TLG 5014 014 :: SCHOLIA IN ARISTOPHANEM :: Scholia in plutum (scholia vetera et fort. recentiora sub auctore Moschopulo)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Scholia in plutum (scholia vetera et fort. recentiora sub auctore Moschopulo)

Source: Dübner, F. (ed.), Scholia Graeca in Aristophanem. Paris: Didot, 1877 (repr. Hildesheim: Olms, 1969): 323–387.

  • Argumenta: pp. 323–324
  • Scholia: pp. 324–387
  • Scholia ad versas 172, 355, 455 fort. sub auctore Moschopulo
  • Argumentum 6 (epigramma est): Dup. ARISTOPHANES Gramm. (0644 007) (fr. 11)

Citation: Argumentum-scholion — verse — (line)

arg plut

t

ΥΠΟΘΕΣΕΙΣ

arg plut

1

[Βουλόμενος Ἀριστοφάνης σκῶψαι τοὺς Ἀθηναίους ἀδικίᾳ καὶ συκοφαντίᾳ καὶ τοῖς τοιούτοις συνόντας, καὶ διὰ τοῦτο πλουτοῦντας, πλάττει πρεσβύτην τινὰ γεωρ‐ γὸν Χρεμύλον τοὔνομα, δίκαιον μὲν ὄντα καὶ τοὺς τρό‐
5πους χρηστὸν, πένητα δὲ ἄλλως· ὃς μετά τινος αὐτῷ θεράποντος ἐλθὼν εἰς Ἀπόλλω ἐρωτᾷ περὶ τοῦ ἰδίου παιδὸς, εἰ χρὴ τουτονὶ τρόπων χρηστῶν ἀμελήσαντα ἀδικίας ἀντιποιεῖσθαι καὶ ταὐτὰ τοῖς ἄλλοις ἐπιτηδεύειν, ἐπειδήπερ οἱ μὲν τοιοῦτοι ἐπλούτουν, οἱ δὲ τὰ ἀγαθὰ
10πράττοντες πένητες ἦσαν, καθάπερ αὐτὸς οὗτος ὁ Χρε‐ μύλος, ἔχρησεν οὖν αὐτῷ ὁ θεὸς σαφὲς μὲν οὐδὲν, ὅτῳ δὲ ἐξιὼν ἐντύχοι, τούτῳ ἕπεσθαι. καὶ ὃς γέροντι ἐντυγ‐ χάνει τυφλῷ, ἦν δὲ οὗτος ὁ Πλοῦτος, καὶ ἀκολουθεῖ κατὰ τὰς μαντείας, μὴ εἰδὼς ὅστις οὗτός ἐστι. δυσχε‐
15ραίνων δὲ ἐπὶ τούτῳ καθ’ ἑαυτὸν ὁ θεράπων μόλις αὐτὸν ἐρωτᾷ τίνος ἕνεκα τούτῳ ἀκολουθοῦσι. καὶ ὁ Χρεμύλος λέγει αὐτῷ τὴν μαντείαν. ἔπειτα μανθάνουσι παρ’ αὐ‐ τοῦ Πλούτου ὅστις ἐστὶ καὶ ὅτου χάριν τυφλὸς ἐγεγόνει παρὰ τοῦ Διός. οἱ δὲ ἀκούσαντες ἥσθησάν τε καὶ βου‐
20λὴν ἐβουλεύσαντο ἀπαγαγεῖν αὐτὸν εἰς Ἀσκληπιοῦ καὶ τὴν τῶν ὀφθαλμῶν θεραπεῦσαι πήρωσιν. καὶ ἵνα τὰ ἐν μέσῳ παρῶ, τάς τε τοῦ Βλεψιδήμου ἀντιλογίας καὶ τῆς Πενίας αὐτῆς, ἀπήγαγόν τε αὐτὸν ὅτι τάχιστα καὶ ὑγιᾶ ἐπανήγαγον οἴκαδε, ἐπλούτησάν τε ἱκανῶς οὐκ αὐτοὶ
25μόνον, ἀλλὰ καὶ ὅσοι βίου χρηστοῦ πρόσθεν ἀντεχόμε‐ νοι πένητες ἦσαν. ἐπιγέγραπται δὲ τὸ δρᾶμα Πλοῦτος Ἀριστοφάνους.]

arg plut

2

Πρεσβύτης τις Χρεμύλος πένης ὢν τὴν οὐσίαν ἀφι‐ κνεῖται εἰς θεοῦ· ἐρωτᾷ δὲ τὸν θεὸν πῶς ἂν εἰς ἔκδηλον ἁβρόν τε μετασταίη βίον. τοιόνδε δὲ ἐγγεγύηται ὁ χρησμός. χρᾷ γὰρ αὐτῷ ὁ θεὸς ἐξιόντι τοῦ ναοῦ, τούτῳ
5ἕπεσθαι, ᾧ πρώτῳ συντύχῃ. καὶ δὴ τυφλῷ γέροντι συντυχὼν εἵπετο πληρῶν τὸν χρησμόν. ἦν δὲ Πλοῦτος οὗτος. ὕστερον δὲ προσδιαλεχθεὶς αὐτῷ εἰσάγει εἰς
Ἀσκληπιοῦ, ἰασόμενος αὐτὸν τῆς πηρώσεως, καὶ οὕτω πλούσιος γίνεται. ἐφ’ ᾧ δυσχεράνασα ἡ Πενία παρα‐Column end
10γίνεται λοιδορουμένη τοῖς τοῦτο κατορθώσασι· πρὸς ἣν καὶ διάλογος οὐκ ἀφυὴς γίνεται, συγκρινομένων τῶν φαύλων τῆς Πενίας καὶ τῶν τοῦ Πλούτου ἀγαθῶν ὑπὸ Βλεψιδήμου καὶ Χρεμύλου. πολλῶν τε ἄλλων ἐπεισρεόν‐ των, ἐν τῷ ὀπισθοδόμῳ τῆς Ἀθηνᾶς ἀφιερώσαντο Πλού‐
15του ἰνδάλματα. τὰ μὲν οὖν τῆς ὑποθέσεως ταῦτα. προ‐ λογίζει δὲ θεράπων, δυσχεραίνων πρὸς τὸν δεσπότην, ὅτι τυφλῷ καὶ γέροντι κατακολουθεῖν οὐκ ᾐσχύνετο.

arg plut

3

Πρεσβύτης τις Χρεμύλος πένης ὢν καὶ ἔχων υἱὸν, κατανοήσας ὡς οἱ φαῦλοι τὸ τηνικαῦτα εὖ πράττουσιν, οἱ δὲ χρηστοὶ ἀτυχοῦσιν, ἀφικνεῖται εἰς θεοῦ, χρησόμε‐ νος πότερον τὸν παῖδα σωφρόνως ἀναθρέψειε, καὶ ὅμοιον
5ἑαυτῷ τοὺς τρόπους διδάξειεν (ἦν γὰρ οὗτος χρηστὸς), ἢ φαῦλον, ὡς τῶν φαύλων τότε εὐπραγούντων. ἐλθὼν οὖν εἰς τὸ μαντεῖον, περὶ μὲν ὧν ἤρετο οὐδὲν ἤκουσεν, προστάττει δὲ αὐτῷ, ᾧ τινι πρῶτον ἐξιὼν συντύχῃ, ἀκολουθεῖν. καὶ τὰ λοιπὰ ὡσαύτως.

arg plut

4

Ἐδιδάχθη ἐπὶ ἄρχοντος Ἀντιπάτρου, ἀνταγωνιζο‐ μένου αὐτῷ Νικοχάρους μὲν Λάκωσιν, Ἀριστομένους δὲ Ἀδμήτῳ, Νικοφῶντος δὲ Ἀδώνιδι, Ἀλκαίου δὲ Πασι‐ φάῃ. τελευταίαν δὲ διδάξας τὴν κωμῳδίαν ταύτην ἐπὶ
5τῷ ἰδίῳ ὀνόματι, καὶ τὸν υἱὸν αὑτοῦ συστῆσαι Ἀραρότα δι’ αὐτῆς τοῖς θεαταῖς βουλόμενος, τὰ ὑπόλοιπα δύο δι’ ἐκείνου καθῆκε, Κώκαλον καὶ Αἰολοσίκωνα.

arg plut

5

[Ἰστέον δὲ ὅτι τὰ τοῦ δράματος πρόσωπα πεπλασμένα εἰσὶ παρὰ τοῦ ποιητοῦ. Χρεμύλος γὰρ ἀπὸ τοῦ χρέος καὶ τοῦ αἱμύλλω τὸ ἀπατῶ εἴρηται, ὁ ἀπατῶν δηλαδὴ τοὺς χρεωφειλέτας διὰ πενίαν. καὶ τὸ Καρίων ἐξελλη‐
5νιζόμενον τὸν δοῦλον δηλοῖ· Κᾶρες γὰρ οἱ δοῦλοι, ὅθεν καὶ ἡ παροιμία, ἐν Καρὸς αἴσῃ, ἤτοι ἐν δούλου τάξει. καὶ τὸ Βλεψίδημος δὲ ἤτοι πτωχὸς, ὁ βλέπων ἀεί ποτε
εἰς τὸν δῆμον.]323

arg plut

6

(1t)

ΑΡΙΣΤΟΦΑΝΟΥΣ
2tΓΡΑΜΜΑΤΙΚΟΥ
3Μαντεύεται δίκαιος ὤν τις καὶ πένης εἰ μεταβαλὼν πλούτου τυχεῖν δυνήσεται.
5ἔχρησεν ὁ θεὸς συνακολουθεῖν ᾧπερ ἂν ἀνέρι περιτύχῃ. Πλοῦτος ὀπτάνεται τυφλός. γνοὺς δ’ αὐτὸν, ἤγαγ’ οἴκαδ’, ἄλλους δημότας καλέσας μετασχεῖν· εἶθ’ ὑγιάσαι τὰς κόρας ἔσπευδον· εἰς Ἀσκληπιοῦ δ’ ἀπήγαγον.
10ἡ δ’ ἄφνω Πενία διεκώλυσεν. οὕτως ἀναβλέψαντος αὐτοῦ, τῶν κακῶν οὐδεὶς ἐπλούτει, τῶν δ’ ἀγαθῶν ἦν τἀγαθά.

sch plut

t

SCHOLIA IN PLUTUM

sch plut

ante 1

Ἡ εἴσθεσις τοῦ δράματος ἄρχεται ἐκ συστηματικῆς περιόδου, καὶ ἐξ ἀμοιβαίων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβι‐ κοὶ τρίμετροι ἀκατάληκτοι. ὧν τελευταῖος, «τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι.» ἐπὶ ταῖς ἀποθέσεσι
5παράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνὶς, καὶ ἑξῆς τού‐ των τὸ χοροῦ. ὤφειλε γὰρ χορὸν θεῖναι καὶ διατρῖψαι μικρὸν, ἄχρις ἂν ὁ Καρίων συμμίξῃ τοῖς γέρουσιν. Ὁρῶν ὁ Καρίων τὸν ἑαυτοῦ δεσπότην Χρεμύλον μετὰ τὸ ἐξελθεῖν τοῦ μαντείου τυφλῷ ἀνδρὶ ἑπόμενον, σχε‐
10τλιάζων καὶ δυσφορῶν φησὶν τὸ ὡς ἀργαλέον ἤτοι τὴν ἀρχήν. Σχόλιον τοῦ λογιωτάτου μαγίστρου, ex cod. Parisino.

sch plut

1

(Τοῦ ὡς πέπλεκται ἡ διάνοια ἐκ τοῦ θαυμασμοῦ καὶ σχετλιασμοῦ. τὸ γὰρ ὡς ἐπίρρημα ἐπαμφοτερίζει, ἢ ἐνταῦθα εἴληπται ἐπιτάσεως δηλωτικόν. ἀπαυδᾷ δὲ οὐ διὰ τὴν τύχην, ἀλλὰ διὰ τὸ ἐπαχθὲς τῶν δεσποτῶν.)
5ὡς ἀργαλέον: Ὁ θεράπων δυσφορεῖ τοῦ δεσπότου ἑπομένου τυφλῷ ἀνδρί. τὸ δὲ ἀργαλέον, χαλεπὸν, δύσ‐ κολον, δυσχερές. εἴρηται δὲ παρὰ τὸ ἄλγος ἀλγαλέον καὶ κατὰ τροπὴν τοῦ λ εἰς ρ ἀργαλέον· (ὡς ποδαλγία, ποδαργία. ἢ ἔργον παρὰ τοῖς παλαιοῖς τὸ δυσχερές· ἐκ
10τούτου παράγωγον ἀργαλέον· ὡς ἀπὸ τοῦ ἔπω ἀπύω.) —ὡς ἀργαλέον: Ἀργαλέον τὸ βαρὺ καὶ δύσκολον καὶ λυπηρόν· ἀπὸ τοῦ ἄλγος ἀργαλέον ὡς ποδαλγία, πο‐ δαργία· ἢ ἐκ τοῦ ἔργου τὸ δύσκολον, ἀφ’ οὗ καὶ τὸ ἐρ‐ γῶδες, κατὰ παραγωγὴν ἐργαλέον καὶ ἀργαλέον. ἀρ‐
15γαλέον τὸ μετέχον ἄλγους· ὥσπερ καὶ θαρσαλέον τὸ μετέχον θράσους. Dv. ὡς ἀργαλέον: δύσκολον, δυσχε‐ ρές. R. λίαν δύσκολον καὶ βαρύ. Θ. et cod. Nanian. in Catalogo p. 477. ἐστιν: Ὑπάρχει. θεοὶ: Ὦ. Nan. [ὦ Ζεῦ: Τὸν Δία παρέλαβε κατ’ ἐξοχὴν τῶν ἄλλων
20θεῶν, ὡς τὸ [Hom. Il. Ν, 1]
Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε.] κἀκεῖ γὰρ τὸν Ἕκτορα ὀνομάζων κατ’ ἐξοχὴν πα‐ ρείληφε. —προτάττει τὸν Δία θεῶν κρείττονα ὄντα. Θ.Column end

sch plut

2

δοῦλον γενέσθαι: Χαλεποῦ ὄντος (φύσει) τοῦ δουλεύειν, χαλεπώτερον γίνεται, ἐὰν καὶ ἀνοήτῳ τις δεσπότῃ ὑπηρετῇ. —δοῦλον: Τινὰ ἄνθρωπον ὑπάρξαι. Θ. Nan. παραφρονοῦντος: μαινομένου. Nan.
5μαινομένου, οὐκ εἰδότος τί δεῖ ποιεῖν. Θ. δεσπότου: Αὐθέντου. Nan. παραφρονοῦντος: Ἤγουν μαινομένου, οὐκ εἰδότος τί δεῖ ποιεῖν, ἤτοι ἀνοηταίνοντος καὶ μωροῦ, παρὰ τὸ εἰκὸς φρονοῦντος. ἡ γὰρ παρά ἐνταῦθα τὴν ἔξω σχέσιν
10δηλοῖ. Junt. Τὸ ὅλον οὐ πρὸς τὴν τύχην ἐστίν· οὐ γὰρ ὅτι δοῦ‐ λός ἐστι λυπεῖται· ἀλλὰ πρὸς τὴν διαφορὰν τῶν κεκτη‐ μένων ἔθηκε καὶ παραφρονοῦντος. G.

sch plut

3

τὸ ἤν ἀπόστροφον λαμβάνει, ὅ ἐστιν ἀντίστρο‐ φον. ἔστι δὲ ὥσπερ καὶ ἄλλως τοὐναντίον δρῶν. καὶ τοῦτο γὰρ ἀντίστροφον δέχεται. ἔστι γὰρ τὸ ἐναντίον δρῶν. ἡ δὲ ἀπόστροφος ἀντίστροφος καλεῖται. Ἀρίσταρ‐
5χος γὰρ τοῦτο σημειοῦται. ὅ ἐστιν παρ’ ἡμῖν ἀπόστρο‐ φος, ἀντίστροφος αὐτῷ καλεῖται. G. τὰ: Περισσὸν Ἀττικῶς. Θ. λέξας τύχῃ: Περιφραστικῶς, ἀντὶ τοῦ λέξῃ. Θ. Junt.

sch plut

4

μὴ δρᾶν ταῦτα: Οἱ γράφοντες ταὐτὰ οὐ καλῶς γράφουσιν· εὕρηται γὰρ ἐν πολλοῖς τῶν παλαιῶν ἀντι‐ γράφων τὸ ταῦτα, καὶ ἔστι κρεῖττον ἐκείνου. —ἃ ὁ θεράπων λέξει. γράφεται ταυτά. Θ. ταυτὰ: Ὅμοια τῷ
5ἔχοντι αὐτόν. A. B. D. Θ. ταυτὰ: Καὶ τὰ ὅμοια. Harl.6.

sch plut

5

μετέχειν ἀνάγκη: (Πρὸς) τὸ ποιητικὸν [Hom. Od. Π, 322]
ἥμισυ γάρ τ’ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
ἀνέρος, εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι.
5τί γὰρ κακώτερον τοῦ τὰ ἐναντία ἑαυτῷ διαπράττεσθαί τινα, ἐν τῷ μὴ ποιεῖν ἃ βούλεται, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἀφροσύνης ἀνέχεσθαι; τῶν κακῶν: Τῶν ἀφροσυνῶν ὧν ὁ δεσπότης ἔχει· ἤγουν τῶν πληγῶν, αἳ τοῖς ἀπειθοῦσι τοῖς δεσπόταις
10ὀφείλονται. εἰώθασι δὲ οἱ Ἀττικοὶ τὰ ἄρθρα πλεονά‐ ζειν. ὥσπερ οὖν ἐν τῷ «τὰ βέλτιστα» περισσὸν ἦν Ἀττικῶς τὸ ἄρθρον, οὕτω κἀνταῦθα τὸ «τῶν.» καὶ ἐν τοῖς ἑξῆς τὸ «τό,» ὡς ἐν τῷ «τὸ ποῖον.» τὸ δὲ [V. 8] «ταῦτα» τὸ δεύτερον οὐκ ἔστιν ἀντὶ τοῦ ταύτῃ, ὡς
15οἴονταί τινες, ἀλλ’ ἀντὶ τοῦ ταῦτα πάλιν Ἀττικῶς. — τῶν ἐκ τοῦ δεσπότου πληγῶν καὶ τιμωριῶν. Θ.

sch plut

6

τοῦ σώματος γὰρ: Οἷον, αὐτὸν ἑαυτοῦ τὸν δοῦ‐ λον οὐκ ἐᾷ κρατεῖν· μάλιστα γὰρ κύριος τοῦ σώματος ἕκαστος αὐτὸς ἑαυτοῦ. —σώματος: Τοῦ οἰκείου. οὐκ ἐᾷ: Οὐκ ἀφίησι. Θ.

sch plut

7

κρατεῖν: Ἐξουσιάζειν. Junt. ὁ δαίμων: Ἡ τύχη. R. Θ. Junt. Dv.
(τὸν ἐωνημένον: Ἀντὶ τοῦ τὸν ὠνησάμενον, ἀπὸ τοῦ ὠνοῦμαι. λέγεται γὰρ καὶ ἡ ἐφεξῆς τοῦ ῥήματος324
5κλίσις. τοῦ δὲ ὀνόματος τὸ πληθυντικὸν οὐκ ἔστιν ὠνη‐ σάμενοι. διὸ μεταβαλόντες αὐτὸ ἐπὶ ἑτέραν φωνὴν πριάμενοι λέγουσιν Ἀττικοί.) —τὸν ἀγοράσαντα. Θ. Ἄλλως. διχῶς εὕρηται τὸ ἐώνημαι· καὶ ἐπὶ τοῦ ἠγο‐ ρακότος καὶ ἐπὶ τοῦ ἠγορασμένου· καὶ ἐπὶ τοῦ μὲν
10ἠγορακότος ὡς ἐνταῦθα· ἐπὶ δὲ τοῦ ἠγορασμένου, ὡς παρὰ Συνεσίῳ [Epist. 3] «ἡ γὰρ Λαῒς ἀνδράποδον ἦν Ὑκκαρικὸν ἐκ Σικελίας ἐωνημένον.» Junt.

sch plut

8

τοῦτο παρεπιγραφὴ λέγεται. R. (καὶ ταῦτα μὲν δὴ ταῦτα: Καὶ ταῦτα μὲν δὴ τοῦ‐ τον ἔχει τὸν τρόπον· ἔστι δὲ τὸ σχῆμα ἀποθετικὸν τῆς πρώτης διανοίας.) —κύκλος. Θ.
5τῷ δὲ Λοξίᾳ: Τῷ Ἀπόλλωνι· ἤτοι τῷ λοξὴν ἴαν πέμποντι· λοξὰ γὰρ μαντεύεται ὁ θεός. ἢ τῷ λοξὴν πορείαν ποιουμένῳ· ὁ αὐτὸς γάρ ἐστι τῷ ἡλίῳ. —τῷ Ἀπόλλωνι· ἐπειδὴ πλάγιος ἐν τῷ ζωδιακῷ φέρεται ὁ αὐτὸς ἥλιος ὤν· ἢ ἐπεὶ πολλοὺς καὶ ἀσαφεῖς τοὺς χρη‐
10σμοὺς δίδωσι. V. τῷ δὲ Λοξίᾳ: Ἢ τῷ Ἀπόλλωνι λοξὰ μαντευομένῳ· ἢ ἐπειδὴ ὁ Ἀπόλλων εἰς τὸν ἥλιον ἀλ‐ ληγορεῖται, Λοξίαν τοῦτον εἴποις, ὡς λοξὴν τὴν πο‐ ρείαν ποιούμενον. Dv.

sch plut

9

ὃς θεσπιῳδεῖ: Ἐτραγικεύσατο τῇ φράσει. ἡ δὲ Πυθία ἐπὶ τρίποδος καθημένη χρησμῳδεῖ. καλεῖται δὲ τὸ μέρος, ἐν ᾧ κάθηται, ὅλμος. Ἄλλως. τρίποδι χρῆται ὁ Ἀπόλλων μαντευόμενος διὰ τοὺς τρεῖς καιροὺς
5τῶν πραγμάτων. Ὅμηρος [Il. Α, 70]
ὃς ᾔδη τά τ’ ἐόντα, τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα. τινὲς φασὶν οὕτω κτήσασθαι [τὸν Ἀπόλλωνα] τὸν τρί‐ ποδα. ἁλιεῖς [ἐν Μιλήτῳ τινὲς] μισθῷ βόλον ἔρριπτον, ἵνα τὸ ἀναφερόμενον εἴη τοῦ ἀγοράσαντος τὸν βόλον.
10συμβέβηκε γοῦν ἀντὶ ἰχθύων τρίποδα χρυσοῦν περιλα‐ βεῖν αὐτοὺς τῷ δικτύῳ. ἐφιλονείκουν οὖν περὶ αὐτοῦ, οἱ μὲν ἁλιεῖς, ὡς ἰχθῦς πεπράκασιν, οὐ τρίποδα· οἱ δὲ ἀγοράσαντες ἔλεγον, ὡς πᾶν τὸ ἀνιὸν καὶ πᾶν ὅ τι τύχοι ὠνήσαντο. οὕτως οὖν αὐτῶν φιλονεικούντων,
15ἔδοξεν ἐρωτῆσαι τὸν Ἀπόλλωνα. ὁ δὲ ἀνεῖλεν αὐτοῖς ταῦτα,
ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς·
ὃς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδ’ αὐδῶ.
προσήγαγον οὖν αὐτὸν τοῖς ἑπτὰ σοφοῖς· ἕκαστος δὲ
20τούτων παρῃτεῖτο σοφὸς εἶναι, διόπερ ἐγνώκασιν, ὡς σοφωτέρῳ πάντων, ἀναθεῖναι αὐτὸν τῷ Ἀπόλλωνι· ὅθεν φασὶν ἐσχηκέναι αὐτὸν τὸν τρίποδα. [ἡ δὲ λέξις ἠτυμολόγηται ἢ παρὰ τὸ θέσπιν ᾠδὴν, ἢ παρὰ τὸ τὴν Θέμιν ἐκεῖ τὰς μαντείας ἄγειν.] (χρυσοῦς δέ ἐστιν ὁ τρί‐
25πους, ὅτι τιμία ἡ ὕλη· καὶ οἱ διδόμενοι χρησμοὶ τίμιοι.) οὕτω φασὶν ἐσχηκέναι τὸν Ἀπόλλωνα τὸν τρίποδα. ἁλιεῖς μισθῷ δίκτυον ἐν θαλάττῃ ἔρριπτον, ἵνα τὸ ἀγρευ‐ θὲν εἴη τοῦ τὸν μισθὸν διδόντος αὐτοῖς. συμβεβήκει γοῦν ἀντὶ ἰχθύων τρίποδα χρυσοῦν περιλαβεῖν αὐτοὺς
30τῷ δικτύῳ. φιλονεικούντων οὖν τῶν τε ἁλιέων καὶ τοῦ μισθώσαντος, καὶ τῶν μὲν λεγόντων ὡς οὐ τρίποδα πεπράκασιν, ἀλλ’ ἰχθῦς, τοῦ δὲ ὡς πᾶν ὅ τι τύχοι· ἔχρησεν οὖν ὁ Ἀπόλλων, τῷ σοφῷ τοῦτον ἀνενεγκεῖν. ἀγαγόντες οὖν τοῦτον ἐπὶ τοὺς ἑπτὰ φιλοσόφους, ἐπεὶColumn end
35ἀπηρνεῖτο εἷς ἕκαστος μὴ εἶναι σοφὸς, ἀνέθηκαν τῷ Ἀπόλλωνι εἰκότως· μάντις γὰρ ὢν, τοὺς τρεῖς χρόνους εἶδε, τά τ’ ὄντα τά τ’ ἐσόμενα πρό τ’ ἐόντα. Par. μαντεύεται καὶ χρησμοδοτεῖ καὶ θείας φωνὰς λέγει. χρυσηλάτου: Ἐκ χρυσοῦ πεποιημένος. Θ.

sch plut

11

ὅτι ἰατρὸς ὢν καὶ μάντις: Τῶν δυοῖν ἀρετῶν τοῦ θεοῦ μέμνηται κατὰ τὸ παρὸν, θεσπίσεώς τε καὶ τῆς κατὰ τὴν ἰατρικὴν ἐπιστήμης. [εὐκαίρως δὲ τού‐ των τὴν μνήμην ἐποιήσατο· ἰατρικῆς μὲν, ὅτι ἀνίατον
5ἀπέπεμψε τὸν δεσπότην, καὶ τὴν μὴ προσοῦσαν πε‐ ριῆψε μελαγχολίαν. θεσπίσεως δὲ, διὰ τὸ προσεχὲς (τῆς ἐκεῖθεν ἐξόδου). τὴν δὲ μουσικὴν κατέλιπε, μὴ χρείαν αὐτῆς ἔχων.] (τριῶν οὐσῶν τεχνῶν, ὧν με‐ τεῖχεν ὁ θεὸς, νῦν μέμνηται μαντείας καὶ ἰατρικῆς,
10παρῆκε δὲ τὴν μουσικὴν, ὡς ἐπὶ τοῦ παρόντος μὴ χρείαν αὐτῆς ἔχων· ἢ διὰ τοῦ σοφός τὴν μουσικὴν αἰ‐ νίττεται. πρὸς τὸ χάριεν οὖν διαβάλλει τὸν θεὸν, ὅτι τῶν ἄλλων ἰατρὸς ὢν, οὐκ ἰάτρευσεν αὐτὸν, ἐξέπεμψε δὲ πρὸς τούτῳ καὶ τῆς προσούσης αὐτῷ συνέσεώς τε
15καὶ σοφίας ἀπεστέρησεν, ἐκταράξας διὰ τῆς μαντείας. τοῦτο οὖν ἔοικε λέγειν, ὅτι διὰ τῶν ἑαυτοῦ μᾶλλον οἰκείων ἔβλαψε τὸν δεσπότην.) ἰατρὸς ὢν καὶ μάντις: Οὐ μόνον ἰατρὸν καὶ μάν‐ τιν φασὶ τὸν Ἀπόλλωνα, ἀλλὰ καὶ μουσικόν· τὸ μὲν
20μουσικὸν παρῆκε, διὰ τὸ μὴ χρείαν ἔχειν· τῆς δὲ ἰα‐ τρικῆς καὶ μαντικῆς ἐμνήσθη, τῆς μὲν, ὅτι ἔδει ὡς ἰα‐ τρὸν νοσοῦντα τὸν αὐτοῦ δεσπότην θεραπεῦσαι, ἀλλὰ μὴ εἰς μανίαν μᾶλλον κινῆσαι· τῆς δὲ μαντικῆς, ὅτι οὐκ ἔχρησεν αὐτῷ, ἃ ἐβούλετο, ἀλλὰ μάτην ἀπέπεμ‐
25ψεν. Dv. τὸ ὥς φασιν ὡς ἀπιστῶν φησιν ἐξ ὧν αὐτὸς ἐπειράθη. R.

sch plut

12

ψεύδεται ὁ δοῦλος οὐ γὰρ ἀληθῆ λέγει ὅτι με‐ λαγχολᾷ μου ὁ δεσπότης, ἐπεὶ ἐκεῖνος κατὰ πρόσταξιν τοῦ θεοῦ τοῦτο ἐποίει. οὐ μὴν ἀληθῆ ἦν. V. μελαγχολῶντα: Χολᾶν παρὰ τοῖς Ἀττικοῖς τὸ μαί‐
5νεσθαι· παρὰ δὲ τοῖς κοινοῖς τὸ θυμοῦσθαι. Junt.

sch plut

15

οἱ γὰρ βλέποντες: Τὸ εὔηθες καὶ μανικὸν κατη‐ γορεῖ τοῦ δεσπότου ἐκ τοῦ κατὰ τὸν περίπατον ἐναν‐ τίου· ἡγεῖσθαι γὰρ προσῆκεν, οὐχ ἕπεσθαι τυφλῷ. — τὸ εὔηθες ἢ μανικὸν τοῦ δεσπότου λέγει ἐκ τῆς ἐναν‐
5τιώσεως· ἡγεῖσθαι γὰρ προσῆκεν, οὐχὶ ἕπεσθαι τυφλῷ. Ἄλλως. τὸ εὔηθες ἢ μανικὸν κατηγορεῖ τοῦ δεσπότου ἐκ τῆς κατὰ τὸν περίπατον ἐναντίον τῷ δέοντι σχέσεως. V. ἡγούμεθα: Ἡγοῦμαι τὸ προοδοποιῶ, πρὸς δοτικὴν ἀποδιδόμενον δοκεῖ κατὰ τὴν σύνταξιν ἐλλειπῶς ἔχειν·
10εἰ γὰρ κατὰ τὸ πλῆρες λεχθείη, γενικῇ ἂν καὶ αὐτὸ συνταχθείη, οἷον, ἡγοῦμαί σοι τῆς ὁδοῦ. Junt.

sch plut

16

κἀμὲ προσβιάζεται: Ἤγουν, σὺν τῷ ἀκολουθεῖν αὐτὸν τῷ τυφλῷ κἀμὲ τοῦτο ποιεῖν ἀναγκάζει. Junt.
δηλονότι ἀκολουθεῖν. R.325

sch plut

17

ἀποκρινομένου: Τοῦ τυφλοῦ ἢ τοῦ Χρεμύλου. D. τοῦ τυφλοῦ ἀπόκρισιν διδόντος. Borg. τὸν Πλοῦτον φησίν. μὴ ἀποκρινομένου τὸ παράπαν οὐδὲ ὀλίγον. V. οὐδὲ γρὺ: βραχύ. ἔστι δὲ ὄνυχος ῥύπος. τινὲς δὲ παρὰ
5τὸν γρυλισμὸν, τουτέστι τὴν φωνὴν τῶν χοίρων. ἢ εἶ‐ δος μικροῦ νομίσματος· γρὺ γὰρ τὸ μικρὸν καὶ βραχύ‐ τατον. ὅθεν καὶ γρύτη τὰ λεπτὰ σκεύη· καὶ γρυτο‐ πώλης, ὅπερ οὐκ εἴρηται παρὰ τοῖς παλαιοῖς, ἀλλ’ ἀντὶ τούτου ῥυποπώλης καὶ γρυτάρης. κέχρηται δὲ τῇ
10λέξει ἐπιτείνων τὸ στεγανὸν τῆς ἀποκρίσεως ἀπὸ τοῦ πρὸς τοὺς ὄνυχας ῥύπου, ὃς μικρὸς καὶ εὐτελής. ὅταν δὲ θέλωμεν ἐκφαυλίσαι τινὰ, φαμὲν οὐδὲ γρὺ φθέγγε‐ σθαι, ἀντὶ τοῦ οὐδὲ τὸ τυχόν· οὐδὲ γὰρ ἔχει τινὰ σύ‐ στασιν ὁ τοῦ ὄνυχος ῥύπος, πλὴν ὅσον ἀπὸ τῆς θέας
15μόνον δοκεῖ τι. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν πολυ‐ κτημόνων ἀνθρώπων, ὡς ὄχλον διὰ τοῦτο ἐχόντων. τὸ δὲ σχῆμα παρ’ ὑπόνοιαν. —οὐδὲ γρὺ: Οὐδ’ ὁτιοῦν. γρὺ ὁ ῥύπος τοῦ ὄνυχος· καὶ τὰ μικρὰ τῶν γρύλων, ἤτοι τῶν χοίρων. ἀπὸ τούτου δὲ λέγεται ἐπὶ οὐδαμινοῦ
20πράγματος· ὅταν οὖν θέλωμεν φαυλίσαι τινὰ, λέγομεν ὅτι οὐδὲ γρὺ φθέγγεται, ἀντὶ τοῦ, οὐδὲ τὸ τυχόν· οὐδὲ γὰρ ἔχει τινὰ σύστασιν ὁ τοῦ ὄνυχος ῥύπος, πλὴν ὅσον ἀπὸ τῆς θέας μόνον. Dv.

sch plut

18

ὅπως σιγήσομαι: Τὸ ὅπως μεταληπτικῶς ἀντὶ τοῦ ὅτι. ἔστι μὲν γὰρ τὸ ὅπως ἀντὶ τοῦ ὡς, τὸ δὲ ὡς ἀντὶ τοῦ ὅτι. ἀντὶ τοῦ, οὐδαμῶς σιωπήσω, κατὰ περί‐ φρασιν Ἀττικήν. Junt.

sch plut

20

πράγματα: Τὰς ὀχλήσεις φησὶν ἐκ μεταφορᾶς τῶν πολυκτημόνων ἀνθρώπων, ὡς ὄχλον διὰ τούτων ἐχόντων. Junt. δώσω ὀχλήσεις. Dv. ἀντὶ τοῦ ἐνοχλήσεις. Ven.

sch plut

21

οὐ γάρ με τυπτήσεις: (Ἔθος τὸν εἰς θεοὺς ἀπι‐ όντα στεφανοῦσθαι, καὶ ἀνεύθυνον εἶναι.) πρὸς τὸ ἔθος, ὅτι καὶ ἀνακομιζόμενοι ἐκ τοῦ μαντείου ἐστεφανηφό‐ ρουν. ἔθος ἦν εἰς τὸν Ἀπόλλω ἀπιόντας μετὰ στεφά‐
5νων ἐντεῦθεν ἀναχωρεῖν. ὡς οὖν στέφανον ἔχων ὁ Κα‐ ρίων παρρησιάζεται πρὸς τὸν δεσπότην καὶ τοῦτο φησίν. P. (Ἄλλως.) ἡ στεφανηφορία διακόσμησις τοῖς εἰς τὸν θεὸν ἀπιοῦσιν ἰσοτίμως δούλοις τε καὶ ἐλευθέ‐ ροις ἐδίδοτο, οὐδὲν πλεονεκτήματος τεκμήριον ἐλευθέ‐
10ροις δωρουμένη· οὐδὲ μὴν δούλοις ὀνειδίζουσα τὸ τῆς τύχης ὑποδεές. ἔπαιξε δὲ ἅμα χαριέντως καὶ δυσωπη‐ τικῶς ὁ Καρίων· καὶ ὡς στέφανον ἔχων παρρησιάζεται καὶ τοῦτό φησι. —τὸ δὲ τυπτήσεις Ἀττικόν ἐστιν ἀπὸ τοῦ τυπτέω ἀχρήστου θέματος. Junt.

sch plut

22

καθίκοιτο γὰρ ἂν οὕτω μᾶλλον τῆς κεφαλῆς. δέχεται γὰρ τὸ σκέπας τὸ ἐν ταῖς καλύψεσι τὸν τῶν προσπιπτόντων φόρτον πληγῶν. ἤτοι τοῖς τοῦ στεφάνου περιθέμασι στερισκόμενος· ἢ ἵνα μᾶλλον ἀλγῇς δεχό‐
5μενος τὰς τῶν πληγῶν καταγωγὰς, διὰ τὸ γυμνὸν κα‐ θικνεῖσθαι τῆς κεφαλῆς. τὸ δὲ σχῆμα τοῦ λόγου παρ’ ὑπόνοιαν. V.

sch plut

23

λῆρος, οὐ γὰρ παύσομαι: Εἰ μὲν ἐμφανῶς «τὸ
λῆρος» πρὸς τὸν δεσπότην εἶπεν, ἀντὶ τοῦ περιττολο‐ γία εἶπεν· εἰ δὲ τὸ «οὐ γὰρ παύσομαι, πρὶν ἂν φράσῃς μοι,» εἰς ἐπήκοον αὐτοῦ εἶπε, τὸ δὲ «λῆρος» καθ’Column end
5ἑαυτὸν, οὕτως εἴποις· λῆρος καὶ φλύαρος εἶ ταῦτα λέ‐ γων. —τινὲς δέ φασιν ἐσχηματισμένως εἰρῆσθαι ἀντὶ τοῦ λῆρος, ἤγουν μαντικός. Junt. (ἀντὶ τοῦ ληρεῖς, ὅ ἐστι φλυαρεῖς. Ἄλλως.) χαριέντως καὶ τὸν σκοπὸν ἤνυσε καὶ ὑβρίζειν οὐκ ἔδοξε, καίτοι λυπούμενος. ἐπεὶ
10τὸν δεσπότην ἔμελλεν ὑβρίζειν, εὐστόχως οὐκ εἶπε λη‐ ρεῖς, ἀλλὰ λῆρος ἀορίστως. R. V.

sch plut

25

πάνυ σφόδρα: Ὅτι σύνηθες Ἀττικοῖς παράλ‐ ληλα τιθέναι τὰ ἰσοδυναμοῦντα· δηλοῦται δὲ ἔν τι ἐξ ἀμφοτέρων. οὕτως ἔχει καὶ τὸ «τυχὸν ἴσως.» — Ἄλλως. εἶπεν ἀμφότερα καὶ τὸ πάνυ καὶ τὸ σφόδρα
5δηλῶν τὴν ὑπερβολὴν τῆς εὐνοίας. τὸ δὲ πυνθάνομαι, τὸ ἐρωτῶ καὶ τὸ ἀκούω· ὧν τὸ μὲν πρὸς γενικὴν συν‐ τάσσεται, τὸ δὲ ἀκούω πρὸς ἀπαρέμφατον, ἢ πρὸς αἰτιατικήν. Junt.

sch plut

27

κλεπτίστατον: Κερδαλέον, συνετόν· ἀντὶ τοῦ φρονιμώτατον, πανουργότατον. Ὅμηρος [Od. Τ, 396] «κλεπτοσύνῃ τε.» Ἄλλως. ἀντὶ τοῦ εἰπεῖν ἡγοῦμαί σε εὐνούστατον καὶ φρονιμώτατον, τὸ παρ’ ὑπόνοιαν ἐπή‐
5γαγε κωμικῶς παίζων. V. τὸ σχῆμα παρ’ ὑπόνοιαν· ἀντὶ τοῦ εἰπεῖν εὐνούστατον, παίζων κωμικῶς ἅμα καὶ χαριεντιζόμενος διὰ τὸ τῆς κωμῳδίας μειδιαστικὸν, ἅμα δὲ καὶ τὸν οἰκέτην ποιεῖ ἀποδοχῆς τε τυγχά‐ νοντα καὶ χλεύης ἐκ τοῦ δεσπότου· ἦν γὰρ ἐλπὶς συμ‐
10φώνως τῷ πρώτῳ λεχθήσεσθαι τὸ δεύτερον· ἢ ἀντὶ τοῦ κερδαλέον καὶ συνετόν. Ὅμηρος [Il. Α, 132] «κλέπτε νόῳ» ἀντὶ τοῦ παραλογίζου. εἰώθαμεν δὲ καὶ ἐν τῇ κοινῇ συνηθείᾳ κλέπτην τὸν φρόνιμον λέγειν· ἢ μυστη‐ ριακώτατον· τὰ γὰρ μυστήρια κρυφίως γίνονται.
15Ἄλλως. δέον οὕτως εἰπεῖν, πιστότατον ἡγοῦμαί σε καὶ εὐνούστατον, ὁ δὲ παρ’ ὑπόνοιαν κλεπτίστατον εἶπεν. ἀεὶ γὰρ οἱ δοῦλοι τὰ τῶν δεσποτῶν ὑφαιροῦνται. Junt. κλεπτίστατον: Ἢ ὅτι τὸν φρόνιμον οἱ Ἀττικοὶ κλέπτην ἐκάλουν. ἢ ἀπὸ μεταφορᾶς τῶν κλεπτῶν
20τοῦτο φησί. φρονιμώτεροι γὰρ οἱ κλέπτοντες ἑαυτῶν γίνονται, ὅταν κλέπτωσιν, ἀναγκαζόμενοι παντὶ τρόπῳ συγκαλύπτειν ὅπερ ἔδρασαν. ὡς καὶ ἡ ἐτυμο‐ λογία δείκνυσι τοῦ ὀνόματος. κλέπτης γὰρ ἀπὸ τοῦ κα‐ λύπτω ἐτυμολογεῖσθαι δοκεῖ. B. φρονιμώτατον. D.

sch plut

28

καὶ δίκαιος ὢν ἀνὴρ: Ἕπεται τῷ θεοσεβεῖ τὸ δίκαιον εἶναι, γνώρισμα γὰρ αὐτοῦ τοῦτο. ὁ γὰρ θεοσεβὴς, ἃ τῷ θεῷ ἐστι φίλα, ταῦτα πράττει. Junt.

sch plut

29

ἦν: ἀντὶ τοῦ ἤμην Ἀττικῶς. (αἰνίττεται δὲ πρὸς τί τοῦ δράματος ὁ σκοπός.) R. V.

sch plut

30

ἱερόσυλοι, ῥήτορες: Τινὲς οὐ στίζουσιν εἰς τὸ ἱερόσυλοι· οἱ ῥήτορες (γὰρ) ὡς φαῦλοι διεβάλλοντο· διὸ εἶπεν ἱερόσυλοι ῥήτορες.

sch plut

31

καὶ συκοφάνται: Λιμοῦ γενομένου ἐν τῇ Ἀτ‐ τικῇ τινὲς λάθρα τὰς συκᾶς τὰς ἀφιερωμένας τοῖς θεοῖς ἐκαρποῦντο· μετὰ δὲ ταῦτα εὐθηνίας γενομένης, κα‐ τηγόρουν τούτων τινὲς, καὶ ἐκεῖθεν συκοφάνται λέ‐
5γονται. Ἄλλως. ἀπείρητο Ἀθήνῃσι μὴ ἐξάγειν ἐντεῦθεν ἄλλοσέ που σῦκα· βουλομένων οὖν τινων ἐξενεγκεῖν, ἱστάμενοι ἐν ταῖς τῶν πυλῶν ἐξόδοις ἄνδρες πανοῦργοι τὸ τούτων ἐξήλεγχον τέχνασμα, ὃ περὶ τὴν ἐξαγωγὴν ἐποίουν. ἐκαλοῦντο οὖν οὗτοι συκοφάν‐326
10ται, ὡς τὰ σῦκα φαίνοντες. ἐπεκράτησεν οὖν ἐξ ἐκεί‐ νου τοὔνομα πρὸς πάντας τοὺς πανούργους. —εὕρη‐ ται δὲ περὶ τούτου καὶ ἑτέρα ἱστορία πάνυ ψυχρά. P. πείθομαι: Πιστεύω. Dv.

sch plut

32

ἐπερησόμενος οὖν: Ἐπερωτήσων τὸν Ἀπόλ‐ λωνα. ὡς τὸν θεόν δὲ, πρὸς τὸν θεόν. τὸ δὲ ἑξῆς, ᾠχό‐ μην οὖν πρὸς τὸν θεὸν, ἐπερησόμενος καὶ ἐρωτήσων, νομίζων τὸν βίον μὲν ἐμοῦ αὐτοῦ τοῦ ταλαιπώρου σχε‐
5δὸν ἄντικρυς ἐκτετοξεῦσθαι καὶ κεκενῶσθαι, πευσόμε‐ νος δὲ καὶ ἐρωτήσων, εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους τὸν υἱὸν, ὃς μόνος μοι τυγχάνει, εἶναι πανοῦργον, ἄδι‐ κον, μηδὲν ὑγιὲς (ὁ γὰρ ἄδικος καὶ ἅρπαξ οὐχ ὑγιαίνει τῇ ψυχῇ) ὡς νομίσας τοῦτο αὐτὸ συμφέρειν ἐν τῷ πα‐
10ρόντι βίῳ. εἶπε δὲ τὸ πευσόμενος κατ’ ἐπανάληψιν, ἐπειδὴ ἐπερησόμενος προειπὼν ἔθηκε διὰ μέσου, τὸν ἐμὸν μὲν, μέχρι τοῦ βίον. —ὡς: Εἰς. Cant.1. 2. ἀντὶ τοῦ πρὸς τὸν θεόν. V.

sch plut

33

τὸν ἐμὸν μὲν αὐτοῦ: Ἀντὶ τοῦ ἐμοῦ αὐτοῦ Ἀτ‐ τικῶς. Junt. τοῦ ταλαιπώρου: Τοῦ τλητικοῦ, ἢ τοῦ τετλη‐ κότος. ταλαίπωρος δὲ παρὰ τὸ τλῆναι τὸν πῶρον, ὅ
5ἐστι πένθος. ὅτι δὲ πῶρος πένθος ἐστὶ, καὶ Ἀντίμαχός φησι,
πῶρός τοι ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος.

sch plut

34

ἐπερωτῶν πρὸς τὸν Ἀπόλλωνα ᾠχόμην, τὸν ἐμὸν, φησὶ, βίον νομίζων ἐκτετοξεῦσθαι, ὅ ἐστιν ἐξανα‐ λωθῆναι, ἀπὸ μεταφορᾶς τῶν τοξευόντων καὶ ἐκδαπα‐ νώντων τὴν φαρέτραν. Ἄλλως. ἀντὶ τοῦ ἐξοίχεσθαι
5πρὸς ἀπόληξιν τῆς ἐν αὐτῷ διατριβῆς ἐκπίπτοντα. Ἄλ‐ λως ἀπολέσθαι· ἀπὸ τῶν τοξευομένων, ἢ τῶν ὅλα τὰ βέλη ἀφιέντων τοξοτῶν. V. ἐκκενωθῆναι. V. ἐγγὺς ἀπω‐ λείας εἶναι διὰ τὸ γῆρας. V. ἐκτετοξεῦσθαι: Τετελειῶ‐ σθαι, ἀνηλῶσθαι, ἐκ μεταφορᾶς τῶν τοξευόντων, ὅταν
10τὴν φαρέτραν κενώσωσιν. Junt. ἐκκεκενῶσθαι, ἀνηλῶ‐ σθαι· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. R. ὑπολαμβάνων κατηναλῶσθαι, ἠφανίσθαι τὴν περιουσίαν. Br. ἐκ μεταφορᾶς εἴρηται τοῦτο τῶν τοξοτῶν, ὅταν τοξεύοντες πάντας τοὺς ἑαυτῶν οἰστοὺς
15ἀφήσωσιν. B.

sch plut

35

τὸν δ’ υἱόν: Ἀντὶ τοῦ περὶ τοῦ υἱοῦ Ἀττικῶς. καὶ Μένανδρος ἐν Περικειρομένῃ, τὸ δὲ κεφάλαιον οὔπω λογίζομαι τὸν δεσπότην. V.

sch plut

36

πευσόμενος: Ἐρωτήσων. Dv. τοὺς δικαίους. R.

sch plut

37

διαβάλλει τὸ δίκαιον τῶν Ἀθηναίων. Ἄλλως. ἀντὶ τοῦ μηδὲν τῶν δικαίων φρονεῖν αὐτόν. V. εἰς τὸ φιλόδικον τῶν Ἀθηναίων σκώπτει. V. (a m. sec.) R.

sch plut

39

ἔλακεν ἐκ τῶν στεμμάτων: Ἡ λέξις Εὐριπίδου. ἀντὶ τοῦ ἔχρησε. G. (τραγικώτερον δὲ τοῦτο ἐξ Εὐριπί‐
δου, διασύρων τὸν Εὐριπίδην. οἱ γὰρ τρίποδες δάφνῃ ἦσαν ἐστεμμένοι καὶ ἡ προφῆτις. Ἄλλως.) ἀπὸ τῶνColumn end
5στεμμάτων τῆς προφήτιδος· ἐστεφανηφόρει γὰρ ἡ Πυθία (δάφνῃ. τινὲς δὲ καὶ θεσφάτων. Ἄλλως. γράφεται σκεμμάτων,) ἐπεὶ οἱ μαντευόμενοι ἐγγράφῳ ἀνακοινώ‐ σει πρὸς τὸν θεὸν τὰς πεύσεις ἐποιοῦντο, γεγραφότες ἐν πυκτίῳ τὸ κατὰ προαίρεσιν αὐτοῖς κείμενον, στεφάνῳ
10τε ἀμφιέσαντες ἁβρῷ, τῇ μαντιπόλῳ ἐχειροτόνουν· ἡ δὲ ἐντυχοῦσα σύμφωνον τοῖς προτεινομένοις ἐποιεῖτο τὴν ἀπόκρισιν. οἱ δὲ, ὅτι ἐν μέσῳ τῶν στεφάνων καθη‐ μένη ἔλεγεν ἡ Πυθία· ἢ ὅτι δάφνῃ ἔστεπτο ὁ τρίπους, ἐφ’ οὗ καθῆστο ἡ Πυθία· καὶ ἀλλαχοῦ [Eq. 1016] «ἴαχεν
15ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.» —Ἄλλως. στέ‐ φανοι ἐπὶ τοῦ τρίποδος ἔκειντο, οὓς ἡ Πυθία ἐν τῇ κε‐ φαλῇ φοροῦσα ἐμαντεύετο. [ἢ τὸν τρίποδα λέγει διὰ τὸ κυκλοτερὲς αὐτοῦ. Dv.] ἦν δὲ ἡ Πυθία γυνὴ, ἥτις, ὥς φασιν, ἐπικαθημένη τῷ τρίποδι τοῦ Ἀπόλλωνος, καὶ
20διαιροῦσα τὰ σκέλη πονηρὸν κάτωθεν ἀναδιδόμενον πνεῦμα διὰ τῶν γεννητικῶν ἐδέχετο μορίων, καὶ οὕτω μανίας πληρουμένη, καὶ τὰς τρίχας λύουσα, καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀποπέμπουσα, καὶ τἄλλα πάντα ποιοῦσα, ὅσα οἱ μαινόμενοι ποιεῖν εἰώθασιν, τὰ τῆς
25μαντείας, ἢ μᾶλλον μανίας, ἐφθέγγετο ῥήματα· ἢ καὶ δαίμων τις ἦν οὕτω καλούμενος πύθων, ἀφ’ οὗ ἡ Πυθία παρωνομάζετο· ἢ καὶ αὐτὸς ὁ Ἀπόλλων Πύθιος ὀνομα‐ ζόμενος, διὰ τὸ τοῖς πυνθανομένοις χρησμοὺς διδόναι περὶ ὧν ἂν βούλοιντο. Junt.

sch plut

40

πεύσει: Οἱ Ἀττικοὶ τὰ τῶν παθητικῶν χρόνων δεύτερα πρόσωπα ἀεὶ διὰ διφθόγγου γράφουσιν. ὡς καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς εὑρήσεις· οὗτος γὰρ, εἴπερ τις, τῇ Ἀττικῇ διαλέκτῳ χρῆται. ἡ δὲ κοινὴ διάλεκτος μό‐
5νου τοῦ βούλει, καὶ ὄψει, καὶ οἴει τὰ ἐνεργητικὰ μὴ ἐν χρήσει εὑροῦσα, τῇ Ἀττικῇ ἑπομένη συνηθείᾳ ἀεὶ διὰ διφθόγγου τὰ τρία ταῦτα ἐκφέρει. ἀπαγορευτικοῦ δὲ ἢ αἰτιολογικοῦ μορίου τεθέντος, οἱ Ἀττικοὶ οὐχ οὕτω τὰ δεύτερα πρόσωπα ἐκφέρουσιν, ὡς εἴρηται, ἀλλ’ ὑπο‐
10τακτικῶς.εἶπε: Ἐμαντεύσατο. V.

sch plut

41

ἐξιών: Ἐκ τοῦ ἱεροῦ δηλονότι. R. V.

sch plut

42

μὴ μεθίεσθαί μ’ ἔτι: Τὸ μεθίημι ἐνεργητικῶς πρὸς αἰτιατικὴν συντάσσεται· ὡς Συνέσιος [Epist. 4, p. 161, D] «μεθῆκε τὸ πηδάλιον ἐκ τῶν χειρῶν.» παθητι‐ κῶς δὲ πρὸς γενικὴν, ὡς ἐνταῦθα. Junt. μὴ μεθίστασθαι
5μηδὲ ἀναχωρεῖν. V.

sch plut

43

πείθειν: Ἐκεῖνον· πείθειν δ’ ἐκεῖνον ἐμοὶ ξυνα‐ κολουθεῖν ἕως εἰς τὸν οἶκον. Dv. ξυνακολουθεῖν: Σὺν αὐτῷ πορεύεσθαι. Cant.2.

sch plut

44

τῷ ξυναντὰς: Τούτῳ συναντίσας. Dv. τῷ: Τίνι. E.

sch plut

45

οὐ ξυνίης: Οὐ νοεῖς. R. οὐ γινώσκεις. V. τὴν ἐπίνοιαν: (Τὸ αἴνιγμα,) τὴν γνώμην καὶ τὴν κληδόνα. R. V.

sch plut

46

σκαιότατε: ἀπαίδευτε. V. Θ. Br.

sch plut

47

τὸν ἐπιχώριον τρόπον: Τὴν ἐπιχώριον πολιτείαν
(τῶν Ἀθηναίων). αἰνίττεται δὲ αὐτῶν ἤτοι τῆς πολι‐ τείας τὸ ἰταμόν τε καὶ δυσοικονόμητον. —μετέρχε‐ σθαι τὸ τῆς χώρας ἔθος. Θ.327

sch plut

48

τῷ τοῦτο κρίνεις: Τίνι σημείῳ τοῦτο κρῖναι θέ‐ λεις. V. ποίῳ σημείῳ. R. ἐν τίνι πράγματι καὶ σημείῳ. Θ. καὶ τυφλῷ: (ἤτοι) πρὸς τὸν Πλοῦτον αἰνιττόμενος, ἢ τὸν πηρὸν τῷ νῷ· (νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει. καὶ
5καθάπερ ὁ τυφλὸς τὴν πορείαν εὐθεῖαν οὐ ποιεῖται. πρὸς τὸ Ὁμηρικὸν δὲ [Od. Θ, 195]
καί κ’ ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα. τυφλῷ δὲ οὐχὶ ὀφθαλμοὺς, ἀλλὰ τὴν καρδίαν, ὅ ἐστιν ἀνοήτῳ. παροιμία δ’ ἐστὶ, τυφλῷ δῆλα τὰ μαρτύρια.
10τὸ δὲ ἑξῆς, ὅτι σφόδρα ἐστὶ τοῦτο συμφέρον, τὸ μηδὲν ὑγιὲς ἀσκεῖν.) —Ἄλλως. παροιμία ἐστὶ, τῷ τυφλῷ δῆλον, ἐπὶ τῶν πάνυ σαφεστάτων λεγομένη· τὰ γὰρ τοῖς τυφλοῖς δῆλα τοῖς βλέπουσι σαφέστατα σφόδρα. λέγει δὲ, ὡς ὁ κελεύσας σε τυφλῷ ἀνδρὶ ἐπακολουθεῖν δῆλόν
15σοι ἐντεῦθεν καθίστησιν, ὡς καὶ τυφλὸς ἂν γνοίη τοῦτο, ὡς ὃ πάντες μετέρχονται, τοῦτο δεῖ καὶ τὸν σὸν υἱὸν μετελθεῖν. ἢ ὅτι ἐπειδὴ πάντες τὴν ἄδικον πολιτείαν μετέρχονται, εἶπέ σοι ὁ Ἀπόλλων, ὡς ᾧ ἂν ἐντύχοις, πάντως τοιοῦτος ἔσται· καὶ ἀκολούθει αὐτῷ, ἤγουν τὴν
20αὐτὴν αὐτῷ καὶ σὺ μετέρχου ὁδόν. Junt. δηλονοτιὴ: Φανερὸν γὰρ ὅτι. γνῶναι: Νοῆσαι. Dv φανερόν ἐστιν ὅτι καὶ τυφλῷ νοῆσαι δοκεῖ τοῦτο. Br. φανερόν ἐστι ... τυφλῷ εἰς τὸ νοῆσαι. Θ.

sch plut

49

σφόδρα ... συμφέρον: Ὅτι λίαν ὠφέλιμον. Θ.

sch plut

50

ἀσκεῖν ὑγιὲς: Μετέρχεσθαι δίκαιον. Θ.

sch plut

51

ῥέπει: Φέρεται, ἀποβλέπει, ἐκ μεταφορᾶς τοῦ ζυγοῦ. Junt. ὥσπερ ζυγοῦ εἶπεν. R. ἀντὶ τοῦ ἐπιφέρεται. μεταφορικῶς ἀπὸ τοῦ ζυγοῦ. V.

sch plut

54

ὁ Πλοῦτος, πίνος ἕνεκεν ἐπὶ τὸ αὐτὸ ἀπήντησεν, εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν Δελφοῖς. V. εἰς Δελφούς. R. τίνος χάριν ἦλθεν εἰς τὸ χρηστήριον τοῦ Ἀπόλλωνος. καὶ τίνος χρείαν εἶχεν σὺν ἡμῖν εἰς Δελφούς. Θ.

sch plut

55

τὸν χρησμὸν ἡμῶν, ὅτι νοεῖ: Καὶ Πλάτων Νό‐ μων ηʹ [p. 837, E] «τὸν δὲ νόμον ὑμῶν ὅ τι νοεῖ περὶ τὰ τοιαῦτα οὐδέν με ἐξετάζειν δεῖ.» Junt. ὅ τι σημαί‐ νει. R.

sch plut

57

ἢ τἀπὶ τούτοις: Τὰ ἐπὶ τῇ ἀπειλῇ· καὶ γὰρ ἡ πεῦσις ἄνω ἀπειλητική. λέγει οὖν, βέλτιόν σοί ἐστιν ἐξειπεῖν λόγῳ πεισθέντα ἢ βιασθέντα· ἢ ὡς μὴ λέγοντός σου, βίαιόν τι διαπράξομαι. Ἄλλως. ἢ τἀπὶ τούτοις:
5Ἤγουν τὰ ἀκόλουθα τοῖς μὴ ἐθέλουσιν ἑαυτοὺς ἐκφαί‐ νειν. τὰ δὲ ἐστὶ πληγαὶ καὶ τραύματα. λέγειν χρὴ: Τὸ λέγειν ἐπὶ τοῦ προφορικοῦ λόγου λέ‐ γεται, καὶ ἀπὸ τούτου ἐπὶ τοῦ ὀνομάζειν καὶ ἐπὶ τοῦ φράζειν. Junt. πρὸ τοῦ τυφθῆναί σε. Θ.

sch plut

58

οἰμώζειν: Οἰμώζω, τὸ θρηνῶ. ἀφ’ οὗ οἰμωγὴ, ὁ θρῆνος, καὶ οἴμωγμα οὐδετέρως παρ’ Αἰσχύλῳ [Sept. 8]
οἰμώγμασίν θ’ ὧν Ζεὺς ἀλεξητήριος. ἐκ τούτου δοκεῖ καὶ οἴμοι θρηνητικὸν ἐπίρρημα γίνεσθαι.
5Ms. ap. Br.Column end

sch plut

60

σκαιῶς: Ἀπαιδεύτως, σκληρῶς, ἀποτόμως. Θ.

sch plut

61

τοῦτο πρὸς τὸν Πλοῦτον. πρόσκεισαι. εὐσεβοῦς, δικαίου. ἀποστροφὴ τὸ σχῆμα. Θ. ἀντὶ τοῦ εὐσεβοῦς. (ἀπὸ μέρους δὲ ἀγαθοῦ.) R. V.

sch plut

62

κλᾴειν: Ἀττικῶς ἀντὶ τοῦ κλαίειν. Borg.

sch plut

63

δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν: Τὴν κληδόνα, (τὴν μαντείαν,) καὶ τὸ σύμβολον. οὕτως ὁ Ῥόδιος Ἀπολ‐ λώνιος [1, 304] «μηδ’ ὄρνις ἀεικελίη πέλε νηΐ.» κοινῶς γὰρ πᾶν σύμβολον ἐκφευκτικὸν ἢ προτρεπτικὸν ὄρνιν
5καλοῦσιν. ὄρνις, ἐπιφώνησις πταρμὸς, καὶ τὰ τοιαῦτα, ὡς αὐτὸς ἐν Ὄρνισι [720] ἐδήλωσεν. Ἄλλως. τὴν μαντείαν τοῦ Ἀπόλλωνος ὄρνιν λέγει, ἐπειδήπερ οἱ πα‐ λαιοὶ οὐ μόνον διὰ τῶν ἄλλων, ἀλλὰ καὶ δι’ ὀρνίθων ἐμαντεύοντο. —καὶ ὅτι οἱ παλαιοὶ πᾶν τὸ ἐπὶ σημείῳ
10καὶ τεκμηρίῳ τινὶ παραλαμβανόμενον ὄρνιν ἐκάλουν, ἀπὸ μεταφορᾶς καὶ τὸ μάντευμα καὶ τὸ σύμβολον. Junt.

sch plut

64

μὰ τὴν Δήμητρα: Εἰκότως ταύτην ὅρκον λαμ‐ βάνει ὡς γεωργός· ἡ γὰρ Δημήτηρ τῆς γῆς ἔφορος. — διὰ τὸ μὴ φράσαι οὐκέτι χαιρήσεις. V.

sch plut

65

ἢν μὴ φράσῃς: Ἐὰν μὴ εἴπῃς. Br.

sch plut

66

ὦ τᾶν: Ἀντὶ τοῦ ὦ ἑταῖρε. τινὲς δὲ λέγουσιν ὅτι οὐ πρὸς ἕνα μόνον τὸ ὦ τᾶν, ἀλλὰ καὶ πρὸς δύο. καὶ Κρατῖνος «ἆρά γε, ὦ τᾶν, ἐθελήσετε.» Ἄλλως. ὦ τᾶν, ὦ φίλοι, πληθυντικῶς νοητέον. ἢ ἀντὶ τοῦ ὦ φίλε.
5ἵν’ ᾖ τὸ μὲν ὦ τᾶν πρὸς μόνον τὸν Χρεμύλον· οὗτος γὰρ αὐτῷ ἠπείλει· τὸ δὲ ἀπαλλάχθητον πρὸς ἀμφοτέρους· ἐπειδὴ καὶ ἄμφω τούτῳ ἠνώχλουν. ὃ καὶ κρεῖττον. εἰώ‐ θαμεν γὰρ ἐν τῇ κοινῇ συνηθείᾳ ἔστιν ὅτε τοὺς λόγους οὕ‐ τω ποιεῖσθαι.
10πώμαλα: Ἀντὶ τοῦ οὐδαμῶς· ἔστι δὲ Ἀττικόν· (ἔστι γὰρ ἐπίρρημα ἀρνήσεως.)

sch plut

67

(καὶ μὴν ὃ λέγω: Τινὲς ἓν πρόσωπον αὐτὸ εἶναι λέγουσι τοῦ δούλου ἀπὸ τοῦ πώμαλα ἕως τοῦ ἐκτραχη‐ λισθῇ πεσών.)

sch plut

70

ἐκτραχηλισθῇ: Τὸν τράχηλον κατακλασθῇ (R. V.), ἐκσπονδυλισθῇ. Junt.

sch plut

72

ἀλλ’ ἢν πύθησθέ μ’ ὅστις εἴμ’ ἐγώ: Οὕτω τὴν αἰτιατικὴν ἀντὶ γενικῆς, καὶ ἀντὶ δοτικῆς τὴν αἰτιατικὴν Ἀττικοὶ λέγουσιν, ὡς Θουκυδίδης [1, 28] «εἰ οὖν τί σε τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλατταν.»
5καὶ Σοφοκλῆς [Aj. 584]
οὐ γάρ μ’ ἀρέσκει γλῶσσά σου τεθηγμένη. ἀντὶ τοῦ οὐ γάρ με. ὡς ἐπὶ ἀψύχου τὸ ἀναθείς. ἢ διὰ τὸ τυφλὸν αὐτὸν εἶναι.

sch plut

74

ἐὰν βούλῃ γε σύ: Τοῦτο διττῶς νοητέον. νὴ τοὺς θεοὺς ἀφήσομέν σε, ἂν βούλῃ γε σὺ εἰπεῖν ὅστις εἶ. ἢ οὐκ ἀφήσομεν, ἐὰν βούλῃ σὺ μὴ εἰπεῖν ὅστις εἶ. —ἐὰν βούλῃ καὶ δοκῇ σοι, ἀφήσομέν σε. τοῦτο γὰρ προσλη‐
5πτέον. V. ἡμεῖς γ’, ἐὰν βούλῃ, ἀπολύομεν. τοῦτο δέ φασιν ἀπολύσαντες αὐτόν. Ἄλλως. ἐὰν δὲ σοὶ δοκῇ, του‐ τέστι τὸ ἀπολυθῆναι. προσληπτέον τὸ ἀφήσομεν. V. a manu sec.

sch plut

75

μέθεσθε παροξύτόνως οἱ Ἀττικοὶ λέγουσιν. R. Εἰρηναῖός φησι παροξυτόνως Ἀττικοὺς λέγειν τὸ μέ‐ θεσθε. V. ἠνὶ: Ἰδού. Dv., Br. μέθεσθε ἀντὶ τοῦ ἀπολείφθητε328
5καὶ πόρρω γίνεσθε. κανόνισον· ἴημι τὸ καταλείπω, ὁ μέλλων ἤσω. ὁ δεύτερος ἀόριστος ἦν. ὁ μέσος ἔμην, ἔσο, καὶ τὸ προστακτικὸν ἔσο, καὶ ἐκβολῇ τοῦ ς, καὶ κράσει τοῦ ε καὶ ο εἰς ου δίφθογγον οὖ, καὶ μετὰ τῆς μετά προθέσεως καὶ συγκοπῆς καὶ τροπῆς τοῦ ψιλοῦ εἰς δα‐
10σὺ, μεθοῦ, μεθέσθω, μέθεσθον, μεθέσθων, μέθεσθε, μεθέσθωσαν. P.

sch plut

77

ἦ παρεσκευασμένος: Τὸ ἦ ἄνευ τοῦ ν ἀντὶ τοῦ ἤμην. οἱ γὰρ Ἀττικοὶ τὸ ἦν καὶ ὑπῆρχον ἐγὼ ἦ φασιν, οὕτως· ἀπὸ τοῦ εἰμὶ τὸ ὑπάρχω γίνεται ὁ παρατατικὸς εἶν διὰ διφθόγγου· (ὡς καὶ ἀπὸ τοῦ εἴδημι ᾔδειν· P.) καὶ
5διαλύσει Ἰωνικῇ τῆς ει διφθόγγου εἰς ε καὶ α γίνεται ἔα, ὡς καὶ τὸ ᾔδεα, καὶ τὸ τιθεῖσι τιθέασιν. ἡ χρῆσις δὲ παρ’ Ὁμήρῳ [Il. Ε, 887], ὡς τὸ «οὐ γὰρ ἀμενηνὸς ἔα·» εἶτα κιρνῶντες τὸ ε καὶ α εἰς η, ἦ φασὶν, ὡς καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς εὑρήσεις. —ἀντὶ τοῦ ἤμην.
10R. τινὲς ἄνευ τοῦ ν αὐτὸ γράφουσι τὸ η μόνον ἀφιέν‐ τες. ἀντὶ τοῦ ἤμην, κατ’ ἔλλειψιν τοῦ ν. οἱ δὲ ὅτι ἐπὶ τρίτου προσώπου τίθεται τὸ ῥῆμα. ὅτι δὲ τάσσεται καὶ κατὰ τοῦ ἤμην δῆλον ἐκ τοῦ Ὁμήρου [Il. Ω, 426; Od. Τ, 315] «εἴποτ’ ἔην γε.» V.

sch plut

78

μιαρώτατε ἀνδρῶν ἁπάντων: (Πεφυλαγμένως ποιεῖται τὴν πρὸς τοὺς θεοὺς ὑπέρθεσιν, ἵνα μὴ θεῶν ὑπερτιθεὶς, κἀκείνους πάθει ὑποτάξῃ. ἢ ὅτι ἐν σχή‐ ματι ἀνδρὸς ἐφάνη ὁ Πλοῦτος.) δεῖ δὲ ἐννοεῖν τὸν
5Πλοῦτον ῥυπῶντα καὶ ταπεινὸν ὄντα τὸ σχῆμα.

sch plut

79

εἶτ’ ἐσίγας: Εἰ μὲν οὕτω τὴν σύνταξιν τρέψεις, τὸ εἶτα ἀργὸν ἐρεῖς, καθὼς ἐν ταῖς ἀποδόσεσι τῶν με‐ τοχῶν ποιεῖν εἰώθαμεν. ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων, ὢν Πλοῦτος εἶτα ἐσίγας. εἰ δὲ τὸ εἶτα ἐν ἀρχῇ θήσεις;
5οὐκ ἀργὸν νοήσεις. εἰώθαμεν γὰρ ἐν τοῖς τῆς βαρύτητος σχήμασιν ἐν ἀρχαῖς πολλάκις τιθέναι τὸ εἶτα, οὕτως· εἶτα ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων ὢν Πλοῦτος ἐσί‐ γας;

sch plut

83

αὐτότατος: Ἡ αὐτότατος ἀντωνυμία πέπαικται κωμικῶς. τὰ γὰρ ἀόριστα τῶν πραγμάτων ἀνεπίτατα. εἰ οὖν ἡ ἀντωνυμία ἐπὶ οὐσίας παραλαμβάνεται, κατὰ τοῦτο ἐπίτασιν οὐ δέχεται, ὡς τὰ ἄλλα μέρη. Ἄλ‐
5λως. ἔπαιξεν αὐτότατος ὑπερθετικῶς εἰπὼν, ἵνα δείξῃ, ὡς ἀληθῶς αὐτός ἐστιν· ὥσπερ καὶ τὸ μονώτατος. ἰστέον δὲ ὅτι τὸ μὲν μονώτατος εὕρηται ἐν τοῖς λογο‐ ποιοῖς, τὸ δὲ αὐτότατος οὔ. —αὐτότατος οὐ λέγεται, ὡς οὐδὲ ἐγώτατος ἀπὸ τοῦ ἐγώ. τοῦ γελοίου δὲ χάριν
10οὕτω πέπαικται. Θ.

sch plut

84

τὸν Πατροκλέα κωμῳδεῖ ὡς Ἀθηναῖον μὲν καὶ πλούσιον, σκνιπὸν δὲ καὶ φειδωλόν. ἦν δὲ τραγῳδίας ποιητὴς, ἄλλως δὲ καὶ κακόβιος καὶ φιλοχρήματος, ὡς καὶ ἐν τοῖς Πελαργοῖς εἴρηται περὶ τούτου, ὅστις ἕνε‐
5κεν τῆς φειδωλίας οὐδένα εἴα προσίεσθαι φυλακῆς ἕνεκα τῶν χρημάτων καὶ γλίσχρου βίου. (ἦν δὲ οὗτος
εἷς τῶν τὸν Λακωνικὸν ζηλούντων βίον. Ἄλλως. οὗ‐ τος ὁ Πατροκλῆς Ἀθηναῖος φιλοχρήματος, ὃς ἐφύλαττε τὰ χρήματα καὶ ἦν ῥυπαρὸς τῷ βίῳ καὶ ηὔχμει.) —Column end
10ἐκ Πατροκλέους: Ἐκ τῆς οἰκίας τοῦ Πατροκλέους. Brunck.

sch plut

86

τουτὶ δὲ τὸ κακὸν: Ἤγουν τὴν τύφλωσιν. Br.

sch plut

87

φθονῶν: Φθόνος παρὰ τοῖς φιλοσόφοις, ἡ ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς λύπη, ἤτοι ἡ ζηλοτυπία, ὡς ἐν‐ ταῦθα· παρὰ δὲ τοῖς ῥήτορσιν ἡ μέμψις, ὡς Εὐριπίδης [Hec. 288] «ἀποκτείνειν φθόνος γυναῖκας.» Junt.

sch plut

88

ἐγὼ γὰρ ὢν μειράκιον: Τοῦτό φησιν, ἵνα τὸ προπετὲς τῆς ῥήσεως ἀναφέρῃ ἐπὶ τὸ ἐξημμένον καὶ δόξῃ συγγνώμην ἔχειν ἡ ἁμαρτία, ὅτι μειράκιον ὢν ἠπείλησε. καὶ μὴν οὐκ ἔστιν ἁμάρτημα τὸ τοὺς μὲν
5φαύλους καταλιπεῖν ὁμολογῆσαι, καταλαβεῖν δὲ τοὺς χρηστούς. πῶς οὖν ὁ Ζεὺς νοούμενος εἰς τὸ πρῶτον αἴτιον, καὶ μᾶλλον βουλόμενος τοὺς ἀγαθοὺς εὖ πράτ‐ τειν, ἐτύφλωσε τὸν Πλοῦτον εἰπόντα τοῦτο; λέγομεν οὖν, ὅτι εἰ πάντως τοῖς ἀγαθοῖς καὶ τοῖς ἀρετὴν ἀσκοῦσι
10παρείπετο τὸ πλουτεῖν, πάντες ἂν διὰ τὸ πλουτεῖν με‐ τῄεσαν τὴν ἀρετὴν, οὐ δι’ αὐτὴν τὴν ἀρετήν. ὁ δὲ Ζεὺς βουλόμενος τοὺς ἀνθρώπους οὐ διά τι χρήσιμον καὶ ἐπωφελὲς τὴν ἀρετὴν μετιέναι, ἀλλὰ δι’ αὐτὴν τὴν ἀρετὴν, τοῖς ταύτην ἀσκοῦσι καὶ ἀποτυχίαν χρημάτων
15ἔσθ’ ὅτε δίδωσιν ἐν τῷ βίω, ἵνα ἕκαστος ἐφίηται τῆς ἀρετῆς δι’ αὐτὴν τὴν ἀρετὴν, καὶ μὴ διὰ τὸ ἐλπίζειν ὅτι πάντως διὰ τῆς ἀρετῆς εὐπορήσει χρημάτων.

sch plut

90

ὁ δέ μ’ ἐποίησε τυφλόν: Ἐπεὶ ἔμελλεν ἀνατρέ‐ πειν τοὺς ἀδίκους, οὐκ εἴασεν ὁ Ζεύς. τῷ μὲν γὰρ Πλούτῳ συνέφερεν, ὅτι καλῶς αὐτῷ ἐχρῶντο, ἐκεῖνοι δὲ οὔ. V. παρῴδηται ἐκ τῶν Ἡσιόδου [Op. 42]
5
κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν. ἢ ὅτι ἀνόσιος ὁ διὰ τῆς ἀρετῆς τοῦ πλούτου φόρτος τοῖς δικαίοις, εἰ χαυνωθεῖεν ἐκ περιουσίας.

sch plut

93

διὰ τοὺς χρηστούς γε: Ἰστέον ὅτι ἡ διά πρό‐ θεσις οὐ μόνον γενικῇ συντάσσεται, ὅταν δηλοῖ ἐνέρ‐ γειαν, ἀλλὰ καὶ αἰτιατικῇ, ὡς ἐνταῦθα· εὑρήσεις δὲ τοῦτο καὶ ἐν πολλοῖς τῶν λογοποιῶν. καὶ μὴν ὅταν δη‐
5λοῖ αἰτίαν, αἰτιατικῇ μὲν ὡς ἐπὶ τὸ πολὺ συντάσσεται· ἀλλὰ καὶ πρὸς γενικὴν εὕρηται σπανίως.

sch plut

94

ὁμολογῶ σοι: Ἀντὶ τοῦ συναινῶ σοι. R. συμ‐ φωνῶ σοι, ὅμοιά σοι λέγω ἐν τούτῳ· εὑρίσκεται δὲ καὶ πρὸς αἰτιατικήν. Junt. φέρε, τί οὖν; ἄγε δή. ἔστι δὲ μετάβασις τοῦ λόγου. R. V.

sch plut

96

ἤδη: ἀντὶ τοῦ λοιπὸν ταχέως. R. V.

sch plut

97

ὡς: ἀντὶ τῆς πρός. V.

sch plut

98

πολλοῦ γὰρ αὐτοὺς: Διὰ τὸν ἐπιχώριον τρόπον· ταῦτα γὰρ εἰς τὴν τῶν Ἀθηναίων φησὶ πολιτείαν, ἀπο‐ σκώπτων αὐτοὺσ ὡς πονηρούς.

sch plut

99

καὶ θαῦμά γ’ οὐδέν: Οὐδέν φησι παράδοξον, εἰ τυφλὸς ὢν οὐχ ἑώρακας—αὐτοὺς, ἐπεὶ καὶ ἐγὼ βλέπω μὲν, ἀλλὰ νῦν γε αὐτοὺς οὐχ ὁρῶ. V.

sch plut

100

ἴστον: ἀντὶ τοῦ ἐγνώκατε. τὸ δὲ ἴστον δυϊκόν.
ἀντὶ τοῦ ἐάσατε· ἐγνώκατε γάρ. V.329

sch plut

101

ἀντεχόμεθά σου, ἐπειδὴ Πλοῦτος εἶ.

sch plut

103

καὶ σύ γ’, ἀντιβολῶ: Πεποίηται παρὰ τὸ ἄντο‐ μαι καὶ βάλλω τὸ ἀντιβολῶ. [ἔχει δὲ τὴν ὁρμὴν πρὸς τὸ «ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεθά σου.» τὸ δὲ οὐκ ἠγό‐ ρευον ὥσπερ διὰ μέσου.] τὸ δὲ πιθοῦ περισπᾶται· ἔστι
5γὰρ δεύτερος ἀόριστος, (ὡς καὶ ἡ γραφὴ δηλοῖ καὶ τὸ μέτρον βούλεται). τούτους δὲ οἱ Ἀττικοὶ περισπῶσι καὶ ἡ χρῆσις ἠκολούθησε τῇ διαλέκτῳ. ἡ γὰρ ἀναλογία βαρύνει, ὥς φησιν Ἀπολλώνιος.

sch plut

106

μὰ τὸν Δία: Τὸ μὰ τὸν Δία ἢ πρὸς τὸ ὄπισθεν σύναπτε, καὶ μόνον λέγε, ἵν’ ᾖ βεβαιωτικὸν τοῦ οὐχ εὑρήσεις, ἢ πρὸς τὸ ἐπαγόμενον σύναπτε. Junt., P.

sch plut

109

ἀτεχνῶς: Ἀντὶ τοῦ ἁπλῶς, καθάπαξ, (ὅ ἐστιν ἑνὶ λόγῳ, ἀληθῶς. τέχνη γὰρ ὁ δόλος παρὰ τοῖς Ἀττι‐ κοῖς· τὸ δὲ ἄνευ δόλου ἀληθές.) ὁ γὰρ τόνος διαστέλλει τὸ σημαινόμενον, τήν τε τῆς τέχνης στέρησιν καὶ τὸ
5διάφορον τῆς χρήσεως. ἀτεχνῶς οἱονεὶ ἀτενῶς μετὰ πε‐ ρισσοῦ τοῦ χ. (Ἄλλως. ἁπλῶς, ἄνευ τέχνης· ἐκ μετα‐ φορᾶς τῶν ἀθλητῶν τῶν μὴ τέχνῃ νικώντων, ἀλλὰ δυ‐ νάμει. ἢ καθάπαξ, ἢ ἀδόλως. ἐὰν δέ τις παρὰ τὴν τέχνην λέγῃ τι ἢ ποιῇ, οὐκέτι περισπωμένως, ἀλλὰ βαρυτό‐
10νως· ἀτέχνως ποιεῖς, ἀτέχνως λέγεις. ὁ δὲ νοῦς, κἂν φύσει τις ᾖ χρηστὸς, ἐπὶ τὸ χεῖρον μεθίσταται ὑπὸ τῶν χρημάτων.) ὑπερβάλλουσι: Ὑπερβάλλω καὶ ὑπερβάλλομαι τὸ αὐτὸ, ὡς ποιῶ καὶ ποιοῦμαι· καὶ συντάσσεται πρὸς μὲν
15τὸ πρόσωπον αἰτιατικῇ, πρὸς δὲ τὸ πρᾶγμα δοτικῇ, οἷον, ὑπερβάλλω τὸν δεῖνα λόγῳ. ὑποβάλλω δὲ λόγους, ἀντὶ τοῦ ὑποτίθημι· ὅθεν καὶ τὸ «ὑποβλήδην» παρ’ Ὁμήρῳ [Il. Α, 292]· καὶ ὑποβάλλω βρέφος· ὅθεν καὶ τὸ ὑποβολιμαῖος· καὶ ὑποβάλλομαι παθητικῶς, ἀντὶ τοῦ
20ὑπόκειμαι· καὶ ὑποβάλλεται ἡ θεμέλη τῷ τοίχῳ ἀντὶ τοῦ ὑποτίθεται· καὶ ὑποβάλλεται ὁ χόρτος τῇ στρωμνῇ. προβάλλω τὸ εἰς τοὔμπροσθεν τίθημι, ἀφ’ οὗ πρόβολοι· προβάλλομαι δὲ μάρτυρα. Juntὑπερβάλλουσι τῇ μοχθηρίᾳ: Τῇ κακίᾳ ἐπὶ τὸ χεῖρον
25μεθίστανται ὑπὸ τῶν χρημάτων. Junt.

sch plut

111*

ἀλλ’ ἁπαξάπαντες: (Δύο μέρη τοῦ λόγου τὸ ἁπαξάπαντες.) οὐ φησὶ πάντες, ἀλλ’ ὁμοῦ πάντες. τὸ γὰρ ἅπαξ ἐπὶ ἐπιτάσεως λαμβάνεται. (ὑφ’ ἓν δὲ ταῦτα τάττει· καὶ προφέρονται ὡς δηλαδὴ, ἁπαξαπλῶς.)

sch plut

113

ὅρμησόν σου τὸν νοῦν, καὶ ὅρα ἵνα μάθῃς. V.

sch plut

115

τῆς ὀφθαλμίας: Ἀντὶ τοῦ τῆς πηρώσεως· ἰδίως δὲ ὀφθαλμίαν τὴν πήρωσιν τῶν ὀφθαλμῶν φησι· διὸ καὶ ἐν τῷ δευτέρῳ μεταπεποίηται
τῆς συμφορᾶς ταύτης σε παύσειν ἧς ἔχεις.
5Ἄλλως. ὀφθαλμία κυρίως ἡ κατὰ τοὺς ὀφθαλμοὺς ἀπὸ νοσήματός τινος γινομένη βλάβη, ἥτις καὶ ἰάσιμός ἐστιν· ἐνταῦθα δὲ ἀντὶ τῆς τυφλώσεως παρείληπται· τύφλωσις γάρ ἐστιν ἡ παντελὴς τῆς ὁράσεως στέρησις. Junt.

sch plut

119

ὁ Ζεὺς μὲν οὖν εἰδὼς τὰ τούτων: Τὰ τῶν ἀν‐
θρώπων πάντα εἰδὼς, ἐπεὶ οὐδὲν αὐτὸν λανθάνει· με‐ ταπεποίηται δὲ καὶ τοῦτο ἐν τῷ δευτέρῳ. —Ἄλλως εἰ μὲν γράφεται μῶρ’ ἔμ’ εἰ, οὕτω συνταχθήσεται, ὁColumn end
5Ζεὺς μὲν εἰδὼς τὰ τούτων μῶρα ἔπη, εἰ πύθοιτο ἐμὲ ἀναβλέψαντα, ἐπιτρίψεταί με. εἰ δὲ μῶρ’ ἔπη, τὸ πύ‐ θοιτ’ ἂν διὰ μέσου ἔσται· τουτέστι, γνοίη ἂν ταῦτα καὶ οὐδὲν αὐτὸν λήσεται. Junt.

sch plut

121

περινοστεῖν ἐᾷ: Ἀπὸ τόπου εἰς τόπον μετα‐ βαίνειν. R. ἀντὶ τοῦ περιπατεῖν τὸν σφαλλόμενον καὶ καταπίπτοντα. V. (νόστος κυρίως μὲν ἡ ἀπ’ ἀλλοδαπῆς οἴκαδε ἐπάνοδος, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ τόπου
5[εἰς τόπον μετάβασις καὶ] πορεία.) περινοστεῖν ἐᾷ: Περιέρχεσθαι ἀφίησιν, ἀπὸ τόπου εἰς τόπον μεταβαίνειν· ἡ περί ἐνταῦθα τὸ κύκλιον δη‐ λοῖ· τυφλὸν γὰρ ὄντα εἰκὸς μὴ ὀρθῶς βαδίζειν αὐτόν. ὑπονοστεῖν δὲ ἀντὶ τοῦ ὑποχωρῆσαι. Dv.

sch plut

122

ὀρρωδῶ πάνυ: Φοβοῦμαι, ἀπὸ τοῦ ὄρρου, ὅ ἐστι μεσοπύγιον τῆς περιστερᾶς· ἔστι γὰρ τρομερὸν τὸ μέρος. ὀρρωδεῖν κυρίως μὲν ἐπὶ τοῦ τῶν ἀλόγων δέους πεποίηται δὲ παρὰ τὸ σείοντα τὴν οὐρὰν δηλοῦν τὸ
5δέος. ἢ παρὰ τὸ ἐγκρύπτειν τούτῳ τῷ μέρει τὰ αἰδοῖα κατὰ τὴν τοῦ δέους διάθεσιν. ἢ ὅτι τῶν φοβουμένων εἴωθεν ὁ ὄρρος πρῶτος ἱδροῦν. —ὀρρωδῶ λέγεται τὸ φοβοῦμαι, ἐκ μεταφορᾶς τῶν ζώων τῶν διὰ τῆς οὐρᾶς δεικνύντων τὸ δέος. εἴωθε γὰρ ταῦτα φοβηθέντα συνά‐
10γειν τὴν οὐρὰν ἐντὸς τῶν μηρῶν. ἢ ὅτι τῶν φοβουμέ‐ νων εἴωθεν ὁ ὄρρος πρῶτος ἱδροῦν. P. ὄρρος δέ ἐστι τὸ ἐπάνω τῆς πυγῆς ὀστοῦν, ἐξ οὗ ἡ οὐρὰ τῶν ζώων φύε‐ ται. (ὃ καὶ ὀρροπύγιον λέγεται. P.) Junt., P.

sch plut

123

(ἄληθες: Ἴσον ἐστὶ τῷ ὄντως. ἀξιοῦσι δὲ ὀξύ‐ νειν τὴν πρώτην, ὅταν τοῦτο δηλοῖ· ἔστι δὲ ἐπίρρημα θαυμασμοῦ, ἀντὶ τοῦ ἀληθῶς λέγεις.)

sch plut

125

τοὺς κεραυνοὺς: Τὰ μέγιστα ἀμυντήρια τοῦ Διός· ἐκ δὲ τούτων τὴν δύναμιν αὐτοῦ λέγει.

sch plut

126

κἂν μικρὸν χρόνον: Τὸ κἄν δηλοῖ τὸ καὶ ἐάν· (νῦν δὲ ἐπὶ τῆς συνηθείας, ὃ σπανίως εὕρηται.)

sch plut

127

(ἆ, μὴ λέγ’: Ἐπίρρημα ἐπιτιμητικόν.) ἐπίρ‐ ρημα τοῦτο ἐκπληκτικόν. Dv. πόνηρε δὲ, ἤγουν γεωργὲ, ἢ ἄθλιε· εὕρηται γὰρ καὶ οὕτως μετατιθεμένου τοῦ τό‐ νου Ἀττικῶς. —ὦ πονηρὲ: Ὅτι πόνηρος ὁ γεωργὸς
5ἀπὸ τοῦ πονεῖν. πόνηρος ὁ ἀσθενὴς ἀπὸ τοῦ αἴρειν πό‐ νους. πόνηρος ὁ κακότροπος ἀπὸ τοῦ εἴρειν ἢ πλέκειν πόνους. Borg.

sch plut

132

ὅτι μάρτυρος τάξιν ἀναπληροῖ ὁ δοῦλος. εἰπὼν δὲ ὁδί τὸν Πλοῦτον δείκνυσι. V.

sch plut

133

θύουσι δ’ αὐτῷ: Ὅπερ ἐπὶ τῶν δυναστευόντων ἀνθρώπων συμβαίνει, τοῦτο ἐπὶ τοῦ Διὸς μετήγαγεν. —θύω σφαγιάζω, ὡς τὸ θύω βοῦν, καὶ συντάσσεται αἰτιατικῇ. θύω δὲ ἀντὶ τοῦ θυσίαν ποιῶ, καὶ συντάττε‐
5ται δοτικῇ. P. τουτονί: τὸν Πλοῦτον δηλονότι. V.

sch plut

134

ἄντικρυς: Δι’ ἐναντίας, φανερῶς. ὁ δὲ ποιητὴς [Il. Γ, 359] ἐκτεταμένως λέγει καὶ δίχα τοῦ ς, «ἀντικρὺ δὲ παραὶ λαπάρην.»

sch plut

136

ὅτι τί δή: Ἤγουν, πῶς ἂν τὸ τιμᾶσθαι τὸν Δία
καὶ βασιλεύειν τῶν θεῶν παύσω; ἤγουν. πῶς ἄρα. ἢ διὰ τίνα τρόπον τοῦτ’ ἔλεξας. Junt. ἤγουν τὸ τιμᾶσθαι τὸν Δία καὶ βασιλεύειν τῶν θεῶν πῶς οὖν παύσει,330
5ἀντὶ τοῦ διατί ἢ πῶς ἆρα. P. ὅτι τί δή: Διατί. Br. ἀντὶ τοῦ διὰ τί ἢ πῶς ἄρα. V.

sch plut

137

θύσειεν: Ὅτι καὶ ἐπὶ τοῦ θυμιάσαι τὸ θύειν. ἐπὶ μὲν γὰρ τοῦ βοὸς σφάξειεν, ἐπὶ δὲ τοῦ ψαιστοῦ θύσειεν. ψαιστὸν δὲ κυρίως ἄλευρον ἐλαίῳ δεδευμένον· καταχρη‐ στικῶς δὲ καὶ τὸ πόπανον. —Ἄλλως. εἶδος πλακοῦν‐
5τος ἐξ ἀλφίτων γενομένου. V.

sch plut

138

ψαιστὸν: Ἔστιν ἄλευρον ἐλαίῳ δεδευμένον. ἔστι δὲ τὸ κοινῶς λαλάγκιον.

sch plut

139

ὅπως; οὐκ ἔσθ’ ὅπως: Τὸ πρῶτον ὅπως εἰ μὲν καθ’ ὑποστιγμὴν νοεῖς, ἀντὶ τοῦ πῶς νοήσεις· εἰ δὲ κατὰ ἀπόφασιν, ἀντὶ τοῦ ὅτι

sch plut

140

δήπουθεν: Ἀπό τινος πόρου. C.

sch plut

141

τἀργύριον: Ἄργυρος ἡ οὐσία τοῦ ἀργύρου. ὥσπερ καὶ χρυσὸς ἡ οὐσία τοῦ χρυσοῦ. τὸ δὲ ἀπὸ τού‐ του κέρμα ἀργύριον καὶ χρυσίον. P.

sch plut

142

καταλύσεις: Καταλύω τὸ ἀφανίζω, καὶ διαλύω, ὃ καὶ μεταβαίνει συντασσόμενον μετὰ αἰτιατικῆς, ὡς κἀνταῦθα. καὶ ὁ Φάλαρις [Ep. 5] «εἰ βούλεσθε τὸν πρὸς ὑμᾶς καταλῦσαι πόλεμον.» καταλύω καὶ τὸ ἀνα‐
5παύομαι ἀμεταβάτως, ἀφ’ οὗ καὶ κατάλυμα, ἡ ἀνά‐ παυσις. Junt. τὴν δύναμιν ... καταλύσεις: Τὴν βασι‐ λείαν ἀφανίσεις, ἢν ἐκεῖνός σε λυπῇ. P.

sch plut

143

φήμ’ ἐγὼ: Ὅτε ἀναβιβάζεται ὀξεῖα, πάλιν ὀξεῖα ὀφείλει τίθεσθαι· οὐ μὴν περισπωμένη· ἄτοπον γὰρ, ὥσπερ ἐνταῦθα τὸ φήμ’ ἐγώ· καὶ τὸ χρήστ’ ἔδρασε· καὶ τὸ δείν’ ἄττα· καὶ τὰ τοιαῦτα. ἀλλὰ καὶ ὅτε περι‐
5σπωμένη ἔν τινι λέξει κεῖται μονοσυλλάβως, εἰ μὲν πρὸ δύο συλλαβῶν ἐστι τόνος, ἐγκλινέσθω· οἷον [Ran. 525], οὔτοι που σπουδὴν ποιεῖς, [Pl. 399] οὐκ ἔστι πω τὰ πράγματα ἐν τούτῳ· εἰ δὲ πρὸ τριῶν συλλαβῶν ἐστιν ὁ τόνος, ἄτοπον τὴν περισπωμένην ἀναβιβάζειν
10καὶ ὀξεῖαν ποιεῖν, ὡς ἐν τῷ 〈Pl. 177] ἕνεκα σοῦ μύθους λέγει, καὶ τοῖς τοιούτοις· χρὴ γὰρ ἀκίνητον τηρεῖν τὴν περισπωμένην, καὶ μὴ διὰ τὸν πρὸς τὴν ἀνάγνωσιν κρότον ἄτοπά τινα καὶ ἀνάρμοστα πάνυ καινοτομεῖν· ἔνθα δὲ ἀνάγκη τίς ἐστι, καὶ οὐκ ἂν ἄλλως ἔχῃ ῥηθῆ‐
15ναι, οὐ καινόν ἐστι καινοτομῆσαί τι· οἷον ἐπὶ τοῦ μέ‐ μνηταί μου, καὶ τῶν τοιούτων. ἄνευ δ’ ἀνάγκης τοιαῦτα καινοτομεῖν, οὔ μοι δοκεῖ λόγον ἔχειν.

sch plut

144

τὸ καλὸν ἐπὶ τοῦ ἐραστοῦ λέγεται, τὸ χάριεν ἐπὶ ἡδονῆς· τὸ δὲ λαμπρὸν ἐπὶ ὄψεως. P.

sch plut

145

χάριεν: οἱ Ἀττικοὶ πρὸ δύο ἀναπέμπουσι· τὸ δὲ πρὸ μιᾶς κοινὸν χαρίεν. R. V.

sch plut

146

ἅπαντα τοῦ πλούτου ἐστὶν ὑπήκοα καὶ ὑποτε‐ ταγμένα. Ἄλλως. οὐδὲν γὰρ ἐν ἀνθρώποις ἄνευ ἀρ‐ γυρίου πράττεται. V. τῷ πλουτεῖν: Τῷ πλούτῳ. P.

sch plut

147

διὰ μικρὸν ἀργυρίδιον: Καλῶς τὸ μικρόν. οὔτε γὰρ πολυτίμητοι οὔτε ἀξιόπιστοι οἱ δοῦλοι. (ἐξηυτέλισε δὲ ἑαυτὸν πρὸς τὸ ἐπιτυχεῖν τοῦ σκοποῦ.) διαφέρει
δὲ ἡ ἔγωγε τῆς ἐγώ τῷ τὴν μὲν ἔγωγε ἐπὶ ἀρχῆς μόνονColumn end
5τίθεσθαι, καί ἐστιν Ἀττική· τὴν δὲ ἐγώ καὶ ἐν τῇ ἀρχῇ καὶ μεταξὺ, καί ἐστι κοινή. τὸ δὲ ἴσως ἢ διστα‐ κτικὸν, ἢ ἐπίσης τοῖς ἄλλοις. —τὸ δὲ «γε τοι» ἢ ἀντὶ τοῦ δέ, ἢ ἀντὶ τοῦ γάρ, ὃ καὶ κρεῖττον. εὕρηται δὲ καὶ ἐν πολλοῖς τῶν λογοποιῶν, ὡς ἐξετάζων εὑρήσεις.
10Λιβάνιος γάρ φησι [Epist. 1044] «σὺ δὲ οὕτω πικρὸς «ὥστε καιροῦ παραπεσόντος ἐτιμωρήσω. Ἰούλιός γε «τοι τῶν μὲν ἄλλων γράμματα ἐκόμισε, παρὰ σοῦ δὲ «σιγῆς αἰτίαν.» Junt.

sch plut

148

δοῦλος γεγένημαι: πρότερον ὢν ἐλεύθερος. R.

sch plut

149

τάς γ’ ἑταίρας: Δηλοῖ ὡς ἀπὸ τῆς Λαΐδος· Κο‐ ρινθία γὰρ ἦν. τὰ δὲ ὀνόματα αὐτῶν Λαῒς, Κυρήνη, Λέαινα, Σινώπη, Μυρρίνη, Σκιώνη. R. τὰς πόρνας· πολλαὶ γὰρ ἐν Κορίνθῳ εἰσὶ πόρναι, Σινώπη, Λαῒς,
5Κυρήνη, Λέαινα. ἄλλοι δὲ λέγουσιν ἐπισήμους πόρνας ἐν Κορίνθῳ εἶναι. τὸ δὲ πειρῶν ἀντὶ τοῦ πειράζων ἐστὶ καὶ παρακαλῶν. V. πόρνας. Λαῒς, Κύρκη, Λέαινα, Σι‐ νώπη, Πυρήνη, Σικιώνη. P. ἡ Λαῒς πρώτη ἑταιρὶς ἐν Κορίνθῳ. Dv.

sch plut

150

πειρῶν: Προσβάλλων ἢ συνουσιάζων. τοῦτο γὰρ δηλοῖ τὸ πειρῶν. R. δοκιμάζων, προσβάλλων. P.

sch plut

151

οὐδὲ προσέχειν τὸν νοῦν: Οὐ μόνον ὅτι οὐ θέ‐ λουσι σὺν αὐτοῖς βιῶσαι, ἀλλ’ οὐδὲ προσδιαλέγονται. —προσέχειν τὸν νοῦν: Προσκολλᾶν τοῖς λεγομένοις ἐκείνῳ δηλονότι. P.

sch plut

152

τὸν πρωκτὸν: Ἤγουν εὐθὺς εἰς αὐτὸν τὸν πει‐ ρῶντα τρέχειν καὶ περιπλέκεσθαι P. τὸν πρωκτὸν αὐ‐ τὰς: Πρὸς τὸ ἐρεθίζειν αὐτούς. ἄτοπον δὲ τὴν γυναῖκα τὸ ἔμπροσθεν μόριον ἐπισείειν. σφόδρα δὲ ἄσεμνον τὸ
5βαδίζουσαν ἐγκρούειν τῷ πρωκτῷ. —πρωκτὸν: Κῶ‐ λος. Dv.

sch plut

153

κεκράτητο παρὰ τοῖς παλαιοῖς ἡ τιμωρία τῆς παιδικῆς φύσεως ἀσχημοσύνης. διὸ καὶ οἱ ἐρωτικῶς γεγραφότες περὶ παίδων ἔτυχον διὰ βίου. V. ἐνταῦθα διασύρει τὴν τῶν Ἀθηναίων διαγωγὴν, ὅτι
5ἦσαν ἀρσενοκοῖται καὶ φαῦλοι. Dv.

sch plut

154

οὐχ ὅτι ἀγαπῶσιν αὐτούς· ἄπιστοι γάρ εἰσιν. R. V.

sch plut

155

χρηστοὺς: Οὐ τοὺς σεμνοὺς καὶ ἐπιεικεῖς φασι τοῦτο ποιεῖν, ἀλλὰ τοὺς ἀσελγεῖς, τοὺς ἀναιδῶς τὸ κακὸν πράττοντας. P. ὅτι ἀρσενικῶς ὁ πόρνος καὶ θηλυκῶς· ζητείσθω δὲ εἰ
5καὶ οὐδετέρως. (πόρνοι λέγονται οἱ κακὰ βουλευόμενοι κατά τινων ἀνθρώπων, διὰ τὸ πονεῖν αὐτοὺς ποιεῖν οἷς κακά τινα βουλεύονται.) R. V.

sch plut

156

αἰτοῦσιν: Αἰτοῦμαι τὸ αὐτὸ, ὥσπερ ποιῶ καὶ ποιοῦμαι· πλὴν ὅτι τὸ μὲν αἰτῶ τὸ ἁπλῶς ζητῶ, τὸ δὲ αἰτοῦμαι τὸ μεθ’ ἱκεσίας. Junt. τί δαί: Σύνδεσμος ἐρωτηματικός· διὰ τὴν ἔκτασιν δὲ
5διὰ διφθόγγου γράφεται.

sch plut

157

ἵνα ὁ μὲν ἱππικὴν, ὁ δὲ θηρευτικὴν μεταδιώκει. ἀγαθὸν δὲ ἄγαν θέοντα. V. ...... ἵππου· ὁ δὲ θηρευτι‐
κὴν ..... διώκῃ. λόγῳ ἑτέρῳ διὰ τὸ αἰτεῖν ἵππον ἢ τοιοῦ‐ τόν τι. R. ἀγαθὸν: Ἐπιτήδειον εἰς δρόμον, ἤγουν ἄγαν331
5θέοντα, ἀρετὴ γὰρ ἵππου τοῦτο. P.

sch plut

158

αἰσχυνόμενοι: Αἰσχύνομαι ἐγὼ ἀμεταβάτως· αἰσχύνω δὲ ἕτερον. Par.

sch plut

159

ὀνόματι: Ἵππου ἢ ἄλλου τινὸς καλύπτουσι τὴν κακίαν. Dv. ὀνόματι: Τοῦ ἵππου. P. (περιπέττουσι: Διὰ τὸ τῷ προσθέτω κοσμεῖσθαι κόσμῳ. ὁ αὐτὸς Θε‐ σμοφοριαζούσαις [fr. 310]
5
ὅς’ ἦν περίεργ’ αὐταῖσι τῶν φορημάτων,
ὅσαις τε περιπέττουσιν αὑτὰς προσθέτοις.
μοχθηρίαν δὲ τὴν τοῦ ἀργυρίου ἐπιθυμίαν, ἢ τὴν τῆς αἰτήσεως τοῦ ἀργυρίου. τὸ δὲ περιπέττειν ἤτοι ἀπὸ τοῦ περιπετάσματος εἴρηται, ἢ ἀπὸ μεταφορᾶς τῶν τῇ ζύμῃ
10τὰ ἄλφιτα περιλαμβανόντων καὶ τούτοις περικαλυπτόν‐ των τινά. ἐκεῖνοι γὰρ τὰ καταλιμπανόμενα ἀφ’ ἑκάστου ἄρτου μιγνύντες ποιοῦσιν ἄρτον. φησὶν οὖν ὅτι εἰώθασι καταχρῆσθαι τῷ ὀνόματι τοῦ ἵππου εἰς τὴν μοχθηρίαν.) —Ἄλλως. περιβάλλουσι τὴν μοχθηρίαν, ὡς τὴν φι‐
15λαργυρίαν κοσμῆσαι. περικαλύπτουσι καὶ ἀφανίζουσι καὶ διά τινος ὀνόματος περικαλύπτουσι τὴν ἀσέλγειαν. V. δι’ ὀνόματος ἑτέρου περικαλύπτουσι τὴν ἐπιθυμίαν τοῦ ἀργυρίου. Br. περιπέττουσι: Σκέπουσι. P. μοχθη‐ ρίαν: Τὴν τοῦ ἀργυρίου ἐπιθυμίαν, τὴν βδελυρίαν καὶ
20τὴν κακίαν αὐτῶν. P.

sch plut

160

τέχναι δὲ πᾶσαι διὰ σὲ: Οἷον μηχαναὶ, πλοίων κατασκευαί. —τέχναι λέγονται τὰ τῶν ἀνθρώπων σο‐ φίσματα, οἷον χαλκευτικὴ καὶ τεκτονικὴ, χρυσοχοϊκὴ καὶ ὅσαι ἄλλαι τοιαῦται. τέχνη λέγεται καὶ ἡ μηχανὴ,
5καὶ ὁ δόλος, ἀφ’ ἧς καὶ τεχνάζομαι ἀντὶ τοῦ δολιεύο‐ μαι καὶ μηχανῶμαι. σοφίσματα δὲ λέγουσι. Θ. Junt. τὰ διὰ λόγων μαθήματα. —τέχναι λέγονται τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα, χαλκευτικὴ, χρυσοχοϊκὴ καὶ ὅσα τὰ τοιαῦτα. τέχνη λέγ. καὶ ἡ μ. κ. ὁ δ. ἀφ’ ἧς τε‐
10χνάζομαι λέγεται ἀντὶ τοῦ δολιεύομαι καὶ μηχ. σο‐ φίσματα τὰ διὰ λόγων μαθήματα. σοφίσματα ἐφευρέ‐ σεις τεχνῶν ἢ εἰδῶν μὴ προϋπαρχόντων. οὐ γὰρ πάντα ἦν εὑρημένα. P. τέχναι: Ἐπιστῆμαι. σοφίσματα: Ὑπὸ σοφίας μηχανήματα. P.

sch plut

161

ἔσθ’ εὑρημένα: Τὴν σύνταξιν πρὸς τὸ οὐδέτε‐ ρον τελευταῖον ἀπέδωκε· λέγω δὴ, τὸ εὑρημένα πρὸς τὸ σοφίσματα. —εἰσὶν ἐπινενοημένα. ἕνεκα τοῦ λαβεῖν τι δηλονότι. P.

sch plut

162

σκυτοτομεῖ: Ἀντὶ τοῦ σκυτοτόμος ἐστὶ, ὁ τέ‐ μνων τὰ σκύτη. P. ὑποδήματα ῥάπτει. V.

sch plut

163

χαλκεύει: Χαλκεύς ἐστι. τεκταίνεται: Τέκτων ἐστί. P.

sch plut

164

χρυσοχοεῖ: Χρυσοχόος ἐστὶ, χρυσὸν ἀπὸ σοῦ δεξάμενος. P.

sch plut

165

τὰ ἱμάτια συλῶν· λῶπος γὰρ τὸ ἱμάτιον λέγε‐ ται. ὁ δὲ τοιχωρυχεῖ· μειδιασμοῦ ἕνεκα παραπλέκει ἅμα τὰ γελοῖα καὶ τὰ ἀστεῖα. R. λωποδυτεῖ: Κλέπτης
ἐστὶ συλῶν τὰ ἱμάτια. τοιχωρυχεῖ: Τοίχους οἴκωνColumn end
5διορύττει, τὰ ἐντὸς τούτων ὑφαιρεῖσθαι σπουδάζων. P. τρυπᾷ τοῖχον. Dv.

sch plut

166

κναφεύει: Διαφόρως μὲν διὰ τοῦ κ, διὰ τὴν ἐν τῇ κνήστι ξέσιν. γναφεύει δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν. Ἄλλως. V. Ἀττικὸν μὲν τὸ διὰ τοῦ κ, κοινὸν δὲ τὸ διὰ τοῦ γ. οἱ παλαιοὶ δὲ Ἀττικοὶ διὰ τοῦ κ παρὰ τὸ
5κνάφος. ἔστι δὲ ἀκανθῶδές τι, ᾧ ξύουσι τὰ ἱμάτια. οἱ δὲ νεώτεροι διὰ τοῦ γ παρὰ τὴν γνάψιν. (κναφεὺς μὲν παρὰ τὸ κνῶ, ὃ σημαίνει τὸ ξύω. Ὅμηρος [Il. Λ, 638] «ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ.» γναφεὺς δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν, ἥτις ἐστὶ παρὰ τὸ
10γάνος τὸ λαμπρόν.) —κναφεύει: Γναφεύω, τὸ τὰ δέρματα ξέω. γναφεῖον, ὁ τόπος, ὥσπερ κουρεῖον. γνάφαλλα, τὰ ἀποξέσματα. καὶ γναφεὺς, ὁ γνάφων. ἀπὸ τοῦ γνάφω, γναφεύω· ἄρδω, ἀρδεύω. πάντα οἱ Ἀττικοὶ ταῦτα διὰ τοῦ κ γράφουσι. τὸ κναφεύει Ἀττικῶς διὰ τὸ κ. κοινῶς
15διὰ τὸ γ. κνάφος ἐστὶν ἀκανθῶδες φυτὸν, ᾧ ξύουσι τὰ ἱμάτια. τὸ διὰ τοῦ γ, παρὰ τὴν γνάψιν· τὸ δὲ διὰ τοῦ κ, ἀπὸ τοῦ κνῶ, τὸ ξύω, γίνονται. καὶ Ὅμηρος «ἐπὶ δ’ αἴγειον κνῆ τυρόν.» γναφεὺς δὲ παρὰ τὴν τοῦ φά‐ ρους γνάψιν, ἥτις ἐστὶ παρὰ τὸ γάνος, τὸ λαμπρόν. C.
20Ἀττικόν ἐστι τὸ κναφεύειν, ἤγουν πλύνειν, παρὰ τὸ καινὰ φαίνειν τὰ λευκανθέντα. οἱ δὲ νεώτεροι καὶ γνα‐ φεύειν γράφουσι, παρὰ τὸ γάνος, τὸ λαμπρόν. Cant.2. 3. 4. κναφεὺς μὲν ἐπὶ ἱματίων λέγεται· γναφεὺς δὲ ἐπὶ δερμάτων. Taur. κναφεύει: Διὰ τοῦ κνάφου τὰ ἱμάτια
25καλλωπίζει. ἔστι δὲ κνάφος εἶδος ἀκάνθης. P. βάπτει ἢ λευκαίνει. Dv. κώδια: Δέρματα. P.

sch plut

167

ἕτερος δὲ τὰς βύρσας ἕψει. λέγονται δὲ βύρσαι τὰ δερμάτια τῶν βοῶν. P.

sch plut

168

ἁλοὺς: Κρατηθείς. P. (διὰ σέ γε, ὦ Πλοῦτε, ὁ ἁλούς γε μοιχὸς παρατίλλεται, ἵνα δοὺς χρυσὸν ἀπο‐ λυθῇ. λέγει οὖν, ὅταν ὁ μοιχὸς μὴ ἔχῃ ἀργύριον, διὰ σὲ, ὦ Πλοῦτε, παρατίλλεται. παρατίλλουσι γὰρ ἵνα λάβωσι
5χρυσὸν καὶ ἀπολυθῶσιν. Ἄλλως.) διασείεται, τὰς τρίχας τοῦ πρωκτοῦ τίλλεται· αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς πένησιν, ἀποραφανίδωσις καὶ παρατιλμοί. οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες ἀπελύοντο. πα‐ ρατίλλεται οὖν, φησὶ, διὰ τὸ ἀπορεῖν σοῦ καὶ μὴ δύ‐
10νασθαι χρήμασι λυτροῦσθαι (τὴν φυγήν). δημοσίᾳ γὰρ ταῦτα ἔπασχον. —παρατίλλεται: Ἤγουν τὰς περὶ τὸν πρωκτὸν τρίχας ἀφαιρεῖται. ἤγουν διὰ τὸ μὴ ἔχειν ἀργύριον δοῦναι εἰς ἀπαλλαγὴν, τὰς ὑπογαστρίους παρατίλλεται τρίχας, καὶ τέφραν ζέουσαν περιπάσσε‐
15ται. P.

sch plut

170

μέγας δὲ βασιλεὺς: Τὸν τῶν Περσῶν λέγει· [οὕτως γὰρ ἔλεγον] αὐτὸν διὰ τὸ πλείονι δυνάμει χρῆ‐ σθαι τῇ Περσικῇ. κομᾷ δὲ εἶπεν, τουτέστι, σεμνύνε‐ ται τῇ περιουσίᾳ τῆς ἀρχῆς, ἀπὸ τῶν μέγα φρονούν‐
5των τῇ κόμῃ.μέγας βασιλεὺς: Τὸν τῶν Περσῶν βασιλέα, ὡς πάσης τῆς Ἀσίας ἄρχοντα, μέγαν ἐκάλουν. P.
κομᾷ: Ἐπαίρεται, θάλλει. P. κομᾷ τις ἀντὶ τοῦ κό‐ μην ἔχει. καὶ κομᾷ τις τῷ πλούτῳ, καὶ κομᾷ τις διὰ332
10τὸν πλοῦτον. P.

sch plut

171

ἐκκλησία δὲ: Ἵνα πόρον εὕρῃ χρημάτων.[ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι σῶσαι βουλόμενοι, ἢ τῶν ἀλλοτρίων σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ φιλοδικίᾳ τῶν Ἀθηναίων τριώβολον.] —διώβολον γὰρ
5ἐδίδοτο εἰσιοῦσιν εἰς τὴν ἐκκλησίαν βουλεύεσθαι περὶ πόρων. διαβάλλει δὲ τὸ φιλόδικον τῶν Ἀθηναίων. V. ἐκκλησία: Ἡ συνέλευσις κριτῶν. Dv. ἐκκλησία γί‐ γνεται: Συνάθροισις ἵσταται. P. ἐλάμβανον γὰρ οἱ δι‐ κάζοντες καθ’ ἑσπέραν τριώβολον.

sch plut

172

τὰς τριήρεις: Οἱ γὰρ εὔποροι τῶν τριηραρχῶν πλείονας ναύτας ἔτρεφον, καὶ διὰ τοῦτο ἐπλήρουν τὰς ναῦς, οἱ δὲ πένητες οὐδαμῶς. τριήρεις: Τὰς ναῦς τὰς ἐχούσας τρεῖς κώπας, ὅ φασι
5κοινῶς τριτζέριον. Θ. πληροῖς: Πεπληρωμένας ναυτῶν δεικνύεις. P. ὁ γὰρ τῶν ναυτῶν μισθὸς καὶ τὰ τούτων ἐφόδια ἐκ πλούτου γίνεται. P.

sch plut

173

τὸ δ’ ἐν Κορίνθῳ: (Φασὶ τοὺς Κορινθίους διὰ τὸ τῶν Ἀθηναίων ἐπικρατὲς συμμαχίᾳ κεχρῆσθαι τῇ ξενικῇ δυνάμει. ἦν δὲ καταστήσας ἐν Κορίνθῳ τοὺς ξένους Κόνων ὁ Ἀθηναίων στρατηγὸς, καθελὼν Λακε‐
5δαιμονίους, ὅπως φυλάττοι τὴν ἔφοδον αὐτῶν. Ἄλ‐ λως. ὡς τῶν Ἀθηναίων δι’ ἑαυτῶν μὴ βουλομένων πο‐ λεμεῖν πρὸς Κορινθίους διὰ τὸ κίνδυνον, μισθουμένων δὲ ξένους εἰς τὸν πόλεμον καὶ τρεφόντων αὐτούς. τοῦτο δὲ ἐν τοῖς πολλοῖς τῶν πολέμων διεπράττοντο. Ἄλ‐
10λως. ὡς ἀεὶ ξενικόν τι ἐχόντων Κορινθίων, καὶ οὐχ ὡς ἔνιοι κατὰ τὸν χρόνον τοῦτον· δῆλον δὲ ἐκ τοῦ ἐν δευ‐ τέρῳ φέρεσθαι, ὃς ἔσχατος ἐδιδάχθη ὑπ’ αὐτοῦ εἰκοστῷ ἔτει ὕστερον· εἰ μὴ, ὅπερ εἰκὸς, ἐκ τοῦ δευτέρου Πλού‐ του τοῦτο μετενήνεκται. ἐκεῖ γὰρ ὀρθῶς ἔχει. ἤδη γὰρ
15ὁ Κορινθιακὸς πόλεμος συνέστη τρισὶν ἢ τέτρασιν ἔτεσι πρότερον τοῦ Ἀντιπάτρου, ἐφ’ οὗ ἐδιδάχθη, καὶ τὸ συμμαχικὸν ἐπανήθροιστο ἐν Κορίνθῳ· τὸ δὲ Λακεδαι‐ μόνιον ἐν Σικυῶνι. Ἄλλως. μετὰ τὸν πόλεμον τὸν Πελοποννησιακὸν καὶ αὐτοὶ οἱ σύμμαχοι τῶν Λακεδαι‐
20μονίων συνεκρότησαν πόλεμον κατ’ αὐτῶν· συνέλαβον δὲ αὐτοῖς Ἀθηναῖοι, καὶ ἔσχον τὴν Κόρινθον ὁρμητήριον, εἰς ἣν ἔπεμψαν ξενικὸν στράτευμα, καὶ αὐτοὶ ἔτρεφον αὐτό, τοῦ δὲ στρατεύματος ἦρχεν Ἰφικράτης ὁ στρατη‐ γός.) —Ἄλλως. τούτου καὶ Δημοσθένης ἐν αʹ Φιλιπ‐
25πικῶν [p. 46, 19] μέμνηται «ὅτι καὶ πρότερόν ποτ’ «ἀκούω ξενικὸν τρέφειν ἐν Κορίνθῳ τὴν πόλιν, οὗ Πο‐ «λύστρατος ἡγεῖτο καὶ Ἰφικράτης καὶ Χαβρίας καὶ «ἄλλοι τινὲς, καὶ ὑμᾶς αὐτοὺς συστρατεύεσθαι· καὶ «οἶδα ἀκούων ὅτι Λακεδαιμονίους παραταττόμενοι μεθ’
30«ὑμῶν ἐνίκων οὗτοι οἱ ξένοι καὶ ὑμεῖς μετ’ αὐτῶν.» V. τινὲς δέ φασι Κορινθίοις ἀδικουμένοις ὑπὸ Λακεδαιμο‐ νίων συμμάχους πέμψαι Ἀθηναίους, οὓς ἔτρεφον Κορίν‐ θιοι. Ἄλλως. διπλῶς ᾄδεται ἡ ἱστορία· ἢ ὅτι Κο‐ ρίνθιοι Λακεδαιμονίους ὑφορώμενοι ἐμισθοῦντό τινας
35τῶν Ἀθηναίων εἰς τὴν αὐτῶν φυλακήν· ἢ Ἀθηναίους ἐφοβοῦντο, ἵνα μὴ ὑπ’ αὐτῶν δουλαγωγηθεῖεν, καὶ διὰ τοῦτο ξένους τινὰς ἐν Κορίνθῳ ἔτρεφον, ἀσφαλείας ἕνεκα. —ξενικὸν: Τὸ ἀπὸ ξένης ἐλθὸν, στράτευμα δηλονότι. P.Column end

sch plut

174

ὁ Πάμφιλος δὲ: [Ὁ Πάμφιλος οὗτος καὶ ὁ Βε‐ λονοπώλης ἀμφότεροι δανεισταὶ Ἀθήνησιν. ἀντὶ τοῦ εἰ‐ πεῖν πλουτοῦσιν εἶπεν οὐχὶ κλαύσονται;] ὁ Πάμφιλος δὲ δημαγωγὸς ἦν καὶ ἔκλεπτε τὰ τοῦ δήμου, ὡς καὶ
5Πλάτων φησὶν Ἀμφιαράῳ «καὶ νὴ Δί’ εἰ Πάμφιλόν γε «φαίης κλέπτειν τὰ κοινὰ, ἅμα τε συκοφαντεῖν.» οὗτος οὖν ἁλοὺς ἐπὶ κλοπῇ τῶν δημοσίων χρημάτων, ἀθρόως ἐξέπεσε δημευθεὶς, ταύτην δίκην πεπονθώς. τινὲς δὲ τὸν Βελονοπώλην παράσιτόν φασι τοῦ Παμφίλου· δυσ‐
10τυχοῦντος οὖν τοῦ Παμφίλου ἀνάγκη καὶ αὐτὸν συνδυσ‐ τυχεῖν. —Πάμφιλος, ὅστις γεγένηται κλέπτης τῶν δημοσίων, οὐσίαν ἐδημεύθη. ἐκ τούτων δὲ ἐσπουδακότα πλουτεῖν κλαύσεσθαί φησιν ἁλόντα ἐπὶ κλοπῇ δημο‐ σίων. κωμῳδεῖται δὲ καὶ ὡς δειλός. Ἄλλως. δημα‐
15γωγὸς ἦν καὶ κλέπτης τῶν τοῦ δήμου. ὁ δὲ Ἀγύρριος ἐπὶ μαλακίᾳ διαβάλλεται καὶ εἰς θρασύτητα κωμῳδεῖται. V. Πάμφιλος: Κλέπτης. κλαύσεται: Κλαύσει καὶ τι‐ μωρηθήσεται. P. ὁ Πάμφιλος δημαγωγὸς ἦν ἐν Ἀθήναις, καὶ ἐνοσφί‐
20ζετό τινα τῶν δημοσίων χρημάτων. ἐπεὶ οὖν ἔμελλε φωραθήσεσθαι καὶ δώσειν δίκην ὡς κεκλοφὼς τὰ δημό‐ σια, κωμῳδεῖ αὐτόν. εἶχε οὗτος ὁ Πάμφιλος καί τινα κόλακα παράσιτον βελονοπώλην καλούμενον, ὃς ἔμελλε παραπολαύσειν τῷ Παμφίλῳ τῶν κακῶν. P.

sch plut

175

Ἀριστόξενος ἐλέγετο παράσιτος. οὗτος πρότερον βελονοπωλῶν, ὕστερον δὲ πεπλούτηκε καὶ ἀλαζονευόμε‐ νος. εὑρέθη δὲ καὶ οὗτος μετὰ τοῦ Παμφίλου κλέπτων. ὁ τὰς βελονοθήκας πωλῶν. V. παράσιτος τοῦ Παμφί‐
5λου. P.

sch plut

176

Ἀγύρριος δὲ: Οὗτος πλούσιος ὢν πολλὰ πάνυ ἤσθιε. παρέπεται δὲ καὶ τοῖς τρυφῶσι καὶ πολλὰ ἐσθίουσι τὸ πέρδεσθαι. ἢ ὡς εὐρύπρωκτον αὐτὸν, ἢ ὡς τοῦτο ποιοῦντα αὐτὸν ὅτε πασχητιᾷ. V. [Ἀθηναῖος οὗτος ἐπὶ
5μαλακίᾳ τοσοῦτον διαβάλλεται, ὡς καὶ πορδὰς ἀφιέναι. καὶ εἰς θρασύτητα δὲ τὸν Ἀγύρριον κωμῳδοῦσι. πέρ‐ δεται δὲ, στρηνιᾷ πλουτῶν, ἐπεὶ τοῖς πολυφάγοις παρέ‐ πεται τὸ πέρδεσθαι.] —Ἀγύρριος πένης ὢν καὶ μὴ ἔχων ὅθεν τὸν βίον πορίζεσθαι, ἐκορδάκιζέ τε καὶ
10ἔπερδε, καὶ ἕτερα αἰσχρὰ ἐποίει, ἵνα λάβοι ἀργύριον. ἢ τοῦτο λέγει, ὅτι πορνευόμενος τοῦτο ἐποίει. P. πέρ‐ δεται: Κλάνει. Dv.

sch plut

177

Φιλέψιος: Οὗτος πένης (ὢν λέγων ἱστορίας ἐτρέφετο). τερατώδης δὲ καὶ λάλος διαβάλλεται, ὡς ὁ Πλάτων ὁ κωμικόσ. —Ἄλλως. οὗτος ὡς λάλος καὶ πονηρὸς κωμῳδεῖται. λαλῶν δὲ ἱστορίας καὶ μύθους καὶ
5παίγνια οὕτως ἐτρέφετο. V. μύθους λέγει: Ἱστορίας πλάττει, μυθοπλαστεῖ. P. Φιλέψιος καὶ οὗτος πένης ἦν, συντιθεὶς οὖν μύθους χαρίεντας, ἔθαλε τοὺς ἀκούοντας καὶ οὕτω τὴν τροφὴν αὑτῷ ἐπορίζετο. P.

sch plut

178

ἡ ξυμμαχία: Ἐπὶ Ἀμάσιδος Αἰγυπτίων βασι‐ λέως ἐν σιτοδείᾳ ὄντες οἱ Ἀθηναῖοι ἔπεμψαν πρὸς αὐτὸν αἰτοῦντες σῖτον· καὶ ἔπεμψεν αὐτοῖς ἱκανόν. ἐκ τούτου Ἀθηναῖοι ἔπεμψαν τοῖς Αἰγυπτίοις συμμαχίαν εἰς τὸν333
5πρὸς Πέρσας πόλεμον, καὶ εἶχον φιλίαν καὶ συμμαχίαν πρὸς ἀλλήλους. ὕστερον μέντοι ἐλύθη, καὶ συνεμάχη‐ σαν οἱ Ἀθηναῖοι τοῖς βασιλέως στρατηγοῖς κατὰ τῶν Αἰγυπτίων Ἰφικράτους ἡγουμένου. ἦσαν γὰρ ἄμφω αὐτοῖς φίλοι. διὸ καὶ Ψαμμίτιχος λέγεται πέμψαι πυ‐
10ρῶν μυριάδας τρεῖς. Ἄλλως Ψαμμίτιχος χαλεπὸς Αἰγυπτίων τύραννος καὶ σκαιότατος, Βούσιριν ὑπερη‐ κοντικὼς, οὗ καταψηφισάμενοι οἱ ἀρχόμενοι πρε‐ σβεύουσι πρὸς Ἀθηναίους, διὰ σίτου ἀποπομπῆς ἀμοι‐ βαῖον αἰτοῦντες, καὶ ἀμείλικτον ἄρχοντα τοῦτον
15ἐκβαλόντες. Ἄλλως. ὅτε Ξέρξης ἐπ’ Αἰγυπτίους ἐστρατεύετο, οἱ Ἀθηναῖοι συμμαχίαν αὐτοῖς ἀπέστει‐ λαν. —ὁ Ξέρξης ἐπ’ Αἰγυπτίους ἐστράτευσεν, οἱ δὲ Ἀθηναῖοι συνεμάχησαν αὐτοῖς. Ἄλλως. Καμβύσης βασιλεὺς τῶν Αἰγυπτίων· τούτῳ Ψαμμίτιχος πόλεμον
20συνεκρότησεν, Αἰγύπτιοι δὲ ἔπεμψαν πρὸς Ἀθηναίους καὶ εἰλήφασι συμμαχίαν. σίτου δὲ ἔπεμψε τοῖς Ἀθη‐ ναίοις μυριάδας τριάκοντα. V. Ἄλλως. Ἰνάρως ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἀπέστησε τοῦ βασιλέως Ξέρ‐ ξου μοῖράν τινα τῆς Αἰγύπτου, καὶ χρήματα πέμψας
25(τοῖς Ἀθηναίοις ἔλαβε συμμάχους. Junt.), οἵτινες καὶ διαπεράσαντες εἰς τὴν Αἴγυπτον, καὶ ἔν τινι τῶν τοῦ Νείλου στομάτων ἀναπλεύσαντες, προσέσχον τοῖς ἕλεσι. Μεγάβαζος δὲ ὁ τοῦ βασιλέως Περσῶν στρατηγὸς τὸν ποταμὸν διακόψας καὶ ἀλλαχόσε τρέψας εἷλεν ἐκείνους
30ἐπὶ ξηρᾶς καὶ ἀπέκτεινεν. —διὰ σὲ: Ἐγένετο δηλ. Par.

sch plut

179

ἐρᾷ δὲ Λαῒς: Ὅτι Ἀριστοφάνης οὐ λέγει σύμ‐ φωνα κατὰ τοὺς χρόνους· ληφθῆναι γάρ φασιν αὐτὴν ἐν Σικελίᾳ πολιχνίου τινὸς ἁλόντος ὑπὸ Νικίου ἑπτέτιν· ὠνηθῆναι δὲ ὑπὸ Κορινθίου τινὸς καὶ πεμφθῆναι δῶρον
5τῇ γυναικὶ εἰς Κόρινθον. *** ἵνα δὴ ἐπὶ Χαβρίου τὶς ταῦτα γενέσθαι δῷ, ὅτε εὖ ἔπραττον Ἀθηναῖοι ἐν Σι‐ κελίᾳ. ἔστι δὲ ἕως Διοκλέους ἔτη ιδʹ, ὥστε ἄλογον διὰ ὀνόματος αὐτὴν ἐπαίρειν. ἐμφαίνει δὲ καὶ Πλάτων ἐν τῷ Φάωνι ἑπτακαιδεκάτῳ ἔτει ὕστερον διδαχθέντι ἐπὶ
10Φιλοκλέους, ὡς μηκέτι αὐτῆς οὔσης. δύναται μέντοι καὶ αὐτῆς ζώσης λέγεσθαι. Φιλωνίδην δὲ οὐ τὸν ποιη‐ τήν φησι τὸν ἐν τοῖς Ἀριστοφανείοις ἐγγεγραμμένον δράμασιν, ὡς οἱ περὶ Καλλίστρατον ἐν τῇ ὁμωνυμίᾳ πλανηθέντες· ἀλλὰ παιδιᾶς ἕνεκεν τὸν αἴσχιστον καὶ
15ἀπαίδευτον. κωμῳδεῖται δὲ ὡς εὔπορος καὶ ὡς μέγας τῷ σώματι καὶ ἠλίθιος. Νικοχάρης Γαλατείᾳ·
τί δῆτ’ ἀπαιδευτότερος εἶ Φιλωνίδου
τοῦ Μελιτέως;
περὶ δὲ τοῦ μεγέθους Φιλύλλιός φησιν
20
ἥτις κάμηλος ἔτεκε τὸν Φιλωνίδην. καὶ Πλάτων δὲ Λαΐῳ φησὶν
οὐχ ὁρᾷς, ὅτι Φιλωνίδην που τέτοκεν ἡ μήτηρ ὄνον τὸν Μελιτέα κοὐκ ἔπαθεν οὐδέν;Column end
25καὶ Θεόπομπος Ἀφροδισίοις
ὄνος μὲν ὠγκᾶθ’ ὁ Μελιτεὺς Φιλωνίδης·
ὄνῳ μιγείσης μητρὸς ἔβλαστε τῇ πόλει.
δόξειε δ’ ἂν ἐρᾶσθαι τῆς Λαΐδος ἐκείνης ὑπαγομένης αὐτόν. οὐ γὰρ ἐκείνου ἠράσθη Λαῒς, ᾗ Διογένης ὁ φι‐
30λόσοφος ἐπιγράφει τῆς Ἑλληνικῆς ἀκρασίας τὸ τρό‐ παιον. Φιλωνίδης οὗτος πλούσιος ἐν Κορίνθῳ. τούτου δὲ προσεποιεῖτο ἐρᾶν διὰ τὸν πλοῦτον Λαΐς. αὕτη δὲ θυγάτηρ ἦν Τιμάνδρας, ἥτις ἐξ Ὑκκάρων τῆς Σικε‐ λίας ἦν. ταύτην δὲ Φιλοξένῳ τῷ διθυραμβοποιῷ δέ‐
35δωκε Διονύσιος ὁ ἐν Σικελίᾳ τύραννος. εἰς Κόρινθον οὖν ἦλθεν ἅμα Φιλοξένῳ, καὶ ἐπίσημος ἐκεῖ ἐγένετο, καὶ ἐφιλήθη ὑπὸ πάντων, καὶ περιβόητος ἦν ἑταιρίς. λέ‐ γουσι δὲ ὅτι ἅμα Ἀλεξάνδρῳ ἀπεδήμησεν εἰς Πέρσας ἐκ Κορίνθου. ἡ δὲ Λαῒς ἐπισημοτέρα γέγονε τῆς μη‐
40τρὸς ἐν Κορίνθῳ. ὕστερον δὲ καὶ αὐτὴ ἀπεδήμησεν εἰς Θεσσαλίαν, ἔνθα Εὐρυλόχου τινὸς ἢ Ἀριστονίκου ἠρά‐ σθη, παρ’ ᾧ καὶ ἐβίωσε τὸν λοιπὸν χρόνον. αὐτῆς δὲ πολλοὶ τῶν Θετταλῶν ἠράσθησαν, καὶ τῷ ἔρωτι τὰ πρόθυρα αὐτῆς οἴνῳ ἔρραινον. καὶ φασὶν, ὅτι ζηλοτυ‐
45ποῦσαι αἱ Θετταλαὶ γυναῖκες ἐφόνευσαν αὐτὴν ξυλίναις χελώναις τύπτουσαι ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης, πανη‐ γύρεως οὔσης, ἐν ᾗ ἄνδρες οὐ παρεγίνοντο. διὸ τούτου ἕνεκα λοιμὸς κατέλαβε τὴν Θετταλίαν, ἕως ὕστερον ἱερὸν ἐποίησαν ἀνοσίας Ἀφροδίτης, ἐπειδὴ αἱ γυναῖκες

sch plut

179

(50)

ἐν τῷ ἱερῷ ἀνόσιον τετολμήκασι φόνον.ἐρᾷ: Ἔρωτα ἔχει. P. Φιλωνίδου: Φιλωνίδης ἀνήρ τις ἦν πλούσιος, οὗτινος ἀμόρφου ὄντος, διὰ τὰ χρήματα ἐρᾷ Λαῒς αὐ‐ τοῦ, ἡ ἐν Κορίνθῳ ᾀδομένη πόρνη. P.

sch plut

180

ὁ Τιμοθέου δὲ πύργος: (Οὗτος εἰς τοσοῦτον ἤρθη τύχης, ὥστε καὶ ἐν ὄψει τούτῳ τὴν δαίμονα φαίνεσθαι. κατασκευάσας δὲ πύργον οὐκ ἀπὸ τύχης ἔφη κατεσκευακέναι, ἀλλ’ ἀπ’ ἀνδρείας. ὀργισθεῖσα δὲ
5ἡ τύχη πένητα αὐτὸν ἐποίησεν. οὐκ εἴασε δὲ εἰπεῖν, διὰ τὸν πλοῦτον ἐγένετο, ἀλλ’ ἐπήγαγε παρ’ ὑπόνοιαν ἐμπέσοι γέ σοι. Ἄλλως.) ὁ Τιμόθεος πλούσιος, ἅμα δὲ καὶ ὄλβιος ἀνὴρ, στρατηγὸς Ἀθηναίων, τεῖχος οἰκο‐ δομήσας εἰς τοσοῦτον ἤρθη τύχης, ὡς τὴν δαίμονα
10φαίνεσθαι ἐν ὄψει τούτῳ. καὶ ἐν Ἀθήναις δὲ ἐν εἰκόσιν ἐποίουν αὐτὸν κοιμώμενον οἱ ζωγράφοι, καὶ τὰς τύ‐ χας φερούσας αὐτῷ (εἰς δίκτυα πόλεις καὶ πορθοῦντα αὐτὰς, αἰνιττόμενοι) τὴν εὐδαιμονίαν (αὐτοῦ. ἀλαζο‐ νευόμενος δὲ ἐπὶ τῇ εὐτυχίᾳ ὁ Τιμόθεος ἔφη μᾶλλον
15αὐτοῦ εἶναι ἢ τῆς τύχης τὰ πραττόμενα. διὸ καὶ ἠτύ‐ χηκεν ὕστερον, νεμεσησάσης αὐτῷ τῆς Τύχης. πολλοὶ δὲ Τιμόθεοι κωμῳδοῦνται· νῦν δὲ τοῦ στρατηγοῦ μέ‐ μνηται, ὃς ὑψηλὸν πάνυ πύργον ἐποίησεν ὡς πλούσιος.) ὁ Τιμοθέου δὲ πύργος: Οὐκ ἐγένετο διὰ σέ. Dv. P.
20ὁ Τιμόθεος στρατηγὸς ἦν Ἀθηναίων, ὃς εἰς τοσοῦτον ἦλθε τῆς τύχης, ὥστε οἱ ζωγράφοι, αἰνιττόμενοι αὐ‐
τοῦ τὴν εὐδαιμονίαν, ἐν δικτύῳ ἐζωγράφησαν φέρειν αὐτὸν τὰς πόλεις. ἀλαζονευσάμενος δὲ ὕστερον ἠτύ‐ χησε. ἐποίησε δὲ πύργον πολυτελέστατον ἐν Ἀθήναις. P.334
25ἐμπέσοι γέ σοι: Παρ’ ὑπόνοιαν τοῦτό φησι, δέον εἰπεῖν θαυμαστὸς καὶ μέγας. —ἐμπέσοι: Τοῦτο παρ’ ὑπόνοιαν. v. ἀντὶ τοῦ· εἴθε ἐπάνω σοῦ πεσεῖται. σχῆμα παρ’ ὑπόνοιαν. P.

sch plut

181

αἱ πράξεις πᾶσαι ... ἐνεργοῦνται. P.

sch plut

182

μονώτατος γὰρ εἶ σὺ: Λυκοῦργος κατὰ Λεω‐ κράτους [p. 159, 3] «τοιγαροῦν μονώτατοι ἐπώνυμοι τῆς χώρας εἰσί.» Junt. ὡς αὐτότατος πέπαικται. R. αἴτιος: Πρόξενος, πάροχος. P.

sch plut

183

διὰ σὲ ἡ κλοπὴ καὶ τὰ λοιπά· διὰ σὲ καὶ τὰ κάλλιστα ἐν τοῖς ἀνθρώποις. Dv. καὶ τῶν καλῶν: Καλὸς ἐπὶ τῷ σώματι, ἀγαθὸς ἐπὶ ψυχῇ. Borg.

sch plut

184

κρατοῦσι γοῦν: [Χρήμασι γὰρ ἐπισπῶνται συμμάχους καὶ περιγίνονται.] —οἱ γὰρ πλούσιοι φέ‐ ροντες χρήματα καὶ παρέχοντες ἐπισπῶνται βοήθειαν καὶ νικῶσι. V. ἄρχουσι. Dv. νικῶσι. P. (τὸ ἑκάστοτε)
5ἀντὶ τοῦ ἀεί· οὐ γὰρ λέγεται πάντοτε. R.V.

sch plut

185

ἐπικαθέζηται: Ἀπὸ μεταφορᾶς τῶν ζυγῶν· ἐπικαθέζεσθαι γὰρ τὸ βαροῦν λέγομεν. —ἐνυπάρχει. P.

sch plut

186

τοσαῦτα: Ὅσα λέγεται. P.

sch plut

187

ναὶ μὰ Δία: Ὅτι καὶ ἐπὶ κατωμοτικοῦ τὸ μὰ Δία, ὅταν αὐτοῦ προτάσσηται τὸ ναί.

sch plut

188

ὥστ’ οὐδὲ τῶν ἄλλων, φησὶ, πάντων ἡμῖν ἐστι κόρος, τοῦ πλούτου δὲ οὐδαμῶς. ἂν γάρ τις κτή‐ σηται δέκα, θέλει ποιῆσαι δεκαπέντε. V. μεστός: Κεχορτασμένος. Dv. πεπληρωμένος. P.

sch plut

189

τῶν μὲν γὰρ ἄλλων ἐστὶ: Παρὰ τὸ Ὁμηρικὸν [Il. Ν, 636]
πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος. ἄλλων: Πραγμάτων ὑπάρχει πλήρωσις, κόρος. P.
5πλησμονή: Χορτασία. Dv.

sch plut

190

ἔρωτος: (Ὁ δοῦλος λέγει) τὰ πρὸς τὴν γαστέρα, πρὸς τὸ θυμῆρες τῆς κωμῳδίας τοῖς ὑπὸ τοῦ δεσπό‐ του λεγομένοισ σπουδαίοις ταῦτα παραπλέξας. —ὅρα πῶς ὁ δεσπότης τὰ πρέποντα αὐτῷ λέγει, ὁ δοῦλος
5τὰ συμφέροντα αὐτῷ. Dv. τραγημάτων: Τὰ μετὰ τὴν εὐωχίαν τῇ τραπέζῃ τιθέμενα καλοῦσι τραγήματα· ὅθεν καὶ παροιμία, ἐκ τραγημάτων τὴν εὐωχίαν· λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀπὸ τῶν ἡττόνων τὰ μείζω θαυμαζόντων. Junt.
10τρωγαλίων. P.

sch plut

191

πλακούντων: Χλανιδίων. Θ. P. ἀνδραγαθίας: Τροπαιουχίας. P.

sch plut

192

φιλοτιμίας: Δόξης, ἐπιδείξεως. μάζης: Ἄρ‐ του μὴ ὄντος ἄζου. στρατηγίας: Ἡγεμονίας στρατοῦ. P. φακῆς: Φακῆ θηλυκῶς ἡ ἑψηθεῖσα, ἀρσενικῶς δὲ ὁ ἀνέψητος. περισπᾶται δὲ, ὥσπερ συκῆ, ἀμυγδαλῆ,
5καὶ τὰ τοιαῦτα. Θεόκριτος [10, 54]
κάλλιον, ὦ ’πιμελητὰ φιλάργυρε, τὸν φακὸν ἑψεῖν.

sch plut

193

μεστός: Πεπληρωμένος. V.

sch plut

194

τάλαντα: Ἰστέον, ὅτι ἡ δραχμὴ ἓξ ὀβολοὶ εἰσίν· ἡ δὲ μνᾶ ἑκατὸν δραχμαί· τὸ δὲ τάλαντον ὀγδοήκοντα μναῖ. καὶ ὁ στατὴρ τὶ νόμισμα. Dv. τάλαντον λέγεται τὸ ἀπὸ θεοῦ δωρηθέν τινι δῶρον, ἤγουν ἡ σοφία, ἢColumn end
5πλοῦτος, ἢ ἄλλο τι τοιοῦτον. λέγεται τάλαντον καὶ τὸ νόμισμα. λέγεται τάλαντον καὶ σταθμὸς χρυσοῦ πεπο‐ σωμένος. P.

sch plut

195

ἑκκαίδεκα: Οἱ γράφοντες ἑξκαίδεκα, καὶ φάσκοντες οὕτω κάλλιον γράφειν, ἐπεὶ οὐκ ἔστιν ἐξ πρόθεσις, ἵνα συμφώνου ἐπαγομένου ἐκ γένηται, οὐ καλῶς, οἶμαι, λέγουσι· καὶ δῆλον ἀπό τε τοῦ ἕκτου καὶ
5τοῦ ἐκτός, καὶ ἀπὸ τοῦ ἑκτικοῦ λεγομένου πυρετοῦ· οὐ γὰρ μόνον ἐν τῇ προθέσει τὸ ξ τρέπεται, ἀλλὰ καὶ ἐν ἑτέροις, ὡς δηλοῖ τὰ εἰρημένα· τὸ γὰρ ἑκτικὸν ἐκ τῆς ἕξεως γέγονε, καὶ τὸ ἐκτὸς ἐκ τοῦ ἔξω, καὶ τὸ ἕκτον ἀπὸ τοῦ ἕξ.

sch plut

196

ἀνύσῃ: Ἀναπληρώσῃ. Dv. εἰς τέλος ἀγάγῃ ἢ λάβῃ. βούλεται: Λαβεῖν. P.

sch plut

197

ἤ φησιν: Εἰ μὴ λάβοι. P. βιωτὸν: Βιώσιμον τὴν ζωήν. P. οὐκ εἶναι βιώσιμον, ἄξιον ζωῆς. Dv. εἰ μὴ λάβῃ, λέγει μὴ εἶναι αὐτῷ τὸ ζῆν ἡδύ. V.

sch plut

198

ἀντὶ τοῦ δέ. R.V. φαίνεσθον: Τοῦ Χρεμύλου εἰπόντος μόνου, δυϊκῶς ὁ Πλοῦτος ἴσως εἶπεν, ὅτι Ἀττικὸν ἔθος ἐστί. Ἄλλως. ἀντὶ τῆς ἑνικῆς πτώσεως ἐπήγαγεν, ὅτι ἡ σύνταξις Ἀττική. V. φαίνεσθον: Δο‐
5κεῖτε. πάνυ: Σύναπτε τοῦτο πρὸς τὸ εὖ. P.

sch plut

199

πλὴν ἓν μόνον δέδοικα: Τυφλὸς γὰρ ὢν οὐ δύ‐ ναμαι ἐπελθεῖν, εἰ καί μοι τοσαύτη δύναμίς ἐστι. δέον οὖν ἐστιν ἀναβλέψαι με. —καὶ δέδοικα μὲν ἐγὼ ἀμε‐ ταβάτως, δεδίττω δὲ ἕτερον πρὸς αἰτιατικὴν συντασσό‐
5μενον. Junt. τοῦ πέρι: Ἀντὶ τοῦ ἕνεκεν τίνος δέδοι‐ κας; P.

sch plut

200

ὅπως: Ἀντὶ τοῦ πῶς. δύναμιν: Ἰσχύν. P. δέ‐ δοικα ἔχων δὴ τὴν δύναμιν, ἣν ὑμεῖς φατὲ ἔχειν με, πῶς γενήσομαι ταύτης κύριος. μεγάλη γάρ τίς ἐστι καὶ δυσκόλως ἄν τις κτήσαιτο ταύτην ἐξουσιαστικῶς. τοῦτο
5δέδοικα, ὅπως, ἤγουν πῶς, γενήσομαι δεσπότης τῆς δυνάμεως ταύτης ἣν ὑμεῖς φατέ. Br.

sch plut

201

δεσπότης: Ἐγκρατής. V. κύριος. P.

sch plut

202

νὴ τὸν Δί’, ἀλλὰ καὶ λέγουσιν: Οὐ σὺ μόνος λέγεις σαυτὸν δειλὸν, ἀλλὰ καὶ πάντες. τοῦτο δὲ εἶπεν, ἐπειδὴ ὁ Πλοῦτος εἶπεν, πλὴν ἓν μόνον δέδοικα. [τὸ δὲ νὴ τὸν Δία κατωμοτικῶς] ἀντὶ τοῦ ἔσῃ κύριος τῆς
5δυνάμεως. —οὐ μόνον σὺ λέγεις δῆλον, ὅτι δειλὸς εἶ, ἀλλὰ πάντες. P.

sch plut

203

(δειλότατον ἔσθ’ ὁ πλοῦτος: Ἐπεὶ ἀγωνιᾶν αὐ‐ τοῖς ἔδοξεν εἰ δύναται τὴν δύναμιν ἥν φασιν αὐτὸν ἔχειν. λέγεται δὲ περὶ τῶν πλουσίων ὅτι δειλοὶ διὰ τὸ ἀγωνιᾶν περὶ τῶν χρημάτων. αἰνίττεται δὲ εἰς Εὐριπίδην· ἐκεῖ‐
5νος γάρ φησιν [Phoen. 600]
δειλὸν δ’ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.) ἀναφέρεται δὲ ἐπὶ θεὸν ἡ τῶν χρωμένων κατηγορία.

sch plut

204

οὕτως οἱ Ἀττικοὶ διπλασιάζουσιν. ἀσφαλίζονται
δὲ οἱ πλούσιοι τὰς οἰκίας αὐτῶν. καὶ ὅτι οἱ πλούσιοι δειλοὶ, μή πως ἀπολέσωσι τὸν πλοῦτον. Ἄλλως. V. περὶ πολλοῦ γὰρ ποιοῦνται τῶν οἰκιῶν τὴν ἀσφάλειαν335
5οἱ πλούσιοι· καί τις τῶν κωμικῶν φησι
τί ποτ’ ἐστὶ χλωρὸν, ἀντιβολῶ, τὸ χρυσίον;
δέδοικ’ ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί.
πρόχλωρον γὰρ δοκεῖ εἶναι. Ἄλλως. οἱ γὰρ εὔποροι τῷ φόβῳ τοῦ μὴ ληφθῆναι τὰ χρήματα δειλότεροι γί‐
10νονται. τὸ ἐπ’ ἐκείνων οὖν μετήνεγκεν ἐπὶ τὸν Πλοῦτον. διέβαλ’: Ἐσυκοφάντησεν. Dv. διέστρεψεν, διέσυρεν. P. εἰσδὺς: Λάθρα ὑπεισελθών· τοῦτο γὰρ τὸ εἰσδὺς ση‐ μαίνει. R.V. εἰσελθών. P.

sch plut

206

ἁπαξάπαντα: Ἀντὶ τοῦ τέλεον. τὸ δὲ ἑξῆς, εἶτα εὑρὼν ἁπαξάπαντα κατακεκλεισμένα.

sch plut

207

ἐὰν λάβῃ. διότι ἐπρονοησάμην, ἐκάλεσέ με δειλόν. V. πρόνοιαν: Τὴν πρόγνωσιν, τὴν περὶ ἐμῶν προμήθειαν. P. τύχη λέγεται ἐπὶ τῶν συμβαινόντων καλῶν ἢ κακῶν, μηδενὸς βουλευομένου περὶ αὐτῶν:
5πρόνοια δὲ ἐπὶ θεοῦ, ἀπὸ τοῦ προνοεῖσθαι. P.

sch plut

208

μελέτω: Φροντὶς ἔστω σοι. ὡς: Ὅτι. P.

sch plut

209

ἀνὴρ πρόθυμος: Ἐὰν προθυμηθῇς καλῶς με‐ τελθεῖν ταῦτα τὰ πράγματα, ὥστε τοῖς μὲν δικαίοις συνεῖναι, τοῖς δὲ πονηροῖς μηδαμῶς. —πρόθυμος: Σπουδαῖος. πράγματα: Ἃ ἡμεῖς βουλόμεθα ποιῆσαι.
5Par.

sch plut

210

ἀποδείξω: Ἀποφανῶ. ὀξύτερον τοῦ Λυγκέως: (Τοῦ ἀδελφοῦ Ἴδα, ὡς δ’ αὐτὸς ἐν Δαναΐσι φησὶν, υἱὸς Αἰγύπτου. ἐροῦμεν δ’ ἐκεῖ τὰ περὶ αὐτοῦ· ἐπεὶ δοκεῖ παρ’ ἱστορίαν λέγειν.) τοσοῦτον δὲ ὀξυωπέστατος ἦν,
5ὡς καὶ δι’ ἐλάτης ἰδεῖν Κάστορα δολοφονήσαντα τὸν ἀδελφὸν, ὥς φησι Πίνδαρος [Nem. 1, 115]. καὶ Ἀπολ‐ λώνιος δέ φησι περὶ αὐτοῦ ἐν τοῖς Ἀργοναυτικοῖς [1, 154]
εἰ ἐτεόν γε πέλει, κλέος, ἀνέρα κεῖνον
10
ῥηϊδίως καὶ νέρθεν ὑπὸ χθονὸς αὐγάζεσθαι.
(γεγόνασι δὲ Λυγκεῖς διάφοροι· εἷς παῖς Αἰγύπτου· καὶ ἄλλος Ἀφαρέως παῖς, ὁ Λάκων, λέγεται Λυγκεὺς, οὗ μέμνηται καὶ Θεόκριτος ἐν τῷ εἰς Διοσκούρους ὕμνῳ [22, 137],
15
[τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
δοιὰς Λευκίπποιο κόρας· δοιὼ δ’ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷ’ Ἀφαρῆος
γαμβρὼ μελλογάμω Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας.
] ὃς ἐλέγετο εἶναι πάνυ ὀξυδερκέστατος, ὥστε καὶ τὰ
20ὑπὸ γῆν ὁρᾶν. οὕτω μὲν μυθολογοῦσι· πρὸς δὲ τὸ πιθα‐ νὸν τοῦ λόγου ἐπινενόηται, ὅτι πρῶτος οὗτος εὗρε μέ‐ ταλλα χρυσοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων· ἐν δὲ τῇ με‐ ταλλεύσει λύχνους μεταφέρων ὑπὸ τὴν γῆν, τοὺς μὲν κατέλιπεν ἐκεῖσε, αὐτὸς δὲ ἀνέφερε τὸν χαλκὸν καὶ τὸν
25σίδηρον, καὶ τὰ λοιπά· ἔλεγον οὖν οἱ ἄνθρωποι ὅτι Λυγ‐ κεὺς καὶ τὰ ὑπὸ γῆν ὁρᾷ καὶ καταδύνων ἀργύριον ἀνα‐
φέρει.)Column end

sch plut

211

τὸ ποιῆσαί με βλέψαι· θεοῦ γὰρ δεῖται τὸ τοι‐ οῦτον ἔργον. P. Θ.

sch plut

212

καλῶς ἐλπίζω. P.

sch plut

213

Πυθικὴν σείσας δάφνην: Φασὶν ὡς πλησίον τοῦ τρίποδος δάφνη ἵστατο, ἣν ἡ Πυθία, ἡνίκα ἐχρη‐ σμῴδει, ἔσειεν. Junt. μαντικήν. V. οὕτω γὰρ μαντεύε‐ ται. R. V.

sch plut

214

κἀκεῖνος: Ὁ Ἀπόλλων. R. V. Θ. ξύνοιδε: Συγ‐ γινώσκει. φήμ’ ἐγώ: Ναί. P.

sch plut

215

ὁρᾶτε: Σκέψασθε. V. μήπως ὁ Ζεὺς ἀκούσας χαλεπήνῃ. μὴ φροντίζετε μηδέν: Μηδενὸς ἔχετε φρον‐ τίδα. P.

sch plut

218

χἄτεροι: Καὶ ἕτεροι ἡμῖν. συνίζησις. Θ.

sch plut

219

οὐκ ἦν ἄλφιτα: Ἀντὶ τοῦ (οὐκ ἦν) χρήματα, ἀπὸ μέρους τὸ πᾶν· ἀπὸ γὰρ τῶν ἀλφίτων τὴν περιου‐ σίαν δηλοῖ. R. Junt. ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἑπό‐ μενον. Junt.

sch plut

220

παπαὶ, πονήρους εἶπας: Τὸ παπαί σχετλια‐ στικὸν ἐνταῦθα. πονήρους δὲ, ἐπιπόνους, ἀτυχεῖς, ἀθλίους· ἢ τοῦ πόνου φροντίζοντας. ἴσον τῷ ἀσθενεῖς, ἀπράκτους. ὡς φαμὲν, πονήρως ἔχει τὰ πράγματα
5ἡμῖν. στικτέον δὲ εἰς τὸ πονήρους· σημαίνει γὰρ νῦν τὸ ἐπιπόνους. —πονήρους: Γεωργοὺς ἀσθενεῖς. πό‐ νηρον: Γεωργόν. Dv. ξυμμάχους: Βοηθούς. P.

sch plut

221

οὒκ, ἤν γε πλουτήσωσιν: Οὐκ ἔσονται, φησὶ, μοχθηροὶ καὶ ἐπίπονοι ἅπαξ πλουτήσαντες. —πλουτῶ ἀμεταβάτως, ἀντὶ τοῦ πλοῦτον ἔχω· καὶ πλουτῷ μετα‐ βατικῶς πρὸς αἰτιατικὴν, οἷον πλουτῶ ἀρετήν· καὶ
5πλουτῶ μεταβατικῶς πρὸς γενικὴν, ὡς παρὰ Λιβανίῳ, «πλουτῶ ῥημάτων,» ἤγουν ἕνεκα τῶν ῥημάτων. Junt. οὐκ: Οὐκ ἀσθενεῖς ἔσονται. πλουτήσωσιν: Πλοῦτον σχῶσι. P. πάλιν: Ὡς καὶ πρώην. Junt.

sch plut

222

πρὸς τὸν θεράποντά φησι τὸ ἴθι. τοῦτον δὲ ἀποστέλλει τοῦ καλέσαι τοὺς φίλους αὐτοῦ πένητας ὄντας καὶ δικαίους, ὅπως καὶ αὐτοὶ τοῦ πλούτου μετα‐ λάβωσι καὶ μὴ κακῶς τὸν βίον διάγωσι. V. ἀλλ’ ἴθι:
5Τὸ ἴθι ῥῆμα μὲν ὂν μετὰ μέλλοντος μετοχικοῦ συντάσ‐ σεται, οἷον, ἴθι ποιήσων τόδε· ἐπίρρημα δὲ παρακελευ‐ σματικὸν, ὥσπερ τὸ ἄγε, μετὰ προστακτικοῦ, οἷον, ἴθι ποίησον τόδε. Junt. ἄπιθι πρὸς τὸν θεράποντα φησίν. P.

sch plut

223

τοὺς ξυγγεώργους: (Ξυγγέωργος) βαρυτόνως· σύνθετον γὰρ, ὡς πάγκαλος, πάνσοφος. τὰ γὰρ εἰς ος ὀξύτονα συντιθέμενα βαρύνεται. R. Junt.

sch plut

224

ταλαιπωρουμένους: (Ταλαιπώρως καὶ δυστυ‐ χῶς διακειμένους.) τοῦτο γὰρ εἶπεν διὰ τὸ δύσεργον τῆς Ἀττικῆς· πετρώδης γάρ ἐστιν. R. V. κακοπαθοῦντας. Θ. κοπιῶντας, ταλαιπώρους. P.

sch plut

225

ὅπως: Ἵνα. ἶσον: Κατὰ, ἤγουν ἐπίσης. παρών: Παραγενόμενος. P.

sch plut

226

ἡμῖν μετάσχῃ: Ὥσπερ μεταλαμβάνω τούτου καὶ τοῦτο φαμὲν, οὕτω καὶ τὸ μετέχω διπλῶς συντάσ‐
σεται· καὶ ὅτε μέν ἐστι γενικὴ, τὸ μετά ἔχει τὴν δύνα‐ μιν· ὅτε δὲ αἰτιατικὴ, τὸ ἔχω, ἢ τὸ λαμβάνω. Junt.336
5μετάσχῃ· Κοινωνήσῃ. P.

sch plut

227

καὶ δή: Ἤδη. P. τοῦτο τὸ κρεάδιον: Ὃ ἔρχε‐ ται ἀπὸ τῆς θυσίας ἔχων ἐκ τῶν Δελφῶν. οἱ γὰρ ἐκ θυσίας ἰόντες, ἔφερον ἐξ αὐτῆς τοῖς οἰκείοις κατὰ νόμον τινά. Ἄλλως. ὅπερ ἧκον ἄγοντες λοιπασθὲν ἀπὸ τῆς
5θυσίας. ἔνιοι δὲ, τὸ λεβήτιον. —κρεάδιον: Τὴν χύ‐ τραν. Θ. Dv. Br. P. κρεάδιον τὴν χύτραν λέγει, ἐν ᾗ τὰ κρέα ἔδονται καὶ κατεσθίονται, καὶ δαπανῶνται ἑψό‐ μενα, ἣν ἐν τῇ ὁδῷ ἔφερον χρείας ἕνεκα. P.

sch plut

228

τῶν ἐξερχομένων ἀπὸ τῆς οἰκίας εἰσαγαγέτω. P.

sch plut

229

ἐμοὶ μελήσει τὸ εἰσενέγκαι, φησὶ, τὸ κρέας. τὸ δὲ ἀνύσας Ἀττικὸν ἀντὶ τοῦ ἄνυσον, σπούδασον. Ἀττι‐ κοὶ δὲ δασύνουσιν αὐτό. V. ἐμοὶ μελήσει: Τοῦ εἰσε‐ νέγκαι, φησὶ, τὸ κρεάδιον. τὸ δὲ ἀνύσας ἀντὶ τοῦ ἄνυ‐
5σον. —μελήσει: Διὰ φροντίδος ἔσται. ἀνύσας: Σπεύσας. P.

sch plut

230

σὺ δ’, ὦ κράτιστε: Τὸ κράτιστε ἤτοι ἐγκωμιά‐ ζων φησὶν, ἢ ὅτι προεδίδαξεν, ὡς καὶ θεῶν ὁ Ζεὺς δι’ αὐτὸν βασιλεύει. R. V. Q. Junt. Ἄλλως. παρεπιγραφὴ, ὅτι εἰς τὴν οἰκίαν ἔφθασαν. τοὺς δὲ λόγους πάντας ἐκεί‐
5νους ἐρχόμενοι ἐν τῇ ὁδῷ ἔλεγον. Junt.

sch plut

232

δεῖ: Ἐνδέχεται. P.

sch plut

233

καὶ δικαίως κἀδίκως: Τὸ δικαίως ἄλλως προσ‐ είρηται ἀντὶ τοῦ πάσῃ τέχνῃ καὶ μηχανῇ καὶ παντὶ τρόπῳ· τὸ δὲ ἀδίκως ἁπλῶς ἔρριπται, οὐκ ἀπειλητικῶς δὲ, ἀλλὰ μειλικτικῶς προσαγγέλλει. ἢ ὅτι γελοίου χά‐
5ριν, ἢ μεταβληθεὶς τοὺς τρόπους. ἀντὶ τοῦ παντὶ τρό‐ πῳ. οὕτως Ἀττικοί. V. [τὸ ἀδίκως ἁπλῶς ἔρριπται, οἷον πάσῃ τέχνῃ. οὐ γὰρ ὑπόκειται αὐτῷ, ἄδικος οὗτος· οὐκ ἀπειλητικῶς δὲ, ἀλλὰ μειλικτικῶς προσαγγέλλει.] (Ἄλλως.) ἀντὶ τοῦ παντὶ τρόπῳ· οὕτως Ἀττικοί. —
10παντὶ τρόπῳ. P. Vict.

sch plut

234

ἄχθομαι: Ἀντὶ τοῦ φορτικὸν ἡγοῦμαι. V. βαρύ‐ νομαι. εἰσιὼν: Εἰσελθὼν, εἰσερχόμενος. Θ. εἰσερχόμε‐ νος. P.

sch plut

235

ὡς τοῦ Πλούτου ἰδίαν διοίκησιν μὴ ἔχοντος. αὐ‐ τοῦ δὲ πώποτε ἀντὶ τοῦ αὐτόθι, τοπικὸν ἐπίρρημα. λέγει δὲ αὐτοῦ τοῦ εἰσελθεῖν. V. ἀλλοτρίαν: Ξένην. πάνυ: Τοῦτο πρὸς τὸ ἄχθομαι συναπτέον. P. Θ.

sch plut

236

αὐτοῦ: Τοῦ εἰσέρχεσθαι. Θ. Dv. εἰσελθεῖν. P. ὥσπερ κατηγορῶ σου τόδε φαμὲν, οὕτω καὶ ἀπολαύω σου τόδε. ἰστέον δὲ ὅτι τὸ πώποτε ποτὲ μὲν τὴν δύναμιν ἔχει τοῦ ποτέ, ποτὲ δὲ, τοῦ πῶς. P.

sch plut

237

φειδωλὸν: Φειδωλός ἐστιν ὁ φεύγων τὸ δοῦναι, ὁ περίψηφος. τινὲς δὲ παρὰ τὸ φείδομαι καὶ τὸ δοῦναι, (φειδωδός τις ὢν, καὶ τροπῇ τοῦ δ εἰς λ φειδωλός). — φειδωλὸν: Φειδόμενος ἔνθα οὐ δεῖ. P. εἰσελθὼν τύχω:
5Εἰσέλθω. Vict.

sch plut

238

κατώρυξεν: Κατορύξας ἔκρυψεν ἐμέ. P. κατέ‐ χωσε. Dv. κατορύττω τι τὸ φανερὸν κρύπτω. ἀνορύττω δὲ τὸ κρυπτόμενον εἰς φῶς ἕλκω. P.

sch plut

239

κἄν τις προσέλθῃ χρηστὸς: Ἵνα τὴν ὑπερβολὴν τῆς φιλαργυρίας σημάνῃ προκεκριμένης καὶ τῶν χρηστῶν φίλων.Column end

sch plut

240

αἰτῶν: Ζητῶν. P. ἀργυρίδιον: Ἢ δανείου χά‐ ριν ἢ δωρεὰν ἁπλῶς. Θ. P.

sch plut

241

ἔξαρνός ἐστι: Ἀπαρνεῖται. P. ἰδεῖν: Βλέψαι. Vict.

sch plut

242

παραπλῆγα: (Ἄφρονα,) μωρὸν, (ἀπὸ τῶν κρου‐ μάτων τῶν διαπεπτωκότων τοῦ ἐναρμονίου λυρισμοῦ). ἀληθῶς γὰρ ἡ ἀσωτία πεπληγμένη ἐστὶ διάνοια. —ἐν κακίᾳ μανικὸν καὶ ἀκόλαστον. Θ. μανικόν. Dv.
5παραπλὴξ ὁ παραπαίων ἤτοι ὁ μαινόμενος, ὁ παρα‐ κεκομμένος τὴν φρόνησιν. καταπλὴξ δὲ ψοφοδεὴς, ὁ δεδοικὼς τὰ πάντα. P.

sch plut

243

παραβεβλημένος: Ἐκδεδομένος. P.

sch plut

244

θύραζ’: Ἐκτὸς τῆς θύρας. ἐν ἀκαρεῖ: Ὀλίγῳ. Θ. P. ἐπ’ ὀλίγῳ. R. ἐν ἀκαρεῖ: Ἐν ὀλίγῳ. ἐπίρρημα τὸ ἀκαρεὶ, ἐξ οὗ παρῆκται τὸ ἀκαρὲς ἐπιρρηματικὸν ὄνομα. V. (πεποίηται δὲ παρὰ τὸ ἄτμητον τοῦ χρόνου,
5ὡς καὶ τῆς κειρομένης τριχός. ἀκαρὲς δὲ τὸ ἄτμητον Ἄλλως.) τῷ ἐλαχίστῳ, ὃ οὐχ οἷόν τε διακεῖραι καὶ δια‐ κόψαι διὰ τὸ βραχύτατον τοῦ χρόνου. πεποίηται δὲ ἀπὸ τῶν μικρῶν τριχῶν τῶν διὰ βραχύτητα μὴ δυναμένων καρῆναι. (Ἄλλως. ἐπίρρημα τὸ ἀκαρῶς, ἀφ’ οὗ τὸ
10ἀκαρὲς ἐπιρρηματικὸν ὄνομα. ὅπερ δὲ πάσχουσιν ἐκεῖ‐ νοι δι’ ἀσωτίαν γυμνούμενοι, τοῦτο εἰς ἑαυτὸν ἐπή‐ γαγε.)

sch plut

245

μετρίου: Ἐλευθέρου, μέτρον καὶ τάξιν ἔχον‐ τος ἐν τῷ βίῳ. Θ. P. (μετρίου γὰρ ἀνδρὸς: Τουτέστι, ταῦτα πάσχεις, ἐπεὶ οὐδέποτε μετρίου ἀνδρὸς ἐπέτυ‐ χες.)

sch plut

246

τούτου τοῦ τρόπου: Τῆς μετριότητος δηλονότι. πως εἴμ’ ἀεί: Εἰμὶ καταπολύ. Θ. P. πῶς εἴμ’ ἀεί: (Τὸ πῶς θαυμαστικόν ἐστι·) θαυμάζει γὰρ αὑτὸν ὡς ἀεί ποτε σύμμετρον ὄντα. (μετρίου δὲ λέγει ἀνδρὸς, τοῦ
5διαμετροῦντος ἑαυτὸν τῷ ζῇν.)

sch plut

247

φειδόμενος: Ἀρετῆς γάρ ἐστι τῷ δέοντι καιρῷ ἁρμοζόμενον καὶ φείδεσθαι καὶ δαπανᾶν. —φειδόμε‐ νος: Ἀκριβολογούμενος τῶν χρημάτων. ὡς οὐδεὶς ἀνήρ: Χαίρει. P.

sch plut

248

ἀναλῶν: Ἀντὶ τοῦ δαπανῶν. V. Χαίρω, ἡνίκ’ ἂν τοῦ φείδεσθαι χρεία ᾖ. P. ἡνίκ’ ἂν τούτου δέῃ: Τὸ ἡνίκ’ ἂν τούτου δέῃ κοινῶς λάμβανε, καὶ πρὸς τὸ ἀνα‐ λῶν, καὶ τὸ φειδόμενος. Junt.

sch plut

249

ὡς ἰδεῖν σε βούλομαι: (Οὐχ ἵνα ὁ Πλοῦτος ἴδῃ τὴν γυναῖκα καὶ τὸν υἱὸν, τυφλὸς γὰρ ἦν, ἀλλ’) ἵνα ἐκεῖνοι τὸν Πλοῦτον ἴδωσιν· οὕτω γὰρ πρέπει. Ἀττικὸν δὲ τὸ πλεονάζειν τοῖς ἄρθροις. —δεῦρο εἰσέλθωμεν.
5ὡς: Ὅτι. Θ. P.

sch plut

250

μόνον: Μονογενῆ. P.

sch plut

251

ὃν ἐγὼ: Δείκνυσιν, ὡς καὶ τῶν παίδων αὐτῶν πλέον τὸν πλοῦτον φιλοῦσιν οἱ ἄνθρωποι. P. Vict. πεί‐ θομαι: Χαριέντως τοῦτό φησιν· οἶδα γὰρ ὅτι καὶ τέ‐ κνων προτιμᾷς τὸν πλοῦτον. —ἢ ὅτι σε φιλῶ μάλιστα
5μετὰ τὸν υἱόν.337

sch plut

252

τί γὰρ ἄν τις: Ἡ κατασκευὴ αὕτη, ἡ τί γὰρ ἄν τις, πρὸς τὸ, ὃν ἐγὼ φιλῶ μάλιστα μετὰ σέ, τὸ δὲ πείθομαι διὰ μέσου τῷ Πλούτῳ εἴρηται. Junt. τί γὰρ ἄν: Διατί. P.

sch plut

253

ὦ πολλὰ δὴ τῷ δεσπότῃ: Εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν ἐννέα πρὸς τοῖς τεσσα‐ ράκοντα, ἄχρι τοῦ, «ἐγὼ δὲ τὴν Κίρκην,» ὧν οἱ μὲν μεʹ τετράμετροί εἰσι καταληκτικοὶ, οἱ δὲ, «βληχώμε‐
5νοί τε προβατίων,» καὶ, «αἰγῶν τε κιναβρώντων μέλη,» ἔτι δὲ, «ἡγούμενον τοῖς προβατίοις,» καὶ «εἰκῆ δὲ καταδαρθέντα που,» τέσσαρες ὄντες, δίμετροί εἰσιν ἀκατάληκτοι. καὶ τὸ μὲν τετράμετρον Ἱππωνά‐ κτειον καλεῖται, διὰ τὸ κατακόρως αὐτὸν τούτῳ χρή‐
10σασθαι. οἷόν ἐστι καὶ τὸ [Hipponactis ap. Hephaest. p. 30] «εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα.» τὸ δὲ δί‐ μετρον Ἀνακρεόντειον, οἷόν ἐστι τὸ, «καὶ μαίνομαι κοὐ μαίνομαι.» ἐφ’ ἑκάστῳ συστήματι παράγραφος· ἐπὶ δὲ τῷ τέλει τῶν στίχων διπλῆ ἔξω νενευκυῖα. ἰστέον
15ὅτι, ὅτε τίθεται ἐν τοῖς ἀμοιβαίοις τῶν ὑποκριτῶν προσ‐ ώποις ἐν ἐκθέσει κῶλά τινα μετὰ τὴν περίοδον τῶν στίχων τοῦ αὐτοῦ μέτρου ὄντα, ἢ καὶ ἑτέρου (εὕρηται γὰρ καὶ οὕτως) ὁ τοιοῦτος σχηματισμὸς καλεῖται διπλῆ, διὰ τὸ μετὰ τὴν συμπλήρωσιν τούτων τὸ σημεῖον ἐκτὸς
20τίθεσθαι τῆς διπλῆς· ὅπερ τριγώνου πλαγίου σχήματι ἔοικεν τῆς βάσεως μόνης λιπούσης· μεθ’ ἣν οὐδὲ χοροῦ πάροδος ἀεὶ γίνεται, ἀλλὰ σπανίως. ὅτε δὲ οὐ τίθεται κῶλα τοιαῦτα, ἀλλ’ ἐν οἷς ἤρξαντο στίχοις, ἐν τούτοις οἱ ὑποκριταὶ παύονται, τὸ τοιοῦτο καλεῖται κορωνὶς,
25διὰ τὸ μετὰ τὴν συμπλήρωσιν τούτων τὸ σημεῖον τῆς κορωνίδος τίθεσθαι· ὅπερ γραμμή τίς ἐστι βραχεῖα, καμ‐ πήν τινα ὑποκάτω ἔχουσα· ἧς ἑξῆς ἀεὶ τίθεται κορω‐ νὶς ἑτέρα χοροῦ, ἐπισφραγίζουσα οἷον τὰ ῥηθέντα. ἐν δὲ ταῖς στροφαῖς καὶ ἀντιστροφαῖς καὶ τῇ μεταξὺ τούτων
30τῶν ὑποκριτῶν περιόδῳ παράγραφος τίθεται, ὡς Ἡφαι‐ στίων φησὶν, ἧς τὸ σχῆμα γραμμή τίς ἐστι βραχεῖα, ὥσπερ τινὰ στιγμὴν ἐν τῷ ἄκρῳ ἔχουσα. δῆλα δέ ἐστι τὰ τοιαῦτα σχήματα καὶ ἐν τῷ βιβλίῳ κείμενα· μεθ’ ὧν ἐστι καὶ ὁ ἀστερίσκος, οὗ τὸ σχῆμα ἀστέρι ἔοικεν.
35Ἡφαιστίων δέ φησιν [p. 133] ὅτι κατὰ τὴν Ἀριστοφά‐ νειον ἔκδοσιν ὁ ἀστερίσκος ἐπὶ ἑτερομετρίας ἐτίθετο μό‐ νης. χρώμεθα δὲ, φησὶ, τῇ κορωνίδι ἐν τοῖς δράμασιν κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν, τῶν ὑποκριτῶν εἰπόντων τινὰ καὶ ἀπαλλαγέντων, καταλείπηται ὁ χορός· ἢ ἔμ‐
40παλιν· ἢ ὅταν μετάβασις ἀπὸ τόπου εἰς τόπον γίνεσθαι δοκῇ τῆς σκηνῆς· τῇ δὲ παραγράφῳ ἤτοι κατὰ πρόσ‐ ωπα ἀμοιβαῖα, ἔν τε τοῖς ἰαμβικοῖς καὶ τοῖς χορικοῖς, μεταξὺ τῆς τε στροφῆς καὶ τῆς ἀντιστρόφου. ἐὰν μέν‐ τοι ἡ στροφὴ ἐξ ἀμοιβαίων τυγχάνῃ συγκειμένη, οὐκ
45ἐξαρκεῖ πρὸς τὸ δηλῶσαι, ὅτι πεπλήρωται ἡ στροφὴ, ἡ παράγραφος, ἐπιφερομένης ἄλλης στροφῆς, ἐπεὶ καὶ ἐφ’ ἑκάστου κώλου οὐδὲν ἧττον τίθεται· ἀλλὰ κεῖται καὶ ἡ ἔσω νενευκυῖα διπλῆ· τοῦτο δὲ, ἐὰν ἀντίστροφος ἐπιφέρηται, ὡς, ἐάν γε μεταβολὴ μόνον ᾖ στροφῶν, ἡ

sch plut

253

(50)

ἔξω βλέπουσα τίθεται.

sch plut

253bis

πολλὰ: Πολλάκις. ταυτὸν: Ὅμοιον. P. θύμος ἐστὶ τὸ ἀγριοκρόμυον, ᾧ δι’ ἄκραν ἀπορίαν χρῶνται οἱ πένητες. ἔχει δὲ τὸ υ βραχύ. τὸ δὲ θυμὸς, ὃ δηλοῖ τὴν ψυχὴν, μακρόν. P. εἶδος βοτάνης. πρὸς τὸν χορὸν τῶνColumn end
5γεωργῶν. V. ταὐτὸν θύμον: Ἀντὶ τοῦ, τῆς αὐτῆς πε‐ νίας μετασχόντες· θύμος γὰρ εἶδος βοτάνης εὐτελοῦς. τινὲς δέ φασιν ὅτι παρῴδηται ἐκ τῶν Ἡσιόδου [Op. 41]
οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.
10ἀντὶ τοῦ, ὦ δίκαιοι, τὰ εὐτελῆ θέλοντες ἐσθίειν διὰ τὸ μὴ ἐθέλειν ἀδικεῖν· ἅμα δὲ καὶ τὸ τραχὺ (καὶ ἄκαρ‐ πον) τῆς γῆς διαβάλλει. (οὐδετέρως δὲ τὸ θύμον λέγε‐ ται καὶ βραχυπαραλήκτως καὶ βαρυτόνως· ἐκτεινόμε‐ νον γὰρ καὶ ὀξυνόμενον καὶ ἀρσενικῶς κλινόμενον δηλοῖ
15τὴν ψυχήν.)

sch plut

254

δημόται: Ἤτοι οἱ ἀπὸ τοῦ αὐτοῦ δήμου. τοῦ πονεῖν ἐρασταὶ: Τοῦ κοπιᾶν ἐπιθυμηταί. P.

sch plut

255

ἴτ’, ἐγκονεῖτε: Ἀντὶ τοῦ ἐνεργεῖτε, ταχύνατε· (ἐπεὶ οἱ τρέχοντες κόνεως πληροῦνται. ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ ἔργον. ἢ ὅτι πρὸ τοῦ τῆς κόνεως ἅψασθαι νικῶσιν.) —πρόσιτε, κόνιν ἐγεί‐
5ρετε, ὅτι ὁ καιρὸς οὐχὶ βραδύνειν ἐστί. P. (ὁ καιρὸς οὐχὶ μέλλειν: Οὐ τοῦ μέλλειν καὶ ἀνα‐ βάλλεσθαι καιρός ἐστιν, ἀλλὰ τοῦ σπεύδειν καὶ κόνιν πέμπειν.)

sch plut

256

ᾗ δεῖ παρόντ’: Καθ’ ἣν ἀκμεῖ δεῖ παρόντας βοηθεῖν. P.

sch plut

257

οὐκοῦν: Τὸ λοιπόν. ὁρμωμένους: Κινουμένους. πάλαι: Πρὸ ὥρας. P. πάλαι προθύμως: Συντόνως, δεικτικῶς. (τὸ δὲ πάλαι οὐ μόνον βραδυτῆτός ἐστιν ἐπίρρημα, ἀλλὰ καὶ ταχυτῆτος.)

sch plut

258

ὡς εἰκός ἐστιν: Ὁρμᾷν. ἀσθενεῖς: Ἀδυνάτους. ἤδη: Ἀπὸ τοῦ νῦν. P.

sch plut

259

ἀξιοῖς: Ἄξιον κρίνεις. ἴσως: Ὁμοίως. P. ὁμοίως σοι τρέχειν. Θ. ἴσως με θεῖν: Ἐξίσου σοι τρέχειν. τὸ δὲ λοιπὸν ἐν ὑπερβατῷ· καίτοι γε ἐξῆν εἰπεῖν, καὶ ταῦτα πρὶν φράσαι μοι.

sch plut

260

ὅτου: Οὗτινος. P.

sch plut

261

οὐκοῦν πάλαι δήπου: (Σύνδεσμος ἀποδεικτι‐ κός· τοὺς γέροντας δὲ παίζει μηδὲν εἰπὼν, καὶ ὑποκρί‐ νεται εἰρηκέναι, διὰ τὸ αὐτῶν τὰ ὦτα γήρᾳ πεπηρῶ‐ σθαι.) ἐπεγγελᾷ οὖν τῷ ἀμυδρῷ τῶν αἰσθήσεων διὰ τὸ
5γῆρας. —Ἄλλως. δέον ἔλεξα εἰπεῖν πρὸς τὸ πάλαι, ὁ δὲ λέγω εἶπε δεικνὺς, ὡς οὐχ ἅπαξ, ἀλλὰ πάλαι καὶ νῦν λέγει. παίζων δὲ ὁ θεράπων τοῦτό φησιν· οὐ γὰρ προεῖπεν αὐτοῖς τίνος χάριν αὐτοὺς καλεῖ. Junt. δήπου λέγω: Θέλων ὡς κωφοὺς διαβαλεῖν φησίν. ἀκούεις:
10Ἐμοῦ. P.

sch plut

262

φησιν: Ὑπισχνεῖται. P.

sch plut

263

ψυχροῦ βίου: Ἤτοι τοῦ ταλαιπώρου. ἢ ἐπιμεμ‐ φόμενος διὰ τὸ γῆρας τοῦτό φησιν, ἀντὶ τοῦ εὐτελοῦς· τὸ δὲ ἑξῆς, ὑμᾶς ἅπαντας ἀπαλλαγέντας ψυχροῦ καὶ δυσκόλου βίου ζήσειν. —ψυχροῦ: Νεκροποιοῦ· τοιοῦ‐
5τος γὰρ ὁ τῶν πενήτων. δυσκόλου: Δυσπορίστου.
ἀπαλλαγέντας: Ἐλευθερωθέντας. P.338

sch plut

264

τί δέ ἐστιν ... ὅ φησιν: Ὅπερ ὑπισχνεῖται. P.

sch plut

265

φέρων ἦλθεν ἐνταῦθα. P. ἀφῖκται: Παραγέ‐ γονε. Vict. πόνηροι: Γεωργοί. Dv. P.

sch plut

266

ῥυπῶντα: Αὐχμοῦ μεστόν. ἔστι καὶ ῥυπόω, ῶ, καὶ ῥυπάω, ὡς ἐνταῦθα, καὶ ῥυπαίνω. Junt. ῥύπον ἔχοντα. V. κυφὸν: Κυρτόν. ἄθλιον: παρὰ τὸ ἆθλον, ἐπίπονον.
5R. V. ῥυσὸν δὲ, ῥυτίδας ἔχοντα. (μαδῶντα· φαλακρόν. V.) νωδὸν δὲ, ὀδόντας μὴ ἔχοντα διὰ τὸ γῆρας· οὐ γὰρ δὴ ἄφωνον· λαλεῖ γοῦν ὁ Πλοῦτος· [ψωλὸν δὲ, ἀσχή‐ μονα κατὰ παρέκτασιν τοῦ μορίου· μαδῶντα δὲ, φα‐ λακρὸν, καθόλου τρίχας μὴ ἔχοντα.]
10μυδῶντα: Γράφεται καὶ μυδῶντα καὶ μαδῶντα. καὶ μυδῶντα μὲν ἀντὶ τοῦ δυσώδη ἀποπέμποντα· μα‐ δῶντα δὲ ἀντὶ τοῦ κόμην μὴ ἔχοντα. Junt. ῥυπούμενον, ζαρομάγουλον, κυρτὸν, ὡς κουκινὸν ἐζε‐ ματισμένον, ῥυτίδας ἔχοντα, φαλακρὸν, κυφὸν ἢ κυρ‐
15τόν. Θ. ῥυπῶντα: Ῥερυπωμένον. κυφὸν: Κυρτόν. P. κεκυμμένον. Vict. ἄθλιον: Δυστυχῆ. ῥυσὸν: Ῥυτίδας ἔχοντα. μαδῶντα: Φαλακρόν. νωδόν: Ἐστερημένον ὁδοῦ. P. ἐστερημένον ὀδόντων. Θ.

sch plut

267

ψωλὸν: Εἰς τὸ αἰσχρὸν μεταβέβηκε. τουτέ‐ στιν ἀσχήμονα κατ’ ἐπέκτασιν τοῦ μορίου. καλῶς δὲ τὸ οἶμαι, ἐπειδὴ τὰ μὲν ἄλλα πάθη τοῦ σώματος εἰς ὄψιν ἑώρα, τοῦτο δὲ κρυφῆ ὂν καὶ μὴ ὁρῶν αὐτὸ ἀπὸ
5εἰκασμοῦ λέγει. V. ψωλὸν: Κηλήτην. B. Θ. P. ἀσχη‐ μόνως κηλήτην. C. ἐσπασμένον. D. ὡς μετὰ τῶν ἄλ‐ λων κακῶν καὶ τὸ τῆς κήλης πάθος ἔχει τὸ γῆρας, χαυ‐ νωθέντος τῷ χρόνῳ τοῦ σώματος. —διαβάλλει ὁ ποιη‐ τὴς αὐτῶν τὴν κωφότητα· ἕτερα γὰρ εἰπόντος, ἕτερα
10ἀκούειν ἔδοξαν. μὴ λάβῃς δὲ ἔξωθεν τὴν διά εἰς τὸ ἐπῶν. ἀλλ’ ἔστιν ἡ γενικὴ πρὸς τὸ χρυσόν. ὡς φαμὲν σωρὸν χρημάτων. τὸν γὰρ χρυσὸν ἀγγείλας ἐπῶν, ἀντὶ τοῦ ἔπη λέξας χρυσὸν παριστῶντα. P.

sch plut

268

ὦ χρυσὸν ἀγγείλας ἐπῶν: Ἀττικὴ ἡ σύνταξις· ἀντὶ τοῦ, ὦ πλοῦτον ἐκ τῶν ἐπῶν ἀγγείλας· ἢ ἀντὶ τοῦ, ὦ τιμιώτατον εἰπὼν λόγον. ἀγγείλας: Εἰπὼν, μηνύσας. ἐπῶν: Διὰ τῶν. P.

sch plut

269

δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα: (Ὡς πολύπειροι συνῆκαν τὴν τοῦ Πλούτου [ἐν μύθοις οὕτως ἔχουσαν] ὑπογραφήν.) κυρίως δὲ σωρὸς τὸ ἐκ μικρῶν σπερμάτων συναγόμενον πλῆθος, παρὰ
5τὸ σῶ (ὅ ἐστι σώζω) συνάγω· (σορὸς δὲ θηλυκῶς ἐπὶ τοῦ τάφου καὶ διὰ τοῦ ο μικροῦ· ἐπὶ δὲ τῶν καρπῶν ἀρσενικῶς καὶ διὰ τοῦ ω μεγάλου.) καλῶς οὖν ἀπὸ τῶν καρπῶν φαίνονται εἰρηκότες· οἱ γὰρ εὐθηνοῦντες καὶ πλούσιοί εἰσιν. ἢ ὡς γεωργοὶ ταύτῃ κέχρηνται τῇ
10παραβολῇ. —δηλοῖς: Παριστᾷς. αὐτὸν: Τὸν σὸν δε‐ σπότην. σωρὸν: Πλῆθος ἐλθεῖν χρημάτων φέροντα. P.

sch plut

270

πρεσβυτικῶν μὲν οὖν: Διὰ τὸ τῷ γήρᾳ ἕπεσθαι ταῦτα τὰ συμπτώματα· [ἀπὸ κοινοῦ δὲ τὸ δηλῶ.] πρεσβυτικῶν: Μᾶλλον μὲν οὖν ... P.

sch plut

271

μῶν: Μὴ οὖν. V. φενακίσας: Φενάκη τὸ προ‐
κόμιον, οἷον τοῦ φαινομένου κρανίου τὸ ἄκος, καὶ σκέπη. —Ἄλλως. φενακίσας, ἀπατήσας· φενακισμὸς γὰρ ἡ ἀπάτη. V. ἄλλως δὲ κεφαλῆς τριχῶν πενομένηςColumn end
5ἄκος. φενάκη δὲ κυρίως ἡ προσθετὴ καὶ ἐπιτηδευτὴ κόμη, ἀπὸ τῶν κατερρυηκυιῶν γυναικῶν, καὶ οὕτως ἀπατουσῶν διὰ τῆς ἐπεισάκτου κόμης. —μῶν ἀξιοῖς: Ἄρα ἄξιον κρίνεις ... φενακίσας: Ἀπατήσας. ἀπαλ‐ λαγῆναι: Ἐλευθερωθῆναι. P.

sch plut

272

(ἀζήμιος: Ἀντὶ τοῦ ἀβλαβής· κυρίως δὲ ζημία ἡ τῆς ζωῆς μείωσις, ἢ τὸ ἐν τῇ ζωῇ μιαρόν. βακτη‐ ρία δὲ, ἤτοι ἡ τὴν βάσιν ποιοῦσα ἑδραίαν· ἢ βατηρία τίς οὖσα, ἡ τῆς βάσεως αἰτία, κατὰ πλεονασμὸν τοῦ κ.
5Ἄλλως. πάντες οἱ γέροντες ἐν ταῖς Ἀθήναις δύο βα‐ κτηρίας ἐβάσταζον. ἦν δὲ προειρηκὼς, ἀσθενεῖς γέρον‐ τας ἤδη. εἶχον δὲ ἢ διὰ τὸ ἐπερείδεσθαι αὐτῇ, ἢ διὰ τὸ ἀμύνασθαι ταύτῃ μὴ δυναμένους χερσί.) —ἀζήμιος: Ἀθῷος. ἔχοντος: Φέροντος, βαστάζοντος. P.

sch plut

273

πάντως γὰρ: Ἀληθῶς γὰρ νομίζετέ με τοιοῦτον ἄνθρωπον τῇ φύσει εἰς ἅπαντα, καὶ οὐδὲν ὑγιὲς εἰπεῖν. —πάντως: Κακῶς κρίνετε. P. τοιοῦτον: Ἀπατεῶνα. Dv.

sch plut

274

ὑγιὲς: Οὐδὲν (πρᾶγμα) ὑπολαμβάνετε ἀληθὲς ἐμὲ εἰπεῖν. P.

sch plut

275

ὡς σεμνὸς: Κατ’ εἰρωνείαν. οὑπίτριπτος: Ὁ ἄξιος ἐπιτρίψεως, τῆς ἀπωλείας. P. ἐπιτριβῆναι ἄξιος. Vict. αἱ κνῆμαι: Οἱ ἄντζες. Dv. οὑπίτριπτος: Ὁ ἐπι‐ τρίψεως καὶ βλάβης ἄξιος. ἐπιτρῖψαι γὰρ τὸ διαφθεῖ‐
5ραι. κυρίως δὲ χοίνικας καλοῦσι πᾶν περιφερὲς ὡς καὶ τὸ μέτρον. συμπλέκει δὲ οὐχ ὡς ἕτερον σημαῖνον, ἀλλὰ τὸ μὲν ὡς γένος, τὸ δὲ ὡς εἶδος. ὅτι τῷ εἴδει καὶ τὸ γενικόν. αἱ γὰρ χοίνικες πέδαι εἰσί τινες. πέδας δὲ τὰς ἀλύσεις, αἳ ἐξήρτηνται τούτοις καὶ ἐμποδίζουσι
10τὴν πορείαν. τὸ δὲ ἰοὺ ἰού ὡς τῶν πεπεδημένων οὕτω σχετλιαζόντων. V.

sch plut

276

τὰς χοίνικας καὶ τὰς πέδας: Ἐν τῷ εἰδικῷ καὶ τὸ γενικὸν ἐπήγαγεν· αἱ γὰρ χοίνικες πέδαι τινές εἰσιν· χοῖνιξ δὲ πᾶν περιφερές· διὸ καὶ τὸ μέτρον χοῖνιξ καλεῖται. —χοίνικας: Τὰ δεσμὰ, καὶ τὰς ἰδιωτικῶς
5λεγομένας κλάπας. ποθοῦσαι: Ὀνειδίζει αὐτὸν ὡς δοῦλον. Θ. P.

sch plut

277

σορῷ: Μνήματι. V. τάφῳ. λαχὸν: Κληρω‐ θέντος τοῦ γράμματός σου ἀττικοῦ. Θ. P. λαχόντος. D. ἐν τῇ σορῷ νυνὶ λαχὸν: Δέον εἰπεῖν αὐτὸν ἐν τῷ δικα‐ στηρίῳ σου τὸ γράμμα ἔλαχεν, εἶπεν ἐν τῇ σορῷ,
5ἐπεὶ γέρων. οἱ δὲ γέροντες πλησίον εἰσὶ τῆς σοροῦ. V. παρὰ τοῖς Ἀθηναίοις δέκα ἦσαν φυλαί. ἔθος οὖν ἀπὸ πασῶν τῶν φυλῶν δικαστὰς καθίζειν· εἶτα ἀπὸ μιᾶς ἑκάστης ἐλάμβανον ἄνδρας πέντε τοὺς ἐπισημο‐ τέρους· καὶ πάλιν ἐκ τῶν πέντε ἕνα τὸν κλήρῳ λα‐
10χόντα ἐποίουν δικάζειν. ἀντὶ οὖν τοῦ εἰπεῖν ἐν τῷ δι‐ καστηρίῳ κληρωθὲν τὸ γράμμα καὶ τὸ ψήφισμα, ὅ ἐστιν ὁ κλῆρος, δικάζειν σε καὶ δικαστὴν καθίστησιν, ὡς πρὸς γέροντα παρ’ ὑπόνοιαν παίζει. Ἄλλως. ἐν ταῖς Ἀθήναις πολλὰ ἦν δικαστήρια. καὶ ἐν τισὶ μὲν
15ἐδίκαζον περὶ φονικῶν πραγμάτων, ἐν τισὶ δὲ περὶ δη‐
μοτικῶν· καὶ ἕκαστον δὲ τούτων εἶχεν ἕν τι τῶν στοι‐ χείων εἰδικὸν ὄνομα. οἷον ἦν τι τῶν δικαστηρίων λε‐ γόμενον ἄλφα, ὁμοίως ἄλλο βῆτα, ἄλλο γάμμα, καὶ ἑξῆς τὸ δ καὶ τὸ ε καὶ οὕτως ἕως τοῦ κ. δέκα γὰρ ἦν339
20δικαστήρια τὰ πάντα ἐν Ἀθήναις, καὶ πρὸ θυρῶν δὲ ἑκάστου δικαστηρίου ἐγέγραπτο πυρρῷ βάμματι τὸ στοιχεῖον, ᾧτινι τὸ δικαστήριον ὠνομάζετο. ὅσοι δὲ δικασταὶ ἦσαν ἐν Ἀθήναις, ἕκαστος καθ’ ἕκαστον δι‐ καστήριον εἶχε δέλτον, (τουτέστι πινάκιον, ἐν ᾧ ἐγγε‐
25γραμμένον ἦν τὸ ὄνομα αὐτοῦ καὶ τοῦ δικαστηρίου. εἶχε δὲ καὶ ῥάβδον ἅμα τῷ πινακίῳ· καὶ ἐν αὐτῇ δὲ τῇ ῥάβδῳ ἦν τὸ ὄνομα τοῦ δικαστηρίου ἐγγεγραμμένον· ὅτε οὖν συνέβαινε καιρὸς τοῦ δικάζειν, ἤρχοντο πάντες οἱ δικασταὶ εἰς τὴν ἀγορὰν, κἀκεῖ κλήρους ἔβαλλον·
30καὶ ὅστις ἂν ἐκληροῦτο κλῆρον ἔχοντα τὸ α, ἀπήρχετο εἰς τὸ α δικαστήριον, ὁμοίως εἰς τὸ β καὶ τὰ ἐφεξῆς. καὶ πρῶτον μὲν ἐδείκνυε τῷ κήρυκι τοῦ δικαστηρίου τὸν κλῆρον τοῦ στοιχείου· ὁ δὲ κῆρυξ λοιπὸν ἐδίδου αὐτῷ τὸ πινάκιον αὐτοῦ καὶ τὴν ῥάβδον, εἶτα οὕτως ἐδίκαζεν.
35εἰ δέ τις δικαστὴς εἰσῄει μὴ κληρωθεὶς εἰς τὸ δικαστή‐ ριον, κατηγορεῖτο καὶ ἐζημιοῦτο διαφόρως.) Ἄλλως. ἔρχεται ἕκαστος εἰς τὸ πινάκιον ἔχων ἐπιγεγραμμένον τὸ ὄνομα αὐτοῦ καὶ πατρόθεν καὶ τοῦ δήμου καὶ γράμμα ἕν τι μέχρι τοῦ κ, διὰ τὸ πάλαι δέκα φυλὰς εἶ‐
40ναι Ἀθήνῃσι, διῄρηντο γὰρ κατὰ φυλάς. εἶτα οἱ θε‐ σμοθέται κατὰ φυλὴν ἕκαστος καὶ δέκατος ὁ γραμματεὺς ἐκλήρουν τὰ γράμματα μέχρι τοῦ κ. καὶ τὰ λαχόντα ἴσα τὸν ἀριθμὸν τοῖς μέλλουσι κληροῦσθαι δικαστηρίοις ὑπηρέτης φέρων ἐτίθει καθ’ ἕκαστον δικαστήριον ἕν· εἶτα
45πάλιν ἀπεκληροῦντο οἱ τὰ εἰληχότα γράμματα ἔχοντες τίνες δικάσουσι καὶ τίνες οὔ. τοῦτο οὖν ἐστιν, ὃ λέγει, ἀμείψας τοῦ γελοίου χάριν. ἀνθυπήλλαξε γὰρ εἰπὼν ἐν τῇ σορῷ, δέον ἐν τῇ Ἡλιαίᾳ. ἐγράφοντο δὲ, ὅτι, ἐπεὶ ἦν πέντε δικαστήρια, ἐκληροῦντο πέντε γράμματα ἀπὸ

sch plut

277

(50)

τοῦ α ἕως τοῦ ε. εἶτα τὸ πρῶτον ἀνενεχθὲν ἐπὶ τοῦ α προετίθετο δικαστηρίου, ὡς ἂν ἔτυχεν, καὶ οἱ δικάζον‐ τες ἐκληροῦντο εἰς οἷον ἕκαστος λάχῃ δικάσαι. (τοῦτο δὲ ἐγίνετο, ἵνα μὴ διαφθείρηται τὰ δικαστήρια, ἀκρίτως ἐρχομένων τινῶν χωρὶς κλήρου εἰς τὸ δικαστή‐
55ριον δικάσαι.) τὸ δὲ, «ὁ Χάρων τὸ ξύμβολον δίδωσι,» τοιοῦτόν ἐστι. τοῖς λαχοῦσι δικάσαι εἰσελθοῦσιν ἑκάστῳ σύμβολον δίδοται δημόσιον παρὰ τῆς ἐπὶ τούτῳ εἰλη‐ χυίας ἀρχῆς, ἵν’ οἱ ἐξιόντες καὶ τοῦτο προσφέροντες λαμβάνοιεν τὸν δικαστικὸν μισθόν. εἰπὼν οὖν σορὸν,
60ἐπήγαγε Χάρων. δέον δὲ εἰπεῖν ὁ ἄρχων τὸ σύμβολον δίδωσιν, ὅς ἐστιν ὁ μισθὸς ὁ δικαστικὸς, εἶπεν ὁ Χάρων, ὡς γερόντων αὐτῶν καὶ μελλοθανάτων. —Ἄλλως. δέον οὕτως εἰπεῖν, ὅτι καιρὸς ἦλθεν ὑμᾶς πλουσίους γενέσθαι, ὑμεῖς δὲ μέλλετε, ὁ δὲ οὐχ οὕτως εἶπεν, ἀλλ’
65ἠθέλησεν αὐτοὺς σκῶψαι ὡς γέροντας ὄντας, καὶ ἐγγὺς τοῦ θανάτου· σκώπτει δὲ οὐ καθαρῶς, ἀλλὰ διὰ τοῦ ἔθους, ὃ Ἀθηναῖοι εἶχον περὶ τὰς δίκας· ἦν δὲ τοιοῦτο. δέκα δικαστήρια ἦσαν παρ’ Ἀθηναίοις, τὸ μὲν φόνου, τὸ δὲ μοιχείας, τὸ δὲ ἑτέρου τινός. οὐσῶν δὲ καὶ ιʹ φυ‐
70λῶν, ἐξελέγοντο ἐξ ἑκάστης φυλῆς ἕνα ἄνδρα, καὶ ἔταττον αὐτοὺς εἰς τὰ τοιαῦτα δικαστήρια κριτὰς εἶναι· πλὴν ἔγραφον πρότερον τὰ τῶν ἀνδρῶν ὀνόματα, καὶ κλήρου γινομένου, ὁ μὲν εἰς τοῦτο, ὁ δὲ εἰς ἐκεῖνο δι‐ κάζειν ἐλάγχανεν. ἐδίδου δὲ ὁ κῆρυξ αὐτοῖς ῥάβδον, ἥτιςColumn end
75ἦν σύμβολον τοῦ δικάζειν, ἵνα ἕκαστος καθ’ ἑσπέραν ἀποδιδοὺς τῷ πρυτάνει τὴν ῥάβδον τριώβολον λαμβάνῃ μισθὸν τῆς δικάσεως. ἀντὶ οὖν τοῦ εἰπεῖν ἐν τῷ δικαστη‐ ρίῳ τὸ γράμμα σοῦ λαχὸν δικάζειν, καὶ διὰ τοῦτο καὶ ὁ κῆρυξ δίδωσί σοι τὸ σύμβολον, ὁ δὲ σκώπτων αὐτοὺς ὡς
80γέροντας καὶ ἐγγὺς θανάτου ὄντας φησὶν ἐν τῇ σορῷ καὶ ὁ Χάρων. ἔστι δὲ ἡ σύνταξις σολοικοφανής· λαχόντος γὰρ τοῦ γράμματός σου ὤφειλεν εἰπεῖν· ὁ δὲ εὐθεῖαν ἔθηκεν ἀντὶ γενικῆς, Ἀττικῷ ἔθει χρησάμενος· ἔθος γὰρ τοῖς Ἀττικοῖς οὕτω ποιεῖν, ἐπὶ μέντοι τῶν οὐδετέ‐
85ρων μετοχῶν. ἔστιν οὖν ἡ σύνταξις καὶ ἡ διάνοια τούτου αὕτη· λαχόντος τοῦ γράμματός σου δικάζειν σὲ ἐν τῇ σορῷ, ἤγουν ἐν τῷ δικαστηρίῳ, σὺ οὐ βαδίζεις, ὁ δὲ Χάρων, ἤγουν ὁ κῆρυξ δίδωσί σοι τὸ σύμβολον τοῦ κριτὴν εἶναι, τουτέστι τὴν ῥάβδον. πάνυ δὲ ἀστείως
90καὶ τὸν κήρυκα Χάροντα ὠνόμασεν· ὁ γὰρ Χάρων κατὰ ἀναγραμματισμὸν Ἄρχων λέγεται. Junt.

sch plut

278

[ὁ δὲ Χάρων τὸ ξύμβολον: Περὶ τοῦ παραδι‐ δομένου τοῖς εἰσιοῦσιν εἰς τὸ δικαστήριον συμβόλου Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ οὕτω γράφει «τοῖς γὰρ δικαστηρίοις χρῶμα **** ἐπιγέγραπται
5«ἐφ’ ἑκάστῳ ἐπὶ τῷ σφηκίσκῳ τῆς εἰσόδου. ὁ δὲ λαβὼν «τὴν βακτηρίαν βαδίζει εἰς δικαστήριον τὸ ὁμόχρουν «μὲν τῇ βακτηρίᾳ, ἔχον δὲ τὸ αὐτὸ γράμμα, ὅπερ ἐν «τῇ βαλάνῳ. ἐπειδὰν δὲ εἰσέλθῃ, παραλαμβάνει σύμ‐ «βολον δημοσίᾳ παρὰ τοῦ εἰληχότος ταύτην τὴν ἀρ‐
10«χήν.» ἀντὶ δὲ τοῦ εἰπεῖν ὁ κῆρυξ, ἢ ὁ δῆμος, ἀπήν‐ τησε πρὸς τὴν σορόν.ἀντὶ τοῦ τεθνάναι μέλλεις. V.

sch plut

279

διαρραγείης: Διασχισθείης. μόθων: Λίαν αἰ‐ σχρὸς, ἀνόητος, κόβαλος: Φλύαρος. P. μόθων: Φλύα‐ ρος. κόβαλος: Ὑβριστής. Dv. μόθων: Λίαν ὑβριστής. Br. Μόθων: Φλύαρος, αἰσχρὸς, ἄτιμος, φορτικὸς,
5δουλοπρεπὴς, ἀπὸ Μόθωνος τινὸς αἰσχροποιοῦ. Br. μό‐ θων: (Εἶδος αἰσχρᾶς καὶ δουλοπρεποῦς ὀρχήσεως· οἱ δὲ) Λάκωνες τοὺς παρατρεφομένους τοῖς ἐλευθέροις παῖδας μόθωνας καλοῦσιν. (Ἄλλως. μόθων, φλύαρος, φορ‐ τικὸς, ἄτιμος, αἰσχρός. λέγουσι γὰρ τοὺς Ἀθηναίους
10χειρωσαμένους τοὺς Μόθωνας [δουλικῇ καὶ ἀγεράστῳ] περιστῆσαι τύχῃ, ὅθεν καὶ Ἀττικοὶ μόθωνες. ἢ ἀπὸ Μόθωνός τινος αἰσχροποιοῦντος καὶ ἀεὶ ἐν τοῖς πότοις ὀρχουμένου.) ἢ ἀντὶ τοῦ ἀνόητος. ἄλλοι δὲ λέγουσι, δουλοπρεπεῖς, σπερμολόγους. —κόβαλος δὲ ὁ λάλος,
15ὁ ῥήτωρ. V. κόβαλος: Κόβαλοι δαίμονές εἰσί τινες σκληροὶ περὶ τὸν Διόνυσον. —ἀπατεῶνες. Junt. ἀπατεών. Vict.

sch plut

280

τέτληκας: Ὑπέμεινας. P.

sch plut

281

κέκληκε δεῦρο: Ἐκάλεσεν ἡμᾶς ἐνταῦθα. Hart.

sch plut

282

οἳ: Οἵτινες, ἡμεῖς δηλ. P. μοχθήσαντες: Κο‐
πιάσαντες. Dv. P. σχολῆς: Ἀναπαύσεως. P. οὐκ ἄγον‐ τες σχολὴν χάριν τῶν ἔργων. V. ἀντὶ τοῦ οὐκ ὄντος καιροῦ. R. V.340

sch plut

283

πολλῶν θύμων: Τὸ πολλῶν θύμων ῥίζας ἐκπε‐ ρῶντες τοιοῦτον ἔχει τὸν νοῦν. οἱ τὴν Ἀττικὴν οἰκοῦν‐ τες πένητες, ἐπεὶ μὴ εἶχον τὰς ἐκ τῶν σπερμάτων τροφὰς (ἀνεπιτήδειος γὰρ ὁ τόπος ἦν εἰς γεωργίαν,
5κατάξηρος ὢν), ἤσθιον θύμους, οὓς οἱ κοινοὶ βολβοὺς ἢ ἀγριοκρόμμυα φασίν. λέγει γοῦν ὁ χορὸς τῶν πενήτων ὅτι ἡμεῖς πολλὰ κοπιάσαντες, καὶ ταῦτα οὐκ οὔσης ἀδείας ἡμῖν, ἤλθομεν μετὰ προθυμίας ὧδε. Junt. θύ‐ μων: Ἀγριοκρόμμυον. Dv. σκυλοκρομμύων. P. ἀντὶ
10τοῦ πολλοὺς ἀγρούς. θυμοφόρος γὰρ ἡ Ἀττική. R. διεκπερῶντες: Ἀντὶ τοῦ παρορῶντες καὶ παρατρέ‐ χοντες ὑπὸ τῆς ἄγαν σπουδῆς, καὶ αὐτὰς δὴ τὰς τῶν θύμων ῥίζας πολλῶν ὄντων, ἃς ἐξ ἔθους εἴχομεν συλ‐ λέγειν. Junt. ἀνασπῶντες. Dv. διασπῶντες. P.

sch plut

284

ἀλλ’ οὐκ ἔτ’: Οὐδαμῶς. Πλοῦτον: Τὸν θεόν. P.

sch plut

285

ἄγων ὁ δεσπότης: Ἄγω, τὸ φέρω, τὸ ὁδηγῶ· ἄγω, τὸ νομίζω, ἄγω τὸ τιμῶ· καὶ ἄγω τὸ συντρίβω, ἀφ’ οὗ τὸ κατέαξαν, ἀντὶ τοῦ συνέτριψαν. Junt. ποιήσει: Καταστήσει. P.

sch plut

286

ὄντως: Ἔστι πλουτῆσαι ἡμᾶς. P. ἡμὶν εἶναι: Ἐν Σοφοκλεῖ εἴρηται περὶ τοῦ ἡμὶν, ὅτι καὶ βραχύ ἐστι, διὸ καὶ ὀξύνεται. P.

sch plut

287

Μίδας μὲν οὖν: Μίδας, βασιλεὺς ὢν Φρυγίας πλουσιώτατος, ὦτα ὄνου ἔσχε. τοῦτο οὖν παροιμιωδῶς ἐλέγετο ἐπὶ τούτου, ἤτοι ὅτι πολλοὺς ὠτακουστὰς εἶχεν, ἢ ὅτι κώμην Φρυγίας κατέσχεν, ἥτις Ὦτα ὄνου ἐλέ‐
5γετο. λέγεται δὲ τούτῳ τὸν Πακτωλὸν χρυσὸν ῥεῦσαι. λέγεται δὲ αὐτὸν πάλιν εὔξασθαι ὥστε πάντα γενέσθαι χρυσὸν, ὧν ἂν ἅψαιτο. ἢ ἐπεὶ ὄνος μᾶλλον ἀκούει τῶν ἄλλων ζῴων πλὴν μυός· καὶ Μίδας δὲ πολλοὺς ὠτακου‐ στὰς εἶχεν. οἱ δέ φασιν, ὅτι ψέξας ποτὲ τὸν Διόνυσον ὁ
10Μίδας μετεβλήθη εἰς ὄνον. ἢ ὅτι ὄνους τοῦ Διονύσου παριόντας ἠδίκησε· διὸ ὀργισθεὶς ὁ θεὸς ὦτα ὄνου αὐτῷ περιῆψεν. οἱ δὲ, ὅτι ὦτα μεγάλα φύσει εἶχεν. Ἄλ‐ λως. οὗτος ὁ Μίδας σφόδρα πλούσιος ἦν· ᾔτησε γὰρ, ὥς φασι, τοὺς θεοὺς, ὅ τι ἂν εἰς χεῖρας λάβῃ χρυσὸν γί‐
15νεσθαι· καὶ τυχὼν τῆς εὐχῆς, λιμαγχονηθεὶς ἀπέθανεν· ὅσα γὰρ ἐλάμβανεν [εἰς τροφὴν Junt.] εἰς χρυσὸν με‐ τεβάλλετο. μυθεύονται δὲ αὐτὸν καὶ ὦτα ὄνου ἔχειν, ὅτι τὰ τῆς ἀκοῆς αἰσθητήρια μέγιστα εἶχεν, οἷάπερ ὄνος· τὸ δ’ ἀληθὲς, ὅτι πολλοὺς εἶχεν ὠτακουστὰς, ὡς
20πάντ’ ἔχειν γινώσκειν τὰ ἐν τῇ ὑπ’ αὐτῷ χώρᾳ λεγόμενά τε καὶ πραττόμενα. τὸ δὲ μὲν οὖν, ἀντὶ τοῦ δέ. ἐμφαί‐ νει δὲ ἐντεῦθεν, ὡς οὐχ ἁπλῶς πλουσίους ποιήσει, Μί‐ δας δὲ οἱονεὶ ὑπερβολικῶς πλουσίους, οἷος ὁ Μίδας.

sch plut

288

ὡς ἥδομαι: Λίαν εὐφραίνομαι. P.

sch plut

290

θρεττανελὸ τὸν Κύκλωπα: Ἡ τοῦ Κύκλωπος ἱστορία δήλη· ὅτι ποιμὴν ὢν καὶ λύραν κατέχων, ἡγεῖτο τοῖς αὐτοῦ θρέμμασι, καὶ ὅτι αὐτὸν Ὀδυσσεὺς ἐτύφλω‐ σεν. ὥσπερ οὖν ἐκεῖνος, οὕτω καὶ οὗτος ἦν πρὸς τοὺς
5γέροντας, ᾄδων καὶ πορευόμενος μετ’ αὐτῶν. ἔστι δὲ τὸ θρεττανελὸ τῆς λύρας ἀπήχημα, καὶ οὐ συνάπτεται πρὸς τὴν σύνταξιν· ἀλλὰ διότι καὶ αὐτὸς ᾖδε, τούτου χάριν ἐνέθηκεν. οἱ δὲ λέγοντες τὸν θρεττανελὼ Κύ‐ κλωπα, ἤγουν τὸν ᾄδοντα τὸ θρεττανελὼ, καὶ διὰ τοῦτοColumn end
10καὶ τὸ λω μεγεθύνοντες, ἀμαθεῖς. τοῦτο δὲ ἐκ Κύκλω‐ πος Φιλοξένου ἐστί· πεποίηκε γὰρ οὗτος τὸν Κύκλωπα κιθαρίζοντα. διὰ δὲ τοῦ εἰπεῖν, καὶ τοῖν ποδοῖν ὡδὶ πα‐ ρενσαλεύων, ἔδειξεν ὅτι πρὸς τὴν πυγὴν αὐτοὺς τῷ ποδὶ ἔτυψεν. (τὸ δὲ ἑξῆς, καὶ μὴν ἐγὼ βουλήσομαι ὑμᾶς
15ἄγειν. διασύρει δὲ Φιλόξενον τὸν τραγικὸν, ὃς εἰσήγαγε κιθαρίζοντα τὸν Πολύφημον. τὸ δὲ θρεττανελὸ ποιὸν μέλος καὶ κρουμάτιόν ἐστι· τὸ δὲ, «ἀλλ’ εἶα τέκεα θα‐ μίν’ ἐπαναβοῶντες,» ἐκ τοῦ Κύκλωπος Φιλοξένου ἐστί.) Φιλόξενον τὸν διθυραμβοποιὸν (ἢ τραγῳδοδιδάσκα‐
20λον) διασύρει, ὃς ἔγραψε τὸν ἔρωτα τοῦ Κύκλωπος τὸν ἐπὶ τῇ Γαλατείᾳ· εἶτα κιθάρας ἦχον μιμούμενος ἐν τῷ συγγράμματι, τοῦτό φησι τὸ ῥῆμα θρεττανελό. ἐκεῖ γὰρ εἰσάγει τὸν Κύκλωπα κιθαρίζοντα καὶ ἐρεθίζοντα τὴν Γαλάτειαν. ἐπεὶ οὖν ἔφη ὁ χορὸς, «ἥδομαι καὶ
25τέρπομαι καὶ βούλομαι χορεῦσαι, «ὁ οἰκέτης φησὶ, «κἀγὼ βουλήσομαι χορεύειν.» καὶ ἅμα ἀναφωνεῖ τὸ μέλος ἐκεῖνο. ἡ γὰρ κιθάρα κρουομένη τοιοῦτον μέλος ποιεῖ, θρεττανελὸ θρεττανελό. —τινὲς ἀγροικικὴν εἶ‐ ναί φασι τὴν φωνήν. V. Ἄλλως. ὁ Φιλόξενος ὁ δι‐
30θυραμβοποιὸς ἐν Σικελίᾳ ἦν παρὰ Διονυσίῳ. λέγουσι δὲ ὅτι ποτὲ Γαλατείᾳ [τινὶ] παλλακίδι Διονυσίου προσέ‐ βαλε· καὶ μαθὼν Διονύσιος ἐξώρισεν αὐτὸν εἰς λατο‐ μίαν. φεύγων δὲ ἐκεῖθεν ἦλθεν εἰς τὰ ὄρη τῶν Κυθήρων, καὶ ἐκεῖ δρᾶμα τὴν Γαλάτειαν ἐποίησεν, ἐν ᾧ εἰσήνεγκε
35τὸν Κύκλωπα ἐρῶντα τῆς Γαλατείας· τοῦτο δὲ αἰνιττό‐ μενος εἰς Διονύσιον· ἀπείκασε γὰρ αὐτὸν τῷ Κύκλωπι, ἐπεὶ καὶ αὐτὸς ὁ Διονύσιος οὐκ ὠξυδόρκει.

sch plut

291

ὡδὶ: Οὕτως. παρασαλεύων: Μετρίως κινῶν, ἔτυψε γὰρ αὐτοὺς πρὸς τὴν πυγήν. P. παρενσαλεύων: Παρακινῶν. Vict.

sch plut

292

ἄγειν: Ὁδηγεῖν. ἀλλ’ εἶα: Ἄγε. θαμίν’: Συχνῶς, πολλάκις λέγοντες. P. χλευάζει αὐτοὺς ὡς γέ‐ ροντας. R. V.

sch plut

293

βληχώμενοι: (Ποιᾷ φωνῇ χρώμενοι· βληχᾶσθαι γὰρ τὸ τὰ προβάτια ποιᾷ κεχρῆσθαι φωνῇ. τὸ δὲ ἑξῆς, βληχώμενοι μέλη ὡς οἱ τράγοι ἕπεσθ’ ἀπομύζοντες ἑαυτούς. κινάβρα δὲ ἡ δυσωδία τῶν μασχαλῶν, ἢ τῶν
5αἰγῶν· κιναβρώντων οὖν, τῶν δυσωδίαν ἐχόντων ἢ τῶν) δυσοσμίαν ποιούντων ἐκ τῶν μασχαλῶν. κυρίως δὲ ἡ τῶν κυνῶν βορὰ, κυνοβορά τις οὖσα. —βληχώμενοι: Βοῶντες, ᾄδοντες, λέγοντες. τὸ βληχᾶσθαι ἐπὶ προβά‐ των. συνάπτεται πρὸς τὸ προβατίων. P.

sch plut

294

κιναβρώντων: Ὀσμὴν ἀποπεμπόντων. μέλη: ᾌσματα. P.

sch plut

295

ἕπεσθ’: Ἀκολουθεῖτε τὰ αἰδοῖα δεικνύντες. P. τράγοι δ’ ἀκρατιεῖσθε: Τὸ ἑξῆς, τράγοι δ’ ἀπεψωλη‐ μένοι ἀκρατιεῖσθε [λείπει] τὸ ὡς, ἀντὶ τοῦ ὡς τράγοι ἀκρατῆ πράσσετε· ἐπεὶ μετὰ τὴν συνουσίαν οἱ τράγοι
5λείχουσιν ἑαυτῶν τὰ αἰδοῖα ἐν τῷ ἄκρῳ μέρει. —ἀντὶ τοῦ φάγοιτε. V. ἤγουν δίκην τράγων τοὺς ὄρχεις λεί‐ χετε. P. λείχετε τὰ αἰδοῖα δηλονότι. Br.341

sch plut

296

θρεττανελὸ τὸν Κύκλωπα: ᾯ σαυτὸν παρεί‐ κασας. P.

sch plut

297

βληχώμενοι: Ἀναβοῶντες. καταλαβόντες: Ὥσπερ ἐκεῖνον ὁ Ὀδυσσεὺς, κρατήσαντες. P.

sch plut

298

πήραν ἔχοντα: Φιλοξένου ἐστὶ παρηγμένον καὶ τοῦτο τὸ ῥητόν. τοιοῦτον γὰρ τὸν Κύκλωπα εἰσά‐ γει, πήραν ἔχοντα καὶ ἐπὶ ταύτῃ λάχανα ἄγρια. ταῦτα δέ φησι καὶ τὰ ἑξῆς, ὡς καὶ τῆς τυφλώσεως αὐ‐
5τοῦ οὔσης ἐν τῷ ποιήματι. —Ἄλλως. ἐνταῦθα ὁ ποιητὴς παιγνιωδῶς ἐπιφέρει τὰ τοῦ Φιλοξένου εἰπόν‐ τος πήραν βαστάζειν τὸν Κύκλωπα, καὶ λάχανα ἐσθίειν. οὕτω γὰρ πεποίηκε τὸν τοῦ Κύκλωπος ὑποκριτὴν εἰς τὴν σκηνὴν εἰσαγόμενον. ἐμνήσθη δὲ καὶ τῆς τυφλώσεως,
10ὡς οὔσης ἐν τῷ ποιήματι. ταῦτα δὲ πάντα διασύρων τὸν Φιλόξενον εἶπεν, ὡς μὴ ἀληθεύοντα. ὁ γὰρ Κύ‐ κλωψ, ὥς φησιν Ὅμηρος, κρέα ἤσθιε, καὶ οὐ λάχανα· ἃ τοίνυν ἔφησεν ἐκεῖ ὁ Φιλόξενος, ταῦτα ὁ χορὸς εἰς τὸ μέσον ἀναφέρει. Junt.
15πήραν: Σακούλιον, ὥσπερ ἐκεῖνος. λάχανα: Ἃ συνῆγεν ἐκεῖνος εἰς τροφήν. ἐμέθυσε γὰρ ἐκεῖνον Ὀδυσ‐ σεύς. δροσερὰ: Τρυφερά. κραιπαλῶντα: Μεθύοντα. P. καὶ κραιπαλῶντα: Ἀντὶ τοῦ ἐκ μέθης ἀτακτοῦντα, μεθύοντα, ἀπὸ τοῦ τῶν καιρίων σφάλλεσθαι. —κραι‐
20πάλη γὰρ ἡ χθεσινὴ μέθη καραπάλη τις οὖσα. V.

sch plut

299

ἡγούμενον: Προοδοποιοῦντα τούτοις, οἷς ἡμᾶς ἀπεικάζεις. Θ. P.

sch plut

300

εἰκῆ: Μάτην, καὶ ὡς ἔτυχεν· ἢ ἀκαίρως. ὅθεν καὶ εἰκαῖος, ὁ μάταιος. Junt. (εἰκῆ δὲ καταδαρθέντα: Ὡς ἔοικε κατακοιμηθέντα που, ὡς τὸν Κύκλωπα, ὃν μιμεῖται. τοῦ δὲ οἰκέτου
5μνησθέντος τοῦ Κύκλωπος, οἱ γέροντες ἐπάγουσιν ἃ ἔπαθε παρὰ τοῦ Ὀδυσσέως ὁ Κύκλωψ.) —καταδαρ‐ θέντα: Καὶ ὑπνώσαντα καταπεσόντα. P.

sch plut

301

σφηκίσκον, ξύλον ὠξυμμένον, ἐπεὶ καὶ ὁ σφὴξ ὀξὺς ἐκ τῶν ὄπισθεν. (Ἄλλως. ἐπιτηδευτὴ ἡ λέξις παρὰ τὸν σφῆκα· τὰ γὰρ μακρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα σφηκίσκους καλοῦσιν, ἐπεὶ καὶ οἱ σφῆκες
5τὴν κοιλίαν ἐπισυνεσταλμένην ἔχουσιν, ἰσχνοὶ ὄντες ὄπισθεν. καὶ τοὺς λαγαροὺς δὲ τοῖς σώμασιν ἀνθρώ‐ πους καὶ μὴ προκοιλίους, σφηκώδεις φασίν.) —Ἄλ‐ λως. ξύλον τὸ μὲν ἄνω ἔχον παχὺ, τὸ δὲ κάτω λεπτόν. Ἄλλως. ὡς καὶ τῆς τυφλώσεως τοῦ Κύκλωπος περικει‐
10μένης ἐν τῷ ποιήματι. V. (ἐκτυφλῶσαί σέ φησιν, ὡς τὸν Κύκλωπα, ὃν μιμῇ.) —ἡμμένον: Κεκαυμένον. σφη‐ κίσκον: Πάλον. Θ. Dv. P. δαλόν. Br.

sch plut

302

ἐγὼ δὲ τὴν Κίρκην: Ἔκθεσις τῆς διπλῆς συ‐ στηματικῶν στίχων καὶ κώλων εἴκοσι. εἰσὶ δὲ τοῦ πρώτου συστήματος στίχοι καὶ κῶλα ἑπτά. τούτων ὁ πρῶτος τετράμετρος ἀκατάληκτος, οἷον τὸ τοῦ Ἀλ‐
5καίου,
δέξαι με κωμάζοντα, δέξαι, λίσσομαί σε, λίσσομαι ὁ δεύτερος τετράμετρος καταληκτικὸς, ὡς τὰ πρὸ τού‐ των· ὁ δὲ τρίτος δίμετρος ἀκατάληκτος· ὁ δὲ τέταρτος τετράμετρος καταληκτικὸς ὁμοίως τῷ δευτέρῳ· ὁ δὲ
Column end
10πέμπτος ὁμοίως τῷ τρίτῳ· ὁ ἕκτος τρίμετρος ἀκατά‐ ληκτος· ὁ δὲ ἕβδομος δίμετρος καταληκτικός· ὡς ἐκεῖνα τοῦ Ἀνακρέοντος
ὁ μὲν θέλων μάχεσθαι,
πάρεστι γὰρ, μαχέσθω.
15ἑφθημιμερῆ δὲ τὰ τοιαῦτα καλεῖται, ὡς τρεῖς ἔχοντα πόδας καὶ συλλαβήν· ἐπὶ τῷ τέλει παράγραφος. — τὴν Κίρκην: Τὴν Λαΐδα. P. ἀνακυκῶσαν: Ταράττου‐ σαν. Dv. ταράττουσαν, μιγνύουσαν. Θ. P.

sch plut

303

ἑταίρους τοῦ Φιλωνίδου: (Δέον εἰπεῖν Ὀδυσ‐ σέως, ὁ δὲ Φιλωνίδου εἶπε. κωμῳδεῖ δὲ αὐτὸν ὡς πλού‐ σιον καὶ παρασίτους ἔχοντα καὶ διὰ τὸν Λαΐδος ἔρωτα ἐν Κορίνθῳ διάγοντα. κωμῳδεῖται δὲ καὶ ὡς συώδης
5σὺν τοῖς ἑταίροις αὐτοῦ, οὓς κάπρους εἶπε. τὴν δὲ Λαΐδα Κίρκην εἶπε, ἐπεὶ τοὺς ἐραστὰς ἐφαρμάκευεν. Ἄλλως. ὥσπερ καὶ Κίρκην φησὶ παίζων τὴν Λαΐδα φαρμάσσουσαν τοὺς ἐρῶντας. τροπικῶς δὲ παίζει εἰς ταύτην ἐκεῖθεν ἄγων τὴν ἱστορίαν· δῆλον δὲ ἐκ τοῦ
10περὶ Φιλωνίδου διειληφέναι. κάπρους δέ φησι τοὺς ἑταίρους τοῦ Φιλωνίδου τῷ ὅλῳ ἤθει,) ἢ τῷ διαβεβλη‐ μένῳ ὡς ὑώδης. καὶ ταῦτα εἰς Φιλωνίδην τὸν Μελι‐ τέα, ὡς [οὐ μόνον μέγαν, ἀλλὰ καὶ] ἀμαθῆ καὶ ὑώδη. καὶ Νικοχάρης ἐν Γαλατείᾳ
15
τί δῆτ’ ἀπαιδευτότερος εἶ Φιλωνίδου
τοῦ Μελιτέως;
Ἄλλως. ἐν τῇ νήσῳ τῶν Λαιστρυγόνων ἡ Κίρκη ἦν, πάσας γυναῖκας παρελθοῦσα μαγείαις. προσέσχεν οὖν Ὀδυσσεὺς ἐν τῇ νήσῳ μετὰ τὸ φυγεῖν τὸν Κύκλωπα,
20καὶ πέμψας τινὰς τῶν αὐτοῦ ἰδεῖν, τίς ἂν εἴη ἐνταῦθα, ἔρημος γὰρ ἦν ὁ χῶρος, ἐπεὶ ἀπελθόντες οὗτοι, καὶ τὴν Κίρκην εὑρόντες, χοῖροι ὑπ’ αὐτῆς διά τινος πονοῦ γεγόνασιν, αὐτὸς εἰς τὴν τούτων ἀφίκετο ζήτησιν. ἐν‐ τυχὼν οὖν ἐν τῷ μέσῳ τῆς ὁδοῦ τῷ Ἑρμῇ, καὶ παρ’
25αὐτοῦ μαθὼν τὰ περὶ τῶν ἑταίρων, καὶ λαβὼν παρ’ αὐτοῦ τὸ μῶλυ, ἥτις ἐστὶν ἀντιφάρμακος βοτάνη, τὸν τῆς Κίρκης οἶκον κατέλαβε· ἐπιχειρησάσης οὖν καὶ αὐτὸν τὰ ὅμοια δρᾶσαι, τὸ ξίφος κατ’ αὐτῆς ἀνέτεινεν. ὅθεν αὐτὴ φοβηθεῖσα τούς τε ἑταίρους αὐτοῦ πρὸς τὴν
30ἀρχαίαν μορφὴν ἀποκατέστησε, καὶ πρὸς μίξιν αὐτῷ συνελθεῖν ἐπεθύμησεν. ὁ δὲ καὶ ἐμίγη, καὶ παῖδα ἔσχεν ἐξ αὐτῆς Τηλέγονον, ὑφ’ οὗ καὶ ὕστερον κατ’ ἄγνοιαν ἀνῃρέθη κέντρῳ τρυγόνος. θέλων οὖν ὁ ποιητὴς σκῶψαι τὸν Φιλωνίδην, ὅτι αὐτοῦ ἤρα Λαΐς, ἀντὶ τοῦ
35εἰπεῖν τοὺς ἑταίρους τοῦ Ὀδυσσέως, Φιλωνίδου εἶπεν· ἀντὶ δὲ τοῦ εἰπεῖν ἐν τῇ νήσῳ τῶν Λαιστρυγόνων, ἐν Κορίνθῳ εἴρηκεν, ὡς ἐκεῖ τῆς Λαΐδος οἰκούσης. — ἔδει δὲ ἄρα καὶ τὸν Ὀδυσσέα θανάτῳ περιπεσεῖν ... μέμνηται [τῆς] ἱστορίας καὶ ὁ Ὀππιανὸς ἐν Ἁλιευτι‐
40κῶν β. Cant. i. ἣ τοὺς ἑταίρους: Τοῦ Ὀδυσσέως ὤφει‐ λεν εἰπεῖν. σκώπτων δὲ τὸν Φιλωνίδην, οὗ ἤρα Λαΐς τις ἐν Κορίνθῳ πόρνη, τοῦτό φησιν. P. Φιλωνίδου: Ὀδυσσέως. Dv.342

sch plut

304

ἔπεισεν: Κατέπεισεν. ὄντας κάπρους: Ὑπάρ‐ χοντας καὶ ἀγριοχοίρους. P.

sch plut

305

μεμαγμένον: Μεμαλαγμένον καὶ ἐζημωμένον. P. μ. σκὼρ: Μεμαλαγμένον κόπρον. Θ. Dv. σκὼρ: Κόπρον, σκάτον τρώγειν. αὐτὴ: Ἡ Κίρκη δὲ ἐμά‐ λαττε τοῖς ἑταίροις. P. ἔματτεν: Ἐμάλαττεν. Dv.
5ἐμάλαττε τοῖς ἑταίροις. Θ.

sch plut

306

πάντας τρόπους: Τῆς Κίρκης τοὺς τρόπους μιμήσομαί φησι. P. φησὶ μιμήσομαι. R.

sch plut

307

γρυλλίζοντες: Φωνὴν (μικρῶν) χοίρων ἀφιέν‐ τες· γρυλισμὸς γὰρ ἡ τῶν (μικρῶν) χοίρων φωνή. R. V. ὁμοίως χοίροις βοῶντες. Θ. Dv. χοίρων φωνὴν ἀφιέντες. P. Vict. φιλιδίας: Φιλιδονίας. Dv. φιληδίας: ὑπὸ
5φιληδονίας καὶ ἀνοίας. R. P.

sch plut

308

ἕπεσθε: Παροιμία ἐπὶ τῶν ἀπαιδεύτων λεγο‐ μένη. μητρὶ: Ἐμοί. P.

sch plut

309

οὐκοῦν σε τὴν Κίρκην: Τοῦ δευτέρου συ‐ στήματος στίχοι καὶ κῶλα ἑπτά. ἔχουσι δ’ ὁμοίως τῇ προφθάσῃ περιόδῳ καθ’ ἕκαστον. —τὸ ἑξῆς, οὐκοῦν σε λαβόντες κρεμῶμεν. V. οὐκοῦν σε λαβόντες κρεμάσο‐
5μεν. R. ἀνακυκῶσαν: Μιγνύουσαν. Dv. Vict. ἀνατα‐ ράττουσαν. P.

sch plut

310

μαγγανεύουσαν (μαγεύουσαν Vict.): Γοη‐ τεύουσαν. P. μολύνουσαν: Μιαίνουσαν. P. Vict.

sch plut

311

λαβόντες: Οὕτω κἀν τοῖς παλαιοῖς τῶν ἀντιγράφων εὕρηται, ἵν’ ᾖ ὅμοιον τῷ ἄνω τρίτῳ κώλῳ. τὸ δὲ, ἢν λάβωμεν, οὐ πάνυ δόκιμον. —λαβόντες: Κρατήσαντες. φιληδίας: Φιληδονίας. P. Vict.

sch plut

312

τῶν ὄρχεων κρεμῶμεν: Δέον εἰπεῖν ξίφος ἐπι‐ φέρομέν σοι, καθὰ καὶ Ὀδυσσεὺς τῇ Κίρκῃ, ὁ δὲ, ὃ συμβέβηκε τῷ Ὀδυσσεῖ κατὰ τὴν τοῦ ἐρινεοῦ ἐποχὴν ἐν τῷ στομίῳ τῆς Χαρύβδεως, ἐπὶ τὴν Κίρκην με‐
5τήγαγεν. ἢ, ὡς ἐκεῖνος Μελάνθιον ἐκρέμασεν. — Λαρτίου: Υἱὸν δηλ. τὸν Ὀδυσσέα. τῶν ὄρχεων: Ἀπὸ τῶν ὄρχεων. P. τῶν ὄρχεων κρεμῶμεν: Ὥσπερ ἐκεῖνος τὸ ξίφος κατὰ τῆς Κίρκης ἀνέτεινεν, ἢ ὡς ἐκεῖνος Μελάνθιον ἐκρέμασε. Vict.

sch plut

313

(μινθώσομεν: Μίνθον οἱ μὲν τὸν ἡδύοσμον· οἱ δὲ τὴν ἴυγγα, ὡς κεῖται ἐν τῇ κωμικῇ λέξει. οἱ δὲ εἶδος ἄνθους ἐν τῇ κόπρῳ φυομένου, ᾧ χαίρουσιν οἱ τράγοι. Ἄλλως.) μίνθος λέγεται ἡ κόπρος τῶν αἰγῶν.
5ἐπειδὰν δὲ οἱ τράγοι ψυγμῷ περιπέσωσιν, εἰώθασιν οἱ αἰπόλοι λαμβάνειν τὴν κόπρον αὐτῶν καὶ χρίειν αὐ‐ τῶν τοὺς μυκτῆρας, καὶ οὕτως τῇ δυσωδίᾳ πταρμὸν κινεῖν, τούτῳ δὲ τῷ τρόπῳ λύειν τὸ πάθος· ὁ γὰρ πταρ‐ μὸς θεραπεύει τὸ πάθος. ἐκ τούτου οὖν φησιν ὅτι
10ἀηδίσομέν σε, ἐπεὶ καὶ αἱ αἶγες ἐκ τῆς κόπρου ἀηδί‐ ζονται. (Ἄλλως. κοπρώσομεν· μίνθος γὰρ ἄνθος ἐν τῇ κόπρῳ φυόμενον, ᾧ χαίρουσιν οἱ τράγοι. οἱ δὲ μίνθον φασὶ τὴν ἀνθρωπίνην κόπρον, ᾗ χρῶνται παρα‐
τρίβοντες οἱ ποιμένες ἐν τῷ δυσενεργήτῳ τῶν τράγωνColumn end
15πταρμῷ.) —μινθώσωμεν: Πάσωμεν. Dv. κόπρῳ χρί‐ σωμεν. Vict. κόπρῳ πάσσομεν. ὅταν γὰρ ὑπὸ κορύζης οἱ τράγοι κατασχεθῶσιν, οὕτω πρὸς ἀπαλλαγὴν πάττον‐ ται. μίνθος γὰρ ἡ κόπρος. Θ. P. ὥσπερ τράγου: Ὅταν οἱ τράγοι ὑπὸ κορύζης κατασχεθῶσι, κόπρῳ χρίονται εἰς
20ἀπαλλαγὴν τοῦ πάθους. Vict.

sch plut

314

σὺ δ’ Ἀρίστυλλος: (Ὁ Ἀρίστυλλος αἰσχρός· καὶ ἐν Ἐκκλησιαζούσαις [647] μέμνηται αὐτοῦ ὡς αἰ‐ σχροποιοῦ. λείπει δὲ τὸ ὡς, ὡς ὁ Ἀρίστυλλος αἰσχρουρ‐ γίαις κεχηνώς. αἰσχρουργὸν γὰρ αὐτόν φησι ποιητὴν,)
5ὃς διὰ τὴν αἰσχρουργίαν αὐτοῦ ἀεὶ ἐκεχήνει. τοῦτο οὖν φησιν, ὥσπερ ὁ Ἀρίστυλλος κεχηνὼς ἐρεῖς, ἕπεσθε μη‐ τρὶ χοῖροι, ἀντὶ τοῦ ἐμοί· τοῦτο δὲ παρομιῶδες εἶναί φασιν· οἱ γὰρ παῖδες τοῦτο εἰώθασι λέγειν, ἕπεσθε μητρὶ χοῖροι· παροιμιακὸν οὖν ἐστι, καὶ ἐπὶ τῶν ἀπαιδεύτων
10φασὶ λέγεσθαι. —ῥῖνα: Τὴν μίτην. P. ὁ Ἀρίστυλλος οὗτος μαλακὸς ἦν καὶ τῷ στόματι χάσκων, ὡς τοῖς ὁρῶσι κινεῖν γέλωτα. P. Vict.

sch plut

316

ἀλλ’ εἶα: Τῆς τρίτης περιόδου στίχοι καὶ κῶλα ἓξ, ὧν τὸ μὲν πρῶτον καὶ τελευταῖον τετράμετρα κα‐ ταληκτικὰ, τὰ δὲ μεταξὺ δίμετρα ἀκατάληκτα· ἐπὶ τῷ τέλει διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν τῇ ἀρχῇ τοῦ
5κώλου, ἡ δὲ κατὰ τὸ τέλος. —σκομάτων: Ὕβρεων. Dv. ὕβρεων ἐλευθερωθέντες. P. ἀπαλλαγέντες: Ἀπο‐ στάντες. Vict.

sch plut

317

ἐπ’ ἄλλ’ εἶδος: Εἰς ἄλλην ὁδόν τινα. P. ἄλλο τι ἐναντίον, εἰς τὸ μηκέτι σκώπτειν. R. V.

sch plut

318

ἐγὼ δ’ ἰὼν: Δείκνυσιν ἐντεῦθεν, ὡς τοιαῦτα οἱ δοῦλοι ποιεῖν εἰώθασιν. Θ. Junt. Vict. ἰὼν: Πορευθείς· λάθρα: Κρυφίως τοῦ δεσπότου δηλ. P.

sch plut

319

τοῦ δεσπότου: Δείκνυσιν ἐνταῦθα, ὡς τοιαῦτα οἱ δοῦλοι ποιεῖν εἰώθασιν. P.

sch plut

321

τῷ κόπῳ: Τῷ ἔργῳ καὶ τῇ περὶ τὸν πλοῦτον ἐπιμελείᾳ. ἀπὸ θέματος δὲ τοῦ μασῶ δευτέρας συζυγίας τὸ μασώμενος, ὡς γελώμενος. —μασς. τὸ λοιπὸν, οὕτω: Εἰς τὸ ἑξῆς. P. κόπῳ: Τῇ ταλαιπωρίᾳ συνυπάρ‐
5χειν ... τῷ ὑστέρῳ, εἰ ἄρα τούτου δεήσεται. Paris.

sch plut

322

χαίρειν μὲν ὑμᾶς: Κορωνὶς, ὅτι εἰσίασιν οἱ ὑποκριταί. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ϟγʹ, ὧν ὁ τελευταῖος· «καὶ δὴ βαδίζω. σπεῦδε νῦν· τοῦτ’ «αὐτὸ δρῶ.» ὁ Χρεμύλος, ὡς καινεσθεὶς τῇ τύχῃ,
5καινοτέραν προσηγορίαν ἐπινοεῖ· τὸ γὰρ χαίρειν παλαιόν ἐστι. ἀμέλει οὖν ἐπιφέρει τὸ ἀσπάζομαι ἅτε δὴ καινό‐ τερον. (περὶ τοῦ ἐν τῇ συνηθείᾳ χαίρειν τοῦ τε ἐν ταῖς ἐπι‐ στολαῖς, γέγραπται Διονυσίῳ μονόβιβλον περὶ αὐτοῦ·
10καὶ λέγει μὲν ὑπὸ Κλέωνος πρῶτον αὐτὸ τετάχθαι, γρά‐ φοντος πρὸς Ἀθηναίους ὡς ἕλοι τοὺς ἐν Σφακτηρίᾳ, Κλέων Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. λέγει δὲ αὐτὸ κεῖσθαι περιττὸν καὶ περὶ τὴν σύνταξιν ἀσύ‐ στατον. ἐκ δὲ τῆς συντάξεως τοῦ λόγου φασὶν ἀσύστα‐
15τον, εἰ μή τις αὐτὸ λάβοι ἀπαρέμφατον ἀντὶ προστα‐ κτικοῦ, ὡς καὶ παρὰ τῷ ποιητῇ [Il. Δ, 71]
πειρᾶν δ’, ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιούς.) ἐμφαίνεται ἐντεῦθεν, ὡς οἱ ἐξαίφνης καὶ παρ’ ἐλπίδα εὐτυχήσαντες ἕτεροι τοῖς τρόποις γίνονται, καὶ πρὸς
343
20ὑπεροψίαν χωροῦσι· καὶ γὰρ οὐκ ἔστι τὸ χαίρειν κακόν· ἀλλὰ διότι πένης ὢν πρώην πρὸς τοὺς συνήθεις τοῦτο ἐχρῆτο, διὰ τοῦτο ἀτιμάζει αὐτὸ, θέλων μετὰ τοῦ βίου καὶ τὰ προσρήματα μεταβαλεῖν. σύναπτε δὲ τὸ ἔστι πρὸς τὸ ἀρχαῖον. Junt. ὦ ’νδρες δημόται: Ὦ ἄνδρες οἱ
25ἀπὸ τοῦ αὐτοῦ δήμου. P.

sch plut

323

(ἀρχαῖον δὲ ἀντὶ τοῦ παλαιόν.) ἐκ παραλλήλου τὸ ἀρχαῖον καὶ σαπρόν. (διαβάλλει τὴν λέξιν ὡς παλαιάν.) R. V. ἀρχαῖον: Τὸ ἔστι λέγει ἐνταῦθα. Dv. ἐνταῦθα τί ἐστι λέγε. Θ. ἐνταῦθα τὸ ἐστὶ λέγει καὶ χαιρετᾶν. P.
5σαπρόν: Σεσηπωμένον. P. ἐξίτηλον, ληρῶδες. V.

sch plut

324

ἀσπάζομαι: (Ἀσπάζομαί φησιν ἅτε καινότερον. παρὰ τὴν ὑπόνοιαν δέ· εἰπὼν γὰρ μὴ ἐρεῖν χαίρειν, ἀσπάζομαί φησιν.) —ἀσπάζομαι: Καταφιλῶ καὶ πε‐ ριπλέκομαι. Θ. Dv. P.

sch plut

325

καὶ συντεταγμένως: (Καθωπλισμένως μετὰ τά‐ ξεως καὶ σπουδαίως καὶ) γοργῶς καὶ μετὰ συγκροτήμα‐ τός τινος. κατεβλακευμένως δὲ ἀντὶ τοῦ βραδέως (καὶ τρυφερῶς)· βλὰξ γάρ ἐστιν ὁ μαλθακευόμενος ἐν ὑποκρίσει
5τὸ σῶμα· καὶ βλακεία ἡ μεθ’ ὑπεροψίας ὁμιλία. —συν‐ τεταγμένως: Σπουδαίως. Dv. μετὰ τάξεως. C. συντε‐ ταμένως: Μετὰ τάξεως. P. σπουδαίως, γοργῶς. Θ. σπου‐ δαίως. D. καταβεβλακευμένως: Ῥᾳθύμως ὡς οἱ τρυ‐ φῶντες Θ. Dv. ῥᾳθύμως. D. κατεβλακευμένως: Βλακεία
10ἡ ἀπὸ τῆς τρυφῆς ἄνεσις, ἢ ῥᾳθύμως. P. ἀντὶ τοῦ βρα‐ δέως καὶ τρυφερῶς. C. οὐ κ.: Ἀντὶ τοῦ οὐ ῥαθύμως. V.

sch plut

326

ὅπως: Ὁρᾶτε καὶ σκοπεῖτε. συμπαραστάται: Σύμμαχοι, βοηθοί. P.

sch plut

327

διὰ τὴν τύφλωσιν. R. ἔσεσθε: Γενήσεσθε. σω‐ τῆρες: Φύλακες. τοῦ θεοῦ: Τοῦ Πλούτου. Θ. P. τοῦ Πλούτου. παίζων δὲ λέγει· ὅταν γὰρ θέλῃ, ὀνομάζει αὐτὸν θεὸν, ὅταν πάλιν, ἄνθρωπον. V. ὄντως: Κατ’
5ἀλήθειαν. C.

sch plut

328

δόξεις μ’ Ἄρη: Ὡς αὐτὸν τὸν Ἄρεα τὸν θεὸν ἕξεις με σύμμαχον. δόξεις με, φησὶ, τὸν Ἄρεα ὁρᾶν, ἀντὶ τοῦ κατορθωτικὸν καὶ πρακτικόν. (ἄκρως καὶ ἀπειλητικῶς, φησὶ, βλέψω πρὸς τοὺς βιαζομένους.) —
5Ἄλλως. παροιμία ἐπὶ τῶν ὑπισχνουμένων παντὶ σθένει συμπράττειν καὶ συναίρεσθαι εἰς βοήθειαν. Junt. θάρ‐ ρει: Ἔχε θάρρος. ἄντικρυς: Φανερῶς. δόξεις: Νο‐ μίσεις, ἡμᾶς τὸν χορὸν δηλ. μ’ Ἄρην: Πολεμικώτατον. P. ἀνδρεῖον ἤδη καὶ σπουδαιότατον καὶ πᾶν ὑπὲρ τού‐
10του, εἰ δέοι, παθεῖν ἕτοιμον. P.

sch plut

329

εἰ τριωβόλου: Ὅτι οὐχ ἵστατο τοῦ δικαστικοῦ ὁ μισθὸς, ἀλλὰ κατὰ καιρὸν μετέβαλλον. τοῦτο δὲ λέ‐ γει, ὥς τινων ἐκ τούτων δικαστῶν ὄντων. —δεινὸν: Χαλεπόν. τριωβόλου: Ἕνεκα τριῶν ὀβολῶν. P.

sch plut

330

[ὠστιζόμεσθ’: Ἀντὶ τοῦ ὠθούμεθα. καὶ Ῥω‐ μαῖοι ὤστια τὰς θύρας φασὶ παρὰ τὸ ἐξωθεῖν τὸν ἐπερ‐ χόμενον. ἐν τῇ ἐκκλησίᾳ δὲ οὐδεὶς ἐδίκαζεν, εἰ μὴ ἐπέ‐ βαινε τῶν ξʹ ἐνιαυτῶν· ὅσοι δὲ τελείας ἡλικίας ἦσαν,
5εἰσήρχοντο μὲν εἰς τὴν ἐκκλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους οὖν τοὺς ἐκκλησιαστὰς ἐποίησαν φανερόν τι λαμβάνειν ἀπὸ τῶν τῆς πόλεως προσόδων οἱ δημαγω‐ γοὶ πείσαντες τὴν πόλιν· ὕστερον δὲ ὁ Κλέων ἐποίησεν αὐτὸ τριώβολον. ἀφῆλιξ δὲ εἰς τὴν ἐκκλησίαν οὐκ εἰσ‐Column end
10ήρχετο.] —ὠστιζόμεσθ’: Εἰσερχόμεθα ἀλλήλους ὠθοῦντες πάντοτε. Θ. Dv. P. ὅτι οἱ Ῥωμαῖοι ὠστίας τὰς θύρας φασὶ καὶ τὸν θυρωρὸν ὠστιάριον. ἀπὸ τούτου οὖν ὠστίζω τὸ εἰσέρχομαι γίνεται. ἔστιν δὲ ὠστίζειν τὸ εἰσέρχεσθαι τινὰς ἀλλήλους ὠθοῦντας ἐπὶ τῆς θύρας. P.
15ἐκκλησίᾳ: Τῇ συναγωγῇ. P.

sch plut

331

παρείην: Καταλείψαιμι, παραχωρήσαιμί τινι. Θ. P. καθ’ ἑαυτὸν ὁ Βλεψίδημος σκέπτεται. V.

sch plut

332

Βλεψίδημον: Βλεψίδημος ὁ πρὸς τὸν δῆμον βλέπων, κἀκ τούτου τὰ πρὸς ζωὴν ποριζόμενος. ὑπη‐ ρέτης γὰρ ἦν τῶν τὰ δημόσια ἐνεργούντων. Junt., Dv.

sch plut

333

προσιόντα: Προσερχόμενον. P.

sch plut

334

βαδίσει: Περιπατήσει. τάχει: Συντομίᾳ. P.

sch plut

335

πόθεν: Ἀπὸ ποίας αἰτίας. τρόπῳ: Σκοπῷ. P.

sch plut

336

ἐξαπίνης: Καὶ ἐξάπινα. γίνεται παρὰ τὸ ἀφα‐ νὴς, ἄφινα, καὶ ἄπινα. Junt. οὐ πείθομαι: Οὐ πι‐ στεύω. P.

sch plut

337

λόγος: Φήμη. Ἡρακλέα: Ὡς ἀποτρόπαιον τῶν κακῶν. Θ. P.

sch plut

338

ἐπὶ τοῖσι κουρείοισι: Διαβάλλει τοὺς Ἀθηναίους ὡς διημερεύοντας ἐπὶ τῶν κουρείων ἀργῶς (καὶ ἐν τοῖς ἰατρείοις ποιουμένους τὰς συντυχίας). —κουρεῖα δὲ ἦσαν ἐργαστήρια, ἐν οἷς οἱ βουλόμενοι [κείρειν Junt.]
5τὰς τρίχας τῆς κεφαλῆς καὶ τοῦ πώγωνος [ἀπιόντες Junt.] ἐκείροντο, ὁπότε ἐκβαῖεν τοῦ μέτρου. Junt., P. κουρεῖα τὰ κοινῶς μπαρμπερεῖα. P. κουρίοις: Νέοις. Dv.

sch plut

339

ὅτι ἐξαίφνης ὁ ἀνὴρ ἐγένετο. P.

sch plut

340

θαυμαστὸν: Ἐκπληκτικόν. P. ἄξιον θαύματος. Dorvill.

sch plut

341

ἀγαθόν τι ποιῶν ... μετακαλεῖται. P.

sch plut

342

οὔκουν ἐπιχώριόν τι: (Σκώπτει πάλιν τοὺς Ἀθηναίους ὡς ἐπιφθόνους.) οὐκ ἀκολουθεῖ, φησὶ, τῇ Ἀθηναίων διαγωγῇ. καὶ ἀλλαχοῦ [Nub. 1176] «ἐπὶ τοῦ προσώπου γάρ ἐστιν Ἀττικὸν βλέπος.» —ἐπιχώριον:
5Ἐντόπιον, σύνηθες. Dv. σύνηθες τῇ χώρᾳ. Θ. οὐδαμῶς σύνηθες τῇ χώρᾳ τι πρᾶγμα ποιεῖ. P. διαβάλλει ἐντεῦ‐ θεν Ἀθηναίους ὡς φθονεροὺς καὶ κακογνώμονας καὶ μὴ μεταδιδόντας τοῖς φίλοις χρηστοῦ τινος. P.

sch plut

343

ἀλλ’ οὐδέν σε ἐγκαλύψας λέξω. P.

sch plut

344

ἄμεινον: Κρεῖττον ποιοῦμεν. Dv. κρεῖττον ἢ πρὸα ποιῶμεν, διάγωμεν. P.

sch plut

345

τὴν εὐπραγίαν σοι. εἶ γὰρ τῶν φίλων: Ὑπάρ‐ χεις γὰρ ἀπὸ τῶν φίλων. P. ἀντὶ τοῦ ὑπάρχεις. V.

sch plut

346

ἀληθῶς: Ὁμολογουμένως. P.

sch plut

347

ἔσομαι: Γενήσομαι. αὐτίκα: Ταχέως πάνυ. P. εἰ μή τι δεινὰ πάθω. θεὸν δὲ ἢ τὸν Πλοῦτον ἢ ἄλλον τινά. V.

sch plut

348

ἔνι: Ἔνεστι. κίνδυνος: Φόβος. P. ἐὰν ἀποτύ‐ χωμεν δηλονότι. R. V.

sch plut

349

λέγ’ ἀνύσας: Οἱ λέγοντες τὸ ἀνύσας ἀντὶ τοῦ ἄνυσον καὶ τὸ λέξας ἀντὶ τοῦ λέξον οὐ καλῶς λέγουσιν. ἔχει δὲ οὕτως. λέγε ὅτι φῄς ποτε ἀνύσας, καὶ τελέσας τοῦτο· τουτέστιν, εἰς τέλος καὶ διασάφησιν ἀγαγὼν σὸν344
5λόγον. Junt. οἷος: Μέγας. ἀνύσας: Σπεύσας. σύναπτε τὸ ποτέ πρὸς τὸ ἀνύσας. Θ. P.

sch plut

350

κατορθώσωμεν: Ἃ βουλόμεθα. Θ. ἃ βουλεύο‐ μαι. P.

sch plut

351

σφαλῶμεν: Ἀστοχήσωμεν, ἀποτύχωμεν τού‐ του. Θ. P. ἐπιτετρίφθαι: Τοῦτο εἶπε φοβούμενος, μὴ ἀποτυχὼν ἐγείρῃ τὸν Δία πρὸς ὀργὴν, καὶ ἐπιτρίβῃ αὐ‐ τούς. Junt., P. ἀφανισθῆναι λέγω παντελῶς. Θ. P.
5(τὸ παράπαν: Ἀντὶ τοῦ παντελῶς,) κατὰ πάντα τρόπον, ἐξ ὁλοκλήρου. Ἀττικὸν τὸ σχῆμα. ἀρέσκει με γάρ φησι.

sch plut

352

φορτίον: Τὸ βάρος πρὸς ὃ δυσχεραίνεις καὶ δει‐ λιᾷς. P. τὸ πρᾶγμα. Br. τὸ φορτίον διχῶς λέγεται. τὸ βάρος. φορτίον καὶ ἡ μέμψις. P.

sch plut

353

ἀρέσκει: Ἀρεστὸν ἐμοὶ δοκεῖ. ἐξαίφνης ἄγαν: Παραυτίκα λίαν. P. καί μ’ οὐκ ἀρ.: Ἐμοί. Br.

sch plut

354

οὕτως: Ὡς ᾄδεται καὶ ὡς αὐτὸς λέγεις. Θ. Dv. P. αὖ δεδοικέναι: Πάλιν δειλιᾶν, φοβεῖσθαι. P.

sch plut

355

πρὸς: Περισσόν. Br. ἀργόν. P. ἡ πρός περισσὴ Ἀττικῶς. ἔστι ἴδιον δηλ. κακοῦ. P. ἀνδρὸς: Ἴδιόν ἐστι. Dv. P. ὑγιές: Ἀληθές. Dv. ὀρθόν. εἰργασμένου: Πρά‐ ξαντος. P. πρὸς ἀνδρὸς: Ἡ πρός ἐνταῦθα οὔτε περισσή
5ἐστιν, ὡς οἴονταί τινες, οὔτε ἀντὶ τῆς ὑπό κεῖται, ἀλλὰ τὸ καθῆκον σημαίνει· ὡς καὶ παρὰ Σοφοκλεῖ [Aj. 581]
οὐ πρὸς ἰατροῦ σοφοῦ
θροεῖν ἐπῳδάς.

sch plut

356

πῶς κτλ: Ἴδιον ἀνδρὸς εἰργασμένου. P.

sch plut

357

ἥκεις: Ἦλθες. P. ἀργύριον ἢ χρυσίον: Ἃ ἀνα‐ τιθέασιν ἄνθρωποι τῷ θεῷ. Dv. P.

sch plut

358

ἴσως: Τάχα. μεταμέλει: Μεταμέλεια γίνε‐ ται τῆς κλοπῆς. Θ. P. μεταμέλει ἀντὶ τοῦ μεταφροντί‐ ζεις φοβούμενος τὸ ἁλῶναι. Θ.

sch plut

359

ἀποτρόπαιε: Ὡς ἐν ἀρνήσει εἴληφε τὴν τοῦ θεοῦ ἐπίκλησιν. —ἀποσοβητὰ τῶν κακῶν. Θ. Dv. P. Δί’ ἐγὼ μὲν οὐ: Οὐδὲν τοιοῦτον ἐποίησα. P.

sch plut

360

φλυαρῶν: Περισσολογῶν. οἶδα: Γινώσκω φα‐ νερῶς, ὅτι ἐπανούργησας. P. ὅτι πεπανούργηκας. Θ.

sch plut

361

ὑπονόει: Ὑπόπτευε. Θ. P. (φεῦ: Ἀποδυσπε‐ τεῖ, ὡς ἠρνημένου Χρεμύλου τὸ κακούργημα.)

sch plut

362

ὑγιές ἐστιν οὐδενὸς: Οὐδεὶς, ὃς δοκεῖ ἔχειν πλεονέκτημα, ἀρετῆς ὑγιῶς ἔχει. —Πλάτων Φαί‐ δωνι [p. 67, D] «τελευτῶν δὴ θαμὰ προσκρούων μισεῖ τε καὶ πάντας ἡγεῖται οὐδενὸς οὐδὲν ὑγιὲς εἶναι τοπα‐
5ράπαν.» Junt. ἀτεχνῶς ὑγιές: Φανερῶς ἀληθές. Θ. P. οὐδενὸς: Ἀνθρώπου. P.

sch plut

363

κέρδους ... ἥττονες: Νικώμενοι ὑπὸ τοῦ κέρ‐ δους, ὥσπερ οὗτος ἡττᾶται καὶ τὸ ἀληθὲς οὐκ ἐθέλει λέγειν. Θ. P.

sch plut

364

ὑγιαίνειν μοι δοκεῖς: Ἐπεὶ τοιαῦτα κατ’ ἐμοῦ ὑποπτεύεις. Θ. Junt. οὔτοι: Οὐδαμῶς. δοκεῖς: Φαίνει.
Paris.Column end

sch plut

365

μεθέστηχ’ ὧν πρότερον: Πρώην γὰρ χρηστὸς ὢν, νῦν πανοῦργος γέγονεν. Θ. Junt. Dv. ὡς πολὺ: Λίαν καταπολύ. μεθέστηχ’: Μετεβλήθη. εἶχε: Ἐκέκτητο. Paris.

sch plut

366

μελαγχολᾷς: Μαίνῃ. P.

sch plut

367

τὸ βλέμμ’ αὐτοῦ: Αὐτοὺς τοὺς ὀφθαλμούς. P. κατὰ χώραν δὲ ἀντὶ τοῦ κατὰ τὸ πρέπον. R. κατὰ χώ‐ ραν ἔχει: Κατὰ τὸ καθεστηκὸς καὶ ὡς δεῖ. Dv. κατὰ τάξιν. P.

sch plut

368

ἐπίδηλόν τι: Ἀλλ’ ἔστι τὸ βλέμμα αὐτοῦ ὅμοιον πεπανουργηκότι βλέμματι. —ἐπίδηλον: Φα‐ νερόν. Dv. πεπανουργηκότι: Αὐτῷ πανουργίαν ἐργα‐ σαμένῳ. P. πεπανουργευκότι: ἀντὶ τοῦ πεπανουργη‐
5κότος. R.

sch plut

369

οἶδ’ ὃ κρώζεις: Ὃ βοᾷς ὃ λέγεις. V. παροιμία ἐπὶ τῶν μάτην θρυλούντων, ὡς αἱ κορῶναι· (ἀντὶ τοῦ, σὺ ἄνω καὶ κάτω περὶ τοῦ κεκλοφέναι μοι διαλέγῃ.) — γινώσκω, διὸ φωνεῖς, ἀκαίρως φθέγγῃ καὶ ὀχλεῖς ἡμᾶς,
5ὡς κορώνη. Θ. Dv. P. ὡς ἐμοῦ τι κεκλοφότος: Τὸ ὡς οὐκ ἔστιν ἐνταῦθα ἀντὶ τοῦ ὅτι, ὡς οἴονταί τινες· οὐ γάρ ἐστι πρὸς τὸ ζη‐ τεῖς ἀλλὰ πρὸς τὸ κεκλοφότος· καὶ ἔστιν ἀντὶ τοῦ καθά· στίζων οὖν πρὸς τὸ κρώζεις, τὸ λοιπὸν λέγε κομματι‐
10κῶς. Junt.

sch plut

370

ζητεῖς μεταλαβεῖν: Τῆς κλοπῆς. Θ. Dv. χρῄ‐ ζεις κοινωνῆσαι, μετασχεῖν. μεταλαβεῖν: Τοῦτο διὰ μέσου εἴρηται. τίνος: Πράγματος. P.

sch plut

371

οὐ τοιοῦτον: Ὃ σὺ ὑπονοεῖς. Θ. P.

sch plut

372

ἥρπακας: Κατεδυνάστευσας. κακοδαιμονᾷς: Μαίνῃ, ἄθλιος εἶ καὶ κακοδαίμων. P.

sch plut

373

ἀπεστέρηκας: Ἀποστερῶ ἐστὶν, ὅταν παρακα‐ ταθήκην τινὸς λαβὼν εἰς διαβολὴν χωρήσω, καὶ οὐκ ἐθέλω διδόναι αὐτῷ, ἃ ἔλαβον. Junt. Dv. ἀπεστέρηκας: Τινὸς δηλονότι. Θ. τινὸς οὐδένα ἄνθρωπον. P.

sch plut

374

οὐ δῆτ’: Οὐδαμῶς, ἐποίησα δηλ. ὦ Ἡρά‐ κλεις: Φεῦ. P. φέρε: Τί ἄν τις εἴποι ἕτερον; Θ. Dv. P.

sch plut

375

φράσαι: Εἰπεῖν. P.

sch plut

376

κατηγορεῖς: Ναὶ οὐ θέλω δηλ. πρὶν μαθεῖν: Πρὸ τοῦ γνωρίσαι. μου: Σύναπτε τό μου πρὸς τὸ κα‐ τηγορεῖς. P.

sch plut

377

ἐγώ σοι τοῦτ’ ἀπὸ σμικροῦ: Ὡς πρὸς εὑρηκό‐ τα ἡ διάλεξις. χρῆται δὲ τῇ πηλικότητι ἀντὶ ποσότη‐ τος. —ὦ τᾶν: Ὦ φίλε. σμικροῦ: Ὀλίγου. P. τοῦτ’: Ὃ πεπανούργηκας. σμικροῦ: Ἀναλώματος. Dv.

sch plut

378

ἐθέλω: Χρῄζω. P. διαπρᾶξαι: Οἰκονομῆσαι. πυθέσθαι: Μαθεῖν, ἀκοῦσαι. Dv.

sch plut

379

τὸ στόμ’ ἐπιβύσας: (Φράξας· ὅθεν ὁ βυθὸς ὁ πεφραγμένος. τείνεται δὲ πρὸς τοὺς ῥήτορας, ἐπεὶ εἰώ‐ θασι τοῖς ἕρμαιον κεκληρωμένοις ἐπιφορτίζεσθαι ὡς κοινωφελῆ μοῖραν τοῦ εὑρημένου. κέρμασι δὲ τοῖς κέρ‐
5δεσι.) ἐπιβύσας: ἀντὶ τοῦ ἐπιπλήσας. ὡς Ὅμηρος [Od. Δ, 134] «νήματος ἀσκητοῖο βεβυσμένον.» R. κλεί‐
σας. Θ. Dv. P. κέρμασι: Νομίσμασι. Dv. δωρήμασι, νομίσμασι, ἵν’ ὅταν καταστῇς εἰς κρίσιν, συνηγοροῦν‐ τας αὐτοὺς ἔχῃς διὰ τὴν δωροδοκίαν. Θ. Dv. P.345

sch plut

380

εἰρωνικὸν τοῦτο. Θ. Dv. P. φίλως: Προσφιλῶς. Θ. C. P. ἐπιθυμητικῶς. ἐν εἰρωνείᾳ. V.

sch plut

381

μνᾶς: Λίτρας. ἀναλώσας: Ἐξοδιάσας. λογί‐ σασθαι: Λογαριάσαι ἡμῖν. Θ. Dv. P.

sch plut

382

ἀντὶ τοῦ ὄψομαι εἶπε τὸ ὁρῶ. R. V. καθεδού‐ μενον: Καθίζοντα. P.

sch plut

383

(ἱκετηρίαν ἔχοντα: Ἱκετηρία ἐστὶ κλάδος ἐλαίας ἐρίῳ πεπλεγμένος. οἱ γὰρ ἱκετεύοντες αὐτὸν κα‐ τεῖχον τὸν κλάδον.) —ἱκετηρίαν: Κλάδον ἱκετικὴν κρατοῦντα. P.

sch plut

384

διοίσοντ’: Διαφορὰν ἕξοντα. Θ. P.

sch plut

385

τῶν Παμφίλου: Ὁ Πάμφιλος οὗτος γραφεὺς ἦν· ἔγραψε δὲ τοὺς Ἡρακλείδας ἱκετεύοντας [εὐθέως P.] μετὰ κλάδων ἐλαΐνων, ὅτε αὐτοὺς ἐκ Πελοποννή‐ σου ἀπήλασαν. ἱκετηρία δέ ἐστι κλάδος ἐλαίας ἐρίῳ
5λευκῷ περιειλημένος, ὡς Πλούταρχος ἐν Παραλλήλοις [Thes. c. 18] φησί· καταχρηστικῶς δὲ καὶ πᾶσα ἱκεσία. ἐχρῶντο δὲ ἐλαΐνῳ κλάδῳ, ἵνα διὰ τούτου πρὸς ἔλεον τοὺς δικαστὰς ἕλκωσι. Dv. P.τῶν Παμφίλου: Πάμφιλος ζωγράφος ἦν, ὅστις
10τοὺς Ἡρακλείδας ἔγραψεν ἱκετεύοντας τὸν τῶν Ἀθη‐ ναίων δῆμον· (μετὰ γὰρ θάνατον Ἡρακλέους Εὐρυ‐ σθεὺς διώκει τοὺς Ἡρακλείδας, διὰ τὸ πρὸς τὸν [Ἡρα‐ κλέα τὸν ἐκείνων] πατέρα ἐμφύλιον μῖσος. ταύτην τὴν ἱστορίαν ἔγραψε Πάμφιλος ζωγράφος· κατὰ δέ τινας
15τραγικὸς ἦν, ὃς τὴν τῶν Ἡρακλειδῶν τύχην χαρα‐ κτῆρι ὑφηγήσατο. Ἄλλως. Πάμφιλον μὲν Καλλί‐ στρατος καὶ Εὐφρόνιος τραγῳδιῶν ποιητήν φασι καὶ διδάξαι Ἡρακλείδας. τὰ δὲ λίαν ἐπιτετηδευμένα ὑπομνήματα διστάζει, πότερον τραγικὸς ποιητὴς ἢ
20ζωγράφος, ὃν καθηγήσασθαί φασιν Ἀπελλοῦ. ἐν μέντοι ταῖς Διδασκαλίαις πρὸ τούτων τῶν χρόνων Πάμφιλος οὐδεὶς φέρεται τραγικός. γραφὴ μέντοι ἐστὶν οἱ Ἡρα‐ κλεῖδαι καὶ Ἀλκμήνη καὶ Ἡρακλέους θυγάτηρ Ἀθη‐ ναίους ἱκετεύοντες, Εὐρυσθέα δεδιότες, ἥτις Παμφίλου
25οὐκ ἔστιν, ὥς φασιν, ἀλλ’ Ἀπολλοδώρου. ὁ δὲ Πάμφι‐ λος, [ὡς ἔοικε, καὶ] νεώτερος ἦν Ἀριστοφάνους. Ἄλ‐ λως.) οὗτος τραγῳδοποιός· ἔγραψε δὲ τοὺς Ἡρακλείδας ἱκετηρίαν ἔχοντας· ὁ γὰρ Εὐρυσθεὺς μετὰ θάνατον Ἡρακλέους τοὺς Ἡρακλείδας ἐδίωξε, καὶ οὗτοι μετὰ
30τῆς Ἀλκμήνης παρεκάλεσαν τοὺς Ἀθηναίους βοηθῆσαι αὐτοῖς, ὅπερ καὶ ἐγένετο τὰ οὖν συμβάντα αὐτοῖς ζωγράφος τις Πάμφιλος Ἀθηναῖος εἰς τὴν στοὰν τῶν Ἀθηναίων ἔγραψε, καὶ αὐτοὺς ἱκετεύοντας. τοῦτο οὖν λέγει, ὅτι οἱ καταδικαζόμενοι μετὰ τῶν παιδίων καὶ
35τῶν γυναικῶν παρακαλοῦσιν ἐλευθερωθῆναι τοῦ ἐγκλή‐ ματος.

sch plut

386

οὐκ, ὦ κακόδαιμον: Εἰ γὰρ, ὡς σὺ φῂς, ἐκε‐ κλόφειν, φαῦλος ἂν ἦν τὸν τρόπον· φαῦλος δὲ ὢν, οὐκ ἂν παρέσχον ἄλλῳ τινί. νῦν δὲ τοῖς χρηστοῖς προῃρη‐
μένος δοῦναι, δῆλον ὅτι ἀγαθός εἰμι· εἰ δὲ ἀγαθὸς, οὐColumn end
5κέκλοφα. —οὐκ: Ὄψει ἐμὲ οὕτως ἔχοντα, δυστυχέ‐ στατε. Θ. Dv. P. χρηστοὺς: Ἀγαθούς. P.

sch plut

387

σώφρονας: Εὐτάκτους. P. καὶ τοὺς δικαίους. Θ. σώφρων λέγεται κυρίως ὁ εὐλαβὴς ἄνθρωπος. λέγε‐ ται σώφρων καὶ ὁ σώαν ἔχων τὴν φρόνησιν, ἐξ οὗ καὶ σωφροσύνη ἡ τῶν φρενῶν ἀκεραιότης. P.

sch plut

388

ἀπαρτί: (Ὀξυτόνως, ἀντὶ τοῦ ἀπηρτισμένως·) ἐπίρρημα δέ ἐστιν ὡς ἀμογητὶ, παρὰ τὸ ἀπηρτισμέ‐ νον καὶ πλῆρες. κέχρηται δὲ αὐτῷ Ἡρόδοτος [2, 158] λέγων, «ἀπὸ τούτου εἰσὶ στάδιοι οʹ ἀπαρτί.» καὶ Φε‐
5ρεκράτης ἐν Κραπατάλοις «φράσον μοι. ἀπαρτὶ δή που προσλαβεῖν» (συνωνυμεῖ ἡ λέξις· ἔσθ’ ὅτε γὰρ καὶ χρονικὸν ἐπίρρημα δηλοῖ ὡς καὶ Καλλίμαχοσ)—καὶ Πλάτων [Lys. p. 215, C] ἐπὶ τοῦ νῦν «ἤδη ποτέ σου «ἤκουσα λέγοντος καὶ ἄρτι ἀναμιμνήσκομαι.» ταῦτα
10ἐκ τῶν Διδύμου περὶ διεφθορυίας λέξεως. V. ἀπηρτισμέ‐ νως, τελείως. Θ. Dv. P. ἀπὸ τοῦ νῦν. D. Cant.2. νεω‐ στί. C.

sch plut

389

ὡς κοινωνεῖν πάντας ποιῆσαι. Dv. P.

sch plut

390

ἀπολεῖς: Φθερεῖς. οἰήσονται γάρ τινες, ὡς ἀληθῆ λέγεις. ἀπολεῖς, οὐκ ἐθέλων τἀληθὲς εἰπεῖν. σεαυτὸν: Μᾶλλον ἀπολεῖς. P.

sch plut

391

μόχθηρε: Κακέ. P.

sch plut

392

ἔχω: Κέκτημαι. ὁποῖον: Ἀττικόν. P. ἐρωτη‐ ματικὸν ἀντὶ τοῦ ποῖον. C.

sch plut

394

οὐκ ἐς κόρακας: Τόπος ἦν ἐν Ἀθήναις κρημνώ‐ δης Κόρακες καλούμενος, διὰ τὸ κοράκων εἶναι κατα‐ γώγιον· εἰς ὃν τοὺς κακούργους ἔρριπτον ὑπὸ κοράκων ἀναλωθησομένους· ἐλήφθη δὲ εἰς παροιμίαν τὸ, [ἔρρ’
5P.] ἐς κόρακας. [ἀντὶ τοῦ ἀπελθὼν φάνηθι. P.] Dv. P. οὐκ ἐς κόρακας: Ἀπέλθῃς καὶ ἀπελεύσῃ. νὴ τοὺς θεοὺς: Ναί. P..

sch plut

395

πρὸς τῆς Ἑστίας: Ἡ Ἑστία θυγάτηρ ἦν Κρό‐ νου, καταρχὰς τὴν οἰκίαν εὑροῦσα, ἣν ἐντὸς τῶν οἴκων ἔγραφον, ἵνα τούτους συνέχῃ, καὶ τῶν οἰκούντων εἴη φύλαξ. οὕτω καὶ ἐφέστιον Δία καλοῦσιν, ὃν εἰς φυλακὴν
5τῶν οἴκων γράφουσιν. Junt. ἕνεκεν αὐτῆς τῆς Ἑστίας τῆς θεᾶς. P. Ἑστίας: Περιττὸν ἦν ἐνταῦθα τὸ λέγω, διὸ καὶ ἐξεβλήθη παρ’ ἐμοῦ. ὀφείλει δὲ ἄνω κεῖσθαι, ἀπὸ κοινοῦ γὰρ λέγεται ἀπὸ τοῦ λέγεις. P.

sch plut

396

θαλάττιον: Παίζει αὐτὸν ἐνταῦθα. Θ. Dv. P. παίζει δὲ ταῦτα λέγων. V.

sch plut

397

διὰ τὸ μὴ ἀνέχεσθαι τὸν Βλεψίδημον ἀκοῦσαι λόγον ὁλόκληρον παρὰ Χρεμύλου, ἀλλὰ ἀφ’ ἕκαστον ἔπος περιτρίπτειν αὐτὸν, ἐμφαίνει ὁ ποιητὴς τὴν γνώ‐ μην τῶν ἐπιθυμούντων τίθεσθαί τι παρά του. P.

sch plut

398

διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους: Ὅτι οὐ μετεστείλατο τὸν Βλεψίδημον· ἀκηκοὼς δὲ ἦλθε. ἡ δὲ διά ἀντὶ τῆς μετά. —τοὺς φίλους: Τὸν Πλοῦτον δηλ. P.

sch plut

399

τούτῳ: Ἐν τῷ πέμψαι. R. τῷ διαπέμπειν. Θ. Dv. P.

sch plut

400

οὐ τῷ μεταδοῦναι: Κατέστη τὰ πράγματα δηλ
δεῖ: Ἐνδέχεται. τί: Ἐνδέχεται. P.346

sch plut

401

βλέψαι ποιῆσαι νώ: Ὅτι τὸ νώ ἀντὶ τοῦ αὐτός· ἢ ἀντὶ τοῦ δεῖ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι. —νώ: Τὸ χ κεῖται, ὅτι τὸν νώ ἀντὶ τοῦ αὐτόν ἢ ἀντὶ τοῦ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι εἴρηται. Θ. P.

sch plut

402

ὥσπερ τὸ πρότερον: Ἔπρεπε δηλ P. ἑνί γέ τῳ τρόπῳ: Τινὶ, ἤγουν μιᾷ τινι μηχανῇ. Dv. ἀντὶ τοῦ συντόμως. V.

sch plut

403

νὴ τὸν οὐρανὸν: Διὰ τὸ λαμπῶδες τοῦ οὐρανοῦ τοῦτον ὄμνυσι πρὸς τὸ τυφλός. Θ. Dv.

sch plut

404

οὐκ ἐτὸς: Οὐκ ἀλόγως, ἀλλὰ δικαίως. ἢ ἀντὶ τοῦ οὐκ ἀληθῶς. ἐπιρρηματικὸν γάρ ἐστιν ἀντὶ τοῦ ἐτῶς ἀπὸ τοῦ ἐτεῶς συνῃρημένου. —ἐτὸς: Μάτην (Θ.), οὐκ ἀλόγως. P. ὡς ἔμ’: Εἰς ἐμέ. Θ. Dv.

sch plut

406

οὐκοῦν: Τὸ λοιπόν. εἰσαγαγεῖν: Εἰσκαλέσασθαι χρή. P. ἐχρῆν: Πολλάκις οἱ Ἀττικοὶ λαμβάνουσιν τὸν παρατατικὸν ἀντὶ ἐνεστῶτος, ὡς τὸ ἦν ἀντὶ τοῦ ἐστίν, καὶ τὸ ἐχρῆν ἀντὶ τοῦ χρή. P.

sch plut

407

ὅτι συνεσταλμένον τὸ ἰατρός. R. χλευάζει τοὺς Ἀθηναίους ἰατροὺς καὶ τοὺς θεραπευομένους, τοὺς μὲν ὡς ἀγνώμονας, τοὺς δὲ ὡς ἀδόξους. Ἄλλως. συνε‐ σταλμένως μὲν τὸ ἰατρός. Ἄλλως. καινοποιεῖται τὸν
5διασυρμὸν καὶ κατὰ τῶν ἰατρῶν καὶ κατὰ τῶν θεραπευο‐ μένων, τῶν μὲν ὡς ἀτέχνων, τῶν δὲ ὡς φειδωλῶν. V. τίς δῆτ’ ἰατρός ἐστι: Διασύρει καὶ διαβάλλει τοὺς ἰατροὺς ὡς ἀμαθεῖς καὶ τοὺς δεομένους ὡς μικρολόγους. —τίς δῆτ’: Οὐδείς. ἐν τῇ πόλει: Ἐντελὴς δηλ. P.

sch plut

408

μισθὸς: Οὐ κατ’ ἀξίαν δίδοται. P.

sch plut

409

οὐκ ἔστιν: Ἰατρὸς δηλ. P.

sch plut

410

μὰ Δί’ ἀλλ’ ὅπερ πάλαι: Τὸ ἑξῆς, ἀλλ’ οὐκ ἔστι μὰ Δία, ἀλλ’ ἐκεῖνο κράτιστόν ἐστιν, ὅπερ πάλαι παρεσκευαζόμην, κατακλῖναι αὐτόν. —μὰ Δί’: Οὐκ ἔστιν δηλ. παρεσκευαζόμην: Ηὐτρεπιζόμην. P. ᾠκονο‐
5μούμην. Dv.

sch plut

411

κατακλίνειν: Καταθήσειν. Θ. Dv. P. εἰς Ἀσκληπιοῦ: Τὸν ναόν. Θ. Dv. τὸν οἶκον δηλ. P.

sch plut

412

πολὺ μὲν οὖν: Κράτιστόν ἐστι. Θ. P.

sch plut

413

μὴ διάτριβε: Μὴ βράδυνε. Θ. Dv. νῦν διάτριβ’: Δὴ βράδυνε, χρόνιζε. ἄνυε: Σπεῦδε. ἕν γέ τι: Πρᾶγμα. P. ἀντὶ τοῦ πρᾶγμά τι. R.

sch plut

414

σπεῦδέ νυν: Τοῦτο τὸ νυν καθ’ ὁμαλισμὸν ἀνα‐ γνωστέον, ἵν’ εἴη ἀντὶ τοῦ δή. ἐγκλίνεται γὰρ ἀεὶ, καὶ βραχύ ἐστι, φωνήεντος ἐπιφερομένου· ὡς τὸ
σίγα νυν ἑστὼς, καὶ μέν’ ὡς κυρεῖς ἔχων,
5παρὰ Σοφοκλεῖ [Aj. 87] τὸ δέ γε νῦν τὸ περισπώμενον ἐπίρρημά ἐστι χρονικὸν, καὶ μακρὸν ἀεὶ εὑρίσκεται· διὸ καὶ περισπᾶται. —τοῦτ’ αὐτὸ: Τὸ σπεύδειν. P.

sch plut

415

ὦ θερμὸν ἔργον: Κορωνὶς ἑτέρα ὁμοία· οἱ δὲ στίχοι, ὡς οἱ προφθάντες, ἰαμβικοί εἰσι τρίμετροι ἀκα‐ τάληκτοι ογʹ, ὧν τελευταῖος
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι.
5ἐπὶ τῷ τέλει κορωνίς.
θερμὸν ἔργον: Παράδοξον, ἢ τολμηρὸν, ἢ εὐκίνητον. Πενία παραβάλλουσα μάχεται πρὸς Χρεμύλον καὶ Βλεψίδημον. —θερμὸν ἔργον: Σπουδαῖον καὶ τολμη‐ ρόν. Dv. τολμηρὸν πρᾶγμα. ἀνόσιον: Ἄδικον. P.Column end

sch plut

416

ἀνθρωπαρίω κακοδ.: Ὦ ἄνθρωποι δυστυχεῖς. Paris.

sch plut

417

ποῖ, ποῖ: Ποῦ ποῦ πορεύσεσθε. τί φεύγετον: Διὰ τί; μενεῖτον: Προσκαρτερήσετε ἐμέ. P. προσκαρ‐ τερεῖτε. Dv.

sch plut

418

αὕτη ἡ κατασκευὴ τὸ «ἐγὼ γάρ,» πρὸς τὸ «οὐ μενεῖτον» ἔχει τὴν δύναμιν. P. ἐξολῶ: Ἐξολοθρεύσω. Θ. Dv. ἀφανίσω, φθερῶ, ὄντας κακούς. P.

sch plut

419

ἀνασχετὸν: Ὑπομονητόν. Θ. Dv.

sch plut

420

ἀλλὰ τοιοῦτον, οἷον ἄλλος οὐδεὶς ἐτόλμησε οὐ‐ δεπώποτε. P.

sch plut

421

ἀπολώλατον: Ἐφθάρητε. Dv.

sch plut

422

ὠχρὰ: Ὠχροὶ γάρ εἰσιν οἱ πένητες διὰ τὸ μὴ ἔχειν αὐτοὺς ἴσως φαγεῖν. V. κίτρινος. P. τοιοῦτοι γὰρ οἱ πένητες. R. Θ. Lv.

sch plut

423

ἴσως Ἐριννύς ἐστι: (Ἐπισκώπτει αὐτὴν διὰ τὴν τῶν Ἐριννύων Εὐριπίδου ἢ Αἰσχύλου ὑπόθεσιν· παρεισάγονται γὰρ μετὰ λαμπάδων δεινοπαθοῦσαι, ὡς καὶ Εὐριπίδης [Orest. 261] «Γοργῶπες, ἐνέρων ἱερίαι,
5δειναὶ θεαί.» Ἄλλως. εἰώθασιν οἱ τραγῳδοὶ Ἐριννύας εἰσφέρειν μετὰ λαμπάδων·) τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει. —ἐκ τρα‐ γῳδίας: Ὡς οἱ ποιηταὶ ποιοῦσιν οἱ τραγικοί. P.

sch plut

424

βλέπει γέ τοι: Τὸ γέ τοι ἢ ἀντὶ τοῦ δέ, ἢ ἀντὶ τοῦ γάρ· ὃ καὶ κρεῖττον. εὕρηται δὲ καὶ ἐν πολλοῖς τῶν λογοποιῶν, ὡς ἐξετάζων εὑρήσεις.⟧ ⟦τραγῳδικὸν: Θρηνῶδες, καὶ οἷον ἐν ταῖς τραγῳδίαις
5οἱ ποιηταὶ εἰσάγουσι. —βλέπει: Ὀρθῶς ἔφης δηλ. P. γέ τοι: Γάρ. μανικὸν: Ἄγριον. Dv. ἀσυμπαθές. P. τραγῳδικὸν: Δαιμονικόν. Dv. θρηνῶδες. P.

sch plut

425

ἀλλ’ οὐκ ἔχει γὰρ δᾷδας: Ἐπειδὴ παρὰ (τὸ) σχῆμα ἦλθε· καὶ γὰρ ἐν ταῖς τραγῳδίαις μετὰ λαμπά‐ δων εἰσήρχοντο αἱ Ἐριννύες. τὸ δὲ γὰρ ἀργὸν, ὡς ὑπο‐ τασσόμενον τοῦ ἀλλά. —ἔχει: Κρατεῖ. P. μετὰ δᾴ‐
5δων εἰσήγαγον τὰς Ἐριννύας, δεικνύντες τὸ θερμὸν καὶ διάπυρον τῶν καταρῶν. P. οὐκοῦν κλαύσεται: (Ἀντὶ τοῦ οἰμώξεται,) ὡς μὴ οὖ‐ σα κατὰ φύσιν φοβερὰ, ἀλλὰ μάτην ἀπατῶσα ἡμᾶς.

sch plut

426

πανδοκεύτριαν: Ἀντὶ τοῦ κάπηλιν, παρὰ τὸ δέχεσθαι πάντας. εἴρηται κάπηλις παρὰ τὸ κακύνειν τὸν πηλόν· πηλὸς δὲ ὁ οἶνος· ὅθεν καὶ ἄμπελος, οἱονεὶ ἔμπηλος οὖσα, ἡ ἐν αὑτῇ ἔχουσα τὸν πηλόν. —οἴεσθε:
5Νομίζετε. P. πανδοχεύτριαν: Ξενοδόχον. Θ. Dv. παν‐ δοκεύτριαν: Καπήλισσαν. P.

sch plut

427

ἢ λεκιθόπωλιν: (Ἀπὸ τοῦ χρυσίζοντος τοῦ ὠοῦ, ὠόπωλιν· λέκιθος δὲ κυρίως τὸ ξανθὸν τοῦ ὠοῦ, διὰ τὸ τῷ λέπει κεύθεσθαι. ἔστι δὲ καὶ) εἶδος ὀσπρίου, ὃ κα‐ λεῖται πίσος διὰ τὸ ἐοικέναι τὴν χροιὰν λεκίθῳ ὠοῦ.
5ἀπὸ μέρους οὖν τὴν ὀσπριόπωλιν δηλοῖ. καὶ ἐν τῇ Λυ‐ σιστράτῃ [561] κέχρηται τῇ λέξει·
(νὴ Δί’ ἔγωγ’ οὖν ἄνδρα κομήτην φυλαρχοῦντ’ εἶδον ἐφ’ ἵππῳ εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραύς.) λεκυθόπωλιν: Ὀσπριοπώλιδα. λέκυθος εἶδος ὀσπρίου.
347
10ἢ ὠοπώλιδα. λέκυθος γὰρ καὶ ὁ κροκὸς τοῦ ὠοῦ. Θ. ὀσπριόπωλιν. Dv. ὀσπριόπωλιν μετὰ ὠοῦ πωλοῦσαν. P. λεκυθόπωλις λέγεται ἡ τὰ ὑέλινα ἀγγεῖα κυρίως πω‐ λοῦσα. P. τοσουτονὶ: Μέγα. Dv.

sch plut

428

ἐνέκραγες: Ἐλοιδόρεις, ὥσπερ αἱ κύνες ποι‐ οῦσι. ἀνέκραγες: Ἠπείλεις. ἡμῖν: Παρ’ ἡμῶν. Dv. ὥσπερ ἐκεῖναι ποιοῦσιν ἀλόγως καὶ δίχα προφάσεως ἀεὶ θόρυβον ἐγείρουσαι. Θ.

sch plut

429

ἄληθες: Ἀληθῶς τοῦτο λέγετε· ἐστὶ δὲ εἰρωνι‐ κόν. Θ. Dv. τοῦτο λέγετε, ὅτι οὐκ ἠδικήσατε ἐμὲ μεγά‐ λως. P. τὸ μὲν προπαροξύτονον ἄληθες ἀντὶ ἐπιρρήμα‐ τος λαμβάνεται, ὡς κἀνταῦθα. τὸ δὲ ὀξύτονον τὸ ἀλη‐
5θὲς, οἷον τἀληθὲς γὰρ οὐκ ἐθέλεις φράσαι, ὄνομά ἐστι. P.

sch plut

430

χώρας ἐκβαλεῖν: Τῶν Ἀθηναίων ἀποδιῶξαι. P. ἐκβαλεῖν: Ἀποδιῶξαι. Dv.

sch plut

481

τὸ βάραθρον: Χάσμα τι φρεατῶδες καὶ σκοτει‐ νὸν ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς κακούργους ἔβαλλον. ἐν δὲ τῷ χάσματι τούτῳ ὑπῆρχον ὀγκίνοι, οἱ μὲν ἄνω, οἱ δὲ κάτω. (ἐνταῦθα τὸν Φρύγα τὸν τῆς μητρὸς τῶν θεῶν
5ἐνέβαλον ὡς μεμηνότα, ἐπειδὴ προέλεγεν ὅτι ἔρχεται ἡ Δημήτηρ εἰς ἐπιζήτησιν τῆς Κόρης. ἡ δὲ θεὸς ὀργι‐ σθεῖσα ἀκαρπίας ἔπεμψε τῇ χώρᾳ· καὶ γνόντες τὴν αἰτίαν διὰ χρησμοῦ, τὸ μὲν χάσμα κατέχωσαν, τὴν δὲ θεὸν θυσίαις ἵλαον ἐποίησαν.) —ὑπόλοιπον: Περιλε‐
10λειμμένον. P. τὸ βάραθρον: Ὁ ᾅδης. Dv. ὁ κρημνός. P.

sch plut

432

αὐτίκα μάλα: Ἤγουν λίαν συντόμως. Dv. τὸ πρᾶγμα λέγειν, οὐ τὸ ὄνομα. R.

sch plut

433

ἐκείνη εἰμὶ δηλ. ἣ κτλ. σφὼ: Ὑμῖν. δίκην: Τιμωρίαν. P.

sch plut

434

ἐνθάδ’: Ἀπ’ ἐντεῦθεν. P.

sch plut

435

καπηλὶς: Κάπηλις προπαροξυτόνως ἡ τὸν οἶ‐ νον πιπράσκουσα γυνὴ, ἀπὸ τοῦ κακύνειν, ὅ ἐστι δο‐ λοῦν, τὸν πηλὸν, ἤτοι τὸν οἶνον· —ὡς καὶ ἄμπελος ἡ ἔμπηλος οὖσα. P. καπηλὶς δὲ ὀξυτόνως ὑποκοριστικῶς,
5ἡ ταύτης ὑπηρετὶς τῆς καπήλεως. Junt. ἡ κάπηλις: Ἡ οἰνοπῶλις. Θ. Dv. ἡ ’κ τῶν γειτόνων: Ἤτοι ἡ πλησίον οὖσα. P.

sch plut

436

(ἣ ταῖς κοτύλαις: Ἀντὶ τοῦ παρακλέπτουσά με ταῖς κοτύλαις· ἥτις, φησὶ, κοντομετροῦσά με βλάπτει· οἷον ταῖς μεταφοραῖς τῶν μέτρων ἀπατῶσά με, [ἢ μετὰ ὕδατος μιγνύουσα δίδωσιν·] ὡς τοῦ Βλεψιδήμου πεπω‐
5κότος καὶ δεδωκότος ἀργύριον. κοτύλη δέ ἐστιν εἶδος μέτρου, ὃ λέγομεν ἡμεῖς ἡμίξεστον.) —τοῖς μέτροις ἐν οἷς πιπράσκει τὸν οἶνον ζημιοῖ. Θ. Dv. κοτύλαις: Καρ‐ τελούραις. (Θ.) διαλυμαίνεται: Ἀφανίζει. P. λυμαίνε‐ ταί με, φησὶ, ταῖς κοτύλαις, ἐπεὶ οὐ πλήρεις αὐτάς
10μοι δίδωσιν, ἢ μετὰ ὕδατος μιγνύουσα δίδωσι. κοτύλη δὲ οὐ μόνον τὸ κοῖλον τῆς χειρὸς, ἀλλὰ καὶ εἶδος μέ‐ τρου, ὃ ἡμεῖς ἡμίξεστον λέγομεν. λέγεται καὶ ἐπὶ τῶν
ποδῶν τοῦ πολύποδος καὶ τὸ ἰσχίον τοῦ μηροῦ.Column end

sch plut

437

Πενία μὲν οὖν: Οὐκ εἰμὶ ἣν λέγετε. Θ. Dv. μὲν οὖν: Εἰμί. ξυνοικῶ: Συνυπάρχω. P.

sch plut

438

ἄναξ Ἄπολλον: Ἰδίως τὸν Ἀπόλλωνα ἢ ὡς ἀλεξίκακον καὶ χρησμοὺς παρέχοντα πρὸς ἀποτροπὴν τῶν δεινῶν, ἢ ὡς πατρῷον θεόν. —παρεπιγραφή· ὅτι Βλεψίδημος ἔφευγεν ἀκούσας ὅτι ἡ πενία ἐστίν Θ. Dv.
5ποῖ: Ποῦ. P.

sch plut

439

τί δρᾷς: Παρεπιγραφή. ὁρᾷ γὰρ τοῦτον φεύ‐ γοντα. P. θηρίον: Δειλότατον μὲν αὐτὸν λέγει διὰ τὴν παροῦ‐ σαν φυγήν· θηρίον δὲ διὰ τὸ θηριωδῶς πρὸς Χρεμύλον
5πρώην διατεθῆναι καὶ ἐλέγχειν αὐτόν. P.

sch plut

440

ἥκιστα πάντων: Ὥσπερ φαμὲν μάλιστα πάν‐ των, καὶ ἔστι τὸ μάλιστα ἐπίτασις ὑπερθετικὴ, οὕτω καὶ ἥκιστα πάντων, καί ἐστιν ἀπαγόρευσις ὑπερθετι‐ κή. —οὐδαμῶς. (R. Θ.) ἀργόν. P.

sch plut

442

πόνηρ’: Γεωργέ. Dv. ταλαίπωρε. οὐδαμοῦ: Ἔν τινι τρόπῳ. P.

sch plut

443

ἐξωλέστερον: Ἀπολέσθαι ὀφεῖλον, ἢ ἐξολοθρευ‐ τικώτερον, ἢ μᾶλλον ἐξολέσαι δυνάμενον. —ἐξωλέστε‐ ρον: Ὀλεθριώτερον. Θ. Dv. φθαρτικώτερον, μᾶλλον ἐξολέσαι δυνάμενον. P.

sch plut

444

ἀντιβολῶ: Παρακαλῶ. ἐγὼ μὲν οὔ: Στή‐ σομαι. P.

sch plut

445

παρὰ πολὺ: Κατὰ πολὺ, σφόδρα· ὡς παρὰ Θου‐ κυδίδῃ ἐν πρώτῳ [c. 29] «καὶ ἐνίκησαν Κερκυραῖοι πα‐ ραπολύ.» —παρὰ πολὺ: Κατά. Dv. παραπολὺ: Ἀντὶ τοῦ πάνυ πολύ. καὶ Θουκυδίδης «ὅτι ἐνίκησαν Κορ‐
5κυραῖοι παρὰ πολύ.» R.

sch plut

446

τὸν θεόν: Τὸν Πλοῦτόν φησι. V.

sch plut

447

ἔρημον: Ἔρημος κυρίως ἡ μονωθεῖσα τῶν ἐνοι‐ κούντων γῆ, παρὰ τὸ ἔραν μόνην ἔχειν. ἀπολιπόντε ποι: Τὸ ποι ἐνταῦθα οὐκ ἔστιν ἐρωτη‐ ματικὸν, ἀλλ’ ἀόριστον· ἐπὶ μὲν γὰρ κινήσεως μόνον τὸ
5ποῖ διὰ τῆς ο καὶ ι διφθόγγου γράφεται. διὰ δὲ τοῦ η γραφόμενον καὶ ἐπὶ στάσεως καὶ κινήσεως τίθεται· καὶ δῆλον ἐκ τοῦ, «πᾶ βῶ; πᾶ στῶ;» παρ’ Εὐριπίδῃ [Hec. 1057]. εἰ δέ που καὶ διὰ διφθόγγου εὕρηται ἐπὶ στάσεως, κατὰ παράχρησίν ἐστιν. —που φευξούμεθα: Ἔν τινι
10τόπῳ ἀποδράσομεν. P.

sch plut

448

τηνδὶ: Τὴν πενίαν. (V.) διαμαχούμεθα: Ἐναν‐ τιωθῶμεν. Dv. μαχεσόμεθα. LB. μὴ θελήσομεν προ‐ μαχέσασθαι. V. ἤτοι μὴ θελήσομεν προμαχίσασθαι. P.

sch plut

449

μαχούμεθ’ αὐτῇ· ἀσθενεῖς γάρ ἐσμεν πρὸς μά‐ χην ὑπὸ τῆς ἐνδείας. Θ. Dv. ἢ ποίᾳ δυνάμει θαρροῦντες. Paris.

sch plut

450

θώρακα: Ὅπλον. Dv. λουρίκην. P. ἀσπίδα: Σκουτάριον. Dv. σουσάνιον. Gl. ap. Ducang. Gloss. p. 1413.

sch plut

451

οὐκ ἐνέχυρον: (Δῆλον ὡς οὐ μόνον ἐνέχυρά φα‐ σιν, ἀλλὰ καὶ ἐνέχυρον. φαίνεται δὲ καὶ τῶν ἀπηγορευ‐ μένων εἶναι μὴ θεῖναι τὰ ὅπλα ἐνέχυρα. λέγει οὖν ὅτι αὕτη τῇ ἑαυτῆς βίᾳ ἀναγκάζει καὶ τοὺς νόμους παρα‐
5βαίνειν τοὺς θεσπίσαντας ὅπλα ἐνέχυρα μὴ τιθέναι.) [δέον εἰπεῖν ὅτι οὐ τιτρώσκει, ὡς ἐπὶ τῶν ὄντων ἐν πο‐ λέμῳ εἶπεν οὐκ ἐνέχυρον τίθησιν.] εἰκότως δὲ τίθησι καὶ οὐ τέθεικε, δεικνὺς τὸ ἀεὶ οὕτω ταῦτα γίνεσθαι ἐν τοῖς πένησιν· ἀεὶ γὰρ ἀποροῦντες ἐνέχυρα τιθέασιν.348
10ἐνέχυρον: Σημάδιον. Dv.

sch plut

453

τροπαῖον: Οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσιν, ὡς παρὰ τουτῳῒ τῷ ποιητῇ ἐν Θεσμοφοριαζούσαις [696]
γυναῖκες οὐκ ἀρήξετ’; οὐ πολλὴν βοὴν
5
στήσεσθε καὶ τροπαῖον;
καὶ οἶμαι κατ’ ἀναλογίαν τοῦτο μᾶλλον παρὰ σφίσιν ἢ τοῦτο προφέρεσθαι, ὡς ἀπὸ τοῦ τρίτη τὸ τριταῖον, καὶ ἀπὸ τοῦ οὐρὰ τὸ οὐραῖον. ἔστι δὲ τρόπαιον, ὃ ἐν ταῖς νίκαις οἱ παλαιοὶ ἐποίουν, τοῖχον ἢ λίθον μέγαν ἱστάν‐
10τες, καὶ γράφοντες ἐν τούτῳ, ἃ κατὰ τῶν ἀντιπάλων ἔργα δεδράκασιν· ἐκαλεῖτο δὲ τρόπαιον διὰ τὸ ἐπὶ τῇ τροπῇ τῶν ἐχθρῶν γεγενῆσθαι. —τρόπαιον: Νίκην. Dv. ἀναστήσαιτο: Ἐγερεῖ. P. τῶν αὐτῆς τρόπων: Τῶν κακῶν ἐθῶν, ἃ εἰς τοὺς ἔχοντας αὐτὴν ἐργάζεται. Θ.
15Dorvill.

sch plut

454

τὸ τυχὸν φθέγγεσθαι. καθάρματα δὲ αὐτούς φη‐ σιν ἀντὶ τοῦ εὐτελεστάτους. ἐπὶ αὐτοφώρῳ δὲ, ἐπὶ φανε‐ ροῖς ἐλέγχοις συνειλημένοι. V. ὦ καθάρματε: Καθάρ‐ ματα ἐλέγοντο οἱ ἐπὶ καθάρσει λοιμοῦ τινος ἤ τινος
5ἑτέρας νόσου θυόμενοι τοῖς θεοῖς. τουτὶ δὲ τὸ ἔθος καὶ παρὰ Ῥωμαίοις ἐπεκράτησε· λέγεται δὲ καὶ καθαρι‐ σμός. —γρύζειν: Ποσῶς φθέγγεσθαι. καθάρματα: Βδελύγματα. Dv. P.

sch plut

455

ἐπ’ αὐτοφώρῳ εἰλημμένω: Φανερῶς, ἐπ’ αὐτῷ τῷ ἔργῳ· κυρίως δὲ ἐπὶ τῶν κλεπτῶν τοῦτο λέγεται· φὼρ γὰρ ὁ κλέπτης. Θ. φανερῶς ἐπ’ αὐτῇ τῇ κλεψίᾳ κρα‐ τηθέντες. Dv. ἐπ’ αὐτοφώρῳ: Ἐπ’ αὐτῷ τῷ κλέμματι.
5εἰλημμένω: Κεκρατημένω. P. κρατηθέντες. Θ.

sch plut

456

τί λοιδορεῖ: Τὸ λοιδοροῦμαι παθητικῶς δοτικῇ συντάσσεται, ἐνεργητικῶς δὲ αἰτιατικῇ· ὃ καὶ ἀγνοοῦντές τινες λοιδορεῖς ἐνταῦθα γράφουσι, τὸ ἡμῖν πρὸς τὸ προσ‐ ελθοῦσα συνάπτοντες. —κάκιστ’ ἀπολουμένη: Μέλ‐
5λουσα κακίστως ἀφανισθῆναι. P. λοιδορῇ: Ὑβρίζεις. Dorvill.

sch plut

457

οὐδ’ ὁτιοῦν: Οὐδόλως. P.

sch plut

458

ὦ: Ἄνδρες. Dv.

sch plut

459

πειρωμένω: Βουλόμενοι ποιεῖν ἀναβλέψαι. P.

sch plut

460

τοῦτό σε: Κατὰ τοῦτό σε. P.

sch plut

461

ἐκπορίζομεν: Ἐξευρίσκομεν, περισσὴ (δὲ) ἡ πρόθεσις. R. V. παρέχομεν. P.

sch plut

462

ὅ τι: Ἀγαθὸν ἐξεύροιμι. P.

sch plut

464

ἐκβαλόντες: Ἀποδιώξαντες. Dv. ἐκδιώξαντες. Paris.

sch plut

465

κακὸν: Ἄλλο. P.

sch plut

466

ἐκ κοινοῦ κακὸν μέγιστον. R. δρᾷν μέλλοντες: (Ἀντὶ τοῦ,) εἰ μέλλοντες ἐκβαλεῖν σε ἐπιλαθοίμεθα. μέγα κακὸν πράττομεν τότε, (εἰ τοῦτο δρᾶν μέλλοντες,
τὸ ἐκβαλεῖν σε, ἐπιλαθοίμεθα. Ἄλλως. ἐκ παραδόξουColumn end
5εἰρηκώς φησι, δράσαιμεν κακὸν ἀντὶ καλόν. ἢ εἰκῆ ἡ ἀπόκρισις.) —ἐπιλαθοίμεθα: Κακὸν μέγιστον ἐργα‐ σόμενοι ἀπὸ κοινοῦ. P.

sch plut

467

περὶ τούτου: Τοῦ ἐκβαλεῖν με. σφωϊν: Ὑμῖν. P. σφῶϊν: Ὑμῖν· συνίζησις. Dv. δοῦναι λόγον: Ἤγουν διαλεχθῆναι. Θ. Dv. P.

sch plut

468

τὸ πρῶτον αὐτοῦ: Τὸ αὐτοῦ ἐπιρρηματικῶς, ἀντὶ τοῦ ἐνταῦθα· ἢ σύναπτε τῷ τούτου, ἵν’ ᾖ, περὶ αὐ‐ τοῦ τούτου· ἐκ παραλλήλου τὸ αὐτοῦ. Junt. τὸ πρῶτον: Κατά. P. αὐτοῦ: Τοπικὸν, ἢ μᾶλλον χρονικόν. C. ἐν‐
5ταῦθα, ἢ τὸ τούτου καὶ τὸ αὐτοῦ ἐκ παραλλήλου. Θ. E. ἀποφῄνω: Ἀποδείξω. Θ. P.

sch plut

469

(οὖσαν αἰτίαν ἐμὲ: Ἰστέον, ὅτι ἡ Ἀττικὴ ἔλ‐ λειψις ἤτοι ἐν ἀρχῇ γίνεται, ὡς τὸ, ὅπως μὴ ποιήσῃς τόδε, νοουμένου ἔξωθεν τοῦ σκόπει· ἢ ἐν τῷ τέλει, ὡς ἔχει τὸ ἐν Νεφέλαις [267]
5
τὸ δὲ μὴ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον’ ἔχοντα· κἀκεῖ γὰρ νοεῖται ἔξωθεν τὸ οὐ σκαιόν; ἢ ἐν τῇ μέσῃ, ὡς τὸ παρ’ Ὁμήρῳ [Il. Α, 135]
ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; λείπει γὰρ τὸ παύσομαι, ἢ ἡσυχάσω. καὶ Θουκυδίδῃ
10καταρχὰς τοῦ τρίτου τῆς συγγραφῆς [c. 3] «καὶ εἰ μὲν «συμβῇ ἡ πεῖρα· εἰ δὲ μὴ, Μιτυληναίοις εἰπεῖν ναῦς «τε παραδοῦναι καὶ τείχη καθελεῖν.» τὸ δὲ σχῆμα κα‐ λεῖται ἀνανταπόδοτον, ᾧ καὶ νῦν Ἀριστοφάνης ἐχρή‐ σατο· οὐ γὰρ ἀποδέδωκε τὴν σύνταξιν ἐνταῦθα· ἔδει
15γὰρ εἰπεῖν, κἂν μὲν ἀποφήνω μόνην ἐμὲ ἀγαθῶν οὖσαν αἰτίαν, ἐάσατε· εἰ δὲ μὴ, ποιεῖτον ὅ τι ἂν ὑμῖν δοκῇ.) —οὖσαν αἰτίαν: Ὑπάρχουσαν πρόξενον ... πρότερον. Paris.

sch plut

470

ὑμῖν δι’ ἐμέ τε ζῶντας: Λείπει καταγνώσεσθε ἑαυτῶν· καὶ ἐάσατε παρ’ ὑμῖν. ὅμοιον δὲ τὸ σχῆμα τῷ Ὁμηρικῷ «ἀλλ’ εἰ μὲν δώσουσι γέρας· εἰ δέ κε μὴ «δώωσιν» R. προσυπακουστέον τὸ παύσασθε τῆς ἐπι‐
5χειρήσεως. Dv. D. ἐάσατε δηλονότι—C. ὑμῖν: Καὶ ἀποδείξω. ὑμᾶς: Παύσασθε τοῦ ἐγχειρήματος. εἰ δὲ μὴ: Ἀποφῄνω, εἰ δὲ ἀδυνατήσω ἀποδεῖξαι τοῦτο ὑμῖν. P.

sch plut

472

τουτὶ: Τὸ εἶναί σε αἰτίαν πάντων τῶν ἀγαθῶν, ἢ ὅτι ἡμεῖς διὰ σὲ ζῶμεν. P.

sch plut

473

διδάσκου: Μάνθανε τοῦτο ἐξ ἐμοῦ. Θ. P.

sch plut

474

ἁμαρτ.: Ἔξω τῆς ἀληθείας λέγοντας. P. ἁμαρ‐ τάνω σημαίνει δύο. ἁμαρτάνω λέγεται τὸ ἁμαρτίαν ποιῶ· ἁμαρτάνω λέγεται καὶ τὸ ἐκπίπτω. P.

sch plut

475

εἰ: Ἐπεὶ τοὺς ἀγαθοὺς λέγεις κτλ. P.

sch plut

476

ὦ τύμπανα: Τοῦτό φησιν, ὡς τῆς Πενίας τῶν τοιούτων ἀξίας οὔσης. (τύμπανα, ξύλα, ἐφ’ οἷς ἐτυμ‐ πάνιζον· ἐχρῶντο γὰρ ταύτῃ τῇ τιμωρίᾳ· ἢ βάκλα, παρὰ τὸ τύπτειν· ἤγουν ξύλα, οἷς τύπτονται ἐν τοῖς
5δικαστηρίοις οἱ τιμωρούμενοι.) κύφων δὲ δεσμός ἐστι ξύλινος, ὃν οἱ μὲν κλοιὸν, οἱ δὲ καλιὸν ὀνομάζουσιν· ἔνθεν καὶ ὁ πονηρὸς ἄνθρωπος κύφων. τάσσεται δὲ κἀ‐
πὶ πάντων τῶν δυσχερῶν καὶ ὀλεθρίων, καὶ κυφωνι‐ σμὸς ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχος δὲ ἀντὶ τοῦ κακὸς349
10καὶ ὀλέθριος. εἴρηται δὲ κύφων παρὰ τὸ ἀναγκάζειν τοὺς δεσμίους κύφειν, (διπλῶς ἅμα κολαζομένους, τῇ τε τοῦ τραχήλου πιέσει καὶ τῷ μηδαμῶς ἀνανεύειν δύ‐ νασθαι). Ἄλλως. ξύλα εἰσὶν ἐπιτιθέμενα εἰς τοὺς τένοντας τῶν καταδίκων, ἵνα μὴ εὕρωσιν ἀνακύψαι·
15(καὶ γὰρ τὸν κρινόμενον ποιοῦσι κύφειν.) —ταὐτὸν εἰ‐ πεῖν ἀντὶ τοῦ ὄργανα τιμωρητικά. βοηθήσετε. P. ἀρή‐ ξατε: Βοηθήσατε. Dv. κολαστήρια ὄργανα ἀμφότερα τὰ τύμπανα καὶ οἱ κύφωνες· τοῦτο δὲ λέγει, ὅτι τούτων ἀξία ἡ Πενία. Dv. κολαστήρια ὄργανα τά τε τύμπανα
20καὶ οἱ κύφωνες. τοῦτο δὲ λέγει δεικνὺς, ὅτι τῶν τοιού‐ των ἀξία αὐτή ἐστιν. τὰ δὲ τύμπανα, ὡς μέν τινες φα‐ σὶν, ξύλα, δι’ ὧν τοὺς καταδίκους ἔτυπτον. κύφων δέ ἐστι ξύλον ὅμοιον ζυγῷ, ὃν τιθέασιν κατὰ τῶν τραχή‐ λων τῶν δικαζομένων, κύπτειν αὐτοὺς παρασκευάζων,
25ἵνα διπλῶς αὐτοὺς κολάζῃ, καὶ μὴ ἐῶν αὐτοὺς ἀνα‐ νεύειν οὐδ’ ὅλως. P.

sch plut

477

οὐ πρέπει δεινοπαθεῖν καὶ κραυγάζειν, πρὶν ἂν γνωρίσῃς. P.

sch plut

478

βοᾷν: Κράζειν. ἰοὺ, ἰοὺ: Ἐπίρρημα θρηνητι‐ κόν. P.

sch plut

480

τί δῆτά σοι τίμημα: Ἐπέβαλλον γὰρ ἐνίοτε ζημίαν τοῖς ἁλοῦσιν ἢ χρήματα καταθέσθαι, ἤ τι τοιοῦ‐ τον. (τῇ δίκῃ δὲ, τῇ τιμωρίᾳ.) —τίμημ’: Εἶδος τι‐ μωρίας. Θ. Dv. P. τίμημ’ ἐπιγράψω: Πρόστιμα ἐπι‐
5θῶ τῇ κρίσει. P. τῇ δίκῃ: Τῇ ὀφειλομένῃ σοὶ τιμωρίᾳ. Θ. Dv. τῇ δίκῃ: Ἤγουν τῇ κρίσει ἢ τῇ ὀφειλομένῃ σοι τιμωρίᾳ· ἤγουν, ἐπειδὴ ὀφειλόμενόν ἐστι δίκην δοῦναί σε, ἐὰν ἡττηθῇς, τίνα κόλασιν ὑπόσχῃς. ἔθος δὲ ἦν
10πάλαι τοῖς δικαζομένοις γράφειν πρὸ τῆς κρίσεως, ὡς τιμωρίαν ἡττηθεὶς δοίη, εἶτα δὲ ἐπιγράφειν, τουτέστιν, ἐπὶ τῇ προτέρᾳ γραφῇ καὶ τοῦτο γράφειν, ὡς καὶ τοιάνδε τιμωρίαν, ἢ βίου τυχὸν ἀφαίρεσιν, ἢ κεφαλῆς. Junt.

sch plut

481

ἁλῷς: Κρατηθῇς. Dv.

sch plut

482

τὸ γὰρ αὐτὸ, ἐὰν ἡττᾶσθε: (Ἀντὶ τοῦ, τὴν αὐτὴν ζημίαν·) τοῦτο δὲ θέλει εἰπεῖν, ὅτι ὅπερ ὁρίσητε πρόστιμον, ἐὰν ἡττηθῶ, τοῦτο ὁριστέον ὑμῶν ἡττημέ‐ νων. Ἄλλως. τιμωρίαν· εἴθιστο γὰρ τὸ τῆς ἥτ‐
5της ἤδη καὶ πρόστιμον ὁριζόμενον ὑπὸ τῶν κρινομέ‐ νων. —τὸ γὰρ αὐτὸ: Τίμημα. ἡττᾶσθε: Νικᾶσθε. σφῲ: Ὑμᾶς. P.

sch plut

483

ἱκανοὺς νομίζεις: Ἀντὶ τοῦ ἀρκοῦντας· (ὁ γὰρ ἱκάνων, ὅ ἐστι παραγινόμενος, ἤρκεσε πρὸς τὴν ὁδόν.) —ἱκανοὺς: Ἀρκετούς. Dv. νομίζεις: Ὦ Χρεμύλε. Dv. P.

sch plut

484

ἀποχρήσουσι: Ἀπόχρη ἐπὶ ἐνεστῶτος ἀντὶ τοῦ ἀρκετόν ἐστι, καὶ ἀποχρῶσα δίκη ἐπὶ θηλυκοῦ, ἀντὶ τοῦ ἀρκετὴ ὑπάρχει, καὶ ἐπὶ μέλλοντος ἀποχρήσει, ἀντὶ τοῦ ἀρκετὸν γενήσεται. Junt. ταύτῃ γε: Ἤγ. τῇ
5Πενία νομίζ. ἱκανοὺς θαν. εἴκοσι. P. νῶϊν: Ἡμῖν· συν‐ ίζησις. Dv. ἀποχρήσουσι: Ἀρκέσουσι. Θ. Dv. ἀρκετοὶ γενήσονται. P.Column end

sch plut

485

τοῦτο πράττοντες: Ἀντὶ τοῦ ἀποθανόντες. οὐκ ἂν, φησὶν, ἀναβάλοισθε ἀποθανόντες· (ἀντὶ τοῦ ταχέως ἀπελθόντες τελευτήσατε. εἰ γὰρ νικήσετε, οὐκέτι δί‐ καιόν ἐστιν. Ἄλλως. οὐκ ἂν μὲ, φησὶ, νικήσετε·
5ἐὰν δέ γε νικήσητε, οὐχ ὑπάρχει δίκαιον.) —οὐκ ἂν φθ.: Ἀντὶ τοῦ ταχέως τοῦτο πάθοιτε. P. τοῦτο διπλοῦν. ἢ ταχέως πείσεσθε τοῦτο, ἡττηθέντες· ἢ ταχέως ποιήσετε τοῦτο πρός με ἡττηθεῖσαν. πράττω γὰρ καὶ τὸ ποιῶ καὶ τὸ πάσχω. Dv., Br.

sch plut

486

ἀντειπεῖν: Ἐναντιωθῆναι, ἡνίκα ἡττηθῇ. P.

sch plut

487

ἀλλ’ ἤδη χρῆν τι λέγειν: (Κομμάτιόν ἐστι δύο στίχων ἢ τριῶν· οὐδέποτε δὲ ὑπερβάλλει τὸν τέταρτον. τὸ δὲ ἑξῆς, χρὴ λέγειν ὑμᾶς ἀντιλέγοντας.) —Ἄλ‐ λως. παράβασις· ὁ γὰρ ποιητὴς δοκεῖ τὸ σκέμμα γυμνά‐
5ζειν. V. τὸ (δὲ) μέτρον ἀναπαιστικὸν τετράμετρον (κα‐ ταληκτικὸν εἰς συλλαβήν). δέχεται δὲ ἀνάπαιστον, σπονδεῖον καὶ δάκτυλον παρὰ τοῖς δραματοποιοῖς· σπανίως δὲ καὶ προκελευσματικόν. Ἄλλως. ἀλλ’ ἤδη χρῆν τι λέγειν: Εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων
10ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν, ὧν τελευ‐ ταῖος
τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν, πρὶν καταθεῖναι. καλεῖται δὲ τοῦτο τὸ μέτρον Ἀριστοφάνειον διὰ τὸ κα‐ τακόρως αὐτὸν τούτῳ χρήσασθαι, οὐ μὴν εὑρηκέναι
15πρῶτον· ἐπεὶ καὶ παρὰ Κρατίνῳ καὶ πρὸ τούτου παρ’ Ἐπιχάρμῳ καὶ Ἀριστοξένῳ τῷ Σελινουντίῳ Ἐπιχάρ‐ μου πρεσβυτέρῳ, ὡς Ἡφαιστίων φησὶ, τούτῳ τινὰ τῷ μέτρῳ μνημονεύεται γεγραμμένα. ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῶν
20στίχων διπλῆ ἔξω νενευκυῖα. —ᾧ: Δι’ οὗ. P.

sch plut

488

μαλακὸν δ’ ἐνδώσετε μηδέν: Ἡρόδοτος ἐν Θαλείᾳ [3,105] «τὰς δὲ θηλέας ἀναμιμνησκομένας ὧν ἔλιπον τέκνων ἐνδιδόναι μαλακὸν οὐδέν.» Junt. τοῖσι: Ἡμετέροις. ἀντιλέγοντες: Ἐναντιούμενοι. μαλακὸν:
5Χαῦνον. ἐνδώσετε: Ὑποχαλάσατε. Θ. P. ὑποχαλάσετε. Dv. ἀντὶ τοῦ μὴ μαλακισθῆτε τῇ Πενίᾳ. Θ.

sch plut

489

φανερὸν: Ἐγνωσμένον. P. ὁμοίως: Ἐπίσως. Vict.

sch plut

490

εὖ πράττειν: Εὐτυχεῖν. P. εὐτυχεῖν ἐστι τοὺς δικαίους· δυστυχοῦσι δέ. V.

sch plut

491

πονηροὺς: Κακοὺς καὶ ἀσεβεῖς. τούτων: Τῶν χρηστῶν. δήπου: Ἐστὶ δίκαιον πράττειν, ἤγουν δυσ‐ πραγεῖν. P. περὶ σχολῆς καὶ ἀργίας· ὥστε ἡ σχολὴ μόχθου δηλωτική. V.

sch plut

492

τοῦτ’ οὖν: Τὸ πλουτεῖν μὲν τοὺς χρηστοὺς, δυστυχεῖν δὲ τοὺς κακούς. P. ἐπιθυμοῦντες: Ποιῆσαι δηλονότι. Vict.

sch plut

493

βούλημα καλὸν: Βούλευμα μὲν τὸ ἴδιον, βού‐ λημα δὲ τοῦ δημοσίου ἡ γνώμη. καίτοι ἐν τοῖς πα‐ λαιοῖς τῶν Σοφοκλείων [Aj. 44] ἀντιγράφων
ᾖ καὶ τὸ βούλημ’ ὡς ἐπ’ Ἀργείοις τόδ’ ἦν,350
5εὕρηται, οὐχὶ βούλευμα. ἐν δὲ τῷ ὥστε γενέσθαι πα‐ ραπληρωματικὸν κεῖται τὸ τε, ὡς καὶ ἐν τῷ οἷόν τε. τὸ δὲ βλέψῃ, καὶ μὴ τυφλὸς ὢν περινοστῇ, δηλοῖ ἐκ πα‐ ραλλήλου ταὐτὸν σημαίνειν. τὸ δὲ βαδιεῖται, καὶ φευ‐ ξεῖται, οὐ μόνον Αἰολικὰ, εἴτε Δωρικὰ, ἀλλ’ ἤδη καὶ
10Ἀττικά. τὸ δὲ δήπου βεβαιωτικόν. τὸ δὲ τοὺς δὲ πο‐ νηροὺς καὶ τοὺς ἀθέους, δὶς ἐνταῦθα εἴρηται διὰ τὸ καί‐ ριον· κεῖται δὲ καὶ μετ’ ὀλίγα. τὸ δὲ τούτων, εἰ μὲν ἀρσενικὸν, τῶν χρηστῶν ἀνθρώπων· εἰ δὲ οὐδέτερον, ὧν εὖ πάσχουσιν οἱ χρηστοί. τοὺς δὲ τὰ θεῖα σέβοντας,
15ὡς ἐναντίους τοῖς ἀθέοις ἔθετο· ἐνταῦθα δὲ ὅρα τὸ σέ‐ βοντας, νῦν μὲν λεχθὲν ἐνεργητικῶς, παρὰ δὲ τοῖς ὕστε‐ ρον τὰ πλείω παθητικῶς· τὸ δὲ πάντας χρηστοὺς, ὅτι οἱ πονηροὶ τοὺς ἀγαθοὺς ἰδόντες διὰ τοῦτο εὖ πράττον‐ τας, ἐθελήσουσι τὸν πρότερον ἀφέντες βίον μεταπεσεῖν
20ἐπὶ τὰ ἀμείνω, ἵνα δι’ αὐτὸ τοῦτο εὖ πράττωσιν. τὸ δὲ καί τοι τούτου τίς ἂν ἐξεύροι ποτ’ ἄμεινον, ἐπικριτικόν ἐστι σχῆμα δι’ ἐρωτήσεως ἀναντιρρήτως βεβαιούμενον, ἐν ᾗ τὸ τίς ταὐτόν ἐστι τῷ οὐδεὶς, ὡς καὶ ἐν ἄλλοις μυριαχοῦ φαίνεται. τὸ δὲ ἀνερώτα ἢ περιττὴν ἔχει τὴν
25πρόθεσιν, ἢ δηλωτικόν ἐστι τοῦ πολλάκις ἐρωτᾶν. ἐν‐ ταῦθα δὲ σημαίνει ὅτι ἔθος τοῖς ποιηταῖς ἐν ταῖς ἐρωτή‐ σεσι, καθ’ ἃς οἴεταί τις ἀντιλογίαν εὑρεῖν ποθεν, παρά‐ γειν πρόσωπον φιλικὸν ἀποκρινόμενον τὸ ἀρέσκον τῷ ἐρωτῶντι· ὡς καὶ ἐνταῦθα ὁ Βλεψίδημος ποιεῖ· δεδιὼς
30γὰρ μή ποτε ἡ Πενία πρὸς τὴν τοῦ Χρεμύλου ἀπαντήσῃ ἐρώτησιν, ἀποκρίνεται αὐτὸν τὸ δοκοῦν τῷ Χρεμύλῳ. ἐν δὲ τῷ κακοδαιμονίαν τ’ ἔτι μᾶλλον, δοκεῖ χεῖρον μα‐ νίας ἡ κακοδαιμονία εἶναι. ἴσως δὲ καὶ ἐπιδιορθωτικῶς αὐτὸ εἴρηται, ὡς τῶν κατὰ βίον ἀταξιῶν μανίᾳ μὲν
35οὐκ ἂν ἐοικυιῶν, δυσδαιμονίᾳ δὲ μάλιστα.βούλευμα: Σκέμμα. χρήσιμον: Ἐπωφελὲς εἰς πᾶ‐ σαν πρᾶξιν. P.

sch plut

494

νυνὶ βλέψῃ ... περινοστῇ: Ἐκ παραλλήλου περιφέρηται ἄνω καὶ κάτω. Dv. Vict. πλανᾶται. P.

sch plut

495

ὡς: Εἰς. βαδιεῖται: Βαδίσει. ἀπολείψει: Ἐάσει. P.

sch plut

496

πονηροὺς: Κακοτρόπους καὶ ἀσεβεῖς φυγεῖ. P.

sch plut

497

σέβοντας: Τιμῶντας. P.

sch plut

498

τούτου: τοῦ πάντας ἀγαθοὺς ποιῆσαι. R. V. ἐξεύροι: Ἐπινοήσαιτο. P.

sch plut

499

οὔτις: Οὐδεὶς ἐπινοήσει δηλ. ταύτην: Τὴν Πενίαν δηλ. P.

sch plut

500

ὡς: Καθά. ἡμῖν: Ἐν ἡμῖν. P.

sch plut

501

μανίαν: Διὰ τὸ ἀτάκτως φέρεσθαι. Θ. Dv.

sch plut

502

πλουτοῦσι: Χρήματα ἔχουσι. P.

sch plut

503

ἀντὶ τοῦ ἐν πλεονεξίας αὐτὰ εἰληφότες καὶ κτη‐ σάμενοι. V. αὐτὰ ξυλλεξάμενοι: Ἃ ἔχουσι συναγαγόν‐ τες. Θ. Dv. αὐτὰ: Ἃ ἔχουσι. P.

sch plut

504

πράττουσι κακῶς: Πάσχουσι, δυστυχοῦσι. Dv. δυστυχοῦσιν. τὰ πλεῖστα σύνεισιν: Περισσότερα ὑπάρχουσιν. P. συνέρχονται. R. V.

sch plut

505

οὐκοῦν εἶναί φημι: Ὁ νοῦς, οὐκοῦν εἰ παύσει
ταῦτα ὁ Πλοῦτος, ἤν ποτε βλέψῃ, φημὶ εἶναι ὁδὸν, ἥντιν’ ἰὼν τοῖς ἀνθρώποις ἀγαθὰ ἂν μείζω πορίσειε.(κακόμετρος οὗτος ὁ στίχος· ἐν ἐνίοις δὲ καὶ ἄμετρος. ὁColumn end
5δὲ νοῦς δῆλος·) οὐκοῦν εἶναί φημι ὁδὸν ἑτέραν, ἣν βα‐ δίσας τις ἀγαθόν τι μεῖζον τοὺς ἀνθρώπους ἐργάσεται. λέγει δὲ ὅτι δεῖ τὸν Πλοῦτον ἀναβλέψαι ποιῆσαι. ἐὰν δέ τις προσθῇ τὸν καί, ἵσταται ἡ φράσις· οὐκοῦν ἢν βλέψῃ ποτὲ ὁ Πλοῦτος, φημὶ εἶναι ὁδὸν, ἥντινα ἰὼν παύσει
10ταῦτα καὶ τοῖς ἀνθρώποις ἀγαθὰ ἂν μείζω πορίσειεν. Ἄλλως. τὸ οὐκοῦν ἀποφαντικόν ἐστιν ὅτι ἐὰν βλέψῃ ὁ Πλοῦτος καὶ παύσῃ τὴν Πενίαν, οὐκέτι κακοδαιμονία εἴη. τὸ δὲ ἑξῆς, οὐκοῦν εἶναί φημι ὁδὸν, ἥντινα ἰὼν ὁ Πλοῦτος βλέψει ταύτην, καὶ τὰ ἀγαθὰ μείζω πορίσειε
15τοῖς ἀνθρώποις. Ἄλλως. οἱ γράφοντες φημί, δίχα τοῦ ἄρθρου τοῦ ἥ, στοχάζεσθαι τῶν μέτρων δοκοῦσιν οὐ μάλα ἀκριβῶς· τὸ γὰρ ἑξῆς οὕτως ἔχει, οὐκοῦν εἶναί φημι ὁδὸν, ἥτις παύσει ταῦτα, ἣν βαδίσας τις ἀγαθὸν τοῖς ἀνθρώποις πορίσειεν. ἡ δέ ἐστιν, ἢν βλέψῃ πόθ’ ὁ
20Πλοῦτος. οἱ πολλοὶ δὲ λαμβάνουσιν ἔξωθεν γάρ, πρὸς τὸ φημί· οὐκοῦν παύσει ταῦτά ποτε ὁ Πλοῦτος, ἢν βλέψῃ· φημὶ γὰρ εἶναι ὁδὸν, ἥντινα ἰὼν πορίσειε τοῖς ἀνθρώποις μείζω ἀγαθά.

sch plut

506

ὁδὸν ἥντιν’ ἰὼν: Μέθοδον ἥντιν’ ἐλθὼν Πλοῦτος. C. μέθοδον. ἰὼν: Ὁ Πλοῦτος. P. πορίσειεν: Δώσοι. Borg. παράσχοι. P.

sch plut

507

ῥᾷστ’: Εὐχερῶς. ἀναπεισθέντ’: Οἱ καταπει‐ σθέντες τὰς φρένας. P.

sch plut

508

ξυνθιασώτα: συγχορευταί· θίασος γὰρ ὁ χορός. V. συγχορευταὶ καὶ κοινωνοί. Θ. Dv.

sch plut

509

πάλιν δῆλον ὅτι οὐκ οἶδεν ἡ Πενία τὴν Χρεμύ‐ λου γνώμην καὶ τὴν τοῦ Πλούτου ὅτι πρὸς μόνους τοὺς δικαίους ἥξει. —λυσιτελεῖν: Οὐδαμῶς λέγω χρησιμεύειν καὶ ὠφελεῖν ὑμῖν. P.

sch plut

510

διανείμειε: Διαμερίσειε πᾶσιν ἐπίσης. Θ. P.

sch plut

511

σοφίαν μελετῴη: Σοφίαν ἐνταῦθα καλεῖ τὴν περὶ τὰς τέχνας πανουργίαν καὶ μηχανὴν, τέχνην δὲ τὴν μεταχείρησιν αὐτὴν καὶ ἐνέργειαν. Junt., Dv., Vict. σοφίαν: Μάθημα. P.

sch plut

512

ἀμφοῖν: Τῆς σοφίας καὶ τῆς τέχνης. τὸ δὲ ἑξῆς, τίς ἐθελήσει. R. V.

sch plut

513

χαλκεύειν ... ναυπηγεῖν: Χαλκεὺς, ναυπηγὸς εἶναι. τροχοποιεῖν: Τροχοὺς ποιεῖν ἁμάξης. P. ἁμάξας ποιεῖν καὶ τροχούς. V.

sch plut

514

σκυτοτομεῖν τὸ δέρμα, ἤγουν ὑποδήματα κα‐ τασκευάζειν. V. σκυτοτομεῖν ... πλινθουργεῖν: Σκυτοτό‐ μος εἶναι, πλίνθους ποιεῖν. P.

sch plut

515

Δηοῦς θερίσασθαι: [Ἀντὶ τοῦ γεωργίας ἐπιμε‐ λεῖσθαι.] ἤδη τὸ ἔπος τοῦτο τῆς μέσης κωμῳδίας ὄζει. (καρπὸν οὖν Δηοῦς τὸν σῖτον λέγει.) —ἀρότροις ῥήξας: Δι’ ἀρότρου σχίσας, τεμὼν τὴν ἐπιφάνειαν τῆς γῆς.
5Θ. Dv. P. δάπεδον: Τὸ ἔδαφος. Dv. Δηοῦς: Τῆς γῆς. P. Vict.

sch plut

516

ἐξῇ ζῇν ἀργοῖς: Πρὸς τὸ ἀνώτερον· τίς ἐθελήσει τέχνην μετελθεῖν, ἐὰν ἔξεστιν ὑμῖν ἀργοῖς ζῆν τούτων
ἀμελοῦσιν. Ἄλλως. τὸ ἐξῇ ζῇν πρὸς τὸ, ἐθελήσει τίς, ἔχει τὴν δύναμιν. διότι δὲ μετὰ ταῦτα μὲν τίθεται,351
5τὴν δὲ τῶν τεχνῶν ἀπαρίθμησιν προέταξε, διὰ τοῦτο εἶπε τὸ τούτων. οἱ δὲ ἀπ’ ἄλλης ἀρχῆς τὸ, ἢν ἐξῆν, λέ‐ γοντες, καὶ σκοπεῖτε ἔξωθεν λαμβάνοντες οὐκ ὀρθῶς οἴονται. —ἐξῇ: Ἄδεια ὑπάρχει. πάντων: Ὧν ἔφην. P.

sch plut

517

λῆρον ληρεῖς: Ἀντὶ τοῦ κατὰ λῆρον. —φλυα‐ ρίαν φωνεῖς. V. Ἀττικὴ δὲ ἡ φράσις. (καὶ τὸ σχῆμα, ὡς τὸ μανίαν μαίνῃ,) καὶ ὅλως ἐφ’ ὧν τῷ πράγματι ἐπάγεται τὸ ἀπὸ τοῦ πράγματος ῥῆμα, ὡς τὸ, ὕβριν
5ὑβρίζεις, καὶ φυγὴν φεύγεις. —λῆρον ληρεῖς: Φλυα‐ ρεῖς. P. Ἀττικὴ παρήχησις. κατέλεξας: Ἀπηρίθμησας. Θ. Dv.

sch plut

518

μοχθήσουσιν: Οἱ δοῦλοι μετὰ μόχθου ἐργά‐ σονται. ἔξεις: Κτήσει δούλους. P. λούβεις. Dv.

sch plut

519

ἀργυρίου: Διά. P.

sch plut

520

κέρδος κυρίως τὸ εἰς χεῖρας διδόμενον ἀργύριον κέρδος τι ὄν. R. V.

sch plut

521

ἔμπορος ἥκων: Ἔμπορος ὁ πραγματευτικὸς ἄνθρωπος· κυρίως δὲ ὁ πλέων θάλασσαν, παρὰ τὸ πό‐ ρος· πόρος δὲ κυρίως ἐπὶ ὑγρῶν λέγεται· καὶ εὔπορος ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ
5ὑδατικοῦ πόρου. διαβάλλονται δὲ οἱ Θετταλοὶ ὡς ἀν‐ δραποδισταὶ (καὶ αἰσχροκερδεῖς) καὶ ἄπιστοι· ἀεὶ γὰρ τὰ Θετταλῶν ἄπιστα, ἡ παροιμία φησίν. καὶ Εὐ‐ ριπίδης (ἐν Ἰνοῖ)
πολλοὶ παρῆσαν, ἀλλ’ ἄπιστοι Θετταλοί.
10δῆλον δὲ καὶ ἀπὸ Ἰάσονος, ὃς ἠνδραπόδισε τὴν Μή‐ δειαν. ἀνδράποδον δὲ εἴρηται ὁ ποὺς ὁ ἐν ἀνδράσιν, ἀπὸ τοῦ ὑποκειμένου μέρους τῷ ὅλῳ· ὑπόκειται γὰρ τῷ δεσπότῃ ὁ οἰκέτης καθάπερ ὁ ποὺς τῷ ὅλῳ καὶ ἀνωτέρῳ σώματι.
15παρὰ πλείστων ἀνδραποδιστῶν: Καὶ αὐτὸς παρὰ ἀνδραποδιστῶν λαβών. εἴρηται δὲ ἀνδραποδιστὴς παρὰ τὸ ἄνδρας ἀποδίδοσθαι, τουτέστι πωλεῖν. —Ἄλλως. ἀνδραποδιστὴς οὐ μόνον ὁ τοὺς ἐλευθέρους δι’ ἀπάτης ἀπάγων εἰς δουλείαν, ἀλλὰ καὶ ὁ τοὺς δούλους ἀπὸ
20τῶν δεσποτῶν ἀποσπῶν εἰς ἑαυτὸν ἐπὶ τῷ ἀπαγαγεῖν ἀλλαχοῦ καὶ διαπωλῆσαι. διεβάλλοντο γοῦν οἱ Θεττα‐ λοὶ ὡς οὐ μόνον τούτοις χαίροντες, ἀλλὰ καὶ λῃστείαις. ἀφ’ ὧν οἱ ἔμποροι ἀνδράποδα ὠνούμενοι εἰς ἑτέρας ἐπώλουν ἠπείρους, ἀφ’ ὧν καὶ ἀνδραποδισταὶ ἐκαλοῦντο.
25Θ. Junt. εἰπὼν ἐκ Θετταλίας, ἐπήγαγε, παρὰ πλεί‐ στων ἀνδραποδιστῶν. δεικνὺς ὅτι τὸ τῶν Θετταλῶν γένος λῃστείαις ἐχρῆτο καὶ ἀνδραποδισμοῖς· ἀφ’ ὧν οἱ ἔμπο‐ ροι ἀνδράποδα ὠνούμενοι εἰς τὰς ἑτέρας ἐπώλουν ἠπεί‐ ρους. C. ἔμπορος: Κατὰ θάλατταν πραγματευόμενος.
30παρὰ πλείστων: Ὠνήσεται δηλ. P. ἀνδραποδιστῶν: Λῃστῶν, τῶν τοὺς ἀνθρώπους δεσμούντων. Θ. Dv. P.

sch plut

522

πρῶτον: Προηγουμένως. Θ. P.

sch plut

524

κινδυνεύων περὶ τῆς ψυχῆς: Οἱ γὰρ λῃστεύον‐ τες ἢ ἄλλους ἢ σφᾶς αὐτοὺς ἀπολλύουσιν, ὅταν ἐλάττους
τῶν λῃστευομένων ὦσιν. Θ. ψυχὴ ἡ λογικὴ, καὶ ἡ ἐν τοῖς ἀλόγοις ζώοις. ψυχὴ καὶ ἡ φύσις, ὡς παρ’ Εὐρι‐Column end
5πίδῃ [Sophocl] «ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς.» ἤγουν τῆς ἐμῆς φύσεως. ψυχὴ καὶ ἡ ἐν τοῖς φυτοῖς, καὶ ἁπλῶς ἡ ζωή. Junt. κινδυνεύων: Κίνδυνον ὑφιστάμενος. τοῦτο ποιῆσαι: Ἐξανδραποδίζειν. P. τὸ λῃστεῦσαι. Dv.

sch plut

525

ὥστ’. Καὶ σὺ ... ἀροτριᾷν. P.

sch plut

526

ὀδυνηρότερον, μοχθηρότερον, πολὺ βίον τοῦ νῦν διάξεις ἢ διατρίψεις, διατελέσεις. V. διατελέσεις. R. διαβιβάσεις. Θ. τρίψεις βίοτον: Διαβιβάσεις ζωήν. τοῦ νῦν: Ἤγ. τοῦ πένητος. P. εἰς κεφαλήν σοι: Ἀποπόμ‐
5πησις συμβόλου φευκτοῦ. V. εἴη τοῦτο ὃ λέγεις. Θ. ὃ λέγεις. Dv. ἐς κεφαλήν σου: Εἴθε ἐπάνω πες. P. τὸ ἐς κεφαλήν σου εἶπεν, ἐπειδὴ ἤκουσεν παρ’ αὐτῆς, ὡς ὀδυνηρότερον μοχθήσει καὶ βιώσει. P.

sch plut

527

καταδαρθεῖν: Κατακοιμηθῆναι· κυρίως δὲ καταδαρθεῖν τὸ ἐν δέρμασι κοιμηθῆναι. —ἔτι: Πρὸς τοῖς εἰρημένοις. καταδαρθεῖν: Ὑπνῶσαι. P.

sch plut

528

ἤτοι τάπησι. οὕτως γὰρ Ἀττικοί. R. ἐν τάπησιν· οἱ γὰρ πένητες ἱστουργοῦσιν, ἵνα τραφῶσι. R. V. τάπη‐ σιν: Τάπητες λέγεται τὰ πεύκια· εἰσὶ δὲ τάπητες οἱ μὲν ἐξ ἑνὸς μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ
5οἱ ἐξ ἀμφοτέρων· λέγεται δὲ καὶ θηλυκῶς δάπης, δάπι‐ δες. Dv. τάπητες λέγονται τὰ ἐπεύχια. εἰσὶ δὲ τάπη‐ τες μὲν, οἱ ἐξ ἑν. μ. μαλλὸν ἔχοντες, ἀμφιτ. δὲ οἱ ἐξ ἀμφοτέρωθεν. καὶ θηλυκῶς δάπις, δάπιστος. εὕρηται δὲ καὶ τάπις, τάπιδος· καὶ δάπης, δάπητος· ἀλλ’ οἱ
10Ἀττικοὶ τάπητες γράφουσιν. P. τάπητες λέγονται τὰ ἐπεύχια, εἰσὶ δὲ τάπητες μὲν οἱ ἐξ ἑνὸς μέρους μαλ‐ λὸν ἔχοντες, ἀμφιτάπητες οἱ ἐξ ἀμφοτέρων· εἴρηται δὲ καὶ τάπης, ητος, καὶ τάπις, τάπιδος, καὶ δάπις, δά‐ πιδος, καὶ δάπης, δάπηδος· οἱ μὲν Ἀττικοὶ τάπης,
15τάπητος γράφουσιν. Vict. ὑφαίνειν: Ὑφαντὴς εἶναι. Paris.

sch plut

529

μύροισι μυρίσαι στακτοῖς: Τοῖς ὑγροῖς καὶ χρισίμοις, πρὸς ἀντιδιαστολὴν τῶν ξηρῶν. —μύροι‐ σιν στακτοῖς: Ἤγουν ῥοδοστάμασιν. Dv. ῥοδοστάγμα‐ σιν. Θ. P. ἀγάγησθον: Ἐν τῷ οἴκῳ. Θ. Dv. ἀγάγετε ἐν
5τῷ οἴκῳ. P.

sch plut

530

οὔθ’ ἱματίων βαπτῶν: (Ἀλλοχρόων·) βαπτὰ γὰρ ἱμάτια φοροῦσιν οἱ νυμφίοι, πρὸς τὸ φαίνεσθαι τεκμήριον τῆς φθορᾶς. οὐκ ἔσται σοι οὖν, φησὶ, ποικίλα ἱμάτια ἐπὶ τῷ κοσμῆσαι τὴν νύμφην. —δαπάναις:
5Ἀναλώμασιν. Θ. Dv. ἐν ἀναλώμασιν. P. κοσμῆσαι: Καλλωπίσαι. Θ. Dv. καλῦναι. P. ποικιλομόρφων: Ἐγχρωμάτων. Dv. ἐχόντων μορφὰς ποικίλας. P. διαφό‐ ροις χρώμασι πεποικιλμένων. Θ.

sch plut

531

καί τοι τί πλέον πλουτεῖν: Τίς χρεία ἐστὶ τοῦ πλουτεῖν, ὅτε ἀπορεῖ τις ὧν χρῄζει. —τί πλέον: Οὐ‐ δέν ἐστι τὸ πλέον. P.

sch plut

532

εὔπορα: Εὐπόριστα. δεῖσθον: Χρείαν ἔχετε. Paris.

sch plut

533

τὸν χειροτέχνην: Ἐπὶ τ. χ., τὸν διὰ τῶν χει‐ ρῶν ἐργαζόμενον. P. τὸν πτωχόν. Dv.

sch plut

534

βίον ἕξει: Ζωὴν λούβεις. Dv. ζωὴν λήψεται. P.352

sch plut

535

πλὴν φώδων ἐκ βαλανείου: Φλυκταινῶν· ἐκ βαλανείου δὲ, διὰ τὸ τοὺς πένητας ἀποροῦντας ἐνδυ‐ μάτων διὰ τὸ ψύχος ἐν βαλανείοις καθεύδειν καὶ ἐκ θέρμης ἢ ἀέρος αὐτοὺς ἐξιόντας παραχρῆμα προσβα‐
5λόντοσ φλυκταίνας ποιεῖν. Ἀπολλόδωρος τὰ ἐκ τοῦ πυρὸς ἐρυθήματα, ἢ ἐκ ψύχους, ἢ τοὺς τύλους, καὶ τὰ ἐπικαύματα τὰ ἐκ τοῦ πυρὸς, ὡς τῶν πενήτων διὰ τὸ αὐτουργεῖν τοῦτο πασχόντων. τὸ δὲ πλὴν οὐκ ἐν‐ ταῦθα ἀντὶ τοῦ χωρίς, ἀλλ’ ἀντὶ τοῦ εἰ μή, πρὸς τὸ
10κολοσυρτόν, ὅς ἐστιν ἦχος φρυγάνων συρομένων. — οὐδὲν, ὧν λέγεις, παρέχοις τοῖς ἀνθρώποις. Dv. πλὴν: Εἰ μή. P. φώδων: Φούσκα. Dv. τὰς κοινῶς λεγομένας στιβιλίδας. P. ἀναστρέφοντες οἱ πένητες ἐκ βαλανείου οἴκαδε, ἢ λουόμενοι, ἢ ἐν τῇ ἐκεῖ καμίνῳ διὰ τὸ ψύχος
15θερόμενοι, ἀέρος αὐτοῖς παραχρῆμα προσβαλόντος, φλυκταίνας ἀνθοῦσι τῷ σώματι, διὰ τὸ μὴ ἔχειν ἀρκοῦν ἐπικάλυμμα. P. βαλανείου: Λουτροῦ. P.

sch plut

536

ὅταν γὰρ πεινῶσιν οἱ παῖδες κράζουσιν. R. V. ὑποπεινώντων: Μετρίως πεινώντων. Vict. γραϊδίων: Ὅτι πεινῶσαι αἱ γραῖαι βοῶσιν ὡς τὰ παιδία. Θ. Vict. κολόσυρτός ἐστι κυρίως ὁ τῶν φρυγάνων ἦχος, ὃν ποιοῦσι
5συρόμενα. κᾶλα γάρ εἰσιν ἤτοι ξύλα συρόμενα. P., Vict.

sch plut

537

σύναπτε τὸ ἀριθμὸν πρὸς τὸ οὐδὲ λέγω σοι. ἡ ψύλλα θηλυκῶς. P. οὐδὲ λέγω (σοι) τὸ πλῆθος ὅσον. R. V.

sch plut

538

αἳ βομβοῦσαι: Ἰδίως τὰς ψύλλας ἀφώνους οὔσας βομβεῖν φησι· κωνώπων γὰρ [μᾶλλον] τοῦτο ἴδιον. (Ἄλλως. ἐντεῦθεν πλανηθέντες τινὲς θηλυκῶς εἰ‐ ρῆσθαι ᾠήθησαν τὰς κώνωπας· ληροῦσι δέ· ἀρσενικῶς
5γὰρ λέγονται· οἱ δὲ Δωριεῖς ἀρσενικῶς λέγουσι τὸν ψύλλον. θηλυκῶς δέ τινες τὴν κώνωπα κατὰ τοὺς Ἀτ‐ τικούς· ἠχοῦσαι, φησὶν, αἱ κώνωπες· καὶ γὰρ ἠχοῦσα περιίπταται. οὐκ ἔστι δὲ, ἀλλὰ πρὸς τὰς ψύλλας ἀποδέ‐ δωκεν.) ἰδίως δὲ εἶπε τὴν ψύλλαν βομβεῖν· οὐ γὰρ προϊᾶσι
10φωνήν. κώνωπας δὲ λέγει τὰς ἐμπίδας. —βομβοῦ‐ σαι: Βοῶσαι. Dv. ἠχοῦσαι. P. κεφαλὴν: Ἀπὸ τοῦ κα‐ θολικωτέρου τὸ περὶ τὸ οὖς μέρος ἐδήλωσε. R. V. τοῦ πένητος. ἀνιῶσιν: Λυποῦσιν. P.

sch plut

539

ἐπεγείρουσαι: Διανιστῶσιν καὶ λέγουσι, πει‐ νάσεις, ἐὰν καθεύδῃ. P. φράζουσαι: οὐ γὰρ αὐταὶ τουτό φασιν, ἀλλ’ ὅτι οἱ πένητες τοῦτο λογίζονται. R. V. ἐπα‐ νίστω: Ἐγείρου. P.

sch plut

540

τούτοις: Τοῖς εἰρημένοις. P. ῥάκος: Διερρη‐ γμένον χιτῶνα. Θ. Dv. P.

sch plut

541

στιβάδα: Συναγωγήν. Θ. Dv. στρωμνήν. σχοί‐ νων: Σπάρτων πεποιημένην. μεστὴν: Πεπληρωμένην, ἣ τοὺς κοιμωμένους ἀνιστᾷ. P., Vict. Σοφοκλέους τὸ ἡμιστίχιον «ἐπειγομένων κερκίδος ὕμνοις, ἣ τοὺς εὕ‐
5δοντας ἐγείρει.» στιβάδα δὲ σχοίνων χαμεύνην ἐκ βο‐ τάνης σχοινίου. V. τοὺς κοιμωμένους δακνομένους ὑπὸ τῶν κόρεων. Θ.

sch plut

542

φορμὸν: Φορμός πᾶν πλεκτὸν, ἐνταῦθα δὲ τὸ
ψιάθιον. Junt. φορμὸν: Ψιάθιον. Θ. Dv. P. φορμὸς πᾶν πλέγμα, εἴτε ψιάθιον, εἴτε ἄλλο τι. P. τάπητος: Πει‐ χίου. Θ. Dv. P.Column end

sch plut

543

ἀντὶ μὲν ἄρτων: Διενήνοχεν ἄρτος καὶ μάζα, ὅτι ὁ μὲν ἄρτος πάλαι μέμακται, ἡ δὲ μάζα νῦν. — σιτεῖσθαι: Ἐσθίειν. P.

sch plut

544

ἰσχνῶν ῥαφανίδων: Ἀττικοὶ ῥαφανίδα φασὶν ἣν ἡμεῖς ῥάφανον· πάλιν δὲ ῥάφανον, ἣν ἡμεῖς κράμβην. εἴρηται δὲ ῥαφανὶς παρὰ τὸ ῥᾳδίως φαίνεσθαι. λόγος γὰρ ὡς σπειρομένη θᾶττον ἄνεισιν. —μαλάχης πτόρ‐
5θους: Μολόχης κλάδους. Θ. Dv. P. μάζης: Ἄρτου. Θ. P. ἄρτου ξηροῦ. Dv. φύλλ’ ἰσχνῶν ῥαφανίδων: Λεπτῶν κράμβων. P. εὐτελῶν, λεπτῶν. Vict. εἶδος λαχάνου. V.

sch plut

545

ἀντὶ δὲ θράνους: Θράνος, ὑποπόδιον, (ὃ καὶ θρῆνυς ἴσως παρὰ τῷ ποιητῇ. καὶ νηὸς θράνος·) ἔνθεν καὶ θρανίτης. ἐτυμολογεῖται δὲ παρὰ τὸ θορεῖν ἄνω, ἢ παρὰ τὸ θρῆσαι, ὅ ἐστι καθίσαι. τὸ δὲ στάμνου δοκεῖ
5ἀρσενικῶς εἰρῆσθαι, ὡς δηλοῖ τὸ κατεαγότος, οὗ τὸ θέμα ἄγω, τὸ κλῶ, παρακείμενος ἦχα, ὁ μέσος ἦγα, καὶ ἐν διαλύσει ἔαγα· ὅθεν μετοχὴ ὁ ἐαγὼς καὶ τὰ ἐξ αὐτοῦ. ὅρα δὲ ὅτι στάμνου κεφαλὴν λέγει μεταφορικῶς τὸ ἄνω πρὸς τῷ στόματι· οὕτω δὲ καὶ πιθάκνης πλευρὰ
10τὸ ταύτης πλάγιον. εἰ δὲ στάμνου κεφαλὴν λέγει, εἴη ἂν αὐτὸ σύμφωνον τῷ «πίθου κρήδεμνον» παρὰ τῷ ποιητῇ [Od. Γ, 392]. κεφαλῆς γὰρ φόρημα τὸ κρήδε‐ μνον. ὅτι δὲ ἀπὸ τῆς στάμνου ἢ τοῦ στάμνου καὶ Ζεὺς λέγεται Στάμνιος δηλώσει που καὶ ὁ κωμικός [Ran. 22].
15τινὰ δὲ τῶν ἀντιγράφων, ἀντὶ στάμνου κεραμίου γρά‐ φεται.ἀντὶ δὲ μάκτρας: Ἡ σκάφη ὅπου μάττουσι τὰ ἄλευρα. R. V. σκάφης, ἐν ᾗ ζυμοῦνται τὰ ἄλευρα. Θ. μάκτρα κατὰ τοὺς παλαιοὺς θυεία ἐπιμήκης, ἐν ᾗ μάττουσι τὰ
20ἄλευρα, ὅθεν καὶ γίνεται· παρὰ τὸ μάσσω γὰρ ἡ μά‐ κτρα, ὅθεν καὶ μεμαγμένον προείρηται [ad. v. 305], καὶ ἡ μάζα γίνεται. Πενίας δὲ πάντως δῶρον καὶ ἡ τοιαύτη μάκτρα ἡ ἐκ πιθάκνης, καὶ οὐδὲ αὐτῆς διόλου συνεχοῦς, ἀλλὰ διερρωγυίας τὴν πλευρὰν, ἐν ᾗ τὸ μάγμα γίνεται.
25ὑποκοριστικῶς δὲ λέγεται ἡ πιθάκνη, κατὰ τὸ πολίχνη. ὅρα δ’ ἐν τοῖς προεκτεθειμένοις καὶ σχῆμα κάλλους ἐπαναφορικὸν διὰ τῆς ἀντί προθέσεως· τοιοῦτον γὰρ τὸ ἀνθ’ ἱματίου, ἀντὶ τάπητος, ἀντὶ προσκεφαλαίου, ἀντὶ ἄρτου, ἀντὶ μάζης, ἀντὶ θράνους, ἀντὶ μάκτρας· ἔχει
30δέ τι καὶ ἐπιμονῆς τὸ τοιοῦτον σχῆμα. ἀστείως δὲ ὁ Χρεμύλος καὶ πρὸς τὴν κλίνην, ἣν ἡ Πενία εἶπε, καὶ τοὺς τάπητας, καὶ τὰ μύρα, καὶ τὰ νυμφικὰ ἱμάτια, τὴν ῥηθεῖσαν στιβάδα καὶ τὸν φορμὸν ἀντέθετο, καὶ τοὺς κακῶς ὀδωδότας κόρις, καὶ τὸ ῥάκος, προσθεὶς
35τὰ λοιπὰ ἐπέκεινα εἰς ἐπαύξησιν τῶν τῆς πενίας κακῶν.—θράνους: Ἤτοι ὑποποδίου ἤγ. θρόνους. P. θρόνου. P. ὑποποδίου. Dv. C. στάμνου: Κεράμου. P. κατεα‐ γότος: Τεθραυσμένου. Dv. συντεθλασμένου. P. κλα‐ σθέντος. ἄγω τὸ συντρίβω. ὁ μέλλων ἄξω, ὁ μέσος πα‐
40ρακείμενος ἦγα καὶ Ἀττικῶς ἔαγα· ῥήσσω, ὁ μέλλων
ῥήξω, ὁ μέσος παρακείμενος ἔρρηγα, καὶ τροπῇ τοῦ η εἰς ω μέγα ἔρρωγα. Vict. μάκτρας: Σκάφης. Dv. P.353

sch plut

546

πιθάκνης: ὑποκοριστικῶς ὡς πολίχνης. R. κε‐ ράμου ἢ πιθήκου κεκλασμένου. ὑποκοριστικῶς δὲ αὐτὸ εἶπεν ὥσπερ πολίχνη. V. ὑποκοριστικῶς· μικροῦ πίθου ἐσχισμένου. Dv. πίθου μικροῦ. Θ. P. ἐρρωγυῖαν: Τε‐
5θραυσμένην. Θ. συντετριμμένην. ἆρά γε: Συμπέρα‐ σμα εἰρωνικόν. Θ. P.

sch plut

547

ἀποφαίνω ς’ αἰτίαν: Ἀποδεικνύουσαι. Dv. ἀπο‐ δεικνύω πρόξενον. P. αἰτίαν: Πρόξενον· συνίζησις. Dv.

sch plut

548

ὑπεκρούσω: Ἐφθέγξω, [ἀνεκρούσω,] ἀπὸ με‐ ταφορᾶς τῶν κρουόντων τὴν κιθάραν, (ἤ τινος ἄλλου τοιούτου ὀργάνου. διενήνοχε δὲ πτωχεία πενίας, ὅτι ἡ μὲν πενία μεμετρημένη ἐστὶν ἔνδεια, πόνῳ τὰ χρειώδη
5θηρῶσα· ἡ δὲ πτωχεία παντελὴς τῆς κτήσεως ἔκπτωσις· καὶ ὁ μὲν πένης παρὰ τὸ πένεσθαι, ὅ ἐστιν ἐνεργεῖν, εἴρηται, καὶ ἐκ τούτου πορίζειν τὰ χρειώδη, ὁ δὲ πτωχὸς, παρὰ τὸ πτώσσειν πάντας.) —τὸν ἐμὸν βίον: Τὴν ἐμὴν διαγωγήν. ὑπεκρούσω: Ἐδήλωσας. P. αἰνιγμα‐
10τωδῶς ἀπήχησας. C. ὠνείδισας. P.

sch plut

550

οἵπερ καὶ Θρασυβούλῳ: Τὰ μὴ ὅμοιά φησιν αὐτοὺς ὁμοιοῦν, ὡς εἴ τις λέγοι Διονύσιον τὸν ἐξώλη τύ‐ ραννον ἐοικέναι Θρασυβούλῳ τῷ Λύκου, (ἀνδρὶ φιλοπό‐ λιδι καὶ παντὸς κρείττονι λόγου, διά τε τὰς ἐπιφανεῖς
5αὐτοῦ κατὰ τῶν πολεμίων νίκας καὶ διότι κατέλυσε τὴν τῶν λʹ τυραννίδα. εὔπορος γὰρ ὢν καὶ ἐξ αὐτῶν ἐκπε‐ σὼν μετὰ ταῦτα Φυλὴν καταλαβὼν καθεῖλεν αὐτούς. Ἄλλως. μήποτε ὁ ἀξιωματικὸς καὶ αὐθάδης, ὡς Στράτ‐ τις ἐν τῷ Κινησίᾳ. Διονύσιος δὲ ὁ μέν τις φαίνεται μαι‐
10νόμενος, ὁ δὲ, ὡς ἔοικεν, ἰχθυοπώλης.) —Ἄλλως. ὁ μὲν ἀξιωματικὸς καὶ αὐθάδης, ὁ δὲ μαινόμενος καὶ, ὡς ἔοικεν, ἰχθυοπώλης. Πολύζηλος,
ὁ μαινόμενος ἐκεινοσὶ Διονύσιος
χρυσοῦν ἔχων χλίδωνα καὶ τρυφήματα
15
ἐν τῷ μύρῳ παρ’ Ἀθηναίων μακαρίζεται.
V. (μήποτε δὲ καὶ περὶ τὴν ὄψιν ἀποσκώπτει. —ἢ ὅτι ὁ μὲν Διονύσιος τύραννος, Θρασύβουλος δὲ δημοφιλής. V. μᾶλλον δὲ ἄν τις ὑπονοήσειεν ἕτερον Διονύσιον Θρα‐ συβούλου τοῦ Κολλυτέως ἀδελφὸν ἔγγιστα συγγενείας
20εἶναι. καὶ ἐν τῇ Ἰλιάδι σαφέστερον οἶδεν ἢ κατὰ Δίδυμον. ὡς εἴ τις λέγοι Διονύσιον τὸν ἐξώλη τύραννον ἐοικέναι Θρασυβούλῳ τῷ Λύκου, ἀνδρὶ φιλοπόλιδι καὶ παντὸς κρείττονι λόγου, διότι κατέλυσε τὴν τῶν λʹ τυραννίδα. Ἄλλως. οἱ Λακεδαιμόνιοι κρατήσαντες τῶν Ἀθηναίων
25ἔταξαν λʹ τυράννους ἀπὸ τῆς πόλεως ἐν Ἀθήναις διατρί‐ βειν. ὁ οὖν Θρασύβουλος ἐραστὴς ὢν τῆς δημοκρατίας κατέλαβε Φυλὴν τῆς Ἀττικῆς μετά τινων ἄλλων, μεθ’ ὧν κατέλυσε τοὺς λʹ. Διονύσιος δὲ τύραννος ὠμὸς ἐν Σι‐ κελίᾳ. Ἄλλως. ὁ μὲν Διονύσιος ἐμμανής· ὁ δὲ Θρα‐
30σύβουλος εὔνους. ἢ Διονύσιος τύραννος, ὁ δὲ Θρασύ‐ βουλος ἀτελὴς καὶ πένης, πλὴν θρασύς.) —Ἄλλως. ἡ Πενία φησὶν ἐν τῷ πρὸς τὸν Χρεμύλον, ὅτι τὰ μὴ ὅμοια
ὅμοια λέγεις εἶναι, ὥσπερ ἂν εἰ τὸν Σικελίας τύραννον Διονύσιον ὅμοιον εἶναι τῷ Θρασυβούλῳ ἀνδρὶ χρηστῷColumn end
35καὶ κοσμίῳ. Junt. Διονύσιον: Ὁ μὲν Διονύσιος ἦν Σικελίας τύραν‐ νος· ὁ δὲ Θρασύβουλος ἀνὴρ χρηστὸς Ἀθηναῖος· ὁρῶν οὖν τὴν ἑαυτοῦ πόλιν ὑπὸ τῶν τριάκοντα τυράννων, οὓς ἔστησαν οἱ Λακεδαιμόνιοι, τυραννουμένην, φίλην
40μίαν καταλαβὼν τοὺς τυράννους λάθρα ἀπέκτεινεν· ᾔδετο οὖν παρὰ πάντων, ὡς Ἀθηναίων εὐεργέτης. Dv. ὑμεῖς: Φατὲ δηλ. Θρασυβούλῳ: Τῷ ἀγαθῷ δηλ. Διο‐ νύσιον: Τύραννον. P.

sch plut

551

μέλλει: Πείσεσθαι. P.

sch plut

552

πρὸς τὴν διαφορὰν τῶν ὀνομάτων. V.

sch plut

553

φειδόμενον: Ἀκριβολογούμενον. Dv. P. προσ‐ έχοντα: Προσκείμενον. P.

sch plut

554

περιγίνεσθαι δ’ αὐτῷ: περιγίνεσθαι σημαίνει μὲν καὶ τὸ νικᾷν, σημαίνει δὲ καὶ τὸ περιττεύειν, ὡς ἐνταῦθα. Junt., Vict. περιγίγνεσθαι: περιλιμπάνεσθαι. R. V. περιττεύειν. Θ. Dv. περιττὸν γίγνεσθαι. ἐπιλεί‐
5πειν: στερεῖσθαι. P.

sch plut

555

ὡς μακαρίτην, ὦ Δάματερ: Ὅτι ἁπλῶς καὶ ἀσυνήθως κατεχρήσατο ἀντὶ τοῦ μακάριον· εἰ μὴ ἄρα παίζει, οἷον νεκροῦ βίον. Ἄλλως. ὥσπερ εἰώθασιν οἱ Ἕλληνες, ἐπειδάν τι παράδοξον ἀκούσωσι, σχετλιά‐
5ζειν καὶ βοᾶν Ἡράκλεις, ἢ Ἄπολλον, ἢ ὦ Ζεῦ, οὕτω καὶ οὗτος ἀκούσας τῆς Πενίας τοιαῦτα λεγούσης ὥσπερ σχετλιάζων βοᾷ, ὦ Δάματερ· εἰκότως δὲ πρὸς τὴν γῆν ποιεῖται τὸν λόγον, ὡς γεωργός. —μακαρίτην: Μα‐ καριστόν. Θ. Dv. εὐδαίμονα. P. τὸ μάκαρ ἐπὶ τῶν
10ἁγίων λέγεται μόνον. τὸ μακάριος καὶ μακαριστὸς ἐπὶ ζώντων καὶ ἀποθανόντων. μακαρίτης δὲ ἐπὶ τῶν ἀπο‐ θανόντων μόνον. P. ὦ Δάματερ: Τοῦτο διὰ μέσου. Θ. Dv. κατέλεξας: Κατηριθμήσω. P.

sch plut

556

μοχθήσας: Κοπιάσας. ταφῆναι: Ὥστε. P.

sch plut

557

σκώπτειν: Διασύρειν. P. εἰρωνεύεσθαι. Θ. Dv. κωμῳδεῖν: Ὑβρίζειν. Dv. ἐπὶ γέλωτος. P. σπουδάζειν: τῶν σπουδαίων. R. τοῦ λέγειν τὰ σπουδαῖα ἢ σπου‐ δαιολογεῖσθαι. V. σπουδαίως λέγειν. P. σπ. λ., ἐπιστη‐
5μόνως ἀποδεικνύναι ὅτι κρείττων ὁ πλοῦτος τῆς πενίας. Vict.

sch plut

558

γινώσκων: Ἐπιστάμενος. P.

sch plut

559

τῷ μὲν: τῷ Πλούτῳ δηλονότι. V. ποδαγρῶντες: ὅτι Ἑλληνικὸν τὸ ποδαγρᾶν. (τινὲς δὲ φεύγοντες αὐτὸ ποδαλγῶσι λέγουσι.) R. V. ποδαλγοῦντες: Τοιοῦτοι γὰρ οἱ πλούσιοι γίνονται ὑπὸ τῆς τρυφῆς, ὅπερ ἀσελγείας
5καὶ φαυλότητος βίου δηλωτικόν ἐστι. γράφεται δὲ καὶ ποδαλγοῦντες καὶ ποδαγρῶντες· ὅτι καὶ αὐτὸ τὸ πάθος καὶ ποδάγρα λέγεται καὶ ποδαλγία. Junt. τὴν γνώμην: Τὴν φρόνησιν. Θ. Dv. τὴν ἰδέαν: Τὴν μορφήν. Θ. Dv., Br. κατὰ τὸ εἶδος. P. παρ’ αὐτῷ: Τῷ Πλούτῳ. ποδα‐
10γρῶντες: Ποδαγροί. P.

sch plut

560

ὑπὸ ἀργίας μεγάλοι γίνονται καὶ παχεῖς τὰ σώ‐ ματα. (ἀσελγῶς δὲ ἀντὶ τοῦ ἀτόπως διὰ τὴν ἀσέλγειαν.) R. V. ἀντὶ τοῦ καταφερεῖς. R. V. παχ. καὶ πίονες: Πα‐
χεῖς ταῖς σαρξὶν ἀσωφρόνως λιπαροί. ἀσελγῶς: Αἰ‐354
5σχρῶς. Θ. Dv. ἀντὶ τοῦ εἰπεῖν λίαν πίονες. C. λιπαροὶ ἀτόπως. D.

sch plut

561*

σφηκώδεις: Λεπτοὶ κατὰ τὸ μέσον, ὡς σφῆ‐ κες· ἢ πικροὶ, ἐπεὶ καὶ τὸ ζῷον πικρόν ἐστι σφόδρα· ἅμα μὲν ὅτι καὶ δριμύτεροι, ἅμα δὲ ὅτι καὶ ἰσχνότεροι γίνονται οἱ λιμώττοντες ὡς σφῆκες. Ἄλλως. σκληροὶ,
5ἢ λεπτοὶ, μάλιστα τὰ κάτω τῶν γαστέρων, διὰ τὸ γορ‐ γὸν καὶ εὐκίνητον· τοιοῦτοι γὰρ οἱ σφῆκες τὸ μέσον. τοῖς ἐχθροῖς ἀνιαροί: Ὁ γὰρ ταῖς σαρξὶ μὴ βαρυ‐ νόμενος, ἀλλὰ κούφως ἔχων τοῦ σώματος, ῥᾷστ’ ἂν καὶ πρὸς τοὺς ἐχθροὺς ἀντιπαρατάξηται. τοιοῦτοι δὲ οἱ
10πένητες διὰ τὸ μὴ εὐσαρκεῖν ἀπορίᾳ τροφῶν. —ἰσχνοὶ καὶ σφ.: Λεπτοὶ τὰ σώματα ὥσπερ οἱ σφῆκες. ἀνια‐ ροί: Λυπηροί. Dv. λύπην ἐπάγοντες τοῖς ἐχθροῖς. P.

sch plut

562

σφηκῶδες: Τὸ λεπτόν. P.

sch plut

563

περὶ σωφροσύνης ἤδη: Καταλέξασα τὰ ἀγαθὰ, ἃ δι’ αὐτὴν ἀνθρώποις γίνονται, νῦν βούλεται ἀποδεῖ‐ ξαι ὅτι καὶ σωφροσύνης αἰτία ἐστὶν, ὥσπερ ὁ Πλοῦτος αὖ τοὐναντίον. εἰκότως δὲ εἶπε τὸ ἀναδιδάξω· καὶ γὰρ
5ὅτε γαστρώδεις ἔλεγε τοὺς ἀνθρώπους ἐκ τοῦ πλούτου γίνεσθαι, καὶ ἀσελγεῖς ἔλεγεν· οἱ γὰρ πλεῖστα ἐσθίοντες καὶ πρὸς τοῦτο κατάφοροί εἰσιν. —συμπεραίνω τὸ συλ‐ λογίζομαι, ἀφ’ οὗ καὶ συμπέρασμα παρὰ φιλοσόφοις, τὸ ἐκ τῶν προτάσεων συναγόμενον· τὸ γὰρ κύριον μέ‐
10ρος τοῦ συλλογισμοῦ οὐδέν ἐστιν ἕτερον ἄλλο ἢ τὸ συμ‐ πέρασμα. σύγκειται γὰρ ὁ συλλογισμὸς ἐκ δύο προτά‐ σεων καὶ συμπεράσματος· καὶ ἔστι τὸ συμπέρασμα ἀπόδειξις τοῦ ζητουμένου ἀναντίρρητος. Junt. ἤδη τοί‐ νυν περανῶ: Ἀπὸ τοῦ νῦν ἀποδείξω. Dv. συλλογίζομαι
15ὑμῖν. P.

sch plut

564

κοσμιότης: Εὐταξία, καὶ σεμνότης. Θ. Dv. ὑβρί‐ ζειν: Αἰσχρὰ πράττειν Dv. τὸ ἀσελγαίνειν. P.

sch plut

565

πάνυ γοῦν: Ἐν εἰρωνείᾳ, ἐπεὶ οἱ πένητες κλέ‐ πτουσι διὰ τὴν ἀπορίαν. —εἰρωνικῶς. κόσμιον: Ὠφέ‐ λιμον. Dv. εὔτακτον. P.

sch plut

566

πῶς οὐχὶ κόσμιον: (Τὸ πειρᾶσθαι λαθεῖν.) τοῦτο δὲ ὁ ἕτερος πρεσβύτης πειράζων λέγει καὶ χλευάζων· ἢ ὅτι τὸ παλαιὸν οὐ διεβέβλητο ἡ κλοπὴ, εἰ μὴ φωρα‐ θεὶς κλέπτων ὑπῆρχεν. Ἄλλως. εἴ γε ὁ κλέπτης
5λανθάνει· ψυχρὸν δὲ τὸ ἐνθύμημα. —εἴγε δεῖ λαθεῖν: Ἀπόκειται μὴ γνωσθῆναι. P. ἀπόκειται. Θ.

sch plut

567

σκέψαι: Λογίζου. Dv. ἐξέτασον. P. τοὺς ῥήτο‐ ρας: Τοὺς κριτάς. ὡς: Ὅτι. Dv.

sch plut

568

περὶ τὸν: Εἰς τόν. Dv.

sch plut

569

ἀπὸ τῶν κοινῶν: Ἀπὸ τῶν δημοσίων χρημάτων. Dv. πραγμάτων. Θ. P.

sch plut

570

ἐπιβουλεύουσί τε: Διαβάλλει τοὺς ῥήτορας, ὡς δῶρα λαμβάνοντες παρὰ τῶν πολεμίων ἀσύμφορα τῇ πόλει συμβουλεύουσιν, οὐκ ἐῶντες αὐτὴν τούτους ἀμύνασθαι. —ἐπιβουλεύουσι: Ἤγουν κακῶς βου‐
5λεύουσιν. Dv. ἐπίβουλοι γίνονται. πολεμοῦσιν: Μά‐ χονται. P.

sch plut

571

καίπερ σφόδρα: Συναινεῖ διισχυριζόμενος κατὰ
τὸ τῶν ῥητόρων σχῆμα, διασύρων αὐτήν. τὸ δὲ βά‐ σκανος ἁπλῶς ἐπὶ λοιδορίᾳ τιθέασιν. —ψεύδει: Ψευ‐ δὲς λέγεις. P. τούτων. Ὧν περὶ τῶν ῥητόρων λέγεις.Column end
5Θ. Dv. ὧν εἶπας. βάσκανος: Ἐχθρή. P.

sch plut

572

ἀτὰρ οὐχ ἧττον: (Ὅμως, φησὶν, εἰ καὶ ἀλη‐ θεύεις, μὴ μέγα φρονήσῃς· οὐδὲν γὰρ ἧττον τὰ αὐτὰ πείσῃ. κομήσῃς δὲ ἀντὶ τοῦ) ὑπερηφανήσῃς, παρὰ τὸ τοὺς κομῶντας καυχητιᾶν. ἢ ἀπὸ μεταφορᾶς τῶν
5δένδρων, ἃ τὴν κόμην ὑψοῦ ἔχουσι. τοιοῦτοι δὲ καὶ οἱ ὑπέρφρονες, ὑψοῦ τὴν γνώμην αἴροντες. —τοῦτο δὲ διὰ μέσου εἴρηται, καὶ ἔστι τὸ, ὅτι ζητεῖς, πρὸς τὸ κλαύσει. Junt. διὰ τῶν λόγων ὧν εἶπας, ἀλλὰ ἐπίσης τιμωρηθήσῃ δηλ. P. ταύτῃγε κομίσῃς: Ἀπὸ τούτου
10ἐπαρθῇς. Dv. ἐπαρθῇς. P.

sch plut

573

ὁτιὴ ζητεῖς: Ἐπεὶ ἐξετάζεις. P.

sch plut

574

ἐλέγξαι μ’: Ἐμὲ ψευδόμενον. P. (Περὶ τοῦ μὴ) διαφέρειν με τοῦ Πλούτου. R. V.

sch plut

575

καὶ πτερυγίζεις: (Κοῦφα καὶ μάταια διαλέγῃ. ἀπὸ τῶν νεοσσῶν, ἃ πειράζουσι μὲν τὰς πτέρυγας, ἵπτασθαι δὲ οὐ δύνανται· οὕτω καὶ σὺ θέλεις μὲν ἀν‐ τειπεῖν καὶ πειράζεις, οὐδὲν δὲ ἀνύεις. Ἄλλως. ἀλλὰ
5φλυαρεῖς διὰ λόγων·) τὸ γὰρ πτερὸν ἠχῶδες καὶ θορυ‐ βητικόν· ἢ κοῦφα λαλεῖς· ἢ ματαιοπονεῖς, ἀπὸ μεταφο‐ ρᾶς [τῶν] ὀρνέων τῶν μὴ δυναμένων πέτεσθαι διὰ τὸ βραχὺ τῆς ἡλικίας. Ἄλλως. ἀντὶ τοῦ, πειράζεις πολλὰς ἀνηνύτους ὁρμὰς, καθάπερ καὶ οἱ νεοττοὶ πει‐
10ράζοντες τὴν πτέρυγα καὶ γυμνάζοντες ἄπρακτον ἔχουσι τὴν τῆς πτήσεως φοράν. —φλυαρεῖς: Πολυ‐ λογίζεις. P. πτερυγίζεις: Ματαιάζεις. Θ. Dv. ἀδύνατα λέγεις. ἅπαντες: Ὅλοι. P.

sch plut

576

βελτίους: Καλούς. σκέψασθαι: Μαθεῖν. Dv.

sch plut

577

ἀπὸ τῶν παίδων: Δυσχερές ἐστι μαθεῖν τὸ δί‐ καιον, ὅπου γε καὶ οἱ παῖδες διὰ τοῦτο μισοῦσι τοὺς πατέρας. —φρονοῦντας ἄριστα: Ποιοῦντας καλῶς. Dv. ἄριστα: Ὠφέλιμα. P.

sch plut

578

διαγινώσκειν: Διακρίνειν. P. σύναπτε τὸ δί‐ καιον ἐνταῦθα. Dv. χαλεπὸν: Δυσχερές. P. δίκαιον: Τὸ νὰ εὕρῃ τις τὸ δίκαιον, δύσκολόν ἐστι πρᾶγμα. P.

sch plut

579

τὸν Δία φήσεις: Τὸ μὲν φήσεις λέγεται πρὸς τὴν Πενίαν. τὸ δὲ, ταύτην δ’ ἡμῖν ἀποπέμπει, πρὸς τὸν Βλεψίδημον. ἢ καὶ τὸ φήσεις πρὸς τὸν Βλεψίδημον, ἤγουν, εἴποις κατὰ τὸν αὐτῆς λόγον. —ὀρθῶς: Ἀπταί‐
5στως. κράτιστον: Λυσιτελές. P. Τινὲς μετὰ τοῦ ν τὸν κράτιστον. R.

sch plut

580

κἀκεῖνος: Ὁ Ζεύς. P.

sch plut

581

ἀλλ’ ὦ Κρονικαῖς γνώμαις: (Ἤγουν, ἀρχαίαις μωρίαις ἐσκοτισμένοι τὸ φρονεῖν. παροιμία δέ ἐστιν ἐπὶ τῶν ἀμβλυωπούντων, ἥτις εἴρηται καὶ ἐν Νεφέλαις [326]. ἀντὶ δὲ τοῦ γνώμαις γράφεται λήμαις.) λήμη
5δέ ἐστι τὸ πεπηγὸς δάκρυον, ὅπερ ἐπικαθεζόμενον βλά‐ πτει τοὺς ὀφθαλμούς. (τοῦτο δὲ διὰ τὸ εἶναι αὐτοὺς γέ‐ ροντάς φησι. τὸ γὰρ τῶν γερόντων δάκρυον παχὺ ὂν λήμας μεγάλας ποιεῖ.) σημαίνει οὖν τὸ τετυφλωμένοι τὰς φρένας, ὥσπερ οἱ τὰς λήμας ἔχοντες τῶν ὀφθαλ‐
10μῶν ἐμποδίζονται τὰς ὄψεις. —Κρονικαῖς: Παλαιαῖς καὶ μωραῖς. Θ. Dv. παλαιαῖς καὶ μεγάλαις. P. λήμαις: Τζίμβλαις. D. λημῶντες: Τυφλώττοντες. Dv. τυφλώτ‐ τοντες ἢ τετυφλωμένοι ὄντες. Θ. τυφλώττοντες, βε‐ βλαμμένοι. Vict. λημῶντε: Οἱ τζυμβλώττοντες. ἄμφω:355
15Ὁμοῦ οἱ δύο. P.

sch plut

582

πένεται: Πένης ἐστί. φανερῶς: Καθαρῶς νου‐ θετήσω. P.

sch plut

584

δι’ ἔτους πέμπτου: Κατὰ γὰρ εʹ χρόνους ἐγί‐ νετο. Θ. κατὰ πεντέχρονον ἐγένετο εἰς τὰ Ὀλύμπια συνάθροισις. Dv.

sch plut

585

ἀνεκήρυττεν: Ἀνηγόρευεν. Θ. Dv.

sch plut

586

κοτίνου στεφάνῳ: (Κοτίνου στεφάνῳ στεφανώ‐ σας ἀνεκήρυττε τοὺς νικῶντας. Ἄλλως. οὐ κοτίνῳ ἐστέφοντο, ἀλλὰ τῷ τῆς καλλιστεφάνου ἐλαίας κλάδῳ.) οὐκ ἀκριβῶς οὖν· καλλιστέφανος γὰρ ἡ ἐλαία λέγεται.
5τούτῳ δὲ ἥρμοττεν ἐκφαυλίζοντι (λέγειν κοτίνῳ. καὶ Ἀριστοτέλης δὲ οὕτω φησὶ [Mirab. ausc. c. 51] κατὰ λέξιν περὶ αὐτῆς, «ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται «δὲ καλλιστέφανος· ταύτης δὲ ἔμπαλιν τὰ φύλλα ταῖς «λοιπαῖς ἐλαίαις πέφυκεν· ἔξω γὰρ, ἀλλ’ οὐκ ἐντὸς
10«ἔχει τὰ λευκά.) ἀφίησί τε τοὺς πτόρθους, ὥσπερ ἡ «μύρτος, (εἰς τοὺς στεφάνους συμμέτρους). ἀπὸ ταύτης «λαβὼν καρπὸν Ἡρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν, ἀφ’ «ἧς οἱ στέφανοι τοῖς ἀθληταῖς δίδονται. ἔστι δὲ αὕτη «παρὰ τὸν Ἰλισσὸν ποταμὸν, σταδίους ξʹ τοῦ ἱεροῦ
15«ἀπέχουσα· περιῳκοδόμηται δὲ, καὶ ζημία μεγάλη τῷ «θιγόντι αὐτῆς ἐστιν. ἀπὸ ταύτης ἔφερον λαβόντες «Ἠλεῖοι τῶν ἀθλητῶν ἐν Ὀλυμπίᾳ τοὺς στεφάνους.» τῷ δὲ κωμικῷ, φασὶν, ἥρμοττεν ἐκφαυλίζοντι τὸ πρᾶγμα λέγειν, ὡς ἐκ κοτίνου ἐστεφανοῦντο, ὃ δηλοῖ
20τὴν ἀγριέλαιον, καὶ ἅμα διότι καὶ χρήσιμος αὐτῷ ἡ λέξις ἐν τοῖς ἑξῆς· καταρρητορεύσει γὰρ ὁ Χρεμύλος καὶ ἡτ‐ τηθεὶς ἐρεῖ
ἀλλά ς’ ὁ Ζεὺς ἐξολέσειε κοτίνου στεφάνῳ στεφανώσας· τουτέστι, κότον σοὶ θέμενος περὶ τὴν κεφαλήν· παρήχη‐
25ται γὰρ ὁ κότινος τῷ κότῳ, δι’ οὗ δηλοῦται μεγάλη ὀργή. ἀπὸ δὲ τοῦ τοιούτου κοτίνου, τοῦ φυτοῦ δηλαδὴ, καὶ νῆσος Κοτινοῦσα τὰ Γάδειρα, διὰ τὸ τοιούτοις ἐνευ‐ θηνεῖσθαι φυτοῖς, ὡς καὶ ὁ Περιηγητὴς [v. 456] δηλοῖ. ὡς δὲ καὶ ἕτεροι τόποι ἀπὸ φυτῶν τὴν κλῆσιν ἔσχον,
30τεθρύλληται καὶ αὐτό· Μυρρινοῦς γοῦν δῆμος ἐν Ἀττικῇ μυρρίνας ἔχων· ὅθεν αὐτὸς Μυρρινόεις, καὶ κατὰ συν‐ αίρεσιν Μυρρινοῦς· ὥσπερ ἕτερος Ῥαμνοῦς, ἀπὸ τῶν ἐκεῖ φυομένων ῥάμνων, ὧν οἱ δημόται Μυρρινούσιος καὶ Ῥαμνούσιος. καὶ ἡ Ἐρεικοῦσα λέγεται διὰ τὰς ἐν
35αὐτῇ ἐρείκας· καὶ ἡ Ποντικὴ δὲ Κερασοῦς ἀπὸ τῶν φυ‐ τῶν τῶν κεράσων κέκληται· καὶ Πιτυοῦσα ἡ Μίλητός ποτε διὰ τὸ πολλὰς ἔχειν πίτυας ἐκλήθη. οὕτω καί τις Πιτυούσιος ἀπὸ τόπου ἑτέρου πολλὰς ἔχοντος πίτυας, ἐξ ὧν ἐκεῖνος καὶ παρωνόμασται· τὸ δ’ αὐτὸ καὶ ἄλλοι
40τόποι πεπόνθασι. ἰστέον δὲ ὡς, εἰ καὶ κρατεῖ παρὰ τοῖς ἀπειροτέροις κότινον στέφανον εἶναι, ἀλλ’ αὐτὸς μὲν φυτοῦ, ὡς ἐρρέθη, κλῆσίς ἐστιν. ὁ δὲ κωμικὸς ἐδήλωσεν
ἐντελὲς καὶ σαφὲς εἶναι τὸ μὴ κότινον τὸν τοιοῦτον λέ‐ γεσθαι στέφανον, ἀλλ’ ἐκ κοτίνου στέφανον. οὕτω δὲ καὶColumn end
45ταινία οὐχ ἁπλῶς οὕτως στέφανος, ἀλλ’ ἡ ἐκ ταινίας περιείλησις ἐν τῇ κεφαλῇ· ταινία δὲ, στενόν τι καὶ ἐπίμηκες ὕφασμα, κοινότερον δὲ εἰπεῖν, φασκία.κοτίνῳ: Ἐλαΐνῳ. Θ. Dv. E. κοτίνου στεφάνῳ: Ἐν τῷ μὴ χρυσῷ, ἀλλ’ ἐξ ἐλαίας στεφανοῦν. Θ. ἐξ ἀγρίας

sch plut

586

(50)

ἐλαίας ἤγ. ἀπὸ κοτίνου πεποιημένου .... διὰ χρυσοῦ στεφανοῦν δηλ. P. ἐχρῆν: Ἔπρεπεν. Dv.

sch plut

587

οὐκοῦν. Τὸ λοιπόν. τούτῳ: Τῷ τρόπῳ. Dv. οὐκοῦν τούτῳ: Διὰ τὸ κοτίνῳ στεφάνῳ στεφανοῦν τοὺς ἀθλητάς. ἐκεῖνος: Ὁ Ζεύς. P.

sch plut

588

φειδόμενος: Ἀκριβολογούμενος. μηδὲν: Μέρος ἀναλῶσθαι. P. δαπανᾶσθαι: Ἀναλίσκεσθαι. Dv.

sch plut

589

λήροις ἀναδῶν: Εὐτελίζει τὸν Ὀλυμπιακὸν στέφανον, ὡς μὴ σπουδαῖον, λῆρον δέ πως ὄντα, καὶ οἷον ἐκφλαυρίζεσθαι, καθά τις ἔφη τῶν παλαιῶν, του‐ τέστι περιφρονεῖσθαι. εἰσὶ δὲ οἳ καὶ παίζειν φασὶ τὸν
5κωμικὸν πρὸς ὁμοιότητα ἤχου τοῦ κατά τε τὸν λῆρον, τὸν διὰ τοῦ η γραφόμενον, καὶ τοῦ παρὰ τὸ λείριον, ὃ γράφεται μὲν διὰ διφθόγγου κατὰ τὴν ἄρχουσαν, ση‐ μαίνει δέ τι ἄνθος, ἀφ’ οὗ καὶ [Hom. Il. Γ, 152] «φωνὴ λειριόεσσα,» ἡ ἀνθηρά· καὶ κύριον Ποδαλείριος, οἱονεὶ
10ἀνθηρόπους, ἢ διατρίβων ἰατρικῶς περὶ τὰ λείρια· περὶ οὗ καὶ ἐν τῇ Ἰλιάδι· ἵνα ἐν τῷ λέγειν, λήροις ἀναδῶν τοὺς νικῶντας, δοκῇ διχῶς νοεῖν, ἢ ὅτι ἀνθηρῷ στε‐ φάνῳ στεφανοῖ, ὡς οἷον λειριόεντι· ἢ ὅτι λήρῳ τῷ κατὰ φλυαρίαν. τοιοῦτόν τι παίζει καὶ περὶ κειρύλου ἐν Ὄρ‐
15νισι [300], ἔνθα καὶ διὰ τοῦ η νοεῖται ἡ λέξις, ὡς ἐπὶ ὄρνιθος οὕτω λεγομένου· καὶ διὰ διφθόγγου δὲ διά τινα κουρέα, ὡς ἀπὸ τοῦ κείρω. τὸ δὲ ἀναδεῖν ταὐτόν ἐστιν ἐνταῦθα τῷ στεφανοῦν, ἐξ οὗ καὶ ἀνάδετος γυναικεῖος κόσμος, ὃς καὶ ἀναδέσμη λέγεται· ἔχει δὲ ἀπεναντίον
20πρὸς τὸ ἀναδεῖν τὸ ὑποδεῖν, ἐξ οὗ καὶ τὸ ὑπόδημα· τὸ μέν τοι διάδημα ἐπὶ κόσμου βασιλικοῦ τοῦ περιδουμέ‐ νου δι’ ὅλου σώματος. —λήροις: ἀναδέων εὐτελέσι στεφάνοις. R. V. φαύλοις πράγμασι στεφανῶν· ἀφ’ οὗ ἀνάδημα ὁ στέφανος. Θ. παιγνίοις. D. λείροις: Ἄνθε‐
25σιν. C. λήροις ἀναδῶν: Φλυαρίαις στεφανῶν. ἐᾷ: Ἀφίησι. παρ’ αὐτῷ: Κεῖσθαι. P.

sch plut

590

τὸ γὰρ ἀπατᾶν τοῦ πένεσθαι χεῖρον, ἐπειδὴ τρό‐ που κακία ἐστίν. R. V. τοῦτο δεικτικῶς. V. ζητεῖς αὐτῷ περιάψαι: Ἴσον ἐστὶ τῷ προσάψαι· λέγεται δὲ τὸ αὐτὸ καὶ ἀνάψαι, ὡς παρ’ Ὁμήρῳ [Od. Β, 86] ἐν τῷ «ἐθέ‐
5λεις δέ κε μῶμον ἀνάψαι.» ἔστι δέ τι καὶ ἄλλο σημαι‐ νόμενον τοῦ περιάπτω, ἐξ οὗ τὰ γοητευτικὰ περίαπτα· δηλοῖ δὲ ἀπαιώρησίν τινα ἡ λέξις, ὅθεν καὶ τὰ ῥηθέντα περίαπτα, ὧν ἀπαιωρουμένων τοῦ σώματος δοκοῦσιν οἱ φαῦλοι εὖ ἔχειν τοῦ ζῆν δι’ αὐτὰ, ὡς εἶναι μᾶλλον
10αὐτοὺς ἀπαιωρουμένους τῶν τοιούτων, οἷς ἐλπίζουσιν ἐπ’ αὐτά. ὁ δὲ ἀνελεύθερος κακίᾳ παρωνόμασται τῇ ἀνελευθεριότητι. ἔστι δὲ κατ’ ἀρετὴν μὲν ἄνθρωπος ὁ ἐλεύθερος, ὃς ἀντιθέτως τῷ φειδωλῷ δαπανᾷ δεόντως· ἀνελεύθερος δὲ ὁ μὴ τοιοῦτος, ἀλλὰ κατὰ τοὺς κίμβικας
15καὶ σκιφοὺς διακείμενος· ὁ δὲ φιλοκερδὴς εἰς ταὐτὸν ἥκει τῷ ἀνελευθέρῳ· εἰκὸς γὰρ τὸν φιλοκερδῆ καὶ σμι‐ κρολόγον εἶναι, εἴτ’ οὖν ἀνελεύθερον. τὸ δὲ κοτίνου στε‐ φάνῳ στεφανώσας, παιγνιωδῶς διττολογεῖται· κεῖται γὰρ καὶ ἀνωτέρω. ἔθος δὲ τῷ κωμικῷ πολλαχοῦ διττο‐356
20λογεῖν ἐπὶ γέλωτι. —αἴσχιον: Αἰσχρότερον, ἀτιμότε‐ ρον. Θ. περιάψαι: Περιθεῖναι. Θ. Dv. P.

sch plut

591

ἀνελεύθερος: Φειδωλός. οὑτωσὶ: Καθὼς αὐτὸς λέγεις. Θ. Dv. P.

sch plut

592

ἀλλὰ σέ γ’ ὁ Ζεὺς: Τοῦτο εἴρηκεν ὁ Χρεμύλος ἐπιστομηθεὶς παρὰ τῆς Πενίας, καὶ μὴ δυνάμενος ἀν‐ τιλέγειν εἰς κατάραν τὸν λόγον ἔτρεψε. Junt. τοῦτο παί‐ ζων ὁ Χρεμύλος λέγει. Dv. ἀλλά σε ὁ Ζεὺς: Εἴθε. ἐξο‐
5λέσειεν: Παντελῆ φθορᾷ δοίη. P.

sch plut

593

τὸ γὰρ ἀντιλέγειν: Ὅτι σχῆμα κεῖται καινὸν ἐλλειπτικὸν ἐνταῦθα τόδε· τὸ γὰρ λέγειν τολμᾶν ὑμᾶς, ὡς οὐ πάντη ἐστὶ τἀγάθ’ ὑμῖν διὰ τὴν πενίαν· λείπει γὰρ φανερῶς ἐνταῦθα ἔννοιά τις ἀκεραία τοιαύτη, τίς
5ἂν ἀκούων ἀνάσχοιτο, ἢ, πῶς οὐκ ἂν εἴη φορτικὸν, ἢ, πῶς οὐκ ἀντιλέγοιτο, ἢ τοιοῦτόν τι· ἵνα λέγῃ ἡ Πενία ὅτι, τὸ γὰρ τολμᾶν ὑμᾶς λέγειν, ὡς οὐ δι’ ἐμὲ ὑμῖν τὰ ἀγαθὰ, πῶς ἂν εἴη φορητὸν ἀκούεσθαι; καὶ σημείωσαι τὸ τοιοῦτον εἶδος τῆς ἐλλείψεως ἐνδεικτικὸν ὂν θυμικοῦ
10ἤθους, καὶ ἐγκοπτομένης τῆς τελείας φράσεως διὰ τὸ πολὺ τῆς ὀργῆς. —Ἄλλως. αὕτη ἡ κατασκευὴ πρὸς τὸν τοῦ Χρεμύλου λόγον ἐστὶν, ὥσπερ τῆς Πενίας αὐτῷ λεγούσης ὅτι οὐ δεῖ δυσχεραίνειν πρὸς τοὺς ἐμοὺς λό‐ γους· δεινὸν γὰρ τὸ τολμᾶν ὑμᾶς ἀντιλέγειν ἐμοὶ, ὡς
15οὐ πάντ’ ἐστὶ τἀγαθὰ ὑμῖν διὰ τὴν πενίαν· ἡ γὰρ ἀν‐ τιλογία ὑμῶν εἰς τούτους ὑμᾶς τοὺς ἀσεβεῖς λόγους καὶ ἄκοντας ὤθησεν· ἀσεβὲς γάρ ἐστι τὸ λέγειν τὸν Δία φει‐ δωλὸν, καὶ τὰ τούτῳ ἑπόμενα. Junt., Dv. ἀντιλέγειν: Ἐμοί. ὡς: Ὅτι. ὑμῖν: Ἐν. P. οὐ μωρόν; Θ.

sch plut

594

παρὰ τῆς Ἑκάτης ἔξεστι: (Τὴν Ἑκάτην ἐν ταῖς τριόδοις ἐτίμων τὸ παλαιὸν, διὰ τὸ τὴν αὐτὴν Σε‐ λήνην καὶ Ἄρτεμιν καὶ Ἑκάτην καλεῖσθαι. κατὰ δὲ νουμηνίαν οἱ πλούσιοι ἔπεμπον δεῖπνον ἑσπέρας, ὥσπερ
5θυσίαν τῇ Ἑκάτῃ ἐν ταῖς τριόδοις· οἱ δὲ πένητες ἤρ‐ χοντο πεινῶντες, καὶ ἤσθιον αὐτὰ καὶ ἔλεγον ὅτι ἡ Ἑκάτῃ ἔφαγεν αὐτά. λέγει οὖν, παρὰ τῆς Ἑκάτης μά‐ θωμεν [τῆς ἐπισταμένης] τί καλὸν, πενία ἢ πλοῦτος· αὕτη γὰρ ἐπίσταται τίνες παρέχουσιν αὐτῇ δεῖπνα καὶ
10τίνες ἐσθίουσιν αὐτά. Ἄλλως.) ἔθος ἦν ἄρτους καὶ ἄλλα τινὰ κατὰ μῆνα τιθέναι τῇ Ἑκάτῃ τοὺς πλου‐ σίους, λαμβάνειν δ’ ἐξ αὐτῶν τοὺς πένητας· ἀπὸ τῶν ἱερῶν γὰρ οἱ πτωχοὶ ζῶσιν. —διὰ τὴν πενίαν: Οὐ μωρόν ἐστι; Dv. οὐ κακόν ἐστι δηλ. P. Ἑκάτης: τῇ
15Ἑκάτῃ θύουσι τῇ τριακάδι. R. σελίνης. Dv. ἔξεστιν: Δυνατὸν ὑπάρχει μαθεῖν. P. πυθέσθαι: Μαθεῖν. Dv.

sch plut

595

βέλτιον: Λυσιτελές. P. ἣ εἰς τούτους σε τοὺς ἀσεβεῖς ὤθησε λόγους λέγειν τὸν Δία φειδωλὸν καὶ τὰ ἑπόμενα τῇ φειδωλίᾳ. Θ.

sch plut

596

δεῖπνον: Ἐξ ᾠῶν καὶ τυροῦ τετηγανισμένου. Θ. Dv. κατὰ μῆνα προπέμπειν: Εἰς τὴν γέννησιν, προπ.
εἰς τὰς τριόδους. P. ἤγουν φανείσης τῆς σελήνης. Θ.Column end

sch plut

597

τοὺς δὲ πέντας: Ἐκ τῶν ἱερῶν οἱ πτωχοὶ ἔζων. Gl. Θ. Dv. ἁρπάζειν: Ἑτοίμως λαμβάνειν. P. πρὶν: Προτοῦ. Dv. καταθεῖναι: Κάτω θεῖναι. P.

sch plut

598

ἀλλὰ φθείρου καὶ μὴ γρύζῃς: Ἔκθεσις τῆς δι‐ πλῆς ἐκ κώλων ὁμοίων ἀναπαιστικῶν καʹ, ὧν τὸ πρῶ‐ τον δίμετρον ἀκατάληκτον, τὸ δεύτερον μονόμετρον ἀκα‐ τάληκτον, τὸ γʹ ὅμοιον τῷ πρώτῳ, τὸ δʹ καὶ τὸ πέμπτον
5ὅμοια, τὸ ϛʹ ὅμοιον τῷ δευτέρῳ, τὸ ἕβδομον ὅμοιον τῷ αʹ, τὸ ηʹ ὅμοιον τῷ δευτέρῳ, τὸ ἔννατον ὅμοιον τῷ αʹ, τὸ δέκατον ὅμοιον τῷ δευτέρῳ, τὸ ιαʹ ὅμοιον τῷ πρώτῳ, τὸ ιβʹ ὅμοιον τῷ βʹ, τὸ ιγʹ, τὸ ιδʹ, τὸ ιεʹ, τὸ ιϛʹ, τὸ ιζʹ, τὸ ιηʹ, τὸ ιθʹ ὅμοια τῷ πρώτῳ, ἤτοι δίμετρα ἀκατά‐
10ληκτα· τὸ κʹ ὅμοιον τῷ βʹ, ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον, ὃ καὶ παρατέλευτον ὀνομάζεται· τὸ καʹ,
καὶ τῆς πενίας καταπαρδεῖν, δίμετρον καταληκτικὸν εἰς συλλαβὴν, ἤτοι ἑφθημιμερὲς, ὅμοιον τῷ Κρατίνου ἐν Ὀδυσσεῦσιν,
15
σιγάν νυν ἅπας ἔχε, σιγὰν,
καὶ πάντα λόγον τάχα πεύσῃ.
ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστι,
πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείω.
καλεῖται δὲ παροιμιακὸν, ὡς Ἡφαιστίων φησὶ, διὰ τὸ
20παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι· οὐκ εἰκό‐ τως δέ· εἰσὶ γὰρ παροιμίαι ἐπικαὶ καὶ ἰαμβικαὶ, καὶ οὐ τούτου μόνου τοῦ μέτρου. εἶτα δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ τελευταίου κώλου, ἡ δὲ κατὰ τὸ τέλος· ἀμφό‐ τεραι ἔξω νενευκυῖαι.
25(καὶ μὴ γρύζῃς: Μὴ φθέγγῃ. κυρίως δὲ γρύζειν ἐστὶ τὸ τοὺς μικροὺς χοίρους φωνὴν προΐεσθαι.) —φθείρου: Ἀφανίσθητι. Dv. ἤγουν μετὰ φθορᾶς ἀπέρχου. P. καὶ μὴ γρύζειν: Καὶ μὴ φθέγγεσθαι δίκην χοίρου ποσῶς. Dv. φθέγγου δίκην μικροῦ χοίρου. Θ. μὴ γρύζῃς: Μὴ
30τὸ τυχὸν λέγε, εἰς τὸ ἑξῆς μηδέν τι. P.

sch plut

599

μηδ’ ὁτιοῦν: μηδὲ ὀλίγον οὖν, μηδὲ τὸ τυχόν. V. μηδ’ ὅλως. P.

sch plut

600

οὐδ’ ἢν πείσῃς: Ἐν ὑπερβολῇ λέγει, ὅτι κἂν πείσῃς, οὐχ ἕξεις ἡμᾶς πειθομένους σοι· οὐδὲ ἐὰν πι‐ θανῶς διαλεχθείης, πείσεις ἡμᾶς συνθέσθαι σοι, καὶ τὸν Πλοῦτον καταλιπεῖν.

sch plut

601

ὦ πόλις Ἄργους: Ταῦτα ἐκ Τηλέφου Εὐριπί‐ δου τραγικεύεται. μετείληπται δὲ ὁ στίχος ἐκ Φοινισ‐ σῶν Εὐριπίδου, Πολυνείκους λέγοντος. οὐδὲ γὰρ ἀκο‐ λούθως καλεῖ ἐν Ἀθήναις οὖσα. διαβάλλει δὲ τοὺς Ἀρ‐
5γείους ὡς πένητας. —τοῦτο Εὐριπίδου ἐστὶν ἐκ Φοι‐ νισσῶν, Πολυνείκους λέγοντος. Θ. κλύεθ’: Ὦ Ἀργεῖοι. Paris.

sch plut

602

Παύσωνα κάλει τὸν ξύσσιτον: Σύντροφον καὶ συνδιαιτητήν. ὁ Παύσων δὲ ἐπὶ πενίᾳ κωμῳδεῖται ζω‐ γράφος ὤν. —μετακαλοῦ σύντροφον τὸν Παύσωνα κωμῳδεῖται δὲ ἐπὶ πενίᾳ ὁ Παύσων ζωγράφος ὤν.
5P. Παύσωνα: Οὗτος ζωγράφος ὢν πάνυ πτωχὸς ἦν.
τὸν ξύσσιτον: Τὸν σύντροφον τὸν σόν. Θ. Dv.357

sch plut

603

τί: Ἵνα. τλήμων: Ἀθλία, ἤγουν ἡ δυστυχής. P. ἡ ἀθλία. Dv.

sch plut

604

ἐς κόρακας: ἀντὶ τοῦ εἰς ἀπώλειαν καὶ φθο‐ ράν. Βοιωτοῖς γὰρ ἀναστάτοις ἀπὸ Θρᾳκῶν γενομένοις καὶ περὶ ἀποικίας μαντευομένοις εἶπεν ὁ θεὸς ἐκεῖ κα‐ τοικεῖν ἔνθα ἂν ἴδωσι λευκὸν κόρακα. οἱ δὲ ἐν Θεττα‐
5λίᾳ περὶ τὸν Παγασητικὸν κόλπον εἶδον περιιπταμένους τοὺς τοῦ Ἀπόλλωνος ἱεροὺς κόρακας, οὓς παῖδες ἀφῆ‐ καν γυψώσαντες ὑπὸ μέθης, καὶ τελεῖσθαι τὸν χρησμὸν φήσαντες ἐνταῦθα κατῴκησαν. οἱ δὲ ἀπὸ τοῦ ζῴου λέ‐ γεσθαι τὴν παροιμίαν φασίν· ἐν γὰρ τοῖς ἐρημοτέροις
10τόποις ἐπιτηρεῖ τὰ πτώματα. V. Ἔρρ’: Μετὰ φθορᾶς ἀπέρχου. Θ. ἄπελθε εἰς τοὺς κόρακας ταχέως. P. θᾶτ‐ τον: Ταχέως. Dv.

sch plut

605

εἶμι: Ποῦ πορεύσομαι. Θ. Dv. ἐλεύσομαι. ποῖ γῆς: Εἰς ποῖον μέρος. P.

sch plut

606

ἐς τὸν κύφωνα: [Κύφων] ὁ ξύλινος δεσμὸς, ἐν ᾧ δεσμεύονται οἱ ἐν τῇ φρουρᾷ, ὃν καὶ κυφῶνα πε‐ ρισπωμένως λέγουσι. τινὲς δὲ Κύφωνα ὄνομα κύριόν φασι πτωχοῦ τινος. οἱ δὲ κρημνὸν οὕτω καλούμενον.
5—ἐς τὸν: Ἄπελθε δηλ. P. οἱ μὲν τὸν κύφωνα τιμω‐ ρητικὸν ὄργανον φασὶν, ὃν καὶ κυφῶντα περισπωμένως λέγουσιν· οἱ δὲ ἄνδρα καθ’ ὑπερβολὴν πένητα· οἱ δὲ κρημνὸν οὕτω καλούμενον. P. (ἀλλ’ οὐ μέλλειν: Ἀλλ’ οὐ χρή σε, φησὶ, βραδύνειν,
10ἀλλ’ ἐπείγεσθαι εἰς ὄλεθρον.) μέλλειν: Βραδύναι. Dv. βραδύνειν. Θ. P.

sch plut

607

τινὲς μετὰ τοῦ τ ἀνύτειν· πλεονάζουσι γὰρ οἱ Ἀττικοὶ τὸ τ. R. V. Θ. ἀλλ’ ἀνύειν: Ἀνύω τὸ τελειῶ· καὶ ἀνύω τὴν ὁδὸν, ἤτοι σπουδαίως βαδίζω. Junt., P. Vict. χρὴ: Πρέπει. Dv. ἀνύειν: Σπεύδειν. Br. χρή ς’, ἀλλ’
5ἀνύειν: Συντόνως ἔρχεσθαι. P. ἀνύττειν: Σπεύδειν τῆς πορίας. Dv.

sch plut

608

ἦ μὴν: Ὄντως δέ. Θ. Dv. ὁρκωμοτικὸν ἐπίρρη‐ μα ἀντὶ τοῦ ναὶ μήν. V. P.

sch plut

609

μεταπέμψεσθον: Μετακαλέσατον. Θ. μετακα‐ λέσετε. Dv. P. μετακαλέσασθε. Borg.

sch plut

610

τότε νοστήσεις: Ὅτε μεταπεμψόμεθά σε. ἐν ἤθει δὲ καὶ τοῦτο. —ὅτε μεταπεμψόμεθά σε, ὑποστρέ‐ ψεις· νῦν δὲ μετὰ φθορᾶς ἀπέρχου. τοῦτο ἐν ἤθει. P. νοστήσεις: Ἐπαναστρέψεις. Θ. Dv.

sch plut

611

κρεῖττον: Κάλλιον. P.

sch plut

612

κλᾴειν μακρὰ τὴν κεφαλήν: Λείπει τὸ τύπτου‐ σαν· ἢ οὐδὲν λείπει, ἀλλ’ ἀντὶ τοῦ κλαίειν ὅλον τὸ σῶμα καὶ σεαυτήν. Ἀττικὸν τὸ σχῆμα. —ἐᾶν: Κα‐ ταλιμπάνειν. Dv. ἡ τὴν κεφαλὴν τύπτουσα δηλ. λέγει.
5αἱ γὰρ γυναῖκες, ὅταν κλᾴωσι, τὰς ἑαυτῶν κεφαλὰς τύπτουσιν. ἢ τὸ κεφαλὴν πρὸς τὸ κλᾴειν σύναπτε, καὶ μηδὲν ἔξωθεν λάμβανε. P., Vict. τὴν κεφαλήν: Τύ‐ πτουσαν δηλαδή. Dv.

sch plut

614

εὐωχεῖσθαι: Εὐφραίνεσθαι ὁμοῦ. Dv. τρέφε‐ σθαι. P.

sch plut

616

ἀντὶ τοῦ ἀνθηρὸς, παρὰ τὸ λίπος· στίλβει γὰρ
τὸ ἔλαιον· ἢ ἀντὶ τοῦ ἀληλιμμένος. R. V. Θ. τὸ λιπαρὸς ἢ ἀντὶ τοῦ τρυφηλὸς νοητέον· ἢ διότι ἔθος ἦν τοῖς παλαι‐ οῖς μετὰ τὸ λελοῦσθαι ἐλαίῳ δι’ ὅλου τοῦ σώματοςColumn end
5ἀλείφεσθαι, ἵνα οἱ πόροι ὑπὸ θέρμης ἀνεῳχθέντες κλει‐ σθῶσιν ὑπὸ τοῦ ἐλαίου ἐπιπωματικοῦ ὄντος, καὶ μὴ δέξωνται ἀέρα ἔκτοθεν. Junt., Dv., Vict. λιπαρὸς: Φαι‐ δρός. P. χωρῶν: Ἐρχόμενος. Dv. βαδίζων, κινούμε‐ νος. P. βαλανείου: Λοετροῦ. Dv.

sch plut

617

τῶν χειροτεχνῶν: Τῶν πενήτων. V. τῶν πτω‐ χῶν. Dv.

sch plut

618

καταπαρδεῖν: καταγελᾶν. V. καταφρονεῖν· παίζει δέ. Θ. Dv. καταποπαρδεῖν: Καταφρονῆσαι. P.

sch plut

619

αὕτη μὲν ἡμῖν: Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ὀκτώ· ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἑξῆς τὸ χοροῦ. κἀνταῦθα γὰρ χορὸν ὤφειλε θεῖναι, καὶ διατρίψαι μι‐
5κρὸν, ἄχρις ἄν τις ἐξ Ἀσκληπιοῦ ἀναστρέψειε τὴν τοῦ Πλούτου ἀπαγγέλλων ἀνάβλεψιν. —ἡ ’πίτριπτος: Ἡ ἀξία ἐπιτετρίφθαι. Θ. Dv. ἡ ἀξία τοῦ ἐπιτριβῆναι, ἢ ἡ μεγάλα φθεγγομένη, ἐπείπερ ἔλεγε «τῶν χειροτε‐ χνῶν καὶ τῆς Πενίας καταπαρδεῖν.» R. V. Θ. P. οἴχε‐
10ται: Ἀπῆλθεν. Θ. Dv. ἀφανὴς γέγονε. P.

sch plut

620

ὡς τάχιστα: Λίαν ταχέως. θεὸν: Τὸν Πλοῦ‐ τον. Θ. P.

sch plut

621

ἄγωμεν εἰς: Ἄγειν, τὸ διεξάγειν στράτευμα· ὅθεν καὶ ἀγὸς ποιητικῶς ὁ ἡγεμών. καὶ, τοσαῦτα πρά‐ γματα ἄγει τις, ἤτοι διευθετεῖ. ἄγειν τὸ νομίζειν καὶ ἡγεῖσθαι, ὡς παρὰ Συνεσίῳ «ἡμέρα μὲν οὖν ἦν, ἥντινα
5ἄγουσι Ἰουδαῖοι παρασκευήν.» ἄγειν καὶ τὸ φέρειν ἐπὶ ἐμψύχων, ὡς τὸ, ἄγει τὸν νέον εἰς τὸ διδασκαλεῖον. ἄγειν καὶ τὸ συντρίβειν, ἀφ’ οὗ τὸ κατέαγε, καὶ κατεα‐ γὼς, καὶ παρ’ ἰατροῖς κάταγμα, τὸ τῶν ὀστῶν σύν‐ τριμμα. Junt. ἐγκατακλινοῦντ’: Καταθήσοντες. Θ. ἐγ‐
10καταθήσοντες. εἰς Ἀσκληπιοῦ: Τὸν ναὸν δηλαδή Θ. Dv. P.εἰς Ἀσκληπιοῦ: Τὸν ἐν ἄστει λέγει Ἀσκληπιόν· δύο γάρ εἰσιν, ὁ μὲν ἐν ἄστει, ὁ δὲ ἐν Πειραιεῖ, ἢ ἐν Ἀχάρναις, ὥς φασι.

sch plut

622

καὶ μὴ: Ὅρα μὴ ἀργῶμεν. P. μὴ: Ἵνα. ἐκ παραλλήλου τὸ πάλιν αὖ. Θ. Dv. τὶς: τῶν φίλων. P.

sch plut

623

διακωλύσῃ: Ἐμποδίσῃ. τῶν προὔργου: Τῶν σπουδαίων, τῶν ἀναγκαίων. P. τῶν ἀναγκαίων. Θ. Dv. τῶν ἀναγκαίων, τῶν σπουδαίων, τοῦ πλουτεῖν. R. V.

sch plut

624

παῖ: Δοῦλε. Θ. ἐκφέρειν: Ἐξάγειν. P.

sch plut

625

αὐτόν τ’ ἄγειν τὸν Πλοῦτον: Τοῦτο ὥσπερ διὰ μέσου εἴρηκεν· οὐ γὰρ τὸν Πλοῦτον ἔμελλεν ὁ Καρίων ἀγαγεῖν, ἀλλὰ τὰ στρώματα καὶ τὰ ἄλλα, ὅσα αὐτοῖς εἰς τὴν χρείαν παρεσκεύαστο. τὸ δὲ, ὡς νομίζεται, ἢ
5πρὸς τὸ ἐκφέρειν σύναπτε, ἵν’ ᾖ, ὡς νομίζεται, καὶ νό‐ μιμόν ἐστι τοῖς δούλοις ποιεῖν· ἢ πρὸς τὸ ἄγειν, ἵν’ ᾖ, ὡς νομίζεται ποιεῖν τοὺς ἄγοντας ἀσθενῆ εἰς Ἀσκλη‐ πιοῦ. ἢ καὶ τὸ, ἄγειν αὐτὸν τὸν Πλοῦτον, πρὸς τὸν Καρίωνα, ἤγουν, μετὰ τῶν ἄλλων καὶ τοῦτον ἐξένεγκε.
10Junt. ὡς νομίζεται: ὡς πρέπει καὶ ὡς ἔθος ἐστὶν, ἀντὶ τοῦ ὡς δίκαιόν ἐστι. V. Θ. ὡς νόμιμόν ἐστιν ὁδηγεῖν τὸν τυφλόν. P.358

sch plut

626

ἔνδον: Τῆς οἰκίας. ηὐτρεπισμένα: ᾨκονομη‐ μένα. P. εὐτρεπισμένα: τὰ πρὸς τὴν θυσίαν τοῦ Ἀσκλη‐ πιοῦ. V. R. Θ.

sch plut

627

ὦ πλεῖστα Θησείοις: Ἕτερον σύστημα ἀμοι‐ βαῖον τῶν ὑποκριτῶν. εἰσὶ δὲ οἱ πρῶτοι ιʹ στίχοι ἰαμ‐ βικοὶ τρίμετροι ἀκατάληκτοι· ὁ ἑνδέκατος ἀντισπαστικὸς τρίμετρος βραχυκατάληκτος, ἐπιμεμιγμένος ἐπιτρίτῳ
5βʹ· ὁ δωδέκατος ἰαμβικὸς τρίμετρος· οἱ ἑξῆς δύο ἀντι‐ σπαστικοὶ τρίμετροι βραχυκατάληκτοι τοῦ πρώτου ποδὸς πεντασυλλάβου, τουτέστι διτροχαίου (αἱ γὰρ βραχεῖαι κατ’ ἀρχὰς συλλαβαὶ ἀντὶ μιᾶς μακρᾶς λογι‐ ζέσθωσαν), τοῦ δὲ δευτέρου ἐπιτρίτου δευτέρου. ἐπὶ τῷ
10τέλει παράγραφος. σημείωσαι ἐνταῦθα ὅτι δέον χορὸν διὰ μέσου θεῖναι, μέχρις ἂν ἐκεῖνοι ἐς Ἀσκληπιοῦ ἐλθόντες ἀναβλέψαιεν τὸν Πλοῦτον, ὁ δὲ παραχρῆμα τὸν Καρίωνα εἰσφέρει εὐαγγελίζοντα τοῖς γέρουσι περὶ τῆς τοῦ Πλούτου ἀναβλέψεως. ἐποίησε δὲ τοῦτο οὐκ
15ἀλόγως, ἀλλὰ τῇ τε τῆς νέας κωμῳδίας συνηθείᾳ, ἐν ᾗ αἱ παραβάσεις ἐπαύσαντο, ὡς προείρηται, καὶ ἅμα δεῖξαι βουλόμενος ὡς ἄρα τάχιστα πάνυ ὁ Πλοῦτος ἀνέ‐ βλεψεν.ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι: [Ὁ θεράπων
20ἔρχεται ἀγγέλλων τὸν Πλοῦτον ἀναβλέψαντα.] μετὰ τὸ χαρίσασθαι τὴν δημοκρατίαν τοῖς Ἀθηναίοις τὸν Θησέα, Λύκος τις συκοφαντήσας ἐποίησεν ἐξοστρακι‐ σθῆναι τὸν ἥρωα· ὁ δὲ παραγενόμενος εἰς Σκῦρον διῆγε παρὰ Λυκομήδει τῷ δυνάστῃ τῆς νήσου, ὃς ζηλοτυπή‐
25σας ἀναιρεῖ αὐτὸν δόλῳ. Ἀθηναῖοι δὲ λοιμώξαντες καὶ κελευσθέντες ἐκδικῆσαι τῷ Θησεῖ, τὸν μὲν Λυκομήδην ἀνεῖλον, τὰ δὲ ὀστᾶ μεταστειλάμενοι καὶ τὸ Θησεῖον οἰκοδομήσαντες ἰσοθέους αὐτῷ τιμὰς νέμουσιν. —Ἄλ‐ λως. Ταῖς ὀγδόαις τὰ Θησεῖα ἦγον καὶ ἀνεῖτο ἡ ὀγδόη
30πᾶσα τῷ Θησεῖ, ἐν Ἀθήναις δὲ δημοτελὴς ἑορτὴ συν‐ τείνουσα πρὸς τὴν τοῦ ἥρωος τιμήν. ἐκαρύκευον δὲ ζωμόν. Ἄλλως. V. (διανομαὶ καὶ εὐωχίαι τοῖς Θη‐ σείοις ἐγίνοντο. ἑορτὴ δὲ αὐτῷ ἐπετελεῖτο, ἐπειδὴ αὐτὸς συνήγαγε τὴν Ἀττικὴν, πρότερον σποράδην καὶ κατὰ
35κώμας οἰκουμένην.) [μεμυστιλημένοι, εὐωχημένοι, ζωμὸν ἀρυσάμενοι ἄρτοις κοίλοις καὶ μύστρια μιμου‐ μένοις. ὅθεν καὶ τὸ ὄνομα τοῖς μυστρίοις, οἷον μυστλίον τι ὄν. ἐν ταύτῃ δὲ τῇ ἑορτῇ πάντες προῖκα ἤσθιον καὶ τὴν ἀθάραν καὶ ἄλλα τινά.] Ἄλλως. ὁ κοῖλος ἄρτος
40μυστίλη καλεῖται, ἤγουν ἀθάρα· ἐν γὰρ τοῖς Θησείοις ἀθάραν ἤσθιον. ὁ δὲ νοῦς, ὦ πολλὰ ταλαιπωρήσαντες, καὶ εἰς οὐδὲν ἑστιαθέντες, νῦν δὲ εὐτυχήσαντες. —Ἄλ‐ λως. τὸ Θησείοις εἰ μὲν διὰ τῆς οι διφθόγγου γράψεις, τὴν ἑορτὴν τοῦ Θησέως ἐρεῖς· εἰ δὲ η, ἀντὶ τοῦ μι‐
45σθαρνίαις νοήσεις. τὸ δὲ μεμιστυλλημένοι ἀντὶ τοῦ τεθραμμένοι καὶ ζωμὸν ῥοφήσαντες· μιστυλλᾷν γὰρ παρὰ τοῖς Ἀττικοῖς δευτέρας συζυγίας τῶν περισπω‐ μένων, τὸ διὰ μιστύλλης (ὅ ἐστιν. ἄρτου κοίλου, οἷα
δοίδυκος) ζωμὸν ἀρύεσθαι. γίνεται δὲ παρὰ τὸ μεῖστον,Column end

sch plut

627

(50)

ὅ ἐστι τὸ σμικρότατον· ἀλλὰ τὸ μὲν μεῖστον διὰ δι‐ φθόγγου γράφεται, ὡς ἀπὸ τοῦ μεῖον γενόμενον· καὶ γὰρ ἐκεῖνο διὰ διφθόγγου. τὸ δὲ μιστύλλα διὰ τοῦ ι· οὐδὲν οὖν καινὸν, εἰ τὸ μὲν μεῖστον διὰ διφθόγγου γράφεται, τοῦτο δὲ διὰ τοῦ ι, ὅπου γε καὶ ἐπὶ τοῦ χερείων χείρι‐
55στος, ἀρείων ἄριστος τοῦτο γέγονε. Junt. μεμιστυλλη‐ μένοι: Εὐωχηθέντες. P. τεθραμμένοι καὶ ζωμὸν ῥοφήσαντες ἐν τμήματι ἄρτου κοιλασθέντος ὥσπερ δοί‐ δυκος. Θ. Dv.

sch plut

628

ἐπ’ ὀλιγίστοις ἀλφίτοις: Τοῖς κοίλοις γὰρ ἄρ‐ τοις τοὺς ζωμοὺς ἀρυόμενοι ταχέως κορέννυνται δι’ ἔν‐ δειαν ἄρτων. ὀγδόῃ δὲ τὰ Θησεῖα ἦγον καὶ πᾶσαν τὴν ἡμέραν ἐπανηγύριζον εἰς τιμὴν τοῦ ἥρωος. πεποίηται
5δὲ ἡ λέξις, λέγω δὴ ἡ μυστίλη, παρὰ τὴν μάσησιν. Ἄλλως. ἢ διὰ τὸ πλῆθος τῶν ὄψων ὀλίγον ἄρτον ἀνή‐ λισκον· ἢ τῷ ζωμῷ σχολάζοντες καὶ ὑπὸ τούτου κορεν‐ νύμενοι. —ὀλίγοις ἀλφίτοις: Ἄρτοις, βρώμασιν. P.

sch plut

629

ὡς: Λίαν. P. λίαν, ὄντως. Θ. Dv. ὡς: Ὅτι. πεπράγατε: Εὐτυχήσατε. P.

sch plut

630

μέτεστι: Μετουσία ἐστί. P.

sch plut

631

τί δ’ ἐστὶν, ὦ βέλτιστε, τῶν σαυτοῦ φίλων: [Ἀντὶ τοῦ περὶ τοὺς σαυτοῦ φίλους· οἷον τῶν ὁμομαστί‐ γων. οἱονεὶ] οὐκ ἄλλων τινῶν, ἀλλὰ τῶν ὁμοίων σοι μαστιγιῶν. ἢ τρόπων, οὕτως· ὦ βέλτιστε, τί τῶν σαυ‐
5τοῦ τρόπων ἐστίν; ἀντὶ τοῦ, τί ἀγαθὸν ἡμῖν ἀγγέλλεις; εἰκὸς γάρ σε καλλίστοις χρώμενον τρόποις πρὸς τοὺς τρόπους καὶ τὰς ἀγγελίας ποιεῖσθαι. —τῶν: Ἕνεκα. Paris.

sch plut

632

ἄγγελος: Μηνυτής. P.

sch plut

633

πέπραγεν εὐτυχέστατα: Εὐτυχὴς γέγονε. P. εὐδαιμονέστατα. Dv.

sch plut

635

ἐξωμμάτωται: Ἐκ Φινέως Σοφοκλέους ὁ στί‐ χος. ὅρα πῶς τοῖς σπουδαίοις γελοιώδη καταμίξας λαν‐ θάνει, εἰρηκὼς ἐξωμμάτωται καὶ λελάμπρυνται. ἡ δὲ λέξισ ἀντὶ τοῦ ἐπιτεταμένως ὁρᾷ· ἡ γὰρ ἐξ ἐπίτασιν
5δηλοῖ, ὡς τὸ [Hom. Il. Ι, 486] «ἐκ θυμοῦ φιλέων.» ἢ μᾶλλον παίζων ἐπὶ στερήσεως λέγει. —ἔπαιξεν εἰπὼν ἐξωμμάτωται. τὸ γὰρ ἐξωμματῶσθαι ἔστι τὸ ἀποβε‐ βληκέναι, ἢ ἐπιτεταμένως ὁρᾶν. ἡ γὰρ ἐξ ἐπίτασιν δηλοῖ, ὡς τὸ «ἐκ θυμοῦ φιλέων.» V. Ἄλλως. δέον
10εἰπεῖν, ἀνέβλεψε καὶ καθαροὺς ἔσχε τοὺς ὀφθαλμοὺς, ἐξωμμάτωται εἶπε καὶ λελάμπρυνται· παίζων γὰρ ἐπαμφοτεριζούσας λέξεις ἔθηκεν· ἐξωμμάτωται γὰρ καὶ ἀντὶ τοῦ, ἐκκέκοπται τοὺς ὀφθαλμοὺς δύναται νοεῖσθαι, καὶ ἀντὶ τοῦ, ἐκ τῶν ὀφθαλμῶν ἀφῃρέθη τὸ κάλυμμα.
15ὁμοίως δὲ καὶ τὸ λελάμπρυνται καὶ ἀντὶ τοῦ, καθαροὺς ἔσχε τοὺς ὀφθαλμοὺς, καὶ ἀντὶ τοῦ, λεύκωμα ἐν αὐτοῖς ἔσχε. ἔχει δὲ τὸ λελάμπρυνται τρίτον πρόσωπον τῶν ἑνικῶν ὁμόφωνον τῷ τρίτῳ τῶν πληθυντικῶν ὡς τὸ ἐξήρανται, καὶ κατῄσχυνται, καὶ ὅσα τοιαῦτα. Junt.
20ἐξωμμάτωται: Ὠμματώθη, ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς. Θ. Dv. ὄμματα ἔλαβεν. λελάμπρυνται
κόρας: Λαμπρὰς τὰς ὄψεις ἔσχε. P. λελάμπρυνται καὶ ἀντὶ τοῦ καθαρῶς ἔσχε καὶ ἀντὶ τοῦ λευκώματα ἐν αὐ‐ τοῖς ἔσχε. Θ.359

sch plut

636

Ἀσκληπιοῦ παιῶνος: Παιὰν μὲν ὕμνος ἐστὶν εἰς Ἀπόλλωνα ἐπὶ παύσει λοιμοῦ ᾀδόμενος, ἀλλὰ καὶ ἐπὶ παύσει πολέμου· πολλάκις δὲ καὶ προσδοκωμένου δεινοῦ· καὶ παιανίζειν ῥῆμα ἀπὸ τούτου τὸ παιᾶνα
5ᾄδειν· καὶ γίνεται ἀπὸ τοῦ παύω, παυὰν, καὶ παιάν. παιὼν δὲ, ὁ καὶ παιήων, ὁ ἰατρὸς καὶ θεραπευτὴς τῶν νοσημάτων· καὶ γίνεται ἐκ τοῦ παίω, τὸ θερα‐ πεύω, παίων καὶ παιάων, ὡς Μαχάων, καὶ κατὰ τρο‐ πὴν τοῦ α εἰς η παιήων, καὶ αὖθις κατὰ συγκοπὴν
10παιών. Junt., Vict. παιῶνος: Ἰατροῦ. Dv. εὐμενοῦς: Συμπαθοῦς. P. ἀντὶ τοῦ εὐμενεστάτου. ταῦτα δὲ ἐκ τοῦ Φινέως Σοφοκλέους ἔλαβεν. V.

sch plut

637

λέγεις μοι χαρὰν: Τινὰ γελᾷ τῶν τραγικῶν.ἀπαγγέλλεις μοι, φησὶ, χαρᾶς ἄξιον, ὥστε καὶ βοᾶν τῇ χαρᾶ νικώμενον. λέγεις μοι χαρὰν: Τὸ συστημάτιον τοῦτο κώλων
5ἐστὶ δʹ. τὸ αʹ τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπά‐ στου, ἐπιτρίτου δευτέρου καὶ δύο συλλαβῶν, ἡμίσεως ποδὸς οὐσῶν. τὸ βʹ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ τρίτον καὶ τέταρτον τρίμετρα καταληκτικὰ ἐκ παιώ‐ νων δύο καὶ συλλαβῶν τριῶν λειπουσῶν μιᾷ συλλαβῇ
10εἰς ἀναπλήρωσιν τελείου ποδός. Junt. λέγεις μοι χαίρειν. βοὰν: Ὑφ’ ἡδονῆς. P.

sch plut

638

χαίρειν: Εὐφραίνεσθαι. Dv. ἤν τε βούλησθ’ ἤν τε μή: (ἀντὶ τοῦ) παντὶ τρόπῳ. R. V.

sch plut

639

ἀναβοάσομαι: Ἀνυμνήσω, φησὶ, τὸν Ἀσκλη‐ πιὸν μέγα φῶς ὄντα τοῖς ἀνθρώποις. πολλοὶ γὰρ παῖδες τοῦ Ἀσκληπιοῦ, Ποδαλείριος, Μαχάων, Ἰασὼ, Πανά‐ κεια, Ὑγίεια. ἀναπέπλασται δὲ τὰ ὀνόματα παρὰ τὸ
5ἰᾶσθαι καὶ πάντα ἀκεῖσθαι καὶ παρὰ τὸ ὑγίειαν παρέ‐ χειν. τὸν εὔπαιδα δὲ ἢ τὸν καλοὺς ἔχοντα παῖδας, (ἢ αὐτὸν καλὸν παῖδα). ἐπαμφοτερίζει γὰρ τὰ τῆς χρή‐ σεως ἐπί τε τοῦ καλοῦ παιδὸς καὶ τοῦ καλοὺς παῖδας ἔχοντος. ἢ τὸν καλοῦ πατρὸς παῖδα. ὁ δὲ νοῦς πέπαι‐
10κται εἰς τραγῳδίαν· ὁ γὰρ χαρακτὴρ τραγικὸς, ὡς ἐν Ὀρέστῃ [984] «ἀναβοάσομαι πατρὶ Ταντάλῳ.»ἀναβοάσομαι: Ἀνυμνήσω, θαυμάσω. Θ. ἀνυμνήσω. Dv. ἀνευφημήσω. τὸν εὔπαιδα: Τὸν καλοὺς παῖδας ἔχοντα. P. εὔπαιδα λέγει τὸν Ἀσκληπιὸν ὡς καλλί‐
15στους ἔχοντα παῖδας, Μαχάονα, Ποδαλείριον, Ἰασὼ καὶ Πανάκειαν. Dv. P.

sch plut

640

φέγγος δὲ ἀντὶ τοῦ τὸν μέγα φῶς ὄντα τοῖς ἀν‐ θρώποις. R. φέγγος: Σωτηρίαν. P., Vict.

sch plut

641

τίς η βοή ποτ’ ἐστί: Κορωνὶς εἰσιόντων ὑπο‐ κριτῶν· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ρκθʹ· ὧν τελευταῖος
ἐγὼ δ’ ἀπαντῆσαί γ’ ἐκείνοις βούλομαι.
5ἐπὶ τέλει ἑκάστου συστήματος παράγραφος· ἐπὶ δὲ τῷ τέλει πάντων τῶν στίχων κορωνὶς, καὶ ἑξῆς τὸ κομμά‐
τιον τοῦ χοροῦ· κἀνταῦθα γὰρ χοροῦ τι μέρος ὤφειλε θεῖναι, καὶ διατρῖψαι μικρὸν, ἄχρις ἂν ὁ Καρίων ἐκεί‐ νοις συμμίξειεν. —ἀγγελεῖ: Μηνύει. Dv.Column end

sch plut

642

χρηστόν τι: Εὐτυχές τι. τοῦτο: Τὸ ἀκοῦσαι ἀγγελίαν ἀγαθήν. P. ποθοῦς’: Ἀγαποῦσα. πάλαι: Πρὸ πολλοῦ. Dv.

sch plut

643

ἔνδον: Ἐντὸς τῆς οἰκίας. περιμένουσα: Ἐκ‐ δεχομένη τοῦτον τὸν θεράποντα. P. ἐκδεχομένη. Θ. τὸν θεράποντα. R. V.

sch plut

644

ταχέως, ταχέως φέρ’ οἶνον: Ἡνίκα ἦν ἀπαγγε‐ λία, ἔθος ἦν πίνειν οἶνον. (διαβάλλει δὲ αὐτὴν ὡς φιλοῦ‐ σαν τὸν οἶνον.) —ταχέως: Συντόμως. Dv.

sch plut

645

καὐτὴ πίῃς: Καὶ ἐγώ. Θ. Dv. διαβάλλει ὡς μεθύσην. P. φιλεῖς: Ἀγαπᾷς ποιοῦσα. Dv.

sch plut

646

ἀντὶ, τούτου ἐστὶ τὰ ἀγαθά. R. συλλαβόμενος καὶ συλληπτικός. V. ὡς: Ὅτι. συλλήβδην: Ὁμοῦ συλλαβών. Θ. Dv. ὡς ἀγαθὰ: Ἴσθι ὅτι. συλλήβδην: Ὁμοῦ. P.

sch plut

647

ποῦ ’στιν: Τὰ ἀγαθὰ δηλ. Dv. P. ἐν τοῖς ...: Ἐν τοῖς ἐμοῖς λόγοις γνώσῃ ἴσως. P. εἴσει τάχα: Γνώσῃ ἴσως ἢ ταχέως. Θ. γνωρίσει ταχέως. Dv. γνώσῃ. V.

sch plut

648

πέραινε: Εἰς τέλος λέγε. Dv. τελειοῦ, πληροῦ. P. ἀνύσας: Σπεύσας, τελειώσας. Dv.

sch plut

649

προκατάστασις. Θ. ὡς ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν εἰς τὴν κεφαλήν σοι: Τὸ μὲν φαινόμενόν ἐστι τοῦτο τὸ, ἐξ ἀρχῆς μέχρι τέλους ἐρῶ τὰ πράγμα‐ τα· νοεῖται δὲ καὶ ἕτερόν τι πάνυ αἰσχρὸν καὶ ἄξιον
5τῆς τῶν δούλων ἀσελγείας καὶ μοχθηρίας. ἡ γυνὴ δὲ πράγματα τὰς ὀχλήσεις ἐνόησε, καὶ διὰ τοῦτο λέγει
μὴ δῆτ’ ἔμοιγ’ ἐς τὴν κεφαλήν.τοίνυν: Τὸ λοιπόν. P.

sch plut

650

ἀντὶ τοῦ ἀπ’ ἀρχῆς μέχρι τέλους· ἢ παρὰ τὸ ἐς κεφαλήν σου, ὅπερ ἡ συνήθεια ἐπὶ τοῦ φαύλου λαμβά‐ νει. R. V. ἐκ τῶν ποδῶν: Ἀπ’ ἀρχῆς ἄχρι τέλους. Dv. ἀπ’ ἀρχῆς μέχρι τέλους, ἐμφαντικόν. P.

sch plut

651

διὰ τὸ οἰηθῆναι διαπόμπησιν λελέχθαι. V. τὰ ἀγαθὰ εἰπὲ, μὴ μὲν οὖν τὰ πράγματα ἐρεῖς. Dv. ἐμοὶ: Ἐμοῦ. ἐς τὴν κεφαλὴν: Τὰ πράγματα ἐρεῖς δηλ. P. μὴ τἀγαθὰ: Οὐκ ἐρῶ. Dv.

sch plut

652

μὴ μὲν οὖν τὰ πράγματα: Σαφῶς νῦν τὰ πράγματα χαλεπὰ καὶ ἀνιαρά. ἀκριβῶς δὲ δεδήλωκεν ὅτι ἐπὶ κακῷ ἔλεγον τὰ πράγματα. καὶ Μένανδρος δὲ ἐν Γεωργῷ «ἐν πράγμασιν, ἐν μάχαις.» ἐν ἤθει δὲ
5ἀναγνωστέον. —νῦν: Πρὸ ὀλίγου. πράγματα: Τὰς ὀχλήσεις. P.

sch plut

653

διήγησις. Θ. ὡς: Ἐπειδή. P. ἀφικόμεθα: Ἐπορεύθημεν. Dv.

sch plut

654

πάλιν αὐτὸν ἄνδρα εἶπεν ὥσπερ καὶ ἐν τῇ ἀρχῇ. ἄθλιον δὲ διὰ τὸ τυφλὸν αὐτὸν εἶναι. εὐδαίμονα δὲ διὰ τὸ θεραπευθῆναι τοὺς ὀφθαλμούς. V. ἀθλιώτα‐ τον: διὰ τὴν τῶν ὀφθαλμῶν κάκωσιν. R. διὰ τὴν τύ‐
5φλωσιν. Θ. Dv. διὰ τὴν πήρωσιν. P.

sch plut

655

νῦν δ’, εἴ τιν’ ἄλλον: Δέον, εἴπερ τις ἄλλος, εἰπεῖν, εἴπερ τιν’ ἄλλον εἶπε πρὸς τὴν ὄπισθεν αἰτιατι‐ κήν. Junt. εἴ τιν’ ἄλλον: Ἀντὶ τοῦ ὡς οὐδένα ἄλλον. P. μακάριον: Διὰ τὴν ἀνάβλεψιν. Θ. Dv. εὐδαίμονα:360
5Εὐτυχῆ. Dv. διὰ τὸ ἀναβλέψαι. P.

sch plut

656

ἐπὶ θάλατταν ἤγομεν: Εἴθιστο γὰρ τοῖς ἀρ‐ χαίοις ἐκεῖ καθαίρειν τοὺς ἀφωσιωμένους, ὡς καὶ Ὅμηρος [Il. Α, 314] «καὶ εἰς ἅλα λύματ’ ἔβαλλον.» εἴθιστο τοῦτο ποιεῖν, ὡς ἔοικε, τοῖς ἐκεῖ ἀφικνου‐
5μένοις θεραπευθῆναι. Θ.

sch plut

657

ἔπειτ’ ἐλοῦμεν: Ἀπὸ τοῦ λόω, ἢ ἀπὸ τοῦ ἐλού‐ ομεν κατὰ συγκοπήν. —Ἀττικὸν τὸ ἐλοῦμεν ἀντὶ τοῦ ἐλούομεν, καὶ κατὰ συγκοπὴν ἐλοῦμεν. Br. νὴ Δί’ εὐδαίμων: Ἐν εἰρωνείᾳ, ἀντὶ τοῦ κακοδαί‐
5μων· (τὸ γὰρ εὖ ἀντὶ τοῦ δυς μορίου. τὸ δὲ ψυχρᾷ θα‐ λάττῃ, διὰ τὸ τῆς οὐσίας ψυχρὸν τῶν γερόντων. τὸ δὲ ᾖμεν) ἀντὶ τοῦ ἐπορευόμεθα· διὸ μετὰ τοῦ ι. ἀπὸ γὰρ τοῦ εἴω.

sch plut

659

ἦμεν: Ὑπήρχομεν. Dv. ᾖμεν: Ἐπορευό‐ μεθα. P. C.

sch plut

660

(ἐπὶ δὲ βωμῷ: Ἀντὶ τοῦ, ὁσιωθείσης τῆς θυ‐ σίας καὶ τῶν ἀπαργμάτων ἐπὶ τῶν βωμῶν τεθέντων, ἅπτονται τοῦ βωμοῦ ἢ τοῦ κανοῦ καὶ ἐπιφθέγγονται ὅσια, καὶ τότε ἔξεστι τοῖς ἀπὸ τῆς θυσίας ἀδεῶς χρῆ‐
5σθαι. καὶ προθύματα: Γράφεται καὶ θυλήματα. σημαί‐ νει δὲ τὰ προκατάργματα, ἢ τὰ πρὸ τῆς θυσίας γινό‐ μενα θυμιάματα, ἢ πλακούντια.) πόπανα: Γλυκύσματα. Dv. P. προχύματα: Τὰ κα‐
10ταχύματα. Dv. τὰ πρὸ τῆς θυσίας γινόμενα. P. ἃ πρὸ τῆς θυσίας ποιεῖν ἔθος. Θ. Vict.

sch plut

661

καθωσιώθη πέλανος: (Τοῖς καθήκουσι νόμοις ἀνιερώθη, καθηγνίσθη, ἢ ὁσίως ἀνετέθη.) ἐπειδὴ δὲ ὁ πέλανος τῇ Ἡφαίστου φλογὶ καθωσιώθη καὶ τὰ πόπα‐ να καὶ τὰ προθύματα. προθύματα δὲ ἤτοι τὰς ὀλύρας,
5παρὰ τὸ προθύεσθαι τῶν ἱερείων ἢ κριθὰς ἢ λιβανωτόν. τὸ δὲ ἑξῆς, ἐπεὶ δὲ βωμῷ προθύματα καθωσιώθη Ἡ‐ φαίστου φλογὶ, καὶ πόπανα καὶ πέλανος. Ἄλλως. δέον εἰπεῖν, καὶ πέλανος, ὁ δὲ ἀσυνδέτως πέλανος εἶ‐ πεν. ἰστέον δὲ ὅτι τὸν μὲν πέλανον ἐν τῷ πυρὶ ἔρρι‐
10πτον, τὰ δὲ πόπανα καὶ τοὺς πλακοῦντας καὶ τἄλλα ἐν μέρει τοῦ βωμοῦ ἐτίθεσαν. ἢ τὸ πέλανος ἑρμηνεία ἐστὶ τοῦ προθύματα, οὕτως, ἐπεὶ δὲ τῷ βωμῷ καθωσιώθη τὰ πόπανα, καὶ τὰ προθύματα καθωσιώθη τῇ φλογὶ τοῦ Ἡφαίστου, ὁ πέλανος λέγω· ὃ καὶ κρεῖττον.
15καθωσιώθη: Καθιερώθη. Dv. ἀνετέθη, ἀφιερώθη. Θ. P., Vict. πέλανος: Εἶδος ὀσπρίου. Θ. Dv. P. Ἡφαί‐ στου: Πυρός. Dv.

sch plut

662

κατεκλίναμεν: ἡ κατά ἀντὶ τῆς ἀνά. οὕτως λέ‐ γουσιν Ἀττικοί. V. ἀντὶ τοῦ κατεθήκαμεν. Θ. εἰκὸς: Πρέπον. P.

sch plut

663

παρεκαττύετο: Ἐκ συλλογῆς ηὐτρεπίζετο ἀπὸ τῶν καττυμάτων. καττύματα δὲ λέγονται οἱ μικροὶ ἱμάντες οἱ ἐρριμμένοι ἐπὶ τῆς κόπρου. λέγει οὖν ἐκ μι‐
κρῶν καὶ πολλῶν τὴν στιβάδα ηὐτρεπίζομεν.Column end
5στιβάδα: Στρωμνὴν ἐκ σχοίνων πεποιημένην. Θ. τὴν ἐκ χόρτων στρωμνήν. Vict. στιβὰς ἡ ἐκ χόρτων στρωμνὴ, ἢ τοιοῦτό τι. καὶ γίνεται παρὰ τὸ στείβειν, ὅ ἐστι τὸ περιπατεῖν. στιβὰς γὰρ κυρίως ἡ πεπιλημένη καὶ οἷον καταπεπατημένη. Vict. τὸ παρεκαττύετο ἀντὶ
10τοῦ συνῆγε καὶ συνετίθη σχοινία, ἃ ἰδιωτικῶς φασι βροῦλα, ποιῆσαι εἰς στιβάδα στρωμνήν. Dv. συνετίθει. Θ. Br. ἐσωρεύετο. Dv.

sch plut

664

δεόμενοι: Χρῄζοντες. Dv.

sch plut

665

εἷς μέν γε Νεοκλείδης: (Καὶ εἰς πολλὰ κεκω‐ μῴδηται οὗτος·) εἰς ῥήτορα καὶ τὰ δημόσια κλέπτοντα καὶ ξένον καὶ τὰς ὄψεις λελωβημένον. εἴρηται δὲ καὶ ἐν Πελαργοῖς περὶ αὐτοῦ ὅτι ῥήτωρ καὶ συκοφάντης ἐστίν.
5—ναί. εἷς μέν γε ... P. τυφλὸς: Ἀνόητος. Dv.

sch plut

666

κλέπτων: Δωροδοκῶν. τοὺς βλέποντας: Τοὺς φρονίμους. ὑπερηκόντισεν: Ὑπερέβαλεν. Dv. ὑπερέβη. P. ὑπερέβαλεν. ἀπὸ τῶν ἀκοντιζόντων. V. ὑπερέβαλεν, ἀπὸ μεταφορᾶς τῶν τὰ ἀκόντια ῥιπτόντων. Θ. Borg.

sch plut

667

παντοδαπὰ: Παντοῖα. Θ.

sch plut

669

παραγγέλλω δοτικῇ συντάσσεται. καθεύδειν: Ὑπνοῦν, ἢ κεῖσθαι ἡσύχως. Θ. κοιμᾶσθαι. P.

sch plut

670

πρόσπολος: Ὁ νεώκορος, δοῦλος. Θ. Dv. ὁ πρόσπολος: Ὁ ἱερεύς. V. P. αἴσθηται: Εἰς αἴσθησιν ἤσθιον. Dv. συντάσσεται τὸ αἰσθάνομαι καὶ γενικῇ καὶ αἰτιατικῇ. Θ. νοήσῃ κτύπου. P.

sch plut

671

κοσμίως: Εὐτάκτως. Dv. εὐτάκτως καὶ ἡσύ‐ χως. Θ. P., Vict.

sch plut

673

ἀθάρης χύτρα τις: Ἀθάρα, μόνη ἡ σεμίδα‐ λις. (Ἀττικοὶ δὲ διὰ τοῦ η ἀθάρης, [Αἰολεῖς ἀθήρας,] ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάρας. ἔστι δὲ ἄλευρον ἡψημέ‐ νον.) —Ἀττικοὶ ἀθάρας, Αἰολεῖς ἀθήρας. λέγει δὲ τὴν
5σεμίδαλιν. R. ἀθάρας: Ἤγουν κουρκούτης. ἀθάρα λέγεται ἡ ἰδιω‐ τικῶς λεγομένη κουρκούτη· ἤγαγε δὲ αὐτὴν γραῦς τις τῷ Ἀσκληπιῷ· εἰκότως· αἱ γὰρ γραῖαι τοὺς ὀδόντας ἀποβαλοῦσαι οὐκ ἄλλο τι ἢ ἀθάραν ἐσθίουσιν· τοιοῦτον
10ἐχρῆν καὶ δῶρον αὐτὰς προσφέρειν τῷ θεῷ. Dv. C. D. ἀθάρα ... εἰκότως. καὶ γὰρ αἱ γραῖαι τοὺς ὀδόντας ἀπο‐ βάλλουσαι ὡς ἐπιτοπλεῖστον τῇ ἀθάρᾳ χρῶνται εἰς βρῶσιν, καὶ διὰ τοῦτο καὶ τῷ Ἀσκληπιῷ τὴν ἀθάραν δῶρον ἀνετίθουν. Vict. ἀθάρης: Σεμιδάλεως. P. ἐξέ‐
15πληττε· Ἐτάραττεν. Dv. ἐνέβαλεν. P. εἰς ἔμπληξιν ἔφερε καὶ θαῦμα. Θ. εἰς ἔκπληξιν καὶ θάμβος ἔφερεν. Vict.

sch plut

675

ἐφ’ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι: Πε‐ ρισσὴ ἡ μία ἐπί. ὡς εἷς τῶν ἱερῶν ὄφεων δηλονότι.ἐφερπύσαι δὲ, βαδίσαι. ἀπὸ μεταφορᾶς τῶν ἑρπετῶν. ἐκ τούτου δὲ τὴν ἥσυχον κλοπὴν τὴν ἐπὶ τὴν χύτραν
5δηλοῖ. —δαιμονίως: Ἐπιτηδείως. Dv. δεξιῶς, ἐπιτη‐ δείως. Θ. P. ἐφερπύσαι: Βαδίσαι. P.

sch plut

677

τοὺς φθοῖς: Ἀττικοὶ μὲν μονοσυλλάβως οἱ φθοῖς· ὁ δὲ Καλλίμαχος φθοῖας ἀντὶ τοῦ πλακοῦντας, πέμματα. —οὕτως μονοσυλλάβως σύνηθες αὐτοῖς λέ‐
γειν. Καλλίμαχος «ὅδ’ αὖθις παρὰ φθοῖας», ὡς μάν‐361
5τιας. ἔστι δὲ πλακοῦντας ἢ πέμματα. V. τοὺς φθοῖς: Τοὺς πλακοῦντας. Θ. Dv. πλακοῦντας, ἢ λαλάγγια. P. τὰς ἰσχάδας: Τὰ σῦκα. Θ. Dv.

sch plut

678

ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς: Εἰσὶ γὰρ τράπε‐ ζαι ἐν τοῖς ἱεροῖς, ἐν αἷς τιθέασι τὰ εἰσφερόμενα.

sch plut

679

περιῆλθε: Περιέδραμε. ἐν κύκλῳ: Ψηλαφῶν δηλ. καὶ ἐρευνῶν. P.

sch plut

680

καταλελειμμένον: Ἐγκαταλειφθέν. Dv. ἐνα‐ πολειφθέν. P.

sch plut

681

εἰς σάκταν τινά: (Γράφεται καὶ εἰς σάκκον, οἷον εἰς θύλακον, ἀπὸ τοῦ σάττεσθαι. δέον δὲ εἰπεῖν εἰς τὸν βωμὸν ἥγιζε, φησὶν εἰς τὸν σάκκον. ἥγιζε δὲ ἀντὶ τοῦ ἔβαλλεν εἰς δερμάτινον σακκίον, ὅπερ θύλακον λέγομεν.
5τινὲς δὲ ἀντὶ τοῦ ἁγίως ἀπετίθετο. παίζει δὲ τοῦτο ὡς ἐπὶ ἱερέων.) ἀρσενικῶς δὲ ὁ σάκτας, ὡς αἱ χρήσεις δι‐ δάσκουσιν. —σημαίνει δὲ τὸν θύλακον. R. ἥγιζεν: Τὸ ἥγιζε γελοιωδῶς εἴρηκεν ἀπὸ τοῦ ἡγίαζε κατὰ συγ‐ κοπήν. σημαίνει δὲ ἡ λέξις παρὰ τοῖς παλαιοῖς μὴ
10μόνον τὸ καθαίρειν, ἀλλὰ καὶ τὸ μιαίνειν· καὶ τὸ ἅγιος δ’ ὡσαύτως οὐ μόνον τὸν καθαρὸν, ἀλλὰ καὶ τὸν μιαρὸν καὶ ἐναγῆ καὶ ἐξάγιστον· καὶ ἁγιστεία ὡσαύτως· λέγε‐ ται οὖν ἐνταῦθα τῷ μὲν δοκεῖν, ὅτι εἰς σάκκον τινὰ ἱερῶς ἐτίθει, τῇ δὲ ἀληθείᾳ, ὅτι εἰς ἄγγος τι ἔβενον
15αὐτὰ πρὸς ἑαυτὸν ἐλάμβανεν. Vict. ἥγιζεν: Σεβασμίως ἐνετίθει. Θ. σεβασμίως ἦγεν. Dv. ἐτίθει, ὡς ἅγια ἐνέβα‐ λεν. C. ἱερῶς ἐπετίθει. P. σάκταν: Σάκκον. τοῦτο κατ’ εἰρωνείαν. Θ. Dv. σάκκον. P.

sch plut

682

κἀγὼ νομίσας πολλὴν ὁσίαν: Ἀντὶ τοῦ ὁσιότητα. δόξας, φησὶν, ὅσιον εἶναι τὸ λαμβάνειν τι ἀπὸ τῶν ἐν τῷ ἱερῷ, ἐπεὶ καὶ ὁ ἱερεὺς ἐλάμβανεν. (Σύμμαχος δέ φησιν ὅσια λέγειν αὐτοὺς τὰ μὴ ἱερὰ, ἀλλ’ ὧν ἔξεστι
5θιγγάνειν.) —νομίσας: Ὑπολαβών. ὅσιον τὸ λαμβά‐ νειν ἀπὸ τῶν ἐν τῷ ἱερῷ, καθότι καὶ ὁ ἱερεὺς ἐλάμ‐ βανεν. Θ. P. ὁσίαν: Ἁγιότητα. Dv. πολλὴν ὁσίαν τοῦ πράγματος: Κατὰ πολὺ ὅσιον δηλαδὴ τὸ λαμβάνειν τι τῶν ἱερῶν. Br. δικαιοσύνην. Θ.

sch plut

683

χύτραν: Τὸ τζυκάλιον. Dv. ἀνίσταμαι: Διεγεί‐ ρομαι. P.

sch plut

684

ταλάντατ’: Ἀθλιώτατε. Θ. οὐκ ἐδεδοίκεις: Οὐκ ἐφοβήθης. P.

sch plut

685

μὴ φθάσειέ με: Βαδίσας ἐπὶ τὸν βωμὸν δη‐ λονότι. διαβάλλει τὸν θεὸν ὡς κλέπτην. ἐφοβήθην οὖν μὴ ἐλθὼν καὶ αὐτὸς κλέψαι φθάσειέ με ἐπὶ τὴν χύτραν. Ἄλλως. πάνυ καλὸν καὶ σεβάσμιον τὸ πρᾶγμα, ὃ
5ἐκεῖνος ἐποίει, ἡγησάμενος, καὶ οὐκ ἀσεβὲς κρίνας ἀνέ‐ στην καὶ αὐτὸς ἐπὶ τὴν χύτραν τῆς ἀθάρας. ἐν τούτῳ δὲ δεικνύει, ὡς ἀεὶ οἱ δοῦλοι περὶ τὸ φαγεῖν τὸν νοῦν ἔχου‐ σιν. τὸ δὲ ἔχων τὰ στέμματα λέγει διὰ τὸ γράφειν τὸν Ἀσκληπιὸν ἀεὶ στεφανηφοροῦντα, ὡς ὑγιείας αἴτιον
10(καὶ ἆθλον τούτω παρέχειν τὴν ὑγίειαν λαβόντα τοὺς στεφάνους. Dv. P.). —ἔγωγε: Ἐδεδοίκειν δηλαδή. Dv. P. ἐδεδοίκειν τὸν θεόν. δηλονότι καταλάβοι. Θ. τὸ ἔγωγε καὶ μάλιστα οἱ Ἀττικοὶ ἀντὶ τοῦ ναὶ λαμβάνου‐
σιν. P. φθάσεις: Προλάβῃ. P.Column end

sch plut

686

ἐλθὼν: Ὁ Ἀσκληπιὸς φορῶν. P. ἔχων: Φο‐ ρῶν. Dv. στεφανηφόρος γὰρ ὁ Ἀσκληπιὸς ἀεὶ στενάζων. ὑγείας γάρ ἐστιν ἔφορος. V. στέμματα: Ὡς ὑγιείας ἔφορος στεφανηφόρος. P.

sch plut

687

ὁ γὰρ ἱερεὺς: τοῦ Ἀσκληπιοῦ ὁ ἱερεὺς ἐπὶ τοὺς βωμοὺς δηλονότι βαδίσας προεδίδαξέ με. V. ἤγουν τὸ προφθάσαι δηλ. καὶ λαβεῖν τὰ πέμματα. Θ. P.

sch plut

688

ᾔσθετο: Ἔγνω. P. τὸ αἰσθάνεσθαι πρότερον πρὸς γενικὴν συντάξας, νῦν πρὸς αἰτιατικὴν ἀπέδωκεν. Vict. ψόφον: Κτύπον. Dv. ἀντὶ τοῦ ψόφου. R. V.

sch plut

689

τὴν χεῖρ’ ὑφῄρει: (Ἐκτείνει κατὰ τῆς χύτρας, ἵνα μηδεὶς αὐτὴν λάβῃ· [ἢ ἐξέτεινε. καὶ] Μένανδρος «ἐξάραντες ἐπικροτήσατε.») συρίξας δὲ οὕτω μόνως φασὶν Ἀττικοὶ καὶ συρίκτης καὶ σύριγμα καὶ οὐ συρίσας.
5ἀκόλουθον δὲ τῷ ἐφερπύσαι τὸ συρίξαι. ἕκαστον γὰρ τῶν ζῴων ἰδίαν φωνὴν ἔχει, ὡς αἲξ τὸ μηκάζειν, βοῦς τὸ μυκᾶσθαι, κορώνη τὸ κρώζειν, καὶ τἄλλα ὁμοίως· οὕτω καὶ ὁ ὄφις τὸ συρίζειν. —ὑφῄρει δὲ ἀντὶ τοῦ ἐκτείνει. V. τὴν χεῖρ’ ὑφῄρει: Ἐν ᾗ τὴν χύτραν κατεῖχεν λάθρα.
10Θ. Dv. κατεῖχε λάθρα. Dv. τὴν χεῖρ’ ἀφῄρει: Λάθρα ἐκίνει. C. λαθραίως ἐξέτεινε. συρίξας: Συριγμόν τινα ποιήσας. P.

sch plut

690

(ὀδὰξ ἐλαβόμην: Τοῖς ὀδοῦσιν αὐτὴν ἔλαβον, οἷον ἔδακον αὐτήν.) ὡς παρείας ὢν ὄφις: Εἶδος ὄφεως. εἴρηται δὲ παρὰ τὸ ἐπῆρθαι τὰς παρειάς. φασὶ δὲ αὐτὸν μὴ δάκνειν, ἢ
5καὶ δάκνοντα (μὴ) λυπεῖν. μέμνηται δὲ αὐτοῦ καὶ Δη‐ μοσθένης [p. 313, 25] «τοὺς ὄφεις τοὺς παρείας» φά‐ σκων, (καὶ Λυκοῦργος ἐν τῷ κατὰ Δημάδου λόγῳ. ἔστι δὲ τὸ τοιοῦτον εἶδος καὶ ἐν τῇ Ἀλεξανδρείᾳ). τὸ δὲ τοιοῦτον εἶδος εὑρίσκεται ἐν τοῖς ἱεροῖς (τοῦ Διονύσου).
10—ὀδὰξ: Ἤτοι τοῖς ὀδοῦσιν. P. μετὰ τῶν ὀδόντων ἡψάμην. Θ. ἐλαβόμην: Ἡψάμην. Dv. τῆς χειρὸς τῆς γραίας. P. παρείας: Μέγας. Dv. οἱ γὰρ συρίζοντες ὄφεις μεγάλας ἔχουσι παρειάς. Θ. εἶδος ὄφεως ἀπὸ τοῦ ἐπαί‐ ρειν. P.

sch plut

691

ἡ δ’: Ἡ γραῦς. ἀνέσπασεν: Εἰς ἑαυτὴν συν‐ έστειλεν. Dv. συνέστειλεν εἰς ἑαυτὴν ἀφεῖσα τὴν χεῖρα. P., Vict.

sch plut

693

δέους: Φόβου. Dv. P. βδέουσα: Πέρδουσα. Θ. Dv. πέρδουσα. ὅθεν καὶ τὸ βδελυρὸς καὶ τὸ βδελύττομαι. P. γαλῆς: ἡ γὰρ γαλῆ δριμύτατον ἀφίησι τὸ πνεῦμα. R. V. κάττας. Θ. Dv. γαλῆ ἡ κάτα, μυγαλὴ ἡ νυμφίτζα.
5P. πάνυ γὰρ δύσοσμός ἐστιν ἡ τῆς γαλῆς πορδή. Θ. Victor.

sch plut

694

ἔφλων: Ἀντὶ τοῦ ἤσθιον, ἐμασώμην. λείπει δὲ τροφήν. φλᾶν δὲ νῦν τὸ μετὰ ψόφου ἐσθίειν. καὶ γὰρ φλᾶν τὸ θλᾶν, ὡς [Hom. Il. Α, 268] «φηρσὶν ὀρεσκώοι‐ σιν.»
5πολλὴν: Μερίδα δηλ. P. ἔφλων: Ἀνήλισκον, συνέ‐ τριβον. Θ. Dv. P. Vict.

sch plut

695

μεστὸς: Πλήρης τῆς ἀθάρας. Θ. Dv. ἔμπλεος ἢ κεκορεσμένος. P.

sch plut

696

(ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν: Ἀντὶ τοῦ προσ‐ έσχε. Ἰωνικῶς, ὡς καὶ παρ’ Ὁμήρῳ [Hom. Il. Γ, 388] «ἤσκειν εἴρια καλά.» ἀντὶ τοῦ ἤσκεε· τρίτου γάρ ἐστι προσώπου.) —οὐ προσῄειν: Οὐκ ἔγνω. Dv. οὐ362
5προσῆλθεν. Θ. P. τὸ προσῄειν ἐνταῦθα τρίτου προσώ‐ που διὰ τὴν χασμωδίαν προσλαβὸν τὸ ν, ὡς κἀν τοῖς ἄλλοις ἔθος ἔχουσι ποιεῖν οἱ Ἀττικοί. Vict. οὐδέπω: Οὔπω ἦν ἐλθών. P.

sch plut

697

τοῦτο: Τὸ φαγεῖν. P. γελοῖον: Ἀστεῖον. Dv.

sch plut

698

προσιόντος: Προσερχομένου. Dv.

sch plut

699

ἀπέπαρδον: Διὰ τὴν ἀθρόαν τῶν πνευμάτων ἐκπήδησιν. ὅθεν καὶ πάρδος· ὁρμητικὸν γὰρ τὸ ζῷον. ἐπεφύσητό μου: Ὑπὸ τῆς ἀθάρης δηλονότι. ποιεῖ γὰρ αὕτη πνεύματα τῇ γαστρί. —ἐξώγκωτο ἐμπνευ‐
5ματωθεῖσα. φυσώδη γὰρ τὰ ὄσπρια. Θ. ἤγουν ἐξώγ‐ κωτο (ἐπνευματώθη add. Vict.) D. δυσώδη γὰρ τὰ ὄσπρια, ὑπὸ τῆς ἀθάρας. P.

sch plut

700

ἐβδελύττετο: (Ἐμίσει σε.) χαριέντως τὸ ἐβδε‐ λύττετο πρὸς τὸ ἀπέπαρδον, ὡς παρὰ τὸ βδέειν. ἕπεται γὰρ τῷ βδέειν τὸ βδελύττεσθαι. P. ἦπου: Ὄν‐ τως. P. ἐβδελύττετο: ἐμίσει. Dv. P.

sch plut

701

οὒκ: Ἐβδελύττετο. P. (ἀλλ’ Ἰασὼ μέν τις: Οὐκ ἐῴκει. διότι προσῆκε τῷ Ἀσκληπιῷ ἡ Ἰασὼ παρὰ τὴν ἴασιν ὠνομασμένη. ἀλλὰ καὶ θυγατέρα τοῦ Ἀμφια‐ ράου αὐτὴν εἶπεν ἐν ἐκείνοις
5
ἀλλ’ ὦ θύγατερ ἔλεξ’, Ἰασοῖ, πρευμενής. εἰ δὲ καὶ τὴν Ἰασὼ Ἀσκληπιοῦ θυγατέρα, ὥσπερ καὶ τοῦ Ἀμφιαράου, ἄξιον ἀπορεῖν· ἐπεὶ καὶ Ἕρμιππος ἐν τῷ [πρώτῳ] ἰάμβῳ τῶν τριμέτρων Ἀσκληπιοῦ καὶ Λαμ‐ πετίας τῆς Ἡλίου λέγει Μαχάονα καὶ Ποδαλείριον καὶ
10Ἰασὼ καὶ Πανάκειαν καὶ Αἴγλην νεωτάτην. ἔνιοι δὲ προστιθέασιν Ἰανίσκον καὶ Ἀλεξήνορα. ἔστι δὲ καὶ Ἀμφιαράου θυγάτηρ Ἰασώ. —Πανάκεια δὲ παρὰ τὸ ἄκος, τὴν θεραπείαν. Ἄλλως.) παρὰ τὸ ἰᾶσθαι τὴν Ἰασὼ πεποίηκε θυγατέρα Ἀσκληπιοῦ, καθάπερ καὶ
15τὴν Πανάκειαν καὶ τὴν Ὑγίειαν. R. V. ἐπακολουθοῦς’: Τῷ Ἀσκληπιῷ δηλονότι. Θ.

sch plut

702

ὑπηρυθρίασε: Μετρίως πῶς ἐτράπη καὶ ᾐδέσθη. Θ. P. ἀπεστράφη: Εἰς τοὐπίσω. Dv.

sch plut

703

οὐ λιβανωτὸν γὰρ βδέω: Ἄλλο λίβανος καὶ ἄλλο λιβανωτός· λίβανος μὲν [γὰρ] αὐτὸ τὸ δένδρον, λιβανωτὸς δὲ ὁ καρπὸς αὐτοῦ. ἔστι δὲ καὶ ὄρος Λίβανος καλούμενον. —ἐπιλαβοῦς’: Κρατήσασα. P. λιβανω‐
5τὸν: Εὐῶδες ὥσπερ ὁ λίβανος πέρδω. Θ. Dv. ἤτοι με‐ μυρισμένον πέρδω. P.

sch plut

704

αὐτὸς δ’ ἐκεῖνος: ὁ Ἀσκληπιός. R. τῆς ῥινὸς οὐκ ἐπελάβετο δηλ. οὐδ’ ἐφρόντισεν: Οὐκ ᾔσθετο. P. ἤγουν οὐ μόνον οὐδὲν τοιοῦτον ἐποίησεν. Θ.

sch plut

705

ἄγροικον: Ἀναίσθητον. Θ. Dv. ἀπαίδευτον. P. τὸν θεὸν: Τὸν Ἀσκληπιόν. Dv.

sch plut

706

ἀλλὰ σκατοφάγον: Ἀναίσθητον. εἴρηται δὲ ἀπὸ τῶν παρὰ Βοιωτοῖς βοῶν, οἳ διὰ τὴν πολλὴν ἀναισθη‐ σίαν σκατὰ ἤσθιον. ἑτερόκλιτος δέ ἐστιν ἡ σκατὸς γε‐
νικὴ, ἀπὸ εὐθείας τῆς σκώρ. —οὐκ ἔγωγε: Οὐ λέγωColumn end
5ἐκεῖνον ἀναίσθητον. σκατοφάγον: Ἀναίσθητον. Θ. P. αἲ τάλαν: Διότι τοιαῦτα λέγεις. Dv. ἐπίρρημα σχετλιαστι‐ κόν. R. V. P. τὸ σκατοφάγον λέγει, ἢ διότι οἱ ἰατροὶ ἐκ τοῦ τὰ σωμάτων κενώματα βλέπειν καὶ οὖρα τοὺς μισθοὺς λαμβάνουσιν. ἢ ὅτι ὁ τῆς ἰατρικῆς ἡγεμὼν Ἱπ‐
10ποκράτης ἀνθρωπίνων κόπρων, ὥς φασιν, ἐγεύσατο, βουλόμενος περί τινος νοσοῦντος μαθεῖν, ἢ ἆρα ζήσεται ἢ τεθνήξεται. P. τὸ σκατοφάγον λέγει ἢ διότι οἱ ἰατροὶ ἐκ τοῦ σκοπεῖν τὰ τῶν ἀσθενούντων οὖρα καὶ σκύβαλα τοὺς μισθοὺς λαμβάνουσιν, ἢ ὅτι ὁ τῆς ἰατρικῆς ἡγεμὼν Ἱπ‐
15ποκράτης ἀνθρωπίνων κόπρων ἐγεύετο, ὥς φασι, βουλό‐ μενος μανθάνειν περὶ τῶν νοσούντων, εἰ ἄρα ζήσονται ἢ τεθνήξονται. Vict.

sch plut

707

συνεκαλυψάμην: Ἐκρύβην εἴσω τῶν ἱματίων. Θ. Paris.

sch plut

708

δείσας: Φοβηθείς. Dv. P.

sch plut

709

σκοπῶν: Ἐπιτηρῶν. P. περιῄειν (–ει P.): περιήρχετο. Dv. P. Ἰακῶς τὸ περιῄειν. V. ὅμοιον τῷ προσῄειν. κοσμίως: Εὐτάκτως. Θ.

sch plut

710

παῖς: Δοῦλός τις. P. Dv. θυίδιον: Ἴγδιον λίθι‐ νον. Θ. ἰγδίον. Dv. θυείδιον: Ἤτοι ἰγδύον. P. ἰγδίον. παῖς ὁ υἱὸς ἀπὸ τοῦ παῒς τὸ αἰδοῖον καὶ κατὰ συναίρεσιν παῖς. παῖς δὲ ὁ δοῦλος ἀπὸ τοῦ παίω τὸ τύπτω. Borg.

sch plut

711

παρέθηκε: Πλησίον αὐτοῦ ἔθηκε. P. δοίδυκα: Κοχλιάριον. Dv. κοχλυάριον. P. κιβώτιον: Ὃν ἰατροὶ καλοῦσι παντέκτην. Θ. σενδούκι, ὃ λέγουσιν οἱ ἰατροὶ παντέκτην. Dv. σενδούκην. P.

sch plut

712*

οὐ δῆτ’ οὐχὶ τό γε κιβώτιον: [Παίζων πρὸς τὸ πρῶτον ἀπήντησεν, οὐχὶ τὸ κιβώτιον.] εἰπὼν ὅτι τὸ κι‐ βώτιον λίθινον ἦν, ὥσπερ ἑαυτοῦ τὴν λήθην ἐπανορθού‐ μενός φησι, μὰ Δί’ οὐκ ἦν λίθινον τὸ κιβώτιον. —μὰ
5Δί’ οὐ δῆτ’: Λίθινον ἦν, ἀλλ’ ἡ θυεία. P.

sch plut

713

ἑώρας: Ἔβλεπες. P.

sch plut

714

διὰ τοῦ τριβωνίου: Νῦν τοῦ παλαιοῦ καὶ τετριμ‐ μένου ἱματίου· τὸ γὰρ τρίβακον ἱμάτιον οὕτω καλοῦ‐ σιν Ἀττικοί. ὀπὰς δὲ τὰς τρώγλας· ἔνθεν καὶ ὦπες οἱ ὀφθαλμοί· ἀνοίγματα γάρ ἐστι. —τριβώνιον ἐνταῦθα τὸ
5παλαιὸν καὶ διερρυηκὸς ἱμάτιον. τριβώνιον καὶ τὸ τῶν φιλοσόφων ἱμάτιον, ὡς εὐτελείας ἀντιποιουμένων. ὅθεν καὶ τὸ περίβλημα αὐτῶν εὐτελές. ἦν δὲ τὸ τοιοῦτον τρι‐ βώνιον μέχρι τῶν ποδῶν διῆκον, καὶ χειρίδας ἔχον πλα‐ τείας, καὶ κεκολπωμένον. P. καὶ κεκαλυμμένος εἶναι
10λέγεις. Dv. ἐγκεκαλύφθαι: Ἐγκεκρύφθαι. τριβωνίου: Ἔβλεπον δηλ. P.

sch plut

715

ὀπὰς: Τρύπας. Dv. P. οὐκ ὀλίγας: Ἀλλὰ πολλὰς δηλ. P.

sch plut

716

Νεοκλείδῃ: τοῦτον, ὡς ἔφαμεν, διαβάλλει ὡς ἅρπαγα τῶν δημοσίων. V. οὗτος ἅρπαξ τῶν δημοσίων. Paris.

sch plut

717

καταπλαστὸν: Τῶν φαρμάκων τὰ μὲν κατα‐ πλαστὰ, τὰ δὲ χριστὰ, τὰ δὲ ποτά. (κυρίως δὲ ὀξυτόνως τοῦτο γράφουσι,) τινὲς δὲ προπαροξύνουσι, κατάπλα‐
στος. ἔστιν οὖν παστὸν τὸ πασσόμενον, πλαστὸν τὸ363
5πλαττόμενον, ὃ καὶ καταπλαστὸν λέγεται, καὶ πιστὸν τὸ πινόμενον.⟧ ⟦ἐνεχείρησεν: Οἱ γράφοντες, ἐνεχείρισε τρίβειν, διὰ τοῦ ι, ἀμαθεῖς· οὐ γὰρ ἐμφανῶς ἐθεράπευεν ὁ Ἀσκλη‐ πιὸς, ἵνα καὶ τῷ Νεοκλείδῃ ἐγχειρίσαι αὐτὸν λέγωμεν
10τρίβειν τὸ φάρμακον, ἀλλ’ ἀφανῶς κατὰ τὴν νύκτα. ἔχει δὲ οὕτως, ἐνεχείρησε πρῶτον πάντων τρίβειν τῷ Νεοκλείδῃ φάρμακον καταπλαστόν· καὶ ἔστιν ἡ δοτικὴ αὕτη πρὸς τὸ τρίβειν περιποιητικῶς. ἡ γὰρ τρίψις ἐκείνῳ ἦν, τουτέστι, δι’ ἐκεῖνον ἐγίνετο. —ἐνεχείρησε: Ἤρ‐
15ξατο. P.

sch plut

718

τρεῖς Τηνίων: Ὅτι ἐν τῇ Τήνῳ μιᾷ τῶν Κυ‐ κλάδων νήσῳ ὄφεις καὶ σκορπίοι δεινοὶ ἐγίνοντο· ἢ ὅτι ἡ Τῆνος δριμύτατα σκόροδα φέρει. δηκτικῶν. R. ὅτι ἡ Τῆνος, (νῆσος μία τῶν Κυκλάδων,) θηριώδης δοκεῖ εἶναι.
5(σκόροδα οὖν Τήνια εἶπεν ἀντὶ τοῦ δηκτικὰ, παρὰ τὰ θηρία.) δηλοῖ καὶ Εὔπολις Πόλεσι «Τῆνος αὕτη, πολ‐ λοὺς ἔχουσα σκορπίους (ἔχεις τε συκοφάντας).» Καλλί‐ στρατος δὲ ἐπὶ τὸ σαφὲς κατηνέχθη, ὡς σκοροδοφόρου τῆς γῆς οὔσης· (διὸ καὶ τὸ παρ’ Ἀντιμάχῳ «Τήνου τ’
10ὀφιοέσσης» οὐ καλῶς ἔχειν δοκεῖ.) —σκορόδων: Σκόρ‐ δων. Dv. Τῆνος νῆσος ἐν ᾗ δριμύτατα γίνεται σκόροδα. Θ. Τῆνος νῆσος σκοροδοφόρος ἀπό τινος Τήνου ἀνδρός. P. ἔφλα δὲ ἀντὶ τοῦ ἔτριβεν ἢ ἤλει. V. ἔφλα: Συνέτρι‐ βε. Dv. ἔτριβε. P.

sch plut

719

ὀπὸν: Γάλα σκύλης. Dv. γάλα σκίλλης, ἥτις βοτάνη ἐστὶ θανατηφόρος, ἐξ ἧς τὸ σκιλλητικὸν ὄξος. Θ. P.

sch plut

720

(καὶ σχῖνον: Σχῖνον νῦν φησι τὴν σκίλλαν· δηκτικὰ γὰρ βούλεται πάντα εἶναι. ἐν δὲ τοῖς ἑξῆς πα‐ ράκειται καὶ ἐκ τῶν Θεοφράστου, ὅτι ἕτερόν τι ἡ σκίλλα καὶ ἡ σχῖνος. παρὰ τὸ σχίζεσθαι καὶ δακρύειν·
5ἡ αὐτὴ γὰρ τῇ μαστίχῃ.) —σχίνον: ἀντὶ τοῦ μαστί‐ χην. R. τὰ ἄκρα τῆς σκίλλας ἢ μαστίχην. Θ. τὰ ἄκρα τῆς σκύλας. Dv. σχῖνον: Ἤγουν σκίλλαν. P. σχῖνος τὸ δένδρον, ι. σχοῖνος δὲ τὸ βρύλον, δίφθογγον ο καὶ ι. P. ὄξει διέμενος: Διαβρέχων καὶ διυγραίνων, ὃ νῦν ἐγ‐
10χυματίζειν φασί. (Σφηττίῳ δὲ) τῷ δριμυτάτῳ ἢ ἀπὸ τοῦ δήμου· πικροὶ γὰρ οἱ Σφήττιοι καὶ συκοφάνται. ἢ παρὰ τοὺς σφῆκας· θυμικοὶ γάρ. (ἢ ὅτι δριμὺ ὄξος παρὰ Σφηττίοις ἐγίνετο.) —βρέχων ὄξος δριμύ. Dv. βρέξας ἐν. P. Σφηττὸς τόπος ἐν Ἀθήναις, ὅθεν καὶ Σφηττοῖ
15ἐπίρρημα, καὶ ὁ πολίτης Σφήττιος· Σφήττιος οἶνος καὶ Σφήττιον ὄξος. ὡς ἔοικε δὲ, δριμύτατον ὄξος Σφηττοῖ ἐγί‐ νετο. P. βρέχων. Σφῆττος τόπος, ἔνθα δριμὺ ὄξος γί‐ νεται. Θ.

sch plut

721

κατέπλασσεν: Τοῦτο τὸ φάρμακον. Θ. P. ἐκ‐ στρέψας: Ἐξεστραμμένα ποιήσας. P. ἀναστρέψας. Dv.

sch plut

722

ὀδυνῷτο: Λυπεῖτο, ἀλγεῖ. Dv. ὀδύνην ἔχει πε‐ ρισσότερον. P. οὐ τοσαύτη γὰρ ἂν ἦν ἡ ὀδύνη, εἰ ἐπάνω ἔπλαττεν. Θ.

sch plut

723

ἀναΐξας: Ὁρμήσας. Θ. Dv. P. θεὸς: ὁ Ἀσκλη‐ πιός. V.

sch plut

725*

ἵν’ ἐπομνύμενον: Ἀντὶ τοῦ ἐκκαλούμενον. ἐπωμοσία δέ ἐστιν, ἣν ἐπιδίδωσιν ὁ βουλόμενος ἀντει‐ πεῖν ψηφίσματι εἰσφερομένῳ. ἐκκαλοῦνται δὲ εἰς τὸ δικαστήριον πολλάκις. Σαλούστιος δέ φησιν ὡς μέλ‐Column end
5λοντες εἴς τινα δημοτικὴν ἀποστέλλεσθαι χρείαν παρὰ τοῦ δήμου, πολλάκις ἐπώμνυντο μὴ δύνασθαι αὐτὸ ποιεῖν, ἵνα συκοφαντῶσιν οἴκοι μένοντες. Ἄλλως. ἐπωμοσία ἐστὶν ἀπόδοσις αἰτίας, δι’ ἣν οὐχ ὑπαντᾷ τις πρὸς τὴν δίκην. Ὑπερίδης «καὶ ἐμοὶ μὲν συμβάσης
10«ἀρρωστίας, καὶ ὑπομοσθείσης ταύτης τῆς γραφῆς, «ἀνεβλήθη ὁ ἀγών.» οὕτως ὁ Τήλεφος. ἐπωμοσία ἐστὶν ὄνομα δίκης, καθ’ ἣν οἱ μέλλοντες ἡττᾶσθαι, νοσεῖν προφασιζόμενοι, τὴν κυρίαν ἀνεβάλλοντο καὶ πάλιν ἐξ ἀρχῆς ἐδικάζοντο. τινὲς δὲ ἐπομνύμενόν φασι τὸ ὀμόσαι
15μὴ δικάσασθαι καὶ παραβάντα τοὺς ὅρκους δικάσασθαι ὕστερον. ἐκκλησίας δὲ ἀντὶ τοῦ, ἐν ταῖς ἐκκλησίαις. ταῦτα δέ φησιν, ὡς τοῦ Νεοκλείδου διὰ κακουργίαν τοιαῦτα ποιοῦντος. Ἄλλως. ἐπομνύμενον μὲν ἀντὶ τοῦ ἐφεδρεύοντα ταῖς ἐκκλησίαις καὶ συκοφαντοῦντα ὑπὲρ
20τοῦ κερδαίνειν· ἢ ὑποφθείροντα, ἵνα συνέλθωσιν οἱ δι‐ κασταὶ, καὶ βοηθήσωσιν οἷς αὐτὸς βούλεται· ἢ κακουρ‐ γοῦντα· οἱ γὰρ συνωμόται ἐπὶ κακῷ ὤμνυον. Ἄλ‐ λως. ἐπωμοσία ἐστὶν ἡ δευτέρα τοῦ δικαστηρίου κρίσις λεγομένη μετὰ τὴν τῶν ἀποκλήρων παρουσίαν. —ἐπο‐
25μνύμενον: Ἐφεδρεύοντα καὶ συκοφαντοῦντα καὶ ὀμνύντα πρὸς ἀπάτην. Θ. ἐφεδρεύοντα, ἐπιορκοῦντα καὶ συκοφαντοῦντα. Dv. ἐπιορκούμενον. P. τῆς ἐκκλησίας: Τοῦ συνεδρίου. D. τὰς ἐκκλησίας: Τὰς συναθροίσεις. P.

sch plut

726

ὡς φιλόπολις: Καθὸ τὸν λυμεῶνα τῆς πόλεως ἠμύνατο. —ὁ δαίμων: Θεός. σοφός: Πάντα εἰδώς. P.

sch plut

727

τῷ Πλούτωνι: Τὸν Πλοῦτον Πλούτωνα εἶπε παίζων· ἢ ὅτι καὶ Πλούτωνα αὐτὸν ὑποκοριστικῶς ἐκάλεσεν, ὡς Σοφοκλῆς Ἰνάχῳ
Πλούτωνος δ’ ἐπείσοδος·
5καὶ πάλιν
τοιόνδ’ ἐμὸν Πλούτων’ ἀμεμφίας χάριν. Ἄλλως. τὸν Πλοῦτον οὕτω λέγουσι· καὶ εἰκότως τὸν αὐτὸν τῷ Πλούτωνι τὸν ᾍδην νομίζουσι· καὶ γὰρ Ἡσίοδός φησιν [Op. 465]
10
εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ’ ἁγνῇ,
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν.
παίζει τῷ Πλούτωνι εἰπών. Θ.

sch plut

729

ἡμιτύβιον: Ἀντὶ τοῦ σουδάριον· ῥάκος ἡμι‐ τριβὲς λινοῦν τι, οἷον ἐκμαγεῖον. καὶ Σαπφὼ «ἡμιτύ‐ βιον σταλάσσων.» ἢ δίκροσσον φακιόλιον. —ἡμιφάριον ἢ παχὺ ἱμάτιον, ἢ ἡμιτριβὲς, ἢ διπλοῦν ἐκμαγεῖον, ὃ
5δίκροσσον καλοῦσι. κυρίως δὲ τὸ ἐπὶ στολῇ νεκροῦ ῥά‐ κος. ἀντὶ τοῦ σουδάριον ἢ φακιόλιον κροσσοὺς ἔχον ἀμφοτέρωθεν. V. ἡμιτύμβιον: Μαντίλιον. Dv. μανδύλιον (Θ.), μανδήλιον. Br. φακιόλιον. P. συδάριον. ῥάκος ἡμι‐ τριβές. λινοῦν τι. ἢ φακιόλιον, κροσοὺς ἔχον ἀμφοτέρω‐
10θεν. R. τύμβος ὁ τάφος ὑπερέχων τῆς γῆς κατὰ κύκλον. ὥσπερ ἠρίον τὸ κατὰ γῆς καὶ μὴ ὑπεριστάμενον καθ’ ὁμοιότητα τοῦ τύμβου. καὶ ἡ κεφαλὴ οὕτως ὀνομάζεται διὰ τὸ ἐοικέναι τύμβῳ. ἡμιτύβιον οὖν τὸ ἐξ ἡμισείας τὴν κεφαλὴν καλύπτον. P.364

sch plut

730

περιέψησεν: ἀπέματτεν. R. ὡμάλισεν, ἐσπόγ‐ γισε. V. περιεσπόγγισεν. Dv. περιεκάθῃρεν. P. βλέφαρα αἱ πτύχες τῶν ὀφθαλμῶν, ἤγουν τὰ ὀμματόφυλλα. βλε‐ φαρίδες δὲ αἱ τρίχες αἱ ἐμπεφυκυῖαι τοῖς βλεφάροις. P.

sch plut

731

κατεπέτας’: Περιεσκέπασεν. Θ. Dv. φοινικί‐ δι: Πυρρῷ περιβολαίῳ. R. V. πέπλῳ κοκκίνῳ. Θ. Dv. Paris.

sch plut

732

ἐπόππυσεν: Ἐσύρισεν, ἵνα οἱ δράκοντες ἐξέλ‐ θωσι (δηλονότι)· —ἐπόπτυσεν: Ἐσύρισεν. Θ. P.

sch plut

733

ἐξῃξάτην οὖν δύο δράκοντες: (Κοινῶς μὲν καὶ τοῖς ἄλλοις ἥρωσι δράκοντες παρετίθεντο, ἐξαιρέτως δὲ τῷ Ἀσκληπιῷ.) δράκοντες δὲ λέγονται ἀπὸ τοῦ δέρκω, ὅ ἐστι βλέπω· ὀξυδερκὲς γὰρ τὸ ζῷον. ἀφιέρωται δὲ τῷ
5Ἀσκληπιῷ, ἐπειδὴ τὸ γῆρας ἀποβάλλει καὶ ἡ ἰατρικὴ δὲ φυλάττει φύσει τὸ νέον, ἐξωθοῦσα τὰ νοσήματα. — ἐξῃξάτην: ἐξῆλθον. R. Θ. Dv. P. ἐξώρμησαν. Vict. ἐξῃ‐ ξάτην κανονίζεται ἀπὸ τοῦ αἴσσω, τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω, ὁ ἀόριστος ἤϊξα καὶ κράσει ᾖξα, ὁ μέσος ᾐξάμην, τὸ
10τρίτον τῶν δυϊκῶν ᾐξάτην, ὡς ἐξῃξάτην Vict. εἰκότως φησὶν ὑπηρέτας ἔχειν τὸν Ἀσκληπιὸν ὄφεις. ἐπειδὴ γὰρ οἱ ὄφεις τὸ παλαιὸν αὐτῶν ἀπεκδυόμενοι δέρμα ἀεὶ νεά‐ ζουσιν· οὕτως καὶ ὁ θεὸς τῶν ἀσθενούντων τὰς νόσους οἷά τινα λεβηρίδα ἀπορίπτων νεάζοντας δείκνυσιν. Dv.,
15Vict.

sch plut

734

ὦ φίλοι θεοί: Θαυμαστικόν. P.

sch plut

735

τούτω: δυϊκῶς ἀντὶ τοῦ οὗτοι. V. οὗτοι οἱ δράκοντες. ὑποδύνθ’: Ὑπεισελθόντες. Θ. P. ὑπεισελ‐ θόντες ἠρέμα. Dv.

sch plut

736

ὥς γέ μοι δοκεῖν: Καλῶς τὸ ἐμοὶ δοκεῖν· οὐδὲ γὰρ ἑώρα αὐτοὺς εἴσω τῆς φοινικίδος ὄντας. —οὐ γὰρ οἷόν τε ὁρᾶν κεκαλυμμένον τῇ κεφαλῇ. Dv.

sch plut

737

καὶ πρίν σε κοτύλας: Ὡς εἰ ἔλεγε πρὶν εἰπεῖν σε πέντε λόγους ἢ πρὶν πτύσαι. κοτύλη δὲ εἶδος μέ‐ τρου, ὃ νῦν καλεῖται ἡμίξεστον. σκώπτει δὲ τὰς γυναῖ‐ κας ὡς μεθύσους. —ἔπαιξε δὲ εἰς τὸ φίλοινον εἶναι τὴν
5γυναῖκα. V. δέον οὖν εἰπεῖν, πρὶν εἰπεῖν σε λόγον ἕνα, εἶπε, πρὶν ἐκπιεῖν κοτύλας οἴνου δέκα. —διαβάλλει αὐτὴν καὶ αὖθις ὡς μέθυσον. δέον γὰρ εἰπεῖν, πρὶν εἰ‐ πεῖν σε λόγον ἕνα, ἤ τι τοιοῦτον πρὸς τὴν συνήθειαν, ὁ δὲ οὕτως εἶπεν. εἶδος δὲ μέτρου ἡ κοτύλη, ὃ καλεῖται
10ἡμίξεστον. Dv., P. κοτύλας οἴνου: Πεπληρωμένας. P καρτελούρας. Dv.

sch plut

738

ὦ δέσποινά γ’ ἑστήκει: Ἀνεστηκὼς ἦν. C. P.

sch plut

739

ἀνεκρότης’: Ἀνατείνας ἔπληξα. P.

sch plut

740

τὸν δεσπότ’ ἤγειρον: Ἐλάλησα. Dv.

sch plut

741

(ἠφάνισεν αὑτὸν: Ἀφανῆ ἑαυτὸν ἐποίησεν ἐμοῦ συγκροτήσαντος.) —ἠφάνισεν: Ἀφανῆ ἐποίη‐ σεν (Θ.). ὄφεις: Ἔβησαν. Dv. νεών: Ἔδυσαν δηλ. διαβάλλει καὶ αὐτὸν ὡς λίαν ὑπνώττοντα P.

sch plut

742

ἐγκατακείμενοι: Ἤτοι οἱ ἀσθενεῖς. P. παρ’ αὐτῷ: Τῷ ναῷ. Θ. Dv. P. πῶς δοκεῖς: Θαυμαστικὸν, ἀντὶ τοῦ λίαν. C. P.Column end

sch plut

743

τὸν Πλοῦτον ἠσπάζοντο: Ἀντὶ τοῦ ἐφιλοφρο‐ νοῦντο. κυρίως δὲ ἀσπάσασθαί ἐστι τὸ περιπλέκεσθαί τινα, διὰ τὸ ἄγαν σπᾶσθαι εἰς ἑαυτὸν τὸν ἕτερον καὶ περιβάλλειν τὰς χεῖρας (ἐν τῷ φιλοφρονεῖσθαι).

sch plut

744

ἐγρηγόρεσαν: Ἔξυπνοι ἦσαν. Dv. P. ἕως: Ἰωνικῶς. διέλαμψεν: Διηύγασεν. P.

sch plut

745

πάνυ σφόδρα: Ἐκ παραλλήλου τὸ αὐτό. Ἀτ‐ τικὸν δὲ τὸ ἔθος, ὡς τὸ τυχὸν ἴσως. καταχρηστικῶς τὸ ἐπῄνουν ἐπὶ τοῦ θεοῦ· κυρίως γὰρ ἐπὶ ἀνθρώπου τὸ ἐπαινεῖν.

sch plut

746

ταχὺ: Ἀντὶ τοῦ ταχέως. P.

sch plut

748

ὅσην ἔχεις τὴν δύναμιν: Θαυμαστικὸν τὸ ὅσος. R. (ταῦτα ἡ γυνὴ τοῦ Χρεμύλου θαυμάζουσα τὸν θεὸν διὰ τὴν τοῦ Πλούτου ταχεῖαν ἀνάβλεψιν.) —ὅσην: Θαυμαστικὸν, ἤγουν πολλὴν καὶ μεγάλην ἔχεις τὴν
5δύναμιν. ὦ ’ναξ δέσποτα: Βασιλεῦ Ἀσκληπιέ. P.

sch plut

749

φράσον: Εἰπέ. Θ.

sch plut

750

ἦν: Ὑπῆρχε. Θ. ὑπερφυὴς: Πολύς. Θ. Dv. ὑπ. ὅσος: Ὑπερφυῶς μέγας. ὅσος: Θαυμαστικὸν, ἤτοι πολύς. P.

sch plut

752

ὀλίγον: Βραχύν. P. ἠσπάζοντο: Ἐχαιρέτουν. Dv. ἐδεξιοῦντο. P.

sch plut

753

ἐδεξιοῦνθ’ ἅπαντες: Ἀντὶ τοῦ ταῖς δεξιαῖς ἠσπά‐ ζοντο. Ὅμηρος [Il. Κ, 542]
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισιν. ἐδεξιοῦνθ’: Τὰς δεξιὰς ἐνέβαλλον αὐτῷ ἀσπαζόμε‐
5νοι. Θ. Dv. ἤτοι τὰς δεξιὰς ἐνεβάλλομεν. P. τῆς ἡδονῆς: Τῆς χαρᾶς. Dv.

sch plut

754

οὐσίαν τ’ εἶχον συχνὴν: Πλοῦτον ἐκέκτηντο πολύν. P. οὐσίαν: Περιουσίαν. συχνὴν: Πολλήν. Θ. Dv. πολλήν. R. V.

sch plut

755

ἐκ δικαίου: Πόνου δηλ., ἀλλ’ ἐξ ἀδικίας τὸν βίον κεκτημένοι. P. κεκτημένοι: Ἔχοντες. Dv.

sch plut

756

ὀφρῦς συνῆγον: Σκυθρωπῶς προσέβλεπον. V. τοῦτο δεῖγμα κατηφείας. Θ. Dv. δεῖγμα κατηφείας, ἤτοι κατηφεῖς ἦσαν. ἴδιον γὰρ τῶν λυπουμένων τὸ τὰς ὀφρῦς συνάγειν. P.

sch plut

757

οἱ δίκαιοι γελῶντες καὶ ἐστεφανωμένοι ὄντες ὀπίσω τοῦ Πλούτου ἠκολούθουν. V. οἱ δ’: Οἱ δίκαιοι. κατόπιν: Τοῦ Πλούτου. P. ὀπίσω τοῦ Πλούτου. R.

sch plut

758

εὐφημοῦντες: Τὸν Πλοῦτον. Θ. Dv. ἐπαινοῦντες τὸν Πλοῦτον. P.

sch plut

759

ἐμβὰς: τὰ ὑποδήματα. R. τὸ ὑπόδημα. Θ. τὰ ὑποδήματα τῷ τούτοις ἐμβαίνειν. V. τὸ ὑπόδημα τῶν ... P. ὑποδήματα. Dv. εὐρύθμοις: Εὐτάκτοις. Θ. P. ἀτά‐ κτοις. D. (τὸ δὲ προβήμασιν) ἀντὶ τοῦ πηδήμασιν. R. V.
5προβήμασιν: Προπομπαῖς. Θ. Dv. πηδήμασιν. P.

sch plut

762

οὐδεὶς: Τῶν ἐν τῇ οἰκίᾳ ὄντων. P. εἰσιοῦσιν: Εἰσελθοῦσιν. ἀγγελεῖ: Λέξει. Dv.

sch plut

763

ἄλφιτ’: Ἤγουν ἄρτοι. Dv. ἄλευρα. P. ἐν τῷ θυ‐ λάκῳ: νῦν τῇ ἀρτοθήκῃ. R. τῇ ἀρτοθήκῃ σκυτίνῃ. Θ. ἐν τῇ ἀρτοθήκῃ. Dv. P.365

sch plut

764

νὴ τὴν Ἑκάτην: Καθὰ γυνὴ τὴν Ἑκάτην ὀμνύει. Θ. P. ἀναδῆσαι β.: Στεφανῶσαι θέλω. Dv.

sch plut

765

ἐν κριβανωτῶν ὁρμαθῷ: Ἐπειδὴ ἐκεῖνος εἶπεν ὅτι οὐκέτι ἔσται ἐν σπάνει ἄρτων, ἀλλ’ ἐν εὐπορίᾳ, διὰ τοῦτο αὐτὸν ἄρτοις ἀναδῆσαι βούλεται καὶ στεφανῶ‐ σαι. (κριβανωτῶν δὲ ὁρμαθῷ, ἀντὶ τοῦ ἄρτων δέσμῃ ἐν
5κριβάνῳ ὠπτημένων, δέον εἰπεῖν στεφάνῳ. κρίβανος δὲ παρὰ τὸ κρῖ, καὶ τὸ βαῦνος, ὁ κριθῶν δεκτικός. παίζει δὲ διὰ τὸ ἀδηφάγον αὐτοῦ.) γράφεται δὲ καὶ, ἐκ κρι‐ βανωτῶν ὁρμαθῷ. —εὐαγγέλια: Συχαρίκια. Dv. χά‐ ριν. P. κριβανωτῶν: Ἤγουν ἐκ κριθίνων μαζῶν· διαβάλ‐
10λει δὲ αὐτὸν ὡς λαίμαργον. Θ. Dv. ἐν κριβ.: Πλήθει ἄρτων ἐν κριβάνῳ ὠπτημένων. P. στεφανῶσαι ... ἐκ κριθίνων μαζῶν ... διαβάλλει δὲ αὐτὸν ὡς λαίμαργον. Br. ὑρμαθῷ: Ὁρμαθὸς σύνδεσμος, στίχος. Vict.

sch plut

766

τὸ ἑξῆς τοιαῦτα ἀπαγγείλαντα εὐαγγέλια. V. ἀπαγγείλαντα: Μηνύοντα. P. μέλλ’: Βράδινε. Dv. βράδυνε. P.

sch plut

767

ὡς: Ὅτι οἱ. Dv.

sch plut

768

φέρε νῦν ἰοῦσα: [Πρὸς τὸ ἔθος τὸ παρ’ αὐτοῖς· τῶν γὰρ νεωνήτων δούλων τῶν πρώτως εἰσιόντων εἰς τὴν οἰκίαν, ἢ ἁπλῶς τῶν ἐφ’ ὧν οἰωνίσασθαί τι ἀγαθὸν ἐβούλοντο καὶ τοῦ νυμφίου, παρὰ τὴν ἑστίαν τραγή‐
5ματα κατέχεον εἰς σημεῖον εὐετηρίας, ὡς καὶ Θεόπομ‐ πός φησιν (ἐν Ἡδυχάρει
φέρε σὺ τὰ καταχύσματα
ταχέως κατάχει τοῦ νυμφίου καὶ τῆς κόρης.
εὖ πάνυ λέγεις.
)
10ἐπεὶ οὖν καὶ ὁ Πλοῦτος ἐν πρώτοις εἰσέρχεται, τοῦτό φησι.] σύγκειται δὲ τὰ καταχύσματα ἀπὸ φοινίκων, κολλύβων, τρωγαλίων, ἰσχάδων καὶ καρύων, ἅπερ ἥρ‐ παζον οἱ σύνδουλοι. (κυρίως δὲ ἐλέγοντο, ὅτε δοῦλον ἠγόραζον· ἔφερον γὰρ αὐτὸν παρὰ τὴν ἑστίαν καὶ κα‐
15θίζοντες κατὰ τῆς κεφαλῆς κατέχεον κόλλυβα καὶ ἰσχά‐ δας, καὶ φοίνικας, καὶ τρωγάλια καὶ ἄλλα τραγήματα, καὶ οἱ σύνδουλοι ταῦτα ἥρπαζον. ἐλέγοντο οὖν ταῦτα καταχύσματα. διὰ τὸ τοῦ Πλούτου τοὺς ὀφθαλμοὺς νεω‐ στὶ ἀναβλέψαι ὑπὸ Χρεμύλου. ὡς ἐπὶ δούλου οὖν νεω‐
20νήτου εἰληφὼς, τὰ καταχύσματα εἶπεν.) —ἰοῦς’ εἴσω: Ἐλθοῦσα ἐντὸς, ἵνα ... P.

sch plut

769

ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς: Δέον εἰπεῖν δούλοις, ὀφθαλμοῖς εἶπεν, διὰ τὸ ἀναβλέψαι τὸν Πλοῦ‐ τον. —νεωνήτοισιν: Νεωστὶ ἠγορασμένοις δούλοις. Dv. δούλοις. ὤφειλεν εἰπεῖν ὀφθαλμοῖς. Θ. P.

sch plut

770

ἀπαντῆσαι: Συναντῆσαι. P. ἀπαντῆσαι κυ‐ ρίως τὸ λόγοις ἀντιπεσεῖν καὶ ἐναντιωθῆναι· καὶ ἔργοις· καὶ τὸ εἴς τινα τόπον καταντῆσαι. ὑπαντῆσαι δὲ τὸ συναντῆσαι. νῦν δὲ καταχρηστικῶς εἶπεν. Cant.2.

sch plut

771

καὶ προσκυνῶ γε: Κορωνὶς ἑτέρα εἰσιόντων ὑποκριτῶν· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάλη‐ κτοι λαʹ, ὧν τελευταῖος
ἀνίσταθ’ ὡς ἁρπασόμενος τὰς ἰσχάδαςColumn end
5ἐφ’ ἑκάστου συστήματος παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῶν στίχων κορωνὶς, καὶ ἑξῆς τὸ χοροῦ αὖθις· κἀνταῦθα γὰρ χορὸν ὤφειλε θεῖναι καὶ διατρῖψαι μικρὸν, ἄχρις ἂν ἐξέλθοι τις ἀπαγγέλλων, ὅπως εἰσιόντος τοῦ Πλούτου πάντα τὰ τούτων πρὸς τὸ βέλτιον μεταβέβληται.
10ἥλιον: Τοῦτον γὰρ ἀναβλέψας πρῶτον ἑώρακα. Θ. P.

sch plut

772

τῆς Ἀθηνᾶς. Θ. ἐνδόξου Ἀθηνᾶς ἔνδοξον ἔδα‐ φος. Dv. P. κλεινὴν πόλιν, τὴν ἀκρόπολιν δηλονότι. V. τὴν ἀκρόπολιν. R. Harl.5664, Barocc. 127.

sch plut

773

χώραν τε πᾶσαν Κέκροπος: (Παίζει πρὸς Ἀθη‐ ναίους φιλεγκωμίους ὄντας.) Κέκροψ Αἰγύπτιος ὢν τὸ γένος ᾤκισε τὰς Ἀθήνας. ὅθεν οἱ Ἀθηναῖοι Κεκροπίδαι λέγονται, τινὲς δέ φασι τοῦτον καὶ διφυῆ γεγενῆσθαι,
5οἱ μὲν, ὅτι τὰ μὲν ἄνω ἀνδρὸς εἶχε, τὰ δὲ κάτω θηρίου· ἕτεροι δὲ, ὅτι νόμους πολλοὺς ἐφεῦρε τοῖς ἀνθρώποις καὶ ἀπὸ ἀγριότητος εἰς ἡμερότητα ἤγαγεν· ἄλλοι δὲ, ὅτι τῶν ἀνδρῶν ὡς ἔτυχε μισγομένων ταῖς γυναιξὶ, καὶ ἐκ τούτου μὴ γινωσκομένου ἢ τοῦ παιδὸς παρὰ τοῦ
10πατρὸς ἢ τοῦ πατρὸς παρὰ τοῦ παιδὸς, αὐτὸς νόμους θέμενος, ὥστε φανερῶς συγγίνεσθαι αὐταῖς καὶ μιᾷ στοιχεῖν, καὶ σχεδὸν εὑρὼν τὰς δύο φύσεις τοῦ τε πα‐ τρὸς καὶ τῆς μητρὸς, τούτου χάριν διφυὴς ἐκλήθη. — χώραν: Τὴν Ἀττικήν. P.

sch plut

774

αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ ξυμφορὰς: Τὰ συμβάντα μοι, φησὶν, αἰσχύνομαι· εἰς γνῶσιν δὲ ἐλθὼν καὶ αἴσθησιν ὧν ἔπραττεν, αἰδεῖται, γνοὺς ὡς μετὰ ἀδίκων ἦν. —τὰς ἐμ. ξυμφορὰς: Διά. ξυμφορὰς: Ὅτι
5ἔφευγον τοὺς δικαίους. P.

sch plut

775

οἵοις: Ὁποίοις, κακοῖς. Dv. κακοῖς. Θ. θαυμα‐ στικὸν ἀντὶ τοῦ κακοῖς, ἀδίκοις. ξυνὼν: Ὁμιλῶν. P. ἐλάνθανον: Ἐμαυτόν. Dv. P.

sch plut

776

τοὺς ἀγαθούς. V.

sch plut

777

ὁ τλήμων ἐγὼ: Ὁ ἄθλιος. Dv.

sch plut

778

οὐδ’ ἐκεῖν’ ἄρ’ οὐδὲ ταῦτα: Οὔτε ἔφευγον τοὺς ἀγαθοὺς οὔτε μετεδίωκον τοὺς φαύλους. [οὔτε τοὺς κα‐ κοὺς πλουτίζων οὔτε τοὺς ἀγαθοὺς ἀφαιρούμενος τοῦ πλούτου.] —ὡς: Ὅτι. Θ. ὄντως. Dv. ἐκεῖν’ Τὸ συν‐
5εῖναι τοῖς κακοῖς. Θ. Dv. τὸ φεύγειν τοὺς δικαίους. P. ταῦτ’: Τὸ μὴ συνεῖναι τοῖς ἀγαθοῖς. Θ. Dv. τὸ συνεῖ‐ ναι τοῖς ἀδίκοις. P.

sch plut

779

ἀναστρέψας: Ἱκανὴ γὰρ ἀπόδειξις ἀκουσίου ἁμαρτήματος ἡ διόρθωσις. —ἀναστρέψας: Διεγείρας. Dv. εἰς τὸ ἐναντίον μεταβαλών. P.

sch plut

780

τὸ λοιπὸν: Εἰς τὸ ἑξῆς. Dv.

sch plut

782

βάλλ’ ἐς κόρακας: Ὁ Χρεμύλος ἀγανακτεῖ πολλῶν αὐτὸν ἀσπαζομένων καὶ περιεχόντων, οἵτινες πρὸ τοῦ οὐδὲ ἑώρων αὐτὸν πένητα ὄντα, νυνὶ δὲ πλου‐ τήσαντα κολακεύουσιν. ἔστι δὲ τὸ «βάλλ’ ἐς κόρακας»
5παρ’ ὑπόνοιαν παραποιηθὲν ἐκ τοῦ, «βάλλ’ ἐς μακα‐ ρίαν,» περὶ οὗ ἀλλαχοῦ δεδήλωται· δηλοῖ δὲ τὸ ῥίψον ἑαυτὸν εἰς φθοράν· τοιοῦτον γάρ τι ἐς κόρακας. τὸ δὲ παραχρῆμα νῦν ἀντὶ τοῦ κατ’ αὐτὸ τὸ πρᾶγμα, καὶ ὡς εἰπεῖν παραυτίκα, οὐ μὴν πρὸ τοῦ πράγματος· διὸ
10ἑρμηνεύων ἐπήγαγεν, ὅταν πράττῃ τις εὖ, ἤγουν, ἐν αὐτῇ τῇ εὐπραγίᾳ, οὐ πρὸ αὐτῆς. —βάλλ’ ἐς κόρακας: Σεαυτόν. Θ. ἄπελθε σαυτόν. Dv. βάλ’: Ἄπιθι. χαλε‐ πὸν: Πρᾶγμα. P. τοῦτο εἰώθασιν οἱ δυσχεραίνοντες λέγειν, ὃ νῦν καὶ Χρεμύλος λέγει, πρὸς τοὺς ἐπιπεσόν‐366
15τας αὐτοῖς κόλακας καὶ φιλοφρονουμένους. P.

sch plut

783

παραχρῆμα: Παρὰ προσδοκίαν. πράττῃ τις εὖ: Εὐτυχῇ. Dv.

sch plut

784

θλίβουσι, ξύουσι, συντρίβουσι. R. V. τιτρώ‐ σκουσι, κόπτουσι, συντρίβουσι τῇ προσκυνήσει καὶ τῷ προκαλινδεῖσθαι. Θ. νύττουσι: Τιτρώσκουσι. Dv. P. φλῶσι: Συντρίβουσι. Dv. συντρίβουσι, θλίβουσι, ξύουσι.
5P. τἀντικνήμια: Ταῖς ἄντζαις. Dv. ἀντικνήμια ἐστὶ τὰ ἰδιωτικῶς λεγόμενα καλάμια τῶν ποδῶν. κνήμη δὲ ἡ λεγομένη ἄντζα, ὄπισθεν τοῦ καλαμίου. λέγεται δὲ οὕτως, ὡς κενὴ καὶ πλήρης οὖσα αἵματος. P.

sch plut

785

εὔνοιαν: Ἤγουν ἀγάπην. Dv. P.

sch plut

786

προσεῖπε: Οὐ χαίροις εἶπε, ἐχαιρέτισε. MS. Ducangii. προηγόρευσε καὶ ἐχαιρέτισε. ποῖος οὐκ ὄχλος: Πάντες. P.

sch plut

787

περιεστεφάνωσεν: Ἐτίμησεν. Dv. P. πρεσβυτι‐ κὸς: Γεροντικός. Θ. Dv.

sch plut

788

ὦ Πλοῦτε καὶ ὦ ἄνερ καὶ ὦ Βλεψίδημε χαί‐ ρετε. R. V. Θ. φίλτατ’: Ποθεινότατε. P. καὶ σὺ, καὶ σὺ: Πλοῦτε καὶ σὺ Χρεμύλε. Dv. P.

sch plut

789

νόμος: Σύνηθές ἐστι. Dv. συνήθεια. P.

sch plut

790

μηδαμῶς: Τοῦτο ποιήσῃς. P.

sch plut

791

ἐμοῦ γὰρ: Πιθανῶς, ἵνα μὴ ἐν τῷ φανερῷ καταχέῃ τὰ τραγήματα· (διὸ καὶ ἐπιφέρει, «ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἂν,» τουτέστι φορτικόν τι δρᾶν.) ἔπειτα καὶ τὸν φόρτον: Τὸν φορτικὸν γέλωτα,
5ἵνα μὴ γελασθῶμεν. —εἰσιόντος: Πρωθύστερον, εἰσ‐ ελθόντος. Dv. εἰσερχομένου. P.

sch plut

792

βλέψαντος: Ἀναβλέψαντος. ἐκφέρειν: Ἐξά‐ γειν. P.

sch plut

793

πρεπῶδες: Πρέπον ἐστί. Dv. προσῆκον P. εἰσφέ‐ ρειν: Εἰσάγειν εἴσω. Dv. P.

sch plut

794

δέξει δῆτα τὰ καταχύσματα: Λήψῃ τὰ ἐπάνω σου μέλλοντα καταχεῖσθαι. P. ἤγουν τὰ πλακούντια. Dv.

sch plut

795

παρὰ τὴν ἑστίαν: Πρὸς τὸ ἔθος, ὅτι παρὰ τῇ Ἑστίᾳ ἐποίουν τὰ καταχύσματα. —τὴν ἑστίαν: Τὴν οἰκίαν. Dv. δέξομαι δηλ. P. νόμος: Συνήθεια. Dv. ἀντὶ τοῦ ἔθος. παρὰ τῇ ἑστίᾳ κατέχεον. P.

sch plut

796

τὸν φόρτον: τὴν χλεύην. R. V. τὴν μέμψιν, καὶ τὴν κατηγορίαν. Dv. τὴν μέμψιν, τὴν κατάκρισιν. P. ψόγον, χλεύην, μέμψιν. Br.

sch plut

797

οὐ γὰρ πρεπῶδες: Ἔμφασις τοῦ Ἀριστοφανείου προσώπου· ὁ δὲ λόγος πρὸς τοὺς ἀντιτέχνους πρὸς δια‐ συρμὸν, οἳ διὰ τὸν αὐτῶν βόλον ἐπειρῶντο τὸν δῆμον πρὸς ἑαυτοὺς ἐπάγειν. καὶ ἐν τοῖς Σφηξὶν [58] ἐσεμνύ‐
5νετο, ὅτι οὐκ ἔστι παρ’ αὐτῷ οὔτε κάρυα (ἐκ φορμίδος δοῦλοι διαρίπτοντες τοῖς θεωμένοις). φαίνεται μέντοι τὸ τοιοῦτον οὐ διὰ τῶν χορηγῶν, ἀλλὰ δι’ αὐτῶν τῶν
διδασκάλων (γινόμενον, ὡς Ἐρατοσθένης) ἐπισημαίνε‐ ται. —πρεπῶδές ἐστι: Ἤγουν δίκαιον ὑπάρχει ἐμοὶColumn end
10δηλαδή. Dv. ἐστι: Τοῦ πλουσίου. τῷ διδασκάλῳ: Ἐμοὶ τῷ Ἀριστοφάνει. P. τοῦτο τῷ μὲν δοκεῖν ἀπὸ τοῦ πλού‐ του ἐστὶ, τῇ δ’ ἀληθείᾳ παρὰ τοῦ ποιητοῦ. Dv. οὐ γὰρ πρεπῶδες: Ἔμφασις ἐνταῦθα τοῦ προσώπου τοῦ κω‐ μικοῦ. ὁ δὲ λόγος αὐτῷ πρὸς τοὺς ἀντιτέχνους οἳ διὰ
15τῶν ὀβελῶν ἐπειρῶντο τὸν δῆμον πρὸς ἑαυτοὺς ὑπάγειν. φησὶ γὰρ οὐκ ἔστι πρέπον προτιθέναι ἐν τοῖς ἡμῶν ὀβελισμοὺς τινὰς καὶ διαγραφὰς καὶ ἀφανισμοὺς αὐτῶν ἢ ἑτέρων ποιημάτων ὥστε ἐκ τούτων ζητεῖν εὐδοκιμεῖν. Cant. 3.
20τῷ διδασκάλῳ ... προβαλόντ’: Ἀττικὸν τὸ σχῆμα. [Hom. Il. Α, 542:] «αἰεί σοι φίλον ἐστὶν, ἐμεῦ ἀπο‐ νόσφιν ἐόντα.» R.

sch plut

798

πάντα τὰ τραγήματα ἰσχάδας ἐκάλουν. R. Θ. πάντα τὰ τραγήματα οὕτως ἔλεγον. V. ἰσχάδια: Σῦκα. Dv. τρωγάλια: Τραγήματα. οὕτω γὰρ τὰ τραγήματα ἐκάλουν οἱ παλαιοί. Vict. τοῖς θεωμένοις: Τοῖς θεαταῖς.
5Dv. τοῖς ἀκροαταῖς, τοῖς θεαταῖς. P.

sch plut

799

προβάλλοντ’: Προτείνοντα. Dv. προθέντα. Θ. P. ἐπὶ τούτοις: Τοῖς θεαταῖς. Dv. ἐπαναγκάζειν: Ἤτοι ἄκοντα παρακινεῖν. P. γελᾶν: Ὥστε γελᾶν. Dv.

sch plut

800

ὡς Δεξίνικος: Οὗτος πένης ἦν, καὶ κωμῳδεῖται, ὡς τὰ ὄψα ἁρπάζων, καὶ λίχνος. τινὲς δὲ καὶ στρατηγόν φασιν αὐτόν. —διαβάλλει τοῦτον ὡς ἅρπαγα ἢ ὡς πένητα. Dv. δ. τ. ὡς ἅρπαγον. C. ὡς: Ὅτι. C.

sch plut

802

ὡς ἡδὺ πράττειν, ὦ ’νδρες: Εἴσθεσις συστη‐ ματικῆς περιόδου, ἐκ στίχων ὁμοίων κβʹ, ὧν τελευ‐ ταῖος
ἔνδον μένειν ἦν· ἔδακνε γὰρ τὰ βλέφαρά μου.
5ἐπὶ τῷ τέλει παράγραφος. ἐχρῆν κἀνταῦθα μετὰ τὴν περίοδον τοῦ παρόντος συστήματος κομμάτιόν τι θεῖναι χοροῦ, ἄχρις ἂν θύσας ὁ Χρεμύλος ἐξέλθοι· ὁ δὲ ἱκανὸν εἶναι τὸν καιρὸν λογισάμενος, ὥστε θῦσαι αὐτὸν, ἐν ὅσῳ τοὺς λόγους τούτους ὁ Καρίων διέξεισιν, ἐξάγει
10εὐθὺς αὐτὸν συντυχεῖν, ὡς μέν τινες, τῷ δικαίῳ· ἄτο‐ πον γὰρ εἶναί φασιν καὶ ἀπρεπὲς ἀγαθὸν ἄνδρα καὶ δίκαιον ὁμιλεῖν μετὰ δούλου· ὡς δ’ ἐν τοῖς παλαιοῖς τῶν ἀντιγράφων εὕρηται, τῇ γραΐ.ὡς ἡδὺ: Ὡς ἡδὺ πρᾶγμά ἐστι τὸ ἐν εὐπορίᾳ βιά‐
15ζεσθαι ἢ ἐξετάζεσθαι. Ἄλλως. V. ἡδὺ τὸ εὐτυχεῖν, καὶ μάλιστα δίχα ἀναλωμάτων γινόμενον. —ὡς ἡδὺ πράττειν: Λίαν γλυκὺ εὐτυχεῖν. Dv.

sch plut

803

μηδὲν: Πρᾶγμα. ἐξενεγκόντ’ οἴκοθεν: Δαπα‐ νήσαντα, ἐκβαλόντα ἐκ τῆς οἰκίας. Dv. ἐξαγαγόντα. Paris.

sch plut

804

σωρὸς: πλῆθος. V. Θ. P.

sch plut

805

ἠδικηκόσιν: Παρ’ ὑπόνοιαν. R. παίζων τοῦτό φησιν, ὡς τῶν πολλῶν, καὶ μάλιστα τῶν Ἀθηναίων, ἐξ ἀδικίας μόνης πλουτούντων. (τὸ δὲ ἐπεισπέπαικεν,) εἰσεπήδησεν, εἰσῆλθε· κυρίως δὲ ἐπὶ στρατείας πολε‐
5μίων· (διὸ παίζων ἐπήνεγκεν, οὐδὲν ἠδικηκόσιν.) — ἐπεισπέπαικεν: Ἐπεισῆλθεν. Θ. Dv. σφοδρῶς ἐπεισῆλθε καὶ εἰσεπήδησεν. P.367

sch plut

806

(οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ: Ἀδιανόητος ὁ ἴαμβος· ἢ πρὸς τὰ ἄνω
καὶ ταῦτα μηδὲν ἐξενεγκόντ’ οἴκοθεν· οὕτω γὰρ ἡδύ τί ἐστι πρᾶγμα τὸ πλουτεῖν.) —γνώμη.
5τὸ πλουτεῖν: Ἤγουν ὁ πλοῦτος. ἡδὺ: Εὐφραντόν. Dv.

sch plut

807

ἡ μὲν σιπύη: Σιπύη ἡ ἀρτοθήκη. ταῦτα δὲ παρὰ τὰ ἐν Ἰνάχῳ Σοφοκλέους, ὅτε τοῦ Διὸς εἰσελθόν‐ τος πάντα μεστὰ ἀγαθῶν ἐγένετο. προύχει δὲ τὰ λευκὰ τῶν ἀλφίτων. ἤρξατο δὲ ἐκ τῆς τῶν ἀναγκαίων εὐπο‐
5ρίας. —σιπύη: Ἡ ἀρτοθήκη. Θ. Dv. ἡ κοινῶς ἄρκλα. λευκῶν: Καθαρῶν. P. ἀλφίτων: Σεμιδαλίων. Dv.

sch plut

808

μέλανος ἀνθοσμίου: Μέλανος, ἐρυθροῦ. Ὅμη‐ ρος [Od. Ε 265] «μέλανος οἴνοιο.» ἀνθοσμίου δὲ, ἡδέος, εὐόσμου, ὥσπερ τὰ ἄνθη· ἢ ὡς ἀπὸ τόπου ἀνθοσμίας· ἢ ὡς ἀπὸ εἴδους ἀμπέλου. ἢ τοῦ ἡδέος καὶ περιόσμου
5καὶ ἀνθηροῦ· τὸν δὲ χυδαῖον (οἶνον) καρηβαρίτην ἔλε‐ γον. —ἀμφορῆς: Τὰ κοινῶς μεγαρικά. Ἀττικὸν ὡς οἱ βασιλῆς. Θ. ἀμφορεῖς: Τὰ μαγαρικά. Dv. P. ἀνθο‐ σμίου: Εὐώδους. Dv. εὐώδους (Θ.), μοσχάτου. P. χρυσίον: Τοσοῦτον. P.

sch plut

809

τὰ σκευάρια: Τὰ σενδούκια. πλήρη: Γεγεμι‐ σμένα. Dv.

sch plut

810

(τὸ φρέαρ δ’ ἐλαίου μεστόν: Παραπαίζει πρὸς τὴν ἐναντίαν τῆς τύχης μεταβολήν.) λήκυθοι δὲ τὰ ἐλαιοδόχα ἀγγεῖα. —τὸ φρέαρ: Τὸ πηγάδιον. αἱ λήκυθοι: Τὰ ἐλαιοδόχα ἀγγεῖα. V. Θ. Dv. τὰ ῥώγια,
5τὰ ἐλ. ἀ. P.

sch plut

811

τὸ ὑπερῷον: Τὸ τέγος. Θ. Dv. P. ἰσχάδων: Συκῶν. Θ. Dv. σύκων. P.

sch plut

812

ὀξὶς δὲ πᾶσα: Ὀξὶσ ἀγγεῖον ὄξους δεκτικόν. ἢ λοπάδος εἶδος, παρὰ τὸ εἰς ὀξὺ λήγειν. (λοπάδιον δὲ καὶ αὐτὸ εἶδος κεραμίου.) ἰχθυηροὺς δὲ πινακίσκους, τοὺς ἐπιτηδείους ἰχθῦν χωρῆσαι. (ἢ ἐν ᾧ οἱ ἰχθύες πλύνον‐
5ται.) —ὀξὶς: Τὸ τοῦ ὄξους ἀγγεῖον. Θ. Dv. ἄγγος ὄξους δεκτικόν. P. λοπάδιον: Ὁ λεγόμενος κουρελός. Θ. Dv. χύτρα: Τζυκάλιον. Θ. Dv.

sch plut

813

πινακίσκους: Τὰ σκουτέλια. Dv.

sch plut

814

τοὺς ἰχθυηροὺς: Τοὺς ἰχθύας δεχομένους. Θ. Dv. τοὺς ἐπιτηδείους εἰς ὑποδοχὴν ἰχθύων. P.

sch plut

815

ὁ δ’ ἰπνὸς: Τὸ μαγειρεῖον· ἢ ἡ καπνοδόχη· ἢ ὁ λεγόμενος φανὸς, (ἢ ὁ χυτρόπους, ἢ ὁ δίφρος). καὶ ἐν Εἰρήνῃ [841] «ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.» —ἰπνὸς: Τὰ φανάρια. Dv. τὸ φανάριον. Θ. τὸ φουρ‐
5νεύτιον, ἢ τὸ μαγειρεῖον. P. ἐξαπίνης: Ἐξαίφνης. Θ. Dorv.

sch plut

816

στατῆρσι δ’ οἱ θεράποντες ἀρτιάζομεν: [Εἶδος νομίσματος. οἱ οἰκέται οὖν, φησὶ, νομίσμασιν ἀρτιάζο‐ μεν, ἀντὶ τοῦ παίζομεν ἄρτια ἢ περισσὰ,] τὸ ἐν τῇ συν‐ ηθείᾳ λεγόμενον ζυγὰ ἢ ἄζυγα. (παιδιά τις ἦν, καθ’
5ἣν ἐγίνετο πεῦσίς τε τοῦ κατασχόντος καὶ ἀπόκρισις τοῦ
προσπαίζοντος, ἤτοι ἀρτίας κατοχῆς ἢ περιττῆς, ἃ νῦ ζυγὰ καὶ ἄζυγα καλεῖται. τινὲς δὲ ἀρτιάζειν λέγουσι τὸ ἁρπαγῇ παίζειν ἀπὸ τοῦ ἑταίρου, ἴσως δὲ τὸ σφαιρί‐ ζειν.) —στατῆρσι: Νομίσμασι. Dv. P. νομίσμασιν, ἃColumn end
10καὶ δίδραχμα λέγεται. ἔχει δὲ ὁ στατὴρ κεράτια τρια‐ κοντάεξ. Θ. ἀρτιάζομεν: Τὰ ἄρτια καὶ τὰ περιττὰ παίζομεν, ἅ φασιν ἰδιωτικῶς ζυγὰ μονά. Θ. Dv. τὰ ἄ. κ. τ. π. παίζομεν, τὰ κοινῶς λεγόμενα παρὰ τοῖς ἰδιώ‐ ταις μονὰ, ζυγά. Br. τὸ ἐν συνηθείᾳ λεγόμενον μονὰ ἢ
15ζυγά. Br. τὰ ἄρτια παίζομεν. P.

sch plut

817

ἀποψώμεσθα: Ἀπομασσόμεθα, καθαίρομεν τὴν πυγήν. V. τοὺς πρωκτοὺς σπογγιζόμεθα· οἱ γὰρ τρυφῶντες συνεχῶς χέζουσι. Θ. Dv. ἀποσπογγίζομεν τὸν πρωκτόν. P.

sch plut

818

σκοροδίοις ὑπὸ τρυφῆς: Τοῖς τῶν σκορόδων φύλλοις. (γελοίως ἀντὶ τοῦ σαβάνοις. ἐπειδὴ δὲ ἤσθιον ἑκάστοτε σκόροδα, τοῦτό φησιν, ὅτι ὡς πλουτήσαντες κατεφρόνησαν τῆς παλαιᾶς διαίτης. εἴρηται δὲ σκόροδον
5ἴσως, [σκαιόν τι ῥόδον ὂν, παρὰ τὸ] σκαιὸν ὄζειν. τινὲς δὲ σκοροδίοις, τοῖς τῶν σκορόδων καυλοῖς. λιμῷ γὰρ περιπεσόντες οἱ Ἀθηναῖοι τούτοις ἐχρήσαντο. —χάριν δὲ γέλωτος εἶπεν ἀντὶ τοῦ καυλοῖς. V. Ἄλλως. οὐχ ἁπλῶς τοῦτο, ἀλλ’ ἵνα δείξῃ ὅτι τοσαύτῃ μεταβολῇ
10κεχρήμεθα, ὥστε ἃ πρότερον ἠσθίομεν ἀγαπητῶς, τούτοις νῦν ἀφοδεύοντες ἀποματτόμεθα. Ἄλλως. μήποτε τοῦ σκορόδου λέγει τὸν καυλόν. ἔστι γὰρ ἀσφο‐ δέλῳ ὅμοιος [κἀκεῖνος ἐπιτήδειος εἰς τοῦτο]. εἰ δ’ ἄρα δηκτικόν τι ἔχει, τάχα ἂν εἴη παρὰ τὴν ὑπόνοιαν εἰ‐
15ρηκώς.) —σκοροδίοις: Τοῖς τῶν σκορόδων φύλλοις. R ἑκάστοτε: Καθ’ ἡμέραν. Dv.

sch plut

819

βουθυτεῖ: Καταχρηστικῶς εἴρηται ἡ βουθυσία, δηλοῦσα τόν τε ὄγκον τοῦ μεγέθους καὶ τὸ ἐντελὲς τῆς θυσίας, ἣν ἑκατόμβην καλοῦσιν. ἐντελὴς δὲ θυσία, ἡ ἐξ ὑὸς, τράγου, κριοῦ, ἣν καλοῦσι τριττύν. —Ἄλλως.
5μεγάλην θυσίαν ποιεῖ· οὐ γὰρ, ὥς τινες, βοῦν θύει, οἷς τὸ ἐπιφερόμενον ἐναντιοῦται. V. ὁ δεσπότης: Ὁ ἡμέ‐ τερος. Dv. βουθυτεῖ: (Βοῦν θύει. P.) Μεγάλην θυσίαν ποιεῖ, ἢ ἁπλῶς θύει. Θ. Dv. P. βουθυτεῖν κυρίως τὸ βοῦν θύειν. ἐκάλουν δὲ τὴν ἐντελῆ θυσίαν ἑκατόμβην
10διὰ τὸ ἐκ βοῶν ἑκατὸν γίνεσθαι. ἦν δὲ καὶ ἄλλη ἐντε‐ λὴς θυσία τριττὺς λεγομένη, ἡ ἐκ χοίρου καὶ κριοῦ καὶ τράγου, ἣν καὶ ἐνταῦθα λέγει. P.

sch plut

820

ὗν: χοῖρον. V. Dv.

sch plut

821

ἐξέπεμψεν.: Ἐξέβαλεν. Dv. ἔξω ἔπεμψεν. P. οἷός τε: Δυνατός. Dv.

sch plut

822

ἔδακνε γὰρ τὰ βλέφαρά μου: Μεταβολὴ πάν‐ των, εἰ ὁ μὲν δεσπότης ὑποφέρει τὸν καπνὸν, ὁ δὲ δοῦ‐ λος οὔ. —μένειν: Καρτερεῖν. Dv. ἔδακνε: Ἔθλιβε. ὁ καπνός. P. τὰ βλέφαρα: Τοὺς ὀφθαλμούς. Dv.

sch plut

823

ἕπου μετ’ ἐμοῦ, παιδάριον: Κορωνὶς ἑτέρα εἰσιόντων ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κζʹ, ὧν τελευταῖος
χαρίεντά γ’ ἥκεις δῶρα τῷ θεῷ φέρων.
5ἐπὶ τῷ τέλει κορωνίς.ἕπου μετ’ ἐμοῦ: Πλάτων Μενεξένῳ [fine] «ἀλλ’ εἰ μὴ πιστεύεις, ἀκολούθει μετ’ ἐμοῦ.» Junt. ἔπου: Ἀκο‐ λούθει. Dv. P. παιδάριον: Ὦ. ἵνα: Ὅνα. τὸν θεὸν: Τὸν Πλοῦτον. Dv.368

sch plut

824

ἴωμεν: Πορευθῶμεν. Dv. ἔα: Ἐπίρρημα ἐκ‐ πληκτικόν. Dv. P. Vict. ὁ προσιὼν: Ὁ ἐρχόμενος. Dv.

sch plut

825

ἀνὴρ πρότερον μὲν ἄθλιος: Δίκαιος ἀνὴρ οὗτος πρότερον πενόμενος, ᾧ διαλέγεται ἢ ὁ Χρεμύλος, ἢ ὁ οἰκέτης. τὸ δὲ, κομιδῆ μὲν οὖν, ἀντὶ τοῦ, παντάπασι μὲν οὖν. —εἰμί. P. ἄθλιος: Δυστυχής. εὐτυχής: Πλού‐
5σιος. Dv.

sch plut

826

δῆλον: Φανερόν. χρηστῶν: Ἀγαθῶν. ἔοικας: Φαίνεσαι. Dv.

sch plut

827

μάλιστ’: Ἀττικὸν ἀντὶ τοῦ ναί. τοῦ δέει: Τί‐ νος χρείαν ἔχεις. P. τίνος χρῄζεις. Dv. πρὸς: Εἰς. P.

sch plut

828

ἥκω: Ἦλθον. P. γάρ μοὐστὶν: Τὸ τέλειον, με‐ γάλων γάρ μοι ἐστίν. R. V. αἴτιος: Πρόξενος. Dv.

sch plut

829

ἱκανὴν οὐσίαν: Ἀρκετὸν βίον. P. οὐσίαν: Πε‐ ριουσίαν. Dv.

sch plut

830

ἐπήρκουν: ἐχορήγουν. R. V. ἐβοήθουν. Θ. Dv. P. δεομένοις: Χρῄζουσι καὶ πενομένοις. Θ. P.

sch plut

831

εἶναι: Τοῦτο. Θ. νομίζων: Ὑπολαμβάνων. χρή‐ σιμον: Ὠφέλιμον. Dv.

sch plut

832

ἦπου: Ὄντως. Θ. Dv. P. ταχέως: Συντόμως. P. ἀπέλιπεν: Ἀφῆκε. Θ. Dv. ἐπέλιπε: Ἀφῆκε. P.

sch plut

833

κομιδῆ: Λίαν. Θ. λίαν ταχέως. μετὰ ταῦτ’: Μετὰ τὸ ἀναλῶσαι ταῦτα. P. ἄθλιος: Ὡς μὴ ἔχων πε‐ ριουσίαν, ἀλλ’ ἐν ἐνδείᾳ ζῶν. Θ. ἐπειδὴ ἀνήλωσας εἰς τοὺς δεομένους. R. V.

sch plut

834

κομιδῆ: Λίαν. ᾤμην: Ὑπελάμβανον. τέως: Πρώην. Dv. πρώην ἢ πρὸ ὀλίγου. P. πρώην, πρότερον. Brunck.

sch plut

835

ἕξειν: Κτήσασθαι. Dv. λήψεσθαι. P.

sch plut

836

ὄντως: Ἀληθῶς. Dv. βεβαίους: Ἀληθεῖς. P. δεηθείην: Εἰς χρείαν ἔλθοιμι. Dv. χρείαν σχοίην τινός. Paris.

sch plut

837

ἐξετρέποντο: ἀπέφευγον. R. ἔφευγον. V. μετε‐ βάλλοντο, ὡς πρὸς ἑτέραν ὁδὸν ἐτρέποντο, πόρρωθεν θεασάμενοί με. Θ. (ἐξένευον. Dv.) μετεβάλλοντο. ἐδό‐ κουν: Ἐνόμιζον Dv. P.

sch plut

838

οὐ μόνον ταῦτ’ ἐποίουν, ἀλλὰ καὶ .... Θ. Dv. P. κομιδῆ: Λίαν κατεγέλων. P.

sch plut

839

αὐχμὸς γὰρ ὤν: Τὸ ἑξῆς, ἀπώλεσέ με ὁ ὢν αὐχμὸς τῶν σκευαρίων. ἢ τὸ ὤν ἀντὶ τοῦ δή. Ἀττικῶς εἶπεν ἀντὶ τοῦ ξηρὸς γενόμενος ὑπὸ πενίας ἀπώλεσε τὰ σκευάρια, ἀπώλεσε τῶν σκευαρίων. Ἄλλως. μετω‐
5νυμικῶς, ἀπολέσαι με τὰ σκευάρια ἐποίησεν, —ἢ πά‐ λιν ξηρὸς γενόμενος ὑπὸ πενίας καὶ τῶν σκευαρίων ἡψάμην. V. Ἄλλως. ἀντὶ τοῦ ἀπώλεια. μεταφέρεται δὲ ἀπὸ τοῦ σίτου. ὅταν γὰρ αὐχμὸς ἐπιγένηται ἤδη τῶν ἀσταχύων ἁδρυνομένων, ἀφανίζεται ὁ πυρὸς καὶ κατα‐
10καίεται. εἴρηται δὲ παρ’ ὑπόνοιαν, οἷον πυρῶν καὶ κρι‐ θῶν. —αὐχμὸς: Στέρησις. Θ. Dv. στέρησις, ξηρα‐
σία. τῶν: Ἐμῶν. P. τῶν σκευαρίων: Τῶν χρειῶν. Dv. τῶν εἰς χρείαν πραγμάτων ἠφάνισεν. P. τῶν εἰς χρείαν ὄντων. Θ. τὸ ὤν ἢ ἀντὶ τοῦ οὖν νοητέον, τρεπο‐Column end
15μένης Δωρικῶς τῆς ου διφθόγγου εἰς ω μέγα· ἢ ἀντὶ τοῦ ὑπάρχων, οὕτω· ἀπώλεσε γὰρ ἐμὲ αὐχμὸς τῶν σκευα‐ ρίων ὢν καὶ ὑπάρχων ἐμοί. πέπρακα γὰρ ταῦτα, καὶ διὰ τοῦτο εἰς γέλωτα πᾶσι προὐκείμην. παρὰ τὸ μὴ ἔχειν τὰ σκευάριά τι, ἀπολώλειν. ἐχόντων γάρ τι τῶν
20σκευαρίων, ἤδη ἠρδευόμην. διακένων δ’ ὄντων αὖος καὶ ξηρὸς ἦν ὑπὸ τῆς ψυχρᾶς πενίας, ὃ γοῦν ἔπασχεν ὁ δίκαιος οὗτος, ἀντιστρόφως τοῦτο τὰ σκευάρια, φησὶν, ἀπώλεσεν. C.

sch plut

840

ἀλλ’ οὐχὶ νῦν: Ἔσται τοῦτο (Θ.). ἀνθ’: Ἕνεκα. Dv. P.

sch plut

841

προσευξόμενος: Μέλλων προσεύξειν καὶ παρα‐ καλέσειν. P. ἥκω: Ἦλθον. Dv.

sch plut

842

τὸ τριβώνιον δὲ: Τὸ παλαιὸν ἱμάτιον. τοιοῦτον γὰρ ὁ οἰκέτης αὐτοῦ ἐβάσταζεν. —τὸ τριβώνιον: Τὸ παλαιὸν ἱμάτιον. Dv. τὸ διερρηγμένον. P.

sch plut

843

φέρει: (Ἄγει P.) βαστάζει. Dv. P. τουτὶ: Τουτὶ πρὸς τὸ παιδάριον. Dv. ἢ τουτὶ πρὸς τὸ παιδάριον, ἢ τουτὶ τὸ τριβώνιον. Θ.

sch plut

844

ἀναθήσων: Ἀφιερώσων. Θ. P. ἀ. ἔρχομαι: Ἀφιερώσω, ἀνάθημα ποιήσω. πρὸς: Εἰς. Dv.

sch plut

845

μῶν οὖν ἐμυήθης: Παίζει παρὰ τὸν Ἐλευσί‐ νιον νόμον· ἔθος γὰρ ἦν, ἐν οἷς τις (ἱματίοις) μυηθείη, εἰς θεοῦ τινος (ταῦτα) ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ Μελάνθιος ἐν τῷ περὶ Μυστηρίων «πάτριόν ἐστι ταῖς θεαῖς ἀνιε‐
5ροῦν καὶ τὰς στολὰς τοὺς μύστας, ἐν αἷς τύχοιεν μυη‐ θέντες.» μυστήρια δὲ δύο τελεῖται τοῦ ἐνιαυτοῦ Δήμη‐ τρι καὶ Κόρῃ, τὰ μικρὰ καὶ τὰ μεγάλα· καὶ ἔστι τὰ μικρὰ ὥσπερ προκάθαρσις καὶ προάγνευσις τῶν μεγά‐ λων. (Ἄλλως. σκώπτων εἰς τὰ ἱμάτια τοῦτό φησιν, ὅτι
10ῥυπαρά ἐστι. λέγει δὲ μυστήρια. ἔθος δὲ εἶχον ἐν οἷς τις μυηθείη ἱματίοις, ταῦτα εἰς θεοῦ τινος ἀνατιθέναι. ἔνιοι δὲ τὰς τοιαύτας στολὰς εἰς τέκνων σπάργανα φυλάττουσι· καθαραὶ δὲ πάνυ ὑπάρχουσι καὶ νέαι.) Ἄλλως. μεγάλα καὶ μικρὰ μυστήρια ἐτελοῦντο ἐν Ἐλευσῖνι τῆς Ἀττι‐
15κῆς. μὴ ὄντων δὲ πρότερον μικρῶν, ἐλθόντος Ἡρακλέους καὶ θέλοντος μυηθῆναι, ἐπειδὴ νόμος ἦν Ἀθηναίοις μη‐ δένα ξένον μυεῖν, αἰδεσθέντες τὴν αὐτοῦ ἀρετὴν, καὶ ὅτι φίλος τε ἦν τῆς πόλεως καὶ υἱὸς τοῦ Διὸς, ἐποίη‐ σαν μικρὰ μυστήρια, ἐν οἷς αὐτὸν ἐμύησαν. ἦσαν δὲ
20τὰ μὲν μεγάλα τῆς Δήμητρος, τὰ δὲ μικρὰ Περσεφό‐ νης τῆς αὐτῆς θυγατρός. ὁ δὲ μυούμενος τὸ ἱμάτιον, ὃ ἐφόρει ἐν τῇ μυήσει, οὐδέποτε ἀπεδύετο, μέχρις ἂν τελέως ἀφανισθῇ διαρρυέν. ὅπερ δὲ πρὸς Ἡρακλέα, τοῦτο καὶ πρὸς Διοσκούρους ἐποίησαν. —μῶν: Ἆρα
25δή. ἐμνήσθης: Ἐδιδάχθης. Dv. ἐμυήθης: Ἐδιδάχθης. αὐτῷ: Τῷ τριβωνίῳ. P. τὰ μεγάλα: Μυστήρια δη‐ λονότι. R. Θ. Dv.

sch plut

846

ἐνερρίγως’: Ἐν αὐτῷ ἐρίγωσα, ἤγουν ἐξεχεί‐ μασα. Dv. μετὰ ῥίγους διεβίβασα. ῥιγέω ῥιγῶ ἐπὶ ψυ‐ χῆς, ῥιγόω δὲ ῥιγῶ ἐπὶ σώματος. P.

sch plut

847

ἐμβάδια: Τί δύναται. ἤγουν τὰ καλίγια. Dv. ὑποδήματα. P. συνεχειμάζετο: Σὺν τῷ ἱματίῳ. Θ. Dv. P.369

sch plut

848

ἀναθήσων: Ἀφιερώσων. Dv. ἀνάθημα ποιήσων. P. νὴ: Ναί. Dv.

sch plut

849

χαρίεντα: Ἡδύτατα κατ’ εἰρωνείαν. φέρων: Κομίζων. P.

sch plut

850

οἴμοι κακοδαίμων: Κορωνὶς ἑτέρα ὁμοία· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ρθʹ, ὧν τελευταῖος
νῲ δ’ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν. ἐπὶ τῷ τέλει κορωνὶς, καὶ ἑξῆς χοροῦ αὖθις. ἐχρῆν γὰρ
5κἀνταῦθα θεῖναι χορὸν, εἰσιόντων τῶν ὑποκριτῶν ἐν‐ τὸς, ἄχρις ἄν τις ἐπέλθῃ ὑποκριτὴς ἕτερος. —κα‐ κοδαίμων: Δυστυχής. ὡς: Ὅτι λίαν. Dv.

sch plut

852

καὶ ἰοῦ ἰοῦ: Καὶ φεῦ. P.

sch plut

853

οὕτω πολυφόρῳ: Πολλά μοι κακὰ ὑφ’ ἕνα καιρὸν φέροντι, ἢ ποικίλῳ ἀπὸ τοῦ πολὺ ὕδωρ ἐπιδε‐ χομένου οἴνου· ἤγουν ἀκράτῳ καὶ ἰσχυρῷ πρὸς τὸ κα‐ κόν. εἴρηται δὲ, ὅτι πολύφορον μὲν ἔλεγον τὸν πολλὴν
5κρᾶσιν δεχόμενον, ὀλιγόφορον δὲ τὸν ὀλίγην. (πολυφό‐ ρῳ οὖν τῷ πολλῶν ἀτυχιῶν κομιστικῷ.) ἢ μεταφορικῶς ἐκ τῶν πολυκάρπων χωρίων, ἢ πολυανθῶν δένδρων. Ἄλλως. συγκέκραμαι, μεταφορικῶς· ὡς ἀπὸ οἴνου καὶ ὕδατος τῆς συγκράσεως γινομένης. —πολυφόρῳ:
10(Πολλαπλασίῳ Dv.). Πολλὰ κακὰ φέροντι. Θ. Dv. E. P. συγκέκραμαι: Μεμιγμένος εἰμί. Dv. ἥνωμαι. P. πολύφορος γῆ, ἡ πολλὴν φορὰν καὶ καρπὸν παρέχουσα, καὶ πολύφορος οἶνος, ὁ πολὺ ὕδωρ δεχόμενος ἐν τῷ μίγνυσθαι τούτῳ. ἐκ τούτου μεταφορικῶς καὶ ὁ πολύ‐
15φορος δαίμων, ὅθεν ἐπήγαγε τὸ συγκέκραμαι, ὅπερ ἐπὶ ὑγρῶν λέγεται. P.

sch plut

854

ἀποτρόπαιε: Διώκτα τῶν κακῶν. P.

sch plut

855

ποτ’: Ἆρα. πέπονθεν: Ἔπαθεν. Dv.

sch plut

856

σχέτλια: Χαλεπά. Dv. ἐλεεινά. P. πέπονθα: Ἔπαθα. νυνὶ: Ἀρτίως. Dv.

sch plut

857

ἀπολωλεκὼς: Φθείρας. τῆς οἰκίας: Τῆς ἐμῆς δηλαδή. Dv.

sch plut

858

τὸν ἐσόμενον: Τὸν γενησόμενον Πλοῦτον. Dv.

sch plut

859

ἤνπερ μὴ λίπωσιν αἱ δίκαι: Ἀντὶ τοῦ, ἐὰν τὸ δίκαιον παραμείνῃ. σκώπτει πάλιν ὡς βίαιον οὖ‐ σαν τὴν ἐν δικαστηρίῳ κρίσιν. —πάλιν αὖθις: Ἐκ παραλλήλου. αἱ δίκαι: Αἱ κρίσεις καὶ τὸ δίκαιον. Θ.
5Dv. P.

sch plut

860

σχεδὸν: Ἀντικρύς. Dv. φανερῶς. P. ἄντικρυς, φανερῶς. Θ.

sch plut

861

προσέρχεται: Παραγίνεται. κακῶς πράττων: Δυστυχῶν. P. κακῶς: Ἤγουν δυστυχῶς. πράττων: Ποιῶν. Dv.

sch plut

862

εἶναι τοῦ πονηροῦ κόμματος: (Κόμμα,) εἶδος φαύλου νομίσματος. ἀντὶ δὲ τοῦ εἰπεῖν φαύλου συστή‐ ματος, πονηροῦ κόμματος εἶπεν, ἐπειδὴ περὶ πλούτου ὁ λόγος. (εἴρηται ἀπὸ μεταφορᾶς τῶν κιβδήλων νομι‐
5σμάτων, διὰ τὸ ὀλίγον μὲν ἔχειν χρυσὸν, πλείονα δὲ
χαλκόν. ἐπεσημήνατο δὲ τὴν λέξιν συνήθως τὸ χ, ἐπειδὴ μὴ ἐπὶ νομισμάτων τὸ κόμμα εἴρηκεν.) —ἀντὶ τοῦ λεί‐ ψανον. πεποίηται δὲ ἀπὸ μεταφορᾶς τῶν κεκομμένων νομισμάτων ἐξ ὀλίγου τινὸς χρυσίου ἀποκεκομμένου.Column end
10φασὶ δὲ πονηρὸν κόμμα τὸν παραχαραττόμενον ἄργυ‐ ρον. κόμματος οὖν ἀντὶ τοῦ λειψάνου, ἢ λείμματος τῶν ἀδίκων. τὸ χ οὖν πρὸς τὸ κόμμα. V. κόμματος: Τοῦ χαράγματος. εἴρηται δὲ εἰς μεταφορὰν τῶν κιβδήλων νομισμάτων. Θ. P.

sch plut

863

καταρᾶται τῷ Πλούτῳ. R. νὴ Δία: Κατ’ εἰρω‐ νείας. καλῶς ποιῶν: Δικαίως πάσχων. P. ἀπόλλυ‐ ται: Φθείρεται. Dv.

sch plut

865

ὑποσχόμενος: Λέγων. εὐθέως: Παραυτίκα. Dv.

sch plut

866

ἐξαρχῆς: Ὡς τὸ πρότερον. Dv. ὁ δὲ: Ἰδεῖν. P.

sch plut

867

πολὺ: Κατά. Dv. πολὺ μᾶλλον: Μᾶλλον πρὸς τὸ μὴ ποιῆσαι πλουσίους τινάσ. R. V. P. ἐστὶν ἐξολω‐ λεκώς: Ἀπώλεσεν. P. ἐνίους: Ἡμῶν. ἐξολωλεκώς: Ἀπολωλεκώς. Dv. Ἀττικὸν δὲ τὸ ἐξολωλεκώς.

sch plut

868

δέδρακε: Ἐποίησεν. Dv. Τίνα ἀπώλεσεν. Θ.

sch plut

869

ἐν ἤθει. R. V. ἦ: Ὄντως ἄρα. Θ. Dv. P. ἦσθα: Ὑπῆρχες. τοιχωρύχων: Κλεπτῶν. Dv. διὰ τοῦτο ταῦτα ἔπαθες. Θ. P.

sch plut

870

οὔμενουν ἔσθ’ ὑγιὲς: Οὐδαμῶς ὑπάρχει ἀλη‐ θές. Dv. οὐμενοῦν ἔ. ὑ. ὑμῶν οὐδενὸς: Ἀντὶ τοῦ, οὐδεὶς ὑμῶν ἔχει τι ἀγαθόν. Br. ὑγιὲς: Ὀρθὸν καὶ ἀληθές. P.

sch plut

871

οὐκ ἔσθ’ ὅπως: Οὐδαμῶς. Dv.

sch plut

872

ὡς σοβαρὸς, ὦ Δάματερ: Σεσοβημένος, ἐπί‐ τριπτος. καταμωκώμενοι δὲ τῶν Δωριέων τὸ ὦ Δά‐ ματερ λέγουσιν. ὁ δὲ νοῦς, πῶς ἐπηρμένος καὶ μέγα φρονῶν καθ’ ἡμῶν εἰσῆλθεν. —ὡς: Λίαν. Dv. σοβα‐
5ρὸς: Ἐπηρμένος. P. Δάματερ: Γῆ. εἰσελήλυθεν: Ἦλθεν. Dv.

sch plut

873

ὁ συκοφάντης: Οὕτω καλοῦνται οἱ ἐπηρεά‐ ζοντες ἀπὸ τοιαύτης αἰτίας. τὸ παλαιὸν ἀπειρημένον ἦν σῦκα ἐξάγειν ἐκ τῆς Ἀττικῆς, τοῦ φυτοῦ κατ’ ἀρχὰς θαυμαζομένου. τοὺς πικρῶς οὖν διερευνῶντας τὸ τοι‐
5οῦτον, οὕτως ὀνομασθῆναι λέγουσιν ἀπὸ τῆς ὀπώρας. παρασχεῖν οὖν καὶ τοῖς ὁπωσοῦν μάτην ἐγκαλοῦσι τὴν ὀνομασίαν, ἅμα καὶ τοῦ φαίνειν τὸ ἐγκαλεῖν ἢ εἰς δίκην εἰσάγειν δηλοῦντος. ὅτι δὲ ἀπὸ τούτων γέγονεν, ἐκ τῶνδε δῆλον· συκαστὰς γὰρ τοὺς φιλεγκλήμονας ἔλεγον καὶ
10συκοβίους καὶ συκωροὺς καὶ συκολόγους καὶ φιλοσύ‐ κους καὶ συκώδεις καὶ συκοσπαδίας, ἴσως ἀπὸ τοῦ πάν‐ τας ἐγκλήματα ἐφέλκεσθαι.βουλιμιᾷ: Πάνυ λιμώττει, (καὶ) πεινᾷ λίαν· ἀπὸ τοῦ βου ἐπιρρήματος, ὅπερ ἐπιτάσεώς ἐστι δηλωτικὸν,
15ἀντὶ τοῦ λίαν· ὥσπερ καὶ ἐν τῷ βούπεινα, ἡ μεγάλη πεῖνα, καὶ βουγάϊος καὶ βούγλωσσος· τινὲς δὲ εἶδος νόσου φασὶν, ἐν ᾗ πολλὰ ἐσθίοντες οὐ πληροῦνται· τῶν γὰρ συκοφαντῶν τοιοῦτος ὁ τρόπος. —μεγάλως λι‐ μώττει. Θ. Dv. P.

sch plut

874

σὺ μὲν εἰς ἀγορὰν: Τοῦτο πρὸς τὸν θερά‐ ποντα· τὸ δὲ «οὐκ ἂν φθάνοις» ἀντὶ τοῦ οὐκ ἂν πέρας σχοίης τῶν κακῶν. —εἰς ἀγορὰν: Εἰς συνάθροισιν δι‐
καστηρίου. P.370

sch plut

875*

ἐπὶ τοῦ τροχοῦ: Τροχός τις ἦν, ἐν ᾧ δεσμού‐ μενοι οἱ οἰκέται ἐκολάζοντο. [τοῦτο δὲ λέγει ὁ ἄδικος πρὸς τὸν θεράποντα.] —ἐπὶ τοῦ τροχοῦ: Εἰς ὃν τοὺς κακοὺς κολάζουσι. Θ. Dv. P.

sch plut

876

πεπανούργηκας: Κέκλοφας. Dv. πονηρῶς ἐποίη‐ σας. P. οἴμωζ’: Κλαῖε. Dv.

sch plut

877

πολλοῦ: Τιμήματος. Dv. εἰ: Ἐπειδή. Θ.

sch plut

879

τοὺς συκοφάντας: πεποίηται τὸ ὄνομα ἐκ τῆς τῶν σύκων κλοπῆς φωράσεως. R. V. ἐξολεῖ: Ἐξολέσει, φθερεῖ ὄντας κακούς.

sch plut

880

οἴμοι τάλας: Φεῦ ὁ ἄθλιος, ἆρα καὶ σὺ κοινω‐ νὸς ὤν. P. μῶν: Ἆρα. μετέχων: Κοινωνῶν. Dv. κατα‐ γελᾷς: Ἐμοῦ δηλ. P. γελῶ αἰτιατικῇ, καταγελῶ δὲ γε‐ νικῇ. P.

sch plut

881

ἐπεὶ πόθεν: Ἀντὶ τοῦ, εἰ μὴ μετεῖχες δηλ., ἀπὸ ποίου τρόπου. τοδί: Τοῦτο. P. εἴληφας: Ἀντὶ τοῦ ἐπρίω. R. V.

sch plut

882

ἔχοντ’: Φοροῦντα. τριβώνιον: Ἱμάτιον διερρη‐ γμένον. P. Dv. τριβακὸν ἱμάτιον. R. V.

sch plut

883

οὐδὲν προτιμῶ σου: Οὐ φροντίζω σου. ἡ φράσις Ἀττική. εἴρηται δὲ τὸ προτιμᾶν ἐπὶ τοῦ λόγον ἔχειν (καὶ ἐπιστρέφεσθαι). λέγει οὖν, οὐ φοβοῦμαί σε ἔχων φυσικὸν δακτύλιον. δακτύλιον δὲ, τὸν λεγόμενον φαρμακίτην.
5Εὔπολις Βάπταις μέμνηται καὶ Ἀμειψίας. ὁ δ’ Εὔδαμος φαρμακοπώλης ἢ χρυσοπώλης, τετελεσμένους δακτυ‐ λίους πωλῶν. φιλόσοφος δὲ ἦν οὗτος ὁ Εὔδαμος φυσικοὺς δακτυλίους ποιῶν πρὸς δαίμονα καὶ ὄφεις καὶ τὰ τοιαῦτα. [ἐθεράπευον γὰρ τοὺς ὀφιοδήκτους· μᾶλλον δὲ τὴν ἀρ‐
10χὴν οὐκ εἴων ὑπ’ ὄφεων δάκνεσθαι. —προτιμῶ σου: Φροντίζω. Θ. Dv. P. πριάμενος: Ὠνησάμενος. P.

sch plut

884

τὸν δακτύλιον τονδὶ: (Ἀλεξητήριον τῶν δηλη‐ τηρίων δείκνυσιν αὐτῷ καὶ βασκανίας ἀποτρεπτικὸν δακτύλιον, ὃν καλοῦσι φαρμακίτην· πρὸς ὃ ὁ θεράπων,) κἂν ἔχῃς φαρμακίτην δακτύλιον, ἀλλ’ οὐ πρὸς δῆγμα
5συκοφάντου, ὡς τούτων χειρόνων ὄντων καὶ θηρίων, πρὸς ἃ ὁ δακτύλιος πεποίηται. (ἀλλ’ οὐκ ἰσχύει, φησὶν, οὗτος ὁ δακτύλιος πρὸς τὸ δῆγμα τοῦ συκοφάντου. τοῦτο δὲ ὁ ἕτερος πρεσβύτης λέγει ὁ τὸν τρίβωνα κομίσας· οἱ γὰρ δύο τὸν συκοφάντην ἐκφλαυροῦσι. λέγει δὲ ἐν ἤθει
10ὅτι οὐκ ἔστι τις ἐν τῷ δακτυλίῳ ἐπῳδὴ, ἢ φάρμακον πρὸς δῆγμα τοῦ συκοφάντου. ἐπεὶ εἰώθασι λέγειν οἱ τὰ περίαπτα πωλοῦντες ὅτι χρησιμεύει τόδε πρὸς τόδε. λέ‐ γει οὖν, ἀλλὰ τοῦτο τὸ ἄκος καὶ ἡ ἀντιπάθεια οὐδὲν ἰσχύει πρὸς δῆγμα συκοφάντου. τὸ δὲ δῆγμα σκληρὰ λέξις ἀπὸ
15τῶν ἑρπετῶν εἰλημμένη. Ἄλλως. μὴ λάβῃς εἰς τὸ δήγματος ἔξωθεν τὸ ἀποτρεπτικός, ὡς οἴονταί τινες, ἀλλ’ ἔστιν ἡ γενικὴ πρὸς τὸ δακτύλιος οὕτως, ἀλλ’ οὐκ ἔστιν ὁ δακτύλιος δήγματος συκοφάντου, τουτέστιν, οὐκ ἔχει ἰσχὺν πρὸς τοὺς συκοφάντας, ὥσπερ εἰς τὰ τῶν
20ὄφεων δήγματα.) —δραχμῆς: Ἕνεκα. P. νομίσματος, ὃ ἔχει κεράτια ιηʹ, ἥτις ὁλκὴ καλεῖται. Θ.

sch plut

885

ἔνεστι: λείπει φάρμακον. R. τῷ δακτυλίῳ δύ‐ ναμις ἀποτρεπτική. Dv. ἤγουν ἀλλ’ οὐκ ἰσχύει πρὸς τὸ δῆγμα τοῦ συκοφάντου. PColumn end

sch plut

886

ὕβρις: Μέμψις. ταῦτ’: Τὰ λεγόμενα ἀφ’ ὑμῶν. σκώπτετον: Σκώπτετε. P. Ὑβρίζετε. Dv.

sch plut

887

ποιεῖτον: Ποιεῖτε ἐνταῦθα οὐκ ἐλέξατε. Dv. ἐν‐ θάδ’: Ἐνταῦθα. εἰρήκατον: Εἴπατε. P.

sch plut

888

ἐστὸν: Ἐστέ. P.

sch plut

889

οὐκοῦν τῷ γε σῷ: Ἀγαθῷ δηλονότι. —τῷ γε σῷ: Ἐπὶ τῷ σῷ ἀγαθῷ. ἴσθ’: Γίνωσκε. Dv. σαφῶς γί‐ νωσκε. Θ. ἐπὶ ... οὐδόλως ... φανερῶς γίνωσκε. ἢ οὐ‐ δόλως ἐσμὲν ἐπὶ τῷ ἀγαθῷ τῷ σῷ. P.

sch plut

890

τῶν ἐμῶν: Πραγμάτων. Dv.

sch plut

891

ὥς γ’ ἐπ’ ἀληθείᾳ: Λείπει δειπνεῖς.μετὰ τοῦ μάρτυρος: (Κλήτορα γὰρ ἤγετο, ἵνα αὐτοὺς εἰς δίκην καλέσῃ. Ἄλλως.) τῷ συκοφάντῃ ἕπεταί τις ὥστε μαρτυρεῖν. (ὡς ἀγηοχότος οὖν τοῦ συκοφάντου καὶ
5μάρτυρα, ἵνα εἰς δίκην καλέσηται, τοῦτό φησι.) —ἐπ’ ἀληθείας: Ἀντὶ τοῦ σωζομένης τῆς ἀληθείας. P. μάρτυ‐ ρος: Ὅτι τινὰ τῶν δημοσίων ὑπηρετῶν ἧκεν ἄγων, ἵνα, ἐάν τι παρ’ αὐτῶν ἀκούσῃ, συμμαρτυρήσῃ αὐτῷ πρὸς τοὺς δικαστάς. P. ὃν μετὰ σοῦ κομίζεις. Θ.

sch plut

892

διαρραγείης: Σχισθείης, ἀφανισθείης. Dv. δια‐ σχισθείης. P. μηδενὸς: Ἀγαθοῦ. Dv. πράγματος. P.

sch plut

893

ἔνδον: Τῆς οὐσίας ἐστίν. P.

sch plut

894

τεμαχῶν: Κομματίων ἰχθύων· τέμαχος γὰρ κυ‐ ρίως ἐπὶ τῶν ἰχθύων λέγεται. Dv. χρῆμα τεμαχῶν: Πρᾶγμα τμημάτων ἰχθύων. ὠπτημένων: Ἐν τῷ πυρὶ καιομένων. P.

sch plut

895

ὗ ὗ: Διὰ τῶν ψιλῶν τούτων υ δείκνυσι, ὅτι χοι‐ ρείων κρεῶν ὀσμῆς ᾔσθετο. Ἄλλως. ὗ ὗ ἐπίρρημα θαυμαστικὸν, ὅπερ ἐν τῇ συνηθείᾳ λέγομεν. ὡς ὀσφραι‐ νόμενος τοῦτό φησι. —τινὲς δὲ ὁ δίκαιος. R.

sch plut

896

τοῦ ψύχους γ’ ἴσως: Ἐπεὶ τὰ ζῶα, ἐσομένου ψύχους αἰσθανόμενα, πολλάκις ὀσφραίνεται. —κακό‐ δαιμον: Ἄθλιε. ὀσφραίνει τι: Ἐπὶ τὴν ὄσφρησιν ἥκεις. ψύχους: Αἰσθάνεται δηλ. P. τί: Κατά τι. τοῦ ψύχους:
5Τοῦ κρύους. Dv.

sch plut

897

τοιοῦτον: Οἷον φορεῖ. ἀμπέχεται: Ἐνδύεται ἱμάτιον. P. περιβέβληται. R. V. τοῦτο: Φαῦλον. ἀμπ.: Ἐνδύεται. Dv.

sch plut

898

ἀνάσχετ’: Ὑπομονητά. Θ. Dv. P.

sch plut

899

ὑβρίζειν: Ἄτιμα ποιεῖν. ὡς ἄχθομαι: Φεῦ, λίαν. P. οἴμ’: Φεῦ. ὡς: Λίαν. ἄχθομαι: Λυποῦμαι. Dorv.

sch plut

900

φιλόπολις: Τὸ μὲν φιλόπολις κοινὸν, Ἀττικὸν δὲ τὸ φιλόπατρις. —χρηστὸς: Ἀγαθός. Dv. P. —φι‐ λόπολις Φιλόπατρις. Dv. φιλῶν τὴν πόλιν. P. πά‐ σχω κακῶς: Ἤγουν δυστυχῶ. Dv. P.

sch plut

901

ὡς οὐδεὶς ἀνήρ: Χρηστὸς εἰμί. Dv. οὕτως εἰμί. Paris.

sch plut

902

καὶ μὴν: Τὸ λοιπόν. Dv. ἐπερωτηθεὶς: Ἤτοι ἐκ δευτέρου ἐρωτηθείς. P. ἀπόκρινε: Ἀπολογίζου. Dv. τὸ τί: Μέλλω ἐρωτηθῆναι. P.

sch plut

903

μελαγχολᾶν μ’ οὕτως οἴει: Ὥσπερ οἱ μαινό‐ μενοι τὴν ἐν τοῖς πλήθεσι διατριβὴν ἀπαναινόμενοι ἐν ἐρημίαις φέρονται, διὰ τοῦτο καὶ τὴν τῶν γεωργῶν διατριβὴν μελαγχολίαν ὠνόμασεν, ὡς ἐν ἀγροῖς γενο‐371
5μένην. —γεωργὸς εἶ: Γεωργεῖν ἐπιστάμενος. P. με‐ λαγχολᾶν: Ὑπολαμβάνεις ἐμὲ μαινόμενον. Dv. μαίνε‐ σθαι, ὥστε ἀποτρέχειν εἰς τὰς ἐρήμους, ὡς οἱ γεωργοί. Θ. P.

sch plut

904

σκήπτομαί γ’, ὅταν τύχω: Τινὲς τῶν πολιτῶν, ἡνίκα χρημάτων ἦν εἰσφορὰ πρὸς τὴν πόλιν, τὴν ἐμπο‐ ρίαν ἐπροφασίζοντο, τὴν εἰσφορὰν βουλόμενοι φυγεῖν, ἀζήμιοι γὰρ οὗτοι διεφυλάττοντο, ὥς φησιν Εὐφρόνιος,
5ὡς τὴν πόλιν ὠφελοῦντες πλεῖστα διὰ τῆς αὐτῶν ἐμ‐ πορίας. διὸ καὶ ὁ συκοφάντης λέγει ὅτι, ὅταν γένηταί (τις) καιρὸς πολέμου καὶ εἰσφορᾶσ, ἔμπορον ἐμαυτὸν ἀποκαλῶ. [Ἄλλως. ὅταν, φησὶν, ἀνάγκη γένηται πράγματος, σκήπτομαι τότε ἔμπορος εἶναι. προφασί‐
10ζομαι, φησὶν, ὅτι πέμπομαι εἰς τὸν πόλεμον.] —ἔμ‐ πορος: Πραγματευτής. Dv. κατὰ θάλατταν ἐμπορίαν ποιούμενος. P. σκήπτομαι: Ἀντὶ τοῦ προφασίζομαι. Θ. Dv. προφασίζομαι τοῦτο ἤγουν τὴν ἐμπορίαν. Vict.

sch plut

905

τί δαί: Ἀποφαντικόν. τέχνην: Ἐπιστήμην. P.

sch plut

906

πῶς οὖν διέζης;: Μερικῶς τίνα εἶχες ζωήν. Θ. Dv. ἢ πόθεν: Ἀπὸ ποίου τρόπου. P.

sch plut

907

τῶν τῆς πόλεώς εἰμ’: Τῶν δημοσίων πραγμά‐ των φροντιστὴς, οἷον χορηγίας, τριηραρχίας, καὶ τῶν τοιούτων· ἰδίων δὲ, τῶν καθ’ ἕκαστον, οἷον εἰ ἀδικοῖτό τις καὶ δικάζοιτο πρός τινα, αὐτὸς ἐφρόντιζεν. ἰδίων τῶν
5ἰδιωτικῶν. καὶ Εὐριπίδης ἐν Βάκχαις
εἰ μὴ γὰρ ἴδιον ἔλαβον εἰς χεῖρας μύσος. τῶν τῆς πόλεώς εἰμ’ ἐπιμελητὴς: Διοικητὴς εἰμί. Dv: τῶν δημοσίων καὶ πολιτικῶν φροντιστής. Θ. P.

sch plut

908

τῶν ἰδίων: Τῶν χωρικῶν, ἰδιωτικῶν. Dv. τῶν ἰδιωτικῶν ἤτοι τῶν καθ’ ἕκαστον. Θ. P. βούλομαι: Βουλευτὴς καὶ σύμβουλός εἰμι τῶν ἐθελόντων. Θ. βου‐ λευτὴς εἰμί. Dv. μαθεῖν. P.

sch plut

909

πῶς οὖν ἂν: Ὁ νοῦς· πῶς ἂν οὖν χρηστὸς σὺ, ὁ λυπούμενος καὶ ἀγανακτῶν εἰς μηδέν σοι διαφέρον.

sch plut

910

εἴ σοι προσῆκον μηδὲν: Εἰ (διὰ) τῶν πραγμά‐ των τῶν σοὶ μηδὲν διαφερόντων ἀπεχθάνει τοῖς ἀνθρώ‐ ποις, (διὰ τὸ ἐπιχειρεῖν ἀλλοτρίοις πράγμασιν. ὁ γὰρ ἀλλοτρίων προϊστάμενος μισεῖται). —σοὶ προσῆκον
5μηδὲν: Ἤγουν, οὐδενὸς διαφέροντος καὶ προσήκοντός σοι. Dv. εἰ πρέποντος, ἁρμόζοντός σοι μηδενὸς, μιση‐ τὸς γίνῃ τοῖς πολλοῖς διὰ τὸ ἐπιχειρεῖν ἀλλοτρίοις. P. τὸ εἶτα τρισσῶς λαμβάνεται, εἶτα ἀντὶ τοῦ μετὰ ταῦτα, καὶ εἶτα ἀντὶ τοῦ ἆρα, καὶ εἶτα ἀργὸν, ὡς ἐνταῦθα. P.

sch plut

911

προσήκει: Διαφέρει ἢ πρέπει μοι. P. καὶ ἀνή‐ κει καὶ ἁρμόζει. Θ.

sch plut

912

ὦ κέπφε: Ὄρνεον ὅπερ φιλεῖ ἀφρὸν θαλάττιον ἐσθίειν· καὶ οἱ παῖδες τῶν ἁλιέων (λαμβάνοντες τὸν ἀφρὸν) ῥίπτουσι τὸ πρῶτον πόρρωθεν, εἶτα ἐγγύτατα, εἶτα εἰς τὴν χεῖρα τὸν ἀφρὸν, καὶ οὕτως εὐχερῶς
5ἀγρεύουσι. καὶ ἐπὶ τῶν ἀλογίστων ἀνδρῶν τοῦτο εἰς πα‐
ροιμίαν. R. V. Ἄλλως. ἀνόητε, κοῦφε, ὦ τὸν νοῦν με‐ τέωρε. ὄρνις γὰρ θαλάττιος τὸ κέπφος, κουφότατον σφόδρα τῷ ἀφρῷ διατρεφόμενον διὰ τῆς θαλάττης καὶ πάνυ ὀλίγον ἔχον σαρκῶδες. Ἄλλως. ὦ εὐτελέστατε καὶColumn end
10λάλε. φασὶ γὰρ τὸν κέπφον εὐτελῆ καὶ λάλον. V. ὦ εὐ‐ τελέστατε καὶ λάλε· φασὶ γὰρ τὸν κέπφον εὐτελέστατον καὶ λάλον· ὄρνεον γὰρ ἄφρον, ὅπερ φιλεῖ ἀφρὸν θαλάτ‐ τιον ἐσθίειν· τοῦτο βουλόμενοι οἱ τῶν ἁλιέων παῖδες χειρώσασθαι, ῥίπτουσι τὸ πρῶτον πόρρωθεν ἀφρὸν,
15εἶτα ἐγγύτατα, εἶτα φέρουσι τοῦτο ἐν ταῖς χερσὶν, καὶ οὕτω κατὰ μικρὸν ἀπατῶντες εὐχερῶς ἀγρεύουσι τοῦτο ἐμπεσὸν εἰς τὰς χεῖρας αὐτῶν. εἴληπται οὖν εἰς παροι‐ μίαν ἐπὶ τῶν ἀλογίστων ἀνδρῶν καὶ ἀνοήτων. κα‐ λεῖται δὲ κοινῶς λάρος. —ὁ κέπφος ὄρνεόν ἐστι θαλάτ‐
20τιον, ἀτελὲς καὶ λάρον καὶ ἀφελὲς, ὃ καλοῦσι κοινῶς λάρον· ὅπερ φιλεῖ ἀφρὸν θαλάττιον ἐσθίειν. τοῦτο ... φέρουσι τοῦτον ἐν ταῖς χερσὶ ... ἀνοήτων. P. εὐεργετεῖν: Εὐεργεσίαν παρέχειν. Dv. κέπφε: Λάρε. Θ. Dv. P. σθένω: Δύναμαι. Θ. P.

sch plut

913

πολυπραγμονεῖν: Τὸ πράγμασι καὶ κακουργίαις ἑαυτὸν ἐνδιδόναι καὶ δικορραφεῖν. Θ. ταῖς πανουργίαις ἑαυτὸν ἐκδεδωκέναι. Dv. τὸ πέρα τοῦ δέοντος ἐξετάζειν. Paris.

sch plut

914

τὸ μὲν οὖν βοηθεῖν: Τοῦτό ἐστι τὸ εὐεργετεῖν. Θ. Dv. μᾶλλον μὲν οὖν ὑπάρχει εὐεργετεῖν. κειμένοις: Τεταγμένοις. P. ἐνεργουμένοις καὶ πολιτευομένοις. Θ.

sch plut

915

ἐπιτρέπειν: Παραχωρεῖν καὶ ἐνδιδόναι. Θ. πα‐ ραχωρεῖν καὶ ἁμαρτάνειν· διδόναι ἄδειαν παρὰ τὸ πρέ‐ πον. Dv. συγχωρεῖν. P. ἐξαμαρτάνῃ: Ἤτοι ἁμαρτά‐ νων ἔξω τοῦ καλοῦ πίπτῃ. Θ. P.

sch plut

916

ἐξεπίτηδες: (Ἐξ ἀνάγκης ἢ) μάτην· οὕτως Ἀττικοί. (ἀργῶς καὶ μάτην. κοινότερον δὲ, καὶ τὰς τοιαύτας ψιλὰς ἐπιστασίας καὶ λειτουργίας ἀρχὰς ἔλε‐ γον· καὶ τὸ βουλεῦσαι ἄρξαι.) γράφεται δὲ καὶ ἐν
5σχήματι ἀποφατικῷ, οὔκουν. τὸ δὲ ὁ βουλόμενος ἀντὶ τοῦ, ὁ ἐπιμελητὴς, ὁ κατήγορος, ὁ προϊστάμενος. — δικαστὰς: Κριτάς. P. ἐξεπίτηδες: Ἐπ’ αὐτῷ τούτῳ. Θ. ἐπ’ αὐτὸ τοῦτο. ἐσκεμμένως ἤτοι ἐπ’ αὐτῷ τούτῳ. P.

sch plut

917

ἄρχειν καθίστησιν: Ἵνα παρ’ αὐτῶν βοηθοῖντο οἱ νόμοι δηλαδή. Θ. ἄρχοντας εἶναι ποιεῖν. ἵνα παρ’ αὐτῷ βοηθοῦνται. Dv. καθίστησιν: Τάττει. κατηγορεῖ: Συνηγορεῖ. Θ. P. κατηγορῶ κατά τινος λέγεται, ὃ καὶ
5ἀπὸ γενικῆς πρὸς αἰτιατικὴν ἔχει τὴν σύνταξιν, ὡς τὸ κατηγορῶ σου ἀμαθίαν. κατηγορῶ τὸ καταφάσκω παρὰ φιλοσόφοις γενικῇ συντασσόμενον. κατηγορῶ τὸ ἐφυβρίζω καὶ αὐτὸ γενικῇ. κατηγορῶ δὲ τὸ παριστῶ αἰτιατικῇ ὡς τὸ «κατηγόρησε ἡ θλίψις μακρόψιλον.» Θ.

sch plut

918

ὁ βουλόμενος: Ὁ θέλων. Dv. P. ἐκεῖνος: Ὁ κατηγορῶν. P.

sch plut

919

ἥκει: Ἀνήκει, ἀνατρέχει. P.

sch plut

920

νὴ: Μά. πονηρὸν: Κακότροπον. προστάτην: Φροντιστήν. Dv. ἐπιμελητὴν τῶν πραγμάτων αὐτῆς. Θ. ἐπιμελητήν. P. ἔχει: Ἡ πόλις δηλαδή. Dv.

sch plut

921

ἡσυχίαν ἄγων: Ἡσυχάζων. P.

sch plut

922

προβατίου βίον: Μωροῦ καὶ ἀνοήτου· [διὰ τὸ ἀδρανὲς τῆς διανομῆς τῶν πραγμάτων·] τὰ γὰρ πρό‐ βατα μηδὲν ἐργαζόμενα ζῇ. —ζῆν ἀργός: Ἄπρακτος, ματήν. προβατίου βίον: Ἀντὶ τοῦ μωροῦ καὶ ἀνοή‐372
5του. προβάτου ζωὴν, ἀγροίκου. P.

sch plut

923

διατριβή τις τῷ βίῳ: Ἐπιτήδευμα, ἀσχό‐ λημα, δίαιτα, διαγωγὴ, πρόφασις, ἀφ’ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. —διατριβή: Πολυ‐ πραγμοσύνη. Θ. ἐπιτηδειότης. Dv.

sch plut

924

οὐδ’ ἂν μεταμάθοις: Ἀντὶ τοῦ παύσαιο. κυ‐ ρίως δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν ἀφέμενον τοῦ πρώτου. —ἤγουν ἀντὶ τῆς πολυ‐ πραγμοσύνης ἄλλην ἑτέραν τέχνην μάθοις. Θ. οὐδ’
5ἂν: Οὐδαμῶς. Dv. μεταμάθοις: Καταλείψας τοῦτο ἕτερον μάθοις. P. δοίης: Δώσης. Dv. οὐ μεταμάθοις δηλονότι, εἰ παράσχοις. P. παράσχοις. Θ.

sch plut

925

καὶ τὸ Βάττου σίλφιον: Βάττος Κυρήνην ἔκτι‐ σεν, [ἐλθὼν ἀπὸ Θήρας, τῆς κατὰ Κρήτην νήσου·] ὃν τιμήσαντες Λίβυες ἐχαρίσαντο αὐτῷ τὸ κάλλιστον τῶν λαχάνων τὸ σίλφιον, καὶ ἐν νομίσματι αὐτὸν ἐχά‐
5ραξαν, τῇ μὲν βασιλείαν, τῇ δὲ σίλφιον (παρὰ τῆς πό‐ λεως δεχόμενον, ὡς Ἀριστοτέλης ἐν τῇ Κυρηναίων πο‐ λιτείᾳ· ἔνθεν καὶ ἡ παροιμία ἐπὶ τῶν διαφόρους [καὶ ἐξόχους] τιμὰς δεχομένων. Ἄλλως. σίλφιον βοτάνη πολυτίμητος· ἡ δὲ αἰτία τοιαύτη ἐστί. Βάττος, ὁ καὶ
10Ἀριστοτέλης, πόλιν ἐν Λιβύῃ Κυρήνην [λεγομένην] ἔκτισε κατὰ τὸν δοθέντα αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος χρησμόν· καὶ οἱ πολῖται οἱ Κυρηναῖοι ἀνταπόδοσιν τῆς εὐεργεσίας βουλόμενοι χαρίσασθαι τῷ βασιλεῖ, ἐποίησαν δακτύλιον, ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ
15τὸ σίλφιον. καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ ὁ ὀπὸς καὶ ἁπλῶς τὸ πᾶν αὐτοῦ πολλῆς τι‐ μῆς ἄξιόν ἐστιν. καὶ οἱ Ἀμπελιῶται δὲ ἔθνος Λιβύης, εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου, ὥς φησιν Ἀλεξαν‐ δρίδης.) —σίλφιον: Τὸ λεγόμενον βαλσαμέλαιον. Dv.
20Βάττου σίλφιον: Ὄνομα κύριον τὸ κοινῶς βάλσαμον. P. ὁ Βάττος οὗτος ἔκτισε τὴν Κυρήνην, ἔνθα τὸ σίλ‐ φιον γίνεται, οὗ ὁ ὀπὸς πολλοῦ ἄξιός ἐστι. τιμῶντες οὖν αὐτὸν οἱ Κυρηναῖοι ὡς ἀρχηγέτην, χρυσῆν αὐτοῦ τὴν εἰκόνα πεποιήκασιν, τὸ σίλφιον ἐν τῇ δεξιᾷ φέρουσαν,
25λίθοις καὶ μαργάροις κεκοσμημένον. λαμβάνεται οὖν εἰς παροιμίαν τὸ τοῦ Βάττου σίλφιον ἐπὶ τῶν πολυτε‐ λῶν. P.

sch plut

926

κατάθου: Ἀπόριπτε. Dv. ἀντὶ τοῦ καταβα‐ λοῦ, ῥίψον. P. θοιμάτιον: Ὃ φορεῖς. Dv.

sch plut

927

ὑπόλυσαι: Τὰ ὑποδήματα. Θ. Dv. τὰ ὑποδή‐ ματα ἄφελε. P.

sch plut

928

προσελθέτω: Ἔμπροσθεν. Dv.

sch plut

929

Οὐκοῦν ἐκεῖνός εἰμ’ ἐγὼ: Ἐκεῖνός εἰμι ἐγὼ, φησὶν, ὁ μέλλων σοι προσελθεῖν. τοῦτο ὁ θεράπων ἀποσκώπτων λέγει. ἅμα δὲ καὶ μιμεῖται τὰ παρ’ αὐ‐ τοῦ ἄνω εἰρημένα, ἐν ὅσῳ δὲ λέγουσιν, ἀπέδυσεν. —
5ἐκεῖνος: Ὁ βουλόμενος δηλονότι προσελθεῖν. P.

sch plut

930

μεθ’ ἡμέραν: Ἀντὶ τοῦ ἐν ἡμέρᾳ. Ἀττικὸν δὲ
τὸ σχῆμα· (μεθ’ ἡμέραν γάρ φασιν, οὐκ ἐν ἡμέρᾳ.) — ἀποδύομαι: Ἀντὶ τοῦ τὰ ἱμάτια ἀφαιροῦμαι. P. ἀπο‐ δύομαι λέγεται τὸ βιαίως καὶ λῃστρικῶς τὰ ἱμάτιαColumn end
5ἀφαιροῦμαι. P. μεθ’ ἡμέραν: Κατὰ τὴν ἡμέραν. Dv. Ἀττικῶς ἀντὶ τοῦ ἐν ἡμέρᾳ. ἐν νυκτὶ γὰρ πάσχουσι τοῦτο ἔνιοι ὑπό τινων λοχώντων αὐτούς. Θ. τὸ γὰρ κατὰ νύκτα ἀποδύεσθαί τινα ὑπὸ τῶν λόχων τῶν λωποδυτῶν ἴσως φορητὸν, ὅτι λάθρα τοῦτο ποιοῦσι τοὺς νόμους φο‐
10βούμενοι καὶ τὰ δικαστήρια, ἐγὼ δὲ κατὰ τὴν ἡμέραν τοῦτο πάσχω περιφανῶς. Vict.

sch plut

931

ἀξιοῖς: Ἀντὶ τοῦ δικαιοῖς. V. ἄξιον κρίνεις. Θ. Dv. P. ἀλλότρια πράττων: Ξένα ἀπαιτῶν. P. ἐνερ‐ γῶν ἢ ἀπαιτῶν. Θ.

sch plut

932

μαρτύρομαι: Εἰς μαρτυρίαν τίθημι. Θ. Dv. μάρτυρα καλῶ, ἢ διὰ μάρτυρος παραστήσω. P.

sch plut

933

οἴχεται φεύγων: Εἶδε γὰρ αὐτὸν ἀποδυόμε‐ νον καὶ ἐφοβήθη, μὴ καὶ αὐτὸς τὰ ὅμοια πάθῃ. Θ. Dv. Vict. οἴχεται: Ἀπῆλθε. ὃν: Ὅντινα. P.

sch plut

934

ὡς φυγόντος τοῦ μετ’ αὐτοῦ μάρτυρος. R. V. περιείλημμαι: Κατὰ κύκλον ἐλήφθην. P. κεκράτημαι. Θ. Dv.

sch plut

935

οἴμοι μάλ’ αὖθις: Τὸ ἡμιστίχιον ἐξ Ἠλέκτρας Σοφοκλέους [1416] (τὸ οἴμοι μάλ’ αὖθις, ὅτε τὴν Κλυ‐ ταιμνήστραν οἱ περὶ Ὀρέστην φονεύουσιν). R. V. δὸς σὺ: Ὦ παιδάριον. Θ. Dv.

sch plut

936

ἀμφιέσω: Ἐνδύσω. Θ. P.

sch plut

937

ἱερὸν γάρ ἐστιν: Ἱερὸν λέγουσι πᾶν τὸ ἀνατι‐ θέμενον τοῖς θεοῖς. —μὴ δῆθ’: Μηδαμῶς. Dv. μὴ ἀμφιέσῃς. P.

sch plut

938

κάλλιον: Κρειττόνως. Θ. κρεῖττον. Dv. ἀνα‐ τεθήσεται: Ὡς ἀνάθημα κρεμασθήσεται. Θ. P.

sch plut

939

ἢ: Παρό. P. τοιχωρύχον: Κλέπτην. Dv.

sch plut

940*

κοσμεῖν: Καλλωπίζειν. Dv. καλλύνειν. D. σεμνοῖς: Λαμπροῖς. Dv. εὐτάκτοις προσήκει κοσμίοις. Paris.

sch plut

941

ἐμβαδίοις: Ὑποδήμασι. Dv.

sch plut

942

ταῦτα: Τὰ ἐμβάδια. αὐτίκα: Συντόμως. P.

sch plut

943

ὥσπερ κοτίνῳ προσπατταλεύσω: Ὅτι ἐπὶ τῶν κοτίνων καὶ ἄλλων δένδρων πανταχοῦ πρὸς τοῖς ἱεροῖς προσπατταλεύουσι τὰ ἀναθήματα. (Ἄλλως. εἰώθασι τοῖς δένδροις κῶλα καὶ κρανία προσπατταλεύειν πρὸς
5ἀποτροπὴν βασκανίας οἱ γεωργοὶ, πρὸς τὸ μὴ ξηραν‐ θῆναι αὐτά. Ἄλλως. ἔθος ἦν τοὺς θηρῶντάς τινα ἄγραν μέρος τι τοῦ θηρωμένου, ἢ τὴν κεφαλὴν ἢ πόδα, προσηλοῦν πασσάλῳ ἐπί τινος δένδρου εἰς αὐτὴν τὴν ὕλην,) πρὸς τιμὴν τῆς Ἀρτέμιδος. —κοτίνῳ: Ἀγριε‐
10λαίᾳ. Θ. Dv. στεφάνῳ. P. προσπατταλεύσω: Προση‐ λώσω, κρεμάσω. Θ. Dv. προσηλώσω, προσκαρφώσω. P.

sch plut

944

ἄπειμι: Ἀπέρχομαι. Θ. ἤγουν ἀπέρχομαι. γινώσκω: Ἤγουν ἐπίσταμαι χείρων ὑπάρχων κατὰ πολύ. Dv. P.

sch plut

945

σύζυγον: Βοηθὸν, ἤγουν σύνδρομον. Dv. P. βοηθὸν, σύμμαχον. Θ.

sch plut

946

καὶ σύκινον: Ἴσον τῷ ἀσθενέστατον· τὸ γὰρ
ξύλον τῆς συκῆς ἀσθενὲς καὶ χαῦνον· ὅθεν καὶ συκίνη ἐπικουρία, ἀντὶ τοῦ ἀσθενὴς καὶ ἀνωφελήσ. ἢ σύκινον τὸν συκοφάντην κεκαλυμμένως λέγει, ἀπὸ τῆς συκῆς373
5σχηματίσας τὸ ὄνομα. —ἐν εἰρωνείᾳ τοῦτο. R. σύ‐ κινον: Ἀσθενῆ. Dv. ἀσθενῆ, ἀδύνατον. P. ἡ μεταφορὰ ἀπὸ τῆς συκῆς, διότι ἔνι ἡ συκῆ ἀνίσχυρος, καὶ θραύ‐ εται εὐκόλως. Dv. ἰσχυρὸν θεὸν: Τὸν δυνατόν. Dv. τὸν Πλοῦτον. P.

sch plut

947

τήμερον: Ἀττικόν. Θ. σήμερον. δοῦναι δίκην: Τιμωρίαν. Dv. τιμωρίαν, ἤγουν τιμωρηθῆναι. P. τι‐ μωρηθῆναι. Θ.

sch plut

948

Ὅτι: Διότι. περιφανῶς: Ἤγουν φανερῶς. Dv. καταλύει: Ἀφανίζει. περιφανῶς: Ἀριδήλως καὶ φανερῶς. Θ. P.

sch plut

949

οὔτε τὴν βουλὴν πιθὼν: Ἀντὶ τοῦ πείσας. ὅσα δ’ ἂν τῇ βουλῇ δόξῃ, ταῦτα ἐπὶ τὸν δῆμον ἀναφέρεται. καὶ ἐκ τῶν ἐναντίων τὰ ὑπὸ τοῦ δήμου ψηφιζόμενα ὑπὸ τῆς βουλῆς κυροῦται. —πιθὼν: Καταπείσας. Θ. Dv.
5πείσας. P.

sch plut

950

τὴν τῶν πολιτῶν: Ἤγουν τοὺς πολίτας ὅλους. D. τὴν ἐκκλησίαν: Τοὺς δικαστάς. Θ. Dv. τὴν συνά‐ θροισιν τῶν κριτῶν. P. ἔθος ἦν ἐν δημοκρατίᾳ ὅταν ψηφίσματα ἐγένετο, δεικνύειν τοῦτον τὴν βουλήν· εἶτα
5τοὺς κριτάς. Dv.

sch plut

951

ἐπειδὴ τὴν πανοπλίαν: Ἀντὶ τοῦ, ἐπειδὴ ἐγένου κατ’ ἐμὲ, ὅτε ἤμην πένης. (λόγους δὲ συκοφάν‐ του μιμεῖται.) —τὴν πανοπλίαν: Τὸ ἱμάτιον παίζων. Θ. Dv. τὰ ἐνδύματα. P. πανοπλία κυρίως ἡ τῶν ὅπλων
5πάντων διασκευή· ἐνταῦθα δὲ καταχρηστικῶς. Dorv. πανοπλία μὲν ἡ τῶν ὅπλων πάντων παρασκευὴ, ἐνταῦθα δὲ τὸ ἱμάτιον καταχρηστικῶς λέγει, μᾶλλον δὲ παίζων, ὅτι ἓν εἶχε τοῦτο μόνον ἀντὶ πολλῶν ἄλλων ἱματίων. Vict.

sch plut

952

ἔχων: Φορῶν. Dv. P. βαλανεῖον: Λοετρῶν. Dv. τρέχε: Συντόμως ἔρχου. P.

sch plut

953

κορυφαῖος: Ἐπεὶ περιίσταντο περὶ τὸ πῦρ, ὥσπερ χορὸς ἐν τοῖς βαλανείοις. (οὐκ ἐξῆν δὲ ξένον χο‐ ρεύειν ἐν τῷ ἀστικῷ χορῷ· παρὰ τοῦτο πέπαιχεν· ἐν δὲ τῷ Ληναίῳ ἐξῆν· ἐπεὶ καὶ μέτοικοι ἐχορήγουν. κο‐
5ρυφαῖος δὲ ὁ ἐν χόρῳ πρῶτος. [τὸ δὲ θέρου ἀντὶ τοῦ] θερμάνθητι. ὥσπερ ἀνδριὰς ἐπὶ κεφαλήν.) —κορυφαῖος ἑστηκὼς: Πρῶτος ὀρθῶς. θέρου: Ἤγουν θερμαίνου. Θ. Dv. P.

sch plut

954

τὴν στάσιν: Τὸ εἶναι κορυφαῖος τὸ βαλανεῖον. Dv. τὸ εἶναι ἐμὲ κορυφαῖον καὶ πρῶτον. P.

sch plut

955

ἀλλ’ ὁ βαλανεὺς: Λέγουσι γὰρ ὅτι οἱ πολλοὶ ἐλαττοῦσι τὸν ἀέρα τῶν λουτρῶν, εἰς ἑαυτοὺς αὐτὸν ἕλκοντες. —βαλανεὺς: Ὁ τοῦ βαλανείου ἐπιστάτης. ἕλξει: Ἑλκύσει. P. θύραζ’: Ἐκτὸς τῆς θύρας. Θ. Dv.

sch plut

956

τῶν ὀρχιπέδων: Τῶν ὄρχεων. R. V. Θ. Τῶν αἰδοίων. Dv. ἀπὸ τῶν ὄρχεων. γνώσεται: Γνωρίσει. P.

sch plut

957

τοῦ πονηροῦ κόμματος: Ὡς ἐπὶ νομίσματος εἶπεν, ἀπὸ μεταφορᾶς τῶν νομισμάτων τῶν κα‐ κῶς κοπέντων. —πονηροῦ: Ἀδίκου. P. τοῦ πονηροῦ
κόμματος: Ἤγουν τῆς μερίδος τῆς πονηρᾶς· χαρά‐Column end
5γματος. Dv. τοῦ χαράγματος. Θ. τοῦ λείμματος. R.

sch plut

958

νὼ: Καὶ ἡμεῖς. Θ. ἡμεῖς. εἰσίωμεν: Εἰσέλθω‐ μεν. Dv.

sch plut

959

ἆρ’ ὦ φίλοι γέροντες: Κορωνὶς ἑτέρα ὁμοία. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πδʹ, ὧν τελευταῖος
στέφανόν γέ τοι καὶ δᾷδ’ ἔχων πορεύεται.
5ἐπὶ τῷ τέλει κορωνίς.ἆρ’ ὦ φίλοι γέροντες: Γραῦς ἐστί (τις), ἥτις [πρώην] ἐμισθώσατο νεανίσκον δίκαιον ἐπὶ τῷ γαμεῖν αὐτήν. οὗτος δὲ πλουτήσας νῦν, ὡς δίκαιος, εἴασεν αὐτήν· διὸ καὶ καταβοᾷ τοῦ Πλούτου. —φίλοι: Προσφιλεῖς. P.

sch plut

960

ἀφίγμεθ’: Ἤλθομεν. Dv. ὄντως: Κατ’ ἀλή‐ θειαν. P. τοῦ νέου τούτου θεοῦ: τοῦ Πλούτου. Θ. Dv. τοῦ νεωστὶ φανέντος. Gl. V.

sch plut

961

τοπαράπαν: Διόλου. Dv. παντελῶς R. V. P. ἡμαρ‐ τήκαμεν: Ἐσφάλημεν, ἠστοχήσαμεν. Θ. Dv. ἐξεπέ‐ σομεν. P.

sch plut

962

ἀλλ’ ἴσθ’: Οὐχ ἡμάρτηκας· γίνωσκε. ἀφι‐ γμένη: Ἐλθοῦσα. Θ. Dv. P.

sch plut

963*

ὦ μειρακίσκη: Προσπαίζουσι τῇ πρεσβύτιδι οἱ γέροντες. [καὶ μειρακίσκην μὲν διὰ τὸ τεθρυμμένον τοῦ ὡραϊσμοῦ,] ὡρικῶς γὰρ ἀντὶ τοῦ νεωτερικῶς, ἢ ἀντὶ τοῦ εὐπρεπῶς καὶ κοσμίως, ἢ πιθανῶς ἢ κατὰ καιρόν.
5—πυνθάνῃ: Ἤγουν ἐρωτᾷς. ὡρικῶς: Νεωτερικῶς. Dv. ὡρικῶς: ἀντὶ τοῦ νεωτερικῶς. παίζουσι γὰρ τῇ γραῒ οἱ γέροντες. R. νεωτερικῶς, ἤγουν ὡς πυνθάνονται αἱ ἐν ὥρᾳ οὖσαι γυναῖκες, ἤτοι ἐν ἥβῃ τῆς ἡλικίας. P. Vict.

sch plut

964

φέρε νῦν: Δή. Θ. ἄγε δή. τὸν ἔνδοθεν: Τὸν ἐντός. Dv. τῶν ἔνδοθι: Ὑπαρχόντων τῆς οἰκίας. P. ἐξερχομένων δηλονότι. Θ.

sch plut

965

μὴ δῆτ’: Καλέσῃς δηλονότι. P. ἐξελήλυθα: Ἐξῆλθον. Dv.

sch plut

966

ὅτι: Διό. Θ. διότι. ἐχρῆν: Ἀντὶ τοῦ χρή. Dorv.

sch plut

967

πέπονθα: Ἔπαθα. Dv. ἔπαθον. P. δεινὰ: Χαλεπά. παράνομ’: Ἄδικα. Dv. τὸ φίλτατε κωμικὸν καὶ γεροντικὸν τὸ πρόσωπον. Θ.

sch plut

968

ὁ θεὸς οὗτος: Ὁ Πλοῦτος. Dv. ἤρξατο βλέ‐ πειν: Ἀρχὴν ἐποιήσατο ὁρᾷν. P.

sch plut

969

ἀβίωτον: Κακοβίωτον. Dv. οὐ βιώσεως ἄξιον. Θ. P. τὸν βίον: Τὴν ζωήν. Dv.

sch plut

970

τί δ’ ἐστίν; ἦπου καὶ σὺ συκοφάντρια: Ἐπειδὴ εἶδε τοὺς πονηροὺς τῶν ἀνδρῶν ἀτυχήσαντας βλέψαν‐ τος τοῦ Πλούτου, φησὶν ὅτι ἆρα καὶ σὺ ἐν ταῖς γυναιξὶ πονηρὰ εἶ; ὥσπερ δὲ πανδοκεύτρια, οὕτω καὶ συκο‐
5φάντρια. —ἦπου: Ὄντως ἄρα. συκοφάντρια: Ἤγουν ψεύτριαν. Dv.

sch plut

971

οἶσθα: Ὑπάρχεις. ἐγὼ μὲν οὒ: Οὐχ ὑπῆρχον. Dv. ἤγουν οὐκ εἰμὶ συκοφάντρια. P.

sch plut

972

ἀλλ’ οὐ λαχοῦς’ ἔπινες: Παρ’ ὑπόνοιαν ἀντὶ
τοῦ ἐδίκαζες. (ὅτι δὲ κατὰ γράμματα ἐκληροῦντο, προείρηται· οὐ μὴν ἀλλὰ καὶ ἐβούλευον οὗτοι τῷ πρὸ τούτου ἔτει ἀρξάμενοι. φησὶ γὰρ Φιλόχορος, ἐπὶ Γλαυ‐374
5κίππου, καὶ ἡ βουλὴ κατὰ γράμμα τότε πρῶτον ἐκα‐ θέζετο· καὶ ἔτι νῦν ὄμνυσιν ἀπ’ ἐκείνου καθεδεῖσθαι ἐν τῷ γράμματι ᾧ ἂν λάχωσι. Ἄλλως.) τοῦτο ἀφ’ ἑτέρου ἐστὶν ἑρμηνεῦσαι· Ἀθηναῖοι γὰρ ἀπὸ τῶν φυλῶν ἐποίουν τοὺς δικαστὰς κατὰ γράμμα, οἷον ἡ πρώτη τὸ
10α ἔσχε σημεῖον, καὶ ἡ δευτέρα τὸ β, καὶ αἱ ἄλλαι ὁμοίως ἕως τοῦ κ. [δέκα γὰρ φυλῶν οὐσῶν δέκα ἐγίνοντο δικασταί·] ὁ οὖν λαχὼν τὸ α πρῶτος ἐδίκαζε, καὶ οἱ ἄλλοι ὁμοίως. (Ἄλλως. ὡς ἐπὶ τῶν ῥητόρων· οἱ γὰρ λαχόντες μόνον ῥητορεύουσι· λέγει οὖν ὅτι ἆρα ὁ κλῆ‐
15ρός σου οὐκ ἀνῆλθεν. Ἄλλως. ἐκληροῦντο γὰρ πρὸς τὸ γράμμα καὶ οὕτως ἐδίκαζον. τάχα οὖν σὺ, φησὶ, λαχοῦσα οὐκ ἐδίκαζες, ἔπινες δὲ διὰ τοῦτο εἶπεν, ἵνα διαβάλλῃ τὰς γυναῖκας ὡς φιλοίνους. ἐρωτηματικῶς οὖν. ἐπειδὴ καὶ γέροντές εἰσιν οἱ δικάζοντες· διὸ εἶπε
20πρὸς τὴν γραῦν, «ἀλλ’ οὐ λαχοῦς’ ἔπινες ἐν τῷ γράμ‐ ματι.») —ὑβρίζει αὐτήν. Dv. λαχοῦς’: Κληρωθεῖσα. ἔπινες: Ἐδίκαζες. γρ. δικαστηρίῳ. P. κληρωσαμένη, ἐν τῷ δικαστηρίῳ. Θ. δέον εἰπεῖν, ἀλλ’ οὐ λαχοῦς’ ἔκρινες ἐν τῷ γράμματι, ὡς ἔμπροσθεν τὴν ἱστορίαν
25εἴπομεν εἰς τὸ [277] «ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου.» ὁ δὲ διαβάλλων αὐτὴν ὡς μέθυσον, φησίν· «ἀλλ’ οὐ λαχοῦς’ ἔπινες ἐν τῷ γράμματι.» Br. παρ’ ὑπόνοιαν. οὕτω γὰρ ὤφειλεν εἰπεῖν· ἆρα οὐ κληρωθεῖσα ἐν τῷ γράμματι ἐδίκαζες; ὁ δὲ τὸ τῶν γυναικῶν φί‐
30λοινον σκῶψαι θέλων ἔπινες φησί. P.

sch plut

973

ἐγὼ δὲ κατακέκν.: Ὑπὸ ἔρωτος πάσχω. Θ. Dv. ἐρωτικῶς λελύπημαι. P. δειλάκρα: ἡ ἄκρως ἀθλία. V. Θ. Dv. ἀθλία. P.

sch plut

974

τὸν κνισμὸν τίνα: (Ἀντὶ τοῦ κατακνισμόν. ἐπίτηδες δὲ) ὡς καπρῶσαν σκώπτει τὴν γραῦν. (Ἄλ‐ λως. κνισμός ἐστι κυρίως ἡ πρὸς τὴν μίξιν βακχεία καὶ πύρωσις. ἐνταῦθα οὖν κατακέκνισμαι, ἀντὶ τοῦ
5ὑπ’ ἔρωτος πάσχω.) —οὐκοῦν ἐρεῖς: Λέγεις. ἀνύσασα: Τελειώσασα. Dv. τελέσασα, σπεύσασα. Θ. ἐρεῖς ἀνύ‐ σασα: Εἴποις σπουδάσασα. P. τίνα: Κατακέκνισαι. Θ Dv. P.

sch plut

975

νῦν: Δή. Θ. νῦν: Λοιπόν. φίλον: Ἠγαπη‐ μένον. Dv.

sch plut

976

πενιχρὸν: Πτωχόν. εὐπρόσωπον: Ὡραῖον. Dv. P. ὡραῖον. Θ. ἄλλως: Κατ’ ἄλλον τρόπον. P.

sch plut

977

χρηστὸν: Ἀγαθόν. τοῦ: Τίνος. (καὶ τίνος. Θ.) δεηθείην ἐγὼ: Εἰς χρείας ἦλθον χρῄζων ἐγώ. Dv. ἐδε‐ ήθην. Θ. P.

sch plut

978

κοσμίως: Εὐτάκτως. καλῶς: Ἤγουν πρεπόν‐ τως. Dv.

sch plut

979

ὑπηρέτουν: Ἐδίδουν. P.

sch plut

980

ὅτι: Διότι. ἐδεῖθ’: Ἔχρηζε. ἑκάστοτε: Πάν‐ τοτε. Dv.

sch plut

981

ἐκνομίως: Ἀντὶ τοῦ ὑπερφυῶς, ὑπερβαλλόν‐ τως, μεγάλως. (κυρίως δὲ τὸ ὑπὲρ τὸ νενομισμένον.) —
οὐ πολλὰ: Ὑπηρέτουν αὐτῷ. Dv. ἐδεῖτο δηλονότι. P. ἐκνομίως: Ὑπερφυῶς καὶ πέρα τῆς συνηθείας. Θ.Column end
5ὑπερφυῶς, ἐπέκεινα νόμου. Dv. ὑπερβαλλόντως, ὑπερ‐ φυῶς, ὑπὲρ τὸ νενομισμένον. ᾐσχύνετο: Εὐλαβεῖτο. Paris.

sch plut

982

ᾔτης’: Ἐζήτησεν ἐμέ. Dv. τὸ εἴκοσιν Ἀττικὸν μετὰ τοῦ ν. V.

sch plut

983

εἰς ἱμ.: Χάριν. εἰς ὑποδήματα: Ἤγουν χάριν ἀγορᾶς. Dv.

sch plut

984

[ὅτι] τὸ ἀγοράσαι νῦν συνήθως ἡμῖν φησιν ἀντὶ τοῦ ὠνήσασθαι. R. V. Θ.

sch plut

985

ἐκέλευσε: Εἶπεν ἐμέ. θοιματίδιον: Μικρὸν εἱμάτιον. Dv.

sch plut

986

πυρῶν: Σίτου. Θ. ἐδεήθη: Εἰς χρείας ἦλθεν. μεδίμνων: Μοδίων. Dv. μοδίων τεττάρων. πάντα ταῦτα παρεῖχον. Θ. P.

sch plut

987

οὐ πολλὰ: Εἰρωνικῶς φησι παίζων· πολλὰ γὰρ κατέλεξεν. R. V. εἰρωνικὸς ὁ λόγος. Θ. Dv.

sch plut

988

ᾐσχύνετο: Ἐδεῖτο. Dv.

sch plut

989

οὐχ ἕνεκεν μισητίας: [Πορνείας, οἱονεὶ μισγη‐ τίας, παρὰ τὸ μίσγεσθαι.] καὶ ἐν τούτοις μισητίαν φησὶ τὸ εἰς τὰς συνουσίας εὐεπίφορον. οὐχ ἕνεκα, φησὶ, τοῦ ὑπηρετεῖν μου τῇ ἀσελγείᾳ. —μισγοτίας: Μί‐
5ξεως, συναφείας. Dv. μισητίας: Μίξεως, συναφείας, ἀπὸ τοῦ μίσγω δὲ μισγητία καὶ μισητία. Θ. πορνείας, μίξεως. P. Br.

sch plut

990

αἰτεῖν: Ζητεῖν. ἔφασκεν: Ἔλεγεν. Dv.

sch plut

991

οὕτω μεμνῇτο ὡς Ἡρωδιανός φησιν ἐν τῇ τῆς Ὁμηρικῆς προσῳδίας. τοῦτο δὲ ἐν εἰρωνείᾳ καὶ χλεύῃ. V. μεμνῆτο: Ἐνθυμοῖτο. Dv.

sch plut

992

ἐρῶντ’: Ἐπιθυμοῦντα. Θ. ἐκνομιώτατα: ἀντὶ τοῦ σφοδρῶς. R. V. ὑπερφυῶς, ὑπὲρ τὸ νενομισμένον Θ. Dv.

sch plut

993

ὁ βδελυρὸς: Ὁ αἰσχρός. Θ. Dv. μυσαρός. P. ἔτι: Εἰς τὸ ἑξῆς. Dv. νοῦν: Σκοπόν. P.

sch plut

994

μεθέστηκεν: Μετεβλήθη. Θ. Dv. μεταβέβλη‐ ται. μεθιστῶ τὸ μετάγω. P. μετετέθη τῆς διαθέσεως μετηλλάγη. Br.

sch plut

995

τουτονὶ: Εἰκότως εἶπε τουτονί. ἔφερε γὰρ ἐν ταῖς χερσὶν διὰ τὸ πέμψαι μὲν αὐτὴν ἐκείνῳ, μὴ δέ‐ ξασθαι δὲ αὐτὸν, ἀλλ’ ἀποπέμψαι πάλιν αὐτῇ.

sch plut

996

τἀπὶ τοῦ πίνακος: Ἐντὸς τοῦ πίνακος. Dv. σα‐ νὶς ζωγραφουμένη. πίναξ τὸ ἄκος τῆς πείνης, ἤγουν ὁ θεραπεύων τὴν πείναν διὰ τῶν ἐν αὐτῷ βρωμάτων. Θ. Vict.

sch plut

997

ἐνόντα: Ἐνυπάρχοντα. ὑπειπούσης: Κρυφίως μηνυσάσης. Θ. Dv. οἱ μὲν ἀντὶ τοῦ εἰπούσης, οἱ δὲ ἠρέμα φθεγξαμένης, ὃ καὶ ἄμεινον. R. V.

sch plut

998

ἔδρας’: Ἐποίησεν. Dv.

sch plut

999

ἄμητά τε προσέπεμψεν: Εἶδος πλακοῦντος γα‐ λακτώδους. οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρά μου, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον, (ὡσανεὶ λέ‐ γων μηκέτι πατῆσαι ἐκεῖ με.) —ἄμητα: Τὴν λεγο‐
5μένην ἰδιωτικῶς φλεψίαν. εἶχε γὰρ αὐτὸν ἐν ταῖς χερσί.
Θ. Dv. τὰ κοινῶς ταρχανά. Dv.375

sch plut

1000

ἐφ’ ᾧ τ’ ἐκεῖσε: Ἐπὶ τῷ ἐκεῖ. Θ. Dv.

sch plut

1001

πρὸς ἐπὶ τούτοις: Ἐκ παραλλήλου. ἀποπέμ‐ πων: Τὴν πρὸς ἐμὲ ἀποδιώκων συνήθειαν. Θ. Dv. εἰς τοὐπίσω πέμπων. P.

sch plut

1002

πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: Τινές φα‐ σιν, ὅτι ἐν τοῖς παλαιοῖς χρόνοις ἰσχυρότατοι ἦσαν οἱ Μιλήσιοι καὶ ὅπου προσετίθεντο πάντως ἐνίκων. Πο‐ λυκράτης οὖν ὁ Σάμιος συγκροτῶν πόλεμον πρός τινας
5ἠθέλησεν αὐτοὺς λαβεῖν εἰς συμμαχίαν, καὶ εἰς τὸ μαν‐ τεῖον ἀπῆλθεν ἐρωτήσων περὶ τούτου· ὁ δὲ θεὸς ἔχρη‐ σεν
ἦσαν πότ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. (Ἄλλως. περὶ τῆς παροιμίας ταύτης Δήμων οὕτω φησὶ
10«τῶν Καρῶν περὶ τοῦ πολέμου πρὸς τοὺς Ἀμπρακιώ‐ «τας βουλευσαμένων, ἀλκιμωτάτους ὄντας τῶν ἐν πο‐ «λέμῳ γειτόνων, τίνας χρὴ ποιεῖσθαι συμμάχους, οἱ «μὲν τοὺς Μιλησίους ἡγοῦντο δεῖν παρακαλεῖν· καὶ «γὰρ εὐημέρουν [τότε] μάλιστα τῶν περιοίκων καὶ
15»[διὰ τὸ] γειτνιᾶν τῇ Καρίᾳ τὴν τούτων χώραν· οἱ δὲ «διαλύσασθαι πρὸς τοὺς Πέρσας συνεβούλευον, τὴν «τούτων ἀρχὴν μεγίστην γεγονέναι φάσκοντες καὶ πάν‐ «των ἀλκιμωτάτους εἶναι κρατοῦντας τῆς Ἀσίας. ἔδο‐ «ξεν [οὖν] τοῖς Καρσὶν ἐρωτῆσαι τὸν Ἀπόλλωνα πότε‐
20«ροι τὸν χρησμὸν ὀρθῶς ἐκλαμβάνουσι. τὸν δὲ θεὸν «ἀποκρίνασθαι
πάλαι πότ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. «τοῦ δὲ χρησμοῦ διαδοθέντος εἰς τὰς Ἀσιάτιδας πό‐ «λεις, οἱ μὲν Μιλήσιοι τὴν προφῆτιν αἰτιασάμενοι
25«διεφθάρθαι χρήμασιν ὑπὸ τῶν μηδιζόντων πανδημεὶ «τοῖς Καρσὶ βοηθήσαντες, καὶ τοῖς Πέρσαις μετ’ ἐκεί‐ «νων συμβαλόντες, σχεδὸν ἅπαντες ἀπέθανον. τὸν δὲ «χρησμὸν διὰ τὴν ἀλήθειαν εἰς παροιμίαν ἐλθεῖν φασι». Ἄλλως. ἰσχυροί ποτ’ ἦσαν οἱ Μιλήσιοι, [ὡς] καὶ Ἀνα‐
30κρέων φησί. πολεμουμένους γὰρ Κᾶρας ὑπὸ Δαρείου τοῦ Ὑστάσπου, τοῦτον λαβεῖν τὸν χρησμὸν, πυνθανομένους εἰ προσλάβοιεν [συμμάχους] τοὺς Μιλησίους. ὁ δὲ νοῦς τοῦ λεγομένου τοιοῦτος,) ἀντὶ τοῦ πάλαι συνῆν σοι, νῦν δὲ οὔ. εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πρότερον μὲν εὐ‐
35δαιμονούντων νῦν δὲ ἀτυχούντων. —ἄλκιμοι: Ἰσχυ‐ ροί. Θ. Dv. οἱ Μιλήσιοι πάλαι ἐπ’ ἀνδρίᾳ θαυμαζόμενοι, καὶ σύμμαχοι τοῖς βουλομένοις ἐγίγνοντο. ἐλθόντες οὖν τινὲς εἰς τὸν Ἀπόλλωνα, καὶ πυνθανόμενοι αὐτοῦ, εἰ δέῃ Μιλησίους συμμάχους λαβεῖν, χρησμὸν ἔλαβον, ὅτι
40«πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι·» ἐπεκράτησε δὲ τοῦτο εἰς παροιμίαν. Dv.

sch plut

1003

δῆλον: Φανερόν. μοχθηρὸς: Ἤγουν κακότρο‐ πος. Dv.

sch plut

1004

ἥδεται φακῇ: Εἰκότως παρεικάζει φακῇ τὴν γραῦν διά τε τὸ τοῦ ὀσπρίου χαῦνον· τοιαῦται γὰρ καὶ αἱ γρᾶες· καὶ διὰ τὸ ἐσθίειν φακῆν τὰς γραῦς οὐκ ἐχού‐ σας ὀδόντας. —ἔπειτα: Μετὰ ταῦτα. Dv. πλουτῶν:
5Πλοῦτον ἔχων. P. ἥδεται: Εὐφραίνεται. Dv. φακῇ:
Ἐσθίων. P.Column end

sch plut

1005

πρὸ τοῦ: Πρότερον, πρῶτον. κατήσθιεν: Ἔτρωγεν. Dv.

sch plut

1006

ὁσημέραι: Πάντοτε. νὴ τὼ θεὼ: Τοὺς θεούς. Θ. τὸν Ἔρωτα καὶ τὴν Ἀφροδίτην. Dv.

sch plut

1008

ἐπ’ ἐκφορᾷ: πρὸς τὸ ἐκφέρειν καὶ λαβεῖν. R. V. ἤγουν ἐπ’ ἐξαγωγῇ τινος πράγματος. Dv. τοῦ ἐξαγαγεῖν σε ὡς νεκράν. P. ἐκφοράν: Ἐνταφιασμόν. Br.

sch plut

1009

ἐρῶν: Οὐ τῆς φωνῆς σου ἐρῶν ἀκοῦσαι ἤρχετο. Θ. ἐπιθυμῶν. λαβεῖν: Μᾶλλον ἕνεκα. P.

sch plut

1010

αἴσθοιτο: Νοήσειε. Dv.

sch plut

1011

νιτάριον καὶ βάτιον: εἴδη φυτῶν εἰσι τό τε νιτάριον καὶ ὁ βάτος. θέλει δὲ εἰπεῖν ὅτι ὡς ἄνθη με εἶχε. (Σύμμαχος δέ φησιν ὅτι Νιτάριος ἐπὶ μαλακίᾳ διαβάλλεται καὶ ἐν τοῖς ἑξῆς δράμασιν, ὁμοίως καὶ ὁ
5Βάτος. καὶ τὰς μικρὰς δὲ θηλείας βατύλας ἔλεγον. καὶ Θεοπόμπου δρᾶμά ἐστι Βατύλη. [Δίδυμος δέ φησιν ὑποκορίσματα πρὸς γυναῖκας· νιτάριον δὲ, νεόττιον, οἱονεὶ κοράσιον.] Ἄλλως. φιλοφρονητικὴ ἡ προσφώ‐ νησις. Νιτάριος δὲ πορνοβοσκὸς ἐγένετο. Ἄλλως. Νι‐
10τάριος τῶν ἐπὶ μαλακίᾳ σκωπτομένων. τὸ δὲ βᾶτον ἐκτεταμένως εἴρηται παρὰ τὸ βάταλον τὴν ἕδραν, τὸ δὲ συνεσταλμένως ἀναγινώσκειν ἀνόητον. ἢ δύναται βᾶτον ἀντὶ τοῦ τρυφερὸν καὶ μαλακὸν, οἷος ὁ βάτος τὸ ἰχθύδιον.) —Νίταρος καὶ Βάτος ἄνδρες ἦσαν θηλυπρεπεῖς καὶ
15ὡραῖοι· παρῄκαζεν οὖν αὐτὴν τούτοις ὑποκοριζόμενος· ἄλλοι δὲ νιτάριον καὶ βάτιον φασὶν εἴδη ἀνθέων, ἵνα λέγοι, ὡς ἄνθη με εἶχεν καὶ ἐκολάκευεν. Dv. νιττάριον καὶ βάτιον εἶδος φυτῶν. θέλει οὖν εἰπεῖν, ὅτι ἄνθη με εἶ‐ χεν, ἀντὶ τοῦ οὖν τοῦτο ἢ μετὰ τὸ εἰπεῖν λέγει νιττάριον
20καὶ βάτιον ἤγουν ὥσπερ ταῦτα τὰ ἄνθη, ἃ καλοῦσι νιτ‐ τάριον καὶ βάτιον. P. ὑπεκορίζετο: Ὑποκοριστικῶς ἐκολάκευεν. Θ. ὑποκοριστικῶς ἔλεγε. Dv. ὑποκοριστι‐ κῶς ἐλάλει. P.

sch plut

1012

ᾔτης’: Ἐζήτησεν. Dv. P.

sch plut

1013

μυστηρίοις τοῖς μεγάλοις: Ἐπεί ἐστι καὶ μικρὰ μυστήρια γινόμενα δι’ Ἡρακλέα. Ἡρακλῆς γὰρ ἐπιστὰς ἠξίου μυεῖσθαι. ἔθος δὲ ἦν τοῖς Ἀθηναίοις ξένον μὴ μυεῖν· μὴ βουλόμενοι οὖν λῦσαι τὸ ἔθος μηδὲ ἀπῶσαι τὸν εὐερ‐
5γέτην [Ἡρακλέα], ἐπενόησαν μικρὰ μυστήρια εὐμετά‐ δοτα. ὀχουμένην: Ὄχος ποιητικῶς τὸ ἅρμα τὸ ἐκ τῆς ἁμάξης κατεσκευασμένον, καὶ ὑπὸ τῶν ἵππων κινού‐ μενον καὶ ὀχούμενον· καὶ ὀχοῦμαι τὸ ἐπὶ ἅρματος τοιού‐
10του φέρομαι. —ὀχουμένην: Ἐπικαθημένην, φερομέ‐ νην. Θ. καθημένην. (πορευομένην Dv.) Dv. P.

sch plut

1014

ἐπὶ τῆς ἁμάξης: Αἱ γὰρ τῶν Ἀθηναίων γυ‐ ναῖκες ἐπὶ ἁμαξῶν ὀχούμεναι εἰς τὰ μεγάλα Ἐλευσίνια ἀπήρχοντο. ὡς ἐπὶ ἁμαξῶν οὖν ὀχουμένων αὐτῶν, ἐπὰν εἰς Ἐλευσῖνα βαδίζωσιν εἰς τὰ μεγάλα μυστήρια, καὶ
5λοιδορουσῶν ἀλλήλας ἐν τῇ ὁδῷ τοῦτο εἶπεν· ἔθος γὰρ ἦν αὐταῖς τοῦτο. —ἐπὶ: Ἐπάνω. ὅτι· Διότι ἔβλ. πρὸς ἐμέ. P. προσέβλεψε: Ἔνευσεν, ἐθέασεν. Dv.

sch plut

1015

ἐτυπτόμην: Ἐδερόμην. Dv. διὰ τοῦθ’: Διὰ τὸ
προσβλέψαι. ὅλην: Δι’ ὅλην. P.376

sch plut

1017

Ἐν τῇ οἰκείᾳ διαγράφεται δηλονότι. V. μόνος: Μεμονωμένος. P. ἥδεθ’: Εὐφραίνεται. ὡς ἔοικεν: Ὡς φαίνεται. ἐσθίων: Ἀναλίσκων τὰ σά. Dv.

sch plut

1018

παγκάλους: Ἐπιτηδείους. Dv. ὡραίας καὶ ἡδεῖς. P.

sch plut

1019

προτείνοιεν: Αὐτῷ. Θ. δώσει ἐν αὐτῷ. Dv. πα‐ ράσχοιεν. P. δραχμὰς: Νομίσματα. Θ. νομίσμασιν. Dv.

sch plut

1020

ὄζειν: ἀντὶ τοῦ ὀσμὴν ἡδεῖαν ἔλεγεν εἶναι ἀπὸ τοῦ σώματός μου. R. V. ἀπὸ τῆς χρόας ἔλεγε γλυκύ. ἐλέ‐ γετο ὄζειν τῆς χρόας ἐμοῦ ἡδὺ, ἀντὶ τοῦ ἐκ τῆς χρόας ὀσμὴν ἡδεῖαν ἀποπέμπεσθαι, ἤτοι ἡδυτάτην εἶναι τὴν
5ἀπὸ τοῦ σώματός μου ὀσμὴν φερομένην. P. ὄζειν δὲ τὰς χρόας ἔφασκεν ἡδύ μου: Ὀσμὴν ἐξιέναι ἀπὸ τοῦ σώμα‐ τος. C. ὀδμὴν εὐώδη πέμπειν. Θ.

sch plut

1021

εἰ Θάσιον ἐνέχεις: Ἐκεῖ γὰρ ἐν Θάσῳ ᾤκει Στάφυλος ὁ ἐρώμενος τοῦ Διονύσου· διαφέρει γὰρ ὁ Θά‐ σιος οἶνος. τὸ δὲ ἐνέχεις ἀντὶ τοῦ ἐκίρνας. —Θάσιον: Οἶνον δηλ. ἐνέχεις: Ἐκίρνας. Θ. Dv. P. εἰκότως:
5Ἐποίει τοῦτο. Θ. ἔλεγε τοῦτο. Dv.

sch plut

1022

μαλακὸν καὶ καλόν: Ἤπιον καὶ χαρίεν. Θ. Dv. ἥμερον καὶ ὡραῖον. P.

sch plut

1023

σκαιὸς: Ἀπαίδευτος, μωρὸς, ἀνόητος. P. ἠπί‐ στατο: Ἐγίνωσκε. Dv.

sch plut

1024

γραὸς καπρώσης τἀφόδια: Ἐρωτομανοῦς, μαχλώσης, ὀρεγομένης συνουσίας τὰ ἀναλώματα, τὴν οὐσίαν. ἔφοδος θηλυκῶς, ἡ ἐπέλευσις τινός· ἐφόδιον δὲ οὐδετέρως, καὶ ἐφόδια πληθυντικῶς, τὰ ἐν τῇ ὁδῷ κυρίως
5γινόμενα ἀναλώματα. ἐνταῦθα δὲ ἁπλῶς λέγει τὰ ἀναλώ‐ ματα. —καπρώσης: Ἐρωτομανοῦς. Θ. Dv. μαινομέ‐ νης, συνουσίας ὀρεγομένης. P. τἀφόδια: Τὰ ἀναλώματα· Dv. τὰ ἀναλώματα τὰ περὶ τὴν οὐσίαν. P. ἐφόδια λέγον‐ ται κυρίως ἃ ἔχει τις εἰς δαπάνην ἐν τῇ ὁδῷ· νῦν δὲ κα‐
10ταχρηστικῶς τὰ περιόντα αὐτῆς πράγματα· ἐποίησε δὲ τοῦτο, ἵνα διὰ τῆς συναλοιφῆς καὶ τὰ πράγματα, καὶ τὰ κόπρια νοῶνται. Dv. ἐφόδια λέγονται τὰ κατὰ τὴν ὁδὸν συντείνοντα. P. κατεσθίειν: Δαπανᾶν. Dv

sch plut

1025

τὸ ὦ φίλ’ ἄνερ σκωπτικῶς κατὰ τῆς γραός. P.

sch plut

1026

φάσκων βοηθεῖν: Καίπερ λέγων βοηθεῖν τοῖς ἀδικουμένοις, τοὐναντίον ποιεῖ, ἐκείνου τοῦ ἀδικοῦντός με προϊστάμενος. ἐπειδὴ τοῖς δικαίοις, ὡς ἀδικουμέ‐ νοις, προσεκλίθη. —καίπερ αὐτὸς λέγων. Dv.

sch plut

1027

ποιήσει: Ὁ Πλοῦτος δηλ. P. πεπράξεται: Πραχθήσεται. Dv. μετ’ ὀλίγον πραχθήσεται. P.

sch plut

1028

ἀναγκάσαι: Βιάσασθαι, διεγεῖραι. P. ἀναγ‐ κάζομαι, βιάζομαι. τὸ μὲν λέγεται ἐπὶ ἐμψύχων, τὸ δὲ, ἤγουν τὸ βιάζομαι, ἐπὶ ἀψύχων. ἔστι δ’ ὅτε θάτε‐ ρον ἀντὶ θατέρου λαμβάνεται. P. νὴ: Μά. Dv.

sch plut

1029

εὖ παθόνθ’: Εὐεργετηθέντα. P.

sch plut

1030

ἢ μηδοτιοῦν δίκαιον: Ἢ δίκαιόν ἐστι μηδ’ ὁτιοῦν ἀγαθὸν ἔχειν τὸν νεανίσκον. —δηλονότι ἄλλους πένεσθαι. Θ. ἢ μηδ’ ὁτιοῦν: Ἤγουν εἰ μὴ ἀντευποιή‐ σει, οὐδὲ ἓν κτλ. ἀγαθόν ἐστ’ ἔχειν: Ἤγουν εὐεργε‐
5τηθῆναι ὑπὸ τοῦ θεοῦ. P. ἐλλείπει ἐχρῆν. R.Column end

sch plut

1031

οὐκοῦν: Τὸ λοιπόν. ἀπεδίδου: Τοὺς μισθούς. Dv.

sch plut

1032

ἐκείνη μὲν τὸ καταλιπεῖν ἔφη ὅτι οὐδέποτέ με ἔλεγεν ἀφήσειν, ὁ δὲ χορὸς τὸ ἀπολαβεῖν ἔπαιξεν. V. ὀρθῶς γε: Ἀληθῶς λέγεις. (γάρ. Θ.) οἴεται: Νομίζει. Θ. Dv.

sch plut

1034

ἄλγους: Τῆς λύπης. κατατέτηκ’: Λέλυμαι, ἰσχνὴ γέγονα. Dv. ἀντὶ τοῦ ἠφανίσθην. P.

sch plut

1035

ἀλλὰ κατασέσηπας: Ὡς καταπεπονημένης αὐτῆς ὑπὸ τοῦ γήρως καὶ τοῦ χρόνου καὶ τῆς λύπης. γελοίου χάριν οὐ κατατέτηκας εἶπεν, ἀλλὰ κατασέση‐ πας. —οὐκ: Ἤγουν οὐ κατατέτηκας. P.

sch plut

1036

διελκύσαις: Διαβιβάσαις. Dv. οὕτω λεπτή εἰμι. R.

sch plut

1037

ὢν τηλία: (Κοσκίνου κύκλος, ἢ σανὶς πλα‐ τεῖα, ἐφ’ ἧς ἀλφιτοπωλοῦσιν. ἐν δὲ τῷ ὑπομνήματι οὕτως· τοῦτο τί ἐστιν οὐκ οἶδα· ὅτι δὲ συμβάλλεται πρὸς τὸ ἐν Μαρικᾷ Εὐπόλιδος, οἶδα· κἀκεῖ γὰρ τὴν
5Ὑπερβόλου μητέρα τηλίᾳ εἰκάζει τῇ πλατείᾳ σανίδι· τινὲς δὲ τηλίαν ξύλον φασὶ πλατὺ, εἰς ὃ τιθέασιν οἱ ἀρ‐ τοκόποι τοὺς ἄρτους ἐπὶ τῷ ξηραίνεσθαι. ἄλλοι δὲ τηλίαν τὸ τῆς καπνοδόχης πῶμα, ὅ ἐστι περιφερές. φησὶν οὖν ὅτι διὰ δακτυλίου ἑλκυσθείης, ἐὰν ᾖ ὁ δακτύλιος τηλία.
10τοῦτο δὲ ὡς παχείας αὐτῆς οὔσης καὶ μὴ δυναμένης διὰ δακτυλίου ἑλκυσθῆναι, ἀλλὰ τηλίας. Ἄλλως. τη‐ λία τὸ πλατὺ ξύλον εἴτε μακρὸν εἴτε ἄλλο τι ἐφ’ ἧς ἄλ‐ φιτα πωλοῦσι. ἔχει δὲ καθ’ ἑαυτὸ ἄπορον· ἐὰν δὲ καὶ τὸ ἐν Μαρικᾷ προσέλθῃ, ἔνθα εἰς τηλίαν φησὶ τὰ τοῦ
15Ὑπερβόλου ὀστᾶ ἐμβεβλῆσθαι, ἀπορώτερον ἔσται· ζη‐ τητέον οὖν.) τηλία μὲν γάρ ἐστιν ἡ ἀτρύπητος σανίς· ἐὰν δὲ τρυπηθῇ, ἁψὶς γίνεται. λέγει οὖν, εἰ μὴ ὁ δα‐ κτύλιος τοσοῦτον ἔχει τρύπημα, ὡς δοκεῖν εἶναι τηλία, (οὐκ ἂν διέλθοις. Ἄλλως.) σανὶς ἡ λεγομένη κάρδο‐
20πος· τηλία δὲ ἡ σηλία, ὥσπερ τὸ σήμερον τήμερον. καὶ δὴ καὶ ἰδίως ἐκαλεῖτο τηλία περίφραγμα σανίδων ἐν τῇ ἀγορᾷ, ἐν ᾧ ἄλφιτα ἐπιπράσκοντο· καὶ οἱ ὀρτυ‐ γοτρόφοι τοὺς ὄρτυγας συνέβαλλον ἐν τούτῳ. —εἰ τυγχάνει: Ναὶ, διελκύσει σέ τις δηλ. P. ὁ δακτύλιος:
25Ὁ γύρος. τηλία: Κοσκινόγυρος. Dv. D. P. κοσκίνου κύκλος. C. κύκλος κοσκίνου. V.

sch plut

1038

(καὶ μὴν τὸ μειράκιον: Πρόσεισιν ὁ παῖς στε‐ φάνους κομίζων τῷ Πλούτῳ διὰ τὸ πεπλουτηκέναι.)

sch plut

1039

οὗπερ: Οὗτινος. πάλαι: Πρὸ ὀλίγου. Dv.

sch plut

1040

ἔοικε: Φαίνεται. κῶμον: Μέθην. Dv. τὸ ἐπὶ κῶμον βαδίζειν, ἀντὶ τοῦ ἐπὶ μέθην· ὁ γὰρ μεθύων ἐπὶ μέθην βαδίζει αὐτῷ τῷ μεθύειν· καὶ οὐκ ἔστιν ἡ βάδισις αὐτοῦ οὐχ ἕτερον ἢ μέθη. Dv. ἐπὶ κῶμον: Μετὰ
5μέθην. P.

sch plut

1041

ἔχων: Κρατῶν, φορῶν. Dv. πορεύεται: Βα‐ δίζει. P.

sch plut

1042

ἀσπάζομαι: Κορωνὶς ἑτέρα ὁμοία. οἱ δὲ στί‐ χοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πεντήκοντα ἓξ, ὧν τελευταῖος
ὥσπερ λεπὰς, τῷ μειρακίῳ προσίσχεται.377
5μετὰ δὲ τὸν δέκατον στίχον, κῶλον ἰαμβικὸν μονόμε‐ τρον βραχυκατάληκτον. ἔστι δὲ βραχυκατάληκτον, ὡς εἴρηται, τὸ λειπόμενον ὅλου ποδὸς πρὸς ἀπαρτισμὸν τῆς συζυγίας τῶν ποδῶν, ἢ τοῦ μονομέτρου τυχὸν ἢ τοῦ διμέτρου. ἐπὶ τῷ τέλει κορωνὶς, καὶ ἑξῆς τὸ χοροῦ
10αὖθις. ἐχρῆν γὰρ κἀνταῦθα θεῖναι χορὸν εἰσιόντων ἐντὸς τῶν ὑποκριτῶν, ἄχρις ἄν τις ἕτερος ἐπέλθοι ὑποκρι‐ τής.(ἀσπάζομαι: Ὡς διὰ χρόνου αὐτὴν ἀσπαζόμενος φησί. μεθύων δὲ οὐ λέγει χαῖρε, ἀλλ’ ἀσπάζομαι. ἡ δὲ
15διὰ τὸ ἄτοπον [δοκοῦν] τῆς προσρήσεως ἐρωτᾷ, τί φη‐ σιν.) ἀσπάζομαι: Προσφθέγγομαι. Dv. χαιρετῶ. P. ὡς διὰ χρόνου ἰδὼν αὐτὴν, ἀσπάζομαι φησὶ, καὶ οὐ χαῖρε· ἡ δὲ διὰ τὸ ἄτοπον δοκοῦν τῆς προσρήσεως ἐρωτᾷ τί
20φησί· «τάλαιν’ ἐγὼ τῆς ὕβρεως ἧς ὑβρίζομαι.» LB. διὰ τοῦ ἀρχαία ὡς γραῦν (αὐτὴν) σκώπτει. R. V. τὸ ἀρχαία τὴν γραῦν σκώπτει. ὥσπερ ἀπὸ τοῦ αἴτιος αἰτίου αἰτία, καὶ ἀπὸ τοῦ εὔδιος εὐδίου εὐδία, οὕτω καὶ ἀπὸ τοῦ πολιός πολιοῦ πολιά. πολιὸς ἦν ἀνὴρ, ὁ τὴν πολιὰν
25ἔχων, ἤτοι ὁ γηραιός. καὶ πολιὰ θρὶξ ἀπὸ τούτου ἡ λευκή. P.

sch plut

1043

πολιὰ: Λευκὴ τὴν τρίχα. Θ. πεπολιωμένη. ταχὺ: Ταχέως. Dv. νὴ τὸν οὐρανόν: Διὰ τὸ καὶ τὸν οὐρανὸν λευκὸν φαίνεσθαι πολλάκις. Θ.

sch plut

1044

τάλαινα: Ἀθλία. Dv.

sch plut

1045

ἔοικε: Ἐπεὶ τοιαῦτά σοι λέγει. Θ. φαίνεται ὁ νεανίας. ἑωρακέναι: Θεάσασθαι. Dv. διὰ τοῦ ο μικροῦ τὸ ἑορακέναι διὰ τὸ μέτρον. R.

sch plut

1046

ἐπεὶ μετὰ ταύτης παλαιᾶς οὔσης πρότερον συνδιῆγεν. V.

sch plut

1047

πολλοῖς: Μεθύσοις. P.

sch plut

1048

μεθύων γὰρ, ὡς ἔοικεν, ὀξύτερον βλέπει: Οἱ γὰρ μεθύοντες οὐχ ὁρῶσι. παίζει οὖν, ὅτι ὀξέως ἐθεά‐ σατο τὰς πολιὰς αὐτῆς ὁ νέος, ἀμαυροῦσθαι ὀφείλων τὴν ὄψιν ἐκ τῆς μέθης. μεθύων δέ φησιν, ἐπεὶ καὶ ἐπὶ
5κῶμον ἀπῄει, ὡς ἔφη. [τοὐναντίον δὲ, εἶπε, τοῖς ἄλλοις πέπονθεν, ἐπειδὴ νήφων οὐκ ἔγνω, ἀλλὰ μεθύων, γραῦν οὖσαν.] —εἰκότως φησὶ τοῦτο οὕτω προσιόντα τὸν νέον ἰδών· οἱ γὰρ μεθύοντες μάλιστα οὐχ ὁρῶσι. παίζει οὖν, ὅτι ταχέως ἐθεάσατο τὰς πεπολιωμένας αὐτῆς τρίχας ὁ
10νέος ἀμαυροῦσθαι ὀφείλων τὴν ὄψιν ὑπὸ τῆς μέθης. μεθύων δὲ ἔφη, ἐπεὶ καὶ ἐπὶ κῶμον βαδίζειν ἀνωτέρω εἴρηκεν. LB. ὀξύτερον: Διορατικώτερον. Dv. καθαρώ‐ τερον. P.

sch plut

1049

ἀκόλαστος: Ἀσελγής. Θ. αἰσχρὸς, ἀναίσχυν‐ τος. LB. οὐκ ἔστιν ὅτι ἀπαίδευτος. Dv. ἀπαίδευτος. P. κολάσεως ἄξιος. R.

sch plut

1050

θεοὶ πρεσβυτικοὶ: Οἱ τοῖς πρεσβύταις ἐφιστά‐ μενοι θεοί· ἐπεὶ καὶ ὁ Ποσειδῶν τῶν πρεσβυτέρων ἐστὶ θεῶν, (καὶ οὐχ ὅμοιός ἐστι Διονύσῳ ἢ Ἀπόλλωνι. τὸ δὲ) Ποντοπόσειδον ἢ ὦ πόντιε Πόσειδον ἢ μεταφορικῶς
5ἀπὸ τοῦ πόντου, ἀντὶ τοῦ ὦ μέγιστε Πόσειδον. (καὶ
Σώφρων γάρ φησι πόντος ἀγαθῶν, πλῆθος καὶ μέγεθος θέλων σημᾶναι. Ἄλλως. ἐπεὶ γραῦς ἐστιν αὐτὴ, διὰ τοῦτο καὶ ὁ νεανίσκος πρεσβυτέρους θεοὺς ὤμοσεν, ὡς τοῦ ὅρκου τούτου πρεσβυτικοῦ ὄντος. ἢ ὦ τῶν πρεσβυ‐Column end
10τέρων ἐπόπται. ἢ οὐ πάντως, ἀλλ’ ἐν παιδιᾷ μετ’ ἐκ‐ πλήξεως φαίνεται καὶ μεγάλης τινὸς ἐμφάσεως χρῆσθαι τούτῳ.) —ὦ Ποντοπόσειδον: Φεῦ βασιλεῦ τοῦ πόν‐ του. Dv. πρεσβυτικοὶ: Γεροντικοί. Θ. Dv. LB. θεοὶ πρεσβυτικοί· οἰκεῖον τῇ γραῒ λέγειν τοῦτο τὸν νέον·
15καὶ γὰρ γέροντες γέρουσιν ἁρμόζουσι· ἔστι δὲ ὁ Ποσει‐ δὼν τῶν γερόντων καὶ οὐ τῶν νέων, ὥσπερ ὁ Ἀπόλλων καὶ ὁ Διόνυσος, καὶ ὁ Πάν. τὸ δὲ Ποντοπόσειδον ἀντὶ τοῦ, ὦ ἄναξ τῆς θαλάσσης, ἢ, ὦ θαλάσσιε Πόσειδον. LB. πρεσβυτικοὶ θεοὶ οἱ ἀρχαῖοι, οἱ παλαιοί. καὶ γὰρ καὶ
20πρεσβυτικοὺς θεοὺς ἔλεγον τοὺς ἀρχαίους ὡς πρὸς Διό‐ νυσον ἢ Ἀπόλλωνα. P.

sch plut

1051

τῶν ῥυτίδων: Τῶν ῥυτιδωμάτων. LB. ῥυτί‐ δες, ἃς οἱ κοινοὶ λέγουσιν ἐπὶ τοῦ προσώπου ζαρώματα. Vict.

sch plut

1052

ἆ ἆ: Ὡς τοῦ νεανίσκου προσφέροντος τὴν δᾷδα αὐτῇ, τοῦτο λέγει· ἔστι δὲ ἐπίρρημα ἐκπλήξεως καὶ κελεύσεως. —ἆ, ἆ: Ἐπιφώνημα, ἐπίρρημα ἐκ‐ πλήξεως. Dv. ἐπίρρημα ἐφεκτικόν. μή μοι πρόσφερε
5Μηδαμῶς πλησίον ἐμοῦ φέρε. LB. ἔμπροσθεν. Dv.

sch plut

1053

λάβῃ: Καταλάβῃ. LB. ἅψηται. Dv.

sch plut

1054

ὥσπερ παλαιὰν εἰρεσιώνην: Εἰρεσιώνη στέμ‐ ματα πρὸ τῶν πυλῶν περιειλημένα πλακουντικοῖς τισι κολλύροις καὶ ἄλλοις τοιουτοτρόποις τοῖς τε ὡραίοις καρποῖς καὶ ἐλαίας ἀποκρεμάμενα. λιμοῦ γὰρ ἐνσκή‐
5ψαντος ἀνεῖλεν ὁ θεὸς τὰς εἰρεσιώνας πρὸ τῶν θυρῶν κρεμάσαι. (θαλλὸς ἐλαίας, ἢ δάφνης, ἐξ ἐρίων συμπε‐ πλεγμένος, ἔχων ἄρτον ἐξηρτημένον καὶ κοτύλην· ἔστι δὲ μέτρον [ὃ νῦν καλοῦμεν ἡμίξεστον]· καὶ σῦκα [καὶ πάντα τὰ ἀγαθά]. ταύτην δὲ τὴν εἰρεσιώνην πρὸ τῶν
10οἰκημάτων ἐτίθεντο οἱ Ἀθηναῖοι καὶ κατ’ ἔτος αὐτὴν ἤλλαττον· εἰώθει δὲ παῖς ἀμφιθαλὴς ἀμφ’ αὐτῇ ταῦτα λέγειν,
εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους
καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀποψήσασθαι,
15
καὶ κύλικ’ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ.
) Ἄλλως. κλάδος ἦν ἐλαίας ἐρίοις πεπλεγμένος· ἐξήρτητο δὲ αὐτοῦ τὰ ὡραῖα πάντα. ἵστασαν δὲ αὐτὸν πρὸ τῶν θυρῶν κατὰ παλαιὸν χρηστήριον· οἱ μὲν γάρ φασιν ὅτι λιμοῦ, οἱ δὲ καὶ ὅτι λοιμοῦ πᾶσαν τὴν γῆν κατασχόν‐
20τος ὁ θεὸς εἶπε προηροσίαν τῇ Δηοῖ ὑπὲρ ἁπάντων θῦσαι θυσίαν Ἀθηναίους· οὗ ἕνεκα χαριστήρια παν‐ ταχόθεν ἐκπέμπουσιν Ἀθήναζε [τῶν καρπῶν τὰς ἀπαρ‐ χάς]. —πρὸς ἀποτροπὴν τοῦ λοιμοῦ. τελεῖται δὲ ἡ θυ‐ σία αὕτη παρὰ τῶν παίδων τῶν Ἀθηναίων. R. Ἄλ‐
25λως. Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις θύουσιν Ἀθηναῖοι· φέρουσι δὲ οἱ παῖδες τὰ προκατει‐ λεγμένα ἀκρόδρυα, καὶ ταῦτα πρὸ τῶν θυρῶν κρεμῶσι. κατά τι δὲ χρηστήριον πρὸς ἀποτροπὴν λιμοῦ ταῦτα
ἐποίουν. —Ἄλλως. στεφανώματα καὶ ἕως τῆς378
30σήμερον ἔχουσιν οἱ Ἑβραῖοι ἐπάνω τῶν τραπεζῶν. τῶν καρπῶν τὰς ἀπαρχὰς ἐν καιρῷ τινι ταύταις ἀνε‐ κρέμνων, ἐν δὲ ἑτέρῳ ἔκαιον. V. παλαιὰν: Κατάξηρον. εἰρεσιώνην: Κλάδον ἐλαίας ξηρόν. LB. ἐλάϊνον κλάδον ἢ στέφανον ἐξ ἀνθέων ἢ κλάδων πεπλησμένων.
35Θ. στέφανον, κλάδον ἐλαίας. Dv. καύσεται: ἀντὶ τοῦ καύσει. R.

sch plut

1055

ποῖ τάλαν: Τὸ ποῖ σκωπτικόν· δηλοῖ γὰρ ἀκολασίας τόπον ζητούσης. —διὰ χρόνου: Διὰ πολ‐ λοῦ. πρός με: Εἴς με. παῖσαι: Ἀπὸ τοῦ παίω, γρά‐ φεται παῖξαι. P. ἀπὸ τοῦ παίζω παῖξαι. τὸ δὲ παῖσαι
5ἀπὸ τοῦ παίω ἐφ’ ἑτέρου. V. παῖξαι Ἀττικῶς. Θ. ποῖ τάλαν: Οὐκ ὦ ἄθλιε. LB.

sch plut

1056

παιδιὰν τίνα: Οὕτως Ἀττικοὶ βραχυκαταλή‐ κτως καὶ παροξυτόνως ἐπὶ τοῦ παιγνίου. —αὐτοῦ: Ἐνταῦθα. Dv. ἐν αὐτῷ τῷ τόπῳ. P. κάρυα: Καρύδια. παιδιὰν τίνα: Παίγνιον ποταπόν. LB.

sch plut

1057

πόσους ἔχεις ὀδόντας: Δέον εἰπεῖν κάρυα, εἶ‐ πεν ὀδόντας, ὡς πρὸς γραῦν. —τοῦτο παρ’ ὑπόνοιαν εἶπε κωμῳδῶν αὐτὴν ὡς πάνυ γραίαν· ἔδει γὰρ εἰπεῖν, πόσα ἐν χερσὶν ἔχω, ὥσπερ εἰώθασι λέγειν οἱ τὰ ἄρ‐
5τια περισσὰ παίζοντες. Junt. (Ἄλλως.) ἀντὶ τοῦ, πόσα ἔχεις κάρυα. παιδιὰ γάρ ἐστι τοιαύτη· δραξάμε‐ νός τις καρύων καὶ ἐκτείνας τὴν χεῖρα ἐρωτᾷ, πόσα ἔχω; καὶ ἐὰν ἐπιτύχῃ, λαμβάνει ὅσα ἔχει ἐν τῇ χειρί· ἐὰν δὲ ἁμάρτῃ κατὰ τὴν ἀπόκρισιν, ἀποτίνει ὅσα ἂν ὁ
10ἐρωτήσας εὑρεθείη ἔχων ἐν τῇ χειρί. —γνώσομαι: Γνωρίσω. P.

sch plut

1059

ἀπότισον: Ἀπόδος, ἡττηθεῖσα τὸ συμπεφω‐ νημένον. LB. ἀπόδος. Θ. συνθηκοποίησον. V. γόμφιον: Γονιαῖον ὀδόντα. Θ. LB. γωνιακὸν ὀδόντα. Dv. P. φο‐ ρεῖ: Φέρει. Θ.

sch plut

1060

ταλάντατ’: Ἀθλιώτατε. Θ. ὑγιαίνειν: Τὸν νοῦν. Dv. ὑγιῶς ἔχειν τὸν νοῦν. P.

sch plut

1061

πλυνόν με ποιῶν: Ἐφύβριστον πλῦμα. πλυ‐ νὸς δὲ ὀξυτόνως τὸ ἀγγεῖον αὐτὸ, παροξυτόνως δὲ τὸ πλυνόμενον. —πλυνόν: Ἐφύβριστον· πλυνὸς λεκάνη. Dv. ἄτιμον· πλυνὸς γὰρ ἡ λεκάνη ἐν ᾗ τὰ ἱμάτια πλυ‐
5νόμενα ἀφιᾶσι τὸν ῥύπον. Θ. ἄτιμον. LB. ἐφύβριστον, καταπεπλυμένην ὀνείδεσι καὶ μυκτηρισμοῖς. Br. ἐφύ‐ βριστον ἤτοι καταπεπατημένην. P. καταγελᾷς τὸν ἀσχήμονα. V.

sch plut

1062

ὄναιο: ὠφελείας τύχοις. R. ὠφεληθείης. Θ. Dv. ἐκπλύνειε: κακεμφάτως (ἐπὶ συνουσίας) εἶπε τὸ ἐκπλύνειέ σε. R. V. ἀποκαθαρεῖ. ἐπὶ συνουσίας εἶπεν ἐκπλύνειέ σε. P. αἰσχρῶς νοητέον τὸ ἐκπλύνειέ σε ἐπὶ
5συνουσίᾳ. Θ.

sch plut

1063

καπηλικῶς ἔχει: Ἀντὶ τοῦ πανουργικῶς· ἐπεὶ οἱ κάπηλοι (χρίειν καὶ ἀναποιεῖν τὰ ἱμάτια εἰώθασι. καὶ) τὸν οἶνον δὲ ὀνθυλεύουσι, συμμιγνύντες αὐτῷ σα‐ πρόν. —κομμωτικῶς καὶ ἐψιμυθισμένως ἔχει, καὶ
5οὐ τὴν κατὰ φύσιν χροιὰν ἔχουσα, ἀλλὰ νόθον καὶ ξένην. Θ. Junt. οὐ δῆτ’: Οὐδαμῶς. Dv. καπηλικῶς:
Κομμωτικῶς ὀφείλων κἀνταῦθα εἰπεῖν, καπηλικῶς πάλιν εἶπε παίζων. LB. πανουργικῶς. P. ἔχει: Διά‐ κειται. Dv.Column end

sch plut

1064

ἐκπλυνεῖται: Ἐκπλυνθείη. LB. ἀποπεσεῖται. Paris.

sch plut

1065

ὄψει κατάδηλα: Θεάσῃ λίαν φανερά. LB. ὄψει: Θεάσεις. κατάδηλα: Τὰ φανερά. P. τὰ ῥάκη: τὰς ῥυτίδας. R. τὰς ῥυτίδας τὰς ἐπιδιπλώσας τοῦ δέρ‐ ματος. Θ. ἤγουν τὰς ῥυτίδας. LB. ῥυτιδώματα. P. ῥά‐
5κος τὸ διερρηγμένον ἱμάτιον· μεταφορικῶς οὖν φησιν ἐνταῦθα ῥάκη, ἤγουν τὰς ῥυτίδας τοῦ διεφθαρμένου αὐτῆς προσώπου ὑπὸ τοῦ γήρως. LB.

sch plut

1066

ὑγιαίνειν: Ὑγιῶς ἔχειν. Dv.

sch plut

1067

πειρᾷ: Συνουσιάζει σε. LB. συνεύει. Θ. Dv. P. τιτθίων: Τῶν μαστῶν. LB. Θ. Dv. P.

sch plut

1069

ὡς πόρνη τὴν Ἀφροδίτην ὄμνυσιν. τῶν μα‐ στῶν ἐφάπτεται. ἀναίσχυντε, λάγνε. Θ. οὐκ ἐμοῦ γ’: Ἐφάπτεται. βδελυρὲ: Μισητὲ, ἀναίσχυντε. LB.

sch plut

1070

εἰ ἡψάμην τῶν τιτθίων. R. τὴν Ἑκάτην οὗτος ὡς σώφρων ὄμνυσιν. Θ. ὡς σώφρων. Dv. οὐ δῆτα: Οὐδαμῶς ἐφάπτομαι αὐτῆς. LB.

sch plut

1071

οὐκ ἐῶ: Οὐκ ἐφίημι. LB. οὐκ ἐάσω. Dv. τὴν μείρακα: Παίζει μείρακα τὴν γραῦν ὀνομάζων. Θ. τὴν γραῦν. LB.

sch plut

1072

ὑπερφιλῶ: Λίαν φιλῶ αὐτήν. LB. ὑπὲρ: Λίαν. Dv.

sch plut

1073

τί κατηγορεῖ: Ἐμοῦ ἡ γραῦς. LB.

sch plut

1074

ὑβριστὴν: Ἀλαζόνα. LB.

sch plut

1075

πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: τινὲς τοῖς Κυπρίοις φασὶ τοῦτο ῥηθῆναι βουλομένοις ἔχειν συμ‐ μάχους. R. Θ.

sch plut

1076

τὸ τί: Οἱ χαλεπαίνοντες οὕτως ἔλεγον, τὸ τί. —ἐγὼ: Οὐκοῦν. οὐ μαχοῦμαι: Οὐ διενεχθήσομαι. Dv. Οὐ μαχέσομαι. LB. εἰ βούλει λαβεῖν ταύτην εἰς γυναῖκα. Θ. τὸ τί: Οὐ μαχέσῃ ἐμοί; LB.

sch plut

1077

αἰσχυνόμενος: Ἐντρεπόμενος, εὐλαβούμενος. LB. τὴν ἡλικίαν: Τὸ σὸν γῆρας. Θ. Dv.

sch plut

1078

τοῦτ’: τὸ συνουσιάζειν. R. P. ἐπέτρεπον: Ἐνεδίδουν. LB. συνεχώρουν, ἐνεδίδουν. P. ποιεῖν: Ὃ βούλεται. LB.

sch plut

1079

συλλαβὼν: Μετὰ σοῦ. τὴν μείρακα: Τὴν γραῦν. LB.

sch plut

1080

τὸν νοῦν: Ὃ λέγεις. ἀξιοῖς: Ἄξιον κρίνεις. LB. οὐδαμῶς ἄξιον κρίνεις συνοικεῖν. P.

sch plut

1081

ὁ δ’ ἐπιτρέψων: Ἀντὶ τοῦ τίς αὐτὸν ἐᾷ ἀνα‐ χωρῆσαι; ἢ αὐτὸς ὁ Χρεμύλος, ὅτι οὐ συγχωρῶ σοι ἐᾶσαι αὐτήν. δύναται δὲ τὸ, ὁ δ’ ἐπιτρέψων, τοῦ νεα‐ νίσκου εἶναι, ἵν’ ᾖ τίς μοι ἐπιτρέψει συνεῖναι αὐτῇ;
5εἶτα ὡς παραιτούμενος ἐπιφέρει, ὅτι οὐκ ἂν αὐτῇ δια‐ λεχθείην διεσπεκλωμένῃ ἤγουν ἐξηραμμένῃ, γαμη‐ θείσῃ, ἐν τῇ συνουσίᾳ κατατετριμμένῃ, ἢ ἀχρήστῳ πρὸς συνουσίαν διὰ τὸ γῆρασ. σπεκλοῦν γὰρ τὸ συνου‐ σιάζειν, παρὰ τὸ πλέκεσθαι· σπέκλωμα γὰρ ὁ ἦχος τῆς
10συνουσίας. ἢ διαλελυμένῃ, κυρίως ἐπὶ σχοινίων τῶν
πλακέντων, εἶτα διαλυθέντων ἐν χρόνῳ. ἢ ὑπεσπληνι‐ σμένῃ. διεσπεκλωμένῃ οὖν, πρὸς συνουσίαν ἀχρήστῳ γενομένῃ καὶ πεπαλαιωμένῃ καὶ ὑπὸ πολλῶν ἐν συν‐ ουσίᾳ τετριμμένῃ. τὸ σπεκλοῦν ἐπὶ τοῦ συνουσιάζειν379
15τάττουσιν, οὐχ ὡς προηγουμένως τοῦτο σημαῖνον, ἀλλ’ ὅμοιον πολλοῖς συμβολικοῖς ὀνοματοποιοῦντες, καὶ μά‐ λιστα ἐφ’ ὧν τὸ εὐθυρρημονεῖν ἐνίσταται. —εἶναι μετ’ αὐτῆς: Καὶ διὰ τοῦτο ταῦτά φησι τοῦτον λαβεῖν με. Θ. διὰ τοῦτο ταῦτα φής. Dv. ὁ δ’ ἐπιτρέπων: Ὁ ἄδειαν
20διδούς. LB. ἐπιτρέψων: Λαβεῖν. Dv. συγχωρήσων. P.

sch plut

1082

διαλεχθείην: Ὁμιλήσαιμι. Br. P. διεσπεκλω‐ μένη: Ὦ γεγαμημένη. LB. γαμηθείσῃ. P. γεγαμημένῃ. σπέκλωμα γάρ ἐστιν ὁ τῶν ὄρχεων κτύπος. Θ. συνου‐ σιασμένῃ, διεφθαρμένῃ. C. οὐκ ἂν διαλεχθείην διεσπε‐
5κλωμένη· ἢ ὑπὸ τῆς συνουσίας ἠφανισμένη. ἔχει δὲ τὴν παραγωγὴν ἀπὸ τοῦ πλέκω, καὶ ἀπὸ τοῦ πλέγμα· καὶ κατὰ μετάθεσιν πέκλωμα. δύναται δὲ καὶ κλητικὴ εἶναι τὸ ἐσπεκλωμένη καὶ δοτικὴ, οὕτως, ὦ διεσπεκλωμένη, οὐκ ἂν διαλεχθείην σοι· καὶ, οὐκ ἂν διαλεχθείην σοι τῇ
10διεσπεκλωμένῃ, καὶ τὰ ἑξῆς. LB.

sch plut

1083

[ὑπὸ μυρίων ἐτῶν: Λείπει ἀνδρῶν. ὁ δὲ γέρων τὸ ἐτῶν προσέθηκε, σκώπτων (αὐτὴν) ὡς γραῦν.] — λίαν πολλῶν πολιτῶν. LB. χρόνων ἢ πολιτῶν. Dv. πο‐ λιτῶν. P.

sch plut

1085

καὶ τὴν τρύγα σε: Πολλάκις καὶ τὸν νέον οἶνον τρύγα ἐκάλουν· νῦν δὲ οὐχ οὕτως, ἀλλ’, ὡς ἡμεῖς, τὴν ὑποστάθμην. —συνεκποτέ’ ἐστὶ: Ἀντὶ τοῦ συνεκ‐ ποτέον. Dv. συνεκποτέον ἔστι: Ἄξιον ἐστὶ ἐκπιεῖν. LB.
5τὴν τρύγα: Τὴν ὕλην. Dv. τὴν τοῦ οἴνου ὕλην. Θ. LB.

sch plut

1086

κομιδῆ: Λίαν (Θ). σαπρά: Σεσαπρωμένη. LB.

sch plut

1087

οὐκοῦν τρύγοιπος: Ὁ ὑλιστὴρ [ὁ σάκκινος. πρὸς ἃ οὖν εἶπεν ὁ νεανίσκος, ἀπήντησεν ὁ γέρων]. — οὐκοῦν: Τὸ λοιπόν. τρύγοιπος: Τὸ σακελιστήριον. ἤγουν τὰ αὐτῆς χρήματα. Θ. Dv. τρύγιπος: Σακελι‐
5στήριον. LB. τρύγιπος: Τρὺξ τρυγὸς ἡ τοῦ οἴνου ὕλη· τρύγοιπος δὲ λέγοιτ’ ἂν κυρίως, δι’ οὗ τὴν ὕλην τοῦ οἴνου σακελίζομεν. LB.

sch plut

1088

εἴσιθ’ εἴσω: Εἴσελθε ἐντός. τῷ θεῷ: Τῷ Πλούτω. LB.

sch plut

1089

ἀναθεῖναι: Ἀναθῆσαι. τούσδ’ οὓς ἔχω: Τού‐ τους οὕστινας κρατῶ. LB.

sch plut

1090

αὐτῷ: Τῷ θεῷ. LB.

sch plut

1091

ὁ Χρεμύλος ἢ ὁ θεράπων. R. οὐκ εἴσειμι: Οὐκ εἰσελεύσομαι. LB. P. εἰσέρχομαι. Dv. θάρρει: Ἔχε θάρρος. LB. ἢν αὐτὴ εἰσέλθῃ. Θ.

sch plut

1092

[οὐ γὰρ βιάσεται: Ὃ ποιοῦσιν οἱ ἄνδρες, τοῦτο ἐπὶ τῆς γραός φησιν, οὐ γὰρ βιάσεταί σε ἡ γραῦς.] — τὸ βιάσεται ἐπὶ ἀνδρός· Dv. οὐ γὰρ βιάσεται: Σε ὁ νέος, ὥστε μὴ εἰσελθεῖν. LB. οὐ καθελκύσαι παρὰ γνώ‐
5μην. P.

sch plut

1093

ὑπεπίττουν χρόνον: Πίσσειν τὸ λέπος πε‐ ριαιρεῖν τῶν κριθῶν. ἢ ἀντὶ ... V. ἀντὶ τοῦ ἠσέλγουν, ἢ κατεφίλουν. πιττοῦν δέ ἐστι κυρίως τὸ τὰς πλατείας
ναῦς πίσση χρίειν· ἔνθεν οὖν μετήνεγκε τὴν λέξιν. (ἢColumn end
5ἀντὶ τοῦ ἐβίνουν, συνῆλθον.) —ἱκανὸν: Ἀρκετόν. P. ὑπεπίττουν: Ἐγάμουν. LB. Dv. Br. πρότερον ἐπίττουν· ἤγουν ἠσέλγαινον, κατεφίλουν, ἐσυνουσίαζον· πιττοῦν δὲ κυρίως τὸ πίττῃ χρίειν τὰς ναῦς. LB. ἐπέραινον, συνουσιαζόμην. P. ἀντὶ τοῦ ἐγάμουν κατ’ εὐφημισμόν.
10Θ. ἐπίττων: Τουτέστιν ἐφίλουν, ἐμιγνύμην, πιττῶ δὲ κυρίως ἐστὶ τὸ τὰς νῆας πίσσῃ χρίω, καὶ τὸ τὰ διερ‐ ρωγότα τῶν ξύλων ἑνοῦν. C.

sch plut

1094

βάδιζ’: Ἀπέρχου. κατόπιν: Ὄπισθεν. LB. Dv.

sch plut

1095

ὡς: Λίαν. εὐτόνως: Ἰσχυρῶς (Θ. P). τὸ γραΐ‐ διον: Ἡ γραῦς αὕτη. LB. συνίζησις. Dv.

sch plut

1096

ὥσπερ λεπὰς: (Ὥσπερ ὄστρεον ἐν πέτρᾳ προσ‐ κολλώμενον δυσαπόσπαστόν ἐστι, οὕτως αὕτη τῷ νεανίᾳ προσέφυσε. λεπὰς δέ ἐστιν εἶδος ὀστρέου τὸ καλούμενον πατέλιν,) ὃ ταῖς πέτραις προσπήγνυται, δυσαποσπά‐
5στως ἔχον, ἐπειδάν τις αὐτοῦ βουληθείη λαβεῖν. (εὐεπί‐ φορος δέ ἐστιν εἰς τὸ λεπὰς ὁ Ἀριστοφάνης.) ἔστι δὲ τὸ λεπὰς εἶδος ἰχθύος. παρ’ ὑπόνοιαν δὲ εἶπεν (ὥσπερ λε‐ πὰς τῷ μειρακίῳ). —ὥσπερ: Καθά. λεπὰς: Εἶδος ὀστρέου. Dv. LB. παταλίδας. P. ἡ λεπὰς εἶδος ὀστρέου
10ἐστίν· ἥτις ἐμπεφυκυῖα τοῖς θαλασσίοις βράχεσιν ἔχεται αὐτῶν ἄγαν ἰσχυρῶς. LB. λεπάς ἐστιν εἶδος ὀστρέου, ὅπερ λαβόμενον πέτρας ἀπισχυρίζεται καὶ δυσαποσπά‐ στως ἔχει. καὶ
οὐκ ἄν τις αὐτὸ ῥᾳδίως ἀποσπάσαι,
15
πρὶν ἄν τι τῆς πέτρας ἀπορρήξῃ μέρος.
τοῦτο καὶ ἐπὶ τοῦ πολύποδος λέγεται. C. D. λεπάς ἐστιν εἶδος ὀστρίου· ὃ ταῖς πέτραις πεσὸν, ἐκείνων ἰσχυρῶς ἐξέχεται καὶ δυσαποσπάστως ἔχει. ἣν οἱ κοινοὶ πατα‐ λίδαν καλοῦσιν. P. τῷ μειρακίῳ: Τῷ νέῳ. LB. τῇ πέ‐
20τρᾳ. Dv. προσίσχεται: Προσκολλᾶται. LB. Dv. P.

sch plut

1097

τίς ἔσθ’ ὁ κόπτων: Κορωνὶς ἑτέρα ὁμοία· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οδʹ, ὧν τε‐ λευταῖος
ἵν’ εὐθέως διακονικὸς εἶναί μοι δοκῇς.
5ἐπὶ τῷ τέλει κορωνίς.τουτὶ τί ἦν: Ὁ Ἑρμῆς ἔκοψε, καὶ ἐξελθὼν ὁ Κα‐ ρίων οὐδένα εὗρε. (παρ’ ὀλίγον γὰρ ὑπεχώρει.) τὸ θύ‐ ριον καὶ οὐ θυρίον. τὰ γὰρ εἰς ον οὐδέτερα ἀπὸ βραχέος ἀρχόμενα προπαροξύνονται, οἷον, ἔριον, θύριον, ὅριον,
10καὶ ἕτερα.ὁ κόπτων: Ὁ κρούων. Dv. κρούων, Ἀττικῶς. Θ. κόπτει τις τὴν θύραν, ὅταν ἔξωθεν κρούῃ· ψοφεῖ, ὅταν ἔσωθεν. Dv. ὁ κόψας: Ὁ κρούσας. LB. κόπτειν, ψοφεῖν, καὶ κλαυσιᾷν τὴν θύραν διαφέρει· κόπτειν μὲν γὰρ λέ‐
15γεται, ὅταν εἰσιέναι τις μέλλῃ, καὶ τὴν θύραν ἔξωθεν πλήττῃ· ὡς τὸ, «τίς ἔσθ’ ὁ κόψας τὴν θύραν;» ψοφεῖν δὲ, ὅταν ἐξερχόμενός τις αὐτὴν ὑπανοίγοι καὶ ἦχον τινὰ ἀποτελῇ· ὁ τοιοῦτος γὰρ ἦχος ψόφος καλεῖται· ὅταν δὲ ὑπ’ ἀνέμου κινῆται μόνη, καὶ ἦχον τινὰ ἐκ τούτου ἀπο‐
20τελῇ, ὁ τοιοῦτος ἦχος ἢ τρισμὸς κλαυσιᾷν λέγεται. LB.
τουτί τί ἦν: Ὃ ἤκουσα. LB.380

sch plut

1098

οὐδεὶς ἔοικεν: Κόψας αὐτὴν φαίνεται. δῆτα: Ἀληθῶς. τὸ θύριον: Ἡ θύρα αὕτη. LB. φαίνεται. Θ. ἡ θύρα Ἀττικῶς. Θ. Dv.

sch plut

1099

φθεγγόμενον: Βοώμενον. ἄλλως κλαυσιᾷ: Μάτην τὰ τῶν κλαιόντων μιμεῖται. P. ματαίως ἠχεῖ. Dv. LB. ἄλλως: Μή τινος κινοῦντος. μάτην. κλαυσιᾷ: Ἠχεῖ. Θ. Br. (ἀντὶ τοῦ) ματαίως ἐψόφησεν. R. V. σέ τοι
5λέγω: Τὸ λέγω ὅτε μὲν πρὸς μόνον πρόσωπον λέγεται, αἰτιατικῇ συντάσσεται ὡς ἐνταῦθα, σέ τοι σέ τοι λέγω Καρίων, ἀνάμεινον. παρὰ τῷ Αἰσχύλῳ [Prom. 944] «σὲ λέγω τὸν σοφιστήν.» ὅτε δὲ καὶ πρᾶγμα ἐπιφέρεται, τότε τὸ μὲν πρόσωπον δοτικῇ, τὸ δὲ πρᾶγμα αἰτιατικῇ,
10ὡς τὸ λέγω σοι λόγον. Θ.

sch plut

1100

ἀνάμεινον: Καρτέρησον. Dv. πρόσμεινον. LB.

sch plut

1102

μὰ Δί’: Οὐ. ἔμελλον: Κρούειν. Dv. κόψειν σφόδρα. Θ. κόψειν περισσότερον. LB. φθάσας: Προ‐ φθάσας. Dv. προλαβών. Θ. LB. φθάνω τὸ καταλαμβάνω τὶ ἤγουν ἄνθρωπόν τινα, ἢ τόπον· ἐκ τούτου φθάνω καὶ
5τὸ προλαμβάνω, οἷον, ἔφθη εἰπών· ἐπὶ τούτου τοῦ ση‐ μαινομένου λέγεται κἀνταῦθα· καὶ ἡ σύνταξις, εἶτα ἀνέῳξας τὴν θύραν δηλαδὴ φθάσας, ἢ προλαβὼν ἐμὲ μέλλοντα κόπτειν αὐτήν. LB.

sch plut

1103

ἐνταῦθα συναπτέον τὸ ταχύ. Θ. ἐκκάλει: Ἔξω κάλει. LB.

sch plut

1105

τοὺς θεράποντας: Τοὺς δούλους. Dv. αὐτοῦ, τοὺς συνδούλους σου. τὴν κύνα: Τὴν σκύλαν. LB.

sch plut

1107

ὦ πόνηρε: Ὦ γεωργέ. LB. κακότροπε. P.

sch plut

1108

εἰς ταυτὸν: Εἰς ὅμοιον, εἰς ἕν. συγκυκήσας: Συναθροίσας. LB. συνταράξας. V. συμμίξας, συνταρά‐ ξας. Θ. συμμίξας. Dv. συνταράξας, συντρίψας. P. τρι‐ βλίον: Ἀγγεῖον. Dv. ἀγγεῖον, ὀξύβαφον. V. ἰγδίον ἢ
5ἀγγεῖον ὀξύβαφον. P.

sch plut

1109

ἁπαξάπαντας: Ὁμοῦ ὅλους. LB. εἰς τὸ βάρα‐ θρον: τόπος ὅπου κολάζονται οἱ ἀσεβεῖς. R. ὅπου οἱ ἀσε‐ βεῖς ἐρρίπτοντο. V. εἰς τὸν ᾅδην. Dv. ἐμβαλεῖν: Ῥίψαι, ἐνθεῖναι. LB.

sch plut

1110

ἡ γλῶττα τῷ κήρυκι: Διχῶς νοεῖται· ἡ γλῶττα τῶν θυομένων τῷ Ἑρμῇ δίδοται, ἐπειδὴ τῶν λόγων δε‐ σπότης ἐστίν· (ἢ τῶν καταρωμένων ἀπ’ αὐτοῦ ἡ ἀρχή. Καλλίστρατος τῶν θυομένων φησὶ τὰς γλώσσας τοῖς
5κήρυξιν ἀπονέμεσθαι· διὸ καὶ τὸν ποιητὴν τῷ Ἑρμῇ ποιεῖν τεμνομένας αὐτάς. [καὶ τοῦτο δὲ] πρὸς τὸν Ἑρ‐ μῆν λέγει ἥκοντα παρὰ Διός. Ἄλλως. κολακεύων [αὐτόν] φησιν ὅτι τῶν ἱερείων ἡ γλῶττα τῷ Ἑρμῇ δίδο‐ ται ἐν ταῖς δημοτελέσι θυσίαις. Ἄλλως. εἰρωνικῶς,
10ὡσεὶ ἔλεγε, κακὰ συλλέγει, καὶ ἡμεῖς ἀδίκως αὐτῷ θύομεν τὰς γλώσσας. Ὅμηρος «ὅδ’ ἐν πυρὶ βάλλε γλώττας.» πρὸς δὲ τὸ λεγόμενον ἔπαιξεν, ἡ γλῶττα τῷ κήρυκι.) —τῷ κήρυκι: Ἢ τοῦ κήρυκος. Dv. LB. τῷ Ἑρμεῖ, ἢ χάριν σου τοῦ κήρυκος. P. τούτων: Τῶν
15ζώων. τέμνεται: Κόπτεται, δίδοται. LB. ἡ γλῶττα τῷ κήρυκι τούτων· διττῶς τοῦτο· ἡ γλῶττα τούτων, ἤγουν τῶν ζώων, τέμνεται τῷ κήρυκι, ἤγουν σοι· τουτέστιν,
ἕνεκεν σοῦ· ἀποδίδοται γὰρ σοὶ τῷ ὄντι κήρυκι τῶν θεῶν καὶ ὑπηρέτῃ· ἢ ἡ γλῶττα τῷ κήρυκι τούτων τῶν ἀγγε‐Column end
20λιῶν, τουτέστι σοὶ τέμνεται· ἀντὶ τοῦ, εἴθε ἐκκοπείη. LB.

sch plut

1114

λιβανωτὸν: Λίβανον. LB.

sch plut

1115

ψαιστὸν: πέμμα ἐστὶν ἢ εἶδος πλακοῦντος (ἐκ σεμιδάλεως καὶ γάλακτος). R. V. Λαλάγγιον (Dv.) ἱερεῖον: Θυσίαν. LB. θῦμα. Θ. Dv.

sch plut

1116

ἐπιθύει: Θυσιάζει. LB.

sch plut

1117

ἐπεμελεῖσθ’: Προενοεῖσθε. LB. ἐφροντίζετε. Dorvill.

sch plut

1118

ἧττον μέλει: ἀντὶ τοῦ οὐδαμῶς. R. V. ἐλάτ‐ τονος φροντίς ἐστι. LB. οὐδαμῶς διὰ φροντίδος ἐστί μοι. Dv.

sch plut

1119

σωφρονεῖς: Ἀντὶ τοῦ, μόλις ἐπεστράφης· ἢ καλῶς λέγεις. —ἀπόλωλα: Ἐφθάρην. ἐπιτέτριμμαι: Ἠφάνισμαι. Θ. LB. Dv. ἀπόλωλα: Ἐφθάρην, εἰς παν‐ τελῆ κατέστην ἀφανισμόν. P. σωφρονεῖς: Ἤγουν κα‐
5λῶς ποιεῖς μηδὲ τί λέγων περὶ τῶν ἄλλων θεῶν. LB.

sch plut

1120

πρότερον: Πρὸ τοῦ τὸν Πλοῦτον βλέψαι. P. ταῖς καπηλίσιν: Τῶν καπηλίδων. LB. κάπηλις καὶ κα‐ πηλίς διαφέρει· κάπηλις μὲν γάρ ἐστιν ἡ τὸν οἶνον πω‐ λοῦσα· καπηλίς δὲ ἡ θυγάτηρ αὐτῆς. LB.

sch plut

1121

οἰνοῦτταν: Οὕτως τὴν ἐν οἴνῳ πεφυραμένην μᾶζαν. τινὲς δὲ οἰνοῦτταν, εἶδος πλακοῦντος μετ’ οἴνου καὶ μέλιτος γινόμενον. —ἕωθεν: Ἐκ πρωΐας. οἰνοῦτ‐ ταν: Μουστόπιτταν (Θ). LB. οἰνοῦττα μέν ἐστιν ἡ κοι‐
5νῶς λεγομένη μουστόπιττα. μελιττοῦτα δὲ, ὃ κοινῶς εἰώθασι λέγειν ἀπόθερμον. Br.

sch plut

1122

ἰσχάδας: Σῦκα. Θ. ἐσθίειν: Τρώγειν. LB. Dv.

sch plut

1123

ἀναβάδην: (Ἀντὶ τοῦ κάθημαι πεινῶν.) ἄνω [φησὶν] ἔχω τοὺς πόδας ἐν τῇ στήλῃ κοιμώμενος· (οἱ γὰρ διάκονοι τοὺς πόδας ἄνω εἶχον πρὸς τὸ μὴ βαρεῖ‐ σθαι ὑπὸ τοῦ δρόμου.) —ἀναβάδην ἀναπαύομαι: Ἤγουν,
5ἐπάνω ἔχω τὸν πόδα εἰς τὸν ἄλλον. LB. ἤγουν, ἄλλον ἐπ’ ἄλλῳ πόδ’ ἔχων κεῖμαι. Dv. ὕπτιος. τιθέμενος τὸν ἕνα πόδα ἐπάνω τοῦ ἑτέρου. Br. ἢ ἄνω ἔχων τοὺς πό‐ δας· ἢ ἄλλως ἐπ’ ἄλλῳ ἔχων τὸν πόδα, ἤγουν ἐκτετα‐ μένους. P.

sch plut

1124

(οὐκοῦν δικαίως, ὅστις ἐποίεις ζημίαν: Ἀντὶ τοῦ, ἐποίεις ζημιοῦσθαι τοὺς ταῦτα τὰ ἀγαθά σοι παρέ‐ χοντας.) ὁ γὰρ Ἑρμῆς τοιαῦτα ποιεῖ· καὶ ὁ Αἴσωπος γὰρ ἐν τοῖς μύθοις τὰ αὐτὰ λέγει. —οὐκοῦν: Λοιπόν
5LB. τὸ λοιπόν. Dv. δικαίως: Πάσχεις τοῦτο. LB. δι‐ καίως, φησὶ, πάσχεις ταῦτα, ὅστις ἐνίοτε ἐποίεις τοὺς σοὶ ταῦτα προσάγοντας ζημίαν ὑφίστασθαι. LB. ἐποίεις: Ἡμῖν. LB.

sch plut

1125

ἐνίοτε: Ποτέ. LB. πάντοτε. Dv. ἔχων: Ἀφ’ ἡμῶν. LB. παρ’ ἡμῶν. Dv.

sch plut

1126

τοὐν τετράδι πεπεμμένου: Ἡ τετρὰς ἐνομίζετο τοῦ Ἑρμοῦ· καὶ καθ’ ἕκαστον μῆνα ταύτῃ τῇ ἡμέρᾳ ἀπετίθεντο τῷ Ἑρμῇ. ἔξω τῶν ἑορτῶν ἱεραί τινες τοῦ μηνὸς ἡμέραι νομίζονται Ἀθήνησι θεοῖς τισὶν, οἷον νου‐
5μηνία καὶ ἑβδόμη Ἀπόλλωνι, τετρὰς Ἑρμῆ, καὶ ὀγδόη Θησεῖ, —Χάρισι τρίτη. V. οἴμοι: Φεῦ. πλακοῦντος: Ἕνεκεν τοῦ. LB. ἕνεκα. πεπεμμένου: Ἐζυμωμέ‐ νου. Dv. ἐν ἑκάστῃ τετράδι ζυμουμένου καὶ διδομένου μοι. LB. τοὐν τετράδι πεπεμμένου· ἤτοι τοῦ καθ’ ἑκά‐381
10στην τετράδα τοῦ μηνὸς πεπεμμένου, ἤτοι ζημουμένου καὶ κατασκευαζομένου· ἑκάστου γὰρ μηνὸς ἡ νουμηνία καὶ ἡ ἑβδόμη ἀφιέρωτο τῷ Ἀπόλλωνι· ἡ δὲ τετάρτη τῷ Ἑρμῇ· ἡ δὲ ἕκτη τῇ Ἀρτέμιδι, καὶ ἄλλη ἄλλῳ. LB.

sch plut

1127

ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς: Ἡρακλῆς πλέων μετὰ τῆς Ἀργοῦς εἰς Κόλχους σὺν Ἰάσονι ἐν Κίῳ τῇ νήσῳ ἐξελθὼν, καὶ πέμψας τὸν ἐρώ‐ μενον αὐτοῦ Ὕλλαν ὕδωρ ἀντλῆσαι, περιέμενεν αὐτόν·
5τοῦ δὲ ὑπὸ Νυμφῶν ἁρπασθέντος, Ἡρακλῆς πολὺν χρόνον ἐζήτει· ὕστερον δὲ ὑπό τινος αἰθερίας φωνῆς ἤκουσε
ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς. ἐλήφθη οὖν τοῦτο εἰς παροιμίαν ἐπὶ τῶν μάτην προσ‐
10δοκούντων. —ὁ Ἡρακλῆς εἶχεν ἐρώμενον τὸν Ὕλαν· ὅτε γὰρ παρὰ τοῦ θησου ὁ Ἡρακλῆς ἐπέμφθη ἐπὶ τῷ λαβεῖν τὸ χρυσόμαλλον δέρας, εἶχε καὶ τοῦτον μεθ’ ἑαυτοῦ. πέμψας οὖν τοῦτον λαβεῖν ὕδωρ, παρὰ τῶν πη‐ γῶν ἡρπάσθη, ὡς ἱστορεῖ Θεόκριτος· καὶ τοῦ Ἡρα‐
15κλέους τοῦτον ζητοῦντος παρὰ τῶν πηγῶν, τοῦτο ἤκουσε «ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.» Dorv.

sch plut

1128

οἴμοι δὲ κωλῆς: Τοῦ κώληκος λεγομένου.κωλαῖ τὰ ἐμπρόσθια μέρη τῶν ἱερείων. ἔστι δὲ ἱερὸς Ἑρμοῦ ὁ βραχίων τῶν ἀλόγων ζώων. (Ἄλλως.) τὰς ἀγκύλας φησὶν, αἳ ὀστώδεις εἰσί. διαβάλλει οὖν ὡς
5ὀστέα τοῖς θεοῖς προσφέροντας. —κωλῆς: Τοῦ μηροῦ (Θ.), τοῦ ἐντέρου. LB. κωληναρίου· κῶλα τὰ ἐμπρόσθια μέρη τῶν ἱερείων. τὰς ἀγκύλας, αἳ ὀστώδεις εἰσί. δια‐ βάλλει οὖν ὡς ὀστέα τοῖς θεοῖς προσφέροντα. P. κατή‐ σθιον: Ἔτρωγον. LB. Dv.

sch plut

1129

ἀσκωλίαζ’ ἐνταῦθα: Ἑορτὴν οἱ Ἀθηναῖοι ἦγον τὰ Ἀσκώλια, ἐν ᾗ ἐνήλλοντο τοῖς ἀσκοῖς εἰς τιμὴν τοῦ Διονύσου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῶον. ἀμέλει οὖν καὶ ἐπίγραμμα [Eveni in Anth. Palat. 9, 75]
5φέρεται τῆς ἀμπέλου πρὸς τὴν αἶγα οὕτως ἔχον,
κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως δέ τι καρποφορήσω,
ὅσσον ἐπιλεῖψαι σοὶ, τράγε, θυομένῳ.
(ἀσκωλίαζε δὲ ἀντὶ τοῦ ἄλλου· κυρίως δὲ ἀσκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀσκῶν ἅλλεσθαι ἕνεκα τοῦ γελωτο‐
10ποιεῖν. ἐν μέσῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀσκοὺς πεφυ‐ σημένους καὶ ἀληλιμμένους, εἰς οὓς ἐναλλόμενοι ὠλί‐ σθανον, καθάπερ Εὔβουλος ἐν Δαμαλείᾳ φησὶν οὕτως,
καὶ πρός γε τοῦτοις ἀσκὸν εἰς μέσον
καταθέντες εἰσάλλεσθε καὶ καχάζετε
15
ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος.)
οὕτω καὶ Δίδυμος. Ἄλλως. ἀσκωλιάζειν ἔλεγον τὸ ἐνάλλεσθαι τοῖς ἀσκοῖς ἢ τὸ ἐπὶ ἑνὸς ποδὸς ἅλλεσθαι.
Ἄλλως. Ἀσκώλια ἑορτὴ Διονύσου· ἀσκὸν γὰρ οἴνου πληροῦντες ἑνὶ ποδὶ τοῦτον ἐπήδων· καὶ ὁ πηδήσαςColumn end
20ἆθλον εἶχε τὸν οἶνον. —ἀσκωλίαζ’: Πήδα. LB. πήδα· Ἀσκόλια ἑορτὴ τοῦ Διονύσου. Dv. ἀσκολίαζ’ ἐνταῦθα: Ἀσκολία ἦν ἑορτὴ τοῦ Διονύσου, ἐν ᾗ ἀσκοὺς διαφυ‐ σῶντες καὶ ὀγκοῦντες, ἐρρίπτουν καὶ ἄνωθεν ἥλλοντο ἐπάνω αὐτῶν ἑνὶ ποδὶ, ἐκίνουν δὲ γέλωτα καταπίπτον‐
25τες· ὁ μέντοι μὴ καταπεσὼν ἐλάμβανεν αὐτὸν οἴνου πλήρη. LB. ἐνταῦθα: Αὐτοῦ. πρὸς τὴν αἰθρίαν: Ἐν τῇ εὐδίᾳ. LB. εἰς τὸν ἀσκεπῆ τόπον. P. αἰθρίαν: Εὐδίαν. Dv.

sch plut

1130

σπλάγχνων: Οἴμοι ἀπὸ κοινοῦ. τῶν ἐγκάτων τῶν ζώων. ἡνίκα γὰρ ἐξῆγον ταῦτα τοῦ ἱερείου, παραυ‐ τίκα αὐτοῦ ἔθυον. Θ. καὶ οἴμοι ἕνεκεν. LB. οἴμοι ἀπὸ κοινοῦ. Dv. θερμῶν: Τῶν ζώντων. LB.

sch plut

1131

ὀδύνη σε πρὸς τὰ σπλάγχνα: Ἀντιστρόφως· ἐπὰν γὰρ πνεῦμα δι’ ἐντέρων ὑποδύῃ, [τὸ τοιοῦτον γί‐ νεται]. δέον οὖν εἰπεῖν πνεῦμα, ὀδύνη εἶπεν. πρὸς τὰ σπλάγχνα δὲ ἀντὶ τοῦ, ἐπὶ κωλῇ καὶ τοῖς σπλάγχνοις.
5—ὀδύνη: Πόνος, διὰ τὸ κενοὺς εἶναι ὑπὸ τοῦ μὴ ἐσθίειν. Θ. ἤγουν πόνος. Dv. πρὸς: Κατά. LB. ἐπι‐ στρέφειν: Ἔχειν. Dv. ἔχειν, κινεῖν. LB. κινεῖν, ἐνο‐ χλεῖν. Θ.

sch plut

1132

ἴσον ἴσῳ κεκραμένης: (Οἴνου καὶ ὕδατος· ζω‐ ρότερον γὰρ τὸ τοιοῦτο κρᾶμα. παίζει δὲ πρὸς τοὺς κα‐ πήλους.) ζητεῖται διὰ τί τοῖς μὲν ἄλλοις θεοῖς δίδοται ἄκρατος σπονδὴ, τῷ δὲ Ἑρμῇ κεκραμένη· [καὶ φαμὲν]
5ὅτι καὶ τῶν ζώντων καὶ τῶν τετελευτηκότων ἄρχει καὶ παρ’ ἀμφοτέρων τιμὰς δέχεται. —ἶσον ἴσῳ: Ὕδωρ οἴνῳ. Θ. Dv.

sch plut

1133

ταύτην ἐπιπιὼν, ἀποτρέχων οὐκ ἂν φθάνοις: Οὐκ ἂν πέρας σχοίης τῶν κακῶν· οὐκ ἂν ἀναβάλοιο.—ταύτην: Παίζει· αὐτίκα γὰρ τῷ Ἑρμοῦ λόγῳ ἀπέ‐ παρδε. Θ. ἣν ἔπαρδον. LB. ἐπιπιὼν: Δι’ ὅλου πιών.
5Paris.

sch plut

1134

τὸν σαυτοῦ φίλον: Τοῦτο λέγει, ἢ διότι καὶ αὐτὸς διάκονος καὶ ὑπηρέτης ἦν τῶν θεῶν, ὥσπερ οὗ‐ τος Χρεμύλου· ἢ διὰ τὰς βοηθείας, ἃς προϊὼν ἐρεῖ. εἰώθαμεν γὰρ οἱ ἄνθρωποι, ὅταν εἰς ἀνάγκην ἐμπέ‐
5σωμεν, εὔνοιαν πρὸς τοῦτον πλάττεσθαι, ἀφ’ οὗ ἂν ἡμῖν ἔσται ὠφέλεια. —τὸν σαυτοῦ φίλον: Πολλαὶ τέχναι ἀνάκεινται τῷ Ἑρμῇ, ὧν ἐστὶ καὶ ἡ τῶν κλε‐ πτῶν· ἐπεὶ δὲ καὶ οἱ θεράποντες κλέπται, τούτου ἕνεκα φίλον ἑαυτὸν Καρίωνι λέγει. LB. τ. ς. φ.: Τουτέστιν
10ἐμέ. P.

sch plut

1135

εἴ του: Τινός (Θ). δέει: Χρῄζεις. ὧν: Ἀφ’ ὧν. Dv. δέη: Τινὸς χρείαν ἔχεις. LB.

sch plut

1136

πορίσας: Δούς. Θ. εὖ πεπεμμένον: Καλῶς κατεσκευασμένον. LB πεπεμμένον: Ἐζυμωμένον. Θ. ζημωμένον. Dv.

sch plut

1137

καταφαγεῖν νεανικὸν: Νέον. Dv. νεανίᾳ πρέ‐ πον. P. ἀντὶ τοῦ δυνάμενον χορτάσαι νεώτερον. R. πολὺ, δυνάμενον χορτάζειν νεανίαν. V. ἱκανὸν νεανίαν κορέσαι. Θ. νεανικὸν κρέας λέγει ἐνταῦθα τὸ ἀρκοῦν
5νεανίᾳ εἰς τὸ χορτάσαι αὐτόν. P.382

sch plut

1138

ὠφελήσαις δηλ. Θ. Dv. P. (ἀλλ’ οὐκ ἔκφορα: Ὡς ἐν ἐνίαις θυσίαις λεγομένου τούτου. καὶ χρῶνται αὐτῷ οὐ κατ’ οὐδέτερον πληθυντικὸν, ἀλλ’ ἑνικῶς κατὰ θηλυκόν· ὡς Θεόπομπος,
5
εἴσω δραμὼν αἴτησον, ἀλλ’ οὐκ ἐκφορά. καὶ εἰ μὲν οὐδέτερον εἴη πληθυντικὸν, προπαροξύνου‐ σιν· εἰ δὲ θηλυκὸν, ὀξύνουσιν.) —ὧν: Ἀφ’ ὧν. ἔνδον: Ἐντός. LB. Dv. οὐκ ἔκφορα: Οὐκ ἔξω φερόμενα. Θ. εἰσὶ τὰ κρέατα, ὥστε φέρεσθαι ἔξω. LB. ἀλλὰ οὐκ
10εἰσὶ τὰ κρέατα ἔκφορα, ἤγουν ἔξω διδόμενα· ἐκέλευσε γὰρ ὁ Πλοῦτος μηδὲν διδόναι ἔξω. LB. ἤγουν ἄξια ἐκ‐ βληθῆναι. Dv. ἀλλ’ οὐ καλὸν ἐκφέρεσθαι ταῦτα. P.

sch plut

1139

ὁπότε: Ἡνίκα. τὶ σκευάριον: Ἀγγεῖόν τι. LB.

sch plut

1140

ὑφείλου: Ἔκλεπτες (Θ.). λανθάνειν: Τὸν σὸν δεσπότην. LB. σε λανθάνειν ἐποίουν: Ὑπέβαλον γὰρ πονηρίας τῷ σῷ νῷ. Θ. Dv.

sch plut

1141

διὰ τοῦτό σε λανθάνειν ἐποίουν, ἵνα καὶ αὐτὸς μετὰ σοῦ τοῦ κλέμματος ἔχω. V. ἵνα λάβῃς καὶ αὐτὸς τὸ μέρος σου. R. ἐφ’ ᾧτε: Ἐπὶ τῷ. Θ. LB. μετέχειν: Τοῦ κλέμματος. Dv. τοιχωρύχε: Ὦ κλέπτη. LB. κλέ‐
5πτα. Dv. κλέπτα, κατ’ ἀστεϊσμόν. Θ.

sch plut

1142

ἧκεν: Ἦλθεν. LB. ναστὸς εὖ πεπεμμένας: [πλακοῦς ἢ] θερμὸς ἄρτος μετὰ ἐλαίου. R. V. ἄρτος κα‐ λῶς κατεσκευασμένος. LB. ἄρτος καλῶς ἐζυμωμένος. Θ. Dv. δύο εἰσὶ ναστὸς καὶ κοῖλος. καὶ ναστὸς μὲν λέ‐
5γεται, ὅντινα καλοῦσιν οἱ κοινοὶ ὁλόβολον· κοῖλος δὲ ὁ ἔχων ἔσω κοιλότητα. P. δύο εἰσὶν αἱ τῆς ἐπιπέδου ἐπι‐ φάνειαι κατ’ ἐναντιότητα θεωρούμεναι ἄκραν, ἥ τε κοίλη καὶ ἡ κυρτή. τὴν γοῦν κυρτήν φασι καὶ ναστήν. ἐπεὶ οὖν καὶ ὁ ἄρτος κυρτός ἐστι τὴν ἐπιφάνειαν, διὰ
10τοῦτο ναστὸν ἐνταῦθα τοῦτον προσηγόρευσεν. Vict.

sch plut

1143

ἤσθιον γὰρ καὶ αὐτὴ ἐξ ὧν προσέφερον τοῖς θεοῖς. Θ.

sch plut

1144

οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς: Ἀντὶ τοῦ ἴσον. ἀρχαῖον καὶ Ἀττικὸν τὸ σχῆμα. V. οὐ μόνον με‐ τέχω τοῦδε, ἀλλὰ καὶ μετέχω τόδε φαμέν· καὶ εὕροις ἂν τοῦτο οὐ μόνον παρὰ ποιηταῖς, ἀλλὰ καὶ λογοποιοῖς.
5—μετεῖχες: Ἐλάμβανες. LB. ὅμοιον τῷ [226] «ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος·» ἀντὶ τοῦ ἁπλῶς ἐλάμβανες, ἢ μετ’ ἐμοῦ ἐλάμβανες. LB. ἴσας: Ὁμοίας. LB.

sch plut

1145

ληφθείην: Κρατηθείην. πανουργήσας: Κλέ‐ ψας. LB. Dv. ἀντὶ τοῦ κλέψας. R. V.

sch plut

1146

Ἀντὶ τοῦ εἰ καὶ ἐπλούτησας, μὴ ἐπαρθῇς, μὴ μέγα φρονήσῃς. R. (εἰ σὺ Φυλὴν κατέλαβες: Ὅτι μετὰ τὸ κατελθεῖν τοὺς μετὰ Θρασυβούλου Φυλὴν καταλα‐ βόντας καὶ νικήσαντας ἐν Πειραιεῖ τοὺς τριάκοντα ψη‐
5φίσασθαι ἔδοξε μὴ μνησικακῆσαι καθάπαξ ἀλλήλοις μηδὲν τοὺς πολίτας. ἀλλὰ ταῦτά γε οὔπω ἐπέπρακτο οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἤδη ἦν, ἀλλὰ καὶ, ὡς Φιλό‐ χορός φησιν, πέμπτῳ ἔτει ὕστερον τῆς Θρασυβούλου γενομένης Κριτίας ἐν Πειραιεῖ τελευτᾷ. τοῦτο οὖν ἔοικέ
10τις ἐκ τοῦ δευτέρου Πλούτου μετενεγκὼν ἐνθάδε ὀλιγω‐ ρῆσαι τῆς ἀλογίας ταύτης, ἢ καὶ αὐτὸς ὁ ποιητὴς ὕστε‐ ρον ἐνθεῖναι. ἀπὸ τῶν συνθηκῶν τῶν Ἀθήνησι γενομέ‐ νων πρὸς τοὺς καταλαβόντας. Φυλὴν δὲ, τὸν δῆμον, ἀφ’ οὗ Φυλάσιοι. —συνέθεντο γὰρ μετὰ τὸ μεταγαγεῖνColumn end
15μὴ μνησικακῆσαι. Φυλὴ δὲ τόπος οὕτω καλούμενος. V. Ἄλλως. Θρασύβουλος βουλόμενος καταλῦσαι τοὺς λʹ καταλαβὼν Φυλὴν, τόπον τινὰ, κἀκεῖσε συμμάχους λαβὼν, κατέλυσε. καὶ ἐπεὶ ἀλαζονικὸν ἐφθέγξατο, ἤκουσε, μὴ μνησικακήσῃς, καὶ ἐγένετο παροιμιακόν.
20Φυλὴ δὲ, δῆμος τῆς Ἀττικῆς, καὶ οἱ ἐνοικοῦντες Φυλά‐ σιοι. τὸ δὲ, εἰ σὺ Φυλὴν κατέλαβες, ἀντὶ τοῦ, εἰ ἐπλού‐ τησας, εἰ μέγας γέγονας, Φυλὴν καταλαβόμενος, καὶ τοὺς λʹ τυράννους μεταχειρισάμενος. Φυλὴ γὰρ τόπος οὕτω καλούμενος. περὶ δὲ Θρασυβούλου εἴρηται διὰ τὸ
25ἐπαινεῖσθαι, ὅτι ἐκεῖ ἐφόνευσε τοὺς λʹ τυράννους.) Φυλὴν κατέλαβες: Προεγράφη ὄπισθεν [ad v. 550] ἡ ἱστορία, ὅπως Λακεδαιμόνιοι Ἀθηναίοις τριάκοντα τυράννους κατέστησαν, Ἀθηναίους ὄντας καὶ αὐτούς· οἳ τοὺς Ἀθηναίους κακῶς ἐποίουν τοὺς ὁμοφύλους καὶ
30συμπολίτας. ἀλλὰ Θρασύβουλός τις Ἀθηναῖος φιλόπα‐ τρις καὶ μισοτύραννος Φυλὴν κατέλαβε χωρίον τῆς Ἀττικῆς μετὰ ὀκτακοσίων ἀνδρῶν, καὶ συμβαλὼν τοῖς τριάκοντα καὶ τοῖς μετ’ αὐτῶν νικᾷ τε αὐτοὺς καὶ τὴν πόλιν τῆς τυραννίδος ἠλευθέρωσεν. ἐπεὶ δὲ ἦσαν τινὲς
35ἐν τῇ πόλει, πρὸς οὓς ἐφέροντο καλῶς οἱ τύραννοι, ὅτε ἦρχον, οὗτοι τοὺς ἀναιρέτας τῶν τυράννων δεδιότες, ἡνίκα τινὶ αὐτῶν συναντήσειαν, ἔλεγον, μὴ μνησικακή‐ σῃς, εἰ σὺ Φυλὴν κατέλαβες· ὅθεν καὶ ψήφισμα ἔθεντο ἀλλήλους μὴ μνησικακεῖν Εὐκλείδου δημαγωγήσαντος.
40φησὶ δὲ Ἑρμῆς, ὦ Καρίων, μὴ μνησικακήσῃς ἐμὲ ἕνεκεν τῶν ὄπισθεν· ὡς οὐδὲ οἱ μετὰ Θρασυβούλου τοὺς μετὰ τῶν τυράννων, εἰ κατέλαβες τὴν Φυλὴν, ὡς ὁ Θρασύ‐ βουλος· τουτέστιν, ἐὰν ἐπλούτησας. LB. μὴ: Ὅρα ἵνα. μνησικακήσῃς: Ὀργισθῇς. Φυλὴν: Τήν. τὸ χωρίον.
45κατέλαβες: Εὗρες. LB. φιλὴν: Ὄνομα τόπου. Dv. εἰ σὺ φ. κ.: Τουτέστι εἰ ἐπλούτισας. P.

sch plut

1147

σύνοικον: Μεθ’ ὑμῶν. πρὸς θεῶν: Ἕνεκεν τῶν. LB.

sch plut

1148

ἀπολιπὼν: Ἀφείς (Dv.). ἐνθάδε μενεῖς: Ἐν‐ ταῦθα προσκαρτερήσεις. LB.

sch plut

1149

τὰ γὰρ: Ναί (Θ. Dv). τὰ παρ’ ὑμῖν: Τὰ ἐν‐ ταῦθα. βελτίω πολύ: Κρείττονα κατὰ πολύ. LB. κρείτ‐ τονα τῶν ἐν θεοῖς. Θ. Dv.

sch plut

1150

ταὐτομολεῖν: Αὐτόμολός ἐστιν ὁ οἰκείᾳ θελήσει λιπὼν ἐκείνους, μεθ’ ὧν ἦν, καὶ πρὸς ἄλλους ἐλθών. τὸ ἐξέρχεσθαι ἀπὸ τῶν οἰκείων, καὶ εἰσέρχεσθαι πρὸς τοὺς ἀλλοτρίους, ἀστεῖόν ἐστιν. Br. αὐτομολεῖν: Τὸ ἐνταῦθα
5ἐλθεῖν καὶ διατρίβειν. ἀστεῖον: Πεπαιδευμένον. P. φρό‐ νιμον, καλόν. LB. καλὸν, χάριεν. Θ. χαρίεν. Dv.

sch plut

1151

πατρὶς γὰρ: παρὰ τὴν παροιμίαν· ὅπου γὰρ ἀγαθόν ἐστιν, ἐκεῖ μοι πατρίς. V. ναί. πᾶς’: Ὅλοις τοῖς ἀνθρώποις. LB. ἵν’: Ὅπου. Dv. ἵν’ ἂν: Ὅπου εὐτυχῇ. P. πράττῃ τις εὖ: Εὐτυχῇ. LB. εὐημερῇ. Dv.
5πᾶσι. ὅπου. πάσχῃ. Θ.383

sch plut

1152

ὄφελος: Ἤγουν ὠφέλεια. Dv.

sch plut

1153

στροφαῖον: Ἐπὶ ἀποτροπῇ τῶν ἄλλων κλε‐ πτῶν. στροφαῖος, παρὰ τὸ στρέφεσθαι καὶ πανουργεῖν. λέγεται δὲ ὁ Ἑρμῆς, στροφαῖος, ἐμπολαῖος, κερδῷος, δόλιος, ἡγεμόνιος, ἐναγώνιος, διάκονος. Ἄλλως.
5(στροφὸν, ἐπεὶ στροφοὶ λέγονται οἱ συμπεπλεγμένοι λό‐ γοι καὶ δολεροί. Ἄλλως.) στροφαῖον ἐκάλουν ἱδρυ‐ μένον παρὰ τῇ θύρᾳ [τὸν] δαίμονα· ἅμα δὲ παρὰ τὸ στρέφειν τὰ πράγματα· οἱ δὲ τοῦτο ποιοῦντες πανοῦργοι λέγονται. ἔστι δὲ ἐπωνυμία Ἑρμοῦ, παρὰ τὸ ταῖς θύραις
10ἱδρύσθαι ἐπὶ φυλακῇ τῶν ἄλλων κλεπτῶν· (οὗτοι γὰρ ὀπίσω τῶν θυρῶν εἰώθασι καὶ ἀναδύεσθαι καὶ ὅλως πα‐ νουργεύεσθαι.) —στροφαῖον: Πυλωρὸν, ἔνθα καὶ ἔνθα στρεφόμενον. Θ. Dv. στρεφόμενον. ἱδρύσασθε: Ποιήσατε. LB. πυλωρόν. P. ἐπωνυμία ἐστὶ τοῦτο τοῦ θεοῦ· παρὰ
15τὸ ταῖς θύραις ἱδρύσθαι ἐπὶ φυλακῇ τῶν ἄλλων κλε‐ πτῶν. στροφαῖον οὖν περὶ τὴν θύραν ἀντὶ τοῦ φύλακα τῆς θύρας ἀπὸ τῆς στρόφιγγος. ὁ δὲ θεράπων τὸ στρο‐ φαῖον ἐπὶ τῶν δολίων καὶ συμπεπλεγμένων λόγων ἐκλαμβάνει· ἐπεὶ σημαίνει καὶ τοῦτο ἡ λέξις· στροφαῖον
20γὰρ φαμὲν ἄνθρωπον, τὸν εἰδότα συμπλέκειν καὶ στρέ‐ φειν λόγους καὶ μηχανάς. P.

sch plut

1154

στροφαῖον: Πανοῦργον. P. στροφαῖον; Ποιή‐ σομέν σε; LB. ἀλλ’ οὐκ ... στροφῶν: ἀντὶ τοῦ οὐ χρεία ἐστὶ πανουργεῖν. R. V. χρεία ὑπάρχει οὐδαμῶς ἡμῖν κινήσεων. LB. ἀλλ’ οὐδεμία ἐργασία ἐστὶ δολιοτήτων.
5P. στροφῶν: Πανουργιῶν καὶ ποικιλίας καὶ στροφῶν λόγων. Θ.

sch plut

1155*

ἀλλ’ ἐμπολαῖον: Πραγματευτὴν, ἢ ἀντὶ τοῦ ἀγοραῖον, καὶ τῆς καπηλείας προεστῶτα. παλιγκάπη‐ λοι δὲ λέγονται οἱ τὰ αὐτὰ πωλοῦντες καὶ ἀγοράζοντες. Ἄλλως. πέντε εἰσὶν αἱ διαφοραὶ τῶν πωλούντων, αὐτο‐
5πώλης, κάπηλος, ἔμπορος, παλιγκάπηλος, μεταβο‐ λεύς. καὶ ἔστιν αὐτοπώλης μὲν ὁ ἐν τῇ ἰδίᾳ χώρᾳ πωλῶν τὴν ἑαυτοῦ πρόσοδον· κάπηλος δὲ ὁ ἀγοράζων ἀπὸ τοῦ αὐτοπώλου καὶ πωλῶν ἐν τῇ χώρᾳ ἐν ᾗ ἠγόρασεν· ἔμπορος δὲ ὁ ἀγοράζων καὶ ἐπὶ ξένης πωλῶν· [ἢ ἀπὸ
10τοῦ αὐτοπώλου ἢ ἀπὸ τοῦ καπήλου.] παλιγκάπηλος δὲ ὁ ἀπὸ τοῦ ἐμπόρου ἀγοράζων καὶ πωλῶν. μεταβολεὺς δὲ ὁ κατὰ τὴν κοτύλην πωλῶν, ὥσπερ οἱ νῦν λεγόμενοι κάπηλοι· εἴρηται δὲ παρὰ τὸ συνεχῶς μεταβάλλειν. καὶ αὗται μέν εἰσιν αἱ σημασίαι κυρίως τῶν πωλούν‐
15των· καταχρηστικῶς δὲ πᾶς πωλῶν κάπηλος λέγεται. — ἀλλ’ ἐμπολαῖον: Ποιήσατε πράτην. LB. πραγματευ‐ τήν. Dv. πραγματευτικόν. P.

sch plut

1156

Ἑρμῆν: Τόν. παλιγκάπηλον: Τὸν μεταπρά‐ την. LB. καπηλεύοντα τὰ πωλούμενα. Θ. Dv. δεῖ: Ἀπόκειται. ἢ πρέπον ἐστί. LB.

sch plut

1157

δόλιον: Ἔφορον τοῦ δόλου ποιήσατε. ἥκιστά γε: Ποιήσομέν σε οὐδαμῶς. LB. οὐδαμῶς. Θ.

sch plut

1158

Ἔργον: Χρεία ἐστὶν ἡμῖν. ἁπλῶν τρόπων: Ἀδολιεύτων ἠθῶν. LB.

sch plut

1159

ἀλλ’ ἡγεμόνιον: Κατὰ χρησμὸν οἱ Ἀθηναῖοι
ἡγεμόνιον Ἑρμῆν ἱδρύσαντο. παρὰ δὲ τὸ τοῖς τυφλοῖς τοὺς βλέποντας ἡγεῖσθαι, ἐπήνεγκε δὲ ἐπὶ τοῦ Πλούτου, φάσκων αὐτὸν ἤδη βλέπειν, καὶ μὴ δεῖσθαι ὁδηγοῦ. —Column end
5ἡγεμόνιον: Προοδοποιόν. Θ. Dv. προοδοποιὸν ποιήσατε. LB. ὁδηγόν. P. ὅτι ὁ Ἑρμῆς καὶ ὁ λόγος καὶ τὸ λογικὸν ἡγεμονεύει τεχνῶν καὶ πρακτικῶν, ὑποτιθεὶς ἑκάστῳ καὶ ἐφευρήσεις καὶ πανουργίας καὶ ἀφορμάς. ἡγεμόνιος δὲ λέγεται καὶ ὁ ὁδηγὸς τῶν τυφλῶν· διὸ φησὶ, Ἀλλ’ ὁ
10θεὸς ἤδη βλέπει. LB. ὁ θεὸς: Ὁ Πλοῦτος. LB. ἤδη: Ἀπὸ τοῦ νῦν. Dv. ἀντὶ τοῦ ὁ Πλοῦτος. ὥστε μὴ δεῖσθαι ἡγεμόνος καὶ ὁδηγοῦ. R.

sch plut

1160

ἡγεμόνος: Τινὸς ὁδηγοῦ (Dv.). οὐδὲν: Οὐδα‐ μῶς (Dv.). δεησόμεθ’ ἔτι: Χρείαν ἕξομεν εἰς τὸ ἑξῆς. LB. εἰς χρείαν ἔλθωμεν. Dv.

sch plut

1161

ἐναγώνιος: Ἐπιστάτης τῶν ἀγώνων καὶ πα‐ νηγύρεων. LB. ἀγῶνας καὶ πανηγύρεις ἐργαζόμενος. εἰς ἀνατροπὴν τούτου. Θ. Dv. μοῖραν γὰρ ἐν τοῖς ἀγῶσιν ἔχει ὁ Ἑρμῆς. R. V. P. ἐρεῖς: Λέξεις. LB. λέγεις. Dv.

sch plut

1162

συμφορώτατον: Λίαν συμφέρον. LB. ἁρμοδιώ‐ τατον. Dv. ἀντὶ τοῦ ἁρμόδιον. R. V. Θ.

sch plut

1163

μουσικοὺς: Λογικούς. P. μουσικὰς: Χορούς. Dv. γυμνικούς: Παλαίστρας, δρόμους καὶ τὰ τούτοις ὅμοια. Θ. παλαίστρας. Dv. χοροὺς, ὀρχήσεις, παλαί‐ στρας, δρόμους καὶ τὰ τοιαῦτα. P. χοροὺς καὶ ὀρχή‐
5σεις. Θ.

sch plut

1164

ὡς: Λίαν, ὄντως. Θ. Dv. ὡς ἀγαθὸν: Λίαν συμφέρον. LB. ἐπωνυμίας: ὡσανεὶ ἔλεγε πολλὰ ὀνό‐ ματα ἔχειν. R. ὀνομασίας (LB.). ἔχειν: Κρατεῖν. Dv.

sch plut

1165

ἐξεύρηκεν: Διὰ τῶν πολλῶν ἐπωνυμιῶν. Θ. Dv. βιότιον: βίον, ὑποκοριστικῶς. R. V. μικρὰν ζωήν. Θ. LB. Dv.

sch plut

1166

οὐκ ἐτὸς ἅπαντες: Ὡσανεὶ ἔλεγεν, οὐ ματαίως ἄρα σπεύδουσι πολλὰ ὀνόματα ἔχειν, ἵνα, ἐὰν ἀποτύ‐ χωσιν ἑνὸς, εἰς ἄλλο δικάσωσι δικαστήριον. (ὁ τούτων νοῦς ἐκ τῶν προειρημένων [ad v. 277] περὶ τῆς κληρώ‐
5σεως τῶν γραμμάτων καὶ τῶν δικαστηρίων δῆλος. ἐποίουν δὲ τοῦτο οἱ δικάζοντες, ἵνα, ἐὰν ἀπολειφθῶσιν ἑνὸς, ἐν τῷ ἄλλῳ δικάσωσι, τὸν πεσσὸν καὶ εἰς τόδε καὶ εἰς τόδε ἐμβάλλοντες τῶν δικαστηρίων.) —οὐκ ἐτὸς: Οὐ ματαίως. LB. οὐ μάτην, οὐ ψεκτῶς. P.
10ἐτὸς: Μάτην. Θ. Dv. πάντες: Ὅλοι. οἱ δικάζοντες: Οἱ κριταί (Dv.). θαμὰ: Συνεχῶς (Θ.). LB. οὐκ ἐτὸς ἅπαντες: Οὐ ματαίως ἄρα οἱ ἐν ταῖς Ἀθήναις, φησὶ, δικάζοντες σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμα‐ σιν ἐν τοῖς δικαστηρίοις. περὶ δὲ τῶν γραμμάτων καὶ
15δικαστηρίων Ἀθηναίων ἔφημεν ὄπισθεν, πῶς ἐν ἑκάστῳ ἦν γεγραμμένον στοιχεῖον· ἐν μὲν τῷ τοῦ Ἀρεοπάγου δικαστηρίῳ πρὸ τῶν θυρῶν ἐπεγέγραπτο αʹ· ἐν δὲ τῇ Ἡλιαίᾳ ηʹ· ἐν δὲ τῷ ἐν Φρεαττοῖ δʹ, καὶ ἐν τοῖς λοιποῖς ὡσαύτως· διὰ τοῦτο ἔφη, σπεύδουσιν ἐν πολλοῖς γεγρά‐
20φθαι γράμμασιν. LB.

sch plut

1167

(γεγράφθαι: Ἀντὶ τοῦ ὠνομάσθαι, ὥστε καὶ ἡλιαστὰς εἶναι καὶ πανταχοῦ ἑαυτοὺς ἐγγραφῆναι σπου‐ δάζοντες. βούλονται δὲ ἐν Ἀρείῳ πάγῳ, βούλονται δὲ
καὶ ἐν ἄλλῳ δικαστηρίῳ ἀναστρέφεσθαι, διὰ τὸ μὴ ἀργεῖν384
5ὅλως.) —σπεύδουσι: Σπουδάζουσι. γεγράφθαι: Ἐγ‐ γράφεσθαι. LB. γράμμασι: Δικαστηρίοις. Θ. δικαστη‐ ρίων. Dv. ἐν πολλοῖς γεγρ. γρ.: Ἐγγεγραμμένοι εἶναι δικαστηρίοις. Br. ὠνομάσθαι ἐν πολλοῖς δικαστηρίοις. Paris.

sch plut

1168

οὐκοῦν: Λοιπὸν βούλει ἵνα. LB. τὸ λοιπόν. Dv. εἰσίω: Εἰσέλθω. Θ. LB. Dv. καὶ πλῦνέ γε: Ναί. Dv.

sch plut

1169

τὸ φρέαρ: Τὸ πηγαδί. LB.

sch plut

1170

ἵν’ εὐθέως: τοιοῦτος γὰρ ὁ Ἑρμῆς, ὡς Ὀδυσ‐ σεύς· «Ἑρμείας δ’ οὐκ ἔστι διάκτορος.» V. ὅπως πα‐ ρευθὺς ὑπηρέτης καλὸς ὑπάρχειν φαίνῃς. LB. διακονικός διακόνου διαφέρει· διάκονος μὲν γάρ ἐστιν ὁ ὑπηρέτης·
5διακονικός δὲ ὁ δυνάμενος ὑπηρετεῖν. LB.

sch plut

1171

τίς ἂν φράσειε: Κορωνὶς ἑτέρα ὁμοία ἐν ἐκθέ‐ σει τοῦ δράματος. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκα‐ τάληκτοι λζʹ, ὧν τελευταῖος
τῆς γραὸς ἐπιπολῆς ἔνεισιν αἱ χύτραι.
5ἑξῆς δὲ τούτων καὶ τελευταῖοι παντὸς τοῦ δράματος στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ βʹ. ἑξῆς δ’ αὖ τούτων ἡ κορωνὶς ἡ καὶ τὸ δρᾶμα περατοῦσα.ὁ τοῦ Διὸς ἱερεὺς παραγέγονεν πεινῶν καὶ αὐτὸς καὶ μηδὲν ἔχων φαγεῖν. τοῦ Πλούτου γὰρ ἀναβλέψαντος
10παρορῶνται καὶ οἱ ναοὶ αὐτοί. V. φράσειε: Εἴποι. σα‐ φῶς: Φανερῶς. LB. Dv. ἐνταῦθα σύναπτε τὸ ἐμοὶ καὶ τὸ σαφῶς. Θ.

sch plut

1172

ὦ βέλτιστε: Ὦ κάλλιστε. τί γὰρ ἄλλ’: Ἐστίν. ἢ: Παρό. κακῶς: Ἔχω. LB. καλῶς: Ἔχω δηλαδή. Dv. λείπει τὸ ἔχω. R.

sch plut

1173

ἀφ’ οὗ: Καιροῦ. LB. δι’ οὗτινος. Dv.

sch plut

1174

ἀπόλωλα: Ἐφθάρην. LB. ἐφθάρηκα. Dv. λι‐ μοῦ: Τοῦ. τῆς πίνης. LB. Dv.

sch plut

1175

τοῦ σωτῆρος: Ἐν ἄστει Δία σωτῆρα τιμῶσιν, ἔνθα καὶ σωτῆρος Διός ἐστιν ἱερόν· τὸν αὐτὸν δὲ ἔνιοι καὶ ἐλευθέριόν φασι.

sch plut

1176

τίς: Ποταπὴ τοῦ λιμώττειν σε. ὦ: Ἱερεῦ. πρὸς: Ἕνεκεν. LB. τοῦ μὴ ἔχειν σε. ἱερεῦ. Θ.

sch plut

1177

θύειν: Θυσιάζειν. LB. Dv. τίνος ἕνεκα: Χάριν. Dv.

sch plut

1179

ὁ μὲν: Τίς. ἥκων: Ἐλθών. LB. ἦλθον. Dv. ἔμπορος: Ἤγουν πραγματευτής. LB. Dv. Πραγματευ‐ τὴς, κυρίως ὁ κατὰ θάλατταν. Θ.

sch plut

1180

(ἔθυσεν ἱερεῖόν τι σωθείς: Ἀντὶ τοῦ θυσίας ἐπετέλει· ἢ ἐξιλεοῦτο τὸ θεῖον ἐπὶ τοῖς μέλλουσι.) με‐ τεκάλει δ’ εἶπε τὸν ἱερέα, ἐπειδὴ νόμος ἐστὶ τὰ ὑπολει‐ πόμενα τῆς θυσίας τὸν ἱερέα λαμβάνειν. —ἔθυσεν:
5θυσίας ἐπετέλεσεν. R. ἑόρταζεν ἐν τῷ οἴκῳ καὶ θυσίαν ἐποίει. Θ. ἤγουν ἐθυσίαζεν. Dv. ἱερεῖον: Θῦμα. σω‐ θείς: Φυλαχθείς. LB. ἐκ χειμῶνος. Θ. Dv. ὁ δέ τις: Ἄλλος. LB.

sch plut

1181

δίκην: Κρίσιν. LB. κατὰ δίκην. Dv. ἀποφυγών: Ἔθυσεν. LB. δίκην ἀπ.: Κρίσιν, τιμωρίαν διαδράς. P. ὁ δ’ ἂν: Ἄλλος. LB. ἐκαλλιερεῖτο: Ἐθυσίαζε. LB. P.
ἑόρταζεν ἐν τῷ οἴκῳ. Dv.Column end

sch plut

1182

μετεκάλει: Μετεπέμπετο. τὸν ἱερέα: Ἐμέ. LB. τοῦ Διὸς δηλαδή. Dv.

sch plut

1183

θύει: Θυσιάζει. τὸ παράπαν: Τὸ παντελῶς. Dv. παντελῶς (Θ). εἰσέρχεται: Ἐν τῷ ναῷ θυσιά‐ ζων. LB.

sch plut

1184

πλὴν: Εἰ μή. ἀποπατησόμενοι: Χέζοντες. LB. Dv. εἰ μὴ χέσοντες. Θ. τὰ ἀφοδήματα ἀπορρίψον‐ τες. P. ἀπόπατος λέγεται τὸ ἀφοδευτήριον, καὶ ἡ αὐτὴ ἡ ἀπόκρισις τῶν περιττῶν. λέγεται δὲ πάτος ἡ τροφή·
5ὅθεν καὶ πάσασθαι τὸ φαγεῖν· ἐκ τούτου οὖν ἡ ἀπόκρι‐ σις τῶν περιττῶν λέγεται ἀπόπατος. LB. πάτον λέγουσι μὲν καὶ τὴν πεπατημένην ὁδὸν, καὶ κατατετριμμένην, ἀπὸ τοῦ πατεῖσθαι, περὶ ἧς καὶ Ὅμηρος λέγει [Il Z, 201] «πάτον ἀνθρώπων ἀλεείνων.» λέγεται δὲ καὶ πάτος
10καὶ ἡ τροφὴ, ὅθεν καὶ πάσασθαι τὸ φαγεῖν, καὶ ἐξ αὐ‐ τοῦ ἀπόπατος, ἡ ἔκκρισις καὶ ἀποσκυβάλισις τοῦ πάτου καὶ τῆς τροφῆς. ἤγουν καὶ ἐπεὶ παρά τισι πάτος λέγεται ὁ πρωκτὸς, εἰκότως ἀποπατεῖν λέγεται καὶ τὸ ἐκ τοῦ πρωκτοῦ τὰ σκύβαλα ἀπορρίπτειν. Vict. πλεῖν: Πλέον.
15LB. Dv. ἢ: Παρό. χίλιοι: Πολλοί. LB.

sch plut

1185

οὐκοῦν τὰ νομιζόμενα: Τῶν ἀφοδευμάτων, παίζων, τοῦτο δὲ δέον εἰπεῖν, τὸ δέρμα καὶ τὰς κωλᾶς,ἐπειδὴ νόμος ἐστὶ τὰ ὑπολειπόμενα τῆς θυσίας τὸν ἱερέα λαμβάνειν. Ἄλλως. τὰ ἔθιμα τῶν παρεχομένων τοῖς
5ἱερεῦσι δέρματα καὶ κωλαῖ. φησὶν οὖν ὅτι καὶ τῆς κόπρου τὰ νομιζόμενα λαμβάνεις, τὰ ἔθη σκώπτων. —τὰ νο‐ μιζόμενα: Τὰ συνήθη καὶ ἃ ἐκ νόμου τοῖς ἱερεῦσι λαμ‐ βάνειν δέδοται. παίζει δέ. Θ. τὰ ἐκ νόμου συνήθη. LB. συνήθη. Dv. τὰ κατὰ τοὺς νόμους ὀφειλόμενα. Br. τὰ
10ἔθιμα, τὰ κατὰ νόμους ἀνήκοντα. P. νόμος ἦν τὰ ὑπο‐ λειπόμενα τοῦ ἱερείου τὸν ἱερέα λαμβάνειν, δέρματα καὶ κωλᾶς. παίζων οὖν κἀνταῦθα φησὶ λαμβάνειν αὐτὸν τὰ νομιζόμενα ἐκ τῶν ἀφοδευμάτων. Br

sch plut

1186

καὐτός μοι δοκῶ: Νομίζω συμφέρειν. LB.

sch plut

1187

χαίρειν ἐάσας: εὐφήμως εἶπε τὸ χαίρειν. V. φθείρεσθαι ἀφείς. LB. Dv. Br. φθείρεσθαι. Θ.

sch plut

1188

θάρρει: Ἔχε θάρρος (Dv.). καλῶς ἔσται: Τὰ σὰ γενήσεται. LB. ταῦτα καλῶς γενήσονται. Dv.

sch plut

1189

ὁ σωτὴρ: τὸν Πλοῦτον λέγει. R. τὸν Πλοῦτον ἐνταῦθά φησι. V. ἤγουν ὁ Πλοῦτος. Θ Dv. πάρεστιν ἐν‐ θάδε: Ἐνταῦθ’ ἐστίν. LB.

sch plut

1190

αὐτόματος: Αὐτόκλητος. LB. αὐτοπροαίρετος. ἀπὸ τοῦ αὐτός καὶ τοῦ μῶ, τὸ ὁρμῶ. ἔστι δὲ φιλόσοφος λέξις. P. τὸ αὐτόματος γίνεται ἀπὸ τοῦ αὐτός καὶ τοῦ ἵημι, τὸ ἔρχομαι, ἤγουν ὁ ἀφ’ ἑαυτοῦ ἐρχόμενος. Vict.
5ἥκων: Ἐλθών. ἀγαθὰ: Τά. τοίνυν: Λοιπόν. λέγεις: Ἐμοί. LB.

sch plut

1191

τὸ ἐξιδρυσόμεθα τὸν Πλοῦτον. R. ἱδρυσόμεθ’: Στήσομεν. Θ. Dv. ποιήσομεν, στήσομεν. LB. ἱδρυσό‐ μεσθ’: Καθιδρύσομεν, ἐγκαταστήσομεν. P. ἱδρύω τὸ καθιδρύω, τουτέστιν ἢ ναὸν ἀνεγείρω, ἢ ἄγαλμα καθι‐
5στῶ. Vict. ἱδρυσόμεθ’ οὖν: Ὄπισθεν τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς τὸ τῶν Ἀθηναίων ἦν θησαυροφυλάκιον· φησὶν
οὖν τὸν Πλοῦτον, ἤτοι ἀφιερώσομεν αὐτὸν ἐκεῖσε, καὶ ἀναθήσομεν, οὗπερ ὑπῆρχε πρότερον ἱδρυμένος, ἤγουν πεποιημένος καὶ ἀνατεθειμένος. σὺ δὲ περίμενε, διὰ385
10μέσου. φυλάττων ὁ Πλοῦτος τὸν ὄπισθεν οἶκον τῆς θεοῦ. LB. αὐτίκα μάλ’: Συντόμως λίαν. περίμενε: Πρόσ‐ μενε. LB. τοῦτο διὰ μέσου. Θ.

sch plut

1192

οὗπερ: Ἐκεῖ ὅπου. ἦν ἱδρυμένος: Ὑπῆρχεν κατεσκευασμένος, ἱστάμενος. LB. ἱστάμενος, καθήμενος. Dv. ἀφιερωμένος. P.

sch plut

1193

τὸν ὀπισθόδομον ἀεὶ φυλάττων: Ὀπίσω τοῦ νεὼ τῆς καλουμένης πολιάδος Ἀθηνᾶς διπλοῦς τοῖχος ἔχων θύραν, ὅπου ἦν θησαυροφυλάκιον. (Ἄλλως.) ἐπεὶ τὰ χρήματα ἐν τῷ ὀπισθοδόμῳ ἀπέκειτο. μέρος δέ
5ἐστι τῆς ἀκροπόλεως, [ἔνθα ἦν ταμιεῖον, ὄπισθεν τοῦ τῆς Ἀθηνᾶς ναοῦ]. τῆς Ἀθηνᾶς δηλονότι. εἰς τὴν ἀκρό‐ πολιν ἀνέφερον τὰ χρήματα, κἀνταῦθα ἐφυλάττοντο, καθὰ καὶ Θουκυδίδης φησὶν ἐν τῇ δευτέρᾳ [C. 13] οὕ‐ τως «ὑπαρχόντων δὲ ἐν τῇ ἀκροπόλει ἀεί ποτε ἀργυρίου
10«ἐπισήμου ἑξακισχιλίων ταλάντων· τὰ γὰρ πλεῖστα «τριακοσίων ἀποδέοντα περιεγένετο, ἀφ’ ὧν ἔς τε τὰ «προπύλαια τῆς ἀκροπόλεως καὶ ἐς καὶ τἄλλα οἰκοδο‐ «μήματα, καὶ ἐς Ποτίδαιαν ἐπανηλώθη.» τὸν ὀπισθόδομον: Τὸ ὄπισθεν τοῦ οἴκου, ἤγουν τοῦ ναοῦ.
15LB. τὰ ὄπισθεν τοῦ δόμου. Dv. τὸν ὄπισθεν τοῦ ναοῦ. P. τῆς θεοῦ: Τῆς Ἀθηνᾶς. LB. P.

sch plut

1194

(ἀλλ’ ἐκδότω τις δεῦρο: Ὅτι Λυκόφρων, ὡς ὁ Ἐρατοσθένης φησὶν, ᾠήθη πρῶτον τοῦτον δᾷδας ᾐτη‐ κέναι. πεποίηκε δὲ καὶ ἐν Ἐκκλησιαζούσαις αὐτό. ἀλλὰ γὰρ Στράττις πρὸ ἀμφοτέρων τούτων τοὺς Ποταμίους
5διδάσκων εἰς Φιλύλλιον ἀναφέρει τὸ πρᾶγμα·
ὑμεῖς τε πάντες ἔξιτ’ ἐπὶ τὸ Πύθιον,
ὅσοι πάρεστε μὴ λαβόντες λαμπάδας
μηδ’ ἄλλο μηδὲν ἐχόμενον Φιλυλλίου.)
ἐκδότω: Ἔξω δότω ἡμῖν. δεῦρο: Ἐνταῦθα. ἡμμέ‐
10νας: Πῦρ ἐχούσας. LB. ἁπτομένας. Θ. Dv.

sch plut

1195

ἵν’ ἔχων προηγῇ τῷ θεῷ: Τοῦτο δὲ εἶπεν ὡς μέλλοντος προϊέναι τοῦ Πλούτου. —ἵν’ ἔχων: Ὅπερ κρατῶν. LB. ἔχων: Κρατῶν. Dv. κατέχων. P. προηγῇ σὺ τῷ θεῷ: Προοδοποιῇς τῷ Πλούτῳ. LB. προηγῇ:
5Προοδοποιεῖ ὦ ἱερεῦ. Dv. πρ. τῷ θεῷ: Ἡγεμὼν γένῃ τῷ θεῷ. P. πάνυ μὲν οὖν: Λίαν χρὴ τοῦτο ποιῆσαι. LB.

sch plut

1196

δρᾶν: Ποιεῖν. χρὴ: Πρέπει. LB. κάλει: ἀντὶ τοῦ καλέσει. V.

sch plut

1197

(τὰς χύτρας, αἷς τὸν θεὸν: Ἔθος γὰρ ἦν ἐν ταῖς ἱδρύσεσι τῶν ἀγαλμάτων ὀσπρίων ἡψημένων χύ‐ τρας περιπομπεύεσθαι ὑπὸ γυναικῶν ποικίλως ἠμφιε‐ σμένων·) καὶ τούτων ἀπήρχοντο χαριστήρια τοῖς θεοῖς
5ἀπονέμοντες. —ποιῶ: Ποιήσω. LB. τὰς χύτρας: Τὰ τζυκάλια. Dv. τὰς χύτρας: Ἀφιεροῦντές τι ἐν ναοῖς, ἢ καθιδρύοντες αὐτοὺς ἔθος εἶχον προσάγειν χύτρας ἀθά‐ ρας καὶ σεμιδάλεως μεστὰς, ἢ πελάνων καὶ ὀσπρίων ἀληλεσμένων· προωδοποίουν δὲ φέρουσαι ταῦτα ἐπὶ
10κεφαλῆς γυναῖκες σεμναί τινες. LB. αἷς: Δί’ ὧν. τὸν
θεὸν· Τὸν Πλοῦτον. LB.Column end

sch plut

1198

ἐπὶ τῆς κεφαλῆς: Ἐπειδὴ, ὁπότε μέλλοιεν βωμοὺς ἀφιδρύειν, ἢ ἄγαλμα θεοῦ, ἕψοντες ὄσπρια ἀπήρχοντο τούτων τοῖς ἀφιδρυμένοις, εὐχαριστήρια ἀπονέμοντες τῆς πρώτης διαίτης· ὅθεν καὶ ἐν ταῖς Δα‐
5ναΐσι
μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας
παρ’ αἷς ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.
ἱδρυσόμεθα: Τάξομεν, κατασκευάσομεν. LB. στή‐ σομεν. Dv. ἐπὶ: Ἐπάνω. τῆς κεφαλῆς: Τῆς σῆς. φέρε:
10Βάσταζε. LB. ἄγε. Dv.

sch plut

1199

[αὐτὴ ποικίλα: Λείπει τὸ ἱμάτια, ἵν’ ᾖ ποι‐ κίλα ἱμάτια ἔχουσα σεμνῶς ἦλθες. πορφυροῖς γὰρ καὶ ποικίλοις ἱματίοις ἐπόμπευον. δεῖ δὲ ὑπονοεῖν, ὅτι ἡ γραῦς ἐβιάσατο καὶ συνεισῆλθε τῷ νεανίσκῳ· καὶ ὅτι
5ἡ γραῦς ποικίλα ἦλθεν ἔχουσα ἱμάτια.] —σεμνῶς: Εὐτάκτως. LB. ἐντίμως, μεγαλοπρεπῶς. Θ. ἐντίμως. Dv. ἔχουσα: Φοροῦσα. LB. Dv. αὐτὴ: Σύ. ποικίλα: Διάφορα ἱμάτια. LB. ἱμάτια. Dv. λείπει ἱμάτια. R. Θ.

sch plut

1200

ὧν δ’ οὕνεκ’: Ὧν τινῶν χάριν· τί γενήσεται; LB. πάντα: Ἃ βούλει. Dv. πεπράξεται: Πραχθήσε‐ ται. LB. γενήσεται. Dv. τί γενήσεσαι. ἃ βούλει γενή‐ σεται. Θ.

sch plut

1201

ἥξει: Ἐλεύσεται. LB. ἔλθῃ. Dv. ὥς σε: Εἰς σέ. Θ.

sch plut

1202

εἴγε μέντοι: Εἴπερ ὅμως. νὴ Δί’: Μὰ τόν. ἐγγυᾷ: Ἐγγύην δίδως. LB. ὑπόσχῃ. Dv. ἀντὶ τοῦ ἔγγυον καὶ ὑπόσχεσιν δίδως. P. ἐγγυᾷ ἐνεργητικῶς· ἐπὶ γαμικοῦ συναλλάγματος. οἷον ἐγγυᾷ ὁ δεῖνα τῷ δεῖνι
5τὴν ἑαυτοῦ θυγατέρα. ἐγγυῶμαι δέ σοι παθητικῶς ἀντὶ τοῦ ὑπισχνοῦμαί σοι. ὅθεν καὶ ἐγγύη ἡ ὑπόσχεσις. P. Vict.

sch plut

1203

ἥξειν: Ἐλθεῖν. οἴσω: Κομίσω. LB. Dv. τὰς χύτρας: Τὰ τζυκάλια. LB.

sch plut

1204

μὴν: Λοιπόν. LB.

sch plut

1205

αὗται: Αἱ χύτραι. ταῖς ἄλλαις χύτραις: Τῶν ἄλλων χυτρῶν. LB.

sch plut

1206

ἡ γραῦς ἔπεστ’ ἀνωτάτω: (Ἐν τῷ ὑπερζεῖν τὰ μαγειρευόμενα ὄσπρια.) γραῦς γὰρ καλεῖται ὁ ἀφρὸς ὁ ἀνώτατος τῶν χυτρῶν, (ἢ τὸ ἐπιπηγνύμενον ἐλαιῶδες τῷ ζωμῷ, ἡ ἐπιφάνεια τῆς ἀθάρης. τὸ δὲ, οὐκ ἔτι τοί‐
5νυν καὶ τὰ ἐφεξῆς) ἐκ τοῦ ποιητοῦ διὰ τοῦ χοροῦ. — ἡ γραῦς: Τὸ λίπος. LB. ἡ κοινῶς ἄθη. LB. ὁ ἀφρός. φασὶ γὰρ ἰδιωτικῶς τὸν ἀφρὸν γραῦν διὰ τὸ λευκόν. Θ. ἤγουν ὁ ἀφρὸς διὰ τὸ λευκόν. Dv. ἔπεστ’ ἀνωτάτω: Ἐπάνω. Θ. ἐπάνω ὑπάρχει. LB. ἡ γραῦς ἔπεστ’: Ἤτοι
10ὡς ἀφρός. P. γραῦς λέγεται τὸ ἀφρῶδες καὶ ἐπάνω τῆς χύτρας, ὅταν ἑψημένον τι ἔχοι ἐντός. παίζει οὖν ἐν‐ ταῦθα, ὅτι τὴν γραῦν κατέπεισαν βαστάσαι τὰς χύ‐ τρας, ἧς ἄνω ἦσαν αἱ χύτραι· ἔπασχε δὲ αὕτη τὸ ἐναν‐ τίον· ἐπεὶ ἐν μὲν ταῖς ἄλλαις, φησὶ, χύτραις ὑπάρχει
15ἄνω ἡ γραῦς, ἢ τὸ ἀφρῶδες· ταύτης δὲ τῆς γραὸς ὑπερ‐
άνω εἰσὶν αἱ χύτραι. LB.386

sch plut

1207

τῆς γραὸς: Τῆς γυναικός. Dv. ἐπιπολλῆς: Ἐπάνω. LB. Dv. Vict. ἐπιπολλῆς: Ἀπὸ τῆς ἐπί προ‐ θέσεως καὶ τοῦ πολλῆς γενικῆς τῶν ἑνικῶν γίνεται, καὶ ἔστιν ἐπίρρημα τοπικόν. ἔνεισιν: Ὑπάρχουσιν. LB.
5ὑπάρχει. Dv.

sch plut

1208

οὐκ ἔτι: Οὐδαμῶς. τοίνυν: Λοιπόν. μέλλειν: Βραδύνειν. εἰκὸς: Ὑπάρχει πρέπον. ἀναχωρεῖν: Με‐ ταβαίνειν. Θ. LB.Column end

sch plut

1209

εἰς τοὔπισθεν: Ἔμπροσθεν γὰρ Χρεμύλου καὶ τῶν ἄλλων ἵσταντο. Θ. μέρος. δεῖ: Πρέπει. κατό‐ πιν: Ὄπισθεν (Dv.). ᾄδοντας: ᾨδὴν λέγοντας. ἕπε‐
σθαι: Ἀκολουθεῖν (Dv.). LB.387