TLG 5014 009 :: SCHOLIA IN ARISTOPHANEM :: Scholia in aves (scholia vetera)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Scholia in aves (scholia vetera)

Source: Dübner, F. (ed.), Scholia Graeca in Aristophanem. Paris: Didot, 1877 (repr. Hildesheim: Olms, 1969): 209–247.

  • Argumenta: pp. 209–210
  • Scholia: pp. 210–247
  • Argumentum 4 (epigramma est): Dup. ARISTOPHANES Gramm. (0644 007) (fr. 9)

Citation: Argumentum-scholion — verse — (line)

arg av

t

ΥΠΟΘΕΣΕΙΣ

arg av

1

Δύο εἰσὶν Ἀθήνηθεν ἐκκεχωρηκότες πρεσβῦται διὰ τὰς δίκας. πορεύονται δὲ πρὸς τὸν Τηρέα ἔποπα γενό‐ μενον, πευσόμενοι παρ’ αὐτοῦ ποία ἐστὶ πόλις εἰς κατοι‐ κισμὸν βελτίστη. χρῶνται δὲ τῆς ὁδοῦ καθηγεμόσιν
5ὀρνέοις, ὁ μὲν κορώνῃ, ὁ δὲ κολοιῷ. ὀνομάζονται δὲ ὁ μὲν Πεισθέταιρος, ὁ δὲ Εὐελπίδης, ὃς καὶ πρότερος ἄρχεται. ἡ σκηνὴ ἐν Ἀθήναις. τὸ δρᾶμα τοῦτο τῶν ἄγαν δυνατῶς πεποιημένων. Ἐδιδάχθη ἐπὶ Χαβρίου διὰ Καλλιστράτου ἐν ἄστει,
10ὃς ἦν δεύτερος τοῖς Ὄρνισι, πρῶτος Ἀμειψίας Κωμα‐ σταῖς, τρίτος Φρύνιχος Μονοτρόπῳ. φοβερὰ δὲ τότε τοῖς Ἀθηναίοις τὰ πράγματα. τό τε γὰρ ναυτικὸν ἀπώ‐ λετο περὶ Σικελίαν, Λάμαχος οὐκ ἔτι ἦν, Νικίας ἐτε‐ θνήκει, Δεκέλειαν ἦσαν τειχίσαντες Λακεδαιμόνιοι,
15Ἆγις ὁ Λακεδαιμονίων στρατηγὸς περιεκάθητο τὴν Ἀττικὴν, Ἀλκιβιάδης τὰ Λακεδαιμονίων ἐφρόνει καὶ ἐκκλησιάζων συνεβούλευε τὰ χρηστὰ Λακεδαιμονίοις. ταῦτα αἱ Ἀθηναίων συμφοραὶ, διὰ ταῦτα αἱ Ἀθηναίων φυγαί. καὶ ὅμως οὐκ ἀπείχοντο τοῦ κακοπραγμονεῖν
20καὶ συκοφαντεῖν.

arg av

2

Τῆς τῶν Ἀθηναίων πολιτείας τὸ μέγιστον ἦν κλέος αὐτόχθοσι γενέσθαι, καὶ αὕτη φιλοτιμία πρώτη τὸ μη‐ δέπω μηδεμιᾶς πόλεως φανείσης αὐτὴν πρῶτον ἀνα‐ βλαστῆσαι. ἀλλὰ τῷ χρόνῳ ὑπὸ προεστώτων πονηρῶν
5καὶ πολιτῶν δυσχερῶν ἀνετέτραπτο, καὶ διωρθοῦτο πάλιν. ἐπὶ οὖν τοῦ Δεκελεικοῦ πολέμου, πονηρῶν τινῶν τὰ πράγματα ἐγχειρισθέντων, ἐπισφαλὴς γέγονεν ἡ παρ’ αὐτῶν κατάστασις. καὶ ἐν μὲν ἄλλοις δράμασι διὰ τῆς κωμῳδικῆς ἀδείας ἤλεγχεν Ἀριστοφάνης τοὺς κακῶς
10πολιτευομένους, φανερῶς μὲν οὐδαμῶς, οὐ γὰρ ἐπὶ τούτου ἦν παρρησία, λεληθότως δὲ, ὅσον ἀνῆκεν ἀπὸ κωμῳδίας προσκρούειν. ἐν δὲ τοῖς Ὄρνισι καὶ μέγα τι διανενόηται. ὡς γὰρ ἀδιόρθωτον ἤδη νόσον τῆς πολιτείας νοσούσης καὶ διεφθαρμένης ὑπὸ τῶν προεστώτων, ἄλλην
15τινὰ πολιτείαν αἰνίττεται καὶ προεστῶτας ἑτέρους ὡσ‐ ανεὶ τῶν ὄντων κακῶν καθεστώτων· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ σχῆμα ὅλον καὶ τὴν φύσιν, εἰ δέοι, συμ‐
βουλεύει μετατίθεσθαι πρὸς τὸ ἠρεμαίως βιοῦν. καὶ ἡ μὲν ἀπότασις αὕτη. τὰ δὲ κατὰ θεῶν βλάσφημα ἐπιτη‐Column end
20δείως ᾠκονόμηται. καινῶν γάρ φησι τὴν πόλιν προσ‐ δεῖσθαι θεῶν, ἀφροντιστούντων τῆς κατοικίας Ἀθηνῶν τῶν ὄντων καὶ παντελῶς ἠλλοτριωκότων αὑτοὺς τῆς χώρας. ἀλλ’ ὁ μὲν καθόλου στόχος τοιοῦτος. ἕκαστον δὲ τῶν κατὰ μέρος οὐκ εἰκῆ, ἀλλ’ ἄντικρυς Ἀθηναίων
25καὶ τῶν παρ’ αὐτοῖς ἐγχειριζομένων τὰ κοινὰ ἐλέγχει τὴν φαύλην διάθεσιν, ἐπιθυμίαν ἐγκατασπείρων τοῖς ἀκούουσιν ἀπαλλαγῆναι τῆς ἐνεστώσης μοχθηρᾶς πο‐ λιτείας. ὑποτίθεται γὰρ περὶ τὸν ἀέρα πόλιν, τῆς γῆς ἀπαλλάσσων· ἀλλὰ καὶ βουλὰς καὶ συνόδους ὀρνίθων,
30ταῖς Ἀθηναίων δυσχεραίνων. ἀλλὰ καὶ ὅσα παίζει, ἐπίσκοπον, ἢ ψηφισματογράφον, ἢ τοὺς λοιποὺς εἰσά‐ γων, οὐχ ἁπλῶς, ἀλλὰ γυμνοῖ τὰς πάντων προαιρέσεις, ὡς αἰσχροκερδείας ἕνεκεν χρηματίζονται. εἶθ’ ὕστερον καὶ τὸ θεῖον εἰς ἀπρονοησίαν κωμῳδεῖ. τὰ δὲ ὀνόματα
35τῶν γερόντων πεποίηται, ὡς εἰ πεποιθοίη ἕτερος τῷ ἑτέρῳ καὶ ἐλπίζοι ἔσεσθαι ἐν βελτίοσι. τινὲς δέ φασι τὸν ποιητὴν τὰς ἐν ταῖς τραγῳδίαις τερατολογίας ἐν μὲν ἄλλοις διελέγχειν, ἐν δὲ τοῖς νῦν τὴν τῆς Γιγαντομαχίας συμπλοκὴν ἕωλον ἀποφαίνων, ὄρνισιν ἔδωκε διαφέρεσθαι
40πρὸς θεοὺς περὶ τῆς ἀρχῆς. Ἐπὶ Χαβρίου τὸ δρᾶμα καθῆκεν εἰς ἄστυ διὰ Καλ‐ λιστράτου· εἰς δὲ Λήναια τὸν Ἀμφιάραον ἐδίδαξε διὰ Φιλωνίδου. λάβοι δ’ ἄν τις τοὺς χρόνους ἐκ τῶν πέρυσι γενομένων ἐπὶ Ἀριμνήστου τοῦ πρὸ Χαβρίου. Ἀθηναῖοι
45γὰ πέμπουσι τὴν Σαλαμινίαν, τὸν Ἀλκιβιάδην μετα‐ στελλόμενοι ἐπὶ κρίσει τῆς τῶν μυστηρίων ἐκμιμήσεως. ὁ δὲ ἄχρι μὲν Θουρίου εἵπετο τοῖς μεθήκουσιν, ἐκεῖθεν δὲ δρασμὸν ποιησάμενος εἰς Πελοπόννησον ἐπεραιώθη. τῆς δὲ μετακλήσεως μέμνηται καὶ Ἀριστοφάνης, ἀπο‐

arg av

2

(50)

κρύπτων μὲν τὸ ὄνομα, τὸ δὲ πρᾶγμα δηλῶν ἐν οἷς γέ φησι [v. 145] «μηδαμῶς ἡμῖν παρὰ θάλατταν, ἵν’ ἀνα‐ «κύψεται, κλητῆρ’ ἄγους’ ἕωθεν ἡ Σαλαμινία.»

arg av

3

Δύο πρεσβῦται Ἀθηναίων Πεισθέταιρος καὶ Εὔελ‐ πις τὴν συκοφαντίαν φεύγοντες τὴν Ἀθήνησι, μετανί‐ στασθαι δοκιμάζουσι καὶ κολοιὸν καὶ κορώνην πριάμενοι παραγίνονται πρὸς ὄρνιθας τῆς παρ’ αὐτοῖς ἐπιθυμοῦν‐
5τες διαγωγῆς. οἱ δὲ ὄρνιθες τὸ μὲν πρῶτον ἀρνεῖσθαί φασιν, εἰ μετὰ ἀνθρώπων πολεμίων ὄντων οἰκήσουσι· μαθόντες δὲ ὕστερον, ἃ ὠφεληθήσονται, συγχωροῦσι
μένειν αὐτούς. οἱ δὲ πόλιν κτίσαντες ἐν τῷ ἀέρι, Νεφε‐ λοκοκκυγίαν ὠνόμασαν. ἀλλ’ οὐδὲ ταύτην ἀνενόχλητον209
10ἐῶσιν οἱ Ἀθηναῖοι. μάντεις γὰρ καὶ χρησμολόγοι φοι‐ τῶσι, λαβεῖν τι βουλόμενοι· ἐν οἷς καὶ Μέτων. οὗτοι δὲ πάντες ἀποπέμπονται ἄπρακτοι. τελευταῖον δὲ καὶ θεοὶ, διὰ τὸ μὴ ἐᾶσθαι τὸν καπνὸν τῶν ἱερείων ἀνιέναι, λιμῷ φθειρόμενοι πρεσβεύονται πρὸς τοὺς ὄρνιθας. ὁ δὲ
15σκοπὸς τοῦ δράματος, διασῦραι πάλιν τοὺς Ἀθηναίους ὡς φιλοδίκους. ἡ δὲ σκηνὴ ἐν πέτραις καὶ ὀρνέοις. ἐγράφη δὲ μετὰ τὸν Ἀλκιβιάδην ὑπὸ τῆς Σαλαμι‐ νίας νεὼς μεταπεμφθῆναι, διὰ τὴν περικοπὴν τῶν Ἑρ‐ μῶν, καὶ φυγεῖν εἰς Λακεδαίμονα.

arg av

4

(1t)

ΑΡΙΣΤΟΦΑΝΟΥΣ
2tΓΡΑΜΜΑΤΙΚΟΥ
3Διὰ τὰς δίκας φεύγουσιν Ἀθήνας δύο τινές· οἳ πρὸς τὸν ἔποπα, τὸν λεγόμενον Τηρέα,
5ἐλθόντες ἠρώτων ἀπραγμόνων πόλιν. εἷς δ’ ὄρνις ἔποπι συμπαρὼν μετὰ πλειόνων πτηνῶν διδάσκει, τί δύνατ’ ὀρνίθων γένος, καὶ πῶς ἐάν περ κατὰ μέσον τὸν ἀέρα πόλιν κτίσωσι, τῶν θεῶν τὰ πράγματα
10αὐτοὶ παραλήψοντ’. ἐκ δὲ τοῦδε φαρμάκου πτέρυγάς τ’ ἐποίουν· ἠξίωσαν δ’ οἱ θεοὶ, ἐπίθεσιν οὐ μικρὰν ὁρῶντες γενομένην.

sch av

t

SCHOLIA IN AVES

sch av

1

Ὀρθὴν κελεύεις: Ἡ εἴσθεσις τοῦ παρόντος δρά‐ ματος εὐθὺς ἐξ ἀμοιβαίων ἄρχεται προσώπων, οἱ δὲ στί‐ χοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι σηʹ, ὧν τελευ‐ ταῖος
5
ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα. ἐν εἰσθέσει δὲ μετὰ τὸν ρξαʹ στίχον κῶλον ἰαμβικὸν μο‐ νόμετρον βραχυκατάληκτον, καὶ μετὰ τὸν ρϟγʹ ἕτερον ὅμοιον μονόμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα. τοῦτο λέγει ὁ τὸν κολοιὸν φέρων ὡς ἐν
10ἀπόπτῳ δένδρου τινὸς ὄντος καὶ τοῦ κολοιοῦ σημαίνον‐ τος κατ’ ἐκεῖνο πορεύεσθαι. πεποίηται δὲ τὰ ὀνόματα τῶν πρεσβυτέρων, τῷ μὲν παρὰ τὸ πείθεσθαι, τῷ δὲ παρὰ τὸ εὖ ἔχειν τῶν ἐλπίδων. —ὡς ἐν ἀπόπτῳ τινὸς δένδρου ὄντος, καὶ τοῦ κολοιοῦ σημαίνοντος δῆτα μετ’
15ἐκεῖνο πορευθῆναι. Br.

sch av

2

ἥδε δ’ αὖ κρώζει: Τοῦτο ὁ τὴν κορώνην φέρων, ὡς εἰς τοὐναντίον τῷ κολοιῷ παρακελευομένης πορεύε‐ σθαι. τὸ γὰρ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω. καὶ ἐν ἄλλοις.
κράζει εἰς τοὐπίσω ἄπελθε. πλανύττομεν: Πλανώ‐Column end
5μεθα. κωμικῶς δὲ ἐκτέταται. —ἥδε δ’ αὖ: Κορώνη κελευομένη εἰς τοὐναντίον. Br.

sch av

4

προφορουμένω: Δεῦρο κἀκεῖσε πορευόμενοι εἰς τἀναντία. προφορεῖσθαι γὰρ λέγεται τὸ παραφέρειν τὸν στήμονα τοῖς διαζομένοις. —ἄλλως: μάτην. R. Br. προφορουμένω: Ὧδε κἀκεῖσε πορευόμενοι. Br.

sch av

5

τὸ δ’ ἐμὲ: Οὐκ εὔηθες. Br.

sch av

6

(πλεῖν ἢ χίλια: Ἀττικὴ ἡ κρᾶσις τοῦ πλέον πλεῖν.)

sch av

7

τὸ δ’ ἐμὲ κολοιῷ: Ὅτι ὁ μὲν κολοιὸν ἐκράτει, ὥστε δεῖξαι αὐτῷ δῆθεν τὴν πρὸς τὰ ὄρνεα ὁδόν· ὁ δὲ κορώνην διὰ τὴν χρείαν. διὸ καὶ μέμφονται ἑαυτοῖς, ὅτι δὴ τοῖς ὀρνέοις πιστεύσαντες μακρὰν διήνυσαν καὶ
5οὔπω τὸ ζητούμενον εὗρον. Ἀττικῷ δὲ ἔθει εἴρηται ταῦτα ἀναπόδοτα, ὡς καὶ ἐν Νεφέλαις [268] τὸ δὲ μὴ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον’ ἔχοντα. νοεῖται γὰρ ἔξωθεν τὸ οὐκ εὔηθες, ἢ οὐ μωρίας πλέον, ἤ τι τοιοῦτο. —τὸ δ’ ἐμὲ: Οὐ μωρίας πλέων. Br.

sch av

8

ἀποσποδῆσαι: Ἀντὶ τοῦ ἀφανίσαι. ἀπὸ τῆς σποδοῦ· αὕτη γὰρ ἀφανίζει τὴν προϋπάρξασαν ὕλην τῶν ξύλων. (ἢ ἀποκροῦσαι, ἀφανίσαι, τυπτόμενον ἐκβαλεῖν.)

sch av

10

ἐντευθενὶ τὴν πατρίδ’: Ἐρωτηματικῶς. δύναιο δ’ ἂν ἐντεῦθεν τὴν πατρίδα ἰδεῖν, (τουτέστι) τὰς Ἀθή‐ νας. ὡς πολὺ δὲ ἀφεστηκότων ταῦτά φησιν.

sch av

11

Ἐξηκεστίδης: Τοῦτον ὡς ξένον διαβάλλουσι καὶ πλάνον (τὰς ὁδοὺς γινώσκειν). οἱ γὰρ ξένοι μᾶλλον ἴσασι τὰς ὁδούς. (τοῦτο δ’ ἂν εἴη μεμνημένος καὶ ἐν τοῖς ἔπειτα, διὰ τούτων [764]
5
εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ, ὥσπερ Ἐξηκεστίδης. ἔστι δὲ καὶ ἕτερος *** «ἔχων λύραν ἔργον Εὐδόξου τι‐ ταίνει ψίθυρον εὐήθη νόμον.» μέμνηται δὲ αὐτοῦ καὶ Πολέμων ἐν τῷ δευτέρῳ περὶ τῆς Ἀθήνησιν Ἐρατο‐ σθένους ἐπιδημίας λέγων. ὁ δὲ Ἐξηκεστίδης, κιθαρῳ‐
10δὸς πυθιονίκης. νικᾷ δὲ καὶ τὸν τῶν Καρνείων ἀγῶνα τὸν ἐν Λακεδαίμονι, καὶ Παναθήναια δίς. Ἄλλως. ὁ Ἐξηκεστίδης ὡς ξένος κωμῳδεῖται. καὶ Φρύνιχος Μο‐ νοτρόπῳ
μεγάλους πιθήκους οἶδ’ ἑτέρους τινὰς λέγειν,
15Λυκέαν, Τελέαν, Πείσανδρον, Ἐξηκεστίδην. ἀνωμάλους εἶπας πιθήκους *** ὁ μέν γε δειλὸς, ὁ δὲ κόλαξ, *** ὁ δὲ νόθος.)

sch av

12

σὺ μὲν ὦ τᾶν: Παίζων φησί. τουτέστι τὴν εἰς τὸ οἴμοι ὁδὸν βάδιζε.

sch av

13

(οὑκ τῶν ὀρνέων: Ἀντὶ τοῦ ὀρνεοπώλων. Δί‐ δυμος δὲ, δεινὰ φάσκειν αὐτοὺς ἐκ τῶν ὀρνέων πεπον‐ θέναι, ἐπεὶ Ὀρνεαὶ τῆς Λακωνικῆς εἰσι. πρὸ δὲ ἐτῶν δ’ κακῶς περὶ Μαντίνειαν ἀπήλλαξαν, ὡς καὶ τοὺς
5στρατηγοὺς ἀποβαλεῖν Λάχητα καὶ Νικόστρατον, καθὰ καὶ Ἀνδροτίων φησίν. Ἄλλως. ὅτι οὕτως ἔλεγον καὶ ἐπὶ τῶν τόπων, ἀντὶ τοῦ ὀρνεοπωλίων, [ὡς τῶν χυτρῶν, ἀντὶ τοῦ χυτροπωλίων]. ἡ δὲ ἀναφορὰ πρὸ τὸ Ὁμηρι‐ κὸν [Od. Ν, 407] «δήεις τόν γε σύεσσι παρήμενον,»
10τούτεστι συφεοῖς. ἑξῆς οὖν ἐπάγει «αἱ δὲ νέμονται πὰρ
κόρακος πέτρῃ.»)210

sch av

14

ὁ πινακοπώλης: Ἀντὶ τοῦ ὁ ὀρνεοπώλης. ὅτι τὰ λιπαρὰ τῶν ὀρνέων ἐπὶ πινάκων τιθέντες ἐπώλουν. ἢ πίναξ εἶδος ὀρνέου. —τούτου δὲ καὶ ἐν τοῖς ἑξῆς [1077] μέμνηται «ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν
5στρούθιον, «ὃς ὄρνεα πωλεῖ. R.

sch av

15

ὃς τώδ’ ἔφασκε νῷν: (Οἱ μέν φασιν αὐτὸν διασύ‐ ρειν τὸν Αἰσώπειον λόγον καὶ δέον εἰπεῖν τῶν ἀνθρώπων, λέγειν ἐκ τῶν ὀρνέων, οἱ δὲ οὕτως· ὃς ἔφασκε μᾶλλον τῶν ἄλλων ὀρνέων δύνασθαι προηγήσασθαι τῆς ὁδοῦ, καὶ δεῖ‐
5ξαι ἡμῖν αὐτὸν ἐκ τῶν ὀρνέων, οἷον ἐκ τοῦ συστήματος τῶν ὀρνέων ἐν ταυτῷ ὄντων. Ἄλλως. ἔφασκεν ὁ Φιλο‐ κράτης. τὸ δὲ νῷν, τουτέστιν ἡμῖν, δεικτικῶς. σημαίνει ἡμῖν ἐκ τῶν ὀρνέων, τουτέστι διὰ τῶν ὀρνέων, ὅπου τὸν Ἔποπα εὑρήσομεν. γράφεται καὶ, ὡς τώδε, καὶ διαι‐
10ροῦσι τινὲς καὶ προστιθέασι τὸ ἑξῆς, τὸ, ἐκ τῶν ὀρνέων ἀπέδοτο τὸν κολοιὸν καὶ τὴν κορώνην. βιαίως γὰρ πρὸς τοῦτο εἰρῆσθαι σημανεῖν ἡμῖν τὸν Ἔποπα ὅς ἐστι, δείξαντα ἐκ τῶν ὀρνέων. παρ’ ὑπόνοιαν δὲ εἴρηκε τὸ, ὃς ὄρνις ἐγένετο ἐκ τῶν ὀρνέων. ἔδει γὰρ, ἐκ τῶν
15ἀνθρώπων.) —ὄρνις ἐγένετο ἐκ τῶν ὀρνέων. ἔδει εἰ‐ πεῖν ἐκ τῶν ἀνθρώπων. τινὲς δὲ στίζουσιν εἰς τὸ ἐγέ‐ νετο, εἶτα ἐκ τῶν ὀρνέων ἀπέδοτο τὸν κολοιὸν καὶ τὴν κορώνην. ἢ οὕτως· ὃς ἔλεγε φράσειν τὸν Τηρέα ἐκ τῶν ὀρνέων καὶ δείξειν ὅστις ἐστὶν ἐκ τῶν ἄλλων ὀρνέων.
20Rav.

sch av

17

τὸν μὲν Θαρρελείδου: (Σύμμαχος, Ἀσωπόδω‐ ρον. καὶ γὰρ οὗτος ἐπὶ σμικρότητι ὑπὸ Τηλεκλείδου κεκωμῴδηται, καὶ ὁ κολοιὸς μικρὸς ὢν ἐκ τῶν πτερῶν τὴν σύστασιν ἔχει. Ἄλλως. ἄδηλον εἰ Ἀσωπόδωρον
5λέγει, ὃς κωμῳδεῖται ἐπὶ σμικρότητι σώματος. ἦν δὲ καὶ ὁ Θαρρελείδης μικρός. Ἄλλως.) οἱ μὲν πλείους ὑπειλήφασιν υἱόν τινα Θαρρελείδου βραχὺν καὶ παρα‐ πλήσιον κολοιῷ κωμῳδεῖσθαι. οὐκ ἔχομεν δὲ οἱὸν αὐ‐ τοῦ διὰ τῆς κωμῳδίας εἰπεῖν. μήποτε οὖν, φησὶ, κατὰ
10περίφρασιν εἴρηκε Θαρρελείδου κολοιὸν, ἐν ἴσῳ τῷ Θαρρελείδης, ὅς ἐστι κολοιώδης. ἢ ὡς κολοιοὺς αὐτὸν πωλοῦντα διαβάλλει. (Ἄλλως. ὁ τοῦ Θαρρελείδου υἱὸς ἐγένετο κολοιός.) —τὸν μὲν Θαρρελείδου: Υἱόν. Brunck.

sch av

19

τώδ’ οὐκ ἄρ’ ἤστην: Τινὲς διὰ τοῦ ι ἴστην ἀντὶ τοῦ ᾔδεσαν. τουτέστιν οὐδὲν ᾔδεσαν ἔξω τοῦ δά‐ κνειν. ἢ ἀντὶ τοῦ ἦσαν. τουτέστιν οὐδὲν ἄλλο ἦσαν ἢ δάκνειν. —οὐδὲν ἄλλο πλὴν δάκνειν: Στίχος [40]
5 Ἀθηναῖοι δ’ ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.» R.

sch av

20

[καὶ νῦν τί κέχηνας: Ὡς τοῦ κολοιοῦ κεχηνό‐ τος. κατὰ τῶν πετρῶν δὲ, ὅπου ἐστὶ τόπος πετρώ‐ δης.]

sch av

22

ἦ δὲ μὰ Δί’ ἐνταῦθα: Ἐδεινοποίησεν ὡς παν‐ ταχόθεν ἀποκεκλῃμένης τῆς ὁδοῦ. ἄλλῳ δὲ ὀνόματι κέχρηται.

sch av

23

ἦ δ’ ἡ κορώνη: Ὡς ἤδη φθεγξαμένης αὐτῆς.
δύναται καὶ ἐρωτηματικῶς καὶ ἀποφαντικῶς. τινὲς γράφουσιν, οὐδὲ ἡ κορώνη. βρύκουσα δὲ, δάκνουσα παρὰ τὴν βορὰν, οἱονεὶ βορύκουσα.Column end

sch av

26

βρύκους’: ἐσθίουσα. R.

sch av

28*

ἐς κόρακας ἐλθεῖν: Παίζει. ἐπεὶ εἰς τὰ ὄρνεα βούλεται ἀπελθεῖν. [ἐν λόγῳ δὲ, ἐν τῇ ὑποθέσει.]

sch av

31

τὴν ἐναντίαν Σάκᾳ: Οὗτος ἐστιν Ἀκέστωρ, τραγῳδίας ποιητής. ἐκαλεῖτο δὲ καὶ Σάκας, διὰ τὸ ξένος εἶναι. Σάκαι δὲ ἔθνος Θρᾳκικόν. (Θεόπομπος δὲ καὶ τὸν πατέρα αὐτοῦ Σάκαν προσηγόρευσεν Τισα‐
5μενόν. ὁ δὲ αὐτὸς καὶ Μυσὸν ἐκάλεσεν. εἰς δὲ τὴν ποίησιν αὐτὸν κεχλευάκασι Καλλίας μὲν ἐν Πεδήταις «καὶ Σάκας, ὃν οἱ χοροὶ μισοῦσι.» Κρατῖνος δὲ ἐν Κλεοβουλίναις «Ἀκέστορα γὰρ ὅμως εἰκὸς λαβεῖν πληγὰς, ἐὰν μὴ συστραφῇ τὰ πράγματα.»)

sch av

34

οὐ σοβοῦντος: Ὡς ἐπὶ ὀρνέων τοῦτό φησι. πάντες γὰρ σοβοῦσι τὰ ὄρνεα.

sch av

35

ἀνεπτόμεσθ’ ἐκ τῆς πατρίδος: Τὸ μὲν ἀνεπτό‐ μεσθα ἀπὸ μεταφορᾶς τῶν ὀρνέων, τὸ δὲ ἀμφοῖν τοῖν ποδοῖν ἀντὶ τοῦ ἀμφοῖν τοῖν πτεροῖν. (ἢ ἐκ τῶν νεῶν, αἳ οὐριοδρομοῦσαι ἀμφοῖν τοῖν ποδοῖν πλέουσιν.) ὁ δὲ
5νοῦς, παντὶ σθένει, (ὅ ἐστι τελέως. προληπτικῶς δὲ τῇ τῶν ὀρνέων χρῶνται μεταφορᾷ, ὡς καὶ αὐτοὶ ὀλίγον ὕστερον ὀρνιθωθησόμενοι.)

sch av

38

ἐναποτῖσαι χρήματα: Παρ’ ὑπόνοιαν ἀντὶ τοῦ ἐμβιῶναι καὶ ἐνοικεῖν, εἶπεν ἐναποτῖσαι χρήματα. εἰς τὸ φιλόδικον τῶν Ἀθηναίων, ὅτι συκοφαντούμενοι πολ‐ λοὶ ἀπέτινον χρήματα.

sch av

39

(οἱ μὲν γὰρ οὖν τέττιγες: Παρὰ τοῦτο καὶ ὁ Φιλήμων «ἡ μὲν χελιδὼν τὸ θέρος, ὦ γύναι, λαλεῖ.» τὸ δὲ ἐπὶ τῶν κραδῶν, ὅτι ἀπὸ ἑνὸς τὰ ἄλλα πάντα δένδρα ἐμφαίνει.) κράδη δὲ ἡ συκῆ. —ἀπὸ ἑνὸς τὰ
5ἄλλα δένδρα ἐμφαίνει. R.

sch av

42

τόνδε τὸν βάδον: (Ἐν παιδιᾷ παρεσχημάτισται. ὡς ἀπὸ τοῦ πατεῖν πάτος, οὕτως ἀπὸ τοῦ βαδίζειν βά‐ δος. Ὅμηρος [Il. Ζ, 202] «πάτον ἀνθρώπων ἀλεείνων.» Ἄλλως. εἴρηται μὲν ὁ βάδος· ὅμως γε μὴν οἱ κωμικοὶ
5παίζειν εἰώθασι τὰ τοιαῦτα, ὡς Εὔπολις Χρυσῷ γένει «τισοφῶν ὦ ῥαψῳδέ.») —τὴν πορείαν. R.

sch av

43

κανοῦν δ’ ἔχοντε: Τὰ πρὸς θυσίαν κομίζουσιν, ἵνα οἰκίσαντες ἐπὶ τῇ ἱδρύσει θύσωσιν. ὅτι δὲ χύτραις ἵδρυον εἴρηται ἐν Εἰρήνῃ [923]. Δίδυμος δέ φησιν ἀμυν‐ τήρια αὐτοὺς τῶν ὀρνέων βαστάζειν, ἀντὶ ὅπλου μὲν
5τὸ κανοῦν, ἀντὶ δὲ περικεφαλαίας τὴν χύτραν, ἵνα μὴ ἐφιπτάμενα τὰ ὄρνεα τύπτῃ αὐτούς. τὰς δὲ μυρρίνας πρὸς τὸ ἀποσοβεῖν.

sch av

45

ὅπου καθιδρυθέντες: Τοῦτο πρὸς τὰ ἔμπροσθεν, «ἀνεπτόμεθα ἐκ τῆς πατρίδος ἀμφοῖν τοῖν ποδοῖν.» εἶτα ἐφεξῆς, κανοῦν δ’ ἔχοντες, καὶ τὰ ἑξῆς. τὰ δὲ ἄλλα μεταξὺ εἴρηται.

sch av

47

λείπει τὸ γενόμενον. R.

sch av

48

ὅπου. R.

sch av

50

ἄνω τι φράζει: Ὡς ἄνω αὐτῆς νευούσης ἐπί τινα τόπον ὑψηλόν.

sch av

54

τῷ σκέλει θένε τὴν πέτραν: Πρὸς τὴν τῶν παί‐ δων συνήθειαν τοῦτο λέγει. φασὶ γὰρ ἐκεῖνοι πρὸς ἀλ‐ λήλους ἰδόντες ὄρνεα, δὸς τὸ σκέλος τῇ πέτρᾳ καὶ πε‐ σοῦνται τὰ ὄρνεα. τὸ δὲ ἀλλ’ οἶσθ’ ὃ δρᾶσον Ἀττικὴ211
5φράσις. πρὸς δὲ τὸ εἰρημένον παίζων αὖθις εἶπε, σὺ δὲ τῇ κεφαλῇ.

sch av

57

τὸν Ἔποπα παῖ καλεῖς: Οὐ πιθανὸν, φησὶν, ἐπὶ οἰκίαν ὀρνέου ἐλθόντα παῖ παῖ καλεῖν. οὐ γάρ εἰσιν ἄνθρωποι, ὥστε καὶ παῖδας ἔχειν.

sch av

58

ἐποποῖ: Σύμμαχος καὶ Δίδυμος προπαροξύνου‐ σιν, ἀπὸ τοῦ οἱ ἔποποι· οἱ δὲ περισπῶσιν, ἵν’ ᾖ ἐπίρ‐ ρημα ἀντὶ τοῦ ἐποπιστί. εἰ δὲ προπαροξύνοιτο, δῆλον ὅτι ἐσχημάτισται ἀπὸ εὐθείας τῆς ἔποπος.

sch av

60

[τίνες οὗτοι: Τροχίλος εἷς τῶν ὀρνέων ὑπακούει οἰκέτης τοῦ ἔποπος.]

sch av

61

[τοῦ χασμήματος: Ἐπεὶ πρόσωπον ὀρνέου ἐποίησεν ὁ ὑποκριτὴς ἔχοντος τὸ ῥάμφος κεχηνὸς, διὰ τοῦτο εἶπεν χασμήματος.]

sch av

62

ὀρνιθοθήρα: Νομίζει τοὺς ἄνδρας διὰ τὸ θηρᾶ‐ σαι τὰ ὄρνεα ἐληλυθέναι.

sch av

63

οὕτως τί δεινὸν: Τὸ κάλλιον ἀντὶ ἀπολύτου κεῖ‐ ται. ἀντὶ τοῦ οὐδὲ καλὸν λέγειν, τὸ ἡμᾶς ὑποπτεύεσθαι τοιούτους εἶναι. ἑωρακὼς δὲ αὐτὸν φοβούμενον τοῦτό φησιν. (οὕτω δεινὸν πρᾶγμά ἐστιν οἱ ὀρνιθοθῆραι. οὐκ
5ὤφειλες οὐδὲ ἡμῖν εἰπεῖν.) οἱ δὲ ἐν ἤθει τὸν λόγον ἀκού‐ ουσιν οὕτω· οὑτωσί τι δεινὸν οὐδὲ κάλλιον λέγειν, του‐ τέστιν οὕτω τι δεινὸν ἔχομεν ἐκ τῆς ὄψεως, ὥστε ὀρνι‐ θοθῆραι νομίζεσθαι. οὐδὲ λέγειν σε τοῦτο κάλλιόν ἐστιν ὅτι ἐσμὲν ὀρνιθοθῆραι.

sch av

65

Ὑποδεδιὼς: Ὄνομα ἔπλασεν ὀρνέου Ὑποδε‐ διώς. —ὡς ἐν Λιβύῃ πολλῶν καὶ ἐκτραπέλων ὄντων ὀρνέων. R. (Λιβυκὸν δὲ, ἐπεὶ οἱ Λίβυες βάρβαροι καὶ δειλοί. ἢ ἐπεὶ πολύορνις ἡ Λιβύη.)

sch av

66*

τὰ πρὸς ποδῶν: [Ὑπὸ τοῦ φόβου ἀδιανόητα ἐφθέγξατο. ἤ φησιν, ἐρώτα τὰ πρὸς ποδῶν σου ὄρνεα, εἰ βούλει, περὶ ἐμοῦ. ἢ ἀπὸ τῶν ποδῶν ἡμῶν, ὅτι ὄρ‐ νεα ἐσμὲν, μάνθανε. Ἄλλως.] γράφεται καὶ μὴν
5ἐρώτα πρὸς ποδῶν, ὅτι σαφέστερον. καὶ τάχα ἂν εἴη κατὰ τὴν παλαιὰν σημασίαν γεγραμμένον τὸ ἔρου ἔρω, μετελήφθη δὲ εἰς τὸ ω. ἔν τισι δὲ γράφεται, καὶ μὴν ἐρώτα πρὸς τίνων. ἢ καὶ οὕτω, καὶ μὴν ἐρώτα πρὸς ποίων, ἀντὶ τοῦ πρὸς τίνων ἐσμὲν ὀρνέων ἐρώτα καὶ
10τίσι προσήκομεν. ἔστι δὲ τὸ ὅλον λόγον οὐκ ἔχον καὶ ἔτι τὸ καὶ μήν ἀκαίρως ἔσται λεγόμενον. κάλλιον οὖν τὰ πρὸς ποδῶν, πυνθάνου τῶν ποδῶν ὅτι ὄρνεα ἐσμέν. λέ‐ γει δὲ ὡς ὑπὸ τοῦ δέους ἐναφεικώς.

sch av

68

Ἐπικεχοδὼς: Καὶ τοῦτο ὡς ὄνομα ὄρνιθος ἔπαιξε παρὰ τὸ φαίνεσθαι αὐτοῦ τὸ σκῶρ. φασιανὸς δὲ συκο‐ φάντης, παρὰ τὸ φαίνειν μετὰ φασιανῶν εὑρισκόμενος.

sch av

69

τί θηρίον πότ’ εἶ: Δέον εἰπεῖν ὄρνεον, πρὸς τὸ τεραστικὸν τοῦ σώματος θηρίον εἶπεν.

sch av

70

ὄρνις ἔγωγε δοῦλος: Σημείωσαι ὅτι καὶ τὴν εὐ‐ θεῖαν τοῦ ὄρνις ἐκτείνουσιν Ἀττικοί.

sch av

71

ἀλεκτρυόνος: Φυσικόν ἐστι τοῦτο ἐν ταῖς συμ‐ βολαῖς τῶν ἀλεκτρυόνων, τοὺς ἡττηθέντας ἕπεσθαι τοῖς νενικηκόσι. (καὶ Θεόκριτος [22, 72]
ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.)
Column end

sch av

76

Φαληρικὰς ἀφύας: (Ὅτι πληθυντικῶς λέγουσι τὰς ἀφύας. Ἀρίσταρχος δὲ οὐκ ἀποδέχεται πληθυντι‐ κῶς, διὸ τὸ χ.) Φαληρεὺς δὲ, λιμὴν τῆς Ἀττικῆς.

sch av

78

ἔτνους δ’ ἐπιθυμεῖ: Ἀθάρας. (τορύνη δὲ λέγεται τὸ κινητήριον τῆς χύτρας. σημειωτέον δὲ ὅτι τορύνη πανταχοῦ ἐκτέταται εἰ μὴ παρ’ Εὐπόλιδι.)

sch av

79

τροχίλος ὄρνις οὑτοσί: Παρὰ τὸ τρέχω. ἐπεὶ συν‐ εχῶς εἶπε τὸ τρέχω, πέπαιχε τροχίλος εἰπών. ἔστι δὲ καὶ ὄρνεον τροχίλος. καὶ λέγεται εἶναι δριμύ. ἀξιοῦσι δέ τινες τὴν μέσην ὀξύνειν.

sch av

82

μύρτα καὶ σέρφους: Σέρφος σκωληκῶδες ζωΰ‐ φιον, (ἢ μυρμηκῶδες. ταῦτα δὲ νέμονται τὰ ὄρνεα. καὶ ἡ παροιμία «ἔνεστι κἀν μύρμηκι κἀν σέρφῳ χολή.» Νικοφῶν ἐν Ἀφροδίτης Γοναῖς
5
ἅπερ ἐσθίει ταυτὶ τὰ πονήρ’ ὀρνίθια,
σέρφους ἴσως, σκώληκας, ἀκρίδας, πάρνοπας.
) μύρτα δὲ ὁ τῆς μυρσίνης καλεῖται καρπὸς, ὅς ἐστιν οἰκεῖος ὄρνισιν εἰς τὸ ἐσθίειν.

sch av

85

κακῶς σύ γ’ ἀπόλοιο: Πρὸς τὸν θεράποντα τοῦ ἔποπος λέγει εἰσελθόντα (καὶ κεχηνότα).

sch av

87

[ὑπὸ τοῦ δέους: Ἰδὼν γὰρ τὸν δοῦλον κεχηνότα ἐφοβήθη.]

sch av

89

ἀντὶ τοῦ φοβούμενος. R.

sch av

90

[ἀπέπτατο: Εἰς τὸ αὐτὸ κατήντησε τοῦ γελοίου χάριν.]

sch av

91

[ὡς ἀνδρεῖος εἶ: Ὡς πολύ. ἐν εἰρωνείᾳ δέ.]

sch av

92

ἄνοιγε τὴν ὕλην: Δέον εἰπεῖν τὴν θύραν ἢ τὸν οἶκον τὴν ὕλην εἶπεν. καὶ γὰρ ἐν ὕλαις διάγουσιν οἱ ὄρνεις.

sch av

94

τίς ἡ πτέρωσις: Ἐπειδὴ ὁρῶσι ξένην ὄψιν τοῦ ἔποπος, καταπλήττονται. ἔστι γὰρ τῇ πτερώσει τὸ ὄρ‐ νεον κατάπυκνον, καὶ τρεῖς ἔχον ἄκρας ἐν τῷ λόφῳ. —ἐπεὶ τρεῖς λόφους ἔχει ὁ ἔποψ. R.

sch av

95*

τίνες εἰσί μ’ οἱ ζητοῦντες: Εὐθὺς οἰωνιζόμενοι εἰώθασι λέγειν πρὸς τὸ, τίς ὁ ζητῶν θεοῦ τινὸς ὄνομα, ἢ ὑγείαν, ἤ τι τοιοῦτον. καὶ νῦν οὖν ἔφη, [τίνες οἱ ζητοῦντές με, πρὸς ὃ ἐπάγει,] οἱ δώδεκα θεοί. τὸ δὲ
5ἑξῆς παρ’ ὑπόνοιαν, ἐπεὶ ἔκσκευος φαίνεται αὐτοῖς.

sch av

96

εἴξασιν ἐπιτρῖψαί σε: Δύναται μὲν ἐπὶ τοῦ ἔποπος λέγειν, οὗτοι ζητοῦσί σε ἐπιτρῖψαι διὰ τὴν ὄψιν· δύναται δὲ καὶ ἐφ’ ἑαυτῶν λέγειν, ἐοίκασιν οὗτοι ἡμᾶς ἐπιτετριφέναι ὧδε ἐλθόντας. ἐκφοβεῖ γὰρ αὐτοὺς
5τὸ προσωπεῖον. τὸ δὲ εἴξασιν, ἢ ἐοίκασιν ἢ παρεγέ‐ νοντο.

sch av

99

τὸ τοῦ ὀρνέου πρόσωπον. R.

sch av

100

τοιαῦτα μέντοι: Ἐν γὰρ τῷ Τηρεῖ Σοφοκλῆς ἐποίησεν αὐτὸν ἀπωρνιθωμένον καὶ τὴν Πρόκνην. ἐν ᾧ ἔσκωψε πολλὰ τὸν Τηρέα.

sch av

102

πότερον ὄρνις: (Ἔπαιξε. δέον εἰπεῖν ἄνθρω‐ πος, ταῶς εἶπεν. ὀξύνεται δὲ καὶ περισπᾶται.) ὁ μῦθος δὲ λέγει τὸν Ἄργον εἰς ταῶνα μεταβεβλῆσθαι. διὰ τοῦτό φησι, πότερον ὄρνις εἶ σὺ ὁ λεγόμενος Τηρεὺς212
5παρὰ τὸ τηρεῖν τὴν Ἰὼ, ἢ ταῶς. τὸ δὲ ὄνομα περι‐ σπῶσιν οἱ Ἀττικοί. —ὄρνις ἢ ταῶς: Ὡς ἐοικότος ὄρνιθος. πρὸς τὸ μέγεθος δὲ τοῦτο λέγει ἢ διὰ τὴν ποι‐ κίλην ἐσθῆτα ἣν ἐνεδύσατο. Ἄλλως. ἔπαιξε τὸ γε‐ νικὸν εἰπὼν, εἶτα ἐπήγαγε τὸ εἰδικόν. V.

sch av

104

ἐξερρύηκε: Παρόσον ἄνθρωπος ἐξελήλυθε, μὴ ἔχων πτερὰ πλὴν τῆς κεφαλῆς ὄρνιθος ἐπτερωμένης.

sch av

106

ὡς ἐπὶ τῶν φυτῶν. R

sch av

107

νῲ βροτώ: Πρὸς τὴν παράθεσιν τῶν λέξεων, ὅτι ἐκ παραλλήλου ἡ διαφορὰ δηλοῦται. τὸ δὲ χ πρὸς τὸ συνεχὲς τῶν δυϊκῶν.

sch av

108

ὅθεν αἱ τριήρεις αἱ καλαί: Ἀντὶ τοῦ ἐξ Ἀθη‐ νῶν. (μέγα γὰρ ἐφρόνουν Ἀθηναῖοι ἐπὶ ναυμαχίᾳ.)

sch av

109

Ἡλιστά: Δικασταί. ἀπὸ τοῦ μεγάλου δι‐ καστηρίου τῆς Ἡλιαίας. οὕτως δὲ ἐκλήθη, διὰ τὸ ἐν ὑπαίθρῳ εἶναι τόπῳ καὶ ὑπὸ τοῦ ἡλίου βάλλεσθαι. μὴ ἀλλὰ θατέρου τρόπου: Πέπονθε. κεῖται δὲ ἀντὶ
5τοῦ οὒκ, ἀλλὰ θατέρου τρόπου, τουτέστι μισόδικοι.

sch av

110

μισόδικοι. τὸ μισόδικον. R.

sch av

111

ὀλίγον ζητῶν: Τοῦτο λέγει, ὅτι οἱ ἄγροικοι μόνοι εἰσὶν οἱ μὴ φιλοδικασταὶ, ὡς ὀλίγων ὄντων τῶν μισοδίκων καὶ τούτων ἀγροίκων. ἀεὶ δὲ τούτους τε καὶ τοὺς ἱππεῖς ἐπαινεῖ. ἅμα καὶ ὅτι τὰ σπανίζοντα τῶν
5σπερμάτων μᾶλλον παρὰ τοῖς ἀγροίκοις εὑρίσκεται.

sch av

113

ἀντὶ τοῦ εἰς ὁμιλίαν ἐλθεῖν. R

sch av

120

διὰ ταῦτα. R.

sch av

121

εὔερον: (Οἷον μαλακὴν ὥσπερ σισύραν εὐέριον. Πλάτων Ὑπερβόλῳ «καὶ τοσοῦτον εὐερίας ἀπολέ‐ «λαυχ’ Ὑπέρβολος, ὥστ’ αὐχμότατός ἐστι.» Κρατῖ‐ νος Πυλαίᾳ «γλῶσσαν εὐέρων βοτῶν.» λέγει δὲ περὶ
5τῶν προβάτων.) —ἀντὶ τοῦ εὐάερον. τοιαῦτα γὰρ ζητοῦσιν οἱ μετοικιζόμενοι. ἢ ὃ βαλεῖν ἀπὸ μεταφορᾶς τοῦ ἐρίου. R.

sch av

122*

σισύραν: Σισύρνα καὶ σισύρα καὶ σίσυς δια‐ φέρουσι. σισύρα μὲν γάρ ἐστι τὸ ἐξ αἰγείων δερμάτων ἔτι τὰς τρίχας ἔχον σκέπαστρον. τὴν δὲ σισύρναν οἱ κατὰ Λιβύην λέγουσι τὸ ἐκ τῶν κωδίων ῥαπτόμενον
5ἀμπεχόνιον. σίσυς δέ ἐστι παχὺ ἱμάτιον καὶ εὐτελὲς, πρὸς δὲ καὶ μικρὸν, ἐπιτήδειον εἰς ἓν ἅπτεσθαι, οἷον ἐξωμίδιον. —σισύρα χλαίνης εἶδος εὐτελοῦς, οἷον ἁπλοΐδος ἢ ἐξωμίδος ἢ τοιούτου τινός. Ἀριστοφάνης ἐν Νεφέλαις [10] «ἐν πέντε σισύραις.» V. ὁ δὲ Ἐρα‐
10τοσθένης ὥς ἐστι βαίτη, καθάπερ τὸ δένδρον τὸ αὐτὸ καὶ ἄνδραχνον καὶ ἀνδρόχνην καλοῦμεν, οὕτως ᾤοντο σισύραν καὶ σίσυν ἐπὶ τοῦ αὐτοῦ ἐκδέχεσθαι, καὶ τρίτην προσλαμβάνουσι σισύρνην οἱ κατὰ Λιβύην τὸ ἐκ τῶν κωδίων, τὸ ἀμπεχόνιον καλούμενον. —καὶ τὴν σισύ‐
15ραν βαίτην ὑπέλαβον εἶναι τινές. τὸ δὲ οὐκ ἔστιν ἀλη‐ θὲς, ἀλλὰ χλαίνης εἶδος εὐτελοῦς, οἷον ἐξωμίδα ἡ διπλοΐδα ἢ τοιοῦτόν τι. οὕτως ἐν τῷ λεξικῷ. V.
ἐγκατακλιθῆναι: Οὕτως Ἀττικοὶ, ὡς ἐν Νεφέλαις [694] «ἀλλὰ κατακλινεὶς δευρί.» τὸ δὲ κλινθῆναι κοι‐Column end
20νόν. —μαλθακήν: μαλακήν. λέγει δὲ τὴν τῶν προ‐ βάτων. V.

sch av

123

τῶν Κραναῶν: Τῶν Ἀθηνῶν, διὰ τὸ τραχὺ καὶ λεπτόγεων. (ἢ ἀπὸ Κραναοῦ βασιλέως.)

sch av

124

(προσφορωτέραν δὲ νῷν: Ἀντὶ τοῦ ἡμῖν ἐπι‐ τηδείαν, ἄλλην ζητοῦμεν.)

sch av

125

ἀριστοκρατεῖσθαι: Ἀντὶ τοῦ ὀλιγαρχεῖσθαι. Ἀριστοκράτης δὲ, Σκελλίου υἱὸς, ἐπεβούλευσεν εἰς κατάλυσιν τῷ δήμῳ. (Ἄλλως. ἀρίστους κεκριμένους θέλεις ἔχειν ἄρχοντας τοῦ δήμου καὶ τῆς πόλεως, οἵα
5ἡ παρὰ Λακεδαιμονίοις πολιτεία ἦν. ἡ γὰρ τῶν Ἀθη‐ ναίων δημοκρατία ἦν.)

sch av

126

καὶ τὸν Σκελλίου: Παρὰ τὸ ὄνομα πέπαιχεν, ἐπεὶ Ἀριστοκράτης Σκελλίου ἦν υἱὸς, ὃν ὁ ῥήτωρ Δη‐ μοσθένης (ἔγραφεν. ἀριστοκρατία δὲ ἡ ὀλιγαρχία). οὕτως οὖν, φησὶ, μισῶ τὴν ἀριστοκρατίαν, ὅτι καὶ τὸν
5Ἀριστοκράτην μισῶ, ὅτι κέκληται τῷ ὀνόματι τούτῳ.

sch av

129

ἐπὶ τὴν θύραν μου πρωΐ: Νῦν οὐ τὴν πρωΐαν λέγει, ἀλλ’ ἴσον τῷ ἐν ὥρᾳ πρῴ. (οὕτως γάρ ἐστι τὸ πρωί. διὸ ὀξύνεται. τὸ δὲ πρῷ περισπᾶται.) —οὕτω μονοσυλλάβως λέγουσι. Εὔπολις Βάπταις «ἐκεῖ γὰρ
5ἑξῆς ἀγαθὰ πολλὰ δὴ πρῴ.» R.

sch av

132

(λουσάμενα πρῴ: Οὕτως Ἀττικοί. ὀξύνεται δὲ καὶ τὸ ι ἔχει ἀπὸ τοῦ πρωΐ γενόμενον, ὡς ἀπὸ βα‐ ρείας καὶ ὀξείας ὂν, ὡς τὸ ἑσταὼς ἑστώς.)

sch av

134

μή μοι τότε γ’ ἔλθῃς: Παροιμία ἐπὶ τῶν μὴ συνερχομένων τοῖς φίλοις ἐν κινδύνοις. παίζει δὲ εἰς τὸ ἐναντίον. ἡ γὰρ παροιμία ἐστὶ, «μή μοι τότ’ ἔλθῃς, ὅταν ἐγὼ πράττω καλῶς.»

sch av

135

ταλαιπώρων: Ἐν εἰρωνείᾳ.

sch av

139

ὦ Στιλβωνίδη: Ὦ λαμπρὲ καὶ ἀπὸ βαλανείων κεκαλλωπισμένε. —ἢ ἁπλῶς ὄνομα κύριόν τινος λέγει. R. ἢ Στίλβωνος παῖ. διασύρει δὲ τοῦτον, ὡς παῖδα ἔχοντα.

sch av

141

οὐκ ἔκυσας, οὐ προσεῖπας: Ἀντὶ τοῦ περιε‐ πλέξω. ὁ μὲν γὰρ τὰς τῆς γαστρὸς τρυφὰς ἐβούλετο, ὁ δὲ τὰς αἰσχρὰς ἡδονάς. προσηγάγου δὲ, ἀντὶ τοῦ πρὸς ἑαυτὸν ἔλαβες εἰς συνουσίαν.

sch av

142*

ὠρχιπέδησας: Ἀντὶ τοῦ τῶν ὄρχεων ἥψω καὶ κατέσχες αἰσχρῶς. (δειλακρίων δὲ, δειλότατε, κακό‐ δαιμον.) ἐν ἤθει δὲ, ἢ ἀληθῶς λέγει.

sch av

145

παρὰ τὴν ἐρυθρὰν θάλασσαν: Ἡ ἐρυθρὰ θά‐ λασσα παρὰ τὸν ἀνατολικὸν Ὠκεανόν. κατὰ δὲ ἄλλους τὴν εὐδαίμονα Ἀραβίαν λέγει.

sch av

147

ἡ Σαλαμινία: Δύο εἰσὶ νῆες παρὰ τοῖς Ἀθη‐ ναίοις ὑπηρέτιδες, ἡ Πάραλος καὶ ἡ Σαλαμινία. ὧν ἡ μὲν Σαλαμινία τοὺς ἐκκαλουμένους εἰς κρίσιν ἦγεν, ἣν ἐπ’ Ἀλκιβιάδην φησὶ πεμφθῆναι Θουκυδίδης, ἡ δὲ Πά‐
5ραλος τὰς θεωρίας ἀπῆγεν, τουτέστι τὰ εἰς θυσίαν πεμ‐ πόμενα. —ἀντὶ τοῦ μάρτυρα. R.

sch av

149

τί οὐ τὸν Ἠλεῖον Λέπρεον: Καθ’ ὑφαίρεσιν τοῦ ι τὸ Λέπρειον εἶπεν. ἔστι δὲ τῆς Τριφυλίας πλησίον,
πόλις τῆς Πελοποννήσου. Λέπρεον δὲ Δίδυμός φησιν ὠνομάσθαι ἢ διὰ τὸ τὴν χώραν αὐτῶν λέπειν· διαφαί‐213
5νονται γὰρ ἐκ τῆς ὀρεινῆς· πέτρας γὰρ εἶναι αὐτόθι ποι‐ κίλας τῷ χρώματι καὶ διαλεύκους, ὁμοίας τοῖς τὰς ὄψεις λεπριῶσι, καὶ διὰ τοῦτο οὕτως ὠνομάσθαι ἐκ τοῦ πάθους· (ἢ διὰ τὸ τοὺς πρώτως οἰκήσαντας τὴν πόλιν ταύτῃ τῇ νόσῳ κατεσχῆσθαι. τοὺς οὖν πλησιοχώρους
10Λεπρεώτας αὐτοὺς καλεῖν. τοὺς δὲ, μὴ βουλομένους δοκεῖν ἄχθεσθαι τῷ ὀνόματι, Λέπρεον τὴν πόλιν καλέ‐ σαι. οὐδετέρως γὰρ λέγεται ἡ πόλις τὸ Λέπρεον. ὁ δὲ ἀρσενικῶς εἶπεν.)

sch av

150

[ὃς οὐκ ἰδὼν: Ἀλλ’ ἐξ ἀκοῆς μαθών. πλεονάζει δὲ τὸ ὅς.]

sch av

151

ἀπὸ Μελανθίου: (Μελάνθιος ὁ τραγικὸς κωμῳ‐ δεῖται λεπρὸς καὶ κακοπράγμων. κωμῳδεῖται γὰρ εἰς μαλακίαν καὶ ὀψοφαγίαν. Πλάτων δὲ αὐτὸν ἐν Σκευαῖς ὡς λάλον σκώπτει. Καλλίας Πεδήταις
5
τίς ἄρα τοὺς Μελανθίου τῷ γνώσομαι,
οὓς ἂν μάλιστα λευκοπρώκτους εἰσίδῃς.
) εἶχε Μελάνθιος λέπραν. ἐκωμῳδεῖτο δὲ καὶ εἰς μαλα‐ κίαν.

sch av

152

ἀλλ’ εἰσὶν ἕτεροι: Λείπει τόποι. Ὀποῦς δὲ πό‐ λις Λοκρίδος, (ἧς μέμνηται Ὅμηρος ἐν τῷ καταλόγῳ [531] «Ὀπόεντά τε Καλλίαρόν τε.») —Ὀπουντίους δὲ τοὺς τυφλούς φασι. R.

sch av

153

(ἀλλ’ ἔγωγ’ Ὀπούντιος: Οὗτος συκοφάντης πο‐ νηρὸς καὶ μονόφθαλμος. ἔπαιξεν οὖν ὅτι οὐκ ἂν γενοίμην τυφλός. Ἄλλως. ὅτι ἑτερόφθαλμός τις ἦν, ὅθεν οὕτω τοὺς τυφλούς φασιν.)

sch av

156

ἐς τὴν τριβήν: Ἀπὸ μεταφορᾶς τῶν εὐυφῶν ἱματίων, τῶν ὑπουργούντων εἰς τρίψιν καὶ φόρεσιν πολλοῦ χρόνου. (Ἄλλως. ὡς ἐπὶ ἐσθῆτος ἡ μεταφορὰ, ἀντὶ τοῦ, εἰς τὴν διατριβήν.)

sch av

157

ἄνευ βαλλαντίου: Ἀντὶ τοῦ, ἄνευ ἀργυρίου καὶ δαπάνης.

sch av

158

κιβδηλίαν: Τὸν ἐκ τοῦ ἀργύρου ῥύπον. μο‐ χθηρίαν καὶ ζηλοτυπίαν. ἅμα δὲ ὅτι τὰ νομίσματα κί‐ βδηλα λέγεται παρὰ τὸ ὑπὸ Χίων δεδηλῆσθαι. Ἄλ‐ λως. κίβδηλα ἐλέγετο νομίσματα τὰ ὑπὸ Χίων δεδηλη‐
5μένα, ἤτοι βεβλαμμένα, κατὰ τροπὴν τοῦ χ εἰς κ. Ἀθηναῖοι γὰρ καὶ Χῖοι πρὸς ἀλλήλους ἐμάχοντο, διὸ τὰ Χίων νομίσματα μετὰ τοῦ χ στοιχείου Ἀθηναῖοι ἐγχαράξαντες ἀπεστρέφοντο, καὶ ἐκάλουν αὐτὰ χίβδηλα ὡς διὰ τοῦ χ στοιχείου δῆλα ὄντα. παραλαβοῦσα δὲ ἡ
10συνήθεια τὴν φωνὴν τὸ δεδολωμένον νόμισμα κίβδηλον ὠνόμασεν, ἐναλλάξασα τὰ στοιχεῖα πρὸς τὸ εὐγλωττό‐ τερον.

sch av

159

εἴδη φυταρίων. R. V.

sch av

160

σισύμβρια: Φύλλα τινὰ οἷς στεφανοῦνται οἱ νυμφίοι.

sch av

161

νυμφίων βίον: Ἢ ὅτι οἱ γαμοῦντες στεφανοῦν‐ ται, ἢ ὅτι ἡδυπαθοῦσι πρὸς τὰς τῶν γάμων ἡμέρας.

sch av

162

φεῦ φεῦ: Ἔστι μὲν καὶ σχετλιαστικὸν καὶ
θαυμαστικὸν, νῦν δὲ θαυμαστικόν.Column end

sch av

165

περιπέτεσθε: Ἀντὶ τοῦ, ἕνα τόπον ἔχετε.κεχηνότες: Ὡς μωροί. τὸ γὰρ κεχηνέναι ἐπὶ τῶν ἀνοήτων παραλαμβάνεται.

sch av

166

(αὐτίκα: Οἷον εὐθέως. ἅμα τῷ πυθέσθαι, ὅτι τις ἄστατος, εὐθέως ἄτιμον νομίζουσιν.)

sch av

167

τοὺς πετομένους ἢν ἔρῃ: Ἀντὶ τοῦ, περὶ τῶν πετομένων. ἔστι δὲ Ὁμηρικὸν [Il. Ζ, 230] τὸ σχῆμα· «εἰρόμεναι παῖδάς τε κασιγνήτους τε.» ὁ δὲ Τελέας σκωπτικὸς ἄνθρωπος. λέγει δὲ ὅτι, ἤν τις ἐρωτήσῃ περὶ
5τῶν πετομένων, τίς ὄρνις οὗτος, ὁ Τελέας ἐρεῖ ταῦτα. οὗτος δὲ διεβάλλετο ὡς εὐμετάβλητος τοὺς τρόπους. πρὸς γὰρ τῇ κιναιδίᾳ καὶ δειλίᾳ καὶ ὀψοφαγίᾳ (καὶ νο‐ σφισμῷ) καὶ πονηρίᾳ ὀνειδίζουσι τὸν Τελέαν.

sch av

168

(τίς ὄρνις οὗτος ὁ Τελέας: Πλάτων Σύρφακι ἐπὶ τοῦ Τελέου
νοεῖ μὲν ἕτερ’, ἕτερα δὲ τῇ γλώττῃ λέγει. κωμῳδεῖται δὲ εἰς πολλά. Σύμμαχος δὲ πρὸς οὐδὲν, ἢ
5ὅτι Τελέας ὄρνεον, ἐπεὶ καὶ ἐν τοῖς ἑξῆς [885] ὄρνεόν τι καταλέγει «τελέᾳ καὶ τετράδι καὶ ταῶνι καὶ βασιλί‐ σκῳ.») —διαβάλλει τὸν Τελέαν ὡς πλανήτην. V.

sch av

169

ἀστάθμητος: Ἄνισος. ἄστατος. Vict.

sch av

170

(ἀτέκμαρτος: Οἷον, σημεῖον διὰ τῆς πτήσεως οὐκ ἐμφαίνων. μωμᾷ δὲ, ψέγεις.) —δόλιος. R.

sch av

172

[μίαν πόλιν: Καλεῖ νῦν πόλιν τὸ περιέχον ἅπαν.]

sch av

175

βλέπε νῦν ἄνω: Ὡς καὶ τὰ ἐν κύκλῳ ἰδεῖν. διαστραφήσομαι δὲ, τὸν τράχηλον κλάσω.

sch av

179

ὀρνίθων πόλος: (Τὸ μέν τι παραφράζει τὸ προειρημένον τῶν ὀρνίθων, ὅτι ἔστι τόπος τις αὐτῶν ἐν ᾧ διατρίβουσι, τὸ δὲ καὶ πρὸς τὸν σχηματισμὸν τοῦ ὀνόματος παίζει, τόπος καὶ πόλος. ἑξῆς δὲ ἐτυμολογεῖ
5αὐτὸν ἀπὸ τοῦ πολεῖσθαι. πόλον γὰρ οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ πε‐ ριέχον ἅπαν. Εὐριπίδης Πειρίθῳ «καὶ τὸν Ἀτλάντιον φρουρῶν πόλον,» ὡς αὐτοῦ τε περιπολουμένου καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων.) —πόλος παρὰ τὸ πολεῖσθαι
10ἐν αὐτῷ πάντα. R.

sch av

180

θαυμάζει τὴν λέξιν. R. V.

sch av

181

ὅτι δὲ πολεῖται: Ὑπετυμολογεῖν βούλεται τὸν πόλον.

sch av

183

ἢν δ’ οἰκίσητε τοῦτο: Οἱονεὶ τὸ μέσον τοῦ οὐ‐ ρανοῦ καὶ τῆς γῆς ἐὰν περιτειχίσητε.

sch av

184

κεκλήσεται πόλις: Ἔπαιξε παρὰ τὸ πόλος σχη‐ ματίσας τὴν πόλιν.

sch av

185

ὥσπερ παρνόπων: [Εὐχείρωτοι γὰρ οἱ πάρνο‐ πες. ἔστι δὲ] εἶδος ἀκρίδων. οἱ δὲ κωνώπων λέγουσι.

sch av

186

(τοὺς δ’ αὖ θεοὺς: Ἐν τοῖς Πελοποννησιακοῖς κατὰ πάντων Μηλίων Νικίαν πέμψαντες Ἀθηναῖοι, ἐπὶ τοσοῦτον ἐπολιόρκησαν αὐτοὺς, ὥστε λιμῷ δια‐ φθεῖραι. τῷ δὲ πρώτῳ ἔτει Νικίας Μῆλον παρεστήσατο,
5οὐ μόνον μηχανῶν προσαγωγῇ, ἀλλὰ καὶ λιμῷ, διὰ τὸ ἀποστῆναι αὐτῶν, πρώην ὑποτελῆ οὖσαν.)
λιμῷ Μηλίῳ: Ἀντὶ τοῦ μεγίστῳ. Μῆλος δέ ἐστι πόλις Θεσσαλίας. καὶ οἱ Μήλιοι πολιορκούμενοι ὑπὸ Ἀθηναίων λιμῷ ἐπιέσθησαν καὶ παραδεδώκασιν ἑαυ‐214
10τοὺς, ὡς Θουκυδίδης ἐν τῇ πέμπτῃ.

sch av

189

Βοιωτοὺς δίοδον αἰτούμεθα: (Πολέμιοι ἦσαν οἱ Βοιωτοὶ τῶν Ἀθηναίων, συμβαλόντες Λακεδαιμονίοις διὰ Δεκέλειαν μαχομένοις. ὅτε οὖν θέλουσιν Ἀθηναῖοι εἰς Πυθὼ ἀπελθεῖν, δηλοῦσι Βοιωτοῖς παρακαλοῦντες
5ὑποχωρῆσαι τῆς ὁδοῦ. Ἄλλως.) τινές φασι μεταξὺ Πυθοῦς καὶ Ἀττικῆς εἶναι τὴν Βοιωτίαν, καὶ οὐχ οἷόν τε εἶναι ἀπελθεῖν Ἀθηναίους εἰς Πυθὼ, εἰ μὴ παρέλθωσι Βοιωτίαν. παίζει δέ· τότε γὰρ μόνον δίοδον ζητοῦσιν, ὅταν στράτευμα διάγῃ· ὅταν δὲ ὀλίγοι καὶ εἰρηνικῶς
10ἢ καθ’ ἕνα, οὐκέτι.

sch av

192

καὶ τοῦ χάους: Χάους ἀντὶ τοῦ ἀέρος νῦν, ὡς Ἴβυκος «ποτᾶται δ’ ἐν ἀλλοτρίῳ χάει.» διαφρήσετε, διαφορήσετε, διαπέμψετε. —Πυθῶδε: Πυθὼ ἡ τοῦ Ἀπόλλωνος πόλις· [Hom. Od. Θ, 80:] «Πυθοῖ ἐν ἠγα‐
5θέῃ.» Vict.

sch av

194

μὰ νεφέλας: Νεφέλη οὐ μόνον ἡ καπνώδης τῆς γῆς ἀναθυμίασις, ἀλλὰ καὶ εἶδος δικτύου θηρευτικοῦ. οὕτω δὲ τὰ προστυχόντα ὤμνυον, μὰ κρήνας, μὰ γῆν, μὰ ποταμούς.

sch av

199

βαρβάρους ὄντας: Ἀντὶ τοῦ ἀφώνους ἢ ἀνη‐ κόους ἀνθρώπων καὶ μὴ εἰδότας αὐτῶν τὴν φωνήν. (ἵνα δὲ μὴ θαυμάσῃ ἀκούσας, σὺ αὐτοῖς διηγήσῃ ὀρνέοις οὖσι, φησὶν, ὅτι νοοῦσιν ἐξ ἐμοῦ διδαχθέντες,)

sch av

202

ἐς τὴν λόχμην: Λόχμη δασὺς τόπος. πλα‐ γία σύμφυτος καὶ λοχμώδης.

sch av

203

ἀηδόνα: Τὴν Πρόκνην γαμετὴν οὖσαν, ἥτις εἰς ἀηδόνα μετεβλήθη.

sch av

204

(καλοῦμεν αὐτούς: Ἐν σχήματι εἴρηκεν ἀπὸ ἑνικοῦ εἰς τὸ πληθυντικόν. καὶ πρὸς τὸ σχῆμα τὸ χ.)

sch av

209

ἄγε σύννομέ μοι: Ὡς μετέχουσα τοῦ αὐτοῦ βίου καὶ τῆς αὐτῆς νομῆς. τοῦτο δὲ ὡς ἐπὶ ὀρνέων. μελικῶς δὲ ἄρχεται. (τὸ δὲ μέτρον ἐστὶ καταληκτικὸν ἀναπαι‐ στικὸν δίμετρον,) κώλων ιδʹ. ὧν τὰ ιβʹ δίμετρα ἀκατά‐
5ληκτα. τὸ ιγʹ ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον ἀκα‐ τάληκτον παρατέλευτον. τὸ δὲ τελευταῖον ἑφθημιμερές. ὑφ’ ὃ αἱ συνήθεις διπλαῖ. ἑξῆς δὲ κῶλον ἰαμβικὸν μονό‐ μετρον καταληκτικόν. μεθ’ ἃ τρίμετρα ἀκατάληκτα, ὧν ἐπὶ τῷ τέλει παράγραφος.

sch av

210

ἀντὶ τοῦ ᾆσον. R.

sch av

212

πολύδακρυν Ἴτυν: Τὸν Ἴτυλον, ὡς Ὅμηρος λέγει. R. (τὸν Ἴτυν διακόψασα παρέθηκε τῷ πατρὶ πρὸ τῆς ἀπορνεώσεως.) Ἄλλως. ἐπειδὴ ὁ Ἴτυς υἱὸς ἦν Τηρέως καὶ Πρόκνης τῆς αὐτοῦ γαμετῆς. Πανδίων γὰρ
5ὁ τῶν Ἀθηναίων βασιλεὺς Πρόκνην τὴν ἑαυτοῦ θυγα‐ τέρα εἰς γάμον ἐκδίδωσι τῷ Τηρεῖ Θρᾳκῶν δυναστεύοντι. ὁ δὲ μετὰ τοὺς γάμους ἀφικνεῖται πρὸς Θρᾴκην μετὰ Πρόκνης, ἐξ ἧς ἔσχεν Ἴτυν. μετὰ δὲ χρόνον συχνὸν ποθούσης τὴν ἀδελφὴν Φιλομήλαν τῆς Πρόκνης ἰδεῖν,
10ὁ Τηρεὺς Ἀθήναζε ἀπελθὼν καὶ λαβὼν καθ’ ὁδὸν αὐτὴν διεκόρευσε, καὶ τὴν γλῶτταν αὐτῆς ἀπέτεμεν, μὴ δῆλα
θείη τὰ πραχθέντα τῇ Πρόκνῃ. οὐ μὴν ἀλλ’ ὑφαίνουσα διὰ γραμμάτων ἐδήλωσε τὸ συμβάν. Πρόκνη μὲν οὖν μαθοῦσα τὴν συμφορὰν, σφάξασα τὸν υἱὸν Ἴτυν εἰς βρῶ‐Column end
15σιν παρέθηκε τῷ Τηρεῖ. ὁ δὲ γνοὺς, ἐδίωκεν αὐτὰς ξίφει ποῦ ποῦ φθεγγόμενος. Φιλομήλα μὲν δὴ Τηρεὺς ἦν βοῶσα τῷ φόβῳ, Πρόκνη δὲ τὸν Ἴτυν θρηνοῦσα Ἴτυ Ἴτυ ἐλεεινῶς ἐφθέγγετο. τοῦ δὲ Διὸς ἐλεοῦντος ἡ μὲν Πρόκνη εἰς ἀηδόνα, ἡ δὲ Φιλομήλα εἰς χελιδόνα μετα‐
20βληθεῖσαι, ἔτι γε μὴν καὶ ὁ Τηρεὺς εἰς ἔποπα, ταὐτὰ φθέγγονται μέχρι καὶ νῦν ἕκαστος, ἅ γε μετὰ τὴν συμ‐ φορὰν μὲν πρὸ τῆς ἀπορνεώσεως δέ. ἐλελιζομένη δὲ, θρηνοῦσα. —ἀντὶ τοῦ στρεφομένη. R. (διεροῖς δὲ), δι‐ ύγροις ἐκ τῶν δακρύων. μῖλαξ δὲ εἶδος βοτάνης.

sch av

216

ἠχὼ: Ἡ ἱερὰ ἠχὼ ἀνέρχεται. τὸ δὲ χωρεῖ ἀντὶ τοῦ χωρήσει. —μῖλαξ εἶδος φυτοῦ. R. V.

sch av

217

τοῖς σοῖς ἐλέγοις: Ἀντὶ τοῦ τοῖς θρήνοις. εἴρη‐ ται δὲ ἀπὸ τοῦ ἒ ἒ λέγειν. (Δίδυμος δέ φησιν ὅτι οἱ πρὸς αὐλὸν ᾀδόμενοι θρῆνοι. τὸν γὰρ αὐλὸν πένθιμον ὑπειλῆφθαι.)

sch av

218

[ἀντιψάλλων: Ἀντὶ τοῦ ἀνακρούων. ψαλμὸς δὲ κυρίως ὁ τῆς κιθάρας ἦχος.]

sch av

222

αὐλεῖ: Τοῦτο παρεπιγέγραπται, δηλοῦν ὅτι μιμεῖταί τις τὴν ἀηδόνα ὡς ἔτι ἔνδον οὖσαν ἐν τῇ λό‐ χμη. [κατεμελίτωσεν ἀντὶ τοῦ] ἡδύτητος ἐπλήρωσεν.

sch av

225

οὐ σιωπήσεις: Πρὸς ἀλλήλους διαλέγονται.

sch av

228

ἐποποὶ ποποπό: Εἴσθεσις μέλους ἑτέρου πε‐ ριοδικὴ, εἰς τέσσαρας στροφὰς διαιροῦσα τὰς περιό‐ δους, ὧν ἡ πρώτη στροφὴ κώλων δέκα. ὧν τὸ πρῶτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ἔχον τὸν πρῶτον πόδα
5ἀνάπαιστον, τὸν δὲ δεύτερον τρίβραχυν. ἑξῆς δύο καὶ τὸ πέμπτον τρίμετρα ἀκατάληκτα. τὸ τέταρτον δίμε‐ τρον. τὸ ἕκτον ἀναπαιστικὸν ὁμοίως κατὰ τὴν τετάρτην χώραν προκελευσματικὸν ἔχον. τὰ ἑξῆς τροχαϊκὰ δί‐ μετρα πλὴν τοῦ τελευταίου καταληκτικά. ταῦτα δεῖ
10ὀξυτόνως προφέρεσθαι τῇ φωνῇ, ὥστε ὀρνέου ἦχον προφαίνεσθαι κατὰ μίμησιν.

sch av

229

ἰὼ ἰτὼ ἰτώ: Προσκαλεῖται τοὺς ὄρνιθας, ἵνα συμβουλεύσῃ τὴν πόλιν κτίσαι. τὸ δὲ ὅλον εὐκαίρως ὁ ποιητὴς βούλεται τὸν χορὸν εἰσάξαι τῶν ὀρνέων.

sch av

230

γυίας: Ὁδοὺς, πλέθρα. φῦλα: Γένη. Vic.

sch av

231

κριθοτράγων: Ἀντὶ τοῦ κριθοφάγων. καινῶς δὲ εἶπεν· οὐ γὰρ πᾶν ὄρνεον κριθὰς ἐσθίει.

sch av

232

οἱ γέρανοι. V.

sch av

233

γῆρυν: Φωνήν. Vict.

sch av

234

ὅσα τ’ ἐν ἄλοκι: Ἐν τῇ τομῇ τοῦ ἀρότρου. ἀντὶ τοῦ περὶ τὴν βῶλον τῆς αὔλακος.

sch av

235

ἀμφιτιττυβίζετε: Ποιὸν ἦχον ἀποτελεῖτε.

sch av

237

τιὸ τιό: Ἡ δευτέρα στροφὴ κώλων ιγʹ. ὧν τὸ πρῶτον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον ἐκ τε‐ τραβραχέων. τὸ βʹ ὅμοιον καθαρόν. τὸ τρίτον ὅμοιον, ἔχον τὸν τρίτον καὶ τέταρτον πόδα τετράβραχυν, τὸν
5δὲ τέταρτον τρίβραχυν. τὸ εʹ ὅμοιον, τὸν αʹ καὶ βʹ ἔχον πόδα τετράβραχυν. τὸ ἕκτον ὅμοιον, τὸν τρίτον ἔχον πόδα τετράβραχυν. τὰ ἑξῆς ἓξ τροχαϊκὰ δίμετρα ἀκα‐
τάληκτα ἐπιμεμιγμένα τριβράχεσιν. τὸ δὲ ιγʹ, τὸ ἀτ‐ ταγᾶς ἀτταγᾶς, τροχαϊκὸν δίμετρον βραχυκατάληκτον,215
10εἰ δὲ βούλει, παιωνικὸν ἐκ κρητικῶν.μιμούμενος πάλιν τὴν φωνὴν τῶν ὀρνέων καλεῖ αὐτὰ ὁ ἔποψ. —ὁμοίως δὲ καὶ ταῦτα ὀξυτονητέον. Ran., qui lunc usque ad v. 394 scholia omittit.

sch av

238

ἐπὶ κισσοῦ κλάδεσιν: Ἀντὶ τοῦ τοῖς κλάδοις. ἀπ’ εὐθείας δὲ τῆς κλάδος, ὡς τὸ τέκος.

sch av

240

κοτινοτράγα: Κότινον ἐσθίοντα, τουτέστι ἀγριέλαιον. κομαροφάγα: Κόμαρον ἐσθίοντα.

sch av

244

ὅσα θ’ ἑλείας: Ἑλώδεις τόπους στενούς. τοὺς ἑλείους στενοὺς τόπους. ἀπὸ τοῦ ὁ ἕλειος. τὰς ὀξυστό‐ μους δὲ, τὰς ὀξὺ ᾀδούσας.

sch av

245

ἐμπίδας: Ζῷόν ἐστιν ἐν ὕδασι γινόμενον ὅμοιον τῷ κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ, κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. [κάμπτετε δὲ, καταβάλλετε, ἐσθίετε. ἐρόεντα δὲ ἀντὶ τοῦ ἐπιθυμητικὸν, ὡς χαρίεντα.
5Μαραθῶνος δὲ, ὅτι ἐν Μαραθῶνι πολὺ τὸ ὄρνεον.]

sch av

249

ἀτταγᾶς: Ὁ ἀτταγᾶς ὁ ἔχων τὸν λειμῶνα τοῦ Μαραθῶνος. τὰ γὰρ λιμνώδη καὶ ἕλεια χωρία κατα‐ βόσκεται ὁ ἀτταγᾶς. [ἡ τρίτη στροφὴ κώλων ὀκτὼ δακτυλικῶν τετραμέτρων, πλὴν τοῦ ζʹ. τοῦτο γὰρ δα‐
5κτυλικὴ βάσις]

sch av

250

ὧν τ’ ἐπὶ πόντιον: Ὁ τέ περιττός. ἔστι δὲ παρὰ τὰ Ἀλκμᾶνος
ὅς τ’ ἐπὶ κύματος ἄνθος ἅμ’ ἀλκυόνεσσι ποτᾶται. διὸ καὶ Δωρικῶς εἴρηται. τὸ δ’ ἑξῆς, ὧν τε φῦλα ἐπὶ
5πόντιον οἶδμα θαλάσσης ἅμ’ ἀλκυόνεσσι ποτᾶται. [ἡ δὲ ἀλκυὼν θαλάσσιόν ἐστιν ὄρνεον. καὶ ἱστορίαν δὲ τοιαύτην περὶ αὐτῶν φασιν, ὡς ἀπ’ ἀνθρώπων ἀπωρ‐ νεώθη. ἔστι δὲ ἡ Κήϋκος τοῦ Τραχινίων βασιλέως γυνή. οἳ ὄλβῳ μεγίστῳ ἐπαρθέντες, εἰς τοσοῦτον ἦλθον
10φρυάγματος, ὡς ἀπαξιοῦν τοῖς ἰδίοις ὀνόμασι καλεῖ‐ σθαι. καὶ ὁ μὲν ἐκάλεσεν αὑτὸν Δία, ἡ δὲ Ἥραν. καί ποτε ἐν θαλάσσῃ αὐτοῦ πλέοντος ὁ Ζεὺς ὀργισθεὶς αὐτόν τε διέφθειρε καὶ τὴν ναῦν. ἡ δὲ ἄγαν περιπαθῶς ὠδύ‐ ρετο τὸν τοῦ ἀνδρὸς θάνατον παρὰ τῷ αἰγιαλῷ, ἣν
15ἐλεήσας ὁ Ζεὺς ἀπωρνέωσε. καὶ ἐκεῖνον δὲ εἰς ὄρνεον μετέβαλεν, ὃν κηρύλον καλοῦσιν. ἐθρήνει δὲ τῶν ᾠῶν αὑτῆς ἐν τῇ θαλάσσῃ κλωμένων. διὸ κατὰ Διὸς οἶκτον ιδʹ ἡμέρας ἀλκυονίτιδας καλουμένας εὐδιεινὰς ἔχει τοῦ ἔτους, ἐν αἷς τίκτουσα ἐκβάλλει τοὺς νεοττούς.]

sch av

252

τὰ νεώτερα: Ἀπαγγέλματα δηλονότι ἢ πρά‐ γματα.

sch av

254

[ταναοδείρων: Μακροτραχήλων. τὸ μερικὸν δὲ ἐπὶ πάντων ἔταξεν. οὐ γὰρ πάντα ταναόδειρα τὰ ὄρνεα.]

sch av

256

καινὸς γνώμην: Νέαν γνώμην εἰσηγούμενος.

sch av

258

[ἀλλ’ ἴτ’ ἐς λόγους: Ταῦτα τὰ πέντε κῶλα ἔοικεν ἐπῳδοῦ. καὶ εἰσὶ τὰ μὲν δύο τροχαϊκὰ δίμετρα ἀκατάληκτα. τὸ τρίτον ἰαμβικὸν ἐκ τριβράχεων. τὸ δ’ παιωνικὸν ἐκ κρητικῶν διρρύθμων. τὸ πέμπτον ἰαμ‐
5βικὸν ἑφθημιμερὲς ἐκ τριβράχεων. ἐφ’ ἑκάστης στρο‐
φῆς παράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνίς.]Column end

sch av

261

κικκαβαῦ: τὰς γλαῦκας οὕτω φωνεῖν λέγουσιν. ὅθεν καὶ κικκαβὰς αὐτὰς λέγουσιν. ἔστι δὲ ἱερὰ τῆς Ἀθηνᾶς. οἱ δὲ κικυμίδας, ὡς Καλλίμαχος [fr. 318] «κάρτ’ ἀγαθὴ κικυμίς.» καὶ Ὅμηρος δὲ [Il. Ξ, 291]
5
χαλκίδα κικλήσκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν. τὴν γλαῦκα ἀπὸ τῆς μορφῆς χαλκίδα, ἐπειδὴ χαλκίζει τῷ χρώματι. Ἄλλως. μίμημα τοῦτο ποιᾶς φωνῆς τῆς γλαυκός. ἔστι δὲ ἱερὰ τῆς Ἀθηνᾶς. διὸ καὶ εἶδος αὐτῆς πολὺ ἐν τῇ Ἀττικῇ καὶ εἰς τιμὴν τῆς θεοῦ ἐν τοῖς νο‐
10μίσμασιν ἐγχαράττουσι τὴν γλαῦκα. διὰ τὸ χαλκῶδες δὲ ἔχειν τὸ πτερὸν λέγεται καὶ χαλκίς. λέγεται καὶ κύμινδις.

sch av

266

ἐμβὰς ἐπῶζε: Ἐπῴζειν ἐστὶ τὸ ἐπὶ τοῖς ᾠοῖς καθεζόμενα τὰ ὄρνεα κράζειν. [ἐνταῦθα δὲ ἀντὶ τοῦ ἐκρύπτετο.] χαραδριὸς δέ ἐστιν εἶδος ὀρνέου μεταβαλ‐ λομένου εἰς τὰ προκείμενα. διχῶς δέ· ἐπὶ μὲν τοῦ ὀρ‐
5νέου, χαραδριὸν ὀξυτονητέον· εἰ δὲ ἐπὶ τῆς χαράδρας, βαρυτονεῖται. ἐπεὶ, φασὶ, καὶ αἱ χαράδραι τρόπον τινὰ διὰ τῶν ῥευμάτων μελῳδίας ποιοῦνται. χαραδριὸν μιμούμενος: Εὐφρόνιος ἐκ τοῦ χαραδριὸν μιμούμενος ἀξιοῖ δέχεσθαι ἀποκεκρυμμένος. ἐπεὶ γὰρ
10τοὺς ἰκτερικοὺς ὠφελεῖ ὁ χαραδριὸς ὀφθεὶς, οἱ πωλοῦν‐ τες αὐτὸν, φασὶ, κρύπτουσιν, ἵνα μὴ πρὸ τοῦ ὠνήσα‐ σθαί τις ἰαθῇ παρέργως. —Ἄλλως. καὶ μὴν κα‐ λύπτει ὡς χαραδριὸν περνάς. V. Ἀνδρέας δέ φησι τῶν ἰκτερικῶν οὐ τοὺς ἰδόντας, ἀλλὰ τοὺς φαγόντας ἀπαλ‐
15λάττεσθαι τοῦ πάθους.

sch av

267

τοροτίξ: Οἱ μὲν καὶ τοῦτο τοῦ ἔποπος λέγουσιν εἶναι, οἱ δὲ ὄρνιθός τινος περιιπταμένου. [καὶ τοῦτο δὲ τῶν εἰρημένων ὀρνέων.]

sch av

268

[ἀγάθ’ ἀλλ’ οὑτοσὶ: Κορωνὶς αὖθις ἑτέρα εἰσιόν‐ των τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ μʹ, ὧν τελευταῖος
καὶ βλέπουσιν εἰς σὲ κἀμέ. τοῦτο μὲν καμοὶ δοκεῖ.
5ἐν ἐκθέσει δὲ μετὰ τὸν λζʹ στίχον κῶλα ἰαμβικὰ δίμε‐ τρα ἀκατάληκτα βʹ. ἐπὶ τῷ τέλει κορωνίς.] καὶ δή τις ὄρνις: Τοῦτο ἀποδέδωκε πρὸς τὰ ἄνω ἃ εἶπεν ὁ ἕτερος «ἄλλως ἄρ’ οὕποψ.» [ταῶς δὲ Ἀττικῶς περισπᾶται.]

sch av

270

οὗτος αὐτὸς: [Ἀντὶ τοῦ ὁ ἔποψ] ἐρεῖ ἡμῖν.

sch av

272

καλός γε καὶ φοινικιοῦς: Ἦν γὰρ φοινικόπτε‐ ρος. λέγεται οὖν ἀντὶ τοῦ πυρρός. περισπᾶται δὲ τῷ λόγῳ τῶν εἰς ους ἁπλῶν. καὶ [ἔστι] παρὰ τὴν φοίνικος γενικὴν φοινικόεις καὶ φοινικίεος ἐν ὑπερθέσει καὶ φοι‐
5νικιοῦς ἐν συναιρέσει.

sch av

275

ἔξεδρον χώραν ἔχων: Ἐκ τῆς Σοφοκλέους δευ‐ τέρας Τυροῦς ἀρχὴ
τίς ὄρνις οὗτος ἔξεδρον χώραν ἔχων; ὡς εἰ εἶπε χροιάν. ἔξεδρον δὲ, παρηλλαγμένην. [Σο‐
5φοκλῆς (Phil. 212) «οὐκ ἔξεδρος, ἀλλ’ ἔντοπος ἀνήρ.»]

sch av

276

ὁ μουσόμαντις· Ὁ κομπώδης. τοιοῦτοι γὰρ οἱ
μάντεις καὶ οἱ ποιηταί. ἄτοπος ὄρνις: Τοῦτο εἶπεν εἰς τὸ τερατῶδες τοῦ ὄρνιθος ἀφορῶν οὐδὲν πρὸς τὸ προκείμενον. παρὰ τὰ ἐξ216
5Ἠδωνῶν Αἰσχύλου «τίς ποτ’ ἔσθ’ ὁ μουσόμαντις, ἄλα‐ λος, ἀβρατεὺς ὃν σθένει.» —ὀρειβάτης: Τῷ ὄρει βαί‐ νων. Vict.

sch av

277

Μῆδός ἐστιν: Ὡς τῶν Μήδων ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν καμήλων ὀχουμένων ἐπὶ τῇ τῶν πολέμων ἐξόδῳ. τοὺς δὲ Ἐκβατάνων ὄρνεις Περσικούς φασι πρὸς τὸ ξένον τῆς θέας. ζητεῖται δὲ εἰ ὄντως καλεῖταί τις
5ὄρνις μῆδος.

sch av

279

λόφον κατειληφώς: Ἀντὶ τοῦ λόφον ἔχων. ἀπὸ τῶν ἐν τοῖς πολέμοις. τοῦτο δέ φησιν ἐπεὶ ἕτερός τις ὄρνις ἀναφαίνεται λόφον ἔχων ὡς ὁ ἔποψ. διαβάλλει δὲ τὸν Φιλοκλέα ὡς ὀξυκέφαλον.

sch av

281

οὗτος μέν ἐστι Φιλοκλέους: Οὗτος ὁ Φιλοκλῆς ἔποπα ἐσκεύασεν ἐν τῇ Πανδιονίδι τετραλογίᾳ, οὗ ἡ ἀρχὴ «σὲ τῶν πάντων δεσπότην λέγω.» Ἄλλως. Φι‐ λοκλεῖ ἐστι δρᾶμα Τηρεὺς ἢ Ἔποψ. Ἄλλως. ὁ Σο‐
5φοκλῆς πρῶτον τὸν Τηρέα ἐποίησεν. εἶτα Φιλοκλῆς. διὰ τοῦτο δὲ εἶπεν, ἐγὼ δὲ πάππος, ἀντὶ τοῦ πρὸ αὐτοῦ ἐγράφην. τοῦτο δὲ θέλων κωμῳδῆσαι Καλλίαν ὡς ἀπο‐ λέσαντα πάντα τὰ χρήματα. Ἄλλως. ἐν ἐνίοις ὑπο‐ μνήμασιν, ὅτι προκέφαλός ἐστιν ὁ Φιλοκλῆς ὡς ὁ ἔποψ.
10ἀλλ’ οὐδαμοῦ κεκωμῴδηται. εἴη ἂν οὖν τὸν ἔποπα ἐσκευοποιηκὼς τῇ Πανδιονίδι τετραλογίᾳ, ἣν καὶ Ἀρι‐ στοτέλης ἐν ταῖς Διδασκαλίαις ἀναγράφει. ἔστι δὲ ὁ Φιλοκλῆς τραγῳδίας ποιητὴς, καὶ Φιλοπείθους υἱὸς ἐξ Αἰσχύλου ἀδελφῆς. ὅσοι δὲ Ἁλμίωνος αὐτόν φασιν,
15ἐπιθετικῶς λέγουσι διὰ τὸ πικρὸν εἶναι. ἅλμη γὰρ ἡ πικρία. γεγόνασι δὲ Φιλοκλεῖς δύο τραγῳδιῶν ποιηταί· εἷς μὲν ὁ Φιλοκλέους ἀπόγονος· ἐκείνου μὲν γὰρ υἱὸς Μόρσιμος· τούτου δὲ Ἀστυδάμας, ἐκ τούτου δὲ Φιλο‐ κλῆς καὶ ἕτερος ὁ κατὰ τὴν αὐτὴν ἡλικίαν περιπεπτω‐
20κὼς τῷ νεωτέρῳ Φιλοκλεῖ.

sch av

283

Ἱππόνικος Καλλίου: Ὁ Ἱππονίκου Καλλίας ἐδόκει τὰ πατρῷα διεσπαρκέναι εἰς ἀσέλγειαν. κωμῳ‐ δεῖται δὲ εἰς ἀσέλγειαν καὶ ὡς ληφθεὶς μοιχεύων ἀπέ‐ τισε χρήματα. κεκωμῴδηκε δὲ αὐτὸν ἱκανῶς Εὔπολις
5ἐν τοῖς Κόλαξι. Ἄλλως. λέγεται καταψεύδεσθαι τῶν ὑπομνημάτων, ὅτι οἱ Ἱππόνικοι καὶ οἱ Καλλίαι ἄνωθεν ἐκ διαδοχῆς ἀπὸ πατέρων ἐπὶ παῖδας καθήκουσιν. ὅπερ ἐστὶ ψεῦδος. ὁ πρῶτος γοῦν Καλλίας Φαινίππου πατρός ἐστιν, ὁ νενικηκὼς ἵππῳ τὴν τετάρτην καὶ πεντηκο‐
10στὴν ὀλυμπιάδα.

sch av

285

τίλλεται: Τὸ τίλλεται ἀπὸ τῶν ὀρνέων. νῦν δὲ ἴσον τῷ πλούσιος τὸ γενναῖος. καὶ πρὸς τὴν πορνοκοπίαν τοῦ Καλλίου, καὶ ὅτι μοιχεύων χρήματα ἐδίδου. — γενναῖος: Πολὺν ἔχων ὄλβον. Vict.

sch av

288

κατωφαγᾶς: Ὅτε βαρύνεται, ἐπίθετον· ὅτε δὲ περισπᾶται, κύριον. ἴσως δὲ ἀπὸ τοῦ καταφαγεῖν τὸ ὄνομα πεποίηκε, διὰ τὴν τοῦ Κλεωνύμου πολυφαγίαν.

sch av

290

οὐκ ἀπέβαλε τὸν λόφον: Τὸν τῆς περικεφαλαίας. ὡς ῥίψασπις καὶ δειλὸς διαβάλλεται Κλεώνυμος.

sch av

292

ἐπὶ τὸν δίαυλον ἦλθον: Ἐπεὶ οἱ διαυλοδρομοῦν‐ τες μεθ’ ὅπλων τρέχουσιν ἔχοντες λόφον ἐπὶ τῆς κεφα‐ λῆς. Ἄλλως. δίαυλος λέγεται ὁ διττὸν ἔχων τὸν δρό‐ μον ἐν τῇ πορείᾳ, τὸ πληρῶσαι τὸ στάδιον καὶ ὑποστρέψαι.Column end
5δολιχοδρόμοι δὲ οἱ ἑπτὰ τρέχοντες, διὸ καὶ δολιχοδρόμοι. οἱ γὰρ σταδιοδρόμοι διπλοῦν ποιοῦνται τὸν δρόμον. Ἄλλως. ὁπλίτην δρόμον· μεθ’ ὅπλων γὰρ ἠγωνίζοντο. [Ἄλλως. δίαυλος, ὁ διστάδιος τόπος ἢ μέτρον πήχεων σʹ. δίαυλος καὶ ἡ μακρὰ περίοδος. ὀκτὼ δέ εἰσιν ἀγωνί‐
10σματα, στάδιον, δίαυλος, δόλιχος, ὁπλίτης, πυγμὴ, παγκράτιον, πάλη καὶ ἅλμα.] ὥσπερ οἱ Κᾶρες μὲν οὖν: [Ὡς τῶν Καρῶν τὰ ἐχυρὰ καταλαμβανόντων, διὰ τὸ στρατιωτικοὺς εἶναι. ἣ ὅτι ἐν πέτραις ᾤκουν ὑπὲρ ἀσφαλείας, ἢ ὅτι λόφον ἔχουσιν
15ἐπὶ τῶν κρανῶν.] Ἄλλως. γενναιότατοι οἱ Κᾶρες τὰ πολεμικὰ καὶ τοὺς λόφους καταλαμβάνοντες ἐν τοῖς πο‐ λέμοις. θαλασσοκρατήσαντές τε πολλὰ μέρη τῆς οἰκου‐ μένης κατέλαβον. καὶ τοὺς λόφους ᾤκουν, ὡς ἂν ἐχυρωτέ‐ ρους, ὅθεν καὶ Καρικαὶ καὶ καραπόλεις ἐλέγοντο αἱ οἰ‐
20κήσεις.

sch av

296

πετομένων τὴν εἴσοδον: Τὸν οὐρανὸν ἢ τὸν ἀέρα. εἴσοδος δὲ λέγεται ᾗ ὁ χορὸς εἴσεισιν εἰς τὴν σκη‐ νήν. καὶ ἐν ταῖς Νήσοις
τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ;
5αἱδὶ κατ’ αὐτὴν ἢν βλέπεις τὴν εἴσοδον.

sch av

297

οὑτοσὶ πέρδιξ: Ἀπὸ τούτου ἡ καταρίθμησις τῶν εἰς τὸν χορὸν συντεινόντων προσώπων κδʹ, ἐν περιττῷ ληφθέντων τῶν προκατειλεγμένων. ὁ δὲ τραγικὸς ιεʹ πρόσωπα ἔχει. ἐντεῦθεν ἀριθμήσας εὑρήσεις τὰ εἰκοσι‐
5τέσσαρα πρόσωπα, ἐξ ὧν ὁ κωμικὸς χορὸς συνίσταται.

sch av

299

ὅστις ἐστὶ κηρύλος: Εὐφρόνιός φησι τοὺς Δω‐ ριεῖς λέγειν, «βάλε δὴ βάλε κηρύλος εἴην·» τοὺς δὲ Ἀτ‐ τικοὺς κείρυλον. φησὶ δὲ Δίδυμος, τὸ κατὰ φύσιν ὄνομα κείρυλος λέγεσθαι. Ἀντίγονος δέ φησι τοὺς ἄρσενας τῶν
5ἀλκυόνων κηρύλους λέγεσθαι, οὓς καὶ γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. μήποτε παρὰ τὸ κεί‐ ρειν ἐσχημάτικεν. ὁ δὲ Σποργίλος ἦν κουρεύς. μνημο‐ νεύει αὐτοῦ Πλάτων ἐν Σοφισταῖς
τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος
10τοῦτο οὖν ἔστω σημεῖον τοῦ καὶ τὸν κηρύλον ἴσως παρὰ τὸ κείρειν ἠτυμολογηκέναι τὸν Ἀριστοφάνην. ἀντέθηκεν οὖν αὐτῷ κουρέα. [Ἄλλως. ὁ ἄρσην ἀλκυὼν κηρύλος λέγεται. ἐν δὲ ταῖς συνουσίαις ἀποθνήσκει. ὁ δὲ Σποργί‐ λος κουρεὺς ἦν. διαβάλλει δὲ αὐτὸν ὡς εὐτελῆ.]

sch av

301

τίς γλαῦκ’ Ἀθήναζε: Παροιμία. τὸ δὲ χ, ὅτι ἤλλαξε τὸ τοπικόν. ἔδει γὰρ ἐξ Ἀθηνῶν, οὐκ εἰς Ἀθήνας εἰπεῖν. οὐ προσποιεῖται δὲ, ὅτι οὐκ ἐν Ἀθήναις τὰ πράγματα. Ἄλλως. παροιμία ἐπὶ τῶν μάτην ἐπι‐
5σωρευόντων τινὰ ἐπὶ τοῖς προϋπάρχουσιν, οἷον εἴ τις ἐν Αἰγύπτῳ σῖτον ἐπαγάγοι, ἢ ἐν Κιλικίᾳ κρόκον. ἐνταῦθα οὖν, ἐπεὶ Ἀθήνηθέν ἐστιν ἡ γλαὺξ, κατὰ τὴν παροιμίαν λέγει, τίς εἰς Ἀθήνας γλαῦκ’ ἐνήνοχεν; Δήμων δέ φησιν
ὅτι οὐ τοῦ ζῴου μόνον πληθύνοντος ἐν τῇ πόλει, ἀλλὰ217
10καὶ τοῦ νομίσματος. καὶ ὅτι οὐκ ἐν ἀργύρῳ μόνῳ, ἀλλὰ καὶ ἐν χαλκῷ χαράσσουσι τὴν γλαῦκα. διὸ τὴν παροιμίαν εἰρῆσθαι. μήποτε δὲ ἐπὶ τοῦ ζῴου εἰκός ἐστι λεχθῆναι μόνου.

sch av

302

κορυδὸς, ἐλεᾶς: Ὁ κορυδὸς παρὰ Ἀριστοτέλει κορύδων λέγεται, εἰ μὴ ἕτερός ἐστι. ποικίλα γὰρ τὰ ὀνόματα. ὁ δὲ ἐλεᾶς μήποτε ἐλείας ἐστὶν ἐν τοῖς Καλ‐ λιμάχου ἀναγραφόμενος. φησὶ γὰρ «ἔλεια μικρὸν, φωνῇ
5ἀγαθόν.» ἀναγέγραπται δὲ καὶ ἡ ὑποθυμὶς καὶ ὁ νέρ‐ τος καὶ ὁ ἐρυθρόπους καὶ ἡ πορφυρὶς καὶ ὁ δρύοψ καὶ ἡ ἀμπελίς.

sch av

303

κεβλήπυρις: Μήποτε οὐχ ἕν ἐστιν, ἀλλὰ δύο, φησὶν ὁ Σύμμαχος. καὶ ἐν τοῖς Καλλιμάχου γὰρ ἀναγέ‐ γραπται κέβλη. εἶτα μύρμηξ Ἑρμίππου τετραμέτροις. «καὶ Θεμιστοκλέους τὸν πρωνός τις ὢν κεβλήπυρίς
5«τις ὀνομάζεται.» ὥστε ἐνθάδε ἢ ἐκεῖ ἡμάρτηται τὸ ἓν παρὰ τῇ γραφῇ. Ἄλλως. οὐ δύναται δύο εἶναι, διὰ τὸν ἀριθμὸν τῶν εἰκοσιτεσσάρων.

sch av

304

πορφυρὶς: Ἡ πορφυρὶς ἀναγέγραπται, κερχνῂς δὲ οὐκ ἀναγέγραπται, ἀλλὰ κέρχνη. [καὶ ἡ κολυμβὶς δὲ φαίνεται καὶ ὁ δρύοψ, καὶ ἡ ἀμπελίς.] Δίδυμος δὲ τὸν μικρὸν ἱέρακά φησι.

sch av

307

οἷα πιππίζουσιν: Κατὰ μίμησιν τῶν ὀρνέων πεποίηται ἡ λέξις. λέγει δὲ οὗτος καὶ τὸ ποτίζειν πιπί‐ ζειν.

sch av

310

[ποποποποπο: Εἴσθεσις περιόδου ἀμοιβαίας τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ κώλων στίχων ιηʹ. ὧν τὰ πρῶτα τρία κῶλα τοῦ χοροῦ ἀναπαιστικὰ πενθημιμερῆ ἐπιμε‐ μιγμένα τετραβράχεσιν. ὁ δʹ τροχαϊκὸς τετράμετρος
5καταληκτικός. τὰ ἑξῆς πάλιν τρία κῶλα τοῦ χοροῦ. ἀνα‐ παιστικὴ βάσις ἕκαστον τούτων. ἐπιμεμιγμένα καὶ ταῦτα τετραβράχεσιν. οἱ ἑξῆς πάλιν δύο τροχαϊκοὶ τετράμετροι καταληκτικοί. τὸ ἑξῆς τοῦ χοροῦ κῶλον ἀναπαιστικὴ βάσις. οἱ δὲ ἑξῆς ζʹ τροχαϊκοὶ τετράμετροι
10καταληκτικοὶ, ὧν τελευταῖος
κἀστὸν ἤδη που παρ’ ἡμῖν; εἰ παρ’ ἡμῖν εἴμ’ ἐγώ.]

sch av

315

[τίνα λόγον: Ἀπὸ κοινοῦ τὸ πάρει.]

sch av

317

κοινὸν ὠφελήσιμον: Ἀντὶ τοῦ κοινωφελῆ. ἀσφα‐ λῆ δὲ, τουτέστιν ἀληθῆ καὶ σφαλῆναι μὴ δυνάμενον.

sch av

318

λεπτὼ λογιστὰ: Ἀφίκοντο λεπτοὶ εἰς τὸ λογί‐ σασθαι.

sch av

319

ποῦ πᾶ: Διαταράσσονται οἱ ὄρνιθες ἀκηκοότες ἄνδρας παρεῖναι. ὑποπτεύουσι γὰρ αὐτοὺς εἶναι ὀρνι‐ θοθήρας.

sch av

321

ἔχοντε πρέμνον: Στέλεχος καὶ ῥίζαν. πράγμα‐ τος [δὲ πελωρίου,] ὅ ἐστι χρήσιμόν τι εἰσηγούμενοι.

sch av

322

ὦ μέγιστον ἐξαμαρτὼν: Ἐπεὶ ἀνθρώπους ἐδέξατο θηρευτὰς τῶν ὀρνίθων. Ἄλλως. τῶν ἐξημαρ‐ τημένων ἐξότε ἐτέχθην.

sch av

324

τῆς συνουσίας: Τῆς ἡμῶν τῶν ὀρνέων κοι‐ νωνίας καὶ διαγωγῆς.

sch av

326

εἰ παρ’ ὑμῖν εἴμ’ ἐγώ: Εἰ ἐγὼ παρ’ ὑμῖν εἰμι,
καὶ ἐκεῖνοι παρ’ ἐμοί εἰσιν.Column end

sch av

327

[ἔα ἔα: Εἴσθεσις ἑτέρα μέλους χοροῦ στροφῆς λόγον ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὴν, ἰὼ ἰώ, ἐκ κώλων ἀναπαιστικῶν καὶ παιωνικῶν ὀκτώ. ἧς προ‐ τίθεται κῶλον ἰαμβικὸν ἤτοι ἰαμβικὴ βάσις. εἰσὶ δὲ τὰ
5μὲν ἀναπαιστικὰ μεμιγμένα προκελευσματικοῖς, τὰ δὲ παιωνικὰ πεντασυλλάβοις. διαλύονται γὰρ καὶ τῶν παιώνων εἰς βραχείας αἱ μακραί. τὸ μὲν οὖν πρῶτον καὶ τρίτον ἀναπαιστικὰ δίμετρα βραχυκατάληκτα. τὸ δὲ δεύτερον καὶ τέταρτον ὅμοια τῷ δευτέρῳ. τὸ πέμ‐
10πτον ἑφθημιμερές. τὸ ἕκτον καὶ ζʹ παιωνικὰ τετράμετρα καταληκτικά. τὸ δὲ ὄγδοον ὅμοιον ἑφθημιμερές. ἐν ἐκ‐ θέσει δὲ στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ τρεῖς. τὸν τρίτον δὲ ἀναπληροῖ τὸ ἑξῆς πρόσωπον εἰσερ‐ χόμενον. ἑξῆς δὲ σύστημα ἐν εἰσθέσει τροχαϊκῶν τετρα‐
15μέτρων καταληκτικῶν δʹ. ἐπὶ τῷ τέλει τῆς μὲν στρο‐ φῆς παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα, τοῦ δὲ συστήματος μόνη παράγραφος.]

sch av

329

ὁμότροφα: Οἷον τὴν αὐτὴν ἡμῖν κατανομὴν νεμόμενα.

sch av

381

παρέβη μὲν θεσμοὺς: Ὡς τούτου νενομοθετη‐ μένου αὐτοῖς τὸ μὴ συνεῖναι ἀνθρώποις.

sch av

336

ὕστερος λόγος: Ὅ ἐστιν ὕστερον αὐτῷ μαχησό‐ μεθα. ὡς παρ’ Ὁμήρῳ [Il. Α, 140]
ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖθις.

sch av

338

διαφορηθῆναι: Διασπασθῆναι.

sch av

330

αἴτιος μέντοι σὺ: Ἀλλήλοις ἀντεγκαλοῦσιν οἱ πρεσβῦται ἀμηχανοῦντες ἐκφυγεῖν πως τὸ παρὸν κα‐ κόν.

sch av

343

[ἰὼ ἰώ: Εἴσθεσις χοροῦ ἑτέρα ἀντίστροφος τῆς ἤδη ῥηθείσης στροφῆς, ἐκ κώλων ὁμοίων καὶ στίχων ηʹ. εἰσὶ δὲ τὰ μὲν εʹ ἀναπαιστικὰ ἀναλόγως τοῖς τῆς στροφῆς. τὰ δὲ τρία παιωνικὰ, ὡς καὶ τὰ τῆς στροφῆς.
5ἐν εἰσθέσει δὲ στίχοι δύο τροχαϊκοὶ τετράμετροι κατα‐ ληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει διπλαῖ ἔξω νε‐ νευκυῖαι. Ἄλλως. ἔπαγε: Παρακελεύονται ἑαυτοῖς ὡς ἐν πολεμικῇ παρατάξει, βουλόμενοι κατ’ αὐτῶν ὁρμῆσαι.]

sch av

346

[ἐπίβαλε περί τε κύκλωσαι: Ὡς ὅπλον παν‐ ταχοῦ. τοῦτο γὰρ τὸ πάντα γε τὴν πτῆσιν τὴν ἐπὶ φόνῳ γενομένην περίαγε.]

sch av

348

καὶ δοῦναι ῥύγχει φορβάν: [Ἀσκληπιάδης φησὶν ἀπὸ Ἀνδρομέδας εἶναι, ὡς καὶ τὸ «σὰ γὰρ ταῦτα πάντα καὶ ἐκεῖσε δεῦρο.» γράφεται καὶ ῥάμφει. ὅπερ βέλτιον. ῥάμφος γὰρ ἐπὶ ὀρνέου. ἐπὶ δὲ χοίρου ῥύγχος.
5Ἄλλως.] παρὰ τὸ Εὐριπίδου ἐξ Ἀνδρομέδας «ἐκθεῖναι κήτεϊ φορβάν,» ὡς Ἀσκληπιάδης, τὰ μηδέπω διδα‐ χθείσης τῆς τραγῳδίας παρατιθέμενος, ὡς καὶ τὸ [v. 423] «σὰ γὰρ ταῦτα πάντα καὶ τὸ τῇδε καὶ τὸ κεῖσε,» παρὰ τὰ ἐκ τῶν μηδέπω διδαχθεισῶν Φοινισσῶν [273] φησὶν
10«κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.» καὶ ὅλως πολὺ παρὰ πᾶσι τὸ τοιοῦτον.

sch av

349

οὔτε γὰρ ὄρος: Εἰς ἃ μάλιστα ἀπόφευξίς τις
ἐστὶν ἀσφαλής.218

sch av

353

ἐπαγέτω τὸ δεξιὸν κέρας: Ἀντὶ τοῦ προηγείσθω τὸ δεξιὸν μέρος. ὡς ἐπὶ πολέμου δὲ τοῦτό φησι. [τῶν γὰρ ταγμάτων τὸ μὲν μέσον, μέτωπον, ὃ ἐκ πολλοῦ πλήθους συνίσταται, τῶν δ’ ἑκατέρωθεν τὸ μὲν δεξιὸν, τὸ δ’
5ἀριστερὸν ὀνομάζεται.]

sch av

357

ὅτι μένοντε: Ἐπεὶ μὴ δυνάμεθα φυγεῖν, κἂν μαχεσώμεθα μένοντες. λαμβάνειν τε τῶν χυτρῶν: Φοβεῖται γὰρ τὴν χύ‐ τραν τὰ ὄρνεα διὰ τὸ μέλαν αὐτῶν.

sch av

358

γλαῦξ μὲν οὐ πρόσεισι νῷν: Οὐ διὰ τὴν χύτραν οὐ πρόσεισιν, ὡς Εὐφρόνιος· τοῦτο γὰρ κοινῶς πάντα τὰ ὄρνεα φοβεῖ· ἀλλὰ διὰ τὸ Ἀττικὸν εἶναι τὸ ζῷον· Ἀττικοὶ δὲ καὶ αὐτοί.

sch av

359

τοῖς δὲ γαμψώνυξι: Τοῖς ὑποκύφους ἔχουσιν ὄνυχας. τὸν ὀβελίσκον ἁρπάσας: Πῆξον αὐτὸν πρὸς τὴν χύτραν.

sch av

361

ἢ τρύβλιον: Ὅτι τὸ τρύβλιον μεῖζον τοῦ ὀξυβά‐ φου.

sch av

363

ὑπερακοντίζεις σύ γ’ ἤδη: Νικᾷς. ἐκ μεταφορᾶς τῶν τοῖς ἀκοντίοις ἀγωνιζομένων. Νικίαν: Φρονιμώτατα γὰρ λιμῷ Μηλίους ἀνεῖλεν.

sch av

364

ἐλελελεῦ: Ἐπίφθεγμα πολεμικὸν τὸ ἐλελεῦ. οἱ προσιόντες γὰρ εἰς πόλεμον τὸ ἐλελεῦ ἐφώνουν μετά τινος ἐμμελοῦς κινήσεως. καθὸ καὶ Ἀχαιὸς Ἐρετριεὺς ἐν τῷ Φιλοκτήτῃ ποιεῖ τὸν Ἀγαμέμνονα παραγγέλ‐
5λοντα τοῖς Ἀχαιοῖς.

sch av

365

ἕλκε, τίλλε: Καὶ Κρατῖνος «σφάττε, δεῖρε, κόπτε» τὴν χύτραν δὲ, εἰς ἣν ἐπερείδονται, δεικνύντες ὅτι καταφρονοῦσιν αὐτῆς,

sch av

368

καὶ φυλέτα: Συμπατριώτα, ὅτι καὶ ἡ Πρόκνη Ἀττικὴ ἦν Πανδίονος θυγάτηρ.

sch av

369

μᾶλλον ἡμεῖς ἢ λύκων: Μᾶλλον λύκων φεισό‐ μεθα ἤπερ τούτων, ἔστι καὶ παροιμιῶδες. ἐπεὶ τὸ πα‐ λαιὸν τοὺς λύκους ἀπέκτεινον ἐν τῇ Ἀττικῇ, καὶ νό‐ μος ἦν λυκοκτονεῖν. διὸ ὁ μὲν φονεύων τέκνον λύκου
5τάλαντον ἐλάμβανεν, ὁ δὲ τέλειον δύο. ὅθεν καὶ τὸν Ἀπόλλωνα λύκειον [καὶ λυκοκτόνον] φασίν.

sch av

374

τοῖσι πάπποις τοῖς ἐμοῖς: Ὅπερ ἐστὶν ἐκ προ‐ γόνων ἐχθροὶ ἡμῖν ὄντες. καὶ Μένανδρος
οὐχ ὅθεν ἀπωλόμεσθα σωθείημεν ἄν.

sch av

375

ἀλλ’ ἀπ’ ἐχθρῶν δὴ πολλὰ: Φοβούμενος γάρ τις τοὺς ἐχθροὺς ὠφελεῖται παρ’ αὐτῶν. ὁ γὰρ τῶν ἐχθρῶν φόβος πολλὰ χρήσιμα ἔσθ’ ὅτε διδάσκει πρὸς φυλακὴν καὶ πρόνοιαν. [καὶ ὑπ’ ἀνάγκης ἐχθρῶν συνω‐
5θούμενοι μηχανάς τινας σοφωτάτας εἰς ἑαυτῶν φυ‐ λακὴν ἐπινοοῦσιν οἱ ἄνθρωποι.]

sch av

379

ναῦς τε κεκτῆσθαι μακράς: Τὰς τριήρεις. ταῦτα δὲ εἰς Συρακουσίους αἰνίττεται, οἳ ἐνίκησαν Ἀθηναίους, διὰ τὸ ταπεινὰς ἔχειν τὰς πρῴρας.

sch av

381

ἔστι μὲν λόγων ἀκοῦσαι: Τὸ ἑξῆς, ἔστι μὲν χρήσιμον τὸ ἀκοῦσαι πρῶτον ἐφ’ ὅτῳ ἐληλύθασιν.

sch av

383

ἄναγ’ ἐπὶ σκέλος: Ἀντὶ τοῦ ὑπαναχώρει ὀλίγον ὑπὸ πόδα. παρὰ τὸ [Il. Λ, 547] «γόνυ γουνὸς ἀμείβων.» τοῦτο δὲ ὡς ὑποποδισάντων αὐτῶν ὑπὸ τοῦ δέους.Column end

sch av

384

[καὶ δίκαιόν γ’ ἔστι: Τοῦτο ὁ ἔποψ πρὸς τοὺς ὄρνιθας, ἐπειδὴ ἔφασαν εἰς λόγους βούλεσθαι ἐλθεῖν τοῖς ἀνθρώποις.]

sch av

386

[μᾶλλον εἰρήνην ἄγουσιν: Ἔκθεσις τῆς διπλῆς ἐκ κώλων ὁμοίων τροχαϊκῶν ἐπιμεμιγμένων ἀναπαί‐ στοις καὶ χορείοις ιεʹ διμέτρων πλὴν τοῦ τελευταίου ἀκαταλήκτων, ὑφ’ ὃ αἱ συνήθεις δύο διπλαῖ.]
5τὴν χύτραν: Ἔξωθεν τὴν σύν· σὺν τῷ τρυβλίῳ. τῷ δὲ ὀβελίσκῳ ἐχρῶντο ἀντὶ δόρατος. καὶ τὸν ὀβελίσκον δὲ, φησὶν, ὅστις ἐστὶν ἠμῶν δόρυ, ἐντὸς τῶν ὅπλων χρὴ λοιπὸν ἔχειν. λέγει δὲ ἀντὶ τοῦ τῶν χυτρῶν. ἔθος δὲ εἶχον ἔσω τῶν ἀσπίδων ἔχειν τὰ δόρατα.

sch av

387

ἀντὶ τοῦ χάλα αὐτά. V.

sch av

388

καὶ τὸ δόρυ χρὴ τὸν ὀβελίσκον: Τὸν ὀβελίσκον ὅστις ἐστὶν ἡμῖν δόρυ, χρὴ περιπατεῖν ἔχοντας ἐντὸς, μὴ πόλιν γένηται πόλεμος.

sch av

390

τῶν ὅπλων ἐντὸς: Κέχρηται τῇ λέξει ἀντὶ τῶν ἱματίων, ὡσανεὶ εἶπε, καὶ ἔχειν τὸ δόρυ παρὰ τὴν ἀσπίδα. οὕτω γὰρ ποιοῦσιν οἱ πολέμιοι, τοῦ μὴ ἐξό‐ πλους εἶναι, ἀλλὰ καθωπλίσθαι.
5παρὰ τὴν χύτραν: Τουτέστι δεῖ καὶ μὴ φοροῦντας ἐγγύθεν αὐτὴν ἔχειν. παραινεῖ οὖν μήτε παντάπασιν ἀμελεῖν, μήτε φανερῶς πολεμεῖν.

sch av

392

ὡς οὐ φευκτέον νῶϊν: Ὡς οὔτε φεύγειν οὔτε ἀπα‐ ρασκεύαστοι εἶναι.

sch av

394

κατορυχθησόμεθα: Ἔπαιξεν εἰς τὴν χύτραν. ἀντὶ τοῦ ἐνταῦθα ὀρυχθήσομαι, ἐπεὶ οἱ ἐν πολέμῳ ἀναι‐ ρούμενοι ἐν τῷ Κεραμεικῷ ἐθάπτοντο.

sch av

395

ὁ Κεραμεικὸς δέξεται: Οἱ ἐν πολέμῳ ἀναιρού‐ μενοι ἐν τῷ Κεραμεικῷ ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖσ περὶ Ἀθηνῶν συγγράμμασί φασιν οὕτω «καλεῖται δὲ καὶ ὁ τόπος οὗτος ἅπας Κεραμεικός.
5«ἔστι γὰρ ὁ αὐτὸς δῆμος. βαδίζουσι δὲ ἔνθεν καὶ ἔνθεν «εἰσὶ στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις. * εἰσὶ δὲ «οὗτοι οἱ ὑπὸ τοῦ δήμου πεμφθέντες, οἳ ἐν αὐτῇ τῇ χώρᾳ «ὑπὲρ τῆς πόλεως τετελευτήκασιν. * ἔχουσι δὲ αἱ στῆ‐ «λαι ἐπιγραφὰς ποῦ ἕκαστος ἀπέθανεν.» —λέγει δὲ
10παρ’ ὑπόνοιαν τὰς χύτρας. R.

sch av

399

Ὀρνεαῖς: Παρὰ τὰ ὄρνεα ἔπαιξεν. ἔστι δὲ τῆς Ἀργείας πόλις, ἧς Ὅμηρος [Il. Β, 571] μνημονεύει λέγων «Ὀρνειάς τ’ ἐνέμοντο.» ἴσως δὲ, ὅτι ἐν Ὀρνεαῖς μάχη ἐγένετο Λακεδαιμονίων καὶ Ἀργείων. γελοῖον δὲ
5τὸ, φήσομεν ἀποθανεῖν.

sch av

400

ἄναγ’ ἐς τάξιν: Εἴσθεσις μέλους χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι, προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας περιόδου κώλων ἀναπαιστικῶν ϛʹ. ὧν τὰ μὲν τέσσαρα δίμετρα ἀκατάληκτα. τὸ εʹ ἀνα‐
5παιστικὴ βάσις. τὸ ἕκτον ἑφθημιμερές. ἐν ἐκθέσει δὲ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον ὅμοιον τοῖς ἑξῆς. ὑφ’ ὃ κορωνίς.

sch av

401

καὶ τὸν θυμὸν κατάθου: (Ὡσεὶ ὁπλίτῃ ἐγκε‐ λεύων τὸ δόρυ καταθέσθαι παρὰ τὴν ἀσπίδα.) —ὁ χο‐ ρὸς ἐγκελεύεται ἑαυτῷ παῦσαι τῆς ὀργῆς. R.219

sch av

402

παρὰ τὴν ὀργὴν: Παρὰ τὸ Ὁμηρικὸν [Il. Γ, 135]
ἀσπίσι κεκλιμένοι, παρὰ δ’ ἔγχεα μακρὰ πέπηγεν. οἷον ὅπλα μὴ ἔχων, θυμῷ πολέμει (μόνῳ).

sch av

407

καλεῖς δὲ τοῦ κλύειν θέλων: Εἴσθεσις περιό‐ δου ἀμοιβαίας κώλων κζʹ ἰαμβικῶν διμέτρων μὲν πλὴν τοῦ ἑνδεκάτου καὶ κδʹ τριμέτρων ὄντων, ἀκαταλήκτων δὲ πλὴν τοῦ τελευταίου· τοῦτο γὰρ ἑφθημιμερές. ἔτι
5γε μὴν τῶν δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ ἀντισπαστικῶν διμέτρων διιάμβοις ἐπιτρίτοις ἐπιμεμιγμένων καὶ σπονδείοις πλὴν τοῦ ζʹ ἀκαταλήκτων· τοῦτο γὰρ φερεκράτειον· ἔτι τῶν κʹ, καʹ, κβʹ, κγʹ παιωνικῶν ἑφθημιμερῶν. τὰ δὲ τοιαῦτα δῆλον ὡς ἀσυνάρτητα. ἐπὶ τῷ τέλει παράγρα‐
10φος.

sch av

409

σοφῆς ἀφ’ Ἑλλάδος: Ἢ ὅτι σοφῶν οἰκητήριον ἡ Ἀττικὴ, ἢ καθὸ οἱ βάρβαροι ἐφρόνουν περὶ Ἑλλή‐ νων ὡς νοερωτάτων.

sch av

414

ἀντὶ τοῦ ὅλον, ἢ εἰς τὸ πᾶν τῆς ζωῆς. R. V.

sch av

416

πέρα κλύειν: Ἤγουν ἀνεπίδεκτα τῇ ἀκοῇ· ἔστι δὲ καὶ συμφορὰ πέρα τοῦ κλύειν. Vict.

sch av

417

ὁρᾷ τί κέρδος: Γράφεται καὶ δίχα τοῦ ι, ἵνα ᾖ προστακτικόν. γράφεται δὲ καὶ μετὰ τοῦ ι, ἵνα ᾖ ἐρωτηματικόν, ὡς ὁ λόγος, ὁρᾷ τις αὐτῶν ὠφέλειαν διαγωγῆς μᾶλλον παρ’ ἡμῖν οὖσαν, ἢ κατὰ κράτησιν
5ἐχθρῶν, ἢ φίλους ὠφελῆσαι. ἐν οἷς μάλιστα ἥδονται οἱ ἄνθρωποι. σημειωτέον ὅτι ἑνικὸν εἶπεν ἐπὶ τῶν δύο, καὶ τὸ κρατεῖν συνέταξεν αἰτιατικῇ.

sch av

419

ὁ ἤ ἀντὶ τοῦ καί. οὕτω τινὲς, ἵνα ᾖ οὗ ἐὰν ᾖ καιρός. R.

sch av

424

ἀντὶ τοῦ πάντα τὰ ἐν τῷ κόσμῳ σά ἐστι καὶ τὸ τῇδε καὶ τὸ ἐκεῖσε. τὸν οὐρανὸν καὶ τὴν γῆν λέγει. (τὸ δὲ τῇδε καὶ τὸ ἐκεῖσε, τοῦτο ἐκ τῶν μηδέπω διδαχθει‐ σῶν Φοινισσῶν [273] φησὶ «κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ
5δόλος τις ᾖ.» καὶ ὅλως πολὺ παρὰ πᾶσι τὸ τοιοῦτον. προσβιβᾷ δὲ, συνεφαρμόζει.)

sch av

425

προσβιβάζειν τὸ κατ’ ὀλίγον πείθειν. ἢ ἐφαρ‐ μόζει, συμβιβάζει. R.

sch av

427

ἄφατον ὡς φρόνιμος: Ὡς ἄφατον, φησὶ, καὶ μέγιστον φρονῶν ἐρεῖ ταῦτα. ἢ ἀντὶ τοῦ μεγάλως.

sch av

429

κίναδος: Ἀπὸ κοινοῦ τὸ ἔνεστιν αὐτοῖς. τὸ δὲ κύρμα, ἀντὶ τοῦ ἐπιτυγχάνοντες ἐν πᾶσιν. Ἄλλως. κίναδος ἀντὶ τοῦ πάνυ φρόνιμος. κίναδος γὰρ ἡ ἀλώ‐ πηξ.

sch av

430

σόφισμα, κύρμα: Ἐπίτευγμα παρὰ τὸ κυρεῖν. Ἄλλως. ἔντευγμα, σπάραγμα τοῦ νοῦ. τρίμμα δὲ, ὁ τετριμμένος ἐν τοῖς πράγμασιν. Ἄλλως. κύρμα πολλοῖς ἐγκεκυρηκὼς πράγμασι. (παιπάλημα δὲ πολλὰς
5ἐκτροπὰς καὶ διόδους ἔχων. κυρίως δὲ τὸ λεπτὸν ἄλευ‐ ρον.)

sch av

433

ἀνεπτέρωμαι: Οἰκεῖον ὄρνισι τὸ ἀνεπτέρωμαι
ἀντὶ τοῦ μετῃώρημαι.Column end

sch av

434

ἄγε δὴ σὺ καὶ σὺ: Πρὸς τὸν Εὐελπίδην φησὶν ὁ ἔποψ. ἄμεινον δὲ πρὸς τοὺς θεράποντας, ὡς ἐν τοῖς ἑξῆς [656] «ἄγε δὴ, Ξανθία καὶ Μανόδωρε.» εἴσθεσις δ’ ἑτέρας περιόδου στίχων ἰαμβικῶν τριμέτρων ἀκα‐
5ταλήκτων ιζʹ. ὧν ἐπὶ τῷ τέλει παράγραφος.

sch av

436

εἰς τὸν ἰπνὸν εἴσω πλησίον: Ἰπνὸς μὲν ἡ κά‐ μινος. καταχρηστικῶς δὲ ἡ ἐσχάρα. ἐπιστάτης δὲ χαλ‐ κοῦς τρίπους χυτρόποδος ἐκτελῶν χρείαν. οἱ δὲ πήλινον Ἥφαιστον πρὸς ταῖς ἑστίαις ἱδρυμένον ὡς ἔφορον τοῦ
5πυρός. ἔνιοι δὲ καὶ ξύλον ἐπίμηκες πεπασσαλωμένον, ὅθεν ἐξαρτῶσι τὰ μαγειρικὰ σκεύη. (Ἄλλως. ἐπι‐ στάτην Καλλίστρατος τὸ τῇ ἐσχάρᾳ ἐπιτιθέμενον ξύ‐ λον. οἱ δὲ πυριστάτην πλαττόμενον τινὰ ξύλινον ἐν ταῖς ἐσχάραις, ὡς παρὰ ταῖς καμίνοις τὸν Ἥφαιστον
10ἀναπλάττουσιν.) Ἄλλως. ὁ ἐπιστάτης ξύλον ἐστὶ κόρακας ἔχον, ἐξ οὗ κρεμῶσι τὰ μαγειρικὰ ἐργαλεῖα. οἱ δὲ, τρίποδα χαλκοῦν, ᾧ ἐπιτιθέασι τὸν λέβητα καὶ ὑποκαίουσιν. οἱ δὲ, ἀνδριάντα πήλινον πρὸς ταῖς ἐσχά‐ ραις.

sch av

437*

σὺ δὲ τούσδ’ ἐφ’ οἷς: Σὺ τοὺς λόγους δίδαξον καὶ φράσον, ἐφ’ οἷς τούτους ἤγειρα ἐγώ. [τοῦτο δὲ πρὸς τὸν ἕτερον τοῖν ἀνδροῖν.]

sch av

440

ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο: (Σύμμα‐ χος· Αἰσωπείου λόγου ἢ τοιούτου τινὸς ἔοικε μεμνῆ‐ σθαι. Καλλίστρατος δὲ τοσοῦτόν φησιν, ἐκ διηγηματίου τινὸς εἱλκύσθαι. καὶ Δίδυμος,) ὅτι αἰσχρός τις ἦν τὴν
5ὄψιν συνεχῶς τῇ γυναικὶ διαπληκτιζόμενος, συνέθετο ἐπὶ φίλων μήτε τύπτειν μήτε τύπτεσθαι μήτε δάκνειν αὐτὸν φιλοῦντα, μήτε δάκνεσθαι. οἷον, σὺ μὲν οὐχ ἑλκύσεις τῶν ὀρχιπέδων, οὐδὲ ἐγὼ τῶν τριχῶν. ἔοικε δὲ Παναίτιον κωμῳδεῖν, (ὃν καὶ ἐν Νήσοις «καταλιπὼν
10Παναίτιον πίθηκον.» ἔνθα καὶ μαγείρου πατρὸς αὐτὸν λέγει). πίθηκον δὲ αὐτὸν εἶπε διὰ τὸ πανοῦργον. — μαχαιροποιὸν δὲ τὸν μαχαίρας ἐργαζόμενον, (ὡς μά‐ γειρον. καὶ γὰρ ἐν Νήσοις μαγείρου πατρὸς αὐτόν φη‐ σιν. ἢ καὶ αὐτόθι μαχαιροποιόν φησιν). R. V. (Ἄλ‐
15λως. ὁ Παναίτιος μάγειρος μικροφυὴς ἦν.) διαβάλλει δὲ αὐτὸν ὡς καταλαβόντα τὴν γυναῖκα ἑαυτοῦ μοιχευο‐ μένην. ἐδυναστεύετο γὰρ ὑπ’ αὐτῆς μεγάλης οὔσης.

sch av

442

μήτ’ ὀρχιπέδων ἕλκειν: Μὴ διασπᾶν τοὺς ὄρχεις, μὴ ὀρύττειν τὸν πρωκτόν. τὸν πρωκτὸν γὰρ δεικνύς φησιν, οὔτι που τόν. —Ἄλλως. τοῦτο ὁ ἔποψ ἢ ὁ χορὸς δεικνὺς τὸν πρωκτόν. ὡς ἐν κωμῳδίᾳ
5δὲ ταύτην πρώτην τιμωρίαν ὁρίζεται. R. V.

sch av

444

διατίθεμ’ ἐγώ: Ὑπισχνοῦμαι, συντίθεμαι.

sch av

445

ὄμνυμ’ ἐπὶ τούτοις πᾶσιν: Ἀντὶ τοῦ εὔχομαι. (οὐκ ὄμνυσι γὰρ, ἀλλ’ εὔχεται. ὄμνυμι μένειν ἐν τού‐ τοις. χαριέντως δὲ εὐχόμενος ὑπὲρ τῆς νίκης, ὄμνυμί φησι τὸ νικᾶν. Ἄλλως. ἔκριναν εʹ κριταὶ τοὺς κω‐
5μικούς. οἱ δὲ λαμβάνοντες τὰς εʹ ψήφους εὐδαιμόνουν.)

sch av

446

ἔσται ταυταγί: Ἐπειδὴ περὶ νίκης εὔχεται, ποιεῖ αὐτὸν ὁ ποιητὴς εὐφημοῦντα, ἔσται ταυταγί.

sch av

447

(εἰ δὲ παραβαίην: Πιθανῶς ὡς ἔλαττόν τι ἕζων, εἰ μὴ πᾶσι νικῴη. ἐποιωνιζόμενος δὲ αὐτῷ τὴν νίκην ταῦτα λέγει.)220

sch av

448

ἀκούετε λεῴ: Κῆρυξ ἐστὶν ἢ Πεισθέταιρος. ὁ λόγος ὡς ἐπὶ πολεμίων σπεισαμένων. κήρυγμα εἰρήνης κηρύσσει. παίζει δὲ εἰς τοὺς χυτροφόρους ὁπλίτας φάσκων. τὸ δὲ νυνμενὶ, ἀντὶ τοῦ νυνὶ μέν. πολλαχοῦ
5δὲ οὕτω χρῶνται.

sch av

449

πορεύεσθαι. R.

sch av

450

(ὅ τι ἂν προγράφωμεν: Ἐπὶ τὰς στρατείας οὕτω προέγραφον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν φυλάρχων, οἵτι‐ νες προγράφουσι τοὺς στρατευσίμους ἐν πίνακι.) ἐν τοῖς πινακίοις: Ἐπεὶ ἔθος ἦν τοὺς ταξιάρχους διὰ
5κήρυκος ἀπαγγέλλειν τοῖς ἑαυτῶν στρατιώταις τὰ δε‐ δογμένα, οἷον ποῖ δεῖ πορεύεσθαι καὶ πόσων ἡμερῶν δεῖ σιτία προνοεῖσθαι.

sch av

451

δολερὸν μὲν ἀεὶ: Εἴσθεσις μέλους χοροῦ λόγον στροφῆς ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὴν «πολὺ δὴ πολὺ δή.» ἔστι δὲ καὶ ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν περίοδον τίθεσθαι· προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι
5ἑτέρας διπλῆς κώλων καὶ στίχων θʹ. ὧν ὁ πρῶτος ἀσυν‐ άρτητος ἐξ ἀναπαιστικῶν διμέτρων βραχυκαταλήκτων, καὶ ἰαμβικῆς βάσεως διὰ τὴν ἀδιάφορον. ὁ δεύτερος ἀσυνάρτητος ἐξ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου καὶ ἀναπαιστικῆς βάσεως. ὁ τρίτος ἀναπαιστικὸς πεν‐
10θημιμερής. ὁ δ’ ἀσυνάρτητος ἐκ τροχαϊκοῦ πενθημιμε‐ ρὴς καὶ ἀναπαιστικοῦ ὁμοίου. ὁ πέμπτος ὅμοιος τῷ γʹ. ὁ ϛʹ ἀναπαιστικὸς δίμετρος βραχυκατάληκτος. ὁ ζʹ ἀσυνάρτητος ἐξ ἀναπαιστικῆς βάσεως καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐν εἰσθέσει δὲ στίχοι ἀναπαιστικοὶ τετρά‐
15μετροι καταληκτικοὶ δύο ὅμοιοι τοῖς ἐπὶ τῆς ἑξῆς εἰσ‐ θέσεως ξαʹ. ὀφείλει δὲ εἶναι καὶ ἐν τοῖς εἰρημένοις κώ‐ λοις διάλειμμα μικρὸν, ἵνα δοκῶσιν ἐκ δύο κώλων συγκεῖσθαι, συνάπτωνται δὲ εἰς ἕνα στίχον. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος καὶ ἔσω νενευκυῖα.
20ἐπὶ δὲ τῆς εἰσθέσεως ἔξω διπλῆ.

sch av

454

παρορᾷς: Παρεπινοεῖς ἢ εὑρίσκεις.

sch av

456

παραλειπομένην ὑπ’ ἐμῆς φρενὸς: Ἐγκατα‐ λειπομένην, ἣν ἡμεῖς οὐ νοοῦμεν. ἔν τισι δὲ οὐ κεῖ‐ ται τὸ φρενός. ἀξυνέτου δὲ, ἀνοήτου.

sch av

461

(ὡς τὰς σπονδὰς: Ὅτι πρὸ καταγνώσεως, φη‐ σὶν, οὐ παρασπονδήσομεν.)

sch av

462

(καὶ μὴν ὀργῶ νὴ τὸν Δία: Ἐπιθυμητικῶς ἔχω. ἀπὸ τῶν ἀλφίτων. ὁμοῦ γὰρ ἐφύρων, εἶτα εἰς μάκτρας διενέμοντο. τὸ δὲ ἑξῆς παίζει, ὡς περὶ δείπνου λέγων, καίτοι λόγῳ μέλλων αὐτοὺς εὐωχεῖν.)
5(καὶ προπεφύραται: Ηὐτρέπισται. ἡ μεταφορὰ ἀπὸ τῶν ἄλευρα φυρώντων, εἶτα μάζας ποιούντων.) δια‐ μάττειν δὲ, διαπλάττειν.

sch av

463

φέρε παῖ τὸν στέφανον: Τοῖς γὰρ εὐωχουμένοις περιέκειντο στέφανοι, καταψύχοντες τὸ κρανίον (ἀπὸ τῆς τοῦ οἴνου θέρμης).

sch av

465

μέγα καὶ λαρινὸν: (Διὰ τούτου πολλῇ τῇ τρο‐ πῇ ἐπέμεινε τῆς εὐωχίας. ὡς ἐπὶ βοὸς δὲ τοῦτό φησιν,
ὡς ἐν Λαρίσσῃ μεγάλων βοῶν γενομένων. ἔστι δὲ πό‐ λις Θεσπρωτίας. Ἄλλως. λαρινὸν) ἀντὶ τοῦ λιπαρόν.Column end
5ἐκ μεταφορᾶς τῶν βοῶν. λέγονται γάρ τινες λαρινοὶ βόες οἱ λιπαροί. ἢ μεγάλοι, ἀπὸ Λαρινοῦ τινος βοσκοῦ εὐμεγέθους. νέμονται δὲ τὴν ἤπειρον, οὖσαι τῶν Γηρυό‐ νος βοῶν ἀπόγονοι. (θραύσει δὲ, πραϋνεῖ.) —πείσει, καταπραϋνεῖ, καταπαύσει. V.

sch av

471

(οὐδ’ Αἴσωπον πεπάτηκας: Ὅτι τὸν λογοποιὸν Αἴσωπον διὰ σπουδῆς εἶχον. ἦν δὲ ὁ Αἴσωπος Θρᾴξ. ἠλευθερώθη δὲ ὑπὸ Ἴδμονος τοῦ κωφοῦ. ἐγένετο δὲ πρῶτον Ξάνθου δοῦλος. ὁ δὲ κωμικὸς Πλάτων καὶ ἀνα‐
5βιῶσαί φησιν αὐτὸν ἐν τοῖς Λάκωσιν οὕτως «καὶ μὴν ὄμοσόν μοι μὴ τεθνάναι, ψυχὴν δ’ ἀνήκειν ὥσπερ Αἰ‐ σώπου ποτέ.» τῶν δὲ μύθων οἱ μὲν περὶ ἀλόγων ζῴων εἰσὶν Αἰσώπειοι, οἱ δὲ περὶ ἀνθρώπων Συβαριτικοί. εἰσὶ δέ τινες οἳ τοὺς βραχεῖς καὶ συντόμους λέγουσι
10Συβαρίτιδας, καθάπερ Μνησίμαχος ἐν Φαρμακοπώλῃ. διὰ σπουδῆς δὲ εἶχον τὸν Αἴσωπον. καὶ Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ εἰπόντα φησὶν αὐτὸν μῦθον ηὐδο‐ κιμηκέναι. φαίνονται τὸ τοιοῦτον ἅπαν Αἰσώπῳ ἀνατι‐ θέντες. τὸ δὲ πατῆσαι ἴσον ἐστὶ τῷ ἐνδιατρῖψαι, ὡς τὸ
15ἀφικέσθαι που λέγομεν. Ἄλλως. ἀντὶ τοῦ ἀνέγνως. ταῦτα μὲν κωμικώτερον παίζει. τὸν δὲ κορυδὸν ἔνιοι κορυδαλὸν λέγουσι. γῆς δὲ ἱερὸν ὄρνιν νομίζουσιν εἶ‐ ναι.)

sch av

475

(ἐν τῇ κεφαλῇ κατορύξαι: Ἐπεὶ λόφον ἔχει ἡ κορυδός. θηλυκῶς δὲ εἴρηκε τὴν κορυδόν. Πλάτων δὲ ἀρσενικῶς.)

sch av

476

τεθνεὼς Κεφαλῆσι: Προσέπαιξε τὸν δῆμον. Κεφαλῆς γὰρ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς.

sch av

479

(ῥύγχος βόσκειν σε: Οἷον, μωρὸν ἑστάναι μά‐ την ῥύγχος ἔχοντα. ἢ ὡς ἐν κωμῳδίᾳ φησὶ μεῖζόν τι ὀφείλεις ἔχειν ῥύγχος. πάλιν δὲ ἀντὶ τοῦ ῥάμφος.)

sch av

480

τῷ δρυκολάπτῃ: Ὄρνεον ἐν ταῖς δρυσὶν εὑρι‐ σκόμενον, ζητοῦν σκώληκας, (ὃ καὶ πολλάκις ἀνορύτ‐ τον καταβάλλει). ἐπεὶ οὖν ἡ δρῦς τοῦ Διός ἐστιν, ἔπαιξε παρὰ τὴν δρῦν, ἥ ἐστιν ἱερὰ τοῦ Διός. ἢ ἐπεὶ ἐκ ξύλου
5τὸ σκῆπτρον. δρῦς δὲ παρὰ τοῖς ἀρχαίοις πᾶν ξύλον.

sch av

484

Δαρείου καὶ Μεγαβάζου: Δαρεῖος βασιλεὺς ἦν, Μεγάβαζος δὲ σατράπης, (πορθήσας Μέμφιδα). οὗ‐ τος σατράπης Δαρείου ὁ τὴν Αἴγυπτον ἑλών. οὗ μνημο‐ νεύει Θουκυδίδης ἐν τῇ πρώτῃ [c. 109] γράφων οὕτως
5«Μεγάβαζον τὸν Ζωπύρου πέμπει ἄνδρα Πέρσην με‐ «τὰ πολλῆς στρατιᾶς, ὃς ἀφικόμενος κατὰ γῆν, τούς «τε Αἰγυπτίους καὶ τοὺς συμμάχους μάχῃ ἐκράτησε «καὶ ἐκ Μέμφιδος ἤλασε τοὺς Ἕλληνας.»

sch av

485

ὥστε καλεῖται Περσικὸς: Μήποτε τὸν ἀλε‐ κτρυόνα καὶ ἐν τοῖς πρόσθε Μῆδον ὄρνιν καλεῖ, ἐπεὶ καὶ τοὺς Πέρσας Μήδους ἔλεγον.

sch av

486

ἀντὶ τοῦ περιέρχεται, περιέπει. R.

sch av

487

τὴν κυρβασίαν: Τοῦτο ἐξ ἱστορίας εἴληφε. πᾶ‐ σι γὰρ Πέρσαις ἐξῆν τὴν τιάραν φορεῖν, ἀλλ’ οὐκ ὀρθὴν, ὡς Κλείταρχος ἐν τῇ δεκάτῃ. μόνοι δὲ οἱ τῶν Περσῶν βασιλεῖς ὀρθαῖς ἐχρῶντο. (τὴν δὲ ἐπὶ κεφαλῆς κίδαριν.
5ἔστι δὲ αὕτη, καθὰ προείπομεν, τιάρα. τοῖς μὲν ἄλλοις ἔθος καὶ ἐπτυγμένην καὶ προβάλλουσαν εἰς τὸ μέτωπον ἔχειν, τοῖς δὲ βασιλεῦσιν ὀρθήν.)221

sch av

489

ὄρθριον ᾄσῃ: Καλῶς τὸ ᾄσῃ. κοκκύζει γὰρ κυ‐ ρίως, ὅτ’ ἂν παρ’ ἑαυτῷ μετὰ νίκην τῆς μάχης ᾄσῃ.

sch av

491

τορνευτασπιδο.: Οἱ ποιοῦντες τὰς λύρας καὶ τὰς ἀσπίδας. —ἔμποροι R.

sch av

493

Φρυγίων ἐρίων: Ἢ ἀπὸ Φρυγίας, ἢ ἀπὸ δή‐ μου, ἐχεῖ γὰρ ἁπαλὰ καὶ καλὰ ἔρια.

sch av

494

ἐς δεκάτην γάρ ποτε: Ὅτι τὴν δεκάτην εἱστίων ἐπὶ τοῖς τικτομένοις, καὶ ἐν αὐτῇ τὰ ὀνόματα ἐτίθεντο τοῖς παισί. (καθάπερ Εὐριπίδης ἐν Αἰγεῖ «τί σε μάτηρ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν.» ὁ δὲ Ἀριστοτέλης [Hist. an.
57, 12] ἐν ταῖς ἑβδόμαις φησὶν ἐπιτίθεσθαι τὰ ὀνόματα, γράφων οὕτως «τὰ πλεῖστα δὲ ἀναιρεῖται πρὸς τὴν «ἑβδόμην. διὸ καὶ τὰ ὀνόματα τότε τίθενται, ὡς πι‐ «στεύοντες τότε μᾶλλον τῇ σωτηρίᾳ.») τοῦ δὲ ὑπέ‐ πινε περιττὴ ἡ ὑπό. —περιττεύει ἡ ὑπό. R.

sch av

495

ἀντὶ τοῦ ἀρχὴν εἶχον τοῦ ὕπνου. R.

sch av

496

[Ἀλιμοῦντάδε: Δῆμος τῆς Λεοντίδος φυλῆς.]

sch av

498

[ὁ δ’ ἀπέβλισε θοἰμάτιον: Ἀντὶ τοῦ ἀφείλετο. ἡ μεταφορὰ ἀπὸ τῶν κηρίων, ἢ ἀπὸ τῶν γάλα ἀμελ‐ γόντων.]

sch av

501

προκυλινδεῖσθαι: Ἔαρος ἀρχομένου ἴκτινος φαίνεται εἰς τὴν Ἑλλάδα. ἐφ’ ᾧ ἡδόμενοι κυλίνδονται (ὡς ἐπὶ γόνυ. παίξας οὖν ὡς βασιλεῖ φησι τὸ κυλιν‐ δεῖσθαι). ἴδιον γὰρ βασιλέως τὸ γονυπετεῖσθαι ὑπὸ
5ἀνθρώπων. Ἄλλως. (τοὺς ἀνθρώπους δηλονότι. τὸ διὰ μεταβολὴν δὲ καιροῦ γινόμενον εἰς βασιλικὴν ἐπέ‐ τρεψε τιμήν.) οἱ γὰρ ἴκτινοι τὸ παλαιὸν ἔαρ ἐσή‐ μαινον. οἱ πένητες οὖν ἀπαλλαγέντες τοῦ χειμῶνος ἐκυλινδοῦντο καὶ προσεκύνουν αὐτούς.

sch av

503

ὀβολὸν κατεβρόχθισα: Ἀντὶ τοῦ κατέπιον, φησὶν, ὃν εἶχον ἐν τῷ στόματι ὀβολὸν, ἵνα ὠνήσωμαι ἄλφιτα, προσκυλιόμενος τῇ τοῦ ἰκτίνου ἐπιφανείᾳ.

sch av

506

κόκκυ: Ποιὰ φωνὴ τὸ κόκκυ. ἢ ἀντὶ τοῦ ὀλί‐ γον. ἔστι δὲ [μόνως] παροξυτόνως. πρὸ θερισμοῦ δὲ φαίνεται ὁ κόκκυξ ἐν τῇ Φοινίκῃ. Ἡσίοδος [Op. 484] «ἦμος κόκκυξ κοκκύσῃ.»

sch av

507

κόκκυ, ψωλοὶ: Παρὰ τὴν παροιμίαν, ὅτι ἐπὶ τῶν Αἰγυπτίων ἦσαν ψωλοὶ πολλοί. καὶ ὅτ’ ἂν ὁ κόκκυξ εἴπῃ κόκκυ, τότε ὅλοι ἅμα τῇ φωνῇ ἐξήρχοντο εἰς τὸ πεδίον. (Ἄλλως. τὸ αἰδοῖον. ἐπίτηδες δὲ συνήγαγε
5τὰς δύο λέξεις, ἵνα εἴπῃ αἰσχρῶς καὶ γέλωτα κινήσῃ. ἔστι δὲ παροιμία παρὰ Φοίνιξι «κόκκυ ψωλοὶ πεδίονδε» ἀντὶ τοῦ κόκκυγος κράζοντος τὰ πεδία θερίζομεν.)

sch av

510

ἐπὶ τῶν σκήπτρων: Ἐπεὶ εἰώθασιν ἐν τοῖς σκήπτροις ἐπὶ τοῦ ἄκρου ἐκτυποῦν ὄρνιθας εἰς κόσμον. μετέχων ὅ τι δωροδοκοίη: Ἵνα μετέχῃ τῆς αὐτῆς δωρεᾶς. ἐν γὰρ τοῖς σκήπτροις τῶν βασιλέων ἦν ἀετός.
5ἔστι δὲ δῶρα μὲν τὰ ἐπὶ δωροδοκίᾳ διδόμενα, δωρεὰ δὲ ἐπὶ τιμῆς.

sch av

512

ὁπότ’ ἐξέλθῃ Πρίαμος: Ἐν ταῖς τραγῳδίαις (φησὶν) ὑποκρίνεταί τις τὸ Πριάμου βασιλικὸν πρόσ‐
ωπον, ἔχων ὄρνιν ἐπὶ τοῦ σκήπτρου, τὸν Λυσικράτην τηρῶν μὴ δωροδοκήσῃ. οὗτος δὲ στρατηγὸς ἐγένετοColumn end
5Ἀθηναίων κλέπτης τε καὶ πανοῦργος. διεβάλλετο δὲ δωροδόκος. (ἔνιοι δὲ τραγικὸν αὐτόν φασι κλέπτην, καὶ σφόδρα ἄσημον.) (ἐν τοῖς τραγῳδοῖς: Ὅτι καὶ νῦν τὸν χορὸν τῶν τραγικῶν. ἐποίουν δὲ ἐπὶ τῶν σκήπτρων ὡς ἐπίπαν
10ἀετούς.)

sch av

515

ὄρνιν ἔχων ἐπὶ τῆς κεφαλῆς: Δέον εἰπεῖν ἐπὶ τοῦ σκήπτρου εἶπεν ἐπὶ τῆς κεφαλῆς. (οὕτω γὰρ ὁ Πίνδαρος [Pyth. 1, 11] «εὕδει δ’ ἀνὰ σκάπτρῳ Διὸς αἰετός.» καὶ Σοφοκλῆς «ὁ σκηπτροβάμων αἰετὸς,
5κύων Διός.» ἢ) ἐπειδὴ εἰώθεσαν τὰ ἀφιερωμένα ἑκάστῳ θεῷ ὄρνεα ἐπὶ κεφαλῆς ἱδρύεσθαι. τῆς Ἀρχηγέτιδος Ἀθηνᾶς τὸ ἄγαλμα γλαῦκα εἶχεν ἐν τῇ χειρί. ὁ δὲ Ἀπόλλων τὸν ἱέρακα ὡς μαντικὸν ὄρνεον καὶ ὡς θερά‐ πων τοῦ Διός. ἐπεὶ μικρότερος τοῦ ἀετοῦ ὁ ἱέραξ.

sch av

520

οὕτως καὶ τῶν θεῶν εὐδαιμονέστεροι οἱ ὄρ‐ νεις. R.

sch av

521

Λάμπων δ’ ὄμνυσι: (Τῶν εἰκῆ δαιμόνων. ὅτι πρῶτοι οἱ Σωκρατικοὶ ἐπετήδευσαν οὕτως ὀμνύναι. Σωσικράτης γὰρ ἐν τῷ βʹ τῶν Κρητικῶν οὕτως φησὶ «Ῥαδάμανθυς δὲ δοκεῖ διαδεξάμενος τὴν βασίλειαν
5«δικαιότατος γεγενῆσθαι πάντων ἀνθρώπων. λέγεται «δὲ αὐτὸν πρῶτον οὐδένα ἐᾶν ὅρκους ποιεῖσθαι κατὰ «τῶν θεῶν, ἀλλ’ ὀμνύναι κελεῦσαι χῆνα καὶ κύνα καὶ «κριὸν, καὶ τὰ ὅμοια.») ὁ δὲ Λάμπων θύτης ἦν καὶ χρησμολόγος καὶ μάντις· (ᾧ καὶ τὴν εἰς Σύβαριν τῶν
10Ἀθηναίων ἀποικίαν ἔνιοι περιάπτουσιν, αὐτὸν ἡγήσα‐ σθαι λέγοντες Ἀθηναῖον ὄντα σὺν ἄλλοις θʹ.) ὤμνυε δὲ κατὰ τοῦ χηνὸς ὡς μαντικοῦ ὀρνέου. ἔτυχε δὲ καὶ τῆς ἐν πρυτανείῳ σιτήσεως. (Ἄλλως. ὅτι οὗτος χρη‐ σμολόγος. ἔζη δὲ ἐπὶ τῆς τῶν Ὀρνίθων διδασκαλίας,
15οὐχ, ὥς τινες, ἐτεθνήκει. πολλῷ γὰρ ὕστερον Κρατῖνος ἐν τῇ Νεμέσει οἶδεν αὐτὸν ζῶντα.)

sch av

523

Μανᾶς: Ἀπὸ τοῦ Μάνης. πρὸς δὲ τὰ ἀνδρά‐ ποδα καὶ ὄνομα εἶπε δουλικόν. ὡσεὶ ἔλεγε τοὺς δούλους Μανᾶς. οὕτω γὰρ ἐκάλουν τοὺς οἰκέτας πολλάκις.

sch av

524

ἀντὶ τοῦ μανιώδεις βάλλουσιν ὑμᾶς τοῖς λί‐ θοις. R. V.

sch av

526

ὀρνιθοθηρευτής. R.

sch av

527

ῥάβδους: Γράφεται σταυρούς. ἔστι δὲ εἶδος δικτύου, ὃ χρίουσιν ἰξῷ.

sch av

528

δίκτυα: Ἀντὶ τοῦ θηρατικὰ δίκτυα. καὶ αἱ πηκταὶ δὲ εἶδος δικτύου.

sch av

530

βλιμάζοντες: (Ὅτι νεωτερικὴ ἡ λέξις. Καλ‐ λίστρατος ἀντὶ τοῦ ψηλαφᾶν. ἔοικε δὲ πλέον τι σημαί‐ νειν, τὸ μετὰ συντονίας. Ἄλλως.) βλιμάζειν κυρίως τὸ τοῦ ὑπογαστρίου καὶ τοῦ στήθους ἅπτεσθαι, ὅπερ
5ἐποίουν οἱ τὰς ὄρνιθας ὠνούμενοι, οἱονεὶ θλιβομάζειν. Δίδυμος δὲ, βλιμάζοντες, ἀντὶ τοῦ κακοῦντες. ἀπο‐ τίλλουσι γὰρ καὶ κατεσθίουσιν.

sch av

531

οὗτοι δὲ οὐ μόνον ὑμᾶς ἕψουσιν, ἀλλὰ καὶ συντρίβουσιν. R. V.

sch av

533

ἀλλ’ ἐπικνῶσιν: Ἀντὶ τοῦ ἐπιβάλλουσι συν‐ τρίψαντες. παρὰ τὸ κναίειν, τὸ διαφθείρειν. σίλφιον δὲ ῥίζα ἡδύοσμος πρὸς ἄλφιτα. λέγει δὲ τὸ ἐν Λιβύῃ γε‐ νόμενον. θεραπεύει δὲ πολλὰ καὶ ἔστι πολυτίμητον.222
5καὶ ἐν Πλούτῳ [924] φησὶν
οὐδ’ ἂν εἰ δοίης γέ μοι
τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.

sch av

535

κατάχυσμα: Ζωμὸν, παρὰ τὸ χεύεσθαι. γλυκὺ δὲ, μέλιτι δεδευμένον. (Ἄλλως. οὐδὲν πλέον ἢ κα‐ τάχυσμα, ὥστε ἀπὸ τούτου καὶ τὰ καταχύσματα λέ‐ γεσθαι.)

sch av

536

κατεσκέδασαν: κατέχεαν. R.V.

sch av

538

ὥσπερ κενεβρίων: Κατὰ ἐναλλαγὴν τῶν στοι‐ χείων ἀντὶ τοῦ νεκριμαίων. ὡς τῶν θνησιμαίων κρεῶν ποικιλωτέρας ἀρτύσεως δεομένων. (Ἄλλως. τὰ θνησιμαῖα κρέα οὕτως ἐκάλουν. [fr. 559:] «οὐκ ἔσθ’ ᾧ
5κενέβρειον ὅταν θύσῃ.»)

sch av

539

πολὺ δὴ: Εἴσθεσις μέλους χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι· προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας διπλῆς. ἔστι δὲ καὶ ἀντίστροφος τῆς προρρηθείσης στροφῆς, διὰ τὸ καὶ αὐτὴν ἐκ κώλων
5συγκεῖσθαι καὶ στίχων ἀσυναρτήτων θʹ, ὁμοίων ἐκείνῃ. ἔχει δὲ καὶ ἐν ἐκθέσει τοὺς συνήθεις δύο στίχους ἀνα‐ παιστικοὺς ὁμοίους τοῖς ἑξῆς ξαʹ, διπλῇ ἔξω νενευκυίᾳ περατουμένους, ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευ‐ κυῖαι.
10χαλεπωτάτους λόγους: Ἀντὶ τοῦ λυπηροὺς, χαλέψαι δυναμένους.

sch av

540

(ἐμῶν πατέρων: Ἐρεθισθέντες ὑπὸ τῶν πρε‐ σβυτῶν καταβοῶσι τῶν πατέρων ὡς ἀπολεσάντων τὴν βασιλείαν.)

sch av

543

ἐπ’ ἐμοῦ: Εἰς ὅσον αὐτοὺς ἐγὼ χρόνον διεδε‐ χόμην.

sch av

547

τὰ νεόττια: Ὡσεὶ εἶπεν ἐμὲ καὶ τὰ τέκνα μου ἀνατίθημί σοι ὥστε διοικεῖν. (ταῦτα δὲ εἰώθασι πρὸς τοὺς εὐήθεις τῶν ἀνθρώπων λέγειν.)

sch av

550

ὅτι ὀφείλετε μίαν πόλιν ἔχειν. R. V.

sch av

551

τὸ μεταξὺ λέγει γῆς καὶ οὐρανοῦ. R

sch av

552

πλίνθοις ὀπταῖς: Φασὶ γὰρ τὴν Βαβυλῶνα ἀπὸ ὀπτῶν πλίνθων οἰκοδομηθῆναι, καὶ ἀντὶ γύψου ἀσφάλτῳ συνδεθῆναι τὰς πλίνθους. ἡ Σεμίραμις δὲ ἔκτισε τὴν Βαβυλῶνα.

sch av

553

[ὦ Κεβριόνα: Ὄρνεόν τί φησι τὸν κεβριόνην. ἔπαιξε δὲ, ὡσεὶ ἔλεγεν, «ὦ θεοὶ, ὡς σμερδαλέον τὸ πό‐ λισμα.» ἐπιτηδείως δὲ τὸν πορφυρίωνα παρέλαβεν, καὶ ὅτι ὄρνις καὶ ὅτι εἷς τῶν γιγάντων ὅμοιος τῷ Κεβριόνῃ,
5ὃν ἐχειρώσατο ἡ Ἀφροδίτη. ἐπίτηδες οὖν τῶν θεομάχων ἐμνήσθη, ἐπεὶ καὶ αὐτοὶ θεομαχήσουσιν.]

sch av

555

γνωσιμαχήσῃ: Γνωσιμαχῆσαί ἐστι τὸ γνόντα τινὰ ὅτι πρὸς κρείττους αὐτῷ ἡ μάχη ἡσυχάσαι.

sch av

556

ἱερὸν πόλεμον: Ὁ ἱερὸς πόλεμος ἐγένετο Ἀθη‐ ναίοις πρὸς Βοιωτοὺς βουλομένους ἀφελέσθαι Φωκέων τὸ μαντεῖον. νικήσαντες δὲ Φωκεῦσι πάλιν ἀπέδωκαν,
ὡς Φιλόχορος (ἐν τῇ δʹ) λέγει. δύο δὲ ἱεροὶ πόλεμοι γε‐Column end
5γόνασιν, οὗτός τε καὶ ὁπότε Φωκεῦσιν ἐπέθεντο Λακε‐ δαιμόνιοι. (ἐν ἐνίοις τῶν ὑπομνημάτων ταῦτα λέγεται· ἱερὸν πόλεμον λέγει, καθὸ πρὸς θεοὺς ἔσοιτο. ἅμα δὲ τοῦ ἱεροῦ πολέμου μνημονεύει τοῦ γενομένου Ἀθηναίοις πρὸς Φωκέας ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἐσχεδίασται
10δὲ ὑπ’ αὐτῶν. οὐ γὰρ πρὸς Φωκέας ὑπὲρ τούτου ἐπολέ‐ μησαν, ἀλλ’ ὑπὲρ Φωκέων, διὰ τὸ πρὸς Λακεδαιμο‐ νίους ἔχθος. γεγόνασι δὲ δύο πόλεμοι ἱεροί. πρότερος μὲν Λακεδαιμονίοις πρὸς Φωκεῖς ὑπὲρ Δελφῶν. καὶ κρατήσαντες τοῦ ἱεροῦ Λακεδαιμόνιοι τὴν προμαντείαν
15παρὰ Δελφῶν ἔλαβον. ὕστερον δὲ τρίτῳ ἔτει τοῦ πρώ‐ του πολέμου Ἀθηναίοις πρὸς Λακεδαιμονίους ὑπὲρ Φωκέων. καὶ τὸ ἱερὸν ἀπέδωκαν Φωκεῦσι καθάπερ καὶ Φιλόχορος ἐν τῇ δʹ λέγει. καλεῖται δὲ ἱερὸς, ὅτι περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο. ἱστορεῖ περὶ αὐτοῦ
20καὶ Θουκυδίδης [1, 112] καὶ Ἐρατοσθένης ἐν τῷ θʹ καὶ Θεόπομπος ἐν τῷ κεʹ.)

sch av

558

Ἀλκμήνας: Διὰ τοῦ πληθυντικοῦ ηὔξησε τὴν διαβολήν.

sch av

559

καὶ τὰς Ἀλόπας: Ἀλόπη Κερκυόνος θυγάτηρ, ᾗ καὶ Ποσειδῶνος υἱὸς Ἱπποθόων.

sch av

562

θύειν ὄρνισι: Πρὸ τῶν θεῶν. τὸ λοιπὸν δὲ, εἰς τὸ ἔμπροσθεν. προσνείμασθαι δὲ μερίσαι καὶ προσ‐ οικειῶσαι ἕκαστον ὄρνιν ἑκάστῳ θεῷ, ἱέρακα Ἀπόλ‐ λωνι καὶ τὰ ἑξῆς.

sch av

565

ἢν Ἀφροδίτῃ θύῃ πυροὺς: Πυροὺς λέγει τῇ Ἀφροδίτῃ θύειν, ἐπεὶ οἱ ἑφθοὶ πυροὶ πρὸς συνουσίαν ἐγερτικοί. ἡ δὲ φαληρὶς ὄρνεόν ἐστι λιμναῖον (εὐπρεπές. ἐσχημάτισε δὲ παρὰ τὸν φαλλόν).

sch av

566

ἢν δὲ Ποσειδῶνι: (Γράφεται, Ποσειδῶνι βοῦν τις θύῃ.) νῆττα δὲ παρὰ τὸ νήχεσθαι, ἐπεὶ ἔνυδρον τὸ ζῷον. καὶ τῷ Ποσειδῶνι δὲ ἐν ὑγρῷ ἡ δίαιτα.

sch av

567

ἢν δ’ Ἡρακλεῖ θύῃ τις: Τὸν λάρον διὰ τὴν ἀδηφαγίαν Ἡρακλεῖ προσανάπτει. ναστὸς δὲ, μέγας πλακουντώδης ἄρτος. ὁ δὲ Ἀσκληπιάδης φησὶν εὐτελῆ πλακοῦντα. μελιτούττας δὲ, μέλιτι δεδευμένας. τὸ δὲ
5πλῆρες, ναστοὺς καὶ μελιτούττας. λείπει γὰρ ὁ καί σύν‐ δεσμος.

sch av

568

ὀρχίλος ὄρνις: Διὰ τὰς μοιχείας τοῦ Διὸς τὸν ὄρνιν παρέλαβεν. ἐπλάσατο τὸ ὄνομα τοῦ ὄρνιθος. ἐπεὶ κατωφερὴς ὁ Ζεὺς καὶ μοιχὸς, διὰ τοῦτο ὀρχίλον πα‐ ρείληχεν διὰ τοὺς ὄρχεις. τὸ δὲ σέρφον ἔνορχιν, ὡς κριὸν
5ἔνορχιν. δῆλον δὲ ἐντεῦθεν ὅτι οὐχ, ὡς οἴονταί τινες, σπέρμα τι ὁ σέρφος. [ἔστι δὲ ζῷον μυρμηκῶδες.]

sch av

570

ἥσθην σέρφῳ: Ὡς καταφρονῶν αὐτοῦ φησι. καὶ δωρίζειν πολλάκις ἐπιτηδεύουσιν. —σέρφῳ: Σέρφος μύρμηξ πτερωτός. Vict.

sch av

571

ἀντὶ τοῦ εὐτελεῖς ὄρνιθας. R.

sch av

574

αὐτίκα Νίκη πέταται: Νεωτερικὸν τὸ τὴν Νί‐ κην καὶ τὸν Ἔρωτα ἐπτερῶσθαι. Ἄρχεννον γάρ φασι, τὸν Βουπάλου καὶ Ἀθήνιδος πατέρα, οἱ δὲ Ἀγλαοφῶντα, τὸν Θάσιον ζωγράφον, πτηνὴν ἐργάσασθαι τὴν Νίκην,
5ὡς οἱ περὶ Καρύστιον τὸν Περγάμηνόν φασιν.

sch av

575

Ἶριν δέ γ’ Ὅμηρος: Ὅτι ψεύδεται παίζων. οὐ γὰρ ἐπὶ Ἴριδος, ἀλλ’ ἐπὶ Ἀθηνᾶς καὶ Ἥρας [Il. Ε, 778]
αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι.
223
5(ὁ δὲ ἐν ἑτέροις ποιήμασιν Ὁμήρου φασὶ τοῦτο φέρε‐ σθαι. εἰσὶ γὰρ αὐτοῦ καὶ ὕμνοι.)

sch av

579

σπερμολόγων: Ὄνομα ὀρνέων, ἃ ἐκ τοῦ ὀρύτ‐ τειν τὰ σπέρματα καὶ ἐσθίειν οὕτως ἐκλήθη. —κατα‐ φαγεῖν. R.

sch av

580

παρεχέτω, παρόσον εὑρετίς ἐστι τῶν καρπῶν. Ven.

sch av

581

οὐκ ἐθελήσει: Ἀντὶ τοῦ οὐ δυνήσεται· Ὅμηρος [Il. Φ, 366] «οὐδ’ ἐθέλει προρέειν.»

sch av

582

οἱ δ’ αὖ κόρακες: Ἐπιβεβούλευται, φησὶ, τοῖς ἀνθρώποις, ἐὰν μὴ τιμήσωσιν ὑμᾶς. τοὺς γὰρ βοῦς ἐπὶ γεωργίαν χρειώδεις ὄντας ἀνθρώποις τυφλοῦτε καὶ τὰ πρόβατα, (ἐξ ὧν τὴν ἐσθῆτα ἔχουσι). —καταροῦσι:
5Καταρέσθαι, διαλύειν. Vict.

sch av

583

ἐπὶ πείρᾳ: Ἀντὶ τοῦ ἐπὶ βλάβῃ. ἢ ἵνα πειρα‐ θῶσιν ἡμῶν εἰ θεοὶ ἐσμέν.

sch av

584

μισθοφορεῖ δέ: Ὅτι οἱ ἰατροὶ μισθῷ ἰατρεύουσι. R. V. ὁ δέ ἀντὶ τοῦ γάρ. (τοῦτο δὲ εἶπεν) ἐπεὶ Λαομέ‐ δοντα τῆς τειχοδομίας μισθὸν ᾔτησεν

sch av

588

τὰς οἰνάνθας: Οἰνάνθη ἡ πρώτη ἔκφυσις τῆς σταφυλῆς. καὶ Εὐριπίδης [Phoen. 236] «οἴναν θ’ ἃ κα‐ θαμέριον στάζεις τὸν πολύκαρπον οἰνάνθας ἱεῖσα βό‐ τρυν.»

sch av

589

[γλαυκῶν λόχος: Γλαὺξ εἶδος ὀρνέου. λόχος δὲ τὸ σύστημα. ὅπερ ἄνω ἔφη νέφος.] (καὶ κερχνηίδων: Μήποτε καὶ ἐν τοῖς πρόσθεν οὐχὶ κερχνὴς γραπτέον, ἀλλὰ κερχνηὶς σὺν τῷ ι, ὡς Νη‐
5ρηίς. νῦν γὰρ κερχνηίδων εἶπεν.) κνῖπες δὲ εἴδη ζωϋ‐ φίων μικρά.

sch av

598

γαῦλον κτῶμαι: Γαῦλος Φοινικικὸν σκάφος, καὶ νῦν προπερισπωμένως, ἐπὶ δὲ τοῦ ἀγγείου ὀξυτό‐ νως. Καλλίμαχος [fr. 217]
(Κυπρόθε Σιδόνιός με κατήγαγεν ἐνθάδε γαῦλος.)
5Ἄλλως. γαῦλος, πλοῖόν τι φόρτιμον, ὡς καὶ σκάφη ἀπὸ τῶν σκευῶν. Ὅμηρος [Od. Ι, 223] «γαῦλοί τε σκαφίδες τε.» ὡς αἱρετωτέρου δὲ ὄντος τῶν ἄλλων πάντων καὶ ἀκινδύνου τοῦτό φησι.

sch av

601

πλὴν εἴ τις ὄρνις: Παροιμία ἐστὶν, οὐδείς με θεωρεῖ, πλὴν ὁ παριπτάμενος ὄρνις. Ἄλλως. παροιμία τοῦτο, οὐδεὶς οἶδε τί ὡμίλησα, πλὴν ὁ παριπτάμενος ὄρνις. τοῦτο ἐλέγετο ἐπὶ τῶν ἀγνώστων.

sch av

602

τὰς ὑδρίας: Ἐν ὑδρίαις γὰρ ἔκειντο οἱ θησαυ‐ ροί.

sch av

603

πῶς δ’ εἰς γῆρας: Ἀντὶ τοῦ πῶς εἰς πολυχρο‐ νιότητα προκόψουσιν.

sch av

609

οὐκ οἶσθ’ ὅτι πέντε γενεὰς: Κακῶς καὶ τοῦτο παρὰ τὸ Ἡσιόδειον [fr. 50] παίζει
ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη.

sch av

614

οὐδὲ θυρῶσαι: Τοὺς ναοὺς ὡς τοῖς θεοῖς. θά‐ μνοις δὲ, συμφύτοις τόποις. —πρινιδίοις: ἀντὶ τοῦ πρίνοις. R. V. (σεμνοῖς δὲ, τοῖς τιμίοις.)Column end

sch av

617

(δένδρον ἐλαίας: Ὅτι εὕρημα θεῶν. Ἀθηνᾶς γάρ.)

sch av

618

κοὐκ εἰς Δελφούς: Ἔνθα τὰ μαντεῖά εἰσιν, ἐν μὲν Δελφοῖς τὰ τοῦ Ἀπόλλωνος, ἐν δὲ Λίβυσι τὰ τοῦ Ἄμμωνος.

sch av

620

[ταῖσι κομάροις: Ὅτι τὰς μὲν κομάρους θη‐ λυκῶς φησιν, ἀρσενικῶς δὲ τοὺς κοτίνους. εἴδη δὲ δέν‐ δρων ταῦτα.)

sch av

626

ὦ φίλτατ’ ἐμοὶ: Κορωνὶς καὶ εἴσθεσις χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι, προῳ‐ δικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας περιόδου στίχων καὶ κώλων ιβʹ. ὧν ὁ πρῶτος καὶ δεύτερος καὶ ιαʹ καὶ ιβʹ
5ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί. ὁ τρίτος ἀσυν‐ άρτητος ἐξ ἀναπαιστικῶν πενθημιμερῶν· ἐξ ἀναπαι‐ στικοῦ πενθημιμεροῦς αἰολικοῦ διὰ τὸ ἔχειν τὸν πρῶτον πόδα ἴαμβον καὶ τροχαϊκοῦ ὁμοίου πενθημιμεροῦς. ὁ τέταρτος ὅμοιος. τὸ εʹ ἀναπαιστικὸν πενθημιμερὲς τὸν
10δεύτερον ἔχον πόδα τετράβραχυν. τὸ ϛʹ τροχαϊκὸν δί‐ μετρον ἀκατάληκτον τὸν πρῶτον ἔχον πόδα τρίβραχυν. τὸ ζʹ ἀναπαιστικὴ βάσις. τὸ ηʹ τροχαϊκὸν ἑφθημιμερὲς τὸν πρῶτον ἔχον πόδα τρίβραχυν. ὁ θʹ ἰαμβικὸς τρί‐ μετρος βραχυκατάληκτος. ὁ δέκατος ἀσυνάρτητος ἐξ
15ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει κορωνίς.ἐξ ἐχθίστου: Ἀπὸ τῆς ἔχθρας εἰς φιλίαν μεταπί‐ πτων.

sch av

628

ἐπαυχήσας: Ἀντὶ τοῦ μεγαλοφρονήσας διὰ τῶν σῶν λόγων.

sch av

629

ἐπηπείλησα: Ἐπαγγειλάμενος ὤμοσα.

sch av

637

(τἀμὰ τρίψειν: Χαριέντως εἶπε τρίψειν ὡς ἐπὶ ἐσθῆτος.)

sch av

638

καὶ μὴν μὰ τὸν Δία: Εἴσθεσις περιόδου ἀμοι‐ βαίας ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων εἴ‐ κοσι. ὧν τελευταῖος
καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.
5ἐν εἰσθέσει δὲ στίχοι ἀναπαιστικοὶ τετράμετροι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος.

sch av

639

οὐδὲ μελλονικιᾶν: Ὅτι βραδὺς ἦν περὶ τὰς ἐξόδους, καὶ ὡς οἱ διαβάλλοντες, οὐχὶ προνοητικὸς ἦν, ἀλλ’ ἀμελητής. τινὲς δέ φασι διὰ τὸ προνοητικὸν καὶ μὴ προπετὲς τοιοῦτον αὐτὸν εἶναι. —ὁ Νικίας υἱὸς
5Ἀλκιβιάδου, ὃς ἀνεβάλλετο ἀπελθεῖν εἰς Σικελίαν. R. V.

sch av

640

ἀλλ’ ὡς τάχιστα δεῖ τι δρᾶν: Ὁ ἔποψ παρα‐ κελεύεται αὐτοῖς εἰς τὴν νοσσιὰν εἰσελθεῖν, ἵνα αὐτῶν ἀποστάντων σχοίη καιρὸν ἡ παράβασις. τὸ δὲ κάρφη καὶ φρύγανα ἐκ παραλλήλου τὸ αὐτό.

sch av

645

Κριῶθεν: Γράφεται καὶ Θρίηθεν καὶ ἔστι δῆ‐ μος τῆς Οἰνηίδος, ἐὰν δὲ Κριῶθεν, τῆς Ἀντιοχίδος. Ἄλλως. Κριὸς δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Κριοῦ τινος ὠνομασμένος. ἀναγράφει δὲ τοὺς ἐπωνύμους τῶν
5δήμων καὶ φυλῶν Πολέμων.224

sch av

648

ἐπανάκρουσαι: Ἐπανάκαμπτε. ἡ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἀνακρουομένων ἢ τὰς ναῦς. Ἄλ‐ λως. ἀντὶ τοῦ ὑπόστρεψον, ἐπάνιθι. ἐπανάκρουσις δέ ἐστι κυρίως τὸ ἐπισχεῖν τὴν ἐπερχομένην ναῦν μεθ’
5ὁρμῆς εἰς τὸν ὅρμον, ἵνα μὴ προσελθοῦσα θραυσθῇ. καὶ νῦν δὲ τὸ πάλιν ἐπὶ τοῦ ὀπίσω. ἀπὸ τῶν εἰς τοὔμπρο‐ σθεν ἐρεσσόντων. ἢ ἀντὶ τοῦ ᾄσας πρὸ τούτου πάλιν ᾆσον καὶ ἐπανάλαβε.

sch av

649

πρὸς ἀλλήλους τοῦτό φησι. R.

sch av

651

ὅρα νῦν ὡς ἐν Αἰσώπου λόγοις: Ὅτι σαφῶς ἀνετίθεσαν Αἰσώπῳ τοὺς λόγους, καὶ τοῦτον τὸν παρὰ τῷ Ἀρχιλόχῳ λεγόμενον, καίτοι πρεσβυτέρῳ ὄντι.

sch av

654

μηδὲν φοβηθῇς: Ἐπειδὴ μετὰ ὀρνίθων ὄντες ἀπορνιθωθῆναι ἔμελλον, προκατασκευάζει δι’ ὧν ἔμελ‐ λον τούτου τυχεῖν. τὸ δὲ οὕτω ἀντὶ τοῦ ἐπὶ ταύταις ταῖς συνθήκαις. παίσωμεν δὲ, χορεύσωμεν.

sch av

656

ὀνόματα τῶν οἰκετῶν μετὰ τῶν πρὸς ὄρνιθας ἀφικομένων. R. V

sch av

659

ἀντὶ τοῦ μουσικήν. R. V.

sch av

660

ἀντὶ τοῦ συγχορεύσωμεν αὐτῇ. R. V. ἀγαγών. R.

sch av

661

ὦ τοῦτο μέντοι: Εἴσθεσις ὁμοίας ἑτέρας πε‐ ριόδου ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιεʹ. ἐπὶ τῷ τέλει κορωνὶς, ἐξιόντων τῶν ὑποκριτῶν. ἐκ‐ βίβασον δὲ, ἔκβαλον, ἐξάγαγε.

sch av

662

ἐκ τοῦ βουτόμου: Φυτάριον παραπλήσιον κα‐ λάμῳ, ὃ ἐσθίουσιν οἱ βόες. Ἄλλως. φυτάριον παρα‐ ποτάμιον, (ὃ τοῖς βουσὶ παρασκευάζουσι). τοῦτο δὲ λέ‐ γεται, ὡς τῆς Πρόκνης ἐγκρυπτομένης τῇ ὕλῃ. [αὐτοῦ
5δὲ, αὐτόθι, ἐν τῷ θεάτρῳ.]

sch av

664

ποικίλον γὰρ καὶ ἄξιον θέας. R. V.

sch av

667

ὦ Ζεῦ πολυτίμηθ’: Ἑταιρίδιον πρόσεισι, τὰ ἄλλα μὲν κεκαλλωπισμένον, τὴν δὲ κεφαλὴν ὄρνιθος ἔχον ὡς ἀηδόνος.

sch av

668

ὡς δ’ ἁπαλὸν: Ἅμα λέγων ψηλαφᾷ αὐτήν. (διαμηρίζοιμ’ ἂν, συνουσιάσαιμι.)

sch av

670

ὅσον δ’ ἔχει τὸν χρυσὸν: Ἅμα πρὸς τὸ ποι‐ κιλόδειρον τοῦ ὀρνέου καὶ πρὸς τὸν πολὺν κόσμον τῆς ἑταίρας.

sch av

672

ῥύγχος ὀβελίσκοιν ἔχει: Εἰς ὀξὺ γὰρ λήγει ἡ κεφαλὴ ὡς ὀβελίσκος.

sch av

673

ἀπολέψαντα χρὴ: Ἀντὶ τοῦ ἀφελόντα τὸ προσ‐ ωπεῖον. ὡς ἐν θυμέλῃ γὰρ προσωπεῖον ἐξῆλθεν ἔχουσα. τῇ τροπῇ δὲ ἐχρήσατο. δέον δὲ εἰπεῖν φαγεῖν, εἶπε φι‐ λεῖν.

sch av

676

ὦ φίλη, ὦ ξουθὴ: Τὸ πρὸ τῆς παραβάσεως τουτὶ κομμάτιον κώλων ἐστὶν ἀσυναρτήτων θʹ. ὧν τὸ αʹ χοριαμβικὸν ἑφθημιμερές. τὸ βʹ ἡμιόλιον. τὰ γʹ, ϛʹ, ζʹ, ηʹ ἀντισπαστικὰ γλυκώνεια. τὰ δʹ, θʹ ἑφθημιμερῆ.
5τὸ εʹ ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος. (ἔλυσεν Ἀριστοφάνης τὸ ζήτημα, εἰ ἡ ὄρνις προγενεστέρα τοῦ ἄρρενος, ἢ ὁ ἄρρην τῆς ὄρνιθος.) ὡς πρὸς τὴν ἀηδόνα δὲ δοκεῖ λέγειν. φυσικώτερον δέ τινες πρὸς τὴν Μοῦ‐ σαν, ἀπὸ τοῦ μουσικοῦ ὀρνέου. —εὐμορφοτάτη. R.

sch av

679

ὡσεὶ ἔλεγε συγχορεύτρια. R. V.Column end

sch av

682

ἀλλ’ ὦ καλλιβόαν κρέκουσα: Ὡς αὐλὸς γάρ ἐστι φθεγγομένη. ἢ ἐξῆλθεν ἔχουσα αὐλόν. τὸ δὲ κρέ‐ κουσα νῦν ἀντὶ τοῦ λαλοῦσα. κυρίως γὰρ τὸ τὴν κι‐ θάραν κρούειν. πολλάκις πρὸς αὐλὸν λέγουσι τὰς
5παραβάσεις.

sch av

683

ἠρινοῖς: Ἐαρινοῖς εἶπε, παρόσον τῷ ἔαρι ἐν τῇ Ἀττικῇ φαίνονται ἀηδόνες. τὸ δὲ ὅλον πάλιν πρὸς τὴν Μοῦσαν. ὅτι τῷ ἔαρι ἐν ἄστει τελοῦσι τὰ Διονύσια.

sch av

685

ἄγε δὴ φύσιν: Ἡ παροῦσα παράβασις ἐκ στί‐ χων ἐστὶ ληʹ, δῆλον δὲ ὡς ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν. ἐπὶ τῷ τέλει παράγραφος. ἀμαυρόβιοι: Γράφεται καὶ ἡμερόβιοι. —ἀμαυρό‐
5βιοι: Ἀσθενεῖς, ἤγουν ἀμαυρὸν βίον ἔχοντες καὶ ἀσθενῆ. Vict. φύλλων γενεᾷ προσόμοιοι: Μετάβασις ἀπὸ τῶν ἔσω πρὸς τὸ θέατρον καὶ ἔστιν ἀνάπαιστος. ὡς θεοὶ δὲ ἐσό‐ μενοι προευτελίζουσι τοὺς ἀνθρώπους, παρὰ τὸ Ὁμη‐
10ρικὸν [Il. Ζ, 146]
οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν.

sch av

687

ταλαοὶ: Ὡς τληπαθεῖς καὶ τὰ καθημερινὰ εἰ‐ δότες, μὴ προορώμενοι δὲ τὰ μέλλοντα. ἔνιοι δὲ τὸ τα‐ λαοὶ διαιροῦσιν ὥστε εἶναι ἀλαοί.

sch av

691

φύσιν: Καλῶς φύσιν εἶπεν οἰωνῶν, γένεσιν δὲ θεῶν.

sch av

692

Προδίκῳ παρ’ ἐμοῦ: Ὅτι οὐκ ὀρθῶς Καλλίμα‐ χος τὸν Πρόδικον ἐν τοῖς ῥήτορσι καταλέγει. σαφῶς γὰρ ἐν τούτοις φιλόσοφος. μέμνηται δὲ τούτου καὶ ἐν Νε‐ φέλαις [260].

sch av

693

(Χάος ἦν καὶ Νὺξ: Ταῦτα οὐκ ἀναγκαῖον ἀπευ‐ θύνειν πρὸς τὰ Ἡσιόδου ἢ πρός τινα ἄλλου τινὸς γε‐ νεαλόγου.)

sch av

695

τίκτει πρώτιστον ὑπηνέμιον: Ὑπηνέμια κα‐ λεῖται τὰ δίχα συνουσίας καὶ μίξεως. καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτῷ προσέρριπται, ἀλλὰ ἀπὸ ἱστορίας τῆς κατὰ τοὺς Διοσκούρους. φασὶ γὰρ ἐξ ᾠοῦ αὐτοὺς γεγο‐
5νέναι. καὶ ὅτι σύνηθες αὐτοῖς μᾶλλον ἀνεμιαῖον λέ‐ γειν. καὶ Πλάτων ἐν Θεαιτήτῳ [p. 151, E] «γόνιμον ἀνεμιαῖον τυγχάνει.»

sch av

697

εἰκὼς ἀνεμώκεσι δίναις: Ταῖς τοῦ ἀνέμου ὠκείαις συστροφαῖς ἐοικὼς, οἷον ταχύς. ἡ δὲ ὅλη σύστα‐ σις, ὅτι ἐκ τοῦ πτερωτοῦ Ἔρωτος τὰ ὄρνεά ἐστιν. ἀτό‐ πως μὴν καὶ ἀπιθάνως τῇ γενεαλογίᾳ κέχρηται.

sch av

703

(ἐσμὲν Ἔρωτος: Λείπει υἱοί.)

sch av

704

καὶ τοῖσιν ἐρῶσι: Σύμμαχος, διὰ τὸ τοὺς ἐρα‐ στὰς ὄρνιθας εὐγενεῖς χαρίζεσθαι τοῖς ἐρωμένοις. Δίδυ‐ μος δὲ, ἐπεὶ ἡ σίττη καὶ εἴ τι τοιοῦτον ὄρνεον δεξιὰ πρὸς ἔρωτας φαίνεται. «ἐγὼ μὲν, ὦ Λεύκιππε, δεξιὴ
5σίττη.»

sch av

705

πολλοὺς δὲ καλοὺς: Ἀντὶ τοῦ μετὰ τὴν νεότητα ἠναγκάσαμεν ἀκαίρως ἑταιρεῖν. (ἀπομωμοκότας δὲ) ἀποταξαμένους. διεμήρισαν δὲ, συνουσίασαν. —τὰς συνουσίας μετέδωκαν. R.

sch av

707

ὁ δὲ Περσικὸν ὄρνεον: Τὰ πολυτελῆ πάντα,
οἷς μόνος βασιλεὺς ἐχρῆτο, ἐκαλεῖτο Περσικά. καὶ νῦν οὐκ ἰδίως τις ὄρνις Περσικός. τινὲς δὲ τὸν ἀλεκτρυόνα. οἱ δὲ τὸν ταῶ.225

sch av

709

πρῶτα μὲν ὥρας: Παρὰ τὰ Ἡσιόδου [Op. 446]
φράζεσθαι δ’ εὖτ’ ἂν γεράνου φωνὴν ἐπακούσῃς
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης,
ἥ τ’ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην.

sch av

711

καὶ πηδάλιον τότε: Καὶ τοῦτο παρὰ τὸ Ἡσιό‐ δειον [ib. 45]
αὐτίκα πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο. καὶ [ib. 627]
5πηδάλιον δ’ εὐεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.

sch av

712

εἶτα δ’ Ὀρέστῃ: Ὀρέστης μανίαν προσποιού‐ μενος ἐν τῷ σκότει τοὺς ἀνθρώπους ἀπέδυεν.

sch av

713

ἴκτινος αὖ μετὰ ταῦτα: Ἐν Ἑλλάδι καιρῷ ἔαρος φαίνεται ἴκτινος, ὅτε κουρεύεται τὰ θρέμματα. πέκειν δὲ, ποκάζειν.

sch av

715

λῃδάριον: Θερίστριον ἢ εὐτελὲς ἱμάτιον θερινόν. σημείωσαι δὲ ὅτι ἐν συστολῇ τὸ πρίασθαι.

sch av

717

ἐλθόντες γὰρ πρῶτον: Μαντευσάμενοι γὰρ πρῶ‐ τον ἐκ τῶν ὀρνεομάντεων οὕτως ἐπὶ τὰ ἔργα χωρεῖτε.

sch av

719

ὄρνιν τε νομίζετε: Πάντα γὰρ οἰωνοὺς καλοῦσι καὶ τὰ μὴ ὄρνεα.

sch av

721

(σύμβολον ὄρνιν: Καὶ γὰρ ταῦτα συμβόλους ἐποίουν τὰ πρῶτα συναντῶντα καὶ ἐξ ἀπαντήσεώς τι προσημαίνοντα. ταῦτα δὲ πάντα Δημήτερι ἀνέκειτο, ὥς φησι Φιλόχορος.)
5θεράποντ’ ὄρνιν: Ἐπεὶ πολλάκις εἰώθαμέν τινας τῶν θεραπόντων καλόποδας λέγειν καὶ καλοιωνίστους. ὄνον ὄρνιν: Λέγεται γάρ τι τοιοῦτον, ὡς συμβολικὸς ἐρωτώμενος περὶ ἀρρώστου, εἶδεν ὄνον ἐκ πτώματος ἀναστάντα, ἀκήκοε δὲ ἑτέρου λέγοντος, βλέπε πῶς
10ὄνος ὢν ἀνέστη. ὁ δὲ ἔφη, ὁ νοσῶν ἀναστήσεται. καὶ ἀνέστη.

sch av

723

ἢν οὖν: Ἔκθεσις τοῦ μακροῦ ἐκ κώλων ὁμοίων ἀναπαιστικῶν ιδʹ. ὧν τὰ μὲν ιβʹ δίμετρα ἀκατάληκτα. τὸ ιγʹ ἀναπαιστικὴ βάσις, ὃ καὶ παρατέλευτον ὀνομά‐ ζεται. τὸ τελευταῖον ἑφθημιμερές. ὑφ’ ὃ παράγραφος.
5τοὺς ὄρνιθας. R.

sch av

724

μάντεσι, Μούσαις: Ὥστε χρῆσθαι ἡμῖν καὶ εἰς μουσικὴν καὶ εἰς μαντείαν. πολλὰ γὰρ τῶν ὀρνέων μουσικά.

sch av

725

ταῖς τροπαῖς. R. V. —χειμῶνι: Ὅτι καὶ ἀνέμους καὶ καιροὺς προσημαίνουσιν. μετρίῳ δὲ πνίγει, συμ‐ μέτρῳ καύματι. λέγει δὲ τὸ ἔαρ.

sch av

728

ὥσπερ ὁ Ζεύς: Νεφεληγερέτης γάρ.

sch av

731

πλουθυγιείαν: Ἔμιξε τὰ δύο, διὸ μάλιστα οἱ ἄνθρωποι χαίρουσι καὶ δοκοῦσι τὸν βίον ἐπανορθοῦσθαι, ἐκ τούτου ἔμφασιν εὐδαιμονίας ἐμφαίνων.

sch av

732

γέλωτα: Καὶ τὰς ἄλλας ἡδονὰς, δι’ ὧν γέλως ἐστὶ καὶ χορεία καὶ θαλία. V. et R. qui καὶ χορεῖαι καὶ
εὐωχίαι.Column end

sch av

733

γάλα τ’ ὀρνίθων: Τοῦτο ἐκ παροιμίας ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτημένων. (Ἄλλως. τοῦτο ἐπὶ τῶν σπανίων ἔταττον. τὰ σπάνια οὖν, φησὶ, καὶ δυσεύρετα τῶν ἀγαθῶν παρέξομεν.)

sch av

734

κοπιᾶν: Ἐν πλησμονῇ γενόμενοι τῶν ἀγαθῶν ἀπειρηκέναι μέλλετε.

sch av

737

Μοῦσα λοχμαία: Ἡ στροφὴ καὶ ᾠδὴ αὕτη κώλων ἐστὶ διαφόρων καὶ ἀσυναρτήτων ιϛʹ. ὧν τὸ πρῶτον πενθημιμερές. τὸ βʹ ἑφθημιμερὲς τοῦ αʹ ποδὸς ἑξαβράχεος. τὸ γʹ τροχαϊκὸν εὐριπίδειον. τὸ δʹ ἀσυνάρ‐
5τητον προσῳδιακὸν καλούμενον, περὶ οὗ εἴρηται ἐν τῇ παραβάσει τοῦ Νεφελῶν δράματος. τὸ εʹ ὅμοιον τῷ βʹ. τὸ ϛʹ ὅμοιον τῷ δʹ, οὐκ ἐκ παίωνος δευτέρου ἀρχόμε‐ νον ὡς ἐκεῖνο, ἀλλ’ ἐκ δακτύλου. τὸ ζʹ ὅμοιον τῷ βʹ, πλὴν βραχυκατάληκτον. τὸ ηʹ ἀναπαιστικὸν δίμετρον
10ἀκατάληκτον. καὶ τὸ ιδʹ. τὸ θʹ ἀσυνάρτητον ὅμοιον τοῖς ῥηθεῖσι. τὸ ιʹ ὅμοιον. τὸ ιαʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ διαλελυμένων χοριάμβων, τοῦ αʹ ἑξασυλλάβου, τοῦ δὲ δευτέρου πεντασυλλάβου. τὸ ιβʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιγʹ δακτυλικὸν
15ἑφθημιμερές. τὸ ιεʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιϛʹ ὅμοιον τῷ πρώτῳ πενθημιμερὲς ἐκ διαλελυμένου χοριάμβου. ἐπὶ τῷ τέλει διπλῆ ἔσω νενευκυῖα διὰ τὴν ἀνταπόδο‐ σιν. εἰσὶ δὲ καὶ ταῦτα πολυσχημάτιστα.Μοῦσα λοχμαία: (Τὴν ἑαυτῶν λέγει, οἷον λο‐
20χμίδα. Δίδυμος, ὅτι ἐγκεκρυμμένοι ἐν ταῖς λόχμαις εἰώθασι φωνεῖν. ὁ λόγος δὲ ἀπὸ τοῦ ποιητοῦ. Ἄλλως.) ἀντὶ τοῦ μέλος ὡς ὄρνιθος. οἰκείως λοχμαίαν Μοῦσαν καλοῦσι. διὰ μέσου τὸ τῆς φωνῆς μίμημα καὶ ἐπιμί‐ γνυσι τῷ τῆς ἀνθρωπείας. ἔστι δὲ τὸ ἑξῆς οὕτως· Μοῦσα
25λοχμαία ποικίλη, μεθ’ ἧς ἐγὼ νόμους ἱεροὺς ἀναφαίνω. ξουθῆς δὲ εἶπε παρόσον τὰ πλεῖστα τῶν ὀρνέων ξουθὰ φαίνεται.

sch av

745

Πανὶ νόμους: Ἐπεὶ νόμιος ὁ θεὸς καὶ ὄρειος, καὶ τῶν ὀρνέων δὲ ἐν ὄρεσιν αἱ διατριβαί. σεμνᾷ δὲ μητρὶ, τῇ Ῥέᾳ.

sch av

749

ἔνθεν: Ἀπὸ τῶν ἐμῶν ποιημάτων ὥσπερ ἡ μέ‐ λιττα ἀπεβόσκετο.

sch av

750

Φρύνιχος ἀμβροσίων: Φρύνιχος τραγῳδίας ποιητὴς, ὃς ἐπὶ μελοποιίαις ἐθαυμάζετο. τέσσαρες δὲ ἐγένοντο Φρύνιχοι. ὁ μὲν εἷς οὗ νῦν μνημονεύει, Πολυ‐ φράδμονος παῖς, ποιητὴς ἡδὺς ἐν τοῖς μέλεσιν. ὁ ἕτερος,
5Χοροκλέους παῖς, ὑποκριτής. τρίτος, Φρύνιχος ὁ κω‐ μικὸς, οὗ μέμνηται Ἕρμιππος ἐν Φορμοφόροις ὡς ἀλ‐ λότρια ὑποβαλλομένου ποιήματα. τέταρτος δέ ἐστιν Ἀθηναῖος τὸ γένος ὁ στρατηγήσας τὰ περὶ Σάμον (καὶ Ἀστυόχῳ προσθέμενος, ἐπιχειρήσας δὲ τῇ τοῦ δήμου
10καταλύσει. περὶ ὧν ἐν τοῖς Βατράχοις [ad 1299] ἱκανῶς εἰρήκαμεν.)

sch av

752

εἰ μετ’ ὀρνίθων: Εἰ μετ’ ὀρνίθων τις διάγειν βούλεται ἡδέως, τὸ λοιπὸν ὡς ἡμᾶς ἐλθέτω.

sch av

754

διαπλέκειν: Ἢ διαποικίλλειν ἢ διάγειν.

sch av

755

τῷ νόμῳ: Νόμον νῦν οὐ πάντα τὸν γεγραμ‐
μένον φησὶν, ἀλλὰ τὸ ἔθος.226

sch av

759

αἶρε πλῆκτρον εἰ μάχει: (Πλῆκτρον) ὅπλον ἀμυντήριον. ἡ μεταφορὰ ἀπὸ τῶν ἀλεκτρυόνων. κἀκεῖ‐ νοι γὰρ ἔχουσι πλῆκτρα ἐν οἷς μάχονται. ἃ ἡμεῖς κέντρα λέγομεν τῶν ὀρνίθων, ἐκεῖνοι πλῆκτρα. πλῆκτρα δέ εἰσι
5ἔμβολα χαλκᾶ τὰ ἐμβαλλόμενα τοῖς πλήκτροις τῶν ἀλεκτρυόνων.

sch av

761

ἀτταγᾶς: Ὁ ἀτταγᾶς γὰρ κατάστικτός ἐστι ποικίλοις πτεροῖς.

sch av

762

Σπινθάρου: Οὗτος κωμῳδεῖται ὡς βάρβαρος καὶ Φρὺξ, ἔτι δὲ καὶ ὁ Φιλήμων. —φρυγίλος δὲ ὄνομα ὀρνέου. R. V.

sch av

764

Ἐξηκεστίδης: Πολλαχοῦ προείπομεν ὅτι ξένος οὗτος. πολλαχοῦ δὲ καὶ παρὰ τοῖς ἄλλοις κωμῳδεῖται. νῦν δὲ ὅτι Κάρ.

sch av

765

φυσάτω πάππους: Εὐφρόνιός φησι πάππον ὄρ‐ νεόν τι εἶναι. πρὸς τὸ ὄνομα οὖν παίζει, ὅτι εἰ ἀναβάς τις πρὸς ἡμᾶς γενήσεται πάππος, ἕξει ἀποδεικνύναι φράτορας, ὅ ἐστι συγγενεῖς. οἱ γὰρ εὐθυνόμενοι ὡς ξένοι
5ὀφείλουσι τοὺς ἰδίους πάππους ἀποδεικνύναι ἐκ φατρίας ἄνωθεν ὄντας. Καλλίμαχος οὐκ ἀναγράφει τὸν πάππον. (τρίτη δὲ μοῖρά ἐστι τῆς φυλῆς ἡ φρατορία, οὕστινας τριττὺν λέγει.)

sch av

766

εἰ δ’ ὁ Πεισίου προδοῦναι: (Οὐδὲν σαφὲς ἔχο‐ μεν τίς ὁ Πεισίου, οὐδὲ περὶ τῆς προδοσίας. ὅτι δὲ τῶν λίαν πονηρῶν ἐστι δηλοῖ Κρατῖνος ἐν Χείρωσι, Πυλαίᾳ, Ὥραις. εἴη δ’ ἄν τι συμπεπραχὼς τοῖς ἑρμοκοπίδαις ὁ
5Πεισίου, οἵτινες, ὡς Φιλόχορός φησιν, ἐπὶ Χαβρίου θάνατόν τε κατεγνώσθησαν καὶ τὰ ὀνόματα αὐτῶν ἐστη‐ λιτεύθη καὶ ἐδημεύθη, καὶ τῷ κτείναντι κατ’ ἄνδρα ἐκηρύχθη τάλαντον. Ἄλλως.) οἱ μὲν τὸν Πεισίαν ἕνα εἶναι τῶν ἑρμοκοπιδῶν, (οἱ δὲ τὸν υἱὸν αὐτοῦ. ἐτη‐
10ροῦντο δὲ οὗτοι, ὅπως ἂν δοῖεν τῆς περικοπῆς τιμωρίαν.) εἰ οὖν, φησὶν, ὁ υἱὸς Πεισίου ὅμοιος βούλεται εἶναι τῷ πατρὶ, γενέσθω πέρδιξ πανοῦργος. (Κρατῖνος Χείρωσι καὶ πρῶτον μὲν παρὰ ναυτοδικῶν ἀπάγω τρία κνώδαλ’ ἀναιδῆ, Πεισίαν, Ὀσφύωνα, Διιτρέφη.)

sch av

767

τοῦ πατρὸς νεόττιον: (Ὡς καὶ τοῦ πατρὸς αὐτοῦ τοιούτου ὄντος, ἀποδρᾶναι ἀπὸ τῆς τοῦ πατρὸς πανουρ‐ γίας. Ἄλλως.) ὁ πέρδιξ ὄρνεον πανοῦργον, ὅπερ ἐξα‐ πατᾷ τοὺς θηρεύοντας αὐτό. εἰ οὖν, φησὶ, καὶ ὁ υἱὸς
5αὐτοῦ τοιοῦτος βούλεται γενέσθαι, πέρδιξ γενέσθω ὅμοιος τῷ πατρί.

sch av

768

ἐκπερδικίσαι: (Διὰ τὸ πέρδικα αὐτὸν γενέσθαι. εἴρηται δὲ ἀπὸ τοῦ τοὺς πέρδικας) καταλαμβανομένους ὑπ’ ἀνθρώπων, μηχανᾶσθαι τοιαύτην σωτηρίαν. λαμβά‐ νοντες γὰρ κάρφη τοῖς ποσὶν, ὑπτίους ἑαυτοὺς ῥίπτουσι
5καὶ οὕτως ἐπικαλύπτουσι καὶ ἐκκλίνουσι. (Ἄλλως. ἀντὶ τοῦ φυγεῖν. διαβάλλει δὲ ὡς κατεγνωσμένον καὶ φυγῇ ζημιωθέντα. οἱ δὲ πέρδικες πανοῦργοι ὄντες εὐ‐ χερῶς διαδιδράσκουσι τοὺς θηρευτὰς, [πολλάκις ὕπτιοι γενόμενοι καὶ ἐπιβάλλοντες ἑαυτοῖς κάρφη]. φησὶν οὖν ὅτι
10καὶ παρ’ ἡμῖν γενόμενος δύναται πάλιν φεύγειν. Ἄλλως.
ἐξάγων τοὺς νεοσσοὺς ὁ πέρδιξ εἰς κατανομὴν ἐπὰν ἄν‐ θρωπον ἴδῃ, συρίζει· οἱ δὲ ὑπτίους ἑαυτοὺς τιθέασιν, ὡς μηδὲ ψηλαφῶντά τινα ἐπιγνῶναι. εἶτα ὀλίγον προελθόν‐ τος τοῦ ἀνδρὸς, πάλιν συρίζει ὁ πατήρ· οἱ δὲ ἐξίπτανται.Column end
15τοῦτο οὖν ἐστι τὸ ἐκπερδικίσαι. Ἄλλως. Δίδυμος ἐν τῷ περὶ διεφθορυίας λέξεως οὕτως. ἐπὰν ἴδῃ τὸν θηρευ‐ τὴν ἡ πέρδιξ, προκυλινδεῖται αὐτοῦ ἐπισπωμένη πρὸς ἑαυτήν. ὡς δὲ γίνεται περὶ τὸ ἀγρεῦσαι αὐτὴν, οἱ νεοσ‐ σοὶ φεύγουσιν, εἶτα καὶ αὐτὴ διαδρᾶσα ὕστερον αὐτοὺς
20συνάγει.) —ἐκπερδικίσαι: Ἤγουν ἐκφυγεῖν. Vict.

sch av

769

τοιάνδε: Ἡ ἀντῳδὴ καὶ ἀντιστροφὴ ὁμοία καθ’ ἕκαστόν ἐστι τῇ στροφῇ καὶ ἀντιστροφῇ. ἐπὶ τῷ τέλει αἱ συνήθεις δύο διπλαῖ.

sch av

772

[κρέκοντες: Ἀντὶ τοῦ ἠχοῦντες. διὰ γὰρ τῆς τῶν πτερῶν κινήσεως ὕμνουν τὸν Ἀπόλλωνα.] —ἴακ‐ χον: Ἐβόων. Vict.

sch av

774

(παρ’ Ἕβρον: Ποταμὸν Θρᾴκης τὰ ῥεύματα ἔχοντα ἐκ Ῥοδόπης τοῦ Θρᾳκικοῦ ὄρους.) —ἐν δὲ τοῖς ποταμοῖς ποιοῦνται τὰς διατριβὰς τὰ ὄρνεα. V.

sch av

778

νήνεμος αἴθρη: Οἷον, ὑπὸ τῆς εὐαερίας λῆξις κυμάτων ἐγένετο. τοῦ γὰρ ἀέρος εὐδιεινοῦ ὄντος καὶ ἡ θάλασσα ἡσύχασεν. —Ἄλλως. ἀντὶ τοῦ ἡσύχασεν ἡ θάλασσα κυμαίνουσα κατακηρουμένη. Vict.

sch av

780

ἀντὶ τοῦ ἐκτύπησεν. R.

sch av

782

ἄνακτας: Ἀντὶ τοῦ τοὺς θεούς. ἔνθεν καὶ ἀνά‐ κτορα τὰ ἱερά.

sch av

783

Ὀλυμπιάδες: Αἱ κατοικοῦσαι ἐν τῷ Ὀλύμπῳ. Vict.

sch av

784

εὐφήμησαν. R.

sch av

785

οὐδὲν ἔστ’ ἄμεινον: Τὸ ἀντεπίρρημα ὅμοιον τῷ ἐπιρρήματι. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.

sch av

787

χοροῖσι τῶν τραγῳδῶν: Ὡς μακρῶν ὄντων τούτων.

sch av

789

ἐφ’ ἡμᾶς: Ἐπὶ τὸ θέατρον.

sch av

790

εἴτε Πατροκλείδης: Δοκεῖ ὁ Πατροκλείδης πο‐ λιτικὸς εἶναι καὶ λόγιος, ἄλλως δὲ κατασχημονῶν τῶν στρωμάτων, διὸ καὶ χεσᾶς ἐλέγετο. ἐξίδισε δὲ, ἐξετίλη‐ σεν, ἀπεπάτησεν.

sch av

793

εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν, ὅστις τυγχάνει: ἀντὶ τοῦ, μοιχὸς ὅστις ἐστὶν ὑμῶν. R. V.

sch av

794

ἐν βουλευτικῷ: Οὗτος τόπος τοῦ θεάτρου, ὁ ἀνειμένος τοῖς βουλευταῖς, ὡς καὶ ὁ τοῖς ἐφήβοις ἐφη‐ βικός. παρ’ ὑμῶν δὲ, ἐκ τοῦ θεάτρου.

sch av

798

ὡς Διιτρέφης γε: Εὐφρόνιος τὰ περὶ τῷ τραχήλῳ τῆς πυτίνης κρεμάμενα ἱμαντάρια ἑκατέρωθεν πτερὰ καλεῖσθαι, καὶ ὅτι οὗτος πυτίνας ἔπλεκεν. ἀμάρτυρα δὲ ἀμφότερα. τινὲς εἰς πένητα εἰρῆσθαι διὰ τὸ ἀνυπόκρι‐
5τον, ὡσεὶ ἔφη, μηδὲν ἔχων ἄλλο ἀλλ’ ἢ πίθου πόδας, ἢ χύτρας ὀμφαλούς. ὅτι δὲ ἦν νεόπλουτος οὗτος ἐνεφαί‐ νετο καὶ ἐν τοῖς Ἥρωσι («κἀπὸ τῆς Διιτρέφους τρα‐ πέζης,» εἰ μὴ ἐν εἰρωνείᾳ), καὶ πανταχοῦ ἅρπαξ καὶ πονηρὸς καὶ πολυπράγμων. (Πλάτων δὲ ἐν Ἑορταῖς
10καὶ ξένον «τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν.» Ἄλλως. οὗτος θάλλινα ποιῶν ἀγγεῖα ἐπλούτησε καὶ ἱππάρχησε καὶ ἐφυλάρχησεν.) πυτιναῖα μόνον ἔχων: Ὄρνεον μικρὸν ἡ πυτίνη. R. ὄρνεον μικρόν. πυτίνη δὲ πλέγμα ἐστίν. V.227

sch av

799

εἶτ’ ἐξ οὐδενὸς μεγάλα πράττει: (Παρὰ τὰ γραφέντα ἐκ Μυρμιδόνων Αἰσχύλου.) λέγει δὲ ὅτι [ἀρτίως] μέγας ὄρνις γέγονε καὶ οὐχ ὁ τυχών.

sch av

800

ἱππαλεκτρυών: Ἀντὶ τοῦ βουλευτής. ὁ γὰρ ἀλεκτρυὼν ἐν τοῖς ὄρνισιν ἐντιμότατος.

sch av

801

ταυτὶ τοιαυτί: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάλη‐ κτοι νʹ. μετὰ δὲ τὸν ιθʹ στίχον κῶλον ἰαμβικὸν μονόμε‐ τρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει κορωνίς. [ἐξῆλθον
5μὲν οἱ δύο ἐπτερωμένοι καὶ ἀλλήλων χλευάζοντες τὰ σχήματα.]

sch av

803

ὠκυπτέροις: Τῶν πτερῶν τὰ μὲν καλεῖται πτίλα, τὰ δὲ πτερὰ, τὰ δὲ ὠκύπτερα.

sch av

805

εἰς εὐτέλειαν: Εὐτελῶς γεγραμμένῳ χηνί.

sch av

806

ἀποτετιλμένῳ: Ἀντὶ τοῦ ἀποκεκαρμένῳ. δύο δὲ εἴδη κουρᾶς, σκάφιον καὶ κῆπος. (τὸ μὲν οὖν σκάφιον, τὸ ἐν χρῶ· ὁ δὲ κῆπος τὸ πρὸ μετώπου κεκοσμῆσθαι.)

sch av

807

ταυτὶ μὲν ᾐκάσμεθα: Διεσκέμμεθα.κατὰ τὸν Αἰσχύλον: Ἐκεῖνος γὰρ Λιβυστικὴν αὐ‐ τὴν καλεῖ παροιμίαν·
ὅδ’ ἐστὶ μύθων τῶν Λιβυστικῶν λόγος,
5
πληγέντ’ ἀτράκτῳ τοξικῷ τὸν αἰετὸν,
εἰπεῖν ἰδόντα μηχανὴν πτερώματος·
τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς
ἁλισκόμεσθα.
πεποίηκε γὰρ ὁ Αἰσχύλος ἀετὸν τετρωμένον λέγοντα
10ταῦτα, ἐπειδὴ εἶδε τὸ βέλος ἐπτερωμένον καὶ ἐμπεπαρ‐ μένον αὐτῷ. καὶ ἡμεῖς οὖν, φησὶν, οὐχ ὑπ’ ἄλλων πάσχομεν ταῦτα, ἀλλὰ τῇ ἑαυτῶν γνώμῃ.

sch av

808

[τοῖς αὐτῶν πτεροῖς: Ὅλον τοῦτο ἐκ Μυρμι‐ δόνων Αἰσχύλου. τὸ δὲ, οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα, ἀντὶ τοῦ, ἑαυτοῖς ταῦτα πεποιή‐ καμεν.]

sch av

809

ἄγε δὴ τί χρὴ δρᾷν: Ἔν τισιν ὅλον ἕν. ἐν ἐνίοις δὲ τὸ ἄγε δὴ τοῦ ἔποπος.

sch av

810

μέγα: Παράδοξον, ὃ οὐκ ὠνόμασταί ποτε. τοῖς θεοῖς: Τοῖς ὄρνισι δηλονότι.

sch av

815

ἔοικε καὶ ἐκ τούτων Σπάρτη πόλις καλεῖσθαι τότε. V.

sch av

816

οὐδ’ ἂν χαμεύνην: (Δίδυμός φησιν, οὐδ’ ἂν σπάρτον, ᾧ χρησαίμην,) οὕτω μισῶ τὴν Σπάρτην. χαμεύνη δὲ, ταπεινὴ κλίνη. ὅθεν καὶ τὸ ὄνομα εἴλη‐ φεν. Ἄλλως. οὐδ’ ἂν τὴν χαμεύνην ὀνομάσαιμι
5σπάρτην, εἴ γε κειρίας ἔχοιμι, καὶ μὴ σπαρτίον δεή‐ σαι μοι αὐτῇ ἐντεῖναι. ἡ δὲ χαμεύνη εὐτελής ἐστιν.ἡ δὲ κειρία εἶδος ζώνης ἐκ σχοινίων, παρεοικὸς ἱμάντι, ᾗ δεσμοῦσι τὰς κλίνας.

sch av

819

ἀντὶ τοῦ ὑπερήφανον. R.V. Νεφελοκοκκυγίαν:
Παρὰ τὰς νεφέλας καὶ τὸν κόκκυγα. ἔστι δὲ εἶδος ὀρ‐ νέου. χαῦνον δὲ ἀντὶ τοῦ πλατὺ καὶ μέγιστον. τὰ γὰρ χαῦνα εἰς πλάτος ἁπλοῦται.Column end

sch av

822

ἵνα καὶ τὰ Θεαγένους: Προείρηται ὅτι πένης οὗτος, ἔλεγε δὲ ἑαυτὸν πλούσιον. εἰσὶ δὲ ἄλλοι δύο Θεαγένεις, εἷς μὲν ὁ περὶ Ὁμήρου γράψας, ἕτερος δὲ ὁ ἐπὶ μαλακίᾳ σκωπτόμενος. (Ἄλλως. λέγεται
5ὅτι μεγαλέμπορός τις ἐβούλετο εἶναι, περαΐτης ἀλαζὼν, ψευδόπλουτος. ἐκαλεῖτο δὲ καπνὸς, ὅτι πολλὰ ὑπι‐ σχνούμενος οὐδὲν ἐτέλει. Εὔπολις ἐν Δήμοις.)

sch av

823

τά τ’ Αἰσχίνου γε ἅπαντα: Καὶ οὗτος πένης, θρυπτόμενος καὶ αὐτὸς ἐπὶ πλούτῳ, καὶ λέγων ἑαυτὸν πλούσιον. ἦν δὲ Αἰσχίνης Σελλοῦ. ἔλεγον δὲ ἐκ μετα‐ φορᾶς τοὺς τοιούτους Σελλούς. καὶ τὸ ἀλαζονεύεσθαι δὲ
5σελλίζειν.

sch av

824

τὸ Φλέγρας πεδίον: Ἔξωθεν ὑπακουστέον τὸν ἤ διασαφητικὸν σύνδεσμον. βέλτιον, φησὶ, πιστεύειν τὰ χρήματα τούτων ἐν Νεφελοκοκκυγίᾳ ἀποκεῖσθαι, ἢ εἰς τὸ Φλέγρας πεδίον. διαβάλλει δὲ αὐτὸ ὡς κἀκεῖνο
5πεπλασμένον ὑπὸ τῶν ποιητῶν. ἔστι δὲ τῆς Θρᾴκης πεδίον. Δίδυμος δέ φησι, διὰ τὴν ὁμοιότητα τῶν ὀνο‐ μάτων τῆς Φλέγρας καὶ τῆς Νεφελοκοκκυγίας.

sch av

825

κᾆθ’ ὑπερηκόντισαν: Δέον εἰπεῖν κατεπολέμη‐ σαν, φησὶ τοῖς ἀλαζονεύμασιν αὐτῶν ὑπερεβάλοντο αὐτούς.

sch av

827

τῷ ξανοῦμεν τὸν πέπλον: Τῇ Ἀθηνᾷ πολιάδι οὔσῃ πέπλος ἐγίνετο παμποίκιλος, ὃν ἀνέφερον ἐν τῇ πομπῇ τῶν Παναθηναίων.

sch av

828*

τί οὐκ Ἀθηναίαν: Ὅτι τὴν θεὸν οὕτως ἔλε‐ γον Ἀθηναίαν. διὸ καὶ τὴν πολῖτιν οὐκ Ἀθηναίαν, φεύγοντες τὴν ὁμωνυμίαν, [ἀλλ’ ἀστήν. φαίνονται μέντοι καὶ τὴν πολῖτιν Ἀθηναίαν λέγοντες πανταχοῦ].

sch av

829

καὶ πῶς ἂν ἔτι γένοιτο: Ἐὰν τὴν Ἀθηνᾶν στήσωμεν πολιοῦχον γυναῖκα οὖσαν.

sch av

831

οὗτος διεβάλλετο ὡς γυναικώδης. R. ὡς γυναι‐ κώδης οὗτος κωμῳδεῖται. V.

sch av

832

τῆς πόλεως τὸ Πελαργικόν: Ὅτι Ἀθήνησι τὸ Πελαργικὸν τεῖχος (ἐν τῇ ἀκροπόλει), οὗ μέμνηται Καλλίμαχος [fr. 283] «Τυρσηνῶν τείχισμα Πελαργι‐ κόν.»

sch av

833

ὄρνις ἀφ’ ἡμῶν: (Μήποτε νῦν) τὸν ἀλεκτρυόνα λέγει. (Μῆδος γὰρ λέγεται. Ἄρεως δὲ νεοττὸς, ἐπεὶ ἄλκιμος καὶ μάχιμος.)

sch av

835

Ἄρεως νεοττός: (Νεοττοί τινες ἀλεκτρυόνες λέγονται ὡς καὶ Μηδικοί. ἴσως δέ τις ἦν καλὸς παῖς νεοττός τοὔνομα, πρὸς ὃν παίζει, ὦ νεοττὲ δέσποτα. οὕτω Δίδυμος. Ἄλλως.) ἐπεὶ μάχιμος ὁ ἀλεκτρυών.
5φασὶ δὲ αὐτὸν ἄνθρωπον ὄντα κατασταθῆναι ὑπὲρ Ἄρεως ἐν τῷ οἴκῳ Ἡφαίστου, τηρεῖν αὐτοῦ τὴν ἄφιξιν διὰ τὴν μοιχείαν τῆς Ἀφροδίτης. ὁ δὲ ἀπεκοιμήθη. φωραθεὶς οὖν ὁ Ἄρης, εἰς τὸ τοιοῦτον αὐτὸν μετέβαλεν ὄρνεον ὡς ἠμεληκότα τῆς φυλακῆς. ὁ δὲ μεμνημένος,
10τὴν ὥραν ἐκείνην ἄρχεται ᾄδειν, τὴν τοῦ ἡλίου προαι‐ σθόμενος ἄνοδον, καθ’ ἣν ὁ Ἥφαιστος εἰώθει ἐπανή‐
κειν οἴκαδε.228

sch av

836

ὥσθ’ ὁ θεὸς ἐπιτήδειος: Δίδυμός φησι τὸ Πε‐ λαργικὸν τεῖχος ἐπὶ πετρῶν κεῖσθαι. (Ἄλλως. τὸ Πελαργικὸν καὶ αὐτὸ τραχύ. ἀλλὰ διὰ τί ἐπιτήδειος ἐπὶ πετρῶν οἰκεῖν, εἴπερ ἀλεκτρυών ἐστιν, εἰ μὴ τὸν
5πελαργὸν, ἅμα παίζων καὶ πρὸς τὸ ὄνομα; ἀλλὰ διὰ τί Περσικὸν, ἢ Ἄρεος νεοττός;)

sch av

839

χάλικας: Λίθους. V. ἀποδὺς ὄργασον: Κυρίως πίσσωσαι. ὀργὴ γὰρ παρ’ Ἴωσιν ἡ πίσσα. (σημαίνει δὲ καὶ τὸ σπαργᾶν ὀργίζε‐ σθαι. νῦν δὲ ἀντὶ τοῦ μάλαξον. Εὔπολις Προσπαλτίοις
5«ἢ πηλὸν ὀργάζειν τινά.»)

sch av

840

(κατάπες’ ἀπὸ τῆς κλίμακος: Τοῦτο ἔκθλιψιν πέπονθε τοῦ κατάπεσε δευτέρου ἀορίστου. οὐ γὰρ ἐν χρήσει τὸ ἔπεσα, ἵνα καὶ τὸ πέσον.)

sch av

841

τὸ πῦρ ἔγκρυπτ’ ἀεί: (Ἵνα σχῇ αὐτὸ, εἰ χρεία γενήσεται φυλακῆς.) εἰώθασι γὰρ ἐν ταῖς φυλακαῖς πυρκαϊὰς καίειν.

sch av

842

κωδωνοφορῶν: Οἱ περίπολοι οἱ τὰς φυλακὰς περισκοποῦντες ἐρχόμενοι ἐπὶ τοὺς φύλακας κώδωνας εἶχον, καὶ διὰ τούτων ἐψόφουν, πειράζοντες τὸν καθεύ‐ δοντα, καὶ ἵνα οἱ φυλάττοντες ἀντιφθέγγωνται. (μή‐
5ποτε δὲ παρακωμῳδεῖ τὸν Εὐριπίδου Παλαμήδην οὐ πρὸ πολλοῦ δεδιδαγμένον.)

sch av

843

εἰς θεοὺς ἄνω: Ἐπεὶ μεταξὺ γῆς καὶ οὐρανοῦ ἐστιν ὁ ἀήρ.

sch av

846

οἴμωζε παρ’ ἐμὲ: Παίζων τοῦτό φησιν, ἐπειδὴ εἶπεν αὐτῷ παρ’ ἐμέ.

sch av

849

πομπεύσοντα. R.

sch av

850

τὴν χέρνιβα: Ἀντὶ τοῦ τὸ ὕδωρ. Δημοσθένης [p. 618] «καὶ χερνίβων καὶ κανῶν ἁψόμενον.» εἴη δ’ ἂν ἀπὸ εὐθείας τῆς χέρνιψ.

sch av

851

ὁμορροθῶ: Κορωνὶς καὶ εἴσθεσις μετὰ χοροῦ καὶ στροφὴ κώλων διαφόρων θʹ. ὧν τὸ αʹ περίοδος ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς καταληκτικῆς. τὰ ἑξῆς τρία τροχαϊκὰ, τὸ μὲν ἑφθημιμερὲς, τὸ δὲ πενθημι‐
5μερὲς, τὸ δ’ ἀκατάληκτον δίμετρον, ὡς καὶ τὸ ὄγδοον. τὸ ϛʹ ἀναπαιστικὴ βάσις. τὸ ζʹ ἰαμβικὸν ἑφθημιμερὲς καὶ τὸ θʹ. τινὲς δὲ προστιθέασι καὶ «ᾠδάν.» ὑφ’ ὃ κο‐ ρωνίς.(ὁμορροθῶ: Σοφοκλέους ἐκ Πηλέως, ἀντὶ τοῦ, τὸ
10αὐτὸ φρονῶ. ὁμορροθεῖν δὲ κυρίως τὸ ἅμα καὶ συμ‐ φώνως ἐρέσσειν. νῦν δὲ ἀντὶ τοῦ συνεργῶ τῇ εἰς θεοὺς θυσίᾳ.)

sch av

852

συμπαραινέσας ἔχω: Ἀντὶ τοῦ συμπαρῄνεσα.

sch av

853

προσόδια μεγάλα: (Ἀπὸ τῶν προσόδων.) οὕτω δὲ ἔλεγον τὰς προσαγομένας τοῖς θεοῖς πομπὰς, καὶ προσόδια τὰ εἰς πανηγύρεις τῶν θεῶν ποιήματα παρὰ τῶν λυρικῶν λεγόμενα.

sch av

857

Πυθιὰς βοὰ: Βοᾷ ὁ αὐλητής. εἴρηται ὅτι ἐπὶ ταῖς θυσίαις ηὔλουν. Ἄλλως. ἡ μετ’ αὐλοῦ γινο‐ μένη βοή. τὸ Πύθιον μέλος. ἔνθεν καὶ πυθαύλης γίνε‐ ται. οὕτω δὲ ἔλεγον τὸν παιᾶνα. καὶ τοῦτο δὲ ἐκ
5Πηλέως.

sch av

858

Χαῖρις ᾠδάν: Ὡς αὐτομάτως ἐπιόντος αὐτοῦ ταῖς εὐωχίαις. ἦν δὲ ὁ Χαῖρις οὗτοσ κιθαρῳδὸς ψυ‐ χρὸς καὶ γέγονεν αὐλητής. μνημονεύει δὲ αὐτοῦ καὶ Φερεκράτης ἐν Ἀγρίοις «φέρ’ ἴδω κιθαρῳδὸς τίςColumn end
5«κάκιστος ἐγένετο; (ὁ Πεισίου Μέλης. μετὰ δὲ Μέ‐ «λητα τίς; ἔχ’ ἀτρέμ’, ἐγᾦδα, Χαῖρις.» ἔστι καὶ) ἕτε‐ ρος αὐλητὴς, οὗ μνημονεύει Κρατῖνος ἐν Νεμέσει.

sch av

859

παῦσαι σὺ: Εἴσθεσις συστηματικὴ ἀμοιβαίας ἓξ περιόδους ἔχουσα. τῆς δὲ πρώτης στίχοι τρεῖς ἰαμ‐ βικοὶ ἀκατάληκτοι. καὶ ἐν ἐκθέσει ἕτερος ὁμοίως. ὑφ’ ὃν παράγραφος. ἔξεισιν ἱερέα καὶ αὐλητὴν ἔχων.

sch av

861

[οὔπω κόρακ’ εἶδον: Ἴσως ὡς μέλανα σκώ‐ πτει. ἔοικε δὲ ὁ αὐλητὴς διεσκευάσθαι εἰς κόρακα. φόρβιον δέ ἐστι τὸ περικείμενον τῷ στόματι τοῦ αὐ‐ λητοῦ δέρμα, ἵνα μὴ σχισθῇ τὸ χεῖλος αὐτοῦ.]
5(ἐμπεφορβιωμένον: Φορβειά ἐστιν ὁ χαλινός. Ἡρω‐ διανὸς ἐν τῇ βίβλῳ φησὶ τῆς Ὀδυσσειακῆς προσῳδίας τὸ φορβειά διὰ τῆς εἰ διφθόγγου γράφεσθαι καὶ ὀξυ‐ τόνως.)

sch av

864

δράσω τάδ’· ἀλλὰ: Ἡ δευτέρα περίοδος κώ‐ λων καὶ στίχων ἐστὶ δέκα. ὧν ὁ πρῶτος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. τὸ βʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτων καὶ σπονδείου. τὸ γʹ ὅμοιον ἐξ
5ἐπιτρίτων καὶ αὐτὸ τρίμετρον βραχυκατάληκτον. τὸ τέταρτον ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ εʹ καὶ ϛʹ δίμε‐ τρα βραχυκατάληκτα τροχαϊκά. ὁ ζʹ ὅμοιος τῷ αʹ, τὸν βʹ ἔχων πόδα χορεῖον. τὸ ηʹ ὅμοιον τῷ γʹ. τὸ θʹ ἀναπαιστι‐ κὸν ἑφθημιμερές. τὸ ιʹ Ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον
10βραχυκατάληκτον. ἐν ἐκθέσει δ’ ἴαμβος τῷ πρώτῳ ὅμοιος. ὑφ’ ὃν παράγραφος.

sch av

865

τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ: Ἐμιμήσατο τὰ τῶν ἀνθρώπων ἤθη. καὶ γὰρ ἔθος ἀπὸ τῆς Ἑστίας ἀπάρ‐ χεσθαι (ἐν ταῖς θυσίαις). ἔμιξε δὲ τὰ ἐπίθετα τῶν θεῶν τοῖς ὀρνέοις, Ἑστίᾳ ὀρνιθείῳ καὶ ἰκτίνῳ ἑστιούχῳ

sch av

869

(ὦ σουνιέρακε: Ἐπεὶ περὶ ὀρνίθων ὁ λόγος, ἀντὶ τοῦ Σουνιάρατε. φαίνεται δὲ εἶναι Ποσειδῶνος τὸ ἐπίθετον. καὶ ἐν Ἱππεῦσι [560] «ὦ δελφίνων μεδέων Σουνιάρατε.» παρὰ τὸ ἐν τῷ Σουνίῳ ἄκρῳ τῆς Ἀττικῆς
5τὰς εὐχὰς καὶ τὰς ἀρὰς δέχεσθαι.) Πελαργικὲ δὲ, ἀντὶ τοῦ Πελασγικέ. ἅμα δὲ ἴσως καὶ παρὰ τὸν πελαργὸν, καὶ ὅτι ὁ Ποσειδῶν πελάγους ἔφορος.

sch av

873

οὐκέτι Κολαινὶς: (Παρὰ τὴν τῆς φωνῆς ὁμοιό‐ τητα Ἀρτέμιδι ἐπώνυμον ἡ κολαινίς. Μεταγένης δὲ ἐν Αὔραις «τίς ἡ Κολαινὶς Ἄρτεμις; ἱερεὺς γὰρ ὢν τετύχηκα τῆς Κολαινίδος.» φησὶ δὲ Ἑλλάνικος Κό‐
5λαινον Ἑρμοῦ ἀπόγονον ἐκ μαντείου ἱερὸν ἱδρύσασθαι Κολαινίδος Ἀρτέμιδος. καὶ Φανόδημος ἐν τῇ δʹ. Εὐ‐ φρόνιος δέ φησιν ὅτι ἐν Ἀμαρύνθῳ ἡ Κολαινὶς, διὰ τὸ τὸν Ἀγαμέμνονα θῦσαι αὐτῇ ἐκεῖ κριὸν κόλον. ἐπὶ ταύτης δὲ Καλλίμαχος [fr. 76] λέγει
10
τὴν ὡγαμέμνων, ὡς ὁ μῦθος, εἴσατο,
τῇ καὶ λίπουρα καὶ μόνωπα θύεται.
τοῦτο δὲ μήποτε ἐσχεδίασται. οἱ γὰρ Μυρρινούσιοι
Κολαινίδα ἐπονομάζουσι τὴν Ἄρτεμιν, ὥσπερ Πει‐ ραιεῖς τὴν Μουνυχίαν, Φιλαΐδαι δὲ τὴν Βραυρωνίαν.229
15—Ἄλλως.) ἔπαιξε πάλιν. κόλαινον γὰρ εἶδος ὀρνέου, διό φησιν Ἄρτεμιν ὀρνιθείαν καλεῖσθαι. ἔστι γὰρ καὶ Ἄρτεμις Κολαινίς. R. V. Ἀκαλανθὶς Ἄρτεμις: Ἡ κύων, παρὰ τὸ αἰκάλλειν ἴσως τοὺς γνωρίμους, ὑλακτεῖν δὲ τοὺς ξένους. ὅθεν
20κώδωνα προσαγορεύει αὐτὴν Ἀριστοφάνης ἐν Εἰρήνῃ [1078], ὅτι ἐπειγομένη τυφλὰ τίκτει. ἔστι δὲ καὶ εἶδος ὀρνέου ἀκαλανθίς.

sch av

874

καὶ φρυγίλῳ: Ἡ τρίτη περίοδος κώλων καὶ στίχων ἐστὶν ἑπτά. ὧν τὸ αʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ δακτυλικὸν πενθημιμερές. τὸ γʹ ἑφθημιμερές. τὸ δʹ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον.
5τὸ εʹ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον, ἔχον τὸν βʹ πόδα τρίβραχυν, εἰ δὲ βούλει, Ἰωνικὸν ἀπ’ ἐλάτ‐ τονος, τρίμετρον καταληκτικὸν ἐκ παίωνος. τὸ ϛʹ ἀνα‐ παιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζʹ ἰαμβικὸν ἑφθη‐ μιμερές. ἐν ἐκθέσει ἴαμβος τρίμετρος ἀκατάληκτος. ὑφ’
10ὃν παράγραφος]. καὶ φρυγίλῳ Σαβαζίῳ: (Παίζει πρὸς τὸ ὄνομα, ἐπεὶ οἱ Φρύγες τὸν Σαβάζιον τιμῶσι. τίς δέ ἐστιν οὗτος ὁ θεὸς ὁ Ἡρακλεώτης περὶ Ἡρακλείας ἐν τῷ βʹ φησὶν οὕτως «φαίνεται γὰρ ἐξ ὧν εὑρίσκομεν συλ‐
15«λογιζόμενοι πολλαχόθεν ὅτι Διόνυσος καὶ Σαβάζιος «εἷς ἐστι θεὸς, τυχεῖν δὲ τῆς προσηγορίας ταύτης παρὰ «τὸν γινόμενον περὶ αὐτὸν θειασμόν. τὸ γὰρ εὐάζειν «οἱ βάρβαροι σαβάζειν φασίν. ὅθεν καὶ τῶν Ἑλλήνων «τινὲς ἀκολουθοῦντες τὸν εὐασμὸν σαβασμὸν λέγου‐
20«σιν.» Ἄλλως.) παίζει πρὸς τὸ ὄνομα, ἐπεὶ Φρύ‐ γες τὸ εὐάζειν σαβάζειν φασὶ καὶ ἐκ τούτου Σαβάζιον τὸν Διόνυσον λέγουσι. σάβους δὲ ἔλεγον καὶ τοὺς ἀφιε‐ ρωμένους αὐτῷ τόπους καὶ τοὺς βάκχους τοῦ θεοῦ. ὁ αὐτὸς δὲ Ὕας καὶ Εὔαιος καλεῖται. (ἔστι δὲ καὶ εἶδος
25ὀρνέου, ὃ καλεῖται φρυγίλος. παρὰ τοῦτο οὖν ἔπαιξε τὸν Διόνυσον ὀρνίθειον φάσκων τιμᾶσθαι. Ἄλλως. ἐπεὶ Φρυγῶν ὁ θεός. καὶ ἐν Ὥραις
τὸν Φρύγα, τὸν αὐλητῆρα, τὸν Σαβάζιον.)

sch av

875*

καὶ στρουθῷ μεγάλῃ: Ὅτι καὶ ἐπὶ τῆς στρου‐ θοκαμήλου τὸ μεγάλη προσετίθεσαν. ἔπαιξε δὲ διὰ τὸ μέγεθος [τῇ Ῥέᾳ ταύτην προσεικάσας.]

sch av

877

Κυβέλη: Κυβέλην φασὶ τὴν Ῥέαν, παρὰ τὰ Κύβελα ὄρη. ὀρεία γὰρ ἡ θεός. διὸ καὶ ἐποχεῖται λεόν‐ των ζεύγει. τὸ δὲ μῆτερ Κλεοκρίτου, παρ’ ὑπόνοιαν ἐπήγαγεν, βουλόμενος αὐτὸν διαβάλλειν ὡς στρουθό‐
5ποδα, τουτέστι μεγαλόπουν. ἐκωμῳδεῖτο δὲ ὡς ξένος καὶ δυσγενής. Σύμμαχος προείρηκεν ὅτι ξένος καὶ τάχα ὑποκριτής. νῦν δὲ ἐμφαίνεται, ὅτι καὶ τὴν ὄψιν στρουθώδης. ὁ δὲ Δίδυμος μητέρα Κλεοκρίτου, ὅτι ὡς (γυναικίας καὶ) κίναιδος κωμῳδεῖται. ἐν δὲ τοῖς μυστη‐
10ρίοις τῆς Ῥέας μαλακοὶ πάρεισι. καὶ ἴσως ἕτερος ἂν εἴη τοῦ παρ’ Εὐπόλιδος ἐν Δήμοις καὶ Κόλαξι. (στρουθὲ μῆτερ: Ἡρωδιανὸς ἐν τῷ [Il. Λ, 186]
βάσκ’ ἴθι Ἶρι ταχεῖα τὸν Ἕκτορι μῦθον ἔνισπε ἐπιμερισμῷ φησι τὸν Χάρητα λέγειν βαρύνειν Ἀττι‐
Column end
15κοὺς τὸ στροῦθος, ὁμοίως καὶ ἐν τῷ ἑκκαιδεκάτῳ τῆς καθόλου λέγων καὶ Τρύφωνα μεμνῆσθαι ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδίας.)

sch av

880

Χίοισιν ἥσθην: Καὶ τοῦτο ἀφ’ ἱστορίας ἔλαβεν. ηὔχοντο γὰρ Ἀθηναῖοι κοινῇ ἐπὶ τῶν θυσιῶν ἑαυτοῖς τε καὶ Χίοις, ἐπειδὴ ἔπεμπον οἱ Χῖοι συμμάχους εἰς Ἀθήνας, ὅτε χρεία πολέμου προσῆν. (καθάπερ Θεό‐
5πομπος ἐν τῷ ιβʹ τῶν Φιλιππικῶν φησιν οὕτως «οἱ «δὲ πολλοὶ τοῦ ταῦτα πράττειν ἀπεῖχον. ὥστε τὰς εὐ‐ «χὰς κοινὰς καὶ περὶ ἐκείνων καὶ σφῷν αὐτῶν ἐποιοῦντο, «καὶ σπένδοντες ἐπὶ ταῖς θυσίαις ταῖς δημοτελέσιν «ὁμοίως ηὔχοντο τοῖς θεοῖς Χίοις διδόναι τἀγαθὰ καὶ
10«σφίσιν αὐτοῖς.» λέγει δὲ περὶ τῆς Χίου καὶ Εὔπολις ἐν Πόλεσιν
αὕτη Χίος, καλὴ πόλις.
πέμπει γὰρ ὑμῖν ναῦς μακρὰς, ἄνδρας θ’ ὅταν δεήσῃ,
καὶ τἄλλα πειθαρχεῖ καλῶς, ἄπληκτος ὥσπερ ἵππος.
15τὰ αὐτὰ τοῖς Θεοπόμπου καὶ Θρασύμαχός φησιν ἐν τῇ μεγάλῃ τέχνῃ. ὁ δὲ Ὑπερίδης ἐν τῷ Δηλιακῷ καὶ ὅτι Χῖοι ηὔχοντο Ἀθηναίοις δεδήλωκεν.)

sch av

882

καὶ ἥρωσι καὶ ὄρνισιν: Ἡ τετάρτη περίοδος κώλων καὶ στίχων ὀκτώ. ὁ αʹ ἀντισπαστικὸς τετράμε‐ τρος βραχυκατάληκτος. ὁ βʹ Ἰωνικὸς ἀπὸ μείζονος τρί‐ μετρος καταληκτικός. τὸ γʹ ὅμοιον δίμετρον ὑπερκατά‐
5ληκτον ἐκ παίωνος. τὸ δʹ ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ εʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν, εἰ δὲ βούλει, δακτυλικὸν τρίμετρον. τὸ ϛʹ ὅμοιον δακτυλικὸν ἑφθη‐ μιμερές. τὸ ζʹ χοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ὄγδοον ἰαμβικὸν πενθημιμερές. ὑφ’ ὃ παράγραφος.

sch av

883

καὶ πελεκᾶντι: Μήποτε πελέκας προενεκτέον ὡς ἀλίβας. ὁ δὲ πελεκῖνος τῷ πελεκᾶντι προσέρριπται. πελεκὰν μέντοι πελεκάνος κοινῶς, πελεκᾶς πελεκᾶντος Ἀττικῶς, πελεκᾶς πελεκᾶ Δωρικῶς.

sch av

884

καὶ φλέξιδι: Ἐπισκεπτέον περὶ τούτων ἐκ τῆς τῶν ζῴων ἱστορίας, τίς ὁ τέτραξ καὶ φλέξις καὶ ἐλα‐ σᾶς. ἡ γὰρ βάσκα καὶ καταρράκται εἰσὶ παρὰ Καλλι‐ μάχῳ ἀναγεγραμμέναι. (καὶ ἀντὶ ἐδωλίου εἰδώλιος.)
5ὁ δὲ αἰγίθαλλος, οὔτ’ ἐρισάλπιγξ. ἔστι δὲ ὑπὸ τὸν ἱέ‐ ρακα. οὕτως δὲ ὠνομάσθη, ὥς τινες, παρὰ τὸ ἐξ αἰγὸς τεθηλακέναι.

sch av

889

παῦ’ ἐς κόρακας: Ἡ πέμπτη περίοδος ἐκ στί‐ χων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϛʹ. ἐπὶ τῷ τέλει παράγραφος.

sch av

890

[ἐπὶ ποῖον: Τοῦτο εἰς διαβολὴν τοῦ χορηγοῦ, ὅτι μικρὸν δέδωκεν ἱερεῖον.]

sch av

891

ἁλιαιέτους: Εἶδος ἀετοῦ [ὁ ἁλιαίετος] ἐν θαλάσ‐ σῃ διαιτώμενος.

sch av

893

ἄπελθ’ ἀφ’ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα: Πρὸς τὸν ἱερέα λέγει, ὡς μικροῦ ὄντος τοῦ ἱερείου καὶ μὴ δυναμένου πρὸς τὴν θυσίαν αὐτουργῆσαι.

sch av

895

εἶτ’ αὖθις αὖτ’ ἄρα σοι: Ἡ ϛʹ περίοδος ἐν ἐκ‐
θέσει κώλων ἐστὶν ὀκτώ. τὸ αʹ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ βʹ τροχαϊκὸν ἑφθημιμερές. τὸ γʹ δα‐ κτυλικὸν δίμετρον τοῦ βʹ ποδὸς προκελευσματικοῦ. τὸ230
5δʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον τῶν αʹ καὶ βʹ ποδῶν χορείων. τὸ εʹ ὅμοιον ἐκ χορείων. τὸ ϛʹ τροχαϊκὸν ἰθυ‐ φαλλικὸν τοῦ αʹ ποδὸς χορείου. ὁ ζʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. τὸ ηʹ Ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον. ἐπὶ τῷ τέλει αἱ συνήθεις δύο δι‐
10πλαῖ.

sch av

898

εἰ καὶ ἑνὶ μόνῳ ἀρκέσει τὸ θῦμα. R.

sch av

899

μάκαρας ἕνα τινὰ: Εἰπὼν πληθυντικῶς ἔλαβε τὸ ἑνικὸν λέγων ἕνα.]

sch av

902

γένειόν ἐστι καὶ κέρατα: Ἐπὶ τῶν ἱερείων τῶν μὴ ἐχόντων σάρκας τοῦτό φησιν. ἔστι δὲ παροιμιῶδες, ὡσεὶ ἔλεγε, τρίχες καὶ κέρατα.

sch av

903

θύοντες εὐξώμεσθα: Εἴσθεσις ἑτέρας περιόδου ἀμοιβαίας κώλων καὶ στίχων ιηʹ. ὧν οἱ αʹ, εʹ, θʹ, ιʹ καὶ οἱ τελευταῖοι ἓξ ἴαμβοι. οὗτοι μὲν ἀκατάληκτοι τρίμετροι. ὁ δὲ δʹ ἑφθημιμερής. ὁ δεύτερος χοριαμβικὸς
5τρίμετρος καταληκτικὸς, τὸν πρῶτον ἔχων πόδα πεν‐ τασύλλαβον. τὸ γʹ τροχαϊκὸν πενθημιμερές. ὁ ϛʹ Ἰω‐ νικὸς τετράμετρος βραχυκατάληκτος. τὰ ζʹ, ιαʹ δακτυ‐ λικὰ, τὸ μὲν πενθημιμερὲς, τὸ δὲ τρίμετρον καταλη‐ κτικὸν εἰς δισυλλαβίαν. τὰ ηʹ, ιβʹ ἀναπαιστικὰ ἑφθη‐
10μιμερῆ. ἐπὶ τῷ τέλει παράγραφος.

sch av

904

Νεφελοκοκκυγίαν τὴν εὐδαίμονα: Ἔρχεταί τις ποιητὴς ὡς ἐπὶ νεοκτίστου πόλεως ἐγκώμια λέξων.

sch av

911

δοῦλος ὢν κόμην ἔχεις: Διὰ τὸ θεράπων, δοῦ‐ λος εἶπεν. ἦν δὲ τῶν ἐλευθέρων τὸ κομᾶν.

sch av

913

περισσὰ τινὲς ταῦτα. R. (θεράποντες ὀτρηροὶ: Ἐπειδὴ ὀτρηροὶ ἐπὶ τῶν θεραπόντων λέγεται. ἐπεπί‐ στευτο δὲ καὶ ὁ Μαργίτης τοῦ Ὁμήρου εἶναι. ἐν ᾧ εἴρη‐ ται
5Μουσάων θεράπων καὶ ἑκηβόλου Ἀπόλλωνος.)

sch av

915

οὐκ ἐτὸς ὀτρηρὸν: Παίζει παρὰ τὸ ὀτρηροὶ, ὅτι τετρημένον ἦν αὐτοῦ καὶ τὸ ἱμάτιον.

sch av

918

κύκλιά τε πολλὰ: Τὰ τὴν αὐτὴν ὑπόθεσιν ἔχοντα, ταῦτα κύκλια ἔλεγον. ἀντὶ τοῦ ἃ αἱ παρθένοι ᾖδον. κύκλια δὲ καλοῦνται μέλη, τὰ ἐπεκτεταμένα. ἔστι δὲ διηγηματικόν. (Ἄλλως. ἀντὶ τοῦ κατάτεχνα.
5ποικίλα οἷον ὕμνους, παιᾶνας, προσόδια, καὶ τὰ λοιπὰ τούτοις παραπλήσια. προπερισπωμένως δὲ τὸ ὄνομα, τὰ παρθενεῖα. ἔστι δὲ τὰ εἰς παρθένους ᾀδόμενα.)

sch av

920

ταυτὶ σὺ: Ἐντεῦθεν διαιρεῖται τὰ πρόσωπα εἰς συστηματικὰς περιόδους ἀμοιβαίας ηʹ. καὶ ἔστιν ἡ πρώτη περίοδος στίχων ἰαμβικῶν τριμέτρων δʹ. ἡ βʹ στίχων καὶ κώλων ζʹ. ὧν ὁ πρῶτος χοριαμβικὸς τρί‐
5μετρος καταληκτικός. τὸ βʹ ὅμοιον δίμετρον ἀκατάλη‐ κτον, τὸν δεύτερον ἔχων πόδα πεντασύλλαβον. τὸ τρίτον περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς βάσεως. τὸ δʹ ἀσυν‐ άρτητον ἐξ ἀναπαιστικῆς καὶ ἰαμβικῆς βάσεως. τὸ εʹ τροχαϊκὴ βάσις ἐκ χορείων. τὸ ϛʹ ἰαμβικὸν δίμετρον
10βραχυκατάληπτον εἰ δὲ βούλει, Ἰωνικὸν ἑφθημιμερές. τὸ ζʹ Ἰωνικὸν δίμετρον ἀκατάληκτον. ὑφ’ ὃ παράγρα‐ φος.Column end

sch av

922

οὐκ ἄρτι θύω: Πρὸς τὸ ἔθος. εἴρηται δὲ πρό‐ τερον ὅτι ἐπὶ ἐνεστῶτος. σαφὲς δὲ ὅτι τὰ ὀνόματα τῶν παίδων ἐτίθεσαν τῇ δεκάτῃ.

sch av

924

ἀλλά τις ὠκεῖα Μουσάων: Ἡ τῶν Μουσῶν φάτις ταχεῖά ἐστιν, ὡς ἵππος ὠκεῖα. ἤτοι δὲ καθολικῶς λέγει, ἐπεὶ πτερόεντα τὰ ἔπη καὶ ταχέως διαγγέλλοντα τὰ πράγματα, ἢ πρὸς ἑαυτὸν ταχέως γράφοντα τὰ
5ποιήματα.

sch av

926

σὺ δ’ ὦ πάτερ κτίστορ: Ἐκ τῶν Πινδάρου ὑπορχημάτων [fr. 71] «ξύνες ὅ τι λέγω ζαθέων ἱερῶν ἐπώνυμε πάτερ κτίστορ Αἴτνας.» ἐπειδὴ ὁ Ἱέρων ἔκτι‐ σεν αὐτήν.

sch av

929

παίζει πρὸς τὸ Πινδαρικόν. τῇ γὰρ κεφαλῇ ἐπι‐ νεύουσιν οἱ βασιλεῖς. R. V.

sch av

930

ἐμὶν τεΐν: Χλευάζει τῶν διθυραμβοποιῶν τὸν συνεχῆ ἐν τοῖς τοιούτοις Δωρισμὸν, καὶ μάλιστα τὸν Πίνδαρον, συνεχῶς λέγοντα ἐν ταῖς αἰτήσεσι τὸ ἐμίν.

sch av

931

τουτὶ παρέξει: Ἡ τρίτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων πέντε. ἐπὶ τῷ τέλει παράγραφος.

sch av

933

σὺ μέντοι σπολάδα: Πρὸς τὴν σπολάδα, ὅτι δι‐ φθέρα ὁποιαοῦν. Σοφοκλῆς Αἴαντι Λοκρῷ «καταστίκτου «κυνὸς σπολὰς Λίβυσσα παρδαληφόρον δέρος.» Καλ‐ λίστρατος δὲ, οἷον ἔφαπτον δερμάτινον. Εὐφρόνιος δὲ,
5χιτῶνα δερμάτινον. παρήχθη δὲ ἴσως ἐκ τοῦ ἐπιφέρε‐ σθαι, (οὐκ ἐξὸν ἐνεζῶσθαι διφθέραν. τὸ δὲ Σοφόκλειον ἐπὶ τοῦ δέρματος εἴρηται τοῦ κρεμαμένου πρὸς τῇ τοῦ Ἀντήνορος οἰκίᾳ.)

sch av

935

πάντως δέ μοι ῥιγῶν: Ὡς μὴ ἀρκουμένου αὐ‐ τοῦ μόνῃ τῇ σπολάδι ὁ Πεισθέταιρός φησι, μετὰ τὸ ἀποδύσασθαι τὸν ἱερέα. τὸ δὲ ῥιγῶν Δωρικόν ἐστι κατὰ τροπὴν τοῦ ο εἰς ω, ῥιγοῦν ῥιγῶν.

sch av

936

τόδε μὲν οὐκ ἀέκουσα: Ἡ δʹ περίοδος κώλων ἐστὶ παιωνικῶν μεμιγμένων κρητικοῖς καὶ παλιμβακ‐ χείοις τεσσάρων. ὧν τὸ αʹ τρίμετρον καταληκτικόν. τὸ βʹ τρίμετρον βραχυκατάληκτον, τοῦ βʹ ποδὸς πα‐
5λιμβάκχου. τὸ τρίτον δίμετρον ἀκατάληκτον διὰ τὴν ἀδιάφορον. ἐν ἐκθέσει δὲ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει παράγραφος. ἑξῆς δ’ ἡ εʹ περίοδος κώλων ἀναπαιστικῶν πέντε. ὧν τὸ πρῶτον δίμετρον καταληκτικὸν, τοῦ πρώτου ποδὸς πεντασυλ‐
10λάβου. τὸ βʹ πενθημιμερὲς, ὃ καλεῖται δοχμαϊκόν. τὸ τρίτον Ἰωνικὸν τρίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς πεντασυλλάβου. τὸ δʹ ὅμοιον. τὸ εʹ δίμετρον βρα‐ χυκατάληκτον παιωνικόν. ἐπὶ τῷ τέλει παράγρα‐ φος.

sch av

940

ὡς ἐπιμένοντος τοῦ ποιητοῦ καὶ ἐνοχλοῦντος αὐτοῖς τοῦτό φησι. V.

sch av

941*

(Νομάδεσσι γὰρ ἐν Σκύθαις: Καὶ ταῦτα παρὰ τὰ ἐκ Πινδάρου [fr. 72]. ἔχει δὲ οὕτως «Νομάδεσσι «γὰρ ἐν Σκύθαις ἀλᾶται Στράτων, ὃς ἁμαξοφόρητον
«οἶκον οὐ πέπαται.» λαβὼν δὲ ἡμιόνους παρ’ Ἱέρωνος231
5ᾔτει αὐτὸν καὶ ἅρμα. δῆλον δὲ ὅτι χιτῶνα αἰτεῖ πρὸς τῇ σπολάδι.)

sch av

942*

ἀλᾶται Στράτων: (Ἀλᾶται ἔφη,) ἐπειδὴ οἱ Σκύθαι τῷ χειμῶνι διὰ τὸ ἀφόρητον αὐτοῦ ἐπὶ ἁμαξῶν τὰ πράγματα βάλλοντες ἑαυτῶν ἀπαίρουσιν εἰς ἄλλην χώραν. ὁ μὴ ἔχων δὲ ἐκεῖσε ἅμαξαν ἄτιμος παρ’ αὐ‐
5τοῖς κρίνεται.

sch av

944

ἀκλεὴς ἔβα σπολὰς: Ἀκλεὴς, φησὶν, ἡ σπολὰς ἄνευ χιτῶνος (οὖσα. ἀτιμότερος ἀνήρ. πέπαται δὲ, κέκτηται).

sch av

946

ξυνίημ’ ὅτι βούλει: Ἡ ἕκτη περίοδος ἡνω‐ μένη οὖσα κώλων καὶ στίχων ἐστὶν ηʹ. ὧν οἱ πρῶτοι τέσσαρες ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. μίαν γὰρ τὰ δύο πρόσωπα τὴν τοιαύτην ποιεῖ περίοδον. τὰ δὲ ἑξῆς
5τέσσαρα ἀναπαιστικὰ κῶλα. ὧν τὸ αʹ ἑφθημιμερές. τὸ βʹ ἀναπαιστικὴ βάσις. τὸ τρίτον δίμετρον βραχυκατά‐ ληκτον, τῶν πρώτων δύο ποδῶν ὄντων προκελευσμα‐ τικῶν. τὸ δʹ ὅμοιον τῷ δευτέρῳ. ὑφ’ ὃ παράγραφος.χιτωνίσκον: Τὸ ὑποκοριστικὸν τοῦ χιτῶνος. ἐπεὶ
10ἀρσενικῶς μόνως χιτὼν λέγεται, ἐπὶ δὲ θηλυκοῦ χι‐ τώνιον.

sch av

947

τῷ Εὐέλπιδι λέγει. R. V.

sch av

949

[κἀς τὴν πόλιν: Ἀπελθὼν ποιήσω τὰ ποιήματα εἰς τὴν πόλιν.]

sch av

950

διαβάλλει τοὺς ποιητὰς ὡς τῷ κόμπῳ τῶν λέ‐ ξεων ἀπατῶντας, μηδὲν δὲ λέγοντας. R. V.

sch av

951

τρομερὰν, κρυεράν: Ἐπειδὴ ἐν τῷ ἀέρι τὸ πλάσμα τῆς οἰκοδομῆς ὑποτίθεται, παίζων φησὶ τὸ τρομερὰν, μὲν, διὰ τὸ ἀστήρικτον· κρυερὰν δὲ, τὴν κρύους μεταλαμβάνουσαν, διὰ τὸ ἐπ’ αὐτὴν καταράσ‐
5σειν καὶ τὴν δρόσον καὶ τὴν ψυχρότητα.

sch av

952

νιφοβόλα πέδια: Ἀντὶ τοῦ νιφοβόλον καὶ πο‐ λύπορον ὁδὸν κατὰ μεταπλασμόν. μεταπλασμῷ δὲ ἐχρήσατο εἰπὼν νιφοβόλα ὡς ἀπὸ τῆς νιφοβόλος εὐ‐ θείας. ἐπειδὴ δοκεῖ ἐν τῷ ἀέρι οἰκοδομεῖσθαι, παρὰ τὸ
5βάλλεσθαι ὑπὸ τοῦ νιφετοῦ ἔπαιξεν. ἐπίτηδες δὲ ἀδια‐ νοήτως λέγει, ὅπως διὰ τοῦ ὄγκου τῶν λέξεων δοκῇ τινα φαντασίαν ἔχειν.

sch av

954

νὴ τὸν Δία: Ἡ ζʹ περίοδος ἐν ἐκθέσει στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων εʹ. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι. πρὸς τὸν ἱερέα φησὶ περίελθε καὶ πε‐ ρίρραινε.

sch av

957

πεπύσθαι: Ἀκοῦσαι· πέπυσμαι, ἀκήκοα, ἔμαθον, ἴδον. Vict.

sch av

959

εὐφημία στω: Εἴσθεσις περιόδου ἀμοιβαίας στίχων λϛʹ. ὧν οἱ πρῶτοι ὀκτὼ ἰαμβικοὶ τρίμετροι, οἱ ἑξῆς δύο ἀσυνάρτητοι παντελῶς καὶ πολυσχημάτιστοι, ἀτάκτως τοὺς πόδας κειμένους ἔχοντες. μιμεῖται γὰρ τὸ
5ἀσυνάρτητον τῶν χρησμῶν. οἱ δ’ ἄλλοι ὡς οἱ πρῶτοι. οἱ μέντοι χρησμοὶ ἐπικοί. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέ‐ λει παράγραφος. ἔπαιξε πρὸς τὸ εὐφημία εἰπὼν τὸ μή.

sch av

961

[μὴ φαύλως φέρε: Ἀντὶ τοῦ μὴ ἀηδίζου ἐπὶ
τῷ χρησμῷ.]Column end

sch av

962

ὡς ἔστι Βάκιδος: Τρεῖς Βάκιδες, ὡς Φιλητᾶς ὁ Ἐφέσιός φησιν, οὕτως, Σίβυλλαι δὲ τρεῖς ἐγένοντο. ὧν ἡ μέν ἐστιν, ὡς διὰ τῆς ποιήσεώς φησιν, Ἀπόλλω‐ νος ἀδελφή. δευτέρα δὲ ἡ Ἐρυθραία. τρίτη δὲ, ἡ Σαρ‐
5διανή. καὶ Βάκιδες ὁμοίως τρεῖς, ὁ μὲν ἐξ Ἐλεῶνος τῆς Βοιωτίας, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀρκάς. Θεόπομπος δὲ ἐν τῇ ἐνάτῃ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τοῦ Βοιωτοῦ Βάκιδος ἱστορεῖ παράδοξα καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων μανείσας (τὰς γυναῖκας) ἐκάθηρεν,
10Ἀπόλλωνος αὐτοῖς τοῦτον καθαρτὴν δόντος.

sch av

966

ἀλλ’ οὐδὲν οἷόν ἐστ’ ἀκοῦσαι: Ἀλλ’ οὐδὲν κω‐ λῦόν ἐστι καὶ νῦν ἀκοῦσαι τῶν χρησμῶν. οὕτως γὰρ ἔλεγον τὰ λυσιτελοῦντα, οὐδὲν οἷον, οὐδὲν κωλῦον.

sch av

968

τὸ μεταξὺ Κορίνθου: Παρὰ τὸν λεγόμενον χρη‐ σμὸν
εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος. ἐπεὶ καὶ ἡ πόλις μεταξὺ οὐρανοῦ καὶ γῆς ἵδρυται.
5Ἄλλως. Αἰσώπῳ τῷ μυθογράφῳ χρωμένῳ περὶ πλού‐ του ὁ θεὸς εἶπεν,
εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος. εὔφορος γὰρ αὕτη ἡ χώρα. τὸ δὲ ὅλον παίζει. —λύ‐ κους δὲ τοὺς γέροντάς φησι μιμεῖσθαι τὸ ἀσυνάρτητον
10τῶν χρησμῶν. R. V.

sch av

971

Πανδώρᾳ: Τῇ γῇ. ἐπειδὴ πάντα τὰ πρὸς τὸ ζῆν δωρεῖται. (ἀφ’ οὗ καὶ ζείδωρος καὶ ἀνησιδώρα.)

sch av

974

ἀντὶ τοῦ γέγραπται ἐν τῷ χρησμῷ. R. λαβὲ φησὶ, καὶ σκόπησον. R. V.

sch av

978

αἰετὸς ἐν νεφέλῃσιν: Οὐχ ἁπλῶς τοῦτό φησιν, ἀλλ’ ὅτι χρησμὸς ἦν τοῖς Ἀθηναίοις δεδομένος τοσοῦ‐ τον αὐξηθήσεσθαι ὅσον αἰετὸς τῶν ἄλλων ὀρνέων ἐν ταῖς νεφέλαις προὔχει. τοῦτον καὶ αὐτὸν εἰς τὸν Πει‐
5σθέταιρον πλάττεται, ὅπως ἄν τι λάβῃ. (τούτου δὲ καὶ ἐν τοῖς Ἱππεῦσι μέμνηται, ὡς εἰς τὴν πόλιν δοκοῦντος εἰρῆσθαι ἐν τοῖς Βάκιδος.)

sch av

982

ἀντὶ τοῦ ἐμνημόνευσα. R. V.

sch av

983

αὐτὰρ ἐπὴν ἄκλητος: Τῷ αὐτῷ μέτρῳ ἀνα‐ πλάττεται καὶ αὐτὸς χρησμόν.

sch av

984

σπλαγχνεύειν: Σπλάγχνων μεταλαβεῖν.

sch av

988

μήτ’ ἢν Λάμπων ᾖ: Χρησμολόγος ὁ Λάμπων. μήτε, φησὶν, ἐὰν αὐτὸς ᾖ ὁ Λάμπων, φείδου αὐτοῦ, ἐὰν λέγῃ, ὅτι καὶ ὡς αἰετὸς γενήσῃ. (Ἄλλως. εἴρηται [ad v. 521] περὶ Λάμπωνος. ὁ δὲ Διοπείθης νῦν μὲν ὡς
5χρησμολόγος, ἑτέρωθι δὲ ὡς κυλλὸς καὶ δωροδόκος. Σύμμαχος δὲ καὶ μανιώδη φησί.) Σύμμαχος ὅτι Διο‐ πείθης ὁ ῥήτωρ ὑπομανιώδης ἦν, ὡς Τηλεκλείδης ἐν Ἀμφικτύοσι δῆλον ποιεῖ. (παράκειται δὲ καὶ τὰ Φρυ‐ νίχου ἔμπροσθεν ἐν Κρόνῳ
10
ἁνὴρ χορεύει, καὶ τὰ τοῦ θεοῦ καλά.
βούλει Διοπείθη μεταδράμω καὶ τύμπανα;
καὶ Ἀμειψίας ἐν Κόννῳ «ὥστε ποιοῦντες χρησμοὺς
«αὐτοὶ |διδόας’ ᾄδειν |Διοπείθει τῷ παραμαινομένῳ.»)232

sch av

992

ἥκω παρ’ ὑμᾶς: Εἴσθεσις ὁμοίας ἑτέρας περιόδου ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλή‐ κτων ξʹ, ὧν τελευταῖος
θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.
5μετὰ μέντοι τὸν μθʹ κῶλον ἰαμβικὸν μονόμετρον βρα‐ χυκατάληκτον καὶ μετὰ τὸν νβʹ ἀσυνάρτητοι δύο. ὧν ὁ πρῶτος σύγκειται ἐξ ἀναπαιστικῆς βάσεως καὶ τρο‐ χαϊκῆς ὁμοίας βάσεως. ὁ δέ τοι νδʹ σύγκειται ἐξ ἰαμ‐ βικοῦ ἑφθημιμεροῦς καὶ τροχαϊκῆς βάσεως. ὁ δὲ νεʹ ἐξ
10ἰαμβικοῦ πενθημιμεροῦς καὶ ἀναπαιστικῆς βάσεως. ἐπὶ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν.

sch av

994

Δίδυμος οὕτω, πρὸς τί ὑποδέδεται τὸ δεξιόν; τίς ἐστιν ἡ ἐπίνοια τῆς ὁδοῦ. R. V. (τίς ὁ κόθορνος: Οἷον, τί ὑποδησάμενος πάρει; οὕτω Σύμμαχος πρὸς τὸ τί ὑποδέδεται τῷ δεξιῷ.)

sch av

997

Μέτων: Μέτων ἄριστος ἀστρονόμος καὶ γεω‐ μέτρης. τούτου ἐστὶν ὁ ἐνιαυτὸς ὁ λεγόμενος Μέτωνος. φησὶ δὲ Καλλίστρατος ἐν Κολωνῷ ἀνάθημά τι εἶναι αὐ‐ τοῦ ἀστρολογικόν. (Εὐφρόνιος δὲ, ὅτι τῶν δήμων ἦν ἐκ
5Κολωνοῦ. τοῦτο δὲ ψεῦδος. Φιλόχορος γὰρ Λευκονοέα φησὶ αὐτόν. τὸ δὲ τοῦ Καλλιστράτου δῆλον. ἴσως γὰρ ἦν τι καὶ ἐν Κολωνῷ. ὁ δὲ Φιλόχορος ἐν Κολωνῷ μὲν αὐτὸν οὐδὲν θεῖναι λέγει, ἐπὶ Ἀψεύδους δὲ τοῦ πρὸ Πυθοδώρου ἡλιοτρόπιον ἐν τῇ νῦν οὔσῃ ἐκκλησίᾳ, πρὸς
10τῷ τείχει τῷ ἐν τῇ πνυκί. μήποτε οὖν τὸ χωρίον, φασί τινες, ἐκεῖνο πᾶν, ᾧ περιλαμβάνεται καὶ ἡ πνὺξ, Κο‐ λωνός ἐστιν, οὗ ἕτερος ὁ μίσθιος λεγόμενος. οὕτως μέ‐ ρος τι νῦν σύνηθες γέγονε τὸ Κολωνὸν καλεῖν τὸ ὄπι‐ σθεν τῆς μακρᾶς στοᾶς, ἀλλ’ οὐκ ἔστι. Μελίτη γὰρ
15ἅπαν ἐκεῖνο, ὡς ἐν τοῖς ὁρισμοῖς γέγραπται τῆς πόλεως. ἴσως δὲ ἐν Κολωνῷ κρήνην τινὰ κατεσκευάσατο. φη‐ σὶν ὁ Φρύνιχος Μονοτρόπῳ «τίς δ’ ἐστὶν ὁ μετὰ ταῦτα «ταύτης φροντιῶν; Μέτων ὁ Λευκονοεὺς, ὁ τὰς κρή‐ «νας ἄγων.» καθεῖται δὲ καὶ ὁ Μονότροπος ἐπὶ τοῦ
20αὐτοῦ Χαβρίου, ὡς εἴρηται. Ἄλλως. ἴσως ἐν τῷ Κο‐ λωνῷ κρήνην τινὰ κατεμηχανήσατο, ἢ ἄγαλμα, ἢ ἀνάθημα ἀστρολογικὸν κατεσκευάσατο αὐτῷ.) ὅτι δὲ Κολωνὸς ἦν τῶν δήμων ψεῦδος, Φιλόχορος δὲ Λευκο‐ νοέα φησὶν αὐτόν. οὗτος δέ ἐστιν Μέτων οὗ ὁ ἐνιαυτὸς ὁ
25λεγόμενος Μέτωνος.

sch av

1001

[κατὰ πνιγέα μάλιστα: Ὥσπερ, φησὶ, πνι‐ γεὺς περίκειται τῇ γῇ. τὰ δὲ ἑξῆς ἀδιανόητα. πνιγεὺς δὲ ὁ κρίβανος ἢ ἡ κάμινος.] προτιθεὶς οὖν: Δίδυμος· τοιοῦτος ἀήρ ἐστι τῇ γῇ
5περικείμενος, ὅμοιος πνιγεῖ, καθαπερεὶ πῶμά τι πε‐ ρικείμενος. τὰ δὲ ἑξῆς, φησὶ Σύμμαχος, ἐπίτηδες ἀδιανόητα.

sch av

1003

διόλου ἀνοηταίνει. R.

sch av

1005

ὁ κύκλος: Παίζει. ἀδύνατον γὰρ τὸν κύκλον γενέσθαι τετράγωνον.

sch av

1007

λείπει τὸ ἵνα, ὥσπερ ἀστέρες. R.

sch av

1008

[αὐτοῦ κυκλοτεροῦς: Ἵνα τοῦ μέσου κυκλο‐ τεροῦς ὄντος, αἱ ὁδοὶ αὐτῷ παρεκταθῶσιν ὡς ἀκτῖνες ἀστέρων.]Column end

sch av

1009

ἄνθρωπος Θαλῆς: (Ἐν σαρκασμῷ φησιν. ἔστι δὲ) ὁ Θαλῆς οὗτος εἷς τῶν ἑπτὰ φιλοσόφων, ἐπὶ γεωμετρίᾳ διαβεβοημένος. (Ἀθηναῖοι περισπῶσιν, ἡ δὲ κοινὴ βαρύνει. καὶ ὅτε μὲν περισπᾶται, Θαλοῦ
5ἐστὶν ἡ γενική· ὅτε δὲ βαρύνεται, Θάλητος.)

sch av

1011

κἀμοὶ πειθόμενος: Ὡς φίλος σοι συμβουλεύω ὑπαναχωρῆσαι ἔνθεν.

sch av

1013

ξενηλατοῦνται: Περὶ τῆς ἐν Λακεδαίμονι ξε‐ νηλασίας Θεόπομπός φησιν ἐν τῇ τρίτῃ καὶ τριακοστῇ. ποτὲ γὰρ ἐκεῖσε σιτοδείας γενομένης, ξενηλασία γέγο‐ νεν, ὡς Θεόπομπος ἐν τῇ λϛʹ φησίν. —ξενηλατοῦνται:
5Ἀπελαύνονται. Vict.

sch av

1014

μῶν στασιάζετε: Ἆρα μὴ εἰς ἀλλήλους μά‐ χεσθε.

sch av

1016

σποδεῖν: Τύπτειν. R. συντρίβειν. Vict.

sch av

1017

ὡς οὐκ οἶδ’ ἄρ’ εἰ φθαίης: Οὐκ οἶδα εἰ φθαίης ἀπιέναι, πρὶν ἀποτυμπανισθῆναι. ἅμα δὲ τύπτει αὐ‐ τόν.

sch av

1018

[ἐγγὺς αὑταιί: Αἱ πληγαί. ἅμα δὲ λέγων τύ‐ πτει αὐτόν.]

sch av

1020

οὐκ ἀναμετρήσει: Ὅτι γεωμέτρης. ἅμα δὲ, οὐ μέτρια φρονήσεις πλάττειν τινὰ ἀρχὴν καινήν. οὐ‐ δεμία γὰρ Ἀθήνησι.

sch av

1021

ποῦ πρόξενοι: Προξένους ἐκάλουν τοὺς τετα‐ γμένους εἰς τὸ ὑποδέχεσθαι τοὺς ξένους τοὺς ἐξ ἄλλων πόλεων ἥκοντας. τίς ὁ Σαρδανάπαλος: Οὗτος υἱὸς Ἀνακυνδαράξου
5βασιλεὺς Νίνου Περσικῆς χώρας, ὃς ἐν μιᾷ ἡμέρᾳ Ταρ‐ σὸν καὶ Ἀγχιάλην ἔκτισεν, ἐκτράπελος ταῖς τρυφαῖς. φασὶ γὰρ αἰσχρῶς αὐτὸν καλλωπίζεσθαι καὶ μυρίζεσθαι τοῖς τε οἰκείοις μὴ ὁρᾶσθαι εἰ μὴ εὐνούχοις καὶ κόραις. πεπυρπολημένου δὲ τοῦ οἴκου, ἔνδον εὑρεθεὶς, ἀπέθα‐
10νεν. Ἀπολλόδωρος δὲ ταῦτα φησίν· ἐγγεγράφθαι ἐν τῷ τάφῳ αὐτοῦ Ἀσσυρίοις γράμμασιν «Σαρδανάπαλος «Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδει‐ «μεν ἐν μιᾷ ἡμέρᾳ. ἔσθιε, πῖνε, ὄχευε, ὡς τἄλλα οὐ‐ «δενός ἐστιν ἄξια.» (ὁ δὲ Ἑλλάνικος ἐν τοῖς Περσικοῖς
15δύο φησὶ Σαρδαναπάλους γεγονέναι. Ἄλλως. Περ‐ σῶν βασιλεὺς ὃς ἐν τρυφῇ ὡρίζετο τὴν εὐδαιμονίαν. λέγεται δὲ περὶ αὐτοῦ ὅτι ἐν μιᾷ ἡμέρᾳ δύο πόλεις ἔκτισε τῆς Κιλικίας, Ταρσὸν καὶ Ἀγχιάλην. ἦν δὲ τῷ βίῳ τρυφηλὸς καὶ τῷ εἴδει ἐκτράπελος, καὶ τῷ σχήματι
20ἀλλόκοτος. διὸ λέγουσιν ἐν τῷ τάφῳ αὐτοῦ ἐπιγεγρά‐ φθαι τοῦτο τὸ ἐπίγραμμα
εὖ δεδαὼς ὅτι θνητὸς ἔφυς, ὃν θυμὸν ἄεξε
τερπόμενος θαλίῃσι. θανόντι τοι οὔ τις ὄνησις.
καὶ γὰρ ἐγὼ σποδός εἰμι Νίνου μεγάλης βασιλεύων.
25ταῦτ’ ἔχω, ὅσς’ ἔφαγον καὶ ἐφύβρισα, καὶ μετ’ ἐρώτων τέρπν’ ἔπαθον. τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται· ἡ δὲ σοφὴ βιότοιο παραίνεσις οὐδέποτ’ ἐσθλὴ, κεκτήσθω δ’ ὁ θέλων σοφίης τὸν ἀπείρονα πλοῦτον.)

sch av

1022

ἐπίσκοπος ἥκω: Πλάττει καινὴν ἀρχήν. οὐ γὰρ ἦν Ἀθήνησι. λαχὼν δὲ, ἀντὶ τοῦ κληρωθεὶς ταύτην τὴν ἀρχήν.233

sch av

1028

Φαρνάκῃ: Στρατηγὸς Περσῶν ὁ (Φαρνάκης) Φαρναβάζου. ἀλαζονικῶς οὖν σκήπτεται κοινωνίαν ἔχειν μετ’ ἐκείνου.

sch av

1029

ῥαπίσας αὐτὸν ταῦτα λέγει. R.

sch av

1032

παίζει πρὸς τὸ παρ’ αὐτοῦ εἰρημένον. R. τὼ κάδω: Τοὺς κάδους τοὺς ἀμφορικοὺς, εἰς οὓς τὰς ψή‐ φους καθιᾶσιν.

sch av

1033

ἤδ’ ἐπισκόπους: Τὸ ὅλον ἤδη.

sch av

1035

προέρχεται οὗτος καθ’ ἑαυτὸν μελετῶν νόμους οὓς ἐβούλετο ὡς πρὸς νεοκατασκεύαστον πόλιν μισθῷ πωλεῖν. V.

sch av

1037

οὓς νομορήτορας φαμὲν, οἳ τοὺς νόμους ἐπὶ μισθῷ πωλοῦσιν. V.

sch av

1040

περισπωμένως ὡς Μηλιᾶς. λέγει γὰρ τοὺς πο‐ λίτας. τὸ τέλειον Νεφελοκοκκυγιέας. ἐν κράσει. V.

sch av

1041

ἀντὶ τοῦ νόμοις. V.

sch av

1042

ὑπὸ τῷ Ἄθῳ ἡ Ὀλόφυξος πόλις. πρὸς οὓς καὶ προστάγματα ἔπεμπον Ἀθηναῖοι. V.

sch av

1043

Ὀτοτύξιοι: Ἀπὸ τοῦ ὀτοτύζειν ἐσχημάτι‐ σεν.

sch av

1046

(καλοῦμαι: Γράφομαι, εἰς τὸ δικαστήριον καλῶ.)

sch av

1047

τότε γίνεται τὸ περὶ ὕβρεων δικαστήριον. ὡς ἐν τούτῳ τῶν ἐναγομένων ξένων ἀπὸ τῶν πόλεων κα‐ λουμένων. οὐκ ἦν δὲ, ἀλλ’ ὁ Μαιμακτηριὼν, ὡς Φιλέ‐ ταιρος ἐν Μησὶ δηλοῖ «τίς ἐστὶ Μαιμακτηριών; μὴν
5δικάσιμος.» V. (ἔδει εἰπεῖν Μαιμακτηριῶνα· εἰς τοῦτον γὰρ ἦσαν αἱ κρίσεις.)

sch av

1049

ὡς τούτου τοῦ ἐγκλήματος ὄντος τὸ μὴ εἰσδέ‐ χεσθαι τὸν ταττόμενον ἄρχοντα δικαστήν. V.

sch av

1050

(κατὰ τὴν στήλην: Κατὰ τὴν δημοσίαν ἀνα‐ γραφήν.) —ὅτι τὰ ψηφίσματα καὶ τοὺς νόμους ἐν ταῖς στήλαις ἔγραφον. V.

sch av

1053

(διασκεδῶ: Ἀποπατήσας ἀπαλλάττεται τοῦ συκοφάντου.)

sch av

1054

κατέχεσας. R. ἀπεπάτησας, ἀπέτιλας. V.

sch av

1057

θύσοντες εἴσω: Σκήπτεται ποιεῖν ἔνδον τὴν θυσίαν, ἵνα μὴ σφάξῃ τὸ πρόβατον.

sch av

1058

(ἤδη μοι τῷ παντόπτᾳ: Εἰώθασι μετὰ τὴν τε‐ λείαν παράβασιν ἐπιρρηματικὴν ποιεῖσθαι συζυγίαν, ὥσπερ καὶ ἐν Ἱππεῦσι πεποίηκεν. Ἄλλως. δευτέρα παράβασις, ὡς ἐν Ἱππεῦσιν.) Ἄλλως. ἡ παράβα‐
5σις αὕτη οὐκ ἔχει πάντα τὰ μέρη, ἀλλὰ μόνα τέσσαρα, τὴν ᾠδὴν καὶ στροφὴν, τὸ ἐπίρρημα, τὴν ἀντῳδὴν καὶ τὸ ἀντεπίρρημα. ἔστι γοῦν ἡ ᾠδὴ καὶ στροφὴ κώλων καὶ στίχων δακτυλικῶν καὶ παιωνικῶν ιδʹ. τὰ αʹ, εʹ, ϛʹ, ζʹ δακτυλικὰ ἑφθημιμερῆ. τὰ βʹ, γʹ, δʹ, ιʹ, ιαʹ τε‐
10τράμετρα. τὰ δ’ ἄλλα παιωνικὰ, τετράμετρα μὲν ἀκα‐ τάληκτα τὰ ηʹ, θʹ. τὸ δὲ ιβʹ τρίμετρον. τὸ δὲ ιγʹ δίμε‐ τρον. τὸ δὲ ιδʹ ἑφθημιμερὲς ἐκ κρητικῶν. ὑφ’ ὃ παρά‐ γραφος, καὶ διπλῆ ἔσω νενευκυῖα.

sch av

1059

παντάρχᾳ: Ἑρμηνεύει τὸ παντόπτᾳ. R. Vict.Column end

sch av

1063

κτείνων παμφύλων: Τὰ μικρὰ λέγει τὰς μυίας. καὶ θηρίοις γὰρ πολέμιοι ὄρνιθες, ὡς λαγωοῖς ἀετός.

sch av

1065

(νῦν) κάλυκες καταχρηστικῶς πάντα τὰ ἀκρό‐ δρυα. R. V.

sch av

1069

ἑρπετὰ καὶ δάκετα: Καὶ τὰ ἄλλα δάκετα, ὥσπερ εἰ τύχοι ὁ σκορπίος. δάκετα δὲ, θηρία ἰοβόλα.

sch av

1072

ἐπαναχορεύεται: Καὶ λέγεται, καὶ ἀνακη‐ ρύττεται. Vict.

sch av

1073

Διαγόραν τὸν Μήλιον: Οὗτος μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθήναις, τὰ δὲ μυστήρια ηὐτέλιζεν, ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. τοῦτο οὖν ἐκήρυξαν κατ’ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν,
5ὥς φησι Μελάνθιος ἐν τῷ περὶ μυστηρίων. Ἄλλως. ταῦτα ἐκ τοῦ ψηφίσματος εἴληφεν. οὕτως γὰρ ἐκήρυξαν, τῷ μὲν ἀποκτείναντι αὐτὸν τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀσεβὲς αὐτοῦ, ἐπεὶ τὰ μυστήρια πᾶσι διηγεῖτο κοινοποιῶν αὐτὰ καὶ
10μικρὰ ποιῶν καὶ τοὺς βουλομένους μυεῖσθαι ἀποτρέ‐ πων, καθάπερ Κρατερὸς ἱστορεῖ. (ἐκκεκήρυκται δὲ μά‐ λιστα ὑπὸ τὴν ἅλωσιν τῆς Μήλου. οὐδὲν γὰρ κωλύει πρότερον. Μελάνθιος δὲ ἐν τῷ περὶ μυστηρίων προφέ‐ ρεται τῆς χαλκῆς στήλης ἀντίγραφον, ἐν ᾗ ἐπεκήρυξαν
15καὶ αὐτὸν καὶ τοὺς ἐκδιδόντας Πελλανεῖς. ἐν ᾗ γέ‐ γραπται καὶ ταῦτα· ἐὰν δέ τις ἀποκτείνῃ Διαγόραν, τὸν Μήλιον, λαμβάνειν ἀργυρίου τάλαντον· ἐὰν δέ τις ζῶντα ἀγάγῃ, λαμβάνειν δύο.)

sch av

1074

(ἄν τε τῶν τυράννων τίς: Τινὲς, τινά. ὡσεὶ ἔλεγέ τινα τῶν ἀνηκόντων αὐτῷ, ὃς ἐὰν φονεύσῃ.)

sch av

1075

τῶν τεθνηκότων: Τῶν ἐπὶ θανάτῳ φευγόν‐ των. ἐν τοῖς ὑπομνήμασιν οὕτω γέγραπται· ἐν ὑπερ‐ βολῇ καὶ τοὺς τεθνηκότας ἀποκτείνειν ὥστε μηδ’ ἐν *** πλαγιάζονται δὲ ἐν τῇ ἀμφιβολίᾳ. λέγει γὰρ, ἐάν τις
5τινὰ τῶν τοῖς τυράννοις προσηκόντων ἀποκτείνῃ, τά‐ λαντον λήψεται· οἷον γύναιον, ἀδελφὸν, τέκνον, τοὺς συνωμοσίους καὶ συμπράξαντας τῇ τυραννίδι.

sch av

1076

ἀνειπεῖν: Κηρύξαι καὶ ἀναγορεῦσαι. Vict.

sch av

1077

τὸν Στρούθιον: Ἄνω [16] εἶπεν ἐκ τῶν ὀρνέων. Στρούθιον δὲ εἶπεν, ὡς Μήλιον. διὸ καὶ οὕτω προενε‐ κτέον. συνείρων δὲ, εἰς ὁρμαθὸν συντιθείς.

sch av

1079

σπίνους: Εἶδος ὀρνέου ὁ σπίνος. τρία δὲ αὐ‐ τοὺς λυπεῖ, ὅτι θηρεύει, ὅτι πωλεῖ, ὅτι ζʹ τοῦ ὀβολοῦ ὡς εὐτελίζων αὐτούς.

sch av

1081

τοῖς τε κοψίχοισιν: Οἱ κόψιχοι γὰρ ᾠοτοκοῦν‐ τες κεντοῦσι τὰ ᾠά. οἱ οὖν ὀρνιθοθῆραι πτερὰ αὐτοῖς ἐμβάλλουσι πρὸς τὸ ἀμβλῦναι τὰ ῥάμφη τῇ μαλακό‐ τητι τῶν πτερῶν. ἢ ἵνα μὴ κορυζῶσιν, ἢ μετὰ τὸ σφά‐
5ξαι πτερὰ ἐπιβάλλουσιν, ὥστε ἐξ αὐτῶν αὐτοὺς κρεμα‐ μένους ὁραθῆναι πᾶσιν. ἐμφαντικὸν δὲ πλήθους τὸ ἐγχεῖ. ἐγχεῖ τὰ πτερὰ βιαίως ἀντὶ τοῦ διείρει. εἴρον‐ τες γὰρ διὰ τῶν ῥινῶν καὶ κρεμῶντες ἐπώλουν.

sch av

1083

παλεύειν: Ἀντὶ τοῦ θηρεύειν, (προκαλεῖσθαι). εἰώθασιν ἐκτυφλοῦντές τινα τῶν ὀρνέων ἱστάναι ἐν δι‐ κτύῳ, ὅπως τῇ φωνῇ προσκαλοῖτο τὰ ὁμοιογενῆ. καὶ
τοῦτο γλωσσηματικὸν παλεύειν ἔλεγον. (Ἄλλως.234
5θηρεύειν καὶ προκαλεῖσθαι βοσκόμενα. οὐ περὶ τῶν κο‐ ψίχων δὲ τοῦτο, ἐπεὶ δεδεμένους ἂν εἶπεν, ἀλλὰ με‐ τέβη ἐπὶ περιστερὰς, ἢ φάττας.)

sch av

1087

θηράσατε. R.

sch av

1088

εὔδαιμον φῦλον: Ἡ ἀντῳδὴ καὶ ἀντιστροφὴ ὁμοία ἐστὶ τῇ ᾠδῇ καὶ στροφῇ. καὶ αὕτη γὰρ κώλων καὶ στίχων ἐστὶ ιδʹ. καὶ τὰ μὲν ἔχει δακτυλικὰ ἰσόμετρα τοῖς ἐκείνης, τὰ δὲ παιωνικὰ ἐπιμεμιγμένα κρητικοῖς. ἐπὶ
5τῷ τέλει αἱ συνήθεις δύο διπλαῖ ἔξω νενευκυῖαι. ἐν σχή‐ ματι εἴρηται ὁ λόγος, εὔδαιμον φῦλον, οἳ χειμῶνος. πρὸς γὰρ τὸ σημαινόμενον τοῦ φύλου πληθυντικὸν ὂν ἔφη τὸ οἵ.

sch av

1090

οὐκ ἀμφιέννυνται. R.

sch av

1091

οὐδ’ αὖ θερμὴ: Τινὲς τὸ πνίγους κατὰ γενι‐ κὴν φάσιν, ἵνα ᾖ, οὐδὲ ἡ θέρους θερμασία ἐπίκειται ἡμῖν.

sch av

1094

φύλλων ἐν κόλποις: Ὡσεὶ ἔλεγεν ὑπὸ τὰ φύλλα.

sch av

1095

ὁ τέττιξ δηλονότι. τρία δὲ γένη τεττίγων, αἱ μὲν γὰρ ἀχέται καὶ ἄρσενες, αἱ δὲ κερκῶπαι αἱ θή‐ λειαι, ἕτερον δὲ γένος σίγιον καλεῖται παρὰ τὴν σιω‐ πήν. V.

sch av

1096

[ὑφ’ ἡλίῳ μανεὶς: Τέρπεται γὰρ καὶ ἐπιμαίνε‐ ται τῷ ἡλίῳ ὁ τέττιξ.]

sch av

1099

ἐαρινά. R.V. παρθένια: (Διὰ τὸ ἐπιμελῶς τὰς γυναῖκας καὶ τὰς παρθένους) τὰ μύρτα ἐσθίειν. (λευκό‐ τροφα δὲ, ἀντὶ τοῦ) λευκὰ καὶ τρυφερά. τοιαῦτα γάρ εἰσι μήπω πεπανθέντα.

sch av

1100

ἀντὶ τοῦ κεχαριτωμένα ἄνθη. R. V. πλεονάζει δὲ ὁ τέ. V.

sch av

1102

τοῖς κριταῖς: Πολλάκις ἐν ταῖς παραβάσεσι καὶ οἱ ποιηταὶ λέγουσι τινὰ εἰς τὰ ἑαυτῶν χρήσιμα, διὰ τοῦ χορικοῦ προσώπου, ὡς νῦν πρὸς τοὺς κριτὰς ἀπο‐ τείνει τὸν λόγον, ὅπως ἂν αὐτῷ ψηφίσωνται τὴν νί‐
5κην.

sch av

1104

πολλῷ τῶν Ἀλεξάνδρου: Τοῦ Πάριδος, ὧν ἔλαβε παρὰ Ἀφροδίτης. ἀπὸ κοινοῦ δὲ τὸ δώσομεν.

sch av

1106

(γλαῦκες ὑμᾶς· Ἀντὶ τοῦ νομίσματα. ἡ γὰρ γλαὺξ ὄρνεόν ἐστιν Ἀθηνᾶς. ὅπερ πάνυ τιμῶντες Ἀθη‐ ναῖοι διὰ τὴν θεὸν, ἐν τοῖς τετραδράχμοις ἐνεχάραξαν νομίσμασιν. αἰνίττεται δὲ καὶ εἰς τὸ φιλάργυρον τῶν
5Ἀθηναίων. Ἄλλως. ἡ γλαὺξ ἐπὶ χαράγματος ἦν τετραδράχμου, ὡς Φιλόχορος. ἐκλήθη δὲ τὸ νόμισμα τὸ τετράδραχμον τότε ἡ γλαύξ. ἦν γὰρ γλαὺξ ἐπίση‐ μον καὶ πρόσωπον Ἀθηνᾶ, τῶν προτέρων διδράχμων ὄντων, ἐπίσημόν τε βοῦν ἐχόντων.) —ἐπεὶ ἐν Λαυρίῳ
10μέταλλα ἦν ἀργυρίου Ἀθήνησι. V.

sch av

1108

κἀκλέψουσι: Δέον εἰπεῖν καὶ λεπίσουσι. λεπί‐ ζουσαι γὰρ τὸ ᾠὸν ἐκφέρουσι τὰ νεόττια.

sch av

1110

ἐρέψομεν: Διὰ τὰ ἐν τοῖς ναοῖς ἀετώματα. ἀντὶ τοῦ στεγάσομεν πρὸς ἀετώματα. τὰς γὰρ τῶν ἱε‐ ρῶν στέγας πτερὰ καὶ ἀετοὺς καλοῦσιν, ὥς φησιν Ἴων
ἐν Ἀγαμέμνονι.Column end

sch av

1111

[κἂν λαχόντες ἀρχίδιον: Ὑποκοριστικῶς τὴν ἀρχήν. διαβάλλει δὲ αὐτοὺς ὡς ἅρπαγας.]

sch av

1112

ὀξὺν ἱερακίσκον: Ἀντὶ τοῦ ἁρπαγὴν ὀξεῖαν. Δίδυμος, τάχος ὡς ἱέρακος, ἵνα ταχέως φύγῃ.

sch av

1113

πρηγορεῶνας: Δίδυμος τοὺς βρόγχους τῶν ὀρ‐ νέων κυρίως τοὺς λεγομένους προλόβους, ὅτι συλλέγε‐ ται ἐν αὐτοῖς τὰ σιτία. λέγεται δὲ καὶ ἐπὶ ἀνθρώπων πρηγορεὼν πάλιν ὁ βρόγχος. ἑκάτερον δὲ ἀπὸ τοῦ προα‐
5θροίζειν ἐκεῖ τὴν τροφήν.

sch av

1114

ἂν δὲ μὴ κρίνητε: Ἐὰν δὲ μὴ ἡμᾶς κρίνητε νικᾶν, ἐπίθεσθε ὥσπερ οἱ ἀνδριάντες μηνίσκους ἐπὶ ταῖς κεφαλαῖς. ποιοῦσι γὰρ ἔνιοι, ὥστε μὴ ἐφάπτεσθαι τὰ ὄρνεα. Ἄλλως. μηνίσκους, σκεπάσματα (τῶν ἀν‐
5δριάντων), ἅπερ ἐπιτιθέασι ταῖς κεφαλαῖς τῶν ἀνδριάν‐ των διὰ τὸ μὴ ἀποπατεῖν κατ’ αὐτῶν τὰ ὄρνεα. φησὶν οὖν, ὅτι μέλλομεν ὑμῶν καταπατεῖν. —κατασκευά‐ σατε. V.

sch av

1115

μήνην: Μηνίσκον. μήνῃ γὰρ ἔοικε.

sch av

1118

τὰ μὲν ἱέρ’ ἡμῖν: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκα‐ τάληκτοι οʹ, ὧν τελευταῖος
τόξευε πᾶς τις. σφενδόνην τίς μοι δότω.
5ἐπὶ τῷ τέλει κορωνίς.τὰ μὲν ἱέρ’ ἡμῖν ἐστιν: Τὰ ἐν τοῖς θύμασι σύμβολα. R. Vict.

sch av

1121*

ἀλλ’ οὑτοσὶ τρέχει: Σύμμαχος· οὕτω συντό‐ νως τρέχει ὡσεὶ Ὀλυμπιακὸς σταδιοδρόμος, [ἢ ἀπὸ τοῦ παραρέοντος ποταμοῦ. ἀντὶ τοῦ, δίκην ῥεύματος τα‐ χέως φερόμενος]. ὁ δὲ Δίδυμος, παρὰ τὸ Πινδάρου
5[Nem. 1, 1] «ἄμπνευμα σεμνὸν Ἀλφειοῦ.» διχῶς δέ τι‐ νες, ἄλφειον πνέων.

sch av

1126

Προξενίδης καὶ Θεαγένης: Ἐκ τούτων πι‐ στοῦται τὸ ἀνυπόστατον τοῦ τείχους, ἐπειδὴ καπνοὶ ἦσαν καὶ κομπασταὶ καὶ μόνον ὑπόσχεσις. τοιαύτη δὲ καὶ ἡ τοῦ τείχους οἰκοδομή.
5ὁ Κομπασεὺς: Ἔπαιξε παρὰ τὸν κόμπον. προεί‐ ρηται δὲ περὶ αὐτῶν ἀμφοτέρων ὅτι κομπασταί. Τη‐ λεκλείδης δὲ ἐν Ἡσιόδοις ὡς παρειμένον τῷ σώματι κωμῳδεῖ αὐτόν.

sch av

1128

ὅσον ὁ δούριος: Οὐ πιθανὸν κοινῶς λέγειν αὐτὸν, ἀλλὰ περὶ τοῦ χαλκοῦ τοῦ ἐν ἀκροπόλει. ἀνέ‐ κειτο γὰρ ἐν ἀκροπόλει δούριος ἵππος ἐπιγραφὴν ἔχων «Χαιρέδημος Εὐαγγέλου ἐκ Κοίλης ἀνέθηκε.» δύναται
5δὲ καὶ ὁ ἐν Ἰλίῳ λαμβάνεσθαι. ἐν ἀκροπόλει χαλ‐ κοῦς ἵππος ἀνέκειτο κατὰ μίμησιν τοῦ Ἰλιακοῦ.

sch av

1131

τοῦ μάκρους: Σημείωσαι ὅτι τὸ μάκρος λέγει.

sch av

1133

Αἰγύπτιος πλινθοφόρος: Οἱ Αἰγύπτιοι ἐκω‐ μῳδοῦντο ὡς ἀχθοφόροι. καὶ ἐν Βατράχοις [1406] «οὓς «οὐκ ἂν ἄραιντ’ οὐδ’ ἑκατὸν Αἰγύπτιοι.» Ἄλλως. ὅτι ἴδιον τῶν Αἰγυπτίων ἐνόμισαν τὸ ἀχθοφορεῖν.

sch av

1137

γέρανοι θεμελίους: Διὰ τὸ ἐν ὕψει πέτεσθαι,
καὶ τῇ εἰς εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω θέαν ἐμποδί‐ ζεσθαι, λίθους βαστάζουσιν, ὅπως κάμνουσαι τῇ πτήσει ῥίπτοιεν, καὶ αἴσθοιντο πότερον ἐπὶ γῆς ἢ ἐπὶ θαλάττης235
5φέρονται. καὶ εἰ μὲν ἐπὶ θαλάττης ἥκοι ὁ λίθος, ἀνύ‐ ουσι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆς, ἀναπαύονται. θεμελίους: Ἤγουν προσήκοντας θεμελίῳ. Vict. καταπεπωκυῖαι λίθους: Ἐπεὶ αἱ γέρανοι λίθους καταπίνουσι καὶ ἐπὶ τὴν Αἴγυπτον παραγίνονται.

sch av

1138

τούτους δ’ ἐτύκιζον: Τύκος ἐργαλεῖόν τι ᾧ τοὺς λίθους περικόπτουσι καὶ ξέουσιν. ἐπιτήδειον οὖν ἔργον ταῖς μακρὸν ἐχούσαις ῥύγχος. κρὲξ δὲ εἶδος ὀρ‐ νέου, ὀξὺ πάνυ τὸ ῥύγχος καὶ πριονῶδες ἔχον.

sch av

1139

πελαργοὶ μυρίοι: Διὰ τὸ Πελαργικὸν τεῖχος τοὺς ἀπὸ Τυρρηνίας ἥκοντας ἀναστῆσαι.

sch av

1141

οἱ χαραδριοὶ: Ὠνοματοπεποίηται τὸ ὄρνεον παρὰ τὸ ἐν ταῖς χαράδραις διατρίβειν.

sch av

1142

ἐρωδιοὶ λεκάναισι: Παρὰ τὴν ἔραν πέπαιχεν, ἐπεὶ ὁ πηλὸς ἐκ τῆς ἔρας, τουτέστι τῆς γῆς. ταῦτα δὲ ὡς ἐν κωμῳδίᾳ ἐσχημάτισται. τὸ μὲν κοινὸν λακάνη παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ χαίνω, τὸ δὲ Ἀττικὸν
5λεκάνη.

sch av

1145

οἱ χῆνες ὑποτύπτοντες: Διὰ τὸ πλατύποδας τῶν ἄλλων μᾶλλον εἶναι τοὺς χῆνας.

sch av

1147

[τί δῆτα πόδες: Παρὰ τὴν παροιμίαν
τί δῆτα χεῖρες οὐκ ἂν ἐργασαίατο;]

sch av

1148

καὶ νὴ Δί’ αἱ νῆτται: Ἡ νῆτται εἶδος ὀρνέου, ἔχον τὴν πτέρωσιν ἐκ φύσεως ὥσπερ ζώνην λευκήν. παρὰ τοῦτο οὖν ἔπαιξεν ἐζωσμένην εἰρηκὼς αὐτήν. ὑπαγωγέα δὲ τὸν ξυστῆρά φησι. πλατὺ δέ ἐστι σίδη‐
5ρον, ᾧ ξέουσι τὸν πηλόν. (Ἄλλως. τινὲς τῶν νησ‐ σῶν ἔχουσι πτέρωσιν ὡς ζώνην ἐν κύκλῳ λευκήν.)

sch av

1150

(ἔχουσαι κατόπιν: Ὥσπερ παιδία βαστά‐ ζουσαι αὐτόν. ὡς εἰώθασι βαστάζειν τὰ παιδία. ἀσα‐ φῶς δὲ λέγει. λέγει γὰρ τὰς χελιδόνας τὸν ὑπαγωγέα ἐπὶ τῶν ὤμων αὐτὰς κομίζειν, τὸν δὲ πηλὸν ἐν τοῖς
5στόμασι. καὶ ποιοῦσι τοῦτο, ὅταν τὰς νεοσσιὰς κα‐ τασκευάζωσιν. ὁ δὲ ὑπαγωγεὺς, ὥς τινες, σιδηροῦν τι οἷον πτυΐδιον, ᾧ χρῶνται οἱ κονιαταί. οἱ δὲ, ἐργαλεῖον οἰκοδομικὸν, ᾧ ἀπευθύνουσι τὰς πλίνθους πρὸς ἀλ‐ λήλας. τινὲς δὲ αὐτὸ παράξυστον καλοῦσιν. εἰ μὴ ἄρα
10πηλόν τινα ὑπαγωγέα καλοῦσι. τοιοῦτον γάρ τι καὶ Ἕρμιππος ἐν τοῖς Τριμέτροις ἐμφανίζει.)

sch av

1155

πελεκᾶντες: Παρὰ τὸ πελεκᾶν τὰ ξύλα, τῷ ὀνόματι τοῦ ὄρνιθος πιθανῶς παίζων ἐχρήσατο. καὶ ὅτι ῥάμφος ἔχει μέγα.

sch av

1158

τεθύρωται. R.

sch av

1159

καὶ βεβαλάνωται: Ἀντὶ τοῦ κεκλείδωται, βάλανοι δὲ λέγονται τὰ μάγγανα τῆς κλειδώσεως.

sch av

1160

ἐφοδεύεται: Ἀντὶ τοῦ διοδεύεται. τὸ δὲ κω‐ δωνοφορεῖται [ἀντὶ τοῦ δοκιμάζεται] ἡ τῶν φυλάκων φρουρά.

sch av

1161

φρυκτωρίαι: (Αἱ διὰ τῶν πύργων φυλακαί. παρὰ τὸν πυρσὸν καὶ τὸ ὠρεύειν.) —οἱ ἐπὶ τῶν πύρ‐
γων πυρσοί. R.Column end

sch av

1163

ἀπονίψομαι: Ἦν γὰρ ἀπὸ πηλοῦ ἢ κονίας ὡς ἀπὸ τῶν ἔργων. τἄλλα δρᾶ: Ἀντὶ τοῦ πρᾶττε, προστακτικῶς.

sch av

1169

πυρρίχην βλέπων: Ἔνοπλον καὶ πολεμικόν τι. ἐνόπλιος γὰρ ὄρχησις ἡ πυρρίχη. —ἐσθεῖ: Εἰσ‐ τρέχει. V.

sch av

1173

εἰς τὸν ἀέρα: Δέον εἰπεῖν εἰς τὴν πόλιν.

sch av

1174

ἡμεροσκόπους: Τοὺς ἐν ἡμέρᾳ φρουροῦντας.

sch av

1177

(τοῦτ’ ἴσμεν: Πρὸς τὴν ἐν Ἰλιάδι [A, 424] γραφὴν τὴν «χθιζὸς ἔβη μετὰ δαῖτα.» οὕτως ἀξιοῦσιν Ἀριστοφάνην γράφειν.) περιπόλους: Τοὺς φύλακας, ἢ ζητητάς. ἀπὸ τοῦ
5περιπολεῖν. τὸ δὲ ἑξῆς, οὐκ ἐχρῆν περιπόλους πέμψαι.

sch av

1179

ἱπποτοξότας: Ἀπὸ μὲν τοῦ ἵππου τὴν ὀξεῖαν αὐτῶν πτῆσιν δηλοῖ, ἀπὸ δὲ τοῦ τόξου τὸ ἐπικαμπὲς τῶν ὀνύχων.

sch av

1180

ἠγκυλωμένος: Ἀγκύλη εἶδος ἀκοντίου.

sch av

1181

κύμινδις: Τὴν κύμιδιν οὐκ ἀνέγραψεν ὁ Καλ‐ λίμαχος. μήποτε οὖν κίσινδις γραπτέον. ὁ δὲ τριόρχης εἶδος ἱέρακος.

sch av

1182

ῥύμῃ: Φορᾷ βιαίᾳ.

sch av

1183

δονεῖται: Κινεῖται, ταράσσεται, σαλεύει. Vict.

sch av

1185

ὥστε ἐλπίζειν τὴν ἅλωσιν. V.

sch av

1188

πόλεμος αἴρεται: Εἴσθεσις χοροῦ ἐπῳδικὴ κώλων τροχαϊκῶν ἐπιμεμιγμένων χορείοις ἤτοι τρι‐ βράχεσι καὶ δακτύλοις πενθημιμερῶν ηʹ. ὧν τὰ μὲν πρῶτα τρία καὶ παιωνικὰ, εἰ βούλει, ποιήσει ἡμιόλια.
5τὸ τέταρτον τροχαϊκὸν ἐκ δακτύλου πενθημιμερές. τὸ πέμπτον καὶ ἕκτον ἰθυφαλλικά. τὸ ζʹ καὶ ηʹ τροχαϊκὰ πενθημιμερῆ. ἐν ἐκθέσει δὲ ἰαμβικὰ τρία. ὧν τὸ πρῶ‐ τον δίμετρον ἀκατάληκτον. οἱ δὲ δύο τρίμετροι ἀκα‐ τάληκτοι. ἐπὶ τῷ τέλει κορωνίς.
10πόλεμος αἴρεται: Διὰ τὴν ὑπερβολὴν ἀντὶ τοῦ ἐγεί‐ ρεται καὶ μετεωρίζεται. —ἔν τισι δὲ τῶν ἀντιγράφων εἰς δύο κῶλα διῄρηται τὸ ἓν, ἐν δὲ ἄλλοις συνῆπται. Ven.

sch av

1189

φατὸς: Λεκτός. Vict.

sch av

1192

ἀέρα περινέφελον: Τὴν ἀορασίαν, τὸ σκότος.

sch av

1197

πεδαρσίου: Μετεώρου, πετομένου. παρὰ τὸ ἐκ τοῦ πέδου αἴρεσθαι.

sch av

1199

αὕτη σὺ: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑπο‐ κριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξγʹ. ὧν τελευταῖος
καταιθαλώσεις τῶν νεωτέρων τινά.
5ἐπὶ τῷ τέλει κορωνίς. —πρὸς τὴν Ἶρίν φησι κατα‐ λαβὼν αὐτήν. V.

sch av

1203

πλοῖον ἢ κυνῆ: Πλοῖον μὲν, καθὸ ἐπτέρωται καὶ ἐξωγκωμένον ἔχει τὸν χιτῶνα, καὶ τὰ πτερὰ δια‐ πέπταται ὡς κῶπαι. κυνῆ δὲ, ὅτι ἔχει περικεφαλαίαν τὸν πέτασον, ὡς ὁ Ἑρμῆς ἄγγελος ὢν παρὰ Σοφοκλεῖ
5ἐν Ἰνάχῳ τῆς Ἴριδος «γυνὴ τίς ἥδε; κυκλὰς Ἀρκάδος
κυνῆς.» φασὶ δὲ καὶ κυνέαν τὸν πέτασον λέγεσθαι ἐν Πελοποννήσῳ. (Ἄλλως. πέτασον γὰρ ἐπὶ τῆς κε‐ φαλῆς φορεῖ ὡς ὁ Ἑρμῆς, πρὸς ὃν τὴν κυνῆν εἶπε. καὶ Πελοποννήσιοι δὲ τὸν πέτασον κυνῆν καλοῦσι. πλοῖον236
10δὲ διὰ τὸ ἐν δρόμῳ αὐτῆς κεκολπῶσθαι τὸν χιτῶνα. ἢ ἐπεὶ πτερωτὸς ἦν. αἱ δὲ νῆες ἀντὶ πτερῶν τὰς κώπας ἔχουσι.)

sch av

1204

Πάραλος ἢ Σαλαμινία: Αὗται ἱεραὶ τριήρεις δημόσιαι, ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι καὶ ταχυναυτοῦσαι. (Ἄλλως. ἐπεὶ ταχεῖαν αὐτὴν εἶπεν. αὗται δὲ αἱ τριήρεις, ὡς ἂν ὑπηρέτιδες οὖσαι, ταχεῖαι
5ἦσαν, Πάραλος καὶ Σαλαμινία. ἐὰν δὲ δασέως ἐν ἄρ‐ θρου μέρει, ἔσται ἡ αὐτὴ Πάραλος καὶ Σαλαμινία.)

sch av

1206

ἀναπτάμενος τρίορχος: Ἐπεὶ ἑταίρα ἦν, ἔπαιξε τὸ τρίορχος.

sch av

1210

διὰ ποίων πυλῶν. R.

sch av

1212

ἡμεροφύλακες γὰρ οἱ κολοιοί. R. V

sch av

1213

σφραγῖδ’ ἔχεις παρὰ τῶν πελαργῶν: Οἷον σύμβολον ἐπὶ τῷ συγχωρηθῆναι παρελθεῖν. —ὡς τῶν πελαργῶν φυλάκων ὄντων. V.

sch av

1214

ὑγιαίνεις μέν: Ὑγιαίνεις, φησὶ, καὶ οὐ μαίνῃ τοιαῦτα ἐρωτῶν;

sch av

1215

ἐπέβαλεν ὀρνίθαρχος: Πρὸς τὸ ἐπέβαλεν, ὅτι καὶ νῦν ἐπὶ τοῦ συνουσιάσαι, ὃ καὶ ἐνόμισε λέγειν ἡ Ἶρις, διὸ παραιτεῖται.

sch av

1218

γῆς ἀλλοτρίας καὶ τοῦ χάους: Ἀντὶ τοῦ ἀέρος, διὰ τὸ κεχύσθαι εἰς ἅπλωμα.

sch av

1222

πασῶν Ἰρίδων: Ἀντὶ τοῦ ὑπὲρ τὰς ἄλλας Ἴρι‐ δας. παίζει δὲ ἢ ὡς τοῦ ἀέρος ποικίλας Ἴριδας ποιοῦν‐ τος, ἢ ἀντὶ τοῦ εἰπεῖν θεαινῶν.

sch av

1223*

τῆς ἀξίας: (Λείπει) τιμωρίας.

sch av

1225

ἀντὶ τοῦ ὥς γ’ ἐμοὶ δοκεῖ. R. V.

sch av

1227

ἀκολαστανεῖτε: Ἀκόλαστα καὶ ἄτακτα πρά‐ ξετε.

sch av

1228

ἐν μέρει τῶν κρειττόνων: Ἀντὶ τοῦ κατά τι μέρος ἡμῖν ὑποταγῆναι ὀφείλετε. —Ἄλλως. δεῖ πεί‐ θεσθαι ἡμῖν τοῖς κρείττοσιν. V.

sch av

1229

τὼ πτέρυγε ποῖ ναυστολεῖς: Ἔπαιξεν ὡς ἐπὶ νεῶν. ποῦ παρασκευάζῃ καὶ ἐπὶ ποίαν ὁδὸν τὴν πτῆ‐ σιν ἔχεις.

sch av

1232

ἐπ’ ἐσχάραις: Ἤγουν ἐπάνω. Vict.

sch av

1237

ἀλλὰ μὰ Δί’ οὐ τῷ Διί: Ἔπαιξε πάλιν μὰ Δία εἰπὼν ὡς ἐν κωμῳδίᾳ.

sch av

1240

Διὸς μακέλλῃ: Τοῦτό φησι παρὰ τὸ Σοφό‐ κλειον
χρυσῇ μακέλλῃ Ζηνὸς ἐξαναστραφῇ. μακέλλῃ: Δίκελλα πλατεῖα. Vict.

sch av

1242

Λικυμνίαις βολαῖς: (Ὁ μὲν Καλλίμαχος γρά‐ φων οὕτως «Λικυμνίαις βολαῖς» φησὶ «ταύτης τῆς δι‐ δασκαλίας οὐ μέμνηται.») ἐν δὲ ἐνίοις τῶν σχολικῶν ὑπομνήμασι ταυτὶ γέγραπται, «ἴσως ὁ Λικύμνιος
5ἐνεπύρισε τινῶν οἰκίας.» ἐν δὲ τοῖς ἐπιγεγραμμένοις Ἀπολλωνίου ταῦτα γέγραπται (ὅτι ἡμίφλεκτόν τινα
εἰσάγει εἰς τοιοῦτό τι κεκεραυνωμένον ἀπὸ τῆς περιστά‐ σεως ἐκείνης. εἴη δ’ ἂν τοῦ Εὐριπίδου μεμνημένος ἀγ‐ γέλου τοῦ ἐν τῷ Λικυμνίῳ. λέγει γὰρ ἐπὶ τελευτῆςColumn end
10ἐκεῖνος.) ἐν Λικυμνίῳ δράματι Εὐριπίδου εἰσήχθη τις κεραυνοβολούμενος.

sch av

1243

(τῶν παφλασμάτων: Ἐκπρησμῶν, ἀναζεμά‐ των.)

sch av

1245

μορμολύττεσθαι: Ἀντὶ τοῦ ἐκφοβεῖν. R. V.

sch av

1246

εἴ με λυπήσει πέρα: Ἀντὶ τοῦ (πέρα τοῦ) δέοντος. (παρατραγῳδεῖ καὶ αὐτός.)

sch av

1247*

καὶ δόμους Ἀμφίονος: Ἐκ Νιόβης Αἰσχύλου. (ἐξέρριπται δὲ τὸ Ἀμφίονος ἐκ παρῳδίας.)

sch av

1248

κεραυνοφόρον γὰρ τὸ ζῷον. R. V.

sch av

1250

[παρδαλᾶς: Παρδάλεων δοράς. ἔπαιξε πρὸς τὴν πτέρωσιν αὐτῶν. κυάνεοι γάρ εἰσι.]

sch av

1252

εἷς τῶν γιγάντων ἐγένετο ὁ Πορφυρίων καὶ ὄνομα ὄρνιθος. V. —εἷς Πορφυρίων: Ὁ γίγας ὁ τῷ Διὶ πολεμήσας. ὃν ἐχειρώσατο Ἀφροδίτη.

sch av

1254

διαμηριῶ: Συνουσιάσω, ὡς ἐπὶ κόρης. Vict.

sch av

1256

τριέμβολον: Πολλάκις ἐμβαλεῖν δυνάμενον. μήποτε δὲ καὶ πλοίου τις ἦν κατασκευή. καὶ γὰρ δε‐ κέμβολον Αἰσχύλος εἶπε τὴν τοῦ Νέστορος ναῦν ἐν Μυρ‐ μιδόσιν. —τριέμβολον οὖν. ἔστι δὲ ἐπίφθεγμα τάχους.
5R. V.

sch av

1258

εὐρὰξ πατάξ: (Ἐπιρρήματά τινα ἀνέπλασεν εἰς τὸ κακέμφατον.) ἔπλασεν ἐπίφθεγμα παρὰ τὸ εὐρέως σοι μιγήσομαι καὶ τὸ πατάξαι. ὅθεν καὶ χαμαι‐ τύποι αἱ πόρναι. (καὶ Μένανδρος «πρώην ἄρας ἐπά‐
5ταξα.»)

sch av

1261

(καταιθαλώσεις: Ταῦτα πρὸς τὴν Ἶριν λέγει ὡς ἑταιρίδιον. καταιθαλώσεις οὖν τῷ ἔρωτι.) —ἅμα δὲ πρὸς τὰ προκείμενα πρὸ ὀλίγου ὑπ’ αὐτῆς. V.

sch av

1262

ἀποκεκλήκαμεν: Κορωνὶς καὶ εἴσθεσις μέλους χοροῦ μεσῳδικὴ κώλων παιωνικῶν ϛʹ. ὧν τὸ πρῶτον καὶ δεύτερον δίμετρα βραχυκατάληκτα, ἤτοι ἡμιόλια. τὸ γʹ δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ δʹ
5ὅμοιον τῷ αʹ. τὸ εʹ ὅμοιον τῷ γʹ. τὸ δὲ ἕκτον δίμετρον ἀκατάληκτον διὰ τὴν ἀδιάφορον. ἔν τισι δὲ δύο κῶλα συνῆπται ταῦτα. ἐν ἐκθέσει δὲ στίχος ἰαμβικὸς τρίμε‐ τρος ἀκατάληκτος ὅμοιος τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει κορω‐ νίς.
10ἀποκεκλήκαμεν: Ἀπηγορεύσαμεν. —ἔν τισι δὲ κατὰ δύο κῶλα συνῆπται ταῦτα. R. V.

sch av

1267

τῇδε: Ἐνθάδε. Vict. ἀντὶ τοῦ ἐν τούτῳ τῷ τόπῳ ἐν ᾧ ἐστιν ἡ πόλις αὕτη. λέγει δὲ τὸν ἀέρα. τὸ ἑξῆς ἱερόθυτον καπνόν. R. V.

sch av

1269

δεινόν τε τὸν κήρυκα: Τοῦτο Ἀττικὸν τὸ σχῆμα. εἰσὶ γὰρ αἰτιατικαὶ ἀντὶ εὐθειῶν. ἀντὶ τοῦ ὁ κῆρυξ. ἐνδεῖ δὲ τὸ σχῆμα. ἔδει γὰρ, ὁ κῆρυξ εἰ μὴ νοστήσει. εἴσθεσις δὲ τῆς διπλῆς ἀμοιβαίας τῶν
5ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάλη‐ κτοι μδʹ. ὧν τελευταῖος
ἐγὼ δ’ ἐκείνων τοὺς προσιόντας δέξομαι.
ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.237

sch av

1271

(ὦ Πεισθέταιρ’: Ἄγγελος πεμφθεὶς εἰς ἀνθρώ‐ πους ἐξ ὀρνίθων ὑποστρέφει λέγων, ὅτι πάντες ἥδονται οἱ ἄνθρωποι ὄρνιθας κρατεῖν.)

sch av

1273

ὦ κατακέλευσον: Οἱονεὶ σιωπὴν κήρυξον. οἱ γὰρ κελευσταὶ πολλάκις σιωπὴν παραγγέλλειν εἰώθα‐ σιν, σιώπα λέγοντες καὶ ἄκουε, καὶ τὰ ὅμοια. οὕτω Δίδυμος. Ἄλλως. ἐπεὶ πολλάκις εἴρηκεν ὦ καὶ οὐκ
5ἐπίσχει αὐτὸν ὁ Πεισθέταιρος, ὁ ἄγγελός φησι κατα‐ κέλευσον, ὥσπερ τοῖς ἐρέσσουσι, (καὶ ὦ, λέγει, παύ‐ σασθαι παρακελευσαί μοι. οὕτω Σύμμαχος). —κατα‐ κέλευσον: Σιγὴν πρόσταξον. Vict.

sch av

1281

ἐλακωνομάνουν: Τῆς τῶν Λακώνων ἤρων πολιτείας. (τοῦτο δὲ εἶπε διὰ τὸ ὑπερέχειν τοὺς Λάκω‐ νας τῷ πολέμῳ τότε.) ἄρχεται δὲ διαβάλλειν. διαβάλλει δὲ καὶ τὸν Σωκράτην ὡς ῥυπαρὸν καὶ πένητα.

sch av

1282

ἐκόμων, ἐπείνων: (Εἰπὼν τὸ ἐκόμων καὶ τὰ ἑξῆς, ἐπιτηδείως ἐπάγει τὸ ἐσωκράτουν. τοιοῦτοι γὰρ οἱ φιλόσοφοι. ἐκόμων δὲ καὶ οἱ Λάκωνες ὡς τρυφῶντες.)

sch av

1283

σκυτάλι’ ἐφόρουν: (Σκυτάλη ἤτοι Λακωνικὴ ἐπιστολὴ ἢ βακτηρία. ἐφόρουν γὰρ βαρείας βακτηρίας οἱ Λάκωνες. τοῦ δὲ σκυτάλιον τὸ α ἐκτείνεται, ὡς ἐν Ὁλκάσιν, ἔνθα καὶ τὸ Νικοφῶντος ἐξ Ἀφροδίτης Γο‐
5νῶν παρετέθη «οὐκ ἐς κόρακας τὼ χεῖρ’ ἀποίσεις «ἐκποδὼν ἀπὸ τοῦ σκυταλίου τε καὶ τῆς διφθέρας.» οὕτω Σύμμαχος. ὁ δὲ Δίδυμος σκυτάλια τὰς βακτη‐ ρίας, αἷς τὰ σκύταλα τύπτουσιν, ὅ ἐστι τοὺς τραχήλους *** «ἢ παύσει βάκτρῳ καλίνῳ σκύταλα Φρὺξ ἀνήρ.»
10Ἄλλως.) σκυτάλη ἐστὶ Λακωνικὴ ἐπιστολή. οὗτοι γὰρ μέλλοντες πέμπειν στρατηγὸν εἰς τὸν πόλεμον, ἐποίουν δύο ῥάβδους ἰσοπήχεις καὶ ἰσομήκεις, καὶ τὴν μὲν τῷ στρατηγῷ μέλλοντι ἐξιέναι εἰς πόλεμον ἐδίδουν, τὴν δὲ παρ’ αὐτοῖς εἴων. καὶ ὅτε βούλοιντο ἀπόρρητόν τι ση‐
15μᾶναι τῷ ἀπόντι στρατηγῷ, ταύτῃ λευκὸν δέρμα πε‐ ριειλίξαντες, ἔγραφον εἰς αὐτό. ὁ δὲ στρατηγὸς λαβὼν αὐτὸ καὶ περιελίξας τῇ παρ’ αὐτῷ ῥάβδῳ ἀνεγίνωσκε. (σκυτάλι’ ἐφόρουν: Πάλιν ἀντὶ τοῦ ἐλακώνιζον. καὶ ὅτι Λακωνικὸν τὸ τῆς σκυτάλης.) ἔγραφον δὲ οὐ μόνον
20ταῖς σκυτάλαις ἐγχαράσσοντες τὰς ἐπιστολὰς, ἀλλὰ καὶ βακτηρίαις.

sch av

1288

κατῇραν εἰς τὰ βιβλία: Ἔπαιξεν εἰς τὸ φιλό‐ δικον, εἰπὼν εἰς τὰ βιβλία ἀντὶ τοῦ εἰς τὰ ψηφίσματα. Ἄλλως. ὡς ἐπὶ ὀρνίθων καθεζομένων. δέον δὲ εἰπεῖν εἰς τοὺς λειμῶνας.

sch av

1289

εἶτ’ ἀπενέμοντ’ ἐνταῦθα: Ἐνταῦθα συναλη‐ λιμμένον ἀμφίβολόν ἐστιν. ὃ καὶ ἐπιτετήδευκε. διελόντι δὲ τὸ μέν ἐστιν ἐνέμοντο, τὸ δὲ, ἀπενέμοντο, τουτέ‐ στιν ἀνεγίνωσκον.

sch av

1290

ἀντὶ τοῦ τῶν ὀρνίθων ἐπιθυμοῦσιν, ὅ ἐστιν ἐρημίας. R.

sch av

1292

Πέρδιξ μὲν εἷς κάπηλος: Ὁ μὲν Πέρδιξ σα‐ φῶς ὄνομα κύριον. Μενίππῳ δὲ ἐπώνυμον ἦν χελιδών. τὸ δὲ ἑξῆς κατὰ τὸ οἰκεῖον εἴληπται, τῷ Ὀπουντίῳ λέγω τὸ κόραξ, ὅτι ἅρπαξ καὶ ἀναιδής. ὅτι δὲ καὶ μο‐
5νόφθαλμος οὗτος προείρηται. οὐ πάντως δὲ ὡς ἐπώνυ‐ μον. Ἄλλως. κάπηλος ἀντὶ τοῦ μάγειρος. ἔσκαζε δὲ οὗτος. εἴρηται δὲ ἐν τοῖς πρόσθεν, ὅτι χωλὸς οὗτος ὁ Πέρδιξ. ἀφ’ οὗ φασὶ τὴν παροιμίαν, Πέρδικος σκέλος, ἐπὶ τῶν λεπτοπόδων. Ἄλλως. ὁ Πέρδιξ ὄνομα κα‐Column end
10πήλου. χωλὸς δὲ ἦν οὗτος. μνημονεύει δὲ αὐτοῦ καὶ ἐν Ἀναγύρῳ· καὶ μὴν χθές γ’ ἦν Πέρδιξ χωλός. (τούτου δὲ πολλοὶ μέμνηνται. ἀπὸ τούτου δέ φασι τὴν παροι‐ μίαν, Πέρδικος σκέλος, ἧς καὶ Ἀριστοφάνης ἐν ταῖς ἀμέτροις παροιμίαις μνημονεύει.)

sch av

1293*

Μενίππῳ δ’ ἦν χελιδὼν: Διὰ τὸ ἱπποτρόφον εἶναι (καὶ καυτηρίᾳ τοῦτον χρῆσθαι) οὕτως ὠνομάσθη.

sch av

1294

Ὀπουντίῳ δ’ ὀφθαλμὸν: (Δίδυμος·) ὡς τοιού‐ του τὴν ὄψιν ὄντος μνημονεύει αὐτοῦ καὶ μέγα ῥύγχος ἔχοντος (καὶ ὁ τὰς Ἀταλάντας γράψας, καὶ Εὔπολις ἐν Ταξιάρχοις. Σύμμαχος· φαίνονται τὸν Λυκοῦργον
5Αἰγύπτιον εἶναι νομίζοντες ἢ τὸ γένος, ἢ τοὺς τρόπους. Φερεκράτης Ἀγρίοις «οἶμαι δ’ αὐτὸν κινδυνεύειν εἰς «τὴν Αἴγυπτον οἴκους λέξεις, ἵνα μὴ συνέχῃ τοῖσι «Λυκούργου πατριώταις.» μήποτε οὖν εἰς τὸ αὐτὸ καὶ Κρατῖνος Δηλιάσι «τούτοισι δ’ ὄπισθεν ἴτω δίφρον
10«φέρων Λυκοῦργος | ἔχων καλάσιριν.» ὁ δὲ καλάσιρις, χιτὼν πλατύσημος. φησὶ δὲ Κηφισόδημος ὅτι Αἰγυπτίων ἡ λέξις. διαβάλλει δὲ αὐτὸν ἢ ὡς ξένον, ἢ ὡς πονηρόν.)

sch av

1295

κορυδὸς: Μήποτε ὀξυκέφαλος ἦν εἰς τὸ ἄνω καὶ ὀρνιθώδης τὴν κεφαλήν. ὅτι δὲ αἰσχρὸς ἦν καὶ ἐν Θεσμοφοριαζούσαις [168] δηλοῖ. χηναλώπηξ: Πανοῦργος ἦν. διὸ ἀλώπηξ. καὶ ὅτι
5ἀναίσθητος καὶ φθονερὸς καὶ πονηρός. ὁ δὲ Δίδυμος Θεαγένη καὶ Φιλοκλέα φησὶν ὀρνιθώδεις εἶναι.

sch av

1296

Ἴβις Λυκούργῳ: Ἢ ὡς Αἰγυπτίῳ, ἢ ὡς μα‐ κροσκελεῖ. ἶβις δὲ ὄρνεον πλεονάζον ἐν Αἰγύπτῳ. Χαιρεφῶντι: Ὁ Χαιρεφῶν μέλας καὶ ὠχρὸς προ‐ είρηται. (νυκτερὶς δὲ καὶ παρὰ τοῖς ἄλλοις.) οὗτος δ’ ἂν
5εἴη Χαιρεφῶν ὁ Σωκρατικός.

sch av

1297

Συρακοσίῳ δὲ κίττα: (Οὗτος γὰρ τῶν περὶ τὸ βῆμα.) καὶ Εὔπολις ὡς λάλον ἐν Πόλεσι διασύρει («Συρακόσιος δ’ ἔοικεν, ἡνίκ’ ἂν λέγῃ, τοῖς κυνιδίοισι «τοῖσιν ἐπὶ τῶν τειχίων. ἀναβὰς γὰρ ἐπὶ τὸ βῆμ’ ὑλα‐
5«κτεῖ περιτρέχων.» δοκεῖ δὲ καὶ ψήφισμα τεθεικέναι μὴ κωμῳδεῖσθαι ὀνομαστὶ τινὰ, ὡς Φρύνιχος ἐν Μο‐ νοτρόπῳ φησί· ψῶρ’ ἔχε Συρακόσιον, ἐπιφανὴς γὰρ αὐτῷ καὶ μέγα τύχοι. ἀφείλετο γὰρ κωμῳδεῖν οὓς ἐπεθύμουν. διὸ πικρότερον αὐτῷ προσφέρονται.)
10Μειδίας δ’ ἐκεῖ ὄρτυξ: ** Ὁ μὲν Δίδυμος οὕτως. ὁ δὲ Ἀμμώνιος ᾠήθη ἐξ ἐπιθέτου Μειδίαν ὄρτυγα καλεῖ‐ σθαι. γελοίως διὰ τὸ κυβευτὴν εἶναι καὶ ἐν γύρῳ τοὺς ὄρτυγας κόπτειν, (οὕτως αὐτὸν νῦν Ἀριστοφάνης προσ‐ εῖπε. δηλοῖ δὲ τοῦτο Ἀριστοφάνης [ἐν Περιαλγεῖ
15«χρηστὸν] μὴ κατὰ Μειδίαν ὀρτυγοκόπον.» λέγει δὲ ἐν Ποαστρίαις ὁ αὐτὸς, ὡς καὶ περὶ ἀλέκτορας αὐτοῦ ἐσπουδακότος. διαβάλλεται δὲ εἴς τε πονηρίαν, ὡς Πλά‐ των ἐν Νίκαις, καὶ κλοπὴν δημοσίων, ὡς Μεταγένης ἐν Ὁμήρῳ, καὶ συκοφαντίαν. κόβαλός τε ἐλέγετο εἶναι
20καὶ πτωχαλαζὼν, ὡς Φρύνιχος ἐν Ἐφιάλτῃ. ὁ δὲ Σύμ‐ μαχος, ᾖκεν, ἐῴκει. ὄρτυγα δὲ λέγει, ὅτι ὀρτυγοκόπος ἦν, περὶ οὗ προείρηται. φέρεται δὲ ἐν τοῖς πλείστοις, ὑπὸ στυφοκόμπου. καὶ σαφὲς οὐδέν ἐστιν εὑρεῖν. Διο‐ νύσιος δὲ ὁ Ζώπυρος γράφει, ὑπ’ ὀρτυγοκόμπου, καὶ238
25ἐξηγεῖτο, ὅτι ἔγκειται τὸ μ. θέλει γὰρ εἰπεῖν τῶν ὀρτυ‐ γοκόμπων, ἐπεὶ καὶ αὐτὸς τῶν ὀρτυγοκόμπων.)

sch av

1299

[στυφόκομπος ὁ μάχιμος ὄρτυξ. παρὰ τὸ στε‐ ρεῶς κόπτειν. (ὄνομα ὀρνέου ἔπλασε) παρὰ τὸ κολά‐ πτειν τὴν κεφαλὴν, ὃ συμβαίνει τοῖς ὄρτυξιν.]

sch av

1301

ὅπου χελιδὼν: Εἰς τὰ Σιμωνίδου μέλη αἰνίτ‐ τεται «κυανέα χελιδών.»

sch av

1302

[ἢ πηνέλοψ: Ὁ πηνέλοψ νήττῃ μέν ἐστιν ὅμοιον, περιστερᾶς δὲ μέγεθος. μέμνηται δὲ αὐτοῦ Στησίχορος καὶ Ἴβυκος. Ἄλλως. τὰ μὲν ἄλλα ἐν συμπληρώματι. ὁ δὲ πηνέλοψ μείζων μὲν ἢ κατὰ νῆτταν, ὅμοιος δέ.]

sch av

1303

ἢ πτέρυγες ἢ (πτεροῦ) τι καὶ ὅπου μέρος τι πτεροῦ ἢ μόριον ὀρνέου ὑπῆρχεν ἐν ποιήματι, ᾖδον αὐτό.

sch av

1309

(τὰς ἀρρίχους: Τὸ χ διὰ τὸ θηλυκῶς εἰπεῖν τὰς ἀρρίχους, ἡ ἀρρίχη. ἐξηγοῦνται δέ τινες κόφινον. ἡγητέον οὖν ἐκ μὲν τοῦ αὐτοῦ γένους εἶναι, διάφορον δέ τι. λέγουσι δὲ καὶ νῦν σωράκων τι εἶδος ἀρρίχους.)

sch av

1310

ταῦτα πρὸς τὸν Μανῆν λέγει. εἰς τὸ χορηγεῖν τοῖς βουλομένοις ὀρνιθωθῆναι. R. ἐμπίπλη πτερῶν: Πρὸς τὸ χορηγεῖν τοῖς βουλομένοις ὀρνιθωθῆναι τῶν ἀνθρώπων εἴρηται ταῦτα. Ἄλλως. ἐμπίπλη. (Ἀτ‐
5τικόν. ἦν γὰρ τὸ κοινὸν ἀπὸ τοῦ πίπλημι πίπλαθι, ὡς ἵσταθι. ὅμοιον δέ ἐστι καὶ τὸ
Κύκλωψ τῆ πίε οἶνον, — παρὰ τῷ ποιητῇ [Od. Ι, 347]. Ἀττικοὶ γὰρ οὐ τρέπου‐ σιν ἐπὶ τῶν εἰς μι τὸ μ εἰς τὸ θ ἐν τοῖς προσ‐
10τακτικοῖς, καὶ συστέλλουσι τὴν παραλήγουσαν ὡς ἡ κοινὴ, ἵστημι ἵσταθι, καὶ πίμπλημι πίμπλαθι, ἀλλὰ τελείαν ἀποβολὴν τῆς μι ποιούμενοι πίμπλη καὶ ἵστη λέγουσιν, ὥσπερ καὶ ἀπὸ τοῦ τῆμι τὸ τῆ.) —γέμισον. ἔστι δὲ Ἀττικῶς. R.

sch av

1313

ταχὺ δ’ ἂν πολυάνορα: Ἡ ἀμοιβαία αὕτη περίοδος ἔοικεν ἐκθέσει διπλῆς, κώλων οὖσα ἀναπαι‐ στικῶν καὶ ἰαμβικῶν ιζʹ. ὧν τὸ πρῶτον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἰαμβικὸν δίμετρον κα‐
5ταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ὃ καλεῖται Ἀνακρεόν‐ τειον. τὸ γʹ ὅμοιον. τὸ δʹ ὅμοιον τῷ αʹ. τὸ εʹ ὅμοιον τῷ βʹ. τὸ ϛʹ καὶ τὸ ζʹ ἀναπαιστικὰ πενθημιμερῆ. τὰ ηʹ, θʹ, ιγʹ ὅμοια τῷ αʹ, τὰ δʹ ἄλλα τῷ βʹ. ἐπὶ τῷ τέλει αἱ συνήθεις διπλαῖ.

sch av

1316

ἐμᾶς πόλεως: Λείπει ἀνθρώπους. ἕνεκα τῆς πόλεως τῆς ἐμῆς, φησὶ, κατέχουσιν οἱ ἔρωτες τοὺς ἀνθρώπους, ἀντὶ τοῦ, ἐρῶσιν οἱ ἄνθρωποι τῆς ἐμῆς πόλεως.

sch av

1317

(θᾶττον φέρειν: Τοὺς κοφίνους τῶν πτερῶν. δῆλον δὲ ὅτι ταῦτα πρὸς τὸν Μανῆν.)

sch av

1323

ὡς βλακικῶς: Ἀντὶ τοῦ βραδέως. Πεισθέται‐
ρος πρὸς τὸν Μανῆν.Column end

sch av

1326

σὺ δ’ αὖτις ἐξόρμα: Ἀποστρέφει τὸν λόγον ὁ χορὸς πρὸς τὸν Πεισθέταιρον εἰσιόντα ἐπεῖξαι τὸν οἰκέ‐ την. τὸ δὲ ἑξῆς ὅρμα αὐτὸν ὡδί.

sch av

1329

Μανῆς γάρ ἐστι δειλός: Ἀποφαντικῶς ἀντὶ τοῦ δείλαιος. πρὸς ἄλλον δὲ λέγει τύπτων τὸν Μανῆν. εἴσθεσις δὲ χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν δι‐ πλῆν τίθεσθαι, προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας
5περιόδου, κώλων ἀναπαιστικῶν εʹ. ὧν τὰ αʹ, βʹ πενθη‐ μιμερῆ. τὰ γʹ, δʹ δίμετρα ἀκατάληκτα. τὸ εʹ ἰαμβικὸν ἑφθημιμερές. ἐν ἐκθέσει δὲ τρίμετρα δύο. ἐπὶ τῷ τέλει κορωνίς.

sch av

1331

διάθες τάδε κόσμῳ: Ἀντὶ τοῦ διάκρινον τὰ πτερὰ κατὰ τάξιν ἑκάστῳ ἀνδρὶ προσοικειώσας. (μουσικὰ δὲ λέγει) κύκνων καὶ ἀηδόνων, ὅτι μάλιστα εὔφωνά ἐστι. μαντικὰ δὲ κοράκων καὶ ἀετῶν καὶ τῶν λοιπῶν, ὅσοις
5οἰωνίζεται. (θαλάττια δὲ) λάρων καὶ αἰθυιῶν καὶ τῶν ὁμοίων.

sch av

1333

ὅπως πτερώσῃς ἕκαστον ἁρμοδίως. R. V.

sch av

1335

οὔτοι μὰ τὰς κερχνῇδας: Τύπτων τὸν δοῦλον τὸν Μανῆν ταῦτα λέγει ὁ Πεισθέταιρος. —σχήσομαι: Ἀνέξομαι. R. Vict.

sch av

1337

γενοίμαν ἀετὸς: Εἴσθεσις ἑτέρας περιόδου κώλων καὶ στίχων λζʹ. ὧν τὰ αʹ δύο ἀναπαιστικὰ δί‐ μετρα ἀκατάληκτα. τὸ τρίτον ἰαμβικὸν ἑφθημιμερές. τὸ ϛʹ κῶλον μονόμετρον βραχυκατάληκτον. οἱ δ’ ἄλλοι
5τρίμετροι. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγρα‐ φος. ἐν τοῖς Καλλιστράτου, ταῦτα ἐξ Οἰνομάου τοῦ Σοφοκλέους. πρόσεισι πατραλοίας ἀκηκοὼς τὰ ἐν ὄρνι‐ σιν νόμιμα, ὅτι ἐξὸν τὸν πατέρα τύπτειν. —λέγει δὲ ταῦτα ὑφ’ ἡδονῆς ὁ παμπόνηρος. R.

sch av

1338

ἀτρυγέτου: Ἀκάρπου ἐπὶ ἀβύσσου καὶ ἠπεί‐ ρου. Vict.

sch av

1339

λίμνας: Καὶ οὗτος λίμναν τὴν θάλασσαν εἴ‐ ρηκεν.

sch av

1340

οὐ ψευδαγγελὴς: Οὐ ψευδῆ ἀπηγγελκέναι. — ἐπειδὴ ἐν τοῖς προτέροις ἔφη ὁ ἄγγελος πολλοὺς ἥξειν ἀνθρώπους. V.

sch av

1342

αἰβοῖ: Οὐ μόνον ἐπὶ σχετλιασμοῦ τὸ αἰβοῖ, ἀλλὰ καὶ ἐπὶ ἡδονῆς, ὡς καὶ νῦν. (οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι: Μετὰ τοῦτον ἑνὸς στίχου φέρουσί τινες διάλειμμα, καὶ Ἀριστοφάνης
5πλήρωμα οὕτως
ἐρῶ δ’ ἐγώ τι τῶν ἐν ὄρνισιν νομῶν.)

sch av

1346

πολλοὶ γὰρ ὀρνίθων: Γῦπες γὰρ καὶ κόρακες περὶ νεκροὺς νέμονται, οἱ δὲ λάροι τὴν θάλατταν. ποίας οὖν νομῆς τῶν πλησίων ἐπιθυμεῖς;

sch av

1348

ὡς πατραλοίας τοῦτον ἀποδέχεται τὸν νόμον. τοιοῦτοι δὲ οἱ ἀλεκτρυόνες. V.

sch av

1349

τὸν ὄρνιν ἐκεῖνον. V.

sch av

1350

ἀντὶ τοῦ πλήττει. R. V.

sch av

1352

τὰ χρήματα αὐτοῦ. V.

sch av

1354

ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν: Κύρβεις χαλ‐
καῖ σανίδες ἔνθα τοὺς νόμους γράφουσι. κατὰ δὲ ἐνίους, ἄξονες τρίγωνοι ἐν οἷς ἦσαν οἱ τῶν πόλεων νόμοι γε‐ γραμμένοι καὶ αἱ δημοσίαι ἱεροποιίαι, (καθάπερ καὶ239
5Ἀριστοτέλης ἐν τῇ τῶν Ἀθηναίων πολιτείᾳ φησὶ καὶ Ἀπολλόδωρος. κύρβεις δὲ ἤτοι παρὰ τὸ κεκορυφῶσθαι εἰς ὕψος ἀνατεταμένον, ἢ ἀπὸ τῶν κορυβάντων. ἐκείνων γὰρ εὕρημα, ὥς φησι Θεόφραστος ἐν τῷ περὶ εὐσεβείας.) φησὶ δὲ Ἀριστοτέλης ἀληθῆ εἶναι τὸν περὶ τῶν πελαρ‐
10γῶν λόγον. ὁμοίως δὲ αὐτοῖς ποιεῖν καὶ τοὺς ἀερόποδας. διὸ καὶ ἐν τοῖς σκήπτροις ἀνωτέρῳ μὲν πελαργὸν τυ‐ ποῦσι, κατωτέρω δὲ ποτάμιον ἵππον, δηλοῦντες ὡς ὑπο‐ τέτακται ἡ βία τῇ δικαιοπραγίᾳ. οἱ γὰρ πελαργοὶ, δι‐ καιοπραγεῖς ὄντες, ἐπὶ πτερῶν βαστάζουσι τοὺς πατέρας
15γεγηρακότας· οἱ δὲ ἱπποπόταμοι ζῷον ἀδικώτατον.

sch av

1360

ἀντὶ τοῦ οὐδενὸς κακοῦ ἀπολαύσεις, οὐδὲν πείσῃ. R.

sch av

1361

ὥσπερ ὄρνιν ὀρφανόν: Ὡς μὴ ἔχοντα πατέρα. θάρρει οὖν. οὐ γὰρ θρέψεις τὸν πατέρα. ἢ ὅτι καὶ οὕτως ἐστὶν ὄρνις καλούμενος.

sch av

1363

ἔμαθον ὅτε παῖς ἦ: Ἀντὶ τοῦ ἦν Ἀττικῶς.—γράφεται καὶ ἦν. αἱρετώτερον δὲ τὸ ἦ ἀντὶ τοῦ ἔα. V. Σύμμαχος· καθοπλίζει αὐτὸν τῇ μὲν πτέρυγι ὡς ἀσπίδι, τῷ δὲ πλήκτρῳ ὡς ξίφει, τῷ δὲ λόφῳ ὡς πε‐
5ρικεφαλαίᾳ. Δίδυμος δέ· ἀντὶ μὲν τῆς πτέρυγος ἀσπίδα δίδωσιν αὐτῷ, ἀντὶ δὲ τοῦ πλήκτρου ξίφος. ἦλθε γὰρ ὡς ἀλεκτρυὼν πτερωθῆναι, ἐπεὶ ἐκεῖνοι τοὺς πατέρας τύπτουσι.

sch av

1365

πλῆκτρον: Ὅπερ περιετίθεσαν τοῖς ἀλε‐ κτρυόσι χαλκοῦν ἐν τῷ μάχεσθαι. καὶ παροιμία, αἶρε πλῆκτρον ἀμυντήριον. κἀκεῖνοι γὰρ ἔχουσι πλῆκτρα, οἷς μάχονται.
5πλῆκτρον θητέρᾳ: ξίφος ἢ δόρυ αὐτῷ δίδωσι. V. Vict.

sch av

1367

φρούρει, στρατεύου: Συμβουλεύει αὐτῷ ποιεῖν ἃ πρέπει νέοις (καὶ μὴ μάτην ἐκ τοῦ δημοσίου τρέφε‐ σθαι). Ἄλλως. παρακελεύεται αὐτῷ στρατεύεσθαι καὶ μισθὸν λαμβάνειν, καὶ ἐκ τούτου ἀποτρέφεσθαι.
5μισθοῦ γὰρ στρατεύονται ὑπὲρ ἄλλων πόλεων. κωμῳ‐ δεῖ δὲ Ἀθηναίους ὡς μὴ στρατεύοντας.

sch av

1369

εἰς τἀπὶ Θρᾴκης: Ἐπεὶ συνεχεῖς ἐγίνοντο αἱ στρατιαὶ ἐπὶ Θρᾴκης τοῖς Ἀθηναίοις. ἢ ὅτι ἱερόν ἐστι χωρίον τοῦ Ἄρεως ἡ Θρᾴκη.

sch av

1372

ἀναπέτομαι δὴ: Ἡ ἀμοιβαία αὕτη περίοδος προῳδῷ χοροῦ ἔοικε, κώλων καὶ στίχων οὖσα ἀναπαι‐ στικῶν καὶ ἰαμβικῶν ιʹ, ἐπιμεμιγμένων τετραβράχε‐ σιν. ὧν τὸ αʹ ἀναπαιστικὸν πενθημιμερὲς τοῦ αʹ ποδὸς
5τετραβράχεος. τὸ βʹ δίμετρον καταληκτικὸν εἰς δισύλ‐ λαβον. τὸ τρίτον δίμετρον βραχυκατάληκτον. οἱ δʹ, ζʹ, ηʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. τὸ εʹ ἀναπαιστικὴ βάσις καταληκτικὴ εἰς δισύλλαβον. τὸ ϛʹ ὅμοιον τῷ γʹ τὸ θʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιʹ ἀναπαιστι‐
10κὸν πενθημιμερές. (ταῦτα παρὰ τὰ Ἀνακρέοντος «ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις
«διὰ τὸν ἔρωτ’· οὐ γὰρ ἐμοὶ παῖς ἐθέλει συνηβᾶν.» διὸ καὶ τὸ χ ἔχουσι οἱ δύο στίχοι.) —Κινησίας διθυ‐ ραμβοποιός. R.Column end

sch av

1374

ἄλλοτ’ ἐπ’ ἄλλαν: Τὸ ἀπ’ ἄλλων εἰς ἄλλα μέλη τρέπεσθαι βούλεται δηλοῦν.

sch av

1375

τουτὶ τὸ πρᾶγμα φορτίου: Διὰ τὸ συνεχῶς αὐτὸν λέγειν πέτομαι (καὶ πτερύγεσσι). —εἰς τὸ ἀδιανόητον. ἐκ δὲ τῶν αὐτοῦ Κινησίου περιπλοκὴν ἔχει. V.
5τὴν τῶν ὀρνίθων δῆλον· ἐπίτηδες δὲ ὡς ἀσαφῆ αὐ‐ τὸν διασύρει. Vict.

sch av

1377

σώματί τε νέαν ἐφέπων: Τινὲς ἐπέων. ἐπίτη‐ δες ἀδιανοητεύεται, θέλων διαβαλεῖν τὰ Κινησίου ποιήματα ὡς ἀδιανόητα. ἀσυνάρμοστον τὸ κῶλον τοῦτο προσέρραται. ἔδει
5γὰρ εἰπεῖν, ἀφόβῳ σώματι (πέτομαι γενεὰν ὀρνίθων ἐφέπων), ἀντὶ τοῦ μετιών. —τὴν τῶν ὀρνίθων δη‐ λονότι. R.

sch av

1378

φιλύρινον: Καλλίστρατος χλωρόν. ἡ γὰρ φιλύρα χλωρόν. χλωρὸς δὲ καὶ οὗτος. Εὐφρόνιος κοῦ‐ φον, ὡς ἂν διθυραμβοποιὸν εὐτελῆ, καὶ κοῦφα ποιοῦν‐ τα. τοιοῦτον γὰρ τὸ ξύλον κοῦφον καὶ ἐλαφρόν. δια‐
5βάλλει δὲ αὐτὸν καὶ ὡς χωλὸν (διὰ τοῦ «πόδα σὺ κυλλόν.»)

sch av

1379

τί δεῦρο πόδα σὺ κυλλὸν: Ὅτι πολλάκις τὸ μὲν κυλλὸν ἐπὶ τοῦ ποδὸς ἔτασσον, ὡς ὁ ποιητὴς [Il. Φ, 331] «ὄρσεο κυλλοπόδιον.» τὸ δὲ χωλὸν ἐπὶ τῆς χειρὸς, ὡς Εὔπολις
5
ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρ’ οὐ λέγεις. (καὶ Εὐφρόνιος μὲν χωλὸν εἶναι τὸν Κινησίαν φησίν. ἢ τάχα, ἐπεὶ πολλάκις ἐστὶ παρ’ αὐτοῖς ποδὶ κούφῳ, ἢ ποδὶ λευκῷ, ἢ πόδα τιθείς, ἤ τι τοιοῦτον, τὸ κυλλὸν προσέθηκεν. Ἄλλως. Δίδυμος μὲν κύκλον, ἐπεὶ κυ‐
10κλίων ᾀσμάτων ποιητής ἐστι, κυλλὸν δὲ, ἐπεὶ χωλός ἐστιν. εἴρηται δὲ περὶ αὐτοῦ ἐν Βατράχοις [ad v. 1436]. ὁ δὲ Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις δύο φησὶ γε‐ γονέναι. Σύμμαχος οὕτως. Εὐφρόνιος· ἐπειδὴ κυλλὸς ἦν ὁ Κινησίας. τοῦτο δὲ οὐκ ἔστιν εὑρεῖν. ἀλλ’ ἐπειδὴ
15πολὺ παρ’ αὐτοῖς ἐστι τὸ ποδὶ λευκῷ, καὶ ποδὶ κούφῳ, καὶ πόδα τιθείς, ἤ τι τοιοῦτον, τὸ κυλλὸν προσέθηκεν.) —τὸ δὲ ἀνακύκλον ἐπειδὴ κυκλίων ᾀσμάτων ποιητής ἐστι. R.

sch av

1381

λιγύφθογγος ἀηδών: Λιγύφθογγος ἔφη διὰ τὸν μόχθον καὶ τὸν θρῆνον τὸν ἡδυτάτως ἐξ αὐτῆς εἰς τὸν παῖδα γινόμενον. γράφεται λιγύμυθος, ἢ λιγύμο‐ χθος.

sch av

1382

παῦσαι μελῳδῶν: Εἴσθεσις περιόδου ἀμοι‐ βαίας στίχων καὶ κώλων κηʹ. ὧν οἱ μὲν πρῶτοι ιαʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. τὰ ἑξῆς ὀκτὼ κῶλα ἀναπαιστικὰ ἐπιμεμιγμένα χορείοις ἢ τριβράχεσι καὶ
5προκελευσματικοῖς ἤτοι τετραβράχεσιν. ὧν τὰ δʹ δίμε‐ τρα ἀκατάληκτα. τὸ εʹ τρίμετρον βραχυκατάληκτον.
τὰ δὲ ἑξῆς τρία δίμετρα ἀκατάληκτα. οἱ ἑξῆς δὲ τούτων θʹ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. ἐπὶ τῷ τέλει κορωνίς.240

sch av

1383

ὑπὸ σοῦ πτερωθεὶς: Βούλομαι, φησὶ, πτερω‐ θῆναι ὑπὸ σοῦ, ἵνα διὰ τοῦ ἀέρος πετόμενος ἐξεύρω εἰς τὰ προοίμια λέξεις νιφοβόλους καὶ ἀεροδονήτους. (παίζει δὲ πρὸς τὰ ποιήματα τῶν διθυραμβοποιῶν·
5ἔθος γὰρ αὐτοῖς τοιαῦτα ἐπίθετα λέγειν. ἅμα δὲ καὶ πρὸς τὸ κοῦφον αὐτῶν.) μετάρσιος: Ἐπῃρμένος, ὑψωθείς. Vict.

sch av

1385

ἀναβολὰς: Προοίμια. R. V. λέξεις. Vict.

sch av

1387

κρέμαται μὲν οὖν: Οἷον ὕλη ἐστὶ τῶν ποιη‐ μάτων ἡμῶν ἡ τῶν νεφελῶν σύστασις.

sch av

1390

καὶ πτεροδόνητα: [Ἀντὶ τοῦ ταχέα.] ταῦτα γὰρ συμβαίνει τῷ ἀέρι. ὅθεν φησὶ τὰς λέξεις αὐτοὺς θηρᾶσθαι.

sch av

1393

ἅπαντα γὰρ δίειμί σοι: Ἅπαντα γάρ σοι τὰ περὶ τοῦ ἀέρος διεξέρχομαι. πλείστη γὰρ αὐτῶν ἡ λέξις τοιαύτη, ὁ δὲ νοῦς ἐλάχιστος, ὡς ἡ παροιμία «καὶ διθυράμβων νοῦν ἔχεις ἐλάττονα.»

sch av

1395

ὠόπ: Παρακελεύεται αὐτῷ παύσασθαι τοῦ ᾄδειν, ὡς οἱ ἐρέσσοντες. κέλευσμα γάρ ἐστι τὸ ὠὸπ τῶν ἐρεσσόντων καταπαῦον τὴν κωπηλασίαν. τὸν ἁλαδρόμον: Τὸν εἰς ἅλα δρόμον. λείπει γὰρ ἡ
5εἰς. ἔνια τῇ συνθέσει ἀδιανόητα ποιοῦσι. ταῦτα δὲ οὐδὲ ταῖς λέξεσι συνετά. χλευάζει δὲ τοὺς διθυραμβοποιούς.

sch av

1397

καταπαύσω: Τοῦτο (ἅμα) λέγων ὁ Πεισθέ‐ ταιρος παίει αὐτόν.

sch av

1398

στείχων: Βαδίζων. Vict.

sch av

1399

σῶμα: Τὸ ἐμόν. Vict.

sch av

1400

ἀλίμενον αἰθέρος: Τὴν τέλος οὐκ ἔχουσαν, οὐδὲ ὅρμον, ἀπὸ μεταφορᾶς τῶν νεῶν. τρόπον γὰρ πελάγους δοκοῦσι διανήχεσθαι τὸν ἀέρα οἱ ὄρνιθες.

sch av

1401

χαρίεντά γ’ ὦ πρεσβύτα: Ἔτι Κινησίας φησὶ τοῦτο πρὸς τὸν γέροντα τὸν Πεισθέταιρον τὸν τύψαντα αὐτόν. Ἄλλως. ἐπειδὴ κινεῖ αὐτὸν ὡς ἰσχνὸν ὄντα τῷ σώματι. λέγει δὲ ὅτι χαριέντως ἐσοφίσω, ἵνα τῷ
5κινεῖσθαι δοκῇς ἔχειν πτερά.

sch av

1402

[πτεροδόνητος γενόμενος: Ἀντὶ τοῦ πτεροῖς πληχθείς. παίζει δὲ πρὸς τὰ εἰρημένα.]

sch av

1403

τὸν κυκλιοδιδάσκαλον: Ἀντὶ τοῦ διθυραμβο‐ ποιόν. εἴρηται γὰρ ὅτι ἐγκύκλια διδάσκουσιν. (Ἀντί‐ πατρος δὲ καὶ Εὐφρόνιος ἐν τοῖς ὑπομνήμασί φασι τοὺς κυκλίους χοροὺς στῆσαι πρῶτον Λᾶσον τὸν Ἑρμιο‐
5νέα, οἱ δὲ ἀρχαιότεροι Ἑλλάνικος καὶ Δικαίαρχος, Ἀρίονα τὸν Μηθυμναῖον, Δικαίαρχος μὲν ἐν τῷ περὶ Διονυσιακῶν ἀγώνων, Ἑλλάνικος δὲ ἐν τοῖς Κραναϊ‐ κοῖς.)

sch av

1404

ὡς ταῖσι φυλαῖς: Ἑκάστη γὰρ φυλὴ Διονύσου τρέφει διθυραμβοποιόν.

sch av

1406

Λεωτροφίδῃ: Ἐπειδὴ καὶ οὗτος τῶν σφόδρα λεπτῶν. ἢ ὅτι καὶ οὗτος διθυραμβοποιὸς κοῦφος. φησὶν οὖν, βούλει τῷ Λεωτροφίδῃ τὴν Κεκροπίδα
φυλὴν διδάσκειν; ἀπὸ γὰρ ταύτης ἦν ὁ Λεωτροφίδης.Column end
5τινὲς δὲ, ὅτι κοῦφος καὶ χλωρὸς ἦν, ὡς ἐοικέναι ὀρνίθι, Θεόπομπος δὲ ἐν ταῖς Καπηλίσι
Λεωτροφίδης ὁ τρίμετρος (ὡς λεοντῖνος
εὔχρως τε φάναι καὶ χαρίεις ὥσπερ νεκρός).
Ἄλλως. ἐπειδὴ καὶ οὗτος τῶν σφόδρα λεπτῶν. καὶ
10ὁ Κινησίας δέ. Ἕρμιππος Κέρκωψιν
(ἀνάπηρά σοι θύουσιν ἤδη βοίδια
Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.)
θέλεις οὖν καὶ τῷ Λεωτροφίδῃ χορὸν ὀρνέων διδάξαι;

sch av

1410

ὄρνιθες τίνες οἵδε: Συκοφάντης τις πενόμενος καὶ εἰς τὴν ἑαυτοῦ πενίαν ᾄδων ἐπειδὴ μηδὲν εἶχεν, ἐκ πρώτων λόγων συκοφαντεῖ τοὺς ὄρνιθας, ὡς ἐναντίως ἐχόντων τὸ σχῆμα τῆς φύσεως τῶν ὀρνέων. εἴη δ’ ἂν
5εἰς τὸ σχῆμα τοῦ πρεσβυτέρου ἀφορῶν. Ἄλλως. τινὲς παρὰ τὸ Ἀλκαίου «(ὄρνιθες τίνες οἵδ’) ὠκεανῶ «γᾶς ἀπὺ περράτων ἦνθον, πανέλοπες ποικιλόδειροι «τανυσίπτεροι,» καὶ παρὰ τὸ Σιμωνίδου «ἄγγελε κλυτὰ ἔαρος ἁδυόδμου κυανέα χελιδοῖ.»

sch av

1412

ἀντὶ τοῦ οὐ φαύλως κακόν. R.

sch av

1413

ὀχληρὸς ὤν. R.

sch av

1415

ποικίλα μάλ’ αὖθις: (Τοῦτό φησι) πρὸς τὸ ῥυπαρὸν καὶ ποικίλον τοῦ ἱματίου αὐτοῦ.

sch av

1417

(οὐκ ὀλίγων χελιδόνων: Ἐπεὶ συνεχῶς χελι‐ δόνας λέγει, τοιοῦτόν τι φησίν· ἔαρος χρῄζει. παλαιὸν γὰρ χιτῶνα ἔχει. μετείληφε δὲ τὸν νοῦν τῆς παροιμίας, μία χελιδὼν ἔαρ οὐ ποιεῖ.)

sch av

1418

τίς ὁ πτερῶν: Πρὸς τὸ σχῆμα ᾧ χρῶνται συν‐ εχῶς οἱ νεώτεροι συγγραφεῖς. (τίς ὁ πτερῶν,) ἀντὶ τοῦ τίς πτεροῖ.

sch av

1420

[πτερῶν πτερῶν δεῖ: Παρὰ τὸ Αἰσχύλου ἐκ Μυρμιδόνων «ὅπλων ὅπλων δεῖ.»]

sch av

1421

μῶν εὐθὺ Πελλήνης: Ἐπεὶ ἐν Πελλήνῃ ἐν τοῖς Ἡραίοις ἆθλον ἐτίθετο χλαῖνα. [χλαῖναι δὲ διαφέ‐ ρουσαι ἐν Πελλήνῃ γίνονται.] οἱ δὲ, ὅτι Ἑρμαῖα ἄγεται ἐν Πελλήνῃ τῆς Ἀχαΐας καὶ τοῦτο ἔπαθλον τίθεται.

sch av

1422

(κλητήρ εἰμι: Κλητὴρ λέγεται ὁ καλῶν εἰς τὸ δικαστήριον πάντας. σημαίνει δὲ ἡ λέξις καὶ τὸν μάρ‐ τυρα. νησιωτικὸς δὲ ὁ τοὺς τὰς νήσους οἰκοῦντας συκο‐ φαντῶν καὶ εἰς δικαστήριον ἄγων.)

sch av

1424

πραγματοδίφης: Πράγματα ἐρευνῶν καὶ ζη‐ τῶν. Vict.

sch av

1425

περισοβεῖν: Περιίπτασθαι καὶ εἰς δικαστήριον καλούμενος.

sch av

1426

ὑπαὶ πτερύγων τί: Ἀντὶ τοῦ μετὰ πτερύγων. Ἡσίοδος [Scut. 283]
τοί γε μὲν οὖν γελόωντες ὑπ’ αὐλητῆρος ἕκαστος. Ἀρχίλοχος «ᾄδων ὑπ’ αὐλητῆρος.» Ἄλλως. ἀντὶ
5τοῦ σοφώτερόν φησι τὸ μετὰ πτερύγων καλεῖν.

sch av

1427*

λῃσταί: Οἱ πειραταί. (καὶ Ὅμηρος [Od. Γ, 73] «οἷά τε ληϊστῆρες.»)

sch av

1429

ἀνθ’ ἕρματος: Ἀντὶ τοῦ λίθου. ἐπεὶ αἱ γέρανοι ἐν τῷ στόματι ψήφους ἔχουσιν. Ἄλλως. πολλάκις γὰρ καὶ στηρίγματος ἕνεκα περιφέρουσι τοὺς λίθους αἱ γέρανοι πρὸς τὸ μὴ παραφέρεσθαι ἀνέμοις.241

sch av

1432

οὐκ ἐπίσταμαι: Ἀντὶ τοῦ οὐ δύναμαι. (εἴρηται δὲ παρὰ τὴν παροιμίαν
πεζῆ βαδίζω· νεῖν γὰρ οὐκ ἐπίσταμαι.)

sch av

1435

ἢ δικορραφεῖν: Κατασκευάζειν δίκας. Vict.

sch av

1442

ὁ Διιτρέφης: Ἐπεὶ πλούσιος καὶ δυνάμενος ἱπποτροφεῖν οὗτος. εἴρηται δὲ περὶ αὐτοῦ ἀνωτέρω [799], ὅτι ὁ Διιτρέφης πυτινοπλόκος ὢν γέγονε φύλαρ‐ χος καὶ ἵππαρχος. Ἄλλως. ἵππαρχος γὰρ γενόμενος
5καὶ εὐτυχήσας συνεβούλευε καὶ ἄλλοις ἱππαρχεῖν.

sch av

1444

ἄλλος δέ τις. R.

sch av

1453

ἐπεὶ ἁρπακτικά. R.

sch av

1455*

κᾆτ’ ἐγκεκληκὼς: (Ἔγκλημα κατ’ αὐτῶν γραψάμενος βραδυτῆτος. ἐνθαδὶ δὲ, ἤγουν) εἰς τὸ δικα‐ στήριον.

sch av

1456

κᾆτ’ αὖ πέτωμαι πάλιν: [Ἵνα πάλιν πετα‐ σθεὶς ἐν ταῖς νήσοις ταχέως ἄλλους] προκαλέσωμαι,

sch av

1457

ὅπως ἂν ὠφλήκῃ: Ἀντὶ τοῦ καταδικασθείη, πρὶν φθάσαι ἐν τῇ Ἀττικῇ. τοιοῦτόν τι θέλει λέγειν· ἵνα καλεσάμενός τινα εἰς δίκην, σὺ μὲν ὡς ἂν πετόμε‐ νος φθάσῃς πρὸ αὐτοῦ, εἶτα καταδικάσας αὐτὸν ἐξ
5ἐρήμου, πάλιν ἐπὶ τὰ αὐτοῦ πέτῃ, ἐν ὅσῳ ἐκεῖνος πλέων ἐνθάδε παραγίνεται.

sch av

1459

κἄπειθ’ ὁ μὲν πλεῖ: Ἵνα, φησὶν, ἐκεῖσε ὢν, ὑπεύθυνος καὶ ἑτέρας δίκης ὁ ξένος γένηται ὑπὸ τοῦ βράδους, σοῦ φθάσαντος αὐτὸν ἐνθάδε.

sch av

1461

βέμβικος οὐδὲν διαφέρειν: Εὔστροφον καὶ εὐκίνητον δεῖ εἶναι. ὁ δὲ βέμβιξ ἐργαλεῖόν ἐστιν, ὃ μά‐ στιγι στρέφουσιν οἱ παῖδες. ἢ παίγνιον τῶν παίδων ὡς τροχὸς, ὃς μάστιγι δερόμενος στρέφεται.

sch av

1463

Κορκυραῖα: Λέγεταί τις Κορκυραία μάστιξ. συνεχῶς δὲ παρὰ Κορκυραίοις ἀταξίαι γίνονται. διὰ τὸ στασιάζειν οὖν ἐπεπόλασε παρ’ αὐτοῖς ἡ μάστιξ, ὥστε διπλαῖς χρῆσθαι μεγάλαις (καὶ ἐλεφαντοκώποις.
5Ἄλλως. λέγεταί τις Κορκυραία μάστιξ. Φρύνιχος Σατύροις «Κορκυραῖαι δ’ οὐδὲν ἐπιβάλλουσι μάστιγες.» ὥστε καὶ εἰς παροιμίαν ἤδη ἐλθεῖν. Ἀριστοτέλης δὲ τὸ Κερκυραία μάστιξ λέγων φησὶν οὕτως· «διὸ καὶ τὰς «κώπας αὐτῶν ἐλεφαντίνας ἐποιήσαντο καὶ τῷ μεγέ‐
10«θει περιττάς. ὅθεν ἡ Κορκυραία ἐπεπόλασε μάστιξ, «καὶ εἰς παροιμίαν ἦλθε.» ταῦτα δὲ λέγων τύπτει αὐτόν.) —ἢ ὅτι οἱ Κορκυραῖοι χαλεπῶς τύπτουσιν. εἰπὼν δὲ τοῦτο τύπτει αὐτόν. R.

sch av

1464*

πτερὼ μὲν οὖν: (Δυϊκῶς.) ἀντὶ τοῦ πτερὰ τὼ μάστιγε παρέλαβεν. ἴσως δὲ διπλῆ ἦν.

sch av

1465

ἀντὶ τοῦ στρέφεσθαι. R.

sch av

1467

οὐκ ἀπολιβάξεις: Συντόνως ἀναχωρήσεις. Junt. λιβὰς ἡ σταγών· ἧς οὐδὲν ταχύτερον ἐν τῷ πίπτειν. ἢ οὐκ ἐς κόρακας καὶ Λιβύην ἀποφθερεῖ.

sch av

1468

στρεψοδικοπανουργίαν: Διχῶς, στρουθοδικο‐ πανουργίαν. ἀναχωρήσαντος δὲ αὐτοῦ τοῦτό φησι. συνέθηκε δὲ τὴν λέξιν παρὰ τὸ στρεβλὸν ἦθος καὶ συ‐ κοφαντικὸν αὐτοῦ καὶ τὴν δίκην καὶ τὴν πανουργίαν.Column end

sch av

1470

πολλὰ δὴ καὶ καινὰ: Ἡ στροφὴ αὕτη κώλων ἐστὶ τροχαϊκῶν καὶ ἰαμβικῶν ιβʹ, καὶ ἡ ἀντιστροφὴ τοσούτων. καὶ ἰαμβικὰ μὲν δίμετρα τὰ ϛʹ, ιβʹ. τὰ δ’ ἄλλα τροχαϊκὰ, τῇ μὲν δίμετρα, τῇ δ’ Εὐριπίδεια.
5ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.

sch av

1471

ἀντὶ τοῦ ἔπτημεν εἰς πολλὰ, καὶ παράδοξα εἴδομεν καὶ θαυμάσια. βούλεται δὲ κωμῳδῆσαί τινας.

sch av

1473

ἔστι γὰρ δένδρον πεφυκὸς: Δένδρῳ αὐτὸν ἀπεικάζει ἢ ὡς μέγαν ἢ ὡς ἀναίσθητον καὶ ξύλινον, ὡς ὁ ποιητὴς [Il. Ν, 437]
ἀλλ’ ὥστε στήλην ἢ δένδρεον ὑψιπέτηλον.
5ἔπαιξε δὲ ὡς ἐπὶ ὀρνίθων νεμομένων περὶ τὰ δένδρα. εἶτα διηγούμενος ποῖον εἶδεν ἔκτοπον δένδρον, ἐπάγει τὸν Κλεώνυμον. καρδίας δὲ ἀπωτέρω, ὡς ἄν τις εἴποι, μικρὸν ἀπωτέρω πόλεως. ἅμα δὲ καὶ εἰς τὸ ἀκάρδιον καὶ ἀνόητον αὐτοῦ.

sch av

1474

καρδίας ἀπωτέρω: Διὰ τὸ μακρὸν εἶναι καὶ δειλόν. ἅμα δὲ Καρδία ἐστὶν ὄνομα πόλεως. μιμεῖται οὖν τοποθεσίαν. ἢ καὶ ὡς ξένον αὐτὸν κωμῳδεῖ. Καρ‐ δία γὰρ πόλις Θρᾴκης, ἧς οἱ πολῖται Καρδιανοί. Ἄλ‐
5λως. ἐν μὲν τῇ εἰρήνῃ μέγας καὶ λαμπρὸς, ἐν δὲ τῷ πολέμῳ ῥίψασπις. (διὸ καὶ καρδίας αὐτὸν εἶπεν ἀπω‐ τέρω, τουτέστιν καρδίαν οὐκ ἔχοντα.)

sch av

1478

τοῦτο μὲν ἦρος: Τῷ γὰρ Μουνυχιῶνι μηνὶ τοῦ ἔαρος δικάζονται αἱ πρὸς τοὺς ξένους δίκαι.

sch av

1480

τοῦτο δὲ χειμῶνος: (Ὅτι ἔν τισι τὰ δύο κῶλα ἕν ἐστι, λέγω ἀπὸ «τοῦτο δὲ χειμῶνος» ἕως τοῦ, φυλ‐ λορροεῖ.) ἐπειδὴ ῥίψασπις ὁ Κλεώνυμος. ἔπαιξε δὲ πάλιν, ἐπεὶ τὰ δένδρα φυλλορροοῦσιν.

sch av

1485

[ἔνθα τοῖς ἥρωσι: Διὰ τὸ ὄνομά φησιν αὐτὸν τοῖς ἥρωσι συνδιάγειν.]

sch av

1487

ξύνεισι πλὴν τῆς ἑσπέρας: Ἀντὶ τοῦ, (τῇ) σκοτίᾳ. πέπαικται δὲ ἀπὸ τοῦ Σκυθῶν ἐρημία. χα‐ ριέντως δὲ τοῦτο, ὅτι σκότους ὄντος Ὀρέστης ὁ Τι‐ μοκράτους λωποδυτεῖ τοὺς προστυγχάνοντας. τὰς νύ‐
5κτας γὰρ μόνας ἐλῄστευεν Ὀρέστης.

sch av

1489

ἐντυγχάνειν αὐτόν. R.

sch av

1490

εἰ γὰρ ἐντύχοι τις ἥρωϊ: Ἥρωα αὐτόν φησι διὰ τὴν ὁμωνυμίαν τὴν πρὸς τὸν Ἀγαμέμνονος υἱὸν Ὀρέστην. οἱ ἥρωες δὲ δυσόργητοι καὶ χαλεποὶ τοῖς ἐμπελάζουσι γίνονται, καθάπερ Μένανδρος ἐν Συνε‐
5φήβοις. *** ὅτι ἀγαθὸν γάμον χειμῶνος ὁ θεὸς δί‐ δωσιν, οὐδ’ ἥρωσιν εἰς τοῦτο δύναμιν, ἀλλ’ ἀποπλή‐ κτους μὲν ποιεῖν δύνανται, τὸ δὲ ὠφελὲς οὐ κέκτηνται. διό μοι δοκοῦσι καὶ οἱ τὰ ἡρῷα παριόντες σιγὴν ἔχειν, (ὡς Μυρτίλος ἐν Τιτανόπασί φησίν. ὁ δὲ Ὀρέστης
10λωποδύτης).

sch av

1493

πάντα τὰ ’πιδέξια: Ὀφθαλμοὺς καὶ κεφαλήν.
οἷον τὰ δεξιὰ τῆς ὄψεως. ἐπλήττοντο γὰρ οἱ συντυγ‐ χάνοντες αὐτῷ. ἅμα δὲ, ἐπεὶ οἱ ἐντυγχάνοντες νυκτὸς ἥρωσι διέστρεφον τὰς ὄψεις.242

sch av

1494

οἴμοι τάλας: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάλη‐ κτοι νηʹ. τὸ μέντοι ιϛʹ κῶλόν ἐστιν ἰαμβικὸν μονό‐ μετρον ἀκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος,
5ἐπὶ δὲ τῷ τέλει κορωνίς. ὁ Προμηθεὺς ἀπαγγέλλει αὐτῷ τινὰ συγκεκαλυμμένος. ὅπως μή μ’ ὄψεται: Ἤγουν δέδοικα. Vict.

sch av

1498

πηνίκ’ ἔστιν ἄρα: Ἀντὶ τοῦ, ποία ὥρα ἐστὶ τῆς ἡμέρας. τοῦτο δὲ εἶπεν, ἐπεὶ ὥρας ἐξήταζον, οὐ καιρούς.

sch av

1500

ἢ περαιτέρω: Πλείω ἔμπροσθεν μετὰ τὸ τέλος ἄλλο. Vict. ἢ νύξ. R.

sch av

1502

ἀπαιθριάζει: Ἀντὶ τοῦ σκορπίζει, εὐδίαν ἄγει. συννεφεῖ δὲ ἀντὶ τοῦ συνάγει τὰ νέφη. οὐχ ὁρᾷ γὰρ ὁ Ζεὺς αὐτὸν νεφῶν ὄντων.

sch av

1503

οὕτω μὲν ἐκκαλύψομαι: Κεκαλυμμένος ὢν ἐκκεκάλυπται, καὶ ὁρᾷ αὐτὸν ὁ πρεσβύτης. ἔπαιξε δὲ, ὡς γὰρ ἐκείνου εἰρηκότος ὅτι ξυννεφεῖ τὰς νεφέλας, καὶ οὐκ ὄψεταί σε, φησὶν ἐκκεκαλύψομαι. ἢ ὡς ἐν
5κωμῳδίᾳ, ὡς καλόν τι ἀκούσας τὸ οἴμωζε, ἀποκα‐ λύπτεται φανερὸν αὐτὸν δεικνύς.

sch av

1504

(ὦ φίλε Προμηθεῦ: Γνωρίζει αὐτὸν ἀποκα‐ λυφθέντα.)

sch av

1506

ἀπὸ γὰρ ὀλέσεις: Μέλλεις διαφθερεῖν. Vict. ὁ Ζεὺς δηλονότι. R.

sch av

1508

τουτὶ λαβών μου τὸ σκιάδειον: Κατασκεύασμά τι τὸ σκιάδιον, ὅπερ ἔχουσιν αἱ κανηφόροι ἀπιοῦσαι εἰς τὰ Ἐλευσίνια ὑπὲρ τοῦ μὴ καίεσθαι ὑπὸ τοῦ ἡλίου. δίδωσι δὲ αὐτῷ τοῦτο, ἵνα καλύψῃ αὐτὸν καὶ μὴ ὁραθῇ
5ὑπὸ τοῦ Διός. —ἐν τοῖς Ἀτταλίοις εὗρον σκιάδιον καὶ ἐν τῷ παλαιῷ τῷ ἐμῷ. V. ὑπέρεχε ἀντὶ τοῦ κάλυπτε. V.

sch av

1512

ἀντὶ τοῦ καλύπτου τὸ σκιάδειον. R.

sch av

1514

πηνίκ’ ἄττ’ ἀπώλετο: Ὅτι οὐκ Ἀττικὸν τὸ πηνίκ’ ἄττ’ ἀπώλετο, (οὐδὲ ἀρχαϊκὸν, οὐδὲ ἀκριβές). ἔστι δὲ ἀντὶ τοῦ, πότε δῆτα. παρέλκει γὰρ τὸ ἄττα νῦν. ἀλόγως γὰρ κεῖται. οὔτε γὰρ τὸ τινά σημαίνει
5οὔτε τὸ ἅτινα. οὐδενὶ γὰρ τούτων ἁρμόζει τὸ πηνίκα.

sch av

1520

θυηλῶν: Θυσίων. Vict.

sch av

1521

πεινῶντες ὥσπερ Ἰλλυριοὶ: [Δίδυμος· ὥσπερ βάρβαροι.] ἀνέπλασε δέ τι γένος θεῶν βαρβάρων Τρι‐ βαλλῶν ἀνώτατον, οἷον ὥσπερ ἐπὶ τῶν ἀνθρώπων βάρ‐ βαρα ἔθνη πορρωτάτω καθεστήκασι. περὶ δὲ Θρᾴκην
5εἰσὶν οἱ Ἰλλυριοί. τινὲς δὲ Περσίδος φασὶν αὐτούς. οἳ γεωργεῖν μὲν οὐκ ἔχουσι γῆν, λῃστεύοντες δὲ τρέφον‐ ται. [τὸ δὲ κεκριγότες μίμησίς ἐστιν οὐκ εἰς τὸν ἦχον, ἀλλ’ εἰς τὴν ἀσάφειαν τῶν βαρβαρικῶν διαλέκτων.] κεκριγότες: Οἷον, ποιὰν φωνὴν ἀποτελοῦντες ἀπὸ
10λιμοῦ οἱ Τριβαλλοὶ θεοί. ἢ τὸ κεκριγότες εἰς τὴν ἀσά‐ φειαν τῆς φωνῆς αὐτῶν. κρίγη γὰρ ὁ τῶν ἀποθνησκόν‐
των τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. ἀνωτέρω δέ φησιν αὐτοὺς οἰκεῖν, ὡς τῶν Ἑλλήνων ἀνωτέρω οἰκοῦσι καὶ πορρωτέρω οἱ βάρβαροι.Column end

sch av

1522

ἐπιστρατεύσειν φασὶν: Ἔφασαν, φησὶν, οἱ Τριβαλλοὶ πολεμεῖν πρὸς τὸν Δία, ἵνα παρέξῃ αὐτοῖς τὴν δίοδον τῶν ἐμπορίων. παίζει δὲ εἰς τὸν νομιζόμενον τετειχίσθαι ἀέρα μεταξὺ, ὡς ἐκείνων ἀποκεκλεισμένων.

sch av

1527

ὅθεν ὁ πατρῷος: Ὅτι κατ’ ἔλλειψίν ἐστι τοῦ Ἀπόλλωνος. δέον γὰρ εἰπεῖν ὁ πατρῷος Ἀπόλλων ἢ ἄλλος τις τῶν θεῶν. πατρῷον δὲ τιμῶσιν Ἀπόλλωνα Ἀθηναῖοι, ἐπεὶ Ἴων, ὁ πολέμαρχος Ἀθηναίων, ἐξ
5Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ξούθου ἐγένετο. —ὅτι βάρβαρος Ἐξηκεστίδης προείρηται. R. V.

sch av

1530

(τοὐπιτριβείης: Παρὰ τὸ Τριβαλλός φησι παίζων γεγονέναι τὸ ἐπὶ ὕβρει ἐπιτριβείης.)

sch av

1536

καὶ τὴν Βασιλείαν σοι γυναῖκ’ ἔχειν: Σωμα‐ τοποιεῖ τὴν Βασιλείαν αὐτὸ τὸ πρᾶγμα ὡς γυναῖκα. Εὐφρόνιος, ὅτι Διὸς θυγάτηρ ἡ Βασιλεία. καὶ δοκεῖ τὸ κατὰ τὴν ἀθανασίαν αὐτῇ οἰκονομεῖν, ἢν ἔχει καὶ παρὰ
5Βακχυλίδῃ ἡ Ἀθηνᾶ τῷ Τυδεῖ δώσουσα τὴν ἀθανασίαν. ἔστι δὲ καὶ παρὰ Κρατίνῳ ἡ Βασιλεία. ἔνιοι δὲ αὐτὴν ἀθανασίαν καλοῦσι.

sch av

1541

τὴν λοιδορίαν: Ὡς καὶ τοῦτο ἓν τῶν πολλῶν. εἰς αὔξησιν δὲ τῆς κωμῳδίας τοῦτό φησι.τὸν κωλακρέτην: Τὸν ταμίαν τῶν πολιτικῶν χρη‐ μάτων. Ἀριστοφάνης ὁ γραμματικὸς τούτους ταμίας
5εἶναί φησι τοῦ δικαστικοῦ μισθοῦ. οὐ μόνον δὲ τούτοι τὴν ἐπιμέλειαν ἐποιοῦντο, ὥς φησιν, ἀλλὰ καὶ τὰ εἰς θεοὺς ἀναλισκόμενα διὰ τούτων ἀνηλίσκετο, ὡς Ἀνδρο‐ τίων γράφει οὕτως «τοῖς δὲ ἰοῦσι Πυθῶδε θεωροῖς τοὺς «κωλακρέτας διδόναι ἐκ τῶν ναυκληρικῶν ἐφόδιον ἀρ‐
10«γύρια, καὶ εἰς ἄλλο ὅ τι ἂν δέῃ ἀναλῶσαι. ταμίαι δὲ «ἦσαν, καὶ προεστῶτες τῆς δημοσίας σιτήσεως.» τὰ τριώβολα: Μίγνυς. καὶ ἐκ τῶν ὄντων παρὰ τοῖς Ἀττικοῖς. οὐχ εἱστήκει δὲ αὐτοῖς τὸ τριώβολον. πολλαχοῦ γὰρ καὶ δύο ὀβολοὺς εἰλήφασιν. —τὰ
15τριώβολα, ἅπερ ἐλάμβανον οἱ κριταὶ οἱ ἐν ἡλιαίᾳ κρί‐ νοντες εἰς μισθόν. R.

sch av

1546

ἀπανθρακίζομεν: Ἀντὶ τοῦ, ἄνθρακας ἐσθίο‐ μεν. ἔστι δὲ εἶδος ἰχθύος λεπτὸν, ὅπερ ὀπτῶντες ἐσθίου‐ σιν. Ἄλλως. ὀπτὰς ἐσθίομεν. ἢ ἄνθρακας ζωπυροῦ‐ μεν. ὡς ἐν κωμῳδίᾳ δὲ τοῦ εὐτελεστέρου ἐμνήσθη, ἐπὶ
5ἄλλων μέγιστα ἰσχύοντος τοῦ πυρός.

sch av

1548

(θεομισὴς ἔφυς: Ὁ μέν φησι τῷ Προμηθεῖ ἴσον τι τῷ ὑπὸ θεῶν μισούμενος, διὸ καὶ ὀξυτόνως ἀνα‐ γνωστέον, ὁ δὲ τὸ ἕτερον δέχεται μισῶν θεοὺς, ὡς ὁ Τί‐ μων ἀνθρώπους.)

sch av

1551

(δοκῶ κανηφόρῳ: Ταῖς γὰρ κανηφόροις σκιά‐ δειον καὶ δίφρον ἀκολουθεῖ τις ἔχουσα. Ἑρμίππου Θεῶν «ὥσπερ αἱ κανηφόροι λευκοῖσιν ἀλφίτοισιν ἐν‐ «τετριμμένοις. ἐγὼ δ’ ἐνέκαψα λανθάνων τὴν διφρο‐
5«φόρον.» Νικοφῶντος Ἐγχειρογαστόρων «γεννα*** «αὐτὸς ὀλίγον ἄναγε ἀπὸ τῆς διφροφόρου. χρηστὸς εἶ «καὶ κόσμιος.»)

sch av

1552

καὶ τὸν δίφρον γε διφροφόρει: Ἐπειδὴ εἶπεν, ἵνα δόξω ἀκολουθεῖν κανηφόρῳ, λέγει παίζων, καὶ δί‐ φρον βάσταζε.243

sch av

1553

πρὸς δὲ τοῖσι Σκιάποσιν: Ἡ παροῦσα στροφὴ κώλων ἐστὶ τροχαϊκῶν ἐπιμεμιγμένων χορείοις καὶ σπονδείοις ϛʹ. καὶ ἡ ἀντιστροφὴ τοιούτων. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δ’ ἀντιστροφῆς
5κορωνίς. ταῦτα ἐξήγησίς ἐστι τῶν ἀνωτέρω. γένος δέ ἐστι περὶ τὸν δυτικὸν ὠκεανὸν πρὸς τῇ κεκαυμένῃ ζώνῃ. ὡς ἀψύχους δὲ διασύρει τοὺς φιλοσόφους (καὶ ὡς ἐπὶ σκιᾶς βαδίζοντας). Ἄλλως. τούτους ἔχειν βή‐ ματα φασὶ τοῦ παντὸς σώματος μείζονα· διὰ δὲ τὸ μὴ
10ἔχειν οἴκους, ἀλλ’ ὑπὸ τοῦ καύματος ἀναλίσκεσθαι, τετραποδηδὸν βαδίζοντας ἀνορθοῦν τὸν ἕτερον τῶν πο‐ δῶν, καὶ κατασκιάζειν τὸ λοιπὸν σῶμα. τοῦτο γὰρ αὐ‐ τοῖς ἐχαρίσατο ἡ φύσις, ἴσης οὔσης τῆς γῆς αὐτῶν καὶ τραχείας καὶ κατάδυσιν μὴ ἐχούσης εἰς ἀποφυγὴν τοῦ
15καύματος.

sch av

1555

ψυχαγωγεῖ Σωκράτης: Ἐπειδὴ λιτοὶ (οἱ φι‐ λόσοφοί) εἰσι καὶ ἄτροφοι, διὰ τοῦτο τοὺς Σκιάποδας παρέλαβεν. μυθευόμενον δέ τι καὶ τοῦτο τὸ γένος ἐστίν. ἄλουτον δὲ εἶπε τὴν λίμνην, καθὸ ἀλουτοῦντες καὶ ῥυπο‐
5φοροῦντες ἐφιλοσόφουν οἱ περὶ τὸν Σωκράτην.

sch av

1556

ἔνθα καὶ Πείσανδρος: Οὗτος δειλὸς ἦν. ἦλθεν οὖν ψυχὴν ἰδεῖν θέλων, ἐπεὶ οὐκ εἶχεν, ὡς Εὔπολις ἐν Ἀστρατεύτοις «Πείσανδρος εἰς Πακτωλὸν ἐστρατεύετο, «κἀνταῦθα τῆς στρατιᾶς κάκιστος ἦν ἀνήρ.» ἁπαντα‐
5χοῦ δὲ ἦν δειλός. ἦν δὲ καὶ τὸ σῶμα εὐεκτὴς, ὡς Ἕρμιπ‐ πος ἐν Ἀρτοπώλισιν («ἐνέβαινε σιγῇ Πείσανδρος μέγας «αὐτὸς ὥσπερ Διονυσίοισιν οὑπὶ τῶν ξύλων, ἐλαίας ἔρει‐ «σιν ὄνον κανθήλιον.» καὶ δωροδοκῆσαί φησιν αὐτὸν Ἀριστοφάνης Βαβυλωνίοις διὰ τούτων «ἢ δῶρ’ αἰτοῦν‐
10«τες ἀρχὴν πολέμου πορίσειεν μετὰ Πεισάνδρου.») δύο δέ εἰσι Πείσανδροι, καθάπερ Εὔπολις ἐν Μαρικᾷ φησιν
ἄκουε νῦν Πείσανδρος ὡς ἀπόλλυται.
ὁ στρεβλός; οὒκ ἀλλ’ ὁ μέγας οὑνοκίνδιος.
καὶ Πλάτων ἐν Πεισάνδρῳ περὶ ἀμφοτέρων λέγει.

sch av

1559

σφάγι’ ἔχων: (Ταῦτά φησιν) ὡς ἐπὶ τῶν ἀνα‐ καλουμένων τὰς ψυχὰς ἐξ ᾍδου. κάμηλον ἀμνόν τιν’: Ἔπαιξεν εἰς τὸ Ὀνοκίνδιον αὐτοῦ εἰπὼν ἀμνὸν καμήλου· ἔστι γὰρ παμμεγέθης·
5δέον εἰπεῖν ἢ ἀρνειοῦ ἢ ἄλλου τινός.

sch av

1562*

κᾆτ’ ἀνῆλθ’ αὐτῷ: Ἐκ τῶν χθονίων ἀνῆλθεν. (ὡς αὐτοκλήτως δὲ παραβάλλοντα αὑτὸν εἰς τὰ δεῖπνα διαβάλλει.)

sch av

1563

[πρὸς τὸ λαῖμα τῆς καμήλου: Εὐφρόνιος, τὸν λαιμόν. καὶ γὰρ προείρηκεν ἧς λαιμοὺς τεμών. οἱ δὲ, ὅτι τὸ αἷμα. παραπεποίηκε δὲ παρὰ τὸ λαιμόν. ἔστι καὶ παρὰ Μενάνδρῳ ἐν Δαρδάνῳ
5
καὶ λαῖμα βακχεύει λαβὼν τὰ χρήματα. γράφεται δὲ καὶ δέρμα. εἴρηται δὲ ἐκείνοις οὐδὲν σα‐ φὲς, τοῖς γράφουσι δέρμα. οἱ δὲ ὅρμημα τὸ λαῖμα. ἔτι
μέντοι τῶν περὶ τὴν Ἀσίαν τινὲς ἐπὶ τῶν ἀναιδῶν καὶ εὐτόλμων οὕτω λέγουσιν. ὅπερ συμφωνότερόν ἐστι τῷColumn end
10παρὰ Μενάνδρῳ.]

sch av

1564

[Χαιρεφῶν ἡ νυκτερίς: Ἐπεὶ οὔτε νυκτερὶς ἡμέρας οὔτε οἱ φιλόσοφοι φαίνονται. καταδεδυκότες γὰρ φιλοσοφοῦσι.]

sch av

1565

τὸ μὲν πόλισμα: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκα‐ τάληκτοι ρκαʹ. ὧν τελευταῖος
ἀλλὰ γαμικὴν χλαμίδα δότω τις δεῦρό μοι.
5μετὰ δὲ τὸν ϟδʹ στίχον κῶλά ἐστιν ἀντισπαστικὰ ϛʹ, ἐπιμεμιγμένα διιάμβοις, δισπονδείοις καὶ ἐπιτρίτοις, ἑφθημιμερῆ, πλὴν τοῦ πρώτου. ἐπὶ ταῖς ἀποθέσεσι πα‐ ράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνίς. [πρέσβεις παρὰ τῶν θεῶν Ποσειδῶν καὶ Ἡρακλῆς καὶ εἷς ἐκ τῶν βαρ‐
10βάρων θεῶν ἦλθον.]

sch av

1567

οὗτος τί δρᾷς: Τοῦτο λέγει τῷ βαρβάρῳ τῷ συμπαρόντι αὐτῷ εἰς τὴν πρεσβείαν ὁ Ποσειδῶν, ὡς οὐκ ἐπιτηδείως περιστελλομένῳ τὴν ἐσθῆτα, ἀλλ’ ἐπ’ ἀριστερὰ περιβαλλομένῳ, ὥσπερ οἱ Θρᾷκες.

sch av

1569

Λαισποδίας εἶ τὴν φύσιν: Ὅτι τὴν κνήμην εἶχε σαθρὰν ὁ Λαισποδίας καὶ μέχρι τῶν κάτω περιε‐ βάλλετο. καὶ οἱ βάρβαροι δὲ τὰ σκέλη περιβέβληνται.Λαισποδίας δὲ καὶ Δαμασίας ὡς κακόκνημοι διαβάλ‐
5λονται. μνημονεύει δὲ αὐτῶν καὶ Εὔπολις ἐν Δήμοις
ταδὶ δὲ τὰ δένδρα Λαισποδίας καὶ Δαμασίας
αὐταῖσι ταῖς κνήμαισιν ἀκολουθοῦσί μοι.
τοῦτον δὲ τὸν Λαισποδίαν καὶ στρατηγῆσαί φησι Θουκυ‐ δίδης ἐν ηʹ [86]. μέμνηται δὲ αὐτοῦ Φρύνιχος ἐν Κωμα‐
10σταῖς, ὡς πολεμικοῦ γεγονότος. (Φιλύλλιος δὲ ἐν ταῖς Πλυντρίαις ὡς φιλοδίκου. εἶχε δὲ καὶ περὶ τὰς κνήμας αἰτίας τινὰς, ὥς φησι Στράττις ἐν Κινησίᾳ. διὸ καὶ κατὰ σκελῶν ἐφόρει τὸ ἱμάτιον, ὡς Θεόπομπος ἐν Παισί. Δημήτριον δὲ πάντες τὸν Ἰξίονα λέγουσιν ἐν ταῖς Ἀττι‐
15καῖς λέξεσιν ὡς γλῶσσαν ἐξηγεῖσθαι, ὅτι λαισποδίας ἐστὶν ὁ ἀκρατὴς περὶ τὰ ἀφροδίσια, ὥστε καὶ κτήνη σποδεῖν.)

sch av

1570

ὦ δημοκρατία: Ἔμιξεν ὡς ἐπὶ Ἀθηναίων. ἐπεὶ ἰσοτιμίας οὔσης συμβαίνει δημώδεις ἅμα τοῖς ἀξιο‐ πίστοις ἀποστέλλεσθαι, ὥσπερ καὶ νῦν ὁ βάρβαρος εἰς μηδὲν χρήσιμον σὺν Ποσειδῶνι καὶ Ἡρακλεῖ ἀπεστάλη.
5φησὶν οὖν, προάγεις ἡμᾶς ὦ δημοκρατία, ὅτι τοῦτον ἐχειροτόνησαν οἱ θεοί. —προβιβᾷς: Προάγεις. Vict.

sch av

1571

ταῦτα θαυμάζων λέγει, ἐπειδὴ γέρων ἦν ὁ Πεισθέταιρος. R.

sch av

1577

[ᾑρήμεσθα: Ἐχειροτονήθημεν.]

sch av

1578

διπλασίως: Τοσοῦτον οὐ φροντίζω διαλλα‐ γῶν.

sch av

1582

ἐπικνῶ: Ἀντὶ τοῦ ἐπίβαλλε. —ἐπίτριβε. Vict. σίλφιον: Εἶδος βοτάνης ἡδυόσμου, καὶ μάλιστα τὸ Κυρηναϊκόν. τὸ δὲ ὅλον πρόσκνισμα τοῦ Ἡρακλέους
5ποιῶν ὁ Πεισθέταιρος, δοκεῖ πρὸς μάγειρον οἰκεῖον
διαλέγεσθαι ἐπὶ τῷ εὐτρεπίσαι δεῖπνον.244

sch av

1584*

ἐπανιστάμενοι: Ἐπανάστασιν ποιησάμενοι ὡς ἀγρίων ὀρνίθων ἐπιθεμένων τυραννίδι καὶ εἰς βορὰν παραδεδομένων. [αὐτοῖσι δὲ, ἤγουν τοῖς κρέασιν.]

sch av

1589

ἔλαιον οὐκ ἔνεστιν: Ἀντὶ τοῦ, οὐκ ἐλεοῦ‐ μεν, οὐ πειθόμεθα.

sch av

1590

(λιπαρά γ’ εἶναι πρέπει: Δοκεῖ, ἔοικε. τοῦτο δὲ ὁ Ἡρακλῆς λέγει ἔξωθεν τοῦ λόγου οἰκείως τῇ γα‐ στριμαργίᾳ.)

sch av

1591

(ἡμεῖς τε γὰρ: Λοιπὸν εἰσηγεῖται ὁ Ποσειδῶν ὡς οὐκ ἀγαθόν ἐστι τὸ πολεμεῖν.)

sch av

1593

(ἐν τοῖς τέλμασιν: Ἀντὶ τοῦ, ἐν τοῖς φρέασι. κυρίως δὲ τὸ πηλῶδες καὶ μὴ ἔχον ὕδωρ.)

sch av

1594

(ἀλκυονίδας: Ἀντὶ τοῦ, εὔδιον ὅλον τὸν χει‐ μῶνα. οὐχ ὡς νῦν ἑπτὰ τοῦ χειμῶνός εἰσιν, ὥς φασί τινες, αἱ ἀλκυονίδες.)

sch av

1595

(αὐτοκράτορες: Τούτων τῶν δογμάτων κρα‐ τοῦντες.)

sch av

1597

νῦν τ’ ἐθέλομεν εἰ δοκεῖ: Μιμεῖται τοὺς Ἀθη‐ ναίους οἷα πρὸς τοὺς βασιλεῖς λέγουσι. τὸ δὲ ἑξῆς (οὕτω)· νῦν ἐθέλομεν, εἰ δοκεῖ, σπονδὰς ποιεῖσθαι.

sch av

1598

ἐάν τι δίκαιον: Εἰ ὅλως καὶ νῦν ἐπιγνώσεσθε τὸ δίκαιον.

sch av

1600

εἰς τοὐπίσω. R. V.

sch av

1603

ἐμοὶ μὲν ἀπόχρη ταῦτα: Ἐπαρκεῖ καὶ καλῶς ἔχει τὰ σκῆπτρα λαβεῖν ὑμᾶς. τοῦτο δὲ ὁ Ἡρακλῆς λέ‐ γει πεπεισμένος διὰ τὸ ἄριστον. ἀπόχρη: Ἀρεστὰ φαίνονται. Vict.

sch av

1604

τί ὦ κακόδαιμον: Ἐπιπλήττει αὐτῷ ὁ Ποσει‐ δῶν, ὡς διὰ τὴν γαστριμαργίαν προδιδόντα τὸν Δία.

sch av

1607

κάτω: Κάτω τοῦ οὐρανοῦ ὑμᾶς ὄντας, καὶ λέ‐ γει πῶς.

sch av

1608

οἱ βροτοὶ (δηλονότι). λανθάνοντες. R. V.

sch av

1609

ἐπιορκοῦσιν: Ψευδῶς ὀμνύουσιν ὑμᾶς. Vict.

sch av

1611

τὸν κόρακα καὶ τὸν Δία: Ἀντὶ τοῦ τοὺς ὄρνι‐ θας καὶ τοὺς θεούς. ἀφ’ ἑνὸς γὰρ τοὺς πάντας δηλοῖ.

sch av

1613

θένων: Τύπτων. Vict.

sch av

1614

νὴ τὸν Ποσειδῶ: Τοῦτο ὁ Ποσειδῶν λέγει μηδέπω ἐμφανίσας ἑαυτὸν, καὶ γελοίως καθ’ ἑαυτοῦ ὄμνυσι.

sch av

1615

ναβαισατρεῦ: Βαρβαρίζων συγκατατίθεται ὁ βάρβαρος θεός. αἱ γὰρ ἄσημοι φωναὶ ἀντὶ συγκαταθέ‐ σεως.

sch av

1619

εὐξάμενος: Ὑποσχεθείς. διασοφίζηται: Ἐξαπατᾷ. Vict.

sch av

1620

μενετοὶ θεοὶ: Ἀνεξίκακοι καὶ οὐκ εὐθέως τι‐ μωρούμενοι. Ἄλλως. παροιμία αὕτη μενετοὶ θεοὶ, οὐκ ἀπατηλοί. οἷον ἐπίμονοι καὶ βέβαιοι, οὐκ εὐεξαπά‐ τητοι. μισητίαν δὲ οἱ μὲν περὶ Ἀριστοφάνη τὴν εἰς τὰ
5ἀφροδίσια ἀκρασίαν. καὶ τὸ «περὶ σφυρὸν παχεῖα μι‐ σητὴ γυνή» οὕτως ἐξηγοῦνται. μήποτε μέντοι γενι‐ κώτερόν ἐστιν ἀπληστία, ὃ καὶ νῦν ἐμφαίνεται.

sch av

1623

λούμενος: Ἀντὶ τοῦ λουόμενος. Vict.

sch av

1624

καταπτάμενος ἴκτινος κ. τ. λ.: Ἵνα καὶ ἁρ‐
πάσῃ ἴκτινος ἱμάτιον. Vict.Column end

sch av

1625

ἀνοίσει: Ἀνάξει. Vict.

sch av

1628

ὁ Τριβαλλός: Ἀντὶ τοῦ, ὦ Τριβαλλέ. κατ’ ἐρώτησιν δὲ [ὁ λόγος. δέον δὲ] εἰπεῖν, δοκεῖ σοι συνθέ‐ σθαι. Ἄλλως. ὁ Τριβαλλός. ἔοικε τοῦ Ποσειδῶνος εἶναι τοῦτο. πιθανῶς δέ· εἰώθασι γὰρ τοῖς βαρβάροις
5διαλεγόμενοι τῷ σχήματι ἐσπουδασμένως λοιδορεῖν ἢ καταρᾶσθαι.

sch av

1634

ἐγχωρῶ ἔχειν ὡς ἔχει. Ἄλλως. οὐ τῆς γυναι‐ κὸς αὐτοῦ ἐροῦμεν. R. V.

sch av

1636

ὀλίγον μοι μέλει: Ἀντὶ τοῦ, οὐ φροντίζω Ὅμηρος [Il. Ε, 800] «ἢ ὀλίγον οἱ παῖδα.» R.

sch av

1637

[τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ: Τὸν ζωμὸν διὰ μέλιτος ποίει. πάλιν δὲ ἐρεθίζει τὸν Ἡρακλέα.]

sch av

1638

ἀνθρώπων Πόσειδον: Παίζει, δέον εἰπεῖν τῶν θεῶν. περὶ δὲ γυναικὸς μιᾶς, ἤγουν τῆς Βασι‐ λείας.

sch av

1641

ὦ ’ζύρ’: Ἄθλιε. Vict.

sch av

1646

περισοφίζεται: Ἐξαπατᾷ. Vict.

sch av

1647

δεῦρ’ ὡς ἔμ’ ἀποχώρησον: Ὅτι ὅμοιον τῷ τόπῳ ἐκείνῳ
δεῦρ’ ἐλθὲ, σὺν σοὶ τἄλλα βούλομαι φράσαι.

sch av

1648

διαβάλλεταί ς’ ὁ θεῖος: Ὅτι τῷ διαβάλλεται χρῶνται ἐπὶ τοῦ ἐξαπατᾶν, ὡς καὶ Ἄρχιππος ἐν Πλού‐ τῳ
ἔστιν δέ μοι καλῶς πρόφασις εὑρημένη·
5
τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον.
παρόμοιον δὲ καὶ τὸ Ὁμηρικὸν [Il. Δ, 6] «παραβλή‐ δην ἀγορεύων.» καὶ παρ’ Ἀλκαίῳ «παραβάλλεταί σε.»

sch av

1649

ἀκαρῆ: Μικρὸν, ὀλίγον. μέτεστι: Μετουσία ὑπάρχει. Vict.

sch av

1653

ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν: Εἰ μὴ ἦν γνησιωτέρα. ἐπίκληρος δέ ἐστιν ἡ μὴ ἔχουσα ἀδελφοὺς ἑτέρους συγκληρονόμους, ἀλλὰ μονοκληρονόμος οὖσα. νόμος ἦν Ἀθηναίοις, γνησίας μὲν οὔσης θυγατρὸς, νό‐
5θου δὲ υἱοῦ, μὴ κληρονομεῖν τὸν νόθον τὰ πατρῷα. καὶ νῦν οὖν, φησὶν, εἰ μὴ σὺ νόθος ἦς, οὐκ ἂν ἦν Ἀθηνᾶ ἐπίκληρος. (παίζει δέ.) τοὐναντίον γὰρ, υἱῶν ὄντων γνησίων, οὐκ ἂν εἴη θυγάτηρ ἐπίκληρος. εἰσὶ δὲ καὶ τῷ Διὶ γνήσιοι υἱοὶ, Ἄρης καὶ Ἥφαιστος. ἀλλὰ
10ἐπαίνῳ τῆς Ἀθηνᾶς καὶ τῆς πόλεως τοῦτό φησιν, οὐ προσποιούμενος περὶ τῶν γνησίων.

sch av

1654

οὖσαν: Καὶ ταῦτα. Vict. γνησίων: Παίζει, δέον εἰπεῖν νόθων. R. V.

sch av

1656

νόθῳ ’ξαποθνήσκων: (Γράφεται νοθεῖα ὡς πρεσβεῖα. εἰ τὰ μὲν χρήματα ἐμοὶ, φησὶν, ὡς νόθῳ καταλείψει, τὴν δὲ ἀρχὴν τοῖς γνησίοις.) νόμος ἦν Ἀτ‐ τικὸς, τοῖς νόθοις μέχρι πέντε μνῶν καταλιμπάνειν. ἢν
5οὖν ἐμοὶ μὲν τὰ χρήματα ἐάσῃ, ἐκείνοις δὲ τὴν ἀρχήν. προπερισπωμένως δὲ ἀναγνωστέον τὸ νοθεῖα. τὸ ἀργύ‐ ριον γὰρ τοῖς νόθοις διὰ χειρὸς ἐδίδουν, ἐπειδὴ οὐκ ἐξῆν αὐτοῖς συγκληρονομεῖν.

sch av

1657

ἐπαίρει: Συνεπείθη. Vict.245

sch av

1661

ἀγχιστείαν: Μετουσίαν τῆς οὐσίας. δοκεῖ δὲ πλάττεσθαι νόμον Σόλωνος. —ἀγχιστείαν: Μετοχὴν καὶ κοινωνίαν τῆς οὐσίας. Vict.

sch av

1662

γνησίων: Ὁ ἐξ ἰσονομῶν ἴδιος, οἰκεῖος. Vict.

sch av

1669

ἐς τοὺς φράτορας: Πάλιν ὡς ἐν κωμῳδίᾳ με‐ τήγαγε τὰ Ἀθηναίων ἔθη ἐπὶ τοὺς θεούς. διὰ γὰρ τοῦ ἐγγραφῆναι εἰς τὰς φατρίας σύμβολον εἶχον τῆς εὐγε‐ νείας οἱ Ἀθηναῖοι. (Ἄλλως. εἰς τοὺς τῆς ἡλικίας νό‐
5μους. ἢ εἰς τοὺς φυλέτας. ἐπειδὴ τὰ ὀνόματα τῶν ξέ‐ νων γράφεται εἰς τοὺς πίνακας.)

sch av

1671

τί δῆτ’ ἄνω κέχηνας: Ὡς τοῦ Ἡρακλέους εἰς τὸν οὐρανὸν ἀναβλέψαντος μετ’ ὀργῆς φησι, τί δῆτ’ ἄνω βλέπεις, ὡς τυπτήσων τινά, τινὲς δὲ οὕτως· τί δῆτα ἐς τὰ ἄνω πράγματα ἀποβλέπεις αἰκισθησόμενος,
5ἐάν τι πάθῃ ὁ πατὴρ, ὑπὸ τῶν γνησίων; —αἰκίαν: Ἤγουν μάστιγα, ἤγουν ἀφορῶν αἰκίσαι καὶ μαστίξαι τινά. Vict.

sch av

1678

καὶ μεγάλα: Τὴν καλὴν καὶ μεγάλην κόρην Βασιλείαν γαμεῖν. —Δίδυμος οὕτως, εἰ μὴ ὀρνιθιά‐ ζει. R. V.

sch av

1680

μὰ τὸν Δί’ οὐχ οὗτός γε: Μὰ τὸν Δία, φησὶν, οὐ λέγει παραδοῦναι, ἀλλὰ βαδίζειν καὶ ἀναχωρεῖν. οὕτω δὲ αὐτό φησι βαρβάρως καὶ δυσφράστως, ὥσπερ αἱ χελιδόνες. καὶ Αἰσχύλος τὸ βαρβαρίζειν χελιδονίζειν
5(φησὶ) καὶ Ἴων ἐν Ὀμφάλῃ τοὺς βαρβάρους, χελιδό‐ νας ἀρσενικῶς φησιν, (ὡς Ἡρωδιανὸς ἐν τῷ πρώτῳ τῆς καθόλου φησίν. τὸ δὲ βασιλιναῦ εἰς τὸ βάσιν μετέβα‐ λεν ὁ Ποσειδῶν, παρόσον τὴν δευτέραν ἐξέτεινε. τὸ τελευταῖον κρατήσας ὁ Ἡρακλῆς ἐξ αὐτοῦ κρίνει αὐ‐
10τὸν, θέλων παραδοῦναι αὐτὸν τὴν Βασιλείαν τοῖς ὄρνι‐ σιν.)

sch av

1681

ὥσπερ αἱ χελιδόνες: Σύμμαχος· οὐκ ἔστιν ὁ τούτου νοῦς φανερός. οὐδέν τι δύναται ἴδιον τῶν χελι‐ δόνων ἡ βάδισις, αἵ γε μηδὲ πορείᾳ χρῶνται ὡς τὰ ἄλλα τῶν ὀρνέων, καὶ μάλιστα τὰ μὴ πτητικά. ὁ δὲ
5Δίδυμος οὕτω· καταλλήλως εἶχεν, εἰ ἔλεγεν ὡς τὰς χελιδόνας. θέλει δὲ λέγειν, εἰ μὴ βαδίζει πρὸς τὰς χε‐ λιδόνας, διὸ καὶ ἐποίσει
οὐκοῦν παραδοῦναι ταῖς χελιδόσι λέγει. ἐπεὶ καὶ αὐτὸς πρὸς αὐτὰς βαδίζει εἰς Νεφελοκοκκυ‐
10γίαν.

sch av

1688*

οὑτοιὶ: (Οἱ ὄρνιθες.) εὐκαίρως, φησὶν, κατε‐ κόπησαν οἱ ὄρνιθες οὗτοι διὰ τὸ ἄριστον τῶν παρόντων γάμων.

sch av

1691

τενθείαν: σιναμωρίαν καὶ λιχνότητα. R. V. Vict. Λαιμαργίαν. Vict.

sch av

1692

εἶ: Πορεύῃ. Vict.

sch av

1694

ἔστι δ’ ἐν Φαναῖσιν: Εἴσθεσις χοροῦ ἐπῳ‐ δικὴ κώλων τροχαϊκῶν ὀκτὼ ἑφθημιμερῶν καὶ ἀκατα‐ λήκτων διμέτρων. ἐπὶ τῷ τέλει κορωνίς. ἐν ταῖς ἐκ‐ κλησίαις νῦν, φησὶν, εἰσί. παίζει δὲ, διασύρων τῶν
5Ἀθηναίων τοὺς συκοφάντας, παρὰ τὸ φαίνειν καὶ συ‐
κοφαντεῖν αὐτοὺς περὶ τὰ δικαστήρια. καὶ ἄλλως δὲ Φαναὶ τῆς Χίου χωρίον. καὶ Κλεψύδρα κρήνη ἐν ἀκρο‐ πόλει. παρὰ τοὺς ἐγχειρογάστορας δὲ πεποίηται. Ἄλλως. κρήνη ἐν ἀκροπόλει ἡ Κλεψύδρα, ἧς ἼστροςColumn end
10ἐν τῇ ιβʹ μέμνηται, τὰ παρὰ τοῖς συγγραφεῦσιν ἀνα‐ λεγόμενος. οὕτως δὲ ὠνόμασται, ἐπειδὴ ἀρχομένων τῶν ἐτησίων πληροῦται, παυομένων δὲ λήγει, ὁμοίως τῷ Νείλῳ, ὥσπερ καὶ τὴν ἐν Δήλῳ κρήνην. εἰς ταύτην δέ φησιν ᾑματωμένην φιάλην πεσοῦσαν ὀφθῆναι ἐν τῷ
15Φαληρικῷ ἀπέχοντι σταδίους εἴκοσι. φασὶ δὲ αὐτὴν ἀπέραντον βάθος ἔχειν, τὸ δὲ ὕδωρ ἁλμυρόν. ἔπαιξε δὲ πάλιν διασύρων τοὺς Ἀθηναίους ὡς φιλοδίκους, ἐπεὶ καὶ ἐν τῷ δικαστηρίῳ ἐστὶ κλεψύδρα, κατασκεύασμά τι ὥσπερ ὡρονομικόν.

sch av

1696

ἐγγλωττογαστόρων: Παρὰ τοὺς ἐγχειρογά‐ στορας πέπαικται.

sch av

1699

συκάζουσί τε: Ὡς ἐπὶ γεωργῶν. συκάζειν γάρ ἐστι τὸ σῦκα ἐκλέγειν ἀπὸ τῶν συκῶν καὶ τὸ συκο‐ φαντεῖν, ἐνέμεινε δὲ τῇ τροπῇ.

sch av

1701

Γοργίαι τε καὶ Φίλιπποι: ὁ Φίλιππος καὶ ὁ Γοργίας οὗτοι ῥήτορες λάλοι εἰσίν, ηὔξησε δὲ τῷ πλη‐ θυντικῷ τὴν κατηγορίαν. Γοργίαν δὲ νῦν λέγει τὸν ῥή‐ τορα οὗ Πλάτων μνημονεύει. ἦν δὲ καὶ ἕτερος ἰατρὸς,
5οὗ μνημονεύει Ἀλκαῖος ἐν Ἐνδυμίωνι. τοῦ δὲ Φιλίπ‐ που καὶ ἐν Γεωργοῖς μνημονεύει Ἀριστοφάνης. R. V. Leid. οὗτοι ὡς βάρβαροι κωμῳδοῦνται. R. Vict.

sch av

1705

ἡ γλῶττα χωρὶς: Σύμμαχος· πρὸς τὸ ἔθος, ὅτι μετὰ τῶν σπλάγχνων ἔτεμνον τὴν γλῶτταν. καὶ παρ’ Ὁμήρῳ. οὗτος δὲ διὰ τὴν πονηρίαν τῶν δικαιολό‐ γων φησὶν ἐκβεβλῆσθαι χωρὶς τὴν γλῶτταν. Δίδυμος
5δέ· ἐν ταῖς θυσίαις χωρὶς ἡ γλῶττα ἐτέμνετο, οὐ μετὰ τῶν ἄλλων σπλάγχνων. καὶ Ὅμηρος [Od. Γ, 332] «ἀλλ’ ἄγε τάμνετε μὲν γλώσσας.» ἐγένετο δὲ τοῦτο δι’ ἄλλην αἰτίαν. οὕτως δὲ βούλεται λέγειν, ὅτι ἐξεβλήθη ἐκ τῶν σπλάγχνων διὰ τοὺς ῥήτορας ἡ γλῶσσα, ἐπεὶ ταύτῃ
10τοὺς ἄλλους κακοποιοῦσιν. Ἄλλως. (ἀντὶ τοῦ, ὀφεί‐ λει τέμνεσθαι ἡ γλῶσσα καὶ χωρίζεσθαι τοῦ λοιποῦ σώματος.)

sch av

1706

ὦ πάντ’ ἀγαθὰ: Ἡ συστηματικὴ αὕτη εἴσθε‐ σις ἐξ ἰάμβων ἐστὶ τριμέτρων ιδʹ. ἐπὶ τῶν τέλει παρά‐ γραφος. εἴη δ’ ἂν οὗτος ὁ ἄγγελος θεράπων συναναβε‐ βηκὼς τῷ Πεισθεταίρῳ. —ὦ μείζω λόγου: ἃ μηδὲ
5λόγος ἰσχύει φράσαι. R. Vict.

sch av

1713

οὐ φατὸν: Οὐ δυνατὸν λέγειν. Vict.

sch av

1714

Διὸς βέλος: Τῆς βασιλείας. λαβὼν γὰρ τὸν ταμίαν τοῦ κεραυνοῦ καὶ αὐτὸν ἄγει. [εἰώθασι γὰρ τῷ κεραυνῷ ἐξ ἑκατέρου μέρους πτερὰ προσφύειν.]

sch av

1715

ὀσμὴ δ’ ἀνωνόμαστος ἐς βάθος: [Εἰς τὸ ὕψος τοῦ οὐρανοῦ.] (ἀνωνόμαστος δὲ,) ἀντὶ τοῦ πολλὴ καὶ λόγῳ οὐ δυναμένη ὀνομασθῆναι. —ἀνωνόμαστος: Ἄρ‐ ρητος. Vict.

sch av

1717

διαψαίρουσι: Πρὸς τὴν τῆς λέξεως διαίρεσιν. διαψαίρειν δὲ τὸ ἡσυχῆ διακινεῖσθαι καὶ ψοφεῖν καὶ ψαίρειν ἱστίον λέγομεν. [πλεκτάνην δὲ,] τὴν εἵλησιν.
αἱ δὲ αὖραι διακινοῦσι τὴν πλεκτάνην τοῦ καπνοῦ τῶν246
5θυμιαμάτων. λείπει δὲ τὸ πνέουσι. —διαψαίρουσι: Ψαίρειν, τινάσσειν, ῥιπίζειν, ἀσθενῶς τι ποιεῖν, ψαίειν, σύρειν. Vict.

sch av

1718

ὁδὶ δὲ καὐτός ἐστιν: Ὁ καπνός. Vict.

sch av

1720

ἄναγε, δίεχε: Εἴσθεσις μέλους χοροῦ εἰς δύο περιόδους διῃρημένη κώλων ιβʹ. εἰσὶ δὲ τῆς μὲν πρώτης τροχαϊκὰ ϛʹ ἐπιμεμιγμένα χορείοις καὶ ἰάμβοις. ὧν τὰ αʹ, βʹ, δʹ, εʹ δίμετρα ἀκατάληκτα. τὸ γʹ πενθημιμερές.
5τὸ ϛʹ ἑφθημιμερές. τῆς δὲ δευτέρας ἐξ ἀναπαιστικῶν τὰ μὲν αʹ, δʹ δίμετρα ἀκατάληκτα. τὰ δὲ βʹ, εʹ ἀνα‐ παιστικὴ βάσις. τὸ γʹ πενθημιμερές. τὸ ϛʹ ἑφθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἀντὶ τοῦ ὕμνει αὐτόν. χλευάζει δὲ παρὰ τὰ ἐκ Τρῳάδων Εὐριπίδου [308]
10«ἄνεχε, πάρεχε, φῶς φέρε.»

sch av

1731

Ἥρᾳ ποτ’ Ὀλυμπίᾳ: Τὰ τοιαῦτα εἴδη καλεῖ‐ ται τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς μὲν στροφῆς τὰ κῶλα εʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. εἰσὶ δὲ πάντα Ἰωνικὰ ἀπὸ μείζονος ἑφθημιμερῆ παντοίοις σύμμικτα
5ποσί. τῆς δ’ ἐπῳδοῦ κῶλα ϛʹ ἀναπαιστικὰ δίμετρα πλὴν τοῦ τελευταίου ἀκατάληκτα. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, τῆς δὲ ἐπῳδῆς κορωνίς. —καλῶς τὸ ἐπιθαλάμιον γέγραπται, R. V. Vict.

sch av

1734

ἀντὶ τοῦ συνήγαγον. R. V

sch av

1735

ἐν τοιούτῳ βασιλικῷ. R. V.

sch av

1736

εἴρηται περὶ τούτου ἐν τοῖς Μενανδρείοις ὅτι ἐν τοῖς γάμοις ᾔδετο.

sch av

1737

ὁ δ’ ἀμφιθαλὴς: Ἀμφοτέροις τοῖς γονεῦσι θάλ‐ λων καὶ μηδενὸς ὠρφανισμένος. Ἄλλως. ὁ Ἔρως, φησὶ, παράνυμφος ἦν τοῦ Διὸς καὶ τῆς Ἥρας. πάροχοι γὰρ λέγονται οἱ παράνυμφοι, (παρὰ τὸ) παροχεῖσθαι
5τοῖς νυμφίοις. ἐπ’ ὀχήματος γὰρ τὰς νύμφας ἄγουσιν.

sch av

1739

παλιντόνους: Ὀπισθοτόνους ἢ τοὺς ἐπὶ θάτερα
τρεπομένους. Vict.Column end

sch av

1740

πάροχος γάμων: Συνακόλουθος. Vict.

sch av

1744

τῶν περὶ τὸν Δία. R. V.

sch av

1745

καὶ τὰς χθονίας κλῄσατε: Εὐφρόνιος, τὰς φο‐ βεράς. πάντα γὰρ τὰ δεινὰ τῆς γῆς γενεαλογοῦσιν. οἱ δὲ, τὰς μέγαν ἦχον ἀποτελούσας. ἢ τὰς ἀπὸ τῆς γῆς γινο‐ μένας. ὅτε γὰρ ἠχεῖ ἡ γῆ, ἀναπέμπει τὸν ἦχον εἰς τὸν
5οὐρανὸν, καὶ δοκοῦσιν οἱ ἄνθρωποι ἐξ οὐρανοῦ γίνεσθαι τὰς τοιαύτας βροντάς. ἢ τὰς μέχρι τῆς γῆς ἀκουομένας, ἢ τὰς τὴν γῆν κινούσας. —ἀντὶ τοῦ ὑμνήσατε. R. V.

sch av

1748

ὦ μέγα χρύσεον: Εἴσθεσις ἑτέρα μέλους χο‐ ροῦ εἰς δύο διῃρημένη περιόδους κώλων ιηʹ. ὧν τῆς πρώτης περιόδου ἀναπαιστικὰ ϛʹ, πλὴν τοῦ γʹ καὶ τε‐ λευταίου ἀκαταλήκτων. τῆς δευτέρας κῶλα ιβʹ. τὸ αʹ
5δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὰ βʹ, ϛʹ, θʹ, ιαʹ ἰαμβικὰ καταληκτικὰ δίμετρα. τὰ γʹ, δʹ, εʹ, ζʹ, ιʹ, ιβʹ τροχαϊκὰ ἑφθημιμερῆ. τὸ ηʹ ἰαμβικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει κορωνὶς ἡ καὶ τὸ δρᾶμα περατοῦσα.

sch av

1749

ἀντὶ τοῦ ὦ κεραυνέ. R. V.

sch av

1751

αἷς ὅδε νῦν χθόνα σείει: Ὁ Ζεὺς δηλονότι, ἢ ὁ Πεισθέταιρος λαβὼν τὴν Βασιλείαν.

sch av

1758

ὄρεξον ὦ μάκαιρα: Πρὸς τὴν Βασιλείαν φησὶ ὁ Πεισθέταιρος. εὐκαίρως δὲ τὴν κωμικὴν ὄρχησιν ποιεῖται.

sch av

1759

(καὶ πτερῶν ἡμῶν: Οἱ γὰρ ὄρνιθες πτεροῖς ἀντὶ χειρῶν ἐχρῶντο.)

sch av

1761

ἀντὶ τοῦ βαστάζω. R. V.

sch av

1764

τήνελλα: Τὸ τήνελλα μίμησίς ἐστι φωνῆς κρούματος αὐλοῦ ποιᾶς ἀπὸ τοῦ ἐφυμνίου οὗ εἶπεν Ἀρ‐ χίλοχος εἰς τὸν Ἡρακλέα μετὰ τὸν ἆθλον Αὐγέου «τή‐ «νελλα ὦ καλλίνικε, χαῖρε ἄναξ Ἡράκλεες, αὐτός τε
5«κἰόλαος, αἰχμητὰ δύω.» δοκεῖ δὲ πρῶτος Ἀρχίλοχος νικήσας ἐν Πάρῳ τὸν Δήμητρος ὕμνον ἑαυτῷ τοῦτον
ἐπιπεφωνηκέναι.247