππου εἰς τὴν μοχθηρίαν. | |
sch plut160 | οἷον μηχαναί, πλοίων κατα‐ σκευαί, τὰ διὰ λόγων σοφίσματα. | |
sch plut161 | τὴν σύνταξιν τελευταῖον πρὸς τὸ οὐδέτερον ἀπέδωκε, λέγω δὴ τὸ | |
“εὑρημένα” πρὸς τὸ “σοφίσματα”. | 50 | |
sch plut163 | “τεκταίνω” σημαίνει δύο, τὸ κατασκευάζω καὶ τὸ περὶ τὴν τε‐ κτονικὴν κατάγεσθαι. | |
sch plut164 | ἡ μὲν ἀκρίβεια τοῦ χρυσοῦ εἰς τὸ χωνεῦσαι, τοῦ ἀργυρίου δὲ εἰς τὸ κόψαι. | |
sch plut165 | ἰστέον δὲ ὅτι μειδιασμοῦ ἕνεκα παραπλέκει τὰ γελοῖα καὶ ἀστεῖα ταῦτα. | |
sch plut166 | ὅτι οἱ παλαιοὶ Ἀττικοὶ διὰ τοῦ κ λέγουσι τὸ “γναφεύειν”· ἔστι δὲ κνάφος ἀκανθῶδές τι, ᾧ ξύουσι τὰ ἱμάτια· οἱ δὲ νεώτεροι διὰ τοῦ γ | |
5 | παρὰ τὴν γνάψιν. “κναφεύς” δὲ παρὰ τὸ κνῶ, ὃ σημαίνει τὸ ξύω. καὶ Ὅμηρος· “ἐπὶ δ’ αἴγειον κνῇ τυρὸν κνήστι χαλκείῃ.” | |
10 | “γναφεύς” δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν, ἥτις ἐστὶ παρὰ τὸ γάνος, | |
τὸ λαμπρόν. | 51 | |
sch plut168 | ἔθος ἦν τὸν ἁλόντα μοιχὸν παρατίλλεσθαι, ἵνα δοὺς ἀργύριον ποινῆς λυθῇ. “παρατίλλεται” οὖν διασείεται τὰς τρίχας τοῦ πρωκτοῦ· | |
5 | αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς πένησιν, ἀποραφανίδωσις καὶ τιλμός. οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες ἀπελύοντο. “παρατίλλεται” οὖν φησι διὰ τὸ ἀπορεῖν καὶ μὴ δύνασθαι | |
10 | χρήμασι λυτροῦσθαι τὴν φυγήν. | |
δημοσίᾳ δὲ ταῦτα ἔπασχον. | 52 | |
sch plut170a | μέγας δὲ: τὸν τῶν Περσῶν βασιλέα λέγει, ἤγουν τὸν Ξέρξην· μέγαν γὰρ ἔλεγον αὐτὸν διὰ τὸ πλείονι δυνάμει χρῆσθαι περσικῇ. | |
5 | “κομᾷ” δὲ εἶπε, τουτέστι τῇ πε‐ ριουσίᾳ τῆς ἀρχῆς, ἀπὸ τῶν μέγα φρονούντων τῇ κόμῃ. | |
sch plut170b | ἀπὸ Περσέως τινὸς γήμαν‐ τος τὴν Ἀνδρομέδαν καὶ ἐξ αὐτῆς γεννήσαντος τέκνα ἐκλήθησαν Πέρ‐ σαι· ἢ ἀπὸ Πέρσου Αἰγύπτου· | |
5 | Κηφῆνες γὰρ ἐκαλοῦντο πρώην. | |
sch plut171 | ἵνα πόρον εὕρῃ χρημάτων. ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι σῶσαι βουλόμενοι ἢ τῶν ἀλλοτρίων σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ | |
5 | φιλονεικία τῶν Ἀθηναίων τριώβολον. | |
sch plut172 | τριήρεις: οἱ γὰρ εὔποροι τῶν τριηραρχῶν πλείονας ναύτας ἔτρεφον καὶ διὰ τοῦτο ἐπλήρουν τὰς | |
ναῦς, οἱ δὲ πένητες οὐδαμῶς. | 53 | |
sch plut173 | τὸ δ’ ἐν Κορίνθῳ: ὡς τῶν Ἀθηναίων δι’ ἑαυτῶν μὴ βουλομέ‐ νων πολεμεῖν πρὸς Κορινθίους διὰ τὸν κίνδυνον, μισθωσαμένων δὲ | |
5 | ξένους εἰς πόλεμον καὶ τρεφόντων αὐτούς· τοῦτο δὲ ἐν τοῖς πολλοῖς τῶν πολέμων διεπράττοντο. ἄλλως. φασί τινες ὅτι Κορινθίοις ἀδικουμένοις ὑπὸ Λακεδαιμονίων συμμάχους πέμ‐ | |
10 | ψαι Ἀθηναίους, οὓς ἔτρεφον Κορίν‐ θιοι. ἦν δὲ ὁ καταστήσας τοὺς ξένους ἐν Κορίνθῳ Κόνων ὁ Ἀθη‐ ναίων στρατηγὸς καθελὼν Λακε‐ | |
δαιμονίους, ὅπως φυλάττῃ τὴν ἔφο‐ | 54 | |
15 | δον αὐτῶν. ἄλλοι δέ φασιν ὅτι τοὺς Κορινθίους ὑφορωμένους τοῖς Ἀθη‐ ναίοις ξενικὸν τρέφειν συμμαχίας χάριν. | |
sch plut174a | ὅτι ὁ Πάμφιλος οὗτος δημαγωγὸς ἦν οἱονεὶ πολιτευόμενος· ἔκλεπτε δὲ τὰ τοῦ δήμου, ὡς ὁ Πλάτων φησί. | |
5 | “καὶ νὴ Δία Πάμφιλόν γε φαίης κλέπτειν τὰ κοινά, ἀλλὰ δὴ καὶ συκοφάντης”. οὗτος οὖν ἁλοὺς ἐπὶ κλοπῇ τῶν δημοσίων χρημάτων ἀθρόως ἐξέπεσε δημευθεὶς ταύτην δίκην πεπονθώς. | |
10 | τὸν δὲ Βελονοπώλην παράσιτόν τινές φασι τοῦ Παμφίλου· ἀνάγκη οὖν καὶ αὐτὸν συνδυστυχεῖν αὐτῷ· καὶ ὡς | |
δανεισταὶ ἐν Ἀθήνησι διαβάλλονται. ἀντὶ [δὲ καὶ] τοῦ εἰπεῖν “πλουτοῦσι” | 55 | |
15 | φησὶν “οὐχὶ κλαύσονται;” | |
sch plut174b | δημαγωγὸς ἦν, ἔκλεπτε δὲ τὰ τοῦ δήμου· ὡς ἔοικε δὲ ἔζη, ὡς ἔστι μαθεῖν ἀπὸ τοῦ μέλλοντος “κλαύσεται”. | |
sch plut176 | πέρδεται: στρηνιᾷ πλουτῶν. ἐπὶ μαλακίᾳ οὖν διαβάλλεται, ὡς καὶ πορδὰς ἀφιέναι. καὶ εἰς θρασύτητα δὲ αὐτὸν κωμῳδοῦσιν. | |
sch plut177 | Φιλέψιος: οὗτος, πένης ὤν, λέγων ἱστορίας ἐτρέφετο. ὡς τερατώ‐ δης διαβάλλεται. | |
sch plut178 | ἡ ξυμμαχία: ἐπὶ Ἀμάσιδος Αἰγυπτίων βασιλέως ἐν σιτοδείᾳ ὄντες οἱ Ἀθηναῖοι ἔπεμψαν πρὸς αὐτὸν αἰτοῦντες σῖτον· καὶ ἔπεμψεν | |
5 | αὐτοῖς ἱκανόν. ἐκ τούτου Ἀθηναῖοι ἔπεμψαν τοῖς Αἰγυπτίοις συμμαχίαν εἰς τὸν τῶν Περσῶν πόλεμον, καὶ εἶχον φιλίαν καὶ ξυμμαχίαν πρὸς | |
ἀλλήλους. ἄλλως. ὅτε ὁ Ξέρξης ἐπ’ | 56 | |
10 | Αἰγυπτίους ἐστρατεύετο, οἱ Ἀθη‐ | |
ναῖοι συμμαχίαν αὐτοῖς ἀπέστειλαν. | 57 | |
sch plut179 | ἐρᾷ δὲ Λαῒς: ἰστέον δὲ ὅτι Φιλωνίδην οὐ τὸν ποιητήν φησι τὸν ἐν τοῖς ἀριστοφανείοις γεγραμμένον δράμασιν, ὡς οἱ περὶ Καλλίστρατον | |
5 | πλανηθέντες τῇ ὁμωνυμίᾳ εἶπον, ἀλλὰ παιδιᾶς ἕνεκε τὸν αἴσχιστον καὶ ἀπαίδευτον. κωμῳδεῖται δὲ [ὡς πλούσιος] καὶ εὔπορος ἐν Κορίνθῳ καὶ ὡς μέγας τῷ σώματι καὶ ἠλίθιος. | |
10 | τούτου δὲ προσεποιεῖτο ἐρᾶν διὰ πλοῦτον Λαΐς, ᾗ Διογένης ὁ φιλόσο‐ φος ἐπιγράφει τῆς ἑλληνικῆς ἀκρασί‐ ας τὸ τρόπαιον· ἥτις ἐκ Καρῶν τῆς Σικελίας ἦν. ταύτην δὲ Φιλοξένῳ | |
15 | τῷ διθυραμβοποιῷ δέδωκε Διονύσιος ὁ ἐν Σικελίᾳ τύραννος. εἰς Κόρινθον οὖν ἦλθεν ἅμα τῷ Φιλοξένῳ καὶ | |
ἐπίσημος ἐκεῖ ἐγένετο καὶ ἐφιλήθη ὑπὸ πάντων καὶ περιβόητος ἦν | 58 | |
20 | ἑταιρίς. ὡς δὲ ἕτεροι λέγουσιν ὅτι ἅμα Ἀλεξάνδρῳ ἐπεδήμησεν εἰς Πέρσας ἐκ τῆς Κορίνθου· ἐπισημοτέ‐ ρα δὲ γέγονε τῆς μητρὸς ἐν Κορίνθῳ· ὕστερον δὲ ἀπεδήμησεν εἰς Θεσσα‐ | |
25 | λίαν, καὶ ἐκεῖ τινος Εὐρυλόχου, ὡς δέ τινες Ἀριστονίκου, ἠράσθη, παρ’ ᾧ καὶ ἐβίωσε τὸν λοιπὸν χρόνον. αὐτῆς δὲ πολλοὶ τῶν Θετταλῶν ἠράσθησαν καὶ τῷ ἔρωτι τὰ πρόθυρα | |
30 | αὐτῆς οἴνῳ ἔρραινον. ζηλοτυπήσασαι δὲ αἱ θετταλαὶ γυναῖκες ἐφόνευσαν αὐτὴν ξυλίναις χελώναις τύπτουσαι ἐν τῷ ἱερῷ Ἀφροδίτης, πανηγύρεως οὔσης, ἐν ᾖ ἄνδρες οὐ παρεγίνοντο. | |
35 | διὸ τούτου ἕνεκε λοιμὸς κατέλαβε τοὺς Θετταλούς, ἕως ὕστερον ἱερὸν ἐποίησαν ἀνοσίας Ἀφροδίτης, ἐπειδὴ αἱ γυναῖκες ἐν τῷ ἱερῷ ἀνόσιον τετολμήκασι φόνον. | |
sch plut180a | ὁ Τιμοθέου δὲ πύργος: ὅστις πλούσιος ἅμα καὶ ὄλβιος ὢν ἀνὴρ καὶ στρατηγὸς Ἀθηναίων, τεῖχος οἰκοδομήσας μέγα καὶ θαυ‐ | |
5 | μαστόν, εἰς τοσοῦτον ἤρθη τῆς τύχης, ὡς τὴν δαίμονα ὄψει φαί‐ | |
νεσθαι τούτῳ. καὶ ἐν Ἀθήναις δὲ ἐν εἰκόσιν ἐποίουν αὐτὸν κοιμώμενον οἱ ζωγράφοι καὶ τὰς Τύχας εἰς δίκτυα | 59 | |
10 | τὰς πόλεις φερούσας αὐτῷ, καὶ πορθοῦντα αὐτάς, αἰνιττόμενοι τὴν εὐδαιμονίαν αὐτοῦ. ἀλαζονευόμενος δὲ ἐπὶ τῇ εὐτυχίᾳ αὑτοῦ, ἔφη μᾶλλον αὑτοῦ εἶναι ἢ τῆς Τύχης τὰ πραττό‐ | |
15 | μενα. διὸ καὶ ἠτύχησεν ὕστερον, νεμεσησάσης αὐτῷ τῆς Τύχης. | |
sch plut180b | λείπει “οὐχὶ διὰ τοῦτον ἐγένετο;” τὸ σχῆμα παρ’ ὑπόνοιαν. | |
sch plut180c | τὸ δὲ “ἐμπέσοι γέ σοι” παρ’ ὑπόνοιαν, δέον εἰπεῖν “ὑψηλὸς πάνυ καὶ θαυμαστός”. | |
sch plut185 | ἐπικαθέζηται: ἀπὸ μετα‐ φορᾶς τῶν ζυγῶν· καθέζεσθαι γὰρ τὸ βαροῦν λέγεται. | |
sch plut189 | ὡς Ὅμηρος· “πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο”. | |
sch plut190 | ἄρτων: τὰ πρὸς τὴν γαστέρα | |
φησὶν ὁ δοῦλος, παραπλέκει δὲ ὁ ποιητὴς πρὸς τὸ θυμῆρες τῆς κωμῳ‐ δίας τοῖς σπουδαίοις καί τινα παικτά. | 60 | |
sch plut192a | ἰστέον ὅτι εὑρίσκεται καὶ φακὸς τὸ ἀγγεῖον ἐν τῇ Παλαιᾷ, ὥσπερ φησίν· “ἀπῆρε τὸν φακὸν καὶ ἦλθεν ὑδρεύσασθαι”. | |
sch plut192b | φακῆς: θηλυκὸν ἡ ἑψημένη, ἀρσενικὸν δὲ ὁ ἀνέψητος. | |
sch plut199 | πλὴν ἓν μόνον: τυφλὸς γὰρ ὢν οὐ δύναμαι ἀπελθεῖν, εἰ καί μοι τοσαύτη δύναμίς ἐστι· δέον οὖν ἀναβλέψαι με. | |
sch plut202 | ὅτι τὸ “νὴ Δία” κατωμοτι‐ κόν, ἀντὶ τοῦ “ἔσῃ κύριος τῆς δυνά‐ μεως”. | |
sch plut203 | δειλότατόν: λέγεται περὶ τῶν πλουσίων, ὅτι δειλοί εἰσι διὰ τὸ ἀγωνιᾶν περὶ τῶν χρημάτων. αἰνίτ‐ τεται δὲ εἰς Εὐριπίδην· ἐκεῖνος γάρ | |
5 | φησι· | |
“δειλὸν δ’ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν”. | 61 | |
sch plut204 | τοιχωρύχος: ἰστέον ὅτι περὶ πολλοῦ ποιοῦνται τὴν ἀσφά‐ λειαν οἱ πλούσιοι· καί τις τῶν κωμικῶν φησι· | |
5 | “τί ποτ’ ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον; δέδοικ’, ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί”. οἱ γὰρ εὔποροι τῷ φόβῳ τοῦ μὴ ληφθῆναι τὰ χρήματα δειλότεροί εἰσι· τὸ ἐπ’ ἐκείνων οὖν μετήνεγκεν ἐπὶ | |
10 | τὸν Πλοῦτον. | |
sch plut206 | ἁπαξάπαντα: ἀντὶ τοῦ “τέλεον”· ἀττικὸν δέ ἐστιν ὡς τὸ “πώμαλα”. | |
sch plut207 | πρόνοιαν: διότι ἐπρονοησά‐ μην αὐτοῦ, ἐκάλεσάν με δειλόν. ἢ τὸ πρόβουλον τῶν ἐχόντων με. | |
sch plut209 | ἀνὴρ πρόθυμος: ἤτοι ἐὰν προθυμηθῇς καλῶς μετελθεῖν τὰ πράγματα, ὡς τοῖς μὲν δικαίοις | |
συνεῖναι. τοῖς δὲ πονηροῖς μηδαμῶς. | 62 | |
sch plut210 | ὀξύτερον Λυγκέως: ὅτι τοσοῦτον ὀξυωπέστατος ἦν, ὡς καὶ δι’ ἐλάτης ἰδεῖν Κάστορα τὸν Πολυ‐ δεύκην δολοφονήσαντα τὸν ἀδελφόν, | |
5 | ὥς φησι Πίνδαρος καὶ Ἀπολλώνιος περὶ τούτου ἐν τοῖς Ἀργοναυτικοῖς· “εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηϊδίως καὶ ἔνερθεν ὑπὸ χθονὸς αὐγάζεσθαι”. γεγόνασι δὲ Λυγκεῖς διάφοροι· παῖς | |
10 | Αἰγύπτου, καὶ ἄλλος Ἀφαρέως παῖς, ὁ λάκων, λέγεται Λυγκεύς, καὶ οὗ μέμνηται Θεόκριτος, ὃς ἐλέγετο πάνυ ὀξυδερκέστατος, ὥστε καὶ τὰ ὑπὸ γῆν ὁρᾶν. οὕτω μὲν μυθολογοῦσι· πρὸς | |
15 | δὲ τὸ πιθανὸν τοῦ λόγου ἐπινενόηται, ὅτι πρῶτος οὗτος εὗρε μέταλλα χρυσοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων· καὶ διὰ τοῦτο ἐρρήθη τὰ ὑπὸ γῆν ὁρᾶν, ἐπειδὴ καὶ τὰ εἰρημένα τύχῃ | |
20 | τινὶ ἐπενόησε καὶ ἐξεῦρεν. | 63 |
sch plut215 | τὸ ω τὸ μέγα καὶ τὸ α συνα‐ λειφόμενά ἐστιν ἀττικόν· τὸ δὲ ο τὸ μικρὸν καὶ τὸ α κιρνᾶται. | |
sch plut219 | ἄλφιτα: ἀπὸ μέρους τὸ πᾶν· ἀπὸ γὰρ τῶν ἀλφίτων τὴν περιουσίαν δηλοῖ. | |
sch plut220 | ἐπιπόνους ἀτυχεῖς ἀθλίους γεωργοὺς τοὺς εὐτελεῖς ἔχοντας βίους. | |
sch plut221 | οὐκ: οὐκ ἔσονται, φησί, πόνηροι καὶ ἐπίπονοι καὶ ἀσθενεῖς. | |
sch plut222 | πρὸς τὸν θεράποντα ὁ λόγος. | |
sch plut223 | “ξυγγέωργος” βαρυτόνως· σύνθετον γὰρ ὡς “πάγκαλος, πάνσο‐ φος”· τὰ γὰρ εἰς ὀξύτονα συντιθέ‐ | |
μενα βαρύνεται. | 65 | |
sch plut227 | τοῦτο δὴ τὸ κρεάδιον: ὃ ἔρχεται ἀπὸ θυσίας ἔχων ἐκ τῶν Δελφῶν. οἱ γὰρ ἐκ θυσίας ἰόντες ἔφερον ἐξ αὐτῆς τοῖς οἰκείοις κατὰ | |
5 | νόμον τινά. ἄλλως. ὅπερ ἧκον ἄγοντες λοιπασθὲν ἀπὸ τῆς θυσίας. ἔνιοι δὲ τὸ λεβήτιον. | |
sch plut230 | “σὺ δ’ ὦ κράτιστε” ἐγκω‐ μιάζων τοῦτόν φησιν, ἢ ὅτι, ὡς προεδίδαξε, καὶ θεῶν δι’ αὐτὸν ὁ | |
Ζεὺς βασιλεύει. | 66 | |
sch plut233 | τὸ “ἀδίκως” ἁπλῶς ἔρριπται οἷον “πάσῃ τέχνῃ”· οὐ γὰρ ὑπόκειται αὐτῷ “ἄδικος οὗτος”· οὐκ ἀπειλεῖ‐ ται δέ, ἀλλὰ μειλικτικῶς προσαγ‐ | |
5 | γέλλει. | |
sch plut237 | φειδωλός τις ὢν ὁ φεύγων τοῦ δοῦναι· τινὲς παρὰ τὸ φείδομαι καὶ τὸ δοῦναι, φειδωδός τις ὢν καὶ τροπῇ τοῦ δ εἰς λ φειδωλός. | |
sch plut238a | αἱ περισσαὶ προθέσεις δη‐ λοῦσι 〈τὴν ὑπερβολὴ τῆς φιλαργυ‐ ρίας.〉 | |
sch plut238b | ὅρα ὑπερβολήν. | 67 |
sch plut242 | παραπλῆγα: παράφρονα, ἀπὸ μεταφορᾶς τῆς μουσικῆς τῆς παρὰ τὸ δέον πληττομένης καὶ κρουομένης· ἔοικε γὰρ καὶ ὁ ἄνθρω‐ | |
5 | πος τριχόρδῳ λύρᾳ κατὰ τὸ λογικόν, θυμικὸν καὶ ἐπιθυμητικόν. ὅταν οὖν κυριεύσῃ τὸ λογικὸν τοῦ θυμικοῦ καὶ ἐπιθυμητικοῦ, τότε εὐρύθμως ᾄδει ἡ τοιαύτη χορδή, ἤγουν λέγει | |
10 | λόγους συνετοὺς καὶ ἐμμελεῖς. ὅταν δὲ κυριεύσωσι τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν τοῦ λογικοῦ, τότε λέγομεν “παραπλήττει”, ἐξ οὗ καὶ ὁ παραπλήξ. ἵνα δὲ τὴν ὑπερβολὴν | |
15 | τῆς φιλαργυρίας σημάνῃ προκεκρι‐ μένης καὶ τῶν χρηστῶν φίλων, “παραπλῆγα” ἤτοι τὸν ἄφρονα καὶ μωρόν, ἀπὸ τῶν κρουμάτων τῶν διαπεπτωκότων τοῦ ἐναρμονίου λυ‐ | |
20 | ρισμοῦ. ἀληθῶς γὰρ ἡ ἀσωτία παρα‐ πεπληγμένη ἐστὶ διάνοια. | |
sch plut243 | ἀπὸ μεταφορᾶς τῶν στρα‐ τιωτῶν τῶν παραβαλλομένων ἔμ‐ προσθεν ἐν τῷ πολέμῳ. | 68 |
sch plut244a | ἐν ἀκαρεῖ χρόνῳ: τῷ ἐλαχίστῳ. σημαίνει δὲ τὸ βραχύτα‐ τον τοῦ χρόνου ὅπερ οὐχ οἷόν τε διακόψαι. πεποίηται δὲ ἀπὸ τῶν | |
5 | μικρῶν τριχῶν τῶν. διὰ βραχύτητα μὴ δυναμένων καρῆναι. ἀκαρὲς γὰρ τὸ ἄτμητον. ἔστι δὲ ἐπιρρηματικὸν ὄνομα. ὅπερ δὲ πάσχουσιν ἐκεῖνοι οἱ παραπλῆγες ἄνθρωποι δι’ ἀσωτίαν | |
10 | γυμνούμενοι, τοῦτο εἰς ἑαυτὸν μετή‐ γαγεν. | |
sch plut244b | Καρὶ ι· ἀκαρῆ η· ἐν ἀκαρεῖ δὲ δίφθογγον. | |
sch plut246 | τὸ “πῶς” θαυμαστικόν ἐστι· θαυμάζει γὰρ αὑτὸν ὡς ἀεί | |
ποτε σύμμετρον ὄντα. “μετρίου” δὲ λέγει “ἀνδρός”, τοῦ διαμετροῦντος | 69 | |
5 | ἑαυτοῦ τὸ ζῆν. | |
sch plut247 | χαίρω: ἀρετῆς γάρ ἐστι τὸ τῷ δέοντι καιρῷ ἁρμοζόντως καὶ φείδεσθαι καὶ δαπανᾶ. | |
sch plut249a | ἰδεῖν σε: οὐχ ἵνα ὁ Πλοῦτος ἴδῃ τὴν γυναῖκα καὶ τὸν υἱόν, ἀλλ’ ἵνα ἐκεῖνοι τὸν Πλοῦτον ἴδωσιν· οὕτω γὰρ πρέπει. ἀττικὸν δὲ τὸ | |
5 | πλεονάζειν τοῖς ἄρθροις. | |
sch plut249b | ὅταν κεῖνται δύο αἰτιατικαὶ καὶ ἓν ῥῆμα ἀπαρέμφατον, ἔστιν ἀμφιβολία, τὸ “σέ” καὶ “τὴν γυ‐ ναῖκα” καὶ τὸ “ἰδεῖν”. | |
sch plut251 | πείθομαι: οἶδα γὰρ ὅτι καὶ τέκνων προτιμᾷς τὸν Πλοῦτον. χα‐ | |
ριέντως δὲ τοῦτό φησιν. | 70 | |
sch plut253 | ταὐτὸν θύμον: ἀντὶ τοῦ “τῆς αὐτῆς πενίας μετασχόντες”. θύμος δέ ἐστιν εἶδος βοτάνης εὐτε‐ λοῦς. τινὲς δέ φασιν ὅτι παρῴδηται | |
5 | ἐκ τῶν Ἡσιόδου· “οὐδ’ ὅσον ἐν μαλάχη τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ”. ἢ ἀντὶ τοῦ “ὦ δίκαιοι”—πρὸς τὸν χορὸν τῶν γερόντων ὁ θεράπων φησί— “τὰ εὐτελῆ θέλοντες ἐσθίειν διὰ τὸ | |
10 | μὴ ἐθέλειν ἀδικεῖν”. ἅμα δὲ καὶ τὸ τραχὺ τῆς γῆς διαβάλλει. οὐδετέρως δὲ τὸ θύμον λέγει καὶ βραχυκαταλή‐ κτως καὶ βαρυτόνως. ἐκτεινόμενον | |
γὰρ καὶ ὀξυνόμενον δηλοῖ τὴν ψυχήν. | 71 | |
sch plut255a | ἐγκονεῖτε: ἀντὶ τοῦ “ἐν‐ εργεῖτε, ταχύνατε”, ἐπεὶ οἱ τρέχον‐ τες κόνεως πληροῦνται. ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ | |
5 | ἔργον. | |
sch plut255b | οὐχὶ μέλλειν: οὐ τοῦ μέλλειν καὶ ἀναβάλλεσθαι καιρός ἐστιν, ἀλλὰ τοῦ σπεύδειν καὶ κόνιν πέμπειν. τὸ μέλλειν, ὅταν ἐπὶ ἀνα‐ | |
5 | βολῆς καὶ βραδυτῆτος, διὰ δύο λλ γράφεται· ὅταν δὲ ἐπὶ φροντίδος, δι’ | |
ἑνός. | 73 | |
sch plut257 | ὅτι τὸ “πάλαι” οὐ μόνον βραδυτῆτος ἐπίρρημα ἀλλὰ καὶ τα‐ χυτῆτος. | |
sch plut259 | τὸ δὲ λοιπὸν ἐν ὑπερβατῷ συντακτέον, ἵν’ ᾗ τοιοῦτον· “καὶ ταῦτα πρὶν πρὸ τοῦ φράσαι μοι ὅτου καὶ τίνος χάριν” | |
sch plut261 | οὐκοῦν πάλαι: σύνδεσμος ἀποδεικτικός. παίζει δὲ τοὺς γέρον‐ τας καὶ μηδὲν εἰπὼν ὑποκρίνεται εἰρηκέναι, διὰ τὸ αὐτῶν τὰ ὦτα | |
5 | γήρατος πεπληρῶσθαι. ἐπεγγελᾷ δὲ τῷ ἀμυδρῷ τῶν αἰσθήσεων διὰ τὸ | |
γῆρας. | 74 | |
sch plut266 | ῥυσσόν: ῥυτίδας ἔχοντα. νωδόν: ὀδόντας μὴ ἔχοντα διὰ τὸ γῆρας· οὐ γὰρ δὴ ἄφωνον. μαδῶντα δέ, φαλακρόν, ἀπὸ τοῦ δέεσθαι | |
5 | μαλλοῦ. ἢ καθόλου τρίχας μὴ ἔχοντα. ψωλὸν δέ, ἀσχήμονα κατὰ παρέκ‐ τασιν τοῦ μορίου. | |
sch plut268 | ὦ χρυσὸν: ἀττικῶς ἡ σύνταξις, ἀντὶ τοῦ “ὦ πλοῦτον ἐκ τῶν ἐπῶν ἀγγείλας” ἢ ἀντὶ τοῦ “τιμιώτατον εἰπὼν λόγον”. | |
sch plut269a | ἀπὸ κοινοῦ τὸ “δηλῶ”, διὰ | |
τὸ γήρᾳ ἕπεσθαι τὰ τοιαῦτα. | 75 | |
sch plut269b | σωρὸς δέ ἐστι κυρίως τὸ ἐκ μικρῶν σπερμάτων συναγόμενον πλῆθος, παρὰ τὸ σῶ, ὅ ἐστι σῴζω, συνάγω. καλῶς οὖν ἀπὸ τῶν καρπῶν | |
5 | φαίνονται εἰρηκότες· οἱ γὰρ εὐθυ‐ νοῦντες καὶ πλούσιοί εἰσιν. ἢ ὡς γεωργοὶ ταύτῃ κέχρηνται τῇ παρα‐ βολῇ. | |
sch plut271a | ἀπὸ τοῦ φαίνεσθαι τὸ κάρα. κρόταφος· ἀπὸ τοῦ κηρύσσειν τὸν τάφον. | |
sch plut271b | φενάκη· τὸ προκόμιον, οἷον τοῦ φαινομένου κρανίου τὸ ἄκος ἤτοι | |
σκέπη. φενάκη κυρίως ἡ προσθετὴ καὶ ἐπιτηδευτὴ κόμη, ἀπὸ τῶν | 76 | |
5 | κατερρυηκυιῶν τριχῶν τῶν γυναικῶν καὶ οὕτως ἀπατουσῶν διὰ τὸ ἐπεί‐ σακτον τῆς κόμης. | |
sch plut271c | ἀπὸ τοῦ αἰκίζειν τὰς φρένας· ἡ γὰρ ἀπάτη αἰκίζει τὰς φρένας. | |
sch plut272a | ἀζήμιος: ἀβλαβής. κυρίως δὲ ζημία ἡ τῆς. ζωῆς μείωσις. | |
sch plut272b | βακτηρίαν ἔχοντα: ὅτι πάντες οἱ γέροντες ἐν ταῖς Ἀθήναις δύο βακτηρίας ἐβάσταζον, ἢ διὰ τὸ ἐπερείδεσθαι αὐταῖς ἢ διὰ τὸ ἀμύ‐ | |
5 | νεσθαι ταύταις μὴ δυναμένους χερσίν. ἐτυμολογεῖται δὲ βακτηρία παρὰ τὸ τὴν βάσιν τηρεῖν. βακτηρία δὲ καὶ ὁ χάραξ, ἀπὸ τοῦ τηρεῖν τὸν Βάκχον ἤτοι τὴν ἄμπελον. ῥᾶβδος δὲ καὶ βα‐ | |
10 | κτηρία διαφέρει· ῥᾶβδος μέν ἐστιν ἡ ποιμαντική, βακτηρία δὲ ἡ τοῦ γήρως ἀνάπαυσις. γίνεται δὲ ῥᾶβδος παρὰ τὸ ῥάπτω, τὸ ῥαπίζω, ῥάπδος· καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ | |
15 | δασέα δασέων καὶ μέσα μέσων, τρέπεται τὸ π εἰς β, καὶ γίνεται ῥᾶβδος. ἐτυμολογεῖται δὲ 〈καὶ〉 παρὰ | |
τὸ ῥᾷον βαίνειν ἐν τῇ ὁδῷ. | 77 | |
sch plut276 | ἰοὺ ἰού: σχετλιαστικόν, ὡς θλιβομένων τῶν πεπεδημένων· ὅτι αἱ χοινικίδες πέδαι τινές εἰσι· χοῖνιξ δὲ πᾶν περιφερὲς καὶ εἶδος μέτρου | |
5 | περσικοῦ· χρῶνται δὲ τούτῳ οἱ Πέρσαι ἀντὶ μεδίμνου. διὸ καὶ τὸ μέτρον χοῖνιξ καλεῖται. | |
sch plut277 | παρὰ τοῖς Ἀθηναίοις δέκα ἦσαν φυλαί. ἔθος οὖν ἀπὸ πασῶν τῶν φυλῶν δικαστὰς καθίζειν· εἶτα ἀπὸ μιᾶς ἑκάστης ἐλάμβανον ἄνδρας | |
5 | πέντε τοὺς ἐπισημοτέρους καὶ ἐξ αὐτῶν τὸν ἕνα τὸν κλήρῳ λαχόντα ἐποίουν δικάζειν. ἀντὶ τοῦ εἰπεῖν οὖν “ἐν τῷ δικαστηρίῳ τὸ γράμμα καὶ τὸ ψήφισμα, ὅ ἐστιν ὁ κλῆρος, | |
10 | ἐπέλαχε δικάζειν σε καὶ δικαστὴν | |
καθέζεσθαι”, ὡς πρὸς ἕτερον τὰ παρ’ ὑπόνοιαν παίζει. ἄλλως. ἐν ταῖς Ἀθήναις πολλὰ ἦν δικαστήρια, καὶ ἔν τισι μὲν ἐδίκαζον περὶ φονικῶν | 78 | |
15 | πραγμάτων, ἔν τισι δὲ περὶ δημο‐ τικῶν· καὶ ἕκαστον τούτων εἶχεν ἕν τι τῶν στοιχείων ἰδικὸν ὄνομα, οἷον ἦν τι τῶν δικαστηρίων λεγόμενον ἄλφα, ὁμοίως ἄλλο βῆτα ἄλλο γάμ‐ | |
20 | μα καὶ ἑξῆς τὸ δ, τὸ ε καὶ τἄλλα. δέκα γὰρ ἦν τὰ δικαστήρια ἐν Ἀθήναις τὰ πάντα, καὶ πρὸς θυρῶν δὲ ἑκάστου δικαστηρίου ἐγέγραπτο πυρρῷ βάμματι τὸ στοιχεῖον, ᾧτινι | |
25 | τὸ δικαστήριον ὠνομάζετο. ὅσοι δὲ δικασταὶ ἦσαν ἐν Ἀθήναις, ἕκαστος αὐτῶν καθ’ ἕκαστον δικαστήριον δέλτον εἶχεν, τουτέστι πινακίδιον, ἐν ᾧ ἦν γεγραμμένον τὸ ὄνομα αὐτοῦ | |
30 | καὶ τοῦ δικαστηρίου, καὶ ῥᾶβδον ἅμα τῷ πινακιδίῳ· ἦν δὲ καὶ αὐτῇ τῇ ῥάβδῳ τὸ ὄνομα τοῦ δικαστηρίου ἐγγεγραμμένον. ὅτε οὖν συνέβαινε καιρὸς τοῦ δικάζειν, ἀπήρχοντο πάν‐ | |
35 | τες οἱ δικασταὶ εἰς τὴν ἀγορὰν κἀκεῖ κλήρους ἔβαλλον· καὶ ὅστις ἂν ἐκληροῦτο κλῆρον τὸν ἔχοντα τὸ α, ἀπήρχετο εἰς τὸ ἄλφα δικαστήριον, | |
καὶ ὁμοίως εἰς τὸ βῆτα καὶ τὰ ἐφ‐ | 79 | |
40 | εξῆς. ἀπήρχετο δὲ καὶ πρῶτον μὲν ἐδείκνυ τῷ κήρυκι τοῦ δικαστηρίου τὸν κλῆρον τοῦ στοιχείου· ὁ δὲ κῆρυξ λοιπὸν ἐδίδου αὐτῷ τὸ πινακί‐ διον αὐτοῦ καὶ τὴν ῥᾶβδον, εἶτ’ οὕτως | |
45 | ἐδίκαζεν. εἰ δέ τις δικαστὴς εἰσῄει μὴ κληρωθεὶς εἰς τὸ δικαστήριον, διαφόρως ἐζημιοῦτο. | |
sch plut278 | ὁ δὲ Χάρων τὸ ξύμβολον: τοῖς λαχοῦσι δικάσαι εἰσελθοῦσιν ἐν τῷ δικαστηρίῳ ἑκάστῳ σύμβολον δίδοται δημόσιον παρὰ τῆς ἐπὶ | |
5 | τούτου εἰληχυίας ἀρχῆς, ἵνα ἐξιόντες καὶ τοῦτο προφέροντες λαμβάνοιεν τὸν δικαστικὸν μισθόν. εἰπὼν οὖν “σορόν” ἐπήγαγε “Χάρων”. ἔδει δὲ εἰπεῖν “ὁ ἄρχων τὸ σύμβολον | |
10 | δίδωσιν”—οὗτός ἐστιν ὁ δικαστικὸς μισθός—, ἤμειψε δὲ τοῦτο γελοι‐ ωδῶς εἰπὼν “Χάρων”, ὡς γερόν‐ των αὐτῶν ὄντων καὶ μελλόντων θανεῖν. | |
sch plut279a | ὡς μόθων εἶ: εἶδός ἐστιν αἰσχρᾶς καὶ δουλοπρεποῦς ὀρχήσεως· οἱ δὲ Λάκωνες τοὺς περιτρεφομένους τοῖς ἐλευθέροις μόθωνας καλοῦσι. | |
5 | μόθων δέ ἐστιν ὁ φλύαρος καὶ φορτι‐ κὸς καὶ ἄτιμος καὶ αἰσχρός, ἀπὸ Μόθωνός τινος αἰσχροποιοῦντος καὶ | |
ἀεὶ ἐν τοῖς πότοις ὀρχουμένου. | 80 | |
sch plut279b | κόβαλοι δαίμονές εἰσι σκλη‐ ροὶ περὶ τὸν Διόνυσον. | |
sch plut287 | ὅτι ὁ Μίδας βασιλεὺς ὢν Φρυγίας πλουσιώτατος ὦτα ὄνου ἐλέγετο ἔχειν, ἀπὸ τοῦ ζῴου ὅπερ μᾶλλον τῶν ἄλλων ζῴων ἀκούει πλὴν | |
5 | μυός, ἢ ὅτι πολλοὺς ὠτακουστὰς εἶχέ τε καὶ πευθῆνας ὅ ἐστιν ἐπισκόπους ἀγγέλους. οἱ δέ φασιν ὡς ψέξας ποτὲ τὸν Διόνυσον ὁ Μίδας μετεβλήθη εἰς ὄνον, ἢ ὡς τὰς ὄνους | |
10 | τοῦ Διονύσου παριὼν ἠδίκησε—διὸ ὀργισθεὶς αὐτῷ ὁ θεὸς ὦτα ὄνου | |
αὐτῷ περιῆψεν—ἢ ὅτι φύσει μεγα‐ λώτης ἦν. λέγεται δὲ τούτῳ τὸν Πακτωλὸν χρυσὸν ῥεῦσαι καὶ πάλιν | 81 | |
15 | εὔξασθαι ὡς πάντα γενέσθαι χρυσὸν ὧν ἂν ἅψαιτο. ἱστορία. [[ὁ]] Μίδας πρὶν πόνου δίχα δὴ λαβὼν τὴν βασιλείαν, ὡς ὁ Σαούλ, ὡς ὁ Δαβίδ, ὡς Τούλλιος ὁ Σέρβος, | |
20 | Μίδας γὰρ οὗτος ἁμαξεὺς ὢν τῶν ἀροτρευόντων, βόας λαβὼν καὶ ἄροτρον, ἐξῆλθεν ἀροτρεύσων· οἱ Φρύγες δ’ ἀναρπάξαντες ποιοῦσι βασιλέα· ἄνακτος γὰρ χηρεύοντες συνέθεντο συνθήκας τὸν πρώτως διερχόμενον ποιῆσαι βασιλέα. | |
25 | οὕτω τὸ κράτος δὲ λαβὼν Μίδειαν πόλιν κτίζει, ἣν δι’ ἰῶτα γράφειν σε χρεὼν σὺν τῇ διφθόγγῳ, Μήδειαν τὴν Αἰήτου δὲ ἦτα σὺν τῇ διφθόγγῳ, Μηδίαν Μήδων χώραν δὲ ἦτα σὺν τῇ ἰῶτα· αἱ πόλεις διφθογγίζονται, αἱ χῶραι δι’ ἰῶτα· | |
30 | “Μηδία χώρα” λέγεις γάρ, “Μίδεια δὲ ἡ πόλις”, ὡς Ἰταλία λέγεται τῶν Καλαυρῶν ἡ χώρα, | |
Ἀττάλεια τυγχάνει δὲ πόλις τῆς Παμφυλίας. | 82 | |
sch plut290 | Φιλόξενον τὸν διθυραμβοποι‐ ὸν ἢ τραγῳδοδιδάσκαλον διασύρει, ὅστις ἐν Σικελίᾳ ἦν παρὰ Δωριεῦσι· λέγεται δὲ ὅτι ποτὲ Γαλατείᾳ τινὶ | |
5 | παλλακίδι Διονυσίου προσέβαλε, καὶ μαθὼν Διονύσιος ἐξώρισεν αὐτὸν εἰς λατομίαν. φεύγων δ’ ἐκεῖθεν εἰς 〈τὰ〉 μέρη τῶν Κυθήρων ἦλθε καὶ ἐκεῖ δρᾶμα τὴν Γαλάτειαν ἐποίησεν, ἐν ᾧ | |
10 | εἰσήγαγε τὸν Κύκλωπα ἐρῶντα τῆς Γαλατείας. τοῦτο δὲ αἰνιττόμενος εἰς Διονύσιον ἀπείκασεν αὐτὸν τῷ Κύκλωπι, ἐπεὶ καὶ αὐτὸς 〈ὁ〉 Διο‐ νύσιος οὐκ ὠξυδόρκει. ἐπεὶ οὖν ἔφη | |
15 | ὁ Χορὸς “ἥδομαι” καὶ ὅ τι ἑξῆς, καὶ ὁ οἰκέτης φησὶ “καὶ ἐγὼ βουλήσομαι χορεύειν”, καὶ ἅμα ἀναφωνεῖ τὸ μέλος ἐκεῖνο. ὅπερ φασὶν εἰρηκέναι τὸν Κύκλωπα κιθαρί‐ | |
20 | ζοντα τὴν Γαλάτειαν· εἰσάγει γὰρ ὁ Φιλόξενος ἐν τῷ συγγράμματι αὐτὸν κρούοντα τὴν κιθάραν καὶ | |
ἀναφωνοῦντα τὸ “θρεττανελῶ”· ἡ γὰρ κιθάρα κρουομένη τοιοῦτον μέ‐ | 83 | |
25 | λος ἀπετέλει· τινὲς δὲ ἀγροικικὴν φωνὴν εἶναι λέγουσιν. μιμούμενος οὖν καὶ ὁ κωμικὸς χορὸς οὗτος ἐκεῖνον, τοῦτό φησι. τὸ δ’ “ἀλλ’ εἶα τέκεα θαμίν’ ἐπαναβοῶν‐ | |
30 | τες” ἐκ τοῦ Κύκλωπος Φιλοξένου ἐστίν. | |
sch plut293 | ποιᾷ φωνῇ χρώμενοι· βληχᾶ‐ σθαι γὰρ ἐπὶ τῶν προβάτων. | |
sch plut294 | κινάβρα ἡ δυσωδία τῶν μασχαλῶν ἢ τῶν αἰγῶν· κυρίως δὲ κυνάβρα ἡ τῶν κυνῶν βρῶσις, κυνό‐ | |
βορά τις οὖσα. | 84 | |
sch plut295 | τὸ δ’ “ἀκρατιεῖσθε” ἀντὶ τοῦ “φάγοιτε”· ἀκρατισμὸς γὰρ λέγεται τὸ πρωϊνὸν φαγεῖν. ἢ “ἀκρα‐ τῆ πράσσετε”, ἐπειδὴ μετὰ συνουσίαν | |
5 | οἱ τράγοι λείχουσι τὰ αἰδοῖα ἑαυτῶν. | |
sch plut298 | πήραν ἔχοντα: ὅτι παρὰ τῷ Φιλοξένῳ τῷ διθυραμβοποιῷ πήραν ἔχων εἰσῆλθεν ὁ ὑποκρινόμενος Κύ‐ κλωψ καὶ λάχανα ἐπιφερόμενος, ὡς | |
5 | δὲ καὶ τῆς τυφλώσεως αὐτοῦ οὔσης ἐν τῷ ποιήματι. “κραιπαλῶντα” δὲ | |
ἀντὶ τοῦ “ἐκ μέθης ἀτακτοῦντα”. | 85 | |
sch plut300 | εἰκῇ δὲ: ἃ ἔπαθεν ὁ Κύ‐ κλωψ παρὰ τοῦ Ὀδυσσέως, ταῦτα ὁ Χορὸς ἀναφέρει εἰς τὸν οἰκέτην. | |
sch plut301a | ἡμμένον ἤτοι ὠξυμμένον ὥστε ἐκτυφλῶσαί 〈σε〉 ὡς τὸν Κύκλωπα καταδαρθέντα ἤτοι κοι‐ μηθέντα, ὃν σὺ μιμῇ. | |
sch plut301b | σφηκίσκον: ἐπιτετήδευται ἡ λέξις παρὰ τὸν σφῆκα. τὰ γὰρ μακρὰ τῶν ξύλων καὶ ὀξὺ ξυνημμένα σφηκίσκους καλοῦσιν, ἐπεὶ καὶ οἱ | |
5 | σφῆκες τὴν κοιλίαν ἐπισυνεσταλ‐ μένην ἔχουσιν, ἰσχνοὶ ὄντες ὄπισθεν καὶ τοὺς λαγαροὺς δὲ τοῖς σώμασιν ἀνθρώπους καὶ μὴ προκοιλίους σφη‐ κώδεις φασί, τοὺς στενοὺς τὰ μέσα. | |
sch plut303 | ἣ τοὺς ἑταίρους: δέον εἰπεῖν “Ὀδυσσέως” πρὸς τὴν ἱστο‐ ρίαν “Φιλωνίδου” εἶπεν κωμῳδεῖ δὲ αὐτὸν ὡς πλούσιον καὶ παρασίτους | |
5 | ἔχοντα καὶ διὰ τὸν Λαΐδος ἔρωτα ἐν Κορίνθῳ διάγοντα. διασύρεται δὲ καὶ ὡς συώδης σὺν τοῖς ἑταίροις αὐτοῦ, οὓς καὶ κάπρους εἶπε, τὴν δὲ Λαΐδα Κίρκην, ἐπεὶ τοὺς ἐραστὰς | 86 |
10 | ἐφαρμάκευεν. ἀμαθὴς δὲ ἦν ὁ Φιλω‐ νίδης καὶ μέγας σφόδρα. Νικοχάρης οὖν ἐν τῷ περὶ αὐτοῦ· “τί δῆτ’; ἀπαιδευτότερος εἶ Φιλωνίδου τοῦ Μελιτέως;” | |
sch plut308 | παροιμία, ἥτις εἴωθεν ἐπὶ τῶν ἀπαιδεύτων λέγεσθαι. | |
sch plut312 | τῶν ὄρχεων: δέον εἰπεῖν ὅτι “ξίφος ἐπιφέρομέν σοι καθὰ καὶ Ὀδυσσεὺς τῇ Κίρκῃ”—ὃ δὲ συμβέβηκε τῷ Ὀδυσσεῖ κατὰ τὴν | |
5 | τοῦ ἐρινεοῦ ἐποχὴν ἐν τῷ στομίῳ. τῷ Χαρύβδεως—, ἐπὶ τὴν Κίρκην μετήγαγεν. ἢ ὡς ἐκεῖνος Μελάνθιον ἐκρέμασεν. | 87 |
sch plut313 | μίνθον οἱ μὲν τὸν ἡδύοσμον, οἱ δὲ τὴν ἴυγγα, ὡς κεῖται ἐν τῇ κωμικῇ λέξει, λέγουσιν. ἢ καὶ ἄλλως· μίνθος ἡ κόπρος τῶν αἰγῶν. ἐπειδὰν | |
5 | δὲ οἱ τράγοι ψυγμῷ περιπέσωσιν, εἰώθασιν οἱ αἰπόλοι λαμβάνειν τὴν κόπρον αὐτῶν καὶ χρίειν αὐτῶν τοὺς μυκτῆρας, καὶ οὕτω τῇ δυσωδίᾳ πταρμὸν κινεῖν, τούτῳ δὲ τῷ τρόπῳ | |
10 | λύειν τὸ πάθος. 〈ὁ γὰρ πταρμὸς θεραπεύει τὸ πάθος.〉 ἐκ τούτου οὖν φησιν ὅτι “ἀηδίσομέν σε, ἐπεὶ καὶ αἶγες ἐκ τῆς κόπρου ἀηδίζονται”. ἄλλως “μινθώσομεν” ἀντὶ τοῦ | |
15 | “κοπρώσομεν”· μίνθος γὰρ ἄνθος ἐν τῇ κόπρῳ φυόμενον, ᾧ χαίρουσιν οἱ τράγοι. ἢ τὴν ἀνθρωπίνην κόπρον, ᾗ χρῶνται παρατρίβοντες οἱ ποιμένες τῷ δυσριγεῖ τῶν τράγων πταρμῷ. | |
sch plut314 | ὅτι ὁ Ἀρίστυλλος αἰσχρός· | |
καὶ ἐν Ἐκκλησιαζούσαις μέμνηται αὐτοῦ· αἰσχροποιὸν οὖν φασιν αὐτὸν ποιητήν, ὃς διὰ τὴν αἰσχρουργίαν | 88 | |
5 | αὐτοῦ ἀεὶ ἐκεχήνει. τοῦτο οὖν φησιν· “ὥσπερ Ἀρίστυλλος κεχηνὼς ἐρεῖς· ἕπεσθε καὶ τὰ ἑξῆς”. | |
sch plut321a | μασσώμενος: ἀπὸ θέμα‐ τος τοῦ μασσῶ, συζυγίας δευτέρας, ὡς τὸ “γελώμενος”. | |
sch plut321b | τῷ κόπῳ: ἤτοι τῷ ἔργῳ καὶ τῇ περὶ τὸν πλοῦτον ἐπιμελείᾳ. | |
sch plut322 | χαίρειν μὲν: ὁ Χρεμύλος, ὡς ξενισθεὶς τῇ τύχῃ, καινοτέραν προσηγορίαν ἐπινοεῖ· τὸ γὰρ “χαί‐ ρειν” παλαιόν ἐστι. τοῦτο δὲ Διονύ‐ | |
5 | σιος ὑπὸ Κλέωνος μὲν πρῶτον λέγει τετάχθαι, γράφοντος δὲ αὐτοῦ πρὸς Ἀθηναίους ἑλόντος τοὺς ἐν Σφακτη‐ ρία· “ὁ Κλέων Ἀθηναίοις τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν” αὐτὸ | |
10 | δέ φησι κεῖσθαι περιττὸν καὶ περὶ | |
τὴν σύνταξιν ἀσύστατον. | 89 | |
sch plut325 | συντεταγμένως: σπουδαί‐ ως καὶ γοργῶς, μετὰ συγκροτήματός τινος καὶ τάξεως. τὸ δὲ “οὐ κατε‐ βλακευμένως” ἀντὶ τοῦ “οὐ βρα‐ | |
5 | δέως καὶ τρυφερῶς”. βλὰξ γάρ ἐστιν ὁ μαλθακευόμενος καὶ τρυφη‐ λὸς ἐν ὑποκρίσει τὸ σῶμα· καὶ | |
μαλθακία ἡ μεθ’ ὑπεροψίας ὁμιλία. | 90 | |
sch plut327 | παίζων ποτὲ μὲν λέγει ἄνδρα, ποτὲ δὲ θεόν. | |
sch plut328 | δόξεις, φησίν, ὁρᾶν ἐμὲ ὡς αὐτὸν τὸν Ἄρεα, ἤγουν τὸν θεὸν ὁρῶν, ἀντὶ τοῦ “κατορθωτικὸν καὶ πρακτικόν”. ἄκρως γὰρ καὶ ἀπειλη‐ | |
5 | τικῶς, φησί, βλέψω πρὸς τοὺς βιαζομένους. | |
sch plut330a | 〈ὤστια〉 τὰς θύρας φασὶ παρὰ τὸ ἐξωθεῖν τὸν ἐπερχόμενον. | |
sch plut330b | ὅτι ἐν τῇ ἐκκλησίᾳ οὐδεὶς ἐδίκαζεν εἰ μὴ ἐπέβαινε τῶν ξεʹ ἐνιαυτῶν· ὅσοι δ’ εἰς τέλος ἡλικίας ἦσαν, εἰσήρχοντο μὲν εἰς τὴν ἐκ‐ | |
5 | κλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους | |
οὖν τοὺς ἐκκλησιαστὰς ἐποίησαν φανερόν τι λαμβάνειν ἀπὸ τῶν τῆς πόλεως προσόδων οἱ δημαγωγοὶ πείσαντες τὴν πόλιν· ὕστερον δὲ ὁ | 91 | |
10 | Κλέων ἐποίησεν αὐτὸ τὸ τριώβολον. ἀφῆλιξ δὲ εἰς τὴν ἐκκλησίαν οὐκ εἰσήρχετο. | |
sch plut331 | παρίημι· ὁ μέλλων “παρή‐ σω”. ὁ δεύτερος ἀόριστος “πάρην” καὶ εὐκτικὸς “παρείην” ἡ μετοχὴ “ὁ παρείς. τοῦ παρέντος”. | |
sch plut332 | ἰστέον ὅτι τὰ ὀνόματα τοῦ δράματος τούτου εἰσὶ πλάσματα τοῦ ποιητοῦ. Χρεμύλος γὰρ ἀπὸ τοῦ χρέος καὶ τοῦ αἱμύλος ὁ ἀπατεών, | |
5 | ὁ ἀπατῶν τοὺς χρεοφειλέτας· καὶ τὸ Καρίων ἐξελληνιζόμενον δηλοῖ δοῦ‐ λον. —Κᾶρες γὰρ οἱ δοῦλοι, ὡς ἡ παροιμία “ἐν Καρὸς αἴσῃ”—ἤτοι ἐν δούλου τάξει· ὁμοίως καὶ τὸ | |
10 | Βλεψίδημος ἤτοι πτωχός, ὁ βλέπων ἀεί ποτε ἐν τῷ δήμῳ. | |
sch plut338a | ἐπὶ τοῖς κουρείοισιν: | |
διαβάλλει τοὺς Ἀθηναίους ὡς διη‐ μερεύοντας ἐπὶ τῶν κουρείων ἀργῶς καὶ οὐκ ἐν τοῖς ἰατρείοις ποιουμέ‐ | 92 | |
5 | νους τὰς συντυχίας. | |
sch plut338b | κουρεῖα τὰ ἁρματοποίεια. | |
sch plut342 | σκώπτει πάλιν τοὺς Ἀθη‐ ναίους ὡς ἐπιφθόνους· “οὐκ ἀκολου‐ θεῖ, φησί, τῇ Ἀθηναίων διαγωγῆ”. καὶ ἀλλαχοῦ· | |
5 | “ἐπὶ τοῦ προσώπου γάρ ἐστιν ἀττικὸν βλέπος”. | 93 |
sch plut351 | παράπαν: παντελῶς, κατὰ | |
πάντα τρόπον, ἐξ ὁλοκλήρου. | 94 | |
sch plut359 | Ἄπολλον ἀποτρόπαιε: ὁ ἀποτρέπων τὰ δεινά, ἀλεξίκακος γὰρ ἦν ὡς χρησμοδοτῶν. ἄλλως· ὡς ἐν ἀρνήσει εἴληφε τὴν τοῦ θεοῦ | |
5 | ἐπίκλησιν. | |
sch plut362 | οὐδείς, ὃς ἔχειν δοκεῖ πλεο‐ | |
νέκτημα, ἀρετῆς ὑγιῶς ἔχει. | 96 | |
sch plut369a | κρώζεις: παροιμία ἐπὶ τῶν θρυλλούντων, ἀπὸ τῶν κο‐ ρωνῶν. | |
sch plut369b | σὺ μὲν γὰρ ἄνω καὶ κάτω | |
περὶ τὸ κεκλοφέναι με διαλέγῃ μοι. | 97 | |
sch plut379a | τὸ στόμ’ ἐπιβύσας: τείνε‐ ται πρὸς τοὺς ῥήτορας, ἐπεὶ εἰώθασι τοῖς ἕρμαιον κεκληρωμένοις ἐπιφορ‐ τίζεσθαι, ὡς κοινωφέλιμοι. | |
sch plut379b | διασύρει τοὺς ῥήτορας. | 98 |
sch plut382 | διασύρει τοὺς Ἀθηναίους. | 99 |
sch plut383 | ἱκετηρία ἐστὶ κλάδος ἐλαίας ἐρίῳ περιπεπλεγμένος· οἱ γὰρ ἱκε‐ τεύοντες αὐτὸν κατεῖχον τὸν κλάδον. | |
sch plut385 | Πάμφιλος ζωγράφος ἦν, ὃς τοὺς Ἡρακλείδας ἔγραψεν ἱκετεύον‐ τας τὸν τῶν Ἀθηναίων δῆμον. μετὰ γὰρ θάνατον Ἡρακλέος Εὐρυσθεὺς | |
5 | διώκει τοὺς Ἡρακλείδας διὰ τὸ πρὸς τὸν πατέρα ἐμφύλιον μῖσος. ταύτην τὴν ἱστορίαν ἀνέγραψε Πάμ‐ φιλος τραγικός—κατὰ δέ τινας ζωγράφος ἦν—ὃς τὴν τῶν Ἡρακλει‐ | |
10 | δῶν τύχην χαρακτηριστικῶς ὑφηγή‐ σατο. Καλλίστρατος δὲ καὶ Εὐφρό‐ νιος τραγῳδιῶν ποιητήν φασι καὶ διδάξαι Ἡρακλείδας. γραφὴ μέντοι ἐστὶν οἱ Ἡρακλεῖδαι καὶ Ἀλκμήνη | |
15 | καὶ Ἡρακλέος θυγάτηρ Ἀθηναίους ἱκετεύοντες, Εὐρυσθέα δεδιότες, ἥτις Παμφίλου οὐκ ἔστιν, ὥς φασιν, ἀλλ’ Ἀπολλοδώρου. ὁ δὲ Πάμφιλος, ὡς ἔοικε, καὶ νεώτερός ἐστιν Ἀρι‐ | |
20 | στοφάνους. ἄλλως. οὗτος ὁ τραγῳ‐ δοποιὸς ἔγραψε τοὺς Ἡρακλείδας ἱκετηρίαν ἔχοντας· ὅταν Εὐρυσθεὺς μετὰ θάνατον Ἡρακλέος τοὺς Ἡρακλείδας ἐδίωξε, καὶ οὗτοι μετὰ | |
25 | τῆς Ἀλκμήνης παρεκάλεσαν τοὺς Ἀθηναίους βοηθῆσαι αὐτοῖς. ἢ ὅτι τὰ συμβάντα αὐτοῖς ζωγράφος τις Πάμφιλος ἀθηναῖος εἰς τὴν στοὰν τῶν Ἀθηναίων ἔγραψεν. | 100 |
sch plut388 | ἀπαρτὶ: ἀπηρτισμένως. ἐ‐ πίρρημα δέ ἐστιν ὡς “ἀμογητί”, παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. κέχρηται δὲ αὐτῷ καὶ Ἡρόδοτος | |
5 | λέγων· “ἀπὸ τούτου εἰσὶ στάδια ἑβδομήκοντα ἀπαρτί”· καὶ Φερε‐ κράτης· “φράσον μοι. ἀπαρτὶ δὴ τοῦ προλαβεῖν”. | |
10 | συνωνυμεῖ δὲ ἡ λέξις· ἔσθ’ ὅτε καὶ χρονικὸν ἐπίρρημα δηλοῖ. | |
sch plut391 | “μόχθηρος” ἐπὶ τοῦ σώμα‐ τος, τὸ δὲ “μοχθηρός” ἐπὶ τῆς | |
ψυχῆς. | 101 | |
sch plut395 | Ἑστία θεὰ θυγάτηρ Κρόνου καὶ Ῥέας, ἥτις καὶ πρώτη τὴν οἰκίαν ἐφεῦρεν· ἐπωνύμως δὲ ταύτῃ καὶ ἡ οἰκία ἑστία ἐκλήθη. | |
sch plut401 | ἀντὶ τοῦ “αὐτόν” ἢ ἀντὶ τοῦ “δεῖ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι πάσῃ | |
σπουδῇ ὥσπερ πρότερον ἔβλεπε.” | 102 | |
sch plut404 | οὐκ ἐτὸς: ἤγουν οὐκ ἀλόγως ἢ ματαίως ἀλλὰ δικαίως· ἐπιρρηματι‐ κὸν γάρ ἐστιν ἀντὶ τοῦ “ἐτεῶς”, | |
ἀπ’ αὐτοῦ συνῃρημένον. | 103 | |
sch plut407 | τίς δῆτ’ ἰατρός ἐστι: διασύρει τοὺς ἰατροὺς καὶ διαβάλλει ὡς ἀμαθεῖς καὶ τοὺς διδόντας ὡς μικρολόγους. | |
5 | ἱστορία. Ἀσκληπιὸς Ἀπόλλωνος υἱὸς καὶ Κορωνίδος. ἰατρικὴν ἐκ Χείρωνος οὗτος ἐκδιδαγμένος, Ἤπιος πρὶν καλούμενος, Ἀσκληπιὸς ἐκλήθη ὡς Ἄσκλην ἰασάμενος τύραννον Ἐπιδαύρου | |
10 | ἢ ὡς μὴ σκέλλεσθαι ἐῶν καὶ θνήσκειν τοὺς ἀνθρώπους. λιμὸς κατέσχε μέγιστος ἔκπαλαι τὰς Ἀθήνας, ὡς περιτρέχειν πανταχοῦ τοὺς δραστηριωτέρους | |
καὶ ἄλια καὶ ἄλευρα ἁρπάζειν ἐκ τηρούντων· ἐκ τούτων ἀλιτήριος καλεῖται πᾶς κακοῦργος. | 104 | |
sch plut415a | παράδοξον, εὐκίνητον. Πε‐ νία γὰρ παραβάλλουσα μάχεται πρὸς αὐτούς. | |
sch plut415b | ἰστέον ὅτι πολλή ἐστι | |
διαφορὰ τοῦ διαλελυμένου καὶ τοῦ συνθέτου· “μέγας” μὲν “θυμός” τὸ πολὺ τοῦ χόλου, “μεγάθυμος” δὲ ὁ | 105 | |
5 | μεγαλόφρων καὶ μεγαλόψυχος. καὶ “χειροδίκης” μὲν συνθέτως ὁ βίαιος καὶ οὐκ ἐν τοῖς νόμοις ἀλλὰ ταῖς χερσὶν αὑτοῦ κείμενον ἔχων τὸ δίκαιον· “δίκην” δὲ “ἔχων ἐν χερ‐ | |
10 | σίν” ὁ δίκαιος καὶ ἀεὶ πρὸ χειρῶν καὶ οἷον φέρων τὸ δίκαιον. οὕτω καὶ “θερμὸν ἔργον” διαλελυμένως μὲν τὸ ἀναιδὲς καὶ θρασύ· “θερμουργὸς” δὲ “ἀνήρ” ἐν συνθέσει κατὰ λόγον | |
15 | ἐπαινετὸν ὁ θαρραλέος καὶ μὴ ψυχρὸς εἰς ἔργον. | |
sch plut423 | ἴσως Ἐριννύς: ἐπισκώπτει τὴν διὰ τῶν Ἐριννύων Αἰσχύλου ὑπόθεσιν· παρεισάγονται γὰρ δεινο‐ παθοῦσαι. ὡς καὶ Εὐριπίδης· | |
5 | “γοργῶπες νερτέρων ἱέρειαι, δειναὶ θεαί.” | |
ἢ ἄλλως. εἰώθασιν οἱ τραγῳδοὶ Ἐριννύας εἰσφέρειν μετὰ λαμπάδων· καὶ γὰρ τὰ ἀποτρόπαια τῶν φασμά‐ των τραγῳδοῖς μᾶλλον ἁρμόττει. | 106 | |
sch plut425 | κλαύσεται: οἰμώξεται ὡς μὴ οὖσα κατὰ φύσιν φοβερά, ἀλλὰ μάτην ἀπατῶσα ἡμᾶς. | |
sch plut426 | πανδοκεύτριαν: ἀντὶ τοῦ “κάπηλιν”. ἢ διὰ τὸ πάντας δέχε‐ σθαι. εἴρηται δὲ κάπηλις ἀπὸ τοῦ κακύνειν τὸν πηλὸν ἤτοι τὸν οἶνον, | |
5 | ὅθεν καὶ ἄμπελος. | |
sch plut427 | λεκιθόπωλιν: ἀπὸ τοῦ | |
χρυσίζοντος ᾠοῦ, ᾠόπωλιν. λέκιθος δὲ κυρίως τὸ ξανθὸν τοῦ ᾠοῦ διὰ τὸ τῷ λέπει τοῦ ᾠοῦ κεύθεσθαι. ἔστι | 107 | |
5 | δὲ εἶδος ὀσπρίου, ὃ καλεῖται πίσος διὰ τὸ ἐοικέναι τὴν χροιὰν λεκίθῳ ᾠοῦ. ἀπὸ μέρους οὖν τὴν ὀσπριό‐ πωλιν δηλοῖ. | |
sch plut431a | βάραθρον: χάσμα φρεα‐ τῶδες καὶ σκοτεινὸν ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς κακούργους ἔβαλλον. ἐν δὲ τῷ χάσματι τούτῳ ὑπῆρχον | |
5 | ὀγκῖνοι, οἱ μὲν ἄνω, οἱ δὲ κάτω. ἐνταῦθα τὸν Φρύγα τὸν τῆς Μητρὸς ἐνέβαλον ὡς μεμηνότα. ἐπειδὴ προέ‐ λεγεν ὅτι ἔρχεται ἡ Μήτηρ εἰς τὴν ἐπιζήτησιν τῆς Κόρης. ἡ δὲ θεὸς | |
10 | ὀργισθεῖσα ἀκαρπίαν ἔπεμψε τῇ χώρᾳ· καὶ γνόντες τὴν αἰτίαν 〈διὰ〉 | |
τοῦ χρησμοῦ, τὸ μὲν χάσμα κατέχω‐ σαν, τὴν δὲ θεὸν ἵλεον ταῖς θυσίαις ἐποίησαν. | 108 | |
sch plut431b | βάραθρον: ὄρυγμα ἔνθα | |
εἰσάγονται οἱ κατάδικοι. | 109 | |
sch plut436 | ἣ ταῖς κοτύλαις: ἀντὶ τοῦ “παρακλέπτουσά με ταῖς κοτύ‐ λαις” ἢ “μικροπρεποῦσά με βλά‐ πτει, οἷον ταῖς μεταφοραῖς τῶν μέτρων | |
5 | ἀπατοῦσά με”, ὡς τοῦ Βλεψιδήμου πεποιηκότος καὶ δεδωκότος ἀργύριον. κοτύλη δέ ἐστιν εἶδος μέτρου, ὃ | |
λέγομεν ἡμεῖς ἡμίξεστον. | 110 | |
sch plut438 | ἄναξ: ἰδίως τὸν Ἀπόλλωνα ἢ ὡς ἀλεξίκακον καὶ χρησμοὺς παρέχοντα πρὸς ἀποτροπὴν τῶν δεινῶν, ἢ ὡς πατρῷον θεόν. | |
sch plut443 | ἐξωλέστερον: ἀπολέσθαι ὀφεῖλον ἢ ἐξολοθρευτικώτερον ἢ | |
ἐξολέσαι δυνάμενον. | 111 | |
sch plut447a | ἔρημος κυρίως ἡ μονωθεῖσα τῶν ἐνοικούντων γῆ, παρὰ τὸ ἔραν μόνην εἶναι. | |
sch plut447b | φεύγω φεύξω κοινῶς, φευξῶ | |
δωρικόν, φευξοῦμαι δὲ ἀττικόν. | 112 | |
sch plut451a | οὐκ ἐνέχυρον: δῆλον ἐκ τούτου ὡς οὐ μόνον ἐνέχυρα ἀλλὰ καὶ ἐνέχυρον. φαίνεται δὲ καὶ ἀπηγο‐ ρευμένον εἶναι μὴ μεθεῖναι τὰ ὅπλα | |
5 | ἐνέχυρα. λέγει οὖν· “αὕτη τῇ ἑαυτῆς βίᾳ ἀναγκάζει καὶ τοὺς νόμους πα‐ ραβαίνειν τοὺς θεσπίσαντας ὅπλα ἐνέχυρα μὴ τιθέναι”. | |
sch plut451b | ἐνέχυρον ἀπὸ τοῦ “ἐχυρόν”, τὸ στερεόν. | |
sch plut453 | οἱ παλαιοὶ Ἀττικοὶ περι‐ σπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύ‐ | |
νουσιν. | 113 | |
sch plut466 | ἀντὶ τοῦ “εἰ μέλλοντες ἐκβαλεῖν σε καὶ ἐπιλαθοίμεθα, μέγα κακὸν πράττομεν τότε”. | |
sch plut470 | εἰ δὲ μή: ἤτοι παύσασθε τοῦ ἐγχειρήματος. τὸ σχῆμα κατὰ παρά‐ λειψιν, ὅμοιον δὲ τῷ ὁμηρικῷ· “ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί”. | |
5 | οὐ γὰρ ἀπέδωκε σύνταξιν ἐνταῦθα. | 115 |
sch plut476a | τύμπανα: τιμωρικά εἰσιν ὄργανα ἀπὸ ξύλων κατεσκευασμένα, ἐφ’ οἷς ἐτυμπάνιζον· ἐχρῶντο γὰρ ταύτῃ τῇ τιμωρίᾳ. λέγονται δὲ καὶ | |
5 | βάκλα, ἐφ’ οἷς τύπτονται ἐν τοῖς δικαστηρίοις οἱ τιμωρούμενοι. | |
sch plut476b | κύφωνες: κύφων δεσμός ἐστι ξύλινος, ὃν οἱ μὲν κλοιὸν ὀνομάζουσιν, οἱ δὲ κάλιον· ἔνθα | |
καὶ ὁ πονηρὸς ἄνθρωπος κύφων. | 116 | |
5 | τάσσεται δὲ κἀπὶ πάντων τῶν δυσχε‐ ρῶν καὶ ὀλεθρίων, καὶ κυφωνισμὸς ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχος δὲ ἀντὶ τοῦ “κακός” καὶ “ὀλέθριος”. εἴρηται δὲ κύφων παρὰ τὸ τοὺς | |
10 | δεσμίους ἀναγκάζεσθαι κύφειν. κύ‐ φωνες ξύλα εἰσὶν ἐπιτιθέμενα εἰς τοὺς τένοντας τῶν καταδίκων, ἵνα μὴ εὕρωσιν ἀνακύψαι· καὶ γὰρ τὸν κρινόμενον ποιοῦσι κύφειν. | |
sch plut480 | τί δῆτα: ἐπέβαλον γὰρ ζημίαν ἐνίοτε τοῖς ἁλοῦσιν ἢ χρήματα καταθέσθαι ἤ τι τοιοῦτον. “τῇ δίκῃ” δὲ τῇ τιμωρίᾳ. εἴθιστο γὰρ | |
5 | τὸ τῆς ἥττης ἤδη καὶ πρόστιμον λέγεσθαι παρὰ τῶν κρινομένων. | |
sch plut483 | ἱκανοὺς: ἀντὶ τοῦ “ἀρκοῦν‐ τας”. ὁ γὰρ ἱκάνων, ὅ ἐστι παραγινό‐ | |
μενος, ἤρκεσε πρὸς τὴν ἔξοδον. | 117 | |
sch plut485 | ὅτι εἴθιστο ἐπὶ τῇ τιμωρίᾳ καὶ προστίμῳ ὑποπίπτειν τοὺς ἁλόν‐ τας, “οὐκ ἄν, φησίν, ἀναβάλοισθε ἀποθανόντες” ἀντὶ τοῦ “ταχέως | |
5 | ἀπελθόντες τελευτήσατε. εἰ γὰρ νικήσετε, οὐκέτι δίκαιόν ἐστιν”. | |
sch plut487 | ἀλλ’ ἤδη: ὅτι τὸ μέτρον τούτων τῶν στίχων ἀναπαιστικὸν τετρασύλλαβον καταληκτικόν. δέχε‐ ται δὲ ἀνάπαιστον, 〈σπονδεῖον〉 καὶ | |
5 | δάκτυλον. | 118 |
sch plut493 | “βούλευμα” μὲν τὸ ἴδιον, “βούλημα” δὲ τοῦ δημοσίου ἡ | |
βουλή. | 119 | |
sch plut505 | οὐκοῦν εἶναί φημι: ὅτι κακόμετρος ὁ στίχος, ἐνίοις δὲ καὶ ἄμετρος. ἡ δὲ σύνταξις τοιαύτη· “οὐκοῦν, ἢν βλέψῃ ποτὲ ὁ Πλοῦ‐ | |
5 | τος, φημὶ εἶναι ὁδόν, ἥντινα ἰών τις παύσει ταῦτα”. τέλειον δὲ εἴη, εἰ καὶ τὸν “καί” προσθείη τις σύνδεσμον, εἰπὼν “καὶ τοῖς ἀνθρώ‐ | |
ποις ἀγάθ’ ἂν πορίσειεν”. | 121 | |
sch plut507 | ἀλλ’ ὦ ὑμεῖς οἵτινες ἐγένεσθε μόνοι ἀπὸ πάντων ἀνθρώπων | |
ἀναπειθεῖς ἤγουν ἀπειθεῖς εἰς τὸ οὐχ ὑγιαίνειν, συνθιασῶται δὲ | 122 | |
5 | εἰς τὸ ληρεῖν, ἐὰν γένηται τοῦτο ὅπερ λέγεται, φαίνεταί μοι ὅτι οὐκ | |
ἀρέσει ὑμῖν. | 123 | |
sch plut509 | εἰ τοῦτο γένοιθ’ ὃ: ὅρα τὴν δεξιότητα τοῦ κωμικοῦ· προσ‐ ποιεῖται ὡς οὐκ οἶδεν ἡ Πενία τὴν γνώμην τοῦ Χρεμύλου καὶ τὴν τοῦ | |
5 | Πλούτου, ὅτι πρὸς μόνους τοὺς δικαίους ἥξει. καὶ διὰ τοῦτο οὕτως εἴρηκεν ὅτι, ἐὰν ἀναβλέψῃ ὁ Πλοῦτος καὶ πλουτίσῃ πάντας, ποῖος τῶν ἀνθρώπων ἔσται ὁ τὴν οἱανοῦν | |
10 | τέχνην μεταχειρισόμενος; | 124 |
sch plut516 | ἢν ἐξῇ ζῆν: πρὸς τὸ ἀνώ‐ τερον· τίς ἐθελήσει τέχνην μετελθεῖν, ἢν ἐξῇ ζῆν καὶ τὸ ἑξῆς. | |
sch plut517a | ἀντὶ τοῦ “κατὰ λῆρον ληρεῖς”. ἀττικὴ δὲ ἡ φράσις καὶ τὸ σχῆμα ἀττικόν, ὡς τὸ “μανίαν μαί‐ νῃ”. ἀττικὸν δέ ἐστι τὸ εἰπόντα τὸ | |
5 | πρᾶγμα ἐπαγαγεῖν τὸ ἀπὸ τοῦ πράγ‐ ματος ῥῆμα, ὡς τὸ “ὕβριν ὑβρίζεις” καὶ “φυγὴν φεύγεις” καὶ ὅσα τοιαῦτα | |
καὶ τὰ λοιπά. | 125 | |
sch plut517b | ἡ στάσις ἡ μετὰ τοῦ Χρεμύ‐ λου καὶ τῆς Πενίας ἐστὶ πραγματική. | |
sch plut521a | ἔμπορος: ὁ πραγματευτής, κυρίως δὲ ἄνθρωπος ὁ πλέων θάλασ‐ σαν, παρὰ τὸ “πόρος”. πόρος δὲ ἐπὶ ὑγρῶν λέγεται κυρίως, καὶ εὔπορος | |
5 | ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ ὑδατικοῦ πόρου. | |
sch plut521b | “ἀνδραποδιστής” εἴρηται ἀπὸ τοῦ ἄνδρα ἀποδίδοσθαι ὅ ἐστι πωλεῖν· “ἀνδράποδα” δὲ ἀπὸ τοῦ ὑποκεῖσθαι τὸν οἰκέτην τῷ δεσπότῃ, | |
5 | καθάπερ ὑπόκειται ὁ ποὺς τῷ ἀνδρί. διαβάλλονται δὲ οἱ Θετταλοὶ ὡς ἀνδραποδισταί, καὶ Εὐριπίδης· “πολλοὶ παρῆσαν, ἀλλ’ ἄπιστοι Θετταλοί”. δῆλον δὲ ἀπὸ Ἰάσονος, ὃς ἠνδραπό‐ | |
10 | δισε τὴν Μήδειαν· ἀνδράποδον δὲ εἴρηται ὁ ποὺς ἐν ἀνδράσιν ἀπὸ ὑποκειμένου μέρους τῷ ὅλῳ· ὑπόκει‐ ται οὖν ὁ οἰκέτης τῷ δεσπότῃ, | |
καθάπερ ὁ ποὺς τῷ ὅλῳ σώματι. | 126 | |
sch plut528 | ὡς Ὅμηρος· “ὑπ’ αἰθούσης | |
τάπητας ἔθηκας”. | 127 | |
sch plut535 | ἐκ βαλανείου: διὰ τὸ τοὺς πένητας ἀποροῦντας ἐνδυμάτων διὰ τὸ ψύχος ἐν βαλανείῳ καθεύδειν, ἐκ τῆς θέρμης φλυκταίνας ποιεῖν. Ἀ‐ | |
5 | πολλόδωρος τὰ ἐκ τοῦ πυρὸς ἐρευθή‐ ματα ἢ ἐκ ψύχους ἢ τοὺς τύλους καὶ τὰ ἐπικαύματα τὰ ἐκ τοῦ πυρός φησιν, ὡς τῶν πενήτων διὰ τὸ | 128 |
αὐτουργεῖν τοῦτο πασχόντων. | 129 | |
sch plut536 | κολοσυρτὸς κυρίως ὁ ἦχος ὁ ἐκ ξύλων γεγονὼς συρομένων ἀπὸ τοῦ ὄρους, ἀπὸ τοῦ κᾶλον, τὸ ξύλον, καὶ τοῦ σύρω. | |
sch plut537 | κώνωπάς φησι τὰς ἐμπίδας· οἱ δὲ ὡς τὰς ψύλλας οὔσας ἀφώνους εἶπε βομβεῖν· κωνώπων γὰρ μᾶλλον τοῦτο ἴδιον. ἐντεῦθεν πλανηθέντες | |
5 | τινὲς θηλυκῶς εἰρῆσθαι ᾠήθησαν τοὺς κώνωπας, ληροῦσι δέ· ἀρσενι‐ | |
κῶς γὰρ λέγονται. οἱ Δωριεῖς δὲ ἀρσενικῶς λέγουσι τὸν ψύλλον, οἱ δὲ Ἀττικοὶ θηλυκῶς. “ἠχοῦσαι”, φη‐ | 130 | |
10 | σίν, οἱ κώνωπες, “ἠχοῦσαι γὰρ περιίπτανται”· οὐκ ἔστι δέ, ἀλλὰ πρὸς τὰς ψύλλας. | |
sch plut539 | ἐπεγείρουσαι καὶ φρά‐ ζουσαι· πεινήσεις, ἀλλ’ ἐπανί‐ στω: ὡς ἄν τις εἴπῃ· “τοῦτο βοῶσιν ὅτι ἀνάστα, ποίει δοῦλε μὴ | |
5 | πεινήσῃς”. | |
sch plut543 | ὅτι ὁ μὲν ἄρτος πάλαι μέμα‐ | |
κται, ἡ δὲ μάζα νῦν. | 131 | |
sch plut544 | Ἀττικοὶ ῥαφανίδα φασὶν ἣν ἡμεῖς ῥάφανον, πάλιν δὲ ῥάφανον ἢν ἡμεῖς κράμβην. εἴρηται δὲ ῥαφανὶς παρὰ τὸ ῥᾳδίως φαίνεσθαι· λόγος | |
5 | γὰρ ὡς σπειρόμεναι θᾶττον ἄνεισιν. | |
sch plut545a | θράνος ἐστὶν ὑποπόδιον, ἔνθα καὶ θρανίτης, ὡς λυχνίτης, ὑποκοριστικῶς. | |
sch plut545b | μάκτρα· θυεία ἐπιμήκης, | |
ἐν ᾗ μάττουσι τὰ ἄλευρα. | 132 | |
sch plut548 | ἀνεκρούσω, ἀπὸ μεταφορᾶς τῶν κιθαρῶν ἤ τινος ἄλλου τοιούτου ὀργάνου. διενήνοχε δὲ πτωχεία πενί‐ ας, ὅτι ἡ μὲν πενία μεμετρημένη | |
5 | ἐστὶν ἔνδεια, πόνῳ τὰ χρειώδη θηρῶσα· εἴρηται δὲ παρὰ τὸ πένεσθαι ὃ σημαίνει τὸ ἐνεργεῖν· ὁ δὲ πτωχὸς παρὰ τὸ πτώσσειν ἅπαντας. τοῦ μὲν γὰρ πτωχοῦ ὁ βίος ἐστὶν ἵνα μὴ ἔχῃ | |
10 | τι, τοῦ δὲ πένητος ἄλλος ἐστὶν ἵνα ἔχῃ τὴν ἐφήμερον ζωήν· ὥστε ἄλλο ἐστὶ πτωχεία καὶ ἄλλο πενία. παρά‐ ξενος γὰρ ἔνι ὁ βίος τοῦ πτωχοῦ, ὅτι μοχθεῖ καὶ κοπιᾷ, καὶ οὐδὲ κἂν | |
15 | αὐτοῦ ἐν τῷ θανάτῳ ἔχῃ ἵνα ταφῇ | |
sch plut550 | τὰ 〈μὴ〉 ὅμοιά φησιν αὐτοὺς ὁμοιοῦν, ὡς εἴ τις λέγει Διονύσιον τὸν ἐν Σικελίᾳ ἐξώλη καὶ ἐμμανῆ τύραννον ἐοικέναι Θρασυβούλῳ τῷ | |
5 | Λύκου ἀνδρὶ φιλοπόλιδι καὶ παντὸς κρείττονι λόγου διὰ τὰς ἐπιφανεῖς αὐτοῦ κατὰ πόλεμον νίκας οἱ Λακε‐ | |
δαιμόνιοι γὰρ κρατήσαντες τῶν Ἀθηναίων λʹ τυράννους ἀπὸ τῆς | 133 | |
10 | πόλεως αὐτῶν ἐν Ἀθήναις διάγειν 〈ἔταξαν〉· ὁ οὖν Θρασύβουλος ἐρα‐ στὴς ὢν τῆς δημοκρατίας κατέλαβε Φυλὴν τῆς Ἀττικῆς μετά τινων ἄλλων, μεθ’ ὧν κατέλυσε τοὺς λʹ. | |
sch plut555 | ἐπικαλεῖται δὲ τὴν Δήμητραν κατὰ τῆς Πενίας, ὡς οὖσαν παρεκτι‐ | |
κὴν πάντων τῶν ἀγαθῶν. | 134 | |
sch plut559 | ἑλληνικὸν τὸ ποδαγρᾶν. ὑπὸ γὰρ ἀργίας μεγάλης. γίνονται ποδάγραι. | |
sch plut560b | εἴρηται δὲ τὸ “ἀσελγῶς” ἀπὸ τῶν ἐν Σέλγη πόλει τῆς Πισιδίας κατά τινας μὲν σεμνῶς βιοῦν οἰομένων· “ἀσελγῶς” “μὴ σεμνῶς”, ὁμοίως τάχα τοῖς Σελγαίοις, ἀλλ’ αἰσχρῶς κατὰ δὲ τοὺς ἐπισκεπτικώτερον τὸ ἔθνος εἰδότας Κίλιξι καὶ Ἀρμενίοις ὅμορον ὂν καὶ ὁμότροπον, “ἀσελγῶς” “αἰσχρῶς” | |
5 | ἐπιτατικώτερον, ὡς οἱ τῆς Σέλγης οἰκήτορες. | |
sch plut561 | ἰσχνοὶ καὶ σφηκώδεις: ἢ λεπτοὶ κατὰ τὸ μέσον ἢ πικροί, ἐπεὶ καὶ τὸ ζῳύφιον πικρόν ἐστι σφόδρα. δριμύτεροι οὖν ὡς σφῆκες ἅμα καὶ | |
5 | ἰσχνότεροι γίνονται οἱ λιμώττοντες. | 135 |
sch plut567 | τοὺς ῥήτορας: τοὺς δημα‐ γωγούς, τοὺς νομομαθεῖς· ῥήτορας γὰρ δημαγωγοὺς Ἀθήνησι καθί‐ στων. περισύρει δὲ τούτους ὡς | |
5 | πλεονέκτας καί φησιν ὅτι ἴδε τοὺς ῥήτορας, ὡς, ὁπόταν μέν εἰσι πτωχοί, εἰσὶν εὐσεβεῖς καὶ δίκαιοι, ὅταν δὲ πλουτήσωσι καὶ ταῦτα ἀδίκως ἐκ τῶν κοινῶν, γίνονται | |
10 | ἄδικοι. | 136 |
sch plut575 | πτερυγίζεις: ἀντὶ τοῦ “μάταια καὶ κοῦφα διαλέγῃ”, ἀπὸ τῶν νεοσσῶν ἃ πτερυγίζουσι μὲν τὰς πτέρυγας ἵπτασθαι, οὐ δύνανται δέ· | |
5 | “οὕτως καὶ σὺ θέλεις μὲν εἰπεῖν καὶ πειράζεις, οὐδὲν δὲ ἀνύεις”. ἄλλως. “φλυαρεῖς διὰ λόγων”· τὸ γὰρ πτερὸν ἠχῶδες καὶ θορυβητικόν. | |
sch plut576 | ὅτι βελτίστους: διότι αὐ‐ τοὺς ὠφελῶ· καὶ τοῦτο ἔστιν ἰδεῖν καὶ εἰς τοὺς παῖδας ἁπλῶς πῶς φεύγουσιν ἀπὸ τῶν ἰδίων γονέων | |
5 | ἀγαπώντων αὐτούς. | |
sch plut578 | οὕτως ἐστὶ δύσκολον πρᾶγμα, | |
ἵνα νοήσῃ τις τὸ δίκαιον. | 137 | |
sch plut581 | ἀλλ’ ὦ Κρονικαῖς λήμαις: ἀρχαίαις μωρίαις ἐσκοτισμένοι τὸ φρονεῖν. παροιμία δ’ ἐστὶν ἀπὸ τῶν ἀμβλυωπούντων. λήμη ἐστὶ τὸ πε‐ | |
5 | πηγὸς δάκρυον, ὅπερ ἐπικαθεζόμενον βλάπτει τοὺς ὀφθαλμούς. τὸ γὰρ τῶν γερόντων δάκρυον παχὺ ὂν [λήμας] μεγάλ[ας] ἀποτελεῖ καὶ ποιεῖ. σημαίνει οὖν· “τετυφλωμένοι τὰς | |
10 | φρένας, ὥσπερ οἱ τὰς λήμας ἔχοντες τῶν ὀφθαλμῶν ἰόντων ἐμποδίζονται τὰς ὄψεις”. | |
sch plut584 | διὰ τεσσάρων ἐτῶν συνήρ‐ χοντο· κατὰ δὲ τὸ πέμπτον ἐτελεῖτο | |
ὁ ἀγών. | 138 | |
sch plut585 | μετὰ τὴν μάχην ἐστεφάνωσε διὰ κλάδων, δηλῶν ὅτι καὶ οἱ μαχόμενοι ἀλόγως ἐστέφοντο. | |
sch plut586 | ὅτι οὐ κοτίνῳ ἐστεφανοῦντο, ἀλλὰ τῷ τῆς καλλιστεφάνου ἐλαίας κλάδῳ. οὐκ ἀκριβῶς οὖν φησι· καλ‐ λιστεφὴς γὰρ ἡ ἐλαία λέγεται. | |
5 | “ταύτης δὲ τὰ φύλλα ἔμπαλιν ταῖς λοιπαῖς ἐλαίαις πέφυκεν”, ὥσπερ Ἀριστοτέλης φησίν· “ἔξω γὰρ ἀλλ’ οὐκ ἐντὸς ἔχει τὰ λευκά. ἔστι δὲ ἐν τῷ Πανθείῳ, καλεῖται δὲ καλλιστέ‐ | |
10 | φανος. ἀφίησί τε τοὺς πτόρθους, ὥσπερ ἡ μύρτος, εἰς τοὺς στεφάνους συμμέτρους. ἀπὸ ταύτης λαβὼν καρπὸν Ἡρακλῆς ἐφύτευσεν Ὀλυμ‐ πίασιν, ἀφ’ ἧς οἱ στέφανοι τοῖς | |
15 | ἀθληταῖς δίδονται”. ὥς φασι δέ τινες· “ἔστιν αὕτη παρὰ τὸν Ἰλισσὸν ποταμὸν σταδίους 〈ξʹ〉 τοῦ ἱεροῦ | |
ἀπέχουσα· περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θίγοντι αὐτῆς | 139 | |
20 | ἐστιν. ἀπὸ ταύτης ἔφερον λαβόντες οἱ Ἠλεῖοι τῶν ἀθλητῶν ἐν Ὀλυμπίᾳ τοὺς στεφάνους”. | |
sch plut589a | παρ’ ὑπόνοιαν καὶ κατὰ | |
λέξιν καὶ κατὰ γραφήν. | 140 | |
sch plut589b | ὅπερ ἀγαπᾷ τις κατέχει | |
παρ’ ἑαυτῷ. | 141 | |
sch plut594 | τὴν Ἑκάτην ἐν ταῖς τριόδοις ἐτίμων οἱ παλαιοὶ διὰ τὸ τὴν αὐτὴν Σελήνην καὶ Ἑκάτην καὶ Ἀρτέμιδα καλεῖσθαι. κατὰ δὲ νουμηνίαν οἱ | |
5 | πλούσιοι ἔπεμπον δεῖπνον ἑσπέρας ὥσπερ θυσίαν τῇ Ἑκάτῃ ἐν ταῖς τριόδοις· οἱ δὲ πένητες ἤρχοντο πεινῶντες καὶ ἤσθιον αὐτὰ καὶ ἔλεγον ὅτι ἡ Ἑκάτη ἔφαγεν αὐτά. | |
10 | λέγεται οὖν· “παρὰ τῆς Ἑκάτης μάθωμεν τῆς ἐπισταμένης τί πενία ἢ πλοῦτος· αὕτη γὰρ ἐπίσταται τίνες παρέχουσιν αὐτῇ δεῖπνα”. ἔθος ἦν ἄρτους καὶ ἄλλα τινὰ κατὰ μῆνα | |
15 | τιθέναι τῇ Ἑκάτῃ τοὺς πλουσίους, λαμβάνειν δὲ ἐξ αὐτῶν τοὺς πένητας· ἀπὸ γὰρ τῶν ἱερῶν οἱ πτωχοὶ [ζῶσιν]. | |
sch plut600 | ὑπερβολικά, ὡς καὶ ὁ Εὐρι‐ πίδης· | |
“τὰ καλὰ καὶ τὰ μὴ καλὰ καλῶς ἔχουσιν”. | 142 | |
sch plut601 | ταῦτα ἐκ Τηλέφου Εὐριπίδου τραγικεύεται. [ἄλλως. ἐκ Φοινισ‐ σῶν Εὐριπίδου με]τείληπται δὲ ὁ στίχος· οὐ γὰρ ἀκολούθως καλεῖ ἐν | |
5 | Ἀθήναις οὖσα. | |
sch plut602 | Παύσωνα: τὸν σύντροφον καὶ διαιτητήν. Παύσων δὲ ἐπὶ πενίᾳ κωμῳδεῖται, ζωγράφος ὤν. | |
sch plut606 | κύφων· ὁ ξύλινος δεσμός, ἐν ᾧ δεσμοῦνται οἱ ἐν τῇ φρουρᾷ. τινὲς | |
δὲ κύριον ὄνομά φασι πτωχοῦ τινος. | 143 | |
sch plut624 | χρή· ὁ παρατατικὸς ἀντὶ ἐνεστῶτος. | |
sch plut625 | ἀξιοῦται, ἀντὶ τοῦ “ἄξιόν ἐστι” κατὰ Ἀττικούς. | |
sch plut626a | τὸ εὐτρεπὲς ἐπὶ οἴκου, τὸ δὲ εὐπρεπὲς ἐπὶ ἀνθρώπου. | |
sch plut626b | τοῦτο λαμβάνεται εἰς τὰς κτήσεις πάσας. | |
sch plut626c | οὗτοι, ὡς ἔοικεν, εὐθὺς | |
ἀπῆγον ἐκεῖ, ἔφη δὲ ὁ Καρίων. | 145 | |
sch plut627a | μεμυστιλημένοι: εὐωχη‐ μένοι, ζωμὸν ἀρυσάμενοι κοίλοις ἄρτοις καὶ μυστρία μιμουμένοις. ὅθεν καὶ τὸ ὄνομα τοῖς μυστρίοις, | |
5 | οἱονεὶ μυστίλιόν τι ὄν. ὁ δὲ νοῦς· “ὦ πολλὰ ταλαιπωρήσαντες καὶ εἰς οὐδὲν ἑστιαθέντες, νῦν δὲ εὐτυχήσαν‐ τες”. | |
sch plut627b | μετὰ τὸ χαρίσασθαι τὴν δημοκρατίαν τοῖς Ἀθηναίοις τὸν Θησέα, Λύκος τις συκοφαντήσας ἐποίησεν ἐξοστρακισθῆναι τὸν ἥρωα· | |
5 | ὁ δὲ παραγενόμενος εἰς Κῦρον διῆγε παρὰ Λυκομήδει τῷ δυνάστῃ τῆς νήσου, ὃς ζηλοτυπήσας ἀναιρεῖ αὐτὸν | |
δόλῳ. Ἀθηναῖοι δὲ λιμώξαντες καὶ κελευσθέντες ἐκδικῆσαι τῷ Θησεῖ, | 146 | |
10 | τὸν μὲν Λυκομήδην ἀνεῖλον, τὰ δὲ ὀστᾶ μεταστειλάμενοι καὶ τὸ Θησεῖον οἰκοδομήσαντες ἰσοθέους οὕτω τιμὰς διανέμουσι. διανομαὶ δὲ καὶ εὐωχίαι τοῖς Θησείοις γίνονται· ταῖς δὲ ὀγ‐ | |
15 | δόαις τὰ Θησεῖα ἤγετο· ἑορτὴ δὲ αὐτῷ ἐπετελεῖτο, ἐπειδὴ αὐτὸς συνή‐ γαγε τὴν Ἀττικὴν πρότερον σπορά‐ | |
δην καὶ κατὰ κώμας οἰκουμένην. | 147 | |
sch plut628 | ἐπ’ ὀλίγοις ἀλφίτοις: ἢ διὰ τὸ πλῆθος τῶν ὄψεων ὀλίγον ἄρτον ἀνήλισκον, ἢ τοῖς κοίλοις ἄρτοις τοὺς ζωμοὺς ἀρυόμενοι ταχέ‐ | |
5 | ως κορέννυνται δι’ ἔνδειαν ἄρτων, καὶ πάντες ἀθάραν ἤσθιον ἐν τῇ ἑορτῇ τοῦ ἥρωος. πεποίηται δὲ ἡ λέξις παρὰ τὴν μάσησιν ἢ παρὰ τὸ εἰς μικρὰ τίλλεσθαι τοὺς ἄρτους καὶ | |
10 | οὕτως ἐσθίειν. | |
sch plut635 | ἐξωμμάτωται: ὅρα πῶς τοῖς σπουδαίοις γελοιώδη παραμίξας | |
λανθάνει. ἡ γὰρ “ἐξ” πρόθεσις ἐπίτασιν δηλοῦσα τὸ φαινόμενον | 148 | |
5 | 〈σημαίνει〉 ἀντὶ τοῦ “ἐπιτεταμένως ὁρᾶν”, ὡς τὸ “ἐκ θυμοῦ φιλέων”. 〈ἢ〉 μᾶλλον παίζων ἐπὶ στερήσεως λέγει. | |
sch plut637 | ἀπαγγέλλεις μοι, φησί, χαρᾶς ἄξιον ὥστε καὶ βοᾶν τῇ χαρᾷ νικώμενον. | |
sch plut639 | εὔπαιδα: ἐπαμφοτερίζει ἡ χρῆσις ἐπί τε τοῦ καλοῦ παιδὸς καὶ | |
τοῦ καλοὺς παῖδας ἔχοντος. καὶ “μέγα ἀνυμνήσω, φησί, τὸν Ἀ‐ | 149 | |
5 | σκληπιὸν μέγα φῶς ὄντα τοῖς ἀνθρώποις”. πολλοὶ δὲ παῖδες τοῦ Ἀσκληπιοῦ· Ποδαλείριος, Μαχάων, Ἰασώ, Πανάκεια, Ὑγεία. ἀναπέπλα‐ σται δὲ τὰ ὀνόματα παρὰ τὸ ἰᾶσθαι | |
10 | καὶ πάντας ἀνακεῖσθαι. “εὔπαιδα”· ἢ 〈τὸν〉 τοὺς καλοὺς παῖδας ἔχοντα ἢ τὸν καλὸν παῖδα. ὁ δὲ νοῦς πέπαικται εἰς τραγῳδίαν· καὶ γὰρ ὁ χαρακτὴρ τραγικός, ὡς ἐν Ὀρέστῃ· | |
15 | “ἀναβοάσομαι πατρὶ Ταντάλῳ”. | 150 |
sch plut651 | αὐτὴ δὲ ὡς αἰσχρὸν φεύγει τὸν λόγον ἤ τι πρᾶγμα ἀκούσασα | |
ἐφοβήθη ἀποτρέπουσα τὸν λόγον. | 151 | |
sch plut656 | εἴθιστο γὰρ τοῖς ἀρχαίοις ἐκεῖ καθαίρειν τοὺς ἀφωσιωμένους· καὶ Ὅμηρος· “εἰς ἅλα λύματ’ ἔβαλλον”, | |
sch plut657 | “ἐλούομεν” μὲν καὶ κατὰ | |
συγκοπὴν “ἐλοῦμεν”. | 152 | |
sch plut660a | βωμῷ: ἀντὶ τοῦ “ὁσιωθεί‐ σης τῆς θυσίας” καὶ τῶν ἀπαργμά‐ των ἐπὶ τῶν βωμῶν τεθέντων, ἅπτον‐ ται τοῦ βωμοῦ ἢ τοῦ κανοῦ καὶ | |
5 | ἐπιφθέγγονται ὅσια, καὶ τότε ἔξεστι | |
τοῖς ἀπὸ τῆς θυσίας ἀδεῶς χρῆσθαι. | 153 | |
sch plut660b | προθύματα: σημαίνει τὰ προκατάργματα ἢ τὰ πρὸ τῆς θυσίας γινόμενα θυμιάματα ἢ πλακούντια. | |
sch plut661 | καθωσιώθη: ἀντὶ τοῦ “ἀφιερώθη”, ἤτοι “ὄλυρα ἢ κριθὴ ἢ λιβανωτὸς ὁσίως ἀνετέθη”. | |
sch plut663 | καττύματα λέγονται οἱ μικροὶ ἱμάντες οἱ ἐπὶ τῆς κόπρου ἐρριμ‐ μένοι. λέγει οὖν· “ἐκ πολλῶν καὶ μικρῶν τὴν στιβάδα ηὐτρεπίζομεν”. | |
sch plut665 | εἰς πολλὰ κεκωμῴδηται, εἰς συκοφάντην, ῥήτορα καὶ τὰ δημόσια κλέπτοντα καὶ ξένον καὶ τὰς ὄψεις | |
βεβλημένον. | 154 | |
sch plut673a | ἀθάρη μόνη ἡ σεμίδαλις λέγεται. ἀττικὸν δὲ διὰ τοῦ η “ἀθάρης”, Αἰολεῖς “ἀθήρας”, ἡ δὲ κοινὴ διὰ τοῦ α “ἀθάρας” | |
sch plut673b | ἀττικὸν τὸ λαμβάνειν ἔξω‐ θεν τὸ “πεπλησμένος”· τὴν χύτραν ἀθάρης, ὡς λέγομεν “ἀλάβαστρον μύρου” καὶ “ἀσκὸς οἴνου” ἀντὶ τοῦ | |
5 | “ἀλάβαστρον μεστὸν μύρου”. | 155 |
sch plut675a | δαιμονίως: ἤγουν ὡς εἷς τῶν ἱερείων δηλαδὴ ὄφεων. | |
sch plut675b | ἐφερπύσαι: βαδίσαι. ἀπὸ μεταφορᾶς τῶν ἑρπετῶν. ἐκ τούτου δὲ τὴν ἥσυχον κλοπὴν τὴν ἐπὶ τὴν χύτραν δηλοῖ. | |
sch plut677 | Ἀττικοὶ μὲν μονοσυλλάβως φθοῖς· ὁ δὲ Καλλίμαχος “φθόϊας”, ἤτοι πλακοῦντας οὖν. | |
sch plut678 | εἰσὶ γὰρ τράπεζαι ἐν τοῖς ἱεροῖς, ἐν αἷς ἐπιτιθέασι τὰ ἐπι‐ | |
φερόμενα. | 156 | |
sch plut681a | ἥγιζεν: ἀντὶ τοῦ “ἔβαλεν εἰς δέρματα σακκίων”, ἅπερ καὶ θύλακον λέγομεν. τινὲς δὲ ἀντὶ τοῦ “ἀπετίθετο”. παίζει δὲ τοῦτο ὡς | |
5 | ἐπὶ ἱερέων. ἀρσενικὸν δὲ ὁ σάκτης ὡς αἱ χρήσεις διδάσκουσιν. | |
sch plut681b | εἰδῶν συγκείμενον ἔκ τε ἀστραγάλων καὶ καναβουρίων. | |
sch plut682 | [πολλὴν ὁ]σίαν: ὅσια μὲν τὰ πρὸς ἀνθρώπους ὧν ἔξεστι θίγειν. “δόξας, φησίν, ὅσιον εἶναι τὸ λαμ‐ βάνειν τι ἀπὸ τῶν ἐν τῷ ἱερῷ, ἐπεὶ | |
5 | καὶ ὁ ἱερεὺς ἐλάμβανεν”. | 157 |
sch plut685 | διαβάλλει τὸν θεὸν ὡς κλέ‐ πτην. “ἐφοβήθην οὖν μὴ καὶ αὐτὸς ἐλθὼν κλέψαι τὴν χύτραν φθάσειέ με”. | |
sch plut686 | ὅτι στεφανηφόρος ὁ Ἀσκλη‐ πιὸς καὶ ἀεὶ νεάζων· ὑγείας γάρ | |
ἐστιν ἔφορος. | 158 | |
sch plut689a | τρία μὲν εἴδη τῆς συναλοι‐ φῆς ἁπλᾶ καὶ δʹ σύνθετα· ἁπλᾶ μὲν ἔκθλιψις, κρᾶσις καὶ [συναίρ]εσις· σύνθετα δὲ ἔκθλιψις καὶ κρᾶσις, | |
5 | ἔκθλιψις καὶ συναίρεσις, κρᾶσις καὶ συναίρεσις, κα[ὶ ἔκ]θλιψις κρᾶσις καὶ συναίρεσις. ἁπλᾶ μὲν ἔκθλιψις ὡς τὸ “οὐχὶ οὕτως· οὐχ’ οὕτως”, κρᾶσις δὲ ὡς τὸ “ἐποιήσαο· ἐποιή‐ | |
10 | σω” καὶ συναίρεσις ὡς τὸ “πάϊς· παῖς”· σύνθετα δὲ οἷον ἔκθλιψις καὶ κρᾶσις ὡς τὸ “κἀγώ· καὶ ἐγώ”, ἔκθλιψις δὲ καὶ συναίρεσις ὡς τὸ “ἔμ’ οὐπ’ ὀδύνη”, κρᾶσις δὲ καὶ συναίρεσις | |
15 | ὡς τὸ “ᾡπόλος” ἀντὶ τοῦ “ὁ αἰπό‐ λος”, ἔκθλιψις δὲ καὶ κρᾶσις καὶ συναίρεσις ὡς τὸ “κᾆτα· καὶ εἶτα” | |
καὶ “ᾡπόλοι” ἀντὶ τοῦ “οἱ αἰπόλοι”. | 159 | |
sch plut689b | [ἀκόλουθον τῷ ἐφερπύσαι τὸ συρί]ξαι. ἕκαστον γὰρ τῶν ζῴων ἰδίαν φωνὴν ἔχει, ὡς αἲξ τὸ μηκάζειν, κορώνη τὸ κρώζειν κ[αὶ τἄλ]λα | |
5 | [ὁ]μ[οίως.] | |
sch plut690a | ὀδὰξ ἐλαβοίμην: ἀντὶ τοῦ “τοῖς ὀδοῦσιν αὐτὴν ἔδακον.” | |
sch plut690b | εἶδος δὲ ὄφεως ὁ παρείας· παρὰ τὸ ἐπῆρθαι τὰς παρειάς. φασὶ δὲ αὐτὸν μὴ δάκνειν ἢ καὶ δάκνοντα μὴ λυπεῖν. μέμνηται δὲ αὐτοῦ καὶ | |
5 | Δημοσθένης “τοὺς ὄφεις τοὺς πα‐ ρείας” λέγων. τὸ δὲ τοιοῦτον εἶδος εὑρίσκεται ἐν τοῖς ἱεροῖς τοῦ Διονύ‐ | |
σου· οἵτινες καὶ ἐν τῇ Ἀλεξανδρείᾳ. | 160 | |
sch plut694 | ἔφλων: ἤσθιον. φλᾶν δὲ τὸ μετὰ ψόφου ἐσθίειν· καὶ γὰρ φλᾶν τὸ θλᾶν, ὡς τὸ “φηρσὶν ὀρεσκῴοισιν”. | |
sch plut699 | διὰ τὴν ἀθρόαν τοῦ πνεύ‐ ματος ἐκπήδησιν. ὅθεν καὶ πάρδος· | |
ὁρμητικὸν γὰρ τὸ ζῷον. | 161 | |
sch plut700 | ἐβδελύττετο: ἀντὶ τοῦ “ἐμίσει”. χαριέντως δ’ εἶπε πρὸς τὸ “ἀπέπαρδον”· παρὰ τὸ βδέειν γὰρ τὸ βδελύττεσθαι. | |
sch plut701 | ὅτι τινές φασιν εἶναι καὶ θυγατέρα τοῦ Ἀμφιάρεω αὐτήν. εἰ δὲ καὶ τὴν Ἰασὼ Ἀσκληπιοῦ θυγα‐ τέρα, ὥσπερ Ἀμφιάρεω, ἄξιον ἀπο‐ | |
5 | ρεῖν· ἐπεὶ καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ ἰάμβῳ τῶν Τριμέτρων Ἀ‐ σκληπιοῦ καὶ Λαμπετίας τῆς Ἡλίου λέγει Μαχάωνα καὶ Ποδαλείριον καὶ Ἰασὼ καὶ Πανάκειαν καὶ Αἴγλην | |
10 | νεωτάτην. ἄλλοι δὲ προστιθέασιν Ἰανίσκον καὶ Ἀλεξήνορα. | |
sch plut703 | ἄλλο λίβανος καὶ ἄλλο λιβα‐ νωτός; λίβανος μὲν γὰρ αὐτὸ τὸ δένδρον, λιβανωτὸς δὲ ὁ καρπὸς τοῦ | |
λιβάνου. | 162 | |
sch plut706 | σκατοφάγον: ἀναίσθητον. εἴρηται δὲ ἀπὸ τῶν παρὰ Βοιωτοῖς βοῶν, οἳ διὰ τὴν πολλὴν ἀναισθησίαν σκατὰ ἤσθιον. ἑτερόκλιτος δέ ἐστιν | |
5 | ἡ “σκατός” γενικὴ ἀπὸ εὐθείας τῆς | |
“σκώρ”. | 163 | |
sch plut712 | εἰπὼν γὰρ ὅτι τὸ κιβώτιον λίθινον ἦν, ὥσπερ ἑαυτοῦ τὴν λήθην ἐπανορθούμενος, φησί· “μὰ | |
Δί’ οὐκ ἦν λίθινον τὸ κιβώτιον.” | 164 | |
sch plut716 | Νεοκλείδης· οὗτος ὡς ἅρπαξ τῶν δημοσίων κωμῳδεῖται. | |
sch plut717 | τῶν φαρμάκων τὰ μέν εἰσι καταπλαστά, τὰ δὲ χριστά, τὰ δὲ ποτά. τινὲς δὲ προπαροξύνουσι “κα‐ τάπλαστα” λέγοντες. | |
sch plut718a | ὅτι ἡ Τῆνος μία τῶν Κυκλάδων νήσων οὖσα δριμύτερα σκόροδα φέρει. καὶ Καλλίστρατος δὲ σκοροδοφόρον εἶναι τὴν γῆν λέγει. | |
sch plut718b | διότι τὰ τῆς Τήνου δριμεῖά εἰσιν. | |
sch plut720a | σχῖνος· παρὰ τὸ σχίζεσθαι καὶ δακρύειν· ἡ αὐτὴ γὰρ τῇ μαστίχῃ. δηκτικὰ γὰρ ταῦτα καὶ ὀξώδη. | 165 |
sch plut720b | σφηττίῳ: δριμυτάτῳ· δρι‐ μὺ γὰρ ὄξος παρὰ Σφηττίοις ἐγίνετο. ἢ ὅτι πικροὶ οἱ Σφήττιοι καὶ συκοφάνται. | |
sch plut725 | ἐπομνύμενον: ἀντὶ τοῦ “ἐφεδρεύοντα ταῖς ἐκκλησίαις καὶ συκοφαντοῦντα ὑπὲρ τοῦ κερδαί‐ | |
νειν.” | 166 | |
sch plut737 | ὡς εἰ ἔλεγε “πρὶν εἰπεῖν σε λόγον ἕνα”, εἶπε “πρὶν ἐκπιεῖν οἴνου δέκα κοτύλας”. σκώπτει δὲ τὰς γυναῖκας ὡς μεθυούσας. | |
5 | κοτύλη δέ ἐστιν εἶδος μέτρου ὃ νῦν | |
καλεῖται ἡμίξεστον. | 168 | |
sch plut743 | ἠσπάζοντο: ἐφιλοφρονοῦν‐ το. κυρίως δὲ ἀσπάζεσθαί ἐστι τὸ περιπλέκεσθαί τινα διὰ τὸ ἄγαν σπᾶσθαι εἰς ἑαυτὸν τὸν ἕτερον καὶ | |
5 | περιβάλλειν τὰς χεῖρας ἐν τῷ φιλο‐ | |
φρονεῖσθαι. | 170 | |
sch plut753 | ἐδεξιοῦντο: τὰς δεξιὰς συμβαλόντες ἑτέραν τῇ ἑτέρᾳ ἠσπά‐ ζοντο. καὶ Ὅμηρος· | |
“δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισιν.” | 171 | |
sch plut765 | ἐπειδὴ ὁ θεράπων 〈εἶπεν〉 ὡς οὐκέτι ἔσται ἐν σπάνει ἄρτων ἀλλ’ εὐπορίᾳ, διὰ τοῦτο αὐτὸν ἄρτοις ἀναδῆσαι βούλεται καὶ στεφανῶσαι. | |
5 | “κριβανωτῶν ὁρμαθῷ” ἀντὶ τοῦ “ἄρτων δέσμῃ”, δέον εἰπεῖν “στεφά‐ νῳ”. κρίβανος δὲ παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος. παίζει δὲ ὡς ἀδδηφάγον | |
αὐτόν. | 172 | |
sch plut768 | καταχύσματα: ὅτι τῶν νεωνήτων δούλων τὸ παλαιὸν τῶν πρώτως εἰσιόντων εἰς οἰκίαν ἢ ἁπλῶς τῶν ἐφ’ ὧν οἰωνίσασθαί τι | |
5 | ἀγαθὸν βουλομένων τραγήματα κα‐ τέχεον, ὡς καὶ Θεόπομπός φησι· “φέρε σὺ τὰ καταχύσματα κατάχεε ταχέως τοῦ νυμφίου καὶ τῆς κόρης”. ἐπεὶ οὖν καὶ ὁ Πλοῦτος ἐν πρώτοις | |
10 | εἰσδέχεται, τοῦτό φησι. σύγκειται δὲ τὰ καταχύσματα ἀπὸ φοινίκων, κολλύβων, τρωγαλίων, ἰσχάδων καὶ καρύων, ἅπερ ἥρπαζον οἱ σύνδουλοι. κυρίως γὰρ ἐπὶ νεωνήτοις δούλοις | |
15 | ταῦτα κατέχεον φέροντες αὐτοὺς καὶ καθίζοντες περὶ τὴν ἑστίαν· τοὺς γοῦν ὀφθαλμοὺς τοῦ Πλούτου διὰ τὸ νεωστὶ βλέψαι ὑπὸ Χρεμύλου καὶ 〈ὡσ〉 ἐπὶ νεωνήτου δούλου εἰληφώς, | |
20 | καταχύσματα εἶπεν. | 173 |
sch plut773 | ὅτι Κέκροψ αἰγύπτιος ὢν τὸ γένος ᾤκισε τὰς Ἀθήνας, ὅθεν καὶ οἱ Ἀθηναῖοι Κεκροπίδαι. τινὲς δέ φασι τοῦτον καὶ διφυῆ γεγενῆσθαι· | |
5 | τὰ μὲν γὰρ ἄνω ἀνδρὸς εἶχε, τὰ δὲ κάτω θηρίου· ἢ ὅτι νόμους πολλοὺς ἐφεῦρε τοῖς ἀνθρώποις καὶ ἀπὸ ἀγριότητος εἰς ἡμερότητα ἤγαγεν· ἢ ὅτι τῶν ἀνδρῶν ὡς ἔτυχε σμιγομέ‐ | |
10 | νων ταῖς γυναιξὶ καὶ ἐκ τούτου μὴ γινωσκομένου τοῦ παιδὸς παρὰ τοῦ πατρὸς ἢ τοῦ πατρὸς παρὰ τοῦ παιδός, αὐτὸς νόμους θέμενος ὡς φανερῶς συγγενέσθαι αὐταῖς καὶ | |
15 | μιᾷ στοιχεῖν καὶ εὑρὼν τὰς δύο φύσεις τοῦ τε πατρὸς καὶ τῆς μητρός, τούτου χάριν διφυὴς ἐκλήθη, | |
sch plut778 | ὡς οὐδ’ ἐκεῖν’ ἄρα οὐδ’ ὀρθῶς ταῦτα ἐποίουν τούς τε ἀγαθοὺς φεύγων καὶ τοὺς φαύλους | |
μεταδιώκων. | 174 | |
sch plut782 | βάλλ’ ἐς κόρακας: ὁ Χρεμύλος ἀγανακτεῖ πολλῶν αὐτὸν ἀσπαζομένων καὶ περιεχόντων, οἵτινες πρὸ τοῦ οὐδὲ ἑώρων αὐτὸν πένητα | |
5 | ὄντα, νυνὶ δὲ πλουτήσαντα κολα‐ | |
κεύουσιν. | 175 | |
sch plut797 | πρεπῶδές ἐστιν: ἔμφασις τοῦ Ἀριστοφάνους προσώπου· ὁ δὲ λόγος πρὸς τοὺς ἀντιτέχνους πρὸς διασυρμόν, οἳ διὰ τῶν αὐτῶν ὀβολῶν | |
5 | ἐπειρῶντο τὸν δῆμον πρὸς ἑαυτοὺς ἐπανάγειν. καὶ ἐν τοῖς Σφηξὶν ἐσεμνύνετο ὡς οὐκ εἰσὶ παρ’ αὐτῷ κάρυα ἐκ φορμίδος· φαίνεται μέντοι τὸ τοιοῦτον οὐ διὰ τῶν χορηγῶν | |
10 | γίνεσθαι ἀλλὰ δι’ αὐτῶν τῶν διδα‐ | |
σκάλων. | 177 | |
sch plut800 | Δεξίνικος: οὗτος πένης ἦν, καὶ κωμῳδεῖται ὡς τὰ ὄψα ἁρπάζων καὶ λίχνος. τινὲς στρατηγόν φασιν. | |
sch plut802 | ὡς ἡδὺ τὸ εὐτυχεῖν, καὶ μάλιστα δίχα ἀναλωμάτων γινόμενον. | |
sch plut805a | ἐπεισπέπαικεν: εἰσεπή‐ δησε. κυρίως δὲ ἐπὶ στρατείας πολεμίων. παίζων τοῦτό φησιν, ὡς τῶν πλειόνων Ἀθηναίων ἐξ ἀδικίας | |
5 | πλουτούντων. | |
sch plut805b | ἠδικηκόσιν: διαβάλλει τοὺς Ἀθηναίους ὡς τὰ πράγματα ἅπερ εἶχον ἐξ ἁρπαγμάτων καὶ ἀδίκως συνέλεγον. | |
sch plut806 | σιπύη: ἐκ τῆς τῶν ἀναγκαί‐ ων εὐπορίας. σιπύη δὲ ἡ ἀρτοθήκη. | |
sch plut807a | “ἀμφορεύς” λέγεται ἀπὸ | |
τῆς “ἀμφί” προθέσεως καὶ τοῦ “φορῶ”, τὸ κομίζω, “ἀμφιφορεύς” καὶ κατὰ συγκοπὴν “ἀμφορεύς”. | 178 | |
sch plut807b | ὅτι τὸ παλαιὸν ἐξήραινον διὰ τοῦ ἡλίου τὰς σταφυλὰς καὶ ἔκτοτε ἐπάτουν αὐτάς, καὶ ἀπετελεῖ‐ το οἶνος μέλας. | |
sch plut807c | ἀνθοσμίου: ἤτοι ἐρυθροῦ, ὡς Ὅμηρος· “μέλανος οἴνοιο”. ἀνθοσμίου δὲ ἡδέος, εὐόσμου, ὥσπερ τῶν ἀνθέων τὰ εὐωδέστατα, | |
5 | ἢ ὡς ἀπὸ τῆς ἀνθοσμίας ἢ ὡς ἀπὸ εἴδους ἀμπέλου. | |
sch plut809 | γενικῇ συντάσσεται | |
sch plut815 | ἰπνὸς: ἢ τὸ μαγειρεῖον ἢ ἡ καπνοδόκη ἢ ὁ φανός· εἴρηται γάρ που· | |
“ἔν τε τοῖς ἰπνοῖσι πῦρ”. | 179 | |
sch plut816 | ἀρτιάζομεν: παίζομεν τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ζυγὰ ἢ ἄζυγα. ἄρτια τὰ ζυγά, περισσὰ τὰ μονά, οἷον ὁ δύο ἀριθμὸς ἄρτιος, ὁ δὲ | |
5 | ἑπτὰ περισσός. ἄλλως. ἄρτια περισ‐ σὰ παίζομεν· παιδιὰ δέ τις ἦν, καθ’ ἣν ἐγένετο πεῦσίς τε κατασχόντος καὶ ἀπόκρισις προσπαίζοντος. ἀρ‐ τιάζειν δὲ λέγουσι τὸ ἁρπαγῇ | |
10 | παίζειν, ἴσως δὲ τὸ σφαιρίζειν. | |
sch plut818 | ἀλλὰ σκορόδοις: οὐχ ἁπλῶς τοῦτο, ἀλλ’ ἵνα δείξῃ ὅτι τοσαύτῃ μεταβολῇ κεχρήμεθα, ὡς ἃ πρότερον ἠσθίομεν ἀγαπητῶς, τούτοις ἀπο‐ | |
5 | ματτόμεθα. εἴρηται δὲ σκόροδον ἴσως, σκαιόν τι ῥόδον ὄν, παρὰ τὸ σκαιὸν ὄζειν. τινὲς ἔτι φασὶν ὅτι περιπεσόντες λιμῷ οἱ Ἀθηναῖοι | |
σκορόδοις ἐχρῶντο, μήποτε δὲ τοῖς | 180 | |
10 | τῶν σκορόδων καυλοῖς. ἔστι δὲ ὁ καυλὸς ἀσφοδέλῳ ὅμοιος, ἐπιτήδειος πρὸς τὸ τὴν πυγὴν ἀποσπογγίζειν. | |
sch plut819 | βουθυτεῖ: καταχρηστικῶς εἴρηται ἡ βουθυσία δηλοῦσα τὸν ὄγκον τοῦ μεγέθους καὶ τὸ ἐντελὲς τῆς θυσίας, ἣν ἑκατόμβην καλοῦσιν. | |
5 | ἐντελὴς δὲ θυσία ἡ ἐκ συὸς τράγου κριοῦ, ἣν Ἀθηναῖοι καλοῦσι τριττύν. | |
sch plut822 | ἔδακνε γὰρ τὰ β[λέφαρα: μεταβολὴ] παντός, εἰ ὁ μὲν δεσπότης | |
ὑποφέρει τὸν καπνόν, ὁ δοῦλος δ’ οὔ. | 181 | |
sch plut845a | τὰ παρ’ ὑπόνοιαν παίζει. | |
sch plut845b | παίζει παρὰ τὸν Ἐλευσίνιον νόμον· ἔθος γὰρ ἦν, ἐν οἷς τις ἱματίοις μυηθείη, εἰς θεοῦ τινος ταῦτα ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ | |
5 | Μελάνθιος “πάτριόν ἐστι” λέγων | |
“ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοῖς μύσταις ἐν αἷς τύχοιμεν μυηθέν‐ τες”. μυστήρια δύο τελεῖται τοῦ ἐνιαυτοῦ τά τε Δημήτρια λεγόμενα | 184 | |
10 | καὶ Κόρεια, τὰ μικρὰ καὶ τὰ μεγάλα. καὶ ἔστι τὰ μικρὰ ὥσπερ προκάθαρσις καὶ προάγνευσις τῶν μεγάλων. | |
sch plut846 | “ῥιγώσω” ἐπὶ σώματος, | |
“ῥιγήσω” δὲ ἐπὶ ψυχῆς. | 185 | |
sch plut853 | πολυφόρῳ: ἡ μεταφορὰ ἀπὸ τῶν πολυκάρπων χωρίων ἢ πολυανθῶν δένδρων. “πολυφόρῳ”· τῷ πολλά μοι κακὰ ὑφ’ ἕνα καιρὸν | |
5 | ἄγοντι καὶ ποικίλα. εἴρηται δὲ ἀπὸ τοῦ πολὺ ὕδωρ ἐπιδεχομένου οἴνου. ἤγουν ἀκράτῳ καὶ ἰσχυρῷ ὄντι πρὸς τὸ κακόν. | |
sch plut859a | ἐκ παραλλήλου δὲ τὸ αὐτό. | |
sch plut859b | αἱ δίκαι: ἀντὶ τοῦ “εἰς τὸ δίκαιον”. παροιμία. σκώπτει δὲ πά‐ λιν ὡς βίαιον οὖσαν τὴν ἐν δικαστη‐ | |
ρίῳ δίκην. | 186 | |
sch plut862 | πονηροῦ κόμματος: ἀντὶ γὰρ τοῦ εἰπεῖν “φαύλου συστήμα‐ τος”, “πονηροῦ κόμματος” εἶ‐ πεν, ἐπειδὴ καὶ περὶ πλούτου ὁ λόγος. | |
5 | εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν νομισμάτων ἐξ ὀλίγου τινὸς χρυσίου ἀποκεκομμένου κόμματος· ἢ λείμ‐ ματος τῶν ἀδίκων. ἄλλως. κόμμα· εἶδος φαύλου νομίσματος. ἢ τὸν πα‐ | |
10 | ραχαραττόμενον ἄργυρον “κόμμα” | |
φησίν. | 187 | |
sch plut873 | βουλιμιᾷ: πάνυ λιμώττει· ὥσπερ καὶ βούπεινα καὶ βούγλωσ‐ σον. τινὲς εἶδος νόσου φασίν, ἐν ᾗ | |
πολλὰ ἐσθίοντες οὐ πληροῦνται. | 188 | |
sch plut875 | τροχός τις ἦν ἐν ᾧ δεσμού‐ μενοι οἱ θεράποντες ἐκολάζοντο. | |
sch plut878 | εἰ τοὺς συκοφάντας: οὕτω καλοῦνται οἱ ἐπηρεάζοντες ἀπὸ τῆς τοιαύτης αἰτίας. τὸ παλαιὸν ἀπειρη‐ μένον ἦν σῦκα ἐξάγειν ἐκ τῆς Ἀτ‐ | |
5 | τικῆς, τοῦ φυτοῦ κατὰ ἀρχὴν θαυμα‐ ζομένου. τοὺς οὐ μικρῶς οὖν διερευ‐ νῶντας τὸ τοιοῦτον οὕτως ὀνομα‐ σθῆναι λόγος ἀπὸ τῆς ὀπώρας· παρασχεῖν δὲ καὶ τοῖς ὁπωσοῦν | |
10 | μάτην ἐγκαλοῦσιν τὸν ὀνομάσαντα, ἅμα καὶ τοῦ φαίνειν τὸ ἐγκαλεῖν ἢ εἰς δίκην εἰσάγειν δηλοῦντος. ὅτι δὲ ἀπὸ τούτων γέγονεν, ἐκ τῶνδε· | |
συκοφάντας γὰρ τοὺς φιλεγκλή‐ | 189 | |
15 | μονας καὶ συκοβίους καὶ συκωροὺς καὶ συκολόγους καὶ φιλοσύκους καὶ συκώδεις καὶ συκόπαιδας· ἴσως ἀπὸ τοῦ πάντας ἐφέλκεσθαι. | |
sch plut883 | ὁ Εὔδαμος οὗτος φαρμακοπώ‐ λης ἦν, δακτυλίους πιπράσκων ὀνο‐ μαζομένους φαρμακίτας, δύναμιν ἀ‐ ποτρεπτικὴν τῶν ὀφεωδῶν δηγμάτων | |
5 | καὶ ἄλλων τινῶν ἔχοντας ἢ ἀλε‐ ξητηρίους δηλητηρίων. εἴρηται δὲ | |
τὸ προτιμᾶν ἐπὶ τοῦ λόγον ἔχειν 〈καὶ〉 ἐπιστρέφεσθαι. λέγει οὖν ὁ δίκαιος· “οὐ φροντίζω σου, ἔχων | 190 | |
10 | φυσικὸν δακτύλιον, τὸν λεγόμενον φαρμακίτην”· πρὸς ὃν ὁ θεράπων φησίν· “ἔχεις, ἀλλ’ οὐκ ἰσχύει οὗτος ὁ δακτύλιος πρὸς τὸ δῆγμα τοῦ συκοφάντου, ὡς τοσούτων | |
15 | ὄντων καὶ χειρόνων καὶ θηρίων πρὸς ἃ ὁ δακτύλιος πεποίηται”. | |
sch plut891 | τῷ συκοφάντῃ ἕπεταί τις, ὥστε μαρτυρεῖ, ἵνα αὐτοὺς εἰς δίκην | |
καλέσῃ. | 191 | |
sch plut895 | υ υ υ: ἐπίρρημα θαυμαστικόν· ὡς οἱ ὀσφραινόμενοι, τοῦτό φησιν. | |
τινὲς δὲ “ὁ δίκαιος ὀσφραίνεται”. | 192 | |
sch plut904 | ὡς τῶν ἐμπόρων 〈μὴ〉 ἐξιόν‐ των ἐπὶ τὰς στρατείας, ὥσπερ Εὐφρόνιός φησι, διὰ τὸ εὔχρηστον τὰ πρὸς τροφὴν ἐπιτήδεια συγκομίζον‐ | |
5 | τας. τοῦτο οὖν λέγει· “ὡς ὅταν σταίη τις καιρὸς πολέμου, ἔμπορον ἐμαυτὸν ἀποκαλῶ”. | |
sch plut907 | τῶν δημοσίων φροντιστὴς πραγμάτων, οἷον χορηγίας, τριη‐ ραρχίας καὶ τῶν τοιούτων. ἰδίων: ἦ τῶν καθ’ ἕκαστον ἢ τῶν ἰδιω‐ | |
5 | τικῶν. | 193 |
sch plut912 | ὦ εὐτελέστατε καὶ λάλε. κέπφος δέ ἐστιν ἄφρον ὄρνεον τὸ λεγόμενον παρὰ τοῖς πολλοῖς λάρος, ὅπερ φιλεῖ ἀφρὸν θαλάττιον ἐσθίειν. | |
5 | οἱ γοῦν παῖδες ἁλιέων, τὸ πρῶτον πόρρωθεν τὸν ἀφρόν, εἶτα ἐγγύτατα δεικνύοντες, εἶτα ἐν τῇ χειρί, οὕτως εὐχερῶς ἀγρεύουσιν. εἴρηται δὲ ἡ λέξις ἐπὶ τῶν ἀλογίστων καὶ ἀνο‐ | |
10 | ήτων ἀνδρῶν. | 194 |
sch plut925 | Βάττος Κυρήνην ἔκτισε κατὰ τὸν δοθέντα αὐτῷ παρὰ τοῦ Ἀπόλ‐ λωνος χρησμόν· καὶ οἱ πολῖται οἱ | |
Κυρηναῖοι ἀνταπόδοσιν τῆς εὐεργεσί‐ | 195 | |
5 | ας βουλόμενοι χαρίσασθαι τῷ βασι‐ λεῖ, ἐποίησαν δακτύλιον, ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ τὸ σίλφιον. καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ κλάδος καὶ ὁ | |
10 | ὀπὸς καὶ ἁπλῶς πᾶν αὐτοῦ πολλῆς | |
τιμῆς ἄξιόν ἐστιν. | 196 | |
sch plut943 | εἰώθασι τοῖς δένδροις κῶλα καὶ κρανία προσπατταλεύειν· οἱ δὲ γεωργοὶ πρὸς ἀποτροπὴν βασκανίας καὶ πρὸς τὸ μὴ ξηρανθῆναι αὐτά. | |
sch plut946 | σύκινον: ἀσθενέστατον· τὸ γὰρ ξύλον τῆς συκῆς ἀσθενές. ἢ σύκινον τὸν συκοφάντην κεκαλυμ‐ μένως λέγει, ἀπὸ τῆς συκῆς σχη‐ | |
5 | ματίσας τὸ ὄνομα. | 198 |
sch plut949 | τὸ χρῆσθαι τοῖς ἐνεστῶσιν ἀντὶ παρῳχημένου καὶ τοῖς ἐνεστῶ‐ σιν ἀντὶ παρατατικοῦ, τῶν Ἀττικῶν. | |
sch plut955 | λέγουσιν ὅτι οἱ πολλοὶ ἐλατ‐ τοῦσι τὸν ἀέρα τῶν λουτρῶν, εἰς αὑτοὺς αὐτὸν ἕλκοντες. | |
sch plut957a | ἀπὸ μεταφορᾶς τῶν νομι‐ | |
σμάτων τῶν φαύλως διακεκομμένων. | 200 | |
sch plut957b | κόμματα τὰ παραχαράγ‐ ματα. | |
sch plut959a | γραῦς ἐστι τις, 〈ἥτισ〉 ἐμισθώσατο πρώην νεανίσκον δίκαιον ἐπὶ τῷ γαμεῖν· οὗτος δὲ πλουτήσας, ὡς δίκαιος, εἴασεν αὐτήν· διὸ καὶ | |
5 | καταβοᾷ τοῦ Πλούτου. | |
sch plut959b | σύνηθες ἦν τοῖς κωμικοῖς εἰσάγειν μέσον τῶν δραμάτων αὐτῶν καὶ γελοιώδη τινά. | |
sch plut963 | προσπαίζουσι τῇ πρεσβύτιδι οἱ γέροντες. καὶ “μειρακίσκη” μὲν διὰ τὸ τεθρυμμένον ὡράϊσμα· “ὡρικῶς” δὲ νεωτερικῶς ἢ εὐπρε‐ | |
5 | πῶς ἢ κατὰ καιρόν. | 201 |
sch plut972 | τοῦτο ἀφ’ ἑτέρου ἔστιν ἑρμη‐ νεῦσαι· Ἀθηναῖοι γὰρ ἀπὸ τῶν φυλῶν ἐποίουν τοὺς δικαστὰς καὶ τὰ γράμματα, οἷον ἡ πρώτη τὸ ἄλφα | |
5 | ἔσχε σημεῖον καὶ ἡ δευτέρα τὸ β, αἱ δὲ ἄλλαι ὁμοίως. “ἐν τῷ γράμματι” οὖν εἶπεν ὡς ἐπὶ τῶν ῥητόρων· οἱ γὰρ λαχόντες μόνον ῥητορεύουσι· λέγει | |
οὖν ὅτι “ὁ κλῆρός σου οὐκ ἀνῆλθεν”. | 202 | |
sch plut989 | μισητίας: πορνείας οἱονεὶ μισγητίας παρὰ τὸ μίσγεσθαι. καὶ ἐν τούτοις μισητίαν φησὶ τὸ εἰς τὴν συνουσίαν εὐεπίφορον. “οὐχ ἕνεκα, | |
5 | φησί, τοῦ ὑπηρετεῖν με τῇ ἀσελγείᾳ” | 204 |
sch plut1002 | φασὶν ὅτι ἐν τοῖς παλαιοῖς χρόνοις ἦσαν ἰσχυρότατοι οἱ Μιλήσιοι | |
καὶ ὅπου προσετίθεντο πάντας ἐνί‐ κων. Πολυκράτης οὖν ὁ Σάμιος, | 205 | |
5 | συγκροτῶν πρός τινα πόλεμον, ἠθέ‐ λησε λαβεῖν αὐτοὺς εἰς συμμαχίαν καὶ εἰς τὸ μαντεῖον ἀπῆλθεν ἐρωτή‐ σων περὶ τούτου· ὁ δὲ θεὸς ἔχρησεν· | |
“πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι”. | 206 | |
sch plut1011 | ὁ Σύμμαχός φησι· “Νιτά‐ ριος πολὺς ἐπὶ μαλακίᾳ ὀνειδιζό‐ μενος ἐν τοῖς ἑξῆς δράμασι, καὶ Βάτος”. καὶ τὰς μικρὰς δὲ θηλείας | |
5 | βατύλους ἔλεγον, καὶ Θεοπόμπου δρᾶμά ἐστι Βατύλη. ἔνιοι δὲ “νιτά‐ ριον καὶ βάτος εἴδη φυτῶν”· θέλει δὲ εἰπεῖν “ὡς ἄνθη με εἶχεν”. Δίδυμος | |
δὲ “ὑποκορισμὸς εἰς γυναῖκας· νιτ‐ | 208 | |
10 | τάριον, νεόττιον οἱονεὶ κοράσιον”. | |
sch plut1013 | μυστηρίοις δὲ: ἐπεί ἐστι καὶ μικρὰ μυστήρια γινόμενα δι’ Ἡρακλέα Ἡρακλῆς γὰρ ἐπιστὰς ἠξίου μυεῖσθαι. ἔθος δὲ ἦν τοῖς | |
5 | Ἀθηναίοις ξένους μὴ μυεῖν· μὴ βουλόμενοι οὖν λῦσαι τὰ ἔθη μηδὲ ἀπῶσαι τὸν εὐεργέτην Ἡρακλέα, ἐπενόησαν μυστήρια εὐμετάδοτα. | |
sch plut1014 | αἱ γὰρ τῶν Ἀθηνῶν γυναῖκες ἐπὶ τῶν ἀμαξῶν ὀχούμεναι ἐς τὰ μεγάλα Ἐλευσίνια ἀπήρχοντο. ὡς ἐπὶ ἀμαξῶν οὖν ὀχουμένων αὐτῶν, | |
5 | ἐπὰν εἰς τὰ Ἐλευσίνια βαδίζωσιν ἐς τὰ μεγάλα μυστήρια, καὶ λοιδορου‐ σῶν ἀλλήλας ἐν τῇ ὁδῷ, τοῦτο εἶπεν ἔθος γὰρ ἦν αὐταῖς τοῦτο. | |
sch plut1021a | ἐπεὶ ἐν Θάσῳ ᾤκει Στάφυ‐ λος ὁ ἐρώμενος Διονύσου, διαφέρει ὁ θάσιος οἶνος. | |
sch plut1021b | “ἐνέχεις” δὲ ἀντὶ τοῦ | |
“ἐκίρνας. | 209 | |
sch plut1031 | οὐ μάτην ἀλλὰ χρεωστικῶς· ἡ γὰρ “ἀπό” ὡς ἐπὶ χρέους λαμ‐ | |
βάνεται. | 210 | |
sch plut1037 | τηλία: τοῦ κοσκίνου ὁ κύκλος, ἢ σανὶς πλατεῖα, ἐφ’ ἧς ἄλφιτα ποιοῦσιν. ἐν δὲ τῷ ὑπομνή‐ ματι οὕτως· τοῦτο τί ἐστιν οὐκ οἶδα· | |
5 | ὅτι δὲ συμβάλλεται ἐν Μαρικᾷ Εὐπόλιδος, οἶδα· κἀκεῖ γὰρ τὴν Ὑπερβόλου μητέρα τηλίᾳ εἰκάζει, τῇ πλατείᾳ σανίδι. πρὸς δὲ τηλίαν ξύλον φαμὲν πλατύ, εἰς ὃ τιθέασιν | |
10 | οἱ ἀρτοκόποι τοὺς ἄρτους ἐπὶ τῷ ξηραίνεσθαι· ἄλλοι δὲ τηλίαν τὸ τῆς καπνοδόχης πῶμα, ὅ ἐστι περιφερές. φησὶν οὖν ὅτι “διὰ δακτυλίου ἑλ‐ κυσθείην ἂν ὀπῆς”· “ναί, φησίν, ἐὰν | |
15 | ᾖ ὁ δακτύλιος τηλία”. τοῦτο δὲ ὡς παχείας αὐτῆς οὔσης καὶ μὴ δυνα‐ μένης διὰ δακτυλίου ἑλκυσθῆναι, | |
ἀλλὰ τηλίας. | 211 | |
sch plut1041 | ὁ παῖς πρόσεισι στεφάνους κομίζων τῷ Πλούτῳ διὰ τὸ πεπλου‐ τηκέναι. | |
sch plut1042 | ὡς διὰ χρόνου αὐτὴν ἀσπα‐ ζόμενός φησι, μεθύων δὲ οὐ λέγει “χαῖρε” ἀλλ’ “ἀσπάζομαι”. ἡ δὲ διὰ τὸ ἄτοπον τῆς προρρήσεως ὡς ἐν | |
5 | ἔρωτι· “τί φησιν;” | |
sch plut1048 | οἱ γὰρ μεθύοντες οὐχ ὁρῶσι. | |
παίζει οὖν ὅτι ὀξέως ἐθεάσατο τὰς πολιὰς αὐτῆς ὁ νέος, ἀμαυροῦσθαι ὀφείλων τὴν ὄψιν ἐκ τῆς μέθης. | 212 | |
5 | μεθύων δὲ ἔφη, ἐπεὶ καὶ ἐπὶ κῶμον ἀπῄει, ὥς φησι. “τοὐναντίον, εἶπε, τοῖς ἄλλοις πέπονθα”, ἐπει‐ δὴ νήφων οὐκ ἔγνω. | |
sch plut1050 | ὦ πόντιε Πόσειδον, θεοὶ δὲ πρεσβυτικοί· οἱ τοῖς πρεσβύταις ἐφιστάμενοι, ἐπεὶ καὶ ὁ Ποσειδῶν καὶ τῶν πρεσβυτέρων ἐστὶ θεῶν καὶ | |
5 | οὐχ ὅμοιός ἐστι Διονύσῳ ἢ Ἀπόλ‐ λωνι. τὸ δὲ “Ποντοπόσειδον” ἀπὸ τοῦ πόντου, “ὦ μέγιστε Πόσει‐ δον”. καὶ Σώφρων γάρ φησι “πόντος ἀγαθῶν”, πλῆθος καὶ μέγεθος θέ‐ | |
10 | λων σημᾶναι ἄλλως ἐπεὶ γραῦς ἐστιν, ὡς τοῦ ὅρκου τούτου πρεσβυ‐ τικοῦ ὄντος, ἢ οὐ πάντως ἀλλ’ ἐν παιδιᾷ μετ’ ἐκπλήξεως φαίνεται καὶ μεγάλης τινὸς ἐμφάσεως χρῆσθαι | |
15 | τούτῳ. | 213 |
sch plut1054 | εἰρεσιώνη κλάδος ἦν ἐλαίας ἐρίοις πεπλεγμένος· ἐξήρτηται δὲ αὐτοῦ τὰ ὡραῖα πάντα. ἵστασαν δὲ αὐτὸν πρὸ τῶν θυρῶν κατὰ παλαιὸν | |
5 | χρηστήριον. οἱ μὲν γάρ φασιν ὡς λοιμοῦ πᾶσαν τὴν γῆν κατασχόντος ὁ θεὸς εἶπε προηροσίαν περὶ ἁπάντων θυσίαν θῦσαι Ἀθηναίους· οὗ ἕνεκα χαριστήρια πανταχόθεν ἐκπέμπουσιν | |
10 | Ἀθήναζε τῶν καρπῶν τὰς ἀπαρχάς. | 214 |
sch plut1057 | δέον εἰπεῖν “κάρυα”, εἶπεν “ὀδόντας”, ὡς πρὸς γραῦν. ἄλλως. ἀντὶ τοῦ “πόσα ἔχεις κάρυα”. παιδιὰ γάρ ἐστι τοιαύτη· δραξάμενός | |
5 | τις κάρυα καὶ ἐκτείνας τὴν χεῖρα ἐρωτᾷ· “πόσα ἔχω;” καὶ ἐὰν ἐπιτύ‐ χῃ, λαμβάνει ὅσα ἔχει ἐν τῇ χειρί· κἂν δὲ ἁμάρτῃ τὴν ἀπόκρισιν, ἀποτιν‐ | |
νύει ὅσα ἂν εὑρεθείη ἔχων. | 215 | |
sch plut1061 | “πλυνός” ὀξυτόνως τὸ ἀγ‐ γεῖον αὐτό, παροξυτόνως δὲ τὸ πλυνό‐ | |
μενον. | 216 | |
sch plut1066 | σημειωτέον ὡς ὁ Ἀριστοφά‐ νης τὸ “ὑγιαίνειν” ἀεί ποτε ἐπὶ τῆς διανοίας λαμβάνεται. | |
sch plut1070 | εἰ ἡψάμην τῶν μαστῶν ταύτης. | |
sch plut1076 | οἱ χαλεπαίνοντες τὸ συνου‐ | |
σιάζειν ἔλεγον. | 217 | |
sch plut1082 | διεσπεκλωμένῃ: γεγηρα‐ κυίᾳ, ἐξηραμμένῃ, γαμηθείσῃ, ἐν τῇ συνουσίᾳ κατατετριμμένῃ, ἢ ἀχρή‐ στῳ πρὸς συνουσίαν διὰ τὸ γῆρας. | |
5 | σπεκλοῦν γὰρ τὸ συνουσιάζειν, παρὰ τὸ πλέκεσθαι. σπέκλωμα γὰρ ὁ ἦχος τῆς συνουσίας. ἢ διαλελυμένῃ, κυρίως ἐπὶ σχοινίων τῶν πλακέντων, εἶτα διαλυθέντων ἐν χρόνῳ. ἢ ὑπεπλυ‐ | |
10 | νισμένη· ἐξηραμμένη. διεσπεκλω‐ μένη οὖν πρὸς συνουσίαν, ἄχρηστος γενομένη, ἐκπεπαλαιωμένη καὶ ὑπὸ πολλῶν ἐν συνουσίᾳ τετριμμένη. τὸ δὲ σπεκλοῦν ἐπὶ τοῦ συνουσιάζειν τάτ‐ | |
15 | τουσιν οὐχ ὡς προηγουμένως τοῦτο σημαίνειν, ἀλλ’ ὅμοιον πολλοῖς συμ‐ βολικοῖς ὀνοματοποιοῦντες, καὶ μάλι‐ | |
στα ἐφ’ ὧν τὸ εὐθυρρημονεῖν ἵστατο. | 218 | |
sch plut1093 | ἐπίττουν· ἠσέλγουν, κατε‐ φίλουν. πιττοῦν κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν. ἔνθεν οὖν μετήνεγκε τὴν λέξιν. ἢ ἀντὶ τοῦ | |
5 | “ἐκίνουν, συνῆλθον”. | 219 |
sch plut1096 | κογχύλιον ἐφιζάνον ταῖς πέτραις, ὃ ταύταις προσπήγνυται, δυσαποσπάστως ἔχον, ἐπειδόν τις αὐτὸ βουληθείη λαβεῖν. εὐεπίφορος | |
5 | δέ ἐστιν εἰς τὸ “λεπὰς πέτρᾳ”, καὶ εἶπεν· “ὥσπερ λεπὰς τῷ μειρα‐ κίῳ”. λεπὰς δὲ εἶδος ὀστρέου. | |
sch plut1097 | τίς ἔσθ’ ὁ κόπτων τὴν θύραν: Ἑρμῆς ὁ τῶν θεῶν κῆρυξ, πλουτησάν‐ των ἁπάντων καὶ μηδενὸς ἔτι θύοντος τοῖς θεοῖς, καταλιπὼν τὴν μετὰ τούτων διατριβὴν κάτεισι πρὸς τὴν Χρεμύλου οἰκίαν ὡς τούτοις συνεσόμενος ἐς ἀεί. ψοφησάσης δὲ τῆς θύρας πρὸ τοῦ τὸν Ἑρμῆν κόψαι αὐτήν, ἔξεισιν ὁ Καρίων | |
5 | δοκῶν παρά τινος κεκόφθαι αὐτήν· γνοὺς δὲ ὡς μόνη κλαυσιᾷ καὶ ψοφεῖ, ἔμελλεν αὖθις ((εἰς)) τὴν οἰκίαν ἐσιέναι· συγκαλεῖ δὲ αὐτὸν ὁ Ἑρμῆς καὶ πρῶτα μὲν γελοῖά τινα φθέγγεται, εἶτα δεῖται τούτοις ὑποδεχθῆναι καὶ πολλὰς εὑρεσι‐ λογίας εἰπὼν ὀνομάτων ἑρμαϊκῶν, τέλος ὡς διακονικὸς εἴσεισι. καὶ πρὸς τὸ φρέαρ τὰς κοιλίας πλύνειν κελεύεται. | |
sch plut1098 | τὸ θύριον φθεγγόμενον ἄλλως κλαυσιᾷ: ἐπειδὴ μηδὲν τῇδε τοῖς σχολιογράφοις ἐρρέθη καὶ ὡς | |
ἀλλαχοῦ, πολλαχοῦ δέ, οὐ γὰρ | 220 | |
5 | ἀσαφὲς καὶ νενοημένον οὐδέν ἐστιν ἐν τῷ παρόντι χωρίῳ, φέρε, ἵνα μὴ ὁ χάρτης πάμπαν κενός ἐστι, βραχέα τινὰ λέξαιμεν, περιττῶς μὲν οἶδα, πλὴν δὲ ἡ λέξις ἅμα καὶ ὑψηλὴ καὶ | |
10 | γλυκεῖα· ἐπὶ γὰρ τῶν ἐχόντων αἴσθησιν καὶ μᾶλλον ἀνθρώπων λέγεται. οὗτος δ’ ἐπὶ ξύλου ἀψύχου ((καὶ)) τῆς θύρας τὸ κινεῖσθαι μὲν “φθέγγεσθαι” εἶπε, τὸ ψοφεῖν δὲ καὶ τρύζειν ((καὶ)) “κλαυσιᾶν”. διαφέρει δὲ τὸ κόπτειν ψοφεῖν τε καὶ κλαυσιᾶν κόπτειν γὰρ κυρίως λέγεται, ὅταν τις εἰς οἰκίαν εἰσιέναι μέλλων | |
15 | τὴν θύραν ἔξωθε πλήττῃ· ἂν δ’ ἐξερχόμενος αὐτὴν ὑπανοίγῃ, ὁ τῆς ὑπανοίξεως κτύπος ψόφος καλεῖται· ὅταν δὲ ὑπ’ ἀνέμου ((ἡ)) θύρα κινουμένη μόνη κινῆται καὶ τρύζῃ, κλαυθμυρισμὸς ὁ τοιοῦτος τρυσμὸς λέγεται. “θύριον” δὲ καὶ οὐ “θυρίον” φαμέν, κἂν διὰ τοὺς ἀδιαφοροδιχρόνους καὶ | |
20 | τοῖς ῥητορεύουσιν ἀδιάφορα, ἄνευ μέντοι βραχέων τινῶν, οἷά εἰσι τὰ προγυμνασμάτων κεφάλαια, ὅμως δὲ κουστωδιώταις τῶν ὁμοτρόπων καὶ φιληταῖς λάροις καὶ λόγων ἀτέχνοις | |
25 | πανταχοῦ βοωμένοις—οὐ γάρ τις | |
ἀνὴρ γλυκύθυμος, οὐδ’ ἀγανόφρων, οὐδέ τις λόγων κριτὴς ἐμβριθής— οὐκ ἀρέσκῃ τοιοῦτον ἀκριβείας ἐχό‐ μενον λόγου· ἀλλ’ ἐρωτῶ πάντας | 221 | |
30 | ὁμοίως τούς τε γεννάδας αὐτῶν τε καὶ κουστωδιώτας καὶ βαναύσους αἰνέτας εἰ ἀδιαφορία καὶ συγ‐ γραμμάτων καὶ διχρόνων ἐστί, τί; τέχνας συγγραφικὰς ἐκμανθάνομεν; | |
35 | τί δὲ γραμματικῆς λόγοις προσέχο‐ μεν ἱδρῶσι πόνοις μερίμναις, νύκτας ἀγρύπνους ἰαύοντες, ἤματα αἱμα‐ τόεντα διαπρήσσοντες, μὴ καθ’ Ἡ‐ σίοδον ἰλαδὸν ἀτμητὶ καὶ ῥᾳδίως | |
40 | μεταλαμβάνοιμεν κακότητος, ἀτεχνί‐ ας καὶ βαναυσότητος· ἀλλὰ ῥητορεύ‐ ουσι μὲν καὶ ἡμῖν σκοπεῖται πᾶν τεχνικὸν ῥητόρων λόγου δεινότητος μετρογραφοῦσί τε χρόνων ἀκρίβεια | |
45 | συναμφοτέροις καὶ τοῖς συγγράμμασι τοῖς τε καταλογάδην καὶ τοῖς ἠρ‐ μένοις μέτρων ῥυθμοῖς, μὴ σόλοικον εἴτε βάρβαρον τῆς ἁρμογῆς τοῦ λόγου τὴν φορὰν πλέξαιμεν. οἴδατε | |
sch plut1098(50) | δέ, εἰ μὴ τὸν ἐγκέφαλον καταπεπονη‐ μένον, ὥς φησι Δημοσθένης; καὶ | |
ταῖς πτέρναις φορεῖτε. ὅτι σολοικι‐ σμός ἐστι τὸ περὶ τὴν σύνταξιν τὴν λογικὴν ἁμαρτάνειν, βαρβαρισμὸς δὲ | 222 | |
55 | τὸ περὶ χρόνους, τόνους καὶ πνεύ‐ ματα· πῶς οὖν ἐθέλοιτε καλεῖσθαι μὴ βάρβαροι περὶ ταῦτα πάντα ἐξαμαρτάνοντες, λάθρα δὲ καὶ παρα‐ βύστῳ σὺν ὁμοτρόποις ἡμῖν ἡμᾶς | |
60 | διασύροντες, τοῖς ἀμαθέσι λόγων καὶ λάροις ὑμῶν φιληταῖς ἁπανταχοῦ ἐξαιρόμενοι; ἀλλ’ ἰστέον ἡμῖν, ὦ γεννάδαι, ὡς ἡ διαφορὰ τῶν διχρόνων ἡ τεχνική—τὰ λοιπὰ γὰρ λέγειν | |
65 | ἐῶ οὐ μέτροις καὶ συγγράμμασι λυσιτελῆ—καὶ τοῖς καταλογάδην συγγράμμασι πολλαχοῦ καὶ πολλάκις καὶ παρορθοῖ καὶ οὐκ ἐᾷ τοῦ λόγου τὴν προφορὰν ἐκφέρεσθαι βάρβαρον. | |
70 | κανών ἐστιν ὁ λέγων ((ὅτι)) τὰ εἰς ιον ὑποκοριστικὰ ἀπὸ βραχέος ἀρχόμενα προ‐ παροξύνεται, ἀπὸ δὲ μακροῦ παροξύνεται· “ψωμίον, σταυρίον, ἠρίον, σακκίον” καὶ τὰ ὅμοια, “ἔριον” δὲ καὶ “σάκιον”—ἡ ἀσπίς—“πόδιον, ὅριον, ὄρειον” καὶ τὰ ὅμοια. οὕτω καὶ “θύριον” καὶ “πύλιον” φαμὲν καὶ “θύμιον” τὸ ἐπίθυμον καὶ “ψύχιον” τὸ ζῳύλλιον, ὃ θηρῶντα παίζει τὰ παιδάρια, καὶ πᾶν ὅμοιον, “θυ‐ | |
75 | μίον” δὲ τὸν θυμὸν καὶ “ψυχίον” τὴν ψυχὴν καὶ πάντα τὰ ὅμοια. “τρύβλιον” δὲ καὶ “τρυβλίον” καὶ “ἴκριον” καὶ “ἰκρίον” φαμὲν καὶ εἴ τι τοιοῦτον. | |
ἔγνωτε ὅτι δίχρονα καὶ μακρά εἰσι καὶ βραχέα, λυσιτελῆ καὶ μέτροις καὶ τοῖς συγγράμμασι. 〈τὸ〉 λοιπὸν ἐῶ. | 223 | |
sch plut1110 | διχῶς νοεῖται· ἡ γλῶσσα τῶν θυομένων τῷ Ἑρμῇ δίδοται, ἐπειδὴ τῶν θυομένων δεσπότης ἐστίν· ἢ τῶν καταρωμένων ἀπ’ | |
5 | αὐτοῦ ἡ ἀρχή. Καλλίστρατος δὲ τῶν θυομένων φησὶ τὰς γλώσσας τοῖς κήρυξιν ἀπονέμεσθαι, διὸ καὶ τὸν ποιητὴν ποιεῖν τῷ Ἑρμῇ τεμνομένας αὐτάς. καὶ τοῦτο δὲ πρὸς τὸν Ἑρμῆν | |
10 | λέγει ἥκοντα παρὰ Διός. κολακεύων δὲ αὐτόν φησιν ὅτι τῶν ἱερείων ἡ γλῶττα τῷ Ἑρμῇ δίδοται ἐν ταῖς δημοτελέσι θυσίαις. | |
sch plut1119 | σωφρονεῖς: ἤτοι καλῶς λέγεις περὶ τῶν ἄλλων μὴ φροντίζειν θεῶν. | 224 |
sch plut1120a | “καπήλισι” γράψον δέ, μὴ “καπηλίσι”. | |
sch plut1120b | “κάπηλις” ἡ τελεία οἰνοπῶλις γυνή, καὶ ἁπλῷ τῷ τρόπῳ λέγεται· “καπηλίς” δὲ ἡ παῖς καπήλιδος ἢ καὶ ὑποκοριστικῶς καὶ ἡ τελείας ἡλικίας κάπηλις. | |
sch plut1121 | οἰνοῦτταν: πλακοῦς ἐστιν ἐκ γλεύκους καὶ ἀλφίτων συντεθειμένος καί τινων ἡδυσμάτων. | |
sch plut1123a | ἀναβάδην: ἄνω τοὺς πόδας ἔχων τῇ κλίνῃ ἐν τῷ καθεύδειν, τὴν κεφαλὴν δὲ κατωτέρω, ὥσπερ καὶ οἱ ἡμεροδρόμοι δρῶσι καὶ δρομοκήρυκες ἕνεκα τοῦ μὴ κατασπάσαι τὴν ὕλην περὶ τοὺς πόδας, λεπτῇ δέ τε χειρὶ παχὺν πόδα πιέζειν. | |
sch plut1124 | οὐκοῦν δικαίως ταῦτα πάσχεις, ὃς καὶ ζημιοῦσθαι πολλάκις ἐποίεις τοὺς ((τὰ)) τοιαῦτά σοι παρέχοντας. | |
sch plut1126 | τετράδι: τοῦ καθ’ ἑκάστην τετράδα τοῦ μηνὸς πεπεμμένου νῦν | |
στελλομένου πλακοῦντός μοι. ἑκάστη γὰρ μηνὸς νουμηνία καὶ ἡ ἑβδόμη ἱέρωτο τῷ Ἀπόλλωνι, ἡ δὲ τετάρτη Ἑρμῇ, ἡ ((δὲ)) ἕκτη Ἀρτέμιδι, ἡ ((δὲ)) ὀγδόη Θησεῖ καὶ αἱ λοιπαὶ τοῦ μηνὸς ἄλλοις θεοῖς τε καὶ ἥρωσιν. | 225 | |
sch plut1127 | ποθεῖς τὸν οὐ παρόντα: παροιμία· τοῦτό ἐστι λεγόμενον ἐπὶ τῶν ἤδη παρῳχηκότων ἢ καὶ παντελῶς ἠφανισμένων. εἴρηται δὲ ἀφ’ ἱστορίας τοι‐ αύτης· ((ὁ)) Ἡρακλῆς συμπλέων τοῖς Ἀργοναύταις ἐπὶ τὸ χρύσειον κῶας, ὡς ἀφίκοντο περὶ Κίον περί τινα κρήνην, στέλλει τὸν Ὕλαν ὑδρεύσασθαι. | |
5 | Νηρηΐδες δὲ τὸν νεανίαν λαβοῦσαι τοῖς ὕδασιν ἀπεθέωσαν· Ἡρακλῆς δέ, μηκέτι τοῦ μείρακος ὑποστρέφοντος, πᾶσαν ὕλην, ἁπάσας τὰς κρήνας, τὴν ὀρεινὴν περιτρέχων, τὸν οὐ παρόντα ζητῶν κατεφαίνετο· ὡς καὶ Θεόκριτος ὁ Σικε‐ λός ((, οὐ λέγω τὸν Χῖον,)) περὶ τούτου φησί· | |
“κᾤχεθ’ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων”. | 226 | |
sch plut1129 | ((ἀσκωλίαζε:)) ἀσκώλια καθ’ ἱστορίαν ἦν τις ἑορτὴ Διονύσου, ἐν ᾗ‐ περ, ἀσκῶν πεφυσημένων κειμένων ἐν μέσῳ τῷ θεάτρῳ, τινὲς ἥλλοντο ἐπ’ αὐτοὺς ἢ ἑνὶ τῷ ποδὶ ἢ καὶ ((ἐν)) δυσὶ καὶ ἐκίνουν γέλωτα τοῖς θεωμένοις καταπίπτοντες τῷ φυσήματι τῶν ἀσκῶν. εἰς τιμὴν δέ, ὡς ἔφην, τοῦ Διονύσου | |
5 | ταῦτα ἐδρῶντο. ὁ γὰρ ἀσκὸς δέρμα τοῦ τράγου ἐστίν· ὁ δὲ τράγος, τὸ ζῷον, πολέμιός ἐστι ταῖς ἀμπέλοις αὐτὰς κατεσθίων, καὶ ἐπίγραμμά ((τι)) φέρεται τῆς ἀμπέλου πρὸς τὸν τράγον οὑτωσὶ λέγον· “κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω, ὅσον ἐπιλεῖψαί σοι, τράγε, θυομένῳ.” | |
10 | “ἀσκωλιάζειν” μὲν καθ’ ἱστορίαν τοῦτο σημαίνει τὸ ἅλλεσθαι τοῖς ἀσκοῖς ᾧ τρόπῳ εἰρήκειμεν· νῦν δὲ ἐσχηματισμένως καὶ δριμέως φησὶ πρὸς τὸν Ἑρμῆν· εἰπόντος γὰρ “οἴμοι τῆς κωλῆς καὶ τῆς ὠμοπλάτης”, 〈φησίν〉. “ἀσκω‐ λίαζε καὶ ἐστερημένος τῆς κωλῆς καὶ πεινῶν ἐνταῦθα πρὸς τὴν αἰθρίαν | |
καὶ τὸν ἥλιον δίαγε.” | 227 | |
sch plut1133 | παρ’ ὑπόνοιαν· οἱονεὶ “πιὼν ταύτην εἰς τὸν Ἅιδην ἀπότρεχε”. | |
sch plut1134 | τὸν σαυτοῦ φίλον: πολλαὶ τέχναι ἀνάκεινται τῷ Ἑρμῇ· μία δὲ τούτων καὶ ἡ κλεπτῶν· ἐπεὶ δὲ κλέπται καὶ οἱ οἰκέται, τούτου ἕνεκεν ὁ Ἑρμῆς | |
ἑαυτὸν φίλον τῷ Καρίωνι ὀνομάζει. | 228 | |
sch plut1139 | “καὶ μήν, ὅτε τι σκευάριον καὶ ἀγγεῖον τοῦ δεσπότου ἦς κλέψας, ἐγὼ ἐποίουν λανθάνειν, ὡς κλεπτικῆς δηλονότι ἔφορος”. καὶ ὁ Καρίων πρὸς ταῦτα· “διὰ τὸ συμμετασχεῖν καὶ αὐτὸς μέρους τοῦ κλέμματος”. | |
sch plut1140 | “ἀφελεῖν” λέγεται τὸ πονη‐ ρῶς ἐπαίρειν, “ὑφελεῖν” δὲ τὸ | |
κρύψαι. | 229 | |
sch plut1142 | πανουργήσας ἤτοι κλέψας τι κατεσχέθην ποτέ, ἐγὼ μόνος ἐμαστιζόμην, καὶ οὐ μετεῖχες καὶ σὺ τὰς ἴσας πληγὰς ἐμοί” ἤτοι “τῶν ἴσων ((ἐμοὶ)) πληγῶν” ἀττικῶς. | |
sch plut1146 | μὴ μνησικακήσῃς: Ἀθηναῖοι καὶ Λάκωνες πολλὰς κατ’ ἀλλήλων τὰς μάχας ἐρρήγνυντο· τέλος περιγεγονότες οἱ Λάκωνες ἐπέστησαν τοῖς Ἀθηναίοις τυράννους τριάκοντα, Ἀθηναίους καὶ αὐτοὺς ὄντας, οἳ τοὺς ὁμοφύ‐ λους παντοίως ἐκάκουν συντρίβοντες. τέλος Θρασύβουλός τις ἀθηναῖος | |
5 | φιλόπατρίς τε καὶ μισοτύραννος Φυλήν τινα τόπον ((ποτὲ)) καταλαβὼν Ἀττικῆς μετὰ καί τινων μισοτυράννων ἑτέρων, συνηργηκότος οὐ μετρίως αὐτοῖς καὶ Κεφάλου τοῦ πατρὸς Λυσίου τοῦ ῥήτορος ὀκτακοσίας ἀσπίδας χαρισαμένου πρὸς συμμαχίαν, περὶ τὸν Πειραιᾶ συμβαλόντες, κατὰ κράτος ἥττησαν τοὺς λʹ καὶ τοὺς σὺν αὐτοῖς. ἐπεὶ δὲ ὅτε ἦρχον οἱ τύραννοι, οὓς μὲν ἐκάκουν τῶν | |
10 | πολιτῶν, οἷς δὲ φιλίως ἐχρῶντο, μετὰ τὴν τούτων κατάλυσιν, Εὐκλείδου δημαγωγήσαντος, ψήφισμα ἔθεντο μὴ ἀλλήλοις μνησικακεῖν καὶ τὰ πρὸ Εὐκλείδου ἄκυρα εἶναι. τὰ μὲν τῆς ἱστορίας τοιάδε. τὰ δὲ παροιμιώδη ((τάδε)) τοιόνδε τὸν νοῦν ἔχουσιν· “εἰ ((δὲ)) καὶ ὑμεῖς, ὦ Καρίων, πλουτήσαντες νῦν ἐδοξάσθητε, ὡς οἱ μετὰ ((τοῦ)) Θρασυβούλου τότε κρατήσαντες τὴν Φυλὴν | |
15 | καὶ τοὺς ἐν τῷ Πειραιεῖ τυράννους ἡττήσαντες, μὴ μνησικακήσῃς ἐπὶ τοῖς πρώην ἐμοί, ὡς οὐδ’ ἐκεῖνοι τοῖς ὁμοφύλοις” | |
sch plut1150 | ταὐτομολεῖν: τὸ αὐτομολεῖν καὶ ἐνταῦθα διατρίβειν ἀστεῖον καὶ ἡδύ σοι νῦν φαίνεται. | |
sch plut1153 | παρὰ τὴν θύραν στροφαῖον: πολλά εἰσιν ἀντώνυμα τῷ Ἑρμῇ. νῦν δὲ τὰ πρόσφορα πρὸς τὴν παροῦσαν ὑπόθεσιν τιθεὶς παίζει ἀγωνιστικῶς λύων αὐτά· τέλος εὑρόντος τοῦ Ἑρμοῦ κλῆσιν ἑρμαϊκὴν πρόσφορον τοῖς πλου‐ | |
τοῦσι καὶ εἰσαχθέντος ὡς διακονικοῦ καὶ ὑπηρετοῦντος πλύνειν κοιλίας, φησὶν | 230 | |
5 | ὁ Καρίων· “οὐ μάτην ἄρα οὐδ’ οἱ ἐν Ἀθήναις δικάζοντες πολλοῖς δικαστη‐ ρίοις ἐγγράφεσθαι σπεύδουσι”. καὶ αἱ πολλαὶ δὲ κλήσεις αἱ τοῦ Ἑρμοῦ τού‐ των ἕνεκα τῷ ἀλιτηρίῳ προελήφθησαν, ἵνα τό τε τῶν Ἀθηναίων κωμῳδήσῃ φιλόδικον καὶ τὸ τῶν δικαστῶν μοχθηρότατον. στροφαῖος λέγεται καὶ ἡ τῶν πυλῶν στρόφιγξ καὶ πᾶς πανοῦργος καὶ πράγματα μετατρέπων. καὶ τὸν Ἑρμῆν | |
10 | δὲ περὶ τὰς τῶν πυλῶν ἵδρυον στρόφιγγας, ἢ ἵνα τοὺς κλέπτοντας εἴργοι πρὸς τὰς οἰκίας εἰσδύεσθαι, ἢ ὅτι ταῖς οἰκίαις καὶ πόλεσι φρονήσεως χρεία καὶ πανουργίας, ((καὶ)) ἐν τοῖς ἀγροῖς δὲ καὶ τοῖς ἔξω πολέμοις, διὸ τοῖς μὲν ἀγροῖς Ἄρεος ἵστασαν εἴδωλον, τῆς Ἀθηνᾶς δὲ ταῖς πύλαις τῶν πόλεων, Ἑρμοῦ δέ, ὡς ἔφημεν, εἴδωλον ὄπισθε τῆς πύλης τῶν οἰκιῶν. | |
sch plut1155 | “ἐμπολαῖον” ((δὲ)) πρατήριον, ἀγοραῖον. | |
sch plut1156 | ἔγνως παλιγκάπηλον οἷς πρώην ἔφην. | |
sch plut1159a | ἀλλ’ ἡγεμόνιον: ὅτι ((ὁ)) Ἑρμῆς καὶ ὁ λόγος καὶ λογικῶν τεχνῶν ἡγεμονεύει καὶ πρακτικῶν, ὑποτιθεὶς ἑκάστῃ καὶ ἐφευρέσεις καὶ πανουργίας καὶ ἀφορμάς. ἡγεμόνιος δὲ λέγεται καὶ ὁ ὁδηγὸς τῶν τυφλῶν· διὰ τοῦτό φησιν “ἀλλ’ ὁ Πλοῦτος βλέπει”. | |
sch plut1159b | μεθόδους καὶ τέχνας ὁ λόγος ἐργάζεται. | |
sch plut1162 | οἱ παλαιοὶ οὕτως, [οἱ δ]ὲ | |
νεώτεροι μετὰ τοῦ ν. | 231 | |
sch plut1163 | μουσικοὶ ἀγῶνες οἱ δι’ ὀργάνων θυμέλης γινόμενοι καὶ οἱ λογικοί. γυμνικοὶ δὲ οἱ δι’ ἀλκῆς σώματος, ὥσπερ δρόμος, παλαίστρα, πυγμή, παγκρά‐ τιον, δίσκος, ἅλμα, ἀκόντισμα καὶ ἕτερα εἴδη μυρία. | |
sch plut1166 | οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες· οὐ ματαίως ἄρα ((τε)) οἱ ἐν ταῖς Ἀθήναις, φησί, δικάζοντες σπεύδουσι πολλοῖς ἐγγεγράφθαι γράμμασιν ἤτοι δικαστηρίοις. περὶ δὲ τῶν γραμμάτων καὶ τῶν δικαστηρίων τῶν ἐν Ἀθήναις καὶ περὶ τῶν δικαστῶν δὲ ὡσαύτως ἀνωτέρω φθάσας πλατυτέ‐ | |
5 | ρως ἐδίδαξα, ὅτι τῷ Ἀρείου πάγου δικαστηρίῳ πρὸ τῶν προθύρων ἄλφα στοιχεῖον ἐγέγραπτο, τῇ Ἡλιαίᾳ δὲ η, τῷ ἐν Φρεαττοῖ φ, καὶ ἐπὶ τῶν λοιπῶν δὲ ((δικαστηρίων)) ὡσαύτως. | |
sch plut1171 | τίς ἂν φράσειε: ὁ τοῦ ἐν ἄστει τιμωμένου σωτῆρος Διὸς ἱερεύς. μηδενὸς ἔτι θύοντος Διί τε καὶ τοῖς ἄλλοις θεοῖς, ἔρχεται παρὰ τὴν ((τοῦ)) Χρεμύλου οἰκίαν βουλόμενος τοῦ λοιποῦ συνεῖναι αὐτοῖς. | |
sch plut1184 | ἀποπατησόμενοι: ἐκκρινοῦντες, ἀφοδεύσοντες πλεῖν καὶ πλείους ἢ ((καὶ)) μύριοι. πόθε δὲ ἀπόπατος ἡ ἔκκρισις εἴρηται, μάνθανε. πάτος μὲν λέγεται καὶ ἡ κατατετριμμένη ὁδὸς ἀπὸ τοῦ πατεῖσθαι, περὶ ἧς καὶ ((ὁ)) Ὅμηρος λέγει· | |
5 | “ὃν θυμὸν κατέδων πάτον ἀνθρώπων ἀλεείνων”. πάτος λέγεται καὶ ἡ τροφή, ὅθε καὶ πάσασθαι τὸ φαγεῖν· καὶ ἐξ αὐτοῦ ἀπόπατος ἡ ἔκκρισις καὶ τὸ ἀποσκυβάλισμα τοῦ πάτου καὶ τῆς τροφῆς. | |
sch plut1185 | οὐκοῦν κἀκ τούτων τὰ νομιζόμενα, φησί, λαμβάνεις καὶ ἐκ τοῦ ἀποπάτου τῶν εἰσιόντων ἔχεις λοιπὸν τὴν ἀπονενεμημένην καὶ εἰωθυῖαν μοῖραν | |
τοῖς ἱερεῦσιν ἀπολιμπάνεσθαι. | 232 | |
sch plut1187 | χαίρειν ἐάσας: ἀντίφρασις καὶ εὐφημία τὸ σχῆμα· ἤτοι ἀδημονεῖν καὶ λυπεῖσθαι, ὅθε λέγεται καὶ Χάρων, ὁ μὴ χαρᾶς ἀλλὰ θλίψεως αἴτιος. | |
sch plut1191 | ἱδρυσόμεσθα ((τὸν θεόν))· ἱδρύσασθαι καὶ ἀφιερῶσαι τὸν θεὸν ἤτοι τὸν Πλοῦτον βούλονται ἀπαγαγόντες αὐτὸν ἐν τῇ ἀκροπόλει τῶν Ἀθηνῶν εἰς τὸν ὀπισθόδομον Ἀθηνᾶς, ἔνθα τὸ ταμιεῖον ὑπῆρχε. τοῦτο δὲ δῆθε ποιοῦσι καὶ ἐκεῖ βούλονται τὸν Πλοῦτον ἱδρύσαι, ὅτι ἐκεῖσε ἀπέκειτο ἀργυρίου ἐπισήμου | |
5 | ἤτοι κεχαραγμένου ἑξακισχίλια τάλαντα πάρεξ μόνον τριακοσίων. | |
sch plut1197 | τὰς χύτρας ((αἷς τὸν θεὸν)): οἱ ἀφιεροῦντες ναοὺς ἢ ((καὶ)) θυσίας χύτρας ἀθάρας καὶ σεμιδάλεως ἢ πελάνων καὶ ὀσπρίων ἀληλεσμένων καὶ λοιπὰ δὲ ἡδύσματα προπομπεύοντα ἔθος εἶχον εἰσάγειν φερόμενα γυναικῶν κεφαλαῖς εὐπαρύφων. καὶ νῦν δὲ τὴν γραῦν τὴν ἐρωμένην τοῦ μείρακος φέρειν | |
5 | ἐπὶ τῆς κεφαλῆς πείσαντες τὰς ἱερὰς ταύτας χύτρας, τὸν ἀφρὸν τὸν τοῖς ἑψομέ‐ νοις γίνεσθαι εἰωθότα, ὃν ἀφρὸν καὶ γραῦν ὀνομάζουσιν, ὁρῶντες ἄνω τῆς χύτρας ἐπιπολάζοντα, γελῶντές φασιν· “αἱ χύτραι αὗται, ἃς ἡ γραῦς ἐπὶ κεφαλῆς φέρει, τἀναντία δρῶσι χύτραις ταῖς ἄλλαις· ἐν ἐκείναις μὲν γὰρ ἡ γραῦς ἤτοι τὸ ἄφρισμα ἔπεστιν ἄνω, τούτων δὲ τῶν χυτρῶν ἡ γραῦς αὕτη | |
10 | γυνὴ τυγχάνει πολλῷ κατωτέρα”. Τέλος Ἀριστοφάνους Πλούτου. Βλέψας ὁ Πλοῦτος ἐκ θεοῦ παρουσίας, ὥς φησι ῥήτωρ οὗτος Ἀριστοφάνης, τῶν ἁρπαγῶν ἕξω γε πλεονεξίας, | |
15 | δοκεῖ δ’ ἔμοιγε τυφλὸν αὐτὸν ὡς πάλαι εἶναι, μὰ τὴν πρόνοιαν, ὡς βλέπω τάδε· | |
ἐπείπερ ἁρπάζουσι καὶ τανῦν πλέον. | 233 |