TLG 5014 010 :: SCHOLIA IN ARISTOPHANEM :: Scholia in Lysistratam (scholia vetera)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Scholia in Lysistratam (scholia vetera)

Source: Dübner, F. (ed.), Scholia Graeca in Aristophanem. Paris: Didot, 1877 (repr. Hildesheim: Olms, 1969): 248–263.

  • Argumenta: p. 248
  • Scholia: pp. 248–263
  • Argumentum 2 (epigramma est): Dup. ANTHOLOGIAE GRAECAE APPENDIX (7052 003) (epigr. 83)

Citation: Argumentum-scholion — verse — (line)

arg lys

t

ΥΠΟΘΕΣΕΙΣ

arg lys

1

Λυσιστράτης τις Ἀθήνησι τῶν πολιτίδων καὶ τῶν Πε‐ λοποννησίων, ἔτι δὲ καὶ Βοιωτίων γυναικῶν σύλλογον ἐποιήσατο, διαλλαγὰς μηχανωμένη τοῖς Ἕλλησιν· ὀμό‐ σαι δὲ ἀναπείσασα μὴ πρότερον τοῖς ἀνδράσι συνουσιά‐
5ζειν, πρὶν ἂν πολεμοῦντες ἀλλήλοις παύσωνται, τὰς μὲν ἐξωπίους ἐμπριλὰς καταλιποῦσα ὀπίσω, αὐτὴ δὲ πρὸς τὰς κατειληφυίας τὴν ἀκρόπολιν μετὰ τῶν οἰκείων ἀπαντᾷ. συνδραμόντων δὲ πρεσβυτῶν πολιτῶν μετὰ λαμπάδων καὶ πυρὸς πρὸς τὰς πύλας, τὴν ἀναστολὴν ποιεῖται ἐξελ‐
10θοῦσα, καὶ προβούλου τινὸς μετ’ ὀλίγον παραβιάσασθαι μετὰ τοξοτῶν ὁρμήσαντος, εἶτα δὲ ἀποκρουσθέντος καὶ διαπυνθανομένου τί βουλόμεναι ταῦτα δεδράκασι, τὸ μὲν πρῶτόν φασιν ὅτι ἐγκρατεῖς γενόμεναι τοῦ ἀργυρίου μὴ ἐπιτρέψουσι τοῖς ἀνδράσιν ἀπὸ τούτου πολεμεῖν,
15δεύτερον δὲ ὅτι πολὺ ἄμεινον ταμιεύσονται καὶ τὸν πα‐ ρόντα πόλεμον τάχιστα καταπαύσουσιν. οὗτος μὲν οὖν καταπλαγεὶς τοῦ θράσους ὡς τοὺς συμπροβούλους οἴχε‐ ται, ταῦτα μὴ παύσας· οἱ δὲ γέροντες ὑπομένοντες ταῖς γυναιξὶ λοιδοροῦνται. μετὰ ταῦτα αὐτῶν τινες αὐτομο‐
20λοῦσαι μάλα γελοίως δι’ ἀκρασίαν ὡς τοὺς ἄνδρας ἁλί‐ σκονται· ἐγκαρτεροῦσι δὲ Λυσιστράτης ἱκετευούσης. Κινησίας τις τῶν πολιτῶν, ἀκρατῶς ἔχων τῆς γυναικὸς, παραγίνεται· ἡ δὲ χυτροτομοῦσα αὐτὸν ἐπαγγέλλεται μὲν, τὰ περὶ τῶν διαλλαγῶν δὲ σπουδάζει. ἀφικνοῦνται
25δὲ καὶ παρὰ Λακεδαιμονίων περὶ σπονδῶν κήρυκες, ἐμφανίζοντες ἅμα καὶ τὰς προτέρας γυναῖκας. συντα‐ χθέντες δὲ σφίσιν οἱ Ἀθηναῖοι πρέσβεις αὐτοκράτορας ἀποστέλλουσιν. οἱ μὲν γέροντες εἰς ταυτὸν ταῖς γυναιξὶν ἀποκαταστάντες ἕνα χορὸν ἐκ τῆς διχορίας ἀποστέλ‐
30λουσι· καὶ Λυσιστράτη τοὺς παραγενομένους πρὸς αὐ‐ τὴν ἐκ Λακεδαίμονος πρέσβεις ὀργῶντας διαλλάττεσθαι προσέλκει· καὶ ἑκατέρους ἀναμνήσασα τῆς παλαιᾶς εἰς ἀλλήλους γενομένης εὐνοίας διαλλάττει ἐν φανερῷ, καὶ ξενίσασα κοινῇ παραδίδωσι τὰς γυναῖκας ἑκάστοις ἄγε‐
35σθαι. ἐδιδάχθη ἐπὶ Καλλίου ἄρχοντος τοῦ μετὰ Κλεό‐
κριτον ἄρξαντος. εἰσῆκται δὲ διὰ Καλλιστράτου.Column end

arg lys

2

(1t)

ΑΡΙΣΤΟΦΑΝΟΥΣ
2tΓΡΑΜΜΑΤΙΚΟΥ
3Λυσιστράτη καλέσασα τὰς πολίτιδας, ὑπέθετο φεύγειν μηδὲ μίγνυσθ’ ἄρρεσιν,
5ὅπως γενομένης νῦν στάσεως ἐμφυλίου, τὸν πρὸς Λάκωνας πόλεμον αἴρωσιν λόγῳ μένωσί τ’ οἴκοι πάντες. ὡς δὲ συνέθετο, τινὲς μὲν αὐτῶν τὴν ἀκρόπολιν διεκράτουν, τινὲς δ’ ἀπεχώρουν. αἵ τ’ ἀπὸ Σπάρτης πάλιν
10ταυτὸν διεβουλεύοντο. κῆρυξ ἔρχεται λέγων περὶ τούτων. τῆς δ’ ὁμονοίας γενομένης, σπονδὰς θέμενοι τὸν πόλεμον ἐξώρισαν.

sch lys

t

SCHOLIA IN LYSISTRATAM

sch lys

ante 1

(Ἐκλήθη Λυσιστράτη παρὰ τὸ λῦσαι τὸν στρατόν.)

sch lys

1

ἀλλ’ εἴ τις Βακχεῖον: Καὶ γὰρ πολλὰς ἑορτὰς αἱ γυναῖκες ἔξω τῶν δημοτελῶν ἦγον ἰδίᾳ συνερχόμεναι.

sch lys

2

ἢ ’ς Πανός: Πανὶ ὠργίαζον (αἱ γυναῖκες μετὰ κραυγῆς). καὶ Μένανδρος ἐν Δυσκόλῳ «σιωπῇ φασι «τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι.» ἢ ’πὶ Κωλιάδ’: Κωλιάδος Ἀφροδίτης ἱερόν (ἐστιν)
5ἐν τῇ Ἀττικῇ. ὁ δὲ τόπος καλεῖται Κωλιάς· ἔστι γὰρ ἐγκείμενος ὁμοίως ἀνθρώπου κώλῳ. καὶ οἱ ἐνοικοῦντες Κώλιοι. ἔνθα ὄστρακα κάλλιστα. καὶ ἡ Γενετυλλὶς δὲ γυναικεία θεὸς περὶ τὴν Ἀφροδίτην ἀπὸ τῆς γενέσεως τῶν παίδων ὠνομασμένη.

sch lys

5

κωμῆτις: Ἀντὶ τοῦ γείτων. κῶμαι δὲ τὰ ἄμφοδα. ὅθεν καὶ τὸ ἐπικωμάσαι.

sch lys

8

τοξοποιεῖν: Ἀντὶ τοῦ ἐσκυθρωπακέναι. ἀπὸ τοῦ παρακολουθοῦντος. τοιοῦτον γὰρ τὸ πρόσωπον τῶν ἐν μερίμνῃ ὄντων. Ὅμηρος [Il. Ο, 102]
οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη.
5(καὶ Σοφοκλῆς «ὡς ἂν Διὸς μέτωπον ἐκταθῇ χαρᾷ.»)

sch lys

13

(εἰρημένον: Ἀντὶ τοῦ εἰρημένου. Ἀττικῶς.)

sch lys

14

φαύλου: Εὐτελοῦς.

sch lys

17

ἐκύπτασεν: Ἀντὶ τοῦ ἐστράγγευσεν. κυπτάζειν ἐστὶ τὸ περί τι πονεῖν καὶ διατρίβειν. κομψῶς δὲ τῇ ἀμ‐ φιβολίᾳ καὶ χαριέντως ἐχρήσατο, καθὰ καὶ Σώφρων «ἐνθάδε κυπτάζουσι πλεῖσται γυναῖκες.»

sch lys

20

ἀναγκαῖα.248

sch lys

22

συγκαλεῖς: Συνήγαγες.

sch lys

23

μῶν καὶ παχύ: Ὡς πρὸς τὸ αἰδοῖον.

sch lys

25

οὐχ οὗτος ὁ τρόπος: Ἀντὶ τοῦ οὐ κατὰ τοῦτον τὸν τρόπον λέγω τὸ πρᾶγμα εἶναι μέγα καὶ παχὺ, καθ’ ὃν σὺ ὑπονοεῖς.

sch lys

27

ἐρριπτασμένον: Γεγυμνασμένον καὶ ηὑρημένον. ὥστε μεριμνῶσάν με ῥιπτάζεσθαι καὶ στρέφεσθαι. τοι‐ οῦτοι γὰρ οἱ μεριμνῶντες. βέλτιον δὲ ἀπὸ τῶν κύβων τὴν μεταφορὰν νοεῖν (ἀνερριμμένων, ὅπως ἂν ἔλθοι. καὶ
5γὰρ ἐπὶ τῶν κύβων ἀναβάλλομεν, μέχρις ἂν ἔλθῃ τὸ προκείμενον βληθῆναι).

sch lys

31

ἐπ’ ὀλίγου γὰρ εἴχετο: Ἀντὶ τοῦ μικρὰν ἔχουσι τὴν ἀφορμὴν τῆς σωτηρίας.

sch lys

33

ἢ μηκέτ’ εἶναι μηδὲ Πελοποννησίους: Μὴ πει‐ σθέντας ἡμῖν (μήτε τοὺς Ἀθηναίους μήτε τοὺς Πελο‐ ποννησίους). ὡς φιλόπατρις δὲ ἀπεσιώπησε τοὺς Ἀθη‐ ναίους.

sch lys

34

μηκέτ’ εἶναι νὴ Δία: Πρὸς τοὺς Λακεδαιμονίους ἀπήντησε.

sch lys

36

ἀλλ’ ἄφελε τὰς ἐγχέλεις: Ἐν γὰρ τῇ Κωπαΐδι λίμνῃ μέγισταί εἰσιν ἐγχέλεις, ᾤκουν τε τὴν Βοιωτίαν καὶ οἱ λεγόμενοι Ἐγχελεῖς, περὶ ὧν Ἑλλάνικος ἐν τοῖς Βοιωτιακοῖς φησίν. Ἄλλως. ἐπειδὴ ἀπὸ Κωπαΐδος
5λίμνης Βοιωτίας φέρονται ἐγχέλεις Ἀθήναζε.

sch lys

37

οὐκ ἐπιγλωττήσομαι: Οὐ φλυαρήσω. οὐ βλασ‐ φημήσω.

sch lys

38

ἀλλ’ ὑπονόησον: Ὅτι ἀπολοῦνται δηλονότι.

sch lys

41

ἡμεῖς: Αἱ Ἀττικαί.

sch lys

43

ἐξηνθισμέναι: Ἄνθη φοροῦσαι. τοῖς ἄνθεσι κεκοσμημέναι, οἷον ψιμυθίῳ καὶ φύκει καὶ τοῖς ὁμοίοις.

sch lys

45

καὶ Κιμβερίκ’ ὀρθοστάδια: Κιμβερικὰ, ἢ Κιμ‐ βερινὰ, ὡς Ταραντῖνα, εἶδος ἐνδύματος, ἀπὸ τόπου. ὀρθοστάδια δὲ οἱ στατοὶ χιτῶνες, οἱ δὲ συρόμενοι συρ‐ τοί.
5περιβαρίδας: Ὑποδήματος εἶδος αἱ περιβαρίδες, ὡς Θεόπομπος ἐν Σειρῆσιν «ὑποδοῦ λαβὼν τὰς περι‐ βαρίδας.»

sch lys

48

χἤγχουσα: Τὸ πλῆρες καὶ ἡ ἄγχουσα. ἔστι δὲ εἶδος βοτάνης, ἧς ἡ ῥίζα ἐρυθρὰ, ᾗ ἐρυθραίνουσι τὰ πρόσωπα αἱ γυναῖκες. διαφανῆ: Οὐ τὰ λαμπρὰ, ἀλλὰ τὰ ἰσχνὰ, δι’ ὧν
5διαφαίνεται τὰ σώματα τῶν γυναικῶν.

sch lys

46

ταῦτ’ αὐτὰ γάρ τοι: Ταῦτα γάρ ἐστι τὰ ὑπο‐ δήματα καὶ τὰ ἐνδύματα, ἃ σώζειν ἡμᾶς προσδοκῶ.

sch lys

51

(κροκωτὸν ἄρα: Εἰ ἄρα οὕτως ἔχει, καλλωπι‐ σθήσομαι καὶ γραῦς οὖσα.)

sch lys

55

οὐ γὰρ μὰ Δί’ ἀλλὰ πετομένας: Οὐ μετὰ βρα‐ δυτῆτος ἥκειν ἔδει, ἀλλὰ πετομένας.

sch lys

56

ὄψει τοι σφόδρ’ αὐτὰς Ἀττικάς: Ὡς τῶν Ἀθη‐ ναίων ἀεὶ μελλόντων. καὶ τὰς γυναῖκας (γοῦν) ὄψει Ἀττικὰς ἀκριβῶς, οἷον μελλούσας ἐν τῷ πράγματι.

sch lys

58

ἀλλ’ οὐδὲ παράλων: (Τῶν ἐν παράλῳ οἰκουσῶν. παραλία γὰρ μοῖρα τῆς Ἀττικῆς·) διῄρητο γὰρ εἰς δʹ
μερίδας τὸ παλαιὸν ἡ Ἀττική· Πανδίων γὰρ διαδεξά‐ μενος τὴν Κέκροπος βασιλείαν, προσκτησάμενος δὲ καὶColumn end
5τὴν Μεγαρίδα, ἔνειμε τὴν χώραν τοῖς παισὶν εἰς δʹ μοίρας· Αἰγεῖ μὲν τὴν παρὰ τὸ ἄστυ μέχρι Πυθίου, Πάλλαντι δὲ τὴν Παραλίαν, Λύκῳ δὲ τὴν Διακρίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα.

sch lys

59

(οὐδ’ ἐκ Σαλαμῖνος: Ἡ Σαλαμὶς μοῖρα τῆς Μεγαρίδος.)

sch lys

60

ἐπὶ τῶν κελήτων: Κέλης εἶδος πλοιαρίου μι‐ κροῦ. καὶ ἵππος δὲ κέλης ὁ γυμνός. λέγει οὖν ὅτι ἐν πλοίῳ εἰσὶν ἐρχόμεναι. ἀφ’ οὗ νῦν κακεμφάτως ἐπὶ τῶν Σαλαμινίων τὸ αἰδοῖον φησί. ναυτικοὶ δὲ οἱ Σαλαμίνιοι,
5(ἐπεὶ καὶ νησιῶται).

sch lys

62

τὰς Ἀχαρνέων: Εἰκότως, ἐπεὶ πολεμικοὶ οἱ Ἀχαρνεῖς. Ἄλλως. εἰκότως, ἐπεὶ ὁ δῆμος τῶν Ἀχαρ‐ νέων ἐτετίμητο, διὰ τοῦτο τὰς ἐκεῖθεν προσδοκᾷ γυναῖ‐ κας. ὁ δὲ Θεογένης κομπαστὴς Ἀχαρνεύς. ἐπειδὴ δὲ
5κέλητα εἶπεν, ἐπήγαγεν ἀκάτιον.

sch lys

64

ἀκάτιον τὸ Ἑκάτης ξόανον. R.

sch lys

67

Ἀναγυρουντόθεν: Δῆμός τις Ἀττικῆς, ἀπὸ Ἀναγύρου ἥρωος.

sch lys

68

παρὰ τὴν παροιμίαν, κινήσω τὸν ἀνάγυρον. ἔστι δὲ πόα δυσώδης.

sch lys

71

ἀντὶ τοῦ μεγάλου. R.

sch lys

73

δεῖ: Ἀντὶ τοῦ δέει.

sch lys

74

ὀλίγου γ’: Ἀντὶ τοῦ πρὸς βραχὺν χρόνον.

sch lys

80

σφριγᾷ: Εὐσθενεῖ, εὐσωματεῖ.

sch lys

81

εἰς ἐκεῖνο τείνει ὅτι εὐημέρουν τότε οἱ Λάκωνες. R ναὶ σιώ: Τοὺς Διοσκόρους λέγει. Λακωνικῶς δὲ φθέγγεται, ὡς αἱ Ἀττικαὶ νὴ τὼ θεὼ, (ἤτοι τὴν Κό‐ ρην καὶ τὴν Δήμητρα).

sch lys

82

γυμνάδδομαι: Ἐν γὰρ τῷ γυμνάζεσθαι πηδᾶν εἰώθασι, καὶ οἱ πόδες ἅπτονται τῆς πυγῆς τοῦ πη‐ δῶντος.

sch lys

83

ὡς δὲ καλόν: Ὡς ἐκείνης ἁψαμένης αὐτῆς. τὰ γὰρ ἱερεῖα μέλλοντες θύειν ψηλαφῶσιν, εἰ λιπαρά ἐστι.

sch lys

84

ψηλαφᾶτε R.

sch lys

87

ποθ’ ὑμέ: Ἀντὶ τοῦ πρὸς ὑμᾶς.

sch lys

88

καλόν γ’ ἔχουσα τὸ πεδίον: Λέγεται γὰρ ἡ Βοιω‐ τία εὐπεδιὰς εἶναι.

sch lys

89

κομψότατα: Κομψῶς ἔχουσα τὸ αἰδοῖον. ἁπτο‐ μένη δὲ αὐτοῦ τοῦτό φησι. βληχώ γε: Τὴν λεγομένην βλήχωνα. παίζει δὲ εἰς τὸ γυναικεῖον αἰδοῖον αἰνιττομένη. Ἀττικοὶ δὲ διὰ τοῦ
5β λέγουσι τὴν βληχώ.

sch lys

90

χαΐα: Ἀντὶ τοῦ ἀγαθὴ μὲν, Κορινθία δέ. παί‐ ζει δὲ παρὰ τὸ κεχηνέναι.

sch lys

91

Κορινθία: Πόρνη, διὰ τὴν Λαΐδα. ἀγαθὴ μὲν, οὐ σώφρων δὲ, ἐπεὶ ἡ Κόρινθος πληθύει ταῖς πόρναις.

sch lys

92

τἀντευθενί: ἁπτομένη τῶν δύο φύσεων ταῦτά φησι. R.

sch lys

93

ξυναλίαξε: Συνήθροισε.

sch lys

94

μυσιδδέτω: Λεγέτω, τί θέλει ἡμᾶς.249

sch lys

100

εὖ γὰρ οἶδ’: Ὅτι διὰ τὸν πόλεμον οὐδεὶς πά‐ ρεστι.

sch lys

103

φυλάττων Εὐκράτην: Στρατηγὸς Ἀθηναίων ὁ Εὐκράτης, κωμῳδεῖται δὲ ὡς δωροδόκος καὶ προδότης καὶ ξένος.

sch lys

105

ἐκ τᾶς ταγᾶς: Ἐκ τῆς τάξεως.

sch lys

106

πορπακισάμενος: Οἷον περονησάμενος. ἀντὶ τοῦ (ἀπολαβὼν τὴν ἀσπίδα) ἅμα τῷ παρεῖναι ἄπεισιν.

sch lys

107

ἀλλ’ οὐδὲ μοιχοῦ: Σκώπτει δὲ συνεχῶς Μιλη‐ σίους καὶ κωμῳδεῖ ὡς μοιχοὺς, ἐπειδὴ ἀπέστησαν τῶν Ἀθηναίων, καὶ πολλοὶ ἄλλοι τῶν νησιωτῶν. φεψάλυξ: Οἷον ζωπύρημα καὶ σπινθήρ.

sch lys

109

ὄλισβον: Αἰδοῖον δερμάτινον. καὶ τοῦτο εἰς τὰς Μιλησίας. παίζει δὲ ὡς τοῖς ὀλίσβοις χρωμέναις.

sch lys

110

σκυτίνη ἐπικουρία: Παρὰ τὴν παροιμίαν, συ‐ κίνη ἐπικουρία, ἐπὶ τῶν ἀσθενῶν. ὁ δὲ εἰς τὴν σκυτίνην μετέβαλε. σκύτινοι γὰρ οἱ ὄλισβοι. εἰσὶ δὲ δερμάτινα αἰδοῖα, οἷς χρῶνται αἱ χῆραι γυναῖκες.

sch lys

113

τοὔγκυκλον: Τὸ περιβόλαιον, (ἢ) τὸ ζωνάριον.

sch lys

114

ἐκπιεῖν: Παρ’ ὑπόνοιαν. δέον εἰπεῖν μάχεσθαι, ἐκπιεῖν εἶπε.

sch lys

115

ψῆττα: Ὄρνεόν ἐστι τετμημένον κατὰ τὸ μέσον, ὡς οἱ σφῆκες. λέγει οὖν ὅτι κἂν συμβῇ τέμνεσθαι τὸ ἥμισύ μου, βούλομαι.

sch lys

117

Ταΰγετον: Ὄρος Λακωνικῆς τὸ Ταΰγετον.

sch lys

118

ἔλσοιμ’: Τὸ ς ἀντὶ τοῦ θ· ἔλθοιμι. ὡς δυσχε‐ ροῦς ὄντος τοῦ τόπου.

sch lys

125

τί μοι μεταστρέφεσθε: Ὡς ἀηδισθεισῶν αὐτῶν καὶ μεταστραφεισῶν ἐπὶ τῷ λόγῳ.

sch lys

126

τί μοι μυᾶτε: Ὥσπερ μύες καταδύεσθε, καὶ σκαρδαμύττετε, ἢ μύλλετε, ἢ μυκτηρίζετε. μυᾶν γὰρ τὸ τὰ χείλη πρὸς ἄλληλα συνάγειν.

sch lys

132

παρατεμεῖν θ’ ἥμισυ: Πρὸς τὸ παρ’ αὐτῆς εἰρημένον.

sch lys

133

ἀλλ’ ἄλλ’ ὅτι βούλει: Ἄλλο κέλευε, μὴ μέντοι δίχα συνουσίας ἡμᾶς εἶναι.

sch lys

135

οὐδὲν γὰρ οἷον: Ἀντὶ τοῦ κωλῦον. οὕτως Ἀττι‐ κοί.

sch lys

138

οὐκ ἐτὸς ἀφ’ ἡμῶν εἰσίν: Ἀντὶ τοῦ οὐ μα‐ ταίως, ἀλλὰ δικαίως. εἰς τὴν Σοφοκλέους δὲ Τυρὼ ταῦτα συντείνει ἐκθεῖσαν τὰ τέκνα εἰς σκάφη.

sch lys

139

οὐδὲν γὰρ ἐσμὲν πλὴν Ποσειδῶν: Ἀντὶ τοῦ πλὴν τῷ βουλομένῳ μίγνυσθαι. ὁ γὰρ Ποσειδῶν κατά τινας λαβὼν εἰς σκάφος Μελανίππην συνῆλθεν. ἔστι δὲ καὶ παροιμία ἐπὶ τῶν κυλινδομένων τῷ αὐτῷ πρά‐
5γματι, ἄλλο δὲ μηδὲν νοεῖν ἀνεχομένων. (ὁ δὲ νοῦς· οὐδὲν ἐσμὲν, εἰ μὴ συνουσιάζειν καὶ τίκτειν. ὁ γὰρ Ποσειδῶν ἐμίγη τῇ Τυροῖ καὶ ἐγέννησε Νηλέα καὶ Πελίαν.)

sch lys

140

σὺ γὰρ ἐὰν γένῃ: Τῇ Λαμπιτοῖ λέγει.

sch lys

143

γυναῖκας ὑπνῶν: Κοιμᾶσθαι. Ἀττικὸν τὸ ὑπνῶν. τὸ γὰρ κοινὸν ὑπνοῦν.

sch lys

145

μόνη τούτων γυνή: Μόνη γυνὴ δυναμένη μη‐
χανὴν εὑρεῖν.Column end

sch lys

146

εἰ δ’ ὡς μάλιστ’ ἀπεχοίμεθα: Εἰ δ’ ἀπεχοί‐ μεθα τοῦ πέους, διὰ τοῦτο εἰρήνη γενήσεται; —τὸ ἀπέχεσθαι τῆς τῶν ἀνδρῶν συνουσίας. R. Bar.

sch lys

148

νὴ τὼ θεώ: Τὴν Κόρην καὶ Δήμητρα λέγει, ὡς Ἀττική.

sch lys

149

(ἐντετριμμέναι: Καλλωπισθεῖσαι, τὰς ὄψεις τριβεῖσαι.)

sch lys

150

τοῖς ἀμοργίνοις: Οἱ μὲν χρώματος εἶδος τὴν ἀμόργην, οἱ δὲ ἀπὸ νήσου Ἀμοργοῦ τοὺς Ἀμοργίνους χιτῶνας, ὡς τὰ Θηραῖα ἀπὸ Θήρας νήσου.

sch lys

151

δέλτα: Ἀντὶ τοῦ τὸ αἰδοῖον τὸ γυναικεῖον. τοιοῦτον γὰρ τὸ σχῆμα.

sch lys

152

πλεκοῦν: Συνουσιάζειν, παρὰ τὸ πλέκεσθαι.

sch lys

155

ὅγ’ ὦν Μενέλαος: Ἡ ἱστορία παρὰ Ἰβύκῳ. (τὰ δὲ αὐτὰ καὶ Λέσχης ὁ Πυρραῖος ἐν τῇ μικρᾷ Ἰλιάδι.) καὶ Εὐριπίδης [Androm. 628] «ἀλλ’ ὡς ἐσεῖδες μαστὸν ἐκβαλὼν ξίφος, φίλημ’ ἐδέξω.»
5μᾶλα πᾶ: Τοὺς μαστοὺς μῆλα φησίν.

sch lys

157

ἢν ἀφίως’: Ἐὰν παρίδωσιν οἱ ἄνδρες. R.

sch lys

158

(τὸ τοῦ Φερεκράτους: Ἐὰν ἡμᾶς παρίδωσιν οἱ ἄνδρες, τότε πάλιν ἐξέσται ὀλίσβοις χρήσασθαι, καὶ ἀποδέρειν τὰ ἀποδεδαρμένα σκύτη. Φερεκράτης ἐν δράματι εἶπε τοῦτο, ἔνθεν τάσσεται ἡ παροιμία ἐπὶ
5τῶν ἄλλο πασχόντων αὖθις ἐφ’ οἷς πεπόνθασιν.) κύνα δέρειν: Σχῆμά ἐστιν ἀκόλαστον εἰς τὸ αἰ‐ δοῖον. ἐν δὲ τοῖς σωζομένοις (Φερεκράτους) τοῦ κωμι‐ κοῦ τοῦτο οὐχ εὑρίσκεται.

sch lys

159

(τὰ μεμιμημένα: Ἐπεὶ τῷ ὀλίσβῳ χρῶνται ἀντὶ τοῦ αἰδοίου. φλυαρία φησὶ τὰ ἀπὸ τῶν ἄλλων. λέγει δὲ τὰ εἰρημένα Φερεκράτους.)

sch lys

160

εἰς τὸ δωμάτιον: Εἰς τὸ κοιτώνιον.

sch lys

162

παρέχειν χρή: Συνουσιάζειν δηλονότι, τουτέ‐ στιν οὐκ ἐκ προαιρέσεως, ἀλλ’ ἄνευ ἡδονῆς.

sch lys

165

ἀπεροῦσιν: Ἀπαγορεύσουσιν καὶ παύσονται τοῦ πολέμου.

sch lys

166

ξυμφέρῃ: Ἀντὶ τοῦ ἁρμόζηται.

sch lys

170

Ἀσαναίων: Ἀθηναίων. ῥυχάχετον: Τὸν θόρυβον καὶ συρφετόν.

sch lys

171

μὴ πλαδδιῆν: (Μὴ παραφρονεῖν.) μὴ πολεμεῖν, μὴ πλησιάζειν.

sch lys

173

οὐχ ἇς σποδᾶς: Οὐκ ἂν ἄγοιεν εἰρήνην οἱ Ἀθη‐ ναῖοι, ἕως ἂν θαλασσοκρατῶσιν καὶ τὸ ἀργύριον τὸ ἄβυσσον ᾖ παρὰ τῇ θεῷ ἐν τῇ ἀκροπόλει. καὶ γὰρ ἀληθῶς ἀπέκειτο χίλια τάλαντα. (ἤρξαντο οὖν κινεῖν
5αὐτὰ ἐπὶ Καλλίου ἄρχοντος, ἐφ’ οὗ εἰσήχθη τὸ δρᾶμα, ὥς φησι Φιλόχορος ἐν Ἀτθίδι.) σποδᾶς: Ἀντὶ τοῦ σπουδῆς.

sch lys

175

ἀλλ’ ἔστι καὶ τοῦτ’ εὖ παρεσκευασμένον: Τὸ λαβεῖν τὸ ἀργύριον ἀπὸ τοῦ ἱεροῦ τῆς θεοῦ.

sch lys

179

θύειν δοκούσαις: Προσποιουμέναις θύειν.

sch lys

180

πάντα γ’ ἔχοι: Πάντα δ’ ἔχοι καλῶς. καὶ τάδε γὰρ ἃ λέγεις καλῶς ἔχει.

sch lys

183

ὡς ὀμιώμεθα: Ἀντὶ τοῦ ὅπως ὀμόσωμεν.

sch lys

184

Σκύθαινα: Τὴν ὑπηρέτιν λέγει. Σκύθας γὰρ καὶ τοξότας ἐκάλουν τοὺς δημοσίους ὑπηρέτας ἀπὸ τῆς ἀρχαίας χρήσεως.250

sch lys

188

(ὥσπερ φασὶν Αἰσχύλος ποτέ: Παρὰ τὰ ἐν Αἰσχύλῳ ἐν Ἕπτ’ ἐπὶ Θήβαις [42]
ἄνδρες γὰρ ἑπτὰ θούριοι λοχαγέται
ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος.
)

sch lys

189

μηλοσφαγούσας: Ἀντὶ τοῦ ταυροσφαγούσας μηλοσφαγούσας εἶπεν. εἰ μὴ ἄρα μῆλα πάντα τὰ τε‐ τράποδα.

sch lys

191

εἰ λευκόν ποθεν ἵππον: Πρὸς τὸ αἰδοῖον παίζει τὸ λευκὸν ἵππον. λευκὸν μὲν, ὅτι φάλης τὸ αἰδοῖον λέγεται, φάλιον δὲ τὸ λευκόν· ἵππον δὲ, ἐπεὶ καὶ κέ‐ λης λέγεται. ἢ παίζει κατὰ τὸν τύπον τῶν Ἀμαζόνων.
5γυναῖκες γὰρ οὖσαι λευκοὺς ἵππους ἔθυον.

sch lys

195

κύλικα μεγάλην ὑπτίαν: Παίζει, ἐπεὶ καὶ ἡ ἀσπὶς ὑπτία τίθεται.

sch lys

196

Θάσιον οἴνου σταμνίον: Ἐπιεικῶς λέγουσιν οἱ Ἀττικοὶ τὰ Θάσια κεράμια σταμνία.

sch lys

197

μὴ ’πιχεῖν ὕδωρ: Δέον εἰπεῖν, μὴ λύειν τὴν εἰρήνην, εἶπε μὴ ἐπιχεῖν ὕδωρ, ἀλλ’ ἄκρατον πιεῖν, εἰς μέθην κωμῳδῶν τὰς γυναῖκας.

sch lys

200

κεραμέων ὅσος: Ὡς μεγάλης οὔσης τῆς κύλικος παίζει.

sch lys

202

τοῦ κάπρου: Ἀντὶ τοῦ αἰδοίου. ἐπειδὴ οἱ ὀμνύοντες εἰώθασιν ἐφάπτεσθαι τοῦ ἱερείου.

sch lys

205

κἀποπυττίζει: Ἀπορρεῖ. ταῦτα δὲ λέγει μι‐ μουμένη τοὺς θυοσκόους. (τουτέστι τοὺς ἱερεῖς). ταῦτα γὰρ ἐπέλεγον τοῖς θύμασιν εὐφημίας χάριν.

sch lys

206

ἡδὺ προσόζει. R.

sch lys

208

μὰ τὴν Ἀφροδίτην: Ἐπεὶ ἡ ὀμνύουσα πρώτη ἔμελλε καὶ πρώτη πιεῖν, τοῦτό φησιν, ὅτι κλήρῳ πᾶσαι ἔλαχον, ἐμπεδώσατε. ἀσφαλίσατε.

sch lys

216

ὑπολύεταί μου τὰ γόνατα: Εἰρηκυῖα τὸν ἕνα στίχον ..... μνησθεῖσα ὅτι χωρίζεται τοῦ ἀνδρὸς, λέγει τὸ ὑπολύεταί μου τὰ γόνατα, ταῦτα φησὶν μία ὀμνύουσα, τῆς Λυσιστράτης προβαλλομένης τὸν
5ὅρκον.

sch lys

217

ἀταυρώτη διάξω: Οἷον ἁγνὴ καὶ ἄμικτος. ταῦρον γὰρ τὸ αἰδοῖον λέγουσιν. ἄζευκτος γάμου καὶ ἀζυγής. καὶ βοῶπις ἡ Ἥρα καὶ Ζυγία καὶ Γαμηλία. ἐπεὶ οἱ ταῦροι κατωφερεῖς.

sch lys

221

(ἐπιτυφῇ: Ἐπικαυθῇ καὶ πυρωθῇ ἐπ’ ἐμοί.)

sch lys

227

κακῶς παρέξω: Συνουσιάσαι αὐτῷ δηλονότι, (καὶ οὐ συντερφθήσομαι).

sch lys

229

τὰ Περσικά: Εἶδος ὑποδήματος. ἐκ δὲ τούτου τοὺς πόδας οὐκ ἀνατενῶ, ἐν τῇ στέγῃ συνουσιάζουσα.

sch lys

231

οὐ στήσομαι λέαινα: Ἀντὶ τοῦ ὡς λέαινα. σχῆμα δέ ἐστιν ἀκόλαστον καὶ ἑταιρικόν. τυρόκνηστις δὲ (ἡ) μάχαιρα. ἐπὶ δὲ ταῖς λαβαῖς τῶν μαχαιρῶν ἐλεφάντινοι λέοντες γλύφονται ὀκλάζοντες, ὅπως μὴ
5ἀποθραύοιντο αὐτῶν οἱ πόδες, εἰ ὀρθοὶ ἑστῶτες γλύ‐ φοιντο. λέγει οὖν, ὅτι οὐκ ἐπὶ ἀνδρὶ στήσομαι πορ‐
νεύουσα, ὡς λέαινα ἐπὶ τυροκνήστιδος.Column end

sch lys

233

ἀντὶ τοῦ ἀσφαλῆ φυλάττουσα. R. Bar.

sch lys

237

ἐρωτηματικῶς λέγει. R.

sch lys

238

καθαγίσω: Οἷον καύσω, καθιερώσω. τὸ μέρος, ὦ φίλη: Καταλείψομαι μέρος, ὅπως ἡ φιλία ἐντεῦθεν ἄρξηται.

sch lys

240

τίς ἁ ὀλολυγά: Ὀλολυξασῶν τῶν ἐν ἀκροπόλει γυναικῶν (τοῦτο λέγει).

sch lys

244

τασδὶ δ’ ὁμήρους: Τὰ ἐν συνθέσει διδόμενα ἐνέχυρα ὁμήρους ἐκάλουν. τασδί: Τὰς θεραπαίνας φησί.

sch lys

245

τῇ ἀκροπόλει φησί. R.

sch lys

246

συνεμβάλωμεν: Συνέλθωμεν αὐταῖς, ὥστε τοὺς μοχλοὺς τοῦ ναοῦ βαλεῖν.

sch lys

247

ἀντὶ τοῦ καθ’ ἡμῶν. R.

sch lys

250

ὡς ἀνοῖξαι τὰς πύλας: Ἐπὶ τῷ ποιῆσαι εἰ‐ ρήνην.

sch lys

252

ἀντὶ τοῦ μάτην. R.

sch lys

253

ἄμαχοι: Ἀκαταμάχητοι καὶ δειναί. χορὸς ἀνδρῶν γερόντων: Ἢ Στρυμόδωρος.

sch lys

262

ἔχειν βρέτας: Κατέχειν τὸ ἅγιον βρέτας τῆς Ἀθηνᾶς.

sch lys

263

λαβεῖν: Ἀντὶ τοῦ καταλαβεῖν.

sch lys

265

πακτοῦν: Κλείειν, ἀσφαλίζεσθαι.

sch lys

266

Φιλοῦργε: Ἐὰν ᾖ Φιλοῦργε ὡς πανοῦργε, ὄνομα κύριον· ἐὰν δὲ ὀξυτόνως, ἐπίθετον.

sch lys

267

τὰ στελέχη τῶν ξύλων. R.

sch lys

268

ἐνεστήσαντο: Ἔκριναν ποιῆσαι,

sch lys

269

σωρεύσαντες. R. Bar.

sch lys

270

ὑπὸ ψήφου μιᾶς: Ἀπὸ μιᾶς γνώμης καὶ κρί‐ σεως. τὴν Λύκωνος: Τὴν Ῥοδίαν λέγει οὕτω καλουμένην, τὴν Αὐτολύκου μὲν μητέρα, γυναῖκα δὲ Λύκωνος, ἐπ’
5αἰσχροῖς κωμῳδουμένην. Εὔπολις Πόλεσιν «ὥσπερ ἐπὶ τὴν Λύκωνος ἔρρει πᾶς ἀνήρ.»

sch lys

272

ἐγχανοῦνται: Ἐπεγγελάσουσι.

sch lys

273

Κλεομένης: Λακεδαιμόνιος ὢν στρατηγὸς, ἐπι‐ στρατεύσας τῇ Ἀττικῇ μετά τινων Ἀθηναίων ἐπὶ τυραννίδι, τὴν ἀκρόπολιν κατέσχε, πολιορκηθεὶς δὲ ὑπὸ τῶν Ἀθηναίων καὶ ἀφεθεὶς ὑπόσπονδος, ἀπιὼν
5οἴκαδε πάλιν Ἐλευσῖνα κατέσχε. τῶν δὲ μετὰ Κλεο‐ μένους Ἐλευσῖνα κατασχόντων Ἀθηναῖοι τὰς οἰκίας κατέσκαψαν καὶ τὰς οὐσίας ἐδήμευσαν, αὐτῶν δὲ θά‐ νατον ἐψηφίσαντο. καὶ ἀναγράψαντες εἰς στήλην χαλ‐ κῆν ἔστησαν ἐν πόλει παρὰ τὸν ἀρχαῖον νεών.

sch lys

275

ἀψάλακτος: Ἀπαθὴς, ἀτιμώρητος,

sch lys

276

Λακωνικὸν πνέων: Ἰσχυρόν, ἢ τὰ Λακώνων φρονῶν.

sch lys

277

παραδοὺς ἐμοί: Τῷ δήμῳ τὰ ὅπλα παραδούς.

sch lys

279

ἀπαράτιλτος: Ἀντὶ τοῦ δασὺς καὶ ἄκοσμος τὰς τρίχας.

sch lys

282

ἐφ’ ἑπτακαίδεκ’ ἀσπίδας: Ὅτι τὰς τάξεις ἀσπίδας ἔλεγον, (καὶ αὐτὸς πάλιν Ἀριστοφάνης ἐν Βαβυλωνίοις
ἵστασθ’ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας.)251
5ἐπὶ τάξεσιν ἑπτακαίδεκα καθεύδων, ὥστε τὸ βάθος τῆς φρουρᾶς ἑπτακαίδεκα κατέχειν ἀσπίδας.

sch lys

283

τασδὶ δὲ τὰς Εὐριπίδῃ: Τὰς γυναῖκας. μισογύ‐ νης γὰρ ὁ Εὐριπίδης καὶ πολλὰ κατ’ αὐτῶν λέγων.

sch lys

284

τολμήματος: Ἐκείνου περιεγενόμην, τῶν δὲ γυ‐ ναικῶν τοῦ τολμήματος οὐ περιγένωμαι;

sch lys

285

μή νυν: Ἀντὶ τοῦ μὴ δή. τρόπαιον δὲ τὸ ἐν Μα‐ ραθῶνι τὸ κατὰ Περσῶν. (ἡ γὰρ Μαραθὼν τῆς Τετρα‐ πόλεως μέρος. τὰ δὲ λοιπὰ Οἰνόη, Προβάλινθος, Τρι‐ κόρυθος.)

sch lys

286

ἀλλ’ αὐτὸ γάρ μοι τῆς ὁδοῦ: Ἀντὶ τοῦ πλη‐ σίον γεγόναμεν τῆς ἀκροπόλεως. καὶ οὗτός ἐστιν ὁ με‐ ταξὺ ὀλίγος τόπος ὁ λειπόμενος.

sch lys

288

τὸ σιμὸν, οἷ σπουδὴν ἔχω: (Τὸ πρὸς τὴν ἀκρό‐ πολιν.) τὸ σιμὸν ὄνομα χωρίου περὶ τὴν ἀκρόπολιν. (τὸ σιμόν) ἀντὶ τοῦ πρόσαντες. ἢ ὄνομα χωρίου. (καὶ ἐν Βαβυλωνίοις «μέσην ἔρειδε πρὸς τὸ σιμόν.» καὶ
5Πλάτων ἐν Νίκαις
τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ.)

sch lys

289

ἐξαμπρεύσομεν: Τὸ τῷ ἕλκοντι ζεύγει βοηθεῖν ἀμπρεύειν λέγεται. καὶ ἄμπρον τὸ διῆκον σχοινίον. ἐξαμπρεύσομεν: Ἕλξομεν τὸ ξύλον τοῦτο ἄνευ ὄνου.

sch lys

291

ἐξιπώκατον: Θλίβουσιν, ἢ ἐθλίψατον. τὼ ξύλω δυϊκῶς.

sch lys

293

φυσητέον: Ἐν χύτρᾳ πῦρ εἶχον δι’ ἀνθράκων.

sch lys

294

μή μ’ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ: Μὴ μετὰ τὸ διελθεῖν τὴν ὁδὸν σβεσθῇ. φῦ φῦ: Φυσᾷ τῷ στόματι. (τοῦτο δὲ παρεπι‐ γραφή.)

sch lys

298

τὼ ’φθαλμὼ δάκνει: Δάκνει μου τοὺς ὀφθαλ‐ μοὺς ὥσπερ κύων. παρὰ τὰς λήμας δὲ τὸ Λήμνιον πέ‐ παιχεν. ἔστι δὲ παρὰ τὴν παροιμίαν, Λήμνιον κακὸν, παρὰ τὰς Λημνιάδας γυναῖκας.

sch lys

299

(Λήμνιον τὸ πῦρ: Ἀντὶ τοῦ πάνυ γενναῖον. ἢ ἀπὸ τῶν Λημνίων γυναικῶν, πορνῶν οὐσῶν. ἢ ἀπὸ τῶν καμίνων τοῦ Ἡφαίστου.)

sch lys

300

πάσῃ μηχανῇ: Ἀντὶ τοῦ κατὰ πάντα τρόπον.

sch lys

301

(ἔβρυκε τὰς λήμας: Λήμας νῦν τοὺς ὀφθαλ‐ μούς. ἔστι δὲ κυρίως ἡ τῶν ὀφθαλμῶν ἀκαθαρσία.)

sch lys

302

σπεῦδε πρόσθεν ἐς πόλιν: Ὡς πρός τινα λέγει.

sch lys

304

φῦ φῦ: Φυσᾷ πάλιν.

sch lys

307

εἰ τὼ μὲν ξύλω: Δυϊκῶς πάλιν τὼ ξύλω. λέγει δὲ ἃ ἐβάσταζε ξύλα.

sch lys

308

τὸν φανὸν ἐγκαταθέντες: Φανὸν μὲν πᾶν τὸ φαῖνον ἐκάλουν. ἐκ δὲ τῶν ἀμπελίνων τὰς λαμπάδας κατεσκεύαζον εἰς ἔξαψιν, ὡς καὶ ἐν Λημνίαις φησί.

sch lys

309

κριηδόν: Δίκην κριοῦ. κριὸς γὰρ χαλκοῦν μη‐ χάνημα, ὃ τοῖς τείχεσι προσφέρουσιν οἱ βάρβαροι.

sch lys

312

φεῦ τοῦ καπνοῦ: Ὑπὸ τοῦ καπνοῦ ἀδικούμε‐ νος τοῦτό φησι.

sch lys

313

τῶν ἐν Σάμῳ στρατηγῶν: Δίδυμος καὶ Κρα‐
τερός φασι ταῦτα αἰνίττεσθαι εἰς Φρύνιχον τὸν Στρα‐ τωνίδου. ἐκακοηθεύσατο γὰρ πρὸς τὸν δῆμον ἐν Σάμῳ στρατηγῶν· ὥστε ἐψηφίσατο κατ’ αὐτοῦ ὁ δῆμος δη‐Column end
5μόσια εἶναι τὰ Φρυνίχου χρήματα καὶ τῆς θεοῦ τὸ δέ‐ κατον μέρος, καὶ τὴν οἰκίαν κατεσκάφθαι αὐτοῦ. καὶ ἄλλα πολλὰ κατ’ αὐτοῦ ἔγραψεν ἐν στήλῃ χαλκῆ. καὶ ἐν Βατράχοις [689]
κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν.
10Ἄλλως. οἱ ἐν Σάμῳ στρατηγοῦντες ἐδυστύχησαν πάνυ. λέγει οὖν, τίς ἐκείνων συλλάβοιτο τοῦ ξύλου, ἵνα πλέον δυστυχήσῃ.

sch lys

314

ταυτὶ μὲν ἤδη τὴν ῥάχιν: Ὡς ἀποθέμενος λέ‐ γει τὰ ξύλα.

sch lys

317

ξυγγενοῦ: Σύνελθε. ἐν πόλει: Ἐν τῇ ἀκροπόλει.

sch lys

318

θέσθαι τρόπαιον ἡμᾶς: Κατὰ τῶν γυναικῶν.

sch lys

320

ὥσπερ πυρὸς καομένου: Γυναῖκές τινες ὑδρο‐ φοροῦσαι παρακελεύονται ἀλλήλαις. αἱ δὲ λοιπαί εἰ‐ σιν ἐν τῇ ἀκροπόλει.

sch lys

321

πέτου πέτου: Νῦν ἐστιν ἡμιχόριον τὸ λέγον ἐκ γυναικῶν εἰσερχομένων ἄνωθεν, ἵνα καὶ τὸ ὕδωρ αὐτῶν καταχέωσιν ἄνωθεν. τὸ δὲ ἄλλο ἡμιχόριον ἐξ ἀνδρῶν κάτωθεν ἐπερχομένων ταῖς ἐν τῇ ἀκροπόλει εἰς πολιορ‐
5κίαν. πέτου, πέτου Νικοδίκη: Ὀνόματα γυναικῶν τῶν ἐν τῇ ἀκροπόλει.

sch lys

323

λείπει πυρί. R.

sch lys

326

μῶν ὑστερόπους: Μὴ ὕστερον τοῦ καιροῦ ἦλ‐ θον εἰς τὸ βοηθῆσαι.

sch lys

327

νῦν: Ἀρτίως. κνεφαία: Ὀρθρία. ἢ ἀόρατος. ἢ ἑσπερία. ὑδρίαν. R.

sch lys

329

καὶ πατάγου χυτρείου: Ἀντὶ τοῦ κεραμέου. ἐκ μέρους τὸ πᾶν. οὐ γὰρ χύτραις βάπτουσι. συντρίβεται δὲ τὰ κεράμια παρὰ ταῖς κρήναις.

sch lys

330

ὠστιζομένη: Ὠθουμένη, στενοχωρουμένη. στι‐ γματίαις δὲ δούλαις. ἀπὸ τοῦ στίζεσθαι.

sch lys

332

ἀραμένη: Ἐπάρασα τὴν ὑδρίαν.

sch lys

335

τυφογέροντας: Τετυφωμένους γέροντας.

sch lys

336

ἔρρειν: Ἐπέρχεσθαι. στελέχη: Ξύλα.

sch lys

337

ὥσπερ βαλανεύσοντας: Ὥσπερ βαλανεῖον ὑπο‐ καύσοντας.

sch lys

338

ἐς πόλιν: Εἰς τὴν ἀκρόπολιν. ἐς τριτάλαντον βάρος: (Ὡς) τριῶν ταλάντων βά‐ ρος.

sch lys

341

ἃς ὦ θεά: Πρὸς τὴν Ἀθηνᾶν εὔχεται.

sch lys

343

Ἑλλάδα καὶ πολίτας: Ἀπὸ κοινοῦ τὸ ἴδοιμι.

sch lys

345

πολιοῦχε, σὰς ἔσχον ἕδρας: Τὸν ναόν σου κα‐ τέλαβον.

sch lys

349

φέρειν ὕδωρ μεθ’ ἡμῶν: Ἀντὶ τοῦ ἐπικουρεῖν ἡμῖν καὶ συσβεννύειν.

sch lys

350

μοχθηροί. R.

sch lys

353

μάχεται. R.252

sch lys

354

τί βδύλλεθ’ ἡμᾶς: Τί εὐτελίζετε. ἢ φοβεῖσθε καὶ τρέμετε.

sch lys

357

περικατάξαι αὐταῖς τὸ ξύλον. R. Bar.

sch lys

360

(εἰ νὴ Δία τὰς γνάθους: Εἴ τις ἠπείλησε τύ‐ πτειν καθάπερ Ἱππῶναξ τὸν Βούπαλον.)

sch lys

364

ἐκκοκκιῶ: (Οἷον αἱματώσω,) ἐκβαλῶ. ἡ με‐ ταφορὰ ἀπὸ τῶν ῥοιῶν. —ὡς πρὸς τὰς γραίας ὁ τῶν γερόντων χορός. R.

sch lys

365

Στρατύλλιδος: Ἀντὶ ἐμοῦ.

sch lys

367

βρύκουσα: Ἐσθίουσα, δάκνουσα. —ἐξαμήσω: οἷον ἐξανύσω, ἐξοίσω. R.

sch lys

368

οὐκ ἔστ’ ἀνὴρ Εὐριπίδου: Ὅτι κατὰ γυναικῶν εἶπε. φησὶ γὰρ
κακῶν δὲ πάντων τέκτονες σοφώταται.

sch lys

370

αἰρώμεθ’ ἡμεῖς θοὔδατος τὴν κάλπιν: Ἵνα σβέσωμεν τὸ πῦρ.

sch lys

372

ὦ τύμβε: Ὡς πρὸς γέροντα εἶπεν. ἀντὶ τοῦ ὦ ταφῆναι ἄξιε. [Hinc adv. 405 nulla scholia in cod. Rav.]

sch lys

376

οὐκ οἶδά ς’ εἰ τῇδ’ ὡς ἔχω: Οὐκ οἶδα ἐγὼ εἰ ταύτῃ σε τῇ λαμπάδι ὀπτήσω. κυρίως δὲ σταθεύειν τὸ μὴ λίαν κατοπτᾶν, ἀλλὰ τῷ πυρὶ ἡσύχως χλιαίνειν τὸ κρέας. καὶ ἐν Ἀχαρνεῦσι [1041] «τὰς σηπίας σταθεύσω.»
5τὸ γὰρ μικρὸν οὖν καίειν σταθεύειν λέγεται.

sch lys

377

ῥύμμα: Τὸ παρ’ ἡμῖν σμῆγμα, ἢ νίτρον. ἢ ῥύμμα, ἀντὶ τοῦ ῥύπον.

sch lys

378

καὶ ταῦτα νυμφικόν: Περὶ γαμηλίων λουτρῶν Μένανδρος ἐν Κρητί φησι καὶ ἐν Ὑποβολιμαίῳ. ἐκ δὲ τοῦ ἐναντίου εἰς γέροντα εἶπε νυμφικόν.

sch lys

379

ἤκουσας αὐτῆς τοῦ θράσους: Πρὸς ἑταῖρον αὐ‐ τοῦ.

sch lys

380

ἡλιάξεις: Δικάσεις. καὶ Ὅμηρος [Il. Α, 232] «νῦν ὕστατα λωβήσαιο.» φονεύσω γάρ σε.

sch lys

381

σὸν ἔργον ὦ ’χελῶε: Τὸ ὕδωρ ἅμα καταχέουσι. ταῖς κάλπισι δὲ παρακελεύονται.

sch lys

382

μῶν θερμὸν ἦν: Ἡ ἐπιχέουσα αὐτοῦ τὸ ὕδωρ λέγει.

sch lys

384

ἄρδω ς’ ὅπως: Ποτίζω σε, ἵνα νεάσῃς, ἐπεὶ γέρων ἦν. τὸ γὰρ ὕδωρ αὔξει τὰ φυτά.

sch lys

385

ἀλλ’ αὖός εἰμι: Ἐπὶ τοῦ ὕδατος δηλονότι τρέ‐ μει ὁ γέρων.

sch lys

386

συγχλιανεῖς: Θερμανεῖς.

sch lys

387

ἐξέλαμψεν: Ἐφανερώθη ἡ ἀταξία καὶ ἡ κακία τῶν γυναικῶν. προβούλευμα δὲ τάγμα ἐν Ἀθήναις. εἷς οὖν αὐτῶν ἔρχεται.

sch lys

388

χὠ τυμπανισμός: Ὃ βούλεται δηλῶσαι, τοῦτό ἐστιν, ὅτι οὗτός ἐστιν ὁ τυμπανισμὸς καὶ ὁ Ἀδωνισμὸς, οὗ ἤκουον ἐν τῇ ἐκκλησίᾳ. τοῦτο δὲ ἔλεγεν ἐν τῇ ἐκ‐ κλησίᾳ ὁ Δημόστρατος, πλεῖν εἰς Σικελίαν. ἐν δὲ τῷ
5αὐτὸν λέγειν γυνή τις τὸν Ἄδωνιν ὀρχουμένη αἶ αἶ φη‐ σὶν ὑμνοῦσα. αὐτῆς δὲ ὀρχουμένης ὁ Δημόστρατος, ἔτι ἐν τῇ ἐκκλησίᾳ ὑπάρχων, ἔλεγε καταλέγειν Ζακυνθίων
ὁπλίτας. πάλιν δὲ ἡ γυνὴ ἐν γειτόνων ἐπὶ τοῦ τέγους πε‐ πτωκυῖα, ἔλεγε κόπτεσθαι τὸν Ἄδωνιν. ὁ δὲ Δημόστρα‐Column end
10τος ἐβιάζετο ἐξ αὐτῶν θρυλουσῶν καὶ μὴ ἐωσῶν αὐτὸν δημηγορεῖν. Σαβάζιοι: Οἱ ὀργιασμοὶ τοῦ Σαβαζίου, ὃν οἱ μὲν τὸν αὐτὸν τῷ Διονύσῳ ὑπειλήφασι· τυχεῖν δὲ τῆς προσ‐ ηγορίας ταύτης διὰ τὸν γινόμενον περὶ αὐτὸν εὐασμόν.
15τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν ἔλεγον. ὅτι δὲ εἷς ἐστιν ὁ θεὸς Σαβάζιος καὶ Διόνυσος πολλοὶ μαρτυροῦσι κωμικοί.

sch lys

389

ὅ τ’ Ἀδωνιασμός: Ἑορτὴν γὰρ ἐπετέλουν τῷ Ἀδώνιδι αἱ γυναῖκες καὶ κήπους τινὰς εἰς τὰ δώματα ἀνέφερον. τινὲς δὲ ἐκ τούτου τὸ δρᾶμα Ἀδωνιαζούσας ἐπιγράφουσιν οὐ καλῶς. παρὰ πολλοῖς δὲ ὀργιάζονται αἱ
5γυναῖκες θεοὺς οὐ δημοτελεῖς οὐδὲ τεταγμένους.

sch lys

392

πλεῖν εἰς Σικελίαν: Ὡς Σικελίας πολεμούσης αὐτοῖς. ἡ γυνὴ: Ἡ ἐν γειτόνων. L

sch lys

394

Ζακυνθίων: Ἔθνος περὶ τὴν Κεφαληνίαν, σύμ‐ μαχον Ἀθηναίων.

sch lys

395

ἡ δ’ ὑποπεπτωκυῖα: Ὁ μὲν κατέλεγεν στρα‐ τιώτας εἰς πόλεμον, ὁ δὲ ἐπόρνευε.

sch lys

396

ὁ δ’ ἐβιάζετο: Ὑπὸ τῶν γυναικῶν ἐξηνάγκαζε τὴν φωνὴν αὐτοῦ, ὥστε ἐξακουσθῆναι ἐν τῇ ἐκκλησίᾳ, τοσούτου ὄντος ψόφου τῶν γυναικῶν ἐν τοῖς δώμασιν.

sch lys

397

Χολοζύγης: Δημόστρατος Βουζύγης ἐλέγετο, ὃν Χολοζύγην εἶπε διὰ τὸ μελαγχολᾶν. καὶ Εὔπολις δὲ ἐν Δήμοις ὡς μανιώδη αὐτὸν λέγει
τί κέκραγας ὥσπερ Βουζύγης ἀδικούμενος;
5καὶ ἄλλοι.

sch lys

402

ὥσπερ ἐνεουρηκότας: Ἵνα ἀποβάλωνται τὸ ὕδωρ.

sch lys

403

τὸν ἁλυκόν: Τὸν θαλάσσιον. τινὲς δὲ ὑπονοοῦ‐ σιν ἀπὸ πόλεως Πελοποννησίων Ἀλύκου, ἔνθα τιμᾶται ὁ Ποσειδῶν.

sch lys

404

(ξυμπονηρευώμεθα: Ὁρῶντες αὐτὰς πονηρὰ πραττούσας ἀνεχόμεθα.)

sch lys

407

οἳ λέγομεν: Οἵτινες ἡμεῖς. ἐν τῶν δημιουργῶν: Εἰς τὰ τῶν δημιουργῶν.

sch lys

408

τὸν ὅρμον ὃν ἐπεσκεύασας: Ἀντὶ τοῦ ὅρμου Ἀττικῶς. ὡς πρός τινα ἀπό τινος.

sch lys

410

βάλανος: Ἡ περόνη. ταῦτα δὲ πάντα εἰς τὸ κακέμφατον λαμβάνεται.

sch lys

412

πάσῃ τέχνῃ: Παντὶ τρόπῳ.

sch lys

413

τὸν βάλανον: δύο ἐννοίας ἔχει, τοῦ αἰδοίου καὶ τοῦ ψελίου. R. Bar.

sch lys

417

τὸ δακτυλίδιον πιέζει τὸν ζυγόν: Μέρος τοῦ σανδαλίου. ἀντὶ τοῦ ὑπὸ τοῦ ζυγοῦ ὁ δάκτυλος ἁπαλὸς ὢν πιέζεται θλιβόμενος. νῦν δὲ ἀμφιβόλως εἴρηκεν. ζυ‐ γὸς δὲ καλεῖται ὁ περικείμενος τοῖς γυναικείοις σανδα‐
5λίοις ἱμὰς κατὰ τοὺς δακτύλους πρὸς τὸ συνέχειν ἐζυ‐ γωμένον τὸν πόδα.

sch lys

419

(χάλασον: Πρὸς τὸ κακέμφατον.)

sch lys

420

(εἰς τοιαυτὶ πράγματα: Εἰς τὰς νῦν ὕβρεις.)253

sch lys

421

ἐκπορίσας: Συλλέξας. πρόβουλοι δὲ πρὸς τοῖσδε ᾑρέθησαν ἄλλοι κʹ, εἰσηγησόμενοι τὰ δοκοῦντα (βέλτι‐ στα) τῇ πολιτείᾳ μετὰ τὴν ἐν τῇ Σικελίᾳ συμφοράν.

sch lys

422

(κώπης: Κωπηλάται)—δέοντος. R.

sch lys

426

τί κέχηνας ὦ δύστηνε: Πρός τινα (λέγει) τῶν δημοσίων ὑπηρετῶν.

sch lys

427

ἀλλ’ ἢ καπηλεῖον σκοπῶν: Ὡς μεθύσῳ λέγει.

sch lys

434

(δεῖ: Ἀντὶ τοῦ δῆσον.)

sch lys

437

(οὐ ξυναρπάσῃ μέσην: Ὡς τοῦ δημοσίου φεύ‐ γοντος.)

sch lys

439

νὴ τὴν Πάνδροσον: Θυγατέρες Κέκροπος Πάν‐ δροσος καὶ Ἀγραύλη. ἐκ τῆς Πανδρόσου δὲ καὶ ἡ Ἀθηνᾶ Πάνδροσος καλεῖται. (ταύτῃ: Τῇ Λυσιστράτῃ.)

sch lys

443

νὴ τὴν Φωσφόρον: Τὴν Ἄρτεμιν οὕτως ἐκά‐ λουν, ἐπεὶ δᾳδοῦχος. ἡ αὐτὴ γὰρ τῇ Ἑκάτῃ. —ἢ ἐπεὶ καὶ τῇ σελήνῃ ἡ αὐτή. R.

sch lys

444

κύαθον αἰτήσεις: Ἵνα προσθῇς ταῖς γνάθοις· οὕτως ὑπωπιασθήσῃ ὑφ’ ἡμῶν. γεμίζουσι γὰρ κύαθον θερμοῦ, καὶ προσκολλῶσι τοῖς οἰδήμασι καὶ θεραπεύε‐ ται.

sch lys

447

νὴ τὴν Ταυροπόλον: (Οὕτω) τὴν Ἄρτεμιν ἐκά‐ λουν. τὴν δὲ αἰτίαν Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν ἐκ‐ τίθεται. ἔστι δ’ ὅτε καὶ τὴν Ἀθηνᾶν οὕτω καλοῦσιν· ὡς Ξενομήδης ἱστορεῖ.

sch lys

448

ἐκκοκκιῶ: (Ἀνατιλῶ,) ἀνασπάσω. ἀπὸ μετα‐ φορᾶς τῶν ῥοιῶν. (στενοκωκύτους δὲ) ἐφ’ αἷς στενάξεις τιλλόμενος.

sch lys

451

(ὦ Σκύθαι: Ὦ ὑπηρέται.)

sch lys

453

ὅτι καὶ παρ’ ἡμῖν εἰσι: Παρὰ ταῖς γυναιξὶν ὑπάρχουσι δʹ λόχοι. τοῦτο δέ φησιν, ὅτι καὶ παρὰ Λα‐ κεδαιμονίοις τέσσαρες ὑπάρχουσι λόχοι, οἷς κέχρηται ὁ βασιλεύς.
5(τέτταρες λόχοι: Ἀργότερον τὰ Λακώνων ἔοικεν ἐξειρ‐ γάσθαι ὁ ποιητής. λόχοι γὰρ οὐκ εἰσὶ τέτταρες ἐν Λα‐ κεδαιμονίᾳ, ἀλλὰ εʹ, Ἔδωλος, Σίνις, Ἀρίμας, Πλοὰς, Μεσσοάγης. ὁ δὲ Θουκυδίδης [5, 38] ζʹ φησὶ, χωρὶς τῶν Σκιριτῶν.)

sch lys

457

λεκιθολαχανοπώλιδες: ᾨὰ γὰρ πωλοῦσι καὶ λάχανα καὶ ὄσπρια.

sch lys

460

ὡς ἤδη κειμένων αὐτῶν. R.

sch lys

461

παύσασθ’, ἐπαναχωρεῖτε: (Τοῦτο) ὡς τῶν ἀν‐ δρῶν πεφευγότων.

sch lys

462

οἴμ’ ὡς κακῶς πέπραγέ μου: Ἀντὶ τοῦ ἡττή‐ θησαν καὶ ἠτύχησαν οἱ σύμμαχοί μου.

sch lys

466

ἐάνπερ πλησίον κάπηλος ᾖ: Ἔπαιξε διὰ τὸ φί‐ λοινον, ὅτι πίνουσαι παροινοῦσιν.

sch lys

470

κονίας: (Νίτρου, ἢ ῥύπου.) —μὴ κεκονιμέ‐ νοις ὥστε λοῦσαι. R.

sch lys

472

κυλοιδιᾶν ἀνάγκη: Τὰ περὶ τὸν ὀφθαλμὸν μέρη κοῖλα (οἰδεῖν). καὶ παρὰ Θεοκρίτῳ [1, 38] «δηθὰ κυλοιδιόωντες.» —τὴν ὄψιν οἰδεῖν. R.

sch lys

475

ὥσπερ σφηκιά: Ἀπὸ τῶν μελιττῶν μετενήνοχε.
βλίττειν γὰρ κυρίως τὸ ἐκπιέζειν μέλι. (βλήττῃ: Κινήσει, ἐρεθίσει.)Column end

sch lys

477

τοῖσι κνωδάλοις: Τοῖς θηρίοις. κυρίως δὲ τοῖς θαλαττίοις. κνώδαλα γὰρ τὰ ἐν τῇ ἁλὶ κινούμενα. κα‐ ταχρηστικῶς καὶ Ὅμηρος [Od. Ρ, 317] «κνώδαλον ὅττι δίοιτο.»

sch lys

483

ἀκρόπολιν ἱερὸν τέμενος: Ἀπὸ κοινοῦ τὸ κατέ‐ λαβον.

sch lys

484

ἀλλ’ ἀνερώτα: Ἀναπαιστικὸν τὸ μέτρον.

sch lys

485

ἀκωδώνιστον: Ἀπείραστον, ἀβασάνιστον. κω‐ δωνίσαι γὰρ τὸ διαπειραθῆναι. μετῆκται δὲ ἀπὸ τῶν περιπολούντων καὶ κώδωσι διαπειρωμένων εἰ ἐγρηγό‐ ρασιν οἱ ἐπὶ ταῖς φυλακαῖς τεταγμένοι. οἱ δὲ ὑπομνημα‐
5τισταὶ ἀπὸ τῶν ὀρτύγων φασὶ μετῆχθαι τὴν λέξιν. τοὺς γὰρ ὑπομείναντας τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχειν πρὸς μάχην. ἔνιοι δέ φασι καὶ τοὺς ἵππους κώδω‐ σιν ἐξετάζειν.

sch lys

487

τὴν πόλιν: Τὴν ἀκρόπολιν.

sch lys

489

(καὶ τἄλλα γε: Λείπει διὰ χρήματα.)

sch lys

490

ἵνα γὰρ Πείσανδρος: Ὁ γὰρ Πείσανδρος ποτὲ προειστήκει τῆς πολιτείας μετὰ Θηραμένους καὶ Φρυ‐ νίχου. κωμῳδοῦσι δὲ αὐτὸν καὶ ὡς δωροδόκον, ὡς καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνης. ἦν δὲ καὶ δειλός. ἔστι δὲ
5καὶ ἄλλος Πείσανδρος, ὁ Ὀνοκίνδιος, ὡς Εὔπολις δια‐ κρίνει τὴν ὁμωνυμίαν ἐν Μαρικᾷ.

sch lys

493

διχῶς, ὑμῖν. R.

sch lys

499

(ὡς σωθήσει κἂν μὴ βούλῃ: Τὸ ὡς προσέλαβεν ἀντὶ τοῦ ἀλλὰ μήν. διὸ τὸ χ.)

sch lys

501

κεἰ μὴ δέομαι: Καὶ εἰ μὴ δέομαι σωθῆναι.

sch lys

506

σαυτῇ κρώξαις: Ἀπὸ μεταφορᾶς τῶν ὀρνέων τῶν δυσοιωνίστων.

sch lys

509

οὐκ ἠρέσκετέ γ’ ἡμᾶς: (Τὸ) σχῆμα Ἀττικόν. — ὡς τὸ ἐνοχλῶ. R.

sch lys

511

κακῶς ὑμᾶς βουλευσαμένους: Τὸ ἑξῆς, ἐγινώ‐ σκομεν ὑμᾶς κακῶς βουλευσαμένους.

sch lys

512

εἶτ’ ἀλγοῦσαι τἄνδοθεν: Τὴν μὲν καρδίαν λυ‐ πούμεναι, γελῶσαι δέ.

sch lys

513

τί βεβούλευται: Τὸ ἑξῆς, τί βεβούλευται (ἐν) τῷ δήμῳ.

sch lys

514

τί δέ σοι τοῦτ’ ἦδ’ ὃς ἀνήρ: Ἔφη ἀνήρ τις. καὶ ἐπὶ πλήθους τούτῳ ἐχρῶντο καὶ ἐπὶ θηλυκοῦ καὶ ἀρσε‐ νικοῦ, ὡς τὸ ὦ τᾶν.

sch lys

519

εἰ μὴ τὸν στήμονα: Εἰ μὴ εὑρεθείης, φησὶ, νήθουσα τὸν στήμονα. (τὸ δὲ νήσω) ἀντὶ τοῦ νήσεις.

sch lys

520

πόλεμος δ’ ἄνδρεσσι μελήσει: Παρὰ τὸ Ὁμη‐ ρικόν [Il. Ζ, 492].

sch lys

524

οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ: Λείπει ἔφη. οὐκ ἔστι πολέμιος ἐν τῇ χώρᾳ. μὰ Δί’ οὐ δῆθ’, ἕτερός τις ἔφη. ἢ οὐκ ἔστιν ἀνὴρ ἐν τῇ Ἀττικῇ λόγου ἄξιος ἡμῖν. Ἄλλως. ἀντὶ τοῦ ἄλλος τις ἔφη, οὐ μὰ τὸν Δία οὐκ
5ἔστιν ἀνὴρ ἐν τῇ πόλει.

sch lys

526

ποῖ γάρ: Ἀντὶ τοῦ πότε γάρ.

sch lys

530

καὶ ταῦτα κάλυμμα φορούσῃ: Καλύμματα φο‐ ροῦσιν, ἐπειδὴ παρρησίαν οὐκ ἔχουσι καὶ πόλιν φυλάτ‐
τουσιν. ἀντὶ τοῦ, οὐδὲ τῆς τριχὸς κυριεύουσιν. κάλυμμα: Κόσμιον περὶ τὴν κεφαλήν.254

sch lys

531

ἀλλ’ εἰ τοῦτ’ ἐμπόδιόν σοι: Εἰς τὸ σιωπῆσαι.

sch lys

536

ἐζωσμένος ὡς γυνή. H.

sch lys

537

κυάμους τρώγων: Ἢ δικάζων, ἵνα μὴ κοιμη‐ θῇς. γέρων γὰρ εἶ.

sch lys

538

αἴρεσθ’, ὦ γυναῖκες: (Ἀναχωρήσατε ἀπὸ τῶν καλπίδων. ταῦτα λέγουσι διὰ μέσου ἕως τοῦ προσώπου Λυσιστράτης.) —εἰσάγει αὐτὰς ὀρχουμένας ἐν τῇ σκηνῇ. παρακελεύονται γὰρ ἀλλήλαις αἱ ὑδροφόροι τῶν καλπί‐
5δων ἀναχωρῆσαι, ὅπως ἐν τῷ μέρει ὀρχήσωνται. R.

sch lys

542

οὔτε τὰ γόνατα κόπος: Ἀντὶ τοῦ οὐδὲ τὰ γόνατά μου ἔλαβε καματηρὸς πόνος.

sch lys

543

ἐθέλω δ’ ἐπὶ πᾶν ἰέναι: Πᾶν πρᾶγμα ποιῆσαι πανταχοῦ.

sch lys

548

ἀρετὴ φρόνιμος: Ἀντὶ τοῦ φρονίμη.

sch lys

549

ἀλλ’ ὦ τηθῶν: Τήθας ἐκάλουν τὰς μάμμας, τηθίδας δὲ τὰς θείας, τὰς πατρὸς ἢ μητρὸς (ἀδελ‐ φάς). τήθας δὲ καὶ τὰς τροφούς. εἰσὶ δὲ καὶ ὄστρεα θα‐ λάσσια. (καὶ) Ὅμηρος [Il. Π, 747] «πολλοὺς ἂν κο‐
5ρέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν.» ἀκαλήφας δὲ λέγουσι μὲν καὶ τὰς θαλασσίας, λέγουσι δὲ καὶ τὰς κνίδας Ἀτ‐ τικοί. καὶ κνίδη μὲν ὅσον ἁπαλή ἐστιν, ἐπὰν δὲ σχῇ τὰς μητέρας, τουτέστι τὰς τοῦ σπέρματος σφαίρας, ἀκαλήφη λέγεται. ἀκαλήφας οὖν τὰς γραίας ἐκάλεσεν, ἐπειδὴ στερ‐
10ραὶ ἦσαν καὶ γενναῖαι. καὶ γὰρ τὸ φυτάριον δάκνει. ἐπεὶ οὖν εἶπε τηθῶν, εἶπε μητριδίων. μητριδίας δὲ λέγουσι τὰς ἐχούσας τὸ σπέρμα τῆς βοτάνης τῆς ἀκαλήφης· δάκνουσι δὲ αὗται. τοιαῦται γὰρ ἦσαν καὶ αἱ γραῖαι δριμεῖαι.
15μητριδίων ἀκαληφῶν: Δριμυτάτων. —λείπει παῖ‐ δες. R.

sch lys

550

καὶ μὴ τέγγεσθε: Ἀντὶ τοῦ βλάπτεσθε καὶ με‐ ταβλήθητε. ἔτι γὰρ κρατοῦμεν τῶν ἀνδρῶν. ἀλλήλαις δὲ παρακελεύονται.

sch lys

553

κᾆτ’ ἐντέξῃ τέτανον: Παράσχῃ τὴν τάσιν τοῦ αἰδοίου. ὅταν γὰρ στῇ (τὸ αἰδοῖον), ὡς ῥόπαλον γίνε‐ ται.

sch lys

556

ἀγοράζοντας: Ἐν (τῇ) ἀγορᾷ διατρίβοντας. τινὰ δὲ τὸ «νὴ τὴν Παφίαν Ἀφροδίτην» τοῦ προβούλου, ἵν’ ᾖ κατ’ εἰρωνείαν. τινὰ δὲ καὶ συνάπτουσιν (αὐτὸ) τοῖς ὀπίσω. (χύτραις δὲ καὶ λαχάνοις ἀντὶ τοῦ) χυτροπω‐
5λίοις καὶ λαχανοπωλίοις.

sch lys

558

Κορύβαντες: Ἔνιοι τοὺς Κούρητας καὶ Κορύ‐ βαντας τοὺς αὐτοὺς ὑπειλήφασιν. ἦσαν δὲ Διὸς τροφεῖς οὗτοι καὶ φύλακες. τινὲς δὲ αὐτοὺς δέκα φασὶν, ἄλλοι δὲ ἐννέα. ἦσαν δὲ τῆς Ῥέας παῖδες.

sch lys

562

εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον: Εἰς χαλκῆν πε‐ ρικεφαλαίαν. (λέκιθος δὲ, ἐπεὶ ἔοικε λεκίθῳ ᾠοῦ.)

sch lys

563

πέλτην: Ἀσπίδα.

sch lys

564

ἐδεδίσκετο: Ἐφόβει. ἰσχαδόπωλιν: Ἰσχὺν μὴ ἔχουσαν. δρυπέτεις: Τὰς ἐπὶ τῶν δένδρων πεπανθείσας ἐλαίας φασὶ δρυπέτεις. νῦν δὲ ἐπὶ τῶν ἰσχάδων.

sch lys

566

φαύλως πάνυ: Εὐχερῶς.Column end

sch lys

567

κλωστήρ: Νῦν τὸ νῆμα κλωστήρ.

sch lys

575

τὴν οἰσπωτήν: Τοῦ ἐρίου ὁ ῥύπος οἰσπωτὴ λέγεται. καὶ Κρατῖνος Διονυσαλεξάνδρῳ «οὒκ, ἀλλὰ «βόλιτα χλωρὰ κᾠσπώτην πατεῖν.»

sch lys

576

τοὺς τριβόλους: Τοὺς μοχθηρούς. ἔστι δὲ ἀκαν‐ θῶδες φυτόν.

sch lys

577

συνισταμένους: Συμπεπλεγμένους καὶ πιλοῦν‐ τας. ἀπὸ μεταφορᾶς τῶν ἐρίων· ὥσπερ γὰρ πολλάκις τὸ ἕτερον τῷ ἑτέρῳ κολλᾶται ἐρίῳ, καὶ διαχωρίζουσιν αὐτὰ ἀπ’ ἀλλήλων, οὕτως, φησὶν, ἐπὶ τῶν κεκολλημέ‐
5νων ταῖς ἀρχαῖς ὀφείλετε ἀποχωρίζειν, καὶ εὔνοιαν πρὸς ἀλλήλους ἔχειν ἅμα. συνισταμένους: Συνηγόρους. καὶ πιλοῦντας: Τοὺς θλίβοντας εἰς τὴν πολιτείαν ἑαυτούς.

sch lys

578

ἐπὶ ταῖς ἀρχαῖσι: Ἐπ’ ἐλπίδι τοῦ ἄρχειν. τουτέστιν ἐνδύνοντας ἑαυτοὺς καὶ συναθροιζομένους, καὶ θλίβοντας εἰς τὴν πολιτείαν. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς κορυφὰς πεπιλημένας, καὶ ἐπὰν
5τιλθῶσι, διαλύεται ὁ μαλλός. πρὸς ἑκάτερον οὖν καὶ τὰς κορυφὰς πεπιλημένας τοῦ ἐρίου ἐν τῷ πόκῳ, καὶ τὰς κεφαλὰς τῶν πονηρῶν καὶ συνισταμένων τοῖς πρά‐ γμασι (διαλῦσαι χρή). τὰς κεφαλάς: Ὡς τὰ ἄκρα τῶν ἐρίων.

sch lys

581

καὶ τούτους ἐγκαταμίξαι: Αἱ γὰρ γυναῖκες ἐργαζόμεναι ἀφ’ ἑκάστου ἐρίου λαμβάνουσιν ἕν τι καὶ μιγνύουσιν ἄλλοις. —ἕκαστον γὰρ τῶν ἐρίων χωρίζε‐ ται καὶ ὕστερον πάντα μίγνυται. R.
5(ἐγκαταμίξαι: Ἐπιτίμους ποιῆσαι.)

sch lys

582

ἀντὶ τῆς πόλεως. R.

sch lys

583

κατάγματα: Τὰ τῶν ἐρίων κατασπάσματα οὕτω ἐκάλουν.

sch lys

586

τολύπην: Συναγωγήν.

sch lys

587

καὶ τολυπεύειν: Ὡς ἐπὶ τῶν ἐρίων. ἐπέμεινε τῇ τροπῇ.

sch lys

589

πλεῖν ἢ διπλοῦν: Τὸ ἐντελὲς πλέον. πλέον, φησὶν, ἢ διπλοῦν τὸν πόλεμον φέρομεν, γεννῶσαι τὰ παιδία.

sch lys

590

μὴ μνησικακήσῃς: Ἀντὶ τοῦ μὴ μνησθῇς τῶν κακῶν λέγουσα ὅτι τοὺς παῖδας ἔτι νεωτέρους ὄντας ἐκπέμπουσιν εἰς πόλεμον.

sch lys

592

καὶ θἠμέτερον: Ἀντὶ τοῦ τὸ καθ’ ἡμᾶς.

sch lys

593

περὶ τῶν δὲ κορῶν: Κορῶν περισπωμένως. οὐκ ἔστι γὰρ τριγενές.

sch lys

597

ὀττευομένη: Ἀντὶ τοῦ κλῃδονιζομένη, περὶ γάμου χρησμῳδουμένη. αἱ γὰρ χῆραι συνεχῶς μαν‐ τεύονται πότε γαμηθήσονται.

sch lys

599

ἀποθνήσκεις: Ὦ πρόβουλε.

sch lys

600

χωρίον ἐστί: Εἰς τὸ ὑποδέξασθαί σου τὸ σῶ‐ μα· οἷον ἔστι τόπος οὗ τεθήσει.

sch lys

601

μελιτοῦτταν: Ἡ μελιτοῦττα ἐδίδοτο τοῖς νε‐ κροῖς, ὡς εἰς τὸν Κέρβερον, καὶ ὀβολὸς μισθὸς τῷ πορθμεῖ, καὶ στέφανος ὡς τὸν βίον διηγωνισμένοις.
καὶ δημάξω: Γράφεται καὶ δὴ μάξω. δημάζω ἀντὶ255
5τοῦ παίζω. παρ’ ὃ καὶ τὸ δημοῦσθαι. κάλλιον (δὲ οὕ‐ τως). ὅσον οὔπω μάξω μελιτοῦτταν.

sch lys

603

καὶ ταυτασί: Τὰς ταινίας, ἃς τοῖς νεκροῖς ἔπεμπον οἱ φίλοι. ἐν ἄλλῳ δὲ εὗρον, τὰς δραχμὰς, εἰς μισθὸν τῷ πορθμεῖ.

sch lys

605

τίνος δέει. R.

sch lys

607

σὺ δὲ κωλύεις ἀνάγεσθαι: Τὸν Χάρωνα δηλον‐ ότι ἀναπλεῖν.

sch lys

609

τοῖς προβούλοις: Τοῖς ἄλλοις δηλονότι τοῖς κʹ τοῖς ἐκ τῆς συναρχίας. οὐ γάρ ἐστιν εἷς ὁ πρόβουλος.

sch lys

610

ὡς ἔχω: Βεβρεγμένον.

sch lys

611

ὅτ’ οὐχὶ προὐθέμεσθά σε: Τοὺς νεκροὺς γὰρ οἱ ἀρχαῖοι προετίθεσαν πρὸ τῶν θυρῶν καὶ ἐκόπτοντο.

sch lys

612

ἀλλ’ ἐς τρίτην: Ἐπειδὴ τῇ τρίτῃ τὸ τῶν νε‐ κρῶν ἄριστον ἐκφέρεται.

sch lys

613

τὰ τρίτ’ ἐπεσκευασμένα: Ἀντὶ τοῦ τὰ τρίτα σου ποιούμενα.

sch lys

615

ἀλλ’ ἐπαποδυώμεθ’: Ἀντὶ τοῦ ἐπιχειρήσωμεν.

sch lys

616

ὄζειν ταδὶ μειζόνων: Τὰ τῶν γυναικῶν πρά‐ γματα.

sch lys

619

τῆς Ἱππίου τυραννίδος: Τεσσάρων ὄντων τῶν Πεισιστρατιδῶν, εἰκότως τοῦ Ἱππίου μόνου ἐμνημόνευ‐ σεν. πρεσβύτατος γὰρ ἦν οὗτος τῶν ἄλλων καὶ τὴν τυραννίδα ὑπέθετο, καθάπερ Θουκυδίδης [6, 54] φησί.
5κατέσχε δὲ ἡ τυραννὶς ἐπὶ ἔτη γʹ, οἱ δὲ δʹ, Ἡρόδοτος δὲ ϛʹ. Ἄλλως, οὗτος τύραννος ἦν, ὃς ἐποίησε τοὺς Ἀθηναίους κατωνάκας φορεῖν, ὅπως μὴ δυνηθῶσι προ‐ ενεγκεῖν τὰς χεῖρας. τοῦτον δὲ κατέλυσαν οἱ Λακεδαι‐ μόνιοι.

sch lys

622

ἐς Κλεισθένους: Ἐπεὶ οὗτος γυναικώδης ὁ Κλεισθένης καὶ ὡς γυναικῶν συναθροιζομένων παρ’ αὐτῷ.

sch lys

624

τὰ χρήμαθ’ ἡμῶν: Τὰ ἐν ἀκροπόλει.

sch lys

629

λύκῳ κεχηνότι: Ὥσπερ οὐδεὶς δύναται πι‐ στεῦσαι λύκῳ χαίνοντι. ἡ παροιμία ἐπὶ τῶν μάτην χαινόντων. (ἢ ἐπὶ τῶν ἀλλότρια ἁρπαζόντων.) ὃν γὰρ τρόπον λύκοις οὐκ ἔστι πίστις, οὐδὲ τούτοις.

sch lys

630

ἀλλὰ ταῦθ’ ὕφηναν: Ἀλλ’, ὦ ἄνδρες, ταῦτα ἐποίησαν αἱ γυναῖκες ἵνα τυραννήσωσιν.

sch lys

632

ἐν μύρτου κλαδί: (Ἀντὶ τοῦ κλάδῳ, κατὰ με‐ ταπλασμόν. Ἄλλως.) πρὸς τὸ κομμάτιον, ὅτι ἐκ τοῦ σκολιοῦ ἐστιν ὅτι ἐν μυρσίνῳ κλάδῳ τὸ ξίφος φορέσο‐ μεν, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων. οὗτοι γὰρ
5ἀπὸ τῶν μυρσίνων κλάδων τὰ ξίφη ἀνασπάσαντες τὸν τύραννον κατέβαλον.

sch lys

633

ἀγοράσω τ’ ἐν τοῖς ὅπλοις: (Ἀντὶ τοῦ ἐν τῇ ἀγορᾷ διατρίψω μετὰ Ἀριστογείτονος.) —ἀντὶ τοῦ ἐγγύς. R.

sch lys

634

γίνεται: Λείπει βοηθός. R. L.

sch lys

635

χλευάζει ὅτι καὶ αὐτοὶ γέροντες. R.

sch lys

636

οὐ γὰρ εἰσιόντας: Ἀπὸ τῶν πληγῶν τῶν παρ’ ἡμῶν ἀλλοῖος γενήσῃ. R. L.

sch lys

642

ἠρρηφόρουν: Οἱ μὲν διὰ τοῦ α, ἀρρηφορία,
ἐπειδὴ τὰ ἄρρητα ἐν κίσταις ἔφερον τῇ θεῷ αἱ παρθέ‐ νοι. οἱ δὲ διὰ τοῦ ε ἐρσεφορία. τῇ γὰρ Ἔρσῃ πομπεύ‐ ουσι, τῇ Κέκροπος θυγατρὶ, ὡς ἱστορεῖ Ἴστρος.Column end

sch lys

643

εἶτ’ ἀλετρὶς ἦ: Ἦ ἀντὶ τοῦ ἦν, ὑπῆρχον. γί‐ νονται δέ τινες τῶν εὖ γεγονυιῶν ἀλετρίδες τῇ θεῷ παρθένοι, αἵτινες τὰ εἰς τὴν θυσίαν πόπανα ἀλοῦσι· καὶ ἔστιν ἔντιμον τοῦτο. ἦσαν δὲ καὶ ἱεροὶ μυλῶνες.
5ἦ: Ἔα καὶ κατὰ συναίρεσιν ἦ.

sch lys

644

οὖσά τ’ ἀρχηγέτι: Τῇ δεσποίνῃ Ἀρτέμιδι, ἢ Δήμητρι.

sch lys

645

ἄρκτος ἦ Βραυρωνίοις: (Ἄρκτον μιμούμεναι τὸ μυστήριον ἐξετέλουν. αἱ ἀρκτευόμεναι δὲ τῇ θεῷ κροκωτὸν ἠμφιέννυντο, καὶ συνετέλουν τὴν θυσίαν τῇ Βραυρωνίᾳ Ἀρτέμιδι καὶ τῇ Μουνυχίᾳ, ἐπιλεγόμεναι
5παρθένοι, οὔτε πρεσβύτεραι δέκα ἐτῶν οὔτ’ ἐλάττους πέντε. ἐπετέλουν δὲ τὴν θυσίαν αἱ κόραι ἐκμειλισσόμε‐ ναι τὴν θεὸν, ἐπειδὴ λιμῷ περιπεπτώκασιν οἱ Ἀθηναῖοι, ἄρκτον ἡμέραν ἀνῃρηκότες τῇ θεᾷ. οἱ δὲ τὰ περὶ τὴν Ἰφιγένειαν ἐν Βραυρῶνι φασὶν, οὐκ ἐν Αὐλίδι. Εὐφο‐
10ρίων
Ἀρχίαλον Βραυρῶνα κενήριον Ἰφιγενείας. δοκεῖ δὲ Ἀγαμέμνων σφαγιάσαι τὴν Ἰφιγένειαν ἐν Βραυρῶνι, οὐκ ἐν Αὐλίδι. καὶ ἄρκτον ἀντ’ αὐτῆς οὐκ ἔλαφον φονευθῆναι. ὅθεν μυστήριον ἄγουσιν αὐτῇ.
15Ἄλλως.) ἄρκτος τις δοθεῖσα εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ἡμερώθη. ποτὲ οὖν μία τις παρθένος ἔπαιξε πρὸς αὐτῇ, καὶ ἐξύσθη ἡ ὄψις αὐτῆς ὑπὸ τῆς ἄρκτου. καὶ λυπηθεὶς ὁ ἀδελφὸς αὐτῆς ἀνεῖλε τὴν ἄρκτον. ἡ δὲ Ἄρτεμις ὀρ‐ γισθεῖσα ἐκέλευσε παρθένον πᾶσαν μιμήσασθαι τὴν
20ἄρκτον πρὸ τοῦ γάμου, καὶ περιέπειν τὸ ἱερὸν κροκω‐ τὸν ἱμάτιον φοροῦσαν. καὶ τοῦτο ἀρκτεύεσθαι ἐλέγετο. —οἱ δὲ καὶ λοιμώδη νόσον τοῖς Ἀθηναίοις ἐμπεσεῖν. καὶ ὁ θεὸς εἶπεν λύσιν τῶν κακῶν ἔσεσθαι, ἐὰν τῆς τε‐ λευτησάσης ἄρκτου ποινὰς ἀρκτεύειν τὰς ἑαυτῶν παρ‐
25θένους ἀναγκάσωσι. δηλωθέντος δὲ τοῦ χρησμοῦ τοῖς Ἀθηναίοις, ἐψηφίσαντο μὴ πρότερον συνοικίζεσθαι ἀνδρὶ παρθένον, εἰ μὴ ἀρκτεύσειεν τῇ θεῷ. R.

sch lys

646

κἀκανηφόρουν ποτ’ οὖσα: Ταῖς πομπαῖς ἐκα‐ νηφόρουν αἱ παρθένοι. ἐφόρουν δὲ καὶ λοπάδας τινὰς ὁλοχρύσους.

sch lys

647

ἔχους’ ἰσχάδων ὁρμαθόν: Οὕτως ἐπόμπευον καὶ ὁρμαθοὺς ἔχουσαι τῶν ἰσχάδων.

sch lys

651

τοὐράνου γάρ μοι μέτεστιν: Τοῦ ἐράνου φησὶ μετέχω. ἄνδρας γὰρ εἰσφέρω εἰς τοῦτο, καθὸ τίκτουσιν ἄνδρας αἱ γυναῖκες. ἐγένετο δὲ ἐπὶ τῶν Μηδικῶν ψή‐ φισμα, ὥστε ἕκαστον κατὰ δύναμιν συμβάλλεσθαι εἰς
5τὰ κοινὰ χρήματα. τοὐράνου: Τοῦτό φησιν ὅτι τρέφομεν τοὺς πολεμοῦν‐ τας. R. L. εἰσφέρω: Ἀντὶ τοῦ γεννῶ.

sch lys

653

τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μη‐ δικῶν: Ὡς αὐτῶν τὰ Μηδικὰ χρήματα δαπανησάν‐ των. —παρέταξεν Ἀριστείδης δοῦναι τοῖς συμμάχοις
εἰ ἐπὶ τοὺς βαρβάρους πολεμοῖεν. R.256

sch lys

654

(εἶτ’ ἀναλώσαντες: Τὸ εἶτα παρέλκει.)

sch lys

656

ἆρα γρυκτόν ἐστιν: Ἆρα γρύξαι ὀφείλετε, ἢ παρρησίαν ἄγειν. ἀψήκτῳ δὲ ἀκαταμάκτῳ, ἢ σκληρῷ καὶ ἀμαλάκτῳ. κοθόρνῳ δὲ τῷ ὑποδήματι.

sch lys

660

κἀπιδώσειν μοι δοκεῖ: Ἀντὶ τοῦ προσθήκην σχήσειν.

sch lys

663

τὴν ἐξωμίδα: Εὐτελὲς ἱμάτιον.

sch lys

664

ἐντεθριῶσθαι: Ἐντετυλίχθαι, ἐσκευάσθαι. με‐ τενήνεκται δὲ ἀπὸ τοῦ λεγομένου θρίου σκευάσματος, ὃ ἐν σύκου φύλλοις εἰλεῖται.

sch lys

665

λυκόποδες: Λυκόποδας ἐκάλουν, ὡς μὲν Ἀρι‐ στοτέλης, τοὺς τῶν τυράννων δορυφόρους. τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔβαλλον. λυκόποδες δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸς εἶ‐
5χον τοὺς πόδας λύκων δέρμασι περικεκαλυμμένους, ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος. τινὲς δὲ λυ‐ κόποδας, διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. (ὁ δὲ Ἀριστοφάνης ἔφη τοὺς νῦν λεγομένους Ἀλκμαιωνίδας, οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸς Ἱπ‐
10πίαν τὸν τύραννον καὶ τοὺς Πεισιστρατίδας ἐτείχισαν τὸ Λειψύδριον.)

sch lys

666

Λειψύδριον: Χωρίον τῆς Ἀττικῆς περὶ τὴν Πάρνηθον, εἰς ὃ συνῆλθόν τινες ἐκ τοῦ ἄστεος, ὥς φη‐ σιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

sch lys

667

ὅτ’ ἦμεν ἔτι: Λείπει νεώτεροι.

sch lys

669

κἀναπτερῶσαι: Ἐλαφρύνασθαι καὶ ἀνθῆσαι.

sch lys

673

λιπαρᾶς χειρουργίας: Ἀντὶ τοῦ τόλμης. λι‐ παρὲς ἔλεγον τὸ προσεχὲς, ἐκ τοῦ λίαν παρεῖναι. φη‐ σὶν οὖν ὅτι οὐκ ἀφέξονται προσεχοῦς ἔργου αἱ γυναῖκες.

sch lys

675

Ἀρτεμισία Λυγδάμιδος θυγάτηρ τὸ γένος Ἐφε‐ σία, ἥτις συνεμάχησε Ξέρξῃ κατὰ τῆς Ἑλλάδος καὶ ἱκανῶς ἠνδραγάθησεν.

sch lys

676

διαγράφω τοὺς ἱππέας: Περιαιρῶ, ἀπὸ μετα‐ φορᾶς τῶν δικαζόντων, οἳ ἐχάρασσον τοὺς κατεγνω‐ σμένους. (ἐκ δὲ τούτου εὐτελεῖς ἡγήσομαι αὐτούς.) νικη‐ θήσονται γὰρ ὑπὸ τῶν γυναικῶν.

sch lys

677

κἄποχον: Τουτέστι δυνάμενον ἐποχεῖσθαι. — παίζει δὲ πρὸς τὴν συνουσίαν.

sch lys

679

ἃς Μίκων ἔγραψε: Ποικίλη στοὰ Ἀθήνησιν οὕτω λεγομένη διὰ τὴν ἐνοῦσαν γραφήν. ἔνθα πεποίη‐ κεν ὁ Μίκων τῶν Ἀμαζόνων τὴν μάχην. ἦν δὲ Φανό‐ χου υἱὸς, Ἀθηναῖος. ἔστι δὲ καὶ ἕτερος Μίκων εἰς πε‐
5νίαν κωμῳδούμενος.

sch lys

680

τὸν κύφωνα λέγει. R.

sch lys

682

ζωπυρήσεις: Ἀντὶ τοῦ ἀνεγείρῃς.

sch lys

683

λύσω τὴν ἐμαυτῆς ὗν: Ὗν τὴν φύσιν λέγει, τὴν ὀργήν.

sch lys

684

καὶ ποιήσω τήμερον: Ποιήσω σε δερόμενον ἐπικαλεῖσθαι εἰς βοήθειαν τοὺς δημότας.

sch lys

685

πεκτούμενον: Τιλλόμενον, ξεόμενον.

sch lys

687

ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες: Μιμοῦνται τοὺς τῶν ἀνδρῶν λόγους.

sch lys

688

ὡς ἄν: Ὅπως ἄν.
αὐτοδὰξ ὠργισμένων: Πάνυ ὠργισμένων.Column end

sch lys

690

ἵνα μήποτε φάγῃ: Ἵνα μὴ εἰς ὥραν ἔλθῃ. παίζει δὲ ἀπὸ τῶν εὐτελῶν. ἵνα μὴ δικάσῃ μηδὲ πολεμήσῃ. εἰς γὰρ τὸν πόλεμον φέρουσι σκόροδα. οἱ δὲ δικασταὶ τρώγουσι κυάμους, ἵνα μὴ κοιμηθῶσιν. ὅθεν
5[Eq. 41] «κυαμοτρὼξ, ἀκρόχολος.»

sch lys

694

(ὑπερχολῶ γάρ: Διὰ μέσου τὸ ὑπερχολῶ γάρ.)

sch lys

695

αἰετὸν τίκτοντα: Λείπει τὸ ὡς. παροιμία, ἧς μέμνηται καὶ ἐν Εἰρήνῃ [133]. τὰ γὰρ ᾠὰ τῶν ἀετῶν οἱ κάνθαροι κυλίοντες διαφθείρουσιν. —ἐπεὶ τοὺς καν‐ θάρους οἱ ἀετοὶ ἀναλέγονται. R. L.

sch lys

697

Ἰσμηνία: Ὄνομα γυναικός.

sch lys

698

οὐδ’ ἢν ἑπτάκις σὺ ψηφίσῃ: Οἱ γὰρ γέροντες ἀεὶ ἐψηφίζοντο κελεύοντες τί πρακτέον καὶ τί μή.

sch lys

700

παιγνίαν: Ἑορτήν.

sch lys

701

λείπει ταῖς ἐμαῖς. R. τὴν ἑταίραν: Τὸ χ (ἐν‐ ταῦθα)· ὅτι τὴν γυναῖκα ἑταίραν εἶπεν ὡς ἑταῖρον τὸν συνήθη καὶ φίλον.

sch lys

702

ἐκ Βοιωτῶν ἔγχελυν: Παρὰ προσδοκίαν πέ‐ παιχεν. ἐν γὰρ τῇ Κωπαΐδι λίμνῃ μέγισται ἐγχέλεις (γίνονται).

sch lys

703

διὰ τὰ σὰ ψηφίσματα: Τὰ ψηφίσματα κω‐ λύοντα.

sch lys

706

ἄνασσα πράγους: Ἐκ Τηλέφου Εὐριπίδου.

sch lys

707

γυνὴ πρὸς Λυσιστράτην. R.

sch lys

713

ἀλλ’ αἰσχρὸν εἰπεῖν: Ἐξ Εὐριπίδου.

sch lys

715

ᾗ βράχιστον τοῦ λόγου: Ἀντὶ τοῦ ἵνα συντό‐ μως εἴπω.

sch lys

719

ἱκανή. R.

sch lys

720

διαλέγουσαν: Διορύττουσαν. κακεμφάτως.

sch lys

721

ᾗ τοῦ Πανός ἐστι ταὔλιον: Ὅπου. ἐν τῇ ἀκροπόλει ἱερόν ἐστι τοῦ Πανός.

sch lys

722

κατειλυσπωμένην: Εἰλυσπᾶσθαι κυρίως τὸ ἐπὶ γῆς ἕρπειν, ὥσπερ οἱ ὄφεις καὶ οἱ σκώληκες. (ἀπὸ τοῦ εἰλεῖν καὶ σπᾶσθαι. τροχιλία δέ ἐστιν ὁ τροχὸς τοῦ ξύλου τοῦ φρέατος, δι’ οὗ ἱμῶσι. δεδήλωται δὲ περὶ
5τούτου καὶ ἐν Ὁλκάσι.)

sch lys

723

τὴν δ’ ἐπὶ στρουθοῦ μίαν: Παρ’ ὅσον τὸ ὄρνεον θερμὸν εἰς συνουσίαν.

sch lys

725

ἐς Ὀρσιλόχου χθές: Ὀρσίλοχος πορνοβοσκὸς καὶ μοιχὸς, καὶ ἐπὶ θηλύτητι κωμῳδεῖται.

sch lys

729

ἔριά μοι Μιλήσια: Ὡς τῆς Μιλήτου καλὰ ἐχούσης ἔρια.

sch lys

730

ὑπὸ τῶν σέων: (Τῶν) σητῶν. πρὸς τὴν κλίσιν δὲ τῶν σέων· ὅτι ἀπὸ τῆς σεὺς εὐθείας.

sch lys

732

ὅσον διαπετάσασα: Διαπετάσασα τὰ ἔρια. εἰς τὸ κακέμφατον δὲ αἰνίττεται.

sch lys

734

ἢν τούτου δέῃ: Τοῦ ἀπολέσθαι. (ἢ) κἂν δέῃ ἀπελθεῖν; καὶ χρῄζεις μὴ ἀπέλθῃς.

sch lys

735

τῆς ἀμόργιδος: Τῆς λινοκαλάμης. ἔστι δὲ ἡ ἄμοργις ὅμοιον ἀλεπίστῳ λίνῳ. περιλεπίζουσι δὲ αὐτὸ καὶ ἐργάζονται. ἔστι δὲ σφόδρα λεπτὸν, ὑπὲρ τὴν βύσσον, ἢ τὴν κάρπασον· ἅμα δὲ καὶ ἐπὶ τοῦ ἀν‐
5δρείου αἰδοίου παίζει, ὅτι καὶ βάμμα γίνεται ἐξ αὐτῆς
ἐρυθρόν.257

sch lys

736

(αὕθ’ ἡτέρα: Αὕτη ἄλλη τῆς ἄλλης κακίων.)

sch lys

737

τὴν ἄλοπον: Ἀλέπιστον καὶ ἀκάθαρτον. πρὸς τὴν ὑπόνοιαν.

sch lys

738

(χώρει πάλιν δεῦρο: Ἐπὶ τὴν ἀκρόπολιν.)

sch lys

739

ἐγὼ δ’ ἀποδείρασα: Ἀποπλύνασα. δηλοῖ δὲ καὶ τὸ κακέμφατον.

sch lys

743

ἕως ἂν εἰς ὅσιον: Ἀντὶ τοῦ εἰς βέβηλον καὶ μὴ ἱερὸν, ἀλλ’ ὅσιον εἰς τοκετόν. ἐπειδὴ ἐν τῇ ἀκροπόλει ἦσαν. παρθένος δὲ ἡ θεός. περικεφαλαίαν εἶχεν ὥστε δοκεῖν κύειν.

sch lys

746

ὡς τὴν μαῖαν: Ἀντὶ τοῦ ὡς πρός.

sch lys

748

ἄρρεν παιδίον: Ἁπτομένη τῆς γαστρὸς αὐτῆς τοῦτο φησί.

sch lys

755

εἰσβᾶσα ταύτην ὥσπερ: Ὅτι ἐν κοιλώμασι τίκτουσιν.

sch lys

757

οὐδ’ ἀμφιδρόμια: Δέον παιδίου, εἶπε κυνῆς. κυνῆν γὰρ εἶχε προσποιουμένη κύειν. ἀμφιδρόμια δὲ ἡ δεκάτη ἡμέρα τῶν τικτομένων παιδίων, ἐν ᾗ τὰ ὀνό‐ ματα αὐτοῖς τιθέασι περιδραμόντες κειμένοις.

sch lys

758

οὐδὲ κοιμᾶσθ’ ἐν πόλει: Ἐν τῇ ἀκροπόλει. τοῦτο δὲ ἑτέρα γυνή φησιν.

sch lys

759

ἐξ οὗ τὸν ὄφιν εἶδον: Τὸν ἱερὸν δράκοντα τῆς Ἀθηνᾶς, τὸν φύλακα τοῦ ναοῦ.

sch lys

762

τῶν τερατευμάτων: Τῶν προφάσεων καὶ πλασμάτων.

sch lys

763

ἡμᾶς δ’ οὐκ οἴει: Οὐ νομίζεις κἀκείνους ποθεῖν ἡμᾶς.

sch lys

770

χελιδόνες: Αἱ γυναῖκες δηλονότι. χρησμός.

sch lys

771

φαλήτων: Τῶν μορίων.

sch lys

772

τὰ δ’ ὑπέρτερα νέρτερα: Τὰ ἐπικρατέστερα εὐτε‐ λέστερα ποιήσει, τοὺς ἄνδρας δηλονότι.

sch lys

773

ἐπάνω κατακεισόμεθα: Ἐρωτᾷ ἐπάνω τοῦ αἰ‐ δοίου. κακεμφάτως δὲ ἐδέξατο.

sch lys

774

(διαστῶσι: Διχῶς ἀποστῶσι.)

sch lys

776

καταπυγωνέστερον: Μαλακώτερον καὶ πορνι‐ κώτερον τῶν χελιδόνων, τουτέστι τῶν γυναικῶν.

sch lys

785

(ἦν νεανίσκος Μειλανίων: Μήποτε παρὰ τὴν ἱστορίαν εἴρηκεν. οὐ γὰρ Μειλανίων ἔφευγε μᾶλλον, ἀλλ’ ἡ Ἀταλάντη. ἐπίτηδες δὲ τοῦτο ὁ τῶν ἀνδρῶν χορὸς ἱστορεῖ.)

sch lys

789

ἐλαγοθήρα: Ἐκυνηγέτει, λαγοὺς ἐθήρα.

sch lys

790

πλεξάμενος ἄρκυς: Εἶδος δικτύου. λίνα κυνη‐ γετικά.

sch lys

795

κατὰ κοινοῦ τὸ μισοῦμεν τὰς γυναῖκας.

sch lys

796

οἱ σώφρονες: Ἐσμὲν, βδελυττόμεθα.

sch lys

798

κρόμμυόν τ’ ἄρ’ οὐκ ἔδει: Οἷον κλαύσει καὶ χωρὶς κρομμύων. ἢ κατὰ τὸ εἰρημένον ἄνω, ἵνα μή‐ ποτε φάγῃ σκόροδα καὶ κυάμους μέλανας. ἢ ὅτι δακρύ‐ εις καὶ χωρὶς τοῦ κρόμμουν ἐσθίειν. ἢ οὐ πολεμήσεις.

sch lys

799

τὸ σκέλος ἢ τὸ αἰδοῖον. R.

sch lys

800

οἷον τιλθήσῃ. R.

sch lys

801

καὶ Μυρωνίδης γὰρ ἦν: Δύο Μυρωνίδαι ἦσαν, ὡς ἐν ταῖς Ἐκκλησιαζούσαις [303] δεδήλωται. ἐνθάδε
τοίνυν μέμνηται τοῦ ἐν Οἰνοφύτοις νικήσαντος.Column end

sch lys

802

μελάμπυγός τε: Τοὺς λευκοπύγους ὡς γυναι‐ κώδεις ἐκωμῴδουν.

sch lys

804

ὡς δὲ Φορμίων: Φορμίων, στρατηγὸς, σφόδρα εὐδόκιμος, Ἀσωπίου υἱός. ὡς τριχώδης δὲ καὶ αὐτὸς καὶ μελαίνας πυγὰς ἔχων ἐκωμῳδεῖτο.

sch lys

807

τῷ Μελανίωνι: Σοὶ τῷ γέροντι.

sch lys

808

Τίμων ἦν τις: Τίμων οὗτος ἦν ὁ λεγόμενος μισάνθρωπος, ὅν φησι Νεάνθης ἀπὸ ἀχράδος πεσόντα χωλὸν γενέσθαι, μὴ προσιέμενον δὲ ἰατροὺς ἀποθανεῖν σαπέντα. καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τὸν τάφον ἄβα‐
5τον γενέσθαι ὑπὸ θαλάσσης περιρραγέντα, ἐν ὁδῷ τῇ ἐκ Πειραιῶς εἰς Ζωστῆρα καὶ Σούνιον φερούσῃ.

sch lys

809

ἀντὶ τοῦ ἄβατος καὶ ἄστατος. R. —ἀΐδρυτος ἀβάτοισιν: Οἷον ἀκάνθαις τετριχωμένος, σκληρός. Ἄλλως. σκόλοψι καὶ παττάλοις ἠσφαλισμένος.

sch lys

810

τὸ πρόσωπον περιειργασμένος: Ἀντὶ τοῦ σκυ‐ θρωπός.

sch lys

811

ἀπορρώξ: Διὰ τὴν μισανθρωπίαν.

sch lys

815

πολλὰ καταρασάμενος: Ἐπιεικὴς ἦν καὶ ἔφευγε τοὺς πονηρούς.

sch lys

817

ὡς εἰ ἡμεῖς ὑμᾶς.

sch lys

821

κατ’ ἐρώτησιν.

sch lys

822

ἢ εἰρωνείᾳ φησὶν, ἢ ἀληθῶς ἐφοβήθη.

sch lys

823

λακτίσω.

sch lys

824

τὸ γυναικεῖον αἰδοῖον.

sch lys

826

ὅτι ἀπεψιλωμένον φησί.

sch lys

832

μαινόμενον τῷ ἔρωτι.

sch lys

834

τουτέστι τῆς αὐτῆς ὁδοῦ καὶ διανοίας.

sch lys

835

Χλόης Δήμητρος ἱερὸν ἐν ἀκροπόλει, ἐν ᾧ οἱ Ἀθηναῖοι θύουσι μηνὸς Θαργηλιῶνος, ὡς Φιλόχορός φησιν ἐν ϛʹ.

sch lys

838

κωμῳδεῖ Κινησίαν ὡς κατωφερῆ εἰς συνουσίαν. ἦν δὲ διθυραμβοποιός.

sch lys

839

πέπαιχεν παρὰ τὸ κινεῖν.

sch lys

840

παραλογίζεσθαι καὶ τὰ ταύτην παρακολουθοῦντα πλὴν ὧν συνωμοσάμεθα μὴ ποιεῖν, τουτέστι συνουσιά‐ ζειν.

sch lys

841

εἰς ἣν ὠμόσαμεν.

sch lys

844

σύν σοι ὀπτήσω τῷ ἔρωτι ἀπὸ μεταφορᾶς τῶν κρεῶν.

sch lys

847

λείπει τὸ ἐγγύς. ὁ ἐντὸς τῶν φυλασσουσῶν γυναικῶν.

sch lys

849

ἐν ἡμέρᾳ σκοποῦσα.

sch lys

852

παίζει πρὸς τὸ πέος ὡς ἀπὸ δήμου τινός. ἢ ἵνα διαβάλῃ αὐτὸν ξένον καὶ Θρᾷκα.

sch lys

855

διαπαίζει τὰς γυναῖκας ὡς ἐρώσας τοῦ κινεῖν. διὰ στόματος.

sch lys

857

ἀντὶ τοῦ φυλαττέσθω.

sch lys

861

ἐν ἐρωτήσει.

sch lys

862

τὸ αἰδοῖον δείκνυσιν.

sch lys

863

ἢ ἀργύριον ἢ μερίδα.

sch lys

864

ἀπὸ τοῦ τείχους κατελθοῦσα ὅπου ἐφύλασσον
αἱ ἡμεροσκόποι.258

sch lys

873

τὸ πλῆρες αὐτόσε οὐ καταβήσομαι ἀπὸ τῆς ἀκροπόλεως.

sch lys

876

οὐδενὸς χρῄζων. ὑπὸ τοῦ ἔρωτος δηλονότι.

sch lys

877

ἀντὶ τοῦ μὴ ἀπέλθῃς.

sch lys

878

πρὸς τὸν παῖδα λέγει.

sch lys

881

οἷον ἄτροφον ἀπὸ τῆς θηλῆς τοῦ μαστοῦ. μὴ θηλασθέν.

sch lys

883

ἀντὶ τοῦ διὰ τὸ παιδίον.

sch lys

886

ποθεινότερον, πραότερον.

sch lys

887

ἀλαζονικῶς θρύπτεται. ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ βρενθίου μύρου.

sch lys

888

τὸ ἐντελὲς δῆτά ἐστιν.

sch lys

889

διὰ τὸ ὡραῖον αὐτοῦ.

sch lys

890

τῇ μαμμίᾳ: Ἀντὶ τοῦ ἐμοί.

sch lys

893

μὴ πρόσαγε τὴν χεῖρά μοι: Ὡς αὐτοῦ ἁπτο‐ μένου αὐτῆς αἰσχρῶς.

sch lys

896

ὀλίγον μέλει σοι: Ἀντὶ τοῦ οὐδὲ ὀλίγον μέλει σοι. τῆς κρόκης φορουμένης: Διαφορουμένης, διασπω‐ μένης.

sch lys

898

ἀνοργίαστά σοι: Ἀτέλεστά σοι. ἀντὶ τοῦ οὐκ ὠργίασας τῇ Ἀφροδίτῃ.

sch lys

900

πρὸς Λάκωνας. R.

sch lys

903

νῦν δ’ ἀπομώμοκα: Ἀντὶ τοῦ ὁρκωμοσίαν πρὸς τὰς γυναῖκας πεποίηκα. ἀπομώμοκα: Πρὸς σέ. L.

sch lys

905

καί τοι ς’ οὐκ ἐρῶ: Οὐ κρύπτω τὸν ἐμὸν πόθον.

sch lys

907

ἐναντίον τοῦ παιδίου: Οὐκ ἀποτόμως παραι‐ τεῖται, ἀλλὰ διὰ προφάσεως πλείονος ἐρεθίζει. —ἐκοι‐ μήθης. R.

sch lys

908

ὦ Μανῆ: Οἰκέτης ὁ Μανῆς.

sch lys

911

ὅπου τὸ Πανὸς καλόν: Ἐπεὶ ἐρωτικὸς ὁ Πάν. πλησίον δὲ τοῦ Πανείου ἡ Κλεψύδρα ἦν κρήνη.

sch lys

913

λουσαμένη τῇ Κλεψύδρᾳ: Ἐν τῇ ἀκροπόλει ἦν κρήνη ἡ Κλεψύδρα, πρότερον Ἐμπεδὼ λεγομένη. ὠνομάσθη δὲ Κλεψύδρα, διὰ τὸ ποτὲ μὲν πλημμυρεῖν, ποτὲ δὲ ἐνδεῖν. ἔχει δὲ τὰς ῥύσεις ὑπὸ γῆν, φέρουσα
5εἰς τὸν Φλεγρεώδη λειμῶνα. —εἰς τὴν ἀκρόπολιν. R.

sch lys

917

μὰ τὸν Ἀπόλλω: Οὐκ ἔστιν ὅρκος γυναικῶν.

sch lys

920

κἀγὼ ’κδύομαι: Λείπει τὸ ἱμάτιον.

sch lys

923

αἰσχρὸν γὰρ ἐπὶ τόνου γε: Ἀντὶ τοῦ ἐπὶ ἐπι‐ τόνου. λείπει γὰρ ἡ ἐπί. δηλοῖ δὲ ἐπὶ δέρματος. (καὶ) Ὅμηρος [Od. Μ, 423] «ἐπίτονος βέβλητο.»

sch lys

925

καὶ δὴ ’κδύομαι: Λείπει τὸ ἱμάτιον.

sch lys

928

Ἡρακλῆς ξενίζεται: Παροιμία ἐπὶ τῶν βρα‐ δυνόντων. οἱ γὰρ ὑποδεχόμενοι τὸν Ἡρακλέα βραδύ‐ νουσιν. ἀδηφάγος γὰρ ὁ ἥρως.

sch lys

929

ἀνιστὰς ἀναπήδησον: Ἵνα προσκεφάλαιον αὐτῷ θῇ.

sch lys

930

ἅπαντα δῆτα: Κατ’ ἐρώτησιν.

sch lys

933

σισύραν οὐκ ἔχεις: Διφθέραν, ἱμάτιον πυκνόν.
ἄκναπτον ἱμάτιον καὶ παχὺ ἡ σισύρα.Column end

sch lys

936

ἅνθρωπος ἐπιτρίψει με: Ἀντὶ τοῦ ἡ γυνὴ ἡ ἄνθρωπος (εἶπε).

sch lys

937

ἀλλ’ ἐπῆρται τοῦτό γε: Τὸ αἰδοῖον δείκνυσι. παρ’ ὑπόνοιαν δὲ ἀπήντησε.

sch lys

943

εἰ μὴ διατριπτικόν γε: Παρὰ τὸ διατρίβειν καὶ ἀναβάλλεσθαι. οἷον διατριβῆς γέμον καὶ βραδυτῆ‐ τος· ἐπεὶ καὶ τριβόμενα ἔνια τῶν μύρων ἡδίω γίνεται. (ἅμα δὲ καὶ πρὸς τὴν διατριβὴν λέγει.)

sch lys

944

τάλαιν’ ἐγώ: Τοῦτο φησὶν ἵνα πάλιν ἀπέλθῃ. (οὐ τὸ Σύριον.) Ῥόδιον δὲ μύρον τὸ ἀπὸ τῆς Ῥόδου· ὃ καλοῦμεν ἡμεῖς ῥόδινον.

sch lys

947

τὸν ἀλάβαστρον: Τὴν μυροθήκην. ἀλλ’ ἕτερον ἔχω: Τὸ αἰδοῖόν φησι.

sch lys

948

μή μοι φέρε: Τοῦ μύρου.

sch lys

951

σπονδὰς ποιεῖσθαι ψηφιεῖ: Τοῦτο εἰρηκυῖα ἡ γυνὴ ἄπεισι.

sch lys

952

ἀπολώλεκέ με: Ὁ ἀνὴρ ἀπελθούσης τῆς γυ‐ ναικὸς ὀδύρεται.

sch lys

953

κἀποδείρας’ οἴχεται: Εἰς τὸ αἰσχρόν.

sch lys

955

ψευσθείς: Ἀντὶ τοῦ ἀπατηθείς.

sch lys

956

πῶς ταύτην παιδοτροφήσω: Ὡς θυγατρὸς αὐτῷ ἑπομένης. κακεμφάτως δὲ καὶ ἐπὶ τοῦ αἰδοίου δύναται ἀκούεσθαι.

sch lys

957

ποῦ κυναλώπηξ: (Ὁ Φιλόστρατος.) καὶ ἀλλα‐ χοῦ [Eq. 1069] «Φιλόστρατος ἡ κυναλώπηξ.» ὡς πορ‐ νοβοσκοῦ ὄντος τοῦ Φιλοστράτου. βούλεται δὲ τίτθην μισθώσασθαι, ἵνα θρέψῃ τὸ παιδίον.

sch lys

962

ποῖος γὰρ ἢ νεφρὸς ἀντίσχοι: Πῶς δυνήσῃ σαυτὸν ἐπισχεῖν, οὕτως ἠρεθισμένος.

sch lys

963

ποία ψυχή: Παρὰ τὰ ἐξ Ἀνδρομέδας «ποῖαι λιβάδες, ποία σειρήν;» ποῖος ἂν ὄρρος: Ἀντὶ τοῦ πρωκτός.

sch lys

966

τοὺς ὄρθρους: Ἀντὶ τοῦ ἐν τοῖς ὄρθροις.

sch lys

973

θωμούς: Σωροὺς ξύλων. θωμοὶ δὲ λέγονται οἱ τῶν πυρῶν σωροί. τυφὼς δὲ ἡ ἐξ ἀναθυμιάσεως τῆς γῆς συστροφὴ, πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα.

sch lys

974

μεγάλῳ τυφῷ: Μεγάλῳ καύσωνι.

sch lys

980

πᾷ τᾶν Ἀσανᾶν: Ἀντὶ τοῦ ποῦ τῶν Ἀθηνῶν ἐστιν ἡ γερουσία, τουτέστιν ἡ ἐκκλησία, καὶ ἡ σύνο‐ δος. διατεταμένος δὲ ἦλθεν. ἀπὸ κοινοῦ δὲ ποῦ εἰσὶ καὶ οἱ πρυτάνεις, οἷς θέλω τι νέον εἰπεῖν.

sch lys

982

Κονίσαλος: Δαίμων πριαπώδης ὁ Κονίσαλος· ἐκ τοῦ μὴ ὀκνεῖν καὶ ἐπὶ κόνεως μίγνυσθαι.

sch lys

983

ὦ κυρσάνιε: (Ἀντὶ τοῦ ὦ νεανία, ὦ ἔφηβε. ἢ) ἀντὶ τοῦ εὐτελέστατε. κυρσὸς γὰρ εὐτελὲς λάχανον.

sch lys

985

κἄπειτα δόρυ δῆτα: Διὰ τὸ τὸ αἰδοῖον αὐτοῦ μέγα εἶναι, ἐξέτεινε τὰ ἱμάτια τῇ χειρί. ὁ δὲ εἶπε δόρυ ἔχεις.

sch lys

986

(οὐ τὸν Δία: Οὐ μὰ τὸν Δία.)

sch lys

988

(παλεός γα νὴ τὸν Κάστορα: Ὥσπερ τὸ πήγα‐ νον ἔνιοι ἀφαιρέσει τοῦ π ἤγανον λέγουσιν, οὕτως ἐν‐ ταῦθα κατὰ τὸ ἐναντίον πλεονάζει τὸ π. ἠλεὸς, ἀλεὸς,
παλεός. τουτέστι λῆρος καὶ μάταιος.)259

sch lys

990

μηδ’ αὖ πλαδδείη: Μηδὲ πλησίον γένοιτό μοι τὸ στύειν.

sch lys

991

τί δ’ ἐστί σοι τοδί: Τὸ αἰδοῖον δείκνυσι. σκυτάλα Λακωνικά: Ξύλον ἐστὶν εἰς δύο τεμνόμε‐ νον. καὶ τὸ μὲν ἓν δίδοται τῷ στρατηγῷ ἐξερχομένῳ, τὸ δὲ ἄλλο κεῖται ἐν τῇ πόλει.

sch lys

992

εἴπερ γε χ’ αὕτη στι: Καὶ ὁ Ἀθηναῖος δείκνυ‐ σιν αὐτῷ τὸ ἑαυτοῦ αἰδοῖον.

sch lys

995

ὀρσά: Ἀντὶ τοῦ ὀρθή. πᾶα, πᾶσα, οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν.

sch lys

996

Πελλάνας δὲ δεῖ: Ὄνομα γυναικὸς ἑταίρας. ἦν γὰρ παρ’ αὐτοῖς πόρνη Πελλήνη τοὔνομα. ἐπιθυμοῦσιν οὖν τῆς πόρνης, ἤγουν τῆς πόλεως Πελλήνης. ἀντε‐ ποιοῦντο γὰρ αὐτῆς οἱ Λάκωνες.

sch lys

997

ἀπὸ τοῦ: Ἀπὸ τίνος.

sch lys

998

ἀπὸ Πανός: Κατ’ ἐρώτησιν. οὐκ. ἀλλ’ ἀρχὰ μέν: Ὁ νοῦς· ἤρξατο τὸ κακὸν τοῦτο διδόναι ἡμῖν ἡ Λαμπιτώ. οἰῶ δὲ (κατ’ αὐτοὺς) ἀντὶ τοῦ οἴομαι.

sch lys

1000

ἅπερ: Ὥσπερ. ἀπὸ μιᾶς ὑσπλαγίδος: (Ἀφέσεως. βαλβῖδος.) ἀπὸ μιᾶς ἀφετηρίας, ἤγουν ἀπὸ ἑνὸς κανόνος καὶ καμπτῆ‐ ρος.

sch lys

1001

ἀπήλων: Ἀπήλασαν. ὑσσάκων: Τῶν γυναικείων μορίων.

sch lys

1002

ἂν γὰρ τὰν πόλιν: Τὸ τέλειον ἀνά.

sch lys

1003

ἅπερ: Ὥσπερ. ἅπερ λυχνοφορίοντες: Οἱ γὰρ λυχνοφοροῦντες κε‐ κύφασι διὰ τὸν ἄνεμον.

sch lys

1004

οὔτε τῶ μύρτω σίγειν: Οὐδὲ θίγειν τοῦ γυ‐ ναικείου μορίου.

sch lys

1007

τουτὶ τὸ πρᾶγμα: Οἱ Ἀθηναῖοι πρὸς τὸν κή‐ ρυκα.

sch lys

1013

ποτάομαι: Δραμοῦμαι. πετήσομαι.

sch lys

1014

γυναικὸς ἀμαχώτερον: Ἐν ἄλλῳ Κινησίας ἦν ὁ λέγων.

sch lys

1019

ἀλλ’ ὅταν βούλῃ σύ: Ἀπὸ κοινοῦ βεβαίαν φί‐ λην ἔχειν με. καὶ ἔξωθεν ὑπακουστέον τὸ ἔχε.

sch lys

1020

γυμνὸν ὄνθ’ οὕτως: Γυμνὸς γὰρ ἦν.

sch lys

1023

καὶ τότ’ ἀπέδυν ἐγώ: Ἀντὶ τοῦ ἀπεδύσαντο κατὰ τῶν γυναικῶν.

sch lys

1024

(εἶτ’ οὐ καταγέλαστος εἶ: Εἶτα οὐ καταγελα‐ σθήσῃ.)

sch lys

1025

τόδε τὸ θηρίον: Τὴν ἐμπίδα.

sch lys

1026

ἐξεῖλον: Ἀντὶ τοῦ ἐξέλοιμι.

sch lys

1027

τοῦτ’ ἄρ’ ἦν: Ἡ ἐμπὶς δηλονότι. δακτύλιος οὑτοσί: Δίδωσιν αὐτῇ δακτύλιον, ἵνα ἐξε‐ νέγκῃ τὴν ἐμπίδα τοῦ ὀφθαλμοῦ.

sch lys

1028

ἐκσκάλευσον: Ἐξένεγκε.

sch lys

1032

οὐκ ἐμπὶς ἥδ’ ἐστὶ Τρικορυσία: Ἐμπὶς ζῷον κώνωπι παραπλήσιον. ὡς ἐν Τρικορύθῳ πολλῶν ἐμπί‐ δων γινομένων. ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος. ἢ ἐπεὶ
πονηροί εἰσιν οἱ Τρικορύσιοι.Column end

sch lys

1033

ἀπὸ μεταφορᾶς τῶν τὰ φρέατα ὀρυττόντων εἰς βάθος ὡς φρέαρ ἀνώρυττέν φησι. R.

sch lys

1037

κολακευτικαί. R.

sch lys

1038

κἄστ’ ἐκεῖνο τοὖπος: Ἐν παροιμίᾳ τοῦτο ἔλε‐ γον «κακὸν γυναῖκες, ἀλλ’ ὅμως, ὦ δημόται, οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ.» καὶ Ἡσίοδος [Op. 58] «ἑὸν κακὸν ἀμφαγαπῶντες.»

sch lys

1043

οὐ παρασκευαζόμεσθα: Λέγει ὅτι ὦ ἄνδρες οὐ παρασκευαζόμεσθα εἰπεῖν κακῶς τινὰ, ἀλλὰ μᾶλλον καλῶς. ὡς ἀπὸ τοῦ ποιητοῦ δέ ἐστιν.

sch lys

1047

ἱκανὰ γὰρ τὰ κακά: Τὸν πόλεμον λέγουσιν. ἱκανῶς γὰρ ἐκακοπράγουν ἤδη μετὰ τὰ ἐν Σικελίᾳ.

sch lys

1049

καὶ τὰ παρακείμενα: Τὴν τῶν γυναικῶν καὶ ἀνδρῶν στάσιν λέγει τὰ παρακείμενα.

sch lys

1050

λεγέτω τίνος δέεται. R.

sch lys

1053

ἔσω ἡμῖν ἐστιν. R.

sch lys

1055

κἄν ποτ’ εἰρήνη φανῇ: Δηλονότι οὐδὲν αὐτοῖς προήσονται.

sch lys

1057

ἀντὶ τοῦ κερδάνῃ. R. ἀντὶ τοῦ ἀποδῷ παρ’ ὑπόνοιαν. R.

sch lys

1058

Καρυστίους: Κάρυστος πόλις Εὐβοίας. δια‐ βάλλονται δὲ ὡς μοιχοὶ οἱ Καρύστιοι.

sch lys

1064

ἐν ἄλλῳ γενέσθαι ἀντὶ τοῦ ἔξεστι. R.

sch lys

1066

τὸ ἐλθεῖν. R.

sch lys

1071

τοῦτο εἰς γέλωτα εἶπεν. R.

sch lys

1072

παρ’ ὑπόνοιαν, δέον ἀνεωχθήσεται. R.

sch lys

1073

ἔχοντες πώγωνας.

sch lys

1074

διὰ τὴν τοῦ αἰδοίου ἐξοχήν. (τοῦτο δέ φασιν, ἐπεὶ καθελκόμενα εἶχον τὰ ἱμάτια, ὥστε δόξαι ἀγγεῖά τινα ἔχειν αὐτούς.) τὸ δὲ χοιροκομεῖον ἔοικε πλεκτὸν ἀγγεῖον εἶναι, ἐν ᾧ τοὺς νέους ἔτρεφον χοίρους περιδή‐
5σαντες. νῦν δὲ λέγει τὸν πάτταλον, ἐν ᾧ δεσμεύουσι τοὺς χοίρους καὶ τρέφουσιν. ἐπεὶ οὖν ἐντεταμένοι ἦλθον, ᾔκασεν αὐτοὺς παττάλοις.

sch lys

1078

νενευρωμένη δὲ συμφορά: Τὴν ἔντασιν τοῦ αἰδοίου λέγει. νεῦρον γὰρ (τὸ αἰδοῖον).

sch lys

1079

χεῖρον φαίνεται: Ἀντὶ τοῦ, χεῖρον τῆς τάσεως τοῦ Ἑρμοῦ φαίνεται. τουτέστι χεῖρον τέταται τοῦ Ἑρμοῦ. ἐπειδὴ ὁ Ἑρμῆς πριαπῶδες ἔχει τὸ αἰδοῖον καὶ ἐντέταται μεγάλως.

sch lys

1080

ὅπα, ὅπου. σέλει, θέλει. ἐλσὼν, ἐλθών. ἀντὶ τοῦ, πάντα πράττων τις ἀγέτω ἡμῖν εἰρήνην.

sch lys

1083

ὥσπερ παλαιστάς: Οἱ γὰρ ἀσκοῦντες παῖδες συστέλλουσι τὰ ἱμάτια, ὅπως μὴ προστρίβωνται (τὰ αἰδοῖα) καὶ μιανθῇ τὰ ἱμάτια. τοὺς δὲ Ἀθηναίους λέγει τεταμένους. φαίνονται δὲ οἱ ἀσκοῦντες παῖδες, ὡς μὴ
5παρατρίβοιντο τὰ αἰδοῖα εἰς ὑπόμνησιν (τῆς) συνουσίας ἀφιστάναι τὰ ἱμάτια ἑαυτῶν.

sch lys

1085

ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος: Ἀντὶ τοῦ μέγα. διὰ τὴν ἐπιθυμίαν τῆς εἰρήνης εἶπε τοῦ νοσήμα‐ τος.

sch lys

1087

δείκνυσιν. R.

sch lys

1088

ὁμοία. R.260

sch lys

1089

σπασμός: Τέτανος. —οἱ γὰρ σπασμὸν ἔχοντες περὶ τὸν ὄρθρον αἴσθονται σφόδρα. R. Bar.

sch lys

1090

συγκόπτοντες, τὰ ἱμάτια συστέλλοντες. R.

sch lys

1092

οὐ Κλεισθένη βινήσομεν: Οὗτος Σιβυρτίου παῖς ἐπὶ θηλύτητι κωμῳδούμενος.

sch lys

1093

εἰ σωφρονεῖτε: Τοῦτο φησίν· εἰ μὴ περιβαλεῖ‐ σθε, ἀλλὰ φανερὰ ἕξετε τὰ αἰδοῖα, ἀκρωτηριάσει τις ὑμᾶς τῶν Ἑρμοκοπιδῶν. ἐξ οὗ δῆλον ὅτι μετὰ τὸ εἰσελ‐ θεῖν ἀπεγυμνώθησαν φορτικῶς πάνυ.

sch lys

1094

Ἑρμοκοπιδῶν: Παρόσον οἱ Ἑρμοκοπίδαι ἠκρωτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἐπὶ Σικελίας ἔμελλον πλεῖν (πρὸ ἐτῶν τεσσάρων τῆς καθέσεως τούτου τοῦ δράματος. τὴν δὲ αἰτίαν ταύτην οἱ μὲν τοῖς περὶ Ἀλκι‐
5βιάδην προσέγραφον, ὡς Θουκυδίδης· οἱ δὲ Κορινθίοις, ὡς Φιλόχορος. μόνον δὲ φησὶν οὐ περικοπῆναι τὸν Ἀνδο‐ κίδου Ἑρμῆν.)

sch lys

1099

ἄνδρες οἱ Ἑρμοκοπίδαι. ἐκδεδαρμένους, τὰ αἰδοῖα ἀνατεταμένους.

sch lys

1100

οἱ Βοιωτοὶ πρὸς τοὺς Λάκωνας.

sch lys

1105

παίζει, μὴ μόνον Λυσιστράτην. παρὰ τὸ λύειν τὸν στρατόν. κἂν λῆτε: κἂν βούλησθε. διαβάλλει τινά.

sch lys

1110

τῷ σῷ πόθῳ, τῇ σῇ θέλξει. ἴυγξ ὄρνεόν ἐστιν ἐπιτήδειον πρὸς τὰς τῶν φίλτρων κακίας.

sch lys

1113

μὴ συνόντας ἀλλήλοις μήτε πεῖραν ἑαυτῶν δεχομένους· ὀργῶντας, πρὸς εἰρήνην.

sch lys

1114

ὡς πρός τινα ἐξυπηρετουμένην ἣν καλεῖ Διαλ‐ λαγήν. καὶ ὅλως ἐκ τοῦ μέρους τούτου Λυσιστράτη ἢ διαλλαγαὶ κέκληται τὸ δρᾶμα.

sch lys

1117

ὡς ὀχληρῶν ὄντων τῶν Ἀθηναίων ἐν μάχαις.

sch lys

1119

σκώπτει αὐτοὺς ὡς μαινομένους ἐπὶ τῷ ἔρωτι. τῆς σάθης, τοῦ αἰδοίου.

sch lys

1121

ἄν σοι δῴη ἢ τὴν χεῖρα ἢ ἄλλο τι.

sch lys

1123

ὦ Ἀθηναῖοι.

sch lys

1125

ὁ στίχος ἐκ σοφῆς Μελανίππης Εὐριπίδου.

sch lys

1127

οὐ πεπαίδευμαι κακῶς.

sch lys

1129

τοὺς αὐτοὺς θεοὺς τιμῶντες οὐχ ὁμονοοῦμεν ἀλλήλοις.

sch lys

1131

τοὺς αὐτοὺς ἀγῶνας ἄγομεν, Ὀλύμπια καὶ Πύθια. Ἄλλως. ἐν Πύλαις ἀντὶ τοῦ ἐν Θερμοπύλαις. ἔπεμπον γὰρ εἰς τὴν Πυλαϊκὴν πανήγυριν τοὺς λεγομέ‐ νους ἱερομνήμονας. ὅλος ὁ ἴαμβος λέλεκται ἐξ Ἐρεχθέως.

sch lys

1132

εἰ δέον ἐστί μοι μακρολογεῖν.

sch lys

1133

ὡς τῶν Λακώνων χρωμένων συμμάχοις βαρ‐ βάροις.

sch lys

1137

εἰς σύμβασιν αὐτοὺς καὶ φιλίαν προτρεπομένη ἄρχεται τοῦ αὐτοὺς ὑπομιμνήσκειν ὧν ἦσαν ἐξ ἀλλή‐ λων εὖ πεπονθότες. οἱ μὲν γὰρ Ἀθηναῖοι καταπονουμέ‐ νους αὐτοὺς ὑπὸ Μεσσηνίων διέσωσαν, οἱ δὲ Λακεδαι‐
5μόνιοι καθεῖλον τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα βοηθοῦντες Ἀθηναίοις.

sch lys

1138

ταῦτα καὶ οἱ συντεταχότες τὰς Ἀτθίδας ἱστο‐
ροῦσιν περὶ τῶν Λακεδαιμονίων· ὁ δὲ Φιλόχορός φησι καὶ τὴν ἡγεμονίαν τοὺς Ἀθηναίους λαβεῖν διὰ τὰς κα‐ τασχούσας τὴν Λακεδαίμονα συμφοράς.Column end
5ὁ στρατηγὸς Λακεδαιμονίων.

sch lys

1141

σημαίνει ὅτι πόλεμος ἦν αὐτοῖς πρὸς Μεσση‐ νίους.

sch lys

1142

σείων μέγα, ὁ Ποσειδῶν. σεισμοὶ γὰρ συχνοὶ ἐγένοντο ὅτε ὁ πόλεμος συνειστήκει.

sch lys

1144

Κίμων, μετὰ τὴν ἐν Πλαταιαῖς μάχην ιβʹ ἔτει ὕστερον. ταῦτα ἦν ἐπὶ Θεαγενίδου. καὶ γὰρ τοῦ Ταϋ‐ γέτου τι παρερράγη καὶ τὸ ᾠδεῖον καὶ ἕτερα καὶ οἰκίαι πλεῖσται, καὶ Μεσσήνιοι ἀποστάντες ἐπολέμουν καὶ οἱ
5εἵλωτες ἐπέστησαν, ἕως Κίμων ἐλθὼν διὰ τὴν ἱκετη‐ ρίαν ἔσωσεν αὐτούς.

sch lys

1148

ὡς πρὸς γυναῖκα. λέγει δὲ τὴν γῆν τῆς Ἀττικῆς λιπαρὰν εἶναι.

sch lys

1149

ἀφήσειν τῆς μέμψεως οἴει.

sch lys

1152

καὶ γὰρ τῶν Θετταλῶν οἱ πλεῖστοι ἐβοήθουν Ἱππίᾳ.

sch lys

1153

Ἀριστοτέλης φησὶ μετὰ τὸν Ἱππάρχου θάνα‐ τον χρησμὸν γενέσθαι τοῖς Λάκωσιν καταλύειν τὴν τυ‐ ραννίδα, τῆς Πυθίας, ὡς οἱ Ἀλκμαιωνίδαι ἐμισθώ‐ σαντο τὸν ἐν Δελφοῖς νεὼν οἰκοδομεῖν, συνεχῶς τοῦτο
5χρώσης αὐτοῖς μαντευομένοις, ἕως πρότερον μὲν Ἀγχι‐ μόλιον ἔπεμψαν κατὰ θάλασσαν, ἀποκρουσθέντος δὲ αὐτοῦ ὀργισθέντες οἱ Λάκωνες Κλεομένη τὸν βασιλέα σὺν μείζονι ἐξέπεμψαν στόλῳ, καὶ νικήσας τοὺς Θετ‐ ταλοὺς εἰσῆλθεν εἰς τὴν Ἀττικὴν καὶ τὸν Ἱππίαν συν‐
10έκλεισεν εἰς τὸ Πελαργικὸν τεῖχος, ἕως οἱ παῖδες τῶν τυράννων ἐξιόντες ἑάλωσαν.

sch lys

1157

ἀγαθωτέραν.

sch lys

1162

ἡμεῖς θέλομεν, ἐάν τις ἡμῖν θελήσῃ ἀποδοῦ‐ ναι τὸ ἔγκυκλον, τουτέστι τὴν Πύλον, διὰ τὴν τῶν τειχῶν περιβολήν.

sch lys

1164

ἀντὶ τοῦ ψηλαφῶμεν καὶ ἐπιθυμοῦμεν.

sch lys

1166

ἀντὶ τοῦ οἰκήσομεν.

sch lys

1169

ταῦτα οἱ Λακεδαιμόνιοι ἐδόκουν οὐκ ἐπιτηδείως ἔχειν. ἔστι δὲ ὁ Ἐχινοῦς κόλπος. λιμήν ἐστιν ὄπισθεν τοῦ Ἐχινοῦντος.

sch lys

1170

σκέλη τόπος οὕτω καλούμενος τῆς Μεγαρίδος. σημαίνει δὲ καὶ τὸ κακέμφατον. οἱ δὲ τὰ Μεγαρικὰ τείχη.

sch lys

1171

ὦ μαινόμενε.

sch lys

1173

ἀπαλλαγεὶς τοῦ πολέμου γυμνὸς βούλομαι γεωργεῖν, ἀντὶ τοῦ θέλω τὴν εἰρήνην.

sch lys

1174

ἀντὶ τοῦ κόπρον ἄγειν πρῶτον, ὡς μὴ εὐπο‐ ρούντων αὐτῶν ἀροσίμης γῆς.

sch lys

1176

δρᾶν ταῦτα, τὰ τῆς γεωργίας.

sch lys

1180

κατ’ ἐρώτησιν.

sch lys

1181

τοῖς ἐμοῖς. τοὺς Καρυστίους ὡς μοιχοὺς κωμῳδοῦσιν. ἦσαν δὲ Ἀθηναίων σύμμαχοι.

sch lys

1184

ἀντὶ τοῦ ὧν εἴχομεν ἐδεσμάτων ἐν τῇ κίστῃ.

sch lys

1189

ἀποκοπή ἐστι τοῦ ἄλλου χοροῦ, ὡς παρ’ Εὐ‐
πόλιδι ἐν Κόλαξι. πορφυρῶν περιβολαίων.261

sch lys

1194

χρυσοφοροῦσι γὰρ αἱ κανηφόροι.

sch lys

1198

εὖ ἐσφραγίσθαι ὅσα εὑρίσκει ἔνδον.

sch lys

1200

ῥύπους: τὰς σφραγῖδας· ἐκ πηλοῦ γὰρ ὑπῆρχον.

sch lys

1202

παίζουσα λέγει μηδὲν εἶναι ἔνδον. περιβλεπό‐ μενος δὲ, φησὶν, οὐδὲν εὑρήσει.

sch lys

1204

εἰ δέ τινι.

sch lys

1206

ἀντὶ τοῦ πυροὺς ὑποκοριστικῶς.

sch lys

1209

μέγας.

sch lys

1211

θυλάκους. πλέγμα δεκτικὸν ἄρτων.

sch lys

1212

ὁ δοῦλος.

sch lys

1213

γέλωτος χάριν.

sch lys

1216

ἐπικωμάζει λαμπάδα ἔχων. δεῖ δὲ νοεῖν ὅτι πρὸς τὴν θυρωρὸν λέγει.

sch lys

1218-1220

τὸ πρᾶγμα, τὸ ὑμᾶς καῦσαι. ὑμῖν τοῖς θεαταῖς τελειώσομεν τὸ δρᾶμα. φορτικὸν μέν ἐστιν εἰσελθεῖν εἰς τὴν σκηνὴν μετὰ λαμπάδος καὶ καταφλέ‐ ξαι τινά· εἰ δὲ βούλεσθε, ὦ θεαταὶ, καὶ τοῦτο ποιήσο‐
5μεν προσχαριζόμενοι ὑμῖν.

sch lys

1222

ἀντὶ τοῦ τὸν ἐγκέφαλον ἢ τὰς τρίχας καιομέ‐ νας.

sch lys

1225

ἐξέρχεταί τις τῶν Ἀθηναίων ἀπὸ τοῦ συμ‐ ποσίου.

sch lys

1227

σκώπτει τοὺς Ἀθηναίους ὅτι νήφοντες μὲν κα‐ κῶς βουλεύονται, μεθύοντες δὲ καλῶς διαπράττονται.

sch lys

1237

Τελαμῶνος: (Ἀρχή τινος σκολίου «παῖ Τε‐ λαμῶνος αἰχμητά,» περὶ οὗ δεδήλωται ἤδη.) ὁ δὲ νοῦς ὅτι τὰ ἐναντία λέγομεν ἑαυτοῖς καὶ πράττομεν. ὅταν γάρ τις ᾄσῃ ἀπὸ τῶν σκολίων Πινδάρου, λέγομεν ὅτι
5δεῖ μᾶλλον ᾄδειν ἀπὸ Κλειταγόρας τῆς ποιητρίας· ἡ γὰρ Κλειταγόρα ποιήτρια ἦν Λακωνικὴ, ἧς μέμνηται καὶ ἐν Δαναΐσιν Ἀριστοφάνης.

sch lys

1239

αὖθις ἔρχονται πάλιν: Τουτέστι συνήχθησαν πάλιν. ἦν γὰρ θεράπων διασκορπίσας αὐτοὺς τῇ λαμ‐ πάδι.

sch lys

1242

ὦ Πολυχαρίδα: Πιθανώτερόν ἐστι, Βοιωτῶν αὐτὸν εἶναι. ἀλλὰ γὰρ ἐν τοῖς πρέσβεσιν οὐδαμοῦ πα‐ ρέδωκεν, ὅτι καὶ ἕτεροι παρῆσαν. γυναῖκες μὲν γὰρ ἐληλύθασι καὶ Κορίνθιαι καὶ Βοιώτιαι ἐπὶ τῆς πρε‐
5σβείας. οὐ λέγει δὲ Λάκων, ἀλλὰ Λάκωνες. ἀπίθανον δέ ἐστι μὴ παρεῖναι τοὺς παραληψομένους τὴν Βοιωτίαν καὶ τὴν Κορινθίαν. ἡ μὲν γὰρ Λαμπιτὼ εἰς Λακεδαί‐ μονα ᾤχετο.

sch lys

1243

ἵν’ ἐγὼ διποδιάξω γε: Τοῖς δύο ποσὶ χο‐ ρεύσω. εἶδος δὲ ὀρχήσεως ἡ διποδία, ἧς μέμνηται καὶ Κρατῖνος ἐν Πλούτοις «ἄρξει γὰρ αὐτοῖς διποδία κα‐ λῶς.» —τοὺς αὐλοὺς, ἀπὸ τοῦ φυσᾶν. R.

sch lys

1247

ὅρμαον: Ἄρχεται τῇ ἰδίᾳ διαλέκτῳ τοὺς αὐ‐ λοὺς φυσᾶν ὁ Λάκων. ὁ δὲ νοῦς· ὅρμησον, ὦ μνημοσύνη, τῷ ἐφήβῳ τὴν σὴν μοῦσαν. κυρσανίους δὲ καλοῦσιν οἱ
Λάκωνες τὰ μειράκια, καὶ τοὺς εὐτελεῖς ἀνθρώπουςColumn end
5παρ’ αὐτοῖς. (λείπει δὲ ἡ εἰς πρόθεσις, εἰς τοὺς κυρσα‐ νίους.) ἀντὶ τοῦ μέλλοντας ὀρχεῖσθαι. R.

sch lys

1249

μοῦσαν. R.

sch lys

1250

τοὺς Ἀθηναίους. R.

sch lys

1251

ἐπ’ Ἀρτεμισίῳ: Ἄκρα ἐστὶν Εὐβοίας τὸ Ἀρ‐ τεμίσιον, ἔνθα ἐπολέμησαν τῷ Ξέρξῃ οἱ Ἀθηναῖοι.

sch lys

1252

τὸ πλῆρες θεοείκελοι ἐμάχοντο, θεοῖς ὅμοιοι προέκρουον καὶ ἐμάχοντο. R.

sch lys

1253

πρὸς τὰ πλοῖα. R.

sch lys

1254

Λεωνίδας στρατηγὸς Λακεδαιμονίων. R.

sch lys

1255

ᾇπερ τὼς κάπρως: Ὥσπερ τοὺς κάπρους· συνεβοήθουν γὰρ κατὰ Περσῶν τοῖς Ἀθηναίοις οἱ Λακε‐ δαιμόνιοι.

sch lys

1257

πολὺς δ’ ἀμφὶ τὰς γένυας: Πρὸς τὸ παρὰ τῷ Ἀρχιλόχῳ «πολλὸς δ’ ἀφρὸς ἦν περὶ στόμα.» καὶ Σοφοκλῆς [El. 1219]. Αἰσχύλος δὲ «ἀφρὸς βορᾶς βρο‐ τείας ἐρρύη κατὰ στόμα.» —ἀντὶ τοῦ ἤνθει. R.

sch lys

1259

ἔπαιξεν. ἐπὶ δειλίᾳ δὲ αὐτοὺς κωμῳδεῖ ὡς ἐναφιέντας.

sch lys

1260

ἦσαν γὰρ οἱ Πέρσαι οὐκ ἐλάσσονες τῶν ψάμ‐ μων.

sch lys

1262

θηροκτόνε.

sch lys

1263

παρθένε θεά.

sch lys

1266

τῶν πανούργων ῥητόρων.

sch lys

1274

παραδίδωσι λοιπὸν μετὰ ταῦτα τοῖς μὲν Λά‐ κωσι τὰς Λακαίνας, τοῖς δὲ Ἀθηναίοις τὰς ὁμοφύλους.

sch lys

1276

ἐπ’ εὐτυχίαις.

sch lys

1281

ἐπὶ δὲ Δίδυμον: Ἀπὸ Διδύμου τῆς Μιλήτου τόπου Διδυμαῖος Ἀπόλλων καλεῖται. ἢ ὅτι δύο εἰσὶ χοροὶ, ὁ τῶν Λακώνων καὶ ὁ τῶν Ἀθηναίων.

sch lys

1283

μετὰ τῶν βακχῶν. βλέπει. R.

sch lys

1285

ἀντὶ τοῦ φλέγοντα διὰ τῶν κεραυνῶν. R.

sch lys

1286

ὑμνήσατε. Ἥραν. ἢ τὴν Ἀριάδνην. R.

sch lys

1287

δαίμονας: Ἄλλους. καὶ τοὺς ἄλλους θεοὺς κά‐ λεσον.

sch lys

1289

τῆς εἰρήνης.

sch lys

1296

ἐπὶ νέα νέαν: ἐπὶ νεώτερα πράγματα, νέαν μοῦσαν.

sch lys

1297

ἐκλιποῦσα μοῦσα.

sch lys

1299

κλείουσαι καὶ ὑμνοῦσαι.

sch lys

1300

οὕτω χαλκιοίκου Ἀρτέμιδος ἱερὸν ἐν Λακε‐ δαίμονι. ἢ Ἀθηνᾶς. διχῶς. ἄνασσαν Ἀθήνην. χαλ‐ κίοικος δὲ ἡ Ἀθηνᾶ τιμᾶται ἐν Σπάρτῃ.

sch lys

1301

ἀγαθούς.

sch lys

1302

παίζουσιν.

sch lys

1303

ἄγε. ἐπίφθεγμα παρακελευστικόν.

sch lys

1306

ᾗτινι οἱ χοροὶ τῶν θεῶν μέλουσιν.

sch lys

1308

ἤ τε, ὅπου. ἢ ὡς εἴτε ὥσπερ.

sch lys

1310

λείπει τὸ κτύπον.

sch lys

1311

ἀνακινοῦσαι.262

sch lys

1313

θυρσαδδωᾶν: Ὥσπερ αἱ τῶν βακχῶν. ἀντὶ τοῦ θυρσαζουσῶν καὶ παιζουσῶν, παρὰ τὸ δονεῖν τοὺς θύρσους.

sch lys

1316

παραμπυκίδδετε: Παραπλέκετε, ποικίλλετε.
ἀντὶ τοῦ σκέπασον τῇ ἄμπυκι.Column end

sch lys

1317

οἷον πήδα. R.

sch lys

1318

ὡς ἔλαφος. R.

sch lys

1319

χορωφελέταν: Ἀντὶ τοῦ, ποίει κρότον ὠφε‐ λοῦντα τὸν χορόν.

sch lys

1320

καὶ τὰν σιὰν δ’ αὐτάν: Καὶ τὴν θεὰν Ἀθηνᾶν.263