TLG 5014 004 :: SCHOLIA IN ARISTOPHANEM :: Scholia in nubes (scholia scholiorumque partes editionis Aldinae propria)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Scholia in nubes (scholia scholiorumque partes editionis Aldinae propria)

Source: Koster, W.J.W. (ed.), Prolegomena de comoedia. Scholia in Acharnenses, Equites, Nubes [Scholia in Aristophanem 1.3.1] Groningen: Bouma, 1977: 256–282.

Citation: Play — verse — (line)

sch nub

t

SCHOLIA SCHOLIORUMQUE PARTES EDITIONIS ALDINAE PROPRIA

sch nub

1a

ἡ εἴσθεσις ... (3) σμεʹ ... (4) ἀκατάληκτον· ἐν εἰσθέσει ... κορωνίς. 1b. super v. l: Στρεψιάδης ὁ προλογίζων.

sch nub

32

ἄπαγε τὸν ἵππον ἐξαλίσας: καὶ τοῦτο ὀνειροπολούμενος ὁ νεανί‐ σκος λέγει.

sch nub

33

ἀλλ’ ὦ μέλ’ ἐξήλικας: κατὰ ἀποκοπὴν τοῦ ε ἀττικῶς. οὕτως ἐν τοῖς παλαιοῖς τῶν ἀντιγράφων εὕρηται γραφόμενον.

sch nub

34

ὅτε καὶ δίκας ὤφληκα: ἤγουν “καὶ δίκας προσώφληκα” ἢ “ὡς καὶ δίκας προσώφληκα”.

sch nub

36

post sch.vet. 36: συμβαίνει δὲ τοῖς ἀγρυπνοῦσι τοῦτο πάσχειν τῇδε κἀκεῖσε ῥίπτειν ἑαυτοὺς καὶ μεταβάλλειν.

sch nub

37

post sch.vet. 37c: Ἀριστοτέλης δὲ περὶ Κλεισθένους φησί· “κατέ‐ στησε καὶ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκλάροις· καὶ γὰρ τοὺς δήμους αὐτῶν ναυκλαριῶν ἐποίησεν.” οἱ πρότερον ναύκλαροι, εἴτε ὑπὸ Σόλωνος κατασταθέντες εἴτε καὶ πρῶτον (lac.) οὗτοι δὲ τὴν πομπὴν
5τῶν Παναθηναίων ἐκόσμουν Κλεισθένους καταστήσαντος ἀντὶ ναυκλάρων. ἔστι δὲ δήμαρχος ὁ τὴν ἐπώνυμον ἀρχὴν ἄρχων· καὶ Ἀσκληπιάδης ὁ Ἀλε‐ ξανδρεὺς τοὺς κατὰ δῆμον ἄρχοντάς φησι. Δημήτριος δὲ ὁ Φαληρεὺς οὕτω φησί· “καὶ δημάρχους οἱ περὶ Σόλωνα καθίσταντο ἐν πολλῇ σπουδῇ, ἵνα οἱ κατὰ δῆμον ἄρχοντες διδῶσι καὶ λαμβάνωσι τὰ δίκαια παρ’ ἀλλήλων.” ἔδει
10οὖν τὸν δήμαρχον ἀγαγεῖν εἰς τοὺς οἴκους τοὺς ἐνεχυριαζομένους.256

sch nub

41

εἴθ’ ὤφελ: τὸ “ὤφελε” τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ “ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες” καὶ τὸ Εὐριπίδου ἐν Μηδείᾳ κατ’ ἀρχὰς τοῦ δράματος, ἵν’ ᾖ παράλληλον τὸ σχῆμα τοῦ πρεσβύτου συνεχέστερον ἀπευχο‐ μένου τῇ προμνηστρίᾳ. ὁ δὲ ποιητὴς ῥῆμα αὐτὸ οἶδεν· “οὐκ ὄφελον Τρώεσσι
5κοτεσσάμενος” καὶ
μὴ ὄφελες λίσσεσθαι ἀμύμονος Αἰακίδαο.

sch nub

44a

in sch.vet. 44aα 11, loco vocis νοτιζόμενα: ὥσπερ νοτίδος αὐτοῖς ἐγγινομένης καὶ σηπούσης.

sch nub

44b

post sch.vet. 44bα 5 (ult. ἀγροίκων βίος): ὁ γὰρ αὐτῶν οἶκος πυρῶν καὶ δερμάτων μεστὸς ὢν οὐδεμίαν ἔχει τῶν τοιούτων πραγμάτων εὐθεσίαν, ἀλλ’ ἄλλο ἀλλαχῇ κεῖται, ὡς ἔτυχε

sch nub

44c

post sch.vet. 44c: ὅθεν καὶ νεωκόρος.

sch nub

48

post sch.vet. 48a, 9 (ult. ὑπέρογκον): καὶ σοβαρὰν τῷ εἴδει.

sch nub

50a

post sch.vet. 50b: καὶ ταριχεύεται ἢ σανίς.

sch nub

50b

post sch.vet. 50e: τοιοῦτος δὲ ὁ γεωργικὸς βίος.

sch nub

51

post sch.vet. 51c: κυρίως δὲ καταγλώττισμα, ὅταν ... πράττουσιν.

sch nub

52a

post sch.vet. 52a: τουτέστιν ἀσωτίας.

sch nub

52b

Κωλιάδος: οἱ μὲν Κωλιάδα τὴν θεὸν καλοῦσιν, νεανίου ἀττικοῦ ἀποδράντος ἀπὸ λῃστῶν συμμαχίᾳ τῆς θεοῦ καὶ οὕτως αὐτὴν ὀνομάσαντος, καθάπερ αὐτὸς δεθεὶς τῶν κώλων ἀπελύθη ὑπὸ γυναικός, οἱ δέ, θυγατρὸς τοῦ ἀρχιλῃστοῦ δι’ ἐρῶτα· οἱ δέ, τόπον ἐοικότα κώλοις ἀνδρός, ἔνθα ἡ θεὸς τιμᾶ‐
5ται· ἔνιοι δέ, Ἴωνος θύοντος κόρακα ἁρπάσαι κωλὴν καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἀποθέσθαι, ὅθεν οὕτως ὠνομάσθη.

sch nub

52c

Γενετυλλίδος: Γενετυλλὶς ἡ τῆς γενέσεως ἔφορος Ἀφροδίτη.257

sch nub

53a

οὐ μὴν ἐρῶ γ’, ὡς ἀργός, ἀλλ’ ἐσπάθα: πρὸς τὸ “ἀργὸςἐ‐ σπάθα”· καὶ τοῦτο εἰρωνευόμενος. περὶ γυναικὸς δὲ λέγει ἀντὶ τοῦ κατηνά‐ λισκε, κατήσθιε, καὶ διὰ ... ἀργὸς ἦν.

sch nub

53b

post Ald 53a: Ἀττικοὶ δὲ ἐπὶ τῶν θηλυκῶν ἀρσενικῶν ὀνομάτων κέχρηνται λέξεσιν, ὡς ἐνταῦθα καὶ παρ’ Ὁμήρῳ “κλυτὸς Ἱπποδάμεια” καὶ Εὐριπίδῃ ἐν Ἑκάβῃ “τὸ δ’ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι γενναῖος”.

sch nub

53c

post sch.vet. 53b: τοῦτο δὲ ἐπήνεγκε διττὸν ὄν, τό τε ἀναλοῦν καὶ τὸ ὑφαίνειν.

sch nub

55

λίαν σπαθᾷς: ἐργάζῃ· εἰρωνικῶς καὶ τοῦτο. δεικνὺς γὰρ αὐτῇ τὸ ἱμάτιον παραρραγὲν ἔλεγε τοῦτο αὐτῇ.

sch nub

59

post sch.vet. 59: τὰ γὰρ παχέα ἐλλύχνια πολὺ ἔλαιον δαπανῶσι.

sch nub

64

Ξάνθιππον: ὁ Ξάνθιππος Περικλέους ἦν πατήρ, ὃς ἦν τοῦ τῶν Ἀλ‐ κμαιωνιδῶν γένους. ἐσεμνύνετο δὲ τὸ γύναιον θείῳ Μεγακλεῖ τρίτον νικήσαντι Ὀλύμπια καὶ δι’ ἱπποτροφίαν κατελθόντι ἐκ τῆς φυγῆς· ἐδίωξε γὰρ αὐτὸν ὁ Πεισίστρατος, ὃν καὶ μετεπέμψατο παραχωρήσαντα αὐτῷ τὸ τῆς νίκης κή‐
5ρυγμα.

sch nub

70

ξύστιδ’ ἔχων: ξύστιδα προπαροξύνουσιν· ἤγουν πορφυρίδα· καὶ γὰρ μέχρι νῦν οἱ εἰσελαύνοντες ἀθληταὶ τοιούτῳ κοσμηθέντες σχήματι καὶ ἅρματος ἐπιβάντες διὰ μέσης πομπεύουσι τῆς πόλεως, ᾧ καὶ οἱ βασιλεῖς χρῶνται.

sch nub

71

ἐκ τοῦ Φελλέως: τόπος οὕτω καλούμενος ἐν Ἀττικῇ· οὐ μὴν ἀλλὰ καὶ περὶ τὸν Διόνυσόν ἐστί τις ἑορτὴ τοῖς Ἀθηναίοις Φέλλος καλουμένη, ἥτις τῶν Διονυσίων ἄρχεται. Λουκιανὸς δὲ ἐν τῷ Περὶ τῆς συρίης θεοῦ “φαλλούς”, φησίν, “Ἕλληνες τῷ Διονύσῳ ἐγείρουσιν· ἐπὶ τῶν καὶ τοιόνδε τι φέρουσιν,
5ἄνδρας μικροὺς ἐκ ξύλου πεποιημένους μεγάλα αἰδοῖα ἔχοντας. καλέεται δὲ τάδε νευρόσπαστα”. καὶ παρακατιὼν δέ· “ἐν τοῖς προπυλαίοις τοῦ συρίης
θεοῦ ναοῦ φαλλοὶ ἑστᾶσιν, οὓς Διόνυσος ἐστήσατο”.258

sch nub

72a

post sch.vet. 72a, 16 (ult. διφθέρα): Ἀττικοὶ δὲ λέγουσιν, ἣν νῦν ἰσάλην καλοῦμεν· ἔστι δὲ ἐκ δέρματος.

sch nub

72b

in sch.vet. 74a inter νοσούντων et οὕτω (l. 2): διὸ ... ἐπήγαγεν (cf. Tr2 74b, 3sq.).

sch nub

80

Φειδιππίδιον: τὸ ὑποκορίζεσθαι φιλούντων ἔθος. κολακεύει δὲ νῦν τὸν υἱὸν καὶ προσποιεῖται φιλεῖν, ἵνα ἑτοιμότερον αὐτὸν πρὸς τὴν ἀξίωσιν ἑαυτοῦ πείθεσθαι παρασκευάσῃ.

sch nub

81

κῦσόν με καὶ τὴν χεῖρα δός: πρὸς τὸ ὁμηρικὸν “χεῖράς ... πιστώ‐ σαντο”. φίλησον καὶ πρόσπτυξαι καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

sch nub

82

ἰδοὺ τί ἐστιν: τὸ αἰτηθὲν παρὰ τοῦ πρεσβύτου ποιῶν ὁ νεανίσκος τὴν δεξιὰν ὤρεξεν αὐτῷ· καὶ δῆλον, ὅτι παρεπιγραφὴ τὸ εἶδος.

sch nub

96

post sch.vet. 96d: οὐδὲν δὲ χεῖρον ὑπομνησθῆναι τῶν Εὐπόλιδος· “δεξάμενος δὲ Σωκράτης τὴν ἐπίδειξιν Στησιχόρου οἰνοχόην ἔκλεψεν”· οἷον δ’ ἦν ὁρᾶν τὸν φιλόσοφον τὸ ἐν φανερῷ μάλιστα σκεῦος κατακείμενον κλέπ‐ τοντα καὶ ὑφαιρούμενον.

sch nub

102

post sch.vet. 102b: ἄθλιοι.

sch nub

105

μηδὲν εἴπῃς νήπιον: μηδὲν εὔηθες μηδὲ μειρακιῶδες μηδ’ ἀνόητον εἴπῃς· ἀπὸ τοῦ μηδὲ τὰ νήπια παιδία εἰδέναι τι.

sch nub

107a

post sch.vet. 107e: καταλύσας, κατασπάσας, ἀποστὰς τούτου.

sch nub

107b

post praeced.: ὡς διαστεῖλαι καὶ σχίσαι τὸ ὕδωρ τῇ κώπῃ ἐρεσ‐ σούσῃ· καὶ Πίνδαρος “κώπαν ἤδη μοι σχάσαι”· καὶ Εὐριπίδης· “σχάσον δὲ δεινὸν ὄμμα”.

sch nub

107c

post praeced.: στήσας, καταπαύσας· σχάσαι γὰρ τὸ κωπηλατοῦντα
στῆσαι τὴν κώπην.259

sch nub

109

τοὺς φασιανοὺς: οἱ μὲν ἵππους, οἱ δὲ ὄρνεα, ἔνιοι δ’ ἵππους χάραγμα ἔχοντας φασιανοῦ, ὡς ἀλεκτρυόνος. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τῇ τοῦ νεανίσκου σπουδῇ. οἱ δὲ περὶ Ἀρχίλοχον ὀρνίθων γένος· οἱ δέ, ὅτι Φᾶσις ποταμός ἐστι Σκυθίας, ὅπου καλοὶ ἵπποι γίνονται.

sch nub

120a

post sch.vet. 119: ὠχρὸς καὶ διεφθαρμένος· ἐκόμων γὰρ οἱ ἱππεῖς, οἱ δὲ φιλόσοφοι κάτω κείρονται.

sch nub

120b

post praeced.: “διακεκναισμένος δὲ ἠμαυρωμένος, αἰσχρὸς καὶ διεφθαρμένος γενόμενος· οἱ γὰρ ἱππεῖς ἐν γυμνασίοις καὶ παλαίστραις δι‐ έτριβον.

sch nub

122

post sch.vet. 122b: καὶ διὰ τοῦ μ καὶ π γράφεται.

sch nub

126

post sch.vet. 126a (ult. γνώμης): τῆς προκειμένης, οἷον· οὐ παρα‐ δώσω ... λύπαις.

sch nub

127

post sch.vet. 127: ἀντὶ τοῦ “διδασκάλῳ παραδώσω”, ἐπεὶ μέσον ὂν τὸ διδάξομαι πρὸς ἄμφω τὰς ἐνεργείας χωρεῖ.

sch nub

129

πῶς οὖν γέρων ὢν: ταῦτα καθ’ ἑαυτὸν λογίζεται ἐν τῷ ἀπιέναι.

sch nub

132

ἀλλ’ οὐχὶ κόπτω τὴν θύραν: ἀλλ’ οὐκ ἔχομαι τῶν ἐγνωσμένων.

sch nub

133

post sch.vet. 133: Ζηνόδοτος δὲ ὁ τὰς Ταρραίου καὶ Διδύμου παροι‐ μίας ἐπιτεμὼν “Βοιωτοῖς” φησὶν “Ἄρνην ... (25) ἐκπεσεῖσθαι λευκῶν ... καλουμένους”.

sch nub

136

post sch.vet. 136b: οὐ τὸ κροῦσαι καὶ τὸ προσελθεῖν αἰτιώμενος· οὐδὲ γὰρ πρὸς φιλοσόφου τὸ τοῖς δεομένοις μὴ παρέχειν τοῦ συνιέναι ἐξουσίαν, τὸν δὲ τρόπον μεμφόμενος, ὅτι βιαιοτέρως ἔπαισε τὴν θύραν, ὡς διαταραχ‐ θῆναι τοὺς ἐμφιλοσοφοῦντας.

sch nub

138

τηλοῦ γὰρ οἰκῶ τῶν ἄγρων: ἀντὶ τοῦ “ἐν τοῖς ἀγροῖς”.260

sch nub

144a

post sch.vet. 144a: ἀνηρώτησεν (cf. Tr1/2 144).

sch nub

144b

post sch.vet. 144c: τὸ μὲν καὶ ἐπ’ ἐμοὶ μέχρι καὶ νῦν κεχρηκέναι τὸν Πύθιον οὕτω παρήσω λέγειν, ἀλλὰ τῶν ἀρχαίων παραδείγματος ἕνεκα χεῖρον οὐδὲν μνημονεῦσαι. τοῦτο μὲν γὰρ ἐπί τῳ φέρεται οὗτος ὁ χρησμὸς ἐξενεχθεὶς ὑπὸ τῆς Πυθίας·
5
ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις· ἐν Λέσβῳ δὲ τοῦ Ναπαίου Ἀπόλλωνος ὁ δοθεὶς Πέλοπι αἰτοῦντος αὐτὸν ἀνάθημα τοῦ θεοῦ τὴν ἄρνα τὴν χρυσῆν, ἕτερα παρέχοντι κειμήλια. ἔστι δὲ οὕτως·
ὃ βούλομαι δός, μὴ δίδου δ’ ὃ μὴ θέλω.
10φέρει δὲ τὸν χρησμὸν τοῦτον Ἀντικλείδης ἐν τοῖς Νόστοις· καὶ ἑτέρους πλεί‐ στους ἄν τις ἔχοι λέγειν τοιούτῳ ἐξενεχθέντας μέτρῳ.

sch nub

150

τὼ πόδε: δυϊκὸν “τὼ πόδε ἐπὶ τῆς ψύλλης, κακῶς· λέγεται γὰρ ἓξ ἔχειν πόδας.

sch nub

151

περσικα: εἶδος ὑποδήματος αἱ περσικαί, ὡς καὶ Ἡρόδοτος· ἐπεὶ δὲ καὶ δένδρου ὄνομά ἐστι “περσικαί”· διὸ καὶ “περιέφυσαν εἶπεν, ὡς ἐπὶ δένδρου.

sch nub

158

in sch.vet. 158 post φωνήν (l. 5): τῆς αὐτῆς γὰρ καὶ ὁ τέττιξ ἐστὶ φύσεως καὶ τὰ τοιαῦτα ζῷα· καλεῖται μὲν παρά τισι βομβύκια, καλεῖται δὲ καὶ ἐντόμια, ὅτι κατὰ τὴν ῥάχιν ἐκτέτμηνται, ὡς ἔστιν κτλ.

sch nub

165

σάλπιγξ ὁ πρωκτός: τοιαύτη γάρ, κατὰ μὲν τὸ ἀνώτατον καὶ πρὸς τὸ ἄκρον κοίλη, ἡ σάλπιγξ, τὰ κάτω δὲ στένη· διὸ ... ᾄδει.

sch nub

179a

post sch.vet. 179b, 16 (ult. ἄλφιτα): δέον γὰρ αὐτὸν εἰπεῖν· κατέ‐ γραψεν, ᾧ τέως προσέχοντες οὐκ ἐπεινήσαμεν, καὶ σχήματα ... ἐπεποιήκει
... καθάπερ κεχηνὼς ... ἐπελάθετο, ἐπήνεγκεν ... ἔλαβε τὸ ἱμάτιον. διαβάλλει δὲ αὐτὸν ... ἕνεκα διατρίβοντα· ἐκεῖ γὰρ ἐφοίτα, ὡς γυμνοὺς τοὺς261
5παῖδας ὁρῴη.

sch nub

179b

post praeced.: ἐπειδὴ οἱ τὰ γεωμετρικὰ θεωρήματα διδάσκοντες διαβήταις γράφουσι ταῦτα, φησίν, ὅτι ὀβελίσκον κάμψας καὶ διαβήτου σχῆμα διαλαβὼν πάντας πρὸς αὐτὸν ἐπαγόμενος ὑφεῖλε τὸ ἱμάτιον.

sch nub

180

τὶ δῆτ’ ἐκεῖνον τὸν Θαλῆν: οὗτος ○○○ (8) ὡς Ἑρμῆς, Ἑρμῆν, Θαλῆν, καὶ Ἑρμέας, ὡς Θαλέας. διχῶς ... (9) βαρύτονον ... (10) Θάλητος, ὡς Χρέμητος, Θάλητι, Θάλητα, ὡς τὸ “Θάλητα χρημάτων ἐλεύθερον”. εἰ δὲ καὶ περισπομένως Θαλῆς, ὡς Ἑρμῆς, καὶ Θαλοῦ, ὡς Ἑρμοῦ.

sch nub

187

ἀτὰρ τί ποτε: διὰ τί ἄρα. εἰσελθὼν δὲ ἐπὶ συννοίᾳ κατέλαβε τοὺς περὶ Σωκράτην καθημένους, ἅτε φροντίζοντας περὶ τῆς ἐμπίδος, καὶ συγκεκυ‐ φότας εἰς γῆν.

sch nub

205

τὸ γὰρ σόφισμα δημοτικὸν: οἴεται τῶν πρὸς γεωργίαν εἶναι τοῦτο ἀβάκιον ἢ τοιοῦτόν τι δημωφελὲς μάθημα, τῷ δήμῳ συμφέρον.

sch nub

212

post sch.vet. 212a: κλίνεται δὲ ἡ Μάκρις αὕτη διὰ καθαροῦ τοῦ ο. διὸ καὶ ὁ νησιώτης αὐτῆς Μακριεύς. ἦν δὲ καὶ αἰγιαλὸς οὕτω λεγόμενος, κλινόμενος δὲ διὰ τοῦ δ. ἐλέγετο δὲ Μάκρις καὶ τῶν Κυκλάδων μία, ἡ Ἴκαρος· ἀφ’ ἧς νομίζουσί τινες εἰρῆσθαι καὶ τὸ ἰκάριον πέλαγος.

sch nub

213

post sch.vet. 213f, 16 (ult. κατασταθῆναι): Περικλῆς γὰρ αὐτὴν ὑπὸ τοὺς Ἀθηναίους ἐποίησεν ἐν πολέμῳ νικήσας τοὺς Ἄβαντας· διὸ παρετάθη τοῖς φόροις καὶ ἐπεφορτίσθη, ὡς τῶν Ἀθηναίων ἐπιτεινάντων τοὺς φόρους αὐτῇ.

sch nub

227

ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ: ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς ἦν δυνατὸν
ἄνθρωπον ὄντα διαγνῶναι τὰ θεῖα.262

sch nub

230

post sch.vet. 231a, ἀπολογεῖται κτλ. (haec ad v. 230 Ald teste lm. λεπτὴν ... ἀέρα): λέγων τὴν αἰτίαν, δι’ ἣν κρεμάμενος, ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς φησι περιθεῖν τὰ μετέωρα πράγματα. “ὅμοιον δὲ εἶπε τὸν ἀέρα ἀντὶ τοῦ “ὁμοιολεπτομερῆ”. ψυχρὰν δὲ καὶ ματαίαν αὐτῇ πεποίηκε παρέχοντα λύσιν.

sch nub

240

post sch.vet. 240b, 7 (ult. καὶ χρεώστας): Φωκυλίδης ἐν μὲν τοῖς αὐτοῦ ποιήμασι κατὰ τὴν ... (8) λέγων οὕτως· “χρήστης κακοῦ ... (10) φεῦγε, μή ς’ ἀνιήσειε ... ἀπαιτέων”· ἐν ἐκείνῳ μέντοι ἀντὶ τοῦ δανειστής λαμβάνεται·
5μηδέποτε χρήστης πικρὸς γένῃ ἀνδρὶ πένητι.

sch nub

241

post sch.vet. 241 (ult. ἀφαιροῦμαι): τὴν ἐνυπάρχουσαν οὐσίαν, οἷον ἱμάτια καὶ σκεύη καὶ ἄλλα.

sch nub

243a

νόσος μ’ ἔτριψεν: ἔστι γὰρ ὡς ἀληθῶς νόσος καὶ τὸ ἵππους τρέφειν· δαπανηρὸν γὰρ καὶ οὐκ ἔχον τοὺς καρποὺς ἀξίους τοῦ ἀναλώματος. “ἐπέτριψεδ’, οἷον ἐξέτριψε καὶ κατεδαπάνησε.

sch nub

243b

δεινὴ φαγεῖν: καταναλῶσαι δεινή, δαπανηρά· ἅμα δ’, ὅτι τὰ δύσ‐ πεπτα τῶν σιτίων νόσων πρόξενα γίνεται.

sch nub

246

ὀμοῦμαί σοι: ἀντὶ τοῦ “ὃν σύνθωμαι μισθόν σοι τελεῖν, ὄμνυμι τοὺς θεοὺς τοῦτόν σοι δοῦναι”. τοῦτο δὲ εἶπεν, ἵνα διαβάλλῃ αὐτόν.

sch nub

249

post sch.vet. 249a: λεπτοῖς δὲ νομίσμασι ... εἶπεν. ἔνιοι δὲ κατὰ πολυμάθειαν δωρίζουσιν.

sch nub

261

post sch.vet. 261a: παιπάλη δὲ κυρίως τὸ λεπτομερὲς τοῦ ἀλεύρου.

sch nub

263a

εὐφημεῖν χρ: ἡ συστηματικὴ ... (2) ἐστιν ἐκ στίχων ... παρά‐ γραφος.

sch nub

263b

super v. 263: σύστημα ... στίχων ιβʹ.

sch nub

265

post sch.vet. 265c: ἢ ὅτε σκηπτοὺς ἐπιπέμπει.263

sch nub

270

χιονοβλήτοισι κάθησθε: ἀντιπαρατάττεται Ὁμήρῳ λέγοντι
Οὔλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἔμμεναι. χιονόβλητα γὰρ τὰ ὑψηλὰ τῶν ὀρῶν πληροῦσθαί τε καὶ διατηρεῖν τὴν χιόνα πέφυκεν· εἰώθασι δὲ καὶ τὰ νέφη τούτοις ἐπικαθῆσθαι.

sch nub

271

εἶτ’ Ὠκεανοῦ πατρὸς: καὶ τοῦτο φυσικόν φησιν, ἀπὸ τοῦ Ὠκεανοῦ πάντα τὸν ἀέρα—τὴν νοτίαν, τὴν ἰκμάδα καὶ τὸν ὑετόν—τούτοις ἐπιχορηγεῖν.

sch nub

273

post sch.vet. 273c: ὁ Μίμας· καὶ Ὅμηρος· “παρ’ ἠνεμόεντα Μίμαντα”.

sch nub

274

χαρεῖσαι: ἡδυνθεῖσαι· γράφεται δὲ “φανεῖσαι”.

sch nub

275a

ἀέναοι Νεφέλαι: ἡ ἐπεισόδιος ... (3) ἐν ἐπῳδῷ, ὡς τὸ “ἐν δὲ Βατουσιάδης”· ἔχει ... (7) οὕτως ἐν ... (14) δηλοῦσα ἔχειν ἀνταπόδοσιν.

sch nub

275b

post sch.vet. 275b (ult. νάουσαι): ὡς ἀέναος ποταμὸς ὁ ἀδιαλείπ‐ τως ῥέων.

sch nub

275c

post sch.vet. 275c: “ἀρθῶμεν δὲ “ἀναπηδήσωμεν”.

sch nub

277

φύσιν εὐάγητον: πανταχοῦ φερομένην ἢ λαμπράν.

sch nub

280

post sch.vet. 280bβ (ult. καταφανῆ): τὸ δὲ ἵνα ἀντὶ τοῦ ὅπου· ἢ “ἵνα ἀφορώμεθα” ἐστὶν ἀντὶ τοῦ ὅθεν, κέχρηται δὲ ἐπιρρήματι τῷ ἐν τόπῳ ἀντὶ τοῦ ἐκ τόπου.

sch nub

286

σελαγεῖται: ἀντὶ τοῦ καταλάμπεται. ἔοικε δὲ ... ὀνομάζειν αὐτόν. τοιαύτη δόξα ἐστὶ παρὰ τοῖς φιλοσόφοις ὄμμα αἰθέρος καλεῖν τὸν ἥλιον.

sch nub

289alpha

post sch.vet. 289a: “ἀθανάτας ἰδέας κεῖται, καὶ ἔστιν ἑνικὸν ἐν γενικῇ πτώσει. μέλλει δὲ τὰς Νεφέλας γυναικομόρθους εἰσάγειν ἐσθῆτι ποικίλῃ χρωμένας, ἵνα τὰ τῶν οὐρανίων φυλάττωσι σχήματα· τὸ δ’ “ἐπιδώ‐ μεθα ἀντὶ τοῦ “ἐπιφανῶμεν, σκέψωμεν”.

sch nub

289beta

post sch.vet. 289b (ult. χοροῦ): ἐπίδωμεν καὶ σκεψώμεθα.264

sch nub

291

ὦ μέγα σεμνα: τὸ μερικὸν ... (2) ζʹ, ὡς ἐρρέθη. λέγεται ... παράγραφος.

sch nub

296

οἱ τρυγοδαίμονες: οἱ ποιηταί, ἐπειδὴ τὴν τρύγα χριόμενοι, ἵνα μὴ γνώριμοι γένωνται, οὕτως τὰ αὐτῶν ᾖδον ποιήματα κατὰ τὰς ὁδοὺς ἁμάξης ἐπικαθήμενοι· διὸ καὶ παροιμία “ὡς ἐξ ἁμάξης λαλεῖ”, ἤγουν ἀναισχύντως ὑβρίζει· τοῦτο δὲ ἐποίουν οἱ κωμικοὶ ποιηταί.

sch nub

298a

παρθένοι ὀμβροφόροι: ἡ ἀντῳδὴ ... (2) τῇ ᾠδῇ δεκαέξ, ὧν ὁ τελευταῖος ... (3) ἡ μὲν ... ἀποδιδόμενα.

sch nub

298b

super v. 298: ἀντῳδὴ ... κώλων ιϞʹ.

sch nub

298c

post Ald 298a: τινὲς δὲ εἰς τὸ “παρθένοι στίζουσι τὸ παλίμβολον τῶν Νεφελῶν παρίσταντες· ἄμεινον δὲ εἰς τὸ “ὀμβροφόροι στίζειν.

sch nub

299

post sch.vet. 299b, 17—19 (des. Ἀθῆναι, sic): “εὔανδρον δὲ τὴν ὑπ’ ἀρίστων ἀνδρῶν παροικουμένην· “πολυήρατον δὲ πᾶσιν ἐράσμιον.

sch nub

302a

post sch.vet. 302a (ult. 2, μυστήρια): ὅτι δὲ λίαν ἐσπούδαζον περὶ τὰ μυστήρια, δῆλον ἐκ τοῦ ψηφίσματος Μεγαρέων.

sch nub

302b

post praeced.: εἰκότως πρὸ πάντων σεμνολογοῦσι τὰ Ἐλευσίνια· κοινωνίαν γὰρ ἔχουσι πρὸς τὰς θεάς, ὅσον ἐκ τῆς τοῦ ἔτους φορᾶς καὶ τῆς τῶν καρπῶν αὐξήσεως. αὗται δὲ τὸν Ἴακχον ἐχόρευσαν ταῖς θεαῖς νεφέλαις μυστικαῖς, ὡς Ἡρόδοτος. φησὶ γὰρ ἐν τῇ παρὰ Σαλαμῖνα ναυμαχίᾳ πολὺ
5λειπομένου τοῦ ἑλληνικοῦ πλήθους τῶν νεῶν τῶν περσικῶν συμμαχῆσαι Ἀθηναίοις τὰς θεὰς μέγιστον τῆς (7) ... (8) γὰρ τῶν ... (10) αἰρόμενον ἀπὸ Ἐλευσῖνος ἐπὶ τὴν συμβολὴν παντὶ τῷ στρατῷ δῆλον γενέσθαι. (10) ... (11) ἀνιέντα καὶ νέφος γινόμενον ... (12) βοᾶν. μυστικὸς δὲ ὁ λόγος ὁ περὶ
τὰ ἀπόρρητα μυστήρια. λίαν ... ἐσπουδάζετο.265

sch nub

312

εὐκελάδων τε χορῶν: προσηύλουν γὰρ τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς, ἐπηύλουν δὲ προηγουμένως τοῖς κυκλικοῖς χοροῖς. “εὐκελάδωνδὲ τῶν εὐμούσων καὶ ἡδέων χορῶν.

sch nub

314

πρὸς τοῦ Διὸς: εἴσθεσις ... νενευκυῖα.

sch nub

315

τοῦτο τὸ σεμνόν: λεληθότως, φασίν, ἑαυτὸν ἐπαινεῖ σεμνὸν εἶναι λέγων τὸ μέλος. ἔστι γὰρ τοῦτο ἀληθές· ὁ δὲ τὸν ἔπαινον ἐπὶ τὰς Νεφέλας τρέπων οὐκ οἴεται φορτικὸς εἶναι.

sch nub

318

κροῦσιν: ἀπάτην, δοκιμασίαν, παραλογισμόν. κατάληψιν: εὕρεσιν. τὰ αὐτὰ δὲ καὶ διεξοδικώτερον ἑρμηνευτέον ἂν εἴη πάλιν ἐπαναλαβόντας. “διά‐ λεξιν τοίνυν λόγων ἐμπειρίαν, ὡς ἔφαμεν, ὥστε τὰ νοηθέντα δύνασθαι ἑρμη‐ νεύειν. διαφέρει δὲ διάλεκτος καὶ διάλεξις· διάλεκτος μὲν γάρ ἐστι φωνῆς
5χαρακτὴρ ἐθνικός, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐπὶ τὸ σεμνότερον ἐκτροπὴ καὶ ἐπὶ τὸ ἀγροικότερον. “τερατείαν δὲ τερατολογεῖν καὶ ἀπίθανα διη‐ γεῖσθαι καὶ λέγειν πράγματα ἐπέκεινα τῶν ἀνθρωπίνων. “περίλεξιν δὲ πε‐ ριττῶς καὶ περιέργως περιτείνεσθαι διὰ λόγων καὶ δύνασθαι ἑρμηνεύειν τὸ νοηθέν, ὅπερ ἐστὶν λοιπὸν ἔργον τῆς ἐξηγήσεως τοῦ λόγου. δείκνυσι δέ, ἐξ ὅσων
10συνέστηκε ῥητορική· δεῖ γὰρ νοεῖν, εἶθ’ ἑρμηνεύειν, ὅπερ ἐστὶ λοιπὸν ἔργον τῆς ἐξηγήσεως τοῦ λόγου. 〈“κροῦσιν〉 ἢ τὸν παραλογισμὸν καὶ τὴν ἀπάτην, τὸ συναρπάσαι τὸν ἀκούοντα· ἢ δοκιμασίαν, ἐπεὶ τὰ σαθρὰ κροτούμενα δο‐ κιμάζεται. “κατάληψιν τὴν γνῶσιν καὶ αἴσθησιν καὶ τὴν τέχνην. οὕτω γὰρ ὁριζόμεθα τὴν τέχνην, οἷον σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων,
15καὶ τὰ ἑξῆς. κατάληψιν δὲ εἰώθασιν οἱ μουσικοὶ λέγειν, ἐπειδὰν πλήξαντες τοῖς δακτύλοις ἢ τῷ πλήκτρῳ τὰς χόρδας καταλάβωσι καὶ ἀποτείνωσι τὸν
φθόγγον.266

sch nub

323

post sch.vet. 323a: Πάρνης δὲ ὄρος ... λέγεται, ὡς τὸ “ἐξ κόρακας ... θηλυκῶς, ὡς ἐνταῦθα.

sch nub

327

post sch.vet. 327a: δέον δὲ εἰπεῖν “ἐν λήμαις”, ὁ δὲ κολοκύνταιςεἶπε δεικνύων τὴν ὑπερβολὴν τῆς λημότητος. λείπει δὲ ἡ ἐν, ἵν’ ᾖ “ἐν κολοκύν‐ ταις”, ὡς τὸ “νοσεῖν ἐν φρενίτιδι”. ἀποδοκιμαστέοι δὲ οἱ νοοῦντες ἔξωθεν “ὁμοίας”· οὐκ ὀρθῶς γὰρ ἐοίκασι λέγειν. ὁ δὲ Λουκιανὸς ἐν τῷ Πρὸς ἀπαί‐
5δευτον καὶ πολλὰ βιβλία ὠνούμενον οὐκ ὤκνησεν εἰπεῖν “χύτραις λημῶν‐ τες”.

sch nub

332

post sch.vet. 332a, 17 (ult. Θουρίας): ὕστερον δὲ Ἀπίαι. λέγεται ... ὡς Στράβων. Παυσανίας δὲ Ἄνθειαν αὐτὴν καλεῖ.

sch nub

335

post sch.vet. 337c: ταῦτα δὲ πάντα ἔκ τινων ... (4) ἄλλο ἄλλου ... (6) καὶ “στρεπταιγλᾶν”, εἴπερ οὕτω γράφεται, οὐ πρός τι συνταττό‐ μενον, ἀλλ’ ... (7) ἔθηκεν. οἱ δὲ πρὸς τὸ “δάϊον ὁρμάν”, τουτέστι ταχυτά‐ την, (8) ἑνὸς τὸ πᾶν εἶναι φάσκοντες. (9) τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ “δροσερᾶν
5νεφελᾶν”. (11) εἰ δὲ “στρεπταίγλαν”, πρὸς τὸ “ὑγρᾶν νεφελᾶν”.

sch nub

358

super v. 358: σύστημα ... στίχων Ϟʹ.

sch nub

396

καταφρύγει: καταίθει· “περιφλύει δὲ “περικαίει ἐπιπολῆς”· τὸ δὲ “ζῶντας τινὲς ἀντὶ τοῦ “πλουσίους” ἤκουσαν.

sch nub

398

post sch.vet. 398c (ult. 3, ἐλέγοντο): Ἀπολλώνιος·
Ἄρκαδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται. τοῦτο δὲ τοὖπος οἱ περὶ τὸν Λούκιλλον τὸν Ταρραῖον καὶ Σοφόκλειον καὶ Θέωνα ἑρμηνεύοντες τάδε φασίν: “οἱ Ἀρκάδες ... (10) ἐν τῇ Περιόδῳ ...
5(12) πρὸς Γίγαντας ... (14) ἐν ταῖς Θέσεσι ... (14) ἐν πρώτῳ Κτίσεως καὶ ἔθνος φησὶν ... (19) Ἀρκάδων πρὸ τοῦ ἐπιτεῖλαι ... (19) διὸ καὶ προσωνο‐ μάσθησαν προσέληνοι. Δοῦρις ... (22) διὸ καὶ ποταμὸν ... (23) τὰς περιόδους
τῆς σελήνης ... (24) ὑπὸ Τυφῶνος. ὑπὸ ... εἴρηκεν.267

sch nub

401

καὶ Σούνιον ἄκρον Ἀθηναίων: “χάρις ἐστὶν ἐκ στίχου τοῦ ἀλ‐ λοτρίου”, ὡς ἔφη Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τῷ Περὶ ἑρμηνείας· “οὐκέτι γὰρ ὁ Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλ’ Ὅμηρος καὶ ὁ στίχος ὁμηρικός”.

sch nub

404

post sch.vet. 404a: μεῖζον καὶ σφοδρότερον πνεύσῃ. ἐντεῦθεν δὲ δῆλον, ὡς πυκνότατόν ἐστι τὸ τῶν νεφῶν σῶμα· εἰ γὰρ ἦν ἀραιόν, διεφορεῖτ’ ἂν ὁ ἄνεμος κατ’ ὀλίγον.

sch nub

405

post sch.vet. 405a: κύστις δὲ κοιλίας διενήνοχε· τὸ μὲν γὰρ τῆς ὑγρᾶς περιττώσεως δεκτικὸν μόριον ὀνομάζεται κύστις, τὸ δὲ τῆς ξηρᾶς κοιλία, ὡς Ἀριστοτέλης Περὶ ζῴων ἱστορίας αʹ.

sch nub

409

post sch.vet. 409a: οὐκ ἔσχαζον. εἰώθασι ... δίοδον χαριζόμενοι τῷ πνεύματι. ἔστι δὲ ἀπὸ τοῦ σχάω ○○○ χνοάζω.

sch nub

412

super v. 412: σύστημα ... στίχων ηʹ.

sch nub

419

post Tr2 419b: τὸ δὲ “δυσκολοκοίτου “δυσκολῶς κεῖσθαι ἐώσης”.

sch nub

422

post sch.vet. 422b: οἱονεὶ ἄκμων.

sch nub

436a

in sch.vet. 436a (post πρόσφυξι): καὶ θεράπουσι.

sch nub

436b

post praeced.: “πιέζει δὲ “στενοχωρεῖ, ἀναγκάζει”.

sch nub

439

νῦν οὖν χρήσθων: ἡ ἔκθεσις ... (2) βραχυκατάληκτον· τὰ δὲ ἑξῆς δίμετρα ἀκατάληκτα πλὴν τοῦ δωδεκάτου καὶ ἑπτακαιδεκάτου, ἀναπαιστικῶν βάσεων παρατελεύτων καλουμένων, καὶ τοῦ τελευταίου ἑφθημιμεροῦς ὄντος καὶ παροιμιακοῦ, ὡς εἴρηται, καλουμένου. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νε‐
5νευκυῖαι.

sch nub

446

post sch.vet. 446a: τὸ δὲ “ψευδῶν συγκολλητής ἀντὶ τοῦ
“ψευδοπλάστης”.268

sch nub

448a alpha

Ἀπολλόδωρος δέ φησι ... (9) τὸ δόξαν ἀναγραφόντες, οὓς ... (10) κύρβις δὲ ... (10) εἰς ὕψος ἀναστάσεως. ὕστερον δὲ τὰ ξύλα ... (13) τὰς ἱερὰς γραφὰς στήλη· (14) ἤ, ὡς Ἐρατοσθένης φησίν, ἄξων Ἀθήνῃσιν οὕτω καλούμενος, ἐν ᾧ οἱ νόμοι περιέχονται.

sch nub

448a beta

Πλούταρχος δὲ ἐν τῷ Σόλωνος βίῳ περὶ αὐτοῦ λέγων “ἴσχυν δέ”, φησί, “τοῖς νόμοις ... (23) ἔδωκεν ἐνιαυτοὺς ... (26) λείψανά τινα διεσῴ‐ ζετο ... τοὺς ἄλλους ὠνομάσθαι”.

sch nub

448b

post sch.vet. 448d: λάλος.

sch nub

448c

post sch.vet. 448f: τινὲς δὲ “κίναδος ζῷον μικρὸν τὸ αἰδοῖον εἰσωθοῦν καὶ ἐξωθοῦν.

sch nub

448d

post sch.vet. 448h (ult. 21, εὔστομος ὡς τρύπανον): “τρύμη οὖν τρύπανον, ὡς πάντων περιγενόμενος· ἢ †τριὸς† καὶ ταλαίπωρος· ἢ τρυμαλία.

sch nub

449

post sch.vet. 449d: ἢ “γλοιὸς λέγεται ὁ ῥύπος τοῦ ἐλαίου. λέγει οὖν τὸν ῥυπαρὸν τοὺς τρόπους.

sch nub

450

post sch.vet. 450a: “κέντρων δέ ἐστι τὸ ἐπισασσόμενον τοῖς ὄνοις ἐκ πολλῶν καὶ διαφόρων συρραφὲν σακκίων καὶ ἐπίσαγμα τῶν ὄνων.

sch nub

457

λῆμα μὲν πάρεστι: ἐπέκθεσις τῆς διπλῆς ἀμοιβαία ... (3) κατα‐ ληκτικόν. τὸ γʹ ... (3) πενθημιμερές. τὸ δʹ ἀναπαιστικὸν πενθημιμερές. τὸ πέμπτον ... (5) καλεῖται φερεκράτειον ἀτελές· τὸ ἕκτον ἰαμβικὴ βάσις. τὸ ἕβδομον ... (9) πενθημιμερές, ὃ προῦχον καλεῖται. τὸ δέκατον ... (11) τῷ
5τετάρτῳ. τὸ ἑπτακαιδέκατον ... (13) τὸ εἰκοστὸν ὅμοιον τῷ πεντεκαιδεκάτῳ.

sch nub

476

ἀλλ’ ἐγχείρει: ἐν ἐκθέσει δίστιχον ἀναπαιστικὸν τετράμετρον κατα‐ ληκτικόν· εἰώθασι γὰρ μετὰ τὰς τοιαύτας περιόδους ἐπάγειν δίστιχον. ἐπὶ τῷ τέλει τῆς μὲν ἐπεκθέσεως δύο συνήθως διπλαῖ ἔξω νενευκυῖαι ... δέχεσθαι μέτρα. τὰ δ’ ἐφεξῆς λβʹ ἰαμβικά εἰσιν ἀκατάληκτα τρίμετρα, ὧν τελευταῖον
5“χώρει ... κορωνίς.269

sch nub

508

post sch.vet. 508a: ἐν δὲ τοῖς νεωτέροις οὕτως: ὁ Τροφώνιος ... (1) ἐν Λεβαδείᾳ ... (4) πόπανα ... (5) δυσχερὲς πάσχωσιν ... (6) ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀγελάστων καὶ συνωφρυωμένων “ἐς Τροφωνίου μεμάν‐ τευται”.

sch nub

509

περὶ τὴν θύραν: βαρέως διακείμενος ... αὐτῆς.

sch nub

510a

ἀλλ’ ἴθι χαίρων: τοῦτο ... (3) τῆς παραβάσεως κατὰ τὸ ἔθος ὀνομάζεται κομμάτιον· κώλων ὀκτώ, ὧν τὸ μὲν πρῶτον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον ἢ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον ἐπιμεμιγμένον δισπον‐ δείῳ· τὸ δεύτερον ἀναπαιστικὸν μονόμετρον· τὸ τρίτον καὶ τὸ ἑξῆς καὶ τὸ
5ἕβδομον καὶ τὸ μετ’ αὐτὸ χοριαμβικὰ δίμετρα καταληκτικὰ εἰς ἀμφίβραχυν περαιούμενα ἢ βακχεῖον διὰ τὸ ἀδιάφορον, ἀριστοφάνεια καὶ αὐτὰ καλούμενα· τὸ πέμπτον χοριαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ἕκτον ἀπὸ ἰαμβικῆς βάσεως εἰς χοριαμβικὴν ὑπερκατάληκτον.

sch nub

510b

super v. 510: κομμάτιον κώλων ηʹ.

sch nub

518a

ὦ θεώμενοι: ἡ παράβασις δοκεῖ μὲν ἐκ τοῦ χοροῦ λέγεσθαι, εἰσάγει δὲ τὸ ἑαυτοῦ πρόσωπον ὁ ποιητής.

sch nub

518b

post sch.vet. 510a, 17 (ult. ἀντεπίρρημα; ad v. 518 Ald teste lm. ὦ θεώμενοι): συνεμπίπτουσι γὰρ ἀλλήλοις κατὰ τὸ μέτρον καὶ τὰ κῶλα· ἡ γὰρ στροφὴ ἔχει ὁμοίαν ἑαυτῇ τὴν ἀντίστροφον, καὶ τὸ ἐπίρρημα ὡσαύτως τὸ ἀντεπίρρημα. τινὲς δὲ προστιθέασι καὶ ᾠδὴν καὶ ἀντῳδήν· ἔχουσι γὰρ καὶ
5ταῦτα σχέσιν πρὸς ἄλληλα. ἡ μὲν οὖν παράβασις κτλ.

sch nub

518c

post sch.vet. 510a, 20 (ult. παραβάσεις; ad v. 518 Ald teste lm. ὦ θεώμενοι): ἑπτὰ δὴ ὄντων τῶν τῆς παραβάσεως μερῶν ἐφ’ ἕκαστον ... (23) ἡ παράγραφος, οὐχ ἧττον δὲ ... (25) ἀποδίδωται· ἐὰν δὲ ᾖ ... (27) ἀνταποδιδόμενα ... (28) ἀποδιδομένοις ... (30) ἔξω νενευκυῖαι δηλοῦσαι ἡ‐
5μῖν, ὅτι ἀνταποδίδοται. τὸ δὲ μέτρον ἀσύστατον, εὐπολίδειον καλούμενον, στί‐ χων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν μεʹ, ὧν τελευταῖος
ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε. τὸ δὲ τροχαϊκὸν μέτρον κατὰ πᾶσαν μὲν χώραν δέχεται τροχαῖον καὶ σπονδεῖον πλὴν τῆς παρατελεύτου, μὴ ὄντος τοῦ μέτρου χωλοῦ, καὶ κατὰ μὲν τὰς περιττὰς
270
10τρίβραχυν καὶ δάκτυλον, εἰ τύχοι· τῶν δ’ ἀρτίων τὰς μὲν ἑτέρας ἀνάπαιστον καὶ οὓς ἔφην ἐγχωρεῖν πάσῃ χώρᾳ, ἰδίως δὲ τὴν τετάρτην ἐν τούτοις ἴαμβον. ἐπὶ τῷ τέλει παράγραφος.

sch nub

518d

super v. 518: παράβασις κώλων μεʹ.

sch nub

518e

post 518c: ἐχρῆν δὲ τὴν λέξιν ὑπὸ τοῦ χ σημειοῦσθαι· ἐχρήσατο γὰρ μετοχῇ ἀντὶ ὀνόματος.

sch nub

530

κοὐκ ἐξῆν πῶ μοι: οὔπω ... τὸ λέγειν δημοσίᾳ διὰ τὸ νέον τῆς ἡλικίας. οὐ γὰρ πρῶτον ... ἀπὸ δὲ τῶν ... εἰσιέναι. νόμος δὲ ἦν ... τινα εἰπεῖν μήπω τεσσαράκοντα ἔτη γεγονότα· ὡς δέ τινες, τριάκοντα.

sch nub

542

post sch.vet. 542bα: καὶ εὐτελῶς πεπλασμένας.

sch nub

562

in sch.vet. 562α, 5 (inter διὸ et τὸ χ): ἐπισημειοῦσθαι τὴν λέξιν ἔδει.

sch nub

563a

ὑψιμέδοντα μὲν: τοῦτο ᾠδὴ καὶ στροφὴ ὀνομάζεται ... (5) ἐπι‐ μεμιγμένον βακχείῳ, ὃ ... ἑφθημιμερές· τὸ τέταρτον καὶ τὸ πέμπτον τῷ πρώτῳ ὅμοια· τὸ ἕκτον τρίμετρον ἐκ διιάμβου, χοριάμβου καὶ βακχείου· τὸ ἕβδομον (7) δακτυλικὸν τετράμετρον· τὸ ὄγδοον (12) δακτυλικὸν πεντάμετρον·
5τὸ ἔνατον δίμετρον ἐξ ἐπιτρίτου τρίτου καὶ χοριάμβου· τὸ δέκατον ὅμοιον ἐκ δισπονδείου καὶ χοριάμβου ἢ δακτυλικὸν ἑφθημιμερὲς τῆς σι ἀντὶ μακρᾶς λογιζομένης· τὸ ἑνδέκατον (14) ... (14) τὸ καλούμενον γλυκώνειον, ἐκ διτρο‐ χαίου καὶ διιάμβου, ὡς ἔχει τὰ Γλύκωνος “κάπρος ... μαινόλης Κύπριδος
... ὤλεσε”· τὸ δυοκαιδέκατον ἀντισπαστικὸν δίμετρον καταληκτικόν, τὸ271
10καλούμενον φερεκράτειον, ἑφθημιμερὲς ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου, ὡς ἔχει τὰ Φερεκράτους “ἄνδρες πρόσχετε ... ἀναπαίστοις”. (18) καλεῖται ... μέτρα. (19) ἐπὶ τῷ ... ἀνταπόδοσιν.

sch nub

563b

super v. 563: ᾠδὴ καὶ στροφὴ κώλων ιβʹ.

sch nub

575a

σοφώτατοι θεατα: τοῦτο ... (4) καταληκτικῶν, ὧν ... (4bis) συνοίσεται ... ἀνταπόδοσιν.

sch nub

575b

super v. 575: ἐπίρρημα στίχων κʹ.

sch nub

587

δυσβουλίαν: τὴν οὐκ ὀρθῶς βουλήν.

sch nub

595a

ἀμφί μοι ἄναξ: ἡ ἀντῳδὴ ... (2) τὰ μέτρα.

sch nub

595b

super v. 595: ἀντῳδὴ ... ιβʹ.

sch nub

607a

ἡνίχ’ ἡμεῖς: τὸ ἀντεπίρρημα ... (2) καταληκτικῶν εἴκοσι. ἐνταῦθα μέντοι ὁ ἐπὶ τῆς τετάρτης χώρας ἴαμβος ἐξέλιπεν. (5) ἐπὶ τῷ ... νενευκυῖα.

sch nub

607b

super v. 607: ἀντεπίρρημα στίχων κʹ.

sch nub

609

post sch.vet. 609a: Πλάτων μέντοι ἐν ἀρχῇ τῶν ἐπιστολῶν τὸ “εὖ πράττειν” προύθηκεν, οἱ δὲ Πυθαγόρειοι τὸ “ὑγιαίνειν”. καὶ τό γε τριπλοῦν τρίγωνον ... πρὸς αὐτῶν ὀνομάζεται.

sch nub

627

μὰ τὴν ἀναπνοήν: ὑποχωρήσαντος ... νενευκυῖα.

sch nub

633

ἔξει: ἀντὶ τοῦ “ἔξελθε”. ἔστιν εἴω τὸ πορεύομαι, οὗ παράγωγον εἶμι, ὁ παρατατικὸς εἶν, εἶς, εἶ· καὶ ὥσπερ ἐν τοῖς εἰς ω τὸ τρίτον πρόσωπον
τοῦ ὁριστικοῦ παρατατικοῦ δεύτερόν ἐστι προστακτικόν, οὕτω καὶ ἐν τοῖς εἰς μι σχηματίζουσιν οἱ Αἰολεῖς καὶ οἱ Ἀθηναῖοι, οἷον “ἵστη μετὰ κῦμα” ἀντὶ272
5τοῦ “ἵσταθι”· Ἀριστοφάνης· καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πετρῶν ἀντὶ τοῦ “ἐμπίμπληθι”. οὕτως οὖν καὶ ἐκ τοῦ “εἶ” τρίτου προσώπου τοῦ ὁριστικοῦ παρατατικοῦ ἐν συνθέσει “ἔξει” προστακτικόν. ἢ ἀπὸ τοῦ εἴω, οὗ ὁ δεύτερος ἀόριστος ἴον, ἴες, ἴε, καὶ μετὰ τῆς ἐξ “ἔξιε” καὶ κατὰ μετάθεσιν
10καὶ συναίρεσιν “ἔξει”. ὡσαύτως καὶ μετὰ τῶν λοιπῶν προθέσεων “μέτει” καὶ “δίει”, πλὴν τοῦ “πάρει” καὶ “σύνει”· ἐνταῦθα γὰρ αἱ προθέσεις τῷ “εἶ” ἀντὶ τοῦ “ὑπάρχεις” συνδυάζονται.

sch nub

643

post sch.vet. 643aα: παρατηρητέον δέ, ὅτι ... γράφειν “ἡμιεκ‐ τέου”· οὐ ... χρῆσιν διὰ διφθόγγου “ἡμιεκταίου”.

sch nub

644a

post sch.vet. 644: γίνεται δὲ οὕτω· δίδημι ... (1) διδήσω, ὁ δεύ‐ τερος ἀόριστος ἔδην, μέσος ... (3) δοῦ καὶ περίδου. καὶ Ὅμηρος “δίδει ... λύγοισιν”.

sch nub

644b

post praeced.: ὡς ἄγροικος δὲ πάλιν ... τὸ τῶν ποιημάτων ἔλεγε μέτρον ... ἐδέξατο.

sch nub

645

post sch.vet. 645b, 8 (ult. τέσσαρα (sic)): ὡς πλεονάκις ἴσως τοῦ δέοντος εἴρηται.

sch nub

698

ante sch.vet. 698: εἰ μὴ ἐπὶ τοῦ ἀσκάντου σκέψῃ.

sch nub

700

post sch.vet. 700b: ἔκθεσις ... (2), ὧν τὸ πρῶτον δίμετρον ἐκ διιάμβου καὶ χοριάμβου· τὸ δεύτερον δίμετρον ἐκ χοριάμβου καὶ βακχείου· τὸ τρίτον ἰαμβικὸν πενθημιμερές· τὸ τέταρτον ἐκ διιάμβου καὶ χοριάμβου τρί‐ μετρον βραχυκατάληκτον· τὸ πέμπτον ἐκ διιάμβου καὶ διτροχαίου ταυτοπαθές·
5τὸ ἕκτον τρίμετρον ἐκ διιάμβων καὶ κατὰ τὸ μέσον χοριάμβου· τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ὄγδοον δίμετρον ἀντισπαστικὸν βραχυ‐ κατάληκτον ἢ ἐκ δύοιν βακχείοιν ἀκατάληκτον· τὰ ἑξῆς δύο ἰαμβικὰ τρίμετρα. τὰ δὲ μετὰ ταῦτα ἀναπαιστικὰ δίμετρα καταληκτικὰ εἰς δισύλλαβον πλὴν τοῦ πεντεκαιδεκάτου μονομέτρου ὄντος, ὁμοίως καὶ τοῦ ἑπτακαιδεκάτου καὶ
10εἰκοστοῦ πρώτου—ἀναπαιστικαὶ γὰρ βάσεις—καὶ τοῦ τελευταίου ἀναπαι‐
στικοῦ μὲν ὄντος ἑφθημιμεροῦς, παροιμιακοῦ δέ, ὡς πολλάκις εἴρηται, καλου‐ μένου. ἔστι δὲ καὶ ταῦτα πολυσχημάτιστα. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ὡς ἐν τοῖς προφθᾶσιν. ἰστέον δέ, ὅτι (14) ... ὡς κἀνταῦθα.273

sch nub

763

μηλολόνθην: οὕτω γράφουσιν οἱ ἀκριβέστεροι· τινὲς δὲ κτλ.

sch nub

776

in fine sch.vet. 777d (post πεπόνθασι): ὡς ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἀριστογείτονος.

sch nub

804a

ἆρά γ’ αἰσθάνει: κορωνὶς ... (2) δέκα. τούτων τὸ μὲν πρῶτον δίμετρον ἀντισπαστικὸν ἐκ διτροχαίου καὶ παλιμβακχείου· τὸ δεύτερον ἐξ ἀντισπάστου καὶ ἀμφιβράχεος· τὸ τρίτον ἐξ ἐπιτρίτου τρίτου δίμετρον βρα‐ χυκατάληκτον· τὸ τέταρτον δίμετρον ἐκ διτροχαίου καὶ ἀμφιβράχεος· τὸ
5πέμπτον (5) ... ἀκατάληκτον ἀδιαφόρου τῆς τελευταίας οὔσης· τὸ ἕκτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ἕβδομον ἐκ χοριάμβου καὶ διιάμβου δίμε‐ τρον· τὸ ὄγδοον χοριαμβικὸν τρίμετρον (6) ... τῷ ἕκτῳ ἐχούσης ἀνάπαιστον τῆς ἀρχούσης· τὸ δέκατον χοριαμβικὸν δίμετρον καταληκτικόν, εἴτ’ οὖν ἐκ χοριάμβου καὶ βακχείου.

sch nub

804b

super v. 804: στροφὴ κώλων δέκα.

sch nub

811

post sch.vet. 811: “ἀραιῇσι μέλαν ὕδωρ”.

sch nub

812

ἀσύμβουλοι δέ, φησίν, ὅτι καὶ ταχέως μεταβαλλόμενοι ἐπιθυμίας ἥττους ἁλίσκονται.

sch nub

814

οὔτοι μὰ τὴν Ὁμίχλην: κορωνὶς ... ἐξέλθωσι.

sch nub

817

post sch.vet. 819a: ἐνδεῖ δὲ τὸ χ.

sch nub

838

καταλούει μου: ἐντρυφᾷς· καταναλίσκεις τὴν περιουσίαν.

sch nub

846

ante sch.vet. 846b: τοῖς σοροποιοῖς.

sch nub

888/9

χοροῦ.

sch nub

889

χώρει δευρ: εἴσθεσις ... νενευκυῖα.274

sch nub

910

post sch.vet. 910bβ: βωμολοχία δὲ κυρίως ἡ περὶ τὸ ἐν παιδιᾷ ἡδύ, ὡς Ἀριστοτέλης ἐν δευτέρῳ Ἠθικῶν, ὑπερβολή.

sch nub

928

post sch.vet. 928bα: πρὸς ὃ καὶ τὸ χ.

sch nub

934

παύσασθε μάχης: ἔκθεσις ... (3) ἐν εἰσθέσει ... (5) τὸ δὲ τελευ‐ ταῖον ἑφθημιμερές ... κατὰ τὸ τέλος.

sch nub

949a

νῦν δείξετον: εἴσθεσις ... (3) χοριαμβικῶν διαφόρως κεκολλη‐ μένων δέκα, ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τρίτου καὶ χορι‐ άμβου· τὸ δεύτερον ἐκ χοριάμβου καὶ ἀμφιβράχεος· τὸ τρίτον ἐκ διιάμβου καὶ χοριάμβου· τὸ τέταρτον ἐκ χοριάμβου καὶ βακχείου· τὸ πέμπτον ἀντιστρόφως
5τῷ πρώτῳ ἐκ χοριάμβου καὶ ἐπιτρίτου τρίτου· τὸ ἕκτον ἐξ ἀντισπάστου καὶ κρητικοῦ, εἴτ’ οὖν ἀμφιμάκρου· τὸ ἕβδομον (8) ... τὸ ὄγδοον ἐξ ἀντισπάστου καὶ ἰάμβου, διὰ τὸ (10) ... τὰς δύο δηλαδὴ συλλαβάς, ἡμιόλιον καλούμενον· τὸ ἔνατον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ δέκατον ἐκ χοριάμβου καὶ ἀμφι‐ βράχεος.

sch nub

949b

super v. 949: στροφὴ κώλων ιβʹ.

sch nub

956

ἀνεῖται: κεῖται, δέδοται· νῦν πρόκειται ἡμῖν ὑπὲρ ἁπάσης τῆς σοφίας κινδυνεῦσαι· ἤγουν παράστασις καταλέλειπται.

sch nub

961

λέξω τοίνυν: εἴσθεσις ... (3) πτελέᾳ ψιθυρίζῃ. τοῦτο δὲ τὸ μέτρον ἀριστοφάνειον καλεῖται, ἐπεὶ εὐδοκίμησε λέγων “ὡς ὅτ’ ἐγὼ τὰ δίκαια ἤσκουν καὶ σωφροσύνη νενόμιστο”. τοῦτ’ οὖν ἄγαν Ἀριστοφάνης ἀπεδέχετο ὡς εὖ πεποιημένον. ἐπὶ ταῖς (8) ... τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.

sch nub

983

post sch.vet. 983bα: καὶ ἀμέτρως.

sch nub

984

post sch.vet. 984d: καὶ Θουκυδίδης· “καὶ οἱ πρεσβύτεροι αὐτοῖς τῶν
εὐδαιμόνων οὐ πολὺς ... λινοὺς ... τεττίγων ἐν ἕρσει κρωβύλων ... τριχῶν”.275

sch nub

989

post exordium leviter mut. Th1/2Tr1/2 989c (1—2; ult. ἀπέδωκεν) ceterae parti postpositum: ἐν δὲ τοῖς παλαιοῖς τῶν ἀντιγράφων “ἀμέλει τῆς Τριτογενείης εὕρηται.

sch nub

1009

ἢν ταῦτα ποιῇς: ἔκθεσις ... (2) ὃ παρατέλευτον ὀνομάζεται. τὸ τελευταῖον ἑφθημιμερές ... (4) ὡς εἴρηται. ἐπὶ τῷ ... νενευκυῖαι.

sch nub

1024a

ὦ καλλιπύργου: ἑτέρα ... (2) χοριαμβικῶν ἐπιμεμιγμένων, ὡς τὰ τῆς στροφῆς καθ’ ἕκαστον ἐχόντων, δέκα, πλὴν τοῦ πέμπτου ἐξ ἐπιτρίτου καὶ διιάβου συγκειμένου, καὶ τοῦ ἑβδόμου ἐκ χοριάμβου, ἰάμβου καὶ ἀντι‐ σπάστου. ἐν ἐκθέσει (6) ... τὸ τέλος.

sch nub

1024b

super v. 1024: ἀντιστροφὴ κώλων ιβʹ.

sch nub

1036

καὶ μὴν πάλ’ ἔγωγ’ ἐπνιγόμην: εἴσθεσις ... (3) εἶναι. τὸ δὲ μέτρον ἱππωνάκτειον. (5) ἐπὶ τῷ ... νενευκυῖα.

sch nub

1068

post sch.vet. 1068a (21) ἡ Θέτις ... ἐνέβαλλε τοὺς ... (22) ἑτέρους: ... (24) κωλύσαι ... (27) ἐν τῷ Περὶ Θεσσαλίας ... (28) ἔνδοξον γενέσθαι, μεταπέμψαι τὴν ... ἡ φήμη.

sch nub

1085

ἢν δ’ εὐρύπρωκτος: ἔκθεσις ... (3) ὀκτωκαίδεκα δίμετρα ἀκατά‐ ληκτα. τὸ μέντοι ἕβδομον καὶ ἑνδέκατον τρίμετρα καὶ τὸ δέκατον πενθημιμερές, τὸ πεντεκαιδέκατον καὶ ἑπτακαιδέκατον μονόμετρα, τὸ δὲ τελευταῖον ἑφθημι‐ μερές. ἐπὶ τῷ τέλει (9) ... τὸ τέλος.

sch nub

1105a

τί δῆτα; πότερον: σύστημα ... (2) κῶλα ἰαμβικὰ ... (3) ἑφθη‐ μιμερῆ. (4) ἔχει δὲ τὸ δεύτερον κῶλον τὸν δεύτερον πόδα (4) ... παράγραφος.

sch nub

1105b

super v. 1105: σύστημα κατὰ περικοπὴν στίχων ηʹ.

sch nub

1115a

τοὺς κριτὰς ἃ κερδανοῦσιν: κἀνταῦθα ... κακῶς. (6)

sch nub

1115b

super v. 1115: ἐπίρρημα.276

sch nub

1119

secundum Hermannum in p. v. 1385—1415 continenti hoc scholii fragmen‐ tum legebatur: τεκούσας καὶ φυλάξαι ἐπὶ τῆς βλαστήσεως τῆς ἀμπέλου· λίαν γάρ ἐστιν εὐχερὲς ῥεῖν ἀλλὰ ταῖς ἀληθείαις, προσέθηκε τοῦτο; quae re vera iam teste accentu vocis εὐχερές (sic Hermann) duorum sunt, sc. ad v. 1119 (scholii vet. 1119, ubi Ald des.
5ἐστιν εὐχερές) et ad v. 1116 (scholii Tr2 1116b, 1sq., ubi Ald post φέρειν (unde illud ῥεῖν) om. αὐτούς et pro verbis ex Ar. allatis τὸ “ὠφελεῖν ... δικαίων nude τοῦτο). Haec fragmenta scholiorum iam plene typis redditorum, quae Hermann ex exem‐ plari olim F. A. Wolfii eruit, neque in sex vel septem aliis ab Hermanno et Dd—Db enumeratis neque in Bibliothecae Bumae leovardensis, quo utor (cum nuncupatione
10„B. Vulcanius Sinapio suo φίλιον“), extat. Typothetas in causa esse suspicatus est Hermann fuse de hac re agens.

sch nub

1130

post sch.vet. 1130α: Αἰσχύλος
δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι· καὶ Θεόκριτος ἐν Ἀδωνιαζούσαις
οὐδεὶς κακοεργὸς
5
δαλεῖται τὸν ἰόντα παρέρπων αἰγυπτιστί· καὶ αἰγυπτιάζειν τὸ ὕπουλα πράττειν.

sch nub

1131a

= sch. metr. vet. 1131a.

sch nub

1131b

post praeced: ἐξέρχεται ... Ἀθηναῖοι· τὰς μὲν ἀπὸ νουμηνίας ὁμοίως ἡμῖν, λέγοντες πρώτη ἱσταμένου, δευτέρα ἱσταμένου, μέχρι τῶν δέκα· μεθ’ ἣν πρώτην ἐπὶ δέκα, εἶτα δευτέραν ἐπὶ δέκα, καὶ ἑξῆς ἄχρι εἰκοσ‐ τῆς—ἡ αὐτὴ δὲ καὶ εἰκάς—· μεθ’ ἣν ἑνδεκάτην φθίνοντος ἢ δεκάτην ἢ ἐνάτην
5ἢ ὀγδόην, ὡς ἔτυχεν ἔχων ὁ μήν, καὶ ἑξῆς ἀναλύοντες ἄχρι δευτέρας. οὕτω γὰρ Ἀθηναῖοι ἠρίθμουν, οὐ προστιθέντες, ἀλλ’ ἀφαιροῦντες καὶ ἀναλύοντες μέχρι τριακάδος Σόλωνος ἡγησαμένου πρὸς τὰ τῆς σελήνης φῶτα οὕτω μειού‐
μενα. μετὰ δὲ δευτέραν ἀκτέον ἕνην, τουτέστι τὴν τελευταίαν τοῦ μηνὸς ἡμέραν.277

sch nub

1131c

post sch.vet. 1131d leviter varians: ἐπεὶ ἐν αὐτῇ συντελεῖται ὁ μὴν καὶ ἀρχὴν ἔχει τοῦ ἑτέρου μηνὸς τῆς σελήνης, ὥστε ἡ μὲν εἰκοστὴ ἕκτη παρ’ αὐτοῖς πέμπτη ἀκούει, ἡ δὲ εἰκοστὴ ἑβδόμη τετρὰς λέγεται.

sch nub

1136

post sch.vet. 1136b: μέμνηται δὲ τῆς λέξεως καὶ Ἰσοκράτης ἐν ... διώκων.

sch nub

1154

post sch.vet. 1154a, 15 (ult. εἰκοσίκωλος (sic)): τὸ μὲν πρῶτον ἐξ ἰαμβικῆς βάσεως τῶν ἄρα δύο βραχειῶν ἀντὶ μιᾶς μακρᾶς λογιζομένων καὶ τροχαϊκοῦ πενθημιμεροῦς· τὸ δεύτερον ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς· τὰ δὲ ἑξῆς δύο ἰαμβικὰ τρίμετρα ἀκατάληκτα, μεθ’ ἃ δακτυ‐
5λικὰ πενθημιμερῆ τρία· τὸ ὄγδοον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χορείου δί‐ μετρον· τὸ ἔνατον ἐξ ἐπιτρίτων τρίτων δίμετρον ὑπερκατάληκτον· τὸ δέκατον ἐκ διτροχαίου καὶ ἀντισπάστου, εἴτε ἐπιτρίτου τετάρτου, καὶ διιάμβου· τὰ ἑξῆς δύο χοριαμβικὰ δίμετρα βραχυκατάληκτα· τὸ τρισκαιδέκατον ἐκ χοριάμ‐ βου καὶ σπονδείου· τὸ ιδʹ σπονδειακὴ ταυτοποδία· τὸ ιεʹ ἐκ παίωνος τετάρτου
10καὶ ἰάμβου· τὸ ιϞʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· τὸ ιζʹ δακτυλικὸν δίμετρον ἀκατάληκτον· τὸ ιηʹ ὅμοιον τῷ ιεʹ· τὰ ἑξῆς δῆλα. ζητητέον δὲ περὶ πάντων ἀκριβέστερον.

sch nub

1189

εἰς δ’ ἡμέρας: ἐγχειρεῖ λέγειν, ὅτι ... (2) ἀλλ’ ὅτι δύο ... (6) ἡ νουμηνία. τὰς οὖν κλήσεις ... (8) τῇ λʹ φασὶ γενέσθαι ... (10) τὴν τρια‐ κοστὴν ὅλην εἰς τὸ σκέψασθαι περὶ αὐτοῦ καὶ μὴ ἀποτομίᾳ ζημιωθῇ, ὥστε καλεῖσθαι καὶ τὰ πρυτανεῖα θεῖναι ἐν τῷ δήμῳ. οὐ χεῖρον δὲ καὶ τὰ παρὰ
5Πλουτάρχῳ περὶ Σόλωνος καταθέσθαι· “συνιδὼν γάρ” φησί “τοῦ μηνὸς ... (16) ἔνην ... (23) τὰς ἀπ’ ... (24) ἠρίθμησεν”.

sch nub

1192a

ν’ ὦ μέλε: ἵνα, φησί, παρόντες οἱ ἐναγόμενοι, εἰ συνίδοιεν ἑαυτοῖς ἀδικοῦσι καὶ ὀφείλουσι, τοῦ δικάζεσθαι ἀπαλλάττοιντο διαλυσάμενοι πρὸς τοὺς δανειστὰς διὰ τῆς τῶν τόκων ἀποδόσεως· εἰ δὲ μὴ οἰκείᾳ ἀποδοῖεν γνώμῃ,
ὑπὸ τοῦ δικαστηρίου λυποῖντο. εἰς σκέψιν ... ἡ τριακοστή.278

sch nub

1192b

ἵνα πρὸ ... δικάζοιντο. εἰς σκέψιν οὖν αὐτοῖς ἡ τριακοστὴ συνεχω‐ ρεῖτο, ἵνα παρόντες ... συνίδοιεν ... δικάζοιντο.

sch nub

1206

post sch.vet. 1206bβ: ἔκθεσις δὲ τῆς διπλῆς ... (2) μονοστροφικὸν τοῦ ὑποκριτοῦ ὀκτάκωλος, ὧν τὸ πρῶτον ... (2) ἐλάσσονος δίμετρον κατα‐ ληκτικόν· εἰ δὲ βούλει ... (4) ἐπίτριτον· τὸ τρίτον ... (5) τῷ δευτέρῳ· τινὲς δὲ ταῦτα τὰ τρία ἀπὸ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ πέμπτον
5... (6) ἐπιτρίτου καὶ ... (7) τροχαϊκὸν τρίμετρον καταληκτικὸν ἰάμβου κατὰ τὴν τετάρτην χώραν, ὡς ἐπὶ τῆς παραβάσεως, τιθεμένου· ἢ τὸ μὲν πέμπτον ἰωνικὸν δίμετρον ἀκατάληκτον, τὸ δ’ ἕκτον ἐξ ἰαμβικοῦ πενθημι‐ μεροῦς καὶ δοχμίου συζυγίας. συνῆψε τῇ λέξει καὶ ἑτέραν διαίρεσιν, τὴν εἰς ἰαμβικὸν τρίμετρον ὑπερκαταληκτικὸν καὶ δόχμιον. τὸ ἕβδομον (7) ... (7)
10διτροχαίου· ἢ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ὄγδοον ἰωνικὸν ἡμιόλιον ... (9) ἰθυφαλλικόν. (10) ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος. (10) ἔστι δὲ ... εἰρημένον τρόπον.

sch nub

1214

εἶτ’ ἄνδρα: κορωνὶς ... κορωνίς.

sch nub

1273

ὥσπερ ἀπ’ ὄνου: ἐπὶ τῶν ἀλόγως πραττόντων ἡ παροιμία καὶ μὴ ... χρῆσθαι, μήτιγε δὴ ἵπποις. ὁ μέντοι ... περισπᾷ “ἀπὸ νοῦ” λέγων, οὕτως: “καὶ μὴ ... πεσεῖν”.

sch nub

1299a

ἄξεις ἐπιαλ: ἡ γραφὴ δισσή, καὶ “ἐπὶ ἅλω καὶ “ἐπιαλῶ”. καὶ ... (17) περισπωμένως τὸ “ἄξεις ἀπειλητικῶς χρὴ λέγειν, οἷον “ἄξεις, ὁρμήσεις τοὐντεῦθεν, ἐπεὶ ἀλῶ σε”, ὅ ἐστιν “ἐξελάσω σε”, εἰ διφθογγογρα‐ φεῖται, “καὶ διώξω (1) ... παρήορον”· πρὸς δὲ (2) ... (2/3) γραφὴν ὡς ἠθικῶς
5... (3) ἐπὶ τὸ ἀλήθειν, ἀντὶ τοῦ “ἄπαγε σὺ σεαυτὸν ἵππον, κἀκεῖθεν τραφήσῃ”.

sch nub

1299b

post sch.vet. 1299d: “σειραφόρος δὲ ὁ ἔξω τοῦ ζυγο.279

sch nub

1303a

οἷον τὸ πραγμάτων ἐρᾶν: κορωνὶς καὶ εἴσθεσις μέλους ἐξιόντων ὑποκριτῶν μονοστροφικοῦ ἐκ κώλων ιηʹ, ὧν τὸ πρῶτον ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον τοῦ “φλαύρων ποδὸς ἀνθ’ ὅλης ἰαμβικῆς κειμένου διπο‐ δίας· τὸ δεύτερον ἐκ διιάμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος δίμετρον ἀκατάληκ‐
5τον ἢ ἰαμβικὸν ἑφθημιμερές· τὸ τρίτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ τέταρτον ὅμοιον ἢ ἐκ παιώνων δευτέρων· τὸ εʹ χοριαμβικὸν ἐξ ἐπιτρίτων ἢ ἰαμβικὸν τρίμετρον καταληκτικόν· τὸ Ϟʹ (6) ... τὸ ζʹ ὅμοιον, τρίμετρον μέντοι· τὸ ηʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον· τὸ θʹ ἀντισπαστικὸν ἐξ ἐπι‐ τρίτου τρίτου καὶ πρώτου ὅμοιον· τὸ δέκατον ἰαμβικὸν δίμετρον βραχυκατά‐
10ληκτον· τὸ ιαʹ καὶ ιβʹ ὅμοια τῷ τρίτῳ· τὸ ιγʹ (9) ... δίμετρον· τὰ ἑξῆς τρία ἀντισπαστικὰ ἑφθημιμερῆ φερεκράτεια διτροχαϊκῆς κατὰ τὴν πρώτην τοῦ πεντεκαιδεκάτου χώραν κειμένης ταυτοποδίας· τὸ παρατέλευτον ὅμοιον τῷ τρίτῳ· μεθ’ ὃ ἰαμβικὸν (12) ... κορωνίς.

sch nub

1303b

super v. 1303: στροφὴ κώλων ιηʹ.

sch nub

1321a

ἰοὺ ἰο: κορωνὶς ... (3) μονόμετρον. ὁ δὲ ... κορωνίς.

sch nub

1321b

super v. 1321: σύστημα κατὰ περικοπήν.

sch nub

1321c

post sch.vet. 1321b: καθίστησι.

sch nub

1338

post sch.vet. 1338a: δι’ ἑτέρου· τὸ γὰρ “ἐδίδαξα” δι’ ἑαυτοῦ.

sch nub

1345a alpha

σὸν ἔργον: εἴσθεσις ... (2) νεωτέρων”, ἧς οὐδὲν διενήνοχε· προῳδικὴ ... (3) τῆς διπλῆς. ἢ διπλῆ καὶ εἴσθεσις εἰς ἐπῳδικὴν τριάδα ἢ τετράδα κώλων ἕξ, ὧν τὰ μὲν περιττὰ ὅμοια τοῖς ἀνωτέρω, τὰ δὲ ἄρτια ἰωνικά, ἡμιόλια διὰ τὸ ἔχειν πρὸς τῷ ὅλῳ καὶ τὸ ἥμισυ τοῦ ἰωνικοῦ καλούμενα, ἀδια‐
5φοροῦντα τὴν πρώτην συλλαβήν. τὸ μέντοι τελευταῖον, ὃ καὶ ἐπῳδός, ὡς ἐπὶ τῷ τέλει τῆς ᾠδῆς τιθέμενον, λέγεται, ἀντ’ ἰωνικοῦ ἐπίτριτον ἔχει. (8) ἐν ἐκθέσει ... (11) τῆς ᾠδῆς. (13) ἐπὶ τῷ τέλει ... νενευκυῖα.280

sch nub

1345a beta

διὸ καὶ ἐκλέγονται ὡς (11) ... (13) ῥυθμόν.

sch nub

1345b

super v. 1345: στροφὴ ... γʹ.

sch nub

1356

post sch.vet. 1356aα: τὸ δὲ “ἐπέχθη καὶ διὰ τοῦ ε ψιλοῦ ἀπὸ τοῦ πέκω καὶ διφθογγογραφεῖται.

sch nub

1370

post Th1/2Tr1/2 1370: “τραγῳδίας ποιοῦντα”.

sch nub

1391

super v. 1391: ἀντιστροφὴ ... ηʹ.

sch nub

1399

ὡς ἡδὺ καινοῖς: εἴσθεσις ... (4) ὁ μέντοι ἑπτακαιδέκατος τρί‐ μετρος ἴαμβός ἐστιν. ἐπὶ τῷ ... νενευκυῖα.

sch nub

1417

post 1417 Th1/2Tr1: πάλιν ληροῦντες. καὶ Σοφοκλῆς Πηλεῖ
Πηλέα τὸν αἰάκειον οἰκουρὸς μόνη
γερονταγωγῶ κἀναπαιδεύω 〈πάλιν〉·
πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκω ἀνήρ·
5καὶ Θεόπομπος
δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ·
καὶ Πλάτων
ἄρ’, ὡς ἔοικε, δὶς γένοιτ’ ἂν παῖς γέρων· καὶ Ἀντιφῶν “γηροτροφία γὰρ προσέοικε παιδοτροφίᾳ”.
281

sch nub

1432

post sch.vet. 1432a, 18—20 (ult. τοῦ νέου ἐστίν): ἵν’ ᾖ τοῦ πρεσ‐ βύτου τὸ “πρὸς ταῦτα”, τουτέστιν, ἅ σοι νῦν περὶ τῶν ἀλεκτρυόνων εἶπον, τὸ “καὶ πῶς; τοῦ Φειδιππίδου λέγοντος. ἐν δέ τισιν ὁ νέος τὸν “οὐ ταυτόνκαὶ ἑξῆς στίχον εὕρηται λέγων, τὰ δ’ ἑξῆς μέχρι τοῦ “ἦν δὲ μὴ γένηται
5Στρεψιάδης, οἷον καὶ πῶς κτλ.

sch nub

1437

post sch.vet. 1437: “ἐπιεικ δὲ “ὅμοια, πρέποντα”.

sch nub

1444a

τοῦθ’ ἕτερον α: ἔκθεσις ... (2) ἑφθημιμερές· τὰ ἑξῆς τρία ὅμοια τῷ πρώτῳ· τὸ ἕκτον τρίμετρον ἀκατάληκτον· τὸ ἕβδομον δίμετρον ἀκατάληκτον· τὸ τελευταῖον τῷ πρώτῳ ὅμοιον.

sch nub

1444b

post praeced.: sch. metr. vet. 1444a (ἄλλως).

sch nub

1452

sch. metr. vet. 1452.

sch nub

1474

post sch.vet. 1474a, 13 (ult. χυτρεοῦν (sic Ald)): τουτέστι μάταιον,
εὐτελές, χύτρας ἄξιον.282