TLG 5014 013 :: SCHOLIA IN ARISTOPHANEM :: Scholia in ecclesiazusas (scholia vetera) SCHOLIA IN ARISTOPHANEM Schol. Scholia in ecclesiazusas (scholia vetera)
Citation: Argumentum-scholion — verse — (line) | ||
arg ecclt | ΥΠΟΘΕΣΕΙΣ | |
arg eccl1 | Αἱ γυναῖκες συνέθεντο πάντα μηχανήσασθαι εἰς τὸ δόξαι ἄνδρες εἶναι, καὶ ἐκκλησιάσασαι πεῖσαι παραδοῦ‐ ναι σφίσι τὴν πόλιν, δημηγορησάσης μιᾶς ἐξ αὐτῶν. αἱ δὲ μηχαναὶ τοῦ δόξαι αὐτὰς ἄνδρας εἶναι τοιαῦται. πώ‐ | |
5 | γωνας περιθέτους καὶ ἀνδρείαν ἀναλαμβάνουσι στολὴν, προνοήσασαι καὶ προασκήσασαι τὸ σῶμα αὑτῶν, ὡς ὅτι μάλιστα ἀνδρικὸν εἶναι δόξαι. μία δὲ ἐξ αὐτῶν Πρα‐ ξαγόρα λύχνον ἔχουσα προέρχεται κατὰ τὰς συνθήκας καὶ φησὶν «ὦ λαμπρὸν ὄμμα.» | |
---|---|---|
arg eccl2(t1) | (ΑΡΙΣΤΟΦΑΝΟΥΣ | |
t2 | ΓΡΑΜΜΑΤΙΚΟΥ | |
1 | Ἐν τοῖς Σκίροις τὰ γύναι’ ἔκρινεν ἐν στολαῖς ἀνέρων προκαθίζοντα, γενομένης ἐκκλησίας, περιθέμεναι πώγωνας ἀλλοτρίων τριχῶν. ἐποίησαν οὕτως. ὑστεροῦντες οὖν στολαῖς | |
5 | ἄνδρες γυναικῶν ἐκάθισαν· καὶ δὴ μία δημηγορεῖ περὶ τοῦ λαβούσας τῶν ὅλων τὴν ἐπιτροπὴν βέλτιον ἄρξειν μυρίῳ· ἐκέλευσέ τ’ εἰς κοινὸν φέρειν τὰ χρήματα καὶ χρῆσθ’ ἅπασιν ἐξ ἴσου ταῖς οὐσίαις | |
10 | καὶ ταῖς γυναιξὶ μετατίθεσθαι τοὺς νόμους.) | |
sch ecclt | SCHOLIA IN ECCLESIAZUSAS | |
sch eccl1 | Ὦ λαμπρὸν: Πραξαγόρα λύχνον ἔχουσα προέρ‐ χεται. (ὑποπτεύεται δὲ ὁ ἴαμβος ἢ τοῦ Ἀγάθωνος ἢ τοῦ Δικαιογένους, διὰ τὰς ἑταίρας ἐγκαθιζομένας. ὃ πρὸς οὐδὲν εἶπεν, ἀλλὰ μόνον ὅτι τὰς ἑταίρας δεῖ πως.) βού‐ | |
5 | λεται δὲ εἰπεῖν ὅτι τοὺς ἄνδρας προλάβωμεν εἰς τὴν ἐκκλησίαν. τοῦ τροχηλάτου: Διὰ τὸν κεράμεον τροχόν. κατα‐ χρηστικῶς δὲ εἶπεν· οὐ γὰρ ἐν τροχῷ ἐλαύνεται, ἀλλὰ τύπῳ γίνεται. | |
sch eccl2 | κάλλιστα: Ἡ ἔννοια, κάλλιστα τοῖς σοφοῖς εὑρη‐ μένον, τοῖς εὖ σκεπτομένοις. οἱ δὲ τοῖς φύλαξιν, ὅτι μετὰ λύχνων σκοποῦσιν. (ῥύμης δὲ τῆς ὁρμῆς.) | Column end |
sch eccl6 | ὅρμα φλογός: Σύμβολον ἡμῖν δίδου περὶ τῶν συγκειμένων διὰ τῆς φλογός. | |
sch eccl10 | χορδουμένων: Κινουμένων. τοῦτο δὲ λέγει, ἐπεὶ οἱ συνουσιάζοντες κινοῦνται. | |
sch eccl12 | ἀπορρήτους μυχούς: Τὸ αἰδοῖον λέγει τῆς γυ‐ ναικὸς, διὰ τὸ μηδένα αὐτὸ βλέπειν. | |
sch eccl13 | (ἀφαύων: Ἀποξυρῶν.) τρίχα: Τοῦ αἰδοίου τὴν ἐπικειμένην τρίχα. | |
sch eccl14 | στοάς: Τὰ ταμιεῖα στοὰς λέγουσι. καὶ γὰρ πα‐ ραμήκη. —ἐν αἷς ὁ σῖτος. R. | |
sch eccl18 | Σκίροις: Σκίρα ἑορτή ἐστι τῆς Σκιράδος Ἀθη‐ νᾶς, Σκιροφοριῶνος ιβʹ. οἱ δὲ Δήμητρος καὶ Κόρης. ἐν ᾗ ὁ ἱερεὺς τοῦ Ἐρεχθέως φέρει σκιάδειον λευκὸν, ὃ λέ‐ γεται σκῖρον. | |
sch eccl22 | ἃς Σφυρόμαχος: (Γράφεται) ἃς Κλεόμαχος. (καὶ) φασὶ Κλεόμαχον τραγικὸν ὑποκριτήν. οὗτος φαί‐ νεται ὑποκρινόμενός ποτε εἰρηκέναι ἕδρας ἐν δράματι καὶ ἐσκῶφθαι διὰ τὸ κακέμφατον. ὁ δὲ Σφυρόμαχος ψή‐ | |
5 | φισμα εἰσηγήσατο, ὥστε τὰς γυναῖκας καὶ τοὺς ἄνδρας χωρὶς καθέζεσθαι καὶ τὰς ἑταίρας χωρὶς τῶν ἐλευθέρων. | |
sch eccl26 | θαἱμάτια, τὰ ἱμάτια. R. | |
sch eccl30 | ὥρα βαδίζειν: Μία τῶν ἐρχομένων γυναικῶν πρὸς τὴν Πραξαγόραν ταῦτα λέγει. —κῆρυξ ὁ ἀλέκτωρ. R. | |
sch eccl34 | θρυγονῶσα: Ἡσύχως κνῶσα. | |
sch eccl36 | ὑποδουμένη: Τὰ ὑποδήματα βάλλουσα. κνίσμα σου τὸν ἠρεμαῖον κνισμόν. | |
sch eccl38 | Σαλαμίνιος: Ὡς ναυτικῶν ὄντων τῶν Σαλαμι‐ νίων καὶ κατωφερῶν. δύναται δὲ καὶ ἀπὸ τῆς Σαλαμι‐ νίας νεὼς νοεῖσθαι τὸ Σαλαμίνιος, ὡς ἀπὸ τῆς Παράλου Παράλιος. | |
sch eccl45 | κἀρεβίνθων: Ὑποπίνοντες γὰρ ἔκαπτον φρυκτοὺς ἐρεβίνθους. | |
sch eccl46 | τὴν Σμικυθίωνος: (Λείπει) γυναῖκα. | |
sch eccl47 | ἐμβάσιν: Ἐμβὰς ἀνδρεῖον ὑπόδημα. | |
sch eccl48 | κατὰ σχολήν: ἀντὶ τοῦ μόλις ἢ ἀψοφητί. R. L. | |
sch eccl49 | Γευσιστράτην: Παρὰ τὴν Λυσιστράτην εἴρηται. | |
sch eccl50 | τὴν λαμπάδα: Τὴν δᾷδα λέγει διὰ τὸ νύκτα εἶναι. | |
sch eccl53 | ἔστ’ ὄφελος: Ἀντὶ τοῦ αἱ εὐγενεῖς. | |
sch eccl56 | τριχίδων: Λέγει τῶν καλουμένων νῦν θρισσῶν. αὗται δὲ ἐσθιόμεναι βῆχα ἀνεγείρουσιν. | |
sch eccl60 | ἔχω τὰς μασχάλας: Ἔθρεψαν γὰρ τρίχας, ἵνα ὅταν χειροτονῶσι, δοκῶσιν ἄνδρες εἶναι. | |
sch eccl61 | λόχμης: ἀντὶ τοῦ συμφύτου τόπου. R. | |
sch eccl64 | πρὸς τὸν ἥλιον: Ὥστε μέλαινα γενέσθαι ὡς ἀνήρ. | 315 |
sch eccl66 | ἔρριψα: Ξυρὸν ἔρριψα, ἵνα μὴ βλέπουσα αὐτὸ ἐρεθιζοίμην πρὸς ξυράν. | |
sch eccl71 | Ἐπικράτους: (Οὗτος εἰς δασύτητα κωμῳδεῖται.) ἦν δὲ ῥήτωρ καὶ δημαγωγός. οὗτος μέγαν πώγωνα ἔχων, ἐπεκαλεῖτο σακεσφόρος. καὶ Πλάτων ὁ κωμικός φησιν | |
5 | ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε. | |
sch eccl74 | Λακωνικάς: Εἶδος ὑποδήματος. | |
sch eccl77 | Λαμίου: Λάμιός τις πένης καὶ ἀπὸ ξυλοφορίας ζῶν. (διὸ καὶ βακτηρίαν ἐξενέγκασα αὐτοῦ φησιν εἶναι. κωμῳδεῖται γὰρ καὶ ὡς δεσμοφύλαξ. ἀρσενικῶς δὲ Λα‐ μίαν. ὑπὲρ ἧς ὁ Κράτης λέγει ἐν τῷ ὁμωνύμῳ δράματι, | |
5 | ὅτι σκυτάλην ἔχουσα ἐπέρδετο.) | |
sch eccl78 | ὧν πέρδεται: Ἀντὶ τοῦ ὧν φέρει. ἢ ἴσως ὑπὸ τοῦ βάρους ἐπέρδετο. —τὸ σκύταλον τὸ ῥόπαλον. R. Γ. | |
sch eccl80 | (τὴν τοῦ πανόπτου: Τοῦ τὴν Ἰὼ φυλάττοντος. αἰνίττεται δὲ ὡς ὄντος αὐτοῦ δεσμοφύλακος. ἀναφέρει δὲ τοῦτον ἐπὶ τὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ Ἄργον.) | |
sch eccl81 | εἴπερ τις ἄλλος: Ὡς οὐδεὶς ἄλλος τὸν δῆμον. βουκολεῖν δὲ ὡς τὴν Ἰὼ ὁ Ἄργος ἐν Ἰνάχῳ Σοφο‐ κλέους. R. | |
sch eccl87 | ὑπὸ τῷ λίθῳ: Ὑπὸ τῷ βήματι. | |
sch eccl88 | ταυτί γε τοι: Γυνὴ ἔρχεται φέρουσα καὶ ξαίνουσα ἔρια, πρὶν ἀπελθεῖν ἐκεῖσε. | |
sch eccl89 | πληρουμένης: Οἷον ἕως συνάγονται. φθάσαι γὰρ, φησὶ, δεῖ, καὶ μὴ μεῖναι ἕως πληρωθῇ. | |
sch eccl94 | παραφῆναι: Παραδεῖξαι ὡς πρὸς ἄνδρας. | |
sch eccl96 | ὑπερβαίνουσαν: Ἐπὶ τὸ βῆμα ἀναβαίνουσαν. | |
sch eccl97 | Φορμίσιος: (Καὶ) οὗτος δασὺς (ἦν). αἰνίττεται δὲ τὸ (γυναικεῖον) αἰδοῖον. | |
sch eccl100 | ἀντὶ τοῦ ὅτε καθήμεθα. R. | |
sch eccl102 | Ἀγύρριος: Ὁ Ἀγύρριος στρατηγὸς θηλυδριώδης, ἄρξας ἐν Λέσβῳ. καὶ τὸν μισθὸν δὲ τῶν ποιητῶν συνέ‐ τεμε, (καὶ πρῶτος ἐκκλησιαστικὸν δέδωκεν). ὁ δὲ Πρό‐ νομος αὐλητὴς μέγαν ἔχων πώγωνα, Ἀγύρριος δὲ εὐρύ‐ | |
5 | πρωκτος. οὗτος οὖν τὸν Προνόμου ἔχων πώγωνα λανθάνει ὢν γυνή. | |
sch eccl105 | τούτου γέ τοι: Νὺξ γὰρ ὑπόκειται ἔτι. ὑπερ‐ βατόν· καὶ τὸ ἑξῆς· τούτου γέ τοι ἕνεκα τοσοῦτον τόλ‐ μημα τολμῶμεν, νὴ τὴν ἐπιοῦσαν ἡμέραν, ἤν πως πα‐ ραλαβεῖν. | |
sch eccl109 | νῦν μὲν γάρ: Παρὰ τὴν παροιμίαν ὅκ’ ἀργύριον ᾖ πάντα θεῖ κἀλαύνεται. ὅ ἐστιν οὔτε ἀνέμοις οὔτε κώπαις πλέομεν. | |
sch eccl110 | (καὶ πῶς γυναικῶν: Ἐκ τραγῳδίας τοῦτο.) | |
sch eccl113 | σποδοῦνται: Κινοῦνται. | |
sch eccl114 | (κατὰ τύχην: Ἤγουν κατὰ συνουσίαν.) | |
sch eccl115 | ἡ ’μὴ ’μπειρία: Ἀντὶ τοῦ ἡ ἀπειρία. | |
sch eccl116 | ἐπίτηδες: Ἀντὶ τοῦ ἐκ σπουδῆς. R. Γ. | |
sch eccl117 | ἅτινα. R. | |
sch eccl118 | περιδουμένη: Περιδεσμεύουσα τὴν τριχίνην γενειάδα. γένειον γὰρ ὁ τόπος. | |
sch eccl121 | περίδου: Περίθες. | Column end |
sch eccl122 | περιδήσομαι: Ὅτι καὶ οἱ δημαγωγοὶ ἐστέ‐ φοντο. | |
sch eccl124 | (τάλαν: Παρέλκει τὸ τάλαν.) | |
sch eccl125 | καταγέλαστον: Τὸ ἡμᾶς πώγωνας ἔχειν. | |
sch eccl126 | σηπίαις: (Σηπία εἶδος ἰχθύος.) ἀπρόσλογος δὲ ἡ εἰκασία. —λευκαὶ γὰρ αἱ σηπίαι. R. ἐσταθευμέναις δὲ, ἐξ ἐπιπολῆς ὀπτηθείσαις. (σταθεύειν γὰρ τὸ μὴ λίαν ὀπτῆσαι. ἢ χλιανθείσαις πυρί.) | |
sch eccl128 | περιστίαρχος: Ὁ τῶν καθαρσίων προηγούμε‐ νος ἐν ταῖς ἐκκλησίαις. περίστια γὰρ τὰ καθάρσια. τὴν γαλῆν: εἰς τὴν λεπτότητα τοῦ δελφακίου. R. Γ. | |
sch eccl129 | Ἀρίφραδες: Ὡς ἀναμεμιγμένου αὐταῖς. λοιδο‐ ρεῖται δὲ πρὸς γυναῖκας αἰσχρὸς ὢν κιθαρῳδός. | |
sch eccl131 | στεφανοῦνται γὰρ οἱ δημηγοροῦντες. Γ. | |
sch eccl132 | πρὸς τὸ τῶν γυναικῶν φίλοινον. R. Γ. | |
sch eccl133 | ἐστεφανωσάμην: ἐπεὶ καὶ οἱ ἐν τοῖς συμπο‐ σίοις ἐστεφανοῦντο. R. Γ. | |
sch eccl137 | οὐ μόνον ζωρὸν, ἀλλὰ καὶ εὔζωρον, ἄκρατον. R. | |
sch eccl138 | ἀντὶ τοῦ ἐνθυμουμένων. R. Γ. | |
sch eccl139 | μεθυόντων ἐστὶ: Μανικά. διαβάλλει τοὺς Ἀθη‐ ναίους ὡς ἀεὶ κακὰ βουλευομένους. | |
sch eccl145 | μὴ ἔχειν τοῦτον τὸν πώγωνα. R. Γ. | |
sch eccl146 | ἀφαυανθήσομαι: Ξηρανθήσομαι. | |
sch eccl148 | ἐργάζεται: Τὸ πρᾶγμα ἀνύεται. λέγει δὲ ὅτι λοιπὸν πρωΐας ἐγένετο. | |
sch eccl150 | διερεισαμένη: Οἷον διαπηξαμένη, ἀσφαλισα‐ μένη. | |
sch eccl151 | (τῶν ἠθάδων: Τῶν ἔθος ἐχόντων λέγειν.) | |
sch eccl152 | ἥσυχος: ἀντὶ τοῦ ἥσυχα τάδε τοιαῦτα ἐστί. Rav. | |
sch eccl153 | (ἐμὴν μίαν: Λείπει γνώμην.) | |
sch eccl155 | μὰ τὼ θεώ: (Ἐπειδὴ γυναικῶν ὁ ὅρκος.) παί‐ ζει. οὐ γὰρ δεῖ σε, φησὶν, ὑποκρινομένην ἄνδρα γυναι‐ κεῖον ὅρκον ὀμνύναι τὰς θεάς. | |
sch eccl162 | ἀκριβωθήσεται: Ἀκριβῶς μελετηθήσεται. | |
sch eccl167 | Ἐπίγονόν γ’ ἐκεῖνον: Οὗτος κωμῳδεῖται ὡς μαλακὸς καὶ ὡς μετὰ γυναικῶν ἀεὶ εὑρισκόμενος. | |
sch eccl169 | ἀποφθείρου, πορεύου μετὰ φθορᾶς. R. Γ. | |
sch eccl171 | τὸν στέφανον. R. | |
sch eccl172 | ἀντὶ τοῦ κατορθῶσαι. R. | |
sch eccl175 | τὰ τῆς πόλεως: Ἐντεῦθεν ἡ ὑπόκρισις τῆς δημηγορίας. | |
sch eccl185 | οὗτος πονηρός ἐστι. R. | |
sch eccl188 | τοὺς μισθοφορεῖν: Τοὺς μισθοὺς βουλομένους λαβεῖν. καὶ γὰρ παρὰ τῶν δημαγωγῶν λαμβάνουσι, καὶ ὁ μὴ λαβὼν μισεῖ θέλων λαβεῖν. | |
sch eccl193 | τὸ συμμαχικόν: Τὸ πρὸς τοὺς συμμάχους δί‐ καιον. R. Γ. ἡ μὲν γνώμη τίς ἦν καὶ ὑπὸ τίνος ἄδηλον. περὶ δὲ τοῦ συμμαχικοῦ φιλόχορος ἱστορεῖ ὅτι πρὸ δύο ἐτῶν ἐγένετο συμμαχία Λακεδαιμονίων καὶ Βοιωτῶν. | |
sch eccl196 | ὁ τοῦτ’ ἀναπείσας: Κόνωνα λέγει. | |
sch eccl198 | γεωργοῖς: Ἐβαροῦντο γὰρ (ταῖς) τριηραρχίαις. | |
sch eccl199 | Κορινθίοις: Ἦσαν γὰρ διάφοροι. τὸ δὲ σοί ὡς | |
πρὸς τὸν δῆμον. | 316 | |
sch eccl201 | Ἱερώνυμος σοφός: Κατ’ εἰρωνείαν. ὁ γὰρ Ἀρ‐ γεῖος σοφὸς, ὁ δ’ Ἱερώνυμος ἀμαθής. ταῦτα δὲ εἰς τὸ κωμῳδῆσαί τινας. τὸ δὲ Ἀργεῖος ὄνομα κύριον. | |
sch eccl203 | Θρασύβουλος: (Οὗτος αὐθάδης καὶ δωροδόκος,) ὑπερόπτης (ὢν) τοῦ δήμου, ἠβούλετο δι’ αὐτοῦ πάντα πράττεσθαι. | |
sch eccl204 | διὰ τὸ ἀνήρ. R. | |
sch eccl206 | (τὰ δημόσια γὰρ μισθοφοροῦντες: Ὅπως μὲν αὐτοὶ κερδανεῖτε, σκοπεῖσθε· ὅπως δὲ φροντίσετε περὶ τῶν κοινῶν, ἐξ ὧν μισθοφορίαι, ἀμελεῖτε τοῦ κοινοῦ.) | |
sch eccl208 | Αἴσιμος: Χωλὸς ἄτιμος καὶ ἀμαθής. —ἄτιμος οὗτος καὶ χωλός. τὸ δὲ κοινὸν ὅτι τὸ κοινὸν ἀμελεῖτε. σκοπεῖσθε δὲ, τί κερδανεῖτε. R. | |
sch eccl209 | (σωθήσεσθ’ ἔτι: Παρέλκει τὸ ἔτι παρὰ τοῖς Ἀττικοῖς.) | |
sch eccl212 | (ταμίαις: Ἐφόροις, φύλαξι, διοικητρίαις.) | |
sch eccl216 | βάπτουσι: Πλύνουσι. —οὐδὲν καινοτομοῦσι, φησί. R. | |
sch eccl217 | ἁπαξάπασαι: ἀντὶ τοῦ πᾶσαι. τὰ δὲ τοιαῦτα Ἀττικά. μεταπειρωμένας: μεταβαινούσας, μεταβαλ‐ λομένας ἀπὸ πράγματος εἰς πρᾶγμα. R. | |
sch eccl220 | εἰ μή τι καινὸν ἄλλο: Ἀντὶ τοῦ, εἰ μὴ ἐπολυ‐ πραγμόνει καὶ καινὰς ἔφερε πολιτείας. —ἀντὶ τοῦ, εἰ ἐφύλαττε τὸν ἀρχαῖον νόμον. R. φρύγουσι: Λείπει τὸ κριθάς. ἐπιτρίβουσι, μοιχεύ‐ | |
5 | ουσιν, ἢ ἐν τῷ μηδὲν πράττειν. | |
sch eccl226 | παροψωνοῦσιν: Ἀντὶ τοῦ λάθρα ὀψωνοῦσιν. | |
sch eccl227 | εὔζωρον: Ἄκρατον. | |
sch eccl230 | μὴ περιλαλῶμεν: Μὴ φλυαρῶμεν. | |
sch eccl232 | σκεψάμενοι: Οἷον ἐκ τῶν ἐπαγομένων λογισά‐ μενοι. | |
sch eccl236 | πορίζειν: Εὑρίσκειν, συνάγειν. | |
sch eccl239 | τὰ δ’ ἄλλα: Μετὰ τὸ ἐάσω στικτέον. τὸ δὲ ταῦτα, οἷον ταῦτα συμβουλεύων. | |
sch eccl243 | ἐν πυκνί: Ἀντὶ τοῦ ἐν τῇ ἐκκλησίᾳ. ὡς ἀπο‐ κεκρυμμένων ἐκείνων τῶν μερῶν καὶ δυναμένων ἐκεῖ κρύπτεσθαι ἐπὶ τῆς φυγῆς τῶν τριάκοντα. | |
sch eccl245 | (ὦ μέλ’ ἦσθα: Παρέλκει τὸ μέλε.) | |
sch eccl246 | οὐ ματαίως καὶ ἐτωσίως. δεινὴ καὶ σοφὴ, ἱκα‐ νὴ ἐν τῷ λέγειν. R. αὐτόθεν: Ἀπὸ τοῦ παρόντος χρόνου. | |
sch eccl248 | Κέφαλός σοι: Δημαγωγὸς οὗτος ἕτερος, οὐχ ὃν λέγει Δημοσθένης, ἀλλὰ λοίδορος. | |
sch eccl252 | τρύβλια: Εἶδος ὀξυβάφου τὸ τρύβλιον. | |
sch eccl253 | κεραμεύειν: Ἀπὸ κοινοῦ τὸ κεραμεύειν, ἀντὶ τοῦ κατεργάζεσθαι. ἦν δὲ κεραμέως πατρὸς ὁ Κέφαλος. ἔλεγον δὲ κεραμεύειν καὶ τὸ κακῶς ποιεῖν τὰ κοινά. | |
sch eccl254 | Νεοκλείδης ὁ γλάμων: Ἐκωμῳδεῖτο ὡς συκο‐ φάντης καὶ ξένος καὶ κλέπτης. ὁ λημῶν· ὁ ἔχων τοὺς ὀφθαλμοὺς μεστοὺς ἀκαθαρσίας. | |
sch eccl255 | ἐς κυνὸς πυγήν: Παροιμία παιδικὴ ἐπὶ τῶν ὀφθαλμιώντων, ἐς κυνὸς πυγὴν ὁρᾶν καὶ τριῶν ἀλωπέ‐ κων. | |
sch eccl256 | ὑποκρούσωσί σε: Ὑποβάλλωσί σε. λαμβάνων‐ | |
ταί σου. | Column end | |
sch eccl257 | πολλῶν κρουμάτων: Καὶ μετὰ τούτου ἔπαιξε πρὸς τὴν ὁμωνυμίαν τῆς συνουσίας. | |
sch eccl259 | ἐξαγκωνιῶ: Τοὺς ἀγκῶνας ὑπὸ ταῖς πλευραῖς ποιήσω. οὐδέποτε γὰρ οὕτω μέση ληφθήσομαι. (Ἄλ‐ λως. παραδώσω, ἵνα τῶν χειρῶν ἕλῃ με, καὶ μὴ μέσην ἄρας με γνῷ ὅτι γυνή εἰμι ἐκ τῶν τιτθίων.) | |
sch eccl260 | ὡδὶ, οὕτως. R. | |
sch eccl263 | τίνι. (262) ἔσκεπται. R. | |
sch eccl265 | αἴρειν τὼ σκέλη: Ἐν τῇ συνουσίᾳ· λέγει τὰς χεῖρας αἴρειν, ὥσπερ οἱ ῥήτορες οἱ κρινόμενοι. | |
sch eccl267 | ἐξωμισάσαις: Ἄχρι τῶν ὤμων γυμνωσάσαις. | |
sch eccl269 | ὑποδεῖσθε: Ὑποδεσμεύσατε. | |
sch eccl274 | ἀκριβῶς ποιήσετε. R. | |
sch eccl276 | ἐπαναβάλεσθε: ἀντὶ τοῦ περιστολίσασθε. R. | |
sch eccl280 | προΐωμεν αὐτῶν: Προηγησώμεθα τῶν λοιπῶν γυναικῶν. | |
sch eccl281 | ἄντικρυς: ἀντὶ τοῦ αὐτίκα. R. | |
sch eccl284 | ὑπαποτρέχειν: Ὀπίσω τρέχειν. πάτταλον: Τὸ τυχόν. οἱ γὰρ ὕστερον ἐλθόντες οὐκ ἐλάμβανον τὸ ἐκκλησιαστικόν. | |
sch eccl285 | τὸ ἄνδρας. R. | |
sch eccl286 | ἐκπέσῃ. R. | |
sch eccl288 | (ἐνδούμεναι: Καταδυόμεναι εἰς τηλικαύτην τόλμαν λάθρα.) | |
sch eccl289 | (χωρῶμεν: Τοῦτ’ ἐστὶ τὸ μέλος ὃ εἶπεν ἔνδον αὐταῖς τὸ ἀγροικικόν.) | |
sch eccl291 | πρῲ μονοσυλλάβως. ἀντὶ τοῦ ἔτι κνέφους ὄντος. κεκονιμένος: οἷον σπουδάζων πάνυ καὶ σχεδὸν κόνεως πεπληρωμένος. R. | |
sch eccl292 | ὑπότριμμα: Ἀντὶ τοῦ δριμύ. οἱ γὰρ δικάζοντες ὀφείλουσι δριμεῖς εἶναι. στέργων: Ἡδόμενος σκορόδοις. καὶ τοῦτο ἀγροικικὸν ἐμφαίνει. | |
sch eccl293 | ἀναπλάττει ὀνόματα. R. | |
sch eccl295 | μηδὲν παραχορδιεῖς: Παρὰ ῥυθμὸν ποιήσεις, μηδὲν παραφθέγξῃ, ἀλλὰ δεῖ εἰπεῖν ὅπως. σύμβολον δέ τι δηλοῖ φανερὸν ἤδη. | |
sch eccl296 | ἀντὶ τοῦ σεαυτόν. R. | |
sch eccl297 | πλησίον ἀλλήλων. R. | |
sch eccl298 | ὁπός’ ἆν: Ὁπός’ ἂν δέῃ χειροτονεῖν τὰς ἡμετέ‐ ρας φίλας. R. | |
sch eccl300 | ὅρα δ’ ὅπως: Ὁρᾷ ἄνδρας προσιόντας ἐν τῇ ἐκκλησίᾳ. | |
sch eccl302 | ἔνθα οἱ στέφανοι πλέκονται. ὡς διὰ τὴν εὐτέ‐ λειαν τοῦ μισθοῦ δικάζειν θελόντων. R. | |
sch eccl303 | Μυρωνίδης: Τῶν εὐδοκιμούντων οὗτος ὁ στρα‐ τηγός. | |
sch eccl304 | παρεγίνετο. R. | |
sch eccl306 | ἐν ἀσκιδίῳ: Πρὸς τὸ ἀρχαῖον ἔθος σεσημείωται. | |
sch eccl310 | πηλοφοροῦντες: Ὡς χειροτέχναι καὶ μισθωτοί. | |
sch eccl317 | ὁ Κοπρεαῖος: Βούλεται εἰπεῖν ὡς ὅτι ἠπειγό‐ | |
μην ἀποπατῆσαι. | 317 | |
sch eccl318 | ἡμιδιπλοΐδιον: Τὸ γυναικεῖον ἱμάτιον, ἢ ἀνα‐ βόλαιον γυναικῶν. | |
sch eccl319 | περσικάς: Εἶδος ὑποδημάτων. ὑφέλκομαι: Ἀντὶ τοῦ περιδεσμεύομαι, ὑποδέδεμαι. | |
sch eccl320 | ἐν καθαρῷ: Οἷον ἐν ἐρημίᾳ. | |
sch eccl330 | Κινησίας: οὗτος μαλακός. R. | |
sch eccl332 | (κροκώτιον: Ὑποκοριστικῶς. εἴρηται δ’ ἐν Βα‐ τράχοις [46], ὅτι ἔνδυμά ἐστι Διονυσιακὸν ὁ κροκωτός. ἐνταῦθα δὲ δῆλον ὡς γυναικεῖον. ἀμπισχόμενος δὲ) περιβεβλημένος. | |
sch eccl337 | ἐκτετρύπηκεν: ἀντὶ τοῦ λάθρα ἐξῆλθεν. R. | |
sch eccl338 | νεώτερον: Καινὸν καὶ ἄτοπον. | |
sch eccl346 | (κοθόρνῳ: Κόθορνος εἶδος ὑποδήματος, ἁρμόζον ἀμφοτέροις ποσί.) | |
sch eccl347 | (τὴν σισύραν: Τὸ μαλλωτὸν στρῶμα. φανὴ δὲ λαμπρὰ, καθαρά.) | |
sch eccl349 | γνώμην ἐμήν: Οἷον κατὰ τὴν ἐμὴν γνώμην καὶ οἴησιν. | |
sch eccl350 | ὅσον ἐμὲ εἰδέναι. R. | |
sch eccl351 | ἱμονιάν: Ἱμονιὰ καλεῖται τὸ σχοινίον, ἐν ᾧ ἀρύονται τοῦ ὕδατος. ταῦτα δὲ λέγει, ὡς αὐτοῦ μακρὰ ἀποπατοῦντος καὶ χέζοντος. | |
sch eccl355 | ἀχράς τις: Στένωσιν τῇ γαστρὶ παρέχει (ὁ λεγόμενος παρ’ ἡμῖν ἄπιος. οὕτω γὰρ καὶ Πλάτων ἐν Νόμοις ἀπίους εἴρηκεν. οὐ μόνον δὲ, ἀλλὰ καὶ παρ’ Ἀλέξιδι· καὶ ἐν Ἀγρίοις Φερεκράτει, | |
5 | πρὶν ἀνακυκῆσαι τοὺς ἀπίους ἁρπαζέτω. ἐπέχει δὲ τὴν γαστέρα ἡ ἀχράς.) | |
sch eccl356 | Θρασύβουλος: Οὗτος ἀντιλέγειν μέλλων τοῖς Λακεδαιμονίων πρέσβεσι περὶ σπονδῶν ἐληλυθόσιν, εἶτα δωροδοκήσας, ἀχράδας προσεποιήσατο βεβρωκέ‐ ναι, καὶ μὴ δύνασθαι λέγειν. | |
sch eccl357 | οἷον ἐπίκειται καὶ θλίβει. R. | |
sch eccl359 | ἀλλ’ ὅταν φάγω: (Ἀγωνιῶ δὲ, ἐὰν φάγω, οὕτω τὴν γαστέρα στενούμενος,) εἰς ποῖον τόπον χωρήσει ἡ ἔνδον κόπρος. | |
sch eccl361 | (βεβαλάνωκεν: Ἐκλείδωσεν. βάλανος γὰρ τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. ταῦτα δ’ εἴρηται καὶ ἐν ἄλλοις.) | |
sch eccl362 | Ἀχραδούσιος: παρὰ τὴν Ἀχράδα. ἔστι δὲ δῆ‐ μος τῆς Ἱπποθοωντίδος φυλῆς Ἀχερδούς. R. | |
sch eccl365 | Ἀμύνων: Ῥήτωρ ἡταιρηκὼς, οὐκ ἰατρὸς ὁ Ἀμύνων. | |
sch eccl366 | Ἀντισθένην: ἰατρὸς θηλυδριώδης. καὶ οὗτος τῶν καταπρώκτων. R. | |
sch eccl367 | σφιγμάτων. R. | |
sch eccl369 | Εἰλείθυια: Ἐπεὶ αἱ ὠδίνουσαι ἐπικαλοῦνται τὴν Εἰλείθυιαν. καὶ αὐτὸς οὖν στενοχωρούμενος ἐπικα‐ λεῖται αὐτήν. | |
sch eccl370 | κατεχόμενον ὑπὸ τῆς κόπρου. R. | |
sch eccl371 | σκωραμίς: (Ἀμὶς μὲν ἐν ᾧ οὐροῦσι,) σκωρα‐ | |
μὶς (δὲ) ἐν ᾧ ἀποπατοῦσιν. | Column end | |
sch eccl372 | (οὗτος τί ποιεῖς: Ἀνήρ τις ἐπανιὼν ἀπὸ τῆς ἐκ‐ κλησίας Χρέμης.) | |
sch eccl378 | ἡ μίλτος: Κατὰ γὰρ τὴν ἀγορὰν ἐσόβουν εἰς ἐκκλησίαν τοὺς Ἀθηναίους μεμιλτωμένῳ σχοινίῳ. (μίλτος δὲ χρώματος εἶδος ἐρυθροῦ. καὶ Ὅμηρος [Il. Β, 637] «νῆες μιλτοπάρῃοι.» προσέρραινον δὲ, προσέβα‐ | |
5 | λον. θύλακον δὲ ἀρτοθήκην σημαίνειν καὶ ἐν Πλούτῳ ζητητέον. αἰσχύνομαι, φησὶν, ἐπεὶ κενὸς ἔσται.) | |
sch eccl379 | ἔβαλλον κύκλῳ. R. | |
sch eccl382 | τῶν ἀλφίτων, ἐπεὶ κενός ἐστι. R. | |
sch eccl385 | σκυτοτόμοι: Ἐπειδὴ οἱ σκυτοτόμοι ἐν σκιᾷ κα‐ θεζόμενοι ἐργάζονται, τοῦτο ἔφη. | |
sch eccl386 | οὐ γὰρ: καὶ γάρ. R. | |
sch eccl390 | τὸ δεύτερον: Ὁ γὰρ ἀλεκτρυὼν τρίτον κοκκύ‐ ζει. | |
sch eccl392 | ἀποίμωξόν με: Παρὰ τὸ ἐξ Αἰσχύλου Μυρμι‐ δόνων Ἀντίλοχ’, ἀποίμωξόν με τοῦ τεθνηκότος τὸν ζῶντα μᾶλλον. | |
sch eccl393 | τἀμὰ γὰρ διοίχεται: Ἀντὶ τοῦ ἀπόλωλα. | |
sch eccl395 | ἐν ὥρᾳ: Ἀντὶ τοῦ ὄρθρου. | |
sch eccl398 | παρείρπυσεν: Ὡς ἐπὶ ὄφεως εἶπεν, ἐπειδὴ τυ‐ φλὸς ἦν. | |
sch eccl402 | οὐκ ἐσώσατο: ἀντὶ τοῦ οὐκ ἔσωσε. R. | |
sch eccl404 | ὀπῷ: Πάνυ γὰρ δριμύτατος ὁ ὀπός. τιθύμαλ‐ λος δὲ εἶδος βοτάνης δριμυτάτης. ἴσως δὲ αὕτη παρὰ Λάκωσιν εὑρίσκεται. εἰώθασι δὲ οἱ ἰατροὶ καὶ πατρί‐ δας ὑπ’ ἀλαζονείας τῶν βοτανῶν ὀνομάζειν, (οἷον Κυρη‐ | |
5 | ναϊκὸν ὀπὸν καὶ Σμυρναϊκόν. ἦν μέντοι διαβόητος καὶ ὁ Λακωνικὸς τιθύμαλλος). | |
sch eccl408 | πένης οὗτος. R. | |
sch eccl416 | ἥλιος τραπῇ: Εἰς χειμερινὴν δηλονότι τροπήν. | |
sch eccl417 | πλευρῖτις: εἶδος νοσήματος. R. | |
sch eccl423 | ἀντέλεγεν. R. | |
sch eccl424 | τοῖς πένησι. R. | |
sch eccl425 | κλάειν μακρά: Τοῦτο λέγει γέλωτος χάριν. | |
sch eccl426 | Ναυσικύδους: Οἱ μὲν ὅτι ἀλφιταμοιβός. οἱ δὲ ὅτι πένης· οἱ δὲ ὅτι οἱ ἀλφιταμοιβοὶ τοῦ Ναυσικύδους τοῦτο ἀπέλαυσαν. | |
sch eccl428 | γυναικώδης οὗτος. R. | |
sch eccl433 | ἀνεβορβόρυξαν: Ἀνετάραττον. νοῦν γὰρ εἶχον, νὴ Δία: Αἱ γυναῖκες εἰς ἄνδρας σκευασθεῖσαι. | |
sch eccl440 | ἄλλως ἀντὶ τοῦ ματαίως. τοῦτο δὲ ὡς ἐν ἐρω‐ τήσει. R. | |
sch eccl441 | νουβυστικὸν: Νοῦ πεπληρωμένον. | |
sch eccl443 | ἀντὶ τοῦ τοὺς Ἀθηναίους. R. | |
sch eccl446 | συμβάλλειν: Μεταδιδόναι, κιχρᾶν. | |
sch eccl449 | ἀποδιδόναι. R. | |
sch eccl450 | τὸ ἀποστερεῖν. R. | |
sch eccl452 | εἰς ἀγορὰν φέρειν. R. | |
sch eccl453 | βλάπτειν. R. | 318 |
sch eccl457 | φήμ’ ἐγώ: Ὡς φιλούντων αὐτῶν τὰ μὴ γενό‐ μενα καινοποιεῖν. | |
sch eccl465 | τοῖσιν ἡλίκοισι: Ἀντὶ τοῦ τοῖς γέρουσι. | |
sch eccl471 | ἀηδές. R. | |
sch eccl473 | λόγος τέ τοι τίς ἐστι: Λέγεται, ὅτε Ποσειδῶν καὶ Ἀθηνᾶ ἐφιλονείκησαν περὶ τῆς Ἀττικῆς, νικῆσαι τὴν Ἀθηνᾶν. καὶ φασὶν ἡττηθέντα τὸν Ποσειδῶνα καὶ λυπηθέντα καταρᾶσθαι τῇ πόλει, καὶ λέγειν αὐτὸν ὅτι | |
5 | γένοιτο τοὺς Ἀθηναίους ἀεὶ κακῶς βουλεύεσθαι, ἀκού‐ ουσαν δὲ τὴν Ἀθηνᾶν προσθεῖναι ὅτι κακῶς βουλεύεσθαι καὶ ἐπιτυγχάνειν. | |
sch eccl478 | (ἔμβα, χώρει: Ἐξέρχεται ὁ χορὸς ἀπὸ τῆς ἐκκλησίας.) | |
sch eccl482 | τὸ ἀνδρεῖον. R. | |
sch eccl483 | ψόφον ποιῶν. R. | |
sch eccl498 | παραβλέπουσα: Μὴ ἀτενίζουσα, φησὶν, ἀλλὰ τῷ ἑτέρῳ ὀφθαλμῷ βλέπουσα. | |
sch eccl499 | ᾗπερ ἦσθα: ἀντὶ τοῦ ὡς ἦσθα. R. | |
sch eccl502 | σάκον λέγει τὸν πώγωνα. | |
sch eccl507 | τὰ ὑποδήματα. R. | |
sch eccl508 | συναπτούς: Τὰς συναπτούσας καὶ δεσμευούσας τὰ ὑποδήματα. | |
sch eccl511 | παρερπύσασα: Ἠρέμα εἰσελθοῦσα. | |
sch eccl519 | ἐν τῇ ἐκκλησίᾳ. R. | |
sch eccl520 | ἀνὴρ Πραξαγόρας. R. | |
sch eccl523 | ἐξερευνῆσαι. R. | |
sch eccl531 | ὠδινούσης. R. | |
sch eccl533 | μηδὲν κλέψας ἔνδοθεν. R. | |
sch eccl534 | ἥτις μετεκάλεσέ με. R. | |
sch eccl536 | τὸ γυναικεῖον ἱμάτιον. R. | |
sch eccl537 | προκείμενον: Νεκρόν. | |
sch eccl538 | στεφανώσασα: Εἰώθασι γὰρ ἐπὶ τῶν νεκρῶν τοῦτο ποιεῖν. | |
sch eccl540 | ἀλεαίνοιμι: Θερμανοίμην. | |
sch eccl544 | ἵνα σε μιμησαμένη σώσαιμι τὸ ἱμάτιον. R. | |
sch eccl547 | πυρῶν ἑκτέα: Τριωβόλου ἴσως ἦν. λέγει οὖν ὅτι οἴκοι μένων τὸ τριώβολον ἀπολώλεκεν. R. | |
sch eccl550 | προσποιουμένη ἐρωτᾷ ἐπίτηδες εἰ γέγονεν ἡ ἐκ‐ κλησία ὡς ἀγνοοῦσα. R. | |
sch eccl554 | οἷον ἐντρυφῶσα διὰ τὴν ἐξουσίαν. R. | |
sch eccl556 | Ἀττικόν ἐστιν ἀντὶ τοῦ πάντων. R. | |
sch eccl562 | ἄλλος Βλέπυρος ἐλθών. R. | |
sch eccl563 | μηδ’ ἀφέλης μου τὸν βίον: Διοικοῦσα μετὰ τῶν ἄλλων γυναικῶν. | |
sch eccl567 | μὴ ’νεχυραζόμενον: Τὴν ἑαυτοῦ οὐσίαν. ἔθος γὰρ ἦν τοῖς δικαζομένοις ἐνέχυρα διδόναι τὴν ἑαυτῶν οὐσίαν. | |
sch eccl574 | πολίτην: Τὸν τῆς πόλεως. R. | |
sch eccl587 | ἄλλης ἀρχῆς: ἀντὶ τοῦ ἄρχειν τὸ καινοτο‐ μεῖν. R. | |
sch eccl592 | οἷον μηδὲ τὸ τυχόν. R. | |
sch eccl595 | (σπέλεθον: Κόπρον. καὶ ἀλλαχοῦ [Ach. 1169] κατεάξαι βουλόμενος ἐν σκότῳ λάβοι | |
τῇ χειρὶ σπέλεθον ἀρτίως κεχεσμένον.) | Column end | |
sch eccl596 | ἔφθης μ’ ὑποκρούσας: Ὅτι ὑπεκρούσω καὶ ἠρώτησας πρότερόν μου. | |
sch eccl599 | θρέψομεν. R. | |
sch eccl602 | δαρεικὸς εἶδος νομίσματος. R. | |
sch eccl603 | διὰ τὸ ἐπιορκεῖν. R. | |
sch eccl605 | ἐν πενίᾳ δράσει: Ἀντὶ τοῦ, οὐδεὶς αἰσχρόν τι δράσει, ἢ ἐργάσεταί τι, παρακειμένων ἀφθόνως ἅπα‐ σιν. | |
sch eccl611 | σκαλαθῦραι: Συνουσιάσαι. | |
sch eccl612 | τῶν κοινῶν χρημάτων. R. | |
sch eccl616 | συνουσιάζειν. R. | |
sch eccl617 | αἱ φαυλότεραι: αἱ ἄμορφοι. R. | |
sch eccl620 | οὐκ ἐπιλείψει: οὐκ ἀρκέσει. ἐκεῖς’: πρὸς τὰς εὐμόρφους. R. | |
sch eccl622 | τὸ περὶ τούτων μάχεσθαι. R. | |
sch eccl625 | τὸ τοὺς ἀμόρφους. R. | |
sch eccl627 | τόποις. R. | |
sch eccl630 | ἡ Λυσικράτους: σιμὸς καὶ αἰσχρὸς ὁ Λυσι‐ κράτης. R. | |
sch eccl631 | καταχήνη: Κατάγελως. | |
sch eccl632 | τῶν πλουσίων. R. Γ. | |
sch eccl633 | γεροντικόν τι καὶ εὐτελὲς ὑπόδημα. R. | |
sch eccl640 | ἀγνὼς ᾖ: ὁ πατήρ. R. | |
sch eccl643 | λείπει ὁ καί σύνδεσμος. R. | |
sch eccl644 | οὗτοι αἰσχροί. R. | |
sch eccl647 | Ἀρίστυλλος: αἰσχροποιὸς οὗτος. R. | |
sch eccl648 | καλαμίνθης: Δυσώδης βοτάνη (ἡ καλαμίνθη) καὶ ὄφεις ἐλαύνει καιομένη. | |
sch eccl649 | γενέσθαι ἀντὶ τοῦ ἐγενήθη. R. | |
sch eccl652 | δεκάπουν: Ἡ τοῦ ἡλίου σκιὰ, ὅταν ᾖ δέκα ποδῶν. θέλει οὖν εἰπεῖν, ὅτε γίνεται τὸ ὀψινόν. | |
sch eccl657 | ὡς πρὸς φιλόδικον τοῦτο ὁ χορός. R. | |
sch eccl658 | γνώμην ἐθέμην: Οἷον κἀμοὶ τοῦτο δοκεῖ σύμ‐ φορον εἶναι τὸ μὴ εἶναι δικαστήρια. | |
sch eccl663 | τῆς αἰκίας: τῆς ὕβρεως. R. | |
sch eccl665 | ἀπὸ τῆς μάζης: Ἀπὸ τῆς τροφῆς, φησὶν, ἧς λαμβάνει ἀπὸ τοῦ δημοσίου, δίδωσι τὴν ζημίαν. | |
sch eccl667 | οὐδ’ αὖ: ἐρωτηματικῶς. μετὸν: μέτεστι. R. | |
sch eccl670 | αὐτὸς δώσει: Ὁ ἀποδυόμενος ἑκὼν, ἐξὸν αὐτῷ βέλτιον λαβεῖν. | |
sch eccl672 | ἕνεκα τίνος. καὶ οἱ κυβευταὶ γὰρ δίκην πα‐ ρεῖχον. R. | |
sch eccl673 | τὴν καθ’ ἑκάστην τροφήν. R. | |
sch eccl677 | βῆμα: ὁ λίθος ἐν τῷ δικαστηρίῳ. R. | |
sch eccl681 | κληρωτήρια: Τὰς κληρωτὰς ἀρχάς. | |
sch eccl683 | γράμματι δειπνεῖ: Δέον εἰπεῖν δικάζειν, εἶπε δειπνεῖν. | |
sch eccl685 | βασίλειον: ἐπεὶ τὸ βασίλειον ἀπὸ τοῦ β ἄρχε‐ ται. R. ἐς τὴν παρὰ ταύτην: Τοὺς θῆτας, τοὺς μισθωτοὺς εἰς τὸ Θησεῖον· ἐπεὶ πάλιν ἀπὸ τοῦ θῆτα ἄρχεται. | |
sch eccl687 | τὸ κάπτωσιν ἀπὸ τοῦ κ. διὸ ἐπὶ τῶν ἐκ τοῦ κ ἔφη. | |
sch eccl691 | σὺν αὐτῷ τῷ στεφάνῳ. R | 319 |
sch eccl693 | διόδους: Τὰς ὁδούς. ἀπὸ τοῦ διοδεύειν. | |
sch eccl694 | συναντῶσαι. R. | |
sch eccl702 | οἱ ἀμορφότεροι. R. | |
sch eccl705 | ἀντὶ τοῦ τοῖς ἀμόρφοις. R. | |
sch eccl708 | διφόρου συκῆς: Ἢ παρὰ τὴν δίκην τὸ διφόρου, ἢ ὅτι καὶ δίφοροί εἰσι. τοῦτο δὲ ἵνα κνησμὸν αὐτοῖς τὸ φύλλον ἐμποιῇ. | |
sch eccl713 | δυναμένην μεγάλα βοῆσαι. ὡς κήρυκα. R. | |
sch eccl714 | ᾑρημένην: κεχειροτονημένην. R. | |
sch eccl724 | κατωνάκη: (Ἱμάτιόν ἐστιν ἐκ τῶν κάτω μερῶν νάκος, τουτέστι διφθέραν, περιερραμμένον. ἐνταῦθα δὲ) δουλικὸς καὶ ἀνελεύθερος χιτών. | |
sch eccl729 | προχειριοῦμαι: Εὐτρεπίσω. —κἀξετάσω: ἀνα‐ ζητήσω, ἐρευνήσω. R. | |
sch eccl730 | κιναχύρα: Ὄνομα δούλης. | |
sch eccl731 | τῶν χρημάτων: ἀντὶ τοῦ καλλίστην πάντων τῶν χρημάτων μου. R. | |
sch eccl732 | ἐντετριμμένη: Ἀντὶ τοῦ σμηχθεῖσα, ἢ εἰδυῖα. στρέψασα δὲ κλέψασα. —κανηφορῇς: τὰ κανίσκια ἔχουσα. R. | |
sch eccl733 | κλέψασα. R. | |
sch eccl734 | διφροφόρος: Ἡ τὸ σελλίον (ἢ τὸ καθιστήριον) βαστάζουσα. ἡ χύτρα δεῦρ’ ἔξιθι: Ὡς ἐν κωμῳδίᾳ καὶ τὴν χύ‐ τραν ἔξω καλεῖ χάριν γέλωτος. | |
sch eccl736 | μελαίνεται: Ὡς τοῦ Λυσιστράτου φαρμάκῳ μελαίνοντος αὑτοῦ τὰς πολιάς. | |
sch eccl737 | κομμώτρια: (Ἐμπλέκτρια, ἡ κοσμοῦσα τὰς γυναῖκας.) —ἣν καλοῦμεν νῦν κουρίδα. R. | |
sch eccl739 | κιθαρῳδός: Ἡ ἀλετρίς. | |
sch eccl740 | ἀναστήσασα: ἀλήθουσα. R. | |
sch eccl741 | ἀωρὶ νύκτωρ: ὄρθρου. R. τὸν ὄρθριον νόμον: Οὕτω καλούμενος νόμος κιθαρῳδικὸς ὁ ὄρθριος. | |
sch eccl742 | τὰ κηρία: Ἴσως τοὺς κηρῶνας λέγει. | |
sch eccl743 | καθίστη πλησίον: Τοὺς τῆς ἐλαίας κλάδους, ὡς ἐν πομπῇ. | |
sch eccl747 | ἀντὶ τοῦ οὐδὲ ὀλίγον. R. | |
sch eccl748 | ἐξερευνήσω. R. | |
sch eccl750 | τὰ χρήματα. R. | |
sch eccl751 | πρὸς ἔπος: Ἀντὶ τοῦ ὡς ἔτυχεν, ἕνεκα μηδενός. | |
sch eccl753 | μετοικίσαι θέλων. R. | |
sch eccl756 | κατὰ τάξιν. R. | |
sch eccl757 | πέμπεται: Κῆρυξ οὗτος ὅστις τὰ πιπρασκόμενα ἐκήρυττε. τὸ δὲ πομπὴν ὅτι ὡς ἐν πομπῇ αὐτὰ ἐξάγει. | |
sch eccl768 | (ἀβέλτερον: Ἀνόητον, ἀσύνετον.) | |
sch eccl781 | διδόναι τἀγαθά: Ἐπειδὴ ὡς ἐπιτοπλεῖστον τὰ ἀγάλματα τῶν θεῶν ὑπτίας τὰς χεῖρας ἔχουσιν. | |
sch eccl784 | ὦ δαιμόνι’ ἀνδρῶν: (Τοῦτό φησιν) ἀνὴρ ὁ θέ‐ λων καταθεῖναι. | |
sch eccl791 | εἰ γένοιτο: Εἰ γένοιτό τι σύμβολον, οὐκ ἐπιτε‐ λοῦσι τὰ δόξαντα. | |
sch eccl794 | εἰ μὴ ῎χοιμ’ ὅποι: Ἐὰν ἐμβραδύνων, μηδὲ ὅπη καταθῶ αὐτὰ εὕρω. | |
sch eccl796 | εἰς τρίτην. R. | Column end |
sch eccl798 | παρ’ ὑπόνοιαν τοῦτο. R. | |
sch eccl806 | πένης οὗτος καὶ εὐρύπρωκτος. R. | |
sch eccl809 | Καλλίμαχος: Καὶ οὗτος πένης καὶ χαμαιδι‐ δάσκαλος. (αὐτοῖσι δὲ σὺν αὐτοῖς.) | |
sch eccl810 | Καλλίου: Καλλίας τις ἐγένετο πλούσιος, ὃς εἰς πόρνας τὴν ἑαυτοῦ οὐσίαν κατηνάλωσε, καὶ λοιπὸν πέ‐ νης ἐγένετο. | |
sch eccl813 | ψηφίσματα: Ἐψηφίσαντο γὰρ αὐτοὺς εὐωνο‐ τέρους εἶναι, καὶ τὸ ψήφισμα ἄκυρον γέγονε. | |
sch eccl825 | τῆς τεσσαρακοστῆς: Οὗτος ἔγραψε τεσσαρα‐ κοστὴν εἰσενεγκεῖν ἀπὸ τῆς οὐσίας εἰς τὸ κοινόν. | |
sch eccl828 | ταυτολογία καὶ λῆροι. R. | |
sch eccl831 | φυλάξομαι: Ὥστε ἐπιμέλειαν ἡμῶν ποιεῖσθαι. | |
sch eccl833 | ἀνάφορον: Ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτήσαντες οἱ ἐργάται βαστάζουσιν. | |
sch eccl834 | κοινῇ πάντες ἀστοὶ γεγενήμεθα. R. Γ. | |
sch eccl835 | ἀντὶ τοῦ πρὸς αὐτήν. Ἀττικὰ γάρ ἐστι τὰ τοι‐ αῦτα. R. Γ. | |
sch eccl838 | ἐπινενασμέναι: Πεπληρωμέναι. | |
sch eccl840 | σισυρῶν: Τῶν μαλλωτῶν στρωμάτων. (δαπί‐ δων δὲ) τῶν ταπήτων. | |
sch eccl842 | ῥιπίζεται: Ἀντὶ τοῦ ὀπτᾶται. τὸ γὰρ πῦρ οἱ ἄνθρωποι ἐρρίπιζον, ἵνα ὀπτήσωσιν. | |
sch eccl844 | (τραγήματα δὲ) τὰ τρωγάλια λέγει. (ἔτνος δὲ) εἶδος ἀθάρας ἀπὸ φασηλίων. | |
sch eccl846 | Σμοιός: Κύριον ὄνομα. αἰσχροποιὸς εἰς γυναῖ‐ κας, καὶ ἱππεύσας πρότερον, καὶ τοῖς ναύταις διανέμων τὰ τρύβλια. | |
sch eccl848 | κονίποδα: Στενὸν σανδάλιον. | |
sch eccl852 | διοίγετε διχῶς. R. | |
sch eccl853 | ἀνὴρ ὁ μὴ καταθείς. παρέλκεται τὸ ἔχων. Ἀττι‐ κὸν γὰρ τὸ τοιοῦτον. R. | |
sch eccl862 | ἢν δὲ κωλύσωσιν: Ἐξ ὧν πρώην αὐτὸς μὴ βου‐ λόμενος τὴν οὐσίαν καταθεῖναι ἐπηρώτα. | |
sch eccl864 | εἰς τὸ αὐτό. R. | |
sch eccl865 | εἰς δικαστήριον. R. | |
sch eccl867 | ὁ καταθείς. r. | |
sch eccl868 | παμπησίαν: Τὴν πᾶσαν κτῆσιν. | |
sch eccl869 | ξυμβαστάσω. ὁ μὴ καταθείς. R. | |
sch eccl871 | προσποιῇ: Μὴ προσποιῇ διαφέρειν. | |
sch eccl873 | σὺν τοῖσδε. R. | |
sch eccl874 | τῶν ματτομένων: Τῶν προσοψημάτων. | |
sch eccl880 | μινυρομένη: Ἀντὶ τοῦ ἠρέμα ᾄδουσα. | |
sch eccl883 | τῶν Ἰωνικῶν: Τῶν τρυφηλῶν. Ἴωνες (γὰρ) τρυφηλοί. | |
sch eccl886 | προσελκύσαι. R. | |
sch eccl888 | ἐπιβαρές. R. | |
sch eccl890 | ἡ γραῦς τῷ αἰδοίῳ λέγει. R. | |
sch eccl893 | ᾄδει ἡ γραῦς. R. | |
sch eccl895 | τὸ ἔμπειρον. R. | |
sch eccl896 | ταῖς γραΐσι. R. | |
sch eccl900 | ἀντᾴδει ἡ νέα τῇ γραΐ. R. | |
sch eccl903 | ταῖς παρειαῖς. R. | 320 |
sch eccl904 | γραῦ: Ἢ τὰς πολιάς σου παραλέλεξαι. ἢ ἐπλέξω τὰς τρίχας μίαν παρὰ μίαν. | |
sch eccl905 | ἐσμήχθη ψιμυθίῳ. R. | |
sch eccl906 | τρῆμα: (Ἢ τὸ τοῦ κόσμου λέγει, ἢ αὐτὸ τὸ τρῆμα, τὸ αἰδοῖον.) εἶδος κοσμίου τὸ ἐπίκλιντρον. ὄφιν ἢ τὸ ζῷον ἢ ἐπὶ τοῦ αἰδοίου. | |
sch eccl915 | ἀλλ’ ὦ μαῖα: Πρὸς τὴν γραῦν. (ὀφθαγόραν δὲ) τὸ αἰδοῖον. | |
sch eccl918 | τὸν ἀπὸ Ἰωνίας: Ὡς μαλακῶν ἐκείνων ὄντων. | |
sch eccl920 | λάβδα: Λαικάζουσιν οἱ Λέσβιοι ἀπὸ τοῦ ἄρχον‐ τος στοιχείου. | |
sch eccl922 | τἀμὰ δὲ παίγνια: Ἀντὶ τοῦ τοὺς ἐμοὺς ἐραστάς. | |
sch eccl923 | τὴν ἡλικίαν. νικήσεις. R. | |
sch eccl926 | ἐπ’ ἐκφοράν γε: Ὅτι τῶν γραϊδίων ἐκφέρουσι τὴν οὐσίαν οἱ ἐρώμενοι. —καινὸν, ὅτι οὐκ ἐπ’ ἐκφο‐ ράν. R. | |
sch eccl929 | ἡ ῎γχουσα: Ἡ ἄγχουσα βοτάνη δηλονότι, ᾗ ἐχρῶντο εἰς τὰ πρόσωπα αἱ γυναῖκες. | |
sch eccl932 | Γέρης: Φαλακρὸς οὗτος καὶ πένης. οὐ γὰρ παρὰ τὸ γῆρας. | |
sch eccl933 | ὁ Ἐπιγένης. R. | |
sch eccl936 | ἀπέρχομαι: Ἵνα αὐτὸν ἐρεθίσω. —ἡ νεωτέρα. Rav. | |
sch eccl940 | ἄμορφον. R. | |
sch eccl943 | τὰ ’πὶ Χαριξένης: Εὐήθης καὶ μωρὰ ἡ Χαρι‐ ξένη. | |
sch eccl954 | πολὺς ἢ ὑπὲρ τὸ δέον. R. | |
sch eccl956 | ταῦτα εἰποῦσα εἰσέρχεται. R. | |
sch eccl958 | ὑπὸ τοῦ ἔρωτός φησι. R. | |
sch eccl963 | φίλον: ἀντὶ τοῦ ὦ φίλη. R. | |
sch eccl964 | πληκτίζεσθαι: διατύπτεσθαι. R. | |
sch eccl973 | μέλημα: ἀντὶ τοῦ τίμιον. R. | |
sch eccl974 | καλλώπισμα. R. | |
sch eccl977 | ἡ γραῦς ἐξελθοῦσα. R. | |
sch eccl979 | Ἀναφλύστιον: Παρὰ τὸ ἀναφλᾶν παίζει. | |
sch eccl984 | εἴκοσι γάρ: Ἀπὸ τῶν δικῶν. ἔλεγον γὰρ ἀεὶ τὰ πρὸ τόσων ἐτῶν δικάζομεν. | |
sch eccl987 | Παιτοί: Ἔθνος μέν ἐστι Θρᾳκικόν. ἔπαιξε δὲ παρὰ τὸ παισίν. | |
sch eccl988 | τὸν πρωκτὸν λέγει. R. | |
sch eccl991 | κρησέραν: Τὸ περιβόλαιον τῶν κοφίνων. ἔστι δὲ δι’ ἔρωτος. τοῦτο οὖν ὡς πρὸς γραῦν. | |
sch eccl996 | ζωγραφεῖ: Τοιαῦτα γάρ τινα ἐν τοῖς μνήμασιν ἔγραφον. | |
sch eccl998 | ἔγωγε νὴ Δία: Βούλομαί σε ἀπιέναι ἐπὶ θάνα‐ τον. πρὸς γὰρ τοῦτο παίζει. | |
sch eccl999 | μὰ τὴν Ἀφροδίτην: Ὡς ἑταίρα οὖσα τοῦτό φησι. | |
sch eccl1002 | τί δῆτα κρεάγρας: Τοῦτο ὅτι στερρῶς αὐτοῦ εἴχετο ὡς κρεάγρα. | |
sch eccl1007 | τὴν πεντακοσιοστήν: Εἰ μὴ ὑπὲρ ἐμοῦ κατέ‐ βαλες τὴν πεντακοσιοστήν. νόμος γὰρ τοῦ μὴ φέροντος | |
τὴν οὐσίαν δημοσίαν εἶναι. | Column end | |
sch eccl1020 | ἀνατί: Μὴ τιμωρουμένας ὑπὲρ τῆς βίας. — τοῦ πέους. R. | |
sch eccl1021 | προκρούστης: Ἐπεὶ πολλάκις εἴρηται τὸ κρούειν. | |
sch eccl1023 | ἐὰν ἀπὸ σοῦ ἀφαιρῆταί με. R. | |
sch eccl1025 | ὑπὲρ μέδιμνον: Νόμος ἦν ταῖς γυναιξὶ μὴ ἐξεῖναι ὑπὲρ μέδιμνόν τι συναλλάσσειν. οὐκ ἔσονται οὖν, φησὶν, οἱ ἄνδρες οὐδενὸς ὑπὲρ μέδιμνον κύριοι, ἐπειδὴ ἀντέστραπται ἡ πολιτεία. | |
sch eccl1026 | ὀμόσαι ὡς οὐκ ἂν δυναίμην. R. | |
sch eccl1027 | ἔμπορος: Προφασίσομαι εἶναι ἔμπορος, ὡς ἐπὶ κινδυνευόντων, ἐπειδὴ οὐκ ἐστρατεύοντο οἱ ἔμποροι. | |
sch eccl1029 | Διομήδεια: Ὅτι Διομήδης ὁ Θρᾲξ, πόρνας ἔχων θυγατέρας, τοὺς παριόντας ξένους ἐβιάζετο αὐταῖς συνεῖναι, ἕως οὗ κόρον σχῶσι καὶ ἀναλωθῶσιν οἱ ἄνδρες· ἃς καὶ ὁ μῦθος ἵππους ἀνθρωποφάγους εἶπεν. | |
sch eccl1032 | ταινίωσαι: Στεφάνωσαι ὡς οἱ νεκροί. | |
sch eccl1033 | κατάθου τοὔστρακον πρὸ τῆς θύρας: πρὸ τῆς θύρας τὰ καλούμενα ἀρδάνια. R. | |
sch eccl1034 | στεφάνην: Εἶδος κοσμίου. διαπεσεῖσθαι δὲ, τεθνήξεσθαι. | |
sch eccl1035 | κηρίνων: στεφάνων. R. | |
sch eccl1036 | διαπεσεῖσθαι: τεθνήξεσθαι. διαρρυῆναι. R. | |
sch eccl1042 | Οἰδιπόδων: Ἐπειδὴ ὁ Οἰδίπους τὴν μητέρα ἐγάμησε. | |
sch eccl1043 | ὦ μισητή. R. | |
sch eccl1048 | παχεῖαν τὴν χάριν: Κακεμφάτως. | |
sch eccl1050 | τῶν νόμων. R. | |
sch eccl1053 | χεῖρον. R. | |
sch eccl1054 | ὁ νεώτερος. R. | |
sch eccl1056 | ἔμπουσά τις: Ἣν καλοῦμεν νῦν ὀνοσκελίδα. θέλει οὖν εἰπεῖν δαίμονα. | |
sch eccl1057 | φλύκταιναν: Ἤτοι ὡς ἐχούσης τῆς γραὸς κρο‐ κωτὸν, ἢ ὡς ἕλκος ἐχούσης. | |
sch eccl1058 | μαλακίων: ἀντὶ τοῦ εἰπεῖν μαλακὲ εἶπε μα‐ λακίων. ὑποκοριστικὰ δὲ τὰ τοιαῦτα. R. | |
sch eccl1063 | μὴ πλέον: Τουτέστι, μὴ πλέον με ἀναγκάσῃς συνελθεῖν ἤπερ βούλομαι. τὸ δὲ κἀγώ ἴσως διὰ τὴν ἀνωτέρω ἱστορίαν περὶ τῶν Διομήδους θυγατέρων εἰ‐ ρημένην. | |
sch eccl1065 | ἀξιόχρεως: ἀξιολόγους. R. μή μοι: ἄλλη γραῦς τρίτη πρὸς τὸν νεώτερον. R. | |
sch eccl1070 | χεῖρον. R. | |
sch eccl1071 | διαβάλλει αὐτὴν ὡς ἄμορφον. μαστός. R. | |
sch eccl1073 | παρὰ τῶν πλειόνων: Παρὰ τῶν νεκρῶν. | |
sch eccl1074 | δύο γὰρ αὐτὸν κατεῖχον. R. | |
sch eccl1086 | πορθμῆς: Ἐπειδὴ οἱ πορθμῆς τοὺς παριόντας ἀναγκάζουσιν εἰς τὰ ἴδια πλοῖα ἐμβαίνειν. | |
sch eccl1087 | ἀπεκναίετε: Διεφθείρετε. | |
sch eccl1089 | κατὰ τὸ Καννώνου: Ψήφισμα γεγράφει κατε‐ χόμενον ἑκατέρωθεν ἀπολογεῖσθαι τὸν κατ’ εἰσαγγελίαν κρινόμενον. (Κρατῖνος δὲ καὶ πρὸς κλεψύδραν κελεῦσαι. Ξενοφῶν δὲ εἰς τὸ βάραθρον ἐμβληθέντα ἀποθανεῖν καὶ | |
5 | τὴν οὐσίαν ἀπολέσαντα.) | 321 |
sch eccl1090 | διαλελειμμένον: Μέσον εἰλημμένον. | |
sch eccl1092 | βολβῶν χύτραν: Ἐπιτήδειοι γὰρ πρὸς συνου‐ σίαν οἱ βολβοί. | |
sch eccl1101 | Φρύνην: Φρύνη ἀρχαία γυνή. οἱ δὲ ῥυτίς. λή‐ κυθος δὲ, ᾠδηκυῖα. | |
sch eccl1106 | κασαλβάδοιν: (Κασαλβὰς ἡ πόρνη, ἀφ’ οὗ ποιεῖ. αἱ γὰρ πόρναι καλοῦσι μὲν οὐκ ἔχουσαι τοὺς ἐραστάς· σοβοῦσι δὲ τοὺς ὄντας, ἵνα ἄλλους λάβωσι. παρὰ τὸ καλεῖν οὖν καὶ τὸ σοβεῖν.) —τῶν πορνῶν, ὡς | |
5 | ἐπὶ κινδύνου καὶ θαλάττης. R. | |
sch eccl1111 | διὰ τὴν αἰτίαν καὶ πρόφασιν. R. | |
sch eccl1119 | ἀμφορείδια: τὰ κεράμεια. R. | |
sch eccl1121 | (τὸ ἄνθος, καὶ ὁ Κρατῖνος ἐν τοῖς ἰδίοις τὰς θείας μορφὰς ἐν ἀρχῇ φανείσας.) ὡς ἐπὶ τῶν ἀνθῶν εἶπε τὸ ἀπανθήσαντα. ἀντὶ τοῦ ξηρανθέντα. | |
sch eccl1123 | εὐφρανεῖ τὰ ἀμφορείδια. R. | |
sch eccl1124 | ἐπιλεγομένας ἡμᾶς τὰς ....τερα. R. | |
sch eccl1126 | δεσποίνης. R. | Column end |
sch eccl1133 | οὐ δεδείπνηκας μόνος: Παρ’ ὑπόνοιαν. ἔδει γὰρ εἰπεῖν ὅτι μόνος εὐτυχεῖς τῶν πολιτῶν. | |
sch eccl1138 | τασδὶ τὰς μείρακας: Τὰς τοῦ χοροῦ. | |
sch eccl1148 | ἀληθῶς λέγει ὅτι οἴκοι γενόμενοι εὕροιεν τί δειπνήσειαν. R. | |
sch eccl1151 | διατρίβεις ἔχων: Τὸ ἔχων παρέλκεται. Ἀττι‐ κὸν γὰρ τὸ τοιοῦτο. R. | |
sch eccl1158 | μὴ τὸν κλῆρον: Ἐπεὶ τοῦ πρώτου εἰπόντος ὡσ‐ περεὶ ἐμιαίνετο. τὰ ποιήματα δὲ τῶν ἑξῆς λεγόντων. | |
sch eccl1159 | προείληχα: Ὅτι πρῶτος, εἶπεν, ἐκληρώθην. (τὸ χρῆμα δρᾶν.) ἀντὶ τοῦ ἐξιέναι. | |
sch eccl1165 | ῥυθμός ἐστι Κρητικός. | |
sch eccl1169 | γαλῆ εἶδος ἰχθύος. | |
sch eccl1174 | ἀπὸ τῶν τραγανῶν καὶ τῶν πτερῶν. σιραίῳ βαφέντα, ὅ ἐστιν ἑψήματι, ὃ ἡμεῖς γλυκιδίῳ | |
sch eccl1177 | (κόνισαι: Γυμνάσθητι.) | |
sch eccl1178 | ἰσχυρῶς καὶ δεύτερον δειπνεῖν δυνηθείης. | 322 |