TLG 5014 002 :: SCHOLIA IN ARISTOPHANEM :: Scholia in equites (scholia vetera et recentiora Triclinii)

SCHOLIA IN ARISTOPHANEM Schol.
(Varia)

Scholia in equites (scholia vetera et recentiora Triclinii)

Source: Jones, D.M., Wilson, N.G. (eds.), Prolegomena de comoedia. Scholia in Acharnenses, Equites, Nubes [Scholia in Aristophanem 1.2] Groningen: Wolters–Noordhoff, 1969: 1–277.

  • Argumenta: pp. 1–3
  • Epigramma Aristophanis grammatici: pp. 3–4
  • Dramatis personae: p. 4
  • Scholia et glossae: pp. 5–277
  • Argumentum 7 (epigramma est): Dup. ARISTOPHANES Gramm. (0644 007) (fr. 6)

Citation: Argumentum-dramatis personae-scholion — section-verse — (line)

arg eq

t

ARGUMENTA

arg eq

A1

τὸ δρᾶμα τοῦτο πεποίηται εἰς Κλέωνα, τὸν Ἀθηναίων δημαγωγόν. ὑπόκειται δὲ ὡς Παφλαγὼν νεώνητος δουλεύων τῷ Δήμῳ καὶ προαγόμενος παρ’ αὐτῷ περιττότερον. ἐπιτιθεμένοιν δὲ αὐτῷ δυοῖν τοῖν ὁμοδούλοιν καὶ κατά τινα λόγια πονηρίᾳ διάσημον ἀλλαντοπώλην Ἀγοράκριτον ἐπαγόντοιν,
5ὃς ἐπιτροπεύσει τοῦ δήμου τῶν Ἀθηναίων, αὐτοὶ οἱ Ἀθηναίων ἱππεῖς συλ‐ λαβόντες ἐν χοροῦ σχήματι παραφαίνονται· ὑφ’ ὧν προπηλακιζόμενος ὁ Κλέων ἀγανακτεῖ, καὶ διενεχθεὶς ἱκανῶς περὶ τοῦ ἀναγωγότερος εἶναι τῶν ἐναντιου‐ μένων, σφᾶς ὡς συνομωμοκότας κατὰ τῆς πόλεως 〈διαβαλὼν〉 πρὸς τὴν βουλὴν ἵεται· διώξαντος δὲ καὶ τοῦ ἀλλαντοπώλου κατὰ πόδας, οἱ ἱππεῖς
10περί τε τοῦ ποιητοῦ τινα καὶ τῶν προγόνων, ἔτι δὲ καὶ τῶν συγκινδυνευόντων σφίσιν ἐπὶ ταῖς μάχαις 〈ἵππων〉, πρὸς τοὺς πολίτας ἁδροτέρως διαλέγονται, ὅ τε ἀλλαντοπώλης περιγεγενημένος ἐν βουλῇ μάλα γελοίως τοῦ Κλέωνος, καὶ λοιδορούμενος αὖθις αὐτῷ προσέρχεται· ἐκκαλεσαμένου δὲ τοῦ Κλέωνος τὸν Δῆμον, προσελθὼν οὗτος διαφερομένων ἀκροᾶται. λόγων δὲ πολλῶν γενομένων
15κατὰ τοῦ Κλέωνος, τοῦ Ἀγορακρίτου μάλ’ ἐντέχνως τοῖς ἐπινοήμασι καὶ ταῖς θωπείαις καὶ προσέτι ταῖς ἐκ τῶν λογίων ὑπερβολαῖς κρατοῦντος, κατὰ μικρὸν ὁ Δῆμος τοῖς λόγοις συνεφέλκεται. δείσαντος δὲ τοῦ Κλέωνος κἀπὶ τὸ ψωμίζειν τὸν Δῆμον ὁρμήσαντος, ἀντιψωμίζειν ἅτερος ἐγχειρεῖ. καὶ τέλος τοῦ Δήμου
τὴν ἑκατέρου κίστην συνέντος, εἶτα τῆς μὲν κενῆς, τῆς δὲ τοῦ Κλέωνος μεστῆς1
20εὑρεθείσης, ἐλεγχθεὶς αὐτὸς ὡς περιφανῶς τὰ τοῦ Δήμου κλέπτων, εἴκει θατέρῳ τῆς ἐπιτροπείας· μετὰ ταῦτα δὲ τοῦ ἀλλαντοπώλου τὸν Δῆμον ἀφεψή‐ σαντος, εἶτα νεώτερον ἐξαῦθις εἰς τοὐμφανὲς γεγονότα προαγαγόντος, Κλέων περικείμενος τὴν Ἀγορακρίτου σκευὴν ἐπὶ παραδειγματισμῷ διὰ μέσης τῆς πόλεως ἀλλαντοπωλῶν ἀνὰ μέρος καὶ τῇ τέχνῃ χρησόμενος πέμπεται, καὶ ἡ
25ἐπιτροπὴ τῷ ἀλλαντοπώλῃ παραδίδοται. τὸ δὲ δρᾶμα τῶν ἄγαν καλῶς πεποιη‐ μένων.

arg eq

A2

Ὁ σκοπὸς αὐτῷ πρὸς τὸ καθελεῖν Κλέωνα. οὗτος γὰρ βυρσοπώλης ὢν ἐκράτει τῶν Ἀθηναίων ἐκ προφάσεως τοιαύτης. Ἀθηναῖοι πόλιν Πύλου, λεγομένην Σφακτηρίαν, ἐπολιόρκουν διὰ Δημοσθένους στρατηγοῦ καὶ Νικίου· ὧν στρατηγῶν χρονισάντων ἐδυσχέραινον οἱ Ἀθηναῖοι. καὶ εἰς ἐκκλησίαν
5συνελθόντων αὐτῶν καὶ ἀδημονούντων, Κλέων τις βυρσοπώλης ἀναστὰς ὑπέσχετο δεσμίους φέρειν τοὺς ὑπεναντίους εἴσω εἴκοσιν ἡμερῶν, εἰ στρατηγὸς αἱρεθείη· ὅπερ καὶ γέγονε. κατὰ τὰς ὑποσχέσεις οὖν ἐστρατήγει κυκῶν τὴν πόλιν. ἐφ’ οἷς μὴ ἐνεγκὼν Ἀριστοφάνης καθίησι τὸ τῶν Ἱππέων δρᾶμα δι’ αὑτοῦ, ἐπεὶ τῶν σκευοποιῶν οὐδεὶς ἐπλάσατο τὸ τοῦ Κλέωνος πρόσωπον διὰ
10φόβον. καὶ τὰ μὲν πρῶτα κύπτει φοβούμενος· εἶτα προφανεὶς αὐτὸς ἐδίδαξε τὸ δρᾶμα.

arg eq

A3

Ἔοικεν ὁ προλογίζων εἶναι Δημοσθένης, ὃς ἐκεκμήκει περὶ τὴν Πύλου
πολιορκίαν, ἀφῃρέθη δὲ τὴν στρατηγίαν ὑπὸ Κλέωνος, ὑποσχομένου τότε τοῖς Ἀθηναίοις παραστήσεσθαι τὴν Πύλον εἴσω εἴκοσιν ἡμερῶν· ὃ καὶ κατώρθωσε διὰ τὸ τὰ πλεῖστα τῆς ἁλώσεως προπεπονῆσθαι Δημοσθένει. ἔοικε δὲ ὡς ἐπὶ2
5οἰκίας δεσποτικῆς ποιεῖσθαι τὸν λόγον. εἴη δ’ ἂν δεσπότης ὁ Δῆμος, οἰκία ἡ πόλις· οἰκέται δὲ δύο τοῦ Δήμου προλογίζουσι κακῶς πάσχοντες ὑπὸ Κλέωνος. ὁ δὲ χορὸς ἐκ τῶν ἱππέων ἐστίν, οἳ καὶ ἐζημίωσαν τὸν Κλέωνα πέντε ταλάντοις ἐπὶ δωροδοκίᾳ ἁλόντα. λέγουσι δὲ τῶν οἰκετῶν τὸν μὲν εἶναι Δημοσθένην, τὸν δὲ Νικίαν, ἵνα ὦσι δημηγόροι οἱ δύο.

arg eq

A4

Ἰστέον ὅτι εἰς τέτταρα μέρη διῄρητο ὁ δῆμος τῶν Ἀθηναίων, εἰς πεντα‐ κοσιομεδίμνους, εἰς ἱππέας, εἰς ζευγίτας καὶ εἰς θῆτας.

arg eq

A5

Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ Στρατοκλέους ἄρχοντος δημοσίᾳ εἰς Λήναια δι’ αὐτοῦ 〈τοῦ〉 Ἀριστοφάνους. πρῶτος ἦν· ἐνίκα δεύτερος Κρατῖνος Σατύροις· τρίτος Ἀριστομένης Ὑλοφόροις.

arg eq

A6

Οἰκία ἡ πόλις, δεσπότης ὁ Δῆμος, θεράποντες οἱ στρατηγοί.

arg eq

B

Παράγει τινὰ Κλέωνα, τὸν καλούμενον Παφλαγόνα κἄτι βυρσοπώλην πικρότατα,
κατεσθίοντά πως τὰ κοινὰ χρήματα, καὶ παραλογισμῷ διαφοροῦντ’ ἐρρωμένως3
5ἀλλαντοπώλην, εὐθέως 〈τε〉 σκατοφάγον, πεισθέντ’ ἐπιτίθεσθαι σὺν ἱππεῦσίν τισιν, ἐν τῷ χορῷ παροῦσι, τῇ τῶν πραγμάτων ἀρχῇ, Κλέωνός τ’ ἐν μέσῳ κατηγορεῖν. ἐγένετο τοῦτ’· ἐξέπεσεν ὁ Κλέων παγκάκως,
10ὁ δὲ σκατοφάγος ἔτυχε προεδρίας καλῆς.

dram per eq

1

(t)

DRAMATIS PERSONAE
1Δημοσθένης· Νικίας· Κλέων· Ἀγοράκριτος ἀλλαντοπώλης· Χορὸς ἱππέων·
Δῆμος.4

sch eq

1a

vet (ad vv. 1—196) στίχοι ἰαμβικοὶ ἀκατάληκτοι ρϟγʹ, ὧν ὁ τελευταῖος “καὶ ποικίλως πως καὶ σαφῶς ᾐνιγμένος”. VEΓΓ2Θ

sch eq

1b

Tr (ad vv. 1—246) τὰ περὶ τῶν μέτρων ταῦτα ἡμέτερά ἐστι Δημητρίου τοῦ Τρικλινίου. ἡ εἴσθεσις τοῦ παρόντος δράματος εὐθὺς ἐξ ἀμοιβαίων προσώ‐ πων ἄρχεται. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρϟγʹ, ὧν τελευταῖος “καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος”. μετὰ τοῦτο δὲ
5καθ’ ὑπερβολὴν στίχοι δακτυλικοὶ ἑξάμετροι ἀκατάληκτοι (κατὰ γὰρ μονο‐ ποδίαν μετρεῖται τὸ δακτυλικόν) εʹ. ἑξῆς δὲ πάλιν ἐν ἐκθέσει ἕτεροι ὅμοιοι στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μʹ. ἐν ἐκθέσει δὲ τούτων στίχοι τρο‐ χαϊκοὶ τετράμετροι καταληκτικοὶ εʹ, ὧν τελευταῖος “ἀλλ’ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ”. ἐπὶ ταῖς ἀποθέσεσι δὲ παράγραφος,
10ἐπὶ δὲ τῷ τέλει τοῦ τελευταίου στίχου κορωνίς. VatLh

sch eq

1c

vet (I) Ἰατταταιάξ: σχετλιασμὸν δηλοῖ αὐτό τε τοῦτο καὶ τὸ ἑξῆς. ἔοικε δὲ ὁ προλογίζων εἶναι Δημοσθένης ὁ προκαμὼν ἐν Πύλῳ διὰ τοῦτο. VEΓΘM (II) ἄλλως: σχετλιαστικὸν τὸ ῥῆμα. παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα,
5ἀλλὰ καὶ γίγνεται τοῖς σχήμασιν. ἔστι δὲ εἷς τῶν προειρημένων δῆθεν οἰκετῶν ἀποδυρόμενος 〈πρὸσ〉 τὸν ἕτερον. VEΓΘM

sch eq

1d

Tr Ἰατταταιάξ: σχετλιαστικόν ἐστι τὸ ἐπίρρημα. παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα. ἔστι δὲ εἷς τῶν οἰκετῶν Δημοσθένης ὁ προκαμὼν ἐν Πύλῳ ἀποδυρόμενος πρὸς τὸν ἕτερον. VatLh

sch eq

1e

Tr Ἰατταταιάξ] ἐπίρρημα σχετλιαστικόν. VatLh

sch eq

1f

Tr τῶν κακῶν] ἕνεκα. VatLh5

sch eq

2a

vet (I) Παφλαγόνα: τὸν Κλέωνα, ὡς δημοτικὸν οἰκέτην. Παφλαγόνα δὲ οὐ τῷ γένει, ἀλλ’ ἐπειδὴ ἐπάφλαζεν ἐν τῇ ἐκκλησίᾳ. νεώνητον δὲ τὸν νεωστὶ καταξιωθέντα τῆς ἀρχῆς. VEΓΘ (II) Παφλαγόνα δὲ τὸν Κλέωνα διὰ τὸ τῆς φωνῆς ἀπηχὲς ἀπὸ τοῦ παφλάζειν
5ὠνόμασεν .... ἔφην γὰρ ὅτι ξένος ὢν ἐπολιτεύετο· ὀνειδίζει οὖν αὐτὸν ὡς ξένον καὶ βάρβαρον. νεώνητον δὲ τὸν νεωστὶ ἠγορασμένον. RVEΓΘM

sch eq

2b

vet (I) 〈νεώνητον〉 ἐπεὶ μὴ ἐκ γένους ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσελη‐ λυθὼς τῇ πολιτείᾳ. ἐμφαίνει δὲ διὰ τούτων ὅτι καὶ τῶν Ἀθηναίων καθάπτεται, ὅτι δέον αὐτοὺς πιστεύειν τοῖς γνησίοις καὶ πολλὰ τὴν πόλιν εὐηργετηκόσιν, οἱ δὲ μᾶλλον ἐτίμων τὸν Κλέωνα. πεφύκαμεν γὰρ καὶ τῶν οἰκετῶν μᾶλλον
5πιστεύειν τοῖς οἴκοι γεννηθεῖσι καὶ τραφεῖσιν ἢ οἷς ἂν ἐπικτησώμεθα πριάμενοι. RVEΓΘM (II) ἄλλως: οὐχ ὅτι νεωστὶ τῇ δημαγωγίᾳ προσῆλθε. VEΓΘM

sch eq

2c

vet τὸ δὲ ἑξῆς, κακὸν κακῶς ἀπολέσειαν οἱ θεοὶ τὸν Παφλαγόνα τὸν νεώνητον. VEΓΘM

sch eq

2d

vet νεώνητον δὲ ὅτι τὸ διάστημα νεωστὶ ἐπεκτησάμεθα πριάμενοι. Γac (nunc erasum) ΘM

sch eq

2e

vet Παφλαγόνα: τὸν 〈ἐν〉 τῇ ἐκκλησίᾳ παφλάζοντα, τὸν λαρυγγιστήν, τὸν Κλέωνα. νεώνητον δὲ λέγει τὸν τῆς ἀρχῆς νέον ἀξιωθέντα, ἐπεὶ μὴ ἐκ γένους ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσεληλυθὼς τῇ πόλει. M

sch eq

2f

Tr Παφλαγόνα τὸν Κλέωνα λέγει οὐ τῷ γένει, ἀλλὰ διὰ τὸ τῆς φωνῆς ἀπηχὲς ἀπὸ τοῦ παφλάζειν καὶ ἀσήμως βοᾶν ἐν τῇ ἐκκλησίᾳ. νεώνητον δὲ ὡς νεωστὶ καταξιωθέντα τῆς ἀρχῆς, ἐπεὶ μὴ τὸ γένος ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσεληλυθὼς τῇ πολιτείᾳ. κωμῳδεῖ δὲ αὐτὸν ὡς ξένον καὶ βάρβαρον
5ἐξ ἀμφοτέρων τῶν λέξεων. καθάπτεται δὲ καὶ τῶν Ἀθηναίων, ὅτι δέον αὐτοὺς πιστεύειν τοῖς γνησίοις καὶ πολλὰ τὴν πόλιν εὐηργετηκόσιν, οἱ δὲ μᾶλλον ἐτίμων τοὺς ξένους καὶ φαύλους. εἰώθαμεν γὰρ τῶν οἰκετῶν μάλιστα πιστεύειν τοῖς οἴκοι γεννηθεῖσί τε καὶ τραφεῖσιν, ἢ οἷς ἂν ἐπικτησώμεθα πριάμενοι. VatLh6

sch eq

2g

vet Παφλαγόνα] τὸν Κλέωνα λέγει. M

sch eq

2h

Tr Παφλαγόνα] τὸν Κλέωνα. VatLh

sch eq

2i

vet νεώνητον] νεωστὶ ἠγορασμένον. M

sch eq

2k

Tr νεώνητον] νεωστὶ ἐλθόντα. VatLh

sch eq

21

Tr κακόν] ὄντα. VatLh

sch eq

3a

vet αὐταῖσι βουλαῖς: Ἀττικὸν τὸ σχῆμα καὶ ἡ σύνταξις τοῦ λόγου, ὡς εἰ λέγοιμεν, αὐτοῖς ὅπλοις, αὐτοῖς ἵπποις. λείπει δὲ ἡ σὺν πρόθεσις. VEΓΘ

sch eq

3b

vet αὐταῖσι βουλαῖς] σὺν ταῖς βουλαῖς. VΓ3

sch eq

3c

vet αὐταῖσι βουλαῖς] ξύν, ἐσχηματισμένον. M

sch eq

3d

Tr αὐταῖσι βουλαῖς] σὺν τοῖς βουλεύμασιν. Ἀττικὸν τὸ σχῆμα, ὡς εἰ λέγοιμεν αὐτοῖς ὅπλοις, αὐτοῖς ἵπποις. λείπει δὲ ἡ σύν. VatLh

sch eq

4a

vet (I) εἰσήρρησεν: εἰσῆλθεν, εἰσεπήδησεν, ὡς βίᾳ καὶ ἀναιδῶς τῇ πολιτείᾳ προσελθόντος. Ἀττικὴ δὲ ἡ λέξις. ἐν ἐνίοις δὲ ἀντιγράφοις εἰσέφρησε γράφεται, δηλούσης τῆς λέξεως τὸ ἐπιπηδῆσαι, ἔτι δὲ καὶ τὸ μετὰ φθορᾶς εἰσελθεῖν. RVEΓΘ
5(II) ἄλλως: μετὰ φθορᾶς παρεγένετο. VEΓ2

sch eq

4b

vet Tr εἰσήρρησεν] μετὰ φθορᾶς εἰσῆλθε. MVat

sch eq

4e

Tr εἰσήρρησεν] μετὰ φθορᾶς παρεγένετο, ὡς ἀναιδῶς ἐλθόντος. Lh

sch eq

4f

Tr τὴν οἰκίαν] ἀντὶ τοῦ τὴν πόλιν. VatLh

sch eq

5a

vet πληγὰς: ὕβρεις καὶ κακὰ πράγματα. RΓΘ

sch eq

5b

vet πληγὰς: ἤγουν κακὰ πράγματα. VEΓ3

sch eq

5c

vet πληγὰς] ὕβρεις. M

sch eq

5d

vet τὸ δὲ προστρίβεται ἀντὶ τοῦ κατασκευάζει καὶ μηχανᾶται καὶ προσ‐ ποιεῖται. RVEΓΘ

sch eq

5e

vet προστρίβεται] κατασκευάζει, μηχανᾶται, φέρει. M7

sch eq

5f

Tr προστρίβεται] ἀντὶ τοῦ κατασκευάζει, μηχανᾶται. VatLh

sch eq

5g

Tr τοῖς οἰκέταις] ἀντὶ τοῦ τοῖς πολίταις. VatLh

sch eq

5h

Tr —Vat

sch eq

6a

Tr κάκιστα δῆθ’] ἀπόλοιτο. VatLh

sch eq

6b

vet Tr πρῶτος Παφλαγόνων: ὡς πάντων μὲν ὄντων πονηρῶν, ἐξαιρέτως δὲ τοῦ Κλέωνος. RVEΓΘMVatLh

sch eq

7a

vet αὐταῖσι διαβολαῖς: ὅμοιον καὶ τοῦτο τὸ σχῆμα τῷ “αὐταῖσι βουλαῖς”· τοῦτο δὲ εἶπεν, ἐπεὶ διαβάλλων ὁ Κλέων τοὺς ἄλλους στρατηγοὺς καὶ προσκρούων τῷ δήμῳ εἰς ἑαυτὸν βλέπειν τοὺς Ἀθηναίους ἐποίησεν. RVEΓΘM

sch eq

7b

vet Tr αὐταῖσι διαβολαῖς] σὺν. MVatLh

sch eq

7c

vet αὐταῖσι διαβολαῖς] ἔστι δὲ Ἀττικόν. λείπει οὖν ἡ σὺν πρόθεσις. M

sch eq

8

vet πρόσελθ’: πλησίασον, ἐγγὺς ἐλθέ. REΓ2

sch eq

9a

vet (I) ξυναυλίαν: ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ τὸ αὐτὸ αὐλῶσιν. ὁ δὲ Ὄλυμπος μουσικὸς ἦν, Μαρσύου μαθητής· ἔγραψε δὲ αὐλητικοὺς καὶ θρηνητικοὺς νόμους. VEΓΘ (II) ἄλλως: ξυναυλία λέγεται ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. νόμοι δὲ
5καλοῦνται οἱ εἰς θεοὺς ὕμνοι. Ὄλυμπος δὲ μαθητὴς γέγονε Μαρσύου, περὶ τὴν αὐλητικὴν ἄριστος, καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. καθάπερ οὖν Ὄλυμπος εὗρε τὸ συναυλεῖν, καὶ ἡμεῖς ὅμοια καὶ ὥσπερ ἀπὸ μιᾶς φωνῆς ὀδυρώμεθα. μιμησώμεθα οὖν ἐν τῷ θρηνεῖν τὴν συναυλίαν Ὀλύμπου. VEΓΘ

sch eq

9b

vet ὁ δὲ Ὄλυμπος αὐλητὴς γέγονεν καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. μιμησώμεθα οὖν ἐν τῷ θρηνεῖν τὴν συναυλίαν Ὀλύμπου καὶ ὡς ἀπὸ μιᾶς
φωνῆς ὀδυρώμεθα. R8

sch eq

9c

vet ξυναυλίαν: ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ τὸ αὐτὸ αὐλῶσιν, ἢ ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. ὁ δὲ Ὄλυμπος δυστυχήσας διὰ τὴν μουσικὴν εὗρε τὸ συναλγεῖν. M

sch eq

9d

Tr ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ συνᾴδωσιν, ἢ ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. Ὄλυμπος δὲ μαθητὴς γέγονε Μαρσύου, περὶ τὴν αὐλητικὴν ἄριστος. ἔγραψε δὲ αὐλητικοὺς καὶ θρηνητικοὺς νόμους, καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. VatLh

sch eq

9e

vet ξυναυλίαν: κοινωνίαν, τουτέστιν ἀποδυρώμεθα ὁμόσε. VEΓ2

sch eq

9f

vet ξυναυλίαν] ὁμαυλίαν. M

sch eq

9g

Tr ξυναυλίαν] μίαν ᾠδὴν θρήνου. VatLh

sch eq

9h

vet Ὀλύμπου] μαθητὴς ἦν Μαρσύου. M

sch eq

9i

Tr νόμον] κατὰ. Lh

sch eq

9k

Tr totus versus] ἤγουν μιμησώμεθα θρηνοῦντες τὴν συναυλίαν Ὀλύμπου. VatLh

sch eq

10a

vet μὺ μ: ὁμοφωνοῦσιν ἀμφότεροι μύζοντες. τοῦτο δὲ ὡς θρηνητικόν. ἔστι δὲ ἴαμβος ἔχων τὸ μὲν πρῶτον βραχύ, τὸ δὲ δεύτερον μακρόν. VEΓΘ

sch eq

10b

Tr μὺ μῦ] μύζοντες τοῦτο λέγουσιν ὁμοφωνοῦντες ἀμφότεροι. τούτων τὸ μέν ἐστι βραχύ, τὸ δὲ δεύτερον μακρὸν διὰ τὸν ἴαμβον. VatLh

sch eq

10c

vet μὺ μῦ] ὡς θρηνοῦντες. R

sch eq

11a

vet τί κινυρόμεθ’ ἄλλως: τί δακρύομεν καὶ ὀδυρόμεθα εἰς κενὸν καὶ ἀνωφελές. ΓΘ

sch eq

11b

vet οὐκ ἐχρῆν: οὐκ ἔδει οὐδὲ δέον. ΓΘ

sch eq

11c

vet Tr ζητεῖν: ἤγουν πολυπραγμονεῖν καὶ σκοπεῖν. EΓΘVatLh

sch eq

11d

vet οὐκ ἐχρῆν ζητεῖν τινα: ἡμεῖς δὲ ἀπαλλαγέντες τῶν δακρύων βουλευσώμεθα τίνα τρόπον ἀπαλλαγησόμεθα τῶν κακῶν. αὐτὸς γὰρ μέλλει τὴν τοῦ ἀποδρᾶναι γνώμην εἰσηγεῖσθαι. VEΓΓ2Θ

sch eq

11e

vet τί κινυρόμεθ’ ἄλλως: τί θρηνοῦμεν καὶ ὀδυρόμεθα μάτην καὶ
ἀνωφελές; ἐπεὶ αὐτὸς μέλλει τὴν τοῦ ἀποδρᾶναι γνώμην εἰσηγεῖσθαι. R9

sch eq

11f

vet Tr κινυρόμεθ’] θρηνοῦμεν. VEΓ2MVatLh

sch eq

11g

vet ἄλλως] ματαίως. VEΓ2

sch eq

11h

vet οὐκ ἐχρῆν] οὐκ ἔδει. E

sch eq

11i

vet οὐκ ἐχρῆν] περιττὸν τὸ οὔ. M

sch eq

11k

Tr ἄλλως] μάτην. VatLh

sch eq

12a

Tr totus versus] ἤγουν τίνα τρόπον ἀπαλλαγησόμεθα τῶν κακῶν τοῦ Κλέωνος. VatLh

sch eq

12b

Tr νῷν] συνίζησις. VatLh

sch eq

13a

vet τίς οὖν γένοιτ’ ἂν λέγε σ: τίς οὖν ἀφορμὴ γένοιτο λέγε σύ· πρὸς τὴν ἐπερώτησιν τοῦ ἑτέρου ὁ ἕτερος πάλιν ἀπεκρίνατο. ἑκάτερος δὲ εὐλαβῶς ἔχει τοῦ εἰπεῖν, διὰ τὸ φοβεῖσθαι δῆθεν τὸν Κλέωνα, καθ’ οὗ συντάτ‐ τουσι τὴν ἐπιβουλήν. φιλονεικοῦσιν οὖν τίς πρῶτος εἴπῃ. VEΓΘM

sch eq

13b

vet (I) σὺ μὲν οὖν μοι λέγε: ἀντὶ τοῦ, σὺ εἰπέ, ἵνα εἰπόντος σου μὴ ἀντιλέξω μηδὲ μαχήσωμαί σοι. RVEΓΘM (II) ἢ οὕτως: σὺ λέγε, ἵνα μὴ εἴπω πρῶτος, καὶ φθονῶν ἀντείπῃς, κἀγώ σοι μάχωμαι. RVEΓΘM

sch eq

14a

Tr ἵνα μὴ μάχωμαι] ἵνα μὴ δι’ ὄχλου σοι γένωμαι. VatLh

sch eq

14b

Tr οὔ] οὐ λέξω. VatLh

sch eq

16a

vet πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν: ἅτινά με χρή, φησίν, εἰπεῖν, εἴθε ἤκουσα παρὰ σοῦ λεχθέντα. τοῦτο δὲ εἶπε διὰ τὸ φοβεῖσθαι λέγειν. RVEΓΘ

sch eq

16b

vet totus versus] τοῦτο εἶπε διὰ τὸ φοβεῖσθαι λέγειν. M

sch eq

16c

vet totus versus] Εὐριπίδου. R

sch eq

16d

Tr totus versus] φοβούμενος εἰπεῖν τι τοῦτο λέγει· οἷον εἴθε ἤκουσα
παρὰ σοῦ ἃ μέλλω ἐρεῖν. VatLh10

sch eq

17a

vet ἀλλ’ οὐκ ἔνι μοι τὸ θρέττε: ἀντὶ τοῦ θαρσαλέον. οὐδὲ τὸ τυχὸν ἔχω, φησί, περὶ τούτων εἰπεῖν. θρέττε δὲ βαρβαριστί, παρὰ τὸ θαρρεῖν, ἀντὶ τοῦ θρασὺ καὶ ἀνδρεῖον. οὐκ ἔστιν οὖν εἰπεῖν ὃ σὺ διανοῇ· ἠρνήσατο δὲ ἵνα εἰς ἀνάγκην τὸν ἕτερον καταστήσῃ πρότερον συνθέσθαι τι καὶ συμβουλεῦσαι.
5τὸ δὲ πῶς ἂν οὖν ποτε, ἀντὶ τοῦ οὐ θαρρῶ, φησίν, εἰπεῖν οὐδὲ τὸ τυχόν. βαρ‐ βαρίζει δὲ ὡς δοῦλος. VEΓΘ

sch eq

17b

vet τὸ θρέττε] τὸ θαρσαλέον. R

sch eq

17c

vet θρέττε: ἀντὶ τοῦ θαρσαλέον· θρέττε γὰρ βαρβαρικῶς τὸ θαρρεῖν. βαρβαρίζει δὲ ὁ δοῦλος. M

sch eq

17d

Tr τὸ θρέττε] τὸ θαρσαλέον, βαρβαριστί, παρὰ τὸ θαρρεῖν. βαρβαρίζει δὲ ὡς δοῦλος. VatLh

sch eq

18a

vet κομψευριπικῶς: ἀντὶ τοῦ εὐριπιδικῶς καὶ δεινῶς, οἷον πανούρ‐ γως. κομψοὶ δὲ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο οἱ πανοῦργοι. φησὶν οὖν πῶς ἄν τις εἴποι περιεσταλμένως καὶ λεληθότως, οἱονεὶ μὴ φανερῶς. VEΓ2

sch eq

18b

vet κομψευριπικῶς: πανούργως ὡς ὁ Εὐριπίδης. R

sch eq

18c

vet κομψευριπικῶς] πανούργως. Γ2

sch eq

18d

vet κομψευριπιδικῶς: ἀντὶ τοῦ εὐριπιδικῶς, δεινῶς, πανούργως. κομψοὶ δὲ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο οἱ πανοῦργοι. M

sch eq

18e

vet κομψευριπιδικῶς] πανούργως, δεινῶς. M

sch eq

18f

Tr κομψευριπικῶς] πανούργως, διὰ τὸ τὸν Εὐριπίδην τοιοῦτον εἶναι κομψὸν καὶ πιθανόν. VatLh

sch eq

19a

vet (I) μὴ διασκανδικίσῃς: διευριπιδίσῃς· ἡ γὰρ μήτηρ Εὐριπίδου σκάνδικας ἐπίπρασκεν, ὅ ἐστιν ἄγρια λάχανα. VEΓ2 (II) ἄλλως: μὴ ἀποδειλιάσῃς, μὴ μεταμελήσῃς. σκώπτει δὲ τὸν Εὐριπίδην
ὡς λαχανοπώλιδος υἱόν· σκάνδιξ γὰρ εἶδος λαχάνου. VEΓ211

sch eq

19b

vet μὴ διασκανδικίσῃς: μὴ εὐριπιδίσῃς· σκώπτει τὸν Εὐριπίδην ὡς λαχανοπώλιδος υἱόν. R

sch eq

19c

vet μὴ εὐριπιδίσῃς· ἡ γὰρ μήτηρ αὐτοῦ σκάνδικας ἐπώλει, τουτέστιν ἄγρια λάχανα. σκώπτει δὲ τὸν Εὐριπίδην. M

sch eq

19d

Tr διασκανδικίσῃς δίκην Εὐριπίδου εἴπῃς. σκάνδιξ γὰρ εἶδος λαχάνου ἀγρίου. ἡ δὲ μήτηρ Εὐριπίδου λαχανόπωλις. VatLh

sch eq

20a

vet Tr ἀπόκινον: φυγήν, ἀποχώρησιν· ἔστι δὲ καὶ εἶδος ὀρχήσεως φορτικῆς ὡς ὁ βαυκισμός· οἱ δὲ μέλος. VEΓ2VatLh

sch eq

20b

vet ἀπόκινον] φυγήν. M

sch eq

21a

vet λέγε δὴ μόλωμεν: τινὲς τὸ “μόλωμεν προπερισπῶσι. προσποιεῖ‐ ται δὲ ὑποτίθεσθαι φεύγειν αὐτὸν καὶ λέγειν “αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους”, αὐτὸς παραιτούμενος λέγειν. αὐτομολῆσαι δέ ἐστι τὸ προ‐ δοῦναι τοὺς ἰδίους καὶ ἐᾶσαι καὶ ἀπελθεῖν πρὸς τοὺς ἐναντίους ἐπὶ συμμαχίᾳ.
5RVEΓΘM

sch eq

21b

Tr τινὲς τὸ “μόλωμεν προπερισπῶσι. προσποιεῖται δὲ ὑποτίθεσθαι φεύγειν αὐτὸν καὶ λέγειν “αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους”, αὐτὸς παραιτούμενος λέγειν. αὐτομολῆσαι δέ ἐστι τὸ καταλιπεῖν τοὺς ἰδίους ἐν πολέμῳ καὶ προσελθεῖν τοῖς ἐχθροῖς ἐπὶ συμμαχίᾳ. VatLh

sch eq

22a

vet Tr ἐξόπισθε: κάτοπιν, τουτέστι πρότασσε τοῦ “μόλωμεν τὸ “αὐτό”, εἶτα πάλιν τοῦ “αὐτὸ” 〈τὸ “μόλωμεν〉. βούλεται δὲ λέγειν, “αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους”. αἰνιγματωδῶς καὶ μετὰ δισταγμοῦ λέγει, ποιῶν ἐκεῖνον συνάπτειν τὰς λοιπὰς αὐτῷ συλλαβάς. VEΓΘMVatLh

sch eq

22b

Tr ἐξόπισθε] ἤγουν πρότασσε τοῦ “μόλωμεν “αὐτό”, ἵνα γένηται “αὐτομόλωμεν”. VatLh

sch eq

23

vet Tr φάθι] ὁ μὲν Ἀπολλώνιος βαρύνει, ὁ δὲ Ἡρωδιανὸς ὀξύνει. VEΓ2VatLh12

sch eq

24a

vet ὥσπερ δεφόμενος: ἀντὶ τοῦ ἀποδέρων τὸ αἰδοῖον. οἱ γὰρ ἁπτόμενοι τῶν αἰδοίων οὐχ ὡς ἤρξαντο, ἀλλὰ σπουδαιότερον κινοῦσι πρὸς τῇ τῆς γονῆς ἐκκρίσει. τοῦτο οὖν λέγει, ὅτι πρῶτον κατὰ μικρόν, εἶτα συνεχῶς λέγε. RVEΓ2M

sch eq

24b

vet δεφόμενος] ξυνουσιάζων, ἀποδέρων τὸ αἰδοῖον. M

sch eq

24c

Tr δεφόμενος] ἤγουν τοῦ μορίου ἁπτόμενος. οἱ γὰρ ἁπτόμενοι τοῦ μορίου πρὸς ἔκκρισιν τῆς γονῆς οὐχ ὡς ἤρξαντο κινοῦσιν ἀλλὰ σπουδαιότερον, ἐκπυ‐ ρούμενοι τῇ συνεχείᾳ τῆς κινήσεως. VatLh

sch eq

26a

vet αὐτὸ μόλωμεν αὐτομόλωμεν: ὡς ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο λέγει. αὐτομολεῖν δὲ τὸ πρὸς τοὺς πολεμίους ἀπελθεῖν. VE

sch eq

26b

vet ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο λέγει. M

sch eq

26c

vet μόλωμεν] ὡς ἐπιλαμβανόμενος αὐτοῦ εἶπε καὶ ποιεῖ τὸ προσταχθὲν καὶ συνεχῶς φησιν αὐτό· αὐτομολεῖν δὲ τὸ πρὸς τοὺς πολεμίους ἀπελθεῖν. Γ2

sch eq

26d

Tr μόλωμεν] ὡς ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο εἶπε. VatLh

sch eq

26e

Tr ἢν] ἰδού. καὶ ἐν Πλούτῳ “ἢν μεθίεμεν”. καὶ παρὰ Θεοκρίτῳ “ἢν ἰδέ τοι τὸ δέπας· θᾶσαι φίλος”. Vat

sch eq

27a

vet (I) ἢν οὐχ ἡδύ; ἰδού, ἐρωτηματικόν. λέγει δὲ οὐκ ἔστιν ἡδὺ τὸ αὐτομολήσωμεν; ἔθος δὲ ἦν καὶ τοὺς δούλους παρὰ τοὺς πολεμίους φεύγειν, εἰ πάσχοιέν τι κακὸν ὑπὸ τοῦ δεσπότου. τὸ δὲ φεύγειν αὐτομολεῖν λέγουσιν Ἀθηναῖοι. VEΓΘM
5(II) ἄλλως: ὁ τὴν γνώμην λέγων ἐφίστησι τῷ λόγῳ αἰσθανόμενος τοῦ ῥήματος, ὡς ἐξηπατημένος καὶ παρακεκρουσμένος εἰπεῖν τὸ αὐτομολήσωμεν. VEΓΓ2Θ (III) ἄλλως: μὴ οὐ καλόν, οὐ πρὸς ἡδονὴν ἀποδοκιμάσω σου τὴν συμ‐ βουλήν. VEΓΘ

sch eq

27b

Tr οὐχ ἡδύ;] ἤγουν οὐκ ἔστιν ἡδὺ τὸ αὐτομολῆσαι; VatLh

sch eq

28

vet Tr τὸν οἰωνόν] τὸ σημεῖον. VEΓ2MVatLh13

sch eq

29a

vet ὁτιὴ τὸ δέρμα τῶν δεφομένων ἀπέρχεται: ὅτι ὥσπερ τῶν δεφομένων τὸ δέρμα ἀπέρχεται, οὕτω καὶ τῶν αὐτομολούντων. RVEΓΘM

sch eq

29b

vet δεφομένων] δερομένων. VEΓ2

sch eq

29c

Tr totus versus] τῶν ἀποδερομένων τὸ αἰδοῖον ὑποχωρεῖ ὄπισθεν. μή πως οὖν καὶ ἡμᾶς νοήσαντες Ἀθηναῖοι φεύγοντας κρατήσωσι καὶ ἀποδείρωσι. VatLh

sch eq

30a

vet κράτιστα] αἱρετώτερον, βέλτιον. VEΓ2M

sch eq

30b

Tr νῶϊν] συνίζησις. VatLh

sch eq

31a

vet πρὸς βρέτας: ἄγαλμα θεῶν. προσπεσεῖν δὲ ἱκέτας καθίσαι ἢ καταφυγεῖν. RVEΓΘ

sch eq

31b

πρὸς βρέτας: πρὸς ἱερόν, πρὸς τέμενος ἢ πρὸς ἕδος ἢ πρὸς ἄγαλμα θεῶν. βρέτας δὲ εἴρηται ἀπὸ τοῦ βροτῷ ἐοικέναι αὐτό. τὸ δὲ ἐτεόν, ἀληθῶς οὕτω πεπίστευκας, οὕτω καταδέχῃ; VEΓΘ

sch eq

31c

Tr προσπεσεῖν] ἀντὶ τοῦ καθικετεῦσαι θεούς. VatLh

sch eq

31d

Tr βρέτας] ἄγαλμα θεῶν, παρὰ τὸ βροτῷ ἐοικέναι. VatLh

sch eq

32a

vet βρεττέτας: ἐν παρολκῇ, παίζων. οὐ μόνον δὲ τῇ γλώττῃ προσέπαιξε, τῇ παρονομασίᾳ τοῦ βρέτας, ἀλλὰ καὶ φησὶν ὅτι εἰ μὴ ἦσαν θεοί, οὐκ ἂν ἤμην θεοῖς ἐχθρός. VEΓΘ

sch eq

32b

vet φησὶν εἰ μὴ ἦσαν θεοί, οὐκ ἤμην θεοῖς ἐχθρός. R

sch eq

32c

vet ποῖον βρέτας: ἐν παρολκῇ, παίζων. οὐ μόνον δὲ τῇ γλώττῃ προσέπαιζε τῇ παρανομίᾳ τοῦ βρέτας (βρέτας γὰρ λέγεται τὸ ἀνθρωπόμορφον εἴδωλον ἀπὸ τοῦ βροτῷ ἐοικέναι), ἀλλὰ φησὶν ὅτι εἰ μὴ ἦσαν θεοὶ οὐκ ἂν ἤμην θεοῖς ἐχθρός. M

sch eq

32d

vet ἐτεὸν ἡγεῖ γὰρ θεούς;: ἀληθῶς οὕτω πεπίστευκας καὶ ὑπολαμ‐ βάνεις εἶναι θεούς; VEΓ2M

sch eq

32e

Tr ποῖον] κοινόν. VatLh

sch eq

32f

Tr ἐτεὸν] ἀληθῶς. VatLh

sch eq

32g

Tr ἡγῇ] νομίζεις. VatLh14

sch eq

33a

vet τεκμηρίῳ] μαρτυρίῳ, παραδείγματι. VEΓ2M

sch eq

33b

Tr τεκμηρίῳ] παραδείγματι. Lh

sch eq

34

Tr totus versus] ἤγουν εἰ μὴ ἦσαν θεοί, οὐκ ἂν ἦν θεοῖς ἐχθρός. VatLh

sch eq

35a

vet εὖ προσβιβάζεις με: πείθεις, παραινεῖς. παίζει ὡς δοῦλος. R

sch eq

35b

vet προσβιβάζεις] πείθεις, παραινεῖς, ἢ στοχάζῃ. VEΓ2

sch eq

35c

Tr προσβιβάζεις] ἤγουν πείθεις, παράγεις με εἰς τοῦτο. VatLh

sch eq

35d

vet ἀλλ’ ἑτέρᾳ ποι σκεπτέον: ἀλλ’ ἑτέρῳ τρόπῳ δεῖ σκέψασθαι. VEΓ2M

sch eq

35e

vet ἑτέρα: ἀλλαχῇ, ἕτερόν τι. R

sch eq

35f

Tr ἑτέρᾳ] ἑτέρως. Lh

sch eq

37a

vet οὐ χεῖρον ἄν: βέλτιον. R

sch eq

37b

vet οὐ χεῖρον] ἀντὶ τοῦ βέλτιον, οὐκ ἄτοπον. VE

sch eq

37c

vet οὐ χεῖρον] οὐ κακὸν δηλονότι, ἀλλὰ βέλτιστόν ἐστι τὸ φράσαι ἡμᾶς τοῖς θεαταῖς καὶ οὐκ ἄτοπον. Γ2

sch eq

37d

vet οὐ χεῖρον] οὐκ ἄτοπον, βέλτιον δέ. M

sch eq

37e

Tr οὐ χεῖρον] ἤγουν βέλτιον, ἀλλ’ οὐκ ἄτοπον. VatLh

sch eq

37f

vet παραιτησώμεθα: περιττὴ ἡ παρά· ἔστι γὰρ αἰτησώμεθα, παρα‐ καλέσωμεν. πλεονάζουσι γὰρ καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί. VEΓΓ2Θ

sch eq

37g

vet παραιτησόμεθα: τὸ παρὰ περισσόν· πλεονάζουσι καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί. M

sch eq

37h

vet παραιτησόμεθα] παρακαλέσομεν. M

sch eq

37i

Tr παραιτησώμεθα] περιττὴ ἡ παρά· πλεονάζουσι δὲ καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί. VatLh

sch eq

38a

vet ἐπίδηλον ἡμῖν: δεικνύειν, φησίν, ἡμῖν διὰ τῶν προσώπων εἰ χαίρουσι τοῖς λεγομένοις. RVEΓ2M

sch eq

38b

vet ἐπίδηλον] φανερόν. Γ2

sch eq

38c

Tr totus versus] ἐκ γὰρ τοῦ προσώπου δηλοῦται ἡ τῆς ψυχῆς διάθεσις. VatLh

sch eq

38d

Tr ποιεῖν] κοινή (super οι). VatLh15

sch eq

39a

vet ἢν τοῖς ἔπεσι χαίρωσι: ἔπεσι τοῖς ποιήμασιν ἢ τοῖς λεγομένοις ἢ τοῖς ἰάμβοις· πᾶν γὰρ μέτρον ἔπος καλοῦσι· πράγμασι δὲ τοῖς ποιήμασι τοῖς λεγομένοις, ἅ εἰσι σκώμματα. VEΓΘM

sch eq

39b

vet ἢν τοῖς ἔπεσι χαίρωσι] ἐὰν χαίρωσι τοῖς λεγομένοις. Γ2

sch eq

39c

Tr ἔπεσι] πᾶν μέτρον ἔπος καλοῦσι. VatLh

sch eq

39d

vet πράγμασιν] σκώμμασιν. Γ2

sch eq

39e

Tr πράγμασιν] τοῖς σκώμμασιν ἢ τῇ τοῦ δράματος οἰκονομίᾳ. VatLh

sch eq

39f

Tr —Vat

sch eq

40a

Tr ὥσπερ τινὰ οἰκίαν κατασκευάζει τὴν πόλιν. δεσπότην δέ φησι τὸν δῆμον, οἰκέτας δὲ τοὺς προχειριζομένους ὑπ’ αὐτοῦ ὑπηρετεῖν αὐτῷ ἐν τῇ τῶν κοινῶν ἐπιμελείᾳ. ὑπηρέται γάρ τινες εἶναι δοκοῦσι τοῦ δήμου οἱ ἄρχοντες οἱ τῶν κοινῶν προϊστάμενοι. VatLh

sch eq

40b

Tr νῷν] ἡμῖν. VatLh

sch eq

41a

pap ..........ησθιονιν..........ισιηοτικυα ..........πολλακισα..........

sch eq

41b

vet ἄγροικος ὀργήν: δύναται ἡ ὀργὴ νῦν ἑκάτερον δηλοῦν, καὶκυρίως κεῖσθαι καὶ ἐπὶ τοῦ τρόπου. VEΓΘM

sch eq

41c

vet ἄγροικος: ἄγριος καὶ σκληρὸς καὶ ἀνήμερος καὶ τραχύς· ἢ ἀφελής. ἀκράχολος δέ, ἤγουν εἰς ὀργὴν πρόχειρος. VEΓΘ

sch eq

41d

vet τὸν τρόπον ἄγριος καὶ σκληρὸς καὶ ἀνήμερος. R

sch eq

41e

vet ἄγροικος ὀργήν] ἀκράτητος τὸν τρόπον. M

sch eq

41f

vet Tr ὀργήν] τὸν τρόπον. VEΓ2VatLh

sch eq

41g

vet (I) κυαμοτρώξ: δικαστικός, κυάμους ἐσθίων. κυάμοις δὲ ἐχρῶντο οἱ δικασταὶ διὰ τὸ μὴ καθεύδειν ἢ ἀντὶ ψήφων. ἄλλοι δὲ διὰ τοῦ ς, κυαμοτρώς,
ὁ κυάμοις δικάζων, ὁ τιτρώσκων. τούτοις γὰρ ἐχρῶντο ἀντὶ ψήφων. VEΓΘ (II) ἄλλως: τρεφόμενος ἀπὸ τῶν κυάμων. ἐπεὶ ἀντὶ ψήφων κυάμοις16
5ἐχρῶντο ἐν ταῖς χειροτονίαις τῶν ἀρχόντων καὶ ἐν ταῖς ἐκκλησίαις. ὡς οὖν τῶν ψηφιζομένων ἀργύριον λαμβανόντων καὶ χειροτονούντων τοὺς διδόντας πλέον οὕτως ὠνόμασε τὸν δῆμον τὸν ἀπὸ τῶν κυάμων τρεφόμενον. VEΓΘ

sch eq

41h

vet κυαμοτρώξ: ὑπὸ τῶν κυάμων τρεφόμενος. πρὸ γὰρ τῆς εὑρέσεως τῶν ψήφων κυάμοις ἐχρῶντο ἐν ταῖς χειροτονίαις τῶν ἀρχόντων καὶ ἐν ταῖς ἐκκλησίαις· ὡς καὶ τῶν ψηφιζομένων ἀργύριον λαμβανόντων καὶ χειροτονούν‐ των τοὺς διδόντας πλέον. ἀκράχολος δέ, εἰς ὀργὴν εὔκολος. R

sch eq

41i

vet κυαμοτρώξ: τρεφόμενος ὑπὸ τῶν κυάμων. πρὸ γὰρ τῆς εὑρέσεως τῶν ψήφων κυάμοις ἐχρῶντο. ἄλλοι δέ φασιν ὅτι κυάμους ἤσθιον. κυάμοις δὲ ἐχρῶντο διὰ τὸ μὴ καθεύδειν. ἔστι δὲ τὸ κυαμοτρὼξ ἀντὶ τοῦ φιλόδικος καὶ σκληρός. M

sch eq

41k

vet Tr κυαμοτρώξ] φιλόδικος. VEΓ2VatLh

sch eq

41l

vet Tr ἀκράχολος] μανιώδης, εἰς ὀργὴν εὔκολος. EΓ2MVatLh

sch eq

41m

Tr κυαμοτρώξ] ὅτι κυάμοις ἐχρῶντο οἱ δικασταὶ διὰ τὸ μὴ καθεύδειν. οἱ δὲ κυάμοις φασὶν ἐχρῶντο ἀντὶ ψήφων. Vat

sch eq

42a

vet πυκνίτης: 〈πνὺξ〉 τόπος Ἀθήνησιν ἔνθα ἔστιν ὅτε ἐκκλησίαζον οἱ Ἀθηναῖοι. VEΓ4

sch eq

42b

vet πυκνίτης: πνὺξ τόπος ἐν Ἀθήναις ἔνθα ἡ ἐκκλησία συνεκροτεῖτο. τὸν δῆμον δὲ ὥσπερ πολίτην τῆς πυκνὸς εἶπε. πνὺξ δὲ λέγεται παρὰ τὸ πυκ‐ νοῦσθαι ἐκεῖ τοὺς βουλευτάς, ἢ ἀπὸ τοῦ πεπυκνῶσθαι ἐκεῖ τὰς καθέδρας. VEΓΘM

sch eq

42c

vet πνὺξ: τὸ ἐν Ἀθήναις δικαστήριον. R

sch eq

42d

vet πυκνίτης] ἐν τῇ πνυκὶ συναγόμενος. M

sch eq

42e

Tr πνὺξ] τόπος Ἀθήνησιν ἐν ᾧ δικαστήριον ἦν. ἀπὸ τοῦ πυκνοῦσθαι
ταῖς καθέδραις. VatLh17

sch eq

42f

vet δύσκολον δὲ δυστράπελον. VEMVatLh

sch eq

42g

vet Tr δύσκολον γερόντιον: πρεσβύτερον. αἰνίττεται δὲ διὰ τούτου ὁ ποιητὴς τὴν ἱστορίαν ὅτι πρῶτοί τε καὶ αὐτόχθονες οἱ Ἀθηναῖοι. VEΓΘM VatLh

sch eq

42h

vet γερόντιον: αἰνίττεται ὅτι πρωτογόνοι οἱ Ἀθηναῖοι. R

sch eq

43a

vet ὑπόκωφον δὲ εἶπεν τὸν δῆμον ὅτι οὐ πᾶσιν ἐπείθετο, ἀλλὰ προσεποιεῖτο μὴ ἀκούειν τῶν ἀπολογουμένων. VEΓΘ

sch eq

43b

vet ὑπόκωφον: ὅτι πολλάκις ἀκούων οὐ προσεποιεῖτο. R

sch eq

43c

vet ὑπόκωφον] ἐθελόκωφον. M

sch eq

43d

Tr ὑπόκωφον] ὅτι προσεποιεῖτο μὴ ἀκούειν καὶ οὐκ ἐπείθετο πᾶσιν. VatLh

sch eq

43e

vet τῇ προτέρᾳ νουμηνί: τῇ παρελθούσῃ, τουτέστι νεωστί, ἵνα δείξῃ τὸν Κλέωνα οὐ πάλαι τῆς πολιτείας τετυχηκότα. ἐν δὲ ταῖς νουμηνίαις οἱ δοῦλοι ἐπωλοῦντο καὶ οἱ στρατηγοὶ ἐχειροτονοῦντο. RVEΓΘM

sch eq

43f

Tr προτέρᾳ] ἵνα δείξῃ τὸν Κλέωνα οὐ πάλαι τῆς πολιτείας τετυχηκότα ἀλλὰ νεωστί. VatLh

sch eq

43g

Tr ἐν ταῖς νουμηνίαις οἵ τε δοῦλοι ἐπωλοῦντο καὶ οἱ στρατηγοὶ ἐχειροτο‐ νοῦντο καὶ αἱ ἐκστρατεῖαι ἐγίνοντο. VatLh

sch eq

44a

vet ἐπρίατο] ὠνήσατο. Γ

sch eq

44b

Tr δοῦλον] διὰ τὸ εἰπεῖν δεσπότην, καὶ τὸν Κλέωνα δοῦλον εἴρηκεν ἐωνημένον· οὐ γὰρ ἦν αὐτόχθων ἀλλὰ ξένος. VatLh

sch eq

44c

vet (I) βυρσοδέψην Παφλαγόνα: βυρσέα. συμβαίνει δὲ τούτους ἐκ
τοῦ ἐμβρέχειν τὰ δέρματα, καὶ πλείοσιν ἐᾶν αὐτὰ ἡμέραις εἰς τὸ φάρμακον, ἵνα διαλάβοιεν, ἀπὸ τῆς ὀσμῆς τοῦ τε ὕδατος καὶ τῶν δερμάτων μολυνομένους ἄχαρι ὀδωδέναι. 〈διαβάλλει οὖν ὡς δύσοσμον〉, ἄλλως τε καὶ τὴν εὐτέλειαν18
5δείκνυσι τοῦ Κλέωνος, ἀφ’ οἵας τύχης ὁρμώμενος ἐπρώτευσε τῶν Ἀθηναίων. VEΓΘM (II) 〈βυρσοδέψην〉: ἐπειδὴ ὁ πατὴρ αὐτοῦ Κλεώνυμος ἐργαστήριον εἶχε δούλων βυρσοδεψῶν. VEΓΘM

sch eq

44d

vet βυρσοδέψην: διὰ τὸ ἐμβρέχειν τὰ δέρματα διαβάλλει ὡς δύσοσμον καὶ ἀφ’ οἵας τύχης ὁρμώμενον ἐπρώτευε τῶν Ἀθηναίων. R

sch eq

46a

vet καταγνοὺς: θεωρήσας. περιττὴ ἡ κατά, οἷον καταμαθών, καται‐ σθόμενος. πρὸς ἔμφασιν δὲ πλείονα εἶπε τοῦ μαθών. VEΓ2

sch eq

46b

οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους: διενηνοχέναι φασὶ τὸ καταγνῶναι καὶ ἐπιγνῶναι ταύτῃ, ὅτι τὸ μὲν καταγνῶναι ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγουσιν οἱ παλαιοί, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ γνωρίσαι. γνῶναι δὲ χωρὶς τῆς κατά προθέσεως, τὸ μαθεῖν. καταγνοὺς οὖν οἷον καταμα‐
5θών, καταισθόμενος. VEΓΘ

sch eq

46c

vet καταγνοὺς: ἐπὶ διαβολῇ καὶ πονηρίᾳ οἱ παλαιοί. χωρὶς τῆς κατά, γνῶναι τὸ μαθεῖν. R

sch eq

46d

vet οὗτος καταγνοὺς: παίζει ὧδε. διαφέρει δὲ τὸ καταγνῶναι τοῦ ἐπιγνῶναι, ὅτι τὸ μὲν καταγνῶναι ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγεται, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ νοῆσαι. M

sch eq

46e

vet καταγνοὺς] κατ’ ἐπίτασιν ἡ κατά. Γ219

sch eq

46f

Tr καταγνοὺς] οἷον καταμαθών. δι’ ἐπίτασιν δὲ ἡ κατά. τὸ καταγνῶναι δὲ ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγουσι, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ γνωρίσαι. VatLh

sch eq

47a

vet ὁ βυρσοπαφλαγών: συνέμιξε τὸ γένος καὶ τὴν τέχνην, ἵνα τὸ πλέον ὀνειδίσῃ, προσθήκης ἑκατέρου γενομένου θατέρου. VEΓΘ

sch eq

47b

vet ὁ βυρσοπαφλαγών: τὸ γένος καὶ τὴν τέχνην συνέμιξεν ἵνα πλέον σκώψῃ. M

sch eq

47c

Tr βυρσοπαφλαγών] συνέμιξε τὸ γένος αὐτοῦ καὶ τὴν τέχνην, ἵνα πλέον ὀνειδίσῃ. δείκνυσι δὲ τὴν εὐτέλειαν τοῦ Κλέωνος, ἀφ’ οἵας τύχης ὁρμώμενος προέστη τῶν Ἀθηναίων. ὁ γὰρ πατὴρ αὐτοῦ Κλεώνυμος ἐργαστήριον εἶχε δούλων βυρσοδεψῶν. VatLh

sch eq

47d

vet ὑποπεσών] ὑποδραμών, ὑπελθών. VEΓ2

sch eq

47e

Tr ὑποπεσών] ὑποδραμών, λαθραίως ὑπελθών. VatLh

sch eq

48a

vet Tr ᾔκαλλ’: αἰκάλλειν ἐστὶ τὸ τὸν κύνα τοῖς ὠσὶ καὶ τῇ οὐρᾷ σαίνειν τοὺς ἠθάδας· ἢ ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων. κάλλαια γὰρ καλεῖται τούτων τὰ γένεια. πολλαὶ δὲ αἱ λέξεις, ἀλλὰ τὸ σημαινόμενον ἕν. ἐκολάκευε γάρ. VEΓΘVatLh

sch eq

48b

vet Tr ἐκολάκευ’] κατεπράϋνε. EΓ4VatLh

sch eq

49a

vet (I) κοσκυλματίοις: τοῖς περικεκομμένοις καὶ ἀπορριφεῖσι δέρμασι. βούλεται δὲ λέγειν λογαρίοις αἱμύλοις. τὸ δὲ πᾶν αὐτῷ νόημα ὅτι λόγοις ἐξηπάτα τὸν δῆμον, δοκοῦσι μὲν ὠφέλειάν τινα ἔχειν, βλάπτουσι δὲ τὰ μέγιστα. VEΓ2Θ (II) ἄλλως: κοσκύλματα καλοῦνται τὰ περιττά, τὰ περιτεμνόμενα ἀπὸ
5τῶν καττυματίων. κοσκυλματίοις οὖν λέγει εὐτελέσι ῥήμασιν ἢ πράγμασιν. VEΓ2Θ

sch eq

49b

vet κοσκύλματα: τὰ παρακεκομμένα καὶ ἀπορριφέντα δέρματα. M20

sch eq

49c

Tr ἤγουν λογαρίοις αἱμύλοις, τουτέστι λόγοις ἐξηπάτα τὸν δῆμον δοκοῦσι μὲν ὠφέλειάν τινα ἔχειν, βλάπτουσι δὲ τὰ μάλιστα· ἢ ἐξηπάτα εὐτελέσι τισι ῥήμασιν ἢ πράγμασιν. ἡ μεταφορὰ ἀπὸ τῶν καττυμάτων τῶν οὐδενὸς ὄντων ἀξίων. Vat

sch eq

49d

vet κοσκυλματίοις] κολακεύμασι. EΓ4

sch eq

49e

vet κοσκυλματίοις] λεπτολογίαις, παραλογισμοῖς, λόγοις θωπευτικοῖς. M

sch eq

49f

Tr κοσκυλματίοις] ἤτοι κολακεύμασιν. εἴρηται δὲ ἀπὸ τῶν δερματίων. κοσκυλμάτια γάρ εἰσι τὰ περιτεμνόμενα περιττὰ τμήματα ἀπὸ τῶν δερματίων. VatLh

sch eq

50a

vet (I) ἐκδικάσας μίαν: ἀντὶ τοῦ δικάσας, ὡσεὶ ἔλεγε γυμνασθείς· ταῦτα δὲ εἰώθασι τοῖς τρυφῶσιν οἱ κόλακες λέγειν. τοῦτο, φησί, κολακεύων ἔλεγε τὸν Δῆμον. λείπει δὲ ἡμέραν, ἵν’ ᾖ, μίαν ἡμέραν ἐάσας ἀδίκαστον. VEΓΘ (II) ἄλλως: ἀντὶ τοῦ δικάσας. μίαν δὲ ἐπειδὴ καὶ δύο ἐνίοτε καὶ πλείω
5οἱ αὐτοὶ ἐδίκαζον. Θ

sch eq

50b

Tr μίαν] τοῦτο, φησί, κολακεύων ἔλεγε τῷ Δήμῳ. λείπει δὲ ἡμέραν, ἵν’ ᾖ, μίαν ἡμέραν ἐάσας ἀδίκαστον. VatLh

sch eq

51a

vet ἔνθου: ἐπὶ τοῦ ψωμοῦ καὶ τοῦ ἀκόλου οὕτω λεκτέον, καὶ ὅλως τοῦ φαγεῖν. VEΓΘ

sch eq

51b

vet ἔντραγ’: οὕτως 〈Ἀττικοὶ〉 τὸ ἀκρατίζειν. καὶ Μένανδρος “παλαιὸν ἐντραγεῖν”. ὁ γὰρ οἰκέτης ἐστί, βαρύτερον τὴν πρὸς τοὺς δοκοῦντας εἶναι † ποιούμενος τρυφήν †, παρονειδίζων ὅτι τοσαῦτα ἀποστέλλεται οὐκ ἐπὶ δεῖπνον,
ἀλλ’ ἀκρατισμόν. VEΓ2ΘM21

sch eq

51c

vet τριώβολον: τὸν δικαστικὸν μισθόν, ἐπεὶ τριώβολον ἐλάμβανον. VEΓ2M

sch eq

51d

vet ἔχε τριώβολον: ὡς τοσούτου ὄντος τοῦ δικαστικοῦ νῦν καὶ τοῦ ἐκκλησιαστικοῦ. οὐχ ὁμοίως δὲ οὐδὲ τὸ αὐτὸ διώριστο, ἀλλὰ κατὰ διαφόρους καιροὺς διάφορος ἦν καὶ ὁ μισθός. R

sch eq

51e

Tr ἔνθου ἀπὸ τοῦ θῶ, τὸ εὐωχοῦμαι. ὁ μέλλων θώσω. τὸ ἔνθω ἀφ’ οὗ οἱ Δωριεῖς θωρεῖσθαι λέγουσι τὸ εὐωχεῖσθαι. καὶ ἀλλαχοῦ ἔνθεσιν οὗτος ἔλεγε τὴν τροφήν. τὸ ἐντραγεῖν δὲ ἐπὶ τοῦ ἀκρατισμοῦ λέγεται. καὶ Μένανδρος “παλαιὸν ἐντραγεῖν”. VatLh

sch eq

51f

vet Tr ἔνθου] φάγε. VEΓ2VatLh

sch eq

51g

vet ἔνθου] χαῖρε. M

sch eq

51h

Tr ἔνθου] καὶ ἐπὶ ὅλου τοῦ φαγεῖν τοῦτο λεκτέον, οὐ μόνον ἐπὶ ψωμοῦ. Vat

sch eq

51i

vet Tr ῥόφησον] πίε. VEΓ2MVatLh

sch eq

51k

vet Tr ἔντραγ’] τραγήματα φάγε. VEΓ2VatLh

sch eq

51l

vet ἔντραγ’] ἀκράτισον, φάγε. M

sch eq

51m

Tr τριώβολον] τὸν δικαστικὸν μισθόν· τριώβολον γὰρ ἐλάμβανον. VatLh

sch eq

52a

vet Tr δόρπον] τὸ ἑσπερινὸν φαγεῖν. VEΓ2VatLh

sch eq

52b

vet δόρπον] τὸ ἐν ἑσπέρᾳ φαγεῖν. M

sch eq

54a

vet καὶ πρώην γ’ ἐμοῦ] καὶ πρὸ ὀλίγου ἐμοῦ. V

sch eq

54b

vet Tr πρώην] πρὸ ὀλίγου. EΓ2VatLh

sch eq

54c

Tr κεχάρισται] εἰς χάριν δίδωσι. VatLh

sch eq

55a

vet (I) μᾶζαν μεμαχότος: μᾶζαν λέγει τὰ πεφυρμένα ἄλευρα. ὡς ἐπὶ τροφῆς δὲ τὸ κατόρθωμα εἶπεν. RVEΓΘM (II) ἄλλως: τοῦτο ἀφ’ ἱστορίας τέθεικεν, ἧς μέμνηται καὶ Θουκυδίδης. ἔχει δὲ οὕτως. Δημοσθένης στρατηγὸς Ἀθηναίων, ἀποσταλεὶς εἰς Σικελίαν
5διὰ τὸν αὐτόθι πόλεμον, παραπλέων τὴν Πύλον καὶ τὴν Σφακτηρίαν δυνάμει προλαβών, τριακοσίους εἴληφεν αἰχμαλώτους, καὶ ἐδήλωσεν Ἀθηναίοις, .... τί βούλονται περὶ τούτων γενέσθαι. ἄλλων δὲ ἄλλα λεγόντων Κλέων ἀναστὰς ἐπηγγείλατο ἡμερῶν ἀριθμὸν προσθείς, εἴσω ἐκείνων ἄξειν αὐτούς, ὡς γέλωτα πολὺν κατ’ αὐτοῦ γενέσθαι, ἀγαγὼν δὲ αὐτοὺς ὡς ἰδίαν πρᾶξιν κατορ‐22
10θώσας ἐπεσεμνύνετο. VEΓΘM (III) ἄλλως: ἐν τῇ Πύλῳ: τόπος δὲ οὗτος τῆς Λακωνικῆς στενός, διείργων καὶ ἀποχωρίζων τὰς ἀπὸ τῆς Θεσσαλίας καὶ Λακεδαιμονίας εἰσβολάς. ἔνθα καὶ Λεωνίδας πρότερον τῶν Μακεδόνων βασιλεὺς ἅμα τῶν Σπαρτιατῶν ἀντέστη Ξέρξῃ τῷ τῶν Περσῶν βασιλεῖ, καὶ πολλοὺς τῶν Περσῶν ἀποκτείνας, ἀριστεύων
15ἐτελεύτησε, κυκλωθεὶς ἐκ προδοσίας, Ἐφιάλτου τινὸς δείξαντος τοῖς Πέρσαις διὰ τῶν ὀρῶν ὁδόν. VEΓΘ (IV) ἐνταῦθα οὖν ὁ Δημοσθένης ἀπόβασιν ποιησάμενος σὺν ὀλίγοις, ἐξετείχισε τὸ χωρίον καὶ κατέστησε φρούριον. βοηθησάντων δὲ τῶν Λακεδαιμονίων διὰ τάχους Βρασίδου στρατηγοῦντος, αὐτός τε ὁ Βρασίδας ἀπέβαλε τὴν ἀσπίδα
20καὶ πολλοὶ τῶν Λακεδαιμονίων ἀπέθανον ἐν τῇ μάχῃ. ἔνιοι δὲ κατέφυγον καταπονούμενοι εἰς τὴν καταντικρὺ νησίδα τὴν Σφακτηρίαν. καὶ αὐτὸς ὁ Δημοσθένης μετεπέμψατο ἀπὸ τῶν Ἀθηναίων, ὡς ἂν πλείονι δυνάμει χρησά‐ μενος τοὺς ἄνδρας ἐκπολιορκοίη. ὁ οὖν Κλέων, γνοὺς ὅτι ὑπὸ τῆς ἀνάγκης καὶ λιμοῦ καὶ δίψους οὐχ οἷοί τε ἔσονται πλείοσιν ἀντέχειν ἡμέραις, ἐπεὶ καὶ τοῦτο
25ἤγγελλον οἱ ἀπὸ τοῦ στρατοπέδου ἀφικνούμενοι, παρελθὼν εἰς τὸν δῆμον, εἰ
λάβοι δύναμιν, ὡς αἰτεῖ Δημοσθένης, κατεπηγγείλατο ἐντὸς εἴκοσιν ἡμερῶν παραστήσειν τοὺς πολιορκουμένους. καὶ οὕτως ἐκπλεύσας καὶ τοὺς Λακε‐ δαιμονίους λαβών, ἔδοξεν αὐτοῖς κατορθοῦν τὸ τοῦ Δημοσθένους ὁ Κλέων. ἐπειράθη γὰρ ὑφαρπάσαι τὸ τέλος τῶν ἐκείνου πόνων. VEΓΘ23

sch eq

55b

vet ἡ περὶ τῆς Πύλου ἱστορία: ὁ Κλέων ἔδοξεν κατορθοῦν πλέον Δημοσθένους ὑφαρπάσας τὸ τέλος τῶν ἐκείνου πόνων. στρατηγὸς γὰρ ὢν Ἀθηναίων ὁ Δημοσθένης ἀποσταλεὶς εἰς Σικελίαν διὰ τὸν αὐτόθι πόλεμον, πολλοὶ τῶν Λακεδαιμονίων ἀπέθανον ἐν τῇ μάχῃ. ἔνιοι καταπονούμενοι κατέ‐
5φυγον εἰς Φακτηρίαν (τόπος δὲ οὗτος τῆς Λακωνικῆς στενός), οὓς καταστήσας εἰς πολιορκίαν μετεπέμψατο στρατιὰν ἀπὸ τῶν Ἀθηναίων. ὁ οὖν Κλέων γνοὺς αὐτοὺς ὑπὸ λιμοῦ καὶ δίψης μὴ οἵους τε ὄντας ἀντέχειν ἐπηγγείλατο, εἰ λάβοι δύναμιν ἣν αἰτεῖ Δημοσθένης, ἐντὸς εἴκοσιν ἡμερῶν ἀναστῆσαι τοὺς πολιορ‐ κουμένους. ἐκπλεύσας οὖν αὐτοὺς ἔλαβεν. R

sch eq

55c

Tr ἱστορία ὅπως παρεστήσατο τὴν Πύλον Κλέων: ἡ περὶ τῆς Πύλου ἱστορία, ἧς καὶ Θουκυδίδης μέμνηται, ἔχει οὕτως. Δημοσθένης στρατηγὸς Ἀθηναίων κατὰ Λακεδαιμονίων ἐκστρατευσάμενος καὶ τοὺς μὲν ἑλών, τοὺς δὲ καταφυγόντας εἰς Πύλον πολιορκῶν, οὐκ ἠδυνήθη παραχρῆμα ἑλεῖν· πέμψας
5οὖν πρὸς Ἀθηναίους πλείονα δύναμιν ᾔτει ὥστε αὐτοὺς παραστήσασθαι· ἄλλων δὲ ἄλλα λεγόντων Κλέων πανουργότατος ὢν καὶ γνοὺς ὅτι ὑπὸ τῆς πολιορκίας καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης οὐχ οἷοί τ’ ἔσονται πολλαῖς ἀντέχειν ἡμέραις (ἐλέγετο γὰρ καὶ τοῦτο παρὰ τῶν ὑπὸ Δημοσθένους ἀποσταλέντων), παρελθὼν εἰς τὸν δῆμον ἐπηγγείλατο ἐντὸς ἡμερῶν εἴκοσι παραστήσεσθαι
10τοὺς πολιορκουμένους εἰ λάβοι τὴν δύναμιν ἣν Δημοσθένης αἰτεῖ. προχειρισ‐ θεὶς οὖν στρατηγὸς καὶ ἀπελθὼν μετὰ πλείονος δυνάμεως παρεστήσατο Πύλον καὶ τοὺς ἐκεῖ Λακεδαιμονίους εἷλε καὶ ἔδοξεν εὐδοκιμηκέναι, τὸ τέλος ὑφαρπάσας τῶν πόνων τοῦ Δημοσθένους. μέμνηται δὲ καὶ ἐν Νεφέλαις ταύτης τῆς ἱστορίας λέγων “τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς”. VatLh

sch eq

55d

vet μεμαχότος] φυράσαντος. Γ2

sch eq

55e

Tr μᾶζαν μεμαχότος] τὰ πεφυρμένα ἄλευρα μαλάξαντος καὶ ἀρτοποιή‐ σαντος· ὡς ἐπὶ τροφῆς δὲ τὸ κατόρθωμα τὸ ἐν Πύλῳ εἶπεν. VatLh

sch eq

56a

vet πανουργότατα] λίαν πανούργως. Γ2

sch eq

56b

vet περιδραμὼν] ἀπατήσας, περιελθών. Γ224

sch eq

56c

Tr περιδραμὼν] ὑποδραμὼν τὸν Δῆμον. VatLh

sch eq

56d

Tr ὑφαρπάσας] κρυφίως λαβών. VatLh

sch eq

57a

vet μεμαγμένην: παρεσκευασμένην καὶ ἐν ἑτοίμῳ γενομένην. VEΓ3M

sch eq

57b

Tr παρέθηκε] αὐτῷ εἰς βρῶσιν. VatLh

sch eq

57c

Tr μεμαγμένην] κατεσκευασμένην. VatLh

sch eq

58a

vet Tr ἀπελαύνει] ἀποδιώκει, ἀποσοβεῖ. VEΓ3VatLh

sch eq

58b

Tr κοὐκ ἐᾷ] τοῦτο πρὸς τὸ ἄλλον σύναπτε. VatLh

sch eq

59a

vet ἀλλὰ βυρσίνην ἔχων: ἀπὸ τοῦ μυρσίνην. βυρσίνη δὲ ῥυτὴρ ἢ ἱμάς. ἔπαιξε δὲ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα, ἐναλλαγὴν στοιχείου ἐργασάμενος. ἔδει γὰρ εἰπεῖν μυρσίνην ἔχων ἀποσοβεῖ τὰς μυίας. ταύτῃ γὰρ ἐστεφανοῦντο οἱ στρατηγοί. βυρσίνην δέ, εἶπεν, ἔχων ἀποσοβεῖ τοὺς ῥήτορας,
5ὡς πρὸς βυρσοδέψην. VEΓΘ

sch eq

59b

vet ἀλλὰ βυρσίνην ἔχων: ἔπαιξε δὲ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα. ἔδει γὰρ εἰπεῖν μυρσίνην. παραγραμματισμῷ οὖν ἐχρήσατο, ἀντὶ τοῦ μ τῷ β. ταῖς γὰρ μυρσίναις ἀποσοβοῦσι τὰς μυίας. ὁ δὲ τοὺς ῥήτορας εἶπεν. RM

sch eq

59c

Tr βυρσίνην] ἔδει εἰπεῖν μυρρίνην ἔχων ἀποσοβεῖ τὰς μυίας· ταύτῃ γὰρ ἐστεφανοῦντο οἱ στρατηγοί· ὁ δὲ ἐναλλαγὴν ποιησάμενος τῶν στοιχείων, βυρσίνην, εἶπεν, ἔχων ἀποσοβεῖ τοὺς ῥήτορας. παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα. VatLh

sch eq

59d

Tr βυρσίνην] δέον μυρρίνην. VatLh

sch eq

60a

Tr δειπνοῦντος] δικάζοντος. VatLh

sch eq

60b

vet Tr τοὺς ῥήτορας] δέον εἰπεῖν τὰς μυίας. VEΓ3VatLh

sch eq

61a

vet εἶθ’ ὁ γέρων σιβυλλι: περὶ τὸν χρόνον τοῦτον ταραχώδη ὄντα
εἰκὸς πολλὰ τοιαῦτα γίγνεσθαι. σιβυλλιᾷ δέ, χρησμῶν ἐρᾷ καὶ ἐπιθυμεῖ· ἢ παραληρεῖ, ἐπειδὴ ἡ Σίβυλλα μακρόβιος· ἢ τοῖς χρησμοῖς ἥδεται· ἢ ἀπατᾶται· ἢ μαντικῶς ἔχει, χρησμοὺς φαντάζεται· χρησμολόγος γὰρ Ἐρυθραία ἦν ἡ25
5Σίβυλλα· ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται. VEΓΘ

sch eq

61b

vet χρησμολόγος γὰρ ἡ Σίβυλλα. σιβυλλιᾷ, χρησμῶν ἐρᾷ, ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται. R

sch eq

61c

vet σιβυλλι: χρησμῶν ἐρᾷ ἢ παραληρεῖ, ἐπειδὴ ἡ Σίβυλλα μακρόβιος· ἢ τοῖς χρησμοῖς ἥδεται· ἢ ἀπατᾶται· ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται· ἢ ὑπὸ τῶν χρησμῶν ἐνθουσιᾷ· ἡ Σίβυλλα γὰρ χρησμῳδὸς ἦν. M

sch eq

61d

vet Tr γέρων] ὁ δεσπότης, τουτέστιν ὁ δῆμος. RVEΓ4MVatLh

sch eq

61e

vet σιβυλλιᾷ] χρησμῶν ἐρᾷ, ἤγουν ἀπατᾶται. Γ2

sch eq

61f

Tr σιβυλλιᾷ] χρησμῶν ἐρᾷ· χρησμολόγος γὰρ ἡ Ἐρυθραία Σίβυλλα. VatLh

sch eq

62a

vet Tr (I) μεμακκοακότα: τὰ Μακκοῦς φρονοῦντα, ἀνοηταίνοντα. Μακκὼ γὰρ καὶ Λαμὼ ἐγένοντο ἐνεαί, τουτέστι βαρέως νοοῦσαι. RVEΓΘVatLh (II) ἢ παραφρονοῦντα, ληροῦντα. γέγονε παρὰ τὸ μάταια κοεῖν, ὅ ἐστι νοεῖν. ὅθεν θυοσκόος, παρὰ τὸ θύω καὶ τὸ κοῶ, ὃ σημαίνει τὸ νοῶ. VEΓΘVatLh

sch eq

62b

vet μεμακοότα: τὰ μακρὰ φρονοῦντα. γέγονε δὲ παρὰ τοῦ μάταια φρονεῖν. τοῦτο γὰρ τὸ κοεῖν, ἤτοι τὸ νοεῖν. μωρὰ γὰρ ἡ Μακκὼ ἦν. ὅθεν καὶ θυοσκόος, ἀπὸ τοῦ θύω καὶ τοῦ κοῶ, ὃ δηλοῖ τὸ νοῶ. M

sch eq

63a

vet Tr (I) ἄντικρυς: προδήλως, ὁμολογουμένως. ηὔξησε δὲ τὴν ἀναίδειαν διὰ τοῦ φανερῶς καταψεύδεσθαι. VEΓΘMVat (II) ἄλλως: φανερῶς· δεῖγμα δὲ ὑπερβαλλούσης ἀναισχυντίας τὸ φανερῶς καταψεύδεσθαι. REΓΘ

sch eq

63b

vet Tr τέχνην πεποίηται: ἀντὶ τοῦ μηχανήν, ἢ ἀντὶ τοῦ εἰς ἔργον αὐτῷ
καὶ τέχνην προκεχώρηκεν. VEΓΓ3ΘVatLh26

sch eq

63c

vet τέχνην] μηχανήν. M

sch eq

63d

vet Tr ἄντικρυς] φανερῶς. EΓ3Lh

sch eq

64

vet Tr μαστιγούμεθα] ὡς οἰκέται μαστιγούμεθα. VEΓ3Vat

sch eq

65

Tr περιθέων] περιερχόμενος. VatLh

sch eq

66a

vet δωροδοκε: δῶρα λαμβάνει καὶ διασείει. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ διδόντος. RVEΓΘM

sch eq

66b

vet δωροδοκεῖ] δῶρα δέχεται. VEΓ3

sch eq

66c

Tr δωροδοκεῖ] δῶρα λαμβάνει· τίθεται γὰρ καὶ ἐπὶ τοῦ διδόντος ἡ λέξις καὶ ἐπὶ τοῦ λαμβάνοντος. VatLh

sch eq

67

vet Tr Ὕλαν] ὡς ὄνομα οἰκέτου πέπλακεν. RVEΓ2MVatLh

sch eq

68a

vet (I) εἰ μή μ’ ἀναπείσετ’: ἀντὶ τοῦ ἀναπείσετε χρήμασι. διαβάλλει δὲ αὐτὸν ὡς δωροδοκούμενον καὶ προδιδόντα τὴν πόλιν. RVEΓΘ (II) ἄλλως: εἰ μὴ πιστὸν ποιήσετε· τουτέστιν εἰ μὴ μισθόν τινά μοι δώσετε. VEΓΘ

sch eq

68b

vet ἀναπείσετε] ἤγουν ἐν δώροις· διαβάλλει αὐτὸν ὡς δωροδόκον. M

sch eq

68c

Tr ἀναπείσετε] χρήμασιν. διαβάλλει δὲ αὐτὸν ὡς δωροδοκοῦντα καὶ προδιδόντα τὴν πόλιν. VatLh

sch eq

69

vet Tr πατούμενοι] ὑβριζόμενοι, θλιβόμενοι. VEΓ2VatLh

sch eq

70a

vet ὀκταπλάσιον χέζομεν: πολλῷ πλείονα, ἵν’ ᾖ τὸ νοούμενον ὅτι μικροῖς λήμμασιν ἀποδίδονται τῆς πόλεως τὰ πράγματα, ἀφ’ ὧν ὠφέλεια μείζων ἐδύνατο γίγνεσθαι τῇ πόλει. VEΓΘM

sch eq

70b

Tr παίζει ἐνταῦθα εἰπὼν ὀκταπλάσιον ἀντὶ τοῦ πολλῷ πλέον, ἵν’ ᾖ τὸ νοούμενον ὅτι λήμμασιν ἀποδίδονται τῆς πόλεως τὰ πράγματα, ἀφ’ ὧν ὠφέλεια μείζων ἐδύνατο γενέσθαι τῇ πόλει. VatLh

sch eq

70c

vet Tr χέζομεν] ζημιούμεθα. RVEΓ2VatLh27

sch eq

71a

vet ἀνύσαντε: ἀντὶ τοῦ ἅπαξ εἰς τοῦτο γενόμενοι. R

sch eq

71b

vet Tr ἀνύσαντες] ταχύναντες. VEΓ2VatLh

sch eq

71c

Tr ἀνύσαντες] σπεύσαντες. VatLh

sch eq

71d

vet φροντίσωμεν] τοῦ αὐτομολῆσαι καὶ χωρῆσαι πρὸς τοὺς πολεμίους. VEΓ4

sch eq

72a

vet Tr νὼ] ἡμᾶς. EΓ2VatLh

sch eq

72b

vet Tr τρεπτέον] πορευτέον. REΓ4VatLh

sch eq

72c

vet τρεπτέον] ἄξιον τράπεσθαι. Γ2

sch eq

72d

Tr —Vat

sch eq

73a

vet κράτιστ’ ἐκείνην: ἄμεινον ἐπὶ τὸ αὐτομολήσωμεν, τουτέστι χωρῆσαι πρὸς τοὺς ἐναντίους. VEΓ3

sch eq

73b

vet βέλτιον τὸ αὐτομολῆσαι καὶ χωρῆσαι πρὸς τοὺς πολεμίους. R

sch eq

73c

Tr κράτιστ’ ἐκείνην] ἄμεινον πρὸς ἐκείνην. VatLh

sch eq

73d

Tr τὴν μόλωμεν] τὸ αὐτομολῆσαι πρὸς τοὺς πολεμίους. VatLh

sch eq

74

vet οὐχ οἷόν τε] οὐ δυνατόν. VEΓ3

sch eq

76a

vet τὸ δ’ ἕτερον: πάλιν τῆς Πύλου μέμνηται, ἐπεὶ ὁ Κλέων ἐν αὐτῇ συνεχῶς ἠλαζονεύετο. ὡς ἄλλο μηδ’ ὁτιοῦν κατορθώσαντος αὐτοῦ, ἀλλὰ πένητος ὄντος τοῖς κατορθώμασιν. R

sch eq

76b

Tr τῇ ἐκκλησίᾳ] συνίζησις. VatLh

sch eq

77

vet διαβεβηκότος] ἀντὶ τοῦ διεσχηκότος. R

sch eq

78a

vet (I) ἐν Χάοσι: Θρᾴκης ἔθνος οἱ Χάονες. παρέλαβε δὲ τὸ ὄνομα, ἵνα τὸ κεχηνέναι δηλώσῃ. Χάονες δὲ δῆμος τῶν Θεσπρωτῶν ἢ βάρβαρον ἔθνος. VEΓΘM (II) ἄλλως: οἱ μὲν τῆς Ἠπείρου, οἱ δὲ τῆς Θρᾴκης τοὺς Χάονας. ἅμα δὲ
5τοὺς εὐρυπρώκτους διασύρει, διὰ τὸ χαίνειν τὸν πρωκτόν. VEΓΘ

sch eq

78b

vet ὡς εὐρύπρωκτον διαβάλλει. παρὰ τὸ κεχηνέναι Χάοσιν εἶπεν. Θρᾴκης
δὲ ἔθνος οἱ Χάονες. R28

sch eq

78c

Tr ἔθνος Θρᾴκης οἱ Χάονες. παρέλαβε δὲ τὸ ὄνομα ἵνα τὸ κεχηνὸς τοῦ Κλέωνος δηλώσῃ περὶ τὰ χρήματα. διασύρει δὲ καὶ τοὺς εὐρυπρώκτους διὰ τὸ χαίνειν τὸν πρωκτόν. VatLh

sch eq

78d

Tr ἐν Χάοσι] ἔθνος Θρᾴκης οἱ Χάονες. VatLh

sch eq

79a

vet Tr τὼ χεῖρ’ ἐν Αἰτωλοῖς: ἀπὸ τοῦ πράγματος τὸ ὄνομα λέγει· οὐκ ἐν Αἰτωλίᾳ, ἀλλ’ ἐν τῷ αἰτεῖν. τὸ δ’ ἐν Κλωπιδῶν ἐναλλαγὴ πάλιν στοιχείου, τοῦ ρ εἰς τὸ λ. Κρωπίδαι γὰρ δῆμος τῆς Λεοντίδος φυλῆς. ἔπαιξεν οὖν παρὰ τὸ κλέπτειν. VEΓΘMVatLh

sch eq

79b

vet ἀπὸ τοῦ ὀνόματος τὸ πρᾶγμα λέγει· οὐκ ἐν Αἰτωλίᾳ, ἀλλ’ ἐν τῷ αἰτεῖν. R

sch eq

79c

vet παρὰ τὸ κλέπτειν· εἰσὶ δὲ Κεκροπίδαι δῆμος· τὸ λ ἀντὶ τοῦ ρ παρεγραμ‐ μάτευσεν. R

sch eq

79d

Tr ἐν Αἰτωλοῖς] ἤγουν ἐν τῷ αἰτεῖν. VatLh

sch eq

79e

vet Κλωπιδῶν] παρὰ τὸ κλέπτειν. VEΓ4

sch eq

79f

Tr ἐν Κλωπιδῶν] ἐν τῷ κλέπτειν. VatLh

sch eq

79g

Tr —Vat

sch eq

80

vet Tr σκόπει] σκέπτου, διανοοῦ. VEΓ3VatLh

sch eq

83

vet Tr αἷμα ταύρειον: δηλητήριον λέγεται τὸ αἷμα τοῦ ταύρου πινόμενον. REΓ3MVatLh

sch eq

84a

pap ..μιστοκλ’. Θεμιστοκ...............φυγαδεύθη καὶ παρεγένετο εἰς τ.......σων χώραν κ................ρα Περσῶν καὶ ἐστρατεύσατο ἐπ................α̣κ̣ι̣εντηισα ............ησεν ἑαυτὸν τοῦ βίου αἷμα
τ......................υσαθη .............. πρὸς τοὺς εὐεργέτ..29

sch eq

84b

vet (I) ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος: Θεμιστοκλῆς ὁ καταναυμαχήσας ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τοὺς βαρβάρους, εἶθ’ ὕστερον φυγαδευθεὶς ὑπὸ τῶν Ἀθηναίων ἐπὶ προδοσίας αἰτίᾳ ψευδεῖ, κατέφυγε πρὸς Ἀρταξέρξην τὸν Ξέρξου παῖδα. καὶ τιμηθεὶς τὰ μέγιστα παρ’ αὐτῷ,
5ὡς καὶ τρεῖς πόλεις εἰς ὄψον καὶ ἄρτον καὶ οἶνον λαβεῖν, Μαγνησίαν, Μυοῦντα, Λάμψακον, ἐπηγγείλατο αὐτῷ καταδουλώσασθαι τὴν Ἑλλάδα, δύναμιν εἰ λάβοι. παραγενόμενος δὲ ἅμα τῷ στρατεύματι εἰς Μαγνησίαν καὶ καταγνοὺς ἑαυτοῦ, εἰ δι’ αὐτοῦ σωθέντες οἱ Ἕλληνες εἶτα δι’ αὐτοῦ δουλεύσουσι βαρβάροις, προφάσει χρησάμενος ὡς θυσίαν ἐπιτελέσαι βούλοιτο καὶ ἱερουργῆσαι τῇ
10Λευκόφρυϊ Ἀρτέμιδι καλουμένῃ, τῷ ταύρῳ ὑποθεὶς τὴν φιάλην καὶ ὑποδεξά‐ μενος τὸ αἷμα, χανδὸν πιὼν ἐτελεύτησεν εὐθέως. οἱ δέ φασιν ὅτι συνειδὼς ὁ Θεμιστοκλῆς ὅτι οὐχ οἷός τ’ ἦν διαπράξασθαι τῷ βασιλεῖ ἅπερ ἐπηγγείλατο, οὕτως ἐπὶ τὴν τοῦ θανάτου αἵρεσιν παρεγένετο. τοῦτον οὖν τὸν τρόπον βέλτιον εἶναί φασι καὶ αὐτοὺς ἀποθανεῖν, κατὰ ζῆλον τοῦ Θεμιστοκλέους. διαβάλλει δὲ
15τοὺς Ἀθηναίους ὡς κακοὺς πρὸς τοὺς εὐεργέτας. RVEΓΘM (II) ἄλλως: μετὰ τὴν Ξέρξου φυγὴν Λακεδαιμόνιοι προδοσίας κρίνουσι καὶ φονεύουσι Παυσανίαν τὸν ἴδιον βασιλέα, Κλεομβρότου καὶ Ἀλκαθέας υἱόν. ἐγκότως δὲ διακείμενοι πρὸς Θεμιστοκλέα διὰ τὸν τειχισμὸν τῆς Ἀττικῆς, μεταστέλλονται αὐτὸν εἰς κρίσιν, φάσκοντες Παυσανίαν ὡμολογηκέναι καὶ30
20αὐτὸν κοινωνεῖν τῇ προδοσίᾳ. Ἀθηναίων δὲ βουλομένων ἀποστέλλειν αὐτόν, φυγὼν ἧκε πρὸς Ἀρταξέρξην. καὶ Μηδικὴν φωνὴν μαθὼν ἐδίδαξεν αὐτὸν πῶς ἔσωσε τὸν πατέρα Ξέρξην μὴ συγχωρήσας τοῖς Ἕλλησι διαλῦσαι τὰ ἐπὶ Σηστοῦ καὶ Ἀβύδου διαζεύγματα. ἐφ’ οἷς εὐχαριστήσας ὁ βασιλεὺς δωρεῖται αὐτῷ τρεῖς πόλεις, Μαγνησίαν εἰς σῖτον, Λάμψακον εἰς οἶνον, Μυοῦντα εἰς
25ὄψα, ὡς δὲ Νεάνθης, καὶ Περκώτην εἰς στρωμνὴν καὶ Παλαίσκηψιν εἰς στολήν. στρατὸν δὲ παραλαβὼν ἀπ’ αὐτοῦ ἐπὶ πορθήσει τῆς Ἑλλάδος περὶ τὴν Ἰωνίαν ἐν Μαγνησίᾳ γενόμενος, θύων, ὡς εἴρηται ἄνω, τελευτᾷ, καὶ κατὰ θάνατον τὸν μισοβάρβαρον ἐνδεικνύμενος τρόπον. λοιμωξάντων δὲ Ἀθηναίων, ὁ θεὸς εἶπε μετάγειν τὰ ὀστᾶ Θεμιστοκλέους. Μαγνήτων δὲ μὴ συγχωρούντων,
30ᾐτήσαντο ἐπὶ τριάκοντα ἡμέραις ἐναγίσαι τῷ τάφῳ. καὶ περισκηνώσαντες τὸ χωρίον λάθρα κομίζουσιν ἀνορύξαντες τὰ ὀστᾶ. Σύμμαχος δέ φησι ψεύδεσθαι περὶ Θεμιστοκλέους. οὔτε γὰρ Ἡρόδοτος οὔτε Θουκυδίδης ἱστορεῖ. ἔστι γοῦν ἀπὸ Σοφοκλέους Ἑλένης
“ἐμοὶ δὲ λῷστον αἷμα ταύρειον πιεῖν,
35
καὶ μὴ ’πὶ πλεῖον τῶνδ’ ἔχειν δυσφημίας.” τινὲς δέ φασιν ὅτι Σοφοκλῆς περὶ Θεμιστοκλέους τοῦτό φησι. ψεύδονται δέ· οὐ γάρ ἐστι πιθανόν. VEΓΘ

sch eq

84c

Tr ἱστορία ὅπως ἀπέθανε Θεμιστοκλῆς. Θεμιστοκλῆς ὁ καταναυμαχήσας ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ Ξέρξην καὶ τοὺς σὺν αὐτῷ βαρβάρους, ψευδῶς
ἐπὶ προδοσίᾳ διαβληθεὶς ὑπ’ Ἀθηναίων φυγὼν πρὸς Ἀρταξέρξην τὸν Ξέρξου παῖδα καὶ διδάξας αὐτὸν ὅπως ἔσωσε τὸν πατέρα αὐτοῦ Ξέρξην μὴ συγχωρήσας31
5τοῖς Ἕλλησι διαλῦσαι τὰ ἐπὶ Σηστοῦ καὶ Ἀβύδου διαζεύγματα οὕτως ἐτιμήθη παρ’ αὐτοῦ μεγαλοπρεπῶς, ὡς καὶ τρεῖς πόλεις λαβεῖν, Μαγνησίαν μὲν εἰς σῖτον, Λάμψακον δὲ εἰς οἶνον, Μυοῦντα δὲ εἰς ὄψα· ὡς δὲ Κλεάνθης φησί, καὶ Περκώτην εἰς στρωμνὴν καὶ τὴν Παλαίσκηψιν εἰς στολήν. οὕτω δὲ φιλοτίμως προσδεχθεὶς ἐπηγγείλατο αὐτῷ καταδουλώσασθαι τὴν Ἑλλάδα εἰ λάβοι
10δύναμιν. παραγενόμενος οὖν ἅμα τῷ στρατηγῷ εἰς Μαγνησίαν καὶ καταγνοὺς ἑαυτοῦ, εἰ τοὺς δι’ αὐτὸν σωθέντας Ἕλληνας δούλους τοῖς βαρβάροις κατα‐ στήσειεν, προφάσει χρησάμενος ὡς θυσίαν ἐπιτελέσαι βούλοιτο τῇ Λευκοφρυΐδι Ἀρτέμιδι καλουμένῃ, τῷ ταύρῳ ὑποθεὶς τὴν φιάλην, καὶ ὑποδεξάμενος τὸ αἷμα, χανδὸν πιὼν ἐτελεύτησεν εὐθέως· οἱ δέ φασιν ὅτι συνειδὼς ὡς οὐχ
15οἷός τ’ ἦν διαπράξασθαι ὅπερ ἐπηγγείλατο, τὸν θάνατον προὔκρινε. φησὶ γοῦν καὶ οὗτος ὡς βέλτιον καὶ ἡμᾶς ἀποθανεῖν κατὰ ζῆλον Θεμιστοκλέους. διαβάλλει δὲ Ἀθηναίους ὡς κακοὺς πρὸς τοὺς εὐεργέτας. VatLh

sch eq

84d

Tr Θεμιστοκλέους] καὶ οὗτος γὰρ ταύρου αἷμα πιὼν ἀπέθανεν. VatLh

sch eq

85a

vet Tr (I) ἀγαθοῦ δαίμονος: αἰρομένης τῆς τραπέζης μετὰ τὸ δεῖπνον ἄκρατος περιεφέρετο καὶ ἐκαλεῖτο ἀγαθοῦ δαίμονος. RVEΓΓ3ΘMVatLh (II) ἄλλως: τὸ πρῶτον ποτήριον ἀγαθοῦ δαίμονος ἔπινον, τουτέστιν ἀγαθοῦ θεοῦ. εὐφημεῖ δὲ τὸν Διόνυσον, ὡς πάτριον θεόν, ἐπειδὴ καὶ ἐν τῇ τοῦ
5Διονύσου ἑορτῇ, τουτέστι τοῖς Διονυσίοις, ἠγωνίζοντο οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. RVEΓΘ

sch eq

85b

vet ἄλλοι δέ φασιν ὡς πρὸ τοῦ γεύματος πρῶτον πινόμενον ἄκρατον ἀγαθοῦ δαίμονος ἐκάλουν. M

sch eq

86

vet χρηστόν] ἀγαθόν, συμφέρον. RVEΓ3

sch eq

87

vet Tr περὶ ποτοῦ γάρ ἐστί σοι] οὐκ ἐν τούτῳ, φησί, νῦν ἡμῖν τὰ πράγματα.
VEΓ3VatLh32

sch eq

89a

vet Tr ἄληθες οὗτος: προπαροξυτόνως ἀναγνωστέον. αὕτη γὰρ ἡ χρῆσις τῶν Ἀττικῶν, ὅτε σημαίνει τὸ ἀληθῶς 〈λέγεις;〉, ὅτε δὲ ὀξύνεται, τὸ ὄνομα. VEΓΘVatLh

sch eq

89b

vet Tr κρουνοχυτρολήραιον ε: ἀντὶ τοῦ φλυαρὸς εἶ· κρουνὸς γὰρ τὸ χύδην καὶ ἀκρίτως καὶ ἀθρόως ῥέον· λῆρος δὲ τὸ μάταιον. συνέθηκεν οὖν ἀπὸ τοῦ κρουνοῦ καὶ τοῦ ληρεῖν καὶ τῆς χύτρας, ἀναισθήτου οὔσης, ἵνα τὸ ὅλον δηλώσῃ τὸν ἀναίσθητον καὶ ἀνόητον καὶ περιττολόγον. RVEΓΘMVat

sch eq

89c

Tr κρουνοχυτρολήραιον] ἤγουν φλυαρός. VatLh

sch eq

91a

vet (I) οἴνου γὰρ εὕροις ἄν τι: Ὁμηρικὸν τὸ νόημα· “ἀνδρὶ δὲ κε‐ κμηῶτι μένος μέγα οἶνος ἀέξει”. Ἡρόδοτος δὲ τοὺς Πέρσας τοῦτον τὸν τρόπον βουλεύεσθαί φησιν. εἰ μὲν οὖν εἰσηγήσαιντό τινα νήφοντες, βουλεύεσθαι περὶ τούτων ἐν μέθῃ καὶ κυροῦν, εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ τοῦτο κυροῦν,
5νήφοντες δὲ ἐπικυροῦν. RVEΓΘM (II) ἄλλως: Ἡρόδοτός φησι μέλλοντας τοὺς Πέρσας βουλεύεσθαι μεθύειν. VEΓΘ

sch eq

91b

Tr Ὁμηρικὸν τὸ νόημα·
“ἀνδρὶ δὲ κεκμηότι μένος μέγα οἶνος ἀέξει”. καὶ Ἡρόδοτος μέλλοντάς φησι τοὺς Πέρσας βουλεύεσθαι μεθύειν· καὶ ὅτι εἰ μὲν εἰσηγήσαιντό τι νήφοντες, βουλεύεσθαί τι περὶ τούτων ἐν μέθῃ καὶ κυροῦν·
5εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντες. Vat

sch eq

91c

vet πρακτικώτερον: ἐξεργαστικώτερον. RVEΓ3

sch eq

91d

vet πρακτικώτερον] ἀναγκαιότερον. M33

sch eq

92

vet Tr ὁρᾷς ὅταν πίνωσιν: ὅρα τὸν Ἀριστοφάνην, ἀρχόμενον γὰρ σκέμ‐ ματος, μεθύσκεσθαι, ἵνα μὴ νήφων δειλιάσῃ κωμῳδεῖν μεγάλους ἄνδρας. VEΓΘVatLh

sch eq

93a

pap διαπράττουσι] εὖ πράττουσι.

sch eq

93b

vet Tr διαπράττουσι] εὐτυχοῦσι. VΓ2MVatLh

sch eq

93c

vet Tr totus versus] μεθύοντες ταῦτα ἐπαγγέλλονται. EΓ4VatLh

sch eq

95

vet Tr (I) οἴνου χο: χοῦς μέτρον Ἀττικὸν χωροῦν κοτύλας ὀκτώ. RVEΓΘMVatLh
vet Tr (II) ἔστι δὲ καὶ ἑορτὴ Ἀθήνησιν οἱ Χόες. κέκληται δὲ ἀπὸ τοιαύτης αἰτίας. Ὀρέστης μετὰ τὴν τῆς μητρὸς ἀναίρεσιν ἦλθεν εἰς τὰς Ἀθήνας παρὰ τὸν
5Πανδίονα, συγγενῆ καθεστηκότα, ὃς ἔτυχε τότε βασιλεύων τῶν Ἀθηναίων. κατέλαβε δὲ αὐτὸν εὐωχίαν τινὰ δημοτελῆ ποιοῦντα. ὁ τοίνυν Πανδίων παρα‐ πέμψασθαι μὲν τὸν Ὀρέστην αἰδούμενος, κοινωνῆσαι δὲ ποτοῦ καὶ τραπέζης ἀσεβὲς ἡγούμενος μὴ καθαρθέντος αὐτοῦ τὸν φόνον, ὡς ἂν μὴ ἀπὸ τοῦ αὐτοῦ κρατῆρος πίνοιεν, ἕνα ἑκάστῳ τῶν κεκλημένων παρέθηκε χοῦν. RVEΓΘM
10VatLh

sch eq

96a

Tr δεξιόν] συμφέρον. VatLh

sch eq

96b

Tr —Vat

sch eq

97a

vet Tr οἴμοι: ἀντὶ τοῦ τίνος ἡμῖν κακοῦ αἴτιος ἔσῃ; RVEΓΓ3ΘVatLh

sch eq

97b

vet ἐργάσῃ] ἀπεργάσῃ, διαθήσῃ. VEΓ3

sch eq

97c

Tr τῷ σῷ ποτῷ;] ἐν. Lh34

sch eq

98a

vet κατακλινήσομαι] κατακλινὴς ἔσομαι. R

sch eq

98b

vet Tr κατακλινήσομαι] κατακείσομαι. Γ3VatLh

sch eq

99a

vet καταπάσω] καταποικιλῶ. R

sch eq

99b

vet Tr καταπάσω] πληρώσω, γεμίσω. VEΓ2VatLh

sch eq

99c

vet καταπάσω] ἐμπρήσω. M

sch eq

100a

vet νοϊδίων: διανοημάτων λεπτῶν καὶ μεμεριμνημένων. οὐ γὰρ ἐν ὑποκορισμῷ εἴρηκεν. παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ τοῦ οἱ νοῖ τὸ νοΐδιον ὑποκοριστικόν· τινὲς δέ, ὀνειδισμῶν καὶ λοιδοριῶν ἀπὸ τοῦ οἴνου καὶ τῆς μέθησ, κακῶς. VEΓΘ

sch eq

100b

vet βουλευματίων: διανοημάτων λεπτῶν καὶ μεμεριμνημένων. τὸ νοΐδιον ὑποκοριστικόν· παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ τοῦ οἱ νοῖ. R

sch eq

100c

vet οἷον ἀπὸ τοῦ οἴνου τὸ νοΐδιον ὑποκοριστικῶς. τινές φασιν ὅτι ἀπὸ τοῦ οἴνου παρῆκται καὶ τῆς μέθης, κακῶς. τινὲς δὲ οὕτως, ὀνειδισμῶν καὶ λοιδορισμῶν. M

sch eq

100d

vet γνωμιδίων] ἐνθυμημάτων. M

sch eq

100e

vet νοϊδίων] νοημάτων λεπτῶν. M

sch eq

100f

Tr νοϊδίων] λεπτῶν καὶ μεμεριμνημένων διανοημάτων. VatLh

sch eq

101

Tr ὅτ’] ἐπεί. VatLh

sch eq

102

vet τί δρᾷ] τί ποιεῖ. VEΓ3

sch eq

103a

vet (I) ἐπίπαστα: τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλευρα. ἔτνος δὲ ἣν ἀθάραν ἔλεγον καὶ τὸ πίσινον ἕψημα. τὰ δὲ ἄλφιτα δημοσίᾳ πιπράσκεται. VEΓΘM (II) ἄλλως: ἔθος εἶχον ποιεῖν πλακοῦντας ἢ ἄρτους καὶ ἐπιπάσσειν τινὰ
5καρυκεύματα ἁλμυρά, καὶ διὰ τοῦτο ἔφη τὰ ἐπίπαστα. VEΓΘM35

sch eq

103b

vet (I) δημιόπραθ’: τὰ δημοσίᾳ πιπρασκόμενα ἐκ δημεύσεως, ὡς δημευομένων διὰ Κλέωνα 〈τῶν〉 οὐσιῶν· ἢ δημιόπρατα ἔμιξεν ὡς ἐκ δημοσίου πράγματα αὐτοῦ κλέψαντος. VEΓΘ (II) ἄλλως: τὰ τὸν δῆμον ἐξωνούμενα. τῷ γὰρ λέγειν τῷ δήμῳ κεχαρισμένα
5ὠνεῖτο τοῖς τοιούτοις λόγοις τὴν παρ’ αὐτοῦ εὔνοιαν. VEΓΘ

sch eq

103c

vet ἐπίπαστα: τὰ ἐπιπασσόμενα μέλιτι ἄλφιτα. δημιόπρατα δὲ τὰ δημοσίᾳ πιπρασκόμενα ἐκ δημεύσεως διὰ Κλέωνα. R

sch eq

103d

vet δημιόπρατα: δήμευσις λέγεται ἡ τῶν πραγμάτων ἀφαίρεσις· ἢ τὰ δημοσίᾳ πιπρασκόμενα. M

sch eq

103e

vet ἐπίπαστα] γλυκύσματα. M

sch eq

103f

Tr ἐπίπαστα] τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλευρα. VatLh

sch eq

103g

Tr ἔθος εἶχον ποιεῖν πλακοῦντας καὶ ἄρτους καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα. διὰ τοῦτο οὖν ἔφη ἐπίπαστα. δημιόπρατα δὲ λέγει τὰ δημοσίᾳ πιπρασκόμενα. διαβάλλει δὲ αὐτὸν διὰ τῆς λέξεως ὡς τὰ δημόσια ἐσθίοντα, ἢ ὡς καὶ τὰ ἐν ἀγορᾷ κείμενα ἀποδεκατοῦντα. VatLh

sch eq

103h

vet Tr βάσκανος] νῦν τὸν διάβολον δηλοῖ καὶ φθονερόν. VEΓ3VatLh

sch eq

104a

vet ῥέγκει: διὰ τοῦ κ. συμβαίνει δὲ μάλιστα τοῦτο πάσχειν τοὺς μεθύοντας ἢ τοὺς ὑπτίως ἀνακειμένους, ὥσπερ καὶ αὐτὸς ἐδήλωσεν ἐν ταῖς ἑξῆς λέξεσιν, εἰπὼν “ἐν ταῖς βύρσαις ὕπτιος”. ῥέγκει οὖν ἀντὶ τοῦ ποιὸν ἦχον ἀποτελεῖ τῇ ῥινί. VEΓΘM

sch eq

104b

Tr ῥέγκει] ποιὸν ἦχον ἐκτελεῖ τῇ ῥινί, ὅπερ πάσχουσιν οἱ μεθύοντες καὶ οἱ ὑπτίως ἀνακείμενοι. VatLh

sch eq

105a

vet ἐγκάναξον: ἔγχεε, ἐκκένωσον. λέγεται δὲ ἐπὶ τῶν ἀθρόως πινόντων.
VEΓΘM36

sch eq

105b

vet ἐγκάναξον: προσένεγκε, ἔκχεον. R

sch eq

105c

vet ἐγκάναξον] ἔγχεε. Γ2

sch eq

105d

Tr ἐγκάναξον] ἐπίχεον, παρὰ τὸ κανοῦν. οἱ δὲ ἐπὶ θορύβου τάττουσι τοῦτο παρὰ τὴν καναχήν, ἤγουν μετὰ ψόφου ἔγχεον. VatLh

sch eq

105e

Tr νυν] δή. VatLh

sch eq

107a

vet (I) τοῦ Πραμνίου: τοῦ προσηνοῦς, ἤτοι ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἢ ἀπὸ τοῦ πραΰνειν τὸ μένος, ἢ διὰ τὸ πολυχρόνιον παραμένειν, ἢ ἐν Πραμνίᾳ πέτρᾳ γινομένου, ἣ πρὸς τὴν Θρᾴκην ἐστίν. VEΓΘM (II) ἄλλως: δέον εἰπεῖν τὴν τοῦ δαίμονος τοῦ ἀγαθοῦ εἶπε Πραμνίου,
5ἐπειδὴ ὁ Πράμνιος οἶνος πολυτίμητός ἐστιν. ἢ παρὰ τὸ 〈παραμένειν, τουτέστιν〉 ἐμμένειν καὶ μὴ ἀφεστάναι τὸν πίνοντα. VEΓΓ3ΘM

sch eq

107b

Tr δέον εἰπεῖν τοῦ ἀγαθοῦ δαίμονος εἶπε Πραμνίου, ἐπειδὴ ὁ Πράμνιος οἶνος πολὺ τιμιώτατός ἐστι. Πραμνία δὲ χώρα ἐν Θρᾴκῃ. VatLh

sch eq

107c

Tr τοῦ Πραμνίου] τοῦ προσηνοῦς, ἀπὸ τοῦ πραΰνειν τὸ μένος. VatLh

sch eq

107d

vet Tr τὴν] τὴν κύλικα δηλονότι. EΓ2VatLh

sch eq

108a

vet ὦ δαῖμον ἀγαθ: ὡς ἐμπνευσθεὶς καὶ ἤδη πεπωκὼς τοῦτο λέγει. ΓΘ

sch eq

108b

vet Tr ὦ δαῖμον ἀγαθέ] ὡς ἐνθυμηθείς φησιν, ὡς ἐμπνευσθεὶς καὶ ἤδη πεπωκώς. EVatLh

sch eq

108c

vet ὦ δαῖμον ἀγαθ: τοῦτο εἶπεν ὡς πιὼν καὶ εὑρών τι· πρὸς γὰρ τὸν οἶνον λέγει. R

sch eq

109

vet Tr χρησμούς: τὸ βιβλίον τῶν χρησμῶν. REΓ2VatLh

sch eq

111

vet ταῦτ’] διὰ. M37

sch eq

112

vet Tr δέδοιχ’ ὅπως: δέδοικα, φησί, μὴ διὰ τὸν δαίμονα τὸν ἀγαθὸν τύχω τοῦ κακοδαίμονος. RVEΓΘMVatLh

sch eq

113a

vet φέρε νῦν ἐγὼ ’μαυτ: μόνος γενόμενος καὶ μηκέτι κωλυόμενος ὑφ’ ἑτέρου ἀδεέστερον πίνει, ἕως ἐκεῖνος ἐκφέρει τοὺς χρησμούς. RVEΓΘM

sch eq

113b

Tr μόνος γενόμενος καὶ μηκέτι κωλυόμενος ὑφ’ ἑτέρου ἀδεέστερον βούλεται πίνειν. διὸ προσάγω, φησίν, ἐμαυτῷ τὸν χοᾶ ἕως ἐκεῖνος ἐκφέρει τοὺς χρησμούς. VatLh

sch eq

113c

Tr νυν] δή. VatLh

sch eq

114a

vet ἄρδω: ἀντὶ τοῦ ποτίσω· τὴν δὲ τροπὴν ἔλαβεν ἀπὸ τῶν φυτῶν. RVEΓΘM

sch eq

114b

Tr ἄρδω] ποτίσω, ἐκ μεταφορᾶς τῶν φυτῶν. VatLh

sch eq

114c

vet δεξιόν] ἀγαθόν, συμφέρον, ὠφέλιμον. VEΓ3

sch eq

114d

Tr δεξιόν] συμφέρον. VatLh

sch eq

115a

vet ῥέγκεται καὶ πέρδεται: ὁμοιοκατάληκτον εἶπε τὸ ῥέγκεται. οὐ γάρ ἐστι δόκιμον οὕτω λέγειν. VEΓΘM

sch eq

115b

Tr ῥέγκεται] ῥέγκει· ὁμοιοκατάληκτον δὲ μόνον τοῦτο εἴρηκεν· οὐ γάρ ἐστι δόκιμον. VatLh

sch eq

115c

vet ῥέγκεται] Ἀττικόν· ῥέγκει. EΓ2

sch eq

116a

vet τὸν ἱερὸν χρησμὸν: 〈ὡσ〉 δύο χρησμῶν δοθέντων τῷ Κλέωνι, φυλάσσοντος δὲ τοῦτον μάλιστα ὑπὲρ τοῦ μὴ ἔκπυστον αὐτὸν γενέσθαι. τοῦτο οὖν λέγει ὡς καὶ ἄλλους αὐτοῦ ἔχοντος. VEΓΘM

sch eq

116b

Tr τὸν ἱερὸν χρησμὸν] τοῦτο λέγει ὡς καὶ ἄλλους χρησμοὺς ἔχοντος.
VatLh38

sch eq

117a

vet ὅνπερ μάλιστα: ὡς καὶ ἄλλους αὐτοῦ ἔχοντος. R

sch eq

117b

vet σοφώτατε] καὶ τοὺς κλέπτας σοφοὺς ἔλεγον. R

sch eq

117c

vet σοφώτατε κλέπτα] περιττὸν τὸ κλέπτα· καὶ τοὺς κλέπτας σοφοὺς ἔλεγον. M

sch eq

117d

vet σοφώτατε] ὅτι τοὺς κλέπτας σοφωτάτους ἔλεγον. VEΓ2

sch eq

117e

Tr σοφώτατε] φρονιμώτατε, ἐπιτηδειότατε· ἢ ὅτι τοὺς κλέπτας σοφω‐ τάτους ἔλεγον. VatLh

sch eq

119a

vet ἀνύσας τι: διαπραξάμενος, σπουδάσας. RVEΓΓ3ΘM

sch eq

119b

vet Tr ἀνύσας] σπεύσας. Γ2VatLh

sch eq

119c

vet (I) φέρ’ ἴδω: καταμάθω καὶ κατανοήσω καὶ ἐπισκέψωμαι τί ποτε γέγραπται ἢ τί ποτε ὁ χρησμὸς λέγει. VEΓΘM (II) αὐτόθι δέ, τουτέστιν ἐν τῷ βιβλίῳ ἢ ἐν τῷ χρησμῷ. RVEΓΘM

sch eq

119d

vet αὐτόθι] ἤγουν ἐν τῷ χρησμῷ. Γ2

sch eq

119e

Tr αὐτόθι] ἐν τῷ βιβλίῳ. VatLh

sch eq

120a

vet Tr ὦ λόγια: μαντεύματα. θαυμάζει δὲ τὸν χρησμὸν ἀναγνούς. RVEΓΘMVatLh

sch eq

120b

vet δός μοι] ἀποστρέφεται πρὸς τὸν Νικίαν. Γ2

sch eq

121a

vet ἰδοὺ] ἀντὶ τοῦ λαβέ, κράτει. RVEΓ3

sch eq

121b

Tr ἑτέραν] κύλικα. VatLh

sch eq

122

vet ἐν τοῖς λογίοις] ἐν τοῖς μαντεύμασι. VEΓ3

sch eq

123a

vet ὦ Βάκι: τρεῖς Βάκιδες ἐγένοντο. οὗτος μὲν Ἀττικὸς καὶ μάντις, ὁ δὲ Βοιωτός, ὁ δὲ Λοκρός. VEΓΘM

sch eq

123b

vet Βάκις χρησμολόγος Ἀττικός· καὶ ἕτερος Βοιωτικός, ἄλλος Ἀρκάς. R

sch eq

123c

Tr τρεῖς ἐγένοντο Βάκιδες, ὁ μὲν Ἀττικός, ὃς ἦν καὶ μάντις· διὸ καὶ
ἐπιβοᾶται τοῦτον ἰδὼν τὸν χρησμόν· ὁ δὲ Βοιωτός, ὁ δὲ Λοκρός. VatLh39

sch eq

124

vet Tr πολλῷ γ’ ὁ Βάκις ἐχρῆτο: ἀντὶ τοῦ πολλὰ ἔπινεν. RVEΓ2VatLh

sch eq

125a

Tr Παφλαγὼν] Κλέων. VatLh

sch eq

125b

vet ταῦτ’ ἄρ’ ἐφυλάττου] ἀντὶ τοῦ διὰ ταῦτα δεδοικὼς ἀπεκρύπτου καὶ ἐτήρεις. R

sch eq

125c

vet ταῦτα] διὰ. EΓ2M

sch eq

125d

vet ἐφυλάττου] ἐδεδίεις, ἀπεκρύπτου. EΓ3

sch eq

125e

Tr ἐφυλάττου] ἐκρύπτου. VatLh

sch eq

126a

vet ὀρρωδῶν: φοβούμενος, εὐλαβούμενος, ἀπὸ τοῦ τὸν ὄρρον τῶν δειλῶν ἰδίειν. τὸ δὲ ἑξῆς, ταῦτ’ ἄρ’ ὀρρωδῶν ἐφυλάττου πάλαι τὸν περὶ σεαυτοῦ χρησμόν. VEΓΘM

sch eq

126b

vet φοβούμενος, εὐλαβούμενος, ἐπειδὴ συμβαίνει τοῖς φοβουμένοις τὸν ὄρρον, τουτέστι τὸν πρωκτόν, ἱδροῦν. R

sch eq

126c

Tr ὀρρωδῶν] φοβούμενος· ἀπὸ τοῦ τὸν ὄρρον τῶν φοβουμένων ἰδίειν. VatLh

sch eq

128

vet Tr ἄντικρυς] φανερῶς, διαρρήδην. RVEΓ2VatLh

sch eq

129a

vet στυππειοπώλης: ὁ τὰ στυππεῖα πωλῶν, τουτέστι καννάβινα, λίνα. δηλοῖ δὲ τὸν Εὐκράτη καὶ τὴν ἐπ’ αὐτοῦ πολιτείαν· ὃς στύππαξ ἐκαλεῖτο, διὰ τὸ στυππειοπώλης εἶναι, ὡς καὶ ἐν ἑτέροις. RVEΓΘM

sch eq

129b

Tr στυππειοπώλης] ὁ τὰ στυππεῖα πωλῶν Κράτης, ὃς καὶ στύππαξ ἐκαλεῖτο διὰ τοῦτο. VatLh

sch eq

130

vet Tr ἕξει τῆς πόλεως τὰ πράγματα: ἀντὶ τοῦ καθέξει, διοικήσει
καὶ διαχειρίσει. RVEΓΓ2ΘVatLh40

sch eq

131a

vet εἷς οὑτοσὶ πώλης: ἔπαιξε τοῖς ὀνόμασι· παρὰ γὰρ τὸ ἀποδίδοσ‐ θαι καὶ πωλεῖν τοὺς πολιτευομένους τὰ τῆς πόλεως πράγματα. VEΓΘM

sch eq

131b

vet Tr εἷς οὑτοσὶ πώλης: παρὰ τὸ τέλος τοῦ ὀνόματος παίζει. RVEΓΘ VatLh

sch eq

131c

vet τί τοὐντεῦθεν;] τὸ ἑξῆς τοῦ χρησμοῦ τί ἐπαγγέλλεται. R

sch eq

132a

vet προβατοπώλης: τὸν Καλλίαν λέγει καὶ τὴν πολιτείαν αὐτοῦ. τινὲς δὲ ὅτι Λυσικλέα λέγει, ὃς προβατοπώλης ἐλέγετο, ᾧ ἐγαμήθη Ἀσπασία. RVEΓΘ

sch eq

132b

Tr τινές φασιν ὅτι τὸν Λυσικλέα λέγει, ὃς προβατοπώλης ἐλέγετο, οὐ τὸν Καλλίαν. VatLh

sch eq

132c

Tr προβατοπώλης] ὁ Καλλίας. VatLh

sch eq

134a

vet Tr κρατεῖν: ἄρχειν καὶ διέπειν τὰ πολιτικά. RVEΓΓ3ΘVatLh

sch eq

134b

vet Tr βδελυρώτερος] ἀντὶ τοῦ ἀσελγέστερος. REΓ3VatLh

sch eq

135

vet Tr ἀπόλλυται] ὁ προβατοπώλης. VEΓ2VatLh

sch eq

136a

vet βυρσοπώλης] ἀντὶ τοῦ βυρσεύς. REΓ3

sch eq

136b

Tr βυρσοπώλης] βυρσεύς, ἤγουν ὁ Κλέων. VatLh

sch eq

136c

vet Tr Παφλαγών] δέον εἰπεῖν στρατηγός, εἶπε Παφλαγών. VEΓΓ3ΘM VatLh

sch eq

137a

vet Κυκλοβόρου: ποταμὸς χειμάρρους. ἐχώσθη δὲ ὑπὸ Ἀθηναίων.
EΓΓ3Θ41

sch eq

137b

Tr Κυκλοβόρου] ποταμὸς ἐν Ἀθήναις χειμάρρους. VatLh

sch eq

137c

vet (I) Κυκλοβόρου φωνὴν ἔχων: Κυκλοβόρος ποταμὸς Ἀθηνῶν, οὐκ ἀεὶ οὐδὲ διὰ παντὸς ῥέων, ἀλλὰ χειμάρρους. φησὶν οὖν, τραχεῖαν φωνὴν ἔχων καθάπερ ὁ ποταμὸς ἐπειδὰν ῥέῃ. ἢ ἀπὸ τοῦ τρεφομένου ἐκ τοῦ κύκλου· ὁ δὲ κύκλος Ἀθήνησίν ἐστι, καθάπερ μάκελλος ἐκ τῆς κατασκευῆς τὴν
5προσηγορίαν λαβών. ἔνθα δὴ πιπράσκεται χωρὶς κρεῶν τὰ ἄλλα ὤνια, καὶ ἐξαιρέτως δὲ οἱ ἰχθύες. οὕτω τὸν Κλέωνα δυνάμενον μέγα καὶ φοβερὸν ὄντα χρηματίζεσθαι παρὰ τῶν πιπρασκόντων, ἵνα μὴ περιεργάζοιτο αὐτούς. καὶ ἴσως Ὁμηρικώτερον ὠνόμασεν. ὁ γὰρ Ὅμηρος δημοβόρον φησὶ τὸν Ἀγαμέμνονα. VEΓΘM
10(II) ἄλλως: ποταμὸς τῆς Ἀττικῆς χειμάρρους ὁ Κυκλοβόρος. τὴν κακοφωνίαν οὖν τοῦ Κλέωνος εἴκασε τῷ ἤχῳ τοῦ ποταμοῦ. καὶ ἀλλαχοῦ “ᾤμην δ’ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι”. ἔνιοι δὲ τόπος κυκλοτερής, ἐν ᾧ τὰ ὤνια ἐπωλοῦντο,
vet ἃ ἐσφετερίζετο ὁ Κλέων. VEΓΘM

sch eq

137d

ποταμὸς χειμάρρους μετὰ ψόφων ῥέων ὁ Κυκλοβόρος· τὴν κακοφωνίαν
Tr τοῦ Κλέωνος ᾔκασε τῷ ἤχῳ τοῦ ποταμοῦ. R

sch eq

137e

τὴν κακοφωνίαν τοῦ Κλέωνος ᾔκασε τῷ ἤχῳ τοῦ ποταμοῦ. καὶ ἀλλαχοῦ “ᾤμην δ’ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι”. ἔνιοι δὲ οὐ ποταμὸν λέγουσιν εἶναι τὸν Κυκλοβόρον ἀλλὰ τόπον κυκλοτερῆ ἐν ᾧ τὰ ὤνια ἐπωλοῦντο ἃ ἐνοσφίζετο ὁ Κλέων. Ὁμηρικώτερον δὲ τοῦτο· καὶ γὰρ Ὅμηρος δημοβόρον
5φησὶ τὸν Ἀγαμέμνονα, λέγων “δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις”. VatLh

sch eq

138

vet Tr ἦν χρεὼν] δέον ἦν καὶ εἱμαρμένον. RVEΓ3VatLh

sch eq

139

Tr δείλαιος] κοινὴ συλλαβή. VatLh42

sch eq

140

vet Tr πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης;: ἔχων ἐν τῷ τέλει τοῦ ὀνόματος τὸ πώλης. διαβάλλει δὲ τοὺς Ἀθηναίους ὡς ἀγοραίους καθιστάντας τοὺς δημαγωγούς. RVEΓΘMVatLh

sch eq

141a

vet ὑπερφυ: ὑπερβάλλουσαν, θαυμαστὴν καὶ λαμπράν· ἐξαίρει δὲ νῦν αὐτοῦ τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης αὐτῆς λίαν εὐτελοῦς. RVEΓΘM

sch eq

141b

Tr ὑπερφυᾶ] ὑπερβάλλουσαν, θαυμαστήν· τοῦτο δὲ κατ’ εἰρωνείαν. VatLh

sch eq

141c

Tr ἐξαίρει αὐτοῦ τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης λίαν εὐτε‐ λοῦς. VatLh

sch eq

142

vet Tr ἀντιβολῶ] παρακαλῶ, γονυπετῶ. RVEΓ3VatLh

sch eq

143a

vet Tr ἀλλαντοπώλης] τὸν Ἀγοράκριτον λέγει. VEΓΓ2ΘVatLh

sch eq

143b

vet ἀλλαντοπώλης] οὕτως αὐτῷ πέπλασται κατὰ κωμῳδικὴν παιδιάν. VEΓΓ3ΘM

sch eq

143c

vet Tr ἐξελῶν] ἐκβάλλειν μέλλων καὶ ἐξωθεῖν τῆς πόλεως τὸν Κλέωνα. RVEΓ2ΘMVatLh

sch eq

143d

Tr ἀλλαντοπώλης] οὕτως αὐτῷ πέπλασται κατὰ κωμικὴν παιδιὰν ἀπὸ τοῦ πωλεῖν τοὺς ἀλλᾶντας, ἤγουν τὰ λεγόμενα λουκανικά. VatLh

sch eq

145

vet Tr φέρε] ἀντὶ τοῦ ἄγε οὖν· ἀρχαία δὲ ἡ σύνταξις. VEΓ2VatLh43

sch eq

146

vet Tr ἀλλ’ ὁδὶ προσέρχεται] ἀλλ’ αὐτὸς οὗτος παραγίνεται. VEΓ3VatLh

sch eq

147a

vet (I) ὥσπερ κατὰ θεῖον εἰς ἀγοράν: ἐπὶ τῶν ἐξαίφνης γινομένων, τουτέστιν εὐκαίρως ἐπιφαινομένων, κατὰ θεῖον ἔλεγον· ἐπεὶ καὶ ὁ ἀλλαντοπώλης αἰφνίδιον βουλομένοις μέν, μὴ προσδοκήσασι δὲ ἐπεφάνη αὐτοῖς. VEΓΘM (II) ἄλλως: κατὰ θεοῦ πρόνοιαν· τοὺς δὲ ἐξαίφνης φαινομένους οὕτως
5ἔλεγον κατὰ θεῖον ὦφθαι, ὅ ἐστι κατὰ πρόνοιαν θεοῦ. VEΓΘM

sch eq

147b

vet τοὺς ἐξαίφνης φαινομένους οὕτως ἔλεγον κατὰ θεῖον ὦφθαι· ἐπεὶ οὖν καὶ ὁ ἀλλαντοπώλης αἰφνίδιον βουλομένοις μέν, μὴ προσδοκήσασι δὲ ἐφάνη, οὕτως εἶπεν. R

sch eq

147c

Tr κατὰ θεῖον] ἐπὶ τῶν ἐξαίφνης συμβαινόντων τοῦτο ἔλεγον. VatLh

sch eq

149a

vet Tr ἀνάβαινε σωτὴρ τῇ πόλει: ἵνα, φησίν, ἐκ τῆς παρόδου ἐπὶ τὸ λογεῖον ἀναβῇ. διὰ τί οὖν ἐκ τῆς παρόδου; τοῦτο γὰρ οὐκ ἀναγκαῖον. λεκτέον οὖν ὅτι ἀναβαίνειν ἐλέγετο τὸ ἐπὶ τὸ λογεῖον εἰσιέναι. ὃ καὶ πρόσκειται. λέγεται γὰρ καὶ καταβαίνειν τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν, ἀπὸ τοῦ παλαιοῦ ἔθους.
5τοῦτον δὲ οἱ μὲν Κλεώνυμον, οἱ δὲ Ὑπέρβολον, οἱ δέ φασιν Εὔβουλον εἶναι. VEΓΘMVatLh

sch eq

149b

vet ἀναβαίνειν ἐστὶ τὸ ἐπὶ τὸ λογεῖον εἰσιέναι· ἵνα, φησίν, ἐκ τῆς παρόδου ἐπὶ τὸ λογεῖον ἀναβῇ. τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν ἀπὸ τοῦ παλαιοῦ ἔθους. R

sch eq

149c

vet Tr ἀνάβαινε] ὡς ἐν θυμέλῃ τὸ ἀνάβαινε. VEΓΓ3ΘVatLh

sch eq

149d

Tr νῷν] συνίζησις. VatLh44

sch eq

150a

vet τί ἔστι; τί με καλεῖτε;: ὁ Ἀγοράκριτος, τουτέστιν ὁ ἀλλαντο‐ πώλης, ταῦτα λέγει. εἰσάγεται δὲ εἰς τὸ θέατρον γελοίου χάριν ἔντερα καὶ κοιλίας καὶ μαγειρικὴν τράπεζαν ἔχων. RVEΓΘM

sch eq

150b

vet ἀλλαντοπώλην Ἀγοράκριτον εἰσάγει κατὰ παιδιάν. R

sch eq

152a

vet τοὐλεόν: τὸ τραπέζιον ἐν ᾧ ἦσαν οἱ ἀλλᾶντες. ἐλεοὶ γὰρ λέγονται αἱ μαγειρικαὶ τράπεζαι. καὶ Ὅμηρος “βάλλον δ’ εἰν ἐλεοῖσι”. RVEΓΘM

sch eq

152b

Tr γελοίου χάριν εἰσήχθη εἰς τὸ θέατρον ἔχων ἔντερα καὶ κοιλίας καὶ μαγειρικὴν τράπεζαν. ἐλεοὶ γὰρ λέγονται αἱ μαγειρικαὶ τράπεζαι. καὶ Ὅμηρος “εἰν ἐλεοῖσιν ἔθηκεν”. VatLh

sch eq

152c

vet τοὐλεόν] τὸ μαγειρικὸν τραπέζιον. M

sch eq

152d

Tr τοὐλεόν] τὴν μαγειρικὴν τράπεζαν. VatLh

sch eq

154a

vet προσκέψομαι: περιεργάσομαι, φησίν, εἰσελθών, καὶ κατανοήσω τί ποιεῖ ὁ Παφλαγών. RVEΓΘM

sch eq

154b

Tr προσκέψομαι] περιεργάσομαι, κατανοήσω. VatLh

sch eq

155

vet Tr τὰ σκεύη] τὸ ἀγγεῖον ἐν ᾧ ἔφερε τοὺς ἀλλᾶντας. VEΓ3MVatLh

sch eq

156

vet Tr πρόσκυσον: προσκύνησον. RVatLh

sch eq

157a

vet ἰδο: πεποίηκεν ὃ προσέταξε· παρεπιγραφὴ δὲ καλεῖται τὰ τοιαῦτα πάντα. RVEΓΘM

sch eq

157b

vet ἰδο: ταῦτ’ ἀμοιβαῖά ἐστι τοῦ ἀλλαντοπώλου καὶ ἑνὸς τῶν οἰκετῶν.
RVEΓΘ45

sch eq

159

vet Tr ταγ: ἀρχηγέ, ἡγεμών. καὶ Ὅμηρος “παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόντων”. RVEΓ3MVatLh

sch eq

160

vet Tr κοιλίας] Ὅμηρος διὰ παντὸς γαστέρας καλεῖ, οὐ κοιλίας. EVatLh

sch eq

161a

vet Tr ἀλλὰ καταγελᾷς: ἀλλὰ χλευάζεις με καὶ γέλωτα τίθεσαι. ὅσον δὲ ἀπιστοῦντα ποιεῖ, τοσοῦτον δείκνυσιν αὐτὸν τῆς πολιτείας ἀνάξιον, οὐ τὸν ἀλλαντοπώλην μόνον διαβάλλειν βουλόμενος, ἀλλ’ ὁμοῦ καὶ τῶν Ἀθηναίων καθαπτόμενος, οἳ τοιούτων ἀνέχονται πολιτῶν, καὶ διαβάλλων τὸν Κλέωνα,
5ὅτι αὐτός τε ἐκεῖνος ἦν εὐτελὴς καὶ ὑπὸ τοιούτου τῆς πολιτείας ἐκβληθήσεται. VEΓΘMVatLh

sch eq

161b

vet καταγελᾷς] χλευάζεις. R

sch eq

163a

vet τὰς στίχας: τὸ πλῆθος, τὰς τάξεις. τὸ θέατρον δὲ αὐτῷ δεικνὺς ταῦτά φησιν. RVEΓ3

sch eq

163b

Tr τὰς στίχας] τὰς τάξεις. VatLh

sch eq

163c

Tr τῶνδε τῶν λαῶν] ἤγουν τῶν θεατῶν. VatLh

sch eq

164a

vet ἀρχέλας: ἄρχων τοῦ λαοῦ, ἡγεμών, ἔξαρχος, δημαγωγός. ἔπαιξε δὲ τῷ ὀνόματι. φησὶ γὰρ ἄρξεις τοῦ ἐλεοῦ. VEΓΘM

sch eq

164b

vet ἀρχέλας: ἡγεμών, δημαγωγός. R

sch eq

164c

Tr ἀρχέλας] ἄρχων τοῦ λαοῦ, ἡγεμών. ἔπαιξε δὲ τῷ ὀνόματι. VatLh

sch eq

165a

vet Tr πυκνός: τῆς ἐκκλησίας. RVEΓ3MVatLh46

sch eq

165b

vet καὶ τῆς πυκνός: μετάθεσίς ἐστι στοιχείου· εἰ γὰρ πνύξ ἐστιν, ἔδει πνυκός· νῦν δὲ πυκνός. RVEΓΘM

sch eq

166a

vet βουλὴν πατήσεις: διαπαλαίσεις, καταπονήσεις, ὑποτάξεις, ἢ ἀντὶ τοῦ καταφρονήσεις τοῦ βουλευτηρίου. VEΓΘM

sch eq

166b

vet (I) κλαστάσεις: οἱ μὲν κλονήσεις καὶ διασείσεις, οἱ δὲ κραυγάσεις. βέλτιον δὲ κλάσεις ἀπὸ μεταφορᾶς τῶν τεμνομένων κλημάτων. VEΓΘM (II) ἄλλως: ἐκ ῥιζῶν ἀνατρέψεις. ἔνθεν κλαστήριον τὸ δρέπανον, ᾧ κλα‐ δεύουσι καὶ ξύλα καὶ κλήματα ἐν ταῖς ἀμπέλοισ. VEΓΘM

sch eq

166c

vet πατήσεις: ὑποτάξεις, διαπαλαίσεις, καταπονήσῃ. R

sch eq

166d

Tr βουλὴν πατήσεις] ἤγουν καταφρονήσεις τοῦ βουλευτηρίου. VatLh

sch eq

166e

Tr κλαστάσεις] κλονήσεις, διασείσεις ἢ κλάσεις καὶ συντρίψεις ἀπὸ μεταφορᾶς τῶν περιτεμνομένων κλημάτων. VatLh

sch eq

167a

vet Tr ἐν πρυτανεί: πρυτανεῖον οἰκίσκος παρὰ τοῖς Ἀθηναίοις, ἔνθα σιτοῦνται δημοσίᾳ οἱ τῆς τοιαύτης τιμῆς παρ’ αὐτοῖς τυχόντες. περισπούδαστον δὲ ἦν τῆς τοιαύτης δωρεᾶς τυχεῖν. ἐπὶ γὰρ μεγάλοις κατορθώμασι τὴν τοιαύτην ἀπεδίδουν χάριν. VEΓΘMVatLh

sch eq

167b

vet λαικάσεις: δέον εἰπεῖν σιτήσεις, ἢ ἐν πρυτανείῳ ἀριστήσεις. παρ’ ὑπόνοιαν οὖν εἶπεν ὡς ἐν κωμῳδίᾳ. VEΓΘM

sch eq

167c

vet λαικάσεις: παρ’ ὑπόνοιαν, δέον εἰπεῖν σιτίσῃ. R

sch eq

167d

vet λαικάσεις] ὡς λακόπρωκτοι. M

sch eq

167e

Tr λαικάσεις] πορνεύσεις, δέον σιτήσῃ. VatLh

sch eq

169a

vet τοὐλεόν] τὸ μαγειρικὸν τραπέζιον. R

sch eq

169b

Tr τοὐλεόν] τραπέζιον μαγειρικόν. VatLh47

sch eq

170a

vet ἐν κύκλ: ἀπὸ τοῦ συμβεβηκότος καὶ αὐτὸς ὠνόμασε, βουλόμενος δηλοῦν τὰς Κυκλάδας νήσους, κύκλῳ κειμένας. φησὶν οὖν, περίβλεψαι· καὶ γὰρ τούτων ἄρξεις. VEΓΘM

sch eq

170b

vet ἀπὸ τοῦ συμβεβηκότος τὰς Κυκλάδας νήσους, κύκλῳ κειμένας, ὠνόμασεν. R

sch eq

170c

Tr ἀπὸ τοῦ συμβεβηκότος καὶ αὐτὸς ὠνόμασε βουλόμενος Κυκλάδας νήσους δηλῶσαι κύκλῳ κειμένας· διὸ καὶ “ἐν κύκλῳ κάτιδε λέγει. VatLh

sch eq

171

vet Tr ὁλκάδας] τὰς ναῦς, παρὰ τὸ ἕλκειν. EΓ4VatLh

sch eq

174a

vet Tr τὸν ἕτερον εἰς Καρχηδόνα: παίζει πρὸς τὸ ἐνταῦθα κἀκεῖσε ὅρα. ἡ μὲν γὰρ Καρία πρὸς ἕω, ἡ δὲ πρὸς δύσιν, ἡ Καρχηδών, ἡ λεγομένη Καρτάγεννα. λέγει δὲ τὴν δύσιν. VEΓΘMVatLh

sch eq

174b

vet παίζει πρὸς τὸ ἐνταῦθα κἀκεῖσε ὁρᾶν. ἡ μὲν γὰρ πρὸς ἕω, ἡ Καρία, ἡ δὲ πρὸς δύσιν, ἡ Καρχηδών. R

sch eq

175

vet Tr εὐδαιμονήσω γ’ εἰ διαστραφήσομαι: εἰ στρεβλωθήσομαι τοὺς ὀφθαλμούς· ἐπεὶ εἶπε στράφηθι ἐνταῦθα κἀκεῖσε. RVEΓΘVatLh

sch eq

176a

vet πέρναται: πιπράσκεται. δέον εἰπεῖν διοικεῖται, ὁ δὲ εἶπε πέρναται πικρῶς, τουτέστι πιπράσκεται. RVEΓΘM

sch eq

176b

Tr πέρναται] πιπράσκεται, δέον εἰπεῖν διοικεῖται. VatLh

sch eq

179

vet Tr ἀνὴρ] ἤγουν ἀνδρεῖος. EΓ3VatLh

sch eq

181a

vet Tr ὁτιὴ πονηρὸς: πάλιν διὰ τούτου δεικνύναι βούλεται, ὅτι ὑπὸ τῶν πονηροτάτων διοικεῖται τὰ τῶν Ἀθηναίων πράγματα, καὶ ὅτι μάλιστα εὐδο‐ κιμοῦσιν οἱ τοιοῦτοι παρ’ αὐτοῖς, ὥσπερ καὶ ὁ Κλέων. VEΓΘMVatLh

sch eq

181b

vet Tr κἀξ ἀγορᾶς] ἀγοραῖος. EΓ2VatLh48

sch eq

182a

vet οὐκ ἀξιῶ] οὐχ ὑπολαμβάνω, οὐκ ἄξιον νομίζω. RVEΓ3

sch eq

182b

Tr οὐκ ἀξιῶ] οὐκ ἄξιον νομίζω. VatLh

sch eq

185

vet Tr μῶν ἐκ καλῶν εἶ κἀγαθῶν] μὴ εὐγενὴς εἶ. EΓ3VatLh

sch eq

186

Tr τῆς τύχης] τῆς εὐτυχίας. VatLh

sch eq

187a

vet Tr οἷον πέπονθας ἀγαθόν: οἷον πλεονέκτημα ὑπάρχει σοι ἔχεισ. VEΓΘMVatLh

sch eq

187b

vet οἷον πλεονέκτημά ἐστί σου καὶ ἔχεισ. R

sch eq

188a

vet Tr ἀλλ’ ὦγάθ’ οὐδὲ μουσικὴν ἐπίσταμαι: ὅτι μουσικὴν τὴν ἐγκύκλιον παιδείαν φησί. γράμματα δὲ τὰ πρῶτα στοιχεῖα. δεῖ δὲ τοὺς διερ‐ χομένους διὰ γραμμάτων παιδεύεσθαι. ἡ γὰρ παιδεία τοὺς ἀτόπους ἐκτρέπει λογισμούς. VEΓΘMVatLh

sch eq

188b

γράμματα] τὰ πρῶτα στοιχεῖα. R

sch eq

189a

vet Tr πλὴν γραμμάτων: οἱ γὰρ ἀξιώματος ἀντιποιούμενοι τὴν ἐγκύκλιον μάλιστα παιδεύονται παιδείαν. ἡ δὲ ἐγκύκλιος παιδεία διὰ πάσης χωρεῖ καὶ παιδεύσεως καὶ ῥυθμοῦ παντὸς καὶ κινήματος. ταύτην παιδευθῆναι τὸν Θηβαῖον Ἐπαμεινώνδαν, καὶ ἄλλους δὲ πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας παρὰ πλείοσιν
5ἱστορεῖται. RVEΓΘMVatLh

sch eq

189b

vet καὶ ταῦτα μέντοι κακὰ κακῶς: παρομοίως εἶπε “καὶ κακὰ
κακῶς”. ὅτι τὸ σύνολον, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν ἐστὶν ἀνωφελές. ἀποτείνεται δὲ πρὸς τοὺς πολιτευομένους πάλιν διὰ τούτων. ἢ ὡς ἀμαθῶν ὄντων καὶ τυχόντων ἀνθρώπων πολιτευομένων καὶ49
5διὰ τοῦτο ῥᾳδίως χωρούντων ἐπὶ τὴν ἀδικίαν. ὡς τῆς παιδείας ἱκανῶς καθεστώ‐ σης ἀποδιῶξαι καὶ ἀπελάσαι τῆς ψυχῆς τοὺς πονηροὺς λογισμούς. διὰ τὴν δυσγένειαν δὲ τὸ “κακὰ κακῶς οὐ καλῶς, ἀλλὰ κακῶς ἐπίστασθαι. VEΓΘM

sch eq

189c

vet παρομοίως εἶπε “καὶ κακὰ κακῶς”. ὅτι τὸ σύνολον, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν, φησίν, ἀνωφελές. R

sch eq

189d

Tr κακὰ κακῶς] παροιμιῶδες, ἐπεὶ καὶ κακὰ κακῶς. VatLh

sch eq

190a

vet τουτὶ σὲ μόνον ἔβλαψεν: ἦ γὰρ ἂν ἀμείνων ἦσθα μηδὲ τὴν ἀρχὴν πειραθεὶς τῶν γραμμάτων. RVEΓ3ΘM

sch eq

190b

Tr τουτὶ σὲ μόνον ἔβλαψεν] ὅτι, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν ἀνωφελές. ἀμείνων γὰρ ἂν ἦσθα μηδὲ τὴν ἀρχὴν πειρα‐ θεὶς γραμμάτων. VatLh

sch eq

190c

Tr ἀποτείνεται πρὸς τοὺς πολιτευομένους πάλιν διὰ τούτων, καὶ καθάπ‐ τεται αὐτῶν ὡς ἀμαθῶν ὄντων, καὶ διὰ τοῦτο ῥᾳδίως χωρούντων ἐπὶ τὴν κακίαν, ὡς τῆς παιδείας ἱκανῶς ἐχούσης ἀπελάσαι τοὺς πονηροὺς τῆς ψυχῆς λογισμούς. Vat

sch eq

191

vet Tr ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικο: ἡ τῶν δημαγωγῶν ἀρχή, φησίν, οὐκέτι τοῖς σοφοῖς οὐδὲ τοῖς ἀξιολόγοις ἐγχειρίζεται. VEΓΘM VatLh

sch eq

193a

vet Tr ἀλλὰ μὴ παρῇς: μὴ ὑπερίδῃς, μὴ ἀπώσῃ, μηδὲ παραπέμψῃ τοιοῦτον καιρὸν παραπεπτωκότα. EΓΘMVatLh

sch eq

193b

vet μὴ παρῇς] μὴ παρίδῃς. E

sch eq

193c

vet παρῇς] παρίδῃς, ἀφήσῃς. Γ250

sch eq

196a

vet (I) ᾐνιγμένος: μετὰ αἰνίγματος λελεγμένος, οὐκ αὐτόθεν φανερὸν ἔχων τὸν νοῦν. τοῦτο δὲ παρόσον οἱ χρησμοὶ λοξῶς ἐκφέρονται ὑπὸ τοῦ Ἀπόλ‐ λωνος. VEΓΘM (II) ἄλλως: μετὰ αἰνίγματος, οἷον ἄλλα μὲν λέγων, ἄλλα δὲ δηλῶν. RVEΓΘ

sch eq

196b

Tr ᾐνιγμένος] αἰνιγματωδῶς εἰρημένος, ὁποῖοί εἰσιν οἱ χρησμοί. VatLh

sch eq

196c

Tr —Vat

sch eq

197a

vet (ad vv. 197—201) στίχοι ἐν ἐκθέσει ἐπικοὶ πέντε. VEΓ3

sch eq

197b

Tr (ad vv. 197—201) δακτυλικοὶ στίχοι εʹ. VatLh

sch eq

197c

vet ἀλλ’ ὁπόταν μάρψ: αὕτη ἀρχή ἐστι τοῦ χρησμοῦ. ὁρᾷς ὅτι ἐμπεπλεγμένος τοῖς λόγοις ἀσάφειαν κατὰ τὴν ἑρμηνείαν ἐργάζεται. VEΓΘM

sch eq

197d

vet βυρσαίετος ἀγκυλοχείλης: τὸν Κλέωνα λέγει. πολλάκις γὰρ προειρήκαμεν ὅτι διαβάλλει τὸν Κλέωνα. συνέθηκε δὲ τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ αἰετοῦ, ἅμα τε ὡς βυρσοδέψην κωμῳδῶν τὸν Κλέωνα καὶ ὡς κλέπτην καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ ζῷον ὁ αἰετός. τὸ δὲ
5ἀγκυλοχείλης ἐπίθετον τοῦ αἰετοῦ, ὁ ἐπικαμπεῖς τὰς χηλὰς ἔχων. ἐπὶ δὲ Κλέωνος, τὰς χεῖρας ἀγκύλας ἔχων πρὸς τὸ κλέπτειν καὶ ἁρπάζειν. διὰ τοῦτο αἰετῷ αὐτὸν ἀπείκασεν. VEΓΘM

sch eq

197e

vet βυρσαίετον τὸν Κλέωνα λέγει· συνέθηκε τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ αἰετοῦ, ἅμα τε ὡς βυρσοδέψην κωμῳδῶν τὸν Κλέωνα. ἀγκυλοχείλης τοῦ αἰετοῦ ἐπίθετον, ἐπὶ δὲ Κλέωνος τὰς χεῖρας ἀγκύλας ἔχων πρὸς τὸ κλέπτειν καὶ ἁρπάζειν. R

sch eq

197f

Tr βυρσαίετον τὸν Κλέωνα λέγει διαβάλλων αὐτόν. συνέθηκε δὲ τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ ἀετοῦ, ἅμα μὲν ὡς βυρσοδέψην κωμῳδῶν αὐτόν, ἅμα δὲ καὶ ὡς κλέπτην καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ ζῷον ὁ ἀετός. τὸ δὲ ἀγκυλοχείλης ἐπίθετον τοῦ ἀετοῦ διὰ τὸ ἐπικαμπεῖς ἔχειν τὰς χηλάς.
5VatLh51

sch eq

197g

vet ἀλλ’ ὁπόταν] ὁ χρησμός. Γ2

sch eq

197h

Tr ἀλλ’ ὁπόταν] αὕτη ἐστὶν ἡ ἀρχὴ τοῦ χρησμοῦ. VatLh

sch eq

197i

Tr μάρψῃ] λάβῃ. VatLh

sch eq

197k

Tr βυρσαίετος] τὸν Κλέωνα λέγει. VatLh

sch eq

197l

Tr ἀγκυλοχείλης] ἐπικαμπεῖς ἔχων τὰς χηλάς. VatLh

sch eq

198a

vet γαμφηλῇσι: σιαγόσι. δράκοντα τὸν ἀλλᾶντα. κοάλεμον τὸν κο‐ λούοντα καὶ παύοντα τὰ κακά· ὅτι καὶ αὐτὸς ἔμελλε παύσειν τὸν Κλέωνα. VEΓΘM

sch eq

198b

vet Tr κοάλεμον: τὸν Ἀγοράκριτον οὕτως εἶπεν. ἔγκειται δὲ τῇ λέξει τό τε ἠλεὸν καὶ τὸ κοεῖν, ὅ ἐστι νοεῖν. τὸν οὖν ἀνόητα καὶ μάτην κοοῦντα κοάλεμον ἔλεγον. VEΓΘMVatLh

sch eq

198c

vet κοάλεμον: σύγκειται δὲ ἡ λέξις ἐκ τοῦ ἠλέματος καὶ τοῦ κοεῖν, ὅ ἐστι νοεῖν. R

sch eq

198d

vet Tr αἱματοπώτην: καὶ τοῦτο οἰκείως ἐπὶ τοῦ δράκοντος. αἱματοπωτεῖ γὰρ τὸ ζῷον. καὶ ἐπὶ τοῦ ἀλλαντοπώλου· τὰ γὰρ ἔντερα καὶ τοὺς ἀλλᾶντας μετὰ αἵματος καὶ πιμελῆς ἢ ἀλφίτων φυρῶσιν. αἱματοπώτην οὖν τὸν αἷμα κατανα‐ λίσκοντα καὶ ὥσπερ ἐκροφοῦντα. RVEΓΘMVatLh

sch eq

198e

Tr γαμφηλῇσι] σιαγόσι. VatLh

sch eq

198f

Tr δράκοντα] τὸν ἀλλᾶντα λέγει. VatLh

sch eq

198g

Tr κοάλεμον] τὸν κολούοντα τὰ κακά· ὅτι καὶ αὐτὸς ἔμελλε παύσειν τὸν Κλέωνα. VatLh

sch eq

199a

vet σκοροδάλμη: ἡ πικρία τοῦ σκορόδου καὶ τῆς ἅλμης. τὸ μετὰ τῆς ἅλμης τρῖμμα τῶν σκορόδων, οἷον ἡ δριμυτής. εἶπε δὲ Παφλαγόνων διὰ
τὸν Κλέωνα, ἐπειδὴ Παφλαγὼν ἦν. RVEΓΘM52

sch eq

199b

Tr Παφλαγόνων] ἤγουν τοῦ Κλέωνος. VatLh

sch eq

199c

Tr ἡ σκοροδάλμη] ἡ πικρία τοῦ σκορόδου καὶ τῆς ἅλμης, ἢ ἡ δριμυτής. VatLh

sch eq

200

Tr κῦδος ὀπάζει] δόξαν δίδωσιν. VatLh

sch eq

201a

Tr αἴ κεν] ἐάν. VatLh

sch eq

201b

Tr ἕλωνται] προκρίνωσιν. VatLh

sch eq

201c

Tr —Vat

sch eq

203a

vet βυρσαίετος: ἀμφιβόλως ἐξενήνεκται κατὰ τὴν φράσιν. δύο δὲ αἴτια εἰς ταὐτὸ παραλαμβανόμενα ἀμφιβολίαν ἐργάζονται. εἴρηται δὲ παρὰ τὴν βύρσαν καὶ τὸ ἁρπάζειν. VEΓ4Θ

sch eq

203b

Tr ὁ Παφλαγὼν] Κλέων. VatLh

sch eq

206a

Tr περιφανέστατον] φανερώτατον. VatLh

sch eq

208

vet εἶθ’ αἱματοπότης: παρόσον εἰώθασι τοὺς ἀλλᾶντας μετὰ αἵματος φυρᾶν. VEΓΘ

sch eq

210a

vet (I) αἴ κε μὴ θαλφθῇ λόγοις: καταθαλφθῇ, καταπλαγῇ ταῖς λοιδορίαις, τουτέστιν ἐὰν μὴ εἴξῃ μηδὲ παραχωρήσῃ λοιδορούμενος. VEΓΘM (II) ἄλλως: ἀπάτῃ ἀπατηθῇ καταπτήξας τὰς λοιδορίας Κλέωνος.
5VEΓ3ΘM

sch eq

210b

vet θαλφθ: καταθελχθῇ, καταπλαγῇ ταῖς λοιδορίαις. ἐὰν μὴ ἐξαπατηθῇ τῇ τῶν λόγων περιδρομῇ. R

sch eq

210c

Tr θαλφθῇ] ἀπατηθῇ, καταπτήξας τὰς λοιδορίας Κλέωνος, ἢ κατα‐ πλαγῇ. VatLh

sch eq

210d

Tr —Vat

sch eq

211a

vet αἰκάλλει: κολακεύει, κινεῖ, προτρέπεται. R53

sch eq

211b

vet αἰκάλλει με] θωπεύει με· γράφεται δὲ καὶ “καλεῖ με”, ἀντὶ τοῦ κινεῖ, προτρέπεται. VEΓ2

sch eq

211c

Tr αἰκάλλει] κινεῖ, προτρέπει. VatLh

sch eq

212a

vet οἷός τ’ ἐπιτροπεύειν εἰμ’ ἐγώ] δυνατός εἰμι ἐπίτροπος διοικεῖν καὶ ἄρχειν. R

sch eq

212b

vet οἷός τε] δυνατός. EΓ3

sch eq

212c

vet Tr ἐπιτροπεύειν] ἄρχειν, διοικεῖν. EΓ2VatLh

sch eq

213a

vet φαυλότατον: ῥᾴδιον, ἁπλοῦν, εὐχερές. RM

sch eq

213b

vet φαυλότατον] ῥᾴδιον, εὐτελές, βραχύ, ἁπλοῦν. VEΓ3

sch eq

213c

Tr φαυλότατον] εὐτελές, ῥᾴδιον. VatLh

sch eq

214a

vet τάραττε: παρῳδίας τρόπον. παρῴδησε γὰρ τὸν ἴαμβον ἐξ Ἡρακλει‐ δῶν Εὐριπίδου. μεταφορικῶς δὲ τοῖς ὀνόμασι χρῆται ἐπὶ τῆς πολιτείας καὶ τῇ τοῦ ἀλλαντοπώλου τέχνῃ. τάραττε, φησί, καὶ συμφύρα τὰ πράγματα. VEΓΘM

sch eq

214b

vet (I) χόρδευε: τὰ ἔντερα τῶν τετραπόδων χορδὰς καλοῦσι· καὶ τοῦτο οὖν ἀπὸ τῆς τέχνης τοῦ ἀλλαντοπώλου εἴρηται. ὥσπερ γάρ, φησί, γεμίζεις καὶ πληροῖς τὰ ἔντερα πάντα τοῦ φυράματος, οὑτωσὶ χόρδευε καὶ τὰ πολιτικά, τουτέστι σύμπλεκε ἀλλήλοις καὶ συγκύκα. RVEΓΘM
5(II) ἄλλως: παρὰ τὸ χορδή. χορδὴ γάρ ἐστι τὸ λεπτὸν ἔντερον, ὃ εἰώθασι πλέκειν οἱ μάγειροι. διαβάλλει δὲ πάλιν τοὺς στρατηγοὺς 〈ὡσ〉 ταράττοντας καὶ χορδεύοντας, τουτέστιν εἰς πλοκὰς ἐμβάλλοντας τὴν πόλιν. VEΓ3ΘM

sch eq

214c

Tr παρῴδησε τὸν ἴαμβον ἐξ Ἡρακλειδῶν Εὐριπίδου. μεταφορικῶς δὲ τοῖς ὀνόμασι χρῆται ἐπὶ τῆς πολιτείας καὶ τῆς τοῦ ἀλλαντοπώλου τέχνης. τάραττε, φησί, καὶ συμφύρα τὰ πράγματα. τὸ δὲ χορδεύειν τὸ τὰ ἔντερα πλη‐ ροῦν ἐστι τοῦ φυράματος, ὃ ἐξ αἵματος καὶ πιμελῆς καὶ ἀλφίτων κατασκευάζου‐
5σιν, ὡς εἴρηται. χορδαὶ γάρ εἰσι τὰ τῶν τετραπόδων ἔντερα ἃ εἰώθασιν οἱ μάγειροι πλέκειν, ἢ πληροῦν τοῦ φυράματος. διαβάλλει δὲ τοὺς στρατηγοὺς ὡς ταράττοντας καὶ εἰς πλοκὰς ἐμβάλλοντας τὴν πόλιν. VatLh54

sch eq

216a

vet ὑπογλυκαίνων] ἡδύσμασι χρώμενος καὶ ἀρτύμασι καὶ κολακείαις. VEΓ3

sch eq

216b

vet ῥηματίοις] ἤγουν κολακείαις· ἐχρήσατο δὲ τῇ λέξει ὡς μάγειρος. Γ2

sch eq

216c

Tr ὑπογλυκαίνων] ἡδύσμασι χρώμενος καὶ ἀρτύμασι, λόγοις κολα‐ κευτικοῖς καὶ γλυκέσιν. VatLh

sch eq

219a

vet ἔχεις ἅπαντα: σύμφωνά σοι ἔχεις καὶ ἁρμόζεις εἰς ἅπαντα. πάλιν δὲ ἐνταῦθα αὐτῶν καθάπτεται τῶν Ἀθηναίων καὶ τῶν πολιτευομένων, ὡς τῶν μὲν τοιούτοις ἐγχειριζόντων τὰ δημόσια, τῶν δὲ πολιτευομένων οὕτω πεφυκότων. VEΓΘM

sch eq

219b

Tr ἔχεις ἅπαντα] ἤγουν ἁρμόζεις εἰς ἅπαντα. VatLh

sch eq

220a

vet συμβαίνουσι] συμπράττουσι. VEΓ3

sch eq

220b

Tr συμβαίνουσι] συμφωνοῦσι. VatLh

sch eq

221a

vet τῷ Κοαλέμ: ἀντὶ τοῦ τῇ ἀνοίᾳ· ἀναπλάττει δὲ αὐτὴν ὡς δαίμονα. τοῦτο δὲ παρῴδησεν ἐκ τῆς τραγῳδίας. ἀνέπλασε δέ τινα δαίμονα ἀπὸ τῶν προειρημένων κωμικῶς. τουτέστιν ἀπατητικῷ καὶ ἀνοήτῳ δαίμονι· ἢ τῷ κωλύοντι τὸν ἄνεμον καὶ παύοντι δαίμονι· ἢ τῷ ἀλλαντοπώλῃ. VEΓΘM

sch eq

221b

Tr Κοάλεμόν τινα ἀναπλάττει δαίμονα ἀπὸ τῶν προειρημένων κωμικῶς. ἤγουν ἀπατητικὸν καὶ ἀνόητον δαίμονα, ᾧ προτρέπει θύειν αὐτὸν ὡς ἀνόητον καὶ ἀνοήτων ἐπιστατήσοντα. VatLh

sch eq

221c

vet Κοαλέμῳ] ἀνοήτῳ. M

sch eq

221d

Tr σπένδε] θύε. VatLh

sch eq

221e

Tr τῷ Κοαλέμῳ] τῇ ἀνοίᾳ. VatLh

sch eq

222a

vet χὤπως ἀμυνεῖ] λείπει τὸ σκόπησον· καταγωνιεῖ. VEΓ2

sch eq

222b

Tr χὤπως ἀμυνεῖ] σκόπει· καταγωνιεῖ. VatLh55

sch eq

224a

vet Tr βδύλλει: καταπέπληγε, βδελύττεται, τουτέστι μισεῖ. VEΓΘMVatLh

sch eq

224b

vet βδύλλει] μισεῖ. M

sch eq

224c

Tr —Vat

sch eq

225

vet ἀλλ’ εἰσὶν ἱππεῖς: οἱ ἱππεῖς ἐπέθεντο αὐτῷ, ἐπεὶ ὅτε ἦν εἷς αὐτῶν, κακῶς αὐτοὺς διέθηκεν. οἱ δὲ ἱππεῖς τάγμα εἰσὶν ἐν τῇ Ἀττικῇ· ἀφ’ ὧν ὁ χορὸς σύγκειται τῷ δράματι, ὅθεν καὶ τὴν ἐπιγραφὴν πεποίηται. VEΓΘM

sch eq

226a

vet μισοῦντες αὐτόν: Θεόπομπος ἐν δεκάτῳ Φιλιππικῶν φησὶν ὅτι οἱ ἱππεῖς ἐμίσουν αὐτόν· προπηλακισθεὶς γὰρ ὑπ’ αὐτῶν καὶ παροξυνθεὶς ἐπετέθη τῇ πολιτείᾳ καὶ διετέλεσεν εἰς αὐτοὺς κακὰ μηχανώμενος. κατηγόρει γὰρ αὐτῶν ὡς λιποστρατούντων. διὰ τοῦτο οὖν ἐμνήσθη Ἀριστοφάνης.
5VEΓΘM

sch eq

226b

Tr ἱππεῖς τάγμα εἰσὶν ἐν τῇ Ἀττικῇ, ἀφ’ ὧν ὁ χορὸς σύγκειται· ἐξ ὧν καὶ τὴν ἐπιγραφὴν τοῦ δράματος πεποίηται. οὗτοι τὸν Κλέωνα ἐμίσουν. εἷς γὰρ ὢν αὐτῶν κακῶς αὐτοὺς διέθηκεν. προπηλακισθεὶς δὲ παρ’ αὐτῶν καὶ παροξυνθεὶς ἐπετέθη τῇ πολιτείᾳ καὶ διετέλεσεν εἰς αὐτοὺς κακὰ μηχανώμενος.
5κατηγόρησε γὰρ αὐτῶν ὡς λιποστρατούντων. διὰ τοῦτο εἰσάγει αὐτοὺς βοη‐ θήσοντας τῷ ἀλλαντοπώλῃ. VatLh

sch eq

228a

vet ὅστις ἐστὶ δεξιός: ἀγαθός, εὔνους ἡμῖν, ἀπεχθόμενος πρὸς τὴν τοῦ Κλέωνος πονηρίαν. VEΓΘ

sch eq

228b

Tr δεξιός] ἀγαθός, εὔνους ἡμῖν καὶ μισῶν τὸν Κλέωνα. VatLh

sch eq

229

vet Tr ξυλλήψεται] συμμαχήσει. EΓ2VatLh

sch eq

230a

vet (I) ἐξῃκασμένος: πεπλασμένος πρὸς ὁμοιότητα. ἔθος γὰρ ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδουμένοις, ἵνα φανεροὶ
ὦσι τοῖς ὑπ’ αὐτῶν καὶ περιτιθέναι τοῖς ὑποκριταῖς. VEΓΘM (II) ἄλλως: οὐκ εἶχεν αὐτοῦ προσωπεῖον διὰ τὸ δεδοικέναι τοὺς σκευοποιοὺς56
5καὶ μὴ θέλειν μήτε πλάττειν μήτε σχηματίζειν τὴν ὄψιν τοῦ Κλέωνος. λέγει οὖν ὅτι μηδενὸς ὑποστάντος αὐτὸν ὑποκρίνεσθαι αὐτὸς ὁ Ἀριστοφάνης μιλτώσας ἑαυτὸν ὑπεκρίνατο, ἢ τῇ τρυγίᾳ χρίσας ἑαυτόν. VEΓΘM

sch eq

230b

Tr ἔθος ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδου‐ μένοις καὶ περιτιθέναι τοῖς ὑποκριταῖς, ἵνα φανεροὶ ὦσι. τὸν Κλέωνα δὲ οὐδεὶς ἠθέλησε μιμήσασθαι ὑπὸ φόβου. ἀλλ’ ὁ Ἀριστοφάνης μόνος χρίσας ἑαυτὸν τρυγὶ αὐτὸν ὑπεκρίθη. VatLh

sch eq

230c

vet ἐξῃκασμένος] ὁμοιωθείς. EΓ2

sch eq

230d

Tr ἐξῃκασμένος] ἤγουν οὐδεὶς ἐξωμοίωσεν ἑαυτὸν τῷ Κλέωνι διὰ φόβον. VatLh

sch eq

232

Tr εἰκάσαι] ἤγουν ὑποκριθῆναι τὸ ἐκείνου πρόσωπον. VatLh

sch eq

233

Tr —Vat

sch eq

235a

vet οὔτοι μὰ τοὺς δώδεκα θεούς: τοῦτο ὁ Κλέων λέγει. ἰδὼν ὁμιλοῦντας καὶ μὴ εἰδὼς περὶ τοῦ ὁμιλοῦσι, συνωμότας αὐτοὺς καλεῖ. πικρῶς οὖν κατὰ τοῦ Κλέωνος ἐκφέρονται, ὡς τοιαῦτα αὐτοῦ συκοφαντοῦντος ἀπὸ μικρῶν καὶ εὐτελῶν προφάσεων. VEΓΘM

sch eq

235b

vet Tr χαιρήσετον] χαίροντες ἀπαλλάξετε. EΓ3VatLh

sch eq

236a

vet ὁτιὴ ’πὶ τῷ δήμῳ ξυνώμνυτον πάλαι: ξυνωμοσίαν ἐποιήσατε, τουτέστιν ὅρκους καὶ πίστεις ἀλλήλοις δεδώκατε, ἵνα ὁμοφρονήσητε κατὰ τοῦ δήμου. VEΓΘM

sch eq

236b

vet ἐπὶ τῷ δήμῳ] κατὰ τοῦ δήμου. VEΓ3

sch eq

236c

Tr ἰδὼν ὁ Κλέων τούτους ὁμιλοῦντας καὶ φόβον αὐτοῖς ἐμβαλεῖν βου‐ λόμενος τοῦτό φησιν· οὐκ εἰδὼς περὶ τίνος ὁμιλοῦσι, διαβάλλειν δὲ αὐτοὺς βούλεται. συνωμότας γὰρ αὐτοὺς καλεῖ ὡς πίστεις καὶ ὅρκους πρὸς ἀλλήλους ποιήσαντας κατὰ τοῦ δήμου. VatLh

sch eq

237a

vet τὸ Χαλκιδικὸν ποτήριον: ἔγνωκεν ὅτι ὁ θεράπων ἔπινε καὶ
εἶχεν ἐπὶ χεῖλος τὸ ποτήριον. ἰδὼν οὖν ὁ Κλέων προφάσει καὶ τούτῳ κέχρηται τῆς συκοφαντίας, καὶ τὸ ποτήριον εὐθύνει ὡς Χαλκιδικόν. κωμῳδεῖ δὲ αὐτὸν ὡς καὶ ἐπὶ τοῖς τυχοῦσι μεγάλα μεμφόμενον. οἱ δὲ Χαλκιδεῖς εἰσὶ μὲν57
5ἐπὶ τῆς Εὐβοίας ἄποικοι Ἀθηναίων, εἰσὶ δὲ καὶ ἐπὶ Θρᾴκης οἱ Χαλκιδεῖσ, ἄποικοι ὄντες ἀπὸ τῆς Εὐβοίας. πολλὰ δὲ ἦν τότε χωρία τῆς Θρᾴκης ὑπακούοντα τοῖς Ἀθηναίοις, περὶ ὧν νῦν λέγει. καὶ γὰρ ἐπὶ Θρᾴκης Χαλκιδεῖς ἦσαν ὑπηκόοι τῶν Ἀθηναίων. φησὶν οὖν ὅτι τὸ ποτήριον τοῦτο Χαλκιδικόν ἐστι, καὶ πόθεν ὑμεῖς αὐτὸ ἔχετε, εἰ μὴ δῶρον ὑμῖν ἐδόθη ἵνα ἀποστῶσιν; ἔλαβε δὲ τὴν πρόφασιν
10εὔκαιρον τοῦ ὀνόματος τῶν Χαλκιδέων, διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀποστῆναι αὐτοὺς τῶν Ἀθηναίων. ἀπέστησαν δὲ ἀπὸ Ἀθηναίων Χαλκιδεῖς ἐπὶ Εὐκλέους ἄρχοντος. VEΓΘM

sch eq

237b

vet Tr τὸ Χαλκιδικὸν ποτήριον] τὸ ὀστράκινον. ἐχρῶντο δὲ τούτῳ εἰς τὰ συμπόσια. VEΓ3VatLh

sch eq

238a

vet Χάλκις: πόλις Εὐβοίας, ἄποικοι Ἀθηναίων. ἐχρῶντο δὲ τοῖς ὀστρακίνοις 〈εἰς τὰ συμπόσια〉· ὡς ἀεὶ οὖν τοῦ Κλέωνος δι’ ἐλάχιστόν τι κατηγοροῦντος. χωρίζετε οὖν, φησί, Χαλκιδέας ἀπὸ τῆς τῶν Ἀθηναίων συμμαχίας. VEΓΘM

sch eq

238b

Tr οἱ Χαλκιδεῖς εἰσὶ μὲν καὶ ἐπὶ τῆς Εὐβοίας ἄποικοι Ἀθηναίων, εἰσὶ δὲ καὶ ἐπὶ Θρᾴκης ἄποικοι τῆς Εὐβοίας. πολλὰ δὲ ἦν τότε χωρία τῆς Θρᾴκης ὑπηκόα τοῖς Ἀθηναίοις, ἐν οἷς ἦσαν καὶ Χαλκιδεῖς. ἰδὼν οὖν ὁ Κλέων ἐν ταῖς χερσὶ τοῦ θεράποντος ὀστράκινον ποτήριον, φησὶν ὅτι τὸ ποτήριον τοῦτο
5Χαλκιδικόν ἐστι, καὶ πόθεν ὑμεῖς αὐτὸ ἔχετε, εἰ μὴ δῶρον ὑμῖν ἐδόθη παρ’ αὐτῶν ἵνα ἀποστῶσι τῆς τῶν Ἀθηναίων συμμαχίας; ἔλαβε δὲ τὴν πρόφασιν εὔκαιρον, διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀποστῆναι αὐτοὺς Ἀθηναίων ἐπὶ Εὐκλέους ἄρχοντος· ὡς ἀεὶ οὖν τοῦ Κλέωνος δι’ ἐλαχίστων κατηγοροῦντος τοῦτό φησιν. VatLh

sch eq

238c

Tr Χαλκιδέας] πόλις Εὐβοίας, ἄποικος Ἀθηναίων. VatLh58

sch eq

240a

vet ὦ γεννάδα] τοῦτο ὁ θεράπων πρὸς τὸν Ἀγοράκριτον. ἔν τισι δὲ οἱ δύο στίχοι οὐκ ἔγκεινται. VEΓ3

sch eq

240b

vet Tr ὦ γεννάδα] τοῦτο ὁ θεράπων πρὸς τὸν Ἀγοράκριτον. MVatLh

sch eq

241

Tr —Vat

sch eq

242a

vet (ad vv. 242—6) ἐν ἐκθέσει στίχοι τροχαϊκοὶ καταληκτικοὶ εʹ, οὓς οἱ ὑποκριταί φασιν. EΓ3M

sch eq

242b

vet ἄνδρες ἱππεῖς: ὡς συκοφαντούμενος ἐπικαλεῖται εἰς βοήθειαν τοὺς ἱππέας. εἷς δὲ τῶν ἱππέων ὁ Σίμων καὶ ὁ Παναίτιος. VEΓΘM

sch eq

242c

Tr ἄνδρες ἱππεῖς] ὡς συκοφαντούμενοι ἐπικαλοῦνται πρὸς βοήθειαν τοὺς ἱππεῖς. VatLh

sch eq

243a

vet πρὸς τὸ δεξιὸν κέρας: ὡς ἐπὶ τάξεως φησίν. ὁ δὲ Παναίτιος ὡς μέγας τῶν ἱππέων κωμῳδεῖται. τινὲς δέ φασι τὸ μὲν “ἄνδρες ἱππεῖς 〈τὸν〉 ἀλλαντοπώλην λέγειν, ἄλλοι δὲ τὸ “ἄνδρες ἐγγύς τὸν θεράποντα. VEΓΘM

sch eq

243b

Tr πρὸς τὸ δεξιὸν κέρας] ὡς ἐπὶ τάξεως φησίν. VatLh

sch eq

243c

vet οὐκ ἐλᾶτε;] ἐπὶ παρατάξεως. Γ2

sch eq

243d

vet ὦ Σίμων, ὦ Παναίτι’] Σίμων καὶ Παναίτιος ἵππαρχοι. VEΓ3

sch eq

243e

Tr ὦ Σίμων, ὦ Παναίτι’] ὁ Σίμων καὶ ὁ Παναίτιος ἵππαρχοι καὶ τοῦ τῶν ἱππέων τάγματος. VatLh

sch eq

244a

vet κἀπαναστρέφου: ὡς τοῦ ἀλλαντοπώλου πεφευγότος εἶπεν ἀνα‐ στρέφου. VEΓΘM

sch eq

244b

Tr κἀπαναστρέφου] ὡς πεφευγότος τοῦτο λέγει. VatLh

sch eq

245

vet Tr ὡς ὁμοῦ προσκειμένων: τὸ ὁμοῦ λέγουσιν Ἀττικοὶ ἀντὶ τοῦ
ἐγγύς, ὡς καὶ ἐν Εἰρήνῃ “καὶ μὴν ὁμοὖστιν ἤδη”. VEΓΘVatLh59

sch eq

246a

vet Tr τροπὴν] φυγήν, δίωξιν. VEΓ2VatLh

sch eq

246b

Tr Unknown Manuscript CharacterVatLh

sch eq

247a

vet (ad vv. 247—83) κορωνίς, ὅτι εἰσέρχεται ὁ χορὸς τῶν ἱππέων καὶ πάλιν στίχοι τροχαϊκοὶ λβʹ. VEΓ3

sch eq

247b

Tr Vat

sch eq

247c

Tr (ad vv. 247—83) παῖε παῖε τὸν πανοῦργον: εἴσθεσις διπλῆς ἀμοιβαίας ἑτέρων ὑποκριτῶν εἰσιόντων. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ λζʹ, ὧν τελευταῖος “καὶ τέμαχος οὗ Περικλῆς οὐκ ἠξιώθη πώποτε”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῶν στίχων διπλῆ
5ἔξω νενευκυῖα. VatLh

sch eq

247d

vet Tr παῖε παῖε τὸν πανοῦργον: ἐντεῦθεν ἡ πάροδος γίνεται τοῦ χοροῦ ἀπὸ τῶν ἱππέων συμπληρουμένου· οἵτινες ἐπικαλουμένου ἀκούσαντες τοῦ θεράποντος, εὐθέως ἀφικνοῦνται βοηθήσοντες αὐτῷ. ταραξιππόστρατον δὲ καλοῦσι τὸν Κλέωνα, τουτέστι τὸν ταράσσοντα τὸ πλῆθος τὸ ἱππικόν. τοῦτο
5δὲ εἶπεν, ἵνα δόξωσιν εἰκότως αὐτῷ χαλεπαίνειν καὶ αὐτοὶ καὶ πολεμεῖν· ἢ ἵνα τὸν Κλέωνα δείξῃ διὰ πάντων λυμαινόμενον τὴν πόλιν, διαφθείροντα μὲν τὸ ἱππικόν, σφετεριζόμενον δὲ τοὺς φόρους. VEΓΘMVatLh

sch eq

248a

vet καὶ τελώνην: 〈τελώνην αὐτὸν λέγει, ὡς ἀπηνῶς τελωνοῦντα·〉 διεβέβλητο 〈γὰρ〉 τὸ τοῦ τελώνου ὄνομα. ὡς καὶ τοῦ Κλέωνος ὄντος τελώνου καὶ ὑπὲρ τὸ τέλος τελωνοῦντος. φάραγξ δὲ τὸ ἀπόσχισμα τῆς γῆς, ὃ τὸ παρεμπίπτον ὕδωρ πίνει· τοῦτο δὲ καὶ εἰς τὸ κακόφωνον αὐτοῦ. Χάρυβδιν δὲ
5ἁρπαγῆς ὡς πᾶν ὁτιοῦν ἁρπάζοντα. VEΓ3ΘM60

sch eq

248b

vet φάραγγα: τὸ τῆς γῆς βάραθρον ὃ, ἐὰν εἰς αὐτὸ ὕδωρ ἐμπέσῃ, ἀφανὲς ποιεῖ. εἰς ἄδηλον γὰρ τὸ ὕδωρ καταναλίσκεται. τοῦτο δὲ διὰ τὸ κακόφω‐ νον τοῦ Κλέωνος καὶ τὸ κράζειν ὡς ἐπὶ τῶν πετρῶν τὰ κύματα. VEΓ3Θ

sch eq

248c

Tr τελώνην δὲ αὐτὸν λέγει ὡς ἀπηνῶς τελωνοῦντα. διεβέβλητο γὰρ τὸ τοῦ τελώνου ὄνομα. φάραγγα δὲ καὶ Χάρυβδιν διὰ τὸ τὰ παρεμπίπτοντα ἁρπάζειν καὶ κατεσθίειν, ὡς φάραγξ καὶ ἡ Χάρυβδις τὸ παρεμπίπτον ὕδωρ πίνει. VatLh

sch eq

248d

Tr φάραγγα] διὰ τὸ κακόφωνον αὐτοῦ. VatLh

sch eq

248e

vet Tr Χάρυβδιν ἁρπαγῆς] ὡς κατεσθίοντος αὐτοῦ τὰ κοινά. VEΓ3VatLh

sch eq

249

Tr αὔτ’] αὐτό. VatLh

sch eq

251a

vet Tr κύκα] οἷον πᾶν αὐτῷ κίνει πρᾶγμα καὶ μηχανήν· τοῦτο γάρ ἐστι τὸ κυκᾶν. VEΓ3VatLh

sch eq

251b

vet κύκα] οἷον πᾶσαν αὐτῷ μηχανὴν κίνει καὶ κατ’ αὐτοῦ. Γ2

sch eq

252a

vet Tr κἀπικείμενος βόα: ἀντὶ τοῦ τύπτων αὐτόν· διὰ δὲ Κλέωνα τοῦτο πάλιν λέγει, ἐπειδὴ κεκράκτης ἦν. VEΓ3ΘmVatLh

sch eq

252b

vet Tr βδελύττου] μίσει, ἀποστρέφου. EΓ2VatLh

sch eq

253

vet καὶ γὰρ οἶδε τὰς ὁδούς: ἐπίσταται, φησί, τὰς καταδύσεις Εὐκράτους τὰς ἐπὶ τὰ κυρήβια. κυρήβια δέ εἰσι τὰ πίτυρα καὶ ἄχυρα τῶν πυρῶν ἢ κριθῶν· μύλωνας δὲ ἔχων ὁ Εὐκράτης εἰκότως εἶχε καὶ κυρήβια. ἐκωμῴδησεν οὖν εὐκαίρως αὐτὸν ὡς μυλωνάρχην καὶ ὡς πρὸ αὐτοῦ πολιτευ‐
5σάμενον καὶ πεφευγότα. τινὲς δὲ ὅτι ἦν μυλωνάρχης. VEΓ3ΘM61

sch eq

254a

vet Tr κυρηβίων: ἔνθα αἱ κάχρυς φρύγονται. κάχρυς δέ εἰσιν αἱ λελεπισ‐ μέναι κριθαί, ἀφ’ ὧν ἡ πτισάνη. σκώπτει δὲ καὶ τὸν Εὐκράτην ὡς τοιαύτην τέχνην ἔχοντα. ἐν ἄλλοις γοῦν φανερώτερόν φησι, “καὶ σὺ κυρηβιοπῶλα Εὔκρατες στύππαξ.” VEΓ3ΘVatLh

sch eq

254b

vet Tr Εὐκράτης] ὁ καλούμενος στύππαξ. VEΓ3VatLh

sch eq

254c

vet Tr κυρηβίων] τῶν μυλώνων· κυρήβια γὰρ τὰ πίτυρα τῶν κριθῶν. VEΓ3VatLh

sch eq

254d

Tr —Vat

sch eq

255a

vet ὦ γέροντες ἡλιαστα: τοῦτο ὁ Κλέων λέγει, καὶ αὐτὸς ἐπικαλού‐ μενος τοὺς δικαστὰς εἰς βοήθειαν. Ἡλιαία γὰρ μέγιστον δικαστήριον Ἀθήνησιν· οἱ δὲ δικασταὶ ὑπὸ τῶν δημαγωγῶν ἐτρέφοντο, τριώβολον λαμβάνοντες μισθὸν δικαστικὸν μετὰ τὸ κρῖναι. ὡς δημαγωγὸς οὖν ἐπικαλεῖται οὓς ἔτρεφεν. συγ‐
5γενεῖς δὲ εἶπε τριωβόλου οἷον προσῳκειωμένοι καὶ προσπεφυκότες τῷ τριωβόλῳ. καὶ γὰρ τοὺς συγγενεῖς φράτορας καλοῦσιν. εἰσὶ δὲ οἱ τῆς αὐτῆς φατρίας μετέχοντες, οἷον πατρίας τινός. ὁ γοῦν Ὅμηρος τὴν αὐτὴν πάτραν λέγει “ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη”, καὶ κατ’ ἀναφορὰν πάτρη καλεῖται. μεταπέπτωκε δὲ τὰ στοιχεῖα καθάπερ ἐπὶ τοῦδε, ὁ φάτριος Ζεὺς καὶ ὁ πάτριος.
10τὸ δὲ τριώβολον ἡμίδραχμόν ἐστιν. Ἡλιαία δὲ καλεῖται διὰ τὸ ὑπαίθριον αὐτὴν εἶναι καὶ ὑπὸ τῷ ἡλίῳ καθέζεσθαι τοὺς συνελθόντας δικαστάς. VEΓ3ΘM

sch eq

255b

Tr περὶ τῆς Ἡλιαίας τοῦ δικαστηρίου. δικαστήριόν ἐστιν Ἀθήνησιν Ἡλιαία καλούμενον διὰ τὸ ὑπαίθριον εἶναι καὶ ὑπὸ τοῦ ἡλίου φλέγεσθαι τοὺς συνερχομένους ἐν αὐτῷ δικαστάς. οἵτινες ὑπὸ τῶν δημαγωγῶν ἐτρέφοντο,
τριώβολον λαμβάνοντες μισθὸν δικαστικὸν μετὰ τὸ κρῖναι. ὡς δημαγωγὸς62
5οὖν ἐπικαλεῖται οὓς ἔτρεφεν. φράτορες δὲ καλοῦνται οἱ τῆς αὐτῆς φατρίας μετέχοντες οἷον πατρίας τινός. μεταπέπτωκε γὰρ τὰ στοιχεῖα καθάπερ ἐπὶ τοῦδε, ὁ φάτριος Ζεὺς ἤγουν ὁ πάτριος. τὸ δὲ τριώβολον ἡμίδραχμόν ἐστιν. VatLh

sch eq

255c

Tr ἡλιασταί] Ἡλιαία μέγιστον δικαστήριον Ἀθήνησιν. VatLh

sch eq

255d

Tr φράτορες τριωβόλου] συγγενεῖς, προσῳκειωμένοι τῷ τριωβόλῳ. VatLh

sch eq

256a

vet οὓς ἐγὼ βόσκω: πικρῶς ὡς θρέμμασιν αὐτοῖς κέχρηται ἀλόγοις. βόσκειν γὰρ ἐπὶ τῶν ἀλόγων ζῴων τίθεται. τὸ δὲ δίκαια κἄδικα, οἷον ἐκ δικαίου 〈καὶ ἀδίκου〉. VEΓ3ΘM

sch eq

256b

vet βόσκω] τρέφω. Γ2

sch eq

256c

Tr βόσκω] τρέφω. ὡς δημαγωγὸς γὰρ καλεῖ οὓς ἔτρεφεν. VatLh

sch eq

257a

vet (I) ξυνωμοτῶν: ξυνωμοσίαν πεποιημένων, τουτέστι πίστεις δι’ ὅρκων διδόντων αὑτοῖς καὶ συνθήκας κατ’ ἐμοῦ πεποιηκότων. VEΓ3ΘM (II) ἄλλως: προδοτῶν τοῦ δήμου, τῶν συνομνυόντων ἐπὶ τῇ καθαιρέσει τοῦ δήμου. VEG3ΘM

sch eq

257b

Tr ξυνωμοτῶν] ἐπιβούλων, προδοτῶν. VatLh

sch eq

257c

Tr —Vat

sch eq

258a

vet πρὶν λαχεῖν: πρὶν χειροτονηθῆναι, πρὶν κληρωθῆναι. πρὸ δια‐ νομῆς, φησίν, ἁρπάζεις· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς δείπνοις ἁρπαζόντων πρὸ διανομῆς. VEΓ3ΘM

sch eq

258b

vet πρὶν λαχεῖν] ἤγουν πρὶν κληρωθῆναι, πρὸ διανομῆς. Γ2

sch eq

258c

Tr πρὶν λαχεῖν κατεσθίεις] ἤγουν πρὶν διανεῖμαι αὐτὰ ἁρπάζεις. VatLh

sch eq

259a

vet (I) κἀποσυκάζεις: συκοφαντεῖς· ἐχρήσατο δὲ τῷ ὀνόματι, ἀφ’ οὗ καὶ συκοφάντης κέκληται. τὸ γὰρ παλαιὸν τίμια παρὰ τοῖς Ἀθηναίοις τὰ σῦκα ἦν, καὶ εἴ τις διεβλήθη κλέπτων, ἐκολάζετο. φαίνειν δὲ ἔλεγον τὸ
κατηγορεῖν VEΓΘ63
5(II) ἄλλως: συκάζειν τὸ ἀποθλίβειν τὰ σῦκα, εἰ ὠμὰ ἢ πέπειρα. καλῶς οὖν ἐπήνεγκε τὸ “ἀπο〈συκάζεισ〉 πιέζων”, ἐπεὶ ἀποθλίβει τοὺς συκοφαν‐ τουμένους καὶ πιέζει δωροδοκῶν. VEΓΘ

sch eq

259b

vet τοὺς ὑπευθύνους σκοπῶν: διαλογιζόμενος καὶ ὁρῶν καὶ πολυ‐ πραγμονῶν. τὸ δὲ “πέπων ἢ μὴ πέπων ἀντὶ τοῦ ἁπαλός, ῥᾳδίως διασεισθῆναι δυνάμενος. μεταφορικῶς δὲ ἀπὸ τοῦ συκάζειν τούτοις τοῖς ὀνόμασι κέχρηται. ὠμὰ γὰρ τὰ μηδέπω ὡριμακότα. ὥσπερ οὖν ἐπὶ τῶν καρπῶν ἐκ μὲν τῶν
5πεπανθέντων ἔστι δρέψασθαι καὶ φαγεῖν, ἐκ δὲ τῶν ἀώρων καὶ ὠμῶν οὐκέτι, οὕτως, φησί, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ Κλέων διελογίζετο, καὶ διέκρινε τίς ἐπιτήδειος διασεισθῆναι καὶ τίς σκληρὸς καὶ δυσκαταμάχητος. ὑπευθύνους δὲ τοὺς μηδέπω λογισμὸν παρεχομένους μηδὲ εὐθύνας τῆς ἀρχῆς ἧς ἐπιστεύ‐ θησαν. VEΓΘ

sch eq

259c

vet (I) ἀποσυκάζεις: συκοφαντεῖς. ἐχρήσατο δὲ τῷ ὀνόματι ἀφ’ οὗ καὶ συκοφάντης λέγεται. τὸ γὰρ παλαιὸν τίμια παρ’ Ἀθηναίοις τὰ σῦκα ἦν, καὶ εἴ τις διεβλήθη κλέπτων, ἐκολάζετο. φαίνειν δὲ ἐλέγετο τὸ κατηγορεῖν. M (II) ἄλλως: ἀποσυκάζειν, συκοφαντεῖν. οἱ δὲ δοκιμάζειν. ἀποσυκάζειν
5γὰρ τὸ τὰ πέπειρα σῦκα διαλέγειν. διόπερ προσέθηκε πιέζων. ἐκθλίβοντες γὰρ δοκιμάζομεν τὰ σῦκα, εἰ πέπειρά ἐστιν ἢ μή. ἐπεὶ τοίνυν συκάζειν λέγεται καὶ τὸ συκοφαντεῖν καὶ τὸ σῦκα κλέπτειν, ἅπαξ εἰπὼν τὸ ἀποσυκάζεις, ἐπήνεγκε τὸ πιέζων. M

sch eq

259d

vet ὑπευθύνους σκοπῶν: διαλογιζόμενος καὶ ὁρῶν καὶ πολυπραγ‐ μονῶν. τὸ δὲ “πέπων ἢ μὴ πέπων ἀντὶ τοῦ ἁπαλὸς καὶ ῥᾳδίως διασεισθῆναι δυνάμενος. μεταφορικῶς δὲ εἶπεν ἀπὸ τοῦ συκάζειν. ὠμὰ γὰρ τὰ μηδέπω ὥριμα. ὥσπερ οὖν ἐκ τῶν ὡρίμων ἔστι φαγεῖν, ἐκ δὲ τῶν ὠμῶν οὐκέτι, οὕτω
5καὶ ἐπὶ τῶν ἀνθρώπων ἐκ μὲν τῶν ὠμῶν, τουτέστι τῶν σκληρῶν καὶ δυσκατα‐ μαχήτων οὐκ ἔστι φαγεῖν, ἐκ δὲ τῶν χαύνων φαγεῖν. ὑπευθύνους δὲ λέγει τοὺς καταδίκους. M

sch eq

259e

vet ἀποσυκάζεις] συκοφαντεῖς. Γ2

sch eq

259f

Tr ἀποσυκάζεις] συκοφαντεῖν, ἀφ’ οὗ καὶ συκοφάντης. τὸ γὰρ παλαιὸν τίμια τὰ σῦκα παρ’ Ἀθηναίοις, καὶ εἴ τις διαβληθείη κλέπτων, ἐκολάζετο.
VatLh64

sch eq

259g

Tr ἀποσυκάζειν ἐστὶ τὸ ἀποθλίβειν τὰ σῦκα ἢ ὠμὰ ἢ πέπειρα. καλῶς οὖν ἐπήνεγκε τὸ ἀποπιέζειν, ἐπεὶ ἀποθλίβων τοὺς συκοφαντουμένους καὶ πιέζων ἐδωροδοκεῖτο. ὑπευθύνους δὲ λέγει τοὺς μηδέπω λογισμὸν παρεχομένους μηδὲ εὐθύνας τῆς ἀρχῆς ἧς ἐπιστεύθησαν. VatLh

sch eq

260a

vet Tr ὅστις αὐτῶν ὠμός ἐστι: σκληρὸς καὶ δυσκαταμάχητος. EΓΘ VatLh

sch eq

260b

vet Tr πέπων ἢ μὴ πέπων〉: ἀντὶ τοῦ εἰπεῖν πένης ἢ πλούσιος. ἐπέμεινε δὲ τῇ μεταφορᾷ ὡς ἐπὶ σύκων. EΓΘVatLh

sch eq

261a

vet Tr ἀπράγμον’ ὄντα: ἐπιεικῆ καὶ μέτριον τοὺς τρόπους, οὐ φιλοπράγ‐ μονα. EΓΘVatLh

sch eq

261b

vet κεχηνότα] ἀνειμένον ἢ μωρόν. EΓ3

sch eq

262a

vet (I) ἐκ Χερρονήσου: Χερρόνησος τῆς Θρᾴκης χωρίον καὶ πόλις, ὑποτελὴς τῶν Ἀθηναίων, εὔφορος εἰς πυροῦ γεωργίαν. ὅθεν καὶ ἐσιταγώγουν οἱ Ἀθηναῖοι. ὡς ἰδιοπραγμόνων καὶ ἰδιωτῶν ὄντων τῶν Χερρονησιωτῶν καὶ διασείεσθαι δυναμένων ῥᾳδίως, μάλιστα δὲ τοῦ Κλέωνος ἐπηρεάζοντος αὐτούς,
5τούτων ἐμνήσθη. ὅθεν ὡς ἐπὶ ἀγροίκων καὶ τῷ “καταγαγών ἐχρήσατο σημαντικῶς, ὥσπερ ἀπ’ ἀγροῦ τινος μετακαλουμένων καὶ κατιόντων εἰς πόλιν. VEΓΘM (II) ἄλλως: ὡς καταγαγόντος αὐτοῦ τοὺς συμμάχους εἰς Ἀθήνας καὶ συκοφαντοῦντος καὶ ἀργυριζομένου. VEΓ3Θ

sch eq

262b

Tr Χερρόνησος τῆς Θρᾴκης χώρα καὶ πόλις ὑποτελὴς Ἀθηναίοις, εὔφορος εἰς πυροῦ γεωργίαν, ὅθεν καὶ ἐσιταγώγουν Ἀθηναῖοι. ὡς οὖν ἀπραγ‐ μόνων ὄντων καὶ ἰδιωτῶν καὶ ὑπὸ Κλέωνος ἐπηρεαζομένων τούτων ἐμνήσθη. ὅθεν καὶ ὡς ἐπὶ ἀγροίκων τῷ “καταγαγὼν ἐχρήσατο, ὡς ἀπ’ ἀγροῦ
5κατιόντων εἰς πόλιν. VatLh65

sch eq

262c

vet ἀγκυρίσας: ὑποσκελίσας, κατάξας, μετακαλεσάμενοσ, οἷον τῇ ἀγκύλῃ καταβαλών. παλαιστρικὰ γάρ ἐστι ταῦτα καὶ τὸ “διαλαβὼν καὶ τὸ “ἀγκυρίσας”. VEΓΘM

sch eq

262d

vet καταγαγὼν] κατάξας. EΓ3

sch eq

262e

Tr Χερρονήσου] αὕτη Θρᾴκης χώρα. VatLh

sch eq

262f

Tr ἀγκυρίσας] ὑποσκελίσας ὡς ἐπὶ τῶν παλαιόντων. VatLh

sch eq

263a

vet ἐνεκολάβησας: 〈κόλαβοσ〉 ἄκολος, ψωμός, ὅθεν τὸ ἐνεκολάβησας ἀντὶ τοῦ καταπέπωκας. τὸ δὲ ὅλον, καταπαλαίσας αὐτὸν ἐκπεριελθὼν καὶ διασείσας ἀργυρίζεται. τὴν βίαν δὲ ᾗ ἐκέχρητο κατὰ τῶν ἀνθρώπων διὰ τῆς πάλης ἐδήλωσεν. VEΓ3Θ

sch eq

263b

Tr εἶτ’ ἀποστρέψας τὸν ὦμον] τὴν βίαν ᾗ ἐκέχρητο κατὰ τῶν ἀνθρώπων διὰ τῆς πάλης ἐδήλωσεν. VatLh

sch eq

263c

Tr ἐνεκολάβησας] ἤγουν καταπέπωκας· ἀπὸ τοῦ ψωμοῦ ὃν ἄκολον ἔλεγον. VatLh

sch eq

264a

vet καὶ σκοπεῖς γε τῶν πολιτῶν: διακρίνεις καὶ ἀναζητεῖς. ὁ δὲ νοῦς αὐτῷ πᾶς τοῦτο λέγειν βούλεται, ὅτι οὐ τῷ προειρημένῳ ἐπηρεάζει τρόπῳ, ἀλλ’ εἴ τις καὶ τοιοῦτό τι ποιεῖ, ἀναζητεῖ καὶ διακρίνει τίς ἐστι τῶν πολιτῶν ἀμνοκῶν, οἷον προβατώδης, τουτέστι μωρὸς καὶ εὐήθης· τὰ γὰρ πρόβατα ἐπὶ
5εὐηθείᾳ διαβάλλεται. VEΓΘM66

sch eq

264b

Tr σκοπεῖς] ἀναζητεῖς. VatLh

sch eq

264c

Tr ἀμνοκῶν] ἤγουν προβατώδης καὶ εὐήθης· τὰ γὰρ πρόβατα ἐπὶ εὐηθείᾳ διαβάλλεται. VatLh

sch eq

265a

vet καὶ τρέμων τὰ πράγματα: εὐλαβούμενος καταστῆναι εἰς πράγ‐ ματα. πολλοὶ γὰρ διὰ δειλίαν καὶ ἤθους καὶ τρόπων ἐπιείκειαν αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆσαι διὰ δίκης. καὶ τοὺς τοιούτους ἐπιλεγόμενος, φησίν, ὁ Κλέων καταστήσας εἰς φόβον τοῦ παρέξειν πράγματα ἐπηρεάζει
5ῥᾳδίως. VEΓΘM

sch eq

265b

Tr τρέμων τὰ πράγματα] πολλοὶ γὰρ δι’ ἐπιείκειαν τρόπων αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆσαι διὰ δίκης· οὓς ὁ Κλέων φοβῶν ἐζημίου. VatLh

sch eq

265c

Tr —VatLh

sch eq

269a

vet Tr ὡς δ’ ἀλαζών, ὡς δὲ μάσθλης: ἀλαζὼν ὁ μείζονα τῆς ἑαυτοῦ ἀξίας κομπάζων καὶ φρονῶν. μάσθλης δὲ κυρίως ἱμὰς μεμαλαγμένος καὶ ἁπαλὸς καὶ τρυφερός. καλῶς οὖν ἐπὶ τοῦ Κλέωνος τῷ ὀνόματι κέχρηται, ὁμοῦ καὶ τὸ τοῦ τρόπου ὕπουλον καὶ τὸ λαγαρὸν αὐτοῦ δεικνύς, καὶ σκώπτων ὡς
5βυρσέα, ἀφ’ ὧν οἱ ἱμάντες γίνονται κατεργασθέντες τοιοῦτοι. VEΓΘMVatLh

sch eq

269b

vet εἶδες ο’ ὑπέρχεται: ὡς παράγεται τὸν δῆμον ὑποτρέχων καὶ κολακεύει καὶ καταπραΰνει ἀπάγων τὴν ὀργὴν ἅπασαν τὴν πρὸς αὐτόν. VEΓΘ

sch eq

269c

vet μάσθλης] ὁ μεμαλαγμένος καὶ ἐντρίβων ταῖς πονηρίας. EΓ3

sch eq

269d

Tr μάσθλης] ὡς ἱμὰς μεμαλαγμένος· σκώπτων δὲ ὡς βυρσέα τοῦτό φησιν. VatLh

sch eq

269e

Tr ὑπέρχεται] ὑπούλως ἀπατᾷ. VatLh67

sch eq

270a

vet ὡσπερεὶ γέροντας: ὥσπερ, φησί, τοὺς γέροντας δικαστὰς ἐκ‐ πανουργῆσαι, οὕτω καὶ ἡμᾶς ἐπιχειρεῖ ἀπατᾶν. κόβαλα γὰρ καλοῦσι τὰ πα‐ νουργήματα. VEΓΘ

sch eq

270b

vet Tr ἐκκοβαλικεύεται: λῃστεύει· κόβαλοι γὰρ οἱ μετὰ ξύλου λῃσταί· τοὺς αὐτοὺς καὶ κορυνηφόρους καλοῦσιν. οἱ δὲ κόβαλον τὴν μετὰ ἀπάτης παιδιάν. VEΓΘVatLh

sch eq

270c

vet ἐκκοβαλικεύεται: κόβαλα γὰρ καλοῦσι τὰ ἀπατήματα καὶ πανουργεύματα. ἐκκοβαλικεύεται δὲ ἀντὶ τοῦ λῃστεύει. κόβαλοι γὰρ οἱ λῃσταί· τοὺς αὐτοὺς καὶ κυρηφόρους καλοῦσιν. οἱ δὲ κόβαλον τὴν μετὰ ἀπάτης παιδείαν. M

sch eq

270d

vet ἐκκοβαλικεύεται] ἀπατᾷ, παραλογίζεται. EΓ3

sch eq

271a

vet (I) ἀλλ’ ἐὰν ταύτῃ γε νικ: τῇ πανουργίᾳ. λέγει ὅτι ἐὰν τῇ πανουργίᾳ νικήσῃ, αὐτῇ τῇ πανουργίᾳ παισθήσεται. VEΓ3QM (II) ἄλλως: τὰς χεῖρας δείκνυσιν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παλαιόντων· διὸ φησὶ καὶ τὸ κυρηβάσει. VEΓΘ

sch eq

271b

Tr ταύτῃ] τῇ πανουργίᾳ. Lh

sch eq

271c

Tr ταυτῃὶ] τὴν χεῖρα δείκνυσιν, ἢ κορώνην φέρων τοῦτο λέγει. Lh

sch eq

272a

vet (I) κυρηβάσει: κυρηβασία λέγεται ἡ διὰ τῶν κεράτων μάχη, ἥπερ ἐν τοῖς ἀλόγοις ζῴοις γίνεται. τοῦτο οὖν δηλοῖ ὅτι ἢ μαχεῖται ἢ πλήξει. κυρηβάσεις γὰρ λέγονται αἱ πλήξεις τῶν τράγων. καὶ γὰρ ἐκεῖνοι ταῖς κεφαλαῖς διαμάχονται. VEΓΘM
5(II) ἄλλως: πρὸς τὸ σκέλος μαχεῖται ἢ διαπεσεῖται. VEΓ3Θ

sch eq

272b

Tr κυρηβάσεις λέγονται αἱ πλήξεις τῶν τράγων καὶ τῶν λοιπῶν κερασ‐
φόρων ζῴων. καὶ γὰρ ἐκεῖνα ταῖς κεφαλαῖς καὶ τοῖς κέρασι διαμάχονται. Lh68

sch eq

273

vet Tr γαστρίζομαι] τοῦτο ὡς πληγεὶς τῷ σκέλει εἰς τὴν γαστέρα. τὴν γαστέρα τύπτομαι. παρεπιγραφή· συγκέκυφε γὰρ καὶ ὑπὸ τῶν διωκόντων τύπτεται. EΓ3Lh

sch eq

274a

vet καταστρέφεις] δουλοῖς. EΓ3

sch eq

274b

Tr καταστρέφεις] καταβάλλεις. Lh

sch eq

275a

vet ἀλλ’ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρώτῃ τρέψομαι: πλεῖόν σου βοῶν εἰς φυγὴν τρέψω. EΓ3M

sch eq

275b

vet τῇ βοῇ τρέψομαι] ἤγουν νικήσω σε βοῶν. Γ2

sch eq

275c

Tr τῇ βοῇ τρέψομαι] ἤγουν πλέον σου βοῶν εἰς φυγὴν κινήσω, νικήσω. Lh

sch eq

276a

vet (I) τήνελλος ε: τήνελλα ἁρμονία λύρας. ἐὰν τοίνυν ὑπερακοντίσῃς αὐτόν, μουσικώτατος εἶ. VEΓΘM (II) ἄλλως: νικηφόρος· τήνελλα γὰρ κρουμάτιον ἐπινίκιον. VEΓΘM

sch eq

276b

Tr τήνελλος] ἤγουν μουσικώτατος· τήνελλος γὰρ ἁρμονία λύρας. Lh

sch eq

277a

vet ἢν δ’ ἀναιδείᾳ παρέλθῃς: κἂν ἡττηθῇς, φησίν, ὑπ’ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ ἐν ἀναιδείᾳ, οὐδὲν ἧττον ἡμετέρα ἡ νίκη. πυραμοῦς δὲ εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυρῶν πεφρυγμένων, ὡς καὶ σησαμοῦς τὸ διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς. εἰώθασι γὰρ ἐν
5τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω ἐλάμβανε τὸν πυραμοῦντα. VEΓΘ

sch eq

277b

vet ἡμέτερος ὁ πυραμοῦς: ἡμετέρα ἡ νίκη. πυραμοῦς δὲ εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυροῦ πεφυρμένος, ὡς καὶ ὁ σησαμοῦς διὰ
σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς. εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω69
5νικήσας ἐλάμβανε τὸν πλακοῦντα, ἤγουν τὸν πυραμοῦντα. ὁ δὲ νοῦς ὅτι ἐὰν ἡττηθῇς ὑπ’ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ τῇ ἀναισχυντίᾳ οὐδὲν ἧττον ἡμέτερον τὸ ἑρμαῖον, τουτέστιν ἡμετέρα ἡ νίκη. M

sch eq

277c

Tr παρέλθῃς] νικήσεις, ἐκ μεταφορᾶς τῶν τρεχόντων. Lh

sch eq

277d

Tr ἡμέτερος ὁ πυραμοῦς] ἤγουν ἡμετέρα νίκη· πυραμοῦς δὲ εἶδος πλακοῦντος. Lh

sch eq

277e

Tr πυραμοῦς εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυρῶν πεφρυγμένων, ὥσπερ καὶ σησαμοῦς τὸ διὰ σησάμης. ταῦτα δὲ ἐτίθετο ἆθλα τοῖς ἀγρυπνοῦσιν. εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω ἐλάμβανε τὸν πλακοῦντα. Lh

sch eq

278a

vet ἐγὼ δείκνυμι: ἐνδείκνυμι καὶ φαίνω. ἐνδεικνύναι δὲ ἔλεγον τὸ καταγγέλλειν τινὰ κακουργοῦντα περὶ τὰ κοινά. VEΓ3ΘM

sch eq

278b

Tr δείκνυμι] φανερὸν ποιῶν. Lh

sch eq

279a

vet (I) ζωμεύματα: τὰ τῶν νεῶν χρειώδη· λέγει δὲ ξύλα καὶ κηρὸν καὶ πίσσαν. VEΓ3Θ (II) ἄλλως: τὰ λεγόμενα ὑποζώματα. εἰσὶ δὲ ξύλα τῶν νεῶν. ἀντὶ τοῦ εἰπεῖν ὑποζώματα, εἶπεν ὡς πρὸς μάγειρον παίζων ζωμεύματα, ὡς ἀρτύσεως
5ἔμπειρον καὶ ζωμευμάτων. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξάγειν ξύλα καὶ πίσσαν. εἶχον δὲ καὶ οἱ Λακεδαιμόνιοι τριήρεις. VEΓ3Θ

sch eq

279b

vet τὰ τῶν νεῶν χρειώδη. λέγει δὲ εἰς ξύλον καὶ κηρὸν καὶ πίσσαν, τὰ λεγόμενα ὑποζώματα. εἰσὶ δὲ ξύλα τῶν νεῶν. ὡς σκυτεὺς πρὸς μάγειρον δὲ παίζων εἶπε ζωμεύματα. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξαγαγεῖν ξύλον καὶ πίτταν. εἶχον δὲ καὶ οἱ Λακεδαιμόνιοι τριήρεις, ἐπειδὴ ἦρχον νήσων τινῶν. M

sch eq

279c

Tr τριήρεσι] ταῖς ναυσί. Lh

sch eq

279d

Tr ζωμεύματα] ἤγουν ξύλα, ὑποζώματα τῶν νεῶν. ζωμεύματα δὲ εἶπεν, σκώπτων ὡς μάγειρον. Lh

sch eq

279e

Tr ἀντὶ τοῦ εἰπεῖν ξύλα, ὑποζώματα τῶν νεῶν, ζωμεύματα εἶπεν ὡς πρὸς μάγειρον. ἀπείρητο γὰρ ὑπ’ Ἀθηναίων ἐξάγειν ξύλα καὶ πίτταν. εἶχον
γὰρ οἱ Λακεδαιμόνιοι τριήρεις. Lh70

sch eq

280

vet Tr κενῇ τῇ κοιλί: ἀντὶ τοῦ πένης ὢν ἀναξίως ἐκ τῶν κοινῶν πεπλούτη‐ κεν. EΓ3MLh

sch eq

281a

vet Tr ἐκθεῖ πλέ: ἔξεισιν, ἐκπορεύεται μεστῇ καὶ γεμούσῃ, τουτέστιν ἔξεισιν ἐκ τῆς πολιτείας γενόμενος πλούσιος. εἰσδραμὼν δὲ ἀντὶ τοῦ προσελθὼν τῇ πολιτείᾳ· ἐμφαντικῇ δὲ τῇ λέξει κέχρηται, ἵνα δείξῃ αὐτὸν ἐπιπεπηδηκότα βιαίως καὶ ἀναισχύντως τῇ πολιτείᾳ. πρυτανεῖον δὲ τόπος Ἀθήνησιν οὗ τὰς
5δημοσίας σιτήσεις ἐποιοῦντο· τιμὴ δ’ οὐκ ἐλαχίστη τοῖς δημοσίᾳ σιτουμένοις ἦν. VEΓΘMLh

sch eq

281b

vet ἐσδραμὼν ἐς τὸ πρυτανεῖον] ὅτι ἀναξίως ἔτυχε τῆς ἐν πρυτανείῳ σιτήσεως. EΓ3

sch eq

281c

vet ἐκθεῖ] ἐκτρέχει. EΓ3

sch eq

281d

Tr πρυτανεῖον] ἐν ᾧ εἰσὶν οἱ κοινοὶ θησαυροί. Lh

sch eq

281e

Tr ἐκθεῖ πλέᾳ] ἐξέρχεται πεπληρωμένῃ. Lh

sch eq

282a

vet Tr νὴ Δ’ ἐξαγαγών γε τἀπόρρητα: ἐπειδὴ ὁ Κλέων εἶπεν ἀπόρρητα, καὶ αὐτὸς εἶπε κρέα καὶ ἄρτον. λέγει οὖν ὅτι ἀναξίως ἔτυχεν ὁ Κλέων οὗ Περικλῆς οὐκ ἔτυχε, τῶν Ἀθηναίων μὴ παρασχόντων, ἤτοι ὑπὸ μεγαλοφροσύνης τοῦ ἀνδρὸς παραιτησαμένου, ἢ ὅτι ἐξοστρακισθεὶς οὐκ ἔτυχε τῆς ἐν πρυτανείῳ
5σιτήσεως ἢ ὅτι διὰ τοῦτο εἶπε κρέα καὶ ἄρτον, ἐπειδὴ οὐκ ἐξῆν τὰ θυόμενα Δημητρὶ καὶ Περσεφόνῃ ἔξω ἀφιεῖν. ὡς γοῦν αὐτὰ ἐκφέροντος κατηγορεῖ. VEΓ3ΘMLh

sch eq

282b

Tr τἀπόρρητα] ἀπηγορευμένα τῇ πόλει. Lh71

sch eq

283a

vet καὶ τέμαχος: ἰχθῦς· ἰδίως δὲ τεμαχίτας ἰχθῦς, τοὺς μεγάλους καὶ κατακοπτομένους. VEΓΘ

sch eq

283b

vet τέμαχος: τεμάχη, τὰ τῶν ἰχθύων τῶν μεγάλων κοπτόμενα κόμματα. M

sch eq

283c

Tr τέμαχος] ἰχθύων τμήματα. ἰδίως γὰρ τέμαχος τὸ τῶν ἰχθύων τμῆμα. Lh

sch eq

283d

vet οὐκ ἠξιώθη] διὰ τὸ ἄγος. Lh

sch eq

284a

vet (ad vv. 284—302) ἀποθανεῖσθον αὐτίκα μάλα: διπλῆ καὶ εἴσθεσις 〈εἰς περίοδον〉 κώλων ιθʹ τροχαϊκῶν, ὧν τὰ μὲν ιεʹ ἀμοιβαῖα τῶν ὑποκριτῶν δίμετρα ἀκατάληκτα, τὰ δὲ δʹ ἐναλλὰξ καταληκτικά· καὶ μήποτε εἰσὶ δίστιχα τετράμετρα καταληκτικά. VEΓΘ

sch eq

284b

Tr ἀποθανεῖσθον αὐτίκα: εἴσθεσις τῆς διπλῆς ἐκ κώλων ὁμοίων τροχαϊκῶν ιθʹ, ὧν τὰ ηʹ δίμετρα ἀκατάληκτα, τὸ θʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, τὰ ἑξῆς θʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιθʹ, τὸ ”–ρας ἔχοντα κοιλίας”, ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον. ἐπὶ τῷ
5τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. Lh

sch eq

284c

vet αὐτίκα] εὐθὺς καὶ παραχρῆμα· Ἀττικὴ ἡ σύνταξις. VEΓ3

sch eq

284d

Tr αὐτίκα] παραχρῆμα. Lh

sch eq

285a

vet τριπλάσιον κεκράξομαί σου] τῷ κεκραγμῷ σου περιέσομαι ἀντὶ τοῦ νικήσω. VEΓ3

sch eq

285b

Tr κεκράξομαι] βοήσω. Lh

sch eq

286

vet Tr καταβοήσομαι βοῶν σε] τῇ βοῇ νικήσω σε. EΓ2MLh

sch eq

287a

vet κατακεκράξομαι] οἷον ὑπερκεκράξομαι. VEΓ3

sch eq

287b

Tr κατακεκράξομαί σε κράζων] τῇ κραυγῇ κατακρατήσω σου. Lh

sch eq

289a

vet κυνοκοπήσω σε: τυπτήσω σε καθάπερ κύνα. τοῦτο δὲ ὡς μάγειρος λέγει. ἔστι γὰρ κύων ἰχθὺς ποιός. ἅμα δὲ κυνείῳ σε δέρματι παίσω. ἔστι γὰρ τραχύτατον. VEΓ3ΘM72

sch eq

289b

Tr τοῦτο ὡς μάγειρος λέγει, ἀντὶ τοῦ κατακόψω σε ὡς κύνα. ἔστι γὰρ κύων ἰχθύς. ἢ κυνείῳ σε δέρματι τύψω. ἔστι γὰρ τραχύτατον. Lh

sch eq

289c

κυνοκοπήσω σου τὸ νῶτον] ὡς κύνα σε τύψω. οὐδετέρως δὲ τὸ νῶτον.
vet Tr VEΓ3MLh

sch eq

290a

vet περιελῶ ς’ ἀλαζονείας: οἷον ἀποδύσω σε καὶ παύσω τῶν ἀλα‐ ζονευμάτων. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων. παύσω σε καὶ περικόψω τῆς ἀλαζονείας. περιελάσω, νικήσω. VEΓ3ΘM

sch eq

290b

Tr περιελῶ] νικήσω, ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων. Lh

sch eq

291a

vet ὑποτεμοῦμαι τὰς ὁδούς σου: οὐκ ἐάσω σε λέγειν, προλήψομαι, νικήσω. τοῦτο ὡς πρὸς βυρσοδέψην. ὑποτέμνεται γὰρ τὰ δέρματα ἵνα παχέα φαίνηται. διαφέρει γὰρ τὸ τέμνειν τοῦ ὑποτέμνειν. ὅταν γὰρ ὑποτέμνηται 〈δέρμα〉, παχύτερον φαίνεται, ἀσθενέστερον δέ ἐστι. τέμνειν δὲ τὸ ὀρθὴν ποιεῖ‐
5σθαι τὴν τομήν. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται. VEΓ3ΘM

sch eq

291b

Tr τοῦτο ὡς βυρσοδέψου κατηγορεῖ. ὑποτέμνεται γὰρ τὰ δέρματα ἵνα παχέα φαίνηται. διαφέρει γὰρ τὸ τέμνειν τοῦ ὑποτέμνειν. ὅταν γὰρ ὑποτέ‐ μνηται παχύτερα φαίνεται, ἀσθενέστερα δέ ἐστι. τέμνειν δέ ἐστι τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται.
5Lh

sch eq

291c

Tr ὑποτεμοῦμαι τὰς ὁδούς σου] οὐκ ἐάσω σε λέγειν. Lh73

sch eq

292a

vet ἀσκαρδάμυκτος: μὴ μύσας τοὺς ὀφθαλμούς. σκαρδαμυκτεῖν γὰρ τὸ σκαίρειν καὶ μύειν τοὺς ὀφθαλμούς, τὸ πυκνῶς βλεφαρίζειν, ὃ καὶ ἰλλωπεῖν λέγεται. ἀσκαρδαμυκτεῖν δέ, προτεθέντος τοῦ α, τὸ ἀτενὲς βλέπειν τὸν ἥλιον. φησὶν οὖν ὅτι ἀτενὲς εἰς ἐμὲ βλέψον, ὡς ἐν τούτῳ καταπληξόμενος τὸν
5ἀλλαντοπώλην. VEΓ3ΘM

sch eq

292b

vet ἀσκαρδαμύκτως] ἀτενῶς, ἀναιδῶς. EΓ3M

sch eq

292c

Tr ἀσκαρδάμυκτος] μὴ μύσας τοὺς ὀφθαλμούς, ἤγουν ἀναιδῶς. Lh

sch eq

293

vet Tr κἀγὼ] σεμνύνεται ὡς ἐν ἀγορᾷ τεθραμμένος. EΓ3MLh

sch eq

294a

vet (I) διαφορήσω ς’ εἴ τι γρύξεις: ἔπαιξε παρὰ τὸ “διαφορεῖν”. καλῶς δὲ ὡς ἐπὶ μαγείρου καὶ ἀλλαντοποιοῦ κέχρηται. VEΓ3ΘM (II) ἄλλως: διασπάσω, διολέσω. ἄλλως τε καὶ οὐκ ἀχρήστως τῇ λέξει ἐπὶ μαγείρου καὶ ἀλλαντοπώλου. οὗτοι γὰρ τὰ ἔντερα πλύνοντες ἐξ ἀνάγκης τῆς
5ἀπ’ αὐτῶν πληροῦνται κόπρου. παρατηρητέον δὲ ὅτι ἐν πᾶσιν ἀμείβεσθαι τοῖς ἴσοις πειρᾶται τὸν Κλέωνα. VEΓΘM

sch eq

294b

Tr διαφορήσω] κόπρου πλήσω· παίζει δὲ ὡς 〈πρὸσ〉 μάγειρον. Lh

sch eq

294c

Tr τι γρύξεις] φθέγξῃ τι. Lh

sch eq

295a

vet (I) κοπροφορήσω σε: κόπρου σε πληρώσω. ἔπαιξε δὲ παρὰ τὸ “διαφορήσω σε”. οἱ μάγειροι γὰρ τὰ ἔγκατα πλύνοντες ἀναγκαίως πληροῦνται κόπρου. VEΓ3Θ (II) ἄλλως: τὴν κόπρον σου ἐκφορήσομαι τύπτων σε. ἢ ὡς βυρσοδέψῃ,
5ὅτι κόπρῳ τὰς βύρσας ἐθεράπευον. VEΓ3ΘM74

sch eq

295b

vet κοπροφορήσω ς’] κόπρον σου ἀποφορήσω, κόπρου πληρώσω σε. M

sch eq

295c

Tr κοπροφορήσω] ὅμοιον τῷ ῥηθέντι. οἱ μάγειροι γὰρ τὰ ἔγκατα πλύνοντες τῆς ἀπ’ αὐτῶν πληροῦνται κόπρου. Lh

sch eq

295d

Tr παρατηρητέον ὅτι ἐν πᾶσιν ἀμείβεσθαι τοῖς ἴσοις πειρᾶται τὸν Κλέωνα. Lh

sch eq

296

vet ὁμολογῶ κλέπτειν: τοῦτο παρ’ ὑπόνοιαν λέγει, ὡς ἂν εἰ ἔλεγε “σώφρων εἰμι καὶ πεπαιδευμένος”. ὁ δὲ αὐχεῖ ἐπὶ τῷ κλέπτειν. ἃ κλέπτω, ὀμνύω μὴ κεκλοφέναι, ὅ ἐστιν ὑπερβολὴ ἐπιορκίας. VEΓ3ΘM

sch eq

297a

vet νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον: προπερισπωμένως ἐπὶ τοῦ θεοῦ. ἐν μέσῃ γὰρ τῇ ἀγορᾷ ἵδρυται Ἑρμοῦ ἀγοραίου ἄγαλμα. πλεονεκτεῖν δὲ αὐτὸν πειρᾶται μὴ μόνον κλέπτων ἀλλὰ καὶ διαρρήδην ἐπιορκῶν. οἷον ἐμά ἐστι ταῦτα τὰ ἐπιχειρήματα. ἀμφότεροι δὲ ἁμιλλῶνται τίς ἐστιν αὐτῶν χείρων.
5VEΓΘM

sch eq

297b

vet νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον: 〈οἱ μὲν〉 διαιροῦσιν ἀπὸ τοῦ “νὴ τὸν Ἑρμῆν τοὺς τρεῖς στίχους· οἱ δὲ τοὺς δύο συνάπτουσιν. ἐν μέσῃ δὲ τῇ τῶν Ἀθηναίων ἀγορᾷ ἵδρυται καὶ μέχρι τοῦ νῦν ναὸς Ἑρμοῦ· εἰκότως οὖν ὡς ἀγοραῖον ὄμνυσι τοῦτον. καὶ ὅτι κλεπτίστατον τοῦτον ἀξιοῦσιν εἶναι. M

sch eq

297c

Tr ἀγοραῖον] ἵδρυτο γὰρ ἐν τῇ ἀγορᾷ Ἑρμοῦ εἴδωλον. Lh

sch eq

298a

vet κἀπιορκῶ γε βλεπόντων: οἷον ὁρώντων ὅτι κλέπτω, ὀμνύω ὅτι οὐκ ἔκλεψα. τοῦτο δὲ προστέθεικεν ὁ Ἀγοράκριτος, ὅτι πλεονεκτεῖ ἐκεῖνον καὶ μᾶλλον πονηρὸς εἶναι δοκεῖ, εἰ οὐ κλέπτει μόνον, ἀλλὰ καὶ φανερῶς ἐπιορκεῖ. VEΓ3ΘM

sch eq

298b

Tr κἀπιορκῶ γε βλεπόντων] οἷον ὁρώντων ὅτι κλέπτω, ἐπιορκῶ ὅτι οὐ
κλέπτω ὀμνύων. Lh75

sch eq

299a

vet ἀλλότρια τοίνυν σοφίζ: τεχνάζει· σοφίας γὰρ ἔλεγον τὰς τέχνας. τὰ ἀλλότρια λέγεις, φησίν. ἐμὰ γάρ ἐστι ταῦτα τὰ ἐπιχειρήματα. ὡς εἰ ἔλεγε, τὰ ἐμὰ τοίνυν κλέπτεις. VEΓΘM

sch eq

299b

Tr ἀλλότρια] ξένα. Lh

sch eq

299c

Tr σοφίζει] μετὰ ἀπάτης καὶ τέχνης σοφιστικῆς κλέπτει. Lh

sch eq

300a

vet Tr φανῶ] ἐμφανίσω, κατηγορήσω. EΓ3Lh

sch eq

300b

vet φανῶ] φανερὸν ποιήσω. M

sch eq

300c

vet τοῖς πρυτάνεσιν: ὅτι ἀναξίως ἔτυχε τῆς ἐν πρυτανείῳ σιτήσεως. ἔστι δὲ πρυτανεῖον τόπος ἐν Ἀθήναις οὗ τὰς δημοσίας σιτήσεις ἐποιοῦντο. τιμὴ δὲ οὐκ ἐλαχίστη προσῆν τοῖς τῆς δημοσίας τραπέζης τυχοῦσιν, ἐπεὶ καὶ ἀντὶ μεγάλων εὐεργεσιῶν καὶ κατορθωμάτων ἠμείβοντο τοὺς εὐεργετήσαντας
5αὐτοὺς τῇ δωρεᾷ. M

sch eq

301

vet ἀδεκατεύτους τῶν θεῶν: μὴ δεδωκότα ἀπ’ αὐτῶν τὴν δεκάτην μοῖραν τοῖς θεοῖς. ἔθος γὰρ εἶχον τὰς δεκάτας τῶν θυομένων τοῖς πρυτάνεσιν οἱ μάγειροι διδόναι. ὁ Κλέων δὲ λέγει οἱονεὶ ἀδεκάτευτον ἔχων οὐσίαν, ὁ δὲ ἀντὶ οὐσίας κοιλίας ἐπήνεγκεν ὡς ἀλλαντοπώλῃ. VEΓΘMLh

sch eq

302a

Tr κοιλίας] οὐσίας ἔδει εἰπεῖν, ὁ δὲ ὡς μάγειρος κοιλίας. Lh

sch eq

302b

Tr ἱε < ρὰς. Lh

sch eq

303a

vet (ad vv. 303—11) ὦ μιαρὲ καὶ βδελυρ: διπλῆ καὶ εἴσθεσις εἰς περίοδον κώλων θʹ, ἧς τὸ πρῶτον παιωνικὸν δίρρυθμον, τὸ δεύτερον ἐκ κρητικοῦ καὶ δοχμίου, τὰ δὲ λοιπὰ ἑπτὰ παιωνικὰ δίρρυθμα. VEΓΘM

sch eq

303b

Tr (ad vv. 303—21) ὦ μιαρὲ καὶ βδελυρ: κορωνὶς καὶ εἴσθεσις χοροῦ ἐπῳδική, διὰ τὸ τίθεσθαι μετὰ τὴν διπλῆν, ἐκ κώλων παιωνικῶν ἐπι‐ μεμιγμένων κρητικοῖς καὶ βακχείοις θʹ. ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον
ὃ καλεῖται δίρρυθμον, τὸ δεύτερον τρίμετρον βραχυκατάληκτον, τοῦ πρώτου76
5ποδὸς κρητικοῦ, τοῦ δὲ δευτέρου βακχείου. τὰ ἑξῆς δʹ ὅμοια τῷ πρώτῳ ἐκ κρη‐ τικῶν, τὰ δὲ τούτων ἑξῆς γʹ ὅμοια, τοῦ δευτέρου ποδὸς κρητικοῦ. ἐν ἐκθέσει 〈δὲ〉 στίχοι τροχαϊκοὶ τετράμετροι ἀκατάληκτοι ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ 〈τῷ〉 τέλει κορωνίς. ἑξῆς δὲ ἐν εἰσθέσει σύστημα ἀμοιβαῖον ἐκ στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ηʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

303c

Tr στροφὴ κώλων ιαʹ. Lh

sch eq

303d

Tr βδελυρὲ] αἰσχρέ. Lh

sch eq

304

Tr κρᾶκτα] λάλε. Lh

sch eq

305a

vet πλέα] πεπλήρωται. EΓ3

sch eq

305b

Tr πλέα] πεπληρωμένη. Lh

sch eq

307a

vet Tr καὶ τέλη καὶ γραφα: τὰ τελώνια καὶ αἱ ἀρχαί. τελώνης γὰρ ἦν καὶ ἐμίσθου τὰ τέλη, τουτέστι τὰ τάγματα. VEΓΘMLh

sch eq

307b

vet τέλη] τελώνια. M

sch eq

307c

vet καὶ τέλη καὶ γραφαί] τελώνης γὰρ ἦν καὶ μισθοῦ τὰ τέλη κηρύττων. τέλη δὲ τὰ τελώνια. M

sch eq

309a

vet ὦ βορβοροτάραξι: ταραχωδέστατε, ταράττων ἡμῶν τὴν πόλιν ὡς βόρβορον. θορύβου πληρώσας τὴν πόλιν καὶ βορβόρου. VEΓΘM

sch eq

309b

Tr βορβοροτάραξι] ὡς βόρβορον ταράττων ἡμῶν τὴν πόλιν. Lh

sch eq

311a

vet Tr ἀνατετυρβακώς: ἀναταράξας. τυρβάσαι δὲ κυρίως λέγεται τὸ τὸν πηλὸν ταράξαι. VEΓΘMLh

sch eq

311b

vet ἀνατετυρβακώς] ταράξας. M

sch eq

312a

vet (ad vv. 312—21) διπλῆ· στίχοι τροχαϊκοὶ τετράμετροι κατάληκτοι
δέκα. EΓ277

sch eq

312b

vet Tr ἐκκεκώφηκας: βοῆς ἐπλήρωσας τὰς ἀκοάς. VEΓ3Lh

sch eq

312c

vet ἐκκεκώφηκας] δέον εἰπεῖν τὰς ἀκοάς. Γ2

sch eq

313a

vet κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν: ἐπειδὴ οἱ θυννοσκόποι ἐπὶ ὕψους ἱστάμενοι τὴν κατασκοπὴν τῶν εἰσιόντων θύννων εἰς τὰ δίκτυα ποιοῦνται. φησὶν οὖν ὅτι καθάπερ τοὺς θυννοσκόπους εἰσιόντες εἰς τὸ δίκτυον οὐ λανθάνουσιν οἱ θύννοι, οὕτως οὐ λανθάνουσι τὸν
5Κλέωνα τῆς πόλεως ἐπιβαίνοντες οἱ τοὺς φόρους φέροντες. προαρπάζει οὖν δέον τὴν πόλιν τὰ ἑαυτῆς λαμβάνειν. ὀνειδίζει οὖν αὐτῷ, ὅτι τὰ δημόσια νοσφί‐ ζεται χρήματα, ἅμα δὲ καὶ εἰς ὀψοφαγίαν διαβάλλει. ἀπὸ μεταφορᾶς δὲ τοῦτο εἶπε τῶν ἁλιέων τῶν ἀγρευόντων τοὺς θύννους. VEΓΘM

sch eq

313b

Tr θυννοσκοπῶν] ἐπιτηρεῖς ὡς οἱ θυννοσκόποι τοὺς θύννους. Lh

sch eq

313c

Tr ὥσπερ οἱ θυννοσκόποι ἐπὶ ὕψους ἱστάμενοι τὴν κατασκοπὴν τῶν εἰσιόντων θύννων εἰς τὰ δίκτυα ποιοῦνται, οὕτως οὐ λανθάνουσι καὶ τὸν Κλέωνα τῆς πόλεως ἐπιβαίνοντες οἱ τοὺς φόρους φέροντες. ὀνειδίζει οὖν αὐτὸν ὅτι τὰ τῆς πόλεως νοσφίζεται χρήματα. ἅμα δὲ καὶ εἰς ὀψοφαγίαν διαβάλλει. Lh

sch eq

314a

vet καττύεται: συντίθεται καὶ ῥάπτει κατ’ ἐμοῦ. ἀστείως δὲ τῇ λέξει κέχρηται ὡς βυρσοδέψης ἀπὸ τῶν ὑποδημάτων. VEΓΘM

sch eq

314b

Tr καττύεται] συντίθεται καὶ ῥάπτεται κατ’ ἐμοῦ. Lh

sch eq

314c

Tr σύστημα κατὰ περικοπήν. Lh

sch eq

315a

vet χορδεύματα: ἑξῆς καὶ οὗτος ὡς μάγειρος ἀπεκρίνατο. χορδεύματα
γὰρ καὶ χορδαὶ καλοῦνται τὰ ἔντερα. VEΓΘM78

sch eq

315b

vet κάττυμα] τὸ ἄκρον δέρμα. Γ2

sch eq

315c

Tr κάττυμα] τμῆμα δέρματος. Lh

sch eq

315d

Tr χορδεύματα] ἤγουν ἔντερα, ὡς μάγειρος γὰρ ταῦτα ἀπεκρίνατο. Lh

sch eq

316a

vet ὅστις ὑποτέμνων: ὅταν γὰρ ὑποτέμνηται παχύτερα γίνονται. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται. τέμνειν δέ ἐστι τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν. M

sch eq

316b

vet μοχθηροῦ βοός: θανασίμου ἢ ἀσθενοῦς, ἰσχνοῦ καὶ λεπτοβυρσοῦ. καὶ τοῦτο δὲ ὡς βυρσέα σκώπτει. VEΓΘM

sch eq

316c

Tr ὑποτέμνων] πλαγίως τέμνων καὶ οὐκ ὀρθῶς. Lh

sch eq

316d

Tr μοχθηροῦ] πολλὰ μοχθήσαντος καὶ ἐξασθενήσαντος τῷ χρόνῳ. Lh

sch eq

317a

vet τοῖς ἀγροίκοισι πανοῦργος: εἰς ὑποδήματα τοῖσ αὐτοῖς κακῶς τὰς βύρσας τέμνων. καττύματα δὲ τὰ ἄκρα δέρματα καὶ εἰς λεπτὸν τετμημένα, ἃ προστίθεται τοῖς σανδαλίοις. τοῦτο δὲ εἶπεν ὡς πρὸς σκυτέα. VEΓ3ΘM

sch eq

317b

vet totus versus] ταῦτα ἐποίουν καὶ οὕτως ἔτεμνον οἱ βυρσοπῶλαι. EΓ3

sch eq

317c

Tr τοῖς ἀγροίκοισι] τοῖς ἐν ἀγροῖς οἰκοῦσι. Lh

sch eq

317d

Tr πανούργως] μετὰ μηχανῆς τοῦτο ποιῶν· τὰ γὰρ πλαγίως τεμνόμενα δέρματα παχέα φαίνεται. Lh

sch eq

318a

vet Tr (I) δυοῖν δοχμαῖν: παίζων καὶ αὐτὸς παλαιστὰς ἐξετείνετο· δοχμὴ γὰρ ἡ παλαιστή. VEΓΘMLh (II) ἄλλως: δύο παλαιστάς· ἐκτεινόμενα γὰρ τὰ ἰσχνὰ τῶν δερμάτων εἰς πλάτος αὔξεται. VEΓ3ΘMLh

sch eq

318b

Tr φορῆσαι] ὑποδήσασθαι τὸ τοιοῦτον δέρμα. Lh

sch eq

318c

Tr δοχμαῖν] ἤγουν παλαιστῶν· δραχμῶν δὲ ὤφειλεν εἰπεῖν. Lh79

sch eq

319a

vet κἀμὲ τοῦτ’ ἔδρασε: τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς ἐξηπάτηκεν, ὥστε καταγελάστους γενέσθαι. VEΓ3M

sch eq

319b

Tr κἀμὲ τοῦτ’ ἔδρασε] τὸν αὐτὸν τρόπον καὶ ἐμὲ ἐξηπάτησεν, ὥστε καταγελάστους γενέσθαι τοὺς Ἀθηναίους τοιούτους τρέφοντας. Lh

sch eq

320a

vet παμπολὺν τοῖς δημόταισι: διαβολὴ τῶν Ἀθηναίων εἰ καὶ δούλου παρ’ αὐτοῖς ὁ δῆμος ἀπαγγέλλεται. EΓ3M

sch eq

320b

Tr τοῖς δημόταισι] διαβάλλει τοὺς Ἀθηναίους εἰ καὶ δοῦλος αὐτῶν Δημοσθένης τυγχάνει. Lh

sch eq

320c

Tr παρασχεθεῖν] παρέχειν. Lh

sch eq

321a

vet ἔνεον ἐν ταῖς ἐμβάσιν: ἐκολύμβων, ἐνηχόμην ἐν τοῖς ὑποδήμασιν. ἐμβάδες δὲ ἐρρήθησαν ἀπὸ τοῦ ἐμβαίνειν αὐτοῖς. ἐκτεινομένων γὰρ καὶ πλα‐ τυνομένων εὐχερῶς τῶν δερμάτων, ἐκολύμβων ἐν αὐτοῖς ἐκ τοῦ μηκέτι ἡρμοσ‐ μένα τοῖς ποσὶ τῶν φορούντων αὐτὰ εἶναι. VEΓ2ΘM

sch eq

321b

Tr ἐμβάδες εἴρηνται ἀπὸ τοῦ ἐμβαίνειν ἐν αὐταῖς τοὺς πόδας. ἐκτεινομέ‐ νων γὰρ καὶ πλατυνομένων εὐχερῶς τῶν δερμάτων, ἐκολύμβων οἷον ἐν αὐταῖς ἐκ τοῦ μηκέτι ἡρμοσμένας τοῖς ποσὶ τῶν φορούντων εἶναι. Lh

sch eq

321c

vet Tr Περγασῇσιν] ὄνομα δήμου. EΓ2Lh

sch eq

321d

Tr ἔνεον] ἐνηχόμην εἰς τὰ ὑποδήματα. Lh

sch eq

322a

vet (ad vv. 322—5) τὰ τέτταρα παιωνικὰ δίρρυθμα. EΓ2

sch eq

322b

Tr (ad vv. 322—34) ἆρα δῆτ’ οὐκ ἀπ’ ἀρ: κορωνίς. εἴσθεσις χοροῦ προῳδικὴ διὰ τὸ ἀεὶ προτίθεσθαι τῆς διπλῆς, ἐκ κώλων καὶ στίχων ιβʹ. ὧν τὰ πρῶτα γʹ παιωνικὰ δίμετρα ἀκατάληκτα ἃ καλεῖται κρητικὰ δίρρυθμα. τὸ δὲ δʹ τροχαϊκὸν ἑφθημιμερὲς ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον, ὁ εʹ καὶ ϛʹ
5τροχαϊκοὶ τετράμετροι καταληκτικοί, ὁ ζʹ καὶ ηʹ δακτυλικοὶ τετράμετροι (κατὰ μονοποδίαν γὰρ μετρεῖται τὰ δακτυλικά), ὁ θʹ καὶ ιʹ τροχαϊκοὶ τετρά‐ μετροι καταληκτικοί, οἱ δὲ ἑξῆς βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. εἰσὶ δὲ καὶ ταῦτα πολυσχημάτιστα κατὰ τὸν εἰρημένον τρόπον. ἐπὶ
τῷ τέλει κορωνίς. Lh80

sch eq

322c

Tr (ad vv. 322—34) στροφὴ ἑτέρα κώλων ιβʹ. Lh

sch eq

322d

vet Tr ἆρα δῆτ’ οὐκ ἀπ’ ἀρχῆς] πρὸς τὸν ἀλλαντοπώλην. VEΓ3Lh

sch eq

325a

vet προστατεῖ τῶν ῥητόρων: προηγεῖται, προέστηκε, παρακολουθεῖ. μόνη γάρ, φησί, προηγεῖται τῶν ῥητόρων ἡ ἀναίδεια. VEΓΘM

sch eq

325b

Tr προστατεῖ] προέστηκε, προηγεῖται. καθάπτεται τῶν ῥητόρων ὡς ἀναιδῶν. Lh

sch eq

326a

vet ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους: τοὺς εὐπόρους τῶν ξένων διασείεις, τοὺς πλουσίους καὶ εὐποροῦντας. ἀμέλγεις δὲ ἀποδρέπεις, ἀπανθίζεις, τρυγᾷς, καρπίζῃ. ἰδίως δὲ ἀμέλγειν λέγεται τὸ παρὰ τὸν προσήκοντα καιρὸν ἀώρους τοὺς κάρπους ἀποσπᾶν, ὅπερ οἱ κλέπται ποιοῦσιν. VEΓΘM

sch eq

326b

Tr ἀμέλγειν ἐστὶ τὸ ἀμφοτέραις ταῖς χερσὶ τῶν οὐθάτων τῶν ζῴων ἅπτεσθαι καὶ ἐξέλκειν τὸ γάλα. οἱ δὲ παρὰ τὸν προσήκοντα καιρὸν τοὺς ἀώρους καρποὺς ἀποσπᾶν, ὅπερ οἱ κλέπται ποιοῦσιν. Lh

sch eq

326c

vet ᾗ σὺ πιστεύων] πρὸς τὸν Κλέωνα. Γ3Lh

sch eq

326d

Tr ἀμέλγεις] ἤγουν λαμβάνεις τὰ αὐτῶν πράγματα· τοῦτο δὲ παρὰ τὴν κοινὴν συνήθειαν εἴρηται. Lh

sch eq

327a

vet (I) ὁ δ’ Ἱπποδάμου: οὗτος ἐν Πειραιεῖ κατῴκει καὶ οἰκίαν εἶχεν, ἥνπερ ἀνῆκε δημοσίαν εἶναι. καὶ πρῶτος αὐτὸς τὸν Πειραιᾶ κατὰ τὰ Μηδικὰ συνήγαγεν. ἦν δὲ Ἀθηναίοις τίμιος. πικρῶς οὖν λέγει ὅτι σὺ μὲν ἀνάξιος ὢν
σφετερίζῃ καὶ ἀπὸ πάντων κερδαίνεις, ὁ δὲ εὐνούστατος 〈ὢν〉 τῇ πόλει κατα‐81
5λείβεται δάκρυσιν, ἀναξίως ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον. λυπεῖται, φησίν, ὁ Ἀρχεπτόλεμος. οὗτος γὰρ πολλὰ ὠφέλησε τὴν πόλιν. .... καὶ οἱ μὲν αὐτόν φασι Θούριον, οἱ δὲ Σάμιον, οἱ δὲ Μιλήσιον. Κλέωνος δὲ ἐχθρὸς ἦν. VEΓΘM (II) ἄλλως: Ἱπποδάμου μόνου λείπεται καὶ ἡττᾶται. διεβάλλετο γὰρ ἐπὶ
10πολυφαγίᾳ ὁ Ἱππόδαμος. ὡς οὖν τοῦ Κλέωνος ὄντος γαστριμάργου, παρευ‐ δοκιμουμένου δὲ ὑπὸ τοῦ Ἱπποδάμου, κέχρηται τῇ συγκρίσει χρησιμώτατα· ὁμοῦ γὰρ καὶ τὸν Ἱππόδαμον καὶ τὸν Κλέωνα διαβάλλει. VEΓΘM

sch eq

327b

vet ὁ δ’ Ἱπποδάμου] λείπει ὁ ὀφθαλμός. EΓ2

sch eq

327c

Tr ὁ δ’ Ἱπποδάμου υἱὸς Ἀρχεπτόλεμος ἐν Πειραιεῖ κατῴκει καὶ οἰκίαν εἶχεν ἥνπερ ἀνῆκε δημοσίαν εἶναι. καὶ πρῶτος αὐτὸς τὸν Πειραιᾶ κατὰ τὰ Μηδικὰ συνήγαγεν. ἦν δὲ Ἀθηναίοις τίμιος. φησὶ γοῦν ὅτι σὺ μὲν ἀνάξιος ὢν σφετερίζῃ καὶ ἀπὸ πάντων κερδαίνεις, ὁ δὲ εὐνούστατος τῇ πόλει κατα‐
5λείβεται τοῖς δάκρυσιν, ἀναξίως ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον. Lh

sch eq

327d

Tr ὁ δ’ Ἱπποδάμου] υἱός, ὁ Ἀρχεπτόλεμος. Lh

sch eq

327e

Tr λείβεται] καταστάζεται τοῖς δάκρυσιν ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον. Lh

sch eq

328a

vet (ad vv. 328—9) ἐν εἰσθέσει κῶλα βʹ δακτυλικὰ δίμετρα, ἀκατάληκ‐ τον τὸ αʹ, τὸ δὲ βʹ καταληκτικόν. VE

sch eq

328b

vet Tr ἐφάνη] εὑρέθη, καταφανὴς ἐγένετο. VEΓ3Lh

sch eq

328c

vet Tr ἀνὴρ] ὁ Ἱππόδαμος ἢ ὁ Ἀρχεπτόλεμος. VEΓ3Lh82

sch eq

330a

vet (I) ὅς σε παύσει: καταπαύσει σε, παρευδοκιμήσει σε. πάρεστιν ἐγγὺς οὗτος καὶ πλησίον καὶ οὐκ εἰς μακράν. VEΓΘM (II) ἄλλως: ὑπερβαλεῖ σε, παραδραμεῖται, νικήσει σε. καὶ Ὅμηρος “ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις”. VEΓΘ

sch eq

330b

Tr παύσει] καταπαύσει. Lh

sch eq

330c

Tr πάρεισι] ἐγγύς ἐστιν. Lh

sch eq

331a

vet κοβαλικεύμασι: τῷ κολακεύειν καὶ πρὸς χάριν δημηγορεῖν, ἐπεὶ καὶ ὁ Κλέων ἐδόκει παρὰ τοῖς Ἀθηναίοις εὐδοκιμεῖν διὰ τὸ πρὸς ἡδονὴν καὶ χάριν δημηγορεῖν. καὶ ὅλως δι’ ὧν φησι τοῦτον παρευδοκιμήσειν, τὸν Παφλα‐ γόνα, διὰ τούτων διαβάλλει τὸν Κλέωνα, δεικνὺς ὅτι τὰ τοιαῦτα πάντα πρόσεστιν
5αὐτῷ, δι’ ὧν ἤρθη μέγας. VEΓ3ΘM

sch eq

331b

vet Tr κοβαλικεύμασι] τῇ κακοτεχνίᾳ καὶ θρασύτητι καὶ ἀναισχυντίᾳ καὶ δολιότητι. καὶ ὁ Κλέων γὰρ πρὸς χάριν καὶ κολακείαν ἐδημηγόρει. VELh

sch eq

331c

vet κοβαλικεύμασι] πανουργεύμασι. V

sch eq

331d

vet Tr κοβαλικεύμασι] πανουργίαις. Γ3Lh

sch eq

333a

vet (ad vv. 333—66) δίστιχον ἐπάγουσι τοῦ χοροῦ ἰαμβικὸν τετράμετρον καταληκτικόν. ἑξῆς ἕπονται στίχοι δύο ὅμοιοι ἴαμβοι τετράμετροι καταληκ‐ τικοὶ λβʹ. M

sch eq

333b

vet ἀλλ’ ὦ τραφεὶς: τοιαύτης ἀνατροφῆς μετασχών, τουτέστι πονη‐ ρᾶς καὶ κακῆς. ὅθεν οἱ ἀνατραφέντες ἄνδρες, οἱ ἔξαρχοι καὶ πρωτεύοντες ἢ οἱ ἀνδρεῖοι Ὁμηρικῶς. VEΓΘM

sch eq

333c

vet ἀλλ’ ὦ τραφεὶς] πρὸς τὸν ἀλλαντοπώλην. Γ2

sch eq

333d

Tr ἀλλ’ ὦ τραφεὶς] ἤγουν ὁ ἀνατροφῆς πονηρᾶς τυχὼν καὶ κακῆς. Lh83

sch eq

333e

Tr ὅθενπέρ εἰσιν ἄνδρες] ἔξαρχοι καὶ πρῶτοι ἢ ἀνδρεῖοι Ὁμηρικῶς. Lh

sch eq

333f

vet οἵπερ εἰσίν] οἱ νῦν ὄντες. Γ2

sch eq

334a

vet Tr τὸ σωφρόνως τραφῆναι: τὸ ἐπιεικῶς καὶ εὐγενῶς ἀνατραφῆναι. τὸν ἀλλαντοπώλην δὲ βουλόμενος διαβάλλειν, δείκνυσιν αὐτὸν πονηρῶν ἠθῶν. ἀλλὰ λεληθότως δι’ ὧν περὶ τούτου λέγει ὀνειδίζει τοὺς ἄλλους πολιτευομένους ὡς ἀπὸ τοιούτων ὁρμωμένους ἐπιτηδευμάτων εὐδοκιμοῦντας. VEΓ3ΘMLh

sch eq

334b

vet Tr ὡς οὐδὲν λέγει] ὡς οὐδενός ἐστιν ἄξιον, οὐδὲν πλέον λέγει. EΓ3Lh

sch eq

334c

vet Tr σωφρόνως] ἐπιεικῶς καὶ εὐγενῶς. MLh

sch eq

334d

Tr Unknown Manuscript CharacterLh

sch eq

335a

Tr (ad vv. 335—66) καὶ μὴν ἀκούσαθ’ οἷος: εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν λβʹ, ὧν τελευταῖος “νὴ τὸν Ποσειδ, κἀμὲ γὰρ ἤνπερ γε τοῦτον ἕλκῃς”. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα. Lh

sch eq

335b

Tr Lh

sch eq

336a

vet οὐκ αὖ μ’ ἐάσεις: οὐκ ἐπιτρέψεις, οὐ συγχωρήσεις μοι. ὁ δὲ Κλέων ἐστὶν ὁ λέγων, πρὸς τὸν ἀλλαντοπώλην. ἐπιστομίζει γὰρ αὐτὸν ἐκεῖνος βουλόμενον λέγειν. VEΓ3ΘM

sch eq

336b

Tr οὐκ αὖ μ’ ἐάσεις] οὐ συγχωρήσεις, ἐπιτρέψεις πρῶτον λέγειν. Lh

sch eq

337a

vet ὑπείκῃ] ἐνδίδωσι. Γ2

sch eq

337b

vet ὑπείκῃ] παραχωρεῖ. Γ3

sch eq

339a

vet totus versus] λέγει ὁ χορὸς τοῦτο αὐτός. Γ2

sch eq

339b

Tr prius μὰ Δία] οὐ. Lh

sch eq

340a

vet οὐ παρήσω: οὐ παραχωρήσω. πρὸς δὲ τὸ οὐκ ἐάσεις, “οὐ παρήσωεἶπεν. 〈οὐ παρήσω〉, εἰπεῖν πρῶτον δηλονότι· ἀμφιβόλως δὲ εἶπεν. λέγων γὰρ
〈οὐ παρήσω〉 οὐκ ἂν πρώτῳ λέγειν ἐπιτρέψαιμί σοι, ἔδοξεν εὐφημότερον ἀποκρίνεσθαι πρὸς τὸ ὑπ’ ἐκείνου ῥηθὲν “διαρραγήσομαι”. διόπερ ἑξῆς84
5ὁ χορὸς ἀπεκρίνατο, “πάρες πρὸς τῶν θεῶν διαρραγῆναι”. VEΓΘM

sch eq

340b

Tr διαρραγήσομαι] εἰ μὴ πρῶτος λέξω. Lh

sch eq

340c

Tr παρήσω] παραχωρήσω διαρραγῆναι ἢ πρῶτον εἰπεῖν. Lh

sch eq

341a

vet πάρες: τοῦ Κλέωνος εἰπόντος “διαρραγήσομαι〉 καὶ τοῦ ἀλλαν‐ τοπώλου εἰπόντος “οὐ παρήσω”, ὁ χορὸς πρὸς τὸ εἰρημένον φησὶν ὅτι πάρες αὐτῷ διαρραγῆναι. VEΓ3M

sch eq

341b

Tr πάρες] παίζων τοῦτό φησι. Lh

sch eq

342

vet Tr τῷ καὶ πεποιθὼς] τίνι καὶ πεποιθὼς τολμᾷς ἐμοὶ φιλονεικεῖν καὶ διαλέγεσθαι; ELh

sch eq

343a

vet Tr ὁτιὴ λέγειν οἷός τε κἀγ: δυνατός εἰμι καὶ ἱκανὸς καὶ ἐγὼ εἰπεῖν. VEG3MLh

sch eq

343b

vet καρυκκοποιεῖν: κοσμεῖν ποικιλίᾳ τινὶ ῥημάτων τὸν λόγον. πλαγίως δὲ τῇ λέξει ὡς μάγειρος ἐχρήσατο. καρυκκεύματα γὰρ ἡδύσματά εἰσι, τὰ ἀρτύματα, καὶ καρύκκη κοιλία, ἣν νῦν μονθυλευτὴν καλοῦσιν. VEΓ2ΘM

sch eq

343c

Tr καρυκκοποιεῖν] κοσμεῖν καὶ ποικίλλειν τὸν λόγον. Lh

sch eq

343d

Tr καρυκεύματα καὶ ἡδύσματά εἰσι τὰ ἀρτύματα δι’ ὧν κοσμοῦσι τὰς χύτρας οἱ μάγειροι, καὶ καρύκκη κοιλία, ἣν νῦν μονθυλευτὴν καλοῦσιν. Lh

sch eq

344a

vet Tr ἰδοὺ λέγειν: χλευάζει αὐτὸν ὅτι δύναμαι λέγειν λέγοντα. τῇ δὲ τοῦ σχήματος ἐμφάσει τὸν διασυρμὸν ἔδειξεν. φησὶ γάρ, ἀφόρητόν ἐστιν εἰ καὶ σὺ ῥήτωρ εἶ. VEΓ2ΘMLh

sch eq

344b

Tr ἰδοὺ λέγειν] χλευάζει αὐτὸν εἰπόντα ὡς δύναται λέγειν. Lh85

sch eq

345a

vet (I) ὠμοσπάρακτον: ἀστείως καὶ οὗτος ὡς πρὸς μάγειρον. ὁ δὲ νοῦς αὐτῷ τοῦτο βούλεται· εἰ πρᾶγμα, φησί, σκολιὸν προσπέσοι, οὐκ ἄν ποτε κατορθώσαις οὐδὲ διανύσαις. ὠμοσπάρακτον δέ, δυνάμενον σπαράξαι τὸν λέγοντα. VEΓΘM
5(II) ἄλλως: ἀδιάθετον καταλαβὼν καὶ ὠμόν. ὡς πρὸς μάγειρον δὲ τὸ ὠμοσπάρακτον ἢ τὸ νεοσπάρακτον. χρηστῶς δὲ ἀντὶ τοῦ καλῶς, ὠφελίμως, συμφερόντως. ἐπέμεινε δὲ τῇ τροπῇ καὶ τῷ ἀστεϊσμῷ, ὡς πρὸς μάγειρον. χρησ‐ τὸν γὰρ ἔδεσμα λέγομεν τὸ εὖ ἠρτυμένον. VEΓ3ΘM

sch eq

345b

Tr ὡς πρὸς μάγειρον εἴρηκε τὸ ὠμοσπάρακτον, ἐπεὶ τὰ ζῷα ὠμὰ ὄντα ἔτι διασπαράσσουσι καὶ κατατέμνουσι. καὶ τὸ χρηστὸν ἐπὶ τούτου. χρηστὸν γὰρ ἔδεσμα καλοῦμεν τὸ εὖ ἠρτυμένον. καὶ Ὅμηρος “οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν”. Lh

sch eq

345c

Tr ὠμοσπάρακτον] δυνάμενον σπαράξαι τὸν λέγοντα. ἀστείως δὲ καὶ τοῦτο ὡς πρὸς μάγειρον. Lh

sch eq

346a

vet ἀλλ’ οἶδ’ ὅπερ πέπονθας: ἀλλὰ γιγνώσκω ὃ πέπονθας, ἢ οἶδα τὸ ἐπᾶράν σε. ἀλλά μοι δοκῶ συνειδέναι τὴν αἰτίαν δι’ ἣν εἰς τοσοῦτον θράσος προελήλυθας. VEΓ2M

sch eq

346b

Tr ἀλλ’ οἶσθ’] ἀλλά μοι δοκῶ συνιέναι τὴν αἰτίαν δι’ ἣν εἰς τοσοῦτον θράσος προελήλυθας. Lh

sch eq

347

vet Tr εὖ κατὰ ξένου: οἱ γὰρ κατὰ ξένου λέγοντες εὐκόλως λέγουσιν, ὡς κατὰ ξένων καὶ οὐ πολιτῶν δημηγοροῦντες. μετοίκους δὲ ἐκάλουν τοὺς ἀφ’
ἑτέρας πόλεως μεταβαίνοντας εἰς ἑτέραν καὶ οἰκοῦντας. VEΓΘMLh86

sch eq

348a

vet Tr τὴν νύκτα θρυλῶν: οἱ γὰρ μὴ ἔμπειροι τοῦ συνηγορεῖν, ἐὰν διδαχ‐ θῶσιν ἀπὸ πράγματος, μὴ ἔχοντες ἀπὸ φύσεως τὸ λέγειν, ἀσκοῦνται καὶ ἰδίως διάγουσι καὶ ἐγρηγοροῦσι διὰ τῆς νυκτὸς ὕδωρ πίνοντες. VEΓΘMLh

sch eq

348b

vet λαλῶν] σκεπτόμενος. EΓ3

sch eq

349a

vet Tr (I) ὕδωρ τε πίνων: τουτέστι ταλαιπωρῶν καὶ μετὰ πολλοῦ καμάτου καὶ πόνου συντάσσων τὸν λόγον. δεικνύναι δὲ διὰ τούτων πάντων βούλεται τὴν ἀσθένειαν αὐτοῦ τῶν λόγων καὶ τὴν ἀπορίαν. VEΓΘMLh
vet (II) ἄλλως: ἀγρυπνῶν καὶ φροντίζων καὶ τῶν νυκτῶν μελετῶν καὶ
5σκεπτόμενος τὴν δίκην, τουτέστι ταλαιπωρῶν καὶ μετὰ πολλοῦ καμάτου συντάσσων τὴν δίκην. VEΓΘ

sch eq

349b

Tr ἀγρυπνῶν καὶ φροντίζων καὶ σκεπτόμενος τὴν δίκην· οἱ γὰρ φροντί‐ ζοντες καὶ ἐν ὁδοῖς καθ’ ἑαυτοὺς μελετῶντες ψιθυρίζουσιν. Lh

sch eq

349c

vet κἀπιδεικνύς: τουτέστι καταδήλους τοὺς λανθάνοντας ξένους ποιῶν. VEΓ3M

sch eq

349d

vet τοὺς φίλους τ’ ἀνιῶν: λυπῶν φίλους. πρὸς γὰρ φίλους καὶ γνωρί‐ μους τοὺς δημότας συνέβαινε τὰς τοιαύτας γίνεσθαι δίκας. καὶ τούτῳ δὲ χρῆται δείγματι τῆς ἀσθενείας τῶν λόγων αὐτοῦ, ὅτι τοὺς μὲν φίλους ἱκανός ἐστι βλάπτειν καὶ κακοῦν, πρὸς δὲ τοὺς ἀλλοτρίους καὶ ξένους ἐξασθενεῖ. VEΓΘM

sch eq

349e

vet ἀνιῶν] λυπῶν. M

sch eq

350a

vet ὦ μῶρε τῆς ἀνοίας: τῆς μωρίας, τῆς ἠλιθιότητος. καὶ ἐξηπάτησαι, φησί, διότι κατὰ μετοίκου ποτὲ ξενίας ἐπηνέγκου γραφήν, καὶ ἐλπίζεις διὰ τοῦτο δύνασθαι καὶ δημηγορεῖν. VEΓΘ87

sch eq

350b

vet τὸ δὲ “ὦ μῶρε προπερισπαστέον. χρῆσις γὰρ αὕτη Ἀττικῶν. τὸ δὲ “τῆς ἀνοίας ἀντὶ τῆς ἐμβροντησίας καὶ ἠλιθιότητος. M

sch eq

350c

Tr ᾤου] ἐλογίζου. Lh

sch eq

350d

Tr τῆς ἀνοίας] τῆς μωρίας. Lh

sch eq

352a

vet κατεγλωττισμένην: πεπληρωμένην τῶν σῶν λόγων, ἀπατωμένην, ταραττομένην, καταλελαλημένην τῷ σοὶ μόνῳ προσέχειν τὸν νοῦν. σύνηθες δὲ τοῦτο λέγουσι, μὴ ἔχειν λόγον, καὶ παρὰ ἀρχαίοις καὶ νεωτέροις. VEΓΘM

sch eq

352b

Tr κατεγλωττισμένην] πλήρη γενομένην τῶν σῶν λόγων. Lh

sch eq

353

vet Tr ἀντέθηκας] ἔστησας ἐξ ἐναντίας καὶ ἀντετάξω. EΓ2MLh

sch eq

354

Tr θύννεια θερμὰ] θύννων ἰχθύων τεμάχη. Lh

sch eq

355a

vet (I) κασαλβάσω: κασαλβάδες ἑταῖραί εἰσιν, αἱ ἀεὶ ἐπὶ τῶν οἰκημά‐ των ἑστῶσαι γυναῖκες, ἐπὶ μισθῷ παρέχουσαι τοῖς βουλομένοις ἑαυτάς. κασαλ‐ βάδες δὲ εἴρηνται ἀφ’ οὗ ποιοῦσι. καλοῦσι μὲν γὰρ οὐκ ἔχουσαι τοὺς ἐραστάς, σοβοῦσι δὲ τοὺς ὄντας, ἵνα ἄλλους λάβωσιν. ἐπεὶ οὖν ἰταμῶς καὶ ἀναιδῶς ὁ
5Κλέων ἀλλοτρίᾳ ἐπεπήδησε νίκῃ καὶ τῆς ἐπὶ τοῖς κατορθώμασι δόξης αὐτοὺς ἀφείλετο, καὶ αἱ ἑταῖραι δὲ ἀναίσχυντοι καὶ ἀναιδεῖς, ἐπεὶ ἐπιπηδῶσι τοῖς
ἐρασταῖς, εἰκότως ὁ ποιητὴς τῇ λέξει ταύτῃ κέχρηται. VEΓ3ΘM (II) ἄλλως: λοιδορήσω. ἔστι δὲ 〈κασαλβὰσ〉 ὄνομα ἑταίρας. νῦν δὲ εἴρηκεν ἀντὶ τοῦ δι’ ἀγορᾶς λοιδορηθείην. πρὸς δὲ τὸ ῥηθὲν ὑπὸ τοῦ ἑτέρου88
10κασαλβάσω τοὺς στρατηγοὺς ἀντέθηκε “καὶ Νικίαν ταράξω”. Νικίας δὲ στρατηγὸς Ἀθηναίων. VEΓΘ

sch eq

355b

Tr κασαλβάδες καλοῦνται αἱ ἐπὶ μισθῷ παρέχουσαι τοῖς βουλομένοις ἑαυτὰς ἑταῖραι γυναῖκες, ἐκ τῆς ἐνεργείας αὐτῶν σχοῦσαι τοὔνομα. καλοῦσι μὲν γὰρ οὓς βούλονται ἐραστάς, οὓς δὲ ἔχουσιν ἀποσοβοῦσιν. ἐπεὶ οὖν καὶ Κλέων ἀναιδῶς ἐπεπήδησε τοῖς ἑτέροις κατορθώμασιν ὡς αἱ τοιαῦται γυναῖκες
5ἐπιπηδῶσι τοῖς ἐρασταῖς, εἰκότως ὁ ποιητὴς τῇ λέξει ταύτῃ κέχρηται. Lh

sch eq

355c

Tr κασαλβάσω] λοιδορήσω. Lh

sch eq

356a

vet ἐγὼ δέ γ’ ἤνυστρον βοός: τὰ μηρυκίζοντα τῶν ζῴων τρεῖς κοιλίας ἔχει, κεκρύφαλον, ἤνυστρον, ἐχῖνον. μηρυκίζει δὲ ὅταν μὴ τροφῆς παρακειμένης κινῆται τὸ στόμα ὥσπερ αἲξ καὶ πρόβατον καὶ κάμηλοσ. εἰκότως δὲ ὡς μάγειρος τούτοις ἠμείψατο τὸν Κλέωνα. VEΓ2ΘM

sch eq

356b

Tr τὰ μηρυκίζοντα τῶν ζῴων, οἷον βοῦς καὶ κάμηλος καὶ πρόβατον καὶ αἲξ καὶ τὰ τοιαῦτα, τρεῖς ἔχει κοιλίας· κεκρύφαλον, ἤνυστρον καὶ ἐχῖνον. μηρυκίζει δὲ ὅταν μὴ τροφῆς παρακειμένης ἀναπεμπάζῃ τὴν ἐν τῇ κοιλίᾳ τροφὴν καὶ κινεῖ τὸ στόμα ταύτην κατεργαζόμενα. Lh

sch eq

356c

Tr ἤνυστρον] ἡ πρώτη κοιλία τῶν μηρυκιζόντων. Lh

sch eq

357a

vet Tr καταβροχθίσας: ἐκροφήσας, καταπιών. ἐπὶ δὲ τῶν ἀθρόως ἐκροφούντων καὶ ἀπλήστως λέγεται. VEΓ3MLh

sch eq

357b

vet ἀναπόνιπτος: μὴ νιψάμενος μηδὲ πλύνας τὰς χεῖρας, ἀλλ’ ἀκάθαρ‐
τος, ἵνα τὸ ῥυπαρὸν αὐτοῦ μᾶλλον ἐνδείξῃ τῶν τρόπων. παρατηρητέον δὲ ὅτι τοῖς ἴσοις ἀμείβεσθαι φιλονεικεῖ τὸν Κλέωνα, τῷ μὲν θύννῳ “ἤνυστρον καὶ κοιλίαν ἀντιτιθείς, τῷ δὲ θερμῷ τὸ “ἀναπόνιπτος”, τῷ δὲ οἴνῳ “τὸν89
5ζωμόν”. VEΓΘM

sch eq

358a

vet λαρυγγιῶ τοὺς ῥήτορας: καταβοήσομαι, φησί, τῶν ἄλλων ῥητόρων ἢ τὴν φάρυγγα ἐκτεμῶ, τουτέστι κατασιγάσω τοὺς ῥήτορας. τμηθείσης γὰρ τῆς φάρυγγος οὐχ οἷόν τε τὴν φωνὴν προΐεσθαι. παρατηρητέον 〈δὲ〉 ὅτι ὥσπερ ὁ Κλέων ἐπήνεγκε “κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς”,
5οὕτω καὶ οὗτος ἐχρήσατο τῷ “λαρυγγιῶ τοὺς ῥήτορας”. VEΓΘM

sch eq

358b

vet καὶ Νικίαν ταράξω: φοβήσω. δυσώνυμος δὲ ὁ Νικίας. ἐμφαίνει δὲ ὅτι καὶ αὐτὸς τῶν εὐδοκιμούντων ἦν στρατηγός. .... καὶ ὁ υἱὸς Στράτιππος .... ἐμνημόνευσε τοῦ Νικίου Δημοσθένης. ἦν δὲ Νικηράτου παῖς. VEΓ3ΘM

sch eq

358c

vet λαρυγγιῶ τοὺς ῥήτορας] καταβοήσομαι τοὺς ἄλλους ῥήτορας. EΓ2

sch eq

358d

Tr λαρυγγιῶ τοὺς ῥήτορας] καταβοήσομαι ἢ ἐκτεμῶ τὰς αὐτῶν φάρυγγας. Lh

sch eq

358e

Tr ταράξω] φοβήσω. Lh

sch eq

359

vet Tr οὐ προσίεταί με] οὐ πείθει με. EΓ3Lh

sch eq

361a

vet (I) ἀλλ’ οὐ λάβρακας: λάβραξ εἶδος ἰχθύος 〈λάβρου〉, ἀφ’ οὗ ποιεῖται τὴν προσηγορίαν. κέχηνέ τε γὰρ αὐτοῦ τὸ στόμα καὶ ἀθρόως καὶ λάβρως τὸ δέλεαρ καταπίνει. ὅθεν καὶ εὐχερῶς ἁλίσκεται. ἐπεὶ οὖν ὁ Κλέων ἔφησε θύννους θερμοὺς καταπιεῖν, ὁ δὲ ἀλλαντοπώλης ἀπὸ τῆς αὑτοῦ τέχνης
5ὁρμώμενος, τὸ ἤνυστρον καὶ τὴν κοιλίαν καὶ τὸν ζωμὸν ἀντέθηκεν, ὁ χορὸς μέμφεται ὡς οὐ δεόντως ἀμειψαμένου τοῦ ἀλλαντοπώλου τὸν Κλέωνα, λέγων ὡς ἐχρῆν αὐτὸν ἀντιτεθεικέναι τῷ θύννῳ λάβρακα. ἰδιωτέρα γὰρ αὕτη πρὸς τὸν θύννον τοῦ ἠνύστρου καὶ ὧν αὐτὸς εἶπεν ἀπάντησις ἂν ἦν. VEΓ3ΘM (II) ἄλλως: βέλτιόν φησιν εἶναι λάβρακας καταφαγόντα τοὺς Μιλησίους90
10κλονεῖν, ἀλλὰ μὴ Νικίαν ταράσσειν, ὅπερ ἠπείλησεν ὁ ἀλλαντοπώλης. ἐν Μιλήτῳ δὲ τῆς Ἀσίας μέγιστοι 〈οἱ〉 λάβρακες καὶ πλεῖστοι διὰ τὴν ἐπεισρέουσαν λίμνην εἰς θάλασσαν. χαίροντες γὰρ οἱ ἰχθύες τῷ γλυκεῖ ὕδατι εἰς τὴν λίμνην ἐκ τῆς θαλάσσης ἀνατρέχουσι, καὶ οὕτω πληθύνουσι παρὰ τοῖς Μιλησίοις. Μιλησίους δὲ εἶπεν, ὡς τοῦ Κλέωνος τοὺς Μιλησίους ταράσσοντος καὶ ἐπηρεά‐
15ζοντος. VEΓΘM

sch eq

361b

Tr βέλτιόν φησι λάβρακας καταφαγόντα Μιλησίους κλονεῖν, ἀλλὰ μὴ Νικίαν σπαράσσειν, ὅπερ ἠπείλησεν ὁ ἀλλαντοπώλης. ἐν Μιλήτῳ δὲ τῆς Ἀσίας μέγιστοι λάβρακες καὶ πλεῖστοι διὰ τὴν ἐπιρρέουσαν εἰς θάλασσαν λίμνην, ἐν ᾗ ἐκ τῆς θαλάσσης ἀνατρέχουσι, χαίροντες τῷ γλυκεῖ ὕδατι. Μιλη‐
5σίους δὲ εἶπεν ὡς τοῦ Κλέωνος τούτους ταράσσοντος καὶ ἐπηρεάζοντος. τοῦτο δὲ εἴρηκε διὰ τὸ καὶ τὸν Κλέωνα εἰπεῖν θύννους θερμοὺς καταπιεῖν. Lh

sch eq

361c

Tr κλονήσεις] ταράξεις. Lh

sch eq

362a

vet Tr σχελίδας: βοὸς πλευρά· ἢ ἁπλῶς τὰ πλευρικὰ τῶν κρεῶν, ὡς Αἰσχύλος. VEΓ2MLh

sch eq

362b

vet ὠνήσομαι μέταλλα: ὠνήσομαι μέταλλα ἀργυρίου καὶ χρυσίου,
ὥστε προσόδους ἔχειν τὴν πόλιν. ἦν δὲ μέταλλα Ἀθήνησιν ἐν Λαυρίῳ. VEΓΘM91

sch eq

362c

vet ὠνήσομαι] ἀγοράσω. Γ3

sch eq

362d

Tr μέταλλα] ἀργυρίου καὶ χρυσοῦ. Lh

sch eq

362e

Tr τὰ μέταλλα Ἀθήνησιν ἐν Λαυρίῳ ἦν. Lh

sch eq

363a

vet βίᾳ κυκήσω: συνταράξω ἐπεισπεσών· τὸ βίαιον δὲ αὐτοῦ διὰ τῆς λέξεως ἐδήλωσεν. VEΓΘ

sch eq

363b

Tr κυκήσω] συνταράξω. Lh

sch eq

364a

vet φύσκης: φύσκη ἔντερόν ἐστι παχύ, εἰς ὃ ἐμβάλλεται ἄλευρα καὶ κρέα καὶ μάσσουσιν, ἐξ οὗ γίνεται ὁ ἀλλᾶς. ὡς ἀλλαντοπώλης δὲ τῆς φύσκης ἐμνημόνευσεν. VEΓΘM

sch eq

364b

Tr φύσκη ἔντερόν ἐστι παχύ, εἰς ὃ φυροῦντες ἄλευρα καὶ κρέα ἐμβάλλουσιν, ἐξ οὗ γίνεται ὁ ἀλλᾶς. ὡς μάγειρος δὲ τῆς φύσκης ἐμνημόνευσεν. Lh

sch eq

364c

Tr φύσκη] ἔντερον παχὺ ἡ φύσκη. Lh

sch eq

365a

vet ἐξελῶ σε] ἐξοίσω σε. EΓ3

sch eq

365b

vet Tr κύβδα: κύφοντα. διὰ τοῦ σχήματος τὴν αἰσχύνην δείκνυσιν αὐτοῦ. EΓ3MLh

sch eq

366

vet Tr (I) νὴ τὸν Ποσειδ: καὶ ἐμὲ τὸν θεράποντα ἕλκε, ἐὰν τὸν ἀλλαντοπώλην ἕλκῃς. VEΓ3MLh
vet (II) ἄλλως: ὁ χορός ἐστιν ὁ λέγων. χρησίμως δὲ κέχρηται τῇ συνδρομῇ· μὴ τοῦτον μόνον, ἀλλὰ καὶ ἡμᾶς τὸν αὐτὸν ἐξάγοις τρόπον. VEΓ3M

sch eq

367a

vet οἶόν σε δήσω τῷ ξύλ: μόνον, ἵνα ᾖ λέγων, τῶν μὲν ἄλλων σου συνωμοτῶν καίπερ ἀδικούμενος ὑπ’ αὐτῶν φείσομαι, σὲ δὲ μόνον δήσω τῷ ξύλῳ. εἶδος δὲ δεσμοῦ τὸ ξύλον, ἣν ποδοκάκκην λέγουσι καὶ ποδοστράβην. VEΓ2ΘM

sch eq

367b

Tr οἶόν] μόνον τῶν ἄλλων συνωμοτῶν. Lh

sch eq

367c

Tr ξύλῳ] ὃ ποδοστράβην λέγουσι καὶ ποδοκάκκην. Lh92

sch eq

368

vet Tr διώξομαί σε δειλίας] κατηγορήσω σου δειλίας, ἀγῶνα ἐνστήσομαι κατά σου. VEΓ3MLh

sch eq

369a

vet (I) θρανεύσεται: ἐκταθήσεται. θράνος γὰρ τὸ ὑποπόδιον, ὅπου τὰ δέρματα ἐκτείνεται. πάλιν δὲ ὡς βυρσοπώλης τοῦτο λέγει. VEΓ2ΘM (II) ἄλλως: ξαίνειν ἔλεγον τὸ τύπτειν, καὶ ξαίνεσθαι τὸ πάσχειν. φησὶν οὖν, ἡ βύρσα σου τυπτομένη διαφθαρήσεται. ἰδίως δὲ ὡς βυρσεὺς τῇ ἀπειλῇ
5ταύτῃ κέχρηται. καὶ γὰρ τὰς βύρσας ξύλοις τύπτειν εἰώθασιν, ἵνα ἁπαλαὶ ὦσιν. ἔνιοι δὲ ἵνα διαλάβοιεν εὐχερῶς τοῦ φαρμάκου. VEΓ3Θ

sch eq

369b

vet θρανεύσεται] ἐκταθήσεται. M

sch eq

369c

Tr θρανεύσεται] ἐν ὑποποδίῳ ἐκτείνεται. Lh

sch eq

370a

vet δερῶ σε θύλακον κλοπῆς: ἐκδερῶ σε. τὸ γὰρ ἐκδέρειν μᾶλλον τῶν μαγείρων τέχνη. ἐκδερῶ σε, φησίν, ὥστε ἀπὸ τοῦ σώματός σου θύλακον ποιῆσαι εἰς ὑποδοχὴν κλέμματος. VEΓΘM

sch eq

370b

Tr δερῶ σε] ἐκδερῶ σε ὥστε τὸ δέρμα σου ποιῆσαι θύλακον εἰς ὑποδοχὴν κλεμμάτων. Lh

sch eq

371a

vet (I) διαπατταλευθήσῃ χαμα: ἐκταθήσῃ χαμαί. τὰς γὰρ βύρσας ἐκτείνοντες ἐπὶ τῆς γῆς, ἵνα μὴ συνάγοιντο καὶ συστέλλοιντο ἐκ τῆς τοῦ ἡλίου καύσεως, κατὰ τὰ ἄκρα παττάλοις κατακρούοντες ἐκτείνουσιν. VEΓ3ΘM (II) ἄλλως: χαμαὶ ἐπὶ τῶν παττάλων ἐξέδερον τὰ δέρματα. VEΓ3

sch eq

371b

Tr διαπατταλευθήσῃ χαμαί] ἐκταθήσῃ χαμαὶ κεκαρφωμένος ὡς αἱ βύρσαι. Lh

sch eq

372a

vet περικόμματ’ ἔκ σου σκεύασω: περικόμματα τὰ ἐκ τῶν μαγείρων περιαιρέματα τῶν κρεῶν. ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστι· τουτέστι κατὰ μέρος σου κόψω τὸ σῶμα. ὡς μάγειρος δὲ λέγει. VEΓΘM93

sch eq

372b

Tr περικόμματ’] τὰ παρὰ τῶν μαγείρων περιαιρούμενα τῶν κρεῶν λέγεται περικόμματα. Lh

sch eq

373a

vet τὰς βλεφαρίδας σου παρατιλ: παρεπιγραφὴ τὸ σχῆμα. ἐπὶ γὰρ τὰς ὄψεις τοῦ ἀλλαντοπώλου ἐπιβαλὼν τὰς χεῖρας, τῶν βλεφάρων ἐκτίλλει. τῶν γὰρ βυρσέων ἐστὶν ἔργον τῶν δερμάτων ἀπομαδίζειν τὰς τρίχας. ἢ ὅτι πρὸς τὸ ῥάπτειν τριχῶν δέονται. VEΓ2ΘM

sch eq

373b

Tr παρατιλῶ] τῶν γὰρ βυρσέων ἐστὶν ἔργον τῶν δερμάτων ἀποτίλλειν τὰς τρίχας. Lh

sch eq

374a

vet τὸν πρηγορεῶνα: τὸν λεγόμενον γαργαρεῶνα. παρατηρητέον δὲ ἐν πᾶσι τοῖς ἀντιθετικοῖς, ὅτι ἀπὸ τῆς αὑτοῦ τέχνης ἑκάτερος αὐτῶν τοῖς ὀνόμασι χρῆται καὶ ταῖς λέξεσιν. ὥσπερ γὰρ τῶν βυρσέων τὸ καθαίρειν καὶ μαδίζειν τῶν δερμάτων τὰς τρίχας, οὕτω καὶ τῶν μαγείρων τὸ τέμνειν καὶ
5σφάζειν εἰς τὸν λαιμὸν τὰ θρέμματα. κυρίως δὲ ἡ τῶν ὀρνέων φάρυγξ, ἐν ᾗ ἀγείρεται ἡ τροφή. VEΓ2ΘM

sch eq

374b

Tr πρηγορεῶνα] κυρίως ὁ τῶν ὀρνέων φάρυγξ. Lh

sch eq

376a

vet (I) μαγειρικῶς: εἰώθασι γὰρ οἱ μάγειροι πασσάλοις τὰ τῶν χοίρων ἀνοίγοντες στόματα κατανοεῖν εἰ χαλαζῶσι· χάλαζα δὲ πάθος τῶν
χοίρων. VEΓΓ2ΘM (II) ἄλλως: οἱ μάγειροι μετὰ τὸ ἀποσφάξαι τὰ θρέμματα εἰώθασι κρεμᾶν94
5αὐτὰ ἐκ πασσάλων καὶ οὕτως ἐκδέρειν. συνάγειν δὲ εἴωθε τὰ θρέμματα τὸ στόμα. κατὰ ταῦτα οὖν φησὶν ὅτι χρὴ πάσσαλον ἐμβαλεῖν εἰς τὸ στόμα καὶ διανοῖξαι πρὸς τὸ ἐξεῖραι τὴν γλῶσσαν. VEΓΓ2ΘM

sch eq

376b

Tr εἰώθασιν οἱ μάγειροι παττάλοις τὰ τῶν χοίρων ἀνοίγειν στόματα καὶ κατανοεῖν εἰ χαλαζῶσι· χάλαζα δὲ πάθος τῶν χοίρων. ἀλλὰ καὶ ἀποσφάξαντες ζῷον παττάλοις εἰώθασιν ἀναρτᾶν καὶ ἐκδέρειν. παίζων οὖν “τοιαῦτα,” φησί, “ποιήσωμεν τῷ Κλέωνι”. Lh

sch eq

378a

vet ἐξείραντες δὲ αὐτὴν ἀντὶ τοῦ ἑλκύσαντες, ἀνασπάσαντες. VEΓΓ2Γ3Θ

sch eq

378b

Tr ἐξείραντες] ἐκβαλόντες. Lh

sch eq

379a

vet σκεψόμεσθα: ἐπιγνωσόμεθα, πολυπραγμονήσομεν. ἀνδρικῶς δὲ ἀντὶ τοῦ ἀνεπικωλύτως, ἅτε τῆς γλώσσης προεξῃρημένης καὶ μὴ ἐμποδιζούσης τὴν θέαν. VEΓΘ

sch eq

379b

Tr σκεψόμεσθα] ἐπιγνωσόμεθα. Lh

sch eq

379c

Tr ἀνδρικῶς] ἰσχυρῶς. Lh

sch eq

380a

vet τοῦτό ἐστι τὸ παρατέλευτον μονόμετρον. EΓ2M

sch eq

380b

Tr τοῦτο τὸ κῶλον παρατέλευτον ὀνομάζεται. Lh

sch eq

381a

vet εἰ χαλαζ: ἤτοι εἰ χαλαρός ἐστι, ἢ εἰ χάλαζαν ἔχει. νόσημα δὲ τοῦτο τῶν θρεμμάτων, ὅπερ ζώντων μὲν λανθάνει, ἀποθανόντων δὲ καὶ τεμ‐ νομένων φανερὸν γίνεται. ταῖς σαρξὶ δὲ αὐτῶν ἀναμέμικται καὶ ἐμπέφυκεν ἡ
χάλαζα. VEΓΘM95

sch eq

381b

Tr νόσημά ἐστι τοῖς θρέμμασιν ὀνομαζόμενον χάλαζα, ὅπερ ζώντων μὲν λανθάνει, ἀποθανόντων δὲ καὶ τεμνομένων φανερὸν γίνεται ταῖς σαρξὶν αὐτῶν διασπαρέν. Lh

sch eq

381c

Tr >Lh

sch eq

382a

vet (ad vv. 382—8) ἦν ἄρα πυρός: διπλῆ καὶ ἐν εἰσθέσει περίοδος τοῦ χοροῦ παιωνικὴ ἑπτάκωλος, ἔχουσα τρίρρυθμα πρῶτον, δεύτερον, τρίτον, τὰ δὲ λοιπὰ δίρρυθμα. VEΓΘ

sch eq

382b

Tr (ad vv. 382—408) ἦν ἄρα πυρός γ’ ἕτερα: κορωνὶς καὶ εἴσθεσις χοροῦ προῳδικὴ ἐκ κώλων παιωνικῶν ἐπιμεμιγμένων κρητικοῖς ζʹ· ὧν τὸ πρῶτον τρίμετρον ἀκατάληκτον καθαρόν, τὸ δεύτερον δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν ἤτοι ἀμφιμάκρων, τὸ τρίτον ὅμοιον τῷ πρώτῳ ἐκ κρητικῶν, τὸ
5τέταρτον ὅμοιον, τὸ πέμπτον ὅμοιον τῷ δευτέρῳ, τὸ ἕκτον ὅμοιον, τὸ ἕβδομον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐν ἐκθέσει δὲ στίχοι δύο τροχαϊκοὶ τετράμετροι καταληκτικοί. ἐπὶ 〈τῷ〉 τέλει κορωνίς. ἑξῆς σύστημα στίχων ϛʹ. τὰ ἑξῆς γʹ κῶλα τοῦ χοροῦ τροχαϊκά, ὧν τὰ μὲν βʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ τρίτον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον, ὡς
10εἴρηται, ἢ ληκύθιον. οἱ ἑξῆς τούτων δύο στίχοι τροχαϊκοὶ τετράμετροι κατα‐ ληκτικοί. τὰ ἑξῆς τοῦ χοροῦ κῶλα στίχοι εʹ, ὧν τὰ πρῶτα δύο δακτυλικὰ τετράμετρα· κατὰ γὰρ μονοποδίαν μετρεῖται, ὡς εἴρηται· ὁ τρίτος τροχαϊκὸς τετράμετρος καταληκτικός· τὸ τέταρτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ πέμπτον τροχαϊκὸν ὅμοιον. ἑξῆς δὲ τούτων ἐν ἐκθέσει στίχοι βʹ ἰαμβικοὶ
15τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. Lh

sch eq

382c

vet θερμότερα: ἀπὸ ἐνδόξου σύγκρισιν ὑπειλήφαμεν σφόδρα. τί γὰρ γένοιτο πυρὸς ἐκπυρώτερον καὶ σφοδρότερον, ὅπου γε καὶ τὴν Κλέωνος ἀναί‐
δειάν τις ἂν ὑπερηκόντισεν, ἵν’ ὁ νικῶν μὴ διὰ τὴν τοῦ ἡττηθέντος ἐπιείκειαν, ἀλλὰ δι’ ὑπερβάλλουσαν ἑαυτοῦ πονηρίαν τὴν νίκην ἀποφέρεσθαι δοκῇ. ὅσον δὲ96
5τὴν νίκην θαυμάζει τοῦ νενικηκότος, τοσοῦτον τοῦ ἡττηθέντος θαυμάζει τὴν ἀναίδειαν. οὐ γὰρ τὸν ἀλλαντοπώλην τοσοῦτον ὅσον τὸν Κλέωνα πονηρὸν ὄντα βούλεται δεῖξαι. VEΓΘM

sch eq

382d

Tr ἀπὸ ἐνδόξου καὶ ἰσχυροτέρου τὴν σύγκρισιν ποιεῖται. τί γὰρ γένοιτο πυρὸς σφοδρότερον καὶ διακαέστερον; ἀλλ’ ὁ Κλέων, φησί, καὶ τούτου θερμότερος εἰς τὸ κακουργῆσαι. ἢν οὖν τοῦτον νικήσῃς θαυμαστὸς φανεῖ. ἐπίβηθι τοίνυν καὶ στρόβει αὐτόν. ὅσον δὲ τὴν νίκην θαυμάζει τοῦ νενικηκότος, τοσοῦτον καὶ
5τοῦ ἡττηθέντος τὴν ἀναίδειαν. οὐ γὰρ τὸν ἀλλαντοπώλην τοσοῦτον, ὅσον τὸν Κλέωνα πονηρὸν ὄντα βούλεται δεῖξαι. Lh

sch eq

382e

vet ἦν] ἀντὶ τοῦ ἐγίνετο. Γ2

sch eq

385a

vet οὐκ ἄρ’ ἦν φλαῦρον: οἷον οὐ φαῦλον, οὐκ ἄχρηστον, οὐδὲ πονηρόν ἐστι τὸ πρᾶγμα, οὐδὲ ἀνόητον. εὐφραίνεται γὰρ ἐπεὶ παρευδοκιμούμενον ὁρᾷ τὸν Κλέωνα ὁ χορός. VEΓΘM

sch eq

385b

vet οὐ φαῦλον] οὐκ ἄχρηστον, οὐ πονηρόν. M

sch eq

385c

Tr οὐ φαῦλον] οὐκ ἄχρηστον οὐδὲ πονηρὸν οὐδὲ ἀνόητον. Lh

sch eq

386a

vet ἀλλ’ ἔπιθι: ἐπίμενε καὶ ἐπίκεισο καὶ μὴ ἀνῇς. ταῦτα δὲ τῷ ἀλλαν‐ τοπώλῃ φησὶν ὁ χορός, ἡδόμενος ὅτι πρόσκειται τῷ Κλέωνι ἡττημένῳ. VEΓΘM

sch eq

386b

vet καὶ στρόβει: στροβεὺς ἐργαλεῖον κναφικόν. φησὶν οὖν, περίαγε αὐτὸν καὶ στρέφε. τοῦτο γὰρ καὶ τοῦ ἐργαλείου τὸ ἔργον. VEΓΘM

sch eq

386c

Tr ἔπιθι] ἐπίμεινον, ἐπίκεισο. Lh

sch eq

386d

Tr στρόβει] τάραττε, στρέφε. Lh

sch eq

387a

vet μηδὲν ὀλίγον ποίει: γράφεται μηδὲν ἔλαττον ποίει. φησὶν οὖν πάντα μεγάλα κατ’ αὐτοῦ ποίει καὶ μηδὲν εὐτελές. VEΓΘ

sch eq

387b

Tr ὀλίγον] εὐτελές· ἀλλὰ πάντα μεγάλα. Lh97

sch eq

388a

vet νῦν γὰρ ἔχεται μέσος: νῦν γὰρ τὸ κατ’ αὐτοῦ μῖσος αὔξεται. καταπεπάλαισταί φησιν· ἡ μεταφορὰ ἀπὸ τῶν παλαιστῶν τῶν μεσολαβούντων καὶ ἐκ τούτου κρειττόνων γενομένων. VEΓ2ΘM

sch eq

388b

Tr ἔχεται] κεκράτηται, ἐκ μεταφορᾶς τῶν παλαιόντων. Lh

sch eq

389

vet Tr ὡς ἂν νυνὶ μαλάξῃς: ἐὰν ἐν τῇ ἀρχῇ καταγωνίσῃ καὶ ἀσθενῆ ποιήσῃς. VEΓΘLh

sch eq

390

Tr Unknown Manuscript Character. Lh

sch eq

391

Tr σύστημα κατὰ περικοπήν. Lh

sch eq

392a

vet ἀλλότριον ἀμῶν θέρος: τουτέστι τοὺς ἀλλοτρίους καμάτους καὶ πόνους οὗτος γεωργῶν καὶ καρπούμενος. αἰνίττεται δὲ πρὸς τὴν Πύλον, ὅτι μετὰ τοὺς κινδύνους καὶ τὰς πολλὰς ταλαιπωρίας, ἃς ὑπέμεινε Δημοσθένης πολιορκῶν τοὺς ἐν Σφακτηρίᾳ, μηδὲν ὁ Κλέων πονήσας, ἀλλ’ ὕστερον ἐφ’
5ἕτοιμα ἐλθών, τὴν νίκην τὴν ἐκείνου παρελόμενος αὐτὸς ἐπεγράφη τῷ κατορθώ‐ ματι. ὡς εἴ τις ἀγνώμων ἀνὴρ ἐπ’ αὐτῷ ἀμητῷ ἐκ τῆς ἅλω ἐκβαλὼν τὸν σπεί‐ ραντα γεωργὸν καὶ προπεπονηκότα τοὺς καρποὺς ἀξιοῖ πορίζεσθαι. VEΓ2ΘM

sch eq

392b

Tr τὰ περὶ τὴν Πύλον αἰνίττεται διὰ τοῦ εἰπεῖν “τἀλλότριον ἀμῶν θέρος”, ὅτι μετὰ κινδύνους καὶ τὰς πολλὰς ταλαιπωρίας, ἃς ὑπέμεινε Δημοσ‐ θένης πολιορκῶν τοὺς ἐν Σφακτηρίᾳ, μηδὲν ὁ Κλέων πονήσας, τὴν νίκην ἐκείνου
ἑαυτοῦ ἐπεγράψατο. ὡς εἴ τις ἀγνώμων ἀνὴρ ἐπ’ αὐτῷ τῷ ἀμήτῳ καὶ ταῖς98
5ἅλωσιν ἐκβαλὼν τὸν σπείραντα γεωργὸν καὶ προπεπονηκότα τοὺς καρποὺς ἀξιοῖ προσπορίζειν ἑαυτῷ. Lh

sch eq

392c

Tr τἀλλότριον ἀμῶν θέρος] τοὺς ἀλλοτρίους καμάτους καὶ πόνους καρπούμενος. Lh

sch eq

392d

vet κατ’ ἀνὴρ] ἡ κατὰ παρέλκει. EΓ3

sch eq

392e

vet κατ’] περισσόν. Γ2

sch eq

393a

vet νῦν δὲ τοὺς στάχυς: ἑξῆς ἀπὸ τοῦ ἀμητοῦ ὠνόμασε τοὺς στάχυς, ἀντὶ τῶν αἰχμαλώτων, οὓς ζῶντας ἄξειν Λακεδαιμονίων κατεπαγγειλάμενος ὁ Κλέων τοῖς Ἀθηναίοις ἐμπροθέσμως ἤγαγεν. φησὶν οὖν, τοὺς ἄνδρας ἐκείνους, οὓς δήσας ἤγαγεν, ἀφεῖναι νῦν καὶ ἀπολῦσαι διανοεῖται. VEΓΘ

sch eq

393b

vet νῦν δὲ τοὺς στάχυς: φησὶ δὲ τοὺς ἄνδρας ἐκείνους, οὓς δήσας ἀπήγαγε τοῖς Ἀθηναίοις, ἀφεῖναι νῦν καὶ ἀπολυθῆναι διανοεῖται. M

sch eq

393c

vet στάχυς] ἐπὶ τῶν αἰχμαλώτων στάχυς εἶπεν. EΓ3

sch eq

393d

Tr στάχυς] ἤγουν τοὺς αἰχμαλώτους. ἐπέμεινε δὲ τῇ τροπῇ. Lh

sch eq

394a

Tr ἀφαύει] ξηραίνει, τιμωρεῖ. Lh

sch eq

394b

vet ἀποδόσθαι] πωλῆσαι, τουτέστι λύτρα παρ’ αὐτῶν λαβεῖν. VEΓ3

sch eq

394c

Tr ἀποδόσθαι] λύτρα λαβεῖν ἐξ αὐτῶν καὶ ἀπολῦσαι. Lh

sch eq

396a

vet μακκο: ἀνοηταίνει, ἐνεόν ἐστιν. ἔφαμεν δὲ ὅτι ἡ Μακκὼ ἐνεὰ ἦν. VEΓ3

sch eq

396b

Tr μακκοᾷ] ἀνοηταίνει· Μακκὼ γὰρ ἐνεὰ ἦν, ὡς εἴρηται. Lh

sch eq

396c

Tr —Lh

sch eq

397a

Tr ὡς] ὄντως. Lh

sch eq

397b

Tr ἀναιδεύεται] ἀναισχυντεῖ. Lh

sch eq

399

Tr —Lh99

sch eq

400a

vet (I) Κρατίνου κῴδιον: κῴδιόν ἐστι τὸ ἅμα τοῖς ἐρίοις δέρμα σκευαζόμενον. ὡς ἐνουρητὴν δὲ καὶ μέθυσον διαβάλλει τὸν Κρατῖνον. ὁ δὲ Κρατῖνος καὶ αὐτὸς ἀρχαίας κωμῳδίας ποιητής, πρεσβύτερος Ἀριστοφάνους, τῶν εὐδοκίμων ἄγαν. γενοίμην οὖν, φησίν, εἰς τὴν οἰκίαν Κρατίνου κῴδιον,
5ὥστε μου κατουρεῖν ἐκεῖνον, εἰ μή σε μισῶ. ὅπερ μοι δοκεῖ παροξυνθεὶς ἐκεῖνος, καίτοι τοῦ ἀγωνίζεσθαι ἀποστὰς καὶ συγγράφειν, πάλιν γράφει δρᾶμα, τὴν Πυτίνην, εἰς αὑτόν τε καὶ τὴν μέθην, οἰκονομίᾳ τε κεχρημένον τοιαύτῃ. τὴν Κωμῳδίαν ὁ Κρατῖνος ἐπλάσατο αὑτοῦ εἶναι γυναῖκα καὶ ἀφίστασθαι τοῦ συνοικεσίου τοῦ σὺν αὐτῷ θέλειν, καὶ κακώσεως αὐτῷ δίκην λαγχάνειν, φίλους
10δὲ παρατυχόντας τοῦ Κρατίνου δεῖσθαι μηδὲν προπετὲς ποιῆσαι καὶ τῆς ἔχθρας ἀνερωτᾶν τὴν αἰτίαν, τὴν δὲ μέμφεσθαι αὐτῷ ὅτι μὴ κωμῳδοίη μηκέτι, σχολάζοι δὲ τῇ μέθῃ. οὐδὲν δὲ χεῖρον πολυμαθίας ἕνεκεν αὐτὰ τὰ ἐπιτήδεια τῶν ἰάμβων ἐκλέξαντα θεῖναι ταῦτα· “ἀλλ’ ἐπανατρέψαι βούλομαι εἰς τὸν λόγον, πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκ’ ἔχων τὸν νοῦν, κακὰς εἴποι πρὸς
15ἑτέραν, ἀλλ’ ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ οὐδέποτ’ αὐτοῦ πρότερον”, καὶ τὰ ἑξῆς. VEΓ3ΘM (II) ἄλλως: Κρατῖνος κωμῳδίας ποιητὴς πολὺν οἶνον πίνων ὡς καὶ ἐνουρεῖν. γενοίμην οὖν, φησίν, ἓν τοῦ Κρατίνου κῴδιον, ἵνα κατασήπωμαι ἐνουροῦντος αὐτοῦ. VEΓΘ

sch eq

400b

Tr Κρατῖνος ἀρχαίας κωμῳδίας ποιητής, πρεσβύτερος Ἀριστοφάνους,
τῶν δοκίμων ἄγαν. διαβάλλει δὲ αὐτὸν ὡς μέθυσον καὶ ἐνουροῦντα, ὥστε καὶ κῴδιον ἔχειν ὑπὸ τὰ σκέλη, ἤγουν θύλακον σὺν τοῖς ἐρίοις αὐτοῦ. γενοίμην οὖν, φησίν, ἓν τοῦ Κρατίνου κῴδιον, ἵνα κατασήπωμαι ἐνουροῦντος αὐτοῦ, εἰ100
5μή σε μισῶ. Lh

sch eq

400c

Tr κῴδιον] δέρμα εἰς ὃ μεθύων ἐνουρεῖν λέγεται. Lh

sch eq

401a

vet Tr Μορσίμου: Μόρσιμος Φιλοκλέους τοῦ ποιητοῦ υἱός, τραγῳδίας ποιητὴς ψυχρός. ἔστι δὲ καὶ ἰατρός. ὡς δὲ μοχθηρῶν ὄντων αὐτοῦ τῶν ποιη‐ μάτων ἐν ἀρᾶς ἔθηκε μέρει. VEΓΘMLh

sch eq

401b

Tr Μορσίμου] ποιητὴς ψυχρός. Lh

sch eq

402

vet ὦ περὶ πάντ’ ἐπὶ πᾶσι: ὦ ἐπὶ πᾶσι προδοσίᾳ ἐξεταζόμενε καὶ κακίᾳ· μεταφορικῶς δὲ εἴληφε τὸ νόημα ἀπὸ τῶν μελισσῶν· ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ αἱ μέλισσαι, φησί, πᾶν ἄνθος δρέπονται, οὕτω καὶ σὲ τῶν τῆς πόλεως πραγμάτων οὐδὲν λανθάνει, ὥστε μὴ οὐκ ἀποδόσθαι αὐτὸ
5καὶ προδοῦναι. VEΓ3ΘM

sch eq

403a

vet ἵζων] ἐφίζων, ἐφιπτάμενος ἐπὶ πάσῃ δωροδοκίᾳ. VEΓ3

sch eq

403b

Tr δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων] ἤγουν ἐπὶ πάσῃ δωροδοκίᾳ καὶ κακίᾳ ἐπικαθήμενος, μεταφορικῶς ἀπὸ τῶν μελισσῶν. Lh

sch eq

404a

vet εἴθε φαύλως: εἴθε ἐκ τοῦ ῥᾴστου καὶ οὕτως εὐχεροῦς· ἐπεὶ μηδὲ ἐλπίσας εἰς τοῦτο δόξης προελθεῖν ὁ Κλέων ἔδοξεν εὐδοκιμεῖν ἐκ τῶν περὶ Πύλον κατορθωμάτων. VEΓΘM

sch eq

404b

vet ὥσπερ εὗρες: ὥσπερ ἐπέτυχες. ἐναργεῖ δὲ τῇ λέξει τῇ “εὗρες” κέχρηται. τὸ μὲν γὰρ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινὸς τῆς τοῦ κάμνοντος
γνώμης καὶ προαιρέσεως ἔλεγχον ἔχει, τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, οὐ τῆς αὐτοῦ τοῦ εὑρόντος γνώμης τὸ ἔργον. ὡς οὐκ ἐκ προνοίας τοῦ101
5Κλέωνος κατορθώσαντος ἃ διεπράξατο, ἀλλ’ ἁπλῶς εὑρόντος εὕρημα. VEΓ3ΘM

sch eq

404c

vet τὴν ἔνθεσιν: τὴν τροφὴν ἔνθεσις γὰρ ἡ τροφὴ τὴν ἐν τῷ πρυτα‐ νείῳ δοθεῖσαν αὐτῷ. VEΓΘM

sch eq

404d

Tr τὸ καμάτῳ καὶ πόνῳ τυχεῖν τινος ἀγαθοῦ, τῆς τοῦ τυχόντος ἐστὶν ἀρετῆς, τὸ δὲ κατὰ τύχην εὑρεῖν καὶ μὴ καμεῖν, τύχης. Lh

sch eq

404e

Tr φαύλως] εὐχερῶς. Lh

sch eq

404f

Tr εὗρες] ἐπέτυχες, καὶ οὐ διὰ τὴν ἀρετὴν ἐδόθη. Lh

sch eq

404g

Tr τὴν ἔνθεσιν] τὴν τροφήν. Lh

sch eq

405a

vet ᾄσαιμι γὰρ τότε: τότε γάρ, φησίν, ἐπᾴσαιμί σοι τὸ Σιμωνίδου μέλος “πῖνε πῖν’ ἐπὶ συμφοραῖς”. ἐκ τῶν Σιμωνίδου δὲ τοῦτο Τεθρίππων. τὸ δὲ “συμφοραῖς” ἐπ’ ἐσθλοῖς· τῶν μέσων γὰρ ἡ συμφορά. VEΓΘM

sch eq

405b

Tr ᾄσαιμι] τὸ Σιμωνίδου μέλος. Lh

sch eq

406

Tr totus versus] ἐκ τῶν Σιμωνίδου τοῦτο Τεθρίππων. Lh

sch eq

407a

vet τὸν Ἰουλίου γέροντα: ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο. οὐκ ἀργῶς δὲ τὴν ἡλικίαν ἐνταῦθα προστέθεικεν. διαβολὴν γὰρ ἐπὶ τοῖς νεωτέροις ἔχοντος τοῦ πράγματος, μείζονα τὴν αἰσχύνην ἐποίησεν ἐπ’ αὐτῷ, ᾧπερ γέροντι ὄντι ἀσελγαίνειν καὶ τὰ τοιαῦτα ὑβρίζειν πρόσεστι.
5παιδοπίπην δὲ τὸν παράγοντα καὶ παρακρουόμενον καὶ ἀναπείθοντα τὰ μειράκια. τοῦτον δὲ ὁ Κρατῖνος πυροπίπην λέγει, τουτέστι τὸν φύλακα τοῦ σίτου, ὡς εἰς τὸ πρυτανεῖον παρέχοντα ἄρτους. VEΓ3ΘM102

sch eq

407b

Tr παιδοπίπην τοῦτον ἔλεγον ὡς προάγοντα καὶ ἀνακρουόμενον καὶ ἀναπείθοντα τὰ μειράκια. Κρατῖνος δὲ πυροπίπην λέγει, τουτέστι φύλακα τοῦ σίτου, ὡς εἰς τὸ πρυτανεῖον παρέχοντα ἄρτους. Lh

sch eq

407c

Tr τὸν Ἰουλίου] ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο. Lh

sch eq

408a

vet Βακχέβακχον ᾆσαι: εὐφημῆσαι τὸν Διόνυσον καὶ ἀνυμνῆσαι. Βάκχον δὲ οὐ τὸν Διόνυσον ἐκάλουν μόνον, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια βάκχους ἐκάλουν, οὐ μὴν ἀλλὰ καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξενοφάνης ἐν Σίλλοις οὕτως· “ἑστᾶσιν δ’ ἐλάτης 〈βάκχοι〉 πυκινὸν
5περὶ δῶμα.” ἔστι δὲ καὶ στεφάνης εἶδος, ὡς Νίκανδρος ἐν τῷ περὶ γλωσσῶν ἱστορεῖ· φησὶ γὰρ οὕτως· “βάκχοισιν κεφαλὰς περιάνθεσιν ἐστέψαντο.” VEΓΘM

sch eq

408b

Tr Βάκχον οὐ τὸν Διόνυσον ἐκάλουν, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια, καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσιν. Lh

sch eq

408c

Tr ἰηπαιωνίσαι] εἰς Ἀπόλλωνα ὕμνον ἀνυμνῆσαι. Lh

sch eq

408d

Tr Βακχέβακχον] τὸν Διόνυσον. Lh

sch eq

409a

vet (ad vv. 409—40) διπλῆ καὶ στίχοι ἰαμβικοὶ ὅμοιοι λβʹ, ὧν τελευ‐ ταῖος “ἀνὴρ ἂν ἡδέως λάβοι”. VEΓ3

sch eq

409b

Tr ὑπερβαλεῖσθ’] νικήσετε, ἐκ μεταφορᾶς τῶν τρεχόντων. Lh

sch eq

410a

vet ἀγοραίου Διός: Ἀγοραῖος Ζεὺς ἵδρυται ἐν τῇ ἀγορᾷ καὶ ἐν τῇ
ἐκκλησίᾳ. EΓΘM103

sch eq

410b

Tr ἀγοραίου] ἵδρυτο ἐν ἀγορᾷ καὶ ἐν ἐκκλησίᾳ ἄγαλμα Διός. Lh

sch eq

411a

vet ἔγωγε νὴ τοὺς κονδύλους: ὁ ἀλλαντοπώλης ἐστὶν ὁ λέγων. ἀποτείνεται δὲ πρὸς τὸν Κλέωνα καί φησιν ὅτι οὐχ ὥσπερ ἐκεῖνος τὴν δόξαν ῥᾳδίως εὗρε, τὸν αὐτὸν καὶ αὐτὸς εὐδοκίμησε τρόπον, ἀλλὰ πολλὰ πονήσας καὶ πολλοὺς κινδύνους ὑποστάς, κατορθώσας τε πολέμους πλείονας, αἰνιττόμενος
5τὰ περὶ Ἀκαρνᾶνας καὶ Αἰτωλίαν καθ’ ὧν εὐδοκίμησε στρατηγῆσαι φθάσασ. VEΓ3ΘM (II) ἄλλως: ἀποτείνεται πρὸς τὸν Κλέωνα ὁ ἀλλαντοπώλης, ὅτι ἐκεῖνος μὲν εὐκόλως ἐστρατήγησεν, αὐτὸς δὲ πολλὰ κακοπαθήσας καὶ τυπτηθεὶς ἐν τῷ μαγειρείῳ. VEΓ3ΘM

sch eq

411b

Tr ἐγκαυχᾶται νικήσειν τὸν Κλέωνα. οὐχ ὥσπερ γὰρ ἐκεῖνος, φησί, ῥᾳδίως εὗρε τὴν δόξαν, τὸν αὐτὸν καὶ αὐτὸς τρόπον εὐδοκίμησα· ἀλλ’ ἐκ παίδων πολλὰ πονήσας καὶ πολλοὺς κινδύνους ὑποστὰς καὶ ἔμπειρος γενόμενος οἶμαι νικήσειν σε. τοῦτο δὲ λέγει διὰ τὰς πληγὰς ἃς ἐν τῷ μαγειρείῳ καθ’ ἑκάστην
5ἐλάμβανε, τυπτόμενος ὑπὸ τῶν προεχόντων ἐν αὐτῷ πρεσβυτέρων. Lh

sch eq

411c

Tr κονδύλους] τὰς ἐκ πυγμῆς πληγάς. Lh

sch eq

411d

Tr πολλοῖς] πταίσμασι. Lh

sch eq

413

Tr ὑπερβαλεῖσθαι] νικῆσαι. Lh

sch eq

414a

vet (I) ἀπὸ μαγδαλιᾶς: ἀπὸ εὐτελοῦς τροφῆς ὁρμώμενος· μαγδαλιὰ γὰρ τὰ τῶν ἀλφίτων ἀποβλήματα. VEΓΘM (II) ἄλλως: ἡ τῶν κυνῶν τροφή, ἥτις ἦν σταῖς καὶ λίπος· οὕτως οὖν καὶ ὁ ποιητὴς εἶπεν
5〈“ὡς δ’ ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
σαίνως’.〉 αἰεὶ γάρ τε φέρει μειλίγματα θυμῷ”. μετὰ γὰρ τὸ δεῖπνον 〈εἰσ〉 τὸ σταῖς ἀπεψῶντο τὸ λίπος καὶ τοῖς κυσὶν ἐπέρριπτον. VEΓΘM (III) ἄλλως: τὸ σταῖς, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ ἐκάλουν χειρό‐
104
10μακτρον. ὃ μετὰ τὴν ἐργασίαν ἀπέρριπτον τοῖς κυσίν. VEΓΘM

sch eq

414b

Tr μαγδαλιὰ δέ ἐστι σταῖς, ἐν ᾧ ἀποψῶνται τὸ λίπος οἱ μάγειροι τὸ προσφυόμενον ἐν ταῖς χερσὶν αὐτῶν· ὃ καὶ μετὰ τὰ δεῖπνα τοῖς κυσὶ ῥίπτουσιν. Lh

sch eq

414c

Tr μαγδαλιᾶς] εὐτελοῦς τροφῆς. Lh

sch eq

416a

vet (I) κυνοκεφάλ: ἑαυτὸν ὁ Κλέων λέγει κυνοκέφαλον, δεινὸν καὶ ἀναίσχυντον, ὁποῖος ἦν ὁ παρ’ Ἡσιόδῳ Γηρυονεύς, “Χρυσάωρ δ’ ἔτεκε τρικέ‐ φαλον Γηρυονῆα”. VEΓΘM (II) ἄλλως: τῷ κυνὸς κεφαλὴν ἔχοντι, τουτέστιν ἐμοὶ τῷ Κλέωνι. ἀφ’ ἧς
5δὲ προείρηκε τροφῆς, κυνοκέφαλον αὐτὸν εἶπεν, οἷον ἰταμὸν καὶ ἀναιδῆ καὶ ἁρπακτικόν, ἐπεὶ καὶ τὸ ζῷον τοιοῦτον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πῶς οἷόν τε, φησίν, εἰ κυνὸς τροφὴν ἐσθίων, τῷ ὁμογενεῖ καὶ ὁμοτρόπῳ μάχεσθαι διανοῇ; λέγει δὲ κυνικῷ, οἷον πονηρῷ καὶ βιαίῳ. VEΓΘM

sch eq

416b

vet κυνοκεφάλῳ] πονηρῷ δαίμονι καὶ βιαίῳ. M

sch eq

416c

Tr πῶς, φησίν, εἰ κυνὸς τροφὴν ἐσθίεις, τῷ ὁμογενεῖ καὶ ὁμοιοτρόπῳ μάχεσθαι διανοῇ; λέγει δὲ ἑαυτὸν κυνοκέφαλον διὰ τὸ ἀναιδὴς εἶναι ὡς οἱ κύνες. Lh

sch eq

416d

Tr βορὰν] ἥτις ἦν σταῖς καὶ λίπος. Lh

sch eq

416e

Tr σιτούμενος] ἐσθίων. Lh

sch eq

416f

Tr κυνοκεφάλῳ] ἑαυτὸν ὁ Κλέων κυνοκέφαλον λέγει παίζων διὰ τὸ εἰρηκέναι κυνὸς τροφήν. Lh

sch eq

417

vet Tr κόβαλα] πανουργεύματα, σοφίσματα, κλέμματα. EΓ3Lh105

sch eq

419a

vet ὥρα νέα, χελιδών: παροιμιῶδες. ὁλόκληρος δέ ἐστι παροιμία. τὸ δὲ λεγόμενον, ἔστιν ἔαρος ἀρχή· δοκεῖ γάρ πως ἅμα τῷ ἔαρι φαίνεσθαι ἡ χελιδών. VEΓΘM

sch eq

419b

vet σκέψασθε] θεάσασθε, καταμάθετε, κατανοήσατε. VEΓ3

sch eq

419c

Tr σκέψασθε] ἴδετε, καταμάθετε. Lh

sch eq

419d

Tr χελιδών] δοκεῖ γάρ πως ἅμα τῷ ἔαρι φαίνεσθαι ἡ χελιδών. Lh

sch eq

420a

vet οἱ δ’ ἔβλεπον: ἑώρων. ὑπὸ τῆς περιεργίας ἐξαγόμενα τὰ παιδία τῇ θέᾳ τὸν νοῦν προσεῖχον, πότε χελιδὼν παραπτήσεται, κἀκείνων περὶ τοῦτο ἐπτοημένων, ῥᾷστα αὐτὸς εἶχε τὸ κλέπτειν. VEΓΘM

sch eq

420b

Tr ἔβλεπον] τῇ θεωρίᾳ τὸν νοῦν προσεῖχον, πότε χελιδὼν παραπτήσεται. Lh

sch eq

421a

vet δεξιώτατον κρέας: ὦ κάλλιστον καὶ σοφώτατον κρέας· ἀντὶ τοῦ ὦ σοφώτατε ἄνθρωπε, διὰ τὸ κἀκεῖνον κεκλοφέναι, καὶ ὥσπερ τῇ δεξιᾷ χειρὶ ὑφῃρῆσθαι. VEΓΘM

sch eq

421b

Tr ὦ δεξιώτατον κρέας] ὦ σοφώτατε ἄνθρωπε· παίζων δὲ κρέας εἶπε πρὸς τὸν ἐκείνου λόγον. Lh

sch eq

421c

Tr προὐνοήσω] τρόπον ἐξεῦρες κλοπῆς. Lh

sch eq

422a

vet (I) ἀκαλήφας: βοτάνης εἶδος, αἳ παρὰ τοῖς πολλοῖς κνίδαι καλοῦν‐ ται. ἐμνημόνευσε δὲ τῶν ἀκαληφῶν διὰ τὴν δριμύτητα τοῦ ἀλλαντοπώλου καὶ τὴν ἀγχίνοιαν, ὅτι κλοπῆς ἐξεῦρε τρόπον. δριμεῖα γὰρ ἡ βοτάνη, καὶ τοὺς θιγόντας κνᾶσθαι ποιεῖ. εἶπε δὲ πρὸ χελιδόνων, ἐπεὶ μετὰ τὴν χελιδόνα
5ἄβρωστοι αἱ κνίδαι. VEΓΘM (II) ἄλλως: ἀκαλήφη εἶδος μυίας, ὡς Ἀριστοτέλης. ἐν τῷ χειμῶνι δὲ
ἐδώδιμοί εἰσιν, ἐν δὲ τῷ θέρει ἀπόλλυνται. VEΓΘ (III) ἄλλως: λάχανόν ἐστιν ἄγριον. καλεῖται δὲ καὶ θαλασσία ἀκαλήφη, ἣ προσελθοῦσα τῷ χρωτὶ κνησμὸν ποιεῖ. ἐοίκασι δὲ τῇ ὥρᾳ τῇ πρὸ τοῦ ἔαρος106
10χρῆσθαι .... VEΓΘ

sch eq

422b

vet πρὸ χελιδόνων] πρὸ ὥρας τοῦ ἔαρος· χειμῶνα δὲ δηλοῖ. EΓ3

sch eq

422c

Tr ἡ ἀκαλήφη λάχανόν ἐστιν ἄγριον, λέγουσι δὲ εἶναι τὴν κνίδην, ἣ τοὺς θιγόντας κνᾶσθαι ποιεῖ, ἣν καὶ ἔτι νέαν οὖσαν ἐσθίουσιν ἄνθρωποι. εἶπε δὲ πρὸ χελιδόνων, ὅτι μετὰ τὴν τῶν χελιδόνων ἐπιφάνειαν ἄβρωτοι αἱ κνίδαι. Lh

sch eq

422d

Tr ἀκαλήφας] τὰς λεγομένας κνίδας· τοῦτο δὲ διὰ τὴν δριμύτητα τοῦ ἀλλαντοπώλου. Lh

sch eq

422e

Tr πρὸ χελιδόνων] ἤτοι κατὰ τὸν χειμῶνα. Lh

sch eq

424a

vet Tr εἰς τὰ κόχωνα: κοχώνη τόπος ὑπὸ τὸ αἰδοῖον, 〈τὸ μεταξὺ〉 τῶν μηρῶν καὶ τῆς κοτύλης καὶ τῶν ἰσχίων· μέμνηται δὲ τῆς κοχώνης καὶ ἐν Σκηνὰς Καταλαμβανούσαις “ἀλλὰ συσπάσαι δεῖ τὰς κοχώνας.” οὐδετέρως δὲ ἔφη τὰ κόχωνα. VEΓΘMLh

sch eq

424b

vet totus versus] ὅτι καὶ οἱ στρατηγοὶ ἐπίορκοι λεληθότως φησί. EΓ3

sch eq

424c

vet ἀπώμνυν] ὅρκοις ἐπὶ τῷ μὴ κεκλοφέναι. EΓ3

sch eq

424d

Tr κόχωνα] κοχώνη τόπος ὑπὸ τὸ αἰδοῖον καὶ τὸν μηρόν. Lh

sch eq

426a

vet ἐπιτροπεύσει: προηγήσεται, προστατήσει. οὐκ ἀργῶς δὲ ἐπὶ ἔνδοξον πρόσωπον τὴν τοιαύτην ἀνήγαγε κρίσιν. οὐ γὰρ ἰδίως φησί τινα εἰρηκέ‐ ναι, ἀλλὰ ῥήτορα, καὶ προϊδεῖν καὶ συνιέναι πλέον τῶν ἄλλων δυνάμενον. VEΓΘM

sch eq

426b

vet ἐπιτροπεύσει] προστήσεται. VEΓ3

sch eq

426c

Tr οὐκ ἀργῶς τοῦτο εἴρηκεν, ἀλλ’ ἐπὶ ἔνδοξον πρόσωπον ἀνήγαγε τὴν κρίσιν. οὐ γὰρ ἰδιώτης, φησίν, εἴρηκεν ὡς προστήσομαι τοῦ δήμου, ἀλλὰ ῥήτωρ ὁ συνιέναι πλέον τῶν ἄλλων δυνάμενος. Lh107

sch eq

426d

Tr ἐπιτροπεύσει] διοικήσει, προστήσεται τοῦ δήμου. Lh

sch eq

427a

vet δῆλον ἀφ’ οὗ ξυνέγνω: ἀπ’ αὐτῶν τῶν πραττομένων πρόδηλον ἦν τὸ ἀποβησόμενον. VEΓΘM

sch eq

427b

Tr εὖ γε ξυνέβαλεν] ὀρθῶς ἐνόησε καὶ οὐκ ἐσφάλη. Lh

sch eq

427c

Tr ἀφ’ οὗ] αὐτό. Lh

sch eq

427d

Tr ξυνέγνω] τὸ πρᾶγμα. Lh

sch eq

428a

vet Tr ὁτιὴ ’πιώρκεις ἡρπακώς: πάλιν κἀνταῦθα τῶν πολιτευομένων καθάπτεται ὡς ἐξ ἐπιορκίας καὶ κλοπῆς συνεστηκότων καὶ τοιούτων ἐθῶν. διὰ τοῦτο καὶ τὸν ἀλλαντοπώλην διαπρέπειν ἐν τῇ πολιτείᾳ ὁ ῥήτωρ ἔφη. VEΓ3ΘMLh

sch eq

428b

vet καὶ τὸ κρέας ὁ πρωκτὸς εἶχεν: ἤτοι τὴν μοχθηρίαν αὐτοῦ καὶ τὴν ῥυπαρίαν καὶ τούτῳ δείκνυσι τῷ τρόπῳ, ὅτι κατέκρυπτε κλέπτωνἐν τῷ πρωκτῷ κρέα, καὶ ταῦτα πάλιν αὐτὸς ἤσθιεν· ἢ διαβάλλειν εἰς ἀσέλγειαν αὐτὸν θέλει, ὡς δὴ παρὰ τὴν ἡλικίαν 〈τὰ〉 τῶν γυναικῶν παθόντα. VEΓ3ΘM

sch eq

428c

Tr κρέας] λαθεῖν γὰρ σπεύδων ὑπὸ τὸν πρωκτὸν τοῦτο ὑπέβαλεν. Lh

sch eq

428d

Tr διὰ τοῦ τὸ κρέας εἰς τὸν πρωκτὸν ἐμβαλεῖν τὴν μοχθηρίαν καὶ ῥυπαρίαν αὐτοῦ δείκνυσιν, ὅτι ὅπερ ὑπὸ τὸν πρωκτὸν ἐτίθει κρέας πάλιν αὐτὸς ἤσθιεν· ἢ διαβάλλει εἰς ἀσέλγειαν ὡς τὰ τῶν γυναικῶν παθόντα παρ’ ἡλι‐ κίαν. Lh

sch eq

429

vet Tr τοῦ θράσους] ταύτης τῆς παρρησίας καὶ τοῦ φρονήματος. EΓ3Lh

sch eq

430a

vet καθιείς: παρεσκευασμένος. καθιεῖν δὲ κυρίως τὸ χαλᾶν τὰ τῶν
νεῶν ἱστία. ταῦτα δὲ προσφόρως εἴρηκεν ὁ Κλέων. ἦν γὰρ σφοδρὸς ἐν τοῖς λόγοις. καθιεὶς οὖν ἀντὶ τοῦ καθειμένος. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀνέμων. VEΓ3Θ108

sch eq

430b

vet Tr καθιείς] πνέων ὡς ἐπὶ ἀνέμου. EΓ3Lh

sch eq

430c

Tr ἔξειμι] ἐξέρχομαι, μεταφορικῶς ἀπὸ τῶν ἀνέμων. Lh

sch eq

431a

vet ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκ: πᾶν ἐπὶ σοὶ μηχανησάμενος καὶ πάντα κινήσας ἐπιβουλῆς τρόπον. δι’ ὧν δὲ ἀπειλεῖ ἀδύνατα καὶ 〈ἀνθρωπίνης δυνάμεωσ〉 μείζονα, δι’ αὐτῶν δηλοῖ τὴν σπουδὴν τῆς ἐπιβουλῆς τῆς κατ’ αὐτοῦ. καθότι δὲ φορολογίας ἐκ τῆς γῆς καὶ
5τῆς θαλάσσης ἔλαβε ταῦτά φησιν. εἰκῆ δὲ ἀντὶ τοῦ ἁπλῶς καὶ ὡς ἔτυχε, μάτην· τουτέστιν ἐπ’ οὐδενὶ ἀναγκαίῳ καὶ σπουδαίῳ πράγματι, φανερὰν καὶ ἐν τούτῳ ποιῶν τὴν ἑαυτοῦ ἐξουσίαν, ἣν κατὰ τῆς πόλεως εὐτυχεῖ, εἰ ἐπ’ αὐτῷ καθέστηκε τὸν δῆμον κινεῖν καὶ παροξύνειν καθ’ ὧν βούλεται, καὶ ταῦτα ἐπ’ οὐδεμιᾷ προφάσει εὐλόγῳ. VEΓ3ΘM

sch eq

431b

Tr τήν τε γῆν καὶ τὴν θάλατταν] καὶ τοὺς κατὰ γῆν γὰρ καὶ κατὰ θάλατταν ἐτάραττεν ὁ Κλέων. Lh

sch eq

431c

Tr εἰκῆ] μάτην, ὡς ἔτυχε. Lh

sch eq

432a

vet ἐγὼ δὲ συστείλας: καὶ τοῦτο παρεπιγραφή· ὃ γὰρ εἶπε, καὶ ποιεῖ· τουτέστι τὸ σκεῦος ὃ κατέθετο τῶν ἀλλάντων φθάσας ἐπιών, τοῦτο πάλιν ἀναιρούμενος τῆς θυμέλης ἐξάγει. VEΓΘM

sch eq

432b

Tr τοῦτο παρεπιγραφή· ὃ γὰρ κατέθετο τῶν ἀλλάντων φθάσας ἐπιών, τοῦτο καὶ αὖθις ἀνελόμενος τῆς θυμέλης ἐξάγει. Lh

sch eq

433a

vet κατὰ κῦμ’ ἐμαυτὸν: ἀπὸ τῶν ἀφιέντων ἑαυτοὺς κατὰ κῦμα
φέρεσθαι. VEΓ3M109

sch eq

433b

vet κλάειν σε μακρὰ κελεύων: τὸ μὲν εἶδος ἀρχαῖον καὶ Ἀττικὸν τῆς συνθέσεως, ὡς μακρὰ χαίρειν σοι λέγω καὶ οἰμώζειν μακρά. τὸ δὲ λεγόμενον πρόδηλον. φησὶ γάρ, ἧττόν σου φροντίσας τῶν ἀπειλῶν ἀπελεύσομαι, ἢ κατα‐ λείψω σε ἐνταῦθα κλαίειν, ἵνα δόξῃ μὴ φιλονεικεῖν καὶ διαλοιδορεῖσθαι πρὸς
5αὐτόν. εἰώθασι γὰρ οἱ βελτίονες καὶ τῶν λοιδοριῶν ὑπερφρονεῖν τῶν ἡττόνων. VEΓΘ

sch eq

433c

vet Tr κλάειν σε μακρὰ κελεύω] ἀντὶ τοῦ καταφρονῶ σου. EΓ3MLh

sch eq

433d

Tr κατὰ κῦμ’ ἐμαυτὸν] ἀπὸ τῶν ἀφιέντων ἑαυτοὺς κατὰ κῦμα φέρεσθαι· Ἀττικὴ ἡ σύνθεσις τοῦ λόγου. Lh

sch eq

434a

vet (I) κἄγωγ’ ἄν τι παραχαλ: ἑξῆς καὶ οὗτος τῆς ἀντλίας ἐμνη‐ μόνευσεν, ἵνα καὶ αὐτὸς ἴδιον ἀπὸ τῆς θαλάσσης δοκῇ ἀστεΐζεσθαι, ὥσπερ καὶ ὁ ἀλλαντοπώλης. ἀντλία δὲ λέγεται τόπος τις τοῦ πλοίου εἰς ὃν τὸ ὕδωρ σωρεύεται εἰς τὴν ναῦν. λέγει δὲ ὅτι φυλάξω, ἐάν τις τῆς ἀντλίας εἰσδέχηται. ἰστέον δὲ
5ὅτι ἱστάμενον καὶ χρονίζον τὸ ὕδωρ κάκιστον ὄδωδεν. τί ποτε οὖν βούλεται τῷ ποιητῇ ζητητέον τὸ ἀπειλεῖν τούτῳ παραφυλάξειν τὴν ἀντλίαν, πλὴν εἰ μὴ τοὺς προειπόντας ὡς καὶ αὐτοὺς ψυχρολογήσαντας σκώπτειν θέλει διὰ τὸ ἀδύνατα εἰρηκέναι. οὔτε γὰρ τῷ Κλέωνι δυνατὸν ἦν ἀνθρώπῳ γε ὄντι κινῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, οὔτε τῷ ἀλλαντοπώλῃ ῥῖψαι καὶ δισκεῦσαι κατὰ
10κυμάτων ἑαυτόν. καὶ τοῦτο ἀνόητον καὶ περιττόν, ὁ ἐπὶ τῇ ἀντλίᾳ τῆς φρουρᾶς πόνος. VEΓ3Θ (II) ἄλλως: περὶ τοῦ ῥηθέντος παρὰ τοῦ Κλέωνος λόγου, ὅτι συνταράξω τὴν θάλασσαν, καὶ οὗτος ἀπήντησεν εἰπών. VEΓ3

sch eq

434b

Tr σκώπτειν βουλόμενος αὐτοὺς εἰρηκότας ἀδύνατα ποιῆσαι τοῦτο λέγει. οὔτε γὰρ τῷ Κλέωνι δυνατὸν ἀνθρώπῳ γε ὄντι κινῆσαι τὴν γῆν
καὶ τὴν θάλατταν, οὔτε τῷ ἀλλαντοπώλῃ ἀσφαλὲς ῥῖψαι κατὰ κυμάτων ἑαυτόν. διὰ τοῦτο καὶ αὐτὸς ἀνόητόν τι εἴρηκε καὶ περιττόν, τὸ τὴν ἀντλίαν110
5φυλάξαι· τὸ γὰρ συναχθὲν ἐκεῖ ὕδωρ χρονίζον κάκιστον ὄδωδε, καὶ οὐκ ἄν τις ἑκὼν τούτῳ πλησιάσειεν. ἀντλία δέ ἐστι τόπος τοῦ πλοίου εἰς ὃν τὸ ὕδωρ εἰσρέει. Lh

sch eq

434c

Tr ἀντλία] τόπος τοῦ πλοίου ἔνθα συνάγεται τὸ ἔξωθεν εἰσερχόμενον ὕδωρ. Lh

sch eq

435

vet Tr οὐ καταπροΐξ: οὐ προῖκά μου καταφρονήσεις, τουτέστι δωρεάν. VEΓ3MLh

sch eq

436a

vet Tr τοῦ ποδὸς παρίει: μεταφορικῶς ἀπὸ τῶν πλεόντων ἐχρήσατο. ἐπειδὰν γὰρ †πλείων† ἄνεμος ἐμπέσῃ τοῖς πλέουσι, συστέλλουσι καὶ παραιροῦσι τῶν ἱστίων τὰ πολλά, ἢ τὸ μὲν ἓν μέρος τοῦ ἱστίου ἐντείνεται, τὸ δὲ ἕτερον ἀναστέλλεται οὗ ἂν μὴ χρεία ᾖ ἢ ὁ καιρὸς ἀπαιτῇ. πόδας δὲ καλοῦσιν οἱ ναῦται
5τοὺς παρ’ ἑκάτερα τὰ μέρη κάλους ἐκδεδεμένους τῆς ὀθόνης. φησὶν οὖν, ἀσφαλέστερον λοιπὸν διαλέγου καὶ πρᾶττε, τουτέστι μὴ πολλῇ χρῶ ἀθυ‐ ρογλωττίᾳ, ἀλλὰ πεφεισμένως διαλέγου τῷ Κλέωνι. παροξύνεται γὰρ σφόδρα. VEΓΘMLh

sch eq

436b

Tr ἄθρει] βλέπε, σκόπει. Lh

sch eq

436c

Tr παρίει] ἀμέλει, ἤγουν ὑποχάλα. Lh

sch eq

437a

vet κακίας καὶ συκοφαντίας: ἐπειδὴ ψευδῆ κατηγορεῖν ὁ Κλέων
ἐτόλμησεν αὐτοῦ, φήσας αὐτὸν σφετερίσασθαι τάλαντα τῆς πόλεως πολλά, καὶ οὐκ ἄν ποτε συγχωρήσειν προῖκα τῷ αὐτῷ, διὰ τοῦτο πνεῖν φησὶν αὐτὸν .... καὶ συκοφαντίας, ὃ χρὴ στοχάσασθαι τὸν ἀλλαντοπώλην. ἑξῆς δὲ ἀπὸ τῶν111
5ἀνέμων τῷ πνεῖν .... καὶ συκοφαντίας κέχρηται. VEΓ3Θ (II) ἄλλως: ὄνομα ἀνέμου ὁ καικίας· τὸν δὲ αὐτὸν καὶ νότον καλοῦσί τινες. οὗτος δὲ ὅτ’ ἐμπνεῖ τὰ νέφη εἰς ἑαυτὸν ἕλκει. ἀκολούθως δὲ εἶπε διὰ τὸ προειρη‐ κέναι “τοῦ ποδός”, ἅμα δὲ πρὸς τὴν συκοφαντίαν καὶ κακίαν αὐτοῦ τὰ ὀνόματα πλάττει. VEΓ3Θ

sch eq

437b

vet φησὶν οὖν ταῦτα καθ’ ἑαυτὸν ὁ ἀλλαντοπώλης. πρὸς τὸ καικίας ἔπαιξεν ὄνομα ὂν ἀνέμου. οὗτος ὅτε πνεῖ τὰ νέφη εἰς ἑαυτὸν ἕλκει, ὅθεν καὶ “ἕλκων εἰς ἑαυτὸν ὥστε καικίας νέφος”. ἐπεὶ ψευδῆ κατηγορεῖν ὁ Κλέων ἐτόλ‐ μησεν, αὐτὸν φήσας σφετερίσασθαι τῆς πόλεως τάλαντα πολλά, καὶ οὐκ ἄν ποτε
5συγχωρήσειν προῖκα πνέων ὡς ἐπὶ ἄνεμον αὐτό· διὰ τοῦτο πνεῖν αὐτόν φησι καὶ συκοφαντίας· ὃ χρὴ στοχάσασθαι. τὸν ἀλλαντοπώλην λέγει· ἑξῆς καὶ τῇ ἀπὸ τῶν ἀνέμων συκοφαντίᾳ κέχρηται. M

sch eq

437c

Tr πνεῖ] ἐπειδὴ ψευδῆ ψευδῶς κατηγορεῖν ὁ Κλέων ἐτόλμησεν αὐτοῦ εἰπὼν τάλαντα πολλὰ κλέψαι. Lh

sch eq

438a

vet Ποτιδαίας: ἔπαιξε τῷ ὀνόματι, ἵνα ἀκολούθως ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἀνέμων ἀποκρίνεσθαι καὶ αὐτὸς δοκῇ. ἡ δὲ Ποτιδαία πόλις ἐστὶ πρὸς τῷ Ἰσθμῷ τῆς Παλλήνης κατῳκισμένη, Κορινθίων μὲν ἄποικος, Ἀθηναίων δὲ σύμμαχος, καὶ φόρους ἐτέλει. ἣν ἀποστᾶσαν πολιορκήσαντες οἱ Ἀθηναῖοι
5πολιορκίᾳ μακρᾷ, ὡς καὶ σφῶν αὐτῶν γεύεσθαι καταναγκάσαι, παρέλαβον καὶ ἐξηνδραπόδισαν τὴν πόλιν. ἀπὸ ταύτης φησὶ τῆς πόλεως κεκλοφέναι δέκα τάλαντα τὸν Κλέωνα, καὶ τούτῳ φιλονεικῶν αὐτὸν ἀμείβεσθαι τοῖς ἴσοις, ἐπεὶ πρότερος ἐκεῖνος ἔφησεν αὐτὸν σφετερίσασθαι τῆς πόλεως τάλαντα πολλά. VEΓΘM112

sch eq

438b

vet δέκα τάλαντα: χρησίμως μετὰ τὸν τόπον καὶ τὸν ἀριθμὸν εἶπεν, ἵνα ὁ λόγος αὐτῷ πίστεως ἔχεσθαι δοκῇ, καὶ μὴ μάτην ἄλλως περὶ τῆς τοῦ Κλέωνος διαβολῆς λελέχθαι χάριν. πίστεως γὰρ παράδειγμα 〈τὸ〉 κατηγο‐ ροῦντα μὴ ψιλοῖς χρῆσθαι ῥήμασιν, ἀλλὰ καὶ ἀριθμὸν προσβάλλεσθαι καὶ
5τόπον. VEΓ3Θ

sch eq

438c

vet Ποτιδαίας] πόλις Θρᾴκης. EΓ3

sch eq

438d

Tr ἱστορία περὶ Ποτιδαίας: ἡ Ποτιδαία πόλις ἦν πρὸς τῷ ἰσθμῷ τῆς Παλλήνης κατῳκισμένη, Κορινθίων μὲν ἄποικος, Ἀθηναίων δὲ σύμμαχος, οἷς καὶ φόρους ἐτέλει. ἀποστᾶσαν δὲ πολιορκήσαντες οἱ Ἀθηναῖοι πολιορκίαν μακράν, ὡς καὶ σφῶν αὐτῶν γεύσασθαι, παρέλαβον καὶ ἐξηνδραπόδισαν.
5φησὶν οὖν ἀπὸ ταύτης τῆς πόλεως κεκλοφέναι δέκα τάλαντα, φιλονεικῶν τοῖς ἴσοις ἀμείβεσθαι. ἔφη γὰρ σφετερίσασθαι αὐτὸν πολλὰ τάλαντα. Lh

sch eq

438e

Tr Ποτιδαίας] πόλις Θρᾴκης, ἡ Κασσανδρεία. παίζει ἵνα καὶ αὐτὸς ἐκ τῆς θαλάττης καὶ τῶν ἀνέμων ἀποκρίνασθαι δοκῇ. Lh

sch eq

439

vet Tr βούλει τῶν ταλάντων: δεῖ νοῆσαι τὸν Κλέωνα ἐπὶ τῇ ἐλπίδι καὶ τῇ ἐπαγγελίᾳ τοῦ ταλάντου πεισθέντα ἐνδοῦναι. πρὸς ὃ φησὶν ὁ ἕτερος, “τὸ πνεῦμ’ ἔλαττον γίγνεται”. VEΓ3ΘLh

sch eq

440a

vet τερθρίους: οἱ ἔσχατοι κάλοι, οὓς ἐκφόρους καλοῦσιν οἱ ναῦται, οὓς ὅταν ἐνδιδῷ τὸ πνεῦμα πρώτους ἐκ πρῴρας χαλῶσι. καὶ οὗτος οὖν ἀκολού‐ θως τοῦτο εἶπε, διὰ τὸ πρόαγον “τοῦ ποδὸς παρίει”. φησὶν οὖν, ὁ Κλέων πάντων ἂν ὑπερίδοι ἕνεκεν λήμματος. VEΓ3Θ

sch eq

440b

vet τοὺς τερθρίους] τοῦ ἱστοῦ τὸν τόνον. VEΓ3

sch eq

440c

Tr τοὺς τερθρίους] τοῦ ἱστοῦ τὸν τόνον, ἤγουν τοὺς ἐσχάτους κάλως
οὓς ἐκφόρους καλοῦσιν. Lh113

sch eq

441a

vet τὸ πνεῦμ’ ἔλαττον γίγνεται: ἐπέμεινε τῇ τροπῇ τῶν ὀνομάτων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ἐπιεικέστερος ἔσται καὶ πρᾳότερος· λοιπὸν γὰρ ἐπειδὴ φθάσας εἶπεν ἤτοι κακίας καὶ συκοφαντίας αὐτὸν πνεῖν, διὰ τοῦτο πάλιν οἰκείως ἔλαττον ἔφη αὐτοῦ γίγνεσθαι τὸ πνεῦμα. VEΓΘM

sch eq

441b

Tr τὸ πνεῦμ’ ἔλαττον γίγνεται] ἤγουν ἐπιεικέστερός ἐστι καὶ πρᾳότερος· ἐπέμεινε δὲ τῇ τροπῇ. Lh

sch eq

441c

Tr (ad vv. 441—60) τὸ πνεῦμ’ ἔλαττον: ἔκθεσις τῆς διπλῆς ἐκ κώλων ἰαμβικῶν ιϛʹ. ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον, ὁ δεύτερος τρίμετρος στίχος ἀκατάληκτος, τὰ ἑξῆς ιβʹ δίμετρα ἀκατάληκτα Ἀνακρεόντεια, τὸ πεντεκαιδέκατον μονόμετρον ἀκατάληκτον, ὃ καὶ παρατέλευτον ὀνομάζεται, τὸ
5δὲ ἑξκαιδέκατον τὸ “χὤπως κολᾷ τὸν ἄνδρα”, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Ἀνακρεόντειον, ὡς εἴρηται. ἑξῆς δὲ τούτων στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ δʹ, ἐν ἐπῳδοῦ τάξει κείμενοι. ἐπὶ τῷ τέλει τῆς μὲν ἐκθέσεως δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος, τοῦ δὲ συστήματος κορωνίς. Lh

sch eq

442a

vet φεύξει γραφὰς: διώκειν καὶ φεύγειν ἔλεγον ἐπὶ τῶν κατηγόρων καὶ τῶν ἀπολογουμένων. ἐδίωκον μὲν γὰρ οἱ κατήγοροι, ἔφευγον δὲ οἱ κατηγο‐ ρούμενοι. φησὶν οὖν ὅτι κατηγορηθήσῃ δίκας τέτταρας ἑκατονταλάντους. VEΓΘM

sch eq

442b

Tr διώκων ἐστὶν ὁ κατηγορῶν, φεύγων δὲ ὁ κατηγορούμενος, ἐκ μεταφο‐ ρᾶς τοῦ διώκοντος καὶ φεύγοντος ἐπὶ κλοπῇ ἤ τινι τοιούτῳ. Lh

sch eq

442c

Tr φεύξει γραφὰς] κατηγορηθήσῃ κατηγορίας. Lh

sch eq

443

vet Tr ἀστρατείας] ὡς δειλός. EΓ3Lh

sch eq

445a

vet (I) ἐκ τῶν ἀλιτηρίων: τῶν μετεχόντων τοῦ Κυλωνείου ἄγους, ὅπερ εἰς τὴν Ἀθηνᾶν δοκεῖ γενέσθαι ἀσέβημα, ἐπειδήπερ οἱ συγκατακλεισ‐ θέντες τῷ Κύλωνι ἐν τῇ ἀκροπόλει εἰς τὴν κρίσιν κατέβησαν ἐν Ἀρείῳ πάγῳ, ἐκ τοῦ ἕδους τῆς θεοῦ ἐξάψαντες τὴν ἱκετηρίαν. ἧς διαρρυείσης λίθοις αὐτοὺς
5ἔβαλλον οἱ Ἀθηναῖοι. ἀλιτηρίων δὲ ἀντὶ τοῦ ἐναγῶν. VEΓ3Θ114
vet Tr (II) ἄλλως: ἐκ τῶν ἀλιτηρίων: τῶν ἁμαρτόντων εἰς τὴν Ἀθηνᾶν. Κύλων γὰρ Ἀθηναῖος ἀνήρ, Μεγαρίδα γυναῖκα γήμας, Θεαγένους θυγατέρα, θέλων τυραννεῖν ἔλαβε χρησμὸν τῇ μεγάλῃ ἑορτῇ τοῦ Διὸς ἐπιθέσθαι τῇ πόλει. ἐν Ὀλυμπίοις δὲ ἐπιθέμενος, νομίζων ταύτην εἶναι 〈τὴν〉 μεγάλην ἑορτήν,
10δύναμιν προσλαβὼν παρὰ Θεαγένους, μὴ γνοὺς ὅτι τὰ Διάσια ἦν ἡ μεγάλη ἑορτή, ἐπελθὼν τῇ ἀκροπόλει ἐλῄστευε καὶ ἁλίσκεται. ἐλήφθη δὲ καὶ συλῶν τὸ ἱερὸν τῆς Ἀθηνᾶς. καὶ αὐτὸς μὲν ὁ Κύλων φεύγει, τοὺς δὲ ἄλλους φονεύουσι, τινὰς δὲ καὶ ἱκέτας ἐκ τῶν βωμῶν ἀποσπάσαντες ἀπέκτειναν. τοὺς δὲ ἁμαρτόντας εἰς τοὺς ἱκέτας ἀλιτηρίους ἔφασκον· οὓς καὶ ἐξέβαλον τῆς πόλεως, ὅτι ἐκ τῶν
15ἀρχαίων νόμων παρέβησαν τοὺς ἱκέτας φονεύσαντες. VEΓ3ΘMLh
vet (III) ἄλλως: Κύλων τὴν ἀκρόπολιν κατέλαβεν ἐπὶ τυραννίδι, καὶ ἐλήφθη ποτὲ συλῶν τὸ ἱερὸν τῆς Ἀθηνᾶς, καὶ ὑπὸ Ἀθηναίων ἐκλείσθη. καὶ οὕτως ἐκεῖνος εὑρὼν καιρὸν φυγῇ ἐχρήσατο, καὶ οἱ φίλοι ἔφυγον εἰς τοὺς βωμοὺς τῶν θεῶν. οὓς οὗτοι ἀποσπάσαντες ἀπέκτειναν, ὅθεν ἀλιτήριοι ἐκλήθησαν.
20VEΓ3

sch eq

445b

vet ἀλιτηρίων: ἀντὶ τοῦ ἐναγῶν. M

sch eq

445c

Tr ἀλιτηρίων τῶν ἐναγῶν, τῶν ἀσεβησάντων εἰς τὴν Ἀθηνᾶν. Lh

sch eq

448

vet τῶν δορυφόρων: οἱ περιέποντες καὶ φρουροῦντες τοὺς τυράννους· θέλων γὰρ τυραννεῖν δορυφόρους εἶχεν αὐτούς. VEM

sch eq

449a

vet (I) τῶν Βυρσίνης τῆς Ἱππίου: ἔπαιξε καὶ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα, καὶ παρὰ τὸ τοῦ τυράννου ὄνομα τοῦ Ἱππίου, ᾧπερ τῷ
ὀνόματι τοῦ Ἱππίου περιεργότερον ἐχρήσατο. δῆλον μὲν γὰρ καὶ ἐκ τῶν προειρημένων, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τούτων, ὅτι μὴ αὐτὸς ὁ Ἱππίας κατέστησε115
5τὴν τυραννίδα, ἀλλὰ παρὰ τοῦ πατρὸς ἅμα τοῖς ἀδελφοῖς παρέλαβε τοῦ Πεισι‐ στράτου. οὗ οὐ πάντως ἂν ἐμνημόνευσεν, εἰ μὴ χρησιμώτερον τὸ ὄνομα τοῦ Ἱππίου πρὸς τὸ συνάψαι τῇ Βυρσίνῃ κατεφαίνετο. οὐκ ἄδηλόν ἐστι τοῦ Κλέωνος διαβάλλοντος αὐτὸν ὡς τῶν ἀλιτηρίων γεγονέναι, 〈τὸν ἀλλαντοπώλην ἀντι‐ διαβάλλειν τὸν Κλέωνα, ὡσ〉 τῶν ἐπιβουλευσάντων τῇ πόλει καὶ τοῖς τυράννοις
10συναραμένων. VEΓΘM
vet Tr (II) ἄλλως: Πεισιστράτου γυνὴ γέγονεν ἡ Μυρρίνη, Ἱππίου καὶ Ἱππάρχου μήτηρ. Βυρσίνην οὖν εἶπεν ἀντὶ τοῦ Μυρρίνην, ὡς βυρσοπώλην πάλιν κωμῳδῶν τὸν Κλέωνα. ταύτην ὁ Πεισίστρατος, ὁπότε κατήγαγεν εἰς Ἀθήνας ἐφ’ ἅρματος, ἔφασκεν Ἀθηνᾶν εἶναι βουλόμενος τυραννεῖν. VEΓΘMLh

sch eq

449b

Tr Βυρσίνης] Μυρσίνης ὤφειλεν εἰπεῖν. Lh

sch eq

449c

Tr τῆς] μητρός. Lh

sch eq

450

vet Tr κόβαλος ε: προειρήκαμεν ὅτι τοὺς μετὰ ξύλου λῃστὰς οὕτως ἐκάλουν οἱ παλαιοί. VEΓ3Lh

sch eq

451a

vet ἰοὺ ἰο: τοῦτο παρεπιγραφή· τυπτόμενον γὰρ ὑποκρίνεται. σχετλιασ‐ τικὸν δὲ τὸ ῥῆμα. VEΓ3M

sch eq

451b

Tr ἰοὺ ἰού] τυπτόμενος βοᾷ. Lh

sch eq

452

vet Tr οἱ ξυνωμόται: οἱ ἀντάρται, οἱ προδόται, οἱ τὰ αὐτὰ κατ’ ἐμοῦ συνθέμενοι φρονεῖν. VEΓ3Lh

sch eq

453a

vet πα’ αὐτόν: ἰστέον ὅτι ὁ χορὸς ταῦτα τῷ ἀλλαντοπώλῃ παρακε‐ λεύεται. ἀστείως δὲ διὰ τὴν ἐκείνου τέχνην εἴς τε τὰ ἔντερα καὶ τὸν κόλον αὐτὸν τύπτειν κελεύει. μάλιστα γὰρ ἡ τῶν ἀλλαντοπωλῶν ἐκ τούτων
συνέστηκε τέχνη. VEΓΘM116

sch eq

453b

vet ἀνδρικώτατα] ἰσχυρότατα. VEΓ3

sch eq

454

Tr γάστριζε] εἰς τὴν γαστέρα τύπτε· διὰ τούτων τὴν τέχνην αὐτοῦ δείκνυσι. Lh

sch eq

455

Tr καὶ τοῖς κόλοις] παρατέλευτον καὶ τοῦτο. Lh

sch eq

456a

vet κολᾷ τὸν ἄνδρα: κολούσεις καὶ παύσεις καὶ ταπεινώσεις· ἀπὸ δὲ τοῦ κόλου καὶ τῶν ἐντέρων τὴν λέξιν ἐποίησεν. ἴσως δὲ καὶ αὐτὸν τύπτουσιν. VEΓΘM

sch eq

456b

vet κολᾷ] κολάσεις. EΓ3

sch eq

456c

Tr ὅπως] σκόπει. Lh

sch eq

456d

Tr κολᾷ] κολάσεις· ἀπὸ δὲ τῶν κόλων τὴν λέξιν ἐποίησεν. Lh

sch eq

456e

Tr 〈 〉. Lh

sch eq

457

Tr γεννικώτατον κρέας] ἰσχυρότατον· παίζων κρέας αὐτὸν λέγει ἐκ μεταφορᾶς τῶν ἰσχυρῶν κρεῶν ἃ οὐ κατεργάζεται τῷ πυρί. Lh

sch eq

459

Tr totus versus] ἐπιτηδείως αὐτὸν καὶ ὑπούλως διὰ τῶν λόγων ἐνίκησας τῶν σῶν. Lh

sch eq

460

Tr Unknown Manuscript Character. Lh

sch eq

462a

vet Tr ἀλλ’ ἠπιστάμην: ὑψηλὸς ὢν καὶ μεγαλόφωνος ὁ Κλέων πολυτρόποις λόγοις κέχρηται. VEΓΘMLh

sch eq

462b

vet Tr τεκταινόμενα] σκευαζόμενα καὶ ἐπ’ ἐμοὶ μηχανώμενα. EΓ3Lh

sch eq

463a

vet Tr γομφούμενα: σφηνούμενα. γόμφοι γὰρ οἱ σφῆνες οἱ συνείροντες τὰς σάνιδας καὶ συναρμονιῶντες καὶ συνέχοντες. VEΓΘMLh

sch eq

463b

vet γομφούμενα] ἁρμοζόμενα. EΓΓ3Θ

sch eq

464a

vet (I) ἐξ ἁμαξουργοῦ λέγεις: τοῦ Κλέωνος τεκτονικῶς φθεγξα‐
μένου, παροξύνεται ὁ ἀλλαντοπώλης μιμήσασθαι αὐτόν. M (II) 〈ἄλλως〉: ἁμαξουργοὺς Ἀττικοὶ τοὺς ἀγριοπηγούς. εἶδος δὲ ἀγριο‐ πηγοὶ τεκτόνων, οἳ τὰς ἁμάξας τεκταίνουσι καὶ πάντων τῶν ἀγρίων ξύλων117
5εἰσὶν ἐργάται. ἐπειδὴ δὲ ὁ Κλέων τεκτονικοῖς ὀνόμασι πᾶσιν ἐχρήσατο, “τεκταινόμενα εἰπὼν καὶ “γομφούμενα”, ὁ δὲ ἀλλαντοπώλης οὐδὲν ἀπὸ τεκτονικῆς ἀπαντᾷ, ὁ χορὸς ὥσπερ δέδιε μὴ ἧττον ἀπενέγκηται τοῦ Κλέωνος καὶ ἀσχάλλει καὶ δυσφορεῖ, ὅτι οὐδὲν ἀντέθηκε τοιοῦτον ῥῆμα. VEΓ3M

sch eq

464b

Tr ἐπεὶ ὁ Κλέων τεκτονικοῖς ὀνόμασιν ἐχρήσατο εἰπὼν “γομφούμενακαὶ “κολλώμενα”, ὁ ἀλλαντοπώλης δὲ οὐδὲν ἀπὸ τεκτονικῆς εἶπεν, ὁ χορὸς ὥσπερ δέδιε μὴ ἧττον ἀπενέγκηται τοῦ Κλέωνος καὶ ἀσχάλλει καὶ δυσφορεῖ, ὅτι μηδὲν ἀντέθηκε τοιοῦτο ῥῆμα. Lh

sch eq

464c

Tr ἁμαξουργοῦ] τέκτονος ἁμάξας ἐργαζομένου. Lh

sch eq

465

vet Tr οὔκουν μ’ ἐν Ἄργει: παρὰ τὸν πόλεμον τὸν Πελοποννησιακὸν τοῦτο εἴρηκε. καίτοι πρότερον ἐχθροὶ ὄντες τοῖς Ἀργείοις οἱ Ἀθηναῖοι, διὰ τὴν πρὸς Λακεδαιμονίους ἀπέχθειαν ἔδοξαν αὐτοῖς γενέσθαι φίλοι. φησὶν οὖν ὅτι ὁ Κλέων ἐπὶ βλάβῃ τῆς πόλεως τὴν Ἀργείων φιλίαν προξενῶν
5οὐ λανθάνει με, σπείσασθαι πρὸς τοὺς Ἀργείους πείθων τὴν πόλιν, παρρησίαν εἰς τὸ συγγενέσθαι τοῖς Λακεδαιμονίοις ἑαυτῷ περιποιούμενος. VEΓΘMLh

sch eq

466

Tr ποιεῖ] κοινή. Lh

sch eq

468a

vet Tr καὶ ταῦτ’ ἐφ’ οἷσίν ἐστι συμφυσώμενα: ἐπὶ τίνι συμπνέουσι καὶ ὁμοφρονοῦσιν ὅ τε Κλέων καὶ οἱ Λακεδαιμόνιοι, φησὶν αὐτὸς οὐκ ἀγνοεῖν.
ἐπεὶ δὲ ὁ Κλέων τεκτονικοῖς τισιν ὀνόμασιν ἐχρήσατο, πάλιν οὗτος χρῆται χαλκευτικοῖς. φυσώμενα δὲ εἶπε διὰ τὰς φύσας τὰς χαλκευτικάς. τὸ δὲ “χαλ‐118
5κεύεται ὡς πρὸς τὰς φύσας ἐπήνεγκεν. ἔστι δὲ ὅμοιον τῷ τεκταίνεται. πάντα δέ, φησί, πράττεται τῷ Κλέωνι, ὅπως οἱ ἄνδρες τῶν δεσμῶν ἐκφύγοιεν. VEΓΘMLh

sch eq

468b

vet Tr συμφυσώμενα] συμπνεόμενα, κατασκευαζόμενα. EΓΓ3ΘLh

sch eq

469a

vet τοῖς δεδεμένοις: τουτέστι τοῖς τριακοσίοις τῶν Λακεδαιμονίων, οὓς ἀπὸ Πύλου καὶ Σφακτηρίας ἤγαγεν, οὓς εἶπεν ἀποδεδόσθαι βούλεσθαι τὸν Κλέωνα. VEΓΘM

sch eq

469b

Tr ἐγᾦδ’] ἐγὼ οἶδα. Lh

sch eq

469c

Tr τοῖς δεδεμένοις] τοῖς τριακοσίοις Λακεδαιμονίοις οὓς ἐκ Πύλου ἤγαγεν. Lh

sch eq

469d

Tr χαλκεύεται] κατασκευάζει, ἤγουν ἀποδόσθαι βούλεται αὐτούς. Lh

sch eq

470a

vet εὖ γ’ εὖ γε χάλκευε: ὑπερεπαινεῖ πάλιν ἐνταῦθα ὁ χορὸς τὸν ἀλλαντοπώλην, ὅτι ἀντὶ τῶν τεκτονικῶν ῥημάτων αὐτὸς χαλκευτικὰ φθέγ‐ γεται. VEΓΘM

sch eq

470b

Tr ὁ χορὸς ἐπαινεῖ τὸν ἀλλαντοπώλην, ὅτι ὥσπερ ἐκεῖνος τεκτονικά, οὕτω καὶ αὐτὸς χαλκευτικὰ ἐφθέγξατο. Lh

sch eq

471a

vet (I) καὶ ξυγκροτοῦσι: συνέχουσι καὶ συμπράττουσι καὶ οὐδένα καιρὸν παραλείπουσι τοῦ πείθειν τὸν Κλέωνα τοῖς δεδεμένοις δοῦναι σωτη‐ ρίας ἀφορμήν. VEΓΘM (II) ἄλλως: ἐπέμεινε τῇ μεταφορᾷ τῇ ἀπὸ τῶν χαλκέων· ἀντὶ τοῦ συμπράτ‐
5τουσιν. VEΓΘM

sch eq

471b

Tr ξυγκροτοῦσιν] συνέχουσι καὶ συμπράττουσι. καὶ τοῦτο δὲ χαλκευ‐ τικόν. Lh

sch eq

471c

Tr αὔτ’] αὐτά. Lh

sch eq

471d

Tr ἐκεῖθεν] ἐκ τῆς τῶν Λακεδαιμονίων χώρας. Lh119

sch eq

474

vet Tr οὐκ Ἀθηναίοις φράσω: ἡ σύνταξις Ἀττική. λέγει δὲ ὅτι εὐθὺς καὶ παραχρῆμα. VEΓΘLh

sch eq

476

vet Tr τὰς ξυνωμοσίας: τὰς ἐπὶ καθαιρέσει τοῦ δήμου ἐνόρκους συνό‐ δους. VEΓΘMLh

sch eq

477a

vet τὰς ξυνόδους τὰς νυκτερινάς: ὅτι νυκτὸς οὔσης κατὰ τῆς πόλεως ἐβουλεύεσθε. τὸ δὲ “ἐπὶ τῇ πόλει ἀντὶ τοῦ κατὰ τῆς πόλεως. VEΓΘ

sch eq

477b

vet ἐπὶ τῇ πόλει] κατὰ τῆς πόλεως. EΓ3

sch eq

477c

Tr ἐπὶ τῇ πόλει] τὰς ἐν τῇ πόλει γινομένας, ἤγουν τὰς κατὰ τῆς πόλεως. Lh

sch eq

478a

vet Tr καὶ πάνθ’ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε: φθάσας ὁ ἀλλαντοπώλης διέβαλεν αὐτὸν ἐπὶ βλάβῃ τῆς πόλεως Ἀργείοις καὶ Λακεδαι‐ μονίοις ξυνιέναι. διὰ τοῦτο καὶ ὁ Κλέων ὡς τῷ τῶν Περσῶν βασιλεῖ προδι‐ δόντας αὐτοὺς τὰ τῆς πόλεως αἰτιᾶται πράγματα. VEΓΘMLh

sch eq

478b

vet ξυνόμνυτε: συμπράττετε καὶ κοινολογεῖσθε. καλῶς δὲ τῆς δια‐ βολῆς † οὐκ ἀπατᾶται † τῆς δι’ αὐτῶν, ξυνωμότας αὐτοὺς τῷ Περσῶν βασιλεῖ γεγονέναι λέγων, ἵνα ὥσπερ ἔθος δείξῃ τοῦτο καὶ βεβαιώσῃ ὅτι καὶ μετὰ τούτου ξυνωμοσίαν πεποίηνται. VEΓΘ

sch eq

478c

Tr ξυνόμνυτε] συμπράττετε καὶ κοινολογεῖσθε. Lh

sch eq

478d

Tr ἵνα δείξῃ ἀληθὲς εἶναι τὸ ὅτι καὶ κατ’ αὐτοῦ ξυνωμοσίαν πεποίηνται, ξυνωμότας αὐτοὺς τῷ Περσῶν βασιλεῖ γεγονέναι λέγει. Lh

sch eq

479a

vet συντυρούμενα: συμπηγνύμενα, καὶ ὅτι παρὰ Βοιωτοῖς πολὺς
τυρός. VEΓΘM120

sch eq

479b

Tr Βοιωτῶν] κοινή. Lh

sch eq

479c

Tr συντυρούμενα] συμπηγνύμενα. Lh

sch eq

480a

vet πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος: ἔπαιξε πρὸς τὸ “συν‐ τυρούμενα”, πρὸς τὴν μεταφοράν. τὸ δὲ ὅλον πρὸς τοὺς ῥήτορας ὡς τὸ πλῆθος καταπλησσομένους ταῖς αὐτῶν ἀκυρολογίαις. VEΓΘM

sch eq

480b

Tr totus versus] ἔπαιξε πρὸς τὸ “συντυρούμενα”. Lh

sch eq

480c

Tr Βοιωτοῖς] κοινή. Lh

sch eq

481a

vet παραστορ: ἐκτενῶ. ἅμα δὲ καὶ ἀπὸ τῶν βυρσῶν. ἀκολούθως δὲ τοῦ Ἡρακλέους ἐμνήσθη, ἐπειδὴ Θηβαίων ἴδιος ὁ θεὸς οὗτος εἶναι λέγεται, τῆς δὲ Βοιωτίας αἱ Θῆβαι πόλις. VEΓΘM

sch eq

481b

Tr παραστορῶ] ἐκτενῶ ὡς βύρσαν. Lh

sch eq

481c

Tr ἀκολούθως τοῦ Ἡρακλέους ἐμνήσθη, ἐπειδὴ Θηβαίων ἴδιος ὁ θεὸς οὗτος εἶναι λέγεται, τῆς δὲ Βοιωτίας αἱ Θῆβαι πόλις. Lh

sch eq

482

vet Tr ἄγε δὴ σ: τὸ μὲν Κλέωνος τῆς θυμέλης ὑπεξῆλθε πρόσωπον, τὴν βουλὴν δῆθεν κινῆσαι κατ’ αὐτῶν. οἱ δὲ περὶ τὸν Νικίαν τῷ ἀλλαντοπώλῃ παρακελεύονται γενναίως ἀντιστῆναι πρὸς αὐτόν. νῦν γάρ, φησίν, ἀντιστὰς πρὸς τὸν Κλέωνα, ἔργῳ δείξεις ἐάν σοι γενναῖον ἢ πανοῦργον ἐν τῷ πρώτῳ
5πέπρακται βίῳ. VEΓΘMLh

sch eq

484a

vet εἰς τὰς κοχώνας: εἰς τοὺς γλουτούς. VEΓΓ3Θ

sch eq

484b

Tr εἰς τὰς κοχώνας] ὑπὸ τὸν πρωκτόν. Lh

sch eq

484c

vet Tr ὡς αὐτὸς λέγεις] πρὸς τὰ παρ’ αὐτοῦ εἰρημένα. VEΓ3121

sch eq

485a

vet θεύσει γὰρ ᾄξας: δραμῇ ὁρμήσας, ἐπεισελθών. καὶ Ὅμηρος “ἔμελλον θεύσεσθαι”. VEΓΘM

sch eq

485b

vet ᾄξας] παρελθὼν εἰς τὸ βουλευτήριον. VEΓ3

sch eq

485c

Tr θεύσει] ὁρμήσει. Lh

sch eq

485d

Tr ᾄξας] ἀΐξας, εἰσελθών. Lh

sch eq

487a

vet Tr κραγὸν: Ἀρίσταρχος ὀξυτόνως, ἀντὶ τοῦ κραυγαστικῶς. καὶ Ἡρωδιανὸς ἐν Ἀττικῇ προσῳδίᾳ. VEΓΘLh

sch eq

487b

Tr κραγὸν] κραυγαστικῶς. Lh

sch eq

490a

vet ἔχε νῦν ἄλειψον: στέαρ διδοῦσιν αὐτῷ ἀλείφεσθαι, ἵνα εὐχερῶς ὀλισθαίνειν δύνηται καὶ δύσληπτος ᾖ τῷ ἀνταγωνιστῇ. οὐκ ἀργῶς δὲ τὸ λίπος προσλαμβάνουσι, διὰ τὸ ἀλλαντοποιὸν αὐτὸν εἶναι. εἰώθασι γὰρ αὐτοὶ τὰ λίπη κατατέμνοντες βάλλειν εἰς τὸ φύραμα καὶ οὕτω πληροῦν τοὺς βοτούλους.
5VEΓΘM

sch eq

490b

vet τουτῳΐ] τῷ λίπει. VEΓ3

sch eq

490c

Tr ὁ χορὸς στέαρ δίδωσιν αὐτῷ ἀλείψασθαι, ἵνα εὐχερῶς ὀλισθαίνῃ καὶ δύσληπτος ᾖ τῷ ἀνταγωνιστῇ. οὐκ ἀργῶς δὲ παρείληπται τὸ λίπος· εἰώθασι γὰρ οἱ μάγειροι τὰς κεφαλὰς ἑαυτῶν ἀλείφειν τῷ λίπει. Lh

sch eq

490d

Tr νυν] δή· κοινή. Lh

sch eq

490e

Tr τουτῳΐ] στέαρ διδόασιν αὐτῷ ἀλείψασθαι. Lh

sch eq

491a

vet τὰς διαβολάς: δέον εἰπεῖν τὰς λαβὰς ὡς ἐπὶ πάλης, “τὰς δια‐ βολάς εἶπεν, ἃς ἔμελλε διαβάλλειν ὁ Κλέων. VEΓΘM

sch eq

491b

Tr τὰς διαβολάς] τὰς λαβὰς ὤφειλεν εἰπεῖν. Lh122

sch eq

492

vet Tr (I) παιδοτριβικῶς: ἐπειδὴ ἀνέτριψεν αὐτὸν τῷ λίπει, παιδοτρί‐ βην καλεῖ. VEΓΘMLh
vet (II) ἄλλως: ἀντὶ τοῦ ἀλειπτικῶς· παιδοτρῖβαι γὰρ καλοῦνται οἱ ἀλεῖπται καὶ κηρωματισταί. VEΓΘM

sch eq

493a

vet ἐπέγκαψον ταδ: ἐπίφαγε ταδί. καὶ τοῦτο παρεπιγραφή· σκόροδον γὰρ αὐτῷ προσφέρει, ὅ φησι δεῖν αὐτὸν ἐπιφαγεῖν. VEΓΘM

sch eq

493b

Tr νυν] δή. Lh

sch eq

493c

Tr ἐπέγκαψον] ἐπίφαγε. Lh

sch eq

493d

Tr ταδί] τὰ σκόροδα. Lh

sch eq

494a

pap [ ].οτεβ.υλοντα̣ [ [ ] εκτρυονασπ [ [ ] σθαι σκοροδατ [ [ ] υκτηρσιν [
5[ ].εισπ̣ιν̣ [ [ ] υν̣κεα̣ [ [ ] παρ̣ω [

sch eq

494b

vet (I) ἐσκοροδισμένος μάχ: μετήνεγκεν ἀπὸ τῶν ἀλεκτρυόνων. ὅταν γὰρ εἰς μάχην συμβάλλωσιν αὐτούς, σκόροδα διδόασιν αὐτοῖς, ἵνα δριμύ‐ τεροι ὦσιν ἐν τῇ μάχῃ. VEΓΘM (II) ἄλλως: κατάφαγε σκόροδα, ἵνα ὀξύτερος γενόμενος καὶ σκορόδοις
5τραφεὶσ γένῃ ὡς οἱ ἀλεκτρύονες. VEΓΘ

sch eq

494c

Tr ἄμεινον] κάλλιον. Lh

sch eq

494d

Tr ἐσκοροδισμένος] σκόροδα φαγὼν διὰ τὴν δριμύτητα. Lh123

sch eq

495

Tr νυν] δή. Lh

sch eq

496a

vet τοὺς λόφους κατεσθίειν: τοῦτο καὶ τὸ ἑξῆς μετήνεγκεν ἀπὸ τῶν ἀλεκτρυόνων. VEΓΘM

sch eq

496b

Tr τοὺς λόφους κατεσθίειν] καὶ τοῦτο ὡς ἐπὶ ἀλεκτρυόνων. Lh

sch eq

497a

vet ἥξεις πάλιν: λεληθότως σκώπτει τὸν Κλέωνα δι’ ὧν ἐκείνῳ παρακελεύεσθαι δοκεῖ. μάλιστα γὰρ παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμησεν ἐκεῖνος τοὺς ἄλλους διαβάλλων τῶν δημαγωγῶν, ὡς καὶ ἐν ἀρχῇ τοῦ ποιήματος λέγων περὶ αὐτοῦ ἔφησε “κάκιστα δῆθ’ οὗτός γε πρῶτος Παφλαγόνων
5αὐταῖσι διαβολαῖς”. VEΓΘ

sch eq

497b

Tr λεληθότως διαβάλλει τὸν Κλέωνα· μάλιστα γὰρ παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμησεν ἐκεῖνος, τοὺς ἄλλους διαβάλλων δημαγωγούς. Lh

sch eq

497c

vet Tr κάλλαια] τοὺς πώγωνας τῶν ἀλεκτρυόνων. VEΓ3Lh

sch eq

497d

Tr χὤπως] σκόπει. Lh

sch eq

498a

vet (ad vv. 498—506) ἀλλ’ ἴθι χαίρων: κορωνίς. ἐξελθόντων γὰρ τῶν ὑποκριτῶν, εἶτα καταλειφθεὶς ὁ χορὸς λέγει περιόδους ἀναπαιστικὰς βʹ, τὴν μὲν προπεμπτικὴν τοῦ ἑτέρου τῶν ὑποκριτῶν, οὖσαν δεκάμετρον πεντά‐ κωλον. ὑφ’ ὃ διπλῆ κατὰ τὴν δευτερεύουσαν κομμάτιον. ἄρχεται γὰρ τῆς
5καλουμένης τελείας παραβάσεωσ .... ἑπτάμετρον δέ ἐστι τὸ κομμάτιον τετράκωλον. VEΓΘ

sch eq

498b

Tr (ad vv. 498—506) ἀλλ’ ἴθι χαίρων: τοῦτο διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι ἔοικεν εἶναι ἔκθεσις διπλῆς. διὸ καὶ τὸ παρατέλευτον ἔχει κῶλον, ὅπερ ἔθος ἐν τῇ ἐκθέσει τίθεσθαι. διὰ δὲ τὸ προτίθεσθαι τῆς παρα‐
βάσεως κομμάτιον χοροῦ ὀνομάζεται, ὡς εἴρηται. ἔθος γάρ ἐστι προτίθεσθαι124
5τῆς παραβάσεως κομμάτιον. ἔστι γοῦν ἐκ κώλων ἀναπαιστικῶν θʹ, ὧν τὰ μὲν ζʹ δίμετρα ἀκατάληκτα, τὸ ὄγδοον μονόμετρον ἤτοι ἀναπαιστικὴ βάσις, ὃ καὶ παρατέλευτον ὀνομάζεται· τὸ δὲ ἔνατον, τὸ “πειραθέντων καθ’ ἑαυτούς”, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

498c

vet ἀλλ’ ἴθι χαίρων] κομμάτιον χοροῦ. Γ3

sch eq

498d

Tr ἀλλ’ ἴθι χαίρων] χορός· κομμάτιον κώλων θʹ. Lh

sch eq

498e

vet Tr ἀλλ’ ἴθι χαίρων] παρὰ τὰ Σοφοκλέους ἐξ Οἰκλέους. VEΓ3Lh

sch eq

500a

vet Tr ἀγοραῖος: ὡς Ζεὺς ξένιος ἢ μειλίχιος ἢ φίλιος, οὕτω καὶ ἀγο‐ ραῖος· οἰκείως δὲ νῦν διὰ τὸν ἀλλαντοπώλην ἀγοραῖον εἶπεν. VEΓΘMLh

sch eq

500b

Tr ἀγοραῖος] ὁ ἐν ἀγορᾷ ἱστάμενος. Lh

sch eq

502a

vet κατάπαστος] κατάμεστος, πλήρης, πεποικιλμένος. VEΓ3

sch eq

502b

Tr κατάπαστος] περιεστεμμένος. Lh

sch eq

503

vet ὑμεῖς δ’ ἡμῖν: ἐντεῦθεν παράβασις γίνεται, καὶ ἔστι τοῦτο τὸ καλούμενον κομμάτιον. μεθ’ ὃ οἱ ἀνάπαιστοι, ἔπειτα τὸ μακρόν, μετὰ ταῦτα δὲ ἡ στροφή, ἔπειτα τὸ ἐπίρρημα, ἑξῆς δὲ ἡ ἀντίστροφος, καὶ ἐπὶ πᾶσι τὸ ἀντεπίρρημα. VEΓΘM

sch eq

505a

vet παντοίας ἤδη μούσης: μεμουσωμένοι ἀκροαταὶ καὶ διὰ πάσης παιδεύσεως καὶ μέτρου ἀκροασάμενοι. ὁ μέντοι ποιητὴς τοῦτο πρῶτον τὸ δρᾶμα δι’ αὑτοῦ καθῆκε, τὰ δ’ ἄλλα δι’ ἑτέρων προσώπων. VEΓΘM

sch eq

505b

vet Tr παντοίας] ποικίλης καὶ παντοδαπῆς. VEΓ3Lh

sch eq

505c

Tr ὦ παντοίας ἤδη μούσης] παρατέλευτον τοῦτο. Lh

sch eq

505d

Tr μούσης] παιδεύσεως. Lh125

sch eq

507a

vet (ad vv. 507—46) εἰ μέν τις ἀνήρ: ἀναπαιστικὴ διπλῆ καὶ ἔκθεσις εἰς αὐτὴν τὴν παράβασιν. στίχοι ἀναπαιστικοὶ καταληκτικοὶ τετρά‐ μετροι μαʹ. VEΓ3M

sch eq

507b

Tr (ad vv. 507—50) εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων: ἡ παροῦσα παράβασις, ἣ καὶ μακρὸν καὶ πνῖγος 〈καὶ〉 ἀνάπαιστος ὡς εἴρηται λέγεται, ἐκ στίχων ἐστὶν ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν μʹ, ὧν τελευταῖος “αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ’ ἐφ’ ἕνδεκα κώπαις”.
5καλεῖται δὲ τοῦτο τὸ μέτρον ἐξόχως Ἀριστοφάνειον, ὡς εἴρηται ἐν τῷ Πλούτῳ δράματι. ἐν ἐκθέσει δὲ κῶλα ἀναπαιστικὰ δʹ, ὧν τὰ μὲν δύο δίμετρα ἀκατάληκτα, τὸ τρίτον μονόμετρον, ὃ καὶ παρατέλευτον ὀνομάζεται, ὃ σύνηθες τίθεσθαι ἐν ταῖς ἐκθέσεσι, τὸ δὲ τέταρτον τὸ “φαιδρὸς λάμποντι μετώπ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παρά‐
10γραφος. Lh

sch eq

507c

vet εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων: εἰ μέν τις ἀνὴρ τῶν πρεσβυτέρων. M

sch eq

507d

vet παράβασις. ὁ λόγος ἐκ τοῦ χοροῦ παρὰ τοῦ ποιητοῦ Ἀριστοφάνους τὸν λόγον ποιουμένου. VEΓΘM

sch eq

507e

vet ἀρχαίων] πρεσβυτέρων. Γ3

sch eq

507f

Tr ὅτι ὁ ποιητὴς τοῦτο πρῶτον τὸ δρᾶμα δι’ ἑαυτοῦ καθῆκε, τὰ δ’ ἄλλα δι’ ἑτέρων προσώπων. ὑποκριταὶ γὰρ αὐτοῦ Καλλίστρατος καὶ Φιλωνίδης ἦν, δι’ ὧν ἐδίδασκε τὰ δράματα αὐτοῦ, διὰ μὲν Φιλωνίδου τὰ δημοτικά, διὰ δὲ Καλλιστράτου τὰ ἰδιωτικά. Lh

sch eq

507g

Tr ἡμᾶς] ἤγουν ὁ κωμικὸς ποιητής. Lh

sch eq

508a

vet Tr ἔπη λέξοντας: ὅτι καὶ τὰ ἄλλα μέτρα ἔπη ἔλεγον. VEΓ3MLh126

sch eq

508b

vet παραβῆναι: τῇ παραβάσει χρήσασθαι. λέγεται δὲ παράβασις ἤτοι ἐπειδὴ ἀπήρτηται τῆς ἄλλης ὑποθέσεως, ἢ ἐπειδὴ παραβαίνει ὁ χορὸς τὸν τόπον. ἑστᾶσι μὲν γὰρ κατὰ στοῖχον οἱ χορευταὶ πρὸς τὴν ὀρχήστραν ἀποβλέποντες. ὅταν δὲ παραβῶσιν, ἐφεξῆς ἑστῶτες καὶ πρὸς τοὺς θεατὰς
5βλέποντες τὸν λόγον ποιοῦνται. VEΓΘM

sch eq

508c

Tr παραβῆναι] παραβάσει χρήσασθαι. Lh

sch eq

509a

vet οὐκ ἂν φαύλως: οὐκ ἂν εὐχερῶς, οὐδὲ ἄνευ καμάτου καὶ πόνου. VEΓ3M

sch eq

509b

vet ἄξιός ἐσθ’ ὁ ποιητής: λέγει ὅτι σπουδῆς ἄξιός ἐστιν ὁ ποιητὴς καὶ τῆς παρὰ τῶν θεωμένων εὐνοίας, ὅτι τὴν πρὸς Κλέωνα ἔχθραν ἐπανείλετο. VEΓ3M

sch eq

509c

vet οὐκ ἂν φαύλως ἔτυχε τούτου: ὡς ἔτυχεν. M

sch eq

509d

Tr φαύλως] εὐχερῶς καὶ ἄνευ πόνου. Lh

sch eq

509e

Tr ἄξιός] σπουδῆς ἐστιν ἄξιος ὁ ποιητὴς παρὰ τῶν θεωμένων. Lh

sch eq

510

vet Tr τοὺς αὐτοὺς ἡμῖν μισεῖ] τοὺς αὐτοὺς ἐχθροὺς ἡγεῖται οὓς ἡμεῖς οἱ Ἀθηναῖοι. VEΓ3MLh

sch eq

511a

vet Tr καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρε: ὁ Τυφὼς Γῆς μέν ἐστιν υἱός, ἴσχυσε δὲ τοσοῦτον, ὡς μὴ ἀνθρώποις μόνον δοκεῖν φοβερὸς εἶναι, ἀλλὰ καὶ τοῖς θεοῖς. καὶ εἰς ἀλόγων ζῴων ἰδέας μετέβαλλον τὰς μορφὰς
διὰ τὸν ἐκείνου φόβον. VEΓΘMLh127

sch eq

511b

vet Tr τὴν ἐριώλην: τυφὼς ἀνέμου συστροφὴ ἢ πυρός· τὸν Κλέωνα δὲ λέγει. ἐριώλη δὲ ἀναθυμιάσεως συστροφή, πρὶν ἐμπυρωθῆναι τὸν ἀέρα. καὶ ἡ μεγάλη δὲ πνοὴ οὕτως. ἔμπαλιν δὲ εἰπὼν ηὔξησεν 〈ἂν〉 μᾶλλον καὶ δεξιώτερον εἶπεν. ἡ γὰρ ἐριώλη πνοὴ σφοδρά, ἀλλ’ ὅ γε τυφὼς μεῖζόν τι πνεῦμα καὶ
5κακοποιόν. ἔδει οὖν πρῶτον εἰπεῖν ἐριώλην, εἶτα τυφώ, καὶ εἶχεν ἂν μείζω τὴν ἔμφασιν. VEΓΘMLh

sch eq

511c

Tr Τυφὼ] ἤγουν τὸν Κλέωνα, διὰ τὸ φοβερὸν αὐτοῦ. Lh

sch eq

511d

Tr ἐριώλην] τὴν τῆς ἀναθυμιάσεως συστροφήν. Lh

sch eq

515

vet Tr διατρίβειν] τὸ ὑπερτίθεσθαι καὶ μέλλειν †αὐτούς†. VEΓ3MLh

sch eq

517a

vet Tr πολλῶν γὰρ δὴ πειρασάντων: ἀπὸ τοῦ πειρᾶν ἐσχημάτισε· πειρᾶν δὲ τὸ προσβαλεῖν γυναικὶ περὶ ἀφροδίτης. τροπῇ οὖν κέχρηται ὡς ἐπὶ γυναικός. σημαίνει οὖν σπανίως ἐπιτυχεῖν τινας καὶ ὀλίγους κατορθῶσαι παντάπασιν. VEΓΘMLh

sch eq

517b

vet πειρασάντων] μετελθόντων, ἐπιτηδευσάντων. VEΓ3

sch eq

517c

vet ὀλίγοις χαρίσασθαι] ὀλίγους κατορθῶσαι. EΓ3

sch eq

517d

Tr πειρασάντων] μετελθόντων· ἐσχημάτισε δὲ τοῦτο ἀπὸ τοῦ πειρᾶν ὥσπερ γυναῖκά τινα. Lh

sch eq

517e

Tr χαρίσασθαι] ἤγουν κατορθῶσαι αὐτούς. Lh

sch eq

518a

vet ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας: ἀντὶ τοῦ ἐκ πολλοῦ καταγιγνώσκων τὸν ὑμέτερον τρόπον. ἀπὸ τῶν οἰωνῶν
δὲ μετήνεγκε τῶν μὴ μονίμων ὄντων, ἀλλὰ φερομένων τῇ πτήσει· τουτέστιν εὐμεταβλήτους, ὀλιγώρους, μὴ διαμένοντας ἐν τοῖς αὐτοῖς ἀεί, ἁψικόρους.128
5VEΓΘM

sch eq

518b

Tr totus versus] ἀντὶ τοῦ ἐκ πολλῶν ἐτῶν καταγιγνώσκων τὸν ὑμέτερον τρόπον εὐμετάβλητον ὄντα. Lh

sch eq

519a

vet καὶ τοὺς προτέρους τῶν ποιητῶν: οἷον τοῖς νέοις χαίροντας ἀεὶ τῶν ποιητῶν τουτέστι τοῖς ἀρχαίοισ καὶ εἰς τὴν θυμέλην παριοῦσι πρῶτον. VEΓ3

sch eq

519b

vet οἷον τοῖς νέοις χαίροντας ἀεὶ τῶν ποιητῶν, τοὺς προτέρους δὲ ἐῶντας, τουτέστι τοὺς ἀρχαίους καὶ τοὺς πρώτους. M

sch eq

519c

vet ἅμα τῷ γήρᾳ προδιδόντας] ἐπὶ γήραος οὐδῷ καταλείποντας. EΓ3

sch eq

519d

Tr προδιδόντας] τοὺς ἀρχαίους καὶ εἰς τὴν θυμέλην πρῶτον παριόντας καταλείποντας, τοῖς δὲ νέοις χαίροντας. Lh

sch eq

520

vet Tr Μάγνης] οὗτος ἀρχαίας κωμῳδίας ποιητής. VEΓ3Lh

sch eq

521a

vet Tr τῶν ἀντιπάλων: κατὰ τῶν ἀνταγωνιστῶν. φησὶ δὲ ὅτι εὐδοκιμῶν ὁ Μάγνης πολλὰς νίκας ἀπηνέγκατο κατὰ τῶν δι’ ἐναντίας. VEΓ3MLh

sch eq

521b

vet ἀντιπάλων] ἀντιτέχνων. EΓ3

sch eq

522a

vet Tr ψάλλων: τοὺς Βαρβιτίδας τάσσουσιν οἱ λόγοι· 〈τοὺς Βαρβιτιστὰς ἂν λέγοι·〉 δρᾶμα δέ ἐστι τοῦ Μάγνητος. ἡ δὲ βάρβιτος εἶδος ὀργάνου μουσικοῦ. “πτερυγίζων δὲ ὅτι καὶ Ὄρνιθας ἐποίησε δρᾶμα· ἔγραψε δὲ καὶ Λύδους καὶ Ψῆνας καὶ Βατράχους. ἔστι δὲ χρώματος εἶδος τὸ βατράχειον· ἀπὸ τούτου
5καὶ βατραχὶς ἱμάτιον. ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόσωπα, πρὶν ἐπινοη‐ θῆναι τὰ προσωπεῖα. τὸ “ψηνίζων δὲ εἶπεν ὡς πρὸς τοὺς Ψῆνας ἀναφέρων. VEΓΘMLh129

sch eq

522b

vet Tr πάσας δ’ ὑμῖν φωνὰς ἱείς: ἀντὶ τοῦ ἀφιείς, παρεχόμενος. EΓ3MLh

sch eq

523

Tr totus versus] καὶ Λυδοὺς δρᾶμα καὶ Ψῆνας καὶ Βατράχους. Lh

sch eq

524a

vet Tr οὐκ ἐξήρκεσεν] ἀντὶ τοῦ οὐδὲν ὠφέλησεν. VEΓ3Lh

sch eq

524b

vet ἐπὶ γήρως] ἡνίκα ἐγήρασεν. EΓ3

sch eq

524c

vet Tr οὐ γὰρ ἐφ’ ἥβης] οὐ νεάζων οὐδὲ ἀκμάζων. EΓ3Lh

sch eq

526a

vet Tr (I) ὃς πολλῷ ῥεύσας τότ’ ἐπαίν: οἱ γὰρ λάβρως ῥέοντες ποταμοὶ καὶ αὐτῆς τῆς γῆς παρασύρουσι μέρος, δι’ ἧς ἂν ῥέωσιν. VEΓΘLh (II) ἄλλως: τουτέστιν εὐδοκιμήσας πολλάκις. καὶ Δημοσθένης ἐν Φιλιπ‐ πικοῖς “τότε τοίνυν Πυθῶνος πολλοῦ ῥέοντος καθ’ ὑμῶν”. δοκεῖ δέ μοι
5Ἀριστοφάνης ἀφ’ ὧν εἶπε Κρατῖνος περὶ αὑτοῦ μεγαληγορῶν, ἀπὸ τούτων καὶ αὐτὸς τὴν τροπὴν εἰληφέναι· ὁ γὰρ Κρατῖνος οὕτω πως ἑαυτὸν ἐπῄνεσεν ἐν τῇ Πυτίνῃ·
“ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων·
καναχοῦσι πηγαί· δωδεκάκρουνον στόμα·
10Ἰλισσὸς ἐν τῇ φάρυγγι. τί ἂν εἴποιμι; εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα,
ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν”. ἤτοι οὖν τούτων χάριν καὶ Ἀριστοφάνης περὶ τοῦ Κρατίνου ταῦτα λέγει, ἢ τὸ “ῥεύσας εἶπε σκώπτων πρὸς τὸ ἐνουρεῖν τὸν Κρατῖνον. VEΓ3ΘLh
130

sch eq

526b

vet ὃς πολλῷ ῥεύσας: οἱ γὰρ ποταμοὶ οἱ λάβρως ῥέοντες καὶ αὐτῆς τῆς γῆς παρασύρουσι μέρος, δι’ ἧς ῥέουσι. “ῥεύσας δὲ ἀντὶ τοῦ εὐδοκιμήσας ἢ ῥητορεύσασ εἶπε πρὸς τὸ ἐνουρεῖν τὸν Κρατῖνον. M

sch eq

526c

Tr ῥεύσας] ἤγουν εὐδοκιμήσας. Lh

sch eq

527a

pap [ ] α̣φ̣ [ [ ] [ ] α̣χ̣ουν [ ] ν̣ω̣ι
5[ ] ι.θε [ ] υσεκ [ ] ναον [ ] υσεο

sch eq

527b

vet (I) διὰ τῶν ἀφελῶν πεδίων ἔρρει: ἁπλῶν, ἀντὶ τοῦ δι’ ἁπλῆς φράσεως. ἔνιοι δὲ διὰ τῶν ἀφύων γράφουσι. πρὸς πάντα δὲ καὶ αὐτὸς ἐσπού‐ δασεν ἀντιθεῖναι τὰ ὑπὸ τοῦ Κρατίνου εἰρημένα· ἐπεὶ κἀκεῖνος ποταμῷ παρέβαλεν ἑαυτὸν ἀθρόως ῥέοντι, ἠχεῖν τε φήσας τὰς πηγάς, ὅπερ λάβρως
5ῥέοντος ὕδατός ἐστιν ἔργον ἦχον ἀποτελεῖν καὶ ψόφον καὶ τὰ λοιπά, ὡς εἴπομεν. διὰ τοῦτο καὶ Ἀριστοφάνης ὡς ἐπὶ ποταμοῦ ἐχρήσατο τῇ τροπῇ.
VEΓΘM (II) ἄλλως: τὸ ἐπὶ τῆς φράσεως ἄκομψον καὶ ἁπλοῦν τοῦ Κρατίνου ἀλ‐ ληγορεῖσθαί φασι τὸ ἀφελές. κεῖται δὲ νῦν ἀντὶ τοῦ ὑγιὲς καὶ ὁλόκληρον, ἢ τὸ131
10μέγα καὶ ἀνεπικώλυτον. στάσεις δὲ τὰ ἀναχώσματα τῶν ποταμῶν. VEΓ3ΘM

sch eq

527c

vet καὶ τῆς στάσεως παρασύρων: ὡς διὰ τὸ γῆρας καὶ τὴν πολυ‐ ποσίαν σκάζοντος καὶ τρέμοντος τοῦ Κρατίνου τὴν βάσιν. VEΓ3ΘM

sch eq

527d

vet ἀφελῶν] ἁπλῶν. EΓ3

sch eq

527e

vet Tr τῆς στάσεως] ἀντὶ τοῦ τοὺς στασιάζοντας. EΓ3Lh

sch eq

527f

vet Tr παρασύρων] †παραπείρων† καὶ ἀφανίζων. EΓ3Lh

sch eq

527g

Tr ἀφελῶν] τῶν ἁπλῶν, ἤγουν τῆς ἁπλῆς φράσεως. Lh

sch eq

528a

vet προθελύμνους: προρρίζους· εἰώθασι γὰρ οἱ ποταμοὶ τὰ ἐπὶ ταῖς ὄχθαις ὄντα δένδρα, ἐπειδὰν καταναλώσωσι παρασύροντες καὶ παρα‐ τέμνοντες τὴν γῆν, τὰς ῥίζας τέμνειν· ὡς τοῦ Κρατίνου παμψηφεὶ νικῶντος τοὺς ἀνταγωνιστάς. VEΓ3ΘM

sch eq

528b

vet Tr τοὺς ἐχθροὺς] τοὺς περὶ Καλλίαν. VEG3MLh

sch eq

528c

Tr ἐφόρει] ἤγουν κατέβαλλε τοὺς ἀνταγωνιζομένους πρὸς αὐτὸν ὑψηλοὺς ὄντας. Lh

sch eq

528d

Tr προθελύμνους] προρρίζους. Lh

sch eq

529a

vet ᾆσαι δ’ οὐκ ἦν ἐν συμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε: πάλιν ὡς μέθυσον αὐτὸν διαβάλλει τὸν Κρατῖνον. οὐκ ἦν γὰρ ἑτέραν, φησίν, ἐν τοῖς συμποσίοις ᾠδὴν ποιήσασθαί τινα, προκαταλαμβάνοντος αὐτὰ τοῦ Κρατίνου. VEΓ3ΘM

sch eq

529b

vet Δωροῖ συκοπέδιλε: Κρατίνου μέλους ἀρχή. σκώπτων δὲ τινὰ
ἐκεῖνος δωροδόκον καὶ συκοφάντην τοῦτο εἶπεν. VEΘM132

sch eq

529c

vet Tr συκοπέδιλε] ὡς συκοφάντην τοῦτο εἶπεν. EΓ3Lh

sch eq

529d

Tr πλὴν] ἕτερον δηλονότι τινὰ προλαμβάνοντος αὐτοῦ τοῦ Κρατίνου. καθάπτεται δὲ ὡς μέθυσος. Lh

sch eq

530a

vet τέκτονες εὐπαλάμων: τέκτονες πάντες οἱ τεχνῖται. καὶ τοῦτο δὲ ἐκ τῶν Εὐνειδῶν Κρατίνου. εὐπαλάμων δὲ εὖ διακεχειρισμένων ἢ συντεταγ‐ μένων. VEΓ3ΘM

sch eq

530b

vet ἤνθησεν] εἰς εὐδοξίαν. EΓ3

sch eq

530c

Tr τέκτονες εὐπαλάμων] τοῦτο ἐξ Εὐμενίδων Κρατίνου. Lh

sch eq

530d

Tr εὐπαλάμων] εὖ διακεχειρισμένων, συντεταγμένων. Lh

sch eq

531a

vet παραληροῦντα: διαποροῦντα καὶ ἀσχημονοῦντα. ταῦτα ἀκούσας ὁ Κρατῖνος ἔγραψε τὴν Πυτίνην, δεικνὺς ὅτι οὐκ ἐλήρησεν· ἐν ᾗ κακῶς λέγει τὸν Ἀριστοφάνην ὡς τὰ Εὐπολίδος λέγοντα. VEΓΘM

sch eq

531b

Tr παραληροῦντα] ἀποροῦντα καὶ ἀσχημονοῦντα. Lh

sch eq

532a

vet ἐκπιπτουσῶν τῶν ἠλέκτρων: ἰδίως τὰ ταῖς κλίναις ἐπιβαλ‐ λόμενα 〈ἐλεφάντινα〉 οὕτως ἐκάλουν ἤλεκτρα. μεταφορᾷ οὖν κέχρηται ἀπὸ τῶν κλινῶν. αἱ γὰρ ἀρχαῖαι κλῖναι τοὺς πόδας εἶχον ὠφθαλμισμένους ἄνθραξι καὶ ἠλέκτροις. διόπερ βαρυτόνως ἀναγνωστέον, ἀπὸ τοῦ αἱ ἤλεκτροι τῶν
5ἠλέκτρων. VEΓ3ΘM

sch eq

532b

vet καὶ τοῦ τόνου οὐκέτ’ ἐνόντος: ἀκολούθως μετὰ τὴν κλίνην ἐμνημόνευσε τοῦ τόνου. τόνος γὰρ τὰ τῶν κραββάτων σχοινία. τροπικῶς δὲ δηλοῖ τὴν τῆς φωνῆς τάσιν. VEΓ3M

sch eq

532c

Tr ἤλεκτροι τὰ ξυλάρια ἐν οἷς τοὺς τῶν κλινῶν ἀσφαλίζουσι πόδας,
ὅταν ἐξ ἀκινήσεως ἀσθενήσωσι τῷ χρόνῳ. Lh133

sch eq

533a

vet τῶν θ’ ἁρμονιῶν: ἁρμονίας λέγομεν τὰ συμπησσόμενα τῶν κραββάτων μέρη. ἐπέμεινε δὲ τῇ τροπῇ· καὶ γὰρ ἁρμονίαν λέγομεν τὴν τῶν ποιημάτων σύνθεσιν. VEΓ3M

sch eq

533b

vet Tr διαχασκουσῶν] κεχηνυιῶν, διεσκορπισμένων, καὶ μὴ ἐχουσῶν εὐέπειαν. VEΓ3Lh

sch eq

533c

Tr ἁρμονιῶν] ὡς ἐπὶ μουσικῆς. Lh

sch eq

533d

Tr περιέρρει] κατημέληται. Lh

sch eq

534a

vet Tr ὥσπερ Κοννᾶς: ὁ Κοννᾶς αὐλητὴς ἦν καὶ μέθυσος, ὃς εἰς συμπόσια παρῄει συνεχῶς ἐστεμμένος. οὗτος Ὀλυμπιονίκης γενόμενος καὶ πολλάκις στεφανωθεὶς πενιχρὸς ἦν μηδὲν ἔχων ἀλλ’ ἢ τὸν κότινον. ἐφ’ οὗ Κρατῖνος εἶπεν
5
“ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σε λιμὸς
ἐχθαίρῃ, Κοννᾶς δὲ πολυστέφανός σε φιλήσῃ”. λέγει δὲ αὐτὸν τοσαῦτα νικήσαντα μηδέποτε τετιμῆσθαι. ἡ δὲ παροιμία “στέ‐ φανον μὲν ἔχων, δίψῃ δ’ ἀπολωλώς.” καὶ πάλιν “Δελφὸς ἀνήρ, στέφανον μὲν ἔχων, δίψει δ’ ἀπολωλώς.” πρὸς τὸν Κρατῖνον δὲ καὶ τοῦτο, ὅτι μέθυσός
10ἐστιν. VEΓ3ΘMLh

sch eq

534b

Tr Κοννᾶς] οὗτος αὐλητὴς ἦν μέθυσος παρερχόμενος εἰς συμπόσια συνεχῶς ἐστεμμένος. Lh

sch eq

535a

vet πίνειν ἐν τῷ πρυτανεί: ἔχεται καὶ τοῦτο τῆς ἐννοίας τῆς προκειμένης· σιτεῖσθαι γὰρ ἔλεγον ἐν τῷ πρυτανείῳ, οὐχὶ πίνειν. VEΓΘ

sch eq

535b

Tr πίνειν] σιτεῖσθαι ὤφειλεν εἰπεῖν· ὁ δὲ “πίνειν εἶπε διὰ τὸ εἶναι
μέθυσον τὸν Κοννᾶν. Lh134

sch eq

536a

vet καὶ μὴ ληρεῖν] καὶ ταῦτα πρὸς τὴν μέθην. EΓ3

sch eq

536b

vet Tr παρὰ τῷ Διονύσῳ] ἀντὶ τοῦ ἐν τῷ θεάτρῳ. EΓ3Lh

sch eq

536c

Tr θεᾶσθαι] ὁρᾶσθαι. Lh

sch eq

537a

vet (I) οἵας δὲ Κράτης ὀργάς: οὗτος κωμῳδίας ποιητής, ὃς πρῶτον ὑπεκρίνατο 〈τὰ〉 Κρατίνου, καὶ αὐτὸς ποιητὴς ὕστερον ἐγένετο, καὶ ἐξωνεῖτο τοὺς θεατὰς καὶ τὴν τούτων εὔνοιαν. VEΓΘM (II) ἄλλως: τραγικὸς ποιητής, ὀλιγόστιχα ποιήματα γράψας. VEΓΘM

sch eq

537b

vet Tr στυφελισμούς] λοιδορίας, μέμψεις. VEΓ3MLh

sch eq

537c

Tr ὁ Κράτης κωμῳδίας ἦν ποιητής, ὕστερον δὲ ἐγένετο. ἐξωνεῖτο δὲ τοὺς θεατὰς καὶ τὴν τούτων εὔνοιαν. πρότερον γὰρ ὑποκριτὴς ἦν Κρατίνου. οἱ δὲ τραγικὸν αὐτὸν ποιητὴν λέγουσιν, ὀλιγόστιχα ποιήματα γράψαντα. Lh

sch eq

537d

Tr Κράτης] οὗτος κωμῳδίας ποιητής. Lh

sch eq

538a

vet Tr ἀπὸ σμικρᾶς δαπάνης: σμικρὰ ἐποίει καὶ ἔτερπε τοὺς ἀκροατάς, γράφων ἡδέα. VEΓΘMLh

sch eq

538b

Tr ἀριστίζων] τρέφων, ἄριστον κατασκευάζων. Lh

sch eq

539a

vet (I) ἀπὸ κραμβοτάτου: ἡδυτάτου, ξηροτάτου. ἔπαιξε δὲ ἀπὸ τῆς τοῦ λαχάνου ἐπινοίας. αὐτοσχέδιος γὰρ ἦν περὶ τὰ δράματα. VEΓΘM (II) ἄλλως: ἀπὸ τοῦ χρηστοτάτου. ἔπαιξε δὲ τῷ κραμβοτάτῳ ἀπὸ τοῦ λαχάνου κράμβης οὕτω καλουμένης· παρὰ δὲ τοῖς Ἀττικοῖς κοράμβλη διὰ
5τὸ τὰς κόρας βλάπτειν. φασὶ γὰρ αὐτὴν ἐκ τῶν ὀφθαλμῶν τοῦ Λυκούργου 〈γεγονέναι〉· πιστοῦνται δὲ τὸν μῦθον τοῦτον γεωργῶν παῖδες. εἰ γάρ τις, φασί, τὴν ῥίζαν αὐτῆς ἐξάψαι ἐν ἀμπέλῳ, οὐκ ἂν αὕτη καρπὸν ἐνέγκοι. χαριέντως δὲ ὁ ποιητὴς ἀντὶ τοῦ χρηστοτάτου κραμβότατον ἔφησεν, ἵνα τὸ “ἀπὸ μικρᾶς
δαπάνης καὶ τὸ “ἀριστίζων ἀκόλουθον τῷ ἑξῆς λέγειν δοκῇ. VEΓ3Θ135

sch eq

539b

vet μάττων] σκεπτόμενος. EΓ3

sch eq

539c

Tr χαριέντως ὁ ποιητὴς ἀντὶ χρηστοτάτου στόματος “κραμβοτάτουἔφησεν, ἵνα τὸ “ἀπὸ μικρᾶς δαπάνης καὶ τὸ “ἀριστίζων ἀκόλουθον τῷ ἑξῆς λέγειν δοκῇ. κράμβη δ’ ἐστὶ λάχανον οὕτω καλούμενον, ἣν Ἀττικοὶ κοράμ‐ βλην λέγουσι διὰ τὸ τὰς κόρας βλάπτειν. φασὶ γὰρ αὐτὴν ἐκ τῶν τοῦ Λυκούργου
5γεγονέναι ὀφθαλμῶν. πιστοῦνται δὲ τὸν μῦθον τοῦτον γεωργῶν παῖδες. εἰ γάρ τις, φασί, τῇ ῥίζῃ αὐτοῦ ἐξάψειε τὴν ἄμπελον, οὐκ ἂν αὕτη καρπὸν ἐνέγκοι. Lh

sch eq

539d

Tr κραμβοτάτου] ἡδυτάτου ἢ ξηροτάτου. Lh

sch eq

539e

Tr μάττων] ἤγουν σκεπτόμενος, κατασκευάζων, ἐφευρίσκων. Lh

sch eq

540a

vet τοτὲ μὲν πίπτων, τοτὲ δ’ οὐχ: οἷον ἀνὰ μέρος εὐδοκιμῶν, ἔσθ’ ὅτε δὲ καὶ ἡττώμενος. τοῦτο δὲ εἶπεν ὡς οὐκ ἀεὶ εὐδοκιμοῦντος. VEΓΘM

sch eq

540b

vet ἀντήρκει] ἀντεῖχεν. EΓ3

sch eq

540c

Tr τοτὲ μὲν πίπτων, τοτὲ δ’ οὐχί] οἷον ποτὲ μὲν εὐδοκιμῶν καὶ νικῶν, ποτὲ 〈δὲ〉 ἡττώμενος. Lh

sch eq

541

vet ὀρρωδῶν] δεδιώς, εὐλαβούμενος. EΓ3

sch eq

542a

vet Tr (I) ἐρέτην χρῆναι: κωπηλάτην χρὴ πρῶτον γενέσθαι καὶ μὴ ἐπιχειρεῖν, φησί, κυβερνᾶν, εἰ μὴ ἐν πείρᾳ γένηται τοιαύτῃ. VEΓΘMLh (II) ἄλλως: μὴ πρὶν .... ἐθέλειν κυβερνᾶν. οὐ γὰρ οἷόν τε κυβερνᾶν, μὴ πρότερον ἐν πολλῇ πείρᾳ γενόμενον ἀποδημίας καὶ τῶν ναυτικῶν· καὶ τοὺς
5ἀνέμους προϊδεῖν τίνες μέλλουσι πνεῖν, καὶ προγνῶναι, εἶθ’ οὕτω κυβερνᾶν. VEΓ3ΘLh

sch eq

542b

Tr ἐντεῦθεν εἴρηται τῷ Θεολόγῳ τὸ “ἐπαινῶ τὸν νηίτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχειρήσας τῷ νῦν κυβερνήτῃ καὶ πιστεύσας τὰ ἔμπροσθεν αὖθις ἐπὶ τῶν οἰάκων καθίζει μετὰ τὴν πολλὴν τυφεῖσαν θάλασσαν καὶ τὴν τῶν ἀνέμων διάσκεψιν.” ὅρα δὲ ὅπως αὐτὸ εὐφυῶς μετερρύθμισεν. Lh

sch eq

542c

Tr ἐρέτην] κωπηλάτην. Lh

sch eq

542d

Tr πρὶν πηδαλίοις ἐπιχειρεῖν] πρὶν ἐπὶ τῶν οἰάκων καθίσαι. Lh136

sch eq

543a

vet ἐντεῦθεν] εἶτα, μετὰ ταῦτα. EΓ3

sch eq

543b

Tr πρῳρατεῦσαι] ἐν πρώρᾳ καθίσαι. Lh

sch eq

543c

Tr διαθρῆσαι] σκοπῆσαι ὁποῖος ἐπιτήδειος εἰς τὸ πλεῦσαι καὶ τὸν ἐναντίον. Lh

sch eq

544

Tr κυβερνᾶν αὐτὸν ἑαυτῷ] ἤγουν γενέσθαι κυβερνήτην ἑαυτοῦ· ὁ γὰρ μὴ ἑαυτοῦ γενόμενος κυβερνήτης πῶς ἂν ἑτέρου γενέσθαι δυνηθείη; Lh

sch eq

545a

vet Tr ὅτι σωφρονικῶς: μετὰ λογισμοῦ καὶ σκέψεως καὶ οὐκ ἀνοήτως οὐδὲ ἐκ τοῦ προχείρου. VEΓ3MLh

sch eq

545b

Tr ἐφλυάρει] ἄσεμνά τινα ἔλεγεν. Lh

sch eq

546a

pap [ ]ρουεπαινονπ̣ο̣λ̣υ̣ν̣ [ ]νερεττοντωνυπερες [ ]ορι̣τ̣οντουτωνπολυ..

sch eq

546b

vet αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον: ῥόθιον τὸ κῦμα ἀπὸ τοῦ θοῶς ἤγουν τάχεως ῥεῖν. ἀπὸ τῶν ἐρεσσόντων μετήνεγκεν· ὅταν γὰρ συνεχῶς ὑπὸ πολλῶν ἐρετῶν ἐπὶ πλέον προέρχηται ἡ ναῦς εἰς τὸ πρόσθεν .... ἀξιοῖ οὖν τὸν νῦν ἔπαινον .... καὶ μέχρι πολλοῦ αὐτὸν παραπέμψαι. VEΓΘM

sch eq

546c

vet (I) φ’ ἕνδεκα κώπαις: κέλευσμα ναυτικόν· λέγεται ἐφ’ ἕνδεκα κωπηλασίαις †ἐκτεινομένη†. ἐπέμεινε δὲ τῇ τροπῇ. VEΓ3ΘM (II) ἄλλως: †ἐπαράτην† παραδέχεσθαι ἐφ’ ἕνδεκα κώπαις ἑξῆς ἀπὸ τῶν ναυτικῶν· τουτέστιν ἀπὸ τοῦ κυβερνᾶν καὶ τοῦ ῥόθου τὸ “φ’ ἕνδεκα
5κώπαις ἐπήγαγεν. ἢ ἐπειδὴ οἱ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν.
VEΓ3Θ137

sch eq

546d

vet ἢ ὅτι οἱ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν. M

sch eq

546e

Tr ἀπὸ τῶν ἐρεσσόντων καὶ κωπηλατούντων μετήνεγκε τὸ “ῥόθιον”. ἔστι δὲ τὸ κῦμα τὸ τάχεως ῥέον, ὅταν συνεχῶς ὑπὸ πολλῶν ἐρετμῶν ἐπὶ πλέον προέρχεται ἡ ναῦς εἰς τὸ ἔμπροσθεν. Lh

sch eq

546f

Tr ἀπὸ τοῦ κυβερνᾶν καὶ τοῦ ῥοθίου τὸ “φ’ ἕνδεκα κώπαιςσυνήγαγεν, ἐπιμένων τῇ τροπῇ· ἢ ἐπειδὴ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν. Lh

sch eq

546g

Tr αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον] ἤγουν ἔπαινον αὐτῷ μέχρι πολλοῦ παραπέμψατε· ἐπέμεινε δὲ τῇ τροπῇ. Lh

sch eq

547a

papισδεδιδαχθαι το δραμα

sch eq

547b

vet (ad vv. 547—50) διπλῆ καὶ εἴσθεσις εἰς τὸ καλούμενον μακρόν. ἔστι δὲ ἴσον τῷ κομματίῳ. E

sch eq

547c

vet Tr ληναΐτην: ἑορτὴ παρὰ τοῖς Ἀθηναίοις τὰ Λήναια, ἐν ᾗ μέχρι νῦν ἀγωνίζονται ποιηταὶ συγγράφοντές τινα ᾄσματα τοῦ γελασθῆναι χάριν. ὅπερ ὁ Δημοσθένης εἶπεν ἐξ ἁμάξης· ἐπὶ ἁμαξῶν γὰρ οἱ ᾄδοντες καθήμενοι λέγουσί τε καὶ ᾄδουσι τὰ ποιήματα. VEΓΘMLh

sch eq

547d

Tr ληναΐτην] ἑορτὴ παρὰ τοῖς Ἀθηναίοις τὰ Λήναια. Lh

sch eq

548

Tr ἀπίῃ] ἀπέλθῃ. Lh

sch eq

549a

vet κατὰ νοῦν] κατὰ γνώμην. EΓ3

sch eq

549b

Tr κατὰ νοῦν] κατὰ γνώμην, ἤγουν ὅπερ ἐβούλετο. Lh

sch eq

550a

papστοφανησαπεσκω

sch eq

550b

vet φαιδρὸς λάμποντι μετώπ: ἱλαρὸς φαιδρὸσ τὸ μέτωπον. ἢ διὰ τὸ φαλακρὸν εἶναι τὸν Ἀριστοφάνην. EΓΘM

sch eq

550c

Tr λάμποντι μετώπῳ] ἱλαρῷ καὶ χαριέντι προσώπῳ, ἢ διὰ τὸ εἶναι
φαλακρὸν τὸν ποιητήν. Lh138

sch eq

551a

pap ειδωναεπικαλειται ωνσυνε

sch eq

551b

vet (ad vv. 551—64) διπλῆ· εἶτα ἐπάγεται ἐπιρρηματικὴ συζυγία, ἧς αἱ μὲν μελικαὶ περίοδοί εἰσι ιδʹ κώλων· τὸ πρῶτον χοριαμβικὸν ἰαμβικὴν ἔχον ἐπιμεμιγμένην ἀκατάληκτον· καὶ τὸ δεύτερον ὅμοιον ἀκατάληκτον· καὶ τὸ τρίτον καὶ τὸ τέταρτον ὅμοιον· καὶ τὸ πέμπτον χοριαμβικὸν καταληκτικόν·
5καὶ τὸ ἕκτον 〈ἀκατάληκτον〉· καὶ τὸ ἕβδομον ὅμοιον· καὶ τὸ ὀγδόον καταληκ‐ τικόν· τὸ δὲ ἔνατον καὶ τὸ δέκατον ἀντισπαστικὰ τρίμετρα καταληκτικά, τὰ δὲ λοιπὰ τέτταρα ἀντισπαστικὰ δίμετρα, τρία μὲν γλυκωνεῖα, τὸ τελευταῖον δὲ φερεκράτειον. VEΓ3Θ

sch eq

551c

vet ἵππι’ ἄναξ Ποσεῖδον: οὐκ ἀργῶς τῷ Ποσειδῶνι νῦν τὸ ἐπίθετον ἔθηκε τοῦτο, ἐπεὶ καὶ αὐτὸς ὁ χορὸς συνέστηκεν ἐξ ἱππέων. ἀποσεμνύνειν οὖν βουλόμενος τὸ ἐπιτήδευμα τὸ αὑτοῦ, οὕτω τὸν Ποσειδῶνα προσεῖπε, τουτέστιν ἱππικέ. VEΓ3ΘM

sch eq

551d

Tr οὐκ ἀργῶς τῷ Ποσειδῶνι νῦν τὸ ἐπίθετον ἔθηκε τοῦτο, ἀλλ’ ἀποσεμ‐ νύνειν βουλόμενος τὸ αὑτοῦ ἐπιτήδευμα, ἐπεὶ καὶ αὐτὸς ὁ χορὸς ἐξ ἱππέων συνέστηκεν. Lh

sch eq

551e

Tr ἵππι’] ἱππικέ· ἐν ἵππῳ γὰρ αὐτὸν ἱστοροῦσιν ἐπιβαίνοντα. Lh

sch eq

552a

pap [ ]σαι [ ] [ ]θ̣η [ ]ον
5[ ]δων [ ]τας
[ ]υ̣ρας εχοντων139

sch eq

552b

vet χαλκοκρότων: χαλκοπόδων, τουτέστι τὰς ὁπλὰς ἰσχυρὰς ἐχόντων. συμβαίνει γὰρ ἠχεῖν τὴν γῆν καὶ κτυπεῖν ἐπικρουομένην τοῖς ποσὶ τῶν ἵππων. VEΓΘM

sch eq

552c

Tr χαλκοκρότων] διὰ τὸ ἐν τοῖς ποσὶ φέρειν τοὺς ἵππους σίδηρον, καὶ κτύπον ποιεῖν τύπτοντας τὴν γῆν. Lh

sch eq

553a

vet ἁνδάνει] μέλει. EΓ3

sch eq

553b

Tr ἁνδάνει] μέλει, ἀρέσκει. Lh

sch eq

554a

vet κυανέμβολοι: ἤτοι αἱ τοὺς ἐμβόλους ἔχουσαι κυανῷ βεβαμμένους, ὡς μιλτοπάρῃοι, αἱ μεμιλτωμέναι· ἢ αἱ τέμνουσαι τὴν θάλασσαν· κυανὸν γὰρ τὸ ταύτης ὕδωρ. VEΓΘM

sch eq

554b

vet Tr θοαί] ταχεῖαι. Γ3Lh

sch eq

554c

Tr κυανέμβολοι] μέλαιναι. Lh

sch eq

555a

vet Tr μισθοφόροι τριήρεις: αἱ ἐπὶ μισθῷ τοὺς στρατευομένους ἄγουσαι. VEΓΘMLh

sch eq

555b

Tr τριήρεις] ἤγουν πλοῖα. Lh

sch eq

556

vet λαμπρυνομένων ἐν ἅρμασιν: ἀντὶ τοῦ καυχωμένων καὶ νικώντων ἐν τοῖς ἅρμασιν. VEΓ3M

sch eq

558

vet Tr βαρυδαιμονούντων: ὅτι ἄθλιοι ἦσαν οἱ ἱπποτροφοῦντες κατα‐ ναλίσκοντες αὐτῶν τὴν οὐσίαν. VEΓΘMLh

sch eq

559

Tr δεῦρ’ ἔλθ’] ἐνταῦθα σύναπτε τὸ “πρὸς τὸ παρεστώς”. Lh

sch eq

560a

vet δελφίνων μεδέων: περιφραστικῶς, τῆς θαλάσσης βασιλεῦ. “Σουνιάρατε δὲ ᾧ ἐν τῷ Σουνίῳ ἀρῶνται καὶ εὔχονται. Σούνιον δὲ
ἀκρωτήριον τῆς Ἀττικῆς. ΓΘ140

sch eq

560b

vet δελφίνων μεδέων Σουνιάρατε] περιφραστικῶς, ὦ τῆς θαλάσσης βασιλεῦ. τὸ Σούνιον Ἀθηναίων ἀκρωτήριον. M

sch eq

560c

Tr Σουνιάρατον τὸν Ποσειδῶνα λέγει διὰ τὸ ἐν Σουνίῳ ἀκρωτηρίῳ τῆς Ἀττικῆς ναὸν εἶναι αὐτοῦ καὶ τοὺς ἐν θαλάσσῃ εἰσερχομένους εὔχεσθαι ἐν αὐτῷ. Lh

sch eq

560d

Tr δελφίνων μεδέων] ἤγουν τὴν θάλασσαν βασιλεύων. Lh

sch eq

560e

Tr Σουνιάρατον] Σούνιον ἀκρωτήριον τῆς Ἀττικῆς. Lh

sch eq

561a

vet Γεραίστιε: Γεραιστὸς ἀκρωτήριον Εὐβοίας, τῇ μὲν Κρωμνίτην ἔχων, τῇ δὲ τὸ Λέχαιον· ἱερὰ δέ εἰσι τοῦ Ποσειδῶνος. ἔνθα ὁ Εὔριπος. VEΓΘ

sch eq

561b

vet Tr Γεραίστιε: Γεραιστὸς ἀκρωτήριον τῆς Εὐβοίας. MLh

sch eq

562a

vet Φορμίωνί τε φίλτατε: προσφιλέστατε τῷ Φορμίωνι. τὸν μῦθον δὲ αἰνίττεται, ὅτι καὶ ὁ Ποσειδῶν τῶν Ἀθηνῶν ἀντεποιήσατο καὶ τῇ Ἀθηνᾷ ἤρισεν. στρατηγὸς δὲ Ἀθηναίων ναυτικώτατος ὁ Φορμίων, καὶ πολλάκις εὐτυχήσας ἐν ναυμαχίαις· καὶ ἐν τῇ πρὸς Λακεδαιμονίους μάχῃ κατορθώσας
5νζʹ ναῦς διέφθειρεν. VEΓΘM

sch eq

562b

Tr φίλτατ’] προσφιλέστατε τῷ Φορμίωνι. Lh

sch eq

563

vet τῶν ἄλλων τε θεῶν: ἐκ τῶν ἄλλων θεῶν μόνος σὺ δεῦρο ἐλθὲ Ἀθηναίοις πρὸς τὸ παρεστός, τουτέστι πρὸς τὰ παρόντα καὶ ἐνεστῶτα πράγμα‐ τα, ἐπεὶ νεωστὶ Ἀθηναῖοι καὶ ὁ Φορμίων περὶ ναυμαχίαν ἠνδραγάθησαν. VEΓ3M

sch eq

564

Tr πρὸς τὸ παρεστός] ἤγουν ἕνεκεν τῆς ἐνισταμένης ὑποθέσεως. Lh

sch eq

565a

vet εὐλογῆσαι βουλόμεσθα: τὸ ἐπίρρημα στίχων ἐστὶ ιϛʹ τετραμέτρων
τροχαϊκῶν καταληκτικῶν, ὃ φιλεῖ Ἀριστοφάνης. VEΓ3Θ141

sch eq

565b

vet εὐλογῆσαι δὲ ἀντὶ τοῦ ἐπαινέσαι, ὑμνῆσαι, ἐγκωμιάσαι. VEΓ3Θ

sch eq

565c

vet εὐλογῆσαι] ἐγκωμιάσαι. M

sch eq

565d

Tr εὐλογῆσαι] ἐπαινέσαι. Lh

sch eq

566a

vet (I) ἄξιοι καὶ τοῦ πέπλου: ἰδίᾳ παρὰ τοῖς Ἀθηναίοις πέπλος τὸ ἄρμενον τῆς Παναθηναϊκῆς νεώς, ἣν οἱ Ἀθηναῖοι κατασκευάζουσι τῇ θεῷ διὰ τετραετηρίδος. ἧς καὶ τὴν πομπὴν ἀπὸ τοῦ Κεραμεικοῦ ποιοῦσι μέχρι τοῦ Ἐλευσινίου. πέπλον δὲ καλοῦσι τὸ ἄρμενον διὰ τὸ ἐρεοῦν αὐτὸ εἶναι.
5VEΓ3ΘM (II) ἄλλως: καὶ τοῦ πέπλου: οὗ ἐνεγέγραπτο Ἐγκέλαδος, ὃν ἀνεῖλεν ἡ Ἀθηνᾶ· ἦν δὲ εἷς τῶν Γιγάντων. ἐπεσκευάζετο οὖν ὁ πέπλος καθ’ ἕκαστον ἐνιαυτόν, καὶ ἐπομπεύετο ἐν τοῖς Παναθηναίοις. VEΓ3ΘM (III) ἄλλως: νικήσαντες πέπλον ἐποίησαν τῇ Ἀθηνᾷ καὶ ἐνέθεντο τὰς
10ἀριστείας ἐν αὐτῷ. VEΓ3ΘM

sch eq

566b

vet τῆσδε τῆς γῆς] ταύτης τῆς χώρας. EΓ3

sch eq

566c

Tr ἰδίως παρὰ τοῖς Ἀθηναίοις πέπλος τὸ ἄρμενον τῆς Παναθηναϊκῆς νεώς, ἣν οἱ Ἀθηναῖοι κατασκευάζουσι τῇ θεῷ διὰ τετραετηρίδος· ἧς καὶ τὴν πομπὴν ἀπὸ τοῦ Κεραμεικοῦ ποιοῦσι μέχρι τῆς Ἐλευσῖνος. ἢ πέπλον λέγει ὃν κατασκευάζουσι τῇ Ἀθήνῃ κατ’ ἐνιαυτόν, τὰς ἀριστείας αὐτῆς ἐν αὐτῷ
5ὑφαίνοντες. καὶ Εὐριπίδης ἐν Ἑκάβῃ· “ἢ Παλλάδος ἐν πόλει
τὰς καλλιδίφρου Ἀθα‐
ναίας ἐν κροκέῳ πέπλῳ
ζεύξομαι ἅρματι πώλους.” Lh

sch eq

566d

Tr πέπλου] ἤγουν τοῦ ἀρμένου. Lh

sch eq

567a

vet ναυφράκτῳ στρατ: τῷ συμπεφραγμένῳ καὶ συντεταγμένῳ ναυτικῷ. VE

sch eq

567b

vet ναυφράκτῳ στρατῷ] συμπεφυρμένῳ· περὶ ναυμαχίαν ἠνδραγάθησαν. M

sch eq

567c

Tr στρατῷ] ναυτικῷ. Lh142

sch eq

570a

vet Tr ἠρίθμησεν: ἀπεδειλίασεν, μεθ’ ἡσυχίας ἦγεν. VLh

sch eq

570b

vet Tr εὐθὺς ἦν ἀμυνίας: ἕτοιμος πρὸς τὸ ἀμῦναι· ὡς ἐπὶ τῶν ἐν πάλῃ ἀγωνιζομένων. VEMLh

sch eq

571a

vet (I) εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον: ἡττηθεῖεν, ἧττον ἔχοντες ἀπέλθοιεν. VEΓΘM (II) ἄλλως: εἶδος παλαίσματος, ὅ τινες ψευδόπτωμα καλοῦσιν. ἐπέμεινε δὲ τῇ τροπῇ. καὶ γὰρ τῶν παλαιόντων οἱ εἰς τὸν ὦμον πεσόντες ἐξαναστάντες
5εἰώθασιν ἀποψᾶν τὴν κόνιν, ἵνα μὴ ἴχνος ἔχοιεν μηδὲ ἔλεγχον τοῦ πτώματος. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι οἱ πρόγονοι, εἰ καὶ ἡττηθεῖεν ἐν μάχῃ, πάλιν αὐτοὶ τὴν ἧτταν ἀνεκαλοῦντο τάχεως καὶ τοῖς νενικηκόσιν, ἡττηθεῖσιν ἐκ δευτέρου, πλέον τῆς προτέρας νίκης οὐδὲν ἦν. VEΓΘM

sch eq

571b

vet ὦμον] τὰ μέλη. M

sch eq

571c

Tr ἐκ μεταφορᾶς τῶν παλαιόντων εἴρηκε τὸ ἐς τὸν ὦμον πεσεῖν. οἱ γὰρ παλαίοντες ἐπειδὰν ἡττηθέντες κατὰ νώτου πέσοιεν, ἐξαναστάντες εἰώθασιν ἀποψᾶν τὴν κόνιν, ἵνα μὴ ἴχνος ἔχοιεν μηδὲ ἔλεγχον τοῦ πτώματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ πρόγονοι αὐτῶν καὶ ἡττηθέντες ἐν μάχῃ πάλιν τὴν ἧτταν
5ἀνεκαλοῦντο τάχεως, καὶ νικήσαντες αὐτοὶ ὕστερον ἠρνοῦντο μὴ ἡττηθῆναι. ἐπέμεινε δὲ τῇ τροπῇ διόλου τῶν παλαιόντων. Lh

sch eq

571d

Tr πέσοιεν] ἡττηθεῖεν. Lh

sch eq

572

vet Tr ἀπεψήσαντ’ ἄν: ἀπεμάξαντο ὡς οἱ παλαίοντες, ἵνα μηδὲν ἔχοιεν ἴχνος τοῦ πτώματος. VEΓΘLh

sch eq

573a

vet Tr διεπάλαιον] ἀνεπάλαιον, ἀνεμάχοντο. ELh

sch eq

573b

vet Tr καὶ στρατηγὸς οὐδ’ ἂν εἷς] καὶ τῶν στρατηγῶν οὐδὲ εἷς τῶν τότε.
3Lh143

sch eq

574a

pap ουτοσεπιτησδη[ τησεωσην· ονφασιν[ πεπραχεναιτωικλε[ στρατηγησαντικα̣τ̣[
5τοτησδημοσιασσιτη[

sch eq

574b

vet (I) τῶν πρὸ τοῦ σίτησιν: σίτησιν λέγει τὴν ἐν πρυτανείῳ τράπεζαν. τουτέστι δημοσίᾳ τρέφεσθαι οὐδεὶς ἂν τῶν παλαιῶν ἠξίωσεν· ὡς τῶν κατ’ αὐτὸν στρατηγῶν τοῦτο ποιούντων, καὶ ὡς ἐπὶ μισθῷ ὑφισταμένων κατορθῶσαί τι τῇ πόλει. VEΓ3ΘM
5(II) ἄλλως: στρατηγῶν Ἀθηναίων τῶν πρότερον οὐδεὶς πρὸ τοῦ πολέμουσίτησιν ᾔτησεν, ἂν μὴ ὁ δῆμος χαρίζηται· νῦν δὲ ἐὰν μὴ τιμῶνται καὶ προεδρίᾳ καὶ σιτίοις, ἀγανακτοῦσιν. ἔσκωψε δέ· οὐ γὰρ εἶπε σίτησιν. ἐὰν μὴ γένωνται πρόεδροι καὶ τιμῆς ἀξιωθῶσιν, οὐ μαχέσεσθαί φασιν. VEΓ3Θ

sch eq

574c

vet Tr ἐρόμενος Κλεαίνετον: οὗτος ὁ Κλεαίνετος φαίνεται κατεδηδοκὼς τὴν οὐσίαν καὶ ἡδυπαθήσας. οἱ δέ, ὅτι οὗτος ἔγραψε ψήφισμα μὴ δεῖν δοθῆναι τοῖς στρατηγοῖς σίτησιν. σπανίως δὲ μέμνηται τοῦ Κλεαινέτου καὶ σχεδὸν ἐνταῦθα μόνον. στοχάζονται οὖν τινες ὅτι οὗτος ἂν εἴη ὁ τὴν σίτησιν περιποιήσας
5τῷ Κλέωνι. VEΓ3ΘMLh

sch eq

574d

Tr σίτησιν] τὴν ἐν πρυτανείῳ τράπεζαν λέγει. Lh

sch eq

574e

Tr ἐρόμενος] ἐρωτήσας. Lh

sch eq

575a

vet νῦν δ’ ἐὰν μὴ προεδρίαν φέρωσι: τιμῆς καὶ οὗτος τρόπος. ἐξῆν δὲ τοῖς τῆς τιμῆς ταύτης τυχοῦσι καὶ ἐν βουλευτηρίῳ καὶ ἐν ἐκκλησίᾳ καὶ
ἐν θεάτροις καὶ ἐν ἄλλῳ παντὶ συλλόγῳ τοὺς προλαμβάνοντας, οἵτινες ἦσαν, ἐξεγείραντας αὐτοὺς εἰς τὸν ἐκείνων τόπον καθίσαι. πεποίηται δὲ τὸ ὄνομα144
5ἀπὸ τοῦ τὴν πρώτην ἕδραν αὐτοὺς ἔχειν. ἄλλως. ἐὰν μὴ πρότερον, φησί, τοιούτου τύχωσί τινος, ἀπειλοῦσι μὴ μαχέσεσθαι, διὰ τούτων καθαπτόμενος ὁμοῦ τῶν τε Ἀθηναίων καὶ τῶν στρατηγῶν· τῶν μὲν Ἀθηναίων ὡς ἀναξίοις διδόντων τὰς τιμὰς καὶ τὰς δωρεάς, εἰ πρίν τι δρᾶσαι τὴν πόλιν ἀγαθόν, ταῦτα διδόασιν αὐτοῖς· τῶν δὲ στρατηγῶν, ὡς τιμωμένων πρὶν τῶν κατορθωμάτων,
10καὶ τῶν ἤδη τιμῆς τινος τετυχηκότων τὴν δόξαν ἀφαιρουμένων, εἰ φαίνοιντο τὴν δωρεὰν λαβόντες οὐκ ἐπ’ ἀνδραγαθήμασιν. VEΓΘM

sch eq

575b

vet καὶ τὰ σιτία: ἐπὶ στρατείαν ἐξιόντες χρόνου τινὸς ἐπήγοντο σιτία. οὗτοι δέ, φησίν, οἱ νῦν, ἐὰν μὴ προεδρίας τινὸς καὶ τιμῆς ἀξιωθῶσιν, οὐκ ἐξίασιν ἐπὶ τὸν πόλεμον· σιτία γοῦν εἶπε τὴν ἐν πρυτανείῳ σίτησιν. VEΓ3ΘM

sch eq

575c

vet φέρωσι] λάβωσι. Γ3

sch eq

575d

Tr τῶν προτέρων στρατηγῶν οὐδεὶς πρὸ τοῦ πολεμῶσαι σίτησιν ᾔτησεν, ἂν μὴ ὁ δῆμος χαρίζηται. νῦν δὲ ἂν μὴ τιμῶνται προεδρίᾳ καὶ σιτήσει, οὐ μάχονται. σκώπτει δὲ αὐτοὺς ὡς ἐπὶ μισθῷ ὑφισταμένους τὸν ὑπὲρ τῆς πόλεως ἀγῶνα καὶ δῶρα λαμβάνοντας καὶ ἐπὶ τοῖς ἀνδραγαθήμασι, μᾶλλον δὲ καὶ
5πρὸ τούτων κομιζομένους. σκώπτει δὲ καὶ Ἀθηναίους, ὡς ἀναξίοις διδόντας τὰς τιμὰς καὶ τὰς δωρεὰς καὶ πρὶν κατορθῶσαι χρηστόν τι ὑπὲρ τῆς πόλεως. Lh

sch eq

575e

Tr προεδρίαν φέρωσι] προκαθεδρίαν, τιμὴν λάβωσι. Lh

sch eq

575f

Tr τὰ σιτία] τὴν ἐκ τοῦ πρυτανείου σίτησιν. Lh

sch eq

577

Tr προῖκα] κατὰ χάριν καὶ ἐπὶ μισθῷ. Lh

sch eq

580a

pap απεξεσμενοισκαι̣α̣[ μ̣ε̣ν̣[....]γ̣αρ[

sch eq

580b

pap τρυ]φῶσιν ἢ πλουτοῦσιν· τὸ γὰρ κομᾶ[ν ἔλε‐ γον] ἐπὶ τῷ τρυφᾶν καὶ γαυρύνεσθαι κ[αὶ μέγα φρο]νεῖν· ἄλλως τε καὶ ταῖς θριξὶν κομ[ᾶν εἰς
τι]μὴν συγκεχώρηται αὐτοῖς.145

sch eq

580c

vet κομῶσι: τρυφῶσι, πλουτοῦσι. τὸ γὰρ κομᾶν ἐπὶ τοῦ τρυφᾶν ἔλεγον καὶ γαυροῦσθαι καὶ μέγα φρονεῖν· ἄλλως τε καὶ ταῖς θριξὶ κομᾶν εἰς τιμὴν συγκεχώρηται αὐτοῖς. VEΓ3ΘM

sch eq

580d

vet (I) ἀπεστλεγγισμένοις: ἔλαιον ἀλειφομένοις καὶ στάζουσι. στλεγγὶς δὲ ἡ ξύστρα τοῦ ἐλαίου. VEΓΘM (II) ἄλλως: κεκαρμένοις. Κινέας γὰρ καὶ Φρῖνος εἰσηγήσαντο μεταστῆναι τοὺς νέους, νόμον γράψαντες μηκέτι ἁβροδιαίτους εἶναι, ὃν τρόπον τὸ πάλαι,
5μηδὲ κομᾶν. ἢ ἀπεξυσμένοις καὶ ἐπανήκουσιν ἀπὸ ἀλείμματος. Ἀπίων δὲ ἀκούει στλεγγίδας τὰς σταγόνας τοῦ ἐλαίου. ἢ ἀπεστλεγγισμένοις ἀντὶ τοῦ ἐγκεκαθαρμένοις, ματτομένοις. στλεγγὶς γὰρ ἡ ξύστρα. VEΓΘM

sch eq

580e

vet Tr ἀπεστλεγγισμένοις] ἔλαιον ἀλειφομένοις καὶ στάζουσι. MLh

sch eq

580f

Tr Κινέας εἰσηγήσατο κεκαρμένους εἶναι τοὺς νέους, νόμον γράψας μηκέτι ἁβροδιαίτους εἶναι, ὃν τρόπον τὸ παλαιόν, μηδὲ κομᾶν. Ἀπίων δὲ ἀκούει στλεγγίδας τὰς σταγόνας τοῦ ἐλαίου. στλεγγὶς γὰρ ἡ ξύστρα τοῦ ἐλαίου. Lh

sch eq

580g

Tr κομῶσι] τρυφῶσι, πλουτοῦσι. Lh

sch eq

581a

vet ὦ πολιοῦχε Παλλάς: ἡ τὴν πόλιν κατειληφυῖα καὶ περιέχουσα ἐπεὶ καὶ ἦρχε τῆς πόλεωσ. ἔφορος γὰρ τῆς πόλεως ἡ θεός. καὶ τὴν ἐπὶ
τοῖς πολέμοις ἀρετὴν .... διὰ τούτων ἐδήλωσεν αὐτῆς. ὁ δὲ νοῦς, ὦ τῆς ἁπασῶν ὑπερφερούσης χώρας μεδέουσα ἐν δυνάμει καὶ ποιηταῖς. ὁμοῦ δὲ καὶ τὴν ἐπὶ146
5σοφίᾳ δόξαν τῆς πόλεως καὶ τὴν ἐπὶ τοῖς πολέμοις ἀρετὴν διὰ τούτων ἐδήλωσεν. VEΓΘ

sch eq

581b

vet ὦ πολιοῦχε Παλλάς: ὦ τῆς ἁπασῶν ὑπερφερούσης χώρας μεδέουσα ἐν δυνάμει καὶ ποιηταῖς. M

sch eq

581c

Tr πολιοῦχε] ἡ τὴν πόλιν περιέχουσα. ἔφορος γὰρ τῆς πόλεως ἡ θεός. Lh

sch eq

581d

Tr (ad vv. 581—94) ὦ πολιοῦχε Παλλάς: ἡ ἀντῳδὴ αὕτη καὶ ἀντιστροφὴ ἐκ κώλων ἐστὶν ὁμοίων τῆς ᾠδῆς καὶ στροφῆς ιδʹ. καὶ τὰ μὲν ηʹ χοριαμβικά ἐστιν, τὰ δὲ ϛʹ ἀντισπαστικά, ὧν τελευταῖον ”–κην εἴπερ ποτὲ καὶ νῦν”. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ
5κατὰ τὸ τέλος. Lh

sch eq

582

Tr ἱερωτάτης] διὰ τὸ πάντας θεοὺς τιμᾶσθαι ἐν αὐτῇ καὶ ἱερὰ τούτων ἔχειν. Lh

sch eq

583

Tr πολέμῳ τε καὶ ποιηταῖς] τὴν ἐπὶ τῇ σοφίᾳ δόξαν τῆς πόλεως καὶ τὴν ἐπὶ τοῖς πολέμοις ἀρετὴν διὰ τούτων ἐδήλωσεν. Lh

sch eq

584

vet ὑπερφερούσης] ὑπερβαλλούσης. EΓ3

sch eq

585a

vet μεδέουσα] βασιλεύουσα. EΓ3

sch eq

585b

Tr μεδέουσα] βασιλεύουσα τῶν Ἀθηνῶν. Lh

sch eq

586a

vet δεῦρ’ ἀφίκου: ἐλθὲ καὶ παραγενοῦ· ἐπικαλεῖται δὲ τὴν θεὸν μετὰ τῆς Νίκης εὐμενῆ παραστῆναι τοῖς ποιήμασιν αὐτοῦ. VEΓ3

sch eq

586b

Tr ἀφίκου] ἐλθέ. Lh

sch eq

588

vet Tr ξυνεργόν] συμπράκτορα καὶ σύμμαχον καὶ συνεργόν. EΓ3Lh

sch eq

589a

vet (I) ἣ χορικῶν ἐστιν ἑταίρα: ἥτις τοῖς χοροῖς ἐστι προσφιλὴς καὶ συνήθης. οἱ γὰρ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ καὶ τραγικοὶ χοροὺς ἵστασαν, οἳ τὰ χορικὰ ὑπεκρίνοντο καὶ ᾖδον μέλη. συνειστήκει δὲ ὁ χορὸς ἐξ
ἀνδρῶν ἤδη καὶ γυναικῶν, ὁμοῦ δὲ καὶ ἐκ παίδων. ἔστι δ’ ὅτε καὶ ἡμιχόρια147
5ἵσταντο, ἤτοι ἐξ ἀνδρῶν καὶ γυναικῶν. ἐν δὲ τοῖς τοιούτοις χοροῖς, εἰ μὲν ἐξ ἀνδρῶν εἴη καὶ γυναικῶν ὁ χορός, ἐπλεονέκτει τὸ τῶν ἀνδρῶν μέρος καὶ ἦσαν ιγʹ, αἱ δὲ γυναῖκες ιαʹ· εἰ δὲ παίδων εἴη καὶ γυναικῶν, αἱ μὲν γυναῖκες ιγʹ ἦσαν, οἱ δὲ παῖδες ιαʹ. εἰ δὲ πρεσβυτῶν καὶ νέων, τοὺς πρεσβύτας πλεονεκτεῖν φασὶ δεῖν. VEΓΘM
10(II) ἄλλως: χορικῶν: τῶν κωμικῶν καὶ τραγικῶν. οἷον ἢ ἐνίκων ἢ ἡττῶντο ἀγωνιζόμενοι. VEΓ3M

sch eq

589b

Tr οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ καὶ οἱ τραγικοὶ χοροὺς ἵστασαν, οἳ τὰ χορικὰ ὑπεκρίνοντο καὶ ᾖδον μέλη. συνειστήκει δὲ ὁ χορὸς ἐξ ἀνδρῶν καὶ γυναικῶν ὁμοῦ καὶ παίδων. ἔστι δ’ ὅτε καὶ ἡμιχόρια ἵστασαν, ἤτοι ἐξ ἀνδρῶν καὶ γυναικῶν. ἦν δὲ ὁ μὲν κωμικὸς χορὸς ἐξ ἀνδρῶν καὶ γυναικῶν κδʹ, ὡς καὶ
5οὗτος ἀπηρίθμησεν ἐν Ὀρνίθων δράματι, ἄρρενας μὲν ὄρνις ἀπαριθμήσας ιβʹ, θηλείας δὲ ιβʹ, ὁ δὲ τραγικὸς ιεʹ, ὡς Αἰσχύλος ἀπαριθμεῖ ἐν Ἀγαμέμνονος δράματι. φασὶ δὲ ὅτι ἐπλεονέκτει πάντοτε τὸ τῶν ἀνδρῶν μέρος, καὶ ἦσαν ιγʹ, αἱ δὲ γυναῖκες ιαʹ· εἰ δὲ παίδων εἴη καὶ γυναικῶν, αἱ γυναῖκες ἦσαν πλείους ἤγουν ιγʹ· εἰ δὲ πρεσβυτῶν καὶ νέων, ἐπλεονέκτει τὸ τῶν πρεσβυτῶν μέρος. Lh

sch eq

589c

Tr ἑταίρα] ἥτις τοῖς χοροῖς ἐστι προσφιλὴς καὶ συνηθής. Lh

sch eq

590a

vet τοῖς τ’ ἐχθροῖς: τοῖς ἀντιπάλοις, τοῖς ἀνταγωνισταῖς. “στασιά‐ ζει δὲ ἀντὶ τοῦ πρὸς φιλονεικίαν διαφέρεται. VEΓ3M

sch eq

590b

Tr τοῖς τ’ ἐχθροῖσι] τοῖς ἀντιπάλοις. Lh

sch eq

590c

Tr στασιάζει] πρὸς φιλονικίαν διαφέρεται. Lh

sch eq

593

vet Tr πορίσαι] ἐξευρεῖν, παρασχεῖν. EΓ3Lh

sch eq

594

vet εἴπερ ποτὲ καὶ νῦν] εἴπερ ποτὲ ἄλλοτε καὶ νῦν. VEΓ3

sch eq

595a

vet ἃ ξύνισμεν: ὅτι καὶ αὐτοὶ παρακολουθήσαντες γιγνώσκομεν.
ἐπεὶ δὲ ἀλλότρια τῆς ἵππων φύσεως μέλλει περὶ αὐτῶν λέγειν, ἵνα θεραπεύσῃ τῆς ἐπαγγελίας τὸ ἀπίθανον, ἅπερ αὐτοῖς συνέγνω ταῦτά φησι περὶ αὐτῶν ἐρεῖν. VEΓΘM148

sch eq

595b

vet Tr τοῖσιν ἵπποισιν: ἵνα μὴ εἴπῃ τοῖς ἱππεῦσι καὶ δόξῃ χαρίζεσθαι τῷ χορῷ, ἀλλ’ ἵνα διὰ τῶν ἵππων ἐπαινέσῃ αὐτούς. VEΓ3MLh

sch eq

595c

vet τοῖσιν] ὡς ἰδίοις. E

sch eq

595d

Tr ἐπεὶ ἀλλότρια τῆς τῶν ἱππέων φύσεως μέλλει περὶ αὐτῶν λέγειν, ἵνα θεραπεύσῃ τῆς ἐπαγγελίας τὸ ἀπίθανον, ἅπερ αὐτοῖς συνέγνω ταῦτά φησι περὶ αὐτῶν ἐρεῖν. Lh

sch eq

595e

Tr ξύνισμεν] γινώσκομεν. Lh

sch eq

596

Tr εὐλογεῖσθαι] ἐπαινεῖσθαι. Lh

sch eq

597

vet Tr ἐσβολάς: τὰς ἐπὶ τὴν τῶν πολεμίων χώραν ἐφόδους ἐκάλουν ἐσβολάς. VEΓΘMLh

sch eq

599

vet Tr ἱππαγωγούς] τὰς ἵππους καὶ ἄνδρας ἀγούσας ναῦς. EΓ3Lh

sch eq

600a

vet Tr (I) κώθωνας: εἴδη ποτηρίων ἃ ἐλάμβανον οἱ στρατιῶται. τοὺς ἱππεῖς δὲ ἐπαινεῖν βουλόμενος ταῦτά φησιν. ἄλογον γὰρ ἀλόγοις ζῴοις λογισμὸν περιτιθέναι. τοὺς δὲ Ἀθηναίους ἐπαινεῖ, ἐπεὶ ἠπειρῶται ὄντες ἀντεποιήσαντο τῆς θαλάττης, καὶ οὐκ ἀπέτυχον τῆς προσδοκίας. διὰ δὲ τοῦ σκορόδου καὶ
5κρομμύου τὴν εὐτέλειαν δείκνυσι τῶν τε ναυτικῶν καὶ στρατιωτικῶν σιτίων, ὅτι εὐτελῆ ὡσ οἱ στρατιῶται ἔφερον. VEΓΘMLh
vet (II) ἄλλως: κώθων εἶδος ἐκπώματος ὀστρακίνου, ἢ εἶδος ποτηρίου Λακωνι‐ κοῦ καὶ στρατιωτικοῦ· ἐπειδὴ μεριστὸν ὕδωρ ἐλάμβανον οἱ ναῦται, κώθωνας εἶχον. VEΓ3M

sch eq

600b

Tr κώθωνας] εἶδος ἐκπώματος ὀστρακίνου, ἃ ἐλάμβανον οἱ στρατιῶται
ἐξερχόμενοι πρὸς μάχην. Lh149

sch eq

602a

vet ἱππαπα, τίς ἐμβαλεῖ;: ἰδίως τὸ κροῦσαι ναυσὶν ἐμβαλεῖν λέγουσιν· φησὶν οὖν, τίς ὁ τολμήσας τοῖς ἱππόταις ἐξ ἐναντίας ἀντιστῆναι; κυρίως οὖν τὸ ἐμβαλεῖν τὸ ταῖς κώπαις κροῦσαι· νῦν δὲ ἀντὶ τοῦ τοῖς ἵπποις συμβαλεῖν. τὸ δὲ “ἱππαπα ἔπαιξε παρὰ τὸ ῥυππαπαί, εἰρηκὼς ὡς ἐπὶ
5ἵππων. ἔστι δὲ τὸ ῥυππαπαὶ ἐπιφώνημα ναυτικόν· ἢ ψόφου ἐστὶ μίμημα ἀπὸ τῶν κωπῶν ἀποτελουμένου. VEΓΘM

sch eq

602b

Tr ἔπαιξε τὸ “ἱππαπα ἀντὶ τοῦ ῥυππαπαὶ εἰρηκὼς ὡς ἐπὶ ἵππων. ἔστι δὲ τὸ ῥυππαπαὶ ἐπιφώνημα ναυτικόν, ἢ ψόφου ἐστὶ μίμημα ἀπὸ τῶν κωπῶν ἀποτελουμένου. Lh

sch eq

602c

Tr ἐμβαλόντες] ἰδίως τὸ κροῦσαι ναυσὶν ἐμβαλεῖν λέγουσι, νῦν δὲ ἀντὶ τοῦ τοῖς ἵπποις. Lh

sch eq

603a

vet οὐκ ἐλᾷς: οὐκ ἐρέττεις, οὐ κωπηλατεῖς. VEΓ3

sch eq

603b

vet Tr ὦ σαμφόρα: ἰδίως σαμφόραι καλοῦνται ἵπποι ἐγκεχαραγμένοι τὸ ϛ σημεῖον· οἱ δὲ Δωριεῖς τὸ ϛ σὰν λέγουσιν. VEΓΘMLh

sch eq

604a

vet ἐξεπήδων: κυρίως τὸ “ἐξεπήδων ἐπὶ τῶν ἵππων. φησὶ δὲ ἐξώρμων. ἐναργεῖ δὲ λέξει κέχρηται δεικνὺς αὐτῶν τὴν προθυμίαν. VEΓΘ

sch eq

604b

Tr ἐξεπήδων] ἐναργεῖ λέξει κέχρηται δεικνὺς αὐτῶν τὴν προθυμίαν. Lh

sch eq

606a

vet (I) ἀντὶ πόας Μηδικῆς: τοῦ παρ’ ἡμῖν χόρτου· ἡ τῶν Μήδων χώρα ἔφυδρος οὖσα χόρτον πολὺν ἐκφέρει. λέγεται δὲ καὶ πόα τις Μηδικὴ ἀρίστη καὶ καλλίστη καὶ ἐπιτηδειοτάτη ἵπποις· ἡ αὐτὴ δὲ καὶ τρίφυλλος
λέγεται. ἢ ὅτι Μῆδοι ἐχθροὶ Ἀθηναίων. VEΓΘM150
5(II) ἄλλως: ἀντὶ λόχου Μηδικοῦ. ἐδόκει γὰρ ἡ Μηδικὴ χώρα, πεδιάς τε οὖσα καὶ κάθυγρος, εὔφορος εἶναι εἰς τὰς τῶν κτηνῶν τροφάς. ἐπεὶ τοῖς Ἀθη‐ ναίοις ἔθος ἦν Μήδων κρατεῖν. VEΓ3Θ

sch eq

606b

Tr ἐδόκει ἡ Μηδία χώρα κάθυγρος οὖσα εὔφορος εἶναι εἰς κτηνῶν τροφάς. ἐπεὶ τοῖς Ἀθηναίοις ἔθος ἦν Μήδων κρατεῖν, ἢ ὅτι ἐχθροὶ ἦσαν Μῆδοι Ἀθηναίων. Lh

sch eq

606c

vet παγούρους] τοὺς παρ’ ἡμῖν καράβους. EΓ3

sch eq

606d

Tr παγούρους] τοὺς παρ’ ἡμῖν γάλους. Lh

sch eq

606e

Tr πόας Μηδικῆς] τοῦ παρ’ ἡμῖν χόρτου. Lh

sch eq

607a

vet εἴ τις ἐξέρπει: ἐπέμεινε τῇ τροπῇ πλέον τι περὶ τῶν Ἀθηναίων φιλοτιμούμενος· οὐ γὰρ τοὺς προϊόντας, φησί, μόνους διέφθειρον συλλαμ‐ βάνοντες, ἀλλὰ καὶ τοὺς ἐν αὐτοῖς ὄντας τοῖς βυθοῖς. ταῦτα δὲ πάντα εἶπε πρὸς τὴν ἐμπειρίαν αὐτῶν ἀποτεινόμενος τὴν περὶ τὰ ναυτικά. VEΓΘM

sch eq

607b

vet Tr εἴ τις ἐξέρποι θύραζε] εἴ τις προκύψειε μόνον. EΓ3Lh

sch eq

607c

Tr κἀκ βυθοῦ θηρώμενοι] ἤγουν καὶ τοὺς ἐν αὐτοῖς ὄντας τοῖς βάθεσιν. Lh

sch eq

608a

vet Θέωρος: ὁ ποιητὴς Θέωρος ἔφη εἰπεῖν τινα Κάρκινον Κορίνθιον ταῦτα. ἀποδέχεται δὲ αὐτοὺς πίνοντας ἕνεκα τοῦ νικῆσαι μόνον. ὁ Θέωρος ἔγραψε Κάρκινον λέγοντα πρὸς τὸν Ποσειδῶνα καὶ ἀποδυσπετοῦντα. προσ‐ κρούει εἴς τινα Κάρκινον. διὰ τοῦτο γὰρ καὶ τοὺς ἱππέας καὶ οὐχ ἵππους.
5ὡς μοιχὸς δὲ κωμῳδεῖται ὁ Θέωρος καὶ ἰχθυοφάγος καὶ πονηρός. περὶ Κόρινθον οὖν διέτριβεν, ἴσως διὰ τὰς ἐκεῖ πόρνας· ἦν δὲ καὶ κόλαξ. ταῦτα οὖν λέγει
ἴσως κολακεύων τοὺς ἱππέας. VEΓΘM151

sch eq

608b

Tr ὁ Θέωρος ἔγραψε Κάρκινόν τινα ἀποδυσπετοῦντα καὶ λέγοντα τοιαῦτα πρὸς τὸν Ποσειδῶνα. ὡς μοιχὸς δὲ κωμῳδεῖται καὶ ἰχθυοφάγος καὶ πονηρός. ἐν Κορίνθῳ δὲ διέτριβεν, ἴσως διὰ τὰς ἐκεῖ πόρνας. ἦν δὲ καὶ κόλαξ. ταῦτα οὖν λέγει ἴσως κολακεύων τοὺς ἱππέας. Lh

sch eq

608c

Tr Θέωρος] οὗτος ποιητὴς διατρίβων εἰς Κόρινθον. Lh

sch eq

609

vet Tr (I) δεινά γ’ ὦ Ποσεῖδον: δοκοῦσι γὰρ οἱ Κορίνθιοι μάλιστα σέβεσθαι τὸν Ποσειδῶνα διὰ τὸν Ἰσθμόν· ὅθεν καὶ γυμνικὸν ἀγῶνα, τὰ Ἴσθμια, ἐπιτελοῦσι τῷ τε Παλαίμονι καὶ τῷ Ποσειδῶνι. VEΓΘLh (II) ἄλλως: ὅτι οἱ Ἀθηναῖοι ἐστράτευσαν ἐπὶ Κόρινθον καὶ περὶ Κεγχρέας
5ἐνίκησαν Νικίου στρατηγοῦντος τοῦ Νικηράτου σὺν ἱππεῦσι σʹ καὶ ὁπλίταις καὶ ναυσί. VEΓΘLh

sch eq

610a

vet Tr μήτ’ ἐν γῇ μήτ’ ἐν θαλάττ: ὡς τῶν Ἀθηναίων οὐ κατὰ θάλατταν μόνον, ἀλλὰ καὶ κατὰ γῆν ἐν τοῖς πολέμοις κρατούντων. VEΓ3MLh

sch eq

610b

Tr Unknown Manuscript Character. Lh

sch eq

611

vet (I) (ad vv. 611—5) ὦ φίλτατ’ ἀνδρῶν: ἔτι τοῦ χοροῦ ἴαμβοι τρίμετροι ἀκατάληκτοι 〈δʹ, ὁ δὲ〉 πέμπτος τοῦ ὑποκριτοῦ παρερχομένου. VEΓ3
vet Tr (II) ἄλλως: ὦ φίλτατε: ὁ χορὸς πρὸς τὸν ἀλλαντοπώλην ἥκοντα ἀπὸ τῆς βουλῆς καὶ καταγωνισάμενον Κλέωνα. VEΓ3Lh

sch eq

612a

vet φροντίδα: ἀγωνίαν καὶ μέριμναν καὶ φόβον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰς δέος κατέστησας ἡμᾶς, μὴ παρευδοκιμηθῇς πρὸς τοῦ Κλέωνος. VEΓΘ

sch eq

612b

Tr φροντίδα] ἀγωνίαν καὶ φόβον μὴ νικηθῇς πρὸς τοῦ Κλέωνος. Lh

sch eq

613

Tr σῶς] μὴ παθών τι ὑπ’ ἐκείνου. Lh

sch eq

614

Tr ἄγγειλον] εἰπέ. Lh152

sch eq

615a

vet νικόβουλος ἐγενόμην: ἐγώ, φησί, τὴν νίκην ἀπηνεγκάμην. ἀστείως δὲ κέχρηται τῷ συνθέτῳ καὶ τὰ ὀνόματα συνέπλεξεν ἄμφω. ἐν τῇ βουλῇ γὰρ τὴν φιλονεικίαν ἐποιήσαντο προκαλεσαμένου τοῦ Κλέωνος, καὶ οἱ βουλευταὶ τὴν νίκην προσέκριναν αὐτῷ. VEΓΘ

sch eq

615b

Tr νικόβουλος ἐγενόμην] ἐγὼ τὴν νίκην ἀπηνεγκάμην· ἀστείως δὲ κέχρηται τῷ συνθέτῳ ὀνόματι. Lh

sch eq

616a

vet (ad vv. 616—23) ὦ καλὰ λέγων: διπλῆ καὶ περίοδος τοῦ χοροῦ ὀκτάκωλος, ἧς τὸ πρῶτον τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τὸ δεύτερον ἐν εἰσθέσει παιωνικὸν τετράρρυθμον, τὰ δὲ λοιπὰ ἐν ἐπεισθέσει, τὸ τρίτον παιω‐ νικὸν δίρρυθμον, τὸ τέταρτον τροχαϊκὸν ἑφθημιμερές, τὸ πέμπτον παιωνικὸν
5δίρρυθμον, τὸ ἕκτον τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τὸ ἕβδομον ὅμοιον καὶ τὸ ὄγδοον τροχαϊκὸν ἑφθημιμερές. VEΓ3Q

sch eq

616b

Tr (ad vv. 616—23) νῦν ἄρ’ ἄξιόν γε πᾶσιν: εἴσθεσις χοροῦ προῳ‐ δική, στροφῆς λόγον ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὸ “Πάντα δὴ πέπρα‐ γας” καὶ ἔστιν ἐκ στίχων καὶ κώλων ηʹ, ὧν τὸ πρῶτον τροχαϊκὸς τετράμετρος βραχυκατάληκτος, τοῦ ἕκτου ποδὸς τριβράχεος. ὁ δεύτερος παιωνικὸς καθαρὸς
5τετράμετρος καταληκτικός. τὸ τρίτον ὅμοιον, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, διὰ τὸ καὶ τῆς ἀντιστροφῆς τοιοῦτον εἶναι, πλὴν ἐνταῦθα ἰωνικὸν ἔχει ἀντὶ τοῦ παιῶνος. τὸ τέταρτον τροχαϊκὸν ἑφθημιμερές, ὃ καλεῖται Εὐριπί‐ δειον ἢ ληκύθιον. τὸ πέμπτον παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν, ὃ καλεῖται δίρρυθμον. ὁ ἕκτος καὶ ἕβδομος τροχαϊκοὶ τρίμετροι ἀκατάληκτοι.
10τὸ ὄγδοον ὅμοιον τῷ τετάρτῳ. εἰσὶ δὲ καὶ ταῦτα τὰ πολυσχημάτιστα. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα. Lh

sch eq

616c

vet Tr ἐπολολύξαι] εὔξασθαι καὶ εὐφημῆσαι. EΓ3Lh

sch eq

618

vet Tr εἴθ’ ἐπέλθοις: εἴθε ἐθελήσαις μοι διελθεῖν καὶ διηγήσασθαι πάντα
τὰ πραχθέντα σοι καὶ γεγενημένα. VEΓ3Lh153

sch eq

621a

vet κἂν μακρὰν ὁδὸν διελθεῖν: καὶ ἀποδημίαν 〈ἂν〉 στείλασθαί μοι δοκῶ, ὥστε μαθεῖν τὰ πεπραγμένα. θέλω, φησί, καὶ μακρὰν ὁδὸν διελθεῖν, ἵνα μάθω πῶς ἐνίκησας τὸν Κλέωνα. VEΓΘM

sch eq

621b

Tr μακρὰν ὁδὸν διελθεῖν ὥστ’ ἀκοῦσαι] ἀποδημίαν στείλασθαι ὥστε μαθεῖν τὰ πεπραγμένα. Lh

sch eq

623a

vet λέγ’, ὡς ἅπαντες ἡδόμεθά σοι: ὡς ἐπὶ τῇ σῇ εὐφραινόμεθα νίκῃ καὶ χαίρομεν. λείπει δὲ ἡ ἐπί, ἵν’ ᾖ ἐπὶ σοί· ἢ ἡ σύν, ἵν’ ᾖ συνηδόμεθά σοι. VEΓΘM

sch eq

623b

Tr ἡδόμεθά σοι] ἐπὶ τῇ σῇ εὐφραινόμεθα νίκῃ. Lh

sch eq

624a

vet (ad vv. 624—82) διπλῆ 〈καὶ〉 στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νθʹ. VEΓ3

sch eq

624b

Tr (ad vv. 624—82) καὶ μὴν ἀκοῦσαί γ’ ἄξιον: ἡ περιοδικὴ αὕτη καὶ μονοστροφικὴ εἴσθεσις τοῦ ὑποκριτοῦ διηγηματική ἐστιν, ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων νθʹ, ὧν τελευταῖος “ὀβολοῦ κορίαννοις ἀναλαβὼν ἐλήλυθα”. ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

625

vet Tr αὐτοῦ κάτοπιν ἐνθένδ’ ἱέμην] ὄπισθεν ἢ μετ’ αὐτοῦ ἐπηκολούθουν. VEΓ3Lh

sch eq

626a

vet (I) ἐλασίβροντα 〈ἀναρρηγνύς:〉 τουτέστι πλάττων καὶ κατα‐ σκευάζων καὶ συντιθείς. ἔχεται δὲ καὶ τοῦτο τὸ ῥῆμα ἐμφάσεως μείζονος. VEΓΘ (II) ἄλλως: ὥσπερ ὑπὸ βροντῆς ἐλαυνόμενα· τουτέστι μεγαληγορῶν καὶ
5ὑπερόγκοις χρώμενος ῥήμασι, γέμουσι ψόφου. ἤτοι δὲ τὴν φωνὴν σκώπτει
τοῦ Κλέωνος ὅτι τραχέως ἐφθέγγετο ἢ ὡς τραχεῖαν, ἢ πρὸς τὴν ἀπειλήν, ἣν ἠπείλησεν ὁ Κλέων εἰπὼν συνταράξειν τήν τε γῆν καὶ τὴν θάλατταν ἐπ’ αὐτῷ. τό τε γὰρ τὴν γῆν κινεῖν καὶ σαλεύειν, καὶ τοὺς τῆς θαλάττης βυθούς, ἔργον τοῦ Διός, ὡς καὶ τὸ βροντᾶν. προπαροξυτόνως δὲ ἀναγνωστέον ἐλασίβροντα.154
10VEΓΘM

sch eq

626b

vet ὁ δ’ ἄρ’ ἔνδον] ὁ δὲ Κλέων καταλαβὼν τὸ βουλευτήριον. τὸ δὲ “ἐλασίβροντα παρὰ τὰ ἐξ ἀρχῆς Πινδάρου. E

sch eq

626c

Tr ἢ τὴν φωνὴν σκώπτει τοῦ Κλέωνος ὅτι ταχέως ἐφθέγγετο ἢ τραχέως, ἢ πρὸς τὴν ἀπειλὴν ἣν ἠπείλησεν εἰπὼν συνταράξειν τήν τε γῆν καὶ τὴν θάλασσαν ἐπ’ αὐτῷ. τό τε γὰρ τὴν γῆν κινεῖν καὶ τοὺς τῆς θαλάσσης σαλεύειν βυθοὺς ἔργον τοῦ Διός, ὡς καὶ τὸ βροντᾶν. τὴν μεγαληγορίαν δὲ αὐτοῦ δείκνυσι διὰ
5τῶν τοιούτων λέξεων. Lh

sch eq

626d

Tr ὁ δ’ ἄρ’ ἔνδον] ὁ Κλέων καταλαβὼν τὸ βουλευτήριον. Lh

sch eq

626e

Tr ἀναρρηγνὺς ἔπη] ἀνασπῶν καὶ μετὰ σφοδρότητος λέγων. Lh

sch eq

627a

vet Tr τερατευόμενος: ψευδόμενος καὶ μηδὲν ἀληθὲς μηδὲ ὑγιὲς λέγων. VEΓ3MLh

sch eq

627b

vet Tr ἤρειδε κατὰ τῶν ἱππέων: ἠφίει καὶ ἔπεμπε κατὰ τῶν ἱππέων. ἔφαμεν δὲ ὅτι συνέστηκεν ὁ χορὸς ἐκ τῶν ἱππέων. εἰς τρία γὰρ μέρη τὸ παλαιὸν τῶν Ἀθηναίων διῄρητο ὁ δῆμος, εἴς τε τοὺς πεντακοσιομεδίμνους καλουμένους, οὓς διὰ τὸ γεωργεῖν τοσαῦτα μέτρα οὕτως ὠνόμαζον, καὶ τοὺς ἱππέας καὶ τοὺς
5θῆτας. οἱ μὲν οὖν πεντακοσιομέδιμνοι ἦσαν εὔποροι, οἱ δὲ ἱππεῖς ἧττον μὲν τῶν πεντακοσιομεδίμνων, μέχρι δὲ τῶν τριακοσίων ἐγεώργουν μέτρων. ἱππεῖς δὲ αὐτοὺς ὠνόμαζον διὰ τὸ δύνασθαι, εἴ ποτε αὐτοῖς χρεία γένοιτο ἵππων, ἕκαστον αὐτῶν τρέφειν. ἦσαν δὲ τὸ μὲν πρότερον ἑξακόσιοι τὸν ἀριθμόν. οὗτοι
δὲ μετὰ ταῦτα τῆς πόλεως πληθυνθείσης ἐγένοντο διακόσιοι πρὸς τοῖς χιλίοις.155
10ὅθεν καὶ τὰς θυσίας, ἃς αὐτοὶ πέμποιεν ἐν ταῖς πομπαῖς, ἐκάλουν ἱππάδας. ἐξῆν δὲ αὐτοῖς καὶ κομᾶν. ἡ δὲ τρίτη τάξις ἦσαν οἱ θῆτες παρ’ αὐτοῖς, οἷς οὐδὲ ἄρχειν ἐφεῖτο † ἢ δικάζειν καὶ ἐκκλησιάζειν μόνον, ἵν’ ἔκ τε τοῦ δικαστικοῦ καὶ ἐκκλησιαστικοῦ τρέφοιντο. VEΓΘMLh

sch eq

627c

Tr ἤρειδε] ἠφίει. Lh

sch eq

628a

vet κρημνοὺς ἐρείδων: ἐπιπέμπων καὶ ἀκοντίζων, τουτέστιν ἐγκλή‐ ματα ὑπέρογκα καὶ διαβολὰς χαλεπωτάτας ῥίπτων καὶ λογοποιῶν κατὰ τῶν ἱππέων. ἀπὸ δὲ τοῦ “ἐλασίβροντα καὶ τοῦτο εἴληφε τὸ ῥῆμα ἐχόμενον τοῦ ὄγκου τοῦ προειρημένου. κρημνοὶ δέ εἰσι τὰ μέρη τὰ ἀπὸ τῶν ὀρῶν
5ἀποσπώμενα. VEΓ3Θ

sch eq

628b

vet κρημνοὶ λέγονται τὰ μέρη τὰ ἀπὸ τῶν ὀρῶν ἀποσπώμενα· ἐγκλήματα ὑπέρογκα καὶ διαβολὰς χαλεπωτάτας ῥίπτων. M

sch eq

628c

Tr κρημνοὺς ἐρείδων] ὑπέρογκα ἐγκλήματα καὶ διαβολὰς λέγων χαλεπω‐ τάτας. Lh

sch eq

629a

vet Tr πιθανώτατα: ἐγγὺς πίστεως καὶ ἀληθείας ἐχόμενα πλάττει, ἐπιφέρων αὐτοῖς ἐγκλήματα. VEΓ3Lh

sch eq

629b

Tr ἀκροωμένη] ἀκούουσα. Lh

sch eq

630a

vet ψευδατραφάξυος 〈πλέα〉: πλήρης ψευσμάτων. ἀτράφαξυς δὲ εἶδος λαχάνου, ὃ ταχέως εἰς μέγεθος αὔξεται. ἐπεὶ οὖν ὁ Κλέων ψευδῆ κατὰ τῶν ἱππέων κατηγόρησε, καὶ ἡ βουλὴ πείθεσθαι ἐδόκει, ψευδατραφάξυος εἶπε πλέαν τὴν βουλὴν γεγονέναι, διαβάλλων μὲν ὡς ψεύστην τὸν Κλέωνα, τῆς δὲ
5βουλῆς καθαπτόμενος, ὡς τοῖς ψευδομένοις καὶ διαβάλλουσι πειθομένης εὐχερῶς
καὶ ῥᾳδίως, ὥσπερ καὶ τὸ λάχανον αὔξεται. VEΓ3ΘM156

sch eq

630b

Tr διὰ τοῦ ἀτραφύξιος λαχάνου διαβάλλει τὸν Κλέωνα ὡς ψεύστην. καθάπτεται δὲ καὶ τῆς βουλῆς ὡς τοῖς ψευδομένοις καὶ διαβάλλουσιν εὐχερῶς πειθομένης, ὡς καὶ τὸ λάχανον ῥᾳδίως αὔξεται. Lh

sch eq

630c

Tr ψευδατραφύξιος πλέα] πλήρης ψευσμάτων· ἀτράφυξις δὲ εἶδος λαχάνου. Lh

sch eq

631a

vet κἄβλεψε νᾶπυ: καὶ ἀνέβλεψε δριμὺ καὶ ὀργίλον. ἀπὸ τῆς ψευδατρα‐ φάξυος ἑξῆς εἶπε τὸ “νᾶπυ”· λαχάνου γὰρ καὶ τοῦτο εἶδος. ἔστι δὲ δριμὺ τὴν φύσιν· ἀφ’ οὗ σπέρματος τὸ νῦν λεγόμενον σίνηπι γίγνεται νᾶπυ γὰρ τὸ σίνηπι λέγεται. VEΓΘM

sch eq

631b

vet Tr τὰ μέτωπ’ ἀνέσπασε: συνέστειλε τὰς ὀφρῦς· καὶ τοῦτο δεῖγμα ὀργῆς. VEΓ3MLh

sch eq

631c

Tr νᾶπυ] δριμὺ καὶ ὀργίλον. Lh

sch eq

633a

vet φενακισμοῖσιν] ἀπατήμασι. φενάκη γάρ ἐστι προσθετὴ κόμη. VEΓ3

sch eq

633b

Tr φενακισμοῖσιν] ἀπατήμασι. Lh

sch eq

634a

vet (I) ἄγε δὴ Σκίταλοι: ὠνοματοποίησε δαίμονάς τινας ἀναπλάσας ἀναιδεῖς. οὐκ ὄντας γὰρ θεοὺς ἐπὶ χλεύῃ ἀσυνέτως προφέρεται, τὰ ὀνόματα λέγων ὡς θεῶν. VEΓΘM
vet Tr (II) ἄλλως: οἷον προτρεπόμενος καὶ ἐπιθαρσύνων αὑτὸν εἰς ἀναίδειαν καὶ
5εὐτολμίαν ἀνέπλασε θεοὺς ἐπὶ χλεύῃ, οἷς ηὔξατο ἀρξάμενος τοῦ λέγειν. Σκίτα‐ λοι μὲν οὖν οἱ εὐτελεῖς καὶ πονηροί· ἦν γὰρ Σκίτων κναφεύς τις εὐτελής, ἐπὶ
πονηρίᾳ κωμῳδούμενος. Βερέσχεθοι δὲ οἱ ἀνόητοι· πέπλασται δὲ ἡ λέξις. Κοάλεμοι δὲ οἱ 〈ἀνόητα κοοῦντεσ〉 καὶ νοοῦντες. Μόθων δὲ ὁ εὐτελής. μόθωνας γὰρ ἐκάλουν οἱ Λάκωνες τοὺς παρεπομένους τοῖς ἐλευθέροις· ἔστι δὲ καὶ γένος157
10ὀρχήσεως. VEΓ3ΘMLh
vet
(III) ἄλλως: πρὸς τὴν ἐπωνυμίαν οὐκ ὄντας θεοὺς ἐπὶ χλεύῃ προφέρεται· ὥσπερ δὲ παραστάτας ἀνθρώπων πονηρῶν καὶ παρέδρους τούτους ἐπεκαλεῖτο θεούς· οὐδεὶς δὲ αὐτῶν ἡρμήνευσε τὰ ὀνόματα. VEΓΘ

sch eq

634b

vet Tr ἦν δ’ ἐγ: ἔφην ἐγώ. Ἀττικὴ δὲ ἡ λέξις καὶ ἡ σύνταξις. μάλιστα δὲ αὐτῇ συνεχῶς κέχρηται καὶ κατακόρως ὁ Πλάτων. VEΓ3ΘLh

sch eq

634c

Tr totus versus] ὀνοματοποιεῖ δαίμονάς τινας. Lh

sch eq

635

Tr Βερέσχεθοί τε καὶ Κόβαλοι] ἀνόητοι καὶ εὐτελεῖς. Lh

sch eq

636a

vet ἀγορά τ’ ἐν ᾗ παῖς ὤν: τά τε ἄλλα, φησί, παρεκελευόμην καὶ τῆς ἀνατροφῆς ἀνεμιμνῃσκόμην, ὅτε ἐν τῇ ἀγορᾷ τραφείην, καὶ τὰ ἐκ παιδὸς ἀνεκαλούμην ἐπιτηδεύματα συλλαβέσθαι μοι εἰς τὸν ἀγῶνα τὸν πρὸς Κλέωνα. VEΓ3Θ

sch eq

636b

Tr ἀγορά] ἤγουν τὰ ἐν ἀγορᾷ ἐκ παιδὸς ἀνεκαλούμην ἐπιτηδεύματα συλλαβέσθαι μοι εἰς τὸν ἀγῶνα τὸν πρὸς Κλέωνα. Lh

sch eq

638

vet φροντίζοντί μοι: εὐχομένῳ καὶ μεριμνῶντι. VEΓ3

sch eq

639a

vet ἀπέπαρδεν: οὕτως Ἀττικοὶ τὸ πορδὴν ἀφεῖναι. παρείληφε δὲ τοῦτο γέλωτος χάριν. καταπύγων δὲ εὐρύπρωκτος. VEΓΘ

sch eq

639b

Tr ἀπέπαρδεν] οὕτως τὸ πορδὴν ἀφεῖναι λέγουσιν Ἀττικοί. Lh

sch eq

639c

Tr καταπύγων] εὐρύπρωκτος. Lh158

sch eq

640a

vet Tr προσέκυσα: προσεκύνησα, ὥσπερ σημείου τινὸς δοθέντος. ἰστέον μέντοι ὅτι γέλωτος χάριν προσήνεγκε ταῦτα. VΓΘMLh

sch eq

640b

Tr θενὼν] τύπτων. Lh

sch eq

641a

vet τὴν κιγκλίδ’: τὴν θύραν, τὸ κάγκελον τοῦ δικαστηρίου. ἰδίως δὲ τὰς διπλᾶς θύρας οὕτω κλητέον, ἅς τινες δικλίδας φασίν. ἢ κιγκλὶς ἰδίως ἡ τρύπη, δι’ ἧς ἡ κλεὶς πέμπεται. VEΓΘM

sch eq

641b

vet ἐξάραξα: ἀνέῳξα. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· θαρρήσας, φησί, τῷ δοθέντι σημείῳ, διάρας τὸ στόμα καὶ τὴν ἀγωνίαν ἀποβαλών, ὥσπερ τὸ στόμ’ ἀνοίξασ ἀνέκραγον. VEΓΘM

sch eq

641c

Tr τὴν κιγκλίδ’] τὸ κάγκελον τοῦ δικαστηρίου. Lh

sch eq

641d

Tr ἐξάραξα] ἀνέῳξα. Lh

sch eq

641e

Tr ἀναχανὼν] διάρας τὸ στόμα· παίζων πρὸς τὸ “ἐπέπαρδε λέγει τὸ “ἀναχανών”. Lh

sch eq

641f

Tr αἱ τοῦ δικαστηρίου θύραι ἐπικειμένας εἶχον ἔξωθεν ἑτέρας, οὐ διὰ συμφυῶν σανίδων ἀλλ’ ἐκ κιγκλίδων συγκειμένας, ἵνα διαφανεῖς οὖσαι καὶ διῃρημέναι εἰς πλείους ὀπὰς ἀκωλύτως ὁρᾶν παρέχοιεν τοῖς ἐκτὸς ἐπὶ τὰ ἔνδον. Lh

sch eq

642a

Tr ἀνέκραγον] ἐβόησα. Lh

sch eq

643

vet εὐαγγελίσασθαι] εὐαγγέλια λέγειν, Ἀττικῶς. EΓ3

sch eq

644a

vet Tr ὁ πόλεμος] ὁ Πελοποννησιακὸς δηλονότι. VEΓ3Lh

sch eq

644b

vet Tr κατερράγη] συνέπεσεν. EΓ3Lh159

sch eq

645a

vet ἀφύας: εἶδος λεπτῶν ἰχθύων ἄγαν. σφόδρα δὲ καὶ μέχρι νῦν παρὰ τοῖς Ἀθηναίοις σπουδάζεται. VEΓ3M

sch eq

645b

vet ἀξιωτέρας: τουτέστιν εὐωνοτέρας τῆς ἀξίας τιμῆς· ἄξιον γὰρ παρ’ Ἀττικοῖς τὸ εὔωνον. VEΓΘM

sch eq

645c

Tr ἀφύας] εἶδος ἰχθύων λεπτῶν ἄγαν. Lh

sch eq

645d

Tr ἀξιωτέρας] εὐωνοτέρας τοῦ ἀξίου τιμήματος. σφόδρα καὶ νῦν αἱ ἀφύαι παρ’ Ἀθηναίοις σπουδάζονται. Lh

sch eq

646a

vet διεγαλήνισεν: προσηνῆ καὶ πρᾷα καὶ ἥμερα ἐγένοντο, τουτέστιν ἐκ τῆς ὀργῆς μετέβαλε καὶ μετηλλάγη. ἀπὸ δὲ τῶν ἀφύων κυρίως τῷ “διεγα‐ λήνισεν ἐχρήσατο, ὅτι ἐμπείρως οἱ Ἀθηναῖοι εἶχον τῆς ναυτικῆς. σκώπτει δὲ αὐτοὺς ὡς μικροῖς δελεαζομένους λήμμασιν. VEΓΘM

sch eq

646b

vet τῷ δὲ “διεγαλήνισεν ἐχρήσατο κυρίως ἐπὶ τῶν ἀφύων. σκώπτει δὲ τοὺς Ἀθηναίους ὡς μικροῖς δελεαζομένους λήμμασιν. M

sch eq

646c

Tr διεγαλήνισεν] προσηνῆ καὶ ἥμερα ἐγένετο, ἤγουν τῆς ὀργῆς μετέ‐ βαλεν. Lh

sch eq

646d

Tr ἀπὸ τῶν ἀφύων τῷ “διεγαλήνισεν ἐχρήσατο, ὅτι ἐμπείρως εἶχον οἱ Ἀθηναῖοι τῆς ναυτικῆς. σκώπτει δὲ αὐτοὺς ὡς μικροῖς δελεαζομένους λήμμασι, καὶ διὰ μικρὰν ἀγγελίαν εὐθὺς μεταβαλλομένους τῆς ὀργῆς καὶ στεφανοῦντας τὸν ἀπαγγείλαντα. Lh

sch eq

647a

vet Tr ἐστεφάνουν μ’ εὐαγγέλια: τοὺς εὐαγγελιζομένους τι ἀγαθὸν στεφάνοις ἐτίμων. VEΓΘMLh

sch eq

647b

Tr εὐαγγέλια] ἤγουν ἕνεκα τῆς ἀγγελίας. Lh

sch eq

648a

vet ἀπόρρητον: τὸ ἐν μυστηρίῳ λεγόμενον, οἷον τὸ κεκρυμμένον καὶ
ἄγνωστον αὐτοῖς ὑποθέμενος, ἵν’ ἔχοιεν καὶ ποῦ ἀγοράσαιεν. VEΓΓ3Θ160

sch eq

648b

Tr ἀπόρρητον] μυστήριον ἄγνωστον αὐτοῖς ὑποθέμενος ἵνα ἔχοιεν καὶ ποῦ ἀγοράσαιεν. Lh

sch eq

649a

Tr ἵνα] ὅπου. Lh

sch eq

649b

Tr τοὐβολοῦ] τοῦ ὀβολοῦ. Lh

sch eq

650a

vet Tr τῶν δημιουργῶν: τῶν σκευοποιῶν, τῶν κεράμεων. δημιουργοὺς δὲ ἐκάλουν καὶ τὰς νῦν λεγομένας ὑπονυμφίδας , τουτέστι τὴν παρεστῶσαν τῇ νύμφῃ γυναῖκα. ὅθεν ἐστὶ καὶ Μενάνδρῳ Δημιουργός. VEΓΘMLh

sch eq

650b

vet Tr τρύβλια] ὀξύβαφα. EΓ3Lh

sch eq

651a

vet ἀνεκρότησαν: ἥσθησαν καὶ ἐκρότησαν· δείγματα δὲ χαρᾶς. “ἐκεχήνεσαν δὲ ἀντὶ τοῦ ἔβλεπον ἢ ἐμοὶ προσεῖχον. VEΓΘ

sch eq

651b

Tr ἀνεκρότησαν] ἥδοντο καὶ ἐκρότουν τὰς χεῖρας. Lh

sch eq

651c

Tr ἐκεχήνεσαν] ἀντὶ τοῦ ἔβλεπον εἰς ἐμὲ ἀτενῶς καὶ προσεῖχον τὸν νοῦν. Lh

sch eq

652

vet Tr ὑπονοήσας] ὑποπτεύσας ἢ κατανοήσας τότε καὶ προϊδών. VEΓ3Lh

sch eq

655a

vet ἐπὶ συμφοραῖς ἀγαθαῖσι: ἐπὶ ἀγαθοῖς πράγμασι· μέσον δὲ ὄνομα ἡ συμφορά. δηλοῖ γὰρ καὶ τὸ καλὸν καὶ τὸ κακόν, ἐκ τῆς προσθήκης τοῦ ἐπιφερομένου. ὥσπερ οὖν καὶ νῦν προσθεὶς “π’ ἀγαθαῖσιν οὐκ ἀφῆκεν ἐπὶ τοῦ πονηροῦ νοεῖσθαι. VEΓΘ

sch eq

655b

Tr ἐπὶ συμφοραῖς ἀγαθαῖσιν] ἐπ’ ἀγαθοῖς πράγμασι. Lh

sch eq

655c

Tr μέσον ἐστὶ τὸ ὄνομα τῆς συμφορᾶς, ποτὲ μὲν ἐπ’ ἀγαθοῦ ποτὲ δὲ ἐπὶ κακοῦ λαμβανομένης, ὥσπερ καὶ νῦν προσθεὶς τὸ “π’ ἀγαθαῖς οὐκ ἀφῆκεν ἐπὶ πονηροῦ νοεῖσθαι. Lh

sch eq

656a

vet εὐαγγέλια] χάριν τῶν εὐαγγελιῶν. Γ2

sch eq

656b

vet τῇ θεῷ] Ἀττικόν. Γ2161

sch eq

658a

vet (I) τοῖς βολίτοις ἡττημένος: ταῖς τῶν βοῶν ἐπαγγελίαις ὅτε ἔγνων ἡττηθείς. βολίτοις δὲ τοῖς σπελέθοις. βόλιτοι γὰρ οἱ σπέλεθοι τῶν βοῶν. VEΓΘM (II) ἄλλως: τοῖς βοϊδίοις. ἡ γὰρ τοῦ βοὸς κοιλία βολίτους ἔχει. λέγει δὲ
5φαύλοις εἴδεσιν ἐν αὐτοῖς ἡττώμενος. VEΓ3ΘM

sch eq

658b

vet ἔγνων] ᾐσθόμην. Γ2

sch eq

658c

Tr βολίτοις ἡττημένος] φαύλοις ἡττημένος, ἤγουν ταῖς τῶν βοῶν ἐπαγγελίαις. “βολίτοις δὲ εἶπεν, ἤγουν τοῖς τῶν βοῶν σπελέθοις. Lh

sch eq

659a

Tr διηκοσίοισι] διακοσίοις. Lh

sch eq

659b

vet ὑπερηκόντισα] ὑπερέβαλον. EΓ3

sch eq

659c

Tr ὑπερηκόντισα] ἐνίκησα, ἐκ μεταφορᾶς τῶν τοῖς ἀκοντίοις νικώντων. Lh

sch eq

660a

vet Tr (I) τῇ δ’ Ἀγροτέρ: τῇ Ἀρτεμίδι. ἰδίως γὰρ οἱ Ἀθηναῖοι σέβουσι καὶ τιμῶσι τὴν Ἀγροτέραν Ἄρτεμιν. VEΓΘMLh (II) ἄλλως: ἐξ ἱστορίας. Καλλίμαχος ὁ πολέμαρχος λέγεται εὔξασθαι τῇ Ἀρτεμίδι τοσαύτας βοῦς θῦσαι, ὅσους ἂν φονεύσῃ βαρβάρους ἐν Μαραθῶνι.
5ἐπειδὴ δὲ πολλοὶ ἐφονεύθησαν, μὴ δυνάμενος τοσαύτας βοῦς θῦσαι, ἔθυσε χιμαίρας. VEΓ3ΘMLh

sch eq

660b

vet παρῄνεσα] συνεβούλευσα, εἰσηγησάμην Ἀθηναίοις. τὸ δὲ “χιλιῶνπερισπῶσι. VEΓ3

sch eq

661

Tr χιμάρων] αἰγῶν. Lh

sch eq

662a

vet αἱ τριχίδες: εἶδος ἰχθύων, ἃς θρίσσας καλοῦμεν. VEΓ3

sch eq

662b

vet γενοίαθ’] γένοιτο. Γ2

sch eq

662c

Tr τριχίδες] θρίσσαι. Lh162

sch eq

663

vet Tr ἐκαραδόκησεν: ἀντὶ τοῦ ἀπέβλεψεν, ἢ ἐμοὶ προσέθεντο τὴν κεφαλὴν μετεωρίσαντες. παρ’ Ὁμήρῳ “καί τ’ Ὠρίωνα δοκεύει”. VEΓΘMLh

sch eq

664

vet Tr ἐφληνάφα] ἐφλυάρει, ἐξηυτέλιζε. EΓ3Lh

sch eq

665a

vet κᾆθ’ εἷλκον αὐτὸν: εἶτα εἷλκον αὐτὸν καὶ ἐξώθουν τῆς βουλῆς. VEΓ3M

sch eq

665b

vet Tr οἱ πρυτάνεις: οἱ προεστῶτες τῆς σιτήσεως καὶ τοῦ δήμου ἄρχοντες. 〈τοξόται δὲ〉 οἱ ὑπηρέται. VEΓΘMLh

sch eq

665c

Tr εἷλκον] ἐξώθουν τῆς βουλῆς. Lh

sch eq

666a

vet ἐθορύβουν] θόρυβον ἐποιοῦντο. Γ2

sch eq

666b

vet περὶ] ἕνεκεν. Γ2

sch eq

667a

vet ὁ δ’] ὁ Κλέων. Γ2

sch eq

667b

vet Tr ἠντιβόλει: ἱκέτευεν, ἐδεῖτο, ἐλιπάρει. EΓ3MLh

sch eq

668a

vet Tr ν’ ἅτθ’ ὁ κῆρυξ: ταῦτα εἰς τὴν ἀπάτην τοῦ Κλέωνος τὴν εἰς τὸν δῆμον. ἐξ ἱστορίας δὲ τοῦτο· Λακεδαιμονίους γὰρ περὶ εἰρήνης πρεσβευομένους οὐκ ἐδέξαντο Κλέωνος κωλύσαντος. VEΓΘMLh

sch eq

668b

Tr ἅτθ’] ἅττα. Lh

sch eq

669

vet σπονδῶν] φιλιῶν. Γ2

sch eq

670

vet Tr ἐξ ἑνὸς στόματος: ὁμοθυμαδὸν καὶ μιᾷ φωνῇ. VEΓ3Lh

sch eq

671

vet Tr μέλε: πρόσφθεγμα Ἀττικόν, ἀντὶ τοῦ ὦ κάκιστε ἢ κακοδαιμονέσ‐ τατε ἢ οἰκτρότατε· παρέλκει δὲ τὸ “ὦ μέλε”. VEΓΘMLh

sch eq

672a

vet Tr ᾔσθοντο] ἐπύθοντο, ἔμαθον, ἔγνωσαν. VEΓ3Lh

sch eq

672b

vet Tr ἀξίας] εὐώνους. EΓ2Lh163

sch eq

673a

vet Tr ὁ πόλεμος ἑρπέτω: γράφεται ἐρρέτω, τουτέστι χαιρέτω, ὅ ἐστιν, οὐδεμίαν φροντίδα τοῦ πολέμου ποιούμεθα. VEΓΘMLh

sch eq

673b

vet Tr οὐ δεόμεθα] οὐ χρῄζομεν οὐδὲ ἐφιέμεθα. EΓ3Lh

sch eq

675a

vet ὑπερεπήδων: καὶ εὐθὺς ὑπερήλλοντο καὶ ὑπερεπήδων, τουτέστι δρομαῖοι ἠπείγοντο. διὰ δὲ τῆς σπουδῆς τὴν λιχνείαν ἐνδείκνυσιν αὐτῶν. VEΓΘM

sch eq

675b

vet τοὺς δρυφάκτους: τὰ νῦν ταβλώματα καλούμενα, τὰ τῶν οἰκοδομη‐ μάτων ἐξέχοντα ξύλα. ἢ τὰ κάγκελα, δρυόφρακτός τις ὤν, τουτέστιν ὁ ἐκ δρυῶν φραγμός. οἱ γὰρ ἀρχαῖοι πᾶν δένδρον δρῦν ἐκάλουν, ὥσπερ καὶ ἀκρόδρυα τὰ ἄκρα τῶν δένδρων. VEΓΘM

sch eq

675c

vet δρυφάκτους] τὰ νῦν περιφράγματα. VEΓ3

sch eq

675d

Tr ὑπερεπήδων] ὑπερήδοντο καὶ δρομαῖοι ἠπείγοντο. διὰ δὲ τῆς σπουδῆς τὴν λιχνείαν ἐνδείκνυσιν αὐτῶν. Lh

sch eq

676a

vet κορίανν’: εἶδος βοτάνης, τὸ νῦν κολίανδρον λεγόμενον κοινῶς. VEΓ2M

sch eq

676b

vet ὑποδραμών] προλαβών, προφθάσας. EΓ3

sch eq

676c

Tr κορίανν’] τὸ κοινῶς κολίανδρον. Lh

sch eq

677a

vet Tr γήτεια: εἶδος λαχάνου ἀγρίου, παρεοικὸς τοῖς λευκοῖς πράσοις. καὶ τοῦτο ἥδυσμα ὡς τὸ ἀμπελόπρασον. VEΓ2MLh

sch eq

677b

Tr τῇ ἀγορᾷ] συνίζησις. Lh

sch eq

678

vet ἐδίδουν ἡδύσματα: ἀρτύματα, φησίν, αὐτοῖς ἐχαριζόμην. οἰκείως
δὲ ὡς μάγειρος ἐδίδου τὰ ἀρτύματα. VEΓΘM164

sch eq

680a

vet ὑπερεπυππάζοντό με: γράφεται καὶ “ὑπερεπλήσσοντό με”, οἷον κατεπλήσσοντό με καὶ τὴν φιλοτιμίαν ἐθαύμαζον τὴν ἐμήν. διασύρει δὲ αὐτοὺς ὡς μικροθαυμάστους καὶ τάχεως ἀπατωμένους ὀλίγῳ λήμματι. VEΓΘM

sch eq

680b

vet Tr ὑπερεπύππαζον: πύππαξ ἐπεφώνουν, ὃ ἡμεῖς ποππύζειν λέγομεν. VV2EΓΘMLh

sch eq

680c

Tr totus versus] διασύρει αὐτοὺς ὡς μικροθαυμάστους καὶ τάχεως ἀπατωμένους ὀλίγοις λήμμασιν. Lh

sch eq

680d

Tr ὑπερεπῄνουν] ὑπερεθαύμαζον καὶ κατεπλήττοντο τὴν ἐμὴν φιλοτι‐ μίαν. Lh

sch eq

682a

vet Tr ἀναλαβών: συναρπάσας, κουφίσας, μετεωρίσας, τουτέστιν εἰς ἐμαυτὸν τῇ εὐνοίᾳ πείσας ῥέπειν. ἱκανῶς δὲ ἐκωμῴδησε τοὺς Ἀθηναίους. VEΓΘMLh

sch eq

682b

Tr κοριάννοις] ἤγουν κολιάνδρῳ. Lh

sch eq

683a

vet δύο διπλαῖ, ὅτι ἕπεται ἡ ἀντίστροφος τῆς προαποδεδομένης. VEΓ3

sch eq

683b

Tr (ad vv. 683—90) πάντα δὴ πέπραγας: ἡ τῆς προτέρας στροφῆς ἀντίστροφος αὕτη, τοῦ χοροῦ εἴσθεσις ἐκ κώλων καὶ στίχων ἐστὶν ὁμοίων ἐκείνῃ ηʹ, ὧν τελευταῖος ”–νους ἐπίστασαι πάλαι”. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι ἔξω
5νενευκυῖαι. Lh

sch eq

683c

vet χρὴ] δρᾶν δηλονότι. Γ2

sch eq

683d

Tr διὰ τούτων καθάπτεται καὶ τοῦ Κλέωνος ὡς πονηροῦ καὶ πανούργου καὶ πάλιν τοῦ ἀλλαντοπώλου, ὡς πανουργοτέρου καὶ πονηροτέρου. Lh

sch eq

684a

vet Tr ὁ πανοῦργος] ὁ Κλέων. EΓ3Lh

sch eq

684b

vet Tr ἕτερον] τὸν ἀλλαντοπώλην. EΓ3Lh

sch eq

684c

vet ἕτερον] δηλονότι πανοῦργον. Γ2165

sch eq

685

vet Tr κεκασμένον] ἤγουν κεκοσμημένον. VEΓ3Lh

sch eq

686

vet Tr ποικίλοις] πολλοῖς καὶ διαφόροις. VEΓ2Lh

sch eq

687

vet Tr αἱμύλοις] τοῖς προσήνεσι καὶ ἐπαγωγοῖς· ἢ τοῖς ἀπατητικοῖς. VEΓ2Γ3Lh

sch eq

691a

vet (ad vv. 691—755) διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ξεʹ. VEΓ3

sch eq

691b

Tr (ad vv. 691—755) καὶ μὴν ὁ Παφλαγών: κορωνὶς ἑτέρα εἰσιόν‐ των τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξεʹ, ὧν τελευταῖος “κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας”. ἐπὶ τῷ τέλει κορωνίς. Lh

sch eq

692a

vet (I) κολόκυμα: τὸ κολοβὸν κῦμα, ὅπερ τυφλὸν διὰ τὸ μὴ καχλάζειν λέγουσιν. ἢ τὸ κυλῖον καὶ ἐπιφέρον. ὑψηλὸν κῦμα καὶ μέγα ἀπὸ τοῦ κορυφοῦσθαι κυλιόμενον. τοῦτο δὲ ὡς πρὸς ἄνεμον. VEΓ2ΘM (II) ἄλλως: ὅπερ τινὲς κωφὸν καλοῦσι, τὸ μὴ ἐπηχοῦν μηδὲ καχλάζον.
5πρὸς τὴν προειρημένην δὲ ἀπειλὴν ὑπὸ τοῦ Κλέωνος ὅτι τὴν γῆν ταράξει καὶ τὴν θάλατταν ἀποτείνεται διασύρων αὐτόν, ὅτι μηδὲν ἔπραξεν ὧν προηπείλησεν, ἀλλ’ ἧττον ἔχων ἀπῆλθε τοῦ Ἀγορακρίτου. VEΓ2ΘM

sch eq

692b

Tr πρὸς τὴν εἰρημένην ἀπειλὴν ὑπὸ Κλέωνος, ὅτι τὴν γῆν ταράξει καὶ τὴν θάλασσαν ἀποτείνεται διασύρων αὐτὸν ὅτι μηδὲν ἔπραξεν ὧν προη‐ πείλησεν, ἀλλὰ διελύθη ὥσπερ κωφὸν κῦμα, ἤγουν ἡττήθη τοῦ Ἀγορακρίτου. Lh

sch eq

692c

Tr κολόκυμα] τὸ κολοβὸν κῦμα ὅπερ τυφλὸν καλοῦσι διὰ τὸ μὴ καχλάζειν. Lh

sch eq

692d

Tr κυκῶν] ταράσσων ἐκ παραλλήλου. Lh166

sch eq

693a

vet Tr ὡς δὴ καταπιόμενός με: ὡς ἐπικαλύψων με τῷ κύματι, αἰσχρῶς μέλλων με καταπιεῖν. VEΓ3MLh

sch eq

693b

vet μορμὼ τοῦ θράσους: τὸ μορμολυκεῖον, ἣν λέγουσι Λαμίαν. μορμολυκεῖα δὲ ἔλεγον τὰ φόβητρα. λείπει δὲ τὸ “ὡς”, ὡς μορμώ. ἢ ἐπιρ‐ ρηματικῶς συνεξενήνεκται, ὡς εἰ ἔλεγε, φεῦ τοῦ θράσους. VEΓΘM

sch eq

693c

vet καταπιόμενος] μέλλων καταπίεσθαι. Γ2

sch eq

693d

Tr μορμὼ τοῦ θράσους] ἤγουν φεῦ τοῦ θράσους. ἀπὸ τῆς μορμοῦς ἣν λέγουσι Λαμίαν. καὶ μορμολυκεῖα φασὶ τὰ φοβερά. Lh

sch eq

694a

vet (I) εἰ μή ς’ ἀπολέσαιμι: οἷον διαμαρτήσαιμι τῆς ἐλπίδος, εἴ σε μὴ ἀπολέσαιμι, εἴ τι τῶν ἐμῶν ὑποκρίναιο ψευσμάτων. ἐπειδὴ ψευδόμενος καὶ ἀνθυπισχνούμενος ἔδοξεν αὐτὸν ὁ ἀλλαντοπώλης παρευδοκιμεῖν. VEΓΘM (II) ἄλλως: εἴ τι τῶν ἐνόντων μοι ψευδῶν σῴζεται, εἰ μὴ ἀπολώλεκα
5τὸ ψεύδεσθαι διαμάρτοιμι καὶ διαπέσοιμι πανταχοῦ, εἰ μή σε ἐξ ἀνθρώπων ποιήσαιμι. VEΓΘ

sch eq

694b

Tr ἀπολέσαιμ’] οἷον ποιήσαιμι διαμαρτεῖν τῆς ἐλπίδος· ἤγουν εἰ μὴ ἀπολώλεκα τὸ ψεῦδος. Lh

sch eq

695a

vet Tr διαπέσοιμι] οἷον μηκέτι εἴην συκοφάντης. EΓ3MLh

sch eq

695b

vet διαπέσοιμι] σοὶ δηλονότι. Γ2

sch eq

695c

Tr ἐνείη] ἔνεστι. Lh

sch eq

696a

vet Tr ἥσθην ἀπειλαῖς: εὐφράνθην σου ταῖς ἀπειλαῖς, τουτέστι κατα‐
φρονῶ σου τῶν ἀπειλῶν καὶ παρ’ οὐδὲν αὐτὰς τίθεμαι. VEΓΘLh167

sch eq

696b

vet ψολοκομπίαις: αἰθαλοκομπίαις, μεγαλοδοξίαις, ψευδολογίαις, με‐ γαληγορίαις, καπνοῖς. ἀπὸ δὲ τῶν προειρημένων ὀνομάτων ἔπαιξεν, ἀπὸ τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ τὴν θάλατταν, καὶ κρημνοὺς ἐρείδειν, ἃ μόνου τοῦ Διός εἰσιν ἔργα. ἐκ τῶν τοιούτων οὖν ἡ προσηγορία διὰ τὸ κεραυ‐
5νοῖς χρῆσθαι δοκεῖν. τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ δὲ ἀργῆτες καλοῦνται, ὡς Ὅμηρος ὠνόμασεν. VEΓΘM

sch eq

696c

Tr ψολοκομπίαις] αἰθαλοκομπίαις, μεγαλοδοξίαις, ψευδολογίαις. Lh

sch eq

696d

Tr ἀπὸ τῶν προειρημένων ὀνομάτων τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ τὴν θάλατταν καὶ κρημνοὺς ἐρείδειν, ἃ μόνου τοῦ Διός εἰσιν ἔργα, ἔπαιξε “ψολοκομπίαις εἰπών, ἤγουν αὐθαδοκομπίαις καὶ ψευδολογίαις. τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ δὲ ἀργῆτες καλοῦνται,
5ὡς Ὅμηρος ὠνόμασεν. Lh

sch eq

697a

vet ἀπεπυδάρισα: πυδαρίζειν ἐπὶ τοῦ ἅλλεσθαι. ἤτοι ποδαρίζειν καὶ πυδαρίζειν, ὡς ὄνομα καὶ ὄνυμα Αἰολικῶσ, ἢ πυγαρίζειν, παρὰ τὴν πυγήν, καὶ τροπῇ πυδαρίζειν, ὡς γνόφος καὶ δνόφοσ. δηλοῖ δὲ καὶ τὸ λακτίζειν, ὡς τὸ “ἀπεπυδάρισα μόθωνα, περιεκόκκυσα παρὰ τοὺς πόδας. VEM

sch eq

697b

vet (I) μόθωνα: τὸν εἰρωνικὸν καὶ δόλιον, καὶ πανουργίᾳ προσφερό‐ μενόν τινι. VEΓΘM (II) ἄλλως: μόθων φορτικὸν ὀρχήσεως εἶδος. ἔλεγον δὲ τοὺς φορτικοὺς μόθωνας. VEΓΘM

sch eq

697c

vet περιεκόκκυσα: περιεκορδάκισα· ἔστι δὲ εἶδος ὀρχήσεως. τινὲς δὲ τὸ μὲν “ἀπεπυδάρισα ἀπέπαρδον. ἄλλοι δὲ ἀπεσκίρτησα καὶ ὠρχησάμην. τὸ δὲ “περιεκόκκυσα”, περιερόγχασα καὶ ὑπερεῖδον καὶ κατεφρόνησα.
VEΓ2Γ3M168

sch eq

697d

vet ἀπεπυδάρισα] ἀπέπαρδον· δεῖ δὲ καὶ τῇ ἀληθείᾳ αὐτόν. E

sch eq

697e

vet μόθωνα] φλυαρόν, ὑβριστήν. Γ2

sch eq

697f

vet περιεκόκκυσα] ὑπερεῖδον, κατεφρόνησα, εἰς οὐδὲν ἡγησάμην. Γ2

sch eq

697g

Tr ἀπεπυδάρισα] ἀπελάκτισα ἢ ἀπέπαρδον. ἵπποι γὰρ καὶ ὄνοι ἀποπη‐ δῶντες καὶ λακτίζοντες ἀποπέρδουσιν. Lh

sch eq

697h

Tr μόθωνα] εἰρωνικόν. Lh

sch eq

697i

Tr μόθων ἐστὶ φορτικὸν ὀρχήσεως εἶδος. ἔλεγον δὲ καὶ τοὺς φορτικοὺς καὶ πανουργίᾳ προσφερομένους μόθωνας. Lh

sch eq

698a

vet Tr οὔτοι μὰ τὴν Δήμητρα: πάτριος τῶν Ἀθηναίων ἡ Δημήτηρ, διὰ τὸ ξενισθῆναι παρὰ Κελεῷ, καὶ στῆναι τῆς πλάνης εὑροῦσαν τὴν κόρην ἐκ τῶν ὑποθηκῶν τῶν ἐκείνου, καὶ τῆς φιλοφροσύνης καὶ τῆς ξενίας ἀμοιβὴν ἀποδοῦναι τὰς ἡμέρους αὐτῷ τροφάς. VEΓΘMLh

sch eq

698b

vet ἐὰν μή ς’ ἐκφάγω: ἐὰν μή σε καταναλώσω καὶ ἐκβάλω ἐκ ταύτης τῆς γῆς καὶ διώξω. τὸ δὲ “ἐκφάγω εἶπε διὰ τὸν τῆς Δήμητρος ὅρκον. VEΓΘM

sch eq

698c

Tr ἐκφάγω] καταναλώσω καὶ ἐκβάλω καὶ ἐκδιώξω. Lh

sch eq

700a

vet Tr ἐκπίω: ἑξῆς πρὸς τὸ ὑπ’ ἐκείνου ῥηθὲν ἀποκρίνεται, τῷ ἐκφαγεῖν ἀντιτιθεὶς τὸ ἐκπιεῖν. ὡς γὰρ ἡ Δημήτηρ τὰς τροφάς, οὕτω Διόνυσος τὸν οἶνον Ἰκαρίῳ φιλοξενίας ἔδωκε δῶρον, ὅτι φιλοφρόνως αὐτὸν ὑπεδέξατο, τὴν ὕβριν φεύγοντα τοῦ Πένθεως. VEΓΘMLh

sch eq

700b

Tr ἐκπίω] πρὸς τὸ ὑπ’ ἐκείνου ῥηθὲν ἀποκρίνεται τὸ ἐκπίω. Lh

sch eq

701

vet Tr κἀπεκροφήσας: πλέον τι προσέθηκεν ὑπερβολῇ τῆς ἀπειλῆς,
τῷ ἐκπίω ἐπενεγκὼν τὸ ἐκροφήσας. VEΓ3MLh169

sch eq

703

vet οἷον ὄψομαί ς’ ἐγ: ἀντὶ τοῦ οἵως. Ὅμηρος “οἷον ἀναΐξας ἄφαρ οἴχεται”, ἀντὶ τοῦ οἵως. ὁ δὲ νοῦς, οἷον ὄψομαί σε ἀπὸ τῆς τιμῆς ἄτιμον γενό‐ μενον. ἀπειλεῖ δὲ αὐτῷ ὡς ἀφαιρησόμενος αὐτὸν τὴν προεδρίαν. τοῦτο δὲ ὡς ἀεὶ τοῦ Κλέωνος θρυλοῦντος τὰ περὶ Πύλον καὶ Σφακτηρίαν καὶ τοὺς αἰχμα‐
5λώτους. VEΓΘ

sch eq

704a

vet θεώμενον] βλεπόμενον. Γ2

sch eq

704b

Tr ἔσχατον] ἤγουν ἀπὸ τῆς τιμῆς ἄτιμον γενόμενον. Lh

sch eq

705

vet Tr ἐν τῷ ξύλῳ] ἤγουν ἐν τῇ ποδοκάκκῃ. EΓ3Lh

sch eq

706a

vet Tr ὀξύθυμος] θυμικὸς καὶ πρὸς ὀργὴν εὔκολος. EΓ3Lh

sch eq

706b

vet δῶ] παράσχω. Γ2

sch eq

707a

vet ἐπὶ βαλλαντί: ἀντὶ τοῦ εἰπεῖν ἐπ’ ἰχθύσι φάγοις ἄν, οἷον μετὰ ἰχθύων. ἢ ἀντὶ τοῦ εἰπεῖν “ἐπὶ τραπεζίῳ” πικρῶς εἶπεν “ἐπὶ βαλλαντίῳ”, ἵνα διαβάλῃ ὡς κλέπτην καὶ τῶν δημοσίων ἅρπαγα. VEΓΘM

sch eq

707b

Tr ἐπὶ βαλλαντίῳ] “ἐπὶ τραπεζίῳ” ὤφειλεν εἰπεῖν. Lh

sch eq

707c

Tr ἀντὶ τοῦ εἰπεῖν “ἐπὶ τραπεζίῳ” πικρῶς “ἐπὶ βαλλαντίῳ” εἶπεν, ἵνα δηλώσῃ αὐτὸν ὡς κλέπτην καὶ ἅρπαγα τῶν δημοσίων. Lh

sch eq

708a

vet Tr (I) ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα: ἐκξύσω, διασπα‐ ράξω τοῖς ὄνυξιν. ἀπὸ τοῦ χρησμοῦ δὲ ἔπαιξεν. “βυρσαίετον γὰρ ἐκεῖ προσεῖπε τὸν Κλέωνα, ὁ δὲ ἀετὸς τοῖς ὄνυξι μάλιστα ἄλκιμος. VEΓΘMLh
vet (II) ἄλλως: πάλιν ὡς πρὸς μάγειρον ἀπέσκωψεν. διασπαράξας γάρ, φησίν,
5ἐξελῶ σου τὰ ἔντερα. VEΓΘM170

sch eq

709a

vet ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία: ἀφαιρήσομαί σου, φησί, τὴν σίτησιν, ἀποφράξω, ἀποκλείσω· ἀπὸ μεταφορᾶς τῶν ὀνυχιζομένων. VEΓΘM

sch eq

709b

Tr ὡς μάγειρος πάλιν καὶ αὐτὸς ἀποκρίνεται, λέγων ἀφαιρήσομαί σου τὴν σίτησιν. Lh

sch eq

710a

vet ἕλξω σε πρὸς τὸν δῆμον: ἡττήθη γὰρ ἐν τῇ βουλῇ. παρεπιγραφὴ δέ· ποιεῖ γὰρ ὅπερ εἴρηκεν. VEΓΘM

sch eq

710b

vet Tr ἕλξω] ἑλκύσω, ἀπάξω. EΓ3Lh

sch eq

710c

Tr πρὸς τὸν δῆμον] ἡττήθη γὰρ ἐν τῇ βουλῇ. δεῖ νοεῖν ὅτι ἅμα τῷ λόγῳ εἷλκε τοῦτον. Lh

sch eq

711

vet Tr καὶ διαβαλῶ γε πλείονα: ἔφαμεν πολλάκις ὅτι τῷ διαβάλλειν μάλιστα ἴσχυεν ὁ Κλέων. εἰπὼν δὲ ὅτι σου “πλείονα διαβαλῶ”, τὸ κἀκεῖνον, εἰ καὶ ἧττον, ὅμως γοῦν διαβάλλειν ἐνεδείξατο. VEΓΘMLh

sch eq

713

vet Tr καταγελῶ γ’ ὅσον θέλω: πᾶσαν ἔχω τοῦ πείθειν αὐτὸν ἐξουσίαν, καὶ ὥσπερ ἐντρυφῶ τῷ δήμῳ. VEΓ3Lh

sch eq

714a

vet ὡς σφόδρα] ὡς ὑπεράγαν καὶ πάνυ. EΓ3

sch eq

714b

vet Tr σεαυτοῦ νενόμικας] οἰκείως ἔχειν πρὸς σὲ ὑπολαμβάνεις. EΓ3Lh

sch eq

714c

Tr ὡς σφόδρα] λίαν, πάνυ. Lh

sch eq

715

vet Tr οἷς ψωμίζεται: οἷς ἀπατᾶται, οἷς χαίρει. τὸ δὲ ψωμίζεσθαι ἐπὶ
τῶν μικρῶν παιδίων λέγεται, ἃ ὑπόκειται τῇ τῶν διδόντων ἐξουσίᾳ. VEΓ3MLh171

sch eq

716a

vet Tr ὥσπερ αἱ τίτθαι: τίτθας καλοῦμεν τὰς τοῖς τιτθίοις καὶ τῷ γάλακτι τρεφούσας τὰ παιδία. ἐγγύθεν οὖν ἀπὸ τοῦ ψωμίζειν ἀπεκρίνατο λέγων, ὅτι κατὰ τὰς τίτθας καὶ σὺ τὸν δῆμον κακῶς τρέφεις. VEΓ3ΘMLh

sch eq

716b

vet Tr ὥσπερ αἱ τίτθαι] τὴν τῶν τροφῶν ῥᾳδιουργίαν ἐξηγεῖται. EΓ3Lh

sch eq

717a

vet μασώμενος γάρ: ἐσθίων ἢ διαμασώμενος. ἐπέμεινε δὲ τῇ ὁμοιώσει. τὴν ῥᾳδιουργίαν ἐπεξηγούμενος τῶν τροφῶν ἀπὸ τοῦ συμβεβηκότος. αὗται γὰρ διὰ τὸ μὴ δύνασθαι πάσας τὰς τροφὰς δι’ ὁλοκλήρου τὰ παιδία ἐσθίειν, αὗται λαμβάνουσαι καὶ διαμασώμεναι, οὕτω μετὰ τὸ κατεργάσασθαι τὰ
5ἐδέσματα ἐξαιροῦσαι τοῦ ἰδίου στόματος, ἐντιθέασι τοῖς τῶν παιδίων. εἶτα συμβαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατεσ‐ θίειν τὰ πλείονα. κατὰ τὰς τίτθας οὖν, φησίν, ὁ Κλέων ὀλίγα τῷ δήμῳ χαριζό‐ μενος, αὐτὸς πλείω κερδαίνει καὶ λαμβάνει. VEΓ3ΘM

sch eq

717b

vet τῷ μὲν] ἤγουν τῷ δήμῳ. Γ2

sch eq

717c

Tr τὴν ῥᾳδιουργίαν ἐπεξηγούμενος τῶν τροφῶν, “ὥσπερ αἱ τίτθαι σιτίζεις φησί. αὗται γὰρ διὰ τὸ μὴ δύνασθαι πᾶσαν τὴν τροφὴν δι’ ὁλοκλήρου ἐσθίειν τὴν ὑπὸ τῶν γονέων τοῖς βρέφεσι διδομένην, λαμβάνουσαι καὶ διαμασώ‐ μεναι, οὕτως μετὰ τὸ κατεργάσασθαι τὰ ἐδέσματα βραχύ τι μέρος ἐξαιροῦσαι
5τοῦ ἰδίου στόματος ἐντιθέασι τοῖς στόμασι τῶν βρεφῶν. εἶτα συμβαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατεσθίειν τὰ πλείονα. κατὰ τὰς τίτθας οὖν καὶ ὁ Κλέων ὀλίγα τῷ δήμῳ χαριζόμενος αὐτὸς τὰ πλείω λαμβάνει. Lh

sch eq

717d

Tr ἐντίθης] δίδως. Lh

sch eq

718a

vet κατέσπακας: ἰδίως ἐπὶ τῶν θηλαζόντων βρεφῶν κατασπᾶν λέ‐ γουσι τὸ ἐπισπᾶν καὶ ἐφέλκειν τὸ γάλα. τῷ ὀνόματι οὖν ἀπὸ τῶν προειρημένων
ἐχρήσατο. λέγει οὖν ὅτι τὸ πλεῖον κερδαίνεις αὐτὸς καὶ κατεσθίεις. VEΓΘM172

sch eq

718b

Tr κατέσπακας] κατέφαγες. Lh

sch eq

719

Tr δεξιότητος] ἐπιτηδειότητος. Lh

sch eq

720

vet Tr εὐρὺν καὶ στενόν] πλούσιον καὶ πένητα. EΓ3Lh

sch eq

721a

vet σοφίζεται: τεχνάζεται, ποιεῖ, τουτέστι ποτὲ μὲν πλατύνεται, ποτὲ δὲ συστέλλεται. ἰστέον δὲ ὅτι γελοίου χάριν παρέλαβε τοῦτο. VEΓ3M

sch eq

721b

Tr σοφίζεται] τεχνάζεται, ποιεῖ. Lh

sch eq

722a

vet καθυβρίσαι] τινὲς εἰς τὸ καθυβρίσαι τιθέασι δύο διπλᾶς. EΓ3

sch eq

722b

vet οὐκ ὦγαθ’ ἐν βουλῇ με δόξεις καθυβρίσαι: ἤγουν ἐν τῷ βουλευτηρίῳ. ἔδοξε γὰρ αὐτὸν παρευδοκιμεῖν ἐν τῇ βουλῇ. οὐ καταφρονήσεις οὖν μου, φησίν, ἐπὶ τῶν δημοτῶν ὥσπερ ἐν τῷ βουλευτηρίῳ. VEΓΘM

sch eq

722c

Tr totus versus] ἤγουν οὐ καταφρονήσεις με ἐπὶ τῶν δημοτῶν ὡς ἐπὶ βουλευτηρίου. Lh

sch eq

723a

vet ἴωμεν] δεῦρο ἵνα ἀπέλθωμεν. Γ2

sch eq

723b

Tr ἴωμεν] ἔλθωμεν· ἔδοξε γὰρ παρευδοκιμεῖν αὐτὸν ἐν τῇ βουλῇ. Lh

sch eq

724a

vet μηδὲν ἡμᾶς ἰσχέτω: μηδὲν ἡμᾶς ἐπισχέτω, μηδὲν ἐμπόδιον ἔστω. VE

sch eq

724b

vet ἰσχέτω] ἐμποδιζέτω. Γ2

sch eq

725a

vet ὦ Δῆμε, δεῦρ’ ἔξελθε: ὁ Κλέων ἐστὶν ὁ λέγων. διὰ δὲ τῆς οἰκειότητος τῶν ὀνομάτων τὸν Δῆμον κολακεύει καὶ προσεταιρίζεται, τὸ “πάτερ προσφωνῶν αὐτόν, ἵνα κἀκεῖνος ὡς περὶ παιδὸς φρονῇ. εἶτα ὁ ἀλλαν‐ τοπώλης “ἔξελθε δῆτ’ ὦ Δημίδιον φίλτατον”, καὶ αὐτὸς ἀντικολακεύων
5φησίν. VEΓΘ

sch eq

725b

vet ὦ πάτερ] κολακεύων τὸ “πάτερ ὁ Κλέων εἶπεν. EΓ3

sch eq

725c

Tr διὰ τῆς οἰκειότητος τῶν ὀνομάτων τὸν Δῆμον κολακεύει. τὸ δὲ
πάτερ εἶπε, ἵνα κἀκεῖνος ὡς περὶ παιδὸς φρονῇ καὶ χαρίσηται αὐτῷ. Lh173

sch eq

726

Tr Δημίδιον] καὶ αὐτὸς ἀντικολακεύων φησὶν ὑποκοριστικῶς. Lh

sch eq

728

vet ἄπιτ’] ἀπέλθετε. Γ2

sch eq

729a

vet (I) τὴν εἰρεσιώνην μου: κλάδος ἐλαίας ἐρίοις περιπεπλεγμένος ἀναδεδεμένοσ. ἐξήρτηντο δὲ αὐτοῦ ὡραῖα πάντα ἀκρόδρυα. πρὸ δὲ τῶν θυρῶν ἱστᾶσιν αὐτὴν εἰσέτι καὶ νῦν. ποιοῦσι δὲ τοῦτο κατὰ παλαιόν τι χρηστή‐ ριον. οἱ μὲν γάρ φασιν ὅτι λιμοῦ, οἱ δὲ ὅτι καὶ λοιμοῦ τὴν πᾶσαν κατασχόντος
5οἰκουμένην, χρωμένων τίνα ἂν τρόπον παύσαιτο τὸ δεινόν, τὴν λύσιν ταύτην ὁ Πύθιος ἐμαντεύσατο, εἰ προηρόσιον ὑπὲρ ἁπάντων Ἀθηναῖοι θύσειαν. θυσάντων οὖν τῶν Ἀθηναίων τὸ δεινὸν ἐπαύσατο. καὶ οὕτως ὥσπερ χαριστήριον οἱ πανταχόθεν τοῖς Ἀθηναίοις ἐξέπεμπον τῶν καρπῶν ἁπάντων τὰς ἀπαρχάς. ὅτε δὴ καὶ Ἄβαρίν φασι τὸν Ὑπερβόρειον ἐλθόντα θεωρὸν εἰς τὴν Ἑλλάδα,
10Ἀπόλλωνι θητεῦσαι καὶ οὕτω συγγράψαι τοὺς χρησμοὺς τοὺς νῦν ποσαγο‐ ρευομένους Ἀβάριδος. ὅθεν εἰσέτι καὶ νῦν, ἐπειδὰν ἀνιστῶσι τὸν κλάδον, λέγουσι ταῦτα·
εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους
καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι,
15
καὶ κύλικ’ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ. VEΓΘM (II) ἄλλως: Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις ἑορτάζουσιν Ἀθηναῖοι. φέρουσι δὲ οἱ παῖδες τούς τε θάλλους ἐρίοις περιειλημένους, ὅθεν εἰρεσιῶναι λέγονται, καὶ τούτους πρὸ τῶν θυρῶν κρεμῶσιν. ἐξήρτηντο δὲ τῶν
θάλλων αἱ ὧραι. VEΓΘ174

sch eq

729b

vet τὴν εἰρεσιώνην] τὰ στέμματά μου. EΓ3M

sch eq

729c

vet Tr κατεσπαράξατε] ὤθουν γὰρ ἀλλήλους. EΓ3MLh

sch eq

729d

Tr ἱστορία περὶ τῆς εἰρεσιώνης: Πυανεψιῶνι καὶ Θαργηλιῶνι μηνί, ἤτοι δεκεμβρίῳ καὶ ἰουλίῳ κατὰ Ῥωμαίους, Ἡλίῳ καὶ Ὥραις ἑορτά‐ ζουσιν Ἀθηναῖοι. φέρουσι δὲ οἱ παῖδες τότε θάλος ἐλαίας ἐρίοις περιπεπλεγμένον, ὅπερ εἰρεσιώνην ἐκάλουν. οἱ δέ φασιν ὅτι στεφάνοις περιεστέφοντο τοιούτοις,
5ἐξήρτηντο δὲ αὐτοῖς πάντα ὡραῖα ἀκρόδρυα, ὧν καὶ μετὰ τὴν θυσίαν πρὸ τῶν θυρῶν κρεμῶσι. ποιοῦσι δὲ τοῦτο κατὰ παλαιόν τινα χρησμόν. οἱ μὲν γάρ φασιν ὅτι λιμοῦ, οἱ δὲ ὅτι καὶ λοιμοῦ πᾶσαν κατασχόντος τὴν οἰκουμένην, χρωμένων τίνι ἂν τρόπῳ παύσαιτο τὸ δεινόν, τὴν λύσιν ταύτην ὁ Πύθιος ἐμαντεύσατο, εἰ προηρόσιον ὑπὲρ ἁπάντων Ἀθηναῖοι θύσειαν. θυσάντων οὖν
10τὸ δεινὸν ἐπαύσατο. καὶ οὕτως ὥσπερ χαριστήριόν τι πανταχόθεν τοῖς Ἀθη‐ ναίοις ἐξέπεμπον πάντες ἄνθρωποι τῶν καρπῶν ἁπάντων τὰς ἀπαρχάς. ὅτε δὴ καὶ Ἄβαρίν φασι τὸν Ὑπερβόρειον ἐλθόντα ἐπὶ ἱστορίᾳ τῆς Ἑλλάδος Ἀπόλλωνι θητεῦσαι καὶ οὕτω συγγράψαι τοὺς χρησμοὺς τοὺς νῦν καλουμένους Ἀβάριδας. ὅθεν εἰσέτι καὶ νῦν ἐπειδὰν ἀντιστῶσι τὸν κλάδον λέγουσι ταῦτα·
15εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι καὶ κύλικ’ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ. Lh

sch eq

729e

Tr τὴν εἰρεσιώνην] τὸν στέφανον. Lh

sch eq

730

Tr ὦ Παφλαγών] ὦ Κλέων. Lh

sch eq

731a

vet Tr τουτουῒ] τοῦ ἀλλαντοπώλου. Γ2Lh

sch eq

731b

vet τῶν] ὑπό. Γ2

sch eq

731c

Tr τουτουῒ] κοινή. Lh

sch eq

731d

Tr τῶν νεανίσκων] τῶν ἱππέων. Lh

sch eq

731e

Tr τιή] διατί. Lh

sch eq

733a

vet σὺ δ’ εἶ τίς: τῷ ἀλλαντοπώλῃ λέγει. VEΓ3

sch eq

733b

vet Tr ἐτεόν] ἀληθές. EΓ3Lh

sch eq

733c

vet τουτουὶ] τοῦ Κλέωνος. Γ2

sch eq

734

vet ἐρῶν] ἐφιέμενος. Γ2

sch eq

735

vet totus versus] ἤγουν ἐρῶσί σε. Γ2175

sch eq

736a

vet Tr ἀλλ’ οὐχ οἷοί τ’ ἐσμέν: ἀλλ’ οὐ δυνάμεθα προσιέναι οὐδ’ εὖ ποιεῖν, κωλυόμενοι, φησίν, ὑπὸ τοῦ Κλέωνος. VEΓ3MLh

sch eq

736b

vet οἷοί τ’] δυνατοί. Γ2

sch eq

737

vet ἐρωμένοις] ἀγαπωμένοις. Γ2

sch eq

739a

vet λυχνοπώλῃσιν: δι’ Ὑπέρβολον. καὶ αὐτὸς γὰρ δημαγωγὸς ἦν λυχνοποιὸς ὤν. “νευρορράφοις” δέ φησι διὰ τὸν προβατοπώλην Λυσικλέα. VEΓΘM

sch eq

739b

Tr λυχνοπώλαισιν] διὰ τὸν Ὑπέρβολον λέγει, ὃς ἦν λυχνοποιός. Lh

sch eq

739c

Tr νευρορράφοις] διὰ τὸν προβατοπώλην Λυσικλέα. Lh

sch eq

740a

vet σκυτοτόμοις καὶ βυρσοπώλαισι: Κλέωνι καὶ Λυσικλεῖ. ὀνειδίζει δὲ πάλιν Κλέωνι, ἀφ’ οἵας τέχνης ἄγει καὶ φέρει τὴν πόλιν. VEΓΘM

sch eq

740b

vet δίδως: παρέχεις, ἢ πιστεύεις σεαυτόν. VEΓ3

sch eq

740c

Tr σκυτοτόμοις καὶ βυρσοπώλαις] διὰ τὸν Κλέωνα καὶ τὸν Λυσικλέα. Lh

sch eq

741a

vet τί δρῶν] ἤγουν εὐεργετεῖς. Γ2

sch eq

741b

Tr νυν] δή. Lh

sch eq

742a

vet (I) ὑποδραμὼν τῶν ἐκ Πύλου: ἀντὶ τοῦ προδραμών, καταδραμὼν τοὺς ἐν Πύλῳ στρατηγούς. ὅτι συνεχῶς μέμνηται τοῦ ἐν Πύλῳ κατορθώματος. VEΓ3ΘM (II) ἄλλως: ὑφαρπάσας, διὰ τὴν νίκην τὴν ἐν Πύλῳ. ἐν σχήματι δὲ εἶπεν
5ἀντὶ τοῦ 〈τοὺσ〉 στρατηγούς. VEΓΘ

sch eq

742b

Tr ὑποδραμὼν] ὑφαρπάσας, νικήσας διὰ τὴν νίκην τὴν ἐν Πύλῳ. ἐκ μεταφορᾶς δὲ τοῦτο εἴρηκε τῶν δρομέων. Lh

sch eq

743a

vet ἐκεῖσε] εἰς τὴν Πύλον. Γ2

sch eq

743b

Tr ἤγαγον] ἔφερον ἐν Ἀθήναις αἰχμαλώτους. Lh176

sch eq

744a

vet π’ ἐργαστηρίου: ἵνα μηδὲ ἐν τούτοις ἀπολείπεσθαι δοκῇ τοῦ Κλέωνος ὁ ἀλλαντοπώλης, ἔδοξέ πως ὅμοιον ἐξευρηκέναι πρᾶγμα τοῖς ἐκείνῳ πεπραγμένοις. οὐ γὰρ ὁ Κλέων, φησί, μόνος ἀλλοτρίαν νίκην ὑφήρπασεν, ἀλλὰ καὶ αὐτὸς ἐκ τῆς πόλεως μέσης ἔκ τινος ἐργαστηρίου, φησί, χύτραν ὑφειλόμην,
5ἄλλου κατασκευάσαντος ἑαυτῷ τροφήν· ὡς κἀκεῖνος τὸ ἀλλότριον κατόρθωμα ἴδιον ἐποιήσατο. VEΓΘM

sch eq

745a

vet ἕψοντος] σφάζοντος. Γ2

sch eq

745b

Tr ἕψοντος] ὄνομα ἀντιτίθησι καὶ οὗτος ἐκ τῆς οἰκείας τέχνης. Lh

sch eq

746

vet Tr αὐτίκα] εὐθέως καὶ παραχρῆμα. ἡ σύνταξις Ἀττική. Γ3Lh

sch eq

747

Tr νῶϊν] συνίζησις. Lh

sch eq

748

vet Tr διάκρινον: σύγκρινον ἢ ἀντεξέτασον τίς ἐστί σοι μᾶλλον εὔνους. VEΓΘLh

sch eq

749

vet Tr πλὴν μὴ ’ν τῇ πνυκ: ὡς ἂν ἐν τῇ συνόδῳ ἀνόητα δρῶντος τοῦ δήμου. ἡ δὲ πνὺξ τόπος ἐστὶν ἐν ᾧ τὸ παλαιὸν ἐκκλησίαζον. VEΓΘMLh

sch eq

751a

vet ἀλλ’ εἰς τὸ πρόσθεν χρὴ παρεῖναι: εἰς τὴν αὔριον χρὴ παρεῖναι ἅπαντας καὶ συνελθεῖν. VEΓΘ

sch eq

751b

vet εἰς τὸ πρόσθεν] εἰς τὴν ὑστεραίαν. Γ2

sch eq

752a

vet ὁ γὰρ γέρων οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος: ὁ δῆμος. δι’ ἥντινα δὲ αἰτίαν γέροντα καλεῖ τὸν δῆμον, φθάσαντες προειρήκαμεν· διὰ τὸ ἀρχαιοτάτην εἶναι πασῶν τὴν τῶν Ἀθηναίων πόλιν καὶ πρεσβυτάτην, διὰ τὸ καὶ πρώτην ἐκφῦναι. M

sch eq

752b

vet Tr γέρων] ὅτι ἀρχαῖος ὁ τῶν Ἀθηναίων δῆμος. EΓ2Lh

sch eq

753

vet δεξιώτατος] ἀγαθὸς καὶ φιλανθρωπότατος καὶ προσηνέστατος.
3MLh177

sch eq

754a

vet τῆς πέτρας] ἤγουν τῆς πνυκός. Γ2

sch eq

754b

Tr τῆς πέτρας] τῆς πυκνός· ὀρεινὴ γὰρ ἦν ὡς ἔοικεν. Lh

sch eq

755a

vet (I) ὥσπερ ἐμποδίζων ἰσχάδας: σῦκα. ὥσπερ, φησίν, οἱ τὰς ἰσχάδας ἐσθίοντες ἀνεμποδίστως καὶ λάβρως αὐτὰς ἐσθίουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ δῆμος, ἐπειδὰν ἐν τῇ πνυκὶ καθεσθῇ, κατακρίνει καὶ δημεύει. καὶ ὥσπερ οἱ τὰς ἰσχάδας ἐσθίοντες οὐκ ἂν μεταδοῖεν εὐχερῶς τινι, οὕτως οὐδὲ ὁ δῆμος
5ἐκεῖσε δικάζων οὐκ ἂν φιλανθρωπεύσαιτο ῥᾳδίως. VEΓΘM (II) ἄλλως: ἐπειδὴ εἴωθε τὰ παιδία παίζοντα ἀναβάλλειν τὰς ἰσχάδας, καὶ τῷ στόματι αὐτῶν δέχεσθαι. Ἀρίσταρχος δὲ τὸ “ἐμποδίζων ἀντὶ τοῦ μασώμενος ἢ ἐμφορούμενος. ἔνιοι δὲ ἀπὸ τοῦ τὸν σῦκα λαμβάνοντα χάσκειν. οἱ δέ, παιδιάν τινα. VEΓΘM
10(III) ἄλλως: Σύμμαχος οὕτως· ἀπὸ τῶν μελισσῶν ἡ μεταφορά. εἰώθασι γὰρ οἱ μελισσουργοὶ ἰσχάδας συγκεκομμένας ῥίπτειν ταῖς μελίσσαις, ἐπὰν διὰ κρύος ἢ χειμῶνα ἐξιέναι κατοκνῶσιν ἐκ τῶν σίμβλων, ἵνα ἔνδοθεν ἐσθίωσι · κεχήνασι δὲ οἱ μασώμενοι. Ἀρίσταρχος δὲ ὅτι μασώμενοι τὰς ἰσχάδας ταῖς μελίτταις ῥίπτουσιν ἃ τοῖς ποσὶ τρίβουσιν. VEΓ3ΘM
15(IV) ἄλλως: ἐπειδὴ οἱ παῖδες περιτιθέντες ταῖς συκαῖς βρόχον εἰώθασιν ἐσθίειν ἐπιθυμοῦντες τῶν σύκων, εἶτα ὑπὸ τοῦ πάνυ γλίχεσθαι κεχήνασιν. VEΓ3M

sch eq

755b

vet ἐμποδίζων ἰσχάδας] ἐμποδίζω δοτικῇ· ἴσχω δέ, ὅπερ ἐστὶν αὐτοσή‐ μαινον, αἰτιατικῇ. Γ2

sch eq

755c

Tr ὥσπερ οἱ τὰς ἰσχάδας, φησίν, ἐσθίοντες οὐκ ἂν μεταδοῖεν εὐχερῶς ἑτέρῳ, οὕτως οὐδὲ ὁ δῆμος ἐκεῖ δικάζων οὐκ ἂν φιλανθρωπεύσαιτο ῥᾳδίως. ἢ ὅτι εἴωθε τὰ παιδία παίζοντα ἄνω ῥίπτειν τὰς ἰσχάδας ἢ τὰς τῶν βοτρύων
ῥάγας καὶ τῷ στόματι αὐτὰς κατιούσας δέχεσθαι χαίνοντα. ἢ ὅτι τὰ ἐπὶ178
5ταῖς συκαῖς σῦκα διὰ καλάμων ἀποσπῶντα κεχηνότα ταῦτα ὑποδέχεται τῷ στόματι. Lh

sch eq

755d

Tr ἰσχάδας] σῦκα. Lh

sch eq

756a

vet (ad vv. 756—823) νῦν δή σε: διπλῆ καὶ στίχοι εʹ, ὧν ὁ μὲν πρῶτος καὶ τέταρτος καὶ πέμπτος ἴαμβοι τετράμετροι καταληκτικοί, ὁ δὲ δεύτερος καὶ ὁ τρίτος ἐξ ἰάμβων διμέτρων 〈καὶ ἰθυφαλλικῶν〉. εἶτα ἐν ἐκθέσει ἐστὶ τὸ ἔθιμον, διπλῆ 〈δίστιχοσ〉 ἀνάπαιστος τετράμετρος καταληκτικός· ὑφ’ ὃ
5διπλῆ καὶ ἑξῆς στίχοι ὁμοίως ξʹ. VEΓΘ

sch eq

756b

Tr νῦν δεῖ σε πάντα κάλων: κορωνὶς καὶ εἴσθεσις χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν κορωνίδα κεῖσθαι, μεσῳδικὴ δὲ διὰ τὸ ἑξῆς εἰσάγεσθαι ἑτέραν διπλῆν, ἐκ στίχων εʹ. ὧν οἱ μὲν γʹ ἀσυνάρτητοι ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου τοῦ καλουμένου Ἀνακρεοντείου καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ τοῦ
5καλουμένου Ἀρχιλοχείου. καλεῖται δὲ τὰ τοιαῦτα ἀσυνάρτητα Εὐριπίδεια. εἰσὶ γὰρ ὅμοια τῷ Εὐριπιδείῳ τῷ
“ἑῷος ἡνίχ’ ἱππότης ἐξέλαμψεν ἀστήρ.” οἱ δὲ ἑξῆς βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοί. ἐν ἐκθέσει δὲ στίχοι βʹ ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ. Lh

sch eq

756c

vet κάλων: παροιμία, πάντα δὴ κάλων κινεῖν. εἴληπται δὲ ἀπὸ τῶν πλεόντων καὶ χειμαζομένων. φησὶν οὖν, πάντα κίνει πράγματα καὶ πάντα μηχανῶ κατὰ τοῦ Κλέωνος, ἵν’ αὐτοῦ περιγένῃ. κάλων δὲ τὸ σχοινίον. τροπικῶς δὲ ὡς ἐπὶ τοῦ ἱστοῦ λέγει· ἁπλοῦν σε δεῖ τὰ ἄρμενα, οἷον πάντα
5κινεῖν ὑπὲρ τοῦ περιγενέσθαι αὐτοῦ. VEΓ3

sch eq

756d

vet πάντα δεῖ κάλων ἐξιέναι: κάλων, σχοινίον τροπικῶς· ἐπὶ τοῦ ἱστοῦ λέγεται, “ἁπλοῦν σε δεῖ τὰ ἄρμενα.” ἔστι δὲ παροιμιακόν. φησὶν οὖν, πάντα κίνει πράγματα καὶ πάντα μηχανῶ περὶ τοῦ Κλέωνος, ἵνα αὐτοῦ περιγένῃ. εἴρηται, πάντα δεῖ κάλων κινεῖν. τοῦτο παροιμία· εἴληπται δὲ ἀπὸ
5τῶν πλεόντων καὶ χειμαζομένων. M

sch eq

756e

vet ἐξιέναι] μετέρχεσθαι, κινεῖν. Γ2179

sch eq

756f

Tr τὸ πάντα κάλων κινεῖν παροιμία ἐστίν. εἴληπται δὲ ἀπὸ τῶν πλεόντων καὶ χειμαζομένων καὶ πάντα κάλων κινούντων καὶ ῥιπτόντων σὺν ταῖς ἀγκύραις ἐν θαλάσσῃ, ὥστε τοῦ κλύδωνος ῥύσασθαι τὸ πλοῖον. φησὶν οὖν κἀνταῦθα ὅτι πάντα τρόπον κίνει ὥστε περιγενέσθαι τοῦ Κλέωνος. Lh

sch eq

756g

Tr κάλων] σχοινίον. Lh

sch eq

756h

Tr ἐξιέναι] ἐκβαλεῖν ὥστε περιγενέσθαι αὐτοῦ. Lh

sch eq

757a

vet θούριον] ὁρμητικόν. Γ2

sch eq

757b

vet φορεῖν] ἔχειν. Γ2

sch eq

757c

vet ἀφύκτους] καὶ οὓς οὐκ ἔστι τινὰ δυνατὸν ἐκφυγεῖν. Γ2

sch eq

758a

vet Tr ποικίλος] ἐπὶ πολλὰ τὴν γνώμην ἄγων. EΓ3Lh

sch eq

758b

vet ποικίλος] πολυμήχανος. Γ2

sch eq

758c

Tr ὅτοισι] ἤγουν οἷστισι. Lh

sch eq

758d

Tr ὑπερβαλεῖ] νικήσεις. Lh

sch eq

758e

Tr ποικίλος] ἐπὶ πολλὰ τὴν γνώμην ἄγων καὶ περιεργαζόμενος καὶ πονηρευόμενος. Lh

sch eq

759a

vet Tr κἀκ τῶν ἀμηχάνων: ἐκ τῶν ἀπόρων εὐπόρους ἀφορμὰς καὶ εὐαφόρμους καὶ συνέτους, λόγων εὐπορίας. VEΓ3Lh

sch eq

759b

vet ἀμηχάνων] μὴ ἐχόντων τινὰ μηχανήν, ἀπόρων, ἀδυνάτων. Γ2

sch eq

759c

vet πορίζων] ἐξευρίσκων. EΓ3

sch eq

760a

vet Tr πρὸς ταῦθ’ ὅπως ἔξει: διὰ ταῦτα φρόντιζε ὅπως ἐπεξελεύσῃ καὶ λαμπρὸς δόξῃς εἶναι. ἀλλὰ φυλάσσου καὶ ἐπιτήρει. VEΓ3Lh

sch eq

760b

vet Tr πολὺς καὶ λαμπρὸς] πλήρης λόγων καὶ φρονήματος. EΓ3Lh

sch eq

760c

vet ὅπως ἔξει] ὅρα, μελέτα ἐξελεύσεσθαι. Γ2

sch eq

761a

vet προσκεῖσθαι] ἐπιθέσθαι. Γ2

sch eq

761b

Tr φυλάττου] ἐπιτήρει. Lh

sch eq

762a

vet (I) τοὺς δελφῖνας μετεωρίζου: δελφὶς ὄργανον ναυτικόν. “μετεωρίζου δέ, τουτέστιν εἰς ὕψος αἶρε. ἐπεὶ καὶ τῶν θαλασσίων δελφίνων
τὰ πηδήματα μετέωρα. μέμνηται δὲ καὶ Θουκυδίδης. VEΓΘM (II) ἄλλως: δελφὶς ἐξάρτημα τῶν νεῶν. ἀγκυρώματα. VΓ3180
5(III) ἄλλως: σιδηροῦν κατασκεύασμα ἢ μολίβδινον εἰς δελφῖνα ἐσχηματισ‐ μένον. τοῦτο δὲ ἐκ τῆς κεραίας τοῦ ἱστοῦ αἱ ναυμαχοῦσαι ἠφίεσαν εἰς τὰς τῶν πολεμίων, καὶ κατεδύοντο. δηλοῦται δὲ ὑπὸ Φερεκράτους ἐν τοῖς Ἀγρίοις, ὅταν λέγῃ
ὁ δὲ δὴ δελφίς ἐστι μολιβδοῦς, δελφινοφόρος τε κεροῦχος,
10
〈ὃσ〉 διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων. καὶ Θουκυδίδης δελφινοφόρον εἴρηκε τὴν ναῦν ἐξηρτῆσθαι. VEΓ3ΘM

sch eq

762b

vet τὴν ἄκατον παραβάλλου: ἑτοίμην ποίει· ὡς εἴ τις κίνδυνος ἐκ τοῦ ἀνέμου εἰς αὐτὴν ἐμβησομένοις. VEΓΘ

sch eq

762c

vet παραβάλλου] ἤγουν ᾠκονομημένην ἔχε. Γ2

sch eq

762d

Tr δελφίς ἐστιν ὄργανόν τι ναυτικὸν σιδηροῦν ἢ μολύβδινον εἰς δελφῖνα ἐσχηματισμένον. τοῦτο δὲ ἐκ τῆς κεραίας τοῦ ἱστοῦ αἱ ναυμαχοῦσαι νῆες ἠφίεσαν εἰς τὰς τῶν πολεμίων, καὶ κατεδύοντο. “μετεωρίζου δέ φησιν ἀντὶ τοῦ εἰς ὕψος αἶρε, ἐπεὶ καὶ τῶν θαλασσίων δελφίνων μετέωρα τὰ πηδήματα.
5καὶ Θουκυδίδης δὲ δελφινοφόρον εἴρηκε τὴν ναῦν τὴν ἐξηρτημένον ἔχουσαν δελφῖνα τοιοῦτον. Lh

sch eq

762e

Tr δελφῖνας] ναυτικὸν ὄργανον. Lh

sch eq

762f

Tr μετεωρίζου] εἰς ὕψος αἶρε. Lh

sch eq

762g

Tr παραβάλλου] ἑτοιμὴν ποιοῦ. Lh

sch eq

763

vet Tr τῇ μὲν δεσποίν’ Ἀθήν: ἐντεῦθεν δοκεῖ μοι καὶ Δημοσθένης ὠφεληθεὶς τὸ προοίμιον εἰληφέναι ἐν τῷ περὶ τοῦ στεφάνου λόγῳ. φησὶ γὰρ οὕτως· “πρῶτον μὲν ὦ Ἀθηναῖοι τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων διατελῶ τῇ τε πόλει”. VEΓΘLh

sch eq

765a

vet Tr βέλτιστος ἀνὴρ: εὔνους καὶ ἄριστος. VEΓΘLh181

sch eq

765b

vet μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλάβακχαν: Λυσικλῆς ὡς προβατοκάπηλος διεβάλλετο. Κύννα δὲ καὶ Σαλάβακχα τῶν θαυμαζομένων ἑταιρίδων. VEΓΘM

sch eq

765c

Tr Λυσικλέα] οὗτος ὡς προβατοκάπηλος διεβάλλετο. Lh

sch eq

765d

Tr Κύνναν καὶ Σαλάβακχαν] αὗται τῶν θαυμαζομένων ἑταιρίδων. Lh

sch eq

766a

vet (I) μηδὲν δράσας: μηδὲν σπουδαῖον διαπραξάμενος. VEΓ3 (II) ἄλλως: μηδὲν διαπραξάμενος ἔργον σπουδαῖον καὶ μέγα. φησὶ γὰρ ὅτι ἐπὶ μεγάλοις κατορθώμασι τὴν τιμὴν ταύτην Ἀθηναῖοι παρεῖχον τοῖς ἀγαθόν τι εὐεργετήσασιν αὐτούς. νῦν οὖν σκώπτει τὸν Κλέωνα, δι’ ὧν αὐτὸν
5ὁμολογοῦντα ποιεῖ, ὅτι μηδὲν διαπραξάμενος τοιοῦτον ἔργον, τῆς ἐν πρυτανείῳ σιτήσεως μετέσχεν. VEΓΘ

sch eq

766b

vet μηδὲν δράσας: μηδὲν σπουδαῖον διαπραξάμενος τῆς ἐν πρυτανείῳ σιτήσεως ἔτυχε· σκώπτει δὲ τὸν Κλέωνα δι’ ὧν αὐτὸν ὁμολογοῦντα ποιεῖ. M

sch eq

766c

Tr μηδὲν δράσας] μηδὲν σπουδαῖον διαπραξάμενος. σκώπτει δὲ τὸν Κλέωνα ὡς μηδὲν διαπραξάμενον καὶ τυχόντα τῆς σιτήσεως. Lh

sch eq

766d

Tr φησὶν ὅτι ἐπὶ μεγάλοις κατορθώμασιν τὴν ἐν πρυτανείῳ σίτησιν παρεῖχον Ἀθηναῖοι τοῖς προτέροις τῶν στρατηγῶν. νῦν δὲ μηδὲν διαπραξάμενος Κλέων τοιοῦτον ταύτης τῆς τιμῆς ἔτυχεν. Lh

sch eq

767a

vet περί σου μάχομαι: τουτέστιν ἀνθιστάμενος τοῖς ἀδικεῖν σε προαιρουμένοις. VEΓ3M

sch eq

767b

vet ἀντιβεβληκώς: ἀντὶ τοῦ πρὸς βίαν ἀγωνιζόμενος. εἴρηται δὲ ἀπὸ τῶν τοὺς ἵππους ἐλαυνόντων, ἢ τῶν τούτους ἁβήναις ἑλκόντων. VEΓΘM

sch eq

767c

Tr περί σου μάχομαι] ἀνθιστάμενος καὶ ἐναντιούμενος τοῖς ἀδικεῖν βουλομένοις. Lh

sch eq

767d

Tr ἀντιβεβληκώς] πρὸς βίαν ἀγωνιζόμενος. Lh

sch eq

768a

vet (I) λέπαδνα: οἱ στηθιαῖοι λῶροι· τοῦτο δὲ ὡς βυρσοπώλης εἶπεν.
VEΓΘM (II) ἄλλως: λεπτότατα καὶ εἰς πολλὰ μέρη διῃρημένα. ἀπὸ δὲ τοῦ τεμνομένου χείλους τῇ μεταφορᾷ τῶν ὀνομάτων ἐχρήσατο, παίζων ὁμοῦ καὶ εἰς τὴν τέχνην182
5Κλέωνος διὰ τὰς κατατεμνομένας βύρσας. λείπει δὲ ἡ “εἰς”, εἰς λέπαδνα. VEΓΘM

sch eq

768b

Tr κατατμηθείην τε λέπαδνα] ὡς βυρσοπώλης εἶπεν εἰς μέρη διατμη‐ θείην καὶ λωροτομηθείην. Lh

sch eq

769

vet Tr εἰ μή σε φιλ: ἔπαιξε κἀνταῦθα τοιούτοις ὀνόμασι διὰ τὸ μάγειρον αὐτὸν εἶναι. πειρᾶται δὲ εἷς ἕκαστος αὐτῶν μᾶλλον φανῆναι τὸν Δῆμον φιλῶν, ἵν’ εὔνουν ἑαυτῷ κατασκευάσῃ. VEΓΘMLh

sch eq

770a

vet ἑψοίμην ἐν περικομματίοις: τοῖς περιαιρέμασι τῶν κρεῶν. ἑψηθείην οὖν σὺν αὐτοῖς περικόμμασιν. VEΓΘ

sch eq

770b

vet κεἰ μὴ τούτοισι: εἰ μὴ τούτοις ἀρκῇ τοῖς ῥήμασι, καὶ εἰ μὴ πιστεύσεις, φησί, τούτῳ μου τῷ ὅρκῳ, ὀμοῦμαί σοι καὶ ἕτερον ὅρκον μείζονα. VEΓΘM

sch eq

770c

vet πέποιθας] θαρρεῖς. Γ2

sch eq

770d

Tr περικομματίοις] περιαιρέμασι τῶν κρεῶν, ἃ οἱ μάγειροι ἀφαιροῦνται. Lh

sch eq

770e

Tr κεἰ μὴ τούτοισι] εἰ μὴ πιστεύεις τούτῳ τῷ ὅρκῳ, καὶ ἕτερα ὀμοῦμαί σοι μείζονα. Lh

sch eq

771a

vet κατακνησθείην: καταξεσθείην εἰς ἰσχνὰ μέρη καὶ ἀναλωθείην· καὶ τοῦτο δὲ ἀπὸ τῆς τέχνης παρείληφε τῆς αὐτοῦ. καὶ Ὅμηρος· “κνήστι χαλκείῃ”. μυττωτὸν δὲ τὸ τῶν σκορόδων τρίμμα μετὰ τυροῦ καὶ ἐλαίου καὶ μέλιτος καὶ πράσου. τῷ “μυττωτ δὲ εἶπε παίζων ἴσως πρὸς τὸ Ὁμηρικόν.183
5VEΓ3ΘM

sch eq

771b

vet ταυτησὶ] τὴν τράπεζαν δεικνὺς τὴν μαγειρικήν. EΓ3

sch eq

771c

Tr ταυτησὶ] τῆς μαγειρικῆς τραπέζης. Lh

sch eq

771d

Tr κατακνησθείην] καταξεσθείην εἰς ἰσχνὰ μέρη. Lh

sch eq

771e

Tr μυττωτῷ] τῷ τῶν σκορόδων τρίμματι καὶ τυροῦ καὶ ἐλαίου καὶ μέλιτος καὶ πράσου. Lh

sch eq

772a

vet κρεάγρ: εἶδος ἐργαλείου μαγειρικοῦ χειρὶ παρεοικός, μόνον ἐγκεκαμμένον τοὺς δακτύλους, ἀνιμῶσα τὰ ζεστὰ διὰ τὸ τὰς χεῖρας καίεσθαι. κρεάγρα δὲ εἴρηται ἀπὸ τοῦ τὰ κρέα τὰ ἐπὶ τοῖς λέβησιν ἀγρεύειν καὶ ἀνασπᾶν. VEΓΘM

sch eq

772b

vet Tr ὀρχιπέδων: τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἀφ’ ἱστορίας, ὡς καὶ αὐτὴν τὴν κόλασιν τοῖς πονηροῖς προσαγόντων τῶν Ἀθηναίων. VEΓΘMLh

sch eq

772c

vet (I) εἰς Κεραμεικόν: τόπος Ἀθηνῶν οἱ Κεραμεικοί· θεῶν τὰ ἀγάλματα ἐκεῖσε ἱδρυμένα. VEΓ3 (II) ἄλλως: δῆμος τῆς Ἀττικῆς. δύο δὲ Κεραμεικοὶ Ἀθήνησιν ....
ἐν δὲ τῷ ἑτέρῳ ἦσάν τε καὶ προεστήκασιν αἱ πόρναι. VEΓΘM184

sch eq

772d

Tr κρεάγρᾳ] εἶδος ἐργαλείου μαγειρικοῦ τὰ κρέατα ἐκ τῶν λεβήτων ἐξαίρουσα. Lh

sch eq

772e

Tr Κεραμεικόν] δύο τόποι ἐν Ἀθήναις ἐν οἷς ἵσταντο ἀγάλματα θεῶν καὶ ἀγῶνες ἐτελοῦντο οὕτω καλούμενοι. Lh

sch eq

774

vet Tr ἀπέδειξα: φανερὰ ἐποίησα. EΓ3MLh

sch eq

775a

vet τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων: δηλοῖ διὰ τούτων τῶν ὀνομάτων τὸ βίαιον τῆς ἀπαιτήσεως, εἴ πως δύναιτο πεῖσαι τοὺς Ἀθηναίους μὴ εἶναι περὶ τὰς ἀπαιτήσεις τῶν πολιτικῶν χρημάτων βαρεῖς. VEΓΘ

sch eq

775b

vet Tr μεταιτῶν: τοὺς μὴ ὀφείλοντας δηλονότι. λῆρον δὲ ἐποίησε διὰ τῆς ἀνταποδόσεως τὸ νόημα, εἰπὼν ὅτι τοὺς μὲν μετὰ βίας εἰσέπραττον τῶν χρεωστουμένων, τοὺς δὲ μὴ ὀφείλοντας μετῄτουν. VEΓΘMLh

sch eq

775c

vet ἄγχων] πνίγων. Γ2

sch eq

775d

Tr τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων] διὰ τούτων τῶν ὀνομάτων δηλοῖ τὸ βίαιον τῆς ἀπαιτήσεως. Lh

sch eq

776a

vet οὐ φροντίζων: τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἐν δευτέρῳ τὴν πρὸς τοὺς ἰδιώτας ἀπέχθειαν ἐποιούμην, ἕνεκα τοῦ ἀποθεραπεῦσαι τὴν πόλιν. VEΓ3ΘM

sch eq

776b

Tr οὐ φροντίζων] ἤγουν ἐν δευτέρῳ λόγῳ τιθέμενος τὴν τῶν ἰδιωτῶν ἀπέχθειαν ἕνεκα τοῦ ἀποθεραπεῦσαι τὴν πόλιν. Lh

sch eq

777

vet σεμνόν] μέγα. Γ3

sch eq

778a

vet ἄρτους ἀλλοτρίους: τοὺς βιαίως ἀφαιρουμένους. σκώπτει δὲ τὸν Κλέωνα ἀπὸ τῶν ἀλλοτρίων φιλοτιμούμενον. ἀπὸ δὲ τῆς αὐτοῦ τέχνης ὁρμώμενος πάλιν τοῦ ἀλλαντοπώλου μέμνηται. VEΓ3ΘM

sch eq

778b

Tr σκώπτει τὸν Κλέωνα πάλιν ἐπὶ τῷ τἀλλότρια ἁρπάζειν φιλοτιμού‐ μενον, καὶ αὐτὸς πρὸς τὴν οἰκείαν τέχνην ἁρπάζειν ἄρτους ὑπισχνεῖται καὶ προσάγειν αὐτῷ. Lh

sch eq

778c

Tr παραθήσω] εἰς ἑστίασιν. Lh185

sch eq

780a

vet ὅτι τῆς ἀνθρακιᾶς ἀπολαύει: ὅτι τῶν σῶν ἀγαθῶν ἀπολαύει. χρησιμεύει γὰρ ἡ ἀνθρακιὰ τῷ χειμῶνι, καὶ τοὺς ἔχοντας οἱ ἄλλοι περικάθηνται βουλόμενοι εἰσδῦναι. VEΓ3ΘM

sch eq

780b

vet Tr τῆς ἀνθρακιᾶς] τῆς ἐν πρυτανείῳ σιτήσεως. EΓ3Lh

sch eq

780c

Tr αὔθ’] αὐτό. Lh

sch eq

780d

Tr τῆς ἀνθρακιᾶς] τῶν σῶν ἀγαθῶν. Lh

sch eq

781a

vet Tr διεξιφίσω: ἐπολέμησας πρὸς τοὺς Μήδους, τοῖς ξίφεσι κατ’ αὐτῶν ἐχρήσω. VEΓΘMLh

sch eq

781b

vet ἐν Μαραθῶνι: τόπος τῆς Ἀττικῆς, εἰς ὃν ἐνώρμησαν Δᾶτις καὶ Ἀρτάβαζος, Μηδικοὶ σατράπαι, πεμφθέντες ὑπὸ Δαρείου βασιλέως καταδου‐ λώσασθαι τὴν Ἑλλάδα. ἔνθα συμβαλόντες αὐτοῖς οἱ Ἀθηναῖοι Μιλτιάδου στρατηγοῦντος, μόνων Πλαταιέων συμμαχησάντων αὐτοῖς χιλίοις ἀνδράσι
5καὶ οὕτω πληρωθέντος τοῦ ἀριθμοῦ τῆς Ἑλληνικῆς δυνάμεως, τῆς περσικῆς καὶ † τοῖς Ἕλλησι τῆς ἐλευθερίας αἴτιοι κατέστησαν, μόνοι ἐξ ἁπάντων τῶν Ἑλλήνων τὸν πρῶτον τῶν Περσῶν διαφθείραντες. VEΓΘM

sch eq

781c

Tr ἱστορία περὶ τῆς ἐν Μαραθῶνι μάχης Περσῶν: Δᾶτις καὶ Ἀρτάβαζος, Μήδων σατράπαι, πεμφθέντες ὑπὸ Δαρείου βασιλέως καταδου‐ λώσασθαι τὴν Ἑλλάδα ἐνώρμισαν εἰς Μαραθῶνα, τόπον περὶ τὴν Ἀττικήν, ἔνθα συμβαλόντες αὐτοῖς Ἀθηναῖοι Μιλτιάδου στρατηγοῦντος, μόνων Πλα‐
5ταιέων συμμαχούντων αὐτοῖς χιλίοις ἀνδράσιν ὡς ἐξισωθῆναι τῇ Περσῶν δυνάμει τὴν τῶν Ἀθηναίων δύναμιν, τοῖς Ἕλλησι πᾶσιν ἐλευθερίας μόνοι κατέστησαν αἴτιοι, τὸν πρῶτον τῶν Περσῶν διαφθείραντες. Lh

sch eq

781d

Tr Μαραθῶνι] τόπος τῆς Ἀττικῆς. Lh186

sch eq

782a

vet ἐγγλωττοτυπεῖν: τὴν γλῶσσαν ψοφεῖν τὰ κατορθώματα, ἢ σεμ‐ νολογεῖν τὰ ἐκείνων κατορθώματα καὶ ἀεὶ ἐπὶ γλώττης ἔχειν. VEΓΘM

sch eq

782b

vet ἐγγλωττοτυπεῖν] διὰ γλώττης ψοφεῖν, σεμνολογεῖν τὰ κατορθώματα. M

sch eq

782c

Tr ἐγγλωττοτυπεῖν] τὴν γλῶτταν κινεῖν καὶ ᾄδειν τἀκεῖ κατορθώματα. Lh

sch eq

783

vet Tr ἐπὶ ταῖς πέτραις: ἐπὶ τῶν βάθρων τῆς πνυκός. EΓ3MLh

sch eq

784a

vet ῥαψάμενός σοι τουτὶ φέρω: παρεπιγραφή· δείκνυσι γὰρ αὐτῷ προσκεφάλαιον, ὅ φησι τῷ Δήμῳ παρασκευάσαι, ἵνα μὴ ἐπὶ ψιλοῖς τοῖς βάθροις ἐπικαθέζηται, ἀπ’ ἀρχῆς τὴν περὶ τὸν Δῆμον εὔνοιαν δεικνύς. VEΓΘM

sch eq

784b

vet ἀλλ’ ἐπαναίρου: ἐπανίστασο καὶ ἐπεγείρου, ἵνα ὑποθῶ τῷ καθίσ‐ ματι τὸ προσκεφάλαιον. VEΓ3Θ

sch eq

784c

vet Tr ἐπαναίρου] ἐπανίστασο. Γ2Lh

sch eq

784d

Tr τουτὶ φέρω] τὴν αὑτοῦ εὔνοιαν δεῖξαι βουλόμενος προσκεφάλαιον δείκνυσιν αὐτῷ. Lh

sch eq

785a

vet ἵνα μὴ τρίβῃς: ἵνα μὴ ἐκτρίψῃς μηδὲ διαφθείρῃς τὴν ἐν Σαλαμῖνι καμοῦσαν πυγὴν ἐν ναυμαχίᾳ. ἀπὸ δὲ Μαραθῶνος Σαλαμῖνος μέμνηται, ὅπου ναυμαχία Περσῶν ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ Σαλαμὶς ὀλίγον πρὸ τῆς Ἐλευσῖνος πόλεως, ἱερᾶς Δήμητρος καὶ Κόρης,
5πλήρης οὖσα κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐνταῦθα πολλὰς τῶν Περσῶν Ἀθηναῖοι κατεναυμάχησαν τριήρεις ὀλίγῳ ἀριθμῷ, Θεμιστοκλέους στρατη‐ γοῦντος. ἔνθα καὶ πέτρα Εἰρεσία, οὕτω καλουμένη ὥσπερ διὰ τοῦ ὀνόματος τρόπαιον οὖσα τῆς Ἀττικῆς. ἔστι δὲ καὶ Ἀγέλαστος πέτρα καλουμένη παρὰ τοῖς Ἀθηναίοις, ὅπου καθίσαι φασὶ Θησέα μέλλοντα καταβαίνειν εἰς Ἅιδου·187
10ὅθεν καὶ τοὔνομα τῇ πέτρᾳ. ἢ ὅτι ἐκεῖ ἐκάθισεν ἡ Δημήτηρ κλαίουσα, ὅτε ἐζήτει τὴν Κόρην. VEΓ3ΘM

sch eq

785b

vet τὴν ἐν Σαλαμῖνι] λείπει τὴν πυγήν. EΓ2

sch eq

785c

Tr ἱστορία περὶ τῆς ἐν Σαλαμῖνι τούτων μάχης: ἀντὶ Μαρα‐ θῶνος Σαλαμῖνος μέμνηται, ὅπου ναυμαχία Περσῶν ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ Σαλαμὶς πρὸ τῆς Ἐλευσῖνος, ἱερᾶς πόλεως Δήμητρος καὶ Περσεφόνης, πλήρης οὖσα κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐν ταύτῃ
5πολλὰς τῶν Περσῶν Ἀθηναῖοι κατεναυμάχησαν τριήρεις, Ξέρξου τοῦ Περσῶν βασιλέως στρατεύσαντος κατὰ τῶν Ἑλλήνων μετὰ πεζῆς μὲν στρατιᾶς ἀπείρου, νεῶν δὲ χιλίων διακοσίων καὶ ἐπέκεινα· ἃς πάσας μιᾷ νυκτὶ κατέδυσαν οἱ Ἀθηναῖοι ἐν Σαλαμῖνι Θεμιστοκλέους στρατηγοῦντος, ναῦς ἔχοντες οὐ πλείους τῶν τριακοσίων. ἐν Σαλαμῖνι δὲ καὶ πέτρα ἐστὶν Εἰρεσιώνη, οὕτω καλουμένη
10ὥσπερ διὰ τοῦ ὀνόματος τρόπαιον οὖσα τῆς κατὰ Περσῶν νίκης. ἔστι δὲ καὶ Ἀγέλαστος πέτρα καλουμένη παρ’ Ἀθηναίοις, ὅπου καθίσαι φασὶ τὸν Θησέα μέλλοντα καταβαίνειν εἰς Ἅιδου μετὰ Πειρίθου, ὅθεν καὶ τοὔνομα τῇ πέτρᾳ. ἢ ὅτι ἐν ταύτῃ καθίσαι τὴν Δήμητραν λόγος κλαίουσαν ὅτε τὴν Κόρην ἐζήτει. Lh

sch eq

785d

Tr καθίζου] δεῖ νοεῖν ὅτι ὑποτίθησιν αὐτῷ τὸ προσκεφάλαιον. Lh

sch eq

785e

Tr τρίβῃς] ἐκτρίψῃς. Lh

sch eq

785f

Tr τὴν ἐν Σαλαμῖνι] ναυμαχίαν καὶ τὴν ἐπ’ αὐτῇ καμοῦσαν πυγήν. Lh

sch eq

786a

vet μῶν ἔγγονος: μὴ τὸ γένος, φησί, κατάγεις ἀπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος; ὁ δὲ Δῆμός ἐστιν ὁ θαυμάζων τὸν ἀλλαντοπώλην ἐπὶ τῇ φιλοτιμίᾳ τῶν καθισμάτων. εἰς Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα τὸ γένος ἀνήνεγκεν αὐτοῦ, ἐπεὶ καὶ οὗτοι εὐνοίας πολλάκις ἀπηνέγκαντο δόξαν, ἐπιθέ‐
5μενοι τοῖς τυράννοις καὶ τὸν Ἱππίαν διαχειρισάμενοι, ὡς φθάσαντες προεί‐ πομεν. VEΓΘM

sch eq

786b

vet Tr ἔγγονος] ἀπόγονος. Γ3Lh188

sch eq

786c

vet τῶν Ἁρμοδίου] υἱῶν. Γ2

sch eq

786d

Tr εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα τὸ γένος ἀνῆγεν αὐτοῦ ὁ ἀλλαντοπώ‐ λης, ἐπεὶ καὶ οὗτοι πολλάκις εὐνοίας ἀπηνέγκαντο δόξαν, ἐπιθέμενοι τοῖς τυράννοις καὶ τὸν Ἱππίαν διαχειρισάμενοι, ὡς φθάσαντες εἴπομεν. τοῦτο δὲ πρῶτον δείκνυσιν αὐτοῦ τὴν εἰς τὴν πόλιν εὔνοιαν. Lh

sch eq

786e

Tr Ἁρμοδίου] οὗτος εὔνους ἦν τῇ πόλει. Lh

sch eq

787a

vet τοῦτό γέ τοι: πρῶτον ἐπιδείκνυσι τὴν εἰς τὴν πόλιν εὔνοιαν. VEΓΘ

sch eq

787b

Tr γε] γάρ. Lh

sch eq

788a

vet Tr ἀπὸ μικρῶν] ἀπὸ βραχέων καὶ τῶν τυχόντων παντάπασιν. VEΓ3Lh

sch eq

788b

Tr θωπευματίων] κολακειῶν, θωπεύειν γὰρ τὸ κολακεύειν. Lh

sch eq

789a

vet συνεῖλες: ἤγρευσας, ὑποχείριον ἐποίησας δελεάσμασιν, ἀπάταις. ἰδίως δὲ δέλεαρ καλοῦμεν τὴν τοῖς ἰχθύσιν ὑποβαλλομένην τροφὴν εἰς ἀπάτην τοῦ ἀγρευθῆναι. ἀπὸ μεταφορᾶς οὖν ἐκείνων φησίν. VEΓ3ΘM

sch eq

789b

vet εἷλες] ἤγρευσας. Γ2

sch eq

789c

Tr δελεάσμασι] τὴν τοῖς ἰχθύσιν ὑποβαλλομένην τροφὴν εἰς τὸ ἀγρευ‐ θῆναι δέλεαρ καλοῦσι κυρίως. Lh

sch eq

791a

vet περιδόσθαι: συνθήκην θεῖναι. Ὅμηρος “δεῦρό νυν τρίποδος περι‐ δώμεθα”. VEΓ3

sch eq

791b

vet Tr περὶ τῆς κεφαλῆς περιδόσθαι] ἐπὶ τῆς κεφαλῆς συνθήκην θεῖναι. EΓ3Lh

sch eq

791c

vet περιδόσθαι] συμφωνίαν ποιήσασθαι ἢ συνθήκην θέσθαι. Γ2

sch eq

792a

vet Tr ἐν ταῖς πιθάκναις: πιθοκοίταις, ἑτοίμοις τόποις. ὅτι διὰ τὸν πόλεμον οἱ Ἀθηναῖοι ἐκ τῶν ἀγρῶν εἰσερχόμενοι ἐν ταῖς πιθάκναις ἢ ἐν τοῖς σπηλαίοις ᾤκουν τῇ σπάνει τῶν οἰκημάτων. VEΓΘMLh

sch eq

792b

Tr ταῖς πιθάκναις] τοῖς πιθοκοίταις. Lh189

sch eq

793a

vet (I) γυπαρίοις: εἶδος ὀρνέου γῦπες. ἔπαιξε δὲ τὸ ὄνομα διὰ τὸ ἐπιφερόμενον. δοκεῖ γάρ πως παρόμοια τὰ ὀνόματα ταῦτα εἶναι, “γυπαρίοιςκαὶ “πυργιδίοις”. ἢ διὰ τὸ τοὺς ὄρνις τούτους μάλιστα τοῖς πύργοις ἐπικαθῆσθαι καὶ τοῖς τείχεσιν, εἰς οὓς οἱ Ἀθηναῖοι ἐκάθευδον διὰ τὸν
5πόλεμον φρουροῦντες τὴν πόλιν. VEΓ3ΘM (II) ἄλλως: ἀντὶ τοῦ ἐν φωλεοῖς καὶ καλιαῖς καὶ στενοῖς χωρίοις. Κράτης δέ φησιν ὅτι πᾶσαν στενὴν κατάδυσιν οὕτως ὠνόμαζον. VEΓ3Θ

sch eq

793b

vet οὐκ ἐλεαίρεις: οὐ κατοικτείρεις. δείκνυσι δὲ διὰ τούτων ὅτι ὁ κωλύων παύσασθαι τὸν πόλεμόν ἐστιν ὁ Κλέων. ὅπερ οὖν καὶ Θουκυδίδης ἱστορεῖ διὰ τούτων· “ἐπειδὴ καὶ ἡ ἐν Ἀμφιπόλει ἧσσα τοῖς Ἀθηναίοις ἐγένετο, καὶ ἐτεθνήκει Κλέων τε καὶ Βρασίδας, οἵπερ ἀμφότεροι μάλιστα ἠναντιοῦντο
5τῇ εἰρήνῃ, ὁ μὲν διὰ τὸ εὐτυχεῖν τε καὶ τιμᾶσθαι ἐκ τοῦ πολεμεῖν, ὁ δὲ γενομένης εὐτυχίας καταφανέστερός τε νομίζων εἶναι κακουργῶν καὶ ἀπιστότερος δια‐ βάλλων.” VEΓ3Θ

sch eq

793c

vet ἔτος ὄγδοον] τοσαῦτα ἔτη εἶχον πολεμοῦντες. EΓ3

sch eq

793d

vet ἐλεαίρεις] ἐλεεῖς. Γ2

sch eq

793e

Tr γυπαρίοις] εἶδος ὀρνέου οἱ γῦπες· ἤγουν καλιαῖς ὀρνέων. Lh

sch eq

793f

Tr οὐκ ἐλεαίρεις] ἤγουν οὐ κατοικτείρεις. Lh

sch eq

794a

vet βλίττεις: βλίττειν ἐστὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν. VEΓ3M

sch eq

794b

vet Tr Ἀρχεπτολέμου δὲ φέροντος: παρ’ ἱστορίαν τοῦ Ἀρχεπτολέμου
ἐμνημόνευσεν. ὄγδοον γὰρ ἔτος ἔχοντος τοῦ πολέμου τούτου, ἔτι ζῶντος τοῦ Κλέωνος, ἐνιαύσιον ἐποιήσαντο πρὸς ἀλλήλους ἐκεχειρίαν οἱ Ἀθηναῖοι καὶ οἱ Πελοποννήσιοι, πρεσβείαν πέμψαντες πρὸς ἀλλήλους, οὐ μὴν Ἀρχεπτολέμου190
5πρεσβεύοντός τινος, ἀλλὰ τῶν Λακεδαιμονίων ἦν πρεσβευτὴς Ταῦρος, Ἐχετι‐ μίδης, Ἀθήναιος, Περικλείδας, Αἰνείας, Σισυφαμίδας Ἀριστοδήμου, Σικυωνίων δὲ Δημότιμος Ναυκράτους, Μενεκράτης Ἀμφιδώρου, Ἐπιδαυρίων δὲ Ἀμφίας, Ἀθηναίων δὲ οἱ στρατηγοὶ Νικίας ὁ Νικηράτου, Αὐτοκλῆς Τολμαίου. ἐγένετο δὲ ὁ πόλεμος ἐπὶ ὀκτωκαίδεκα ἔτη. καὶ οὕτως ἡ πρεσβεία τοῦ Κλέωνος ζῶντος,
10ἡ δὲ εἰρήνη μετ’ ἐνιαυτὸν ἐγένετο. εἰκὸς οὖν Ἀρχεπτολέμου μνημονεῦσαι χρησάμενον τῷ ὀνόματι ἵνα μᾶλλον ἔξαρχον ἐπιδείξῃ τοῦ πολέμου τὸν Κλέωνα, ὅτι Ἀρχεπτολέμου εἰρήνην διδόντος οὐ κατεδέξατο Κλέων. VEΓ2Γ3ΘMLh
1vet βλίττεις] ἀμέλγεις. EΓ2

sch eq

794c

vet βλίττεις: βλίττειν ἐστὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν. Γ2Γ3

sch eq

794d

vet βλίττεις] βλίττειν γὰρ τὸ ἀμέλγειν καὶ τὸν δῆμον. Γ2

sch eq

794e

vet βλίττεις] ἐκπιέζεις. M

sch eq

794f

Tr βλίττεις] ἀμέλγεις· κυρίως δὲ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν βλίττειν λέγεται. Lh

sch eq

795

vet ἐξεσκέδασας: διετάραξας· δείκνυσιν οὖν ὅτι οὗτος ἦν αἴτιος
τούτου. EΓ3M191

sch eq

796a

vet (I) ῥαθαπυγίζων: τῇ πυγῇ ῥόθον ποιῶν, τουτέστι τὴν πυγὴν τῇ χειρὶ παίων ἢ τῷ ποδὶ τύπτων. VEΓΘ (II) ἄλλως: λάθρα τύπτων κατὰ τῆς πυγῆς πλατείᾳ τῇ χειρὶ καὶ πλατεῖ τῷ ποδί. τῇ πυγῇ ῥόθον ποιῶν. γελοίου δὲ χάριν τούτῳ ἐχρήσατο. VEΓΘM

sch eq

796b

vet προκαλοῦνται: παρέχουσιν, εὐτρεπίζουσιν. εὐκαίρως δὲ τῷ “προκαλοῦνται” ἐχρήσατο, ἵνα μᾶλλον τοὺς Λακεδαιμονίους ἐπιδικαζο‐ μένους τῆς εἰρήνης δείξῃ καὶ ἐπιθυμοῦντας. VEΓΘ

sch eq

796c

vet αἳ] αἱ πρεσβεῖαι. Γ2

sch eq

796d

Tr ῥαθαπυγίζων] τῇ χειρὶ ἢ τῷ ποδὶ ἐν τῇ πυγῇ ῥόθον ποιῶν. Lh

sch eq

796e

Tr προκαλοῦνται] ἵνα δείξῃ τῆς εἰρήνης ἐπιθυμοῦντας τὸ “προκαλοῦν‐ ται εἴρηκεν. Lh

sch eq

797a

vet ἐν τοῖς λογίοισιν] ἢ ἐν τοῖς χρησμοῖς, ἐν τοῖς θείοις λόγοις. Γ2

sch eq

797b

Tr Ἑλλήνων ἄρξῃ πάντων] πιθανῶς εἰσάγει τὰς ὑποσχέσεις τοῦ Κλέωνος περὶ τῶν ἐνεστηκότων καὶ μελλόντων. Lh

sch eq

798a

vet ὡς τοῦτον δεῖ ποτ’ ἐν Ἀρκαδί: νικήσαντα τοὺς Πελοποννησίους δικάσαι μέχρις Ἀρκαδίας, λαμβάνοντα μισθὸν πεντώβολον, ἀλλ’ οὐ τριώβολον. VEΓ3M

sch eq

798b

vet πεντώβολον] ὡς ἐν τῇ ἡλιαίᾳ λαβεῖν τῆς Ἀττικῆς πεντώβολον ἐν τῇ Ἀρκαδίᾳ νικήσαντα τοὺς Πελοποννησίους. Γ2

sch eq

798c

vet τοῦτον] δῆμον. Γ2

sch eq

798d

vet δεῖ] ἀπόκειται. Γ2

sch eq

798e

vet Ἀρκαδίᾳ] πόλις. Γ2

sch eq

798f

Tr ποτ’] νικήσαντα τοὺς Πελοποννησίους. Lh

sch eq

798g

Tr πεντώβολον ἡλιάσασθαι] δικάσαι λαμβάνοντα πεντώβολον ἢ τριώ‐ βολον. Lh

sch eq

799

vet Tr ἢν ἀναμείνῃ] ἐὰν ὑπομείνῃ καὶ πολεμῶν μὴ ὀκνήσῃ. EΓ2Lh192

sch eq

800a

vet εὖ καὶ μιαρῶς: ἀλλήλοις ἐναντία. εἰ γὰρ εὖ, πῶς μιαρῶς; εἰ δὲ μιαρῶς, πῶς εὖ; πλὴν εἰ μὴ τοῦτο λέγει, ὅτι ἀνενδεῶς τὸ τριώβολον αὐτῶν φροντίσω καὶ ποιήσω λαμβάνειν, οὐ περιεργασόμενος οὔτε εἰ ἀπὸ δικαίου οὔτε εἰ ἀπὸ ἀδίκου πορισθήσεται τὰ πράγματα. πιθανῶς δὲ τὰς ὑποσχέσεις
5τοῦ Κλέωνος περὶ τῶν ἐνεστηκότων καὶ μελλόντων. VEΓΘ

sch eq

800b

vet ἐξευρίσκων] μηχανώμενος. Γ2

sch eq

800c

vet ἕξει] ὁ ἄρχων. V

sch eq

800d

Tr εὖ καὶ μιαρῶς] ἐναντία ταῦτα· πλὴν εἰ μὴ τοῦτο λέγει, ὅτι οὐ περιερ‐ γάσομαι οὔτε εἰ ἐκ δικαίου οὔτε εἰ ἐξ ἀδίκου πορίσεσθε τὰ πράγματα. Lh

sch eq

802

vet καὶ δωροδοκῇς] καὶ δῶρα δέχῃ· καὶ δωροδόκος, ὁ δῶρα δεχόμενος. Γ2

sch eq

803a

vet ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης: ὑπὸ τῶν περιεστώτων κακῶν καὶ τῶν τοῦ πολέμου δυσχερῶν συνεχόμενος μὴ ἐλέγχῃ τὰ σὰ κακουργήματα. ὁμίχλη δὲ ἐπὶ τοῦ τεθολωμένου ἀέρος καὶ μὴ διαυγοῦς μηδὲ λαμπροῦ τάσσεται. ὁ δὲ ὅλος νοῦς, ὅτι οὐ τῷ δήμῳ φίλα φρονῶν πείθεις
5αὐτὸν Ἀρκάσι πολεμεῖν, ἀλλ’ ἵνα περὶ τὸν πόλεμον ἀσχολούμενος μὴ περι‐ εργάζηται τὰ σὰ πανουργήματα. VEΓΘM

sch eq

803b

Tr ὁμίχλη κυρίως ἐπὶ τοῦ τεθολωμένου καὶ μὴ διαφανοῦς ἀέρος τάσσεται, νῦν δὲ ἐπὶ τῶν δυσχερῶν τοῦ πολέμου. λέγει δ’ ὅτι οὐ τῷ δήμῳ φίλα φρονῶν πείθεις αὐτὸν Ἀρκάσι πολεμεῖν, ἀλλ’ ἵνα περὶ τὸν πόλεμον ἀσχολούμενος μὴ περιεργάζηται τὰ σὰ πανουργήματα. Lh

sch eq

803c

Tr τῆς ὁμίχλης] τῶν ἐκ τοῦ πολέμου δυσχερῶν. Lh

sch eq

804a

vet πρὸς σὲ κεχήνῃ] εἰς σὲ ἀποβλέπῃ καὶ πειθαρχῇ. E

sch eq

804b

vet κεχήνῃ] χάσκῃ καὶ ἀποβλέπῃ. Γ2

sch eq

805a

vet οὗτος] ὁ Δῆμος. Γ2

sch eq

805b

vet εἰρηναῖος] μετὰ εἰρήνης. Γ2193

sch eq

806a

vet χίδρα: τινὲς ἄγρια λάχανα, οἱ δὲ τὰ ὄσπρια. κυρίως δὲ τὰ ἀπὸ χλωρᾶς κριθῆς. χίδρα δὲ εἴρηται παρὰ τὸ χεῖσθαι, ἢ τὰ τῇ χειρὶ δρεπόμενα. VEΓΘM

sch eq

806b

vet Tr καὶ στεμφύλων εἰς λόγον ἔλθ: καὶ προσομιλήσῃ τοῖς στεμφύ‐ λοις, ἢ πλησιάσῃ. στέμφυλα δὲ ἐκάλουν οἱ παλαιοὶ τὰ τῶν ἐλαῶν ἀποπιέσματα· περιπτίσματα δὲ τὰ τῶν ἀμπέλων. VEΓΓ3ΘMLh

sch eq

806c

vet Tr ἀναθαρρήσῃ] θαρσαλεώτερος γένηται. EΓ2Lh

sch eq

806d

vet εἰς λόγον ἔλθῃ] φροντίδα κοινωνήσῃ. Γ2

sch eq

806e

vet totus versus] ἀντὶ τοῦ ἀπερίεργόν τινα βίον ζήσῃ. Γ2

sch eq

806f

Tr χίδρα] ἄγρια λάχανα, οἱ δὲ ὄσπρια ἢ χλωρὰς κριθάς. Lh

sch eq

806g

Tr στεμφύλων εἰς λόγον ἔλθῃ] προσομιλήσῃ τοῖς στεμφύλοις ἢ πλη‐ σιάσῃ. Lh

sch eq

807a

vet Tr παρεκόπτου: παρῄρου, ἐλυμαίνου. ἀπὸ μεταφορᾶς τῶν παρακοπ‐ τομένων τὰ πτερὰ ὀρνέων. ἰδίως δὲ τὸν μισθὸν τῶν στρατευομένων οἱ παλαιοὶ μισθοφορὰν ἐκάλουν. φησὶν οὖν ὅτι τοῦ πολέμου ἀπαλλαγέντες ἐπιγνώσονται τὴν βλάβην, ἣν διὰ τῆς μισθοφορᾶς αὐτοὺς ἔβλαπτες, πλείονα αὐτοὺς ἀγαθὰ
5παραιρούμενος, ὧν ἀπολαύειν ἐδύναντο εἰρήνην ἄγοντες. VEΓΘMLh

sch eq

807b

Tr παρεκόπτου] παρῄρου, ἐλυμαίνου. Lh

sch eq

808a

vet Tr δριμὺς] ἤγουν ὀργῆς γέμων, τραχύς. EΓ2Lh

sch eq

808b

vet Tr κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων] καταδικάσαι προῃρημένος. EΓ2Lh

sch eq

808c

vet ἰχνεύων] ἐρευνῶν. Γ2

sch eq

809a

vet Tr ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτο: παρακρούῃ καὶ
παραλογίζῃ καὶ παραπλανᾷς καὶ ὀνειροπολεῖς ὀνείρους ὁρῶν. VEΓΘMLh194

sch eq

809b

vet ἃ] ὧν, πραγμάτων ἐκείνων. Γ2

sch eq

809c

vet ὀνειροπολεῖς] φαντάζῃ. Γ2

sch eq

809d

vet περὶ σαυτοῦ] περὶ τοῦ Δήμου. EΓ3

sch eq

810

vet διαβάλλειν] ἤγουν διαβολῇ χρῆσθαι. Γ2

sch eq

811

vet πεποιηκότα] καὶ ταῦτα δηλονότι. Γ2

sch eq

813a

vet ὦ πόλις Ἄργους] ἀπὸ τοῦ Τηλέφου Εὐριπίδου. τὸ δὲ “κλύεθ’ οἷα λέγει ἀπὸ τῆς Μηδείας. EΓ2

sch eq

813b

vet σὺ] σὺ δεικτικῶς. EΓ3

sch eq

814a

vet Tr (I) ἐπιχειλ: τουτέστι χείλη μὴ ἔχουσαν. αἰνίττεται δὲ διὰ τούτου τὴν ἱστορίαν Θεμιστοκλέους, ὅτι τὴν πόλιν ἐτείχισε, καὶ ταῦτα παρὰ γνώμην τῶν Πελοποννησίων ἀπατήσας αὐτούς. φασὶ γὰρ τῶν Λακεδαιμονίων μαθόντων ἐκτειχίζεσθαι τὰς Ἀθήνας καὶ μὴ ἐπιτρεπόντων, καταστρατηγῆσαι τὸν
5Θεμιστοκλέα ἐπὶ τῷ δεῖξαι τοῖς Λακεδαιμονίοις ὅτι ἐπὶ τῷ κοινῷ τῆς Ἑλλάδος συμφέροντι τειχίζοιεν τὴν πόλιν. χειροτονηθεὶς δὲ πρεσβευτὴς τοῖς μὲν Ἀθη‐ ναίοις ἔδωκεν ἐντολὰς τειχίζειν πάσῃ σπουδῇ τὴν πόλιν, μὴ φειδομένους μήτε ἰδίου μήτε δημοσίου τινὸς οἰκοδομήματος, τοῖς δὲ συμπρεσβευταῖς προσέταξε βράδιον ἐλθεῖν εἰς τὴν Λακεδαίμονα. αὐτὸς δὲ ἀφικόμενος ἐκεῖσε καὶ τῶν
10Λακεδαιμονίων ἀξιούντων αὐτὸν εἰς τὸ κοινὸν παρεῖναι, καὶ λέγειν ὧν χρῄζων ἀφῖκται, τὸ μὲν πρῶτον εἰς τὴν παρουσίαν ὑπερετίθετο τῶν πρεσβέων· μὴ γὰρ ἀσφαλὲς ὑπάρχειν αὐτῷ κοινὰς ἐντολὰς λαβόντι μόνῳ ἀποπληρῶσαι τὴν πρεσβείαν. καὶ ᾔσχαλλεν ὅτι μήπω παρεγένοντο. ὡς δὲ χρόνος ἱκανὸς
διεγένετο καὶ οἱ συμπρέσβεις παρῇσαν, ἤδη δὲ τοῦ τείχους ἱκανῶς προκεχωρη‐195
15κότος τοῖς Λακεδαιμονίοις ἤγγελτο ὅτι τετειχισμέναι λοιπὸν εἶεν Ἀθῆναι, παρελθὼν ἔπειθεν αὐτοὺς μὴ ταχέως πιστεύειν τοῖς λεγομένοις, μηδὲ τοῖς βουλομένοις εἰς ἔχθραν καταστῆσαι τὴν πόλιν, ἀλλ’ ἐπιλεξαμένους αὐτῶν ἄνδρας τοὺς εὐνοίᾳ καὶ πίστει διαφέροντας ἐπόπτας ἐκπέμψαι. μέχρι δὲ τῆς ἐκείνων παρουσίας ὁμηρὸν ἑαυτὸν κατεπηγγέλλετο, κἀν τούτῳ τριβήν τινα
20χρόνου ἐμποιῶν. πεισθέντων οὖν Λακεδαιμονίων καὶ τοὺς μάλιστα διαφέροντας εὐνοίᾳ καὶ πίστει τῶν πολιτῶν πεμψάντων, λάθρα τοῖς Ἀθηναίοις πέμψας προσέταξε μὴ πρότερον τοὺς Λακεδαιμονίων ἄνδρας ὀπίσω πάλιν ἐλθεῖν ἐᾶσαι, πρὶν αὐτόν τε καὶ τοὺς συμπρέσβεις ἀπολύσωσι Πελοποννήσιοι. ἔστιν οὖν τὸ νόημα ὑπερβατόν. ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· ὅστις ἐποίησε μεστὴν
25ἡμῶν καὶ ὁλόκληρον εὑρὼν τὴν πόλιν ἀτείχιστον οὖσαν. VEΓ3ΘMLh
vet (II) ἄλλως: ἐπιχειλ: ἐνδεᾶ. ἐπιχειλὲς γὰρ μέτρον λέγεται τὸ μὴ πλῆρες, ἀλλ’ ἀπομεσούμενον. αἰνίττεται δὲ ὅτι αὐτὸς τὴν πόλιν ἐτείχισεν. VEΓΘ

sch eq

814b

Tr ἐπιχειλῆ] ἐνδεᾶ. Lh

sch eq

815a

vet καὶ πρὸς τούτοις ἀριστώσ: καὶ πρὸς τούτοις ἄριστα τῆς πόλεως ἐχούσης. ἔπαιξε δὲ τὸ “ἀριστώσ πρὸς τὰ ἐπιφερόμενα. VEΓΘM

sch eq

815b

vet τὸν Πειραι: καὶ τὸν Πειραιᾶ γὰρ ἐτείχισεν, ὃς ἀπεῖχε τῆς πόλεως σταδίους λεʹ, παρὰ θάλατταν ὤν. ἔπαιξε δὲ τὸ “ἀριστώσ πρὸς
τὰ ἐπιφερόμενα· πρὸς ὃ ἐπιφέρει καὶ τὸ “ἰχθῦς παρέθηκεν”. VEΓ3M196

sch eq

815c

vet (I) προσέμαξεν: προσέθηκε, προσεκόλλησεν. μάττειν γὰρ λέγεται τὸ ἀναμιγνύναι καὶ φυρᾶν καὶ εἰς ἓν συνάγειν τὰ ἄλευρα. ἑξῆς οὖν τὸ μάττειν προσήνεγκε, διὰ τὸ προειρηκέναι “ἀριστώσῃ”. αἰνίττεται δὲ διὰ τούτων τὰ μακρὰ τείχη παρὰ τοῖς Ἀθηναίοις καλούμενα. μακρὰ δὲ ἐλέγοντο διὰ τὸ
5ἀπὸ τῆς πόλεως διήκειν μέχρι τοῦ Πειραιέως. VEΓΘM (II) ἄλλως: ἐμπόριον ὁ Πειραιεὺς τῶν Ἀθηναίων, ἐπὶ τῇ θαλάττῃ κείμενος, ἀπὸ πέντε τῆς πόλεως σημείων. VEΓ3Θ

sch eq

815d

Tr καὶ οὕτως ἐτείχισε καὶ τὸν Πειραιᾶ, ἀπέχοντα τῆς πόλεως σταδίους λεʹ, παρὰ θάλατταν ὄντα. πρὸς δὲ τὸ “ἀριστώσ παίζων ἐπήγαγε τὸ “ἰχθῦς παρέθηκεν”. Lh

sch eq

815e

Tr ἀριστώσῃ] ἄριστα ἐχούσῃ τῇ πόλει· καὶ τὸν Πειραιᾶ γὰρ ἐτείχισεν. Lh

sch eq

815f

Tr προσέμαξεν] προσπαρέθηκε, προσεκόλλησε. Lh

sch eq

816a

vet ἰχθὺς καινοὺς παρέθηκεν: οἷον ἐκ τοῦ Πειραιέως ἐποίησεν αὐτὸν ἰχθύας ἔχειν. τὸν γὰρ Πειραιᾶ Θεμιστοκλῆς προσέβαλε τῇ πόλει. τὸ δὲ “παρέθηκε”, προσέθηκε, προσεκόλλησε τὰ μακρὰ τείχη. VEΓΘ

sch eq

816b

Tr ἰχθῦς παρέθηκεν] οἷον ἐκ τοῦ Πειραιῶς ἐποίησεν αὐτοὺς ἰχθύας ἔχειν. προσεκόλλησε τὰ μακρὰ τείχη λεγόμενα μέχρι τοῦ Πειραιῶς. Lh

sch eq

817

vet Tr μικροπολίτας: διὰ τὴν ἐκ τοῦ πολέμου στενοχωρίαν τῶν ἀναλω‐ μάτων καὶ τὴν τῶν ἀνδρῶν σπάνιν συνέστειλαν τὰ τείχη. VEΓΓ2ΘMLh

sch eq

818

vet Tr διατειχίζων: συνάγων καὶ συστέλλων τὰ τείχη. διὰ γὰρ τὸν πόλε‐ μον καὶ τὰ ἐπὶ τοῖς φρουρίοις ἀναλώματα καὶ τὴν τῶν ἀνδρῶν σπάνιν συνέστειλαν
τὰ τείχη. VEΓΘMLh197

sch eq

819a

vet κἀκεῖνος μὲν φεύγει τὴν γῆν: ἐξωστράκισε γὰρ τὸν Θεμιστο‐ κλέα ὁ δῆμος· ἢ διὰ τὸν χρησμόν φησι τοῦτο. VEΓΘM

sch eq

819b

vet σὺ δ’ Ἀχιλλείων ἀπομάττ: σὺ δὲ τῆς ἐν πρυτανείῳ σιτήσεως μετέχεις. ἐκαλοῦντο γὰρ Ἀχίλλειαι κριθαί τινες καθαραὶ ὡς εὐγενεῖς αὗται. VEΓΘM

sch eq

819c

vet κἀκεῖνος μὲν φεύγει τὴν γῆν] ὁ δῆμος ἐξωστρακίσθη ἀπὸ τῆς γῆς. Γ2

sch eq

819d

vet ἀπομάττῃ] ἀπολαύῃς. Γ2

sch eq

819e

Tr κἀκεῖνος μὲν φεύγει] ἐξωστράκισε γὰρ αὐτὸν ὁ δῆμος, τὸν Θεμιστο‐ κλέα. Lh

sch eq

819f

Tr Ἀχιλλείων] κριθῶν καθαρῶν οὕτως ὠνομασμένων ὡς εὐγενῶν. Lh

sch eq

821a

vet Tr μὴ σκέρβολλε: μὴ λοιδόρει. δηλοῖ δὲ καὶ τὸ κερτομεῖν. κεῖται δὲ νῦν ἡ λέξις ἀντὶ τοῦ μὴ ποίκιλλε. καὶ Καλλίμαχος “σκέρβολα μυθήσαντο”. VEΓΘLh

sch eq

821b

vet ὁτιή] διότι. Γ2

sch eq

821c

vet πονηρά] πικρά. EΓ3

sch eq

822a

vet ἐγκρυφιάζων: ἐμφωλεύων καὶ ἀποκρύπτων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐλάνθανές με ῥᾳδιουργῶν περὶ τὴν πόλιν. ἀπὸ δὲ τοῦ ἐγκρυφίου ἄρτου μετήνεγκεν. οἷον λανθάνων καὶ ἐγκρύπτων σεαυτόν. VEΓΘ

sch eq

822b

vet πολλοῦ] πρὸ πολλοῦ. Γ2

sch eq

822c

vet ἐλελήθεις] λείπει καὶ νῦν. Γ2

sch eq

822d

Tr ἐγκρυφιάζων] ἀπὸ τοῦ ἐγκρυφίου ἄρτου μετήνεγκε τὸ “ἐγκρυφιά‐ ζων”, ἤγουν ἐμφωλεύων καὶ ἀποκρύπτων σεαυτόν. Lh

sch eq

824a

vet (ad vv. 824—35) διπλῆ δὲ καὶ εἴσθεσις εἰς περίοδον ἀναπαιστικὴν
τετρακαιεικοσίμετρον δωδεκάκωλον. VEΓΘ198

sch eq

824b

vet Tr ὁπόταν χασμ: ὁπότε μετεωροφρονεῖς· οἷον, περὶ ἄλλα τὴν διά‐ νοιαν ἔχεις. VEΓΘLh

sch eq

824c

vet χασμᾷ] χάσκῃς. Γ2

sch eq

825a

vet τῶν εὐθυνῶν: τῶν δικῶν, λογισμῶν. οἱ γὰρ χειρίσαντές τι τῶν κοινῶν καὶ διοικήσαντες τῶν ἀνηλωμένων χρημάτων εὐθύνας καὶ λογισμοὺς ἐδίδοσαν. VEΓΘ

sch eq

825b

vet ἐκκαυλίζων: ἀπὸ τῶν τὰ λάχανα ἀποκλώντων τῇ μεταφορᾷ ἐχρήσατο· οἷον ἀνασπῶν καὶ ἀναιρῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· μισθὸν λαμ‐ βάνων παρὰ τῶν διοικούντων τὰ κοινὰ ἐκκόπτει αὐτῶν τὰς δίκας, ἵνα μὴ ὁ δῆμος εὐθύνας λαμβάνειν παρ’ αὐτῶν δύνηται. VEΓΘM

sch eq

825c

vet εὐθυνῶν] δικῶν, κρίσεων. Γ2

sch eq

825d

vet ἐκκαυλίζων] συντρίβων. Γ2

sch eq

825e

Tr εὐθυνῶν] τῶν δικαίων παραλογισμῶν. Lh

sch eq

825f

Tr ἐκκαυλίζων] ἀνασπῶν καὶ ἀναιρῶν. Lh

sch eq

826a

vet καταβροχθίζει: καταπίνει. VEΓΓ2Θ

sch eq

826b

vet ἀμφοῖν χειροῖν〉: ἀμφοτέραις ταῖς χερσί, τουτέστιν ἀπλήστως καὶ λαβρῶς καὶ ἀφειδῶς. VEΓΘ

sch eq

826c

Tr καταβροχθίζει] λάβρως καταπίνει. Lh

sch eq

826d

Tr ἀμφοῖν χειροῖν] ἀμφοτέραις χερσί. Lh

sch eq

827a

vet (I) μυστιλᾶται: κατατρώγει. ἰδίως δὲ παρὰ τοῖς Ἀττικοῖς μυστίλην ἐκάλουν τὸν ἄρτον τὸν τοῖς κυσὶ παραβαλλόμενον. VEΓΘM (II) ἄλλως: μυστίλη ὁ κοῖλος ἄρτος, ᾧ δύναταί τις καὶ ζωμὸν ἀρύσασθαι. VEΓ3ΘM

sch eq

827b

Tr μυστιλᾶται] κατατρώγει· μύστιλον γὰρ τὸν κοῖλον ἄρτον ἔλεγον Ἀττικοί. Lh

sch eq

828

vet οὐ χαιρήσεις] οὐ χαίρων ἀπαλλάξεις. EΓ2199

sch eq

829a

vet (I) αἱρήσω: διελέγξω· ἔλαβε δὲ τοῦτο ἀπὸ τοῦ “χαιρήσεις”. VEΓΘM (II) ἄλλως: κλοπῆς σου κατηγορήσας καταδίκης αἴτιός σοι γενήσομαι, νικήσας σε. VEΓ3

sch eq

829b

Tr αἱρήσω] διελέγξω, φθερῶ, ἀπὸ τοῦ χαιρήσω. Lh

sch eq

830a

vet (I) τί θαλαττοκοπεῖς: ἐθαλαττοκράτουν γὰρ οἱ Ἀθηναῖοι· ὡς τοῦ Κλέωνος συνεχῶς προφερομένου τὴν κατὰ θάλατταν δυναστείαν. πλα‐ τυγίζειν δὲ κυρίως τὸ ἐπιτιθέναι πλαταγώνιον τῇ ἀριστερᾷ χειρὶ καὶ παίειν τῇ δεξιᾷ καὶ ἦχον ἀποτελεῖν. VEΓ3ΘM
5 (II) ἄλλως: τί ταράττῃ καὶ θορυβῇ; ἔλαβε δὲ τὴν χρῆσιν τοῦ ὀνόματος ἀπὸ τῆς θαλάττης. ἐπειδὰν γὰρ ὑπὸ σφοδροτέρων ἀνέμων ταραχθῇ τὰ κύματα, ἀλλήλοις συγκρούουσιν. VEΓΘM

sch eq

830b

vet θαλαττοκοπεῖς καὶ〉 πλατυγίζεις: ἄμφω μεγαλορρημοσύνης δείγματα. τί, φησί, μεγαλορρημονεῖς καὶ πλατύνῃ καὶ ἀλαζονεύῃ; ἀπὸ δὲ τοῦ πλατυτέρου μέρους τῆς κώπης, ὃ τῇ θαλάττῃ μᾶλλον προσερείδεται καὶ τύπτον τὸ ὕδωρ τῇ εἰρεσίᾳ ἀπεργάζεται κτύπον, ἡ μεταφορά. ἀκολούθως δὲ τῷ
5θαλαττοκοπεῖς ἐπήγαγε τὸ “πλατυγίζεις”. VEΓΘM

sch eq

830c

Tr totus versus] ταράττῃ καὶ θορύβει καὶ ἀλαζονεύῃ· τὴν χρῆσιν δὲ ἔσχε τῶν ῥημάτων ἀπὸ τῆς θαλάττης καὶ τῆς πλάτης, ἤτοι τῆς κώπης. Lh

sch eq

831

vet ὢν] καὶ ταῦτα. Γ2

sch eq

834a

δωροδοκήσαντ’ ἐκ Μιτυλήνης: ὄντως ἐδωροδόκησεν ὁ Κλέων ἐκ
Μιτυλήνης. οὐ μόνον δὲ τὸ δῶρα διδόναι καὶ ἀναπείθειν, ἀλλὰ καὶ τὸ λαμβάνειν δωροδοκῆσαι λέγεται. πόλις δὲ Λέσβου τῆς νήσου Μιτυλήνη, φίλη μὲν Ἀθη‐ ναίοις καὶ σύμμαχος, ὕστερον δὲ νεωτερίσασαν καὶ ἀποστᾶσαν κατέστρεψαν200
5μὲν πάλιν οἱ Ἀθηναῖοι Χάρητος στρατηγοῦντος, συμβουλεύσαντος δὲ Κλέωνος ἐψηφίσαντο παῖδας μὲν καὶ γυναῖκας ἡβηδὸν ἀποκτεῖναι Μιτυληναίων, ἐξανδρα‐ ποδίσασθαι δὲ πᾶσαν τὴν πόλιν. καὶ ναῦν ἐξέπεμψαν εὐθὺς ἀγγέλλουσαν τὰ βεβουλευμένα τῷ Χάρητι. τῇ δευτεραίᾳ δὲ μετανοοῦντας αἰσθόμενος ἐπὶ τοῖς γνωσθεῖσι Διόδοτος, εἷς καὶ αὐτὸς ὢν τῶν πολιτευομένων τότε, γενομένης
10δὶς τῆς ἐκκλησίας, καὶ οὐδὲν 〈οὐκ〉 ἀντιλέγοντος τοῦ Κλέωνος, καὶ παρα‐ κελευομένου ἅπαξ τοῖς δόξασιν ἐμμένειν, παρελθὼν μεταγνῶναι τοὺς Ἀθη‐ ναίους ἔπεισεν. ἦσαν γὰρ καὶ ἄλλοι τινὲς τὰ τῶν Μιτυληναίων φρονοῦντες, οὐ μὴν ἀλλὰ καὶ αὐτῶν ἄνδρες Μιτυληναίων κατά τινα πρεσβείαν ἀφιγμένοι πείθουσι διὰ τάχους ἑτέραν πέμψαι τριήρη, ἀπαγορεύουσαν τῷ Χάρητι μηδὲν
15διαπράξασθαι τῶν πρότερον ἐπεσταλμένων. τοὺς δὲ ναύτας τῆς δευτέρας τριήρους τῇ τε ἄλλῃ παρακλήσει καὶ δώρων ὑποσχέσει προὐτρέψαντο πάσῃ σπουδῇ περὶ τὸν πλοῦν χρήσασθαι προθύμως, ὡς ἂν τὴν προτέραν τριήρη φθάσαιεν. οἱ δέ, ἅτε καὶ ἐπὶ χρηστὸν πλέοντες πρᾶγμα καὶ ταῖς παρα‐ κλήσεσιν εἴξαντες, τοσαύτῃ περὶ τὴν εἰρεσίαν ἐχρήσαντο σπουδῇ, ὥστε οὐκ
20ἔφθη καταπλεύσασα ἡ προτέρα ναῦς, καὶ ὁ Χάρης λαβὼν τὰ γράμματα, .... παρὰ τοσοῦτον κινδύνου ἡ Μιτυλήνη ἦλθεν. ἀπὸ ταύτης οὖν φησιν αὐτὸν
ἐπιδείξειν τὸ ἀργύριον εἰληφότα, λεληθότως δὲ πάλιν αὐτὸν εἰς ὠμότητα διαβάλλει τῶν τρόπων. οὐ γὰρ φαίνεται λαβὼν πλεῖν ἢ μνᾶς μʹ παρὰ τῶν Μιτυληναίων ὁ Κλέων μισθόν. πιθανῶς δὲ ἐπλάσατο αὐτὸν εἰληφέναι, ἐπειδὴ201
25ἐκεῖνός φησιν αὐτὸν δέκα μυριάδας πόλεως κεκλοφέναι. φιλονεικεῖ δὲ ἐν πᾶσιν αὐτὸν ἀμείβεσθαι τοῖς ἴσοις. VEΓ3ΘM

sch eq

834b

Tr ἱστορία ὅπως παρεστήσατο Χάρης Λέσβον: πόλις Λέσβου τῆς νήσου Μιτυλήνη, φίλη μὲν Ἀθηναίων καὶ σύμμαχος, ὕστερον δὲ νεωτερί‐ σασαν καὶ ἀποστᾶσαν κατέστρεψαν Ἀθηναῖοι Χάρητος στρατηγοῦντος. συμβουλευσαμένου δὲ Κλέωνος ἐψηφίσαντο παῖδας μὲν καὶ γυναῖκας ἀποκτεῖναι
5Μιτυληναίων, ἐξανδραποδίσαι δὲ πᾶσαν τὴν πόλιν. καὶ ναῦν εὐθὺς ἐξέπεμψαν ἀγγέλλουσαν τὰ βεβουλευμένα τῷ Χάρητι. Διόδοτος δὲ εἷς ὢν τῶν πολιτευο‐ μένων αἰσθόμενος μεταγνόντας ἐπὶ τοῖς προτέροις, δευτέρας ἐκκλησίας γενο‐ μένης, παρελθὼν πείθει αὐτοὺς μεταβουλεύσασθαι ἐπὶ τοῖς δεδογμένοις. οὐ μὴν ἀλλὰ καὶ τῶν Μιτυληναίων ἄνδρες κατά τινα πρεσβείαν ἀφιγμένοι πεί‐
10θουσι δώροις τὸν Κλέωνα συμβουλεύσασθαι Ἀθηναίοις ἀνατρέψαι ἃ πρότερον αὐτοῖς κατὰ τῶν Μιτυληναίων συνεβουλεύσατο. καὶ πείσας αὐτοὺς ἑτέραν αὖθις ναῦν ἐκπέμπει πάσῃ σπουδῇ, ἀπαγορεύουσαν μηδὲν διαπράξασθαι τὸν Χάρητα τῶν πρότερον ἐπεσταλμένων· οἱ δὲ ἐν αὐτῇ τοσούτῳ τάχει ἐχρήσαντο ὥστε καταλαβεῖν τὴν προτέραν ναῦν μήπω φθάσασαν κατᾶραι εἰς τὸν λιμένα.
15Χάρης δὲ λαβὼν τὰ δεύτερα γράμματα ἀπέστη τοῦ κακόν τι ποιῆσαι Μιτυληναί‐ ους. παρὰ τοσοῦτον κινδύνου ἦλθεν ἡ Μιτυλήνη. ἀπὸ ταύτης οὖν φησὶν αὐτὸν ἀποδείξειν ἀργύριον εἰληφότα. τοῦτο δὲ εἶπεν, ἐπειδὴ πρότερον ἐκεῖνος αὐτόν φησι δώδεκα μυριάδας ἐκ τῆς πόλεως κεκλοφέναι, φιλονεικῶν τοῖς ἴσοις ἀμείβεσθαι. Lh

sch eq

834c

Tr δωροδοκήσαντ’] δῶρα λαβόντα. Lh

sch eq

834d

Tr Μιτυλήνης] πόλις Λέσβου τῆς νήσου. Lh

sch eq

836

vet (ad vv. 836—910) ὦ πᾶσιν ἀνθρώποις: διπλῆ καὶ ἔκθεσις οὐ κατ’ ἴσον τοῖς ἀναπαίστοις εἰς ἰάμβους τετραμέτρους καταληκτικοὺς οεʹ.
VEΓΘ202

sch eq

837a

vet εἰ γὰρ ὧδ’ ἐποίσεις: εἰ γὰρ εἰς τέλος ἐναντιούμενος αὐτῷ παρα‐ μείνῃς πρὸς τὴν γραφὴν τῆς κατηγορίας· εἰ γὰρ οὕτω τῇ κατηγορίᾳ χρήσῃ. VEΓ3M

sch eq

837b

vet Tr ὧδ’ ἐποίσεις] ἤγουν οὕτω τῇ κατηγορίᾳ χρήσῃ. Γ2Lh

sch eq

838

vet καθέξεις] μέλλεις κατακρατήσειν. Γ2

sch eq

839a

vet Tr τῶν συμμάχων τ’ ἄρξεις: ἔπαιξε παρὰ τὸ θαλασσοκρατεῖν τοὺς Ἀθηναίους καὶ τοὺς νησιώτας ἔχειν ὑποτελεῖς φόρων. VEΓ2MLh

sch eq

839b

vet τῶν συμμάχων] ἐκφέρων τοὺς ὑπηκόους. EΓ3

sch eq

839c

vet ἔχων τρίαιναν] ἐπειδὴ ἐθαλασσοκράτουν. E

sch eq

840a

vet Tr ἐργάσ: συνάξεις. τὸ δὲ “σείων οἷον διασείων καὶ ἀπαιτῶν. VEΓ3MLh

sch eq

840b

vet ἐργάσῃ] ἤγουν τῇ τριαίνῃ. Γ2

sch eq

841a

vet Tr λαβήν: ἀφορμήν, λῆμμα, ὡς παλαιστῇ. VEΓ3MLh

sch eq

841b

vet μὴ] ὅρα ἵνα ... καὶ ἐᾶν. Γ2

sch eq

841c

vet λαβὴν] ὡς ἐπὶ παλαιστοῦ. Γ2

sch eq

842a

vet Tr κατεργάσῃ γάρ: νικήσεις, περιέσῃ αὐτοῦ σῶμα ἔχων ἰσχυρὸν καὶ στερρότατον, τουτέστιν ἑταιρίαν ἔχων τοιαύτην. VEΓ2MLh

sch eq

842b

vet κατεργάσῃ] καὶ ἀπολέσεις. Γ2

sch eq

842c

vet πλευρὰς .... τοιαύτας] ἤγουν συμμάχους τοιούτους, τουτέστιν ἡμᾶς. Γ2

sch eq

842d

Tr Unknown Manuscript Character. Lh

sch eq

843a

vet Tr οὐκ ὦγαθο: οὐ ταῦτα τοῦτον ἕξει τὸν τρόπον, ὡς ὑμεῖς φατὲ καὶ
προσδοκᾶτε. VEΓ2Lh203

sch eq

843b

vet μὰ τὸν Ποσειδ: ὅτι περὶ τριαίνης † εἰπὼν † καὶ “σείων καὶ ταράττων τὸν Ποσειδῶνα ὄμνυσιν. VEΓ3M

sch eq

843c

vet τὸν Ποσειδῶνα δὲ ὄμνυσι πρὸς τὰ ὑπὸ τοῦ χοροῦ ῥηθέντα. Γ2

sch eq

843d

vet ταύτῃ] κατά τινα τρόπον, οὕτως. Γ2

sch eq

843e

Tr (ad vv. 843—910) οὐκ ὦγαθοὶ ταῦτ’ ἐστίν: εἴσθεσις ἑτέρας διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν ξηʹ, ὧν τελευταῖος “ἀπομυξάμενος ὦ Δῆμ’ ἐμοῦ πρὸς τὴν κεφαλὴν ἀποψῶ”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ δὲ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα. Lh

sch eq

843f

Tr μὰ τὸν Ποσειδῶ] οὕτως πρὸς τὰ εἰρημένα, τὸ “τρίαιναν σείων καὶ ταράττων”, καὶ αὐτὸς τὸν Ποσειδῶνα ὄμνυσιν. Lh

sch eq

845a

vet ἐπιστομίζειν: κατασιγάζειν, † ἐπὶ στόμα ἔχειν τῶν κατ’ ἐμοῦ, λέγων καὶ διαβάλλων, † μηδὲ φωνὴν ἐᾶν προϊέναι. VEΓ3M

sch eq

845b

Tr ἐπιστομίζειν] κατασιγάζειν. Lh

sch eq

846a

vet Tr τῶν ἀσπίδων τῶν ἐκ Πύλου: πάλιν ὁ Κλέων τὰ περὶ Πύλον θρυλεῖ καὶ Σφακτηρίαν καὶ τὰ τῶν αἰχμαλώτων. ἔθος δὲ ἦν τὰ ἀπὸ τῶν πολε‐ μίων ὅπλα ἐν τοῖς ἱεροῖς ἀνατιθέναι. ἕως οὖν, φησίν, ἀνάκειται τὰ ἀπὸ Πύλου καὶ Σφακτηρίας ὅπλα, ἅπερ ἀνέθηκα τοῖς θεοῖς νικήσας, οὐδεὶς τῶν ἐχθρῶν
5τολμήσει κατ’ ἐμοῦ λέγειν. VEΓΘMLh

sch eq

846b

vet ἕως ἂν ᾖ τι τῶν ἀσπίδων: τὴν Πύλον λέγει. πιθανῶς δὲ τὸν Κλέωνα ἑνὶ μόνῳ κατορθώματι ποιεῖ ἐπερειδόμενον. M

sch eq

846c

vet τῶν ἐκ Πύλου] ὄντων. Γ2

sch eq

846d

Tr τῶν ἀσπίδων] ἅσπερ ἀνέθηκα τοῖς θεοῖς νικήσας καὶ παραστησάμενος
Πύλον. Lh204

sch eq

847

vet Tr λαβὴν γὰρ ἐνδέδωκας: κατὰ σεαυτοῦ. οἷον ἀφορμὴν κατὰ σοῦ κατηγορίας. ἀπὸ δὲ τῶν ἀσπίδων τὴν λαβὴν εἶπεν. VEΓ3MLh

sch eq

848a

vet Tr ἐκ προνοίας] ἐξεπίτηδες. EΓ3Lh

sch eq

848b

vet προνοίας] προμηθίας. Γ2

sch eq

849a

vet αὐτοῖσι τοῖς πόρπαξι: σὺν αὐταῖς ταῖς ὀχάναις. πόρπαξ, ἐν ᾧ τὴν ἀσπίδα κατέχουσι, ὃ καλεῖται ὀχάνη. ἀνετίθεσαν δὲ τὰ ἐκ τῶν πολεμίων ὅπλα ἄνευ τῶν ὀχάνων, ἵνα μὴ ἑτοίμως ἔχωσιν αὐτοῖς χρῆσθαι. VEΓΘM

sch eq

849b

vet ταύτας] ἤγουν τὰς ἀσπίδας. Γ2

sch eq

849c

vet τοῖς πόρπαξι] ἤγουν τὰ ὀχάνικα. Γ2

sch eq

849d

Tr μέσον τῶν ἀσπίδων ἦν πόρπαξ, ὅνπερ ὀχάνην ἐκάλουν, δι’ ἧς ἔφερον τὴν ἀσπίδα. περιφερὴς δὲ οὖσα ἡ ἀσπὶς ἐκινεῖτο κυκλικῶς διὰ τοῦ πόρπακος. ἀνετίθεσαν δὲ ταύτας τὰς ἀσπίδας ἄνευ τοῦ πόρπακος, ἵνα μὴ ἑτοίμως αὐταῖς ἔχωσι χρῆσθαι. Lh

sch eq

849e

Tr τοῖς πόρπαξι] ταῖς ὀχάναις ἐν αἷς τὴν ἀσπίδα κατέχουσι· μέσον γὰρ τῶν ἀσπίδων ἦν πόρπαξ. Lh

sch eq

850a

vet μηχάνημα] στρατήγημα, πανούργημα. EΓ3

sch eq

850b

Tr μηχάνημα] πανουργία. Lh

sch eq

851a

vet Tr τοῦτο] τὸ κολάσαι. EΓ3Lh

sch eq

851b

vet ἐκγένηται] δυνατὸν γένηται. Γ2

sch eq

851c

Tr ἐκγένηται] ἐκτελεσθῇ. Lh

sch eq

852a

vet στῖφος: σύστημα, πλῆθος. τοῦτο δὲ ἔτρεφεν ὁ Κλέων, ἵνα ἔχῃ, φησί, συνερχόμενον αὑτῷ πρὸς τὴν πολιτείαν. VEΓΘ

sch eq

852b

vet Tr στῖφος] σύστημα, πλῆθος. Γ2Lh

sch eq

853a

vet νεανιῶν] ἤγουν νέων ἀνδρῶν. ἀπὸ τοῦ εἴκοσι δὲ καὶ ἐπάνω ἐστὶ νεανίας. Γ2

sch eq

853b

vet τούτους περιοικοῦσι] ἤγουν κύκλῳ κατοικοῦσι τούτων. Γ2205

sch eq

854a

vet εἰς ἕν ἐστι συγκεκυφός: συνελθόν· ἀντὶ τοῦ ὁμονοοῦσιν ἑαυτοῖς καὶ συμπνέουσιν. VEΓ3M

sch eq

854b

vet συγκεκυφός] συντεῖνον, συντρέχον. Γ2

sch eq

854c

Tr συγκεκυφός] ὁμονοοῦν, ἀντὶ τοῦ συνελθόντες αὐτῷ συμπνέουσιν. Lh

sch eq

855a

vet ὥστε εἰ σὺ βριμήσαιο: εἰ βουληθείης αὐτὸν ἐξοστρακίσαι, τουτέστιν ἐξορίσαι. παροξῦναι δὲ δεῖ τὸ ὀστρακίνδα καὶ πάντα τὰ τοιαῦτα ἐπὶ παιδιᾶς τασσόμενα. ΓΘ

sch eq

855b

vet Tr ὀστρακίνδα: ἔστι μὲν ὄνομα παιδιᾶς. θέλει δὲ εἰπεῖν, εἰ θελήσειας αὐτὸν ἐξοστρακισθῆναι. ὁ δὲ τρόπος τοιοῦτος τοῦ ἐξοστρακισμοῦ. προεχει‐ ροτόνει ὁ δῆμος ὄστρακον εἰσφέρειν, καὶ ὅταν δόξῃ, ἐφράττετο σάνισιν ἡ ἀγορὰ καὶ κατελείποντο εἴσοδοι δέκα, δι’ ὧν οἱ εἰσιόντες κατὰ φυλὰς ἐτίθεσαν
5ὄστρακον, ἐντιθέντες τὴν ἐπιγραφήν. ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή. ἀριθμηθέντων δέ, ᾧ πλεῖστα γένοιτο καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει ἐν δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως. εἰ δὲ μὴ γένοιτο ἑξακισχί‐ λια, οὐ μεθίστατο. οὐ μόνον δὲ Ἀθηναῖοι ὠστρακοφόρουν, ἀλλὰ καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Μεγαρεῖς. σχεδὸν δὲ οἱ χαριέστατοι πάντες ὠστρακίσθη‐
10σαν, Ἀριστείδης, Κίμων, Θεμιστοκλῆς, Θουκυδίδης, Ἀλκιβιάδης. μέχρι δὲ Ὑπερβόλου ὁ ὀστρακισμὸς προελθὼν ἐπ’ αὐτοῦ κατελύθη, μὴ ὑπακούσαντος τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τὴν γεγενημένην τοῖς Ἀθηναίων πράγμασιν ὕστερον. VEΓΘMLh

sch eq

855c

vet βριμήσαιο] τουτέστιν ἀπειλήσειας, ὀργισθείης. EΓ2

sch eq

855d

Tr totus versus] ἤγουν εἰ βουληθείης αὐτὸν ἐξορίσαι. Lh

sch eq

855e

Tr ὀστρακίνδα] ὄνομα παιδιᾶς. Lh206

sch eq

857a

vet τὰς εἰσβολὰς τῶν ἀλφίτων: τὰ σιτοφυλάκια, τὰς ἀποθήκας παραλάβοιεν φθάσαντες. ἢ εἰσβολὰς ὡσεὶ ἔλεγε τὰς τῆς χώρας. εἰσβολὰς δὲ ἔλεγον τοὺς τόπους δι’ ὧν εἰσέβαλλον οἱ πολέμιοι. VEΓΘM

sch eq

857b

Tr τὰς εἰσβολὰς τῶν ἀλφίτων] ἤγουν τὰ σιτοφυλάκια. Lh

sch eq

858a

vet Tr ἔχουσι γὰρ πόρπακας: ὡς δέον τὰς ἀνατιθεμένας ἀσπίδας μὴ ἔχειν πόρπακας, ὑπὲρ τοῦ μὴ ἐξεῖναι τοῖς ἐπιχειροῦσι κατὰ τοῦ δήμου ἐξ ἑτοίμου χρήσασθαι ταῖς ἀσπίσιν. VEΓΘMLh

sch eq

858b

vet ἔχουσι] αἱ ἀσπίδες. Γ2

sch eq

859a

vet κρουσιδημῶν: ἀντὶ τοῦ κατακρούων τῇ βοῇ. ἐλυμαίνου τὸν Δῆμον, ἀπατῶν καὶ παρακρουόμενος τῇ βοῇ. ἔστι γὰρ παρὰ τὸ κρουσιμετρεῖν, ὃ λέγεται ἐπὶ τῶν τοῖς μέτροις παραλογιζομένων. VEΓΘM

sch eq

859b

vet παρεκόπτου] παρεκρούου, ἠπάτας. Γ2

sch eq

859c

Tr κρουσιδημῶν] παρακρούων καὶ ἀπατῶν τὸν δῆμον. Lh

sch eq

860a

vet μὴ τοῦ λέγοντος ἴσθι] μὴ τοῖς διαβάλλουσι πείθου. EΓ3

sch eq

860b

vet ἴσθι] ὕπαρχε. Γ2

sch eq

861

vet ὢν] καὶ ταῦτα. Γ2

sch eq

863a

vet ἐν τῇ πόλει ξυνιστάμενον] κατὰ τῆς πόλεως τινῶν λογιζομένων καὶ ὁμοῦ συνισταμένων. EΓ2

sch eq

863b

vet ξυνιστάμενον] γινόμενον. Γ2

sch eq

863c

vet εὐθέως] παρευθύς. Γ2

sch eq

863d

vet κέκραγα] βοῶ. Γ2

sch eq

863e

Tr ξυνιστάμενον] ὃ κατὰ τῆς πόλεως τινὲς κακὸν κατεσκεύαζον. Lh207

sch eq

864

vet ἐγχέλεις] ἡ ἔγχελυς τῆς ἐγχέλυος. Γ2

sch eq

865a

vet Tr καταστ: κατάστασιν λάβῃ, ἐν εὐδίᾳ ᾖ. ἐπειδὴ αἱ ἐγχέλεις, μὴ δυνάμεναι νήχεσθαι, ἐν τῇ ἰλύϊ εἰσίν. οἱ οὖν θηρῶντες τὸ ὕδωρ ταράττοντες ἀγρεύουσι τὰς ἐγχέλεις. VEΓΘMLh

sch eq

865b

vet καταστῇ] κατάστασιν λάβῃ. Γ2

sch eq

867

vet αἱροῦσι] λαμβάνουσι. Γ2

sch eq

869a

vet κάττυμα] τομάτιον. Γ2

sch eq

869b

vet παρὰ σεαυτοῦ] ἀπό, ἤγουν ἀπὸ τοῦ οἰκείου θελήματος. Γ2

sch eq

871

vet ἔγνωκας] πρὸς τὸν Δῆμον λέγει τοῦτο. Γ2

sch eq

872

vet Tr ζεῦγος πριάμενος: πλείονα εὔνοιαν ἔδειξεν, ὅτι καὶ πριάμενος ἔδωκεν, ὁ δὲ ἔχων προῖκα οὐ δέδωκεν· οὐδ’ εἴ τι χρήσιμον ἔχει, τῇ πόλει χαρίζεται. VEΓΘMLh

sch eq

873

vet ὅσων] διά. Γ2

sch eq

874

vet Tr τοῖσι δακτύλοισι: πρὸς τὸ μὴ πταίειν διὰ τὰς ἐμβάδας· ἅμα δὲ καὶ τοῖς δακτύλοις τῶν χειρῶν, διὰ τὸ μὴ κλέπτειν. VEΓΘLh

sch eq

876

vet ὅσων] τῶν πραγμάτων, ἢ ἕνεκα ἐκείνων. Γ2

sch eq

877a

vet (I) τὸν Γρύττον ἐξαλείψας: οἱ μὲν ἀντὶ τοῦ τὸ τυχὸν τῆς πορνείας ἐξαλείψας, παρὰ τὸν ἐν τοῖς ὄνυξι ῥύπον, ὃν λέγουσι γρῦ. οἱ δὲ Γρύττον τινὰ ἐπὶ κιναιδίᾳ διαβάλλουσι. τῶν ἐπὶ μαλακίᾳ γὰρ διαβαλλομένων
ὁ Γρύττος. οἱ δὲ Γρύππον διὰ τοῦ πῖ· ὃς ἦν καταπύγων. VEΓΘM208
5(II) ἄλλως: ὑγρόν τινα καὶ κατωφερῆ, ὃς διὰ τὴν πολλὴν ὑγρότητα ἐν τοῖς ἑταιρείοις διέτριβεν. ὁ δὲ Κλέων δημαγωγῶν θάνατον αὐτῷ ἐπέθηκε τὴν ζημίαν. VEΓΘ

sch eq

877b

vet Tr βινουμένους] πορνευομένους. Γ2Lh

sch eq

877c

Tr τῶν ἐπὶ κιναιδίᾳ διαβαλλομένων ὁ Γρύττος, ὃς διὰ τὸ ὕγρος τις εἶναι καὶ καταφερὴς πρὸς λαγνείαν ἐν τοῖς ἑταιρείοις διέτριβεν. ὁ δὲ Κλέων δημαγωγῶν θάνατον αὐτῷ ἐπέθηκε τὴν ζημίαν. Lh

sch eq

877d

Tr Γρύττον] τὸν ῥύπον τῆς πορνείας, ἢ Γρύττον τινὰ πόρνον διαβάλλει. Lh

sch eq

878a

vet Tr πρωκτοτηρεῖν: πρωκτὸν ἐπιτηρεῖν τῶν πορνευομένων. VEΓ3MLh

sch eq

878b

vet πρωκτοτηρεῖν] σκοπεῖν καὶ τηρεῖν. Γ2

sch eq

879

Tr τοὺς κινουμένους] τοὺς πορνευομένους. Lh

sch eq

880

vet Tr ἵνα μὴ ῥήτορες γένοιντο: ἀπείρητο γὰρ τοῖς τοιούτοις ἀγορεύειν. διαβάλλει δὲ τοὺς ῥήτορας ὡς τοιούτους. VEΓΘMLh

sch eq

881a

vet τονδὶ] ἤγουν τὸν Δῆμον. Γ2

sch eq

881b

vet τηλικουτονὶ] ἤγουν γέροντα. Γ2

sch eq

882a

vet Tr (I) ἀμφιμασχάλου: χειριδωτοῦ ἱματίου, οἳ δὲ δουλικοῦ. VEΓΘLh
vet (II) ἄλλως: μικροῦ χιτωνίσκου. ἦν δὲ καὶ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλην ἔρραπτον. ΓΘ (III) ἄλλως: ἑκατέρωθεν ἔχοντος χειρῖδας οὐ μακράς, ἀλλ’ ἕως τῶν
5μασχαλῶν. VEΓΘM

sch eq

882b

Tr ἀμφιμάσχαλον ἔλεγον χιτῶνα τὸν ἑκατέρωθεν ἔχοντα χειρῖδας, οὐ μακρὰς ἀλλ’ ἕως τῶν μασχαλῶν· ἦν δὲ καὶ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλην ἔρραπτον. Lh

sch eq

883a

vet χειμῶνος ὄντος] καὶ ταῦτα. Γ2

sch eq

883b

vet Tr δίδωμι] παρεπιγραφή· δίδωσι γὰρ τὸν χιτῶνα. EΓ3Lh

sch eq

883c

vet σοι] πρὸς τὸν Δῆμον. Γ2209

sch eq

885

vet Tr ὁ Πειραιεύς] ἐπεὶ καὶ τοῦτον ἐτείχισεν. EΓ3Lh

sch eq

886a

vet Tr οὐ μεῖζον εἶναι φαίνεται: ὅτι σοφίας δόξαν ἀπηνέγκατο ὁ Θεμιστοκλῆς, σαφηνίσας Ἀθηναίοις τὸν δοθέντα χρησμόν, “τεῖχος Τριτογενεῖ ξυλινὸν διδοῖ εὐρυόπα Ζεύς.” ἄλλων γὰρ ἄλλα λεγόντων, Θεμιστοκλῆς ἔφη τὰς τριήρεις λέγειν ξυλινὸν τεῖχος. VEΓΘMLh

sch eq

886b

vet φαίνετ’ ἐξεύρημα: τὸ ἐξεύρημα τοῦ χιτῶνος. τινὲς “τοῦδ’ εἵμω‐ νος”. ὅτι σοφίας δόξαν ἀπηνέγκατο ὁ Θεμιστοκλῆς, περὶ οὗ ἄνω ἐγράφη. M

sch eq

887a

vet (I) πιθηκισμοῖς: ἀπάταις καὶ κολακεύμασιν. VEΓΘM (II) ἄλλως: μιμήμασιν. ὡς καὶ αὐτοῦ ταῦτα πεποιηκότος. VEΓΘM

sch eq

887b

vet οἵοις πιθηκισμοῖς] καὶ ὑφ’ οἵων πιθηκισμοῖς. Γ2

sch eq

888

vet Tr ὅταν χεσεί: οἱ γὰρ ἀνιστάμενοι ἐκ τῶν συμποσίων πρὸς τὸ ἀποπατῆσαι πολλάκις τοῖς ἀλλοτρίοις ὑποδήμασι χρῶνται ἤτοι σπεύδοντες ἢ καὶ ἀγνοοῦντες ὑπὸ τῆς μέθης. VEΓΘMLh

sch eq

890a

vet ὑπερβαλῇ] νικήσεις. Γ2

sch eq

890b

vet θωπείαις] κολακείαις. EΓ3

sch eq

890c

vet Tr αὐτὸν] τὸν Δῆμον. Γ3Lh

sch eq

891a

vet Tr προσαμφιῶ τοδ: πρὸς οἷς ἔχει ἐνδύσω. παρεπιγραφὴ δέ· δίδωσι γὰρ ὁ Κλέων αὐτῷ χιτῶνα. VEΓΘMLh

sch eq

891b

vet ἰαιβοῖ] δυσῶδες αὐτὸ εὑρών, ἀηδιζόμενος ὁ Δῆμός φησιν. EΓ3210

sch eq

892a

vet Tr βύρσης κάκιστον ὄζων: ἀηδισθεὶς ὁ Δῆμος καὶ μυσαττόμενος τὴν ὀσμὴν τοῦ βυρσοδέψου ταῦτά φησιν. VEΓΘMLh

sch eq

892b

vet totus versus] ἤγουν διὰ τὸ δυσῶδες τοῦ ἱματίου. Γ2

sch eq

893a

vet ἐπίτηδες] ἐπ’ αὐτὸ τοῦτο. Γ2

sch eq

893b

vet ἤμπισχεν] ἐνέδυεν. Γ2

sch eq

893c

Tr ἀποπνίξῃ] τῇ ὀσμῇ. Lh

sch eq

894a

vet τὸν καυλὸν οἶσθ’ ἐκεῖνον: τὴν ῥίζαν τοῦ σιλφίου. σίλφιον δὲ φυτάριόν ἐστι κάκοσμον. Ἀρισταῖος δὲ ὁ Ἀπόλλωνος καὶ Κυρήνης πρῶτος τὴν ἐργασίαν τοῦ σιλφίου ἐξεῦρεν ὥσπερ καὶ τοῦ μέλιτος. VEΓΘM

sch eq

894b

vet τὸν καυλὸν] τὴν ῥίζαν. Γ2

sch eq

894c

Tr Ἀρισταῖος ὁ Ἀπόλλωνος καὶ Κυρήνης πρῶτος τὴν ἐργασίαν τοῦ σιλφίου ἐξεῦρεν ὥσπερ καὶ τοῦ μέλιτος. Lh

sch eq

894d

Tr τὸν καυλὸν οἶσθ’ ἐκεῖνον] τὴν ῥίζαν τοῦ σιλφίου, ὃ φυτόν τι ἐστὶ κάκοσμον. Lh

sch eq

895a

vet Tr τὸν ἄξιον γενόμενον: ὅτι καὶ νῦν εὔωνον καὶ ὀλίγης τιμῆς πιπρασ‐ κόμενον. VEΓΘMLh

sch eq

895b

vet Tr οἶδα μέντοι: ὅτι καὶ τῷ ὀπῷ καὶ τῇ ῥίζῃ καὶ τῷ καυλῷ τοῦ σιλφίου ἐχρῶντο. VEΓΘMLh

sch eq

895c

vet ἄξιον] εὔωνον. Γ2

sch eq

896

vet ἔσπευδ’] διὰ σπουδῆς μετεχειρίσατο. Γ2

sch eq

897

Tr Ἡλιαίᾳ] μέγιστον δικαστήριον ἦν ἐν Ἀττικῇ οὕτω καλούμενον διὰ τὸ ὕπαιθρον εἶναι, ὡς εἴρηται. Lh

sch eq

898a

vet οἱ δικαστα: οἱ ἡλιασταί. τὸ μέγα δὲ δικαστήριον ἐν τῇ Ἀττικῇ Ἡλιαία, καὶ οἱ δικασταὶ ἡλιασταί. VEΓΘM

sch eq

898b

Tr δικασταί] οἱ ἐν Ἡλιαίᾳ. Lh211

sch eq

899a

vet Tr (I) κόπριος: κηπουρός, παρὰ τὴν κόπρον. VEΓΘLh (II) ἄλλως: δῆμος τῆς Ἀττικῆς· ἢ τὸν κοπρολόγον λέγει. VEΓΘMLh

sch eq

899b

vet κόπριος] κηπωρός. ἀπὸ τοῦ κόπρος. M

sch eq

900

vet πυρροί] ἤγουν ἀπὸ ἐντροπῆς. Γ2

sch eq

901a

vet Tr Πυρράνδρου: ἀπὸ τοῦ “πυρρο ἔπαιξε τὸ ὄνομα. ἦν δὲ οὗτος ὁ Πύρρανδρος πονηρὸς καὶ συκοφάντης. VEΓΘMLh

sch eq

901b

vet Tr βωμολοχεύμασι: κακουργήμασι, κολακεύμασιν, ἢ ἀπάταις. βωμο‐ λόχοι δέ εἰσιν οἱ περὶ τοὺς βωμοὺς λοχῶντες ἐπὶ τῷ ἁρπάζειν. VEΓΘMLh

sch eq

903

vet ἡ θεός] ἤγουν ἡ Ἀθηνᾶ. EΓ2

sch eq

904

vet νικήσεις] ἀλλαντοπῶλα. Γ2

sch eq

905

vet Tr μισθοῦ τρύβλιον: ὀξύβαφον. ἀντὶ τοῦ εἰπεῖν ὀσπρίου, ἢ ἄλλου τινὸς προσφαγίου, “μισθο εἶπε διὰ τὸν δικαστικὸν μισθόν. VEΓΘMLh

sch eq

906

vet Tr κυλίχνιον: ἔκπωμα, ὃ νῦν λέγουσι πυξίδιον. ἔχουσι δὲ οἱ ἰατροὶ τὰ πυξίδια, ἐν οἷς προσβάλλουσι τὰ πάσματα. VEΓΘMLh

sch eq

909a

vet (I) κέρκον λαγ: τὴν οὐράν. ἁπαλὸν δὲ καὶ τρυφερὸν τὸ τοῦ λαγὼ ἔριον, ὥστε ἀντὶ σπόγγου χρήσασθαι. VEΓΘM
(II) 〈ἄλλως〉: διὰ τὸ ἁπαλὸν εἶναι, ὥστε τὰς λήμας περιψῆν. VEΓΘM212

sch eq

909b

vet Tr περιψῆν: ἀντὶ τοῦ καταμάσσειν, ἀποσπογγίζειν. φιλονεικεῖ δὲ ἕκαστος ὑπερβαλεῖν ταῖς δωρεαῖς. VEΓΘMLh

sch eq

909c

Tr κέρκον λαγὼ] οὐρὰν λαγωοῦ διὰ τὸ μαλακὸν εἶναι ὥστε τὰς λήμας περιψᾶν. Lh

sch eq

910

Tr > Lh

sch eq

911a

vet (ad vv. 911—40) ἐμοὶ μὲν οὖν: διπλῆ καὶ εἴσθεσις εἰς ἀμοιβαῖον μέλος τῶν ὑποκριτῶν κώλων λʹ, πάντων ἰάμβων, ὧν τὰ πρῶτα δύο μονόμετρα, τὰ ἑξῆς δίμετρα ἀκατάληκτα, τὸ δὲ τελευταῖον τὸ ἔνατον τρίμετρον κατα‐ ληκτικόν. VEΓ3

sch eq

911b

vet totus versus] ἢ ὁ Κλέων ἢ ὁ ἀλλαντοπώλης. Γ2

sch eq

911c

vet μὲν οὖν] μᾶλλον. Γ2

sch eq

911d

Tr ἐμοῦ1] ἐπὶ τὴν κεφαλὴν ἀποψῶ. Lh

sch eq

912a

vet (I) τριηραρχεῖν: ἀπειλεῖ λειτουργίαν αὐτῷ. λειτουργία γὰρ παρὰ Ἀθηναίοις δαπανηρὰ τὸ τριηραρχεῖν. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν πρὸς πόλεμον εὐτρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ τὴν λειτουργίαν ταύτην προβλη‐ θείς. VEΓΘM
5(II) ἄλλως: ἐπειδὴ οἱ στρατηγοί, εἴ τινα εἶχον ἐχθρόν, εἰς τριηραρχίαν ἐνέβαλλον, ὅπως ἂν αὐτῷ ὁ βίος ἀναλίσκοιτο. εἰ δέ τις ὑπερβαλλόντως ἀπεχ‐ θάνοιτο, παλαιὰς ναῦς αὐτῷ ἐδίδοσαν, ὅπως ἂν οἴκοθεν καινὰς ἀντ’ αὐτῶν κατασκευάσῃ, καὶ πάντῃ ἄποροι ἐγίγνοντο. VEΓΘ

sch eq

912b

vet τριηραρχεῖν] ἤγουν ἄρχειν τριήρους. Γ2

sch eq

912c

Tr δαπανηρὸν ἦν παρ’ Ἀθηναίοις τὸ τριηραρχεῖν. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν τὰ πρὸς πόλεμον εὐπρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ εἰς τὴν λειτουργίαν ταύτην προβληθείς. εἴ τινα οὖν ἐχθρὸν εἶχον οἱ στρατηγοί, εἰς τριηραρχίαν ἐνέβαλον, ὅπως ἂν ὁ βίος αὐτοῦ ἀναλίσκοιτο. εἰ δέ τις ὑπερβαλλόντως ἀπεχθά‐
5νοιτο, παλαιὰς ναῦς αὐτῷ ἐδίδοσαν, ὅπως ἂν οἴκοθεν καινὰς ἀντ’ αὐτῶν κατασ‐
κευάσῃ καὶ πάντῃ ἄπορος γίγνοιτο. Lh213

sch eq

912d

Tr totus versus] ἀπειλεῖ αὐτῷ λειτουργίαν. Lh

sch eq

913

vet ἀναλίσκοντα] καταδαπανῶντα. Γ2

sch eq

915

vet οὐκ ἐφέξεις] οὐ παύσῃ. VEΓ2

sch eq

916a

vet οὐδὲν] οὐδαμῶς. Γ2

sch eq

916b

vet ναυπηγούμενος] καταβάλλων τὰ τῶν ναυπηγῶν. Γ2

sch eq

917a

vet διαμηχανήσομαι] διαπράξομαι. VEΓ3

sch eq

917b

vet διαμηχανήσομαι] ἐπιτηδεύσομαι. Γ2

sch eq

919a

vet Tr (I) ἀνὴρ παφλάζει: ἐπειδὴ ἑώρα τὸν Κλέωνα κεκραγότα καὶ παφλάζοντα τῷ λόγῳ, τῇ μεταφορᾷ ἐχρήσατο ἀπὸ τοῦ χαλκείου ἐν τῷ πυρὶ κειμένου. ἐπειδὰν γὰρ ἴδωμεν τοῦτο ὑπερζέον, τῶν ὑποκειμένων ξύλων ὑφαι‐ ροῦμεν καὶ τοῦ ὕδατος, ἵνα μὴ ὑπερχυθέντος τοῦ ὕδατος τὸ πῦρ σβεσθῇ.
5χαριέντως δὲ ὡς μαγείρῳ. VEΓΘLh
vet (II) ἄλλως: ἐντεῦθεν μετὰ τὸ ἔνατον κῶλον διακέκριται τοῖς προσώποις. εἰσὶ δὲ ἴσα ὅλα καὶ ὅμοιον ποιεῖ τὸ ὅλον περιοδικόν. τὸ δὲ τελευταῖον ἑτέραν ἔχει διαίρεσιν, τὴν εἰς τρίμετρον καταληκτικόν. VEΓΘM

sch eq

919b

vet ἀνὴρ παφλάζει: παφλάζειν τοῦ καχλάζειν διαφέρει. παφλάζειν μὲν ἐπὶ ἤχου λεβήτων θερμὸν ἀναζέοντος· ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ παμφα‐ λάζειν καὶ πολλῷ πυρὶ ἅλλεσθαι. καχλάζειν δὲ ἐπὶ κτύπου ῥοῆς ὕδατος, ἀπὸ τοῦ ἐπὶ καχλήκων ξηρῶν ἠχεῖν. M

sch eq

919c

vet Tr παφλάζει] βράζει καὶ τετάρακται. πεποίηται δὲ παρὰ τὸ πάφλα. τὸ δὲ ἑξῆς, ἀνὴρ παφλάζει ὑπερζέων. VΓ3Lh

sch eq

920a

vet ὑφελκτέον] ἄξιον, ὕπαρχον ὑφελκύσαι. Γ2

sch eq

920b

Tr ὑφελκτέον] ἀφαιρετέον. Lh214

sch eq

921a

vet τῶν δᾴδων: ἔδει εἰπεῖν τῶν κρεῶν. ἔστι γὰρ ἀπὸ μεταφορᾶς τῶν ἑψόντων, οἵτινες, ὅταν παφλάζῃ, τῶν ὑποκειμένων ξύλων ἀφαιροῦνται καὶ τῶν κρεῶν. VEΓΘM

sch eq

921b

vet ἀπαρυστέον: ἀφαιρετέον. “τῶν ἀπειλῶν δὲ εἶπεν ἀντὶ τοῦ εἰπεῖν “τοῦ ζέματος”. ἐπειδὴ τῶν ὑπερζεόντων ἀπαρύονται, ἵνα μή τι ὑπερ‐ χέηται. μαγειρικῶς δὲ ταῦτα. VEΓΘM

sch eq

921c

vet ἀπαρυστέον] ἄξιον, ὕπαρχον ἀπαρύσαι καὶ ἀντλῆσαι. Γ2

sch eq

921d

Tr τοῦτο ποιεῖν εἰώθασιν. ὑπερζέοντος καὶ παφλάζοντος τοῦ λέβητος ἢ τῆς χύτρας τῶν κρεῶν ἔδει. Lh

sch eq

921e

Tr ἀπαρυστέον] ἐκβλητέον. Lh

sch eq

922a

vet ταυτῃ: ἴσως κρεάγραν ἔδειξεν ὡς μάγειρος. VEΓΓ2Θ

sch eq

922b

vet ταυτῃί] ὑπὸ ταύτης. Γ2

sch eq

922c

Tr ταυτῃί] τῇ κρεάγρᾳ. Lh

sch eq

924

vet Tr ἰπούμενος ταῖς εἰσφοραῖς: θλιβόμενος ταῖς συντελείαις, ταῖς ἀπαιτήσεσι, πολλὰ εἰσφέρειν ἀναγκαζόμενος. VEΓΘMLh

sch eq

926a

vet Tr σπεύσω σε: σπεύσω εἰς σὲ καὶ σπουδάσω. ἐπειδὴ οἱ στρατηγοί, ἐχθρούς τινας ἔχοντες πένητας, ἐνέγραφον τῷ πρώτῳ τάγματι, ὅπως μὴ ἀρκοῦντες πρὸς τὰς μεγάλας ζημίας, ἄποροι γένωνται. VEΓΘMLh

sch eq

926b

Tr σπεύσω σε] σπευδάσω εἰς σέ. Lh

sch eq

926c

Tr ἐγγραφῇς] καταταγῇς. Lh

sch eq

928

vet Tr εὔχομαι] ἀντὶ τοῦ καταρῶμαι. VEΓ3Lh

sch eq

929a

vet Tr τευθίδες: εἶδος ἰχθύων. V23MLh

sch eq

929b

vet τευθίδων] πεπληρωμένον. Γ2

sch eq

929c

Tr τάγηνον] τηγάνιον. Lh215

sch eq

930a

vet σίζον: ποιὸν ἦχον ἀποτελοῦν. EΓ3M

sch eq

930b

vet ἐφεστάναι] καὶ ἐπάνω τοῦ πυρὸς ἑστάναι. Γ2

sch eq

930c

vet ἐφεστάναι σίζον] ἵστασθαι καὶ ἦχον ἀποτελεῖν. Γ2

sch eq

930d

Tr ἐφεστάναι] ἐν τῷ πυρί. Lh

sch eq

930e

Tr σίζον] ἠχοῦν. Lh

sch eq

931a

vet γνώμην] βουλήν. Γ2

sch eq

931b

vet ἐρεῖν] λέξειν. Γ2

sch eq

931c

vet περὶ] ἕνεκα. Γ2

sch eq

932

vet Tr Μιλησίων: ὡς ἐκεῖθεν δωροδοκοῦντος. μέτοικοι δὲ Ἀθηναίων οἱ Μιλήσιοι. VEΓΘMLh

sch eq

933

vet Tr ἢν κατεργάσ: ἐὰν διαπράξῃ ἅπερ αὐτοῖς ἐπηγγείλω. VEΓΘMLh

sch eq

934

Tr τῶν τευθίδων] τῶν ἰχθύων. Lh

sch eq

935

Tr ἐμπλήμενος] ἐμπλησθείς. Lh

sch eq

936

vet φθαίης ἔτ’ εἰς ἐκκλησίαν ἐλθών] προλάβοις ἔτι εἰς ἐκκλησίαν ἐλθών. VΓ3

sch eq

937a

vet μεθήκοι] μετέλθοι, καλῶν σε δηλονότι. EΓ3

sch eq

937b

Tr μεθήκοι] μετακαλέσαιτό σε. Lh

sch eq

939

Tr totus versus] καὶ τοῦτο παρατέλευτον. Lh

sch eq

941a

vet (ad vv. 941—2) εὖ γε νὴ τὸν Δία: διπλῆ καὶ τοῦ χοροῦ 〈περίο‐ δοσ〉 δίκωλος ἐν ἐπεισθέσει, ὧν τὸ πρῶτον ἐκ τροχαϊκῆς βάσεως καὶ ἀναπαισ‐ τικῆς, καὶ ἑφθημιμερὲς ἢ Ἰωνικόν, ἀπὸ μὲν τριμέτρου καταληκτικόν. ἀτακ‐ τότερον δὲ ἔχει τὴν τροχαϊκὴν βάσιν ἑπτάσημον. τὸ δὲ δεύτερον πενθημιμερὲς
5κοινὸν δακτυλικὸν καὶ ἀναπαιστικόν. ἐπίτηδες δὲ διαλελυμένως μιμούμενος τὸν
πεζὸν λόγον. ἔστι δὲ πολλὰ καὶ παρ’ Εὐπόλιδι σεσημειωμένα. VEΓΘM216

sch eq

941b

Tr 〈 〉. Lh

sch eq

943a

vet (ad vv. 943—72) διπλῆ καὶ ἐν ἐκθέσει ἴαμβοι τρίμετροι ἀκατάληκτοι λʹ. VEΓ3

sch eq

943b

Tr κἀμοὶ δοκε, καὶ τἆλλα: κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λʹ, ὧν τελευταῖος “ἰδοὺ ἰδοὺ νὴ τὸν Δ’ οὐδὲν κωλύει”. Lh

sch eq

944

vet Tr ἀγαθὸς πολίτης: ὁ ἀλλαντοπώλης δηλονότι. δοκεῖ μοι, φησί, καλὸς εἶναι πολίτης, οἷος οὐδεὶς ἄλλος γένοιτ’ ἂν ἐν παντὶ χρόνῳ. VEΓΘMLh

sch eq

945

vet Tr τοῖσι πολλοῖς τοὐβολο: τοῖς εὐώνοις, τοῖς Ἀθηναίοις. οὕτως γὰρ λέγεται ἐπὶ τῶν πολλῶν τοῦ ὀβολοῦ πωλουμένων. VEΓΘMLh

sch eq

946a

vet ἐσκορόδισας: ἀήδισας ἢ ἐπίκρανας ἢ ἐδρίμυξας ἢ κλαῦσαι πε‐ ποίηκας. ἀπὸ τῶν σκόροδα τριβόντων. VEΓΘM

sch eq

946b

vet ὦ Παφλαγών] πρὸς τὸν Κλέωνα. Γ2

sch eq

946c

Tr ἐσκορόδισας] δριμύτητος ἐνέπλησας. Lh

sch eq

947

vet Tr τὸν δακτύλιον] τὴν σφραγῖδα, τῆς ἀρχῆς τὸ σημεῖον. EΓ2Lh

sch eq

948

vet Tr ὡς οὐκέτι ἐμοὶ ταμιεύσεις: ὡς οὐκέτι ἐπιμελήσῃ τῶν ἐμῶν χρημάτων, οὐδὲ ταμίας μοι ἔσῃ, τουτέστι διοικήσεις τὰ πρυτανεῖα. VEΓΘMLh

sch eq

950

vet Tr ἐμοῦ πανουργότερος: ἑαυτὸν διαβάλλει ὁ Κλέων, ἐκείνῳ ψόγον ἐπιφέρειν βουλόμενος. VEΓΘMLh

sch eq

951

vet Tr ὁ δακτύλιος] ὃν ἐφόρει τῆς ἀρχῆς ὄντα σημεῖον. EΓ3Lh

sch eq

953a

vet ἀλλ’ ἦ] ὄντως. Γ2

sch eq

953b

Tr ἦ οὐ] συνίζησις. Lh217

sch eq

954a

vet (I) δημοῦ βοείου: παρὰ τὸν δῆμον ἐποίησε δημὸν ὀξυτόνως. ὀλίγον οὖν δεῖ τῷ τόνῳ παρεγκλίνειν. οὐ τὸ ὄνομα. λέγει δὲ καὶ ταῦτα ἐπειδὴ ὡς ἀναίσθητον διαβάλλει τὸν Δῆμον. ἐπειδὴ τῷ θρίω περιβάλλοντες τὸ λίπος ὤπτων. θρῖον δὲ τὸ τῆς συκῆς φύλλον. VV2EΓΘM
5(II) ἄλλως: λίπους βοείου. ταῦτα δὲ εἰς ἀναισθησίαν τοῦ δήμου. καὶ ἐν Σφηξὶ “ἵστη βόειον δημόν”. θρῖον δὲ σκεύασμά τι μετὰ ἐγκεφάλου γιγνόμενον. VV2EΓΘ

sch eq

954b

vet (I) θρῖον: χόνδρος ἢ ὄρυζα ἕψεται, ἢ σεμίδαλις ἀρκούντως. εἶτα ἐπιχεῖται τὸ ὕδωρ, καὶ φυρᾶται τὸ ἡψημένον μετὰ ἁπαλοῦ τυροῦ καὶ ᾤων ὀλίγων. εἶτα περιλαμβάνεται φύλλοις συκίνοις ὅλον καὶ περιειλεῖται καννάβῳ ἢ παπύρῳ ἢ λίνῳ, καὶ καθίεται εἰς ζωμὸν κρεῶν ἡψημένων, ἄχρι τοῦ λαβεῖν
5ἱκανὴν ἕψησιν. εἶτα ἐξαίρεται καὶ τῶν φύλλων περιαιρεθέντων εἰς λοπάδα νέαν ζέοντος μέλιτος ἐμβάλλεται καὶ παρατίθεται. VEΓΘM (II) 〈ἄλλως〉 .... στρεφόμενον δέ, ὅταν ἱκανῶς ἔχῃ καὶ ξανθὸν γένηται, ἐξαιρεθὲν παρατίθεται μέλιτος περιχυθέντος, ἢ ἀπὸ τοῦ ἑφθοῦ, ἢ ἀπὸ τοῦ ἄλλου. θρῖον δὲ καλεῖται ἀπὸ τῶν φύλλων τῆς συκῆς, ἅτινα οὕτω καλεῖται.
10VEΓΘ

sch eq

954c

vet καὶ Θρύον μὲν πόλις, ὡς τὸ “Θρύον, Ἀλφειοῖο πόρον, εὔκτιτον Αἰπύ”. ψιλόν. M

sch eq

954d

Tr παρὰ τὸν Δῆμον ἐποίησεν ὄνομα δημὸν ὀξυτόνως, ὃ σημαίνει τὸ
λίπος. θρῖον δέ ἐστι τὸ τῆς συκῆς φύλλον ᾧ περιβάλλοντες τὸ λίπος ἕψουσι. κατασκευάζεται δὲ οὕτω. χόνδρος ἢ ὄρυζα ἕψεται ἢ σεμίδαλις ἀρκούντως, εἶτα ἀποχεῖται τὸ ὕδωρ καὶ φυρᾶται τὸ ἡψημένον μετὰ ἁπαλοῦ τυροῦ καὶ218
5ᾤων ὀλίγων. εἶτα περιειλεῖται καννάβῳ ἢ λίνῳ ἢ παπύρῳ, καὶ καθίεται εἰς ζωμὸν κρεῶν ἡψημένων ἄχρι τοῦ λαβεῖν ἱκανὴν ἕψησιν. εἶτα ληφθὲν ἐκεῖθεν ἐμβάλλεται εἰς λοπάδα νέαν ζέοντος μέλιτος καὶ ἑψεῖται στρεφόμενον. ὅτε δὲ ἱκανῶς ἑψηθῇ καὶ ξανθὸν γένηται, ἐξαιρεθὲν παρατίθεται εἰς βρῶσιν μέλιτος ἐπιχυθέντος ἀπὸ τοῦ ἑφθοῦ ἢ ἑτέρου. Lh

sch eq

954e

Tr δημοῦ] λίπους. Lh

sch eq

954f

Tr θρῖον] φύλλον συκῆς, ἐπειδὴ τῷ θρίῳ περιβάλλοντες τὸ λίπος ὤπτων. Lh

sch eq

956

vet Tr λάρος κεχηνώς: τὸν Κλέωνα λέγει διὰ τὸ ἁρπακτικόν. ἀπὸ τούτου δὲ ὡς κλέπτην τὸν Κλέωνα διαβάλλει. καὶ ὁ λάρος γὰρ ζῶόν ἐστιν ἀδηφάγον. τὴν δὲ “πέτραν διὰ τὸ βῆμα τὸ ἐν τῇ πνυκί. VEΓΘMLh

sch eq

957

vet ἀπόφερ’] μακρὰν φέρε. Γ2

sch eq

958a

vet τὸν Κλεωνύμου: ὡς δαπανηρὸν καὶ ἐν τρυφῇ ζῶντα κωμῳδεῖ καὶ διαβάλλει τὸν Κλεώνυμον, καὶ ἅρπαγα. εἰπὼν γὰρ “λάρος ἐπήνεγκε “τὸν Κλεωνύμου. VEΓ2Γ3M

sch eq

958b

vet τὸν ἐμὸν] δακτύλιον. Γ2

sch eq

959a

vet Tr παρ’ ἐμοῦ δὲ τουτονὶ λαβών: δακτύλιον ἄλλον δίδωσι. καὶ ἔστι παρεπιγραφή. VEΓΘLh

sch eq

959b

vet totus versus] Κλέων πρὸς τὸν ἀλλαντοπώλην. Γ2

sch eq

959c

vet ταμίευέ μοι] διοίκει τὰ δημόσια. EΓ3

sch eq

962

Tr νυν] δή. Lh219

sch eq

963a

vet (I) μολγὸν γενέσθαι: Φαεινὸς “μολγὸν ἀντὶ τοῦ τυφλόν. Ἡρόδοτος δὲ ἱστορεῖ τούτους ἐπάνω τῆς Σκυθίας εἶναι. VEΓ3ΘM (II) ἄλλως: πένητα, παρὰ τὸ ἀμέλγεσθαι καὶ ζημιοῦσθαι. VEΓ3ΘM (III) ἄλλως: Σύμμαχος· ἔοικε χρησμός τις εἶναι. ἐν γὰρ τοῖς Γεωργοῖς
5οὕτως ἔχει:
“ὅτῳ δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει.
ἐμοὶ μὲν ἐπὶ τὸν μολγὸν εἶναι οὐκ ἀκήκοας.” Ἐρατοσθένης· μολγὸν καὶ ἀμολγὸν τὸν αὐτόν· ἀμολγοὺς δὲ παρὰ τούτοις φησὶ λέγεσθαι τοὺς ἀμέλγοντας τὰ κοινά. Ἡσίοδος δὲ “μᾶζά τ’ ἀμολγαίη.”
10οἱ δὲ ἀντὶ τοῦ ἀκμαῖον. παρὰ δὲ τοῖς κωμικοῖς μόλγης ὁ μοχθηρός, ὥσπερ γόης· οὕτω Σωκράτης. VEΓ3Θ (IV) ἄλλως: μολγὸν τινὲς μὲν γλαυκόν, οἱ δὲ τὸν βραδύν. οἷον ἀμολγὸν καὶ κλέπτην τῶν δημοσίων. μολγοὺς γὰρ ἔλεγον τοὺς ἐξαμέλγοντας καὶ κλέπτοντας τὰ κοινά. VEΓ2

sch eq

963b

vet μολγὸν] τυφλόν, πένητα. M

sch eq

963c

vet δεῖ] ἀπόκειται. Γ2

sch eq

963d

Tr Ἡρόδοτος τοὺς Μολγοὺς ἐπάνω τῆς Σκυθίας ἱστορεῖ εἶναι. οἱ δέ φασι τοὺς πένητας, παρὰ τὸ ἀμέλγεσθαι. Σύμμαχος δέ φησιν ὅτι ἔοικε χρησμός τις εἶναι. ἐν γὰρ τοῖς Γεωργοῖς οὕτως ἔχει·
“ὅτῳ δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει.
5
ἐμοὶ μὲν ἐπὶ τὸν μολγὸν οὐκ ἀκήκοας;” παρὰ δὲ τοῖς κωμικοῖς μόλγης ὁ μοχθηρός, ὥσπερ τὸ γόης. οὕτω Κράτης. Lh
220

sch eq

963e

Tr μολγὸν] τυφλόν, οἱ δὲ τὸν γλαυκὸν λέγουσιν ἢ τὸν βραδύν, ἢ ἀμολγὸν καὶ κλέπτην, μολγοὺς γὰρ ἔλεγον τοὺς ἀμέλγοντας. Lh

sch eq

964a

vet Tr μέχρι τοῦ μυρρίνου: μέχρι τῆς κεφαλῆς· ἐπειδὴ οἱ ἄρχοντες μυρρίνῃ ἐστεφανοῦντο. ἢ ἀπὸ τοῦ ἐσκολύφθαι τὸ αἰδοῖον εἰς τέλος καὶ ὁλόκληρον. μύρτον δὲ πεποικιλμένον ἐκάλουν οἱ παλαιοὶ τὸ γυναικεῖον αἰδοῖον. VEΓΘMLh

sch eq

964b

Tr ψωλὸν] παρατεταμένον ἔχοντα τὸ μόριον. Lh

sch eq

965

vet οἵ γ’ ἐμοί] χρησμοί. Γ2

sch eq

967a

vet Tr ἁλουργίδα: πορφυρᾶν χλανίδα. ἐπειδὴ τὸ ῥόδον πορφυροῦν, τῷ στεφάνῳ τῶν ῥόδων τὴν “ἁλουργίδα ἐπήνεγκεν. VEΓΘMLh

sch eq

967b

vet ἁλουργίδα] πορφυροῦν ἱμάτιον. Γ2

sch eq

967c

vet ἁλουργίδα] πεποικιλμένην περικεφαλαίαν. EΓ3

sch eq

968

vet κατάπαστον] κατάχρυσον. Γ2

sch eq

969a

vet (I) χρυσοῦ διώξεις: τῷ “διώξεις”, ἔχοντι λόγον πρὸς τὰ προκείμενα, ἐπήνεγκε παρὰ τὴν φωνὴν τὸ διώξεισ Σμικύθην καὶ κύριον”, ὥσπερ ἐν ταῖς εἰσαγωγαῖς τῶν ἐγκλημάτων κηρύττειν εἰώθασιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγκλημα. οὕτω γὰρ προκαλεῖσθαι εἰώθασιν ἐν τῷ
5δικαστηρίῳ, “ἡ δεῖνα καὶ ὁ κύριος”, τουτέστιν ὁ ἀνήρ. ἅμα οὖν ὡς γυναικώδη τὸν Σμικύθην κωμῳδεῖ καὶ ἔχοντα κύριον ὥσπερ αἱ θήλειαι. ὁ δὲ Σμικύθης
Θρᾳκῶν βασιλέυς. “Κύριον δὲ ἀντὶ τοῦ Κύρου τοῦ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως, ὃς κατ’ ἐκείνους τοὺς χρόνους τῆς Λυδίας πεμφθεὶς σατραπεύειν, Λακεδαιμονίοις προσθέμενος εἰς πόλεμον τὸν πρὸς Ἀθηναίους ἐχορήγησε221
10χρήματα. VEΓΘM (II) ἄλλως: τὸν Σμικύθην κωμῳδεῖ ὡς κίναιδον. “κύριον δὲ λέγει τὸν ἄνδρα. οὕτω γὰρ ἐπεγράφοντο ἐν τοῖς δικαστηρίοις, “Ἀσπασία καὶ κύριος”, τουτέστι Περικλῆς. VEΓ3M

sch eq

969b

vet κύριον] τὸν ἄνδρα, τὸν Περικλῆν. M

sch eq

969c

Tr ἐν τῷ δικαστηρίῳ κηρύττειν εἰώθασιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγκλημα, “ἡ δεῖνα καὶ ὁ κύριος”, τουτέστιν ὁ ἀνήρ. ἅμα οὖν ὡς γυναικώδη τὸν Σμικύθην κωμῳδεῖ, καὶ ἔχοντα κύριον ὡς αἱ θηλεῖαι· ὁ δὲ Σμικύθης Θρᾴκης βασιλεύς. ἢ ὡς ἔχοντα κύριον Κῦρον τὸν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως,
5ὃς κατ’ ἐκείνους τοὺς χρόνους τῆς Λυδίας πεμφθεὶς σατραπεύειν, Λακε‐ δαιμονίοις προσθέμενος εἰς πόλεμον τὰ πρὸς Ἀθηναίους ἐχορήγησε χρή‐ ματα. Lh

sch eq

969d

Tr Σμικύθην] τοῦτον κωμῳδεῖ ὡς κίναιδον. Lh

sch eq

970a

vet ἔνεγκ’] ὦ Κλέων. Γ2

sch eq

970b

vet οὑτοσί] ἀλλαντοπώλης. Γ2

sch eq

971

vet αὐτῶν] χρησμῶν. Γ2

sch eq

972

Tr Unknown Manuscript Character. Lh

sch eq

973a

vet (ad vv. 973—96) ἥδιστον φάος: κορωνίς, ἐξιᾶσι γὰρ οἱ ὑποκριταί, καὶ ἐν εἰσθέσει τοῦ χοροῦ ἑξὰς μονοστροφικὴ τετρακώλους ἔχουσα τὰς περιό‐ δους ἐκ τριῶν γλυκωνείων καὶ τοῦ φερεκρατείου. συνῆπται δὲ τῇ λέξει καὶ μόνον διακέκριται τὸ φερεκράτειον. παράγραφοι δὲ ἁπλαῖ μὲν πέντε, ἡ δὲ ἕκτη
5〈διπλῆ〉 καὶ μετὰ κορωνίδος. VEΓΘ

sch eq

973b

Tr (ad vv. 973—96) ἥδιστον φάος ἡμέρας: κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστροφικὴ ἐκ κώλων ἀντισπαστικῶν ἐπιμεμιγμένων ἐπιτρίτοις,
διτροχαίοις, διϊάμβοις, χοριάμβοις καὶ βακχείοις κδʹ, τετρακώλους τὰς περιό‐ δους ἔχουσα. εἰσὶ δὲ τὰ μὲν τρία ἑκάστης περιόδου κῶλα δίμετρα ἀκατάληκτα,222
5ἃ καλεῖται γλυκωνεῖα, ὡς εἴρηται, διὰ τὸ ἀντὶ τοῦ ἀντισπάστου ὡς ἐπὶ τὸ πλεῖστον ἐπίτριτον ἔχειν τέταρτον ἐν τῇ πρώτῃ χώρᾳ, τὴν δὲ ἑξῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐκ διϊάμβου ἢ διτροχαίου. τὸ δὲ τέταρτον κῶλον δίμετρον καταληκ‐ τικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται φερεκράτειον διὰ τὸ ἀντὶ τοῦ ἀντισπάστου ἔχειν ὡς ἐπὶ τὸ πλεῖστον ἐν τῇ πρώτῃ χώρᾳ ἐπίτριτον καὶ αὐτὸ τέταρτον ἢ
10διτρόχαιον, ἐν δὲ τῇ δευτέρᾳ βακχεῖον. τίθεται δὲ ἐν τῷ τέλει ἑκάστης περιόδου, ὡς καὶ ὁ ἐξηγητής φησιν, ἡ παράγραφος, ἐν δὲ τῇ ἕκτῃ περιόδῳ παράγραφος καὶ κορωνίς. Lh

sch eq

973c

vet ἥδιστον φάος ἡμέρας] ἀπ’ Εὐριπίδου. EΓ2

sch eq

974a

vet ἔσται] γενήσεται. Γ2

sch eq

974b

vet τοῖς παροῦσι] ἐγχωρίοις τοῖς οὖσι κατὰ τὸν νῦν καιρόν. Γ2

sch eq

975

vet τοῖσιν ἀφικνουμένοις: τοῖς μέλλουσιν ἔσεσθαι ἢ τοῖς μετὰ ταῦτα ἐσομένοις· ἢ καὶ τοῖς ἐπιδημοῦσι τῶν ξένων, ἵν’ ἐπιδεικνύῃ τὸν Κλέωνα κἀν τούτῳ πονηρόν, ὅτι μηδὲ τούτων φείδεται, ἀλλ’ ἐπίσης ἅπαντας συκοφαντεῖ. VEΓ2ΘM

sch eq

978

vet ἀργαλεωτάτων] δυσκόλων, ψυχρῶν. Γ2

sch eq

979a

vet (I) ἐν τῷ δείγματι τῶν δικῶν: Σύμμαχος· σκέψασθε τί δή ποτέ ἐστι τὸ δεῖγμα τῶν δικῶν. παρεῖται γάρ, φησίν, εἰ μὴ τὸ δεῖγμα τόπος ἐστὶν ἐν Πειραιεῖ, ἔνθα πολλοὶ συνήγοντο ξένοι καὶ πολῖται καὶ ἐλογοποίουν. τὸ δὲ “τῶν δικῶν προσέθηκεν, ἵνα διαβάλλῃ τὸ φιλόδικον τῶν Ἀθηναίων.
5VEΓ3ΘM (II) ἄλλως: ἐν τῷ Πειραιεῖ, ὅπου δικάζουσιν ἐπεὶ ἐκεῖ οἱ ἔμποροι τὰ δείγματα τῶν πωλουμένων ἐτίθεσαν. ἅμα δὲ ἔσκωψε τὸ φιλόδικον τῶν Ἀθηναί‐ ων. VΓ3Θ

sch eq

979b

vet ἐν τῷ δείγματι τῶν δικῶν] ἐν τῷ Πειραιεῖ, ἤγουν ἐν ᾧ δείκνυνται αἱ δίκαι. Γ2

sch eq

979c

Tr δείγματι] τόπος ἐν Πειραιεῖ, ἔνθα πολλοὶ συνήγοντο ξένοι. Lh223

sch eq

981a

vet ὡς] ὅτι. Γ2

sch eq

981b

vet εἰ μή γέ μοι] ἐγένετο. Γ2

sch eq

983

vet ἤστην] ὑπῆρχον. Γ2

sch eq

984a

vet δοῖδυξ οὐδὲ τορύνη] παρ’ ὑπόνοιαν ἐπήνεγκε. τορύνη δὲ τὸ τῆς χύτρας κινητήριον. V

sch eq

984b

vet δοῖδυξ: παροιμία, δοῖδυξ αὔξει, ἐπὶ τῶν λίαν μικρῶν. ταῦτα δὲ ὡς πρὸς τὸν Κλέωνα πάντα 〈συνταράττοντα〉. VEΓΘ

sch eq

984c

vet δοῖδυξ οὐδὲ τορύνη: παρ’ ὑπόνοιαν ἐπήνεγκε ταῦτα ὡς πρὸς Κλέωνα πάντα συνταράττοντα. ἔστι δὲ καὶ παροιμιῶδες, δοῖδυξ αὔξει, ἐπὶ τῶν ἄγαν μικρῶν. τορύνη δὲ τὸ τῆς χύτρας κινητήριον. M

sch eq

984d

vet δοῖδυξ] τριβεύς. EΓ2

sch eq

984e

vet τορύνη] κουτάλη. V2

sch eq

984f

Tr τορύνη] τὸ τῆς χύτρας κινητήριον. Lh

sch eq

986

vet ὑομουσίας: χοιρωδίας, ἀπαιδευσίας. V2Γ2

sch eq

988a

vet οἳ ξυνεφοίτων] ἤγουν οἱ συμμαθόντες. VΓ2Γ3

sch eq

988b

Tr ξυνεφοίτων] συνεμάνθανον αὐτῷ. Lh

sch eq

989a

vet (I) τὴν Δωριστ: τῷ ὀνόματι παίζει διὰ τὸ δωροδοκεῖσθαι. διαβάλλει οὖν αὐτὸν ὡς κλέπτην καὶ δωροδοκούμενον. Δώριος δὲ οὕτω καλεῖται μία τῶν ἁρμονιῶν, ὡς καὶ Λύδιος καὶ Φρύγιος καὶ Βοιώτιος. VEΓΘM (II) ἄλλως: οὐδεμίαν ἁρμονίαν θέλει μαθεῖν ἄλλην, μόνην δὲ τὴν τοῦ
5δωροδοκεῖν ἐπώνυμον. VEΓΘM

sch eq

989b

vet ἁρμόττεσθαι] παιδεύεσθαι. Γ2

sch eq

989c

Tr τὴν Δωριστὶ] ἤγουν τὴν τοῦ δωροδοκεῖν ἐπώνυμον. διαβάλλει δὲ αὐτὸν ὡς κλέπτην καὶ δωρόδοκον. Lh

sch eq

991a

vet ἄλλην] ἁρμονίαν. Γ2

sch eq

991b

Tr ἁρμόττεσθαι] ἁρμονίαν· ἡ μὲν γὰρ τῶν ἁρμονιῶν Δώριος, ἡ δὲ
Λύδιος, ἡ δὲ Φρύγιος, ἡ δὲ Βοιωτός. Lh224

sch eq

993

vet ὀργισθέντ’] εἰς ὀργὴν ἐμπεσόντα. Γ2

sch eq

994

vet Tr ὡς ἁρμονίαν: ἁρμονίαν οἱ μουσικοὶ καλοῦσι τὸ εὖ καὶ ἐπισταμένως εἶναι τὰς νευρὰς ἐν τοῖς κρούμασι τῶν ᾀσμάτων. ἐν ἤθει οὖν ταῦτά φησιν, ὅτι Κλέων ἑτέραν μουσικὴν οὐ μετεχειρίζετο οὐδὲ μανθάνειν ἐβούλετο, ταύτης δὲ μόνης μετεποιεῖτο καὶ ἔμπειρος ἦν. VEΓΘMLh

sch eq

997a

vet (ad vv. 997—1014) διπλῆ 〈μετὰ κορωνίδοσ〉, ὅτι εἰσιᾶσιν οἱ ὑποκριταί, καὶ εἰσὶν ἴαμβοι τρίμετροι ἀκατάληκτοι ιηʹ. VEΓM

sch eq

997b

Tr (ad vv. 997—1110) ἰδοὺ θέασαι: κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ καὶ δακτυλικοὶ ϟϛʹ. ὧν προτίθενται στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιζʹ· τὸ γὰρ ιεʹ δίμετρόν ἐστιν ἀκατάληκ‐ τον. ἐπὶ τῷ τέλει παράγραφος. περὶ δὲ τῶν ἑξῆς ἐν ἑκάστῃ περιόδῳ εἴρηται
5τίνος μέτρου εἰσίν. Ἡφαιστίων δέ φησιν ὅτι εἰώθασιν οἱ δραματοποιοὶ μεταξὺ ἰαμβείων τινῶν γράφειν ἑτέρῳ μέτρῳ ὁποσασοῦν στροφάς, εἶτα πάλιν περάναν‐ τες δι’ ἰαμβείων τὸ προκείμενον κατὰ διέχειαν ἀνταποδιδόναι τὰς στροφάς. ἐφ’ ἑκάστης οὖν στροφῆς τίθεται παράγραφος. Lh

sch eq

997c

vet ἰδοὺ θέασαι: ἔξεισιν ἐπὶ τῶν μεταφρένων ἀγγεῖον φέρων πεπλη‐ ρωμένον χρησμῶν, καὶ λέγει ὅτι τοσοῦτον ἄχθος βαστάζων ὅμως ἅπαντας ἐξάγειν οὐκ ἐδυνήθην τοὺς χρησμούς. καὶ ὁ ἕτερος ὁμοίως τὸ αὐτὸ ποιεῖ. τοῦτο γὰρ ἐπηγγελμένοι εἰσῆλθον, ἐξοίσειν τοὺς χρησμοὺς οὓς ἔχουσι περὶ
5τοῦ δήμου. VEΓ

sch eq

997d

vet ἅπαντας] τοὺς χρησμούς. Γ2

sch eq

977e

Tr εἰσιᾶσιν οἱ ὑποκριταὶ ἐπὶ τῶν μεταφρένων ἀγγεῖα φέροντες πεπλη‐ ρωμένα χρησμῶν. τοῦτο γὰρ ἐπηγγείλαντο, ἐξοίσειν τοὺς χρησμοὺς οὓς ἔχουσι περὶ τοῦ δήμου. Lh

sch eq

997f

Tr οὐχ ἅπαντας ἐκφέρω] ὡς καὶ ἄλλων ἔνδον ὄντων χρησμῶν τὸ “οὐχ
ἅπαντας ἐκφέρω φησίν. Lh225

sch eq

998a

vet χεσείω: ὑπὸ τοῦ βάρους τῶν βιβλίων τῶν τοὺς χρησμοὺς ἐχόντων “χεσείω φησίν. ὡς δὲ ἔνδον καὶ ἄλλων ὄντων χρησμῶν τὸ “οὐχ ἅπαντας ἐκφέρω φησίν. VEΓΘ

sch eq

998b

vet χεσείω] μέλλω χεσεῖν. Γ2

sch eq

1000

vet ἔτι] ἀκμήν. Γ2

sch eq

1001a

vet καὶ ξυνοικία δύο: δυϊκῶς ἐπήγαγε τὸ “ξυνοικία”. λέγονται δὲ ξυνοικίαι καὶ μικραὶ οἰκίαι καὶ ἀποστάσεις, ἢ οὓς νῦν φανόπτας φαμέν. VEΓΘM

sch eq

1001b

vet φλυαρία δὲ τοῦτο· ξυνοικία γὰρ καὶ τὰ κατώγεα λέγονται. M

sch eq

1001c

Tr ὑπερῷον] τὸ εἰς ὕψος διῆκον οἴκημα. Lh

sch eq

1001d

Tr ξυνοικία] ξυνοικίαι λέγονται αἱ μικραὶ οἰκίαι καὶ ἀποστάσεις, ἢ οὓς νῦν φανόπτας φαμέν. Lh

sch eq

1004a

vet Tr Γλάνιδος: ἔπαιξε πρὸς τὴν κατάληξιν τὸν Βάκιν καὶ τὸν Γλάνιν εἰπών. ἔστι δὲ εἶδος ἰχθύος ὁ γλάνις. VEΓΘMLh

sch eq

1004b

vet γεραιτέρου] συνετωτέρου. EΓ3

sch eq

1008a

vet περὶ σκόμβρων νέων: εἶδος ἰχθύων οἱ σκόμβροι παρόμοιοι τοῖς μικροῖς θύννοις. “νέων δέ, νεωστὶ τεταριχευμένων. ἔπαιξε δὲ ὡς μάγειρος. VEΓΘM

sch eq

1008b

Tr σκόμβρων] ἰχθύες οἱ σκόμβροι παρόμοιοι τοῖς μικροῖς θύννοις. Lh

sch eq

1010a

vet τὸ πέος οὑτοσὶ δάκοι] ἔπαιξεν. EΓ2

sch eq

1010b

vet δάκοι] εἴθε. Γ2

sch eq

1010c

Tr τὸ πέος] τὸ αἰδοῖον αὐτοῦ ἢ κόπρον· ἔπαιξεν ἐνταῦθα. Lh

sch eq

1011a

vet ὅπως] καὶ πῶς. Γ2

sch eq

1011b

Tr νυν] δή. Lh226

sch eq

1013a

vet Trὁ δοθεὶς χρησμὸς τοῖς Ἀθηναίοις οὗτος·
“εὔδαιμον πτολίεθρον Ἀθηναίης ἀγελείης,
πολλὰ ἰδὸν καὶ πολλὰ παθὸν καὶ πολλὰ μογῆσαν,
αἰετὸς ἐν νεφέλῃσι γενήσεαι ἤματα πάντα.” VEΓΓ3ΘLh

sch eq

1013b

vet Tr ὡς ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι: ἐγένετο χρησμὸς τοῖς Ἀθηναίοις, ἐπὶ τοῦ δήμου αὐτῶν λεγόμενος, “αἰετὸς ἐν νεφέλῃσι γενήσεαι”, οἷον βασιλεὺς μέγασ ὑπερέξεις ἁπάντων ὥσπερ αἰετὸς τῶν ὀρνέων· οὗ νῦν μέμνηται. τούτου δὲ τοῦ χρησμοῦ καὶ ἐν Ὀρνῖσι καὶ ἐν Δαιταλεῦσι μέμνηται.
5VEΓΘMLh

sch eq

1013c

vet ὡς] ὅτι. Γ2

sch eq

1013d

vet totus versus] χρησμός· “αἰετὸς ἐν νεφέλῃσι γενήσεται ἤματα πάντα”. M

sch eq

1014

Tr (ad vv. 1014—20) ἄκουε δὴ νῦν: ὁ πρῶτος στίχος ἐνταῦθα ἰαμβικὸς τρίμετρος ἀκατάληκτος, οἱ δὲ ἑξῆς ἓξ δακτυλικοὶ ἑξάμετροι κατα‐ ληκτικοὶ εἰς δισύλλαβον, οἳ καὶ καλοῦνται ἔπη κυρίως, ὡς Ἡφαιστίων φησί. κατὰ μονοποδίαν γὰρ μετρεῖται, ὡς εἴρηται, δακτυλικά. ἐπὶ τῷ τέλει παράγρα‐
5φος. Lh

sch eq

1015a

vet (ad vv. 1015—20) ἐν ἐκθέσει στίχοι 〈ἐπικοὶ〉 ἕξ. VΓ3

sch eq

1015b

vet φράζευ] διανοοῦ. Γ2

sch eq

1015c

vet Ἐρεχθεΐδη] ὦ υἱὲ τοῦ Ἐρεχθέως. Γ2

sch eq

1015d

vet ὁδόν] ὑπόθεσιν. Γ2

sch eq

1016a

vet διὰ τριπόδων ἐριτίμων: ἀπὸ τῶν τριπόδων. ἐφ’ ὧν ἐκαθέζετο ἡ πρόμαντις. “ἐριτίμων δέ, πάνυ τιμίων. τὸ γὰρ “ἐρι ἐπίρρημά ἐστιν ἐπιτάσεως, ὡς τὸ “ἐρίηρες” καὶ “ἐριβώλακα” καὶ “ἐρικυδέα”, τὴν μεγάλως
ἔνδοξον. VEΓΓ2ΘM227

sch eq

1016b

vet τριπόδων δὲ διὰ τὸ γιγνώσκειν τὰ ἐνεστῶτα, τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα. M

sch eq

1016c

vet ἴαχεν] ἐβόησεν. Γ2

sch eq

1016d

vet ἐξ ἀδύτοιο] ἤγουν ἐκ τοῦ ναοῦ δι’ οὗ οὐκ εἰσέρχεταί τις. Γ2

sch eq

1016e

vet ἐριτίμων] τῶν ἄγαν ἐντίμων. Γ2

sch eq

1016f

Tr τριπόδων] ἐφ’ ὧν ἐκαθέζετο ἡ πρόμαντις. Lh

sch eq

1016g

Tr ἐριτίμων] πάνυ τιμίων. Lh

sch eq

1017a

vet Tr σῴζεσθαι] σῴζειν καὶ περὶ πολλοῦ ποιεῖσθαι. VEΓ3Lh

sch eq

1017b

vet Tr καρχαρόδοντα] ἀραιοὺς ἔχοντα τοὺς ὀδόντας. Γ2Lh

sch eq

1018a

vet πρὸ σέθεν λάσκων] πρὸ σοῦ ἢ ὑπὲρ σοῦ ὑλακτῶν. VEΓ3

sch eq

1018b

vet χάσκων: δάκνων. γράφεται δὲ καὶ λάσκων, ἀντὶ τοῦ φωνῶν καὶ ὑλακτῶν ὑπὲρ σοῦ. Γ2

sch eq

1018c

vet Tr λάσκων] φωνῶν, ὑλακτῶν. Γ2Lh

sch eq

1019a

vet Tr κἂν μὴ δρᾷ ταῦτα: κἂν μὴ ποιήσῃ ταῦτα ὁ κύων, ἀπολεῖται. EΓΘMLh

sch eq

1019b

vet ἀπολεῖται] ὁ κύων δηλονότι. Γ2

sch eq

1020a

vet (I) κατακράζουσι: καταθορυβοῦσιν. ἰδίως δὲ νῦν ἐπὶ ὀρνέων. τὸ δὲ κράζειν ἀντὶ τοῦ κρώζειν. VEΓΘM (II) ἄλλως: οἱ ἄλλοι ῥήτορες κράζουσι, θορυβοῦσιν. VEΓΘ

sch eq

1020b

vet μίσει] ὑπὸ τοῦ μίσους. Γ2

sch eq

1020c

vet σφε] αὐτόν. Γ2

sch eq

1020d

vet κατακρώζουσι] καταβοῶσιν. Γ2

sch eq

1020e

Tr ἰδίως νῦν ἐπὶ τῶν ὀρνέων τὸ κρώζειν ἀντὶ τοῦ κράζειν. οἱ ἄλλοι δὲ ῥήτορες θορυβοῦσι, φασίν. Lh

sch eq

1020f

Tr κατακρώζουσι] καταθορυβοῦσιν. Lh

sch eq

1021a

vet (ad vv. 1021—9) καὶ ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ θʹ. VEΓ3

sch eq

1021b

Tr (ad vv. 1021—9) ταυτὶ μὰ τὴν Δήμητρα: οἱ ἑξῆς τῶν εἰρη‐ μένων οὗτοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι θʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

1021c

vet ταυτὶ] ἤγουν τὰ λόγια ἅπερ εἶπες. Γ2

sch eq

1021d

Tr ἐγὼ οὐκ] συνίζησις. Lh228

sch eq

1023a

vet Tr πρὸ σοῦ ἀπύω] ὑλακτῶ ὑπὲρ σοῦ. EΓ3Lh

sch eq

1023b

vet ἀπύω] ὑλακτῶ, βοῶ. Γ2

sch eq

1024a

vet εἶπε] ὁ Φοῖβος προσέταξεν. Γ2

sch eq

1024b

vet σῴζεσθαι] ἤγουν σῴζειν καὶ περὶ πολλοῦ ποιεῖσθαι. Γ2

sch eq

1026

vet Tr ὥσπερ θύρας σου: οἱ γὰρ ἀποκλειόμενοι κύνες τὰς θύρας περιεσθίουσι βουλόμενοι ἑαυτοῖς ποιῆσαι ἔξοδον. VEΓΘMLh

sch eq

1028

Tr λήψομαι] λάβω. Lh

sch eq

1029

vet Tr ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς] ὁ ἐν τῷ χρησμῷ κύων. V22Lh

sch eq

1030a

vet (ad vv. 1030—4) καὶ ἐν ἐκθέσει στίχοι 〈ἐπικοὶ〉 ιʹ. Γ3

sch eq

1030b

Tr (ad vv. 1030—4) φράζ’ Ἐρεχθεΐδη: οἱ ἑξῆς οὗτοι στίχοι δακτυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις εʹ· ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

1030c

vet Tr ἀνδραποδιστήν: σωματέμπορον, τοὺς ἐλευθέρους καταδου‐ λούμενον. VEΓ2MLh

sch eq

1031a

vet Tr ὃς κέρκῳ σαίνων: τῇ οὐρᾷ σαίνων, οἷον ὑποτρέχων καὶ κολα‐ κεύων. ἔπαιξε δὲ παρὰ τὴν παροιμίαν “σαίνεις δάκνουσα 〈καὶ〉 κύων λαίθαργος εἶ”. ἐπὶ τῶν ὑποκρινομένων δῆθεν εὐνοεῖν, ἐπιβουλευόντων δὲ λάθρᾳ. VEΓΓ2 ΘMLh

sch eq

1032a

vet Tr ἄλλοσε χάσκῃς] ἤγουν ὅταν περὶ ἄλλα τὴν διάνοιαν ἔχῃς. EΓ2Lh

sch eq

1032b

Tr ἐξέδεται] ἐκτρώγει. Lh

sch eq

1032c

Tr τοὔψον] τὸ βρῶμα. Lh

sch eq

1032d

Tr που] ἴσως. Lh229

sch eq

1033a

vet Tr ἐς τοὐπτάνιον: ἀντὶ τοῦ ἐπὶ τὸ πρυτανεῖον εἰπεῖν, εἶπεν “εἰς τοὐπτάνιον”, τουτέστι τὸ μαγειρεῖον. VEΓΘMLh

sch eq

1033b

vet ὀπτάνιον: οὕτως καὶ ἐν ἄλλαις βʹ. V2

sch eq

1033c

vet κυνηδὸν] καὶ δίκην κυνός. Γ2

sch eq

1034a

vet (I) νύκτωρ τὰς λοπάδας: ὅτι τοὺς φόρους τῶν νήσων καὶ τῶν πόλεων ἀφήρπαζεν. ὡς οἱ κύνες εἰς τὰ μαγειρεῖα εἰσιόντες περιλείχουσι τὰς λοπάδας καὶ τὰς χύτρας, οὕτω καὶ ὁ Κλέων, ἐάν τι τοῖς νησιώταις περι‐ λειφθῇ, καὶ τοῦτο λαμβάνει. VEΓΘM
5(II) ἄλλως: ἔπαιξε πρὸς τὸ γιγνόμενον ὑπὸ τῶν κυνῶν. οὗτοι γὰρ ἁρπά‐ σαντές τι εἰώθασιν εἰς τοὺς ἡσυχίαν ἔχοντας τόπους ἀναχωρήσαντες ἐμφορεῖσ‐ θαι. VEΓΘ

sch eq

1034b

vet νύκτωρ δὲ εἶπε διὰ τὸ τοὺς ἁρπάσαντάς τι κύνας εἰς τὴν ἡσυχίαν †αὐτῶν† ἐμφορεῖσθαι. M

sch eq

1034c

vet καὶ τὰς νήσους διαλείχων: ὅτι ἀντὶ τοῦ εἰπεῖν τὰς χύτρας παρ’ ὑπόνοιαν εἶπε “τὰς νήσους”: τουτέστι τοὺς τῆς πόλεως φόρους διαρ‐ πάζων καὶ τοὺς νησιώτας διασείων. VEΓΘM

sch eq

1034d

Tr ἔπαιξε πρὸς τὸ γινόμενον ὑπὸ τῶν κυνῶν. οὗτοι γὰρ ἁρπάσαντές τι ἐν ἡσυχίᾳ τότε ἀναχωρήσαντες ἐμφοροῦνται. Lh

sch eq

1034e

Tr ὥσπερ οἱ κύνες τὰ μαγειρεῖα εἰσιόντες περιλείχουσι τὰς λοπάδας, οὕτως ὁ Κλέων τοὺς φόρους τῶν πόλεων καὶ τῶν νήσων ἀφήρπαζεν. ἀντὶ τοῦ εἰπεῖν δὲ τὰς χύτρας παρ’ ὑπόνοιαν εἶπε “τὰς νήσους”, ὅτι καὶ τὰς πόλεις καὶ τὰς νήσους διέσεισε καὶ τοὺς φόρους ἐλάμβανεν. Lh

sch eq

1035a

vet (ad vv. 1035—6) ἴαμβοι βʹ. EΓ3

sch eq

1035b

Tr (ad vv. 1035—40) νὴ τὸν Ποσειδ: οἱ ἑξῆς οὗτοι στίχοι, ὁ μὲν πρῶτος καὶ δεύτερος εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, οἱ δὲ λοιποὶ δʹ δακτυλικοὶ ὅμοιοι τοῖς εἰρημένοις. ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

1035c

vet totus versus] πρὸς τὸν ἀλλαντοπώλην. EΓ3230

sch eq

1037a

vet (ad vv. 1037—40) ἐν ἐκθέσει ἐπικοὶ δʹ. EΓΓ3Θ

sch eq

1037b

vet ἱεραῖς] μεγάλαις. Γ2

sch eq

1038a

vet Tr κώνωψι: τοῖς ῥήτορσιν, ἤγουν τοῖς Μήδοις λέγει. VEΓΘLh

sch eq

1038b

vet κώνωψι] ῥήτορσιν. Γ2

sch eq

1038c

vet μαχεῖται] μέλλει μαχήσεσθαι. Γ2

sch eq

1039a

vet Tr ὥς τε περὶ σκύμνοις: ὡς λέων ὑπερμαχῶν τῶν σκύμνων. EΓΓ3ΘLh

sch eq

1039b

vet ὥς τε] καθά. Γ2

sch eq

1039c

vet περὶ σκύμνοισι] ἤγουν περὶ τοῖς γεννήμασιν αὐτοῦ. Γ2

sch eq

1039d

vet βεβηκώς] ἀντὶ (sc. ἀντιβεβηκώς). Γ2

sch eq

1039e

vet Tr φυλάξαι] ἀσφαλίσαι. EΓ3Lh

sch eq

1040a

vet τεῖχος ποιήσας: τὰς ναῦς φησί. οὗτος δὲ ὁ χρησμὸς ἐπιόντος τοῦ βαρβάρου ἐδόθη. ἀγνοούντων δὲ αὐτῶν καὶ βουλομένων ξυλίνῳ τειχίσαι τὴν πόλιν τείχει, Θεμιστοκλῆς ὁ στρατηγὸς νοήσας τὸν χρησμὸν εἶπε τεῖχος τὰς ναῦς λέγειν. μετέστησαν δὲ τότε εἰς Σαλαμῖνα. ἔστι δὲ ὁ χρησμός
5“τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρυόπα Ζεύς.” VEΓΘ

sch eq

1040b

Tr περὶ τούτου τοῦ χρησμοῦ εἴρηται ἄνω που, ὅτε περὶ Θεμιστοκλέους ἐμνήσθη. Lh

sch eq

1040c

Tr τεῖχος] τὰς ναῦς λέγει. Lh

sch eq

1040d

Tr πύργους] οἷον ὅπλα. Lh

sch eq

1041

vet (ad vv. 1041—50) καὶ ἐν εἰσθέσει ἴαμβοι ιʹ. EΓΓ3Θ

sch eq

1044

vet Tr Ἀντιλέων: οὗτος πονηρὸς κωμῳδεῖται καὶ πολυπράγμων. προει‐
ρήκει δὲ ὁ Κλέων ἀντὶ τοῦ λέοντος αὐτῷ εἶναι φύλαξ. VEΓΘMLh231

sch eq

1046a

vet Tr σιδηροῦν τεῖχός ἐστι καὶ ξύλινον: ἀντὶ τοῦ ἐκ ξύλων σιδηρῶν· οὕτω τὸ ἑξῆς. VV2EGQLh

sch eq

1046b

vet τεῖχος ποιήσας ξύλινον (1040): ἀντὶ τοῦ ἐκ ξύλων σιδηρῶν. παίζει δὲ πρὸς τὸν χρησμόν. ἐκεῖνος δὲ ὁ χρησμὸς τὰς ναῦς ἔλεγεν ἐπι‐ όντος τοῦ βαρβάρου. ἀγνοούντων δὲ αὐτῶν καὶ μὴ βουλομένων ξυλίνῳ τείχει περιτειχίσαι τὴν ἀκρόπολιν, Θεμιστοκλῆς ὁ στρατηγὸς νοήσας τὸν χρησμὸν
5εἶπε τεῖχος τὰς ναῦς λέγειν τὸν θεόν. M

sch eq

1046c

vet ξύλων] ξύλινον. M

sch eq

1047

vet Tr σῴζειν] φυλάττειν. EΓ3Lh

sch eq

1049a

vet Tr πεντεσυρίγγ: πέντε ὀπὰς ἔχοντι, δι’ ὧν οἵ τε πόδες καὶ αἱ χεῖρες καὶ ὁ τράχηλος ἐνεβάλλετο. λέγει δὲ τὴν ποδοκάκην. VEΓΘLh

sch eq

1049b

vet πεντεσυρίγγῳ ξύλ: τὴν ποδοκάκην φησί, πεντεσύριγγον ξύλον πέντε ὀπὰς ἔχον, ἐν αἷς οἵ τε πόδες καὶ αἱ χεῖρες καὶ ὁ τράχηλος ἐνε‐ βάλλοντο. M

sch eq

1049c

vet πεντεσυρίγγῳ ξύλῳ] τῇ ποδοκάκῃ φησίν. Γ3

sch eq

1050a

vet Tr τὰ λόγι’: ἀντὶ τοῦ ἤδη δεσμεύσω αὐτόν. ΓΓ3ΘLh

sch eq

1050b

vet τελεῖσθαι] ἀντὶ τοῦ πληροῦσθαι· ἔστι δὲ καὶ τελεῖον ἀρεστόν. φαίνεται τὰ μυστήρια ἀντὶ τοῦ διδάσκεται. Γ2

sch eq

1051a

Tr (ad vv. 1051—60) μὴ πείθου· φθονεραὶ γάρ: οἱ ἑξῆς οὗτοι στίχοι δακτυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις ιʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

1051b

vet Tr κορῶναι: τοὺς ἐχθροὺς κορώνας φησίν. ΓΓ3ΘLh

sch eq

1051c

vet ἐπικρώζουσι] βοῶσι. Γ2

sch eq

1052a

vet Tr ἀλλ’ ἱέρακα φίλει: ἑαυτὸν λέγει· ἀντὶ τοῦ ἐμέ. ΓΘLh

sch eq

1052b

vet ἱέρακα] ἤγουν ἐμέ. Γ2

sch eq

1053a

vet Tr συνδήσας Λακεδαιμονίων: πάλιν τὴν ἀναφορὰν ποιεῖται ἐπὶ τὴν Πύλον καὶ τὴν Σφακτηρίαν καὶ τοὺς αἰχμαλώτους τοὺς τʹ, οὓς ἔλαβε
Δημοσθένης ἐπὶ Σικελίαν ἀπιών, ἤγαγε δὲ Κλέων. VEΓΘMLh232

sch eq

1053b

vet κορακίνους: ἔπαιξεν ἀντὶ τοῦ κούρους. ΓΘM

sch eq

1054a

vet Tr παρεκινδύνευσε: πέρυσι γὰρ ὑπέσχετο τοῖς Ἀθηναίοις ὁ Κλέων κατορθῶσαι τὸν ἐν τῇ Πύλῳ πόλεμον ἕως ἡμερῶν κʹ. καὶ θαυμάσαντες πάντες ἔλεγον αὐτὸν μεθύειν. καὶ Θουκυδίδης δέ φησιν ὅτι τῇ ἀπονοίᾳ τῆς ὑποσχέσεως ἐθαύμαζον οἱ Ἀθηναῖοι καὶ ἐγέλων. VEΓΘMLh

sch eq

1054b

Tr Παφλαγὼν] ὁ Κλέων. Lh

sch eq

1055a

vet Tr Κεκροπίδη: ἀπὸ τοῦ Κέκροπος τοῦ διφυοῦς τὸ γένος κατάγων. VEΓ2MLh

sch eq

1055b

vet τὸ δὲ “κακόβουλε ἀπὸ ἱστορίας τοῦ Ποσειδῶνος καὶ τῆς Ἀθηνᾶς. ἐν ᾗ ὁ μὲν Ποσειδῶν πηγὰς ἀνέδωκεν, ἡ δὲ Ἀθηνᾶ τὴν ἐλαίαν. οὗ χάριν ᾑρετί‐ σαντο ταύτην βασιλεύειν τῆς χώρας. διὸ καὶ τὴν περὶ τῇ τοῦ Ποσειδῶνος ὀργῇ γενομένην κακοβουλίαν αὐτοῖς ἡ Ἀθηνᾶ μετατρέπει εἰς εὐβουλίαν. M

sch eq

1056a

vet Tr (I) καί κε γυνὴ φέροι: ἡ ἱστορία τοῦτον τὸν τρόπον ἔχει· ὅτι διεφέροντο περὶ τῶν ἀριστείων ὅ τε Αἴας καὶ ὁ Ὀδυσσεύς, ὥς φησιν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς· τὸν Νέστορα δὲ συμβουλεῦσαι τοῖς Ἕλλησι πέμψαι τινὰς ἐξ αὐτῶν ὑπὸ τὰ τείχη τῶν Τρώων, ὠτακουστήσοντας περὶ
5τῆς ἀνδρείας τῶν προειρημένων ἡρώων. τοὺς δὲ πεμφθέντας ἀκοῦσαι παρθένων διαφερομένων πρὸς ἀλλήλας. ὧν τὴν μὲν λέγειν ὡς ὁ Αἴας πολὺ κρείττων ἐστὶ
τοῦ Ὀδυσσέως, διερχομένην οὕτως,
“Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος
ἤρω Πηλείδην, οὐδ’ ἤθελε δῖος Ὀδυσσεύς.”
233
10τὴν δ’ ἑτέραν ἀντειπεῖν Ἀθηνᾶς προνοίᾳ,
“πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες; ψεῦδοσ
〈καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη,
ἀλλ’ οὐκ ἂν μαχέσαιτο〉”. τοῦτο δὲ ἵνα δείξῃ ὡς Δημοσθένους, οὐ τοῦ Κλέωνος, τὸ κατόρθωμα. VEMLh
15(II) ἄλλως: τοῦτο ἐκ τοῦ Κύκλου ἀφείλκυσται. λέγεται δὲ ἀπὸ τῶν Τρῳάδων κρινουσῶν τὸν Αἴαντα καὶ τὸν Ὀδυσσέα. λέγεται δὲ ὅτι οὐ τὸ τοῦ Αἴαντος ἔργον, ἀλλὰ τὸ τοῦ Ὀδυσσέως. ταῦτα δὲ λέγει διὰ τὰ ἐν Πύλῳ, ἃ Δημοσθένης μὲν προήνυσεν, οὗτος δὲ ἰδιοποιήσατο. VEΓΘLh

sch eq

1056b

vet φέροι] ὑπομένοι. Γ2

sch eq

1056c

vet ἐπεί κεν] ἀντὶ τοῦ πῶς ἄν. Γ2

sch eq

1057

vet Tr χέσαιτο .... μαχέσαιτο] ἔπαιξε πρὸς τὸ τέλος τοῦ στίχου. EΓ3Lh

sch eq

1058

vet Tr πρὸ Πύλου Πύλον: πρὸς τὴν κατάληξιν ἔπαιξεν, ὅτι ἀεὶ προσ‐ κορής ἐστι περὶ Πύλου λέγων. VEΓΘMLh

sch eq

1059

vet Tr ἔστι Πύλος: τοῦτο χρησμός ἐστιν,
“ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλη.”. VEΓΘLh

sch eq

1060a

vet Tr τὰς πυέλους: ἀντὶ τοῦ τὴν ἐν Πύλῳ πρᾶξιν Δημοσθένους. ἔπαιξε δὲ τῷ ὀνόματι, διὰ τὸ συνεχῶς τῆς Πύλου μεμνῆσθαι τὸν Κλέωνα. VEΓΘLh

sch eq

1060b

vet πυέλους: λέγει τὰς λεκάνας. ἔπαιξε δὲ τῷ ὀνόματι, διὰ τὸ συνεχῶς
τῆς Πύλου μεμνῆσθαι τὸν Κλέωνα. M234

sch eq

1060c

vet τὰς πυέλους: τὰς ἐμβάσεις. EΓΘ

sch eq

1060d

vet πυέλους] λεκάνας. M

sch eq

1066

vet Tr ἀποδοθήσεται: ὡς τοῦ Κλέωνος ἀποστεροῦντος. EΓΓ2ΘLh

sch eq

1067a

vet (ad vv. 1067—9) Αἰγείδη φράσσαι: ἐν ἐκθέσει ἐπικοὶ τρεῖς. VΓΘ

sch eq

1067b

Tr (ad vv. 1067—9) Αἰγείδη φρᾶσαι: οἱ ἑξῆς οὗτοι στίχοι δακ‐ τυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις γʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

1067c

vet Tr ἀπὸ δὲ τῶν βʹ ζῴων διαβάλλει τὸν Κλέωνα ὡς ἀναιδῆ καὶ πανοῦργον. VΓΘMLh

sch eq

1067d

vet μή σε δολώσ: μὴ δόλῳ σε ὑπέλθῃ. EΓΓ2ΘM

sch eq

1067e

vet φράσαι] διάγνωθι. Γ2

sch eq

1067f

vet κυναλώπεκα] πανοῦργον. Γ2

sch eq

1068a

vet λαίθαργον: λαίθαργοι κύνες λέγονται αἱ λάθρᾳ προσιοῦσαι καὶ δάκνουσαι. παρὰ δὲ τὴν παροιμίαν ἔπαιξεν,
“σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ.” VΓΘ

sch eq

1068b

vet λαίθαργον: τὸν λάθρᾳ προσιόντα καὶ δάκνοντα. περὶ δὲ τῆς παροιμίας ἔπαιξε
“σαίνεις δάκνουσα 〈καὶ〉 κύων λαίθαργος εἶ.” M

sch eq

1068c

vet πολύιδριν: ὅτι πολύπειροι αἱ ἀλώπεκες. καὶ παροιμία
“πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα.” VΓΘM

sch eq

1068d

vet κερδώ] ἀλώπεκα. Γ2

sch eq

1068e

Tr πολύιδριν λέγει τὸν Κλέωνα ἀλώπεκα, ὅτι πολύπειροι αἱ ἀλώπεκες. καὶ παροιμία
“πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα”. ἔπαιξε δὲ παρὰ τὴν ἑτέραν παροιμίαν
5“σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ.” Lh

sch eq

1068f

Tr λαίθαργον] λαίθαργοι κύνες αἱ λάθρᾳ προσιοῦσαι καὶ δάκνουσαι. Lh

sch eq

1068g

Tr πολύιδριν] ὅτι πολύπειροι αἱ ἀλώπεκες. Lh235

sch eq

1069

vet Tr Φιλόστρατος ἡ κυναλώπηξ: οὕτως ἐκαλεῖτο Φιλόστρατος. λέγει δὲ αὐτὸν καὶ πορνοβοσκὸν καὶ καλλωπίστην. VΓΘLh

sch eq

1070a

vet (ad vv. 1070—9) ἐν εἰσθέσει δὲ ἴαμβοι δέκα, σὺν οἷς προαναφωνεῖ ἅμα τὸ “εἶεν”. VΓΘ

sch eq

1070b

Tr (ad vv. 1070—9) οὐ τοῦτό φησιν: οἱ ἑξῆς οὗτοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι ηʹ. ἑξῆς δὲ κῶλον ἰαμβικὸν μονόμετρον βραχυκα‐ τάληκτον. λείπεται γὰρ ὅλου ποδὸς πρὸς τὴν συζυγίαν. καὶ ἑξῆς αὖ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει παράγραφος. Lh

sch eq

1070c

vet Tr ἀλλὰ ναῦς ἑκάστοτε: τὰς ἐκπεμπομένας ἀπὸ τῶν νήσων ἀνα‐ πράττεσθαι τοὺς φόρους. οἱ δὲ ἐκπεμπόμενοι πολλὰ ἐκέρδαινον. VΓΘMLh

sch eq

1071

vet Tr ταχείας ἀργυρολόγους: πολεμίας, τὰς συλλεγούσας ἀργύριον καὶ λήμματα αὐτῷ περιποιούσας. ἐλέγοντο δὲ πάραλοι καὶ σαλαμίνιαι. VΓΘMLh

sch eq

1072

vet ἀπαυδᾷ] λέγει καὶ προστάττει. Γ2

sch eq

1073

Tr τριήρης] ἡ ναῦς. Lh

sch eq

1075

vet πρὸς] σύν. Γ2

sch eq

1076a

vet ἀλωπεκίοις τοὺς στρατιώτας: ὡμοίωσε, φησίν, αὐτοὺς ἀλώπηξιν. τοῦτο δέ φησι, παρ’ ὅσον παραπλέοντες οἱ ναῦται ἐξορμῶσιν, ἔπειτα ἐπειδὰν παρίωσιν ἀμπέλους, πορθοῦσι τοὺς βότρυας διαρπάζοντες. VΓΘ

sch eq

1076b

vet ᾔκασεν] ἐξωμοίωσεν. Γ2

sch eq

1076c

Tr τοῦτό φησι παρόσον παραπλέοντες οἱ ναῦται ἐξορμῶσιν, ἔπειτα παρερχόμενοι εἰς ἀμπέλους πορθοῦσι τοὺς βότρυας διαρπάζοντες, ἢ καὶ τοὺς ἄλλους ἀγροὺς ἐκπορθοῦσι τῶν νεῶν ἐκπηδήσαντες. Lh

sch eq

1076d

Tr totus versus] ἀλώπηξιν ὡμοίωσε, φησίν, αὐτούς. Lh

sch eq

1077a

vet ὁτιὴ βότρυς τρώγουσιν: ἐκπηδῶντες τῶν νηῶν τοὺς ἀγροὺς πορθοῦσι. V

sch eq

1077b

vet χωρίοις] ἀγροῖς. Γ2236

sch eq

1078a

vet τούτοις ὁ μισθός: αἰνίττεται διὰ τούτων περὶ τῶν θεωρικῶν χρημάτων, ὅτι χρὴ μᾶλλον τοῖς στρατευομένοις αὐτὰ δίδοσθαι. VEΓΘ

sch eq

1078b

vet εἶεν] ὑπάρχοιεν. Γ2

sch eq

1078c

vet ἀλωπεκίοισι] ἤγουν τοῖς στρατιώταις τοῖς ἐν ταῖς ὑπαρχείων ναυσί. Γ2

sch eq

1078d

Tr εἶεν] ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. Lh

sch eq

1079a

vet Tr ἡμερῶν τριῶν: εἰώθασιν εἰς τὸν πόλεμον οἱ στρατιῶται ἐξερ‐ χόμενοι λαμβάνειν τροφὴν ἡμερῶν τριῶν. VEΓΘMLh

sch eq

1079b

vet ποριῶ] ἐξευρήσω. Γ2

sch eq

1080a

vet ἐξαλέασθαι] διαφυγεῖν. E

sch eq

1080b

vet ἐξαλέασθαι] ἐκφυγεῖν. Γ2

sch eq

1080c

Tr ἐξαλέασθαι] φυγεῖν. Lh

sch eq

1081a

vet Κυλλήνην: Κυλλήνη ὄρος ἐστὶ τῆς Ἀρκαδίας. δι’ ὅ τι δὲ ἐχρήσατο τῷ ὀνόματι, δῆλον ἀπὸ τῶν ἑξῆς· ἵνα παρονομάσῃ τὴν κυλλὴν χεῖρα, εἰς δωροδοκίαν καὶ διασεισμὸν διαβάλλων τὸν Κλέωνα. οἱ γὰρ διασείοντές τινας καὶ δωροδοκοῦντες κοιλαίνουσι τὴν χεῖρα, καὶ ὑποβάλλοντες ὑπὸ τὸ ἱμάτιον
5αἰτοῦσιν VEΓΘM

sch eq

1081b

vet Λητοΐδης] ὁ Ἀπόλλων. Γ2

sch eq

1081c

Tr τίνος χάριν τῷ ὀνόματι τῆς Κυλλήνης ἐχρήσατο δῆλον ἀπὸ τῶν ἑξῆς. παρωνόμασε γὰρ τοῦ κοιλαίνειν τὸν Κλέωνα τὴν χεῖρα καὶ δωροδοκεῖσθαι. οἱ γὰρ διασείοντές τινας καὶ δωροδοκοῦντες κοιλαίνουσι τὴν χεῖρα, καὶ ὑπο‐ βάλλοντες ὑπὸ τὸ ἱμάτιον αἰτοῦσιν. Lh

sch eq

1081d

Tr Κυλλήνην] πόλις Ἀρκαδίας. Lh

sch eq

1081e

Tr Κυλλήνην, μή σε δολώσῃ] διαβάλλει αὐτὸν εἰς δωροδοκίαν. Lh

sch eq

1082a

vet Tr τὴν τούτου χεῖρ’ ἐποίησε: ἐκ μεταφορᾶς τῶν παιδίων τῶν αἰτούντων καὶ κοιλαινόντων τὰς χεῖρας ᾐνίξατο. VΓΘLh

sch eq

1082b

vet ἐποίησε] εἶπεν. E237

sch eq

1083

vet Tr ἔμβαλε κυλλ: οἱ μάγειροι ἐπειδὰν πλάττωσί τι, λέγουσιν “ἔμβαλε τῇ λαιᾷ”. VEΓΘLh

sch eq

1085a

vet τὴν Διοπείθους: σεσίνωτο τὰς χεῖρας ὁ Διοπείθης καὶ ἦν κυλλός .... κατὰ καιρὸν οὖν διαβάλλει αὐτὸν ὡς κλέπτην. ἦν δὲ καὶ Νικίου ἑταῖρος. VEΓΘM

sch eq

1085b

vet ᾐνίξατο] αἰνιγματωδῶς εἶπε. Γ2

sch eq

1085c

Tr καλὸς γὰρ ἦν ὁ Διοπείθης τὰς χεῖρας. κατὰ καιρὸν οὖν διαβάλλει αὐτὸν ὡς κλέπτην. ἦν δὲ καὶ Νικίου ἑταῖρος. Lh

sch eq

1086a

vet πτερυγωτός: πρὸς τὸν αἰετὸν ἐχρήσατο τῷ “πτερυγωτός”. χρησμὸς γὰρ ἐξέπεσε τοῖς Ἀθηναίοις, ὡς ἄρα δέοι αὐτοὺς τοσοῦτον διενεγκεῖν τῶν ἄλλων ἀνθρώπων, ὅσον αἰετὸς τῶν πτηνῶν. VEΓΘM

sch eq

1086b

Tr προείρηται περὶ τοῦ χρησμοῦ τούτου. φησὶ δὲ ὡς ἄρα δέοι τοσοῦτο διενεγκεῖν τοὺς Ἀθηναίους τῶν ἄλλων ἀνθρώπων, ὅσον ἀετὸς τῶν πτηνῶν. Lh

sch eq

1086c

Tr πτερυγωτός] πτηνός. πρὸς τὸ ἀετὸς δὲ ἐχρήσατο καὶ τῷ “πτερυγωτός”. Lh

sch eq

1088a

vet καὶ γὰρ ἐμοί] ἔστι καὶ ἐμοὶ χρησμὸς δηλονότι. Γ2

sch eq

1088b

vet θαλάττης] ἄρξεις δηλονότι. Γ2

sch eq

1089a

vet ἐν Ἐκβατάνοις: ἐν τῇ βαρβάρων χώρᾳ. Σοῦσα γὰρ καὶ Ἐκβάτανα τῆς Περσίδος χώρας 〈πόλεισ〉. ἄρξεις οὖν, φησίν, οὐχ Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων. VΓΘ

sch eq

1089b

vet χὤτι γ’ ἐν Ἐκβατάνοις: ἐν τῇ Περσίδι. Σοῦσα γὰρ καὶ Ἐκβάτανα πόλεις αὐτόθι, ὧν ἐν μὲν τῇ ἑτέρᾳ ἐχείμαζεν ὁ βασιλεύς, ἐν δὲ τῇ ἑτέρᾳ ἐθέριζεν. VM

sch eq

1089c

vet δικάσεις] κρινεῖς. Γ2

sch eq

1089d

vet λείχων ἐπίπαστα] ἀντὶ τοῦ κρίνων· ἐχρήσατο δὲ τῇ λέξει ὡς
μάγειρος. Γ2238

sch eq

1089e

Tr χὤτι γ’ ἐν Ἐκβατάνοις] οὐ μόνον Ἑλλήνων ἀλλὰ καὶ ἐν βαρβάρων χώραις, φησίν, ἄρξεις. Lh

sch eq

1091a

vet καταχεῖν: ὅτι τὸ “καταχεῖν οὐ πάντως ἐπὶ ὑγροῦ, ἀλλὰ καὶ τὴν ἀμβροσίαν ἐπιφέρει, ὅ ἐστι ξηρόν. ἀρύταινα δὲ χαλκοῦν σκεῦος, ᾧ τὸ ἔλαιον ἐγχέουσιν εἰς τοὺς λύχνους. VΓΘM

sch eq

1091b

Tr καταχεῖν] ἀμβροσίαν ἐπιφέρειν. οὐ γὰρ μόνον ἐπὶ ὑγροῦ τὸ καταχεῖν. ἀρύταινα δὲ χαλκοῦν σκεῦος. Lh

sch eq

1093

vet ἐκ πόλεως ἐλθεῖν: ἐκ τῆς ἀκροπόλεως. γλαῦξ δὲ ἱερὸν ὄρνεον Ἀθηνᾶς. ἐνετετύπωτο δὲ τῷ Ἀττικῷ νομίσματι. VΓΘM

sch eq

1094a

vet Tr ἀρυβάλλ: πλεκτόν τι βαλλάντιόν ἐστιν ὁ ἀρύβαλλος, ὅπερ ἑλκόμενον κλείεται καὶ ἀνοίγεται, παρὰ τὸ ἀρύειν καὶ βάλλειν. VEΓΘMLh

sch eq

1094b

vet κατασπένδειν: χεῖν〉. χεῖσθαι δὲ λέγεται οὐ μόνον τὰ ὑγρά, ἀλλὰ καὶ τὰ στερεά, ὡς καὶ νῦν ἐπὶ ἀμβροσίας ἔταξεν. VEΓΘM

sch eq

1094c

vet ἀρυβάλλῳ] ἀγγείῳ. Γ2

sch eq

1094d

Tr κατασπένδειν] καταχέειν· καὶ τοῦτο οὐ μόνον ἐπὶ ὑγροῦ, ἀλλὰ καὶ ἐπὶ τροφῆς νῦν εἴρηται. Lh

sch eq

1095

Tr σκοροδάλμην] διὰ τὸ δριμύ. Lh

sch eq

1096

Tr ἰοὺ ἰού] ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. Lh

sch eq

1097

Tr (ad vv. 1097—1110) ἰοὺ ἰο: ἔκθεσις κορωνίδος ἐκ στίχων ἰαμβικῶν ὧν προτίθεται τὸ παρὸν κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον· οἱ δέ εἰσι τρίμετροι ἀκατάληκτοι ιδʹ, ὧν τελευταῖος
τρέχοιμ’ ἂν ἤδη πρότερος:: οὐ δῆτ’, ἀλλ’ ἐγώ”.
5ἐπὶ τῷ τέλει κορωνίς, ἐξιόντων τῶν ὑποκριτῶν. Lh239

sch eq

1098

Tr ἐπιτρέπω] δίδωμι. Lh

sch eq

1099

vet Tr γερονταγωγεῖν: ἔπαιξε παρὰ τὸ δημαγωγεῖν. τοῦτο δὲ λέγει ὁ Δῆμος, ὡς τοῦ Κλέωνος κατεγνωσμένου. ὅλον δὲ τὸ ἰαμβικὸν παρῴδησεν ἀπὸ Πηλέως Σοφοκλέους. VEΓΘMLh

sch eq

1101a

vet ποριῶ] μέλλω παρέξειν. Γ2

sch eq

1101b

Tr βίον] ζωήν. Lh

sch eq

1103

vet Tr Θουφάνους: ὡς κόλακα κωμῳδεῖ τοῦτον καὶ ἀπατεῶνα, καὶ τῷ Κλέωνι συνόντα διὰ κολάκειαν. ἦν δὲ ὑπογραμματεύς. VΓΘMLh

sch eq

1104

Tr ’σκευασμένα] ηὐτρεπισμένα. Lh

sch eq

1105a

vet ἐγὼ δὲ] ποριῶ. Γ2

sch eq

1105b

vet Tr διαμεμαγμένας] πεφυραμένας. ELh

sch eq

1105c

vet διαμεμαγμένας] διαπεφυραμένας, ἢ εἶδος πλακοῦντος. Γ2

sch eq

1106

vet Tr καὶ τοὖψον: καὶ τὸ ὄψον. ἐκάλουν δὲ οὕτως τὸ ἰχθύδιον. τὸ δὲ ἑξῆς, μόνον τῷ ἐσθίειν σχόλαζε· τοιαύτην γὰρ ἐγώ σοι ἀφθονίαν παρέξω. VEΓΘMLh

sch eq

1107

vet Tr ἀνύσατε: ἔργῳ πληρώσατε καὶ μὴ λόγοις μόνοις ἐπαγγέλλεσθε. VEΓΘLh

sch eq

1108a

Tr σφῶϊν] συνίζησις. Lh

sch eq

1108b

Tr εὖ ποιῇ] ἐν τῷ κομίσαι. Lh

sch eq

1109

vet Tr τὰς ἡνίας: τὴν ἐξουσίαν. τροπικῶς ἀπὸ τῶν ἁρμάτων. ταῖς γὰρ
ἡνίαις ἡνιοχοῦνται οἱ ἵπποι· καὶ οἱ δῆμοι δὲ διὰ τῶν πολιτευομένων. VEΓΘMLh240

sch eq

1110

vet τρέχοιμ’ ἄν: ἐγγύθεν ἀπὸ τοῦ τὰς ἡνίας τὸ “τρέχοιμι ἐπήγαγεν. διαβάλλει δὲ πάλιν τοὺς Ἀθηναίους ὡς ἥττονας κέρδους. VEΓΘM

sch eq

1111a

vet (ad vv. 1111—50) ὦ Δῆμε: διπλῆ καὶ ἐν εἰσθέσει μέλος μονοστρο‐ φικὸν ἀμοιβαῖον περιόδων τεσσάρων ἐναλλὰξ τοῦ χοροῦ 〈καὶ τοῦ ὑποκριτοῦ〉. δεκάκωλοι δέ εἰσιν αἱ περίοδοι, Ἰωνικαὶ ἀπὸ μείζονος, ὧν τὰ μέν ἐστιν ἑφθημι‐ μερῆ, δύο δὲ ἡμιόλια, τὸ τέταρτον καὶ τὸ δέκατον. VEΘM

sch eq

1111b

Tr (ad vv. 1111—50) ὦ Δῆμε καλήν γ’ ἔχεις: κορωνὶς καὶ ἐν εἰσθέσει μέλος τετράστροφον ἀμοιβαῖον περιόδων δʹ ἐναλλὰξ τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ. δεκάκωλοι δέ εἰσιν αἱ περίοδοι, τὸ δὲ μέτρον Ἰωνικὸν ἀπὸ μείζονος, ὧν τὰ μέν ἐστι δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ οἷς καὶ Ἀνακρέ‐
5ων ἐχρήσατο, τὰ δὲ ἡμιόλια ἤτοι δίμετρα βραχυκατάληκτα, τὸ τέταρτον καὶ δέκατον ἑκάστης στροφῆς. ἔστι δὲ ἡμιόλιον ὡς εἴρηται τὸ ἔχον τὸ ὅλον καὶ τὸ ἥμισυ τοῦ ὅλου. ταῦτα δὲ τὰ κῶλα ἔχει μὲν τὸν Ἰωνικὸν πόδα, τὰς δʹ συλλαβάς, ἤτοι τὸν παιῶνα, ἔχει δὲ καὶ τὸ δεύτερον τούτου τὰς δύο. μετὰ δὲ περίοδον ἑκάστην τίθεται παράγραφος, ὡς καὶ ἄνω εἴρηται, ἐν δὲ τῇ τελευταίᾳ περιόδῳ
10παράγραφος καὶ κορωνίς. Lh

sch eq

1112

vet ὅτε] ἐπειδή. Γ2

sch eq

1113

vet δεδίασι] φοβοῦνται. Γ2

sch eq

1115a

vet Tr εὐπαράγωγος] εὐπειθής. VELh

sch eq

1115b

vet εὐπαράγωγος] εὐκόλως πιθόμενος καὶ ἐξαπατώμενος. καὶ παρά‐ γεται ἀντὶ τοῦ ἐξαπατᾶται. Γ2

sch eq

1115c

Tr εὐπαράγωγος] εὐκόλως ὑπείκων τοῖς κολακεύμασιν. Lh

sch eq

1118

Tr τόν τε λέγοντ’] τὸν ἐπαινοῦντά σε. Lh

sch eq

1119

Tr κέχηνας] τεταμένος ὁρᾷς. Lh241

sch eq

1121a

vet Tr νοῦς οὐκ ἔνι ταῖς κόμαις: οἷον ἐν τῷ ἐγκεφάλῳ ὑμῶν· ὅτι ἐκόμων οἱ ἱππεῖς. ἐγκέφαλος οὐκ ἔστιν ὑμῖν, οὐδὲ ἐστὲ φρενήρεις. VEΓΘMLh

sch eq

1121b

vet ταῖς κόμαις] ἤγουν τῷ ἐγκεφάλῳ. Γ2

sch eq

1121c

Tr σκώπτει τοὺς ἱππέας ὡς κομῶντας καὶ ἀνοήτους. Lh

sch eq

1122

vet ὅτε] ἐπειδή. Γ2

sch eq

1124a

vet ἠλιθιάζω: ἀναισθητῶ, προσποιοῦμαι ἠλίθιος εἶναι. ἀναίσθητοι γὰρ οἱ λίθοι, ἀφ’ οὗ καὶ τὸ ἠλίθιος. ἢ ἀντὶ τοῦ ἀνοηταίνω. VEΓΘM

sch eq

1124b

vet ἠλιθιάζω] τὴν ἄνοιαν ὑποκρίνομαι. Γ2

sch eq

1124c

Tr ἠλιθιάζω] προσποιοῦμαι ἠλίθιος εἶναι, ἤγουν ἑκὼν ἀνοηταίνω. Lh

sch eq

1126a

vet βρύλλων: ἐξαπατώμενος, ὑποπίνων καὶ μεθύων. Σύμμαχος δὲ ὑποπίνων, ἐκ μιμήσεως τῆς τῶν παίδων φωνῆς. VEΓΘM

sch eq

1126b

vet βρύλλων] πίνων, κερδαίνων. E

sch eq

1126c

Tr βρύλλων] ἐξαπατώμενος ὑπό τινων καὶ μεθύων. Lh

sch eq

1126d

Tr Σύμμαχος τὸ “βρύλλων ἀντὶ τοῦ ὑποπίνων φησίν, ἐκ μετα‐ φορᾶς τῆς τῶν παίδων φωνῆς. ἦχον γάρ τινα ποιοῦσι τὰ παιδία πίνοντα. Lh

sch eq

1128a

vet Tr προστάτην: τὸν προϊστάμενον τοῦ δήμου, τουτέστι δημαγωγόν. ΓΘLh

sch eq

1128b

vet προστάτην] δημαγωγόν. E

sch eq

1129a

vet ὅταν ᾖ πλέως: Φαεινός, ἀντὶ τοῦ πλήρης. τουτέστιν ὅταν ηὐξῆσθαι δοκῇ καὶ μέγας εἶναι. VEΓΘM

sch eq

1129b

Tr πλέως] πλήρης χρημάτων. Lh

sch eq

1130

vet Tr ἄρας ἐπάταξα: κατέβαλον, ἐκ μεγάλου καὶ λαμπροῦ ταπεινὸν
ἐποίησα, τουτέστιν ἐάσας πλουτῆσαι δημεύω. VEΓΘMLh242

sch eq

1132

vet Tr εἴ σοι πυκνότης: σύνεσις, φρόνησις. εἰ συνεχῶς καὶ περὶ πάντας οὕτω φρονοίης. VEΓΘMLh

sch eq

1134

vet τούτῳ] τῷ τρόπῳ. Γ2

sch eq

1135

vet ἐπίτηδες] κατ’ ἐπιτηδειότητα. Γ2

sch eq

1136a

vet ὥσπερ δημοσίους τρέφεις: λείπει βοῦς ἢ ταύρους, ἢ ἄλλο τι τοιοῦτον θῦμα. ἢ δημοσίους τοὺς λεγομένους φαρμακούς, οἵπερ καθαί‐ ρουσι τὰς πόλεις τῷ ἑαυτῶν φόνῳ. ἢ τοὺς δημοσίᾳ τρεφομένους καὶ ὑπὸ τῆς πόλεωσ. VEΓΘM

sch eq

1136b

Tr δημοσίους] λείπει βοῦς ἢ ταύρους ἢ ἄλλο τι τοιοῦτον εἰς θῦμα. Lh

sch eq

1136c

Tr δημοσίους λέγει τοὺς λεγομένους φαρμακούς, οἵπερ καθαίρουσι τὰς πόλεις τῷ ἑαυτῶν φόνῳ. ἔτρεφον γάρ τινας Ἀθηναῖοι λίαν ἀγεννεῖς καὶ πένητας καὶ ἀχρήστους, καὶ ἐν καιρῷ συμφορᾶς τινος ἐπελθούσης τῇ πόλει, λιμοῦ λέγω ἢ τοιούτου τινός, ἔθυον τούτους ἕνεκα τοῦ καθαρθῆναι τοῦ μιάσματος
5καὶ τῆς ἑαυτῶν κακίας, καὶ θεραπείαν εὑρεῖν τοῦ ἐπικειμένου κακοῦ. οὓς καὶ ἐπωνόμαζον καθάρματα. μέμνηται τούτων ἐν Βατράχοις
“οἷσιν ἡ πόλις πρὸ τοῦ
οὐδὲ φαρμακοῖσιν εἰκῆ ῥᾳδίως ἐχρήσατ’ ἄν”. Lh

sch eq

1137-8

vet Tr κᾆθ’ ὅταν μή σοι τύχῃ ὄψον ὄν: τροπικῶς· ὅταν μή σοι πόρος χρημάτων ᾖ. VEΓΘMLh

sch eq

1138

vet ὄψον] ἤγουν πλοῦτος καὶ πόρος χρημάτων. Γ2

sch eq

1139a

vet Tr ὃς ἂν ᾖ παχύς: πλούσιος. ἡ μεταφορὰ ἀπὸ τῶν χοίρων. VΓΘMLh

sch eq

1139b

vet τούτων] ἀπό. Γ2243

sch eq

1140

vet Tr ἐπιδειπνεῖς: δημεύεις αὐτῶν τὰς οὐσίας. παρέλκει δὲ ἡ ἐπί. ἢ παρὰ τὸ εἰκός. κάλλιον δὲ “ἐπὶ τῷ θῦσαι δειπνεῖς”. ΓΘMLh

sch eq

1142

vet Tr περιέρχομαι: ἐνεδρεύω, ἀπατῶ. ἢ σοφίζομαι καὶ ὑπέρχομαι. VEΓΘLh

sch eq

1144

Tr ἐξαπατύλλειν] ἐξαπατᾶν. Lh

sch eq

1146a

vet Tr οὐδὲ δοκῶν ὁρᾶν: οὐδὲ προσποιούμενος εἰδέναι ἅπερ ἠδίκουν. ΓΓ2ΘLh

sch eq

1146b

vet οὐδὲ δοκῶν ὁρᾶν] προσποιούμενος μὴ εἰδέναι. E

sch eq

1148

Tr ἐξεμεῖν] ἐκβάλλειν τὰ συναχθέντα χρήματα. Lh

sch eq

1149

Tr ἅττ’ ἂν κεκλόφωσί μου] ὅσα ἂν κεκλοφότες ὦσιν ἐκ τῶν δημοσίων χρημάτων. Lh

sch eq

1150a

vet (I) κημόν: κημὸς ὁ κάδος τῶν δικαστῶν, ἔνθα ἔβαλλον τὰς ψήφους. VΘ (II) ἄλλως: κημὸς ὁ ἐπὶ τοῦ καδίσκου, εἰς ὃν τὰς ψήφους καθίεσαν ἐν τοῖς δικαστηρίοις. Κρατῖνος δὲ αὐτὸν ἐν Νόμοις σχοίνινον ἠθμὸν καλεῖ.
5τοιοῦτος γὰρ ἐγίγνετο καὶ ἦν παρόμοιος χώνῃ, ὡς καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ. ὕστερον δὲ ἀμφορεῖς δύο ἵσταντο ἐν τοῖς δικαστηρίοις, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος. καὶ ὁ μὲν κύριος ἦν, ὁ δὲ ἄκυρος. ἔχει δὲ ὁ χαλκοῦς, ὥς φησιν Ἀριστο‐ τέλης, διερρινημένον ἐπίθεμα, εἰς τὸ αὐτὴν μόνην τὴν ψῆφον καθίεσθαι. πρὸς τοῦτο οὖν ὁ κημός. ἀντὶ δὲ ψήφων ταῖς χοιρίναις οἱ δικασταὶ ἐχρῶντο.
10αὗται δὲ κόγχαι τινές εἰσιν, ὥς φησιν Ἐπαφρόδιτος ἐν ταῖς λέξεσιν. καὶ ὁ
τοῖς ἵπποις δὲ περιτιθέμενος οὕτως ἐκαλεῖτο κημός, ὁ καλούμενος φιμός, ὡς Ξενοφῶν ἐν τοῖς περὶ ἱππικῆς. πλέγμα τι ἐκ σχοινίων γιγνόμενον ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρ‐ πουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἔστι καὶ τὸ δέλεαρ, ὥς φησιν Ἡρωδιανός, παρα‐244
15τιθέμενος τὰ Σοφοκλέους ἐκ Ποιμένων
“κημοῖσι πλεκτοῖς πορφύρας θηρᾷ γένος”.
Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων
“καὶ τούσδε κημοὺς στόματος”. VΘ (III) ἄλλως: Φαεινός· κημὸς ὁ χάβος, ὁ περιτιθέμενος τοῖς ἵπποις. καὶ
20κημῶσαι τὸ συγκλεῖσαι. καὶ οἱ ἰατροὶ δὲ κημῶσαι λέγουσι τὸ τὸν ὀφθαλμὸν φιμῶσαι καὶ μῦσαι. VEΓ2M

sch eq

1150b

vet (I) καταμηλῶν: καταμηλοῦν μὲν ἔλεγον τὸ τὴν μήλην καθίεσθαι ὑπὸ τοῦ ἰατροῦ εἰς τὸν λαιμόν, ὡς ποιοῦσι καὶ οἱ ἐμοῦντες. κημὸς δὲ ἐκαλεῖτο τὸ ἐπιτιθέμενον πλέγμα τῷ καδίῳ, δι’ οὗ οἱ δικασταὶ καθίεσαν τὰς ψήφους. τὸ ὅλον οὖν βούλεται ὅτι καταψηφιζόμενος αὐτῶν καὶ δικάζων ἀναγκάζω
5ἐμεῖν τὰς κλοπάς. VEΓ2ΘM (II) ἄλλως: καταμηλῶν ἀντὶ τοῦ καταδικάζων καὶ ἐξοστρακίζων, ἀπὸ μεταφορᾶς τῶν ἰατρῶν τῶν δοκιμαζόντων διὰ τῆς μήλης. VEΓ2M

sch eq

1150c

vet κημὸν] χάβον. EΓ2

sch eq

1150d

vet καταμηλῶν] καθιεὶς τοῦ λαιμοῦ. EΓ2

sch eq

1150e

Tr κημὸς ἐκαλεῖτο ὁ κάδος τῶν δικαστῶν ἔνθα ἔβαλλον τὰς ψήφους. δύο δὲ ἵσταντο ἐν τοῖς δικαστηρίοις κάδοι, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος, καὶ ὁ μὲν κύριος, ὁ δὲ ἄκυρος. ἔχει δὲ ὁ χαλκοῦς, ὥς φησιν Ἀριστοτέλης, διερρινη‐ μένον ἐπίθεμα εἰς τὸ αὐτὴν μόνην τὴν ψῆφον καθίεσθαι. πρὸς τοῦτο οὖν ὁ
5κημός. ἀντὶ δὲ ψήφων ταῖς χοιρίναις οἱ δικασταὶ ἐχρῶντο. αὗται δὲ κόγχαι τινὲς ἦσαν, ὥς φησιν Ἐπαφρόδιτος ἐν ταῖς λέξεσι. λέγεται δὲ κημὸς καὶ ὁ τοῖς ἵπποις περιτιθέμενος ἤγουν ὁ καλούμενος φιμός. πλέγμα δέ τί ἐστιν ἐκ σχοινίων ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρπουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἐστὶ καὶ τὸ δέλεαρ, ὥς φησιν245
10Ἡρωδιανός, παρατιθέμενος τὰ Σοφοκλέους ἐκ Ποιμένων
“κημοῖσι πλεκταῖς πορφύρας φέρει γένος.” καὶ Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων
“καὶ τούσδε κημοὺς στομάτων”. Lh

sch eq

1150f

Tr κημὸν] φιμόν. Lh

sch eq

1150g

Tr καταμηλῶν] εἰσάγων ἐν τῷ στόματι αὐτοῦ καθὰ ποιοῦσιν ἰατροὶ τοῖς ἐμοῦσιν. Lh

sch eq

1151a

vet (I) ἄπαγ’ εἰς μακαρίαν: γράφεται “ἔρρ’ εἰς μακαρίαν”, ἀντὶ τοῦ εἰς ὄλεθρον κατ’ εὐφημισμόν. ἐπεὶ καὶ οἱ τεθνεῶτες μακαρῖται λέγονται. VΓΘM (II) ἄλλως: Μακαρία Ἡρακλέους θυγατήρ, ἣν οἱ Ἀθηναῖοι ὑπὲρ αὐτῶν
5θανοῦσαν πολυτελῶς ἔθαψαν. VΓΘM (III) ἄλλως: κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν λόγος Ἡρακλέους θυγατέρα, Μακαρίαν τοὔνομα, ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς σφαγὴν μεταδοῦναι. τοὺς οὖν Ἀθηναίους κατὰ τιμὴν τῆς παιδὸς αὐτοῦ ἄνθη καὶ στεφάνους παρακελεύεσθαι τοῖς ἄλλοις, .... ὡς τὴν παροιμίαν ἐλθεῖν καὶ ἐπὶ
10τῶν προθυμουμένων τι. αὖθις δὲ καταχρηστικῶς ὡς ἐπὶ πάσης ἀφοσιώσεως. V (IV) ἄλλως: παροιμιῶδες. ἀπὸ Μακαρίας τῆς Ἡρακλέους θυγατρὸς ἐπιδιδούσης ἑαυτὴν ὑπὲρ τῶν ἀδελφῶν ἀποθανεῖν. ἔθαψαν δὲ αὐτὴν οἱ Ἀθηναῖοι θαυμάσαντες καὶ μεγάλως μακαρίσαντες. τοῦτο δ’ ἐγένετο κατὰ τὴν Εὐρυσθέως
ἐπὶ τὰς Ἀθήνας στρατείαν. ΘM246

sch eq

1151b

vet ἄπαγ’ εἰς μακαρίαν ἐκποδών] ἢ ὁ Κλέων ἢ ὁ δῆμος. Γ2

sch eq

1151c

vet μακαρίαν] κατ’ εὐφημισμόν. Γ2

sch eq

1151d

vet φθόρε] ὀλέθριε. EΓ2M

sch eq

1151e

Tr εἰς μακαρίαν] εἰς ὄλεθρον, κατ’ εὐφημισμόν. Lh

sch eq

1151f

Tr φθόρε] ὄλεθρε, φθοροποιέ. Lh

sch eq

1152

vet μέντοι] δέ. Γ2

sch eq

1156

vet προσδοκῶν] ἐπιτηρῶν, σκοπῶν. Γ2

sch eq

1158a

vet δρᾶσον] δράσεις. EΓ2

sch eq

1158b

vet Tr εἰ δὲ μή] οὐκ οἶδα. EΓ2Lh

sch eq

1158c

Tr δρᾶσον] Ἀττικῶς ἀντὶ τοῦ δράσεις. Lh

sch eq

1159a

vet Tr ἀπὸ βαλβίδων: βαλβὶς ἡ ἄφεσις τῶν δρομέων. μετήνεγκεν οὖν ἀπὸ τῶν περὶ δρόμους ἁμιλλωμένων ἐν τοῖς ἄγωσιν. VΓΘMLh

sch eq

1159b

Tr βαλβὶς δὲ καλεῖται τὸ ἐν τῇ ἀρχῇ τοῦ δρόμου κείμενον ἐγκαρσίως ξύλον, ὃ καὶ ἀφετηρίαν καλοῦσιν, ὅπερ μετὰ τὸ ἑτοιμασθῆναι τοὺς δρομεῖς εἰς τὸ δραμεῖν ἀφαιρούμενοι ἀφίεσαν τρέχειν· ἀφ’ οὗ καὶ ἀφετηρία ἐκλήθη. βαλβὶς δὲ ἀπὸ τοῦ εἰσβάλλεσθαι βάδην. πρῶτον γὰρ εἰσέρχονται βάδην, εἶτα
5τοῦ δρόμου ἄρχονται. Lh

sch eq

1161a

vet Tr ὑποθεῖν οὐκ ἐ: ὑποτρέχειν καὶ ὑποσκελίζειν καὶ ἐμποδὼν ἵστασθαι. VΓΘMLh

sch eq

1161b

vet ἄπιτον] ἀπέλθετον. Γ2

sch eq

1161c

vet θέοιτ’ ἂν] τρέχετε. Γ2

sch eq

1162

vet ἀλλ’ ἦ] ὄντως. Γ2

sch eq

1163a

vet Tr ’γὼ θρύψομαι: ἀντὶ τοῦ συντριβήσομαι, ἢ σφόδρα τρυφήσω καὶ σεμνυνοῦμαι. VΓΘMLh

sch eq

1163b

vet ἢ] καὶ. Γ2

sch eq

1166

vet Tr μαζίσκην] ἄρτον πεφυραμένον. EΓ2Lh247

sch eq

1167a

vet ἐκ τῶν ὀλῶν: ὀλαὶ αἱ μεθ’ ἁλῶν μεμιγμέναι κριθαί, καὶ τοῖς θύμασιν ἐπιβαλλόμεναι. πάλιν δὲ εὐφυῶς ὑπομιμνήσκει τῶν ἐν Πύλῳ. VΓΘM

sch eq

1167b

vet ὀλῶν] κριθῶν. EΓ2

sch eq

1167c

Tr τῶν ὀλῶν] τῶν αἱμάτων ἤγουν ἐκ τῆς ἐκεῖ νίκης. Lh

sch eq

1167d

Tr μεμαγμένην] κατεσκευασμένην. Lh

sch eq

1168a

vet Tr μεμυστιλημένας: κατειργασμένας ἤδη καὶ ἑτοίμους, τουτέστι μεμασημένας. VΓΘMLh

sch eq

1168b

Tr μυστίλας] τροφάς. Lh

sch eq

1169a

vet (I) τῇ χειρὶ τἠλεφαντίν: δύο εἰσὶν ἐπὶ τῆς ἀκροπόλεως Ἀθηνᾶς ναοί, ὁ τῆς πολιάδος καὶ ἡ χρυσελεφαντίνη, ἣν ἀπὸ τῶν Μηδικῶν σκύλων κατεσκεύασαν Φειδίου πλάσαντος. VM (II) ἄλλως: ὡς ἐπὶ ἀγάλματος εἶπε διὰ τὸ μέγεθος τῆς μάζης. V

sch eq

1169b

vet τῆς θεοῦ] ἤγουν τῆς Ἀθηνᾶς. Γ2

sch eq

1169c

Tr τἠλεφαντίνῃ] τῇ λαμπρᾷ καὶ λευκῇ. Lh

sch eq

1170a

vet ὡς μέγαν ἄρ’ εἶχες: λεληθότως σεμνολογεῖ τὸ μέγεθος τοῦ ἀγάλματος διὰ τούτου. VΓΘM

sch eq

1170b

Tr λεληθότως σεμνολογεῖ τὸ μέγεθος τοῦ ἀγάλματος διὰ τοῦ εἰπεῖν τὸν δάκτυλον αὐτοῦ μέγαν, ὥσπερ καὶ διὰ τοῦ εἰπεῖν ἐν χειρὶ ἐλεφαντίνῃ τὴν λευκότητα καὶ λαμπρότητα καὶ τὸ κάλλος αὐτοῦ. ἕκαστος δὲ φιλονεικεῖ δεῖξαι τὴν τῆς Ἀθηνᾶς εὔνοιαν ἐν τῇ πόλει, ὡς εἰ τοῦτο δείξειε καὶ τὴν ἑαυτοῦ
5οἴεται δήλην ποιῆσαι πρὸς τὴν πόλιν εὔνοιαν. Lh

sch eq

1171a

vet εὔχρων] ἔχον καλὴν χροιάν, εὐειδές. Γ2

sch eq

1171b

Tr ἔτνος γε πίσινον] φάβα. Lh

sch eq

1172a

vet Tr ἐτόρυνε: ὅτι τὰ ὄσπρια ἐν τῇ ἑψήσει διαθρύπτονται. VΓΘMLh

sch eq

1172b

vet Tr ἡ Παλλὰς ἡ Πυλαιμάχος: πάλιν διὰ τὸ ἐν Πύλῳ κατόρθωμα.
2M(bis) Lh248

sch eq

1172c

vet ἐτόρυνε] ἐτάραξε. Γ2

sch eq

1172d

vet ἡ Πυλαίμαχος] ἡ ποιησαμένη μάχην ἐν τῇ Πύλῳ. Γ2

sch eq

1172e

vet ἡ Πυλαίμαχος] ἡ ἐν Πύλῳ μαχομένη. M

sch eq

1172f

Tr αὔθ’] αὐτό. Lh

sch eq

1173a

vet ἡ θεός ς’ ἐπισκοπε: προΐσταται καὶ φυλάσσει. V

sch eq

1173b

vet ἐπισκοπεῖ] φυλάττει. EΓ2

sch eq

1173c

Tr ἐπισκοπεῖ] ἐπιτηρεῖ, εἰσφυλάττει, προΐσταταί σου. Lh

sch eq

1174a

vet καὶ νῦν ὑπερέχει σου χύτραν ζωμο: ἀντὶ τοῦ ὑπερμαχεῖ καὶ ὑπερασπίζει σου. ἀντὶ δὲ τοῦ εἰπεῖν “περικεφαλαίαν”, “χύτραν εἶπε. VΓΘM

sch eq

1174b

Tr ὑπερέχει σου χύτραν] ἐπὶ τῆς κεφαλῆς σου τίθησι. “περικεφαλαίαν” ὤφειλεν εἰπεῖν, ὁ δὲ “χύτραν εἶπεν ὡς μάγειρος. Lh

sch eq

1175a

Tr οἰκεῖσθ’] σῴζεσθαι. Lh

sch eq

1175b

Tr τήνδε τὴν πόλιν] τῶν Ἀθηναίων. Lh

sch eq

1176a

vet ἡμῶν] καὶ ἐπάνω· ἕνεκεν. Γ2

sch eq

1176b

vet τὴν χύτραν] ἤγουν τὴν χεῖρα. EΓ2

sch eq

1176c

Tr εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε] ἤγουν εἰ μὴ προφανῶς ὑπ’ ἐκείνης ἐφυλαττόμεθα. Lh

sch eq

1176d

Tr τὴν χύτραν] τὴν χεῖρα δέον εἰπεῖν. Lh

sch eq

1177a

vet Tr ἡ Φοβεσιστράτη: ἡ φοβοῦσα τὸν στρατόν· ἑξῆς δὲ τίθησι τὰ ἐπίθετα τῆς θεοῦ. VEΓΘMLh

sch eq

1177b

vet Tr τέμαχος] τόμον ἰχθύος. EΓ2Lh

sch eq

1177c

vet ἡ Φοβεσιστράτη] ἤγουν ἡ Ἀθηνᾶ ἡ εἰς φόβον ἐμβάλλουσα τὸν στρατόν. Γ2

sch eq

1178a

vet ἡ Ὀβριμοπάτρα] ἕτερον ὄνομα τῆς Ἀθηνᾶς. ἤγουν ἡ ἔχουσα ὄβριμον καὶ ἰσχυρὸν πατέρα. Γ2

sch eq

1178b

Tr Ὀβριμοπάτρα] ἡ ἰσχυρὸν ἔχουσα πατέρα, τὸν Δία. Lh249

sch eq

1179a

vet χόλικος: χόλικες τὰ παχέα ἔντερα. “χόλικος δὲ καὶ “ἠνύστρουἐκ παραλλήλου τὸ αὐτό. ταῦτα δὲ ἐγκατώδη κρέα. “τόμον δὲ οἷον τέμαχος. “ἤνυστρον δὲ ἡ κάτω κοιλία. VEΓΘM

sch eq

1179b

vet Tr χόλικος] παχέος ἐντέρου. MLh

sch eq

1179c

vet ἠνύστρου] στέρνου. EΓ2

sch eq

1179d

vet τόμον] κόμμα. EΓ2

sch eq

1179e

Tr ἠνύστρου] τῆς κάτω κοιλίας. Lh

sch eq

1179f

Tr τόμον] τέμαχος. Lh

sch eq

1180

vet μεμνημένη] ἐνθυμουμένη. Γ2

sch eq

1181a

vet ἡ Γοργολόφα: ἡ ἐκ τῆς κεφαλῆς τῆς Γοργοῦς τὴν περικεφαλαίαν ἔχουσα. ἐλατὴρ δὲ πέμματος εἶδος. τινὲς μὲν ἄζυμα, τινὲς δὲ πεπτά, ὧν εἷς καὶ Εὐριπίδης. ἔπαιξε δὲ τοῖς ὀνόμασι διὰ τὴν περὶ τὰ ναυτικὰ τῶν Ἀθηναίων ἐμπειρίαν. VEΓΘM

sch eq

1181b

vet τουτουῒ] ἀπό, ἤγουν μέρος. Γ2

sch eq

1181c

Tr ἡ Γοργολόφα] ἡ ἐκ τῆς κεφαλῆς τῆς Γοργοῦς τὴν περικεφαλαίαν ἔχουσα. Lh

sch eq

1182a

vet ἐλαύνωμεν] κωπηλατῶμεν. Γ2

sch eq

1182b

Tr ἐλατῆρος] πέμματος εἶδος. τινὲς δὲ ἄζυμα, Εὐριπίδης δὲ πεπτά. Lh

sch eq

1182c

Tr παίζει τὸ “ἐλατῆρος εἰπὼν διὰ τὴν περὶ τὰ ναυτικὰ τῶν Ἀθηναίων ἐμπειρίαν. ἐλατῆρες γὰρ καὶ οἱ τὰς κώπας ἐλαύνοντες, καὶ ἐλατὴρ εἶδος πέμ‐ ματος. Lh

sch eq

1185a

vet (I) ἐντερόνειαν: τὰ ἐγκοίλια, τὰ ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα
ξύλα, ἐντερόνεια καλεῖται. VEΓΘM (II) ἄλλως: οἱ μὲν τὸ τῶν νεῶν ἔδαφος. οἱ δὲ τὰ ἐγκοίλια. βέλτιον δὲ τὴν τῶν ἐγκοιλίων ὕλην λέγειν. ταῦτα δὲ Ἡρωδιανὸς ἐν τῇ καθόλου προπαροξύνει.250
5“καὶ ἡ ἐντερόνεια δὲ τούτῳ τῷ λόγῳ ὤφειλε συστέλλειν τὸ α καὶ προπαροξύνειν. οὕτω γὰρ τὴν ἐντεριώνην Ἀριστοφάνης ἐν τοῖς Ἱππεῦσιν εἶπεν, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς νεώς, ὅ ἐστι συνεκτικώτατον, ἥτις ἐστὶ τρόπις, ὑπὸ δὲ τῶν ἄλλων μήτρα καλεῖται. φησὶ δὲ ὁ κωμικὸς
εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός
10εἰ μὴ ἄρα ποιητική ἐστιν ἡ ἔκτασις.” VΓΘM

sch eq

1185b

Tr τὰ ἐγκοίλια τῆς νεὼς ξύλα τὰ εἰς τὴν τρόπιν προσηλωμένα “ἐντε‐ ρόνεια” καλεῖται. νῦν δὲ ὅλην τὴν τρόπιν ἐντερόνειαν καλεῖ, ἥτις ὑπὸ τῶν ἑτέρων μήτρα καλεῖται. ἔστι δὲ τὸ μεσαίτατον τῆς νεώς. Lh

sch eq

1187a

vet Tr τρία καὶ δύο: τρία μέρη ὕδατος ἐπιδεχόμενον, οἴνου δὲ δύο. ἀρίστη δὲ κρᾶσις οἴνου δύο μέρη καὶ ὕδατος τρία. VEΓΘMLh

sch eq

1187b

vet ἔχε] λάμβανε. Γ2

sch eq

1187c

vet κεκραμένον] οἶνον. EΓ2

sch eq

1188a

vet ὡς] λίαν. Γ2

sch eq

1188b

vet Tr ἡδύς] ὁ οἶνος. Γ2Lh

sch eq

1188c

vet κεκραμένον τρία καὶ δύο (1187): τὰ τοῦ ὕδατος μέρη. VΓ2M

sch eq

1188d

Tr τὰ τρία] μέρη. Lh

sch eq

1189a

vet Tr ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν: εὐκαίρως τῷ ἐπι‐
θέτῳ ἐχρήσατο, ἵνα παίξῃ παρὰ τὰ τρία καὶ δύο. βούλεται δὲ δηλοῦν ὅτι καὶ ἡ Ἀθηνᾶ τοιοῦτον αὐτὸν ἐποίησεν, ὡς δύνασθαι τρία μέρη φέρειν ὕδατος. ἢ ὡς ἀπὸ τῶν τριῶν κραμάτων. ἢ ὡς ἀπὸ Τρίτωνος, ποταμοῦ Λιβύης, παρ’251
5ᾧ ἐτέχθη ἡ Ἀθηνᾶ. VEΓΘMLh

sch eq

1189b

vet ἡ Τριτογενὴς] ἤγουν ἡ Ἀθηνᾶ, ἡ γεννηθεῖσα ἐκ τῆς Τριτῶ, ἤγουν ἐκ τοῦ κεφαλαίου. Γ2

sch eq

1189c

Tr ἐνετριτώνισεν] τρία μέτρα φέρειν ὕδατος ἐποίησε. Lh

sch eq

1190a

Tr νυν] δή. Lh

sch eq

1190b

Tr τόμον] τέμαχος. Lh

sch eq

1192

vet Tr λαγῷα] λείπει τὰ κρέα. VEΓ2Lh

sch eq

1194a

vet θυμέ] ψυχή. Γ2

sch eq

1194b

vet Tr βωμολόχον] πανοῦργον, λῃστρικόν. VEΓ2Lh

sch eq

1194c

vet ἔξευρέ τι] μηχανήν τινα εὗρε. Γ2

sch eq

1195

vet Tr ὁρᾷς τάδε: τὰ λαγῷα δείκνυσιν αὐτῷ καὶ χλευάζει ὡς οὐκ ἔχοντα. VEΓΘMLh

sch eq

1196

vet τίνες: οἱ μὲν τὸ αὐτὸ πρόσωπον, ἵν’ ᾖ “τινές”· οἱ δὲ τοῦ Κλέωνος, ἵν’ ᾖ ἐρωτηματικῶς. VEΓΘ

sch eq

1198

vet Tr ἐάσεις] λείπει “ἐπιφοιτῆσαι”. VEΓ2Lh

sch eq

1199a

vet (I) τὰ λαγ’ ἅ σοι φέρω: ὁ Ἀγοράκριτος μεθόδῳ χρῆται πρὸς Κλέωνα, καὶ ἁρπάζων τὰ τοῦ Κλέωνος λαγῷα δίδωσι τῷ Δήμῳ. VEΓΓ2ΘM (II) ἄλλως: ἀπατήσας Ἀγοράκριτος τὸν Κλέωνα τὰ τούτου λαγῷα
5προσήνεγκε τῷ Δήμῳ. M

sch eq

1199b

vet totus versus] ἀπατήσας τὰ Κλέωνος ἤγαγε τῷ Δήμῳ. VE

sch eq

1199c

Tr ὁ Ἀγοράκριτος μεθόδῳ ἐχρήσατο πρὸς τὸν Κλέωνα, ἵνα αὐτοῦ ἀτενίσαντος ἑτέρωθι εὐχερῶς αὐτὸς ὑφαρπάσῃ τὰ λαγῷα κρέα, ἃ καὶ λαβὼν δίδωσι τῷ Δήμῳ. διὸ “ἀδίκως” φησὶν “ἥρπασας τἀμά.” Lh

sch eq

1199d

Tr totus versus] ἀπατήσας τὸν Κλέωνα κρέα ἤνεγκε τῷ Δήμῳ ὁ
Ἀγοράκριτος ὑφελὼν αὐτά. Lh252

sch eq

1201

vet Tr καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου: ἥρπασας δηλονότι, ἀπὸ Δημοσ‐ θένους τοῦ στρατηγοῦ. VEΓΘMLh

sch eq

1202

Tr εἴπ’] εἰπέ. Lh

sch eq

1203a

vet τὸ μὲν νόημα τῆς θεο: τοῦτο πρὸς τὴν ἀλαζονείαν τῶν δημα‐ γωγῶν. εἰώθασι γὰρ λέγειν ὅτι ἡ μὲν θεὸς ὑπέβαλέ μοι, ἔπραξα δὲ ἐγώ. οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον τὰς ἑαυτῶν ἐπινοίας τῆς θεοῦ. VEΓΘM

sch eq

1203b

Tr οὕτως οἱ δημαγωγοὶ ἔλεγον ὑπ’ ἀλαζονείας ἀστεϊζόμενοι δῆθεν, “ἡ μὲν θεὸς ὑπέβαλέ μοι, ἐγὼ δὲ ἥρπασα”, τὰς ἑαυτῶν πονηρὰς ἐπινοίας τῇ θεῷ προσάπτοντες. Lh

sch eq

1205a

vet οὐ γὰρ ἀλλὰ] ἀντὶ τοῦ καὶ γάρ. VEΓ3

sch eq

1205b

Tr τοῦ παραθέντος] τὴν τροφήν. Lh

sch eq

1206

vet Tr ὑπεραναιδεσθήσομαι: ἀντὶ τοῦ τῇ ἀναιδείᾳ νικηθήσομαι, οἷον ἀναιδέστερός μου φανήσεται. VEΓΘMLh

sch eq

1207

Tr νῶϊν] συνίζησις. Lh

sch eq

1210

vet δόξαιμι] νομισθείην. VEΓ2

sch eq

1211a

vet τὴν ἐμὴν κίστην: τὴν κιβωτόν· ταύτῃ δὲ διενήνοχεν, ὅτι ἡ μὲν εἰς ὑποδοχήν ἐστιν ἐδεσμάτων, ἡ δὲ ἱματίων καὶ χρυσοῦ, ἡ κιβωτός. VEΓΘM

sch eq

1211b

Tr διενήνοχε κίστη καὶ κιβωτός. καὶ ὅτι ἡ μὲν εἰς ὑποδοχήν ἐστιν ἐδεσμάτων, ἡ δὲ ἱματίων καὶ χρυσοῦ, ἡ κιβωτός. καὶ ἡ μὲν εἴη ἂν ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ σιτία, ἡ δὲ ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ βίον, ἤγουν χρήματα, ἐξ ὧν τὰ πρὸς ζωὴν ποριζόμεθα. Lh

sch eq

1211c

Tr τὴν κίστην] τὴν κιβωτόν. Lh253

sch eq

1212a

vet βασάνισον] ἀντὶ τοῦ γίγνωσκε. VEΓ3

sch eq

1212b

Tr βασάνισον] διάκρινον. Lh

sch eq

1213

Tr κἀμέλει] μὴ φρόντιζε. Lh

sch eq

1215

vet totus versus] διχῶς· “ἅπαντα γάρ σοι πατρίδιον παρεφόρουν”. VEΓ2

sch eq

1216

vet Tr τὰ τοῦ δήμου φρονε: ἀντὶ τοῦ οὐ δωροδοκεῖται. τὴν τοῦ ἀλλαντοπώλου δέ φησιν, ὅτι πάντα τῷ Δήμῳ παρέθηκεν. VEΓΘMLh

sch eq

1219

vet totus versus] ἀντὶ τοῦ πάνυ πολὺ τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο. VEΓ3

sch eq

1220a

vet Tr τυννουτον: συλλαβὼν τοὺς δακτύλους φησί. Φαεινὸς δὲ ἀντὶ τοῦ μικρόν. V(bis) EΓΓ3ΘMLh

sch eq

1220b

vet τυννουτονί] κόμμα. Γ2

sch eq

1225a

vet Tr ἐγὼ δέ τυ: τὸ “τ Δωρικῶς ἀντὶ τοῦ σέ. ἔπαιξε δὲ παρὰ τὸ δωροδοκεῖν, Δωριστὶ εἰρηκώς. τὸ δὲ “ἐστεφάνιξα ἀντὶ τοῦ ἔστεψα, στεφά‐ νοις ἐτίμησα. δημοσίᾳ γὰρ ἐτιμήθη ὁ Κλέων στεφάνῳ. μιμεῖται δὲ τοὺς εἵλωτας, ὅταν στεφανῶσι τὸν Ποσειδῶνα. VEΓΘMLh

sch eq

1225b

Tr ἐστεφάνιξα] στεφάνοις ἐτίμησα. Lh

sch eq

1228

vet περιθῶ] περιβάλλω. Γ2

sch eq

1233

vet Tr εἴ τι ξυνοίσεις: εἰ συμφωνήσεις καὶ μεθέξεις. EΓΓ2ΘLh254

sch eq

1236a

vet (I) εὕστραις: ἀντὶ τοῦ φλογίστραις, ὅπου τὰ ἱερεῖα θύεται. λέγει δὲ ὡς μάγειρος. VEΓΘM (II) ἄλλως: ἐν τοῖς μαγειρείοις. εὕστρα γὰρ τὸ μαδιστήριον, ἀπὸ τοῦ εὕειν καὶ φλογίζειν τοὺς χοίρους. τὸ δὲ “ἡρμοττόμην ὡς πρὸς μουσικὴν
5ἀντὶ τοῦ ἐπαιδευόμην. ὁ δὲ στίχος ἐκ Τηλέφου Εὐριπίδου. VEΓΘM (III) ἄλλως: εὕστρα ἡ ὡρίμη κριθή. εἴρηται δὲ καὶ ἀμφίκαυστις παρὰ κωμικοῖς καὶ τραγικοῖς ἀπὸ τοῦ περικεκαῦσθαι. οἱ δὲ τὴν πρώτην ἔκφυσιν τῶν πυρῶν, ἣν λήϊον προσαγορεύουσιν ὡραῖον, διὰ τὸ τοὺς πρωΐμους καέντων τῶν ἀχύρων ἐπιτηδείους εἶναι εἰς τροφήν. VEΓ3

sch eq

1236b

vet κονδύλοις] ὑπὸ κονδύλων. Γ2

sch eq

1236c

Tr εὕστρα ἡ φλογίστρα ὅπου τὰ ἱερεῖα θύεται. λέγει δὲ ὡς μάγειρος. ἢ εὕστραν λέγει τὸ μαδιστήριον, ἀπὸ τοῦ εὕειν καὶ φλογίζειν τοὺς χοίρους. τὸ δὲ “ἡρμοττόμην ὡς πρὸς μουσικήν, ἀντὶ τοῦ ἐπαιδευόμην. Lh

sch eq

1236d

Tr εὕστραις] φλογίστραι ὅπου τὰ ἱερεῖα θύεται. Lh

sch eq

1236e

Tr ἡρμοττόμην] ἐπαιδευόμην. Lh

sch eq

1238a

Tr εἶεν] ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. Lh

sch eq

1238b

vet ἐν] ἐν τῷ οἴκῳ. Γ2

sch eq

1239

vet Tr ἐπιορκεῖν] λείπει τὸ ἐμάνθανον. VEΓ2Lh

sch eq

1240a

vet totus versus] ὁ στίχος ἐκ Τηλέφου Εὐριπίδου. VEΓ2Θ

sch eq

1240b

vet ἐργάσῃ] μέλλεις ἐργάσασθαι. Γ2

sch eq

1241a

vet ἐξανδρούμενος: τὴν ἡλικίαν ἔχων εἰς ἄνδρα. VEΓΘM

sch eq

1241b

vet ἐξανδρούμενος] ἀνὴρ ὤν, εἰς ἄνδρας τελῶν. Γ2

sch eq

1241c

Tr ἐξανδρούμενος] εἰς ἀνδρῶν ἡλικίαν ἐλθών. Lh

sch eq

1242a

vet ἠλλαντοπώλουν] ἀλλᾶντας ἐπώλουν. Γ2

sch eq

1242b

vet βινεσκόμην] ἐσυνουσιαζόμην. Γ2255

sch eq

1244

vet ὀχούμεθα] φερόμεθα. Γ2

sch eq

1247a

vet οὗ τὸ τάριχος ὤνιον: εὔωνον. ὅπου τὸ ταριχοπωλεῖον, ἀντὶ τοῦ ὅπου τὰ εὐτελῆ πωλεῖται. VEΓΘM

sch eq

1247b

vet οὗ] ὅπου. Γ2

sch eq

1247c

vet τάριχος] παστόν. Γ2

sch eq

1247d

vet Tr ὤνιον] εὔωνον. ΓLh

sch eq

1247e

Tr οὗ τὸ τάριχος ὤνιον] ἤγουν ὅπου καὶ τὰ εὐτελῆ πωλεῖται. Lh

sch eq

1248a

vet totus versus] τοῦ Σοφοκλέους. Γ2

sch eq

1248b

vet πέπρακται] ἐπράχθη. Γ2

sch eq

1249a

vet Tr κυλίνδετ’ εἴσω: ἑαυτὸν λέγει ὁ Κλέων. ταῦτα δὲ ἐκ Βελλερο‐ φόντου Εὐριπίδου. τὸ δὲ “κυλίνδετ’ ἀντὶ τοῦ κομίζετε. VEΓΘMLh

sch eq

1249b

vet κυλίνδετ’] ἄγετε, κομίζετε. Γ2

sch eq

1249c

vet τόνδε τὸν δυσδαίμονα] ἤγουν ἐμέ. Γ2

sch eq

1251a

vet σὲ δ’ ἄλλος τις: λείπει “ἀνήρ”. παρῴδησε δὲ ἐξ Ἀλκήστιδος Εὐριπίδου· ἔχει δὲ οὕτως·
“σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως”. VEΓ2M

sch eq

1251b

vet λείπω] ἀφίημι. Γ2

sch eq

1253a

vet Ἑλλάνιε Ζε: Ἑλλάνιος Ζεὺς ἀπὸ τοῦ αὐχμοῦ ποτε γενομένου, ὅτε ὁ Αἰακὸς συναγαγὼν τοὺς Πανέλληνας ἐξιλεώσατο τὸν Δία. τοῦτο δὲ λέγει ὁ ἀλλαντοπώλης, εἰληφὼς τὸν στέφανον. Ἑλλάνιος δὲ Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ. VEΓΘM

sch eq

1253b

Tr Ἑλλάνιος Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ. αὐχμοῦ γάρ ποτε ἐν Ἑλλάδι γενομένου Αἰακὸς συναγαγὼν τοὺς Πανέλληνας ἐξιλεώσατο τὸν Δία καὶ
ὑετὸν ἀπέστειλε. τιμᾶται οὖν ἔκτοτε Ζεὺς Ἑλλάνιος. Lh256

sch eq

1254

vet Tr ὦ χαῖρε καλλίνικε] τοῦτο λέγει ὁ χορὸς πρὸς τὸν ἀλλαντοπώλην. ELh

sch eq

1256a

vet Φανός: Σύμμαχος· φαίνεταί τις γραμματεὺς οὗτος· τῶν πάνυ σπανίων ὄνομα κύριον. κωμῳδεῖ δὲ αὐτὸν ὡς φιλόδικον. Φαεινὸς δέ· φανὸς ὁ καταγγέλλων καὶ φανεροποιῶν τὰ πράγματα καὶ μηνύων, ἀπὸ τοῦ φαίνειν, ὅ ἐστι συκοφαντεῖν. Φανὸς γὰρ κακοπράγμων ἐγένετο φιλόδικος γραμματεύς.
5ἐπὶ δήμου δὲ ὑπογραφεὺς ἐλέγετο, ὁ δὲ τοῦ βουλευτηρίου ἀντιγραφεύς. δημοσίου δὲ γενομένου 〈ἐγκλήματοσ〉 ἔγραφον ἀμφότεροι τὰ λεγόμενα. VEΓΘM

sch eq

1256b

Tr Φανὸς] οὗτος κακοπράγμων καὶ φιλόδικος γραμματεύς. Lh

sch eq

1256c

Tr ὁ μὲν τοῦ δήμου γραμματεὺς ὑπογραφεὺς ἐλέγετο, ὁ δὲ τοῦ βου‐ λευτηρίου ἀντιγραφεύς. τὰ γὰρ ἐν τούτοις λεγόμενα ἔγραφον ἀμφότεροι. Φαεινὸς οὖν τὸν Φανὸν ἀπὸ τοῦ φαίνειν καὶ φανερὰ ποιεῖν τὰ πράγματα λέγει. ἢ ἀπὸ τοῦ φαίνειν, ὅ ἐστι συκοφαντεῖν. κακοπράγμων γὰρ ἦν καὶ φιλόδικος. Lh

sch eq

1258a

vet ἐν τἀγορᾷ] ἐτυμολογεῖ τὸ ὄνομα. EΓ2

sch eq

1258b

vet ἐν τἀγορᾷ] δημηγορίᾳ. Γ2

sch eq

1258c

Tr ἐβοσκόμην] διῆγον, ἐτρεφόμην. Lh

sch eq

1259

vet Tr ἐπιτρέπω] ἐκδίδωμι. Γ2Lh

sch eq

1260a

vet παραδίδωμι] ἤγουν σοί, τῷ Ἀγορακρίτῳ. Γ2

sch eq

1260b

Tr τὸν Παφλαγόνα] τὸν Κλέωνα. Lh

sch eq

1260c

Tr παραδίδωμι] αὐτῷ. Lh

sch eq

1262

vet ὁμολογεῖν σε] συγκατατίθεσθαι καὶ σέ. Γ2257

sch eq

1263a

vet τῇ Κεχηναίων πόλει: Ἀθηναίων, ὡς ληρούντων αὐτῶν. ἔπαιξε παρὰ τὸ “Ἀθηναίων”. ἀπὸ δὲ τοῦ κεχηνέναι ἔλαβε τὸ ὄνομα, ὡς μετέωρα τῶν Ἀθηναίων φρονούντων. VEΓΘM

sch eq

1263b

vet Κεχηναίων] ἤγουν τῶν Ἀθηναίων. Γ2

sch eq

1263c

Tr Κεχηναίων] ἔπαιξεν ἀπὸ τοῦ κεχηνέναι αὐτοὺς τοῖς κόλαξι. προεί‐ ρηκε γὰρ πρότερον “τὸν λέγοντα κέχηνας”. Lh

sch eq

1264a

vet (ad vv. 1264—1315) κορωνὶς δέ, ἐξιᾶσι γὰρ οἱ ὑποκριταί, καὶ ἔστι συζυγία ἐπιρρηματική, ἧς αἱ μὲν μελικαὶ περίοδοι δεκάκωλοί εἰσι, καὶ αὐτῶν τὸ μὲν πρῶτον ἰαμβικὸν ἑφθημιμερές, τὸ δὲ δεύτερον δακτυλικὸν τρίπουν εἰς δισυλλαβίαν, .... τὸ δὲ τέταρτον τροχαϊκὸν ἑφθημιμερές. τὸ
5πέμπτον ἐκ τροχαϊκῆς βάσεως καὶ δακτυλικοῦ πενθημιμεροῦς. τὸ ἕκτον ἰαμβικὸν δίμετρον. τὸ ἕβδομον ὁμοίως τῷ πέμπτῳ. τὸ ὀγδόον προσοδιακὸν δωδεκάσημον διαφόρως προσέλαβεν. τὸ ἔνατον ἀναπαιστικόν. τὸ δέκατον ἰαμβικὸν τρίμετρον καταληκτικόν. VEΓΘ

sch eq

1264b

vet Tr τί κάλλιον ἀρχομένοισι: τοῦτο ἀρχὴ προσοδίου Πινδάρου. ἔχει δὲ οὕτως “τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοισιν, ἢ βαθύζωνόν τε Λατὼ καὶ θοᾶν ἵππων ἐλάτειραν ἀεῖσαι”; VEΓΘMLh

sch eq

1264c

vet ἀρχομένοισι] λέγειν δηλονότι. Γ2

sch eq

1264d

vet totus versus] ὑπόστασις τὸ σχῆμα. M

sch eq

1265

vet καταπαυομένοισιν] τέλος λαμβάνουσιν. Γ2258

sch eq

1266a

vet θοᾶν] Δωρικόν· καὶ θοῶν. Γ2

sch eq

1266b

vet ἐλατῆρας] ἤγουν τοὺς ἐλαύνοντας τοὺς ἵππους. Γ2

sch eq

1266c

vet ἀείδειν] εὐφημεῖν, ὑμνεῖν. Γ2

sch eq

1267

vet Tr Λυσίστρατον] κωμῳδεῖται ὡς κόλαξ οὗτος. ELh

sch eq

1268a

vet Tr μηδὲ Θούμαντιν: οὗτοι πένητες διεβάλλοντο. δεῖ οὖν, φησί, τοὺς μὲν ἱππέας ἐπαινεῖν, ἐκείνους δὲ τοὺς πένητας μὴ διαβάλλειν. VEΓΘMLh

sch eq

1267-8

vet Λυσίστρατον] οὗτος ὡς κόλαξ κωμῳδεῖται καὶ ὡς πένης· καὶ ὁ Θούμαντις. δεῖ οὖν, φησί, τοὺς ἱππέας ἐπαινεῖν, ἐκείνους δὲ τοὺς πένητας μὴ διαβάλλειν. Γ2

sch eq

1268b

vet μηδὲ] ποιεῖν ἐστι κακὸν δηλονότι. Γ2

sch eq

1268c

vet Θούμαντιν] πένης οὗτος καὶ μάντις. E

sch eq

1268d

vet Θούμαντιν] ἐς τόν. Γ2

sch eq

1268e

vet ἀνέστιον] ἄοικον. EΓ2

sch eq

1268f

vet αὖ] πάλιν. Γ2

sch eq

1268g

vet λυπεῖν] θλίψιν ποιεῖν. Γ2

sch eq

1269

vet ἑκούσῃ] βουλομένῃ. Γ2

sch eq

1271a

vet Tr θαλεροῖς δακρύοις: ἀντὶ τοῦ ἀεὶ μετὰ δακρύων ἱκετεύει σε τῆς πενίας ἕνεκεν, ἀπαλλαγῆναι ταύτης ἀξιῶν. ἱκετεύει δὲ ἁπτόμενος τῆς σῆς φαρέτρας διὰ τὸ κακῶς πένεσθαι. VEΓΘMLh

sch eq

1271b

vet θαλεροῖς] σὺν πολλοῖς. Γ2

sch eq

1271c

Tr πεινῇ] πεινᾷ. Lh

sch eq

1271d

Tr θαλεροῖς] διύγροις. Lh

sch eq

1272

Tr φαρέτρας] βελοθήκης. Lh

sch eq

1273a

vet δίᾳ] ἤγουν τῷ ἐνδίῳ. Γ2

sch eq

1273b

Tr Πυθῶνι] ἐν Πυθῶνι. Lh

sch eq

1274a

vet λοιδορῆσαι: τῆς παραβάσεώς ἐστι μέρος. κωμῳδεῖ δὲ καὶ καθάπ‐ τεται Ἀριφράδους ὡς ἀσελγαίνοντος καὶ ἀσχημονοῦντος αἰσχρῶς, καὶ παρὰ φύσιν προσιόντος ταῖς γυναιξί. τὸ δὲ τοὺς πονηροὺς λοιδορεῖσθαι τιμὴ γίγνεται τοῖς ἀγαθοῖς. VEΓΘM259

sch eq

1274b

vet οὐδὲν] οὐδαμῶς. Γ2

sch eq

1274c

vet ἐπίφθονον] βαρύ. Γ2

sch eq

1274d

vet παράβασις· ἐστὶ ὁ χορός. M

sch eq

1274e

Tr λοιδορῆσαι] σκῶψαι. Lh

sch eq

1274f

Tr οὐδέν ἐστ’ ἐπίφθονον] ἤγουν οὐ δόξειεν ἀπὸ φθόνου γίνεσθαι. Lh

sch eq

1275

Tr εὖ λογίζεται] ὀρθῶς σκοπεῖ τὰ πράγματα. Lh

sch eq

1276

vet ὃν δεῖ πόλλ’ ἀκοῦσαι: οἷον ὃν δεῖ λοιδορηθῆναι. λέγει δὲ τὸν Ἀριφράδην. VEΓ2

sch eq

1277a

vet (I) οὗτος ἦν ἔνδηλος: ὃν θέλω λέγειν ὑμῖν οὐκ ἔστιν ἐπίσημος· τούτου χάριν δι’ ἑτέρου τοὺς τρόπους δηλῶσαι θέλω. τοῦτο δὲ λέγει, ὡς τοῦ Ἀριγνώτου μὲν γιγνωσκομένου, Ἀριφράδους δὲ ἀσήμου ὄντος ἀπὸ δὲ τούτου γιγνωσκομένου VEΓΘM
5(II) ἄλλως: τὸν Ἀριφράδην λέγει. Ἀριφράδους δὲ δύο παῖδες, Ἀρίγνω‐ τος καὶ Ἀριφράδης ὁμώνυμος τῷ πατρί. VEΓΘM

sch eq

1277b

vet ἐμνήσθην] ἐμεμνήμην. EΓ2M

sch eq

1278a

vet Ἀρίγνωτον γὰρ: ἀντὶ τοῦ ἔστι γὰρ δῆλος, καὶ οὐκ ἔστιν ὅστις οὐκ οἶδεν αὐτόν. οὗτος οὖν ὁ Ἀρίγνωτος διεβάλλετο καὶ ὡς ἀρρητοποιός. Ἀρίγνωτος δὲ οὗτος κιθαρῳδὸς ἦν. διόπερ καὶ τὸν ὄρθιον νόμον ἔφη αὐτὸν εἰδέναι. δοκεῖ δὲ καὶ παροιμιώδης εἶναι ὁ λόγος, ὅστις οἶδε τὸ λευκὸν καὶ τὸ
5μέλαν· παρὰ τοῦτο οὖν ἐποίησεν. εἰρωνεύεται δὲ πρὸς αὐτόν, ὅτι οὐκ ἂν αὐτοῦ ἐμνήσθην χρηστοῦ ὄντος, εἰ μὴ εἶχε πονηρὸν ἀδελφόν. ὁ γὰρ Ἀρίγνωτος ὕστατος ἦν. VEΓΘM260

sch eq

1278b

vet Ἀρίγνωτον] ἀπὸ τοῦ ἀρι, ἀντὶ τοῦ ἄγαν, καὶ τοῦ γνωστόν. Γ2

sch eq

1278c

Tr totus versus] ὡς τοῦ Ἀριγνώτου μὲν γινωσκομένου, Ἀριφράδου δὲ ἀσήμου ὄντος, ἀπὸ δὲ τούτου γινωσκομένου. Lh

sch eq

1278d

Tr οὗτος ὁ Ἀρίγνωτος διεβάλλετο ὡς ἀρρητοποιός. δοκεῖ ὁ λόγος παροιμιώδης ἐπὶ τῶν ἄγαν φανερῶν, ὅστις οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν. παρὰ τοῦτο οὖν ἐποίησεν. εἰρωνεύεται δὲ πρὸς αὐτὸν ὅτι οὐκ ἂν αὐτοῦ ἐμνήσθη χρησ‐ τοῦ ὄντος εἰ μὴ εἶχε πονηρὸν ἀδελφόν. Lh

sch eq

1279a

vet (I) ὅστις ἢ τὸ λευκόν: Ἀρίσταρχος· παρὰ τὸ λεγόμενον, εἴ τις οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν. οἱ δὲ λέγουσιν Ἀρίγνωτον κιθαρῳδόν, ὃς ᾖδε τὸν ὄρθιον καλούμενον νόμον καὶ τὸν λευκόν, οἵτινες ἐθαυμάζοντο τῷ τότε χρόνῳ. VEΓΘ
5(II) ἄλλως: παροιμία ἐστίν, ἐπὶ τῶν πάνυ φανερῶν. ὃ οὖν θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· οὐδείς ἐστιν ὅστις 〈οὐκ〉 οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν, ὁ μὴ ἐπι‐ στάμενος. VEΓΘ

sch eq

1279b

vet ὅστις τὸ λευκὸν οἶδεν] παροιμία ἐπὶ τῶν ἄγαν γιγνωσκόντων τὸ πρᾶγμα. Γ2

sch eq

1279c

vet ὄρθιον νόμον] ἐπεὶ κιθαρῳδὸς ἦν ὁ κωμῳδούμενος. E

sch eq

1279d

vet ὄρθιον νόμον] εἶδος μέλους. μουσικὸς γὰρ ἦν. Γ2

sch eq

1279e

Tr ὄρθιον νόμον] ὁ Ἀρίγνωτος οὗτος κιθαρῳδὸς ἦν, δι’ ὅπερ καὶ τὸν ὄρθιον νόμον ἔφη αὐτὸν εἰδέναι. Lh

sch eq

1280a

vet τοὺς τρόπους] εἰς. Γ2

sch eq

1280b

vet τοὺς τρόπους] κατά. Γ3

sch eq

1280c

Tr αὐτῷ] τῷ Ἀριγνώτῳ. Lh

sch eq

1280d

Tr οὐ συγγενής] οὐκ ἀδελφός, οὐχ ὅμοιος. Lh

sch eq

1281a

vet Tr τοῦτο] τὸ εἶναι πονηρός. EΓ2Lh261

sch eq

1281b

vet βούλεται] ἐφίεται. Γ2

sch eq

1281c

Tr πονηρὸς] τὸν Ἀριφράδην κωμῳδεῖ ὡς ἀσελγαίνοντα καὶ ἀσχημονοῦν‐ τα αἰσχρῶς καὶ παρὰ φύσιν προσιόντα ταῖς γυναιξίν. Lh

sch eq

1283

vet προσεξηύρηκε] ἤγουν πρὸς τῇ πονηρίᾳ. Γ2

sch eq

1284

vet λυμαίνεται] βλάπτει. Γ2

sch eq

1285a

vet Tr ἐν κασαυρίοισι: διχῶς, ἐν κασαλβίοισι. ἀντὶ τοῦ ἐν πορνείοις. VEΓΘMLh

sch eq

1285b

vet Tr τὴν ἀπόπτυστον δρόσον: τὴν τῶν αἰδοίων φησί, τουτέστι τὸ σπέρμα. VEΓΘMLh

sch eq

1285c

vet τὴν ἀπόπτυστον δρόσον] τὸ σπέρμα τῶν αἰδοίων. M

sch eq

1286a

vet ἐσχάρας: τὰ χείλη τῶν γυναικείων αἰδοίων. VEΓ2M

sch eq

1286b

Tr μολύνων γέρων γὰρ ἦν. Lh

sch eq

1286c

Tr τὰς ἐσχάρας] τὰς θυσίας. Lh

sch eq

1287a

vet Πολυμνήστεια: μέλη Πολυμνήστου Κολοφωνίου· κιθαρῳδὸς δὲ ἦν οὗτος· Κρατῖνος “καὶ Πολυμνήστει’ ἀείδει, μουσικήν τε μανθάνει”. κωμῳδεῖται δὲ καὶ οὗτος ἐν τοῖς αὐτοῖς. Πολύμνηστος δὲ καὶ Οἰώνιχος ὅμοιοι ἀρρητοποιοί. VEΓΘM

sch eq

1287b

Tr Πολυμνήστειά φησι μέλη τὰ τοῦ Πολυμνήστου τοῦ Κολοφωνίου. κιθαρῳδὸς δὲ ἦν οὗτος. κωμῳδεῖται δὲ καὶ οὗτος ἐν τοῖς αὐτοῖς. Πολύμνηστος δὲ καὶ ὁ Οἰώνιχος ὅμοιοι ἀρρητοποιοί. Lh

sch eq

1288

vet βδελύττεται] ἀποστρέφεται, μισεῖ. Γ2

sch eq

1289

vet Tr ἐκ ταὐτο: ὅτι αἰσχρὸν τὸ τούτων ποτήριον, διὰ τὸ λείχειν αὐτοὺς
τὰ γυναικεῖα αἰδοῖα. VEΓΘMLh262

sch eq

1290a

vet Tr ἦ πολλάκις ἐννυχίαισι] Εὐριπίδειος ἡ παρῳδία, ἐξ Ἱππολύτου. VEMLh

sch eq

1290b

vet ἦ πολλάκις ἐννυχίαισι] ἐξ Ἱππολύτου Εὐριπίδου. Γ2

sch eq

1290c

vet ἦ] ὄντως, νὴ Δία. Γ2

sch eq

1290d

vet ἐννυχίαισι] νυκτερίναις, ἤγουν κατὰ τὸν καιρὸν τῆς νυκτός. Γ2

sch eq

1291

vet φροντίσι συγγεγένημαι: ἐκ τοῦ “ὅστις οὖν τοιοῦτον ἄνδρα φασί τινες Εὐπόλιδος εἶναι τὴν παράβασιν, εἴ γέ φησιν Εὔπολις “ξυνεποίησα τῷ φαλακρῷ”. VEΓ3

sch eq

1292a

vet Tr φαύλως] ὡς ἔτυχεν. VEΓ2Lh

sch eq

1292b

vet φαύλως] εὐχερῶς. Γ2

sch eq

1292c

vet ὁπόθεν ποτε] κατὰ τίνα δήποτε τρόπον. Γ2

sch eq

1293

vet ἐσθίει Κλεώνυμος: τοῦτον ὡς δαπανηρὸν καὶ πολλάκις ἐσθίοντα διασύρει, ἅμα δὲ καὶ δειλόν. VEΓ3M

sch eq

1294a

vet Tr ἐρεπτόμενον] ἐμφαντικῶς ὡς ἐπὶ κτήνους. VELh

sch eq

1294b

vet ἐρεπτόμενον] ὡς ἐπὶ κτήνους· ἐσθίοντα. Γ2

sch eq

1296a

vet οὐκ ἂν] οὐδαμῶς· καὶ οὐκ ἔστι δυνατόν. Γ2

sch eq

1296b

vet Tr τῆς σιπύης] τῆς ἀρτοθήκης. VEΓ2Lh

sch eq

1297a

vet totus versus] ὡς φοβουμένων τῶν ἐξωθούντων αὐτόν. Γ2

sch eq

1297b

vet ἀντιβολεῖν] φασί. Γ2

sch eq

1297c

vet ὅμως] ἤγουν παρ’ ὃ χρή. Γ2

sch eq

1298

vet Tr θ’ ὦ ἄνα: πορεύθητι· ὡς καὶ τὸ γειτνιᾶν αὐτῷ φοβουμένων τῶν ἐξωθούντων αὐτόν. VEΓ3MLh

sch eq

1299

Tr < Lh

sch eq

1300

vet Tr totus versus] σωματοποιεῖ τὰς τριήρεις. EΓ2MLh263

sch eq

1301

vet λέξαι] φασί. Γ2

sch eq

1302a

vet Tr οὐδὲ πυνθάνεσθε: οὐδὲ αἴσθεσθε. τὰς μηδέπω δὲ πλευσάσας παρθένους εἴρηκε, τὰς δὲ πλευσάσας γραίας. VEG3ΘMLh

sch eq

1302b

vet ὦ παρθένοι] τὰς οὔπω δὲ πλευσάσας παρθένους εἴρηκε. Γ2

sch eq

1302c

vet Tr totus versus] ὁ στίχος παρὰ τὰ ἐξ Ἀλκμαίωνος Εὐριπίδου. VEΘMLh

sch eq

1302d

vet πυνθάνεσθε] ἀκούετε. Γ2

sch eq

1302e

Tr πυνθάνεσθε] ἠκούσατε, ᾐσθάνθητε. Lh

sch eq

1303a

vet Tr ἐς Καρχηδόνα: πόλις Θρᾴκης, παρὰ τὸ Βυζάντιον. VEΓ2MLh

sch eq

1303b

vet εἰς Καρχηδόνα] ἀπελθεῖν δηλονότι. Γ2

sch eq

1303c

vet ἡμῶν] ἀφ’. Γ2

sch eq

1304a

vet ὀξίνην Ὑπέρβολον: ὀξίδες ἃ καλοῦμεν ὀξυβάφια, λυχνοποιὸς δὲ ὁ Ὑπέρβολος. τινὲς δὲ τὰ κεράμεα, ἅ ἐστιν ὄξους δεκτικά, κεραμεὺς δὲ ὁ Ὑπέρβολος. μετὰ δὲ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως ὑπερεβάλλετο ὑπὸ τοῦ Ὑπερβόλου· μετ’ αὐτὸν γὰρ ἐπολιτεύσατο. VEΓΘM

sch eq

1304b

Tr ἐν Νεφέλαις μὲν λυχνοποιὸν τὸν Ὑπέρβολον λέγει, ἐνταῦθα δὲ ὡς κεραμέα κωμῳδεῖ ὀξίδας ποιοῦντα. ὀξὶς γὰρ τὸ ὀξύβαφον ἀγγεῖον, ἤγουν τὸ ὄξους δεκτικόν. Lh

sch eq

1304c

Tr ὀξίνην] τὰς ὀξίδας ποιοῦντα· κεραμεὺς γὰρ ἦν. Lh

sch eq

1304d

Tr Ὑπέρβολον] μετὰ Κλέωνα Ὑπέρβολος ἐπολιτεύσατο. Lh

sch eq

1305

vet δόξαι] ὑπολαβεῖν. Γ2264

sch eq

1306a

vet ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει: ἥτις ἦν οὔπω δεδομένη τριηράρχῳ, μηδὲ πλεύσασα, ἀλλὰ νεωστὶ κατασκευασθεῖσα, ἣν ἄνω εἶπε παρθένον. VEΓΘM

sch eq

1306b

vet εἰπεῖν] φασί. Γ2

sch eq

1306c

vet ἆσσον] πλησίον. Γ2

sch eq

1306d

Tr ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει] οὐκ ἐδόθη τριηράρχῳ ἀνδρί, ἀλλ’ ἦν ἔτι παρθένος. Lh

sch eq

1307a

vet ἀποτρόπαι’] λείπει “ὦ Ζεῦ”. VEΓ2Θ

sch eq

1307b

vet ἐάν με χρῇ] λείπει τὸ “ἀποδοθῆναι αὐτῷ”. VEΓ2Θ

sch eq

1307c

Tr ἀποτρόπαι’] λείπει τὸ “Ζεῦ” ἢ “Ἄπολλον”. Lh

sch eq

1307d

Tr ἐάν με χρῇ] λείπει “δοθῆναι”. Lh

sch eq

1308

vet Tr ὑπὸ τερηδόνων: σηπεδόνων ἢ σκωλήκων. VEΓΓ2ΘMLh

sch eq

1309a

vet Tr Ναυφάντης γε τῆς Ναύσωνος: πεποίηται ταῦτα τὰ ὀνόματα παρὰ τὴν ναῦν· ἀπὸ κοινοῦ δὲ τὸ “ἄρξει”. VEΓΘMLh

sch eq

1309b

vet οὐδέ] ἄρξει. Γ2

sch eq

1310a

vet Tr εἴπερ ἐκ πεύκης γε κἀγ: ὡσανεὶ ἔλεγεν “εἴπερ ἐξ ἀνθρώπων εἰμὶ κἀγώ”. οὐχ ἁπλῶς δέ, ἀλλ’ οἷον “εἰ χολὴν ἔχω”. ἀπὸ τούτου τὸ πευκε‐ δανόν. VEΓΘMLh

sch eq

1310b

vet εἴπερ] ἐπεὶ ἢ ἐάν. Γ2

sch eq

1310c

vet ἐπηγνύμην] ἐκατεσκευάσθην. Γ2

sch eq

1311a

vet Tr ταῦτ’] τὸ ἄρχειν ἐκεῖνον. VEΓ2Lh

sch eq

1311b

vet δοκῶ] ἐδόκει μοι, κρίνω. Γ2265

sch eq

1312a

vet εἰς τὸ Θησεῖον: ἐνταῦθα οἱ καταφεύγοντες τῶν ἱκετῶν ἀσυλίαν εἶχον. μέσον δὲ τῆς πόλεως ἦν τῶν Ἀθηνῶν. VEΓ2ΘM

sch eq

1312b

vet ’πὶ τῶν σεμνῶν θεῶν: εἰς τὸ τῶν Ἐρινύων ἱερόν. καὶ ἐνταῦθα δὲ οἱ ἱκέται ἔφευγον. VEΘM

sch eq

1312c

vet ἐπὶ τῶν σεμνῶν θεῶν] εἰς τὸ τῶν Ἐρινύων. Γ2

sch eq

1312d

Tr οἱ καταφεύγοντες εἰς τὸ Θησέως ἱερὸν τῶν οἰκετῶν ἀσύλως εἶχον. οὐ μόνον δὲ ἐν τούτῳ, ἀλλὰ καὶ εἰς τὸ τῶν Ἐριννύων. κατέφευγον γὰρ καὶ ἐν τούτῳ. Lh

sch eq

1312e

Tr σεμνῶν θεῶν] τῶν Ἐριννύων. Lh

sch eq

1313a

vet Tr ἐγχανεῖται] καταπτύσει, ἐνυβρίσει. VEΘLh

sch eq

1313b

Tr στρατηγῶν] ἤγουν στολαρχῶν. Lh

sch eq

1315a

vet Tr τὰς σκάφας] τὰ ξύλινα ἀγγεῖα. VEΘLh

sch eq

1315b

vet Tr ἐπώλει τοὺς λύχνους: ὅτι λυχνοπώλης ἦν. VEΘLh

sch eq

1315c

vet καθελκύσας] εἰς τὴν θάλασσαν. Γ2

sch eq

1316a

vet (ad vv. 1316—34) εὐφημεῖν χρ: στίχοι ἐν ἐκθέσει ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ιεʹ. VEΓΘ

sch eq

1317b

vet κλείειν] κατά. Γ2

sch eq

1317

vet Tr ἥδε γέγηθεν: ὅτι φιλόδικοι οἱ Ἀθηναῖοι. EΓΘLh

sch eq

1318a

vet Tr παιωνίζειν: ὕμνον παιᾶνα ἄδειν. EΓΓ2ΘLh

sch eq

1318b

vet ἐπὶ] καὶ μετὰ καὶ ἕνεκεν. Γ2

sch eq

1318c

vet παιωνίζειν] χρή. Γ2

sch eq

1318d

vet τὸ θέατρον] ἤγουν τοὺς ἀκροατάς. Γ2

sch eq

1320a

vet φ’ ὅτῳ κνισῶμεν ἀγυιάς: ἔθυον γὰρ πρὸ τῶν εὐαγγελιῶν πρὸ τῶν πυλῶν ἕκαστος. ἀγυιὰς δὲ τοὺς ἀγυιαίους θεούς. ἀντὶ τοῦ θυσίας ἐπιτελοῦμεν τοῖς θεοῖς. VEΓΘM266

sch eq

1320b

Tr ἔθος ἦν θύειν τοῖς ἐν ἀγυιαῖς ἱσταμένοις θεοῖς ἐπὶ ταῖς ἐρχομέναις ἀγγελίαις, ὡς ἂν εἰ ἀγαθαὶ εἶεν, ἐπινεύσαιεν ταύταις, εἰ δὲ τοὐναντίον, ἀπο‐ τρέψαιεν. Lh

sch eq

1320c

Tr κνισῶμεν ἀγυιάς] θύομεν τοῖς ἐν ἀγυιαῖς θεοῖς. Lh

sch eq

1321a

vet ἀφεψήσας: καλῶς ὡς μάγειρος, ὥσπερ ἡ Μήδεια λέγεται τὰς τροφοὺς τοῦ Διονύσου ἀφεψήσασα ἀνανεάσαι ποιῆσαι. VEΓΘM

sch eq

1321b

Tr ἀφεψήσας] ἀνανεάσαι ποιήσας ὥσπερ ἡ Μήδεια λέγεται τὰς τροφοὺς τοῦ Διονύσου ἀφεψήσασθαι. Lh

sch eq

1323

vet Tr ἰοστεφάνοις: ἴῳ στεφανουμέναις. ἴον δὲ καὶ λευκὸν ἄνθος καὶ μέλαν. κωμῳδεῖ δὲ τοὺς λυρικούς. VEΓ2ΘMLh

sch eq

1325a

vet Tr Ἀριστείδῃ πρότερον: ἄριστοι ἐγένοντο ἀμφότεροι, Ἀριστείδης τε ὁ δίκαιος ἐπικαλούμενος καὶ Μιλτιάδης ὁ στρατηγός· οὗτος ἐν Μαραθῶνι ἐστρατήγησε. τοιοῦτος οὖν, φησίν, ὁ Δῆμος, καὶ ἐν τοιαύτῃ καταστάσει οἷος ἦν πολιτευομένων ἐκείνων. VEΓΘMLh

sch eq

1325b

vet οἷόσπερ] τοιοῦτος ἐγένετο καὶ νῦν. Γ2

sch eq

1325c

vet ξυνεσίτει] συνήσθιε. Γ2

sch eq

1326

vet ψόφος] κτύπος. Γ2

sch eq

1327a

vet ἀλλ’ ὀλολύξατε: εὔξασθε, ἀνευφημήσατε· καὶ Ὅμηρος “αἳ δ’ ὀλολυγῇ πᾶσαι”. VEΓ2M

sch eq

1327b

Tr ὀλολύξατε] εὔξασθε, εὐφημήσατε. Lh267

sch eq

1328

vet ἵν’] ὅπου. Γ2

sch eq

1329a

vet Tr ἀριζήλωτοι: πλήρεις ἢ γέμουσαι κατορθωμάτων. VEΓ3ΘLh

sch eq

1329b

vet Tr totus versus] ἀπὸ Πινδάρου παρῴδηται. EΓ2Lh

sch eq

1330

vet μόναρχον] τὸν Δῆμον. Γ2

sch eq

1331a

vet Tr τεττιγοφόρος: ἔθος ἦν τοῖς Ἀθηναίοις τὸ παλαιὸν τέττιξι χρυσοῖς ἀναδεῖσθαι τὴν κόμην, ὡς Θουκυδίδης. οὕτω δὲ οἱ εὐγενεῖς ἐφόρουν παῖδες καὶ ἄνδρες ἀναπλέκοντες εἰς τὴν κεφαλήν. δηλοῖ δὲ ὅτι αὐτόχθονες ἦσαν. VEΓΘMLh

sch eq

1331b

vet τεττιγοφόρος] φορῶν τοὺς τέττιγας· ἔθος γὰρ εἶχον φορεῖν τὰ πτερὰ τοὺς τέττιγας, ὡς ἐκ γῆς φυομένων καὶ ἐκείνων. Γ2

sch eq

1331c

vet ὅδ’ ἐκεῖνος] ὁ Δῆμος. Γ2

sch eq

1331d

vet ὅδ’ ἐκεῖνος] ποταμὸς ἡδὺς πιεῖν. Γ2

sch eq

1331e

vet ὁρᾶν] ὥστε. Γ2

sch eq

1331f

Tr τεττιγοφόρος] πεπλεγμένος ἐν τέττιγι. Lh

sch eq

1332a

vet οὐ χοιρινῶν ὄζων: ὅτι χοιρίναις ἐχρῶντο πρότερον πρὸ τῶν ψήφων· εἰσὶ δέ τινες κόγχαι θαλάσσιαι. “σπονδῶν δέ, τῶν τῆς εἰρήνης. VEΓΘM

sch eq

1332b

vet χοιρινῶν] ψήφων. Γ2

sch eq

1332c

vet σπονδῶν] φιλιῶν. Γ2

sch eq

1332d

vet κατάλειπτος] κατειλημμένος. Γ2

sch eq

1332e

Tr ὅτι χοιρίναις ἐχρῶντο πρότερον πρὸ τῶν ψήφων, ὡς προείρηται. εἰσὶ δὲ κόγχαι θαλάσσιαι. Lh

sch eq

1332f

Tr σπονδῶν] τῶν τῆς εἰρήνης. Lh

sch eq

1334a

vet Tr (I) τοὐν Μαραθῶνι τροπαίου: εἰκότως τούτου ἐμνημόνευσεν, ἐπειδὴ Ἀθηναῖοι μόνοι ἐν Μαραθῶνι τοὺς βαρβάρους ἐνίκησαν. ἡ γὰρ ἐν Σαλαμῖνι νίκη καὶ ἡ ἐν Πλαταιαῖς ἐδόκει κοινὸν ἔργον εἶναι πάντων τῶν Ἑλλήνων. VEΓΘMLh268
5vet (II) ἄλλως: μόνου τούτου μέμνηται, ὅτι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶσα ἡ Ἑλλὰς ἐποίησε κατὰ τῶν βαρβάρων, τὸ δ’ ἐν Μαραθῶνι μόνοι οἱ Ἀθηναῖοι. VEΓ3

sch eq

1334b

vet καὶ τοὐν Μαραθῶνι τροπαίου: τῆς κατὰ τῶν βαρβάρων νίκης καὶ τοῦ τροπαίου οὗπερ ἔστησαν ἐν Μαραθῶνι καταναυμαχήσαντες αὐτοὺς καὶ νικήσαντες. VEΓΘ

sch eq

1334c

vet ἄξια πράττεις] ἀντὶ τοῦ εὐτυχεῖς ἢ ἀξίως πολιτεύῃ τῆς πόλεως. Γ2

sch eq

1334d

Tr τροπαίου] τῆς κατὰ τῶν βαρβάρων νίκης. Lh

sch eq

1335

vet (ad vv. 1335—1408) ὦ φίλτατ’ ἀνδρῶν: ἐν εἰσθέσει ἴαμβοι τρίμετροι ἀκατάληκτοι οδʹ, καὶ μετὰ τὸν τελευταῖον κορωνὶς ἡ τοῦ δράματος. VEΓΘ

sch eq

1337a

vet Tr ἀλλ’ ὦ μέλε: τὸ “ὦ μέλε οὐκ ἐπὶ βλασφημίας ἔταττον. VEΓΘMLh

sch eq

1337b

vet ὦ μέλε] μέση λέξις τοῦτο. Γ2

sch eq

1338

vet νομίζοις] ἐνόμιζες· τὸ εὐκτικὸν ἀντὶ τοῦ παρεληλυθότος. Γ2

sch eq

1339

vet ἦν] ἀντὶ τοῦ ἔα, ὑπῆρχον. E

sch eq

1340

vet ἐν τῇ ἐκκλησί: εἴ τις πρὸς χάριν λέγων κολακεύσειέ σε ἐρᾶν σου προσποιούμενος. τοιούτοις γὰρ οἱ στρατηγοὶ ἐκολάκευον τὸν δῆμον ῥήμασιν. VEΓ2ΘM

sch eq

1340b

Tr ὁπότ’ εἴποι τις] εἴ τις πρὸς χάριν λέγων κολακεύσειέ σοι. Lh269

sch eq

1342a

vet προβουλεύω] ἤγουν προμηθεύομαι ὑπὲρ σοῦ. Γ2

sch eq

1342b

Tr κήδομαί σου καὶ προβουλεύω] προσποιούμενος ἐρᾶν σου· τοιούτοις γὰρ οἱ στρατηγοὶ ἐκολάκευον τὸν δῆμον ῥήμασι. Lh

sch eq

1343

vet τούτοις] ἐπανάληψις. Γ2

sch eq

1344a

vet (I) ἀνωρτάλιζες: ἐμετεωρίζου καὶ μέγα ἐφρόνεις. ἢ ἀντὶ τοῦ ἀνεκουφίζου, ὠχοῦ, ἐπῄρου, καὶ ταχέως ἐπίστευες πρὶν δοκιμάσαι· ὀρταλίζειν δὲ λέγεται ἐπὶ τῶν ἀρχομένων ἀναπτερύσσεσθαι ὀρνίθων. VEΓ2ΘM (II) ἄλλως: ὄρω ἐστὶ ῥῆμα βαρύτονον. ἔνθεν “ὅτε τ’ ὤρετο μητιέτα
5Ζεύς”. ἀφ’ οὗ ὄνομα ῥηματικὸν ὄρτος, καὶ ὀρτῶ ῥῆμα. τὸ δὲ ὀρτῶ ῥῆμα ποιεῖ τὸ ὀρτίζω, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀρταλίζω. δηλοῖ δὲ τὸ ὀρταλίζειν τὸ ἀναρρίπτειν τὰ νήπια τῶν παιδίων. οἷον ὀρούειν ποιεῖν εἰς ὕψος· κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ ἄλλης κινήσεως, ἥντινα ἔδει κινεῖσθαι. VEΓ3M

sch eq

1344b

vet κἀκερουτίας: τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφόρων ζῴων ὅτι εὐειδῆ· τινὲς δέ, μετεωρίζοντα τὴν κορυφήν. δηλοῖ δὲ τὸ γαυριᾶν. ὡς ἔλαφος, φησίν, ἠγάλλου τοῖς κέρασιν. ἀπὸ δὲ τῶν κερατοφυούντων ἡ λέξις. ἑξῆς οὖν τοῦ πτερόφυτον εἶπε τὸ κερατοφυεῖν. VEΓ2ΘM

sch eq

1345

vet ἀντὶ τούτων] ἤγουν ἐπὶ τούτοις τοῖς λόγοις. Γ2

sch eq

1347

vet Tr ἐξεπετάννυτο: ἐξηνοίγετο· τουτέστι ῥᾳδίως ἐπείθου τοῖς λέγουσι.
VEΓ2(bis)ΘMLh270

sch eq

1348a

vet σκιάδειον: σκέπασμά τι, ὅπερ αἱ γυναῖκες παρὰ τοῖς Ἀθηναίοις ἔχουσι θεωροῦσαι ὑπὲρ τοῦ μὴ καίεσθαι τὰς ὄψεις ὑπὸ τοῦ ἡλίου· ἐκτείνεται δὲ καὶ συστέλλεται πρὸς τὸν κατεπείγοντα καιρόν. VEΓΘM

sch eq

1348b

vet ξυνήγετο] τοιαῦτα γὰρ τὰ σκιάδεια. Γ2

sch eq

1348c

Tr σκέπασμά τι εἶχον παρὰ τοῖς Ἀθηναίοις αἱ γυναῖκες ἐν τοῖς ἀγροῖς ἐξερχόμεναι τοῦ μηκέτι καίεσθαι ὑπὸ τοῦ ἡλίου τὰς ὄψεις, ὅπερ ἐκάλουν σκιάδειον. ἐξετείνετο δὲ καὶ πάλιν συνεστέλλετο πρὸς τὴν τοῦ καιροῦ χρείαν. Lh

sch eq

1349

vet γέρων] ἀντὶ τοῦ λῆρος. Γ2

sch eq

1351

vet ποιεῖσθαι] κατασκευάζειν. Γ2

sch eq

1352

vet Tr καταμισθοφορῆσαι: εἰς μισθὸν ἀναλῶσαι, μισθὸν διδόναι ἐν τῇ ἐκκλησίᾳ καὶ τοῖς δικαστηρίοις, τὸν δικαστικὸν καὶ τὸν ἐκκλησιαστικόν. VEΓΘMLh

sch eq

1353a

vet παραδραμὼν] παρευδοκιμήσας. EΓ2

sch eq

1353b

Tr παραδραμὼν] παρευδοκιμήσας, νικήσας. Lh

sch eq

1354a

vet τί κύπτεις;: ὡς αἰσχυνθέντος αὐτοῦ. δεῖ δὲ νοεῖν ὅτι ὁ Δῆμος ἀκηκοὼς ταῦτα ὑπ’ αἰδοῦς κατέκυπτε καὶ εἰς τὴν γῆν ἀτενῶς ἀπέβλεπεν αἰδούμενος ἐφ’ οἷς ἐδόκει μὴ καλῶς πράττειν. VEΓΘM

sch eq

1354b

vet Tr οὐχὶ κατὰ χώραν μενεῖς;: οὐκ ἐπὶ σεαυτοῦ μενεῖς καὶ ἡσυχίαν σχήσεις; VEΓΘMLh

sch eq

1354c

vet οὗτος τί κύπτεις;] ὑπ’ αἰδοῦς κατέκυψεν. Γ2

sch eq

1354d

vet κατὰ χώραν] ἐπὶ σεαυτοῦ, κατὰ σεαυτόν. Γ2

sch eq

1354e

Tr δεῖ νοεῖν ὅτι ὁ Δῆμος ἀκηκοὼς ταῦτα καὶ ὥσπερ αἰσχυνθεὶς ἐφ’ οἷς ἐδόκει μὴ καλῶς πράττειν κάτω εἰς γῆν ὑπ’ αἰδοῦς ἔβλεπεν. Lh

sch eq

1355

Tr totus versus] ἀτενὲς βλέπειν αἰδοῦμαι, φησίν, ἐφ’ οἷς ἔδοξα μὴ καλῶς πράττειν καὶ διὰ τοῦτο ὑπ’ αἰδοῦς κατακύπτω. Lh

sch eq

1358a

vet Tr ξυνήγορος] ῥήτωρ. EΓ2Lh

sch eq

1358b

Tr βωμολόχος] πανοῦργος. Lh271

sch eq

1359

vet Tr ἄλφιτα] τροφή. EΓ2Lh

sch eq

1360a

vet εἰ μὴ καταγνώσεσθε: εἰ μὴ κατακρινεῖτε καὶ καταδικάσετε. VEΓΘ

sch eq

1360b

vet καταγνώσεσθε] καταδικάσῃ. Γ2

sch eq

1360c

Tr καταγνώσεσθε] κατακρίνητε καὶ καταδικάσητε. Lh

sch eq

1362a

vet εἰς τὸ βάραθρον: τόπος Ἀθήνησι βαθύς, ὅπου καὶ τοὺς Δαρείου πρέσβεις ἔβαλον. πάντα δὲ τὰ ἐκεῖ βαλλόμενα ἀφανῆ ἐποίει. VEΓΘM

sch eq

1362b

Tr βάραθρον] τόπος Ἀθήνησι βαθὺς ἀφανῆ ποιῶν τὰ ἐκεῖ ἐμβαλλό‐ μενα, ἐν ᾧ καὶ τοὺς Δαρείου πρέσβεις ἔβαλλον. Lh

sch eq

1363a

vet ἐκ τοῦ λάρυγγος: ὅτε γὰρ κατεπόντουν τινάς, βάρος ἀπὸ τοῦ τραχήλου αὐτῶν ἐκρέμων. φαίνεται δὲ ὁ Ὑπέρβολος ἤδη εἰσβὰς εἰς τὴν πολιτείαν. λέγεται δὲ καὶ λάρυγξ καὶ φάρυγξ. VEΓΘM

sch eq

1363b

vet Ὑπέρβολον] ἀντὶ τοῦ λίθον. EΓ2

sch eq

1363c

Tr δύο εἰσὶν ἐν τῷ τραχήλῳ αὐλοί, ὁ μὲν τὴν φωνὴν ἐξάγων, ὁ δὲ τὴν τροφὴν εἰσάγων. ἀλλ’ ὁ μὲν τὴν φωνὴν ἐξάγων αὐλὸς καλεῖται λάρυγξ, ἐξ οὗ καὶ τὸ λαρυγγίζειν, ὁ δὲ τὴν τροφὴν εἰσάγων φάρυγξ. φαίνεται δὲ καὶ ὁ Ὑπέρ‐ βολος ἤδη εἰσβὰς εἰς τὴν πολιτείαν. Lh

sch eq

1366a

vet ναῦς δ’ ἐλαύνουσι μακράς: πολεμίας. τὰς τριήρεις δέ φησι. τὰ δὲ στρογγύλα πλοῖα φορτηγά εἰσιν. VEΓΘM

sch eq

1366b

vet μακράς] τριήρεις, πολεμίας. M

sch eq

1366c

Tr μακράς] τὰς πολεμικὰς τριήρεις φησίν. Lh

sch eq

1367a

vet καταγομένοις] καταίρουσιν, ἐλλιμενίζουσιν. Γ2

sch eq

1367b

Tr ἐντελῆ] τέλειον. Lh272

sch eq

1368a

vet (I) ὑπολίσποις: οἱ γὰρ Ἀθηναῖοι πάντες λεπτοὶ ἐτύγχανον τὰ ὀπίσθια ἀπὸ Θησέως· ὑπόλισπα δὲ τὰ τετριμμένα. κοινῶς γοῦν τοὺς Ἀθη‐ ναίους λισπόπυγάς φησι. καὶ πλάττονται τὸν περὶ Θησέως μῦθον, ὅτι ἑλκό‐ μενος ὑπὸ τοῦ Ἡρακλέους κατέλιπεν ἐπὶ τῇ πέτρᾳ τὴν πυγήν. νῦν δὲ οἰκείως
5εἶπεν ἐπὶ τῶν ἐρεσσόντων διὰ τὴν καθέδραν λεπτοπύγων ὄντων. VEΓ2ΘM (II) ἄλλως: ἐστενωμένοις. τοιαῦται δὲ αἱ πυγαὶ τῶν ναυτῶν διὰ τὴν συνεχῆ ἕδραν καὶ εἰρεσίαν. VEΘM

sch eq

1368b

vet ὑπολίσποις] τετριμμένοις. M

sch eq

1368c

Tr ὑπολίσποις] τετριμμένοις τὰς πυγὰς καὶ λεπτοπύγοις ἀπὸ τῆς διηνεκοῦς καθέδρας. Lh

sch eq

1368d

Tr ὑπόλισπα λέγονται τὰ τετριμμένα. Ἀθηναῖοι δὲ πάντες λεπτοὶ ἐτύγχανον τὰ ὀπίσθια ἀπὸ Θησέως. πλάττουσι τὸν περὶ Θησέως μῦθον, ὅτι ἑλκόμενος ὑπὸ Ἡρακλέους κατέλιπεν ὑπὸ τὴν πέτραν τὴν πυγήν. νυνὶ δὲ οἰκείως εἶπεν ἐπὶ τῶν ἐρεσσόντων διὰ τὴν καθέδραν λεπτοπύγων ὄντων ἢ
5ἐστενωμένων τὰς πυγάς. τοιαῦται γὰρ αἱ πυγαὶ τῶν ναυτῶν διὰ τὴν συνεχῆ ἕδραν καὶ ἠρεσίαν. Lh

sch eq

1369

vet Tr ἐν καταλόγ: ἐν τῷ καταλόγῳ, ἐν τοῖς πίναξιν, ἐφ’ ὧν ἐνέγραφον τῶν ἐκστρατευομένων τὰ ὀνόματα. ἐκαλοῦντο γὰρ κατάλογοι. VEΓ2Γ3ΘMLh

sch eq

1370a

vet κατὰ σπουδὰς] κατὰ ἄλλου σπουδήν. E

sch eq

1370b

vet κατὰ σπουδὰς] ἤγουν κατὰ τὸν καιρόν. Γ2

sch eq

1370c

vet σπουδὰς] τὰς ἐπίτηδες φιλίας. Γ2

sch eq

1370d

vet μετεγγραφήσεται] μετατεθήσεται. Γ2

sch eq

1371

vet ἐγγεγράψεται] ἐγγεγραμμένος διαμενεῖν. Γ2273

sch eq

1372a

vet Tr τὸν πόρπακα τὸν Κλεωνύμου: δειλὸς γὰρ καὶ ῥίψασπις ὁ Κλεώνυμος. VEΓ3ΘLh

sch eq

1372b

vet totus versus] ῥίψασπις γὰρ οὗτος. Γ2

sch eq

1373a

vet Tr οὐδ’ ἀγοράσει] οὐ νῦν ἐν ἀγορᾷ διατρίψει. ELh

sch eq

1373b

vet ἀγοράσει] δημηγορήσει. Γ2

sch eq

1374a

vet Κλεισθένης καὶ Στράτων: γύννιδες οὗτοι καὶ πιττούμενοι τὰ γένεια, λεῖοι δὲ καὶ μαλακοί. VEΓ2Γ3Θ

sch eq

1374b

Tr Κλεισθένης καὶ Στράτων] οὗτοι λεῖοι τὰ γένεια καὶ μαλακοί. Lh

sch eq

1375a

vet Tr τἀν τῷ μύρ: οὕτως Ἀττικοὶ ἀντὶ τοῦ ἐν μυροπωλείῳ, ἀπὸ τῶν πωλουμένων τοὺς τόπους καλοῦντες. VEΓ3ΘMLh

sch eq

1375b

vet μύρῳ] τόπος. Γ2

sch eq

1377a

vet Tr ὁ Φαίαξ: δεινὸς ῥήτωρ ὁ Φαίαξ οὗτος, ὡς καὶ ἀποφυγεῖν θανάτου ἐπ’ αὐτοφώρῳ κρινόμενος. κωμῳδεῖται δὲ ὡς παρακρούων τὰ μει‐ ράκια. VEΓΘMLh

sch eq

1377b

Tr Φαίαξ] δεινὸς ῥήτωρ οὗτος. Lh

sch eq

1378a

vet συνερκτικός: συνείρειν τοὺς λόγους καὶ συντιθέναι δυνάμενος εὐκόλως. “περαντικὸς δέ, πέρας ἐπιτιθεὶς τοῖς λόγοις. VEΓΘM

sch eq

1378b

vet συνερκτικὸς] συνεργητικός. M

sch eq

1378c

vet περαντικός] ἤγουν πέρας ἐπάγων τοῖς αὑτοῦ λόγοις. Γ2

sch eq

1378d

Tr συνερκτικὸς] συνείρειν τοὺς λόγους καὶ συντιθέναι δυνάμενος. Lh

sch eq

1378e

Tr περαντικός] πέρας ἐπιθεῖναι τοῖς λόγοις 〈δυνάμενοσ〉. Lh274

sch eq

1379a

vet Tr κρουστικός: τὰ ὦτα τῶν ἀκροωμένων κρούων τῇ σφοδρότητι τῶν λόγων. VEΓΘMLh

sch eq

1379b

vet γνωμοτυπικὸς] γνωμολογικός. E

sch eq

1380a

vet Tr καταληπτικός: προκαταλαμβανόμενος τοὺς ἀκούοντας ὥστε θόρυβον μὴ κινῆσαι. VEΓΘLh

sch eq

1380b

vet τοῦ θορυβητικοῦ] λαοῦ. Γ2

sch eq

1381a

vet καταδακτυλικός: ἀντὶ τοῦ συνουσιαστικὸς κατὰ τοῦ δακτυλίου, τοῦ πρωκτοῦ. “τοῦ λαλητικο δέ, τῶν λαλούντων ταῦτα, τῶν περὶ Κλεισθένη καὶ Στράτωνα. ἄδηλος δὲ ὁ στίχος, καὶ πάντες αὐτὸν ἐσημειώσαντο διὰ τὸ ἀκατάλληλον· ἄδηλον γὰρ τίς τίνι λέγει. VEΓΘM

sch eq

1381b

Tr καταδακτυλικὸς] ἀντὶ τοῦ συνουσιαστικός. Lh

sch eq

1381c

Tr τοῦ λαλητικοῦ] τῶν λαλούντων ταῦτα, τῶν περὶ Κλεισθένη καὶ Στράτωνα. Lh

sch eq

1381d

Tr ἄδηλος οὗτος ὁ στίχος καὶ πάντες αὐτὸν ἐσημειώσαντο διὰ τὸ ἀκατάλληλον. ἄδηλον γὰρ τίς τίνι λέγει. Lh

sch eq

1384a

vet Tr ὀκλαδίαν: συγκεκλασμένος δίφρος, καὶ ποτὲ μὲν ἐκτεινόμενος, ποτὲ δὲ συστελλόμενος. VEΓΘMLh

sch eq

1384b

Tr νυν] δή. Lh

sch eq

1385a

vet Tr καὶ παῖδ’ ἐνόρχην: ἐπειδὴ παρὰ τοῖς βαρβάροις σπάδωνες, οὗτος ἐνόρχην δίδωσιν. VEΓΘMLh

sch eq

1385b

vet οἴσει] κομίσει. Γ2

sch eq

1386a

vet δοκῇ σοι] περαίνειν καὶ κύφειν, κακεμφάτως. E

sch eq

1386b

Tr τοῦτον] τὸν παῖδα· παίζει δέ. Lh275

sch eq

1388

vet Tr τριακοντούτιδες: πόρνας εἰσφέρει. διὸ καὶ φησίν, ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι. VEΓΘMLh

sch eq

1389

vet Tr σπονδάς: σπονδὰς ἐσπείσαντο μετὰ Εὐβοίας ἅλωσιν οἱ Ἕλληνες πρὸς ἑαυτούς, πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου. VEΓΘMLh

sch eq

1390a

vet ὡς καλα: εἰσῆλθον αἱ σπονδαί, ἑταῖραι ὡραῖαι ὑποκρινόμεναι τὰ πρόσωπα τῶν σπονδῶν· πρὸς ἃς λέγει ὁ Δῆμος. VEΓΘM

sch eq

1390b

vet ὡς] λίαν. Γ2

sch eq

1390c

Tr εἰσῆλθον ἑταῖραι ὡραῖαι τὰς ὄψεις ὑποκρινόμεναι τὰς σπονδάς, πρὸς ἃς ὁ Δῆμος λέγει ταῦτα. Lh

sch eq

1391a

vet Tr κατατριακοντουτίσαι] εἰς συνουσίαν· παίζει γάρ. ELh

sch eq

1391b

vet κατατριακοντουτίσαι] συνουσιάσαι. Γ2

sch eq

1392

vet Tr οὐ γὰρ ὁ Παφλαγών: μετὰ τὴν Κλέωνος καὶ Βρασίδου τελευτὴν σπονδαὶ τοῖς Πελοποννησίοις καὶ Ἀθηναίοις ἐγένοντο τριακοντούτιδες. οὗτοι γὰρ ἠναντιοῦντο τῇ εἰρήνῃ. ἀποθανόντων οὖν αὐτῶν ἐγένοντο αἱ σπονδαί. VEΓΘMLh

sch eq

1395

vet ἰέναι] ἀπέρχεσθαι. Γ2

sch eq

1396

Tr εἴφ’] εἰπέ. Lh

sch eq

1399a

vet Tr τὰ κύνεια μιγνύς: συμφύρων τὰ τῆς πόλεως πράγματα. ὅτι καὶ οἱ μάγειροι τὰ κρέα μιγνύουσιν. VEΓΘMLh

sch eq

1399b

vet τοῖς ὀνείοις πράγμασιν] τοῖς τοῦ 〈ὄνου〉 κρέασιν. Γ2

sch eq

1399c

vet πράγμασιν] ἤγουν κρέασιν ὤφειλεν εἰπεῖν· ἀντὶ δὲ κρεάτων εἶπε
πράγμασιν”. Γ2276

sch eq

1399d

Tr ἔθος ἐστὶ τοῖς μαγείροις καὶ πιπράσκουσι τὰ κρέα μιγνύειν κρέα προβάτων τε καὶ αἰγῶν καὶ προτιθέναι ὡς μόνων προβάτων καὶ ἐξαπατᾶν τοὺς ἀφελεστέρους. Lh

sch eq

1401

vet Tr τὸ λοῦτρον: τὸ ἀπόλουμα καὶ ῥυπαρόν, ὅ ἐστι τὸ ἀπόλουτρον. VEΓΘMLh

sch eq

1402

vet οὗπερ] τὸ πρᾶγμα ἐκεῖνο. Γ2

sch eq

1403

vet διακεκραγέναι] καὶ ἀκατατάκτως. Γ2

sch eq

1404

vet τούτων] ἤγουν ὧνπερ ποιῶν ἐργάσῃ. Γ2

sch eq

1405a

vet Tr εἰς τὴν ἕδραν] εἰς τὴν προεδρίαν. ELh

sch eq

1405b

vet ἵν’] ὅπου. Γ2

sch eq

1406a

vet τὴν βατραχίδα: εἶδος ἐσθῆτος ἀνθίνης, ὅμοιον τῷ ὀνόματι ἐχούσης τὸ χρῶμα. VEΓΘLh

sch eq

1406b

vet τὴν βατραχίδα: βατραχὶς εἶδος ἐσθῆτος, τῇ εἱλήσει πέλον ἐμφερές, εὐανθὲς τὸ χρῶμα κεκτημένη. M

sch eq

1407a

vet Tr κἀκεῖνον ἐκφερέτω τις: αἰρόμενος ἐκφέρεται ὁ Κλέων. VEΓΘLh

sch eq

1407b

vet ἐκφερέτω] ἤγουν τὸν Κλέωνα. Γ2

sch eq

1408a

vet ν’ ἴδωσιν αὐτόν: τὸ ἑξῆς, ἵνα ἴδωσιν αὐτὸν οἱ ξένοι οἷς ἐλωβᾶτο. VEΓΘ

sch eq

1408b

vet Tr ἐλωβᾶτο] ἐλυμαίνετο. Γ2Lh277