TLG 5014 012 :: SCHOLIA IN ARISTOPHANEM :: Scholia in ranas (scholia vetera)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Scholia in ranas (scholia vetera)

Source: Dübner, F. (ed.), Scholia Graeca in Aristophanem. Paris: Didot, 1877 (repr. Hildesheim: Olms, 1969): 273–314.

  • Argumenta: pp. 273–274
  • Scholia: pp. 274–314
  • Argumentum 2 (epigramma est): Dup. ANTHOLOGIAE GRAECAE APPENDIX (7052 003) (epigr. 84)
  • Argumentum 3: sub auctore Thoma Magistro

Citation: Argumentum-scholion — verse — (line)

arg ran

t

ΥΠΟΘΕΣΕΙΣ

arg ran

1

Διόνυσός ἐστι μετὰ θεράποντος Ξανθίου κατὰ Εὐρι‐ πίδου πόθον εἰς ᾍδου κατιών· ἔχει δὲ λεοντῆν καὶ ῥό‐ παλον, πρὸς τὸ τοῖς ἐντυγχάνουσιν ἔκπληξιν παρασχεῖν. ἐλθὼν δὲ ὡς τὸν Ἡρακλέα πρότερον, ἵνα ἐξετάσῃ τὰ
5κατὰ τὰς ὁδοὺς, ᾗ καὶ αὐτὸς ἐπὶ τὸν Κέρβερον ᾤχετο, καὶ ὀλίγα ἄττα περὶ τῶν τραγικῶν τούτῳ διαλεχθεὶς ὁρμᾷ πρὸς τὸ προκείμενον. ἐπεὶ δὲ πρὸς τῇ Ἀχερουσίᾳ λίμνῃ γίνεται, ὁ μὲν Ξανθίας, διὰ τὸ μὴ συννεναυμα‐ χηκέναι τὴν περὶ Ἀργινούσας ναυμαχίαν, ὑπὸ τοῦ Χά‐
10ρωνος οὐκ ἀναληφθεὶς πεζῇ τὴν κύκλῳ πορεύεται. ὁ δὲ Διόνυσος δύο ὀβολῶν περαιοῦται, προσπαίζων ἅμα τοῖς κατὰ τὸν πόρον ᾄδουσι βατράχοις καὶ γελωτοποιῶν. μετὰ ταῦτα ἐν ᾍδου τῶν πραγμάτων ἤδη χειριζομέ‐ νων οἵ τε μύσται χορεύοντες ἐν τῷ προφανεῖ καὶ τὸν
15Ἴακχον ᾄδοντες ἐν χοροῦ σχήματι καθορῶνται, ὅ τε Διόνυσος μετὰ τοῦ θεράποντος εἰς ταὐτὸν ἔρχεται τού‐ τοις. τῶν δὲ προηδικημένων ὑπὸ Ἡρακλέους προσπλε‐ κομένων τῷ Διονύσῳ, διὰ τὴν ἐκ τῆς σκευῆς ἄγνοιαν, μέχρι μέν τινος οὐκ ἀγελοίως χειμάζονται, εἶτα μέντοι
20γε ὡς τὸν Πλούτωνα καὶ τὴν Περσέφατταν παραχθέν‐ τες ἀλεώρας τυγχάνουσιν. ἐν δὲ τούτῳ ὁ μὲν τῶν μυ‐ στῶν χορὸς περὶ τοῦ τὴν πολιτείαν ἐξισῶσαι καὶ τοὺς ἀτίμους ἐντίμους ποιῆσαι χἀτέρων τινῶν πρὸς τὴν Ἀθηναίων πόλιν διαλέγεται. τὰ δὲ λοιπὰ τοῦ δράματος
25μονόκωλα, ἄλλως δὲ τερπνὴν καὶ φιλόλογον λαμβάνει σύστασιν. παρεισάγεται γὰρ Εὐριπίδης Αἰσχύλῳ περὶ τῆς τραγικῆς διαφερόμενος, τὸ μὲν ἔμπροσθεν Αἰσχύ‐ λου παρὰ τῷ ᾍδῃ βραβεῖον ἔχοντος, τότε δὲ Εὐριπί‐ δου τῆς τιμῆς ἀντιποιησαμένου καὶ τοῦ τραγῳδικοῦ
30θρόνου. συστήσαντος δὲ τοῦ Πλούτωνος αὐτοῖς τὸν Διό‐ νυσον διακούειν, ἑκάτερος αὐτοῖν λόγους πολλοὺς καὶ ποικίλους ποιεῖται, καὶ τέλος πάντα ἔλεγχον καὶ πᾶσαν βάσανον οὐκ ἀπιθάνως ἑκατέρου κατὰ τῆς θατέρου ποιή‐ σεως προσαγαγόντος, κρίνας παρὰ προσδοκίαν ὁ Διό‐
35νυσος τὸν Αἰσχύλον νικᾶν, ἔχων αὐτὸν ὡς τοὺς ζῶντας ἀνέρχεται. οὐ δεδήλωται μὴν ὅπου ἐστὶν ἡ σκηνή· εὐλο‐ γώτατον δ’ ἐν Θήβαις· καὶ γὰρ ὁ Διόνυσος ἐκεῖθεν καὶ πρὸς τὸν Ἡρακλέα ἀφικνεῖται Θηβαῖον ὄντα. Τὸ δὲ δρᾶμα τῶν εὖ πάνυ καὶ φιλολόγως πεποιημέ‐
40νων. ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ Ἀντιγένη διὰ Φιλωνίδου εἰς Λήναια. πρῶτος ἦν· δεύτερος Φρύνιχος Μούσαις· Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμά‐ σθη τὸ δρᾶμα διὰ τὴν ἐν αὐτῷ παράβασιν, ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος.Column end

arg ran

2

(t1)

ΑΡΙΣΤΟΦΑΝΟΥΣ
t2ΓΡΑΜΜΑΤΙΚΟΥ
1Μαθὼν παρ’ Ἡρακλέους Διόνυσος τὴν ὁδὸν πρὸς τοὺς κατοιχομένους πορεύεται, λαβὼν τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων Εὐριπίδην· λίμνην τε διέβαινεν κάτω
5καὶ τῶν βατράχων ἀνέκραγεν εὔφημος χορός. ἔπειτα μυστῶν ἐκδοχή. Πλούτων δ’ ἰδὼν ὡς Ἡρακλεῖ προσέκρουσε διὰ τὸν Κέρβερον. ὡς δ’ ἀνεφάνη, τίθεται τραγῳδίας ἀγὼν, καὶ δὴ στεφανοῦταί γ’ Αἰσχύλος. τοῦτον δ’ ἄγει
10Διόνυσος εἰς φῶς, οὐχὶ μὰ Δί’ Εὐριπίδην.

arg ran

3

(t)

ΘΩΜΑ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥ
1Διόνυσος Εὐριπίδου πόθῳ ληφθεὶς καὶ οὐχ οἷός τ’ ὢν ἄλλως θεραπεῦσαι τὸν ἔρωτα, εἰς ᾍδου κατελθεῖν ἠβουλήθη, ὅπως ἐκεῖ τούτῳ ἐντύχῃ. ἐπεὶ δὲ τῆς ὁδοῦ ἄπειρος ἦν, ἔγνω δεῖν εἰς Ἡρακλέα πρόσθεν ἐλθεῖν.
5οὗτος γὰρ πάλαι, κελεύσαντος Εὐρυσθέως, Κερβέρου χάριν εἰς ᾍδου κατῄει. ἐλθὼν δὲ καὶ πυθόμενος περὶ τῆς ὁδοῦ, ἤκουσε παρ’ αὐτοῦ, ὅπως ἄρα δεῖ κατελθεῖν, χαριεντισαμένου πρὸς αὐτὸν πρότερον. Διόνυσος δὲ καὶ πρὶν ἀπαντῆσαι πρὸς Ἡρακλέα, κατ’ αὐτὸν
10ἐσκευάσθη, λεοντῆν ἐνδεδυμένος καὶ ῥόπαλον φέρων. ὡς οὖν ἤκουσε παρ’ Ἡρακλέους περὶ τῆς ὁδοῦ, μεθ’ ἑαυτοῦ δοῦλόν τινα ἔχων Ξανθίαν, ἐχώρει πρὸς ᾍδην, καὶ πρῶτον μὲν ἐντυγχάνει τῇ Ἀχερουσίᾳ λίμνῃ, καὶ ὁρᾷ ἐν αὐτῇ τὸν Χάροντα μετὰ σκάφους, δι’ οὗ τοὺς
15τεθνεῶτας εἰς ᾍδου ἐπέρα. καὶ ὁ μὲν Ξανθίας οὐκ ἐπέβη τοῦ σκάφους, διὰ τὸ μὴ τὴν ἐν Ἀργινούσαις ναυμαχῆ‐ σαι μάχην· πεζῇ δὲ περιῄει τὴν λίμνην. Διόνυσος δὲ ἐπιβὰς, καὶ τῶν ἐν αὐτῇ βατράχων ἀκούσας μέλη παρὰ τὸν πλοῦν, διαπεραιοῦται, καὶ αὖθις Ξανθίᾳ συγγίνε‐
20ται, καὶ σὺν αὐτῷ πάλιν ἁψάμενος τῆς ὁδοῦ εὑρίσκει, ἃ Ἡρακλῆς αὐτῷ προειρήκει, δυσχερῆ τινα θεάματα· καὶ τοὺς μύστας παρ’ αὐτὰς τὰς πύλας τοῦ ᾍδου χο‐ ρεύοντας. εἶτα ὡς Ἡρακλῆς εἰσελθὼν, καὶ μεταξὺ πολλῶν τούτῳ συμβάντων, παραγίνεται πρὸς Πλού‐273
25τωνα, καὶ ὅτου χάριν ἧκεν εἰπὼν, ἔσχεν ὑπακούοντα Πλούτωνα, οὐχ ἵν’ Εὐριπίδην ἀναγάγῃ, ἀλλ’ ἵν’ ἀγωνισαμένων Αἰσχύλου καὶ Εὐριπίδου, ὅστις τούτων ἄριστος τὰ εἰς τέχνην φανείη, τοῦτον αὐτὸς εἰληφὼς ἀνενέγκῃ πρὸς βίον. τούτου δὲ γενομένου, καὶ κρείτ‐
30τονος ἀναφανέντος Αἰσχύλου, Διόνυσος τοῦτον λαβὼν ἀνῆλθε. Τὸ δὲ δρᾶμα τῶν εὖ καὶ φιλοπόνως πεποιημένων. Ἐδιδάχθη δὲ ἐπὶ Καλλίου ἄρχοντος, τοῦ μετὰ Ἀν‐ τιγένη. οὕτω δὲ ἐθαυμάσθη διὰ τὴν ἐν αὐτῷ παρά‐
35βασιν, καθ’ ἣν διαλλάττει τοὺς ἐντίμους τοῖς ἀτίμοις καὶ τοὺς πολίτας τοῖς φυγάσιν, ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος.

arg ran

4

(t)

ΣΚΟΠΟΣ ΤΟΥ ΠΑΡΟΝΤΟΣ ΔΡΑΜΑΤΟΣ
1Ὁ παρὼν ποιητὴς, ὡς ἐν τῷ δράματι τοῦ Πλούτου τῷ τότε τῶν Ἀθηνῶν ἄρχοντι ὁπωσδήποτε χαριζό‐ μενος, τότε τὸν Πλοῦτον ἀναβλέψαι φησὶ καὶ πλου‐ τῆσαι τοὺς ἀγαθούς· τῶν Νεφελῶν δὲ τὸ δρᾶμα κατὰ
5τὸ φαινόμενον γράψας κατὰ Σωκράτους, κατὰ παντὸς συνετάξατο φιλοσόφου καὶ μετεωρολέσχου καὶ φυσικοῦ· [Σωκράτης γὰρ μετερχόμενος τὴν ἠθικὴν φιλοσοφίαν, κατεγέλα μεταρσιολογίας καὶ φυσικῆς, ὡς γράφει Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασι, θεολογίας δὲ ὡς
10ἀκαταλήπτου πάντη ἀπείχετο· ὡς οὖν τὸ δρᾶμα τοῦ Πλούτου ὑπὲρ τοῦ τότε ἄρχοντος Ἀθηνῶν ἀσυμφανῶς ξυνετάξατο, κατὰ παντὸς δὲ φιλοσόφου μεταρσιολέσχου καὶ ψευδοτύπου τὸ δρᾶμα τῶν Νεφελῶν·] οὕτω καὶ τήνδε τὴν κωμῳδίαν τῶν Βατράχων κατὰ παντὸς
15ὑποψύχρου καὶ ὑποξύλου καὶ ἀφυοῦς καὶ ἀτεχνότατα γράφοντος, τῷ μεμηνέναι δὲ οὐ συνιέντος ἑαυτὸν ὄντα βάρβαρον, οἰομένου δὲ μὴ μόνον ἰσοῦσθαι, ἀλλὰ καὶ τὰ κρείττονα φέρεσθαι τῶν λίαν ἐπιστημόνων. ὡς τῷ ὑπὲρ φύσιν Ὁμήρῳ τις ἀνώνυμος ἤριζε Σάτυρος,
20Ἡσιόδῳ δὲ Κέρκωψ, ἢ πλέον εἰπεῖν, Εὔρυτος μὲν τοξικῇ, Μαρσύας δὲ μουσικῇ τῷ Ἀπόλλωνι· Σειρῆσι δὲ καὶ Μούσαις Θάμυρις ὁ μαινόμενος· ἢ ὡς ὁ Αἰ‐ γύπτιος Σῶφις καὶ ὁ Θετταλὸς Σαλμωνεὺς ταῖς οὐρανίαις ἀντιπαταγοῦντες βρονταῖς καὶ τοῖς κεραυνοῖς
25δῆθεν ἀνταστράπτοντες. κατὰ τοιούτου παντὸς μὴ συνιέντος ἑαυτὸν, [ἐξομοιουμένου δὲ φιληταῖς ἀλογί‐ στοις καθάρμασι, δίκην βατράχων βοῶσι θορυβωδέ‐ στατα,] τὸ τοιοῦτον ὁ ποιητὴς ἐξέθετο δρᾶμα. Δια‐
σκευὴ δὲ καὶ ἔκθεσις τοιάδε τοῦ δράματος· πλάττεταιColumn end
30τῷ ποιητῇ δυσφορῶν ὁ Διόνυσος διὰ τὸ ἐν τοῖς Διονυ‐ σίοις μὴ εἶναι τραγικὸν ἢ κωμικὸν δεξιὸν ποιητήν. ὅθεν καὶ βουληθεὶς κατιέναι εἰς ᾅδου, ὡς Εὐριπίδην ἐκεῖθεν ἀνάξειεν, ἐπὶ Διονυσιακοῖς τοῖς κοθόρνοις, καὶ λεοντῆν καὶ ῥόπαλον ἔχων τρόπῳ τοῦ Ἡρακλέους,
35μετὰ Ξανθίου οἰκέτου, ὄνῳ ἐποχουμένου, τοῖς ὤμοις δὲ ἀνάφορον φέροντος, ὃ ἀλλακτὸν δημωδεστέρως καλεῖται, εἰς Θήβας ἢ Τίρυνθα, πόλιν τοῦ Ἄργους, ἀφικνεῖται πρὸς Ἡρακλέα, ὁδοὺς τὰς εἰς ᾅδου χρῄζων μαθεῖν ἐξ αὐτοῦ καὶ πανδοχεῖα καὶ ἐκτροπὰς, ἅτε
40τοῦ Ἡρακλέους εἰς ᾅδου πρὶν κατελθόντος ἐπ’ ἀνα‐ γωγῇ τοῦ Κερβέρου· εἰ καὶ δυσὶ γενεαῖς προγενέστε‐ ρος ἦν Ἡρακλέους ὁ Διόνυσος. παρ’ οὗ μαθὼν ὅσων ἔχρῃζεν, ἀπάρχεται τῆς πορείας. παρὰ τὴν λίμνην δὲ πεφθακὼς τὴν Ἀχερουσίαν, αὐτὸς μὲν ὁ Διόνυσος
45δυσὶν ὀβολοῖς περαιοῦται τῷ Χάρωνι, Ξανθίας δ’, ἀνθ’ ὧν τῇ περὶ Ἀργινούσας οὐκ ἐναυμάχησε ναυμαχίᾳ, τῷ Χάρωνι μὴ ἀναληφθεὶς πεζῇ τὴν λίμνην κύκλῳ περιπορεύεται· καὶ τί δεῖ λεπτολογεῖν τὸ πᾶν τοῦ συγγράμματος τέλος; Διόνυσος ξενίζεται Περσεφόνῃ

arg ran

4

(50)

καὶ Πλούτωνι, καὶ κρίσιν ποιησάμενος ποιητῶν, Εὐ‐ ριπίδου καὶ Αἰσχύλου, καὶ ἄριστον τῷ ὄντι Αἰσχύλον νομίσας, καὶ παρὰ προσδοκίαν τοῦτον λαβὼν ἀλλ’ οὐκ Εὐριπίδην, αὖθις ἐς τοὺς ζῶντας ἀνέρχεται.

sch ran

t

SCHOLIA IN RANAS

sch ran

ante 1

Ὁ Ξανθίας ἐπὶ ὄνου παράγεται καθεζόμενος, ἔχων ἐπὶ τῶν ὤμων ἀνάφορον, ὅπου ἦν τὰ στρώματα. (εὐθὺς ἐν τῇ εἰσβολῇ διαβάλλει τούς τε κωμῳδοὺς ὡς γελοίοις χρωμένους καὶ παρατρέποντας τοὺς θεατὰς
5ἀπὸ τῆς ἀκριβείας.)

sch ran

1

τῶν εἰωθότων: Ἀντὶ τοῦ τῶν ἐθίμων, ἡ μετοχὴ ἀντὶ τοῦ ὀνόματος· καὶ Ὅμηρος [Od. Α, 213]
τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντὶ τοῦ πινυτός. —εἰωθότων: Τῶν συνήθων διαλέ‐
5γεσθαι εἰς ἡδονὴν τοῦ θεάτρου. Θ. τῶν συνήθων. Br.

sch ran

2

θεώμενοι: Οἱ θεαταί. Θ. Br.

sch ran

3

νὴ Δί’ ὅ τι βούλει γε: Ἴδιον αὐτοῦ τὸ εἰς ταῦτα ὀλισθαίνειν· ὡς καὶ ἐν δευτέραις Θεσμοφοριαζούσαις [fr 307] ὁ θεράπων φησὶν
ὡς διά γε τοῦτο τοὔπος, οὐ δύναμαι φέρειν
5
σκεύη τοσαῦτα, καὶ τὸν ὦμον θλίβομαι.
ἐνταῦθα δέ φησιν ὅτι οὐ δύναμαι ἀνέχεσθαι τοῦ θλίβο‐ μαι λεγομένου.

sch ran

4

πάνυ γάρ ἐστ’ ἤδη χολή: Ἀντὶ τοῦ πολύ. τὸ δὲ πολὺ, κἂν ᾖ γλυκὺ, πικρόν ἐστιν. (Ἄλλως. ὡσανεὶ
ἔλεγε ναυτία, διὰ τὸ ἐπιδαψιλεύειν τὴν παιδιὰν ταύ‐ την. συνεχῶς γὰρ εἰσῆγον τοὺς τὰ τοιοῦτα λέγοντας.)274
5—χολή: Λύπη. D.

sch ran

5

ἀντὶ τοῦ χωρὶς τοῦ εἰπεῖν θλίβομαι. R. ἀντὶ τοῦ ἄνευ εἰπεῖν πιέζομαι. V.

sch ran

6

γέλοιον Ἀττικῶς, γελοῖον δὲ κοινόν. ἡ δὲ σημα‐ σία ἡ αὐτή.

sch ran

8

μεταβαλλόμενος: Ἀντὶ τοῦ μεταφέρων, μετα‐ τιθεὶς ἀπὸ ὤμου εἰς ὦμον. τἀνάφορον δὲ ξύλον ἀμφί‐ κοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτήσαντες οἱ ἐργάται βα‐ στάζουσι. —μεταθέμενος τὸ ἐπὶ ὤμου φορτίον. Θ.
5χεζητιᾷς: Μέλλεις ἀποπατεῖν. Vict.

sch ran

9

(μηδ’ ὅτι τοσοῦτον: Μὴ οὕτω ποιήσαιμι καίτοι ἄχθος τοσοῦτον φέρων.)

sch ran

10

ἀποπαρδήσομαι: Εἰς τὸ αὐτὸ κατήντησεν ὡς δῆθεν ἄκων. —καθαιρήσει: Καταβιβάσει ἀπὸ τοῦ ὤμου. Θ. Vict. καθαίρω παροξυτόνως τὸ ἀποπλύνω, καθαιρῶ δὲ περισπωμένως τὸ καταβάλλω. Θ. Vict.

sch ran

11

πλήν γ’ ὅταν μέλλω ἐξεμεῖν: Οἷον, εἰ ὅλως λέ‐ γεις, τότε εἰπὲ, ὅτε μέλλω ἐξεμεῖν, ἵνα ἅπαξ ἐμέσω καὶ μὴ καὶ τότε ὅτε λέγεις. Ἄλλως. τότε, φησὶ, λέγε, ἐὰν θέλῃς, ἐπιτηρήσας, ὅτε μέλλω ἐξεμεῖν. ῥᾷστα γὰρ
5ἂν ἐξεμέσαιμι, ἐὰν εἴπῃς.

sch ran

13

Φρύνιχος: Δίδυμός φησιν ὅτι νῦν Φρυνίχου τοῦ κωμικοῦ μέμνηται, ὡς παρ’ ἕκαστα ἐν ταῖς κωμῳδίαις φορτικευομένου. ἔστι δὲ πατρὸς Εὐνομίδου. κωμῳδεῖται δὲ καὶ ὡς ξένος, καὶ ἐπὶ φαυλότητι ποιημάτων, καὶ ὡς
5ἀλλότρια λέγων καὶ ὡς κακόμετρα. εἰσὶ δὲ καὶ ἄλλοι τρεῖς Φρύνιχοι. (Φρύνιχος δὲ ὁ κωμικὸς οὐδὲν τούτων ἐποίησεν ἐν τοῖς σωζομένοις αὐτοῦ· εἰκὸς δὲ ἐν τοῖς ἀπολωλόσιν εἶναι αὐτοῦ τοιοῦτόν τι.)

sch ran

14

Λύκις: Κωμῳδίας ποιητής. ὡς ψυχρὸς κωμῳ‐ δεῖται· λέγει δὲ αὐτὸν καὶ Λύκον· οὗ οὐδὲν φέρεται. (Ἄλλως. ὁ δὲ νοῦς, εἴπερ ποιήσω μηδὲν ὧν οὗτοι εἰώ‐ θασι ποιεῖν τοῖς σκευοφοροῦσιν· ἵνα τὸ φέρουσι σημαίνῃ
5πτῶσιν δοτικήν. Ἄλλως.) τριχῶς λέγεται. ἢ γὰρ σκευηφοροῦσιν, ἢ σκεύη φέρουσιν, ἢ σκευοφοροῦσιν. ἀντὶ τοῦ σκευοφόρους ἄνδρας ποιοῦσιν. ἔστι δὲ βε‐ βιασμένος ὁ λόγος, εἴπερ ποιήσω μηδὲν ὧν οὗτοι ποιοῦσι, σκευηφοροῦντας εἰσάγοντες μετὰ πολλῶν.
10περιλείπεται οὖν ἀκούειν ἁπλῶς ὧν οὗτοι εἰώθασι ποιεῖν τοῖς σκευηφοροῦσιν, ἵνα τὸ σκευηφοροῦσι ση‐ μαίνῃ πτῶσιν δοτικήν. —καὶ αὐτὸς ὡς κακὸς ποιητὴς κωμῳδεῖται. V.

sch ran

15

σκευοφοροῦς’: Τοῖς. E. καὶ οὗτοι οἱ τρεῖς κωμι‐ κοὶ εἰσὶ ποιηταὶ, σκευοφοροῦντας εἰσάγοντες ἐν ταῖς κωμῳδίαις καὶ αἰσχρὰ ποιοῦντας. E.

sch ran

17

τῶν πράξεων τῶν ἀπατηλῶν. Θ. εἰρωνεία. πανουργευμάτων, ἀπατηλῶν ποιημάτων. M.

sch ran

18

πλεῖν ἢ ’νιαυτῷ: Παρὰ τὸ Ὁμηρικὸν [Od. Τ, 360]
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. καὶ τὸ [Od. Ο, 357] «ἐν ὠμῷ γήραϊ θῆκε.» διὰ τὴν
5ἀηδίαν οὖν γηράσκω, φησίν.Column end

sch ran

19

ἄρ’ ὁ τράχηλος οὑτοσὶ: Ὁ Ξανθίας ἀχθόμενος ἐφ’ ᾧ βαστάζει φόρτῳ λέγει.

sch ran

20

ὑπὸ τοῦ φορτίου ἐρεῖ. Θ.

sch ran

21

ἀλαζονεία. R. V. ἡμετέρα ἀτιμία αὐτοῦ ἀλαζο‐ νεία καὶ ἔπαρσις. Θ.

sch ran

22

υἱὸς Σταμνίου: Δέον εἰπεῖν υἱὸς Διὸς Στα‐ μνίου εἶπε παρ’ ὑπόνοιαν, ἐπειδὴ ὁ οἶνος ἐν σταμνίῳ βάλλεται. ὁ δὲ Διόνυσος εἰς τὸν οἶνον ἀλληγορεῖται.(σταμνία καὶ στάμνους τοὺς ἀμφορεῖς τοῦ οἴνου φασίν.
5παίζει δὲ ἅμα καὶ πρὸς τὸ σχῆμα ὅτι υἱός εἰμι στα‐ μνίου. Ἄλλως.) ἔπαιξεν, ἐπεὶ ὁ κέραμος ἐν ἑαυτῷ βαστάζει τὸν οἶνον ὥσπερ παῖδα καὶ τρέφει.

sch ran

23

τοῦτον δ’ ὀχῶ: Ὀχεῖσθαι ποιῶ· ἐπὶ τοῦ ὄνου γὰρ ἦν καθήμενος ὁ Ξανθίας· νοεῖται δέ τι καὶ αἰ‐ σχρόν· ἀντὶ τοῦ, ἐπιβαίνω αὐτόν. —ὀχῶ μὲν ἐνεργη‐ τικῶς τὸ ἀφροδισιάζω καὶ ὀχεύω τὸ αὐτὸ, καὶ τὸ
5πρᾶγμα ὀχεία. ὀχοῦμαι δὲ παθητικῶς ἤτοι ἐπιβάτης εἰμὶ καὶ ἐφ’ ἵππου κάθημαι ἢ ἑτέρου τινός. καὶ ἀπὸ τούτου ὄχημα τὸ ἅρμα. Οἱ δὲ Ἀττικοὶ τὸ ὀχεῖν ἐνεργη‐ τικὸν καὶ ἐπὶ τοῦ ὀχεῖσθαι ποιεῖν ἐκλαμβάνουσι καὶ ἐπιβάτην καθιστάναι ἕτερον, ὡς καὶ ὁ Ἀριστοφάνης
10ἐνταῦθα «τοῦτον δ’ ὀχῶ» ἀντὶ τοῦ ὀχεῖσθαι ποιῶ. Θ.

sch ran

25

ὀχεῖ: ἀντὶ τοῦ βαστάζει. R. V. ἐπ’ ὀχήματος φέρῃ. Vict.

sch ran

28

οὐ δῆθ’ ὅ γ’ ἔχω ’γὼ καὶ φέρω: Ἐπάνω γὰρ τοῦ ὄνου καθεζόμενος ὁ οἰκέτης, ἐβάσταζε τὸ ἀνάφορον. τινὲς εἰς τὸ φέρω δύο στιγμὰς ποιοῦσιν, ἀφαιροῦντες τοῦ μὰ τὸν Δί’ οὔ τὴν μίαν στιγμήν.

sch ran

30

πιέζεται: Κατηνέχθη ὅμως καὶ αὐτὸς ἐπὶ τὸ πιέζομαι.

sch ran

32

ἐν τῷ μέρει σὺ τὸν ὄνον: Ἀντὶ τοῦ, κατά τι μέ‐ ρος, (ἢ ἐν τῷ ἴσῳ μέρει) κατὰ τὴν ἀμοιβὴν βάστασον τὸν ὄνον.

sch ran

33

(τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν: Πρὸς τοὺς χρόνους, ὅτι τῷ προτέρῳ ἔτει ἐπὶ Ἀντιγένους περὶ Ἀργίνουσαν ἐνίκων ναυμαχίᾳ οἱ Ἀθηναῖοι συμμαχούντων δούλων, προκακωθέντες ἄλλαις ναυμαχίαις, οὕστινας ἠλευθέ‐
5ρωσαν· πρὸς τοῦτο οὖν χαριεντιζόμενος λέγει, ὅτι εἴπερ ἐνεναυμαχήκειν, κἂν ἀφείμην ἐλεύθερος. ὥστε οἰμώζειν ἂν ἔλεγόν σοι. ἡ δὲ Ἀργίνουσα, πόλις τῆς Αἰολίδος, ἀντικρὺ δὲ Λέσβου κειμένη καὶ Μαλίας καλουμένης ἄκρας.)

sch ran

35

(κατάβα πανοῦργε: Τὸ χ, ὅτι κατάβα φησί. πρὸς τοὺς ἀξιοῦντας, ὅτι κατάβηθι λέγεται μόνως. τὸ δὲ πανοῦργε, ἡμεῖς μὲν μετριώτερον φαμὲν, Ἀττικοὶ δὲ ἐπὶ σφοδρᾶς βλασφημίας.)

sch ran

38

ὡς Κενταυρικῶς: (Πρῶτον μὲν ἕως τούτου ὑπα‐ κούων τῷ Διονύσῳ λέγει ὁ Ἡρακλῆς, ἐνήλαθ’ ὅστις· εἶτα τὴν ὄψιν καταπλαγεὶς τὸ μὲν ἀκόλουθον οὐκ ἀνε‐ πλήρωσεν, εἰπὼν ὅστις ἐστίν, ἀλλὰ θαυμάσας ἐπηρώ‐
5τησε τίς εἴη.) ἀντὶ τοῦ ἀκόσμως καὶ ὑβριστικῶς, ὅτι καὶ οἱ Κένταυροι ὑβρισταί. καὶ τοῦτο οἶδεν Ἡρακλῆς ἐκ τῆς πρὸς αὐτοὺς μάχης. τινὲς δὲ ἀντὶ τοῦ μαλακῶς.
εἰρωνεύεται γὰρ ὁ Ἡρακλῆς. ὁ γὰρ Διόνυσος μαλακὸς καὶ τρυφηλός. —Κενταυρικῶς: Λίαν ἀγρίως, δίκην275
10Κενταύρων. Θ. ἀτάκτως. Vict.

sch ran

39

ὅστις: Ἦν. Vict. πρός τινα τῶν ἑαυτοῦ παίδων τοῦτό φησιν, οὔπω τῆς θύρας ἀνοιγείσης. Vict.

sch ran

40

ὁ παῖς: Ὁ Διόνυσος νεύει πρὸς τὸν Ξανθίαν, καὶ λέγει μειρακευόμενος, ὡς δείσαντος αὐτὸν τοῦ Ἡρα‐ κλέους. καθόλου γὰρ τοιοῦτον εἰσάγουσι τὸν Διόνυσον, ὡς ὄντα δειλὸν, (μόνον δὲ καυχηματίαν). —ὁ παῖς:
5Ὦ παῖ. E.

sch ran

41

μὴ μαίνοιό γε: Δίδυμος ἀντὶ τοῦ, μὴ μανείης. πιθανώτερον δὲ ἀντὶ τοῦ, ὑπέλαβέ σε μαίνεσθαι ὁ Ἡρα‐ κλῆς. Ἄλλως. μὴ οὕτω μανείης, ὡς ὑπολαβεῖν σε τὸν Ἡρακλέα φοβηθῆναι.

sch ran

46

ἐπὶ κροκωτῷ: Διονυσιακὸν φόρεμα ὁ κροκωτός. ἐφόρει δὲ λεοντῆν, ἵνα ᾖ φοβερὸς ὡς Ἡρακλῆς. Ἡρα‐ κλέους γὰρ φόρεμα ἡ λεοντῆ. κροκωτῷ, γυναικείῳ ἐκ πήνης ἐνδύματι. —γυναικείῳ ἐνδύματι ἐκ μετά‐
5ξης. Θ. E.

sch ran

47

τίς ὁ νοῦς ἀντὶ τοῦ τί ὁ νοῦς θέλει εἶναι. V. ποία διάνοια. G. κόθορνος: Τινὲς ὅτι ὁ κόθορνος εἰς ἀμφοτέρους τοὺς πόδας ἁρμόζει, οἱ δὲ ὅτι ἀνδράσι καὶ γυναιξὶν ἁρμότ‐
5τει. (ἔνθεν καὶ Θηραμένης κόθορνος ἐλέγετο. ὅτι τοῖς καιροῖς καθομιλεῖν δύναται. ὁ δὲ Ξενοφῶν ἐν Ἑλληνι‐ κοῖς [2, 3, 31] ἀμφοτέροις τοῖς ποσὶν ἁρμόζειν αὐτόν φησιν. ἐκπλήττεται δὲ ὁ Ἡρακλῆς ὁρῶν τὴν ἄτοπον ταύτην σκευὴν, καὶ ὅτι τὰ ἄμικτα ἔμιξεν. ὁ μὲν γὰρ
10κροκωτὸς καὶ ὁ κόθορνος γυναικεῖά ἐστιν, ἡ δὲ λεοντῆ καὶ τὸ ῥόπαλον ἀνδρῷα.)

sch ran

48

ἐπεβάτευον Κλεισθένει: Παίζει. λέγεται γὰρ καὶ ἐπὶ νεὼς τὸ ἐπιβατεύειν καὶ ἐπὶ συνουσίας κατὰ μεταφορὰν τῶν ἀλόγων ζῴων, ἃ ἐπιβαίνοντα συνου‐ σιάζει. Ἄλλως. Κλεισθένης ὁ Σιβυρτίου ἐπ’ αἰσχρό‐
5τητι κωμῳδεῖται. ἦν δὲ λεῖος τὸ γένειον· διὸ καὶ εὐ‐ νούχῳ εἰκάζει αὐτόν. (Ἄλλως. τὸν Κλεισθένην καὶ ἐπὶ τοῦ πασχητιᾶν κωμῳδοῦσιν. ἐμφαίνει οὖν ὅτι εἰ κατὰ στρατείαν ἀπεδήμουν, μετὰ Κλεισθένους ἂν ἐστρα‐ τευσάμην. καὶ τὸ ἐπεβάτευον ἐκείνῳ, κακεμφάτως.
10ἐστρατήγησε δὲ νεωστὶ καὶ ἐνίκησεν οὗτος.)

sch ran

49

κατεδύσαμεν: Ἐβυθίσαμεν εἰς τὴν θάλασσαν. Victor.

sch ran

51

σφὼ νὴ τὸν Ἀπόλλω: Θαυμάζων (καὶ ἀπιστῶν) λέγει ὁ Ἡρακλῆς τὸ σφώ. τινὲς δὲ εἰς τὸν Ἀπόλλω δύο στίζουσι καὶ εἰς τὸ ἐξηγρόμην. κᾆτ’ ἔγωγ’ ἐξηγρόμην: Σκώπτει τὸν Διόνυσον. καὶ
5ἐγὼ, φησὶν, ἀνέστην ἐξ ὀνείρου· δηλῶν ὅτι ὄναρ ταῦτα ἔπραξεν. οἱ δέ φασιν ὡς ὁ Διόνυσος ταῦτα λέγει, κᾆτ’ ἔγωγ’ ἐξηγρόμην, ὡς τῶν ἐπίτηδες ψευδομένων ἐπιλε‐ γόντων τοῦτο, καθ’ ὃ δηλοῦται ὅτι ἐνυπνίῳ ἔοικε τὸ λε‐ γόμενον. οἱ δὲ τῷ Ἡρακλεῖ προσνέμουσι τοῦτο, οἱ δὲ
10τῷ Ξανθίᾳ. καὶ τὸ, νὴ τὸν Ἀπόλλω, τῷ Διονύσῳ. μόνον γὰρ τὸ σφώ λέγειν τὸν Ἡρακλῆν. —σφώ:
Ὑμεῖς οἱ θηλυμανεῖς. ἐξηγρόμην: Ἐξηγειρόμην ἐξ ὕπνου. Θ. Br., Vict. ἐξ ὕπνου. E. τὸ ἐξηγρόμην λέγει δεικνὺς αὐτὸν, ὅτι ὀνείρατα φθέγγεται. E.Column end

sch ran

53

τὴν Ἀνδρομέδαν: (Τῶν καλλίστων Εὐριπίδου δρᾶμα ἡ Ἀνδρομέδα.) διὰ τί δὲ μὴ ἄλλο τι τῶν πρὸ ὀλίγου διδαχθέντων καὶ καλῶν, Ὑψιπύλης, Φοινισσῶν, Ἀντιόπης; ἡ δὲ Ἀνδρομέδα ὀγδόῳ ἔτει προεισῆλθεν.
5ἀλλ’ οὐ συκοφαντητὰ ἦν τὰ τοιαῦτα.

sch ran

54

ἐπάταξε: Ἔπληξε. Vict.

sch ran

55

μικρὸς ἡλίκος Μόλων: (Παίζει. ἔστι γὰρ μεγα‐ λόσωμος ὁ Μόλων. Ἄλλως.) Δίδυμός φησιν ὅτι δύο Μόλωνές εἰσιν, ὁ ὑποκριτὴς καὶ ὁ λωποδύτης· καὶ μᾶλ‐ λον τὸν λωποδύτην λέγει, ὅς ἐστι μικρὸς τὸ σῶμα. Τι‐
5μαχίδας δὲ τὸν ὑποκριτὴν λέγεσθαι νυνὶ Μόλωνα.

sch ran

56

γυναικὸς οὐ δῆτα: Τινὲς ἀπὸ τοῦ γυναικὸς ἀμοιβαῖα ποιοῦσι, τινὲς δὲ ὅλον φασὶ τὸν Ἡρακλέα λέ‐ γειν, λογιζόμενον τίνος ἠράσθη Διόνυσος. τοῦ δὲ Διο‐ νύσου εἰπόντος τὸ ἀτταταῖ, ὁ Ἡρακλῆς ὑποπτεύει ἀν‐
5δρὸς ἐρασθῆναι Κλεισθένους τὸν Διόνυσον.

sch ran

57

(ἀτταταί: Γράφεται ἀππαπαί. διὰ τούτου συγ‐ καταθεμένου τοῦ Διονύσου καὶ ὁ Ἡρακλῆς ἐπήνεγκε, μὴ τοῦ Κλεισθένους, διὰ τὸ, ἐπεβάτευον Κλεισθένει.) —ξυνεγένου: Αἰσχρῶς ἡνώθης. Vict.

sch ran

58

(οὐ γὰρ ἀλλ’ ἔχω κακῶς: Ἀντὶ τοῦ καὶ γὰρ ἀλλά. τὸ ἀλλὰ παρέλκει Ἀττικῶς. ἀντὶ τοῦ, ἔχω γὰρ κακῶς.) —Ἄλλως. οὐ γὰρ ἀλλά ἀντὶ τοῦ καὶ γὰρ ἀλλά. Καλλίμαχος «οὐ γὰρ ἀλλ’ ἥκω.» V. οὐ γὰρ
5τοῦτό ἐστι. C. οὐ γὰρ τούτου ἐπιθυμῶ, ὃ λέγεις· ἀλλὰ κακῶς ἔχω. D.

sch ran

59

ἐπιθυμία ἢ ἀγάπη. V.

sch ran

61

δι’ αἰνιγμῶν: Ἀντὶ τοῦ δι’ ἀσαφείας. R. V. αἰ‐ νιγμάτων. Θ.

sch ran

63

ἔτνους: Ὀσπρίου πισίνου. ὡς ἀδηφάγον δὲ τὸν Ἡρακλέα κωμῳδοῦσι. (τὸ δὲ ἔτνος εἶδος ἀθάρας.) οἱ δὲ ἀνδρεῖοι καὶ πρὸς τὰς μάχας θαυμαστοὶ ἔτνος ἐσθίου‐ σιν ὡς συντελοῦν αὐτοῖς πλεῖστα, ὡς οἱ περὶ ταῦτα δει‐
5νοὶ λέγουσιν.

sch ran

64

ἑτέρᾳ φράσω: Διδάσκω οἵως ἐρῶ, ὑποβαλών σοι τὸν ἔρωτα τοῦ ἔτνους. ἀντὶ τοῦ ἄλλῳ τινὶ ὑπο‐ δείγματι, οἷον ἄλλῳ τρόπῳ. ἔστι δὲ τὸ ἡμιστίχιον ἐξ Ὑψιπύλης Εὐριπίδου.

sch ran

67

(καὶ ταῦτα τοῦ τεθνηκότος: Τινὲς βούλονται ἓν πρόσωπον λέγειν ὅλον. τινὲς δὲ διορίζουσι τὸ τοῦ τεθνη‐ κότος· ὡς τοῦ Ἡρακλέους λέγοντος αὐτό. οὕτω γὰρ καὶ αἱ διδασκαλίαι φέρουσι, τελευτήσαντος Εὐριπίδου τὸν
5υἱὸν αὐτοῦ δεδιδαχέναι ὁμώνυμον ἐν ἄστει Ἰφιγένειαν τὴν ἐν Αὐλίδι, Ἀλκμαίωνα, Βάκχας.)

sch ran

71

αὐτοῦ γὰρ τοῦ Διονύσου ἐστὶν ὁ ἀγών.

sch ran

72

(οἱ μὲν γὰρ οὐκ ἔτ’ εἰσὶν: Εὐριπίδου ἐξ Οἰνέως
σὺ δ’ ὧδ’ ἔρημος ξυμμάχων ἀπόλλυσαι·
οἱ μὲν γὰρ οὐκ ἔτ’ εἰσὶν, οἱ δ’ ὄντες κακοὶ.)

sch ran

73

(τί δ’ οὐκ Ἰοφῶν: Υἱὸς Σοφοκλέους ὁ Ἰοφῶν. ἠγωνίσατο δὲ καὶ ἐνίκησε λαμπρῶς ἔτι ζῶντος τοῦ πατρὸς αὐτοῦ. διὸ ἀμφιβάλλει μήποτε τοῦ Σοφοκλέους
εἴη εἰρηκὼς τραγῳδίαν.)276

sch ran

75

ἐπαινέσας αὐτὸν ὁ Ἀριστοφάνης ὅτι τοῦτο καὶ μόνον ἐστὶ λοιπὸν ἀγαθὸν, προελθὼν ἔψεξεν αὐτόν. V. ὅπως ἔχει: Εἴτε αὐτοῦ δηλονότι τὰ ποιήματα εἴτε τοῦ πατρὸς αὐτοῦ Σοφοκλέους. τοιαύτη γὰρ περὶ αὐτοῦ
5τοὺς πολλοὺς δόξα κατεῖχε. (πρότερον δὲ, τῇ ἡλικίᾳ, ἢ τιμιώτερον.)

sch ran

78

οὒ, πρίν γ’ ἂν Ἰοφῶντα: Κωμῳδεῖται γὰρ ὁ Ἰοφῶν ὁ υἱὸς Σοφοκλέους ὡς τὰ τοῦ πατρὸς λέγων ποιήματα. (Ἄλλως. οὐ μόνον ἐπὶ τῷ ταῖς τοῦ πατρὸς τραγῳδίαις ἐπιγράφεσθαι κωμῳδεῖται, ἀλλ’ ἐπὶ τῷ καὶ
5ψυχρὸς καὶ μαλακὸς εἶναι.) —Νικοστράτης δὲ υἱὸς ἦν. φασὶ δὲ ὅτι καὶ Ἀρίστων τοῦ Σοφοκλέους νόθος υἱὸς ἐγεγόνει ἔκ τινος Θεωρίδος Σικυωνίας. V. τὸ δὲ κωδω‐ νίσω ἀντὶ τοῦ δοκιμάσω, ὅτι τινὰ τῶν ὀρνέων δοκιμά‐ ζεται τῷ τοῦ κώδωνος ψόφῳ. (καὶ τοὺς ἵππους οὕτως
10ἐδοκίμαζον κώδωσιν εἰ ψοφοδεεῖς εἶεν, καὶ τοὺς ὄρτυγας. οἱ γὰρ ὑπομένοντες τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχουσι πρὸς μάχην. τινὲς δὲ ἀπὸ τῶν ἀγγείων τῶν σαθρῶν, ἐπεὶ οὕτω δοκιμάζουσι διακρούοντες. τινὲς δὲ ἀπὸ τῶν φυλακῶν. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ
15τῶν ἀγγείων· τὰ δὲ ἄλλα ἐσχεδίασται. Ἄλλως. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων τῶν κώδωνι δοκιμαζομένων εἰ θόρυβον ὑπομένειν δύνανται. Δημήτριος δὲ προσλαμ‐ βάνει καὶ ὅτι κατὰ τὰς φυλακὰς εἰ ἐγρηγόρασι κώδωσι διεσήμαινον, ὅπως ἂν φθέγγωνται.)

sch ran

79

κωδωνίσω: Δοκιμάσω, ἐκ μεταφορᾶς τῶν νο‐ μισμάτων. C. διακηρύξω. D. δοκιμάσω, ἐξετάσω. Vict.

sch ran

82

εὔκολος: Ἁπλοϊκὸς καὶ ἐλευθέριος. τοιοῦτος δὲ ὁ Σοφοκλῆς. —μαλακογνώμων. Θ. Vict.

sch ran

83

Ἀγάθων δὲ: Οὗτος τραγῳδίας ποιητὴς (Ἀθη‐ ναῖος, υἱὸς Τισαμενοῦ). κωμῳδεῖται δὲ εἰς θηλύτητα. (ἦν δὲ καὶ κωμῳδοποιὸς τοῦ Σωκρατικοῦ διδασκαλείου.)

sch ran

84

ποθεινὸς τοῖς φίλοις: Γράφεται δεξιός. φίλοις δὲ ἀντὶ τοῦ τοῖς σοφοῖς. οὗτος δὲ ἀγαθὸς ἦν τὸν τρόπον καὶ τὴν τράπεζαν λαμπρός. (καὶ φασὶν ὅτι τὸ Πλάτωνος συμπόσιον ἐν ἑστιάσει αὐτοῦ γέγραπται, πολλῶν ἅμα
5φιλοσόφων παρ’ αὐτῷ καταχθέντων.)

sch ran

85

ἐς μακάρων εὐωχίαν: Ἢ ὡς περὶ τετελευτη‐ κότος λέγει, ὡσανεὶ εἶπε τὰς μακάρων νήσους· ἢ ὅτι Ἀρχελάῳ τῷ βασιλεῖ μέχρι τῆς τελευτῆς μετὰ ἄλλων πολλῶν συνῆν ἐν Μακεδονίᾳ, καὶ μακάρων εὐωχίαν
5ἔφη τὴν ἐν τοῖς βασιλείοις διατριβήν. τοῦτο δὲ παρ’ ὑπόνοιαν.

sch ran

86

Ξενοκλῆς: Υἱὸς Καρκίνου, ὃς κωμῳδεῖται ὡς ἄξεστος ἐν τῇ ποιήσει (καὶ ἀλληγορικός). ἀδελφοὶ δὲ αὐτοῦ Ξενόκλειτος, Ξενότιμος, Δᾶτις. (εἰσὶ δὲ, ὥς φασι, δύο Ξενοκλεῖς τραγῳδοὶ γεγονότες. τρίτος δέ
5ἐστι τούτοις ὁμώνυμος, πολιτικὸς, φαύλου μὲν πατρὸς, τῶν δὲ δήμων Χολαργεύς.)

sch ran

87

Πυθάγγελος δέ: Τραγῳδίας ποιητὴς μοχθηρὸς καὶ ἄσημος. ὁ Ξανθίας δὲ ὑπομνησθεὶς τῆς Πυθαγγέλου φωνῆς φησὶν ὅτι οὐ φροντίζετέ μου Πυθαγγέλου καὶ ταῦτα (φροντίζοντες καὶ) μνημονεύοντες. (καλῶς δὲ καὶ
5πικρῶς ἔδειξεν ὡς δοῦλος τὸ προκείμενον.)Column end

sch ran

91

(λαλίστερα: Πολυλογώτερα. εἰς τοῦτο γὰρ Εὐ‐ ριπίδης ἐκακίζετο.) πλεῖν ἢ σταδίῳ: πλέον ἢ σταδίῳ Εὐριπίδου φλυαρότερα. R. V. τοῦτο δὲ ὡς ἐπὶ δρόμου, καθὼς καὶ ἐν τῇ συνηθείᾳ λέγομεν. V. ἀντὶ τοῦ λάλοι
5καὶ πιθανολόγοι. R.V.

sch ran

92

ἐπιφυλλίδες: Κυρίως δὲ ἐπιφυλλίδες· οὕτω λέ‐ γεται τὰ βοτρύδια τὰ μετὰ τὸ πατεῖσθαι τῶν στεμφύ‐ λων ἐξερχόμενα. ταῦτα δὲ οὐ χρήσιμα. Ἄλλως. V. τὰ ἐπικείμενα τοῖς μεγάλοις βότρυσι βοτρύδια. (Καλ‐
5λίστρατος δὲ, τὰ αὐτὰ καθ’ ἑαυτὰ μικρά.) κέκληται δὲ οὕτως, διὰ τὸ τοῖς φύλλοις καλύπτεσθαι. (ἢ τὰ πρὸς αὐτοῖς τοῖς φύλλοις). Ἄλλως. ἐπιφυλλίδες εἰσὶ τὰ ἐν τοῖς βότρυσιν ἐν ἀρχῇ περιττώματα. οἱ δέ φασι τὰ ἐν κορυφαῖς τῶν κλημάτων. ταῦτα γὰρ οὐχ ὑποκάτω τῶν
10φύλλων, ὡς οἱ βότρυες, ἀλλ’ ἐπάνω φύονται. δείκνυσι δὲ ἐντεῦθεν ὡς οὐδὲν περὶ λόγους εἰσί.

sch ran

93

χελιδόνων μουσεῖα: Παρὰ τὰ ἐν Ἀλκμήνῃ Εὐ‐ ριπίδου
πολὺς δ’ ἀνεῖρπε κισσὸς, εὐφυὴς κλάδος,
χελιδόνων μουσεῖον.
5ἀντὶ τοῦ βάρβαρα καὶ ἀσύνετα. καὶ γὰρ ἡ χελιδὼν ἐπὶ τῶν βαρβάρων καὶ ἐν τοῖς ἑξῆς [680] «οὗ περιβρέμεται Θρηϊκία χελιδών. —» τὸ χελιδόνων μουσεῖα παροιμία ἐπὶ τῶν πολυλόγων καὶ ἐπαχθῶν ταττομένη. τοιοῦτον γὰρ τὸ τῶν χελιδόνων γένος, πλέον διὰ τὸ πολὺ τῆς
10ᾠδῆς ἀνιῶν τοὺς ἀκούοντας ἢ διὰ τὸ μέλος εὐφραῖνον. καὶ ἐν τοῖς ἑξῆς «οὗ περιβρέμεται Θρηϊκία χελιδών.» Θ. a m. rec.

sch ran

94

ἃ φροῦδα: Ἀφανῆ ὑπὸ τῆς χαρᾶς. ἢν μόνον: Ἤγουν, εἴπερ ἅπαξ τοὺς περιεστῶτας ἐπαινέτας σχοῖεν τῶν δραμάτων.

sch ran

95

προσουρήσαντα: Εὐθυδρομήσαντα, εὐδοκιμή‐ σαντα ἐν τραγῳδίας δράματι ἐπαινεθέντα. —οὐρίζω, τὸ ἀπὸ τοῦ οὔρου ἀνέμου. οὐρῶ, τὸ ἀπὸ τοῦ οὔρου, τοῦ ἐκκρινομένου ὑγροῦ. προσουρήσαντα οὖν, τὸ βραχύν
5τινα χρόνον διατρίψαντα, καὶ τῶν αὐτῶν λήρων ἐκ‐ χέαντα τῇ τραγῳδίᾳ. C.

sch ran

96

γόνιμον δὲ ποιητὴν: Ἀντὶ τοῦ φυσικόν τινα καὶ μὴ βεβιασμένον. ἢ γεννητικόν.

sch ran

99

παρακεκινδυνευμένον: Ἀντὶ τοῦ ὑψηλὸν, βλάσ‐ φημον, (καὶ ὀγκῶδες.) παράδοξον, ἀσύνηθες.

sch ran

100

αἰθέρα Διὸς: Εὐριπίδου ἐκ Μελανίππης
ὄμνυμι δ’ ἱρὸν αἰθέρ’, οἴκησιν Διός. τὸ δὲ χρόνου πόδα ἐστὶν ἐξ Ἀλεξάνδρας «καὶ χρόνου «προὔβαινε πούς.»

sch ran

102

γλῶτταν δ’ ἐπιορκήσασαν: Παρὰ τὰ ἐξ Ἱππο‐ λύτου Εὐριπίδου [612]
ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

sch ran

103

σὲ δὲ ταῦτ’ ἀρέσκει: Ἀντὶ τοῦ σοί Ἀττικῶς. (σημειωτέον δὲ ὅτι οἱ Ἀττικοὶ κέχρηνται τῷ τοιούτῳ σχηματισμῷ. ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις [503] «κα‐
ταφρονεῖ με καὶ Θήβας ὅδε.»)277
5μάλα πλεῖν ἢ μαίνομαι: Οἱ μὲν βραχύνουσιν, ἵνα τοῦ η ἔκθλιψις εἶναι δοκῇ, οἱ δὲ ἐκτείνουσι τὸ α, κρᾶ‐ σιν πιστεύοντες εἶναι τοῦ η καὶ τοῦ α βραχέος εἰς τὸ α μακρόν. V. μᾶλλον ἢ μαίνομαι. οἱ μὲν, φασὶν, ἐκτεί‐ νουσιν· οἱ δὲ συστέλλουσι. (μεταλαμβάνεται δὲ εἰς
10τὸ μὲν οὖν, ἢ οὔκ· ἀλλὰ καὶ μᾶλλον. ἡ γὰρ μή ἀπα‐ γόρευσις παρὰ τοῖς παλαιοῖς ἀντὶ τῆς οὐ ἀρνήσεως πα‐ ραλαμβάνεται. Ἄλλως. ἀλλὰ πλέον ἢ μαίνομαι ἐπ’ αὐτῷ· τουτέστιν, ὑπερβαλλόντως μοι ἀρέσκει.)

sch ran

104

κόβαλα: Ἀντὶ τοῦ κακοῦργα καὶ ἀνελεύθερα. (Δίδυμος, κατεστωμυλμένα, ἀπατητικά. καὶ κακοβού‐ λους, κοβάλους.)

sch ran

105

(μὴ τὸν ἐμὸν οἴκει: Καὶ τοῦτο παρὰ τὸ ἐν Ἀνδρομάχῃ
μὴ τὸν ἐμὸν οἴκει νοῦν, ἐγὼ γὰρ ἀρκέσω.)

sch ran

106

καὶ μὴν ἀτεχνῶς γε: Ἀντὶ τοῦ ἀληθῶς ἢ ὅλως καὶ συνόλως, καὶ ἔστιν οἷον ἀδόλως. τέχνας γὰρ ἔλεγον οἱονεὶ τοὺς δόλους. [Hom. Od. Θ, 296:] «ἀμφὶ δὲ δε‐ «σμοὶ τεχνήεντες ἔχυντο.»

sch ran

107

δειπνεῖν με δίδασκε: Τοῦτο γὰρ ἐπίστασαι, ἐκεῖνο δ’ οὔ. ταῦτά με, φησὶ, δίδασκε, καὶ μὴ κρῖνε τραγῳδίας. ὅτι ἀδηφάγος ὁ Ἡρακλῆς.

sch ran

113

κρήνας: Γράφεται κρημνούς. ἐκτροπαὶ δὲ, ἐκνεύσεις τῶν ὁδῶν, ὅπου τις ἐκτραπῆναι δύναται. (διὰ τὸ ἐκτρέπεσθαι τῆς ὁδοῦ καὶ κρύπτεσθαι, ὅταν ταραχή τις γένηται τῶν νεκρῶν.) ὅσα δὲ οἱ ὁδοιπο‐
5ροῦντες ἐπάνω τῆς γῆς εὑρίσκουσι καθ’ ὁδὸν, ταῦτα καὶ αὐτὸς οἰόμενος καὶ ὑπὸ γῆν εἶναι, ἐρωτᾷ περὶ τού‐ των.

sch ran

115

ἐπειδὴ ῥυπαρὸς οὗτος ὁ τόπος· ὅπου δὲ ῥυπαρία, κόρεις εἰσίν. V.

sch ran

116

ὁ Ἡρακλῆς πρὸς τὸν Ξανθίαν τὸ ὦ σχέτλιε. R. ὁ Ἡρακλῆς ἀκούσας τοῦ Ξανθίου λέγοντος ὅτι περὶ ἐμοῦ οὐδεὶς λόγος, πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὅτι καὶ σὺ τολμήσεις καταβῆναι. V.

sch ran

118

ἀντὶ τοῦ διὰ ποίας ὁδοῦ. V.

sch ran

119

μήτε θερμὴν: Μήτε ὅπου ἐστὶ καῦμα μήτε δυσχείμερον ὁδὸν εἴπῃς.

sch ran

121

θρανίου: Θράνους καὶ θρανάτια ταπεινά τινα διφρίδια καὶ ὑποπόδια λέγονται· καὶ ἡ παρὰ τῷ ποιητῇ θρῆνυς· ἐφ’ ὧν ἱστάμενοι οἱ ἀπαγχόμενοι ἀρτῶσιν ἑαυ‐ τοὺς, ἀπολακτίζοντες αὐτά. τοῦ δὲ κάλω ἡ εὐθεῖα ὁ
5κάλως.

sch ran

122

πνιγηρὰν λέγεις: Πρὸς τὸν πνιγμὸν τῆς ἀγχό‐ νης καὶ ὥσπερ ὁδοῦ καυματώδους. Ἄλλως. V. καυμα‐ τώδη· ἅμα μὲν ἀντὶ τοῦ θερμήν· πνιγεὺς γὰρ ἡ κάμι‐ νος· ἅμα δὲ ὅτι πνίγει τῷ χρόνῳ τὸ σχοινίον καὶ τὸ
5θρανίον.

sch ran

123

σύντομος: Ὅτι οὐ μόνον ἐπίτομον λέγουσιν, ἀλλὰ καὶ σύντομον. τετριμμένην δὲ, ἅμα μὲν ὡς ἐπὶ ὁδοῦ κατημαξευμένησ, ἅμα δὲ καὶ πρὸς τὸ κώνειον διὰ θυείας τρίβεσθαι.

sch ran

125

ψυχράν γε καὶ δυσχείμερον: (Καὶ ὡς ἐπὶ ὁδοῦ ψυχρᾶς, καὶ ὅτι κατὰ ψύξιν φονεύει τὸ κώνειον.) πή‐ γνυσι δὲ, εἶπε, τἀντικνήμια. ἀπὸ τῶν ποδῶν γὰρ οὗ‐ τος ὁ θάνατος ἄρχεται, πρώτους αὐτοὺς καταψύχων.Column end
5ὡς τοῦ ζωτικοῦ αἵματος περὶ τὴν καρδίαν συστελλο‐ μένου.

sch ran

127

κατάντη: Οὕτως Ἀττικοὶ ἀντὶ τοῦ κατωφερῆ. εὐκολώτεραι γὰρ καὶ ταχύτεραι αἱ τοιαῦται ὁδοί.

sch ran

128

ὡς ὄντος γε μὴ βαδιστικοῦ, ἐμοῦ δηλονότι τα‐ χέως βαδίζειν μὴ δυναμένου. V. ὀξύποδος ἐμοῦ. R.

sch ran

131

ἀφιεμένην τὴν λαμπάδα: Τοὺς λαμπαδιστὰς ἀγῶνας. λαμπαδηδρομίαι δὲ γίνονται τρεῖς ἐν τῷ Κερα‐ μεικῷ, Ἀθηνᾶς, Ἡφαίστου, Προμηθέως. Κεραμει‐ κὸς τόπος Ἀθήνησιν ὅπου συνετέλουν οἱ Ἀθηναῖοι
5κατὰ ἐνιαυτὸν λαμπαδοῦχον ἀγῶνα. πρὸς δὲ τῷ τόπῳ τούτῳ πύργον τινὰ ὑπάρχειν φασίν. ἐφ’ ὃν συμβου‐ λεύει αὐτὸν ἀναβάντα θεωρεῖν τὴν λαμπάδα, καὶ ὅταν οἱ πρῶτοι λαμπαδίζοντες ἀφεθῶσι, καὶ αὐτὸν ἀπὸ τοῦ πύργου ἀφεῖναι ἑαυτὸν κάτω.

sch ran

133

εἷναι, τόθ’ εἷναι: (Ἀντὶ τοῦ ἀφεῖναι τοὺς δρο‐ μεῖς. τινὲς δὲ γράφουσιν εἵητε, ἀντὶ τοῦ ἀφείητε, οἱ δρομεῖς δηλονότι.) τοῦτο δὲ γνωριμώτερον ἔχει τὸν νοῦν, ἐπειδὰν οἱ θεώμενοι εἴπωσιν ἀφείητε, δηλονότι οἱ τρέ‐
5χοντες, καὶ σὺ σαυτόν. (γράφεται δὲ ἐν πολλοῖς εἷναι, ἀντὶ τοῦ εἵητε. μήποτε τὸ δεύτερον εἷναι, τὸ ἓς καὶ σὺ σαυ‐ τὸν, ἁμαρτανομένου τοῦ προτέρου. λέγοι δ’ ἄν τις καὶ τοῦτο λόγον ἔχειν· ὡς τῶν θεωμένων ἐπικελευόντων τῷ τὸ σημεῖον ἀφιέντι κατὰ τὸ ἀρχαῖον σχῆμα, οὕτως εἷ‐
10ναι). Ἄλλως. ὅτι ἐν τῇ ἀφέσει τῆς λαμπάδος ση‐ μεῖον ἦν τοῖς μέλλουσι δραμεῖν, ὡς δεῖ τοῦ δρόμου κα‐ τάρξασθαι. ἦν δὲ τοῦτο πρὸ τοῦ εὑρεθῆναι παρὰ Τυρ‐ σηνοῖς τὴν σάλπιγγα. —εἷναι, τόθ’ εἷναι: Τὸ εἷναι σημαίνει καὶ τὸ κορευσθῆναι, ὡς ἐν τῷ «ἐξ ἔρον ἕντο,»
15καὶ ἔστι δασυνόμενον ὡς ἀπὸ τοῦ ἴω καὶ ἔημι τὸ πληρῶ. σημαίνει δὲ καὶ τὸ ἀφεῖναι καὶ πέμψαι, καὶ τοῦτο δασυνόμενον ὁμοῖον ὡς ἐνταῦθα. κανονίζεται δὲ οὕτως· ἵημι τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ βʹ ἀόριστος ἧν, ἡ μετοχὴ εἷς, ἕντος, καὶ τὸ ἀπαρέμφατον εἷναι.
20Vict.

sch ran

134

ἀλλ’ ἀπολέσαιμ’ ἂν ἐγκεφάλου: (Καὶ γὰρ ὁ ἐγκέφαλος τῶν ἀνθρώπων ἔχει ὑφ’ ἑαυτὸν ὑμένας ἐοικό‐ τας τοῖς τῆς συκῆς φύλλοις. Ἄλλως.) Ἀρίσταρχος, πρὸς τὸ σχῆμα, φησὶ, τοῦ ἐγκεφάλου. ἔστι γὰρ ὥσπερ
5δύο θρῖα συγκείμενα. θρῖα δὲ, τὰ τῆς συκῆς φύλλα, καὶ τὰ θρῖα δὲ οὕτως σκευάζεται. λέγεται δὲ ἀπὸ τοῦ κατειλεῖσθαι τοῖς τῆς συκῆς φύλλοις. ἡ δὲ σκευασία ἐστὶ, στέαρ, μέλι, ᾠὰ, σεμίδαλις. εἰώθασι δὲ καὶ τὸν ἐγκέφαλον ὀπτᾶν κατειλήσαντες τοῖς τῆς συκῆς φύλλοις,
10ἢ μετὰ τῆς ἄλλης τοῦ θρίου κατασκευῆς. ἢ καὶ μόνον, πρὸς ὃ καὶ παρέθηκε τὸ θρῖον.

sch ran

138

ἄβυσσος: Ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται. Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασι.

sch ran

139

τυννουτῳί σε: Συνάγων τοὺς δακτύλους φησίν· ἀντὶ τοῦ μικρῷ. ὁμοίως δὲ καὶ τυτθὸν, τὸ νήπιον, ἀντὶ
τοῦ τιτθόν· τὸ ἔτι παρὰ τοῖς τιτθίοις καθεστηκός. φοβεῖ δὲ αὐτὸν, ἐπίτηδες σμικρύνων τὸ πλοῖον. —τύννος278
5τὸ μικρὸν, ὁμοίως καὶ τυτθόν. R.

sch ran

140

δύ’ ὀβολὼ μισθὸν λαβών: Οὐχ ὡς τοῦτο λαμ‐ βάνοντος, ἀλλὰ πρὸς τὸν δικαστικὸν μισθὸν, ὅτι δύο ὀβολῶν ἦν. ἅμα δὲ διὰ τὸ λεγόμενον, ὅτι τοῖς νεκροῖς ἐπὶ τοῦ στόματος βάλλουσι δύο ὀβολοὺς, καὶ ὅτι τὸ
5δικαστικὸν μισθάριον δύο ὀβολοὶ ἦσαν. ἐπιφέρει γοῦν
ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ’ ὀβολώ. ἦν δὲ καὶ τριώβολον, τοῦτο τῶν στρατηγῶν κολακείας χάριν προστιθέντων. ἐπὶ δὲ Ἀριστοφάνους καὶ δραχμὴν ἦν λαβεῖν.

sch ran

141

ἀντὶ τοῦ μεγάλην δύναμιν ἔχουσιν. R.

sch ran

142

Θησεὺς ἤγαγε: Ὅτε κατῆλθε μετὰ Πειρίθου εἰς Ἀϊδωνέα, ἁρπάσαι βουλομένου τὴν κόρην τῆς Δή‐ μητρος Περσεφόνην. ἢ διὰ τὸ θητεύειν τὸν Χάρωνα δια‐ πορθμεύοντα.

sch ran

144

μή μ’ ἔκπληττε: Μή μ’ εἰς ἔκπληξιν καὶ φόβον ἔμβαλε· οὐ γάρ μ’ ἀποστήσεις τῆς ὁρμῆς. C. δειμάτου: Ἐκφόβει. Vict.

sch ran

146

καὶ σκὼρ ἀεὶ νῶν: Ὅτι τινές φασι τῷ σκώρ πρῶτον κεχρῆσθαι Στράττιν ἐν Ἀταλάντῃ δράματι· ψεῦδος δὲ, πολλῷ γὰρ ὕστερον τῶν Βατράχων δεδί‐ δακται ἡ Ἀταλάντη Στράττιδος. —νῶν δὲ ἀντὶ τοῦ
5ῥέον, νᾶον νῶν. σκὼρ δὲ ἀποπάτημα, χέσμα. κειμένους δὲ ἀντὶ τοῦ κολαζομένους. R. V. νῶν: Ῥέον. C. νάον D. σκὼρ: Κόπρον. Vict.

sch ran

149

ἠλοίησεν: Ἔτυψεν. R. Br., Vict. ἐφαρύτωσεν. ἢ γεραιὰν γνάθον ἔκρουσε. V.

sch ran

151

ἢ Μορσίμου: Τραγῳδίας ποιητὴς ὑπόψυχρος. (ἔστι δὲ Φιλοκλέους υἱός. ἦν δὲ ὀφθαλμῶν ἰατρὸς ἀγα‐ θός. ἦν δὲ καὶ σμικρός. υἱὸν δὲ ἔσχεν Ἀστυδάμαντα.) —ἀντὶ τοῦ θανάσιμόν τινα λόγον ἔγραψεν, οἷα νῦν
5πολλὰ γίνονται τοῖς φαρμακοῖς. V.

sch ran

153

τὴν Κινησίου: Κινησίας διθυραμβοποιός· ὃς ἐποίησε πυρρίχην. ἢ ὅτι ἐν τοῖς χοροῖς πολλῇ κινήσει ἐχρῆτο. (τινὲς δὲ οὐ γράφουσι τὸν, νὴ τοὺς θεοὺς, στί‐ χον, ἀλλ’ ἀφαιροῦσιν αὐτὸν καὶ τὸν ἑξῆς οὕτω γράφουσιν
5
ἢ πυρρίχην τις ἔμαθε τὴν Κινησίου. διὸ καὶ Ἀριστοφάνης παρατίθησι τὸ ἀντίσιγμα καὶ τὸ σίγμα. Ἄλλως. ὁ Κινησίας ἐπραγματεύσατο κατὰ τῶν κωμικῶν, [ὡς εἶεν ἀχορήγητοι. ἦν δὲ καὶ τὸ σῶμα ὀκνηρὸς καὶ κατεσκελετευκώς. δοκεῖ δὲ καὶ] κατησχη‐
10μονηκέναι τοῦ τῆς Ἑκάτης ἀγάλματος. διὸ καὶ ἐν τοῖς ἑξῆς [366] φησιν
ἢ κατατιλᾷ τῶν ἑκαταίων, κυκλίοισι χοροῖσιν ὑπᾴδων. ἦν δὲ Θηβαῖος, μελοποιὸς κάκιστος, ὃς ἐν τοῖς χοροῖς ἐχρῆτο πολλῇ κινήσει.)

sch ran

156

τοὺς τόπους τῶν μυρρίνων. R. μυρρινὼν ὁ τόπος τῶν μυρρίνων. V. τόπους μεστοὺς μυρινῶν. Θ.

sch ran

158

οἱ μεμυημένοι: Λόγος γὰρ ἐκράτει παρ’ Ἀθη‐ ναίοις ὡς ὁ τὰ μυστήρια διδαχθεὶς μετὰ τὴν ἐνθένδε
τελευτὴν θείας ἠξιοῦτο τιμῆς. διὸ καὶ πάντες πρὸς τὴν μύησιν ἔσπευδον. —οἱ εἰδότες τὰ μυστήρια. R. οἱ τὰColumn end
5μυστήρια διδαχθέντες. Θ.

sch ran

159

ὄνος ἄγων μυστήρια: Τοῖς μυστηρίοις ἐξ ἄστεως εἰς Ἐλευσῖνα διὰ τῶν ὄνων φέρουσι τὰ εἰς τὴν χρείαν· ὅθεν ἡ παροιμία, διὰ τὸ κακοπαθεῖν μάλιστα τοὺς ὄνους ἀχθοφοροῦντας. ὡς ἂν οὖν ὅμοιόν τι πάσχων
5διὰ τὸ πιέζεσθαι τῷ ἐπικειμένῳ ἄχθει, τὴν παροιμίαν μίγνυσιν.

sch ran

160

(ἀτὰρ οὐ καθέξω: Ἅμα τῷ λόγῳ ῥίπτει τὰ σκεύη, ἵνα ὕστερον φαίνηται γελοιότερος, κελευόμενος ἆραι τὰ σκεύη. λέγει γοῦν, πρὶν καὶ καταθέσθαι, εἰ‐ πόντος, σὺ δὲ τὰ στρώματα αὖθις λάμβανε.)

sch ran

165

τῷ Ξανθίᾳ φησὶν ὁ Διόνυσος. V.

sch ran

168

τῶν νεκρῶν δηλονότι τῶν ἐπὶ τὸ ἀπελθεῖν μελ‐ λόντων εἰς τὸν ᾍδην. V. ἐκ τοῦ κόσμου πρὸς τὸν Ἅ‐ δην, ἢ τῶν ἐκφερομένων τῆς πόλεως, ἀφ’ οὗ καὶ ἐκφορὰ, ἐπὶ τὸν Ἅδην, ὃ κοινῶς ἐξόδιον λέγεται. Θ.

sch ran

169

ἐὰν δὲ μἥὐρω: Ἀντὶ τοῦ, ἐὰν δὲ μὴ εὕρω. γράφεται καὶ ἔχω, ἤγουν, ἐὰν μὴ ἔχω ἀργύριον· ἵνα λείπῃ τὸ ἀργύριον.

sch ran

171

πρὸς τὸν βασταζόμενον νεκρόν. R. V.

sch ran

173

πός’ ἅττα: Ἀντὶ τοῦ, πόσα σκεύη ἔχετε. γε‐ λοίως δὲ ὁ βασταζόμενός φησιν, ἀσθενῶς δὲ ἐρεῖ. ἡ δραχμὴ δὲ, ἓξ ὀβολῶν. δώδεκα οὖν ὀβολοὺς αἰτεῖ.

sch ran

174

(ὑπάγεθ’ ὑμεῖς: Ἀντὶ τοῦ ἀναχωρεῖτε. ἀπο‐ στρέφεται δὲ αὐτοὺς ὁ νεκρὸς, μὴ βουλόμενος σκευηφο‐ ρεῖν, διὰ τὸ ἐλάχιστον εἶναι τὸν μισθόν. τὸ δὲ, ὑπάγετε ὑμεῖς τῆς ὁδοῦ, ὁ νεκρός φησι πρὸς τοὺς νεκροφόρους.)

sch ran

175

ἐὰν ξυμβῶ τί σοι: Ἐὰν ξυμβῶ σοι ἀντὶ τοῦ ἵνα ξυμφωνήσω σοί τι. (ἔλεγον δὲ τὸ ἵνα ἀντὶ τοῦ ἐάν. καὶ Ὅμηρος [Il. Η, 353] «ἵνα μὴ ῥέξομεν ὧδε.»)

sch ran

177

ἐννέ’ ὀβολούς: Ἀντὶ τοῦ μίαν ἥμισυ δραχμήν· ἡ γὰρ δραχμὴ ἓξ ὀβολοί. R. Θ. μίαν ἥμισυ δραχμὴν δίδωσιν ὁ Διόνυσος. V. ἀναβιῴην νῦν: (Ὀχλούμενος ὑπ’ αὐτῶν τοῦτο λέγει. ἐν ἤθει δὲ ἐκ τοῦ ἐναντίου ἡμῖν·
5οἷον ἀπολοίμην. οἱ δὲ, ὅτι χαλεπὸν ἦν τότε τὸ ζῆν, ὥστε ἄμεινον εἶναι τὸ τεθνάναι. εἰς κατάραν οὖν λαμ‐ βάνει τὸ ἀναζῆσαι ἐν Ἀθηναίοις. κατηγορίαν δὲ ἔχει οὐ τὴν τυχοῦσαν. Ἄλλως. ἐν ἤθει, ἐπεὶ ἁπλῶς ὁ) ἀνθρώπινος βίος μοχθηρός. ἢ ὅτι τότε Ἀθηναίων δυστυ‐
10χούντων οἱ ἀπολλύμενοι ἐμακαρίζοντο.

sch ran

178

ἀντὶ τοῦ βαστάσω. V. ἐγὼ βαστάζω. R.

sch ran

180

ὠὸπ, παραβαλοῦ: Ἐλατικὸν ἐπίφθεγμα τὸ ὠόπ. τὸ δὲ παραβαλοῦ ἀντὶ τοῦ ὅρμισον τῇ γῇ τὴν ναῦν. ἐν τῇ νηὶ γὰρ ὁ Χάρων λέγει. —πλησίασον τὸ σκάφος τῷ λιμένι. Br.

sch ran

181

(τοῦτο λίμνη νὴ Δία: Τοῦτο οἱ μέν φασι τὸν Διόνυσον λέγειν, οἱ δὲ τὸν Ξανθίαν. ἐνταῦθα δὲ τοῦ πλοίου ὀφθέντος ἠλλοιῶσθαι χρὴ τὴν σκηνὴν καὶ εἶναι κατὰ τὴν Ἀχερουσίαν λίμνην τὸν τόπον ἐπὶ τοῦ λογείου,
5ἢ ἐπὶ τῆς ὀρχήστρας, μηδέπω δὲ ἐν ᾍδου.)

sch ran

184

χαῖρ’ ὦ Χάρων: Δημήτριός φησιν Ἀχαιοῦ ὅλον εἶναι ἐκ τοῦ Αἴθωνος. λέγουσι δ’ αὐτὸ οἱ σάτυροι,
Χαῖρ’ ὦ Χάρων χαῖρ’ ὦ Χάρων χαῖρ’ ὦ Χάρων. ἦ που σφόδρα θυμοῖ. Ἄλλως. πιθανὸν ὑπονοεῖν
279
5τρεῖς τοῦτο λέγοντας, ἀσπαζομένους τὸν Χάρωνα, Διό‐ νυσον, Ξανθίαν καὶ τὸν νεκρόν. δεῖ γὰρ ὑπονοῆσαι βούλεσθαι καὶ αὐτὸν συνεμβαίνειν αὐτοῖς.

sch ran

185

τίς εἰς ἀναπαύλας: Εἰς ἀναπαύσεις γὰρ ἐκ κοσμικῶν ὀχλήσεων χωροῦσιν οἱ μεθιστάμενοι.

sch ran

186

τίς εἰς τὸ Λήθης πεδίον: Τοῦτο κηρύσσει ὁ Χάρων. ὡς τόπους δὲ καταλέγει. ἐκ δὲ τοῦ δευτέρου τὸ ἀδύνατον τῶν καθ’ ᾍδου δηλοῖ, τοῦ (ἠς ὄνου πόκας ἀντὶ τοῦ) ἢ εἰς ὄνου πόκας. ἀδύνατον γὰρ πόκας ἀποκεί‐
5ρασθαι τῶν ὄνων. φαίνεται δὲ καὶ παροιμιῶδες ἤδη εἶ‐ ναι. τὸ δὲ Λήθης πεδίον, Δίδυμός φησι, χωρίον ἐν ᾍδου διατετύπωκεν (οὕτω λεγόμενον, ὡς καὶ τὸν Αὐαίνου λίθον ἔπλασεν ἀπὸ τοῦ τοὺς νεκροὺς αὐαίνε‐ σθαι καὶ ἀλίβαντας εἶναι. ὄνου δὲ πόκας τὸ ἄχρηστον·
10οὐδὲ γὰρ αἱ τοῦ ὄνου πόκες χρησιμεύουσιν. ἡ παροιμία δὲ λέγεται ἐπὶ τῶν ἀνηνύτων, ἐν ᾧ τρόπῳ φαμὲν καὶ τὸ χύτραν ποικίλλεις, καὶ κόπρον ἀναθυμιᾷς. ἀνήνυτα δὲ καὶ τὰ ἐν ᾍδου. διὰ τοῦτο οὖν ὄνου πόκας ἀνέπλασε ποιητικῶς.) —ἢ ’ς ὄνου πόκας: Εἰς τὸ μηδέν. Vict.

sch ran

187

ἢ ’ς Κερβερίους: (Τινὲς καὶ παρ’ Ὁμήρῳ [Od. Λ, 14] γράφουσιν «ἐνθάδε Κερβερίων» ἀντὶ τοῦ Κιμμερίων· ἢ μᾶλλον τοὺς Κιμμερίους φασί. παίζει δὲ παρὰ τὸν Κέρβερον.) —ὄνομα τόπου κηρύσσει ὁ Χά‐
5ρων. Κερβερίους δὲ τοὺς Κιμμερίους λέγει. R. περαιω‐ θῆναι μὲν ἐκεῖ οὔκ ἐστι, κατάβασις δὲ εἰς ᾍδου ἐκεῖ, ὡς μυθεύεται. V.

sch ran

188

σχήσειν: Ὁρμίσειν. V. ἐλλιμενίσειν. E.

sch ran

189

ἐς κόρακας: Παίζει ἐνταῦθα εἰπὼν ἐς κόρα‐ κας. Ἀθήνησι γὰρ τόπος ἦν οὕτω καλούμενος, οὐχὶ ἐν ᾍδου. ἢ τοῦτο λέγει, ἐπειδὴ καὶ οἱ ἐκεῖσε ῥιπτόμενοι εἰς ἀπώλειαν ἤρχοντο.
5ναὶ μὰ Δία σοῦ γ’ εἵνεκα: Παρόσον οὕτως οἱ ναῦ‐ ται εἰώθασι λέγειν χαριζόμενοι τῷ ἐπιβάτῃ.

sch ran

191

εἰ μὴ νεναυμάχηκε: (Τὴν περὶ Ἀργίνουσαν φησὶ ναυμαχίαν. ἦσαν γὰρ οἱ δοῦλοι τότε ναυμαχήσαν‐ τες, περὶ οὐδενὸς ἄλλου ἢ περὶ τῶν ἰδίων κρεῶν, του‐ τέστι σωμάτων. φησὶν οὖν, οἷον οὐ περὶ χρημάτων καὶ
5πατρίδος, ἀλλὰ περὶ τοῦ ἰδίου σώματος. κρέας γὰρ τὸ σῶμα. φέρεται δὲ καὶ ἄλλη γραφή· τὴν περὶ τῶν νε‐ κρῶν. εἴη δ’ ἂν λέγων περὶ τῆς ἐν Ἀργινούσαις ναυμα‐ χίας, ἐν ᾗ ἐνίκων μὲν οἱ Ἀθηναῖοι, τοὺς νεκροὺς δὲ ἐκωλύθησαν ἀνελέσθαι ὑπὸ χειμῶνος. ἐξ οὗ καὶ τῶν
10δέκα στρατηγῶν ἀπώλοντο καταδικασθέντες οἱ ὑπομεί‐ ναντες ἕξ. ἐπεὶ οὖν συνεναυμάχουν καὶ οἱ δοῦλοι, τοιοῦτό τι λέγει, δοῦλον οὐκ ἄγω, εἰ μὴ ἀνῄρηται τοὺς ἐκ τῆς θαλάσσης νεκρούς. οὐκ ἔχει δὲ νοῦν τὸ λεγόμενον. ναυ‐ μαχίας γὰρ οὐδεμιᾶς ἔδει πρὸς τὴν ἀναίρεσιν. χειμῶνι
15δὲ ἐκωλύθησαν. Ἄλλως. διὰ τί τὸν δοῦλον μόνον ἀπελαύνει, ἀλλ’ οὐχὶ καὶ τῶν ἐλευθέρων εἴ τις μὴ ἀνῄ‐ ρηται τοὺς νεκρούς; παρίησι γὰρ τὸν Διόνυσον. ἢ εἴη ἂν λέγων νεκροὺς τοὺς Ἀθηναίους, διὰ τὸ ἐσχάτως τότε πράττειν. Ἄλλως.) διάφοροι αἱ γραφαί· οἱ μὲν γὰρ
20κρεῶν, ὡς Ἀρίσταρχος φησὶν ἐπὶ τῶν σωμάτων λαμ‐ βάνεσθαι πολλάκις, καὶ παρὰ τῷ Σοφοκλεῖ ἐν Χρύσῃ
τοιοῦτος ὢν ἄρξειε τοῦδε τοῦ κρέως. ἐνθάδε οὖν εἰ μὴ νεναυμάχηκε περὶ τῆς ψυχῆς τῆς ἑαυ‐ τοῦ· ὡς ποτὲ τῶν Ἀθηναίων ἐν περιστάσει γενομένων
Column end
25καὶ ὑπὲρ τῶν ψυχῶν ἀγωνιζομένων, προσλαβεῖν τοὺς δούλους καὶ ὕστερον ἐλευθερίας ἀξιῶσαι. ἕτεροι δέ φα‐ σιν αἰνίττεσθαι τὴν περὶ Ἀργινοῦσαν ναυμαχίαν, ἣν διὰ τοὺς νεκροὺς ἠγωνίσαντο, τὴν δευτέραν γραφὴν αἱ‐ ρούμενοι. —τὴν περὶ τῶν κρεῶν: Τῶν νεκρῶν σω‐
30μάτων. D.

sch ran

193

(οὐκοῦν περιθρέξει: Περικυκλεύσεις. ὁ Χάρων πρὸς τὸν δοῦλον. ἀντὶ τοῦ οὐ λαμβάνω σε.) ἀντὶ δὲ τοῦ τρέχων, γράφεται καὶ κύκλῳ.

sch ran

194

παρὰ τὸν Αὐαίνου λίθον: Παρὰ τὸ αὔους τοὺς νεκροὺς εἶναι, ὡς ὄντος τινὸς ἐν ᾅδου οὕτως λεγομένου λίθου. (φασὶ δὲ αὐαίνου λίθον τινὰ λέγεσθαι Ἀθήνησι, παρ’ ὃν οἰκείως ἀπὸ τοῦ αὐαίνου παρήχθη, ἐπειδὴ οἱ
5πολὺν χρόνου περιμείναντές τινας εἰώθασι λέγειν, αὖος γέγονα περιμένων. ἔοικε δὲ θρυλούμενον τοῦτο ἤδη. Ἄλλως. τοῦτο ἀναπλάττει ἀπὸ τοῦ τοὺς νεκροὺς ξηροὺς εἶναι καὶ ἀλίβαντας. ἀμφίβολον δὲ, πότερον ἀπὸ τῆς εἰς ος εὐθείας, ἢ ἀπὸ τῆς εἰς ης. Ἄλλως. τὸ μὲν
10φαινόμενον λίθος ἦν Αὐαίνου καλούμενος, τὸ δ’ ἀληθὲς οὕτως ἔχει· παρὰ τὸν λίθον αὐαίνου καὶ ξηραίνου. ἢ ὅπου ξηραίνονται οἱ νεκροί.)

sch ran

196

τῷ ξυνέτυχον: Ἀντὶ τοῦ, τίνι οἰωνῷ συνέτυχον ἐκ τῆς οἰκίας ἰών; δύναται δὲ τοῦτο καὶ ὁ Διόνυσος καὶ ὁ Ξανθίας λέγειν. —ξυνέτυχον: Συνήντησα. ἐξιών: Τῆς οἰκίας. Vict.

sch ran

197

(κάθιζ’ ἐπὶ κώπην: Τοῦτο ἀκούσας ὁ Διόνυσος ἐπάνω τῆς κώπης ἐκάθισε.) —κάθιζ’ ἐπὶ κώπην: Ἤγουν ἐπὶ τῷ μεταχειρίζεσθαι ταύτην· ὁ δὲ παρανοή‐ σας ἐπάνω ταύτης ἐκάθισεν. C. ὁ μὲν Χάρων, κάθιζε
5ἐπὶ κώπην, εἴρηκε τοῖς ἐν τῷ σκάφει, ὥστε μεταχει‐ ρίζεσθαι ταύτην καὶ κωπηλατεῖν. ὁ δὲ Διόνυσος παρα‐ νοήσας ἐκάθισεν ἐπάνω τῆς κώπης· διὸ καὶ ἐπιπλήττε‐ ται παρὰ τοῦ Χάρωνος. Vict.

sch ran

199

τοπικὸν τὸ οὗ. R.

sch ran

200

γάστρων: Γαστρίμαργε. (εἰσάγουσι γὰρ τὸν Διόνυσον προγάστορα καὶ οἰδαλέον ἀπὸ τῆς ἀργίας καὶ οἰνοφλυγίας.)

sch ran

202

πρὸς τὰ ῥεύματα ἀντιβάς. R. V. μὴ φλυαρήσῃς ἔχων: Καὶ Πλάτων Εὐθυδήμῳ [p. 224, E] «ὅτι ἔχων «φλυαρεῖς, καὶ ἀρχαιότερος εἶ τοῦ δέοντος.» Junt. ἔχων: Περισσόν. C.

sch ran

203

ὁ κᾆτα ἀντὶ τοῦ καί. R. V.

sch ran

204

ἀθαλάττωτος: (Θέλει εἰπεῖν,) μὴ ὢν ναυτικός. (ἀθαλάττωτος δὲ καὶ ἀσαλαμίνιος ταυτόν ἐστιν. Ἄλ‐ λως. ἢ διὰ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν, ἢ ὅτι ἡ μὲν ἑτέρα τῶν ὑπηρετίδων νεῶν Σαλαμινία ἐκαλεῖτο, ἡ δ’
5ἑτέρα Πάραλος.) —ἀπὸ τῆς νεὼς ἡ ὀνομασία. R. ἀμέ‐ τοχος θαλάττης. μὴ ναυμαχήσας περὶ Σαλαμῖνα. τὰ
κατὰ Ξέρξου δὲ οἶμαι. Θ.280

sch ran

208

ὠὸπ, ὂπ, ὠὸπ, ὂπ: Εἴσθεσις μέλους χοροῦ μονοστροφική· ἧς προτίθεται τὸ τοιοῦτον κῶλον δακτυ‐ λικὸν ὂν δίμετρον ἀκατάληκτον. κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικά. τὰ δὲ τοῦ χοροῦ κῶλά εἰσι
5δυοκαίδεκα, ὧν τὸ πρῶτον καὶ δεύτερον τροχαϊκὰ ἑφθημιμερῆ, τὸν πρῶτον ἔχοντα πόδα τρίβραχυν ἤτοι χορεῖον. εἰ δὲ βούλει, παιωνικὰ δίμετρα ἀκατάληκτα, ἐκ παίωνος τετάρτου καὶ διιάμβου. τὰ ἑξῆς δύο χο‐ ριαμβικὰ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ τὸ
10πέμπτον τρίμετρον καταληκτικόν. τὸ ἕκτον μονόμε‐ τρον, ἢ ἰαμβικὴ βάσις. τὸ ἕβδομον δίμετρον ὑπερκατά‐ ληκτον Ἰωνικὸν ἀπὸ μείζονος. τὸ ὄγδοον χοριαμβικὸν τρίμετρον ἀκατάληκτον, τοῦ μὲν πρώτου ποδὸς πεντα‐ συλλάβου τῆς πρώτης μακρᾶς εἰς δύο βραχείας δια‐
15λυομένης ἐκ χορείου καὶ ἰάμβου· ὅθεν ἴσως καὶ χοριαμ‐ βικὸν ἐκλήθη· τοῦ δὲ δευτέρου Ἰωνικοῦ ἀπὸ μείζονος, τοῦ δὲ τρίτου διιάμβου. τὸ ἔνατον χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ἑξῆς ὅμοιον. τὸ παρατέλευτον τρίμε‐ τρον ἀκατάληκτον· ὃ καλεῖται προσῳδιακὸν, διὰ τὸ τὸν
20πρῶτον ἔχειν πόδα Ἰωνικὸν ἀπὸ μείζονος. τὸ τελευ‐ ταῖον ὡς τὸ πρῶτον. ἐπὶ τῷ τέλει κορωνίς. (ὠόπ: ἐλατικὸν ἐπίφθεγμα. ναυτικῶς οὖν κελεύων ταῦτά φησι.)

sch ran

209

(βατράχων παραχορήγημα. ἐπίφθεγμα δὲ ποιὸν τοῦτο.) κέχρηται δὲ αὐτῷ ὡς ἐφυμνίῳ ὁ τῶν βατράχων χορός. (Ἄλλως. ταῦτα καλεῖται παραχορηγήματα, ἐπειδὴ οὐχ ὁρῶνται ἐν τῷ θεάτρῳ οἱ βάτραχοι, οὐδὲ
5ὁ χορὸς, ἀλλ’ ἔσωθεν μιμοῦνται τοὺς βατράχους. ὁ δὲ ἀληθῶς χορὸς ἐκ τῶν εὐσεβῶν νεκρῶν συνέστηκεν.) ἐλλείπει ὁ καί, ἵν’ ᾖ λιμνῶν καὶ κρηνῶν τέκνα. καὶ γὰρ ἐν κρήναις γίνονται καὶ εὑρίσκονται οἱ βάτραχοι.

sch ran

212

τὴν μετ’ αὐλῶν κοινήν. R. V. ὁμόηχον. Θ.

sch ran

213

δεῦτε ἵνα. Θ. ἐμὰν ἀοιδὰν: Τὸ ἡμέτερον μέλος, ἢ ὃν εἰώθαμεν ὕμνον ἡμεῖς προσφέρειν. Θ. Junt.

sch ran

216

Διὸς Διόνυσον ἐν Λίμναις: Λείπει παῖδα.(ἀπὸ τῶν ἑαυτῶν λιμνῶν μεταφέρουσιν ἐπὶ τὸν ἐν Λίμναις Διόνυσον λεγόμενον. Λίμναι δὲ χωρίον τῆς Ἀττικῆς, ἐν ᾧ Διονύσου ἱερόν.) Λίμνη τόπος ἱερὸς
5Διονύσου, ἐν ᾧ καὶ οἶκος καὶ νεὼς τοῦ θεοῦ. Π. Καλλί‐ μαχος ἐν Ἑκάλῃ [fr. 280] «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς.» —Νῦσα δὲ τόπος τῆς Ἀραβίας, ἔνθα γεννᾶται ὁ Διόνυσος. τὸ ἰαχήσαμεν ἀντὶ τοῦ ἰαχοῦμεν. V. τὸν ἐν Νύσῃ χώρᾳ Αἰθιοπίας γεννηθέντα υἱὸν δη‐
10λονότι. Θ. Νύσιος δὲ ὁ Διόνυσος τοῖς Ἰνδοῖς ὀνομάζε‐ ται ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης· οὐ μόνον δὲ Ἰνδοῖς, ἀλλὰ καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν, ὥς φησι Φιλόστρα‐ τος ἐν τῷ Ἀπολλωνίου τοῦ Τυανέως βίῳ (p. 51) κραι‐ παλόκωμος: ὁ κωμάζων ἐν κραιπάλοις τοῖς ἱεροῖς. V.
15τοῦτο μετωνυμία καλεῖται· ὁ κατὰ μέθην γινόμενος ὕμνος.

sch ran

218

τοῖς ἱεροῖσι Χύτροισι: Χύτροι ἑορτὴ παρ’ Ἀθη‐ ναίοις. ἄγεται δὲ παρὰ ταύτην τὴν αἰτίαν, ἣν καὶ Θεό‐ πομπος ἐκτίθεται γράφων οὕτως «διασωθέντας οὖν τοὺς
«ἀνθρώπους, ᾗπερ ἐθάρρησαν ἡμέρᾳ, τῷ ταύτης ὀνό‐Column end
5«ματι προσαγορεῦσαι καὶ τὴν ἑορτὴν ἅπασαν. ἔπειτα «θύειν αὐτοῖς ἔθος ἔχουσι, τῶν μὲν Ὀλυμπίων θεῶν «οὐδενὶ τὸ παράπαν, Ἑρμῇ δὲ χθονίῳ καὶ τῆς χύτρας, «ἣν ἕψουσι πάντες οἱ κατὰ τὴν πόλιν, οὐδεὶς γεύεται «τῶν ἱερέων. τοῦτο δὲ ποιοῦσι τῇ ἡμέρᾳ, καὶ τοὺς
10«τότε παραγενομένους ὑπὲρ τῶν ἀποθανόντων ἱλάσα‐ «σθαι τὸν Ἑρμῆν.» ἤγοντο δὲ ἀγῶνες αὐτόθι οἱ Χύ‐ τρινοι καλούμενοι, καθά φησι Φιλόχορος ἐν τῇ ἕκτῃ τῶν Ἀτθίδων.

sch ran

219

[ἑαυτῶν τέμενος λέγουσι τὸ ἐν Λίμναις τοῦ Διονύσου ἱερόν.] πρὸς δὲ τὴν ὁμωνυμίαν, ὅτι ἐν Λί‐ μναις εἰσὶν οἱ βάτραχοι. λίμναι δὲ καὶ τὸ ἱερόν. ἐφε‐ ξῆς δὲ σύστημα καὶ περίοδος ἀμοιβαία ἑπτάκωλος
5ἰαμβικῶν διμέτρων ἀκαταλήκτων, πλὴν τοῦ κώλου, ᾧ κέχρηνται ὡς ἐφυμνίῳ ὁμοίου τῷ πρώτῳ τοῦ μέλους αὐτῶν ἐπὶ τῷ τέλει παράγραφος.

sch ran

222

ἐγὼ δέ γ’ ἀλγεῖν ἄρχομαι: Ὁ Διόνυσος (λέγει) δεινοπαθῶν ἐπὶ τῷ κωπηλατεῖν· ὄρρον δὲ, τὸν καλού‐ μενον ταῦρον. μέρος δέ ἐστι τῆς πυγῆς. Ἡρωδιανὸς δὲ (καὶ τῷ λόγῳ καὶ κατὰ τὴν διάλεκτον) βαρέως.

sch ran

223

ὦ κοὰξ, κοάξ: Διὰ τὸ συνεχὲς αὐτῶν ἐπίφθε‐ γμα, παίζων λέγει· ὄρρον δὲ, τὸν λεγόμενον ταῦρον, τὸ μεταξὺ τῶν διδύμων. Καλλίστρατος, τὴν ὀσφῦν καὶ τὸ ἱερὸν ὀστοῦν. Δίδυμος, τὴν τράμιν, οὐχ ὥς τι‐
5νες τὸ ἰσχίον. ἔνθεν καὶ τὸ ὀρρωδεῖν, τὸν ὄρρον ἱδροῦν. Ὅμηρος [Od. Υ, 204] «ἴδιον ὡς ἐνόησα.» τοῦτο γὰρ πάσχουσιν οἱ φοβούμενοι. τὸ ὀρροπύγιον ἢ τὸ ἰσχίον. δεινοπαθεῖ δὲ ὁ Διόνυσος ἐπὶ τῷ κωπηλατεῖν. ὄρρον δὲ τὸν καλούμενον ταῦρον. ἔστι δὲ μέρος τῆς πυγῆς.
10Ἄλλως. ὄρρον τὸν λεγόμενον ταῦρον· οἱ δὲ τὴν ὀσφῦν καὶ τὸ ἱερὸν ὀστοῦν. πῶς οὖν ἐν Λυσιστράτῃ [964] διώ‐ ρισται «ποία δ’ ὀσφὺς, ποῖος δ’ ὄρρος»; τῇ προφορᾷ δὲ Τιμαχίδας ὀρρόν ὡς ὀρθόν. Δίδυμος δὲ τὴν τράμιν φησὶν, οὐχ ὥς τινες τὸ ἰσχίον. ἐτυμολογεῖται δὲ τὸ ὀρ‐
15ρωδεῖν· οἱ γὰρ δεδοικότες ἰδίουσι τὸν ὄρρον. V.

sch ran

226

(ἀλλ’ ἐξόλοισθ’ αὐτῷ κοάξ: Σὺν αὐτῷ δηλον‐ ότι τῷ κοάξ. Ὅμηρος [Il. Φ, 8] «ἀλλ’ αὐτοῖς ἵπποισι καὶ ἀνδράσιν.»)

sch ran

228

εἰκότως: Εἴσθεσις μέλους ἑτέρου μονοστρο‐ φικοῦ ἐκ κώλων διαφόρων ὀκτώ· ὧν τὸ πρῶτον τροχαϊ‐ κὸν τρίμετρον βραχυκατάληκτον. τὸ δεύτερον Ἰωνικὸν τρίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς παίωνος
5τετάρτου, τῶν δὲ ἑξῆς διτροχαίων. τὸ τρίτον χοριαμ‐ βικὸν δίμετρον βραχυκατάληκτον ἐκ παίωνος τετάρ‐ του καὶ τροχαϊκῆς συζυγίας. τὸ τέταρτον δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου καὶ διτροχαίου. τὸ πέμπτον χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον ἐκ
10παίωνος τετάρτου καὶ ἰαμβικῶν συζυγιῶν ἤτοι διιάμ‐ βων. τὸ ἕκτον δίμετρον ἀκατάληκτον, ἔχον ἄμφω τὼ πόδε ἑξασυλλάβω. τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ἀκα‐ τάληκτον. τὸ τελευταῖον δῆλον. ἐπὶ τῷ τέλει κορω‐ νίς.
15(εἰκότως οὐδὲν ἄλλο ἐσμὲν ἢ) κοάξ· αὐτὸ γὰρ τοῦτο πράττομεν. [ἢ εἰκότως ἀλγεῖς τὸν ὄρρον. πολυ‐ πραγμονεῖς γάρ.] ὦ πολλὰ πράττων: [Ὦ πολυπραγμονῶν.] ἤτοι ὅτι οὐχ ἡσυχίαν ἔχων πλεῖ, ἀλλὰ χλευάζει αὐτούς· ἢ ὅτι281
20καὶ εἰς ᾍδου ὑπέμεινεν ἐλθεῖν. ἢ ὦ πολλὰ περιεργα‐ ζόμενε.

sch ran

230

καὶ κεροβάτας: Ὁ εἰς τὰ κέρατα τῶν ὀρῶν βαίνων· ἢ ὁ ἐπὶ κέρατος βαίνων. ἢ ἐπειδὴ χηλὰς ἔχειν δοκεῖ τράγου. διὸ καὶ αἰγοβάταν καὶ τραγοβά‐ μονα λέγουσιν. —ἢ οἷον κερατοβάτης. Ἄλλως. ὁ
5βαίνων ἐπὶ τῶν κεράτων. κέρατα δέ φασι τὰ ἀκρωτή‐ ρια. V. Δίδυμος δέ φησιν, ἤτοι ὅτι κέρατα ἔχει, ἢ οἷον κεροβάτης, τὴν βάσιν ἔχων κερατίνην· εἴπερ ἱστορεῖ‐ ται τὰ κάτω τράγου ἔχων. ὥστε ἀπὸ τῶν ποδῶν κερο‐ βάτης. —Ἄλλως. διὰ τὸ κεκερατωμένην ἔχειν τὴν
10βάσιν. οὕτω γὰρ ὠνύχωται ὥστε δοκεῖν κεκερατῶσθαι. οὕτω γοῦν καὶ αἰγίπους. V.

sch ran

231

καλαμόφθογγα: Ἐξ οὗ ἡ σῦριγξ. ὅτι οἱ ἀρχαῖοι καλάμῳ ἀντὶ κερατίου ἐχρῶντο. ἢ ᾔδεσαν μὲν τὸ κέρας, ἀνέφερον δὲ τῷ ὀνόματι ἐπὶ τὴν ἀρχαίαν χρῆ‐ σιν, ὡς καὶ χορδὰς λέγομεν ἔτι νῦν τὰς ἐκ τῶν
5νεύρων, ὅτι τὸ παλαιὸν ἐντέριναι ἦσαν. Ἄλλως. ἐπεὶ σύριγγι ἥδεται ὁ Πὰν, ἥτις ἐστὶν ἐκ καλάμων. — ἠχώδη δὲ ἡδὺ ἀπὸ τῆς λύρας ἀνεπέμπετο, ἢ ὅτι κάλα‐ μος πάλαι ἀντὶ τοῦ κέρατος ὑπετίθετο τῇ λύρᾳ. καὶ διὰ τοῦτο ἐκ συνηθείας κάλαμον καλοῦσι τὸ κέρας, ὡς
10Σοφοκλῆς ἐν Αἰχμαλωτίσι «ὑφῃρέθη σου κάλαμος ὡσπερεὶ λύρας.» V. δόνακος δὲ, τοῦ λεπτοκαλάμου, μέλος ἀποτελοῦντος τῇ τοῦ ἀνέμου συγκρούσει. ἐν εἰσθέσει δὲ κῶλα πέντε· ὧν τὰ τρία ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὸ τέταρτον δῆλον. τὸ πέμπτον χοριαμ‐
15βικὸν τρίμετρον ἐξ ἐπιτρίτων βραχυκατάληκτον.

sch ran

234

ἐν λίμναις: ἐν τοῖς ὕδασι. R.

sch ran

236*

φλυκταίνας: Τὰ τῶν χειρῶν ἐπαναστήματα ἀπὸ τοῦ κωπηλατεῖν. —Ἄλλως. τὰ ἕλκη, τὰ οἰδή‐ ματα τὰ ἀπὸ καύσεως, ἃ καὶ φῷδας καλοῦσι. νυνὶ δὲ ἀπὸ τοῦ κωπηλατεῖν. V. λείπει δὲ ἐν ταῖς χερσί. —τὸ
5δὲ ἰδίει ἀντὶ τοῦ ἱδροῖ. καὶ Ὅμηρος [Od. Υ, 204] «ἴδιον ὡς ἐνόησα.» V. ἱδρώττει. Θ.

sch ran

240

πρὸς τοὺς βατράχους φησὶ διὰ τὸ φιλεῖν ᾠδήν. R.

sch ran

241

μᾶλλον μὲν οὖν: Εἴσθεσις μέλους ἑτέρου μονοστροφικοῦ ἐκ κώλων διαφόρων δέκα· ὧν τὸ πρῶτον χοριαμβικὸν τρίμετρον ἐξ ἐπιτρίτων καὶ κρητικοῦ. τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ τρίτον ὅμοιον, τοῦ
5τρίτου ποδὸς τριβράχεος ἢ χορείου. τὸ τέταρτον ὅμοιον καθαρόν· τὸ πέμπτον ἐπιχοριαμβικὸν δίμετρον ἀκα‐ τάληκτον ἐκ παίωνος τετάρτου καὶ χοριάμβου. τὸ ἕκτον ὅμοιον σπονδειοκατάληκτον τῷ δευτέρῳ ποδί. τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὰ
10ἑξῆς δύο τῷ δευτέρῳ πέφυκεν ὅμοια. τὸ τελευταῖον δῆλον. ἐπὶ τῷ τέλει κορωνίς.εἰ δήποτ’ εὐηλίοις: Ἀντὶ τοῦ θερμαῖς. R. V. ὅτι ἐν
τῷ χειμῶνι φοβούμενοι φεύγουσι καὶ ἀποσιωπῶσιν, ἐν δὲ τῷ θέρει ἄφοβοί εἰσιν. —ἢ ὅτι νηνεμίας οὔσηςColumn end
15ᾄδουσιν οἱ βάτραχοι καὶ ὅταν τύχῃ ἀνέφελος ὁ ἀήρ. V. ἡλίου γὰρ ὄντος καὶ θαυμαστῆς οὔσης αἰθρίας τὸ τῶν βατράχων γένος ἄνω καὶ κάτω χωρεῖ καὶ πρὸς τὴν γῆν ἔσθ’ ὅτ’ ἐκφέρεται. Vict.

sch ran

243

ἡλάμεσθα: Ἐπηδήσαμεν, ὡρμήσαμεν. κύ‐ πειρος δὲ εἶδος βοτάνης.

sch ran

244

[καὶ φλέω: Φλέως λοχμῶδες φυτὸν, οὗ μνημο‐ νεύει Θεόφραστος, παραδηλῶν ὅτι ποτάμιος βοτάνη ἐστὶν ὡς τὸ βούτομον. μέμνηται αὐτοῦ καὶ ἐν Ἀμ‐ φιαράῳ
5
πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;] (κύπειρον καὶ φελεὺς εἴδη βοτανῶν. τοῦ δὲ φελέως γεγεμισμένον ἦν τὸ ὄρος τῆς Ἀττικῆς, ἀφ’ οὗ καὶ ὁ δῆμος ἐκλήθη.) Ἄλλως. κύπειρον καὶ φελεὺς εἴδη εἰσὶν ἀνθέων φυόμενα παρὰ χείλη ποταμῶν. ἢ ὅτι λο‐
10χμῶδες φυτὸν ὁ φελεὺς, οὗ μνημονεύει Θεόφραστος, ὅτι ποτάμιός ἐστι βοτάνη καθάπερ καὶ τὸ βούτομον. V.

sch ran

245

νηκτικὸν γὰρ τὸ ζῷον. V.

sch ran

246

(ἢ Διὸς ὄμβρον φεύγοντες: Τὸν ἥλιον καὶ τὴν ἀλέαν διώκουσιν οἱ βάτραχοι, τὸν δ’ ὄμβρον φεύγου‐ σιν, ἴσως ἐπεὶ τῶν χειμάρρων ποταμῶν πληρουμένων ἐκ τοῦ Διὸς ὄμβρου παρασύρονται.)

sch ran

247

ἔνυδρον ἐν βυθῷ χορείαν: Τὴν νῆξιν χορείαν εἶπε. καὶ οὐ φθέγγεται μὲν ἐν τῷ βυθῷ, ἀλλ’ ἄνω κέ‐ κραγεν. ἁπλούστερον δὲ εἶπεν.

sch ran

248

τὴν πηδητικήν. R. Θ. M. αἰόλαν: Ποικίλην. Θ. Vict.

sch ran

249

πομφολυγοπαφλάσμασιν: Ἐν φύσκαις ῥηγνυ‐ μέναις καὶ ἦχόν τινα ἀποτελούσαις. ἢ ἐν ταῖς δίναις τῶν ὑδάτων. πομφόλυγες γὰρ αἱ φλυκταινώδεις δῖναι. τοῦτο δέ φησιν, ἐπειδὴ τῶν ἐξ ὑετοῦ σταγόνων πιπτου‐
5σῶν ἐν τῷ πηγῶν ἢ λιμνῶν ὕδατι πομφόλυγες ἤτοι φύσκαι συνιστάμεναι, αὐτίκα διαφθειρόμεναι ἦχον ἀποτελοῦσί τινα. —πομφόλυγές εἰσι τὰ ἐπαναστή‐ ματα τῶν ὑδάτων. Ἄλλως. βοήμασι καὶ κεκρά‐ γμασι. πομφόλυξ δὲ καλεῖται ἡ σταγὼν τοῦ ὑετοῦ· κα‐
10ταπεσοῦσα γὰρ ἠχεῖ. V.

sch ran

251

τουτὶ παρ’ ὑμῶν: Ἡ ἀμοιβαία αὕτη ἔκθεσις τῶν μελῶν τρισὶ διαιρεῖται περιόδοις· καὶ εἰσὶ τῆς μὲν πρώτης περιόδου κῶλα πέντε· ὧν τὸ μὲν πρῶτον δί‐ μετρον ἀκατάληκτον καθαρὸν ἰαμβικόν. τὸ δεύτερον
5τροχαϊκὸν δίμετρον ὅμοιον. τὸ τρίτον ὅμοιον τοῦ δευ‐ τέρου τρίβραχυν ἔχοντος ἢ χορεῖον. τὸ τέταρτον ὅμοιον ἑφθημιμερές. τὸ τελευταῖον δῆλον.[τὸ λέγειν βρεκεκὲξ παρ’ ὑμῶν ἔμαθον.] —τοῦτο ἀφ’ ὑμῶν λαμβάνω, ὅ ἐστιν ἀντὶ τοῦ ἀφαιροῦμαι, ἵνα
10μὴ λέγητε τὸ κοάξ. V.

sch ran

252

δεινά γ’ ἄρα πεισόμεσθα: Πάθοιμεν ἂν ἐκ τῆς βοῆς, ἣν ἐπὶ τοσοῦτον παρατενοῦμεν, ἐφ’ ὅσον οἷοί τε ὦμεν. —εἰ μέλλεις ἀφαιρεῖσθαι ἡμῶν δηλονότι τὸ βρεκεκέξ. V. εἰ κωλύσεις ἡμᾶς τοῦ βοᾶν. Vict.

sch ran

257

οἰμώζετ’, οὐ γάρ μοι μέλει: Τῆς δευτέρας περιόδου τὰ κῶλα ὁμοίως πέντε τοῖς ἄνω καθ’ ἕκαστον ὁμοίως ἔχοντα. ὁ μέντοι πρῶτος τοῦ τρίτου κώλου ποὺς τρίβραχύς ἐστι. δεῖ νοεῖν ὡς οἱ βάτραχοι ὑπὸ σκηνήν282
5εἰσιν, ἀλλ’ οὐκ ἐν τῷ φανερῷ. ἡ μέντοι φωνὴ αὐτῶν ἐξακούεται, ὥσπερ καὶ αὐτοὶ κατὰ τὴν λίμνην ἠχοῦσιν. ἐπεὶ οὖν διαλελοίπασι καὶ χορὸς ἐγεγόνει, διὰ τοῦτο λόγον ἐποίησεν ὁ Διόνυσος, ἔμελλον ἄρα ὑμᾶς παύσειν. θηλυκῶς δὲ τὴν φάρυγγα λέγει.

sch ran

260

χανδάνῃ: Ἀντὶ τοῦ δύνηται καὶ ἐξισχύῃ. R. V. χωρῇ. δι’ ἡμέρας: Δι’ ὅλης ἡμέρας. Θ. Vict.

sch ran

263

οὐ νικήσετε: Τῆς τρίτης περιόδου τὰ κῶλα ὀκτώ· ὧν τὰ μὲν πέντε ὅμοια πάντως τοῖς ἄνω πλὴν τοῦ τετάρτου τὸν δεύτερον πόδα τρίβραχυν ἔχοντος. τὸ δὲ ἕκτον καὶ ὄγδοον ἰαμβικὰ τρίμετρα ἀκατάληκτα.
5τὸ γὰρ ἕβδομον δῆλον. ἐπὶ τῷ τέλει κορωνίς.

sch ran

264

ἀντὶ τοῦ ἐπὶ τούτῳ τῷ λέγειν βρεκεκεκέξ. πάν‐ τως ἀντὶ τοῦ παντελῶς. ἔξωθεν δὲ προσληπτέον τὸ νικήσεις. R. V. Θ. M.

sch ran

268

ἔμελλον ἄρα: Σιωπῶσιν οἱ βάτραχοι καὶ ἕτε‐ ρος χορὸς εἰσέρχεται, ὡς προείπομεν, ὁ τῶν μυστῶν, ὅς ἐστιν ἀναγκαῖος.

sch ran

269

ὦ παῦε παῦε: Κορωνὶς ἀμοιβαία εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατά‐ ληκτοι μϛʹ. ὧν τελευταῖος
ἀλλ’ ἠρεμεὶ πτήξαντες ἀκροασώμεθα.
5μετὰ δὲ τὸν μβʹ κῶλον ἰαμβικὸν ἑφθημιμερὲς τὸ, αὐ‐ λεῖ τις ἔνδον· ὃ κατὰ παρεπιγραφήν φασι κεῖσθαι· ὡς καὶ ἑξῆς τὸ, διαύλιον προσαυλεῖ. ἐπὶ τῷ τέλει κορωνίς.—παῦσαι τῆς κωπηλασίας, παραβαλοῦ δὲ τῷ πλοίῳ. R. V. Θ. M. ἢ παῦε τῆς ὁμιλίας. τῷ δὲ πλοίῳ παρα‐
10βαλοῦ. πρὸς τὴν γῆν δὲ φθάσας φησὶ ταῦτα. M. παῦε, ὦ Διόνυσε, τῆς κωπηλασίας. πλησίασον τὴν ναῦν τῷ λιμένι. Θ. . παραβαλοῦ τῷ κωπίῳ: Πλησίασον τὴν ναῦν τῷ λιμένι διὰ τοῦ κωπίου. Vict.

sch ran

270

ἀπόδος τὸν ναῦλον: Καλλίστρατος ὅτι τὸν ναῦλον ἀρσενικῶς, καὶ οὐχὶ τὸ ναῦλον εἰώθασι λέγειν. διασώζεται δὲ (καὶ ἔν τισιν) ἡ γραφή. καὶ ἔστι παρὰ τοῖς νεωτέροις καὶ ἡ ναῦλος «ἡ ναῦλος ἡμῖν τῆς νεὼς
5ὀφείλεται.» οὐ μόνον δὲ ἀρσενικῶς, ἀλλὰ καὶ διὰ δύο λλ λέγεται ναῦλλος καὶ ναῦλλον. ἔχε δὴ: Ἀντὶ τοῦ κράτει. ἐν ᾍδου λοιπὸν τὰ πράγματα.

sch ran

271

ἦ Ξανθίας: Ὄντως ὑπάρχει ὁ Ξανθίας, ὃν ὁρῶ; Br.

sch ran

272

ἰαῦ: Μίμημά ἐστι συριγμοῦ. —τοῦτο ὁ Ξανθίας φησί. R. V.

sch ran

274

μεταβέβληται ἡ σκηνὴ καὶ γέγονεν ὑπόγειος. μεταβέβληται δὲ καὶ ὁ χορὸς τῶν βατράχων εἰς τοὺς μύστας. ἵνα δὲ κωμῳδήσῃ τοὺς Ἀθηναίους ὡς τοιούτους σκώπτει τοὺς ἐν τῷ θεάτρῳ, λέγων ὅτι καὶ νῦν ὁρῶ
5ἐνταῦθα τοὺς πατραλοίας. V.

sch ran

275

ὁ Ἡρακλῆς δηλονότι. R. ἀντὶ τοῦ ὁ Ἡρακλῆς.
Ven.Column end

sch ran

276

καὶ νυνί γ’ ὁρῶ: Τοὺς ἐν τῷ θεάτρῳ ἐπιόρκους ὁρᾶν φησιν.

sch ran

280

ἠλαζονεύετο: Ἀντὶ τοῦ ἐψεύδετο. καὶ Μέναν‐ δρος «ἀλλ’ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός.»

sch ran

281

γενναῖον. R. Θ. γενναῖον, ἰσχυρὸν, πολεμικόν. M. ἐπιδεικνύμενος. Θ.

sch ran

282

οὐδὲν γὰρ οὕτω γαῦρον: Παρὰ τὰ ἐκ Φιλο‐ κτήτου Εὐριπίδου
οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ. κενοδοξῶν. R. M. κομπαστικόν. Θ.

sch ran

284

ἀγώνισμα: Ἄθλου κατόρθωσιν ἀξίαν.

sch ran

286

ἐξόπισθε νῦν ἴθι: Ὡς φοβούμενος ὁ Διόνυσος ταῦτα λέγει· ὅθεν δὲ αἰσθάνεται τοῦ ψόφου, ἐκεῖθεν αὐτὸν ἄγει καὶ προβάλλει.

sch ran

291

(φέρ’ ἐπ’ αὐτὴν ἴω: Ὡς κατωφεροῦς τοῦ Διο‐ νύσου ἐπιτηδείως.)

sch ran

293

Ἔμπουσα τοίνυν: Φάντασμα δαιμονιῶδες ὑπὸ Ἑκάτης ἐπιπεμπόμενον. καὶ οἱ μέν φασιν αὐτὴν μο‐ νόποδα εἶναι, καὶ ἐτυμολογοῦσιν οἱονεὶ ἑνίποδα (διὰ τὸ ἑνὶ ποδὶ κεχρῆσθαι)· οἱ δὲ ὅτι ἐξηλλάττετο τὴν
5μορφήν. δοκεῖ δὲ καὶ ταῖς μεσημβρίαις φαντάζεσθαι, ὅταν τοῖς κατοιχομένοις ἐναγίζωσιν. ἔνιοι δὲ τὴν αὐ‐ τὴν τῇ Ἑκάτῃ, ὡς Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς («χθονία θ’ Ἑκάτη σπείρας ὄφεων ἐλελιζομένη.» εἶτα ἐπιφέρει «τί καλεῖς τὴν Ἔμπουσαν;»)

sch ran

294

καὶ σκέλος χαλκοῦν ἔχει: Τῷ χαλκῷ προσέ‐ θηκε τὸ βολίτινον ἐπίτηδες. ἔνιοι δὲ ὄνου σκέλος λέ‐ γουσι. διὸ καὶ παρά τισι καλεῖσθαι ὀνόκωλον· τὸ δὲ ὅλον, φησὶ Κράτης, ἔοικέ τι εἶναι φάντασμα παντο‐
5δαπὸν γινόμενον. τινὲς ἓν πρόσωπον ὅλον λέγουσι. R. V. Θ. βολίτινον δὲ, ὄνειον. βόλιτος γὰρ κυρίως τὸ τῶν ὄνων ἀποπάτημα. τὸ αὐτὸ δὲ καὶ βόλβιτος.

sch ran

297

ἱερεῦ διαφύλαξον: Ἱερέως τινὸς ἀκολουθοῦντος αὐτῷ μέμνηται. R. V. Θ. M. (ἐν προεδρίᾳ κάθηται ὁ τοῦ Διὸς ἱερεύς. ἀποροῦσι δέ τινες πῶς ἀπὸ τοῦ λογείου περιελθὼν καὶ κρυφθεὶς ὄπισθεν τοῦ ἱερέως τοῦτο λέγει.
5φαίνονται δὲ οὐκ εἶναι ἐπὶ τοῦ λογείου, ἀλλ’ ἐπὶ τῆς ὀρχήστρας, ἐν ᾗ ὁ Διόνυσος ἐνέβη καὶ ὁ πλοῦς ἐπε‐ τελεῖτο, ὥστε μηκέτι ὁμοίως λόγον εἶναι, ἀλλὰ μὴν οὐ διὰ παντὸς ὄπισθε δεῖ γενέσθαι αὐτόν. Ἄλλως. V. παρὰ ταῖς θέαις προεδρίᾳ ἐτετίμητο ὁ ἱερεὺς τοῦ
10Διονύσου. πρὸς συνήθειαν οὖν καλεῖ ὁ Διόνυσος τὸν ἱερέα. Ἄλλως. ἤδη γὰρ ἦν τῶν μεμυημένων κατὰ τὴν σκηνὴν γενόμενος.) οἱ δέ φασιν ἄτοπον εἶναι νομίζειν ἀκολουθεῖν αὐτοῖς ἱερέα· μὴ γὰρ ἐμφαίνεσθαι· τὸ δ’ ἀληθὲς οὕτως ἔχειν·
15οἱ μεγάλοις κακοῖς περιπίπτοντες, πρὸς ἱερεῖς ἐρχόμε‐ νοι, ἱκέτευον αὐτοὺς εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι εἰς ἀπαλλαγήν. κατὰ οὖν μίμησιν ἐκείνων καὶ οὗτος νῦν λέγει. ἔχειν δέ φασι καὶ λόγον εἶναί τινος τὸν στίχον ποιητοῦ νῦν διασυρόμενον.

sch ran

298

Ἡράκλεις: Εἶχε γὰρ σχῆμα Ἡρακλέους ὁ Διό‐
νυσος. ἢ καὶ ὡς ἀλεξίκακον Ἡρακλέα καλεῖ.283

sch ran

299

μ’ ὦνθρωπε: (Πρὸς τὸ συνεχὲς τῆς ἀρχῆς τοῦ δευτέρου στίχου· διότι ἀπὸ συναλοιφῆς ἄρχεται.) εὐ‐ λαβεῖται δὲ καταφανὴς γενέσθαι ὁ Διόνυσος.

sch ran

300

τοῦτό γ’ ἔθ’ ἧττον θατέρου: Πιθανῶς τὸ τοῦ δειλοῦ ἦθος, τὸ μηδαμῶς θέλειν φανερὸν γενέσθαι. θέλει δὲ εἰπεῖν ὅτι τοῦτο χεῖρόν ἐστι τοῦ ἑτέρου.

sch ran

301

ἴθ’ ᾗπερ ἔρχει: Τοῦτο ἔμφασιν παρέχει, ὡς προερχομένου αὐτοῦ πρότερον ὄπισθεν τοῦ ἱερέως ὄντος.

sch ran

302

πεπράγαμεν: Ἐπάθομεν. Br.

sch ran

303

Ἡγέλοχος: Τραγῳδίας ὑποκριτὴς, ὃν καὶ ἐν τῷ Ὀρέστῃ Εὐριπίδου, προστάντος αὐτῷ τοῦ πνεύματος ἐν τῷδε τῷ στίχῳ [269]
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ·
5(αἰφνιδίως ὀφθῆναι συνελόντα τὴν συναλοιφήν.) τοῦτον δὲ καὶ ὡς ἀτερπῆ τὴν φωνὴν Πλάτων σκώπτει. —ὅτι Ἡγέλοχος ὁ τραγικὸς ὑποκριτὴς ὢν τοῦ Εὐριπίδου Ὀρέ‐ στην ὑποκρινόμενος οὕτω προηνέγκατο ὥστε μὴ ὑπο‐ χωρῆσαι ἐκ τῆς συναλοιφῆς τὸ γαληνά, ἀλλὰ διαχω‐
10ρῆσαι μᾶλλον, ὥστε δόξαι τὴν γαλῆν αὐτὸν εἰπεῖν. διὸ καὶ ἐνθάδε πειρατέον οὕτω προφέρεσθαι. ἐν ἐνίοις μέντοι τῶν Εὐριπίδου εὐκρινῶς γράφεται γαληνά. ὡς δ’ ἀξιοῦσί τινες Ἀττικοὶ γαλῆν περισπῶσι λέγοντες ὡς χρυσῆν. πῶς ἔδοξεν ὁ Ἡγέλοχος ἐκ τῆς συναλοιφῆς γαλῆν εἰπεῖν;
15τὸ μὲν γὰρ περισπωμένως προενέγκασθαι οὐ πιθανόν. μήποτε οὖν οὐκ ἔλεγον οὕτως, ἀλλὰ γαλῆν. ὡς ἀηδὴς δὲ τὴν φωνὴν κωμῳδεῖται ὁ Ἡγέλοχος. V. ἔστι δὲ πα‐ ροιμία ἐπὶ τῶν διαφυγόντων τὰ λυπηρά. οἱ δὲ λέγοντες ποιήτριαν εἶναι τὸν Ἡγέλοχον Ἀθήνησι τούτῳ συνεχῶς
20χρωμένην τῷ ἔπει καὶ ἄλλ’ ἄττα τῶν αὐτοσχεδίως συν‐ τιθέντων οὐκ ἀνεκτὰ τερατεύονται. —ἀποροῦσιν ἐν‐ ταῦθα πῶς ἐν Εὐριπίδου μὲν Ἠλέκτρᾳ τοῦθ’ εὕρηται, ὁ δὲ λέγει, ὥσπερ Ἡγέλοχος. Cant.2.

sch ran

308

(ὁδὶ δὲ δείσας: Ὁ τοῦ Διονύσου ἱερεύς. πυρρὸς γὰρ ἦν κατὰ φύσιν. παρ’ ὑπόνοιαν δὲ τὸ ἐπυρρίασε πρὸς τὸ ὠχρίασεν. Ἀρίσταρχος δέ φησιν ἐφ’ ἑαυτοῦ λέγειν τὸν Ξανθίαν· καὶ γὰρ διότι πυρρὸς, οὕτως ἐπι‐
5κεκλῆσθαι, καθάπερ Πυρρίας καὶ Σμικρίνης· ὁ δὲ Ἰξίων, ἐπί τινος τῶν καθημένων, ξανθὸν τὸ χρῶμα ὄντος. ἐν ἔθει γὰρ εἶναι διασκώπτειν τοὺς ἀκροωμένους, ὡς καὶ Πλάτων ἐν Παιδαρίῳ ποιεῖ. Εὔπολις δὲ τὸν τοῦ Διονύσου ἱερέα ὀνομάζει αἰγίπυρρον ἀντὶ τοῦ πυρρόν.
10τὸ γὰρ ἄνθος ἔχειν φησὶ Δημήτριος ἱκανῶς ἐρυθρόν.) —ἐκκαλύψας τὸ αἰδοῖον εἶπε τοῦτο πρὸς τὸ ἐπυρρίασε παίζων. πυρρὸν γὰρ ἦν καὶ τὸ αἰδοῖον. V. ὑπερεπυρ‐ ρίασε: Ἐξεκαύθη κατὰ τὸ πρόσωπον. Θ. Br.

sch ran

311

αἰθέρα Διὸς: Ἀντὶ τοῦ τὸν Εὐριπίδην· αὐτοῦ γὰρ ὁ ἴαμβος. ἢ τὴν ἐπιθυμίαν Εὐριπίδου τοῦ ταῦτα λέγοντος. R. V. Θ. M. πρὸς τὸ ἄνω εἰρημένον. αὐτὸς γὰρ αἴτιος τοῦ ταῦτα παθεῖν τὸν Διόνυσον. (V. Θ. M.)
5καὶ γὰρ δι’ αὐτὸν κατῆλθεν εἰς ᾍδου. V.

sch ran

312

κατήκουσας: Περισσὴ ἡ κατά. R. V. αὐλεῖ τις ἔνδοθεν: Παρεπιγραφή. σημαίνει γὰρ ὅτι
ἔσωθέν τις ηὔλησε μὴ ὁρώμενος τοῖς θεαταῖς.Column end

sch ran

314

αὔρα τις: Μακροκαταληκτεῖ. τὰ γὰρ εἰς ρα εἰ μὲν μονοφθόγγῳ παραλήγει, μακροκαταληκτεῖ, πήρα. εἰ δὲ διφθόγγῳ, βραχυκαταληκτεῖ· πλὴν τοῦ αὔρα, καὶ Φαίδρα παρ’ Εὐριπίδῃ [Hipp. 48]
5
Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω καλόν.ἀποροῦσι τινὲς ἐνταῦθα, πῶς οὐ θέρμη δᾴδων εἶπεν, ἀλλὰ αὔρα. καὶ φαμὲν, ὅτι τοῦτο λέγει δεικνὺς, ὅτι καὶ δᾷδας οἱ μύσται ἔφερον, καὶ θεία πνοή τις ἐξ αὐτῶν ἐφέρετο. Junt.
10μυστικωτάτη: Τῶν ἐν Ἐλευσῖνι μυστηρίων. τινὲς δὲ εἰς τὸ μυστικωτάτη δύο ποιοῦσιν.

sch ran

315

ἠρέμα: Ἡσύχως. Br. πτήξαντες: Συστείλαν‐ τες ἑαυτούς. C.

sch ran

316

Ἴακχ’, ὦ Ἴακχε: (Ἡ πάροδος τῆς ᾠδῆς ταύ‐ της τοῦ τῶν μυστῶν χοροῦ κώλων ἐστὶν ἀντισπαστικῶν δύο διμέτρων βραχυκαταλήκτων. ἑξῆς δὲ τούτων σύ‐ στημα ἀμοιβαῖον ἐκ στίχων ἰάμβων τριμέτρων ἀκατα‐
5λήκτων πέντε.) —μετεβλήθη ὁ χορὸς εἰς μύστας. R. V.

sch ran

319

ἔφραζε: Ὁ Ἡρακλῆς. V. R.

sch ran

320

ὅνπερ Διαγόρας: Διαγόρας μελῶν ποιητὴς ἄθεος, ὃς καὶ καινὰ δαιμόνια εἰσηγεῖτο, ὥσπερ Σωκράτης. (καὶ ὁ μὲν Ἀρίσταρχος Διαγόρου νῦν μνημονεύειν φησὶν οὐχ ὡς ᾄδοντος αὐτοῦ τοὺς θεοὺς,
5ἀλλ’ ἐν εἰρωνείᾳ κειμένου τοῦ λόγου, ἀντὶ τοῦ χλευ‐ άζοντος, ἐξορχουμένου. ἀνακινεῖ οὖν τοὺς Ἀθηναίους ὁ κωμικός· ὅθεν καὶ οἱ Ἀθηναῖοι ὡς διαχλευάζον‐ τος τοὺς θεοὺς καταψηφισάμενοι ἀνεκήρυξαν τῷ μὲν ἀναιρήσοντι ἀργυρίου τάλαντον, τῷ δὲ ζῶντα κομί‐
10σαντι δύο. ἔπειθον δὲ καὶ τοὺς ἄλλους Πελοποννησίους, ὡς ἱστορεῖ Κρατερὸς ἐν τῇ συναγωγῇ τῶν ψηφισμάτων. ἦν δὲ οὗτος Τηλεκλύτου παῖς, Μήλιος τὸ γένος, τὸν χρόνον κατὰ Σιμωνίδην καὶ Πίνδαρον. οἱ δὲ τὸ δι’ ἀγο‐ ρᾶς περισπῶσιν, ὡς Ἀπολλόδωρος ὁ Ταρσεὺς, καί φα‐
15σιν)—Ἴακχον λέγειν, ὃν ᾄδουσιν ἐξ ἄστεως διὰ τῆς ἀγορᾶς ἐξιόντες εἰς Ἐλευσῖνα. γέγονε δὲ καὶ ἕτερος κωμῳδούμενος ἐπὶ μεγέθει, Ἕρμιππος ἐν Μοίραις
μείζων γὰρ ἢ νῦν δὴ ’στὶ, καὶ δοκεῖ γέ μοι,
ἐάν τι τούτων ἐπιδίδωται ἡμέρας
20
μείζων ἔσεσθαι Διαγόρου.
V. Ἄλλως. διθυραμβοποιὸς ὁ Διαγόρας ποιητὴς, συν‐ εχῶς Ἴακχε Ἴακχε ᾄδων. ἢ κωμικὸς διθυραμβικὰ, τουτέστι Διονυσιακὰ δράματα ποιῶν.

sch ran

324

Ἴακχ’ ὦ πολυτιμήτοις: ᾨδὴ καὶ στροφὴ κώλων ιδʹ· ὧν τὸ πρῶτον ἀντισπαστικὸν δίμετρον ἀκα‐ τάληκτον· ὃ καλεῖται Γλυκώνειον. τὸ δεύτερον δίμετρον καταληκτικὸν, ἢ ἐξ ἀντισπάστου καὶ βακχείου. τὸ
5τρίτον ὅμοιον ὁποτερῳοῦν τῶν ἐν τῇ παρόδῳ. τὸ τέ‐ ταρτον ἐκ διτροχαίου ἀντισπαστικοῦ καὶ βακχείου, Ἀλκαϊκὸν, φασὶ, καλούμενον. τὸ πέμπτον Ἰωνικὸν δί‐ μετρον ἀκατάληκτον ἀνακλώμενον καθ’ Ἡφαιστίωνα καλούμενον, ἀντ’ Ἰωνικῶν παίωνα τρίτον καὶ ἐπίτρι‐
10τον δεύτερον ἔχον. τὰ ἑξῆς δύο τὸν αὐτὸν τρόπον. τὸ
ὄγδοον Ἰωνικὸν ἀπ’ ἐλάττονος πενθημιμερές. τὸ ἔνατον ἐξ ἀντισπάστου καὶ βακχείου δίμετρον, ἢ ἑφθημιμερές. τὰ ἑξῆς δύο Ἰωνικὰ ἐκ παιώνων τρίτων καταληκτικὰ ἢ ἐκ παίωνος καὶ, εἰς ὃν συναιρεῖται, βακχείου. τὸ284
15δωδέκατον Ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον καθαρόν. τὸ τρισκαιδέκατον καθαρὸν μὲν, καταληκτικὸν δέ. τὸ τελευταῖον, ὡς τὸ δυωκαιδέκατον, ἐπιμεμιγμένον μέν‐ τοι ἐπιτρίτῳ δευτέρῳ, ἢ διτροχαίῳ. ἐπὶ τῷ τέλει πα‐ ράγραφος καὶ διπλῆ ἔξω νενευκυῖα. ἑξῆς δὲ τριστιχία
20ἰαμβικὴ παραγράφῳ τερματιζομένη· μεθ’ ἣν ἀντῳδὴ καὶ ἀντιστροφὴ, παραπλησίως καθ’ ἕκαστον σχεδὸν τῇ τε ποσότητι καὶ ποιότητι τῶν κώλων ἔχουσα τῇ στρο‐ φῇ. ἐφ’ ἧς τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος.
25Ἴακχ’ ὦ πολυτιμήτοις: Μία τῶν μυστηρίων ἐστὶν ἡ εἰκὰς, ἐν ᾗ τὸν Ἴακχον ἐξάγουσι. πολυτιμήτοις δὲ ἐν ἕδραις, καθὸ συνίδρυται τῇ Δήμητρι ὁ Διόνυσος. εἰσὶ γοῦν οἵ φασι Περσεφόνης αὐτὸν εἶναι· οἱ δὲ τῇ Δήμη‐ τρι συγγενέσθαι. ἄλλοι δὲ ἕτερον Διονύσου εἶναι τὸν
30Ἴακχον, οἱ δὲ τὸν αὐτόν. τινὲς δέ φασι, πολυτιμήτοις ἐν ἕδραις, καθὸ φιλοτιμότεροί εἰσιν οἱ μεμυημένοι ἐν ᾍδου, ὡς σαφὲς ποιεῖ ἐν Εἰρήνῃ [375]
δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι. ναίων: Κατοικῶν. Vict.

sch ran

326

ἀνὰ λειμῶνα χορεύσων: Ἐν τοῖς λειμῶσι τὰς χορείας ἐποιοῦντο διὰ τὰ ἄνθη, χορεύοντες ἐν τῷ προ‐ φανεῖ ἐν χοροῦ σχήματι. —ἀνὰ λειμῶνα: Διὰ γὰρ τὰ ἄνθη ἐν λειμῶσι τὰς χορείας ἐποιοῦντο. Vict.

sch ran

327

θιασώτας: Τοὺς χορευτάς. R. συγχορευτάς. Θ. οὕτω λέγει, οὐχ ὥς τινες, συνθιασώτας. V.

sch ran

328

τινάσσων: Κινῶν. Θ. Vict.

sch ran

329

βρύοντα: Ἀνθοῦντα. V. θάλλοντα. Θ. Vict.

sch ran

330

στέφανον μύρτων: Μυρσίνῳ στεφάνῳ ἐστεφα‐ νοῦντο οἱ μεμυημένοι, οὐχ, ὥς τινες νομίζουσι, κισ‐ σίνῳ. ὁ δὲ Ἀπολλόδωρος καὶ τοὺς θεσμοθέτας φησὶ διὰ τοῦτο μυρσίνῃ στέφεσθαι, ὅτι οἰκείως ἔχει πρὸς τὸ φυ‐
5τὸν ἡ θεὸς καὶ ὅτι τοῖς χθονίοις ἀφιέρωτο. —ἡ μυρσίνη ᾠκείωται τοῖς χθονίοις θεοῖς, Διονύσου δεδωκότος, ὅτε ἀνήγαγε τὴν Σεμέλην. τρία γὰρ αὐτῷ ᾠκείωται, κισ‐ σὸς, ἄμπελος, μυρσίνη. μυθολογοῦσι δ’ ἐν Σάμῳ μόνῃ θεῶν μὴ προσφέρεσθαι τῇ Ἥρᾳ. ἐπεὶ γὰρ, ὥς φασιν,
10ἐξῃτεῖτο τὴν ψυχὴν τῆς Σεμέλης τοὺς κάτω θεοὺς, κα‐ θάπερ ἦν ἐπηγγελμένον, ὑποσχέσθαι λέγουσιν αὐτῇ τὸν ᾍδην τοῦτο δράσειν, τοῦ Διονύσου τῶν μάλιστα τερ‐ πόντων αὐτῷ ἀντίψυχον ἀντ’ ἐκείνης πέμψαντος· τὸν δὲ Διόνυσον πυθόμενον τὰ παρὰ τῶν κάτω θεῶν ἐπεσταλ‐
15μένα σοφίσασθαι πρὸς ταῦτα καὶ τριῶν ὄντων αὐτῷ μάλιστα ἠγαπημένων, τοῦ τε κισσοῦ καὶ τῆς ἀμπέλου καὶ τῆς μυρσίνης, ἀποστεῖλαι τοῖς κάτω θεοῖς αὐτήν. δηλοῖ δὲ καὶ Ἰοφῶν ὁ τραγικός. V.

sch ran

331

λείπει γέραιρε ἢ αὔξανε. ἀκόλαστον δὲ τὴν μὴ δεομένην κολάσεως, τὴν ἀναμάρτητον, ἣν οὐκ ἄν τις κολάσειε χορείαν. R. V. Θ. M. τὴν ἱεράν. R. V.
ἀκόλαστον: Μανιώδη, βακχικὴν, ὁσίαν· οὐ γὰρ δὴColumn end
5αἰσχρὰν καὶ ἀσελγῆ. τὸ δὲ ἐγκατακρούων πρὸς τὸ ὁσίοις μύσταις. —ἀκόλαστον: Μὴ κολάσεως ἀξίαν ἤγουν μέμψεως. Vict.

sch ran

335

ἀντὶ τοῦ χαρίτων πεπληρωμένην, ὅ ἐστι κεχα‐ ριτωμένην. R. V.

sch ran

336

λείπει γεραίρων. R.

sch ran

338

τοῦτο εἶπε διὰ τὸ κρεοφαγεῖν ἐν τοῖς Θεσμοφο‐ ρίοις καὶ ὅτι Δήμητρι καὶ Κόρῃ θύουσι τὸ ζῷον. R. ἐπειδὴ ἐν τοῖς Δημητρίοις χοῖροι· θύονται. V. Θ. ἔνιοι δέ φασιν οὕτω λέγειν τοὺς Ἀττικοὺς περισπωμένως τὸ
5κρεῶν. οὐκ ἄλογος δὲ ἡ περισπωμένη· γέγονε γὰρ τὸ πάθος ἐν αὐτῇ τῇ γενικῇ, κρεάων ὡς γεράων, εἶτα κρεῶν ὡς γερῶν. τοῦτο δὲ εἶπε διὰ τὸ χοιροσπαθεῖν τοῖς Θε‐ σμοφορίοις. θύουσι γὰρ ἐν τοῖς μυστηρίοις τοῦ Διονύσου καὶ τῆς Δήμητρος τὸν χοῖρον, διότι λυμαντικός ἐστιν
10ἀμφοτέρων. V. Θ. χοιρείων κρεῶν: Παρόσον χοῖροι τῇ Δήμητρι καὶ τῷ Διονύσῳ ἐθύοντο, ὡς λυμαντικοὶ τῶν θεοῖν δωρη‐ μάτων. εἰκότως δ’ ἐν ᾅδου ὢν ἐπιβοᾶται τὴν Περσεφό‐ νην. —χοιρείων κρεῶν: Πνοὴ δηλονότι. Vict.

sch ran

339

χορδῆς λάβῃς: Ἡ εἴλησις ἡ τῶν ἐντέρων ἐστὶ χορδή. ἣν εἰλητὸν καλοῦμεν ἡμεῖς.

sch ran

340

ἔγειρε φλογέας: Νοητέον οὕτως, ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ τινάσσων. [ἥκεις γὰρ νυκτέρου τε‐ λετῆς φωσφόρος ἀστήρ.]

sch ran

343

φωσφόρος ἀστήρ: Τὸ μυστηριακὸν πῦρ φωσφό‐ ρον λέγουσι. λέγει δὲ, ἐπεὶ τὴν νύκτα λέγουσιν αἰνι‐ γματωδῶς, διὰ τὸ λαθεῖν τοὺς ἀμυήτους. ἢ ὅτι ἐν νυκτὶ ἄγεται τὰ μυστήρια. (ἀξιοῦσι δέ τινες αὐτὴν τὴν λαμ‐
5πάδα φωσφόρον ἀστέρα λέγειν. ὁ δὲ λόγος κολοβός ἐστιν, εἰ μὴ τὸ τινάσσων ἀντὶ τοῦ τινασσόμενος λαμ‐ βάνεται.) ἐν δέ τισιν ἐκλέλοιπε τὸ τινάσσων. Ἴακχ’, ὦ Ἴακχε, ἀναλόγως τῇ στροφῇ γράφουσι καὶ τὸ χερσίν εἰς τὸ ἔγειρε συνάπτουσιν· ἥκεις γὰρ κατὰ ἀναστροφήν.
10νύκτωρ δ’ ἐτελεῖτο τὰ μυστήρια. ὧν τῆς τελετῆς οὐ μόνον χορευτὴς, ἀλλὰ καὶ ἔξαρχος ἦν ὁ Διόνυσος. καὶ μὲν δὴ Διονύσου ἐν Ἐλευσῖνι ἱερόν ἐστι καὶ ἐν Διονυ‐ σίοις ἐτελεῖτο τὰ μυστήρια.

sch ran

344

φλέγεται δὲ λειμών: Λειμὼν γὰρ ἀνάκειται καὶ ἄνθη ἀνειμένα τοῖς μύσταις ἐν τῷ πεδίῳ. δηλοῖ δὲ καὶ Σοφοκλῆς. —φλέγεται: καταλάμπεται. R. V. C. φέγ‐ γεται: Καταλάμπεται. E.

sch ran

345

διὰ τὴν χαρὰν νεάζουσιν οἱ γέροντες. ἡ δὲ δύ‐ ναμις ἐν γόνασιν, ὡς καὶ ὁ ποιητὴς λέγει. —ὡς τῶν μυστῶν ὄντων γερόντων. V.

sch ran

346

ἀντὶ τοῦ τὸ βαρὺ τῆς ἡλικίας καὶ τοῦ γήρως. V. χρονίων τ’ ἐτῶν: Εἰ μὲν οὕτω γράφεται, Ἰωνικόν ἐστι πενθημιμερὲς ἐκ παίωνος τρίτου ἀναλόγως τῷ ἐν τῇ στροφῇ ὀγδόῳ. εἰ δὲ χρόνους τ’ ἐτῶν, ὡς ἐν τοῖς
5πλείοσιν, ἰαμβικὴ ταυτοποδία. —ζητεῖται ἐνταῦθα, πῶς εἶπεν ἐνιαυτοὺς ἐτῶν, ἐπεὶ ἔτος καὶ ἐνιαυτὸς ταὐ‐ τόν. λύεται δὲ παρὰ τῶν παλαιῶν οὕτως· τὸ ἰαύειν ποτὲ μὲν ἐπὶ ὕπνου καὶ ἀνακλίσεως τίθεται, ὡς παρ’
Ὁμήρῳ «τῇ παριαύων τερπέσθω,» ἤγουν παρακεί‐285
10μενος· ὡς ἐπὶ πολὺ δὲ ἡ λέξις ἐπὶ διατριβῆς καὶ ἀργίας λέγεται, ὅθεν καὶ ἐνιαυτὸς ὁ μακρὸς καὶ πολλὴν ἔχων διατριβήν. διὸ καὶ τὸ ἐτέων ἐνιαυτοὺς ἀντὶ τοῦ δια‐ τριβὰς ἐξειλήφασιν. Vict. ἐνιαυτοὺς: Διατριβάς. Vict.

sch ran

350

λαμπάδι: ἅπτων τῇ λαμπάδι. R. V. φλέγων: Λάμπων. Θ. Vict. προβάδην: προβαίνων τῷ ῥυθμῷ. R. V.

sch ran

351

πάνθηρον ἕλειον: Προσληπτέον τὸ εἰς. ἔξαγε εἰς τὸ πάνθηρον καὶ ἕλειον δάπεδον. πάνθηρον δὲ παν‐ τοδαπῶν θηρίων δεκτικόν. τινὲς δὲ ἀναγινώσκουσιν ἐπ’ ἀνθηρόν. —ἀνθηρὸν: Ἀνθῶν πλῆρες. Br. ἕλειον:
5ἑλῶδες. R. V.

sch ran

352

Τὴν εὐωχίαν, τὴν εὐτονίαν, τὴν χορείαν. V. χοροποιὸν ἥβην λέγει ἢ τὴν αὐτοῦ τοῦ Διονύσου ἡλι‐ κίαν τὴν τοὺς χοροὺς καθιστῶσαν, ἢ τοὺς χορεύοντας μύστας. C. ἥβαν: Ἡμᾶς χορευτάς. μάκαρ: Ὦ. Vict.

sch ran

354

εὐφημεῖν χρὴ: Ἀρίσταρχος ἐπὶ τούτων λέγει τὸν χορὸν μεμερίσθαι (εἰς μερικὰ ἀνάπαιστα, ἄλλα δὲ ἀμείβεσθαι τὸν χορόν. καὶ τί ἄρα συνεῖδεν ὁ Ἀρίσταρ‐ χος; δύναται δὲ καὶ ἐνσύζογον εἶναι τὸ λεγόμενον,
5πολλαχοῦ δὲ μεμερίσθαι καὶ εἰς διχορίαν τὸ λοιπὸν, ὥστε εἰς δώδεκα καὶ δώδεκα διαμεμερίσθαι.) Ἄλ‐ λως. εὐφημεῖν χρὴ, στροφὴ καὶ εἴσθεσις χοροῦ ἐπιρρη‐ ματική. ἔθος γὰρ ἐν τῷ ἐπιρρήματι χρηστὰ συμβου‐ λεύειν τῇ πόλει, ἢ ἐλέγχειν τοὺς πονηρευομένους. ἐκ
10στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν ὀκτωκαίδεκα, ὧν τελευταῖος καὶ παννυχίδας τὰς ἡμετέρας, αἳ τῇδε πρέπουσιν ἑορτῇ. ἐπὶ τῷ τέλει παράγραφος. ὁ δὲ λόγος ἀπὸ τοῦ ποιητοῦ, καίτοι δοκῶν εἶναι χοροῦ. ἰστέον δὲ ὅτι εἰ καὶ διὰ τοὺς
15ἐν ᾍδου μύστας φαίνεται λέγειν, ἀλλὰ τῇ ἀληθείᾳ διὰ τοὺς ἐν Ἐλευσῖνι. ἐνταῦθα καὶ ὑφίστατο ἡ σκηνὴ τοῦ δράματος. —κἀξίστασθαι: ἐκχωρεῖν. V.

sch ran

356

μὴ ἐμυήθη. ὄργια δὲ τὰ μυστήρια. R.

sch ran

357

μήτε Κρατίνου: Πρὸς τοὺς περὶ Ἀρίσταρχον οἰομένους ὅτι ταῦρος ἦν αὐτοῖς τὸ ἔπαθλον. εἴρηται δὲ παρὰ τὸ Σοφοκλέους ἐκ Τυροῦς «Διονύσου τοῦ ταυρο‐ φάγου.» ἢ ὅτι φίλοινος ἦν καὶ διὰ τοῦτο ἐπίθετον τοῦ
5Διονύσου αὐτῷ περιτιθέασιν. (οἱ δὲ ἔτι περιεργότερον ὅλον τὸν λόγον ἀποδιδόασι. μήτε Κρατίνου βακχεῖ’ ἐτελέσθη, ἅ ἐστι τοῦ μοσχοφάγου Διονύσου.) ἢ τολμη‐ ρόν· (ἀπὸ τῶν βακχῶν). τολμηροὺς γὰρ διέσυρε τοὺς Ἀθηναίους ἐν τοῖς δράμασι. βωμολόχοις δὲ, τοῖς πρὸς
10χάριν λέγουσι καὶ ἀπὸ κολακείας. ἀπὸ δὲ τῶν λοχών‐ των περὶ τοὺς βωμοὺς καὶ βουλομένων τι λαβεῖν μετε‐ νήνεκται ἡ λέξις. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ λιπαροῦσι κολακεύοντες λαβεῖν τι παρὰ τῶν θυόντων. τινὲς δὲ, τοῦ ταῦρον ἔπαθλον λαμβάνοντος. ἢ τοῦ
15λαιμάργου. —μηδὲ Κρατίνου: τινὲς βούλονται τὴν φιλονεικίαν αὐτοῦ δηλοῦσθαι ἐκ τοῦ ταυροφάγου, ὅ ἐστι Διονύσου. ταυρόκερως γὰρ ὁ θεός. Εὐριπίδης [Bacch. 918]
καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖ.Column end
20οἱ δὲ οὕτως. μηδὲ Κρατίνου βακχεῖα ἐτελέσθη, ἅ ἐστι τοῦ ταυροφάγου Διονύσου, ἀπὸ τοῦ συμβαίνοντος ταῖς βάκχαις. διέσπων γὰρ βοῦς καὶ ἤσθιον ὠμὰ κρέα. Ἀπολλώνιος δέ φησι ταυροφάγον τὸν Διόνυσον ἀπὸ τῶν διδομένων τοῖς διθυράμβοις βοῶν. V.

sch ran

359

ὁ ἐναντιούμενος τῷ δυσκόλῳ. R. ὁ ἐναντίος τῷ δυσκόλῳ. V.

sch ran

360

τοῦτο πρὸς τοὺς ῥήτορας. R. V.

sch ran

361

ἤγουν πρὸ τῆς πόλεως. δῶρα λαμβάνει. R.

sch ran

362

ἢ προδίδωσι φρούριον: (Πρὸς τοὺς ποιήσαντας τοὺς Φερεκράτους Πέρσας. τὰ γὰρ ἀπόρρητα ἤκουσαν ὡς νῦν ἡμῖν ἔθος. διὸ καὶ ἐντεῦθεν λοιδορεῖται τῷ Θω‐ ρυκίωνι καὶ αὐτὸς ὅσον μὴ οἶδεν. ἀπόρρητα δὲ ἔλεγον
5τὰ ἀπειρημένα ἐξάγεσθαι. ἐν γοῦν τούτοις ἐπιφέρει ἀσκώματα καὶ λίνα καὶ πίτταν. δῆλον ὅτι οὐδὲν ἔδει ἀποπέμπειν τούτων ἐξ Αἰγίνης, ὧν Θωρυκίων τὰ ἀπόρρητα Ἀθήνηθεν ἀποπέμπει. ὅτε οὖν πρὸς τοὺς Πελοποννησίους ἦν ὁ πόλεμος, ἀπόρρητον ἦν τὰ πρὸς
10ναυπηγίαν ἐξάγειν. ἤτοι δὲ ὁ Θωρυκίων ἐξ Αἰγίνης ὢν, ἢ εἰς Αἴγιναν ἐξάγων. καθὸ δὴ κοινὸν ἐμπόριον ἡ Αἴγινα.) οὗτος ταξίαρχος ἦν ἐν τοῖς Πελοποννησιακοῖς τῶν Ἀθηναίων, ὃς πίσσαν ἔπεμψε τοῖς ἀντιπάλοις εἰς τὸ ἀνάψαι τὴν ἑαυτοῦ πόλιν. ὅθεν γνωσθεὶς ἐκωμῳ‐
15δεῖτο ἐπὶ προδοσίᾳ. (τινὲς δὲ Θορυκίων γράφουσιν, ἀντὶ τοῦ τὰ τῶν Θορυκίων μιμούμενος.) —τἀπόρρητ’: τὰ τῆς πόλεως μυστήρια. R.

sch ran

363

εἰκοστολόγος: Τὰ εἰκοστὰ ἐν τῇ κρίσει συνά‐ γων. —ἐπεὶ οἱ στρατηγοὶ ἀπῄτουν τὰς εἰκοστὰς τῶν λιμένων καὶ τῶν νήσων καὶ οὕτως ἀνήλισκον εἰς τὰ πολεμικά. V.

sch ran

364

ἀσκώματα: Εἰς διφθέρας γὰρ τὰς διανοίας τὰς ἑαυτοῦ γράψας ἔπεμπε τοῖς πολεμίοις ἐν τῇ Λακωνικῇ. (ἄσκωμα δερμάτιόν τι, ᾧ ἐν ταῖς τριήρεσι χρῶνται, καθ’ ὃ ἡ κώπη βάλλεται.) —δέρματα. Br.
5(Ἐπίδαυρον: Πόλιν Λακωνικήν.)

sch ran

365

(ἢ χρήματα: Κῦρος γὰρ Λυσάνδρῳ ἔπεμψε χρήματα τότε εἰς πόλεμον δανείου χάριν.)

sch ran

366

τῶν τῆς Ἑκάτης μυστηρίων. R. V. τοῦτο δὲ εἰς Κινησίαν τὸν διθυραμβοποιόν· οὗτος γὰρ ᾄδων κατε‐ τίλησε τῆς Ἑκάτης. R. Κινησίαν τὸν διθυραμβοποιὸν κωμῳδεῖ, ὃς εἰσήνεγκεν ἐν δράματι τὴν Ἑκάτην καὶ
5κατετίλησεν αὐτῆς. ἢ ἐπειδὴ ἠρυθρίασε ποίημα γράψας εἰς Ἑκάτην. V. Θ. M. ἢ κατατιλᾷ: Ἤγουν ἀσεβῶς διάκειται περὶ τὰ τῆς Ἑκάτης ἀγάλματα, ὅτε πανη‐ γυρίζει. Κινησίας δὲ τοῦτο πεποίηκε. —ἢ κατατιλᾷ τῶν Ἑκαταίων, ἤτοι κατὰ τῶν ἀγαλμάτων τῆς Ἑκά‐
10της κόπρον ἐκκρίνει διάρρυτον, τουτέστι ὑγρὰν, ὑπᾴ‐ δων τοῖς χοροῖς κυκλίοις ἤγουν λυρικοῖς ποιήμασιν. Vict.

sch ran

367

τοῦτο εἰς Ἀρχῖνον. μήποτε δὲ καὶ εἰς Ἀγύρριον. μέμνηται δὲ τούτων καὶ Πλάτων ἐν Σκευαῖς καὶ Σαν‐ νυρίων ἐν Δανάῃ. οὗτοι γὰρ προϊστάμενοι τῆς δημοσίας τραπέζης τὸν μισθὸν τῶν κωμῳδῶν ἐμείωσαν κωμῳδη‐
5θέντες. V. M. ἢ τοὺς μισθοὺς: Οὓς ἔλαβε παρὰ τῆς βουλῆς αὐτοῖς παρασχεῖν. λέγει δὲ διὰ τὸν Ἀρχῖνον.286

sch ran

368

τελεταῖς: Τὸ τέλος ἑξαχῶς λέγεται· σημαίνει γὰρ τὸ στρατιωτικὸν σύνταγμα, τὸ τῶν πραγμάτων πέρας, τὴν ταῖς πόλεσιν φοιτῶσαν πρόσοδον, τὸ ἀξίωμα, ὡς Εὐριπίδης [Sophocles Antig. 67]
5
τοῖς ἐν τέλει βεβῶσι πείσομαι. τὸ δαπάνημα, ὡς ὁ αὐτὸς
μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλος. καὶ τὴν μυστικὴν καὶ οὕτω τελοποιὸν ἑορτήν. ὅθεν καὶ ἡ τελετὴ λέγεται καὶ τελεῖσθαι, τὸ μυεῖσθαι καὶ τελού‐
10μενοι, οἱ τὰ μυστικὰ ἤτοι θεῖα διδασκόμενοι. Θ. a m. sec. Vict.

sch ran

369

(τούτοισιν ἀπαυδῶ: Παρὰ τὴν τοῦ ἱεροφάντου καὶ δᾳδούχου πρόρρησιν τὴν ἐν τῇ ποικίλῃ στοᾷ.)

sch ran

372

χώρει νῦν: Εἴσθεσις ἑτέρα μέλους μονοστρο‐ φικοῦ διαιρεθέντος τοῦ χοροῦ, ἐκ κώλων ἀναπαιστικῶν ιʹ, ὧν τὰ μὲν ἄκρα καὶ τὸ δʹ καὶ εʹ δίμετρα ἀκατάλη‐ κτα, τὸ δὲ δεύτερον καὶ ἕκτον ἑφθημιμερῆ. τὸ τρίτον
5καὶ τὸ ὄγδοον δίμετρα βραχυκατάληκτα. τὰ δὲ λοιπὰ τρίμετρα καταληκτικὰ εἰς συλλαβήν. ἑξῆς δὲ στίχοι δύο ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ὡς ἐξ ἑτέ‐ ρας στροφῆς. ἐπὶ τῷ τέλει παράγραφος. ἐντεῦθεν Ἀρί‐ σταρχος ὑπενόησε μὴ ὅλου τοῦ χοροῦ εἶναι τὰ πρῶτα.
10τοῦτο δὲ οὐκ ἀξιόπιστον. πολλάκις γὰρ ἀλλήλοις οὕτω παρακελεύονται (οἱ περὶ τὸν χορόν). —τῶν καθ’ ᾍδου. οἱ τοῦ χοροῦ δὲ μύσται ἀλλήλοις παρακελεύονται. R.

sch ran

374

ἐγκρούων: (Βαίνων εὐρύθμως. ἢ ἀντὶ τοῦ ἐκβάλλων.) —ἤτοι βάλλων ἢ βαίνων. R.

sch ran

376

ἠρίστηται: Ἄριστον γεγένηται τὸ τῆς τελετῆς. ἔμβα δὲ, ἀντὶ τοῦ χόρευε.

sch ran

377

χόρευε. R. V.

sch ran

378

αἰρεῖς τὴν Σώτειραν: (Οἷον ὑψώσεις τοῖς ἐπαί‐ νοις.) ἔστιν Ἀθήνησι Ἀθηνᾶ Σώτειρα λεγομένη, ᾗ καὶ θύουσιν. —χὥπως αἴρεις: Σκόπει ὅπως μεγαλύνεις. C. χὥπως αἴρῃς: Καὶ σκόπει ὅπως ὑψώσῃς. D.

sch ran

379

μέλπω μολπάζω ὡς τρέχω τρόχω τροχάζω. V.

sch ran

380

εἰς νέωτα. R. V.

sch ran

381

ὁ γὰρ πόλεμος αὐτῷ ἐλυσιτέλει. R. V. M.

sch ran

382

ἕτερον τρόπον. R. V.

sch ran

384

Δήμητερ: Εἴσθεσις ἑτέρα μέλους μονοστρο‐ φικοῦ ἐκ κώλων ἰαμβικῶν δέκα· ὧν τὸ πέμπτον καὶ τὸ δέκατον ἑφθημιμερῆ Ἀνακρεόντια, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, ὧν τελευταῖον «—κήσαντα ταινιοῦ‐
5σθαι.» ἑξῆς δὲ ὡς ἐξ ἑτέρας στροφῆς κῶλα τέσσαρα, ὧν τὸ πρῶτον καὶ τὸ τρίτον ἰαμβικά· τὸ μὲν τρίμετρον, τὸ δὲ δίμετρον. τὰ δὲ λοιπὰ τροχαϊκὰ δίμετρα βραχυ‐ κατάληκτα, ἰθυφαλλικὰ καλούμενα Ἀρχιλόχεια. ἐπὶ τῷ τέλει παράγραφος. —δίμετρα ἀκατάληκτα ἰαμ‐
10βικά. ἕως τοῦ «τίς σὰς παρήειρε φρένας.» V. M.

sch ran

388

παῖσαι: Ὅπερ ἡμεῖς παῖξαι. Ὅμηρος [Od. Θ, 251] «παίσατε, ὥς χ’ ὁ ξεῖνος.» —παῖσαι: Ἀντὶ τοῦ
παῖξαι Ἀττικῶς. Vict.Column end

sch ran

393

ταινιοῦσθαι: Ἀντὶ τοῦ στεφανοῦσθαι. ταινία γὰρ τὸ ῥάμμα τοῦ στεφάνου.

sch ran

395

τὸν ὡραῖον: Τὸν κατὰ καιρὸν φαινόμενον Διό‐ νυσον· ἐπεὶ τὸν καιρὸν τοῦ ἔαρος τὰς ἑορτὰς αὐτοῦ ἦγον, καὶ τὰ κωμικὰ δράματα ἐν ταύταις εἰσήγετο.—ἄγ’ εἶα: Τοῦτο λέγει, ἐπειδὴ, ὅτε ἔδευον, ἀπὸ τοῦ
5Κεραμεικοῦ εἰς Ἐλευσῖνα προέπεμπον τὸν Διόνυσον. Vict.

sch ran

396

ξυνοδεστήν. V.

sch ran

398

Ἴακχε: Εἴσθεσις ἑτέρου μέλους διαιρεθέντος αὖθις τοῦ χοροῦ, ἐκ κώλων ὀκτωκαίδεκα· ὧν τὰ μὲν αʹ, βʹ, δʹ, ϛʹ, ιβʹ, ιγʹ, ιεʹ τρίμετρα καταληκτικά· τὰ δὲ γʹ, ηʹ, θʹ, ιδʹ δίμετρα ἀκατάληκτα. τὰ δὲ εʹ, ιαʹ, ιϛʹ
5καὶ τὸ τελευταῖον τρίμετρα ἀκατάληκτα. τὰ ζʹ καὶ ιʹ ἑφθημιμερῆ. τὸ δὲ ιζʹ τετράμετρον καταληκτικόν. ἐν ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος.μεμιγμένως λέγει τὰ μὲν πρὸς τὸν Ζαγρέα Ἴακ‐ χον, τὰ δὲ πρὸς τὸν Διόνυσον. V.

sch ran

399

συνακολούθει: Τοῦτο, ἐπεὶ ὁδεύουσιν ἀπὸ τοῦ Κεραμεικοῦ εἰς Ἐλευσῖνα προπέμποντες τὸν Διόνυσον. τὸ δὲ ἄνευ πόνου πολλὴν ὁδὸν περαίνεις, ἀντὶ τοῦ, μεθ’ ἡμῶν ὢν ῥᾳδίαν πάνυ τὴν ὁδὸν ποιήσεις. ἢ ὅτι ἐν
5τοῖς ναοῖς διατρίβων, εἰ φανείης ἡμῖν ἐξαίφνης ἐπικαλε‐ σαμένοις, ἐνταῦθα δείξεις τὰς ὁδοὺς ἄνευ πόνου τοῖς θεοῖς ποιεῖσθαι. πάντα γὰρ αὐτοῖς εὐπετῆ. —πάντα γὰρ εὐπετῆ φασὶ τοῖς θεοῖς. Cant.2.

sch ran

400

τὴν Δήμητραν. V.

sch ran

401

περαίνεις: Εἴρηται γὰρ ὅτι ἐξ ἄστεως μέχρι Ἐλευσῖνος πολλὴν ὁδὸν πορεύεται. V. ἀπὸ ἄστεως μέχρι Ἐλευσῖνος. R. τελεῖς, διέρχῃ. εἴρηται γὰρ ὅτι ἐξ ἄστεος εἰς Ἐλευσῖνα ἐπορεύοντο. Vict.

sch ran

404

σὺ γὰρ κατεσχίσω: Ἴσον τῷ διὰ σὲ κατεσχί‐ σθη. εἴρηται γὰρ ὁ αὐτὸς Ἴακχος τῷ Διονύσῳ κατά τινας. τῷ δὲ Διονύσῳ αἱ κωμῳδίαι ἀνάκεινται. ἔοικε δὲ παρεμφαίνειν ὅτι λιτῶς ἤδη ἐχορηγεῖτο τοῖς ποιηταῖς.
5(ἐπὶ γοῦν τοῦ Καλλίου τούτου φησὶν Ἀριστοτέλης ὅτι σύνδυο ἔδοξε χορηγεῖν τὰ Διονύσια τοῖς τραγῳδοῖς καὶ κωμῳδοῖς· ὥστε ἴσως ἦν τις καὶ περὶ τὸν Ληναϊκὸν ἀγῶνα συστολὴ, χρόνῳ δ’ ὕστερον οὐ πολλῷ τινι καὶ καθάπαξ περιεῖλε Κινησίας τὰς χορηγίας· ἐξ οὗ καὶ
10Στράττις ἐν τῷ εἰς αὐτὸν δράματι ἐφῆ σκηνῆ μὲν τοῦ χοροκτόνου Κινησίου.) —ἢ οὕτως. κατηρτίσω καὶ σχιστὰ ὑποδήματα φορέσαι ἐποίησας. R.

sch ran

406

καὶ τὸ ῥάκος: Ἔτι δύναται καὶ ταῦτα τὴν αὐ‐ τὴν ἔννοιαν ἔχειν. ῥάκος δὲ οἱ μὲν τὸ τριβώνιον, οἱ δὲ τὸ προσωπεῖον, ὅτι ῥάκεσι κατακολλᾶται. —ἐπὶ εὐδαι‐ μονίᾳ πρὸς τὸ εὐτελεῖν. R. V.

sch ran

407

ὅτι σύνηθες ἦν τὸ ἐπιλέγειν, ὁπότε ἐπαινοῖέν τι ἢ συνομολογοῖεν, καὶ Εὔπολις Κόλαξι. καὶ ἐν τοῖς πρό‐ σθεν κεῖται. V. M.

sch ran

408

ἀπὸ τοῦ ἄστεως μέχρι Ἐλευσῖνος. V.

sch ran

410

ἀντὶ τοῦ πρὸ ὀλίγου, ἀρτίως. R.

sch ran

411

συνεχόρευον γὰρ καὶ αἱ γυναῖκες. R. V.

sch ran

414

καὶ μετ’ αὐτῆς: Τοῦτο πρὸς τὸ ἄνω τὸ, συμ‐ παιστρίας. μετ’ αὐτῆς τῆς συμπαιστρίας δηλονότι.287

sch ran

415

κἄγωγε πρός: Τινὲς τοῦτο τοῦ Διονύσου φασὶ μεταξὺ παρεμβάλλοντος λέγειν.

sch ran

410

βούλεσθε δῆτα: Στροφὴ καὶ εἴσθεσις χοροῦ ἐπιρρηματικὴ ἐκ κώλων πεντεκαίδεκα ἰαμβικῶν ἑφθη‐ μιμερῶν, πλὴν τοῦ γʹ, ϛʹ, θʹ, ιβʹ, καὶ τελευταίου τρι‐ μέτρων ἀκαταλήκτων. ἐπὶ τῷ τέλει παράγραφος. τὸ
5δὲ πρὸς λαγνείαν ἐπιρρεπὲς ἀμφοτέρων σκώπτων, τοῦ τε δεσπότου καὶ τοῦ δούλου, τοῦτό φησιν. ὁ δὲ Ἀρχέδη‐ μος ὡς ξένος παρ’ αὐτοῦ κωμῳδεῖται. νόμος γὰρ ἦν τοὺς ἐξ ἀλλοδαπῆς Ἀθήνησι κατοικεῖν ἐθέλοντας εἰς πολίτας, ἐνταῦθα χρόνον ὀλίγον διατρίψαντας ἐγγρά‐
10φεσθαι. ὅπερ Ἀρχέδημος οὐκ ἐποίησε. δέον οὖν εἰπεῖν ὅτι οὐκ ἐπολιτογραφήθη, ὥστε τοὺς πολίτας ὥσπερ συγγενεῖς ἔχειν, οὐκ ἔφυσεν, εἶπεν. ἑξῆς δὲ ταύτης τῆς στροφῆς ἐν εἰσθέσει σύστημα κατὰ περικοπὴν ἀμοι‐ βαῖον ἐκ κώλων ἀναλόγως τῇ στροφῆ κειμένων· ὧν τὸ
15τελευταῖον παραγράφῳ σημειοῦται.

sch ran

418

οὐκ ἔφυσε φράτορας: (Ἀντὶ τοῦ εἰπεῖν, οὐκ ἔφυσεν ὀδόντας, εἶπε φράτορας, ἵνα ὡς ξένον διαβάλῃ. ἡ δὲ παροιμία, ἑπτέτης ὢν ὀδόντας οὐκ ἔφυσεν. Ἄλ‐ λως.) ἀντὶ τοῦ εἰπεῖν ὀδόντας φραστῆρας, φράτορας
5εἶπε, τουτέστι συγγενεῖς. ἡ μεταφορὰ ἀπὸ τῶν παίδων, οἵτινες ὄντες περὶ τὰ ἑπτὰ ἔτη ἔχουσι πάντας τοὺς ὀδόν‐ τας. λέγει οὖν ὅτι χρονίσας ἐν ταῖς Ἀθήναις οὐκ ἠδυ‐ νήθη ἀναγραφῆναι εἰς τοὺς πολίτας. οὗτος ὡς ξένος κωμῳδεῖται. καὶ Εὔπολις Βάπταις «ἐπιχώριος δ’ ἔστ’
10ἢ ξένης ἀπὸ χθονός;»

sch ran

419

ἀντὶ τοῦ ἄρχει τοῦ δήμου. R. V.

sch ran

420

ἐν τοῖς ἄνω νεκροῖς: Οὐχ ὡς Ἀπολλώνιος πρὸς τὴν ἐξήγησιν τὴν
εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν, ὅτι διὰ τὴν κακοπραγίαν νεκροὺς τοὺς Ἀθηναίους λέ‐
5γουσι· ψυχρὸν γάρ· ἀλλὰ πιθανῶς οἱ κάτω τοὺς ζῶντας ἄνω νεκρούς φασιν, (ὅτι κατετρίβησαν ἐν τοῖς κακοῖς ὑπὸ τῶν στρατηγῶν). Ἄλλως. νεκροὺς τοὺς Ἀθη‐ ναίους λέγει ἢ διότι τὸ ἀρχαῖον φρόνημα ἀποβεβλήκα‐ σιν· ἢ διότι οἱ ἐν τῷ κόσμῳ ἄνθρωποι, εἰ καὶ ζῶσιν,
10ἀλλὰ τοῖς τοῦ βίου ματαίοις ἐγκυλινδούμενοι, δεινότερα τῶν τεθνηκότων πάσχουσι ζῶντες κολαζόμενοι· ἢ διότι πολλοῖς κακοῖς ὑπὸ τῶν δημαγωγῶν κατατριβόμενοι ἀναισθήτως ἔχουσιν ὡς νεκροὶ, αὐτοὺς ἀτιμωρήτους ἐῶντες. χάριεν δὲ τὸ ὑπὸ τῶν νεκρῶν τοὺς ζῶντας κα‐
15λεῖσθαι νεκρούς. —ἵνα διαβάλλῃ τοὺς Ἀθηναίους ὡς ἀσθενεῖς καὶ νεκρούς. V.

sch ran

421

τῆς ἐκεῖθεν μοχθηρίας: Ἀντὶ τοῦ εἰπεῖν, δημα‐ γωγίας, ἢ πολιτείας, μοχθηρίας εἶπεν, χαριέντως πρὸς τὰ κακὰ αὐτῶν. —τὰ πρῶτα ἔχων. R. V.

sch ran

422

τὸν Κλεισθένη: Διαβάλλει τὸν Κλεισθένη ὡς φαυλόβιον, καὶ πρὸς τοῦ Σεβίνου πορνευόμενον. διὸ καὶ δεινοπαθοῦντά φησιν ἐπὶ τῇ τούτου τελευτῇ. —τὸν Κλεισθένην: Ἀντὶ τοῦ τὸν Καλλίαν. R. τὸν Καλλίαν.
5C. V. ὑποτίθεται υἱὸν Κλεισθένους, οὗ τὸ ὄνομα οὐκ εἶπε. καθ’ ὁμοιότητα γὰρ τοῦ πατρὸς ἐν ταῖς ἐρημίαις καὶ περὶ τὰς ταφὰς καὶ τοὺς τάφους κακῶς ἔπασχεν. Ven.Column end

sch ran

423

ἐν ταῖς ταφαῖσι: (Ταφαὶ, ὅπου οἱ ἐν πολέμῳ ἐνδόξως τετελευτηκότες μετὰ τιμῆς ἐθάπτοντο δημο‐ σίᾳ. Ἄλλως.) τοῖς κατὰ τὸν πόλεμον ἀποθανοῦσι δη‐ μοσίᾳ τάφους προὐτίθεσαν. τὸ οὖν τίλλειν τὰς τρίχας
5καὶ κόπτεσθαι ἅμα μὲν ὡς ἐπὶ τετελευτηκότι (ἀναγ‐ καίως), ἅμα δὲ εἰς μαλακίαν καὶ τὸ κόπτεσθαι κακεμ‐ φάτως.

sch ran

427

Σεβῖνον, ὅστις ἐστὶν Ἀναφλύστιος: Ὀνοματο‐ ποιεῖ τοῦτο, ὡς πρὸς τὴν μαλακίαν Κλεισθένους, (παρὰ τὸ αἰσχρόν). πιθανῶς δὲ τὸ ὅστις ἐμφαίνει οὐ τὸν ὑπὸ ἑνὸς μόνον περαινόμενον. πέπλασται δὲ αὐτῷ ὥσπερ ὁ
5Σεβῖνος, οὕτω καὶ ὁ Ἀναφλύστιος. ἀναφλᾶν γὰρ ἔλε‐ γον τὸ μαλάσσειν τὸ αἰδοῖον. —καὶ ὑποσύρειν τὸ κα‐ λύπτον τὴν βάλανον δέρμα. βάλανος δέ ἐστι τὸ ἄκρον τῆς πόσθης. Vict. (καὶ Σεβῖνος ἴσως παρὰ τὸ βινεῖν. ἔστι δὲ καὶ Σεβῖνος ὠνομασμένος παρὰ Πλάτωνι ποιη‐
10τῇ.) ἔστι δὲ καὶ δῆμος Ἀττικῆς Ἀναφλύστιος.

sch ran

429

(τουτονὶ τὸν Ἱπποβίνου: Παρεγραμμάτισε διὰ τὴν ἀσέλγειαν παρὰ τὸ Ἱππονίκου εἰς πορνομανῆ. τὸ δὲ ἵππος πολλαχοῦ ἐπὶ τοῦ μεγάλου λαμβάνουσιν· ἱπ‐ πόπορνε. κωμῳδεῖται δὲ καὶ ὁ Καλλίας ὡς σπαθῶν τὴν
5πατρικὴν οὐσίαν, καὶ μάλιστα ἐπὶ γυναιξὶ μεμηνώς. ἢ τοῦ κτηνοβάτου). —τοῦτον: Ὃν πάντες ἴσασι δηλον‐ ότι. C.

sch ran

430

ἐνημμένον: Ἐνδεδυμένον. Θ. Vict.

sch ran

431

Διόνυσος. ἄλλοι δὲ Ξανθίας. ἐρωτᾷ. R.

sch ran

434

μηδὲν: Τὸ δεν παρέλκει. R. V.

sch ran

435

ἐρωτήσῃς με. R.

sch ran

436

τὸ ὁμοῖον καὶ ἐν Γηρυτάδῃ. V.

sch ran

437

αἴροι’ ἂν: Λάβοις ἄν. Θ. E. τὰ στρώματα δη‐ λονότι. V.

sch ran

439

ἀλλ’ ἢ Διὸς Κόρινθος: (Παροιμία ἐπὶ τῶν τὰ αὐτὰ συνεχῶς λεγόντων.) τῶν Μεγαρέων ἀποστάντων Κορινθίων, ἀπεστάλη κῆρυξ πολλάκις λέγων ὅτι οὐκ ἀνέξεται ὑμῶν ὁ τοῦ Διὸς Κόρινθος· καὶ ἐπέμενέ τε τὸ
5αὐτὸ λέγων, ἕως οἱ Μεγαρεῖς σικχανθέντες ἔλεγον, παῖε παῖε τὸν Διὸς Κόρινθον, καὶ παροιμία ἐλέχθη ἐπὶ τῶν ταυτολογούντων ἀεὶ καὶ ταὐτὸ πραττόντων. ὁ δὲ Διὸς Κόρινθος, παῖς Διὸς, βασιλεὺς Κορίνθου. Μεγαρεῖς δὲ ὑποτελεῖς ἦσαν Κορινθίοις. —παροιμία ἐστὶν ἐπὶ τῶν
10τὰ αὐτὰ λεγόντων. προφέρονται δὲ παρὰ τὸν Διὸς Κό‐ ρινθον. καὶ Πίνδαρος μνημονεύει τῆς παροιμίας ἐν Νε‐ μεονίκαις. Μεγαρεῖς ὑποτελεῖς ἦσαν τοῖς Κορινθίοις καὶ ἀπαιτούμενοι, φησὶν, ἀεὶ ὑπὸ τοῦ κήρυκος ταῦτα λέ‐ γοντος, οὐ τιμᾶτε τὸν Διὸς Κόρινθον. ὁ δὲ Διὸς Κό‐
15ρινθος παῖς Διὸς βασιλέως Κορίνθου. οἱ δὲ ἀπέκτειναν αὐτὸν ἐπιφωνοῦντες παῖε παῖε τὸν Διὸς Κόρινθον. ἔνθεν ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ πραττόν‐ των. Ἄλλως. Μεγαρεῖς συνῴκουν Κορινθίοις καὶ πολλὰ πάσχοντες κακῶς ὑπ’ αὐτῶν ἀπέστησαν. εἶτα
20πρὸς αὐτοὺς ἀπελθόντες πρέσβεις ἠξίουν ἐπανελθεῖν καὶ συνεχῶς ἔλεγον, ὁ Διὸς Κόρινθος ὑμᾶς ποθεῖ, ὁ Διὸς Κόρινθος δι’ ὑμᾶς λυπεῖται, καὶ συνεχῶς τὸ ὁ Διὸς Κόρινθος ἔλεγον, ὅθεν εἰς παροιμίαν ἦλθεν ἐπὶ τῶν τὸ αὐτὸ ποιούντων. Ἄλλως. Κόρινθος παῖς ἦν288
25τοῦ Διὸς, ἔκτισε δὲ τὴν Κόρινθον. καὶ ἀποθανόντα τοῦ‐ τον ἐσέβοντο οἱ Κορίνθιοι. Κερκυραῖοι δὲ ἄποικοι ὄντες Κορινθίων καὶ ὑποτελεῖς ὄντες τῇ μητροπόλει ὕστερον ἀφωσιώθησαν. καὶ οἱ Κορίνθιοι ἐπικηρυκευόμενοι πρὸς αὐτοὺς ἔλεγον, μνήσθητε τοῦ Διὸς Κορίνθου. καὶ οὕτως
30ἀπειρηκότες οἱ Κερκυραῖοι ἀπήλασαν τὸν κήρυκα λέ‐ γοντες παῖε παῖε τὸν Διὸς Κόρινθον. V.

sch ran

440

ὁ λόγος πρὸς τὸν χορόν. R. χωρεῖτε νῦν: Εἴσθεσις ἑτέρου μέλους προῳδικὴ δι‐ αιρεθέντος αὖθις τοῦ χοροῦ, καὶ τοῦ μὲν τὴν προῳδὴν ᾄσαντος, τοῦ δὲ τὴν ἀντιστροφήν. καὶ εἰσὶ τῆς μὲν
5προῳδῆς τὰ κῶλα ὀκτώ. τὸ πρῶτον Ἰωνικὸν ἀπὸ μεί‐ ζονος τρίμετρον καταληκτικὸν, τοῦ δευτέρου ποδὸς ἑξα‐ συλλάβου. τὰ βʹ, δʹ καὶ τελευταῖον παιωνικὰ δίμετρα καταληκτικὰ ἐκ παίωνος πρώτου, ἢ τετάρτου, καὶ βακ‐ χείου, ἢ ἀμφιβράχεος. τὸ τρίτον ἰαμβικὸν δίμετρον
10ἀκατάληκτον. τὸ πέμπτον καὶ ἕβδομον ἐπιχοριαμβικὰ δίμετρα ἀκατάληκτα ἐκ διιάμβου, ἢ ἐπιτρίτου τρίτου, καὶ χοριάμβου. τὸ ἕκτον τροχαϊκὸν ἰθυφαλλικόν. τῆς δὲ στροφῆς τὰ κῶλα ἓξ καὶ τὰ τῆς ἀντιστροφῆς το‐ σαῦτα. ὧν τὰ πρῶτα ἰαμβικὰ δίμετρα ἀκατάληκτα. τὰ
15δεύτερα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ. τὸ μέντοι τῆς ἀντιστροφῆς τρίβραχυν ἔχει τὸν δεύτερον πόδα· ἔνθα καὶ ἀντὶ τοῦ ἱλαρὸν, ἱερὸν γράφεται. τὰ τρίτα Ἰωνικὰ ἀπὸ μείζονος δίμετρα καταληκτικὰ ἐκ παίωνος δευτέρου καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου. τὰ πέμπτα καὶ τὰ
20ἕκτα ὁμοίως. τὰ μέντοι τῆς ἀντιστροφῆς ἀντ’ Ἰωνικῶν ἔχει παίωνας δευτέρους. τὰ τελευταῖα Ἰωνικὰ ἡμιόλια ἤτοι δίμετρα βραχυκατάληκτα. ἐπὶ τῷ τέλει τῆς μὲν προῳδοῦ καὶ τῆς στροφῆς παράγραφος, τῆς δὲ ἀντιστρο‐ φῆς κορωνίς.
25(χωρεῖτε: Δύνανται πάντες οἱ κατὰ τὸν χορὸν ἀλ‐ λήλοις παρακελεύεσθαι, καὶ μὴ εἰς ἀμοιβαῖα διαιρεῖ‐ σθαι. ἀλλὰ τοῦτο εἰς οὐδὲν φαίνοιτο ἂν οἰκονομούμενος.)

sch ran

441

ἤτοι Κόρης ἢ Δήμητρος. R.

sch ran

443

οἷς μέτεστιν, οἷς ὅσιον. R.

sch ran

445

τῇ Δήμητρι καὶ τῇ Κόρῃ τὸ φέγγος οἴσων. R. V. Θ. M.

sch ran

448

πολυρρόθους: Πολυήχους. Bar.

sch ran

450

τὸν ἡμέτερον: Ἀντὶ τοῦ κατὰ τὸν ἡμέτερον τρόπον καὶ ὡς ἔθος ἔχομεν παίζοντες.

sch ran

453

Μοῖραι οἱ θεσμοί. R. M.

sch ran

456

ὅσοι μεμυήμεθ’: Ἀντὶ τοῦ ἐμυσταγωγήθημεν. μυστήρια δὲ ἐκλήθη παρὰ τὸ τοὺς ἀκούοντας μύειν τὸ στόμα, [καὶ μηδενὶ ταῦτα ἐξηγεῖσθαι. μύειν δέ ἐστι τὸ κλείειν τὸ στόμα]. —τοῖς μυσταῖς. R. V.

sch ran

459

καὶ τοὺς ἰδιώτας: Ἀντὶ τοῦ, τοὺς ἰδίους, τοὺς πολίτας. ἀντέστραπται δὲ τοῦτο τὸ ἴδιον ἀντὶ τοῦ ἰδιω‐ τικοῦ, καὶ οὕτω πολλάκις εἴρηται. σημειωτέον δὲ ὅτι
καὶ ἰδιώτης λέγεται ὁ πρὸς γένος ἴδιος καὶ ὁ ἀμαθής. —Column end
5ἀντὶ τοῦ ἰδίους. ἐν παραγωγῇ ἴδιος ἰδιώτης. V. καὶ ἰδιώτας: Τὸ ἰδιωτικὸν κατὰ τοὺς παλαιοὺς τέσσαρα σημαινόμενα ἔχει. σημαίνει γὰρ τοὺς ἰδίους ἢ συγγενεῖς ἢ πολίτας, ὡς ἐνταῦθα. σημαίνει καὶ τὸν ἀμαθῆ. ἐλέ‐ γοντο καὶ ἰδιωτικὰ τὰ ἀντιδιαστελλόμενα πρὸς τὰ θεῖα,
10ἤτοι τὰ ἀνθρώπινα, ὡς ὅταν φῶμεν θεῖα χρήματα καὶ ἰδιωτικά. καὶ τέταρτον τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ δημοτικόν. Vict.

sch ran

460

ἄγε δὴ: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑπο‐ κριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οδʹ. ὧν τελευταῖος
ἐμοῦ δεηθείης ἂν, εἰ θεὸς θέλει.
5ἐπὶ τῷ τέλει κορωνίς.ἐπανάληψις τὸ τίνα. R. V.

sch ran

461

ὡς ἐπὶ ξένων. R.

sch ran

462

ἀντὶ τοῦ ἅψαι. V. ἅψαι. Ἀττικῶς. Θ.

sch ran

463

τὸ φρόνημα. R. V. Θ.

sch ran

465

εἷς τῶν ἐν ᾍδου λέγει. τινὲς δὲ τὸν Αἰακὸν λέ‐ γουσιν ἀποκρίνασθαι· ὅπερ ἀπίθανον. V.

sch ran

467

παραπλήσιά ἐστι τούτοις τὰ ἐν τῷ Θησεῖ πε‐ ποιημένα παρ’ Εὐριπίδῃ. ἐκεῖ γὰρ τοιοῦτος ἦν σπουδά‐ ζων καὶ τοιαῦτα λέγει πρὸς τὸν Μίνωα. διστάσαι δὲ ἄν τις μὴ καὶ ταῦτα μιμεῖται Ἀριστοφάνης. προείρη‐
5ται ὅτι πολὺς ἐν τούτῳ τῷ γένει ἐστὶν Ἀριστοφάνης. V.

sch ran

468

ἀντὶ τοῦ ἀπέδρασας. R. V.

sch ran

469

ἀλλὰ νῦν ἔχει μέσος: Ἀντὶ τοῦ, μέσον ἐλή‐ φθης. τοῦτο δὲ ἐκ μεταφορᾶς τῶν ἀθλητῶν. τὸ ἔχει δὲ, οὕτως Ἀττικοὶ, ἀντὶ τοῦ ἔχῃ· ἀπὸ τοῦ ἔχομαι δευτέρου προσώπου.

sch ran

470

μελανοκάρδιος: Διὰ τὸ τῆς λέξεως φοβερὸν εἶπε μελανοκάρδιος πέτρα. οὐ γὰρ ἔχει καρδίαν ἡ πέτρα. ἐκ μεταφορᾶς τῶν ἀγρίων ἀνθρώπων, οὓς διὰ τὴν ἐνοῦ‐ σαν αὐτοῖς ἀγριότητα μελανοκαρδίους φασί. —ἐκ
5Θησέως Εὐριπίδου. Θ. (καὶ τὰ μὲν ἑαυτῷ πλάττων λέγει, τὰ δὲ ἐξ Εὐριπίδου, πρὸς φόβον Διονύσου.)

sch ran

472

περίδρομοι: Οἷον πανταχοῦ δυνάμενοι περι‐ στρέφεσθαι· λέγει δὲ τὰς Ἐρινύας.

sch ran

473

(Ἔχιδνά θ’ ἑκατοντακέφαλος: Ὁ τόπος οὗτος παρὰ τὰ ἐν Θησεῖ Εὐριπίδου
κάρα τε γάρ σου συγχεῶ κόμαις ὁμοῦ,
ῥανῶ τε πεδός’ ἐγκέφαλον, ὀμμάτων δ’ ἄπο
5αἱμοσταγεῖς πρηστῆρες ὕσονται κάτω.)

sch ran

474

πνευμόνων: Ἀττικοὶ τὸν πνεύμονα πλεύμονα λέγουσιν, ὡς καὶ τὸ νίτρον λίτρον. R. V. Cant.2.

sch ran

475

Ταρτησία μύραινα: Μύραινα, δαίμων φοβερά· παρὰ τὸ μύρεσθαι. παρὰ τὰ ἐν τῷ Θησεῖ Εὐριπίδου. Ταρτησίαν δὲ εἶπε μύραιναν πρὸς τὸ ἐκπληκτικώτερον, διὰ τὸ ἐκτετοπισμένον. λέγουσι δὲ Ταρτησίαν γαλῆν,
5ἀντὶ τοῦ μεγάλην. ἡ δὲ Τάρτησος Ἰβηρικὴ πόλις περὶ τὴν Ἄορνον λίμνην. μύραινα δὲ ἰχθὺς θαλάσσιος. ἀντὶ δὲ τοῦ εἰπεῖν ἔχιδναν, μύραιναν εἶπε. (τὸ γὰρ Στυγὸς ἐπὶ πλησίον εἶπε τούτοις. ἔστι δὲ ταῦτα ἐν Θησεῖ πε‐ ποιημένα Εὐριπίδῃ· ἐκεῖ γὰρ τοιοῦτός ἐστι σπουδάζων
10ὁ Εὐριπίδης οἷος ἐνταῦθα παίζων.)289

sch ran

477

Γοργόνες Τιθράσιαι: Ἀπὸ δήμου τῆς Ἀττικῆς πονηροῦ. οὐκ εἰκῆ δὲ τοῦτο εἶπεν, ἀλλ’ ἐοίκασι τὸν δῆ‐ μον τοῦτον διαβάλλειν ὡς κακοπράγμονα. εἰσὶ δὲ οὗτοι ἀπὸ Τίθραντος τοῦ Πανδίονος παιδὸς ἐπώνυμοι. εἰς δὲ
5τὴν Αἰγηΐδα φυλὴν κατανενέμηνται. (Ἄλλως. Τι‐ θράσιος, τόπος τῆς Λιβύης, ἔνθα αἱ Γοργόνες διέτρι‐ βον). —διασπαράξωσι. τόπος τῆς Λιβύης. R.

sch ran

478

ἀντὶ τοῦ νικήσω.

sch ran

479

οὗτος, τί δέδρακας: Ἰδὼν ὁ Ξανθίας διὰ τὸν φόβον ἀποπατήσαντα τὸν Διόνυσον, φησὶν, οὗτος, τί δέδρακας; τὸ δὲ κάλει θεὸν τινὲς οὕτως ἀποδεδώκασιν. ἐν τοῖς Ληναϊκοῖς ἀγῶσι τοῦ Διονύσου ὁ δᾳδοῦχος κα‐
5τέχων λαμπάδα, λέγει, καλεῖτε θεόν. καὶ οἱ ὑπακούον‐ τες βοῶσι, «Σεμελήϊ’ Ἴακχε πλουτοδότα.» ἢ πρὸς τὸ ἐν ταῖς θυσίαις ἐπιλεγόμενον. ἐπειδὰν γὰρ σπονδοποιή‐ σωνται, ἐπιλέγουσιν, ἐκκέχυται, κάλει θεόν· πρὸς ὃ ἐξείλεκται εἰς τοῦτο. Ἄλλως. κάλει θεόν: Πρὸς βοή‐
10θειαν κάλει θεόν. οὐ γὰρ Διόνυσος θεὸς ἦν, ὅτι εἶπεν αὐτῷ, κάλει θεόν. τοῦτο δὲ ὡς ἐν κωμῳδίᾳ πέπλασται. [Ἄλλως. εἰώθασιν οἱ μεγάλοις κακοῖς περιπίπτοντες θεὸν ἐπικαλεῖσθαι πρὸς ἀρωγὴν θυσίας τινὸς ὑποσχέ‐ σει. δείκνυσι δὲ ἐντεῦθεν ὡς ὁ Διόνυσος οὐκ ἔστι θεὸς,
15ὡς ἐν κωμῳδίᾳ παίζων. τὸ δὲ ἐγκέχοδα ἀπὸ τοῦ χέζω μέσος παρακείμενος.]

sch ran

481

ἀλλ’ ὡρακιῶ: Ἀντὶ τοῦ ὠχριῶ, φροντίζω. ὥρα γὰρ ἡ φροντίς. ἐκ δὲ φροντίδος ἐκλύεταί τις. (ὡρακιᾶ‐ σαι δὲ λέγεται τὸ ὑπὸ φόβου ὠχριᾶσαι· [ἀπὸ τοῦ τὴν ὥραν αἰκίζειν. τοῦτο δὲ Σοφοκλῆς εἶπεν ἐν Ἀμφιαράῳ
5σατυρικῷ. τὸ ὠχριᾶσαι] θλιβομένης τῆς καρδίας. τοῦτο δὲ πολλοῖς γίνεται.)

sch ran

483

ποὖστιν: Ὁ Διόνυσος φοβούμενος λέγει, ποῦ ἐστιν ἡ καρδία μου; —ποῦ ’στιν ἡ καρδία σου; ὦ χρυσοῖ θεοὶ, ἐνταῦθ’ ἔχεις τὴν καρδίαν, ἔνθα μου τὴν χεῖρα προσήγαγες; C.

sch ran

484

ἐνταῦθ’ ἔχεις τὴν καρδίαν: Ἔνθα μου τὴν χεῖρα προσήγαγες· ἤγουν περὶ τὸν πρωκτόν. λαμβάνει ὁ Διόνυσος τὴν χεῖρα τοῦ Ξανθίου, καὶ προστίθησιν εἰς τὸν πρωκτόν. ὁ δὲ τίθησι τὸν σπόγγον εἰς τὸ αἰδοῖον
5αὐτοῦ γέλωτος χάριν.

sch ran

487

πῶς δειλὸς: (Δειλός εἰμι ἐγὼ, ὅτι ᾔτησά σε σπογγίαν;) τοῦτο δὲ ὡς θαυμάζων ἑαυτὸν ὁ Διόνυσος λέγει, ὅτι οὐκ ἂν ἄλλος ᾔτησέ σε, ὦ Ξανθία, σπόγγον, ἀλλ’ ἐσιώπησεν ἄν. (τοῦ γὰρ δειλοῦ τὸ οἰκεῖον σιωπᾶν,
5οὐ τὸ λαλεῖν.) τὸ δὲ ἐγώ ἢ μόνον κατ’ ἐρώτησιν, ἢ καθ’ ὁμαλισμὸν μέχρι τοῦ δειλός.

sch ran

489

(ὀσφραινόμενος: Οἱ τῷ φόβῳ ἐκλυόμενοι ὀσφρή‐ σει τὸν πόνον παύουσιν. ὁ δὲ πόνος αὐτοῖς ἐκ καρδίας γίνεται.)

sch ran

490

ἀπεψησάμην: [Κατεμαξάμην.] (ἀποψᾶν λέ‐ γουσι τὸ ἐκμάσσειν. καὶ ἐν Πλούτῳ [818] «ἀποψώμεσθα δ’ οὐ λίθοις ἔτι.») —ψῶ σημαίνει πέντε. τὸ λεπτύνω, ἐξ οὗ καὶ ψιλὸν στρατιώτην λέγομεν τὸν ἄοπλον καὶ
5γυμνόν. τὸ ψαύω καὶ προσεγγίζω, ἐξ οὗ καὶ ψώρα καὶ
τὸ ἀπεψησάμην. τὸ τέμνω, ἐξ οὗ καὶ ψωμὸς ὁ εἰς μι‐ κρὰ τεμνόμενος. τὸ συντρίβω, ἐξ οὗ καὶ ψώχοντες τοὺς στάχυας ἀντὶ τοῦ ταῖς χερσὶ συντρίβοντες. καὶ ψῶ τὸ καίω, ἐξ οὗ καὶ ψωλὸς δαλὸς ὁ κεκαυμένος καὶ ψωλόειςColumn end
10εἶδος κεραυνοῦ. Θ.

sch ran

494

ἴθι νῦν: Τὸ ἴθι ἀντὶ τοῦ ἄγε. (συνομωνυμεῖ γὰρ τὸ δεῦρο, ὃ σημαίνει καὶ τὸ ἄγε.) ληματιᾷς: Λῆμά ἐστι τὸ φρόνημα. ληματιᾷς οὖν, μέγα φρονεῖς. (γράφεται καὶ ληματίας, χωρὶς τοῦ ι·
5οἷον μεγαλόφρων καὶ ἰσχυρός.)

sch ran

496

ἀφοβόσπλαγχνος: Ἄφοβος. ἐπειδήπερ ὁ φό‐ βος, ὥς φασιν, ἐν τοῖς σπλάγχνοις ἐστίν. ἢ ὅτι ἡ καρ‐ δία ἐν τοῖς σπλάγχνοις, περὶ ἣν ὁ φόβος γίνεται.

sch ran

497

(ἀνὰ μέρος) ἐν ἴσῃ μερίδι. R. V.

sch ran

498

φέρε δὴ ταχέως: Οὐδαμῶς, φησὶν, ὀφείλεις λέ‐ γειν, ἀλλὰ καὶ διδόναι, ἵνα σοι πιστεύσω, ὅτι ἀληθῶς ἐπαγγέλλῃ μοι αὐτὰ διδόναι.

sch ran

499

εἰς τὸν Ἡρακλειοξανθίαν: Αὐτὸς Ξανθίας ἐκα‐ λεῖτο. παραπλήσια δὲ ὅπλα τοῖς Ἡρακλέους εἶχε. συμ‐ μιγνὺς οὖν τὰ δύο [ὁμοῦ] εἶπεν Ἡρακλειοξανθίαν.

sch ran

501

ὁὐκ Μελίτης μαστιγίας: Ἀντὶ τοῦ, ὁ ἐκ Μελί‐ της Ἡρακλῆς. ἐν γὰρ Μελίτῃ δήμῳ τῆς Ἀττικῆς ἐμυήθη Ἡρακλῆς τὰ μικρὰ μυστήρια. ἔστι δὲ ἐκεῖ καὶ ἱερὸν Ἡρακλέους. ἐκλήθη δὲ ἀπὸ Μελίτης νύμφης, (ᾗ ἐμίγη
5ὁ Ἡρακλῆς). μαστιγίαν δὲ ὡς πρὸς δοῦλον. (παρὰ δὲ τὴν ὑπόνοιαν σκώπτει, ἐπειδὴ ἐν Μελίτῃ ἐστὶν ἐπιφα‐ νέστατον ἱερὸν Ἡρακλέους ἀλεξικάκου, ὁ δὲ Ξανθίας ἀντιμετείληφε τὴν τοῦ Ἡρακλέους σκευήν. τὸ δὲ τοῦ Ἡρακλέους ἄγαλμα ἔργον Γελάδου τοῦ Ἀργείου, τοῦ
10διδασκάλου Φειδίου. ἡ δὲ ἵδρυσις ἐγένετο κατὰ τὸν μέ‐ γαν λοιμόν· ὅθεν καὶ ἐπαύσατο ἡ νόσος, πολλῶν ἀν‐ θρώπων ἀπολλυμένων. Ἀπολλώνιος δὲ οὐ κακῶς ὑπο‐ νενοῆσθαί φησι τὸ κωμῳδεῖσθαί τινα. ἴσως δὲ ὅτι ἦρχε, διὰ τοῦτο οὐκ ὠνομάσθη. ἢ ὀλίγον πρότερον [429] εἰ‐
15ρῆσθαι. Καλλίας γὰρ ὁ Ἱππονίκου ἐν Μελίτῃ ᾤκει. παρεικάζει δὲ αὐτὸν ἅμα τῷ Ἡρακλεῖ, ἅμα χλευάζων διὰ τὸ λεοντῇ ἐν ταῖς μάχαις χρῆσθαι, ὡς ἐν τοῖς ὀπίσω
κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον. ἐπεὶ εἴ γε ὄντως ἐπὶ τὸν Ἡρακλέα ἀνέφερε, τί μᾶλλον
20εἶπε τὸ ἐκ Μελίτης, καὶ μὴ ἐξ ἄλλου δήμου; παντα‐ χοῦ γὰρ Ἡράκλεια ἐπιφανῆ. σύνηθές τε οὐχ οὕτω λέ‐ γειν ἐπὶ θεῶν, οὑκ Μελίτης, ἀλλ’ ὁ ἐν Μελίτῃ, ὡς καὶ Ζεὺς ὁ ἐν Ὀλυμπίᾳ· ἐπὶ δὲ ἀνθρώπων, ἐκ Μελίτης, ἐξ Οἴου, ἐκ Κοθωκιδῶν. πῶς δὲ καὶ παλαιότερον εἶναι
25Ἀριστοφάνους τὸ ἄγαλμα, εἰ ἀκμάζοντος τοῦ λοιμοῦ ἱδρύθη; σχεδὸν γὰρ μειρακίσκος ἤδη ἥπτετο τῶν ἀγώ‐ νων.)

sch ran

503

θεράπαινα Περσεφόνης (ᾍδου R.) λέγει ταῦτα πρὸς τὸν Ξανθίαν ἔχοντα τὴν λεοντῆν. R. V. Θ. θερά‐ πων, ὡς δέ τινες φασὶν, δούλη (οἱ δέ φασιν δούλην G.) Περσεφόνης. V.

sch ran

504

ἡ Κόρη δηλονότι. R.

sch ran

505

κατερικτῶν χύτρας: Τῶν κατακεκομμένων
ὀσπρίων, ἢ τῶν κυάμων τῶν σχιζομένων. (λέγει δὲ τὰ σχιζόμενα ὄσπρια, τοὺς κυάμους), τὰ ἐρεικόμενα. καὶ τὴν ἐρίγμην δὲ ἐντεῦθεν ἐτυμολογοῦσί τινες.290

sch ran

506

ἔτνος ἐστὶν ἀθάρα μετὰ γάλακτος. R. ἔτνους: Ὃ νῦν φάβα οἱ ἰδιῶται καὶ οἱ ἄγροικοι, τὸ διαλελυ‐ μένον ὑπὸ τῆς ἑψήσεως καὶ τῆς τορύνης. τορύνη δὲ, ὁ χυτρόπους. Ἄλλως. πρῶτον εἰπὼν καθολικῶς κατερι‐
5κτῶν, ἤτοι κατεσχισμένων ὀσπρίων, ἐπειδὴ οὐδὲν ἄλλο τῶν ὀσπρίων σχίζομεν ἀλλ’ ἢ τοὺς κυάμους, ὅταν ἔτνος ποιῆσαι θέλωμεν, ἐπήγαγε τὸ ἔτνους. ἔχαιρε γὰρ τούτῳ πάνυ ὁ Ἡρακλῆς. ἢ τὸ ἔτνους ἑρμηνεία τοῦ κατερι‐ κτῶν.

sch ran

507

κολλάβους: Λέγει τοὺς ἄρτους, τοὺς ἐοικότας τὴν πλάσιν τοῖς κολλάβοις τῆς κιθάρας. οἱ δὲ εἶδος πλα‐ κοῦντος τετραγώνου, ἢ ἄρτου μικροῦ, παρὰ τὸ ἐκ με‐ γάλων κολλυβίζεσθαι. Ἄλλως. ἄρτοι νέοι ἐκ πυρῶν.
5καὶ οἱ λάσταυροι ὑπὸ Σικυωνίων λέγονται. καὶ ἡ νευρὰ τοῦ ὀργάνου. —τὰ γὰρ ὀπτὰ καλὰ τὰ ἐξ ἀνθράκων ὀπτώμενα. V. Θ. τοὺς λεγομένους κόλλικας. φασὶ δὲ κολλάβους καὶ τὰ τῆς μουσικῆς ἰδιωτικῶς λεγόμενα κα‐ βάλια. Θ.

sch ran

508

ἐπαινῶ: Οὐ βούλομαι εἰσελθεῖν. Vict.

sch ran

511

ἔφρυγε: Ἐτηγάνιζε. Vict. (κᾦνον) ἀντὶ τοῦ καὶ οἶνον. R.

sch ran

512

πάνυ καλῶς: (Παραιτούμενοι οἱ παλαιοὶ ἔλεγον, κάλλιστ’ ἐπαινῶ, καὶ, ἐπῄνουν. νῦν οὖν παραιτούμενος εἰσιέναι φησὶν ὁ θεράπων,) ἀντὶ τοῦ ἔασον. ληρεῖς ἔχων: Τοῦτο λέγει κρατῶν αὐτὸν ὁ Διόνυσος,
5καὶ μὴ συγχωρῶν αὐτὸν εἰσελθεῖν ἅμα τῇ θεραπαίνῃ τῆς Περσεφόνης. περιττὸν δὲ τὸ ἔχων.

sch ran

513

καὶ γὰρ αὐλητρὶς: Αὕτη ἡ κατασκευὴ πρὸς τὸ, ἀλλ’ εἴσιθ’ ἅμ’ ἐμοί.

sch ran

514

τὸ τέλειον ἥδε. V.

sch ran

515

εἰσάγεται καταφερὴς Διόνυσος. V.

sch ran

516*

ἡβυλλιῶσαι: (Ἡβῶσαι καὶ αἰσχρῶς τίλλου‐ σαι τὸ αἰδοῖον. ἢ) ἀντὶ τοῦ ἀκμάζουσαι τὴν ἡλικίαν. ἄρτι παρατετιλμέναι: Ἐκ τούτου δείκνυται ὅτι παρέτιλλον, καὶ οἱονεὶ ἐξέδερον ἢ ἔτυπτον τὸ γυναικεῖον
5αἰδοῖον. οὕτως γὰρ πάλαι ἐψίλουν. καὶ δορίαλος τὸ γυ‐ ναικεῖον αἰδοῖον, ὡς παρὰ τῷ αὐτῷ ποιητῇ [fr. 336] αἱ γυναῖκες τὸν δορίαλον φράγνυνται.» τίλλουσι δὲ τὰς τρίχας αἱ νεόνυμφοι. ἣ ἐσπασμέναι τὰς ἐπανθούσας τῷ προσώπῳ τρίχας, καὶ τὰς τῶν ὀφρύων. κρεῖττον γάρ
10ἐστι τοῦτο τοῦ ξυρεῖν. —παρατετιλμέναι: λείπει τὰς τρίχας. R. αἱ γὰρ μελλόνυμφοι τίλλουσι τὰς τρίχας. R. V. Θ.

sch ran

517

τεμάχη: Τὰ κόμματα τῶν ἰχθύων.

sch ran

518

[ἀφαιρεῖν: Ἀντὶ τοῦ κόπτειν, ἢ διαιρεῖν ἐκ τῶν ὀβελίσκων, ἢ κλέπτειν. ἐσῄρετο: Νῦν ἀντὶ τοῦ εἰσεφέρετο.]

sch ran

520

αὐτὸς: Ἀντὶ τοῦ ὁ δεσπότης.

sch ran

521

τῷ Διονύσῳ φησί. R. ὁ Ξανθίας πρὸς τὸν Διό‐ νυσον. μετεστόλισται γὰρ ὁ Διόνυσος εὐλαβηθεὶς καὶ περιβέβληται τὴν τοῦ Ξανθίου στολήν. V.

sch ran

522

ἐπίσχες: Κρατεῖ τὸν Ξανθίαν ὁ Διόνυσος. τὸ δὲ οὔτι που, ἢ ἀντὶ τοῦ ἆρα· ἢ πρὸς τὸ οὔτι που στι‐ κτέον. τὸ δὲ λοιπὸν κατ’ ἐρώτησιν λέγε. οὔτι που, ἤγουν οὐδαμῶς σπουδὴν ποιεῖς· ἤγουν ἀληθὲς τοῦτο ἐνόμισας,Column end
5ὅτι σε παίζων Ἡρακλέα ἐσκεύασα; ἆρα, φησὶ, νο‐ μίζεις σεαυτὸν Ἡρακλέα εἶναι, ἐπεὶ ἐποίησα παίζων (σχῆμά σε παραπλήσιον ἔχειν τοῦ Ἡρακλέους, διὰ τὴν λεοντῆν καὶ τὸ ῥόπαλον;)

sch ran

526

οὐ δήπου μ’ ἀφελέσθαι διανοεῖ: Ἀντὶ τοῦ ὄν‐ τως διανοῇ, ὥστε ἀφελέσθαι με τὰ ὅπλα. ἡ γὰρ οὐ ἄρ‐ νησις συγκατάθεσιν δηλοῖ.

sch ran

527

οὐ τάχ’ ἀλλ’ ἤδη ποῶ: Οὐδ’ ὅλως, φησὶ, δια‐ νοοῦμαι. ἀλλ’ ἤδη αὐτὰ ἀφαιροῦμαι· οἷον, οὐ διστάζω. —ἐπεὶ εἶπε σπουδάσεις, λέγει οὐ σπουδάσω λόγοις ἀλλ’ ἔργῳ. V.

sch ran

528

τὴν λεοντῆν. V.

sch ran

529

ἀνατίθημι. R. V.

sch ran

530

τὸ προσδοκῆσαι σεαυτὸν Ἡρακλέα εἶναι. V.

sch ran

534

ταῦτα μὲν πρὸς ἀνδρός ἐστιν: Εἴσθεσις μέ‐ λους χοροῦ προῳδικὴ στροφῆς λόγον ἔχουσα, (ἔχει γὰρ καὶ ἀντίστροφον, τὸ, νῦν σὸν ἔργον ἐστίν) ἐκ κώλων τρο‐ χαϊκῶν ιʹ, ὧν τὰ γʹ, ϛʹ, θʹ, δίμετρα καταληκτικὰ, ἤτοι
5ἑφθημιμερῆ Εὐριπίδεια, τὰ δὲ λοιπὰ ἀκατάληκτα· πλὴν τοῦ τελευταίου τετραμέτρου ὄντος καταληκτικοῦ. ἑξῆς δὲ σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς, ἀνα‐ λόγως τῇ στροφῇ τῇ τε ποσότητι καὶ ποιότητι τῶν κώ‐ λων. ἐπὶ τῷ τέλει ἑκατέρου παράγραφος καὶ ἔσω νενευ‐
10κυῖα διπλῆ διὰ τὴν ἀνταπόδοσιν. ταῦτα λέγει ὁ χορὸς διὰ τὸν Διόνυσον· ἐπειδὴ οὗτος, ὅτε ἐφοβήθη διὰ τὰς τοῦ διακόνου ἀπειλὰς, τὸν Ξανθίαν ἐποίησεν ὡς δε‐ σπότην, ἑαυτὸν δὲ δοῦλον. ὅτε δὲ ὁ θεράπων τοῦ ᾍδου ἀπήγγειλε τῷ Ξανθίᾳ, ὅτι ἡ κόρη (δεῖπνον καὶ) ὄψα
15ἐποίησε, δεσπότην πάλιν ἑαυτὸν ποιεῖ, τὸν δὲ Ξανθίαν δοῦλον. ἀποδέχεται δὲ τὸν Διόνυσον ὁ χορὸς ὡς μὴ μέ‐ νοντα ἐπὶ τοῖς αὐτοῖς.

sch ran

535

ἀντὶ τοῦ εἰς πάντα τετριμμένος. R.

sch ran

536

(μετακυλίνδειν: Ὅμοιον τῷ ἐν Ἀλκμήνῃ Εὐ‐ ριπίδου
οὐ γάρ ποτ’ εἴων Σθένελον ἐς τὸν εὐτυχῆ
χωροῦντα τοῖχον τῆς δίκης ἀποστερεῖν.
)
5παροιμία δέ ἐστι, πρὸς τὸν εὖ πράττοντα τοῖχον ῥέ‐ πειν, ἐπὶ τῶν περὶ τὸ λυσιτελοῦν αὑτοῖς ἀεὶ στρεφομέ‐ νων. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν ἐπιβατῶν τῆς νεὼς, ὅταν θατέρου μέρους αὐτοῖς κατακλυζομένου, πρὸς τὸ ἕτερον οὗτοι μεθίστανται. —τὴν μεταφορὰν εἶπεν ὡς
10ἐπὶ τοῦ ἐπιβάτου· ὅταν γὰρ ταραχθῇ ἡ θάλασσα καὶ κινδυνεύῃ τὸ πλοῖον, ὁ ἐπιβάτης σωφρονῶν τὸν μὲν ἕτερον τοῖχον ἐᾷ, εἰς δὲ τὸν ἕτερον μετακυλίνδει ἑαυ‐ τόν. V.

sch ran

537

τὸ καλῶς πρᾶττον μέρος. R.

sch ran

538

ἢ γεγραμμένην: Ἀντὶ τοῦ, μηδὲν ἀνύοντα· ὅτι ἀκίνητον τὸ ἐπιγεγραμμένον τῇ εἰκόνι.

sch ran

539

μεταστρέφειν: Μεταστρέφεσθαι. C.
τὸ ἡδύτερον καὶ εὖ ἔχον. V.291

sch ran

541

Θηραμένης: Οὗτος τῶν τὰ πολιτικὰ πραττόν‐ των. σκώπτει δὲ αὐτὸν ὡς εὐμετάβολον ὄντα καὶ πρὸς τὸν καιρὸν ἁρμόζοντα. οὗτος δὲ γέγονεν ὁ Θηραμένης διδάσκαλος Ἰσοκράτους, (στρατηγὸς δὲ καὶ ὑποκριτὴς
5εὐμετάβλητος, Ἄγνωνος παῖς, Στειριεὺς τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγὴ, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένου, καὶ ἡ τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κα‐
10τάστασις. τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίας τῆς τελευτῆς ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λʹ ἀνῃρέθη, Κριτίου κρίναντος αὐτόν. ἔνιοι δέ φασι καὶ καταφυγόντα αὐτὸν ἐπὶ τὴν ἑστίαν ἀποσπασθῆναι. τοῦτον διὰ τὴν ποικιλίαν τοῦ ἤθους Κόθορνον ἐκάλουν, ἐπειδὴ ἑκατέρᾳ
15στάσει τῇ τῶν πολιτευομένων ἑαυτὸν παρετίθει, καθο‐ μιλῶν τοῖς καιροῖς καὶ τὸ συμφέρον ἑαυτοῦ τοῦ πιστοῦ προτάσσων, ἐπειδὴ καὶ ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. δοκεῖ δὲ οὗτος καὶ τὰ τρία ψηφίσασθαι ἐπιζήμια, ἢ δεσμεύεσθαι ἐν τῷ ξύλῳ,
20ἢ πιεῖν κώνειον, ἢ ἐκφυγεῖν. δοκεῖ δὲ ἀπὸ Κέω τῆς νήσου εἶναι, οὐκ εἶναι δὲ γνήσιος, ἀλλὰ ποιητὸς υἱὸς τοῦ Ἄγνωνος. ὁ Θουκυδίδης δὲ [8, 68] αὐτὸν ἐπαινεῖ.) Ἄλλως. ὁ Θηραμένης οὗτος ἀνὴρ πανοῦργος ἦν, καὶ πρὸς τοὺς καιροὺς μεταβαλλόμενος. Χῖοι γὰρ καὶ Κῖοι
25πόλεμον εἶχον πρὸς ἀλλήλους. ὅτε οὖν παρὰ Χίοις ἦν, Χῖον ἑαυτὸν ἐκάλει· ὅτε δὲ παρὰ Κίοις, Κῖον· τῇ δὲ ἀληθείᾳ Χῖος ἦν.

sch ran

542

ἐν στρώμασι Μιλησίοις: Ἐκεῖ γὰρ ἐν Μιλήτῳ καλὴ ἡ τῶν στρωμάτων ἐργασία. (καὶ τὰ Μιλήσια στρώματα ποικίλα καὶ ἁπαλὰ γίνεται καὶ διάφορα.) εἰς τρυφὴν δὲ οἱ Μιλήσιοι διαβάλλονται, καὶ εἰς τὸ
5στολῆς πολυτελές· ἐσθῆτές τ’ ἐνταῦθα κατεσκευάζοντο ποικίλαι καὶ τάπητες· ὡς καὶ Θεόκριτος [15, 125]
πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνου,
ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν καταβόσκων.
ἀμίδα δὲ, τὴν οὐρητρίδα, τὸ οὐρηρὸν ἀγγεῖον.

sch ran

543

ἀνατετραμμένος: Ἀνακείμενος καὶ φιλῶν ὀρ‐ χηστρίδα. R. V. ἄνω χάσκων. V. ἀνακεκλιμένος καὶ ἐξηπλωμένος. κινῶν: Συνουσιάζων. E.

sch ran

544

ἐγὼ δὲ πρὸς τοῦτον: Ὁρῶν γὰρ ὁ Διόνυσος συνιόντα τῇ ὀρχηστρίδι τὸν Ξανθίαν, καὶ ὥσπερ ἐρε‐ θιζόμενος τοῦ αἰδοίου ἐδραττόμην (φησὶν) ἀντὶ τοῦ ἐμαυτοῦ, ὁ δὲ Ξανθίας γνοὺς ἅτε καὶ αὐτὸς πρότερος
5τὰ αὐτὰ ποιῶν ἐπάταξεν ἄν με.

sch ran

545

τοῦ ’ρεβίνθου: Τοῦ αἰδοίου. τὸ δὲ ὅλον, ὡς ταῦτα τοῦ Ξανθίου ποιοῦντος, ἐπειδὰν διακονῇ τῷ Διονύσῳ, καὶ διὰ τοῦτο ἐπιγνόντος ἂν αὐτὰ, εἰ ἀνὰ μέρος ἐποίει ὁ Διόνυσος. —ἢ κυρίως ἐρεβίνθου· εἰώ‐
5θασι γὰρ οἱ δοῦλοι ἐν τοῖς τῶν δεσποτῶν πότοις εἰς παραμυθίαν ἑαυτῶν τοιαῦτα περιφέρειν. V.

sch ran

548

τοὺς χοροὺς τοὺς προσθίους: Ἀντὶ τοῦ εἰπεῖν ὀδόντας, εἶπεν χορούς. Διόνυσος γάρ ἐστιν ὁ τῶν χο‐
ρῶν προστάτης. τὸ δὲ ὅλον παρὰ τὴν ὑπόνοιαν.Column end

sch ran

549

Πλαθάνη, Πλαθάνη: Κορωνὶς ὁμοία εἰσιόν‐ των τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μαʹ, ὧν τελευταῖος
δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
5πανδοκεύτρια πρὸς Πλαθάνην θεράπαιναν ἑαυτῆς λέγει. εἰσάγει δὲ τὸν Ἡρακλέα νῦν βεβρωκότα τι. (554) ἀνημιωβολιμαῖα δὲ, ἀντὶ τοῦ, ἕκαστον αὐτῶν ἥμισυ ὀβολοῦ ἦν, ἄξιον ἡμιωβολίου. (ἢ ὠμὰ ὄντα κατὰ τὸ ἥμισυ. Ἄλλως. ὅτι ἰδίως ἐπὶ τοῦ ἀνημιωβολίου πω‐
10λούμενα. ἀπὸ δὲ συντάξεως ὀνόματα γίνεται καλὸς καὶ ἀγαθὸς, καλοκαγαθία· θεοῖς ἐχθρὸς, θεοεχθρία· οὕτως ἀν’ ἡμιωβόλιον, ἀνημιωβολιαῖον. δηλοῖ δὲ ἡμιω‐ βόλου ἄξια. ἐπισημειοῦσθαι δὲ τὴν λέξιν ἔδει τῷ χ. ἀνάβραστα δὲ,) ζεστὰ, ἡψημένα. —ζεστὰ, παρὰ τὸ
15βράσσειν. V. ἀνημιωβολιαῖα: Ἄξιον ἡμίσεος ὀβολοῦ ἓν ἕκαστον. C. παλαιόν: Ὅτι ὥσπερ ἀπὸ τοῦ καλὸς καὶ ἀγαθὸς σύνθετον ὄνομα γίνεται καλοκαγαθία, καὶ ἀπὸ τοῦ θεὸς καὶ τοῦ ἐχθρὸς θεοεχθρία, οὕτω καὶ ἀπὸ τοῦ
20ἥμισυ καὶ τοῦ ὀβολὸς, ἡμιωβολιαῖον, τὸ ἡμιοβόλου ἄξιον. διὸ καὶ ἐπισημειοῦσθαι τὴν λέξιν τῷ χ. Cant.2.

sch ran

550

ὅτε ἦλθεν ἐπὶ τὸν Κέρβερον. V.

sch ran

551

ἡ ἑτέρα πανδοκεύτρια. R.

sch ran

552

τῷ Διονύσῳ δηλονότι. R. V.

sch ran

554

ἀντὶ τοῦ ὁ Διόνυσος. ὁ Ξανθίας δὲ ἠρέμα λα‐ λεῖ. V.

sch ran

555

[ληρεῖς ὦ γύναι: Οὐ δείκνυται Ἡρακλῆς σκο‐ ρόδων γευσάμενος. διὸ πρὸς ταύτην φησὶ, ληρεῖς, ὦ γύναι.]

sch ran

556

οὔμενούν με προσεδόκας: Οὐ προσεδόκας με γνῶναί σε, ἐπειδὴ κόθορνος τοῦ Διονύσου ἐστὶν, οὐ τοῦ Ἡρακλέους. —κοθόρνους τὰ ὑποδήματα. R. V.

sch ran

558

τὸ τάριχος: Οὕτως ἔλεγον οἱ Ἀττικοὶ, οὐδετέ‐ ρως. ἐπελαθόμην δὲ, φησὶν, εἰπεῖν τὸ τάριχος.

sch ran

559

νέον, ἁπαλόν. V.

sch ran

560

αὐτοῖς τοῖς ταλάροις: Ἔτι ὄντα, φησὶν, ἐν τοῖς μικροῖς καλαθίσκοις. —ταλάροις: Τυροβόλοις. Borg. τοῖς μικροῖς καλαθίοις, ὅπου ὁ τυρός ἐστι. R. αὐτοῖς: Σύν. ταλάροις: Καλαθίσκοις. λέγει δὲ τὰ λεγόμενα
5ἰδιωτικῶς τυροβόλια. C.

sch ran

561

ἀπῄτουν. V. Θ.

sch ran

562

κἀμυκᾶτο (κἀπεμυκᾶτο E.): Ἐπεβριμήσατο. D. E. πικρὸν ἐβρυχᾶτο, ἐμήνιεν. R. V. Θ. M.

sch ran

563

οὗτος ὁ τρόπος πανταχοῦ: Τὸ τρώγειν καὶ μὴ διδόναι, φησὶ, τὸν μισθόν. τοῦτο δὲ ὁ Ξανθίας, ἐπαί‐ ρων κατὰ τοῦ Διονύσου τὰς γυναῖκας.

sch ran

564

(μαίνεσθαι δοκῶν: Καὶ παρ’ Εὐριπίδῃ μαινό‐ μενος Ἡρακλῆς καὶ σπῶν τὸ ξίφος. πρὸς τοῦτο οὖν παίζει.)

sch ran

565

ἀντὶ τοῦ δείσασαι δυϊκῶς. R. V.

sch ran

566

κατήλιφα: Τὴν μεσόδομον, (ἢ τὴν κλίμακα). —κλίμακα. Br. σανίδα, ἐν ᾗ πάντα τὰ πωλούμενα τιθέασιν, εἰς ἣν ἀναβαίνοντες οἱ κατοικίδιοι ὄρνις ἐκεῖ
κοιμῶνται. νομίζουσι δὲ Ἡρακλέα τὸν Διόνυσον εἶναι292
5ὡς ἡρπακότα τὰ χρειώδη καθ’ ᾍδου, ὅτε κατῆλθεν ἐπὶ τὸν Κέρβερον. V.

sch ran

567

τὰς ψιάθους: Οἷον καὶ τὰ στρώματα τοῦ παν‐ δοκείου. ἐν δὲ τῷ Καλλιστράτῳ γέγραπται τοὺς ψιά‐ θους, καὶ ὅτι σεσημείωται τοῦτο, ὅτι ἀρσενικῶς εἶπε. —ὅτι ὧδε ἀρσενικῶς, ὧδε δὲ θηλυκῶς, διὸ τὸ χ. V. Θ.
5(τὸ δὲ, ἀλλ’ ἐχρῆν τι δρᾶν, δύναται καὶ ἡ γυνὴ λέγειν, ἀντὶ τοῦ τιμωρήσασθαι.) —ἐχρῆν ὑμᾶς τι δρᾶν περὶ αὐτόν. Br.

sch ran

569

τὸν προστάτην Κλέωνα: Ἦν γὰρ ἀποθανὼν τότε. τὰ δὲ δράματα καθ’ ᾅδου νῦν. Κλέωνα δὲ τὸν βυρσοδέψην, εἰς ὃν γέγραφε τοὺς Ἱππέας. Ὑπέρβολον δὲ, εἰς ὃν καὶ Εὔπολις ἔγραψε τὸν Μαρικᾶν. ἀπώλετο
5δὲ περὶ τὴν Σάμον, πολεμούντων αὐτῷ τῶν Σαμίων.

sch ran

570

ἐάνπερ ἐπιτύχῃς: Ὡς καὶ τοῦ Ὑπερβόλου τεθνηκότος. παρατηρητέον δὲ ὅτι τέσσαρες ἐπὶ σκηνῆς διαλέγονται.

sch ran

573

φορτία: Ψωμοὺς, κρέα, τυροὺς, καὶ τἄλλα. τινὲς δὲ ἤκουσαν τὰ κόπρια φορτικῶς.

sch ran

574

τινές φασι τὸν Διόνυσον λέγειν τοῦτον τὸν στί‐ χον. R. ὄρυγμα ἐν Ἀθήναις, εἰς ὃ ἐβάλλοντο οἱ κα‐ κοῦργοι. V.

sch ran

576

κόλικας: Ἢ ἄρτους, ἢ ἔντερα. τὸ δὲ ᾧ, οὐ πρὸς τὸ δρέπανον, ἀλλὰ πρὸς τὸν λάρυγγα. κατέσπασας δὲ ἀντὶ τοῦ κατεβρόχθισας.

sch ran

578

ἐκπηνιεῖται: Ἃ ἔφαγεν ἡμῶν, ἀφελκύσει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων εἰς πηνία. (Ἄλλως. ἐξελκύσει ἀπὸ τοῦ πηνίου. Ὅμηρος [Il. Ψ, 762] «πηνίον ἐξέλκουσα.») ἢ ἐξάξει. ἀπὸ μεταφορᾶς τῆς κατὰ μι‐
5κρὸν ἐκ τοῦ σκώληκος ἐξαγομένης πήνης. εἰ δὲ διὰ τῆς οι διφθόγγου γράφεται, μετὰ τιμωρίας ἀπαιτήσει.τὸ ἐκποινιεῖται ἢ διὰ τοῦ ο καὶ ι γράφεται, ἀντὶ τοῦ μετὰ τιμωρίας ἀπαιτήσει. ἢ διὰ τοῦ η, ἵν’ ᾖ ἀντὶ τοῦ ἐξάξει. ἐπειδὴ καὶ τὴν μέταξαν καταρχὰς ἐκ τοῦ
10σκώληκος ἐξάγομεν κατὰ μικρόν. πήνη δὲ ἡ μέταξα. C. E. ἐξελκύσει. D. ἐκποινιεῖται: Μετὰ τιμωρίας λά‐ βοι. E. προσκαλούμενος: Ἀντὶ τοῦ ἐγκαλῶν, εἰς δικαστή‐ ριον ἕλκων, (κατηγορῶν αὐτοῦ).

sch ran

579

(κάκιστ’ ἀπολοίμην: Ἐνταῦθα φοβούμενος ὁ Διόνυσος ὑποκρίνεται φιλίαν πρὸς Ξανθίαν, ἵνα πάλιν Ἡρακλῆς γένηται, καὶ αὐτὸς Ξανθίας κελευόμενος ὑπὸ Διονύσου.)

sch ran

582

καὶ πῶς ἂν Ἀλκμήνης: Ἅπερ πρὸς αὐτὸν ὁ Διόνυσος πρότερον ἔλεγε, ταῦτα λέγει καὶ αὐτὸς εἰρω‐ νευόμενος καὶ παίζων.

sch ran

588

γλάμων: (Ὁ ἔχων λήμας, ὁ ἀκάθαρτος), πα‐ ρόσον ἐρώμενος, φασὶν, ἦν Διονύσου. Καλλίστρατός φησιν ὅτι οὕτως ἐκαλεῖτο Γλάμων, ὡς Χάρων. ἄλλοι δὲ, τὸν λημῶντα καὶ δίυγρον τοὺς ὀφθαλμούς. Σοφο‐
5κλῆς ἐν Μάντεσιν ἐπί τινων ὀρνέων «τοὺς γλαμυροὺς «κατὰ φορβάν.»

sch ran

589

κἀπὶ τούτοις λαμβάνω, ἐπὶ τῷ μὴ ἀφαιρεῖσθαί
με τὸ Ἡρακλέους σχῆμα. V.Column end

sch ran

590

νῦν σὸν ἔργον: Εἴσθεσις μελῶν χοροῦ περιο‐ δικὴ καὶ ἀντίστροφος ὁμοία τῇ προρρηθείσῃ, καὶ τὸ σύστημα τοῖς αὐτοῖς τῶν ἐν τῇ στροφῇ κατά τε ποσό‐ τητα καὶ ποιότητα κώλοις συγκείμενον ἔχουσα. ἧς ἐπὶ
5τῷ τέλει παράγραφος. τοῦ δὲ συστήματος δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλοσ—ὁ χορὸς πρὸς τὸν Ξανθίαν. R. V. (τὸ δὲ ἑξῆς·) νῦν σὸν ἔργον ἐστὶν ἀνανεάζειν.

sch ran

593

ἀντὶ τοῦ Ἡρακλέους. R. V. μωραίνων ληφθή‐ σῃ. V.

sch ran

594

παραληρῶν: Ἀγενές τι ποιῶν, καὶ οὐ τῆς Ἡρακλέους σκευῆς ἄξιον. —οὐδὲν πλέον τοῦ ληρῶν. R. V.

sch ran

595

ἀντὶ τοῦ μαλακισθείς. R. V. ἀντὶ τοῦ ἂν εἴπῃς τι. V.

sch ran

603

ὀρίγανον: Ἀντὶ τοῦ δριμύ. τοιοῦτον γὰρ τὸ φυτόν. —πρὸς τὸ ἄνω. δεῖν δὲ ἔοικε δριμὺ βλέ‐ πειν. R. V.

sch ran

604

ἀντὶ τοῦ φοβεῖσθαι. R. V.

sch ran

605

ξυνδεῖτε ταχέως: Κορωνὶς αὖθις ἑτέρα εἰσιόν‐ των τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξεʹ· ὧν τελευταῖος πρότερον ποιῆσαι πρίν με τὰς πληγὰς λαβεῖν.
5ὁ ξʹ μέντοι ἰαμβικὸς ἑφθημιμερής. εἶτα κῶλον ἀντι‐ σπαστικὸν ἐξ ἐπιτρίτου πρώτου ἡμιόλιον. μεθ’ ὃ μονό‐ μετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου, καὶ Ἰωνικὸν ἀπ’ ἐλάσσονος ἡμιόλιον. ἐπὶ τῷ τέλει πάντων κορωνίς. τὸν κλέψαντα τὸν κύνα τὸν Κέρβερον.

sch ran

606*

ἥκει τῳ κακόν: Ὁ Διόνυσος τοῦτο λέγει, ὅπερ καὶ ὁ Ξανθίας περὶ αὐτοῦ ἀνωτέρω. ἀμέλει δώσει δίκην. (ἡσυχῆ δὲ ταῦτα λέγει.)

sch ran

607

μὴ πρόσιτον: (Οὐκ εὖ οὐδὲ κυρίως τὸ πρόσιτον προκαλεῖται. δύναται δὲ ἄλλοις μὲν λέγειν τὸ πρόσιτον ἑπομένοις αὐτῷ, ἄλλους δὲ ἔτι καλεῖν.) ὧν καὶ τὰ ὀνό‐ ματα εἴρηκεν ὡς δούλων, ἢ τοξοτῶν βαρβάρων. τινὲς δέ
5φασιν, ἐκ τοῦ, εἶεν καὶ μάχει, τὸν παρὰ τοῦ Πλούτω‐ νος ἐξελθόντα λέγειν ἕως τοῦ, κλέπτοντα τἀλλότρια. τὸ δὲ μἀλλ’ ὑπερφυᾶ, τὸν Διόνυσον λέγειν. εἶτα πάλιν τὸν παρὰ τοῦ Πλούτωνος, σχέτλια μὲν οὖν καὶ δεινά. ἔνιοι δέ φασι πάντα αὐτὸν λέγειν τὸν Πλούτωνα, ἀγα‐
10νακτοῦντα ἐπὶ τῷ τύπτεσθαι τοὺς ἀκολούθους ὑπὸ Ξανθίου, ἀπὸ τοῦ εἶεν καὶ μάχει, ἕως τοῦ, σχέτλια μὲν οὖν καὶ δεινά. —εἶεν ταῦτα ἃ λέγεις καὶ μάχῃ ἡμῖν. Br.

sch ran

610

εἶτ’ οὐχὶ δεινὰ: Εἶτ’ οὐχὶ δεινὰ, κλέπτοντα τοῦτον τὰ ἀλλότρια πρὸς τούτῳ τύπτειν; —δεινὰ ἀντὶ τοῦ μεγάλα. R. V. οὐ δεινὸν, φησὶν, ὅτι καὶ τύπτει κλέψας; R.

sch ran

611

(μάλ’ ὑπερφυᾶ: Τιμαχίδας βραχέως ἀξιοῖ προφέρεσθαι, οὐ πιθανῶς, συναλοιφῆς οὔσης ἐκ τοῦ μή καὶ ἀλλά. ὅτι γὰρ τῷ μή πολλαχῇ ἀντὶ τοῦ οὐ χρῶν‐ ται, πολλάκις εἴρηται.)

sch ran

614

ἀντὶ τοῦ τυχόν. R. V.293

sch ran

615

σοι: Χάριν σου. C. γενναῖον: Ἀντὶ τοῦ εὐγε‐ νές. R. V.

sch ran

616

βασάνιζε γὰρ τὸν παῖδα: Λέγεται βασανίζειν καὶ τὸ χωρὶς πληγῶν ἀνακρίνειν, ἀπὸ τῆς βασάνου λίθου. —τὸν Διόνυσον. V.

sch ran

618

ἐν κλίμακι δήσας: Τὸ ἐν πρὸς τὸ δήσας, ἀντὶ τοῦ ἐνδήσας κλίμακι. ἀντὶ τοῦ, εἰς κλίμακα δήσας, ὡς Ὅμηρος [Il. Α, 593] «κάππεσον ἐν Λήμνῳ.» ἀντὶ τοῦ εἰς τὴν Λῆμνον.

sch ran

619

ὑστριχίδι: Ἐκ δέρματος μετ’ αὐτῶν τῶν τρι‐ χῶν μάστιξ. R. V. ἐξ ὑείων τριχῶν μάστιγι. Br.

sch ran

621

ὀπτὰς πλίνθους. V. πλὴν πράσῳ μὴ τύπτε τοῦ‐ τον: Ἐπεὶ οἱ ἐλεύθεροι πρὸ τούτου πράσοις ἐδέροντο καὶ σκορόδοις. (τὸ δὲ χ πρὸς τὸ ἔθος τοῦ τύπτειν. οἱ δὲ ὅτι διώρισται τὸ πράσον ἀπὸ τοῦ γητείου. τινὲς γὰρ
5οἴονται εἶναι τὸ τοῦ πράσου φύλλον. δύναται μὲν οὖν ἐν ἤθει τὰ ὄντως χαλεπὰ προσθεὶς, ἐπιφέρειν· πλὴν μὴ τούτοις αὐτὸν τύπτε, ἅπερ ἐστὶν ἐλαφρότατα. δύναται δὲ καὶ ἄντικρυς· βασάνιζε πανταχῶς αὐτὸν, μὴ ἐν παιδιᾷ, μηδὲ ὡς τοὺς ἐλευθέρους παῖδας τῷ ἐκκαυλή‐
10ματι τοῦ πράσου τύπτουσιν ἢ τοῦ γητείου.)

sch ran

623

κἄν τι πηρώσω: Ἐὰν βλάψω μέρος τοῦ σώ‐ ματος τοῦ παιδίου τύπτων, τὴν τιμὴν λήψῃ.

sch ran

625

μὴ δῆτ’ ἔμοιγε: Οἷον ἄνευ τιμῆς, οὐδὲν θέλω ὑπὲρ αὐτοῦ. τινὲς δὲ, μὴ δῆτ’ ἐμέ γε, τοῦτον δὲ βα‐ σάνιζ’ ἀπαγαγών. αὐτὸν μὲν οὖν. εἶναι δὲ καὶ ὅλον τοῦ Ξανθίου. —μὴ δῆτ’ ἔμοιγε πηρώσῃς αὐτὸν, ἀλλ’
5ἀπαγαγὼν αὐτὸν, οὕτως ὡς ἔφην βασάνιζε. E.

sch ran

626

ἡ κατά ἀντὶ τῆς ὑπό. R.

sch ran

627

κατάθου: Ἀπειλῶν τῷ Διονύσῳ λέγει τὸ κα‐ τάθου.

sch ran

628

μηδὲν ψεῦδος: Ὁ γὰρ τόπος οὐ δέχεται ψεῦ‐ δος, ὅπου πᾶσα κρίσις. τὸ δὲ ἀγορεύω ἐν ὀργῇ λέλε‐ κται.

sch ran

632

ταῦτ’ ἀκούεις: Ὁ παρὰ τοῦ Πλούτωνος τοῦτό φησι τῷ Ξανθίᾳ. ἀντὶ τοῦ, ὄντως εἶ δοῦλος.

sch ran

636

οὐ καὶ σὺ τύπτει: Τὸ τύπτει δεύτερον πρόσω‐ πον, Ἀττικῶς. —[ὁ Διόνυσος πρὸς τὸν Ξανθίαν] ὅτι Ἡρακλέα σαυτὸν λέγεις. R. V. τινές φασι τοῦ Ξανθίου ὅλον εἶναι. (τινὲς δὲ, τοῦ Διονύσου πρὸς τὸν Ξανθίαν.)
5θεὸς γὰρ ὁ Ἡρακλῆς, ὃν ὁ Ξανθίας ἐμιμεῖτο.

sch ran

638

ἢ προτιμήσαντά τι: Φροντίσαντα τῶν πληγῶν, Ἀττικῶς. ἢ ἐπιστραφέντα, τοῦ δακρῦσαι ἢ ἀποιμῶξαι ἕνεκα. —προτιμήσαντα: Φροντίσαντα, ἢ αἴσθησιν λαβόντα. Br.

sch ran

644*

παρακινήσαντα: Κινηθέντα, ἢ σαλευθέντα, (ἐκτραπέντα τοῦ καθεστηκότος ἢ αἰσθανθέντα, παρό‐ σον ὁ αἰσθανόμενος μάστιγος κινεῖται.) —ἀποκινή‐ σαντ’: Ἐκτραπέντα τοῦ καθεστηκότος. E.

sch ran

645

ἤδη ’πάταξά ς’: Πιθανὸν τὸν Ξανθίαν πρῶτον τύπτεσθαι. (οὕτω γὰρ καὶ τὸ «οὐ μὰ Δί’ ἀλλ’ ἐφρόν‐ τισα, ὁπόθ’ Ἡράκλεια τἀν Διομείοις.» τινὲς [μὲν ὅτι Ξανθίας]. εἰς αὐτὸν [γὰρ] ἐλεύσεται, ἅτε δὴ
5Ἡρακλέα τέως ὄντα. τινὲς δὲ, ὅτι Διόνυσος. ἔχει δὲ καὶ τοῦτο λόγον, ὅτι θεράπων νῦν ἐστιν ὁ Διόνυσος καὶ πρῶτος τύπτεται.) προσποιεῖται γοῦν (ὁ ἕτερος) μὴ αἰσθάνεσθαι, λέγων, οὐδ’ ἐμοὶ δοκεῖς.Column end

sch ran

646

πηνίκα: Ὡς μὴ αἰσθανόμενος καὶ αὐτὸς ὁ Διόνυσος λέγει· πότε με ἔτυψας.

sch ran

647

κᾆτα πῶς οὐκ ἔπταρον: Οὐκ ᾐσθόμην. ὁ γὰρ πταρμὸς κεφαλῆς κίνησις καὶ αἴσθησις. ἢ ἐπεὶ οἱ θι‐ γόντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται, ἢ ὀσφραίνονται προσενεγκόντες. οὕτω, φησὶν, ἥψατό μου
5ἡ πληγὴ, ὃν τρόπον ἅπτεται κάρφος μυκτῆρος.

sch ran

649

οὔκουν ἀνύσεις: Οὐ σπεύσεις· αὐτὸς ὁ μαστι‐ γούμενος ἐπικελεύων τῷ τύπτοντι.

sch ran

651

τἀν Διομείοις: Δῆμος τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Διόμου (ἐρωμένου) τοῦ Ἡρακλέους. ἔστι δὲ Ἡράκλειον αὐτόθι. περὶ οὗ καὶ Ῥιανός φησι δηλῶν, ὅτι Δίομος Ἡρακλῆς ἐγένετο. —τοῦτο ὡς ἀλγήσας φησί. R.

sch ran

652

ἐπὶ τὸν ἕτερον, ἵνα τύψῃ αὐτόν. R. ἄνθρωπος ἱερός: Ἀποδέχεται αὐτὸν ὁ τύπτων ὡς δερόμενον καὶ φροντίζοντα τῶν μυστηρίων. τυπτόμενος γὰρ θείας τελετῆς μέμνηται.

sch ran

653

τὸ ἰοὺ ἰού ὡς αἰσθόμενος ὁ Διόνυσος λέγει. R. ἱππέας ὁρῶ: Ὡς θαυμάζων ἱππέων ἔφοδον. προφάσεις δὲ ἐξευρίσκουσι γελοίως.

sch ran

654

κρομμύων ὀσφραίνομαι: Τοῦτο γὰρ συμβαίνει, τὸ δακρύειν ἀκουσίως, τοῖς ὀσφραινομένοις κρομμύων. —ταῦτα γὰρ παρεκτικὰ δακρύων. Θ.

sch ran

655

(ἔπειτα προτιμᾷς οὐδέν: Καὶ νῦν οἷον οὐκ ἐπιστρέφῃ. δύναται δὲ τὸ αὐτὸ πρόσωπον λέγειν ὅλον.)

sch ran

657

τὴν ἄκανθαν ἔξελε: Ὁ Ξανθίας ἀλγήσας λέγει. R. ἐπάρας (τὸν πόδα) τὴν πτέρναν δείκνυσι.

sch ran

658

τί τὸ πρᾶγμα τουτί: Ὡς δυσκρίτως ἔχων τοῦτο λέγει ὁ Αἰακός.

sch ran

659

(Ἄπολλον, ὅς που: ᾌδειν προσποιεῖται αἰσθό‐ μενος ὁ Διόνυσος. οἱ γὰρ ἀλγοῦντες τοὺς θεοὺς ἀνακα‐ λοῦνται.)

sch ran

661

(ἴαμβον Ἱππώνακτος: Ὡς ἀλγήσας καὶ συγ‐ κεχυμένος οὐκ οἶδε τί λέγει· ἐπεὶ οὐχ Ἱππώνακτος, ἀλλ’ Ἀνανίου. ἐπιφέρει δὲ ὁ Ἀνανίας αὐτῷ
ἢ Νάξον, ἢ Μίλητον, ἢ θείαν Κλάρον
5ἵκου καθ’ ἱέρ’, ἢ Σκύθας ἀφίξεαι.)

sch ran

662

τὰς λαγόνας σπόδει: Κάθαιρε. σποδεῖν γὰρ κυρίως τὸ τοὺς βωμοὺς καθαίρειν.

sch ran

664

ὁ ἕτερος τῶν τυπτομένων λέγει. R.

sch ran

665

(ὃς Αἰγαίου πρῶνας: Παρὰ τὰ Σοφοκλέους ἐκ Λαοκόωντος «Πόσειδον, ὃς Αἰγαίου μέδεις πρῶνας, ἢ «γλαυκᾶς μέδεις εὐανέμου λίμνας, ἐφ’ ὑψηλαῖς σπιλά‐ «δεσσι στομάτων.»)

sch ran

668

ἀμφότεροι γὰρ ὠδυνήθησαν. R. V.

sch ran

670

ὁ ᾍδης. R. ὁ Πλούτων. Θ. τὸν θεὸν ἐξ ὑμῶν. R. V.

sch ran

675

Μοῦσα χορῶν ἱερῶν: Κἀνταῦθα παράβασίς ἐστιν, ἀλλ’ οὐκ ἔχει πάντα μέρη τῆς παραβάσεως, ἀλλὰ
μόνα τὰ τέσσαρα, τὴν ᾠδὴν, τὸ ἐπίρρημα, τὴν ἀντῳ‐ δὴν, τὸ ἀντεπίρρημα. ἔστι γοῦν ἡ παροῦσα ᾠδὴ ἐκ294
5κώλων πολυσχηματίστων ιβʹ. ὧν τὸ πρῶτον τετρά‐ μετρον βραχυκατάληκτον ἀσυνάρτητον προσοδιακὸν ἀναπαιστικὸν καλούμενον, ἢ δακτυλικὸν τετράμετρον ἀκατάληκτον. τὸ δεύτερον ἀναπαιστικὸν δίμετρον κα‐ ταληκτικόν. τὸ τρίτον ὅμοιον τρίμετρον ἀκατάληκτον,
10κατὰ τὴν τρίτην χώραν τῆς μὲν ᾠδῆς ἀμφιβράχεος, τῆς δ’ ἀντῳδῆς κρητικοῦ κειμένου. τὸ τέταρτον χοριαμ‐ βικὸν, τοῦ δευτέρου ποδὸς ὄντος διτροχαίου, τρίμετρον βραχυκατάληκτον. τὸ εʹ ἀναπαιστικὸν δίμετρον ἀκατά‐ ληκτον. τὸ ϛʹ δίμετρον ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ
15χοριάμβου ἀκατάληκτον. τὸ δὲ τῆς ἀντῳδῆς ἐκ διιάμ‐ βου καὶ διτροχαίου, τὸ ἕβδομον δακτυλικὸν πενθημι‐ μερές. τὸ ὄγδοον χοριαμβικὸν ἡμιόλιον, συνίζησιν ἔχον εἰς τὸ Θρηϊκία, διὰ τὸ ἡμιόλιον εἶναι τὸ τῆς ἀντῳδῆς ἐκ διτροχαίου. τὸ ἔνατον ὅμοιον τῷ πέμπτῳ καὶ τὸ δέκατον,
20τὸ ἑνδέκατον μονόμετρον ὑπερκατάληκτον. τὸ δωδέκατον τροχαϊκὸν δίμετρον βραχυκατάληκτον ἰθυφαλλικόν. ἡ δὲ ἀντῳδὴ ἰσόμετρος. ἐπὶ τῷ τέλει τῆς μὲν ᾠδῆς παρά‐ γραφος καὶ διπλῆ ἔσω νενευκυῖα· τῆς δὲ ἀντῳδῆς δύο δι‐ πλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ
25κατὰ τὸ τέλος. —Μοῦσα: Τερψιχόρη. Θ.

sch ran

679

Κλεοφῶντος: Κλεοφῶν στρατηγὸς τῶν Ἀθη‐ ναίων. καὶ εἰς τοῦτον τὸν δημαγωγὸν ὅλον δρᾶμα φέ‐ ρεται Πλάτωνος καὶ ἐπιγράφεται ὁμωνύμως αὐτῷ Κλεοφῶν. τοῦτον δὲ κωμῳδεῖ ὡς ξένον καὶ ἀμαθῆ καὶ
5φλύαρον (καὶ δυσγενῆ. Θρᾷκα γὰρ αὐτὸν ἔλεγεν. ἀν‐ τεποιεῖτο δὲ τῶν πρωτείων τῆς πόλεως).

sch ran

681

(Θρῃκία χελιδὼν: Ἵνα διαβάλλῃ αὐτὸν ὡς βάρβαρον. κωμῳδεῖται δὲ ὡς υἱὸς Θρᾴσσης. οὗτος δὲ ἦν ὁ καλούμενος Κλεοφῶν ὁ λυροποιός. καὶ Πλάτων ἐν Κλεοφῶντι δράματι βαρβαρίζουσαν πρὸς αὐτὸν πε‐
5ποίηκε τὴν μητέρα. καὶ αὐτὴ δὲ Θρᾷσσα ἐλέγετο.) χελιδὼν δὲ, ἀπαιδευσία. ἀηδόνιον δὲ νόμον, παρόσον ἡ ἀηδὼν τὸν ἑαυτῆς υἱὸν Ἴτυν θρηνεῖ. καὶ τοῦτον ἐπί‐ κλαυτον ᾄδειν λέγει συνειδότα ἑαυτῷ δεινότατα περὶ τὴν πόλιν πεπανουργηκότι. —ἀντὶ τοῦ ἀπαιδευσία. σκώ‐
10πτει δὲ αὐτὸν ὡς Θρᾷκα. R. V.

sch ran

684

γοερὸν, θρηνητικόν. R.

sch ran

685

κἂν ἴσαι γένωνται: Αἱ ψῆφοι δηλονότι αἱ λευκαὶ καὶ αἱ μέλαιναι. ὑπερβολικῶς δὲ εἶπεν, ὅταν γὰρ ἴσαι αἱ ψῆφοι γένωνται, ἀπολύεται ὁ κατηγορού‐ μενος. πρὸς τὸ ἔθος δὲ, ὅτι ὁ φεύγων ἀπολύεται ἴσων
5τῶν ψήφων ἐνεχθεισῶν, ἀπὸ τοῦ κατὰ τὸν Ὀρέστην γενομένου. Εὐριπίδης ἐν Ἰφιγενείᾳ τῇ ἐν Ταύροις [1469]
ἐξέσωσά σε
καὶ πρίν γ’ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας
10κρίνας’, Ὀρέστα.

sch ran

686

παράβασις τοῦ χοροῦ πρὸς τοὺς θεατάς. ἐπίρ‐ ρημα. V. τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι: Τὸ τοιοῦτον παράβασις καλεῖται, ἅπερ ἔλεγον ἐπιστρέφοντες πρὸς
τοὺς θεωμένους. ἔστι δὲ ὁ τρόπος ὅταν καταλιπὼν τὰColumn end
5ἑξῆς τοῦ δράματος ὁ ποιητὴς συμβουλεύσῃ τοῖς θεωμέ‐ νοις, ἢ ἄλλο τι ἐκτὸς λέγῃ τῆς ὑποθέσεως. σύγκειται δὲ ἐκ στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν κʹ. ὧν τελευταῖος
ὑστέρῳ χρόνῳ πότ’ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
10ἐπὶ τῷ τέλει διπλῆ ἔσω νενευκυῖα διὰ τὴν ἀνταπόδοσιν.

sch ran

688

ἐξισῶσαι τοὺς πολίτας: Τουτέστιν, ἐντίμους ποιῆσαι τοὺς ἀτιμωθέντας. τοιαύτη γὰρ κατάστασις ἐνειστήκει, καθ’ ἣν ἐφυγαδεύθησάν τινες τῶν πολιτῶν καὶ ἄτιμοι ἐγένοντο. —δημοκρατίαν ποιῆσαι. R. Θ. M.
5(Ἄλλως.) ἴσως κἀνταῦθα περὶ τῶν δʹ λέγει στρατηγῶν, οἷον, καὶ εἴ τις ἥμαρτε σφαλεὶς, ἀπολογησάσθω κατα‐ κληθείς. δείματα δὲ τὰς ἀτιμίας λέγει, τοὺς φόβους ἀφελεῖν ἀπὸ τῶν εὐλαβουμένων. —τὰ δείματα: Τοὺς φόβους τοῦ ἐπικειμένου πολέμου. Vict. τὸ δὲ Φρυνίχου
10παλαίσμασιν, ἐπεὶ ὁ τραγικὸς Φρύνιχος ἐν Ἀνταίῳ δράματι περὶ παλαισμάτων πολλὰ διεξῆλθεν, ὡς πρό‐ κειται. ἔθος δὲ ἔχουσιν οἱ κωμικοὶ παρακωμῳδεῖν τοὺς τραγικοὺς, ὅταν πολλάκις καὶ συνεχῶς χρῶνται τοῖς αὐτοῖς. Ἄλλως. στρατηγοῦντος αὐτοῦ ἡττήθησαν
15Ἀθηναῖοι, καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προ‐ δόντι τὸν πόλεμον. τινὲς δὲ τοῦτον κωμικὸν ποιητὴν λέγουσιν, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ πα‐ λαίοντας. ἐγένετο δὲ στρατηγὸς, ἐφ’ οὗ πολλοὶ ἥμαρ‐ τον τῶν στρατηγῶν καὶ ἄτιμοι ἐγένοντο.

sch ran

690

τοῖς ἡμαρτηκόσιν. R. V. ἐγγενέσθαι: Εἰς φιλίαν ἐλθεῖν. Vict.

sch ran

692

(εἶτ’ ἄτιμον φημὶ χρῆναι, ἕως τοῦ, κἀντὶ δού‐ λων δεσπότας: Ἐπειδὴ τοὺς συνναυμαχήσαντας δού‐ λους ἐλευθέρους ἐποίησαν. καὶ Πλαταιᾶς δὲ εἶπεν, ὡς καὶ τῶν Πλαταιέων ἀφέντων ἐλευθέρους τοὺς συνναυ‐
5μαχήσαντας περὶ Σαλαμῖνα.)

sch ran

694

καὶ Πλαταιᾶς: (Ἀντὶ τοῦ Πλαταιέας.) τοὺς συνναυμαχήσαντας δούλους Ἑλλάνικός φησιν ἐλευθε‐ ρωθῆναι, καὶ ἐγγραφέντας ὡς Πλαταιεῖς συμπολιτεύ‐ σασθαι αὐτοῖς, διεξιὼν τὰ ἐπὶ Ἀντιγένους τοῦ πρὸ
5Καλλίου. (Καλλίστρατός φησιν οὐ συναλοιφὴν εἶναι, ἀλλὰ διάλεκτον ἰδίαν, σημαίνουσαν τὸ δέον εἶναι.) ἢ ὁμοίους ἡγεῖσθαι τοῖς ἐν Πλαταιάσι τὸ Ξέρξου νενικη‐ κόσι πεζόν.

sch ran

695

οὐ μέμφομαι ὑμῖν. V. M.

sch ran

697

λείπει τούτοις. R.

sch ran

698

χοἱ πατέρες ἐναυμάχησαν: Ἴσως περὶ τῶν δʹ στρατηγῶν λέγει τῶν σωθέντων ἐκ τῶν δέκα τῶν περὶ Ἀργέννουσαν ναυμαχησάντων. κατεδικάσθησαν γὰρ αὐτοὶ μὴ ἀνελόμενοι τοὺς νεκρούς. καὶ οἱ μὲν ἓξ ὑπο‐
5μείναντες θανάτῳ ἐκολάσθησαν, οἱ δὲ λοιποὶ δʹ ἔφυγον· οὓς Ἀριστοφάνης κατακαλεῖσθαί φησι δεῖν καὶ ἐπιδίκους εἶναι. (ἡ δὲ Ἀργίνουσα κώμη ἦν τῆς Αἰολίδος. συμβα‐ λόντες γὰρ ἐνίκησαν Ἀθηναῖοι Λακεδαιμονίους καὶ νι‐ κήσαντες ἐπανῆλθον. ἐν δὲ τῇ ὁδῷ χειμῶνι περιπεσόν‐
10τες πολλοὶ τεθνήκασιν αὐτῶν καὶ τούτους ἐάσαντες οἱ
στρατηγοὶ ἐπανῆλθον οἱ ιʹ. καὶ οἱ μὲν ἓξ ἐκολάσθησαν, οἱ δὲ δʹ ἔφυγον. ἴσως δὲ καὶ ἐν τῷ, εἴτις ἥμαρτε Φρυ‐ νίχου παλαίσμασι, περὶ τῶν αὐτῶν δʹ λέγει· οἷον, καὶ εἴτις ἥμαρτε σφαλεὶς, ἀπολογησάσθω κατακληθείς.)295

sch ran

703

εἰ δὲ ταῦτ’ ὀγκωσόμεθ’: Ἐὰν δὲ ὡς μεγάλα ἁμαρτήματα ὑπερφονήσωμεν καὶ μὴ θελήσωμεν ἀνεῖ‐ ναι τοῖς συνναυμαχήσασι. ὑπερφρονήσωμεν, ἀλαζο‐ νευθῶμεν, μεγαλαυχήσωμεν.

sch ran

704

κυμάτων ἐν ἀγκάλαις: (Δίδυμός· φησι παρὰ τῷ Αἰσχύλῳ. ἔστι δὲ ὄντως παρὰ Ἀρχιλόχῳ
ψυχὰς ἔχοντες κυμάτων ἐν ἀγκάλαις. θέλει δὲ εἰπεῖν,) καὶ ταῦτα ὄντες ἐν πολλοῖς κινδύνοις.
5ἐνειστήκει γὰρ ὁ Πελοποννησιακὸς πόλεμος.

sch ran

705

ὑστέρῳ: Ὅτε βλαβησόμεθα τῷ πολέμῳ.

sch ran

706

(εἰ δ’ ἐγὼ ὀρθῶς ἰδεῖν: Τοῦτο Ἴωνός ἐστιν ἐκ Φοίνικος ἢ Καινέως «εἰ δ’ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέ‐ ρος, ὦ πολιῆται.» θέλει δὲ εἰπεῖν ὅτι εἰ δύναμαι κρί‐ νειν.) οἰμώξεται δὲ, τιμωρηθῆναι ὀφείλει. τὸ δὲ οὐ
5πολὺν, σύναπτε εἰς τὸ χρόνον. —ἐπιστήμων καὶ δυ‐ νατός. R.

sch ran

707

πολύν: Συναπτέον εἰς τὸ χρόνον. Θ. ὁ πίθηκος: Ὁ ἐοικὼς κατὰ τὴν ἡλικίαν πιθήκῳ. Θ. Vict.

sch ran

709

ὁ μικρὸς: Τῷ σώματι δηλονότι. [φαίνεται δὲ ὁ Κλειγένης περὶ τὰ πολιτικά. καὶ τῶν πλουσίων μέν ἐστι, ξένος δὲ καὶ βάρβαρος οὗτος.]

sch ran

710

ὁπόσοι κρατοῦσι: Δέον εἰπεῖν, ὁπόσης κρατοῦσι γῆς, οὐκ εἶπεν, ἀλλ’ ἐπήνεγκεν, ὅσα παρέχεται βαλα‐ νεὺς τοῖς λουομένοις σμήγματα. —οἱ βαλανεῖς τοῖς λουομένοις ἐχορήγουν σμήγματα· τοῦτον δὲ ὡς βαλα‐
5νέα ἐξάγει. V. Θ. M.

sch ran

711

κυκησιτέφρου κτλ.: Ταῦτα τοιαῦτα καθάρ‐ ματά ἐστιν, οἷς οἱ λουόμενοι χρῶνται τῶν βαλανέων πωλούντων. γίνεται δὲ κυκησίτεφρον ἀπὸ τοῦ κυκῶ, τὸ ταράσσω, καὶ τοῦ τέφρα. Vict.

sch ran

712

καὶ Κιμωλίας γῆς: Μία τῶν Κυκλάδων αὕτη ἡ νῆσος (ἡ Κιμωλία), νιτροποιὸς γῆ, (ἐξ ἧς τὸ νίτρον ἢ τῶν Ἐρυθρῶν τῆς Ἰωνίας ἀκρωτήριον, φέρον ἄμμον στυπτικήν). τὸν οὖν Κλειγένην ἐν τοιούτῳ ἤθει λέγει·
5ὥσπερ εἰ ἔλεγε, πονηρότατός ἐστι πάσης γῆς, ὁπόσης οἱ βαλανεῖς κρατοῦσι, Κιμωλίας καὶ τέφρας καὶ τῆς λοιπῆς τῆς τοιαύτης. —ἔστι δὲ εἶδος λευκῆς γῆς. R.

sch ran

714

εἰδὼς δὲ τάδε: Ἃ πείσεται, οὐκ ἄοπλος διάγει, ἀλλ’ ἐν χειρὶ ξύλον ἀεὶ φέρει, μήποτε καὶ ἀποδυθῇ. πολλοὶ γὰρ αὐτῷ ἀπειλοῦσι. Br. ἀντὶ τοῦ βιώσεται ὅτι οἰμώξεται. R.

sch ran

715

οὐκ εἰρηνικὸς: Ἀντὶ τοῦ οὐχ ἥσυχος, ἀλλ’ οἷον ἔνοπλος. εἰδὼς δὲ, φησὶ, τάδε, προσεποιεῖτο πρό‐ φασιν καὶ μανίαν, εἰδὼς ὅτι μισεῖται παρὰ τῶν πολι‐ τῶν. διὸ καὶ βακτηρίαν ἔχων περιῄει, δι’ ἧς ἠμύνετο
5τοὺς ἐπερχομένους αὐτῷ. —ἵνα μή ποτε κ. τ. λ.: Πολλοὶ γὰρ αὐτῷ ἀπειλοῦσι. Vict.

sch ran

717

πολλάκις ἡμῖν ἔδοξε: Τὸ ἀντεπίρρημα ὅμοιον
κατὰ πάντα τῷ ἐπιρρήματι, ἐκ στίχων κʹ τροχαϊκῶν τε‐ τραμέτρων καταληκτικῶν συγκείμενον, ὧν ὁ τελευ‐ ταῖοςColumn end
5
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.τὸ αὐτὸ πέπονθεν ἡ πόλις εἰς τοὺς χρηστοὺς τῶν ἀνθρώπων καὶ εἰς τὸ ἀρχαῖον νόμισμα. ὥσπερ γὰρ τῷ παλαιῷ νομίσματι οὐ χρώμεθα καλῷ ὄντι, ἀλλὰ τῷ
10καινῷ κακῷ ὄντι, οὕτω καὶ τοῖς ἀρχαίοις ἀνθρώποις οὐ χρώμεθα καλοῖς οὖσι, τοῖς δὲ νῦν στρατηγοῖς κακοῖς οὖσι χρώμεθα. —πεπονθέναι: Ἀντὶ τοῦ πεποιηκέναι. διαβάλλει τοὺς Ἀθηναίους ὡς φιλοπονήρους. R.

sch ran

720

(εἴς τε τἀρχαῖον νόμισμα: Τῷ προτέρῳ ἔτει ἐπὶ Ἀντιγένους Ἑλλάνικός φησι χρυσοῦν νόμισμα κο‐ πῆναι. καὶ Φιλόχορος ὁμοίως τὸ ἐκ τῶν χρυσῶν Νικῶν.)

sch ran

721

(οὐ κεκιβδηλευμένοις: Ἀντὶ τοῦ, οὐ κακούρ‐ γοις, οὐδὲ κεκαπηλευμένοις, ἀλλὰ καθαροῖς. τοῖς πα‐ λαιοῖς δηλονότι ἀνδράσι.)

sch ran

723

κεκωδωνισμένοις: Δεδοκιμασμένοις, (ἐκλελε‐ γμένοις ἀκριβῶς). —χαραχθεῖσιν, ἐξητασμένοις καὶ δε‐ δοκιμασμένοις. Θ.

sch ran

725

τοῖς πονηροῖς χαλκίοις: (Τοῖς χαλκοῖς κτί‐ σμασι,) τοῖς ἀδοκίμοις καὶ μεμιγμένοις χαλκῷ. ὡς ἐπὶ νομισμάτων. (χαλκία δὲ ὡς χρυσία ἔλεγον τῷ σχήματι, χαλκᾶ σκεύη. νῦν δὲ ὡς κακὸν νόμισμα τὸ χρυσοῦν οὕ‐
5τως εἶπεν. δύναιτο δ’ ἂν καὶ τὸ χαλκοῦν λέγειν. ἐπὶ γὰρ Καλλίου χαλκοῦν νόμισμα ἐκόπη.)

sch ran

726

(χθές τε καὶ πρώην: Ἀντὶ τοῦ καινοῖς. ὡς ἐπὶ νομίσματος δὲ τῷ κόμματι.)

sch ran

730

προσελοῦμεν: Ἀντὶ τοῦ προπηλακίζομεν, ἐλαύ‐ νομεν, ἐκβάλλομεν. —προσελοῦμεν: Ὑβρίζομεν, ἀτι‐ μάζομεν. Br. ἀτιμάζομεν. Vict. προσελεῖν τὸ ὑβρίζειν Ἀττικοὶ φασίν. E. προσελεῖν τὸ ὑβρίζειν. Vict.
5καὶ πυρρίαις: Ἀντὶ τοῦ δούλοις. ὄνομα γὰρ δούλου ὁ Πυρρίας. ἀπό τινος δούλου Πυρρίου, ὡς καὶ Ξανθίας ἀπὸ Ξανθίου τινός. ὧν ὁ μὲν πυρρὸς ἦν τὴν κόμην, ὁ δὲ ξανθός. φαρμακοῖσι δὲ, τοῖς λεγομένοις καθάρμα‐ σιν. —καθάρμασιν. Br. φαρμακοῖσι, καθάρμασι. τοὺς
10γὰρ φαύλους καὶ παρὰ τῆς φύσεως ἐπιβουλευομένους εἰς ἀπαλλαγὴν αὐχμοῦ ἢ λιμοῦ ἤ τινος τῶν τοιούτων ἔθουν, οὓς ἐκάλουν καθάρματα. C.

sch ran

736

χρῆσθαι δηλονότι. R. ἐξ ἀξίου γοῦν τοῦ ξύλου: Παρὰ τὴν παροιμίαν, ἀπὸ καλοῦ ξύλου κἂν ἀπάγξα‐ σθαι. θέλει οὖν λέγειν, βέλτιόν ἐστι χρῆσθαι τοῖς γεν‐ ναίοις στρατηγοῖς καὶ δεδοκιμασμένοις ἢ τοῖς φαύλοις.
5κἂν γὰρ δέῃ παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πά‐ σχειν.

sch ran

738

νὴ τὸν Δία τὸν Σωτῆρα: Αἰακὸς ἢ Πλού‐ τωνος οἰκέτης πρὸς τὸν τοῦ Διονύσου Ξανθίαν. κορω‐ νὶς δὲ εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμ‐ βικοὶ τρίμετροι ἀκατάληκτοι οϛʹ. ὧν τελευταῖος
5ἐσπουδάκωσι, κλαύμαθ’ ἡμῖν γενήσεται.

sch ran

740

βινεῖν: Συνουσιάζειν, γαμεῖν. ὅτι οἱ κομίζον‐ τες τὴν ἡλικίαν τὸ συνουσιάζειν ἀρχὰς ἔχουσι τοῦ βίου. ἄλλοι δὲ παρὰ τὸ βύειν δεδώκασιν.296

sch ran

741

ἐξελέγξαντ’ ἄντικρυς: (Γράφεται ἐξελεγχθέντα.) λείπει δὲ τὸ θαυμάζω, ἢ τοιοῦτόν τι. —φανερῶς. R. V.

sch ran

743

[οἴμωζε μέν τ’ ἄν: Ἀντὶ τοῦ ἔφευγον καὶ εἴων αὐτὸν οἰμώζειν, εἰ ἔτυψέ με.] τοῦτο μέντοι δουλικόν: Τὸ λοιδορεῖν τὸν δεσπότην ἀπόντα.

sch ran

745

μάλ’ ἐποπτεύειν δοκῶ: (Σύμμαχος οὕτως αὐτῇ τῇ λέξει φαίνεται συνεχῶς λέγειν· εὐφημοῦντες τὴν τῶν μυστηρίων ἐποπτείαν.) οἱ τὰ μυστήρια παραλαμβά‐ νοντες, μύσται καλοῦνται. οἱ δὲ παραλαβόντες τὰ μυ‐
5στήρια τῷ αὖθις ἐνιαυτῷ ἐφορῶσιν αὐτὰ καὶ ἐπο‐ πτεύουσι, καὶ ἐποπτεύοντες χαίρουσιν ἐπὶ τῷ πολλὰ πράττειν. (ὁ δὲ νοῦς·) ὅταν, φησὶ, λάθρα καταράσωμαι τῷ δεσπότῃ, λίαν οὕτως ἥδομαι, ὡς δοκεῖν μυστήρια ἐποπτεύειν καὶ ἑορτάζειν. τὸ δὲ μἀλλ’ εἶπεν ἀντὶ τοῦ
10οὐκ ἀλλά· ἐν οἵῳ τρόπῳ λέγομεν, οὐχ οἷον ἥδομαι, ἀλλ’ ὑπερήδομαι. ἔστι δὲ καὶ ἄλλη γραφὴ, μάλα γ’ ἐποπτεύειν δοκῶ. ἔτι δὲ καὶ, μάλ’ ἐποπτεύειν μοι δοκῶ. τονθορύζων δὲ, ψιθυρίζων, ἠρέμα γογγίζων, ἢ λάθρα φθεγγόμενος, ὑποτρέμων, τὰ χείλη κινῶν. τὸ δὲ, πολλὰ
15πράττων, ἢ ἀντὶ τοῦ, χαίρεις τονθορύζων, ἡνίκα πολλὰ μοχθῇς κελεύοντος τοῦ δεσπότου, νοητέον· ἢ οὕτω, τί δὲ χαίρεις πολλὰ πράττων, ἤγουν πάσχων, ἢ μο‐ χθῶν· ἵν’ ᾖ ὁ τοῦ Αἰακοῦ λόγος κατ’ εἰρωνείαν. ἢ τοῦ οἰκέτου λέγοντος οὕτω· χαίρω ὡς μὰ τὸν Δία οὐδὲν
20ἄλλο οἶδα, εἰς ὃ χαίρω ἐγώ.

sch ran

749

πολλὰ πράττων: Πάσχων. D.

sch ran

750

Ὁμόγνιε Ζεῦ: Τὴν ὁμοιότητα θαυμάζων, λέγει· οἷον, ὦ ὁμοιότητος. (τὸ δὲ παρακούων, οὐχ ὡς ἡμεῖς εἰώθαμεν λέγειν, καταφρονῶν τῶν λεγομένων παρὰ τῶν δεσποτῶν, ἀλλ’ ἴσως τὸ λάθρα ἐπακροώμενος. ἔνθεν καὶ
5ὠτακουστὰς οἱ Ἀττικοί φασι.) τὸ δὲ, πλεῖν ἢ μαίνομαι, ἀντὶ τοῦ, ἐξανίσταμαι ἑαυτοῦ ἐκ τῆς ἀξίας.

sch ran

752

τοῖς θύραζε: Τοῖς ἐκτός. Br.

sch ran

753

κἀκμιαίνομαι: Οὕτως ἔλεγον τὸ ἀποσπερματί‐ ζειν, ὡς οἱ ὀνειρώττοντες. τοῦτο οὖν φησιν, ὅτι ἥδομαι ὡσανεὶ ἀποσπερματίζων. —ἀποσπερματίζω. ἁγνισμὸν λογίζομαι. Br.

sch ran

756

ὁμομαστιγίας: Ὥσπερ φαμὲν ἑταιρεῖος Ζεὺς καὶ ὁμόγνιος καὶ ἱκέσιος καὶ ξένιος, καὶ ὅσα τοιαῦτα, οὕτω καὶ δούλιος, ὁ τῶν δούλων ἔφορος. ἐπεὶ δὲ οἱ δοῦ‐ λοι μάστιξιν ὑπόκεινται καὶ πληγαῖς, διὰ τοῦτο ὁμομα‐
5στιγίας εἶπεν. ἢ βουλόμενος εἰπεῖν, ὃς ἡμᾶς νῦν εἰσή‐ γαγε, παίζων παρ’ ὑπόνοιαν εἶπεν ὁμομαστιγίας. Ἄλλως. ἀντὶ τοῦ εἰπεῖν ὁμόγνιος, (ὡς ἔμπροσθεν, ἢ ὁμάδελφος,) εἶπεν ὁμομαστιγίας, οἷον ὁμόδουλος. στι‐ κτέον δὲ ἐπὶ τοῦ μαστιγίας. μέλλων γὰρ αὐτοῦ πυνθάνε‐
10σθαι περί τινος πράγματος δουλικοῦ, σιωπᾷ, ἀκούσας ἔνδον γενομένου θορύβου, περὶ οὗ καὶ ἑξῆς πυνθάνεται. οὐ γὰρ ὁρκίζει αὐτὸν κατὰ τοῦ Διὸς, ἵνα εἴπῃ αὐτῷ περὶ τῆς ἔνδον βοῆς. δύναται δὲ συνάπτεσθαι καὶ ἀπὸ τοῦ,
καί μοι φράσον, μέχρι τοῦ, χὠ λοιδορησμός.Column end

sch ran

761

νόμος τις ἐνθάδ’ ἐστὶ: Ἀπό τινος νόμος ἐστὶν ἐν τῷ ᾅδῃ, τὸν βελτίονα ἄνδρα τῶν ἑαυτοῦ συντέχνων ἐγγὺς τοῦ Πλούτωνος καθέζεσθαι.

sch ran

762

τῶν μεγάλων. R.

sch ran

764

(σίτησιν αὐτὸν: Ταῦτα μεταφέρει ἀπὸ τῶν ἐν τῇ Ἀττικῇ ἐθῶν εἰς τὰ καθ’ ᾅδου.)

sch ran

765

[τοῦ Πλούτωνος ἑξῆς: Ἀντὶ τοῦ, ἐγγὺς τοῦ θρό‐ νου τοῦ Πλούτωνος.]

sch ran

767

τῷ εὑρισκομένῳ σοφῷ. R.

sch ran

772

[βαλαντιητόμοις: Τοῖς τὰ βαλάντια τέμνουσιν, ἃ ἐν ταῖς ζώναις ἀπῃωρημένα φέρουσιν ἄνθρωποι.]

sch ran

774

ἀντὶ τοῦ πλῆθος τῶν τοιούτων ἐστὶν ἐν ᾍδου. R.

sch ran

775

τῶν ἀντιλογιῶν: Παρίστησιν αὐτοῦ τὸ περὶ τοὺς λόγους σαθρόν. καὶ ἐν ἄλλοις [fr. 542] «στρεψίμαλ‐ «λος τὴν τέχνην Εὐριπίδης.» λυγισμῶν: Καμπῶν. [γράφεται λογισμῶν, τουτέστι]
5παραλογισμῶν. τὸ δὲ κάμπτειν, ἅμα μὲν πρὸς τὰ μέλη, ἅμα δὲ πρὸς τὸ ἐξελίττειν καὶ ἀναδύεσθαι. Ὅμηρος [Il. Λ, 105] «δίδη μόσχοισι λύγοισι.» Δίδυμος δὲ, λυγι‐ σμῶν, [ἀπὸ τῶν συνδέσεων τοῦ λόγου].

sch ran

776

[ὑπερεμάνησαν: Ἀντὶ τοῦ, λίαν ἐχάρησαν. τούτων γὰρ οἱ τοιοῦτοι ὀρέγονται, ἵν’ ὁπότε φωραθῶσι κλέπτοντες, διὰ τούτων τοὺς κεκρατηκότας φεύγωσι. διαβάλλει δὲ Εὐριπίδην ἐνταῦθα ὡς λίαν πανοῦργον
5καὶ τὰ τοιαῦτα ἐν τοῖς δράμασιν ἐπιτηδεύοντα.]

sch ran

778

οὐκ ἐβάλλετο: Λίθοις δηλονότι. εἶτα οὐκ ἐλιθο‐ βολεῖτο, φησὶ, τοῦτο ποιήσας.

sch ran

781

οὐράνιόν γ’ ὅσον: Ἀντὶ τοῦ, πολὺ (καὶ μεγάλως ἐβόησαν).

sch ran

783

ὀλίγον τὸ χρηστόν ἐστιν: Δείκνυσιν ὡς πρὸς τὸ θέατρον. μιγνύει δὲ τὰ ἐνθάδε τοῖς ἐκεῖ. νῦν γὰρ οὐ καθ’ ᾍδου ἔφη.

sch ran

789

ὁ Σοφοκλῆς. R.

sch ran

790

(κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου: Καλλί‐ στρατος, οὐχ ὡς παραδεδωκότος Αἰσχύλου τὸν θρόνον τῷ Σοφοκλεῖ, ἀλλ’ ὡς παραδεδεγμένου αὐτὸν καὶ ὑπο‐ κεχωρηκότος.)

sch ran

791

(Κλειδημίδης: Καλλίστρατος, ὅτι ἴσως Σοφο‐ κλέους υἱὸς οὗτος. Ἀπολλώνιος δὲ, ὅτι Σοφοκλέους ὑπο‐ κριτής. τοῦτο δὲ πόθεν, σκέψασθε. διαβάλλει δὲ καὶ Κλειδημίδην ὡς κακόξενον.)

sch ran

792

ἔφεδρος: Κριτής. Br. ἔφεδρος, ὁ μαχομένων τινῶν παρακαθήμενος, καὶ μέλλων τῷ νενικηκότι μα‐ χήσασθαι. Br.

sch ran

793

(ἕξειν κατὰ χώραν: Ἀντὶ τοῦ, ἐάσειν οὕτως ὡς εὗρεν Αἰσχύλον καθέζεσθαι.)

sch ran

795

ἀντὶ τοῦ ἄρτι. R. ζυγοστατηθήσεται. V. Θ.

sch ran

798

μειαγωγήσουσι τὴν τραγῳδίαν: Μεῖον λέγουσι τοὺς ὑπὲρ τῶν υἱῶν εἰς τὰ Ἀπατούρια ὄϊσ ὑπὸ τῶν πατέρων εἰσφερομένους, διὰ τὸ ἐπιφωνεῖν τοὺς φράτο‐ ρας ἐπὶ τοῦ σταθμοῦ τοῦ ἱερείου, μεῖον μεῖον. ὅτι δὲ
5ἵστατο, Ἀριστοφάνης ἐν Δράμασι δεδήλωκε. τοῦτο δὲ
κέκληται κουρεῖον, ἀπὸ τῶν κούρων, ὑπὲρ ὧν ἐθύετο. μεῖον δὲ, διὰ τὴν προειρημένην αἰτίαν. καὶ ἐπιζήμιόν τι τοῖς ἧττον εἰσάγουσιν ἀπεδέδοτο, καθάπερ αὐτός φησιν Ἀριστοφάνης297
10
(ἀλλ’ εὔχομαι ’γωγ’ ἑλκύσαι σε τὸν σταθμὸν,
ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτορες.
) μειαγωγὸς δὲ ἐλέγετο ὁ προάγων τὸ ἱερεῖον, (ὅτι μεῖον τὸ ἱερεῖον ἔλεγον, τὸ παριστάμενον ὑπὲρ τῶν εἰς τοὺς φράτορας εἰσφερομένων. μεῖον δὲ ἐκλήθη ἀπὸ τοῦ συμ‐
15βαίνοντος. ἔδει γὰρ αὐτὸ ἔλαττον ἔχειν σταθμοῦ τινος ὡρισμένου διὰ τοὺς φιλοδοξοῦντας. οἱ δὲ φράτορες, ἵνα μείζονας νέμωνται μερίδας, ἐπεφώνουν, οὐκ ἐῶντες ἱστάναι, διὰ τοῦ μεῖόν ἐστιν.) Ἄλλως. ἐάν τις εἰσάγῃ εἰς τοὺς ἰδίους φράτορας υἱὸν ἐν ἡλικίᾳ γενόμενον, πα‐
20ρίστη αὐτοῖς ἐπὶ ὡρισμένῳ σταθμῷ ἱερεῖον, πρὸς ὃν ἔδει προσάγειν, καὶ οὐκ ἐξῆν μεῖζον παρασχεῖν. ὅτε δὲ ἐντεθείη τὸ ἱερεῖον εἰς τὸν ζυγὸν, περιεστῶτες ἐβόων, μεῖον μεῖον· τοῦτο δηλονότι ἔλαττόν ἐστι. παρὰ τοῦτο οὖν λέγει καὶ μειαγωγεῖν τὴν τραγῳδίαν, τουτέστι πρὸς
25τὸν ζυγὸν προσάξουσι καὶ στήσουσιν. (Ἄλλως. ἐπεὶ εἰώθασι προσφέρειν οἱ εἰς τοὺς φράτορας γραφόμενοι πρόβατον, καὶ οἱ ἱστάμενοι ἔλεγον, μεῖον μεῖον. καὶ τὸν εἰσάγοντα μειαγωγὸν ἐκάλουν.) —μειαγωγήσουσι: ὡς πρόβατον στήσουσι. R. V. ζυγοστατήσουσι. Br.

sch ran

799

τοὺς κανόνας: Κυρίως τὸ ἐπάνω τῆς τρυτάνης ὂν καὶ εἰς ἰσότητα ταύτην ἄγον.

sch ran

800

καὶ πλαίσια: Τὰ τῶν ξύλων τετράγωνα. — ὥσπερ πλινθία, ἐν οἷς πλινθεύουσι. τὸ δὲ ξύμπηκτα πρὸς οὐδὲν, ἀλλ’ οἷον περιττὰ καὶ σοφά. τοῦτο δὲ πρὸς Εὐρι‐ πίδην. R. V. Θ. M. καὶ διαμέτρους τοὺς διαβήτας ὡς
5Ὅμηρος [Il. Β, 765] «σταφύλην ἐπὶ νῶτον ἐΐσας.» V. πλαίσιον γὰρ, πλινθίον τετράγωνον. Ἀφθόνιος [p. 106, 16 W.]· καὶ τὸ σχῆμα πλαίσιον τυγχάνει τοῦ μηχανή‐ ματος. διάμετρος δὲ, ἡ ἐν τῷ κύκλῳ κέντρον τέμνουσα μέσον γραμμή. διαβήτης, σταφύλη· ὅπερ ἐστὶν ὄνομα
10παρὰ τοῖς ἀρχιτέκτοσιν ἐπὶ τῆς καθιεμένης μολύβδου τιθέμενον. Ὅμηρος «σταφύλην ἐπὶ νῶτον ἔχουσα.» οὐδὲν δὲ ἀλλ’ οἷον περιττὰ καὶ σοφά. ἢ διὰ τούτων δεί‐ κνυσιν ὅτι παντοδαπῶς ἐξετασθήσεται. —ξύμπηκτα: Ἡνωμένα. Br.

sch ran

801

ἀπὸ (ἀντὶ V.) τοῦ καθιεμένου μολίβου. R. V.

sch ran

804

ταυρηδὸν: Τοιοῦτος γὰρ τῷ σχήματι ὀργιζόμε‐ νος ὁ Αἰσχύλος.

sch ran

807

οὔτε γὰρ Ἀθηναίοισιν: Ἀντὶ τοῦ οὐκ ἤρεσκεν. R. [ὡς φαύλων περὶ τὰς ἀποκρίσεις ὄντων οὐκ ἐστοί‐ χησεν.] —ξυνέβαινεν: Ἔχαιρεν, ἀπεδέχετο αὐτούς. Brunck.

sch ran

808

[τοὺς τοιχωρύχους: Τοὺς προσέχοντας Εὐρι‐ πίδῃ πονηρούς.]

sch ran

809

λῆρόν τε τἄλλ’ ἡγεῖτο: [Ἀντὶ τοῦ, τοὺς ἄλλους.] Ἀθηναίους μὲν συνετοὺς ἡγεῖτο, πονηροὺς δὲ τοὺς πλεί‐ στους. διὸ μὴ ἐπιτρέψαι αὐτοῖς τὴν κρίσιν. τοὺς δὲ ἄλ‐ λους ἀνθρώπους λῆρον ἡγεῖτο πρὸς τὴν τοιαύτην ἐξέ‐
5τασιν.Column end

sch ran

811

αὐτοῦ γὰρ ὁ ἀγών. R.

sch ran

812

ὡς ὅταν γ’ οἱ δεσπόται: Ὅταν γὰρ οἱ δεσπό‐ ται σπουδάζωσι θᾶττόν τι ἀπαρτισθῆναι, ἐπιπλήττουσι τοῖς δούλοις, ἵνα θᾶττον ἐνεργῶσιν.

sch ran

814

ἦπου δεινὸν ἐριβρεμέτας: Κορωνὶς καὶ εἴσθε‐ σις μέλους χοροῦ μονοστροφικὴ, τέσσαρος περιόδους ὁμοίους ἔχουσα. τὰ κῶλα δ’ ἑκάστης περιόδου εἰσὶν ἑπτὰ ἰσόμετρα. ὧν τὰ μὲν πρῶτα καὶ τρίτα καὶ πέμπτα
5δακτυλικά. ἀλλὰ τὰ μὲν ἑφθημιμερῆ, τὰ δὲ πέμπτα πενθημιμερῆ. τὰ δεύτερα καὶ τέταρτα καὶ ἕκτα ἀναπαι‐ στικὰ ἑφθημιμερῆ. τὰ δ’ ἕβδομα τροχαϊκὰ ἑφθημιμερῆ Εὐριπίδεια. μετροῦνται μέντοι καὶ κατὰ δύο δακτυλι‐ κοὺς ἑξαμέτρους καὶ ἕνα πεντάμετρον καὶ ἕνα τροχαϊ‐
10κὸν δίμετρον καταληκτικόν.ἦπου δεινὸν ἐριβρεμέτας: Ὁ Αἰσχύλος πρὸς τὸ βροντῶδες τῶν ῥημάτων καὶ κομπῶδες· οἷά ἐστι κἀ‐ κεῖνα ἐν ἀρχῇ τοῦ Προμηθέως
χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
15Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς, ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι, ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
20καὶ πάλιν
ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως.
ἐριβρεμέτας: Ὁ μεγαλόφωνος Αἰσχύλος. Br.

sch ran

815

τὸν ὀξέως λαλοῦντα. R. V. θήγοντος ὀδόντας: Ἀπὸ μεταφορᾶς εἶπε τῶν χοί‐ ρων, οἳ ὅταν εἰς μάχην παρασκευάζωνται, τοῦτο ποι‐ οῦσι. στροβήσεται δὲ, ἀντὶ τοῦ ταραχθήσεται.

sch ran

816

Εὐριπίδου. R.

sch ran

817

ταραχθήσεται. R.

sch ran

818

ὑψιλόφων τε λόγων: Τῶν τοῦ Αἰσχύλου· διὰ τὸ ὑψηλόν. τουτέστι μετεώρων, μεγάλων. χαρακτη‐ ρίζει δὲ ἀμφοτέρους, Εὐριπίδην καὶ Αἰσχύλον.

sch ran

819

σκινδαλμῶν τε παραξόνια: Σκινδαλμὸς κυρίως τὸ περὶ τὸν φλοιὸν τοῦ καλάμου ξέσμα. παραξόνια δὲ, οἷον κινδυνώδη καὶ παράβολα, περὶ τὸν τροχὸν ἑλκό‐ μενα. (καὶ ἄνω [99] ἔφη ἐπ’ αὐτοῦ τοῦ Εὐριπίδου
5«τοιουτονί τι παρακεκινδυνευμένον.» Ἄλλως. πα‐ ραξόνια, κινδυνώδη·) ἀπὸ τοῦ ἄξονος. ἀεὶ γὰρ τὸ μέρος τοῦτο κινδυνεύει. σμιλεύματα δὲ, τὰ ἐκβαλλόμενα ἀπὸ σμίλης. ἀντὶ τοῦ διαγλύμματα, ἐρεθίσματα. —σχιν‐ δαλμῶν: Λεπτολογιῶν. Br. φιλονεικήματα. R.

sch ran

820

φρενοτέκτονος: Τοῦ ἐκ τῆς αὐτοῦ φρενὸς τε‐ κταινομένου καὶ συντεθέντος Αἰσχύλου. ταῦτα δὲ λέγει, ἐπειδὴ τοιούτοις ὀνόμασιν Αἰσχύλος ἐκέχρητο κτύπον ἀποτελοῦσι. τὸ δὲ ἑξῆς, φωτὸς ἀμυνομένου, τουτέστι
5τοῦ Εὐριπίδου ἀμυνομένου τὰ ἱπποβάμονα ῥήματα τοῦ φρενοτέκτονος ἀνδρός· τουτέστι τοῦ Αἰσχύλου.

sch ran

821

παρὰ τὴν βάσιν τῶν ἵππων. R.298

sch ran

822

φρίξας δ’ αὐτοκόμου: Ὡσεὶ εἶπεν, ὀργισθεὶς ὥσπερ σῦς·
πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται. (εἰς ἓν δὲ συνήγαγεν ὁμοῦ ἀμφοτέρας τὰς Ὁμηρικὰς
5εἰκόνας, τήν τε ἐπὶ τοῦ λέοντος, [ἐν τῷ, λασιαύχενα χαίταν,] καὶ τὴν ἐπὶ τοῦ συός.)

sch ran

823

ἐπισκύνιον ξυνάγων: Ὅμηρος [Il. Ρ, 136]
πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται, ὄσσε καλύπτων· τὸ περὶ τὰς ὀφρῦς δέρμα· κατὰ μετάθεσιν τοῦ λ εἰς ν. σκῦλος γὰρ λέγεται τὸ δέρμα· ἔνθεν καὶ σκυλοδέψης, ὡς
5βυρσοδέψης. τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος ἤτοι δέρ‐ μα. τὸ συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι, τὸ ὀργίζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις, καὶ ἐπισκύσαι, τὸ χαλεπῆναι· ἀπὸ τοῦ τὸ ἐπισκύνιον καθέλκειν τοὺς χαλεπαίνοντας. Junt.
10ἐπισκύνιον ξυνάγων: Συστέλλων. C. ἐπισκύνιον ξυνέ‐ χων· Συνάγων, ὥσπερ οἱ θυμούμενοι θῆρες. D.

sch ran

824*

γομφοπαγῆ: Ἀκριβέστατα, πολυσύνθετα, (σκληρὰ, καὶ ἦχον ποιοῦντα, ὥσπερ αἱ κεκαρφωμέναι σανίδες). πινακηδὸν ἀποσπῶν: Ἀποσπῶν τὰ ῥήματα ὥσ‐
5περ πίνακας ἀπὸ πλοίων, οὐχ ὡς Εὐριπίδης, σκινδαλ‐ μούς. πινακίδες δὲ αἱ μεγάλαι σανίδες τῶν πλοίων, δίκην σανίδων τῶν ἐκ νεὼς ἀποσπωμένων ἐν τρικυ‐ μίᾳ.

sch ran

825

γηγενεῖ φυσήματι: Ἀντὶ τοῦ μεγάλῳ, ὥστε σεισμοὺς ποιεῖν. ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμά‐ των (κατεχομένην) σείεσθαι τὴν γῆν.

sch ran

826

λίσπη: Τῷ τόνῳ ὡς κίστη. Ἀπολλώνιος δὲ ὀξύνει ὡς ψιλή. λίσπη δὲ ἡ ἐκτετριμμένη καὶ λεία. οὕτω γὰρ λέγονται οἱ τοιοῦτοι ἀστράγαλοι· ἀφ’ οὗ καὶ οἱ λίσποι τὰ ἰσχία. Καλλίστρατος δὲ θηρίδιον λεπτὸν
5σφόδρα· ἀφ’ οὗ καὶ οἱ τὰ ἰσχία λεπτοὶ λίσποι λέγονται. Ἄλλως. λίαν ἐκτετριμμένη καὶ ὀλισθηρὰ γλῶσσα· διὰ τὸ ἐν τοῖς λόγοις εὐαπόφυκτον. Ἄλλως. λίσπους κα‐ λοῦσι τοὺς ὑφ’ ἡμῶν καλουμένους στρυφνοὺς ἀστρα‐ γάλους. οἱ τοιοῦτοι δὲ δυστροπικοί εἰσιν ἐν τῷ παίζειν.
10λέγει δὲ τὴν Εὐριπίδου. πρὸς δὲ τὸ ἱπποβάμονα, καὶ τὰ λοιπὰ, τὸ κινοῦσα χαλινοὺς εἶπε. φθονεροὺς δὲ, ὡς φθονουμένου τοῦ Εὐριπίδου ἐπὶ σοφίᾳ. δαιομένη δὲ, διαμερίζουσα, διαιροῦσα, κατατέμνουσα τὰ Αἰσχύλου ῥήματα. καταλεπτολογήσει δὲ, τὴν τοῦ Αἰσχύλου λε‐
15πτολογίαν λεπτῶς βασανίσει ὁ Εὐριπίδης.

sch ran

828

διαμερίζουσα, διαιροῦσα. R. τὴν τοῦ Αἰσχύλου λεπτολογίαν καταλεπτολογήσει ὁ Εὐριπίδης. R.

sch ran

829

(πλευμόνων πολὺν πόνον: Τὰ γὰρ τοιαῦτα ῥήματα μετὰ πολλοῦ ἐξέρχονται πόνου.)

sch ran

830

οὐκ ἂν μεθείην: Γράφεται καὶ μεθείμην. κο‐ ρωνὶς δὲ εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβι‐ κοὶ τρίμετροι ἀκατάληκτοι μεʹ. ὧν τελευταῖος
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ἐπᾴσατε.Column end
5ἐπὶ τῷ τέλει κορωνίς. —πρὸς τὸν Αἰσχύλον Εὐριπί‐ δης. R.

sch ran

832

αἰσθάνει γὰρ τοῦ λόγου: Ὃν λέγει, ὡς οὐ πα‐ ραχωρήσει σοι τοῦ θρόνου, φάσκων εἶναί σου κρείτ‐ των.

sch ran

833

ἀποσεμνυνεῖται: Ἀντὶ τοῦ, ἀπονοεῖται σιωπῶν. ὑπερηφανεῖ πάλιν, ὅπερ ἐποίει ζῶν. Ἄλλως. σεμνό‐ τητος γὰρ ἕνεκα ἐπιπολὺ ἐσιώπα Αἰσχύλος, ἐν τοῖς θεάτροις εἰσιών. —σεμνῶς ἑαυτὸν σχηματίσει. Br.

sch ran

834

ὡς τοῦ Αἰσχύλου τερατευομένου ἐν ταῖς ἀρχαῖς τῶν δραμάτων. R.

sch ran

835

λείπει κατ’ αὐτοῦ. R.

sch ran

837

ἀγριοποιὸν: Ἀγρίους εἰσάγοντα καὶ ὠμοὺς τοὺς ἥρωας.

sch ran

838

(ἀπύλωτον στόμα: Φρύνιχος, ἀθύρωτον. οἱ δὲ γράφουσιν ἀπύλωτον, ἀντὶ τοῦ ἀνεῳγμένον καὶ πύλην μὴ ἔχον, μὴ χαλιναγωγούμενον, μηδὲ κρατού‐ μενον.)

sch ran

839

ἀπεριλάλητον: Ἤτοι οὐκ εἰδότα λαλεῖν, ἢ οἷον οὐκ ἄν τις περιλαλήσαι. (κομποφακελορρήμονα δὲ,) βαρυρρήμονα, σκληρὰ καὶ συνδεδεμένα ἔπη λέγοντα. φάκελοι γὰρ τὰ βαρέα καὶ συνδεδεμένα φορτία τῶν
5ξύλων. —σκληρὰ καὶ συνδεδεμένα ἔπη λέγοντα. Br.

sch ran

840

ἄληθες ὦ παῖ: (Ἐν ἐρωτήσει. ἀντὶ τοῦ, ὄντως δὴ σύ.) ὅτι δὲ λαχανοπώλιδος υἱὸς ἦν Κλειτοῦς ὁ Εὐ‐ ριπίδης, (Ἀλέξανδρός φησιν. εἴρηται δὲ ὁ στίχος παρὰ τὰ Εὐριπίδου)
5
ἄληθες ὦ παῖ τῆς θαλασσίας θεοῦ. βαρυτονητέον δὲ τὸ ἄληθες. ἀρουραίας δὲ, διότι τὰ λάχανα ἐκ τῆς γῆς φύεται.

sch ran

842

πτωχοποιὲ: Ὁ τὸν Τήλεφον τὸν βασιλέα Μυσῶν πτωχὸν ποιήσας. στωμυλιοσυλλεκτάδη δὲ, ὁ πολυλογίας συνάγων. —ἀντὶ τοῦ στωμύλα ῥήματα συλλέγων. R. Θ. πολυλογίας συλλέγων. Br. ῥακιοσυρ‐
5ραπτάδη δὲ, ὁ τὰ ῥάκη συρράπτων καὶ ἐνδύων τοὺς βασιλεῖς. ἢ ὁ τὰ τῶν ἄλλων ποιητῶν συλλέγων καὶ οἰκεῖα ἑαυτοῦ λογιζόμενος. —τὰ ῥάκη συλλέγων. R.

sch ran

844

σπλάγχνα θερμήνῃς: Θυμὸς γάρ ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος, δι’ ὄρεξιν ἀντιλυπήσεως κινούμενος. ἢ ὀργὴ ἐναρχομένη. κότος δὲ, ὀργὴ θυμὸν ἐπιτηροῦσα. μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη.
5χόλος δὲ, ὀργὴ διοιδοῦσα. ὀργὴ δὲ, ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δοκοῦντος (ἤγουν προσηκόντως. Vict.).ἢ λύπη μεθ’ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι.

sch ran

846

τὸν χωλοποιὸν: Διὰ τοὺς τρεῖς, Βελλεροφόντην, Φιλοκτήτην, Τήλεφον.

sch ran

847

ἄρν’ ἄρνα μέλαιναν: Ὡς τοιαύτης γινομένης θυσίας τῷ Τυφῶνι ἐπὶ τῷ λῆξαι τὰς καταιγίδας. — ἄρν’ ἄρνα μέλαιναν: Τοιαῦτα γὰρ ἔθυον τῷ Τυφῶνι, ὁπότε στροβιλώδης ἐκινήθη ἄνεμος. τῶν γὰρ τοιούτων
5οὗτός ἐστιν ἔφορος. εἰκότως δὲ μέλαιναν, καὶ οὐ λευκὴν,
ἐπειδὴ καὶ ὁ Τυφὼς μέλας. Br.299

sch ran

848

τυφὼς γὰρ ἐκβαίνει: (Οἷον ἀθρόως ἐκβαίνειν μέλλει.) τοὺς δὲ καταιγιδώδεις ἀνέμους τυφὼς καλοῦσι. τούτῳ ἐνόμιζον μέλανα ἄρνα σφάζειν, ὅπως λήξῃ τὸ πνεῦμα. εἰς τὸν Αἰσχύλον δὲ τοῦτο.

sch ran

849

ὦ Κρητικὰς μὲν: (Ἐν γὰρ τοῖς Κρησὶν Ἴκαρον μονῳδοῦντα ἐποίησε. καὶ) οἱ μὲν εἰς τὴν τοῦ Ἰκάρου μονῳδίαν ἐν τοῖς Κρησί. θρασύτερον γὰρ δοκεῖ εἶναι τὸ πρόσωπον. Ἀπολλώνιος δὲ, ὅτι δύναται καὶ εἰς τὴν
5Ἀερόπην τὴν ἐν ταῖς Κρήσσαις εἰρῆσθαι· ἣν εἰσήγαγε πορνεύουσαν. οἶμαι δὲ διὰ τὰ ἐν τῷ Αἰόλῳ. Τιμαχίδας δὲ, διὰ τὴν (ἐν τοῖς Κρησὶ) μίξιν Πασιφάης πρὸς τὸν ταῦρον. Ἄλλως. ἐκ τῶν ἐν τῷ Αἰόλῳ Κανάχης καὶ Μακαρέως, ἢ, ὥς τινες, Δανάης καὶ Μεγαρέως ἀδελ‐
10φῶν. ἐδόκει γὰρ τοῖς παλαιοῖς πάνυ ἐναγὲς εἶναι ταῖς ἀδελφαῖς μίγνυσθαι. ἢ ὅτι ἡ Φαίδρα, ἧς τὸ πάθος ἐδραματούργησε, Κρῆσσα ἦν. καὶ γάμους ἀνοσίους λέγει, διὰ τὸ αὐτὴν ἐρασθῆναι μὲν Ἱππολύτου, ὃν ὁ Θησεὺς ἐξ Ἱππολύτης ἔσχε, μιᾶς τῶν Ἀμαζόνων, μὴ
15δυνηθεῖσαν δὲ τελέσαι τὸν ἔρωτα διὰ τὴν Ἱππολύτου σωφροσύνην, ἀγχόνῃ χρήσασθαι.

sch ran

852

πόνηρον ἐνταῦθα ἢ τὸν κακὸν νοεῖ, εὕρηται γὰρ καὶ οὕτως, ἢ τὸν γεωργόν. Cant.1.

sch ran

854

ἵνα μὴ κεφαλαίῳ: Ἀντὶ τοῦ ἁδρῷ. καὶ ἐν Νε‐ φέλαις [981] κεφάλαιον ῥαφανῖδος,
οὐδ’ ἑλέσθαι δειπνοῦντ’ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος. κεφαλαίῳ: Καθολικῷ καὶ μεγάλῳ. Br. κεφάλαιόν
5ἐστι τὸ πρὸς τὰ φύλλα καυλῶδες. οὐκ ἔτεμον δὲ κατὰ μῆκος ὡς νῦν, ἀλλὰ κατὰ κύκλον τὰς ῥαφανῖδας. Vict.

sch ran

855

ἐκχέῃ τὸν Τήλεφον: Ὡσανεὶ ἔφη τὸν ἐγκέφα‐ λον. ἰδιώτατα δὲ τὸν Τήλεφον κωμῳδεῖ.

sch ran

857

ἔλεγχ’ αὐτὸν, ἐλέγχου παρ’ αὐτοῦ. C. D.

sch ran

859

ὥσπερ πρῖνος: Ὅτι ἡ πρῖνος καιομένη ψόφον ποιεῖ. —ἔστι δὲ ἡ πρῖνος ξύλον πικρότατον. R. V. Θ.

sch ran

861

ὡς ἐπὶ ἀλεκτρυόνων. R. V.

sch ran

862

τὰ κεφάλαια. R.

sch ran

864

κἄτι μάλα τὸν Τήλεφον: Ὡσεὶ ἔφη, καὶ ὃν κωμῳδεῖς Τήλεφον, εἰς μέσον φέρε.

sch ran

868

ὁτιὴ ποίησις οὐχὶ συντέθνηκεν: Ἐπεὶ τὰ Αἰ‐ σχύλου ἐψηφίσαντο διδάσκειν. κομπῶδες δὲ τοῦτο ἔφη. τῶν γὰρ δυνατῶν καὶ μετὰ θάνατον ᾄδονται τὰ ποιή‐ ματα. —ὁτιὴ: Διότι. ποίησις· Ἡ. D.

sch ran

869

τούτῳ δὲ συντέθνηκε: Συναποθανοῦσα πάρε‐ στιν ἐνθάδε ἐν τῷ ᾍδῃ, καὶ ἕξει αὐτὴν ξύμμαχον.

sch ran

874

ὑμεῖς δὲ ταῖς Μούσαις: Πρὸς τὸν χορόν. ἴσον τῷ προᾴσατε, ὡς ὑπογραμμὸς, προγραμμός τις ὤν.

sch ran

875

Διὸς ἐννέα: Κορωνὶς καὶ εἴσθεσις ἐπῳδικὴ διὰ τὸ μετὰ τὴν κορωνίδα τίθεσθαι, ἐκ κώλων ἀναπαι‐ στικῶν μὲν διμέτρων ἑφθημιμερῶν κατὰ τὰς περιττὰς χώρας, κατὰ δὲ τὰς ἀρτίας ἀντισπαστικῶν ἡμιολίων ἐξ
5ἐπιτρίτου τετάρτου, ἢ καὶ πεντασυλλάβου, πλὴν τοῦ τρισκαιδεκάτου ἰαμβικοῦ καθαροῦ ὄντος ἑφθημιμεροῦς·
ἐφ’ ᾧ κορωνίς. ἑξῆς δὲ σύστημα κατὰ περικοπὴν ἀμοι‐ βαῖον. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι δέκα· ὧν τελευταῖοςColumn end
10
ὀρθῶς μ’ ἐλέγχειν, ὧν ἂν ἅπτωμαι λόγων. ἐπὶ τῷ τέλει παράγραφος. —ἀντὶ τοῦ θυγατέρες. R. Ven.

sch ran

876

περὶ Αἰσχύλου. R. V.

sch ran

877

γνωμοτύπων: Τῶν τὰς οἰκείας γνώμας διὰ τῶν λόγων τυπούντων. ἢ τῶν τύπους αὐτὰς τοῖς ὕστε‐ ρον καταλιμπανόντων. ἢ τῶν ταῖς γνώμαις ἀλλήλους τυπτόντων.
5ὀξυμερίμνοις: Τοῖς μετὰ σκέψεως εὑρισκομένοις καὶ ἀσαφέσι.

sch ran

881

ῥήματα καὶ παραπρίσματα: Τὰ μὲν ῥήματα πρὸς τὸν Αἰσχύλον, τὰ δὲ παραπρίσματα πρὸς τὸν Εὐριπίδην λεπτολόγον ὄντα.

sch ran

886

Δήμητερ ἡ θρέψασα: Παρόσον Ἐλευσίνιος τῶν δήμων ἦν ὁ Αἰσχύλος. ἢ ὅτι ἐν τοῖς Ἐλευσινίοις ἐτε‐ λεῖτο τὰ δράματα τοῦ Αἰσχύλου. ἔστι δὲ τοῦτο τὸ ἔπος Αἰσχύλου.

sch ran

887

λείπει ποίησον ἢ δός. R. M.

sch ran

888

τὸν καρπόν. R. (καλῶς: Ὅτι καὶ νῦν τὸ καλῶς ἐπὶ παραιτήσει. ἀποστρεφόμενος δὲ καὶ παραιτούμενος ὁ Εὐριπίδης λέγει τὸ καλῶς.)

sch ran

889

ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι: Ἅτε δὴ Σω‐ κρατικὸς ὢν καινὰ δαιμόνια ἔπλασεν.

sch ran

890

ὡς ἐπὶ νομισμάτων. R.

sch ran

891

(τοῖσιν ἰδιώταις θεοῖς: Τινὲς ἐν τῷ θεοῖς δύο τιθέασιν, ἵνα ἓν ᾖ τὸ, ἴδιοί τινές σοι κόμμα καινόν.)

sch ran

892

αἰθὴρ ἐμὸν βόσκημα: (Καὶ Σωκράτης ἐν Νε‐ φέλαις [627]
μὰ τὴν ἀναπνοὴν, μὰ τὸ χάος, μὰ τὸν ἀέρα.) χαρακτηρίζει δὲ Εὐριπίδην, εὐεπίφορον ὄντα ἐπὶ τὸ ὀνο‐
5μάζειν αἰθέρα. στρόφιγξ δὲ, ἀπὸ τοῦ στρέφειν αὐτὸν καὶ πανουργεύεσθαι. —ἀντὶ τοῦ στροφὴ, κίνησις. R. μυ‐ κτῆρες δὲ ὀσφραντήριοι, ὡς συντελούντων τῶν μυκτή‐ ρων εἰς τὴν φωνήν.

sch ran

894

λείπει τὸ ποιήσατε R. δότε ἢ θελήσατε. Θ.

sch ran

895

καὶ μὴν ἡμεῖς: Κορωνὶς καὶ εἴσθεσις χοροῦ προῳδικὴ, ὅτι προτίθεται τῆς διπλῆς, ἐκ κώλων τρο‐ χαϊκῶν ιδʹ· ὧν τὰ μὲν αʹ, βʹ, εʹ, ϛʹ, ηʹ, θʹ, ιαʹ, ιβʹ, ιδʹ δίμετρα ἀκατάληκτα, τὰ δ’ ἄλλα ἑφθημιμερῆ, πλὴν
5τοῦ παρατελεύτου μονομέτρου ἀκαταλήκτου ὄντος. ἐπὶ τῷ τέλει κορωνίς.

sch ran

896

[λόγων ἐμμέλειαν: Ὅτι καταχρηστικῶς νῦν τὴν εὐρυθμίαν. κυρίως γὰρ ἡ μετὰ μέλους τραγικὴ ὄρ‐ χησις. οἱ δὲ, ἡ πρὸς τὰς ῥήσεις ὑπόρχησις.] —ἔπιτε: ἐπέλθετε. R. D.

sch ran

897

δαΐαν ὁδὸν: Ἀγωνιστικὴν, ἔμπειρον, (ἀπὸ τοῦ δαῆναι). —ἢ φιλόνεικον. R. ἤγουν μαθεῖν. Vict. ἐπὶ τούτοις δὲ δαΐαν ὁδὸν, ἔμπειρον. ἢ ἀντὶ τοῦ φιλόνεικον.

sch ran

900

(προσδοκᾶν οὖν: Ἔθος τοῖς ποιηταῖς προλέγειν, ἃ εἰς τὸ ἑξῆς λέγειν μέλλουσι. κἀνταῦθα οὖν οὗτος τοῦτο ποιεῖ.)300

sch ran

902

κατερρινημένον: Ἐξεσμένον. ῥίνη γὰρ ἐργα‐ λεῖον τεκτονικὸν, (ᾧ ῥινοῦσιν. ἢ εὐτελὲς, ὅτι ἐξευτελί‐ ζομεν τῇ ῥινί). —τὸν Εὐριπίδην. R. V.

sch ran

903

αὐτοπρέμνοις: Δυσκόλοις, προρρίζοις, ἢ με‐ γάλοις. —τὸν Αἰσχύλον. V.

sch ran

904

ἀλινδήθρας: (Συναγωγὰς, στροφὰς, λεπτολο‐ γίας, πλοκὰς τοῦ Εὐριπίδου.) —ἀλινδῆθραι ἀπὸ τοῦ ἀλίζω, τὸ συναθροίζω. Vict. κυλίστρας. R.

sch ran

905

ἀλλ’ ὡς τάχιστα: Εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν Ἱππωνακτείων τετραμέτρων κα‐ ταληκτικῶν ξϛʹ· ὧν τελευταῖος
πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος, ἀλλὰ Κῖος.
5ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.

sch ran

907

οἷον τὸν ἐμὸν χαρακτῆρα. R.

sch ran

908

ἐν τοῖς τελευταίοις. R.

sch ran

910

παρὰ Φρυνίχῳ τραφέντας: (Ἀπατεὼν γὰρ, ὡς ἀφελέστερος ὁ Φρύνιχος. νῦν δὲ) Φρύνιχον λέγουσι τὸν τραγῳδοποιητήν. τοῦτον δὲ ἐπαινοῦσιν εἰς τὴν μελο‐ ποιίαν. νυνὶ δὲ ὡς ἀφελοῦς ὄντος αὐτοῦ μνημονεύει ὁ
5Ἀριστοφάνης. ἦν δὲ πρὸ Αἰσχύλου.

sch ran

911

ἐγκαλύψας: Ὡς αὐτοῦ εἰσφέροντος ἐν δράματι τινὰ κεκαλυμμένον. ὁ Ἀχιλλεὺς δὲ καθήμενός ἐστι καὶ οὐκ ἀποκρινόμενος παρ’ Αἰσχύλῳ ἐν δράματι ἐπιγρα‐ φομένῳ Φρυξὶν ἢ Ἕκτορος λύτροις. οὐδὲν δὲ ὁ Ἀχιλ‐
5λεὺς φθέγγεται. (Ἄλλως. εἰκὸς τὸν ἐν τοῖς Φρυξὶν Ἀχιλλέα ἢ Ἕκτορος λύτροις· ἢ τὸν ἐν Μυρμιδόσιν, ὃς μέχρι τριῶν ἡμερῶν οὐδὲν φθέγγεται.)

sch ran

913

(οὐδὲ τουτί: Εἰκὸς αὐτὸν ἀποκροτοῦντα τῷ δα‐ κτύλῳ δεικνύειν τὸ οὐδὲ τουτί.) τὸ δὲ, οἱ δ’ ἐσίγων, ὁ Ἀχιλλεὺς, φασὶ, καὶ ἡ Νιόβη.

sch ran

914

σωρούς. R.

sch ran

916

καί με τοῦτ’ ἔτερπε: Μᾶλλον τῇ σιωπῇ ἐτερ‐ πόμην ἢ τοῖς νῦν λαλοῦσιν. ὅτι οἱ πολλοὶ ἐν σκηνῇ ἐλάλουν.

sch ran

917

πρὸς τὸν Διόνυσον. R.

sch ran

918

ὁ δεῖνα: Ὅτι ἐπὶ δείξεως. δείκνυσι γὰρ τὸν Αἰσχύλον παρόντα.

sch ran

920

διῄει: Ἀνύοιτο (ἂν, εἰς τέλος ἂν ἦλθεν).

sch ran

921

ὦ παμπόνηρος: Ἢ ἐγὼ, ἢ αὐτὸς νόει. καὶ πρὸς μὲν τὸν Διόνυσον, ὦ παμπόνηρος ἐγὼ, ὁ εἰς πάντα πο‐ νηρευόμενος καὶ πάντα ἐξετάζων, οἷα ἐφενακιζόμην ὑπ’ αὐτοῦ ἐπὶ τούτῳ· πρὸς δὲ τὸν Αἰσχύλον, στίξον εἰς τὸ
5παμπόνηρος, καὶ τὸ ὢ ἀντὶ τοῦ φεῦ· ὢ παμπόνηρος ὑπάρχει αὐτὸς, ταῦτα πονηρευόμενος εἰς ἀπάτην τῶν θεατῶν. —ὑπὸ τοῦ Αἰσχύλου. R.

sch ran

922

τί σκορδινᾷ: Οὕτως ἔλεγον τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν, σκορδινᾶσθαι. γίνεται δὲ περὶ τοὺς ἐγει‐ ρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰ μέλη· ὅπερ συμβαίνει καὶ περὶ τοὺς ἄλλως πως βασα‐
5νιζομένους καὶ διαστρεφομένους τὰ μέλη. —σκορδονιᾷ:
Δριμύτατα βλέπεις. δριμέα γὰρ τὰ σκόροδα. Cant.1.Column end

sch ran

924

βόεια: [Μεγάλα καὶ κτύπου πλέα, ὀφρῦς ἔχοντα,] ὑψηλὰ καὶ ὑπερήφανα.

sch ran

925

μορμορωπὰ: Καταπληκτικὰ, φοβερά. ἐκ με‐ ταφορᾶς τῆς μορμοῦς, τῆς τὰ βρέφη φοβούσης.

sch ran

926

ἄγνωτα τοῖς θεωμένοις: (Ἀπὸ τοῦ ἄγνωτος. οὐ γὰρ παρασχηματίζεται ἀπὸ τοῦ ἀγνὼς εἰς οὐδέτερον γένος, ὥς φησιν Ἡρωδιανός.) —ἄγνωστα. R.

sch ran

928

ἢ Σκαμάνδρους: Χαρακτηριστικὸν καὶ τοῦτο· ὅτι πολὺς Αἰσχύλος ἐν τῷ ποταμοὺς καὶ ὄρη λέγειν.

sch ran

929

γρυπαιέτους: Ἐπίσημα ἀσπίδος ἀλλόκοτα. (εἰώθασι γὰρ ζωγραφεῖν εἰς τὰς ἀσπίδας ἀετούς.) ζη‐ τεῖται δὲ, ποῦ μᾶλλον τὸ ἤ συναπτέον· εἰς τὸ, ἢ ’π’ ἀσπίδων ἐπόντας· ἢ τοῖς ἄνω· ἢ τῷ γρυπαιέτους χαλ‐
5κηλάτους. —Ἄλλως. ἐπὶ ἀσπίδων ὄντας. R.

sch ran

931

ἤδη ποτ’ ἐν μακρῷ: Παρὰ τὸ ἐξ Ἱππολύτου [378]
ἤδη πότ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ.

sch ran

932

προείρηται ὅτι ἐκ τῶν Μυρμιδόνων ἐστὶν ἐπὶ νεὼς «ἐπὶ δ’ αἰετὸς ξουθὸς ἱππαλεκτρυών.» τὸ δὲ ἵπ‐ πος ἐπὶ τοῦ μεγάλου. R. ἱππαλεκτρυόνα: Γράφεται κολοκτρυόνα, ὡς γένος τι Περσικὸν ἀττελάβοις ὅμοιον.
5Ἄλλως. ἱππαλεκτρυὼν εἰ καὶ τοῖς φιλοσόφοις ἀπηγό‐ ρευται μὴ εἶναι, ἀλλ’ ἐστὶ τῇ ἀληθείᾳ ζῷον θαλάσσιον, ὃν καί τις τῶν καθ’ ἡμᾶς εὑρὼν κατὰ τύχην ἐξιόντα ἀπεκτονὼς καὶ πᾶσι νεκρὸν δείξας, ἐνέγραφεν ἐν τῇ σημαίᾳ αὐτοῦ καὶ τῇ ἀσπίδι, ὡς ἂν καὶ τοῖς μὴ εἰδό‐
10σιν ὁ ἆθλος κηρύττοιτο. τινὲς δὲ τὸ ἵππος ἐπὶ τοῦ με‐ γάλου.

sch ran

934

Ἔρυξιν: Οὗτος γὰρ ὡς ἄμορφος καὶ ἀηδὴς διαβάλλεται. —ἵνα διαβάλλῃ αὐτὸν ὡς ἄμορφον. R. V. Θ. M. οὗτος γὰρ ὡς κτηνοβάτης ἐκωμῳδεῖτο, ἢ ὡς ἀηδής. Θ.

sch ran

937

ὥσπερ σύ. R.

sch ran

938

παραπετάσμασι: Ταῖς σκηναῖς, τοῖς Περσι‐ κοῖς βήλοις, ἢ βηλοθύροις.

sch ran

939

ἐγὼ δηλονότι. R.

sch ran

940

κομπώδη οὖσαν. R. V.

sch ran

941

ἔξυσα. R.

sch ran

942

ἐπυλλίοισιν: Ἀντὶ τοῦ λογίοις μικροῖς· ὡς δὲ βρέφος βρεφύλλιον, καὶ εἶδος εἰδύλλιον· οὕτω καὶ ἔπος ἐπύλλιον.περιπάτοις: Εἰώθασι γὰρ οἱ κακούμενοι περιπατεῖν.
5ἢ ἀντὶ τοῦ διατριβαῖς. ὡς ἐπὶ ἀσθενοῦντος δὲ διαλέγε‐ ται. ἐκ μεταφορᾶς τῶν λεπτυνομένων σωμάτων διὰ τῆς καθάρσεως.⟧ ⟦τευτλίοισι: Εἰώθασιν οἱ τῶν ἰατρῶν παῖδες τὰς τῶν σωμάτων καθάρσεις διὰ περιπάτων καὶ τεύτλων λευ‐
10κῶν καὶ ἑτέρων ποτῶν ποιεῖσθαι. τὸ δὲ ἐπυλλίοις ἀντὶ τοῦ λογίοις μικροῖς. Cant.1. 2. μικροῖς: Γράφεται λευ‐ κοῖς.

sch ran

943

χυλὸν διδοὺς: Οὐκ ἀπὸ πτισάνης, ἀλλ’ ἀπὸ ἠθῶν ἀνδρῶν καὶ βιβλίων. γράφεται δὲ καὶ ἀπηθῶν, ἀντὶ τοῦ ἐκλεγόμενος. μονῳδίαις δὲ, γυμνάσμασι μο‐
νῳδικοῖς.301

sch ran

944

Κηφισοφῶντα: Ὅτι ἐδόκει δοῦλος ὢν ὁ Κηφι‐ σοφῶν συμπονεῖν αὐτῷ, καὶ μάλιστα τὰ μέλη, ὃν καὶ συνεῖναι τῇ γυναικὶ αὐτοῦ κωμῳδοῦσιν. (ἕτερος δέ ἐστι Κηφισοφῶν ὁ καὶ τὸ ψήφισμα εἰσενεγκὼν ὑπὲρ τοῦ
5εἰρχθῆναι τῆς ἐν πρυτανείῳ σιτήσεως.)

sch ran

946

τὴν ὑπόθεσιν. R.

sch ran

947

[ἢ τὸ σαυτοῦ: Ὅτι δυσγενὴς ὁ Εὐριπίδης. ἐπῶν δὲ, τῶν ἰαμβείων. ἔπη γὰρ καὶ αὐτὰ καλοῦσιν.]

sch ran

948

ἀργόν: Ὥσπερ σὺ τὴν Νιόβην καὶ τὸν Ἀχιλ‐ λέα ἐποίησας μηδὲν λέγοντας.

sch ran

949

ἡ γυνή τέ μοι χὡ δοῦλος: Ἀντὶ τοῦ τὰ αὐτά. καὶ εἰς τοῦτο κωμῳδεῖται ὁ Εὐριπίδης, ὅτι διαφόροις τοῖς προσώποις ἀνοικείους λόγους περιτίθησιν.

sch ran

950

ὅτι καὶ παρθένος ἐν τραγῳδίαις λέγει. R. V.

sch ran

951

ταῦτα: Τὸ τοὺς δούλους τοῖς δεσπόταις ἰσοτί‐ μους ποιεῖν.

sch ran

952

δημοκρατικὸν: Τὰ περὶ δημοκρατίας καὶ ἰσότη‐ τος, φησὶν, ἔασον. ἐμὸν γάρ ἐστι μᾶλλον ἐμπεριπατῆ‐ σαι περὶ τούτου, οὐ σόν. παρόσον ἡσυχίας καὶ εἰρήνης ὁ θεὸς αἴτιος. (ἔασον οὖν ὦ τᾶν· ὀρθῶς γάρ σου κα‐
5τηγορεῖ ἐπὶ τῇ πάντων ἀδολεσχίᾳ ὁ Αἰσχύλος, καὶ οὐκ ἂν ἔχοις ἐμπεριπατῆσαι οὐδὲ ἐπαινέσαι σεαυτὸν ἐπὶ τούτῳ.) Ἄλλως. οὐ δεῖ σε, φησὶ, ζητεῖν ὅπως ἂν ἀπο‐ δείξῃς ὡς κάλλιστα τοῦτο ἐποίεις. οὐ γὰρ καλὸν ἐξ ἴσου τοὺς δούλους τοῖς δεσπόταις παρρησιάζεσθαι. περίπατος
10δὲ διατριβή.

sch ran

954

τοὺς ἐν δράματι. R.

sch ran

956

γωνιασμοὺς: Πλαγιασμοὺς, ἀπάτας. καχυπο‐ τοπεῖσθαι δὲ, ἀντὶ τοῦ κακὰ ὑπονοεῖν, ἐάν τις εἰς αὐτοὺς τεχνάσηται. —ἀποφυγὰς καὶ ἀπαγωγάς. R. M.

sch ran

958

κάχ’ ὑποτοπεῖσθαι: Τὸ τέλειον κακὰ ὑπονοεῖν. R. V. ὑπονοεῖν, ἐάν τις εἰς αὐτοὺς τεχνάσηται. E.

sch ran

960

εἰ κακῶς ἔλεγον. R. V.

sch ran

961

οὐκ ἐκομπολάκουν: Κενοὺς οὐκ ἐποίουν ψόφους. οὐκ ἔλεγον κομπώδη ὡς ὁ Αἰσχύλος. —ἐμεγαλορρημό‐ νουν. Θ.

sch ran

962

ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας: Οὐ τὴν φρόνησιν αὐτῶν ἀφειλόμην, ἀπὸ τοῦ φρονεῖν καὶ συνεῖναι τὸ λε‐ γόμενον ἀποσπάσας αὐτούς.

sch ran

963

Κύκνους: Ὅτι δύο Κύκνοι ἐγένοντο· ὁ μὲν Ἄρεος υἱὸς, ὁ ὑφ’ Ἡρακλέους φονευθεὶς, ὡς ἐν τῇ Ἀσπίδι Ἡσίοδος, ὁ δὲ Ποσειδῶνος, ὁ ὑπ’ Ἀχιλλέως· ὡς καὶ Πίνδαρος ἱστορεῖ.
5κωδωνοφαλαροπώλους: Ἀπολλώνιός φησιν ὅτι πα‐ ρήνεγκε χρωμένους κώδωσί τινας. κώδωνας ἐν τοῖς φα‐ λάροις καὶ χαλινοῖς τῶν ἵππων ἔχοντας.

sch ran

965

Φορμίσιος: Δίδυμός φησιν ὅτι Φορμίσιος δρα‐ στικὸς ἦν καὶ τὴν κόμην τρέφων καὶ φοβερὸς δοκῶν εἶναι. διὸ καὶ Αἰσχύλου μαθητὴν αὐτόν φησιν εἶναι. βαθὺς δὲ ἦν καὶ καθίει τὸν πώγωνα. κωμῳδεῖται δὲ καὶ
5εἰς δωροδοκίαν. Μεγαίνετός θ’ ὁ Μάνης: Ὁ Μεγαίνετος, ὅτι οὐ πάν‐ τως βάρβαρος, ἀλλ’ ἀναίσθητος καὶ οὐκ ἀστεῖος. αὐ‐
θάδης δὲ οὗτος καὶ τῶν στρατηγιώντων ἐστὶ καὶ ἄλλως θρασύς. τινὲς δὲ δούλων ὀνόματα. —Μεγαίνετός θ’ ὁColumn end
10Μάγνης: Ἀμφότεροι βάρβαροι. A.

sch ran

966

σαλπιγγολογχυπηνάδαι: Σάλπιγγας καὶ λόγχας καὶ ὑπήνας ἔχοντες. τοῦτο δὲ εἰς τὸν Φορμίσιον ἀπο‐ τείνει—ὡς μέγαν ἔχοντα πώγωνα. εἶπε δὲ συνθέτως τὸ μὲν ἀπὸ τοῦ πολέμου, τὸ δὲ ἀπὸ τοῦ πώγωνος. R.
5V. Θ. M. σαρκασμοπιτυοκάμπται: Ὡς σαρκάζοντας μὲν καὶ προσποιουμένους τὰ πολεμικὰ, οὐκ ἀληθῶς δὲ τοιού‐ τους· ἰσχύος δὲ ἐπιμελουμένους. διὸ καὶ τὸν Μεγαίνε‐ τον Μάνην εἶπεν, οὐ πάντως βάρβαρον, ἀλλ’ ἀναίσθητον.
10ἐπίτηδες δὲ ἐχρήσατο τοῖς συνθέτοις διὰ τὸ Αἰσχύλου ἦθος. —ἀντὶ τοῦ μεγάλαι. R. V. Ἄλλως. σαρκασμο‐ πιτυοκάμπτης συνετέθη παρὰ τὸ σαρκασμὸς καὶ τὸ πίτυς καὶ τὸ κάμπτω. ἔστι δὲ σαρκασμὸς εἰρωνεία δα‐ κνηρὰ καὶ βαρύτης, ὅθεν καὶ τὴν κλῆσιν ἔχει ὡς οἷά
15τι θηρίον σαρκὶ ἐμφυέν. ἄλλοι δὲ σαρκασμοὺς νοοῦσι τοὺς μαλακοὺς καὶ φθορεῖς ἀπὸ τοῦ τὰς σάρκας κάμ‐ πτειν, ἤτοι συνθλίβειν δίκην πίτυος. ἔστι δὲ καὶ πιτυο‐ κάμπτης φάρμακον φθοροποιὸν, ὡς ἐν τοῖς νόμοις εὕ‐ ρηται. Victor. βυκινοκονταρογέναι. μαλακοὶ καὶ φθο‐
20ρεῖς. Θ.

sch ran

967

Θηραμένης: Ὡς ἀστεῖος (καὶ πιθανὸς), Κλει‐ τοφῶν δὲ ὡς ἀργὸς ἐκωμῳδεῖτο. νῦν δὲ ὡς παλίμβολον καὶ πανοῦργον βούλεται τοῦτον ἀποδεῖξαι, καὶ παρα‐ πλήσιον Θηραμένει. —ὁ ἀστεῖος. R.

sch ran

970

οὐ Χῖος, ἀλλὰ Κῖος: (Ὅτι δοκεῖ προσγεγρά‐ φθαι τῇ πολιτείᾳ, Ἄγνωνος αὐτὸν ποιησαμένου, ὡς Εὔ‐ πολις Πόλεσιν. Ἀρίσταρχος δὲ ὡς γεγραμμένου Κῷος ἐξηγεῖται· ὅτι πρὸς τὸ Κῷος εἰσήγαγε τὸ Χῖος. τὸν γὰρ
5ἀντίστροφον τῷ Χίῳ λέγεσθαι.) τοῦτο οὖν φησιν, ὅτι οὐδέποτε κακοβολεῖ ὁ Θηραμένης ὡς ἐν ἀστραγάλοις, ἀλλ’ ἐπιτυγχάνει. ἐπιπλήττει δὲ αὐτῷ ὁ Δημήτριος, ὡς τελέως ἀγνοοῦντι ὅτι Κῖος ἦν. (παραλείπει δὲ ὅμως καὶ αὐτὸς ὅτι οὐδὲν ἧττον παρὰ τὴν ὑπόνοιαν εἴρηται
10ἀντὶ τοῦ Κῷος Κῖος. Δίδυμος δέ φησιν ὅτι δύναται καὶ τῆς παροιμίας μεμνῆσθαι, οὐ Χῖος, ἀλλὰ Κῖος, παρό‐ σον ποικίλος τις ὢν καὶ ἀγχίστροφος, καθωμίλει τοὺς καιροὺς, πρὸς τὸ κρεῖττον μέρος ἀεὶ διδοὺς ἑαυτόν. Κῷος δὲ ἐλέγετο εἶναι.)

sch ran

971

τοιαῦτα μέντοι ’γὼ φρονεῖν: Τὸ πλῆρες μέν‐ τοι ἐγώ. εἴσθεσις τῆς διπλῆς εἰς δύο περιόδους διῃρη‐ μένη, ἐκ κώλων ἰαμβικῶν διμέτρων ἀκαταλήκτων καʹ. εἰσὶ δὲ τῆς μὲν πρώτης περιόδου κῶλα θʹ, τῆς δὲ δευ‐
5τέρας κῶλα δυοκαίδεκα. ἧς τὰ ηʹ, ιαʹ, ιβʹ, καταληκτικά εἰσιν. ἐπὶ τῷ τέλει τῆς μὲν πρώτης περιόδου παράγρα‐ φος, τῆς δὲ δευτέρας δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι ἔξω νενευ‐ κυῖαι.

sch ran

973

τῇ τραγῳδίᾳ. R. V.

sch ran

974

διαγινώσκειν. R. V.

sch ran

976

καὶ τὰς οἰκίας: Προσέχειν τῇ οἰκίᾳ καὶ οὐ
πολέμοις.302

sch ran

980

ἐκ τῆς λεπτολογίας Εὐριπίδου μεμαθηκὼς καὶ πεπαιδευμένος. R. V.

sch ran

983

ποῦ ’στιν ἡ χύτρα: Ταῦτα πάντα μικροπρε‐ πείας παραδείγματα.

sch ran

985

τὸ πινάκιον. οἱ δέ φασι τὸ σαλτζάριον. Θ.

sch ran

986

τέθνηκέ μοι: Ἀντὶ τοῦ κέκλασται, (ἢ ἀπώλετο. πρὸς τὰς λέξεις Εὐριπίδου).

sch ran

988

τῆς ἐλάας: Μέχρι καὶ τῶν εὐτελῶν ἐρωτῶσιν. (ἐλάα δὲ ὁ καρπὸς τῆς ἐλαίας. καταχρηστικῶς δὲ θάτε‐ ρον ἀντὶ θατέρου λαμβάνεται.)

sch ran

990

Μαμμάκυθοι: (Ἀρίσταρχός φησιν ὠνοματο‐ πεποιῆσθαι. πῶς οὖν, Δημήτριός φησιν, εἰ μὴ σύνη‐ θες αὐτοῖς τὸ ὄνομα, οὗ καὶ δρᾶμα ὅλον οὕτως ἐπιγέ‐ γραπται Μαμμάκουθοι; ὅ τινες Πλάτωνος λέγουσιν.
5Ἄλλως.) ἀντὶ τοῦ μαμμόθρεπτοι. Δίδυμος, ὅτι Μαμ‐ μάκυθος καὶ Μελητίδης ἐπὶ μωρίᾳ διεβέβληντο, κα‐ θάπερ καὶ ὁ Βουταλίων καὶ ὁ Κόροιβος. (Μελιτίδην δὲ, τὸν εὐήθη· παρὰ τὸ μέλι. ἢ καὶ γέγονέ τις οὕτω μωρός.)

sch ran

992

τάδε μὲν λεύσεις φαίδιμ’: Κορωνὶς καὶ εἴσθε‐ σις χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν κεῖσθαι, προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας δι‐ πλῆς, ἐκ κώλων ιγʹ. ὧν τὸ αʹ ἀναπαιστικὸν δίμετρον
5ἀκατάληκτον. τὸ βʹ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον, τὰ γʹ, ϛʹ, ιγʹ τροχαϊκὰ ἑφθημιμερῆ. τὰ δὲ λοιπὰ ἀκα‐ τάληκτα καὶ δίμετρα, πλὴν τοῦ μονομέτρου παρατε‐ λεύτου. ἐν ἐκθέσει δὲ στίχοι δύο ἀναπαιστικοὶ τετρά‐ μετροι καταληκτικοὶ, ὅμοιοι τοῖς ἑξῆς διπλῆς ἀμοιβαίας
10εἰσθέσεως ἑβδομήκοντα κώλοις, ὧν τελευταῖον
καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι. ἐπὶ τῷ τέλει τῆς μὲν προῳδικῆς κορωνίς· τῶν δὲ τε‐ τραμέτρων διπλῆ ἔξω νενευκυῖα. πρὸς τὸν Αἰσχύλον ὁ χορὸς ἀπὸ τῶν αὐτοῦ. ἔστι δὲ ἀρχὴ αὕτη Μυρμιδό‐
15νων Αἰσχύλου. τοῦτο δὲ παρὰ τὴν ὑπόνοιαν.

sch ran

995

ἐκτὸς οἴσει: (Ἀντὶ τοῦ, ἐκτὸς τῶν ὡρισμένων λόγων.) ἐμφαίνει δέ τι ὡρισμένον λέγειν, καὶ μάλιστα ὡς ἐπ’ ἄκρου ἱπποδρόμου ἐλαῖαι ἦσαν, καθ’ ἃς ἐξεφέ‐ ροντο οἱ ὑποπίπτοντες κατὰ τὸν δρόμον. θέλει δὲ εἰ‐
5πεῖν, ἐκτὸς τοῦ προκειμένου. ἢ ἐπεὶ εἶπεν ὁ Διόνυσος
τίς τῆς ἐλάας παρέτραγεν; παρὰ τὸ παρέτραγε παίζων ὁ χορὸς τοῦτό φησι
μή ς’ ὁ θυμὸς ἁρπάσας
ἐκτὸς οἴσῃ τῶν ἐλαῶν.
10Ἄλλως. ἐν τῷ τέλει τοῦ τόπου οὗ ἐτελεῖτο ὁ δρόμος, ἐλαῖαι στιχηδὸν ἵστανται, οὖσαι κατάντημα τοῦ δρό‐ μου, καὶ οὐδεὶς ἐπέκεινα τούτων ἐχώρει. ὅστις οὖν πέρα τοῦ δέοντος ἔπραττέ τι, ἔλεγον ὡς ἐκτὸς τῶν ἐλαιῶν φέρεται. ἐπεκράτησε δὲ εἰς παροιμίαν.
15σημείωσαι δὲ ὅτι μὴ μόνον ἐλαία, ἀλλὰ καὶ ἐλάα παρὰ ποιηταῖς τε καὶ λογογράφοις εὕρηται. Cant. i.

sch ran

1000

[χρώμενος τοῖς ἱστίοις: Λείπει ὁ καί. ἔστι
γὰρ, καὶ ἄκροισι χρώμενος.] τοῦτο δὲ εἴρηκεν ἐκ μεταφορᾶς τῶν πλεόντων, οἳ, ὅταν πνεῦμα σφοδρὸν ἐμπνεύσῃ, συστέλλουσι τὰ ἱστία, ἵνα μὴ τῇ βιαίᾳColumn end
5τούτου φορᾷ ἀνατραπείη τὸ σκάφος. χαλῶντες δὲ ἤδη κατὰ μικρὸν ἄγουσι τὴν ναῦν εἰς τὸ πρόσω τοῦ πλοῦ. ἄκροισι δὲ τοῖς ἐν ἄκρῳ δεχομένοις τὸ πνεῦμα καὶ μὴ κατὰ τὸ μέσον.

sch ran

1001

ἐπάξεις τὸν λόγον κατ’ αὐτοῦ. R. V.

sch ran

1004

[πυργώσας: Ἔτι ὁ χορὸς αὐξήσας καὶ μεγάλα οὖν εἰπών.]

sch ran

1005

τραγικὸν λῆρον: (Παρ’ ὑπόνοιαν,) ἀντὶ τοῦ τέχνην. τραγικὸν δὲ, ὅτι ἀλλήλους διαβάλλουσι κω‐ μικοὶ καὶ τραγικοί.

sch ran

1011

ἐκ χρηστῶν καὶ γενναίων: Ἀλλ’ ἀπὸ καλῶν κακοὺς καὶ αἰσχροτέρους ἐποίησας. μοχθηροὺς δὲ, ἀντὶ τοῦ αἰσχροτέρους.

sch ran

1012

(τεθνάναι· μὴ τοῦτον ἐρώτα: Οὐδὲ τοῦτο συ‐ κοφαντητέον, ὅτι νεκρὸν λέγει τεθνάναι. ἴσως γὰρ πρὸς τὸ γελοῖον ἐπιτετήδευται.) γελοίου χάριν εἶπεν. ἤδη γὰρ ἀπέθανε.

sch ran

1014

διαδρασιπολίτας: Ἀντὶ τοῦ, δειλούς. μὴ ἀπο‐ διδράσκοντας τὴν πολιτείαν.

sch ran

1015

κοβάλους: [Ἐκ παραλλήλου κοβάλους καὶ] πανούργους.

sch ran

1017

ἑπταβοείους: Ἀντὶ τοῦ μεγάλους· ἀπὸ μετα‐ φορᾶς τῆς ἀσπίδος τοῦ Αἴαντος.

sch ran

1018

κρανοποιῶν: Κράνη καὶ λόφους διηγούμενος ἀφανιεῖ με τῷ πατάγῳ τῶν ὀνομάτων.

sch ran

1021

τοὺς ἕπτ’ ἐπὶ Θήβας: Οἱ Πέρσαι πρότερον δεδιδαγμένοι εἰσίν· εἶτα οἱ ἑπτὰ ἐπὶ Θήβας. νῦν δὲ τὸ ὕστερον πρότερον εἶπε. (πλὴν οὐδὲ τῷ ποιητῇ ἐγκλη‐ τέον.) οὐδὲ γάρ ἐστιν ἀκριβῶσαι τὸ τοιοῦτον, οὐδὲ τοῖς
5ἀπελέγχουσιν αὐτόν.

sch ran

1023

(Θηβαίους γὰρ πεποίηκας: Δῆλον ὡς οὐ φίλων ὄντων τοῖς Ἀθηναίοις τῶν Θηβαίων, ἀλλὰ διαφε‐ ρομένων.) —ἀνδρειοτέρους: Τῶν Ἀργείων, ὧν πολὺ κατὰ πόλεμον κλέος. Θ. Br.

sch ran

1025*

ἀλλ’ ὑμῖν αὔτ’ ἐξῆν: Ὑμῖν ἐξῆν τοῖς Ἀθη‐ ναίοις μιμήσασθαι [καὶ ἀσκεῖν τὰ πολεμικά]. —αὔτ’: Τὰ πολεμικά. Br. οὐκ ἐπὶ τοῦτο: Ἀλλ’ εἰς ἐγκλήσεις καὶ δικορραφίας·
5κατηγορεῖ δὲ Ἀθηναίων ἐντεῦθεν.

sch ran

1026

(τοὺς Πέρσας: Αἰσχύλου δρᾶμα οὕτω καλού‐ μενον. τὸ δὲ εἶτα, καὶ τὸ μετὰ τοῦτο, οὐ θέλουσιν ἀκούειν πρὸς τὰς διδασκαλίας, ἀλλ’ ἐν ἴσῳ τῷ καὶ τοῦτο ἐδίδαξα καὶ τὸ ἕτερον.)

sch ran

1028

ἐχάρην γοῦν ἡνίκ’ ἤκουσα: Ἐν τοῖς φερομέ‐ νοις Αἰσχύλου Πέρσαις οὔτε Δαρείου θάνατος ἀπαγγέλ‐ λεται οὔτε χορὸς τὰς χεῖρας συγκρούσας λέγει ἰαυοῖ, ἀλλὰ τὰ μὲν πράγματα ὑπόκειται ἐν Σούσοις καὶ πε‐
5ρίφοβός ἐστιν ἡ μήτηρ Ξέρξου ἐξ ὀνείρου τινός· χορὸς δὲ Περσῶν γερόντων διαλεγόμενος πρὸς αὐτὴν, εἶτα ἄγγελος ἀπαγγέλλων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν καὶ τὴν Ξέρξου φυγήν. (Χαῖρις δέ φησι τὸ Δαρείου
ἀντὶ τοῦ Ξέρξου. σύνηθες γὰρ τοῖς ποιηταῖς ἐπὶ τῶν303
10υἱῶν τοῖς τῶν πατέρων ὀνόμασι χρῆσθαι. πρὸς ὅν ἐστιν εἰπεῖν ὅτι ἐν τῷ δράματι [297] λέγεται
Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. Ἡρόδικος δέ φησι διττὰς γεγονέναι τὰς καθέσεις, καὶ τὴν τραγῳδίαν ταύτην περιέχειν τὴν ἐν Πλαταιαῖς
15μάχην. δοκοῦσι δὲ οὗτοι οἱ Πέρσαι ὑπὸ τοῦ Αἰσχύλου δεδιδάχθαι ἐν Συρακούσαις, σπουδάσαντος Ἱέρωνος, ὥς φησιν Ἐρατοσθένης ἐν γʹ περὶ κωμῳδιῶν. Ἄλ‐ λως. Δίδυμος, ὅτι οὐ περιέχουσι θάνατον Δαρείου οἱ Πέρσαι τὸ δρᾶμα. διὸ τινὲς διττὰς καθέσεις τουτέστι
20διδασκαλίας τῶν Περσῶν φασι, καὶ τὴν μίαν μὴ φέ‐ ρεσθαι. τινὲς δὲ γράφουσι Δαρείου τοῦ Ξέρξου. οἱ δὲ ὅτι τοῖς κυρίοις ἀντὶ τῶν πατρωνυμικῶν κέχρηνται, καὶ ὅτι ὁ Ξέρξης, οἱ δὲ, ὅτι εἴδωλον Δαρείου φθέγγε‐ ται, ἐκείνου τεθνηκότος δηλονότι.)

sch ran

1032

Ὀρφεὺς γὰρ τελετάς θ’ ἡμῖν: Ὅτι πολλὴ δόξα κατεῖχε περὶ Ὀρφέως, ὡς τελετὰς συντετάχοι.

sch ran

1033

Μουσαῖος δὲ: Τὸν Μουσαῖον παῖδα Σελήνης καὶ Εὐμόλπου Φιλόχορός φησιν. οὗτος δὲ παραλύσεις καὶ τελετὰς καὶ καθαρμοὺς συνέθηκεν. ὁ δὲ Σοφοκλῆς χρησμολόγον αὐτόν φησι.
5Ἡσίοδος δὲ: Ὡς πρώτου ὄντος Ἡσιόδου μέμνη‐ ται.

sch ran

1035

(χρήστ’ ἐδίδαξε: Τινὲς συναλοιφὴν λέγουσιν. χρηστὰ δὲ ἀντὶ τοῦ χρήσιμα.)

sch ran

1036

(καὶ μὴν οὐ Παντακλέα: Διαβάλλει τὸν Παν‐ τακλέα ὡς ἀμαθῆ ἐν τῷ ὁπλίζεσθαι. μέμνηται δὲ τού‐ του καὶ Εὔπολις ἐν Χρυσῷ γένει «Παντακλέης σκαιός.»)

sch ran

1037

ἐπόμπευεν. R.

sch ran

1038

τὸ κράνος πρῶτον περιδησάμενος: Δέον ἐπι‐ δήσαντα τὸν λόφον τότε τὸ κράνος περιθέσθαι. καὶ Ὅμηρος [Il. Γ, 336] ἐμφαίνει τοῦτο
κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
5ἵππουριν, (δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε).

sch ran

1039

Λάμαχος ἥρως: Ὁ Λάμαχος οὗτος ἄριστος ἦν τὰ πολεμικά. ἦν δὲ ἐπὶ τῶν χρόνων Αἰσχύλου καὶ Ἀριστοφάνους, στρατηγὸς Ἀθηναίων. μέμνηται δὲ τούτου καὶ ἐν Ἀχαρνεῦσιν. ὅθεν δὲ, ἤγουν ἐκ τοῦ
5Ὁμήρου.

sch ran

1040

ἀπομαξαμένη: Τὸ ἀπομαξαμένη ἀπὸ μετα‐ φορᾶς εἴρηται τῶν σπόγγῳ ἤ τινι τοιούτῳ σώματός τινος ἰκμάδα ἀφαιρουμένων, καὶ τοῦτο νοτίδος πλη‐ ρούντων, ὥσπερ ἦν ἐκεῖνο τὸ σῶμα πρότερον διάβρο‐
5χον. Vict.

sch ran

1042

ἀντεκτείνειν: Ἀνταποδιδόναι, ὁμοιοῦν, ἐξι‐ σοῦν.

sch ran

1043

οὐ Φαίδρας: Διὰ τὸν Ἱππόλυτον, δρᾶμα Εὐριπίδου. Σθενέβοια δέ ἐστιν, ἣν Ὅμηρος Ἄντειαν λέγει, ἥτις ἠράσθη τοῦ Βελλεροφόντου. οὗ μὴ ὑπα‐ κούοντος κατεψεύσατο πρὸς τὸν ἴδιον ἄνδρα Προῖτον
5ὡς βιαζομένη. καὶ ὃς ἔπεμψε τοῦτον εἰς τὸν πενθερὸν αὐτοῦ ἀναιρεθησόμενον. ἐλθόντος οὖν ἐκεῖσε Βελλερο‐ φόντου καὶ καθαροῦ φανέντος, μὴ φέρουσα τὴν αἰσχύ‐ νην ἡ Σθενέβοια κωνείῳ ἐχρήσατο.Column end

sch ran

1047

ὥστε καὐτόν σε: Ἵνα διαβάλῃ τὴν γυναῖκα τοῦ Εὐριπίδου. τὸ δὲ ἃ γὰρ εἰς τὰς ἀλλοτρίας ἐποίεις, διπλῶς νοητέον· ἢ ὅτι τὰς τῶν ἄλλων μοιχεύων γυ‐ ναῖκας καὶ αὐτὸς ὑφ’ ἑτέρων τουτὶ πέπονθας· ἢ ἃ
5ἐποίεις περὶ τὰς ἑτέρας, λέγω δὴ Φαίδραν καὶ Σθενέ‐ βοιαν, μοιχευομένας αὐτὰς λέγων, τούτοις ἐπλήγης. ἀντὶ τοῦ, καὶ αὐτὸς τὴν γυναῖκα μεμοίχευσαι. — μεμοίχευσαι γὰρ τὴν γυναῖκα. Br.

sch ran

1051

κώνεια πίνειν: Ὅτι πληθυντικῶς (εἶπε) κώ‐ νεια, ἕνεκα τοῦ πολλὰς εἶναι. ἦν δὲ καὶ ἑνικῶς εἰπεῖν. τάχα μέντοι μᾶλλον πρὸς τὸ περὶ γυναικῶν ἱστορού‐ μενον. πολλαὶ (γὰρ) τὴν Σθενέβοιαν μιμησάμεναι
5πιοῦσαι κώνειον ἐτελεύτησαν.

sch ran

1054

τοῖς μὲν γὰρ παιδαρίοισιν: Ὁ διδάσκαλος τοῖς μικροῖς· ὁ δὲ ποιητὴς τοῖς ἡβῶσι.

sch ran

1056

ἀντὶ τοῦ χρήσιμα. R.

sch ran

1057

καὶ Παρνασσῶν: Οἷον ῥήματα ὄρεσι παρα‐ πλήσια. ὁ δὲ Λυκαβηττὸς ὄρος τῆς Ἀττικῆς, Παρνασ‐ σὸς δὲ Φωκίδος. ἢ τὸ Λυκαβηττοὺς καὶ Παρνασσῶν μεγέθη Αἰσχύλος ἔν τινι τῶν αὐτοῦ πεποίηκε δραμά‐
5των. ἔστι δὲ Λυκαβηττὸς ὄρος Ἀθηναίων.

sch ran

1058

συμμέτρως. R. μετρίως. V.

sch ran

1059

(γνωμῶν καὶ διανοιῶν: Σημειωτέον ὅτι πρὸς γενικὴν ἔταξε τὸ ἴσα.)

sch ran

1060

ἀξιοπιστοτέροις. R.

sch ran

1062

ἃ ’μου χρηστῶς: Τὸ λέγειν τοὺς ἥρωας μείζω ῥήματα, καὶ πρὸς τὰς μεγίστας διανοίας καὶ τοὺς λόγους τοιούτους προάγειν. —ἅπερ ῥήματα. Venet.

sch ran

1063

ῥάκι’ ἀμπίσχων: Διὰ Οἰνέα καὶ Τήλεφον καὶ τοὺς ἄλλους.

sch ran

1066

περιειλλόμενος: Ἀντὶ τοῦ περιειληθεὶς ἢ συστραφείς. εἴλλειν γὰρ τὸ συστρέφειν.

sch ran

1067

οὔλων ἐρίων: Ὁ Διόνυσός φησιν, οἷον ἐνδε‐ δυμένος ἔνδοθεν ἐρίων χιτῶνα. περιείληται γὰρ ῥάκη προσποιούμενος εἶναι πένης. —λείπει τὸ πένεσθαι. Rav.

sch ran

1068

παρὰ τοὺς ἰχθῦς ἀνέκυψε: Ἀντὶ τοῦ παρὰ τὰ ἰχθυοπώλια. τὸ δὲ τοιοῦτον Ἀττικόν. Εὔπολις
περιῆλθον ἐς τὰ σκόροδα καὶ τὰ κρόμμυα. φησὶν (οὖν) ὅτι ἀναφαίνεται περὶ τὰ ἰχθυοπώλια ἀγο‐
5ρασείων· ἀντὶ τοῦ τρυφῶν εὑρίσκεται.

sch ran

1069

(στωμυλίαν: Σκώμματα, κολακείαν, πανουρ‐ γίαν.)

sch ran

1071

τῶν μειρακίων στωμυλλομένων: Ἄπειροι οὗτοι ἐκκλησίας φησὶν οὖν ὑπὸ Εὐριπίδου διατραφέν‐ τας ἐπὶ τὸ λέγειν ὁρμῆσαι. παράλους δὲ τοὺς κωπηλά‐ τας. Πάραλος γὰρ καὶ Σαλαμινία τριήρεις εἰρηναρχι‐
5καί. κοινῶς δὲ παράλους τοὺς ἐκ τῶν τριήρων ναύτας. οὐ γὰρ ἴδιόν τι λέγοι ἂν περὶ τῆς παράλου τριήρους νεώς. ἄτιμοι δὲ οὗτοι ἦσαν.304

sch ran

1073

ῥυππαπαὶ: Ἐπίφθεγμα ναυτικὸν, παρασκευ‐ αστικὸν κωπηλασίας τὸ ῥυπαπαῖ. —ἐπιφώνημα ναυ‐ τικόν. Br.

sch ran

1074

τῷ θαλάμακι: τῷ κωπηλατοῦντι ἐν τῷ κάτω μέρει τῆς τριήρους. οἱ δὲ θαλάμακες ὀλίγον ἐλάμβανον μισθὸν, διὰ τὸ κολοβαῖς χρῆσθαι κώπαις παρὰ τὰς ἄλλας τρεῖς τάξεις τῶν ἐρετῶν, ὅτι μᾶλλον εἰσιν ἐγγὺς
5τοῦ ὕδατος. (ἦσαν δὲ τρεῖς τάξεις τῶν ἐρετῶν· καὶ ἡ μὲν κάτω, θαλαμῖται, ἡ δὲ μέση ζυγῖται, ἡ δὲ ἄνω θρανῖται. θρανίτης οὖν, ὁ πρὸς τὴν πρύμναν· ζυγίτης ὁ μέσος· θαλάμιος ὁ πρὸς τὴν πρῴραν. καὶ θαλαμία ὀπὴ, δι’ ἧς ἐξέρχεται ἡ κώπη. οἷον οὖν παρὰ τῷ συγ‐
10καθέδρῳ παρδεῖν.)

sch ran

1075

(μινθῶσαι: Διοσφρᾶναι, δυσοσμίας ἀναπλῆ‐ σαι, μιᾶναι, ῥυπῶσαι. μίνθη δὲ τὸ παρ’ ἡμῖν ἡδύο‐ σμον. οἱ δὲ τὸν θύμον.) ἢ κόπρον αἰγῶν.

sch ran

1076

νῦν δ’ ἀντιλέγει: Εἴσθεσις τῆς διπλῆς εἰς δύο περιόδους διῃρημένης ἐκ κώλων ὁμοίων ἀναπαιστικῶν κγʹ. ὧν τὰ μὲν πρῶτα δύο κῶλα δίμετρα ὄντα ἀκατά‐ ληκτα τῇ διπλῇ συνάπτεται. τῆς δὲ πρώτης περιόδου
5εἰσὶ κῶλα ιαʹ ἀκατάληκτα, πλὴν τοῦ τελευταίου ἑφθη‐ μιμεροῦς. ὁμοίως δὲ καὶ τὰ τῆς δευτέρας ἔχει. τὸ μέν‐ τοι παρατέλευτον ἀναπαιστική ἐστι βάσις. ἐπὶ τῷ τέλει τῆς μὲν πρώτης περιόδου παράγραφος, τῆς δὲ δευτέρας δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ
10τέλος.ἀντιλέγει ὁ πάραλος καὶ οὐ κωπηλατεῖ. R.

sch ran

1080

καὶ τικτούσας: Ἔγραψε γὰρ τὴν Αὔγην ὠδί‐ νουσαν ἐν ἱερῷ.

sch ran

1081

[τοῖσιν ἀδελφοῖς: Ὡς αἱ τοῦ Αἰόλου θυγατέ‐ ρες.]

sch ran

1082

καὶ φασκούσας οὐ ζῇν: Ἔστι μὲν παρὰ τὰ ἐκ Φρίξου Εὐριπίδου
τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ κατθανεῖν δὲ ζῆν;
5ἀλλ’ ὁ λέγων ἐστὶ Φρίξος, οὗτος δὲ ὡς παρὰ γυναικὸς εἰρημένον αὐτὸ λέγει. (ἰδεῖν οὖν χρὴ, μήποτε τὸν αὐ‐ τὸν νοῦν παρ’ Εὐριπίδῃ γυνὴ λέγῃ, καὶ μήποτε τὸ ὑπὸ τῆς τροφοῦ ἐν Ἱππολύτῳ λεγόμενον
ἀλλ’ ὅ τι τούτου φίλτρον ἄλλο,
10
σκότος ἀμπίσχον κρύπτει νεφέλαις
καὶ τὰ ἑξῆς.)

sch ran

1084

ἀνεμεστώθη: Ἀνεπληρώθη τῶν γραμματεύειν βουλομένων καὶ μὴ στρατεύεσθαι. ἢ καὶ ἐπὶ κακοπρα‐ γμοσύνῃ τοὺς γραμματεῖς διαβάλλει. «ὄλεθρος γραμμα‐ τεὺς συκοφαντῶν.» Ἄλλως. ἐπειδὴ ἀφέντες τὰ γεν‐
5ναῖα πράγματα φορολόγοι γεγένηνται· οἱ δὲ μετιόντες τὸν λόγον κέρδους ἕνεκα τούτοις εἵποντο. δημοπιθήκους δὲ τοὺς πανούργους περὶ τὸν δῆμον, ὡς τὸ ζῷον ὁ πί‐
θηκος. ἢ τοὺς τὸν δῆμον κολακεύοντας καὶ πείθοντας.Column end

sch ran

1087

λαμπάδα δ’ οὐδεὶς: (Ἔδει γὰρ λαμπαδουχεῖν ἐν Ἡφαιστείοις καὶ Παναθηναίοις.) ἐν Ἀθήναις ἐστὶ γυμνάσιον, ἐν ᾧ ἐλαμπαδηφόρουν οἱ γυμναζόμενοι. ὅτι τῆς λαμπάδος ἀγὼν Ἀθήνησιν ἤγετο, Προμήθεια,
5Ἡφαίστεια, Παναθήναια.

sch ran

1089

[ἀπεφαυάνθην: Ἐξηράνθην.]

sch ran

1092

ἐν ἑνὶ λευκοπίων ἀντὶ τοῦ λιπαρός. ἀντὶ τοῦ ὀπίσω ὤν. R.

sch ran

1093

κᾆθ’ οἱ Κεραμῆς: (Οἱ τὸν Κεραμεικὸν οἰκοῦν‐ τες.) δῆμος δὲ Ἀθηναίων. ἐκεῖ γὰρ ὁ ἀγὼν ἐγίνετο. (καὶ ἐν Πλούτῳ πρώτῳ «τῶν λαμπαδηφόρων τε πλεῖ‐ «στον αἰτίαν τοῖς ὑστάτοις πλατειῶν.» τοῦτο δέ φησιν
5Εὐφρόνιος, ὅτι ἀπὸ τοῦ ἐν τῷ Κεραμεικῷ ἀγῶνος τῆς λαμπάδος, καὶ τοὺς ὑστάτους τρέχοντας ἀπὸ τῶν ἀγο‐ ραίων τύπτεσθαι πλατείαις ὑπὸ τῶν νεανίσκων χερσί· καὶ λέγονται αἱ τοιαῦται Κεραμεικαὶ πληγαί. ἐμφαί‐ νεται δὲ ἀπὸ τούτων ὅτι παρὰ τοῖς Κεραμεικοῖς τοῦτο
10μάλιστα γίνεται.) πύλαις δὲ ταῖς εἰσόδοις (τοῦ ἀγῶνος). —ταῖς εἰσόδοις τοῦ δρόμου. Θ.

sch ran

1096

ταῖς πλατείαις: (Ταῖς πλατείαις) χερσὶ δηλον‐ ότι. ἢ μάστιξιν. ἢ οὕτω λεγομέναις Κεραμεικαῖς πλη‐ γαῖς πλατείαις.

sch ran

1098

ἀνεχώρει καὶ ἔφευγεν. R.

sch ran

1099

μέγα τὸ πρᾶγμα: Ἡ παροῦσα στροφὴ καὶ ἀντιστροφὴ κώλων ἐστὶν ἑκατέρα δέκα ἐπιμεμιγμένων τριβράχεσιν· ὧν τὰ αʹ, δʹ, ϛʹ, ιʹ τροχαϊκὰ τετράμετρα καταληκτικά· τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα. τὸ
5μέντοι ζ τῆς στροφῆς ἀναπαιστικὸν πενθημιμερὲς, καὶ τὸ ἑξῆς δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος· τῆς δὲ ἀντιστροφῆς κορωνίς.

sch ran

1100

διακρίνειν. R. V. Θ.

sch ran

1011

φιλονεικήσῃ. R. V.

sch ran

1102

ἀντιλέγειν. R. V. σαφῶς, ἀκριβῶς. R.

sch ran

1103

μὴ ’ν ταὐτῷ κάθησθον: Ἀντὶ τοῦ μὴ ἐν τῷ αὐτῷ τόπῳ καὶ λόγῳ καὶ τρόπῳ τὰς ἀντιλογίας ποιεῖ‐ σθε.

sch ran

1104

εἰσβολαὶ: Ἀφορμαὶ, ἀρχαὶ, φιλονεικίαι, εἴσ‐ οδοι.

sch ran

1106

ἐπέρχεσθε, ἐπιπορεύεσθε. R. V. ἀναδέρετον: Ἀνακαλύπτετε. C. D. ἀνακαλύπτετε, καὶ εἰς τὸ μέσον προφέρετε. E. Cant. i.

sch ran

1108

κἀποκινδυνεύετον: Κινδυνεύοντες λέγετε, του‐ τέστι τολμῶντες.

sch ran

1112

[οὐκ ἔθ’ οὕτω: Ὡς τῶν Ἀθηναίων οὐχ ὁμοίως πρότερον γεγυμνασμένων ἐν τοῖς ποιητικοῖς σοφίσμα‐ σιν.]

sch ran

1114

τὰ δεξιὰ: Δεξιοὺς νομίζουσι τοὺς ἐστρατευ‐ μένους καὶ ἐπαίνου ἀξίους· τοὺς δὲ διαδιδράσκοντας τὰς στρατείας φιλοδίκους εἶναι καὶ συκοφάντας. ἢ τὸ ἐναντίον, ἵνα ᾖ, πάντες οἱ ἀμαθεῖς ἔξω ἐστρατευμένοι
5εἰσίν. [ἐν εἰρωνείᾳ δεξιά.]

sch ran

1116

παρηκόνηνται: Παρωξυμμένοι εἰσὶν οἱ θεαταὶ
(δηλονότι). ἐκ μεταφορᾶς τῶν ξιφῶν, ἅπερ ἀκονῶσιν εἰς μάχην ἐρχόμενοι οἱ ἄνθρωποι. οἰκειοῦται δὲ ἐνταῦθα ὁ Ἀριστο‐305
5φάνης τοὺς θεατάς.

sch ran

1119

καὶ μὴν ἐπ’ αὐτοὺς: Κορωνὶς ἑτέρα εἰσιόν‐ των τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλβʹ. ὧν τελευταῖος
μελοποιὸν ὄντα καὶ ποιοῦντα ταῦτ’ ἀεί.
5ἐπὶ τῷ τέλει κορωνίς. —εἰς τὰ προοίμια δηλονότι. ὁ γὰρ πρόλογος μέρος πρῶτον τῆς τραγῳδίας. R.

sch ran

1121

τοῦ δεξιοῦ: (Ἀντὶ τοῦ ἐπιδεξίου.) ἐν εἰρωνείᾳ δὲ τοῦτό φησι.

sch ran

1122

γράφεται καὶ ῥημάτων. R.

sch ran

1124

(ἐξ Ὀρεστίας: Τετραλογίαν φέρουσι τὴν Ὀρέ‐ στειαν αἱ διδασκαλίαι, Ἀγαμέμνονα, Χοηφόρους, Εὐ‐ μενίδας, Πρωτέα σατυρικόν. Ἀρίσταρχος καὶ Ἀπολ‐ λώνιος τριλογίαν λέγουσι, χωρὶς τῶν σατυρικῶν.)

sch ran

1126

πατρῷ’ ἐποπτεύων: Τὸ πατρῷα κεκίνηκε τὴν ἀμφιβολίαν. ἤτοι γὰρ τοῦ ἐμοῦ πατρὸς Ὀρέστης φησὶν, ἢ τὰ καθ’ ᾍδου λέγει πατρῷα κράτη τοῦ Ἑρμοῦ, καθ’ ὃ καὶ χθόνιος ὁ Ἑρμῆς, ὁ ἐκ πατρὸς ἔχων τὰς ἐν τῷ
5κόσμῳ βασιλείας ἐπιτηρεῖν. δέον δὲ εἰπεῖν πατρόθεν, πατρῷα εἶπε πρὸς τὸ κράτη. δῆλον δὲ ἐκ τοῦ, «πα‐ τρῷον τοῦτο κέκτηται γέρας.»

sch ran

1127

σωτὴρ γενοῦ μοι: Ἐπὶ τοῦ παρόντος ἀγῶνος, ὃν ἀγωνίζομαι, θέλων τιμωρῆσαι τῷ πατρί.

sch ran

1130

(ἀλλ’ ἢ τρία: Ἔξωθεν προσληπτέον τὸ ἔπη, ἢ ἰαμβεῖα.)

sch ran

1133

προσοφείλων: Χρεωστῶν αὐτῷ καὶ ἑτέραν μέμψιν πρὸς τῇ προτέρᾳ, ἢ τιμωρηθῆναι.

sch ran

1136

ὁρᾷς ὅτι ληρεῖς: Ὁ Αἰσχύλος φησὶ πρὸς τὸν Διόνυσον, ὡς ἀπατώμενον ὑπὸ Εὐριπίδου. διὸ ἐπιφέρει Διόνυσος, «ἀλλ’ ὀλίγον γέ μοι μέλει.» ἀλλ’ ὀλίγον γέ μοι: Οὐ μέλει μοι ὑβριζομένῳ, ἀλλὰ
5καταφρονῶ σου. οὐ φροντίζω, φησὶ, κἂν λέγῃς ὅτι ἥμαρτεν.

sch ran

1144

οὐ δῆτ’ ἐκεῖνον: Τὸν δόλιον δηλονότι, ἀλλὰ τὸν Ἐριούνιον.πρὸς τὴν ἐκδοχὴν τοῦ Ἐριουνίου, ὅτι οὐκ ὀρθῶς. (Ἀρίσταρχος δέ φησι τῶν ἐξηγήσεων τοῦ στίχου τὴν
5προτέραν κατὰ τὸν ποιητὴν εἶναι, ἣν ὁ Εὐριπίδης ἔφη. τὰ τοῦ ἐμοῦ πατρὸς κράτη ἐποπτεύων, ὃς κρατηθεὶς ὑπὸ τῶν περὶ Αἴγισθον ἀπώλετο.)

sch ran

1146

τοῦτο κέκτηται: Τὸ εἶναι χθόνιον, ὡς νῦν ὁ πατήρ. τὸ ἐποπτεύειν τὰ ὑποχθόνια.

sch ran

1149

οὕτω γ’ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος: Οἷον τυμβωρύχου πατρός. ἐπειδὴ ὁ χθόνιος λέγεται μὲν καὶ ὁ γήϊνος· λέγεται δὲ καὶ ὁ ὑπὸ γῆν· τὰ δ’ ὑπὸ γῆν οἱ κλέπται ζητοῦσι. τοῦτο ὁ Διόνυσος λέγει, ὑποτεμνό‐
5μενος τὸν Εὐριπίδου λόγον, διὰ τὸ ὑπερσπεύδειν, ὡς καὶ Ἀρίσταρχός φησιν. οὕτω γὰρ εἰκότως Αἰσχύλος ἐπήγαγε
Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.

sch ran

1150

Διόνυσε πίνεις οἶνον: (Οἷον κραιπαλᾷς [ἱκανῶς]
καὶ ληρεῖς, σκληρὸν οἶνον πιὼν, ἀλλ’ οὐχ ἡδὺν οὐδὲ ἁπαλόν.) οἷον, μεθύεις· ἵνα μὴ κατ’ ἐρώτησιν λέγῃ, ἀλλ’ ἐν ἀποφάνσει. (ἀνθοσμίας δὲ ὁ εὐώδης, ἐγκειμένουColumn end
5τοῦ ἄνθους καὶ τῆς ὀσμῆς. καὶ γέγονε παράγωγον ἀνθό‐ σμιος καὶ ἀνθοσμίας.) ἢ οὕτως· ἃ οὐκ ἀποδέχῃ ἀκούεις· φληνάφους φημὶ καὶ λόγους ἀπρεπεῖς.

sch ran

1151

σὺ δ’ ἐπιτήρει τὸ βλάβος: (ᾯ βλάψεις αὐτὸν ἐν τῇ κατηγορίᾳ, ἢ) τὸ ἁμάρτημα.

sch ran

1154

τὸ ἥκω, φησὶ, ταυτόν ἐστι τῷ κατέρχομαι. R. V.

sch ran

1159

μάκτραν, εἰ δὲ βούλει, κάρδοπον: (Εἴρηται ἐν τοῖς πρόσθεν ὅτι τοῦτο ἀρχαιότερόν ἐστι τὸ τὰς με‐ ταλήψεις τῶν λέξεων τῶν ἰσοδυναμουσῶν ἐπιτηδεύειν. Πλάτων Ποιητῇ «ὁρᾶτε τὸ διῆρες ὑπερῷον.») ὡς τὸ
5παρ’ Ὁμήρῳ [Il. Λ, 163]
Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς, ἔκ τε κονίης,
ἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ.
καὶ τὸ [Il. Η, 279]
μηκέτι παῖδε φίλω πολεμίζετε, μηδὲ μάχεσθον,
10πρὸς Ἕκτορα καὶ Αἴαντα μονομαχοῦντας ἀπὸ τοῦ Ἰδαίου κήρυκος εἰρημένον. καὶ τὸ [Od. Υ, 241]
μνηστῆρες δ’ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
ἤρτυον.
καὶ τὸ [Il. Β, 8] «βάσκ’ ἴθι οὖλε Ὄνειρε·» καὶ «βά‐
15σκ’ ἴθι Ἶρι ταχεῖα.»

sch ran

1161

ταῦτ’: Οὕτως.

sch ran

1162

κατὰ τί λέγεις διαφορὰν ἔχειν. R. V.

sch ran

1163

(ἐλθεῖν μὲν εἰς γῆν: Ἐλθεῖν μὲν εἰς τὴν πό‐ λιν, ὅταν μετῇ τινι τῆς πατρίδος, ὅταν δὲ φυγὰς ἔλθῃ, τότε καὶ κατέρχεται. ἰδίως δὲ ἐπὶ τῶν φυγάδων χρῶνται τῷ κατέρχεται.) —ᾧ ἐξουσία ἐστὶ τῆς πατρίδος. R. V.

sch ran

1168

οὐ πιθὼν: Διὰ τοῦ ι γραπτέον καὶ ὀξυτονητέον τὸ πιθών, ἵνα ᾖ δευτέρου ἀορίστου καὶ μέλλοντος. τοῦτο δὲ ὅτι οἱ τὰς διώξεις ποιοῦντες οἱ αὐτοὶ τοὺς ὑπομείναν‐ τας ἐπανάγουσι.

sch ran

1171

σὺ δ’ ἐς τὸ κακὸν: Ἀντὶ τοῦ παρατήρει τὸ κακῶς λεγόμενον. (τὸ δὲ, τύμβου δ’ ἐπ’ ὄχθῳ, τὰ ἑξῆς τοῦ προλόγου.)

sch ran

1176

ἐξικνούμεθα: Ἀντὶ τοῦ ἀκουόμεθα, εἰσακου‐ σθῆναι δυνάμεθα. —παραγινόμεθα. V.

sch ran

1178

κἄν που δὶς εἴπω ταυτὸν: Κἄν τι ἐλάχιστον ῥῆμα ἢ περισσὸν εὕρῃς καὶ παρέλκον ἐν τῷ λόγῳ. ἀπὸ τῆς στοιβῆς τῶν φορτίων. στοιβὴν: Σωρείαν λέξεων ἐνοῦσαν ἔξω τοῦ πρέπον‐
5τος, παρὰ τὸ πρέπον. Br.

sch ran

1180

οὐ γὰρ μοὐστίν: Γνῶναι πρὸ τοῦ ἀκοῦσαι. Br. ἀντὶ τοῦ πάνυ γάρ. R.

sch ran

1182

ἦν Οἰδίπους: Ἐξ Ἀντιγόνης Εὐριπίδου. [ἔστι δὲ ἀρχὴ τοῦ δράματος.]

sch ran

1185

ἀποκτενεῖν τὸν πατέρα: [Παρὰ τὰ Εὐριπίδου] ἐν Φοινίσσαις [18] εἰρημένα περὶ Οἰδίποδος καὶ Λαΐου.
(καὶ ὁ χρησμὸς δὲ οὕτως ἔχει.) πρὶν καὶ γεγονέναι: Ἢ τὸ φῦναι καὶ γεγονέναι ἐκ306
5παραλλήλου ἐστίν· ἢ σύναπτε τὸ φῦναι πρὸς τὸ ἔφη· τὸ δὲ γεγονέναι πρὸς τὸ ἀποκτενεῖν. εἰ δέ τις εἴποι ὡς μετὰ τὸ γεννηθῆναι καὶ εἰς ἀνδρὸς ἡλικίαν ἐλθεῖν τοῦτον ἀπέ‐ κτεινεν, ἐροῦμεν ὅτι ἐξ οὗ ἐσπάρη μετὰ τῶν ἀνῃρημένων ἦν ὁ Λάϊος. τὸ δὲ ἐπαύσατο οὐκ ἐπὶ τοῦ ἀεὶ δυστυχοῦν‐
10τος, ἀλλ’ ἐπὶ τοῦ πρόσθεν μὲν εὐδαιμονοῦντος, ὕστερον δὲ προσκεκρουκότος τῇ τύχῃ.

sch ran

1190

χειμῶνος ὄντος: Τοῦτο ἔχει διασκευὴν παρ’ αὐτῷ, τὸ χειμῶνος ὄντος. τὸ δὲ ἐν ὀστράκῳ, ἐπεὶ ἐν χύ‐ τραις ἐξετίθεσαν τὰ παιδία. διὸ καὶ χυτρίζειν ἔλεγον. ἤρρησε δὲ ἀπὸ τοῦ ἐρρεῖν τοῦ σημαίνοντος τὸ μετὰ φθο‐
5ρᾶς ἐλθεῖν. —ἤρρησεν: Μετὰ φθορᾶς ἦλθεν. Br.

sch ran

1196

μετ’ Ἐρασινίδου: (Εἷς) τῶν περὶ Ἀργέννου‐ σαν στρατηγησάντων δυστυχῶς. ἀπέθανε δὲ δημοσίᾳ, οὗτός τε καὶ οἱ ὑπομείναντες, Θράσυλλος, Περικλῆς, Λυσίας, Ἀριστοκράτης, Διομέδων, ὥς φησι Φιλόχορος.
5(Δημήτριος δέ φησι, περιττότερόν τι γενέσθαι τῷ Ἐρα‐ σινίδῃ, τὸ καὶ κλοπῆς κατηγορηθῆναι τῶν περὶ Ἑλ‐ λήσποντον χρημάτων.)

sch ran

1198

ξέσω, δοκιμάσω. R.

sch ran

1202

ποεῖς γὰρ οὕτως: Οὕτω γὰρ τοὺς λόγους ποιεῖς ὡς πάντα προσδέχεσθαι. (ὅτι μικροπρεπὲς τὸ κωδά‐ ριον. οὐχ οὕτω δὲ θύλακον· ἀλλ’ ἐάν τις ποιήσῃ θυλάκιον, ἐγχωρεῖ).

sch ran

1206

(Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος: Ἀρχελάου αὕτη ἐστὶν ἡ ἀρχὴ, ὥς τινες ψευδῶς. οὐ γὰρ φέρεται νῦν Εὐριπίδου λόγος οὐδεὶς τοιοῦτος. οὐ γάρ ἐστι, φησὶν Ἀρίσταρχος, τοῦ Ἀρχελάου, εἰ μὴ αὐτὸς
5μετέθηκεν ὕστερον, ὁ δὲ Ἀριστοφάνης τὸ ἐξ ἀρχῆς κεί‐ μενον εἶπε.)

sch ran

1211

Διόνυσος, ὃς: Ὑψιπύλης ἡ ἀρχή. κάθαπτος δὲ ἀντὶ τοῦ πυρφόρος, φωτεινὸς, διὰ τὰς δᾷδας. Ἄλ‐ λως. (κάθαπτος: Τιμαχίδας, ὡς ταρακτὸς, καθειμένος. τὸ δὲ ἑτέρως λεγόμενον δηλοῖ τὸ οἷον καθάπτεσθαι.)

sch ran

1213

(πηδᾷ χορεύων: Προσήρτησε τὸ, ληκύθιον ἀπώλεσεν. τὸ δὲ λοιπὸν τοῦ ἰάμβου «παρθένοις σὺν Δελφίσιν.»)

sch ran

1219

ἢ δυσγενὴς ὢν: Τὸ λοιπὸν τοῦ ἰάμβου «πλου‐ «σίαν ἀροῖ πλάκα.» (Σθενεβοίας δὲ ἡ ἀρχή. διαβάλ‐ λει δὲ τὴν ὁμοειδίαν τῶν εἰσβολῶν τῶν δραμάτων.) ὑφέσθαι δὲ, ὑποχωρῆσαι, εἶξαι. ὑποχαλάσαι, ἐν‐
5δοῦναι.

sch ran

1220

ὡς ἐπὶ ἀνέμου σφοδροῦ λέγει. R.

sch ran

1223

τὸ λέγειν τὸ ληκύθιον. R.

sch ran

1224

κἀπέχου: Τουτέστι, σκόπει μὴ τοιοῦτόν τι εἴπῃς, ὡς προσαφθῆναι τούτῳ δύνασθαι λήκυθον.

sch ran

1225

Σιδώνιόν ποτ’ ἄστυ: Τοῦ δευτέρου Φρίξου Εὐριπίδου ἡ ἀρχή. τὸ λοιπὸν δὲ τοῦ στίχου «ἵκετ’ ἐς Θήβης πέδον.»

sch ran

1227

ἀποπρίω τὴν λήκυθον: (Ἤτοι πρὸς Εὐριπίδην ὁ λόγος, ὅτι ἀγόρασον παρ’ Αἰσχύλου τὴν λήκυθον· ἢ πρὸς Αἰσχύλον, ὥστε πωλῆσαι.) ὡσεὶ εἶπεν, ὤνησαι
αὐτὴν καὶ ἀπόδος ἀντὶ τῆς ἀπολωλυίας. τὸ δὲ πρίω ἐνColumn end
5ἴσῳ τῷ ὤνησαι. ἀλλ’ ἐν τοῖς ἑξῆς φησιν Εὐριπίδης, ἐγὼ πρίωμαι τῷδε; ὥστε ματαία ἡ παρατήρησις τῷ Συμμάχῳ.

sch ran

1229

ἐγὼ πρίωμαι τῷδε: (Ἀντὶ τοῦ, ἀγοράσω τὴν λήκυθον καὶ ἀποδώσω τὴν ἀπολωλυῖαν; δῆλον γέγονεν ὅτι τὸ ἀποπρίω ἀντὶ τοῦ ἐξώνησαι. λέγει δὲ τοῦτο, ἐπειδὴ συνεχῶς ἐκεῖνος, ληκύθιον ἀπώλεσεν. τὸ δὲ
5πρίωμαι) ἴσον τῷ ὠνήσωμαι.

sch ran

1233

θοαῖσιν ἵπποις: Τὸ δὲ λοιπὸν τοῦ ἰάμβου «Οἰνομάου γαμεῖ κόρην.» [Ἰφιγενείας δὲ τῆς ἐν Ταύ‐ ροις ἡ ἀρχὴ αὕτη.]

sch ran

1235

ἀπόδος πάσῃ τέχνῃ: Λήκυθον αὐτῷ ἀπόδος ἀντὶ τῆς ἀπολομένης. ἐπιλέγει δὲ, λήψει ὀβολοῦ πάνυ καλήν. [διὰ τούτων δὲ ὁ Διόνυσος ἐμφαίνει ὡς ἐπειδὴ ἐν τοῖς προλόγοις τοῖς σοῖς ἀποδίδοται ἡ λήκυθος,
5ὥσπερ δοκεῖς αὐτὴν ὀφείλειν Αἰσχύλῳ. οὐκοῦν ἀγορά‐ σας ταύτην ἀπόδος αὐτῷ.] —ἀντὶ τοῦ πώλησον. R. V.

sch ran

1238

Οἰνεύς ποτ’ ἐκ γῆς: (Ἔστι μὲν ἐκ Μελεάγρου μετὰ ἱκανὰ τῆς ἀρχῆς. ἡ δὲ ἀρχὴ τοῦ δράματος
Καλυδὼν μὲν ἥδε γαῖα Πελοπίας χθονός.) τὸ δὲ λεῖπον τοῦ στίχου «οὐκ ἔθυσεν Ἀρτέμιδι.»
5Οἰνεὺς δὲ τῆς αὐτοῦ γῆς εὐφορησάσης ἀπαρχὰς πᾶσι θεοῖς θύσας, Ἀρτέμιδι οὐκ ἔθυσεν. ὅθεν ὀργισθεῖσα σῦν μέγαν κατὰ τῆς χώρας αὐτοῦ ἀφῆκεν, ἵνα ταύτην λυμήνηται. ἐπὶ τοῦτον τὸν κάπρον τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας συνεκάλεσεν, καὶ τῷ κρατύναντι τὸν
10θῆρα τὴν δορὰν δώσειν ἀριστεῖον ὑπέσχετο, συνελθούσης δὲ μετὰ τῶν ἀριστέων καὶ Ἀταλάντης τῆς Σχοινέως, κοινῇ τὸν κάπρον περιέστησαν ἅπαντες. ἐπεὶ δὲ τὸ δέ‐ ρας τῇ Ἀταλάντῃ πρώτῃ τὸν κάπρον τοξευσάσῃ ὁ Με‐ λέαγρος χαριζόμενος ἔδωκε, καὶ οἱ πρὸς μητρὸς αὐτοῦ
15θεῖοι, ἀγανακτοῦντες εἰ τὰ ἀριστεῖα γυνὴ λήψεται, τὸ δέρας μὲν Ἀταλάντης ἀφείλοντο, ὑπὸ δὲ Μελεάγρου ἐφονεύθησαν, ὀλίγον ὕστερον καὶ αὐτοῦ, τῆς μητρὸς ἐπὶ τῇ ἀναιρέσει τῶν ἀδελφῶν λυπηθείσης, καὶ ἀναψά‐ σης τὸν Μοιρῶν δαλὸν, ἀποθανόντος.

sch ran

1240

διχῶς, πολύβοτρυν. R.

sch ran

1243

πρὸς τοδὶ γὰρ εἰπάτω: Εἰς ὃ μέλλω λέγειν, εἰπάτω τὸ ληκύθιον. [ἀκόλουθον τοῦ εἰπέ προστακτι‐ κοῦ τὸ τρίτον εἰπέτω, ὡς λεγέτω· τοῦ δὲ εἶπον, εἰπάτω, ὡς γράψον γραψάτω.]

sch ran

1244

Ζεὺς ὡς λέλεκται: Μελανίππης (τῆς σοφῆς ἡ) ἀρχή.

sch ran

1245

(ἐρεῖ γὰρ, ληκύθιον ἀπώλεσεν: Ἐπεὶ οὐ προσ‐ έθηκε τῷ ἡμιστιχίῳ τὸ ληκύθιον ἀπώλεσε, πεποίηκε τὸν Διόνυσον ὥσπερ ὑφαρπάζοντα τὸν λόγον.)

sch ran

1247

ὥσπερ τὰ σῦκα: Σῦκα λέγει τὰ συκώματα, ἢ ἕλκος γινόμενον ἐπὶ τοῖς ὀφθαλμοῖς, σῦκον καλούμε‐ νον. (Ἄλλως. τὰ ὑπὸ τῶν ἰατρῶν συκώματα λεγό‐ μενα σῦκα ἔφη.) —σῦκον, εἶδος παθήματος ἀεὶ ἐν τοῖς
5ὀφθαλμοῖς καὶ οὐκ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος φυόμενον· ὅ φασιν ἰδιωτικῶς συκάμινον. Junt.

sch ran

1248

τράπου: Τοῦτο ἢ πρὸς τὸν Αἰσχύλον δι’ Εὐ‐ ριπίδην, ἢ πρὸς Εὐριπίδην δι’ Αἰσχύλον· εἰ καὶ Εὐρι‐ πίδης τὸν λόγον προήρπασε. τὸ δὲ ταὔτ’ ἀεὶ ἀντὶ τοῦ ταυτά. διὰ δὲ τὴν συναλοιφὴν ἀναβιβάζεται ὁ τόνος. οὐ307
5δεῖ δὲ περισπᾶν, ὡς ἐν τῷ Πλούτῳ εἴρηται.

sch ran

1251

τί ποτε πρᾶγμα: Κορωνὶς καὶ εἴσθεσις χοροῦ ἐπῳδικὴ διὰ τὸ κεῖσθαι μετὰ τὴν κορωνίδα (ἐνίοτε δὲ καὶ μετὰ τὴν διπλῆν, ὡς πολλάκις εἴρηται), ἐκ κώλων ἀντισπαστικῶν ἐπιμεμιγμένων ἐπιτρίτοις καὶ διιάμβοις
5καὶ διτροχαίοις δέκα. ὧν τὸ πρῶτον δίμετρον ἀκατά‐ ληκτον ἐκ πεντασυλλάβου ἀντισπάστου· ὃ καλεῖται γλυκώνειον. τὸ δεύτερον ἐκ παίωνος τετάρτου καὶ διιάμβου ὅμοιον. τὸ τρίτον τοῦ πρώτου ποδὸς πεντασυλ‐ λάβου καταληκτικόν. τὸ τέταρτον ἐκ διτροχαίου καὶ
10ἐπιτρίτου τρίτου ἀκατάληκτον. τὸ εʹ ὅμοιον τῷ βʹ. τὸ ἕκτον ἐκ διτροχαίου καὶ ἐπιτρίτου πρώτου. τὸ ζʹ ὅμοιον τῷ βʹ. τὸ ηʹ καταληκτικὸν ἐκ διτροχαίου καὶ βακχείου ἢ ἀμφιβράχεος. τὸ θʹ ὅμοιον τῷ βʹ. τὸ ιʹ ὅμοιον τῷ ὀγδόῳ. ἑξῆς δὲ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι
15ἀκατάληκτοι γʹ. ἑξῆς δὲ τίθεται κῶλον ἰαμβικὸν ἑφθη‐ μιμερὲς, τὸ, διαύλιον προσαυλεῖ. ὅπερ κατὰ παρεπι‐ γραφὴν τίθεται. ὥσπερ καὶ τὸ, αὐλεῖ τις ἔνδον· καὶ ἄλλα πολλά. φασὶ δὲ διαύλιον λέγεσθαι ὅταν ἡσυχίας πάντων γενομένης ἔνδον ὁ αὐλητὴς ᾄσῃ. ἐπὶ τῷ τέλει τῆς
20μὲν στροφῆς κορωνίς. τοῦ δὲ συστήματος παράγρα‐ φος.

sch ran

1256

τῶν μέχρι νῦν ὄντων ποιητῶν. R.

sch ran

1259

τὸν βακχεῖον ἄνακτα: Τὸν Αἰσχύλον, οἷον τὸν ἄριστον μελοποιὸν, τὸν ὥσπερ ἐκβακχεύοντα ἐν τῇ ποιήσει. ὁ γὰρ Εὐριπίδης ἔρχεται ἐπὶ τὰ μέλη αὐτοῦ. —τὸν ἔνθεον ἄρχοντα τῶν μελῶν, τὸν ἐκβακχεύοντα
5ἐν τῇ ποιήσει. Br.

sch ran

1262

εἰς ἓν γὰρ αὐτοῦ πάντα: Εἰς τὸ αὐτὸ τέλος περατούμενα πάντα· ἐπεὶ κἀκεῖνος εἶπεν, ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.

sch ran

1263

καὶ μὴν λογιοῦμαι: Ἀντὶ τοῦ ἀριθμήσω, ψηφίσω. (ἐπεὶ προεῖπεν Εὐριπίδης, εἰς ἓν συγκεφα‐ λαιώσομαι αὐτοῦ πάντα τὰ μέλη. Ἐρατοσθένης δὲ τῶν ψευδαττικῶν τινὰς γράφειν φησὶ, τὼ ψήφω λαβὼν,
5ἵνα καὶ τὰ πεπλασμένα δράματα, ἐν οἷς τὸ παράπαν τοῦτο ἠγνόηται, δοκῇ μὴ σεσολοικίσθαι.) —λογαρι‐ άσω. Θ.

sch ran

1264

(διαύλιον προσαυλεῖ τις.) τοῦτο παρεπιγραφὴ, ὥσπερ καὶ ἄλλα πολλάκις. φασὶ δὲ διαύλιον λέγεσθαι ὅταν ἡσυχίας πάντων γενομένης ἔνδον ὁ αὐλητὴς ᾄσῃ. R. V.
5Φθιῶτ’ Ἀχιλεῦ: Εὐριπίδης ἐστὶ τὰ Αἰσχύλου λέ‐ γων. ἔστι δὲ ἐκ Μυρμιδόνων Αἰσχύλου. R. V. Θ. M. τοῦτο ἀπὸ τῶν πρέσβεων πρὸς Ἀχιλλέα Αἰσχύλος πεποίηκεν. ἔστι δὲ ἐκ Μυρμιδόνων. προφέρει καὶ Εὐ‐ ριπίδης εἰς γέλωτα ἄλλα ἐξ ἄλλων δράματα συναγαγών.
10διὸ καὶ ἀσαφῆ, μίαν ἁρμονίαν οὐκ ἔχοντα. οὐκ ἄρα τὰ μὴ ξυνετὰ ζητητέον. ἀνδροδάϊκτον δὲ, τὴν ἀνδρῶν φόνον ποιοῦσαν. τὰ δὲ τοιαῦτα εἴδη καλεῖται ἀλλοιό‐
στροφα, ὡς Ἡφαιστίων [c. 9, p. 126] φησίν· ὅσα πάν‐ τως διαιρεῖται ἢ κατὰ πρόσωπον ἀμοιβαῖον, ἢ χοροῦColumn end
15πρὸς ὑποκριτὴν ἀπόκρισιν. ἔστι δὲ τῆς μὲν ᾠδῆς ταύτης τὰ κῶλα ἀναπαιστικὰ εʹ. ὧν τὸ πρῶτον τρίμετρον καταληκτικὸν εἰς συλλαβὴν, ὃ καλεῖται Αἰολικὸν, διὰ τὸ ἴαμβον ἔχειν τὸν πρῶτον πόδα. τὸ δεύτερον καὶ τὸ εʹ δίμετρα ὑπερκατάληκτα. τὸ γʹ πενθημιμερές. τὸ
20τέταρτον ἑφθημιμερὲς, ὃ καλεῖται, ὡς εἴρηται, πα‐ ροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος. τοῦ δὲ συστήμα‐ τος τὰ κῶλα ὅμοια πέντε, πλὴν τοῦ τετάρτου τῷ δευ‐ τέρῳ τῆς ᾠδῆς ὁμοίου, ἑφθημιμερῆ. ἐπὶ τῷ τέλει παράγραφος. τῆς δὲ ἑξῆς ᾠδῆς τὰ κῶλα ἕξ. τὸ πρῶτον
25δακτυλικὸν ἑφθημιμερές. τὸ βʹ ἀναπαιστικὸν ἑφθημι‐ μερές. τὸ γʹ καὶ τὸ ϛʹ ὡς τὸ βʹ τῆς ἄνω ᾠδῆς. τὸ δ’ δακτυλικὸν τετράμετρον. ἔστι δὲ κῶλον ἐκ χοροῦ, ὡς ἀνέγνων ἐν Ἀγαμέμνονι δράματι Αἰσχύλου. τὸ εʹ ὅμοιον δίμετρον. ἔστι δὲ ἡμιτελὲς ἐνταῦθα. τὸ γὰρ τέλειόν
30ἐστιν, «αἴσιον ἀνδρῶν ἐκτελέων·» ὅπερ ἑφθημιμερές ἐστιν. ἐπὶ τῷ τέλει παράγραφος. ἑξῆς δὲ σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τρι‐ μέτρων ἀκαταλήκτων ἕξ. ἐπὶ τῷ τέλει παράγραφος. ὁ μέντοι ἕκτος στίχος ἔν τισιν οὐ κεῖται· οἷον, ἴθι δὴ
35πέραινε.

sch ran

1266

Ἑρμᾶν μὲν πρόγονον: Ἐκ τῶν Αἰσχύλου Ψυχαγωγῶν. (προφέρεται δὲ οὐκ ἐφεξῆς τὰ αὐτὰ μέλη αὐτοῦ, ἀλλ’ ὡς ἔτυχεν ἄλλο ἄλλοθεν, καὶ ἐπιλέγει τὸ ἰήκοπον), κυρίως ἐκείνων τῶν στίχων ὂν, τοῦ, Φθιῶτ’
5Ἀχιλλεῦ.⟧ ⟦τοῦτο ἐκ τῶν Αἰσχύλου Ψυχαγωγῶν. τὸ δὲ Ἑρμὰν μὲν τίομεν λέγουσιν οἱ Ἀρκάδες διὰ ταῦτα· ἐν τῇ Κυλλήνῃ, ἥ ἐστιν ὄρος Ἀρκαδίας, ἐτιμᾶτο ὁ Ἑρμῆς. διὰ γοῦν τὴν ἐξ ἀμνημονεύτων χρόνων τιμὴν ὡς πρό‐
10γονος τούτοις ἐδόκει. ᾄδουσι δὲ καί τινα ἱστορίαν μυ‐ θώδη. λίμναν δὲ λέγει τὴν Στυμφαλίδα, ἐν Ἀρκαδίᾳ γὰρ καὶ αὕτη. Cant.1.

sch ran

1267

ἰστέον ὅτι τὸ ἰήκοπον οὐ πελάθεις ἐπ’ ἀρωγὰν παίζων πανταχοῦ ἐπιφέρει, κυρίως ἐκείνων τῶν ἰαμ‐ βείων ὂν, τοῦ, Φθιῶτ’ Ἀχιλεῦ. Barocc.

sch ran

1270

(κύδιστ’ Ἀχαιῶν: Ἀρίσταρχος καὶ Ἀπολλώ‐ νιος, ἐπισκέψασθε πόθεν εἰσί. Τιμαχίδας δὲ ἐκ Τηλέφου Αἰσχύλου. Ἀσκληπιάδης δὲ ἐξ Ἰφιγενείας.)

sch ran

1274

εὐφημεῖτε μελισσονόμοι: Ἐξ Ἱερειῶν Αἰσχύ‐ λου. R. V. [οἱ διανέμοντες τὰ τῆς πόλεως, ἢ οἰκοῦντες ἐν τῇ πόλει.] —εὐφήμως λέγετε οἱ δίκην μελισσῶν νεμόμενοι ἐν τῷδε τῷ τῆς θεᾶς ἄλσει. Br.

sch ran

1275

[ἰήκοπον: Τινὲς ἀξιοῦσι τὸ ἰή ψιλοῦν, ὅταν μὴ ᾖ ἐν ὕμνῳ. ἐκεῖ γὰρ δασύνεται. ὡς ἐφυμνίῳ δὲ κέχρηται τῷ ἰήκοπον οὐ πελάθεις.]

sch ran

1276

ὅσιον κράτος: (Ἐν τοῖς πλείστοις αἴσιον. Ἀσκληπιάδης τὸ ὅσιον. ἔστι δὲ) ἐξ Ἀγαμέμνονος Αἰ‐ σχύλου [104]. βουβωνιῶ δὲ ἀντὶ τοῦ φλεγμαίνω τοὺς βουβῶνας. —ὅσιον: Ἁγίαν καὶ δικαίαν ἐπικράτησιν.
5Cant.1.

sch ran

1278

ἐπεὶ συνεχῶς εἶπε τὸ ἰήκοπον. Θ.

sch ran

1279

λείπει τὸ ἀπελθεῖν. R. V.308

sch ran

1281

στάσιν μελῶν: Στάσιμον μέλος, ὃ ᾄδουσιν ἱστάμενοι οἱ χορευταί. —σύνοδον, διήγησιν. R. V.

sch ran

1282

ἐκ τῶν κιθαρῳδικῶν νόμων: Τιμαχίδας γράφει, ὡς τῷ ὀρθίῳ νόμῳ κεχρημένου τοῦ Αἰσχύλου καὶ ἀνατεταμένως. —ἀντὶ τοῦ ξένην τραγῳδίαν. R. Ven.

sch ran

1283

ἐν τισι οὐ κεῖται. V.

sch ran

1285

ὅπως Ἀχαιῶν: ᾨδὴ κώλων ιδʹ. ὧν τὸ πρῶτον ἰαμβικὸν ἑφθημιμερές. τὸ βʹ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ δʹ δακτυλικὸν πενθημιμερές. τὸ εʹ Φερεκράτειον. τὸ ζʹ τρίμετρον ἀκατάληκτον. τὸ ηʹ
5δίμετρον. τὸ ιʹ ὅμοιον τῷ αʹ. τὸ ιαʹ ὅμοιον τῷ βʹ. τὸ ιβʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐπιμεμιγμέ‐ νον διτροχαίῳ. ἐπὶ τῷ τέλει παράγραφος. τὸ δ’ ἐφύμνιον δίμετρον ἰαμβικὸν ἀκατάληκτον.Εὐριπίδης ὁμοίως τὰ Αἰσχύλου χορικὰ μέλη διε‐
10σπασμένως λέγει ἐξ ἄλλων καὶ ἄλλων δραμάτων. τοῦτο μέντοι ἐξ Ἀγαμέμνονος. δίθρονον δὲ κράτος, αὐτόν τε καὶ τὸν Μενέλαον. ἀκμὴν δὲ τὴν νεότητα. ἔστι δὲ ἀναπόδοτον. —καὶ τοῦτο ἐξ Ἀγαμέμνονος. R. V.

sch ran

1286

(τὸ φλαττοθραττόφλατ: Τοῦτο λέγει χλευάζων ὡς ἀσυνετοποιόν. τινὲς δὲ καὶ σημειοῦνται αὐτὸ, ὅτι τῶν διορθωτῶν τινὲς περιεῖλον τὰς τοιαύτας ἐν τοῖς μέλεσι προσθέσεις.) Σφίγγα δὲ δυσαμερίαν, τὴν ἐπὶ
5κακῷ χρόνῳ Θηβαίοις φανεῖσαν, πάροχον θανάτου. ταῦτα δὲ ἐκ Σφιγγὸς Αἰσχύλου. θούριος δὲ ὄρνις, ἡ πολεμοῦσα Θηβαίοις τύχη. τὸ δὲ ξὺν δορὶ καὶ χειρὶ πράκτορι, ἐξ Ἀγαμέμνονος, ἐκ τῆς συνεπείας τοῦ «κύριός εἰμι θροεῖν.» ἐπειδὴ δὲ οἱ τῆς Σφιγγὸς πόδες
10λεοντώδεις ἦσαν, ὁ δὲ τοῦ λέοντος ὄνυξ δίκην δόρατος πλήττει, διὰ τοῦτο δόρατι εἶπεν.

sch ran

1291

ἐπιτυχεῖν. R. V. Θ. καὶ τοῦτο ἐξ Ἀγαμέμνονος. R. V. ἀντὶ τοῦ ἀναι‐ σχύντοις. R. ἰταμαῖς κυσὶ: Τοῖς ἁρπακτικοῖς ἀετοῖς. ταῦτα δὲ ὡς ἀσαφῆ πάρελθε. —διὰ τοῦ ἀέρος φοι‐
5τώσαις. V.

sch ran

1294

(τὸ συγκλινὲς ἐπ’ Αἴαντι: Τιμαχίδας φησὶ τοῦτο ἐν ἐνίοις μὴ γράφεσθαι. Ἀπολλώνιος δέ φησιν ἐκ Θρῃσσῶν αὐτὸ εἶναι.)

sch ran

1296

τί τὸ φλαττόθρατ: Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλή‐ κτων ιγʹ. ἐπὶ τῷ τέλει παράγραφος.ἐκ Μαραθῶνος: (Ἐπεὶ ὁ φλέως ἄνθος ἐν Μαραθῶνι,
5ὃν οἱ ἰδιῶται φλόμον.) διὰ τὸ ἔχειν τὸ φλατ ἐν ἀρχῇ παρόμοιον τῷ φλέῳ. ὡς ἐν Μαραθῶνι οὖν τοῦ φλέω πολλοῦ ὄντος· ἑλώδης γὰρ ὁ τόπος.

sch ran

1297

ἱμονιοστρόφου: (Οἷον σχοινιοστρόφου μέλη, ἃ εἰκὸς ἄνδρα ὕδατα ἀρυόμενον ᾄδειν.) ἱμονιὰ γὰρ κα‐ λεῖται τὸ τῶν ἀντλημάτων σχοινίον, καὶ τὸ ᾆσμα, ὃ ᾄδουσιν οἱ ἀντληταὶ, ἱμαῖον. (Καλλίμαχος [fr. 42]
5ἀείδει καὶ πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον.)

sch ran

1298

ἀλλ’ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν μετήνεγκα: Ἐγὼ, φησὶν, εἰς τὸ καλὸν ἐκ τοῦ καλοῦ αὐτὰ μετήνεγ‐ κα. (ἐκ γὰρ τοῦ κιθαρῳδικοῦ καλοῦ ὄντος εἰς τὸ τρα‐ γῳδικὸν μετήνεγκα, ἵνα μὴ εἰς ταὐτὰ τοῖς ὑπὸ Φρυνί‐Column end
5χου μέλεσι προεισηγμένοις ἐμπίπτω.) ἀποδέχονται δὲ πάντες τοῖς μέλεσι τὸν Φρύνιχον ἐπιτυγχάνοντα.

sch ran

1299

(ἤνεγκον· Διχῶς ἔλεγον· ἤνεγκον μὲν ἀπὸ τοῦ ἐνέγκω· ἤνεγκα δὲ ἀπὸ τοῦ ἐνείκω.) ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ: Ἵνα μὴ τὰ αὐτὰ τῷ Φρυνίχῳ μελοποιῶ. ἦν δὲ οὗτος μελοποιὸς ἡδύς. ὁ δὲ
5λόγος, ἐκ τῶν κιθαρῳδικῶν εἰς τὸ τραγικὸν (γένος) μετήνεγκα. τοῦτο γὰρ ὁ Εὐριπίδης προεῖπεν.

sch ran

1302

σκολίων: Σκολιὰ λέγονται τὰ παροίνια ᾄσματα. τὰ δὲ Καρικὰ αὐλήματα (καὶ μέλη) θρηνώδη ἐστίν. ἢ Καρικῶν, βαρβαρικῶν, δουλικῶν.Μελήτου: Προείρηται ὅτι τραγικὸς ποιητὴς ὁ Μέ‐
5λητος. οὗτος δέ ἐστιν ὁ Σωκράτην γραψάμενος. κωμῳ‐ δεῖται δὲ καὶ ὡς ψυχρὸς ἐν τῇ ποιήσει καὶ ὡς πονηρὸς τὸν τρόπον. χορείων δὲ, μικροπρεπῶν, καὶ οἷα ἐν τοῖς χοροῖς ᾄδουσι. λύριον δὲ τὴν μικρὰν λύραν, ὥστε ψᾶ‐ λαι τὰ Εὐριπίδου.

sch ran

1305

ἡ τοῖς ὀστράκοις: Ἀπορίᾳ λύρας ὄστρακα τι‐ νὲς λαμβάνοντες ἦχον μὲν ἀπετέλουν, πάνυ δὲ ἄσημον. διαβάλλει δὲ ἐντεῦθεν Εὐριπίδην ὡς κακὸν μελοποιόν. Ἄλλως. ὅτι φαίνονταί τινες ἀγοραῖοι κρούοντες τοῖς
5ὀστράκοις καὶ προσᾴδοντες τῷ κρούματι τῷ διὰ τού‐ των. λέγεται δὲ εἰς τὴν Ὑψιπύλην ταῦτα, (ἢ καθόλου τὴν μοῦσαν αὐτοῦ. ἐπιλέγει γὰρ «δεῦρο μοῦσα Εὐριπί‐ δου.» Δίδυμος δὲ προστίθησιν ὅτι εἰώθασιν ἀντὶ λύρας κογχύλια καὶ ὀστράκια κρούοντες ἔνρυθμόν τινα ἦχον
10ἀποτελεῖν τοῖς ὀρχουμένοις.)

sch ran

1308

αὕτη ποθ’ ἡ Μοῦσα: Ἐν ἐρωτήσει λέγει. αὕτη οὐκ ᾐσχροποίει; (καὶ ἐν Σφηξὶν [1346] ἐπὶ τῆς αὐλητρί‐ δος
μέλλουσαν ἤδη λεσβιεῖν τοὺς ξυμπότας.)
5λεσβιάζειν δὲ τὸ παρανόμως πλησιάζειν. διεβάλλοντο γὰρ ἐπὶ τούτῳ οἱ Λέσβιοι. (καὶ ἐν τῷ εἰς Φερεκράτην ἀναφερομένῳ Χείρωνι
δώσει δέ τοι γυναῖκας ἑπτὰ Λεσβίδας.
καλὸν τὸ δῶρον, ἕπτ’ ἔχειν λαικαστρίας.
)

sch ran

1309

ἀλκυόνες: Χαρακτηρίζει τὰ Εὐριπίδου μέλη ὡς ἐκλελυμένα. ἀλκυόνες δὲ ἐπάνω τοῦ τῆς θαλάσσης ὕδατος καθήμεναι τὰ αὐτῶν ᾠὰ ἐν τῷ βυθῷ κείμενα θερμαίνουσι. καθ’ ὃν δὲ καιρὸν τοῦτο ποιοῦσιν, ἀλκυο‐
5νίτιδες αὗται αἱ ἡμέραι καλοῦνται, καὶ ἔστιν ἐν αὐταῖς μεγίστη ἡσυχία ἀνέμων τε καὶ κυμάτων. οἱ δέ φασιν ὡς ἐν τῷ ἄκρῳ τῆς θαλάσσης ἐπὶ τῆς ψάμμου τοῦτο ποιοῦσι.

sch ran

1310

κύμασι στωμύλλετε: Διὰ τοῦ στωμύλλετε πάλιν εἰς αὐτὸν παίζει. ἐξ ἄλλων δὲ καὶ ἄλλων Εὐρι‐ πίδου δραμάτων κόμματα συντίθησι καὶ οὐδὲν κατὰ τὸ ἑξῆς λέγει μέλος. (ἔστι δὲ τὸ προεγκείμενον ἐξ Ἰφι‐
5γενείας τῆς ἐν Αὐλίδι.)309

sch ran

1311

τέγγονται νοτεραῖς: Τὸ ἑξῆς, νοτίαις ῥανίσι πτερύγων χρόα δροσιζόμεναι.

sch ran

1314

εἰειειειει: Ἡ ἐπέκτασις τοῦ εἰ εἰ εἰλίσσετε κατὰ μίμησιν (εἴρηται) τῆς μελοποιίας. φάλαγγες: Αἱ λεγόμεναι καματηραί. (ἀράχνιόν τι ἡ φάλαγξ. λέγουσι δὲ καὶ τῶν δακτύλων τὰ ἄρθρα φά‐
5λαγγας, ἅπερ νῦν μᾶλλον λέγει.)

sch ran

1315

ἱστότονα: Τοὺς ἱστοὺς, οὓς ἐν τῷ ἀέρι οἱ ἀράχναι ὑφαίνουσι. λάμβανε δὲ ἀπὸ κοινοῦ εἰς τὰς με‐ λέτας τὸ εἰλίσσετε οὕτως· καὶ εἰλίσσετε μελέτας κερ‐ κίδος ἀοιδοῦ· τουτέστιν, ὥσπερ αἱ ὑφάντριαι διὰ τῶν
5κερκίδων γυναῖκες ἐν τῷ ὑφαίνειν ᾄδουσιν, οὕτω καὶ ὑμεῖς ὦ ἀράχναι. πηνίσματα δὲ, ὑφάσματα. τὸ δὲ κερ‐ κίδος ἐκ Μελεάγρου Εὐριπίδου. τὸ δὲ, ἵν’ ὁ φίλαυλος, ἐξ Ἠλέκτρας (438) φίλαυλος δὲ ὁ τοὺς αὐλοὺς καὶ τὰ μέλη ποιῶν. αἰνίττεται δ’ ἴσως εἰς τὸν Ἀριόνιον μῦθον.
10κυανεμβόλοις δὲ ταῖς ἐν τῷ μέλανι βυθῷ χωρούσαις.

sch ran

1316

καὶ ταῦτα Εὐριπίδου. ἔστι δὲ ἀσυνάρτητα. V.

sch ran

1320

οἰνάνθας: Παρὰ τὸ ἐξ Ὑψιπύλης Εὐριπίδου «οἰνάνθα τρέφει τὸν ἱερὸν βότρυν.» ἡ πρώτη δὲ ἔκφυ‐ σις τῆς ἀμπέλου οἰνάνθη λέγεται. καὶ τὸ, περίβαλ’ ὦ τέκνον, ἐξ Ὑψιπύλης. —ὁ οἶνος. R.

sch ran

1323

ὁρᾷς τὸν πόδα τοῦτον: (Ὡς καὶ τοιαῦτα ἀμοι‐ βαῖα ἐν τοῖς μέλεσιν ἐπιτηδεύοντος Εὐριπίδου.) καὶ ταῦτα δὲ αὐτὸς προστίθησιν ἀναμωκώμενος Εὐριπίδην, ὡς τὰ τοιαῦτα ἐν τοῖς μέλεσιν αὐτοῦ ἐπιτηδεύοντα.
5πόδα δὲ, τὸν ῥυθμὸν, ἢ τὸ μέλος· ἀπὸ μέρους.

sch ran

1328

Κυρήνης μελοποιῶν: Κυρήνη τις ἑταίρα ἐπί‐ σημος, δωδεκαμήχανος ἐπικαλουμένη, διὰ τὸ τοσαῦτα σχήματα ἐν τῇ συνουσίᾳ ποιεῖν. ἔστι δὲ (παρὰ τὰ) ἐξ Ὑψιπύλης (Εὐριπίδου «ἀνὰ τὸ δωδεκαμήχανον ἄν‐
5τρον.») ἐκ δὲ τοῦ λέγειν, ἀνὰ τὸ δωδεκαμήχανον Κυ‐ ρήνης, ἤγουν ἀνὰ τὰς δώδεκα ἐκείνης αἰσχρὰς μηχα‐ νὰς, δείκνυσιν αὐτὸν πάνυ φαυλότατον.

sch ran

1331

ὦ Νυκτὸς κελαινοφανὴς: Φασὶν ὡς πάντα ταῦτα τὰ ἔπη ἔκ τινος δράματός ἐστιν Εὐριπίδου.(Ἀσκληπιάδης,) παρὰ τὰ ἐξ Ἑκάβης Εὐριπίδου [68], (ἐν μιμήσει δηλονότι. οὕτω γὰρ παραγέγραπται) «ὦ
5στεροπὰ Διὸς, ὦ σκοτία νὺξ, (τί ποτ’ αἴρομαι ἔννυχος οὕτω;)» πρόσπολον δὲ, ὑπηρέτην. ψυχὴν δὲ, ὡς φαι‐ νόμενον· ἄψυχον δὲ, ὡς ἄϋλον καὶ εὐθέως οἰχόμενον. νυκτὸς δὲ παῖδα ἐνταῦθα εἴρηκε, καίτοι ἐν Ἑκάβῃ μελανοπτερύγων ὀνείρων εἰπὼν τὴν γῆν μητέρα.
10ἀντὶ τοῦ μέλαινα. R.

sch ran

1333

πρόμολον: Πρόδρομον καὶ θανάτου σημαντι‐ κόν. E. Cant.1. μελανονεκυείμονα δὲ, μέλανα καὶ νε‐ κρικὰ ἱμάτια φοροῦντα ὡς θανάτου σημαντικόν.

sch ran

1337

μεγάλους ὄνυχας ἔχοντα: Ὡς πάνυ τὰς ψυ‐ χὰς σπαράττοντα.

sch ran

1338

(ἀλλά μοι ἀμφίπολοι: Ἀπολλώνιος παρὰ τὰ ἐκ τῶν Τημενιδῶν.) —Ἀπολλώνιος ἀπὸ τῶν Εὐμενί‐ δων φησὶν εἶναι. Cant.1.

sch ran

1340

Ὄνειρον ἀποκλύσω: Καὶ τοῦτο μιμεῖται ὁ Αἰ‐
σχύλος. τοῦτο δὲ λέγει παρόσον ἀποδιοπομπεῖσθαι εἰώ‐ θασι τοὺς χαλεπωτάτους τῶν ὀνείρων. ἀπρόσπλοκα ταῦτα καὶ ἀσυνάρτητα σὺν τοῖς ἑξῆς πᾶσι. τὸ δὲ ὄναρ,Column end
5ὃ εἶδε, τοιοῦτον εἶναι δοκεῖ, ὡς γυνή τις ἐκ γειτόνων οὖσα αὐτῇ, Γλύκη καλουμένη, τὸν ἀλεκτρυόνα αὐτῆς ἁρπάσασα ᾤχετο. ἐπικαλεῖται δὲ τὸν Ποσειδῶνα ὡς πλησίον τῆς θαλάσσης ἰδοῦσα τὸν ὄνειρον.

sch ran

1344

Νύμφαι ὀρεσίγονοι: Ἐκ τῶν Ξαντριῶν Αἰσχύ‐ λου, (φησὶν Ἀσκληπιάδης· εὗρε δὲ Ἀθήνησιν ἔν τινι τῶν διασωθέντων· «Νύμφαις **** θεαῖσιν ἀγείρω, «Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις.» ἔοικε δὲ
5τὸ ὅλον ἐπιτηδεύειν ἀνυπότακτα. ἄλλως οὐδὲ παρ’ Αἰσχύλου ἥρμοζε τὰ τοιαῦτα λαμβάνεσθαι.) τὸ δὲ Μανία ξύλλαβε, νῦν λέγει διὰ τὸν ἄτοπον ὄνειρον, εὐ‐ χομένη μανίας τυχεῖν, ἵνα μηδενὸς τούτων αἰσθάνοιτο. τὸ δὲ ἐγὼ δ’ ἁ τλάμων, πρὸς τὸ, φρούδη Γλύκη, ἔχει
10τὴν ἀκολουθίαν. κνεφαῖος δὲ, ἑωθινή. κνέφας γὰρ τὸ λυκόφως.

sch ran

1348

ἀντὶ τοῦ ἄτρακτον κλώθουσα. R. V. Θ.

sch ran

1350

εἰς ἀγορὰν φέρουσα: Πάλιν ἐπὶ πενίαν καὶ μικροπρέπειαν αὐτὸν κωμῳδεῖ.

sch ran

1353

ὅτι ἐν τοῖς μέλεσι δὶς τὰ αὐτὰ λέγει Εὐριπίδης.

sch ran

1356

ἀλλ’ ὦ Κρῆτες, Ἴδης: Τοὺς Κρῆτας λέγει. ἔστι δὲ ἐκ Κρητῶν Εὐριπίδου. R. V. Θ. M. οὐ μόνον ἐν Τροίᾳ, ἀλλὰ καὶ ἐν Κρήτῃ Ἴδη ἐστὶν, ὡς καὶ ὁ Λυκό‐ φρων φησίν. ἐπεὶ δὲ ἐν Κρήτῃ ἦν ἡ τοῦτο λέγουσα, διὰ
5τοῦτο λέγει, Ἴδης τέκνα τὰ τόξα λαβόντες ἐπαμύνατε. Δίκτυνναν δὲ λέγει τὴν Ἄρτεμιν διὰ ταῦτα, ἐπειδὴ τῶν κυνηγετῶν ἐστι τὸ δίκτυα φέρειν. ἔφορος δὲ κυνηγίας ἡ Ἄρτεμις. φασὶ δὲ ὅτι νύμφη τις Βριτόμαρτις καλουμένη, θηρεύουσά ποτε δικτύοις τισὶ κατὰ τύχην ἐνέπεσε, καὶ
10ὑπὸ Ἀρτέμιδος ῥυσθεῖσα, Δικτύννης Ἀρτέμιδος ἱερὸν ἱδρύσατο. Ἑκάτην δὲ καὶ Ἄρτεμιν οἱ μὲν τὴν αὐτήν φασιν, οἱ δὲ ἄλλην καὶ ἄλλην· ὡς κἀνταῦθα. ταῦτα δὲ παρὰ τὰ ἐκ Κρητῶν Εὐριπίδου.

sch ran

1358

τὰ κῶλα: Τοὺς πόδας ὑμῶν. Br.

sch ran

1360*

κυνίσκας: Ἀντὶ τοῦ τὰς κύνας. (ὡς φιάλας καὶ φιαλίσκας· διπύρους δὲ, ἀντὶ τοῦ διπλᾶς.)

sch ran

1361

ἢ ἀντὶ τοῦ διαπύρους. ἢ ὅτι λαμπάδας ἔχει διττάς. V. διακαεῖς, ἢ διπύρους, ἤτοι διπλᾶς. C.

sch ran

1363

εὕρω, ἐρευνήσω, φωράσω. R. ἐρευνήσω, εὕρω, θεωρήσω. V. Θ.

sch ran

1367

τὸ γὰρ βάρος: Τινές φασιν ἕως τῶν ἐνταῦθα τὸν Αἰσχύλον λέγειν, τὰ δὲ ἑξῆς τὸν Διόνυσον.

sch ran

1369

τυροπωλῆσαι: Πρὸς γὰρ τὸν σταθμὸν ἐπωλεῖτο ὁ τυρός. —τυροπωλῆσαι τέχνην: Τυροπωλικῶς ζυγῆ‐ σαι. Θ. E.

sch ran

1370

ἐπίπονοί γ’ οἱ δεξιοί: Κορωνὶς καὶ εἴσθεσις μέλους χοροῦ προῳδικὴ, διὰ τὸ προτίθεσθαι τῆς κορω‐ νίδος, ἐκ κώλων τροχαϊκῶν ἐπιμεμιγμένων χορείοις καὶ ἰάμβοις ηʹ. ὧν τὰ γʹ ἑφθημιμερῆ· τὰ δ’ ἄλλα δίμετρα
5ἀκατάληκτα, πλὴν τοῦ τελευταίου ἰθυφαλλικοῦ ὄντος. ἐπὶ τῷ τέλει κορωνίς. —οἱ εὐπαίδευτοι. R. σπουδαῖοι, μηχανικοὶ, οἱ ἐπιτήδειοι, οἱ φρόνιμοι. Θ.

sch ran

1374

μὰ τὸν: Ἐλλειπτικῶς ὀμνύει. καὶ οὕτως ἔθος ἐστὶ τοῖς ἀρχαίοις ἐνίοτε μὴ προστιθέναι τὸν θεὸν [εὐ‐ λαβείας χάριν]. εἰώθεισαν δὲ τοῖς τοιούτοις ὅρκοις χρῆ‐ σθαι ἐπευφημιζόμενοι, ὥστε εἰπεῖν μὲν μὰ τὸν, ὄνομα310
5δὲ μηκέτι προσθεῖναι. (καὶ Πλάτωνα δὲ τῷ τοιούτῳ κεχρῆσθαι. λέγει δὲ, οὐκ ἂν ἐπειθόμην, οὐδὲ εἴ τίς μοι ἔλεγε τῶν ἐπὶ τοῦ πράγματος τυχόντων.) τὸ δὲ ἐπιτυ‐ χόντων, ἀντὶ τοῦ συνελθόντων. ἡ ἐπί ἀντὶ τῆς σύν. — μὰ τὸν: Δέον εἰπεῖν μὰ τὸν Δία, μὰ τὸν εἶπε μόνον.
10καὶ ἔστι τοῦτο εὐλαβείας ἴδιον, τὸ πεφεισμένως καὶ ἐλλειπτικῶς τοῦ ὅρκου ἅπτεσθαι. E.

sch ran

1378

ἴθι νῦν παρίστασθον: Κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατά‐ ληκτοι ριεʹ· ὧν τελευταῖος
νὴ τὸν Δί’ οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
5ἐπὶ τῷ τέλει κορωνίς.παρὰ τὼ πλάστιγγ’: (Παρὰ τοῖς νῦν λεγομένοις ζυγίοις. τὸ δὲ σχῆμα Ἀττικὸν, ὡς τὼ χεῖρε, τὼ πόλει καὶ νὴ τὼ σιώ.) πλάστιγξ δὲ τὸ κατηρτημένον τοῦ ζυγοῦ μέρος, ᾧ ἐπιτίθεται τὰ ζυγά. —τὸ ἰδού ἀμφότεροί
10φασι. R.

sch ran

1380

κοκκύσω: Συρίσω, σύνθημα δῶ, δίκην ἀλε‐ κτρυόνος βοήσω. τὸ δὲ «εἴθ’ ὤφελεν» ἀρχὴ τοῦ Μη‐ δείας δράματος Εὐριπίδου.

sch ran

1383

βούνομοι: Ὑπὸ βοῶν καταστρεφόμεναι ἤγουν κατανεμόμεναι. ἐστὶ δὲ ἐκ Φιλοκτήτου Αἰσχύλου.

sch ran

1386

ἐριοπωλικῶς: Ὡς οἱ τὰ ἔρια πωλοῦντες, βρέ‐ χουσιν αὐτὰ, ἵνα βαρύνωσιν ἐν τῷ σταθμῷ. τὸ δὲ, «οὐκ ἔστι πειθοῦς,» ἐξ Ἀντιγόνης Εὐριπίδου. τὴν δὲ πειθὼ χρῆμα νοῦν οὐκ ἔχον φησὶν, ὅτι τὸ πείθειν ποικιλία καὶ
5στροφὴ λόγων ἐστὶ, παράγουσα τοὺς ἀκούοντας, καὶ οὐκ ἀληθὴς διάνοια. τὸ δ’ ἑξῆς ἐκ Νιόβης Αἰσχύλου.

sch ran

1390

ἤν’ ἰδού: Ἠνὶ ἰδοὺ ἐκ παραλλήλου. Θ. Vict.

sch ran

1400

βέβληκ’ Ἀχιλλεὺς: Ἀρίσταρχός φησιν ἀδε‐ σπότως τοῦτο προφέρεσθαι, ὡς Εὐριπίδου πεποιηκότος κυβεύοντας ἐν τῷ Τηλέφῳ, οὓς καὶ περιεῖλε. (μήποτ’ οὖν ἐκεῖθεν ἦν. μᾶλλον δὲ ἐσχεδιακὼς ἂν εἴη Ἀριστοφάνης.
5οὐδὲ γὰρ τὸν Εὐριπίδην τοῦτο προφερόμενον. ἀλλὰ τὸν Διόνυσον χλευάζοντα. τινὲς δὲ, ὅτι ἐν τῷ Φιλοκτήτῃ ἦν ὁ τόπος. οἱ δὲ ἐν τῇ Ἰφιγενείᾳ τῇ ἐν Αὐλίδι. ἐμφαίνει δὲ καὶ Εὔπολις τοῦτο εἰδὼς
ἀποφθαρεὶς δὲ δύο κύβω καὶ τέτταρα.
10τοῦτο δὲ Διόνυσος ὑποβάλλει αὐτῷ χλευάζων.) Ἄλλως. ἐκ Μυρμιδόνων. πεποίηκε γὰρ αὐτοὺς κυβεύοντας. ἔθος δὲ τοῖς κυβεύουσιν οὕτω λέγειν, βʹ, δʹ, γʹ, εʹ. τοῦτο δὲ λέγει ὁ Διόνυσος δεικνὺς ὡς Αἰσχύλος νενίκηκε. τὸ δὲ σιδηροβριθὲς, ἐκ Μελεάγρου. τὸ δὲ, ἐφ’ ἅρματος γὰρ
15ἅρμα, ἐκ Γλαύκου Ποτνιέως Αἰσχύλου. τὸ δὲ ἐξηπάτη‐ κεν εἶπεν ἐκ μεταφορᾶς τῶν παλαιστῶν. ἐκεῖνοι γὰρ ἀπατῶντες τοὺς ἀντιπάλους νικῶσιν.

sch ran

1401

σφῷν: Γρ. καὶ νῷν. R.

sch ran

1402

ἐκ Μελεάγρου Εὐριπίδου. R.

sch ran

1403

ἐκ Γλαύκου Αἰσχύλου. R.Column end

sch ran

1406

[ἑκατὸν Αἰγύπτιοι: Πολλαχοῦ ὡς ἀχθοφόρων τῶν Αἰγυπτίων μέμνηται.]

sch ran

1408

(Κηφισοφῶν: Καὶ διὰ τούτου δηλοῖ πάλιν σχεδόν τι τὸ συναμφότερον, ὡς Κηφισοφῶν συνεποίει τὰ δράματα, καὶ τὴν γυναῖκα αὐτοῦ εἶχεν. Ἄλλως. οὐχ ὡς μόνον συμποιοῦντος αὐτῷ τοῦ Κηφισοφῶντος
5τὰ δράματα, ἀλλὰ καὶ ὡς συνόντος αὐτοῦ τῇ γυναικί.) οἱ δὲ γράφοντες χὠ Κηφισοφῶν, εἶναι δ’ ἀξιοῦντες ἀνάπαιστον τὸν τελευταῖον πόδα, σκεψάσθωσαν εἰ ἡ προπαραλήγουσα συστέλλεται.

sch ran

1413

τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν: Τὸν Αἰσχύλον σοφὸν, ἥδομαι δὲ τῷ Εὐριπίδῃ. R. σοφὸν μὲν Εὐριπί‐ δην λέγει, ἥδεσθαι δὲ τῷ Αἰσχύλῳ. οὕτως Ἀρίσταρ‐ χος. ἄλλοι δὲ τὸ ἐναντίον, καὶ ἑκατέρῳ συνηγορεῖν καὶ
5μάλιστα, ὅτι ἥδεται Εὐριπίδῃ, ὡς καὶ ἐν ἀρχῇ προεῖπεν.

sch ran

1414

οὐδὲν ἄρα πράξεις: Ἀπολλώνιος τοῦ Πλούτω‐ νος τοῦτο εἶναί φησι, (καὶ γίνεται πρόσωπα ἐν τῇ σκηνῇ δʹ). τινὲς δὲ τοῦ χοροῦ.

sch ran

1417

πύθεσθε: Ἀκούσατε. Br.

sch ran

1418

τοῦ χάριν: Οὐκ ἐστιν ἄλλου προσώπου τὸ τοῦ χάριν, ἀλλ’ ὁ Διόνυσος ἑαυτῷ ἀνθυποφέρει.

sch ran

1422

πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου: Περὶ τῆς δευτέρας αὐτοῦ λέγει ἀποχωρήσεως, ἣν ἑκὼν ἔφυγε, κατελθὼν μὲν ἐπὶ Ἀντιγένους πρὸ ἐνιαυτοῦ τῶν Βα‐ τράχων, διὰ δὲ τὸ πιστεῦσαι Ἀντιόχῳ τῷ κυβερνήτῃ
5τὸ ναυτικὸν καὶ ἡττηθῆναι ὑπὸ Λυσάνδρου δυσχεραν‐ θεὶς ὑπ’ Ἀθηναίων. (Ἄνδρων δὲ διαφέρεται πρὸς Ξε‐ νοφῶντα περὶ τῆς καθόδου. Καλλίστρατος δέ φησιν ὅτι οὗτος ἦν ὁ καιρὸς, καθ’ ὃν ἑκὼν ἔφυγεν ὁ Ἀλκι‐ βιάδης. ὁ δὲ Ἀρίσταρχός φησι, καθ’ ὃν ἐκπεσὼν ἐν
10Λακεδαίμονι διατρίβων ἔπεισε Λακεδαιμονίους Ἀθη‐ ναίοις Δεκέλειαν ἐπιτειχίσαι· τελέως δὲ πταίουσι. λέ‐ γει οὖν περὶ τῆς δευτέρας ἀποχωρήσεως, ἣν ἑκὼν ἔφυγε. γεγόνασι δὲ Ἀλκιβιάδαι τέσσαρες.) δυστοκεῖ δὲ λέγει ἀντὶ τοῦ ἀγανακτεῖ καὶ κακῶς πάσχει, ἐκ
15μεταφορᾶς τῶν δυστοκουσῶν γυναικῶν. ἢ δυστοκεῖ λέ‐ γει ἀντὶ τοῦ, κακὰ γεννήματα προάγει. Ἀλκιβιάδης γὰρ φύσει Ἀθηναῖος ὢν ἔφυγε μὲν καὶ πρόσθεν διά τινα αἰτίαν ἐκ πόλεως, κατελθὼν δὲ ὕστερον καὶ ναύ‐ αρχος καταστὰς ἐνεπιστεύσατο τὸ ναυτικὸν Ἀντιόχῳ·
20οὗ καὶ ὑπὸ Λυσάνδρου ἡττηθέντος φοβηθεὶς Ἀλκιβιά‐ δης μεταχωρεῖ πρὸς Λακεδαιμονίους, οὓς καὶ πείθει Ἀθηναίοις ἐπιτειχίσαι Δεκέλειαν. ἡ δὲ Δεκέλεια χώρα ἐν τῇ Ἀττικῇ, ἧς τειχισθείσης μέγας ἦν κίνδυ‐ νος Ἀθηναίοις μὴ δυναμένοις ἐξελθεῖν. —πρὸς τοὺς
25ποιητὰς ὁ ...... R.

sch ran

1425

(ποθεῖ μὲν, ἐχθαίρει δὲ: Παρὰ τὰ ἐκ τῶν Ἴωνος Φρουρῶν, ὅπου ἡ Ἑλένη πρὸς τὸν Ὀδυσσέα φησὶ
σιγᾷ μὲν, ἐχθαίρει δὲ, βούλεταί γε μήν.
5ὁ δὲ λόγος, ποθεῖ μὲν ὡς δραστήριον, μισεῖ δὲ ὡς τυ‐
ραννικόν.) ἢ ὡς εἰς Λακεδαιμονίους χωρήσαντα.311

sch ran

1427

μισῶ πολίτην: Αὕτη Εὐριπίδου ἡ γνώμη, μὴ καταδέχεσθαι καθάπαξ Ἀλκιβιάδην. (χαρακτηρίζει δὲ αὐτὸν ἅμα. ταῦτα δέ φησιν Εὐριπίδης περὶ) Ἀλκι‐ βιάδου, ὡς ὄντος αὐτοῦ τοιούτου, βραδέως μὲν ὠφε‐
5λοῦντος τὴν πατρίδα, ταχέως δὲ βλάπτοντος.

sch ran

1432

μάλιστα μὲν λέοντα: (Μάλιστα μὲν) μὴ ἀνατρέφειν φρόνημα, ἐὰν δὲ ἀνατρέφῃ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασῶσαι. ὥστε ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέχεσθαι, ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν,
5ἢ μὴ καταδέξασθαι, ἢ καταδεξαμένους τροποφορεῖν. (ἔν τισι δὲ μετὰ τὸ πρῶτον παραγραφή· ὥστε εἶναι τὸ μὲν πρῶτον ὁμολογουμένως Αἰσχύλου, τοὺς δὲ ἑξῆς ἄδηλον τίνος. ἢ γὰρ Εὐριπίδης δίς ἐστιν ἀποφη‐ νάμενος, ἢ ὁ Διόνυσος ἀντὶ τοῦ ἀκούειν ἐκείνου αὐτὸς
10λέγων καὶ ταῦτα, ἐπεξεργαζόμενος τὸ παρ’ Αἰσχύλου λεγόμενον· ἢ ὁ χορός. ἔν τισι δὲ ἑνός ἐστι τὰ τρία, τοῦ Αἰσχύλου πρῶτον μὲν ἀποφατικῶς λέγοντος, τὰ δὲ ἑξῆς δύο μαλακώτερον ὑποτιθεμένου.)

sch ran

1434

σοφῶς μὲν ὁ Αἰσχύλος, σαφῶς δὲ ὁ Εὐριπί‐ δης. R.

sch ran

1437

εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ: Ὁ Κινησίας λεπτὸς ἦν, ὁ δὲ Κλεόκριτος μοχθηρός. φη‐ σὶν οὖν ὅτι (εἴ τις ἀντὶ πτερῶν) Κλεοκρίτῳ Κινησίαν παραβάλοι, ὥστε φέρεσθαι μεταρσίους, συμβήσεται
5αὐτοὺς ὀλέσθαι αὐροφορήτους γενομένους. Ἄλλως. εἴ τις πτερώσας: Ὡς λεπτὸς σφόδρα ὢν κωμῳδεῖται καὶ ὡς ξένος καὶ ὡς κόλαξ. ἐμνήσθη δὲ καὶ τοῦ Κινη‐ σίου ὡς τούτου καὶ τοῦ Κλεοκρίτου ὁμοφρονούντων. ἀθετεῖ δὲ τοὺς πέντε ἐφεξῆς στίχους ἕως τοῦ
10
ῥαίνοιεν εἰς τὰ βλέφαρα τῶν ἐναντίων Ἀρίσταρχος. ὅτι φορτικώτεροί εἰσι καὶ εὐτελεῖς, διὰ τοῦτο ὑποπτεύονται. Ἀπολλώνιος δὲ οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι οὐ πρὸς τὴν ὑπόθεσιν ἔχουσί τι. ἐρομένων δὲ αὐτῶν ἑκάτερος μίαν γνώμην λέγει.

sch ran

1440

κατέχοντες ὀξίδας: Ὀξυβάφους κατέχοντες ῥαίνοιεν ὄξει τοὺς πολεμίους. (ὀξίδες δὲ κεράμια μικρά. ἢ εἶδος λοπάδος ἡ ὀξίς. ταῦτα δὲ ἠθετημένα μετρίως ἄν τις νομίσειεν ἐνδιεσκευάσθαι. καὶ γάρ ἐστι φορτικά.
5τὰ δὲ ἑξῆς κείμενα πρέποντα καὶ τῷ ποιητῇ καὶ τῇ ὑποθέσει.) ὅταν, φησὶν, οὓς νῦν ἔχομεν παρεωραμένους καὶ δοκοῦμεν ἐχθροὺς τῆς πόλεως, τούτους ἐπανάγω‐ μεν εἰς τὸ ἀρχαῖον ἀξίωμα, καὶ πιστοὺς νομίσωμεν· οἷς δὲ νῦν χρώμεθα ὡς πιστοῖς, τούτους ἀπίστους καὶ
10φθορέας τῆς πόλεως ἡγώμεθα, σωθείη ἡ πόλις. τοῦτο δὲ λέγει, διότι τοὺς καλοὺς καὶ λυσιτελοῦντας ἄνδρας τῇ πόλει ἀφέντες, ὡς καὶ ὄπισθεν ἐν τῇ παρα‐ βάσει ἔφη, μοχθηροῖς καὶ φαύλοις ἐχρῶντο πρὸς τὰ κοινά.

sch ran

1445

ἀμαθέστερόν πως εἰπὲ: Ἀγροικότερον καὶ παχύτερον. ἀπαιδευτότερον, ἢ κοινότερον. παρὰ τὴν παροιμίαν
σαφέστερόν μοι κἀμαθέστερον φράσον.Column end

sch ran

1451

εὖ γ’ ὦ Παλάμηδες: [Πρὸς τὸν Εὐριπίδην· ὅτι εἰκὸς ἐκ Παλαμήδους πεπλάσθαι ταῦτα.] ἢ ἐπειδὴ ὁ Παλαμήδης μηχανικὸς καὶ ἐφευρετὴς ἦν. εὗρε δὲ καὶ οὗτος μηχανὴν σωτηρίας τῇ πόλει. διὰ τοῦτο Πα‐
5λαμήδην τοῦτον καλεῖ.

sch ran

1452

(ταυτὶ πότερ’ αὐτὸς: Συναθετεῖται τοῖς ἄνω καὶ οὗτος. μένων γὰρ ἀκυροῖ τὴν ἐκείνων ἀθέτησιν, ἐν ᾗ φαίνεται τὰ μὲν πρότερα Αἰσχύλος λέγων, τὰ δὲ ἑξῆς Εὐριπίδης.)

sch ran

1453

(τὰς δ’ ὀξίδας Κηφισοφῶν: Τιμαχίδας πόρ‐ ρωθεν ἐκ λαχανοπώλιδός φησι τὸν Εὐριπίδην διὰ τὰς ὀξίδας.)

sch ran

1455

πόθεν: Ἀρνητικῶς ἴσον τῷ οὐδαμῶς. πρὸς βίαν δὲ, πρὸς ἀνάγκην· ἐπειδὴ τούτους ὁ καιρὸς ἤγαγεν.

sch ran

1458

ἐν ἐρωτήσει. R.

sch ran

1459

ᾗ μήτε σισύρα: (Χλαίνης εἶδος εὐτελοῦς, οἷον ἐξωμίδα ἢ ἁπλοΐδα ἤ τι τοιοῦτον.) καὶ ἀλλαχοῦ (Eccl. 421)
χειμῶνος ὄντος τρεῖς σισύρας ὀφειλέτω.
5τινὲς δὲ ἱμάτιον τραχὺ καὶ παχὺ, περιβόλαιον ἀγροι‐ κικὸν, δουλικὸν, παλαιόν· ἢ χιτὼν δερμάτινος. Βορέῃ δὲ λέγουσιν Ἡλίῳ τε τοιαύτην ἔριν γενέσθαι, ὁπότερος ἀνδρὸς ἀγροίκου ὁδοιποροῦντος τὴν σισύραν ἐκδύσῃ. ὁ δὲ νοῦς, μήτε χρηστὸς μήτε ὀχληρὸς πολίτης συμφέρει. πρὸς
10δὲ τὴν διαφοράν. ἔν τισι καὶ σισύρα καὶ σισύρνα ἐκ τρίτου τὸ αὐτὸ, πλὴν ὅτι ἡ μὲν σισύρα δοκεῖ βαίτη εἶναι ἐκ δερμάτων αἰγείων, ἡ δὲ χλαῖνα ἀπὸ ἐρίων.

sch ran

1460

εἴπερ ἀναδύσει: Ἐπανέλθῃ ἐκ τῆς δυστυ‐ χίας ὥσπερ ἐκ βυθοῦ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν βυ‐ θιζομένων νηῶν.

sch ran

1461

ἐκεῖ φράσαιμ’ ἂν: Ἐν τῷ βίῳ. ἐπιθυμῶν δὲ ἀναβιῶναι τοῦτο λέγει.

sch ran

1462*

ἀλλ’ ἐνθάδ’ ἀνίει τἀγαθά: Ἀντὶ τοῦ ἀνά‐ πεμπε. παρὰ τὴν παροιμίαν
ἐκεῖ βλέπουσα, δεῦρ’ ἀνίει τἀγαθά.

sch ran

1463

τὴν γῆν ὅταν νομίσωσι: Τὴν Περικλέους γνώ‐ μην λέγει. (εἰ τὴν μὲν Ἀττικὴν ὡς πολεμίαν ἐάσουσι τέμνεσθαι, ἢ καὶ οὐ τέμνουσι, τὴν δὲ Λακωνικὴν περι‐ πλεύσουσιν. Ἄλλως. ἐπὶ τὴν Περικλέους φέρεται
5γνώμην, ὃς συνεβούλευσε περιπλεῖν τὴν πολεμίαν, μὴ μάχεσθαι δὲ τεμνομένης τῆς Ἀττικῆς.) Ἄλλως. τοιαύτην γνώμην καὶ Περικλῆς συνεβούλευσεν Ἀθη‐ ναίοις, Λακεδαιμονίων εἰσβαλλόντων εἰς τὴν Ἀττικὴν, μέγα βοήσας ἀπὸ τοῦ βήματος, ὡς οὐκ ἂν ἄλλως ἔσται
10τοῖς πράγμασι σωτηρία, εἰ μὴ τὸ κατὰ γῆν μάχεσθαι τούτοις ἀφέντες περιπλευσούμεθα Λακεδαίμονα πλήθει νεῶν.

sch ran

1465

πόρον δὲ τὰς ναῦς: Καὶ τοῦτο κατὰ τὴν Πε‐ ρικλέους γνώμην, ὃς ἐκέλευεν Ἀθηναίοις, ἐμβαλόντων Λακεδαιμονίων εἰς τὴν Ἀττικὴν, μὴ ἐπεξιέναι, ἀλλ’ εἴσω τείχους μένειν, αὐτοὺς δὲ διὰ τῶν πλοίων ἐπιέναι
5τῇ Λακωνικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖ‐ σθαι, τὸν δὲ διὰ θαλάσσης, τοῦτον ἡγεῖσθαι πόρον. (ἢ καὶ οὕτως· ἕνα μὲν πόρον ἡγεῖσθαι χρημάτων, τὸ ναῦς ὡς πλείστας ἔχειν· τὸν δὲ ἄλλον πόρον, ὃς ἂν ἔξω τῆς γῆς ᾖ, τοῦτον ἀπορίαν νομίζειν· οἷον τὰ θεωρικὰ, ἢ δι‐312
10καστικὰ, ἢ ἐκκλησιαστικά. συμβουλεύει οὖν πᾶσαν τὴν ἐν τούτοις γινομένην δαπάνην ταῖς ναυσὶν ἀφορί‐ σαι. πρὸς ταύτην δὲ τὴν ἔννοιαν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον. φησὶ γὰρ ὁ Διόνυσος, «πλήν γ’ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος,» ὡς πολλῶν ὄντων τῶν δαπα‐
15νωμένων εἰς τὸν δικαστικὸν μισθόν.) τοῦτο δὲ παρ’ ὑπό‐ νοιαν εἶπε. νοεῖται μὲν γὰρ κατὰ τὸ φαινόμενον, ὅτι ἐγὼ μόνος ὁ δικάζων ὑμῖν κατὰ νοῦν ταῦτα λαμβάνω καὶ ἀποδέχομαι· τῇ δὲ ἀληθείᾳ κατηγορίαν Ἀθηναίων ἐμφαίνει, ὡς δικορραφούντων καὶ μισθοὺς πολλοὺς περὶ
20τὰς δίκας διδόντων. τὸ δὲ κρίνοις ἄν τινὲς τὸν Πλού‐ τωνα λέγειν ἀξιοῦσιν. αἱροῦ δὲ τοὺς φίλους ἀντὶ τοῦ ἐμὲ λάβε.

sch ran

1409

οὓς ὤμοσας: Πρὶν κατελθεῖν. C.

sch ran

1470

τοὺς φίλους: Ἐμέ. Br.

sch ran

1471

ἡ γλῶττ’ ὀμώμοκε: Παρὰ τὰ ἐξ Ἱππολύτου [611]
ἡ γλῶττ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

sch ran

1475

τί δ’ αἰσχρὸν ἢν μὴ: Παρὰ τὰ ἐξ Αἰόλου Εὐ‐ ριπίδου
τί δ’ αἰσχρὸν, ἢν μὴ τοῖσι χρωμένοις δοκῇ;

sch ran

1478

τὸ πνεῖν δὲ δειπνεῖν: Παρὰ τὰ ἐκ Φρίξου Εὐ‐ ριπίδου. τὸ δὲ κώδιον προσέθηκεν, ἐπειδὴ καθεύδειν ἔφη. Ἄλλως. τοῦτο ἐκ Πολυΐδου δράματος
τίς οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
5
τὸ κατθανεῖν δὲ ζῆν, ὑπνοῦν δὲ τὸ κατθανεῖν.
Ἀριστοφάνης δέ φησι
τὸ πνεῖν δὲ δειπνεῖν καὶ τὸ καθεύδειν κώδιον. πεποίηκε δὲ τοῦτο, ἐπειδὴ ὁ Διόνυσος οὐδὲν ἕτερον ἠγάπα ἢ δειπνεῖν καὶ καθεύδειν ἐν μαλακοῖς στρώμα‐
10σιν, οἷά ἐστιν τὰ ἐκ κωδίων.

sch ran

1481

τῷ ἑστιᾶσαι· ὡς ἀδηφάγος. τρυφερὸς γάρ. Ven.

sch ran

1482

μακάριον: Κορωνὶς καὶ εἴσθεσις χοροῦ ἐπῳ‐ δικὴ, διὰ τὸ μετὰ τὴν κορωνίδα κεῖσθαι, ἐκ κώλων τροχαϊκῶν ἐπιμεμιγμένων χορείοις καὶ ἰάμβοις καὶ ἀναπαίστοις διμέτρων ὀκτωκαίδεκα· ὧν τὰ μὲν αʹ, βʹ,
5γʹ, ηʹ, ιʹ, ιαʹ, ιβʹ, ιδʹ, ιεʹ καταληκτικὰ ἤτοι ἑφθημι‐ μερῆ Εὐριπίδεια, ἢ ληκύθια· τὰ δ’ ἄλλα ἀκατάληκτα, πλὴν τοῦ θʹ καὶ τελευταίου βραχυκαταλήκτων ἰθυφαλ‐ λικῶν. ἐπὶ τῷ τέλει κορωνίς. λείπει τὸ πρᾶγμα, ἵν’ ᾖ, μακάριον τὸ πρᾶγμα. φίλους δὲ νῦν ὡς καὶ ἡμεῖς.
10πολλαχοῦ δὲ τοὺς συγγενεῖς καὶ ἀναγκαίους. —ξύνε‐ σιν: Ἀντὶ τοῦ φρόνησιν. R. V.

sch ran

1491

(χάριεν οὖν: Ὅτι νῦν τὴν πρὸς Σωκράτην
ἑταιρίαν δηλοῖ. Παναίτιος δὲ ὅλα ταῦτα περὶ ἑτέρου Σωκράτους φησὶ λέγεσθαι, τῶν περὶ σκηνὰς φλυάρων, ὡς Εὐριπίδης.) Ἄλλως. τὸν Σωκράτη ἐνταῦθα κα‐Column end
5τηγορεῖ. ζῶν γὰρ οὗτος ὡς πολυλόγος κατηγορεῖτο, ὅτι πολλοὺς λόγους ἐν τοῖς ἐργαστηρίοις καὶ τραπέζαις διεξ‐ ήρχετο περὶ φιλοσοφίας. λέγει οὖν ὅτι καλόν ἐστι, μὴ μετ’ αὐτοῦ τινα διάγειν, ἀφέντα τοὺς ποιητὰς τοιούτους ὄντας ὡς καὶ μετὰ θάνατον ἀναβιοῦν αὖθις δύνασθαι·
10οὗ νῦν Αἰσχύλος ἔτυχε.

sch ran

1497

καὶ σκαριφισμοῖς: (Συνεστυμμένοις καὶ στυ‐ γνοῖς. παρόσον οὐκ ἀνειδέοις οἱ φιλόσοφοι διαλέγονται. ἢ) οἷον σκαρισμοῖς καὶ λεπτολογίαις, εὐτελείαις, σκιαγρα‐ φίαις. σκαριφεύειν γὰρ τὸ τοὺς ζωγράφους ὑποτυπῶσαι
5(πρῶτον τοὺς γραφομένους). καὶ σκαριφήσασθαι ἐπὶ τοῦ ἐπισεσυρμένως τι ποιεῖν, καὶ μὴ κατὰ τὴν προσή‐ κουσαν ἀκρίβειαν σκιαγραφεῖν. εἰσὶ δὲ καὶ οἱ φιλόσοφοι λόγοι ὥσπερ σκιαὶ καὶ αἰνίγματα διὰ τὸ ἀερῶδες αὐτῶν καὶ λεπτόν. (ἴσως δὲ ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ
10σκάριφος,) ἤγουν τὸ κάρφος, καὶ φρύγανον· μᾶλλον δὲ ἡ γραφίσ. —σκαρηφισμοῖσι: Σκιαῖς. C.

sch ran

1499

παραφρονοῦντος ἀνδρός: Λείπει τὸ ἐστίν, (ὡς καὶ τὸ Ὁμηρικὸν [Od. Δ, 834]
εἰ δ’ ἤδη τεθνᾶσι, καὶ εἰν ἀΐδαο δόμοισι. λείπει γὰρ κἀνταῦθα τὸ ἐστί.)

sch ran

1500

ἄγε δὴ χαίρων: Ἔκθεσις τοῦ δράματος, ὃ καὶ ἐπίλογος καλεῖται, ἐκ κώλων διμέτρων ἀναπαιστι‐ κῶν κζʹ· ὧν τὰ ϛʹ, ιαʹ, ιεʹ, κδʹ, κζʹ ἑφθημιμερῆ· τὰ δὲ λοιπὰ ἀκατάληκτα, πλὴν τῶν ηʹ καὶ ιγʹ μονομέτρων.
5ἐφ’ ἑκάστης περιόδου τέλει καὶ συστήματος παράγρα‐ φος.

sch ran

1501

τὴν ἡμετέραν: Πάντως γὰρ οἱ θεοὶ αὐτὴν φιλοῦμεν διὰ τὴν πρὸς ἡμᾶς εὐσέβειαν. —τοῦτο ἔφη ὁ Πλούτων, ἐπεὶ προσήκει ἡ Ἀττικὴ Δήμητρι καὶ Κόρη. V. Θ. M.

sch ran

1504

καὶ δὸς τουτὶ Κλεοφῶντι: Ἴσως σχοινίον ἐπι‐ δίδωσιν αὐτῷ ὁ Πλούτων πρὸς ἀγχόνην, ἤ τι τοιοῦτον σύμβολον θανάτου. ὡς ξένος δὲ ὁ Κλεοφῶν κωμῳδεῖται. ἢ ὅτι γέρων ὢν ἔμελλε μετ’ ὀλίγον τεθνήξεσθαι. ἢ ὡς
5ἀγχόνης ἄξια ἔπραττε.

sch ran

1505

καὶ τούτοις τοῖσι πορισταῖς: Τοῖς φορολό‐ γοις. (τούτους λέγει, τοὺς περὶ πόρου χρημάτων εἰση‐ γουμένους. εἴη δ’ ἂν σχοινίον, ὃ ἐπιδίδωσιν αὐτοῖς.)

sch ran

1506

(Μύρμηκί θ’ ὁμοῦ; Ὀνόματα κύρια. ἐπὶ πο‐ νηρίᾳ δὲ οὗτοι ἐκωμῳδοῦντο. οὐ πάντως δὲ ὁ Μύρμηξ τῶν ποριστῶν ἐστιν, ἀλλὰ δὴ οἴονται ἀπὸ ἄλλης ἀρχῆς· οὐδὲ γὰρ ὁ Νικόμαχος. ἀλλὰ ἤτοι ὁ τραγικὸς ὑποκρι‐
5τὴς, ἢ ὁ πολίτης, περὶ ὧν προείρηται. τί δ’ ἂν εἴη διδούς; τάχα βρόχους πρὸς ἀγχόνην, ἤ τι τοιοῦτον.) [ξυμποδίσας δὲ, συνδήσας τοὺς πόδας.]

sch ran

1513

τοῦ Λευκολόφου: (Εἴη ἂν οὗτος ὁ τοῦ Λευκο‐ λοφίδου, οὗ καὶ Πλάτων μέμνηται ἐν τῷ Πρωταγόρᾳ [p. 315, E]. ἦν γὰρ τῶν περὶ τοὺς καιροὺς τούτους στρα‐ τηγούντων· ἡγεῖτο δὲ τοῦ μέρους τοῦ ναυτικοῦ. τάχα δ’
5ἂν οὗτος εἴη, ὃν καὶ παρεγγεγραμμένον λέγουσιν. οἰ‐ κεῖον γὰρ αὐτοῦ τὸ, στίξας αὐτούς· ἢν γὰρ ξένος. Ἄλ‐ λως.) στρατηγὸς ἦν τοῦ ναυτικοῦ. καὶ Εὔπολις μέμνη‐ ται ἐν Πόλεσιν οὕτως περὶ τοῦ Ἀδειμάντου
οὐκ ἀργαλέον δῆτ’ ἐστὶ πάσχειν τοῦτ’ ἐμὲ
313
10τὸν Λευκολοφίδου παῖδα τοῦ Πορθάονος;

sch ran

1516

τῷ Σοφοκλεῖ δηλονότι ὁ Εὐριπίδης. R.

sch ran

1517

ἢν δ’ ἄρ’ ἐγώ ποτε: Ἀπαγορεύει ὡς οὐκ ἔτι πάλιν εἰς ᾍδου ἀφίξεται.

sch ran

1523

μηδ’ ἄκων: Οἷον, μηδὲ εἴ τινες ἄκοντα τοῦ‐ τον λαβόντες καθίσαι ἐθελήσουσι.

sch ran

1524

φαίνετε: Πρὸς τὸν χορόν. ἀντὶ τοῦ, ἀνάπτετε ὦ μύσται.

sch ran

1528

πρῶτα μὲν εὐοδίαν: Ἡ τελευταία ἔκθεσις τοῦ δράματος ἐκ στίχων ἐστὶ δακτυλικῶν ϛʹ. ἐπὶ τῷ τέλει κορωνὶς ἡ καὶ τὸ δρᾶμα ἀποπερατοῦσα. εὐοδίαν δὲ, εὐ‐ κολίαν περὶ τὴν ὁδόν. ταῦτα δὲ (παρὰ τὰ ἐν Γλαύκῳ
5Ποτνιεῖ Αἰσχύλου «εὐοδίαν μὲν πρῶτον ἀπὸ στόματος
χέομεν.») —ἀντὶ τῷ Αἰσχύλῳ. R.Column end

sch ran

1531

παυσαίμεθ’ ἂν: Τὸ παυσαίμεθα εἶπεν ὁ χο‐ ρὸς, διότι τῷ μὲν δοκεῖν ἐν ᾍδου ἦν, τὸ δ’ ἀληθὲς Ἀθή‐ νησιν, ἔνθα ἐτελεῖτο τὸ δρᾶμα. ξυνόδων δὲ, συμπλοκῶν, ἃς ἡ πόλις νυνὶ πάσχει. —τῶν πολεμικῶν ἀργαλέων. R.

sch ran

1532

Κλεοφῶν δὲ μαχέσθω: (Παρόσον, ὡς Ἀριστο‐ τέλης φησὶ, μετὰ τὴν ἐν Ἀργινούσαις ναυμαχίαν Λα‐ κεδαιμονίων βουλομένων ἐκ Δεκελείας ἀπιέναι ἐφ’ οἷς ἔχουσιν ἑκάτεροι καὶ εἰρήνην ἄγειν ἐπὶ τοῦ Καλλίου,
5Κλεοφῶν ἔπεισε τὸν δῆμον μὴ προσδέξασθαι, ἐλθὼν εἰς τὴν ἐκκλησίαν μεθύων καὶ θώρακα ἐνδεδυκὼς, οὐ φά‐ σκων ἐπιτρέψειν ἐὰν μὴ πάσας ἀφῶσι τὰς πόλεις οἱ Λα‐ κεδαιμόνιοι. οὗτος δὲ ὁ Κλεοφῶν ὡς ξένος κωμῳδεῖται· οὗ καὶ ἄνω [678] ἐμνήσθη, εἰπὼν «φιλοτιμότεραι Κλεο‐
10φῶντος, ἐφ’ οὗ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμει Θρηϊκία χελιδών.») μαχέσθωσαν οὖν, φησὶ, Κλεοφῶν καὶ οἱ ἄλλοι, ὅσοι τούτῳ ὅμοιοί εἰσι ξένοι, ἐν ταῖς πα‐ τρίσιν αὑτῶν, καὶ μὴ ἐν τῇ Ἀττικῇ κινείτωσαν πολέ‐ μους· οὐ γάρ ἐστιν αὐτῶν πατρὶς αὕτη.

sch ran

1533

(πατρίοις ἐν ἀρούραις: Ἐν ταῖς ἑαυτῶν ἀρού‐
ραις. κωμῳδεῖ δὲ αὐτοὺς ὡς ξένους.)314